PG 70Cyril
Commentary on the Prophet Isaiah
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; natural subdivisions) — PG column chips mark the printed columns.
PG 70:1047Συνεισκέκληται δὲ τῷ καταλείμματι τῶν ἐθνῶν ἡ πληθύς· οἳ καὶ εἰς τέκνα τέθεινται τοῦ Ἀβραὰμ, ὥστε πανταχόθεν τό γε ἧκον εἰς οἰκονομίαν, μὴ ἀφαμαρτάνειν τῆς ἐπιδημίας τὸν σκοπόν· συνήχθη γὰρ ἅπας εἴ τίς ἐστιν Ἰσραὴλ, καὶ μέν τοί γε, καὶ Ἰακὼβ, κατὰ τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους. Ὑπισχνεῖται τοίνυν ὁ ἐν Χριστῷ κεκλημένος λαὸς, ὅτι καὶ συναχθήσεται πρὸς Θεὸν δηλονότι διὰ τῆς πίστεως, καὶ ὅτι δοξασθήσεται ἐναντίον τοῦ Θεοῦ, τὸ λαμπρὸν τῆς υἱοθεσίας ἀποκερδαίνων καύχημα, καὶ θείας φύσεως μέτοχος γεγονὼς, καὶ ἁγίῳ Πνεύματι κατηγλαϊσμένος, καὶ ἀρίστων ἐπιτηδευμάτων ἐπιμελητὴς ἀναδεδειγμένος, καὶ ὅτι Θεὸν ἡγήσεται τὴν ἑαυτοῦ ἰσχύν. Οὕτω γὰρ διακεῖσθαι πρέπει, τοὺς τῆς παρ’ αὐτοῦ σωτηρίας, καὶ δόξης ἐφιεμένους.
PG 70:1049Προσεπάγει τούτοις. Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Εἰ χρή τι καὶ ἀνθρωπίνως εἰπεῖν, οὐκ ἐᾷ τὸν Υἱὸν ὁ Πατὴρ κατοκνῆσαι τὴν οἰκονομίαν, οὔτε μὴν ἄμισθον τὸ μικροπρεπὲς τῆς τοῦ δούλου μορφῆς, ἀλλ’ οἷον ἔγκαρπον ἀποφαίνει τὸ χρῆμα, καὶ οὐκ ἄμισθον τὴν ταπείνωσιν, καὶ τὸ τῆς οἰκονομίας φορτικὸν οὐκ ἐσόμενον ἔξω θαύματος, εὐκλεές τε πρὸς τοῦτο, καὶ τὸ ἀδοξῆσαι δοκεῖν. Ἦν μὲν γὰρ σμικρὸν ὁμολογουμένως, τῷ ἐκ τοῦ Θεοῦ φύντι Λόγῳ, τὸ κληθῆναι παῖδα, τοῦτ’ ἔστιν, οἰκέτην. Δηλοῖ γὰρ τοὔνομα ποτὲ μὲν τὸν Υἱὸν, ποτὲ δὲ, ὡς ἔφην, τὸν οἰκέτην. Ἡ δέ γε τῶν ἐννοιῶν χρεία τοῦτό τε κἀκεῖνο, κατὰ τὸν ἑκατέρῳ πρέποντα καιρὸν εἰσκομίζεσθαι ποιεῖ.
Ἐπειδὴ δὲ περὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ λόγος ἐστὶ, πρέποι ἂν εἰκότως τὸν παῖδα νοεῖσθαι δοῦλον. Οὐκοῦν, κἂν εἰς μικρὸν, ὡς ἔφην, τῷ Υἱῷ τῆς δουλείας τὸ δυσκλεὲς, ἀλλ’ ἦν ἑτέρως. Καὶ δὴ καὶ γέγονεν οὐ μικρὸν αὐτῷ· Δοξάζεται γὰρ παρὰ πάντων, ὡς ἁρπαγμὸν μὲν οὐχ ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, καὶ τοῖς τῆς δουλείας ἐνομιλήσας τρόποις, καὶ καθιγμένος εἰς κένωσιν, ὑπομείνας τε σταυρὸν, καὶ τὰ ἐν αὐτῷ καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν καταθεὶς, ἵνα καταλύσῃ τυραννίδα διαβολικὴν, καὶ τὰ τῶν δαιμονίων διελάσῃ στίφη τῆς καθ’ ἡμῶν ἀφορήτου πλεονεξίας, ἵνα ἐκ μέσου ποιήσῃ τὴν ὀλεθροποιὸν ἁμαρτίαν, ἵνα καταργήσῃ θάνατον, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀπ’ ἀρχῆς, καὶ παραδῷ τῷ Θεῷ τὴν αὐτοῦ τε καὶ ἑαυτοῦ βασιλείαν, ὑπ’ οὐδενὸς ἔτι τυραννουμένην, ἀποβάλλουσαν δὲ μᾶλλον τῆς ἑτέρων πλεονεξίας τὸν ζυγόν.
Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Οὐκ ἠγνόησεν ὁ Πατὴρ τὸ τῶν Ἰουδαίων ἀπεσκληκὸς, καὶ ἀνουθέτητον φρόνημα, καὶ ὁλοτρόπως ἐκτετραμμένον εἰς τὸ ἐξήνιον. Προσήκαντο γὰρ οὐδαμῶς τὴν διὰ Χριστοῦ παίδευσιν, καίτοι δέον ἄγασθαι μὲν τῆς ἡμερότητος, καὶ ἀσυγκρίτου φιλανθρωπίας τὸν Λυτρωτὴν, ὑπτίαις δὲ ὥσπερ χερσὶ παραδέξασθαι τὴν φιλοτιμίαν. Ἵνα τοίνυν μὴ ἐν ἀποτεύξει σκοποῦ γενέσθαι δοκῇ τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, ἅτε δὴ, καὶ ἀπολακτίσαντος τοῦ ἡγησαμένου λαοῦ, καὶ οὐ προσιεμένου, καθάπερ ἔφην, τὴν αὐτοῦ λύτρωσιν, προσεπήνεγκεν ὁ Πατὴρ, ὅτι σωτηρίας καταδείξει τρίβον, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνήσει φῶς τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ. Ἐκαλεῖτο γὰρ ὁ Ἰσραὴλ εἰς τοῦτο, Χριστοῦ λέγοντος ἐναργῶς·
Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.6 Καί· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.6 Ἐπειδὴ δὲ μᾶλλον ἠγάπησαν τὸ σκότος, ἢ τὸ φῶς, κατελείφθησαν ὑπ’ αὐτοῦ, καίτοι τῶν ἁγίων προφητῶν τὴν ἐν Χριστῷ χάριν αὐτοῖς προηγορευκότων. Ὁ μὲν γάρ τις ἔφη· Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος, καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.6 Ὁ δέ τις ἕτερος· Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.6 Ἐπειδὴ δὲ, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακοῦσαι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· ἐπέλαμψε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς τοῦ θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, ὥστε τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἀπόνασθαι τῆς φιλοτιμίας, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τε, καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν, καὶ τοὺς τῆς πνευματικῆς λατρείας, αὐτῇ τε καὶ μόνῃ καθιερῶσαι τρόπους.
PG 70:1051Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε Θεὸς Ἰςραήλ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ὅσης ἠξίωσε φειδοῦς τοὺς διὰ Χριστοῦ κεκλημένους ὁ Θεὸς καὶ Πατὴρ, κἀντεῦθεν ἂν μάθοις. Μυσταγωγεῖ γὰρ αὐτοὺς, καὶ τὸ βαθὺ, καὶ μέγα τῆς ἐνανθρωπήσεως ἐκκαλύπτει μυστήριον, οὐκ ἐῶν περιθραύεσθαί τινας τῷ λίθῳ τοῦ προσκόμματος, καὶ προσπταίειν ἐξ ἀβουλίας τῇ πέτρᾳ τοῦ σκανδάλου. Συνετρίβη γὰρ οὕτως ὁ ἀπόπληκτος Ἰσραήλ. Τί δὴ οὖν ἄρα φησίν;
Ἐγὼ ὁ ῥυσάμενός σε Θεὸς, οὕτω φημὶ πρὸς σέ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τοῦτ’ ἔστι, σεπτὸν, καὶ ἅγιον ἡγήσασθε, καὶ ποιεῖσθαι σπουδάσατε τὸν τὴν ἑαυτοῦ ψυχὴν ἐκφαυλίσαντα, τοῦτ’ ἔστιν, ἐξευτελίσαντα. Γεγονὼς γὰρ ἄνθρωπος ὁ Θεὸς, καὶ μονογενὴς τοῦ Θεοῦ Λόγος, τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν, εἵλετό τε παθεῖν δι’ ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, οὐδὲν ὑπομείνας εἰς ἰδίαν φύσιν. Αὐτὸς γὰρ ὡς ἐπέκεινα τοῦ παθεῖν ὑπάρχων ὡς Θεὸς, πλὴν οὕτως εἴπω παρέῤῥιψεν αὐτὴν, καὶ τοῦτο ὑπὲρ ἁμαρτωλῶν. Ὃ δὴ καὶ τεθαύμακεν ὁ πάνσοφος Παῦλος. Ἔφη γὰρ, ὅτι Συνίστησι τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς· ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.6 Αὐτὸς δέ που ὁ Χριστός φησί που· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.6 Τέθεικε τοίνυν αὐτὴν ὑπὲρ ἡμῶν, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ αὐτὸς ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη.
Ἁγιαζέσθω οὖν, φησὶ, τοῦτ’ ἔστιν, ἅγιος ἡγείσθω, ἤτουν ὁμολογείσθω. Θεῷ δ’ ἂν πρέποι τοῦτο, καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς. Εἰ γὰρ καὶ εἰσὶν ἅγιοι πολλοὶ δυνάμεις τε λογικαὶ, καὶ μὴν, καὶ ἐπὶ γῆς ἄνθρωποι, ἀλλ’ οὖν ἐκ μετοχῆς τοῦ κατὰ φύσιν ἁγίου, καὶ μόνου τοῦτο ὑπάρχοντος ἀληθῶς, ἅγιοι χρηματίζουσιν. Ὥσπερ γὰρ φῶς μέν ἐστι τὸ ἀληθινὸν αὐτὸς, δέδωκε δὲ τὸ ἀξίωμα, καὶ ἑτέροις· Ὑμεῖς γάρ ἐστε,6 φησὶ, τὸ φῶς τοῦ κόσμου.6 Οὕτω καὶ μόνος ὢν ἅγιος ὁμοῦ τῷ Θεῷ, καὶ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι δίδωσιν ὡς ἐξ ἰδίου πληρώματος, καὶ τοῖς μετόχοις αὐτοῦ τὸν ἁγιασμόν. Οὕτω φαμὲν, καὶ ἐν προσευχαῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.6 Καὶ οὔτι πού φαμεν, ὡς προσθήκην ἁγιασμοῦ τῷ ὀνόματι τοῦ Πατρὸς γενέσθαι παρακαλοῦμεν· εὔηθες γὰρ κομιδῆ τὸ χρῆμά ἐστιν· εἶναι δὲ μᾶλλον παρὰ πᾶσιν ὅπερ ἐστὶν ἀληθῶς εὐχόμεθα, τοῦτ’ ἔστιν, ἅγιον, καὶ φοβερόν· οὕτω κἀνθάδε τὸ, Ἁγιάσατε, νοητέον, κἂν εἰ πεφαύλικε, φησὶ, τὴν ψυχὴν αὐτοῦ, τοῦτ’ ἔστι, κἂν εἴ τι τῶν ἀνθρωπίνων παθεῖν λέγεται, καὶ τὴν ἰδίαν σάρκα θανάτου γεύσασθαι παρεσκεύασε, τέθεικε δὲ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πολλῶν.
PG 70:1053Ἐπιτρέχει δὲ ὁ λόγος, καὶ διαμέμνηται καὶ ἑτέρων, ἃ δὲ γένοιτ’ ἂν ἔσθ’ ὅτε καὶ ἐμποδὼν τοῦ χρῆναι πιστεύειν αὐτῷ τοὺς τῆς οἰκονομίας οὐχ ὁρῶντας βάθος τοῖς γε μὴν ἀρτίφροσιν οὐδὲν ἂν ἐμποιήσαι βλάβος. Παραδοθέντα μὲν γὰρ Πιλάτῳ τὸν Ἰησοῦν, κατεβδελύττοντο τῶν στρατιωτῶν τινες, τοῦτο μὲν καταπαίοντες ἀνοσίως, τοῦτο δὲ, καὶ ἐμπτύσμασιν ἀτιμάζοντες, καὶ στεφάνῳ τῷ ἐξ ἀκανθῶν ὑβρίσαντες, κατακερτομοῦντές τε καὶ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.6 Διὰ τοῦτό φησι τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων, τῶν ἀρχόντων. Ἕψεται δὲ πάντως καὶ τούτῳ τὸ, Ἁγιάσατε, ἀλλ’ ὅτι πέπονθε μὲν οἰκονομικῶς τὰ παρὰ τῶν ἐθνῶν ἐμπαίγματα· ἀναλάμψει δὲ μετὰ τοῦτο, καὶ δοξασθήσεται παρὰ πάντων ἐν ὑπεροχαῖς ταῖς ἀνωτάτω, καὶ τῶν ἐν ταῖς ὑποκαθημέναις ὄντων τιμαῖς, προαγορεύει λέγων·
Βασιλεῖς αὐτὸν ὄψονται, καὶ ἀναστήσονται, ἐκ τῶν τῆς βασιλείας δηλονότι θώκων. Ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ. Ὄψονται δὲ οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ γὰρ ὡς ἐν περιαθρήσει νοῦ καὶ καρδίας. Ὁρῶμεν γὰρ οὕτω τὴν δόξαν Χριστοῦ. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν Κυρίου, τοῦτ’ ἔστιν, ἕνεκεν ἐμοῦ. Δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ. Τὸ δὲ πιστὸς ἐν τούτοις τὸν ἀεὶ μένοντα δηλοῖ. Ἀκλόνητος γὰρ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ Πατρός· ὁμοίως δὲ, καὶ ἡ τοῦ Υἱοῦ· οὐκ ὄντων πιστῶν τῶν ψευδωνύμων θεῶν. Εἰσὶ γὰρ ἀρτιγενεῖς, καὶ ἀπολλύμενοι, καὶ οὐ μένοντες. Ὁ δὲ τῶν ὅλων Σωτὴρ, καὶ Κύριος πιστὸς ἀληθῶς, τοῦτ’ ἔστιν, εὖ βεβηκὼς ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ ἀκλονήτως ἔχων, καὶ αὐτὸς, ἐξελέξατο τοὺς διὰ Χριστοῦ κεκλημένους.
Οὓς γὰρ ἔγνω,6 φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν, ἡγίασέ τε πρὸς τούτῳ, καὶ ἐδόξασεν. Ἔδει δὴ οὖν, ἔδει τοὺς ἐξειλεγμένους ἁγιάσαι τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ τοῖς τῆς ἀνθρωπότητος ἐνορῶντας ἀποσφαλῆναι τοῦ πρέποντος, καὶ τῆς ἐπ’ αὐτῷ γνώσεως ἀκριβοῦς ἀποφέρεσθαι, συνιέντας δὲ μᾶλλον τῆς οἰκονομίας τὸ σοφὸν προσκυνεῖν αὐτῷ, διακεῖσθαι δὲ, καὶ ἀραρότως, ὅτι τοῦ πιστοῦ Κυρίου φύσει τε καὶ ἀληθῶς Υἱός ἐστι, καὶ εἰ πέφηνεν οἰκονομικῶς ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καὶ τὸ τῆς κενώσεως ὑπέδυ μέτρον. Προσδιαλέγεται δὲ τοῖς ἐξειλεγμένοις, καί φησιν, ὅτι Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Προέγνωστο μὲν πρὸ καταβολῆς κόσμου Χριστὸς, καὶ τὸ αὐτοῦ μυστήριον·
PG 70:1055ἐπέλαμψε δὲ κατὰ καιροὺς οὓς ἤθελεν ὁ Δυνάστης, καθ’ οὓς ἡμῖν βεβοήθηκε, καὶ τὸν τῆς ἐνανθρωπήσεως καιρὸν, σωτηρίας ἡμέραν εἶναί φησιν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Παῦλος· Ἰδοὺ νῦν,6 φησὶ, καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.6 Ψάλλει δὲ καὶ ὁ προφήτης Δαβὶδ, καί φησιν· Αὕτη ἡ ἡμέρα ἢν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.6 Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ἡ νομὴ αὐτῶν. Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς.
Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται. Οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Ἔδοξέ τισι τῶν προλαβόντων ἐξηγητῶν ἀρχὴν τοῦ προκειμένου κεφαλαίου ποιήσασθαι. Οὕτω λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Καί φασιν εἰρῆσθαι ταυτὶ παρὰ Θεοῦ καὶ Πατρὸς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Προσεξυφαίνουσι δὲ, καὶ τοιόνδε τινὰ νοῦν. Ηὔξατο μὲν γὰρ, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ, λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο·6 καὶ οὐκ ἠκούσθη, πέπωκε γὰρ αὐτό. Ἐπειδὴ δὲ πεπάτηκε τὸν θάνατον ἀντιλαμβανομένου τοῦ Πατρὸς, εἴρηται πρὸς αὐτὸν ἀναγκαίως τὸ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοηθησά σοι.
Δοκεῖ δέ μοι πολὺ τὸ εὐπίθανον ἀῤῥωστεῖν ὁ λόγος. Καίτοι γὰρ εἰδὼς ὅτι χρὴ πιεῖν τὸ ποτήριον, καὶ οὐκ ἂν ἐξέλθοι τὸ διασωθῆναι δύνασθαι τὴν ὑπ’ οὐρανὸν, πλὴν ὅτι διὰ τοῦ θανάτου τῆς σαρκὸς αὐτοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως οἰκονομικώτατα λίαν τὸ τῆς προσευχῆς ἐπράττετο σχῆμα, ἵνα τοῦ πάθους ἡ παραίτησις τῆς τῶν Ἰουδαίων μιαιφονίας κατηγορῇ· ἐπεὶ τίνα τρόπον τοῖς τῆς εἰς αὐτὸν δυςσεβείας ἐγκλήμασιν ἔνοχος γέγονεν ὁ Ἰσραὴλ, εἰ μὴ ἀβούλητον ἦν αὐτῷ τὸ παθεῖν διά τοι τὸ δυσκλεές; πλὴν, καὶ οὕτω γέγονε θελητὸν, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἀναμορφῶσαι τὰ καθ’ ἡμᾶς, εἰς καινότητα ζωῆς ἁγίας. Συνιεὶς γὰρ οὕτω καὶ τὸ εἰρημένον παρ’ αὐτοῦ, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, τοῦτ’ ἔστι, τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω αὐτὸ ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.6 Ἐπέφανε γὰρ τῷ κόσμῳ Χριστὸς, καὶ τῶν ἱερῶν ἀπήρτητο κηρυγμάτων παρὰ τοῖς ἐξ Ἰσραήλ.
Ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς, καὶ κατεσκληκότες, ἐξήνιοι, καὶ θρασεῖς, οὐ προσήκαντο τὴν πίστιν, ἀλλ’ ἡμάρτανον μὲν εἰς αὐτὴν πολυτρόπως, εἶτα τελευταῖον ἐσταύρωσαν. Ἐνταῦθα βλέπε μοι τῆς ἀποῤῥήτου σοφίας τὴν δύναμιν. Ἀπὸ γὰρ τῆς Ἰουδαίων σκαιότητος ἐπενηνεγμένον αὐτῷ, φημὶ δὴ τὸν θάνατον. Δῆλον δὲ ὅτι τὴν τῆς σαρκὸς σωτηρίας πρόφασιν ἐποιήσατο τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, κατηργήθη δὲ θάνατος διὰ τῆς ἀναστάσεως αὐτοῦ, καὶ πεπάτηται φθορᾷ [γρ. φθορὰ], καὶ ἀνεθάλλομεν εἰς ζωὴν, οἱ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως κατενηνεγμένοι πρὸς τὸ ἐναντίον. Οὐκοῦν οὐκ ἀπότευξιν γενέσθαι φαμὲν ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ προσευχῇ, μὴ γένοιτο, οἰκονομίαν δὲ μᾶλλον, ᾗπερ ἂν ἕποιτο τὸ θαυμάζεσθαι δεῖν. Καὶ καθ’ ἕτερον δὲ τρόπον σοφὴν γενέσθαι φαμὲν τὴν ἔντευξιν τὴν πρό γέ φημι τοῦ τιμίου σταυροῦ.
PG 70:1057Γέγονε γὰρ ἡμῖν ὑποτύπωσις, καὶ ὑπογραμμὸς ἀναγκαίου πράγματος· πειρασμοῦ γὰρ ἐπηρτημένου, καὶ φόβου παραχειμάζοντος, οὐ ῥᾳθύμους εἶναι χρὴ, καὶ ἀναπεπτωκότας, ἐγρηγορότας δὲ μᾶλλον, εἶτα συντείνεσθαι εἰς προσευχὰς, καὶ Θεοῦ δεῖσθαι τοῦ σώζοντος, ἵν’ εἴπερ εἴη φίλον αὐτῷ βρόχων ἔξω καὶ παγίδος ἀποφέροιμεν πόδα. Εἰ δὲ δὴ τὸ χρῆναι παθεῖν ὡς ἔσται μᾶλλον ἡμῖν ὀνησιφόρον ἐπίσταται, καὶ τοῦτο ἥκειν ἐς πέρας, αὐτοῦ νέμοντος τὴν ὑπομονήν. Ἀπιθάνου τοιγαροῦν τῆς τινων δόξης ἀποδεδειγμένης, φέρε τῶν ἐν χερσὶν ἁπτώμεθα πάλιν. Δεδωκέναι γὰρ αὐτόν φησιν εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.
Ἀπολακτίσαντος γὰρ τοῦ Ἰσραὴλ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης διὰ τῆς ἀπιστίας ἀποφοιτήσαντος, νενομοθέτηκε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ τὴν Καινὴν αὐτοῖς Διαθήκην ὡρίσατο, τοῦτ’ ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, καὶ κατέστησε τὴν γῆν τεθορυβημένην δηλονότι, καὶ οὐκ ἐν καλῷ συνέσεως οὖσαν. Πεπλάνητο γὰρ τῇ κτίσει λατρεύουσα, καὶ ταῖς τῶν ἀκαθάρτων πνευμάτων ἀγέλαις ὑποθητεύουσα. Ἔδρα γὰρ μόνον τὸ ἐκείνοις δοκοῦν. Οἱ δὲ κατεκόμιζον εἰς ἅπαν εἶδος ἀκαθαρσίας αὐτὴν, καὶ κτηνοπρεπῆ διαβιοῦν ἐκέλευον βίον. Τεθορύβητο τοίνυν οὐ μετρίως ἡ γῆ καὶ τετάρακτο· πλὴν κατέστη διὰ Χριστοῦ, καὶ οἷον ἐκ χειμῶνος, καὶ ζάλης μετακεχώρηκεν εἰς εὐδίαν. Γέγονε γὰρ αὐτοῦ μερίς τε καὶ κλῆρος. Καὶ τοῦτο ἦν ἄρα, τὸ ἐν δευτέρῳ ψαλμῷ πρὸς αὐτὸν εἰρημένον, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρός·
Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.6 Ἔρημον δὲ ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἀκάρπῳ καὶ ἀνύδρῳ γῇ παρεικάζων αὐτήν. Πλὴν, ὡς ἔφην, κλῆρος γέγονε Χριστοῦ. Πῶς δὲ, καὶ τίνα τρόπον; Ἐν δεσμοῖς γὰρ οὖσι, καὶ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις ἐπεφώνησε τό· Ἐξέλθετε. Οὖσι δὲ καὶ ἐν σκότει, καὶ ἐν ἀχλύϊ τῇ νοητῇ, καὶ μονονουχὶ βαθείᾳ νυκτὶ κατακεχωρισμένοις, ἀνακαλυφθῆναι προστέταχε, καὶ εἰς φῶς ἐλθεῖν, ἀνευρῦναι τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ τὸ παρ’ αὐτοῦ καὶ θεῖον εἰσοικίσασθαι φῶς. Οἱ δὲ δὴ τούτων ἀξιωθέντες, φησὶν, ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Πλεῖσται μὲν γὰρ αἱ τῆς ἐπιεικείας ὁδοὶ, ἀλλ’ ἦν τοῖς ἔθνεσι βάσιμος μὲν οὐδεμία, τραχεῖα δὲ καὶ ἀνάντης. κεκράτηντο δὲ καὶ ταῖς τῶν ἰδίων παθῶν ἐμβολαῖς, καὶ ταῖς τοῦ διαβόλου πλεονεξίαις, ἄβατον αὐτοῖς τιθέντος τὸ ἀγαθόν.
PG 70:1059Ἐπειδὴ δὲ ἐπέλαμψε τοῦ Σωτῆρος ἡ χάρις, ἔλυσεν αὐτῶν τὰ δεσμὰ, κατεφώτισε τὴν καρδίαν, ἴσχυσαν ἐνταῦθα διὰ πάσης τρέχειν ὁδοῦ, καὶ τὴν νοητὴν εὐτροφίαν συλλέγειν· τοῦτο γὰρ, τὸ βοσκηθήσονται δηλοῖ, καὶ εἰς πᾶσαν τρίβον ἀγαθουργίας ἰέναι γοργῶς. Εἴργει δὲ οὐδὲν κἀκεῖνο εἰπεῖν, ὅτι τρίβοι καὶ ὁδοὶ τὰς ἡμετέρας διανοίας ἀποφέρουσι πρὸς Θεὸν, ἤγουν πρὸς εὐαγῆ, καὶ ἐξαίρετον πολιτείαν αἱ θεόπνευστοι Γραφαί· αὗται δὲ ἦσαν γνώριμαι μὲν ἥκιστα τοῖς πεπλανημένοις. Ἐπειδὴ δὲ πρὸς τὸ τῆς ἀληθείας κέκληνται φῶς, νομαὶ γεγόνασιν αὐταῖς, καὶ βοσκήματα τρέφοντα πρὸς εὐανδρίαν τὴν πνευματικὴν, καὶ εἰς ἔφεσιν ἀγαθοῦ παντός. Ὑπισχνεῖται δὲ Θεὸς αὐτοῖς τὸ ἀμφιλαφὲς τῆς παρ’ ἑαυτοῦ χάριτος, καὶ ἐπικουρίας, καὶ πνευματικῆς παρακλήσεως.
Οὐ γὰρ πεινάσουσιν, οὐδὲ διψήσουσι, φησί. Πάλαι μὲν γὰρ ἦσαν ἐν ἐνδείᾳ παρακλήσεως πνευματικῆς, οὐ γὰρ ἦν παρ’ αὐτοῖς θεῖος νόμος, οὐ προφήτης, οὐ παιδαγωγὸς, οὐ καθηγητὴς, οὐ διδάσκαλος, οὐ νοητῶν ὑδάτων πηγή. Ἐπειδὴ δὲ ἠλέηνται παρὰ Θεοῦ, δαψιλεστάτη λοιπὸν αὐτοῖς ἡ τῶν πνευματικῶν ἀγαθῶν χορηγία γέγονε τροφὴν ἐσχηκόσι τὴν ψυχωφελῆ. Ἔφαγον γὰρ ἄρτον ἐξ οὐρανοῦ, ὕδωρ ζῶν ἔπιον, περὶ οὗ καὶ αὐτὸς ἔφη Χριστὸς πρὸς τὴν ἐν Σαμαρείᾳ γυναῖκα τοὺς λόγους ποιούμενος· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν. Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.6 Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαί̈ας περὶ τῶν ἐν πίστει δεδικαιωμένων, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑπαγόντων τὸν τῆς διανοίας αὐχένα·
Οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.6 Ἀλλ’ οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστός. Ὃ καὶ πάλαι τοῖς υἱοῖς Ἰσραὴλ ἐπαρτήσας μὲν ἐν ἡμέρᾳ νεφέλην, ἡγούμενος δὲ ἐν στύλῳ πυρὸς τὴν νύκτα. Ἔξω δὴ οὖν ἡλίου, καὶ καύσωνος ἔσονται, φησὶ, τοῦτ’ ἔστι, τεύξονται τῆς παρὰ Θεοῦ σκέπης, ὡς μηδὲν αὐτοῖς συμβῆναι φορτίον, ἤγουν ἀποφέρων εἰς ὀλιγοψυχίαν. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ, καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.6 Τοῦτο οἶμαι δηλοῦν τὸ παρακαλεῖν αὐτοὺς τὸν ἐλεοῦντα αὐτοῖς. Ἄξει γὰρ διὰ πηγῶν ὑδάτων, καὶ θήσει πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
Πηγὰς δέ φαμεν ἐν τούτοις τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστὰς, οἷς ἐνομιλοῦντες σοφῶς τε καὶ ἐντέχνως ἀρυόμεθα παρ’ αὐτῶν ζωοποιόν τε καὶ θεῖον λόγον, ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαι διανευροῦν εἰς εὐσέβειαν τὰς ἡμετέρας ψυχὰς, καὶ τρυφὴν ἡμῖν ἐργάσασθαι τὴν πνευματικήν. Οὕτω γὰρ γέγραπται· Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.6 Ὅτι δὲ ἄναντες, ἢ δύσβατον οὐδὲν τῶν ἐξαιρέτων ἀνδραγαθημάτων τοῖς διὰ Χριστοῦ σεσωσμένοις, ὑπεμφήνειεν ἃν τὸ πᾶν ὄρος εἰς ὁδὸν τεθεῖσθαι λέγειν. Δοκεῖ μὲν γάρ πως ἦρθαί τε καὶ ὑψοῦ, καὶ ἀπρόσιτον εἶναι πολλοῖς τὸ ἐναργῆ γενέσθαι τινὰ, οἷον ἐγκρατείᾳ, σωφροσύνῃ, μακροθυμίᾳ, ἀνεξικακίᾳ, πρᾳότητι, ἀγάπῃ καὶ τοῖς λοιποῖς· ἀλλὰ λείαν καὶ εὐήλατον πᾶσαν ἡμῖν ὁδὸν ἀπέφηνεν ὁ Σωτὴρ, ὥστε καὶ τὸ δυςπόρευτον, καὶ δυσήλατον εἶναι δοκοῦν ἐψιλωμένον προσκεῖσθαι τοῖς δι’ αὐτοῦ βαδίζειν ἐθέλουσι.
PG 70:1061Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν σαφῶς εἰρημένον· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.6 Καὶ πάλιν· Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.6 Ὄτι δὲ ἀριθμοῦ κρείττονες οἱ κεκλημένοι γεγόνασι, καὶ ἐκ παντὸς μέρους τῆς ὑπ’ οὐρανὸν συναγηγερμένοι, διαμεμήνυκεν εἰπών· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, καὶ οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τὸ γὰρ πόῤῥωθεν ἔοικεν ὑποδηλοῦν τὰ μέρη τὰ νότια, ὁ δὲ βοῤῥᾶς τὰ βόρεια, θάλασσα δὲ τὰς πρὸς δυσμὰς χώρας. Οὕτω γὰρ καὶ αὐτῶν ὁ Ψαλμῳδὸς διαμνημονεύει λέγων· Τὸν βοῤῥᾶν, καὶ τὴν θάλασσαν σὺ ἔκτισας.6 Οἱ δὲ ἐκ γῆς Περσῶν εἶεν ἂν, οἱ ἐξ ἠοῦς σεσαγηνευμένοι.
Πρὸς ἀκτῖνα γὰρ ἡ Περσῶν γῆ ἐστιν. Ἢ τάχα που, καὶ τοὺς προσκυνήσαντας αὐτῷ μάγους νοεῖσθαι πρέπει. Ἧκον γὰρ εἰς τὴν Ἰουδαίαν πυνθανόμενοί τε καὶ λέγοντες· Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.6 Προσκυνήσαντες γὰρ, καὶ δώροις ἐτίμων, λιβάνῳ τε φημὶ, καὶ χρυσῷ, καὶ σμύρνῃ. Διαμέμνηται δὲ τοῦτο λέγων ὁ Ψαλμῳδὸς, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ, ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.6 Ἀραβίαν γὰρ ἐν τούτοις τὴν τῶν Περσῶν ὀνομάζει χώραν. Εὐφράνθητε, οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Εἰς ἕνα συγκαλεῖ θίασον, οὐρανὸν καὶ γῆν καὶ τὴν ἐπὶ τοῖς παρ’ αὐτοῦ σεσωσμένοις ἀποπληροῦν ἑορτὴν εὖ μάλα διακελεύεται.
Νοηθεῖεν δ’ ἂν οὐρανοὶ μὲν οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλ’ οἱ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, καὶ ἐναύλισμα πλουτοῦντες τὸν οὐρανὸν, ἅγιαί τε Δυνάμεις, Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Ἐξουσίαι, καὶ τὰ ἔτι ἐπέκεινα Σεραφίμ. Γῆ δὲ ὁμοίως οἱ παρ’ αὐτοῖς προσδοκῶντες ἔσεσθαι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ παρεσόμενον εἰδότες αὐτὸν ἐπὶ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, καὶ ἁπάντων δὲ τῶν ἐθνῶν τῶν ἀνὰ πᾶσαν ὄντων τὴν γῆν· καθάπερ ἀμέλει, καὶ Συμεὼν ὁ δίκαιος, βρέφος ἔτι βραχὺ τὸν Ἰησοῦν ἐν ἀγκάλαις ἔχων ἐδοξολόγει Θεὸν, οὕτω λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν,6 καὶ τὰ ἑξῆς. Εἰ τάχα που, καὶ αὐτοὺς νοητέον τοὺς σεσωσμένους, ἐπί γε σφίσιν αὐτοῖς τελοῦντας τὴν ἑορτὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις στεφανοῦντας τὸν Λυτρωτήν·
PG 70:1063ὄρη γε μὴν παραῤῥηγνύντα τὴν εὐφροσύνην, ὑποτοπητέον εἶναι, καθάπερ ἔφην ἀρτίως, τὰς ἠρμένας ὑψοῦ κατ’ ἀρετὴν δυνάμεις λογικὰς, ἤγουν τοὺς τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοὺς, οἱ Χριστὸν λαλοῦντες, καὶ τὰ αὐτοῦ νοητῆς εὐφροσύνης πιμπλᾶσι τὴν γῆν. Ἀπαγγέλλουσι γὰρ ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Ἠλέησε γὰρ ἅπαντας ἐπιλάμψας αὐτοῖς ὁ Χριστός· εἴπερ ἐστὶν ἀληθὲς, ἐξῄρηνται χειρὸς διαβολικῆς, καὶ δαιμονίων σκαιότητος. Ἀπηλλάχθησαν δὲ, καὶ τῆς πάλαι τυραννούσης κατ’ αὐτῶν ἁμαρτίας, καὶ προσέτι τῶν τοῦ θανάτου δεσμῶν· ἠξίωνται δὲ χάριτος, καὶ ὑπερκοσμίου δωρεᾶς, μέτοχοι γεγονότες ἁγίου Πνεύματος, καὶ τῇ τῆς υἱοθεσίας δόξῃ κατηγλαϊσμένοι, καὶ τὴν ὑπὲρ νοῦν ἐλπίδα πλουτήσαντες.
Πλὴν ἄθρει τὴν ἐπιτήρησιν τῶν τοῦ προφήτου λόγων· Τοὺς γὰρ ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ, φησὶ, παρεκάλεσε. Ταπεινοὺς δὲ εἶναί φαμεν τοὺς εὐήνιον ὑφέντας τῷ Χριστῷ τὸν αὐχένα, καὶ τῆς ὑπ’ αὐτῷ βασιλείας, οὐκ ἀτιμάσαντας τὸν ζυγὸν, διά τοι τὸ προσήκασθαι τὴν πίστιν, ηὐτρεπίσθαι δὲ καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν αὐτῷ, καὶ λατρείαν ἐπιτελεῖν τῶν τὴν πίστιν οὐ προσηκαμένων, οὐκ ὄντων ταπεινῶν, ἀλλ’ ὑψοῦ τὸ κέρας ἰόντων [γρ. ἱέντων], καὶ λαλούντων ἀδικίαν κατ’ αὐτοῦ, καὶ τοῖς ἱεροῖς αὐτοῦ θεσπίσμασι, γαῦρον ὥσπερ ἀνατεινόντων τὸν τῆς διανοίας αὐχένα. Οὗτοι τῆς πνευματικῆς οὐκ ἠξίωνται παρακλήσεως. Οὐ γὰρ ἦσαν ἄξιοι. Τίς γὰρ μερὶς πιστῶν μετὰ ἀπίστων, κατὰ τὸ γεγραμμένον; Εἶπε γὰρ Σιὼν, Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου.
Μὴ ἐπιλήσεται μήτηρ τοῦ παιδὸς αὐτῆς, τοῦ ἐλεῆσαι, καὶ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου. Προὔθηκε μὲν γὰρ ὁ τῶν ὅλων Σωτὴρ Κύριος, καὶ πρό γε τῶν ἄλλων τοῖς τῆς Σιὼν τέκνοις, ἤτοι τοῖς ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως χάριν, καὶ διὰ μυρίων ὅσων αὐτοὺς ἀνέπειθε, λέγων, Ἐπιδράξασθε τοῦ καιροῦ, καθ’ ὃν ἦν δύνασθαι πιστεύσασιν εἰς αὐτὸν τὰς τοῖς πατράσιν ἐπηγγελμένας καταπλουτῆσαι φιλοτιμίας. Οἱ δὲ ἦσαν ἄτεγκτοι, καὶ ἀπειθεῖς, καὶ γοῦν τῶν διὰ τοῦ πανσόφου Μωσέως ὑπερορῶντες νόμων, καὶ προφητικῶν κηρυγμάτων ὀλίγα πεφροντικότες, καὶ τοῦ πιστεύειν ἐξώλισθον, καὶ τοῖς τῆς κυριοκτονίας ἥλωσαν βρόχοις. Οὐκοῦν ἐξώθησαν ταύτης ἕνεκα τῆς αἰτίας, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος τέθεινται μακρὰν, πλὴν σέσωσται τὸ κατάλειμμα, καὶ οὐχ ὁλόῤῥιζος ἀπώλετο ὁ Ἰσραήλ.
Βραχεῖς δὲ λίαν οἱ σεσωσμένοι γεγόνασι, καὶ εὐαρίθμητοι παντελῶς ὡς πρός γε τὴν τῶν ἀπειθούντων πληθύν. Ἀστειότατα τοίνυν ἡ Σιὼν τὸ τῆς Ἰουδαίας μητρὸς ἐπέχουσα πρόσωπον εἰσφέρεται νυνὶ μονονουχὶ, καὶ κλαιούσης ὡς παρεωραμένης παρὰ τοῦ συγκροτοῦντος Θεοῦ. Ταύτῃ τοι, καὶ ὀλιγοστῶν αὐτῇ περιλειφθέντων τέκνων. Ἔφη γὰρ, φησὶν, ὅτι Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Καὶ τί πρὸς ταῦτα Θεός; Ἀπαράβλητον ἀποφαίνει τὴν εἰς ἀνθρώπους ἀγάπην, καὶ τῇ νοητῇ Θεὸς Σιὼν ἐπαγγέλλεται, τὰ ἐξ οἰκτιρμῶν ἀγαθὰ, καὶ ὡς οὐκ ἂν ἐπιλάθοιτό ποτε τῶν ἑαυτοῦ κτισμάτων πειρᾶται πληροφορεῖν. Ὥσπερ γὰρ οὐκ ἂν ἐπιλάθοιτο τεκοῦσα γυνὴ τῶν ἑαυτῆς τέκνων βραβευτὴν ἔχουσα τῆς ἀνωτάτω φιλανθρωπίας, ἤτουν φιλοστοργίας, τὸν τῆς φύσεως νόμον· οὕτως οὐδ’ ἂν ἐγὼ ἐπιλαθοίμην, φησὶ, τῶν ἐμῶν· εἰ τάχα που καὶ τῆς ἐν μητράσι φιλοστοργίας ὑπερνήχεται τὰ τοῦ Θεοῦ ἐκεῖνα.
PG 70:1065Ὁ μὲν γὰρ οὐδὲν ἀπεικὸς, καὶ εἰς λήθην πεσεῖν δύνασθαι. Ἐμὲ δὲ τοῦτο παθεῖν οὐ θέμις. Οὐκοῦν ὁ μὲν λόγος ὡς ἀπό γε τῆς ἐπὶ γῆς Σιὼν, ἤγουν τῆς τῶν Ἰουδαίων μητρὸς παθούσης τὴν ἀπαιδίαν, ἤγουν ὀλιγοπαιδίαν· ἡ δέ γε ὑπόσχεσις ὡς πρός γε τὴν νοητήν ἐστι Σιών· ᾗ καὶ πάνσοφος Παῦλος προσεληλυθέναι φησὶ τοὺς πιστεύσαντας· ἵνα τὴν ἐξ ἐθνῶν, καὶ Ἰουδαίων συναγηγερμένην Ἐκκλησίαν ἐννοῇς, τύπον ἐπέχουσαν τῆς ἄνω, ἧς καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.6 Πόλις γάρ ἐστι Θεοῦ ζῶντος, καὶ πρωτοτόκων τροφὸς, καὶ μήτηρ ἁγίων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ἧς οὐκ ἂν ἐπιλάθοιτό ποτε Χριστός. Ἀγαπᾷ γὰρ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε, κτήσας τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀποκαταλλάξας ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα.
Πῶς οὖν ἂν ἐπιλάθοιτο τοῦ ἰδίου σώματος; τοῦτ’ ἔστι, τῆς Ἐκκλησίας, ἧς ἐστι κεφαλή. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντὸς, καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ. Δυσεύρητος κομιδῇ τῶν προκειμένων ὁ νοῦς. Ποίας γὰρ εἶναι τὰς τοῦ Θεοῦ χεῖρας ὑποτοπήσαι τις ἂν, ἐφ’ ὧν καὶ γεγράφθαι τὰ τείχη Σιὼν, ἐννοεῖσθαι θέμις; Πλεισταχοῦ μὲν τὸ Γράμμα τὸ ἱερὸν χεῖρας ὀνομάζει Θεοῦ, τὰς δραστηρίους αὐτοῦ δυνάμεις, δι’ ὧν εἰς τὸ εἶναι τὰ πάντα παρήνεγκεν, εἰ καὶ ἐνεργεῖ τι τῶν κατὰ γνώμην αὐτῷ· οἶον τὴν εἰς τὸ εἶναι πάροδον ἀνθρώπου παντὸς διατρανοῖ λέγων ὁ Μελῳδός· Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.6 Καὶ πάλιν·
Καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.6 Εἶτα πῶς ἄν τις ὑπονοήσειε ταῖς δραστηρίοις δυνάμεσι τοῦ Θεοῦ, καθάπερ ἐν πίνακι γεγράφθαι τὰ τείχη Σιὼν τῆς ἐνθάδε νοουμένης; ἢ καὶ ποίων ὅλως διαμνημονεύει τειχῶν ὁ λόγος; Τί οὖν ἄρα φαμέν; Ἀπείρξειεν ἂν οὐδὲν, ὥς γε οἶμαι, τὸν Χριστοῦ μαθητὴν, τοιοῦτόν τινα τοῖς προκειμένοις ἐφαρμόσαι νοῦν. Ἠτιᾶτο τὸν Κύριον ἡ Σιὼν, ὡς ἐπιλαθόμενον αὐτῆς. Ἀλλ’ ὅτι μὴ τοῦτό ἐστιν ἀληθὲς πειρᾶται δεικνύειν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς ἀπό γε τῶν τῆς ἐνανθρωπήσεως, καὶ ὧν ὑπέμεινε δι’ ἡμᾶς, γενόμενος καθ’ ἡμᾶς. Καίτοι γὰρ ἐξὸν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχειν αὐτὸν, οὐχ ἁρπαγμὸν ἐποιήσατο τοῦτο, καθίκετο δὲ μᾶλλον εἰς κένωσιν.
PG 70:1067Ἔλαβε δούλου μορφὴν, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἐκρεμάθη γὰρ ἐπὶ ξύλου, προσηλωθεισῶν αὐτοῦ τῶν χειρῶν. Πλὴν τὸ σωτήριον πάθος καθεῖλεν ἀρχὰς, τεθριάμβευκε κοσμοκράτορας τοῦ αἰῶνος τούτου, ἠλευθέρωσεν ἅπαντας τῆς τοῦ διαβόλου τυραννίδος, προσεκόμισεν ἡμᾶς τῷ Θεῷ. Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καὶ ἐμαλακίσθη μὲν αὐτὸς, σεσώσμεθα δὲ ἡμεῖς, καὶ γέγονεν ἡμῖν τὸ αὐτοῦ πάθος ἀσφάλειά τε καὶ τεῖχος· ἠγόρασε γὰρ ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις, ἔξω τε τῆς πόλεως ἔπαθεν, ἵνα ἁγιάσῃ τῷ ἰδίῳ αἵματι τὸν λαόν.
Οὐκοῦν, ἐρῶ γὰρ καὶ αὖθις, τὸ Χριστοῦ πάθος, καὶ ὁ τίμιος σταυρὸς, καὶ ἡ προσήλωσις τῶν αὐτοῦ χειρῶν, ἀσφάλεια γέγονε, καὶ τεῖχος ἀπρόσιτόν τε καὶ ἀῤῥαγὲς τοῖς εἰς αὐτὸν πιστεύσασιν. Οὐκοῦν φαίη ἂν εἰκότως, τὸ, Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Νοήσεις τὴν διάτρησιν τῶν χειρῶν ἤτοι τὸ πάθος, ὡς δι’ ἑνὸς τούτου καταδηλούμενον. Τὸ δὲ Ἐζωγράφησα, ἀντὶ τοῦ ἐνετύπωσα, φησί. Καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Εἰ γὰρ πέπονθεν ὑπὲρ ἡμῶν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; ἢ πῶς οὐκ ἂν εἶεν ἐν ὀφθαλμοῖς αὐτοῦ δι’ οὓς προσηλώθη τῷ ξύλῳ; Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερον τρόπον τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν, οὐδὲν οἶμαι τὸ ἀπεικὸς νοῆσαί τι τοιοῦτον· ἐν ταῖς τοῦ Θεοῦ Πατρὸς χερσὶ πάντας εἶναι τοὺς εἰς Χριστὸν πιστεύσαντας, φαίη ἂν οἶμαί τις, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς.
Ἔφη γὰρ αὐτός· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι. Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.6 Προσέτι καὶ τούτοις, ὡς Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,6 ἅτε δὴ καὶ ὑπὸ σκέπην ὄντα τὴν ἄνω, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις εὖ μάλα πεπυργωμένα. Ὅτε τοίνυν ἅπαντας μὲν ἐν χερσὶ τοῦ Θεοῦ καὶ Πατρὸς, οἷον ἀνέχοντος ἡμᾶς, σώζοντός τε καὶ παρ’ ἑαυτῷ, καὶ οὐκ ἐφιέντος ἀποκομίζεσθαί πη πρὸς ἃ μὴ θέμις, οὔτε μὴν ταῖς τῶν ἐπιβουλευόντων ὑποφέρεσθαι δυστροπίαις, ἤγουν διαβολικῆς σκαιότητος γενέσθαι θήραμα, τὸ ἀπεῖργον οὐδὲν, νοεῖν, καὶ τὰ τῆς Σιὼν τείχη, οἷον ἐζωγραφῆσθαι ταῖς ἑαυτοῦ χερσὶ, τοῦτ’ ἔστιν, ἐξησκημένα πρὸς ἀστειότητα τὴν πνευματικὴν, καὶ ὡραϊσμὸν ἔχοντα τὸ ἐξ ἁπάσης ἀρετῆς εὖ μάλα διαγινώσκεσθαι.
Τείχη δέ γε τῆς νοητῆς Σιὼν γενέσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, τεθειμένους εἰς τοῦτο παρὰ Θεοῦ, καὶ ἀδιάληπτον ἔχοντας παρ’ αὐτῷ τὴν γνώμην. Ἐγέγραπτο γὰρ αὐτοῖς ἐν οὐρανοῖς τὰ ὀνόματα, τέθεινται δὲ καὶ ἐν βίβλῳ ζώντων. Καὶ μή τοι θαυμάσῃς, εἰ περιβόλους καὶ τείχη τῆς Ἐκκλησίας τοὺς ἁγίους εἶναί φησιν. Ἔστι μὲν γὰρ αὐτὸς τὸ τεῖχος, καὶ περιτεῖχος· Ὥσπερ δὲ ... ὑπάρχων, καὶ ἀσφάλεια πᾶσα τῶν πιστευσάντων εἰς αὐτὸν, δέδωκε τοῖς ἁγίοις μυσταγωγοῖς ὡς ἐν ἀξιώματος τάξει λαμπροῦ, τὸ καλεῖσθαι τείχη τῆς Ἐκκλησίας αὐτοῦ. Ταχὺ δὲ, φησὶν, οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης. Ἰουδαῖοι μὲν γὰρ, ἤγουν τῶν Ἰουδαίων, καθηγηταὶ, τὴν ἐπίγειον Σιὼν, ἤτοι τὴν ἑαυτῶν μητέρα καθεῖλον, ἀποφέροντες αὐτὴν τοῦ Χριστοῦ, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν πίστιν διδάσκοντες.
PG 70:1069Ἔφασκον γάρ· Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.6 Διελάσαντες δὲ εἰς λῆξιν τοῦ παντὸς κακοῦ, καὶ ἀνελόντες τὸν κληρονόμον, παραίτιοι γεγόνασι τοῦ πεσεῖν αὐτήν. Ἀλλ’ ὥσπερ Ἰουδαῖοι καθεῖλον, οὕτω πάλιν Ἰουδαῖοι ὄντες οἱ θεσπέσιοι μαθηταὶ, ἤγειραν αὐτὴν μεταβαλοῦσαν δηλονότι, οὐ μείνασαν ὅπερ ἦν, τοῦτ’ ἔστιν, ἀπειθῆ, καὶ Κυριοκτόνον, ἀλλ’ ἐν πίστει διαπρέπουσαν, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ. Οἱ δὲ ἐρημώσαντες αὐτὴν ἐξῆλθον ἀπ’ αὐτῆς. Ἐκβέβληντο γὰρ οἱ πρῶτοι καθηγηταὶ, καὶ ἀντέστησαν ἕτεροι, ὧν καὶ ἀρτίως διεμνημονεύσαμεν· οὐ γὰρ ἦν ἑτέρως μεταβαλεῖν αὐτὴν, καὶ ἀγαπῆσαι Χριστὸν, καὶ τῆς τοῦ νόμου σκιᾶς ἀνθελέσθαι σκιὰν, εἰ μὴ τοῦ καθηγεῖσθαι παρανόμως αὐτῆς ἐξώσθησαν μὲν οἱ πρῶτοι, ἀντεγήγερται δὲ τῶν ἁγίων μυσταγωγῶν ὁ χορὸς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ ἀρίστην ποιεῖται μνήμην, ψάλλων που, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν·
Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.6 Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Ἰδοὺ συνήλθοσαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. Διὰ πάσης ἁγίας καὶ θεοπνεύστου Γραφῆς διηγόρευται σαφῶς, ὅτι μερὶς καὶ κλῆρός ἐστι Χριστοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἢ τοῖς τέκνοις τῆς ἐπιγείου Σιὼν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. Ἐπιστρέψουσι γὰρ,6 φησὶ, πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν.6 Καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν. Παρεισβέβληκε μὲν γὰρ, ἀπειθησάντων αὐτῶν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ νοητὴν Σιὼν εἶναί φαμεν.
Κεκλήσονται δὲ κἀκεῖνοι, ἔσονται μία ποίμνη, εἷς ποιμὴν, ὥστε μηκέτι δύο Σιὼν ὀνομάζεσθαι, ἄμφω δὲ εἰς μίαν Ἐκκλησίαν τελεῖν, ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑπὸ χεῖρα γεγενημένους. Ὅτι δὲ πάντη τε καὶ πάντως ἔσται ταῦτα, πληροφορεῖ λέγων πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ ὡς κόσμον νύμφης. Κατεσκεδάσθησαν μὲν γὰρ ὡς οὐκέτι ποιμένος ὑφεστηκότος αὐτοῖς. Εἴρηται γάρ που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου Χριστοῦ· Καὶ εἶπα, Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα. Ἐσθιέτω ἕκαστος τὴν σάρκα τοῦ πλησίον αὐτοῦ.
Τὸ γὰρ ὅλως ἐκπεπτωκὸς τῆς παρὰ Θεοῦ φειδοῦς καὶ ἀγάπης, ὁποῖον ἂν οὐ πάθοι τὸ βλάβος; Προσκείσονται γὰρ τοῖς ἐθέλουσι διασπᾷν, καὶ ἀποφέρειν αὐτοὺς οἷπερ ἂν ἑκάστῳ τῶν ἀδικούντων δοκεῖ. Ἀποκομίζουσι δὲ Θεοῦ, καὶ πονηροὶ, καὶ ἀλητήριοι δαίμονες. Γέγραπται γὰρ, ὅτι Μερίδες ἀλωπέκων ἔσονται.6 Δρῶσι δὲ τοῦτο, καὶ τὰ πολύτροπά τε καὶ ἐν ἡμῖν ὄντα πάθη. Δεδόσθαι γάρ φησιν ὁ πάνσοφος Παῦλός τινας εἰς πάθη ἀτιμίας, καὶ εἰς ἀδόκιμον νοῦν. Τί οὖν ἐν τούτοις ὁ θεῖος ὑπισχνεῖται λόγος; Κλῆσιν καὶ συγκομιδὴν τῶν κατεσκεδασμένων, καὶ τὴν ἐν πνεύματι τῶν ἀπολωλότων ἐπιστροφὴν, καὶ τὴν τῶν δραπετευσάντων ἐπάνοδον, ἐπιστροφήν τε καὶ ἐγρηγόρησιν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὰ γέρα. Περίβλεψαι γὰρ, φησὶ, καὶ ἄθρει τοὺς ἅπαντας.
PG 70:1071Ἰδοὺ συνήχθησαν πρὸς σέ. Ἵνα δὲ πιστὴν ἀποφανῇ τὴν ὑπόσχεσιν, ὅρκῳ βεβαιοῖ τὸ ῥηθὲν, καί φησι· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσω εἰς κόσμον νύμφης. Κόσμημα γὰρ ἐκκλησιῶν τὸ σύστημα. Διὰ γάρ τοι τοῦτο τὴν Ἐκκλησίαν ἱματισμῷ διαχρύσῳ καὶ πεποικιλμένῳ κατακοσμεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ· ὅνπερ γὰρ αἱ πολυειδεῖς καὶ πολυτελέστατοι τῶν λίθων, φημὶ δὴ τῶν Ἰνδικῶν, χρυσοῖς κανόσιν ἐνισχημέναι, θαυμαστόν τι καὶ ἀξιοθέατον ἐπιτελοῦσι κόσμημα· οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐξωραϊσμέναι, φαιδρὸν ἀποστίλβουσι κάλλος τοῖς τῆς Θεότητος ὀφθαλμοῖς, ὥστε καὶ ἕκαστον εὐχαριστοῦντα τῷ Χριστῷ λέγειν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφῃ περιέθηκέ μοι μίτραν.
Ὅτι τὰ ἔρημά σου, καὶ τὰ διεστραμμένα, καὶ τὰ πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. Ἐροῦσι γὰρ εἰς ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ ἄτεκνος, καὶ χήρα. Τούτους δὲ τίς ἐξέθρεψέ μοι; Ἐγὼ δὲ κατελείφθην μόνη. Οὗτοι δέ μοι ποῦ ἦσαν; Ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστέρων πραγμάτων ἐξυφαίνει καὶ νῦν τοῦ λόγου τὸ σχῆμα· ἀπιστήσαντος μὲν τοῦ Ἰσραὴλ, καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκόντος Χριστῷ, πεπόρθηται πᾶσα τῶν Ἰουδαίων ἡ χώρα, ἐνεπρήσθη δὲ τοῖς Ἱεροσολύμοις ὁμοῦ, καὶ αὐτὸς ὁ νεὼς, καὶ τοσαύτη λειψανδρία κατέσχε τὴν Ἰουδαίαν, ὥστε τὸν μακάριον προφήτην Ἡσαί̈αν αἰνιγματωδῶς αὐτὸ δὴ τουτὶ καταμηνῦσαι πλεισταχοῦ.
Ἔφη γὰρ, ὅτι Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι, Τὸν ἄρτον ἡμῶν φαγώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς. Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.6 Εἴρηται μὲν γὰρ διὰ τοῦ νόμου, τὸ Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσραήλ.6 Οἱ δὲ τῆς ἀπαιδίας οὐ φορητὸν ἐποιοῦντο τὸν ὀνειδισμόν. Ὡς οὖν τοῦ πολέμου δαπανήσαντος ἅπαν τὸ ἄρσεν γένος, καὶ εὐαριθμήτων παντελῶς ὑπολελειμμένων, ἑπτὰ γυναῖκας ἔφη δεχθήσεσθαι ἑνὸς ἀνδρὸς, ὥστε ἀφελεῖν αὐτῶν τὸν ὀνειδισμὸν, τοῦτ’ ἔστι, τὴν ἀπαιδίαν. Ἐπειδὴ δὲ φορτικὸν ἀρέσαι γυναιξὶν ἑπτὰ τὸν ἔνα, τὸν ἑαυτῶν ἄρτον ἐσθίειν ἐπαγγέλλονται, καὶ τὰ ἑαυτῶν ἱμάτια περιβάλλεσθαι, ὡς οὐδενὸς ὅλως δεηθησόμεναι τῶν παρ’ αὐτοῦ.
PG 70:1073Δεδιέναι γὰρ μόνον διεβεβαιοῦντο τὸν τῆς ἀπαιδίας ὀνειδισμὸν, ὡς ἔφην. Ὡς οὖν εἰς ἐρημίαν παντελῆ καταστάσης αὐτῶν τῆς χώρας, λύσιν ὑπισχνεῖται τοῦ συμβεβηκότος, καὶ τὰ ἔρημα, καὶ τὰ πεπτωκότα στενοχωρήσεσθαί φησιν ἀπὸ τῶν κατοικούντων. Μακρυνθέντων δηλονότι τῶν καταπιόντων αὐτὴν, δῆλον δὲ ὅτι τῶν καθηγεῖσθαι λαχόντων· οἳ μονονουχὶ καθάπερ τινὲς θῆρες ὠλόθρευσαν, καὶ κατέπιον αὐτήν. Διαδείκνυσι δὲ τὴν τῶν κληθησομένων πληθὺν, ὡς πολλή τε εἴη, καὶ ἀναρίθμητος. Οἱ γὰρ υἱοί σου, φησὶν, οὓς ἀπολώλεκας, ἐροῦσιν εἰς τὰ ὦτά σου, Ποίησόν μοι τόπον. Εἴρηται δέ που καὶ πρὸς τὴν νοητὴν Σιών· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτασον.6 Ἀνέγνωμεν δὲ καὶ ἐν τοῖς Μωσέως βίβλοις, ὅτι περὶ τὴν ἐν τῇ ἐρήμῳ σκηνὴν, διά γέ φημι τῶν δέῤῥεων ἀποτελεσθεῖσαν, εὐρεῖαι καὶ εὐμήκεις ἐτάχθησαν αὐλαὶ, τοῦτο μὲν εἰς ἠῶ καὶ ἀκτῖνα βλέπουσαι, τοῦτο δὲ καὶ εἰς δύσιν κατόπιν τῆς σκηνῆς, ναὶ μὴν εἰς βοῤῥᾶν καὶ νότον, ὑπεμφαίνοντος τοῦ τύπου τὸ ἐσόμενον κατὰ καιροὺς τῶν ἱερῶν αὐλῶν, ἤτοι τῶν ἐκκλησιῶν, πλάτος τε καὶ μῆκος.
Πλὴν καὶ οὕτως πλεοναζούσης ἀεὶ τῆς χάριτος τῆς παρὰ Χριστοῦ, στενοὶ τοῖς πιστεύσασιν οἱ τόποι πανταχοῦ, ὥστε καὶ χαίρουσαν τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ νοητὴ Σιὼν, ἀναλογίσασθαι, καὶ καθ’ ἑαυτὴν βοᾷν· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ φαίην ἂν, ὅτι πίστις ἡ ἐν Χριστῷ. Δι’ αὐτῆς γὰρ ἄτεκνος οὖσα καὶ χήρα, πολλὴ γέγονας ἐν τέκνοις· αὕτη σοι τοὺς σοὺς ἐξέθρεψε λαοὺς, καὶ ἡ πάλαι καταληφθεῖσα μόνη, πεπλούτηκας ἀδοκήτως, καὶ πολύπαις ὤφθης, ἡ πάλαι γυμνὴ καὶ μόνη. Οὔτω λέγει Κύριος· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσι. Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς.
Καὶ προσκυνήσουσί σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι. Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ οὔτε μὴν ἐντραπήσῃ. Ἐπαγγειλάμενος τῇ Σιὼν ὡς πολύπαις ἕσται καὶ εὔπαις, καὶ εἰς τοῦτο πληθύος ἥξουσι τὰ τέκνα αὐτῆς, ὥστε καὶ εὐρυτέρων ἢ πάλαι δεῖσθαι τόπων, καὶ ἐκπλατύνεσθαι παρακαλεῖν τὴν σκηνὴν, καταδείκνυσιν εὐθὺς ὅτι μὴ μᾶλλον ἐξ Ἰσραὴλ, ἀλλ’ ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης ἡ τῶν ἐπηγγελμένων αὐτῇ τέκνων ἀναφαίνεται πληθύς. Ἀληθὲς δὲ τὸ χρῆμα, καὶ δι’ αὐτῶν ἕστιν ἰδεῖν τῶν πραγμάτων. Σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραήλ· βραχὺ δὲ τοῦτο, καὶ εὐαρίθμητον· σεσαγήνευται δὲ διὰ πίστεως τῆς ἐν Χριστῷ ἡ ὑπ’ οὐρανὸν, καὶ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις προςεκόμισεν αὐτῷ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν.
PG 70:1075Ὅτι τοίνυν ἔσται τοῦτο, διαδείκνυσιν εἰπών· Ἰδοὺ ἐγὼ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου. Σημαίνει δὲ τὸ Αἴρω, τὸ ὑψῶ, καὶ ἐπαίρω. Ἡ δέ γε χεὶρ τὴν ἰσχὺν ἤτοι τὴν δύναμιν ὑπεμφήνειεν ἄν. Ὅτε γὰρ τοῖς ἔθνεσιν ἐγνωρίσθη Χριστὸς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, ὑψηλός τε γέγονε καὶ διαπρεπὴς δι’ ὧν εἴργασται θαυμάτων, καὶ διὰ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, ὅτε τὸ σύσσημον τοῦ τιμίου σταυροῦ παρεδείχθη, καὶ παρὰ τοῖς οὐκ εἰδόσι ποτὲ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τότε πεπλούτηκε Σιὼν τὴν πολυπαιδίαν, τότε δρομαῖοι πανταχόθεν ἀφίκοντο πρὸς αὐτὴν προτροπάδην, ἀλλήλοις ἐπιφωνοῦντες, καὶ λέγοντες· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελοῦσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.6 Ὅτι δὲ τοῖς εἰς τὸν οἶκον ἰοῦσι τὸν θεῖον, ἄναντες ἢ τραχὺ ἤγουν ἐμποδὼν ἔσται παντελῶς οὐδὲν, διαδείκνυσι λέγων·
Ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσι. Παιδοκόμοι γὰρ ὥσπερ τοῖς ἐξ ἐθνῶν γεγόνασιν οἱ μακάριοι μαθηταὶ, καὶ οἱ μετ’ ἐκείνους ἔτι τὸν τῆς ἱερᾶς μυσταγωγίας προϊσχόμενοι λόγον, καὶ προεστῶτες Ἐκκλησιῶν. Τοὺς γάρ τοι προσιόντας τῇ πίστει μονονουχὶ, καὶ ἐν κόλποις αἴρουσι, καὶ εἰς ὤμους ἀνατιθέμενοι φέρουσι, μοχθηρὸν οὐδὲν ἐπιτάττοντες, ἀλλ’ οἷον γάλακτι τρέφοντες νηπιοπρεπῶς, καὶ τὸν ἁπλοῦν αὐτοῖς καὶ εὐσύνοπτον κομιδῆ τῆς κατηχήσεως παρατιθέντες λόγον. Τοῦτο πάλιν αὐτὸς ἡμᾶς ὁ προφήτης Ἡσαί̈ας ἐδίδαξεν εἰπὼν ἑτέρωθί που· Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς εὐσεβῶν.6 Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Εἰσκεκόμικε δὲ καὶ τὸν θεσπέσιον, καὶ Βαπτιστὴν βοῶντα, καὶ λέγοντα·
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.6 Ὅτι τοίνυν ἱδρῶτος δίχα παντὸς, ὡς ἐπὶ μητέρα τὴν Σιὼν ἰέναι προθυμουμένοις, ἡ διὰ πίστεως ἄφιξις ἔσται, τὸ εἰς κόλπους ἀναλαμβάνεσθαι, καὶ ἐπ’ ὤμων αἴρεσθαι τούς τε υἱοὺς αὐτῆς καὶ μέντοι τὰς θυγατέρας, ὑπεμφήνειεν ἄν. Ὅτι δὲ καὶ τιμῆς τῆς ἀνωτάτω, δόξης τε καὶ εὐπαθείας ἔσονται μεστοὶ, προςαποφαίνει λέγων ὡς Ἔσονται μὲν βασιλεῖς αὐτῶν τιθηνοὶ, αἱ δὲ ἄρχουσαι τροφοί. Ἔστι γὰρ, ἔστιν ἰδεῖν καὶ διὰ τῆς τῶν κρατούντων εὐσεβείας θεραπευομένους διὰ τιμῆς τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ φειδοῦς ἁπάσης ἠξιωμένους, ὥστε καὶ δοκεῖν τροφέας αὐτῶν εἶναι μᾶλλον, καὶ ἕτερον οὐδέν.
Εἰ γὰρ πίπτουσιν ἐπὶ πρόσωπον, καὶ προσκυνήσουσι τὴν Σιὼν, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, καὶ οἷον ἀποτεταμέναις χερσὶν εἰς γῆν ἐῤῥιμμένοι, μονονουχὶ καὶ λείχουσι τὸν χοῦν τῶν ποδῶν αὐτῆς· πῶς οὐκ ἂν ἀμφίβολον εἴη ἂν, ὅτι γνώμης εἰς τοῦτο προβεβηκότες, καὶ τῇ τῆς εὐσεβείας χάριτι κατηγλαϊσμένοι, προσθεῖεν ἂν τοῖς ἑαυτῶν ἐπιτηδεύμασι καὶ τὸ χρῆναι τιμᾷν τοὺς ἐξειλεγμένους, καὶ οἵπερ ἂν εἰς Χριστὸν πιστεύσειαν, τούτους ἐν τάξει καταλογιοῦνται τέκνων; Οὗ δὴ γεγονότος οὐχ ὡς ἄτεκνος ἔτι καὶ χήρα καταισχυνθήσεται ἡ τό γε ἧκον εἰς Ἰουδαίους ἀτεκνωθεῖσα Σιὼν, ἀλλ’ ἔσται δόξῃ κατεστεμμένη. Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; Καὶ ἐὰν αἰχμαλωτεύσῃ ἀδίκως τις, σωθήσεται; Ἐρώτησιν μὲν ὑποπλάττεται τὸ σχῆμα τοῦ λόγου, πλὴν ἀπαιτεῖ τὴν σύνεσιν.
PG 70:1077Ὁ δέ γε τῶν προκειμένων νοῦς τοιοῦτός ἐστί τις· Κατείληπτο μὲν γὰρ ἡ ὑπ’ οὐρανὸν ὑπό τε τοῦ διαβόλου καὶ τῆς τῶν δαιμονίων ἀγέλης· οὐκ ἦν ἐπὶ τῆς γῆς ὁ τῆς ἐκείνων σκαιότητος τὴν τυραννίδα διαφυγών. Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλ’ ἓν κατὰ πάντων τὸ τῆς ἁμαρτίας τετάνυστο λῖνον, σκότος δὲ καὶ ἀχλὺς ταῖς ἁπάντων καρδίαις ἐνσκήψασα, ἀπεκόμισέ τε τοῦ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, προσνενέμηκε δὲ τοῖς κεκρατηκόσι. Προσεκύνουν γοῦν, οἱ μὲν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις, οἱ δὲ καὶ αὐτοῖς λελατρεύκασι τοῖς τὴν ἀφόρητον ἐπιτιθεῖσι πλεονεξίαν. Γεγόνασι τοίνυν ὡς ὑπὸ τυράννῳ σκληρῷ δορύληπτοι, καὶ αἰχμάλωτοι, καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα νοῦν, τῷ χειρωσαμένῳ.
Ἀλλ’ οὐδεὶς ἦν ὅλως ὁ ἐπαμῦναι δυνάμενος τοῖς ἠδικημένοις. Ἔφη γοῦν εἰς ἀσχέτους ὑποψίας ἀναφυσώμενος, ὅτι Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς ὠὰ καταλελειμμένα ἀρῶ, καὶ οὐκ ἔστι ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Τοιαύτην ἔχοντος τοῦ διαβόλου κατὰ τῶν ἐπὶ γῆς τὴν ὀφρῦν, διαπυνθάνεται, καί φησιν ὁ Σωτὴρ, Μὴ λήψεταί τις παρὰ γίγαντος σκύλα; ὃ δυσχερές φησι, καὶ δυσήνυτον, νικῆσαι τὸν ἰσχυρὸν, γίγαντα γὰρ ἐν τούτοις τὸν ἰσχυρὸν ὀνομάζει, καὶ σκύλα λαβεῖν παρ’ αὐτοῦ. Εἶτα πῶς τοῦτο ἀμφίβολον; Δυσάντητοι γὰρ οἱ τοιοίδε λίαν, καὶ οὐ τοῖς ἐθέλουσιν εὐκαταγώνιστοι, μόνοις δὲ μᾶλλον ἁλώσιμοι τοῖς ὑπερτενῆ καὶ ἄμαχον αἴρειν κατ’ αὐτῶν ἰσχύουσι χεῖρα. Ἀλλ’ ἐγὼ, φησὶ, λήψομαι, καὶ ἀπαλλάξω τοὺς ἠδικημένους, καὶ τὸν τῆς δουλείας αὐτῶν ἀποῤῥήξας ζυγὸν, τῇ τῆς ἐλευθερίας χάριτι λαμπροὺς ἀποφανῶ.
Πλὴν ὅτι δικαία ψῆφος τοῦ Θεοῦ σκυλεύσει τὸν Σατανᾶν, καὶ τῶν εἰς ἡμᾶς πεπλημμελημένων ἐξαιτήσειε δίκας τὸν ἀλιτήριον, πιστώσεται προσεπενεγκὼν, Καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται. Ὡς ἐν ἐρωτήσει πάλιν καὶ ὑποστιγμῇ τὸν στίχον ἐκδεξόμεθα. Ὁ γὰρ ἀδίκως ἐπιπηδῶν τοῖς ἠδικηκόσιν οὐδὲν, εἶτα τούτους αἰχμαλώτους ἑλὼν, καὶ ταλαιπωρίαις ἀφύκτοις ἐμβαλὼν, οὐ σωθήσεται, εἰσπραχθήσεται δὲ μᾶλλον τῶν αὐτῷ τετολμημένων τὰς δίκας. Οὐκοῦν ἀνήσει μὲν τοὺς ἐν τάξει σκύλων, ἤγουν δορυκτήτων ὑπ’ αὐτῶν γεγονότας, προσοφλήσει δὲ καὶ τῶν ὑπ’ αὐτοὺς οὐκ ἐν δίκῃ γεγονότων τοὺς λόγους. Τοιοῦτον καὶ ἑτέρωθί πού φησιν· Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.
Προσαναμνήσει δέ τις τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ὡς καὶ αὐτὸς ὁ Σωτὴρ εὑρίσκεταί τι τοιοῦτον εἰπὼν ἐν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν· Ἢ πῶς δύναταί τις,6 φησὶν, εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει σκεύη αὐτοῦ;6 Οἶκον μὲν γὰρ ἰσχυροῦ, τοῦτ’ ἔστι, τοῦ Σατανᾶ, τὸν περίγειον χῶρον ἔφη, καὶ οὐχ ὡς ὅντα αὐτοῦ κατὰ ἀλήθειαν, ἀλλ’ ὅτι κατείληπτο παρ’ αὐτοῦ. Ἐπειδὴ δὲ εἰσῆλθεν εἰς αὐτὸν σαρκωθεὶς ὁ Λόγος, ἀφράστῳ δυνάμει καταδήσας τὸν ἰσχυρὸν, μετέθηκεν εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τοῦτ’ ἔστι, τοὺς τὰ αὐτοῦ φρονοῦντάς ποτε. Ὥσπερ ἐκλογῆς σκεύη, τοὺς ἁγίους εἶναί φαμεν, οὕτω καὶ σκεύη διαβολικὰ, τοὺς ὑπ’ αὐτῷ γεγονότας, καὶ τὰ αὐτοῦ φρονεῖν ἑλομένους, ἤγουν κατηναγκασμένους.
PG 70:1079Οὔτω λέγει Κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος, σωθήσεται. Ἔφην ἀρτίως ὅτι δυνάμεσι ταῖς ἀῤῥήτοις καὶ θεοπρεπέσι χρώμενος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, τοῦτ’ ἔστιν, εἰς τόνδε τὸν κόσμον ἀφῖκται μετὰ σαρκὸς, καὶ τὸν πάλαι πλεονεκτοῦντα, καὶ βιαζόμενον τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τοῖς τῆς ἁμαρτίας αὐτοὺς ὑποφέροντα ζυγοῖς, καὶ ἐν δορυκτήτων τάξει πεποιημένον, ἐσκύλευσέ τε καὶ οἶον δεσμοῖς ἀῤῥήκτοις ἐμβαλὼν, σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας τηρεῖσθαι κολασθησόμενον, ἐσκύλευσέ τε καὶ μετὰ τοῦτο αὐτὸν, παλινδρομεῖν ἀναπείσας τοὺς ὑπ’ αὐτῷ γεγονότας, εἴς γε τὸ θέλειν τῷ κατ’ ἀλήθειαν ὑποκεῖσθαι Θεῷ, καὶ τῶν αὐτοῦ νευμάτων ἀντέχεσθαι, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίας εὕρεσιν.
Ἐπειδὴ δὲ καὶ κεκράτηκεν ὁ Χριστὸς, παρέπεμψε τὸ νικᾷν καὶ εἰς ἡμᾶς αὐτοὺς, πλὴν οὐ δίχα αὐτοῦ· τὸ γὰρ καύχημα τῆς δυνάμεως τῶν ἁγίων αὐτός ἐστι, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος· Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.6 Οὐκοῦν ἱππήλατον καὶ ἡμῖν ἀποφαίνων τὸ δύνασθαι σκυλεύειν τὸν ἰσχυρὸν, ἤτοι τὸν γίγαντα, φημὶ δὴ τὸν Σατανᾶν. Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, φησὶ, λήψεται σκύλα. Ὅτε γὰρ διαβολικῆς ἰσχύος περιγιγνόμεθα, καὶ τὰς τῶν ἐχθρῶν ἐφόδους διαδιδράσκομεν γενικῶς ὅπλον εὐδοκίας αὐτὸν ἔχοντες τὸν Χριστὸν, τότε σκυλεύομεν τὸν πονηρὸν, καὶ τὴν νικῶσαν ψῆφον ἀποφερόμενοι, καὶ κρείττους ἀναδεδειγμένοι τῆς ἐνούσης αὐτῷ σκαιότητός τε καὶ πονηρίας. Πλὴν ὅτι παρὰ Χριστοῦ τὸ δύνασθαι νικᾷν τοῖς ἀνδριζομένοις προσγένοιτ’ ἂν, καὶ οὐκ ἂν ἑτέρως εἰς τοῦτο εὐκλείας διελάσειέ τις, διαδείκνυσιν εὖ μάλα προστιθείς·
Λαμβάνων δὲ παρ’ ἰσχύοντος σωθήσεται. Διδόντος γὰρ ἡμῖν τὸ δύνασθαι κατευμεγεθεῖν τοῦ μιαιφόνου δράκοντος, σκυλεύσομεν αὐτὸν, σωθησόμεθα δὲ πρὸς τούτῳ παραπέμποντος ἡμᾶς τοῦ νικᾷν εἰς ἀμύρητον ζωὴν, εἰς δόξαν, εἰς καύχημα, καὶ εἰς βασιλείαν οὐρανῶν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστὸς, σκυλεύσας τὸν Σατανᾶν, καὶ τὴν ὁδὸν δύνασθαι κρατεῖν ψιλὴν, καὶ εὐήλατον τοῖς εἰς αὐτὸν πιστεύσασιν ἀποφήνας· Ἰδοὺ δέδωκα πατεῖν ἐπάνω ὄφεων ὑμῖν, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.6 Ἀληθὲς οὖν, ὅτι λαβόντες παρ’ ἰσχύοντος, τοῦτ’ ἔστιν, αὐτοῦ, καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, σεσώσμεθά τε καὶ νενικήκαμεν. Σκυλεύσειε δ’ ἄν τις καὶ ἑτέρως τὸν Σατανᾶν, τοὺς ὑπ’ αὐτῷ γενομένους καὶ πεπλανημένους εἰς τὸ τῆς ἀληθοῦς θεογνωσίας φῶς ἀποκομίζων εὐτέχνως, καὶ μεθιστὰς ἐκ φαυλότητος εἰς εὐζωί̈αν ἁγιοπρεπῆ.
PG 70:1081Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι, καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ. Ποιεῖται μὲν τοὺς λόγους ὡς πρός γε φημὶ τὴν Σιών. Υἱοὺς δὲ αὐτῆς ὀνομάζειν ἔοικεν ἐν τούτοις τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, καὶ τοὺς μετ’ ἐκείνους ἔτι κεκλημένους εἰς ἱερουργίαν· οἳ καὶ φωστῆρες ἐν κόσμῳ γεγόνασι λόγον ἐπέχοντες ζωῆς, καὶ διακηρύττοντες πανταχοῦ τὴν δόξαν Χριστοῦ, καὶ τῆς παρ’ αὐτοῦ σωτηρίας τὴν δύναμιν ἐμφανῆ καθιστῶντες τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, οἷς δὴ καὶ ὑπῆν οἷά τις θὴρ ὠμός τε καὶ ἀπηνὴς, καὶ ἀρχέκακος δράκων, θλίψεις καὶ διωγμοὺς ἐπισωρεύων αὐτοῖς, καὶ καταθήγων ἀφορήτως τοὺς τῆς ἐνούσης αὐτῷ μοχθηρίας ὑπασπιστάς.
Ἐπεχειρήθησαν γοῦν διωγμοὶ πλειστάκις, κατὰ τῶν ἁγίων Ἐκκλησιῶν, καὶ τυράννων ἀγρίως ὠμότης ἐπιπηδήσασα, παρεκόμισε πολλοὺς εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις ἀγῶνας. Ἀλλ’ ἐγὼ, φησὶν, ὦ Σιών· φαμὲν δὲ εἶναι τὴν Ἐκκλησίαν, ἣν δὴ καὶ Σιὼν ἀποκαλεῖ· τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι. Ἀδικήσαντες γὰρ οὐδὲν οἱ Θεῷ προσκείμενοι, καὶ ἐπ’ οὐδενὶ τὸ σύμπαν ἀτόπῳ κατεγνωσμένοι, εἶτα τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας μετὰ λαμπρῶν ἀνδραγαθημάτων εἰς τὰς ἄνω τρέχουσι μονάς· πλὴν τό γε ἧκον εἰς τὸν τῶν ἐπιβουλευσάντων σκοπὸν, τεθνήκασί τε καὶ ἀπολώλασιν. Οὐκοῦν ἡ ἐπὶ τούτοις κρίσις, ἤτοι δικαιοκρισία πάντη τε καὶ πάντως ἔσται παρὰ Θεοῦ. Οἱ μὲν γὰρ δι’ εὐσέβειαν τοὺς εὐκλεεστάτους ἀγῶνας διανηξάμενοι, καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσαντες, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον.
Οἱ δέ γε τὴν δίωξιν ἐπενεγκόντες αὐτοῖς, καὶ ἀπεκτονότες ἀδίκως, οὓς ἦν ἄμεινον ἐπείγεσθαι ζηλοῦν, τὰς ἑαυτῶν ἔδονται σάρκας, καὶ οὐ τὸ τῶν πεπονθότων μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον ὥσπερ ἐκροφήσουσιν αἷμα. Ἃ γὰρ ἑτέροις ἐπήγαγον, οὐκ ἐν δίκῃ πείσονται μᾶλλον ψήφῳ δικαίᾳ Θεοῦ, στεφανοῦντος μὲν τοὺς πεπονθότας, ὑποφέροντος δὲ μακρᾷ καὶ ἀτελευτήτῳ κολάσει τοὺς ἀδικήσαντας. Ἔσται δὲ ἡ τοιαύτη δικαιοκρισία γνωριμωτάτη πάσῃ σαρκὶ, τοῦτ’ ἔστιν, ἀνθρώπῳ παντί. Ἔσονται γὰρ ἐν τοῖς δι’ εὐσέβειαν κινδυνεύουσιν. Ὡς ἀντιλήψεται πάντη τε καὶ πάντως ἡ παρ’ ἐμοῦ βοήθεια τοῦ καὶ ἐνισχύοντός σε τὸν Ἰακὼβ, τοῦτ’ ἔστι, τὸν ἐκ σπέρματος Ἰακώβ. Ἔφην δὲ, ὅτι γέγραπταί πως ὁ προφητικὸς ἐν τούτοις λόγος, εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν, οἵπερ ἦσαν ἐξ Ἰακὼβ, κατά γέ φημι, τὴν σάρκα.
PG 70:1083Οὐκ ἀπίθανον δὲ καὶ Ἰακὼβ ὀνομάζεσθαι πτερνιστὴν ἅπαντα, τοῦτ’ ἔστι, τὸν πτερνίζοντα τὸν Σατανᾶν, καὶ τοὺς τῆς ἁμαρτίας παρελαύνοντα βρόχους εὐτέχνως τε ἅμα καὶ νεανικῶς. Πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται. Οὕτως λέγει Κύριος· Ποῖον βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν· ἐν ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεως πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Ἀσώματόν τε τὸ Θεῖον, ἄϋλόν τε καὶ ἀφανὲς, καὶ ἁπλοῦν. Καὶ οὐκ ἄν τις ἐπ’ αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβῃ σωματικήν. Πλὴν τὸ Γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὰ περὶ αὐτοῦ διαλέγεται. Οὐ γὰρ ἦν ἑτέρως νοεῖν δύνασθαι τοὺς ἐν ἁπλοῖς καὶ παχέσιν ὄντας σώμασιν. Εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ’ ἡμᾶς, ἵνα ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων, κἂν γοῦν ἐκ μέρους νοεῖν ἰσχύσωμεν, τὰ περὶ τῆς θείας τε καὶ ὑπερτάτης οὐσίας, ἣ καὶ πάσης ἐστὶν ἐπέκεινα φαντασίας σωματικῆς.
Ἄθρει δὴ ἐν τούτοις ἀνθρωποπρεπῆ γεγονότα τῷ προφήτῃ τὸν λόγον. Οἷα γάρ τις ἀνὴρ γυναικὶ σύνοικος, καὶ συνηρμοσμένος, τοῖς Ἰουδαίων δήμοις διαλέγεται, καί φησι περὶ τῆς αὐτῶν μητρός· φημὶ δὴ τῆς ἐπιγείου, καὶ αἰσθητῆς Ἱερουσαλήμ· ἵνα δὴ πάλιν δι’ αὐτοῦ, καὶ ὡς ἐν προσώπῳ μιᾶς γυναικὸς τὸ αὐτῶν νοῆται σύστημα. Ὥσπερ γὰρ Ἐκκλησίαν λέγοντες, οὐ ταῖς τῶν τειχῶν περιβολαῖς τὴν τῆς λέξεως δύναμιν ἐπάγειν εἰθίσμεθα, καταδηλοῦμεν δὲ μᾶλλον τῶν ἐν αὐτῇ θεοσεβεῖν ᾑρημένων τὴν εὐαγεστάτην πληθύν· οὕτω κἂν εἴ τις λέγοι τὴν Ἰουδαίων μητέρα, πάλιν οὐδὲν ἧττον αὐτοὺς κατασημαίνει. Οὐκοῦν οὐκ ἐγὼ, φησὶν, ἀποβέβληκα τὴν μητέρα ὑμῶν, καίτοι γεγονὼς αὐτῇ καθάπερ ἐν τάξει νυμφίου, καὶ τὰ τῆς ἐπιεικείας σπέρματα καταβαλὼν διά τε νόμου καὶ προφητῶν· ἀπεφοίτησε δὲ μᾶλλον αὐτὴ τῶν εἰς ἐμὲ δικαίων ὀλιγωρήσασα, καὶ μικροῦ παντελῶς ἀξιώσασα λόγου τὸ εἶναι μετὰ Θεοῦ.
Ἐπεὶ ποῖον αὐτῇ δέδοται παρ’ ἐμοῦ τῆς ἀποστασίας βιβλίον; Ἐκπέμπει μὲν γὰρ οὐδένα Θεὸς τῆς πρὸς αὐτὸν οἰκειότητος· ἀποσείεται δὲ τῶν ὀρθοποδεῖν εἰωθότων οὐδένα· ἀλλ’ οἵπερ ἂν εἶεν γνήσιοί τε πρὸς πίστιν, καὶ ἀγαθουργίας ἁπάσης ἐπιστήμονες, τούτοις ἐφίησι τὸ ἐξεῖναι διὰ παντὸς τὴν πρὸς αὐτὸν οἰκειότητα καταπλουτεῖν ἀραρότως. Ἔξω γε μὴν τῆς τοιαύτης ἔρχεται δόξης ὅ γε τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀσυμφυῆ καὶ ἀσύμβατον τὴν διάνοιαν ἔχων, καὶ φιλήδονος ὢν μᾶλλον, ἢ φιλόθεος. Οὐκοῦν ὡς ἐν ἀνδρὸς τάξει, τῇ τῶν Ἰουδαίων συνοικίσας μητρί· Ποῖον, φησὶ, τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; Οὐ γὰρ ἄν τις ἐπιδείξειε, φησὶν, ἐμὲ μᾶλλον αὐτὴν ἐξώσαντα, καὶ μεμισηκότα, καταγνώσεται δὲ μᾶλλον αὐτῆς, ὡς αὐτόκλητον ἑλομένης τὴν ἀπόστασιν.
Τίνι δὲ ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἕτερον ἐν τούτοις τὸ σχῆμα τοῦ λόγου. Ὡς γὰρ οἰκέταις δεσπότης διαλέγεται. Ἆρα γὰρ, ὡς ἄνθρωπος, φησὶν, ἐν ἐνδείᾳ χρημάτων πεπιεσμένος, καὶ χρεώσταις περιπεσὼν ἀπεδόμην δεσπόταις ἑτέροις οἰκέτας ὄντας ἐμούς; Καίτοι πῶς τοῦτο οὐκ εὔηθες παντελῶς, ἢ νοεῖν, ἢ φράσαι; Πέρα γὰρ ἀνάγκης τὸ Θεῖον, καὶ οὐδὲν ἐπέκεινα τὸ σύμπαν αὐτοῦ. Οὐκοῦν οὐ πέπρακα, φησὶν, οὐδ’ ἂν ἐξεδόμην ἑτέροις δεσπόταις, ἀγαπῶντας ἐμὲ, καὶ τῶν ἐμῶν θεσπισμάτων ἀπηρτημένους. Πῶς οὖν ἄρα τὸν τῆς ἑτέρων δουλείας ὑπεμείνατε ζυγόν; Πρόφασις ὑμῖν τοῦ κακοῦ γέγονεν ἡ ἁμαρτία. Ταύτης γὰρ ἕνεκα κατεκτήσατο πάντας. ὑμᾶς ὁ τῆς ἁμαρτίας πατὴρ, καὶ φαυλότητος πάσης εὑρετής· καὶ τοὺς τῆς πρὸς Θεὸν οἰκειότητος ἀποπίπτοντας ἁρπάζων εἰς ἑαυτὸν, καὶ τοῖς τῶν κακῶν βόθροις ἐγκαθιεὶς, καὶ εἰς πέταυρον ᾅδου κατακομίζων αὐτούς.
PG 70:1085Ἕψεται γὰρ πάντως τοῖς ὠλισθηκόσι τῆς πρὸς Θεὸν οἰκειότητος τὸ δεῖν ἀφύκτοις ἐγκαταπείρεσθαι βρόχοις. Δεινὸς γὰρ εἰς πλεονεξίαν ὁ Σατανᾶς, καὶ οὕσπερ ἂν ἴδοι τῶν ἐπὶ γῆς ὀλιγωρεῖν ἑλομένους τοῦ εἶναι μετὰ Θεοῦ τούτους τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, καὶ ἐν τοῖς ἐσχάτοις κατακομίζει κακοῖς, δούλους αὐτοὺς ἀποφαίνων, ἀντ’ ἐλευθέρων, καὶ ἐξ ἐνδόξων ἀτίμους. Τοιαῦτα γὰρ ἀεὶ τῆς ἐκείνου σκαιότητος τὰ ὀψώνια. Τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων; Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότον, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.
Τὰ τῆς Σιὼν τέκνα, τοῦτ’ ἔστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτὴν δὲ τὴν Σιὼν, τὴν ἐπίγειον Ἱερουσαλὴμ δηλονότι, ταῖς σφῶν αὐτῶν ἁμαρτίαις καταπεπράσθαι τε καὶ ἐκβεβλῆσθαι τῆς πρὸς αὐτὸν οἰκειότητος εὖ μάλα διειρηκὼς, ὑπὸ μῶμον ἄγει, καὶ γραφὴν τῆς εἰς λῆξιν ἀπονοίας τε ὁμοῦ καὶ ἀμαθίας. Ἐπιλάμψαντος γὰρ τοῦ Μονογενοῦς μετὰ σαρκὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ ἐν εἴδει τῷ καθ’ ἡμᾶς πεφηνότος, ἀμνημονήσαντες ἀνοσίως, καὶ νόμου, καὶ προφητῶν, σκληροὶ καὶ ἄτεγκτοι μεμενήκασι, καὶ ἀσχέτως νοσοῦντες τὸ ἐξήνιον. Οὐ γὰρ ἤθελον εἰδέναι τὸν Λυτρωτὴν, τῆς σωτηρίας τὸν πρύτανιν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἁπάσης αἰτίας ἀπαλλάξαι δυνάμενον τοὺς ταῖς ἀνθρωπίναις ἀσθενείαις ἐνειλημμένους. Ἦλθον τοίνυν, φησὶ, τοῦτ’ ἔστιν, ἐνηνθρώπησά τε καὶ ἐπέφανα τοῖς ἐξ Ἰσραὴλ, καὶ οὐκ ἦν ἄνθρωπος ἐν αὐτοῖς, νουνεχὴς δηλονότι, καὶ τὸν τῆς λυτρώσεως καιρὸν εἰδέναι δυνάμενος.
Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης Ἡσαί̈ας ἐκ προσώπου τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Εὑρέθην τοῖς ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδοὺ εἰμὶ, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με. Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα.6 Ἐν δέ γε τοῖς εὐαγγελικοῖς συγγράμμασι πλεισταχοῦ τὸν Κύριον εὑρήσομεν καλοῦντα πρὸς πίστιν τοὺς ἰδίους [ ηυμφρεδ. λεγιτ Ἰουδαίους]· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.6 Ποτὲ δὲ πάλιν· Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.6 Ναὶ μὴν καὶ τὸ πιστεύειν αὐτοῖς ἔγκαρπόν τε καὶ ἐπωφελὲς ἀποφαίνων·
PG 70:1087Ἀμὴν λέγω, φησὶν, ὑμῖν, ὅτι ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.6 Πλείστας δ’ ἂν καὶ ἑτέρας φωνὰς ἐπισωρεύσειέ τις τὴν ἴσην ἐχούσας δύναμιν, εἴπερ ἕλοιτο μακρηγορεῖν. Οὐκοῦν ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, φησίν. Ἀλλ’ ἴσως ἐκεῖνο ἐροῦσιν οἱ διὰ μακρᾶς οὕτω ἀπονοίας προσκεκρουκότες, οἱ σκληρὰν καὶ ἄθραυστον τὴν διάνοιαν ἔχοντες, ὡς οὐκ ἂν ἰσχύσειεν ἡ ἐμὴ χεὶρ ῥύσασθαι τὴν ἐπ’ οὐρανόν. Πεφρονήκασι δὲ κἀν τούτῳ τῶν ἀληθῶν οὐδέν. Ἦν μὲν γὰρ, ὡς ἔφην, ἐν εἴδει τῷ καθ’ ἡμᾶς, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἐνηνθρώπησε δὲ τὴν κατὰ σάρκα ὑπομείνας γέννησιν ἐκ γυναικός. Ἀλλ’ οἱ μὲν τοῦτο εἰδότες, καὶ τῶν θείων αὐτοῦ μυστηρίων οὐκ ἀγνοοῦντες τὸ βάθος, ᾔδεσαν ὅτι πάντα δύναται Θεὸς ὢν φύσει, καὶ ἦν ἱκανὸς εἰς λύτρωσιν τῆς ὑπ’ οὐρανόν.
Οἵ γε μὴν ἄπιστοί τε καὶ ἀμαθεῖς ὡς ἀνθρώπῳ προςῄεσαν κοινῷ, ὥστε καὶ ἐπιπηδῶντάς τε καὶ λέγοντας· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλαςφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.6 Τούτοις ἂν πρέποι καὶ τὸ οἴεσθαί τε, καὶ λέγειν, ὡς κἂν ἰσχύσειεν ἡ αὐτοῦ χεὶρ ἐπαμῦναι τοῖς ἐπὶ τῆς γῆς, καὶ ῥύσασθαι τοὺς κεκρατημένους ὑπό τε τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας. Ἀλλ’ ὅταν ταῦτα λογισθήσεσθε, φησὶ, προσενθυμήθητέ τι τῶν ἀμεινόνων· οὐ γάρ εἰμι καθ’ ὑμᾶς ἄνθρωπος ἁπλῶς, Θεὸς δὲ μᾶλλον ἐν εἴδει τῷ καθ’ ὑμᾶς γεγονὼς οἰκονομικῶς, ἵνα ὑμᾶς ἐξέλωμαι, καὶ θανάτου, καὶ ἁμαρτίας. Αὐτὸς γὰρ ὁ λαλῶν, πάρειμι ὁ πάλαι θαυματουργήσας διὰ Μωσέως, καὶ ἀφράστῳ δυνάμει διελὼν τὴν θάλασσαν, δῆλον δὲ ὅτι τὴν Ἐρυθράν.
