PG 72Cyril
Commentary on the Twelve Minor Prophets
Printed pages · scan text
diplomatic · TLG-E + First1K + critical ed.
Diplomatic text · First1KGreek clean (TLG critical edition) — PG column chips mark the printed columns.

On the Prophet Zechariah: PrefaceIn Zachariam Prophetam · Proœmium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:9ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. Κεφ. α΄. ’Εν τῷ ὀκδόῳ μηνὶ ἔτους δευτέρου ἐμ Δαρείου, ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Αδδὼ τοῦ Προφήτου λέΓω. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ μακάριος Ζαχαρίας ἐν τοῖς ῾Ιεροσολύροις, κατὰ τοὺς αὐτοὺς οἶμαι χρόνους, καθ’ οὓς καὶ ὁ Σοφονίας. μετὰ γάρ τοι τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διηρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ’ εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἰερουσαλὴμ δηλονότι, καὶ ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ’ αὐτοῖς Σοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον.
PG 72:10ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμαλωσίαν ἀπενηνεγμένων, μένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ’ οἷς λελύπηται Θεός· οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μηδῶν χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ’ ἐστιν ἡ Ιερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα, ἀλλ’ οὐδ’ ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου b κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν ’Αδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων ἀνδραγαθημάτων γέγονε μιμητής. Τίς οὖν αὐτῷ τῆς προφητείας ὁ λόγος, καὶ διὰ ποίων τῶν διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως;

Tome ITomus Primus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:11τὴν δίκην μὲν γὰρ ὑφ’ ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρωμένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων μένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ’ αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ’ ἴχνος ἰέναι σπουδάζοντες. διαμέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν ἀναγράφει τρόπων.
Δεῖ δὴ οὖν ἕκαστα τῆς προφητείας τὰ μέρη πολυπραγμονεῖν ἐθέλοντας, μὴ ταὐτολογίαν ἡγεῖσθαι τὰ ἐν αὐτῇ, καὶ περιττὴν ἀφήγησιν τῶν ἤδη γεγενημένων· διαμεμνῆσθαι δὲ μᾶλλον, ὅτι τοῖς ἐκ τῆς αἰχμαλωσίας ὑπονοστήσασιν εἰς τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτάτηνξ ἀγαπῶντες ζωήν. ’Ωργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶ ὀργὴν μεγάλην. Συνίης ὅπως καταπτοεῖ τοῖς διηγήμασι, καὶ τοῖς κομιδῇ νέοις τὰ τοῖς πρὸ αὐτῶν συμβεβηκότα παρατιθεὶς εἰς ἐξήγησιν, μετασοβεῖ πρὸς τὸ ἄμεινον, οἱονείπως ἀπειλῶν, ὅτι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι δυσαχθεστέροις ὑπενηνεγμένοι κακοῖς, κατοιμώξουσι πικρῶς, εἰ μὴ ἕλοιντο σωφρόνως ἀποσπουδάζειν μὲν τὰ ἐκείνων, φροντίδος γεμὴν καὶ λόγου παντὸς ἀξιοῦν τὸ θυμῆρες Θεῷ. ὀργὴν δὲ μεγάλην ὠργίσθαι φησὶ τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, οὐκ ἀναπόδεικτον ἀφεὶς εἰς τὸ ἀτρεκὲς τὸν λόγον, ἀλλ’ ἐξ ὧν ἤδη πεπείρανται καὶ πεπόνθασιν, ὅτι μὴ ἔστι ψευδοέπης ἀποφαίνων.
PG 72:12εἴη γὰρ ἃν οὐ τῆς τυχούσης ἀγανακτήσεως ἔνδειξις τὸ ἐφεῖναι τοῖς Βαβυλωνίοις καταδῃῶσαι μὲν ἅπασαν τὴν Ἰουδαίαν, καὶ σὺν αὐτῇ τὴν Σαμάρειαν, κατεμπρῆσαι δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ κατασκάψαι τὴν ῾Ιερουσαλήμ· καὶ τὸν ἀπόλεκτον Ἰσραὴλ ἀποφῆναι μέτοικον, οἰκτρῶς καὶ ἐλεεινῶς ἐν ἀλλοδαπῇ δουλεύοντα, καὶ δύσοιστον ὑπομένοντα ταλαιπωρίαν, καὶ ἁπτόμενον μὲν θυσιῶν οὐκέτι, οὐκ αὐλῆς εἴσω φοιτῶντα τῆς ἱερᾶς, οὐκ εὐχαριστίας προσάγοντα κατὰ νόμον, ἢ δεκάτας, ἢ ἀπαρχάς· εἰργόμενον δὲ, ὡς ἐξ ἀνάγκης καὶ φόβου, καὶ τοῦ χρῆναι τελεῖν τὰς νενομισμένας αὐτῷ καὶ φιλτάτας ἑορτάς. οὐκοῦν ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας αὐτῶν ὀργὴν μεγάλην. Ἐπιφωνήσῃ δ’ ἄν τις τὰ τοιάδε καὶ τοῖς Ἰουδαίοις δήμοις, εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ “τὸν “κύριον τῆς δόξης ἐσταύρωσαν,’’ ἑάλωσαν καὶ πεπόρθηνται.
PG 72:13κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ’ αὐτοῖς τὸ διὰ φωνῆς ’Ωσηέ “Διότι ἡμέρας πολ- “Λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ “ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- “ῥίου, οὔτε ἱερατείας, οὔτε δήλων.” ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπερριμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, πῶς ἃν ἐνδοιάσειέ τις; εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ κύριον, τότε δὴ τότε, καὶ μάλα εἰκότως, σοφὴν ἄν τις ἐπ’ αὐτοῖς ποιήσαιτο τὴν παραίνεσιν, ἐπὶ καιροῦ ταῦτα λέγων ’Ωργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. Καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος παντοκράτωρ ’Επιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες Τάδε λέγει Κύριος ’Αποστρέψατε ἀπὸ τῶν ὁδῶ ὑμῶ τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.
PG 72:14Ἀνακεκλημένοι γὰρ, ὡς ἔφην, ἐκ τῆς αἰχμαλωσίας, καὶ ἀνατρέχοντες εἰς τὴν Ἰουδαίαν, ῥᾴθυμοι γεγόνασι περὶ τὸ δοκοῦν τῶ Θεῶ, καὶ εἰδώλοις μὲν οὐ προσέκειντο τέως, οὔτε μὴν τὴν ἀρχαίαν προσίεντο πλάνην· πλὴν καθ’ ἑτέρους ἡλίσκοντο παροτρύνοντες τρόπους. ὡς γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ γυναίοις ἀλλοφύλοις ἐπεμίγνυντο καὶ, τὰς ἐκ τῶν ὁμόρων ἐθνῶν εἰσοικισάμενοι, τεκνῶν ἀλλοτρίων πατέρες γεγόνασι, καίτοι τοῦ νόμου τὸ χρῆμα αὐτοῖς ὡς ἔκτοπον ἀποφάσκοντος. κατημέλουν δὲ καὶ τοῦ τελεῖν ἑορτὰς, καὶ πληροῦν θυσίας, καὶ μὴν καὶ ἀπρόθυμοι περὶ τὸ δεῖν ἀναδείμασθαι τὸν θεῖον ναὸν γεγονότες ἡλίσκοντο. ταύτῃτοι, καθά περ ἐν τῷ Ἀγγαίῳ γέγραπται, ἐπάταξεν αὐτοὺς ἐν ἀφορίᾳ καὶ ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν. καὶ ἐνέβαλλον μὲν εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγίνοντο δέκα, εἰσεπορεύοντο δὲ καὶ πάλιν ἀντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνοντο εἴκοσι. ἐπαγγέλλεται τοίνυν αὐτοῖς, ὡς εἰ ἕλοιντο μεταφοιτᾶν εἰς τὸ ἄμεινον, καὶ ἐπιστρέφειν πρὸς αὐτὸν, διὰ τοῦ δρᾶν ἑλέσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, τότε καὶ αὐτὸς ἐπιστρέψει πρὸς αὐτοὺς, τουτέστιν, ἀφέξεται τῆς ἐπ’ αὐτοὺς ὀργῆς, καὶ παλινδρομήσει πρὸς ἔλεον, καὶ φειδοῦς τε καὶ οἰκτιρμῶν ἀξιώσει πάλιν.
ἀποφάσκει γεμὴν ὡς ὀλέθρου πρόξενον τὸ ἑλέσθαι ζηλοῦν τοὺς πρὸ αὐτῶν γεγονότας, οἷς πλείστη μὲν ὅση δέδοτο παρ’ αὐτοῦ διὰ τῶν ἁγίων προφητῶν παράκλησις καὶ παραμυθία, καλοῦσα πρὸς ἀποστροφὴν τῶν αἰσχρῶν ἐπιτηδευμάτων, ἀνόνητον δὲ τὸ πρᾶγμα πολὺ λίαν ἐτέθειτο ἀπονεύσασι πρὸς τὸ δυσήκοον. Καταγέλαστοι δὴ οὖν, οἱ ταῖς τῶν πατέρων ἀμαθίαις ἑπόμενοι, καὶ προγονικὴν συνήθειαν ὡς δυσανάτρεπτον ἀπολογίαν ἀεὶ προβαλλόμενοι, κἂν εἰ ἐπὶ τοῖς ἐσχάτοις καταψέγοιντο κακοῖς. ἔθος δὲ τοῦτο μάλιστα τοῖς τῶν εἰδώλων θεραπευταῖς. καλούμενοι γὰρ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, τῆς τῶν πατέρων ἀπάτης διαμέμνηνται πανταχοῦ, καὶ πατρῷον ὥσπερ τινὰ κλῆρον τὸ ἐκείνων ἀμαθὲς ἀσπαζόμενοι, διαμένουσι τυφλοί. οἶμαι δὲ, ὅτι κἂν εἰ αὐτοῖς συμβουλεύσειέ τις τοῖς ἐκ περιτομῆς μεταμαθεῖν τὰ αἰσχίω, καὶ τιμᾶν ἑλέσθαι τὸ ὠφελοῦν, ἐπὶ τὴν τῶν πατέρων συνήθειαν καταφεύγουσι καὶ αὐτοί. χρήσιμον οὖν τοῖς πλανωμένοις μένοις ἐπιφωνεῖν ’Επιστρέψατε πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύρος παντοκράτωρ, καὶ μὴν ἐπὶ τούτῳ Μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἱ πλανώμενοι δηλονότι, καὶ μέχρι τοῦ παντὸς μεμενηκότες ἐν ἀγνωσίᾳ. Οἱ πατέρες ὑμῶν που εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται;
PG 72:15πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμα μου δέχεσθε, ὅσα ἐΓὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑρῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος παντοκράτωρ, τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὔτως ἐποίησεν ὑμῖν. Πρὶν ἁλῶναι τὴν Ἰουδαίαν, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, τὸ τῆς προφητείας ὄνομα, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιτιθέντες τινὲς, προσελάλουν ἀρχαιοτέροις τὰ “ἀπὸ καρ- “δίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος “Κυρίου.” οὗτοι ψευδοεποῦντες ἔφασκον, ὡς οὐκ ἃν ἁλοίη ποτὲ παρ’ ἐχθρῶν ἡ ἁγία πόλις, οὐδ’ ἃν γένοιτό ποτε τοῖς ἐθέλουσι καταδῃοῦν εὐκαταμάχητος ὁ ’Ισραήλ· ἀλλ’ ἐρηρεισμένην ἕξει τὴν εὐημερίαν, καὶ ἐν ἀκλονήτοις κείσεται τρυφαῖς, Θεοῦ προασπίζοντος, καὶ τὸ ἀπόλεκτον ἀεὶ τιμῶντός τε καὶ ἀγαπῶντος γένος. ἔφασκον δὲ τὰ τοιαῦτα, καθάπερ ἔφην ἀρτίως, ψευδηγοροῦντες οἱ τάλανες, καὶ ῥᾴθυμον ὄντα τὸν Ἰσραὴλ ὑπτιοῦντες ἔτι, καίτοι δέον ἀναπείθειν ἐκμειλίσσεσθαι Θεὸν, καὶ τὰ ἐφ’ οἷς λελύπηται ῥιπτοῦντας ὡς ἀπωτάτω, μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ αὐτῷ δοκοῦν. ἀλλ’ ὀλίγος ἐκείνοις τῆς ἀληθείας ὁ λόγος, λημματίων δὲ σμικρῶν καὶ εὐτελεστάτων ἡττώμενοι, πεπλανήκασι τὸν ’Ισραήλ.
PG 72:16καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας κατῃτιᾶτο λίαν αὐτοὺς, οὕτω λέγων “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν “προφητεύουσι καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν, καὶ “ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω “ ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ ” Θεὸς δὲ πρὸς ταῦτα “ ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου· εἰ οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ “ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας “ καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προ- “ Φητεύουσιν ὑμῖν.” καὶ μὴν καὶ ἑτέρωθι πάλιν φησίν Ουκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον οὐδὲ “ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεθήτευον.” πεπλάνηται νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομάντεων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ’ οὐκ ἂν ἥλω ποτὲ παρ’ ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὺτοῖς, τοῖς, καὶ διαρρήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνχθήσονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ.
PG 72:17ταύτῃτοι καλεῖ πρὸς ἀνάμνησιν τῶν τε ἀνοσίων ψευδοπροφητῶν καὶ τῶν πεφενακισμένων μένων καί φησιν Οἱ πατέρες ὑμῶν που εἰσι καὶ οἱ προφηται μὴ τὸν αιωνα ςησονται; ὅμοιον ὡς εἰ λέγοι Ἀπολώλασιν οἱ πατὲρες ὑμῶν, καὶ τοῦτο οἰκτρῶς, ἐν αἰχμαλωσίᾳ, καὶ σὺν αὐτοῖς οἱ ψευδοεπεῖς καὶ πεπλανηκότες, οἱ τὸ τῆς προφητείας ὄνομα καὶ χρῆμα καπηλεύοντες. ἀλλ’ εἴπερ ἔζων ἔτι, τάχα που βελτίους ὑμᾶς ἀπέφηναν ἀεὶ κατοιμώζοντες ἐπὶ τοῖς συμβεβηκόσι, καὶ τῶν παρ’ αὐτοῖς γεγονότων ψευδοπροφητῶν οὐ μετρίαν ποιούμενοι τὴν καταβοήν. ἀλλ’ ἐκεῖνοι μὲν ῥᾳστώνης τε ὁμοῦ καὶ ἀπειθείας ὀψώνιον, τὸ συνδιολέσθαι τοῖς ἠπατηκόσιν ἐσχήκασιν, ὑμεῖς δὲ τοὺς τῶν ἁγίων προφητῶν παραδέχεσθε λόγους, καὶ τὰ δι’ αὐτῶν θεσπίσματα ποιεῖσθε περὶ πολλοῦ. αὐτοὶ γὰρ λελαλήκασι καὶ τοῖς πρὸ ὑμῶν, ὅτι παρατέτακται Κύριος τοῦ ποιῆσαι, δῆλον δὲ ὅτι τὴν αἰχμαλωσίαν καὶ τὰς ἐν αὐτῇ συμβησομένας ταλαιπωρίας. διήλεγχον δὲ λέγοντες ἀναφανδὸν, ὅτι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν.
κολάζει γὰρ οὐ μάτην ὁ τῶν ὅλων Θεὸς, οὔτε μὴν ἀβασάνιστον τὴν ἐφ’ ὁτῳοῦν ποιεῖται ψῆφον ἡ θεία τε καὶ ἀπλανὴς καὶ δικαιοτάτη κρίσις· ἀνεξικακήσασα δὲ ὑπεραμέτρως, τότε δὴ τότε ταλαντεύει τοῖς ἡμαρτηκόσι τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα. Σοφὸν οὖν ἄρα τὸ εὐήνιον, καὶ παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ τὸ τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ τὰς τῶν ἁγίων προαγορεύσεις τιμᾶν, καὶ πίστεως ἀξιοῦν τὰς τοῦ Πνεύματος φωνὰς, ἐννοοῦντάς τε ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὰ προηγγελμένα, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον καὶ μεταχωρεῖν εἰς μετάγνωσιν. ἀποσκευασόμεθα γὰρ οὕτω τὰ ἐξ ὀργῆς, καὶ ἠπίῳ περιτευξόμεθα τῷ Δεσπότη· δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ ἀνίησι δίκης τοὺς ἐξ ἀμαθίας ἤγουν ἀσθενείας πεσόντας εἰς ἁμαρτίαν. Τῇ τετάρτῃ καὶ εἰκάδι ἐν τῶ̣ ἑνδεκάτῳ μηνί· οὖτός ἕου ὁ μήν Σαβάτ· έν τῶ δευτέρω, ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχααρίαν τὸ τοῦ Βαραχίου υἱὸν ’Αδδὼ τοι Προφήτην λέΓω ῾Εώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ’ ἵππον πυρρόν, καὶ οὗτος ἱστήκει ἀνὰ μέσον τῶι δύο ὀρέω τῶ κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ καὶ ψαροὶ καὶ ποικὶλοι κὼ λευκοί, καὶ εἶπα Τί οὗτοι, κόρω; κὼ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐὺ ἐμοί ’Εγὼ δείξω σοι τί ἐστι ταῦτα.
PG 72:18καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπε πρὸς μέ Οὖτοί εἰσιν οὕς ἐξαπέσταλκε Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. κὼ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶι ὀρέω κὼ εἶπαν Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. Ἀνὰ μέρος καὶ κατὰ καιροὺς τὰς ὁράσεις τοῖς ἁγίοις προφήταις ἐξεκάλυπτεν ὁ Θεός. οὐ γάρ που φαμὲν ὡς ἀεί τε καὶ συχνὴ καὶ ἀδιάστατος παντελῶς ἡ τῆς θεοπτίας αὐτοῖς ἐχορηγεῖτο χάρις καὶ τῶν ἐσομένων ἡ ἀποκάλυψις· κατὰ καιροὺς δὲ μᾶλλον, τοὺς ἑκάστῳ πράγματι πρέποντας, καὶ κατὰ τὸ αὐτῶ δοκοῦν τῶ ἀποκαλύπτοντι τὰ κεκρυμμένα. καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο, κατὰ πολλούς τε καὶ διαφόρους ἐπαιδεύοντο τρόπους. ἔσθ’ ὅτε μὲν γὰρ ἁπλῆν ἐδέχοντο γνῶσιν, ἐνηχοῦντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος· ἐσθ’ ὅτε δὲ καὶ πρὸς τούτῳ καὶ ἐν αὐταῖς ταῖς ὁράσεσι τῶν δρωμένων ἐγίνοντο, ἄλλοτε ἄλλως αὐτοῖς διαμορφοῦντος Θεοῦ καὶ ἀποκαλύπτοντος αἰνιγματωδῶς μυστήρια. ῾Ησαΐας μὲν γὰρ ὁ μακάριος τεθεᾶσθαί φησι “τὸν κύριον σαβαὼθ “καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, περιεστηκότων αὐτὸν τῶν Σεραφὶμ καὶ εὐφημούντων ἐξ ἀμοιβῆς. ὁ δέ γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώματος, μάτος, ὑποκειμένων τῶν Σεραφίμ.
PG 72:19ἔφη δὲ, ὅτι τὸν ἐπὶ τοῦ e θρόνου καθήμενον ἑώρακε διφυᾶ, ὡς τὰ κάτω μὲν ἀπὸ ὀσφύος ἐν εἴδει πυρὸς ὁρᾶσθαι σαφῶς, ἐν ὁράσει δὲ ἠλέκτρου τὰ ἄνω. καὶ βαθὺς ἂν γένοιτο καὶ μακρὸς ὁ ἐφ’ ἑκάστῳ λόγος, εἴπερ ἕλοιτό τις πολυπραγμονεῖν τὰς αἰτίας τοῦ πολυειδεῖς γενέσθαι παρὰ Θεοῦ τὰς ὁράσεις αὐτοῖς. Οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Ζαχαρίας καιρὸν καὶ ἡμέρας καὶ μῆνα σαφῶς ὁρισάμενος, τεθεᾶσθαί φησι τὸν Κύριον ἐν εἴδει τῷ καθ’ ἡμᾶς. ἰδοὺ γὰρ ἀνήρ φησιν ἐπιβεβηκὼς ἐφ’ ἵππον πυρρόν. αἰνίττεται δὲ διὰ τούτου τὸν οἱονείπως ἐμπειροπόλεμον καὶ εἰδότα τὰ τακτικά. τὸ γὰρ ἵππῳ μὲν ἐφιζῆσαι, καὶ τούτῳ πυρρῷ καὶ τὴν οἷον ἐξ αἵματος ἔχοντι χροιὰν, τοιοῦτόν τι οἶμαί που σημαίνειν λοιπόν. μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ιουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν ῾Ιερουσαλὴμ, καὶ μὴν καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί.
PG 72:20ἐτράποντο γὰρ εἰς πολυθείαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυσαῖς “οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ “γῆς Αἰγύπτου, καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτράποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃσι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ καθ’ ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ. Ἕστηκε δὲ ανα μεσον τῶν δύο ὀρέων τῶν κατασκίων. ὄρη δὲ οἶμαι κατάσκια φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιῶν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν ὁ Θεός “Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιῶν καὶ τοῖς πεποιθόσιν “ἐπὶ τὸ ὄρος Σαμαρείας.’’ ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυρροὶ γὰρ ἦσαν, καὶ μὴν καὶ ψαραὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κάτα.
PG 72:21σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ’ ἑαυτὰ ποιεῖσθαι εῖσθαι σπουδάζοντα τὴν ὑπ’ οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰαρδάνου φυλάς. εἶτα μετ’ ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβουχοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· μανθάνει δὲ, ὅτι ὑτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιούμενοι, καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντιτείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ’ αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν. Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ Κύριε, ἕως τίνος οὐ μὴ ἐλεήσεις Τὴν Ἱερουσαλὴμ καὶ τὰc πόλεις Τῆς Ἰουδαίας ἃς ὐπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;
Τῶν ἀπεσταλμένων ἵππων, ἤγουν ἐθνῶν τε καὶ βασιλέων περιοδευσάντων τὴν σύμπασαν γῆν, εἶτα σαφῶς εἰρηκότων, ὡς κατοικεῖται καὶ ἡσυχάζει καὶ τὸν ἐξ ἀνάγκης ἐπεῤῥιμμένον ὑπομένει ζυγὸν, τρέπεται παραχρῆμα πρὸς λιτὰς τὰς ὑπέρ γε τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας ὁ μακάριος ἄγγελος, ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον αὐτῶν, ‘‘καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.’’ ἀλλὰ καὶ αὐτὸν τὸν νόμον δι’ ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει ’δε τι τοιοῦτον καὶ τῆς εὐαγγελικῆς παραβολῆς ἡ δύναμις.
PG 72:22ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι προαναδεικνὺς αἰνιγματωδῶς “Συκῆν εἶχε τις πεφυτευμένην “ἐν τῷ ἀγρῷ αὐτοῦ.’’ ἐπειδὴ δὲ ἄκαρπος ἢν, ἐκκόπτειν αὐτὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ “Ἔκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;” ὁ δὲ πρὸς τοῦτό φησι ‘‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως “ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήση “ καρπὸν “καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαινίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδαγωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἃν μὴ δοκοίη Δεσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπερασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν Δεσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρανται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις έτέρα πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται.
PG 72:23ταύτῃσί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τας τῆς πόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος; Ελπὶς οὖν ἄρα τοῖς σεβομένοις Θεὸν χρηστὴ, καὶ ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἁλλ’ οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, “Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν “Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- “τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἁλλὰ περὶ ‘‘ὅλου τοῦ κόσμου.” καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν “ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως, ἁμαρτιῶν ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ. Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλά καἰ λόγους παρακλητικούς.
PG 72:24καὶ εἷπε πρὁς μὲ ὁ ἄγγελος ὁ λαλῶ ἑ ἐμοί Ἀνάκραγε λέΓω Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουραλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπἰ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧι ἐγὼ μὲν ὠργίσθην ὀλίγα, συνεπέθεντο εἰς κακά. Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν “Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,” καὶ αὐτὴ δὲ πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἃν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ρηματα καλα καὶ λόγους παρακλητικούς· παρακλητικοὺς ’δε φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακάλεσαι δυναμένους τοὺς πεπονηκότας. παρ’ ὅλον γὰρ τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ’ αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ.
ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ πρὸς ἀλλοκότους λατρείας, ἀλλ’ ὑπὲρ αὐτῆς τοῖς πεπορθηκόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ’ ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον, παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν. Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρδὲ τηκότας ὁ τῶν ὅλων Θεὸς, καὶ συμμέτρους ἡμῖν ἐπιφέρων αἰκίας, ἢ πόνους, μετασοβεῖ πρὸς τὸ ἄμεινον. οἱ δὲ δὴ πρὸς τοῦτο παρειλημμένοι, θηριοπρεπῶς ἐπιθρώσκουσι τοῖς παιδευομένοις ἔσθ’ ὅτε. ἀλλ’ ὀργίζεται Θεὸς ἐπ’ αὐτοῖς ὀργὴν μεγάλην. ὁ μὲν γὰρ ὡς πατὴρ ἐπανορθοῦν ταῖς αἰκίαις ἤθελεν· οἱ δὲ ὅλοις ὥσπερ ἱστίοις καὶ πάντα σείοντες κάλων ἀσχέτοις ὁρμᾶις τοῖς κάμνουσιν ἐπεφέροντο. Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ.
PG 72:25Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, κω μέτρον ἐκτεθήσεται ἐμὶ ετι. Δέδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώλισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ’, ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, Δαρείου γενὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐτὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν. Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ’ ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν.
PG 72:26ἀλλ’ ὀλίγα παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπικουρίαις, καὶ τῆ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐσεβεῖν ᾑρημένων καὶ πόλις ἐστὶ καὶ οἰκος Θεοῦ. δοκιμάζεται δὲ πολλάκις, κατερεθιζούσης αὐτὸν εἰς φαυλότητα καὶ σαρκικῆς ἡδονῆς καὶ μερίμνης κοσμικῆς, ὡς δοκεῖν ἐμπεπρῆσθαί τε καὶ τειχῶν ἐρήμην, ἤγουν ἀσφαλείας, τὴν τοῦ παθόντος ἀπομεῖναι ψυχήν. ἀλλὰ κατοικτεί- ροντος Θεοῦ, καὶ ταῖς τῶν ἁγίων λιταῖς μετατιθεμένου πρὸς τὸ ἥμερον, οἰκοδομεῖται πάλιν “εἰς ναὸν ἅγιον, εἰς κατοι- “κητήριον Θεοῦ ἐν Πνεύματι,” καὶ δὴ καὶ ἁπάσης ἐπεληλαμένης ἀκαθαρσίας, ἀνατειχίζεται παρὰ Θεοῦ, καὶ γίνεται πόλις τοῦ μεγάλου βασιλέως, τουτέστι Χριστοῦ. Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμώ Ἀνάκραγε λέγων Τάδε λέρει Κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τήν Σιὼν καὶ αἱρετιεῖ ἔτι ‘Ιερουσαλήμ. Παρατείνοντος τοῦ χρόνου τῆς αἰχμαλωσίας, αἱ τῆς Ἰουδαίαςπόλεις, οὐδὲν δὲ ἧττον καὶ τῆς Σαμαρειτῶν, ἐξηρήμωντο παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα παντελῶς.
PG 72:27εὐαριθμήτων δὲ κομιδῇ κατοικούντων, ἄνδρα μὲν οὐκ ἦν λαμπρὸν, ἢ καὶ ἑτέρως ἐπίσημον ἰδεῖν, ἀλλ’ οὐδὲ ἐν εὐπαθείᾳ ὄντας τινὰς, κατηφεῖς δὲ ἅπαντας, λιμῷ καὶ πενίᾳ κατηχθισμένους. τούτων ἁπάντων ἔσεσθαι πέρας ἐπαγγέλλεται. διαχυθήσονται γάρ φησι πόλεις ἐν ἀγαθοῖς, τουτέστιν, ἐν ταῖς ἀρχαίαις εὐημερίαις ἔσονται, καὶ παρακειμένων αὐταῖς τῶν εἰς ἀφθονίαν ἀγαθῶν, μεταβαλοῦσι τὴν ὄψιν, καὶ ἀναδραμοῦνται πάλιν ἐν τοῖς κατ’ εὐχήν. ἐλεήσει γὰρ κύριος ἔτι τὴν Σιῶν καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ. Ἄθρει δὲ ὅπως εὐτέχνως ἡμῖν ὁ τῆς προφητείας πρόεισι λόγος. οὐ γὰρ εἰς ἅπαν αὐτὴν ἐλεήσειν κατεπαγγέλλεται, οὔτε μὴν εἰς πάντα χρόνον αἱρετιεῖν· ἀλλὰ τό Ἔτι φησὶ, μεμετρημένον ὥσπερ τὸν τῆς ἡμερότητος χρόνον ὑπισΧνούμενος. ἔμελλε γὰρ μετὰ τοῦτο τοῖς ἔτι χείροσιν ἐναλῶναι κακοῖς, ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεγνωσμένη. οὐκοῦν τό Ἔτι μονονουχὶ καὶ ἐπιμετρεῖ τὸν τῆς ἡμερότητος χρόνον, ἀπειλὴν ἔχον ἀσυμφανῆ τῶν συμβησομένων αὐτῇ κατὰ τοὺς καιροὺς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρὸς μέ ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸ Ἰσραήλ.
κω ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. καὶ εἶπα Τί οὖτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸ Ἰούδαν κα τὸ Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρε κεφαλήν· καὶ εἰσῆλθον οὖτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶ τά τέσσαρα κέρατα, τὰ ἔθνη τά ἐπαιρόμενα κέρας ἐπὶ τὴν τῆν τοῦ τοῦ διασκορπίσαι αὐτὴν. Ἐφ᾿ ἑτέραν ὅρασιν ὁ προφήτης ἔρχεται, καὶ οὐκ μακρὰν, ἵνα μὴ λόγῳ μόνω παιδεύοιτο τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτῶν τῶν συμβησομένων ἐν θεωρίαις γενόμενος, λεπτῶς τε καὶ ἀκριβῶς εἰδείη τὰ σημαινόμενα. τίς οὖν ἄρα ἐστὶν ὁ τῆς ὁράσεως νοῦς, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. τὸ κερας ἀεὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ λαμβάνεται τὰ μὲν εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἰσχύος, ἤγουν βασιλείας· κατασημαίνει δὲ πλειστάκις καὶ ὑπεροψίαν, ὡς ἔν γε τῷ φάναι τισὶ τὸν μακάριον Δαυείδ ‘‘Εἶπα τοῖς παρανομοῦσι Μὴ “παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· μὴ “ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μηδὲ λαλεῖτε κατὰ τοῦ “Θεοῦ ἀδικίαν.“ ψάλλει ’δε που καὶ περὶ Χριστοῦ “κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόζη,’’ τουτέστιν, ἡ βασιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία.
PG 72:28Ὁρᾷ τοιγαροῦν ὁ Προφήτης τέσσαρα κερατα, τουτέστιν, ἔθνη τέσσαρα, σκληρά τε καὶ ἀλκιμώτατα, πόλεις τε ὁμοῦ καὶ χώρας ἐκκεραίζειν εὐκόλως δυνάμενα. καὶ οἱ μὲν εἶναι ταῦτά φασι, τήν τε Ἀσσυρίων βασιλείαν, καὶ μέντοι πρὸς τῇδε τὴν τῶν Βαβυλωνίων, καὶ τρίτην τὴν Μακεδόνων. Ἀντίοχος γὰρ ᾧ ἐπίκλην ἐπιφανὴς, ἐκ Μακεδονίας ὣν, πεπόρθηκε τὴν Ἰουδαίαν. ἐπαριθμοῦσι δὲ ταύτῃ καὶ τὴν Ρωμαίων, ἢ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, εἷλε κατὰ κράτος τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ διερμηνεύων τῷ Προφήτῃ τὴν ὅρασιν ὁ θεσπέσιος ἄγγελος, ἔφησε περὶ τῶν κεράτων, ὅτι ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν καὶ τὸν Ἰσραὴλ κατέαξαν, ἀναγκαῖον οἶμαι καὶ νῦν ἐκεῖνα παρέντας, ἐπ’ ἔθνη μᾶλλον ἐλθεῖν τὰ συντετριφότα τὸν Ισραήλ. τέσσαρες δὴ οὖν γεγόνασιν ἀρχαὶ, δι’ ὧν τοῦτο παθοῦσαν τὴν Ἰουδαίαν εὑρήσομεν. Φουλὰ μὲν γὰρ πρῶτος τὰς ἐπέκεινα, ὡς ἔφην, τῶν Ἰορδάνου ναμάτων εἷλε φυλάς· εἶτα μετ’ ἐκεῖνον ὁ Σαλμανασὰρ, καὶ τρίτος Σεναχηρεὶμ, καὶ τελευταῖος ἐπ’ ἐκείνοις ὁ Ναβουχοδονόσορ. οὐκοῦν οἰκειότερον τερον νοηθείη ἂν ἐπ’ αὐτῶν, ὅτι ταῦτά ἐστι τὰ τέσσαρα κερατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. εἶτα Θεοῦ καταδεικνύοντός τε καὶ ἀνευρύνοντος τῷ Προφήτῃ τὴν ὅρασιν, τέσσαρες ὁρῶνται τέκτονες.
PG 72:29ἤρετο δὲ πάλιν, ὅποι τε καὶ ἐφ’ ὅτῳ βαδίζουσιν· εἶτά φησιν ὁ λαλῶν ἄγγελος ἐν αὐτῷ, ὅτι τοὶ τέσσαρα κέρατα τὰ συντετριφότα τε καὶ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ εἰσῆλθον ὀξῦναι. Τί οὖν ἐροῦμεν καὶ διὰ τούτου πάλιν ὑποσημαίνεσθαι; ἆρα γὰρ παρωξύνοντο κατὰ τοῦ Ἰσραὴλ οἱ ἤδη πεπορθηκότες, καὶ ἀγριωτέρους ἀπετέλει Θεὸς τοὺς ἐξ ὀργῆς αὐτοῖς ἐπενηνεγμένους; καίτοι φαίνεται διακεκραγώς τε καὶ λέγων “Ἐζήλωκα τὴν ‘Ιερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, “καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι. “θέμενα, ἀνθ’ ὧν μὲν ὠργίσθην ἐγὼ ὀλίγα, αὐτοὶ δὲ “συνεπέθεντο εἰς κακά.” ὁ δὲ ὀλίγα καὶ συμμέτρως ὠργισμένος, καὶ ζῆλον ἐπαφιεὶς τοῖς πεπορθηκόσιν, ὅτι πέρα λόγου δεδράκασι τὰ εἰς τοὺς ἁλόντας τολμήματα, πῶς ὀξύνεσθαι κατ’ αὐτῶν κελεύει τὰ κέρατα; οὐκοῦν ὀξύνονται μὲν, πλὴν οὐ κατά γε τοῦ Ἰσραὴλ, ἀλλὰ κατὰ σφῶν αὐτῶν. κατεξανέστησαν γὰρ ἀλλήλων, καὶ πεπολεμήκασιν Ἀσσυρίοις τε καὶ Βαβυλωνίοις Πέρσα καὶ Μῆδοι, Κύρου Βεβασιλευκότος, καθάπερ ἤδη προείρηται. Οὐκοῦν, εἰ μὴ ὀξύνθη τὰ κέρατα, καὶ πεπόρθητο τὰ Babulvnqivn, οὐκ ἂν ἀπήλλακτο δουλείας ὁ ’Ισραὴλ, οὐκ ἃν ἀνείθη δεσμῶν καὶ τῆς ἀφορήτου ταλαιπωρίας.
PG 72:30οἱ τοίνυν τέσσαρες τέκτονες, οἱ τοι κέρατα παραθήγοντες ἐν χερσὶν αὐτῶν, τουτἐστι τῶν ἐχόντων αὐτὰ, ἤτοι τῶν κρατούντων· ἵνα τοὺς Περσῶν νοῶμεν βεβασιλευκότας· νοηθεῖεν νοηθεῖεν ἂν ἄγγελοι, τὸ Θεῷ δοκοῦν ἀποπεραίνειν εὖ μάλα προστεταγμένοι. μένοι. τοῦτο δὲ ἦν ἄρα τὸ ἁλῶναι τὴν Βαβυλωνίων, καὶ ὑπὸ χεῖρα γενέσθαι Περσῶν τε καὶ Μήδων, περὶ ὧν ἑτέρωθί που φησὶν ὁ τῶν ὅλων δεσπότης Θεός ‘‘Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς, “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα “καὶ ὑβρίζοντες.” κὼ ἦα τοὺς ὀφθαλμούς μου κὼ ἴδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοίνιον γεωμετρικόν. καὶ εἶπα πρὸς σὺ πορεύῃ; καὶ εἶπε πρὸς μέ Διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος. καὶ ἰδοὺ ὁ ἄγγελος ἑ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ ρος ἐξεπορεύετο εἰς ἁπάντησιν αὐτοῦ, καὶ εἶπε λέγων Δράμε καὶ λάλησον πρὸς τόν νεανίαν ἐκεῖνον Κατάκαρπος κατοικηθήσεται ‘Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων πων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς· καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶ Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν μέσῳ αὐτῆς.
Ὅτι μὴ κατὰ τοῦ Ἰσραὴλ ὠξύνθη τὰ κέρατα, κατ’ ἐκείνων δὲ μᾶλλον, οἳ εἷλόν τε καὶ πεπορθήκασι τήν τε Ἱερουσαλὴμ, καὶ μέντοι τὴν Ἰουδαίαν, ἡ γείτων ὅρασις ἐκδείξειεν ἂν, καὶ μάλα εὐκόλως. αἴρει γὰρ πάλιν τοὺς ὀφθαλμοὺς ὁ Προφήτης, καὶ οὐχὶ δὴ πάντως τοῦ σώματος· ἄποπτα γὰρ τὰ τοιάδε τῶν θεωρημάτων τοῖς σαρκὸς ὀφθαλμοῖς· τοὺς ἔσω δὲ μᾶλλον καὶ νοητοὺς, δῆλον δὲ ὅτι τοὺς ἐν καρδίᾳ καὶ νῷ. εἶτά τινα τεθεᾶσθαί φησιν ἐν ἀνδρὸς σχήματι, αχοινίον ἔχοντος γεωμετρικὸν, ἤρετο δὲ πάλιν ἐφ’ ὅτῳ τε βαδίζοι, καὶ τίς ὁ σκοπὸς αὐτῷ. τοῦ δὲ δὴ φάσκοντος Διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος ἐστὶν καὶ πηλίκον τὸ μῆκος, ἄγγελος ἕτερος ἑτέρῳ πάλιν ἀγγέλῳ βαδίζειν ἐκέλευε καὶ ἀπαγγελεῖν αὐτῷ ὅτι κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων κα.) κτηνῶν τῶν ὄντων ἐν μέσῳ αὐτῆς. ἐπειδὴ γὰρ ἠρημωμένης τῆς Ἱερουσαλὴμ, προσεμπρησθέντος πρησθέντος δὲ καὶ αὐτοῦ τοῦ θείου νεὼ, καὶ τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν οἴκων τε καὶ πόλεων ἀνατετραμμένων, ἀνῄρητό πὼς ἡ ἐλπὶς τοῦ καὶ εἰσαῦθις αὐτὴν ἀνασφῆλαι δύνασθαι.