Ἐπάγη γὰρ ὡς τοῖχος τὰ ὕδατα, καὶ διέβησαν οἱ λελυτρωμένοι, καὶ τῆς ἐν Αἰγύπτῳ θητείας ἀποδυσάμενοι τὸν ζυγόν. Τὸ ἐξερημώσω τὴν θάλασσαν, ἐνθάδε φησὶν, ἀντὶ τοῦ ξηρὰν αὐτὴν ἀπέφηνα. Θήσω δὲ καὶ ποταμοὺς ἐρήμους. Τὸ δέ γε Θήσω πάλιν ἀντὶ τοῦ Τέθεικα νοητέον. Ἔστησε γὰρ τὸν Ἰορδάνην, καὶ ὑδάτων ἔρημον ἀπέφηνεν αὐτὸν διαβιβάζοντος τοῦ Ἰησοῦ τὸν Ἰσραὴλ, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσκομίζοντος. Εἰ δὲ δή φησιν ἀποξηρανθήσεσθαι ἐν τοῖς ὕδασιν ὄντας ἰχθύας, σύνες, ὅτι πρὸς δήλωσιν τοῦ εἰσάπαν κατεξηράνθαι τὸν Ἰορδάνην, παρελήφθη καὶ τοῦτο, τῆς οὕτω λαμπρᾶς, καὶ μεγάλης θαυματουργίας διαμνημονεύει λέγων καὶ ὁ θεσπέσιος Δαβὶδ ποτὲ μέν· Τί ἐστί σοι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;6 ποτὲ δὲ πάλιν·
Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχου ὑδάτων.6 Περὶ δὲ τοῦ Ἰορδάνου πάλιν ὧδέ φησι· Σὺ ἐξήρανας ποταμοὺς Ἡθὰμ, τοῦτ’ ἔστι, τοὺς ἐν τῷ νότῳ. Διαμέμνηται καὶ ἑτέρας θαυματουργίας, καί φησιν, ὅτι Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· καὶ τὸ Ἐνδύσω πάλιν ἀντὶ τοῦ, ἐνέδυσα, νοητέον. Διαμεμνήμεθα γὰρ γεγραφότος τοῦ Μωσέως τοῦ πανσόφου, ὅτι τριήμερος, καὶ βαθὺς τῆς Αἰγυπτίων χώρας κατεσκεδάσθη σκότος, ἠδίκησε δὲ παντελῶς οὐδὲν τοὺς ἐξ Ἰσραήλ. Ἦν γὰρ αὐτοῖς, καὶ ἡμέρα, καὶ φῶς. Παράδοξον δὲ καὶ τοῦτο, καὶ πέρα λόγου παντός. Ὅτε τοίνυν αὐτὸς, φησὶν, ἐκεῖνός εἰμι, καὶ ἐν σαρκὶ πεφηνὼς, ὁ πάλαι τὴν θάλασσαν ἐρημώσας, ἤτοι ξηρὰν ἀποφήνας, ἐργασάμενος δὲ τοῦτο καὶ εἰς ποταμοὺς, καὶ σκότῳ περιβαλὼν τὸν παμμεγέθη τοῦτον οὐρανὸν, καὶ διὰ πείρας αὐτῆς καταστήσας ἐμφανὲς ὅτι τῶν ὅλων εἰμὶ Δεσπότης, ἀνήνυτον δὲ ταῖς δυνάμεσι ταῖς ἐμαῖς παντελῶς οὐδέν, πῶς οὐκ ἂν ὀφείλει γέλωτα, μᾶλλον δὲ δυσσεβείας ὑπομεῖναι γραφὴν, εἴπερ τις ἕλοιτο φρονεῖν τε καὶ λέγειν, οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι;
PG 70:1089Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Ἔθηκέ με πρωί̈· προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Οὐκ ἀπίθανον εἴη ἂν, μᾶλλον δὲ τοῖς τῆς ὀρθότητος λόγοις οὐκ ἀπεοικὸς, τὸ ἐφαρμῶσαι τῷ χορῷ τῶν ἁγίων ἀποστόλων τὰς προκειμένας φωνὰς, ἤγουν ἄπασι τοῖς πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ σεσοφισμένοις διὰ τοῦ πνεύματος, καὶ τὸν παρ’ αὐτοῦ φωτισμὸν εἰς νοῦν, καὶ διάνοιαν ἐσχηκόσιν ἀμφιλαφῶς, οἳ καὶ ἐν μεθέξει γεγόνασι θείων χαρισμάτων, καὶ τῆς θεοπνεύστου Γραφῆς τὸ βάθος, καθαροῖς διανοίας ὄμμασιν ἴσχυσαν κατιδεῖν, εἴσω τε γεγόνασιν εὐζωί̈ας εὐαγγελικῆς εὐτεχνίας, καὶ συνέσεως ἁγιοπρεποῦς. Οὗτοι δὴ οὖν χαριστηρίους ᾠδὰς ἀνατείνοντες δεδόσθαι φασὶν ἐν ἑαυτοῖς γλῶσσαν παιδείας, τοῦτ’ ἔστι, τὸ εὐπαιδεύτως δύνασθαι λαλεῖν, καὶ ἀνεπιπλήκτως τὰ θεῖα διατρανοῦν μυστήρια, πηνίκα τε καὶ ὅπως προσήκει κεχρῆσθαι τοῖς τῆς παρακλήσεως λόγοις.
Ὃ δὴ καὶ ἔπραττον οἱ θεσπέσιοι μαθηταὶ κατασωρεύσαντες μὲν εἰς νοῦν, καὶ καρδίαν, ὑγιᾶ καὶ ἀμώμητον τὴν τῆς εἰς Χριστὸν πίστεως γνῶσιν, ἑκάστῳ γε μὴν τῶν προσιόντων τοῖς θείοις κηρύγμασι τὸν αὐτῷ πρέποντα καὶ κατάλληλον προϊσχόμενοι λόγον. Τοῖς μὲν γὰρ ἔτι νηπίοις οἷον ἐν τάξει γάλακτος τὸν τῆς ἁπλῆς κατηχήσεως εὖ μάλα προσάγονται λόγον, τοῖς γε μὴν εἰς ἄνδρα τέλειον καταντήσασιν, ἀφιγμένοις δὲ καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ τὸν στερεὸν καὶ τροφιμώτατον. Γλῶσσα δὴ οὖν αὕτη παιδείας, καὶ χάρισμα τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον. Τεθεῖσθαι δὲ αὐτούς φασιν καὶ πρωί̈, τοῦτ’ ἔστιν, εἰς νοῦν, καὶ καρδίαν ἡμέρας διαύγασμα, ἔλλαμψιν θείου καὶ νοητοῦ φωτὸς ἀνατολὴν ἑωσφόρου. Καὶ τοῦτο πάλιν εἰσόμεθα τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί·
Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.6 Ο μὲν γὰρ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν ἐν αὐτοῖς τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἡμῖν δὲ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, φωτὶ τῷ θείῳ περιαστράπτων τὸ νοῦν, ὥστε καὶ υἱοὺς ἡμᾶς φωτὸς καὶ ἡμέρας εἶναί τε καὶ ὀνομάζεσθαι. Εἶτά φησι, Προςέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Προσηκάμενοι γὰρ τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ τὸν παρ’ αὐτοῦ πλουτήσαντες φωτισμὸν, ἐσχήκαμεν ὠτίου προσθήκην, τοῦτ’ ἔστιν, ἀκοῆς δύναμιν ἀσυνήθους, ἢ πάλαι. Ἰουδαῖοι μὲν γὰρ τὸν νόμον ἀναγινώσκοντες, οὐχ ὑπερτρέχουσι τὴν σκιὰν, ἀλλ’ ἐνιζάνουσι τοῖς τύποις ψιλοῖς τε καὶ μόνοις.
PG 70:1091Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ, καθὰ γέγραπται. Ἡμεῖς γὰρ τὸν νόμον παιδαγωγὸν εἶναι πιστεύοντες, ἡνίκα ἂν τὰ διὰ Μωσέως εἰς οὖς δεξώμεθα, συνίεμεν ἑτέραις ἀκοαῖς αὐτὰ, μεθιστάντες τοὺς τύπους εἰς ἀλήθειαν, καὶ πνευματικῆς θεωρίας πρόφασιν ποιούμενοι τὴν σκιάν. Ἐσχήκαμεν οὖν ὠτίων προσθήκην. Ἡ γὰρ διὰ Χριστοῦ παιδεία, τοῦτ’ ἔστι, τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ ἡ δι’ αὐτοῦ μυσταγωγία, πνευματικῶς ἀναπείθει νοεῖν τὸν νόμον. Ἀνευρύνει ὥσπερ τὰ ὦτα τῶν πιστευσάντων εἰς αὐτὸν, οὐκ ἐχόντων τοῦτο τῶν ἐξ Ἰσραήλ. Ἔφη γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς αὐτούς· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.6 Γράφει δὲ περὶ αὐτῶν ὁ πάνσοφός τε καὶ θεσπέσιος Παῦλος, ὅτι Ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ Ἰησοῦ Κυρίῳ ἡμῶν καὶ Λυτρωτῇ καταργεῖται.6 ΛΟΓΟΣ Ε.
Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδ’ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ ὁ Κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με. Διὰ τῶν ἤδη προανεγνωσμένων, ἤτουν προεξητασμένων, πλείστην ὅσην πεποίηται τῆς Ἰουδαίων ἀπειθείας τὴν καταβοήν. Ἔφη γὰρ ὅτι Ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, παρεισβεβληκότος δὲ μεταξὺ τοῦ προσώπου τῶν προςηκαμένων τὴν πίστιν, καὶ λέγοντος· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, καὶ τὰ τούτοις ἐπενηνεγμένα, καὶ χαριστηρίους ἀνατεινάντων φωνάς.
Εἰστρέχει πάλιν τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τὴν ἰδίαν ὑπακοὴν ταῖς Ἰουδαίων ἀπονοίαις ἀντιπαρατιθέναι σπουδάζοντος, ἵν’ ὁλοτρόπως αὐτοὺς θεομισεῖς ὄντας ἐλέγξῃ, γαῦρόν τε καὶ ἀπηνῆ τῷ καλοῦντι πρὸς σωτηρίαν ὑψοῦντας αὐχένα.
Ἐγὼ μὲν γὰρ κέκληκα, φησὶ, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὀκνηροὶ γεγόνασι πρὸς εὐπείθειαν, βραδεῖς καὶ ἀσύνετοι παντελῶς εἴς γε τὸ χρῆναι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς διαδρᾶναι δύνασθαι, καὶ λίαν ἀμογητὶ, καὶ τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ τῆς διαβολικῆς σκαιότητος τὰς ἐπιβουλάς. Ἀλλ’ αὐτοὶ μὲν ἠπείθησαν, ἐγὼ δὲ οὐκ ἀπειθῶ. Ἐθελήσαντος γὰρ τοῦ Θεοῦ, καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν ἐμοὶ, τά τε ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθῆκα πρὸς κένωσιν ἐμαυτὸν, καὶ ἐν τοῖς τῆς ἀνθρωπίνης πτωχείας καταπεφοίτηκα μέτροις, ἄνθρωπος πεφηνὼς ἵνα ὑπήκοος γένωμαι, καὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Δέδωκα τοίνυν τὸν νῶτόν μου εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.
PG 70:1093Ταυτὶ γὰρ αὐτῷ συνέβη παθεῖν, τῆς Ἰουδαίων ἀπαιδευσίας ἐμπαροινούσης αὐτῷ, καὶ Πιλάτου μὲν μάστιξι καταξαίνοντος, ἑνὸς δὲ τῶν ἀνοσίων ὑπηρετῶν ὑβρίσαντος, καὶ ῥαπίσαντος, καὶ κατεμπτυόντων ἑτέρων. Ἀλλ’ ἦν εἷς ὁ σκοπὸς τῷ πάσχοντι τὸ εἰς πέρας διεξαγαγεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.6 Τοῦτο δὲ τὸ θέλημά ἐστι τοῦ πέμψαντός με, Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπωλέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.6 Οὐκοῦν ὑπέρ γε τοῦ κατορθῶσαι τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν ζωὴν, οὐχ ὕβρεις, οὐ μάστιγας, οὐκ ἐμπτυσμάτων πεῖραν ἀπόβλητον ἐποιήσατο, καίτοι Θεὸς ὢν φύσει, καὶ Κύριος ἀληθινός.
Εἶτά φησιν ὡς ἄνθρωπος, Καὶ Κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Διαλέγεται μὲν οὖν ἀνθρωπίνως, ὡς ἔφην, καὶ κατ’ οὐδένα τρόπον ἀπεοικότως τοῖς τῆς κενώσεως μέτροις. Πλὴν ἔοικεν ὑπαινίττεσθαι διὰ τούτων τῶν λόγων τὴν τοῖς λόγοις ἐγκατασκήψασαν δίκην, τῆς εἰς αὐτὸν δυσσεβείας ἕνεκα. Γέγονε γὰρ, φησὶ, Κύριος βοηθός μου. Ὅμοιον, ὡς εἰ λέγοι Δόντος μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, πεπονθότος δὲ καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, γέγονε βοηθὸς ὁ Πατήρ. Ἐπήμυνε γὰρ, καὶ οὐ συγκεχώρηκεν εἰς τὸ παντελὲς ἐντραπῆναι τὸν ἴδιον Υἱὸν, οὔτε μὴν καὶ καταισχυνθῆναι. Τετιμώρηνται γὰρ, καὶ τῶν εἰς ἐμὲ πλημμελημάτων ἐκτετίκασι δίκας οἱ θεομαχῆσαι τολμήσαντες.
Ἐπενεγκὼν δὲ ὅτι Ἐγγίζει ὁ δικαιώσας με, πάλιν ὑπέφηνεν ἀστείως, οὐκ εἰς μακρὰν, οὐδ’ εἰς ἀνάβλησιν τὰ τῆς δίκης δραμεῖται τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, ἀλλ’ οἷον ἐγγὺς, καὶ κατὰ πόδας βαδιεῖται τῶν ἐγχειρημάτων. Δεδικαιῶσθαι δέ φαμεν τὸν Υἱὸν κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ὄντα δίκαιον, καὶ κατ’ οὐδένα τρόπον, ὡς ἔνοχον γεγονότα πταίσμασιν ἀποκτεῖναι τετολμήκασι, τετιμώρηνται, καθάπερ ἔφην, καὶ ἡ τῶν πεπονθότων κόλασις τὸ ἀνεύθυνον παντελῶς μεμαρτύρηκε τῷ παρ’ αὐτῶν ἀνοσίως ἐξυβρισμένῳ. Ἔφη τι τοιοῦτον ὁ Θεὸς καὶ Πατήρ Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.6 Πλουσίους δὲ καὶ πονηροὺς, τοὺς τῶν Ἰουδαίων καθηγητὰς ὀνομάζει. Φιλοχρηματίαν γὰρ νοσοῦντες ἐσχάτην, κατεκομίσθησαν δι’ αὐτῆς, εἰς τὴν ἐπ’ αὐτῷ πονηρίαν.
Καίτοι γὰρ ἐπεγνωκότες αὐτὸν ἔφασκον· Οὗτός ἐστιν ὁ κληρονόμος· Δεῦτε, ἀποκτείνωμεν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.6 Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω ἅμα. Τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ὅτι μὲν δίκαιος, καὶ ἀθῶος ὢν παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίας· τὰς ἐκ τῶν Ἰουδαίων ὑπέστη παροινίας, πιστώσεται λέγων καὶ αὐτὸς ὁ θεσπέσιος προφήτης περὶ αὐτοῦ· Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.6 Καὶ πάλιν ὡς ἐκ προσώπου τῶν Ἰουδαίων περὶ αὐτοῦ· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.6 Καὶ αὐτὸ δὲ τὸ χρῆμα διαβοήσειεν ἄν. Τὴν γάρ τοι θείαν, καὶ ἀκήρατον τοῦ λόγου φύσιν, πῶς ἦν ἐφικτὸν ἁμαρτῆσαι τοῦ πρέποντός τε καὶ ἐοικότος αὐτῇ, καὶ μῶμον ὑποστῆναι πλημμελήματος;
PG 70:1095Εἴρηται γοῦν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.6 Οὐκοῦν ἐπειδήπερ ἀθῶον ἑαυτὸν ὄντα, καὶ δίκαιόν φησιν, ὑπομεῖναι τὰς ἐκ τῆς Ἰουδαίων Συναγωγῆς ἐπιβουλὰς, ἀναγκαίως τούτοις οὐκ εἰδόσιν αὐτοῦ τὸ εἰσάπαν εἰλικρινὲς ἢ τάχα που, καὶ οἰηθεῖσιν, ὅτι πέπρακταί τι τῶν ἀτόπων αὐτῷ, πέπονθε δὲ, καὶ ἐν δίκῃ, τὰ ἐπὶ τῷ σταυρῷ, προσδιαλέγεται, καί φησι· Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἄμα. Ἔοικε τούτῳ τὸ παρ’ αὐτοῦ τοῦ Χριστοῦ σαφῶς εἰρημένον τοῖς Γραμματεῦσι, καὶ Φαρισαίοις· Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;6 Καίτοι γὰρ γεγονὼς καθ’ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ὁμοίωσιν ὑποδὺς, κατ’ αὐτὸ δὴ οὖν τουτὶ καὶ μόνον ἐπέκεινα τῆς καθ’ ἡμᾶς φύσεως γενέσθαι πεπίστευται.
Ὑποκειμένου γὰρ ἀνθρώπου παντὸς πταίσμασί τε καὶ πλημμελήμασι, καὶ οὐδενὸς τὸ παράπαν ἀμώμητον ὁλοτρόπως ἐσχηκότος τὴν ζωήν· μόνος αὐτὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος τὸ θεοπρεπὲς ἀξίωμα τετήρηκεν ἑαυτῷ. Θεοῦ γὰρ φύσις τοῦ πλημμελεῖν ἐπέκεινα νοοῖτο ἂν εἰκότως. Τοιγαροῦν καὶ ἔφασκεν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.6 Ὁ γὰρ γενόμενος καθ’ ἡμᾶς, ἵνα ἡμᾶς ἐξέληται τῶν τῆς ἁμαρτίας βρόχων, πῶς ἂν αὐτὸς ἥλω μεθ’ ἡμῶν, ἢ πῶς γέγονεν ὑπὸ μῶμον καὶ γραφὴν, ὁ γραφῆς ἀπαλλάττων καὶ μώμου πάντας τοὺς πιστεύσαντας εἰς αὐτόν; Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;6 Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με; Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Δύο κατὰ ταυτὸν διδάξαι βούλεται χρήσιμά τε καὶ ἀναγκαῖα τοὺς τὸν δυσσεβῆ, καὶ ἄδικον κατ’ αὐτοῦ νοσήσαντας φθόνον.
Πρῶτον μὲν ὅτι πάντη τε καὶ πάντως ἀπρακτήσειεν ἂν ἡ κατ’ αὐτοῦ σκέψις, καὶ τὸ μιαιφόνον ἐγχείρημα. Εἶτα ὅτι πικράς τε καὶ ἀφορήτους τῶν εἰς αὐτὸν πεπλημμεληκότων πραχθήσονται δίκας· ᾠήθησαν μὲν γὰρ δύνασθαι θανάτῳ περιβαλεῖν ἀρχηγὸν ὄντα ζωῆς τὸν Κύριον. Ἀλλ’ ὡς ὁ Ψάλλων φησὶν, Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι.6 Καὶ γὰρ ἦν ἀμήχανον ζωὴν ὄντα αὐτὸν κρατεῖσθαι θανάτου. Ἐγήγερται οὖν τῇ δυνάμει τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ γέγραπται, καὶ οὐκ ἀτονήσας αὐτὸς, καθὸ νοεῖται Λόγος καὶ Θεὸς, εἴς γε τὸ δύνασθαί φημι τῆς ἑαυτοῦ σαρκὸς ἀποσοβῆσαι τὴν φθορὰν, ἀλλ’ ὅτι γέγονεν ἄνθρωπος, καὶ τοῦτο δέχεσθαι δοκῶν παρὰ τοῦ Πατρός. Πάντα γὰρ ἀνθρώπῳ θεόσδοτα. Ὅτι γὰρ ὁ Θεὸς, καὶ Πατὴρ δι’ αὐτοῦ κατήργηκε τὸ τοῦ θανάτου κράτος, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, σαφὲς ἂν γένοιτο λέγοντος αὐτοῦ ταῖς τῶν Ἰουδαίων ἀγέλαις·
PG 70:1097Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.6 Ἐπειδὴ δὲ τὰ ὑπὲρ ἀνθρώπου χεῖρά τε καὶ φύσιν, ἔθος αὐτῷ τῳ προσώπῳ τοῦ Πατρὸς ἀνατιθέναι μᾶλλον, ταύτῃτοι κἀνθάδε φησὶν ἀνθρωπίνως· Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με; Ἐπαμύνοντος γὰρ, φησὶ, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος, καὶ τὴν ἐμὴν ἱστῶντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν, ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ, καὶ κακῶσαι δύνασθαι τὸν παρ’ αὐτοῦ βοηθούμενον; Οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπέσχοντο ἂν τῶν κατ’ αὐτοῦ σκεμμάτων τε καὶ ἐπιχειρημάτων, διὰ προφητῶν τῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν Θεὸν ὄντα, καὶ Κύριον, καὶ Υἱὸν ἀληθινὸν τοῦ Πατρός· αὐτοὶ δὴ μᾶλλον τὴν κατά γε σφῶν αὐτῶν δεινήν τε καὶ τομωτάτην ἕλκουσι δίκην.
Καὶ τοῦτο διδάσκει προσεπενεγκών· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς, τοῦτ’ ἔστιν, εἰς παλαίωσιν, καὶ σῆψιν, καὶ εἰς ἀφανισμὸν οἰχήσεσθε, πολλοῖς καὶ ἀφύκτοις ἐντετηγμένοι κακοῖς, καὶ οἷον σητὸς δίκην ἐκδαπανώσης ὑμᾶς ἀνηκέστου συμφορᾶς. Τοῦτο πάλιν καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης Ἡσαί̈ας· Τί ἔτι πληγῆτε προστιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφαλῆς, [οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία,] οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.6 Ἱκανὴ σφόδρα, καὶ τῶν οὕτως ἀπευκτῶν ἡ παῤῥησιὸς ἠρεμεῖν ἀναπεῖσαι τοὺς Ἰουδαίους, καὶ κατὰ μηδένα τρόπον προσκρούειν ἑλέσθαι Θεῷ, εἴπερ ἔμελλεν, ὡς ἔφην, ἀπρακτήσειν μὲν αὐτῶν ἡ ἐπιβουλὴ, τῶν δὲ ἀνηνύτων ἐπιχειρημάτων αὐτοὶ πραχθήσεσθαι δίκας, καὶ εἰς ὄλεθρον καὶ ἀπώλειαν πεσεῖσθαι παντελῆ.
Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ὡς ἱμάτιον παλαιωθήσεσθαι λέγων τοὺς, οἵπερ ἂν ἕλοιντο πονεῖν ἀνηνύτως, καὶ ταῖς παρ’ αὐτοῦ παροινίαις ἐντρυφᾷν [ἔφη γὰρ, Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς]1, προτείνει λοιπὸν τοῖς ἐπιεικέσι τὴν φιλανθρωπίαν, καὶ τὴν τῆς σωτηρίας αὐτοῖς καταδείκνυσι τρίβον· πλεῖστοι γὰρ ὅσοι πεπιστεύκασι τῶν ἐξ Ἰσραὴλ, καθὼς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διηγορεύθη σαφῶς. Σέσωσται γὰρ τὸ κατάλειμμα, οὗ καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Οὐκοῦν τοῖς ἑτοιμοτέροις πρὸς πίστιν τὰ ἐξ ἡμερότητος προί̈σχεται λέγων· Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ.
PG 70:1099Ἑαυτὸν δὲ παῖδα Θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς Υἱός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ οὐ νόμου παράβασις ἦν, ἀλλὰ βεβαίωσις νόμου, διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ τὰ αὐτοῦ θεσπίσματα. Ταύτῃτοι καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει, καί φησι· Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Γέγραπται γὰρ, ὅτι Ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται.6 Καὶ ἦν καὶ νόμου καὶ προφητῶν τὸ πέρας τὸ Χριστοῦ μυστήριον, δικαιοῦν ἐν πίστει τὸν ἀσεβῆ, καὶ ἀπαλλάττον αἰτιαμάτων τοὺς ταῖς σφῶν αὐτῶν πλημμελείαις ἐνισχημένους. Οὐκοῦν τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, δηλονότι τοῦ Χριστοῦ, τοῦτό ἐστι τὸ παραδέξασθαι τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, νόμου βεβαίωσις ἦν·
ὅτι δὲ θελητόν ἐστι τῷ Θεῷ καὶ Πατρὶ τὸ ταῖς τοῦ Υἱοῦ παιδαγωγεῖσθαι φωναῖς τοὺς ἐπὶ τῆς γῆς, καταδείξειεν ἂν τοῖς νουνεχεστέροις τῶν εὐαγγελικῶν Γραμμάτων ἡ δύναμις. Μετεμορφώθη μὲν γὰρ ἐν τῷ ὄρει Χριστὸς, ἔλαμψε δὲ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· ὤφθησαν δὲ Μωσῆς καὶ Ἡλίας συλλαλοῦντες μετ’ ἀλλήλων· εἶτα φωνὴ γέγονε τοῦ Θεοῦ καὶ Πατρὸς, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶντος καὶ λέγοντος· Οὗτός ἐστί μου ὁ Υἱὸς ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ.6 Εἴ τις οὖν ἄρα ἐστὶ, φησὶ, τὸν τοῦ Θεοῦ φόβον εἰς νοῦν ἔχων, καὶ ὥσπερ τινὰ θησαυρὸν κατακρύψας ἐν ἑαυτῷ, ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ἔστι δὲ, ὡς ἔφην, τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα καλοῦν εἰς λύτρωσιν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ εἰς εὐαγῆ πολιτείαν, καὶ πολὺ τῆς ἐν νόμῳ προφερεστέρα[ν].
Ἡ μὲν γὰρ ἦν, ὡς ἔφην, ἐν σκιαῖς, ἡ δὲ λαμπρὰν ἔχει καὶ ἐκφανῆ τὴν ἀλήθειαν. Οἱ πορευόμενοι ἐν σκότει, οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Κυρίῳ. Οἱ τῶν ἰατρῶν εὐτεχνέστατοι τοῖς δηκτικοῖς τῶν φαρμάκων ἐπιπλέκουσιν ἔσθ’ ὅτε καὶ τὰς ἐκ τῶν ἠπίων ἐπικουρίας, μονονουχὶ καταγοητεύοντες τὴν ἀπηνῆ καὶ ἀγριωτέραν ὀδύνην. Τοιοῦτόν τι καὶ νῦν πεπραχότα εὑρίσκομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἐλέγχει μὲν γὰρ ὡς ἐν σκότῳ βαδίζοντας, καὶ οἷον ἀχλύϊ κεκρατημένους, καὶ φωτὸς ὁλοτρόπως ἐστερημένους, δῆλον δὲ ὅτι τοῦ θείου καὶ νοητοῦ, ποιουμένους δὲ καὶ τὰς τροχιὰς ἐπ’ οὐδενὶ μὲν τῶν τελούντων εἰς σωτηρίαν, ἤγουν εἰς ὄνησιν αὐτοῖς, ἐπ’ ἐκείνοις δὲ μᾶλλον, ἅπερ ἂν εὐκόλως αὐτοὺς εἰς τὸ τῆς ἀπωλείας κατώθησε βάραθρον.
Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ὀρθοποδεῖν δύνασθαι τοὺς ἐν σκότῳ ποτέ· καταφέρονται γὰρ, κἂν εὑρεθείη που βόθρος, κἂν εἰ λίθοι διεῤῥιμμένοι, προσπταίουσιν ἀφυλάκτοις αὐτοῖς. Ὑμῖν τοιγαροῦν, φησὶ, προτείνω τὰς νουθεσίας τοῖς ἐν σκότῳ πορευομένοις, καὶ τὸ παρ’ ἐμοῦ φῶς ἀσυνέτως οὐ προσιεμένοις.6 Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. Ἐπειδὴ γὰρ, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας, οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τοῦτ’ ἔστι γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ’ αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς, ποτὲ μὲν Σαμαρείτην καὶ μέθυσον ὀνομάζοντες, ποτὲ δὲ καὶ ζήλῳ πεπλανημένῳ καταθηγόμενοι πρὸς ὄργας [ἔφασκον γάρ·
PG 70:1101Περὶ καλοῦ ἔργου οὐ λιθάζομεν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.6]1 Ἀναγκαίως, καθάπερ ἔφην, ἀρτίως ἄνθρωπος γεγονὼς, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν ὑπερτενῆ καὶ θεοπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ’ αὐτῷ βούλεσθαί τινας ἀποκομίζει, λέγων· Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἐναργέστατα δὴ οὖν ἑαυτὸν Κύριον καὶ Θεὸν εἶναί φησιν, ἀποκομίζων, ὡς ἔφην, τοῦ χαμαιπετῆ καὶ κατεῤῥιμμένα τινὰ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. Καύχημα δὲ τοῖς τὴν πίστιν εἰσδεξαμένοις, τὸ ἐπ’ αὐτῷ πεποιθέναι, καὶ ῥάβδον ποιεῖσθαι καὶ στήριγμα. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος Μελῳδὸς πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν·
Ἡ ῥάβδος καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.6 Εὐόλισθος μὲν γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, καὶ πολὺ διανένευκεν εἰς ἐκτόπους ἡδονὰς καὶ φιλοσαρκίας· δεῖται δὲ ἀεὶ τοῦ σώζοντος, καὶ νέμοντος χεῖρα σωτήριον, ὥστε καὶ λέγειν τοὺς ἐν μεθέξει γεγονότας τῆς ἐπικουρίας· Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.6 Ὅτι δὲ σκότῳ καὶ ἀχλύϊ ἐμβέβλητο τῶν Ἰουδαίων ὁ νοῦς, ἐκ τῶν ἱερῶν Γραμμάτων ἔνεστιν ἰδεῖν. Ὁ μὲν γὰρ πάνσοφος Παῦλος, Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ.6 Ὁ δέ γε θεσπέσιος προφήτης Ἡσαί̈ας περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ὧδέ πή φησιν· Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγήν·
ἐν ἀωρίᾳ περιεπάτησαν.6 Αὐτὸς δὲ Χριστὸς πρὸς τὸ φῶς αὐτοὺς ἐκάλει, λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσει ἐν τῇ σκοτ[ε]ίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.6 Ἄραρε δὴ οὖν, καὶ ἔστιν ἀληθὲς, ὅτι τοῖς οὐχ ἑλομένοις ἀκολουθεῖν αὐτῷ πάντη τε καὶ πάντως ἕψεται ὡς ἐν νυκτὶ καὶ σκότῳ πορεύεσθαι. Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύσατε φλόγα. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Παραδείκνυσί τε καὶ ἕτερον αὐτοίς, ὅπερ ἦν εἰκὸς ἀμογητὶ δύνασθαι μεθιστᾷν αὐτοὺς εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ὀρθά. Αἱ γάρ τοι τῶν κολάσεων μνῆμαι, καὶ τὸν ἀπειθῆ καὶ κατεσκληκότα νοῦν τοῖς ἐπωφελέσι δείμασιν, οἱονεί πως εὐαφῆ καὶ εὐήνιον ἀποφαίνουσι.
Φησὶ τοιγαροῦν, ὅτι πῦρ ἀνακαίουσι καθ’ ἑαυτῶν οἳ κατισχύουσι φλόγα. Προσκρούοντες γὰρ διὰ μακρᾶς ἀπειθείας, καὶ ἀνουθέτητον οὕτω καρδίαν ἐθέλοντες ἔχειν, ἐγείρουσι καθ’ ἑαυτῶν τὴν ἄσβεστον φλόγα, τὴν τῆς κολάσεως δηλονότι. Τὴν ἴσην ἔχει διάνοιαν τοῖς προκειμένοις καὶ τὸ παρ’ αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφῶς εἰρημένον· Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται. Ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.6 Τί γὰρ ἕτερόν ἐστι τὸ κρίνεσθαι, πλὴν ὅτι τὸ εἰς φλόγα πεσεῖν, καὶ εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; Προσθεὶς δὲ ἔτι τὸ, Κατισχύετε φλόγα, νοεῖν ἐφίησί τε δριμύ τε καὶ ἀληθές. Οἱ μὲν γὰρ ὕλας ἐπιτιθέντες πυρὶ κατεμπιπρᾶσθαι δυναμένας, κατισχύουσιν αὐτό.
PG 70:1103Μαίνεται μὲν γὰρ ἐν πολλαῖς ὕλαις ἡ φλὸξ, ἀτονεῖ δέ πως οὐκ εὐποροῦσα πολλῶν. Ἰουδαῖοι τοιγαροῦν πῦρ μὲν ἐξέκαυσαν καθ’ ἑαυτῶν, ἀποκτείναντες μὲν τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους, κατισχύσαν[τες] δὲ τὴν ἑαυτῶν φλόγα προσεπενεγκόντες τοῖς προλαβοῦσιν ἐγκλήμασι τὰς κατὰ Χριστοῦ παροινίας. Προστεθείκασι γὰρ τοῖς οἰκέταις τὸν Υἱὸν, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς τό γε ἧκον εἰς ἑαυτοὺς ἀπεκτόνασιν, εἰ καὶ ἀνεβίω Θεὸς ὢν καὶ ζωή. Ἐπειδὴ δὲ τὴν διὰ Χριστοῦ παίδευσιν οὐ προσήκαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐμμένοντες· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ ἀπὸ τοὺ νόμου, οὐ μὴν καὶ ἔχοντας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται, λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε.
Οὐ γὰρ φῶς ἦν αὐτοῖς, ἀλλὰ τὸ δοκεῖν εἰδέναι τὸν νόμον, μὴ μὴν ἔτι προσίεσθαι θέλειν τὰ διὰ Χριστοῦ, πυρὸς αὐτοῖς καὶ φλογὸς γέγονε πρόξενον. Ὅτι γὰρ ἐκτετίκασι δίκας τῆς εἰς Χριστὸν παροινίας μετὰ τοῦ καὶ ἐναποβιῶναι ταῖς ἁμαρτίαις ἐνισχημένους, καθίστησιν ἐναργὲς προςεπενεγκών· Δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν. Ἐν λύπῃ κοιμηθήσεσθε. Ποῖα ταῦτα; Πεπόρθηται γὰρ αὐτῶν ἡ χώρα, κακοί τε κακῶς ἀπολώλασι, καὶ ἥλω μὲν ἡ ἁγία πόλις, καὶ πέπτωκεν ὑπὸ χεῖρας ἐχθρῶν, κατεπρήσθη δὲ καὶ αὐτὸς ὁ νεὼς, ἐκοιμήθησαν δὲ καὶ ἐν λύπῃ. Οἱ γὰρ τελευτῶντες ἀπερικάθαρτοι, καὶ τὴν διὰ Χριστοῦ λύτρωσιν οὐκ ἀξιωθέντες ἑλεῖν, οὐκ ἐν ἐλπίδι γερῶν καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ’ ἐν φόβῳ κολάσεων καὶ ἐν λύπῃ δι’ αὐτὰς κοιμηθήσονται.
Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν. Κατονειδίσας ἀρκούντως τοῖς ἀπεσκληκόσι τὸ ἀληθὲς, καὶ τὴν συμβησομένην αὐτοῖς κόλασιν ἐναργῆ καταστήσας, εἰ μὴ ἕλοιντο τοῖς εὐαγγελικοῖς κατακολουθεῖν θεσπίσμασιν, ἐπιμένουσι γαῦρόν τε καὶ ἀπηνῆ τὸν τῆς ἑαυτῶν διανοίας ἀνατείναντες αὐχένα, μεθίστησιν ἐπὶ καιροῦ τοὺς τῆς παραινέσεως λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας. Οὐ γὰρ εἰσάπαν ἀπόλωλε τὸ τῶν Ἰουδαίων ἔθνος, σέσωσται δὲ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν.
Καὶ γοῦν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, πλεῖστοι παρεδέξαντο τὸν περὶ Χριστοῦ λόγον, ἐπέγνωσαν τὴν ἐπιφάνειαν τῆς δόξης αὐτοῦ. Τούτοις οὖν ἄρα προσδιαλέγεται, καί φησιν· Ἀκούσατέ μου, οἱ διώκοντες δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Τὸ δίκαιον δέ φησιν ἀντὶ τοῦ, τὴν δικαιοσύνην, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ, τὴν διά γε, φημι, τῆς εἰς αὐτὸν πίστεως, δικαιούσης τὸν ἀσεβῆ, καὶ ῥύπου παντὸς ἀπαλλαττούσης τοὺς μεμολυσμένους, καὶ ἁγιαζούσης ἐν Πνεύματι, καὶ τὸ λαμπρὸν τῆς υἱοθεσίας περιποιούσης καύχημα. Διώκουσι δὲ τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες αὐτὸ, καὶ τῆς ἑαυτῶν ἀποστήσαντες διανοίας, ἀλλ’ ὡς ἐπ’ αὐτὸ τρέχοντες, ἵνα καὶ καταλάβωσι. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.6 Ἤγουν καὶ κατ’ ἐκεῖνο νοήσεις, ὃ ἐνήνεκται λέγων παρ’ ἑνὶ τῶν ἁγίων προφητῶν·
PG 70:1105Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; Διώκουσι τοίνυν τὸ δίκαιον, ὡς ἔφην, ἵνα εὑρόντες ἁρπάσωσιν. Οὗτοι δ’ ἂν εἶεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τοῦτ’ ἔστι τὸν Χριστόν. Εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος εἰς τοῦτο αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίων δήμοις· Μὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.6 Πλὴν ἐκεῖνο ἄθρει· Προσδιαλέγεται ὁ Θεὸς οὐ πᾶσιν ἁπλῶς, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν διώκοντες μὲν τὸ δίκαιον, ζητοῦντες δὲ καὶ αὐτὸν, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Οὐκοῦν θεοδίδακτοι πάντες εἰσὶν οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας.
Τί δ’ ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἐννοιῶν ἡ δύναμις, ἐροῦμεν ὡς ἔνι. Πλείστη μὲν γὰρ ὅση τις ἦν τῶν Ἰουδαίων πληθὺς, ὀλιγοστοὶ δὲ παντελῶς οἱ ἐξ αὐτῶν πιστεύσαντες. Πλὴν ὅτι προβήσονται κατὰ καιροὺς οἱ πιστεύσαντες εἰς ἀριθμοῦ κρείττονα πληθὺν, προςενηνεγμένων τοῖς ἐκ περιτομῆς καὶ τῆς καλουμένης ἀκροβυστίας, τοῦτ’ ἔστι τῶν ἐθνῶν, Θεοῦ συλλέγοντος, πειρᾶται πληροφορεῖν, εἰς παράδειγμα τοῦ πράγματος, ἤγουν εἰς βεβαίωσιν ἐλπίδος τῆς εἰς τοῦτο λαβὼν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ σὺν αὐτῷ τὴν Σάῤῥαν. Ῥίζα γὰρ γεγόνασι τοῦ παντὸς ἔθνους, καίτοι πρεσβυτικὴν καὶ ὑπέρωρον ἔχοντες ἡλικίαν, καὶ οὐκ ἐν ἐλπίσιν ἔτι τοῦ δύνασθαι τεκεῖν. Ὁ μὲν γὰρ ἑκατὸν ἐτῶν ἦν, ἡ δὲ στεῖρά τε καὶ ἄτεξ. Ἐπειδὴ δὲ Θεῷ δυσήνυτον οὐδὲν, λεῖα δὲ πάντα καὶ εὐήλατα, γεγόνασιν ἀρχὴ καὶ ῥίζα πληθύος ἀνθρώπων φιλονεικούσης τοῖς ἄστροις.
Εἴρηται γάρ που πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ἀναβλέψαι μὲν εἰς τοὺς ἀστέρας, πιστεῦσαι δὲ ὅτι τοῖς ὁρωμένοις ἰσάριθμον ἔσται τὸ σπέρμα αὐτοῦ. Ὅτι δὲ οὐ κατά γε τὸν τῆς ἀνθρωπίνης φύσεως νόμον ἐκτέτοκεν ἡ Σάῤῥα, καὶ πατὴρ γέγονε παιδὸς ὁ θεσπέσιος Ἀβραὰμ, ὑπέργηρως ἤδη καὶ ἀφηβηκὼς ἄνθρωπος, δύο δέχεται παραδείγματα· πέτραν τε στερεὰν λατομουμένην, καὶ βαθὺν λάκκον ὀρωρυγμένον. Ὥσπερ γάρ ἐστι τῶν ἄγαν δυσχερεστάτων τὰ ἐκ πέτρας στερεᾶς τε καὶ ἀπηνοῦς λιθοτομεῖν δύνασθαι, καὶ φρέαρ ὀρύξαι βαθύ· κατὰ τὸν ἴσον, οἶμαι, τρόπον, οὐκ εὐήλατον εἴη, μᾶλλόν τε καὶ ἀμήχανον τὸ ἐκ πρεσβύτου καὶ στείρας ἐκφῦναι τέκνον. Πλὴν τετέλεσται παραδόξως, καὶ τοῦτο, Θεοῦ κατανεύοντος. Ὅταν τοίνυν ὑμεῖς οἱ πιστεύσαντες ὀλιγοστοὺς ἑαυτοὺς εἶναι νομίσητε, ἅτε δὴ καὶ ὄντος ἐν ἀρχαῖς τοῦ Θείου τε καὶ ἱεροῦ κηρύγματος, ἀλλ’ οὖν ἀραρότως διατέθεινται, φησὶν, ὅτι καὶ εἰς πληθὺν ἐπιδώσει τὴν ἀριθμοῦ κρείττονα τὰ καθ’ ὑμᾶς.
PG 70:1107Εἷς γὰρ ἦν Ἀβραὰμ, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα, καὶ εὐλογήσας ἠγάπησα, καὶ ἀγαπήσας ἐπλήθυνα, τοῦτ’ ἔστι, πατέρα τέθεικα παντὸς τοῦ τῶν Ἰουδαίων γένους, ἤτουν ἔθνους, καὶ πρός γε τούτῳ τῶν ἐξ ἐπαγγελίας. Εἴρηται γὰρ πρὸς Ἀβραὰμ, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.6 Οὐκοῦν ὁ καλούμενος εὐλογεῖται, καὶ ὃς ἂν εὐλογηθῇ, πάντη τε καὶ πάντως ἀγαπηθήσεται, καὶ ὁ τούτου τυχὼν ἔσται πολλοστὸς, πνευματικῶς δηλονότι. Καρποὺς γὰρ ἕξει ποικίλους τοὺς ἐξ ἀρετῶν καὶ ἐξ αὐχημάτων εὐαγγελικῶν. Πλὴν καὶ κατά γε τὸν τῆς ἱστορίας λόγον, ἀληθῆ διὰ πραγμάτων ἔνεστιν ἰδεῖν τὴν ἐπαγγελίαν. Προσκυνεῖ γὰρ ἡ ὑπ’ οὐρανὸν τῷ πάντων Σωτῆρι Χριστῷ, γέγονε δὲ τὰ πάντα αὐτοῦ μεστὰ, καὶ πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.
Καὶ σὲ νῦν παρακαλέσω, Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου. Εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολογήσουσι [ αλ. ἐξομολόγησιν] καὶ φωνὴν αἰνέσεως. Τῶν ἁγίων προφητῶν ὁ λόγος σχηματίζεται μὲν ἀεί πως πρὸς τὰ ὁρώμενα, καὶ τὰ ἐν αἰσθήσει πράγματα. Ἔχει γε μὴν τὴν ἀναφορὰν πρὸς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Οὐκοῦν κἂν Σιὼν ὀνομάζῃ, μὴ τὴν ἐπίγειον νόει, δέχου δὲ μᾶλλον τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· ἐπεὶ πῶς ἄν τις ἴδοι πρὸς ἀλήθειαν ἐκβαίνοντας τοῦ προφήτου τοὺς λόγους; Παρακαλέσειν μὲν γὰρ αὐτὴν Θεὸς ἐπηγγέλλετο· τοῦτο δὲ οὐδαμοῦ γεγονὸς εὑρήσομεν, ἀλλ’ ἔκ γε τῶν ἐναντίων ἐρημωθεῖσαν ἔστιν ἰδεῖν καὶ πεπορθημένην. Γέγονε τοίνυν ὁ λόγος τῷ προφήτῃ νυνὶ πρὸς τὴν τῶν πιστευσάντων πληθὺν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος.
Καὶ τί δὴ ἄρα φησίν; Ὥσπερ γὰρ, φησὶ, κέκληκα μὲν τὸν Ἀβραὰμ, ἕνα δὲ ὄντα πατέρα τέθεικα πολλῶν ἐθνῶν· οὕτω καὶ σὲ παρακαλέσω, Σιών. Ἡ δὲ παράκλησις ἐν τούτοις ὑπόσχεσίς ἐστι κατευφραίνουσα, καὶ βεβαίαν ἐμφυτεύουσα τὴν ἐλπίδα τοῖς ἀκροωμένοις, τοῦ ὅτι πάντη τε καὶ πάντως Θεοῦ συναγείροντος τοὺς ἐν πίστει κληθησομένους, οὐκ ἔρημος ἔσται καὶ κεχερσωμένη ἀλλ’ οἶά τις παράδεισος εὐανθής τε καὶ εὐδενδρότατος, καλοῖς τε καὶ εὐγενέσι φυτοῖς κατάκομος, καὶ εὐκαρπίαν ἔχων τὴν νοητὴν, τοῦτ’ ἔστιν εὐφροσύνην καὶ ἀγαλλίαμα, ἐξομολόγησίν τε καὶ φωνὴν αἰνέσεως. Σύνες ἐντεῦθεν ὅτι τῆς νομικῆς λατρείας ἀποφέρειν ἐπαγγέλλεται τοὺς ἐν τάξει φυτῶν ἐσομένους, καὶ τὸν νοητὸν πληροῦντας κῆπον, ὃν δὴ καὶ παράδεισον ὀνομάζει Θεοῦ.
Πάλαι μὲν γὰρ ὁ Μωσέως νόμος βουθυτεῖν ἐκέλευε, καὶ μηλοσφαγεῖν, τρυγόνας τε προσάγειν Θεῷ, καὶ σεμίδαλιν ἐλαιόδευτον. Ἀλλ’ οὐ διὰ τούτων ἔτι προσιτὸς ὁ τῶν ὅλων Θεὸς, ἀλλ’ ὡς αὐτὸς ἔφη Χριστός· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προςκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.6 Ἡ δὲ ἐν πνεύματι καὶ ἀληθείᾳ προςκύνησις, καὶ τῆς νοητῆς λατρείας ἡ δύναμις, εὐοσμίαν ἔχει τὴν πνευματικὴν εὐφροσύνην, καὶ ἀγαλλίαμα τῇ ἐλπίδι τῇ εἰς Χριστόν. Διακείμεθα γὰρ ὅτι καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· συνεσόμεθά τε καὶ συμβασιλεύσομεν αὐτῷ, τεταγμένοι μὲν ἐν υἱοῖς Θεοῦ, καταπλουτήσαντες δὲ τὸ θεῖον αὐτοῦ καὶ ζωοποιὸν Πνεῦμα. Προσάγομέν τε καὶ ἡμεῖς εὐκαρπίαν νοητὴν αὐτῷ, τήν τε ἐξομολογίαν καὶ ᾠδὰς τὰς χαριστηρίους.
PG 70:1109Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεός. Ἀκούσατέ μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἀνάδειξ[ε]ιν ὑπισχνούμενος πλείστην τε καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν εἰς αὐτὸν πιστευόντων πληθὺν, οὕτω αὐτῇ προσδιαλέγεται, καθάπερ ἤδη συναγηγερμένῃ. Μυσταγωγεῖ δὲ λοιπὸν ὡς ἰδίους ὄντας προσκυνητὰς, ἵνα καὶ ἀληθὲς ὑπάρχειν ὁρῷτο τὸ γεγραμμένον περὶ αὐτῶν· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.6 Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ὧδέ τέ φησιν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· Μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.6 Ἐπηγγέλλετο δὲ καὶ τῆς ἐπὶ τούτῳ φιλοτιμίας τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ δὴ καί φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῆς ἑαυτοῦ παρουσίας, τῆς γενομένης ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ὅτι Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.6 Ὀρθῶς δὲ καὶ τοῦτο συνεὶς ὁ πάνσοφος Παῦλος γράφει, καί φησι τοῖς τούτου τετυχηκόσιν·
Ἡ ἐπιστολὴ ἡ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος.6 Οὐκοῦν ἀκούσατέ μου, φησὶ, τοῦτ’ ἔστι, τοὺς ἐμοὺς εἰσδέξασθε λόγους, καὶ μὴ καθάπερ ὁ Ἰσραὴλ ἐξήνιοι γένεσθε, τῇ τοῦ νομικοῦ γράμματος προσκείμενοι παλαιότητι, καὶ παρὰ τῶν τύπων ὁρῶντες οὐδέν. Μέχρι καιροῦ διορθώσεως ἡ διὰ Μωσέως τέθειται ἐντολὴ, φησίν. Ἐπειδὴ δὲ ὁ τῆς ἐνανθρωπήσεως οὐ προσδοκᾶται μᾶλλον, ἀλλ’ ἐνέστηκεν ἤδη καιρὸς, μεταχωρείτω πρὸς ἀλήθειαν ἡ σκιά. Ἐμοῦ τοίνυν ἀκούετε, λαός μου. Λέγων δὲ, λαός μου, τὴν πνευματικὴν οἰκειότητα τὴν δωρηθεῖσαν αὐτοῖς ἐπὶ καιροῦ προί̈σχεται, δυσωπῶν, ὥς γε οἶμαι, καὶ διὰ τούτου, καὶ προθυμοτέρους ἀποτελῶν εἴς γε τὸ χρῆναι, φημὶ, τὸν παρ’ αὐτοῦ προσήκασθαι λόγον. Καλεῖ δὲ οὐχὶ μόνους τοὺς τελοῦντας ἐν λαοῖς, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ βασιλέας, ἵνα τοὺς ἄρχοντας ἤτοι τοὺς τῶν λαῶν ἡγουμένους ἐννοῇς.
Ἀπὸ γὰρ τῆς τῶν πιστευσάντων πληθύος παρεκομίσθησαν εἰς τοῦτο πολλοὶ, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί· εἶτα μετ’ ἐκείνους κατ’ ἴχνος ἰόντες οἱ μετ’ αὐτοὺς τὸ τῆς βασιλείας ὄνομα περιετέθησαν· ἅτε δὴ καὶ βασιλείας ὄνομα πεπλουτηκότες, τεταγμένοι δὲ καὶ εἰς τὸ καθηγεῖσθαι λαῶν. Καὶ γοῦν ὡς ἐκ πολλῆς ἄγαν χαρᾶς χαριστηρίους ᾠδὰς ἀνατείνουσι Θεῷ λέγοντες· Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.6 Ψάλλει δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος Μελῳδός· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ.6 Ὦ τοίνυν λαοὶ καὶ βασιλεῖς, φησὶν, ἀκούσατέ μου, καὶ ἐνωτίσασθε, καὶ τί τὸ μέλλον ἐπαγγέλ[λ]εσθε. Νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Νόμον ἐν τούτοις τὸ θεῖόν τε καὶ εὐαγγελικὸν ὀνομάζει κήρυγμα.
PG 70:1111Καὶ γάρ ἐστιν ἑτεροειδὲς μὲν ὥσπερ τὸ θέσπισμα τὸ νέον τε καὶ σωτήριον· νόμου δὲ ὥσπερ ἀρχαίου μεταβολὴ πρὸς τὸ ἄμεινον, καὶ μετάστασις τύπων ἐκδεδραμηκότων πρὸς ἀλήθειαν. Ἔφη γοῦν ὁ Χριστός· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.6 Ἀλλ’ ὁ μὲν ἐν γράμμασι νόμος ἐδόθη διὰ Μωσέως· κήρυγμα δὲ τὸ σωτήριον, τοῦτ’ ἔστι τὸ εὐαγγελικὸν, ἐξῆλθε διὰ Χριστοῦ. Καὶ γὰρ ἦν ἀκόλουθον, Μωσέα μὲν τῆς σκιᾶς καὶ τύπου γενέσθαι διάκονον, ὡς ἔοικε, γνώσεώς τε καὶ ἀληθοῦς λατρείας τῆς ἐν πνεύματι φωτιστὴν γενέσθαι Χριστόν. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινόν. Ἐπιφέρει δὲ τούτοις, ὅτι Ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.
Κρίσιν ἐνταῦθά φησιν ἢ τὴν ὁσίαν καὶ φιλάνθρωπον αὐτοῦ ψῆφον, τὴν ἐξενεγκοῦσαν εἰς φῶς ἐθνῶν τὴν παρ’ αὐτοῦ χάριν, ἤγουν κρίσιν, τὴν εὐθύτητα καὶ δικαιοκρισίαν, ἤτοι τὴν δικαιοσύνην, τὴν εὐαγγελικὴν δηλονότι. Οὕτω γὰρ ὁ θεσπέσιος Δαβὶδ τῶν ἱερῶν κηρυγμάτων διαμέμνηται λέγων· Σὺ ἡτοίμασας εὐθύτητα, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.6 Εἰ δὲ τὸ θεῖόν τε καὶ σωτήριον κήρυγμα πεποιῆσθαί φησιν ἐν Ἰακὼβ ἐν τούτοις, καὶ οὐχὶ μᾶλλον καὶ ἐν τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλὰ χρὴ μεμνῆσθαι Θεοῦ λέγοντος ἐναργῶς· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.6 Καὶ μὴν καὶ διὰ φωνῆς αὐτοῦ τοῦ θεσπεσίου Δαβίδ· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ [δῆλον δὲ ὅτι Θεοῦ καὶ Πατρὸς]1 ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.6 Ἦσαν μὲν γὰρ ἐξ Ἰσραὴλ οἱ πατέρες καὶ ἡ ἐπαγγελία, ἡ νομοθεσία τε καὶ ἡ διαθήκη.
Ἐπειδὴ δὲ γεγόνασιν ἀποστάται δυσάγωγοι, καὶ Κυριοκτόνοι, μεταπεφοίτηκε λοιπὸν διὰ τοῦτο ἡ χάρις, καὶ γέγονεν εἰς φῶς τῶν ἐθνῶν ἁπάντων. Ἐγγίζει μοι ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Οὐκ ἐᾷ ταῖς ἀδικίαις καταμαραίνεσθαι τῶν κεκλημένων τὴν προθυμίαν, οὔτε μὴν εἰς χρόνους μακροὺς ἀνάκλησιν ἔσεσθαι τῆς ἐλπίδος φησὶν, ἀλλ’ οἷον κατὰ πόδα τῶν λόγων τρέχουσαν ἀποφαίνει τὴν ὑπόσχεσιν. Ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἀμβακοὺμ, ἤτοι πρὸς αὐτὸν εἰρημένον παρὰ Θεοῦ· Ἔτι μικρὸν, ἔτι μικρὸν ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.6 Αἱ γὰρ τῶν ἀγαθῶν ἐλπίδες, παρὰ τῶν προσδοκώντων αὐτὰς διψώμεναι, τῷ μελλησμῷ κατατήκουσι.
PG 70:1113Ταύτῃτοί φησιν ἐγγίζειν ἑαυτοῦ τὴν δικαιοσύνην. Καὶ εἰ μὲν τῷ προςώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς ἐπὶ τῷδε λόγους ἀνάπτειν ἐθέλοιμεν, φαμὲν ὅτι δικαιοσύνην αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἡμεῖς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἀφίκετο γὰρ εἰς τόνδε τὸν κόσμον, οὐχ ἵνα κρίνῃ μᾶλλον αὐτὸν, ἀλλ’ ἵνα σωθῇ δι’ αὐτοῦ. Ἐσώθη δὲ οὐχ ἑτέρως πλὴν ὅτι διὰ πολλῆς ἡμερότητος. Ἔφη γὰρ, ὅτι Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.6 Καὶ πάλιν· Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.6 Ψάλλει δὲ καὶ Δαβὶδ, καὶ δὴ καί φησι πρὸς αὐτόν· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.6 Οὐκοῦν ἐν τῇ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνῃ, τοῦτ’ ἔστιν, ἐν Χριστῷ, σεσώσμεθά τε καὶ ἡγιάσμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι.
Εἰ δὲ αὐτὸς εἴη Χριστὸς ὁ λέγων τὸ, Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, δικαιοσύνην οὐδὲν ἧττον συνήσεις ἐν τούτοις, ἢ τὴν παρ’ αὐτοῦ δικαιοῦσαν χάριν, ἤγουν τὸ εὐαγγελικὸν καὶ οὐράνιον κήρυγμα, δι’ οὗ τῆς ἀρεσκούσης αὐτῷ δικαιοσύνης ἐγνώκαμεν τὴν ὁδὸν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.6 Τὴν δέ γε δικαιοσύνην καὶ σωτήριον ὀνομάζει, καὶ μάλα εἰκότως. Παντὸς γὰρ ἡμᾶς ἐξέλκει κακοῦ, καὶ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττουσα πρὸς ζωὴν ἀναφέρει τὴν ἀμήρυτον. Ὑπισχνεῖται δέ τι καὶ ἕτερον. Ἔθνη γὰρ ἐλπιοῦσι, φησὶν, εἰς τὸν βραχίονά μου. Καὶ μὴν καὶ νήσους ὑπομένειν αὐτὸν διισχυρίζεται. Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, δεσμοῖς ἀῤῥήκτοις ἐνειλημμένη, τοῖς τῆς ἁμαρτίας, φημὶ, καὶ ταῖς τοῦ παμπονήρου καὶ ἀρχεκάκου δράκοντος ὑπενεχθεῖσα πλεονεξίαις αἰχμάλωτος ἦν, καὶ ἐν ἐσχάταις ταλαιπωρίαις ἀνεπικούρητος οὖσα παντελῶς.
Οὐ γὰρ ἦν ὁ ἀπαλλάξαι δυνάμενος τῆς οὕτω πικρᾶς καὶ ἀφύκτου συμφορᾶς· οὐκ ἦν ὁ τὸν τῆς πλεονεξίας συνθραύων ζυγὸν, ἀλλ’ ἦσαν, ὡς ἔφην, ἐν δορυκτήτων μοίρᾳ, γυμνοὶ μὲν ἁπάσης ἐλπίδος τῆς ἀναφερούσης εἰς ζωὴν, ἔρημοι δὲ παντὸς ἀγαθοῦ πράγματος. Οἱ γὰρ ὅλως τὸν φύσει καὶ ἀληθῶς ὄντα Δεσπότην οὐκ ἐγνωκότες, ἄθεοι πάντως που καὶ ἐλπίδα μὴ ἔχοντες διετέλουν ἐν κόσμῳ, κατὰ τὴν τοῦ μακαρίου φωνὴν Παύλου. Ἀλλ’ οἱ πάλαι, φησὶν, ἀσθενεῖς, καὶ οἷον εἰς γῆν ἐῤῥιμμένοι, τὸν ἐμὸν βραχίονα λαβόντες εἰς σωτηρίαν τὴν ἀδόκητον κερδανοῦσιν ἐλπίδα. Βραχίονα δὲ τοῦ Πατρὸς τὸν Υἱὸν ὀνομάζει πανταχοῦ τὸ Γράμμα τὸ ἱερόν. Δύναμις γάρ ἐστιν αὐτοῦ. Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὸν αὐτοῦ τοῦ Υἱοῦ βραχίονα νοεῖν, ἐφ’ ὃν ἡ τῶν ἐθνῶν ἐλπὶς ἔσται καλουμένων εἰς σωτηρίαν, τὴν αὐτοῦ συνήσεις δύναμιν τὴν θεοπρεπῆ καὶ ἐξαίσιον, δι’ ἧς συντρίψει τὸν Σατανᾶν καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, σέσωκε τοὺς ἐξ ἐθνῶν.
PG 70:1115Ἔφη γὰρ αὐτός· Ἢ πῶς δύναταί τις εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθεῖν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;6 Ἔφη δὲ καὶ ὁ Δαβίδ· Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῇ ἰσχύϊ τοῦ βραχίονός σου διεσκόρπισας τοὺς ἐχθρούς σου.6 Ἐλπὶς οὖν ἄρα Χριστὸς καὶ σωτηρίας ὁδὸς οὐχὶ μόνοις γέγονε τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς ἔθνεσιν· ὃν δὴ καὶ ὑπομενοῦσι νῆσοι. Καὶ νήσους, ὥς γε οἶμαι, φησὶ τὰς ἐξ ἐθνῶν ἐκκλησίας, αἳ καθάπερ ἐν μέσῃ θαλάττῃ κείμεναι, ταῖς τῶν πραγμάτων προσβολαῖς ὡς ὑπὸ κυμάτων πληττόμεναι, τὸν τῆς εὐδοκιμήσεως στέφανον ἀποφέρονται διὰ τῆς ὑπομονῆς. Κατεργάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.
Οὐκοῦν τὸ ὑπομένειν Θεὸν νοηθείη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι διὰ καρτερίας καὶ ὑπομονῆς εὐαρεστεῖν αὐτῷ, καὶ τῆς παρ’ αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἀξιοῦσθαι διὰ τοῦτο. Γέγραπται γὰρ, ὅτι Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.6 Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται. Τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Εἰς ἐλπίδα τοῖς ἔθνεσιν ἑαυτὸν ἔσεσθαι λέγων, ἀναγκαίαν αὐτοῖς ἐξυφαίνει τὴν μυσταγωγίαν. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι κολλᾶσθαι Θεῷ κατ’ οἰκειότητα τὴν πνευματικὴν, τοὺς οὐκ εἰδότας αὐτὸν, πλὴν ὅτι διὰ τοῦ τῆς ἀρχαίας ἀπαλλάττεσθαι πλάνης, καὶ βρόχων ἔξω γενέσθαι καὶ σκαιότητος διαβολικῆς, καταπλουτῆσαι δὲ τὴν ἀληθῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶσιν.
Εἰσβολὴ γὰρ ὥσπερ τῆς εἰς Θεὸν οἰκειότητος τὸ εἰδέναι τε σαφῶς καὶ ὁμολογεῖν, ὅτι Θεὸς ἕτερος παρ’ αὐτὸν οὐδείς. Οὐκοῦν ἐπειδήπερ ᾤοντο μὲν Θεὸν εἶναι τὸν οὐρανὸν, καὶ τοῖς τῶν ἄστρων περιφανεστέροις προσκυνεῖν ἀνεπείθοντο, καὶ αὐτὴν δὲ τὴν ὑπὸ πόδας ἁπάντων κειμένην ἐσέβοντο γῆν, ἀποφοιτήσαντες ὁλοτρόπως τῶν τῆς εὐσεβείας δογμάτων, καὶ τίς ὁ φύσει τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· ταύτῃτοί φησιν, ἑτεροφυᾶ τὴν κτίσιν ὡς πρὸς ἑαυτὸν ἀποφαίνων·
καὶ ἀσύγκριτον οὖσαν τὴν διαφορὰν ποιητοῦ καὶ ποιήματος εὖ μάλα διαδεικνὺς, ἐπαίρειν κελεύει τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τοῦτ’ ἔστιν, αὐτὸ κατασκέπτεσθαι τὸ στερέωμα καὶ τὰ ἐν αὐτῷ, κατιέναι δὲ πάλιν τὸν νοῦν καὶ εἰς τὴν γῆν, ἤτοι πρὸς θεωρίαν τῶν ἐν αὐτῇ, ζώων τε, φημὶ, καὶ ἁπαξαπλῶς ἀπάντων τῶν ἐν αὐτῇ, κἂν εἰ ἕλοιντο θαυμάζειν αὐτὸν, μὴ μέχρι τούτου στῆσαι τὸν νοῦν, ἀλλ’ ἐκ τῆς τῶν ἔργων μεγαλειότητος ἀναμετρεῖν τοῦ τεχνησαμένου τὴν δύναμιν, καὶ τοῦ πάντων γενεσιουργοῦ τὴν ὑπερτάτην καὶ ἄῤῥητον δόξαν. Εἰθίσμεθα δέ πως τὴν περὶ Θεοῦ γνῶσιν συλλέγειν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς, καὶ ἐκ τῆς τῶν κτισμάτων μεγαλουργίας τε ὁμοῦ καὶ τάξεως. Γελᾷ γοῦν ὁ Παῦλος τοὺς παρ’ Ἕλλησι σοφοὺς, ὅτι σοφίας δόκησιν καίτοι ἑαυτοῖς περιπλάττοντες, ἀβελτηρίας ἁπάσης ἀνάμεστον ἔχουσι τὴν καρδίαν.
PG 70:1117Ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.6 Ἐπιτιμᾷ γοῦν καὶ ἑτέροις, ὡς ἐπιστρέφουσι πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, καὶ δουλεύειν αὐτοῖς ἐθέλουσι παρὰ τὸ εἰκός. Ὅτι γὰρ τοῖς νουνεχεστέροις οὐ τοῦ πλανᾶσθαι πρόφασιν ἂν ἐντέκοι τῆς δημιουργίας τὸ κάλλος, ἀφορμὰς δὲ γνώσεως ἀληθοῦς τῆς περὶ Θεοῦ, διεσάφησεν εἰπών· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης.6 Οὐκοῦν ὅταν θαυμάσητε, φησὶ, στερεωθέντα τὸν οὐρανὸν, καὶ οἷον ἐν εἴδει καπνοῦ ὁρώμενον, ἀλλ’ ἴστε, φησὶν, ὅτι πρὸς τὸ εἶναι παρενηνεγμένα λυθήσονται πάλιν. Τὰ γὰρ ἀρχὰς γενέσεως ἔχοντα καταλήξει πάλιν εἰς τὸ οὐκ εἶναί ποτε. Παλαιωθήσεται τοίνυν ἡ γῆ, φησὶ, τοῦτ’ ἔστιν, ἀφανισθήσεται, καὶ οἱ κατοικοῦντες αὐτὴν ἀποθανοῦνται, καθάπερ ταῦτα.
Θάνατον δὲ τῶν στοιχείων εὐφυῶς ὀνομάζει τὴν εἰς τὰ ἀμείνω μεταβολήν. Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.6 Ἐλευθερωθήσεται δὲ τίνα τρόπον; σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· Ἥξει γὰρ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ μὲν οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαυθήσονται πάντα· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.6 Οὐκοῦν τὸν τῆς κτίσεως ἀνακαινισμὸν οἷον ἐκ νεκρῶν ἀνάστασιν, καθάπερ ἐπὶ σωμάτων τῶν ἀνθρωπίνων ἔσεσθαί φησι. Λυομένων δὲ τῶν στοιχείων τὸ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, φησὶν, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ.
Σωτήριον μὲν οὖν καὶ δικαιοσύνην, καθάπερ πλειστάκις εἴπομεν, ἀποκαλεῖ τὸν Υἱόν· ἑαυτοῦ δὲ λέγων αὐτὸν, τὴν ἰδιότητα δείκνυσιν, ἣν ἔχει πρὸς αὐτὸν, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὁ Υἱός. Πλὴν εἰς τὸν αἰῶνα ἔσται, φησὶ, καὶ οὐ μὴ ἐκλείπῃ. Ὅση δέ τίς ἐστιν ἡ διαφορὰ δημιουργοῦ τε καὶ κτίσεως, ποιητοῦ καὶ ποιήματος, ἐμφανίζει διὰ τούτων· Ἡ μὲν γὰρ κτίσις παλαιωθήσεται, καὶ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενηνεγμένη οὐκ ἀμέτοχος ἔσται καὶ φθορᾶς. Ὁ δέ γε τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης Θεὸς Λόγος, ὁ δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, εἰς τὸν αἰῶνα ἔσται, καὶ οὐ μὴ ἐκλείπῃ. Τοῦτο διδάσκει λέγων καὶ ὁ θεσπέσιος Μελῳδὸς, Κατ’ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.
Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.6 Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ αὐτῶν· οὐ μὴ φοβηθήσεσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσεται ὑπὸ τοῦ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, καὶ τὸν ἁπλούστερον αὐτοῖς ἐοικότα τε ταῖς αὐτῶν διανοίαις ἐξυφήνας λόγον [γάλα γὰρ τοῖς ἔτι τὴν ἕξιν νηπιάζουσι πρεπωδέστερον]1 διαλέγεται πάλιν τοῖς ἀνδρείοις ἤδη, καὶ εὐσθενεστέραν ἔχουσι τὴν καρδίαν, καὶ εὖ βεβηκότα τὸν νοῦν … εἴ … τληπαθεῖν ... καὶ εὐσεβείας οὐδὲν ἡγεῖται …
PG 70:1119Τίνες δ’ ἂν εἶεν οὗτοι, ἐναργὲς εἰπών· Οἱ εἰδότες κρίσιν, τοῦτ’ ἔστιν, οἱ καθάπερ τινὲς τραπεζῖται δόκιμοι, τῶν πρακτέων ἕκαστα δοκιμάζοντες, καὶ ἀκριβῶς διακρίνοντες, καὶ τὸ μὲν καλὸν κατέχοντες, ἀπεχόμενοι δὲ ἀπὸ παντὸς πονηροῦ πράγματος. Οὗτοι δέ εἰσιν οἱ τὸν νόμον τοῦ Θεοῦ εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καὶ ὥσπερ τινὰ παιδαγωγὸν καὶ ἰθυντῆρα σοφὸν αὐτὸν δέχεσθαι μεμελετηκότες. Ψάλλει γοῦν ὁ Δαβὶδ καί φησι περὶ παντὸς δικαίου καὶ σοφοῦ, ὅτι Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.6 Πρᾶγμα δὴ οὖν σωτήριον, τὸ εἰς νοῦν ἡμῶν καὶ καρδίαν ἀπόθετον ὥσπερ τὸν θεῖον ποιεῖσθαι νόμον. Ὥσπερ γὰρ ἐξ ὕλης χαλκῆς, ἤγουν ἑτέρας τινὸς τοιαύτης, ἄγγος κατεσκευασμένον, εἶτα πῦρ ἐνσεσωρευμένον ἔχον διαμένει θερμὸν, οὕτω καὶ ἀνθρώπου ψυχὴ τὸν θεῖον εἰς νοῦν ἔχουσα νόμον ζέει πάντως τῷ πνεύματι.
Φησὶ δέ τις τῶν ἁγίων μαθητῶν, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἀποψυχθήσεσθαι τὴν ἀγάπην τῶν πολλῶν. Ἀκούσατε τοίνυν, φησὶν, οἱ εἰδότες κρίσιν, καὶ τὸν ἐμὸν ἐν καρδίᾳ φοροῦντες νόμον. Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε Πάντες μὲν γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· πάσχοντες δὲ δι’ εὐλάβειαν, τοὺς παρὰ τῶν οὐκ εἰδότων αὐτὴν τωθασμοὺς ὑπομένουσιν. Ἀλλ’ οὐδὲν ἡγεῖσθαι τὰ τοιαῦτα χρὴ, νοεῖν δὲ μᾶλλον, ὅτι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Καὶ διὰ τοῦτο ἔφασκεν· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν κύριον αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ·6 ἕτι τε πρὸς τούτοις·
Μακάριοί ἐστε ὅταν διώξωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.6 Χρὴ τοιγαροῦν ὑμᾶς ἄθραυστον ἔχειν περὶ ταῦτα νοῦν, καὶ διαπτύειν ὡς ἕωλον τὸν τῶν διωκόντων γέλωτα, καὶ λοιδορίας μὲν ἁπάσης ὑπερφρονεῖν, ἡγεῖσθαι δὲ μᾶλλον πάσης εὐκλείας πρόφασιν τὸ διώκεσθαι δι’ εὐσέβειαν, καὶ τὸ λοιδορεῖσθαι διὰ Χριστόν. Τί γὰρ ὕβρις ἀδικήσει, καὶ λόγος ἀναβρασθεὶς ἐξ ἀσυνέτου καρδίας τὸν εὐδοκιμοῦντα δι’ ὑπομονῆς; Ὅτι γὰρ τὸ μὲν τῶν παθόντων εὐκλεὲς ἐκλάμψει κατὰ καιροὺς, οἰχήσονται δὲ πρὸς τὸ μηδὲν οἱ φαυλίσαντές τε καὶ ὀνειδίσαντες, πεπληροφόρηκεν εἰπὼν, ὅτι Ὥσπερ ἱμάτιον παλαιωθήσονται ὑπὸ χρόνου, καὶ ὡσεὶ ἔριον βρωθήσονται ὑπὸ σητός.
Ἑτοιμότατα δὲ πρὸς τὸ παθεῖν τὴν παλαίωσίν τε καὶ σῆψιν, ἔριόν τε καὶ ἱμάτιον. Ἀλλ’ ἡ δικαιοσύνη μου, τοῦτ’ ἔστιν ἡ παρ’ ἐμοῦ δικαίωσις, καὶ ἡ δοθησομένη σωτηρία μακρὰ καὶ ἀμήρυτος ἔσται, καὶ εἰς γενεὰς δραμεῖται πολλὰς, τοῦτ’ ἔστι, στήσεται διηνεκῶς. Οὐκοῦν ὀλίγα παθόντες δι’ εὐσέβειαν, ἀμφιλαφεστέραν εὑρήσομεν τὴν ἀντιμισθίαν. Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος, ὅτι Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.6 Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. Ἔοικεν ἐν τούτοις τῆς τοῦ Ἰσραὴλ κλήσεώς τε καὶ ἐπιστροφῆς ποιεῖσθαι μνήμην.
PG 70:1121Κεκλήσεται γὰρ καὶ αὐτὸς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ μετά γε τὴν τῶν ἐθνῶν εἰςδρομήν. Γέγραπται γοῦν ἐν προφήταις· Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὔτε ἱερατείας, οὔτε δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτου ἡμερῶν.6 Ὅτι γὰρ ἐν τούτοις ὁ προφήτης Δαβὶδ ὀνομάζει τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ἐνδοιάσειν οἶμαι παντελῶς οὐδένα. Τεθνεῶτος γὰρ ἤδη τοῦ θεσπεσίου Δαβὶδ, πολλοῖς ὕστερον χρόνοις οἱ τῆς προφητείας γεγόνασι λόγοι. Οἶδε δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐσομένην κατὰ καιροὺς τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως κλῆσιν.
Ἔφη γὰρ αὐτὸς ποτὲ μὲν, ὅτι Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται·6 ποτὲ δὲ καὶ αὐτοῖς τοῖς ἐξ ἐθνῶν πιστεύσασι προσδιαλέγεται, καί φησιν, ὡς περὶ φυτοῦ καὶ ἐλαίας· Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, ἵνα σὺ ἐγκεντρισθῇς, μὴ κατακαυχῶ τῶν κλάδων.6 Οὐ γὰρ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ. Ὥσπερ γὰρ σὺ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, οὕτω καὶ αὐτοὶ οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. Ὦ τοίνυν Ἱερουσαλὴμ, φησὶν, ἐξεγείρου. Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς, ὃ δὴ γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.6 Διαγρηγόρησον τοίνυν, ἤγουν ὡς ἐκ νεκρῶν ἐγέρθητι, φησίν·
ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, καὶ οὐκ αἰσθητοῦ βραχίονος, νοητοῦ δὲ μᾶλλον, τοῦ τῆς ψυχῆς, καθ’ ἥν ἐστιν ἐναργῶς εἰς κατόρθωσιν ἀρετῆς. Ἠσθένησε μὲν γὰρ ὁμολογουμένως ὁ Ἰσραὴλ ἐμπαροινήσας Χριστῷ, ἐπιστραφεὶς δὲ καὶ ἀνανήψας ἐνδύσεται πάλιν τὴν παρὰ Χριστοῦ δύναμιν. Καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, Ἐπιστράφηθι, Ἰσραὴλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου. Εἴρηται δὲ καὶ περὶ αὐτῶν διὰ φωνῆς Ἱερεμίου παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες, καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.6 Ἀποπέπτωκε γὰρ ὁλοτρόπως ὁ Ἰσραὴλ, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, τοῦ καὶ ὅλως δύνασθαί τι πληροῦν τῶν τελεῖν εἰωθότων ἐξαίρετον ζωήν.
PG 70:1123Ἀλλ’ ἐξεγείρου, φησὶν, ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς ἐν γενεᾷ αἰῶνος, ὥστε σε πρὸς τοῦτο δραμεῖν, καὶ ἀναφοιτῆσαι πάλιν εἰς ὅπερ ἦσθα καὶ ἐν ἀρχαῖς, ὅτε παρήχθη πρὸ, ὕπαρξιν ἡ ἀνθρώπου φύσις, ἤγουν ὁ πρῶτος ἄνθρωπος, πρὶν ἁλῶναι βρόχοις σκαιότητος διαβολικῆς, καὶ ποιήσασθαι παρ’ οὐδὲν τὴν δοθεῖσαν ἐντολήν. Ἀναμορφοῖ μὲν γὰρ ἡμᾶς εἰς ἐκεῖνον Χριστὸς, καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλλος ἐν ἡμῖν ἀναζωγραφεῖ, τοὺς ἑαυτοῦ χαρακτῆρας ἐντιθείς· γεγόναμεν γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. Γράφει γοῦν ὁ πανάριστος Παῦλος τοῖς μετὰ τὴν πίστιν εἰς τὴν τοῦ νόμου σκιὰν ἐξ ἀμαθίας παρενηνεγμένοις· Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὖ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.6 Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις;
Εἰς ἀνάμνησιν ἀναφέρει τὸν Ἰσραὴλ τῶν ἐν Αἰγύπτῳ μεγαλουργημάτων. Ἠλευθέρωσε μὲν γὰρ σκληρᾶς καὶ ἀφύκτου δουλείας αὐτοὺς, ἐξείλετό τε χειρὸς τῆς καταθλιβούσης οὐ φορητῶς, διεβίβασέ τε διὰ θαλάσσης μέσης. Ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ πορεύσιμον ἦν τοῖς λελυτρωμένοις τὸ ῥόθιον· ἔτρεχον γὰρ ὡς ἐπὶ ξηρᾶς. Καὶ οὐκ αὐτῶν μὲν ἔργα ταυτὶ, παραδοξοποιίας δὲ μᾶλλον ἐπίδειξις τῆς πανσθενεστάτης δεξιᾶς. Θεὸς γὰρ ἦν, ὡς ἔφην, ὁ βάσιμον αὐτοῖς ἀποφαίνων τὴν ὑγράν. Πλὴν ὡς αὐτῆς ἔργα τῆς Ἱερουσαλὴμ τὰ δι’ αὐτὴν γεγονότα φησὶν, ὁμοῦ καὶ θαῤῥεῖν ἀναπείθων, ὅτι πιστεύσαντες εἰς Χριστὸν παντὸς περιέσονται πειρασμοῦ, καὶ πάσης ἰσχύος ἐχθροῦ κατευμεγεθήσουσιν. Ὁ γὰρ πάλαι διαγαγὼν αὐτοὺς ἐπὶ θαλάσσης μέσης, καὶ ὁδὸν διαβάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἀποφήνας αὐτὴν, ἀποσοβήσει πάλιν πανσθενῶς, καὶ τὰ ἐσόμενα παρά τινων ἔσθ’ ὅτε διώξει.
Γέγραπται γὰρ, ὅτι Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.6 Οὐκοῦν Θεός ἐστιν ὁ λέγων πρὸς τὴν Ἱερουσαλήμ· Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν;6 καὶ τὰ ἑξῆς. Ἤγουν καὶ καθ’ ἕτερον συνήσεις τρόπον τῶν προκειμένων τὴν δύναμιν. Ἐπειδὴ γὰρ κέκληται πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, λέγοντος τοῦ Θεοῦ καὶ Πατρός· Ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου·6 διαγρηγορήσασα τρόπον τινὰ, καὶ εἰς ἀνάμνησιν ἀνενηνεγμένη τῆς ἰσχύος αὐτῆς, προσδιαλέγεται, καί φησιν αὐτῇ· Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, καὶ τῆς ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἡμῖν, ὁδὸν ἀποφήνασα τὴν διὰ κυμάτων; Καὶ εἰκός γε δήπου, τῶν ἤδη γεγενημένων τὴν πεῖραν εἰς πίστιν ἀκλόνητον τῶν ἑξῆς ἐσομένων δεδέχθαι παρ’ αὐτῶν.
Ὁ γὰρ διὰ μέσης θαλάσσης διαγαγὼν αὐτοὺς, καταργήσει πάντως καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τῶν ἐν κόσμῳ πραγμάτων τὴν εἰκαίαν τε καὶ ἄμικτον τύρβην ἕωλον ἀποφανεῖ, ὡς κατὰ μηδένα τρόπον ἐναποπνιγῆναι φροντίσι κοσμικαῖς τὰς τῶν κεκλημένων ψυχάς· ἀλλ’ ἐπέκεινα μὲν διελάσει πειρασμοῦ παντὸς, σεσωσμένους δὲ καὶ λελυτρωμένους δοξολογεῖν αὐτὸν λέγοντας· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.6 Δεξιὰ δὲ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ἕτερος ἂν εἴη τις παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.
PG 70:1125Διαπλάττει πάλιν τοῦ λόγου τὸ σχῆμα κατὰ τὴν τῶν ἤδη συμβεβηκότων αὐτοῖς δύναμιν. Πολυτρόπως γὰρ Θεῷ προσκρούοντες, καὶ ταῖς τῶν εἰδώλων λατρείαις καθάπερ τισὶ βόθροις ἐνολισθήσαντες, οὐ μετρίως κατεμιαίνοντο· παρωσάμενοι δὲ καὶ τὴν τοῦ πανσόφου Μωσέως ἐντολὴν, ἐτράποντο πρὸς διδασκαλίαν καὶ ἐντάλματα ἀνθρώπων. Τούτων ἕνεκα πάντων δέδονται κατὰ καιροὺς τοῖς Βαβυλωνίοις, καὶ ἦσαν αἰχμάλωτοι τὴν Περσῶν τε καὶ Μήδων νεμόμενοι χώραν. Ἀλλ’ ἠλέηνται πάλιν. Κύρου γὰρ ἀνέντος αὐτοὺς κατὰ βούλησιν Θεοῦ, καὶ ἀποτρέχειν αὐτοῖς ἐφέντος, εἰς τὴν Ἰουδαίαν ἀνεκομίζοντο χαίροντες, καὶ ἀλαλάζοντες, καὶ τὰς εἰς Θεὸν ὑμνῳδίας οἷά τινα στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων, καὶ τὴν ἐπὶ ταῖς τελευταίαις κλήσεσι θυμηδίαν εὖ μάλα διαμορφοῖ.
Ἐπιστραφήσονται γὰρ παρὰ Κυρίου, φησὶ, καὶ ἥξουσιν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, τοῦτ’ ἔστι, τὴν Ἐκκλησίαν, εὐφραινόμενοί τε καὶ χαίροντες. Ἔσται γὰρ ἐπὶ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη, καὶ ἀγαλλίαμα καταλήψεται αὐτούς. Στεφανοῖ γὰρ ὥσπερ τὰς τῶν πιστευόντων ψυχὰς, καὶ πάσης αὐτὰς ἐμπίμπλησι χαρᾶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης ὁ τῶν ὅλων Σωτὴρ, δοξολογούμενος παρ’ αὐτῶν, καὶ χορδὴ καὶ λύρα γεγονὼς αὐτοῖς. Ὅπου δὲ ὅλως κλῆσις καλοῦσα πρὸς μετάγνωσιν, καὶ ἐπιστροφὴν, καὶ εἰς ἀπόνιψιν ἁμαρτίας, τὴν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ, ὅπου Πνεύματος ἁγίου χορηγία τε καὶ χάρις, καὶ υἱοθεσίας τιμὴ, καὶ ἀτελευτήτων ἀπόλαυσις ἀγαθῶν, καὶ οὐρανῶν βασιλείας ἐλπὶς, ἐκεῖ που πάντως ἐστὶ καὶ τὸ κατευφραίνεσθαι δεῖν, ἀπέδρα δὲ καὶ ὀδύνη, λύπη, καὶ στεναγμός.
Ποῖον γὰρ ἕξει τόπον ὀδύνη, καὶ ἐπὶ τίσιν ἂν γένοιτο στεναγμὸς, ἔνθα τοῦ στενάζειν καὶ ὀδυνᾶσθαι πρόφασις μὲν οὐδεμία παντελῶς, κατακρατεῖ δὲ μᾶλλον ἐλπὶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, θυμηδίας τε τῆς ἀναποβλήτου καὶ χαρᾶς; Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε. Γνῶθι τί οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Καὶ ἐπελάθου τὸν Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν, καὶ θεμελιώσαντα τὴν γῆν. Καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόςωπον τοῦ θλίβοντός σε. Ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε, Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ. Τὸ, Ἐγώ εἰμι, φησὶν ἐν τούτοις, ἀντὶ τοῦ, ζῶ καὶ ὑπάρχω· καὶ γάρ ἐστιν αὐτὸς ὁ Ὤν.
PG 70:1127Ἀξίωμα δὲ τοῦτο θεοπρεπὲς καὶ ἐξαίσιον· ἔνεστι γὰρ μόνῃ τῇ πασῶν ἐπέκεινα φύσει τὸ εἶναί τε καὶ ζῇν, οὐ μεθεκτῶς παρ’ ἑτέρου λαχούσῃ ταῦτα, οὔτε μὴν δοτὸν ἐχούσῃ τὸ χρῆμα, αὐτῆς δὲ μᾶλλον οὔσης τῆς ζωῆς. Οὐκοῦν, Εἰμὶ μὲν ἐγὼ, φησὶν, ὁ παρακαλῶν σε, τοῦτ’ ἔστιν, ὁ πᾶσαν παράκλησιν πνευματικὴν δωρούμενος, καὶ ἀνέχων ταῖς ἐπικουρίαις εἰς τὸ ἐρηρεῖσθαι καλῶς, πρός γε τὸ δεῖν ἰέναι μετ’ εὐτολμίας εὐθὺ πάσης ἀρετῆς. Ἢ τάχα που καὶ παράκλησιν ἐν τούτοις καὶ καθ’ ἕτερον συνήσεις τρόπον. Ἐκάλει γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων ὁ Σωτὴρ εἰς ἀπόνιψιν ἁμαρτίας τὴν διά γε, φημὶ, τῆς εἰς αὐτὸν πίστεως εἰς μέθεξιν ἁγίου Πνεύματος, καὶ καύχημα, καὶ δόξαν υἱοθεσίας. Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰσραὴλ, ἐμοῦ μὲν τοῦ ὄντος οὐ κατέδεισας ὑπερορῶν, καὶ καταφρονήσας τοῦ καλοῦντος εἰς ζωὴν, ἐφοβήθης δὲ ἀπὸ ἀνθρώπου φθαρτοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.
Εἶτα ἀπελάθου τοῦ ποιήσαντός σε Θεοῦ, τοῦ τεκτηναμένου τὸν οὐρανὸν, διιδρύσαντος δὲ τὴν γῆν, ἐφόβου δὲ τὸ πρόςωπον τοῦ θλίβοντός σε. Αἰτιᾶται δὲ Θεὸς ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ μέχρι παντὸς διετέλεσαν τῇ τοῦ Σωτῆρος ἀντανιστάμενοι δόξῃ, καὶ τό γε ἧκον εἰς αὐτοὺς, οὐδὲν οὖσαν αὐτὴν παντελῶς ἀποφαίνοντες. Ἐθαυματούργει μὲν πολυτρόπως· οἱ δὲ τοὺς ὑπὲρ θαῦμα πικροὺς κατέχεον λόγους θεοσημίας· ἔφασκον γὰρ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια. Ταῖς ὑπὲρ νόμου εἰςηγήσεσι κατεκήλησε πολλάκις τοὺς ἀκροωμένους· οἱ δὲ πρὸς τοῦτο κατώλισθον δυσσεβείας, ὥστε τοῖς ἐπαινοῦσιν ἐπιτιμᾷν, καὶ λέγειν· Δαιμόνιον ἕχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ; Ἐδεδίεσαν τοίνυν τὰς τῶν Φαρισαίων ἐπιβουλάς· καὶ μαρτυρήσει λέγων ὁ μακάριος εὐαγγελιστής·
Ἔγνωσαν τοίνυν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν.6 Ἤδη γὰρ συνέθεντο οἱ Ἰουδαῖοι, ἐὰν αὐτὸν ὁμολογήσῃ Χριστὸν εἶναι, ἀποσυνάγωγος γένηται. Ἐπιτιμᾷ δὲ τοῖς νομοδιδασκάλοις καὶ αὐτὸς ὁ Σωτὴρ λέγων· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους κωλύετε.6 Αἰτιᾶται τοίνυν τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ἐκ πολλῆς ἄγαν ἀσυνεσίας καταφρονήσαντας τοῦ ὄντος τε καὶ ζῶντος Θεοῦ, τοῦ τὸν οὐρανὸν ἀναστήσαντος λόγῳ, καὶ θεμελιώσαντος τὴν γῆν, προτιμήσαντας δὲ μᾶλλον τὴν εἰς ἀνθρώπους αἰδῶ, καὶ φωνὴν δεξαμένους ἀνθρώπων φθαρτῶν, οἳ πόαις ἐν ἴσῳ ξηραίνονται. Ὅτι γὰρ ἔμελλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κόλασιν, οἱ τὸ ἔκτοπον αὐτοῖς ἐπιτιθέντες δόγμα [ ηυμφρ. λεγισσε ιδετυρ δεῖμα], καὶ ἀπαγαγόντες διὰ τοῦτο τοῦ χρῆναι τιμᾷν τὸν καλοῦντα πρὸς σωτηρίαν, πεπληροφόρηκε, προστιθείς·
PG 70:1129Ὃν τρόπον γὰρ ἐβουλεύσαντο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ. Γέγονε γὰρ τῶν Γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ὁ θυμὸς κατὰ τῶν ὑπὸ χεῖρα λαῶν· ἀλλ’ ᾤχοντο πρὸς ἀπώλειαν, καὶ δέδονται πρὸς σφαγήν. Καὶ οἱ μὲν πιστεύσαντες εἰς Χριστὸν, ἔχαιρον ἀνασεσωσμένοι, ἔξω τε γεγονότες τῆς θείας ὀργῆς. Οἱ δὲ οὐκ ἐχρόνισαν, τοῦτ’ ἔστιν, οὐκ εἰς μακρὰν ἀπολώλασι, πεπορθημένης ἁπάσης τῆς Ἰουδαίας, καὶ κατεμπρησθέντος τοῦ ναοῦ, καὶ ὠλοθρευμένης τῆς Ἱερουσαλὴμ, ὁμοῦ τοῖς οἰκοῦσιν αὐτήν. Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ ταράσσων τὴν θάλαςσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαβαὼθ ὄνομά μοι. Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾖ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιὼν, ὅτι Θεός μου εἶ σύ.
Αἰτιασάμενος τοὺς ἐξ Ἰσραὴλ, ὡς φοβηθέντας μὲν ἀνθρώπους, ἤτοι τοὺς προεστάναι λαχόντας τῆς συναγωγῆς, αἰδοῖ τε τῇ πρὸς αὐτοὺς τοῖς τῆς ἀπειθείας τέλμασιν ἀσυνέτως ἐμβεβηκότας, ἀλογήσαντάς τε παντελῶς τῆς εἰς αὐτὸν ἀγάπης, διαδείκνυσιν ἐν τούτοις, ὅτι καὶ περιστάσεις, καὶ διωγμοὺς, οἵπερ ἂν συμβαίνωσι τοῖς εὐσεβεῖν ᾑρημένοις, καθίστησιν ἀμογητί· καὶ τὰς τῶν ἐπηρεαζόντων δυστροπίας, ἀπράκτους τε καὶ ἀδρανεῖς ἀποφαίνει, μεθιστὰς εἰς τὸ ῥᾷον τὰ λυπηρὰ, καὶ παρατρέπων εἰς εὐθυμίαν τῶν ἀνιαρῶν τὴν ἔφοδον. Δέχεται δὲ πρὸς παράδειγμα ταύτην τὴν ὁρωμένην πλατεῖαν θάλασσαν. Ἐγὼ γὰρ εἰμὶ, φησὶν, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαβαὼθ ὄνομά μοι. Ὥσπερ οὖν κυρτοῦται μὲν ἔσθ’ ὅτε τὸ κῦμα, καὶ ῥαγδαῖον τῇ χέρσῳ προσρήγνυται ταῖς τῶν ἀνέμων βίαις συνωθούμενον, μεταπίπτει δὲ πάλιν εἰς εὐδίαν καὶ γαλήνην εὐθὺς ἐθέλοντος Θεοῦ· κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον τὰ δεινὰ, καὶ δύσοιστα, καὶ παντὸς εἰς ἔσχατον ἀποφέροντα κακοῦ, μεθίστημι, φησὶν, οἱονεὶ πρὸς εὐδίαν κατανεύσας μόνον· πάντα γὰρ κατευνάσας θόρυβον, εἰς τὸ τῆς εὐθυμίας ἀνίημι πλάτος τοὺς τῆς εὐσεβείας ὑπεραθλεῖν ἑλομένους.
Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας αἰνιγματωδῶς ὑμνούμενον· Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐκόπασε τὰ κύματα αὐτῆς.6 Ἵνα δὲ παντὸς ἐνδοιασμοῦ δίχα παραδέχοιντο τὸ θαῤῥεῖν, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας δραμεῖται τὰ ἐπηγγελμένα, καὶ οὐκ ἄν ποτε διαψεύσαιτο τῆς παρ’ αὐτοῦ δοθείσης ἐπικουρίας ἡ ὑπόσχεσις· ἀναγκαίως φησὶν, ὅτι Κύριος Σαβαὼθ ὄνομά μοι. Εἰ γάρ ἐστι Κύριος τῶν δυνάμεων, πῶς ἀτονήσει πρὸς τὸ διασῶσαί τινας, ἣ ποῖον οὕτω τὸ δυσχερὲς, ἢ ἄναντες τῶν πραγμάτων, ἢ καὶ ἀνήνυτόν ἐστι τῇ πάντα ἰσχυούσῃ δεξιᾷ; Προσεπάγει δέ τι καὶ ἕτερον ἀρκοῦν εἰς ἐπικουρίαν, ὁμοῦ δὲ καὶ ἀποφαῖνον, ὅτι λέλυται μὲν ὁ ἐπ’ αὐτοῖς θυμὸς, πέπαυται δὲ τῆς ἀποστροφῆς τὸ βλάβος, καὶ λοιπόν εἰσιν ἐν λόγῳ παρ’ αὐτῷ, καὶ φειδοῦς ἠξίωνται καὶ ἀγάπης, ἤπερ ἂν πρέποι τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
PG 70:1131Θήσω γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὸ στόμα σου.6 Καὶ τί δὴ τοῦτό ἐστιν, ἔφη που ψάλλων ὁ θεσπέσιος Δαβίδ· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;6 Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,6 καθὰ γέγραπται. Ἀποσοβεῖ τοιγαροῦν τὸν βέβηλόν τε καὶ ἀλιτήριον ὁ τοῦ Θεοῦ θυμὸς [ αλ. νόμος] τοῦ καὶ ὅλως τῶν αὐτοῦ διαμεμνῆσθαι λόγων. Εἴρηται γάρ· Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.6 Πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οἱ καρδίαν ἔχοντες πονηρὰν, ἀγαθοὺς οὐκ ἂν ἐρεύξα[ι]ντο λόγους; Ἁγίοις οὖν ἄρα πρεπωδέστατον τὸ καὶ εἰς νοῦν ἔχειν τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀναβράττειν αὐτὸν, ὥσπερ διὰ γλώττης καὶ λόγου. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς ὡς ἤδη δικαίοις, καὶ ἡγιασμένοις ἐν πίστει, καὶ τὸ τῆς γνησιότητος λαβοῦσι καύχημα, τοὺς ἑαυτοῦ λόγους ἐντιθέναι τοῖς στόμασιν αὐτῶν, ἵνα τοῦ θείου νόμου συχνῶς διαμνημονεύοντες, τὴν τοῦ χρησίμου πρὸς σωτηρίαν αὐτοῖς εἰδεῖεν τρίβον.
Γέγραπται γὰρ περὶ δικαίου παντὸς, ὅτι Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.6 Καὶ πάλιν· Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.6 Ἀνέχει γὰρ ἡμᾶς ὁ τοῦ Θεοῦ νόμος εἰς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ εὖ βεβηκότα τὸν νοῦν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐπιτηδευμάτων ἔχειν· καὶ καταπίπτειν οὐκ ἐᾷ πρὸς τὰ χείρω, καὶ τοῦ πεφυκότος ἀδικεῖν ἀποφέρει νεανικῶς. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὡς ἤδη γνησίοις προσδιαλέγεται, προϋπισχνεῖταί τι καὶ ἕτερον. Σκεπάσω γάρ σε, φησὶν, ὑπὸ τὴν σκέπην τῆς ἐμαυτοῦ χειρός. Ἀξιόκτητον δὲ καὶ τοῦτο, καὶ ἐξαίρετον ἀγαθὸν, καὶ ἀποχρῶν εἰς σωτηρίαν τοῖς ἅπαξ ἑλεῖν ἠξιωμένοις αὐτό. Χεῖρα μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐχ ἕτερον εἶναι συνίεμεν, πλὴν ὅτι τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.