PG 72:31δείκνυσι δὲ Θεὸς, ὅτι τῶν κεράτων παρωξυμμένων, τουτέστι τῶν ἐθνῶν, ἤτοι τῶν βασιλειῶν, καὶ τὸν πρὸς ἄλληλα πόλεμον λεμον συγκεκροτηκότων, ἀνεθήσεται μὲν ὁ Ἰσραὴλ, οἰκήσει δὲ πάλιν κατευρυνθεῖσαν τὴν Ἱερουσαλὴμ καὶ θείᾳ πεπυργωμένην, καὶ οἷον ἀμάχῳ φλογὶ ταῖς ἄνωθεν εὐμενείαις διεζωσμένην. τρέχει τοίνυν ὁ ἄγγελος ἐκμετρῆσαι τὴν Ἱερουταλὴμ, καὶ οἷον ὁρίσαι πλατεῖαν αὐτὴν καὶ εὐμηκεστάτην. Καὶ ταυτὶ μὲν ἱστορικῶς· φαίην δ’ ἃν ὅτι καὶ ἐπ’ αὐτῆς τῆς Ἐκκλησίας χριστοῦ νοοῖτ’ ἂν εἰκότως ἡ ὅρασις. τετυραννεύκει μὲν γὰρ κατὰ πάντων ὁ σατανᾶς τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ γεγόναμεν αἰχμάλωτοι, τοῖς ἐκείνου ζυγοῖς ὑπενηνεγμένοι. ἀλλ’ ἡ τοῦ Σωτῆρος χάρις κατελέπτυνε μὲν τὸ ἐκείνου κέρας, συνέτριψε δὲ τὴν ὑπεροψίαν. τεθριάμβευκε γὰρ ἀρχάς τε καὶ ἐξουσίας τοῦ κοσμοκράτορος καὶ ἀντικειμένας μένας δυνάμεις.
PG 72:32ἐξείλετο δὲ ἡμᾶς, καὶ τῶν ἐκείνου δεσμῶν ἀπέλυσεν· ἤγειρεν ἡμῖν τὴν Ἐκκλησίαν, τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν, τὴν εὐρεῖαν καὶ εὐμηκεστάτην, ἢν κατακάρπως ᾠκήκαμεν ἄνθρωποί τε καὶ κτήνη, τουτέστιν, οἱ λελογισμένοι τε ἤδη, καὶ οἱ μήπω πρὸς τοῦτο ἥκοντες μέτρου, μέλλοντες δὲ καὶ μυσταγωγούμενοι· δὲ πόλιν, ἢν αὐτὸς τειχίζει Χριστὸς, ἀῤῥήτοις δυνάμεσι καταφλέγων τοὺς ἀνθεστηκότας, καὶ τῆς ἑαυτοῦ δόξης ἀναπιμπλὰς, καὶ οἷον ἑστηκὼς ἐν μέσῳ τῶν οἰκούντων αὐτήν· ἐπηγγέλλετο γὰρ λέγων “Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας “τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος. ταύτης λέγων “Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις “πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν “ οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ “ μὴ διαῤῥαγῶσι,” καὶ πρὸς αὐτὴν δέ φησι “Πλάτυνον τὸν “ τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ “ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” κατευρύνεται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ εἰς ἄπλετον ἐκτείνεται μέτρον, ἀναριθμήτους ἀεὶ δεχομένη τοὺς προσκυνοῦντας αὐτόν. Ώ ὦ φεύγετε ἐκ γῆς βοῤῥᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάεω ὑμᾶc, λέγει Κύριος· εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνες.
PG 72:33Ἐπιστυγνάζει μὲν ὥσπερ τοῖς παθοῦσι τὴν αἰχμαλωσίαν, ὡς δύσοιστον ἀνατλᾶσι τὴν ταλαιπωρίαν, καὶ δὴ καὶ ἀπονοσφίζεσθαι κελεύει λοιπὸν τῆς Χαλδαίων χώρας, ὡς ἐνὸν ἤδη τοῦτο δρᾶν αὐτοῖς, ἐξείργοντος οὐδενὸς, αὐτοῦ τε συλλέγοντος ἐκ τόπου παντὸς τοὺς τῇ τοῦ πολέμου προσβολῇ κατεσκεδασμένους. θυγατέρα δὲ Βαβυλῶνος καὶ γῆν τοῦ βοῤῥᾶ τὴν τῶν Χαλδαίων ὀνομάζει χώραν αἱ γὰρ μητροπόλεις ἐν τάξει μητέρων τέθεινται ταῖς ἄλλαις, αἳ πράττοιεν ἃν ὑπ’ αὐταῖς. βορειοτέρα ’δε πὼς καὶ πρὸς ἠῶ κειμένη τῶν Χαλδαίων ἡ χώρα. Καὶ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὰ ἐκ τῆς ἱστορίας εἰρήσθω πάλιν. μεταφοιτᾷ δὲ ὁ λόγος εἰς θεωρίαν τὴν πνευματικὴν, καὶ τὸ τοῦ Σωτῆρος ἤδη πὼς εἰσκρίνεται πρόσωπον, καταλγυνομένου τρόπον τινὰ, μόνον δὲ οὐχὶ καὶ ἐπιδακρύοντος τοῖς ἐπὶ τῆς γῆς, διάτοι τὸ πάντας τὴν τοῦ τυραννήσαντος σατανᾶ λατρείαν ὑποδραμεῖν, καὶ δουλείαν ἀνατλῆναι τὴν οὕτω σκληρὰν, ὡς τοῖς ἐκείνου θελήμασιν ὁρᾶσθαι κατηχθισμένους. μένους.
PG 72:34προτρέπει τοίνυν ἀποδραμεῖν ὡς ἐκ γῆς βοῤῥα, τουτέστιν, ὡς ἀπὸ χώρας τῆς ἵνα διὰ τούτου πλαγίως διάθεσίν τινα καὶ ἠθῶν κατάστασιν ἐννοῶμεν κοσμικὴν, ἢν εἴπερ τις ἔχοι, καὶ αὐτὴν ὁρῷτο κατοικῶν, οὐκ ἂν εἴη τῷ πνεύματι ζέων, οὐδ’ ἂν ἔχοι κάτοικον ἐν ἑαυτῷ τὸν διάπυρον τοῦ Θεοῦ λόγον. ψάλλει γάρ που πρὸς Θεὸν ὁ μακάριος Δαυείδ ‘‘Πεπυρωμένον τὸ λόγιόν “σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. ἔφη δέ που καὶ αὐτὸς πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει Κύριος, καὶ “ὡς πέλυξ κόπτων πέτραν ;” οὐκοῦν ὁ τὸν ζέοντα καὶ πυρον τοῦ Θεοῦ λόγον οὐκ ἔχων, ἀπεψυγμένος ἂν εἴη καὶ νεκρός. καταψυχθήσεσθαι γὰρ τὴν ἀγάπην τῶν πολλῶν διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, καὶ ὁ μακάριος ἔφη Παῦλος θυγάτηρ δὲ Βαβυλῶνος ἡ ἁμαρτία λελέξεται, καὶ μάλα εἰκότως, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἑρμηνεύεται μὲν σύγχυσις ἡ Βαβυλών· εἴη δ’ ἃν ἔργον τὸ πλημμελεῖν, οὐχὶ νοῦ καθεστηκότος καὶ ἐρηρεισμένου, συγκεχυμένου δὲ μᾶλλον, καὶ οἱονεί πὼς καταμεθύοντος ταῖς εἰς φαυλότητα ῥοπαῖς.
δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν καὶ ὡς ἐκ γῆς ἀλλοτρίας τῆς ἀπεψυγμένης καὶ νεκρᾶς τοῦ νοῦ διαθέσεως μεταφοιτᾶν εἰς Σιῶν, τουτέστιν, εἰς τὸ ἀληθὲς, ἵνα νοῶμεν τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ γεγονότες κατοψόμεθα μὲν τὸ Θεῷ δοκοῦν, καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα Χριστὸν, καὶ συνδέοντα πνευματικῶς εἰς ὁμοψυχίαν. ἔφη γάρ που περὶ ἡμῶν, ὅτι “Καὶ ἄλλα “πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα “δεῖ με ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.” Διότι τάδε λέγει Κύριος παντοκράτωρ ’Οπίσω δόξης ἀπέσταλκέ με ἐμ τὰ ἔθνη τά σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. Ὅτι μὲν ἐπήμυνε τε καὶ ἐλυτροῦτο Χριστὸς καὶ τοὺς πάλαι λαοὺς, ἐνδοιάσειεν ἃν οὐδεὶς, εἴ γε νοῦν ἔχοι τῆς ἀτρεκείας τὸν ἐραστήν. εἰ γὰρ αὐτὸς ἦν ἡ πετρὰ δεδιψηκότα κατὰ τὴν ἔρημον ποτίζων τὸν Ἰσραὴλ, καὶ αὐτός ἐστιν ὁ δι’ οὗ τὰ πάντα παρὰ Θεοῦ καὶ Πατρὸς, πῶς ἐστιν ἀμφιβάλλειν, ὅτι δι’ αὐτοῦ καὶ πᾶσα λύτρωσις κατὰ καιρὸν, καὶ ἅπας ἐπικουρίας ἐπράττετο τρόπος;
PG 72:35πλὴν ἔν γε τούτῳ φαμὲν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν Πνεύματι προσφωνεῖν αὐτὸν, καὶ τὸν τῆς ἐνανθρωπήσεως κατασημαίνειν τρόπον. ὀπίσω γὰρ δόξης ἀπεστάλθαι φησί. καὶ ψευδοεπήσειεν ἃν οὐδαμῶς. εἰ γὰρ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, ‘‘οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, καθὰ γέγραπται, καθίκετο δὲ καὶ εἰς δούλου μορφὴν, καὶ τεταπείνωκεν ἑαυτὸν, γενόμενος καθ’ ἧμας, πὼς οὐκ ὀπίσω γέγονε τῆς ὅτι μάλιστα πρεπούσης ἀξίας αὐτῷ; Τίς οὖν ὁ λόγος τοῦ χρῆναι παθεῖν αὐτὸν τὴν πρόσκαιρον ἀδοξίαν; ἀφίκετο γὰρ σκυλεύων τοὺς πεπορθηκότας καὶ τοῖς σφῶν αὐτῶν ὑπενεγκόντας ζυγοῖς τοὺς ἐπὶ τῆς γῆς, τουτέστιν ἡμᾶς, οὓς αἰ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις ἀσχέτως κατεληίζοντο. σκυλεύονται δὲ νυνὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συγκομίζοντος ἡμᾶς διὰ τῆς πίστεως εἰς ἑαυτὸν, καὶ ἰδίους ἱστάντος προσκυνητὰς τοὺς ταῖς παρ’ ἐκείνων πλεονεξίαις πεφορτισμένους, καὶ τοσαύτην ἡμῖν ὀρέγοντος τὴν ἀσφάλειαν, ὥστε τὸν ἐθέλοντα λυπεῖν, μονονουχὶ τῆς ἰδίας ἅπτεσθαι κόρης· περιτρέπεται γὰρ ἀεί πὼς εἰς πᾶν τοὐναντίον τῶν πραγμάτων ἡ ἔκβασις.
PG 72:36τοῖς διώκουσι τὴν Ἐκκλησίαν λέγοιτο δ’ ἂν ἐφ’ ἑκάστῳ τὸ ἐν ψαλμοῖς “Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς “βόθρον ὃν εἰργάσατο, ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς “κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ “καταβήσεται.” ἅψεται δὴ οὖν ἑαυτοῦ, φησὶν, ὁ ταῖς τῶν ἐμοὶ πεπιστευκότων ἐπιβουλεύων ψυχαῖς. τοῦτό τοι φησὶ καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς “Μὴ ἅπτεσθε “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη- “ρεύεσθε.” εἰ γάρ ἐσμεν ‘‘σῶμα Χριστοῦ καὶ μέλη ἐκ “μέρους, πῶς ἃν πρόοιτο τοῖς φιλαμαρτήμοσι τὸ ἴδιον σῶμα; ἢ πῶς ἔξεσται κακοῦ ἀναπιμπλᾶν τὰ μέλη Χριστοῦ; μᾶλλον δὲ, πῶς οὐκ ἃν τὴν ἐσχάτην ἀποτίσειαν δίκην, οἱ τοῖς ὑπ’ αὐτῷ γεγονόσιν ἀνοσίως ἐπιβουλεύοντες; Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέ με. Ἥψατο γὰρ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος Χριστὸς, καὶ ἀφορήτῳ χειρὶ τὰς τοῦ μιαιφόνου δράκοντος συνέθλασε κεφαλὰς, καὶ δέδωκεν ἡμῖν “πατεῖν ἐπάνω ὄφεων “καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ οἱ ποτὲ δεινοὶ καὶ παγχάλεποι, καὶ δυσάντητον ἔχοντες τὴν προσβολὴν, γεγόνασι σκῦλα τοῖς δεδουλευκόσιν αὐτοῦ.
PG 72:37ἡμεῖς γὰρ οἱ πάλαι ταῖς ἁμαρτίαις τυραννούμενοι, δεδικαιώμεθα μὲν ἐν Χριστῷ, ἀφίγμεθα δὲ ἤδη πρὸς τοῦτο λοιπὸν εὐσθενείας πνευματικῆς, ὡς διαπρέπειν μὲν δύνασθαι διὰ πάσης ἀρετῆς, καὶ τὸν ἐν Χριστῷ τε καὶ εὐαγγελικὸν κατοπθῶσαι βίον, εἶτα χαρισμάτων ἀναπίμπλασθαι τῶν παρ’ αὐτοῦ, καὶ λαβεῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, καὶ δαίμοσιν ἀνοσίοις ἐπιτιμᾶν, ὑποστρωννύντος τοῦ Χριστοῦ καὶ συντρίβοντος ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν σατανᾶν καὶ τὰς ὐπ’ αὐτὸν δυνάμεις πονηράς. Καὶ καθ’ ἕτερον δὲ τρόπον σκυλεύσειεν ἄν τις τούς ποτε κεκρατηκότας. ὅτε γὰρ τῶν ἰδίων καταθλοῦμεν παθῶν, καὶ τοῦ παντὸς ἄξιον ποιούμεθα λόγου, τὸ κατακρατεῖν ἡδονῶν κοσμικῶν τε καὶ σαρκικῶν, καὶ ἁπάσης ἐκτόπου καὶ μυσαρᾶς ἐπιθυμίας, τότε τοὺς κεκρατηκότας ποτὲ νενικήκαμεν. κἂν ἴδωμεν ἑαυτοὺς γεγονότας ἐν τούτοις, τότε δὴ τότε γνωσόμεθα καὶ διὰ πείρας αὐτῆς, ὅτι Θεὸς ὣν ὁ Λόγος, ἀπεστάλη μετὰ σαρκὸς εἰς τόνδε τὸν κόσμον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὀπίσω δόξης γέγονεν οὐχ ἑτέρου του χάριν, ἢ ἵνα δεσμεύσῃ τὸ συντετριμμένον, καὶ νευρώσῃ τὸ ἠσθενηκὸς, ἀνορθώσῃ τὸ κατερριμμένον, εὐσθενὲς ἀποφήνῃ τὸ ἄναλκι, θεραπεύσῃ τὸ ἠσθενηκὸς, ἵνα σώσῃ τὸ ἀπολωλός.
Τέρπου καὶ εὐφραίνου, Θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. καὶ κατακληρονομήσει Κύριος τὸς Ἰούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ. Κἀντεῦθεν ἂν μάθοις, ὡς ἔσται τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος ἡ παρουσία. τέρπεσθαι γὰρ καὶ εὐφραίνεσθαι προστέταχεν ἀναγκαίως τὴν Tim. iii 15 νοητὴν Σιῶν, ‘‘ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” ἤγουν καὶ αὐτὴ τῶν διὰ πίστεως σεσωσμένων ἡ ἱερωτάτη πληθύς. κατεπηγγέλλετο δὲ, ὅτι καὶ ἥξει καὶ ἔσται δὴ πάντως ἐν μέσῳ αὐτῆς. ἡμῖν γάρ φησιν ὁ θεσπέσιος Ἰωάννης “Ἐν “τῷ κόσμῳ ἦν,” καὶ τῶν ἑαυτοῦ κτισμάτων οὐκ ἀπενοσφίζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ’ ἦν αὐτὸς ὁ ζωοποιῶν τὰ ζωῆς μέτοχα, καὶ συνέχων τὰ πάντα πρὸς τὸ εὖ εἶναι καὶ ζῆν· ἀλλ’ “ὁ κόσμος αὐτὸν οὐκ ἔγνω·” προσκεκύνηκε γὰρ παρ αὐτὸν τῇ κτίσει.
PG 72:38γέγονε δὲ μεθ’ ἡμῶν, ὅτε τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας παρθένου ἐγεννήθη· τότε καὶ “Ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·” καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Δαυείδ “Ὁ Θεὸς ἐμ- “φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·” τότε γέγονε καὶ καταφυγὴ τοῖς ἔθνεσιν.
PG 72:39οὐδὲ γὰρ ἔτι μόνον τὸ ἐξ Ἰσραὴλ ἐπαιδεύετο γένος, διὰ τῆς ἀρχαίας ἐκείνης ἐντολῆς· κατεχρυσοῦτο δὲ μᾶλλον τοῖς εὐαγγελικοῖς κηρύγμασιν ἡ ὑπ’ οὐρανὸν, καὶ γέγονεν ἐν ἔθνει παντὶ καὶ πάση δὲ χώρᾳ “μέγα τὸ ὄνομα αὐτοῦ.” αὐτὸς γὰρ ἦν ἢ “προσδοκία τῶν ἐθνῶν,” κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ αὐτῷ “κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπιγείων καὶ “καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος “ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” γὰρ διὰ πίστεως ἐπ’ αὐτὸν, καὶ σὺν αὐτῷ κατῳκήκασιν ἐν τῇ ἁγίᾳ καὶ νοητῇ Σιῶν, οἱ ἐκ περάτων τῆς γῆς, ἐγνώκασί τε σαφῶς, ὅτι “Οὕτως ἠγάπησεν ὁ Θεὸς “τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, “ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχη ζωὴν “αἰώνιον.” ἐξαπέστειλε γὰρ ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ, Σωτῆρα καὶ λυτρωτὴν, ἵνα πιστεύσαντες εἰς αὐτὸν, ἐν αὐτῷ τὸν Πατέρα θαυμάσωμεν καὶ ὡς εἰκόνα βλέποντες ἀκριβῆ τοῦ γεγεννηκότος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν, ἐννοῶμεν τὸ ἀρχέτυπον.
PG 72:40τότε δὴ τότε καὶ κλῆρος γέγονεν Ἰούδας Χριστοῦ, τουτέστι, πᾶς ὁ ἐξομολογούμενός τε καὶ δοξολογῶν αὐτόν· ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται· ὡς γὰρ ὁ Παῦλός φησιν “Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, οὐδὲ ἡ ἐν “τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ “Ἰουδαῖός ἐστι, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμ- “ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ. ὅσοι τοιγαροῦν τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ κλῆρος αυτου γεγόναμεν ἐπὶ τὴν γῆν τὴν αγιαν, ἵνα τὴν ἄνω νοῶμεν πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, “ἧς τεχνί- “της καὶ δημιουργὸς ὁ Θεὸς,” ὁ φίλην τε αὐτὴν καὶ αἱρετὴν ποιούμενος. αἰρετιεῖ γάρ φησιν ἔτι τὴν Ἰερουσαλήμ. οὐκ ἀπίθανον δὲ πάλιν εἴπερ ἕλοιτό τις Ἱερουσαλὴμ οἴεσθαι καὶ νῦν ὠνομάσθαι τὴν Ἐκκλησίαν, ἢν καὶ Θεοῦ πόλιν ἀποκαλεῖ λέγων ὁ θεσπέσιος Δαυείδ “Καθάπερ ἠκούσαμεν, “οὕτω εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ “Θεου ἡμῶν.” Εὐλαβείσθω πᾶσα θάμ’ ἀπὸ προσώπου Κυρίου, Μου ἐγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ. Ἐπιφώνημα μὲν τοῦτο καλὸν καὶ ἐπωφελὲς, καὶ πρόσκλησις ἀγαθὴ, τοῖς ἐθέλουσιν εὐδοκιμεῖν, εἰ παρ’ αὐτοῦ γέγονε τοῦ Χριστοῦ, ἢ ὡς ἐκ προσώπου τοῦ Προφητοῦ. πλὴν ἐκεῖνο περιαθρητέον.
ὡς γὰρ πάντη τε καὶ πάντως ἀπολουμένων οἵπερ ἃν αὐτῷ μὴ πιστεύσειαν, εὐλαβεῖσθαι προστέταχε. τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς τὴν εἰς αὐτὸν πίστιν οὐ προσιεμένοις ἐπεφώνει τοῖς ἐξ Ἰσραήλ “Ἀμὴν “ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς “ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.” καὶ πάλιν “Ὁ πιστεύων “εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, “ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.” ταύτῃτοι καὶ “λίθος προσκόμματος καὶ πέτρα σκανδάλου κατωνόμασται Χριστὸς. ὥσπερ γάρ καλὸν καὶ σωτήριον τὸ τῇ πίστει στεφανοῦν αὐτὸν, οὕτω καὶ ὀλέθρου πρόξενον, τὸ μὴ εὐλαβεῖσθαι τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, καὶ οὐχ ἑτέρου του χάριν, ἣ ἵνα σώσῃ τὸ ἀπολωλός, ἐπιστρέψῃ τὸ πλανώμενον, ζωοποιήσῃ τὸ κατεφθαρμένον, φωτίσῃ τὸ ἐν σκότῳ, καθαρὸν ἀποφήνῃ πλημμελημάτων τὸ ταῖς ἁμαρτίαις ἔνοχον, ὑγιὲς καὶ εὔρωστον ἀποτελέσῃ τὸ ἠσθενηκός.
PG 72:41Ἐγηγέρθαι δὲ αὐτὸν ἐκ νεφελῶν ἁγίων αὐτοῦ νομιοῦμεν πάλιν, ὡς ἐξ ἠρεμίας τῆς πάλαι καὶ σιωπῆς ἀφιγμένον εἰς κίνησιν τῆς ἐν ἡμῖν φροντίδος, γεγονότα γενὴν ἐκ σπέρματος ἁγίων Ἀβραὰμ, Ἰεσσαὶ, καὶ Δαυεὶδ, καὶ τῶν σὺν ἐκείνοις γενεαλόγου μένων, οὓς καὶ νεφέλας ἀποκαλεῖ, διά τοι τὸ ὑψοῦ φέρεσθαι τῶν ἁγίων τὸν νοῦν, καὶ παραιτεῖσθαι μὲν τὰ ἐπὶ τῆς γῆς καὶ φρόνημα τὸ κατερριμμένον, ζητεῖν δὲ μᾶλλον τὰ ἄνω καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ μὴν καὶ τὸ ἐν τάξει νεφῶν, τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους. ὅτι δὲ τὴν ἀνάστασιν τὴν ἐν γε τούτῳ φημὶ, τὴν εἰς φροντίδα κίνησιν τῆς ἀῤῥήτου φύσεως οὐκ ἀπίθανον ἐννοεῖν, πληροφορήσει πάλιν αὐτὸς ὁ Σωτῆρ’, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οὕτω λέγων “Ἀπὸ “τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν “πενήτων νῦν ἀναστήσομαι λέγει Κύριος.” ἐγήγερται τοίνυν, τουτέστι, κεκίνηται λοιπὸν εἰς ἐπικουρίαν τοῖς ἐπὶ τῆς γῆς πεπραχόσιν ἀθλίως. αὐτὸς δὲ ἡ πάντων λύσις, καὶ τῆς ἀρχαίας ἀρᾶς τὸ πέρας, καὶ ἀρχὴ τοῦ παντὸς ἀγαθοῦ, καὶ δοτὴρ ἐλπίδος τῆς εἰς αἰῶνα τὸν μέλλοντα. Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸv μέγαν ἑστῶτα πρὀ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.
PG 72:42καὶ εἶπε πρὸς τὸν διάβολον Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; Ὅρασις μὲν τὸ διήγημα, πλὴν ἔχει λόγον ἱστορικὸν, αἰνιγματωδῶς εἰσβάλλοντα, καὶ ὡς ἐν εἰκόνι πάλιν τῷ Ἰησοῦ προδιαγραφόμενον. ἰστέον δὲ, ὅτι τῶν ἐν ταῖς ὁράσεσιν εἰς πέρας ἐκβεβηκότων, τοὺς περὶ αὐτῶν ὁ Προφήτης ποιεῖται λόγους, εἰκαιομυθεῖ δὲ οὐδαμῶς, οὐδὲ μὴν κατόπιν τῶν ἀποτελεσμάτων ἔρχεται καὶ περιττῶν ἡμῖν διηγημάτων ἐπισωρεύει ὄχλον· ἀλλ’, ὡς ἔφην ἐν ἀρχαῖς, ἃ πρὸ τῶν πραγμάτων τεθέαται, ταῦτα καὶ ἀπαγγέλλειν ποιεῖται περὶ πολλοῦ, σοφόν τε καὶ ἀσφαλῆ καθιστὰς τὸν Ἰσραὴλ, ἵνα μὴ τοῖς ἴσοις πταίσμασι περιπεσὼν, ἁλοίη καὶ δεύτερον, εἰδὼς, ὅτι σέσωσται μετὰ πόνου, καὶ μονονουχὶ φροντὶς γέγονε καὶ τοῖς ἐν οὐρανῷ ἀγγέλοις ἡ ἐπ’ αὐτοῖς λύτρωσίς τε καὶ χάρις. ἔφη τοίνυν, ὅτι τεθέαται μὲν ἑστῶτα τὸν ἄγγελον, πρὸ προσώπου δὲ αὐτοῦ καὶ τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· καὶ ὁ μὲν ἄγγελος εἰς εἰκόνα καὶ τύπον ἱστήκει Χριστοῦ· ὁ δέ γε ἱερεὺς νοηθείη ἂν ἀντὶ παντὸς τοῦ λαοῦ· λαμβάνεται γὰρ οὕτω παρὰ ταῖς θείαις γραφαῖς.
PG 72:43καὶ γοῦν ἔφη που πρὸς Μωυσέα ὁ Θεός “Καὶ ἐγὼ “ἰδοὺ εἴληφα τοὺς Λευίτας ἀντὶ πάντων τῶν υἱῶν Ἰσραὴλ, “δόμα δεδομένοι μοί εἰσιν·” ἔρχεται δὴ οὖν ὁ λόγος ἡμῖν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος, ἀντὶ παντὸς τοῦ λαοῦ τὸν ἱερέα δεχόμενος. ἐπειδὴ γὰρ γέγονεν ὁ Ἰσραὴλ ἐκ προσώπου Θεοῦ, λελατρευκὼς εἰδώλοις, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως ἀτιμάσας νόμον, εἶτα πληρωθείσης τῆς ἐπ’ αὐτῷ δικαίας ὀργῆς, ἠλέηται παρὰ Θεοῦ, κέκληται δὲ πάλιν εἰς ὄψιν αὐτοῦ. καὶ τοῦτο οἶμαί ἐστιν αἰνιγματωδῶς τὸ ἑστάναι τὸν ἱερέα πρὸ προσώπου ἀγγέλου Κυρίου. ἐν ὀργῇ μὲν γὰρ ἀποστρέφεται καὶ ἀποκομίζει τοὺς ὀφθαλμοὺς τῶν εἰωθότων καταφρονεῖν· οἰκτείρων γεμὴν ἐφορᾷ καὶ ἐπισκέπτεται. καὶ γοῦν ὁ θεσπέ- σιὸς ψαλμῳδὸς προσηύχετο λέγων “Μὴ ἀποστρέψῃς τὸ “πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ “δούλου σου.” καὶ πάλιν “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν “με.” ἀλλ’ ὁ μὲν φύσει χρηστὸς καὶ φιλοικτίρμων Θεὸς ἠλευθέρου τῆς ἁμαρτίας τὸν Ἰσραήλ· ὁ δὲ εἰς ταύτην ἐμβεβληκὼς σατανᾶς ἱστήκει πάλιν ἀντικείμενός τε καὶ ἀντεξάγων αὐτῷ, καὶ καταγορεύων ἔτι, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ αὐτῷ δοκοῦν, κατοικτείρεσθαι μὴ ἐφιεὶς, ὡς ἐν πλημμελείαις ὄντα, καὶ τοῖς τῆς δυσσεβείας ἐγκλήμασιν ἐνεχόμενον, καὶ οὐδὲν ἔχοντα δεξιόν.
PG 72:44ἱστήκει γάρ φησιν ἐκ δεξιῶν αὐτοῦ, τρόπον τινὰ παραλύων τὰ δεξιά· πολεμεῖ γὰρ οὐχὶ τοῖς σκαιοῖς ἡμῶν πράγμασιν, ἀλλὰ τοῖς δεξιοῖς καὶ ἐπαινουμένοις. τοῦτό τοι παθεῖν ἐπηρᾶτό τινα τῶν εἰς Χριστὸν δεδυσσεβηκότων ὁ μακάριος Δαυεὶδ οὕτω λέγων “Καὶ διά- “βολος στήτω ἐκ δεξιῶν αὐτοῦ.” ἀντέκειτο τοίνυν ὁ σατανᾶς, πλὴν ἐπετιμᾶτο διὰ φωνῆς ἀγγέλου· ἤκουε γὰρ λέγοντος Ἐπιτιμήσαι Κύριος ἐν σοὶ διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Ἄθρει γὰρ, ὅπως θεομάχον ἔδειξεν εὐθὺς, καὶ ταῖς ἄνωθεν ψήφοις ἀνοσίως ἀντιταττόμενον. Θεοῦ γὰρ οἰκτείροντος καὶ ἀπαλλάττοντος ἤδη πλημμελείας τὸν Ἰσραὴλ, εἰσδεξαμένου τε καὶ ἀπόλεκτον ἤδη πὼς ποιουμένου τὴν ‘lερουσαλὴμ, κατηγορῶν οὐ παύεται, καὶ κατακρίνειν ἀποτολμᾷ τοὺς ἠλεημένους. οὐκοῦν ἀκόρεστον εἰς ὀργὰς διελέγχει δὴ λέγων Οὐκ ὶδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; ὅμοιον ὡς εἰ λέγοι τυχόν Πεπλημμέληκεν ὁμολογουμένως ὁ Ἰσραὴλ, καὶ ταῖς σαῖς φιλοψογίαις ἐνεσχημένος ὁρᾶται. πλὴν ἐκτέτικε δίκας οὐ μετρίας, ἀνέτλη τὰς συμφορὰς, καὶ ἐξεσπάσθη μόλις, ὡς ἐκ πυρὸς δᾳδίον ἡμίφλεκτον· οὔπω γὰρ τὰ ἐκ τῆς αἰχμαλωσίας ἀπεκονίσατο βλάβη· ἄρτι καὶ μόλις τῆς ἀνηκέστου ταλαιπωρίας διέδρα τὴν φλόγα.
παῦσαι δὴ οὖν ἐγκαλῶν τοῖς ἠλεημένοις “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρινων; Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ἱστήκει πρό προσῶπου τοῦ ἀγγέλου. καὶ ἀπεκρίοη καὶ εἶπε πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε τὰ ῥυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτό Ἰδοὺ τὰς ἀνομίας σου. καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καΘαρὰ ἐΜ τὴν κεφαλὴν αὐτοῦ. κω περιέβαλον αὐτὸν ἱμάτια, καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Παραδεχθέντος ἅπαξ εἰς τὸ παντὸς τοῦ λαοῦ πρόσωπον τοῦ λαχόντος ἱερουργεῖν, ἀπόχρη λοιπὸν, καθάπερ ἐγῷμαι, τοσοῦτον εἰπεῖν, ὅτι τὰ ῥυπαρα ἱμάτια σύμβολον ἃν εἶεν οὐκ ἀσυμφανὲς τῆς ἀκαθαρσίας τοῦ λαοῦ. κατημφιεσμένοι γὰρ ὥσπερ ταῖς σφῶν αὐτῶν ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχοντες τῆς ἀσεβείας τὸν μῶμον, διετέλουν ἐν αἰχμαλωσία, ποιναῖς ὑπενηνεγμένοι, καὶ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων ἀποτινύντες δίκας. ἐπειδὴ δὲ κατηλέει Θεὸς, ἀπαλλάττεσθαι τῆς ἁμαρτίας προστέταχεν, ἐλευθεροῦσθαι τῶν ῥυπαρῶν, καὶ μεταμφιέννυσθαι τρόπον τινὰ τὴν δικαιοῦσαν χάριν. κατανεύει δὲ αὐτοῖς τοῦ πόνου τὸ πέρας καὶ τῶν συμβεβηκότων τὴν λύσιν. ὅπου γὰρ ἁμαρτίας ἄφεσις, ἕψεταί που πάντως καὶ τὸ ἀπαλλάττεσθαι δεῖν τῶν δι’ αὐτὴν ἐπενηνεγμένων.
PG 72:45οὐκοῦν ἐν σχήματι Θεοῦ τοῖς ἑστηκόσι καὶ λειτουργοῦσιν αὐτῷ προστέταχεν ὁ μακάριος ἄγγελος ἀφαιρεῖν ἀπ᾿ αὐτῶν τὴν ῥυπῶσαν ἐσθῆτα, καὶ δὴ καί φησιν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. εἶτα δεῖν ἔφη ποδήρη τε αὐτῷ καὶ κίδαριν ἐπὶ τὴν κεφαλὴν δοθῆναι κεκαθαρμένην, διὰ τούτου νοῶμεν ὡς ἀεί πὼς συντρέχει ταῖς τῶν λαῶν καταστάσεσι καὶ τῆς ἱερωσύνης ἡ δόξα. καύχημα μὲν γὰρ τοῖς ἱερουργοῖς ἡ τῶν ὑπὸ χεῖρα καθαρότης, καὶ ἐν λαμπροῖς αὐχήμασι τὸ τῆς ἱερωσύνης ἔχουσιν εὐκλεὲς, εὐδοκιμοῦντος λαοῦ, καὶ ἀμωμήτως ἰόντος ἐπὶ τὸ Θεῷ δοκοῦν, καὶ τρυφερὸν ὑποφέροντος τοῖς παρ’ αὐτοῦ θεσπίσμασι τὸν τῆς διανοίας αὐχένα, ταύτῃτοι καὶ εὐμενῆ καὶ φίλον ἔχοντι ὁρᾷ Θεόν. ἐπίκλημα δὲ καὶ μῶμος τῶν ὑπεζευγμένων ἡ ῥᾳθυμία καὶ τὸ ἀπερισκέπτως ἵεσθαι πρὸς τὸ πλημμελές. ὥσπερ γὰρ ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, ῥυπαρά πὼς ἦν καὶ τὰ τοῦ ἱερέως ἐσθήματα· οὕτως εἰ ὁρῷτο πάλιν εὐδόκιμος, καθαρὸν ἔσται καὶ διαφανὲς τῆς ἱερωσύνης τὸ σχῆμα, καὶ ἐν πολλῇ παρρησίᾳ τῆ παρὰ Θεῷ.
PG 72:46καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἱερουργήσας τοῖς ἔθνεσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εὐδοκιμοῦντα βλέπων, καὶ βεβαίαν ἔχοντα τὴν ἐπ’ αὐτῷ πίστιν, ἐπιστέλλει λέγων “Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἢν ἔχω ἐν Χριστῷ “Ἰησοῦ,” καὶ πάλιν “Χαρὰ καὶ στέφανός μου.” Καὶ ὁ ἄγγελος Κυρίου ἱστήκει καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ ἐὰν φυλάξῃς καὶ γε αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. Εἰς ὑποτύπωσιν μὲν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ παρεδεξάμεθα τὸν Ἰησοῦν τὸν ἱέρεα τὸν μέγαν· τέθειτο γὰρ εἰς τοῦτο καὶ λάρων· ἐν ἀρχαῖς· πλὴν ἔν γε τοῖς προκειμένοις πρὸς αὐτὸν εἰρῆσθαί φαμεν τὸν τοῦ Ἰωσεδὲκ τό Τάδε λέγει Κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύσῃ καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ τὰ τούτοις ἑπόμενα. οὐ γὰρ ἃν εἴρητο τὰ τοιάδε Χριστῶ· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, αὐτὸς τὰ δικαιώματα τοῦ Θεοῦ καὶ Πατρὸς, αὐτὸς διέκρινε τὸν οἶκον αὐτοῦ, κατεξουσιάζων ὡς υἱός.
PG 72:47Ἦν μὲν γὰρ ὁ θεσπέσιος “Μωυσῆς πιστὸς ὡς θεράπων “ἐν ὅλῳ τῷ οἴκῳ τοῦ Θεοῦ· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν “οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς.’’ οὐκοῦν εἰρήσθω μὲν τὰ τοιάδε πρὸς τὸν Ἰωσεδὲκ, πρὸς δέ γε Χριστὸν οὐκέτι. ἐπηγγέλλετο δὲ Θεὸς τῇ κατὰ νόμον ἱερωσύνῃ κρατήσειν ἔτι καὶ μετά γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ὥστε τοὺς ἱερατεύοντας κατάρχειν τοῦ Ἰσραὴλ, καὶ τὴν ἁγίαν διέπειν σκηνήν. ἐπειδὴ γὰρ συμβάσης τῆς αἰχμαλωσίας, καὶ τῶν ἁγίων ἐμπεπρησμένων, μένων, καὶ θυσίας οὐκέτι προσκεκομισμένης, ᾤοντό τινες πρὸς ἀνατροπὴν οἰχήσεσθαι παντελῶς τὰ Μωυσέως, καὶ ἀπρακτήσειν ἔτι τὸν νόμον, καίτοι μήπω παρόντος τοῦ καιροῦ, καθ’ ὃν ἀναδείκνυσθαι ἐχρῆν ἐνηνθρωπηκότα τὸν Μονογενῆ, ταύτῃτοι Θεὸς ἀναπείθων ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ὑποκείσεται πάλιν ὁ Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράξει τὴν ἱερέων, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας, ἀναγκαίως φησὶν, ὡς εἰ γένοιτο γνήσιος νομοφύλαξ ὁ Ἰησοῦς, αὐτὸς πάλιν διακρινεῖ τὸν οἶκον αὐτοῦ, καὶ ἐν δόξη κείσεται τῇ πρώτῃ, συλλειτουργούντων αὐτῷ καὶ ἁγίων ἀγγέλων. οὐ γάρ που φαμὲν, ὡς ἔρημος ἦν δυνάμεων λογικῶν ὁ πάλαι νόμος. εἰ γὰρ καὶ ἦν ἐν τύποις καὶ σκιαῖς τὰ ἐν νόμῳ, ἁλλ’ οὖν εἰς δόξαν ἐτελεῖτο Θεοῦ.
τοῦτο οἶμαι δηλοῦν τό Δώσω σοι αναστρεφομενους ἐν μέσῳ τῶν ἑστηκότων τούτων, τουτέστι, μονονουχὶ συνιερατεύοντας καὶ συλλειτουργοῦντας ἀγγέλους. ἄθρει δὲ ὅπως πανταχοῦ τοὺς ἁγίους ἀγγέλους ἑστάναι φησὶ τὸ γράμμα τὸ ἱερὸν, τῷ τῆς στάσεως ὀνόματι καταδηλοῦν, τὸ μὴ ὀκλάζειν αὐτοὺς εἰς τὸ ῥᾴθυμον, ἀλλ’ οἷον ὀρθὴν ἀεὶ καὶ ἀσθενεῖν οὐκ ἀνεχομένην τὴν διάνοιαν ἔχειν, ἑστῶσαν δὲ μετὰ Θεοῦ. οὕτω καὶ ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένον εὑρήσομεν περὶ τῶν Χερουβὶμ, ὅτι ἦν “τὰ σκέλη αὐτῶν ὀρθά.” κάμπτεται μὲν γὰρ, καὶ λίαν εὐκόλως, ἡ ἀνθρώπου διάνοια, καὶ ἔστιν εὐπετὴς εἴς γε τὸ θέλειν ἀρρωστῆσαι τὸ ῥᾴθυμον. ἕστηκε δὲ ὥσπερ τῶν ἄνω πνευμάτων ἡ ἁγία πληθύς. ταύτῃτοι καὶ πρὸς τὴν Σιῶν ἐλέγετο παρὰ Θεοῦ “Στῆσον “σεαυτὴν Σιών.” ἀνετίθει ’δε που καὶ ὁ μακάριος Δαυεὶδ τὰς χαριστηρίους ᾠδὰς, οὕτω λέγων “Ἔστησεν ἐπὶ πέτραν “τοὺς πόδας μου.’’ τὸ γὰρ ἀκλινὲς ἐν τούτοις καὶ τὸ πεπηγος τῆς γνώμης τῳ τῆς στάσεως ὀνόματι κατεσήμανεν ο πνευματοφόρος. Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον θοῦ κω οἱ καθήμενοι πρὸ προσώπου ὅου, διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλοι μου Ἀνατολήν; διότι ὁ λίθος ἃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.
PG 72:48Διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων κατεπηγγέλλετο τῷ Ἰησοῦ, ἤγουν, ὅπερ ἐστὶν ἀληθέστερον, τῇ κατὰ νόμον ἱερωσύνη, τὸ διακρίνειν τὸν οἶκον αὐτοῦ, καὶ κατάρχειν ἔτι λαῶν, καὶ τῆς κατὰ νόμον λατρείας ἀποπεραίνειν τοὺς τύπους. ἄθρει ’δε μοι καὶ τὴν οἰκονομίαν, καὶ τῶν θείων διασκέψεων τὸ πολὺ λίαν εὐτεχνές. ἔμελλε, καὶ οὐκ εἰς μακρὰν, μετατεθήσεσθαι τὰ ἐν νόμῳ πρὸς λατρείαν τὴν ἀληθῆ, καὶ τῶν τύπων τὸ ἀκαλλὲς μεταπλάττεσθαί τε πρὸς ἀξιέραστόν τε καὶ πνευματικὴν πολιτείαν.
PG 72:49ἔμελλον ἀποσοβείσθαι τοῦ ἀμπελῶνος οἱ κυριοκτονήσαντες γεωργοὶ, καὶ ἐκδοθήσεσθαι τὸ χωρίον ἐτέροις, τοῖς ἁγίοις ἀποστόλοις δηλονότι καὶ εὐαγγελισταῖς, οἳ καρποφόρον αὐτὸ καὶ εὐανθὲς ἀποφαίνειν ἔμελλον, τῆς προὐργιαιτάτης ἀξιοῦντες φροντίδος· ἔμελλε “Βασιλεὺς δίκαιος βασιλεύειν, καὶ ἄρχοντες μετὰ “κρίσεως ἄρχειν,’ κατὰ τὴν τοῦ προφήτου φωνήν· ἔμελλεν ἕτερος ἀνίστασθαι ἀρχιερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, “τῶν ἁγίων λειτουργὸς, “ καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ “ἄνθρωπος.” εἰσῆλθε γὰρ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ Κύριος ἡμῶν Ἰνσοῦς ὁ Χριστὸς “οὐ δι’ αἵματος τράγων καὶ μόσχων, “διὰ δὲ τοῦ ἰδίου αἵματος, αἰωνίαν λύτρωσιν εὑράμενος,” καὶ “μιᾷ προσφορᾷ μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς, κατὰ “δησιν τοὺς ἁγιαζομενους.” ἵνα τοίνυν μὴ ψευδοέπης τε καὶ εἰκαιόμυθος ἀναφαίνηται ὁ Θεὸς, ἀεὶ καὶ διηνεκῶς τῇ c κατὰ νόμον ἱερωσύνῃ καθυπισχνούμενος ἰσχνοῦ μένος ἐποπτεύσειν τε καὶ διακρίνειν τὸν οἶκον αὐτοῦ, ἀναγκαίαν ποιεῖται τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν προαγόρευσιν καὶ ὅτι καταλήξει μὲν τὰ ἐν νόμῳ, διακρινεῖ δὲ αὐτὸς τὸν ἴδιον οἶκον διὰ τοῦ ἰδίου γεννήματος, τουτέστι, τοῦ Υἱοῦ.
PG 72:50ταύτῃτοι μονονουχὶ καὶ διαμαρτύρεται αὐτόν τε τὸν Ἰνσοῦν καὶ τοὺς πλησίον αὐτοῦ καὶ τοὺς καθημενους πρὸ προσώπου αὐτοῦ, ἴνα Λευίτας νοῶμεν καὶ ἱερέας. λειτουργοῦντι μὲν γὰρ τῷ ἀρχιερεῖ παριστήκει τὸ τάγμα τὸ Λευιτικόν· οἱ ’δε γε πρεσβύτεροι καὶ ἱερεῖς, ὡς ἐκείνων ἀμείνους ἔτι καὶ ἱερώτεροι κατὰ τὸν νόμον, καὶ τῇ συνεδρείᾳ τετίμηντο. τερατοσκόπους γεμὴν αὐτοὺς ὀνομάζει, τουτέστιν, ἀεὶ σὴ μεῖα ζητοῦντας ὁρᾶν τῶν τεράτων ἐφιεμένους. φύσει γάρ πὼς ἀεὶ τοιοῦτόν ἐστι τὸ τῶν Ἰουδαίων ἔθνος. καὶ γοῦν, ὅτε ὁ Χριστός “Ποιήσας “ὡσεὶ φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ “ἱεροῦ λέγων Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον “τοῦ Πατρός μου οἶκον ἐμπορίου,” προσῄεσαν λέγοντες “Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; “Καὶ τίς εδωκε “σοι τὴν ἐξουσίαν ταύτην;” εὑρήσομεν δὲ καὶ ἑτέρους προσιόντας τε καὶ λέγοντας αὐτῷ “Διδάσκαλε, θέλομεν ἀπὸ “σοῦ σημεῖον ἰδεῖν.” οὐκοῦν ἐπειδήπερ, φησὶν, ἄνδρες τερατοσκόποι, μανθανέτωσαν ἅμα σοι τὰ ἐσόμενα, καὶ σημείων ὧν αἰτοῦσιν ἀεὶ τὸν παναλκέστατον ἀποτελεστήν. καὶ τίς δὴ οὗτός ἐστιν; ἰδοὺ ἐγὼ ἄγω τὸν λοῦλόν μου ἀνατολήν.
Θεὸς μὲν οὖν κατὰ φύσιν καὶ ἐκ Θεοῦ Πατρὸς πέφηνεν ὁ Μονογενὴς, καὶ ὡς τοῦτο ὑπάρχων, ἐλεύθερος, ἁλλὰ κεκένωκεν Phil. ii. 7. ἑαυτὸν, κατὰ τὰς γραφὰς, καθιεὶς εἰς ὅπερ οὐκ ἦν, καὶ κεχρημάτικε δοῦλος, διὰ τὸ ἀνθρώπινον, καίτοι κύριος πάντων ὑπάρχων ὡς Θεός. ἁλλ’ ἦν καὶ οὕτως ἀνατολὴ, τουτέστι Δικαιοσύνης ἥλιος. ἄνισχε γὰρ καὶ ἐπέλαμψεν οἷαπερ ἐν σκότῳ διατελοῦσιν ἡμῖν, μόνον δὲ οὐχὶ καὶ ὡς ἐν νυκτὶ καὶ ὕπνῳ κεκαρωμένους ταῖς κοσμικαῖς ἡδοναῖς, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν κατεσκοτισμένους, ἤγειρέ τε πρὸς νῆψιν, καὶ λαμπροὺς ἀπέφηνε τῇ παρ’ ἑαυτοῦ χάριτι. τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, αὐτὸ δὴ τοῦτο καταμηνύων “Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ἀποθώμεθα οὖν “τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτὸς, “ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” καὶ πάλιν “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι- “φαύσει σοι ὁ Χριστός.” προανακηρύττει τοιγαροῦν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ λαμπρὰ κατορθώματα. δοῦλον δέ φησιν αὐτὸν, διάτοι τὸ ἐν δούλου καθικέσθαι μορφῇ· ἀνατολὴν δὲ, ὅτι φῶς ἐστὶ τὸ ἀληθινὸν, αὐγὴ καὶ ἡμέρα, καὶ λαμπρὸς ἑωσφόρος, εἰς νοῦν ἀνατέλλων, καὶ καταφαιδρύνων καρδίας.
PG 72:51ὀνομάζει δὲ πρὸς τούτῳ καὶ λίθον αὐτὸν, καὶ μὴν καὶ δεδόσθαι φησὶ πρὸ προσώπου Ἰησοῦ, ἑπτά τε ἔχειν τοὺς ὀφθαλμοὺς εὖ μάλα διισχυρίζεται. ἔδει γὰρ μάλιστα τὴν κατὰ νόμον ἱερωσύνην, ἧς εἰς τύπον τεθείκαμεν τὸν Ἰησοῦν, οἱονεὶ πρὸ προσώπου καὶ πρὸ ὀφθαλμῶν ἔχειν διὰ παντὸς τὸν λίθον τὸν ἐκλεκτὸν, τὸν ἀκρογωνιαῖον, τὸν ἔντιμον, τὸν εἰς τὰ θεμέλια Σιῶν, τὸν πολυτίμητον μαργαρίτην, τουτέστι Χριστὸν, τὸν πολλοῖς πολλοῖς ἐφορῶντα τὰ πάντα. τὸ γὰρ ἑπτὰ τοῦ τελείως ἔχοντος ἀεί πὼς ἐστὶ σημαντικόν. στεῖρα γοῦν λέγεται τεκεῖν ἑπτά. ὅτι δὲ μυρίοις ὄμμασιν ἐφορᾷ τὰ πάντα, καὶ ἐπισκέπτεται τὰ καθ’ ἡμᾶς ἡ θεία τε καὶ ἀπόρρητος τοῦ Υἱοῦ φύσις, οὐκ ἃν ἐνδοιάσειέ τις· “Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ “τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού- “μενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε “μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ “οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ “καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,’’ κατὰ τὸ γεγραμμένον. Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
PG 72:52Ἔδειξεν ὄντα καὶ φῶς καὶ ἀνατολὴν τὸν Τύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὅτι τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου, τουτέστι τοῖς πεπλανημένοις, αὐγῆς ἀναλάμψει δίκην. ἀλλ ἦν ἀναγκαῖον καὶ τὸ τῆς οἰκονομίας προαναφωνῆσαι πέρας, τουτέστι, τὸν ὑπὲρ ἡμῶν ἁπάντων θάνατον, ὃν ἑκὼν ἀνέτλη, σταυρῷ παραδοὺς τὸ ἴδιον σῶμα, ἐφ’ ᾧ καὶ τὸ τῶν Ἰουδαίων προσκέκρουκεν ἔθνος, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποβέβληται. ἐπειδὴ γὰρ οὐ συνέντες οἱ δείλαιοι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, κυριοκτόνοι γεγόνασι, ταυτῄτοι καὶ μαλὰ εἰκότως ἀπώλισθον τῆς ἐλπίδος, καὶ κακοὶ κακῶς ἀπολώλασι, δειναῖς καὶ ἀφύκτοις ἐναλόντες συμφοραῖς. βόθρῳ δὴ οὖν παρεικάζει τὸν τοῦ Σωτῆρος σταυρόν. πεπτώκασι γὰρ ὥσπερ εἰς βόθρον οἱ τὸ δεσποτικὸν ἐκχέοντες αἷμα, καὶ σταυρῷ παραδοῦναι τολμήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς. εἰ δὲ αὐτὸς ὁ Πατὴρ τὸν βόθρον ὀρωρυχέναι λέγοιτο, σκανδαλιζέσθω μηδείς· ἐννοείτω δὲ μᾶλλον, ὡς ἐκμεμέστωταί πὼς οἰκονομίας ὁ λόγος. ὅμοιον γὰρ τοῦτό ἐστι τῷ διὰ Χριστοῦ σοφῶς τε καὶ ἀτρεκῶς εἰρημένῳ “Εἰς κρῖμα ἐγὼ “εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέ- “πωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
PG 72:53καίτοι, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐ ταύτης ἕνεκα παραγέγονε τῆς αἰτίας, ἵνα τυφλοὶ γένωνταί τινες· ἀλλ’ ἡ τῶν μὴ νοούντων φαυλότης μονονουχὶ καὶ διαβέβληκε τῆς ἀρίστης οἰκονομίας τὸν τρόπον. οὐ γὰρ ἤθελον βλέπειν, καίτοι μετὸν αὐτοῖς τοῦ θείου μετασχεῖν φωτός. οὕτω κἀνθάδε νοήσεις. πέπομφε μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ, “ἵν᾿ ὁ κόσμος σωθῇ “ δι᾿ αὐτοῦ.” διὰ δὲ τὴν τῶν μὴ συνιέντων ἀπόνοιαν, γέγονε βόθρος καὶ πάγη τοῖς σταυρώσασιν ὁ ἀπεσταλμένος· νενόμισται δὲ τάχα που καὶ ὀρύξαι τὸν βόθρον ὁ πεπομφώς. ὀρύξω δὴ οὖν τὸν βοἠρον φησὶ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· τὸ ψηλαφήσω φησὶν, ἀντὶ τοῦ ζητήσω καὶ περιεργάσομαι λεπτῶς. ἀπεκτόνασι 10 μὲν γὰρ τοὺς ἁγίους προφήτας, ἐπέθρωσκον δὲ θηριοπρεπῶς καὶ τοῖς κατὰ καιροὺς ἀποστελλομένοις οἰκέταις. οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἐλιθοβόλησαν, οὓς δὲ ἀπέκτειναν. ἀλλ᾿ ἦν ἀνεξίκακος ἔτι Θεός· οἰκέται γὰρ ἦσαν καὶ ὁμόδουλοι τοῖς ἀπεκτονόσιν οἱ πεπονθότες. ἐπειδὴ δὴ ἀχαλίνοις ὁρμαῖς εἰς τοῦτο διάττοντες, καὶ πολὺ βλέποντες εἰς ἀνοσίοτητα, καὶ εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱὸν, καὶ εἰς τὸν ἐπὶ τῷ σταυρῷ κατώλισθον βοθρον, οὐκ ἀφῆκεν αὐτῶν ἀψηλάφητον ἔτι τὴν ἁμαρτίαν.
ἐζήτησε γὰρ καὶ ποιναῖς ὑπέθηκε τοὺς ἠσεβηκότας, ἁπάσης τῆς Ἰουδαίων γῆς καθορίζων τὸν ὄλεθρον ἐν ἡμέρᾳ μιᾷ, καθ᾿ ἢν ἔφασαν προσάγοντες αὐτὸν τῷ Πιλάτῳ “Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα “ἡμῶν.” εἰ γὰρ μὴ καὶ συνεκβέβηκε παραχρῆμα τὰ ἐκ θείας ὀργῆς· εἰ μὴ ἐξῄτηνται δίκας ὑπερθέσεως δίχα, ἀλλ᾿ οὖν ἡ παρὰ Θεοῦ δικαία ψῆφος γέγονεν ἐπ᾿ αὐτοῖς, ὄλεθρον, ὡς ἔφην, τῆς Ἰουδαίων καταχέουσα γῆς. καὶ γοῦν ἀπε- κομίζετο μὲν ὁ Σωτῆρ’ ἐπὶ τὸν σταυρὸν, εἵποντο δὲ καὶ γυναῖκες, θρηνοῦσαί τε καὶ κλαίουσαι· εἶτα τί πρὸς ταύτας ἔφασκεν ἐπιστραφείς; “Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε “ἐπ’ ἐμὲ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. παραδέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγὴν, καὶ συμβέβηκεν αὐτοῖς τὰ διὰ φωνῆς Ἡσαΐου “Ἡ γῆ ὑμῶν ἔρημος, αἱ “πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν “ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμ- “μένη ὑπὸ λαῶν ἀλλοτρίων.’’ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκης. Ὅτι μὲν ἐν παντὶ γενήσονται κακῷ ψηλαφωμένης αὐτῶν τῆς ἁμαρτίας, οἱ καθάπερ εἰς βόθρον κατενηνεγμένοι, διά γε τοῦ σταυρῶσαι Χριστὸν, προμεμήνυκεν ἐναργῶς.
PG 72:54ὅτι δὲ τοῖς πιστεύουσι καὶ ἠγαπηκόσιν αὐτὸν οὐκ ἀκερδὲς ἔσται τὸ χρῆμα, μᾶλλον δὲ καὶ πρὸς εὐφροσύνης καὶ τέρψεων ἁγιοπρεπῶν, προαγορεύει χρησίμως. μαρτυρήσει δὲ τούτοις καὶ ὁ δίκαιος Συμεών. ὅτε γὰρ τὸ θεῖον τεθέαται βρέφος καὶ εἰς ἀγκάλας ἐδέξατο, προεφήτευσε λέγων “Ἰδοὺ οὗτος κεῖται “εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ “εἰς σημεῖον ἀντιλεγόμενον.’ πεπτώκασι μὲν γὰρ οἱ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, εἰς γῆν δὲ ὥσπερ ἐρριμμένοι καὶ κείμενοι, καὶ ὑπὸ πόδας ὄντες διαβολικούς· ὠρθώθησαν δὲ οἱ ἐξ ἐθνῶν. καὶ αὐτὸς ’δε που Χριστὸς προαναφωνεῖ μὲν τοῖς ἁγίοις μαθηταῖς τὸ ἐπὶ τῷ σταυρῷ πάθος· ἐπειδὴ δὲ γεγονότας ἐν κατηφείᾳ τεθέαται, παρεκάλει λέγων “Ἡ γυνὴ λύπην ἔχει, ὅταν τίκτῃ τὸ παιδίον, “ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ τέκῃ τὸ παιδίον χαρᾷ χαίρει, “ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς μὲν λύ- “πην ἔχετε, ὕστερον δὲ ὄψεσθέ με καὶ χαρήσεται ὑμῶν ἡ “καρδία.” οὕτω καὶ ἐγηγερμένος ἐκ νεκρῶν ταῖς ἐν τῷ κλαιούσαις γυναιξὶ προσεφώνει τό Χαίρετε.
PG 72:55πρέποι δ᾿ ἃν καὶ ἕκαστον τῶν ἀγαπώντων αὐτὸν ἐπί τε τῷ σταυρῷ καὶ τῇ ἀναστάσει λέγειν “Ἔστρεψας τὸν κοπετόν μου εἰς “ χαρὰν ἐμοὶ, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με “ εὐφροσύνην. πῶς γὰρ οὐκ οἴχεται μὲν ἐκ ποδῶν τὸ πενθεῖν, ἀφῄρηται δὲ “πᾶν δάκρυον ἀπὸ παντὸς κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐγηγερμένου Χριστοῦ, καὶ τὸ τοῦ θανάτου καταλύσαντος κράτος; ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκί. οὐκοῦν τῇ ἡμέρᾳ ἐκείκῃ, φησὶ, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἃν ἀναβιῴη ἐκ νεκρῶν καταβοθρευθέντων τῶν ἐσταυρωκότων, συγκαλέσετε ἔκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. καὶ εἰ μὲν βούλοιτό τις ἁπλοῦν, καὶ πρόχειρον τὸν τοιοῦτον ἐκδέχεσθαι νοῦν, τέρψεων εἶναι τῶν πνευματικῶν σύμβολα διαβεβαιώσεται τὰ ὠνομασμένα.
PG 72:56οὐκ ἀπίθανον δὲ εἶναί φημι πρὸς τούτῳ κἀκεῖνο εἰπεῖν, ὅτι συκῆν καὶ ἄμπελον ἔοικεν ἀποκαλεῖν τὴν Ἐκκλησίαν, ἧς καὶ ὁ θεσπέσιος μελῳδὸς διαμέμνηται, λέγων αἰνιγματωδῶς πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν “Ἡ γυνή σου ὡς “ἄμπελος εὐθηνοῦσα, ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.’’ ἔφη δέ που καὶ αὐτός “Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμὴν, “ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς.’’ ὡς γὰρ ἤδη τῶν ἐκκλησιῶν ἀρξαμένων ἐν κόσμῳ διὰ τῆς εἰς αὐτὸν εὐωδιάζειν πίστεως, τὰς ἀμπέλους ἔφη κυπρίζειν, καὶ μὴν καὶ ἐκφαίνεσθαι τοὺς ὀλύνθους· νοηθεῖεν δ’ ἃν καὶ οὗτοι τῶν ἄρτι πεπιστευκότων ἡ οὔπω μὲν πέπειρος καὶ γλυκεῖα πληθὺς, ἐσομένη δὲ κατὰ βραχὺ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν ἰοῦσα πρὸς τοῦτο. ἁδρυνθέντες γὰρ, καὶ “εἰς ἄνδρα τέλειον “ἀναβεβηκότες τοῦ πληρώματος τοῦ Χριστοῦ, γλυκεῖς οἱάπερ ἐσόμεθα καρποὶ τῷ Θεῷ, καθάπερ μητρί τινι τῆ Ἐκκλησίᾳ προσπεφυκότες.

Tome IITomus Secundus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:57οὐκοῦν διά τε συκῆς καὶ ἀμπέλου νοουμένων τῶν ἐκκλησιῶν, ὑπ’ αὐταῖς ἐσόμεθα, καὶ ἐν αὐταῖς ταῖς καταλύσομεν, προτροπάδην ἀλλήλοις ἐκεῖνο λέγοντες τὸ προφητικόν “Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ “εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν “ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.’’ εἰ δὲ δὴ γένοιτο καὶ τοῦδε τυχεῖν, ἐπαίνου παντὸς ἀξιώσομεν τοὺς εἰς τοῦτο κεκληκότας, πάλιν ἐκεῖνο λέγοντες “Εὐφράνθην ἐπὶ τοῖς “εἰρηκόσι μοι Εἰς οἶκον κυρίου πορευσόμεθα. τέρψεως γὰρ ἥμιν τῆς ἀνωτάτω τὸ χρῆμα καρπὸς νοοῖτ’ ἃν εἰκότως. τοιγάρτοι πάλιν ἐροῦμεν κατὰ τὸν ἅγιον ψαλμῳδόν “Μίαν “ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν “με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ “θεωρεῖν με τὴν τερπνότητα κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν “ναὸν τὸν ἅγιον αὐτοῦ. ΤΟΜΟΣ α΄. ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με ὅν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρὸς μέ Τί σὺ βλέπεις;
καἰ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ νὼ ἕε εὐωνύμων. Τὸ ἐπέστρεφεν ἐν τούτοις οὐχ ὡς ἐκ τόπου νοήσομεν· εὔηθες γὰρ κομιδῇ· νομιοῦμεν δὲ μᾶλλον, τὴν ὡς ἐξ ὁράσεως τῆς ἐν χερσὶν ἐφ’ ἑτέραν εὐθὺς καὶ γείτονα μεταφοίτησιν, δῆλον δὲ ὅτι πνευματικήν. ἐπειδὴ δὲ νήψεως ἀκράτου χρεία καὶ τῆς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἔν γε δὴ μάλιστα τούτοις, λεπτὴν ἐνετίθει ἐγρήγορσιν τῷ Προφήτῃ Θεὸς, μεσιτεύοντος ἀγγέλου τοῦ καὶ λαλοῦντος ἐν αὐτῷ, ὡς δοκεῖν ἐξ ὕπνου διεγερθῆναι. τοιαύτη γάρ πὼς ἐστὶ τῆς ἐν ἡμῖν διανοίας ἡ κατάστασις, καὶ πολὺ δὴ μείων παρὰ τὴν οὖσαν ἐν τοῖς ἁγίοις ἀγγέλοις, ὥστε φαίη τις ἃν ἐγρήγορσιν μὲν τὰ ἐκείνων, ἐν ὕπνῳ δὲ ὥσπερ τὰ καθ’ ἡμᾶς. ἐπειδὴ δὲ ὁ θεσπέσιος ἄγγελος γνώμης τε καὶ νοῦ πρὸς τοῦτο δὴ παρενηνεγμένον τεθέαται, ὥστε καὶ ἀποχρώντως ἔχειν συνιέναι λεπτῶς τὴν ὅρασιν, διεπυνθάνετο λέγων, τί ἃν οἴοιτο ὑπάρχειν τὰ δεδειγμένα.
PG 72:58ἀπλανεστάτην γεμὴν ὁ Προφήτης τῆς ὁράσεως τὴν ἀφήγησιν ἐποιεῖτο πάλιν, λυχνίαν ἑωρακέναι λέγων, ὅλην τε δι’ ὅλου χρυσῆν· ἐπάνωθεν αὐτῆς τὸ λαμπάδισν, καὶ μὴν καὶ λύχνους ἐπτὰ, καὶ ἰσαρίθμους αὐτοῖς τὰς ἐπαρυστρίδας, ἐλαίας τε δύο, μίαν μὲν ἐκ δεξιῶν τοῦ λαμπαδίου, θατέραν γεμὴν κειμένην ἐξ εὐωνύμων. καὶ ἡ μὲν ἐμφανέστερα τῶν δεδειγμένων ἀπόδοσις εἴη ἃν οὐχ ἑτέρα παρὰ ταύτην· δεῖν δὲ ἔγωγε φημι τοὺς τοῖς ἐσωτάτω τὸν νοῦν ἐνιέντας περιεργότερον περιαθρεῖν εὖ μάλα πειρᾶσθαι τὰ δηλούμενα, καὶ συνδεῖν ἀστείως τοῖς ἤδη προειρημένοις καὶ τάδε. Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς, ὅτι καὶ βόθρον ὀρύξει καὶ ψηλαφήσει πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ, προὔτρεπεν δὲ καὶ ἑτέρους συγκαλεῖν ἀλλήλους ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. ἡμεῖς δὲ σαφῆ καθιστάντες τῆς προφητείας τὸν σκοπὸν, ἐλέγομεν ὅτι τοῖς μὲν ἀπειθεῖν ᾑρημένοις, καὶ ἀτιμάζουσιν ἀμαθῶς τὴν διὰ Χριστοῦ σωτηρίαν, βόθρος οἷά τις ὠρόρυκται κατακομίζων εἰς ὄλεθρον, ἡ ἐπὶ τῷ σταυρῷ παροινία, καὶ τῆς κατὰ Χριστοῦ μιαιφονίας τὰ ἐγκλήματα. ἀπολώλασι γὰρ οἱ δείλαιοι κυριοκτονήσαντες ἀνοσίως· τοῖς γεμὴν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ τέρψις τε καὶ τρυφὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπῆρξε;
PG 72:59γεγόνασι γὰρ ὡς ὑπὸ συκῆ καὶ ἀμπέλῳ ταῖς ἐκκλησίαις. ἀλλ’ ἰδοὺ καὶ καθ’ ἕτερον τρόπον τοῦ μυστηρίου τὴν δύναμιν ὁ Προφήτης τεθέαται. τὴν γάρ τοι λυχνίαν τὴν χρυσῆν φαμεν εἶναι πάλιν τὴν Ἐκκλησίαν, ὡς τετιμημένην ἐν κόσμῳ, ὡς διαφανεστάτην ἐν ἀρεταῖς, ὡς ὑψοῦ δὴ λίαν ἠρμένην τοῖς τῆς ἀληθοῦς θεογνωσίας δόγμασιν, ἐφ’ ᾗ τὸ λαμπάδιον, τουτέστι Χριστὸς, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ “Διὰ Σιῶν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως “ἂν ἐξέλθῃ ὡς φῶς ἢ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.’’ τοῦτο τὸ λαμπάδιον τὸ πᾶσαν καταφωτίζον τὴν ὑπ’ οὐρανὸν, ἐπὶ τῇ λυχνίᾳ τέθεικεν ὁ Θεὸς καὶ Πατὴρ, ἴνα πάντες οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσι,” “καὶ λάμπῃ πάσι τοῖς ἐν τῇ οἰκίᾳ. ἑπτὰ δὲ οἱ λύχνοι, φῶς οὐκ ἔχοντες ἴδιον, ἀλλ’ ἐπακτὸν καὶ ἔξωθεν, καὶ ταῖς δι’ ἐλαίου χορηγίαις τρεφόμενον. σημαίνουσι δὲ καὶ αὐτοὶ τοὺς ἁγίους ἀποστόλους, καὶ μέντοι καὶ εὐαγγελιστὰς, καὶ τοὺς κατὰ καιρὸν τῶν ἐκκλησιῶν διδασκάλους, δεχομένους μὲν οἷά τινας ἴνας λύχνους εἰς νοῦν καὶ καρδίαν τὸν παρὰ χριστοῦ φωτισμὸν, καὶ ταῖς τοῦ Πνεύματος ἐπιχορηγίαις τρεφόμενον ἔχοντας, ἱέντας γεμὴν τοῖς ἐν τῆ οἰκίᾳ τὸ φῶς, καὶ τῷ λαμπαδίῳ σύγ’ καταυγάζοντας τοὺς πεπιστευκότας.
PG 72:60Ἐπιτήρει δὲ, ὅτι τοῖς μὲν ἑπτὰ λύχνοις ἐπαρυστρίδες ἦσαν, δι’ ὧν αὐτοῖς εἰσεχεῖτο τὸ ἔλαιον, ἐπαρυστρίδα γεμὴν τὸ λαμπάδιον οὐκ ἔχει. διὰ ποίαν αἰτίαν; φῶς μὲν γάρ ἐστι τὸ ἀληθινὸν ὁ Υἱὸς, οὐκ ἔξωθεν, οὐδὲ ἐπακτὸν, οὔτε μὴν παρ’ ἑτέρου δοτὸν τὸ καταφωτίζειν δύνασθαι λαχών· ἀλλ’ αὐτὸς κατὰ φύσιν ὑπάρχων τὸ φῶς· μεθεκτῶς γεμὴν ἐν τοῖς ἁγίοις καὶ παρ’ αὐτοῦ. καὶ πληροφορήσει λέγων ὁ σοφὸς Ἰωάννης “Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες “ἑλάβομεν.’’ φῶς δὲ ὑπάρχων τὸ ἀληθινὸν ὁ Υίὸς, φῶς ὠνόμαζε τοῦ κόσμου τοὺς τῆς παρ’ αὐτοῦ λαμπρότητος ἐν μεθέξει γεγενημένους· ἔφη γὰρ τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.’’ αἱ δύο γεμὴν ἐλαῖαι, μία ἐκ δεξιῶν καὶ μία ἐξ εὐωνύμων τοῦ λαμπαδίου κείμεναι, τοὺς δύο λαοὺς ὑποσημαίνουσι, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτας Χριστόν. τετίμηνται γὰρ ὡς ἠλεημένοι τῇ τοιᾷδε στάσει. καὶ οἱ μὲν ἦσαν ἐκ τῆς καλλιελαίου, τουτέστιν ἐκ τῆς Ἰουδαίων Συναγωγῆς· οἱ δὲ τῆς ἀγριελαίου μὲν ἐξέφυσαν, τουτέστι τῆς τῶν ἐθνῶν πληθύος, πλὴν ἐγκεντρισθέντες εἰς καλλιέλαιον κοινωνοὶ γεγόνασι τῆς πιότητος τῆς ῥίζης, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἄθρει δὲ ὅπως ἐπὶ τὴν λυχνίαν ὁμοῦ τῷ λαμπαδίῳ καὶ οἱ λύχνοι καὶ αἱ δύο ἐλαῖαι.
σύνεστι γὰρ ἡμῖν ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἡ τῶν πεπιστευκότων ἠλεημένη πληθὺς καταλάμπεται μὲν τῷ παρ’ αὐτοῦ φωτὶ, φωτίζεται δὲ καὶ διὰ λύχνων, οἳ μεθεκτὸν ἔχουσι καὶ παρ’ αὐτοῦ τὸ φῶς. Ἰστέον δὲ, ὅτι καὶ ἐν τῆ κατασκευῇ τῆς ἁγίας σκηνῆς, ἔκειτο μὲν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνους ἔχουσα λυχνία χρυσῆ. προσέταττε δὲ Θεὸς τῷ Ἀαρὼν, λέγων, ὅτι “κατὰ πρόσωπον τῆς λυχνίας ἐκ του ἕνος μέρους φανοῦσιν “οἱ ἑπτὰ λύχνοι.” οὐ γὰρ τοῖς κατόπιν αὐτῆς ὁ διὰ τῶν λύχνων δέδοται φωτισμὸς, ἀλλὰ τοῖς ὡς ἐν προσώπῳ Χριστοῦ διὰ τῆς πίστεως ἐνηνεγμένοις. καὶ γοῦν Ἰουδαῖοι κατόπιν ὥσπερ αὐτοῦ καὶ εἰς νῶτα κείμενοι, κατεσκοτισμένον ἔχουσι τὸν νοῦν· οἱ δὲ ἐξ ἐθνῶν πιστεύσαντες, εἰς πρόσωπον ἔχουσι τοὺς λύχνους, ἐλεύθερος γὰρ αὐτοῖς τῆς παντελῶς ὁ διὰ τῶν ἁγίων ἐγγέγονε φωτισμός. ἐκαίετο δὲ καὶ λύχνος εἷς ἐν τῇ πρώτη σκηνῇ· τῆς εὐαγγελικῆς παιδεύσεως κατόπιν ἰοῦσαν τὴν νομικὴν τοῦ πράγματος ἡμῖν, κατασημαίνοντος. θέα γὰρ ὅπως τοῖς μὲν ἐν τῇ πρώτη σκηνῇ μόνος εἷς ἐκαίετο λύχνος, τοῖς γεμὴν εἰσπεφθακόσιν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνοι καὶ τὸ λαμπάδιον ἀμφιλαφεστάτην ὥσπερ ἐνίεσαν τὴν αὐγήν. καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστι ταῦτα, Κύριε;
PG 72:61καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶ d ἐν ἐμοὶ καἰ εἶπε πρὸς μὲ λέγων Οὐ γινώσκεις τί ἐστι ταῦτα; καὶ εἶπα Οὐχὶ κύριε. κὼ ἀπεκρίθη ὁ ἄγγλος καὶ εἶπε πρὸς μὲ λέγων Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγω Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἢ ἐν Πνεύματί μου λέγει Κύριος παντοκράτωρ. Ὅτι καὶ ἀμείνων καὶ ἱερώτερος τῆς ἐν ἡμῖν διανοίας τῶν νοητῶν δυνάμεων νοῦς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ Supra e καθ’ ἡμᾶς ὑπερκείμενος, καὶ ἐντεῦθεν ἂν μάθοις. “ἐπέστρεφε “μὲν γὰρ ὁ ἄγγελος, ὡς ὁ Προφήτης φησὶ, καὶ ἐξήγειρεν “αὐτὸν, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐκ τοῦ ὕπνου “αὐτοῦ.’’ εἰ γὰρ δὴ συγκρίνειν ἕλοιτό τις, ὡς πρός γε τὸν ταῖς ἄνω δυνάμεσιν ἐνόντα νοῦν, τῆς ἀνθρωπίνης διανοίας τὸ μέτρον, μειονεκτούμενον εὑρήσει τοσοῦτον, ὅσον ἃν νοοῖτο κατόπιν ἐλθεῖν καὶ τῆς τῶν νηφόντων διανοίας τὰ ἐν ὕπνοις Α. a ἡμῶν ἀδρανῆ φαντάσματα. ἐγήγερται δὴ οὖν ὁ Προφήτης εἰς νῆψιν, ἀλλὰ καὶ οὕτως ἔχων καὶ ἠκονημένος ἄγαν, οὐδὲν ἧττόν ἐστι βραδὺς πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι τὰ δεικνύμενα. ταύτῃτοι, καὶ μάλα εἰκότως, ἀναπυνθάνεταί τε καὶ ἀξιοῖ μανθάνειν παρὰ τοῦ σοφοῦντος ἀγγέλου.
PG 72:62ὁ δὲ ὅτι οὐ συνῆκε μονονουχὶ κατατεθηπὼς, εἰ μὴ ἀληθῶς εἰδείη διερωτᾷ· τοῦ δὲ διαρρήδην ὡμολογηκότος τὴν ἄγνοιαν, καὶ τὸ δυσμαθὲς οὐκ αἰσχυνομένου, καταλευκαίνει λοιπὸν τὸ ἐκ τῆς ὁράσεως αἴνιγμα, καὶ οἷον ὡς ἐξ εἰκόνος ἐμφανοῦς τε καὶ ὁρωμένης τὸν ἐν αὐτῇ λεληθότως ἐγκείμενον ἑρμηνεύει σκοπόν. οὗτος γάρ φησιν ὁ λόγος κυροῦ πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλη οὐδὲ ἐν ἰσχύϊ ἀλλ᾿ ἐν Πνεύματί μου, λέγει Κύριος παντοχράτωρ. ὅμοιον ὡς εἰ λέγοι τυχὸν ὁ τῆς ὁράσεως νοῦς καὶ ὁ τῶν παραδειχθέντων σκοπὸς Μονονουχὶ διακέκραγε τὰ παρὰ Θεοῦ πρὸς Ζοροβάβελ καὶ ἱέντα φησὶν, ὅτι ταῦτα πάντα τὰ ὁρώμενα πρὸς πέρας ἥξει κατὰ καιροὺς, οὐκ ἀνθρωπείᾳ δυνάμει κατορθούμενα, οὔτε μὴν ἐν ἰσχύϊ σαρκικῇ, ἁλλ’ ὡς ἐν δυνάμει Πνεύματος Ἁγίου, καὶ ὡς ἐκ θείων διανευμάτων.
PG 72:63γέγονε μὲν γὰρ ἄνθρωπος καθ᾿ ἡμᾶς ὁ Μονογενής· πλὴν οὐ πεπολέμηκε σαρκικῶς, ἵνα καθάπερ τινὰ λυχνίαν ἀναστήσῃ τῷ κόσμῳ τὴν Ἐκκλησίαν· οὐχ ὅπλα κινήσας αἰσθητὰ καὶ μαχίμων φάλαγγας, παρέστησεν ἑαυτῷ τοὺς δύο λαοὺς, ἢ τοὺς λύχνους τοὺς νοητοὺς ἐπέθηκε τῇ λυχνίᾳ, ἀλλ’ ἐν ἰσχύι Πνεύματος τοῦ ἰδίου κεχειροτόνηκεν ἐν ταῖς ἐκκλησίαις “πρῶτον Ἀποστόλους, δεύτερον “προφήτας καὶ εὐαγγελιστὰς,” καὶ τὴν ἄλλην ἅπασαν τῶν ἁγίων ὁμήγυριν, θείοις αὐτοὺς χαρίσμασιν ἀναπιμπλὰς, καὶ τῆ τοῦ νεύματος χύσει καταπιαίνων πλουσίως. Οὐκοῦνοὐκ ἐν δυνάμει μεγάλη, οὐδὲ ἐν ἰσχύϊ τῇ σαρκικῇ τὰ παρὰ Χριστοῦ, ἀλλ’ ὡς ἐν δυνάμει Πνεύματος ἐσκυλεύετο μὲν ὁ σατανᾶς, ἔπιπτον δὲ σὺν αὐτῶ καὶ τὰ τῶν ἀντικειμένων δυνάμεων στίφη, ἐκαλοῦντο πρὸς θεογνωσίαν διὰ τῆς πί- στεως, οἵ τε ἐξ Ἰσραὴλ καὶ οἱ πάλαι τῇ κτίσει παρὰ τὸν κτίστην λελατρευκότες. Ανεδείκνυντο δὲ καὶ ἐν ταῖς ἐκκλησίαις οἱ λύχνοι, τουτέστιν οἱ ἅγιοι, συνεκλάμποντες τῷ λαμπαδίῳ, φημὶ δὴ Χριστῷ. γεγόνασι γὰρ, ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος “φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες.’’ ὅτι δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ σέσωκε τὴν ὑπ’ οὐρανὸν, ἀλλ’ ἰδίαις δυνάμεσιν ὡς Θεὸς ὁ Ἐμμανουήλ, διεμαρτύρατο λέγων καὶ διὰ φωνῆς Ὠσηέ.
ἔχει γὰρ οὕτω “Τοὺς δὲ υἱοὺς Ἰούδα “ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ “σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, “οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν εὖ δὲ δὴ σφόδρα πρὸς Ζοροβάβελ ὁ λόγος ἦν, τὸν ἐκ τῆς Ἰούδα φυλῆς, διέποντά τε τὸ τηνικάδε τοὺς τῆς βασιλείας θώκους ἐν Ἰερουσαλήμ. ἵνα γὰρ μὴ, τῶν οὕτω λαμπρῶν καὶ ἀξιαγάστων κατορθωμάτων αὐτῷ προαπηγγελμένων, πολέμους οἴοιτο καὶ μάχας συγκροτηθήσεσθαι κατὰ καιροὺς, ἐξίστησιν ἀναγκαίως αὐτὸν τῶν οὕτω σαθρῶν καὶ ἀνθρωπίνων ἐννοιῶν, διακεῖσθαι δὲ μᾶλλον προστέταχεν, ὅτι θεοπρεπὴς ἡ ἐνέργεια, καὶ ἡ δύναμις οὐκ ἀνθρωπίνη τοῦ διαπεραίνοντος τὰ τοιάδε Χριστοῦ. μεμνήμεθα δὲ ὅτι καὶ αὐτὸν τὸν Ζοροβάβελ, ὡς ἐκ φυλῆς Ἰούδα καὶ βασιλέα, παραδηλοῦν ἐλέγομεν ἐφ’ ἑαυτῷ τὸν χριστον, συνημμένου καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἵν ἐν τῷ αὐτῷ νοοῖτο βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς ὁ Ἐμμανουήλ. Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τό πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας, ἰσότητα χάριτος χάριτα αύτῆς. Δυσέφικτον μὲν κομιδῇ τὸ προκείμενον· πλὴν ἐροῦμεν ἡμεῖς τό γε ὡς ἄριστα καὶ ὀρθῶς ἔχειν δοκοῦν.