Τοὺς δέ γε ὑπ’ αὐτῷ γεγονότας ἀδικήσειεν ἂν οὐδὲν τῶν ὅσα πέφυκεν ἀδικεῖν. Ἔσονται γὰρ εὐσθενεῖς καὶ εὐτολμώτατοι, θορύβου τε παντὸς καὶ πειρασμῶν ἀμείνους, καὶ ἀνάλωτοι τῷ Σατανᾷ, καὶ σαρκικῆς ἁπάσης ἐπέκεινα βδελυρίας, καὶ πέρα παθῶν ψυχικῶν τε ἅμα καὶ σωματικῶν. Ὅτι δὲ παναλκὴς ἡ τοῦ Πατρὸς δεξιὰ διακεῖσθαι, παρασκευάζει προστιθείς· Ἐν ᾗ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. Εἰ γὰρ τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καθὰ γέγραπται, ἐρήρεισται δὲ καὶ ἡ γῆ πρὸς τὸ ἀκλονήτως ἔχειν· πῶς οὐκ ἂν ἀρκέσειεν εἰς τὸ σῶσαί τινας, τοὺς οἵπερ ἂν ἕλοιντο τὴν ὑπ’ αὐτοῦ σκέπην ποιεῖσθαι περὶ πολλοῦ; Τότε δὴ, τότε, φησὶν, ἐρεῖ Σιών· Θεός μου εἶ σύ. Ἐνταῦθά μοι βλέπε σαφῶς τε καὶ ἐναργῶς τῆς εἰς Χριστὸν πίστεως τὴν ὁμολογίαν εἰσενηνεγμένην.
Πάλαι μὲν γὰρ καίτοι θαυματουργοῦντα πολυτρόπως, καὶ τῇ λαμπρότητι τῆς θεοσημείας, τῇ ὑπὲρ λόγον καὶ θαῦμα, δόξαν ἔχοντα Χριστὸν, ἐκ πολλῆς ἄγαν ἀνοσιότητος ἀγνοεῖν ἔφασκον, οὐκ ἠγνοηκότες ἀληθῶς, ἀλλ’ ὑβρίζοντες. Τετολμήκασι γὰρ εἰπεῖν ἐκ πολλῆς ἄγαν ἐμβροντησίας, ἤγουν ἀπονοίας, καὶ ἀφιλοθέου φρονήματος· Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.6 Ἀλλ’ οἱ πάλαι, φησὶν, ἀρνούμενοι καὶ δυσσεβείας εἰς τοῦτο κατολισθήσαντες, λαβόντες ἐν γλώσσῃ τοὺς ἐμοὺς λόγους, καὶ ὑπὸ τὴν σκέπην τῆς ἐμῆς γενόμενοι χειρὸς δεξιᾶς, ἐπιγνώσονται τὸν Λυτρωτὴν, ὁμολογήσουσι λέγοντες πρὸς αὐτόν· Θεός μου εἶ σύ. Χρῆμα τοιγαροῦν σωτήριον ἡ πίστις, καὶ ὁδὸς εἰς ζωὴν ἀποφέρουσα τὴν ἀμήρυτον, τῆς εἰς Χριστὸν ὁμολογίας ἡ δύναμις.
PG 70:1133Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας, καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες· καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. Ὡς πεσούσῃ καὶ ἔτι κειμένῃ τῇ Ἰουδαίων Συναγωγῇ προσδιαλέγεται, καὶ ἀναστῆναι κελεύει, μονονουχὶ χεῖρα διδοὺς, καὶ κατοικτείρων ὡς Θεός. Καὶ οὐ δήπου φαμὲν σωματικὴν εἶναι τὴν ἔγερσιν, ὅτι μηδὲ τοιαύτην νοεῖσθαι προσήκει τὴν πτῶσιν, νοητὴν δὲ μᾶλλον, ὡς ἐν ἀπιστίᾳ τετελεσμένην. Οὐκοῦν ἐν πίστει τὸ τῆς ἐν τούτοις ἀναστάσεως ἀγαθόν. Πεπτώκασι γὰρ ὁμολογουμένως εἰς ὄλεθρον, οὐ προςηκάμενοι μὲν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, προσεσχηκότες δὲ μᾶλλον διδασκαλίαις τε καὶ ἐντάλμασιν ἀνθρώπων, καίτοι Θεοῦ λέγοντος ἐναργῶς διὰ φωνῆς Ἡσαί̈ου·
Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράττουσιν.6 Ἀειλογοῦντες γὰρ παρ’ αὐτοῖς τὸν διὰ Μωσέως νόμον, οἱ καθηγεῖσθαι λαχόντες, καὶ συχνῶς ἐκεῖνο βοῶντες· Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν, ἀπεκόμιζον τῶν ὑπὸ χεῖρα τὸν νοῦν τῆς εἰς Χριστὸν ἀγάπης, καὶ τῆς αὐτοῦ χάριτος ἀλογεῖν ἀναπείθοντες, πεπλανήκασιν αὐτοὺς, καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνέχεον, ὀρθοποδεῖν οὐκ ἐῶντες, ἤγουν δι’ εὐθείας ἔρχεσθαι τρίβου πρὸς τὴν ἐν πίστει δικαίωσιν, καίτοι τοῦ νόμου τελειοῦντος οὐδέν. Οὐκοῦν, Ἐξεγείρου, φησί· τοῦτό ἐστιν ἐναργῶς τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς, Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.6 Καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ·
Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν. Ὅτι δὲ πρέπουσαν καὶ ἰσοπαλῆ ταῖς αὐτῶν δυσσεβείαις ἐκτετίκασι δίκην ἐμπαροινήσαντες Χριστῷ, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ’ αὐτοῖς, θανάτῳ περιβαλεῖν τολμήσαντες, διαδείκνυσι λέγων· Ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέχεας, καὶ ἐξεκένωσας. Καὶ κόνδυ μέν φησι τὸ κρῖμα· τὸ δὲ, Ἐξεκένωσας, ἐν τούτοις οὐχὶ τὸ, Ἐξέχεας, κατασημαίνειεν ἂν, ἐκεῖνο δὲ μᾶλλον, ὡς Ἅπαν ἐκπέπωκας, τοῦτ’ ἔστι, πλήρη τὸν θυμὸν εἰσεδέξω τὸν παρὰ Κυρίου, καὶ ἰσόῤῥοπον τοῖς παρανομήμασιν ὑπομεμένηκας τὴν ὀργήν. Κακοὶ γὰρ κακῶς ἀπολώλασι, τοῦτο μὲν πεπορθημένης αὐτῶν ἁπάσης τῆς χώρας, ὁμοῦ δὲ τοῖς Ἱεροσολύμοις καὶ αὐτοῦ δὲ κατεμπρησθέντος τοῦ περιβοήτου ναοῦ, καὶ προσέτι τῆς εἰς Θεὸν ἐλπίδος ἀπολισθήσαντες, καὶ τῆς τῶν ἁγίων ἀγέλης ἐξεωσμένοι.
PG 70:1135Τούτων δὲ ἁπάντων συμβεβηκότων σοι, φησὶ, καὶ οἷον μεμεθυσμένης πληρεστάτῳ θυμῷ, οὐδεὶς παρέστη τῶν σῶν τέκνων· οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐκ ἦν ὁ παρακαλῶν. Πλεῖστοι μὲν γὰρ ἦσαν παρ’ αὐτοῖς Λευῖται καὶ ἱερεῖς, Γραμματεῖς τε καὶ Φαρισαῖοι, ταῖς παρὰ πάντων ἐντρυφῶντες τιμαῖς, ὑψοῦ τε ἠρμένοι διά τε τὸ προὔχειν καὶ προεστάναι τῶν ἄλλων· ἀλλ’ οὐδεὶς ἐκ πάντων ἀπεσόβησε τῆς Ἰουδαίας τὴν συμφορὰν τὴν ἐκ θείας ὀργῆς ἐπενηνεγμένην αὐτῇ. Οὐδεὶς ἦν τοσοῦτος, ὃς ἀφορήτοις ἐνειλημμένῃ κακοῖς κἂν γοῦν μετρίαν παράκλησιν προσεπενεγκεῖν δυνάμενος. Οὐκοῦν ἠδίκησαν μὲν ἀπάγοντες αὐτοὺς τῆς εἰς Θεὸν ἀγάπης, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν εἰς αὐτὸν ἀναπείθοντες πίστιν· ὤνησαν δὲ παντελῶς οὐδὲν, τοῖς τῆς ἀπωλείας βόθροις ἐνολισθήσαντες.
Δύο ταῦτα ἀντικείμενά σοι, καὶ τίς σοι συλλυπηθήσεται; Πτῶμα δὲ καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει; Οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου, ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ. Πλεῖστα μὲν ἄν τις ἀπαριθμήσαιτο τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα κακὰ κατὰ τὸν τῆς ἁλώσεως καιρὸν, τῆς ἐπί γε, φημὶ, Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτε πᾶσα μὲν ἐνεπρήσθη τῶν Ἰουδαίων ἡ χώρα, συμφορᾶς δὲ τρόπος οὐδεὶς ἐνέλειψεν αὐτοῖς, ἀλλ’ εἰς ἄκρον παντὸς διεληλάκασι κακοῦ, προαπηγγελκότος καὶ τοῦτο αὐτοῖς τοῦ πάντων Σωτῆρος Χριστοῦ. Ἀπεκομίζετο μὲν γὰρ ὑπὸ τῶν τοῦ Πιλάτου στρατιωτῶν ἐπὶ τὸν τοῦ σταυροῦ τόπον. Ἐπειδὴ δὲ εἵποντο κλαίουσαι γυναῖκες αὐτῷ, στραφεὶς πρὸς αὐτὰς ἔφη·
Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ’ ἐμοὶ, κλαίετε δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.6 Καὶ πάλιν· Ὅταν εἰδῆτε κυκλουμένην ἀπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσετε ἐφ’ ἡμᾶς.6 Καὶ διὰ πλείστων ὅσων τῆς ἀνηκέστου συμφορᾶς τὸ βάρος προαπηγγέλλετο διὰ προφητῶν ἁγίων. Ταῦτα δὲ νῦν ἡ τῶν προκειμένων ἡμῖν στίχων ὠδίνει δύναμις. Ὦ γὰρ ἀθλία, φησὶν, Ἱερουσαλὴμ, δύο σοι ταῦτα ἀντίκειται, φησὶν, ἀντὶ τοῦ, μάχεται καὶ πολεμεῖ. Καὶ ποῖα ταῦτά ἐστι; Πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα. Ἐν τούτοις μὲν, ὡς ἐν βραχεῖ καὶ συνεσταλμένως, ἡ τοῦ πολέμου συμφορὰ σημαίνεται. Πλὴν ἐκεῖνο ἀθρητέον οὐ παρειμένως. Τέσσαρας γὰρ ἀπαριθμησάμενος, δύο φησὶν αὐτά. Πτῶμα γὰρ, ἔφη, καὶ σύντριμμα, καὶ λιμὸν, καὶ μάχαιραν.
Καὶ τί ἄρα φαμέν; ἢ πῶς ἂν εἶεν δύο τὰ ὠνομασμένα; Κἂν εἰ πλειόνων ἔχοιεν δόξαν, τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συνάπτει λόγος. Οἷόν τί φημι· Ἕπεται πάντως τῷ πίπτειν ἡ συντριβὴ, καὶ τῷ λιμῷ μάχαιρα, τοῦτ’ ἔστιν ὁ θάνατος. Δύο δὴ οὖν τὰ πρῶτα, τοῦτ’ ἔστι, πτῶμα καὶ λιμός· ἑπόμενα δὲ τούτοις, σύντριμμά τε καὶ μάχαιρα. Τούτων οὖν ἄρα, φησὶ, συμβεβηκότων, τίς ὁ ἐπαμῦναι δυνάμενος καὶ ἀποσοβῆσαι τῆς συμφορᾶς τὴν ἔφοδον; τοῦτο γὰρ ἡ παράκλησις ἐνθάδε δηλοῖ. Ἆρα γὰρ, φησὶν, ἀρκέσουσιν υἱοί σου πρὸς τοῦτο; καίτοι καὶ αὐτοὺς ἔστιν ἰδεῖν ἐξηπορημένους, τοῦτ’ ἔστιν, οὐδὲν ἔχοντας, ὃ βουλεύσονταί τε καὶ δράσουσιν εἰς παραψυχὴν ἑαυτοῖς, εἰς ὄνησιν τῶν ἰδίων ψυχῶν. Καθεύδουσι γὰρ ἐπ’ ἄκρου πάσης ἐξόδου.
PG 70:1137Κατασκήψαντος γὰρ τοῦ πολέμου, τῆς Ἰουδαίων χώρας ἐξέδραμον οἱ δυνατοὶ, καὶ κατειλήφασι τὰς τῆς χώρας ἐσχατιὰς, ἵνα εἶεν ἕτοιμοι πρὸς φυγήν. Οἱ μὲν γὰρ ὡς πρὸς ὁμόρους τοὺς Αἰγυπτίους, οἱ δὲ καὶ ὡς γείτονα τῶν Μωαβιτῶν, ἤγουν τὰς ἑτέρας τῶν προσοίκων ἐθνῶν καταλαμβάνειν ἠπείγοντο χώρας. Ἦσαν δὲ ἐπ’ ἄκρου πάσης ἐξόδου, τοῦτ’ ἔστιν, ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς, ὡς ἔφην· οὐκ ἐγρηγορότες, ἤγουν δρᾶσαί τι δυνάμενοι τῶν ὅσα ἐστὶν οὐκ ἀσυντελῆ τοῖς παθοῦσιν εἰς ὄνησιν, ἀλλ’ οἷον μεμεθυσμένοι, καὶ καρηβαροῦντες, καὶ κείμενοι, παρειμένοι τε οὕτως τὰς φρένας, καὶ ἐκλελυμένοι τὸν νοῦν, ὡς σευτλίον ἡμίεφθον. Καὶ ποία τούτων ἡ πρόφασις; Πεπλήρωνται γὰρ θυμοῦ Κυρίου, αἰτία τε τῆς ἐκλύσεως αὐτοῖς αὕτη γέγονε.
Πεφύκαμεν γὰρ ἀεί πως, ὅτε καὶ ταῖς εἰς λῆξιν καὶ ἀπαρακλήτοις βαλλόμεθα συμφοραῖς, μονονουχὶ καὶ ἐξεστηκότα τὸν νοῦν ἔχειν ἐν ἑαυτοῖς, καὶ οὐδένα πόρον εὑρίσκειν τὸν διασῶσαι δυνάμενον, θεηλάτου μάλιστα καθ’ ἡμῶν ὄντος τοῦ κακοῦ. Διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Ἰδοὺ εἴληφα ἐκ χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὐ προσθήσῃ πιεῖν αὐτὸ ἔτι, καὶ δώσω, καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· Κύψον ἵνα παρέλθωμεν, καὶ ἔθηκας τῇ γῇ ἴσα τὰ μέσα σου, ἔξω τοῖς πορευομένοις. Κατοικτείροντος οἱ λόγοι, καὶ ἀνασειράζοντος μὲν τοὺς θυμοὺς, ἀνιέντος δὲ μᾶλλον εἰς εὐθυμίαν αὐτούς.
Τεταπεινωμένην γὰρ ὀνομάζει καὶ μεθύουσαν. Ἱκαναὶ γὰρ, ὡς ἔφην, αἱ πέρα μέτρου συμφοραὶ, καὶ εἰς ἔσχατον κακοῦ κατενεγκεῖν τοὺς ἁλισκομένους, καὶ μεθύουσαι τοὺς πεπονθότας, πλὴν οὐκ ἀπ’ οἴνου, καθά φησι. Τὸ γὰρ Κυρίου ποτήριον, οὐκ αἰσθητὸν νοεῖταί ποθεν, οὐδὲ τὸ ἐν αὐτῷ κρᾶμα τοιοῦτον, ὡς καὶ νοεῖσθαι κοινόν. Ἔθος δὲ μᾶλλον τῇ θεοπνεύστῳ Γραφῇ, ποτήριον ὀνομάζειν τὴν ἐκνεμηθεῖσαν ἑκάστῳ μοῖραν, ἢ ἀδίκῳ τυχὸν, ἢ καὶ ἀγαθῷ. Οἷόν τί φημι. Ψάλλει, καί φησι περὶ τῶν ἀλιτηρίων ὁ θεσπέσιος Δαβίδ· Πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.6 Κλῆρος οὗτος ηὐτρέπισται παρὰ Θεοῦ τοῖς οὐκ εἰδόσιν αὐτὸν, καὶ ψῆφος αὐτοὺς ἡ παγχάλεπος καταλήψεται. Πῦρ γὰρ ὥςπερ καὶ θεῖον ἐκπίνοντες, διηνεκῆ καὶ ἀνίκητον ὑπομένουσι δίκην.
Ἁρμόσειε δ’ ἂν δικαίῳ παντὶ τὸ χρῆναι λέγειν· Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσομαι.6 Τὸ γὰρ ὅλως εἰδέναι τε καὶ ἐπικαλεῖσθαι τὸν τῶν ὅλων Κύριον, γένοιτ’ ἂν τοῖς τοῦτο δρᾷν εἰωθόσι σωτήριον κρᾶμα. Οὐκοῦν οὐκ ἀπὸ οἴνου φησὶ μεμεθύσθαι τὴν Ἱερουσαλὴμ ὁ τὰ δίκαια κρίνων Θεὸς, ἀλλ’ ἐξ ἀνηκέστου συμφορᾶς, καὶ δυσπραγίας οὐ φορητῆς. Δίκαια δὲ κρίνει, τοῖς μὲν ἀγαθοῖς τὸν ἐοικότα κλῆρον ἐκνενεμηκὼς, τοῖς γε μὴν οὐκ οὖσι τοιούτοις ἐπιτιμῶν, ἵν’ ἑαυτῶν ἀμείνους ἀναδεδειγμένοι, τῶν μὲν τῆς φαυλότητος τρόπων ἀποφοιτήσειαν, μεταστήσειαν δ’ ἂν τὸ φρόνημα πρός γε τὸ βούλεσθαι φρονεῖν τε καὶ δρᾷν τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νόμοις. Πλὴν ἰδοὺ, φησὶν, εἴληφα τὸ ποτήριον τῆς πτώσεως ὡς ἐκ χειρός σου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό.
PG 70:1139Κεκλήσεται γὰρ, ὡς ἔφην, εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ἐντρυφήσει μεθ’ ἡμῶν τοῖς ἄνωθεν ἀγαθοῖς. Ἔσται δὲ καὶ αὕτη χαρισμάτων μέτοχος ἱερῶν, καὶ πλοῦτον ἕξει πνευματικόν. Καὶ τούτου μάρτυς ὁ προφήτης λέγων· Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὔτε δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.6 Δαβὶδ γὰρ ἐν τούτοις τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν ὁ προφητικὸς ὀνομάζει λόγος. Καὶ τούτου σαφὴς ἀπόδειξις, τεθνεῶτος καὶ ἤδη τοῦ θεσπεσίου Δαβὶδ πλείσταις ὅσαις ὕστερον γενεαῖς γενέσθαι τὴν προφητείαν.
Οὐκοῦν ἕως μὲν οὔπω κέκληται πρὸς τὴν διὰ πίστεως χάριν, οὔπω τὸ ποτήριον ἀπέθετο τῆς ὀργῆς. Ἐπειδὰν δὲ τῇ πίστει τιμήσει Χριστὸν, τότε δὴ πάντως ληφθήσεται μὲν παρ’ αὐτῆς τὸ ποτήριον, ἐντρυφήσει δὲ καὶ αὐτὴ τοῖς ἄλλοις ἀγαθοῖς ὁμοῦ, περὶ ὧν γέγραπται, ὅτι Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ μᾶλλον ἀγαλλίαμα καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἀπέδρα γὰρ ὀδύνη, λύπη, καὶ στεναγμός. Πλὴν ὅταν ληφθῇ τὸ ποτήριον ἀπ’ αὐτῆς, δοθήσεται τῷ τῶν ἀδικησάντων αὐτὴν ἐσμῷ.
Ἠδίκησαν δὲ κατὰ τίνα τρόπον; Ὀρθοποδῆσαι μὴ συγχωρήσαντες, μήτε μὴν ἀμώμητον ἐλάσαι τρίβον, δι’ ἦς δύνασθαι τὴν εὐάρεστον τῷ Θεῷ κατορθοῦντας ζωὴν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν φαιδρότητα κατημφιεσμένους, ὁμοῦ τοῖς πιστεύσασιν εἰς Χριστὸν εἰς τὴν ἄνω καταντῆσαι πόλιν. Τίνες οὖν ἄρα νοηθεῖεν οἱ ἀδικήσαντες αὐτήν; Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ πρόχειρόν τε καὶ ἐμφανὲς εἰπεῖν, πρῶτον μὲν οἱ καθηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς, οἳ δὴ μάλιστα τὸ ποτήριον ἐκπεπώκασι τοῦ θυμοῦ. Ὅσῳ γὰρ διαπρεπεστέραν εἶχον παρὰ τοὺς ἄλλους τὴν εὐθυμίαν, τοσούτῳ φορτικωτέραν ἐσχήκασι τοῦ πολέμου τὴν ἔφοδον, τιμῆς καὶ δόξης, πλούτου καὶ τρυφῆς, καὶ αὐτοῦ δὴ τοῦ ζῇν ἐξωθούμενοι. Εἰ δὲ χρή τι καὶ τῶν κεκρυμμένων εἰπεῖν [ἀναγκαῖον δὲ οἶμαι καὶ τοῦτο]1, φαμὲν ἠδικῆσθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκ ἀπό γε τῶν καθηγεῖσθαι λαχόντων μόνον, ἀλλὰ γὰρ καὶ ἀπὸ σκαιότητος διαβολικῆς, οὐκ ἐώσης αὐτοὺς τὸ θεῖον εἰς νοῦν εἰσδέξασθαι φῶς, ἵνα δὴ συνεῖεν τὸν καλοῦντα πρὸς σωτηρίαν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττοντα δίκης, καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξέλκοντα, φημὶ δὴ Χριστόν.
PG 70:1141Καὶ τούτου μάρτυς ὁ Παῦλος, ὡδὶ γεγραφώς· Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης Χριστοῦ.6 Ναὶ μὴν καὶ αὐτὸς ὁ Υἱὸς ταῖς Ἰουδαίων ἀγέλαις ἔφη τι συμβῆναι τοιοῦτον, καὶ διήλεγξεν ἐναργῶς, ὡς ἐκ πνεύματος ἀκαθάρτου σκληροὶ γεγόνασι καὶ ἀπειθεῖς, καὶ εἰς πᾶν ὁτιοῦν ἀπεφέροντο τῶν κακῶν. Ἔφη γὰρ, ὅτι Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν· καὶ ὅταν μὴ εὕρῃ, ὑποστρέφει, φησὶ, λέγον· Ὑποστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον· τότε παραλαμβάνει ἕτερα ἑπτὰ πονηρὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν προτέρων.
Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.6 Λελατρεύκασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι θεοῖς, καὶ ἦν ἐν αὐτοῖς τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωσέως, καὶ τῶν πρακτέων τὸν ὁριστὴν ἐδέχοντο νόμον [ἤκουον λέγοντος ἐναργῶς· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις]1, ἀπελήλαται τῆς καρδίας αὐτῶν καὶ τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ οὐκ ἐσχήκασιν ἐν ἑαυτοῖς τὸν τοῦ Θεοῦ φόβον, οὔτε μὴν ἔνοικον ἐδέξαντο διὰ πίστεως τὸν Ἰησοῦν [Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως,6 καθὰ γέγραπται]1· σχολάζοντα τὸν τόπον τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀκάθαρτον πνεῦμα τεθεαμένον, εἰσελήλατο πάλιν, καὶ κατῴκησεν ἐν αὐτοῖς, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὅτι δὲ καὶ τὸν προδότην ἐν μαθηταῖς τοιοῦτον γενέσθαι παρεσκεύασεν ὁ τῆς ἀσεβείας εὑρετὴς, οὐκ ἀσυμφανές.
Γέγραπται γὰρ, ὅτι μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν τετιμώρηται μὲν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, κατασκοτίζοντος αὐτὴν τοῦ Σατανᾶ, καὶ οὐκ ἐῶντος ἰδεῖν τοῖς τῆς διανοίας ὄμμασι τὸ τοῦ κόσμου φῶς, τοῦτ’ ἔστι Χριστόν. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπιστροφὴν, δέδοται δὲ τὸ ποτήριον τοῦ θυμοῦ καὶ τὸ κόνδυ τῆς πτώσεως εἰς χεῖρας τῶν ἀδικησάντων αὐτήν· τετιμώρηνται αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καθιέντος αὐτὰς εἰς ᾅδην τοῦ πάντων Σωτῆρος Χριστοῦ, καὶ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασομένους τηρεῖν. Αὗται γὰρ ἦσαν αἱ λέγουσαι· Ἱερουσαλὴμ, κύψον ἵνα παρέλθωμεν, Ἡ δὲ ὑπετίθει τὰ μέσα τῇ γῇ τοῖς δι’ αὐτῆς πορευομένοις, τοῦτ’ ἔστιν, ἑαυτὴν ὑπέστρωσε καὶ ὑπετίθει τοῖς ἐθέλουσι καταπατεῖν.

Discourse V (Book V)Λόγος Εʹ (Liber V)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 70:1143Τοῦτο δὲ δρῶσιν αἱ πονηραὶ δυνάμεις, ὅταν ἴδωσι ψυχὴν παρειμένην, καὶ τὸν ἴδιον παραῤῥίπτουσαν νοῦν, εἰς τὸ ὑποκεῖσθαι θέλειν εὐκόλως ταῖς ἑαυτῶν ἀνοσίαις καὶ θεομισέσι βουλαῖς. ΒΙΒΛΙΟΝ Ε, ΤΟΜΟΙ ΕΞ. ΤΟΜΟΣ Α. Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιὼν, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Σιών τε καὶ Ἱερουσαλὴμ ἀκούων ἐν τούτοις, μὴ πόλεις ἁπλῶς τὰς ἐκ λίθων ἐγηγερμένας καταδηλοῦσθαι νομίσῃς. Σημαίνει δὲ μᾶλλον τῆς προφητείας ὁ λόγος τῶν κεκλημένων διὰ τῆς πίστεως τὴν ὁμήγυριν, ἤγουν Ἐκκλησίαν ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων καὶ ἐξ ἐθνῶν. Τό γε μὴν, Ἐξεγείρου, λέγων, καὶ μάλα συχνῶς, δαψιλεστάτην αὐτοῖς χαρίζεται τὴν παράκλησιν.
Ὥσπερ, γὰρ καθά φησιν ὁ πάνσοφος Παῦλος, Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·6 οὕτως, ἔνθα πολὺ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ ἰσοπαλὴς ταῖς συμφοραῖς παράκλησις, μᾶλλον δὲ πολὺ λίαν τῶν ἀμυδρῶν ἀμφιλαφεστέρα. Ἐνδύσασθαι δὲ προστέταχε τὴν ἰσχὺν αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν. Καὶ ἰσχὺς μὲν ἡ κατ’ ἐνέργειαν πρακτικὴ νοοῖτ’ ἂν εἰκότως, καθ’ ἣν ἡ ἑκάστου ψυχὴ πρὸς τόδε τι τυχὸν τῶν πρακτέων ἴεται σὺν φρονήματι νεανικῷ. Δόξα δὲ τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῆς δόξης Κύριον, ὅς ἐστι Χριστός; πρὸς ὅν πού φησι καὶ ὁ θεσπέσιος μελῳδὸς, ποτὲ μὲν, ὅτι Ἐξεγέρθητι, ἡ δόξα μου·6 ποτὲ δὲ πάλιν περὶ παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν, ὅτι Τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.6 Ἐνδυσόμεθα δὲ τίνα τρόπον τήν τε δόξαν, καὶ τὴν ἰσχὺν αὐτὴν, διεσάφησεν ἡμῖν ὁ πάνσοφος Παῦλος.
Ἔφη δὲ πάλιν· Ἐνούσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.6 Καὶ προσέτι τούτῳ· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.6 Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαί̈ας ὡς ἐν τάξει γυναικὸς πολυτρόπως ὡραϊσμένης τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκόμικε λέγων· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.6 Ἄμφιον οὖν ἄρα Χριστὸς ἁγίῳ παντὶ πρεπωδέστατον· καὶ χιτὼν εὐφροσύνης τῆς νοητῆς, πρόξενος ἡμῖν ἰσχύος καὶ δόξης. Ἁγίαν δὲ πόλιν ὀνομάζει τὴν Ἐκκλησίαν. Ἡγιάσθη τε γὰρ οὐ διά γε τῆς κατὰ νόμον λατρείας [τετελείωκε γὰρ ὁ νόμος οὐδένα]1, ἀλλὰ σύμμορφος γενομένη Χριστῷ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνὸς, κατὰ μέθεξιν δηλονότι τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, πάντα ῥύπον ἀπονιψάμενοι, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι.
PG 70:1145Δεδικαιώμεθα γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ τὴν παρ’ αὐτοῦ πρὸς πᾶν ὁτιοῦν ἀσφάλειαν πεπλουτήκαμεν, καὶ οἷον τετειχίσμεθα τῇ παρ’ αὐτοῦ χάριτι, πᾶσαν ἡμῶν ἀποσοβοῦντος ἔφοδον διαβολικὴν, καὶ τὰς τῶν ἀντικειμένων δυνάμεων ἀγρίας ἐπαναστάσεις. Καὶ τοῦτο διδάσκει λέγων ὡς πρός γε τὴν Σιὼν, ἤγουν τὴν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· Οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Ἱστορικῶς μὲν γὰρ τοιῶσδε συνήσεις τὸ εἰρημένον· Τὰ περίοικα τῆς Ἱερουσαλὴμ ἔθνη, ἀπερίτμητα καὶ ἀκάθαρτα νοηθεῖεν ἂν, οὔτε Θεὸν εἰδότα τὸν φύσει καὶ ἀληθῶς, οὔτε μὴν τὴν διά γε τοῦ νόμου λαχόντα παιδαγωγίαν· ἐμάχοντο δὲ καὶ μάλα συχνῶς πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὥστε καὶ ἀμείνους ὁρᾶσθαι πλεισταχοῦ τῆς ἐνούσης δυνάμεως αὐτοῖς, μονονουχὶ δὲ καὶ παρῄεσαν δι’ αὐτῆς, ὡς ἐῤῥιμμένην ὑπὸ πόδας ἔχοντες αὐτήν.
Ἀπὸ δὲ τῶν ἱστορικῶς συμβαινόντων ἔσθ’ ὅτε, φέρε, διαπλάττωμεν τὰ πνευματικά. Τὰ τῶν δαιμονίων στίφη, τοῦτ’ ἔστιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ σὺν αὐτοῖς ὁ βέβηλος Σατανᾶς, τὰς οὔπω γεγενημένας ὑπὸ Θεῷ ψυχὰς ὑπὸ πόδας ἔχουσι, καὶ οἷον διέρχονται δι’ αὐτῶν, ἐγκόπτοντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος· ἐπειδὰν δὲ Θεῷ προσῳκειωμέναι δόξαν καὶ ἰσχὺν ἔχωσιν αὐτὸν, τότε δὴ, τότε πεπαύσεται τὰ τῆς ἐκείνων πλεονεξίας. Γέγραπται γὰρ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.6 Ἀπερίτμητοι οὖν καὶ ἀκάθαρτοι νοηθεῖεν ἂν αἱ βδελυραὶ, καὶ βέβηλοι, καὶ ῥύπου παντὸς ἐμποιητικαὶ, καὶ πονηραὶ, καὶ ἀντικείμεναι δυνάμεις. Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι, καὶ κάθισον, Ἱερουσαλήμ.
Ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών. Καυχημάτων ἁγιοπρεπῶν ἀποφαίνει λοιπὸν ἐπιστήμονα· καὶ τίνα τρόπον ἐνδύσεται τὴν ἰσχὺν τοῦ βραχίονος αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν, διδάσκει σαφῶς. Πρῶτον μὲν ἀποτινάξασθαι κελεύει τὸν χοῦν, ἀναστῆναί τε οὕτω, καθίσαι τε, καὶ ἐκδύσασθαι τὸν δεσμὸν τοῦ τραχήλου· καὶ χοῦν ἐν τούτοις, καθάπερ ἐγᾦμαι, νοεῖσθαι προσήκει τὸ γεῶδες φρόνημα, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν ἀκαθαρσίαν. Ὥσπερ γὰρ τοῖς χαμαὶ κειμένοις πᾶσά πως ἀνάγκη χοῦ καὶ κόνεως ἀναπίμπλασθαι, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον, καὶ τοῖς τὸν νοῦν ἔχουσι χαμαιῤῥιφῆ καὶ γεῶδες τὸ φρόνημα, οἱ τῆς σαρκικῆς ἀκαθαρσίας ἐνιζάνουσι λογισμοί. Χρὴ τοιγαροῦν ἡμᾶς κεκλημένους εἰς οἰκειότητα τὴν πνευματικὴν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ αὐτὸν ἐνδύσασθαι μέλλοντας ὡς ἰσχὺν καὶ δόξαν, προαποτινάξασθαι τὸ χοϊκὸν καὶ γεῶδες φρόνημα, καὶ προκαθᾶραι τὸν νοῦν, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
PG 70:1147Τοῦτο δράσαντες ἀνιστάμεθα, τοῦτ’ ἔστιν, ὀρθῷ καὶ βεβηκότι κεχρήμεθα νῷ, καὶ ἐρηρεισμένῃ καρδίᾳ, κατά γε τὸ ἑτέρωθί που δι’ ἑνὸς τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· Στῆσον σεαυτὴν, Σιών.6 Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ὅτι Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.6 Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν· Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ,6 τοῦτ’ ἔστι, τὸ ἀραρός τε καὶ ἱδρυμένον τῆς ἑαυτοῦ βασιλείας ἔχει διηνεκῶς. Σωματικὸν γὰρ οὐδὲν ἐπὶ Θεοῦ νοεῖσθαι πρέπει. Ἕψεται δὲ τῷ καθίσαι, τοῦτ’ ἔστι, τῷ βέβαιόν τε καὶ ἱδρυμένον ἐσχηκέναι τὸ φρόνημα, καὶ τὸ ἐκδύσασθαι τὸν δεσμὸν τοῦ τραχήλου. Σειραῖς μὲν γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὑπενηνέγμεθα δὲ καὶ ὑπὸ ζυγὰ τῆς ἁμαρτίας, καὶ αὐτοῦ δὲ τοῦ Σατανᾶ.
Ἀλλ’ ἐν Χριστῷ καὶ τούτων ἐλευθερούμεθα· καὶ διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καθὰ γέγραπται, καὶ ἀποῤῥίψαντες ἀφ’ ἑαυτῶν τὸν ζυγὸν αὐτῶν, ἐλευθέρῳ τε καὶ ἀνειμένῳ φρονήματι κατορθοῦμεν τὸ ἀγαθόν. Οὕτω πού φησι πρὸς ἡμᾶς δι’ ἑνὸς τῶν προφητῶν ὁ τῶν ὅλων Θεός· Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα, καὶ καταπατήσετε ἀνόμους· διότι ἔσονται ὡς σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν.6 Ἐπιφέρων δὲ τούτοις, Ἡ αἰχμάλωτος θυγάτηρ Σιὼν, πρῶτον μὲν ἐφίησιν ἐννοεῖν, ὅτι κατοικτείρει Θεὸς τοὺς ὑπὸ ζυγὰ πεσόντας διαβολικὰ, καὶ τῇ ἁμαρτίᾳ δουλεύσαντας. Εἶτα πρὸς τούτῳ διαδείκνυσιν, ὅτι πίπτομεν εἰς τοῦτο, καίτοι μετὸν μὴ παθεῖν αὐτό. Αἰχμάλωτον γὰρ ὀνομάσας τὴν Σιὼν, καὶ θυγατέρα φησὶν αὐτήν.
Εἶτα πῶς ἦν ἐφικτὸν τοῖς τῆς αἰχμαλωσίας ἁλῶναι βρόχοις τὴν τοῦ Θεοῦ θυγατέρα, καὶ δόξης τῆς οὕτω λαμπρᾶς ἠξιωμένην; Τίς οὖν ἄρα πρὸς τοῦτο καθῆκεν αὐτήν; Οὐχ ἡ τοῦ [σώ] ζῶντος ἀσθένειά ποθεν, ἀλλ’ ἡ τῆς παθούσης βουλὴ καὶ προαίρεσις, ἔξω δραμούσης τῆς τοῦ Πατρὸς εὐσπλαγχνίας, διὰ τοῦ μᾶλλον ἑλέσθαι τὸ πονηρὸν, καὶ ψήφῳ τῇ πρὸς τὸ χεῖρον καταλῦσαι τὸ ἀγαθόν. Ὅτι τάδε λέγει Κύριος· Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυθρωθήσεσθε. Αἰχμάλωτον αὐτὴν ὀνομάσας, ἀναγκαίως ἐπάγει καὶ τὰ τοῖς εἰς τοῦτο πεσοῦσι ταλαιπωρίας ἀεὶ συμβαίνοντα. Ἀποφέρονται γὰρ εἰς δουλείαν, οὐδενὸς ὑπὲρ αὐτῶν καταθεμένου τιμὴν, ἀλλ’ ὡς ἆθλα, καὶ πολέμου καὶ βαρβαρικῆς ἐφόδου καρποί· βίᾳ γὰρ καὶ ἀνάγκη πρὸς ἀβούλητον καλοῦνται θητείαν.
Οὕτως ἔσεσθαί φησιν ὁ τῶν ὅλων Θεὸς καὶ τὴν λύτρωσιν αὐτῆς. Ἥρπασε γὰρ ὁ Σατανᾶς τὸ ἐπὶ τῆς γῆς γένος, καὶ οἷον αἰχμάλωτον ἔχων τὴν ὑπ’ οὐρανὸν ἀφορήτως κατεβιάζετο, τοῖς τῆς ἑαυτοῦ σκαιότητος ἐγκαταδήσας ζυγοῖς. Ἀλλὰ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὃς νενίκηκεν ὑπὲρ ἡμῶν· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ καταδήσας αὐτὸν, διήρπασε τὰ σκεύη, καὶ μετέθηκεν εἰς ἑαυτὸν ἅπαντας τοὺς ἐπὶ τῆς γῆς. Οὐκοῦν ὡς ἡρπάσθημεν, οὕτω καὶ λελυτρώμεθα. Οὐ γὰρ παρ’ ἑκόντος ἡμᾶς ἐξείλετο Χριστὸς, συντρίψας δὲ μᾶλλον αὐτοῦ τὴν ἰσχὺν, καὶ ἀποσοβήσας ὡς Θεὸς τῶν δαιμονίων τὴν φάλαγγα. Οὔτε τοίνυν ἀργυρίῳ πεπράμεθα, οὔτε τὸν ἴσον λελυτρώμεθα τρόπον· ἰσχύϊ δὲ μᾶλλον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.
PG 70:1149Ποιμὴν γὰρ ὑπάρχων ἀγαθὸς, τέθεικε τὴν ψυχὴν ὑπὲρ τῶν ἑαυτοῦ προβάτων, καὶ σέσωκεν ἡμᾶς αἵματι τῷ ἰδίῳ· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· καὶ αὐτὸς μὲν ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· ἠλευθερώμεθα δὲ ἡμεῖς, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν ἀποσεισάμενοι. Οὕτω λέγει Κύριος· Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Καὶ νῦν τί ὧδέ ἐστε; Τάδε λέγει Κύριος· Ὅτι ἐλήφθη ὁ λαός μου δωρεὰν, θαυμάζετε καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὅνομά μου βλαςφημεῖται ἐν τοῖς ἔθνεσιν. Αἰχμάλωτον ὀνομάσας τὴν Σιὼν, εἰδέναι βούλεται τὴν αἰτίαν, ἐφ’ ᾗ συμβέβηκεν αὐτῇ τὸ εἰς τοῦτο πεσεῖν δυσκλείας τε καὶ ἀθλιότητος.
Ἀνακομίζει γὰρ ἔσθ’ ὅτε πρὸς τὰ ἀμείνω τοὺς ἀδόκητόν τι παθόντας, τὸ μὴ ἐν ἀγνοίᾳ κεῖσθαι τῶν ἡμαρτημένων. Διὰ τοῦτο χρησίμως εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν κατὰ καιροὺς συμβεβηκότων τοῖς πρὸ αὐτῶν. Λιμοῦ μὲν γὰρ καταβρίθοντος, κατέβη κατὰ καιροὺς Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἀβούλητον αὐτῷ τὴν ἀποδημίαν ἐτίθει, τὸ μηδαμόθεν δύνασθαι τῶν ἀναγκαίων εὐπορεῖν. Ἀπεκομίσθη δὲ καὶ εἰς Ἀσσυρίους ὁ Ἰσραὴλ, τὴν Ἰουδαίαν καταδῃώσαντος τοῦ κατ’ ἐκεῖνο τοῦ καιροῦ βασιλεύοντος τῆς Χαλδαίων. Καὶ ποία τις ἦν ἡ τοῦδε πρόφασις; Ἀποφοιτήσαντες γὰρ τοῦ εἶναι γνήσιοι, καὶ τοῦ [ αλ. τὸ] χρῆναι μόνῳ λατρεύειν Θεῷ, κατά γε τὸ νόμῳ δοκοῦν ἀνούστατα δῃωσάμενοι [γρ. διωσάμενοι], προσνενεύκασιν εἰδώλοις καὶ, προσεκύνησαν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· αὕτη γέγονεν αὐτοῖς ἡ πρόφασις τοῦ ταῖς πολεμίων ἁλῶναι χερσὶ, καὶ τῆς ἐνεγκούσης ἀποδραμεῖν, καὶ θητεύειν ἐχθροῖς, τὴν Περσῶν τε καὶ Μήδων οἰκοῦντας χώραν.
Βίᾳ τοίνυν ἤχθησαν· οὐ γὰρ ἑκόντες ἦσαν ἐν τούτοις. Ἀλλὰ νῦν τί ὧδέ ἐστε; Τὸ ὧδε φησὶν, ἀντὶ τοῦ, ἐν ταῖς τῶν ἐθνῶν κατεσπαρμένοι χώραις, καὶ εἰς πάντα ἄνεμον κατεσκεδασμένοι, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἀπεσόβησε γὰρ τῆς Ἰουδαίας ἁπάσης ἡ Ῥωμαίων μάχαιρα τοὺς ἰσχύσαντας ὅλως φεύγειν. Ἤγουν τὸ, ὧδε, Ἐν τῇ τοιᾷδε καταστάσει τῶν πραγμάτων, ἐν ᾗ νῦν ἐστε. Γεγόνασι δὲ, ὡς ἔφην, ἐν ἐσχάτῃ ταλαιπωρίᾳ, τοῦτο μὲν [κατὰ] τὸν πολέμου νόμον καταδραμούσης αὐτῶν τῆς χώρας τῆς τῶν Ῥωμαίων στρατιᾶς, τοῦτο δὲ, πόλεως ἁπάσης πεπορθημένης, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ. Διὰ τί τοίνυν ἐν τούτοις γεγόνασι; φησίν· ἢ δηλονότι τὴν μὲν δικαιοῦσαν πίστιν οὐ προσηκάμενοι, περιυβρίσαντες δὲ πολυτρόπως τὸν καλοῦντα πρὸς τοῦτο, καὶ αὐτῷ τὰς χεῖρας ἐπαφέντες ἀνοσίως, μετὰ τοὺς ἀπεσταλμένους δικαίους τε καὶ προφήτας, ὧν τοὺς μὲν ἀπεκτόνασι, τοὺς δὲ ἐλίθασαν;
PG 70:1151Καὶ ταυτὶ μὲν ἐν τούτοις περὶ τῆς ἀγελαίου πληθύος ὁ προφητικὸς ἡμῖν καταμεμήνυκε λόγος. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς Ἰουδαίων μάλιστα καθηγηταῖς, ὑψηλὴν ἐπαίρειν κατὰ παντὸς ἔθνους τὴν ὀφρὺν, ἄληπτόν τε καὶ ἀχείρωτον τοῖς ἐχθροῖς διαμένειν ἔσθ’ ὅτε τὸν Ἰσραὴλ, εἴπερ κλῆρος Θεοῦ καὶ λαὸς ἅγιος ὠνομάζετο· εἶτα συμβέβηκεν ἐν οἷς ἔφην ἀρτίως κατενεχθῆναι τὴν Ἰουδαίαν, κατεπλήττοντο καὶ ὠλόλυζον, ὡς ἐλπίδος ἀπάσης πέρα δραμόντος αὐτοῖς τοῦ κακοῦ. Διὰ τοῦτο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός· Ὅτι ἐλήφθη, φησὶν, ὁ λαός μου δωρεὰν, θαυμάζετε, καὶ ὀλολύζετε. Τάδε λέγει Κύριος· Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Αὐτοὶ γὰρ, φησὶ, γεγόνατε παραίτιοι τοῦ παθεῖν τοὺς ὑπεζευγμένους, ἀπαιδαγωγήτους ἐῶντες αὐτοὺς, μᾶλλον δὲ οὐκ ἐφιέντες ὅλως ἐπιστρέφειν εἰς τὸν Θεὸν, καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἰδεῖν τὸν ἐξ οὐρανοῦ καθιγμένον, καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα Θεὸν Λόγον, ἵνα κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσηται δὲ καὶ τοὺς συντετριμμένην [συντεθραυσμένην] ἔχοντας τὴν καρδίαν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν.
Οὐκοῦν δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐν ἁπάσῃ χώρᾳ τε καὶ πόλει κατεσκεδάσθη, φησὶν, ὁ Ἰσραὴλ, οὐδεὶς ἠγνόησε τῶν ἀνὰ πᾶσαν τὴν γῆν, ὅτι πεπόρθηται μὲν ἡ ἁγία πόλις, ἔργον δὲ πυρὸς καὶ αὐτὸς γέγονεν ὁ νεώς· εἶτα τὸ ἐμὸν δυσφημοῦσιν ὄνομα, καὶ τὴν ἐμὴν διασύρουσι δόξαν. Οἴονται γὰρ ἴσως τὴν ἐμὴν ἀτονῆσαι χεῖρα τὴν ἐπίκουρον ἀεὶ γενομένην τῷ Ἰσραὴλ, τὴν δὲ ἀληθῆ πρόφασιν ἀγνοοῦσιν ἔτι, καὶ οὐδεὶς ὁ παρ’ αὐτοῖς ἐπιστάμενος, ὅτι τὰς τῆς Κυριοκτονίας καὶ πολλῶν ἑτέρων πλημμελημάτων ἐξῄτηνται δίκας. Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· Πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.
Ἐπειδὴ γὰρ, φησὶν, τῆς ὑμετέρας ἕνεκα ῥᾳθυμίας ἐδυσφημήθην ἐν τοῖς ἔθνεσιν, οὐκ ἀνέξομαι τῆς συκοφαντίας, ἀλλ’ οὐδὲ τὴν ἐμαυτοῦ δόξαν παλιμφήμοις ἐάσω βάλλεσθαι φωναῖς. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ, καθ’ ὃν ἐπιλάμψω τοῖς ἐπὶ τῆς γῆς μετὰ σαρκὸς, οἵπερ ἐμοῦ γένωνται λαοὶ προσηκάμενοι τὴν πίστιν, εἴτ’ οὖν εἶεν ἐξ Ἰουδαίων, εἴτε καὶ ἐξ ἐθνῶν, οὗτοι γνώσονταί μου τὸ ὄνομα. Τὸ δὲ ὄνομά φησιν ἀντὶ τῆς δόξης. Ἔθος γὰρ οὕτω λέγειν τῇ θεοπνεύστῳ Γραφῇ. Γέγραπται γὰρ, ὅτι Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς.6 Ἐγνώκαμεν αὐτοῦ τὴν δόξαν, οἱ παρ’ αὐτοῦ κεκλημένοι, καὶ οὐχ ὡς ἀνθρώπῳ προσίεμεν κριτῇ τῷ πάντων Σωτῆρι Χριστῷ· ἀλλ’ εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, πιστεύομεν, ὅτι Θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγενημένος, ὑπὲρ πᾶσαν κτίσιν ἐστὶ, καὶ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέπει, καὶ κατάρχει τῶν ὅλων, καὶ πανσθενεστάτην ἔχει τὴν δεξιὰν, καὶ σώζει ῥᾳδίως, οὓς ἂν ἕλοιτο τῶν ὑπ’ αὐτὸν γεγονότων, ὑπερνήχεται δὲ τὴν αὐτοῦ δύναμιν παντελῶς οὐδέν.
PG 70:1153Διετέθη γε μὴν οὐχ οὕτως ὁ Ἰσραήλ. Προσεσχήκασι γὰρ ὡς ἑνὶ τῶν καθ’ ἡμᾶς, καὶ οὐχ ὡς ἐνανθρωπήσαντι Θεῷ. Διὰ τοῦτό ποτε μὲν ἔφασκον· Σὺ τίς εἶ; καὶ τίνα σεαυτὸν ποιεῖς;6 καὶ· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.6 Πλὴν οἵπερ ἂν κληθεῖεν εἰς ἐπίγνωσιν ἀληθείας, φησὶ, γνώσονταί μου τὴν δόξαν. Αὐτὸς γὰρ ὁ ἐν προφήταις λαλῶν· Πάρειμι. Θεὸς γὰρ ὢν Κύριος ἐπέφανεν ἡμῖν, κατὰ τὸ γεγραμμένον. Τοῦτο καὶ ὁ πάνσοφος Παῦλος διδάσκει λέγων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.6 Ἀθρητέον δὴ οὖν ἐν τούτοις, ὅτι παρήνεγκε μὲν εἰς τὸ εἶναι τὰ πάντα δι’ Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ, λελάληκε δὲ πρὸς ἡμᾶς ἐν ἐσχάτοις καιροῖς, οὐχ ὡς δι’ ἑτέρου μᾶλλον υἱοῦ τοῦ κατὰ σάρκα ἐκ γυναικὸς, καθὰ φρονεῖν ἔδοξέ τισι τῶν διεστραμμένων, ἀλλ’ ὡς ἐνὸς ὄντος Υἱοῦ μετὰ τῆς σαρκὸς τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, ὃς καὶ τῶν αἰώνων ἐστὶ ποιητής.
Πάρειμι δὴ οὖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων, φησίν· ὥραν δέ φησι τὸ ἔαρ. Φέρε δὴ οὖν καταθρήσωμεν ὡς ἐκ πράγματος ἐμφανοῦς τὰ πνευματικά. Τί τὸ ἔαρ ὀφθὲν ἐν τοῖς ὄρεσιν ἀποτελεῖ; Ἄνθει νέῳ στεφανοῖ τὰ φυτὰ, καὶ ἐξ ἀκαρπίας αὐτὰ μεθίστησι πρὸς ἀπότεξιν, ὧν ἂν φυσικῶς ἕκαστον ἔχοι. Τοιοῦτόν τι καὶ ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων γεγραμμένον εὑρήσομεν· Ἀνάστα γὰρ, ἐλθὲ, φησὶν, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐπὶ τῆς γῆς, καιρὸς τῆς τομῆς ἔφθασε.6 Χειμῶνος γὰρ παρελάσαντος, τὸ λαμπρὸν ἕαρ ἀνίσχει τῇ γῇ, καὶ ἀνθέων αὐτὴν ἀποφαίνει τροφὸν, καὶ καρπῶν ὡρίμων ποιεῖται μητέρα. Τοιοῦτόν τι καὶ περὶ ἡμᾶς πέπρακται νοητῶς. Κατεχείμασε γὰρ τὴν ὑπ’ οὐρανὸν ὁ δράκων ὁ ἀποστάτης, ξηρὰν καὶ ἄκαρπον ἀπέφηνεν αὐτήν.
Ἦν γὰρ ὅλως οὐδεὶς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, Ἀλλὰ πάντες ἐξέκλιναν ἅμα, ἠχρειώθησαν.6 Ἐπειδὴ δὲ μετὰ σαρκὸς ἐπέφανεν ὁ Μονογενὴς, γέγονεν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ἀπηνθηκότες γὰρ ὥσπερ καὶ ἁπάσης ἀρετῆς ὡραιότητα τῶν ἰδίων ψυχῶν ἀποβεβληκότες, ἀνεθάλλομεν ἐν αὐτῷ καὶ πνευματικῆς εὐκαρπίας πεπληρώμεθα, ὥστε καὶ δύνασθαι λέγειν τὸ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων· Ἀδελφιδός μου καταβήτω εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.6 Γέγονε τοίνυν, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου δὲ καὶ ἀγαθά· μεταξὺ γὰρ κειμένης ἡμῶν τε καὶ τοῦ Θεοῦ τῆς ἁμαρτίας, διειστήκειμεν αὐτοῦ, καὶ ἀπενοσφίσθημεν τοῦ Δεσπότου, καὶ τοῖς θείοις αὐτοῦ νόμοις ἀντανιστάμενοι, καὶ Δεσποτικοῖς θελήμασιν ἀντιπράττοντες, καὶ ἐν τάξει πολεμίων κείμενοι.
Ἀλλ’ ἐπέφανεν ὁ Χριστὸς ἡ εἰρήνη ἡμῶν, ὁ τὴν μεταξὺ κειμένην ἀφελὼν ἁμαρτίαν, καὶ συμβῆναι παρασκευάσας εἰς φιλίαν τῷ Πατρὶ, καὶ συνάψας ἡμᾶς δι’ ἑαυτοῦ· δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν. Ὥσπερ οὖν, εἴ τις ἔρχοιτο, φησὶ, δρομαῖος καὶ ταχὺς, ἁλῶναι λέγων ἐχθροὺς, καὶ ἐπαγγέλλων εἰρήνην, εὐαγγελιζόμενός τε τὰ ἀγαθά· οὕτω καὶ ὁ πάντων Σωτὴρ ἐπεφοίτησε τῷ κόσμῳ μετὰ σαρκὸς, καὶ γέγονεν ἡμῖν εἰρήνης βραβευτὴς πρὸς Θεὸν καὶ Πατέρα, καταργηθέντος τοῦ Σατανᾶ, καὶ πάσης τῆς φάλαγγος αὐτοῦ γενομένης ἐκποδὼν, καὶ ὅτι καιρὸς ἐνέστηκε, καθ’ ὃν ἔξεστι τοῖς ἐθέλουσι παντὸς ἐν μεθέξει γενέσθαι καλοῦ· ἕψεται γὰρ πάντως τοῖς πιστεύσασιν εἰς αὐτὸν, καὶ τὰ αὐτοῦ φρονεῖν τε καὶ δρᾷν ᾑρημένοις, ἀμφιλαφεστάτην ἔχειν τὴν οὐρανίων ἀγαθῶν μέθεξιν, καὶ ἁπάσης ἐλπίδος ἀναπίμπλασθαι καλῆς· πλουσιόδωρος γὰρ ὁ Σωτήρ.
PG 70:1155Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεὸς, ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών. Σιὼν μὲν οὖν ὀνομάζει πάλιν ἐν τούτοις, οὐκ ἐπίγειόν τινα πόλιν, τὴν ἁγίαν δὲ μᾶλλον αὐτοῦ Ἐκκλησίαν, ἣν ἐκ τῶν δύο λαῶν συνεστήσατο. Γέγραπται γὰρ, ὅτι Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ.6 Ποιῆσαι δὲ λέγεται Χριστὸς τὰ ἀμφότερα ἓν, καὶ λῦσαι τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργῆσαι. Ἀναδειχθέντος δὲ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὃ καὶ δογμάτων ἐστὶν ἀληθινῶν κατάμεστον, πέπαυται τῆς ἐν νόμῳ σκιᾶς ἡ δύναμις, τοῦτ’ ἔστιν, ἡ δι’ αἱμάτων λατρεία καὶ προσαγωγή.
Σιὼν οὖν νοητέον τὴν Ἐκκλησίαν, ὡς ἔφην, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Ταύτης ἀκουστὴν ἐποιήσατο τὴν σωτηρίαν, τοῦτ’ ἔστιν ἐξάκουστον. Ἔλαθε γὰρ τῶν ἐπὶ τῆς γῆς παντελῶς οὐδένα, τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις· ἀλλ’ οὐδὲ ἀνήκοός τις ἀπομεμένηκε τῆς διὰ Χριστοῦ σωτηρίας. Ἔφη γὰρ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.6 Καὶ ὥσπερ τὸ τῶν δαιμονίων μνημόσυνον ἀπώλετο μετ’ ἤχου, τοῦτ’ ἔστιν ἐπισήμως καὶ διαβοήτως, ἠγνόησε δὲ οὐδεὶς τῆς τῶν δαιμονίων τυραννίδος τὴν ἀπώλειαν· οὕτω καὶ τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα γέγονεν ἀκουστὸν τοῖς ἁπανταχοῦ, τὴν σωτηρίαν εἰσφέρον τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ.
Τίς δὲ ἡ δύναμις τοῦ κηρύγματος; Σιὼν, βασιλεύσει σου ὁ Θεός. Πάλαι μὲν γὰρ, τοῦτ’ ἔστι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, βεβασίλευκεν ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ Σατανᾶς, καὶ τυραννικῆς σκαιότητος ἐπέῤῥιπτο ζυγὸς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν. Ἐπειδὴ δὲ ἐπέλαμψεν ἡμῖν ὁ τῶν ὅλων βασιλεὺς καὶ Κύριος, διαῤῥήξαντες τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψαντες τὸν ζυγὸν τοῦ πάλαι πλεονεκτήσαντος, τοῖς τοῦ Θεοῦ σκήπτροις ὑπηγάγομεν τὸν αὐχένα, καὶ βεβασίλευκεν ἡμῶν ὁ Θεὸς καὶ Πατὴρ δι’ Υἱοῦ, καὶ γέγονεν ἡμῖν τὸ χρῆμα πανηγύρεως ἀφορμή. Ψάλλει γοῦν ὁ Δαβὶδ, καί φησιν· Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.6 Καὶ πάλιν· Ψάλατε δὴ οὖν συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη.6 Κέκληκε δὲ ἡμᾶς πρὸς τοῦτο, ὡς ἔφην, καὶ αὐτὸς ὁ Σωτὴρ, λέγων·
PG 70:1157Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.6 Οὐκοῦν ἐπράττετο μὲν ἀθλίως, καὶ ἐν ἐσχάτοις ἦμεν κακοῖς, ἀγρίῳ τυράννῳ κατεζευγμένοι, καὶ τὸν τῆς ἁμαρτίας ὑποδραμόντες ζυγόν. Ἡ δὲ τῶν ἱερῶν κηρυγμάτων δύναμις τὴν τοῦ Χριστοῦ βασιλείαν εὐηγγελίσατο, καὶ ὑπ’ αὐτῷ πάντες ἐσμέν. Ἐπήγγελται γὰρ λέγων, ὅτι Σιὼν, βασιλεύσει σου ὁ Θεός.6 Βασιλεύσει δὲ πῶς, ἢ τίνα τρόπον, αὐτὸς εὐθὺς διεσάφησεν, εἰπὼν, ὅτι Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη.6 Καὶ φυλάσσοντες δὲ εἶεν ἂν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ἅπαντες ἁπλῶς οἱ μυσταγωγεῖν εἰδότες καὶ δυνάμενοι, καὶ ὀρθοποδεῖν ἀναπείθοντες τοὺς κεκλημένους, εἴς γε τὸ δύνασθαι κατορθοῦν εὖ μάλα τὸ ἀγαθὸν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἀντέχεσθαι, καὶ ὀρθὴν ἐπ’ αὐτῷ καὶ ἀμώμητον ποιεῖσθαι τῆς πίστεως τὴν ὁμολογίαν.
Οὗτοι ποιμένες εἰσὶν ἀγαθοὶ φυλάσσοντες τῷ πάντων ἀρχιποιμένι τὰ λογικὰ θρέμματα, καὶ τὰς τῶν ἀτιθάςσων θηρίων ἀποσοβοῦντες ἐφόδους. Τούτων ὑψοῦσθαι λέγει τὴν φωνὴν, τοῦτ’ ἔστιν, ἀκουσθῆναι τοῖς πανταχοῦ. Εἴρηται γὰρ πρὸς αὐτοὺς διὰ φωνῆς Ἡσαί̈ου· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ σου τὴν φωνὴν, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ.6 Ὑψώσατε, μὴ φοβεῖσθε. Διαπρύσιον γὰρ καὶ οὐδενὶ τὸ σύμπαν ἠγνοημένον τὸ ἀποστολικόν ἐστι κήρυγμα. Ὅτι δὲ πάντα δραμεῖται δι’ εὐημερίας αὐτοῖς, καὶ κεκλήσονται μὲν ἑτοίμως οἱ πρὸς οὕσπερ ἂν ὁ παρ’ αὐτῶν γένοιτο λόγος, εὐφρανθήσονται δὲ αὐτοὶ λίαν, τοὺς τῆς ἑαυτῶν μυσταγωγίας ὁρῶντες καρποὺς, ἐναργὲς καθίστησι λέγων, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται.
Ἅμα γὰρ λαλήσουσι, φησὶ, καὶ ἡ τῶν μεμυσταγωγημένων ἕψεται πληθὺς, καὶ ἀμελ[λ]ητὶ δραμοῦνται πρὸς πίστιν οἱ παιδαγωγούμενοι. Χαρὰ δὲ τοῦτο τοῖς διδάσκειν ἐπιτεταγμένοις. Ἐπιστέλλει γοῦν ὁ Παῦλος τοῖς δι’ αὐτοῦ πιστεύσασιν, ὅτι Χαρὰ καὶ στέφανός μου.6 Ὅτι δὲ ταῖς τῶν ἁγίων μυσταγωγίαις τὸ τῶν μυσταγωγουμένων εὐπειθὲς ἠκολούθει πλεισταχοῦ, διὰ πολλῶν ἄν τις ἴδοι, τὴν ἁγίαν καὶ θεόπνευστον Γραφὴν περινοστήσας. Προσελάλουν μὲν γὰρ ἐν τοῖς Ἱεροσολύμοις τοῖς τῶν Ἰουδαίων τάγμασιν οἱ θεσπέσιοι μαθηταί· ἀλλ’ ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· Προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς χιλιάδες ἀνδρῶν.6 Ναὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος ὁμοῦ τῷ μακαρίῳ Σίλᾳ δεσμῶται τυγχάνοντες ὕμνουν κατὰ μέσην νύκτα τὸν Θεόν.
Ἐπειδὴ δὲ ἄγγελος ἅγιος ἐπιστὰς τῷ δεσμωτηρίῳ τὰ πάντων ἀνῆκε δεσμὰ, περιδεὴς γεγονὼς ὁ δεσμοφύλαξ ἠθέλησε μὲν ἑαυτὸν ἀνελεῖν· φωνήσαντος δὲ τοῦ Παύλου· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε· θαυμάσας τὸ παράδοξον, ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.6 Ὅτι δὲ πρόφασις αὐτῷ θυμηδίας τὸ πρᾶγμα γέγονε, πῶς ἔστιν ἀμφιβαλεῖν; Οὐκοῦν κατὰ πόδα, φησὶν, τῆς μυσταγωγίας τῶν κεκλημένων δραμεῖται τὸ εὐπειθές. Καὶ οἱ ὀφθαλμοί σου πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσει Κύριος τὴν Σιών. Τίνα δὲ ὄψονται, ἢ τὸν τῆς σωτηρίας πρύτανιν, τοῦτ’ ἔστι, Χριστόν; Σαρκωθεὶς γὰρ ἦν ὁ Λόγος, καὶ τούτου μάρτυς ὁ Ψαλμῳδὸς, λέγων· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.6 Ἤγουν ὅπερ ἔφην, ὅτι Τῇ φωνῇ ἅμα εὐφρανθήσονται, καὶ τοῦτο τοῖς σοῖς ὀφθαλμοῖς θεωρήσεις, φησὶ, κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἐλεήσει Κύριος τὴν Σιὼν, προσθεὶς ἅπασι τὴν διὰ πίστεως χάριν, καὶ τῶν οὐρανίων ἀγαθῶν ἀμφιλαφῆ τὴν ἀπόλαυσιν. Ῥηξάτω εὐφροσύνην ἄμα τὰ ἔρημα Ἰερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο τὴν Ἱερουσαλήμ.
PG 70:1159Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ Θεοῦ. Τὸ μὲν ῥῆξαι τὴν εὐφροσύνην κατασημήνειεν ἂν τὸ ἐν τῷ χρήσασθαι φωνῇ, χαριστηρίους ᾠδὰς ἀναφέροντας, καὶ μελέτην ποιεῖσθαι σπουδάζοντας τὰς δοξολογίας, δι’ ὧν ἂν εὐφραίνοιτο Θεός. Γέγραπται γοῦν ἐν βιβλίῳ Ψαλμῶν· Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου·6 καὶ αὐτοῖς τοῖς τοῦτο δρᾷν ἐθέλουσι πρὸς εὐφροσύνην ἔσται τὸ χρῆμα. Ἐπειδὴ δὲ τὰ ἔρημά φησιν Ἱερουσαλὴμ τοῦτο χρῆναι δρᾷν, ἐκεῖνό φαμεν ἀναγκαίως, διατρανοῦν ἐθέλοντες τὴν τῶν προκειμένων διάνοιαν. Οἱ πόλιν οἰκοῦντες εὐρεῖαν καὶ μακρὰν, εἰ μὲν εἶεν τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δύνασθαι καὶ ἀποπληροῦν αὐτὴν, οὐδένα τόπον αὐτῆς ἀφιᾶσιν ἔρημον· εὐαριθμήτων δὲ ὄντων διὰ τὸ τεθνάναι πολλοὺς, ἢ πολέμου κατασκήψαντος, ἢ καὶ ἑτέρας τινὸς ἀφορμῆς κατενεγκούσης εἰς τοῦτο, τὰ πλεῖστα τῶν ἐν αὐτῇ χωρίων ἤγουν οἰκημάτων ἀπομένουσι γυμνά.
Τοιοῦτόν τι πεπόνθασιν οἱ ἐξ Ἰσραήλ. Ἐπειδὴ γὰρ γεγόνασι Κυριοκτόνοι, καὶ πλήρεις αἱμάτων τὰς χεῖρας ἐσχήκασιν, δεδαπάνηνται τῷ πολέμῳ τῷ παρὰ Ῥωμαίοις, ὡς ὀλίγους κομιδῇ περιλειφθῆναι τοὺς σεσωσμένους, καὶ κένανδρος ἦν ἡ ἁγία πόλις. Ἀλλ’ εὐφρανθήσονται, φησὶ, τὰ ἔρημα αὐτῆς. Στυγνοὶ μὲν γὰρ οἶκοι, καὶ κατηφείας ὥσπερ εἰσὶ μεστοὶ τοὺς ἐνοικοῦντας οὐκ ἔχοντες· ἱλαροὶ δέ πως καὶ οἷον γελῶντες, εἰ δὴ πλείστους ἔχοιεν τοὺς ἐνῳκισμένους. Ἀπὸ δὴ τῆς ἱστορίας, φέρε δή τι λέγωμεν τῶν πνευματικῶν· Ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τοῦτ’ ἔστιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες, οἳ καὶ Σιὼν ὀνομάζονται, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, ὀλίγοι μὲν ἦσαν ἐν ἀρχαῖς, καὶ οἷον ἔρημος ἡ ἀληθῶς ἁγία καὶ Θεοῦ πόλις ἐτύγχανε, τοῦτ’ ἔστιν ἡ Ἐκκλησία.
Ἀλλ’ οὐδὲν ἀπομεμένηκε σχολάζον ἐν αὐτῇ· πεπλήρωται γὰρ διὰ Χριστοῦ. Καὶ γοῦν εἴρηται πρὸς αὐτήν· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου.6 Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Καὶ ἐρεῖς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, οὗτοι δέ μοι ποῦ ἦσαν;6 Καὶ πάλιν· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.6 Ἐκ παντὸς γὰρ ἔθνους, πόλεως, καὶ χώρας συνδρομὴ γέγονεν ἐπὶ Χριστῷ, τῶν ἐθνῶν κεκλημένων διὰ πίστεως, ὡς ἐξ ἠοῦς, καὶ νότου, δύσεώς τε καὶ βοῤῥέου καλεῖσθαι τοὺς ἐπιστρέφοντας, πολλῷ πλείους ὄντας τῶν ἐξ αἵματος Ἰσραήλ.
PG 70:1161Καὶ τοῦτο αὐτὸ καταμεμήνυκε λέγων ὁ προφήτης Ἡσαί̈ας περὶ τῆς Ἐκκλησίας καὶ τῆς Ἰουδαίων Συναγωγῆς· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.6 Στείραν μὲν γὰρ τὴν οὐ τίκτουσαν, ἔρημόν τε πρὸς τούτοις ἀποκαλεῖ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν. Καὶ γὰρ ἦν ἄπαις καὶ ἐρήμη, τοῦτ’ ἔστι χήρα, τὸν ἀγαθοῦ παντὸς σπορέα λόγον οὐκ ἔχουσα. Τὴν δέ γε τῶν Ἰουδαίων Συναγωγὴν ὕπανδρον εἶναί φησι, διὰ τὸ νόμῳ κατεζεῦχθαι τῷ διὰ Μωσέως, ἐγκύμονά τε γενέσθαι τῶν ἱερῶν θεσπισμάτων, δι’ ὧν ἦν δύνασθαι καρποφορεῖν τῷ Θεῷ τὴν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις λατρείαν. Ἀλλὰ πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, τοῦτ’ ἔστι τὰ τῆς χήρας, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Τίνα δὲ τρόπον ἔσται καὶ τοῦτο, διεσάφησε προστιθεὶς, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν· καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν παρὰ Θεοῦ. Ὅτε γὰρ ἐμφανὴς γέγονεν ἐν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ὁ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦτ’ ἔστιν ὁ Υἱὸς, ὅτε πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν, καὶ τεθέανται τὰ ἄκρα τῆς γῆς, τοῦτ’ ἔστιν οἱ ἐκ περάτων εἰς πέρατα, τὴν παρ’ αὐτοῦ σωτηρίαν, τὴν διὰ πίστεως δὲ δηλονότι, τότε πεπλήρωται τὰ ἔρημα Ἱερουσαλὴμ, δηλονότι τῆς νοητῆς, καὶ ἀριθμοῦ κρείττων ἡ τῶν κεκλημένων πληθύς. Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Δύναμις γάρ ἐστιν αὐτοῦ καὶ πανσθενὴς δεξιὰ, δι’ ἧς τὰ πάντα ἐργάζεται, καὶ περὶ αὐτῆς φησιν ὁ θεσπέσιος Δαβίδ·
Κρατυνθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.6 Καὶ πάλιν περὶ τοῦ Θεοῦ Πατρός· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.6 Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου, ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ. Πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἔοικεν ὁ λόγος, ἢ πρὸς ἐκείνους γίνεσθαι παρὰ Θεοῦ τοὺς διὰ πίστεως συναγηγερμένους, καὶ τῆς Ἐκκλησίας χρηματίσαντας τέκνα, ἢ τάχα που πρὸς τοὺς ἁγίους μυσταγωγοὺς, ἀποστόλους δηλονότι, καὶ εὐαγγελιστὰς, οἳ φῶς γεγόνασι τῆς ὑπ’ οὐρανὸν, τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς ἀνὰ πᾶσαν τὴν γῆν διαπορθμεύοντες λόγον.
Τούτους δὴ οὖν ἀποστῆναι προστέταχε, καὶ ἀπίστων ἀποφοιτᾷν, ὡς ἀπὸ μεμολυσμένων, διὰ τὸ μήτε πιστεύειν ἑλέσθαι Χριστῷ, ἀλλὰ γὰρ καὶ τοῖς τῆς Κυριοκτονίας ἐγκλήμασι τὰς ἑαυτῶν ἐνόχους ἀποφῆναι κεφαλάς. Ἐξέλθετε δὴ οὖν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, τοῦτ’ ἔστι, τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποσχοινίσθητε, ὡς μηδ’ ὅσον αὐτῶν ἐθέλειν ἀποθήγειν. Ὁ γὰρ ἁπτόμενος πίσσης, φησὶ, μολυνθήσεται· καὶ γάρ ἐστιν ἀναγκαῖον, τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ δι’ αὐτοῦ κεκλημένους εἰς ἀποκάθαρσιν ἁμαρτίας καὶ εἰς μέθεξιν ἁγιασμοῦ, τῆς Ἰουδαϊκῆς ἀμαθίας ἔξω φέρεσθαι φιλεῖν, καὶ ὁλοτρόπως ἑτερογνώμονας παρ’ ἐκείνους ὑπάρχειν, ἀφορισθῆναί τε εἰσάπαν· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἀλλ’ οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου.
PG 70:1163Καὶ γοῦν ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τοῖς ἐκ Γαλατίας, μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν παλινδρομῆσαι τολμήσασιν ἐπὶ τὴν ἐν νόμῳ λατρείαν· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;6 Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Περιετέμνοντο γὰρ ἀσυνέτως, καίτοι τὴν ἐν πνεύματι περιτομὴν λαχόντες, ἤτοι διὰ Χριστοῦ. Οὐκοῦν ἀναγκαίως τὸ, Ἀπόστητε, ἐν τούτοις φησὶν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸ, Ἐξέλθετε ἐκεῖθεν, καὶ τὸ, Ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου. Οἱ γὰρ ὅλως τῇ πίστει τιμήσαντες τὸν Ἐμμανουὴλ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, ἐμπλησθῆναί τε τῶν ἱερῶν αὐτοῦ χαρισμάτων, σκευοφοροῦσι Θεῷ.
Καὶ τίνα δὲ τρόπον, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι Ῥῆμα Θεοῦ.6 Ταύτην γὰρ ἔχοντες τὴν νοητὴν παντευχίαν, ἀντεξάγουσι τῷ Σατανᾷ, καὶ ταῖς σὺν αὐτῷ δυνάμεσιν ἀντανίστανται, προπηδῶντες τρόπον τινὰ καὶ προασπίζοντες τῶν ἰδίων ψυχῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν· αὕτη γὰρ τῶν ἡγουμένων τάξις. Πλὴν ἐξελθεῖν ἐπιτάξας ἐκ μέσου αὐτῆς, Οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, φησὶν, οὐδὲ φυγῇ πορεύσεσθε. Οὐ γὰρ ὡς φυγόντας, ἤγουν δεδιότας, τῶν Ἰουδαϊκῶν ταγμάτων ἀποφοιτᾷν ἐπιτάττει, ἀνειμένως δὲ μᾶλλον καὶ οἷον ἐπ’ ἐξουσίας, ὡς παραιτουμένους τὸ συνδιαιτᾶσθαι θέλειν τοῖς οὕτω μεμολυσμένοις, καὶ συναριθμεῖσθαι βεβήλοις καὶ πονηροῖς.
Οὐκοῦν, Οὐ φυγῇ πορεύσεσθε, φησίν· ὅτι δὲ καὶ δι’ εὐμαρείας ἥξει τὰ πράγματα αὐτοῖς, καὶ οὐδὲν ὅλως ἀπαντήσει σκληρὸν, ἢ ἄναντες, ἢ τραχὺ, πεπληροφόρηκεν εἰπὼν, ὅτι Προπορεύσεται ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς ὁ Θεός. Θεοῦ δὲ συνόντος καὶ προβαδίζοντος, ποῖον ἔσται τὸ κακοποιοῦν τῶν ἱερῶν κηρυγμάτων τοὺς διακομιστάς; μᾶλλον δὲ πῶς οὐχ ἅπαντα αὐτοῖς τὰ κατ’ εὐχὴν ἐκβήσεται, καὶ διὰ ψιλῆς ὥσπερ ὁδοῦ δραμοῦνται κηρύττοντες; Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Καὶ οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν·
ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἀναφανδὸν ἐν τούτοις τοὺς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ποιεῖται λόγους ὁ Θεὸς καὶ Πατήρ. Ἰδοὺ γὰρ συνήσει ὁ παῖς μου, φησί· καὶ τὸν μὲν παῖδα νοήσεις, τὸν Υἱὸν, ἤγουν τὸν δοῦλον. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, καὶ Κύριος πάντων ὢν, τοῖς τῆς ἀνθρωπότητος ἐμβέβηκε μέτροις. Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.6 Οὐκοῦν, ὅτε γέγονεν ἄνθρωπος καθεὶς ἑαυτὸν εἰς ταπείνωσιν, τότε καὶ δοῦλος ἀνεγκλήτως ὠνόμασται τὸ τῆς δουλείας σχῆμα λαβών. Ἀλλὰ, Συνήσει, φησὶν, ἀντὶ τοῦ, Πάντα μετὰ συνέσεως καὶ σοφίας ἐργάσεται καὶ λαλήσει τῆς θεοπρεποῦς.
PG 70:1165Ἔργον δὲ σοφίας τῆς θεοπρεποῦς, καὶ πρό γε τῶν ἄλλων τὸ σάρκα γενέσθαι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τουτέστιν ἄνθρωπον, καὶ συμπτωχεῦσαι τοῖς ἐπὶ τῆς γῆς, ἵνα ἡμεῖς τῆς [ἑ]αυτοῦ πτωχείας πλουτήσωμεν, ἵνα πιστεύσαντες εἰς αὐτὸν τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα μεμολυσμένους, ἀδρανοῦς ὄντος τοῦ νόμου τοῦ διὰ Μωσέως εἰς τὸ δύνασθαι περιελεῖν ἁμαρτίας, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, καὶ ἀνατρέψῃ τὴν φθορὰν, καὶ ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν τοὺς τῷ θανάτῳ κατισχημένους, καὶ οὐρανοῦ πολίτην ἐργάσηται τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, καὶ συνάψῃ δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸν πάλαι δραπέτην, καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καὶ ἰάσηται τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ κενώσῃ τὸν ᾅδην, καὶ ἀποστήσῃ τὸν Σατανᾶν τῆς κατὰ πάντων ἀρχῆς καὶ πλεονεξίας.
Συνήσει δὴ οὖν ὁ παῖς μου, φησίν. Ἀσύνετον γὰρ, ἤγουν ἄσοφον, ἐν τοῖς γεγονόσιν ὑπὲρ ἡμῶν παντελῶς οὐδέν. Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ταύτης ἕνεκα τῆς αἰτίας ὑψωθήσεται, φησὶ, καὶ δοξασθήσεται σφόδρα. Δοξολογεῖται γὰρ πρὸς ἡμῶν ὁ Θεὸς ὡς Κύριος, Σωτῆρα δὲ καὶ Λυτρωτὴν ἀποκαλοῦμεν αὐτόν. Εἶναί τε τοῦτο κατὰ ἀλήθειαν πεπιστεύκαμεν. Ἀλλ’ ἵνα ἀληθὴς καὶ ἀδιάβλητος παντελῶς ὁ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχῃ λόγος, ἐπήνεγκεν ἀναγκαίως, ὅτι Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπεγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασι κατιδεῖν ἰσχύσαντες τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας τὸ μέγεθος, καταπλήττονται τὴν οἰκονομίαν·
ὁποῖός τις ἦν ὁ προφήτης Ἀββακοὺμ, λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.6 Οἵ γε μὴν οὐ συνιέντες αὐτοῦ τὴν δόξαν, ἄπιστοι δὲ καὶ ἀσύνετοι μεμενηκότες, ἀδοξίαν αὐτοῦ καὶ ἀτιμίαν ἀνοσίως κατεψηφίζοντο, Σαμαρείτην ὀνομάζοντες, φάγον τε καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρός γε τούτοις ἁμαρτωλόν. Οὐκοῦν, ὡς ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως καὶ παρὰ ἀνθρώποις ἀδοξήσει τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Ἀλλ’ ὥσπερ τοῦτο συμβήσεται, οὕτω καὶ θαυμάσονται ἔθνη πολλὰ ἐπὶ σοὶ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν. Ἰουδαῖοι μὲν γὰρ οἱ πάντολμοι, καίτοι τοῦ μηδενὸς ἄξιοι ὄντες λόγου, κατακερτομεῖν ἀπετόλμων, καὶ ἀχάλινον ἐπ’ αὐτῷ πολλάκις ἀνέντες τὴν γλῶτταν, παλιμφήμοις ἔβαλλον φωναῖς.
PG 70:1167Πλεῖστοί γε μὴν βασιλεῖς δεδιότες ὡς Θεὸν, καὶ ὡς βασιλεῖ τῶν ὅλων τὴν δόξαν προσάγοντες, συνέξουσι τὸ στόμα αὐτῶν, τουτέστιν, οὐδὲν ἐροῦσιν ἀπηχὲς, ἀλλ’ οὐδὲ φθέγξονταί τι τῶν ὅσα διαλυμαίνεται τῇ δόξῃ τοῦ Χριστοῦ. Ὅτι δὲ τὸ θεῖόν τε καὶ ἱερὸν καὶ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγελικὸν, ἐκείνων οὐκ ἔσται ποθὲν, παρ’ οἷς ἠδόξησε τὸ εἶδος αὐτοῦ, παρ’ ἐκείνοις δὲ μᾶλλον, οἳ συνέσχον τὸ στόμα αὐτῶν, κατεπλάγησάν τε τὴν δόξαν αὐτοῦ, διέδειξεν εἰπὼν, ὅτι Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἀνηγγέλη μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν τὰ περὶ Χριστοῦ, τοῖς γε μὴν ἔθνεσιν οὐδαμῶς. Ἀλλ’ οὗτοι, φησὶν, ὄψονται μᾶλλον τὴν παρ’ αὐτοῦ σωτηρίαν· καὶ οἱ τῶν αὐτοῦ μυστηρίων ἀνήκοοι παντελῶς, οὗτοι συνήσουσιν αὐτὰ, πιστεύσαντες δηλονότι. Ῥίζα γὰρ συνέσεως καὶ τροφὸς ἡ πίστις, καὶ οἷον εἰσβολὴ πρὸς εὐσέβειαν καὶ ζωὴν εἰσκομίζουσα τοὺς δεχομένους αὐτήν.
Καὶ γοῦν ὁ προφήτης Ἡσαί̈ας, Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε,6 φησίν. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Πολὺς μὲν ἀεὶ παρὰ τῶν ἁγίων προφητῶν ὁ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος γέγονε λόγος, καὶ νουθετοῦντες οὐ διαλελοίπασιν, ἀπαγγέλλοντές τε καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει κατὰ καιροὺς ἐν ἀνθρωπείᾳ μορφῇ Θεὸς ὢν ὁ Λόγος, καὶ ὅτι θαυματουργήσει θεοπρεπῶς. Κἀκεῖνό τε καὶ τοῦτο ἐργάζεται, εἰς εὐθεῖαν καλῶν ὁδὸν τοὺς πεπλανημένους, καὶ δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Ὤνησαν δὲ παντελῶς ὀλίγα τοὺς ἐξ αἵματος Ἰσραὴλ, πολὺ βλέποντας εἰς τὸ ἀπειθές· ὥστε καίτοι δέον ἁρπάσαι τὴν προαγόρευσιν, καὶ γνῶσιν συλλέξαι ζωοποιὸν, καὶ ταῖς ἑαυτῶν ἐναποθέσθαι καρδίαις, ἐκ τῶν ἐναντίων ἐπιπηδᾷν τοῖς μυσταγωγοῖς, ἐπιφύεσθαί τε καὶ μάλα πικρῶς λέγοντας·
Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.6 Καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας, ὡς ἐξ ἀμετρήτου τῆς Ἰουδαίων ὠμότητος κατενηνεγμένος εἰς ἀκηδίαν, οὕτω πού φησιν· Οἴμοι ἐγὼ, μῆτερ ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.6 Συλλήβδην δὲ, ἅπας ὁ τῶν ἁγίων χορὸς, ὡς περί γε τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιούμενοι, φασίν· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ· ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρῖμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων.6 Βαβυλῶνα γὰρ τὴν Ἱερουσαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἐξιτηλίας, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές.
Τοῦτον ἔχει τὸν νοῦν καὶ τῶν προκειμένων στίχων ἡ δύναμις. Αἰτιᾶται γὰρ ὡς ὁλοτρόπως ἐκκεκλικότα πρὸς ἀπείθειαν τὸν Ἰσραὴλ, καί φησι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἡμεῖς μὲν γὰρ, ὦ Δέσποτα, φησὶ, μεμυσταγωγήμεθα παρὰ σοῦ τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον, καὶ ταύτην ἐσχήκαμεν τὴν ἀκοήν· ἀλλ’ οὐδεὶς πεπίστευκε, καὶ οὐδενὶ γέγονεν ἐμφανὴς ὁ σὸς βραχίων τοῦ πάντων Κυρίου καὶ Θεοῦ· Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ὀνομάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, καθὰ δέδεικται πλεισταχοῦ. Ἀλλ’ οἷον ἀνθισταμένου τινὸς καὶ λέγοντος· Ὑμεῖς μὲν, ὦ προφῆται, τὴν διὰ τοῦ Πνεύματος ἀκοὴν κατεσχήκατε, καὶ τὴν τοῦ μυστηρίου γνῶσιν κατεπλουτήσατε· ἆρ’ οὖν ἐκηρύξατε τοῖς ἄλλοις τὸ μυστήριον; Ναὶ, φασὶν, ἀπηγγείλαμεν, καὶ μονονουχὶ διεμαρτυράμεθα λέγοντες, ὅτι Ἐσόμεθα ἐναντίον αὐτοῦ ὡς πεδίον, τουτέστιν, ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἀρδεύοντος ἡμᾶς δηλονότι θείοις τε καὶ ἀποῤῥήτοις λόγοις τοῦ Μονογενοῦς, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι.
PG 70:1169Πάλαι μὲν γὰρ ἡ σύμπασα γῆ, ξηρά τις ὥσπερ καὶ ἄκαρπος ἦν, καὶ οἷον διψῶσα γῆ, καὶ καρποὺς ἡμέρους [οὐκ] ἔχουσα. Ἐπειδὴ δὲ τὸν παρὰ Χριστοῦ πεπλούτηκεν ὑετὸν, πνευματικὸν δηλονότι, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος χορηγίαν, ἀνεθάλ[λ]ομεν ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη τε καλὴ καὶ εὐανθής. Καὶ γοῦν ἔφη τις πρὸς ἡμᾶς τῶν ἁγίων προφητῶν· Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ.6 Θελητὴν δὲ λέγει τὴν εὔκαρπον καὶ γονιμωτάτην· ἀσπαστὴ γὰρ αὕτη γηπόνοις. Ὅτι δὲ ἡ ἀκανθοτόκος ποτὲ ξηρά τε καὶ ἄνυδρος γῆ μεταπεφοίτηκεν εἰς γονιμωτάτην, καὶ εἰς τὸ δύνασθαι πλουτεῖν εὐκαρπίαις ταῖς πνευματικαῖς, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἡσαί̈ου· Καὶ ἔσται, ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη.6 Εἴδη μὲν γὰρ ἀκανθῶν, στοιβή τε καὶ κόνυζα, τρέφει δὲ αὐτὰ ἀεί πως ἡ χέρσος τε καὶ ἄνυδρος γῆ· μυρσίνη δὲ καὶ κυπάρισσος διαπρέπουσιν ἐν κήποις.
Ἐξῃρημένης τοίνυν ἀκάνθης, φησὶν, ἀναβλαστήσει λοιπὸν τὰ εὐοσμότατα τῶν φυτῶν, ὅταν ἡ διψὰς [ αλ. διψῶσα] ἔνυδρος γένηται, Θεοῦ λέγοντος, ὅτι Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην. Οὐκοῦν ἀνηγγείλαμεν, ὅτι πιστεύσαντες εἰς αὐτὸν τὸν Χριστὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ, τουτέστιν, ἐφορώμενοι παρ’ αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη ἐν γῇ ποτε διψώσῃ, ἐνύδρῳ γε μὴν παρ’ αὐτοῦ γενομένῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὔτε δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτῷ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους. Τί δὴ ἄρα φησὶν ὁ προφήτης ἐν τούτοις, ἢ ποῖον ἄν τις τοῖς εἰρημένοις ἐφαρμόσαι νοῦν, φέρε δὴ πάλιν καταθρήσωμεν, ὡς ἔνι.
Ὡμολόγηκε μὲν γὰρ, ὅτι καὶ Ἀνηγγείλαμεν, τουτέστιν, ἀνελλιπῆ πεποιήμεθα τὴν προαγόρευσιν, ὡς ἥξει κατὰ καιρούς. Ἀλλ’ ἴσως ἔφη ἄν τις πρὸς τοῦτο· Τί οὖν, εἰ καθίκετο μὲν ἐξ οὐρανῶν Θεὸς ὢν ὁ Λόγος, θεοπρεπεῖ δὲ δόξῃ κατεστεμμένος, καὶ ἀπροσίτῳ φωτὶ διαπρέπων ἐπέφανε τοῖς ἐπὶ τῆς γῆς, καὶ ἀπροσωπόληπτος ἦν διὰ τὴν τῆς δόξης ὑπερβολήν; Καὶ γοῦν ὅτε πεφοίτηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, σκότος ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ πῦρ ὑψοῦ διᾷττον, καὶ καπνὸς, πλεῖστά τε πρὸς τούτοις ἦν ἕτερα, δειμάτων καὶ πτοίας τῆς εἰς ἄκρον ποιητικὰ, ὡς ἀφόρητον γενέσθαι τοῖς θεωμένοις τὴν ὄψιν. Καὶ γοῦν μεσιτεύεσθαι παρεκάλουν οἱ ἐξ Ἰσραὴλ λέγοντες τῷ παναρίστῳ Μωσεῖ· Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.6 Οὐδὲν οὖν τὸ θαῦμα, φησὶν, εἰ προηγορεύσατε μὲν ὑμεῖς, ὤφθη δὲ τοῖς ἐπὶ γῆς ἀπρόσβλητον ἔχων τὴν δόξαν, καὶ οὐδενὶ γέγονε φορητός.
PG 70:1171Τί οὖν οἱ προφῆται; θερμῶς ὑπαντῶσι λέγοντες· Ἀπροφάσιστος ἡ ἀπείθεια, οὐκ ἐνάφορμος ἡ ἀπόστασις, οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα. Οὐ γὰρ ἦν ἐν εἴδει, φησὶ, καὶ δόξῃ θεοπρεπεῖ. Κεκένωκε γὰρ ἑαυτὸν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. Καὶ ταῦτά φαμεν, οὐκ ἐξ ἀκοῆς μόνης ἔχοντες τὴν παράδοσιν, ἀλλὰ καὶ αὐταῖς ὄψεσι τεθεαμένοι τὸν κηρυττόμενον. Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, κάλλος δὲ τὸ θεοπρεπὲς, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον. Σμικρὰ γὰρ, καὶ εὐτελῆ, καὶ ἄτιμα παντελῶς τὰ ἀνθρώπινα, ὡς πρός γε τὴν θείαν καὶ ὑπερτάτην ὑπεροχὴν, καὶ τῆς ὑπὲρ πάντα φύσεως τὸ ὑπέρλαμπρον κάλλος· εἴρηται γοῦν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Καὶ τὸ ἔτι μεῖζόν φησιν· Ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους, δῆλον δὲ ὅτι τὸ εἶδος αὐτοῦ, ὅμοιον ὡς εἰ καὶ ἔφασαν· Ἕστι μὲν γάρ τινας ἰδεῖν ἐν ἀνθρώποις ἀξιωμάτων φαιδρότητι διαπρέποντας· ταῖς ἐκ πλούτου δορυφορίαις ἠρμένους ὑψοῦ, καὶ εὐρυνομένους ἤγουν, καὶ καθ’ ἕτερόν τινα τρόπον, ἐν ἐπιγείοις ὄντας ὑπεροχαῖς. Ἀλλ’ οὐδὲ ἐν τούτοις ἦν ὁ Ἐμμανουὴλ, ἀλλ’ ἐν σμικρᾷ καὶ κατεῤῥιμμένῃ τάξει, ὥστε δοκεῖν ἡττᾶσθαι τῶν ἄλλων ἀνθρώπων. Καὶ ἀληθὴς ὁ λόγος. Οὐ γὰρ πλουσίας ἐξέφυ μητρὸς τῆς ἁγίας Παρθένου, ἀλλὰ διὰ πάντων ἦλθε τῶν μικρῶν, ἵνα ὑψώσῃ τὸ ταπεινὸν, καὶ ζηλωτὸν ἀποφήνῃ τὸ ἄτιμον. Καὶ καθ’ ἕτερον δὲ λόγον, Θεὸς ὢν Κύριος καὶ βασιλεὺς τῶν ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρότητος; Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν·
ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Εἰπόντες, ὅτι καὶ Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἐν ποίᾳ καταστάσει τεθέανται προσώπου τὸν κηρυττόμενον, διαγγέλλουσι σαφῶς. Ἔοικε γὰρ ἀνθρώπῳ, φασὶν, ἐν πληγῇ μὲν ὄντι, γενναίως δὲ φέροντι μαλακίαν, τουτέστι κάκωσιν. ἤτοι τὸ πάσχειν κακῶς. Κατηφὲς γὰρ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται πρόσωπον, καὶ οἷον ἐν θορύβοις ὄντος καὶ πτοίαις, ἅτε δὴ καὶ μέλλοντος ἤδη παθεῖν τὸν ἐπὶ ξύλου θάνατον· ὅτε καὶ ἔφασκεν, ὁτὲ μὲν, ὅτι Νῦν ἡ ψυχή μου τετάρακται·6 ὁτὲ δὲ πάλιν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.6 Ἔφη δέ τις καὶ τῶν ἁγίων εὐαγγελιστῶν, ὅτι γεγονότος ἐγγὺς τοῦ καιροῦ, καθ’ ἃν ἔμελλε παθεῖν, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
PG 70:1173Καίτοι γὰρ φύσει Θεὸς ὑπάρχων ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος, καὶ παθῶν, καὶ λύπης, καὶ πάντων ἁπαξαπλῶς τῶν τοιούτων ἀνεπίδεκτος ὢν, συνεχώρει τῇ καθ’ ἡμᾶς φύσει τὸ μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος τοῦ πειρασμοῦ, διὰ πάντων ἀποδεικνὺς, ὅτι γέγονε καθ’ ἡμᾶς, καὶ οὐ, καθὰ φρονεῖν ἔδοξέ τισι, σκιὰ καὶ εἴδωλον ἦν ἐπὶ γῆς ὁρώμενος, καὶ αὐτόχρημα γέγονεν ἄνθρωπος. Ἀπέστραπται δὲ, φησὶ, τὸ πρόσωπον αὐτῷ. Τὸ δὲ, Ἀπέστραπται, ἀντὶ τοῦ, Κατῃσχύνθη, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Πιλάτος μὲν γὰρ ἔπεμψε τὸν Ἰησοῦν πρὸς τὸν Ἡρώδην· ὁ δέ γε, φησὶν, ἐξουθενήσας αὐτὸν ἀνέπεμψεν αὐτόν. Οὐ γὰρ ἐλογίσατο εἶναι τὸν Ἰησοῦν, ἠτιμάσθη δὲ καὶ τὸ πρόσωπον αὐτοῦ, πεμπομένων δηλονότι τῶν πτυσμάτων, καὶ καταπαιόντων αὐτὸν τῶν τοῦ Πιλάτου στρατιωτῶν, καὶ λεγόντων·
Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε.6 Ἠτιμάσθη δὲ καὶ ἑτέρως, τὰς διὰ μαστίγων αἰκίας ὑπενεγκὼν, καὶ τὰ ἐκ τῶν ὑπηρετῶν ῥαπίσματα. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαί̈ου· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.6 Οὐκοῦν, ὡς ἔφην, ἐοίκασιν οἱ θεσπέσιοι προφῆται καθ’ ὅρασιν δηλονότι τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἰδεῖν τὸν Υἱὸν, ἤτοι τὸ αὐτοῦ πρόσωπον κατηφείας ἀνθρωποπρεποῦς οὐκ ἀπηλλαγμένον, ἅτε δὴ καὶ ἐνεστηκότος τοῦ καιροῦ, καθ’ ὃν ἔδει παθεῖν αὐτὸν, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει.
Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τῆς Ἰουδαίων ἠνέσχετο δυσσεβείας, ἵνα, ὡς ἔφην ἀρτίως, ἀφέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐδὲν εἰς τοῦτο κατορθοῦν ἰσχύοντος τοῦ νομικοῦ γράμματος, ἤτοι τῆς κατὰ νόμον λατρείας. Καὶ γὰρ ἦν ἀμήχανον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας. Ἔξω γε μὴν τῆς πύλης ἔπαθεν, ἵνα, ὡς ὁ Παῦλός φησι, διὰ τοῦ ἰδίου αἵματος ἁγιάσῃ τὸν λαόν· πέπονθε γὰρ, οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, πολλοῦ γε καὶ δεῖ, ἀλλ’ ὑπὲρ πάσης τῆς ὑπ’ οὐρανόν.
Καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι Τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.6 Καὶ αὐτὸς δέ πού φησι διὰ τῆς τοῦ Ψάλλοντος λύρας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἠβουλήθην.6 Ἀνονήτου γὰρ οὔσης τοῖς ἐπὶ τῆς γῆς εἰς τὸ ἀφελεῖν ἁμαρτίας τῆς κατὰ νόμον λατρείας, ἐπείπερ ἦσαν ἀβούλητοι τῷ Θεῷ βουθυσίαι τε καὶ προβάτων σφαγαὶ, προσκεκόμικεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· εἶτα τὸν τῆς σαρκὸς ὑπομείνας θάνατον, ὅλην ἠλευθέρωσε τὴν ὑπ’ οὐρανὸν, καὶ θανάτου, καὶ ἁμαρτίας.
PG 70:1175Εἶς γὰρ ὁ πάντων ἀνταξιώτερος πέπονθεν ὑπὲρ πάντων, ἵνα πάντων κρατῇ τε καὶ βασιλεύῃ. Καὶ πιστώσεται πάλιν ὁ Παῦλος γράφων· Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.6 Καὶ πάλιν· Εἶς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.6 Ὀρθῶς οὖν ὁ προφήτης φησὶν, ὅτι Οὗτος ὁ ἐν πληγῇ ὢν ὁ εἰδὼς φέρειν μαλακίας, ὁ ἀπεστραμμένον ἔχων τὸ πρόσωπον, ὁ ἀτιμασθεὶς, καὶ μὴ λογισθεὶς, τὰς ἡμῶν ἁμαρτίας φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει.6 Ἄθρει δή μοι πάλιν, μεθ’ ὅσης εὐτεχνίας ὁ προφητικὸς ἐν τούτοις πρόεισι λόγος. Ὑποπλάττεται γὰρ πρόσωπον τῶν μὴ εἰδότων τὸ Χριστοῦ μυστήριον, οἰηθέντων δὲ ὅτι γέγονεν ἐν τῷ παθεῖν, ὡς ἰδίων ἁμαρτημάτων ἀποστήσων.
Ἐλογισάμεθα γὰρ αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει, φησὶ, τουτέστιν, ἐνομίσαμεν θεήλατον ἐπ’ αὐτῷ συμβῆναι τὸ πάθος, ὡς διά τινας ἁμαρτίας, ταύτης τε ἕνεκα τῆς ἁμαρτίας ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει γενέσθαι. Τὸ δὲ οὐχ οὕτως ἔχει ποθὲν, ἀλλ’ ἐτραυματίσθη μᾶλλον διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Εἶτα καὶ ἑτέρους ἀποδίδωσι λόγους, δι’ ὧν ἔστιν ἰδεῖν, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας, καὶ ζωῆς, γέγονεν ἐν τῷ παθεῖν ὁ μὴ εἰδὼς ἁμαρτίαν. Πάλαι μὲν γὰρ διειστήκειμεν εἰς ἔχθραν τῷ Θεῷ, τοῖς ἱεροῖς αὐτοῦ μαχόμενοι νόμοις, καὶ τὸν τῆς εὐπειθείας οὐκ ἔχοντες ζυγὸν, καὶ τὸ δουλεύειν αὐτῷ παραιτούμενοι. Ἀλλ’ ἦν ἀναγκαῖον, φησὶ, μάστιγι παιδεύεσθαι τοὺς εἰς τοῦτο θράσους ὠλισθηκότας·
ἵνα τῶν φαύλων ἀποφοιτήσαντες, καταλύσωμεν τὴν ἔχθραν, καὶ εἰρηνεύσωμεν πρὸς Θεὸν, διά γε τοῦ καθυφεῖναι μὲν αὐτῷ τὸν αὐχένα, πειρᾶσθαι δὲ κατορθοῦν τὸ ἀρέσκον αὐτῷ. Ἀλλ’ αὕτη, φησὶν, ἡ παιδεία, ἣν ἐπενεχθῆναι μᾶλλον ἐχρῆν τοῖς ἡμαρτηκόσιν, ἵνα καταλλάξειαν πολεμοῦντες Θεῷ, ἦλθεν ἐπ’ αὐτόν. Καὶ τοῦτο, οἶμαι, τὸ, Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν. Σαφέστερον δὲ καθίστησι τὴν τοῦ προκειμένου διάνοιαν, ἐπενεγκὼν εὐθὺς, Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πέπονθε γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν. Πάντες μὲν γὰρ ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Οὐκοῦν πεπλανήμεθα μὲν ἡμεῖς, ἀπέστημεν Θεοῦ ζῶντος, κατακολουθήσαντες ταῖς ἑαυτῶν ἡδοναῖς. Ὁ δέ γε τῶν ὅλων Κύριος, τουτέστιν ὁ Θεὸς καὶ Πατὴρ, διὰ τὰς ἡμῶν ἁμαρτίας παρέδωκεν αὐτὸν, ἵνα ἡμᾶς ἀπαλλάξῃ δίκης, καὶ διασώσῃ πιστεύσαντας.
PG 70:1177Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφη Χριστός· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπώληται, ἀλλ’ ἕξῃ ζωὴν αἰώνιον.6 Καὶ αὐτὸς δὲ διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, εἰρήσεται δὲ καὶ οὕτως ἀνὰ μέρος ἕκαστα πρὸς ἡμῶν, μὴ ἄρα πως καὶ ἀσυμφανὲς εἶναί τι δόξειεν ἔσθ’ ὅτε τισίν. Ἐκρίνετο μὲν γὰρ παρὰ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.
Εἶτά τινες ἦκον εἰς μέσον συκοφαντοῦντες αὐτὸν, καί τινα παρ’ αὐτοῦ κατὰ τῆς τοῦ Θεοῦ δόξης εἰρῆσθαι διαβεβαιούμενοι. Ἀλλ’ οὐδὲν πρὸς ταῦτα Χριστὸς ἀπεκρίνατο· ἠπίστατο γὰρ ὀνήσουσαν μὲν οὐδὲν παντελῶς τὴν ἀπολογίαν· ἐκρίνετο γὰρ παρ’ ἐχθροῖς. Ὅτι δὲ θερμοτέροις κατ’ αὐτοῦ κεχρήσονται θυμοῖς Υἱὸν ἑαυτὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν τῆς ὑπ’ οὐρανὸν, οὐκ ἠγνόησε πάλιν. Σεσίγηκε τοίνυν, παρά γε αὐτοῖς καὶ Πιλάτῳ κρινόμενος, πλὴν ὀλίγα καὶ μόλις εἰπὼν, εἰς τὸ ἀπροφάσιστον αὐτοῖς καταστῆσαι τὴν ἁμαρτίαν. Ὁ μὲν γὰρ ἀπηνὴς καὶ ἀνόσιος Καϊάφας ἤρετο λέγων· Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.6 Ὁ δὲ πρὸς τοῦτο εὐθύς· Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.6 Ἤρετο δὲ καὶ Πιλάτος, εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καὶ πρός γε ταῦτα Χριστός·
Σὺ εἶπας τοῦτο.6 Ἐντεῦθεν ταῖς τῶν Ἰουδαίων ἀπονοίαις σύνδρομος ἦν ὁ Πιλάτος· καὶ μαστιγώσας τὸν Ἰησοῦν, ἀποφέρειν ἐκέλευσε τοῖς ὑπ’ αὐτὸν στρατιώταις λῃσταῖς ἀναμὶξ ἐπὶ τὸ χρῆναι παθεῖν τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἀληθὲς οὖν, ὅτι, καθά φησιν ὁ προφήτης, Διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Μυρία γὰρ ὅσα πεπονθὼς κατὰ τὸν τῆς συλλήψεως καιρὸν, ὕβρεις τε ὑπομείνας, καὶ ἐμπτύσματα, καὶ τὰ ἐκ τῶν ἀνοσίων ὑπηρετῶν ῥαπίσματα, ἕτερά τε πρὸς τούτοις, ἅπερ ἦν εἰκὸς δύνασθαι κακῶς διαθεῖναι τὸν πεπονθότα, προσεκομίσθη τῷ Πιλάτῳ. Ἀπὸ δὴ τοῦ κεκακῶσθαι, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα· ἀλλ’ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν, ἄφωνος. Ἀποφέρονται μὲν γὰρ εἰς τὸ καθαρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας αὐτοῖς μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες.
PG 70:1179Τὰ δὲ, καίτοι πάσχοντα [παραψαύουσα γὰρ ἔσθ’ ὅτε τῶν δερμάτων ἡ μάχαιρα λυπεῖ]1, φέρει καὶ σιωπᾷ, καὶ τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾷ. Οὕτω καὶ ὁ Χριστὸς, λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ἀληθὲς οὖν, ὅτι Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπειδὴ γὰρ ἔδοξεν εἶναί τις αὐτοῖς εὐτελὴς, καὶ ἐν τοῖς ἄγαν ὑφειμένοις, προχειροτάτην κατ’ αὐτοῦ τὴν ψῆφον, ἤτοι κρίσιν, ἐξενηνόχασι. Δρῶσι δὲ τοῦτο τῶν δικαζόντων τινὲς, οἷς ὀλίγος μὲν κομιδῇ τῆς ἀκριβείας, ἤτοι τῆς ἀληθείας, ὁ λόγος· προσώποις δὲ μᾶλλον, ἢ τοῖς γεγονόσι δικάζουσιν. Εἰ μὲν γάρ τις εἴη τῶν ἐν κόσμῳ λαμπρῶν ὁ κρινόμενος, ἀκριβεῖς τῶν πραγμάτων ἐξετασταὶ εὑρίσκονται, τάχα που καὶ τότε τῇ ἀληθείᾳ μαχόμενοι, καὶ τρόπους ἐπικουρίας ἀνευρεῖν πειρώμενοι· ἀσήμου δέ τινος προσκεκομισμένου, τότε δὴ, τότε θερμοὶ, καὶ θρασεῖς, καὶ ἀοκνότατοι λίαν, καὶ τὴν ἐπὶ τοῖς ἐσχάτοις αὐτοῦ καταφέρουσι ψῆφον.
Ἤρθη τοίνυν ἡ κρίσις αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, φησίν. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισιν εἶναι παρὰ τοῖς Ἰουδαίοις, ἤτοι τοῖς κρίνουσι, ταπεινὸς, ἐννοήσας ὁ προφήτης τῆς ἐνούσης εὐκλείας αὐτῷ τὸ περιφανὲς, καὶ ὅτι Θεὸς ἦν, ἐν εἴδει τῷ καθ’ ἡμᾶς ὁρώμενος τοῖς ἐπὶ τῆς γῆς· μονονουχὶ κατασείει τὴν κεφαλὴν, καὶ κατολοφύρεται τοὺς τὴν ἐπ’ αὐτῷ κρίσιν ὁρίσαντας, καί φησι· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Οὐ γὰρ κατὰ τοῦ τυχόντος, φησὶν, ὡς γοῦν ᾠήθητε, σκληροὶ καὶ ἄδικοι γεγόνατε δικασταί· κατὰ τούτου δὲ μᾶλλον, οὗ τὴν γενεὰν, ἤτοι τὴν γέννησιν, οὐδεὶς ἂν ἡμῖν διερμηνεύσει[ε] λόγος. Διχῆ δὲ τοῦτο νοήσεις. Γεγέννηται μὲν γὰρ ἐκ Θεοῦ Πατρὸς Θεὸς ὢν ὁ Λόγος, ἄῤῥητος δὲ καὶ ἀπερινόητος παντελῶς ὁ τῆς γεννήσεως τρόπος.
Οὐ γὰρ κατὰ σῶμα γέγονεν, ἀλλ’ ὡς ἂν πρέποι τῇ νοερᾷ τε καὶ ἀσωμάτῳ φύσει. Φῶς γὰρ ἐξέλαμψεν ἐκ φωτὸς, ἀνέφυ δὲ καὶ ζωὴ ἐκ ζωῆς· καὶ ὅτι μὲν ἐγεννήθη κατὰ ἀλήθειαν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνενδοιάστως πιστεύομεν· τὸ δὲ ὅπως, εἰπεῖν ἢ νοεῖν οὐκ ἔστι. Θεὸς δὲ ὢν φύσει, καθῆκεν ἑαυτὸν εἰς τὸ ἑλέσθαι παθεῖν δι’ ἡμᾶς τὴν κένωσιν. Ἔλαβε δὲ δούλου μορφὴν, καὶ ὑπέμεινε γέννησιν τὴν κατὰ σάρκα ἐκ γυναικὸς, οὐ τοῖς τῆς ἀνθρωπείας φύσεως; ἀκολουθήσας νόμοις. Οὐ γὰρ ἐξ ἀνδρὸς, ἢ γυναικὸς ἡ πρόοδος· μυστικὴ δὲ μᾶλλον, καὶ ξένη, καὶ ὑπὲρ ἡμᾶς, καὶ ἐγγὺς ἀδιήγητος. Εἴρηται γὰρ πρὸς τὴν ἁγίαν Παρθένον, ὅτι Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ.6 Ἐπειδὴ δὲ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπράχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον, διὰ τοῦτό φησιν ὁ προφήτης, ὅτι Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
PG 70:1181Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τὸ δὲ, Αἴρεται, φησὶν, ἀντὶ τοῦ, Ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ τῆς γῆς ἐστιν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία καὶ ὁ κατὰ σάρκα βίος. Μόνος γὰρ ἐκ πάντων, καίτοι καθ’ ἡμᾶς ὁρώμενος ἄνθρωπος, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καίτοι τοῦτο κατωρθωκότος οὐδενὸς τῶν ἐπὶ τῆς γῆς· ἀμώμητος γὰρ παντελῶς ἐν ἡμῖν οὐδείς. Αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶ τοὺς ἐπὶ τῆς γῆς ἡ ζωὴ, τουτέστιν ἡ ὕπαρξις τοῦ Μονογενοῦς, ὅταν ἔξω νοῆται σαρκὸς, καὶ οὔπω καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος. Οὗ τοίνυν παράδοξος καὶ ὑπὲρ φύσιν ἡ κατὰ σάρκα γέννησις, τούτου καὶ ἡ ζωὴ καὶ ὁ βίος ὑπερνήχεται τὸ μέτρον τῶν ἐπὶ τῆς γῆς. Ἀλλ’ ὥσπερ τινὸς πρὸς ταῦτα λέγοντος·
Πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν, ψήφοις ὑπενήνεκται θανάτου, καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη; Κατακέκριται γὰρ ὡς ἁμαρτωλός· μονονουχὶ καὶ ἀντανίσταται λέγων ὁ Θεὸς καὶ Πατήρ· Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἢ γὰρ τοῦτό φησιν, ὅτι Ὑπὲρ τῆς ἁμαρτίας τοῦ λαοῦ μου τὴν τοῦ θανάτου ψῆφον ὑπομεμένηκεν ἑκὼν, ἤγουν ἐκεῖνό που τάχα. Ἐπειδὴ γὰρ ἀνομώτατοι, φησὶ, γεγόνασιν οἱ τελοῦντες εἰς τὸν ἐμὸν λαὸν, διὰ τοῦτο τῆς αὐτῶν ὠμότητος, καὶ μιαιφονίας, καὶ ἐπ’ αὐτὸν ἦλθον οἱ βρόχοι, ἤχθη δὲ οὗτος εἰς θάνατον. Ἀληθὲς δὲ πάντως τοῦτό τε κἀκεῖνο. Ἀπέθανε γὰρ ἵνα καταργήσῃ τὴν ἁμαρτίαν τῶν ἐπὶ τῆς γῆς, καὶ σὺν αὐτῇ τὸν ἐξ αὐτῆς ἀναφύντα καταλύσῃ θάνατον. Ἀπέθανε καὶ ἑτέρως, ἀνομησάντων εἰς αὐτὸν Ἰουδαίων.
Καίτοι γὰρ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, εἶπον ἐν ἑαυτοῖς· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.6 Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἕοικεν ἐν τούτοις ἐκεῖνο βούλεσθαι δηλοῦν, καὶ ἀληθὲς ὂν ἀποφαίνειν, ὅπερ ἔφαμεν ἀρτίως, ὅτι διὰ τὸ εἶναι δυσσεβεῖς σφόδρα, καὶ ἀνομωτάτους τοὺς τελοῦντας εἰς λαὸν Θεοῦ, ἤχθη Χριστὸς εἰς θάνατον. Ἐπειδὴ γὰρ, φησὶν, πεπαρῳνήκασιν εἰς αὐτὸν ἀνοσίως, καὶ ἀρχηγὸν ὄντα τῆς ζωῆς ἀπεκτόνασι, δυσσεβοῦντες ἀφυλάκτως καὶ εἰς αὐτὸν τὸν σώζοντα· ταύτῃτοι καὶ μάλα δικαίως τοὺς πονηροὺς καὶ πλουσίους δώσω, φησὶν, εἰς χεῖρας ἐχθρῶν, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ ἀντὶ τοῦ θανάτου αὐτοῦ.
Πεπλημμελήκασι γὰρ Ἰουδαῖοι κατὰ δύο τρόπους, καὶ ἀπεκτονότες τὸν Κύριον, καὶ συκοφαντοῦντες αὐτοῦ τὴν ταφήν. Καὶ τίνα τρόπον, ἐροῦμεν. Ἐτάφη μὲν γὰρ ὑπομείνας τὸν κατὰ σάρκα θάνατον· πλὴν ἀνεβίω τριήμερος, σεισμοῦ γεγονότος ἐν τῷ μνημείῳ· ὥστε καὶ τοὺς φυλάσσοντας στρατιώτας ἐν αἰσθήσει γενέσθαι τοῦ πράγματος, ἀφικέσθαι τε πρὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ἀπαγγεῖλαί τε τοῦτο, καὶ αὐτὴν δὲ τὴν ἀνάστασιν. Οἱ δὲ, καθά φησιν ὁ εὐαγγελιστὴς, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, ἵνα εἴπωσιν, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτόν. Καὶ ἐφημίσθη ὁ λόγος οὗτος παρὰ τοῖς Ἰουδαίοις μέχρι τῆς σήμερον ἡμέρας. Οὐκοῦν διττοῖς πλημμελήμασι γράφεται τοὺς ἠσεβηκότας ὁ Θεὸς καὶ Πατήρ· πονηροὺς δὲ αὐτοὺς καὶ πλουσίους ἀποκαλεῖ· πονηροὺς μὲν ὡς συκοφαντήσαντας, καὶ ἐπ’ αἰτίαις μὲν ἑώλοις ἀπεκτονότας τὸν Ἰησοῦν· πλουσίους δὲ, ὅτι χρήμασι πεπείκασι τοὺς Πιλάτου δορυφόρους, τὸ σεπτὸν καὶ μέγα τῆς ἀναστάσεως συκοφαντῆσαι μυστήριον.
PG 70:1183Εἰκὸς δὲ καὶ καθ’ ἕτερον τρόπον πλουσίους αὐτοὺς ὠνομάσθαι, ὡς αἰνιττομένου τε καὶ ὑποπλήττοντος τοῦ λόγου, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ἐπεβούλευσαν τῷ Χριστῷ, ἵνα ἔχοιεν αὐτοὶ πλοῦτον ἀδίκως σεσωρευμένον, τὸν ἀπό γε τοῦ μὴ κρίνειν ὀρθῶς, καὶ οὓς ἂν δύνωνται πλεονεκτεῖν. Ἔφη γοῦν περὶ αὐτῶν διὰ φωνῆς Ἡσαί̈ου· Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.6 Ἀπαράδεκτον δὲ καὶ τὸν τῆς πίστεως ἐποιοῦντο λόγον, ἐννοοῦντες, ὅτι παυσομένης τῆς ἐν νόμῳ λατρείας, ἐκπίπτουσι κερδῶν τῶν ἀπό γε τῆς ἱερωσύνης· ἐκομίζοντο γὰρ ἀπαρχὰς, καὶ δεκάτας, καὶ μέχρις αὐτῶν τῶν εὐτελεστάτων ἀκριβολογούμενοι. Καὶ γοῦν ὠνειδίζοντο παρὰ Χριστοῦ λέγοντος·
Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.6 Ἁλίσκονται δὲ φιλόπλουτοι, καὶ καθ’ ἑτέραν αἰτίαν· ὡς γὰρ ἔφην φθάσας, τὸν δεσποτικὸν εἰς αὑτοὺς μετατιθέντες κλῆρον, ἐπεβούλευσαν τῷ τοῦ ἀμπελῶνος δεσπότῃ· ὅτι δὲ τῇ θείᾳ ψήφῳ δέδωκεν ὁ Θεὸς τοὺς πονηροὺς καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου καὶ τῆς ταφῆς τοῦ Χριστοῦ, διαδείκνυσιν ἐναργῶς, ἐπιφέρων εὐθύς· Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.6 Ποῖος οὖν ἄρα τοῖς Ἰουδαίοις ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ κρίσεως; Ὁ μὲν γὰρ Θεὸς καὶ Πατὴρ μεμαρτύρηκεν ἐναργῶς τὸ ἀναμάρτητον τῷ Υἱῷ. Οὔτε γὰρ εὑρέθη δόλος, τουτέστι ψεῦσμα, ἐν τῷ στόματι αὐτοῦ, οὔτε μὴν ἐποίησεν ἀνομίαν.
Οὐκοῦν ἔργῳ τε καὶ λόγῳ πανάμωμος ἦν, καὶ εἰς λῆξιν ἁπάσης καθαρότητος διελήλακεν. Οἱ δὲ κατεψεύδοντο καὶ κατεμαρτύρουν αὐτοῦ, Πιλάτῳ λέγοντες, ποτὲ μὲν, ὅτι Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει διδόναι φόρους Καίσαρι·6 καὶ πάλιν, Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.6 Ἀντιπράττουσι τοίνυν ταῖς τοῦ Πατρὸς μαρτυρίαις, τὸν ἀμώμητον καὶ δίκαιον αἰτιάμασιν ὑποφέροντες τοῖς οὐκ ἀληθέσι, καὶ ταύτης ἕνεκα τῆς αἰτίας παρεδόθησαν ἐχθροῖς. Ἐπειδὴ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς.6 Δίκας μὲν γὰρ οὐκ ἐκτετικότων τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, ἦν τάχα πού τινας εἰκὸς ὑπονοῆσαι λέγειν, ὡς ὁσίᾳ ψήφῳ κατεδικάσθη Χριστὸς, ἅτε δὴ καὶ ἔνοχος καταστὰς ἐπενεχθείσης αἰτίας αὐτῷ. Ἐξενεχθείσης δὲ τῆς ὀργῆς, καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσιν ἀναλόγου κολάσεως ἐπενηνεγμένης, καθαρίζεται τῆς πληγῆς.
PG 70:1185Οὐ γὰρ ἂν ἠγανάκτησε Θεὸς, οὐδ’ ἂν ὑπερεῖδε τὸν ἑαυτοῦ λαὸν, οὐδ’ ἂν τοῖς ἐσχάτοις αὐτοὺς ἐνῆκε κακοῖς, εἰ μὴ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο, συκοφαντοῦντες αὐτὸν, καὶ προσηλοῦντες αὐτὸν τῷ ξύλῳ, καὶ ὑπεράνω πάσης ἰόντες ἀπανθρωπίας. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει [ υλγ. ἀνοίσει]. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.
Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀπεκτονόσιν ἀδίκως τὸν τῆς ζωῆς χορηγὸν, καὶ τῆς ἁπάντων σωτηρίας πρύτανιν, μεθίστησι τοὺς λόγους ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ καί φησιν ὡς πρὸς αὐτάς· Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Ὅμοιον δὲ ὡς εἰ λέγοι σαφῶς· Τέθεικεν ὑπὲρ ὑμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Χριστός· ἠγόρασεν ὑμᾶς ἐν αἵματι τῷ ἰδίῳ, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἵνα ὑμῶν κατορθώσῃ τὴν σωτηρίαν. Ἂν τοίνυν ἀμείψησθε καὶ ὑμεῖς αὐτοὶ, καὶ καταθῆσθε ὥσπερ ἐν ὀφλήματος τάξει τὸ εὐήνιον, καὶ ὑπαγάγητε τὸν αὐχένα τοῖς αὐτοῦ ζυγοῖς· τότε ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, τουτέστιν, ἔσεσθε κοινωνοὶ τῶν εἰς μακραίωνα βίον τετηρημένων, ἁγίων δὲ δηλονότι, οἳ τῆς εἰς αἰῶνα ζωῆς τὴν ἐλπίδα πεπλουτήκασιν.
Οὐδεὶς μὲν γὰρ παρ’ Ἕλλησι λόγος τῆς τῶν νεκρῶν ἀναστάσεως ἦν, ἀπιστεῖται δὲ καὶ εἰς δεῦρο τὸ μυστήριον. Μονονουχί φασι τὸ, ὅτι Καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, οὗ σβεσθέντος, τέφρα ἀποβήσεται τὸ πᾶν, καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀνήρ. Παρὰ δέ γε τοῖς τῆς Ἐκκλησίας τροφίμοις, ἐλπὶς ἀκράδαντος ἡ ἀνάστασις τῶν κεκοιμημένων ἦν, καὶ τοῖς ἔθνεσιν ὑπισχνεῖται Θεὸς, εἴπερ ἕλοιντο τὴν ἀντέκτισιν τῆς ἑαυτῶν ψυχῆς προσκομίσαι Χριστῷ τῷ παθεῖν ἑλομένῳ διὰ τὴν αὐτῶν ἁμαρτίαν. Ὀφείλημα δὲ τὸ πρὸς ἡμῶν ὁποῖον ἄρα ἐστὶ, σαφηνιεῖ λέγων ὁ Παῦλος· Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.6 Οὐκοῦν ἐπωφλήσαμεν αὐτῷ τὴν ἑαυτῶν ζωήν. Διὰ τοῦτό φησιν·
Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.6 Ὅ γε μὴν ἑαυτὸν ἀρνούμενος, οὐ τὴν αὐτῷ καθ’ ἡδονὴν ἔτι διαβιώσεται ζωὴν, ἐκείνην δὲ μᾶλλον, ἥπερ ἂν νοοῖτο Χριστοῦ, τουτέστιν ἁγίαν, καὶ ἀμώμητον, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος, ὃς δὴ καὶ γέγραφεν ἐναργῶς· Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον· ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.6 Ἄθρει δὴ οὖν ὅπως δέδωκε περὶ ἁμαρτίας, ἀναθεὶς ὥσπερ τῷ δι’ αὐτὸν παθόντι τὴν ἑαυτοῦ ζωήν. Ἀκηκόαμεν γὰρ λέγοντες τοῦ Χριστοῦ τοῖς ἑαυτοῦ γνωρίμοις·
PG 70:1187Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὁ ἀγαπῶν υἱὸν, ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.6 Μήτηρ μὲν γὰρ ἀνθρώπου καὶ πατὴρ, ἀρχὴ καὶ πρόφασις αὐτῷ γεγόνασι τῆς εἰς τὸ εἶναι προόδου σωματικῆς· ὁ δέ γε τῶν ὅλων Θεὸς καὶ Πατὴρ, κεκρατημένους θανάτῳ, καὶ μαραινομένους ἐν ἴσῳ πόαις, ἀνεγέννησεν εἰς ἀφθαρσίαν διὰ Χριστοῦ ἐν Πνεύματι, καὶ κρείττους ἀπέφηνε τῆς φθορᾶς, μακρᾷ καὶ ἀτελευτήτῳ στεφανώσας ζωῇ. Οὐκοῦν ἥττηται ἂν εἰκότως τῆς εἰς αὐτὸν ἀγάπης ἡ εἰς γονέας αἰδώς· τὸ δὲ ἀγαπῆσαι Χριστὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας, καὶ τοῖς αὐτοῦ νεύμασιν, ἤγουν ἱεροῖς θεσπίσμασι, κατακολουθεῖν, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας, μετὰ τοῦ τὴν εἰς αὐτὸν πίστιν ὀρθῶς τε καὶ ἀμωμήτως ἔχουσαν ἑλέσθαι τηρεῖν.
Ὄψεται τοίνυν ἡ ψυχὴ ὑμῶν, φησὶ, σπέρμα μακρόβιον. Βούλεται γὰρ Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, καὶ δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει. Γέγονε μὲν γὰρ περίλυπος ἕως θανάτου πρὸ τοῦ τιμίου σταυροῦ· γέγραπται γὰρ οὕτω παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς. Ἐπειδὴ δὲ πατήσας τὸν ᾅδην ἀνεβίω τριήμερος, εἶτα τεθέαται τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ μεταμορφωθεῖσαν εἰς ἀφθαρσίαν, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὐδοκίαν πάσης ἤδη κατευρυνομένην τῆς γῆς, μέλλουσάν τε καταφωτίζεσθαι τῶν ἐθνῶν τὴν πληθὺν, καὶ τῆς μὲν ἀρχαίας καὶ συντρόφου πλάνης ἀποφοιτᾷν, καλεῖσθαι δὲ πρὸς ἐπίγνωσιν ἑαυτοῦ τε καὶ τοῦ Πατρός· ἀποβέβληκε τὸν ἐπὶ τῷ παθεῖν πόνον, καὶ τοῖς εὖ φρονοῦσι δέδωκε τὸ νικᾷν. Ἅμα γὰρ ἐκ νεκρῶν ἐγήγερται, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἡσθεὶς ἄγαν ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ καὶ ζωῇ, τοῖς ἁγίοις ἔφη μαθηταῖς·
Ἐδόθη μοι πᾶσα ἐξουσία ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.6 Οὐκοῦν ἐὰν δῶτε περὶ ἁμαρτίας, ἔσεσθε μέτοχοι καὶ αὐτοὶ μακροβίου σπέρματος, τοῦ τῶν ἁγίων δηλονότι. Βούλεται γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, τουτέστι, τὴν ἐπὶ τῷ σταυρῷ λύπην μεταστῆσαι πρὸς χαρὰν, διὰ τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος, τουτέστι τούς ποτε πλανωμένους· οἷς καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει, λέγων· Οἱ ποτὲ σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.6 Βούλεται πλάσαι τῇ συνέσει. Καὶ τί δὴ τοῦτό ἐστι, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· Ἡμεῖς γὰρ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.6 Οἱ μὲν γὰρ ὄντες ἐν ἁμαρτίαις, καὶ τὴν κτίσιν παρὰ τὸν Κτίστην λατρεύοντες, δυσειδῆ πως ἔχουσι τὴν καρδίαν, καὶ ἀκαλλεστάτην σφόδρα τὴν διάνοιαν.
Εἴρηται γοῦν πρός τινα διὰ τῆς Ἱερεμίου φωνῆς· Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή.6 Ἐπειδὰν δὲ τὴν εἰς Χριστὸν παραδέξωνται, μεταπλάττονται νοητῶς πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος. Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος· Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.6 Βούλεται τοίνυν ὁ Θεὸς καὶ Πατὴρ τῇ συνέσει, τουτέστι τῇ ἑαυτοῦ σοφίᾳ, θεοπρεπεῖ δὲ δηλονότι, διαπλάσαι πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἀποφῆναί τε συμμόρφους αὐτῷ δι’ ἁγιασμοῦ ἐν πνεύματι.
PG 70:1189Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσε.6 Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον. Βούλεται δὲ, οἶμαι, ὁ Θεὸς, καὶ Πατὴρ δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήσει. Ὁ μὲν οὖν δίκαιος εὖ δουλεύων πολλοῖς, νοηθείη ἂν οὐχ ἕτερος, οἶμαι, τὶς, παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Οὐ γὰρ ἦλθε διακονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλλον, κατὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Ταύτῃτοι διάκονον ἐδόκει λέγειν τῷ μακαρίῳ Παύλῳ. Ἔφη γὰρ περί τε τοῦ νόμου καὶ τῆς Καινῆς Διαθήκης· Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα [δεδόξαστο γὰρ τὸ Μωσέως πρόσωπον]1, πολλῷ μᾶλλον διαφέρει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.6 Δίκαιος τοίνυν καὶ ἄμωμος ὁ Χριστὸς εὖ δουλεύων πολλοῖς.
Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, οὐχ ἵνα τὴν οἰκείαν αὐτὸς ὀνήσῃ φύσιν, ἀλλ’ ἡμῖν καὶ τοῦτο δωρούμενος, καὶ ὥσπερ τινὰ διακονίαν ἀποπληρῶν εἰς ἡμᾶς, δι’ ἧς καὶ σεσώσμεθα. Δικαιοῦταί γε μὴν τὴν τοῦ δοκεῖν εἶναι πονηρὸς, ἤτοι δικαίως παθεῖν τὸν ἐπὶ ξύλου θάνατον, ὑποψίαν ἀποκρουόμενος διὰ τοῦ καὶ δίκας ἐκτῖσαι τῆς εἰς αὐτὸν δυσσεβείας τοὺς ἐξ Ἰσραὴλ, καὶ τοῦ βασιλεῦσαι τοῖς ὑπ’ οὐρανὸν ἁπάντων αὐτῷ προςδεδραμηκότων ἐθνῶν. Ὅτι γὰρ διακονίας ἰσχὺν ὁ τῆς ἐνανθρωπήσεως ἔχει λόγος, παρέδειξεν εἰπών· Καὶ αὐτὸς τὰς ἁμαρτίας αὐτῶν ἀνήσει.6 Ἵνα γὰρ ἀποστήσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, αὐτὸς ἐφ’ ἑαυτῷ ταύτην ἀναλαβὼν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν ὁ πάντων ἀντάξιος, διὰ τοῦτο δεδούλευκε πολλοῖς. Τὸ Πολλοῖς δὲ λέγων, τὰ ἔθνη δηλοῖ.
Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ. Ἐπειδὴ δὲ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνήνεγκε, φησὶ, διὰ τοῦτο κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα. Πάλιν ἐνθάδε πολλοὺς συνήσεις τοὺς ἐξ ἐθνῶν· μυριοπλασίους γάρ εἰσι τῶν ἐξ Ἰςραήλ· ἰσχυροὺς δέ γε, ἢ τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς ἐν Χριστῷ δυνατοὺς, καὶ εὐανδρίαν ἔχοντας τὴν πνευματικὴν, οἷς ἅτε νενικηκόσι τὸν Σατανᾶν, διαδίδωσι σκύλα. Διανέμει γὰρ τοῖς ἁγίοις πλουσίᾳ χειρὶ τῶν πνευματικῶν χαρισμάτων τὰς χορηγίας. Ὧ μὲν γὰρ δίδοται, φησὶ, διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, προφητεῖαί τε καὶ διακρίσεις πνευμάτων, καὶ τὰ τῶν ἰαμάτων χαρίσματα. Περιστήσαντες δὲ τοῦ λόγου τὴν δύναμιν εἰς τοὺς ἁγίους ἀποστόλους, ἐκεῖνό φαμεν·
ἦσαν μὲν γὰρ κτῆσις ὥσπερ τοῦ Σατανᾶ πάντα τὰ ἔθνη, ἀλλ’ ἐμέρισεν αὐτὰ τοῖς ἁγίοις μυσταγωγοῖς ὁ κληρονομήσας πολλούς. Οἱ μὲν γὰρ, διὰ τοῦ θεσπεσίου Πέτρου κέκληνται πρὸς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· οἱ δὲ διὰ τῆς τοῦ θεσπεσίου Παύλου μυσταγωγίας, ἤγουν ἑτέρου τινὸς τῶν ἁγίων ἀποστόλων, εἰς τὸ τῆς ἀληθείας ἐσαγηνεύθησαν φῶς. Ἐμέρισε τοίνυν αὐτοῖς ὁ Σωτὴρ, ὤσπερ τινὰ σκύλα, τουτέστι, πολέμου λάφυρα, τὴν τῶν ποτε πλανωμένων ἐπιστροφήν τε καὶ κλῆσιν· ὅτι δ’ ἐχρῆν τὸν ὑπὲρ πάντων ἀποθανόντα Χριστὸν, πάντων ὁρᾶσθαι δεσπότην, ἀναπείθει λέγων· Ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ δι’ ἁμαρτίας αὐτῶν παρεδόθη. ΤΟΜΟΣ Β.
PG 70:1191Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους κατίσχυσον, ἔτι καὶ εἰς [ υλγ. ἔτι εἰς] τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον. Καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Τίνα δὴ τρόπον τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπέμεινε σταυρὸν, καὶ τὴν ὑπὲρ τοῦ κόσμου σφαγὴν ὁ ἀμνὸς ὁ ἀληθινὸς, τουτέστι Χριστὸς, διειπὼν εὖ μάλα, καὶ πρός γε τούτοις, ὅτι κληρονομήσει πολλοὺς προηγορευκὼς, μεθίστησι τῆς προφητείας τοὺς λόγους ἐπ’ αὐτοὺς ἤδη τοὺς εἰς κλῆρον αὐτῷ δοθέντας παρὰ Θεοῦ, τουτέστι τὰ ἔθνη.
Τοῦτο γάρ που καὶ αὐτὸς ὁ Υἱὸς διὰ τῆς τοῦ Ψάλλοντος λύρας προανακεκράγει λέγων· Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.6 Πολλοὺς δὲ αὐτοὺς εἶναί φησι· πολλαπλασίους γὰρ καὶ ἀριθμοῦ κρείττονες οἱ ἐξ ἐθνῶν νοηθεῖεν ἂν, ὡς πρός γε τοὺς ἐξ αἵματος Ἰσραὴλ, εἰς ἓν καὶ μόνον τελοῦντας ἔθνος. Γυναικί γε μὴν στείρᾳ καὶ ἀποβεβλημένῃ, ἤγουν ἐρήμῃ, παρεικάζειν ἀξιοῖ τῶν ἐθνῶν τὴν πληθύν· καὶ δὴ καί φησι πρὸς αὐτήν· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖ τις· Στεῖραν ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἤτοι τὴν ἐξ ἐθνῶν συναγηγερμένην Ἐκκλησίαν, διὰ ποίαν αἰτίαν; καίτοι προμεμήνυκεν ὁ λόγος, ὅτι πολλῷ πλείους ἦσαν οἱ πλανώμενοι, καὶ τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύοντες, τῶν λελυτρωμένων διὰ Μωσέως, καὶ διὰ τοῦτο καὶ ἠριθμημένων καὶ εἰς κλῆρον Θεοῦ;
Ὄτε γὰρ, φησὶ, διεμέρισεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοινίσματα κληρονομίας αὐτοῦ Ἰσραήλ.6 Στεῖρα οὖν κατὰ τίνα τρόπον ἡ πολύπαις οὕτω καὶ οἷον γονιμωτάτη; Οὐδεὶς γὰρ ἦν παρά γε τοῖς οὐκ εἰδόσι τὸν τῶν ὅλων Θεὸν, ὡς διά τε γνῶσιν καὶ ἀρετὴν καταλογισθῆναι πρέπων ἐν τέκνοις Θεοῦ. Καὶ καθ’ ἕτερον δὲ τρόπον οὐκ ἦν παρ’ αὐτοῖς ἡ δι’ ὕδατός τε καὶ πνεύματος ἀναγέννησις, ἀλλ’ ἦσαν ἐκ φθορᾶς ἔτι φθαρτῆς, φθαρτοὶ καὶ γήϊνοι, καὶ καθά φησιν ὁ Ψαλμῳδὸς, Ἐκ μήτρας ἀπηλλοτριωμένοι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ἐξ αὐτῆς πλανώμενοι τῆς γαστρὸς,6 ἅτε δὴ καὶ ὄντες ἐξ ἁμαρτωλῶν ἁμαρτωλοὶ, καὶ εἰδωλολάτραι, καὶ ἐλπίδα μὴ ἔχοντες, καθά φησιν ὁ πάνσοφος Παῦλος.
PG 70:1193Ἡ οὖν στεῖρα τῷ ἐπὶ πάντας Θεῷ τίκτουσα μηδένα τῶν ὀφειλόντων, ἢ δυναμένων ἐν τέκνοις αὐτοῦ καταλογισθῆναι, καὶ τελεῖν διά τε πίστιν καὶ ἀρετήν. Ἀλλ’ ἰδοὺ προστέτακται ῥῆξαί τε καὶ βοῆσαι. Ἔθος δὲ τοῦτο δρᾷν ταῖς ἐπὶ δίφρῳ λοιπὸν καὶ τικτούσαις γυναιξὶν, ἃς δή φασι παροτρύνειν τὰς μαίας ἔντονόν τι καὶ τορὸν ἀναβοᾷν, ἵν’ ἐκθλίβοιτο τῆς μήτρας τὸ βρέφος, εὐρυνομένου τοῦ σπλάγχνου πρὸς τὴν βοήν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ῥῆξον, καὶ βόησον.6 Ἄρξαι δὴ οὖν τοῦ τίκτειν, φησὶ, καὶ ὡς ὠδίνουσα πολλοὺς, δίδου συχνῶς τὴν ταῖς τικτούσαις ἀεὶ πρέπουσαν βοήν· ὡς ἐσομένη δὲ μήτηρ ἀναριθμήτων λαῶν, εὐφροσύνην δέχου τὴν πνευματικήν. Σαφηνίζων δὲ τοῦ προκειμένου ῥητοῦ τὴν διάνοιαν ὁ τῶν ὅλων Θεὸς, ἐπιφέρει λέγων·
Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔθος μὲν οὖν τῇ θεοπνεύστῳ Γραφῇ ἔρημον ἀποκαλεῖν τὴν χήραν. Ἐχήρευσε δὲ τῶν ἐθνῶν ἡ πληθύς. Οὐ γὰρ ἐπλούτει τὴν κοινωνίαν τὴν πρός γε, φημὶ, τὸν ἁπάσης γνώσεως ἀληθοῦς, καὶ τὸν τῶν εἰς εὐσέβειαν σπουδασμάτων σπορέα λόγον, ὃν ἄν τις εἰπὼν γηπόνον, ὡς περὶ πάσης κτίσεως λογικῆς, οὐκ ἂν ἁμάρτοι τ’ ἀληθοῦς. Δι’ αὐτοῦ γὰρ πᾶσα καρποφορία πνευματικὴ ἔν τε τοῖς ἁγίοις ἀγγέλοις καὶ ἡμῖν αὐτοῖς ἐμφύεται. Οὐκοῦν χήρα μὲν ἦν πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἄγονός τε διὰ τοῦτο καὶ ἄτεξ. Ἐπειδὴ δὲ παρεδέξατο διὰ πίστεως τὸν ἐξ οὐρανοῦ νυμφίον, πολλὰ γέγονεν αὐτῆς τὰ τέκνα μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα, τουτέστι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἣν δὴ προσηγάγετο Θεὸς διὰ τοῦ πανσόφου Μωσέως πρὸς οἰκειότητα τὴν πνευματικὴν, καὶ ὥσπερ σύνοικον καὶ πολλῶν ἐποιήσατο καὶ ἀπέφηνε μητέρα καὶ τροφόν.
Ἀλλ’ ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, καθά φησιν ὁ προφήτης Ἱερεμίας, εὔτεκνος οὖσα πολλή. Πλείους γὰρ, ὡς ἔφην, οἱ τῆς ποτε στείρας υἱοὶ, πρὸς ἣν καί φησι τὸ, Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου.6 Ἐπειδὴ γὰρ εὔπαις τε καὶ πολύπαις ἀδοκήτως ἀνέφυ τὸν ἐξ οὐρανοῦ λαβοῦσα λόγον, ἤτοι νυμφίον, ἀναγκαίως ἐκτείνειν εἰς εὖρός τε καὶ μῆκος τὰς ἑαυτῆς αὐλὰς προστέτακται, καὶ καταπηγνύναι τοὺς πασσάλους, ἵνα τὸ ἀκράδαντον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας διὰ τούτου νοῇς· καὶ τὸ μακρύνεσθαι δὲ τὰ σχοινίσματα, τὸ ἀπαραβλήτως πλούσιον εἰς εὐρυχωρίαν τῶν ἁγίων Ἐκκλησιῶν ὑποφαίνει, καίτοι τῆς ἀρχαίας σκηνῆς ὀλίγης οὔσης παντελῶς, καὶ στενοτάτας ἐχούσης αὐλάς. Πλὴν καὶ ἐν ἐκείνῳ τῷ τεχνήματι κατίδοι τις ἂν ὡς ἐν τύπῳ γραφόμενον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὸ εἰς εὖρός τε καὶ μῆκος ἀμφιλαφές.
Περὶ γάρ τοι τὰς δέκα αὐλὰς τὰς ἐκ δέρεων τριχίνων κατεσκευασμένας, αὐλαὶ τετάχατο κύκλῳ τέσσαρες, οἷον εἰς ἕκαστον τῆς οἰκουμένης τρέχουσα μέρος, εἰς μῆκος μὲν ἑκατὸν, πεντήκοντα δὲ εἰς πλάτος. Διὰ τοῦτό φησιν· Ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, τουτέστιν, ἁπλούσθωσαν πανταχοῦ τὰ σὰ σχοινίσματα. Μεστὴ γὰρ ἁγίων Ἐκκλησιῶν ἡ ὑπ’ οὐρανὸν, εἰσὶ δὲ καὶ εὐμεγέθεις, εὐρεῖαί τε καὶ εὐμήκεις πανταχοῦ, καὶ παντὸς εἰς λῆξιν ἰοῦσαι κάλλους. Οὔτω γάρ πού φησιν ὁ τῶν ὅλων Θεὸς ἐγηγερμένου τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις, μετά γε τὸ διὰ τῆς Ἀσσυρίων χειρὸς κατεμπρησθῆναι τὸν πρῶτον. Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; Καὶ πῶς νῦν, φησὶν, ὁρᾶτε αὐτὸν, καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;
PG 70:1195Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.6 Τοῦ γὰρ ἐν τοῖς Ἱεροσολύμοις ὄντος ναοῦ, πολλῷ μείζους, καὶ πλούσιοι κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ὠρθώθησαν ναοὶ, τουτέστιν ἐκκλησίαι, τὸ σεπτὸν ἔχουσαι θυσιαστήριον εἰς δόξαν Χριστοῦ. Πλάτυνον δὴ οὖν, φησὶ, τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. Τὸ γὰρ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Πλείστων μὲν γὰρ ὅσων ἀνδρῶν ἁγίων καὶ ἀγαθῶν μήτηρ καὶ τροφὸς ἡ ἐξ ἐθνῶν γέγονεν Ἐκκλησία, ἐκτέτοκε δὲ πολλοὺς ἄρχοντάς τε καὶ ἡγουμένους λαῶν· ὥστε καὶ ἐθνῶν καθηγεῖσθαι πολλῶν, διά τοι τὸ δύνασθαι τὸν ἀμώμητον τῆς μυσταγωγίας ποιεῖσθαι λόγον, καὶ ποιμενικῆς εὐτεχνίας οὐκ ἀμοιρεῖν.
Οἷς καὶ αὐτὸς ὁ Σωτὴρ, ἅτε δὴ τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατωρθωκόσι ζωὴν, κλῆρον ἐπαγγέλλεται, καὶ εἰς αἰῶνα τὸν μέλλοντα τὸ καθηγεῖσθαι λαῶν. Ἐν γάρ τοι τῇ τῶν ταλάντων διανομῇ, τοῖς προσάγουσιν ἐν διπλῷ τὸ δοθὲν, Ἔσο, φησὶν, ἐπάνω δέκα πόλεων·6 ἑτέρῳ δὲ αὖ, Ἔσο ἐπάνω πέντε πόλεων.6 Οὐκοῦν ἔθνη κληρονομήσει τὸ σπέρμα σου. Πρέποι δ’ ἂν τοῦτο, καθάπερ ἔφην ἀρτίως, τοῖς ἡγουμένοις Ἐκκλησιῶν, οἳ δὴ καί φασιν ἐκ περιχαρείας τῆς ἄγαν· Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ Κλῆρος μὲν γὰρ ὁ μόνῳ καὶ ἀληθῶς πρεπωδέστατος Χριστῷ τὸ καθηγεῖσθαι τῶν ἄλλων. Διὰ τοῦτο καὶ προτέταχε μηδενὶ λέγειν· Ῥαββί· Εἷς γάρ ἐστι,6 φησὶν, ὑμῶν καθηγητὴς ὁ Χριστός.6 Ἀλλ’ ὥσπερ φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, φῶς ἐκάλεσε τοὺς ἁγίους ἀποστόλους, καὶ ὥσπερ αὐτὸς ὢν φύσει καὶ μόνος ἀληθῶς Υἱὸς, δέδωκεν ἡμῖν ἐξουσίαν τοῖς πιστεύσασιν εἰς αὐτὸν, Πατέρα καλεῖν τὸν Θεὸν, ἅτε δὴ τὸ τῆς υἱότητος πλουτοῦσιν ἀξίωμα· οὕτω καὶ αὐτὸς ὑπάρχων τῶν ὅλων καθηγητὴς, καὶ κλῆρον ἔχων τὴν ὑπ’ οὐρανὸν, δέδωκε τοῖς ἁγίοις τὸ χρῆμα, δόξῃ τῇ ἰδίᾳ στεφανῶν αὐτούς·
ὅτι συνεργάται γεγόνασιν αὐτοῦ, καὶ γνήσιοι λαῶν κηδεμόνες κεκερδήκασι πολλοὺς, προσκομίσαντες αὐτῷ διὰ πίστεως τοὺς τῇ κτίσει παρ’ αὐτὸν λατρεύσαντας, καὶ τῆς ἐξαιρέτου ζωῆς οὐκ εἰδότας τὴν ὁδόν. Τὸ δέ γε, Πόλεις ἠρημωμένας κατοικιεῖς, τοιῶσδε συνήσεις· Τοσαύτη γὰρ ἔσται, φησὶ, τοῦ σοῦ σπέρματος ἡ πληθὺς, ὥστε μηδὲ ἀρκέσαι τὰς πόλεις αὐτοῖς, τὰς τῶν οἰκητόρων μεμεστωμένας, ἀλλὰ γὰρ καὶ τὰς ἐρήμους δύνασθαι πληροῦν. Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ· ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ ὄνομα αὐτῷ, καὶ ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Δεδικαιώμεθα μὲν ἐν Χριστῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.
PG 70:1197Γράφει δὲ οὕτως ὁ πάνσοφος Παῦλος. Ἀπηλλάγμεθα γὰρ καὶ σκότους, καὶ πλάνης. καὶ ἀνοσιότητος πατροπαραδότου, καθὸ τῇ κτίσει παρὰ τὸν Κτίστην λελατρεύκαμεν, καὶ τρόπος φαυλότητος ἦν οὐδεὶς ταῖς τῶν ἐθνῶν ἀγέλαις ἀνεπιτήδευτος· ὡς γάρ φησιν ὁ Ψαλμῳδὸς, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.6 Ὀνειδισμὸς οὖν ἄρα τοῖς ἔθνεσι τὸ χρῆμα γέγονεν, αὐτὸ δὴ τουτὶ τὸ πεπλανῆσθαί φημι, καὶ τὰ ἐκ τοῦ πεπλανῆσθαι συμβαίνοντα βλάβη. Τί γὰρ οὕτως ἀσχήμονα καὶ ἀκαλλεστάτην, καὶ μυρίοις αἰτιάμασιν ἔνοχον ἀποφήνειεν ἂν τὴν τοῦ ἀνθρώπου ψυχὴν, ὡς τὸ ἀποστῆναι Θεοῦ ζῶντος, ἑλέσθαι δὲ προσκυνεῖν παρ’ αὐτὸν τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῆς ἁμαρτίας οἷά τινι πηλῷ καὶ βορβόρῳ ἐγκαθιέναι τέλμασιν;
Ἀλλὰ τί φησιν ὁ φιλάνθρωπος τοῖς κεκλημένοις εἰς ἄφεσιν ἁμαρτίας διὰ πίστεως, δῆλον δὲ ὅτι τῆς εἰς αὐτόν; Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης. Ἐπειδὴ γὰρ ὅλως, καθὼς κατοικτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, καὶ καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν· πῶς οὐκ ἔδει τοῖς πάλαι διεπταισμένοις, καὶ τὸν ἐπ’ αὐτοῖς ἡμᾶς συναποπτύσαι φόβον, μνησικάκῳ χάριτι δικαιοῦντος Θεοῦ, καὶ οὐκ ἐξαιτοῦντος δίκας τὸν ἀλιτήριον; Καὶ γοῦν ἔφη Χριστὸς τῆς ἐπιδημίας τὸν καιρὸν εἰς ἡμερότητα καταδεικνύς· Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.6 Οὐκοῦν ὡς δίκης ἀπηλλαγμένοι, καὶ τὴν ἐν τοῖς πεπλημμελημένοις οὐ προσδοκῶντες κόλασιν, καὶ δειμάτων ἐλευθέραν ἐσχήκαμεν τὴν διάνοιαν, οὐδὲ τῶν προλαβόντων ὀνειδισμῶν μεμνήμεθα.
Νικᾷ γὰρ ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ, καὶ μώμου παντὸς ἀπαλλάττουσα τοὺς ἠλεημένους. Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησι, Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;6 Ἀμνησικακοῦντος δὲ τοῦ πάντων Δεσπότου, τίς ἡμῖν ὀνειδίσει τῶν ἐν ἀγνοίᾳ πταισμάτων τὸν ῥύπον; Ἐπιλήσῃ τοίνυν, φησὶν, αἰσχύνην αἰώνιον [ἀντὶ τοῦ, μακρὰν]1, καὶ τὸ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. Ὄνειδος δὲ χηρείας, τὸ μηδένα τρόπον καρποφορῆσαι Θεῷ τοὺς ἐξ ἐθνῶν ἰσχύσαι ποτὲ, καθ’ ὃν ἐπλανῶντο καιρόν. Οὐ γὰρ ἦν παρ’ αὐτοῖς, ὡς ἔφην, ὁ ἐξ οὐρανοῦ νυμφίος, ὁ πνευματικῆς εὐκαρπίας δοτὴρ, ὁ σπερμάτων ἀγαθῶν ἐντιθεὶς ἀφορμὰς ἑκάστῃ ψυχῇ. Καὶ γοῦν ἐν παραβολαῖς εὐαγγελικαῖς τοιοῦτον ἡμῖν ἑαυτὸν διαδείκνυσι, λέγων· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.6 Τίνα δὲ τρόπον ἀφανισθήσεται τὸ ὄνειδος τῆς χηρείας αὐτῆς, διατρανοῖ λέγων, ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος Σαβαὼθ ὄνομα αὐτῷ.
PG 70:1199Τὸ δὲ, Ποιῶν σε, φησὶν, ἀντὶ τοῦ, κτίζων σε, καὶ μεταμορφῶν εἰς ἑτερότροπον πολιτείαν, καὶ εἰς εὐσχήμονα ζωήν· μεταστοιχειούμεθα γὰρ ἐν Χριστῷ εἰς καινότητα ζωῆς ἁγίας καὶ εὐαγγελικῆς, ἀναβαίνοντες εἰς εὐμορφίαν αὐτοῦ διὰ πνεύματος, ὥστε καὶ ἑτέρους ἡμᾶς ἐξ ἑτέρων ὁρᾶσθαι λοιπόν. Ἔφη γοῦν περὶ τῶν ἐθνῶν διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος.6 Ἐρχομένην δὲ γενεὰν καὶ λαὸν κτιζόμενον τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας ὀνομάζει πλεισταχοῦ. Καὶ ὁ θεσπέσιος Παῦλος· Ἡμεῖς δὲ πάντες,6 φησὶν, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.6 Ἔκτισε τοίνυν ἡμᾶς ὁ Χριστὸς, ἤτοι τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα.
Καὶ γοῦν προστετάγμεθα τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποθέσθαι, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, δῆλον δὲ ὅτι Χριστοῦ. Ἐγὼ τοίνυν εἰμὶ Κύριος Σαβαὼθ ὁ ποιῶν σε, φησὶ, τουτέστιν ὁ κτίζων καὶ ἀναμορφῶν. Ἵνα δὲ μὴ ἀπιστῆται πρός τινων διὰ τὸ μεγαλοπρεπὲς τοῦ πράγματος, Κύριον τῶν δυνάμεων ἑαυτὸν ὀνομάζει πάλιν, χρησίμως τε καὶ ἀναγκαίως. Τίς δὲ καὶ ὁ τῆς μεταμορφώσεως, ἤγουν ὁ τοῦ ἀνακτίζεσθαι καιρὸς, διεσάφησε λέγων, ὅτι Ὁ ῥυσάμενός σε, αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Πηνίκα δὲ ὅλως καὶ τοῦτο κατώρθωται; κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν δηλονότι. Βεβασίλευκε γὰρ ὁ Χριστὸς ἐπὶ πάντα τὰ ἔθνη, καὶ τοῦτο διδάσκει λέγων ὁ Προφήτης·
Καὶ ἔσται Κύριος εἷς, καὶ ὄνομα αὐτοῦ ἓν κυκλοῦν πᾶσαν τὴν γῆν. Πάλαι μὲν γὰρ ἦν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός. Ἐπειδὴ δὲ κέκληται διὰ πίστεως εἰς ἐπίγνωσιν αὐτοῦ τῶν ἐθνῶν ἡ πληθὺς, αὐτῷ λοιπὸν κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται· ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Θεὸς οὖν ἄρα ἐν πάσῃ τῇ γῇ κληθήσεται ὁ ῥυσάμενος ἡμᾶς, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἐξελὼν, καὶ τοῖς ἰδίοις σκήπτροις ὑπενεγκών. Καὶ τοῦτο διδάσκει λέγων ὁ μακάριος Δαβὶδ, ποτὲ μὲν, ὅτι Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·6 ποτὲ δὲ πάλιν, Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.6 Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε Κύριος, οὐδὲ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ Θεός·
PG 70:1201Χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε. Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόςωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε Κύριος. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ καταλελειμμένην γυναῖκα τὴν ἐπί τισιν αἰτίαις ἐκβεβλημένην ἀποκαλεῖν, ᾗ προσεῤῥίπτετο κατὰ τὸν Μωσέως νόμον καὶ βιβλίον ἀποστασίου παρὰ τοῦ συνοικοῦντος αὐτῇ, μεμισημένην δὲ πάλιν ἐπ’ ἀκοσμίᾳ καὶ ἀσέμνῳ ζωῇ διαβεβλημένην. Ἧπερ ἂν πρέποι καὶ τὸ τῆς ὀλιγοψυχίας αἰτίαμα, ὡς οὐ δυναμένῃ διακαρτερεῖν, καὶ τῶν γαμικῶν ἀνέχεσθαι ζυγῶν, ἢ μεθισταμένην ἐφ’ ἃ μὴ θέμις, καὶ ὀλιγώρως ἔχουσαν περὶ τὸ πληροῦν τὰ ὅσαπέρ ἐστι τελοῦντα πρὸς εὐκοσμίαν. Τοιαύτη τις γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ περὶ τὸν τῶν ὅλων κρατοῦντα Θεόν.
Προσηγάγετο μὲν γὰρ αὐτὴν πρὸς οἰκειότητα πνευματικὴν διὰ τοῦ πανσόφου Μωσέως, καὶ ὥς τινα γυναῖκα πορνεύσασαν ἐν Αἰγύπτῳ, διά γε τοῦ τὰ αὐτῶν ἑλέσθαι φρονεῖν, καὶ αὐτόθι λατρεῦσαι θεοῖς, μονονουχὶ καὶ εἰσοικισάμενος. Εἶτα τοῖς ἀρχαίοις τέλμασιν ἐγκαταπηδήσασαν, καὶ παλινδρομεῖν ἐθέλουσαν εἰς ἀπόστασιν [προσκεκύνηκε γὰρ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν]1, ἀπεώσατό τε καὶ ἀλλοτρίαν ἀπέφηνε τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ ὥς τινα γυναῖκα μεμισημένην καὶ ὀλιγόψυχον, ἔξοικον ἐποιήσατο. Καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς πρὸ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου τῶν μαστῶν αὐτῆς, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει, καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν·
ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά.6 Ὁποῖος δὲ γέγονεν αὐτῇ τῆς πορνείας ὁ τρόπος, διεσάφησε λέγων διὰ φωνῆς Ἰεζεχιήλ· Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβὰν [τουτέστι τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν]1, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν ταῖς χερσὶν αὐτῶν; [Τὰ ἐνθυμήματα αὐτῶν] ἐμοιχῶντο· καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοὶ δι’ ἐμπύρων. Ἕως καὶ ταῦτα ἐποίησάν μοι· Τὰ ἅγιά μου ἐμίαναν, καὶ τὰ Σάββατά μου ἐβεβήλουν, καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά.6 Ἦσαν μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραί̈μ· ἐν δέ γε τοῖς Ἱεροσολύμοις Ἰούδα φυλὴ, καὶ τὸ ἥμισυ φυλῆς Βενιαμίν· ἀλλ’ οὗτοί τε κἀκεῖνοι δεδυσσεβήκασιν οὐ μετρίως, μᾶλλον δὲ εἰς λῆξιν ἁπάσης ἐμβροντησίας ἀκαθέκτοις ὁρμαῖς διελάσαντες, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο· τουτέστιν, Ἅπερ ἐπένθησαν αὐτοὶ εἴδωλα, ταῦτα μοιχείας ὥσπερ τινὸς καὶ πορνείας νοητῆς ἐποίουν πρόφασιν, ἀποστήσαντες ἑαυτῶν τὰς καρδίας τοῦ ἐν τάξει γυναικὸς παραλαβόντος Θεοῦ.
Καὶ γοῦν ἔφη πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου;6 Ἐκπορνεύσασαν τοίνυν τὴν τῶν Ἰουδαίων μητέρα, καταλελειμμένην γυναῖκα, καὶ ὀλιγόψυχον, ἐκ νεότητος μεμισημένην εἰκότως ἀποκαλεῖ· διαλέγεται δὲ πρὸς τὰ ἔθνη, καί φησιν οὐχ οὕτω κεκλῆσθαι καὶ αὐτὰ πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ ἡ καταλελειμμένη, καὶ ὀλιγόψυχος, καὶ ἐκ νεότητος μεμισημένη κέκληται γυνή. Πλείστη γὰρ ὅση τῆς κλήσεως ἡ διαφορά. Τῇ μὲν γὰρ Ἰουδαίων Συναγωγῇ καὶ πόρωσις ἀπὸ μέρους γέγονε, καθά φησιν ὁ πάνσοφος Παῦλος· ἐσκοτίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, συνεκάμφθη δὲ καὶ τὰ νῶτα, τουτέστι, τὸν νοῦν ἐσχήκασιν ἀεὶ κάτω βλέποντα, καὶ τοῖς γηί̈νοις ἐνορῶντα πράγμασι.
PG 70:1203Τοῖς γε μὴν ἐξ ἐθνῶν οὐδὲν συνέβη τοιοῦτον. Οὐ γὰρ ἐσκοτίσθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, ἀλλ’ ἐφωτίσθησαν μᾶλλον, καὶ οὐ συνεκάμφθη τὸν νῶτον, ἀλλ’ ὠρθώθη νοητῶς, ἀλλ’ οὐδὲ σέσωσται καὶ παρ’ αὐτοῖς τὸ κατάλειμμα τοῦ παντὸς, καθὰ καὶ ἐν τῷ Ἰσραήλ· πᾶσα δὲ μᾶλλον αὐτῶν ἡ πληθὺς σεσαγήνευται διὰ Χριστοῦ, καὶ ἐκομίσθη πρὸς σωτηρίαν, καὶ τῶν τῆς πλάνης αἰτιαμάτων ἀπήλλακται, καὶ τῶν τῆς ἁμαρτίας βρόχων διέδρα τὴν ἐπήρειαν. Κέκληται τοίνυν οὐχ οὕτως, ὡς ἡ ἀπόβλητος καὶ μεμισημένη γυνή. Ἀλλ’, Εἰς χρόνον μικρὸν, φησὶ, κατέλιπόν σε, καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε. Ἐν μὲν γὰρ ταῖς παρῳχημέναις γενεαῖς, καθά φησιν ὁ Χριστοῦ μαθητὴς, συγκεχώρηκε Θεὸς τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καὶ τοῦτο, οἶμαι, ἐστὶν ἡ ἐγκατάλειψις ἡ εἰς χρόνον μικρόν.
Εἰ γὰρ καὶ δοκεῖ πως εἰς μακροὺς γενέσθαι καιροὺς, ἀλλὰ καὶ οὕτω συστέλλεται πρὸς τὸ βραχύ. Πολλαπλασίων ἄρα ὁ τοῦ ἐλέους καιρὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τρέχει. Οὕτω συνήσεις καὶ τὸ ἐφεξῆς, τουτέστιν, Ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπον μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε· βραχὺς γὰρ καὶ συνεσταλμένος τῆς ὀργῆς ὁ καιρὸς, ὡς πρός γε τὸ μῆκος τῆς ἀκαταλήκτου φιλανθρωπίας τῆς δοθείσης ἡμῖν παρὰ Θεοῦ· ὃς δὴ καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν φωτί. Ἔλεος δὲ μέγα τὸ διὰ Χριστοῦ νοοῖτο ἂν εἰκότως, ὃ καὶ παντὸς ἀπαλλάττει ῥύπου, κολάσεώς τε καὶ δίκης ἐκφέρει, καὶ ἀνακομίζει πρὸς οἰκειότητα τὴν πρὸς αὐτὸν δι’ ἁγιασμοῦ, καὶ τοῖς τῆς υἱοθεσίας αὐχήμασι στεφανοῖ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας καθίστησι κληρονόμους.
Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν· ὅτι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ, μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου τὰ ὄρη μεταστήσεσθαι, οἱ δὲ οἱ βουνοὶ οὐ μετακινηθήσονται. Οὕτως οὐδὲ σοὶ τὸ παρ’ ἐμοῦ ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μετασταθῇ. Ἐν ταῖς Μωσέως βίβλοις γέγραπται σαφῶς, ὡς ἁπάσης τῆς γῆς ἀπονευσάσης εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ἀσχέτως κατενηνεγμένης εἰς πολύτροπον ἁμαρτίαν, καὶ τοῖς τῆς φιλοσαρκίας ἐμπαρείσης τέλμασιν· ὁ ἐπὶ πάντων Θεὸς, ἐπ’ αὐτοῖς δὴ τούτοις εἰκότως λελυπημένος, Οὐ μὴ καταμείνῃ, φησὶ,6 τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας,6 τουτέστιν, ἐν μόνῳ φρονήματι σαρκικῷ· βδελυρὸν δὲ τοῦτο καὶ ἀπηχθημένον αὐτῷ, καὶ ἀκαθαρσίας ἁπάσης ἔμπλεων.
PG 70:1205Ταύτῃτοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, Καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἄρδην δὲ πάντας ἀπολώλεκε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας·6 σέσωσται δὲ πανοικὶ μόνος ὁ Νῶε, ξένιον εὐπειθείας καὶ ὑπακοῆς τὸ χρῆμα κερδαίνων. Ἐπειδὴ δὲ λωφήσαντος τοῦ κατακλυσμοῦ, καὶ τῆς τῶν ὑδάτων πληθύος συνεσταλμένης, ἐξῆλθε τῆς κιβωτοῦ, τέθυκέ τε καὶ ὠσφράνθαι φησὶν αὐτὸν ὀσμὴν εὐωδίας τὸ Γράμμα τὸ ἱερόν· εἶτα τῷ δικαίῳ κατεπαγγείλασθαι τὸ μηκέτι κατακλυσμὸν ἐπάξειν ὅλῃ τῇ γῇ. Οὐκοῦν ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε, φησὶ, τοῦτό μοί ἐστι, τουτέστιν, ὡρίσθη τοῦτο, καὶ κεκράτηκε παρ’ ἐμοὶ τὸ μηκέτι θυμωθήσεσθαι πάσῃ τῇ γῇ, μήτε μὴν τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ μίαν κατὰ πάντων ὁρίσαι δίκην. Ὑπεμφαίνει δὲ διὰ τούτων τῶν λόγων, ὅτι καὶ ἐν καιρῷ καθ’ ὃν ἐπέλαμψεν ἐν τῷ κόσμῳ Χριστὸς, ἀπάσης ὥσπερ τοῖς τῆς ἀπάτης βρόχοις ἐνειλημμένης, καὶ πάντων ἐκκεκλικότων, καὶ τὸν μὲν φύσει Θεὸν οὐκ εἰδότων, λελατρευκότων δὲ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπεζευγμένων, θείᾳ ψήφῳ πάντας ἐχρῆν τὴν ἀρχαίαν ἐκείνην ὑπομεῖναι κόλασιν.
Ἔνθα γὰρ ὅλως ἰσοπαλῆ τὰ ἐγκλήματα, ἐκεῖ που πάντως εἴη ἂν οὐκ ἀπεοικὸς τὸ ἰσοῤῥόπως κολάζεσθαι τοὺς κατεγνωσμένους. Ἀλλὰ παρίημι τοῦτο, φησὶ, καὶ μένει βέβαιον παρ’ ἐμοὶ τὸ ἐπηγγελμένον· ὥσπερ δέ φησιν· Οὐκ ἂν ἐν θυμῷ μεταστήσαιμι τὰ ὄρη, οὐδ’ ἂν σαλεύσαιμι τοὺς βουνοὺς, τουτέστιν, οὐκ εἰς ἕτερόν τι σχῆμα μεταβαλῶ τὴν γῆν, οὐδὲ πρόωρον ἐποίσω τὴν καινουργίαν αὐτῇ· οὕτως οὐδὲ τὸ παρ’ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ [μὴ] μετασταθῇ· ὁ δὲ τῆς εἰρήνης βραβευτὴς, καὶ τῆς διαθήκης εἴη ἂν ἕτερος οὐδεὶς παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα τὴν πνευματικὴν πλουτοῦντες ἐμπεπλήσμεθα παντὸς ἀγαθοῦ.
Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ Ἡσαί̈ου σαφῶς εἰρημένον πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.6 Οὐκοῦν ἐν Χριστῷ διαθήκην εἰρήνης κεκερδήκαμεν τὴν παρὰ τοῦ Θεοῦ· καὶ Πατρός· συνήφθημεν γὰρ αὐτῷ διὰ μέσου τοῦ Χριστοῦ, καὶ αὐτὸς τὴν διασπάσασαν ἡμᾶς ἐκ μέσου τέθεικεν ἁμαρτίαν, ἵνα μηδὲν κέοιτο τοῖς πρὸς Θεὸν ἰοῦσιν ἐμποδών. Γέγραπται γοῦν, ὅτι Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν,6 τρεχόντων δηλονότι κατ’ οἰκειότητα τὴν πρὸς Θεὸν μεσιτευούσης εἰς τοῦτο τῆς ἁπάντων εἰρήνης, δῆλον δὲ ὅτι Χριστοῦ. Εἶπε γὰρ Κύριος, Ἵλεώς σοι. Ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης. Ἀγαθὸς ὢν φύσει καὶ ἀσυγκρίτως φιλάνθρωπος ὁ τῶν ὅλων Θεὸς, ἀφορμὰς ἀεί πως συλλέγει πρός γε τὸ δεῖν ἀμνησικάκως χάριτι δικαιοῦν τοὺς ἡμαρτηκότας.
PG 70:1207Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ μᾶλλον, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. Οὐκοῦν αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἵλεως ἔσται σοι, φησί. Καὶ διὰ ποίαν αἰτίαν; Πρῶτον, ὅτι Χριστός ἐστι καὶ ἐπιεικὴς, ἀγαθός τε καὶ πολυέλεος· εἶτα ὅτι γέγονας ταπεινὴ καὶ ἀκατάστατος. Ἔνεστι δὲ ταῦτα ἰδεῖν ταῖς τῶν πλανωμένων διανοίαις, καθάπερ τινὰ νόσον ἐνσκήψαντα. Ταπειναὶ γὰρ λίαν, τουτέστι χθαμαλαὶ καὶ πεπατημέναι, καὶ οἷον χαμαιῤῥιφεῖς αὗται, καὶ τοῖς ἐθέλουσιν ἐγκεῖσθαι πρὸς καταπάτημα, τῆς τῶν ἁγίων καρδίας ὡς οὐχ οὕτως ἐχούσης ποθέν. Οὐ γάρ εἰσι βάσιμοι ταῖς τῶν δαιμονίων ἐφόδοις, ἀνῳκισμέναι δὲ ὥσπερ καὶ ταῖς ἐκτόποις τῶν ἐπιθυμιῶν ὑποκεῖσθαι μὴ ἀνεχόμεναι. Ταπεινὴ δὲ, ὡς ἔφην, ἡ τῶν πλανωμένων καρδία, καὶ πρός γε τούτῳ καὶ ἀκατάστατος, διά τοι τὸ μεθύειν τρόπον τινὰ, καὶ κατασείεσθαι πρὸς ἐπιθυμίας τὰς τῷ θείῳ νόμῳ διαβεβλημένας, καὶ ταῖς εἰς φαυλότητα ψήφοις καταδεδικασμένας.
Περιφέρονται γὰρ ὥσπερ παντὶ πνεύματι, καὶ καθά φησιν ὁ Παροιμιαστὴς, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομένουσιν. Ὅπερ παθοῦσαν τὴν Ἱερουσαλὴμ, διὰ τὸ προσνεῦσαι ταῖς τῶν δαιμονίων ἀπάταις, ᾐτιᾶτο λέγων ὁ τῶν ὅλων Θεός· Ἐν’ ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως που καὶ ἀκατάστατος. Καὶ γοῦν οἱ Θεῷ προσκείμενοι φεύγουσι τὴν νόσον, ὡς ὀλέθρου πρόξενον, καὶ δὴ καὶ χαριστηρίους ᾠδὰς ἀναφέρουσιν, ὡς ἀπηλλαγμένοι τοῦ κακοῦ· φασὶ γὰρ, ὅτι Ἔστησεν ἐπὶ τὴν πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.6 Εἴρηται δὲ παρὰ Θεοῦ καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· Στῆσον σεαυτὴν, Σιών.6 Καὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισίν· Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.6 Ἔξω δὴ οὖν τῶν ἁγιοπρεπῶν αὐχημάτων ἡ τῶν πλανωμένων ψυχή.
Καὶ γάρ ἐστιν ἀκατάστατος. Ἐπειδὴ δὲ οἰκτίρμων ἐστὶν, ὡς ἔφην, ὁ τῶν ὅλων δημιουργὸς, ὑπεραπολογεῖται τρόπον τινὰ τῆς τοῦτο παθούσης, καί φησιν· Οὐ παρεκλήθης. Τοῖς μὲν γὰρ ἐξ Ἰσραὴλ πλείστη γέγονε παρὰ Θεοῦ παράκλησις, εἰς εὐρωστίαν αὐτοὺς ἀναφέρουσα τὴν πνευματικὴν, καὶ τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς σωτηρίαν εἰσφέρουσα γνῶσιν. Δέδοται γὰρ αὐτοῖς νόμος ὁ διὰ Μωσέως, καὶ προφητῶν ἁγίων ἀνεδείχθη χορὸς, τοῖς ἐξ οὐρανοῦ νάμασιν ἐπικλύζων αὐτοὺς, καὶ παράκλησιν ἀφθονοτάτην ὑετοῦ δίκην καθιέντος αὐτοῖς τοῦ Θεοῦ· τοῖς γε μὴν ἔθνεσι προςλελάληκεν οὐδεὶς τῶν ἁγίων παντελῶς· οὔτε γὰρ πεπαιδαγώγηται νόμῳ τῷ διὰ Μωσέως, ἀπείρατοι δὲ παντελῶς καὶ προφητικῶν μεμενήκασι λόγων. Οὐκοῦν οὐ παρεκλήθη. Καὶ τοῦτο δέδεικται σαφῶς διὰ τῆς εὐαγγελικῆς παραβολῆς·
ἔφη γάρ που Χριστὸς, ὡς ὁ μισθούμενος τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ, πέπραχε μὲν τοῦτο περὶ πρώτην, καὶ τρίτην, ἕκτην τε, καὶ ἐννάτην ὥραν. Περὶ δέ γε τὴν ἑνδεκάτην ὥραν, εὐρὼν ἑτέρους ἑστῶτας ἀργοὺς, ἔφη πρὸς αὐτούς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;6 Οἱ δὲ πρὸς τοῦτο ἔφασαν τὸ Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.6 Ἐκάλεσε γὰρ οὐδεὶς τῶν ἐθνῶν τὴν πληθὺν, πλὴν ὅτι μόνος ἐν ἐσχάτοις καιροῖς ὁ τοῦ ἀμπελῶνος Δεσπότης. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου. Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ εὐτεχνὲς, καὶ τῶν ἐννοιῶν τὸ εὐμήχανον.
PG 70:1209Διαλέγεται μὲν γὰρ ὡς ὅσον οὐδέπω πόλεως ὀφθησομένης τῆς ἐξ ἐθνῶν Ἐκκλησίας μεγαλοπρεποῦς τε καὶ περικαλλεστάτης, λίθοις γε μὴν τοῖς ὅτι μάλιστα διαπρεπεστάτοις ἐξωραϊσμένην ἀποφανθήσεσθαι λέγει. Θήσω γὰρ, φησὶν, ἄνθρακα τὸν λίθον σου. Ἔοικε δὲ διὰ τούτων κατασημαίνειν βούλεσθαι τὸν Ἰησοῦν, ὃν δὴ τεθεῖσθαί φησι τὸ Γράμμα τὸ ἱερὸν εἰς τὰ θεμέλια Σιὼν, εἰς ὃν εἴ τις πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ἄνθρακα μὲν αὐτὸν ἐν τούτοις ὀνομάζει. Διαμέμνηται δὲ καὶ ἑτέρως αὐτοῦ διὰ προφητῶν ἁγίων. Ἔφη γοῦν διὰ φωνῆς Ἀμώς· Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ.6 Διὰ δέ γε φωνῆς Ζαχαρίου· Ἰδοὺ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν· διότι λίθος ὃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.6 Ἔνεστι γὰρ τὰ πανταχοῦ δύνασθαι καθορᾷν τῷ παντεπόπτῃ Χριστῷ.
Τέθειται τοίνυν ὁ ἄνθραξ εἰς λίθον καὶ ἀκατάσειστον ὑποβάθραν τῆς πόλεως τῆς ἁγίας. Ἐπ’ αὐτῷ δὲ λίθοι σαπφείρου, τάχα που τὸ τῶν ἁγίων ἀποστόλων στῖφος ὑποσημαίνοντες. Ἐγγύτεροι γὰρ οὗτοι Χριστοῦ, καὶ οἷόν τινες θεμέλιοι μετ’ αὐτὸν γεγόνασι τῆς ὑπ’ οὐρανόν. Οὕτω πού φησιν ὁ Δαβὶδ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, ὅτι Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.6 Ἐπιτημηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ, καὶ τῷ πνεύματι τῆς θείας ὀργῆς ὑπενηνεγμένων, ἐπεί τοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ὤφθησαν αἱ τῶν ὑδάτων πηγαὶ, τουτέστιν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσις, ἐμφανῆ δὲ γεγόνασι καὶ τὰ θεμέλια τῆς οἰκουμένης, τουτέστι πάλιν οἱ θεσπέσιοι μαθηταὶ ἀπόστολοί τε καὶ εὐαγγελισταί.
Θήσω δὲ, φησὶ, καὶ τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Ἐπάλξεις, καὶ πύλας, καὶ περίβολον ὀνομάζων τῶν ἁγίων μυσταγωγῶν τὸ θεοφιλὲς, καὶ σοφώτατον σύστημα, οἳ καὶ προμαχῶνές εἰσι καὶ πύλαι τῆς πόλεως τῆς ἁγίας, περίβολοί τε καὶ τεῖχος. Μάχονται μὲν τοῖς πολεμεῖν ἐθέλουσιν αὐτὴν, ἤτοι τοὺς ἐν αὐτῇ, τουτέστι τὴν τῶν διὰ πίστεως σεσωσμένων πληθὺν ἀντεξάγοντες ἐμφρόνως τοῖς τῶν ἀνοσίων αἱρέσεων εὑρεταῖς, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀνθιστάμενοι, καὶ τῶν σεσωσμένων οὐδένα περιπίπτειν που τῆς σκαιότητος συνεχῶς ἐπιτρέποντες, καὶ οἷον ἐν τάξει εἰσκομίζοντες εἰς θεογνωσίαν τοὺς ἐξ ἀπάτης Ἑλληνικῆς, περιφράττοντές τε καὶ περιβάλλοντες νουθεσίαις αὐτοὺς καὶ μυσταγωγίαις, ὥστε καὶ ἀλήπτους εἶναι, καὶ δυνάμεσι πονηραῖς, καὶ βωμολοχίαις ψευδοδιδασκάλων, οἳ τῆς ψευδωνύμου γνώσεως τὸν ἰὸν ἐκχέουσι ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς.
PG 70:1211Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ λίθοις πολυτελεστάτοις ἀφομοιοῦν ἔσθ’ ὅτε τοὺς τὴν ἁγίαν ἔχοντας ζωὴν, καὶ πολυειδέσιν ἀρεταῖς ἐμπρέποντας. Καὶ γοῦν ἔφη που περὶ τῶν ἀγίων ἀποστόλων, ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Περιεφοίτησαν γὰρ τὴν ὑπ’ οὐρανὸν οἱ θεσπέσιοι μαθηταὶ, διακηρύττοντές τε καὶ εὐαγγελιζόμενοι τοῖς ἁπανταχοῦ τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν. Ἔφη δὲ πάλιν καὶ ὁ προφήτης Ἡσαί̈ας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλλον, ἢ ὁ λίθος ὁ ἐκ σουφείρ.6 Ἀπολώλασι μὲν γὰρ παρανομήσαντες εἰς Χριστὸν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, οἱ δέ γε διὰ πίστεως ἀνασεσωσμένοι, χρυσίου παντὸς καὶ λίθου τιμιώτεροι καταλογισθεῖεν ἂν εἰκότως· ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος, θεμέλιον λέγων Ἰησοῦν τὸν Χριστὸν, τοὺς εἰς αὐτὸν πιστεύσαντας, ὡς λίθους ἐκλεκτοὺς ἐποικοδομεῖσθαί φησιν εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.
Οὐκοῦν τῇ τῶν ἀρίστων πολυειδίᾳ καὶ κάλλει τῷ νοητῷ διαπρέποντας τοὺς ἁγίους μυσταγωγοὺς παρεικάζει λίθοις ταῖς τιμιωτάταις· καὶ τοὺς μὲν εἰς θεμέλια τεθεῖσθαι τῇ ἁγίᾳ πόλει φησὶ, τοὺς δὲ εἰς ἐπάλξεις· ἑτέρους δὲ πυλῶν καὶ περιβόλου χρείαν ἀναπληροῦν. Καὶ ταυτὶ μὲν περὶ τῶν τῆς πόλεως προεστηκότων, ἣν ὁ λόγος ἡμῖν ζωγραφεῖ. Περὶ δέ γε τῶν οἰκούντων αὐτὴν τί ἄρα φησί; Καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ. Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως καὶ προφητῶν ἁγίων πεπαιδαγώγηκε τὸν Ἰσραήλ. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς διδακτοὶ γεγόναμεν Θεοῦ· καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.6 Καθηγητὴν γὰρ ἐλάχομεν, οὐ προφήτην τινὰ μεσιτεύοντα, καὶ τοῖς παρὰ Θεοῦ λόγοις διακονοῦντα, καθὰ καὶ πάλαι· αὐτὸν δὲ μᾶλλον τὸν ἐκ Θεοῦ καὶ Πατρὸς γεννηθέντα Λόγον, ἐν εἴδει τῷ καθ’ ἡμᾶς γεγονότα, καὶ ἐν σαρκὶ πεφηνότα.
Διὰ τοῦτο καὶ ἐν εἰρήνῃ πολλῇ τὰ τῆς Ἐκκλησίας εἰσὶ τέκνα, τῆς μητρὸς ἡμῶν οἰκοδομουμένης ἐν δικαιοσύνῃ. Τοὺς γὰρ ὅλως Θεοῦ διδακτοὺς γεγονότας, καταλωβήσαιτο δ’ ἂν οὐδεὶς τῶν κενοφωνεῖν εἰωθότων, εἰρηνεύουσι δὲ πρὸς Θεὸν ἀγάπῃ τῇ πρὸς αὐτὸν συνδούμενα, καὶ τοὺς τῆς δικαιοσύνης τιμῶντα τρόπους· οἰκοδομεῖ δὲ τοῦτο τὴν Ἐκκλησίαν, καὶ τὸ ἀκραδάντως ἔχειν αὐτῇ πραγματεύεται, Χριστοῦ συνασπίζοντος, καὶ τὸ ἀκλονήτως ἔχειν νέμοντος αὐτῇ· Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς. Γέγραπται γὰρ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ αὐτῆς· Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ, εἰς τὴν γῆν ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.6 Ἁγίασμα δὲ αὐτοῦ τὴν Ἐκκλησίαν εἶναί φαμεν, ἣ καὶ ἀπόβλητον ἐγείρει τοῖς ἐχθροῖς τὸ κέρας, καὶ καθάπερ ἀμέλει καὶ ὁ μονόκερως τοῖς ἑτέροις τῶν ζώων.
PG 70:1213Τεθεμελίωται γὰρ εἰς τὸν αἰῶνα παρὰ Χριστοῦ. Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Ἰδοὺ προσήλυτοι διελεύσονταί σοι δι’ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται. Εἰπὼν, ὅτι τίθησι μὲν τὸν περίβολον αὐτῆς λίθους ἐκλεκτοὺς, πάντας δὲ τοὺς υἱοὺς αὐτῆς διδακτοὺς Θεοῦ, διαδείκνυσιν εὐθὺς εἰς πέρας ἐκβεβληκὸς τὸ ἐπηγγελμένον. Μυσταγωγεῖ γὰρ ὥσπερ, οὐ διὰ μεσίτου τινὸς, καθὰ καὶ πάλαι διὰ Μωσέως, ἤγουν ἑτέρων τῶν ἁγίων προφητῶν, δι’ ἑαυτοῦ δὲ μᾶλλον, ἤτοι φωνῆς ἰδίας.
Ἦν γὰρ τοῦτο τὸ, Ἔσονται πάντες διδακτοὶ Θεοῦ.6 Γέγραφε δὲ καὶ ὁ σοφώτατος Παῦλος, ὅτι Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.6 Οὐκοῦν δι’ ἑαυτοῦ τῶν αἰώνων ὁ ποιητὴς ἐξυφαίνει τὰς μυσταγωγίας τοῖς δι’ αὐτοῦ κεκλημένοις εἰς τὴν διὰ πίστεως χάριν. Διὰ τοῦτο καὶ ἡ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη περὶ αὐτοῦ πού φησι· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.6 Κατησπάζετο μὲν γὰρ ὤσπερ καὶ πάλαι διὰ στόματος αὐτοῦ προφητῶν ἁγίων, καλῶν εἰς συνάφειαν τὴν πρὸς αὐτὸν δι’ ἁγιασμοῦ καὶ δικαιοσύνης. Ἐπειδὴ δὲ προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, ἀπὸ φιλημάτων στόματος αὐτοῦ πεφιλήμεθα.
Στόμα γὰρ πρὸς στόμα λελάληκε πρὸς ἡμᾶς. Ὅταν τοίνυν ἀπόσχῃ, φησὶν, ἀπὸ παντὸς ἀδίκου καὶ πονηροῦ πράγματος, τότε οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι· ἔσῃ γὰρ ἀνάλωτος τοῖς ἐχθροῖς, καὶ πέρα φόβου παντὸς, κἂν ἐξοπλίζωνταί σοι καταδῃοῦν ἐθέλοντες τῶν ἐν κόσμῳ τινὲς, πλείστην ὅσην λαχόντες τὴν δυναστείαν, ἤγουν αἱ ἀντικείμεναί τε καὶ πονηραὶ δυνάμεις, ἢ τάχα που καὶ αὐτὰ τῆς ἐκτόπου καὶ μυσαρᾶς ἡδονῆς τὰ κύματα, φέροντα τοὺς φιλαμαρτήμονας εἰς ᾅδου πυθμένα, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ κάτω βάραθρον. Ἀξιόληπτα τοίνυν τῆς δικαιοσύνης τὰ γέρα, καὶ λαμπροὶ μὲν λίαν οἱ στέφανοι, τεθαυμασμένη δὲ παρά γε τοῖς ἀρτίφροσι τῶν πνευματικῶν χαρισμάτων ἡ κτῆσις. Προσεπάγει δέ τι καὶ ἕτερον· Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ, καὶ ἐπὶ σὲ καταφεύξονται.
Προσηλύτους δέ φησιν, ἢ τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τὴν πίστιν καὶ καλουμένους ἐξ ἔθνων, ἢ τάχα που καὶ αὐτοὺς τοὺς ἐξ Ἰσραὴλ, οἳ κατόπιν τέθεινται τῶν ἐθνῶν, καίτοι τὴν πρώτην ἔχοντες τάξιν, καὶ οἱ προσηλύτους δεχόμενοι τοὺς ἐκ πλάνης Ἑλληνικῆς πρὸς Θεὸν ἐπιστρέφοντας, αὐτοὶ προσήλυτοι γεγόνασι τῶν ἐθνῶν, πλὴν καὶ τοῦτο διὰ Χριστοῦ. Σημαίνει γὰρ τοῦτο τὸ, δι’ ἐμοῦ. Δι’ αὐτοῦ γὰρ ἡ πάντων ἐπιστροφή τε καὶ κλῆσις, καὶ ἡ πρὸς Θεὸν καὶ Πατέρα πρόσοδος [ αλ. πρόοδος]. Οὐδεὶς γὰρ ἔρχεται,6 φησὶ, πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.6 Καὶ πάλιν· Ἐγώ εἰμι ἡ ὁδός·6 καὶ, Ἐγὼ ἡ θύρα.6 Ἰδοὺ ἐγὼ κτίζω σε, καὶ οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας, καὶ ἐκφέρων σκεύη εἰς ἔργα. Ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι.
PG 70:1215Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος. Τὸ κτίζεσθαί φαμεν ἐν τούτοις καταδηλοῦν, οὐχὶ δήπου πάντως τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον. Διαλέγεται γὰρ ὡς πρὸς ὄντας ἤδη καὶ ὑφεστηκότας, ἀνακαινισμὸν δὲ μᾶλλον ὑποδηλοῖ τὸν διὰ τοῦ ἁγίου Πνεύματος ἀναστοιχειοῦντά τινας εἰς ἁγίαν καὶ ἀμώμητον πολιτείαν καὶ ζωήν. Οὕτω γὰρ κτίσαι λέγεται Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάςσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Παρεγγυᾷ δὲ ἡμῖν καὶ ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς·
Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον.6 Προστετάγμεθα δὲ καὶ ἀπολύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Κτίζω σε τοίνυν ἐγὼ, φησὶν, οὐχ ὡς ἄνθρωπος χαλκουργὸς τὰ ἐξ ὕλης σκεύη ποιῶν δι’ ὀργάνων καὶ πυρὸς, ἀλλὰ μᾶλλον ἀῤῥήτῳ τινὶ καὶ νοητῇ μεταστοιχειώσει, καὶ ἀναπλασμῷ, καὶ οἷον ἀναγεννήσει πνευματικῇ, ἣν δὴ καὶ αὐτὸς ὁ Σωτὴρ Νικοδήμῳ ποτὲ διεσάφει, λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.6 Γεγεννήμεθα γὰρ οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος.
Οὕτω κτίζει Χριστὸς, ἀναμορφῶν δι’ ἁγιασμοῦ πρὸς ἑαυτὸν τοὺς πιστεύοντας, καὶ ἀνακομίζων εἰς σωτηρίαν. Κτίζει γὰρ ἡμᾶς οὐκ εἰς ἀπώλειαν, τουτέστιν οὐκ εἰς φθορὰν ἔτι καὶ θάνατον ἀλλ’ εἰς μακραίωνα βίον καὶ ἀτελεύτητον ζωήν. Ὅτι δὲ τοῖς ἅπαξ εἰς τοῦτο λαμπρότητος ἀνηνεγμένοις, καὶ καινουργίαν λαχοῦσι τὴν διὰ Χριστοῦ, δοθήσεται παρ’ αὐτοῦ καὶ πνευματικῆς εὐανδρίας ἀνανταγώνιστος χάρις, καὶ σύνεσις οὐκ εὐάντητος τοῖς τῆς ἀληθείας ἐχθροῖς, διαδείκνυσι λέγων· Πᾶν σκεῦος φθαρτὸν, [καὶ] ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ, [ἣ] ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις. Σκεύη μὲν φθαρτὰ φαίη ἂν εἶναί τις τῆς τοῦ διαβόλου δυστροπίας τοὺς ὑπουργοὺς, οἳ καὶ φθορᾶς εἰσι καὶ ἀπωλείας τέκνα. Οὗτοι κατεπιφύονται τῶν ἁγίων, ἔσθ’ ὅτε καὶ τοξεύουσι πολυτρόπως τὰ τῆς ἑαυτῶν σκαιότητος ἐπαφιέντες βέλη, διωγμοὺς καὶ θλίψεις ἐπάγοντες, καὶ πολύτροπα πειρασμῶν εὑρέματα.
Ἀλλ’ οὐκ εὐοδωθήσονται παρὰ Χριστοῦ, ὥστε καὶ ἰσχύσαι τὰς τῶν ἁγίων καταφθεῖραι ψυχάς· οἱ δέ γε τῶν ἀνοσίων αἱρέσεων εὑρεταὶ παλιμφήμους φωνὰς κατὰ τῆς ἀῤῥήτου δόξης ἱέντες μονονουχὶ δικάζονται τοῖς ἁγίοις, οἳ τῆς ἀληθείας προμάχονται, καὶ προεστήκασι νεανικῶς τῆς ἀκραιφνοῦς ὀρθότητος τῶν ἐκκλησιαστικῶν δογμάτων. Πλὴν ἡττῶνται, Χριστοῦ νέμοντος τοῖς ἁγίοις καὶ τοῦτο. Παρ’ αὐτοῦ γὰρ τὸ δύνασθαι νικᾷν, καὶ πᾶσαν ἐχθρῶν ἐπανάστασιν, καὶ πᾶσαν ἀντίστασιν ἀνοσίου φωνῆς· ὡς γὰρ ὁ Ψάλλων φησίν· Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.6 Πλὴν οἱ ἔνοχοί σου, φησὶν, ἔσονται ἐν αὐτῇ. Καὶ τῶν μὲν ἑτέρων ἑρμηνευόντων οὐδεὶς τοῦ προκειμένου διαμνημονεύει στίχου, πλὴν οἶμαι δηλοῦν ἐκεῖνό που τάχα·
PG 70:1217Κρείττους μὲν γὰρ ἐχθρῶν, καὶ ἁπάσης φωνῆς οἱ καινουργίαν λαχόντες τὴν διὰ Χριστοῦ γενήσονται, οὗτοι δέ εἰσιν οἱ ἀναμορφούμενοι πρὸς ἁγιασμὸν ἐν Πνεύματι, καὶ τοὺς τῆς ἁμαρτίας διαπηδῶντες βόθρους. Ἀλλ’ οἱ ἔνοχοί σου, φησὶ, τουτέστιν, οἵπερ ἂν εἶεν ἔνοχοι ταῖς ἁμαρτίαις, καὶ μετὰ τὴν κλῆσιν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἔσονται ἐν αὐτῇ. Ἐν αὐτῇ δὲ, τίνι; Ἦ πάντως τῇ φθορᾷ. Διὰ τοῦτο γὰρ ἐπήνεγκεν εὐθὺς, ὅτι Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Οὐ γὰρ τοῖς εἰωθόσι καταλυπεῖν διὰ τοῦ τετράφθαι καὶ βλέπειν εἰς τὸ ἐξήνιον ὁ παρὰ Θεοῦ δοθήσεται κλῆρος, ἀλλὰ τοῖς εὐφραίνουσιν, ἤγουν θεραπεύουσι, τουτέστι δουλεύουσιν. Ἔσεσθε τοίνυν ἐμοὶ δίκαιοι, φησὶν, ἵνα τοῦ κλήρου γενήσεσθε μέτοχοι, τοῦ τοῖς θεραπεύουσιν ἐπηγγελμένου τε καὶ μὴν καὶ δοθησομένου κατὰ καιρούς.
Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατε, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠτίοις ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου. Ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Ὁ θεσπέσιος Δαβὶδ, τῇ διὰ τοῦ Πνεύματος δᾳδουχίᾳ καταλαμπόμενος, τὰς πρὸς Θεὸν μελῳδίας ἐποιεῖτο, λέγων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·6 καὶ ἑτέρωθί που πάλιν, Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.6 Καὶ μὴν καὶ διὰ φωνῆς προφητῶν αὐτός πού φησιν ὁ Υἱὸς ἡ παντὸς ἀγαθοῦ πηγὴ, τὸ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προχεόμενον νᾶμα ζωοποιόν·
Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.6 Ἔφη δὲ καὶ ὁ προφήτης Ζαχαρίας, ὅτι Πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων.6 Πλεισταχοῦ δὲ τῆς θεοπνεύστου Γραφῆς, πηγήν τε καὶ ποταμὸν τὸν τοῦ Θεοῦ Λόγον ὠνομασμένον εὑρήσομεν. Διὰ τοῦτο καὶ αὐτὸς τοῖς Ἰουδαίοις προ[ς]διελέγετο, καὶ δὴ καὶ πρὸς ἑαυτὸν ἐκάλει λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.6 Ποιούμενος δὲ τοὺς λόγους πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα, πάλιν ὧδέ φησι· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν. Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.6 Οὐκοῦν εἴ τις διψᾷ, φησὶ, προσίτω τῷ Χριστῷ, καὶ δὴ καὶ πινέτω δεχόμενος ἀμφιλαφῆ τὴν διὰ τοῦ ἁγίου Πνεύματος παράκλησιν, καὶ χάριν, καὶ ἀκραιφνεστάτην μυσταγωγίαν.
PG 70:1219Δέξεται δὲ οὐ χρημάτων ὠνούμενος, ἀφθονοτάτῃ δὲ μᾶλλον φιλοτιμίᾳ τοῦ καλοῦντος ἐντρυφῶν. Προσιόντες δὲ, φησὶν, ἤγουν βαδίσαντες, καὶ ὡς ἐκ τόπου μεταπηδήσαντες εἰς τόπον ἕτερον, τουτέστιν ἐξ ἀπάτης πάλιν πρὸς ἐπίγνωσιν ἀληθείας, ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς. Πῶς οὖν ἀγοράζουσι, καὶ δέχονται δωρεὰν, καὶ ἀργυρίου δίχα; Πίστεως γὰρ ἀντέκτισιν τὴν παρὰ Χριστοῦ δεχόμεθα χάριν, κατατιθέμενοι μὲν τῶν προσκαίρων καὶ ἀπολλυμένων μηδὲν [Εἶπα γὰρ τῷ Κυρίῳ μου,6 φησί· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις]1,6 ἐν τάξει δὲ δώρων καὶ τιμημάτων προσκομίζοντες τῷ Χριστῷ τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν. Οὐκοῦν ἄνευ ἀργυρίου καὶ τιμῆς ἡ πόσις καὶ ἡ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀφθονοτάτη δωρεά.
Τί δὲ δὴ τιμώμεθα, καὶ ποίαν ὠνούμεθα πόσιν; Τὴν οἴνου, φησὶ, βρῶσίν τε πρὸς τούτῳ τὴν στέατος καὶ πυροῦ. Καὶ ὁμολογουμένως μὲν τῶν παρὰ Χριστοῦ χαρισμάτων ἡ ἀμφιλαφὴς ἐπίδοσις κατευφραίνει ψυχὴν, καὶ οἶνος αὐτῇ γίνεται νοητός· καὶ μὴν καὶ στέαρ, τουτέστι τροφή· στερεοῖ γὰρ αὐτὴν καὶ εὐσθενεστάτην ἀποτελεῖ. Οὐκ ἀπίθανον δὲ, καὶ τὸ Χριστοῦ μυστήριον ὑπαινίττεσθαι λέγειν τῶν προκειμένων στίχων τὴν δύναμιν. Οἱ γάρ τοι πίνοντες τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος καταπλουτήσαντες χάριν διὰ τοῦ μετασχεῖν αὐτοῦ, καὶ ἀγοράσαντες τοῦτο διὰ τῆς πίστεως, ἐν μεθέξει γενήσονται καὶ οἴνου καὶ στέατος, τουτέστι τοῦ ἁγίου σώματος, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· εἶτα τούτοις ἐπιφέρει· Ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον [ αλ.
ὁ μόχθος] ὑμῶν οὐκ εἰς πλησμονήν; Οἱ μὲν γὰρ Ἑλλήνων λογάδες, κατὰ τὸ αὐτοῖς δοκοῦν μᾶλλον, καὶ τὸ πνεῦμα λαβόντες τοῦ κόσμου, καὶ λαλοῦντες ἐν Βεελζεβοὺλ πεπλανήκασι τὴν ὑπ’ οὐρανὸν, δογμάτων οὐκ ἀληθῶν, ἀσυστάτων δὲ μᾶλλον καὶ κατεψευσμένων ἐκθέσεις συγγεγραφότες, καὶ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καθὰ γέγραπται. Πλὴν οὐκ ἔχοντες τῆς ἀληθείας τὴν γνῶσιν, οὔτε μὴν τὸ θεῖόν τε καὶ οὐράνιον φῶς, οἱ πλανώμενοι προσῄεσαν τῇ μαθήσει τῶν ὀλεθρίων δογμάτων, πλεῖστα προσάγοντες χρήματα τοῖς αὐτὰ διδάσκειν ὑπισχνουμένοις. Ἀλλὰ ταῦτα, φησὶν, ἵνα τί τιμᾶσθε ἀργυρίου; Ποία γὰρ ὄνησις τὸ εἰδέναι θέλειν εὐγλωττίᾳ τῇ τινων οἷάπερ μέλι[τι] καταχριομένων [ αλ. κατακεχρισμένον] τὸ ψεῦδος, καὶ ἐν λαμπρότητι λέξεων μάθημα φθοροποιὸν, καὶ οἷον ἐν σκεύει χρυσῷ βορβόρου δίκην σεσωρευμένον τὸ ψεῦδος;
ἡμεῖς γὰρ ἐν σκεύεσιν ὀστρακίνοις τὸν Χριστὸν [ αλ. Χριστοῦ] θησαυρὸν κεκτήμεθα. Ἵνα τί οὖν ταῦτα τιμᾶσθε, φησὶν, ἀργυρίου; καὶ ὁ μόχθος ὑμῶν, ὃς ἂν γένοιτο διαπονουμένοις εἰς τὸ μαθεῖν, οὐκ εἰς πλησμονὴν ἔσται, τουτέστιν, οὐκ ἀπόχρη πρὸς τὸ διαθρέψαι καὶ ζωοποιῆσαι ψυχήν. Ἀδικεῖ γὰρ μᾶλλον, ἢ ὀνίνησιν αὐτὴν τῶν ὀλεθρίων δογμάτων ἡ συλλογή. Ὀρθῶς οὖν ἆρα καὶ ὁ πάνσοφος Παῦλός φησι· Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;6 Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος τοὺς πιστεύσαντας σῶσαι. Μωρίαν δὲ τοῦ κηρύγματος τὴν κοινότητα τῆς λέξεως τῆς ἐνούσης τῇ θεοπνεύστῳ Γραφῇ φησίν.
PG 70:1221Ἀφέντες οὖν τὸ εἰκῆ πονεῖν, καὶ ἀκαρπίαν συλλέγειν, καὶ δαπανᾷν ἀνέχεσθαι πόνους ἐπ’ ἀνωφελέσι πράγμασι, μᾶλλον ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ τὰ διὰ τῶν εὐαγγελικῶν δηλονότι, οἷς δὴ καὶ περιττῶς, φησὶν, ἐντρυφήσειεν ἡ ψυχὴ ὑμῶν. Ἐκεῖ γνῶσις ἀληθὴς τοῦ κατὰ φύσιν Θεοῦ, καὶ ἀρετῆς ἁπάσης καὶ ἁγιοπρεποῦς εὐκοσμίας μάθημα καὶ σύνεσις, θαυμαστῶς ἕκαστα τῶν πρακτέων ὀρθῶς διακρίνοντα, καὶ τεχνίτην εἰς ἀγαθουργίαν ἀποτελοῦσα τὸν νοῦν· ὥστε καὶ ἅπασι μὲν νοουμένοις προσκεῖσθαι φιλεῖν, ἀποφοιτᾷν δὲ τῶν ὅσα ἐστὶ διαβεβλημένα, καὶ τῆς φαυλότητος αἴτια [γρ. αἰτίᾳ] οὐ μετρίως ἐνισχημένους. Προσέχετε τοίνυν τοῖς ὠσὶν ὑμῶν· τουτέστι, Τὸ δὲ τὸ εὐθὲς καὶ εὐήκοον, ἐπακουληθήσατε ταῖς ὁδοῖς μου. Καὶ γὰρ ἔφη Χριστός·
Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.6 Χρὴ τοιγαροῦν τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν ἐπείγεσθαι τοὺς ὄντας αὐτοῦ. Καὶ τί ὑπάρξει τοῖς ἐθέλουσι τοῦτο δρᾷν; Ζήσεται, φησὶν, ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Τὴν ἀτελεύτητον ἐλπίδα, τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, ἔοικε διὰ τούτων ἡμῖν ὑποδηλοῦν. Ὡς γὰρ ὁ Παῦλός φησιν, Ὀφθαλμὸς οὐκ εἶδεν, οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.6 Καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνεσιν. Ἰδοὺ ἔθνη ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε· καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε.
Ὑποσχόμενος, ὅτι Φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, διαδείκνυσιν εὐθὺς τίνα τρόπον αὐτοῖς εἰς πέρας ἐκβήσεται τὸ ἐπηγγελμένον. Διδόναι γὰρ ἐπαγγέλλεται διαθήκην αἰώνιον εὖ μάλα φησίν. Οὐ γὰρ εἶχεν ὁ νόμος τὸ διηνεκὲς καὶ ἀσάλευτον, ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, καθά φησιν ὁ πάνσοφος Παῦλος, καὶ παλαιωθείσης τῆς ἀρχαίας ἐντολῆς ὡς οὐκ ἐχούσης τὸ ἄμεμπτον, δευτέρας ἐζητήθη τόπος, δῆλον δὲ ὅτι τῆς νέας, καὶ ἐν Χριστῷ πολὺ τὸ παρηλλαγμένον ἐχούσης παρὰ τὴν πρώτην. Ἡ μὲν γὰρ ἦν ἐν σκιαῖς, ἡ δὲ τῆς ἀληθείας τὸ κάλλος ἀπαστράπτει πνευματικῶς. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰακὼβ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαμβανομένου μου τῆς χειρὸς αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·
PG 70:1223ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· ὅτι αὔτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.6 Τὴν δέ γε διαφορὰν τῆς τε παλαιᾶς καὶ τῆς νέας διαθήκης διέδειξεν ἡμῖν καὶ ὁ σοφὸς Ἰωάννης λέγων, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.6 Χάριν δὲ καὶ ἀλήθειαν τὴν διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀποκαλεῖ παίδευσιν, τῆς ἀληθοῦς καὶ ἐν πνεύματι λατρείας τὴν δύναμιν ἔχουσαν· ἔδει γὰρ, οἰκέτην μὲν ὅντα Μωσέα, τῆς μὴ μενούσης σκιᾶς γενέσθαι διάκονον· ἐξαγγελέα δὲ τῆς διηνεκοῦς καὶ μενούσης λατρείας, τὸν αἰώνιον, φημὶ δὴ τὸν Χριστόν.
Ποία τοίνυν ἐστὶν αἰώνιος διαθήκη, ἣν δὴ συντελέσει τοῖς προςιοῦσιν αὐτῷ διὰ πίστεως, καθίστησιν ἐναργὲς, ἐπενεγκὼν εὐθύς· Τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἢ γὰρ τὴν τῷ θεσπεσίῳ Δαβὶδ δοθεῖσαν ἐπαγγελλίαν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ δοθήσεσθαί φησι τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν, ἤγουν θεῖα καλεῖ τὰ ἱερὰ θεσπίσματα τοῦ ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα Χριστοῦ· ὅσια δέ φησιν αὐτὰ, ὡς ὁσίους ἀποτελοῦντα τοὺς ἐν οἷς ἂν γένοιντο, καθάπερ ἀμέλει καὶ τὸν τοῦ Θεοῦ φόβον ἁγνὸν ὠνόμασε, καὶ ἁγνοποιὸν ὄντα, καὶ ζωὴν τὸ ῥῆμα τὸ εὐαγγελικὸν ὡς ζωοποιόν. Ἔφη γάρ που Χριστὸς, ὅτι Τὰ ῥήματα, ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ,6 τουτέστι πνευματικὰ καὶ ζωοποιά. Ὅσια δὴ οὖν τὰ ὁσιουργὰ, καὶ δικαίους καὶ ἀμώμους ἀποφαίνοντα τοὺς δεχομένους αὐτά· πιστὰ δὲ, ὅτι πάλιν πιστοποιά εἰσι, καὶ τὸ ἱδρυμένον ἐν πίστει καὶ τῇ κατ’ εὐσέβειαν ζωῇ τοῖς λαβοῦσιν ἐνεργάζεται.
Δύναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. Οὐκοῦν Δαβὶδ ὀνομάσας, τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, περὶ αὐτοῦ φησι παραχρῆμα· Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα, καὶ προστάσσοντα ἔθνεσι.6 Διαμαρτύρεται ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς ἐξ ἐθνῶν ἀγέλας, ὅτι δεκταὶ γεγόνασι καὶ αὗται, καὶ μέτεστι τοῖς ἐθέλουσιν ἀπείργοντος οὐδενὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καταπλουτῆσαι φῶς. Ἔφη γοῦν διὰ τῆς τοῦ Ψάλλοντος λύρας· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ γηγενεῖς, καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.6 Ἔδει γὰρ, ἔδει σοφίας καὶ συνέσεως τοῖς πεπλανημένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνησαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ξύλοις καὶ λίθοις ἐπεγράφοντο θεοῦς.
PG 70:1225Ἐνηνθρώπησε δὲ ὁ Λόγος, ὅτου χάριν καὶ ἐπένευσεν αὐτοῖς, λέγων· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.6 Ταῦτα γὰρ ἦν τὰ τῶν ἐθνῶν ἀῤῥωστήματα, λελύτρωται δὲ δι’ αὐτοῦ· πεπλουτήκασι γὰρ τὴν παρ’ αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ ἀσθενῆ καὶ συντετριμμένην οὐκέτι τὴν διάνοιαν ἔχουσιν, [ἀλλ’] ὑγιῆ τε καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς παραδοχὴν, καὶ κατόρθωσιν ἀγαθοῦ παντὸς καὶ σωτηρίου πράγματος. Πλὴν ἄθρει τὸ ἀκριβὲς τοῦ λόγου. Εἰπὼν γὰρ, Εἰς μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν, ἵνα μή τίς τινα τῶν ἁγίων προφητῶν αὐτὸν ὑπάρχειν ὑποτοπήσειεν, ἐνειδείη δὲ μᾶλλον πᾶς ὁστιςοῦν, ὅτι τῇ τῆς κυριότητος διαπρέπει δόξῃ·
Θεὸς γὰρ ὢν ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδόσθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν γὰρ μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωσῆς, μέτρον ἔχοντες τὸ οἰκετικὸν, τὸ, Τάδε λέγει Κύριος,6 ἐπεφώνουν ἀεὶ τοῖς ἀκροωμένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ’ ὡς θείαις διακονοῦντες φωναῖς· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους. Ἐθαυμάζετο γοῦν καὶ παρ’ αὐτοῖς τοῖς Ἰουδαίοις, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτῷ, καὶ ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς αὐτῶν. Οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ νομοθέτης μετετίθει τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφάνειαν τὴν πνευματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ἔχων τὴν ἐξουσίαν.
Ὅτι δὲ περὶ τῶν ἐθνῶν ὁ τῆς προφητείας ἐξυφαίνεται λόγος, ἀναμάθοι τις ἂν, καὶ λίαν ἀμογητὶ, τοῦ Θεοῦ καὶ Πατρὸς ποιουμένου τοὺς λόγους ὡς πρὸς αὐτὸν τὸν ἴδιον Υἱόν. Ἔθνη γὰρ, φησὶν, ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ καταφεύξονται. Οἱ γὰρ πάλαι Χριστὸν οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ διατελεῖν, ἐπεκαλέσαντο, τουτέστιν, Θεὸν ἐπεγράψαντο τὸν Ἰησοῦν, καὶ ἐπ’ αὐτὸν κατέφυγον, ἐλπίδα, καὶ σκεπαστὴν, καὶ σωτηρίας πρόξενον ὀνομάζοντες, καὶ ὡς Θεὸν ἐπικαλούμενοι· καὶ διὰ ποίαν αἰτίαν; Ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, φησὶ, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε· πρόσεισι μὲν γὰρ τῷ Υἱῷ δοξάζοντες αὐτὸν ὡς ἐκ Θεοῦ Πατρὸς γεννηθέντα κατὰ φύσιν, καὶ τὴν αὐτοῦ τοῦ τεκόντος ἔχοντα δόξαν.
Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει τὸν ἐξ αὐτοῦ, καὶ ὁ δοξάζων τὸν Υἱὸν συνδοξάζει πάντως αὐτῷ καὶ τὸν ἐξ οὗ γεγέννηται κατὰ φύσιν· ἤγουν καὶ καθ’ ἕτερον, εἰ βούλει, τρόπον τοῖς εἰρημένοις προσβάλῃς· Ὑπάρχων μὲν γὰρ ἐν μορφῇ τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός.
Ἀμήν.6 Ἐπειδὴ γὰρ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον ἀκλεής τις εἶναι ἐνομίσθη Χριστὸς, ἀναφοιτᾷ πάλιν εἰς τὴν ἐνοῦσαν αὐτῷ θεοπρεπῆ τε καὶ ὑπερτάτην ὑπεροχήν τε καὶ δόξαν, καὶ μετὰ σαρκός. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δεδόσθαι λέγειν τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ γοῦν ἔφη πρὸς αὐτόν· Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.6 Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε. Ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Τῆς εἰς αὐτὸν πίστεως τὴν ὁδὸν ἐναργῆ καθιστὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἔφη που πρὸς Ἰουδαίους·
PG 70:1227Μὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν.6 Εἰσφέρεται δὲ καὶ τὸ αὐτοῦ πρόσωπον τοῦ Πατρὸς, οὕτω λέγον πρὸς τὸν Υἱόν· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.6 Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανημένους ποτὲ, καὶ τοῖς τοῦ κόσμου στοιχείοις λατρεύοντας, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνισχημένους, ὑπέθηκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἀδυνάτως ἔχοντι προσνέμων [ἴς. προσνέμειν] τὸ χρῆμα. Πάντα γὰρ ἐνεργεῖ, καὶ αὐτός ἐστιν ἡ τοῦ τεκόντος δεξιὰ πανσθενὴς καὶ ἀλκιμωτάτη. Ἐπειδὴ δὲ τὸ τῆς ἀνθρωπότητος μέτρον, καὶ εἰς τὸ χρῆναι λαβεῖν κέκληκεν αὐτὸν οἰκονομικῶς, ταύτης ἕνεκα τῆς αἰτίας ὁ Πατὴρ λέγεται πάντας ὑποφέρειν, ὡς ἰδίᾳ δυνάμει, καὶ σοφίᾳ τῷ Υἱῷ· δυναμοῖ γὰρ δι’ αὐτοῦ τὸ ἠσθενηκὸς, καὶ σοφοῖ τὸ ἀσύνετον· καὶ οὐκ ἄν τις νοῦν ἔχων οἰηθείη ποτὲ μὴ δεδυνῆσθαι τὸν Υἱὸν ὑποτάξαι τινὰ ἑαυτῷ· διαλογιεῖται δὲ μᾶλλον ὅτι πάντα δι’ αὐτοῦ, καθάπερ ἔφην ἀρτίως, ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται.
Τί οὖν ἄρα καὶ νῦν βούλεται τῆς προφητείας ὁ λόγος; Εἰσκομίζει τὸ τοῦ Πατρὸς πρόσωπον, ἐπιφωνῶν καὶ λέγων ταῖς τῶν ἐθνῶν ἀγέλαις· Ζητήσατε τὸν Θεὸν, ὃν ἀρτίως ἔφη μαρτύριον δεδόσθαι τοῖς ἔθνεσιν, ἄρχοντά τε αὐτῶν, καὶ προστάττοντα· τοῦτον εὐθὺς καὶ Θεὸν ἀποκαλεῖ, καὶ ζητεῖσθαι προστέταχεν. Ἡ δὲ ζήτησις οὐ τοπική· τὸ γὰρ Θεῖον ἀσώματον, καὶ οὐκ ἐν τόπῳ νοεῖται. Πληροῖ γὰρ ἅπαντα, καὶ οὐδενὸς τῶν ὄντων ἀποδημεῖ, ἀλλ’ ὡς ἐν προθυμίᾳ ψυχῆς οἰκειότητα διψώσης τὴν πρὸς αὐτὸν διὰ τῶν εἰς εὐσέβειαν σπουδασμάτων, καὶ θεογνωσίας τῆς ἀληθοῦς. Πρέποι γὰρ ἂν ἡ τοιαύτη ζήτησις τοῖς ἔτι μακρὰν, καὶ ἀφεστηκόσιν αὐτοῦ, μεσολαβούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τῆς ἐνεργούσης αὐτοῖς ἀγνοίας, ὧν ἐκ μέσου γεγενημένων ἐγγὺς ἔσονται Θεοῦ.
Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλει, λέγων· Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.6 Οὕτω ζητεῖται πρὸς ὑμῶν ὁ τῶν ὅλων Θεός. Ἀλλ’ ἐν τῷ εὑρίσκειν, ἐπικαλέσασθε, φησί. Τὸ δὲ, ἐπικαλέσασθε, κατασημήνειεν ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι τὸ, ὡς Θεὸν ὑμνήσατε, καὶ ζητεῖτε παρ’ αὐτοῦ δύναμίν τε καὶ προθυμίαν ἀποχρῶσαν ὑμῖν εἰς ἐπιστροφήν. Αἰτήσατε παρ’ αὐτοῦ τὴν λύτρωσιν, καὶ τὸ δύνασθαι διαφυγεῖν τὰ τῆς ἁμαρτίας δεσμὰ, καὶ τὴν τοῦ πλεονεκτήσαντος χεῖρα, τοῦτ’ ἔστι, τοῦ Σατανᾶ. Γέγραπται γὰρ, ὅτι Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.6 Ἐν δὲ τῷ εὑρίσκειν, γενέσθαι δὲ καὶ ἐγγὺς, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται.
PG 70:1229Οἱ γὰρ ὅλως ἀξιωθέντες κλήσεώς τε καὶ ἐπιστροφῆς, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων, προσδοκῶντες τὴν μέθεξιν, ἀποφοιτᾷν ὀφείλουσι τῶν ἀρχαίων ἐπιτηδευμάτων, καὶ τῆς εἰς τὸ φαῦλον ὁδοῦ, καὶ ῥοπῆς τῆς εἰς ἁμαρτίαν, καὶ φιληδονίας σαρκικῆς. Ἐλεηθήσεται γὰρ οὕτως ἐξ ἀληθινῆς καρδίας ποιησάμενος τὴν ἐπιστροφὴν, ὅτι ἀφήσει ἐπὶ πολὺ τὰς ἁμαρτίας ὑμῶν. Τὸ δὲ, ἐπὶ πολὺ, φησὶ ἀντὶ τοῦ, παντελῶς καὶ εἰσάπαν· Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερίσσευσεν ἡ χάρις,6 κατὰ τὸ γεγραμμένον· δυσαπόνιπτον γὰρ τῶν ἐν ὑμῖν αἰτιαμάτων οὐδὲν, διασμήχειν ἐθέλοντος Θεοῦ. Γέγραπται γὰρ περὶ τοῦ πάντων Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.6 Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί.
Πῦρ δὲ εἶναί φαμεν τὴν οἶον σμηκτικὴν τοῦ ἁγίου Πνεύματος δύναμιν, πυρὸς δίκην ἐκτήκουσαν τῶν ἐν ἡμῖν πλημμελημάτων τὸν ῥύπον. Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν, ἀλλ’ ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὔτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ἀπιστεῖν οὐκ ἐᾷ διὰ Χριστοῦ χάριτι τοὺς καλουμένους εἰς ἐπιστροφὴν, καὶ λύτρωσιν, καὶ ἀποκάθαρσιν ἁμαρτίας. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος Ἰσραήλ· Θεοῦ γὰρ καλοῦντος εἰς ἐπιστροφὴν καὶ μετάγνωσιν, τοῖς τοῦ συνειδότος ἐλέγχοις καταδακνόμενοι, καὶ δυσέκνιπτον κομιδῇ τὸν τῆς ἑαυτῶν φαυλότητος ῥύπον λογιζόμενοι, Αἱ πλάναι ἡμῶν, ἔφασκον, ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τικτόμεθα.
Καὶ πῶς ζησόμεθα; Καὶ τί πρὸς ταῦτα Θεός; Ἐπιστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος τοῦ Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ὅταν τοίνυν ἀπιστῆτε, καὶ ὑμεῖς, αὐτός φησι, διαβεβαιουμένου τε καὶ λέγοντος ἐμοῦ τοῦ πάντα ἰσχύοντος, ὅτι Πάσης ὑμᾶς ἀπαλλάξω κηλῖδος, καὶ τῶν πάλαι διεπταισμένων ἐλευθέρους ἀποφανῶ, τότε καθ’ ἑαυτοὺς ἐννοήσατε, τίς μὲν ἐγὼ, τίνες δὲ καὶ ὑμεῖς, καὶ ὅτι τοσοῦτον διεστήκασιν ἐκ τῶν ὁδῶν ὑμῶν αἱ ὁδοί μου, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου, ὅση τίς ἐστι καὶ τῶν φύσεων ἡ διαφορά. Ἄνθρωποι μὲν γὰρ ὑμεῖς, ἐγὼ δὲ Θεός. Οὐκοῦν ἀμέτρητόν τε τὸ μεταξὺ, καὶ ἀπαράβλητα παντελῶς τὰ Θεοῦ. Νικᾷ γὰρ ἰσχύϊ, καὶ δόξῃ, καὶ ἡμερότητι, καὶ οὐδὲν ἔστι παντελῶς ἐν γεννητοῖς, ὃ τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτήμασι συνεκτείνεται, ἤγουν ἐγγὺς ὁρᾶται καὶ παραβραχύ.
PG 70:1231Ἄνθρωποι μὲν γὰρ ἀοργησίαν οὐκ ἔχουσιν· ἔνεστι δὲ τοῦτο τῇ ὑπὲρ πάντα φύσει· οὐ γὰρ κρατεῖται θυμῷ. Πικρὸς ὁ ἅνθρωπος καὶ πολὺς εἰς πονηρίας, ἀγαθὸς δὲ τῇ φύσει Θεὸς, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθόν. Ἀνήσει δὴ οὖν ὡς Θεὸς, καὶ δικαιώσει τὸν ἀσεβῆ, καταχωννὺς ἀμνηστείαις τὰ ἐξ ἀγνοίας πταίσματα, ἀφανίζων δὲ καὶ τοὺς ἐκ τοῦ πεπλανῆσθαι ῥύπους. Καὶ καθ’ ἕτερον δὲ τρόπον τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖς. Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς ἀσύνετος ἦν, εὔκολος εἰς ἀποφορὰν τὴν εἰσάπαν ὁτιοῦν τῶν ἐκτόπων, καὶ ὅλοις ὥσπερ ἱστίοις ἀποφερομένη πρὸς τὸ δρᾷν ἐθέλειν, ἃ μὴ θέμις εἰπεῖν. Ἐπειδὴ δὲ διὰ τῆς πίστεως ἐζήτησαν τὸν Θεὸν, ἀπεκαλέσαντό τε καὶ ἀπέλιπον ἑαυτῶν τὰς πρώτας ὁδοὺς καὶ ἀνόμους βουλὰς, ἠλέηνται μὲν παρ’ αὐτοῦ, μετεστοιχειώθησαν δὲ ὥσπερ εἰς ἑτέραν ζωὴν, σοφοὶ γεγόνασιν ὡς σοφίας μέτοχοι, καὶ ἀγαθοῦ παντὸς πράγματος ἐπιστήμονες, ἀπεσείσαντο τῆς ἀρχαίας ἀπάτης τὸν ζυγὸν, νενικήκασι τὴν ἁμαρτίαν, οὐκ εὐπαρακόμιστον ἔτι τὴν διάνοιαν ἔχοντες, ἐρηρεισμένην δὲ μᾶλλον, καὶ εὐσθενῆ, καὶ πολὺ βλέπουσαν ἐπὶ τὸ χρῆναι πληροῦν τὰ ἐφ’ οἷσπερ ἂν ἡσθείη Θεός.
Ἀλλ’ ὅταν ἐπαγγείλωμαι ταῦτα, φησὶ, μὴ ἀπιστήσητε, μήτε μὴν ἀμήνυτον [ἴς. ἀνήνυτον] ἔσεσθαι τῆς αὐτῶν γνώμης τὴν μεταβολὴν ὑπολαμβάνετε· οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν. Ὑμῖν γὰρ ἀνθρώποις οὖσι φύσει πλεῖστά τέ ἐστι τῶν πραγμάτων τὰ δυσεργῆ καὶ ἀνήνυτα. Οὐ γὰρ πᾶν, ὅπερ ἕλοισθε δρᾷν, τοῦτο πάντη τε καὶ πάντως δραμεῖται πρὸς πέρας· ἐμοὶ δὲ ὄντι Θεῷ λεῖα πάντη καὶ εὐήλατα, καὶ οὐδὲν ἄναντες ὅλως. Τοσοῦτον γὰρ ἀφεστήκασιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, ὅσον ἂν νοοῖτο τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ· ἀκατάληπτον δὲ τοῦτο παντελῶς, καὶ μέτρου πέρα, καὶ ταῖς ἀνθρώπων διανοίαις οὐχ ἁλώσιμον. Ἔφη γοῦν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαί̈ας· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;
Τίς ἔστησε τὰ ὅρια σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; ἢ τίς ἔγνω νοῦν Κυρίου;6 Ὡς γὰρ καταβῇ ὑετὸς, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ βλαστήσει, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· οὕτως ἔσται τὸ ῥῆμα ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου· οὐ μὴ ἀποστραφῇ, ἕως ἂν συντελέσῃ ὅσα ἠθέλησα. Ὡς ἐκ παραδείγματος ἐναργοῦς καὶ πᾶσι γνωριμωτάτου πειρᾶται πληροφορεῖν, ὅση τίς ἐστι τῶν αὐτοῦ νευμάτων ἡ δύναμις. Πίπτει μὲν γὰρ ὑετὸς ἢ χιὼν ἐξ οὐρανοῦ, καθιεμένην δὲ παρὰ Θεοῦ διακωλύσειεν ἂν οὐδείς· τρέχει δὲ μᾶλλον εἰς πέρας τοῦ καθιέντος αὐτὸν ὁ σκοπός· εὔκαρπον γὰρ ἀποφαίνει ἅπασαν τὴν γῆν, ὥστε τοὺς γηπόνους ἐν ἀμφιλαφείᾳ γενέσθαι πολλῇ καὶ σπερμάτων, καὶ τροφῆς.
PG 70:1233Καιροῦ γὰρ ὄντος καθ’ ὃν ἂν εὐτραφὴς ὁ στάχυς ἀναδοθείη τῆς γῆς, οὐχὶ μόνα τὰ διαρκέσαι δυνάμενα πρὸς τροφὴν ζητοῦσι γηπόνοι, ἀλλὰ γὰρ καὶ ὅσα πάλιν ἀποχρήσειεν ἂν αὐτοῖς, καιροῦ καλοῦντος ἐπὶ τὸ χρῆναι πονεῖν. Οὕτω, φησὶν, οὐκ ἄν τις τὸν ἐμὸν εἴρξῃ λόγον, οὐδ’ ἂν ἀποστραφείη, τουτέστιν, οὐ παύσεται, ἄχρις ἂν εἰς πέρας ἔλθοι τὸ δοκοῦν ἐμοί. Καὶ ἀληθὴς ὁ λόγος· ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαί̈ας, Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει, καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;6 Τίς γὰρ ἔσται τοσοῦτος, ὡς θείαις ἀντιστῆναι ψήφοις, καὶ θελήμασιν ἀνταναστῆναι δεσποτικοῖς; Οὐδεὶς παντελῶς. Οὐκοῦν ὅπερ ἂν ἐκ στόματος ἐξέλθοι τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, τοῦτο πάντη τε καὶ πάντως δραμεῖται πρὸς πέρας·
ἔνεστι γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ, καὶ πρός γε τούτῳ τὸ ἀψευδεῖν. Πλὴν κατέπεμψεν ἡμῖν τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ὑετὸν ὥσπερ τινὰ θεῖόν τε καὶ νοητὸν τὴν διὰ Χριστοῦ παράκλησιν, ἤτοι τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν χορηγίαν, δι’ ἧς εὔκαρπος καὶ γονιμωτάτη γέγονεν ἡ σύμπασα γῆ. Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.6 Καὶ μὴν καὶ διὰ φωνῆς Μωσέως, Καταβήσεται, φησὶν, ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματα μου.6 Ἐπιστέλλει δέ τισι καὶ ὁ πάνσοφος Παῦλος· Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσαι τὸν σπόρον ὑμῶν, καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.6 Οὐκοῦν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευματικὴν, τὴν διὰ Χριστοῦ χορηγίαν λαβόντες εἰς νοῦν, ὥστε μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, ἤτοι τὸν ἄρτον ἔχειν ἡμᾶς τὸν ζωοποιὸν, ἀλλὰ γὰρ καὶ σπέρμα τῷ σπείροντι.
Οἱ γάρ τοι λαῶν προεστηκότες, καὶ δογμάτων ἱερῶν ἐπιστήμονες, καὶ παιδαγωγεῖν ἑτέρους οἷοί τε καὶ τὸν τῆς μυσταγωγίας τοῖς ὑπὸ χεῖρα λαοῖς ἐξυφαίνοντες λόγον, σπείρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἐθησαύρισαν αὐτοῖς σπόρον, προκατασωρεύσαντες ἐν ταῖς ἑαυτῶν ψυχαῖς. Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησιν, Θεοῦ γεώργιόν ἐσμεν·6 συνεργοὶ γὰρ Θεοῦ τοῦ σπείροντος ἐν ἡμῖν, καὶ δογματικῆς εὐτεχνίας γνῶσιν ἀκριβῆ, καὶ πολιτείας εὐαγοῦς ἐπιστήμην, καὶ παντὸς ἔφεσιν ἀγαθοῦ πράγματος· οὗτος δέ ἐστιν ὁ Χριστὸς, ὃς δὴ καὶ περὶ αὑτοῦ φησιν· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.6 Καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε. Ὑποσχόμενος ὅτι πάντη τε καὶ πάντως ἐλεηθήσονται τοὺς τῆς ἁμαρτίας ἀπονιψάμενοι ῥύπους, εἶτα καθαροὶ γεγονότες αὐτῷ συναφθήσονται πνευματικῶς, ἔσονται δὲ οἱ μακρὰν ἐγγὺς, καὶ ταῖς παρ’ αὐτοῦ φιλοτιμίαις καταπιανθήσονται, καὶ διὰ μέσου παρενθεὶς τὰ δι’ ὧν ἦν δύνασθαι πιστεύειν αὐτοὺς, ὅτι καὶ ἀψευδὴς ᾖ, Θεὸς ὢν φύσει, καὶ τῶν δυνάμεων Κύριος, ἔχεται πάλιν τῶν ἐφεξῆς, ἤτοι τῆς ἀπαριθμήσεως τῶν δοθησομένων αὐτοῖς πνευματικῶν χαρισμάτων.
Εὐοδώσω γὰρ, φησί, τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου· μέγα τοῦτο καὶ ἀξιόληπτον ἀγαθὸν, καὶ ξένιον οὐρανοῦ· καὶ τίνα τρόπον, ἐροῦμεν. Τοῖς μὲν γὰρ ἐκ φιληδονίας κοσμικῆς εἰς εὐσχήμονα ζωὴν μεθορμίζεσθαι βουλομένοις οὐκ ἄτραχυ τὸ χρῆμά ἐστιν. ἀλλ’ οὐδὲ βάσιμον ἐν ἀρχαῖς. Ἀντανίσταται γὰρ αὐτοῖς ὥσπερ τῆς ἐντριβοῦς συνηθείας τὸ γλυκὺ, καὶ καταμεθύσκει ταῖς λύπαις τὸν ἐν αὐτοῖς ὄντα νοῦν. Οὐκ εὐδιάφυκτα γὰρ τὰ τῆς σαρκὸς πάθη, οὔτε μὴν τοῖς ἐθέλουσιν εὐτριβὲς τὸ τρέχειν εἰς ἀρετήν. Εὐοδοῦντός γε μὴν τοῦ Θεοῦ, καὶ τὰ δυσπόρευτα καὶ ἀνάντη ψιλὰ τιθέντος καὶ εὐήλατα, φύγοι τις ἂν καὶ μάλα ῥᾳδίως καὶ τὰς τῶν παθῶν προσβολὰς, εὐσθενέστατα δὲ καὶ εἰς τὰ τῶν ἀρετῶν ὑψώματα διαπηδήσειεν. Γέγραπται γάρ·
PG 70:1235Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις.6 Τί τοίνυν Θεὸς ἐπαγγέλλεται τοῖς εἰς αὐτὸν πιστεύσασιν; Εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου, καὶ οὐκ ἐν λύπῃ ἐξελεύσεσθε, ἀλλ’ ἐν χαρᾷ διδαχθήσεσθε. Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη πάλιν ἑτέρωθί που τὸ γράμμα τὸ προφητικόν· Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.6 Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἕτερος δὲ τῶν ἁγίων προφητῶν, Εὐθεῖαι, φησὶν, αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.6 Θεοῦ γὰρ αὐτοῖς τὰς ὁδοὺς οὐ καταλειαίνοντος, οὐκ ἂν ἰσχύσειαν φέρεσθαι δι’ αὐτῶν. Ὅτι γὰρ ξένιόν ἐστιν, ὡς ἔφην, οὐρανοῦ τὸ τὰς θείας δύνασθαι βαδίζειν ὁδοὺς, καὶ πληροῦν τὰ ἐντάλματα, δι’ ὧν ἄν τις ἐλάσαι πρὸς Θεὸν, ἐδίδαξεν εἰπὼν ὡς περὶ τῆς Ἰουδαίων Συναγωγῆς·
Διὰ τοῦτο ἰδοὺ ἐγὼ, φησὶ, φράσσω τὰς ὁδοὺς αὐτῆς ἐν σκόλοψι, καὶ ζητήσει τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ. Οὐκοῦν ἐμοῦ, φησὶν, εὐοδοῦντος τὰ ἐντάλματα, ἐν εὐφροσύνῃ ἐξελεύσεσθε, τουτέστιν, ἀμείνους ἔσεσθε λύπης, οὐ καταδηχθήσεσθε τὴν καρδίαν, ἔξω γεγονότες παθῶν, καὶ εἰς τὴν ἀμείνω καὶ τεθαυμασμένην μετατρέχοντες ζωήν. Διδαχθήσεσθε γὰρ χαίροντες, καὶ τοῖς ἱεροῖς ἐντρυφῶντες λόγοις. Καὶ γοῦν ὁ θεσπέσιος Δαβίδ· Ὡς γλυκέα, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.6 Χαίρειν δὲ μᾶλλον ἐπ’ αὐτοῖς διεβεβαιοῦτο, καὶ μάλα ἐμφρόνως ὡς ἐπὶ παντὶ πλούτῳ· ἐν χαρᾷ δὲ καὶ ἑτέρως νοηθεῖεν ἂν ἐκτρέχοντες· ἀπαλλαττόμενοι γὰρ τῆς ἀρχαίας ἀπάτης, ἁρπάζουσι χαίροντες τὴν παρὰ Θεοῦ κλῆσιν, καὶ ἀληθὲς τοῦτο ὑπάρχον ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν.
Τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις, καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει. Ὄρη φησὶν ἐν τούτοις τάχα που τὰς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεις, αἳ δὴ καὶ τετάχαται παρὰ Θεοῦ πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς. Πνεύματα γάρ εἰσι λειτουργικὰ πεμπόμενα πρὸς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, χαίρουσι δὲ καὶ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ναὶ μὴν καὶ ὄρεσι παρεικάζοιντο ἂν εἰκότως ὡς τὸ ὑψοῦ λίαν εἶναι λαχόντες κατά τε τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὸ μέγεθος. Ἤγουν ὄρη μὲν ἐκλήψῃ τοὺς τὸ διδασκαλικὸν ἐν Ἐκκλησίαις ἔχοντας ἐπιτήδευμα, καὶ φρονοῦντας μὲν τῶν χαμαιπετῶν οὐδὲν, ζητοῦντας δὲ μᾶλλον τὰ ἄνω, καὶ τῶν γηί̈νων ἀναπηδήσαντας· βουνούς γε μὴν τοὺς τῆς ἐκείνων ὑπεροχῆς ἡττωμένους, καὶ οἷον ὑποκαθημένους αὐτῶν τὴν δόξαν.
PG 70:1237Μέτρα γὰρ ἐν Ἐκκλησίαις εἰσὶ καὶ τιμῆς καὶ λειτουργιῶν· ταῦτά φησι τὰ ὄρη τὰ νοητὰ, καὶ σὺν αὐτοῖς οἱ βουνοὶ ἐξαλοῦνται, τουτέστιν ἀνασκιρτήσουσι, χαίροντα δηλονότι διὰ τὴν ὑμῶν ἐπιστροφήν τε καὶ κλῆσιν, καὶ προςδέξονται ὑμᾶς μετὰ χαρᾶς· ἐπιγαννύμεθα γὰρ οὐ μετρίως, ὅταν τινὲς τῶν πεπλανημένων, τὸ ἐν ἀχλύϊ καὶ σκότῳ διατελεῖν ἔτι μεθέντες, πρὸς τὸ τῆς ἀληθοῦς θεοπτίας ἄττουσι φῶς, Οὕτως αὐτοῖς καὶ ὁ πάνσοφος Παῦλος προσεφώνει, λέγων·
Χαρὰ καὶ στέφανός μου.6 Ἀλλὰ καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ, φησὶν, ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ξύλα νοήσεις ἀγροῦ τοὺς τελοῦντας ἐν λαοῖς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. Καὶ γοῦν ἐπείπερ ἐστὶν εὐθαλής τε καὶ εὔκαρπος ἡ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, φησί· Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.6 Οὐκοῦν τὰ ξύλα τὰ νοητὰ τοῖς κλάδοις ἐπικροτήσει, φησί. Χαίρουσι γὰρ οἱ πιστεύσαντες, καθάπερ ἀμέλει καὶ τὰ ὄρη καὶ οἱ βουνοὶ, τουτέστιν, οἱ καθηγεῖσθαι λαχόντες λαῶν, ἐπὶ τῇ σωτηρίᾳ τῶν καλουμένων εἰς ζωὴν, καὶ τῆς ἀχράντου μυσταγωγίας εἰς πέρας, δι’ ἧς τὸ θεῖον αὐτοῖς ἐνίεται φῶς. Εἶτα ὅτι πλείστη τις ἔσται τῶν κεκλημένων μεταβολὴ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον, διαδείκνυσιν εὐθὺς λέγων, ὡς ἀντὶ τῆς στοιβῆς ἔσται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη.
Στοιβὴν καὶ κόνυζαν πικρὰς, καὶ ἀπροςβλήτους [ αλ. ἀποβλήτους] ἀκάνθας εἶναί φασιν, ἐντεθήλασι δὲ χωρίοις μὲν τοῖς ὑπὸ γηπόνους οὐδαμῶς, χέρσῳ δὲ καὶ ἁλμάδι χαίρουσι γῇ. Τοιοῦτοί τινες ἦσαν οἱ πλανώμενοι, καὶ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν ἀληθείας, ἀφέντες τὸ εἶναι στοίβη, καὶ κόνυζα, μετακεχωρήκασι νοητῶς εἰς τὰ εὐμήκη καὶ εὐοσμότατα τῶν φυτῶν. Χρηματίζουσι γὰρ κυπάρισσος καὶ μυρσίνη. Μέγα τοίνυν τὸ θαῦμα τοῦ γηπονοῦντος τὴν Ἐκκλησίαν, τουτέστι, τοῦ Χριστοῦ. Μεθίστησι γὰρ τὰς ἀκάνθας εἰς τὰ εὐγενῆ καὶ ἐξαίρετα τῶν φυτῶν, καὶ ἑτέρους ἀνθ’ ἑτέρων ἀποφαίνει πατρικῶς [γρ. πνευματικῶς]. Εὑρήσομεν δὲ τουτὶ γεγονὸς καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ. Στοιβὴ γὰρ ὄντες καὶ κόνυζά ποτε Ματθαῖος καὶ Παῦλος·
ὁ μὲν γὰρ ἦν τελώνης, ὁ δὲ διώκτης καὶ ὑβριστής· φωστῆρες γεγόνασιν οἰκουμενικοὶ, καὶ Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ τόπῳ, ἔν τε τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Ὅτι δὲ ὁ τούτων πάντων χορηγὸς καὶ πρύτανις ἐν ἀτελευτήτῳ κείσεται δόξῃ καὶ διαμονῇ, διδάσκει λέγων, ὅτι Ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει· ὄνομα δέ φησιν ἐν τούτοις τὴν δόξαν, σημεῖον δὲ, ὥς γε οἶμαι, τὴν διὰ σταυροῦ φαιδρότητα, δι’ οὗ καὶ σεσώσμεθα, ἐσόμεθα δὲ ἀκαταλήκτως ἐν τούτῳ. Ἐκλείψει γὰρ ἡμῖν ἡ παρ’ αὐτοῦ χάρις κατ’ οὐδένα καιρὸν ἢ τρόπον. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγενέσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.
PG 70:1239Περὶ τῆς τῶν ἐθνῶν κλήσεως τῆς διὰ πίστεως, δηλονότι τῆς ἐν Χριστῷ, μακροὺς πεποίηται λόγους ἐν τοῖς ἀνόπιν βραχὺ, διαπεράνας δὲ τοῦτο μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι νουθετεῖν τοὺς ἐξ αἵματος Ἰσραήλ. Φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἐπειδὴ δὲ ἦν ἔθος αὐτοῖς ἐπὶ τῇ τῶν πατέρων εὐγενείᾳ τὴν ὀφρὺν ἀνασπᾷν, καὶ μέγα φρονεῖν, ἐπ’ αὐτῷ δὴ τούτῳ, καὶ μόνῳ, καὶ ἀποχρήσειν αὐτοῖς οἴεσθαι ταυτὶ, καὶ εἰ μὴ μετὸν ὁρῷτο τῆς εὐζωί̈ας τὸ καύχημα, πειρᾶται πληροφορεῖν, ὡς εἰκαῖον αὐτοῖς ἔσται παντελῶς τὸ ἐπὶ τούτῳ φύσημα, δόξαν δὲ μᾶλλον ἀποφαίνει λαχόντας θεοπρεπῆ, τὸ πληροῦν ἑλέσθαι τὰ διατεταγμένα, καὶ τὸ τὴν ἐν ἔργοις φαιδρότητα μεταποιεῖσθαι φιλεῖν.
Οὐκοῦν φυλάσσεσθε, φησὶ, κρίσιν, τουτέστι, τὴν ὀρθοκρισίαν, ἤτοι τὰ θεῖα κρίματα, δῆλον δὲ ὅτι τὰς ἐντολάς. Ποιεῖτε δικαιοσύνην· οὐ γὰρ ἀρκέσει μόνον τὸ βούλεσθαι μὲν τοῖς θείοις προσκεῖσθαι νόμοις, ἀποφοιτᾷν δὲ τοῦ χρῆναι διαπεραίνειν αὐτούς· δεῖ δὲ φύλακας ὁρᾶσθαι τῶν ἱερῶν κριμάτων, διαπρέπειν τε πρὸς τούτῳ διὰ πάσης ἀγαθουργίας. Ἵνα δὲ μή τις οἴηται τῶν καθ’ ἡμᾶς ἐπὶ τὴν τοῦ νόμου τήρησιν, τὴν ὡς ἔν γέ φημι σκιαῖς τε καὶ τύποις παραθήγεσθαι διὰ τούτων τοὺς ἐξ Ἰσραήλ· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεῷ, καθὰ γέγραφέ τισιν ὁ πανάριστος Παῦλος· ἐγγὺς εἶναί φησι τὸ σωτήριον, καὶ τὸ ἔλεος αὐτοῦ ἀποκαλυφθῆναι. Ἔλεος δὲ καὶ σωτήριον ὀνομάζει Χριστόν· ἠλεήμεθα γὰρ δι’ αὐτοῦ, τὴν διὰ πίστεως ἄφεσιν καὶ σωτηρίαν ἀποκερδαίνοντες.
Ἐοικὸς εἶναί φαμεν τούτῳ τὸ εἰρημένον [ αλ . τοῦτο τῷ εἰρημένῳ] παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἀββακούμ· Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.6 Τὸ δέ γε ἀποκαλυφθῆναί φησιν, ἀντὶ τοῦ φανερωθῆναι· προαπήγγελλον μὲν γὰρ οἱ μακάριοι προφῆται τοῦ Σωτῆρος τὴν ἄφιξιν· γέγονε δὲ τοῖς ἐπὶ τῆς γῆς ἐναργὴς ἐν καιροῖς, καθ’ οὓς ἠθέλησεν ὁ δυνάστης· καὶ τοῦτο διδάξει λέγων ὁ θεσπέσιος Δαβίδ· Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.6 Πεφανέρωται γὰρ τοῖς ἔθνεσι Χριστὸς, ὅς ἐστι σωτήριον, καὶ δικαιοσύνη ὡς γὰρ ἔφην ἀρτίως, σέσωκέ τε καὶ δεδικαίωκεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν αὐτῷ. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα.
PG 70:1241Ἀδελφὰ καὶ ταῦτα τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, καὶ διὰ τῶν ἴσων ἔρχεται, ἐπιτήρησίν γε μὴν ὁ λόγος ἔχει πολλήν. Ἄθρει γὰρ ὅπως μακάριον εἶναί φησιν, οὐχὶ δήπου πάντως τὸν ἐκ σπέρματος Ἀβραὰμ, οὔτε μὴν τὸν σαρκὶ καὶ εὐγενείαις ἐπικομπάζοντα, καὶ εἰκαῖον ἔχοντα τὸ ἐπὶ τούτῳ φρόνημα, ἐκεῖνον δὲ μᾶλλον, ὥσπερ ἂν ἐνυπάρχον ὁρῷτο τὸ διαπρέπειν ἐν ἀγαθοῖς, καὶ τῆς ἀβεβήλου ζωῆς τὸ λαμπρὸν, καὶ περιφανὲς ἀξίωμα. Τοιοῦτόν τι καὶ ὁ μακάριος Βαπτιστὴς Ἰωάννης ταῖς Ἰουδαίων ἀγέλαις ἐπιφωνήσας ὁρᾶται· προσῄεσαν μὲν γὰρ τὸ παρ’ αὐτοῦ τιμῶντες βάπτισμα, μετανοίας δὲ ἦν, καὶ πικροὺς ὄντας λίαν διήλεγχε λέγων· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς·
Πατέρα ἔχομεν τὸν Ἀβραάμ.6 Ὁ δέ φησιν· Εἰ πατέρα εἴχετε τὸν Ἀβραὰμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.6 Μακάριος τοίνυν, φησὶν, οὐκ εἴ τις υἱός ἐστιν Ἀβραὰμ, ἀλλ’ ὁ φυλάσσων ταῦτα· ποῖα δὲ ταῦτα; Κρίμα καὶ δικαιοσύνην, καὶ πρός γε τούτῳ φυλάττων καὶ κατορθῶν αὐτὰ, καὶ ἀντεχόμενος αὐτῶν, τουτέστιν, οὐ παρέργως ἢ παρειμένως ἐπ’ αὐτὰ χωρῶν, ἀλλ’ οἷον ἐν πάσῃ σπουδῇ, καὶ νεανικῶς, ὥστε καὶ ἀντέχεσθαι λίαν αὐτῶν, καὶ φυλάσσειν τὰ Σάββατα μὴ βεβηλοῦν αὐτά. Ἵνα πάλιν τοιοῦτο νοῇς· οὐκ ἐξῆν ἐν Σαββάτῳ φροντίδα ποιεῖσθαί τινα τῶν περὶ τὴν σάρκα πόνων ἢ σπουδασμάτων. Ἔδει δὲ μᾶλλον ἀργεῖν τοῦτο τοῦ θείου προςτάσσοντος νόμου, πλὴν ἀργοῦντες τὰς νενομισμένας θυσίας προσεκόμιζον τῷ Θεῷ, τοῦ νομικοῦ γράμματος αἰνιγματωδῶς ὑποφαίνοντος, ὅτι φροντίδος σαρκικῆς ἀποσχομένους ἐμφρόνως ἱερουργεῖν προσήκει τῷ Θεῷ θυσίας πνευματικὰς, καὶ τὰς εἰς ὀσμὴν εὐωδίας τῆς νοητῆς.
Ἀργίας οὖν ἄρα τῆς ἐξ ἁμαρτιῶν καὶ σαρκικῶν ἐπιθυμιῶν τύπον ἐπλήρου τῆς κατὰ τὸ Σάββατον ἀργίας ἡ δύναμις· οὕτω προσήκει φυλάττεσθαι καὶ ἡμᾶς τοῦ μὴ βεβηλοῦν τὰ Σάββατα· ἀποπαυσάμενοι γὰρ, ὡς ἔφην, φροντίδος ἁπάσης γεώδους καὶ σαρκικῆς, νοητῶς σαββατίζομεν, οὐ τὰς δι’ αἱμάτων καὶ καπνῶν τελοῦντες θυσίας, ἀλλ’ ἱεροῖς σπουδάσμασι κατευφραίνοντες αὐτὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἑαυτοὺς ἀναφέροντες. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς, καθὰ γέγραπται. Δεῖ δὴ οὖν ἄρα μὴ βεβηλοῦν τὰ Σάββατα, διατηρεῖν δὲ πρὸς τούτῳ καὶ τὰς χεῖρας κεκαθαρμένας· καὶ τίνα τρόπον, αὐτὸς ἐδίδαξεν εἰπών· Τοῦ μὴ ποιεῖν ἀδίκημα οὐ γὰρ ἔστι φυλάσσειν δύνασθαι κρίσιν, καὶ ποιεῖν δικαιοσύνην ἀδικεῖν ἐθέλοντας, καὶ τοῖς τῆς ἁμαρτίας ῥύποις τὴν χεῖρα καταμιαίνοντας.
Χεῖρα δὲ οὐχὶ πάντως τὴν τοῦ σώματος, ἀντὶ δέ γε τῆς χειρὸς τὴν πρακτικὴν νοήσεις ἐνέργειαν, καθ’ ἣν ἑκάστῳ πρόσιμεν τῶν πραγμάτων. Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον· Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ τούτου. Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρεῖσσον υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Ἑτέραν ὀφρὺν τῶν ἐξ αἵματος Ἰσραὴλ, ἤγουν ἀλαζονείας πρόφασιν, σαθράν τε καὶ ἕωλον κατασύρει Θεός· ἐφρόνουν μὲν γὰρ, ὡς ἔφην, μέγα, λέγοντες, Πατέρα ἔχομεν τὸν Ἀβραὰμ,6 καὶ μὴν ὅτι Λαὸς ἅγιός ἐσμεν ἐξειλεγμένος, τετάγμεθα δὲ καὶ εἰς κλῆρον Θεοῦ.
PG 70:1243Ἔφευγον δὲ καὶ τὴν ἀπαιδίαν, ἅτε δὴ τοῦ προπάτορος Ἀβραὰμ ἐν εὐλογίας τάξει λαβόντος παρὰ Θεοῦ τὸ εἰς πληθὺν ἐκταθήσεσθαι τὴν ἀμέτρητον τὸ σπέρμα αὐτοῦ· ἰσάριθμον γὰρ τοῖς ἄστροις ἐπηγγέλλετο Θεὸς ἀναδείξειν αὐτό. Εἴρητο δὲ πρὸς αὐτοὺς καὶ διὰ τοῦ πανσόφου Μωϋσέως τό· Οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα.6 Ὅτι δὲ μέγα τι χρῆμα καὶ ἐξαίρετον ἡ πολυπαιδία νενόμιστο παρ’ αὐτοὺς, πληροφορήσει τις λέγων τῶν ἁγίων προφητῶν· Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων, καὶ συλλήψεων.6 Ἑπτὰ δὲ γυναῖκας ἐπιλήψεσθαι ἑνὸς ἀνδρὸς, ὁ προφήτης φησὶν Ἡσαί̈ας· εἶπόν τε ὅτι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.6 Οὐ γὰρ ἤθελον, ὡς ἔφην, ὡς ἄγονοί τε καὶ στεῖραι κατονειδίζεσθαι.
Οὐκοῦν ἐπειδήπερ ἐπ’ εὐγενείᾳ σαρκικῇ, καὶ προσέτι τῇ πολυπαιδίᾳ μέγα φρονεῖν ἐδόκει τοῖς ἐξ Ἰσραὴλ, ἀναγκαίως αὐτοὺς καὶ ταύτης ἐξίστησι τῆς ἀμαθίας, εἰπών· Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς Κύριον, Ἀφοριεῖ με ἄρα Κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. Οὐ γὰρ ἐπείπερ ἀλλογενὴς, τουτέστιν, οὐκ ἐξ αἵματος Ἰσραὴλ, διὰ τοῦτο καὶ ἀμέτοχος τῶν παρ’ αὐτοῦ χαρισμάτων, ἤγουν τῆς πρὸς αὐτὸν οἰκειότητος, δηλονότι πνευματικῆς· ἀλλ’ εἰ προσκέοιτο τῷ Κυρίῳ, τάξεται πάντως ἐν οἰκείοις, καὶ ἐγνωσμένοις, καὶ εἰς ἔθνος ἅγιον, καὶ εἰς βασίλειον ἱεράτευμα, καὶ εἰς κλῆρον Θεοῦ· τελέσει δὲ καὶ ἐν τέκνοις Ἀβραάμ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, καθά φησιν ὁ πάνσοφος Παῦλος, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.
Δέδοται δὲ τῷ Ἀβραὰμ ἡ ἐπαγγελία παρὰ Θεοῦ, οὐκ ἐπὶ μόνοις τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς διὰ τῆς πίστεως· ἐδικαιώθη γὰρ οὕτως Ἀβραάμ. Οὐκοῦν τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς πίστεως Ἀβραὰμ δοθήσεται πάντως τὸ τελεῖν ἐν τέκνοις. Οὐκ ἀφοριεῖ τοιγαροῦν τὸν προςήλυτον ἐκ τοῦ λαοῦ αὐτοῦ, τὸν δὲ ἅπαξ προστεθέντα καὶ κεκλημένον ἐν πίστει προσδέξεται, καὶ λαὸν ἅγιον ὀνομάσει. Ἀλλὰ εἴ τις εὐνοῦχός ἐστι, φησὶν, τουτέστιν, ἄπαις ἢ ἄγονος, μὴ λεγέτω καθ’ ἑαυτὸν, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, τουτέστι, μὴ λυπείσθω διὰ τὴν ἀπαιδίαν. Οὐδὲν γὰρ τοῦτο παρὰ Θεῷ, οὔτε μὴν ἀπόβλητον ἀποφαίνει. Ὁποῖος γὰρ τρόπος ἀρετῆς, ἢ ποίων κατορθωμάτων λαμπρότης, ἡ πολυπαιδία, Σαρκὸς ἔργα ταυτὶ μώμου τε καὶ ἐπαίνου μακράν.
PG 70:1245Εἰ γὰρ καὶ δέδοταί τισιν ἐν εὐλογίας τάξει τὸ χρῆμα, καιροῦ καλοῦντος εἰς τοῦτο, ἀλλ’ οὐκ ἀδικήσειεν ἂν οὐδὲν τοὺς μὴ λαχόντας αὐτό. Ἐπεὶ ποῖος ἂν γένοιτο καταῤῥήσεως τρόπος τοῖς τεθνεῶσι πρὸ ὥρας, ἢ πρὸ γάμου καὶ μίξεως, τῶν καθ’ ἡμᾶς πραγμάτων ἀποδημήσασιν, οἷς παίδων οὐχ ὑπῆρξε γονή; ὀνήσει δὲ τρόπον τινὰ τοὺς φιλαμαρτήμονας ἐν τῷδε τῷ βίῳ, πολλῶν πατέρας υἱῶν καὶ θυγατέρων; Μηδὲ λεγέτω, φησὶν, ὁ παῖδας οὐκ ἔχων, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. Λυπεῖ δὲ οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον εἶναί φημι διαμνημονεῦσαι καὶ νῦν τῶν εὐνουχισάντων ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οἷς ἂν ἐφαρμόσειέ τις, καὶ μάλα εἰκότως, τὸν ἔν γε τούτοις παρὰ Θεοῦ λόγον. Δώσω γὰρ αὐτοῖς, φησὶν, ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν.
Οἶκον δὲ καὶ τεῖχος, ἤτοι τὸν περίβολον καὶ ἀσφάλειαν ἀποκαλεῖν ἔοικε τὴν Ἐκκλησίαν, τὴν ἄνω που τάχα καὶ ἐν οὐρανοῖς, ἤγουν τὴν ἐπὶ γῆς, εἰς ἣν διαπρέπουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ τὸ τῆς ἐγκρατείας ἀναδούμενοι καύχημα, καὶ πολυπαιδίας κρείττονα τὴν ἐπὶ τούτῳ δόξαν ἡγούμενοι, καὶ τό γε ἧκον εἰς σεμνότητα πολιτείας εὐνούχων οὐδὲν διαφέροντες. Οὗτοι δέχονται παρὰ Θεοῦ δόξαν αἰώνιον· δηλοῖ δὲ τοῦτο τοὔνομα, καὶ οὐκ ἂν ἐκλείψοι ἐν αὐτοῖς ἡ παρ’ αὐτοῦ χάρις· ἐξαίρετα γὰρ τῆς ἐγκρατείας τὰ γέρα, πλὴν οὐχ ἁπλοῖς εὐνούχοις τὴν τῶν οὕτω λαμπρῶν ἀξιωμάτων ἐπαγγέλλεται χορηγίαν, ἀλλὰ τοῖς φυλάττουσι τὰ Σάββατα αὐτοῦ, Χριστοῦ δὲ δηλονότι· ἕτερα δὲ, ὡς ἔφην, τὰ αὐτοῦ Σάββατα παρὰ τοῦ νόμου.
Τὰ μὲν γὰρ ἦν ἐν τύποις, τὰ δὲ τῷ τῆς ἀληθείας καταφαιδρύνεται κάλλει. Καὶ ἐπεὶ τοῖς ἐπιλεξαμένοις [ἅπερ] αὐτὸς βούλεται, καὶ ἀντεχομένοις τῆς διαθήκης αὐτοῦ. Βούλεται δὲ Χριστὸς οὐ τὰ ἐν σκιαῖς καὶ γράμμασι νομικῶς, ἀλλὰ καὶ τὰ ἐν τῇ διαθήκῃ τῇ παρ’ αὐτοῦ· δῆλον δὲ ὅτι τῇ νέᾳ τε καὶ εὐαγγελικῇ. Καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ, καὶ ἀγαπᾷν τὸ ὄνομα Κυρίου, τὸ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας, καὶ πάντας τοὺς φυλασσομένους τὰ Σάββατά μου μὴ βεβηλοῦν, καὶ ἀντεχομένους τῆς διαθήκης μου, εἰςάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου, καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου. Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς προκληθήσεται πᾶσι τοῖς ἔθνεσιν, εἶπε Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ.
Συναπτέον τοῖς ἀνόπιν καὶ ταῦτα, ἵν’ ᾖ τοιοῦτον τὸ λεγόμενον· Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις Κυρίῳ δουλεύειν αὐτῷ. Οὐκοῦν διαλέγεται τοῖς ἐξ ἐθνῶν, καὶ οὔτι που μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ, οἳ τὴν ὀφρὺν ἀνασπῶντες ὑψηλὴν κατεπεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομάζοντες· φάσκοντες τὸ, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι.6 Πρόδηλον οὖν, ὅτι οὐ σαρκικῆς εὐγενείας δύναμις συνάπτει Θεῷ· οὐ γὰρ ὅτι γεγόνασιν ἐξ Ἀβραὰμ, κλῆρος Θεοῦ μεμενήκασι, καταλογισθεῖεν δ’ ἂν εἰς λαὸν αὐτοῦ διὰ συναφείας τῆς πνευματικῆς οἱ αὐτῷ προσκείμενοι, κἂν εἴ τινες εἶεν ἀλλογενεῖς, προσκείμενοι δὲ διὰ πίστεώς τε, καὶ τὴν ὑπ’ αὐτῷ δουλείαν ἡγεῖσθαι καύχημα, καὶ ἀγαπᾷν τὸ ὄνομα αὐτοῦ· ἀγαπᾷν δὲ οὕτως ὡς διὰ τῆς εἰσάπαν ὑποταγῆς τῆς αὐτοῦ βασιλείας ὑποτρέχειν ἀεὶ τὸν ζυγὸν, μὴ ἐξισταμένους ἐφ’ ἃ μὴ θέμις, μήτε μὴν εὐπαραφόρως ἔχοντας εἰς τὸ ἑλέσθαι παλινδρομεῖν, ἐπί γε τὸ δεῖν προσκεῖσθαι θεοῖς ἑτέροις, ἐρηρεισμένην δὲ μᾶλλον καὶ ἀκράδαντον ἔχοντας διάνοιαν, οὕτω τε φυλασσομένους τὰ Σάββατα αὐτοῦ, ὥστε μὴ βεβηλοῦν αὐτὰ, Χριστοῦ δὲ δηλονότι.
PG 70:1247Σαββατίζουσι γὰρ Ἰουδαῖοι κατὰ τὸν νόμον, τὴν σάρκα τηροῦντες ἔξω πόνου παντὸς, καὶ ἀργίαν ἐπιτηδεύοντες τὴν ὡς ἐν ἔργοις σωματικοῖς. Ἀλλ’ ὁ τοιοῦτος σαββατισμὸς ἀπόβλητος ἦν παρὰ Θεῷ· ὁ δὲ εἰσελθὼν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, καὶ νοητῶς σαββατίζων, κατέπαυσεν ἀπὸ τῶν ἰδίων ἔργων. Γράφει γοῦν οὕτως ὁ πάνσοφος Παῦλος. Τοὺς νῦν ἀλλογενεῖς εἰσάξειν ἐπαγγέλλεται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ κατευφραίνειν αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς αὐτοῦ. Ἐνταῦθά μοι βλέπε τὴν τοῦ νόμου σκιὰν ἀνατετραμμένην, καὶ τὴν παλαιότητα τοῦ γράμματος ἀπρακτοῦσαν ἤδη πως. Πάντα γὰρ γέγονεν ἐν Χριστῷ καινὰ, τὰ ἀρχαῖα παρῆλθεν. Ἀπέφησε μὲν ὁ νόμος τοῦ δεῖν εἰς οἶκον ἰέναι Θεοῦ τοὺς ἀλλογενεῖς· ἔφη γάρ· Οὐκ εἰσελεύσεται Ἀμμονίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου.6 Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος εἰς καινότητα τὴν πνευματικὴν τὰ καθ’ ἡμᾶς μεθιστὰς, εἰσάξειν εἰς τὸν οἶκον τὸν ἅγιον ἑαυτοῦ κατεπαγγέλλεται τοὺς ἀλλογενεῖς.
Ὄρος γὰρ ἅγιον οὐδὲν ἕτερον εἶναί φησι, πλὴν ὅτι τὴν ἑαυτοῦ Ἐκκλησίαν, εἰς ἢν εἰσελάσαντες κατευφραίνονται τοῖς παρ’ αὐτοῦ χαρίσμασιν, ἐντρυφῶντες δηλονότι, καὶ τὴν τῶν ἁγίων πλουτοῦντες ἐλπίδα· ὅτι δὲ πολιτεύσονται καθαρῶς, εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἕξουσι Θεὸν, διαμεμήνυκεν εἰπὼν, ὅτι Τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου. Γέγονε δὲ ὁ λόγος ὡς ἐκ παραδείγματος καὶ τύπου τῆς κατὰ νόμον λατρείας. Πάλαι μὲν γὰρ κριοὺς καὶ ταύρους ὁλοκαυτοῦν ἔθος ἦν τοῖς ἐξ Ἰσραὴλ, θυσίας τε προσάγειν. Ἐπειδὴ δὲ, ὡς ἔφην, παρελήλακεν ἡ σκιὰ, οὐ τὴν δι’ αἱμάτων ποιοῦνται πρόσοδον οἱ ἐξ ἐθνῶν κεκλημένοι, ἀλλ’ οἷον ἑαυτοὺς ἱερουργοῦσι τῷ Θεῷ, κόσμῳ μὲν ἀποθνήσκοντες, ζῶντες δὲ τῇ δικαιοσύνῃ, καθὰ γέγραπται.
Ἔσονται δὲ δεκτοὶ, καὶ εἰς ὀσμὴν εὐωδίας, οἱ μὲν ὅλην ἑαυτῶν τὴν ζωὴν ὥσπερ ἱερὰν ἀποφαίνοντες, ὡς ἐν τάξει νοεῖσθαι τῶν ὁλοκαυτωμάτων· οἱ δὲ ὡς θυσίαν μερικὴν, ὁποία τίς ἐστιν ἡ τῶν ἐν Κυρίῳ γεγαμηκότων ζωὴ, μεμερισμένων τρόπον τινὰ Θεῷ τε καὶ κόσμῳ. Τὰ γὰρ εἰς θυσίας προσφερόμενα τῶν ζώων οὐχ ὁλόκληρα τοῖς θυσιαστηρίοις ἐναπετίθετο μᾶλλον, ἀλλ’ ἐξ ἡμισείας, ἤγουν ἐκ μέρους. Δεκτοὶ τοιγαροῦν οἱ ἀλλογενεῖς, ἑαυτοὺς ἀνατιθέντες εἰς εὐοσμίαν πνευματικήν. Ὅτι δὲ οὐχὶ μόνοις τοῖς ἐξ Ἰσραὴλ ὁ θεῖος ἐκνενέμηται νεὼς, ἤγουν ὁ οἶκος τῆς προσευχῆς τοῦ ἐπὶ πάντας Θεοῦ, αἰνεῖται δὲ μᾶλλον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δι’ ἐπιστροφῆς καὶ πίστεως καλουμένοις εἰς ἐπίγνωσιν αὐτοῦ, καθίστησιν ἐναργὲς εἰπὼν, ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσι.
PG 70:1249Τίς οὖν ἄρα ἐστὶν ὁ ταῦτα προϋπισχνούμενος; Ἆρ’ ὁ θεσπέσιος προφήτης Ἡσαί̈ας ὡς ἀπὸ γνώμης ἰδίας; Οὐ μὲν οὖν. Εἶπε γὰρ ὁ Κύριος, φησὶν, ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Οὗτοι τοιγαροῦν οἱ λόγοι, καὶ τοῦ κατοικτείροντος αἱ φωναί· φύσει γὰρ ὑπάρχων ἀγαθὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πλὴν ὅτι τὸ τῆς ἡμερότητος μέγεθος οὐκ ἐπὶ μόνοις ὤφθη τοῖς ἐξ ἐθνῶν, ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ, σαφὲς ἂν γένοιτο διειπόντος αὐτοῦ τὸ, Εἶπεν ὁ Κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ. Ἦσαν οὖν ἄρα καὶ αὐτοὶ κατεσκεδασμένοι, καὶ οὐχὶ μᾶλλον σωματικῶς, ἤγουν ἔξω που τῆς Ἰουδαίας ἀπενηνεγμένοι, καὶ εἰς πόλεις ὄντες ἑτέρας ἢ χώρας, ἀλλ’ ὡς τῆς ἐννόμου πολιτείας ἀποφοιτήσαντες, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποπηδήσαντες· οὐ γὰρ τετηρήκασι τὴν δοθεῖσαν ἐντολήν· εὑρήσομεν δὲ πλεισταχοῦ, καὶ ταῖς τῶν εἰδώλων θεραπείαις προσνενευκότας αὐτοὺς, καὶ χείλεσι μὲν τιμῶντας Θεὸν, ἀπεσχοινισμένην δὲ αὐτῶν τὴν διάνοιαν ἔχοντας, καὶ μάτην αὐτὸν σεβομένους, διδάσκοντάς τε διδασκαλίας, ἐντάλματα ἀνθρώπων.
Οὐκοῦν μὴ καυχάσθω τῶν ἀλλογενῶν ὁ δυςάγωγος Ἰσραήλ· ἠλέηνται γὰρ ἐν ἴσῳ τρόπῳ καὶ αὐτοὶ παρὰ Θεοῦ· κατελήφθησαν γὰρ, οὐκ ἀκράδαντον ἔχοντες τὸ γνήσιον, οὔτε μὴν ἀμώμητον εἰσάπαν τὸ εὐπαθὲς, κατεσκεδασμένοι δὲ μᾶλλον καὶ ἐσπαρμένοι, καθάπερ ἔφην ἀρτίως. Ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγήν. Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. Ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Πάντες κύνες ἐννεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμὸν, καὶ ὡς κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονὴν, καὶ εἰσὶ πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὐτό. Διχῆ τοῖς γεγραμμένοις προσβαλεῖς· ἢ γὰρ θηρία φησὶν ἀτίθασσά τε καὶ ἀνήμερα, τοὺς ἐξ ἐθνῶν, ἅτε δὴ καὶ ὑπὸ τυράννῳ τεθραμμένα τοιούτῳ, τῷ διαβόλῳ φημὶ, καὶ οἷον ἐκτεθηριωμένοι, καὶ ζῶντες οὐκ ἀνθρωπίνως·
ἤγουν θηρία καλεῖν ἔοικε τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ τῷ στόματι φαγόντας αὐτὸν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Καὶ εἰ μὲν τῶν ἐθνῶν ὡς θηρίων διαμέμνηται, φαμὲν αὐτοῖς προσπεφωνῆσθαι παρὰ Θεοῦ τὸ, Δεῦτε, φάγετε. Σημαίνει δὲ τοῦτο πᾶσαν αὐτοῖς ἀμφιλαφίαν δεδόσθαι παρ’ αὐτοῦ τῶν ἱερῶν χαρισμάτων, καὶ παρατεθεῖσθαι τράπεζαν τὴν ζωοποιόν· κατεδηδόκασι γὰρ καὶ αὐτοὶ τὸν ἄρτον τῆς ζωῆς, μέτοχοι γὰρ γεγόνασι τοῦ Χριστοῦ, καὶ σύσσωμοι τῶν ἁγίων, ὥστε καὶ χαίροντας λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν.6 Ἔφη δὲ καὶ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.6 Μακρὰν γὰρ ὄντες Θεοῦ γεγόνασιν ἐγγὺς διὰ τῆς πίστεως, οἱ ποτὲ πλανώμενοι καὶ τῆς ἱερᾶς ἐμπέπληνται τροφῆς· γέγραπται γὰρ, ὅτι Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.6 Εἰ δὲ δὴ θηρία νοοῖντο πρὸς ἡμῶν οἱ καταφαγόντες τὸν Ἰσραὴλ, τὸ Δεῦτε, φάγετε, μονονουχὶ παραῤῥιπτοῦντός ἐστιν αὐτοῖς τοὺς ἠσεβηκότας, καὶ οἷς τὸ παθεῖν πρέπει, καὶ μάλα εἰκότως· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, τὴν πίστιν οὐ προσηκάμενοι, καὶ γεγόνασι μακρὰν οἱ ἐγγὺς, καὶ λαὸς οὐκέτι Θεοῦ, κατεστυγημένοι δὲ μᾶλλον ὡς Κυριοκτόνοι.
PG 70:1251Ἵνα δὲ μὴ φαίνηται Θεὸς κολάζων εἰκῆ, καὶ δίκας αἰτῶν τὰς ἐπ’ οὐδενὶ, παρατίθησιν εὐθὺς τὰς αἰτίας, αἷς δὴ καὶ ἔνοχοι γεγονότες δέδονται πρὸς ὄλεθρον τοῖς ἐχθροῖς, ἤτοι τοῖς θηρσὶ πρὸς κατάβρωμα. Ἴδετε γὰρ, φησὶν, ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι. Τυφλοὶ γὰρ ὄντως οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ τῶν ἄλλων οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ οἱ καθηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς. Οὐ γὰρ παρεδέξαντο φῶς τὸ ἀληθινὸν, οὔτε μὴν ἠθέλησαν γνῶναι Χριστὸν, καίτοι βοῶντα σαφῶς ποτὲ μὲν, ὅτι Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,6 ποτὲ δὲ πάλιν, Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.6 Ἐξὸν οὖν ἄρα καταπλουτῆσαι τὸ φῶς προσηκαμένους τὴν πίστιν, τοῦτο μὲν οὐ πεπράχασιν, ὡς δὲ ὁ προφήτης φησὶν, Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.
Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτὴρ περί τε αὐτῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὅτι Τυφλοί εἰσι καὶ τυφλῶν ὁδηγοί.6 Ἅπαντες τοίνυν ἐκτετύφλωνται, φησὶ, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Καὶ γὰρ ἦν κατὰ τὸ ἀληθὲς ἀνδρῶν ἐμφρόνων καὶ συνετῶν, τὸ ἐπιδράξασθαι γοργῶς τοῦ τῆς σωτηρίας παρόντος καιροῦ· προέτρεπε γοῦν αὐτοὺς εἰς τοῦτο λέγων ὁ θεσπέσιος Δαβίδ· Δράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ ἐφ’ ὑμᾶς.6 Ἐπειδὴ δὲ οὐκ ἐπεδράξαντο τῆς διὰ Χριστοῦ παιδείας, ἐξεκαύθη κατ’ αὐτῶν ὁ θυμὸς, καὶ ἀπολώλασιν ἐξ ὁδοῦ δικαίας, τουτέστιν, ἔξω γεγόνασι πολιτείας εὐαγγελικῆς, δι’ ἧς καὶ μόνης οἱ τῆς ἀρεσκούσης Θεῷ δικαιοσύνης ἐκλάμπουσι τρόποι. Πρὸς δέ γε τὸ εἶναι τυφλοὶ, φησὶ, καὶ κύνες ἦσαν ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμόν·
ὡς ἐκ παραδείγματος ἐναργοῦς τοὺς περὶ αὐτῶν ποιεῖται λόγους. Οἱ μὲν γὰρ ταῖς ποίμναις ἑπόμενοι κύνες κύκλῳ περινοστοῦντες ἀεὶ, κρείττους εἰσὶ καὶ ὕπνου καὶ νυσταγμοῦ. Εἰ γάρ πού τι τῶν ἀτιθάσσων ὀφθείη θηρίων, καθυλακτοῦσιν εὐτόνως, καὶ παντὶ σθένει χρώμενοι τῶν θρεμμάτων ἀποσοβεῖν ἐπείγονται, καὶ τοῦτο ἔργον αὐτοῖς. Τούτοις ἐοικέναι χρὴ τοὺς τῶν λογικῶν ποιμνίων προεστηκότας, καθηγητὰς δηλονότι καὶ διδασκάλους, ὥστε κήδεσθαι καὶ τῶν ὑπεζευγμένων, καὶ ἀπελαύνειν τοὺς καθ’ ὁντιναοῦν τρόπον ἀδικεῖν ἐθέλοντας, καὶ ἀποφέροντας μὲν τῆς εἰς Θεὸν ἀγάπης, κατολιγωρεῖν ἀναπείθοντας τῆς εἰς αὐτὸν αἰδοῦς, εἰς δὲ τὸ αὐτοῖς δοκοῦν ἁρπάζοντας. Ἀλλ’ οὐκ ἤθελον εἶναι τοιοῦτο τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες· μᾶλλον γὰρ ἦσαν κύνες ἐννεοὶ, νυσταγμὸν φιλοῦντες, καὶ κοίτην ἐνυπνιαζόμενοι.
PG 70:1253Καίτοι γὰρ δέον τοῖς ὑπὸ χεῖρα λαοῖς εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων τὰς ἐφόδους ἀποσοβεῖν, τοῦτο μὲν οὐκ ἔδρων, αὐτοὶ δὲ μᾶλλον αὐτοὺς τοῖς τῆς ἀπωλείας ἐνίεσαν βόθροις. Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· Οἱ ἱερεῖς σου οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ.6 Οὐκοῦν ὥσπερ κύνες καθυλακτεῖν μὲν τῶν ταῖς ποίμναις ἐπηρεαζόντων οὐκ ἤθελον, ἐμιμοῦντο δὲ τῶν κυνῶν τὴν ἀναισχυντίαν, καὶ τὸ μὴ εἰδέναι πλησμονήν. Φιλόπλουτοι γὰρ ὄντες, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ δωροδοκίαις ἐπιγαννύμενοι παρηνόμουν, οἳ καὶ αἰσχυνόμενοι ψῆφον ἄδικον καταφέροντες ἔσθ’ ὅτε τῶν ἀδικούντων μηδὲν, δικαιοῦντες δὲ τὸν ἀσεβῆ, οὐ γὰρ ᾔδεισαν πλησμονὴν, τουτέστι, κόρον λημμάτων αἰσχρῶν δηλονότι· καὶ ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο λέγων·
PG 70:1183Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ Τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον καὶ τὴν πίστιν.6 Ἔφη δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαί̈ας· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.6 Ναὶ μὴν καὶ ὁ θεσπέσιος Ἀββακοὺμ, ἐπ’ αὐτῷ δὴ τούτῳ, μονονουχὶ καὶ δεδακρυμένως, προσεφώνει πρὸς Θεόν· Ἕως τίνος, Κύριε, Κύριε, κράξομαι καὶ [οὐκ] εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;
PG 70:1253Ἵνατί μοι ἔδειξας κόπους, καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν, καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.6 Οὐκοῦν τὸ μὲν φιλογρήγορον τῶν ἐν ἀγέλαις κυνῶν ζηλοῦν οὐκ ἤθελον, ἀπεμιμοῦντο δὲ μόνον αὐτοὺς κατά γε τὸ εἶναι καταφρονητὰς μὲν ἁπάσης αἰδοῦς, ἐγκεῖσθαι δὲ ἀκορέστως ταῖς τῶν λημμάτων συλλογαῖς. Καὶ πρός γε τούτῳ, πονηροὺς αὐτοὺς εἶναί φησι, καὶ οὐκ εἰδέναι σύνεσιν. Οὐκοῦν ἀσύνετος ὁ πονηρός· ἡ γὰρ σύνεσις πρέποι ἂν μάλιστα τοῖς εἰωθόσιν ἀγαθουργεῖν, πονηρία δὲ φρενὸς ἀπέστω τῆς ἀγαθῆς. Ἴσον γὰρ ἰδεῖν ψώραν τε καὶ ἕλκος ἐν σώματι, καὶ πονηρίαν εἰς νοῦν· ἀσύνετον γὰρ αὐτὸν ἀποφαίνει καταφέρουσα πρὸς σκαιότητα, καὶ ἀποτελοῦσα δύστροπον.
PG 70:1255Ἐπειδὴ δὲ πονηροὶ γεγόνασι καὶ ἀσύνετοι, ταύτης ἕνεκα τῆς αἰτίας πάντες, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ αὐτό· ἀφέντες γὰρ ὥσπερ τὸ εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ, καὶ τὸ δεῖν ἕπεσθαι τοῖς τεθεσπισμένοις, τοῖς σφῶν θελήμασιν ὅλας ὥσπερ ἀφέντες ἡνίας, ἔπραττον τὸ καθ’ ἡδονὴν, καὶ οὐ καθ’ ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τὸ αὐτὸ, τουτέστιν, ὁμοῦ καὶ κατὰ πληθύν. Εὑρήσομεν δὲ τοὺς τῶν Ἰουδαίων καθηγητὰς ἔκτοπά τε καὶ τοῖς θείοις ἀπᾴδοντα νόμοις, καὶ ἐν συλλόγοις αὐτῶν, καὶ συνεδρίοις βουλευομένους, καὶ πράττοντας. Πεπτώκασι γὰρ οὕτω καὶ εἰς τὰ τῆς Κυριοκτονίας ἐγκλήματα, ἐτράποντο δὲ καὶ ἑτέρως ἕκαστος εἰς τὴν ὁδὸν αὐτοῦ. Φιλήδονοι γὰρ ἦσαν μᾶλλον ἢ φιλόθεοι, κα τοῖς τοῦ παρόντος βίου περισπασμοῖς ἐφήδοντο μᾶλλον, τῆς ἐννόμου τε καὶ ἀρίστης ζωῆς εἰσάπαν ὀλιγωρήσαντες.
Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. Ἀποφήνας ὅτι κύνες γεγόνασιν ἐννεοὶ, καὶ ἀκόρεστοι πρὸς φιλοκερδίαν, προσαποδείκνυσιν ἐν τούτοις ῥᾳθύμους ὄντας, καὶ καταφρονητὰς, ὡς καὶ ἐπὶ τοῖς ἐσχάτοις τῶν πλημμελημάτων ἀτέγκτως ἔχειν, καὶ τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν βούλεσθαι προθυμουμένους. Ἀπώλετο γὰρ, φησὶν, ὁ δίκαιος, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἔοικε δὲ διὰ τούτων ὑποδηλοῦν τὰ εἰς Χριστὸν τολμήματα τῆς Ἰουδαίων ἀγέλης, καὶ ὅσα πεπράχασι κατὰ τῶν ἁγίων ἀποστόλων· ἀπεκτόνασι μὲν γὰρ τὸν Ἰησοῦν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνο βοῶντες, καὶ λέγοντες·
Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι,6 καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα σκοπὸν αὐτοῖς, ἀπώλετο δίκαιος ὢν, τουτέστιν, οὐκ εἰδὼς ἁμαρτίαν· οὐ γὰρ ἐπ’ αἰτίαις εὐλόγοις ἀπεκτόνασιν αὐτὸν, ἄνδρας τε ὄντας δικαίους, τοὺς τὸ θεῖον αὐτοῖς καὶ εὐαγγελικὸν πρεσβεύοντας λόγον, καὶ καλοῦντας εἰς μετάγνωσιν τῆς ἐνούσης αὐτοῖς ὠμότητος, εἰς πεῖραν ἐλθεῖν ἀφιλοικτιρμόνως παρεσκεύασαν. Ἀνῄρηται γοῦν παρ’ αὐτοῖς ὁ θεσπέσιος Στέφανος μακρὸν πρὸς αὐτοὺς κατατείνας λόγον, καὶ δι’ ὧν ἦν εἰκὸς σαγηνεύεσθαι πρὸς μετάγνωσιν, διὰ τούτων αὐτῶν κατεθήγοντο πρὸς τὸ δυσμενές. Αἴρονται τοίνυν ἄνδρες δίκαιοι, φησὶ, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, τουτέστιν, εἰς νοῦν ἀξιοῖ βαλέσθαι τῆς δυσσεβείας τὸ μέγεθος· κατηγωνίσαντο τοὺς δικαίους, καὶ κεκρατήκασιν οἱ πονηροὶ τοῦ μὴ εἰδότος πλημμελεῖν.
Ἔσται δὴ οὖν ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἦρται ἐκ τοῦ μέσου. Ἄθρει δή μοι πάλιν τοῦ λόγου τὸ σχῆμα· τὸν γάρτοι σκοπὸν τῶν ἀνῃρηκότων, καὶ οὔτι που πάντως τὸ τοῦ πράγματος οὕτως ἔχον ὡς λέγεται διαδείκνυσι πέρας. Οὐ γὰρ ἦρται ἐκ τοῦ μέσου Χριστὸς, οὔτε μὴν οἱ τὰ αὐτοῦ πρεσβεύοντες, δίκαιοι καὶ αὐτοὶ τυγχάνοντες, ὡς παρ’ αὐτοῦ δικαιούμενοι· γεγόνασί γε μὴν οἷον ἐκ μέσου, κατά γέ φημι τὸ τῶν ἀνῃρηκότων ἐγχείρημα· ὅτι δὲ τῶν ἀνῃρηκότων ἁπάντων κατατρέχει τὸ κατηγόρημα, καὶ οὐδεὶς ἦν ἐν τοῖς Ἰουδαίοις, ὃς ἔξω κείσεται τῆς αἰτίας, ὑπέφηνεν, εἰπών· Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Καὶ ταφὴν μὲν ὀνομάζει τὸν θάνατον, τὸ δὲ, ἐν εἰρήνῃ, προστεθεὶς, ὑπέφηνεν ὅτι οὐδεὶς ἦν ὅλως ἐν τοῖς τῶν Ἰουδαίων τάγμασιν ἀνθεστηκὼς ταῖς ἀνοσίαις αὐτῶν βουλαῖς, ἤγουν ἀντανιστάμενος, καὶ τοῖς ἀνοσιουργεῖν ἐθέλουσιν ἐπιτιμῶν·
PG 70:1257ἐκ μιᾶς γὰρ ἅπαντες βουλῆς καὶ γνώμης τετολμήκασι κατὰ Χριστοῦ, εἰρηνεύοντές τε πρὸς ἀλλήλους ἀπεκτόνασιν αὐτόν. Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήτατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Ἐκ πολλῆς ἄγαν φιλοθεί̈ας ὁ θεσπέσιος προφήτης ταῖς τῶν Ἰουδαίων ἀθυροστομίαις ἐπιπηδᾷ, καὶ καταλγύνεται λίαν ἐπὶ ταῖς ἀνοσίαις αὐτῶν φωναῖς, ἃς εἰρήκασι κατὰ Χριστοῦ. Διατετελέκασι γὰρ μέχρι παντὸς οἱονεὶ χαλῶντες ἐπ’ αὐτῷ τὴν γλῶσσαν, καὶ ὅλοις ὥσπερ ἱστίοις τῆς ἐνούσης ἀνεξικακίας αὐτῷ κατατρέχοντες. Τί γὰρ τῶν ἐκτόπων οὐχ ἁλοῖεν ἂν κατειρηκότες αὐτοῦ; Σαμαρείτην, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημένον ὠνόμαζον αὐτὸν, καὶ δαιμονᾷν ἔφασκον τὸν ἐπιτιμῶντα δαίμοσι, καὶ ἐν Βεελζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημίας, τὸν συντρίβοντα τὸν Βεελζεβούλ.
Εἶτα τελευτῶντες Πιλάτῳ προσῆγον, καὶ κατηγόρευον αὐτοῦ, τῶν μὲν ἀληθῶν οὐδὲν, ψευδοεπείαις δὲ μᾶλλον καὶ συκοφαντίαις χρώμενοι. Ἔφασκον γὰρ, ὅτι Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι· ἕτερα δὲ πρὸς τούτοις, ἃ τῆς αὐτῶν κεφαλῆς τὴν ἄσβεστον καταντλήσει φλόγα. Ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο, λέγων διὰ φωνῆς Ὠσηέ· Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ.6 Καὶ διά γε τῆς Ἱερεμίου φωνῆς· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.6 Πρὸς γὰρ ταῖς ἑτέραις συκοφαντίαις, αἷς πεποίηνται κατ’ αὐτοῦ, πλεισταχοῦ τετολμήκασιν εἰπεῖν Πιλάτῳ προσάγοντες·
Αἶρε, αἶρε, σταύρου αὐτόν.6 Δεδράκασι τοῦτο μάλιστα τῶν ἄλλων τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες. Καίτοι γὰρ εἰδότες, ὅτι αὐτός ἐστιν ὁ κληρονόμος, εἶπον ἐν ἑαυτοῖς· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ.6 Ἀλλ’ ἡμάρτανον τῆς ἐλπίδος. Ἀπεκτόνασι μὲν γὰρ, πλὴν οὐ μεμένηκε τῷ θανάτῳ κάτοχος· ἀνεβίω γὰρ, καὶ τὸν ἀμπελῶνα δέδωκε γεωργοῖς ἑτέροις, κακοὺς κακῶς ἀπολέσας τοὺς ἀγνώμονας καὶ Κυριοκτόνους. Ὦ τοίνυν υἱοὶ, φησὶν, ἄνομοι, ὦ σπέρμα μοιχῶν καὶ πόρνης. Καὶ μοιχοὺς μὲν ἐν τούτοις ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας Γραμματεῖς τε καὶ νομοδιδασκάλους, οἳ μονονουχὶ κατεμοίχωντο τὴν Συναγωγὴν, καὶ τὰ ἐκ νόμου τοῦ θείου λαλοῦντες αὐτῇ. Παρατρέπονται δὲ μᾶλλον ἐφ’ ἃ μὴ θέμις, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων.
PG 70:1259Πόρνη δὲ εἰκότως ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τὰ τῶν μοιχωμένων δεχομένη σπέρματα, καὶ τὸν τοῦ πανσόφου Μωσέως ἀθετοῦσα νόμον. Ταύτῃτοι καὶ μάλα εἰκότως υἱοὺς αὐτοὺς ἀποκαλεῖ ἀνόμους. Εἴπατε δὴ οὖν ἐν τίνι, φησὶν, ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν. Πολλὰς πλειστάκις ἐποιήσασθε, φησὶ, λοιδορίας κατὰ προφητῶν ἁγίων, ἀλλ’ ἦσαν ἐκεῖνοι, γνήσιοι μὲν τῷ ἐπὶ πάντων Θεῷ, πλὴν οἰκέται, καὶ ὑπεζευγμένοι, καὶ μέτρον ἔχοντες τὸ ἀνθρώπινον, καὶ εἰς ὁμοδούλους ἦν τὰ παρ’ αὐτῶν πλημμελήματα. Νυνὶ δὲ ἐπὶ τίνα τὴν γλῶσσαν ἐχαλάσατε; Οὐ γὰρ ἠθελήσατε λαβεῖν τὸν σώζοντα· καὶ σπέρμα ἄνομον· οὐ γὰρ ἠνέχεσθε τοῦ καταρυθμίζοντος εἰς εὐσέβειαν διὰ θεσπισμάτων εὐαγγελικῶν.
Οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. Ἐκείνη σου ἡ μερὶς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; Ἐπ’ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Κυριοκτόνους αὐτοὺς ἀποφήνας, δείκνυσιν ὅτι τὸ μισόθεον αὐτοῖς ἀῤῥώστημα, καὶ τὸ πρόχειρον εἰς μιαιφονίαν, οὐ νέον ἦν ἐν αὐτοῖς, ἀλλὰ γὰρ ἐκ πολλοῦ καὶ ἄνωθεν ἐνυπάρχον αὐτοῖς. Ὑμεῖς γάρ ἐστε οἱ κατὰ τοὺς ἄνωθεν, φησὶ, καιροὺς παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα. Καίτοι γὰρ βραβεύοντος αὐτοῖς τοῦ διὰ Μωσέως νόμου τὰ χρήσιμα, διαῤῥήδην τε λέγοντος, Κύριον τὸν Θεόν σου προςκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,6 φρενοβλαβείας εἰς τοῦτο κατώλισθον, μᾶλλον δὲ δυσσεβείας ἀσχέτου καὶ τῆς πέρα μέτρου παντὸς, ὥστε καὶ εἰδώλων γενέσθαι δημιουργοὺς, καὶ ἱερουργεῖν αὐτοῖς, καὶ παρακαλεῖν, ἤτοι διδάσκειν ἑτέρους ὑπὸ δένδρα δασέα προσκυνεῖν, καὶ τιμαῖς ταῖς θεοπρεπέσιν αὐτὰ στεφανοῦν.
Τοῦτο καθίστησιν ἐναργὲς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων· Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ· ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.6 Καταλαμβάνοντες γὰρ τὰς τῶν ὀρῶν κορυφὰς καὶ τὰ τῶν ἀλσέων εὐανθέστερα, βωμοὺς καὶ τεμένη κατεσκεύαζον, θυσίας τε καὶ σπονδὰς προσεκόμιζον αὐτόθι τοῖς ἀκαθάρτοις δαίμοσιν· εἰσὶ δὲ καὶ οἱ τῶν ἰδίων ἀφειδήσαντες τέκνων. Ἔσφαξε γοῦν Ἰεχονίας τὸν ἴδιον υἱὸν τοῖς οὐκ οὖσι θεοῖς. Τοῦτο καὶ αὐτὸς ἔφη που Θεὸς δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, τὴν ὠμότητα καταδεικνὺς τῶν τὰ τοιάδε δρᾷν εἰωθότων· Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν.6 Ὑμεῖς τοίνυν ἐστὲ, φησὶν, οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν.
Τί οὖν ἐπὶ τούτοις; Ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος. Προσκεκύνηκας μὲν γὰρ, φησὶ, τοῖς ματαίοις· ἕξεις δὲ μερίδα τοιαύτην, καὶ κλῆρος ἔσται σοι μάταιος. Ἤγουν ἐκεῖνό που τάχα βούλεται δηλοῦν· Ἐσφάξατε τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξι, φησίν. Οὐκοῦν ἐκείνη σου μερὶς, οὗτός σου ὁ κλῆρος, τουτέστι, τοῖς ἴσοις ἐνσχεθήσῃ κακοῖς, καὶ γενήσεταί σοι μερὶς καὶ κλῆρος ἡ σφαγή. Διὰ ποίαν αἰτίαν; Πρῶτον μὲν ὅτι γέγονας παιδοκτόνος, εἶτα ὅτι δαίμοσιν ἀκαθάρτοις καὶ ἀψύχοις εἰδώλοις ἐξέχεας σπονδὰς, κἀκείνοις ἀνήνεγκας θυσίας. Ἆρ’ οὖν ἐπὶ τούτοις οὐκ ὀργισθήσομαι; φησίν· οὐκ εὐάφορμος καθ’ ὑμῶν ὁ θυμὸς, καὶ τὰ τῆς δίκης οὐκ εὔλογον ἔχει τὴν ἀφορμήν; Ἐπ’ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου.
PG 70:1261Ὅτι μὲν οὖν ἐν τοῖς ὄρεσιν ἐκάθευδον ἐνυπνίων ἕνεκα, πλεισταχοῦ διαμεμήνυκεν ὁ προφητικὸς ἡμῖν λόγος.
Φασὶ δὲ εἰς τοῦτο πλάνης κατολισθῆσαι τὸν Ἰσραὴλ, ὥστε καὶ ἐν ταῖς θύραις καὶ ἐν τοῖς σταθμοῖς ἐντορνεῦσαι τὰς τῶν εἰδώλων μορφὰς, ἵνα καὶ εἰσβάλλοντες ταῖς οἰκίαις ἔξω τε καὶ βαδίζοντες ὁρῶσιν αὐτὰ, καὶ ἐν ἀτελευτήτοις ἔχωσι μνήμαις. Ἀφιλοθεί̈ας δὲ τῆς εἰσάπαν ἀπόδειξις ἐναργὴς καταλογισθείη ἂν τὸ χρῆμα αὐτοῖς, καὶ μάλα εἰκότως· ἐκάλουν δὲ τὰ τῶν εἰδώλων ἐντετορ[ν]ευμένα σωτηρίας [ αλ. σωτῆρας] καὶ οἰκουρούς. Ὤου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἔξεις. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ἅπασα μὲν ἔκτοπος ἡδονὴ, καὶ πᾶσα κακία, τὸν ἀνθρώπινον καταγοητεύουσα νοῦν, μονονουχὶ κατεπαγγέλλεται πεῖράν τινα πράγματος ἀγαθοῦ, καὶ ὅτι μεθέξει τῶν οὐ πάλαι διεγνωσμένων, ἔσται δὲ καὶ ἐν ἀμείνοσιν, ἢ πρότερον ἦν.
Λαβοῦσα γὰρ οὕτως αἰχμάλωτον, οἷπερ ἂν ἕλοι[ν]το λοιπὸν ἀποφέρει. Ἀλλ’ οἱ μὲν ἀσύνετοι, πείρᾳ μαθόντες ἵνα εἰσὶ κακοῦ, μεταφοιτῶσι μόλις ἐπὶ τὸ ἐν ἀρχαῖς· οἵ γε μὴν τοῖς τῆς διανοίας ὄμμασι περιαθροῦντες εὖ μάλα τὸ ἑκάστου πράγματος πέρας, ἀποφορᾶς οὐκ ἀνέχονται· φυλάττουσι δὲ μᾶλλον ἀπλῆγα, τὸν νοῦν πρὸ πείρας ὁρῶντες τὰ μετὰ ταύτην. Ἀλλ’ οὐ τοιαύτη γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγή· ἦν μὲν γὰρ ὑπὸ χεῖρα τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τὴν παρ’ αὐτοῦ δόξαν ἠμφιεσμένη, δεινὴ καὶ ἀφόρητος τοῖς ὁμόροις ἦν, καὶ τριπόθητον ἔχουσα τὴν ἐλπίδα, καὶ ἁπάσης εὐημερίας ἔμπλεω[ς]. Ἑπομένη γὰρ τῷ διὰ Μωσέως νόμῳ τῷ φύσει καὶ ἀληθῶς λελάτρευκε Θεῷ· διατετέλεκε δὲ καιροὺς ἕτερον ἐπ’ αὐτῷ Θεὸν οὐκ ἀνεχομένη καλεῖν, ἤγουν εἰδέναι προσκυνεῖν.
Ἐπειδὴ δὲ προσεκλήθη τισὶ διδασκάλοις καὶ ἀνοσίοις ποιμέσι, πέπτωκεν εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ προσεκύνησε τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἰηθεῖσα τάχα που, καὶ ἐν ἀμείνοσιν ἔσεσθαι, τῆς πρὸς Θεὸν ἀγάπης ἐξολισθήσασα. Ἐπὶ τούτοις αὐτὴν αἰτιᾶται λέγων· Ὤου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις. Ἀλλ’ οὐκ ἐκβέβηκεν εἰς πέρας αὐτῇ τὰ προσδοκηθέντα τῆς οὕτω ψυχρᾶς καὶ ματαίας ἐλπίδος· γεγόνασι γὰρ μᾶλλον ἐν παντὶ κακῷ. Ἐσχήκασι τοίνυν εἴς γε τὸ εὐημερεῖν τὸ περιττὸν οὐδὲν, ἀποβαλόντες τὸ γνήσιον, καὶ τὸ ἑδραῖον ἐν τούτοις μικροῦ παντελῶς ἀξιοῦντες λόγου. Καὶ τὸ ἔτι τούτου παραλογώτερον, Ἠγάπησας, φησὶ, τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν· καὶ διαλέγεται μὲν ὡς πρὸς γυναῖκα πόρνην.
PG 70:1263Τίνες δὲ ἦσαν οἱ κοιμώμενοι μετ’ αὐτῆς, ἢ τάχα που Ψευδοποιμένες ἄνθρωποι τὸν νοῦν κεκαυτηριασμένοι,6 καθά φησιν ὁ μακάριος Παῦλος, καὶ ἀχλύος ἔμπλεῳ διαβολικῆς; Οὗτοι γεγόνασιν αὐτῇ, καὶ ὁδὸς, καὶ πρόφασις ἀπωλείας, ἀποφέροντες μὲν τῆς πρὸς Θεὸν γνησιότητος, ἐνιέντες δὲ ὥσπερ τὰ τῆς δυσσεβείας σπέρματα, καὶ καρποφορεῖν ἀναπείθοντες τῷ Σατανᾷ τῆς κατὰ Θεοῦ παροινίας τὰ ἐγκλήματα. Πληθύνεσθαι δέ φαμεν τήν τινων πορνείαν, ἤτοι τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, ὅτε τῶν αἰτιαμάτων ἡ δύναμις, οὐ μονότροπος οὖσα καὶ μονοειδὴς ὁρᾶται τυχὸν, ἀλλ’ ὡς ἐκ πολλῆς ἄγαν σκαιότητος ἐπιτελουμένη, καὶ πολλὰ κατ’ αὐτῶν ὠδίνουσα τὰ ἐφ’ οἶς ἄν τις καταμωμήσαιτο, καὶ μάλα δικαίως, τοὺς δρῶντας αὐτά· οἷόν τί φημι· Παρέπεται πάντως τῷ θεραπεύειν ἑλέσθαι τὸν Σατανᾶν τὸ μηδὲν ὑγιὲς ἀνέχεσθαι δρᾷν· διαῤῥιπτεῖσθαι δὲ ὥσπερ εἰς πᾶσαν ὁδὸν βεβήλου τε καὶ βδελυρᾶς ἡδονῆς· σύνδρομα δὲ τοῖς τοιούτοις αἰτιάμασιν εἶεν ἂν καὶ τὰ ἕτερα τῶν τοιούτων κακῶν, γοητεῖαί τε καὶ νεκυομαντεῖαι, καὶ τὰ τῶν τερατοσκόπων ἀχρεῖα μυθάρια, ψευδομαντεῖαί τε καὶ ἐπῳδαὶ, καὶ αἱ τῶν ἀστρολογούντων συκοφαντίαι, καὶ ἡμερῶν ἐπιτήρησις, ὡρῶν τε πρὸς τούτῳ, καιρῶν καὶ ἐνιαυτῶν.
Οὕτω, φησὶ, τὴν σεαυτῆς πορνείαν πληθύνουσα, πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Καὶ τίνες ἂν εἶεν οὗτοι, ἀναγκαῖον πάλιν ἰδεῖν. Ἢ γὰρ τοὺς ἁγίους προφήτας φησὶν, οἲ πέρα θράσους ἰοῦσαν παντὸς ὁρῶντες αὐτὴν, καὶ εἰς λῆξιν ἁπάσης ἀφιλοθεί̈ας ἐλαύνουσαν, ἀπεφοίτησαν αὐτῆς ὡς μεμολυσμένης, μονονουχὶ βοῶντες, καὶ λέγοντες· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν ἑαυτοῦ· ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, καὶ ἐξῆρεν ἕως ἄστρων·6 [ἐπεὶ γὰρ γῆ τῶν γλυπτῶν ὠνομάσθη Βαβυλὼν, ἐκτόπως δὲ τοῦτο νενόσηκεν Ἱερουσαλὴμ, καὶ ταύτῃτοι καὶ μάλα εἰκότως Βαβυλῶνά φασιν αὐτὴν οἱ θεσπέσιοι προφῆται·]1 ἢ τάχα που, πολλοὺς πεποίηκε τοὺς μακρὰν ἀφ’ ἑαυτῆς.
Περιεργαζόμενοι γὰρ τὰ τῶν ὁμόρων ἐθνῶν σεβάσματα, καὶ τοὺς παρ’ ἑκάστῳ ψευδωνύμους θεοὺς, τούτους μετεπέμποντο· προσέκειντο δὲ καὶ λελατρεύκασιν, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις. Καὶ γοῦν ἔφη που Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς, ὅτι Κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῷ Βαάλ.6 Τουτὶ δὲ οἶμαι καταδηλοῦν καὶ τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Οὐ γὰρ ἀρκούμενοι τοῖς παροῦσι παρὰ σφίσι θεοῖς, μετεπέμποντο, καθάπερ ἔφην, καὶ πολλοὺς ἑτέρους, ἕκαστοι κατὰ τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον. Ἢ τάχα που τὸ, Ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου, κατασημήνειεν ἂν, ὅτι πέρα μέτρου παρ’ αὐτοῖς τὰ τῆς πορνείας ἐπράττετο, ἵν’ ὡς ἐν τρόπῳ παραβολῆς τὸ λεγόμενον ᾖ, καὶ σύνηθες ἐπιφώνημα, τοῖς ἐπέκεινα τοῦ εἰκότος ἐφ’ ἑκάστῳ τῶν πραγμάτων ἰοῦσι λεγόμενον.
PG 70:1265Καὶ ἀπέστρεψας, καὶ ἐταπεινώθης ἕως ᾅδου. Ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα. Ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου· σὺ τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με; Τί τὸ πέρας τῆς ἀποστάσεως τῆς ἀπὸ Θεοῦ, τῆς ἀμετρήτου πορνείας, καὶ τῶν ἀνοσίων ἐγχειρημάτων, ἤτοι τῆς ἀποστροφῆς ἀπό γε τῶν ἀμεινόνων ἐπὶ τὰ χείρω; Ἡ εἰς ἄκρον ταπείνωσις, καὶ τὸ καθικέσθαι, φησὶν, εἰς τὸ τῆς ἀπωλείας κατωτάτω βάραθρον. Ἐπειδὴ γὰρ οὐκ ἠθέλησας ὑψηλὴ διαμεῖναι, καὶ ἀκράδαντον ἔχειν τὴν εὐημερίαν, ταύτῃτοι γέγονας ταπεινή. Ὅτι γὰρ ὑψηλοί τινες ἦσαν οἱ ἐξ Ἰσραὴλ, τό γε ἧκον εἰς δόξαν τὴν παρὰ Θεοῦ, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαί̈ου περὶ αὐτῶν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα.6 Οὐκοῦν αὐτόκλητον ἔχει τὴν ταπείνωσιν· δεδυσσέβηκε γὰρ εἰς τὸν ὑψοῦντα Θεόν· τεταπείνωται δὲ τίνα τρόπον, διαδείκνυσιν εὐθύς·
ἔφη γάρ· Ταῖς πολυοδίαις σου ἐκοπίασας. Εἰς πᾶσαν γὰρ ὥσπερ ἀπωλείας ἐρχόμενοι ὁδὸν, δεδαπανηκάσι μὲν ἐπ’ οὐδενὶ τῶν χρησίμων τὰς τῆς ψυχῆς εὐτονίας, δῆλον δὲ ὅτι τὰς νοητὰς, κεκμήκασι δὲ οὐ μετρίως, ἐπ’ ὀλεθρίοις πράγμασι τιθέμενοι τὰς σπουδάς. Ἢ τάχα που καὶ πολυοδίας ἐν τούτοις φησὶ τὸ ἀεὶ μεθίστασθαι πρὸς θεοὺς ἑτέρους, καὶ τῶν μὲν ἤδη πεπορισμένων ὀλιγωρεῖν, ζητεῖν δὲ τοὺς παρ’ ἑτέροις ὄντας τισὶ, καὶ καταμεθύειν ὥσπερ διαῤῥιπτουμένοις πανταχοῦ, ἔρεισμά τε καὶ κατάστασιν οὐκ ἔχειν τὸν ἐν αὐτοῖς ὄντα νοῦν. Συμβαίνει δὲ τοῦτο πάσχειν ἡμᾶς καὶ ἐν ταῖς ἐκτόποις τῶν ἡδονῶν. Ἀποφέρεται γὰρ ὁ νοῦς ἔσθ’ ὅτε πρὸς πᾶν εἶδος ἀκαθαρσίας, καὶ ποτὲ μὲν τὸ πλουτεῖν ἐπαινεῖ, ποτὲ δὲ σαρκὸς ἐρᾷ, καὶ δόξης ἡττᾶται κενῆς, καὶ οἷον παντὶ πνεύματι περιφέρεται, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἱερεμίου περί τινος·
Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο· παρεδόθη, τίς ἐπιστρέψει αὐτήν;6 Ἡ γὰρ τοῦτο παθοῦσα ψυχὴ παραδοθήσεται πάντως ταῖς τῶν παθῶν προσβολαῖς· καὶ τοῦτο διδάσκει λέγων ὁ Παροιμιαστής· Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.6 Χρὴ τοίνυν ἡμᾶς ἀνασειράζειν τὸν νοῦν, εἰ δὴ βούλοιτό πως ἀσχέτως ἰέναι κατὰ πετρῶν, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ἐφήδεσθαί τε καὶ ὁμιλεῖν, ἵνα μὴ καμὼν ἐκ πολυοδίας θήρωμα γένηται διαβολικόν. Ταῦτ’ οὖν ποιήσασα, φησὶν, ὦ Ἱερουσαλὴμ, οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα, τουτέστιν, οὐκ ἀνέκοψας τοῖς ἐπιλογισμοῖς τὴν ἐπὶ τὰ αἰσχίω πρόοδον, οὐ μεμέτρηκας τὴν ἀπόστασιν, οὐ κατέλυσας τὴν εἰς τὰ φαῦλα σπουδὴν, ἐπίκεισαι δὲ μᾶλλον ἐντονώτερον τῷ δρᾷν ἐθέλειν, ἃ χρῆν δή που μηδὲ γενέσθαι τὴν ἀρχήν.
PG 70:1267Ψυχῆς μὲν γὰρ ἔργον ἐστὶ, κἂν γοῦν μετρίαν ἐχούσης σύνεσιν, τὸ μὴ ἁλῶναι θέλειν αἰτιάμασι τοῖς εἰς ἁμαρτίαν· εἰ δὲ δή που γένοιτο καὶ παθεῖν αὐτὸ, κἂν γοῦν ἑλέσθαι μετανοεῖν, καὶ διὰ τὴς εἰς τὸ ἄμεινον ἀναδρομῆς ἀποσκευάσασθαι τὰ ἐγκλήματα. Εἰ δὲ ἀσχέτως καταφέροιτο πρὸς τὰ αἰσχίω, παραιτοῖτό τε προσεπιτούτῳ τὸ χρῆναι μετανοεῖν, προσέθηκεν ἁμαρτίαν ἐφ’ ἁμαρτίᾳ, ἀῤῥώστημα δὲ ἐπ’ ἀῤῥωστήματι παθοῦσαν αὐτὴν ἔνεστιν ἰδεῖν. Αἰτιᾶται γοῦν τοὺς ἐν τούτοις ὄντας ὁ τῶν ὅλων Θεὸς, καί φησι· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διατί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;6 Ἀλλ’ ὅτι ταῦτα πέπραχας, φησὶ, διὰ τοῦτο οὐ κατεδεήθης μου.
Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν, ἐπειδὴ τὰ οὕτως αἰσχρὰ καὶ ἀπόβλητα δράσαι τετόλμηκας, ἀνατεῖναι τὰς ἱκετηρίας, αἰτῆσαί τε παρὰ Θεοῦ τὸν ἔλεον; δέχεται γὰρ τοὺς μετανοεῖν ἐθέλοντας, ἀγαθὸς ὢν φύσει, καὶ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ἔφη γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.6 Ἀπονοίας οὖν ἀπόδειξις τῆς ἐσχάτης καὶ τῆς εἰσάπαν ἀποστροφῆς, τὸ ἐν κακοῖς γεγονότα τοσούτοις, μὴ ἀνασχέσθαι παρὰ Θεοῦ καὶ γοῦν τὸ ἐλεεῖσθαι ζητεῖν μετὰ τῆς τῶν πταισμάτων ὁμολογίας. Γέγραπται γὰρ, ὅτι Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.6 Ψάλλει δέ τις, καί φησιν· Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.6 Ἀλλ’ ἦν τις τοῖς Ἰουδαίοις λόγος, σαθρός τε καὶ ἄναλκις, καὶ ἀμαθίας ἔμπλεως· διετείνοντο γὰρ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ προσνεῦσαι θεοῖς ἑτέροις, ἐπείπερ αὐτοῖς ὁ Βαβυλωνίων ὄχλος ὡς ὅσον οὐδέπω παρεσόμενος ἀπηγγέλλετο.
Ἀλλ’, ὦ παράφρων, φησὶ, τίνα φοβηθεῖσα ηὐλαβήθης, καὶ ἐψεύσω με; Ἄνθρωπος ὢν ὁ Βαβυλωνίων τύραννος, καὶ ὡς πρός γε τὴν θείαν ἰσχὺν, οὐδὲν παντελῶς ἡ ἐπ’ αὐτῷ στρατιά. Γέγραπται γὰρ περὶ Θεοῦ· Ὁ κατέχων τὸν γύρον τῆς γῆς· καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες.6 Ἔφη δὲ πάλιν ὁ προφήτης Ἡσαί̈ας· Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;6 Ἀνούστατοι τοίνυν οἱ Θεοῦ κρείττονα τὸν ἀπὸ γῆς ἄνθρωπον εἶναι νομίσαντες, καὶ ψευσάμενοι μὲν τὴν εἰς αὐτὸν εὐσέβειαν, οἰηθέντες δὲ ὅτι σωθήσονται διὰ τῶν οὐκ ὄντων θεῶν. Ποία γὰρ ὄνησις γένοιτ’ ἂν ἐκ λίθου καὶ ξύλου; Εἴρηται γοῦν περὶ αὐτῶν· Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν·
Ἀνάστα καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου. Ἐψεύσαντο δὲ τὸν Θεὸν, οὐ λόγῳ τοῦτο δρῶντες μόνον, ἀλλὰ γὰρ δι’ αὐτῶν τῶν πραγμάτων, ὁποῖόν ἐστι τὸ περὶ αὐτῶν εἰρημένον ὡς ἐν τρόπῳ παραδείγματος· Καὶ ἐπέμεινα του ποιῆσαι σταφυλὴν, ἐποίησαν δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κρίσιν.6 Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς ὡς ἐκ προσώπου Χριστοῦ περὶ αὐτῶν· Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.6 Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου. Κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. Κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε.
PG 70:1269Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου. Τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Ἔφη που Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Συναγωγήν· Καθὼς ἐποίησας, οὔτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.6 Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαί̈ας· Οὐαὶ τῷ ἀνόμῳ,6 φησί· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.6 Τοιοῦτόν τι καὶ νῦν διὰ τῶν προκειμένων σημαίνεται. Ἐπειδὴ γὰρ τὴν περὶ ἐμοῦ γνῶσιν ἀπεώσω, φησὶν, ὑπεροραθήσῃ παρ’ ἐμοῦ, καὶ ἰσοπαλῆ τοῖς πλημμελήμασιν ὑπομενεῖς τὴν δίκην. Ἐπιλανθάνεται δέ τις τοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ τοῦ κατεξουσιάζοντος τῶν ὅλων, οὐχὶ δήπου πάντως εἰς ἀμνηστίαν ἐλθὼν τοῦ ὅτι Θεὸς ἔστι [καὶ τὰ δαιμόνια γὰρ πιστεύουσι, καὶ φρίττουσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν]1, ἀφειδήσας δὲ μᾶλλον τοῦ ὑποκεῖσθαι θέλειν αὐτῷ, καὶ τῶν παρ’ αὐτοῦ διατεταγμένων ὀλίγα φροντίσας·
ὡς ἐξήνιον ὁρᾶσθαι καὶ ἀπειθῆ, καὶ ὁλοτρόπως ἐκνενευκότα πρὸς πᾶν τοὐναντίον, ὧν ἔδει πληροῦν. Ἐπιλανθάνεται δὲ Θεὸς, ἤγουν ὑπερορᾷ τῶν ἀμνημονούντων αὐτοῦ, μονονουχὶ τὴν ἐπίκουρον χεῖρα συστέλλων, καὶ φειδοῦς ἁπάσης ἀπογυμνῶν αὐτούς· ὃ δὴ πέπονθεν Ἰσραήλ. Οὐ γὰρ ἐφοβήθη τὸν οὐρανοῦ τε καὶ γῆς Κύριον, καὶ τῶν ὅλων δημιουργόν τε καὶ τεχνίτην· ἀπολύσας δὲ ὥσπερ τῶν αὐτοῦ σκήπτρων τὸν αὐχένα, δεδούλευκε τοῖς οὐκ οὖσι θεοῖς. Ταύτῃτοί φησιν, ὅτι Σὺ οὐκ ἐφοβήθης με, καὶ ἐγὼ ἀναγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου· κακὰ λέγων τὴν ἀπόστασιν τὴν ἀπ’ αὐτοῦ δηλονότι, καὶ τὸ προσκλίνεσθαι λέγειν, οἷς αὐτὸς εἰργάσατο θεοῖς. Ἐπαγγέλλει δὲ τὴν αὐτοῦ δικαιοσύνην ἐπὶ τῶν τοιάδε δρᾷν εἰωθότων ὁ τῶν ὅλων Θεὸς, ψῆφον ἐπ’ αὐτοῖς θείαν ἐκφέρων, καὶ ἰσόῤῥοπον κόλασιν ἐπιτιθείς.
Οὐ γὰρ εἰς ἕνα τὸν καθ’ ἡμᾶς τὰ τολμήματα, ἀλλ’ εἰς αὐτὴν πράττεται τὴν ὑψοῦ τε καὶ ἄνω, καὶ τῶν ὅλων κατάρχουσαν φύσιν. Ὅτι δὲ ἀνήνυτος [ αλ. ἀνόνητος] αὐτοῖς ἡ τῶν ψευδωνύμων εὕρεσις θεῶν, διαδείκνυσιν εἰπὼν, ὅτι Οὐκ ὠφελήσουσί σε·6 καὶ ὅτι τὸ χρῆμά ἐστιν ἀληθὲς, προσαποφαίνει λέγων· Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.6 Οὐκοῦν, ὡς ὁ προφήτης φησὶ, Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ Θεός ἐστιν.6 Εἶτα πῶς ἐπικουρήσειεν ἂν τοῖς πεπλανημένοις, ἐκ ξύλου καὶ λίθου πεποιημένον ἄγαλμα, καὶ τέχνης ἀνθρώπων εὑρήματα μᾶλλον, ἢ Θεός; Διὰ τοῦτό φησιν, ὅτι Τοὺς πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Τούτους δὲ, τίνας;
Ἢ τοὺς παρ’ αὐτῶν ἐπινοηθέντας θεοὺς, ἢ τάχα που τοὺς προσκυνοῦντας αὐτοὺς, οἳ, καθάπερ χοῦς καὶ κόνις, ταῖς τῶν ἀνέμων ἀναῤῥιπτοῦνται πνοαῖς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· Γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου·6 τουτέστι, βαδιοῦνται πρὸς τὸ μηδέν.6 Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τὰς τῶν πειρασμῶν, ἤτοι τῶν κολάσεων ἐφόδους, λαίλαπι καὶ καταιγίδι πολλάκις ἀφομοιοῦν. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου· καὶ ἐροῦσι· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. Ἀναγκαίως ἐπενήνεκται τοῖς ἀνόπιν καὶ ταῦτα. Ἔδει γὰρ, ἔδει καὶ τῶν φιλαμαρτημόνων καὶ ἀποστατῶν ἐναργῆ γενέσθαι τὴν κόλασιν, καὶ τῶν ἀγαπώντων αὐτὸν τὰ ἔργα.
PG 70:1271Καὶ καθόλου μὲν ἀληθὴς ἡ ὑπόσχεσις· ἅπας γὰρ εἴτις ἀντέχεται Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης ὁλοτελοῦς οὐδὲν ἡγεῖται τὸ ἄμεινον, διαπρέπει δὲ καὶ δι’ ἁπάσης ἀγαθουργίας· οὗτος ἔσται κληρονόμος τῆς ἡτοιμασμένης γῆς τοῖς ἁγίοις, ἣν δὴ καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.6 Ὄρος δὲ ἅγιον ἐν τούτοις φημὶ, τάχα που τὴν ἄνω πόλιν, τὴν ἐπουράνιον Ἰερουσαλὴμ, τὴν τῶν ἁγίων καλλίπολιν. Ψάλλει γάρ που, καί φησι περὶ αὐτῆς ὁ θεσπέσιος Δαβίδ· Τίς ἀναβήσεται εἰς τὸ ὄρος Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ.6 Οὐκοῦν ἅπασι τοῖς ἀντεχομένοις Θεοῦ, κλῆρος ἔσται τῶν ἁγίων ἡ γῆ, καὶ τὸ σεπτόν τε καὶ διαβόητον ὄρος.
Ἔοικε δὲ νυνὶ περὶ τῶν πιστευσάντων εἰς αὐτὸν ἐκ τῶν Ἰουδαϊκῶν ταγμάτων ποιεῖσθαι τοὺς λόγους, ὦν ἀπαρχὴ καὶ πρῶτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, τῆς εἰς Χριστὸν ἀγάπης ἀπρὶξ ἐχόμενοι, ἀκράδαντον ἔχοντες ἐπ’ αὐτῷ τὴν πίστιν, καὶ ἀδιάβλητον τὴν ὑποταγὴν, καὶ ἀδιάσπαστον τὴν ἀγάπην. Φασὶ γοῦν, ὅτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;6 Οὗτοι γεγόνασι τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμοι, καὶ κατεκτήσαντο γῆν τὴν ἄνω τὴν τοῖς πραέσιν ηὐτρεπισμένην. Πρέποι δ’ ἂν τὸ τῆς πραότητος ὄνομα τοῖς τὴν εὐαγγελικὴν διαβιοῦσι ζωὴν, οἷς καὶ προστέταχεν ὁ Χριστὸς τὸ μὴ ὀργίζεσθαι δεῖν, μήτε μὴν ἀμύνεσθαί τινας τῶν λελυπηκότων, ἐπείγεσθαι δὲ μᾶλλον εὐεργετεῖν καὶ τοὺς ἐν τάξει γεγονότας τῶν ἐχθρῶν.
Εὖ ποιεῖτε γὰρ, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ τῷ παίοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.6 Ἀνεξικακίας δὲ καὶ πραότητος τῆς εἰς ἄκρον ἀπόδειξις ἂν εἴη τὸ διαπρέπειν ἐν τούτοις. Τοῖς δέ γε κτησαμένοις τὴν γῆν καὶ τὸ ὄρος τὸ ἅγιον, ὡς ἐν ὑποσχέσει καὶ ἐν ἐλπίδι ῥηθήσεται, φησί· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς·6 τοῦτό ἐστιν ἐναργῶς τὸ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.6 Τίνα δὲ τρόπον ἡ ἑτοιμασία πράττεται, διεσάφησεν εἰπών· Ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου·6 τουτέστι, λείαν καὶ εὐήλατον ἀποδείξατε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τῆς διὰ πίστεως σωτηρίας τὴν ὁδόν· μηδὲν ἔστω τὸ τραχὺ καὶ ἄναντες. Ὁ μὲν γὰρ νόμος διὰ Μωσέως ἐλεεῖν οὐκ ἠπίστατο, καὶ δυσκατόρθωτος ἦν· πολλὰ γὰρ πταίομεν ἅπαντες, καὶ δυσεύρετος ἦν ὁ εἰσάπαν ἐλεύθερος, καὶ ἀμωμήτως αὐτὸν ἀποπεράναι δυνάμενος.
PG 70:1273Καὶ γοῦν ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ τοῖς μετὰ τὴν πίστιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ὑπονοστεῖν ἐθέλουσι· Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι τὸν ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάσαι; Ἔφη δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη· ἔλεγχος γὰρ ἁμαρτίας ὁ νόμος, καὶ αὐτῷ προσπταίοντες, ὑπὸ μῶμον ἦσαν καὶ γραφήν. Ἐκώλυον οὖν ἄρα τῆς ἐννόμου ζωῆς τὸ δυσήνυτον. Ἀλλ’ αἰρέσθω, φησὶν, ἐκ μέσου· ἡ δὲ εὐστιβὴς καὶ ἀνιδρωτὶ βάσιμος ἀναδεικνύσθω τρίβος, τουτέστι, τῆς εὐαγγελικῆς πολιτείας ἡ δύναμις τὴν ἀληθῆ λατρείαν εἰσφέρουσα. Ἔφη τι τοιοῦτον καὶ ἑτέρωθί που Θεὸς πρὸς τοὺς ἁγίους μυσταγωγούς· Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε·6 τουτέστι, δυσχερείας ἀπάσης ἀπαλλάξατε τὴν ὁδὸν, ἤπερ ἂν ἀποφέροιτο πρὸς Θεὸν διὰ τῆς ἐν πνεύματί τε καὶ ἀληθοῦς λατρείας, καὶ τῆς ἐν πίστει φαιδρότητος.
Τάδε λέγει Κύριος ὁ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν· Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πνεῦμα γὰρ παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. Οἱ μακάριοι προφῆται, ὅτε τι μέγα καὶ θεοπρεπὲς ὑπισχνεῖταί τισιν ὁ τῶν ὅλων Κύριος, πολὺ τὸ θαῦμα δέχονται τῆς δόξης αὐτοῦ καὶ τῆς ἡμερότητος, καὶ οἷον ἀνασκιρτῶντες ἐκ θυμηδίας τρέπονται πρὸς δοξολογίαν. Τοιοῦτόν τι πεπονθότα νυνὶ τὸν προφήτην εὑρήσομεν· οὐ γὰρ ἁπλῶς ἔφη· Τάδε λέγει Κύριος, προσεπάγει δὲ ἀναγκαίως, ὁ ὕψιστος, τουτέστιν, ὁ πάντων ἐπέκεινα καὶ ἀνωτάτω κατὰ φύσιν παντὸς τοῦ παρενεχθέντος εἰς ὕπαρξιν· λέγων δὲ τὸ, κατοικῶν ἐν ὑψηλοῖς, ὑποφαίνει πάλιν ὡς ἐν ἀκλονήτοις ἐστὶν ὑπεροχαῖς, καὶ ἐν ἀῤῥήτοις ὑψώμασιν ἡ θεία τε καὶ ὑπερτάτη φύσις.
Καίτοι τοῦτο, οἶμαι, ἐστὶ τὸ κατοικεῖν ἐν ὑψηλοῖς εἰς τὸν αἰῶνα αὐτήν· ἔχει γὰρ ἀναλλοιώτως ἔν γε τοῖς καθ’ ἑαυτὴν, καὶ οὐκ ἂν γένοιτό πως ἐν ἀμείνοσιν, ἢ ὅπερ ἐστὶν, ἔνεστι δὲ μᾶλλον ἀμεταπτώτως αὐτῇ τὸ ἐν οἷς ἐστιν εἶναι διηνεκῶς. Ἅγιον δὲ ἐν ἁγίοις ἀναπαύεσθαί τε καὶ κατοικεῖν αὐτόν φησιν, ὑπεμφαίνων ὅτι παραιτεῖται μὲν ὡς μεμολυσμένους διὰ πολλὴν ἁμαρτίαν τοὺς ἐξ αἵματος Ἰσραὴλ, ἐναυλίζεται δὲ φιλαγάθως τοῖς διὰ πίστεως ἐκκεκαθαρμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Δίδωσι δὲ καὶ ὀλιγοψύχοις μακροθυμίαν, καὶ ὀλιγοψύχους φησὶ τοὺς ἔσθ’ ὅτε βραχύ πως ἀσθενεῖν εἰωθότας, περὶ τὸν προτεθέντα αὐτοῖς τοῦ βίου σκοπόν. Δίδωσι δὲ τούτοις μακροθυμία[ν], τουτέστι καρτερίαν καὶ ὑπομονὴν, μονονουχὶ βοῶν τε καὶ λέγων·
Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.6 Δίδωσι δὲ καὶ ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν, τουτέστι τοῖς πτωχοῖς τῷ πνεύματι· τοιοῦτοι δὲ πάντες οἱ ἐν ὑπακοῇ Θεοῦ, καὶ εἰκτικὸν ἔχοντες νοῦν· οὗτοι δ’ ἂν εἶεν οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ· ὀνομάζονται δὲ πτωχοὶ τῷ πνεύματι, τὴν ἐναντίαν τοῖς ἐξ Ἰσραὴλ ἐρχόμενοι τρίβον. Οἱ μὲν γὰρ ἦσαν ἀλαζόνες, ἀπειθεῖς τε καὶ ἄθραυστοι· οἱ δὲ ἀγαθοὶ, καὶ εὐκάρδιοι, καὶ τοῖς τοῦ Θεοῦ νόμοις τὸ χρῆναι κρατεῖν ἀπονέμοντες, καὶ ὑποτιθέντες τῇ ζεύγλῃ Χριστοῦ τὸν τῆς διανοίας αὐχένα. Καὶ ταῦτα μὲν τῶν ἐν Χριστῷ τὰ ἔργα. Τί δέ φησιν ὁ Ὕψιστος τοῖς ἐξ ἀπειθείας ὠλισθηκόσιν εἰς τὰ τῆς εἰς αὐτὸν δυσσεβείας ἐγκλήματα;
PG 70:1275Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν. Οὐκ ἀποκείρει τοῦ σώζεσθαι τὴν ἐλπίδα τοῖς ἐξ Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· κέκληται μὲν πλείστη τις μοῖρα τῆς αὐτῶν πληθύος, κεκλήσονται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς; ἀνακόπτοντος Θεοῦ τὴν ἐπ’ αὐτοῖς ὀργὴν, καὶ τὴν δίκην ἀνασειράζοντος, ὡς μὴ εἰσάπαν ἐκτείνεσθαι κατ’ αὐτῶν. Ἀγαθὸς γὰρ ὑπάρχων, τετήρηκε τοῖς πατράσιν αὐτῶν ἀψευδῆ τὴν ὑπόσχεσιν. Ἀποδίδωσι δὲ καὶ ἑτέραν αἰτίαν, ὡς φιλοικτίρμων Θεός. Πνεῦμα γὰρ, φησὶ, παρ’ ἐμοῦ ἐξελεύσεται. Ἐξελεύσεται δὲ τίνα τρόπον, διεσάφησεν εἰπών· Πνοὴν πᾶσαν ἐποίησα ἐγώ. Ἔστι μὲν γὰρ πνευμάτων Πατήρ. Νοεῖταί γε μὴν οὐχ ὡς ἐξ ἰδίας φύσεως τετοκὼς αὐτὰ, καθὰ καὶ τὸν ἴδιον Υἱὸν, ἀλλ’ οὐδὲ ἐν ἴσῳ τῷ ἁγίῳ Πνεύματι τὴν ἐκ τῆς οὐσίας πρόοδον, ἤγουν ἐκπόρευσιν, ἐσχηκέναι φαμὲν αὐτά· δημιουργικῶς δὲ μᾶλλον ἐκ Θεοῦ προελθεῖν εἰς τὸ εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς· αὐτὸς γὰρ πᾶσαν ἐποίησε πνοήν.
Ὅπου δὲ ποίησις ὅλως ὠνόμασται, ἐκεῖ που πάντως εἴη ἂν ἡ ἐξέλευσις, ἤγουν ἡ ἔξοδος, οὐκ οὐσιωδῶς μᾶλλον, ἀλλ’ ὡς ἐν λέξει καταχρηστικῇ τὸ περιποιεῖσθαι σημαίνουσα. Δι’ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπεστρέψατο πρόσωπόν μου ἀπ’ αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, εἰρήνην ἐπὶ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. Καὶ εἶπε Κύριος· Ἰάσομαι αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε Κύριος ὁ Θεός. Ἐκτετίκασι μὲν Ἰουδαῖοι δίκας τῆς εἰς Χριστὸν παροινίας, ἀνθρώπῳ μὲν ἀφορήτους παντὶ, μεμετρημένας δὲ ὅμως, τό γε ἧκον εἰς ἰσότητα τῶν ἡμαρτημένων.
Δεδυσσεβήκασι γὰρ τὰ πέρα μέτρου παντὸς, ἀπεκτονότες δικαίους, καὶ προφητῶν ἁγίων αἵμασιν ἐνόχους ἑαυτοὺς καταστήσαντες. Τελευτῶντες δὲ καὶ αὐτῷ τὰς χεῖρας ἐπήγαγον τῷ Χριστῷ, ὃν Υἱὸν ὄντα πέπομφεν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας. Οἱ δὲ καὶ οὕτως ἠλαζονεύοντο κατ’ αὐτοῦ, καίτοι πρὸς ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος.6 Οὐκοῦν διὰ ταύτην τὴν ἁμαρτίαν ἐλύπησα αὐτὸν, φησὶ, καὶ ἐπάταξα, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ. Ἔφη γάρ· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰςακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.6 Ἀλλ’ ἐν ὑστέροις καιροῖς μεταγινώσκοντος τοῦ Ἰσραὴλ [πορεύσεται γὰρ στυγνὸς]1, πεπαύσεται μὲν τὰ τῆς ἀποστροφῆς· εἰσδεχθήσεται δὲ διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἁμαρτημάτων ἀπαλλαχθήσεται, Θεοῦ κατοικτείροντος· λήψεται δὲ καὶ παράκλησιν ἀληθινήν.
PG 70:1277Καὶ ποίαν εἶναι ταύτην φαμὲν, ἢ δηλονότι τὴν διὰ Χριστοῦ χάριν, δικαιοῦσαν ἐν πίστει, καὶ ἁμαρτιῶν ἀπαλλάττουσαν, προξενοῦσαν δὲ καὶ τὸν διὰ Πνεύματος ἁγιασμὸν, καὶ τῆς υἱοθεσίας τὴν δόξαν, καὶ γερῶν ἐλπίδα τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων; Ἀληθινὴ τοιγαροῦν ἡ παράκλησις, πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς εἰσκομίζουσα τοῖς ἀξιωθεῖσιν αὐτῆς καὶ εἰρήνην ἐπὶ εἰρήνην, τουτέστι διηνεκῆ καὶ ἀνέκλειπτον τὴν τῆς εἰρήνης εὐδίαν, ἢν ἔδωκεν ὁ Σωτὴρ καὶ τοῖς μακρὰν, καὶ τοῖς ἐγγὺς, τουτέστι, καὶ τοῖς ἐξ ἐθνῶν, καὶ τοῖς ἐξ αἵματος Ἰσραήλ. Προσπεφώνηκε γὰρ τοῖς ἔθνεσιν ὁ μακάριος Παῦλος, ὅτι Νυνὶ δὲ ὅλως, οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.6 Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ κατεζεῦχθαι νόμῳ τὸν Ἰσραὴλ, καὶ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, κατά γε τὸ τοῖς ἱεροῖς κηρύγμασι δοκοῦν [εἴρηται γὰρ πρὸς αὐτούς·
Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν]1, ἐγγὺς εἶναί πως ἐδόκουν· μακρὰν δὲ τὰ ἔθνη, διὰ τὸ εἰσάπαν ἀπηλλοτριῶσθαι, καὶ μαθημάτων ἁγίων, καὶ τοῦ εἰδέναι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον. Ἀλλ’ εἰρήνη δέδοται τούτοις τε κἀκείνοις παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ διὰ Χριστοῦ δηλονότι, τοῦ ποιήσαντος τὰ ἀμφότερα ἓν, καὶ τοὺς δύο λαοὺς κτίσαντος εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντος. Οὐκοῦν δι’ αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ ἀδιάτμητον τὴν εἰρήνην, πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους. Ἔφη γάρ που Χριστὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Θέλω ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.6 Ἐπιφέρει δὲ τούτοις ὁ προφήτης·
Καὶ εἶπε Κύριος, Ἰάσομαι αὐτοὺς, ἀνακεφαλαίωσιν ὥσπερ τινὰ τοῦ παντὸς λόγου ποιούμενος διὰ τούτου, καὶ ὑπόσχεσιν ἀψευδῆ τοῦ πάντων κρατοῦντος Θεοῦ καθιστὰς ἐναργῆ· ἐπηγγείλατο γὰρ, φησὶ, λέγων, ὡς ἰάσεται αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. Ἐπειδὴ γὰρ τῶν κληθησομένων διεξῆλθε τὰ γέρα, ταύτῃτοι, καὶ μάλα εἰκότως, καὶ τὰς τῶν ἀπειθούντων κολάσεις, καὶ τὸν ἐν αὐτοῖς κλύδωνα, καὶ τὰς ἀπεράντους αἰκίας προςαπαγγέλλει χρησίμως. Οὐ γὰρ ἔστι χαίρειν αὐτοῖς, φησὶν, εἶπε Κύριος ὁ Θεός. Τοῦ δὲ Κυρίου καὶ πάντων Θεοῦ τὸ χαίρειν αὐτῶν ἀποστήσαντος, ποῖος αὐτοῖς θυμηδίας ὑπάρξει τρόπος; Ὅτι δὲ καὶ ἐν καιρῷ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ, ἀπομενοῦσί τινες ἐν ἀπειθείᾳ τῷ τῆς ἀνομίας υἱῷ προσκείμενοι, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος·
PG 70:1279Ἀνθ’ ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης.6 Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ,6 τουτέστιν ὁ τῆς ἀνομίας υἱὸς, ὡς ἔφην, ἐκεῖνον λήψεσθε.6 Οὐκοῦν κεκλήσεται μὲν κατὰ καιροὺς ὁ Ἰσραὴλ εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ τὴν διὰ πίστεως τῆς εἰς αὐτὸν καταπλουτήσει χάριν· ἀσεβεῖς δὲ καὶ ἄδικοί τινες ἀπομενοῦσι· καὶ τότε καθάπερ ἐν κλύδωνι πεσόντες ἀστάτῳ, καὶ τὸ χαίρειν εἰσάπαν ἀποβεβληκότες, ἀναπαύσασθαι οὐ μὴ δύνωνται· συντριβήσονται γὰρ μακρᾷ καὶ ἀτελευτήτῳ δίκῃ κατισχημένοι. Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰς ἁμαρτίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.
Τοὺς περὶ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ διαπεράνας λόγους, ἐφ’ ἕτερόν τινα νουθεσίας ἔρχεται τρόπον, καλὸν καὶ ἐπωφελῆ, καὶ ἁπάσης εὐκοσμίας πρόξενον, καὶ λαμπρῶν στεφάνων ἐμποιητικόν· χρῆναι δέ φημι τὸν τῆς προφητείας σκοπὸν προαπογυμνῶσαι τοῖς ἐντευξομένοις, ὡς ἂν εἰδεῖεν ἐφ’ ὅτῳ λοιπὸν ὁ τῶν εἰρημένων συντείνεται νοῦς. Οὐκοῦν ἐν τοῖς ἀνόπιν λόγοις, οἷς πεποίηται Θεὸς περὶ τῶν ἐξ Ἰσραὴλ, ἐμφανεῖς ἦσαν πολέμου καὶ εἰς ὅσον οὐδέπω παρεσομένης ἀδιαφύκτου συμφορᾶς [προαπαγγελίαι]. Ἔφη γάρ· Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου· κἀγὼ ἰδών σε παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης· κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.6 Ἐλέγομεν δὲ, ὅτι κακά φησιν ἐν τούτοις τῶν ἐξ Ἰσραὴλ, τὰ ἐπὶ τοῖς εἰδώλοις εὑρήματα.
Διὰ τοῦτο καὶ ἔφασκεν· Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.6 Ἦν οὖν ἄρα τισὶ προαπαγγελία πολέμου, καὶ ἐκτεθρύλλητο παρὰ τοῖς Ἰουδαίων δήμοις τοῦτο· ἀλλ’ ἦσάν τινες ἐν αὐτοῖς εὐλαβείας δόκησιν περικείμενοι, καὶ δρῶντες μὲν ἀφυλάκτως, ἃ μηδὲ θέμις εἰπεῖν, ὡραϊσμοῖς δὲ τοῖς ἔξωθεν ἑαυτοὺς κατακαλλύνοντες, καὶ δόξαν ἐπιεικείας, ὡς ἔφην, ἁρπάζοντες. Οὗτοι καὶ νηστείας ὑπεπλάττοντο, καὶ συχνὰς ποιεῖσθαι τὰς προσευχὰς, ἀποσκευάζεσθαι διὰ τούτου νομίζοντες τὰ ἐκ τῆς θείας ὀργῆς. Οὐκοῦν ἐπειδήπερ εἰς λήθην ἐνηνεγμένοι τῶν ἰδίων πλημμελημάτων, ᾠήθησαν ὅτι τοῖς τὰ αἴσχιστα δρᾷν εἰωθόσιν ἀπόχρη πρὸς δικαίωσιν καὶ ἁγιασμὸν ἀσιτία μόνη καὶ προσευχή· προστάττει Θεὸς τῷ προφήτῃ, λέγων· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ·
ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν.6 Μὴ γὰρ δὴ λεληθότως, φησὶ, μήτε μὴν ἐν παραβύστῳ λάλει τισί· κέχρησο δὲ μᾶλλον ὑψηλῇ τινι καὶ ἐπηρμένῃ φωνῇ, καὶ ἐν πάσῃ παῤῥησίᾳ τοὺς πλημμελοῦντας ἐλέγχει, καὶ μανθανέτωσαν ἑαυτῶν τὰ πλημμελήματα, καὶ ὧν ἀποσχέσθαι χρῆν, εἴπερ ἤθελον εἶναι παρὰ Θεῷ τίμιοι, καὶ φειδοῦς ἄξιοι τοῖς [ἴς. τῆς] παρ’ αὐτοῦ. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Συνάπτουσι, φησὶν, ἡμέραν ἡμέραις, τὴν παρ’ ἐμοῦ ζητοῦντες ἐπικουρίαν, καὶ γνῶναι θέλοντες τὰς ἐμὰς ὁδοὺς, τουτέστι τὰς ἐφ’ ἑκάστῳ πράγματι διοικήσεις. Πολέμου γὰρ περιηγγελμένου, καὶ φόβου τὰ πάντα διακυκήσαντος, νενηστεύκασι μὲν, ᾠήθησαν δὲ ὅτι μαθήσονται, καὶ ὅποι ποτὲ τὸ τοῦ πράγματος ἥξει πέρας.
PG 70:1281Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν. Ἐπιθυμοῦσι δὲ ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· τουτέστιν, ὡς ἐννόμως πολιτευσάμενοι, καὶ τῶν δοθέντων αὐτοῖς θεσπισμάτων ἄριστοι γεγονότες φύλακες, καὶ ἀμώμητον ἔχοντες ζωὴν, καὶ πολιτείας εὐαγοῦς αὐχήματι περικείμενοι. Τοῖς γὰρ τοιούτοις πρέποι ἂν τὸ καὶ ζητεῖν τὸν Θεὸν, τουτέστιν, ἐγγὺς εἶναι θέλειν αὐτοῦ, καὶ φειδοῦς ἀπολαύειν τῆς ἄνωθεν, γνῶναί τε πρὸς τούτῳ τὰς ὁδοὺς αὐτοῦ. Εἴρηται γοῦν δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ’ ἃν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται·
ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας αὐτῶν.6 Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἐγκαλοῦσί μοι, φησὶν, ὡς μὴ τὰ δίκαια νέμοντι διὰ τοῦ μὴ βούλεσθαι κατελεεῖν τοὺς ταπεινοὺς διὰ νηστείας καὶ προσευχῆς εἶτα βούλονται καὶ ἐγγὺς εἶναι Θεοῦ, ἐπ’ οὐδενὶ μὲν τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων καυχώμενοι, ἀλλ’ οὐδὲ τὴν ἐξ ἀρετῶν φαιδρότητα περικείμενοι, διὰ ψιλὴν δὲ καὶ μόνην τὴν ἀσιτίαν· καὶ δή φασιν· Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες·
ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως.6 Καὶ οὐχ ὡς ἀγνοήσαντος Θεοῦ τὴν διὰ νηστείας αὐτῶν ταπείνωσιν τὰ τοιάδε φασίν· ἐπειδὴ δὲ οὐ γεγόνασιν ἐν αἰσθήσει τῶν αἰτιαμάτων, τὸ, Οὐκ εἶδες, καὶ τὸ, Οὐκ ἔγνως, φασίν. Εἰδέναι γὰρ τότε φαμὲν τούς τινων πόνους, τοὺς διά γε, φημὶ, προσευχῆς καὶ ἀσκήσεως, τὸν τῶν ὅλων Θεὸν, ὅτε κατανεύει τοῖς αἰτήμασιν αὐτῶν. Πῶς οὖν ἄρα νηστεύοντας οὐ προςίετο, καὶ ἀνευπαραδέκτους ἐποιεῖτο τὰς λιτὰς τῶν ἑαυτοὺς τεταπεινωκότων, ἀπολογεῖται, λέγων· Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν. Χρῆμα μὲν γὰρ ἐξαίρετον ἡ νηστεία, ὀνησιφόρος δὲ καὶ ἡ προσευχή· καὶ τὸ ταπεινοῦν ἑαυτοὺς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πλείστην ὅσην ἔχει τὴν ὄνησιν. Γέγραπται γὰρ, ὅτι Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.6 Ἔφη δὲ καὶ ὁ θεσπέσιος Δαβίδ·
Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλεον·6 ναὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεός· Ἐπιστράφητε πρός με, φησὶν, ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Ἐλεεῖ γὰρ ἑτοίμως τοὺς αὐτόκλητον ποιουμένους τὴν διὰ πόνου ταπείνωσιν. Ἀλλ’ ἔστι τῶν ἀτοπωτάτων, τοὺς ἐλεεῖσθαι θέλοντας παροτρύνειν ἑτέρως τὸν νομοθέτην, καὶ καλεῖν εἰς ὀργὰς διὰ τοῦ μηδὲν ἐργάζεσθαι φιλεῖν τῶν προστεταγμένων· ὁλοτρόπως γὰρ ἁγίους εἶναι χρὴ τοὺς προσιόντας Θεῷ, καὶ διαπρέπειν ἐν ἀγαθουργίαις, καὶ ῥύπου παντὸς ἐλευθέρους ὄντας ὁρᾶσθαι. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας φησί· Νενηστεύκατε μὲν, ἐγὼ δὲ οὐκ εἶδον, τουτέστιν, οὐ προςέσχον· ἐταπεινώσατε τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐκ ἔγνων, τουτέστιν, οὐκ ἠξίωσά τινος ἀμοιβῆς τὴν ὑμῶν ταπείνωσιν·
PG 70:1283ἐπειδήπερ ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν. Δεῖ δὴ οὖν ἄρα, τοὺς νηστεύειν ἐθέλοντας καθαρῶς καὶ ἁγίως, ἀποφοιτῆσαι μὲν τῶν ἰδίων θελημάτων, ἀνθελέσθαι δὲ τὸ τῷ Θεῷ δοκοῦν, καὶ εὐήνιον ὑποσχεῖν τοῖς αὐτοῦ θελήμασι τὸν αὐχένα· ἀλλ’ οὐκ ἔδρων τοῦτο οἱ ἐξ Ἰσραήλ ποθεν· εἴποντο δὲ μᾶλλον τοῖς ἑαυτῶν θελήμασι τὸ τῷ νομοθέτῃ δοκοῦν ἀτιμάζοντες, ὑπένυττον δὲ καὶ τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας· καίτοι δέον εἰς ὁμοψυχίαν συλλέγειν τοὺς ἀλλήλοις ἀντανισταμένους, καὶ βραβεύειν εἰρήνην τοῖς διενηνεγμένοις εἰς διαφοράς. Ἀλλ’ εἰς πᾶν τοὐναντίον τὰς σπουδὰς ἐκεῖνοι μεθίστασαν. Ἔτυπτον δὲ καὶ ταπεινὸν, καὶ οὐχὶ πάντως χερσὶν, ἀλλ’ ὕβρεσι καὶ πλεονεξίαις, ἤγουν καθ’ ἕτερόν τινα τρόπον ἀδικίας.
Εἶτα πῶς ἦν ἐπαινέσαι νηστεύοντας, τῆς τοιαύτης ἀκαθαρσίας ἐνούσης αὐτοῖς; ἢ πῶς ἂν ἐδέχθησαν εὐχαὶ τῶν οὕτως ἀλιτηρίων; Ἵνα τί μοι νηστεύετε, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ’ οὕτως καλέσετε νηστείαν δεκτήν. Τῆς ἀληθοῦς νηστείας ἡ δύναμις ἐξαίσιον ἔχει τὴν βοὴν παρὰ τῷ πάντων κρατοῦντι Θεῷ. Δέχεται γὰρ ἴσως ἀσμένως τῶν σεβομένων αὐτὸν τὰς λιτάς· κἂν ἴδῃ ταπεινουμένους διὰ πόνων καὶ ἀσκήσεων, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα. Τῆς γε μὴν, ἥπερ ἂν γένοιτο ῥᾳθύμως τε καὶ ἀτημελῶς, ἀπόβλητον ποιεῖται τὸν τρόπον. Καὶ νηστείαν μὲν εἷναί φαμεν ἁγιοπρεπῆ, τὴν ἐκ καθαροῦ συνειδότος ἐπιτελουμένην·
ἢν ἄν τις ποιοῖτο προαποφοιτήσας εὐσθενῶς τῶν τῆς φαυλότητος τρόπων, καὶ πᾶσαν κηλίδα τῆς ἑαυτοῦ διανοίας ἀποπεμψάμενος, ἀποτριψάμενός τε τῆς φιλοσαρκίας τοὺς ῥύπους, καὶ νιψάμενος ἐν ἀθώοις τὰς χεῖρας, κατὰ τὸ γεγραμμένον· καὶ ἁπαξαπλῶς, ἁπάσης ἀγαθουργίας ἐκμελητὴς ἀναδεδειγμένος. Ἡ δὲ οὐκ οὖσα τοιαύτη, πεπλανημένη μὲν ὥσπερ, καὶ ἐν εἴδει μὲν οὖσα νηστείας, ἔχουσα δὲ τῶν αὐτῇ πρεπόντων παντελῶς οὐδὲν, γελᾶ τε καὶ ἀσχημονεῖ. Οἱ γὰρ τὸ εἶναι χρηστοί τε καὶ ἀγαθοὶ παντελῶς ὀλιγωρήσαντες, καὶ τῶν ἀρίστων ἀνδραγαθημάτων οὐδὲν προκατωρθωκότες· εἶτα τὴν ἀσιτίαν τὴν ἀκερδῆ, καὶ ἀνόνητον, ὡς μέγα τι χρῆμα καὶ παρὰ Θεῷ τίμιον ἐπιτηδεύοντες· εἰκῆ πυκτεύουσι, καὶ εἰς ἀέρα δέρουσιν· οὐ γὰρ ἔμμισθος ὁ πόνος αὐτοῖς, ὅτι καὶ ἀπαράδεκτος τῷ Θεῷ.
Ἵνα τί τοίνυν νηστεύετέ μοι, φησὶν, ὥστε ἐν ἡμέρᾳ μιᾷ τὴν κραυγὴν τῆς φωνῆς ὑμῶν ἀκουσθῆναι; Κραυγὴν δέ φησιν, ἤτοι τὴν προσευχὴν τὴν μετά γε, φημὶ, τῆς ἀνωφελοῦς νηστείας, ἤγουν τὴν ἀπ’ αὐτοῦ τοῦ πράγματος. Ἔχειν γάρ τινα λέγονται φωνὴν πρὸς τὸν Θεὸν τὰ δρώμενα παρ’ ἡμῶν, κατά γε τὸ εἰρημένον τῷ Κάϊν παρ’ αὐτοῦ· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ γῆς.6 Ἀλλ’ οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, φησί· καὶ ποίαν ταύτην, προαπέφηνεν εἰπὼν, ὅτι Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσιν καὶ μάχας.
PG 70:1287Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν.6 Οὐκοῦν, οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ[ς], τουτέστι, κἂν τὴν εἰς ἄκραν ἐπιτηδεύσῃς ταπείνωσιν, καὶ πόνου τρίβον ἐλάσῃς οὐ φορητὴν, μετὰ τῶν οὕτως αἰσχρῶν αἰτιαμάτων, οὐδ’ οὕτω καλέσετε νηστείαν δεκτήν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἀληθὲς εἰπεῖν, οὐδ’ ἂν ὑμεῖς αὐτὴν νηστείαν δεκτὴν ὀνομάσετε αὐτήν. Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰςάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.
Ἔδει τοῖς οὐκ εἰδόσι τῆς ἀληθοῦς νηστείας τὸν τρόπον, ἐπιδειχθῆναι τοῦτον παρὰ Θεοῦ. Παρ’ αὐτοῦ γὰρ πᾶσα σοφία, καὶ σύνεσις, καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδὸς ἀναδείκνυται. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.6 Οὐκοῦν ἀπόβλητον μὲν ἐποιήσατο τὴν ἀτεχνεστάτην καὶ κατ’ οὐδένα τρόπον ὀνησιφόρον τῶν Ἰουδαίων νηστείαν, ἐμφανίζει δὲ τῆς ἀληθινῆς τὴν δύναμιν. Λύε γὰρ, φησὶ, πάντα σύνδεσμον ἀδικίας, τουτέστιν, ἀπαλλάττου τοῦ πλεονεκτεῖν βούλεσθαί τινας· ἀδικίας γὰρ σύνδεσμος ἡ πλεονεξία, καὶ τὸ ἐπιφύεσθαί τισι τῶν ἀσθενεστέρων, καὶ οἷον ἐπιπλοκαῖς ἀφύκτοις αἰτιαμάτων καταδεσμεῖν αὐτοὺς, ὑπέρ γε τοῦ καταστῆσαι περιδεεῖς, οὕτω τε ζητεῖν ἅπερ ἂν βούλωνται παρ’ αὐτῶν λαμβάνειν.
Διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Συναλλάγματα δὲ βίαια, καὶ τὰ ἐκ στραγγαλιᾶς, ἤγουν δυστροπίας, ἐπίμεστά φαμεν εἶναι τὰ ἐμπορικά. Καὶ πρός γε τούτοις τὰ ἕτερα τῶν καλουμένων δόσεών τε καὶ λήψεων, ἃ πλεονασμούς τινας ἔχει, καὶ λημμάτων αἰσχρῶν ἐραστὰς ἀποδείκνυσι τοὺς αὐτὰ δρᾷν εἰωθότας. Καὶ τεθραυσμένους δὲ, φησὶν, ἀπόστειλον ἐν ἀφέσει, τουτέστι, τοὺς ὑπομένοντας συντριβὴν, ἢ κάματον, ἢ ἐκ τοῦ συνδέσμου τῆς ἀδικίας, ἤγουν ἐκ τῶν βιαίων συναλλαγμάτων. Ἀπόλυσον ἐν ἀφέσει, τουτέστιν, ἐλευθέρωσον τῆς ἐπενεχθείσης στενοχωρίας· ἐπίτρεψον κάμνουσιν ἀναπαῦσαι λοιπόν. Διάσπα δὲ καὶ πᾶσαν ἄδικον συγγραφήν· ὥς γε οἶμαι, τὰ τῶν τοκιζόντων γραμματεῖά φησιν, συνταχθέντα πολλάκις οὐδὲ ἐπιδόσει χρημάτων τοσούτων, ὅσωνπερ ὠδίνει μέτρον ἡ συγγραφή.
Ὅταν δὲ τούτων ἀπόσχῃ, φησὶ, τότε προστίθει τὸ λεῖπον. Ἔστι δὲ τοῦτο καρποφορεῖν τῷ πέλας τὰ ἐξ ἀγάπης ἀγαθά. Πλήρωμα γὰρ νόμου ἀγάπη, κατὰ τὸ γεγραμμένον. Ἀγάπης δὲ πλήρωσις τῆς εἰς ἀδελφοὺς, καὶ εὐσπλαγχνίας ἀπόδειξις τῆς τετιμημένης παρὰ Θεῷ, τὸ πεινῶντι μὲν διαθρύπτειν τὸν ἄρτον, πτωχοὺς δὲ ἀστέγους εἰσοικίσασθαι, καὶ γυμνοὺς ἀμφιέσαι, καὶ τοῖς οἰκείοις τοῦ σπέρματος, τουτέστι, τοῖς ἐκ γένους, τὴν ἀρκοῦσαν, οἶμαι, φειδῶ, [ἀπονεῖμαι] καὶ μερίσασθαι πρὸς αὐτοὺς τῆς παρὰ Θεοῦ δοθείσης εὐθηνίας τὸ πλάτος. Ἐπιτήρησον δὲ, ὅτι οὐ ταυτόν ἐστι τὸ ἀποσχέσθαι κακῶν τῷ ἐργάσασθαι τὸ ἀγαθόν. Οὐδ’ ἂν ἀρκέσειέ τισιν εἰς καύχημα τὸ παρὰ Θεῷ τὸ μὴ δρᾶσαι τὸ φαῦλον, ἀλλ’ ἕπεσθαι δεῖ πάντη τε καὶ πάντως, καὶ τὸ χρῆναι πληροῦν τὴν ἀγαθουργίαν, καὶ ἀντέχεσθαι τῶν εἰς εὐσέβειαν σπουδασμάτων.
Τὸ μὲν γὰρ διαλύειν στραγγαλιὰς βιαίων συναλλαγμάτων, καὶ πάντα σύνδεσμον ἀδικίας, καὶ πᾶσαν συγγραφὴν ἄδικον διασπᾷν, οὐδὲν ἕτερόν ἐστι, πλὴν ὅτι μόνον ἀποφοιτῆσαι φαυλότητος. Τό γε μὴν ἑλέσθαι τὰ τῆς ἀγάπης ἔργα πληροῦν διὰ τοῦ διαθρύψαι πεινῶντι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσοικίσασθαι, καὶ γυμνοὺς περιβαλεῖν, καὶ μὴ[ν] ἀνέχεσθαί τινας τῶν ἐκ τῶν οἰκείων τοῦ σπέρματος, τῶν ἀρίστων ἀνδραγαθημάτων ἀπόδειξιν ἔχει σαφῆ. Διὰ τοῦτο καὶ ὁ πάλαι νόμος, παιδαγωγὸς ὑπάρχων ἐπὶ Χριστὸν, οὐ τὴν ἀγαθοῦ πλήρωσιν εἰσκεκόμικε τοῖς τὸ τηνικάδε, ἐδίδασκε δὲ μᾶλλον φαυλότητος προαποφοιτᾷν. Τὸ γὰρ, Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐκ ἐπιορκήσεις, ταύτην ἔχει τὴν δύναμιν. Τετήρητο δὲ τὸ τέλειον, καὶ ἡ παντὸς ἀγαθοῦ πλήρωσις τοῖς διὰ Χριστοῦ θεσπίσμασι, παρ’ ὧν ἐμάθομεν τὰ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης ἔργα πληροῦν.
ΤΟΜΟΣ Δ. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε βοήσεις, καὶ ὁ Θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. Εἰ καθαρῶς, φησὶ, νηστεύσειας, καὶ διεσμηγμένας τὰς χεῖρας ἀποδείξειας τῷ Θεῷ, καὶ ῥύπου παντὸς ἀπηλλαγμένον τὸν νοῦν, ἤγουν ὅταν ἀποσμήχῃ τοῦ καταπαίειν πυγμαῖς ταπεινὸν, καὶ ὑπονύσσειν μὲν τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας, ἕπεσθαι δὲ τοῖς αὐτοῦ [γρ. σοῦ] θελήμασι καὶ φιληδονίαις, ὅταν διαθρύψῃς πεινῶντι τὸν ἄρτον, γυμνὸν ἀμφιέσῃς, πτωχοὺς ἀστέγους εἰσαγάγῃς εἰς τὸν οἶκόν σου· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου. Ἔμφασιν ἔχει πλείστην ὅσην ὁ λόγος. Οὐ γὰρ ἁπλῶς ἔφη, Δοθήσεταί σοι παρὰ Θεοῦ τὸ φῶς, ῥαγήσεται δὲ μᾶλλον, οἷον ἀστραπῆς τινος δίκην, σὺν ὁρμῇ καὶ δρόμῳ καθιέμενον παρὰ Θεοῦ, δι’ οὗ διαδείκνυται σαφῶς τοῦ χορηγοῦντος ἡ προθυμία.
PG 70:1289Πρώϊμον δὲ λέγων, ὅτι καὶ πρὸ καιροῦ καταφοιτήσει, διδάσκει. Οἶδε μὲν γὰρ, οἶδεν ὁ τῶν καθ’ ἡμᾶς ταμίας Θεὸς, ὁ πνευματικῶν χαρισμάτων δοτὴρ, ταῖς ἐφ’ ἑκάστῳ φιλοτιμίαις τὸν καιρὸν ἐοικότα. Ἀλλ’ εἴ τις γένοιτο καλός τε καὶ ἀγαθὸς, καὶ προσέτι φιλοικτίρμων καὶ εὐήνιος, τούτῳ καὶ πρώϊμα τὰ παρ’ αὐτοῦ δοθήσεται γέρα, ὥστε καὶ ἀσταχύων δίκην ἀνατέλλειν ἐν αὐτῷ· καὶ τὰ ἰάματα αὐτοῦ, τουτέστιν, ἁπάσης ἀῤῥωστίας ἀποβολὴν, καὶ τῶν ἀμεινόνων ἀντεισδρομήν. Ψυχικῶν γὰρ ἀῤῥωστημάτων ὅταν ἀπαλλάττηταί τις, καρποφορήσει πάντως τὴν εἰς ἅπαν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν. Φωτὸς οὖν ἐν ἡμῖν διαυγάσαντος τοῦ θείου τε καὶ νοητοῦ, συνανατέλλει πάντη τε καὶ πάντως καὶ τὰ ἰάματα, Θεοῦ μοτοῦντός τε ἡμᾶς καὶ ἀπονευροῦντος τὰ πάθη, καὶ ἀντεισκρίνοντος ἐν ἡμῖν τὸ θέλειν ἀγαθουργεῖν, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ.
Ταύτῃτοί φησιν, ὅτι Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου.6 Προπορεύσεται δὲ προεξευμαρίζουσα δηλονότι τὴν εἰς εὐσέβειαν ὁδὸν, καὶ τὸ τραχὺ μεθιστῶσα πρὸς τὸ λεῖόν τε καὶ βάσιμον, καὶ τὸ ἄναντες καταφέρουσα, καὶ τὸν ἐφ’ ἅπασι τοῖς ἀρίστοις οἱονεὶ κατευθύνουσα δρόμον. Προσεπάγει δέ τι καὶ ἕτερον. Ἡ γὰρ δόξα τοῦ Θεοῦ, φησὶ, περιστελεῖ σε,6 τουτέστι, κυκλώσει σε, καὶ ἀπόβλεπτόν σε καταστήσει, καὶ κοινὸν ὠφέλημα πολλοῖς. Ἡ γὰρ τῶν ἁγίων φαιδρότης ὀνίνησι μὲν οὐ μετρίως τοὺς ἐνορῶντας αὐτοῖς. Καὶ γοῦν ἔφη Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.6 Οὐκοῦν ἐσόμεθα λαμπροὶ περιφοιτώσης ἡμᾶς καὶ οἷον ἀμφιεννύσης τῆς παρὰ Θεοῦ δόξης, οἷς ἂν χαρίσαιτο τοῖς [ἴς. τῆς] δικαιοσύνης ἐπιμεληταῖς· τούτων δὴ οὖν ὑπαρξάντων σοι, φησὶ, βοήσῃ τότε, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ·
Ἰδοὺ πάρειμι· Εὐχαῖς γὰρ δικαίων ἐπακούει,6 κατὰ τὸ γεγραμμένον. Καὶ καθά φησιν ὁ Μελῳδὸς, Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.6 Κατανεύσει μὲν γὰρ τοῖς αἰτοῦσιν ὡς ἀγαθὸς, ἀλλ’ οὐχ ἅπασι παραχρῆμα. Τοῖς γε μὴν διαπρέψασιν ἐν δικαιοσύνῃ, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα, καὶ ἑτοιμοτάτην αὐτοῖς ὑπέχει τὴν ἀκοὴν, ὥστε καὶ ἐφ’ ἑκάστῳ τῶν αἰτημάτων χαίροντας λέγειν· Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.6 Οὐκοῦν τὸ ἀνυπέρθετον τῆς φιλοτιμίας, καὶ τὸ λίαν ἕτοιμον τοῦ διδόντος Θεοῦ παρίστησιν ἐναργῶς τὸ, Ἰδοὺ πάρειμι, βοᾷν, ἔτι λαλοῦντος δικαίου, ἀνατείνοντός τε τὰς λιτάς. Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ἐν μεσημβρίᾳ, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.
Τὰ τῶν μαθημάτων ἐξαίρετα κἂν πολλάκις λέγηταί τισιν, ἀλλ’ οὖν ἔχει τὸ ὀνησιφόρον. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος τοῖς δι’ αὐτοῦ πιστεύσασι· Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.6 Οὐκοῦν πολυτρόπως διὰ τῶν αὐτῶν ἡμῖν ἔρχεται λέγων καὶ τὰς τῆς εὐδοκιμήσεως ὁδοὺς ἐναργεῖς καθιστὰς, καὶ τῶν δοθησομένων τοῖς ἁγίοις γερῶν τὴν φαιδρότητα διηγούμενος, ἵνα καὶ ἔτι μειζόνως προθυμοτέρους ἐργάσηται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ δι’ ὧν ἂν γένοιντο σεπτοὶ, καὶ τὴν ἄνωθεν καὶ παρ’ αὐτοῦ φιλοτιμίαν εὑρήσουσιν. Οὐκοῦν, Ἐὰν ἀφέλης, φησὶν, ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν.6 Καὶ σύνδεσμον μὲν, ὥς γε οἶμαι, φησὶ τὴν τῶν ἐθνῶν μοχθηρίαν, σκαιότητά τε καὶ τὸ φιλόνεικον, καὶ τὸ οἷον συνδέσμους πραγμάτων ἐργάζεσθαι κατά τινων, καὶ σκολιῶν εὑρεμάτων ποιεῖσθαι ζητήσεις, ὡς καταδεσμεῖν ἔσθ’ ὅτε τινὰς, καὶ ἀφύκτοις περιστάσεων ἐνιέναι βρόχοις.
PG 70:1291Δεῖ γὰρ ἁπλοῦν, καὶ εὐπρόσιτον εἶναι τὸν ἄνθρωπον, εἴπερ ἔχοι σκοπὸν ἐφορᾶσθαι παρὰ Θεοῦ, καὶ τῶν παρ’ αὐτοῦ γλίχεσθαι χαρισμάτων. Χειροτονίαν δὲ τάχα πού φησι τὴν δωροδοκίαν, καὶ τὸ λημμάτων αἰσχρῶν ἐφίεσθαι, φαμὲν γὰρ ἔσθ’ ὅτε περί τινων, ὡς δὲ τὴν χεῖρα πρὸς τὸ λαβεῖν ἐκτεταμένην ἔχει, καὶ περὶ τῶν ἀποσειομένων αἰσχροκερδείαις, ὅτι συνεσταλμένην ἔχει τὴν χεῖρα. Εἴρηται δὲ περὶ τῶν ἡγουμένων τῆς Ἰουδαίων Συναγωγῆς· Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο,6 καὶ ὅτι γεγόνασι κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.6 Οὐκοῦν ἢ δωροληψίας ἔσται σημαντικὸν τοὔνομα, τουτέστιν, ἡ χειροτονία, ἢν δὴ καὶ ἀφελεῖν, ἤγουν ἀποστῆσαι προστέταχεν·
ἢ καὶ καθ’ ἕτερον τρόπον τὸ ἀνταμύνασθαι δηλοῖ, καὶ τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Ἔφη γοῦν ὁ Ψαλμῳδὸς περί τινων, ὅτι Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι.6 Προσεπάγει δὲ, ὅτι Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.6 Οὐκοῦν ἡ τῆς χειρὸς ἔκτασις κατασημήνειεν ἂν, ὡς ἔφην, καὶ τὴν ἀνταπόδοσιν, ἣν ἄν τις ποιοῖτο τοὺς καταλυπήσαντας ἀμυνόμενος, καὶ τοῖς προσκρούσασιν ἀντεπαγαγὼν τὰ ἐξ ὀργῆς. Μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος, ὅτι Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.6 Πραότητος γὰρ καὶ ἀοργησίας τῆς εἰς λῆξιν ἀπόδειξις γένοιτ’ ἂν τὸ εἰδέναι διακαρτερεῖν ἐν πλεονεξίαις, καὶ μὴ ἀνταμύνεσθαι φιλεῖν τοὺς λελυπηκότας, ἀμνησικάκως δὲ μᾶλλον διακεῖσθαι περὶ αὐτούς.
Ἀφελεῖν δὲ βούλεται πρὸς τούτῳ καὶ ῥήματα γογγυσμοῦ. Δεῖ γὰρ ἡμᾶς ἱλαρῷ φρονήματι τοῖς θείοις ὑποκεῖσθαι νόμοις, καὶ τῆς ἐξαιρέτου πολιτείας μηδεμίαν ποιεῖσθαι καταβοὴν, μονονουχὶ τὸν ζυγὸν ἀποσειομένους, καὶ καταφοιτῶντος τοῦ νοῦ πρὸς ἔφεσιν τὴν ἐπί γε τοῖς χείροσι, καὶ φιληδονίαν μᾶλλον ἐπαινοῦντος ἢ ἐγκράτειαν, καὶ τὰς ἐν κόσμῳ τρυφὰς προτάττοντος τοῦ διαβιοῦν ἑλέσθαι σεπτῶς. Ὃ δὴ καὶ πεπράχασιν οἱ ἐξ Ἰσραὴλ τὴν βαθείαν ἐκείνην διατρέχοντες ἔρημον. Καθιέντος γὰρ τοῦ Θεοῦ τὸ μάννα αὐτοῖς, τὴν πρὸς τὰ αἰσχίω ῥοπὴν εἰσεδέχοντο λέγοντες, Ὄφελον ἀπεθάνομεν, πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν.6 Ἀλλ’ ἐκβέβηκεν αὐτοῖς εἰς ὄλεθρον ὁ κατὰ Θεοῦ γογγυσμὸς, ἀπώλοντο γὰρ ὑπὸ τῶν ὄφεων.
Ταύτῃτοι καὶ ὁ σοφώτατος Παῦλος, Μὴ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.6 Οὐκοῦν ἱλαρῷ φρονήματι προσήκει τὸν ἀπάσης εὐκοσμίας ἐπιμελητὴν, καὶ τῶν ἐξαιρέτων ἐφιέμενον ἀνδραγαθημάτων, ἀφελὼν δὲ τὸ ῥῆμα τοῦ γογγυσμοῦ, ἐὰν δῷς τὸν ἄρτον πεινῶντι, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τουτέστιν, εἰ γένοιο φιλοικτίρμων, φιλάγαθός τε καὶ φιλάλληλος, εὐμετάδοτος, καὶ κοινωνικὸς, καὶ τὸν πλησίον ἀγαπῶν ὡς σεαυτὸν, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου. Πῶς δὲ δὴ ἄρα καὶ τοῦτο; Ὡς γὰρ ἐκ νυκτὸς ἡμέρα γίνεται, οὕτως ἐν ἡμῖν, ἐκπεμπομένου τοῦ νοητοῦ σκότους τὸ θεῖον ἀντεισκρίνεται φῶς, ὡς δοκεῖν εἶναι ἐν μεσημβρίᾳ, τουτέστιν, ἐν ἀκμῇ λαμπρότητος. Μεσημβρίζων γὰρ ὁ τοῦ ἡλίου κύκλος ἀκμαιότατον τότε δὴ μάλιστα τοῖς ἐπὶ γῆς ἐνίησι τὸ φῶς.
PG 70:1293Ἔσται δὴ οὕτως ὁ Θεός σου μετὰ σοῦ διὰ παντός. Πάμμεγα δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. Τί γὰρ οὐχ ὑπάρχει τῶν ἀγαθῶν τοῖς τοῦτο λαχοῦσιν; ἢ ποίων οὐκ ἔσται χαρισμάτων ἐπίμεστος ἄνθρωπος, Θεοῦ συνόντος αὐτῷ τοῦ πάντα ἰσχύοντος, καὶ πλουσίᾳ χειρὶ διανέμοντος τὰ ὧνπέρ ἐστι χορηγὸς καὶ δοτὴρ, καὶ ἀποσοβοῦντος μὲν τὰς τῶν πειρασμῶν ἐφόδους, εὐσθενῆ δὲ οὕτω τιθέντος, ὥστε καὶ ἀντανίστασθαι γενικῶς καὶ αὐτῷ τῷ Σατανᾷ, καὶ ταῖς ἐκ παθῶν ἐπηρείαις; Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσονται, ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ, καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Καὶ τίνος ἄρα ἐμπλησθήσεσθε; φησί. Θείων δηλονότι χαρισμάτων, καὶ τροφῆς ἁγιοπρεποῦς·
ὡς γὰρ αὐτὸς ἔφη που Χριστός· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ,6 τοῦτο καὶ πάλαι τοῖς ἐξ αἵματος Ἰσραὴλ ὡς ἐν τύπῳ ἐνεγράφετο, καθιέντος Θεοῦ τὸ μάννα ἐξ οὐρανοῦ· ἐπεί τινα τρόπον ἄρτος ἀγγέλων νοηθείη ἂν, καὶ ἄρτος οὐρανοῦ. Εἰ δὲ καί τινες εἶεν, οἷς τὸ θεῖον ἐνήστραψε φῶς πλουσίως εἰς νοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων ἀκριβῆ καὶ ἀμώμητον ἐνειργάσατο γνῶσιν, καὶ τούτους ἐμπεπλῆσθαί φαμεν, καὶ εἰς κόρον ἐλάσαι τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τρυφῆς· ἀλλὰ τούτου μὲν ἐκπέπτωκεν ὁ Ἰσραήλ· γεγόνασί γε μὴν ἐν κτήσει καὶ κατοχῇ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ ὅσοι τὸν εὐαγγελικὸν καὶ σωτήριον προσιόντες λόγον. Καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται,6 τοῖς ἀπιστήσασι δηλονότι, οἷς δὴ καὶ ὁ θεῖος ἐπεφώνησε λόγος, Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε.
Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσητε.6 Ἐπείνασαν γὰρ καὶ ἐδίψησαν, ἀμέτοχοι γεγονότες τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, καὶ ἄγευστοι παντελῶς τῶν διὰ Χριστοῦ χαρισμάτων, ἤτοι τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως. Ἔφη γάρ που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν· Ἰδοὺ ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.6 Ἐξῄρηται γὰρ τῆς Ἰουδαίων ἀγέλης ὁ ζωοποιός τε καὶ τροφιμώτατος τοῦ Θεοῦ λόγος. Δέδοται δὲ, ὡς ἔφην, τοῖς ἀγαπῶσι Χριστὸν, οἷς δὴ καὶ ἐπεφώνησε λέγων· Φάγετε, καὶ μεθύσθητε οἱ, πλησίον.6 Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ καὶ ἐν μεθέξει γεγονὼς τῆς οὕτως σεπτῆς καὶ ἀμφιλαφοῦς φιλοτιμίας·
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με, ὡς κράτιστον.6 Οὐκοῦν ὅσοι τῶν θείων αὐτοῦ μυστηρίων ἐσχήκασι γνῶσιν, ἤτοι ἐνεπλήσθησαν τούτων, κατεπιάνθησαν τὰ ὀστᾶ. Ἐσχηματίσθη δὲ ὁ λόγος ὡς ἀπό γε τῶν τρυφᾷν εἰωθότων σαρκικῶς· τῶν τοιούτων ἡ ψυχὴ γένοιτο ἂν ὡς κῆπος μεθύων, τουτέστιν εὐανθὴς, καὶ εὐδενδρότατος, καὶ ποικίλαις ἀνθέων ἰδέαις ἐξωραϊσμένος, καὶ παντοδαποὺς ἐκφέρων καρπούς. Οἱ μὲν γὰρ ἄνυδροι τῶν κήπων πολὺ λίαν ἔχουσι τὸ εἰδεχθές· ξηροὶ γάρ εἰσι καὶ παντὸς ἔρημοι καρποῦ, ἢ τάχα που καὶ αὐτῶν ἐν ἐνδείᾳ τῶν φυτῶν. Οἵ γε μὴν ὑδάτων ἀταμιεύτοις ὁρμαῖς ἐκμεμεθυσμένοι παντοδαποῖς, ὡς ἔφην, στεφανοῦνται καρποῖς.
Κῆπός γε μὴν Χριστοῦ γέγονεν ἡ Ἐκκλησία, ἧς δὴ καὶ ἀναλαβοῦσα τὸ πρόσωπον ἡ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, Καταβήτω, φησὶν, ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ·6 ὅπερ γάρ ἐστιν ἐν φυτοῖς τὸ ἀκρόδρυον, ἤτοι καρπὸς ὡραῖος, τοῦτο καὶ ἐν ψυχαῖς ἁγίων ἀρετὴ καλὴ καὶ ἡδίστη τῷ Θεῷ. Οὐκοῦν ὡς κῆπος μεθύων ἔσται, φησὶν, ἡ ψυχή σου, ναὶ μὴν καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ. Τοιοῦτοι γεγόνασιν οἱ θεσπέσιοι μυσταγωγοὶ, καθάπερ ἀπὸ πηγῆς ἀεννάου τῆς ἑαυτῶν καρδίας τὰ τῆς εὐσεβοῦς διδασκαλίας προϊόντες νάματα, καὶ τὰς τῶν παιδευομένων ψυχὰς πλουσίως καταρδεύοντες. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ τῶν οὕτως ἐξαιρέτων χαρισμάτων διανομεύς. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.6 Καὶ πάλιν·
Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.6 Τοιούτους εἶναί φαμεν τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, καὶ ὅσοι τὸν θεῖον πρεσβεύουσι λόγον, τοῦτο μὲν δογματικῆς εὐτεχνίας ἐν καλῷ γεγονότες, τοῦτο δὲ καὶ τῆς ἐν ἔργοις φαιδρότητος τὴν ὁδὸν ἐκκαλύπτοντες. Καὶ τὰ ὀστᾶ σου δὲ, φησὶν, ὡς βοτάνη ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Ἔοικεν ἐν τούτοις τὸ τῆς ἀναστάσεως καταδηλοῦν μυστήριον· ἀναστήσεται γὰρ τότε τὸ σῶμα, καθάπερ τις ἐν ἀγρῷ πόα, κατὰ μὲν τὴν τοῦ χειμῶνος ὥραν μαρανθεῖσα καὶ καταμύσασα, γελώσης γε μὴν ἐαρινῆς εὐδίας, ἀναφυεῖσα πάλιν, καὶ οἶον ὑπονοστήσασα πρὸς τὸν ἐνόντα αὐτῇ κατὰ φύσιν ὡραϊσμόν.
PG 70:1297Ἀνατείλαντά γε μὴν ὡς βοτάνη τὰ ὀστᾶ καταπιανθήσονται, φησὶ, τῇ ζωοποιῷ δηλονότι χάριτι τῇ παρὰ Θεοῦ. Ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος Δαβίδ· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς,6 τουτέστι, τῶν ἐπὶ γῆς. Τότε κληρονομήσομεν γενεὰς γενεῶν, μακροημέρευσιν δηλονότι καταργηθέντος θανάτου, καὶ ἀνῃρημένης εἰσάπαν τῆς φθορᾶς. Εἴρηται δὲ πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς, ὀστᾶ ψυχῆς νοητὰ, πρακτικαί τινες αὐτῆς δυνάμεις καὶ ἐνέργειαι, ὡς ἔν γε τῷ φάναι, ὅτι Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.6 Οὐ γάρ τοι τὰ τοῦ σώματος ὀστᾶ διασκίδνησι Θεὸς, συνθραύει δὲ μᾶλλον τὰς τῆς ψυχῆς αὐτῶν δυνάμεις, ὥστε μηδὲν δύνασθαι κατορθοῦν τῶν ὁρώντων αὐτοὺς, καὶ οὐκ εἰς δόξαν Θεοῦ μᾶλλον, οὔτε μὴν εἰς ὄνησιν τῆς αὐτῶν ψυχῆς πράττεσθαί τι τῶν παρ’ ἐκείνοις φιλεῖ.
Ἔφη δὲ πάλιν ὁ θεσπέσιος Μελῳδὸς, Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν,6 τουτέστι, δοξολογεῖν καὶ προσεύχεσθαι, σεσίγηκα πεσὼν εἰς ἀνθρωπίνην μικροψυχίαν. Ἐπαλαιώθη μου τὰ ὀστᾶ, τουτέστιν, ἐσαθρώθησαν αἱ τῆς διανοίας, ἤτοι τῆς ψυχῆς δυνάμεις. Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἔσθ’ ὅτε παραλυθεῖσαι βραχὺ πάλιν ὡς βοτάνη ἀνατέλλουσι, καταπιαίνοντος Θεοῦ παρακλήσεσι ταῖς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἀναῤῥωννύντος αὐτὴν, ὥστε διὰ τοῦτο κληρονόμους ἡμᾶς καταστῆναι τῆς εἰς μακραίωνα ζωῆς· σημαίνει γὰρ τοῦτο, καὶ ἕτερον οὐδὲν τὸ, εἰς γενεὰς γενεῶν. Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀναμέσον παύσεις.
Δι’ ἑτέρων δύο παραδειγμάτων ὁ προφητικὸς ἡμῖν ἔρχεται λόγος, καὶ τῶν κεκρυμμένων ἐννοιῶν τὸ κάλλος ἐκφαίνεται. Ὡς γὰρ ἐπὶ πόλεως ἐρημωθείσης ποτὲ, καὶ κατασεσεισμένης εἰσάπαν, ὡς καὶ ἀτείχιστον αὐτὴν ἀπομεῖναι, τὸ τοῦ λόγου πλάττεται σχῆμα. Αἱ γὰρ ἔρημοί σου, φησὶν, οἰκοδομηθήσονται αἰώνιοι, τουτέστιν, οὐκ ἔσῃ γυμνὴ τῶν οἰκούντων τὴν σὴν καρδίαν λογισμῶν ἀγαθῶν, οὔτε μὴν ἀτείχιστος, ἢ ἀφρούρητος ἀπομενεῖς, καὶ βάσιν ἑδραίαν οὐκ ἔχουσα. Γενήσεται γάρ σοι θεμέλιος ὁ Χριστὸς καὶ ἀσφάλεια διηνεκὴς, καὶ ὡς πόλις ἔσῃ πολυανδροῦσα καὶ ἀναριθμήτους ἔχουσα τοὺς οἰκήτορας. Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ λόγων τε καὶ ἐννοιῶν εἰσι μεσταὶ, τῶν περὶ Θεοῦ δηλονότι. Πλεῖστοι δὲ οὗτοι, καὶ διὰ τῆς εἰς λῆξιν ἀκριβείας ἐρχόμενοι, ἄνω τε καὶ κάτω περιθέοντες αὐτὴν, πλήρη τε αὐτὴν ἀποφαίνοντες ἀγαθοῦ παντός.
Κληθήσῃ δὲ πρὸς τούτῳ καὶ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις· τοὺς μὲν γὰρ ἐρήμους τῶν κήπων πολλοὶ λίαν οἱ διαστοιχίζοντες. Ἐφεστηκότος γὰρ ὅλως οὐδενὸς, ἤγουν περιφράττοντος ἀπρὶξ εἶεν ἂν οὐδὲν κωλύοντες τοὺς διὰ μέσου βαδίζειν ἐθέλοντας. Εἰ δὲ δὴ γένοιντό πως ὑπὸ γηπόνον ἀσφαλῆ, τότε καὶ ἀποβάλλουσι τὸ τοῖς τῶν πολλῶν ὑποκεῖσθαι ποσὶν, ἐγηγερμένου δηλονότι φραγμοῦ. Πεπαύσονται γὰρ οὕτως αἱ διὰ μέσου τρίβοι. Ἔσῃ τοίνυν, φησὶν, ὡς ἐπιμελὴς γηπόνος φραγμοὺς ἐγείρων, καὶ παύων τὰς ἀναμέσον τρίβους. Ἕως μὲν γὰρ ἀφρούρητός ἐστι ψυχὴ, ῥέγχουσα πρὸς τὸ ῥᾴθυμον, καὶ ταῖς τῶν ἡδονῶν ἐκτόποις ταύτης ἕνεκα τῆς αἰτίας οὐκ ἀστιβὴς, ἀλλ’ ἔοικε κήπῳ διοδευομένῳ παρὰ παντὸς ὁτουοῦν. Ἐπὰν δὲ διανήψασα τῶν τῆς φαυλότητος ἀποπηδήσῃ βρόχων, ἐπιδράξηται δὲ μᾶλλον τοῦ θέλειν ἀγαθουργεῖν, καὶ ὥσπερ τινὰ φραγμὸν ἀναστήσῃ τῷ νῷ τὴν ἀσφάλειαν, τὴν ἀπό γε, φημὶ, τοῦ θείου φόβου, καὶ ἀποσοβήσῃ τῆς διανοίας τοὺς πάλαι κρατοῦντας αὐτῆς διαλογισμοὺς, οἳ διὰ μέσης ὥσπερ ᾔεσαν αὐτῆς ὑπὸ πόδας ἔχοντες ταύτην, καὶ θέντες εἰς καταπάτημα διὰ τοῦ κατακρατεῖν αὐτῆς, τότε κεκλήσεται καὶ οἰκοδόμος φραγμῶν.
PG 70:1299Ἰστέον δὲ ὅτι καὶ αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις κατατρέχουσιν ἔσθ’ ὅτε τῆς ἀθλίας ψυχῆς, μυσαρὰς ἡδονὰς ἐκτίκτουσαι, καὶ ἀποφέρουσαι τυραννικῶς οἷπερ ἂν βούλωνται, καὶ ὡς διὰ κήπου κεχερσωμένου βαδίζουσαι. Πεπαύσονται δὲ τοῦ καταπατεῖν αὐτὴν, ἐγηγερμένου φραγμοῦ, ὃν ὁ θεῖος ἐν ἡμῖν ἀνίστησι φόβος. Ἐφαρμόσεις δὲ τὸν τοιόνδε λόγον καὶ ἑκάστῳ τῶν ἁγίων μυσταγωγῶν. Γεγόνασι γὰρ οἰκοδόμοι φραγμῶν, ἀσφαλιζόμενοι ταῖς εἰς ἀρετὴν νουθεσίαις τὰς τῶν παιδευομένων ψυχὰς, ὥστε καὶ ταῖς τῶν ἡδονῶν ἐφόδοις ἀστιβῆ τρόπον τινὰ τὴν διάνοιαν ἔχειν καὶ βωμολοχίαις, ἔκ τε τῶν κενοφωνεῖν εἰωθότων, οἳ τὸν ὀρθὸν τῆς πίστεως ἐκκαπηλεύουσι λόγον, μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐὰν ἐπιστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρα τῇ ἁγίᾳ, καὶ καλέσῃς τὰ Σάββατα τρυφερὰ, τῷ Θεῷ σου ἅγια, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ’ ἔργῳ, οὐδὲ λαλήσῃς λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ Πατρός σου.
Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὁ θεσπέσιος Παῦλος τὴν τοῦ νόμου σκιὰν ὡς ἀδρανῆ παρωθούμενος εἰς πνευματικὴν θεωρίαν μεθίστησι τὰ ἐν αὐτῷ. Οὔτε γὰρ τὴν κατὰ σάρκα περιτομὴν, οὔτε τὴν κατὰ τὸ Σάββατον ἀργίαν ἀποδεξάμενον καταθρῆσαί τις ἂν αὐτὸν, περιτομὴν δὲ μᾶλλον πνευματικὴν, καὶ σαββατισμὸν ὁμοίως διακηρύττων ὁρᾶται. Ἔφη γὰρ, ὅτι Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἄλλ’ ἐκ τοῦ Θεοῦ.6 Περὶ δὲ τοῦ Σαββάτου ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
PG 70:1301Οὐκοῦν εἴ τις παύσαιτο τῶν ἰδίων ἔργων, ἤτοι τῶν ἑαυτοῦ θελημάτων τὸ χρῆναι κρατεῖν ἐπιδοὺς τοὶς ἱεροῖς θεσπίσμασιν, οὕτως Σαββατίζει πνευματικῶς, καὶ ἁγίαν ἀληθῶς ἡμέραν ἐπιτελεῖ. Τοῦτο καὶ τῆς ἐν χερσὶ προφητείας διαδείκνυσιν ἡμῖν ὁ λόγος. Ἐὰν γὰρ ἀποστρέψῃς, φησὶ, τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ. Τὸ δὲ, ἀποστρέψεις τὸν πόδα σου ἀπὸ τῶν Σαββάτων, οὐδὲν ἕτερον εἴη ἂν, ὥς γε οἶμαι πλὴν ὅτι τὸ μὴ χρῆναι δρᾷν, ἃ ἂν βούλοιτό τις, καὶ τὰς τῶν ἰδίων ἐπιθυμιῶν ἰέναι τρίβους. Ὅτι γὰρ τῶν ἀνθρωπίνων θελημάτων ὁ σκοπὸς εἰς τὸ φιλήδονον βλέπει, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος· Οὐ γὰρ ὃ θέλω τοῦτο ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ μισῶ κακὸν τοῦτο πράσσω, συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.6 Δεῖ δὴ οὖν ἄρα καὶ μάλα νεανικῶς καταγωνίσασθαι μὲν τὸ ἴδιον θέλημα τοὺς εὐδοκιμεῖν ἐθέλοντας παρὰ Θεῷ, τοῖς δὲ θείοις αὐτοῦ νόμοις πανταχοῦ ἑπομένους τὴν ἀξιάγαστον τῆς δικαιοσύνης διάττειν ὁδόν.
Τρυφερὰ δὲ Σάββατά φησι τὰ μηδὲν ἔχοντα τῶν ἀπὸ γνώμης. Σκληρὰ δὲ γνώμη καὶ ἀπηνὴς, τὸ μὴ ὑποκεῖσθαι θέλειν, οἷς ἂν βούληται Θεός· τοιοῦτον ὄντα τὸν Ἰσραὴλ διήλεγξε λέγων, Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.6 Τὸ εὐπειθὲς οὖν ἄρα, καὶ τὸ εὐήνιον, καὶ τὸ εἰκτικὸν τοῦ τρόπου, τρυφερὰν ἀποφαίνει τῷ Θεῷ τὴν κατὰ τὸ Σάββατον ἀργίαν, ἤτοι τὸν κατὰ πνεῦμα σαββατισμὸν, ὃν οἱ κατορθοῦν ἐθέλοντες ἀμωμήτως οὐκ ἀροῦσιν ἐπ’ ἔργῳ τὸν πόδα, τουτέστιν, οὐ βαδίζουσι πρακτικῶς, ἐπιτελοῦσι δὲ μᾶλλον τὴν εὐαγῆ, καὶ ὀνησιφόρον ἀργίαν, τὴν ἐπί γε, φημὶ, τοῖς αἰσχίστοις, καὶ βδελυροῖς, καὶ ἀπηχθημένοις τῷ Θεῷ πράγμασι. Βούλεται δὲ τοὺς τοιούτους καὶ ὀργῆς καὶ θυμοῦ κατευμεγεθοῦντας ὁρᾶσθαι, καὶ θύραν ἔχοντας ἐπὶ γλώττῃ καὶ μοχλόν.
Οὐ γὰρ λαλήσεις λόγον, φησὶν, ἐν ὀργῇ ἐκ τοῦ στόματός σου. Δύο δὴ οὖν ἐνταῦθα περιτέμνει δεινὰ καὶ παγχάλεπα, ὧν ἄν τις ἀποφοιτήσας τέλειος ἔσται παρὰ Θεῷ. Ἔφη γάρ τις τῶν ἁγίων ἀποστόλων, Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ δυνάμενος χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.6 Ὁ δὲ κρείττων ὀργῆς, πάντως που καὶ εὐσχήμων, εἴπερ ἐστὶν ἀληθὲς καὶ τὸ ἔμπαλιν· γέγραπται γὰρ ὅτι Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.6 Πράους οὖν ἄρα καὶ πλείστην ὅσην ἔχοντας τὴν ἀρετὴν εἶναι βούλεται ὁ Θεὸς τοὺς σαββατίζοντας νοητῶς, καὶ ἁγίως, καὶ τρυφερῶς, καὶ πεποιθέναι κελεύει, οὐκ ἐπὶ πλούτῳ μᾶλλον ἢ δυναστείαις κοσμικαῖς, οὐκ ἐπὶ ῥώμῃ σωμάτων, οὐκ ἐφ’ ἑτέρῳ τινὶ τῶν τοιούτων, ἃ πόαις ἐν ἴσῳ ταῖς ἐν ἀγροῖς πρόσκαιρά τέ ἐστι καὶ εὐμάραντα, ἐπὶ Κύριον δὲ μᾶλλον τὸν ἁπάσης εὐθυμίας καὶ χορηγὸν καὶ πρύτανιν.
Τὰ τῶν οὕτω ζῇν εἰωθότων, ὅτι οἶοί τινες εἶεν, ἀνθρώπους στεφανοῖ, διαδείκνυσι λέγων, ὅτι Ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε ἐπὶ τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου.6 Ἐπηγγείλατο μὲν γὰρ τοῖς τῶν Ἰουδαίων πατράσιν ὁ τῶν ὅλων Θεὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ δὴ καὶ εἰσεκομίσθησαν εἰς αὐτὴν στρατηγοῦντος Ἰησοῦ μετὰ τὸν ἱεροφάντην Μωσέα· Εἶτα πῶς διὰ τῶν προκειμένων στίχων, ὡς οὕπω λαβοῦσι τὸν κλῆρον τὸν ἐπαγγελθέντα τῷ πατριάρχῃ Ἰακὼβ, δώσειν αὐτοῖς ἐπαγγέλλεται; Οὐκοῦν οὐ περὶ τῆς αἰσθητῆς, ἤτοι τῆς κατακληροδοθείσης αὐτοῖς ἡ ἐπαγγελία ἦν τῷ Θεῷ πρὸς τὸν θεσπέσιον Ἰακὼβ, ἤγουν ἐπὶ Ἀβραάμ τε καὶ Ἰσαὰκ, περὶ ἐκείνης δὲ μᾶλλον, ἣν αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.6 Ὅτι δὲ πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσονται τὰ ἐπηγγελμένα, πιστοῦται λέγων·
PG 70:1303Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα· ἀμήχανον δὲ τοὺς θείους διαπεσεῖν λόγους· Θεὸς γάρ ἐστιν ἀλήθεια. Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Θεοῦ, διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ· οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις. καὶ λαλοῦσι κενά. Ἐν τοῖς ἀνόπιν βραχὺ τὸ τοῦ Θεοῦ πρόσωπον εἰςεκομίσθη, λέγον τῷ θεσπεσίῳ προφήτῃ· Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰς ἀνομίας αὐτῶν, καὶ τῷ οἴκῳ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν.
Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες, Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ὑμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσιν καὶ μάχας νηστεύσετε· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.6 Ἐλέγομεν δὲ τὴν τῆς προφητείας δύναμιν, ὡς ἔνι, διερμηνεύοντες, ὅτι τοῖς τεθεσπισμένοις διὰ τοῦ πανσόφου Μωσέως ἀντανιστάμενοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ διαζῇν ὀρθῶς, ἔδρων δὲ τὰ συνήθη, στυγητὸν τῷ Θεῷ καὶ φιλαμαρτήμονα πολιτείας τρόπον ἐπιτηδεύοντες, εἶτα πολέμου περιαγγελθέντος ἔσθ’ ὅτε τὸ ἀσιτεῖν ἐσκέπτοντο διὰ γυμνῆς καὶ μόνης νηστείας, ἤγουν ἀσιτείας, ἵλεων καταστήσειν ἐφ’ ἑαυτοῖς οἰόμενοι τὸν κριτήν.
Εἶτα διεγόγγυζον τῆς ἐλπίδος ἡμαρτηκότες, καὶ δὴ καὶ ἔφασκον· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἄθρει δὴ οὖν, ἄθρει τὸν θεσπέσιον προφήτην, ὡς ἐκ πολλῆς ἄγαν φιλοθεί̈ας ἐπιτιμῶντα αὐτοῖς, καὶ λέγοντα, Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι; Οὐ γὰρ ἠτόνησε, φησὶν, ἡ πανσθενὴς τοῦ Κυρίου δεξιὰ, ἀλλ’ οὐδὲ τὸ οὖς βαρυνθὲν ἔχει καὶ ἀπεστραμμένον, ὥστε μὴ εἰσακοῦσαι. Τὰ δὲ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ αὐτοῦ. Οὐκοῦν εἴ τις ἀφέλοιτο τὴν διαφορὰν, καὶ ἀποστῆσαι τὸ διατειχίζον τῆς πρὸς Θεὸν γνώσεως, τουτέστι, τὴν ἁμαρτίαν, οὐ μακρὰν ὁ σώζων ἐστὶν, ἀλλὰ δέξεται πάντως τὰς ἱκετηρίας. Ἔνεστι γὰρ αὐτῷ καὶ τὸ πανσθενὲς, καὶ τὸ προσίεσθαι φιλαγάθως τὰς παρὰ τῶν καμνόντων λιτάς.
PG 70:1305Ποῖαι τοίνυν ἁμαρτίαι διιστῶσιν ἀναμέσον τοῦ Θεοῦ, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιφέρει, λέγων· Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις. Τὰ δὲ χείλη ἐλάλησαν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.6 Ἀπεκτόνασι μὲν γὰρ προφήτας ἁγίους τοὺς ἀπεσταλμένους παρὰ Θεοῦ, κατελάλησαν δὴ καὶ αὐτοῦ. Ἔφη γοῦν Ἱερεμίας, Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με· παρεὶς δὲ τὰ τοιάδε νῦν τὴν κατὰ Χριστοῦ δυςσέβειαν ἐγκαλεῖν ἔοικε, τὰς χεῖρας αὐτῶν αἵματι μεμολύνθαι λέγων. Γεγόνασι δὲ κυριοκτόνοι, ἐλάλησαν δὲ καὶ τὰ χείλη αὐτῶν ἀνομίαν, καὶ ἡ γλῶσσα αὐτῶν ἀδικίαν ἐμελέτησε· οὐ γὰρ διαλελοίπασι μαχόμενοί τε καὶ ὀνειδίζοντες, καὶ καταλαλοῦντες Χριστοῦ, καὶ ποτὲ μὲν διασύροντες τὰς θεοσημείας, καὶ καταψευδόμενοι τῆς θεοπρεποῦς μεγαλουργίας, ποτὲ δὲ κατηγοροῦντες καὶ λέγοντες·
Αἶρε, αἶρε, σταύρου αὐτόν.6 Ποτὲ δὲ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ψῆφον ἄδικον ὑπομείναντος Χριστοῦ, μετὰ παῤῥησίας ἁγιοπρεποῦς ὁ προφήτης ἀναφθέγγεται, Οὐδεὶς ἐλάλει δίκαια, οὐδ’ ἔστι κρίσις ἀληθινή. Πεποίθασιν ἐπὶ ματαίοις, καὶ καλοῦσι κενά. Ποία δὲ αὐτῶν ἡ ματαία πεποίθησις; Ὠήθησαν γὰρ ὅτι τὸν κληρονόμον ἐκ μέσου ποιησάμενοι, καθέξουσι τὸν κλῆρον αὐτοῦ· καὶ ταῦτα πρὸς ἀλλήλους κενοφωνοῦντες οἱ δείλαιοι δεδυσσεβήκασι εἰς αὐτόν. Ἢ τοίνυν τὴν εἰς Χριστὸν δυσσέβειαν ὁ προφητικὸς ἐγκαλεῖ λόγος τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἤγουν ὅτι κατ’ οὐδένα τρόπον ἐπιεικεῖς ὄντες ἁλοῖεν ἂν, οἵ γε καὶ χεῖρας ἔχουσι μεμολυσμένας αἵματι, χείλη τε καὶ γλῶσσαν οὐδὲν εἰδυῖαν ἕτερον μελετᾷν, πλὴν ὅτι τὰ εἰς δυσσέβειαν, καὶ ἀνομίαν, καὶ ἀδικίαν βλέποντα, καὶ ὅτι πρὸς τούτοις ἄδικοι γεγόνασι δικασταὶ, δωροδοκοῦντες δηλονότι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι.
Εἴρηται γὰρ ἑτέρωθί που, Πῶς ἐγένετο πόρνη πόλις πιστὴ, Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.6 Ὅτι κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν. Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον, εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴν περιβαλοῦνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πόνον ἀεί πως τὸν φθόνον ἀποκαλεῖν. Ἔχει δὲ πολὺ τὸ εἰκὸς ὁ λόγος· ἐκτήκει γὰρ καὶ καταμαραίνει τὰς τῶν δεχομένων αὐτὸν καρδίας.
PG 70:1307Τοιοῦτόν τι καὶ ὁ Ψάλλων φησὶ περί τινος, ἤτοι τοῦ τῶν Ἰουδαίων δήμου, Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.6 Προωδινήσαντες γὰρ τὸν κατὰ Χριστοῦ φθόνον, ἐκτετόκασι τὴν κατ’ αὐτοῦ δυςσέβειαν, ἤγουν ἀνομίαν· μόνον γὰρ οὐχὶ τὸ προφητικὸν ἐκεῖνο λέγοντες ἁλοῖεν ἂν διά γε τῶν ἐπιχειρημάτων· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.6 Εὑρήσομεν δὲ καὶ ἐν συλλόγοις αὐτοῦ ἐκτοπωτάτην λαβόντας βουλήν. Ἔφασκον γὰρ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος, καὶ τὴν χώραν· εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, οὗτος τῆς κατὰ Χριστοῦ δυσσεβείας γέγονεν εὑρετής· ἔφη γὰρ πάλιν, Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, ὅτι συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.6 Σαφέστατα τοίνυν ἐκ τῶν εἰρημένων ἔνεστιν ἰδεῖν, ὅτι κυήσαντες πόνον, τουτέστι, τὸν κατ’ αὐτοῦ πόνον προσωδινήσαντες ἐκτετήκασι τὴν ἀνομίαν.
Τί οὖν ὁ προφητικὸς ἐν τούτοις ἡμῖν κατασημαίνει λόγος; Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν. Ὤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι τὰς κατὰ Χριστοῦ διασκέψεις εἰς αἴσιον αὐτοῖς ἐκβήσεσθαι πέρας, καὶ εἰς ὄνησιν ἔσεσθαι τῷ ἔθνει παντί. Ἀλλ’ ἡμάρτανον τοῦ σκοποῦ, καί τι τοιοῦτον συμβέβηκε παθεῖν αὐτοὺς, ὁποῖόν τι πάσχουσιν ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ τὰ τῶν ἀσπίδων ῥηγνύντες ὠά. Συντρίψαντες γὰρ οὐδὲν εὑρήσουσιν ἕτερον, πλὴν ὅτι βασιλίσκον ἐν αὐτῷ· ὄφεως δὲ κύημα τουτὶ τὸ παγχάλεπον, οὔριόν τε πρὸς τούτῳ. Οὐκοῦν ἀνόνητον Ἰουδαίοις, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον τῶν κατὰ Χριστοῦ τολμημάτων τὸ πέρας. Ὄφις γὰρ ὥσπερ ἐκβέβηκεν αὐτοῖς, καὶ ἀπότεξις ὁμολογουμένη, ἡ πρὸς πέταυρον ᾅδου παρακομίζουσα·
ὅτι δὲ γέγονε, εἰσάπαν ἀνωφελὴς ἡ κατὰ Χριστοῦ σκευωρία, διαδείκνυσιν εὐθὺς καὶ δι’ ἑτέρου παραδείγματος· Ἱστὸν γὰρ, φησὶν, ἀράχνης ὑφαίνουσιν. Ὁ μὲν γὰρ ἀράχνης, τουτὶ δέ φημι τὸ σμικρὸν καὶ εὐτελέστατον ζῶον, ἐν τοῖς ἀργοτέροις τῶν δωματίων μέρεσιν ἱστοὺς ἀναπλέκει, στήμοσιν ἰσχνοῖς εὐτέχνως ἐξυφασμένοις, οἱ δὲ οὖν πλείστῳ μόλις γενόμενοι πόνῳ τὸ σύμπαν αὐτοὺς ὠφελοῦσιν οὐδέν· οὐ γὰρ ἔσονται περίβλημα τῷ πεποιηκότι, ἀλλ’ εἰσὶν εὐδιάτμητοι πρὸς περιβολὴν, καὶ αὐτῆς τῆς τέχνης ἀμείνους. Οὕτω, φησὶ, καὶ τὰ τῶν Ἰουδαίων εὑρήματα, δῆλον ὅτι τὰ κατὰ τοῦ Χριστοῦ· δόλους γὰρ ἐξυφαίνοντες, καὶ ψευδηγορίας συμπλέκοντες, ᾤοντο μὲν γὰρ, ὡς ἔφην, θανάτῳ σαρκὸς περιβαλόντες αὐτὸν, ἐξανύσαι τι τῶν ὀνησιφόρων αὐτοῖς, καὶ τὴν ἀπὸ τῶν ἰδίων ἐπιχειρημάτων καταπλουτῆσαι σκέπην, ἀλλ’ εἰς οὐδὲν αὐτοῖς τὸ τῶν ἐλπισθέντων ἐξέβη πέρας.
Γυμνοὶ γὰρ γεγόνασι τῆς ἄνωθεν εὐμενείας, ἀποβεβλήκασί τε τὸν σκεπαστὴν, τουτέστι Χριστόν· οἱ μὲν γὰρ ἐξ ἔργων ἀγαθῶν τοῖς αὐτὰ κατορθοῦν ἐθέλουσι συμβήσεται σκέπη, νέμοντος αὐτοῖς καὶ τοῦτο Θεοῦ· τοῖς γε μὴν τῶν φαύλων ἐργάταις εἰς περιβολὴν οὐκ ἔσται τὰ ἐξ αὐτῶν, ἀλλ’ ἔρημοι σκέπης ἔσονται μᾶλλον τῆς παρὰ Θεοῦ. Τὰ γὰρ ἔργα αὐτῶν, ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχυνοὶ τοῦ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν, διαλογισμοὶ ἀπὸ φόνων· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν. Οὐκ ἔσται κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν. Αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἂς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. Διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν. Ἕκαστα τῶν Ἰουδαϊκῶν πλημμελημάτων ἀπαριθμεῖται λεπτῶς, ἵν’ ἐπειδήπερ ἐκβέβληνται τῆς πρὸς αὐτὸν οἰκειότητος, ψήφῳ δικαίᾳ τοῦτο παθόντες ἁλίσκωνται.
PG 70:1309Ἔργα γὰρ ἀνομίας φησὶ πάντα τὰ ἔργα αὐτῶν, καὶ συλλήβδην ἐν τούτοις ἁπάσης αὐτῶν τῆς ζωῆς ἀληθὴς γέγονεν ἡ κατάῤῥησις· ἐπιτρέχει δὲ καὶ οὕτω τῶν αἰτιαμάτων ἕκαστον, τοὺς μὲν πόδας ἐπὶ πονηρίαν τρέχειν εἰπὼν, καὶ εἶναι ταχυνοὺς εἰς τὸ ἐκχέαι αἷμα, καὶ λογισμοὺς ἐσχηκέναι τοὺς ἐπὶ φόνοις αὐτοῖς. Ἄθρει δή μοι πάλιν, ὅτι, καίτοι πλείστων ὄντων τῶν πλημμελημάτων, πρῶτος διαμέμνηται τῆς ἑτοιμότητος τῆς εἰς τό γε, φημὶ τὸ ἑλέσθαι φονᾷν. Τρέχειν γὰρ ἔφη πρὸς τοῦτο τοὺς πόδας αὐτῶν, καὶ ὀξεῖς ἤτοι ταχυνοὺς εἶναι πρός γε τὸ δεῖν εἰσδέχεσθαι διαλογισμοὺς τοὺς ἐφ’ αἵματί τε καὶ φόνοις· σύντριμμα δὲ καὶ ταλαιπωρίαν ἐν ταῖς ὁδοῖς αὐτῶν εἶναι διατείνεται, οὐκ εἰδέναι τε τὴν εἰρήνην, ἤτοι τὴν τῆς εἰρήνης ὁδόν.
Ἃ γὰρ ἔδρων ἀνοσίως, καὶ πέρα παντὸς ἱέντες θράσους, συντριβῆς καὶ ταλαιπωρίας αὐτοῖς, ἤγουν παρ’ αὐτῶν ἑτέροις γέγονε πρόξενα. Ἦσαν δέ που πάντως φιλοπραγματίαι, καὶ δικαῤῥάφοι, καὶ πολὺ νοσοῦντες τὸ δύσερι· καὶ ἡ τούτου πρόφασις λημμάτων ἔφεσις καὶ δωροληψίας. Ταύτῃτοι καὶ μάλα εἰκότως, Οὐκ ἔστι κρίσις, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν. Κρίσιν δέ φησιν ἐνταῦθα τὴν δικαιοσύνην, ἤτοι τὴν ἐννομωτάτην καὶ ἀδιάβλητον πολιτείαν. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Δαβὶδ περὶ τῆς διὰ Μωσέως ἐντολῆς, Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.6 Οὐκοῦν εὐθύτης, ἤτοι δικαιοσύνη, οὐκ ἔστιν ἐν ταῖς ὁδοῖς αὐτῶν. Διεστραμμέναι γάρ εἰσι, καὶ φεύγουσι τὴν εἰρηνὴν, ἤτοι πρὸς ἑτέρους εἰρηνικοὶ παραιτούμενοι, ἤγουν εἰρηνὴν ἐνθάδε φησὶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃν οὐκ ἠθέλησαν εἰδέναι, τὸν τῆς ἀπωλείας ἑαυτοῖς ὀρύττοντες βόθρον.
Διὰ τοῦτο γὰρ, φησὶν, ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν, τουτέστι, ταύτης ἕνεκα τῆς αἰτίας ἀπεφοίτησεν αὐτῶν ἡ δικαιοσύνη, ἤγουν τὸ εἰδέναι δρᾷν, ἃ τὸν τῆς δικαιοσύνης περιποιεῖται στέφανον τοῖς κατορθοῦν ᾑρημένοις αὐτά. Ἔξω δὲ πάσης εἰσὶν εὐτεχνίας πνευματικῆς Ἰουδαῖοι, καὶ οἷον ἀπέπτη τῆς διανοίας αὐτῶν τὸ καὶ ὅλως εἰδέναι δύνασθαί τι τῶν ἀρεσκόντων Θεῷ διαπεραίνειν ὀρθῶς. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Ψηλαφήσουσιν ὡς τυφλὸς τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ πεσοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ. Ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται. Ἐπάρατον αὐτῶν, καὶ ἐκνομωτάτην ἀποφήνας τὴν ζωήν· ἔφη γὰρ, τίνα ἔργα αὐτῶν ἔργα ἀνομίας, καὶ ταῦτα λεπτῶς ἀπαριθμησάμενος, τίνα τέ ἐστι, καὶ δι’ ὅσων ἔρχεται τρόπων εἰπὼν, ἀναγκαίως ἐπάγει καὶ παρατίθησι, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐντετριμμένην ζημίαν, καὶ τῆς ἀσχέτου φαυλότητος τὴν ἀντέκτισιν, ἤτοι τοὺς τῆς ἐνούσης αὐτοῖς ἀσεβείας καρπούς.
Προσεδόκων μὲν γὰρ Ἰουδαῖοι τὸν παρὰ Χριστῷ φωτισμόν. Ἤκουον προφητῶν ἁγίων ἀναβοώντων ἀναφανδὸν, Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γὰρ τὸ φῶς σου, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε.6 Καὶ τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ τό γε ἧκον εἰς τὴν τῶν ἁγίων προφήτων προαγόρευσιν, οὐκ ἔξω χρηστῆς ἐλπίδος ἦσαν οἱ τάλανες. Καὶ γοῦν προσελάλουν ἀλλήλοις ποτὲ τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστηκότες, Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ σπέρματος Δαβὶδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὁ Χριστὸς ἔρχεται;6 Καὶ ἡ Σαμαρεῖτις ἐκείνη γυνὴ διωμολόγηκεν ἐναργῶς αὐτῷ προσλαλοῦσα Χριστῷ τῆς ἐπιδημίας τὴν δύναμιν. Ἔφη γὰρ, ὅτι Οἴδαμεν ὅτι Μεςσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, εὐαγγελεῖ ἡμῖν πάντα.6 Οὐκοῦν προσεδόκων μὲν, ὡς ἔφην, τὸν παρὰ Χριστοῦ φωτισμὸν, ἀλλ’ ἐκβέβηκεν αὐτοῖς εἰς πᾶν τοὐναντίον τὰ τῆς ἐλπίδος.
Οὐ γὰρ προσεδέξαντο τὸ φῶς τὸ ἀληθινὸν, αὐτόκλητον δὲ ὥσπερ ταῖς ἑαυτῶν διανοίαις εἰσοικισάμενοι σκότον, τυφλοὶ γεγόνασι, καὶ τυφλῶν ὁδηγοὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Φῶς τοίνυν ὑπομεινάντων αὐτῶν, τουτέστιν ἐλπισάντων ἤτοι προσδοκησάντων, γέγονεν αὐτοῖς σκότος, καὶ μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Αὐτὸ δὴ πάλιν ἑτέρως, ἤτοι περὶ τοῦ αὐτοῦ τίθησιν ὁ προφήτης, τῶν εἰρημένων καταλευκαίνων τὸν νοῦν. Οἱ γὰρ αὐγὴν προσδοκήσαντες, ἐν σκότῳ βαθεῖ περιεπάτησαν. Τοῦτο γὰρ τὸ τῆς ἀωρίας ὄνομα δηλοῖ. Εἶτα τῆς ἐγγενομένης αὐτοῖς τυφλώσεως ἐμφανίζων τὸ μέγεθος, ψηλαφήσειν ὡς τυφλὸς ἔφη τοῖχον. Οὕτω γὰρ ἔσθ’ ὅτε περιπατεῖν ἔθος τοῖς τῶν ὀμμάτων ἠῤῥωστηκόσι τὴν πήρωσιν. Μεσημβρίας δὲ οὔσης, φησὶν, ὡς ἐν μεσονυκτίῳ πεσοῦνται.
PG 70:1313Καὶ μεσημβρίαν μὲν τὸ μεσαίτατον τῆς ἡμέρας ὀνομάζει συνήθως, ὅτε καὶ ἀκμαιοτάτην ἐπαφίησιν ἀκτῖνα τοῖς ἐπὶ γῆς μεσουρανῶν ὁ ἡλίου κύκλος, καὶ οἷον πεπλουσιωτέραις αὐγαῖς περιαστράπτει τὰ σύμπαντα· μεσονύκτιον δὲ τῆς νυκτὸς τὸ μεσαίτατον, ὅτε καὶ βαθὺς ἅπασι τοῖς ὑπ’ οὐρανὸν καταχεῖται σκότος. Ἐν μεσημβρίᾳ τοίνυν, φησὶ, τουτέστιν, ἀμφιλαφεστάτου φωτὸς, θείου δὲ δηλονότι καὶ νοητοῦ, καταυγάζοντος τὴν ὑπ’ οὐρανὸν, διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πεσοῦνται καθάπερ τυφλοὶ μηδὲ εἰδότες, ὅποι βαδίζουσιν Ἰουδαῖοι· οὐ γὰρ ἠθέλησαν ὑπακούειν λέγοντι τῷ Χριστῷ, Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῳ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.6 Κατελήφθησαν τοίνυν ὑπὸ τῆς σκοτίας οὐκ ἀνασχόμενοι περιπατεῖν ἐν τῷ φωτί· πείσονται δέ τι καὶ ἕτερον.
Στενάξουσι γὰρ ὡς ἀποθνήσκοντες, φησὶ, τουτέστιν, ὡς βαρείᾳ καὶ ἀσχέτῳ νόσῳ κατισχημένοι. Πορεύσονται δὲ καὶ ὡς ἄρκος ἅμα, καὶ περιστερὰ, καὶ οὐχ ὡς δύο τινὲς ἀλλήλοις συμβιβάζοντες, ὧν ὁ μὲν ὡς ἄρκος νοηθείη ἂν, ὁ δὲ ὡς περιστερὰ, ἀλλ’ ἕκαστος αὐτῶν ἐν ταυτῷ κατὰ τὴν ἕξιν, καὶ κατά γε τὴν ἐνοῦσαν αὐτοῖς διάνοιαν, ὡς ἄρκος ὑπάρχων ὁμοῦ καὶ περιστερά. Ἐπειδὴ γὰρ ἔφη στενάζειν αὐτοὺς, διαδείκνυσιν εὖ μάλα ποῖος ἔσται καὶ ὅσος ὁ στεναγμὸς αὐτῶν. Φασὶ γὰρ τὰς ἄρκους, εἰ ἀτεκνωθεῖεν ὑπό του διηρπασμένων αὐταῖς τῶν σκυμνίων, δεινῶς ὀλοφύρεσθαι, καὶ πίμπλασθαι μὲν ἀκράτου μανίας, ὄρη δὲ καὶ νάπας περινοστεῖν, καὶ τοῖς ὑπαντῶσιν ἀσχέτως ἐπιπηδᾷν· καί που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν τοιοῦτόν τι σημαίνει, λέγων ὁ τῶν ὅλων Θεὸς περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, Ὑπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη, τουτέστιν, ὠμῶς καὶ ἀγρίως.
Αἱ δὲ περιστεραὶ ταῖς ἑαυτῶν καλιαῖς ἐνιζάνουσαι διαγογγύζουσι συχνῶς, καὶ οἷόν τινα γοερὰν πέμπουσι φωνήν. Τοιοῦτοί τινες γεγόνασιν οἱ Ἰουδαῖοι· πεπορθημένης γὰρ αὐτῶν ἁπάσης τῆς χώρας ὁμοῦ τῇ ἁγίᾳ πόλει, φημὶ δὴ τῇ Ἱερουσαλὴμ, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ, θηριοπρεπῆ μὲν ἔχουσι γνώμην, κατὰ τῶν ᾑρηκότων αὐτήν. Θρηνοῦσί γε μὴν παθοῦσαν ὡς περιστεραί. Γέγραπται γὰρ, ὅτι Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί.6 Ἢ τάχα που καὶ ἕτερόν τι καταδηλοῦν τὸν προφητικὸν ἐν τούτοις οἰησόμεθα λόγον. Πορεύσονται γὰρ, φησὶν, ὡς ἄρκος καὶ περιστερὰ, τουτέστι, διαζήσουσιν ἐν ἀγριότητι νοῦ, συνεζευγμένης ἀσυνεσίας· καὶ ἀγριότητος μὲν ἡ ἄρκος εἰκὼν, ἤτοι παράδειγμα, εὐηθείας δὲ καὶ ἀσυνεσίας ἡ περιστερά.
Εἴρηται γοῦν περὶ τοῦ Ἰσραὴλ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ἦν Ἐφραὶ̈μ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· εὑρήσομεν δὲ τοὺς Ἰουδαίους ἀγριομώρους ὄντας τινὰς κατὰ ἀλήθειαν. Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης· ἠρνήσαντο γὰρ αὐτὸν σοφίας ὄντα καὶ συνέσεως χορηγὸν, ἡμέρους τε καὶ πράους ἀποφαίνοντα τοὺς ἀγαπῶντας αὐτόν. Ἔφη γοῦν ὁ προφήτης Ἱερεμίας περὶ αὐτῶν ποτὲ μὲν, ὅτι Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως,6 ποτὲ δὲ πάλιν, Οὐ σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.6 Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία, μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν· πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν.
Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν. Ἀεὶ φιλαλήθης ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος. Λαλεῖ γὰρ ἐν αὐτοῖς τῆς ἀληθείας τὸ πνεῦμα, τουτέστι Χριστοῦ. Ταύτης ἕνεκα τῆς αἰτίας, ἐπειδὰν ποιῶνται μνήμην τῆς ἀποβολῆς τοῦ τῶν Ἰουδαίων ἔθνους, καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ὀργῆς διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, διαμέμνηνται χρησίμως, καὶ τῆς ἐσομένης ἐπιστροφῆς αὐτῶν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, κλήσεώς τε τῆς ἐν Χριστῷ διὰ πίστεως. Οἰκονομικώτατα τοίνυν, ἵνα μή τις οἴηται ψευδοεπεῖν τὴν ἀλήθειαν, αὐτοὺς εἰσκομίζει μεταγινώσκοντας, καὶ τὸ αὐτῶν πρόσωπον ἀναλαβὼν, μονονουχὶ παρίστησι Θεῷ λέγοντας·
PG 70:1315Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν. Κρίσιν δέ φασι τὴν δικαιοσύνην, τὴν διὰ Χριστοῦ δηλονότι, ἢν λήψεσθαι μὲν προσεδόκουν, παρ’ αὐτοῖς δὲ οὐκ ἔστι, γεγόνασι δὲ σκληροὶ καὶ ἀπειθεῖς. Διὰ τοῦτό φησιν, ὅτι Σωτηρία μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν. Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἐν ἡμῖν. Ἐπειδὴ γὰρ ὅλως ἐκπεπτώκασι τοῦ δικαιοῦντος ἐν πίστει, μακρὰν γεγόνασι καὶ τῆς παρ’ αὐτοῦ σωτηρίας, οὐκ ἀποβαλόντες τῆς ἁμαρτίας τοὺς μολυσμοὺς, οὐκ ἀποτριψάμενοι τῆς ἀνομίας τὰ ἐγκλήματα, ἀλλ’ οἷον ἐντετηγμένον αὐτοῖς τὸν ἐντεῦθεν ἔχοντες ῥύπον. Διὰ τοῦτο προσεφώνει λέγων αὐτοῖς ὁ Χριστὸς, Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.6 Οὐκοῦν ἐπειδήπερ οὐ πεπιστεύκασιν, ἐναπέθανον ταῖς ἁμαρτίαις αὐτῶν·
ἐπειδὴ δὲ πολυτρόπως δεδυσσεβήκασι κατὰ Χριστοῦ, καὶ τούτων αὐτῶν ποιοῦνται τὴν ἐξομολόγησιν. Φασὶ γὰρ, ὅτι Τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν. Ἠσέβησαν γὰρ οὐ φορητῶς καταψευσάμενοι τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἀποστάντες τοῦ θέλειν κατακολουθεῖν αὐτῷ. Προςομολογοῦσι δὲ, ὅτι Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν, ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους. Ἄδικα γὰρ λελαλήκασι κατὰ Χριστοῦ· ποτὲ μὲν γὰρ διασύροντες αὐτοῦ τὴν δόξαν, καὶ διαβάλλοντες τὰς θεοσημίας, ἔφασκον, ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, ποτὲ δὲ καὶ τίκτοντες ἀπὸ τῆς ἑαυτῶν καρδίας λόγους ἀδίκους· κατηγόρευσαν γὰρ αὐτοῦ, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον τε καὶ οἰνοπότην ὀνομάσαι τολμήσαντες, σεσυκοφαντήκασι δὲ καὶ ἐπὶ Πιλάτου λέγοντες, ὅτι Ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι.6 Διὰ τοῦτό φασιν, ὅτι Ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλαλήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν·
ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδικίας, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκε,6 τουτέστιν, ἐῤῥίψαμεν κατόπιν τὴν δικαιοσύνην, καὶ οἷον νῶτα δεδώκαμεν ἀποστραφέντες αὐτήν. Διὰ τοῦτο μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν. Αὗται δὴ οὖν μετανοούντων φωναὶ, καὶ ζητούντων ἐλεεῖσθαι παρὰ Χριστοῦ. Χρῆμα γὰρ σωτήριον τὸ μετανοεῖν, καὶ τὰς τῶν πλημμελημάτων ὁμολογίας ποιεῖσθαι σαφῶς. Γέγραπται γὰρ, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.6 Ἔφη δὲ καὶ ὁ θεσπέσιος Μελῳδός· Εἶπα, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.6 Ὅτι κατηναλώθη ἐν τοῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι’ εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν, τοῦ συνειδέναι, καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.
PG 70:1317Καὶ εἶδε καὶ οὐκ ἦν ἀνὴρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ, ᾗ ἐστηρίσατο, καὶ ἐνεδύσατο δικαιοσύνην, ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς. Καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως, καὶ περιβόλαιον, ὡς ἀνταποδώσων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ Κυρίου, ἥξει μετὰ θυμοῦ. Διαμνημονεύσας ὁ προφήτης, ὧν ἐροῦσιν ἐν καιρῷ κλήσεως αὐτῶν οἱ ἐξ Ἰσραὴλ, αἰτοῦντες παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν, μεθίστησι πάλιν τοὺς λόγους εἰς τὸ ἑαυτοῦ πρόσωπον, καὶ καταγορεύει τῶν ἐξ Ἰσραὴλ, μᾶλλον δὲ συναινεῖ, ὅτι γεγόνασι πονηροὶ, καὶ ἀποστάται, καὶ τῆς ἀληθείας ἐχθροί· διϊσχυρίζεται δὲ λέγων, ὅτι Κατηναλώθη ἡ ἀλήθεια ἐν ταῖς ὁδοῖς αὐτῶν, τουτέστι, μονονουχὶ δεδαπάνηται, καὶ εἰσάπαν ᾤχετο.
Οὐ γὰρ ἦν ὅλως ἐν τοῖς ἔργοις αὐτῶν ἀλήθεια, τουτέστι, τῆς ἀληθείας ὁ νόμος. Διὰ τοῦτο δι’ εὐθείας οὐκ ἠδύναντο διελθεῖν οἱ γὰρ ὅλως διολισθήσαντες τοῦ εἰδέναι τὸ πολιτεύσασθαι συννόμως, καὶ κατά γε τὸ τῇ ἀληθείᾳ δοκοῦν, ἀλήθεια δὲ ὁ νόμος τοῦ Θεοῦ ὠνόμασται πανταχοῦ, πῶς ἂν ἦλθον εὐθὺ τοῦ πρέποντος; ἢ πῶς οὐ καμπύλας καὶ διεστραμμένας ἐσχήκασι τὰς ὁδούς; Προστιθεὶς δὲ καὶ λέγων, ὅτι Ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι, διαδείκνυσιν ὅτι παντελῶς ἀπεφοίτηκεν αὐτῶν ἡ ἀλήθεια, καὶ μετέστησαν ὁλοτρόπως τοῦ δύνασθαί τε συνιέναι τῶν τελούντων εἰς σωτηρίαν. Ταῦτα, φησὶν, εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ. Οὐ γὰρ ἦν παρ’ αὐτοῖς κρίσις, τουτέστι, δικαιοκρισία, καὶ νόμος. Εἶτα· Τεθέαται, φησὶ, καὶ οὐκ ἦν ἀνὴρ, κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, Ἐπειδὴ γάρ ἐστι φιλοικτίρμων, ὡς Θεὸς ἀνίησιν, ἔσθ’ ὅτε, καὶ ὁλοκλήρῳ πόλει ἐγκλήματα, δι’ ἕνα, καὶ μόνον εὑρεθέντα δίκαιον ἐν αὐτῇ· καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου·
Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.6 Ὑπέσχετο δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἀνήσειν κόλασιν, εἰ πέντε δικαίους ἔσχον παρ’ ἑαυτοῖς, τουτέστι, ἐν ἑκάστῃ πόλει δίκαιον ἕνα. Κατενόησε τοίνυν, φησὶ, καὶ οὐκ ἧν ἀνὴρ, οὐκ ἦν ὁ ἀντιληψόμενος. Ὁ γὰρ δίκαιος τὸν θεῖον κατευνάσας θυμὸν, καὶ ἀρκέσας μόνος εἴς γε τὸ δύνασθαι καταπραῦναι Θεὸν, ἀντιλαμβάνεται πάντως ἐκείνων, ὑπὲρ ὧν ἂν προσάγῃ τὰς λιτάς. Ἐπεὶ δὲ ἦν τοιοῦτος οὐδεὶς, ἠμύνατο αὐτοὺς, φησὶ, τῷ βραχίονι αὐτοῦ, τουτέστι, τῇ δυνάμει, ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ· οὐ γὰρ ὁλόῤῥιζον ἀνεῖλε τὸν Ἰσραὴλ, σέσωκε δὲ κατάλειμμα φιλάνθρωπος ὢν, καὶ τοῖς ἁγίοις αὐτῶν πατράσιν ἀψευδῆ τετήρηκε τὴν ὑπόσχεσιν.
PG 70:1319Εἶτά φησιν ὁ προφήτης, ὅτι Θώρακα μὲν ἐνεδύσατο, περιέθετο δὲ περικεφαλαίαν καὶ ἱμάτιον ἐκδικήσεως, ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. Μόνον γὰρ οὐχὶ πολεμάρχην ἔφη τινὰ γενέσθαι κατ’ αὐτῶν τὸν τῶν ὅλων Θεὸν, παντευχίαν ἔχοντα, καὶ εὖ εἰδότα τὰ τακτικά. Δείκνυσι δὲ διὰ τούτων τῆς ἐπ’ αὐτοῖς ὀργῆς τὴν ἔφοδον· ἀντετάξατο γὰρ αὐτοῖς ὁ παναλκὴς, πρὸς ὃν εἴρηται δικαίως· Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;6 Ἐπενηνεγμένων δὲ τοῖς Ἰουδαίοις τῶν κολαστηρίων, Φοβηθήσονται οἱ ἀπὸ δυσμῶν καὶ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ, ἥξει, φησὶ, κατὰ τῶν ἀπειθησάντων ἡ ὀργὴ, καθάπερ τις βιαιότατος ποταμὸς πάντα κατασύρων, καὶ ἀπρόσβλητον ἔχων τὴν τῶν ναμάτων καταφοράν.
Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη λέγει Κύριος. Τὸ Πνεῦμα τὸ ἐμόν ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα μου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου. Εἶπε γὰρ Κύριος ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα. Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ καὶ τῆς ἐπενεχθησομένης τοῖς Ἰουδαίοις ὀργῆς διεμέμνητο σαφῶς, ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν τῶν ὅλων Σωτῆρα, καὶ Λυτρωτήν· εἶτα τῆς δοθησομένης αὐτοῖς ἐν ὑστέροις καιροῖς ἐλεημοσύνης, καὶ φιλανθρωπίας ἐποιεῖτο τὴν προαγόρευσιν· ἔφη γὰρ ὅτι, Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο· οὕτω κἀνθάδε, καθάπερ τινὰ χειμάῤῥουν ἀφόρητόν τε καὶ βιαιότατον καταβήσεσθαι κατ’ αὐτῶν τὸν τοῦ Κυρίου θυμόν.
Εἰπὼν δὲ, καὶ τὸν περὶ τῆς δοθησομένης αὐτοῖς εὐλογίας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ποιεῖται λόγον. Ἥξει γὰρ ἕνεκεν Σιὼν ὁ ῥυόμενος. Καταπεφοίτηκε γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γενόμενος ἄνθρωπος, ἵνα καὶ πρό γε τῶν ἄλλων καλέσῃ τὸν Ἰσραὴλ, διασώσῃ δὲ καὶ τῶν ἐθνῶν τὴν πληθύν· καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς, ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.6 Μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.6 Ἥξει δὴ οὖν ὁ ῥυόμενος, ἐξ ἁμαρτιῶν δηλονότι, ἐκ θανάτου καὶ φθορᾶς, ἐξ ὠμότητος διαβολικῆς, ἐκ τῆς τῶν δαιμονίων ἀπάτης καὶ πλεονεξίας.
Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, εἶπε Κύριος. Τὸ δὲ ἅπαξ ὁρισθὲν διὰ βουλῆς τοῦ Θεοῦ καὶ ἐπαγγελθὲν, πάντη τε καὶ πάντως, ἀραρὸς ἔσται, καὶ οὐκ ἀρνηθήσεται. Ποία τοίνυν ἔσται, φησὶν, ἡ παρ’ ἐμοῦ διαθήκη; Τὸ Πνεῦμα τὸ ἐμὸν, καὶ τὰ ῥήματα, ἃ ἔδωκα ἐν τῷ στόματί σου, οὐ μὴ ἐκλείπῃ ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον. Σαφεστάτη γὰρ ἀπόδειξις τοῦ λελυτρῶσθαι τὸ γένος τὸ ἀνθρώπινον, ἤγουν καὶ πρό γε τῶν ἄλλων τοὺς ἐξ Ἰσραὴλ, πιστεύσαντας τὸ ἐν μεθέξει γενέσθαι Πνεύματος ἁγίου, δι’ οὗ καὶ τὸ τῆς υἱοθεσίας εἰςφέρεται καύχημα, καὶ λαλεῖν ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, καθὰ γέγραφεν ὁ πάνσοφος Παῦλος· Μὴ γὰρ εἴπῃς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν, ἢ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
PG 70:1321Ἀλλὰ τί λέγει ἡ Γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου, ὅτι ἐὰν εἴπῃς, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.6 Ἐλάβομεν τοίνυν παρὰ Θεοῦ τὸ ῥῆμα τῆς πίστεως, ἤτοι τὴν ὁμολογίαν· σωτήριον δὲ χρῆμα, καὶ δικαιοσύνης πρόξενον· δικαιοῖ γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς, ὁ καὶ πάλαι βοῶν, Ἰδοὺ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.6 Τοῦτο τὸ ῥῆμα τῆς πίστεως ἐν ἡμῖν ἔστω διηνεκῶς, καὶ ἐκ τοῦ στόματος ἡμῶν οὐ πεπαύσεται. Παραπέμψομεν δὲ αὐτὸ εἰς γενεὰς γενεῶν, δικαιωθήσονται γὰρ οὕτω καὶ οἱ μεθ’ ἡμᾶς. Εἰ γὰρ ἀεὶ Χριστὸς καὶ ἔστι Θεὸς καὶ Κύριος, οὐ καταλήξει πώποτε τῆς εἰς αὐτὸν πίστεως ἡ ὁμολογία, παρὰ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ γὰρ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη· ἐπὶ δέ σε φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ὡς δοθείσης τῆς ἐπαγγελίας τοῦ ὅτι σωθήσεται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἀνασκιρτᾷ τρόπον τινὰ πρὸς εὐθυμίαν ὁ λόγος ἐν τούτοις ἡμῖν ὁ προφητικὸς, μονονουχὶ γὰρ μεγάλην αἴρων εἰς ὕψος τὴν βοὴν ἐπιφθέγγεται· Φωτίζου, φωτίζου, λέγων, ἥκει γάρ σου τὸ φῶς.6 Ἄθρει δὲ ὅπως πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ ἐκνεμηθέντος παρὰ Θεοῦ τοῦ θείου φωτὸς, δῆλον δὲ ὅτι τοῦ διὰ Χριστοῦ, τὸ, ἥκει σου τὸ φῶς, ὁ προφήτης φησὶ, μονονουχὶ παρόντα καταδεικνύων αὐτοῖς τὸν πάλαι μὲν διὰ νόμου, καὶ προφητῶν ἁγίων προαπηγγελμένον, ἐπιλάμψαντα δὲ τοῖς ἐπὶ γῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς μετὰ σαρκός.
Δόξαν δὲ Κυρίου τὸν ἐπιφανέντα φησὶν, ἀνέτειλε γὰρ οἷά τις ἥλιος ὁ Χριστὸς φωτὶ τῷ θείῳ καὶ νοητῷ περιαστράπτων τὰ σύμπαντα, καὶ τῆς ἀληθοῦς θεογνωσίας καθιεὶς τὴν αἴγλην τοῖς ἑτοιμοτέροις εἰς πίστιν. Ἔστι δὲ καὶ δόξα τοῦ Θεοῦ, καὶ Πατρός. Ἐν αὐτῷ γὰρ, καὶ δι’ αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ζωγραφεῖ δὲ ὥσπερ ἐν ἰδίᾳ φύσει τὸν τεκόντα αὐτόν. Καὶ ἐπείπερ ἐγνώκαμεν τὸν Υἱὸν, τεθεάμεθα δὲ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὴν μεγαλειότητα τοῦ Πατρὸς, καὶ τὴν ἀπαράβλητον δόξαν, καὶ τῶν θεοπρεπῶν ἀξιωμάτων τὴν ὑπεροχήν. Καὶ γοῦν ἔφη που Χριστός· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.6 Ὤφθη τοίνυν ἐν ἡμῖν ἡ δόξα τοῦ Θεοῦ καὶ Πατρὸς, εἶτα τῶν ἄλλων ἁπάντων ἐθνῶν ἀποκρίνας τὸν Ἰςραὴλ, ὡς ἐξαιρέτως τετιμημένον παρὰ Θεοῦ, καὶ κλῆρον ὄντα αὐτοῦ, προσεπάγει, καὶ φησίν·
PG 70:1323Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη, ἐπὶ δέ σε φανήσεται Κύριος.6 Καὶ οὐχ ὡς σκότους μέλλοντος κατασκίδνασθαι τῶν ἐθνῶν ἐπιλάμψαντος τῷ κόσμῳ Χριστοῦ, τὰ τοιάδε φησὶ, κατεφωτίσθη δὲ μᾶλλον, καὶ τὸν τῆς ἀρχαίας ἀπάτης ἀποβέβληκε σκότον. Ἀδιαφοροῦσι δὲ πλειστάκις περὶ τὴν τῶν χρόνων ἀπόδοσιν οἱ τὴν θείαν διερμηνεύσαντες Γραφήν. Τεθείκασι τοίνυν, ἀντὶ τοῦ καλύπτει,6 τὸ, καλύψει.6 Ἀληθὲς γὰρ ὅτι καὶ ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ Ἰσραὴλ, ἔτι κεκράτητο σκότῳ τῶν ἐθνῶν ἡ πληθὺς, οὔπω μετατιθεμένης ἐπ’ αὐτὰ τῆς χάριτος. Ἰδοὺ τοίνυν, φησὶ, κεκάλυπται σκότῳ καὶ γνόφῳ, τῆς ἀμαθίας δηλονότι, καὶ τῷ τῆς πλάνης, ἡ γῆ πᾶσα τῶν ἐθνῶν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, ἐπέλαμψε γὰρ, ὡς ἔφην αὐτοῖς, καὶ πρώτως ὤφθη τε αὐτοῖς ἡ δόξα αὐτοῦ, διὰ τῆς ἐξαιρέτου μεγαλουργίας, καὶ σημείων, καὶ τεράτων.
Τεθαυματούργηκε γὰρ ὡς Θεὸς παρ’ αὐτοῖς, τοῦτο μὲν νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, τοῦτο δὲ τυφλῶν ὀφθαλμοῖς τὸ φῶς ἐνιεὶς, λεπροὺς ἐκκαθαίρων νεύματι, δαίμοσιν ἐπιπλήττων μετ’ ἐξουσίας, καὶ ἁπαξαπλῶς οὐδένα τρόπον ἀφεὶς, ὃς ἦν ἱκανὸς εἰς πληροφορίαν, ὅτι Θεός ἐστι κατὰ ἀλήθειαν, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. Πορεύσονται δὲ, φησὶ, βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.6 Συνάπτει πάλιν ὁ προφήτης τῇ ἐπισκέψει τῶν ἐξ Ἰσραὴλ, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, ἵν’ εἰδοῖεν, ὅτι κἂν ταῖς ἀπειθείαις ἀτιμάσωσιν αὐτοὶ τὸν Λυτρωτὴν, καὶ ἀποπηδήσειαν τῆς εἰς αὐτὸν ἀγάπης, ἐπ’ ὀλέθρῳ τῆς αὐτῶν κεφαλῆς, ἔρημος οὐκ ἔσται προσκυνητῶν, σαγηνεύσει δὲ μᾶλλον διὰ τῆς πίστεως, ἔθνη τε καὶ βασιλεῖς· τῇ γὰρ λαμπρότητι τῇ δοθείσῃ σοι, φησὶ, τουτέστι τῷ φωτισμῷ τῷ παρὰ Χριστοῦ, πορεύσονται βασιλεῖς καὶ ἔθνη.
Πορεύσονται δὲ ὅποι; Εἰς τὴν διὰ πίστεως σωτηρίαν δηλονότι, εἰς εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν, εἰς τὸ εἰδέναι καὶ ὁμολογεῖν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι τῶν ὅλων Γενεσιουργὸς καὶ τεχνίτης. Προσεκύνουν μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλοις, καὶ λίθοις ἀνῆπτον τὸ σέβας. Ἐπειδὴ δὲ τῷ δοθέντι σοι φωτὶ κατελαμπρύνθησαν, καὶ αὐτοὶ, φησὶ, πορεύσονται τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν, οὐδενὶ προσπταίοντες τῶν διὰ μέσου κειμένων, ἀλλ’ ὡς ἐν αὐγῇ, καὶ ἡμέρᾳ, καίτοι νυκτὸς, καὶ σκότους ὄντες υἱοὶ, πάντα τὰ σκάνδαλα παρατρέχοντες. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· Ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται· τότε ὄψει, καὶ φοβηθήσῃ, ἐκστήσῃ τῇ διανοίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν, καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ.
PG 70:1325Πάντες ἐκ Σαββᾶ ἥξουσι, φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι, καὶ οἱ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Οἰκονομίαν ἔχει πλείστην τε ὅσην καὶ σοφὴν ὁ λόγος. Εὐαγγελίζεται γὰρ καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τῶν δύο λαῶν τὴν ἕνωσιν ἐν Χριστῷ, καὶ τῆς τοῦ νόμου σκιᾶς τὴν μεταβολὴν εἰς λατρείαν πνευματικήν. Πάντα γὰρ ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἔκτισε δὲ αὐτὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάςσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Τούτων ἁπάντων ποιεῖται τὴν προαγόρευσιν, καὶ δή φησι πρὸς τὴν νοητὴν Ἱερουσαλὴμ, τουτέστι τὴν Ἐκκλησίαν, τὴν ἀπ’ ἀρχῆς συστᾶσαν ἐξ Ἰουδαίων· πρῶτοι γὰρ αὐτοὶ πεπιστεύκασιν·
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. Ἰδοὺ γὰρ ἥκασι πάντες υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται.6 Ὡς γὰρ ἐκ παντὸς ἔθνους τε καὶ χώρας συλλέγοντος τοὺς πιστεύσαντας τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος σαγηνεύοντος τὴν ὑπ’ οὐρανὸν, καὶ ὡς εἴς τινα πόλιν εὐπυργοτάτην ἀποφοιτᾷν ἀναπείθοντος εἰς τὴν διὰ πίστεως χάριν, ἤγουν εἰς τὴν τῶν ἁγίων τροφὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν, τὰ τοιάδε φησὶ, καθάπερ ἀμέλει, καὶ ἑτέρωθί που· Ἔσται γὰρ, φησὶν, ἐν ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν εἰς αὐτὸ ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ.
Καὶ πορευσόμεθα ἐν αὐτῇ.6 Τέκνα δὴ τῆς Ἱερουσαλὴμ οὐχὶ μόνοι λέγοιντο ἂν οἱ ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ ἅπαντες οἱ ἐκ παντὸς ἔθνους καὶ χώρας κεκλημένοι διὰ πίστεως εἰς τὸ τῆς ἀληθείας φῶς. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.6 Εἴρηται δὲ παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.6 Οὐκοῦν ὡς ἤδη πληθύος συναγηγερμένης ἐξ ἐθνῶν, καὶ προσκυνούσης Χριστῷ· Ἆρον, φησὶ, κύκλῳ τοὺς ὀφθαλμούς σου, τουτέστιν, ἅπασαν περιάθρει τὴν οἰκουμένην, καὶ ἐκ παντὸς μέρους αὐτῆς ὄψει τρέχοντα πρὸς σὲ τὰ σὰ τέκνα, ἥξουσι δὲ καίτοι μακρὰν ὄντες ποτὲ, μακρὰν δὲ οὐ τοπικῶς, ἀλλὰ κατὰ γνώμην, καὶ διάθεσιν νοῦ.
Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν τοῖς ἀποδραμοῦσι τοῦ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.6 Γέγραφε δὲ καὶ ὁ πάνσοφος Παῦλος περὶ Χριστοῦ, ὅτι Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.6 Ἐπιστέλλει δὲ καὶ τοῖς ἐξ ἐθνῶν· Διαμνημονεύετε ὑμεῖς τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰςραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νῦν δὲ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.6 Οἱ γὰρ ὅλως Θεὸν οὐκ εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς, μακρὰν εἶναι λέγονται, καὶ εἰσὶ, κατὰ διάθεσίν τε καὶ γνώμην, ὡς ἔφην.
PG 70:1327Ἀλλ’ ἰδοὺ ἥκασι, φησὶ, τουτέστιν, οὐκ εἰς μακρὰν, οὐδὲ εἰς ἀνάβλησιν ἡ κλῆσις αὐτῶν ἔσται· δραμοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, ποιήσονται δὲ τὴν ἄφιξιν τὴν πρὸς Θεὸν διὰ πίστεως δίχα πόνου παντὸς δυσχερείας τε ἁπάσης καὶ ἱδρῶτος ἐξῃρημένων. Ἐπ’ ὤμων γὰρ ἀρθήσονται· πέπλασται γὰρ τὸ σχῆμα τοῦ λόγου ὡς ἐκ παραδείγματος τοῦ καθ’ ἡμᾶς· τὰ γάρ τοι νεογνὰ τῶν βρεφῶν τιθηνεῖσθαι φιλεῖ, καὶ τοῖς τῶν μητέρων κόλποις καὶ βραχίοσιν ἐπαναπαύεσθαι ζητεῖ. Γίνεταί τι τοιοῦτον ἐπὶ τῶν καλουμένων ἐκ πλάνης Ἑλληνικῆς, θεραπεύονται γὰρ παρὰ τῶν μυσταγωγῶν, σκληραγωγούμενοι μᾶλλον, οὐδὲ τὴν τραχεῖαν εὐθὺς ἰόντες τρίβον, ἀλλ’ οἷον διὰ τρυφερᾶς ἀγωγῆς γαλακτοτροφούμενοί τε καὶ ἀναβαίνοντες κατὰ βραχὺ πρὸς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
Καὶ γοῦν ἐνετέλλετο μὲν τοῖς ἁγίοις ἀποστόλοις βαπτίζειν πάντα τὰ ἔθνη εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκειν τε αὐτὰ τηρεῖν πάντα ὅσαπερ αὐτοῖς ἐνετείλατο. Οἱ δὲ καὶ τοῦτο δρᾷν ἐθέλοντες φορτικὸν οὐδὲν ἐπετίθεσαν ἐν ἀρχαῖς τοῖς πιστεύουσιν εὐτεχνίᾳ χρώμενοι διδασκαλικῇ. Γεγράφασι γὰρ τοῖς ἐξ ἐθνῶν, ὅτι Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος.6 Γράφει δέ τισι καὶ ὁ πανάριστος Παῦλος, ὅτι Γάλα ἐπότισα ὑμᾶς, οὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε.6 Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια τῆς καρδίας γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
Οὐκοῦν ἐπ’ ὤμων ἀρθήσονται, φησὶν, οἱ υἱοί σου, καὶ αἱ θυγατέρες σου, τότε δὲ ὄψει, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ, ἀντὶ τοῦ, θαυμάσεις· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· Κύριε, φησὶν, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.6 Κατειθίσμεθα δέ πως καὶ ἡμεῖς αὐτοὶ, τὸ, ἐξέστην, ἔσθ’ ὅτε λέγειν, ὅταν τι τῶν παραδόξων ὑπό του γενέσθαι συμβῇ. Θαυμάσεις τοίνυν, φησὶ, καὶ ποία τούτου γενήσεται πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν. Σαφεστέραν ἐν τούτοις ποιεῖται τὴν προαγόρευσιν, τοῦ ὅτι κεκλήσεται κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας τῶν ἐθνῶν ἡ πληθύς. Ἦν μὲν γὰρ ἐν τοῖς νοτιωτέροις κλίμασι τῶν Ἰουδαίων ἡ χώρα, τά γε μὴν πρὸς ἄρκτον, καὶ θάλασσαν, καὶ πόλεις, καὶ τὰς ἐπ’ αὐτῇ κειμένας χώρας αἱ τῶν ἐθνῶν ἀγέλαι διεμοιρώσαντο.
PG 70:1329Ἐπειδὴ δὲ τῆς ἀρχαίας ἀπάτης ἀπονοστήσαντες τὴν εἰς τὰ ἀμείνω μεταβολὴν ἐσχήκασι κεκλημένα πρὸς ἐπίγνωσιν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ διὰ τῶν ἱερουργούντων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ταύτῃτοί φησι μεταβαλεῖν εἰς τὴν Ἐκκλησίαν τῆς θαλάσσης τὸν πλοῦτον· πλοῦτος δὲ, ὡς ἔφην, τῶν πρὸς θαλάσσης κειμένων πόλεων καὶ χωρῶν, οἱ κατοικοῦντες ἐν αὐταῖς. Ἥξουσι δέ σοι, φησὶ, καὶ ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ.6 Ἔθνη μὲν γὰρ περίοικα τῆς Ἱερουσαλὴμ, καὶ τὰς ὁμόρους ἔχοντα, Μαδιηναῖοί τε καὶ οἱ ἐκ Γεφάρ. Ἦσαν γὰρ βδελυροὶ, καὶ ἀκρόβυστοι, καὶ εἰδωλολάτραι, ἀλλ’ ὅτι κεκλήσονται καὶ αὐτοὶ, καὶ καρποφορήσουσι τῷ Θεῷ, διαδείκνυσιν ἐν τούτοις. Ἦσαν μὲν γὰρ ἐμβάται καμήλων, καὶ τὰς τοῦ ζῇν ἀφορμὰς ἀπό γε τοῦ μάχεσθαι, καὶ κτηνοτροφεῖν ἐπορίζοντο·
ἦσαν δὲ ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ οἱ ποτὲ πλανώμενοι βέβηλοί τε καὶ ἄμικτοι τοῖς ἡγιασμένοις ἥξουσι, φησὶν, οὐ καθ’ ἕνα μᾶλλον, ἀγεληδὸν δὲ ὥσπερ, καὶ κατὰ πληθὺν, ἢ καμήλοις ἐποχούμενοι, ἤγουν ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοῖς κατὰ χεῖρα τιμῶντες Θεόν. Ἥξουσι δὲ πάντες ἐκ Σαββᾶ φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.6 Χώρα πάλιν ἐστὶν ἡ Σαββὰ τῆς Ἀράβων ἐπέκεινα, καὶ ἀγχοῦ μᾶλλον θαλάσσης Ἐρυθρᾶς, ἐξ ἧς ἡ Σαββὰ ἡ τῶν Αἰθιόπων βασίλισσα ἐν τοῖς Σολομῶντος καιροῖς ἐπεφοίτησε τῇ Ἱερουσαλήμ. Γονιμωτάτη δὲ ἡ χώρα λιβανωτοῦ, χρυσοῦ τε καὶ λίθων τῶν Ἰνδικῶν. Ἥξουσι τοίνυν, φησὶ, καρποφοροῦντες εἰς δόξαν Θεοῦ, καὶ προσάγοντες λίβανον, καὶ χρυσὸν, καὶ λίθους, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ φαιδρότητα νοητὴν, καὶ πλοῦτον πνευματικόν.
Εὐαγγελιοῦνται δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ.6 Πλεῖστοι μὲν γὰρ ὅσοι κέκληνται μὲν ἐξ ἐθνῶν, σεσοφωμένοι δὲ τὴν καρδίαν, καὶ τῶν ἱερῶν δογμάτων νοῦν λαβόντες ἐπιστήμονα διδασκαλικὸν ἐσχήκασι τὸ ἀξίωμα, καὶ τὴν παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σωτηρίαν τε καὶ χάριν ἑτέροις διακηρύττοντες, τὸν τῆς γνησιότητος ἀνεδήσαντο στέφανον. Ἥξουσι δέ σοι, φησὶ, καὶ τὰ πρόβατα Κηδὰρ, καὶ οἱ κριοὶ Ναβαιὼθ, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου.6 Κηδὰρ δὲ, καὶ Ναβεὼθ χῶραι πάλιν ἕτεραι λιπαραί τε καὶ εὔβοτοι, καὶ πλείστους μὲν ἔχουσαι τοὺς ἐνοικοῦντας αὐταῖς, πλὴν εἰδωλολάτρας, καὶ πεπλανημένους. Ἀλλὰ καὶ οὗτοι, φησὶ, κριοὺς, καὶ πρόβατα προσοίσουσι, καὶ πάντα ἔσται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου· καίτοι κατά γε τὸν Μωσέως νόμον οὐκ ἐξῆν ἀλλογενέσι προςάγειν θυσίας τῷ Θεῷ.
Οὐδ’ ἂν εἰ προσῆγον δεκτὰς ἐποιήσατό τις αὐτάς. Ἀλλ’ ἰδοὺ προστάττει Θεὸς δεκτὰς εἶναι καὶ ταύτας τοῖς ἁγίοις θυσιαστηρίοις. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος, βάρβαρος, Σκύθης, Ἕλλην τε καὶ Ἰουδαῖος, ἀλλὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἓν γὰρ γεγόνασιν οἱ δύο λαοὶ, κατενεγκόντος αὐτοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντος. Δεκταὶ τοίνυν αἱ πάντων θυσίαι, προσιόντων Θεῷ διὰ τῆς πίστεως ἐν Χριστῷ. Ἐδοξάσθη δὲ ὁ οἶκος τῆς προσευχῆς τοῦ Θεοῦ. Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὸ βάθος· οὐ γὰρ θυσιῶν, καὶ καπνῶν οἶκον ἔτι βούλεται καλεῖσθαι τὴν Ἐκκλησίαν, καθάπερ ἀμέλει καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ναὸν, εὐχῆς δὲ μᾶλλον, τουτέστι, λατρείας πνευματικῆς.
PG 70:1331Ψάλλει δέ που καὶ φησὶν ὁ θεσπέσιος Δαβίδ· Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.6 Σημειωτέον δὲ ὅτι τοῦτον τὸν στοῖχον καὶ αὐτὸς ὁ Σωτὴρ διεμνημόνευσέ που ταῖς Ἰουδαίων ἐμπορίαις ἐπιτιμῶν, καὶ λέγων· Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.6 Ὅτε τοίνυν οἶκος γέγονε προςευχῆς, τότε καὶ δεδόξασται. Τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσὸν μετ’ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Ἔνεστι πάλιν ἐν τούτοις ἰδεῖν τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκομισμένον, ἤτοι τῆς νοητῆς Ἱερουσαλὴμ, ἆρον ὥσπερ ἐν κύκλῳ τοὺς ὀφθαλμοὺς, καθὰ προστέτακται παρὰ Θεοῦ, εἶτα καταπεπλανημένης τῶν ἐπ’ αὐτῇ τρεχόντων τὸ πλῆθος, καὶ τῶν διὰ πίστεως συναγηγερμένων τὸν ἀριθμοῦ παντὸς ἐπέκεινα δῆμον.
Τίνες γὰρ οἵδε πέτανται, φησὶν, ὡς νεφέλαι, καὶ ὡς περιστεραὶ σὺν νεοττοῖς;6 Σαγηνεύονται γὰρ διὰ πίστεως, οὐ πρεσβύται μόνον, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ νέοι, καὶ ὁμοῦ παισὶ πατέρες, καὶ θυγατράσι μητέρες. Οὐκοῦν κατὰ πάσης ἡλικίας, τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων ἁπλοῦται λῖνον, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν τῇ βίβλῳ Ψαλμῶν γεγραμμένον· Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.6 Πετᾶσθαι δέ φησιν αὐτοὺς, ἢ ὅτι βαδιοῦσιν ἐπ’ αὐτὴν, οὐκ ἀτημελῶς τε καὶ παρειμένως, ἀλλ’ οἷον πτηνοὶ, καὶ δρομαῖοι, ἤγουν τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα μετεωροπολοῦσι τρόπον τινὰ, καὶ ὥσπερ ἐκ θαλάττης νεφέλαι, ἐκ θορύβου τε καὶ τρυφῆς κοσμικῆς, ἄττουσί τε ὑψοῦ, καὶ ἀνανήχονται πρὸς τὴν ἄνω σπεύδοντες πόλιν.
Θαυμαζούσης τοίνυν τῆς Ἐκκλησίας τὴν ἐξ ἁπάσης χώρας τὴν διὰ πίστεως συνδρομὴν, τὴν τοῦ πράγματος αἰτίαν ἀπογυμνοῖ πάλιν ὁ σαγηνεύων αὐτοὺς, καί φησιν· Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον μετ’ αὐτῶν.6 Καὶ νήσους ἐνθάδε συνήσεις, οὐχὶ δὴ πάντως αὐτὰ τὰ τῶν νήσων ἐδάφη, εὔηθες γὰρ, οὔτε μὴν αὐτὰ τὰ τῆς Θαρσεῖς πλοῖα, τοὺς ἐνοικοῦντας δὲ μᾶλλον αὐταῖς, ἤτοι τῶν νήσων τοὺς ἐμβάτας. Θαρσεῖς δὲ ἡ θεία Γραφὴ τὰς Ἰνδικὰς ὀνομάζει πλεισταχοῦ· φασὶ δὲ εἶναι καὶ ἐν τῇ Κύπρῳ Θαρσεῖς πόλιν ὠνομασμένην. Οὐκοῦν ἐπειδήπερ αἵ τε νῆσοι, φησὶ, καὶ οἱ ἐκ τῆς Ἰνδῶν ἥκοντες χώρας ἐμὲ ὑπέμειναν, τουτέστιν, ὑπέστησαν τὸν ἐπενεχθέντα αὐτοῖς παρ’ ἐμοῦ ζυγὸν, διὰ τοῦτο συῤῥεῖ πανταχόθεν ἡ τῶν πιστευόντων πληθύς.
PG 70:1333Ἥκουσι γὰρ, καὶ ἐξ αὐτῆς τῆς Βαρβάρου γῆς ἄνδρες οὐκ ὀλίγοι τὸ Χριστοῦ φοροῦντες ὄνομα, καὶ καρποφοροῦντες εἰς δόξαν αὐτοῦ τὰ ὅσαπερ ἂν αὐτοῖς ἡ χώρα δύνηται φέρειν. Εὔφορον δὲ εἶναι χρυσοῦ, καὶ ἀργύρου φασὶν αὐτήν. Προσκομίζουσι δὲ οὐ κατά γε τὸ παρῳχηκὸς ἔθος ἀψύχοις τισὶν εἰδώλοις, καὶ δαιμονίων ἀγέλαις, ἀλλ’ ἐπειδήπερ ἅγιον γέγονε παρ’ αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ Ἅγιος τοῦ Ἰσραήλ· καὶ οὐχ ἕτερος μὲν ὁ Κύριος, ἕτερος δὲ πάλιν ὁ Ἅγιος τοῦ Ἰσραὴλ, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδοξασμένος. Ἰστέον δὲ ὅτι νῆσοι καλοῦνται, καὶ πόλεις αἱ κύκλῳ, πολλὴν ἔχουσαι καὶ ἀοίκητον ἐρημίαν. Εἰ δὲ λέγοιντο καὶ αὐταὶ ὑπομεῖναι τὸν Κύριον, τουτέστιν, αὐτῷ δουλεῦσαι, συνήσεις, ὅτι καὶ οἱ τὰς ἀβάτους, καὶ ἐξωσμένας ἐρημίᾳ πολλῇ κατοικοῦντες χώρας, ἢ πόλεις ἥξουσι διὰ πίστεως, καὶ καρποφορήσουσι τῷ Χριστῷ χρυσὸν, καὶ ἄργυρον, καὶ οὐχὶ δή που πάντως τὴν ὕλην, ἀλλ’ οἷον τὰ ἐν ἡμῖν τίμια, καὶ λαμπρὰ, καὶ τοῦ παντὸς ἄξια λόγου, πίστιν δηλονότι, καὶ τὴν ἐξ ἁπάσης ἀρετῆς φαιδρότητα·
ξένια γὰρ ταῦτα Θεῷ, καὶ πνευματικῆς λατρείας ἀναθέματα λαμπρὰ, καὶ τεθαυμασμένα. Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαββᾶ δῶρα προσοίσουσι. Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.6 Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. Ἐξαίσιον καὶ τοῦτο, καὶ θεοπρεποῦς δυνάμεως ἀποτέλεσμα. Τεύχη μὲν γὰρ καὶ περίβολοι σώζοντες τῆς Ἐκκλησίας τὰ τέκνα, νοηθεῖεν ἂν πίστις ὀρθὴ, καὶ ἀμώμητος, ἔργων τε φαιδρότης ἐξ ἁπάσης ἀρετῆς συλλέγουσα κάλλος, γνώσεως δὲ δογματικῆς, καὶ μέντοι καὶ ἠθικῶς [ἴς. ἠθικῆς] εἶεν ἂν εἰσηγηταὶ, καὶ διδάσκαλοι τῶν θείων κηρυγμάτων ἱερουργοὶ πάντες ὅσοι ψήφῳ θείᾳ καλοῦνται πρὸς τοῦτο.
Καὶ ἀπαρχὴ μὲν τούτων τῶν ἱερῶν κηρυγμάτων γεγόνασιν ἡμῖν οἱ θεσπέσιοι μαθηταὶ, πλεῖστοι δὲ μετ’ ἐκείνους, οἱ τὸν παρ’ αὐτῶν ἰχνηλατοῦντες λόγον, οὐκ ἐκ μόνων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ ἐκ ταγμάτων Ἑλληνικῶν, οἳ καὶ τῆς ἐν κόσμῳ σοφίας ἐν καλῷ γεγονότες, καὶ εὐγλωττεῖν εἰδότες ἄριστοι γεγόνασι παιδευταὶ τὸν μὲν ἀκλινῆ τῆς πίστεως λόγον οἰκοδομοῦντες ἀστείως ἐν ταῖς τῶν μυσταγωγούντων ψυχαῖς, ἐνιέντες δὲ αὐτοῖς πολιτείας τὴν ἀξιάγαστον συνείδησιν. Οὐκοῦν ἀλλογενεῖς μὲν, ὅτι μὴ ἐξ αἵματος Ἰσραὴλ κατὰ σάρκα, πλὴν ἀρχιτέκτονες σοφοὶ, κατὰ τὸν θεσπέσιον Παῦλον, καὶ εὖ εἰδότες θεμελιοῦν ἐν ἡμῖν τὸν Χριστὸν, διὰ πίστεως δὲ δηλονότι, καὶ εἰσηγήσεως ἀγαθῶν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι.6 Τίνων δὲ οἱ βασιλεῖς;
Ἦ δηλονότι τῶν ἀλλογενῶν. Βασιλεῖς δέ φησιν ἐν τούτοις, ἢ τοὺς ἄρχοντας καὶ ἡγουμένους λαῶν, οἳ παρεστήκασι τῇ Ἐκκλησίᾳ Χριστοῦ, δορυφοροῦντες ὥσπερ αὐτὴν, καὶ συνασπίζοντες τοῖς αὐτῆς τέκνοις, καὶ ἀποσοβοῦντες πᾶσαν ἔφοδον ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἢ κατὰ ἀλήθειαν τοὺς ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένους, καὶ τὸ τῆς βασιλείας ἔχοντας σκῆπτρον, οἳ καὶ παρέστησαν τῇ Ἐκκλησίᾳ. Ἡ δὲ παράστασις ἐν τούτοις σημαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς θείοις, καὶ ἱεροῖς θεσπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. Διὰ γὰρ ὀργὴν ἐπάταξά σε, καὶ δι’ ἔλεον ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλεισθήσονται εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς ἀγομένους.
PG 70:1335Τὰ γὰρ ἔθνη, καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημωθήσονται. Ἐπειδὴ γὰρ, φησὶ, πλείστοις τε ὅσοις καὶ ἀφορήτοις πλημμελήμασιν εὑρέθης ἔνοχος τὴν ἰσόῤῥοπον ὑπομεμένηκας δίκην. Ἦν γὰρ ἀνάγκη τοιαύτην οὖσαν ὑπομεῖναι τὰ ἐξ ὀργῆς. Ἐπειδὴ δέ σοι πάλιν ἐχρῆν ὡς ἐξ ἀγαθοῦ τε καὶ φιλοικτίρμονος Κυρίου καὶ Θεοῦ δοθῆναι τὸν ἔλεον, δέδοται, καὶ διώξω τὰ ἐξ ὀργῆς. Τί οὖν ὑπάρξει, τί δὲ δοθήσεται πεπαυμένων τῶν σκυθρωπῶν; Ἀνεωχθήσονται, φησὶν, αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλεισθήσονται.6 Ἔοικεν ἐν τούτοις εἰρήνην αὐτοῖς ὑπισχνεῖσθαι, καὶ τὴν ἐντεῦθεν εὐδίαν. Αἱ μὲν γὰρ ἐν ὑποψίᾳ πολεμίων ἐμβολῆς οὖσαι πόλεις, οὐκ ἀεὶ τὰς πύλας ἀναπετασμένας ἔχουσιν, ἀλλ’ ὡς ἐν καιρῷ καὶ χρείᾳ, καὶ ἐν ἡμέρᾳ μόλις, καὶ οὐ δίχα δειμάτων· αἱ δὲ εἰσάπαν ἀπηλλαγμέναι τοῦ προσδοκᾷν τι τοιοῦτο ὑπομεῖναι ἀνευρύνουσιν αὐτὰς τοῖς εἰςβάλλουσι, κἂν εἰ ἐν νυκτὶ τοῦτο δρῶσί τινες.
Εἰ τοίνυν εἰρήνην αὐτοῖς ἐπαγγέλλεται Θεὸς, καὶ πλάτος εὐημερίας, ἤγουν ἀδιαλείπτως ἔσται τῶν πρὸς αὐτὴν ἰόντων ἡ συνδρομὴ, καὶ οἷον διηνεκὴς ἡ εἴσοδος, ἑλκομένων τρόπον τινὰ διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ὥστε δοκεῖν ἀνανεῶχθαι τὰς πύλας, καὶ καιρὸν οὐκ εἶναί τινα, καθ’ ὃν αὐτὰς κλείεσθαι πρέπει, καὶ οὐχὶ μόνοις τοῖς ἐν ὑφέσει βίου, καὶ ὑπὸ ζυγὰ βασιλείας, ἀλλὰ γὰρ καὶ αὐτοῖς τοῖς τὸ κατὰ πάντων ἔχουσι κράτος. Ἔξεστι δὲ διὰ πραγμάτων ἰδεῖν τῆς προφητείας τὴν δύναμιν κρατοῦσαν εἰς δεῦρο. Δέχεται γὰρ ἡ Ἐκκλησία κατὰ πάντα καιρὸν τοὺς πιστεύειν ἐθέλοντας, ἐκκλείει δὲ ὅλως οὐδενὶ τὴν εἰς τοῦτο σπουδήν· ἔξεστι δὲ τοῖς ἐθέλουσι παραποδίζοντος οὐδενὸς, καθ’ ὃν ἂν βούλωνται καιρὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας ἄγεσθαι φῶς· ἄγει δὲ ἅπαντας Θεὸς καὶ Πατὴρ εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι’ οὗ, καὶ ἐν ᾧ, καὶ μεθ’ οὗ δοξάζεται.
Καὶ τοῦτο αὐτὸς ἡμῖν καταμεμήνυκε, λέγων· Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.6 Ἐθνῶν δὲ δύναμιν εἰσαχθήσεσθαί φησιν, ἵνα μὴ μόνους ἐννοῇς, ὡς ἔφην, τοὺς ἐν σμικρότητί τε καὶ ἐν ὑφέσει, ἀλλὰ γὰρ καὶ αὐτοὺς τοὺς ἐν δυνάμει, καὶ δόξῃ τῇ κατὰ τόνδε τὸν βίον. Προςεπάγει δὲ ὅτι, Καὶ ἔθνη, καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ ἐρημωθήσονται.6 Οἱ γὰρ ἄπιστοι, καὶ ἀμυσταγώγητοι, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἀμέτοχοι, κἂν εἴτε τινὲς εἶεν τῶν περιφανῶν, εἴτε τῶν ἀσημοτέρων, εἰς πέταυρον ᾅδου, καὶ εἰς παγῖδα θανάτου πεσοῦνται· ἐντεθνήξονται γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, καὶ τὴν ἁπασῶν ἐσχάτην ὑπομενοῦσι δίκην. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου.
PG 70:1337Ὄρος ἐστὶ τῆς Φοινίκης ὁ Λίβανος, κέδροις τε, καὶ κυπαρίσσοις, καὶ πεύκῃ κατάκομον, καὶ αὐτοῖς δὲ τοῖς τοῦ Λιβάνου φυτοῖς. Θαυμάζεται δὲ ταύτης ἕνεκα τῆς αἰτίας τὸ μνημονευθὲν ὄρος, ὡς ἀφθονωτάτην ἔχον τὴν ὕλην, καὶ δένδρεσι τοῖς εὐμηκεστάτοις, καὶ εὐοσμοτάτοις καταπλουτοῦν. Αὕτη τοίνυν ἡ δόξα δοθήσεταί σοι, φησὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς. Τρέφει γὰρ ἡ Ἐκκλησία Χριστοῦ πλείστας τε ὅσας, καὶ εὐδοκίμους ἁγίων κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, ναὶ μὴν καὶ εὐοσμοτάτας. Χριστὸν γὰρ εὐοδιάζουσιν· ἔνεστι δὲ αὐτοῖς καὶ τὸ πέρα κεῖσθαι φθορᾶς τῆς ἐκ φρονήματος σαρκικοῦ, καθάπερ ἀμέλει καὶ τὸ μὴ φθείρεσθαι πεύκῃ τε καὶ κέδρῳ. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τοῖς τοιοῖσδε τῶν φυτῶν ἀφομοιοῦν ἔσθ’ ὅτε τὴν τῶν ἁγίων πληθὺν, καὶ γοῦν ἔφη που πάλιν Θεὸς διὰ φωνῆς Ἡσαί̈ου·
Καὶ ποιήσω ὕδωρ ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.6 Γῇ μὲν γὰρ ξηρᾷ τε καὶ ἀνύδρῳ παρεικάζει τὰ ἔθνη· οὐ γὰρ ἦν παρ’ αὐτοῖς θεῖος λόγος ὁ ζωοποιεῖν δυνάμενος, καὶ εἰς αὔξησιν ἀναφέρειν τὴν ἐν εὐσεβείᾳ τε καὶ γνώσει Θεοῦ, ἀλλὰ γεγόνασι παρ’ αὐτοῖς κέδρος, καὶ πύξος καὶ μυρσίνη, καὶ κυπάρισσος, καὶ λεύκη, τουτέστιν, εὐμήκη τε καὶ ἀξιάγαστα φυτὰ, ὧν καὶ ὁ θεσπέσιος Μελῳδὸς διαμνημονεύει λέγων· Ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, καὶ αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.6 Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, Θεοῦ γεώργιόν ἐσμεν.6 Αὕτη τοίνυν ἡ δόξα τοῦ Λιβάνου, φησὶ, δοθήσεταί σοι, τουτέστιν, ὀφθήσῃ κατάνομος πολλαῖς καὶ τεθαυμασμέναις ἁγίων κεφαλαῖς.
Ἔσται δὲ τοῦτο, ὥστε δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου. Καύχημα μὲν γὰρ Ἐκκλησιῶν οἱ τοῖς τῶν ἀρετῶν ὑψώμασιν ἐμβεβηκότες, καὶ χθαμαλὸν οὐδὲν, ἤγουν γήϊνον, καὶ χαμαιῤῥιφὲς ἔχοντες εἰς νοῦν διὰ τοῦ φρονεῖν τὰ σαρκὸς, ἄττοντες δὲ μᾶλλον ὑψοῦ, καὶ τὰ ἄνω φρονοῦντες, καὶ οἷον ἀποφοιτῶντες τῆς γῆς, καὶ περιπατοῦντες μὲν ἐπ’ αὐτῆς, ἄνω δὲ καὶ ἐν οὐρανοῖς ἔχοντες τὸ πολίτευμα. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ. Αὐτὸ τῶν πραγμάτων τὸ πέρας διαδείκνυσιν ἀκριβῶς τῆς προφητείας τὴν δύναμιν, οὐκ ἔξω βαίνουσαν τ’ ἀληθοῦς· ἐμπαροινησαμένη γὰρ τῷ πάντων Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ ταπεινὴ γέγονεν ἡ Ἱερουσαλὴμ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποβεβλημένη, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπολισθήσασα, καὶ φειδοῦς ἐρήμη τῆς ἄνωθεν γενομένη, πεσοῦσα δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, οἳ δὴ καὶ πᾶσαν τὴν Ἰουδαίαν καταδῃώσαντες, καὶ αὐτὸν ἐνέπρησαν τὸν θεῖόν τε καὶ διαβόητον ναόν.
Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα Θεοῦ κατοικτείραντος, πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ εὐαρίθμητοι τῶν ἐξ Ἰσραὴλ, κεχρημάτικεν Ἐκκλησία Χριστοῦ, καὶ γέγονε μήτηρ ὥσπερ ἐθνῶν. Οἱ γὰρ υἱοὶ τῶν ποτε ταπεινωσάντων αὐτὴν, τουτέστιν, οἱ τῶν ἐπιγείων κρατοῦντες πραγμάτων, καὶ ταῖς τῶν σκήπτρων διαδοχαῖς ὡς ἐξ ἐκείνων ἐρχόμενοι σεπτὴν ἡγοῦνται τὴν Ἐκκλησίαν, καὶ δεδοικότες, τουτέστι, μετ’ εὐλαβείας, καὶ τὸν θεῖον εἰς νοῦν ἔχοντες φόβον προσίασιν αὐτῇ· Κέκληται γὰρ πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ.6 Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, καὶ τοῦτο διδάσκει ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς αὐτὴν, Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.6 Καὶ αὐτὸς δέ που φησὶν ὁ τῶν ὅλων Κύριος διὰ τῆς τοῦ Ψάλλοντος λύρας· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτὴν, τὴν θύραν αὐτῆς εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτον, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.6 Εἰ δὲ δὴ βούλοιτό τις καὶ τῶν ποτε διωξάντων τὴν Ἐκκλησίαν βασιλέων υἱοὺς τοὺς καθεξῆς ὀνομάζειν, οἳ μετὰ τιμῆς καὶ δέους προσέρχονται νῦν αὐτῇ, καὶ ὡς θείαν τιμῶσι πόλιν, οὐκ ἔξω φέρεται τοῦ σκοποῦ.
PG 70:1339Ὁρῶμεν γὰρ εἰς τοῦτο ἐκβεβηκὸς τὸ τῶν πραγμάτων πέρας. Διὰ τὸ γενέσθαι σε ἐγκαταλελειμμένην, καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ὁ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ. Γέγονας μὲν γὰρ, φησὶν, ἐγκαταλελειμμένη, καὶ μεμισημένη, καὶ οὐκ ἦν ὁ βοηθῶν.6 Αὕτη σοι πρόφασις τῆς ταπεινώσεως ἦν, πεπαρῴνηκας γὰρ εἰς τὸν ὑψοῦν δυνάμενον, καὶ ἀκράδαντόν σοι φυλάξαι τὸ εὐημερεῖν, ἀλλ’ οὐδεὶς ἦν ὁ χεῖρα νέμων ἐπίκουρον, ἐπείπερ ἦσθα θεομισής· πεπαρῴνηκας γὰρ οὐκ εἰς ἕνα τινὰ τῶν ἐν τάξει κειμένων οἰκετικῇ, καὶ διακονικὴν ἐχόντων τὴν λειτουργίαν, ἀλλ’ εἰς αὐτὸν τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον.
Ἐπειδὴ δὲ ἅπαξ πέπονθας τὴν ταπείνωσιν παρελάσει τὰ μοχθηρὰ, καὶ τοῖς δευτέροις ἀνακτήσεταί σε. Ὥσπερ γὰρ ἀπειθήσασαν ἔδει κολάζεσθαι ψήφῳ δικαίᾳ Θεοῦ, οὕτως ἐπιστρέψασαν ἐλεεῖσθαι πρέπει. Θήσω σε τοίνυν, φησὶν, εὐφροσύνην γενεαῖς γενεῶν·6 στυγνὸν γὰρ οὐδὲν ἐν Ἐκκλησίᾳ Χριστοῦ, ὅπου δὲ ὅλως ἐλπὶς ἀφθαρσίας, καὶ ἀτελευτήτου ζωῆς, καὶ ἀμηρύτου δόξης, καὶ βασιλείας οὐρανῶν, ποῖον ἂν ἔχοι τὸ κατηφές; Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι διδάσκειν τῆς προφητείας ὁ νοῦς, ὅτι πολλοὶ τῶν ἐξ ἀγέλης Ἑλληνικῆς σεσοφωμένοι τὸν νοῦν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ δογματικῆς εὐτεχνίας εἰς γνῶσιν ἀναπηδήσαντες, ἔσονται διδάσκαλοι τῆς ἐξ Ἰουδαίων Συναγωγῆς. Δοκεῖ δέ πως εἰς τὸ παρὸν ὁ λόγος, οὐχὶ ταύτην ἰέναι μᾶλλον τῶν ἐννοιῶν τὴν ὁδὸν, ἐκεῖνο δὲ ἴσως βούλεσθαι καταδηλοῦν, ὅτι ταῖς ἐξ ἐθνῶν καρποφορίαις, καὶ βασιλικοῖς ἀναθήμασιν ἐμπλησθήσεται.
PG 70:1341Διαδείκνυσι γὰρ ἀληθὲς ὂν καὶ τοῦτο τῶν πραγμάτων ἡ πεῖρα. Τούτων δὲ οὕτω τετελεσμένων φησὶν, ὅτι Ἐγὼ Κύριος ὁ σώζων σε.6 Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαί̈ας· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.6 Χάριτι γὰρ καὶ φιλανθρωπίᾳ Θεοῦ σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ὥστε μὴ εἰσάπαν ἀπολέσθαι τὸ ἐξ ἁγίων πατέρων ἔθνος. Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων, οἴσω σοι χαλκὸν, ἀντὶ δὲ λίθων, σίδηρον. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. Δέχεται μὲν τὰς ὕλας ὡς ἐν τάξει παραδειγμάτων, πλείστην ὅσην ἐχούσας τὴν πρὸς ἀλλήλας διαφοράν. Σημαίνει δέ τι πλαγίως πνευματικὸν καὶ βαθύ.
Βούλεται γὰρ εἰπεῖν ὅτι πάντα πρὸς τὰ ἀμείνω μεταστήσεται, καὶ τῶν πρώτων διοίσει τὰ δεύτερα. Παραχωρήσει γὰρ πάντως ἡ ἐν νόμῳ παίδευσις τῇ διὰ Χριστοῦ, τουτέστι τοῖς εὐαγγελικοῖς θεσπίσμασι, καὶ τοσοῦτον ἔσται τὸ μεταξὺ, ὅσονπερ ἂν καὶ εἰ τὸ διὰ μέσου χαλκοῦ καὶ χρυσοῦ. Χρυσοφανὴς μὲν γὰρ ὁ χαλκὸς, πλὴν οὐκ ἔστι χρυσὸς, ἀργυροφανὴς δὲ καὶ ὁ σίδηρος, ἔνεστι γὰρ τὸ λαμπρὸν αὐτῷ, πλὴν οὐκ ἄργυρος, ἀλλ’ ἡττᾶται πολὺ τοῦ προὔχοντος. Οὐκοῦν τὴν ἐν νόμῳ παίδευσιν παρεικάσαι τις δύναιτ’ ἂν χαλκῷ, χρυσῷ γε μὴν τὴν διὰ Χριστόν· καὶ πάλιν τῆς ἐν νόμῳ πολιτείας τὴν δύναμιν παρεικάσαι τις ἂν σιδήρῳ, μεμετρημένον ἔχοντι τὸ φαιδρὸν, τήν γε μὴν ἐν Χριστῷ καὶ εὐαγγελικὴν, ἀργύρῳ μᾶλλον· τελεωτάτην γὰρ ἔχει φαιδρότητα, νοητῶς.
Ταύτῃτοι, καὶ ὁ πάνσοφος Παῦλος, καίτοι πλεῖστον ὅσον ἐσχηκέναι λέγων διὰ τῆς ἐν νόμῳ ζωῆς τὸ καύχημα, γνώσεώς τε τῆς ὑπ’ αὐτοῦ, σκύβαλα μὲν ἡγεῖτο τὰ πάντα, Χριστὸν δὲ κερδαίνειν ἤθελε, καὶ τὸ ὑπερέχον τῆς γνώσεως αὐτοῦ. Ξύλα δὲ καὶ λίθοι χρήσιμα πρὸς οἰκοδομήν· εὑρήσομεν δὲ τὸν πάνσοφον Παῦλον τῆς παρά τινων μυσταγωγίας τὴν δύναμιν ταύταις παρεικάζοντα ταῖς ὕλαις. Εἰ γάρ τις, φησὶν, ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον, ξύλα, χόρτον, λίθους, καλάμην.6 Τούτου δὲ οὕτως ἔχοντος, ἐκεῖνό φαμεν, ὅτι τῶν Γραμματέων, καὶ Φαρισαίων ἡ διδασκαλία, ἤγουν καθάπαξ τῶν ἀπίστων Ἰουδαίων ἡ ὑφήγησις, οὐ συνιέντων ὅλως τὸ Χριστοῦ μυστήριον, ὅτι μηδὲ πεπιστεύκασιν εἰς αὐτὸν, παρεικάζοιτο ἂν ξύλοις τυχὸν, καὶ λίθοις, ἡ δὲ ἐν Χριστῷ, καὶ εὐαγγελικὴ, τοσοῦτον ἔχει τὸ ἄμεινον, ὅσον χαλκὸς καὶ ξύλον, σιδηρός τε πρὸς λίθον.
Εὐδιάθρυπτα μὲν γὰρ τὰ παρ’ ἐκείνοις ἦν διδάγματά τε καὶ ἐνθυμήματα, στερεὰ δὲ, καὶ οἷον ἄθραυστα μετὰ τοῦ λαμπροῦ, καὶ τιμίου, τὰ τῶν ἐν Χριστῷ. Ἰουδαῖοι μὲν γὰρ ἐκπίπτουσιν εἰς γενεαλογίας, καὶ μύθους ἀπεράντους τοῖς ὑπὸ χεῖρα λαοῖς ἐξηγούμενοι, λήρους τε τινὰς ἐμπλέκοντες, καὶ γραώδη τερετίσματα· οἱ δὲ τὸν Χριστὸν φοροῦντες εἰς νοῦν, πᾶσαν ὁδὸν εὐτεχνίας ἁγιοπρεποῦς τοὺς ὑπὸ χεῖρα διδάσκουσι, καὶ δογματικῆς ἀκριβείας ἀποφέρουσιν ἐραστὰς, καὶ ἁπάσης ἀρετῆς ἐργάτας τοὺς προσιόντας αὐτοῖς· διαδείκνυσι δέ πως εὐθὺς τὸ ἐπενηνεγμένον, ὅτι τοῦτον ἔχει τὸν σκοπὸν τῆς προφητείας ὁ νοῦς. Δώσω γὰρ, φησὶ, τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.6 Ὡς γὰρ τῶν πρώτων, φησὶν, ἐξωσμένων, ἑτέρους ἀνίστησιν ἄρχοντάς τε καὶ ἐπισκόπους λαῶν ὁ τῶν ὅλων Σωτὴρ διαπρέποντας ἐν εἰρήνη, καὶ δικαιοσύνῃ.
PG 70:1343Εἰρηνεύουσι γὰρ πρὸς Θεὸν, οἱ τὰ αὐτῷ δοκοῦντα φρονεῖν σπουδάζοντες, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασι στεφανούμενοι. Ἔφη τι τοιοῦτον ἑτέρωθί που πάλιν ὁ προφήτης Ἡσαί̈ας, μᾶλλον δὲ διὰ τοῦ προφήτου Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλήμ· Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς, καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών.6 Ναὶ μὴν καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπετίμα λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ἑτέρῳ, ποιοῦντι τοὺς καρποὺς αὐτῆς.6 ΤΟΜΟΣ Ε.
Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα, καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. Καὶ πολύ γε τὸ εἰκὸς ὁ λόγος ἔχει. Εἰ γὰρ οἱ ἄρχοντες αὐτῆς ἐν εἰρήνῃ, καὶ διαπρέποντες ἐν αὐχήμασι δικαιοσύνης οἱ ἐπίσκοποι, κρατήσει πάντως που, καὶ παρὰ τοῖς ὑπεζευγμένοις, τὸ ἐν ἁπάσῃ δικαιοσύνῃ, καὶ εὐσεβείᾳ τῇ κατὰ Χριστὸν ἐπείγεσθαι διαβιοῦν. Οὐκ ἔστι δὲ, φησὶν, οὐδὲ σύντριμμα ἐν τοῖς ὁρίοις σου.6 Σύντριμμα δέ φησι τὴν πλεονεξίαν, τὴν κατά γε τῶν ἐν ὑφέσει, καὶ ἀσθενείᾳ. Εὔδρομοι γὰρ οἱ τοιοίδε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν ἑτοιμοτάτη πρόκεινται θήρα. Ἄδικοι δὲ καὶ πλεονέκται γεγόνασι κατὰ καιροὺς οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, καὶ τοῖς θείοις νόμοις ἀντανιστάμενοι, διαστρόφους ἐποιοῦντο τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις.
Αἰτιᾶται γοῦν αὐτοὺς πλεισταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, ὡς ἀνοσιότητος εἰς τοῦτο διελάσαντας μέτρον, ὥστε καὶ ἀφορήτοις ἐγκλήμασιν ἐνόχους ὄντας ὁρᾶσθαι· ποτὲ μὲν γάρ φησιν, ὅτι οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκριναν, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος, Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.6 Ἐπετίμα δὲ καὶ νενηστευκόσιν ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν, εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύςσετε εἰς κρίσεις, καὶ μάχας, νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν·6 καὶ προσέτι τούτοις διὰ τῆς Ἡσαί̈ου φωνῆς· Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.6 Ἐπειδὴ πέπαυται μὲν τὰ ἐκείνων, ἀντεγήγερται δὲ τῶν ἁγίων ἀποστόλων ὁ χορὸς, καὶ οἱ μετ’ ἐκείνους ἔτι τοῖς αὐτῶν ἴχνεσι κατακολουθεῖν σπουδάζοντες ὀρθοτομοῦσι μὲν τῆς ἀληθείας τὸν λόγον, ἄριστοι δὲ τῶν ὑπὸ χεῖρα γεγόνασι παιδαγωγοί.
PG 70:1345Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἔτι μὲν ἀδικίαν ἐν τῇ γῇ αὐτῶν ἀκουσθήσεσθαί φησιν, ἀλλ’ οὐδὲ σύντριμμα, καὶ ταλαιπωρίαν· κληθήσεσθαι δὲ μᾶλλον σωτήριον τὰ τείχη αὐτῆς, γλύμμα δὲ καὶ τὰς πύλας, τείχη δὲ, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους παιδαγωγοὺς, δογματικαῖς τε καὶ ἠθικαῖς εἰσηγήσεσιν ἀσφαλιζομένους τὴν Ἐκκλησίαν, ὥστε καὶ ἀνάλωτον εἶναι τοῖς ἐχθροῖς, κἂν εἴτε τινὲς εἶεν ὁρατοὶ, εἴτ’ οὖν καὶ ἀόρατοι. Οἱ αὐτοὶ δ’ ἂν εἶεν καὶ πύλαι, ἅτε δὴ καὶ εἰσαγωγικῷ χρώμενοι λόγῳ, καὶ εἰσφέροντες διὰ πίστεως εἰς ἐπίγνωσιν ἀληθείας τοὺς ἔξω τέως ὄντας αὐτῆς. Γλύμμα δὲ ὅτι περικαλλὴς ἦν ἄγαν ὁ λόγος αὐτοῖς, καὶ οἷον εἰς ἀλήθειαν ἐκτετορνευμένος· εὐπρεπὲς γὰρ ἅπαν τὸ γεγλυμμένον· καὶ οἱ μὲν Ἑβδομήκοντα ταύτην δεδώκασι τὴν ἑρμηνείαν, οἱ δὲ ἕτεροι τῶν ἑρμηνευτῶν, ἀντὶ τοῦ γλύμμα τεθείκασι τὸν Ἰησοῦν.
Ἔστι δὲ καὶ τοῦτο ἀληθές. Ὡραῖος γὰρ κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων κεχρημάτικέ τε καὶ ἔστι, τείχη δὲ αὐτὸν, καὶ πύλας πεπλουτήκαμεν. Ἀσφαλίζεται γὰρ ἡμᾶς ἀῤῥήτῳ δυνάμει, καὶ ταῖς τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· Ἐντελεῖται γὰρ, φησὶ, τοῖς ἀγγέλοις αὐτοῦ περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·6 καὶ Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύεται αὐτούς.6 Ἐρχόμεθα δὲ δι’ αὐτοῦ εἰς ἐπίγνωσιν τοῦ Πατρὸς, καὶ γέγονε πρὸς τοῦτο καὶ θύρα, καὶ πύλη, καὶ ὁδός. Ἔφη γοῦν ὅτι Ἐγώ εἰμι ἡ θύρα, καὶ ἡ ὁδὸς, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.6 Ἔστι δὲ καὶ γλύμμα, τουτέστιν ἡ μορφὴ, καὶ τὸ εἶδος τοῦ τεκόντος αὐτὸν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ.
Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη οὐκ ἐκλείψει. Ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον. Βούλονταί τινες διὰ τῆς τῶν προκειμένων ἐννοίας ἀποφέρειν ἡμᾶς εἴς γε τὸ χρῆναί τι τοιοῦτον ὑπονοεῖν. Ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐγηγερμένων τῶν ἐν γῇ κειμένων, καὶ καταφοιτήσαντος ἐξ οὐρανοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἀπρακτήσει μὲν ἡ τῶν στοιχείων λαμπρότης, καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον. Ἔφη δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Σωτὴρ, ὅτι Ἐν ταῖς ἡμέραις ἐκείναις ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.6 Ἀρκέσει γὰρ τοῖς ἁγίοις εἰς φωτισμὸν αὐτὴ τοῦ Σωτῆρος ἡ δόξα.
PG 70:1347Ἀλλ’ ἵνα δοκῇ πως ἕπεσθαι τῇ τῶν ἀνόπιν ἐννοίᾳ τὰ προκείμενα, τὴν ἑρμηνείαν ἐπαινέσαντες ταυτηνὶ, καὶ ἕτερόν τι δηλοῦσθαί φαμεν διὰ τῶν προκειμένων στίχων. Φῶς μὲν γὰρ τὸ ἡλιακὸν, καὶ προσέτι τὸ σεληνιαῖον, χρειῶδές τε καὶ ἀναγκαῖόν ἐστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Ἀλλ’ ἐν νυκτὶ μὲν τὸ ἡλιακὸν συστέλλεται φῶς, ἐν ἡμέρᾳ δὲ τὸ σελήνης. Παραλλὰξ γὰρ ἀλλήλοις παραχωροῦσι τὸ φαίνειν. Τὸ δέ γε θεῖον καὶ νοητὸν, ὃ ταῖς τῶν πιστευσάντων καρδίαις ἐνίησι, φησὶν, ὁ τῶν ὅλων Σωτὴρ διὰ τοῦ ἁγίου Πνεύματος, καὶ διὰ τῶν εὖ εἰδότων μυσταγωγεῖν, ἄσβεστον ἔσται, καὶ ἀκατάληκτον, καὶ ἀειφανὲς, ὥστε μήτε ἡλίου μήτε σελήνης ἐν χρείᾳ καθεστηκέναι τὸν ἑκάστου νοῦν πρὸς φωτισμὸν, ἢ ἀνάβλεψιν· οὐ γὰρ αἰσθητῷ φωτὶ καταλάμπεται νοῦς, ἀρκεῖται δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου Πνεύματος φωταγωγίᾳ, καὶ φαιδρότητι πρὸς τὸ δύνασθαι καθορᾷν τὴν δόξαν Χριστοῦ, καὶ ὅσον ἂν ἔχοι πρὸς τὸν τεκόντα αὐτὸν τὴν ἐμφέρειαν, οὐσιωδῶς δὲ δηλονότι, ναὶ μὴν καὶ τῆς ἀρίστης ζωῆς ἀπλανῶς εἰδέναι τὴν ὁδόν.
Γέγονε τοίνυν φῶς αἰώνιον ἡμῖν ὁ Σωτὴρ, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι, λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,6 καὶ πάλιν· Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.6 Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.6 Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, καὶ ὁ λαός σου πᾶς δίκαιος, καὶ δι’ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτούς. Οἱ τὸν τῆς συντελείας καιρὸν καταδηλοῦσθαι λέγοντες διὰ τοῦ μηκέτι τὸ ἡλιακὸν, ἤτοι τὸ σεληναῖον ἐνεργῆσαι φῶς, συσταλῆναι δὲ μᾶλλον, ἵν’ ὁ Κύριος ἡμῶν φῶς αἰώνιον γένηται, φασὶν ὅτι τοῖς πενθοῦσι νῦν, οὓς δὴ καὶ παρακληθήσεσθαί φησιν ὁ Σωτὴρ, τέλος ἔσται τοῦ πενθεῖν κατ’ ἐκεῖνό που τοῦ καιροῦ· πεπαύσονται γὰρ τοῦ ποιεῖν ἔτι, καὶ κατατρύχεσθαι, καὶ τῶν εἰς αἰῶνα τεύξονται γερῶν.
Τοῦτο γὰρ, οἶμαι, τὸ παρακληθῆναί ἐστιν. Ἐπειδὴ δὲ πάλιν τῶν θεωρημάτων ἕπεσθαι χρὴ τοῖς ἀνόπιν, ἐκεῖνό φαμεν, ὅτι τοῖς μένουσιν ἐν πλημμελείαις τὸ κατηφὲς οἰκεῖον, καὶ ἁρμοδιώτατον. Προσδοκῶσι γὰρ οὐ τιμὰς καὶ στεφάνους, οὐ παράκλησιν τὴν παρὰ Θεοῦ, κόλασιν δὲ μᾶλλον, καὶ πῦρ, καὶ σκότος· οἵ γε μὴν ὄντες ἐν ἀγαθουργίαις τῇ ἐλπίδι χαίρουσι, καθά φησιν ὁ πάνσοφος Παῦλος· διαδέχεται γὰρ τὸ ἐπιεικὲς αὐτῶν ἡ εἰς ἀπεράντους αἰῶνας δόξα, καὶ τρυφή· πλὴν ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, καὶ ὁ πλείσταις ὅσαις ἁμαρτίαις ἐνισχημένος, εἶτα δικαιωθῇ διὰ τῆς πίστεως, καὶ κομίσηται μὲν τῶν αἰτιαμάτων τὴν ἄφεσιν, προσδοκήσει δὲ λαβεῖν καὶ τὰς τοῖς ἁγίοις ηὐτρεπισμένας τιμάς. Τότε δὴ πεπαύσονται μὲν αἱ ἡμέραι τοῦ πένθους αὐτοῦ, καταλήξει δὲ ἱδρῶτος, καὶ κατηφείας, βεβαιοῖ δὲ ὥσπερ ταυτηνὶ τὴν διάνοιαν τὸ ἐφεξῆς κείμενον·
Ἔσται γὰρ, φησὶν, πᾶς ὁ λαός σου δίκαιος,6 τουτέστι, δικαιωθήσεται πᾶς ὁ σοὶ ἑπόμενος λαός· ἔστι δὲ ὁ λόγος ὡς πρὸς τὴν Ἐκκλησίαν· δικαιοῖ δὲ Χριστὸς τὸν ἀσεβῆ χάριτι καὶ φιλανθρωπίᾳ, καὶ ἀνίησι παντὸς αἰτιάματος τοὺς ἁλόντας αὐτός. Τίς γὰρ ἔσται τῶν τοιούτων ὁ χορηγὸς, διαμεμήνυκεν, εἰπών· Φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Φύτευμα γάρ ἐσμεν τῶν φυτῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἔργον αὐτοῦ· ἀγριέλαιοι γὰρ ὄντες ἐνεκεντρίσθημεν εἰς καλλιέλαιον, μονονουχὶ καὶ αὐτουργοῦντος εἰς ἡμᾶς τοῦ Χριστοῦ· οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ἔφη γοῦν αὐτός· Ὁ λαλῶν πάρειμι.Ἔσται δὲ, φησὶ, καὶ ὁ ὀλιγοστὸς εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.6 Νῦν μὲν γὰρ, τουτέστιν, ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἀγίων ἡ δόξα, καὶ τό γε ἧκον εἰς ἀλαζονείας κοσμικὰς ἐλάχιστοί τινες εἶναι δοκοῦσιν οὐκ ἔχοντες δόξαν ἐμφανῆ.
PG 70:1349Ἐπιλάμψαντος δὲ πάλιν ἐξ οὐρανῶν τοῦ Χριστοῦ τὸ τηνικάδε, καὶ ὁ νομισθεὶς ἐλάχιστος εἶναι, καὶ ὀλιγοστὸς ἔσται εἰς ἔθνος μέγα. Καθηγήσεται γὰρ λαῶν, καὶ ἡγεμονεύσει πολλῶν, ἅτε δὴ τὸν εὐδόκιμον ἐν τῷδε τῷ βίῳ διανύσας δρόμον· καὶ τοῦτο ἔστιν ἰδεῖν ἐξ ὧν ἔφη Χριστός· τοῖς γὰρ ἀποστόλοις προσλαλῶν· Ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου καθίσῃ, φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.6 Ἀλλὰ γὰρ καὶ ἐν τῇ τῶν ταλάντων διανεμήσει εὑρίσκεται λέγων, Ἔσο ἐπάνω δέκα φυλῶν·6 ἑτέροις δὲ τὴν μείω δίδωσι μοίραν· Ἔσο γὰρ, φησὶν, ἐπάνω πέντε πόλεων.6 Ἰσοστατοῦσάν που πάντως ταῖς ἐπιεικείαις αὐτῶν τὴν ἀντιμισθίαν ὀρέγων, καὶ τὴν ἑκάστῳ πρέπουσαν ταλαντεύων τιμήν.
Ἐπ’ αὐτῷ δὴ οὖν τούτῳ χαίροντες οἱ ἅγιοί φασιν· Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.6 Τούς γε μὴν ἐλαχίστους νομισθέντας εἶναι κατὰ τὸν βίον, εἶτα γεγονότας εἰς χιλιάδας, καὶ εἰς ἔθνος μέγα. Ἐγὼ, φησὶν, ὁ πάντων Κύριος, συνάξω κατὰ καιροὺς τοὺς τῆς ἐξ οὐρανῶν ἐπιδημίας δηλονότι. Τότε γὰρ ἔσται τοῖς ἁγίοις ἡ παντὸς ἀπόλαυσις ἀγαθοῦ· οἳ καὶ ἁρπασθήσονται, καθά φησιν ὁ πάνσοφος Παῦλος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμεθα ταῖς ἀτελευτήτοις ἐντρυφῶντες τιμαῖς Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας.
Ὁ ἐν τοῖς ἀνόπιν εἰπὼν περὶ τῶν ἐν πίστει κληθησομένων· Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτοὺς,6 ὡς ἐνεστηκότος ἤδη τοῦ καιροῦ, καθ’ ὃν ἐπήγγελται συναγείρειν αὐτοὺς, καὶ ὡς ἤδη γενόμενος ἄνθρωπος, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, Πνεῦμα Κυρίου, φησὶν, ἐπ’ ἐμὲ,6 καίτοι φύσει Θεὸς ὑπάρχων ὁ Μονογενὴς Ἅγιος ἁγίων ἐστὶ, καὶ πᾶσαν αὐτὸς ἁγιάζει τὴν κτίσιν, ἅτε δὴ καὶ ἐξ ἁγίου Πατρὸς πεφυκὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα, καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς, ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Πῶς οὖν ἡγιάζετο; Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτὸς, δίδωσι μὲν θεϊκῶς τὸ πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐτὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ ἀνθρώπινον.
PG 70:1351Ταύτην εἶναί φαμεν τὴν χρῆσιν [ αλ . χρίσιν]. Ἐναργῆ δὲ καθίστησι τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν. Εἰπὼν γὰρ ὅτι παρὰ τοῦ Πατρὸς, προσεπήνεγκεν ἀναγκαίως, Οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἄφεσίν τε κηρύξαι τοῖς ἐν αἰχμαλωσίᾳ, χαρίσασθαι δὲ καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι τε πρὸς τούτοις καὶ ἡμέραν ἀνταποδόσεως·6 πολλὰ κατὰ ταὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὰ περιφανῆ κατορθώματα. Ἵνα γὰρ κατακτήσηται τὴν ὑπ’ οὐρανὸν, καὶ τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν οἰκουμένην προσκομίσῃ τῷ Θεῷ καὶ Πατρὶ μεταστοιχειώσας τὰ πάντα πρὸς τὸ ἀμεινόνως ἔχειν, καὶ οἷον ἀνακαινίσας τὸ πρόσωπον τῆς γῆς, ἔλαβε δὲ δούλου μορφὴν, καίτοι Κύριος ὑπάρχων τῶν ὅλων.
Εὐηγγελίσατο γοῦν πτωχοῖς, ἀπεστάλθαι διὰ τοῦτό φησι. Πτωχοὶ δ’ ἂν εἶεν, ἤγουν νοηθεῖεν, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες ποτὲ τὴν ἔνδειαν, ἐλπίδα τε μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον. Οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ ἐθνῶν, οἱ τὴν εἰς αὐτὸν πίστιν πλουτήσαντες, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδηκότες θησαυρὸν, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι’ οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασιλείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, κληρονόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.6 Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ πνεύματι δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χριστοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν.
Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθενῆ καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγμένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλλεται, τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν. Οἱ γὰρ τῇ κτίσει λατρεύοντες, καὶ τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με,6 εἶτα τὸν φύσει, καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρδίαν; τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς. Κέκληνται γὰρ διὰ πίστεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν ὑπ’ αὐτοῦ, καὶ υἱοὶ νυκτὸς ὄντες, καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτοὺς ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν Ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν Ἑωσφόρος.
Λυπεῖ δὲ οὐδὲν καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα. Καὶ γὰρ ἦσαν πτωχοὶ, καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ οἷον αἰχμάλωτοι, καὶ ἐσκοτισμένοι. Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.6 Ἀφῆκται δὲ ὁ Χριστὸς καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα. Καὶ πρός γε δὴ τούτοις, ἵνα καὶ ἐνιαυτὸν Κυρίου καλέσῃ δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Καὶ δεκτὸς μὲν ἐνιαυτὸς, καθ’ ὃν ἐσταυρώθη ὑπὲρ ἡμῶν Χριστός. Δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατρὶ, καὶ καρποφορηθέντες δι’ αὐτοῦ, καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν, εἰπὼν, Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει·
PG 70:1353ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.6 Καὶ πάλιν, Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.6 Καὶ γοῦν ἀνεβίω τριήμερος πατήσας τοῦ θανάτου τὸ κράτος. Εἶτα τοῖς ἁγίοις μαθηταῖς προσεφώνει, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.6 Δεκτὸς οὗν ἐνιαυτὸς ἐκεῖνός που πάντως, καθ’ ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Ἤγουν δεκτὸς ἐνιαυτὸς, καθ’ ὃν πεφανέρωκε τὴν δόξαν αὐτοῦ διὰ τῆς ὑπὲρ λόγον θεοσημείας· ἐδεξάμεθα γὰρ ἀσμένως τὸν τῆς παρ’ αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκε λέγων·
Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.6 ἡμέραν γε μὴν ἀνταποδόσεως εἶναί φαμεν οὐδὲν ἧττον αὐτὸν τὸν τῆς ἐπιδημίας καιρὸν, καθ’ ὃν ἡ ἀνταπόδοσις δέδοται παρ’ αὐτοῦ τοῖς πιστεύσασιν εἰς αὐτὸν διὰ τῆς ἐν ἐλπίσιν ἐπαγγελίας· οἷον δὲ δή τι φημί· Ἡ κατὰ τὸν Μωσέως νόμον πολιτεία ἐπαινουμένη πρόξενος ἦν τοῖς ἀμωμήτως αὐτὴν ἐθέλουσι κατορθοῦν τῆς ἐνταῦθα εὐπραγίας, ὑπόσχεσιν δὲ γερῶν τῶν εἰς τὸ μέλλον οὐκ εἶχε. Μόνης δὲ τάχα που τῆς κατὰ τόνδε τὸν βίον εὐημερίας ἐποιεῖτο μνήμην· ἐκέλευε μὲν γὰρ ἀπέχεσθαι πλημμελημάτων, ἐπιφωνῶν, ἵνα Μὴ ἀποθάνης ἐν οὐ καιρῷ σου.6 Ἐπεφώνει δὲ καὶ τέκνοις· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.6 Ἐπηγγέλλετο δὲ καὶ καρπῶν ἀφθονίαν, ἔσθ’ ὅτε, καὶ πολέμου παῦλαν, καὶ εἰρήνης πλάτος, καὶ τὴν ἐπ’ αὐτῆς εὐθυμίαν.
Ἔφη γοῦν διὰ φωνῆς Ζαχαρίου· Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν αὐτῇ, καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.6 Καὶ πάλιν· Ἔτι καθίσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσαλήμ. Ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.6 Προσκαίρων οὖν ἄρα γερῶν ἀπόλαυσιν ὁ διὰ Μωσέως νόμος ὑπισχνεῖτο τοῖς πάλαι· τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα τὰς εἰς τὸ μέλλον ἀνταποδόσεις· Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·6 καὶ τοὺς ἐφεξῆς κειμένους μακαρισμοὺς εἴ τις ἕλοιτο πολυπραγμονεῖν ἀνταποδόσει ἐπηγγελμένας, λαμπρὰς καὶ μεγάλας εὑρήσει παρὰ Θεοῦ.
PG 70:1355Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερον τρόπον τὴν ἀνταπόδοσιν τὴν γεγενημένην παρὰ Χριστοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οὐκ ἂν ἔξω βάλοι σκοποῦ. Πάλαι μὲν γὰρ κατηλαζονεύετο τῶν ἐπὶ τῆς γῆς ὁ παμβέβηλος Σατανᾶς· πεπλεονέκτηκε γὰρ τὴν ὑπ’ οὐρανὸν ἀποβουκολήσας αὐτὴν τῆς ἀληθοῦ; γνώσεως τῆς ἐπί γέ φημι τῷ κατὰ φύσιν Θεῷ, τέλμασι δὲ ὥσπερ τοῖς τῆς ἁμαρτίας ἐμβαλὼν, ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν ἀπέφηνε προσκυνητάς. Ἔφασκε γοῦν, ὅτι Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι·6 ἀλλ’ ἥλω κενὰς ἔχων ἐπ’ αὐτῷ δὴ τούτῳ καὶ τὰς ἐλπίδας. Ἀντεγήγερται γὰρ, καὶ ἀντείρηκεν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἰσεπράξατο δὲ καὶ δίκας αὐτὸν τῆς καθ’ ἡμῶν ἀσεβείας, καθεῖλε γὰρ αὐτοῦ πᾶσαν ἰσχὺν, ἐκβέβληται τῆς καθ’ ἡμῶν τυραννίδος, Καὶ σειραῖς ζόφου ταρταρώσας,6 κατὰ τὸ γεγραμμένον, παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους τηρεῖν αὐτόν τε καὶ τοὺς ἑτέρους, οἳ συναποστάται γεγόνασιν αὐτῷ.
Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς ἐκ προσώπου τῶν λελυτρωμένων, καί φησιν· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε, ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· Ναὶ μὴν καὶ ἑτέρωθί που πάλιν φησὶ περὶ αὐτοῦ ὧδε. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι’ αὐτήν.6 Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.6 Καιρὸς οὖν ἀνταποδόσεως, καὶ κατὰ τοῦτον τὸν τρόπον, καθ’ ὃν ἐπέλαμψε τῷ κόσμῳ Χριστός·
ἐληλυθέναι δέ φησιν, ὥστε παρακαλέσαι πάντας τοὺς πενθοῦντας Σιὼν, δοῦναι αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, καὶ ἄλειμμα εὐφροσύνης, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Γεγόνασι μὲν γὰρ κατὰ καιροὺς παρὰ τοῖς Ἰουδαίοις ἄνδρες ἅγιοι, καὶ νομομαθεῖς, καὶ προφητικῶν κηρυγμάτων ἐρευνηταὶ, καὶ ἐπιστήμονες. Οὗτοι θεωροῦντες τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς διὰ Μωσέως ἐντολῆς ὀλίγα πεφροντικότας, τραπομένους δὲ μᾶλλον εἰς τὸ αὐτοῖς δοκοῦν, καὶ διδάσκοντας μὲν διδασκαλίαν ἐντάλματα ἀνθρώπων, ἐκνομωτάτην δὲ καὶ φιλαμαρτήμονα διαβιοῦντας ζωὴν, τὴν ἁγίοις πρέπουσαν ἐπ’ αὐτοῖς ἐδέχοντο λύπην. Προσεδόκουν δὲ τὴν διὰ Χριστοῦ λύτρωσιν. Οὐ γὰρ ἠγνόησαν ὄντες πνευματοφόροι τὸν δικαιοῦντα πίστει τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασμήχοντα τοὺς μεμολυσμένους.
PG 70:1357Καὶ γοῦν ὁ μὲν δίκαιος Συμεὼν βρέφος ὄντα Χριστὸν ἐν ἀγκάλαις λαβὼν προσηύχετο λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.6 Εὑρήσομεν δὲ καὶ τὸν θεσπέσιον Ζαχαρίαν τὸν Ἰωάννου πατέρα λέγοντα· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν.6 Εὐηγγελίζετο δὲ καὶ Φίλιππος τῷ Ναθαναὴλ οὕτω λέγων· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, ηὕραμεν Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζάρετ.6 Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦλος, ὅτι Λύπη μοί ἐστι καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ, ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.Δέδοται τοίνυν τοῖς πενθοῦσι Σιὼν παράκλησις,6 ἡ διὰ Χριστοῦ, καὶ ἀντὶ σποδοῦ δόξα.6 Κατέληξαν μὲν γὰρ τοῦ πενθεῖν, καὶ κλαίειν αὐτὴν, ἐδέχοντο δὲ τὴν διὰ Χριστοῦ χάριν, εὐαγγελιζόμενοί τε καὶ ἐπαγγέλλοντες.
Ἐδόθη δὲ αὐτοῖς ἄλειμμα εὐφροσύνης ἀντὶ πένθους, καὶ καταστολὴ δόξης, ἀντὶ πνεύματος ἀκηδίας.6 Ἄλειμμα δέ φησιν ἐν τούτοις τὸ ἱλαρὸν, ἤτοι τὴν ἱλαρότητα, καὶ τὴν εὐφροσύνην, ἀντὶ τοῦ πενθεῖν, καὶ κλαίειν, καὶ δόξης καταστολὴν, τουτέστι, περίβλημα, ἤγουν στολὴν, καὶ ἄμφιον ἀντὶ πνεύματος ἀκηδίας, τουτέστιν, ἀντὶ τῆς πάλαι μικροψυχίας.
Ἐδοξάσθησαν γὰρ οἱ πάλαι θρηνοῦντες αὐτὴν, καὶ ἀκηδιῶντες ὑπὲρ αὐτῆς· ἐδοξάσθησαν δὲ πῶς; τέθεινται γὰρ αὐτῆς καθηγηταὶ καὶ διδάσκαλοι, καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὴν εἰρημένον διὰ τῆς τοῦ Ψάλλοντος λύρας· Ἀντὶ τῶν πατέρων σου, ἐγενήθησάν σοι υἱοί.6 Τέκνα γὰρ ὄντες τῆς τῶν Ἰουδαίων Συναγωγῆς οἱ πάνσοφοι μαθηταὶ, γεγόνασι πατέρες. Γράφει γοῦν τισιν ὁ πάνσοφος Παῦλος, Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.6 Τέθεινται οὖν ἐν τάξει πατέρων οἱ γεγονότες αὐτῆς υἱοί· ὅτι δὲ τῆς παρὰ Θεοῦ δόξης ἐσχήκασιν τὴν περιστολὴν οἱ θεσπέσιοι μαθηταὶ, σαφὲς ἂν γένοιτο, Χριστοῦ λέγοντος αὐτοῖς, ποτὲ μὲν, ὅτι Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε·6 ποτὲ δὲ πάλιν· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.6 Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.
Καὶ οἰκοδομήσουσι πόλεις ἐρήμους αἰωνίας, ἐξερημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξερημωμένας εἰς γενεάς. Χρηματίζουσι γὰρ οἱ ἐν Χριστῷ Γένος ἐκλεκτὸν, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν,6 διά τοι τὸ κάλλος τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης, καὶ οὔτι πού φημι τῆς κατὰ νόμον, ἐκείνης δὲ μᾶλλον, ἣν διὰ τῶν τοῦ Σωτῆρος ἐσχήκασι θεσπισμάτων· ἀμείνων δ’ ἀσυγκρίτως ἡ διὰ Χριστοῦ τῆς ἐν νόμῳ· καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.Κεκλήσονται τοίνυν, φησὶ, δικαιοσύνης γενεαὶ, καὶ προσέτι φύτευμα Κυρίου.6 Καὶ γάρ ἐσμεν ἀληθῶς Θεοῦ γεώργιον, καὶ περὶ ἡμῶν ὁ θεσπέσιος Δαβίδ φησι·
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι.6 Καὶ γοῦν ὁ πάνσοφος Παῦλος Θεοῦ γεώργιον ὀνομάζει τοὺς κεκλημένους διὰ πίστεως τῆς ἐν Χριστῷ. Ἔφη δὲ πάλιν, ὅτι Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε.6 Γεωργεῖ γὰρ ἡμᾶς ὁ Σωτὴρ διὰ τῶν ἁγίων μυσταγωγῶν· ταύτῃτοι καὶ μάλα εἰκότως φασὶν ἑαυτοὺς συνεργοὺς γενέσθαι Θεοῦ. Ψάλλει δὲ καὶ ὁ πάνσοφος Δαβίδ· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.6 Ἐσμὲν δὴ οὖν ἄρα φύτευμα Κυρίου, καὶ εἰς δόξαν αὐτοῦ. Οἰκοδομήσουσι δὲ, φησὶ, πόλεις ἐρήμους αἰωνίας, καὶ καινιοῦσι πόλεις ἐρήμους.6 Ἔοικε βούλεσθαι διὰ τούτου δηλοῦν, ἢ τὸ πλῆθος τῶν κληθησομένων, ὡς ἔσται τοσοῦτον, ὥστε καὶ πόλεις ἑτέρας παρὰ τὰς οὔσας ἐπιζητεῖν, καὶ ἀνανεοῦν αὐτὰς ἐρημωμένας ποτέ·
PG 70:1359ἤγουν ἐκεῖνό που τάχα· Στενοχωροῦντες γὰρ, φησὶ, τῷ πλήθει τὰς ἐκκλησίας, καίτοι γυμνὰς οὔσας καὶ ἐρήμους ποτὲ, δράσουσί τι τοιοῦτον, ὁποῖον εἰώθασιν δρᾷν οἱ πόλεις ἠρημωμένας οἰκοδομεῖν ἐθέλοντες, καὶ οἷον χαμαὶ κειμένας ἐγείρειν σπουδάζοντες. Εἴρηται γοῦν πρὸς τὴν Ἐκκλησίαν· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.6 Ἀληθῆ δὲ οὖσαν τὴν περὶ τούτου προαγόρευσιν, αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις ἐκδείξειεν ἂν, καὶ μάλα ῥᾳδίως. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοί· ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ. Ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [Ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν, καὶ οὕτως] ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν.
Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐνταῦθα σαφῶς τοῦ νόμου μετάθεσιν καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης ἔσεσθαί φησιν. Οὐ γὰρ ἔτι τοῖς αἵματος τοῦ Λευὶ̈ τὸ ἱερουργεῖν ἁρμόσει, καὶ τὸ τῆς λειτουργίας ὄνομά τε καὶ χρῆμα, ἀλλ’ ἐξώσθησαν μὲν ἐκεῖνοι, δέδοται δὲ τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ τῆς πίστεως ἡ ἐπὶ τῷδε δόξα. Ψήφῳ γὰρ στεφανοῦνται Θεοῦ, καὶ αὐτοὶ τετάχαται λειτουργοί τε καὶ ἱερεῖς· Ἥξουσι γὰρ, φησὶν, ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου.6 Ἔστι δὲ ὁ λόγος, ὡς πρός γε τὴν Ἐκκλησίαν, ἧς ἂν νοηθεῖεν πρόβατα τῶν διὰ πίστεως σεσωσμένων ἡ ἁγία πληθύς· αὕτη ποιμαίνεται δι’ ἀλλογενῶν. Οἱ μὲν γὰρ πάλαι Γραμματεῖς τε καὶ Φαρισαῖοι, οἱ τὸ καθηγεῖσθαι λαχόντες τῶν ἐξ αἵματος Ἰσραὴλ, ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ ἀτεχνέστατοι γεγόνασι ποιμένες.
Ἀπόλωλε γοῦν ἡ ὑπ’ αὐτοῖς τεταγμένη πληθὺς, ἐπειδήπερ ἦν αὐτοῖς ἀδόκιμον τὸ ἀργύριον. Ἐδίδασκον δὲ καὶ διδασκαλίαν ἐντάλματα ἀνθρώπων, καὶ τοῦ εἰδέναι Χριστὸν ἀπεκόμιζον τοὺς ὑπεζευγμένους, ποτὲ μὲν λέγοντες· Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·6 ποτὲ δὲ πάλιν· Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;6 Διεμαρτύρατο γοῦν διὰ φωνῆς προφητῶν ὁ τῶν ὅλων Θεὸς, ὡδὶ λέγων, ὅτι Οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν·6 καὶ μὴν διὰ φωνῆς τοῦ Ἰεζεχιήλ· Ὦ ποιμένες τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτοὺς, οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε·6 ἔτι τε πρὸς τούτοις·
PG 70:1361Τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ ὑπόλοιπα κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ ἐπίλοιπον ἐταράσσετε τοῖς ποσὶν ὑμῶν, καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον.6 Ὕδωρ μὲν γὰρ καθεστηκὸς τὴν διὰ νόμου παίδευσιν ὀνομάζει, καὶ ἀρίστην νομήν· οἱ δὲ πάντα φύροντες, καὶ καταθολοῦντες αὐτὴν διὰ τοῦ μὴ διδάσκειν ὀρθῶς τοὺς ὑπὸ χεῖρα λαοὺς, παρεσκεύαζον ὕδωρ ὥσπερ ἐκπίνειν οὐ καθαρὸν, οὔτε μὴν ἐνανθῆ νέμεσθαι νομήν. Ἐξώσθησαν τοιγαροῦν, καὶ μάλα εἰκότως, τοῦ ποιμαίνειν ἔτι τὸν τοῦ Κυρίου λαόν. Κέκληνται γὰρ πρὸς τοῦτο ἀλλογενεῖς. Διδάσκαλοι γὰρ Ἐκκλησιῶν χειροτονοῦνται παρὰ Χριστοῦ σοφοὶ, καὶ ἀγχίνοι, καὶ δογματικῆς εὐτεχνίας ἐπίμεστον ἔχοντες νοῦν, ἄνδρες ἐξ ἀγέλης ἑλληνικῆς, καὶ οὐκ ἐξ αἵματος ὄντες Ἰςραὴλ, οὗτοι γεγόνασι καὶ ἀροτῆρες, καὶ ἀμπελουργοί.
Ἐπειδὴ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς θεοπνεύστου Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπελὼν, καὶ κῆπος· ταύτῃτοί φησιν ὁ λόγος, ὡς ἀροτῆρας ἔσεσθαι, καὶ ἀμπελουργοὺς, τοὺς οἵπερ ἂν γένοιντο κατὰ καιροὺς ἱερεῖς Κυρίου καὶ λειτουργοὶ Θεοῦ, τὶν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ ἱερουργοῦντες τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καθὰ γέγραπται· οὐκοῦν οὐχ ἑαυτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλλον παρὰ Θεοῦ, καθὼς καὶ ὁ πάνσοφός φησι Παῦλος. Καίτοι γὰρ φυλῆς ὑπάρχων Βενιαμὶν, ἱερουργὸν αὑτὸν ὀνομάζει πανταχοῦ, καὶ κλητὸν ἀπόστολον Ἰησοῦ Χριστοῦ. Ὑμεῖς δὴ οὖν ἅπαντες οἱ τὸ τῆς ἱερουργίας λαχόντες ἀξίωμα, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.6 Ἰσχὺν δέ φησιν ἐθνῶν, ἢ τὰς τιμὰς τὰς ἐκ τῶν δυνατωτάτων, οἵπερ ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ καθ’ ἕτερον συνήσεις τρόπον.
Οὐδεὶς γὰρ ὑμῶν, φησὶ, διαφεύξεται τὸ στόμα,6 τουτέστι τὸν λόγον, ἀντὶ γὰρ τοῦ λόγου τὸ στόμα τίθησι πανταχοῦ τὸ Γράμμα τὸ ἱερὸν, οἷον, Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.Κατανεμηθήσεσθε τοιγαροῦν, φησὶ, τὴν ἰσχὺν τῶν ἐθνῶν.6 Ἐθνῶν δὲ δύναμιν, ἢ τοὺς παρ’ ἐκείνοις λαμπροὺς, ἤγουν ἐλλογιμωτάτους, καὶ σοφίαν ἔχοντας κοσμικὴν ὀνομάζειν ὁ λόγος ἔοικεν ἐν τούτοις. Εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ἁγίων μυσταγωγῶν κατισχύσαντα λόγον, καὶ τὴν αὐτῶν κλῆσιν πλουτήσαντες ἐδοξάσθησαν. Καύχημα γὰρ διδασκάλων, στέφανός τε καὶ δόξα, οἱ διὰ τῆς αὐτῶν σεσωσμένοι φωταγωγίας. Διὰ τοῦτό φησιν, ὅτι Ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.6 Ὅτι δὲ τὸ θεσπέσιον κήρυγμα καταδράξεται τῶν χωρῶν, καὶ παντὸς ἔθνους, καὶ μονονουχὶ κληρονόμοι τῆς ὑπ’ οὐρανὸν ἔσονται κατὰ καιροὺς οἱ τῶν ἁγίων Ἐκκλησιῶν ἡγούμενοι, Χριστῷ τὴν δόξαν ἀνάπτοντες, ὑπεμφαίνει, λέγων·
PG 70:1363Οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν.6 Πάλαι μὲν γὰρ κατεκληροδότησε τοῖς ἐξ Ἰσραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὰς τῶν ἐθνῶν χώρας· ἕλαβον γὰρ τὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ Ἰδουμαίων, καὶ Εὐαίων, καὶ τὰς τῶν ἑτέρων. Ἐπιλάμψας δὲ τῷ κόσμῳ Χριστὸς, οὗ καὶ εἰς τύπον ἦν Ἰησοῦς ὁ πάλαι κατεκληροδότησε τοῖς ἰδίοις ἱερουργοῖς, οὐχὶ δή που μόνον τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ ἅπασαν τὴν γῆν. Καὶ δευτέρα μετὰ τὴν πρώτην κληροδοσίαν γέγονε. Διενείμαντο γὰρ τάς τε χώρας καὶ πόλεις ψήφῳ τῇ παρ’ αὐτοῦ μυσταγωγοὶ καὶ διδάσκαλοι, καὶ εἰσὶν εἰς δεῦρο χαίροντες ἐν Χριστῷ, καὶ νοητὴν εὐφροσύνην, ὥσπερ τινὰ στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Αἰώνιος δὲ ἡ εὐφροσύνη· οὐ γὰρ ἐν προσκαίροις πράγμασι προσδοκῶμεν ἔσεσθαι τὴν ἀντιμισθίαν, ἀλλ’ ἐν ἐλπίδι μακρᾷ, καὶ ἀτελευτήτῳ βίῳ, καὶ ἐν τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἀγαθοῖς.
Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνώσονται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν. Καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν. Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ, εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. Εἰπὼν, ὅτι Ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ,6 ὡς ἐξωσθέντων δηλονότι τῶν πρώτων, καὶ τοῦ καθηγεῖσθαι λαῶν ἐκσεσοβημένων, διαδείκνυσι τὰς αἰτίας, ἐφ’ αἷς τοῦτο πεπόνθασιν, ὁσίᾳ ψήφῳ τοῦ τὰ δίκαια κρίνοντος. Ἐπειδὴ γὰρ ἀγαπῶ, φησὶ, τὴν δικαιοσύνην, ἁρπάγματα δὲ τὰ ἐξ ἀδικίας μισῶ, γεγόνασι δὲ τοιοῦτοι τῆς Ἰουδαίων Συναγωγῆς οἱ προεστῶτες, παρῆκα, φησὶ, καὶ ἐξεωσάμην αὐτούς.
Τῶν γὰρ ἁρπαζόντων ἁρπάγματα ἐξ ἀδικίας τὸν μόχθον ἑτέροις δίδωμι. Οἱ γὰρ ἀδίκως πλουτοῦντες, καὶ, καθά φησιν ὁ προφήτης, θησαυρίζοντες ἑαυτοῖς ἀσέβειαν καὶ θαλαιπωρίαν, εἰς ἑτέρους αὐτὰ παραπέμπουσιν. Ἔφη γοῦν ὁ Σολομὼν, ὅτι Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἑλκύσει αὐτὸν ἄγγελος.6 Καὶ πάλιν· Ὁ συνάγων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκου, καὶ πλεονασμῶν, τὸ ἐλεοῦντι πτωχοὺς καταλείψει αὐτὸν, καὶ οὐ δή που πάντως ἀγαθοῖς ἀνδράσι, καὶ φιλοικτίρμοσιν, ἀλλὰ ἀσώτοις μᾶλλον.6 Εὐφήμως γὰρ τοὺς τοιούτους ἐλεεῖν ἔφη πτωχούς. Τοῖς γὰρ ζῶσιν ἐν ἀσωτίᾳ πλεῖστοι λίαν οἱ κολλώμενοι, καὶ συνδαπανῶντες αὐτοῖς τὰ πολλοῖς ἱδρῶσιν ἀδίκως σεσωρευμένα. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαβὶδ περὶ τῶν τοιούτων, καί φησι·
Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά·6 Καὶ καθ’ ἕτερον δὲ τρόπον ὁ μόχθος, ἤγουν ἡ φροντὶς τῶν Γραμματέων καὶ Φαρισαίων ἑτέροις ἐδόθη, δῆλον δὲ ὅτι Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.6 Οὐκοῦν ἐκεῖνοι μὲν ἐξώσθησαν, φησὶν, ἡμῖν δὲ τοῖς κεκλημένοις ἐξ ἐθνῶν εἰς ἱερουργίαν διαθήκην αἰώνιον διαθήσομαι, ἣ τὸ κήρυγμα τὸ εὐαγγελικὸν διὰ τοῦτο δηλῶν, ἤγουν ἐλπίδα τὴν ἀτελεύτητον. Ἐν δὲ τοῖς ἔθνεσι γνωσθήσεται,6 φησὶ, τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ.6 Οἱ γὰρ κατὰ μαθητείαν υἱοὶ τῶν ἁγίων μυσταγωγῶν ἐκ πολλῆς ἄγαν ἀγαθουργίας, καὶ τῆς κατ’ εὐσέβειαν ζωῆς, γνωριμώτατοι πᾶσίν εἰσιν, ὅτι καὶ ἁγίων ἔκγονα γεγόνασι κατὰ μαθητείαν, ὡς ἔφην, Καὶ ὅτι σπέρμα εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ,6 οἷον τὰ τῶν ἁγίων μοναστῶν συστήματα, περὶ ὧν φησιν ὁ Παῦλος·
PG 70:1365Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,6 οἱ τὸν ἐπιεικῆ καὶ φιλόπονον διαζῶντες βίον· τῶν ἐν παρθενίᾳ τὰ στίφη, καὶ χοροὶ γέμοντες εὐλογίας Θεοῦ, οὗτοι σπέρμα εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ, οὗτοι χαίρουσι, καὶ εὐφραίνονται ἐπὶ Κύριον· οὐ γὰρ ἐφήδονται πράγμασι κοσμικοῖς, ἐμπίμπλασι δὲ μᾶλλον τὰς ἑαυτῶν καρδίας ἀγάπης τῆς εἰς Χριστὸν, σωτήριον δὲ τὸ χρῆμά ἐστι, καὶ θυμηδίας ἁπάσης ἐμποιητικόν. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.
Φιλότιμον ἐπ’ αὐτοῖς ἁπλώσας τὴν χεῖρα, πλείστοις τε ὅσοις καὶ ἀξιοκτήτοις χαρίσμασι στεφανώσειν εἰπών· Πᾶς γὰρ ὁ ὁρῶν, φησὶν, αὐτοὺς ἐπιγνώσεται, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ,6 εἶτα προσεπενεγκὼν ὅτι Καὶ εὐφρανθήσονται ἐπὶ Κύριον,6 δίδωσιν εὐθὺς τὴν εὐφροσύνην αὐτοῖς. Ταύτῃτοι καὶ μάλα εἰκότως τὸ τῆς Ἐκκλησίας εἰσεκομίσθη πρόσωπον ἐκ περιχαρείας τῆς ἄγαν ἀναφωνοῦν, Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.6 Χιτῶνα εὐφροσύνης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν φησι. Γράφει γοῦν καὶ ὁ πάνσοφος Παῦλος τοῖς εἰς αὐτὸν πιστεύσασιν· Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.6 Οἵ γε μὴν ἀμφίου δίκην ἐσχηκότες αὐτὸν πρὸς τῇ σωτηρίᾳ κερδαίνουσι τὸ εὐημερεῖν, καὶ τὸ ἐν εὐφροσύναις εἶναι μακραῖς.
Ἔφη γοῦν αὐτὸς ὁ Σωτήρ· Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.6 Οὐ γὰρ σώζει μόνον, ὡς ἔφην, ἀλλὰ γὰρ καὶ ἀτελευτήτῳ κατευφραίνει χαρᾷ· καὶ τοῦτό ἐστι τὸ περιττὸν προστεθησόμενον ἡ τοῖς ἁγίοις ζωή. Χριστὸς οὖν ἄρα τὸ ἐξ οὐρανοῦ, καὶ ἄνωθεν ἄμφιον ὁ τῆς ἀφθαρσίας χιτὼν, ὃν εἴ τις λάβοι στεφανωθήσεται κόσμῳ παντὶ, νοητῷ δηλονότι, καὶ τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν. Ἔσται γὰρ ὡς νυμφίος, ὡς μίτραν διεζωσμένος, καὶ ὡς νύμφη κόσμῳ παντὶ διαπρέπουσα. Εἰσὶ γὰρ, εἰσὶν οἱ ἐν Χριστῷ δεινοὶ μὲν, καὶ ἀλκιμώτατοι, πρός γε τὸ δεῖν ἀνδρίζεσθαι νοητῶς, καταπλουτοῦσι δὲ λίαν καὶ τὸ εὐπρεπὲς εἰς ἅπαν εἶδος ἀρετῆς. Ἐοίκασι δὲ καὶ νύμφαις διὰ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἔχειν ὡς ἐν ἀρετῶν φαιδρότητι κάλλος.
PG 70:1367Ἔφη γοῦν τις τῶν ἁγίων προφητῶν, ἐγκάρπους ὄντας ἀποδεικνὺς τοὺς τὸν εὐαγῆ κατορθοῦντας βίον· Διὸ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.6 Οὐκοῦν νυμφίῳ καὶ νύμφῃ τοὺς ἁγίους παρεικαστέον, διάτοι τὸ εὐσθενὲς, καὶ πρός γε τούτῳ τὸ καρπογόνον· πλὴν ἐκεῖνο ἄθρει, πανταχοῦ γὰρ αὐτοῖς ἔνεστι τὰ ὡς ἐν κάλλει διαπρέπειν. Σώζεται δὲ τοῦτο παρ’ αὐτοῖς, καὶ ἐν τῷ καρπογονεῖν τὰ ἐξαίρετα τῶν ἀνδραγαθημάτων, καὶ ἐν τῷ κατανδρίζεσθαι παθῶν. Ὅτι δὲ τοῖς ἔθνεσιν ἐπιλάμψαντος τοῦ Χριστοῦ δικαιοσύνην, καὶ ἀγαλλίαμα, καθάπερ τις εὐανθὴς πόα στεφανοῖ τὴν ὑπ’ οὐρανὸν, διέδειξεν εἰπών· Ὡς γῆν αὐξάνουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.6 Ἔοικε δὲ διὰ τούτων τὸ ἀνίσχον, ἤγουν ἀνατέλλον, σπέρμα τε καὶ ἄνθος ἐναντίον τῶν ἐθνῶν, αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀνομάζειν.
Ἔφη γὰρ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων·6 ἤγουν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, καὶ τὴν αὐτοῦ δικαίωσιν προφερεστέραν οὖσαν τῆς κατὰ τὸν νόμον, ἢ πάντη τε καὶ πάντως τὸ χαίρειν ἀκολουθεῖ, ὅ ἐστιν ἀγαλλίαμα. Τοῖς γὰρ ὅλως κατωρθωκόσιν αὐτὴν τὸ ἐν θυμηδίαις εἶναι μακραῖς νεμηθήσεται παρὰ Θεοῦ. Ἀκούσονται γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου·6 ἀγαλλίαμα δὲ τὸ σωτήριον κήρυγμα, καὶ καθ’ ἕτερον τρόπον νοηθείη ἄν. Ὁ μὲν γὰρ νόμος ἦν κολαστὴς, καὶ πολὺ τὸ κατηφὲς ἔχων· ἀθετήσας γάρ τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει, ζωὴν δὲ καὶ γερῶν ὑπόσχεσιν, καὶ ἀληθινὴν ἐλπίδα τῶν ὑπὲρ νοῦν ἀγαθῶν τὸ εὐαγγελικὸν ἡμῖν εἰσκομίζει θέσπισμα.
Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτὸ, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Σιὼν ἐν τούτοις τὴν Ἐκκλησίαν ἀποκαλεῖ ἧς γεγόνασιν ἀπ’ ἀρχῆς καὶ τέκνα πρωτόγονα οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ δι’ αὐτῶν κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ. Σέσωσται γὰρ τὸ κατάλειμμα, καὶ πλεῖστοι λίαν οἱ ἀπ’ αὐτῶν πιστεύσαντες. Οὐκοῦν οὐκ ἀνήσω, φησὶ, τουτέστιν, οὐκ ἂν καταπαύσαιμι τοῦ χρῆναι πρὸς πέρας ἐξενεγκεῖν ἅπερ ἐπήγγελμαι τῇ Σιών.
PG 70:1369Ὑπέσχετο δὲ ὁ Θεὸς καὶ Πατὴρ τὴν διὰ Χριστοῦ σωτηρίαν Ἰουδαίοις τε καὶ Ἕλλησιν, εἴπερ Εἷς ὁ Θεὸς.6 καθά φησιν ὁ πάνσοφος Παῦλος, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν.6 Οὐκοῦν οὐκ ἀνήσω, φησὶν, ἕως ἃν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου. Τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Δικαιοσύνη τε καὶ σωτήριον τοῖς ἐπὶ τῆς γῆς ὤφθη τε καὶ γέγονε Χριστὸς, δικαιοῖ γὰρ, καὶ σώζει, φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, καὶ οἷά τις ἐν σκότῳ λαμπάς. Ἔφη γοῦν αὐτὸς, ὅτι Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.6 Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείληπτο, τὰς ἁπάντων καρδίας τοῦ διαβόλου καταμελαίνοντος, καὶ οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, καὶ δικαιοσύνην εἰδὼς, ἤγουν τὴν ἀπάγουσαν [ αλ.
ἐπάγουσαν] ἐπὶ τὸ σώζεσθαι τρίβον. Ἀλλ’ οὐδὲ ἦν ὁ φῶς ἔχων τὸ θεῖον εἰς νοῦν, καὶ τοῖς τῆς διανοίας ὄμμασι καταθρῆσαι δυνάμενος, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων γενεσιουργὸς, καὶ Κύριος· ἐπεὶ δὲ ὡς φῶς ἀνέσχε, καὶ ὡς λαμπὰς ἀνέλαμψεν ὁ Σωτὴρ, κατεφωτίσθη λοιπὸν ἡ ὑπ’ οὐρανὸν, καὶ τὴν τῆς δι’ αὐτοῦ σωτηρίας τεθεάμεθα τρίβον. Εἶτα πρὸς τὴν Ἐκκλησίαν φησὶ τὴν ἀπό γε τῆς Ἰουδαίων ἀγέλης, καὶ ὡς οὔπω τῆς τῶν ἐθνῶν πληθύος σεσαγηνευμένης, ὅτι Ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου.6 Δικαιοσύνην δὲ πάλιν ἐν τούτοις, καὶ μέν τοι καὶ δόξαν, οὐδὲν ἕτερον εἶναί φησι πλὴν ὅτι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῦ πεπλουτήκαμεν δόξαν.
Αὐτοῦ γὰρ γεγόναμεν, καὶ κλῆρος αὐτοῦ χρηματίζομεν. Τετάγμεθα δὲ καὶ ὑπὸ ζυγὰ καὶ σκῆπτρα, τὴν τοῦ καθ’ ἡμῶν τυραννήσαντος πλεονεξίαν ἀπονιψάμενοι· ὅτι δὲ τῆς κατὰ νόμον λατρείας ἀποφοιτήσασα, καὶ οἷον μεταβαλοῦσα πρὸς καινότητα ζωῆς εὐαγγελικῆς, καὶ τὴν ἀρχαίαν κλῆσιν συναποβαλεῖ, μετονομασθήσεται δὲ λοιπὸν ὀνόματι καινῷ, κατὰ τὸ δοκοῦν τῷ ἐπὶ πάντας Θεῷ, διαδείκνυσι λέγων· Καλέσει τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό·6 κέκληται γὰρ οὐκέτι συναγωγὴ μᾶλλον, ἀλλ’ Ἐκκλησία Θεοῦ ζῶντος, πόλις τε καὶ οἶκος αὐτοῦ. Διαμέμνηται γὰρ αὐτῆς καὶ ὁ θεσπέσιος Δαβὶδ, οὕτω λέγων· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.6 Ἔσται δὲ ὅτι καὶ εὐπρεπὴς ἄγαν, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμμένη, διδάσκει λέγων·
Ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.6 Ἑκάστην γὰρ ἁγίαν ψυχὴν, καὶ συλλήβδην τὴν Ἐκκλησίαν, τουτέστι, τὰ τῶν ἁγίων συστήματα, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων συντεθειμένῳ, ἤγουν διαδήματι βασιλικῷ, λίθοις Ἰνδικοῖς ἐκλάμποντι, καὶ πολυειδῶς ἔχοντι τὸ διαπρεπές· πλεῖστα δὲ ὅσα καὶ τὰ τῶν ἁγίων ἀνδραγαθήματα, καὶ οὐχ εἷς μᾶλλον τῶν αὐχημάτων ὁ τρόπος, πολὺς δὲ καὶ διάφορος. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην πεποικιλμένην εἰσφέρει, τὸ δὲ Ἐν χειρὶ Κυρίου,6 φησὶ, τουτέστιν, ὑπὸ σκέπην τῆς χειρός μου σκεπάσω σε· καὶ αὐτὸς δέ που Χριστὸς περὶ τῶν ἰδίων θρεμμάτων, καὶ ἤτοι τῆς τῶν πιστευσάντων εἰς αὐτὸν ἀγέλης φησὶν, ὅτι Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.6 Καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔρημος· σοὶ γὰρ κληθήσεται θέλημα ἐμὸν, καὶ τῇ γῇ σου οἰκουμένη.
PG 70:1371Διαδιδάσκει πάλιν, ὅτι τῆς ἀρχαίας ἀποστροφῆς, ἧς πεποίηται πολλάκις ἐπὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καταλήξει λοιπὸν, καὶ πεπαύσεται τῆς ὀργῆς, θελητὴν δὲ ποιήσεται, καὶ προσέτι τούτῳ καὶ ἔγκαρπον, καὶ τῷ πλήθει τῶν πεπιστευκότων στεφανουμένην ἀποφανεῖ. Ἀθετήσασα μὲν γὰρ ἡ Σιὼν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δέδοται πρὸς ἐρήμωσιν, καὶ ἡ τῶν ἀπιστησάντων διόλωλε πληθύς. Ἐπειδὴ δὲ παρεδέξατο τὴν πίστιν τὸ κατάλειμμα, εἶτα κέκληται πρὸς αὐτῷ τῶν ἐθνῶν ἡ πληθὺς, καὶ εἰς ἕνα λαὸν ἐκτίσθησαν οἱ δύο, μία τε λοιπὸν ἐξ ἀμφοῖν κεχρημάτικεν Ἐκκλησία, χαρίζεται Θεὸς αὐτῇ τὸ κατὰ μηδένα τρόπον τοῖς ἀρχαίοις ἁλῶναι κακοῖς, μήτε μὴν κληθήσεσθε [ αλ. αι] καταλελειμμένην, ἢ ἔρημον, ἀλλ’ ὅτι μᾶλλον θελητὴ γενήσεται αὐτῷ, καὶ ἔρημος μὲν οὐκέτι, κατοικουμένη δὲ μᾶλλον κληθήσεται.
Ὁρῶμεν δὲ τοῦτο διὰ πραγμάτων αὐτῶν εἰς πέρας ἐκβεβηκός. Ἐν εὐδίᾳ γὰρ καὶ γαλήνῃ τὰς ἁπανταχοῦ κειμένας Ἐκκλησίας ὁρῶμεν, καὶ εἰς πληθὺν ἀεὶ τὴν ἐπέκεινα μέτρου τοὺς πιστεύοντας ἐκτεινομένους, καὶ εὐδοκοῦντα Θεὸν ἐπ’ αὐτοῖς. Διωγμοὶ μὲν γὰρ κεκίνηνται κατὰ καιροὺς, ἀλλ’ οὐκ ἐν χρόνῳ μακρῷ, συνεσταλμένοι δὲ, καὶ γυμνάσαντες μᾶλλον ἁγίους, ἢ ἀδικήσαντες· εὐδόκιμοι γὰρ γεγόνασι διὰ καρτερίας, καὶ ὑπομονῆς, τὸν τῆς εἰς Χριστὸν γνησιότητος ἀράμενοι στέφανον, καὶ τὴν τοῦ μαρτυρίου δόξαν καταπλουτήσαντες. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ Κύριος. Εἶτα πρὸς τὴν Ἐκκλησίαν ποιεῖται τοὺς λόγους ὡς ἀπό γε τῶν Ἰουδαϊκῶν ταγμάτων συστᾶσαν ἐν ἀρχαῖς.
Ταύτης γεγόνασιν υἱοὶ κατὰ σάρκα οἱ θεσπέσιοι μαθηταὶ, ἀλλ’ ἦσαν ἐν αὐτῇ προὔχοντες μὲν τῶν ἄλλων, καὶ ἡγεμονεύοντες, ὡς ἐν ἀξιώμασιν ὄντες ἀποστολικοῖς, πλὴν τὴν εἰς ἄκρον αὐτῇ σώζοντες ἀγάπην καὶ διάθεσιν, ὥστε καὶ δοκεῖν τοιαύτην εἶναι τὴν ἐπ’ αὐτῇ γενομένην φιλοστοργίαν, οἷά περ ἂν πρέποι νεανίσκῳ συνῳκηκότι παρθένῳ, τουτέστι τῇ ἐκ παρθενίας αὐτῷ συνημμένῃ· φασὶ δὲ εἰς λῆξιν ἁπάσης ἐλάσαι φιλοστοργίας τοὺς ἐπὶ τῷ τοιῷδε δεσμῷ μονονουχὶ κατεσφιγμένους. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος· Λύπη μοι,6 φησὶν, ἔστι καὶ ὀδύνη ἀδιάλειπτος ἐν τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.6 Ηὔχετο δὲ καὶ ἀνάθεμα γενέσθαι ὑπὲρ αὐτῶν, πλὴν ὅτι πολὺς τῶν πραγμάτων ὁ καινισμὸς διὰ τῆς προκειμένης ἡμῖν προφητείας σημαίνεται, καὶ ἀξιοθαύμαστος ἡ μεταβολή·
ἡ γὰρ ἀρχαία Συναγωγὴ, καὶ τρόπον τινὰ πεπολιωμένη [ αλ. πεπαλαιωμένη], διὰ τὸν χρόνον νεάνιδι παρεικάζεται· Κατοικήσουσι γὰρ ὡς μετὰ παρθένου,6 φησὶν, οἱ υἱοί σου·6 Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· Ἀνακαινισθήσεται, ὡς ἀετοῦ ἡ νεότης σου,6 κατῳκήκασί γε μὴν ἐν αὐτῇ χειραγωγοῦντες ὡς τροφὸν, παρακαλοῦντες ὡς μητέρα, τῶν ἐν σκιαῖς καὶ τύποις ἀποκομίζοντες, ἀναβιβάζοντές τε σοφῶς πρός γε τὸ δεῖν τῆς ἀνονήτου σκιᾶς ἀνθελέσθαι τὴν ἀλήθειαν· ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτήν· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί.6 Οἱ γὰρ αὐτῆς ὄντες υἱοὶ κατὰ σάρκα γεγόνασιν αὐτῆς πατέρες, ἀρχὴ τῶν νέων αὐτῆς ὄντες τέκνων, τῶν διὰ πίστεως δηλονότι κεκλημένων εἰς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· τούτων δὲ οὕτως ἐχόντων, φησίν·
PG 70:1373Οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ.6 Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα ἔγκαρπον ἀποφήνῃ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Δεξαμένη τοίνυν παρ’ αὐτοῦ εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, κεκυοφόρηκέ τε καὶ τέτοκεν, οὐκ ἔτι τὴν δι’ αἱμάτων καὶ καπνῶν λατρείαν, ἐκείνην δὲ μᾶλλον, ᾗ δὴ μάλιστα τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος. Ταύτῃτοι καὶ μάλα εἰκότως εὐφραίνεται μετατιθεμένους ὁρῶν τοὺς τοῦ νόμου τύπους εἰς ἀλήθειαν εὐαγγελικὴν, καὶ πνευματικαῖς θυσίαις, καὶ ἁγιοπρεπέσιν ἀληθῶς κατορθώμασιν τὴν νύμφην ἐκλάμπουσαν. Καὶ ἐπὶ τῶν τειχέων σου, Ἱερουσαλὴμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.
Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος. Ὡς πρὸς πόλιν διαλέγεται λαμπρὰν, καὶ συνῳκισμένην· ἀεὶ δέ πως τὰς τῶν πόλεων διαφανεστέρας πλεῖστοί τε ὅσοι καὶ νηφάλιοι περιέπουσι φύλακες, μὴ ἄρα τις ἀδοκήτως τῶν πολεμίων ἐμβάλῃ· οὕτω καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἀφράστῳ δυνάμει καὶ ταῖς τῶν ἀγγέλων ἐπικουρίαις πυργώσας τὴν Ἐκκλησίαν κεχειροτόνηκεν αὐτῇ φύλακας σοφοὺς καὶ ἐγρηγορότας, καὶ ἀκατεύναστον ἔχοντας ἐπ’ αὐτῇ τὴν φροντίδα, τοὺς ἁγίους δηλονότι μυσταγωγοὺς, οἳ κατ’ οὐδένα τρόπον καταλήγουσι τοῦ διαμεμνῆσθαι τῆς δόξης αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, καθὰ γέγραπται. Κατειθίσμεθα γὰρ ἐν ἐκκλησίαις τοῖς ὑπὸ χεῖρα λαοῖς διακηρύττειν ἀεὶ τὰς τοῦ Σωτῆρος μεγαλουργίας, καὶ τῆς θεοπρεποῦς ὑπεροχῆς τὴν ἔνδειξιν, ἵνα κἀντεῦθεν ἀσφαλῆ καὶ ἀκράδαντον ἔχωσι περὶ αὐτοῦ τὴν πίστιν.
Ἢ τάχα που μνησθήσεσθαί φησι τοῦ Κυρίου τοὺς φύλακας ἐπιφωνοῦντάς τε καὶ λέγοντας, ὅτι Οὐκ ἔστιν ὑμῖν ὅμοιος.6 Οὐ γάρ ἐστι καθ’ ἡμᾶς, ἀλλ’ ὅσον ὑπερνήχεται τὰ ἀνθρώπινα τῇ τῆς εὐκλείας ὑπεροχῇ, καὶ τῇ τῆς θεότητος δόξῃ, τοσοῦτο νικᾷ καὶ κατά γε τὸ εἶναι χρηστὸς καὶ φιλάνθρωπος. Ὡς γὰρ ὁ Ψάλλων φησίν· Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.6 Σέσωκε γὰρ ὄντας ἁμαρτωλοὺς, καὶ προσηγάγετο φιλανθρώπως οὐκ ὄντας ἀξίους τοῦ σώζεσθαι. Ἔφη τι τοιοῦτον καὶ δι’ ἑτέρου προφήτου· Τί σοι ποιήσω, Ἐφραί̈μ; Τί σοι ποιήσω, Ἰούδα; ὡς ἀδάμαντα θήσομαί σε, καὶ ὡς Σεβωὶ̈μ μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραὶ̈μ, διότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.6 Ἐπειδὴ γὰρ οὐκ ἄνθρωπός εἰμι, φησὶν, ἅγιος δὲ μᾶλλον ἐν σοὶ Θεὸς, διὰ τοῦτο οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραί̈μ.
PG 70:1375Ἐὰν διορθώσῃ, καὶ ποιήσῃ, Ἱερουσαλὴμ, γαυρίαμα ἐπὶ τῆς γῆς, ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, Εἰ ἔτι δώσω τὸν σῖτόν σου, καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίωνται ἀλλότριοι τὸν οἶνόν σου, ἐφ’ ᾧ ἐμόχθησας, ἀλλ’ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίωνται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. Ὡς ἐξ ὁμοιότητος πραγμάτων, ἤτοι συμφορῶν ἐπενηνεγμένων πλειστάκις τοῖς ἐξ Ἰσραὴλ ἐπωφελεστάτων ἡμῖν θεωρημάτων ἐξυφαίνει διήγησιν. Ἡμάρτανον μὲν γὰρ πολυτρόπως, Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι· προσεκύνησαν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀπολακτίσαντες δὲ ὥσπερ καὶ τῆς ἐννόμου ζωῆς πρὸς τὸ αὐτοῖς δοκοῦν ἀπεφέροντο.
Ταύτης ἕνεκα τῆς αἰτίας ἐπλήττοντο παρὰ Θεοῦ ἀφορίαις ἔσθ’ ὅτε, σωμάτων καταφοραῖς, πολέμων ἐμβολαῖς, οἳ πᾶσαν αὐτῶν καταδῃοῦντες τὴν χώραν ἐληί̈ζοντο καὶ τὰ ἐν ἀγροῖς. Εἴρηται γὰρ πρὸς αὐτούς· Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίας, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον οὐ μὴ πίητε.6 Ἂν τοίνυν διορθώσῃ, φησὶν, ὦ Ἱερουσαλὴμ,6 τουτέστιν, ἐὰν μεταβάλῃς εἰς λατρείαν τὴν πνευματικὴν, ἂν ἀποδράμῃς τῶν τύπων, καὶ ἐπιγνῷς ὅτι περὶ ἐμοῦ γέγραφεν ὁ Μωσῆς, ἐὰν παραδέξῃ τὴν διὰ πίστεως χάριν, καὶ ποιήσῃς γαυρίαμα σαυτῇ ἐπὶ γῆς,6 τουτέστι, καύχημα λαμπρὸν, τὸ ἐν Χριστῷ δηλονότι, ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ,6 κατ’ οὐδενὸς γὰρ ἔχει μείζονος ὁμόσαι, καὶ κατὰ τοῦ βραχίονος αὐτοῦ,6 ὅτι τῶν πάλαι σοι, διὰ πολλὴν ἀπείθειαν ἐπενηνεγμένων, οὐδὲν ἔτι συμβήσεται.
Οὐ γὰρ ἄμισθον ἕξεις τὸν τῆς γηπονίας ἱδρῶτα· συνήσεις δὲ τοῦτο πνευματικῶς· ἀλλ’ ὥς φησιν ὁ θεσπέσιος Δαβίδ· Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.6 Καὶ ὡς ὁ Παῦλός φησιν, ὅτι Ὃ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει, καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον·6 ὅτι τοίνυν ἑαυτῇ κατασωρεύσει πλουσίως τὰ ἐκ τῆς πνευματικῆς εὐκαρπίας, διὰ τῶν προκειμένων ὑποδηλοῖ· Οἱ δὲ τούτων τυχόντες δοξολογήσουσι, φησὶ, τὸν Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις.6 Ἐντρυφήσουσι γὰρ ταῖς ἄνω μοναῖς οἱ τῆς ἐξαιρέτου ζωῆς ἀποτρυγήταντες τὰ αὐχήματα, καὶ τοὺς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως καρποὺς συναγείροντες. Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.
PG 70:1377Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν, ἕως ἐσχάτου τῆς γῆς. Αὐτοῖς ἤδη τοῖς φύλαξιν, ἤγουν διδασκάλοις ἐπιφωνεῖ· προστέταχε γὰρ ἀνοιγῆναι μὲν τῆς ἁγίας πόλεως τὰς εἰσβολὰς, ψιλὴν δὲ καὶ εὐήλατον, καὶ δὴ πταισμάτων ἐλευθέραν τοῖς εἰσβάλλειν ἐθέλουσιν ἀποφῆναι τὴν εἰσδρομήν· διὰ γάρ τοι τῶν λίθων ὑποδηλοῖ τὰ σκάνδαλα. Εἰ μὲν γάρ τις εἴη τυχὸν ἐκ τῆς Ἰουδαίων ἀγέλης κεκλημένος, προσπταίει πολλάκις τοῖς νομικοῖς ἐντάλμασιν, ἐμφιλοχωρεῖ γὰρ τοῖς τύποις, καὶ οἷον ἐνιζήσας ταῖς σκιαῖς ἀπαράδεκτον ποιεῖται τὴν ἀλήθειαν. Εἰ δὲ δή τις ᾖ τῶν ἐκ πληθύος Ἑλληνικῆς, προσπταίει καὶ οὗτος τῷ ξένῳ τῆς διδασκαλίας, θορυβεῖ τε λίαν αὐτὸν τὸ ἀσύνηθες τῆς λατρείας, ἢ τάχα που καὶ μέμνηται λόγων, οὓς ἐπί γε τοῖς σφῶν αὐτῶν ποιοῦνται θεοῖς οἱ παρ’ αὐτοῖς λογάδες.
Παλαιοὺς γὰρ καὶ γεγηρακότας συγγεγράφασι μύθους πλανῶντες, καὶ πλανώμενοι, καὶ διαβολικῆς ἀχλύος ἀναπιμπλάντες τὴν γῆν. Ἀλλ’ οἱ νηφάλιοι φύλακες, καὶ μυσταγωγοὶ τὰς τῶν σκανδάλων περικόπτουσιν ἀφορμὰς, ἕκαστα λύοντες εὐτέχνως τὰ ἀνθεστᾶναι δοκοῦντα τῇ παραδόσει τῆς πίστεως, τῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· τοῦτο δρῶσιν ὀρθῶς, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ. Εὑρήσομεν δὲ τὸν ἱερώτατον Παῦλον, Ἰουδαίους μὲν σκανδαλισθέντας ἐπανορθούμενον, ἐπιπλήττοντα δὲ τοῖς ἐξ ἐθνῶν τοιοῦτόν τι πεπονθόσιν. Ἔφη μὲν γὰρ τοῖς ἐξ αἵματος Ἰσραήλ· Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.6 Καὶ πάλιν·
Λέγω γὰρ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.6 Ἡμεῖς γὰρ διὰ τῆς πίστεως ἐλπίδα δικαιοσύνης ἐκδεχόμεθα· τῆς [ἴς. τοῖς] γε μὴν ἐκ τῆς Ἑλλήνων πληθύος· Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτοὺς, φοβοῦμαι ὑμᾶς, μήποτε εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.6 Ὁρᾷς πανταχοῦ διαῤῥιπτοῦντας τοὺς λίθους, καὶ ἐκ μέσου τιθέντας τὰ ἀμφοῖν σκάνδαλα. Λίθους δὲ εἶναί φαμεν καὶ ἑτέρως, οἷς ἂν ἔσθ’ ὅτε προσπταίσειάν τινες, τὰ τῶν ἀνοσίων αἱρετικῶν βέβηλά τε καὶ μυσαρὰ τερετίσματα. Κενοφωνοῦσι γὰρ οἱ δείλαιοι τοῖς ὀρθοποδοῦσιν ἐπιβουλεύοντες, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀποκομίζοντες, τῶν εὐσυναρπάστων τινάς· ἀλλὰ καὶ ταῦτα διαῤῥίπτουσιν ἐκ μέσου τῶν τῆς Ἐκκλησίας τειχῶν οἱ φύλακες.
Τείχη δὲ αὐτῆς εἶναί φαμεν καὶ τῶν τῆς ἀληθείας δογμάτων τὴν ἑδραιότητα, ὧν οὐκ ἂν κατισχύσαιεν αἱ ᾅδου πύλαι. Ἄρατε γὰρ σύσσημον, φησὶν, εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ Κύριος ἀκουστὸν ἐποίησεν ἕως ἐσχάτου τῆς γῆς.6 Καὶ ποῖον ἄρα τοῦτ’ ἕστι τὸ ἀκουστὸν σύσσημον, ὃ καὶ τοῖς ἔθνεσι, καὶ ἕως ἐσχάτου τῆς γῆς ἀρθῆναι δεῖν ἔφη, τουτέστιν, ἐπαρθῆναί τε καὶ γενέσθαι γνωριμώτατον τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που καὶ τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔστι δὲ καὶ τοῦτο τῆς πίστεως ὁμολογία. Δεῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦσαί τε, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Σώζει δὲ τοῦτο καὶ ἐκ θανάτου, καὶ ἁμαρτίας. Οὐκοῦν οὐ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἐθνῶν. Αἴρεται γὰρ τὸ σύςσημον οὐχὶ μόνοις τοῖς πιστεύσασιν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ τοῖς ἁπανταχόσε γῆς· σεσαγήνευται γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ ὑπ’ οὐρανόν.
PG 70:1379Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἄγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Προϋπαγορεύει δὲ τοῦ Σωτῆρος τὴν ἄφιξιν, ὅσα τε δι’ αὐτῆς κεκερδήκαμεν, καὶ τὸν δοθησόμενον τοῖς εἰς αὐτὸν πιστεύουσι πλοῦτον. Θυγατέρα γε μὴν ὀνομάζει τὴν Σιών. Καὶ εἰ μὲν βούλοιτό τις τὴν ἀρχαίαν νοείτω ὡς ἠλεημένην ἤδη, καὶ δεδικαιωμένην ἐν πίστει. Εἰ δὲ δὴ τὴν νέαν, τουτέστι τὴν Ἐκκλησίαν, λέγοιτο ἂν οὐκ ἀπεικότως καὶ αὔτη θυγάτηρ εἶναι τῆς Σιών. Πρῶτοι γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ πεπιστεύκασι, καὶ οἷόν τις θυγάτηρ τῆς ἀπ’ αὐτῶν συστάσης ἐν ἀρχαῖς Ἐκκλησίας ἡ ἐξ ἐθνῶν ὀνομάζεται.
Τίσι δὲ κελεύει τὸ εὐαγγελίσασθαι τῇ Σιών; ἢ πάντως που τοῖς ἁγίοις μυσταγωγοῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν Ἐκκλησιῶν, οἷς καὶ ἀνοιγνύναι τὰς πύλας, καὶ τοὺς λίθους ἐκ μέσου διαῤῥίπτειν εὖ μάλα παρεκελεύετο; Τί δὲ δὴ ἄρα τὸ κηρυττόμενον; Ἰδού σοι ὁ Σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.6 Δύο τίθησιν ὁμοῦ θεοπρεπῆ τε καὶ ἐξαίρετα, δι’ ὧν ἂν γένοιτο καταφανὴς τοῦ Σωτῆρος ἡ δόξα. Οἱ μὲν γὰρ θεσπέσιοι προφῆται παρεκάλουν εἰς εὐζωί̈αν αὐτὴν, καὶ εἰς ἔννομόν τε καὶ εὐσχήμονα πολιτείαν. Εἶτα διεμέμνηντο τῶν γερῶν, ἃ παρὰ Θεοῦ λήψονται κατὰ καιροὺς, οἷς ἂν γένοιτο τὸ εὐδοκιμεῖν ἐν λόγῳ, ἀλλ’ οὐκ αὐτοὶ χαρισμάτων δοτῆρες ἦσαν τῶν πνευματικῶν. Προηγόρευον δὲ, ὡς ἔφην, ὑποσχέσεις Θεοῦ.
Ὁ δέ γε τῶν ὅλων Σωτὴρ, ἅτε δὴ Θεὸς ὑπάρχων, ἔχει τὸ δύνασθαι διδόναι μισθοὺς, καὶ προςεπιτούτῳ τὸ ἐφορᾷν ἑκάστῳ τὸν τρόπον, ἤτοι τὸ ἔργον· θεοπρεπὲς γὰρ καὶ τοῦτο. Γέγραπται γὰρ, ὅτι Ἐνώπιόν εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.Ἥξει τοίνυν,6 φησὶν, ἔχων τὸν ἑαυτοῦ μισθὸν,6 τουτέστιν, αὐτὸς τὰ γέρα διδοὺς, οἷς ἂν πρέποι τὸ λαβεῖν. Καὶ γοῦν ὁμολογήσαντι μὲν τὴν πίστιν ὀρθῶς τῷ θεσπεσίῳ Πέτρῳ, Δώσω σοι,6 φησὶ, τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.6 Ἐχαρίζετο δὲ καὶ συλλήβδην ἅπασι τοῖς ἁγίοις ἀποστόλοις κατὰ πνευμάτων ἀκαθάρτων ἐξουσίαν, καὶ τὸ θεραπεύειν δύνασθαι πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Ναὶ μὴν καὶ τῷ συγκρεμαμένῳ λῃστῇ τὴν πίστιν οὐκ ἄμισθον εἰπὼν ἀπέφηνεν· Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.6 Ἀφιγμένος δὴ οὖν, φησὶ, τοὺς μὲν εἰς αὐτὸν πιστεύοντας καλέσει λαὸν ἅγιον, καὶ λελυτρωμένον ἀπὸ Κυρίου.6 Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, καθὰ γέγραπται· Σὺ δὲ, Σιὼν,6 ἤγουν Ἐκκλησία, κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη·6 τὸ δὲ, ἐπιζητουμένη, φησὶν, ἀντὶ τοῦ, μνήμης ἀξιουμένη. Μνημονεύεται γὰρ τὸ ζητούμενον· καὶ οὐ καταλελειμμένη, καθὰ καὶ ἡ πρώτη, τουτέστιν ἡ τῶν ἀπιστησάντων πληθύς. Εἴρηται μὲν οὖν παρὰ Χριστοῦ διὰ μὲν τῆς Ἱερεμίου φωνῆς, Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου,6 διὰ δὲ τῆς αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ·
PG 70:1381Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ὑμῖν.6 Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος ὡραῖος ἐν στολῇ, βοᾷ μετὰ ἰσχύος· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ. Καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν. Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα. Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. Καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός. Καὶ προςενόησα, καὶ οὐδεὶς ἀντελάβετο, καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ ἐμέθυσα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.
Σοφῶς καὶ ἐντέχνως τῆς προφητείας ὁ λόγος μονονουχὶ ζωγραφεῖ τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐξαγαγεῖν γὰρ εἰς πέρας τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, καὶ Θεόν. Ὤφθη γε μὴν ταῖς ἄνω δυνάμεσιν οὐκ ἐν εἴδει μόνον τῷ καθ’ ἡμᾶς, τουτέστιν, ὡς ἄνθρωπος, ἀλλὰ γὰρ καὶ τὰ τοῦ πάθους σημεῖα δεικνύς· καὶ οὔτι πού φαμεν ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν αἱ διατρήσεις τῶν ἥλων, καὶ τὰ ἕτερα τῶν στιγμάτων ἐνυπῆρχον ἔτι τῇ ἁγίᾳ σαρκὶ, ἐκεῖνο δὲ μᾶλλον· ὥσπερ γὰρ ἀπιστήσαντι τῷ Θωμᾶ τοῖς ἁγίοις ἀποστόλοις φάσκουσιν, ὅτι τεθέανται τὸν Κύριον ἐγηγερμένον ἐκ νεκρῶν, ἐπέδειξε τοὺς τύπους τῶν ἥλων, καὶ τὴν πλευρὰν, οὕτω συνίεμεν ὅτι ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ μετὰ τῶν τοῦ πάθους σημείων ἀναφοιτῶν, ξένον καὶ ἀσύνηθες παντελῶς ταῖς ἄνω δυνάμεσιν ἐποιεῖτο θέαμα.
PG 70:1383Κατατεθήπασι γοῦν ἀνιόντα βλέπουσαι, καὶ δὴ καὶ ἔφασκον· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ;6 Διερμηνεύεται δὲ τὸ Ἐδὼμ ἑλλάδι φωνῇ πύρινον,6 ἢ γήϊνον·6 τὸ δὲ Βοσὸρ, ἢ σαρκὸς,6 ἢ σάρκινος.6 Τίς οὖν ἄρα, φησὶν, οὗτός ἐστιν ὁ ἐκ γῆς, ἤτοι γήϊνος, ἐρύθημά τε ἱματίων ἐκ Βοσὸρ,6 τουτέστι, πεφοινιγμένος τὸ ἄμφιον ὡς ἀπὸ σαρκὸς, ἤγουν αἵματος; Οὗτος ὡραῖος ἐν στολῇ.6 Ὡς γὰρ ἰσχναὶ καὶ σοφαὶ δυνάμεις, καὶ θεοπρεποῦς δόξης ἔμπλεοι κατεθεῶντο Χριστὸν, εἰ καὶ ἦν ἐν σαρκὶ, ναὶ μὴν καὶ ἰσχύος ὄντα μεστὸν τῆς ἀμάχου, τοῦτο γὰρ, οἶμαι, τὴν θείαν ὑπεδήλου. Ἐρομένων δὴ οὖν τῶν ἀγγέλων, ἢ τάχα που καὶ πρὸς ἀλλήλους τὸ Τίς οὗτος;6 διηγορευκότων ἀποκρίνεται, καί φησιν· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου·6 δικαιοσύνην δέ φησιν, ἢ τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἤγουν ὅτι Θεοῦ πᾶς λόγος δίκαιος· σωτηρίου δὲ κρίσιν τάχα που τὸ ἐφ’ ἡμῖν ὀνομάζει κρῖμα, δεδίκακε γὰρ τὴν ὑπ’ οὐρανὸν, καὶ τῷ ταύτην ἀδικήσαντι Σατανᾷ, καὶ τοὺς ταῖς ἀφορήτοῖς πλεονεξίαις κατηχθισμένους σέσωκεν·
ἐκβέβληκε δὲ τῆς κατ’ αὐτῶν ἀρχῆς τὸν ἀποστάτην, καὶ ἀλλότριον· ἔφη γοῦν νῦν ὅτι Κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.6 Ταῦτα δὲ εἰπόντος τοῦ Χριστοῦ, πάλιν ἀναπυνθάνονται, καί φασι· Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;6 Ἐνταῦθά μοι μέμνησο τοῦ πατριάρχου λέγοντος Ἰακὼβ τό· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.6 Πεφοινιγμένα γὰρ τῷ αἵματι τὰ ἐνδύματα κατεφαίνετο, καὶ οἷον ἐξ οἴνου κατακεχωσμένα πρὸς τὸ ἐρυθρόν. Εἶτα πάλιν εὐθὺς ὁ Σωτήρ· Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ·6 ἔχεται τοῦ λόγου, καὶ συνάπτει κατόπιν καὶ ταῦτα·
Ἐγὼ γὰρ, ἔφη, διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ.6 Οὐδεὶς γάρ μοι πάσχοντι παρίστη, φησὶν, ἐξ οὐδενὸς ἦν ἔθνους ὁ συναλγῶν, καὶ τό γε ἧκον εἰς ἀνθρώπους, ἀνεπικούρητος ἦν παντελῶς, ἐπιπηδώσης αὐτῷ τῆς τε σπείρας τῶν στρατιωτῶν, καὶ τῆς τῶν ὑπηρετῶν ἀγριότητος, οἳ καὶ ἀπήγαγον αὐτὸν πρὸς Καϊάφαν, καθά φησιν ὁ εὐαγγελιστὴς, τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον,6 πλὴν καὶ τοῦτο προηγόρευσεν ὁ Χριστός· ἔφη γάρ· Ἰδοὺ ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε, καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ’ ἐμοῦ ἐστιν.6 Ἔφη δὲ καὶ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ εὗρον, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.6 Οὐκοῦν Οὐδεὶς ἦν μετ’ ἐμοῦ, φησὶν, ἐκ πάντων τῶν ἐθνῶν.6 Ἆρ’ οὖν, ἐπεὶ μόνος ἦσθα, καὶ τῶν συναθλούντων ἔρημος, ἥττων γέγονας τῆς τῶν πολεμούντων χειρός;
Ἆρα κεκρατήκασι, καὶ τῆς σῆς ἰσχύος κατευμεγεθήσαντες, χαίρουσί τε λοιπὸν, ὡς νενικηκότες; Οὐδαμῶς, φησί. Καίτοι γὰρ ἔχων οὐδένα τὸν παραστάτην, κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· μετὰ γάρ τοι τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ, πᾶν εἶδος ἀφορήτου συμφορᾶς τοῖς Ἰουδαίων δήμοις ἐκ θείας ὀργῆς ἐπενήνεκται. Ἡμέρα γὰρ ἀνταποδόσεως,6 φησὶν, ἐπῆλθεν αὐτοῖς.6 Οἷς γὰρ ἐξὸν ἁρπάσαι τὴν πίστιν, καὶ τὴν δι’ αὐτῆς καταπλουτῆσαι χάριν, εἶτα ῥᾴθυμοι γεγονότες, μᾶλλον δὲ ἀλαζόνες, καὶ ὑβρισταὶ, καὶ μέχρι παντὸς θεομάχοι, πῶς οὐ σφόδρα εἰκότως παντὸς εἴσω γεγόνασι κακοῦ; Πλὴν ὁ τῆς ἐκείνου ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
PG 70:1385Ἐν ταυτῷ γὰρ ὁ μὲν ἐξήνιος ἐκολάζετο, ὁ δὲ εὐπειθὴς καὶ ὑφειμένος ἐλυτρώθη παρὰ Χριστοῦ. Ἐπέβλεψα γὰρ,6 φησὶ, καὶ οὐκ ἦν ὁ βοηθός· προσενόησα, καὶ οὐδεὶς ἀντελάβετο·6 καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου.6 Ἔοικεν ἐν τούτοις τῆς τῶν Γραμματέων καὶ Φαρισαίων ῥᾳθυμίας ποιεῖσθαι καταβοὴν, οἳ τετάχαντο μὲν εἰς τὸ καθηγεῖσθαι λαῶν, καὶ ἀπευθύνειν αὐτοὺς εἰς δικαιοσύνην, καὶ παιδαγωγεῖν εὖ μάλα πρὸς τὸ Θεῷ δοκοῦν. Ῥᾴθυμοι δὲ ἦσαν οὕτω, καὶ ἀναπεπτωκότες, ὡς ἐπικουρεῖν μὲν οὐδενὶ τῶν ὑπεζευγμένων, καὶ ταῖς νουθεσίαις ἐπανορθοῦν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἀποκομίζειν εἰς ἀπιστίαν. Τετολμήκασι γὰρ εἰπεῖν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.6 Καὶ πάλιν·
Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;6 Οὐκοῦν ἐπειδήπερ οὐδεὶς ἦν, φησὶν, ὁ βοηθῶν, ἢ ἀντιλαμβανόμενος, σέσωκε μὲν ἐκείνους ὁ ἐμὸς βραχίων, τουτέστι, δύναμις, πλεῖστοι γὰρ, ὡς ἔφην, ἐξ Ἰουδαίων πεπιστεύκασι. Τοῖς γε μὴν οὐκ ἐθελήσασι βοηθεῖν ὁ θυμός μου ἐπέστη, γεγόνασι καταπάτημα τῆς ὀργῆς. Κακοὶ γὰρ κακῶς διολώλασι, καὶ ἰσοῤῥόπους τοῖς αἰτιάμασιν ἐξῄτηνται δίκας. Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ὁ Κύριος ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ, ἐπάγει ἡμῖν καὶ κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Θεοῦ λέγοντος ὡς ἐπέστη μὲν τοῖς ἀπειθήσασιν ὁ θυμὸς, κατεπάτησε δὲ αὐτοὺς ἡ ὀργὴ, καὶ ὅτι κατεκομίσθη τὸ αἷμα αὐτῶν εἰς γῆν, διὰ μέσου κεχώρηκεν ὁ προφήτης, καὶ ἀπογινώσκειν οὐκ ἐᾷ τοὺς καθ’ ὧν οἱ λόγοι, μέτεισι δὲ τὸ χρῆμα, καὶ λίαν εὐτέχνως.
Ἐμνήσθην γὰρ, φησὶ, κατ’ ἐμαυτὸν, ὡς ἔστιν οὐκ ἀπηνὴς ὁ τῶν ὅλων κριτής. Οἶδα γὰρ τὸν ἔλεον καὶ τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας ἐν πᾶσιν, οἷς ἀνταποδίδωσιν ἠμῖν. Εἰ γὰρ καὶ ἀπέστραπται, φησὶ, πεπαρῳνηκότα τὸν Ἰσραὴλ, καὶ ἀπειθεῖν ᾑρημένον, καὶ οἷον ἀνταποδίδωσιν ἡμῖν τὰ ἐξ ὀργῆς, οὐκ ἀκράτου μᾶλλον, ἀλλ’ ἡμερότητι κεκρατημένης, ἀλλ’ οὖν εὖ ἐπίσταμαι τὰς ἀρετὰς αὐτοῦ, τουτέστι, τὰς δυναστείας γεγενημένας κατὰ καιροὺς ἐπὶ τῇ λυτρώσει τοῦ Ἰσραήλ. Ἔσται τοίνυν,6 φησὶν, ὁ Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ,6 οὐκ ἀκριβὴς μᾶλλον, ἀλλὰ χρηστὸς, ἤγουν ἀγαθός. Δικαστοῦ μὲν γὰρ ἀκριβοῦς ἔργον ἂν γένοιτο, τὸ δίκας αἰτεῖν τοὺς ἡμαρτηκότας ἀναλόγως ἐχούσας τοῖς αἰτιάμασιν· ἀγαθοῦ γε μὴν, τὸ ἐλεεῖν ὡς ἠσθενηκότας.
PG 70:1387Οὐκοῦν ἐπειδήπερ κριτὴς ἀγαθὸς, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, τουτέστι, συμμετρήσει τὰ ἐξ ὀργῆς, καὶ ἀναμὶξ ἐλέῳ ποιήσει τὴν ἀγανάκτησιν. Πλῆθος γὰρ ἔνεστιν αὐτῷ δικαιοσύνης, τουτέστιν, εἰς λῆξιν ἁπάσης διελήλακε δικαιοσύνης. Ταύτῃτοι, καὶ μάλα εἰκότως, οὐκ ἀθῶον εἰσάπαν ἀφήσει τὸν Ἰσραὴλ, ἡμερότητι δὲ μᾶλλον, ὡς ἔφην, κεράσει τὰ ἐξ ὀργῆς. Σέσωσται γὰρ τὸ κατάλειμμα. Καὶ εἶπε Κύριος. Οὐχ ὁ λαός μου; τέκνα μου οὐ μὴ ἀθετήσουσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, Κύριος αὐτὸς ἐπολέμησεν αὐτούς.
Ἄθρει δή μοι πάλιν τὸ τοῦ Θεοῦ πρόσωπον εἰσκεκομισμένον εὐθὺς, μονονουχὶ κατακεκραγὸς τῆς τοῦ Ἰσραὴλ ἀπειθείας. Εἶπε γὰρ, φησὶ, Κύριος, τουτέστιν, αὐτὸς ὁ τῶν ὅλων Θεός· Οὐκ ἐν τάξει τέκνων κατελογισάμην τὸν λαόν; Ἐπειδὴ δὲ τοῦτο ἐστὶν ἀληθές· ἔφη γὰρ, ὅτι Υἱὸς πρωτότοκός μου Ἰσραήλ· οὐκ ἂν ἐνδοιάσειέ τις, ὡς οὐκ ἔσται σκληρὸς, καὶ ἀπειθής. Προσδέξεται δὲ μᾶλλον ἀποσταλέντα τὸν Υἱόν. Ἀλλ’ οὐκ ἐκβέβηκε τοῦτο πρὸς πέρας, καὶ οὐχ ἥμαρτεν ἐλπίδος ὁ πάντα εἰδώς· ἠπίστατο γὰρ τὰ ἐσόμενα. Λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν. Πέπλασται δὲ ἀνθρωπίνως τοῦ λόγου τὸ σχῆμα. Ταῦτα Θεοῦ λέγοντος διαλαβὼν ὁ προφήτης ἀναισθησίας τε ὁμοῦ καὶ ἀχαριστίας γράφεται τὸν Ἰσραὴλ, ἀποφαίνει δὲ καὶ ἀμνημονήσαντα παντελῶς τῶν ὑπαρχθέντων αὐτοῖς ἀγαθῶν.
Ἐγένετο γὰρ αὐτοῖς,6 φησὶν, εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν·6 ἔτερος δὲ παρ’ αὐτὸν οὐδεὶς σέσωκεν αὐτοὺς, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς Κύριος δι’ ἑαυτοῦ. Τεθαυματούργηκε γὰρ ἐν Αἰγύπτῳ μεσολαβοῦντος μὲν τοῦ Μωσέως, πλὴν ἐνεργῶν αὐτὸς τὰ παράδοξα. Καὶ γοῦν ὅτε μεμοσχοποίηκεν ὁ Ἰσραὴλ, εἶτα πρὸς τοῦτο λελύπηται Θεὸς, καὶ συνεκπέμψειν αὐτοῖς ἄγγελον ἐπηγγέλλετο, δεδυσφόρηκεν ὁ Μωσῆς λέγων· Εἰ μὴ σὺ αὐτὸς πορεύσῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν.6 Αὐτὸς οὖν ἄρα δι’ ἑαυτοῦ σέσωκεν αὐτοὺς, ἐσχηκὼς μὲν παρ’ αὐτῶν τὸ σύμπαν οὐδὲν, μόνον δὲ διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ κήδεσθαι αὐτῶν. Τοῦτο δέ ἐστιν ἀπόδειξις ἐναργὴς τῆς ἀπαραβλήτου φιλανθρωπίας, καὶ γαληνότητος τῆς θεοπρεποῦς· ἐλυτρώσατο τοίνυν αὐτοὺς ἐξ οἴκου δουλείας, ἀνέλαβεν, ὕψωσε· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἐν ἀρχαῖς ἔφη, Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα,6 τουτέστιν, ἐξέθρεψα, ἤγουν ἐπισήμους ἀπέφηνα, αὐτοὶ δέ με ἠθέτησαν.6 Τὸ δὲ πάσας τὰς ἡμέρας τοῦ αἰῶνος κατασημήνειεν ἂν, τὸ, ἀκαταλήκτως, καὶ διηνεκῶς, ἀλλ’ ἦν μὲν οὕτω περὶ αὐτοὺς ἀγαθὸς ὁ τῶν ὅλων Θεὸς, αὐτοὶ δὲ γεγόνασιν ἀπειθεῖς καὶ παροτρύνοντες οὐ διαλελοίπασι τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ.
Page scan enlarged

Notebook

Full View