PG 72:64ἔοικε τοίνυν ὁ λόγος μονονουχὶ καὶ ἐπιτιμᾶν τῷ ὄρει τῷ μεγάλῳ, τουτέστι τῷ σατανᾷ κατεξανισταμένῳ τε καὶ ἀντεξάγοντί τῷ Χριστῷ τῆς ἑαυτοῦ δυστροπίας τὴν δύναμιν, ὃ δὴ καὶ ἐν τοῖς ἀνωτέρω πάλιν ἡμῖν αἰνιγματωδῶς κατεγράφετο. ἔφη γὰρ ὁ Προφήτης τεθεᾶσθαι μὲν “Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα “πρὸ προσώπου ἀγγέλου κυρίου, τὸν ’δε γε διάβολον ἑστῶτα “ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. ὅτι γὰρ ὅσον ἐνεχώρει καὶ ἢν ἐπ’ αὐτῷ, πεπολέμηκέ τε καὶ ἀντεγήγερται δεινῶς ταῖς τοῦ Σωτῆρος οἰκονομίαις, καλοῦντος πρὸς σωτηρίαν τὴν ὑπ’ οὐρανὸν, οὐκ ἃν ἐνδοιάσειέ τις, ἐννενοηκὼς ὅτι πρῶτον μὲν προσῆλθε νηστεύοντι κατὰ τὴν ἔρημον, καὶ σώζοντα βλέπων τὴν ὑπ’ οὐρανὸν, προσκυνητὴν ἴδιον ἀποφαίνειν ἤθελε, παραδεικνὺς μὲν αὐτῷ “πάσας τὰς βασιλείας “τοῦ κόσμου,’’ λέγων τε ὡς ἔσται πάντα αὐτοῦ, εἰ δὴ προσπεσεῖν ἕλοιτο καὶ προσκυνεῖν αὐτῷ. εἶτα πρὸς τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὸν προδότην ἥρπασε μαθητὴν, ἀναπείσας ὄργανον τῆς Ἰουδαίων γενέσθαι σκαιότητος. ἐπιπλήττει δὴ οὖν ὁ λόγος αὐτῷ καί φησι τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι;
PG 72:65τὸ δέ Τίς εἶ τύ νοητέον οὐχ ὡς ἐθέλοντος ἀναμαθεῖν, τίς δὴ ἄρα καὶ πόθεν ἐστίν· οὐ γὰρ ἂν ἠγνόησε Θεὸς ὤν· ἀλλ’ οἷον κατασμικρύνοντος καὶ οὐδενὸς ἀξιοῦντος λόγου, κἂν εἰ μέγα τε εἴη καὶ δυσάντητον τὸ ὄρος, καὶ ἐμποδὼν ἐγκείμενον κατορθοῦν ἐθέλοντι τὰ τοιάδε Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζοροβάβελ, καθάπερ ἤδη προείπαμεν. καίτοι γὰρ ἀπαράβλητον ἔχων τὴν δυστροπίαν ὁ δράκων ὁ ἀποστάτης, πεπάτηται παρὰ Χριστοῦ πόνου τε καὶ ἱδρῶτος δίχα. Θεὸς γὰρ ἦν κατὰ φύσιν, ὁ πάντα νικῶν. Ἢ τοίνυν κατὰ τοιόνδε τινὰ τρόπον προσβαλοῦμεν τοῖς εἰρημένοις· ἢ καὶ ἑτέρως εἰ δοκεῖ. ἔφημεν γὰρ, ὅτι οὐκ ἐν ἀνθρωπείᾳ δυνάμει κατορθωθήσεται τῷ κόσμῳ τὰ πρὸς ζωήν. καὶ στήσεται μὲν ἡ λυχνία, τὸ λαμπάδιον ἔχουσα, τουτέστι Χριστὸν, ἐκλάμψουσι δὲ καὶ οἱ λύχνοι, καὶ μὴν καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου αἱ δύο πάντως ἐλαῖαι στήσονται, τοὺς δύο λαοὺς σημαίνουσαι. εἶθ’ ὥσπερ τινὸς ἀναπυνθανομένου τε καὶ λέγοντος Τίς ἄρα εἶ σὺ, ὁ τὰ οὕτω μεγάλα πολέμου δίχα παντὸς καὶ ἀμογητὶ κατορθώσειν ὑπισχνούμενος;
PG 72:66προσυπακούει λέγων ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι, τουτέστιν, ἐγώ εἰμι ἡ πάντα ὑπεραίρουσα φύσις, ἡ θεοπρεπέσιν ὑψώμασιν εἰς τὴν ὑπερέκεινα πάντων διάττουσα δόξαν, ἡ κατὰ καιροὺς ἀρκέσειν μέλλουσα πρὸς κατόρθωσιν τῶν ἐπηγγελμένων καὶ πρὸ προσώπου Ζοροβάβελ. οὐ γὰρ ἠγνόει Χριστὸς τὸν ἑαυτοῦ Πατέρα, ἀλλ’ ὥσπερ τινὰ συνεργάτην τῶν ἰδίων κατορθωμάτων ἐποιεῖτο λέγων “Ἀπ’ “ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ ἐν ἐμοὶ “μένων, ποιεῖ τὰ ἔργα αὐτός.” εἰργάζετο γὰρ ὡς διὰ δυνάμεως ἰδίας τοῦ Υἱοῦ, δι’ οὗ καὶ ἐν ἀρχαῖς μὲν τὰ πάντα πρὸς τὸ εἶναι παρενεγκὼν εἰκότως θαυμάζεται. μεμνήμεθα δὲ ὅτι παρὰ τῷ σοφωτάτῳ Δανιὴλ, ὡς ὄρος ἡμῖν ὠνόμασται πάλιν ὁ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ καὶ “λίθος ἄνευ χειρῶν ἐτμήθη, ὃς “καὶ ἐλέπτυνε τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν “σίδηρον,’’ καὶ ἦν εἰς τύπον καὶ τόδε χριστοῦ. γεγεννημένος γὰρ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ Υἱὸς, συνέτριψε πάσας τὰς βασιλείας, ἵν αὐτῷ λοιπὸν τὸ κράτος ἀνάπτηται.
PG 72:67“Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα “γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς “δόξαν Θεοῦ Πατρός.” οὐκοῦν ὡς ἐξ ὄρους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς ἀποτμηθεὶς λίθος ὁ Υἱὸς γέγονεν ἡμῖν κηλρονομία. κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν αὐτοῦ, καὶ κληρονόμοι γεγόναμεν Θεοῦ ζῶντος, ἰσότητα χάριτος ἀντὶ χάριτος κερδαίνοντες. καὶ τί δὴ τοῦτό ἐστι; Δέδοται μὲν γὰρ χάρις τῷ Ἰσραὴλ, ἡ ἀρχαία τ᾿ ἐκείνη καὶ διαβόητος. λελύτρωνται γὰρ ἐξ Αἰγύπτου σαρκικῶς, τὴν ἐπηρτημένην αὐτοῖς ἐκ πλεονεξίας ἀπεσείσαντο δουλείαν, διεβιβάσθησαν διὰ θαλάσσης μέσης, ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, διῆλθον ἐν ποδὶ ποταμούς· διεπεραιώσαντο γὰρ οὕτω τὸν Ἰορδάνην· εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. αὕτη δὴ οὖν ἡ χάρις ἡ πρώτη. ἀλλ’ ἐν ἰσότητί τε ὁμοῦ καὶ ὁμοιότητι τῆς ἀρχαίας ἐκείνης χάριτος, χάρις ἡμῖν ἑτέρα δέδοται παρὰ Χριστοῦ, ὃς γέγονεν ἡμῖν, λίθος μὲν, ὡς θεμέλιος, ἤγουν ἀκρογωνιαῖος, κληρονομία δὲ πάλιν, γέγονα μὲν γὰρ δι’ αὐτοῦ κληρονόμοι Θεοῦ. πῶς οὖν ἐν ἰσότητι τῆς πρώτης χαρτὸς ἡ δευτέρα; ἃ γὰρ ἐπ’ ἐκείνοις ἐπράττετο σαρκικῶς, ἤγουν αἰσθητῶς, ταῦτα τετελείωκεν ἐφ’ ἡμῖν ὁ Χριστὸς πνευματικῶς τε καὶ νοητῶς.
ἐξείλετο δουλείας δία βολικῆς, ὡς ἐκ πηλοῦ καὶ πλινθείας, ἀπήλλαξε τῶν ἐν κόσμῳ παθῶν καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν, διεβίβασεν ὡς διὰ θαλάσσης. παρεδράμομεν γὰρ τὸν κλύδωνα τοῦ παρόντος βίου, καὶ τῆς ἐν αὐτῷ φροντίδος τὸ πικρὸν, ἐφάγομεν ἄρτον τὸν ἐξ οὐρανοῦ· μυστικὸς ὁ λόγος· διεβιβάσθημεν τὸν Ἰορδάνην, περιτομὴν ἐσχήκαμεν τὴν ἐν Πνεύματι, κεκληρονομήκαμεν τὴν ἄνω πόλιν, τὴν ἀληθῶς ἁγίαν γῆν, ἧς καὶ αὐτὸς ὁ Χριστὸς διεμέμνητο λέγων “Μακάριοι “οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.’’ οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον εὐαγγελιστὴν Ἰωάννην αὐτὸ δὴ τοῦτο βούλεσθαι καταδηλοῦν, εἰ λέγοι περὶ Πριστοῦ “Οτι “ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ “χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ “χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.’’ διάκονος μὲν γὰρ καὶ μεσίτης τῆς ἀρχαίας ἐκείνης χάριτος γέγονεν ὁ Μωυσῆς· τῆς γεμὴν δευτέρας χορηγὸς ὁ Χριστός, ἐχούσης μὲν ὁμοιότητα πρὸς ἐκείνην· τύποι γὰρ ἦσαν ὡς πρὸς ἀλήθειαν, ἤγουν τὸ τῆς ἀληθείας ὠδίνοντες κάλλος· ἀμείνονος δὲ καὶ ὑπερκειμένης ὅσῳ καὶ τῶν αἰσθητῶν ὑπερφέροι ἂν εἰκότως τὰ νοητά.
PG 72:68καὶ μαρτυρήσει γράφων ὁ Παῦλος, ὅτι “Κρείττονος διαθήκης γέγονεν ἔγγυος ὁ “Ἰησοῦς.’’ Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγωι Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. Ιδοὺ δὴ πάλιν ἡμῖν ἐν αἰσθητοῖς πράγμασι καταγράφει τὰ νοητὰ, καὶ τῶν διὰ Χριστοῦ παραδόξως τετελεσμένων παρατίθησιν εἰς τύπον τὰ διὰ χειρὸς Ζοροβάβελ κατὰ καιροὺς ἐκπεπερασμένα. μένα. ἐπειδὴ γὰρ ἁλούσης τῆς Βαβυλωνίων ὑπὸ Περσῶν καὶ Κύρου, τῶν τῆς δουλείας ἀνεῖντο δεσμῶν οἱ ἐξ Ισραὴλ, καὶ δὴ καὶ ἐπανῆκον εἰς Ἱεροσόλυμα, Δαρείου λοιπὸν τὴν χαλδαίων διέποντος ἀρχὴν, εἴτ’ οὖν βασιλείαν, προὔτρεπε Θεὸς τοὺς ὑπονοστήσαντας τὸν θεῖον εὐθὺς ἀναδείμασθαι ναὸν, βασιλεύοντος μὲν Ζοροβάβελ, ἱερατεύοντος γεμὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἥπτοντο μὲν τῶν ἔργων, καὶ δὴ καὶ ἐν πρώταις κρηπίδων καταβολαῖς τὸ ἔργον ἦν· ἦρτο δὲ καὶ ὑψοῦ τὰ τείχη λοιπὸν, εἶτα μεταξὺ κωλυόντων τινῶν καὶ ἐμποδὼν γεγονότος τοῦ φθόνου τῶν περιοίκων ἐθνῶν, γέγονέ τις ἀνοκωχὴ καὶ σπουδασμάτων τῶν ἐπὶ τοῖς ἔργοις ἀνάβλησις.
PG 72:69Ἀνέντος δὲ πάλιν αὐτοῖς τοῦ Θεοῦ τὸ δύνασθαι κατορθοῦν, τετελείωται μόλις ὁ νεὼς, Ἰησοῦ μὲν ἱερατεύοντος, Ζοροβάβελ γεμὴν ἐφεστηκότος καὶ βασιλεύοντος. ἀλλ’ ἐν τούτοις μὲν ὁ τῆς ἱστορίας συμπεπέρασται λόγος. ἐπειδὴ δὲ καὶ εἰς τύπον Χριστοῦ παρείληπται πρὸς ἡμῶν ὁ ἐκ τῆς Ἰούδα φυλῆς Ζοροβάβελ, φέρε δὴ λέγω μὲν ὅπως τε καὶ τίνα τρόπον ἤρξατο μὲν αὐτὸς οἰκοδομεῖν τὸν οἶκον Κυρίου· τετελείωκε δὲ αὖ νοητῶς τε καὶ πνευματικῶς. κατεστήσατο μὲν γὰρ ἐν ἀρχαῖς οἶκον ὥσπερ τινὰ καὶ ἐναύλισμα θεοπρεπὲς αὐτῷ τε καὶ τῷ Πατρὶ, τὴν τῶν Ἰουδαίων Συναγωγήν. οὕτω γὰρ αὐτὴν ὠνόμαζε, διὰ τοῦ πανσόφου Μωυσέως εἰπών “Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι “αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως “ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός “ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ “δι’ αἰνιγμάτων.’’ οὐκοῦν τεθεμελίωται μὲν ὥσπερ ὁ οἶκος διὰ Χριστοῦ· καθῄρηται δὲ μεταξύ.
PG 72:70καὶ γοῦν ὁ προφήτης Ιερεμίας ὡς πεπτωκότα τε καὶ σεσεισμένον κατωλοφύρετο λέγων “Οἰκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐ- “τόν·” ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, πέπτωκε διὰ τοῦτο καὶ οὐκ ἦν ἔτι λοιπὸν ὁ ἀναστήσων αὐτόν· πλὴν ἐγήγερται διὰ Χριστοῦ, καὶ μετεσκευάσθη πρὸς τὸ ἄμεινον, εἰσκεκομισμένων ἐν αὐτῷ τῶν ἐθνῶν, καὶ ἀναδειχθείσης ἐν κόσμῳ τῆς Ἐκκλησίας, Εκκλησίας, “ἤτις ἐστὶν οἶκος Θεοῦ τοῦ κάλλους γέγονεν ἐραστὴς ὁ τῶν ὅλων κύριος καὶ Θεός. ὅτι γὰρ ἀσυγκρίτως ἀμείνων παρὰ ’τον πρῶτον ὁ ἐν ἐσχάτοις καιροῖς ἐγηγερμένος νεὼς, τουτέστιν ἡ Ἐκκλησία, πεπληροφόρηκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῆ “δόξη αὐτοῦ τῇ ἔμπροσθεν;
καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;” καὶ μεθ’ ἕτερα “Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη “ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.” ἀλλ’ ὅτι μὲν ἱστορικῶς τὰ τοιάδε νοεῖν ἀπόπληκτον, οὐκ ἂν ἐνδοιάσειε τις, ἐννενοηκὼς, ὅτι πῶς ἂν νοοῖτο προφερεστέρα τῆς πρώτῆς, ἡ ἐν ἐσχάτοις δόξα τοῦ θείου ναοῦ, εἴπερ ἐκεῖνον μὲν κατεπίμπρα καὶ διήρπασεν ὁ Βαβυλώνιος Ναβουχοδονόσορ· τὸν δὲ μετ’ ἐκεῖνον ἐγηγερμένον μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, οὐδὲν ἧττον Ῥωμαῖοι κατεπίμπρασαν, αὐτῷ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ ἅπασαν δὲ τὴν Ιουδαίων χώραν. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἀλήθειαν ἡ τῆς ἱστορίας ἀπόδοσις· ἀμείνων δὲ καὶ προφερεστέρα τῆς πρώτης ἡ τελευταία δόξα, παραληφθείσης τῆς Ἐκκλοησίας “εἰς “ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” ἐποικοδομούμεθα γὰρ “ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων “καὶ προφητῳν,” “διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ “ ἐνέργειαν ἑκάστου μέλους συναρμολογούμενοι τε καὶ συντιθέμενοι, καὶ οἱονεί πὼς ἀλλήλοις συμβαίνοντες ὡς ἑνότητι πίστεως καὶ ἀγάπης διὰ τοῦ Πνεύματος εἰς ναὸν ἅγιον. λίθοι γάρ ἐσμεν ζῶντες.
PG 72:71καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὴν τῶν πεπιστευκότων πληθὺν, ποτὲ μὲν “Θεοῦ γεώργιον,’’ ποτὲ δὲ δὴ αὖ καὶ οἰκοδομὴν ὠνόμαζε Θεοῦ. καὶ “ὡς σοφὸς ἀρχι- “τέκτων θεμέλιον” ἔθηκεν· οὗτος δέ ἐστιν Ἰησοῦς ὁ Χριστός· ᾧ δὴ πάντες ἐπερηρείσμεθα, δι’ οὗ καὶ ἑστήκαμεν, καὶ ναοὶ χρηματίζομεν, αὐτὸν ἔχοντες εἰς νοῦν καὶ καρδίαν ἐνῳκηκότα τε καὶ ἐνηυλισμένον διὰ τοῦ Πνεύματος. Διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαρήσονται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Οὐ περὶ τῶν εὐθὺς ἐσομένων ἡ ὅρασις, ἐνεχθησομένων δὲ μᾶλλον εἰς πέρας, ὡς ἐν καιροῖς τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἢ γέγονε μὲν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· πλὴν οὔ τι που πολλοῖς μετὰ ταῦτα χρόνοις τῆς προκειμένης ἡμῖν προφητείας, ἤτοι τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ διὰ χειρὸς Ζοροβάβελ ἐγηγερμένου. εἴ τις οὖν ἄρα, φησὶν, ἐξουδενώσειε τὰς μεταξὺ μικρὰς καὶ εὐαριθμήτους ἡμέρας, καὶ βραχεῖαν ἡγήσαιτο τὴν ἀνάβλησιν, οὐκ ἀκηδιάσας πρὸς τοῦτο, πάντη τε καὶ πάντως ἁπάσης ἔσται θυμηδίας ἔμπλεως. χαρήσεται γὰρ καὶ ὄψεται τὸν λίθον κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. κασσιτέρινον δὲ λίθον ὠνόμασε τὸν Χριστόν.
PG 72:72κἂν εἴ τις βούλοιτο τὴν αἰτίαν ἀναμαθεῖν, φαίην ἃν εὐθὺς τὰ δοκοῦντά τισι, καὶ παρ’ ἡμῖν αὐτοῖς ὀρθῶς ἔχειν ὑπειλημμένα. οἱ μὲν γάρ φασι τὸν κασσίτερον ἀπό τε χαλκοῦ καὶ μολίβου τὴν σύγκρασιν ἔχειν· ταύτης τε ἕνεκα τῆς αἰτίας οὔτε τοῦ εἶναι σκληρὸν ἀπηλλάχθαι παντελῶς, οὔτε μὴν ἀνήνασθαι τὸ καὶ ἔχειν μαλθακῶς· συντίθέμεν δὲ καὶ ἡμεῖς κατὰ τοιόνδε τινὰ τρόπον τὸν Ἐμμανουὴλ ἔκ τε τῆς ἀθραύστου θεότητος, καὶ ἐκ τῆς οἱονείπως εὐπαθοῦς ἀνθρωπότητος. ἰστέον δὲ ὅτι καὶ τὸν ἀδάμαντα λίθον μολίβῳ φασὶν εὐκόλως συνθραύεσθαι, καίτοι τοῦτο παθεῖν δι’ ἑτέρας ὕλης οὐκ ἀνεχόμενον. φαμὲν οὖν, ὅτι καίτοι χρηστὸς ὣν ἄγαν καὶ παναλκὴς ὁ Χριστὸς, καὶ τὸ ἀπηνὲς οὐκ ἔχων ὡς Θεὸς, οἷον ἀδάμαντά τινα συνθραύει τὸν σατανᾶν, περὶ οὗ γέγραπται “Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε “δὲ ὥσπερ ἄκμων ἀνήλατος. δοκεῖ γεμὴν καὶ ἑτέροις τὸν κασσίτερον, εἴτ’ οὖν ἁπλῶς τὸν μόλιβον εἰς ἀποκάθαρσιν τὴν διὰ πυρὸς τῆς ἑτέρας ὕλης ἀναγκαίως παραλαμβάνεσθαι, μάλιστα δὲ τοῖς τὰ ἐξ ἀργύρου τεχνουργεῖν εἰωθόσι τὸ χρῆμά ἐστι χρήσιμόν τε καὶ ἀναγκαῖον.
PG 72:73καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πάλιν αὐτὸ δὴ τοῦτο δηλῶν αἰνιγματωδῶς “Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος, εἰς “κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτά- “κησαν.” Κασσιτέρῳ τοίνυν, ἤγουν μολίβῳ, παρεικάζει Χριστὸν, ὡς ἐκτήκοντα τοὺς ῥύπους, ὡς ἀπαλλάττοντα τῶν περιττῶν, ὡς ἀποκαθαίροντα νοητῶς. εἰ δή τις οὖν ἄρα κατευμεγεθήσειε, φησὶ, τῆς τῶν μεταξὺ καιρῶν εἰσβολῆς, καὶ οὐδὲν ἡγήσοιτο τὰς διὰ μέσου μικρὰς ἡμέρας, χηήσεται μὲν καὶ ὅψεται τὸν λίθον τὸν κιισσιτέρνον ἐν χειρὶ Ζοροβάβελ. καὶ τί δὴ ἄρα ἐστὶ τό ἐν χειρὶ Ζοροβάβελ; ἡ θεόπνευστος γραφὴ τὴν χεῖρα δέχεται καὶ εἰς δύναμιν καὶ εἰς ἐξουσίαν. ἐν δυνάμει δὴ οὖν ἤγουν καὶ ἐν ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ τουτέστι Χριστοῦ, ὄψεται τὸν λῇον τὸν κασσιτέρινον. Ζοροβάβελ μὲν γὰρ, ὡς ἔφην, ἐκ φυλῆς ὢν Ἰούδα βεβασίλευκε ἐπὶ τὸν Ἰσραήλ. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξέφυ μὲν αἵματος καὶ φυλῆς τῆς Ἰούδα τὸ κατὰ σάρκα, βεβασίλευκε δὲ καὶ αὐτὸς ἐπὶ τὸν Ἰσραὴλ, οὐκ ἐν τάξει τῇ καθ’ ἡμᾶς, ἤγουν μετρητὴν καὶ χρόνῳ πεπερασμένην τὴν βασιλείαν ἔχων, ἀλλ’ ὡς Θεὸς ἀληθῶς καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην.
καὶ μαρτυρήσει λέγων ὁ μακάριος Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ περὶ αὐτοῦ, ὅτι καὶ τέξεται υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. προσεπαγαγὼν δὲ,. ὅτι “Καὶ δώσει αὐτῷ κύριος ὁ Θεὸς τὸν “θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν “οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ “οὐκ ἔσται τέλος.” ἐν χειρὶ δὴ οὖν Ζοροβάβελ, τουτέστιν, ὡς ἐν δυνάμει τε καὶ ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ ὀφθήσεται κατὰ καιροὺς ὁ λιθος ὁ κασσιτέρινος. ἐπιφέρει δὲ τούτοις εὐθὺς τῆς προφητείας ὁ λόγος Ἑπτὰ οὖτοι ὀφθόιλμοὶ Κυρίου εισιν οἱ επιβλεποντες ἐπὶ πασαν τὴν γῆν. καὶ τίνες ἃν εἶεν οὗτοι πάλιν; ἣ γὰρ τοὺς ἑπτὰ λύχνους, οὓς τεθέαται σὺν τῷ λαμπαδίῳ, κέκληκεν ὀφθαλμοὺς κυροῦ, ἵνα νοῶμεν τοὺς ἁγίους, δι’ ὧν ἡ σύμπασα καταφωτίζεται γῆ, καὶ ἐπισκοπῆς ἀξιωθεῖσα φαίνεται τῆς παρὰ Θεοῦ· ἤγουν ἐκεῖνο οἶμαί που κατασημαίνειν ἐροῦμεν, ὡς οὐκ ἃν ἀμελήσειε τῶν ἰδίων κτισμάτων ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ· ἀλλ’ οἷον πολλοῖς τε καὶ ἀύπνοις ὄμμασι τὰ πάντα περιαθρῶν, χαριεῖται ἐπὶ τῆς γῆς τὸν λίθον τὸν καττιτέρινον, τουτέστι Χριστὸν, δι’ οὗ γέγονεν εἰς ἡμᾶς καὶ ὁ τῆς ἐπισκέψεως, ἤγουν ὁ τῆς ἐπιβλέψεως βλέψεως τρόπος. Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, κατὰ τὸ γεγραμμένον.
PG 72:74καὶ εἴπερ ἐσμέν σῶμα “Χριστοῦ καὶ μέλη ἐκ μέρους,’’ οὐδὲν οἶμαι τὸ ἀπεικὸς, ὀφθόιλμῶν τάξει τοὺς ἁγίους μυσταγωγοὺς τεθεῖσθαι λέγειν, ὡς τῶν ἄλλων προὔχοντας καὶ ὑπερκειμένους, ταύτητοι καὶ ἐπισκόπους ὠνομασμένους, καθάπερ ἐγῷμαι. κατασκέπτεται δὲ δι’ αὐτῶν τοὺς εἰς αὐτὸν πιστεύοντας ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. λίθος γεμὴν κιισσιτέρνος, καὶ καθ’ ἕτερον ἂν νοοῖτο τρόπον ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. ὁ γάρ τοι κασσίτερος συνάπτει πρὸς ἕνωσιν τὰ διηρημένα, κολλητικὴν ἔχων τὴν φύσιν. πέπραχε δέ τι τοιοῦτον καὶ εἰς ἡμᾶς ὁ Χριστὸς, εἴπερ ἐστὶν ἀληθὲς, ὡς εἰς ἕνα καινὸν “ἄνθρωπον τοὺς δύο κτίζει λαοὺς, ποιῶν εἰρήνην καὶ ἀπο- “καταλλάσσων ἐν ἑνὶ σώματι τοὺς ἀμφοτέρους, εἰς τὴν διὰ Πνεύματος ἕνωσιν. ὅθεν καὶ λίθος ἀκρογωνιαῖος ὠνόμασται, συνδέων εἰς ἕνωσιν τοὺς δύο λαοὺς, ὡς ἔφην συνῆψε δὲ καὶ ἀγγέλοις τοὺς ἐπὶ τῆς γῆς· ἁλλὰ καὶ ἡμᾶς δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν μεταξὺ κειμένην καὶ πάλαι διατειχίζουσαν καθελὼν ἁμαρτίαν. Καὶ ἀπεκρίθην καὶ εἶπα παρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὖται, αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;
PG 72:75καὶ ἐπηρώτησα ἐκ δευτέρου κὼ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶ ἐλαιῶν, οἱ ἑ ταῖς χερσί τῶ δύο μυξωτήρων τῶι χρυσῶν τῶ ἐπιεἰς χεόντων καὶ ἐπανγόντων τὰς ἐπαρυστρίδας τας χρυσᾶς; καί εἶπε πρὸς μἐ οὑκ οἶδας τί ἐοτι ταῦτα; καἰ εἶπα Οὐχι κύριε. κα ἔπε’ Οὗτο ὁ δύο οἷο τὴς πιύτητος οἱ παρεστήκασι τῶ Κυρίῳ πάσης τῆς γῆς. Φιλομαθὴς ἄγαν τῶν ἁγίων ὁ νοῦς. τοιγάρτοι παρίησι μὲν ὀ Προφήτης τῶν ἐν τῆ ὁράσει δεικνυμένων οὐδὲν, φιλοπευστεῖ ’δε λίαν, καὶ περὶ ἑκάστου λεπτῶς ἀναπυνθάνεται το, τί ἃν βούλοιτο δηλοῦν. ἔδει τοίνυν οὕτως ἔχοντι γνώμης διατρανοῦσθαι οἱ διὰ τῆς τοῦ Περιφήτου φωνῆς, τίνος ἀν’ εἴη σύμβολου ἠ εἰς Θεόν τε καὶ εἰς εὐώνυμον τοῦ λαμπαδίου στασις τ,ῶν ελαιῶν. ταύτῃτοι περιεργάζεται καὶ ἀναμανθανειν ἄθρει δὲ ὅπως δευτέραν προσεπάγει ’ν πευσιν, καὶ μὴν καὶ μεταπλάττει πὼς εἰς τὸ ἀτρεκὲς τὸν τῆς ερωτησεως τρόπον. δύο μὲν γὰρ ἐλαίας ὠνόμαζεν ἐν αρχῃ· λεπτότερον ’δε πὼς τῆς διανοίας τὸν ὀφθαλμὸν τοῖς ορωμένοις ἐνιεὶς, οὐκ ἔτι μὲν ἐλαίας, κλάς δὲ μᾶλλον ωνόμαζεν ἐλαιῶν. ἐρομένῳ δὴ οὖν εὐτέχνως ἀποφαίνεται λοιπὸν ὁ μακάριος ἄγγελος, καί φησιν Οὖτοι οἱ δύο υἱοὶ τῆς ποτῆτος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς.
PG 72:76υἱοὺς δὲ πιοτητος, τοὺς, δύο που πάντως ἔφη λαοὺς, τόν τε Ἰσραὴλ καὶ ’τον ἐξ ἐθνῶν, οἷον εἰς πιότητιι τὴν πνευματικὴν παρενηνεγμενους. ταύτῃτοι καὶ ἐν τοῖς μυξωτῆρσι τῶν λύχνων τεθεϊσθαί φησιν αὐτοὺς ὡς εὐφραινομένους μένους τε καὶ ἐνσπαταλῶντας ἐλαίῳ τῳ παρὰ Χριστοῦ, καὶ τῆ τοῦ Πνεύματος χάριτι πλουσίως πιαινομένους. ἠλεήμεθα γὰρ, “δικαιούμενοι δωρεαν δία τῆς πίστεως, καὶ κοινωνοὶ τῆς θείας αὐτοῦ φύσεως ’ ἀναδεδειγμένοι, διὰ τοῦ μεταλαχεῖν Ἁγίου Πνεύματος. οὐκοῦν ἐν ἐλαίῳ τε καὶ λύχνοις ἡ τῶν δύο λαῶν ἵδρυσίς τε καὶ παράστασις. ἐν φωτὶ γὰρ ἡμῶν ἡ κλῆσις, καὶ ὡς ἐν ἐλαίῳ τῷ παρὰ Θεοῦ· εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν, ὡς ἠλεήμεθα μὲν θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι καὶ δουλείας τῆς ἀρχαιοτέρας ἀπολύσαντες τὸν αὐχένα· πεφωτίσμεθα δὲ αὖ, τὸν ἕνα καὶ φύσει Θεὸν ἐπιγινώσκοντες, καὶ τῆς πολυθέου πλάνης τὸν σκότον ἐκβεβηκότες. Ἀλλὰ τίς ἂν εἴη καὶ ὁ τῆς ἐπιτηρήσεως λόγος, τί δὲ τὸ πεπεικὸς τὸν μακάριον Προφήτην, μὴ δὴ χρῆναι λέγειν αὐτὰς ἐλαίας μὲν ἔτι, καλάδους δὲ μᾶλλον ἐλαιῶν, φέρε δὴ φέρε περιαθρήσωμεν. καλλιέλαιος μὲν τοίνυν ἡ τῶν Ἰουδαίων κεχρημάτικε Συναγωγὴ, ἀγριέλαιος γεμὴν τῶν ἐθνῶν ἡ πληθύς.
οὕτω γὰρ αὐτῶν διαμέμνηται καὶ ὁ μακάριος Παῦλος, λέγων πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας “Εἰ “γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ “φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πολλῷ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῆ ἰδίᾳ ἐλαίᾳ. οὐκοῦν καλλιέλαιος μὲν ἡ Συναγωγὴ, καθάπερ ἔφην ἀρτίως· ἀγριέλαιος δὲ ἡ τῶν ἐθνῶν ἀγέλη. οἱ μὲν γὰρ, τὴν διὰ νόμου παίδευσιν ἔχοντες, οὐκ ἄκαρποι διετέλουν· οἱ δὲ ἦσαν σφηκῶν ἀγρίων ἐνδιαιτήματα, πλήρη δαιμονίων ἔχοντες τὸν νοῦν καὶ ἄκαρποι παντελῶς. πλὴν οὔτε πᾶσα τῶν Ἰουδαίων ἡ Συναγωγὴ τὴν εἰς Χριστὸν παρεδέξατο πίστιν, οὔτε μὴν τῶν ἐθνῶν ἡ πληθύς. ἐξεσπασμένοι δὲ ὥσπερ ἀφ’ ἑκάστης ἠλέηνται πολλοὶ, καὶ κέκληνται διὰ τῆς πίστεως εἰς τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. κλάδοι δὴ οὖν ἐλαιῶν οἱ ἀπεσπασμένοι νοοῖντ’ ἃν εἰκότως, οἳ καὶ ἠλέηνται διὰ τῆς χάριτος, καὶ ὡς ἐν φωτὶ γεγόνασι τοῦ λαμπαδίου, τουτέστι Χριστοῦ, καὶ τῶν ἑπτὰ συναναλαμπόντων λύχνων, τουτέστι τῆς τῶν ἁγίων πληθύος. ἄθρει δὲ ὅπως ὁ θεσπέσιος ἄγγελος εἰς εἰκόνα καὶ ὑποτύπωσιν τοῦ Ἐμμανουήλ παραδέχεται τὸ λαμπάδιον.
PG 72:77τεθειμένων γὰρ τῶν κλάδων ἐκ δεξιων αὐτοῦ καὶ ἐξ εὐωνύμων· οὓς καὶ υἱοὺς τῆς πιότητος ὠνόμασε δύο παριστάναι φησὶν αὐτοὺς τῷ Κυρίῳ πάσης τῆς γῆς, τῆς παραστάσεως ἐν τούτοις κατασημαινούσης εὖ μάλα τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ τὸ ἕτοιμον τῆς γνώμης εἴς γε τὸ δεῖν ὑποκεῖσθαί τε καὶ ὑπηρετεῖν αὐτῷ. ὧδε γὰρ ἃν νοοῖτο Χριστὸς παραστήσας ἑαυτῷ τὴν Ἐκκλησίαν τὴν ἐκ δύο λαῶν συναγηγερμένην. κατὰ τοῦτον οἶμαι τὸν τρόπον τῷ τῆς παραστάσεως ὀνόματι καὶ ὁ θεσπέσιος Μωυσῆς κατεκαλλύνετο, Θεοῦ πρὸς αὐτὸν εἰρηκότος “Σὺ δὲ αὐτοῦ “στῆθι μετ’ ἐμοῦ.’’ οὐ γὰρ ἀπόβλητος ἢ διὰ νόμου παίδευσις παρά γε τῷ πάντα εἰδότι Θεῷ. διὰ ποίαν αἰτίαν; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ ὡς ἐν τύποις καὶ σκιαῖς αὐτὴν ἡμῖν ὠδίνει τὴν ἀλήθειαν. καὶ πρὸς τοῦτο ἡμᾶς πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους “Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” Καὶ ἐπέστρεψα καὶ ἦρα τούς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ δρέπανον πετόμενον. καὶ εἶπε πρὸς μέ Τί σύ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πἠχεων δέκα.
PG 72:78καὶ εἶπε πρὸς μέ Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἔως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἔως Θαιάτου ἐκδικηθήσεται. καὶ ἐξοίσω αὐτὸ, λέγε Κύρνος παvτοVάτωρ, κω εἰσελεύσεται εὶς τὸ οἶκον τοῦ κλἐπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῶ ὀνόματί μου ἐμ ψεύδει, κὼ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν κὼ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. Τό ἐπέστρεψα πάλιν ἐν τούτοις, οὐκ ἂν οἶμαί τις ἐκλάβοι τοπικῶς ἀλλ’ ὡς ἐν ἀμείψει μᾶλλον τῆ καθ’ ἑτέραν ὅρασιν. ἐκκοπτομένης γὰρ ὥσπερ τῆς πρώτης, καὶ μεταφοιτώσης τῆς ὄψεως ἐπὶ θεωρίαν ἑτέραν, τῷ τῆς ἐπιστροφῆς ὀνόματι τὸ συμβὰν ὑποφαίνει. αἴρει τοίνυν εἰς ὕψος τῆς διανοίας τοὺς ὀφθαλμοὺς, εἶτα δρεπανον ὁρᾷ, πτηνοῦ δίκην, ὑψοῦ τε ἠρμένον καὶ οἷον εἰς πᾶσαν διάττον τὴν γῆν. ἦν δὲ δὴ λίαν εὐρύ τε καὶ εὐμῆκες. εἰκοσάπηχυ μὲν γὰρ τὸ μῆκος αὐτῷ, ἐν ἡμίσει δὲ τούτου τὸ πλάτος. ἐρομένῳ δὲ, τι ἂν εἴη πάλιν, καὶ μὴ εἰδέναι φάσκοντι, αὕτη φησὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσωπου πασης τῆς γῆς, καὶ ταῖς αὐτοῖς πρεπούσαις ἐνιεῖσα ποιναῖς τὸν ἐπίορκον καὶ σὺν αὐτῷ τε τὸν κλέπτην. καὶ ὅσον μὲν ἧκεν εἰς ἐμφανεστέραν δήλωσιν τὴν ἐπί γε τῶν δεδειγμένων, δυσχερὲς οὐδέν.
PG 72:79ὰρὰ γὰρ θεία πάντη τε καὶ πάν. τὼς κατανεμηθήσεται τοὺς κλέπτας καὶ πρὸς τούτοις ἔτι τοὺς ψευδορκεῖν εἰωθότας, καὶ μονονουχὶ δρεπάνῳ τοὺς ὑβριστὰς ἀποκείρουσα, χόρτον ἀποφαίνει δομάτων καὶ πυρὶ δίδωσι τροφὴν, καὶ εἰς οἶκον ἀνδρὸς εἰσελάσει τοιούτου, συντελέσει τε πάλιν αὐτὸν, καὶ καταδονήσει γεννικῶς. Χρῆναι δὲ οἶμαι φιλομαθῶς πολυπραγμονεῖν τὰς αἰτίας, ἐφ’ αἷς ἡ παροῦσα καὶ ἐν χερσὶν ἡμῖν ὅρασις, ὡς ἀναγκαία ταῖς ἄλλαις συνεισκεκόμισται· ἀνθ’ ὅτου γὰρ δὴ, φαίη τις ἃν τῶν ἐπιεικεστέρων, πλείστων τε ὅσων πλημμελημάτων ὄντων κατὰ τὸν βίον, καὶ μὴν καὶ ἐν διαφόροις ὄντων αἰτιαμάτων τὸ τηνικάδε τῶν ἐξ Ἰσραὴλ, κατὰ μόνων κλεπτῶν τε καὶ ψευδωμοτῶν τὴν διὰ τοῦ δρεπάνου ποινὴν ἐπηρτῆσθαί φησιν, ἤγουν ἐκπορεύεσθαι τὴν ὰρὰν, ἀποκείρουσαν τοὺς ἁλισκομένους καὶ συντελοῦσαν εἰς ἅπαν; πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι τὰ ἑκάστῳ χρήσιμα καιρῷ διὰ τῶν ἁγίων προφητῶν προσελάλει Θεὸς, ἀεί πὼς ὠφελῶν τὰ ἐνεστηκότα. ἦν οὖν ἀναγκαῖον τοῖς τὸ τηνικάδε μάλιστα ταυτηνὶ σαφῆ γενέσθαι τὴν ὅρασιν· ἐποίσομεν δὲ τὰς αἰτίας, ἐπικαιροτάτην οὖσαν ἐπιδεικνύοντες.
PG 72:80ἐπειδὴ γὰρ τὴν τῶν Χαλδαίων ἀφέντες μόλις οἱ ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς δουλείας ἀποδυσάμενοι ζυγὸν, ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἦσαν ἐν τοῖς Ἱεροσολύμοις· δέον ἀποσχέσθαι τῶν ἀρχαίων ἐκείνων πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν τε τὰ φθάσαντα, καὶ κατευφραίνειν τὸν Λυτρωτὴν, τὰ αὐτῷ δοκοῦντα πληροῦν ᾑρημένους, οὐδὲν ἧττον ἦσαν ὁποῖοι καὶ τότε, παραλύοντες ἀφυλάκτως τὸ τῷ νόμῳ δοκοῦν. ἀποφάσκοντος γὰρ τοῦ Μωυσέως τὸ δεῖν αὐτοὺς ἀλλοφύλοις ἐπιμίγνυσθαι γυναιξὶν, αὐτοὶ τῶν τεθεσπισμένων ὀλίγα πεφροντικότες, ταῖς τῶν ὁμόρων ἐθνῶν συνεπλεκ́οντο θυγατράσι, τράσι, καὶ τέκνων ἦσαν ἀλλοτρίων πατέρες, καὶ ἀνοσίου σπέρματος πλήρη πάλιν ἀπέφανον τὴν ἁγίαν πόλιν. ἦσαν ’δε τινες καὶ τῶν ἐν αὐτοῖς ἐπιφανεστέρων τοῖς τοιούτοις ἐνισχημένοι πταίσμασιν, οὗ δὴ γεγονότος κατεθρήνει μὲν ὁ Ἔσδρας, καὶ δὴ καὶ τὸν θεῖον οἶκον καταλαβὼν, τὰς ὑπέρ γε τῶν ἠσεβηκότων ἐποιεῖτο λιτάς. εἶτα τί γενέσθαι συμβέβηκεν, ἐξ αὐτῶν εἰσόμεθα τῶν πα αὐτοῦ γεγραμμένων.
ἔχει δὲ οὕτω “καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολο- “γεῖτο, κλαίων καὶ χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπι- "συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱεροσολύμων ὄχλος πολὺς “σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ "ἦν μέγας ἐν τῷ πλήθει. καὶ φωνήσας Ἰεχονίας Ἰεήλου "τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν “κύριον καὶ Θεὸν, καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς β “ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ. "ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον, ἐκ “βαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν "σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρ- "χοῦσι τῷ νόμῳ κυρίου. ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ "τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. καὶ ἀναστὰς "Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν "παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.’’ ὀμωμοκόσι δὴ οὖν τὰ τῷ νόμῳ δοκοῦντα πληροῦν, ἦν πὼς ἀναγκαῖον ἐπαρτίσαι τὴν ἀρὰν, τὴν τοῖς ψευδορκεῖν εἰωθόσιν ἀπηνῶς ἐπιθρώσκουσαν, ἵνα καὶ γένοιντο φύλακες τῶν ὀμωμοσμενων.
PG 72:81Ἐπειδὴ δὲ οἰκοδόμου μένου τοῦ θείου ναοῦ πολλὴ χρημάτων ἄθροισις ἦν, τοῦτο μὲν Δαρείου νέμοντος, τοῦτο δὲ τοῦ λαοῦ προσκεκομικότος, εἶτά τινας ἦν εἰκὸς τῶν τὰ τοιάδε διοικεῖν ἐπιτεταγμένων μένων ἀπονοσφίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσκεκομισμένων· ταύτῃτοι καὶ κατὰ κλεπτῶν ἰέναι τὴν ἀραν εὖ μάλα φησὶν, ἵνα καὶ αὐτοὶ λημματίων αἰσχρῶν γεγονότες ἀμείνους, μὴ τῶν ἱερῶν ἅπτωνται χρημάτων, εἰς ἰδίας αὐτὰ δαπανῶντες χρείας. αὕτη μὲν οὖν ἡ τῆς ὁράσεως πρόφασις. χρῆναι ’δε φημι δεδιέναι τὴν ἀρὰν καὶ τὴν τοῦ δρεπάνου τομὴν τούς τε κλέπτειν ἢ ψευδορκεῖν εἰωθότας, ἐννοοῦντας ὅτι πάντη τε καὶ πάντως εἰς πέρας οἴσει Θεὸς τὰ διωρισμένα, καὶ οὔτε κλεπτῶν οὔτε μὴν τῶν ἑτέρων φείσεται. ποιεῖται γάρ πὼς ἀεὶ κατεστυγημένους, μένους, τοὺς τῆς θείας αὐτοῦ καταφρονοῦντας δόξης, καὶ τοὺς ἀπλήστῳ γνώμη τῶν οὐδὲν αὐτοῖς προσηκόντων ἐφιεμένους. Καὶ ἐκῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμὼ καὶ εἴπε πρὸς μέ Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὸ εκπορευόμενον τοῦτο. καὶ εἶπα Τί ἐστι; καὶ εἶπε Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἴπει Αὕτη ἡ ἀδικία αὐτῶ ἐν πἀσῃ τῇ γῇ. καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον· καὶ ιδοὺ γυνὴ μὰ ἐκάθητο ὲν μέσῳ του μέτρου, καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία.
PG 72:82καὶ ἔῤῥιψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸν λίθον του μολιβου εἰς τὸ στόμα αὐτῆς. Φθάσας ἔφην τῆς εἰς τὸν Προφήτην σαφηνείας ἀρχόμένος, ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἅπερ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας τεθέαται, ταῦτα τοῖς λελυτρωμένοις ἀφηγεῖται χρησίμως. ἐπειδὴ γὰρ καὶ αὐτοὺς ἐθεάσατο καταρραθυμοῦντας ἄγαν τοῦ χρῆναι πληροῦν τὰ νενομισ- μένα, καὶ ἀποκλίνοντας μὲν ἀκαθέκτως εἴς γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον, ὀλίγα δὲ παντελῶς τῶν διὰ Μωυσέως πεφροντικότας νόμων· συνεπλέκοντο γὰρ καὶ ἀλλοφύλοις γυναιξὶ, καὶ ἤδη τινὲς ὁλοτρόπως ἔξω βαίνοντες τοῦ εἰκότος, ἐτελέσθησαν εἰδώλοις, καί τινα πρὸς τούτοις ἑδρῶν ἃ μηδὲ εἰπεῖν· εἰπεῖν· ἀναγκαίαν ὁ Προφἠτης τῶν ὁραμάτων ποιεῖται τὴν ἀφήγησιν, ἵν εἰδεῖεν οἱ λελυτρωμένοι μόλις, ὁπόσαις ἀνθρώπων καὶ ἁγίων ἀγγέλων λιταῖς τὸ χρῆμα κερδάναντες αὐτοὶ, κατὰ σφῶν παραθήγουσι πάλιν τὸν τῶν ὅλων Θεὸν, ταῖς τῶν ἀρχαίων αἰτιαμάτων ἐμπλεκόμενοι λαβαῖς. Ἔφη τοίνυν ὅτι εξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. ἐξῆλθε δὲ ὅποι; ποῦ γὰρ ἦν ὅλως; οὐκοῦν ἐκ τῆς τοῦ δρεπάνου δείξεως ἐπὶ τὴν προκειμένην ὅρασιν, τὴν ἐπί γε φημὶ τῷ μέτρῳ, τὸ τῆς ἐξόδου γέγονε χρῆμα.
PG 72:83αἴρει γεμὴν ὁ Προφήτης εἰς ὕψος τοὺς ὀφθαλμοὺς, οἷς ἃν διάττειν ὑψοῦ μεμελετηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ θεία δύνασθαι καταθρεῖν μυστήρια. ἤρετο δὴ οὖν τί ἄρα ἐστὶ τὸ δεικνύμενον. ὁ δὲ πρὸς αὐτὸν, τοῦτό φησι τὸ μέτρον τὸ ἐκπορευόμενον. αὕτη ἐστὶν ἡ ἀδικία αὐτῶν ἐν πάση τῆ γῆ. καὶ τί δὴ τὸ μέτρον, ἀναλογίζεσθαι χρή. καὶ δὴ καί φαμεν, ὅτι φύσει χρηστὸς καὶ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης· πλημμελοῦσι γὰρ ἀνεξικακεῖ, καὶ παρανομούντων ἀνέχεται, περιμένων τὴν ἑκάστου μετάγνωσιν· εἰ δὲ δή τις ἴοι καὶ μέχρι πολλοῦ πρὸς τὸ πλημμελὲς, καὶ εἰς πέρας ἥκοι λοιπὸν τῆς αὐτῷ νεμηθείσης ἀνεξικακίας, τὸ τηνικάδε λοιπὸν ποιναῖς ὑποκείσεται, καὶ λόγος αὐτῷ τῆς οὕτω μακρᾶς ῥᾳθυμίας οὐδεὶς, οὐδ’ ἂν ἐξέλοιτό τις τοῦ χρῆναι λαβεῖν ἰσομέτρους αὐτῶν, ὧν ἂν φαίνοιτο δεδρακὼς τὰς δίκας. καὶ γοῦν ἔφη που Χριστὸς πρὸς τοὺς τῶν Ἰουδαίων δήμους ἀχαλίνοις ἀπονοίαις πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων διάττοντας "Καὶ ὑμεῖς “ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. οὐκοῦν μέτρον ἦν τὸ ὁρώμενον, τῆς τῶν λαῶν πλημμελείας ἐφ’ ἑαυτῷ δεικνύον τὴν ἀναπλήρωσιν.
ἐνίδρυτο δὲ τῷ μέτρῳ γυνὴ, τῆς ἀνομίας πληροῦσα τὸν τύπον, καὶ οἷον ἀναπιμπλᾶσα δι’ ἑαυτῆς τὸ κεχωρηκὸς, τάχα που καὶ ὑπερχεομένη, καὶ τῷ περιττῷ διεκκύπτουσα. ἀλλ’ ἰδού φησι τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἔῤῥιψεν αὐτὸ εἰς τὸ στόμα αὐτης. γράφει δὲ ἡμῖν εἰκότως πὼς τὴν ἀνομίαν ἡ ὅρασις εἰς τὸ τοῦ γυναίου σχῆμα. τύπος μὲν γὰρ ἡδονῆς ἡ γυνὴ, καὶ μέν τοι καὶ ἀσθενείας· ἀνομία δὲ πᾶσα δρῷτο ἂν οὐχ ἑτέρως, πλὴν ὅτι διά τινος ἡδονῆς δελεαζούσης ἐπὶ τὸ φαῦλον, συμβαινούσης πρὸς τούτῳ καὶ τῆς εἰς νοῦν ἀσθενείας. εἰ μὲν γὰρ εἴη βεβηκὼς ἐφ’ ἑαυτῷ καὶ ἀνδρεῖος ὁ νοῦς, οὐκ ἃν ἕλοιτο παθεῖν τὴν εἰς τὰ φαῦλα ῥοπήν· εἰ δὲ δὴ μαλακισθείη τε καὶ γοητευθείη πρὸς ἡδονὴν, πείσεται τὸ λυποῦν. γράφεται δὴ οὖν, καὶ μάλα ὀρθῶς, εἰς ἀνομίαν ἡ γυνή.
PG 72:84μολίβον δὲ τάλαντον τὸ ἐξαιρόμενον, καὶ μὴν καὶ ἐμφράττον τὸ στόμα αὐτῆς, νοηθείη ἂν οὐχ ἕτερον οἶμαί τι παρὰ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅς ὑψώθη διὰ τοῦ τιμίου σταυροῦ, καὶ τὰς ἀνομίας ἡμῶν ἀνήνεγκεν ἐν τῳ σώματι "αὐτοῦ ἐπὶ τὸ ξύλον,’’ τεθριάμβευκέ τε τὸ καθ’ ἡμῶν χειρόγραφον· ἵνα, καθά φησιν ὁ θεσπέσιος μελῳδός "Πᾶσα “ἀνομία ἐμφράξῃ τὸ στόμα αὐτῆς.’’ μολίβῳ δὲ καὶ αὐτὸς παρεικάζεται· παραλαμβάνεται δὲ, ὡς ἔφην, ὁ μόλιβος παρὰ τῶν ἀργυροχοεῖν εἰωθότων, εἰς ἀποκάθαρσιν τῶν χωνευο- μένων· τοιαύτη δέ πὼς καὶ ἡ Χριστοῦ δύναμις ἐν ἡμῖν. εἰ γὰρ εἰς νοῦν γένοιτο καὶ καρδίαν, πάντα δὴ πάντως ἐκτήκει ῥύπον. δοκεῖ δέ τισιν ἐῤῥίφθαι τὸν μόλιβον εἰς τὸ τῆς ἀνομίας στόμα, οἷον ἐμφράττοντος αὐτὴν τοῦ Θεοῦ, καὶ πέρα μέτρου καταβοᾶν τῶν ἡμαρτηκότων οὐκ ἐφιέντος ἔτι· ταύτῃ γὰρ δή τοι καὶ μέτρῳ περισχοινίζεται, συναναμετροῦντος οἶμαί που τοῦ πάντα οἰκτείροντος Θεοῦ τοῖς τῶν πταισμάτων ἐγκλήμασι τὰς ἐφ’ ἑκάστῳ δίκας. Καὶ ἦρα τοὺς ς'φθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταὶς πτέρυξιν αὐτῶν, καὶ αὖται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος, καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μἐσον τῆς γῆς καὶ ἀνἀ μέσον τοῦ οὐραγοῦ.
PG 72:85καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί ποῦ αὖται ἀποφἐρουσι τὸ μετροῖ; καὶ εἶπε πρὸς μέ Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἐτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ. Τί ἃν βούλοιτο δηλοῦν τῶν γυναικῶν ἡ ξυνωρὶς, ἢ τίνος ἃν εἶεν εἰς τύπον, ἀναγκαῖον οἶμαί που καὶ πρό γε τῶν ἄλλων εἰπεῖν. ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς τῷ προφήτῃ Ἰεζεκιήλ Ezek. “Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν, θυγατέρες μητρὸς “μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν “ἐπόρνευσαν, ἐκεῖ ἔπεσον οἱ μασθοὶ αὐτῶν.’’ προσετίθει δὲ τούτοις, καθιστὰς ἐναργὲς τὸ διηγγελμένον “Καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἡ ὀόλα, καὶ Ἰερουσαλὴμ ἡ ὀλίβα.’’ μία μὲν γὰρ ἦν ἐν ἀρχαῖς ἡ τῶν Ἰουδαίων Συναγωγή· κατὰ ’δε γε τὸν καιρὸν τῆς τοῦ Ῥοβοὰμ βασιλείας, ἀπεῤῥάγησαν τῶν ἄλλων αἱ δέκα φυλαὶ καὶ κατῳκήκασι τὴν Σαμάρειαν, ἐκεῖ πεπορνεύκασιν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς κατεσκεύασεν Ἰεροβοὰμ υἱὸς Ναβάτ.
PG 72:86πλὴν οὐκ ἔξω τῆς αἰτίας ἡ ἑτέρα γέγονε, τουτέστιν Ἱερουσαλὴμ, γὰρ καὶ αὕτη κατὰ πολλοὺς τοὺς τρόπους· τοῦτο μὲν εἰδώλοις προσκεκυνηκότων τινῶν καὶ θυόντων τῇ Βαὰλ, τῆ Ἀστάρτῃ, τοῖς βουνοῖς, τῷ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἑτέροις· τοῦτο δὲ πρὸς πᾶσαν ἑτοίμως ἰόντων ἀκαθαρσίαν, καὶ παρ’ οὐδὲν τὰ διὰ τοῦ πανσόφου μωυσέως τεθεσπισμένα τιθέντων. Τὰς δύο δὴ οὖν τῶν ἐξ Ἰσραὴλ συναγωγὰς δυσὶ γυναιξὶν ἀφομοιοῖ πάλιν ἡ ὅρασις, ἃς καὶ πτέρυγας ἔποπος ἐσχηκέναι φησὶν, ἵνα τὴν ἐνοῦσαν αὐτοῖς ἀκάθαρτον γνώμην καὶ τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετὲς εὖ μάλα κατασημήνειεν. ὁ μὲν γὰρ ἔποψ στρουθίον ἐστὶν οὐκ ἄσημον, Φιλοβόρβορον δὲ καὶ κοπροβόρον, καὶ ταῖς σκωλήκων ἀγέλαις ἀγρίως ἐπιμαινόμενον, καὶ τρυφὴν ἀεὶ ποιεῖσθαι κατειθισμένον τὴν ἐσχάτην ἀκαθαρσίαν. τοιουτοσὶ ’δε πὼς καὶ τοῖς εἰδωλολατροῦσιν ἔπεστι νοῦς. οὐ γὰρ ἵεταί που κατευθὺ τοῦ πρέποντος· ἀλλ’ ἔξω φέρεται τοῦ εἰκότος, τὸν θεῖον οὐκ οἶδε νόμον, ἔστι δὲ ἁπάσης ἀκαθαρσίας ἔμπλεως, καὶ πᾶν εἶδος φαυλότητος ἡγεῖται τρυφήν. ταύτῃτοι καὶ πτέρυγας ἔποπος ἐνηρμόσθαι τοῖς γυναίοις ὁ τῆς ὁράσεως ἔφη λόγος, τὴν ἴσην ἐκείνῳ γνώμην καὶ αὐταῖς ἐνεῖναι διδάσκων. ἀναλαμβάνουσι δὲ τὸ μέτρον τῇ ἀνομίᾳ μεμεστωμένον.
Δεῖ γὰρ ἑκάστην ψυχὴν τῷ ἰδίῳ καταφορτίζεσθαι βάρει, τῷ τῆς ἁμαρτίας φημί. ἐπειδὴ δὲ ἴσα τε ἀμφοῖν καὶ ἀδελφὰ τὰ ἐγκλήματα, τῆς τε Σαμαρείας φημὶ καὶ τῆς Ἰερουσαλὴμ, ταύτῃτοι καὶ ἐν ἴσῳ τρόπῳ κατηχθισμέναι τῷ τε μέτρῳ καὶ τῆ ἀνομίᾳ, πνεύματος ἐμπίπτοντος ἐν ταῖς πτέρυξιν αὐτων, ὀξεῖ καὶ ἀπαραποδίστῳ φέρονται δρόμῳ πρὸς τὴν τῶν ἀλλοφύλων χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Βαβυλωνίων. τοῦ γὰρ ἀκαθάρτου πνεύματος συνωθοῦντος αὐτὰς εἰς τὸ πλημμελὲς, καὶ τῆ ἀνομίᾳ καταφορτίζοντος, ἀπεκομίσθησάν πρὸς αἰχμαλωσίαν, καὶ ὑπὸ πόδας πεπτώκασι τῶν ἐχθρῶν. ἐπειδὴ δέ φησιν ὁ μακάριος ἄγγελος, ὡς ἀποφέρουσι τὸ μέτρον οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, ἀναγκαῖον ἡμᾶς ἐκεῖνο νοεῖν, ὡς ἔστι σημεῖον τοῦ μακρὸν παρ’ ἐχθροῖς διατελέσαι χρόνον τοὺς Ἰσραὴλ, τὸ καὶ οἶκον οἰκοδομεῖσθαι τῆ ἀνομίᾳ, καὶ οἷον ἵδρυσίν τινα καὶ στάσιν αὐτῇ γίνεσθαι παρ’ ἐχθροῖς. ὃ δὴ καὶ τετέλεσται. μόλις γὰρ αὐτοῖς ἑβδομηκοστοῦ πληρωθέντος ἔτους, τῶν τῆς αἰχμαλωσίας ἀνεῖνται δεσμῶν. Καὶ ἐπέστρεψα καὶ ῆρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ τέσσαρα ἄρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.
PG 72:87ἐν τῶ̣ ἅρματι τῷ πρώτω̣ ἵπποι πυῤῥοὶ, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοὶ, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί, καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν έν ὲμοὶ καὶ εἲπε Ταῦτά εἰσιν οἱ τέσσαρες c ἄνεμοι τοῦ οὐραγοῦ, ἐκπορεύονται παραστῆναι τῶ̣ Κυρίῳ πάσης Τῆς γῆς. ἐὺ ᾧ ᾖσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεὐοντο εἰς γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεὐοντο κατόπισθεν αὐτῶι, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐνεπορεύοντο κὼ ἔβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι πᾶσαν τὴν τῆν. καὶ εἰπε Πορεύεσθε καὶ περιοδεύσατε πάσαν τὴν γὴν· καὶ Περιώδευσαν πᾶσαν τὴν γῆν. καὶ ἀνεβόησε καὶ ἐλάλησε πρὸς μὲ λέγων Ἴδου οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἑ γῇ βοῤῥᾶ. Προὐπέδειξεν ὅτι τοῖς σφῶν αὐτῶν ἐναλόντες βρόχοις, καὶ σειραῖς τῶν οἰκείων ἁμαρτημάτων κατεσφιγμένοι, κατὰ τὸ γεγραμμένον, εἰς ἀλλοδαπὴν ἀπῴχοντο, καὶ κατῳκήκασι παρ’ ἐχθροῖς, τὸν ἀήθη τῆς δουλείας ἀνατλάντες ζυγόν. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τῶν τῆς λυτρώσεως διαμεμνῆσθαι καιρῶν, καὶ δὴ ποιεῖται τὴν δήλωσιν, προσπεπλεγμένων ἑτέρων.
PG 72:88ἐδιδάσκετο γὰρ ὁ Προφήτης συλλήβδην ἅπαντα τὰ τῷ ἔθνει συμβησόμενα κατὰ καιρούς. τὰ τέσσαρα τοίνυν ἄρματα, τὰ ἐν μέσῳ τῶν ὀρέων τῶν χαλκῶν, φαμὲν εἶναι πάλιν τὰς τῶν ἄλλων βασιλειῶν ἐπισημοτέρας, τὰς ἐν τοῖς τέσσαρσι κλίμασιν, ἤγουν ἀνέμοις, τοῖς ὑπ’ οὐρανὸν κατὰ καιροὺς ἀναδεδειγμένας. ὄρη δὲ οἶμαι λέγεσθαι χαλκὰ τὰ δύο τῆς οἰκουμένης τμήματα. τέμνουσι γάρ τινες εἰς Εύρώπην τε καὶ Ἀσίαν τὴν σύμπασαν γῆν. χαλκᾶ δὲ αὐτῆς τὰ μέρη, διά τοι τὸ ἐρηρεῖσθαι διὰ παντὸς καὶ ἀκλονήτως ἔχειν καὶ μηδεμιᾶς ἀνέχεσθαι βλάβης. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν “Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.’’ αὗται δὴ οὖν αἱ ὡς ἐκ τῶν τεσσάρων ἀνέμων βασιλεῖαι, τῶν ἄλλων, ὡς ἔφημεν, ἀλκιμώτεραι, καὶ πολὺ λαχοῦσαι τὸ εὐκλεὲς, ἐξῆλθον παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἡ ’δε γε παράστασις τὸν τῆς δουλείας ἡμῖν ὑποφαίνει τρόπον· δεδουλεύκασι γὰρ τοῖς αὐτοῦ νεύμασι, καὶ εἰ γεγόνασιν ἰσχυραί ·τε καὶ διαβόητοι, δι’ αὐτοῦ καὶ τοῦτο κεκερδάκασιν.
PG 72:89ἁλλ’ εἰ καί τι δεδράκασι, καὶ κατηνδρίσαντο χωρῶν ἢ πόλεων, αὐτοῦ κατανεύοντος, εἰς τοῦτο δὴ πάλιν προῆλθον ἰσχύος· εἰ γάρ ἐστιν ἀληθὴς ὁ προφήτης λέγων ὡς Οὐκ ἔσται κακία ἐν πόλει, ἣν κύριος “οὐκ ἐποίησε,’’ κακίαν δέ φαμεν ἐν τούτοις τὴν κάκωσιν· c πῶς ἂν ἐκεῖναι κατίσχυσαν ἐθνῶν ἢ χωρῶν, μὴ οὐχὶ δὴ πάλιν αὐτοῦ τὸ κατισχύσαι νέμοντος οἰκονομικῶς; Τίνες δὲ δὴ καὶ αἱ βασιλεῖαι, καιρὸς ἤδη λέγειν. οὐκοῦν ἐν μὲν τῷ ἅρματι τῷ πρώτω, φησὶν, ἴπποι πυρροὶ, τῆς Χαλδαίωνη βασιλείας ἀνατυποῦντες ἐφ’ ἑαυτοῖς τὴν ὠμότητα. πυρρότης γὰρ ἡμῖν τὴν αἵματος χύσιν ὑπαινίττοιτο ἂν κατά γε τὸ εἰκός· φιλαίματοι γὰρ λίαν οἱ Βαβυλώνιοι· εἷλον γὰρ αὐτοὶ τὴν Ἰουδαίαν καὶ τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, φειδοῦς ἁπάσης ἐξηρημένης. ἐν δὲ τῷ ἅρματι τῷ δευτέρῳ ιπποι μέλανες. ἔοικε δὲ τὴν Περσῶν τε καὶ Μηδῶν τὴν ὑπό γε Κύρῳ φημὶ βασιλείαν ὑποδηλοῦν. μέλαν δὲ καὶ τούτοις περιτέθεικε χρῶμα, διά τοι τὸ οἶμαι πλεῖστόν τε ὅσον καὶ ἀμέτρητον τοῖς Χαλδαίων ἔνεσιν ἐπιρρίψαι θάνατον, ὅλην αὐτοῖς τὴν χώραν ἐν πένθει γενέσθαι παρασκευάσαι. πένθους δὲ καὶ θανάτου τὸ φαιὸν ἂν εἴη σύμβολον.
PG 72:90λευκοὺς δὲ εἶναί φησι τοὺς ἐν ἅρματι τῷ τρίτῳ, τὴν Ἐλλήνων που τάχα καὶ Μακεδόνων ὑποφαίνων ἀρχὴν, εἴτ’ οὖν τὴν Ἀλεξ- ἄνδρου βασιλείαν. λευκοὶ δὲ, ὅτι καὶ ἁβροδίαιτοι, κοὶ ἐν λευκαῖς ὡς ἐπίπαν στολαῖς τὰ Ἑλλήνων ἔθνη· καὶ ὅτι τὴν γλῶτταν σαφεῖς, τῆς βαρβάρου φωνῆς τὸ οἱονεὶ σκοτεινὸν οὐκ ἔχοντες. ἐν δὲ τῷ τετάρτῳ φησὶν ἅρματι ἵπποι τινὲς ἦσαν ποικίλοι καὶ ψαροί. Ἰστέον δὲ, ὅτι καὶ ἡ τῶν Ἑβραίων ἔκδοσις καὶ ἕτεροι ’δε τινες τῶν ἄλλων ἑρμηνευτῶν, ἀντὶ τοῦ ψαροὶ τεθείκασι τὸ ἰσχυροί. πλὴν καὶ ταύτην εἶναί φαμεν τὴν Ῥωμαίων βασιλείαν, ἀείπως ἐχουσᾶν ἐν τοῖς κατὰ καιροὺς βεβασιλευκόσι τὸ ποικίλον εἰς τὸ εὐμαθὲς καὶ τὸ βαθύ πὼς εἰς φρένας. συνετώτατοι γὰρ καὶ πρός γε τούτῳ καὶ ἀλκιμώτατοι γεγόνασί τε καί εἰσιν, οἱ τὰ τῆς Ῥωμαίων ἀρχῆς διέποντες κράτη. τέθεινται δὲ καὶ τελευταῖοι μετὰ τοὺς πρώτους κατά γε τοὺς χρόνους. Ἴδωμεν δὲ καὶ τὴν ἑκάστου τῶν ἁρμάτων, ἤγουν βασιλείας, ἔξοδον, ὅποι ποτὲ διανένευκε καὶ ἐπὶ τίσιν ἔρχεται. σαφεστάτη γὰρ οὕτω γένοιτ’ ἂν ἡμῖν ἡ τῶν νοημάτων ἀπόδοσις. τέσσαρα μὲν γὰρ ὁ Προφήτης εἶναί φησι, διαμέμνηται δὲ τριῶν, καὶ σεσίγηκε τοῦ πρώτου τὴν ἔξοδον. ἀναμνήσω δὲ διὰ βραχέων, ὡς ἔφην.
ἐν μὲν γὰρ τῷ πρώτῳ φησὶ πυρροὺς εἶναι τοὺς ἵππους· ἄρχεται δὲ ἀπὸ τοῦ δευέρου, καί φησιν Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες ἐπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου. εἰ δὲ δὴ τοὺς φαιοὺς, οὐ τεσσάρων ἁρμάτων διαμεμνήσεται· τοὺς αὐτοὺς γὰρ εἶναι δεδώκαμεν τοῖς ποικίλοις, ἐν γὰρ τῷ ἄρματι τῷ τετάρτῳ φησὶν ησαν ἵπποι ποικιλο ψαροι. οὔκουν διαμέμνηται, σιωπήσας τὸ πρῶτον. τίς οὖν ἄρα ἐστὶ τῆς ὅλης οἰκονομίας ὁ λόγος, φέρε τοῖς εὐμαθεστέροις ὡς ἔνι λέγωμεν. τοὺς πυρροὺς εἶναι διεβεβαιούμεθα τὴν φιλαίματον τῶν Χαλδαίων ἀρχὴν, ἢ καὶ πᾶσαν ἐκποδὼν ᾕρηκε τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτὴ κατεμπρήσασα πόλεις, ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τοὺς ’δε γε μέλανας τὴν Περσῶν τε καὶ Κύρου βασιλείαν εἶναι παρεδεξάμεθα. ἐγράφετο δὲ καὶ ἐν τοῖς λευκοῖς ἡ Ἀλεξάνδρου τε καὶ Μακεδόνων. ἄμφω δὲ αὗται κατεστράτευσαν τῆς Χαλδαίων γῆς, εἷλόν τε αὐτὴν κατὰ κράτος. πρῶτον μὲν γὰρ Κῦρος, εἶτα μετ’ ἐκεῖνον Ἀλέξανδρος, ὃς καὶ αὐτὸν ᾕρηκε τὸν Δαρεῖον περὶ τὴν καλουμένην Ἰσσόν· Κιλίκων δὲ αὕτη πόλις· ἀναριθμήτους Περσῶν μυριάδας ἀπεκτονώς.
PG 72:91φασὶ γοῦν ὅτι σωρὸς μὲν ὀστῶν συναγήγερται μέγας τῶν ἐκεῖσε πεπτωκότων· ἐγκεκόλαπται δὲ καὶ γραφὴ, τοιοῦτον ἔχουσα νοῦν· Ἰσσοῦ ἐπὶ προβολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης Ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες, Εργον Ἀλεξάνδροιο Μακηδόνος, αἳ τότ’ ἄνακτι Δαρείω πυμάτην οἶμον ἐφεσπόμεθα. Επειδὴ γὰρ ἦν εἰκὸς, οὐ μετρίως ἀλγῆσαι τὸν Ἰσραὴλ τὰ περὶ τῆς τῶν Χαλδαίων ἀκούοντα βασιλείας, ὑφ’ ἧς καὶ πεπόρθηται, ταύτῃτοι χρησίμως, ὡς ἂν μὴ δοκοίη εἰς λύπας, καὶ τοῦτο οὐκ ἐν καιρῷ, παρατρέχει μὲν ὁ Προφήτης τὸν ἐπ’ αὐτοῖς λόγον. τὸ δὲ δὴ μάλιστα κατευφραῖνον αὐτοὺς ἐξηγεῖται λαμπρῶς, τὰ περὶ τῆς Κύρου φημὶ βασιλείας, καὶ μέντοι τῆς Ἀλεξάνδρου, οἳ μονονουχὶ καὶ ἐστάλησαν τῆς εἰς αὐτὸν Ἰσραὴλ ὠμότητος ἐξαιτοῦντες λόγους τὴν τῶν Χαλδαίων ἀλαζονείαν. διὰ τοῦτο προσέθηκεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν ἧ βοῤῥᾶ. βορειοτέρα γάρ πως τῶν Χαλδαίων ἡ χώρα· ἐπεμήνισε δὲ τοῖς Βαβυλωνίοις ὁ τῶν ὅλων Θεός.
PG 72:92σαφὲς δ᾿ ἂν γένοιτο καὶ τοῦτο πάλιν, αὐτοῦ λέγοντος ἐναργῶς “Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ “τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι “ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν ἐγὼ μὲν ὠργίσθην “ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.” ἐπειδὴ δὲ ποινὰς ἐξέτισε τῶν Χαλδαίων ἡ γῆ, Κύρου μὲν πρώτου Πέρσαις τε ὁμοῦ καὶ Μήδοις καταδῃοῦντος αὐτὴν, τοῦ δὲ Ἀλεξάνδρου μετ᾿ ἐκεῖνον, ταύτῃτοί φησιν, ὅτι οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ. πλὴν σιωπήσας οἰκονομικῶς ὁ προφήτης τῶν Χαλδαίων τὴν ἔφοδον· παραδεδράμηκε γὰρ, ὡς ἔφην, τοὺς ἵππους τοὺς πυῤῥοὺς· οὐκέτι σεσίγηκε τὰ τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ ποικίλοι φησὶν ἐζεπορεύοντο ἐπὶ γῆν νότου. Ἄθρει δὲ ὅπως ἐντέχνως καὶ οἷον ἐν παραδρομῇ ποιεῖται τοῦ λόγου τὴν ἀπόδοσιν. μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, Οὐεσπασιανὸς καὶ ὁ τούτου παῖς Τῖτος κατέδραμον τὴν Ἰουδαίων γῆν, καταψιλοῦντες ἅπασαν, καὶ τὴν ἁγίαν αὐτὴν καταπίμππαντες πόλιν. ἀλλ᾿ εὐφυῶς ὁ Προφήτης d τό Ἐρπορεύοντό φησιν ἐπὶ γῆν νότου, νοτιωτάτη γὰρ τῶν Ἰουδαίων ἡ χώρα.
PG 72:93αὐτοὶ δὲ δὴ πάλιν οἱ ποικίλοι καὶ ψαροὶ προσετάττοντο περιοδεῦσαι τὴν γῆν, καὶ δὴ καὶ περιωδεύκασι· κεκρατήκασι γὰρ τῆς ὑπ᾿ οὐρανὸν, καὶ κεκυριεύκασιν ἁπάσης τῆς γῆς, Θεοῦ συννεύοντος καὶ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀνάπτοντος δόξαν, τοῖς τὰ ῾Ρωμαίων διέπουσι κράτη· προ- ἠπίστατο γὰρ, ὡς Θεὸς, τῆς ἐσομένης αὐτῶν εὐσεβείας τὸ μέγεθος. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγωι Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρά τῶι ἀρχόντων καὶ παρά τῶι χρησἰμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν, καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἲκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνουε, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ιησοῦ τοῦ Ἰωοεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, κοὶ ἐρεῖς πρὸς αὐτό Τάδε λέγει Κύριος παντοκράτωρ Ἴδου ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ διατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον τοῦ Κυρίου· καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρω ἐμ τοῦ Θρόου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου.
καὶ οἱ μακρὰν ἀπ' οὐτῶ ἥξεουσι καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐπιγνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἔσται ἐᾶι εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου του Θεοῦ ὑμῶν. Ὁ λόγος ἦν τῷ Θεῷ πρὸς τὸν μακάριον Προφήτην Ζαχαρίαν, ἤτοι δι’ αὐτοῦ πρὸς πάντας περὶ τοῦ Ζοροβάβελ, ὃς ἦν μὲν ἐκ φυλῆς τοῦ Ἰούδα, καθηγεῖτο δὲ τῶν ἐξ Ἰσραὴλ, καλούσης αὐτὸν εἰς τοῦτο τῆς βασιλευούσης φυλῆς. τίνα δὲ ἦν τὰ περὶ αὐτοῦ λεγόμενα παρὰ Θεοῦ, προαναμνήσομεν ἀναγκαίως. ἔφη τοίνυν “ Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν “τον οἶκον τοῦτον καὶ αἰ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν.” ἀλλ᾿ ἦν σὺν αὐτῶ θεμελιοῦντι τὸν οἶκον καὶ μὴν καὶ ἀποπεραίνοντι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. ταύτῃτοι προστέταχεν ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Προφήτῃ τὰ ἐκ τῆς αἰχμαλωσίαις λαβεῖν παρὰ τῶν ἀρχόντων καὶ παρα τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν. τίνες δ᾿ ἂν εἶεν οὗτοι, ποῖα δὲ καὶ τὰ ἐκ τῆς αἰχμαλωσιας, ἀφηγήσομαι χρειωδῶς. Ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς Βαβυλωνίων οἱ ἐξ Ἰσραὴλ, οὐ χύδην ἢ πεφυρμένως, ἀλλ᾿ ἐν κόσμῳ τε καὶ τάξει, κατὰ γένη καὶ κατὰ φυλὰς, προσεκκειμένους ἔχοντες καὶ καθηγητὰς, ὡς ἐν τῷ Ἕσδρᾳ γέγραπται.
PG 72:94ἐπειδὴ δὲ ἀφίκοντο λοιπὸν εἰς Ἱεροσόλυμα, Θεοῦ τὸν νεὼν ἐπεγείρειν ἐπαναγκάζοντος, ἔστησαν γαζοφυλάκιον, ἵνα καὶ ἄθροισις γένηται χρημάτων εἰς τὴν τῶν ἔργων κατασκευὴν, καὶ εἰς τὰς τῶν ἱερέων στολὰς, καὶ εἰς τὰς τεταγμένας αὐτοῖς κατὰ νόμον θυσίας. τέτακτο δὲ τῶν χρημάτων ταμίας, Ἰωσίας υἱὸς Σοφονίου. προστάττει δὴ οὖν ὁ τῶν ὅλων Θεὸς, προσκεκομισμένων παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις, ἃ καὶ ἦν ἀπόθετα παρὰ τῷ Ἰωσίᾳ, χρυσίον λαβεῖν καὶ ὰργύριον, εἶτα κατασκευάσας στεφάνους, ἐπιθεῖναί τε αὐτοὺς ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως του μεγαλου, φάναι τε αὐτῷ περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ· τὸ δὲ ἀνατολὴ τῶν Ἑβραίων ἡ ἔκδοσις τῷ τοῦ βλάστη μάτος ὀνό- ματι κατεσήμηνε· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, τουτέστιν, ἐκ τῆς αὐτοῦ ῥίζης ἀναφύσει πολλά. λήψεται δὲ καὶ ἀρετὴν, τουτέστιν, εὐπρέπειαν, ἤτοι δόξαν· ἐκδεδώκασι γὰρ οὕτως οἱ ἕτεροι τῶν ἑρμηνευτῶν.
PG 72:95προσετίθει δὲ τούτοις, ὡς ἄμφω μὲν, Ἰησοῦς τε καὶ Ζοροβάβελ ἐπὶ τὸν αὐτὸν καθεδοῦνται θρόνον, ὡς εἶναι κοινὸν τὸ τῆς βασιλείας καὶ τῷ μετὰ χεῖρας ἔχοντι τὴν ἱερουργίαν, τὸ γεμὴν τοῦ ἱερέως καὶ αὐτῷ προσκεῖσθαι τῷ βασιλεύοντι· ἔσται δὲ ἀμφοῖν καὶ βουλὴ μία καὶ εἰρηνικὴ, ὡς κατά τι γοῦν ὅλως μὴ ἑτερογνωμονοῦντας ὁρᾶσθαι. εἶτα τοὺς στεφάνους λαμπρὸν γενέσθαι προστέταχεν ἀνάθημα τῷ Θεῷ εἰσκεκομισμένους εἰς τὸν οἶκον αὐτοῦ, ὥστε καὶ εἰς χάριν, ἤτοι καύχημα, γενέσθαι τῶν προσαγηοχότων, Ἰωτίου τε φημι καὶ τῶν τῆς αἰχμαλωσίας χρησίμων καὶ τῶν ἀρχόντων αὐτῆς· ἀνατεθῆναί τε, οὐ μάτην, ἁλλ’ ὥστε καὶ ᾠδῆς γενέσθαι πρόφασιν τοῖς ᾠδοῖς τοῦ ναοῦ καὶ ἱερψάλταις. τότε γὰρ δή φησι καὶ οἱ μακραν ἀπ' αὐτῶν· τουτέστιν οἱ ἐκ τῶν ἑτέρων ἐθνῶν· ἥξουσι καὶ προσκυνήσουσι τῷ κυρίῳ. συμβήσεσθαι δὲ τὰ τοιάδε, φησὶν, εἴπερ ἕλοιντο τῷ τῆς εὐπειθείας κατασεμνύνεσθαι κόσμῳ, καὶ ἀκούειν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ· καὶ τότε λοιπὸν εἰς πέρας ἐκβεβηκότων τῶν προηγγελμένων, ἐπιγνώσεσθαι σαφῶς, ὅτι τὰ παρὰ Θεοῦ σαφῆ καταστήσων ὁ Προφήτης ἀπεστάλη· καὶ οὐχὶ δὴ Hier. μᾶλλον κατά τινας τῶν ψευδοεπεῖν εἰωθότων, τὰ ἀπὸ καρδίας αὐτοῦ λαλήσων, ἀληθὴς δὲ μᾶλλον, καὶ οὐ ψευδάγγελος.
PG 72:96Αὕτη μὲν οὖν ἡ ἑτοιμοτάτη καὶ πρόχειρος τῶν ἐν ἱστορίαις ἀπόδοσις· δηλοῖ δὲ ὅτι τὸ χρῆμα τὸ χριστοῦ μυστήριον, εἰ ἐρευνῷτο λεπτῶς, οὐκ ἂν ἐνδοιάσειέ τις. διεβεβαιούμεθα μὲν γὰρ ἐν ἀρχαῖς, ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ μέντοι καὶ Ἰησοῦ διαμεμορφῶσθαι Χριστὸν, καὶ ἀνὰ μέρος ἐν ἑκατέρῳ, καὶ ἐν ἀμφοῖν συλλήβδην, ὡς ἕνα. ἐστι γὰρ ἐν ταὐτῷ καὶ βασιλεὺς τοῦ Ἰσραὴλ καὶ μέγας “ἀρχιερεὺς, ὅσιος, ἄκακος, “ἀμίαντος.’’ ἐπειδὴ δὲ οἱ μὲν ἐκ φυλῆς Ἰούδα τοὺς τῆς βασιλείας διεῖπον θώκους, οἱ δὲ τῆς Λευὶ τέθειντο πρὸς ἱερωσύνην, ἐν ἑνὶ δὲ οὐκ ἦν καὶ βασιλείαν ὁρᾶν τε καὶ ἱερωσύνην, ταύτῃτοι σοφῶς διὰ τῶν δυοῖν εἰς ἕνα μορφοῦται Χριστός. οὐκοῦν εἰ λέγοι Θεὸς περὶ τοῦ Ζοροβάβελ, ὡς “Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ “αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν,’ ἱστορικώτερον μὲν ἐπ’ ἐκείνου νοήσεις, ἀνοίσεις δὲ ἐπὶ Χριστὸν νοητῶς τοῦ μυστηρίου τὴν δύναμιν.
αὐτὸς γὰρ ἡμῶν γέγονεν ὁ θεμέλιος, καὶ αὐτῶ πάντες ἐποικοδομούμεθα πνευματικῶς εἰς ναὸν ἅγιον· αὐτὸς ἡμῶν ἡ ἀρχὴ καὶ τὸ πέρας· παρίστησι γὰρ ἡμᾶς ἡγιασμένους ἐν πνεύματι, λαμπρόν τε καὶ ἱερὸν ἐνδιαίτημα ἑαυτῷ τε καὶ τῷ Πατρὶ, περιῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, καὶ κατηργημένης τῆς φθορᾶς· αὐτός ἐστιν ὁ Ἰησοῦς, ὡς ἔφην, ὁ ἱερεὺς ὁ μέγας. καὶ ἑρμηνεύεται μὲν Ἰησοῦς Σωτηρία λαοῦ· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Γαβριὴλ πρὸς τὴν ἁγίαν ἔφη παρθένον καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ “καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐ- “τὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·” Ἰωσεδὲκ δὲ νοεῖται Δικαιοσύνη Θεοῦ· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ διὰ πίστεως, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τὸν ῥύπον ἀπενιψάμεθα. αὐτὸς ἡμᾶς αἰχμαλώτους ὄντας ἐρρύσατο καὶ τῆς νοητῆς δουλείας ἐξείλατο, καὶ οἷαπερ ἐξ ἀλλοδαπῆς καὶ γῆς ἀλλοφύλων τῆς δαιμονιώδους ἀπάτης, ἀνεκόμισεν εἰς θεογνωσίαν, καὶ εἰς τὴν τῶν ἁγίων καλλίπολιν, τὴν ἁγίαν ἀληθῶς Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία. διὰ τοῦτο στεφανοῦται πρὸς ἡμῶν ὀρθῇ καὶ ἀνεπιλήπτῳ πίστει, καὶ τοῖς εἰς ἀρετὴν αὐχήμασιν, ὕμνοις τε τοῖς χαριστηρίοις.
PG 72:97καὶ οἱ μὲν τὸ τηνικάδε στέφανοι χρυσοῖ τε ἦσαν καὶ ἀργυροῖ, καὶ ἐξ ὕλης κατεσκευάζοντο τῆς φθαρτῆς· οἱ ’δε γε πρὸς ἡμῶν πεπλεγμένοι τε καὶ ἀνημμένοι, γήινον μὲν ἔχουσιν οὐδὲν, συντέθεινται δὲ μᾶλλον ἐκ τῆς τῷ Θεῷ πρεπούσης δόξης. ἀνατίθεμεν γὰρ ὡς χρυσὸν μὲν αὐτῷ τῶν περὶ αὐτοῦ δογμάτων τὴν ἀπλανῆ θεωρίαν· ὡς ἄργυρον δὲ τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα νοητήν. ἔστι δὲ καὶ ἑτέρως στέφανός τε καὶ δόξα Χριστοῦ τῶν παρ’ αὐτοῦ σεσωσμένων ἡ σωτηρία. σεσ́ωσται δὲ οὐκ ἔθνος ἓν, καθάπερ ἀμέλει καὶ πάλαι διὰ Μωυσέως ὁ Ἰσραὴλ, ἀλλ’ ὅλη λοιπὸν ἡ ὑπ’ οὐρανόν· ἔπρεπε γὰρ καὶ τοῦτο τῷ χριστῷ. ἄθρει δὲ ὅπως παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις καὶ παρὰ τῶν χρησίμων αυτης καὶ τῶν ἐπεγνωκότων αυτην τὰ εἰς τὴν τῶν στεφανων κατασκευὴν προσκομίζονται. οἱ γὰρ λαῶν ἡγούμενοι καὶ εἰς ἀρχὰς τεθειμένοι τὰς τοιάσδε παρὰ Θεοῦ, καὶ οἱ τὸν τῆς ἀρχαίας ἡμῶν αιχμαλωσιας εἰδότες τρόπον, χρήσιμοί τε τοῖς λελυτρωμένοις, ὡς καθηγηταὶ καὶ διδάσκαλοι καὶ νουθετεῖν οἷοι τε καὶ ἀποκομίζειν εὖ μάλα πρὸς ἐννομωτάτην ζωὴν, αὐτοὶ τὰ ὑπὲρ πάντων προσάγουσι δῶρα, τὰ τῶν ἀδυνάτων ἀσθενήματα πληροῦντες δι’ ἑαυτῶν.
PG 72:98Ἐπιτεθειμένων δὲ τῶν στεφιίνων ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ, λέγεται πρὸς αὐτὸν περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνιιτολὴ ὄνομα αὐτῷ καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ. τεθέασαι στεφανούμενον τὸν Ἰησοῦν ὡς ἱερέα, καὶ προὔχοντα δὲ ὅρα πάλιν αὐτὸν ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ ἐν δόξη τῆ βασιλικῇ· σύνες δὲ ὅτι αὐτός ἐστιν ἡ ἀνατολὴ, τουτέστι, τὸ βλάστημα, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἡσαΐας “Καὶ “ἀναβήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ “ῥίζης ἀναβήσεται.’’ ἀνεθάλομεν δὲ ἡμεῖς ὑποααόίτωθεν αὐτοῦ. ῥίζα γὰρ γέγονεν ὁ Χριστὸς τῆς ἀνθρωπότητος, ἤτοι τῶν διὰ πίστεως κεκλημένων, δευτέρα, καὶ οὐ κατά γε τὴν πρώτην, φημὶ δὲ δὴ τὸν Ἀδὰμ, ἀλλ’ ἐν ἀμείνοσιν ἀσυγκρίτως· ἀνεθάλομεν γὰρ εἰς φθορὰν μὲν οὐκέτι καὶ εἰς θάνατον διὰ τὴν ἀρὰν, ἀλλ’ εἰς ζωήν τε καὶ ἀφθαρσίαν, ῥίζαν ἔχοντες τὴν ζωὴν, τουτέστι Χριστόν. καὶ ὥσπερ ἐστὶν αὐτὸς μὲν “ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα,’’ προσπεφυκότες αὐτῷ διὰ τῆς πνευματικῆς κοινωνίας· οὕτω καὶ ῥάβδος καὶ βλάστημα μὲν αὐτὸς, ἤγουν ἀναφυὴ καὶ ἀνατολή· ἡμεῖς δὲ ὑπ’ αὐτῷ βεβλαστήκαμεν, ἀνεφύημέν τε καὶ ἀνεθάλομεν εἰς ἀφθαρσίαν, ὡς ἔφην, καὶ ζωήν. αὐτὸς ᾠκοδόμησε τὸν οἶκον κυρίου.
PG 72:99ἐστι δὲ καὶ ἁπάσης ἔμπλεως ἀρετῆς, τουτεσ́τιν, εὐκλείας τῆς Θεῷ πρεπωδεστάτης· “Ἐκάλυψε γὰρ οὐρανοὺς ἡ “ἀρετὴ αὐτοῦ καὶ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, φησιν ὁ προφήτης Ἀμβακούμ. γέγραφε δέ που καὶ ὁ c σοφὸς Ἰωάννης, ὅτι “καὶ τεθεάμεθα τὴν δόξαν αὐτοῦ, “δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθεtας.’’ αὐτὸς κεκάθικεν ἐπὶ θρόνου· βεβασίλευκε γὰρ ὡς Θεὸς, καὶ ἐστι σύνεδρος τῷ ἰδίῳ Πατρὶ καὶ συγκατάρχει τῶν ὅλων. ὅτι δὲ Ζοροβάβελ τε καὶ Ἰησοῦς ἀλλήλοις ὥσπερ εἰς ἑνότητα συνενηνεγμένοι κατασημήνειαν εὖ μάλα Χριστὸν, κατέδειξε προστιθεὶς, ὡς περί γε τοῦ Ζοροβάβελ Καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ· τουτέστιν, ἐν τιμῇ τε καὶ δόξῃ· καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσονλ ἀμφοτέρων. ἔστι γὰρ ὁ αὐτὸς, ὡς καὶ ἤδη προεῖπον, βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς, ὡς διὰ δυοῖν εἰς ἕνα γραφόμενος τὸν Ἐμμανουήλ. πλὴν οὐκ ἄμισθος ὁ πόνος τοῖς στεφανοῦσι Χριστὸν, ἁλλ’ εἰς ἀτελεύτητον αὐτοῖς δραμεῖται μνήμην ἡ καρποφορία. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, ἐμπεδοῖ προστιθείς Ὁ σε στέφανος ἔσται τοῖς ὑπομενουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν και εις χαριτα Σοφονιου καὶ εἰς φαλμον ἐν οικῳ κυροῦ.
ἔσται γὰρ εἰς χάριν τοῖς ἀνατεθεικόσι τὰ προσκεκομισμένα, γενήσονται δὲ καὶ δοξολογίας πρόφασις. ἡ γὰρ τῶν ἡγουμένων εὐσέβεια, τῆς εἰς Θεὸν ἀγάπης ὁδὸς τοῖς ἑτέροις γίνεται. στεφανουμένου δὲ πρὸς ἡμῶν τοῦ Χριστοῦ, τότε καὶ ἡ τῶν ἐθνῶν ἀγέλη δραμεῖται πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ οἱ μακράν ὄντες διὰ τὴν πλάνην, κεκλήσονται διὰ τῆς πίστεως, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκω τοῦ Θεοῦ. τίνα δὲ οἰκοδομήσουσιν; ἑαυτοὺς δηλονότι συναρμολογοῦντες τοῖς ἁγίοις, καὶ συντιθέντες ἐν πίστει πρὸς ἕνωσιν τοῖς ἐξ Ἰσραὴλ, ὄντος ἀκρογωνιαίου Χριστοῦ καὶ συνείροντος εἰς ὁμοψυχίαν δι’ ἑαυτοῦ τὰ πάλαι διῃρημένα. ἔκτισε γὰρ “τοὺς δύο “εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλ- “λασσων ἐν τῷ σώματι αὐτοῦ τὰ πάντα πρὸς τὸν ὧν εἰς πέρας ἐκβεβηκότων, ἐπιψηφιούμεθα τοῖς ἁγίοις προφήταις τὸ ἀτρεκὲς, ἐγνώκαμέν τε σαφῶς, ὡς ἦν Θεὸς ἐν αὐτοῖς ὁ λαλῶν καὶ προαναφαίνων ἡμῖν τὸ Χρυττου μυστήριον. (??) b ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
PG 72:100Καὶ ἐγένετο ἐν τῷ ετάρτω̣ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐrεvετο λόγος Κυριου πρός Ζαχαρίαν, τετράδι τοῦ μηνός τοῦ ἐνάτου ὅς ἕου Χασελεῦ· καὶ ἐξαπέστειλεν εἰς Βαιθἠλ Σαραὰρ καἰ Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον, λέγωι πρός τοὺς ἰερεῖς τοῦς ἐν τῷ οἶκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφἠτας λέγων Εἰ εἰσελήλυθεν c ὧδε ἐν τῷ μηνἰ τῷ πέμπτῳ τὸ ἀγίασμα, καθότι ἐποίησαν ἤδη ἱκαvα ετη. Μετὰ τὴν τῶν ὁράσεων ἐπίδειξιν ἕτεροι παρὰ Θεοῦ γεγόνασι λόγοι, μικροῦ μεταξὺ διιππεύσαντος χρόνου. πρὸ μὲν γὰρ τῶν ὁράσεων γέγραπται ὅτι “Τῇ τετράδι καὶ εἰκάδι ἐν “τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν σαβάτ· ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς “Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην, “λέγων·’’ ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν ἕτερος μετ’ ἐκεῖνον ὁρίζεται χρόνος· Ἐν γὰρ τῷ τετάρτῳ ἔτει τῇ τετραδι τοὐ μηνὸς τοῦ ενάτου ὅς ἐστι Χασαλευ· κατὰ Ἑβραίων φωνὴν δηλονότι· μεταπεφοίτηκε τῷ Προφήτῃ τῆς θεοπτίας ὁ τρόπος. τίς δὲ ἡ πρόφασις, ἡ τῆς ἱστορίας ἀφήγησις εὖ μάλα σαφηνιεῖ. συνεῖεν γὰρ οὐχ ἑτέρως τινὲς πλὴν ὅτι κατὰ τουτονὶ τὸν τρόπον τῶν προκειμένων τὸν νοῦν.
PG 72:101τίνες γὰρ ὅλως ὅ τε Σαρασὰρ καὶ ’Αρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ πρό γε τῶν ἄλλων ἀναμαθεῖν; τί δὲ τὸ ἁγίασμα τὸ ἐν τῷ πέμπτῳ μήνι· καὶ μὴν καὶ αὐτὸς ὁ τῆς ἐρωτήσεως τρόπος, ὅποι ποτὲ βλέπει, καὶ τίς ἂν γένοιτο τῶν ἐρομένων ὁ σκοπὸς. Βασιλεύοντος τοίνυν Ὠσηὲ τοῦ υἱοῦ Ἠλᾶ τῶν δέκα φυλῶν τῶν ἐν τῆ Σαμαρείᾳ, καὶ πολὺ διανενευκότος εἰς ἀπόστασιν· λελάτρευκε γὰρ εἰδώλοις· παρωξύνετο Θεὸς ἐπὶ τὸν Ἰσραήλ. εἶτα κατεστράτευσε τῆς χώρας ὁ Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε μὲν τὸν Ἰσραὴλ, παρεσκεύασε δέ τινας τῶν ἐκ τῆς Χαλδαίων χώρας κατοικῆσαι τὴν γῆν, ἵνα δὴ γένοιτο Περσῶν, ὡς ἐκεῖθεν ἔχουσα λοιπὸν τοὺς οἰκήτορας. ἔχεις τὴν ἱστορίαν ἐν τῇ τετάρτη τῶν βασιλειῶν. γέγραπται γὰρ οὕτως “Ἐν ἔτει δωδεκάτῳ Ἄχας βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ· ἐπ’ αὐτὸν ἀνέβη Σαλ- “μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ “δοῦλος.” καὶ μεθ’ ἕτερα πάλιν “Καὶ ἀπῳκίσθη Ἰσραὴλ “ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς “ταύτης.
PG 72:102καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος “τὸν ἐκ Χουνθὰ καὶ ἀπὸ Αἶά καὶ ἀπὸ Αἰμὰθ καὶ “ρουαῒμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας “τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατῴκησαν ἐν ταῖς πολέσιν αὐτῆς.’’ οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν, κατῳκηκότες γῆν καὶ τέκνων τάχα που γεγόνασι πατέρες καὶ τοῖς Ἰουδαίων ἔθεσι προσνενεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατορρωδήσαντες· ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ ’Αρβεσεὲρ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διάτοι τὸ καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν. Καὶ ταῦτα μὲν περὶ τῶν ἀνδρῶν· περὶ δέ γε τοῦ ἁγιάσματος, φέρε δὴ πάλιν τὰ εἰκότα λέγωμεν. οὐκοῦν πρὶν ἁλῶναι τὴν Ἰουδαίαν παρὰ τοῦ Ναβουχοδονόσορ, ὁ μακάριος προφήτης Ἰωήλ προανακεκράγει τὸ συμβησόμενον, καὶ δὴ καὶ πενθεῖν τοῖς ἱερεῦσι παρεκελεύετο, καὶ προσέτι καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, ὡς ὅσον οὐδέπω τῆς μὲν Ἰερουσαλὴμ ὑπὸ πόδας ἐσομένης ἐχθρῶν, κατεμπρησθησομένου δὲ καὶ αὐτοῦ τοῦ θείου ναοῦ. ἔφη δὲ οὕτως Περιζώσασθε καὶ κόπτεσθε “οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· “ἔλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες τῷ Θεῷ, ὅτι “ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή.
PG 72:103ἁγιά- “σατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυ- “τέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, “κράξετε πρὸς κύριον ἐκτενῶς Οἶμμοι οἶμμοι εἰς καὶ ταυτὶ μὲν ὁ προφήτης· τίνα δὲ δὴ τρόπον διεπεραίνετο τὰ προηγγελμένα, σαφηνιῶ πάλιν, αὐτὸ παραθεὶς τὸ γράμμα τὸ ἱερόν. γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμη τοῦ μηνὸς, οὗτος ἐνι- “αυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυ- “λῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστὼς ἐνώπιον “βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλὴμ, καὶ ἐνέπρησε τὸν “οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας “οἴκους Ἰερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησεν ὁ “μάγειρος.’’ εἶτα κεχειροτόνηκεν ἐπὶ τὸν περιλειφθέντα δῆμον ἐξ Ἰσραὴλ τὸν Γοδολίαν, ἐν μηνὶ τῷ ἑβδόμῳ ὃν ὑπελθὼν ἐχειρώσατο καὶ ἀπέκτεινεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων· γέγραπται γὰρ ὡδί.
οὐκοῦν ἐπειδήπερ συμβέβηκεν ἐν τῷ πέμπτῳ μηνὶ καὶ ἐν ἡμέρᾳ τῇ ἑβδόμη ἁλῶναι μὲν τὰ Ἱεροσόλυμα, κατεμπρησθῆναι δὲ τὸν ναὸν, προσαποθανεῖν δὲ καὶ τὸν Γοδολίαν ἐν τῷ ἑβδόμῳ μηνὶ, τάχα που πρὸς ἀνάμνησιν τῆς τοῦ προφήτου φωνῆς οἱ κατάλοιποι τῶν Ἰουδαίων ἐνηνεγμένοι, τετυπώκασιν ἐξ ἁπάσης τῆς περιοικίδος ἐν μηνὶ τῷ πέμπτῳ καὶ ἐν τῆ ἑβδόμη τοῦ μηνὸς ἀναβαίνειν ἅπαντας εἰς Ἱεροσόλυμα, καὶ ἁγιάσαι μὲν νηστείαν, κομμὸν δὲ ποιεῖσθαι καθάπερ ἐπὶ νεκρῷ καὶ ἐποιμώζειν κειμένῳ τρόπον τινὰ τῷ ναῷ, τῆ τε πόλει κατεμπρησθείσῃ τὸ ἐκ τῆς ὑστεροβουλίας δάκρυον ἐπιχεῖν. ᾤοντο δὲ, ὅτι λατρείας αὐτοῖς τῆς ἁνδανούσης Θεῷ τρόπος οὑτοσὶ πανσόφως ἐξηύρηται. ἁλλ’ ἐπράττετο μὲν ἔτι τοῦ Ἰσραὴλ ὑπὸ τὸν τῆς αἰχμαλωσίας κειμένου ζυγὸν, οὐδεμιᾶς δὲ φροντίδος τοῦ θείου τετυχηκότος ναοῦ. Ἐπειδὴ δὲ ἐπανῆλθον, τὴν Περσῶν ἀφέντες καὶ Μηδῶν, καὶ κατῳκήκασι τὴν ἁγίαν πόλιν, εἶτα τὸν θεῖον ἀνεδείμαντο νεὼν, ἐδόκει πως τὸ ἔθος αὐτοῖς οὐκ ἐν καιρῷ καὶ κόσμῳ πράττεσθαι λοιπόν. ἔδει γὰρ μᾶλλον ὡς ἀπό γε τῶν γεγενημένων μεταχωρῆσαι πρὸς εὐθυμίαν, καὶ πληροῦν ἑορτὰς, καὶ χαριστηρίους ἀναπέμπειν ᾠδὰς τῷ κεκληκότι πρὸς ἐλευθερίαν αὐτούς.
PG 72:104ἐνδοιάζοντες δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, πέμπουί τινας ἐρησομένους τούς τε ἱερεῖς καὶ τοὺς προφήτας Εἰ εἰσελήγυθεν ὦδε τὸ ἁγίασμα ἐν τῷ μηνὶ τῷ πέμπτῳ καθότι ἐποίησαν ἤδη ίκανὰ ἔτη, τουτέστιν, εἰ συωδεδραμήκασιν οἱ πενθεῖν εἰωΘόντες ἐν τοῖς Ἱεροσολύμοις, καὶ εἰ παραδέξονται τὴν συνήθειαν αὐτοὶ, τὴν ὡς ἐν τρόπῳ γεγενημένην ἁγιάσματος, καίτοι καὶ ἐγηγερμένου τοῦ θείου ναοῦ καὶ λελυμηνές τῆς αἰχμαλωςίας. ἡγίασαν γὰρ, ὡς ἔφην, νηστείαν καθὶ δεδράκασιν ἐκ πολλῶν ἐτῶν. αἰχμαλώτου γὰρ ὄντος τοῦ Ἰσραὴλ, διατετελέκασι καὶ αὐτοὶ τὸν τοῦ πένθους τηροῦντες καιρὸν, καὶ ἁγιάζοντες τὴν νηστείαν καθάπερ ἤδη προεῖπον. οὐκοῦν ἐνδοιαζόντων ἡ ἐρώτησις, πότερόν ποτε χρὴ πληροῦν ἔτι τὸ ἁγίασμα καὶ τὸ πένθος, καὶ μετά γε τὴν ἔγερσιν τοῦ ναοῦ· ἤγουν ἀποσχέσθαι λοιπὸν τῆς τοῦ πένθους αἰτίας ἐκποδὼν οἰχομένης. Καὶ ἐγέωετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς μὲ λέγων Εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τούς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηδτείαν νενηστεύκατέ μοι; καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ 25 ὑμεῖς πίνετε ;
PG 72:105ούχ οὖτοι οἱ λόγοι εἰσὶν οὕς ἐλάλησε χειρἱ τῶν προθητῶν τῶν ἔμπροσοεν, ὅτε ἦν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ή πεδινὴ κατῳκεῖτο; Ἤροντό τινες, ὡς ἤδη προεῖπον, περὶ τοῦ ἐπίκλην ἁγιάσματος τούς τε ἱερέας καὶ τοὺς προφήτας· εἶτα Θεὸς ἀποκρίνεται, τῶν ίερέων καὶ προφητῶν κατά γε τὸ εἰκὸς προσαγηοχότων τὰς λιτὰς, καὶ ὅτι προσήκοι τοῖς τὰ τοιάδε φιλοπευστεῖν ᾑρημένοις ἀποκρίνεσθαι σοφῶς διεσπουδακότων. εἶτα τίς ὁ λόγος ὁ παρὰ Θεοῦ; βραχύς τε καὶ μακρὸς καὶ οὐδὲν ἔχων τὸ περισκελές· ἀλλ’ ἵν οὕτως εἴπωμεν, γυμνὸς καὶ εὐαπάλλακτος τὴν τοῦ συμφέροντος γνῶσιν. τί γὰρ δὴ τὸ χρῆμα, φησὶν, εἰ καὶ νενηστεύκατε τυχὸν ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις; ἢ ποία τις ὅλως κατόρθωσις ἀρετῆς, τὸ ἐπολολύζειν ἀμαθῶς λίθοις τε καὶ ξύλοις ἐμπεπρησμένοις; τίνα δ’ ἂν τρόπον τοῖς παρ’ ὑμῶν δρωμένοις ἐφήδοιτο ὁ Θεὸς, ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότες οὐδὲν, οἴεσθε κατὰ σφᾶς τὰ πάντων d ἄριστα κατορθοῦν; εἰ γὰρ τῆς τοιαύτης δεδέημαι νηστείας, καὶ ἐπαινεῖν ἄξιον κομμὸν γυναικοπρεπῆ, διὰ ποίαν αἰτίαν ἑβδομηκοστὸν ἔτος τοῦτο διατετελέκατε, φηαὶν, οὐ νενηστευκότες;
PG 72:106διατρίβοντες γὰρ ἔτι παρὰ τοῖς Βαβυλωνίοις, οὐ νηστείαν τετελέκασι δημοτελῆ, ἀλλ’ οὐδὲ ἕτερόν τι τῶν ἐν συνηθείᾳ καὶ τριβαῖς, ἤτοι κατὰ νόμον τὸν Μωυσέως, ἀποπεραίνειν ἐσπουδακότες ἁλοῖεν ἄν. εἶτα πῶς ἠλέησα, φησὶ, καὶ τῆς τῶν κρατούντων χειρὸς ἐξειλόμην; οὐκοῦν οὐ δεδέημαι τῆς τοιαύτης νηστείας, καθάπερ ἀμέλει καὶ εἴπερ ἕλοισθε, φησὶ, φαγεῖν καὶ πιεῖν, οὐκ ἐμοὶ μᾶλλον ἢ ἑαυτοῖς χαρίζεσθε τὸ χρῆμα. οὐκοῦν τοῦ νηστεύοντος εἰκῆ καὶ ἐπ’ οὐδενὶ τῶν χρησίμων, καὶ τὸ δάκρυον ἀνωφελὲς καὶ ἄμισθος ὁ ἱδρώς. οὐχ οὗτοι οἱ λόγοι εἰσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἠν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, περιχεομένη τε τοῖς ἀγαθοῖς, καὶ ἀπημάντοις ἔτι ταῖς ἰδίαις ἐπαυχοῦσα πόλεσι ταῖς τε ἐν τῇ ὀρεινῇ καὶ ἐν τῇ πεδ(??)ῇ. ἔφη μὲν γὰρ ὁ προφήτης Ἰωὴλ, ὅτι δὴ πρέπει θρηνεῖν ἱερέας τε καὶ λαοὺς, καὶ πρός γε δὴ τούτοις καὶ ἁγιάσαι νηστείαν. καὶ ὁ τῆς παραινέσεως σκοπὸς ἐκάλει πρὸς μετάγνωσιν. οὐ γὰρ περιμένειν ἤθελε τῶν συμβεβηκότων τὴν πεῖραν, ἵνα καὶ ἐμπρησθέντα καταθρηνῆτε τὸν νεὼν, ἀλλ’ ἵνα πρὸ πείρας, ὡς ἔφην, κομμοῖς τε καὶ θρήνοις ἐκμειλισσόμενοι τὸν Θεὸν, ἔξω γένησθε τῶν κακῶν.
οὐκοῦν οὐχ οὗτοί εἰσιν οἱ λόγοι τῶν προφητῶν τῶν ἔμπροσθεν, οὓς ἠγνοηκότες ὑμεῖς εἰκῆ κατοιμώζετε, καὶ λίθοις κειμένοις τὸ ἐξ ἀμαθίας δάκρυον ἐπιστάζετε, καίτοι δέον ἐπανορθοῦν τῆς ἑαυτῶν πολιτείας τὴν ὁδὸν, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἰέναι τρίβον, κατορθοῦν εὖ μάλα διεγνωκότας τὸ τῷ νόμῳ δοκοῦν. Καὶ ἐφένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγωι Τάδε λέγει Κύριος παντοκράτωρ κρῖνα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἔκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος τῶ̣ ἀδελφῷ αὐτοῦ μὴ μνησικακεὶτω ἐν ταῖς καρδίαις ὐμῶν. Κατακιβδηλεύσας τὸ πένθος, ὡς ἄχρηστον καὶ ἀνωφελὲς, καὶ τὸν εἰκαῖον αὐτῶν ἱδρῶτα διαχλευάσας, ἀποκομίζει λοιπὸν πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας σαφῆ τε καὶ ἐναργῆ καταστήσας τὴν ὁδὸν, καταλευκαίνει τε ὥσπερ αὐτοῦ τε τοῦ νόμου καὶ τῶν προφητικῶν κηρυγμάτων τὸν νοῦν.
PG 72:107ἐφήδεται γὰρ ὁ νομοθέτης ὀρθῷ τε καὶ ἀμωμήτῳ κρίματι· ἐκτετίμηται δὲ καὶ λίαν ἐσπουδασμένως ἔλεον τε καὶ φιλαλληλίαν, καὶ ἐπαινεῖν ἀξιοῖ τὴν εἰς ὀρφανοὺς ἀγάπησιν, καὶ φειδὼ τὴν ἐπὶ γυναίοις χηρείᾳ κατηχθισμένοις· ἀποσείεται γεμὴν ὡς βέβηλον τὴν πλεονεξίαν, καὶ ἥπερ ἃν γένηται κατὰ τῶν ἀσθενεστέρων συντριβὴ, βούλεται δὲ εἶναι τοὺς τὰ αὐτοῦ φρονεῖν ῄρημέ– νοῦς χρηστοὺς καὶ ἀμνησικάκους. ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός “Ἀφίετε καὶ ἀφεθήσεται ὑμῖν·’’ καὶ μὴν καὶ προσευχομένους ἐδίδαξε λέγειν “ Ἄφες ἡμῖν τὰ ὀφειλήματα “ ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ “ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι’ ἡμᾶς ἀπὸ “τοῦ πονηροῦ.’’ ἀνίησι μὲν γὰρ ἐγκλήματα τοῖς ἀνιεῖσιν ἑτέροις ὁ φιλοικτίρμων Θεὸς, “Ὁδοὶ δὲ μνησικάκων εἰς θά- “νατον,’’ κατὰ τὸ ἐν βίβλῳ παροιμιῶν γεγραμμένον. ὅτι δὲ ἡ ἀγάπη παντὸς νόμου τὴν πλήρωσιν ἔχει, πῶς ἃν ἐνδοιάσειέ τις, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου; καρποὶ δὲ ἀγάπης τὰ προειρημένα, καὶ ἀκριβὴς νομοφύλαξ ὁ τούτων ἐργάτης.
PG 72:108Καὶ ἠπείθησαν τοῦ προσέχειν, κω δωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν του μὴ εἰσακούειν, καὶ ὦι καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν του νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι οὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγὰλη παρὰ Κυρίου παντοκράτορος. καὶ ἔσται ὄν τρόπον εἶπε κω οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ εἰσακούσω αὐτῶν, λέγει κύριος παντοκράτωρ, καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ άφανισθήσεται κατόπισθεν αὐτῶι ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν. Πεπληροφόρηκε δὲ διὰ τούτων, ὅτι παραθήγοντες οὐ διαλελοίπασιν αὐτοὶ κατὰ σφῶν τὸν τῶν ὅλων κριτήν. ἐξὸν γὰρ αὐτοὺς τοῖς τῶν ἁγίων προφητῶν καταπείθεσθαι λόγοις καὶ, τὸ ἀντιφέρεσθαι γεννικῶς τοῖς τοῦ νομοθέτου θελήμασι ῥιπτοῦντας ὡς ἀπωτάτω, τὴν εὐκλεᾶ καὶ ἐννομωτάτην ἀνθελέσθαι ζωὴν καὶ τὴν ἀμώμητον ἰέναι τρίβον, σκληροὶ γεγόνασι καὶ ἐν οὐδενὶ τεθείκασι λόγῳ τὸν παιδευτὴν, ἀκαμπῆ τε καὶ ἄτεγκτον ἐσχήκασι τὴν καρδίαν.

Tome IIITomus Tertius

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:109κατέληξαν γὰρ οὐδαμῶς τοὺς θείους ἐκτόπως περιυβρίζοντες λόγους, καὶ τοῖς τούτων διακομισταῖς, οἳ τὸ τῆς προφητείας διεχείριζον χρῆμα, δεινῶς τε καὶ ἀνοσίως ἐπιπλήττοντες, καίτοι λαλοῦσιν ἐν Ἁγίῳ νεύματι· εἰς τοῦτο δὲ ἤδη κατώλισθον ἀγριότητος καὶ ἀνουθετήτου ληρίας, ὡς μὴ ἑλέσθαι μετανοεῖν ἄχρις ἂν αὐτοῖς εἰς πέρας ἐξέβη τὰ προηγγελμένα, καὶ ὑποπεπτώκασι τοῖς ἐκ θείας ὀργῆς ἐπενηνεγμένοις. εἰ δὲ δὴ λέγει Θεὸς ἐν τούτω ὅτι Ἐκβαλῶ αὐτοὺς εἰς τταντα, τὰ ἔθνη, ἀφανισθσεται δὲ καὶ ἡ γῆ ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρεφοντος, ὡς ἐν προαγορεύσει προφητικῇ τὰ τοιάδε πάλιν εἰρῆσθαι νοήσωμεν· ἐκβέβληντο μὲν γὰρ εἰς Περσᾶς καὶ Μήδους, καὶ ἤδη πεπείραντο τῆς αἰχμαλωσίας, ἠρήμωτο δὲ καὶ ἡ γῆ, καὶ ἡ πασῶν ἀρίστη χώρα τέτακτο, καθά φησιν ὁ λόγος, εἰς ἀφανισμὸν, οὐκ ἔχουσα τοὺς διοδεύοντας, ἤγουν ἀναστρεφοντας. οἱ μὲν γὰρ δεδαπάνηντο τῷ πολέμῳ· οἱ δὲ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, δεδραμήκασιν εἰς αἰχμαλωσίαν. οὐκοῦν ὡς ἐν προαγορεύσει καὶ τάδε τοῖς ἄλλοις συνειρῆσθαι νοή – σωμεν.
ὅτι δὲ τὸ τοῖς θείοις λόγοις ἀπειθεῖν ἐπιζήμιον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον, καὶ ἐξ αὐτῶν ἄν τις ἴδοι τῶν τοῖς ἀρχαίοις συμβεβηκότων· καὶ οὐ μακρῶν ἄν τις δέοιτο λόγων πρὸς ἀπόδειξιν, ἀλλ’ ἔστι τὸ χρῆμα παντί τῳ σαφὲς, τῷ γε ἅπαξ εἰδότι τὰ ἐκ τῆς εὐπειθείας ἀγαθά. Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐξήλωσα τὴν ῾Ιερουσαλὴμ καὶ τὴν Σιὼν ξῆλον μέγαν καὶ Θυμῶ μεγάλῳ ἐξήλωσα αὐτήν. Τὸ ἀπειθὲς καὶ ἐξήνιον τῶν ἀρχαιοτέρων καὶ ἐξ αὐτῶν σφισι συμβεβηκότων ἀποχρώντως διαβεβληκὼς, καὶ ὅτι γένοιτο πάντων αὐτοῖς τῶν κακῶν πρόξενον ἀποφήνας, μεταβιβάζει τὸν λόγον ἐπὶ τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ πειρᾶται λοιπὸν τοὺς τῆς εὐημερίας αὐτοῖς ἐπαγγέλλεσθαι καιροὺς, καὶ τοῖς κατ’ εὐχὴν ἀγαθοῖς καταπιαίνειν πλουσίως, ὡς ἤδη μὲν δίκας ἐκτετικότας, ὧν ἀνοσίως πεπαρῳνήκασιν, ἐκνενιμμένους δὲ ὥσπερ τῆς ἀρχαίας φαυλότητος τὰ ἐγκλήματα διά τοι τοῦ κεκολάσθαι παρ’ ἐχθροῖς καὶ τὸν τῆς δουλείας ἀνατλῆναι ζυγόν.
PG 72:110κατακέκραγε δὲ ὥσπερ τῆς τῶν Βαβυλωνίων ὠμότητος, οἳ πέρα παντὸς ἰόντες θράσους, δεδράκασιν εἰς αὐτοὺς, ἃ μηδὲ αὐτὸς ὁ θεῖος ἤθελέ που θυμός· ἔφη γὰρ ἐναργῶς ὅτι “Εγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ “θέντο εἰς κακά.’’ ἐζήλωκα δὴ οὖν τὴν ῾Ιερουσαλὴμ, τουτέστι τὸν ὑπὲρ αὐτῆς εἰσδέδεγμαι ζῆλον, καὶ θυμῶ μεγάῳ ἐζήλωσα αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Συμβήσεται τοῖς Βαβυλωνίοις ἐξ ἀντιστρόφου παθεῖν ὧν δεδράκασιν ἀπηνέστερα, καὶ τοῖς οὕτω πεπορθηκόσιν ἐποίσω τὰ ἐξ ὀργῆς. Τοῦτο πεπλήρωκεν ὁ Χριστός. λελυπημένος γὰρ ἐφ’ ἡμῖν τοῖς ἀθλίως ἀπολωλόσι, καὶ οἷον ζηλώσας τὴν Ἐκκλησίαν, τὴν αὐτῷ μὲν προεγνωσμένην, οὔπω γεμὴν ἀναδεδειγμένην ἐν κόσμῳ, συνέτριψε μὲν τῶν δαιμονίων τὰ στίφη, τὸν ’δε γε τῆς ἐκείνων ἀπονοίας ἐπιστάτην τῆς καθ’ ἡμῶν ἐκβέβληκε τυραννίδος καὶ τοῖς ἐξ ὀργῆς κινήμασιν ὑποθεὶς, ἐλευθέρους τῆς ἐκείνου σκαιότητος ἀπέφηνε λοιπὸν τῶν προσκυνούντων αὐτὸν τὴν ὁμήγυριν. Τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σιῶν, καὶ κατασκηνώσω ἐν μέσῳ ῾Ιερουσαλὴμ, καὶ κληθήσεται ῾Ιερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον. Πληροῖ μὲν τὰ πάντα Θεὸς, καὶ τῆς ἀπορρήτου φύσεως αὐτοῦ τὰ πάντα μεστά.
PG 72:111πλὴν ἀποφοιτᾶν ἐσθ’ ὅτε λέγεται τῶν ἡμαρτηκότων, οὐ ταῖς κατὰ τόπον διαστάσεσι μεριζό- μενος· εὔηθες γὰρ κομιδὴ τὸ ὧδε νοεῖν· ἀλλὰ τῷ μηκέτι θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦτον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολαρίας ὁ’σραὴλ, καὶ ἐκπεπόρνευκεν Ιερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέφω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ’ αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀληθινὴ δὲ πάλιν ῾Ιερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσκομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀληθινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις.
PG 72:112Περιθείης δ’ ἃν εἰκότως τὰς τοιάσδε φωνὰς τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονότι Λόγῳ, ὃς ὑπάρχων ἐν μορφῇ τοῦ γεγεννηκότος καὶ ἐν ἰσότητι τῇ κατὰ πᾶν, “ ἑαυτὸν ἐκένωσε “ μορφὴν δούλου λαβὼν,’’ καὶ γέγονεν ἄνθρωπος, καὶ “ ε'πτώ- 2 Cor. viii(??) “ χεῦσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.’’ οὐκοῦν ὁ πάλαι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὸ ἐγκεῖσθαι δὲ τὴν “ διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ Gen. “ἐκ νεοτητος” δικαίως ἀποστραφεὶς, ἐπέστρεψε πρὸς ἧμας ὡς ἐξ ἐμφύτου λοιπὸν ἡμερότητος, καὶ κατῴκηκε τὴν Ἐκκλησίαν, πόλιν τε καὶ ἐνδιαίτημα σεμνὸν ἐποιήσατο τοὺς ἡγιασμένους. ἔφη γάρ που περὶ αὐτῆς, δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας “ Ωδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.’’ ψάλλεῖ δὲ καὶ ὁ μακάριος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη “σοῦ, ἡ πόλις τοῦ Θεοῦ. ” ταύτην ἡμῖν κατεμήνυσε καὶ ὁ προφήτης ᾑσαΐας λέγων “Ὅ τι ἐν ταῖς ἐσχάταις ἡμέραις “ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη.” περίοπτος γὰρ ἡ ἐκκλησία Χριστοῦ, καὶ οἷαπερ ἐν ὄρει κειμένη, τοῖς ἁπανταχοῦ γνωρίζεται.
PG 72:113κέκληται δὲ καὶ ἀληθινὴ, ἥκιστα μὲν τύποις καὶ σκιαῖς λατρεύουσα· παραδεξαμένη δὲ μᾶλλον τὴν ἀλήθειαν, ὅς ἐστι Χριστὸς, καὶ τὴν ἐν πνεύματί τε ἀληθείᾳ πληροῦσα προσκύνησιν. Τάδε ’λεγε Κύριος παντοκράτωρ Ἔτι καθίσονται πρεσμύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις ῾Ιερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν· κα αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασιων παιξοντων ἐν ταις πλατειαις αῦτης. Δαπανήσαντος τοῦ πολέμου τὸ τῶν Ἰουδαίων ἔθνος, συμβέβηκεν ἀναγκαίως κενὰς τῶν κατῳκηκότων τὰς παρ’ αὐτῶν γενέσθαι πόλεις, οἴκους τε κατερριμμένους ὁρᾶν καὶ τῶν ἐν αὐταῖς κατασκευασμάτων τὰ κάλλη. ἀλλ’ ἰδοὺ τριπόθητον αὐτοῖς καὶ μακρὰν εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται, ἣν, καὶ μάλα ὀρθῶς, Ἑλλήνων παῖδες ὀνομάζουσι κουροτρόφον. τοὺς μὲν γὰρ τικτομένους ἀνακομίζει πρὸς ἥβην, τοῖς δὲ ἤδη γεγονόσι νέοις ἁπλοῖ τρόπον τινὰ καὶ τὴν εἰς γῆρας ὁδὸν, καταδῃοῦντος οὐδενὸς, οὐ πολέμου συντρίβοντος, οὐ δαπανώσης μάχης. ὑποτοπητέον δὴ οὖν, καὶ μάλα ὀρθῶς, ὡς ἐν εἰρήνη τὰς πόλεις, κἂν εὐρεῖαί τε εἶεν καὶ μακραὶ, στενὰς ἀποφαίνεσθαι καὶ ἡττῆσθαι τῷ πλήθει τῶν κατῳκηκότων. τοιοῦτόν τινα νοῦν ὠδίνει πάλιν ἡμῖν τὸ προκείμενον.
ἔφη γὰρ ὅτι καθεδοῦνται μὲν πρεσβύτεροι καὶ πρεσβύτιδες ἐν ταῖς πλατείαις ῾Ιερουσαλὴμ, ῥάβδῳ μόλις τὸ ἐκ τοῦ γήρως ἄναλκι μετρίως παραμυθοῦ μένοι, καὶ βακτηρίαν ἔχοντες γερονταγωγόν· ἔπαινος δὲ τὸ χρῆμά ἐστι καιρῶν ἀπολέμων βαθείας εἰρήνης, ἀνακομιζούσης, ὡς ἔφην, εἰς ἥβην τὰ βρέφη, πεμπούσης δὲ καὶ εἰς γῆρας τοὺς ἤδη τελοῦντας ἐν ἀνδράσι, καὶ τὸν τῆς ζωῆς ἅπαντα χρόνον ἀμαχεὶ παραθέοντας. εἰ δὲ δὴ μέλλοιεν ὀρχεῖσθαι μὲν ἐν ἄστει μειράκια, κόριά τε χορεύειν ἐν μέσαις πλατείαις, ἔχοι ἃν καὶ τοῦτο σαφῆ τὴν ἀπόδειξιν τοῦ μηδεμίαν αὐτῶν φροντίδα κατηρτῆσθαι πικράν. οὐ γὰρ ἃν ἠνέσχοντο παιζόντων τινῶν, εἰ κατηφείας ἦν ὁ καιρός. Γέγονε δὲ καὶ ἡμῖν αὐτοῖς εἰρήνη Χριστὸς, ὃς καὶ πάντα συντρίψας πόλεμον, μεστὴν ἀπέφηνε τῶν ἁγίων τὴν Ἐκκλησίαν.
PG 72:114καὶ πολιοὶ μὲν τὰς φρένας ἐν αὐτῇ, μύριοί τε ὅσοι καὶ ἐξαίρετοι, οἷς καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων “Ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς·” παῖδες δὲ ὥσπερ ἄνηβοι καὶ κόρια μικρὰ τῶν ἄρτι πεπιστευκότων ἡ νηπιωτέρα πληθὺς, μονονουχὶ τοῖς πνευματικοῖς σκιρτήμασι τὴν ἁγίαν ὄντως κατακαλλύνουσι πόλιν, τουτέστι τὴν Ἐκκλησίαν· οἷς καὶ τὸ λέγειν ἁρμόσειεν ἄν “Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ ἀλαλάξωμεν τῷ Θεῷ “τῷ Σωτήρι’ ἡμῶν.’’ εἰ δὲ δὴ λέγοιντο καὶ ἐπερείδεσθαι ῥάβδῳ τυχὸν οἱ πρεσβύται, περινοήσεις ὅτι καὶ μικροὺς καὶ μεγάλους στηρίζει Χριστὸς ἡ ῥάβδος ἢ ἐξ Ἰεσσαὶ, καὶ ἡ τῆς δυνάμεως ὠνομασμένη, ἢν ἐκ τῆς ἄνω Σιῶν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς χαίροντας ἡμᾶς ἐπὶ τούτῳ λέγειν “Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με “παρεκάλεσαν.” Τάδε λέγει Κύριος παντοκράωρ εἰ ἀδυνατήοει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατὴσει; λέγει Κύριος παντοκράτωρ. Τὰ μεγάλα καὶ ὑπερφυῆ τῶν πραγμάτων δέχεταί πὼς ἐφ’ ἑαυτοῖς τὸ ἀπιστεῖσθαι φιλεῖν, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν εἰς πέρας διεκδρομήν.
PG 72:115καὶ γοῦν ἡ Σάῤῥα διαγελᾷ μὲν ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ’ ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς καταδονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένους, καὶ οὐ σφόδρα θαρρεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γενέσθαι τὴν Ἰερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ τείχη κατεῤῥιμμεν́α, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς ἀκάνθης μεστοὺς, οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύτῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταις ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύρος παντοκράτωρ ;
PG 72:116ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐκατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἐστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν. Ἔφη δέ που πρὸς Ἰουδαίους ὁ Θεὸς καὶ Πατὴρ τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προαναφωνῶν κατορθώματα Ιδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ “μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.’’ ὅσον μὲν γὰρ ἡκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία, κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατηγλαϊσμένος ὁρᾶται λοιπόν; οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμεραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει;
λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἃν οἶμαί που τὸ ἀντιστατοῦν οὐδέν. Τάδε λέγει Κύριος παντοκράτωρ ’Ιδού ἐγώ ἀνασώζω τὸ λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἁπὸ γῆς δυσμῶν, κοὶ εἰσάξω αύτοὺς καὶ κατασκηνώσω ἐν μἐσῳ ῾Ιερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθεία κω δικαιοσύνη. Σέσωκε μὲν καὶ πάλαι Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ κατεσκεδασμένους τῷ πολέμῳ, συναγείρων εἰς Ἱεροσόλυμα, καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπληροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουήλ, ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ’ οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν Ι Tim. “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος,’’ καὶ ἐπουράνιος ῾Ιερουσαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς εἰπεῖν; γέγονε γὰρ καθ’ ἡμᾶς, καὶ “τοῖς ἀνθρώποις συν- “ανεστράφη’’ μετὰ σαρκός.
PG 72:117καὶ τοῦτο ἡμῖν δι’ ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων “Θάρσει Σιῶν, μὴ “παρείσθωσαν αἱ χεῖρές σου· κύριος ὁ Θεός σου ἐν σοὶ “δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ “σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.’’ ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν· οὐ γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ’ ἑαυτοῦ τὸν Παράκλητον, καὶ σύνεστι δι’ αὐτοῦ τοῖς ἀγαπῶσιν αὐτόν· καὶ πληροφορήσει λέγων “Ἴδου ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας “τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. γεγόναμεν τοίνυν αὐτοῦ λαὸς, οἱ ποτὲ οὐ λαὸς, καὶ οἱ τῶν λίθων θεραπευταί· τὴν ἀρχαίαν καὶ βέβηλον καταμυσαττόμενοι πλάνησιν· Θεὸν αὐτὸν ἐπεγραψάμεθα, καὶ τοῦτο ἐν ὰληθείᾳ καὶ δικαιοσύνῃ. οὐ γὰρ ἐν ἴσῳ τοῖς τοῦ γράμματος φίλοις, τύποις καὶ σκιαῖς προσκείμεθα, παραδεξάμενοι δὲ μᾶλλον εἰς νοῦν καὶ καρδίαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων λαμπρότητα, τὴν ἀληθῆ πληροῦμεν λατρείαν, καὶ τῆς ἁνδανούσης αὐτῷ δικαιοσύνης ἀπρὶξ ἐχόμενοι, τὴν ἐν πνεύματι πληροῦμεν προσκύνησιν. “Πνεῦμα γὰρ ὁ Θεὸς,’’ καθά φησιν αὐτὸς ὁ Υἱὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν ἑ πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
PG 72:118Τάδε λέγει Κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταὶς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἂψ ἦς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτος, καὶ ὁ ναὸς ἂψ οὗ ᾠκοδόμηται. Ὑπισχνεῖται μὲν τοῖς ἀγαπῶσιν αὐτὸν ὁ τῶν ὅλων Θεὸς τὰ ὑπὲρ ἐλπίδα πολλάκις, ψευδομυθεῖ δὲ οὐδαμῶς, ἀλλ’ ἰδίᾳ δυνάμει καὶ ἀπορρήτοις τισὶν ἐνεργείαις ἀποπεραίνει κατὰ καιροὺς, ἅπερ ἂν βούλοιτο, καὶ λίαν ἀκονιτί. πρέποι δ’ ἃν ἡμᾶς οὐκ ἀσθενοῦντας τῇ πίστει, πάντη τε καὶ πάντως ἐπιμαρτυρεῖν αὐτῷ τὸ πάντα δύνασθαι διαπεραίνειν εὐκόλως· ἀνδρίζεσθαι δὲ πρὸς ἔργα τὰ δι’ ὧν ἐσόμεθα λαμπροὶ, καὶ τὸν εὐκλεᾶ τῆς ἐπιεικείας ἀποκερδανοῦμεν στέφανον· καταπείθεσθαι δὲ τοῖς παρ’ αὐτοῦ λόγοις, καὶ ποδηγοὺς ποιεῖσθαι σπουδάζειν τοὺς, οἵπερ ἂν εἶεν κατὰ καιροὺς τῶν θείων ἡμῖν θεσπισμάτων ἀπλανέστατοι διακομιοταί. τατεπηυγέλλετο δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν ἁγίων προφητῶν τὰ ἐκ τῆς ἐνανθρωπήσεως ἀγαθὰ, καὶ ὅσον μὲν ἧκεν εἰς ἀνθρωπίνας ἐννοίας, ἀπιστίας, ὡς ἔφην, οὐ μακρὰν τὸν λόγον ἐτίθει, τῶν χαρισμάτων τὸ μέγεθος ἀφηγούμενος.
PG 72:119ἀλλ’ ἐν πίστει πεποιήμεθα δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες, τοῖς τῆς εὐσεβείας εἰσηγηταῖς εὐαφῆ τρόπον τινὰ καὶ εὐήνιον τὸν τῆς διανοίας αὐχένα δεδώκαμεν. καιρὸς δὲ ὁ πρέπων ταῖς τῶν ἀγαθῶν χορηγίαις καὶ τῇ παρ’ ἡμῶν αὐτῶν ὑποταγῇ, τῆς Εκκλησίας ἡ ἀνάδειξις. θέα γὰρ ὅπως καὶ τοῖς πρὸς ἡμῶν προσέταττεν ὁ τῶν ὅλων Θεὸς κατισχύειν καὶ ἔργα πληροῦν, καὶ τοῖς τῶν προφητῶν καταπείθεσθαι λόγοις, ἀφ' ἦς ἡμέρας τεθεμελίωται ὁ οἰκος Κυρίου ἐνιαυτοκράτορος καὶ ὁ ναὸς ἀφ' ὁδ’ ῳκοδομηται. Διότι πρὸ τῶν ἦμερῶν ἐκείνων ὁ μισθός τῶv ἀvΘρώπωv οὐκ ἔσται'εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται ἐμ ἀπὸ τῆς θλίψεως· καί ἐξαποστελῶ πάντας τοὺς ἀθρώπους ἔκαστον ἐπὶ τόν πλησίον αὐτοῦ. Ἡ τῶν Ἑβραίων ἔκδοσις οὐχ ὡς ἐπὶ μέλλοντος καιροῦ ποιεῖται τοὺς λόγους, χρόνον δὲ τίθησι τὸν παρωχηκότα. πρὸ γὰρ τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ μισθὸς τῶν ανθρώπων οὐκ ἦν εἴς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε· καὶ πάλιν Τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἠν εἰρήνη, καὶ ἀντὶ τοῦ φάναι Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, τεθείκασι τό Ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους.
ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος, τὸ δὲ ἀτρεκὲς ἐν τούτοις παραστήσει τῶν διηγημάτων ἢ δύναμις. βούλεται γάρ τι τοιοῦτον ὑποδηλοῦν. ἧκον μὲν γὰρ ἐκ Βαβυλῶνος εἰς τὴν ἁγίαν πόλιν οἱ ἐξ Ἰσραήλ. ἀλλ’ οὐκ ἦν αὐτοῖς ἁγιάσματος τόπος, κατασεσεισμένου τοῦ πάλαι ναοῦ· οὐκ ἦν ἢ θυσία καὶ σπονδὴ, μὴ ἑστῶτος θυσιαστηρίου. εἶτα προὔτρεπεν ὁ τῶν ὅλων Θεὸς τῶν οὕτως αὐτοῖς ἀναγκαίων προὐργιαιτάτην θέσθαι φροντίδα, καὶ ἀναδείμασθαι μὲν τὸν ναὸν, ἀνορθῶσαι δὲ καὶ τὸ θεῖον ἐν αὐτῷ θυσιαστήριον, ὡς ἂν ἔχοιεν ἀποπεραίνειν εὖ μάλα τὰ νενομισμένα, καὶ καταμειλίσσεσθαι τὸν τῶν ὅλων Θεόν. οἱ δὲ ποικίλως διανεβάλλοντο, ποτὲ μὲν χρημάτων πλαττόμενοι σπάνιν, ποτὲ δὲ τὰς τῶν κωλυόντων οἰκοδομεῖν δυστροπίας προφασιζόμενοι. εἶτα προσκρούοντες διὰ τοῦτο Θεῷ, συχναῖς καὶ ἀλλεπαλλήλοις κατεπαίοντο πληγαῖς, ἀκαρπίαις δὴ λέγω καὶ ἀνεμοφθορίαις καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν ἐφόδοις καὶ καταδρομαῖς. ἐπίκλημα δὲ αὐτοῖς ἐποιεῖτο τὸ ῥᾴθυμον ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Ὁ “οὗτος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν “οἶκον κυρίου.
PG 72:120εἰ καιρὸς ὑμῖν μέν ἐστι τοῦ οἰκεῖν ἐν “κοιλοστάθμοις, ὁ δὲ οἶκος κυρίου οὐκ ᾠκοδόμηται;” ἐπειδὴ δὲ ἀναπέπτωκαν, ὡς ἔφην, ἐκ ῥᾳθυμίας, ταῖς τῶν ἀναγκαίων ἐνδείαις κατεπαίοντο συχνῶς, καὶ πολέμοις τοῖς γείτοσιν. ἐπειδὴ δὲ ἀνεγηγέρκασι τὸν νεὼν, πέπαυται τὰ ἐξ ὀργῆς, πάντα δὲ ἅλις ἦν αὐτοῖς, καὶ πολὺ τῆς εὐημερίας παρέκειτο πλάτος. ταύτῃτοί φησιν Ὅτι πρὸ τῶν ἡμερῶν ἐκείνων, τουτέστι πρὶν ἀναστῆναι τὸν νεὼν, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἠν εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχεν. ἄμισθοι γὰρ οἱ γηπόνοι, καὶ οὐδὲν ὅλως συναγηγερκότες, ὁμοῦ τοῖς συγκεκμηκόσι βουσὶν ἀπηλλάττοντο τῶν ἀγρῶν. ἀλλ’ οὐδὲ τοῖς ἐκπορευομένοις, ἢ τοῖς εἰσπορευομένοις ἦν εiρήνη. εἰσπορευομένους μένους δὲ καὶ ἐκπορευομένους μένους τοὺς ἐκ πόλεως εἰς πόλιν ἰόντας ἔσθ’ ὅτε φησὶν, ἢ τὸ ἔχοντας ἐπιτήδευμα, ἤγουν καὶ ἑτέρων ἕνεκα πραγμάτων. οὐκ ἦν οὐδὲ ἐκείνοις φήνη, τῶν ὁμόρων ἐθνῶν, ὡς ἔφην, ἐκλελυττηκότων ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἑκάστου βλέποντος ὡς ἕνα τῶν ὅτι μάλιστα ἐχθρῶν τὸν ἐγγὺς ἐξ αἵματος, ἢ καὶ ἀδελφὸν, ἢ καὶ γείτονα. Ἰστέον δὲ, ὅτι πρὶν ἐνανθρωπῆσαι τὸν Μονογενῆ, καὶ ἀναδειχθῆναι τὴν Ἐκκλησίαν, οὐδεὶς ἦν ἀνθρώπῳ μισθὸς, οὔτε μὴν τοῖς κτήνεσιν.
PG 72:121οἵ τε γὰρ ἐν τῷδε τῷ βίῳ λογικώτεροι καὶ συνέσεως ἔχοντες δόξαν, οἳ δὴ καὶ ἄνθρωποι νομισθεῖεν ἃν, ἀκερδῆ καὶ ἄχρηστον τὴν ἐν τοῖς λόγοις εἶχον σπουδὴν, οὔτε συγγράφοντές τι τῶν ἀναγκαίων, οὔτε μὴν νοεῖν ἢ λαλεῖν ἑτέροις δυνάμενοι. ὁμοίως δὲ καὶ οἱ τὸν ἀγελαῖον καὶ κτηνώδη τρίβοντες βίον, ἄμισθοι διετέλουν. οὐ γὰρ ἢν ἐργάσασθαί τι τῶν ἐπαινουμένων παρὰ Θεῷ. ἀλλ’ οὐδὲ ἦν ὅλως ἐπὶ γῆς φήνη, τῆς τῶν δαιμονίων ἀγέλης διακυκώσης τὰ πάντα, καὶ θορύβου μεστὴν ἀποφαινούσης τὴν γῆν, ὡς εἶναι τὰ πάντων πράγματα καὶ μέντοι τὰς διανοίας ὡς ἐν δονήσει καὶ σάλῳ, καὶ τὸ βεβηκὸς οὐκ ἔχειν. Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποήσω τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ· ἀλλ’ ἤ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸ καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα. Συμμεθίστησι ταῖς ὀργαῖς καὶ τὰ ἐξ αὐτῶν συμβαίνοντα, καὶ ἀποδραμεῖσθαί φησιν ὁμοῦ τοῖς τῶν πλημμελημάτων καιροῖς τὰς δίκας. πεπαυμένης γὰρ τῆς ἁμαρτίας, μᾶλλον δὲ ἤδη ποινὰς τὰς ὑπὲρ αὐτῆς ἐκτετικότος τοῦ Ἰσραὴλ, καταλήξειν ἔφη τὰς συμφορὰς, καὶ μάλα εἰκότως, καὶ ἀπρακτήσειν ἔτι τῶν ἀνιαρῶν τὴν ἔφοδον.
PG 72:122βεβούλευται γὰρ ἐπ’ αὐτοῖς οὐκ ἀδελφὰ τοῖς πρώτοις, ἀλλ’ ὅσα βλέπει πρὸς ἡμερότητα τοῦτο δὲ ἦν εἰρήνης ἐπίδοσις, καὶ ἀμφιλαφὴς τῶν ἡδίστων αὐτοῖς χορηγία, ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, βαθὺ δὲ κομῶσαν ληΐοις τὴν ἀρόσιμον γῆν τοὺς τῶν γηπόνων ἱδρῶτας ἀμείβεσθαι, οὐρανοῦ δηλονότι μονονουχὶ καὶ συνθέοντος, καὶ δρόσοις καταπιαίνοντος ἀγροὺς δηλονότι καὶ τὰ ἐν αὐτοῖς. ἕψεται γὰρ πάντως τοῖς τοῦ Δεσπότου νεύμασιν οὐρανός τε καὶ γῆ, καὶ ἁπαξαπλῶς ἡ κτίσις. κλῆρος δὲ ταῦτα τῷ Ἰσραὴλ, Θεοῦ κατευρύνοντος τὴν εὐημερίαν, καὶ παντὸς τοῦ πεφυκότος ἀνιᾶν ἀπαλλάττοντος. Ἁρμόσειε δ’ ἂν ὁ ἐπὶ τῷδε λόγος τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν ἐβαδίζομεν ἕκαστος κατὰ τὸ αὐτῷ δοκοῦν, κτηνώδη τε καὶ ἀλογώτατον διαβιοῦντες βίον, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις συνεζευγμένοι. ἐπειδὴ δὲ πεπραμένους μόνον δὲ οὐχὶ, καὶ κατερριμμένους εἰς γῆν, καὶ ὑπὸ πόδας ὄντας ἐχθρῶν, ᾤκτειρεν ὁ Πατὴρ, οὐκέτι πεποίηκεν ἡμῖν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.
οὐ γὰρ περιεῖδεν ἔτι πλεονεκτουμένους, καὶ ὑπὸ τυράννῳ πράττοντας ὠμῷ πρὸς πᾶν ὁτιοῦν ἡμᾶς τῶν αἰσχίστων ἀποφέροντι· δέδωκε δὲ μᾶλλον ἡμῖν τὴν ἐξ οὐρανῶν εἰρήνην, τουτέστι Χριστὸν, ὃς καὶ ἁπάσης ἡμῖν εὐκαρπίας τῆς νοητῆς δεδώρηται χορηγίαν. ἐμπεπλήσμεθα γὰρ σίτῳ τε καὶ οἴνῳ, καὶ δέδωκεν ἡμῖν ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστος, τὸν εαυτης καρπόν, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. αὐτὸς δὲ ὑπάρχων καὶ ὁ κόκκος τοῦ σίτου καὶ τὸ δράγμα τὸ ἱερὸν, ἄρτος ἡμῖν ἀπεφάνθη ζωῆς· ἀπέδειξε δὲ καὶ εὐανθεστάτους, ταῖς ἐξ οὐ. ρανοῦ καταπιαίνων dr;osoiw, δῆλον δὲ ὅτι ταῖς νοηταῖς καὶ διὰ τοῦ Πνεύματος, ὧν καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμεμ́νηται λέγων “Ὡς ὗς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη “Σιών." ταῦτα δὲ ἡμῖν ἐν κλήρου μοίρᾳ παρὰ Θεοῦ καὶ μερὶς ἀγαθὴ, ἐπεί τοι γεγόναμεν Ἰσραὴλ, τουτέστι, νοῦς ὁρῶν Θεὸν, τεθεάμεθα γὰρ ἐν Υίῷ τὸν Πατέρα. Καὶ ἔσται ὅ τρόπον ἦτε ἐι κατάρα ἔν τοῖς ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραἦλ, οὕτω διασώσω ὑμᾶς κω ἒσεσθε ἐν εὐλογίᾳ θαρσεῖτε κὼ κατισχύετε ἐν ταῖς χερσίν ὑμῶν.
PG 72:123Αἰχμάλωτοι γεγονότες οἱ ἐξ Ἰσραήλ, καὶ ταῖς τῶν ἐλόντων πλεονεξίαις ἐνειλημμένοι, κεχρηματίκασι καὶ ἐπάρατοι, φασκόντων τινῶν, κατά γε τὸ εἰκὸς Οὕτω μὴ γενοίμην ὡς ὁ Ἰσραήλ. ἐπειδὴ δὲ σέσωκέ τε αὐτοὺς ὁ φιλοικτίρμων Θεὸς, καὶ ἐν τοῖς ἀρχαίοις γεγόνασιν ἀγαθοῖς, συναποβεβλήκασι ταῖς συμφοραῖς καὶ τὸ δοκεῖν εἶναι κατηραμένοι. ηὐλόγηνται γὰρ, καὶ οὐδὲν ἧττον γεγόνασι ζηλωτοὶ καθὰ καὶ πάλαι, Θεοῦ κατευφραίνοντος τοῖς ἄνωθεν ἀγαθοῖς, καὶ ἁπάσης αὐτοῖς εὐθυμίας ἁπλοῦντος μέθεξιν. Τοῦτο δὲ αὐτὸ καὶ ἐφ’ ἡμῶν αὐτῶν ἀτρεκὲς ἐνορῷτο πάλιν. ἦμεν γὰρ ἐπάρατοι, ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπεζευγμένοι, καὶ πρὸς πᾶν εἶδος φαυλότητος διὰ τῆς ἐκείνῶν δυστροπίας κατενηνεγμένοι. ἐπειδὴ δὲ Θεὸν ἐγνώκαμεν τὸν τῶν ὅλων δημιουργὸν, καὶ ἐγνώσθημεν τῷ Χριστῷ, τότε δὴ τότε καὶ ἀναμέλπειν ἐφ’ ἑαυτοῖς δεδιδάγμεθα “Εὐλογη- “μένοι τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν." ἐπειδὴ δὲ εἰς τοῦτο κεκλήμεθα τιμῆς τε καὶ δόξης, φιλεργεῖν ἀναγκαῖον καὶ κατανδρίζεσθαι παθῶν, καὶ στυγητὴν ποιεῖσθαι τὴν ἁμαρτίαν, καὶ τοῖς εὐαγγελικοῖς ἐμπρέπειν νόμοις, ὡς ἐπείγεσθαι κατορθοῦν τὸ ἁνδάνον Χριστῷ.
PG 72:124άκηκόαμεν γὰρ ἐπιφωνοῦντος ἡμῖν Θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, ἐσχήκαμεν δὲ παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν· νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἔδειξε ναὸν, καὶ τὸ τῆς ἀνομίας ἐνέφραξε στόμα, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν τούτοις. νενίκηκε γὰρ, ὡς ἔφην, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν τοῖς ἠσθενηκόσι τὰ ἐκ τοῦ νικῆσαι κατορθῶν ἀγαθά. Δῶτ’ τάδε λέγει Κύριος παντοκράτωρ Ον τρόπον διενοήθην b κακῶσαι ὑμᾶς ἐν τῷ παρορΓίσαι με τοὺς πατέρας ὑμῶ, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· οΰτω παρατέταγμαι κω διανενόημαι ἑ ταῖς ἡμέραις ταύταιψ του καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ κὼ τοι οἶκον Ἰούδα· θαρσεῖτε. Οτι ταῖς θείαις σκέψεσιν εἴτ’ οὖν βουλαῖς τὸ ἀντιστατοῦν οὐδὲν, κἀκ τῶνδε δὴ πάλιν ἐφίησι νοεῖν. ὃ γὰρ ἂν βουλεύσαιτο Θεὸς καὶ δὴ καὶ ἕλοιτο πληροῦν, τοῦτο δὴ πάντως ἐκβήσεται καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἐξέρπει τέλος. οὕτω 1 που φησὶ καὶ διὰ φωνῆς Ἠσαΐου, τῆς ἑαυτοῦ φύσεως τὸ Es. κλνί.
PG 72:125παναλκὲς ἀποφαίνων " καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στή- "σεται, καὶ πάντα ὅσα βεβούλευμαι ποήσω." οὐκοῦν ἐξ ὧν συνέβη παθεῖν αὐτοὺς ἐπενηνεγμένης τῆς θείας ὀργῆς, ἐκ τούτων αὐτῶν συνιέναι, καὶ μάλα σαφῶς, ἔστιν, ὅτι καὶ ἡ τῆς εὐθυμίας αὐτοῖς κατευρύνεται τρίβος ἐθέλοντός γε αὐ- τοῦ καὶ ἐφιέντος εὐημερεῖν, μᾶλλον δὲ καὶ ὀρέγοντος εἰς φιλανθρωπίας τὸ ἐν παντὶ δὴ χρῆναι γενέσθαι καλῷ. ὥσπερ γὰρ, φησὶ, κακοῦν ὑμᾶς ἐθέλοντα διὰ πολλὴν ἁμαρτίαν, ἀπεῖρξεν οὐδέν· οὕτω καὶ χρηστὰ βουλευομένῳ, καὶ κατοι- κτείρειν ἐθέλοντι πεπονηκότας ἀρκούντως, οὐδὲν ἔσται τὸ ἐμποδών. παρατέταγμαι γὰρ εὖ ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ἰούδα. ἐμΦαντικὴ δὲ λίαν ἡ λέξις. οὐ γὰρ ἔφη μόνον ὅτι βεβούλευμαι καὶ διανενόημαι τυχὸν, ἀλλ’ εἰς τοῦτο προῆλθον γνώμης καὶ τῆς ἐφ’ ὑμῖν ἡμερότητος, ὥστε καὶ παρατέαγμαι. τοῦτο δέ ἐστι σκέψεως ἐντόνου μήνυσις ἐναργής. κατασφραγίζει δὲ τὴν ὑπόσχεσιν εἰς ἀλήθειαν, τὸ θαρσεῖτε προστιθείς. Οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς διὰ τῆς πίστεως κεκλῇ’· μένους εἰς ἐπίγνωσιν ἀληθείας ἀσφαλίζεται Χριστός.
PG 72:126ὣσπερ γὰρ πρὸ τῆς κλήσεως πρὸς πᾶν εἶδος φαυλότητος κατωλισθηκότας, παραδέδωκε μὲν εἰς ἀδόκιμον νοῦν, ἐκάκωσε δὲ δι’ ἀκαθαρσίαν· οὕτω καὶ ἐν ταῖς ἡμέραις ταύταις δεινοήθη τε καὶ παρατέτακται, καθά φησιν αὐτὸς, εἴς γε τὸ εὖ ποίησαι τὴν Ἐκκλησίαν καὶ τὸν οἶκον Ἰούδα, τουτέστιν ἡμᾶς τοὺς ἐξομολογουμένους αὐτῷ, καὶ ταῖς εὐφημίαις καταγεραίροντας ὡς Δεσπότην, ὡς σωτῆρα καὶ λυτρωτήν· αἴνεσις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. οἶκος δὲ Ἰούδα καὶ ἑτέρως νοοῖτ’ ἃν ἡ Ἐκκλησία. κεχρημάτικε γὰρ οἶκος Χριστοῦ, ὃς ἀνατέταλ- “κεν ἐξ Ἰούδα," κέκληται δὲ οὕτω καὶ παρὰ τῇ θεοπνεύστῳΓραφῇ. καὶ γοῦν ὁ πατριάρχης Ἰακὼβ οὕτως αὐτοῦ διαμέμνηται λέγων " Ἰούδα, σε αἰνέσαισαν οἱ ἀδελφοί σου, καὶ πάλιν " Ἐκ βλαστοῦ ἀνέβης υἱέ μου Ἰούδα." ἀνέφυ γὰρ ὁ Χριστὸς ἐκ ῥίζης Ἰεσσαὶ, καὶ καθάπερ ἀπὸ βλαστοῦ ἁγίας παρθένου Βακτηρία εὐκλεὴς καὶ ἡ ῥάβδος μεγαλώ- ματος," κατὰ τὴν τοῦ προφήτου φωνήν. ἡμῖν οὖν ἄρα καὶ τὸ θαρσεῖτε λελέξεται, καὶ μάλα εἰκότως. ὅπλῳ γὰρ ἡμᾶς εὐδοκίας ἐστεφάνωσεν ὁ Πατὴρ τῇ διὰ ριστοῦ σωτηρίᾳ καὶ χάριτι.
Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεὶτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑμῶν, καὶ ἓκαστος τὴν κακία τοῦ πλησίον αὐτοῦ μἠ λογίζεσθε ἑ ταῖς καρδίαις ὑμῶ, κὼ ὅρκον ψευδῆ μἠ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ. Οὐκ ἀπειθεῖν ἑλομένοις καὶ εἰς ἐξίτηλον πολιτείαν ἀποφοιτᾶν εἰωθόσιν ἐπαγγέλλεται Θεὸς τὰ ἐκ τῆς ἰδίας ἡμερό- τητος ἐπιδώσειν ἀγαθὰ, καὶ μὴν καὶ παρατετάχθαι πρὸς τὸ χρῆναι λοιπὸν εὖ ποιεῖν αὐτούς· ἠγαπηκόσι δὲ μᾶλλον τὴν αὐτῷ θυμήρη διαστείχειν ὁδὸν καὶ ζῆν εὐαγῶς ᾑρημένοις. ἥκιστα μὲν γὰρ ψευδοεπεῖς ὁρᾶσθαι προστέταχε, ποιεῖσθαι δὲ μᾶλλον ἐν ἀτρεκείᾳ τοὺς λόγους, ὀρθότητα δὲ τὴν ἐπί γε τοῖς ἀγαπᾶν, καὶ τὴν ἐφ’ ἑκάστῳ πράγματι ψῆφον εὐθῆ τε καὶ ἀνεπίπληκτον πάντη τε καὶ πάντως ἐκφέρειν, οὐ λημματίων αἰσχρῶν ἡττωμένους, οὐκ εἰς κέρδη βλέποντας αἰσχρὰ, καὶ χρημάτων ἕνεκα τὴν τοῦ δικαίου παρασημαί- νοντας χάριν· ἀλλ’ εἰς μόνον ὁρῶντας τὸ ἁνδάνον Θεῷ· ἀνιέντας δὲ καὶ ἀδελφοῖς, εἰ δή που τι παραπταίσειαν ἢ δρῶντες ἢ λέγοντες, καὶ προσέτι τούτοις παρωθουμένους εὖ μάλα τὸ ψευδορκεῖν. μεμισηκέναι γὰρ δὴ διισχυρίζεται τὰ τοιάδε τῶν κακῶν. Αθρει δὲ ὅπως οὐδὲν ἐπιτάττει δρᾶν τῶν ἐν σκιαῖς ἢ τύποις.
PG 72:127οὐ γάρτοι χρῆναι βουθυτεῖν οὐδὲ μὴν λιβανωτῷ τιμᾶν ἐντέλλεται, ἀλλ’ οἷον ἰσχνήν τινα καὶ τετορνευμένην, μόνον δὲ οὐχὶ καὶ εὐαγγελικὴν ἐπασκῆσαι βούλεται ζωήν. ἐπειδὴ γὰρ οὐ βραχὺς ἡμῖν ἐν τούτοις περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐκπεποίηται λόγος, ταύτῃτοι καὶ ἀναγκαίως ἐντολὴ συνεισάγεται τὰ δι’ αὐτοῦ λαλοῦσα θεσπίσματα. εἰ γὰρ δὴ προσήκοι τοῖς θείοις ἡμᾶς ἐπομένους λόγοις λαλεῖν τὴν ἀλήθειαν, τὰ Χριστοῦ πάντως διαλεξόμεθα· Χριστὸς γάρ ἐστιν ἡ ἀλήθεια. διὰ τοῦτο καὶ ὁ σοφώτατος Πέτρος ἑτοιμοτάτους ἡμᾶς γενέσθαι προστέταχε " πρὸς ἀπολογίαν παντὶ " τῷ ἐρωτῶντι ἡμᾶς λόγον περὶ τῆς οὔσης ἐν ἡμῖν ἐλπίσος." οἱ δὲ δὴ τὰ Χριστοῦ λαλεῖν εἰθισμένοι, καὶ αὐτὸν ἔχοντες ἐπὶ γλώσσης ἀεὶ, καὶ νοῦ καὶ καρδίας μελέτην πεποιημένοι, δίκαιοί που πάντως εἶεν ἂν, καὶ τῆ κατὰ πᾶν ὁτιοῦν ὀρθότητι διαπρέποντες, εἰρηνικοί τε καὶ πρᾶοι καὶ πρός γε τούτῳ καὶ ἀνεξίκακοι, καὶ ψευδορκεῖν οὐκ εἰδότες, μᾶλλον δὲ οὐδὲ ὀμνύντες ὅλως.
PG 72:128διαμέμνηνται δὲ λέγοντος αὐτοῦ Ἔστω " δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν " τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.” Καὶ ἐγένετο λόγος Κθρίου παντοκράτορος πρὸς μὲ λέΓω Τάδε λέΓει Κύριος παντοκράτωρ Νηστεία ἠ τετάρτη καὶ νηστεία ἠ πέμπτη καὶ νηστεά ἠ ἐβδόμη καὶ ηστεία ἠ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰ κὼ εἰς εὐφροσύνγν κω εἰς ἑορτὰς ἀφαθὰς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν κω τὴν εἰρήνην ἀφαπήησατε. Ἀναγκαῖον οἶμαι τοῖς φιλομαθέσι προαφηγήσασθαι τῶν ἐνθάδε λεγομένων νηστειῶν τὰς αἰτίας, καὶ ποία μὲν ἡ τετάρτη. τίς δὲ καὶ ἡ πέμπτη, καὶ αἱ τούτων ἐφεξῆς ἑβδόμη τε καὶ δεκάτη. προσεποίσομεν γὰρ οὕτως ἐπὶ καιροῦ, καὶ ἐν κόσμῳ λοιπὸν τῶν προστεταγμένων τὴν δύναμιν. οὐκοῦν μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, καὶ κατεμπρησθῆναι τὸν ναὸν, ἀποκομισθῆναι δὲ ὁμοῦ τοῖς ἱεροῖς σκεύεσιν αἰχμάλωτον τὸν Ἰσραὴλ, οἱ σεσωσμένοι τε καὶ περιλειφθέντες κατὰ τὴν Ἰουδαίαν τὰς ἡμέρας ἐν αἷς τὰ τοιάδε παθεῖν συμβέβηκεν ἀποφράδας ἡγοῦντο καὶ στυγητὰς, καὶ δὴ κατὰ πληθὺν συνθέοντες, κομμὸν ἐποιοῦντο καὶ θρῆνον, ἀσιτοῦντες ὡς ἐν νηστείαις. τίνα δὲ δὴ τὰ συμβεβηκότα, καὶ ὡς ἐν ἑκάστη τῶν ἀρτίως ἡμῖν ὠνομασμένων ἡμερῶν, φέρε λέγωμεν ἐκ τῶν ἱερῶν γραμμάτων.
PG 72:129Ἔφη τοίνυν ὁ μακάριος Ἱερεμίας " καὶ ἐγένετο ἐν τῷ " ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ· δῆλον δὲ ὅτι Σεδεκίου· " ἐν τῷ μηνὶ τῷ δεκάτῳ τῆ δεκάτῃ τοῦ μηνὸς ἦλθε Ναβου- " χοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐ- " τοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ περιεχαράκωσαν αὐτὴν καὶ " περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ, καὶ " ἦλθεν ἢ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασι- " λεῖ’ Σεδεκίᾳ, ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτη τοῦ μηνὸς, " καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι " τῷ λαῷ τῆς γῆς, καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ " ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς “πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ " ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως." εἶτα διὰ μέσου παρενθεὶς τῶν Σεδεκίου παίδων τὴν σφαγὴν, αὐτοῦ δὲ τὴν τύφλωσιν, ἔφη πάλιν " Ἐν μηνὶ τῷ πέμπτῳ δεκάτη τοῦ “μηνὸς ἦλθε Ναβουζάρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς " πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ " ἐνέπρησε τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, " καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν με " γαλῆν ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν τεῖχος Ἰερουσαλὴμ " κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ " ἀρχιμαγείρου " ἀκούεις ὅπως ἐν τῷ δεκάτῳ ἔτει πεπολιόρκηεναβουχοδονόσορ τὴν Ἱερουσαλὴμ, εἶτα τῷ τετάρτῳ μηνὶ τοῦ ἑνδεκάτου ἔτους διακεκόφθαι φησὶ τὴν πόλιν, ἐν ’δε γε τῷ πέμπτῳ μηνὶ καὶ αὐτὸν ἐμπεπρῆσθαι τὸν ναὸν καὶ ἅπασαν δὲ τὴν πόλιν διισχυρίζεται παρὰ τοῦ ἀρχιμαγείρου.
ἀποφράδας δὴ οὖν τὴν τετάρτην καὶ τὴν πέμπτην καὶ τὴν δεκάτην ἡμέραν ἐποιοῦντο, τοὺς μῆνας εἰς ἡμέρας παραφέροντες. τίς δὲ καὶ ἡ ἐβδόμη, πάλιν εἰπεῖν ἀναγκαῖον. Ἐπειδὴ γὰρ εἷλε τὴν Ἱερουσαλὴμ ὁ ἀρχιμάγειρος, κεχειροτόνηκε τὸν Γοδολίαν εἰς καθηγητὴν τοῖς καταλοίποις τῶν Ἰουδαίων ἐν τοῖς ἱεροσολύμοις. εἶτα τοῦτο δεδρακὼς ἀπῆρκεν εἰς Βαβυλῶνα. ἐπειδὴ δὲ τοῦτο οὕτω πεπρᾶχθαι μεμαθήκασιν οἱ περισωθέντες ἐξ Ἱουδαίων, συνέδραμον ἐν τοῖς Ἱεροσολύμοις, καὶ ἦσαν ἐν ἐλπίσι τοῦ κατοικεῖν ἔτι τὴν γῆν. ἁλλ’ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καθ’ ἁ γέγραπται, τὸν Γοδολίαν ἀνεῖλεν ὁ Ἰσμαήλ· καὶ διεσπάρη πᾶς ὁ λαὸς τότε, καὶ ἀπέδραμον εἰς τὴν Αἰγυπτίων, καὶ διολώλασιν ἐκεῖ. στυγητὴν οὖν ἐποιοῦντο καὶ τὴν ἑβδόμην ἡμέραν, καὶ αὐτὸν δὲ τὸν μῆνα ταύτης ἕνεκα τῆς αἰτίας. ἥδε μὲν οὖν τῶν νηστειῶν ἡ πρόφασις. ἐπειδὴ δὲ ἦν ἀκόλουθον, πεπαυμένων τῶν ἐξ ὀργῆς καὶ ἀνακομισθέντος τοῦ Ἱσραὴλ εἰς Ἱεροσόλυμα καὶ τῶν σκυθρωπῶν παρεληλακότων, μὴ νηστεύειν ἔτι καὶ κόπτεσθαι, μεταπλάττεσθαι κελεύει τὸ πένθος εἰς θυμηδίαν, ἥδεσθαί τε μᾶλλον ἐφ᾿ οἷς ἔχουσι λαβόντες παρὰ Θεοῦ, ἤγουν διὰ μνήμης ἔχειν τὰ ἐφ᾿ οἷς τετιμώρηνται κατὰ καιροὺς, πλημμελοῦντες ἀφυλάκτως καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀναίδην ὠλισθηκότες.
PG 72:130Δέδρακε δὲ τοῦτο καὶ εἰς ἡμᾶς ὁ Χριστός. “ Ἔστρεψε “ γὰρ ἡμῖν τὸν κοπετὸν εἰς χαρὰν, διέῤῥηξε τὸν σάκκον καὶ “ περιέζωσεν εὐφροσύνην,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἐπαιτιώμεθα δὲ οὐδαμῶς, ὅτι Θεὸν οὐκ εἰδότες ποτὲ, καὶ προσκυνοῦντες τῆ κτίσει παρὰ τὸν κτίσαντα, πεπτώκαμεν ὑπὸ πόδας ἐχθρῶν καὶ εἰς νοῦν ἀδόκιμον· εὐχαριστοῦμεν δὲ μᾶλλον ἐφ᾿ οἷς ἠλεήμεθα καὶ σεσώσμεθα, καὶ ἐκ χειρὸς ἐχθρῶν λελυτρώμεθα, καὶ τὴν ἁγίαν οἰκοῦμεν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν, ἠξιώμεθά τε λοιπὸν εὐχαῖς καὶ θυσίαις ταῖς πνευματικαῖς καταγεραίρειν αὐτὸν, ἀηαπῶμεν δὲ καὶ ὡς εἰς εἰρήνην καὶ ἀλήθειαν, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα καταλογίζεσθαι παρὰ τῆς θεοπνεύστου δεδιδάγμεθα γραφῆς. “ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν·” αὐτὸς, ὡς ἔφην, ἡ ἀλήθεια· καὶ δι᾿ αὐτόν ἐσμεν ἐν ἐλπίσιν ἀγαθαῖς, b καὶ ἐν τῷ κατευφραίνεσθαι δεῖν, κατηφείας ἁπάσης ἐξῃρημενης. Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι ἤξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλὰς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μὰ πόλιν λέφοντες Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ προόσωπον Κυρίου παντοκράτορος, πορεύσομαι κἀγώ.
PG 72:131καὶ ἣξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλά ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκρά- τορος ἐν Ἱερουσαλὴμ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον Κυρίου. Μεταπλάττοντος τοῦ Χριστοῦ τὸ πένθος ἡμῶν εἰς χαρὰν καὶ εἰς ἑορτὴν καὶ εἰς εὐφροσύνας ἀγαθὰς, καὶ μεθιστῶντος εἰς θυμηδίαν τοὺς ὀδυρμοὺς, οὐ καθ’ ἕνα λοιπὸν ἔσται, φησὶ, τῶν καλουμένων εἰς σωτηρίαν ἡ ὡς ἐν πίστει πρόσοδος καὶ ἡ πρὸς Θεὸν οἰκείωσις δι’ ἁγιασμοῦ· ἀλλ’ αἱ μὲν πόλεις ἀλλήλας εἰς τοῦτο παροτρυνοῦσι λοιπὸν, ἥξει τε κατὰ πληθὺν πάντα τὰ ἔθην, τοῖς εἰς τοῦτο φθάσασιν ἐπιφωνούντων ἀεὶ τῶν δευτέρων τό Πορεύσομαι καγώ. γέγραπται γὰρ ὅτι " Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον " ἐτέρου." πρόκλησις γὰρ ἀείπως ἑτέροις εἴς γε τὸ χρῆναι πληροῦν τὸ ἀγαθὸν, ἡ τινῶν εὑρίσκεται προθυμία. τίς δὲ δὴ ταῖς πόλεσιν ἤτοι τοῖς ἔθνεσιν ὁ σκοπός; τὸ ἐξιλάσασθαί τε καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυροῦ, τουτέστι Χριστὸν, ὅς ἐστιν εἰκὼν ἀπαράλλακτος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ " χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καθὰ γέγραπται, καὶ " ἀπαύγασμα τῆς δόξης,’’ περὶ οὗ φησι καὶ ὁ θεσπέσιος Δαυείδ "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου.
PG 72:132ἐπέλαμψε γὰρ ἡμῖν ἡ εἰκὼν καὶ τὸ πρόσωπον, ὡς ἔφην, τοῦ Θεοῦ καὶ Πατρός· αὐτὸν ἔχοντες εὐμενῆ καὶ ἵλεω, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διακρουσόμεθα βλάβη, δικαιούμενοι διὰ πίστεως οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, " ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος·" φιλοικτίρμων γάρ ἐστι καὶ ἀγαθὸς καὶ ἀφίησιν ἐγκλήματα τοῖς προσιοῦσιν αὐτῷ· αὐτὸν ἐκζητοῦντες φιλομαθῶς καὶ διὰ τοῦ χρῆναι πληροῦν τὰ νενομισμένα, πάντη τε καὶ πάντως εὑρήσομεν, καὶ δι’ αὐτοῦ κολλώμεθα τῷ Θεῷ καὶ Πατρὶ, καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς γραφάς. Τάδε λέγει Κύριος παντοκράτωρ Ἐν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶ γλωσσῶν τῶι ἐθνῶν, κω ἐπιλάβωνται του κρασπέδου ἀνδρὀς Ἰουδαίου λέφοντες Πορευσόμεθα μετὰ σου, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ᾿ ὑμὼν ἑστιν. Τίνα δὴ τρόπον ἡ κατὰ πόλεις τε ὁμοῦ καὶ ἔθνη γενήσεται πρόσοδος τῶν ἐπιζητούντων τὸ πρόσωπον κυρίου, διατρανοῖ πάλιν. ἔσται γὰρ τοῦτο φησὶν ἐν ταῖς ἡμέραις ἐκείναις, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἄν ἐπιλάβοιντο δέκα ἄνδρες ἑνὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ. διὰ μὲν οὖν τῶν δέκα, τὸν τέλειον τῶν προσιόντων νοήσεις ἀριθμόν· τελειότητος γὰρ σύμβολον ὁ δέκα πὼς ἐστὶν ἀριθμός.
ὅτι δὲ τοῖς ἁγίοις ἀποστόλοις οἱ ἐξ ἐθνῶν κολλώμενοι τὴν αὐ- τὴν ὥσπερ ἐκείνοις βαδίζειν ὁδὸν ἐπεχείρουν δικαιούμενοι διὰ πίστεως τῆς ἐν Χριστῷ, καθίστησιν ἐναργὲς, καὶ τὸ σχῆμα λέγων, ὡς ἐξ εἰκόνος τῆς καθ’ ἡμᾶς διαπεπλασμένον εὖ μάλα. οἱ μὲν γὰρ μικροὶ τῶν παίδων εἰ τοῖς ἰδίοις πατράσιν ἕλοιντό ποτε κατακολουθεῖν, ἐπιδραξάμενοι τοῦ κρασπέδου καὶ οἷον ἐπικουρούμενοι ταῖς ἁφαῖς καὶ τῶν ἐσθημάτων ἀπαρτώμενοι, ἀπλανῆ τε καὶ ἀσφαλῆ ποιοῦνται τὴν βάδισιν· κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῇ κτίσει λελατρευκότες παρὰ τὸν τῶν ὅλων Δημιουργὸν, πατέρας γνησίους ἐπιγραφόμενοι τοὺς τῶν εὐαγγελικῶν δογμάτων εἰσηγητὰς, καὶ συναπτόμενοι δι’ ὁμοψυχίας, ἕπονταί τε αύτοῖς, νηπιάζοντες ἔτι τὰς γνώμας, καὶ εἰς τὴν ὁμοίαν ἵενται τρίβον, ζηλωταί που πάντως τῆς αὐτῶν πολιτείας ἀναδεικνύμενοι, καὶ ταῖς ἀεὶ πρὸς τὸ ἄμεινον ἐπιδόσεσιν " εἰς ἄνδρα " τέλειον ἀναβαίνοντες καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρῶ· " μάτος τοῦ Χριστοῦ." ἕπονται δὲ διὰ ποίαν αἰτίαν ; πεπληροφόρηνται γὰρ ὅτι ὁ Θεὸς μετ’ αὐτῶν ἐστι, τουτέστιιν ὁ Ἐμμανουήλ· ἑρμηνεύεται γάρ Ὁ Θεὸς μεθ’ ἡμῶν.
PG 72:133ὅτι δὲ οὐ μόνων ἔσται τῶν ἐξ αἵματος Ἰσραὴλ ἡ τὸ τηνικάδε κλῆσις, ἁπάντων δὲ μᾶλλον τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν, διαμεμήνυκεν εἰπὼν, ὡς ἐκ πασῶν ἔσονται τῶν γλωσσῶν οἱ ἐπιδραττόμενοι τοῦ κρασπέδου. πότε δὲ κέκληνται τὰ ἔθνη πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πότε βεβούληνται ἐκζητῆσαι τὸ πρόσωπον κυρίου, ἐξιλάσασθαί τε αὐτὸ, καὶ εἰς τὸ χρῆναι τοῖς ἁγίοις ἀποστόλοις τὴν αὐτὴν ὥσπερ διαστείχειν ὁδὸν, εἰ μὴ ὅτε γέγονε καθ’ ἡμᾶς ὁ Μονογενής ; ὅς ἐστι προσδοκία ἐθνῶν· πρὸς ὃν καὶ ὁ θεσπέσιος ἀναμέλπει Δαυείδ "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσ- “κυνήσουσιν ἐνώπιόν σου, Κύριε·" σέσωσται γὰρ δι’ αὐτοῦ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς. Λῆμμα λόφου κυρίου ἐὺ γῇ Σεδρὰχ κὼ Δαμασκοῦ ἀνάπαυσις αὐτοῦ, διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλάς τοῦ Ἰσραήλ· καὶ "Ημὰθ έν τοῖς ὁρίοις αὐτῆς. Οὐκ ἄτραχυ μὲν τὸ προκείμενον, δυσέφικτος δὲ κομιδῆ καὶ αὐτὴ τῶν λέξεων ἡ συνθήκη, πλὴν ὡς ἔνι λελέξεται πρὸς ἡμῶν. τὰ γεμὴν ἐφ’ οἷς εἰρῆσθαι ταυτὶ νομιοῦμεν, εἰ· κότως προαγορεύειν ἀνάγκη, νοηθείη γὰρ ἂν ὧδε τε καὶ μόλις τῆς προφητείας ὁ νοῦς.
PG 72:134ὅτε τοίνυν τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνείθη τε καὶ ἀπήλλακται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἧκόν τε λοιπὸν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνατειχίζειν ἐπεχείρουν τὴν Ἱερουσαλὴμ, τότε δὴ τότε τὰ περίοικα τῶν ἐθνῶν, οἵ τε τὴν Σαμάρειαν οἰκοῦντες καὶ οἱ τὰς τῆς Παλαιστίνης καὶ μὴν καὶ Φοινίκης νεμόμενοι πόλεις, κατεδάκνοντο φθόνῳ, ὁμοῦ δὲ καὶ ἐδεδίεσαν, μὴ ἄρα δὴ πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένου τοῦ γένους, εἶτα πόλιν ἔχοντες τὴν οὕτω δυσάλωτον καὶ εὐπυργοτάτην, καταστρατεύοιντο πάλιν αὐτῶν, καὶ ἄμαχόν τινα, καθὰ καὶ πάλαι, κατεξαναστήσειαν αὐτῶν τὴν χεῖρα, ταύτῃτοι τειχίζειν ἐθέλουτας διακωλύειν ἤθελον, πικροὺς ἀρτύοντες δόλους, καὶ μὴν καὶ ἐφόδους λῃστρικὰς ἱστάντες αὐτοῖς. ἧκον δὲ εἰς τοῦτο βασκανίας καὶ φθόνου, ὥστε καὶ γεγράφασι τῷ Περσῶν βασιλεύοντι τὸ τηνικάδε τὰ ἐν τῷ Ἕσδρᾳ κείμενα. ἔχει δὲ οὕτως " Βασιλεῖ Ἀρταξέρξη κυρίῳ οἱ παῖδές σου " Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμμα- " τεῦς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν " τῆ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ.
PG 72:135καὶ νῦν γνωστὸν ἔστω τῷ " κυρίῳ βασιλεῖ διότι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες παρ’ ὑμῶν " πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν " ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς " καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν " οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, " φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασι- " λεῦσιν ἀντιστήσονται, καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν " ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοι- " οῦτον." οὐκοῦν ἐπειδήπερ ἑαλωκότι μὲν τῷ Ἰσραὴλ καὶ παθόντι τὴν αἰχμαλωσίαν ἐπετώθαζον οὐ μετρίως, ἀνασεσωσμένῳ δὲ μόλις καὶ δεσμῶν ἀνειμένῳ πάλιν οὐδὲν ἧττον ἐπέθρωσκον, μυρίοις τε ὅσοις αὐτὸν ἐνίεσαν πόνοις, πολυτρόπως ἐπιβουλεύοντες, καὶ οὔτε τὸν θεῖον ἐγεῖραι ἐῶντες ναὸν, οὔτε μὴν τὴν ἁγίαν τειχίζειν πόλιν, παρωξύνετο Θεὸς ἐπ’ αὐτοῖς ἀναγκαίως, καὶ παραδέδωκεν αὐτοὺς εἰς χεῖρας Ισραήλ. πεπαυμένων γὰρ τῶν ἔργων, ἐγηγερμένου τε τοῦ ναοῦ, πάσας αὐτῶν τὰς πόλεις καταδῃώσαντες εἵλοντο ὑπ’ ὁ χεῖρα τοὺς ἐν αὐταῖς, καὶ χρημάτων γεγόνασιν ἀναριθμήτων δεσπόται.
PG 72:136Λῆμμα τοίνυν λόγος κυροῦ φησὶν ἐν γῆ Σεδρὰχ καὶ Δαμασκοῦ, τουτέστιν, ὁ ἐν χερσὶν ἡμῖν λόγος ὁ παρὰ Θεοῦ, κατά τε τῆς γῆς τῆς Σεδρὰχ καὶ τῆς Δαμασκοῦ γενήσεται καὶ μέντοι καὶ Ἡμὰθ, ἥτις ἐστὶν ἐν τοῖς ὁρίοις αὐτῆς, δῆλον δὲ ὅτι τῆς Δαμάσκου. γῆ δὲ Σεδρὰχ χώρα που πάντως ἐστὶ κατὰ τὴν ἑῴαν κειμένη, ἧς γείτονες ἥ τε Ἡμάθ· ἢ νῦν ἐστιν Ἐπιφάνεια τῆς Ἀντιοχέων προσωτέρω βραχὺ· καὶ ἡ Δαμασκὸς, ἥ ἐστιν ἐπὶ Φοινίκων τε καὶ Παλαιστίνων μητρόπολις· ὑποκείσονται δὲ δηλονότι ταῖς μητροπόλεσι καὶ πόλεις αἱ ὑπ’ αὐταῖς. διατί τοίνυν κατ’ αὐτῶν τὸ λῆμμα ; ὅτι καὶ ἐν αὐταῖς γέγονεν ἀνάπαυσις αὐτοῦ, τουτέστι τοῦ πάντων κρατοῦντος Θεοῦ. ἀναπέπαυται δὲ ὅτι τεθέαται τετιμωρημένας. οὐ γὰρ ἃν σεσίγηκεν ὁ πάντα ἐφορῶν, φειδοῦς τε καὶ ἐπισκέψεως ἀξιῶν τὸ ἀπόλεκτον γένος, τουτέστι τὸν Ἰσραήλ. ἐφορᾷ γὰρ ἀνθρώπους ὁ τῶν ὅλων Θεὸς, καὶ τὴν ἑκάστου τρίβον κατασκέπτεται, καὶ τοῖς μὲν ἀδικοῦσιν ἐπιφέρει τὰ ἐξ ὀργῆς, ἐκρύεται δὲ τοὺς ἀδικουμένους. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ἐν τοῖς προλαβοῦσι ’τον περὶ τῶν τεσσάρων ἁρμάτων εἰσκομίσας λόγον καὶ τὰς τῶν ἵππων ἰδέας, προστέθεικε πάλιν Ἰδοὺ οἱ ἐκπορευόμενοι " ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.
ἀναπαύεται δὲ ὥσπερ ὁ μισοπόνηρος τοῦ Δεσπότου θυμὸς, ἐκτετικότων τὰς δίκας τῶν αὐτῷ προσκεκρουκότων διὰ πλώ στῆν ὅσην καὶ ἀχάλινον ἁμαρτίαν. Tupoς καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα, κοὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα ἑαυτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ στνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶ. διὰ τοῦτο αὐτὴν, καἰ κατάξει εἰς θἀλασσαν τῆν εύναμιν αὐτῆς, κὼ αὐτὴ ἐν πόμ’ καταναλωθήσεται. Ἐπιτρέχει τῷ λόγῳ τὰ συμβεβηκότα ταῖς πόλεσι, καθ’ ὧν γεγενῆσθαι διισχυρίσατο τὸ " λῆμμα Κυρίου." ἄρχεται δὲ ἀπό τε τῆς Τύρου καὶ τῆς Σιδῶνος, αἳ δὴ μάλιστα τῶν ἄλλων διαφερόντως τετίμηντο, προὔχουσαι μὲν ἰσχύἱï καὶ πλούτῳ, καὶ ταῖς εὐανδρίαις τῶν κατῳκηκότων, ἔχουσαι δὲ ὥσπερ ὑπὸ χεῖρα τὰς ἃς ἄλλας, καὶ τῶν ὁμόρων προεκκείμεναι. οὐκοῦν ἐπειδήπερ, φησὶν, ὑψηλὴν ἀνασπῶσι τὴν ὀφρὺν Σιδών τε καὶ Τύρος, οἴονται δὲ εἶναι δειναί τε καὶ ἄθραυστοι, καὶ τεθαρσήκασι μὲν ἐπ’ ὀχυρώμασι, τουτέστι τειχῶν περιβολαῖς, ἤγουν καὶ ἑτέροις πράγμασι, δι’ ὧν ἃν εὖ ἔχοι καὶ σώζοιτο πόλις, πεφρονήκασι δὲ καὶ ἐπὶ πλούτῳ μέγα, ταύτῃτοι μαθήσονται διὰ πείρας αὐτῆς, ὅτι Κύριος κληρονομήσει αὐτήν. πεπορθηκότων γὰρ αὐτὴν τῶν ἐξ ’Ισραὴλ, ἤγουν τάχα που Οὐεσπασιανοῦ καὶ Τίτου, κληρονομήσεσθαί φησιν αὐτὴν παρὰ Θεοῦ.
PG 72:137καὶ γὰρ ἦν αὐτὸς ὁ παραδιδοὺς καὶ ὑπὸ χεῖρα τιθεὶς τῶν ᾑρηκότων αὐτήν. Ῥωμαῖοι γὰρ τοῖς ἰδίοις ὑποφέροντες σκήπτροις τὴν σύμπασαν γῆν, τοῖς μὲν εἴκουσιν ἀμαχεὶ πρᾶοί τε ἦσαν καὶ προσηνεῖς· τοῖς γεμὴν ἀντεξάγειν εθέλουσιν ἐπεφύοντο καὶ αὐτοὶ δριμεῖς τε καὶ μάχιμοι. κατεμπρησθήσεσθαι δὴ οὖν φησιν αὐτὴν κατεσπασμένων ἐν θαλάσσῃ τῶν ὀχυρωμάτων, καὶ διηρπασμένου τοῦ πλούτου, εἰ καὶ ἦν ὡς χοῦς τὸ χρυσίον καὶ ὡς πηλὸς όνων τὸ ἀρηύριον αὐτῆς. ἔμποροι γὰρ γεγόνασι δεινοὶ καὶ φιλοκερδέστατοι λίαν, οἱ τῆς Τυρίων οἰκήτορες, καὶ περί γε τούτου πλατὺς καὶ μακρὸς ἐκπεποίηται λόγος ἐν τοῖς Ἰεζεκιὴλ τοῦ προφήτου συγγράμμασιν. οὐδὲν οὑν ἄρα τοὺς Θέῳ προσκρουοντας ὀνήσει ποτὲ τοὺς ἐπιτωθάζοντας μὲν ἁγίοις, εἰ δή που τι συμβαίνοι παθεῖν αὐτοὺς, πλατὺ δὲ γελῶντας εἰ δοκιμάζοι Θεὸς τῶν ἰδίων τὴν πίστιν. ἀτονήσει γὰρ αὐτῶν πᾶν ὀχύρωμα, τουτέστι πᾶσα περιβολὴ καὶ πᾶς ἀσφαλείας τρόπος· οὐδὲν δὲ ὅλως ὁ πλοῦτος, ἀλλ’ ἔσται τις καὶ πολέμου τροφὴ καὶ τοῖς εἰωθόσι καταδῃοῦν προθυμίας τῆς εἰς τοῦτο μᾶλλον ὁλκός.
PG 72:138Ἴδοι δ' ἄν τις ἲς καὶ νῦν τοὺς Ἑλλήνων παῖδας μέγα μὲν φρονοῦντας ἐπὶ σοφίᾳ κοσμικῇ, καὶ οἷον ἐπ’ ὀχυρώμασι, ταῖς ἐκ πολυπλόκων συλλογισμῶν ἀπάταις, μόνον δὲ οὐχὶ τὴν ἰδίαν πλάνησιν τῇ τῆς εὐγλωττίας δυνάμει διατειχίζοντας, καὶ καταπλουτοῦντας λίαν τὸ ὡς ἐν λέξει λαμπρὸν ὡς ἄργυρον], καὶ ὡς ἐν τάξει χρυσοῦ τὸ ἐν νοήμασι τίμιον. πλὴν καὶ οὕτως ἔχοντας κεκληρονόμηκεν ὁ Χριστὸς, καθεῖλε μὲν γὰρ τὰ ὀχυρώματα, τουτέστι, πεπτώκασι τὰ ἐξ ἀπάτης εὑρήματα, διήρπασται δὲ τὸ χρυσίον καὶ τὸ ὰργύριον. οἱ γάρτοι κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστηκότες, ἄνδρες ἐλλό- γιμοι καὶ σοφοὶ, καὶ τῆς ἐκείνων εὐγλωττίας τὴν δύναμιν εἰς ἑαυτοὺς ἁρπάσαντες ἱερὸν ἀνάθημα πεποίηνται τῷ Θεῷ, τοῖς τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις, καὶ τῆς παρ’ ἐκείνοις ἀπάτης πλείστην τε ὅσην καὶ ἀληθῆ ποιούμενοι τὴν κατάῤῤησιν. πεπράχασι τι τοιοῦτον οἱ ἐξ Ἰσραήλ. χρησάμενοι γὰρ πάρα τῶν Αἰγυπτίων σκεύη χρθσα τε καὶ αργυρα καὶ σκυλεύσαντες τοὺς πλεονεκτήσαντας, προσήγαγον ταῦτα κατὰ τὴν ἔρημον τῷ παναγίῳ Θεῷ, κατασκευαζομένης τῆς ἁγίας σκήνης καὶ τῶν ἐν αὐτῇ σκευῶν ἱέρων.
PG 72:139Οὑκοῦν οἱ διὰ σοφίας κοσμικῆς καὶ διὰ λόγου φαιδρότητος οἰκονομοῦντες τὴν Ἐκκλησίαν, διαρπάζουσί τε τοὺς Ελλήνων παῖδας, καὶ οἱονεὶ τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον ἐκ πολλῆς ἄγαν ἐπιεικείας καταπλουτήσαντες, κλῆρον αὐτὸ ποιοῦνται Θεοῦ, τὰ εἰς δόξαν αὐτοῦ λαλοῦντες ἑτέροις, καὶ τὰ μὲν ἐκείνων ὀχυρώματα καταστρέφοντες, οἰκοδομοῦντες δὲ νοητῶς τὴν ἁγίαν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν. Ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, κω φάζα κὼ ὀδυνηθήσεται σφόδρα, καἰ Ἀκκαρῶν, ὄτι ᾐσχήνθη ἀπό τῆς ἐλπίδος αὐτῆς· κα ἀπολεῖται βασιλεὺς ἀπὀ Φάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ. καὶ κατοικήσουσιν ἀλλοτ ενεῖς ἐν Ἀζώτῳ, καἰ καθελῶ ὕβριν ἀλλοφύλῳ. Ὅτε πολέμου καὶ μάχης ἐμβολὴ κατανέμεται χώραν, εὐθαρσέστεραί πὼς εἰσὶ καὶ ἐν ἐλπίσιν ἔσθ' ὅτε χρησταῖς, αἱ κατ’ αὐτὴν πόλεις· οἴονται γὰρ, ὅτι περιέσονται τῶν ἐχθρῶν ἢ τῷ πλήθει τῶν ἐνοικούντων ἐν αὐταῖς, ἢ τειχῶν ὀχυρότητι καὶ ταῖς τῶν τακτικῶν ἐπιστήμαις· εἰ δὲ δὴ γένοιτο τῶν παρά σφισιν ἁλῶναι μίαν, ἥπερ ἂν λέγοιτο δυνατωτάτη, τότε δὴ τότε πᾶσα μὲν ὀκλάζει πρὸς δέος, ἀποσείεται δὲ τὴν ἐλπίδα, τὴν τοῦ διαφυγεῖν δύνασθαί φημι, καὶ ὡς πεσοῦσα θρηνεῖ.
ἁλούσης δὴ οὖν τῆς Τυρίων, τῆς οὕτω διαφανοῦς καὶ ἀλκιμωτάτης καὶ πλούτῳ κομώσης, φοβηθήσεται μὲν, φησὶν, Ἀσκάλων, ὀδυνηθήσεται δὲ Γάζα καὶ μὴν καὶ Ἀκκαρών. πόλεις δὲ αὗται τῶν Παλαιστίνων. ὀδυνηθήσεται δὲ, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. ᾤοντο μὲν γὰρ, ὅτι αὐταῖς ἀρκέσει πρὸς ἐπικουρίαν ἡ Τυρίων ἰσχύς. ἐπειδὴ δὲ κειμένην τεθέανται, ταύτῃτοι λοιπὸν ἀπωλισθήκασι τῆς ἐλπίδος. καὶ ὁ μὲν Γάζης ἡγούμενος οἰχήσεταί φησιν, ἀπολωλὼς δηλονότι, κατοικησουσι δὲ καὶ ἀλλογενεῖς ἐν Ἀζώτῳ, δεδαπανημένων, κατὰ τὸ εἰκὸς, τῷ πολέμῳ τῶν αὐθιγενῶν. ἐπιλέγει δὲ τούτοις, ὅτι καθελῶ ὕβριν ἀλλοφύλων. καὶ ἀλλοφύλους μὲν τοὺς Φυλιστιαίους, ἤτοι τοὺς Παλαιστίνους, ὀνομάζει συνήθως. ἥκοι δ’ ἃν, εἴ γε τῳ δοκοίη, καὶ καθ’ ἑτέρων ἐθνῶν ὁ λόγος τῶν ἠδικηκότων τὸν Ἰσραὴλ, οἳ καὶ ἦσαν ὅμοροι καὶ τῆς Ἰουδαίων γείτονες. ἀλλὰ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὸν ἐν τῷ γράμματι λόγον, εἰρήσεται πάλιν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι διωκομένης, ὡς ἔφην, παρ’ ἐχθρῶν ἔσθ’ ὅτε τῆς Ἐκκλησίας, συνεπιφύονταί τε δεινῶς καὶ ἐπιμειδιῶσιν οἱ ἐχθροὶ, τάχα που λέγοντες τό “εὺγε εὖγε, κατὰ τὸ γεγραμμένον.
PG 72:140πλὴν ἐπαμύνει χριστὸς, καὶ ἅπασαν μὲν αὐτῶν συνθραύσει δύναμιν, τὸν ἴδιον ἐγείρων ναὸν, ἐπιφέρων δὲ τοῖς ἐπιβουλεύουσι τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ὥσπερ τινὰς πόλεις τὰς τῶν αἱρέσεων κατασείων συναγωγὰς, καὶ πρὸς ταύταις ἔτι τὰ τῶν εἰδωλολατρῶν ἀνόσια στίφη. καὶ ἐξαρῶ τὸ αἰνὰ αὐτῶι ἐκ στὀματος αὐτῶι, κω τὰ βδελύγματα αὐτῶ ἐκ μέσου ὀδότων αὐτῶν· καὶ ὑπολειφθήσοναι καὶ οὗτοι τῷ Οεῷ ἡμῶν, κω ἒσοναι ὡς χιλίαρχος ἐν Ἰούδᾳ, κω ὁ Ἀκκαρὠς ὡς ὁ Ἰεβουσαῖος. Κατεδηδόκασι μὲν καὶ οὗτοι τὸν Ἰσραὴλ, καὶ οἷά τινες θῆρες, μονονουχὶ καὶ αἵματι πεφυρμένον εἶχον τὸ στόμα. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, καὶ ταῖς τῶν ματαίων θεραπείαις προσκείμενοι, ἀεί πὼς ἐπὶ γλώττης, ἤγουν ἐπ’ ὁδόντων, ἐδέχοντο τῶν ἰδίων βδελυγμάτων τὰς κλήσεις, ἄνω τε καὶ κάτω θεοὺς ὀνομάζοντες τὰ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες “Θεός μου εἶ σὺ, καὶ σὺ “ἐγέννησάς με.” ἀλλ’ ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσήκουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προαναθροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν ἐν Χριστῷ.
PG 72:141ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥόφησαν τὸν Ἰσραὴλ, ἀλλ’ ἥξει καιρὸς, καθ’ ὃν ἔσονται καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιωθήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνόματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμεμνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ κα) αὐτοὶ τῷ Θεῷ ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευματικῶς, χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· “Αὐτὸς γάρ ἐστιν Eph.ii. (??) “ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- “τοῖχον τοῦ φραγμοῦ λύσας, κτίσας τε τοὺς δύο λαοὺς εἰς “ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων “τοὺς ἀμφοτέρους ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα” ταύτῃοί φησιν ὅτι ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, τουτέστιν, εἰς τοῦτο προβήσονται γνησιότητος, τῆς ὡς ἐν πίστει τε καὶ ἐπιεικείᾳ, φημὶ, ὥστε καὶ ἐξ αὐτῶν ἀρχηγοὺς γενέσθαι τοῦ Ἰούδα.
PG 72:142ἔσται δὲ καὶ ὁ Ἀκκαρὼν τουτέστιν ὁ ἀλλογενὴς, ὁ ἐκ γῆς Φυλιστιεὶμ, ὡς ὁ Ἰεβουσαῖος, τουτέστι πάλιν ὡς αὐτὸς ὁ κάτοικος τῶν ̔Ιεροσολύμων λαός. ἐκαλεῖτο γὰρ Ιερουσαλὴμ Ἰεβοῦς ἐν ἀρχαῖς· οὐκοῦν Ἰεβουσαῖος ὁ ̔Ιεροσολυμίτης ἐνθάδε νοεῖται. πολλοὶ δὲ χιλίαρχοι, τουτέστιν ἡγεμόνες καὶ προεστηκότες λαῶν, καὶ ἐξ ἐθνῶν γεγόνασι, καὶ νῦν εἰσιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην. τὸ δὲ ἐν Ἰούδᾳ νοήσεις ἐπὶ τοὺς αἰνεῖν εἰωθότας, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει κεκλημένους, οἳ στεφανοῦν εἰθίσμεθα ταῖς ἀκαταλήκτοις δοξολογίαις τὸν κεκληκότα Χριστόν. Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ᾿ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου. c Ἰδοὺ δὴ σαφῶς ἀνάστεμά τε καὶ τεῖχος ὀνομάζει Χριστὸν, δι’ οὗ καὶ ἐν ᾧ πεπυργώμεθα, κατ’ εὐδοκίαν δὲ δηλονότι καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. οἶκος γὰρ ὁ νοητὸς καὶ οἰκοδομὴ Θεοῦ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἡμεῖς που πάντως ἐσμὲν οἱ πεπιστευκότες, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος κατοικεῖ, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐναυλίζεται. ἔφη γὰρ αὐτὸς διὰ προφήτου φωνῆς “ Ὅτι κατοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, “καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονται μοι λαός.
ἀνάστεμα δὴ οὖν τὸ ἐγηγερμένον διὰ βουλῆς τοῦ Πατρὸς τῇ Ἐκκλησίᾳ Χριστὸς, ἵνα μηκέτι, καθὰ καὶ πάλαι, διοδεύωσί τινες καὶ ἀνακάμπτωσιν ἐν ἡμῖν, ἄνω τε καὶ κάτω ποιοῦντες, καὶ οἷά τινα κεχερσωμένην συμπατοῦντες ὁδὸν, καὶ βλάβης ἁπάσης ἀναπιμπλάντες τὰς ἡμετέρας καρδίας. Ἔφη μὲν γάρ που περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀρχαῖος ἀμπελὼν πέλων τῷ ἠγαπημένῳ, ὅτι “Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ “ἔσται εἰς καταπάτημα.” ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν φάνειαν αὐτοῦ, τοῖχος ἐγήγερται καὶ φραγμὸς αὐτὸς ὁ Ἐμμανουὴλ, ἀρρήτῳ δυνάμει περιβάλλων καὶ ἀποσοβῶν τῶν ἡμετέρων διανοιῶν τοὺς ἀκαθάρτους δαίμονας, καὶ τοῖς ἐκείνων οὐκ ἀφιεὶς ὑπεστρῶσθαι ποσί. τοιγάρτοι καὶ ὁ προφήτης πρὸς αὐτόν “καὶ κληθήσῃ, φησὶν, οἰκοδόμος φραγμῶν “καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.” ὥσπερ γὰρ οἱ περιφράττειν εἰωθότες ἀμπελῶνας κεχερσωμένους τὰς διὰ μέσου παύουσι τρίβους, οὐκ ἐῶντες ἔτι τοῖς τῶν ἄνω τε καὶ κάτω ποιούντων πατεῖσθαι ποσίν· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἑαυτὸν ἡμῖν τεῖχος οἷαπερ ἄρρηκτον περιθεὶς, καὶ ἀγγελικαῖς δυνάμεσι περιφράττων ἔξω τοῦ πατεῖσθαι γενέσθαι παρεσκεύασεν.

Tome IVTomus Quartus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:143ἔφη δὲ πρὸς τούτοις, ὅτι οὐκέτι οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς ἐξελαύνων. πάλαι μὲν γὰρ ἦ μὲν εὐάλωτοι καὶ εὐπαρακόμιστοι κομιδῆ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἰόντες εὐκόλως, ἄγοντός τε ἡμᾶς καὶ φέροντος τοῦ σατανᾶ, καὶ ἐκ τούτων εἰς ἐκεῖνα μονονουχὶ καὶ ἐλαύνοντος. ἁλλ’ ἔπαυσε καὶ τοῦτο Χριστός. οὐ γὰρ ἥξει καθ’ ἡμῶν ὁ λεηλατῶν· οὐκ ἐκβαλεῖ καθὰ καὶ πρώην εἴς γε τὸ αὐτῶ δοκοῦν. πεπήγμεθα γὰρ ἐν Χριστῷ, ἀσφαλῆ τε καὶ ἱδρυμένην ἐσχήκαμεν τὴν καρδίαν, οὐκέτι κατασειόμενοι πρὸς ἃ μὴ προσῆκεν· οὐκ ἐκβαίνοντες εἰς πολυθείαν· οὐκ ἐξελαυνόμενοι πρὸς πλάνησιν, ἀλλ’ οἷον ἐμβεβηκότες ἐν πίστει τε καὶ ἀγάπῃ τῆ εἰς Θεὸν, ὡς χαίροντας ἐπὶ τούτῳ λέγειν “ καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.” λέγων δέ Ὅτι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῦ μου, ἐπισκοπῆς ὄντα καιρὸν κατέδειξεν ἐναργῶς τὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας. “Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,” καὶ ᾗ φησιν ὁ Δαυείδ “κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, καίτοι πάλαι διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν οὐκ ἐποπτείας ἀξιῶν, οὐ φειδοῦς ἢ ἀγάπης, οὐχ ἑτέρου τινὸς τῶν τοιούτων ὅλως, ἁλλ’ οἱονείπως ἀπεστρεμμένος· ταύτῃτοι καὶ τεταράγμεθα.
PG 72:144καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἀποστρέψαντός “σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐ- “τῶν ἐπιστρέψουσιν.” ἐπειδὴ δὲ νῦν, τουτέστι κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἑόρακεν ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, σεσώσμεθά τε καὶ ἠλεήμεθα, καὶ τί γὰρ οὐχὶ τῶν ἐπέκεινα λόγου καὶ ἀξιαγάστων ἀληθῶς κεκερδάκαμεν; ΤΟΜΟΣΓ΄. ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. χαῖρε σφὸδρα ΘύΓατερ Σιὼν, κήρυσσε θύγατερ ̔Ιερουσαλήμ· ἰδοὐ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκώς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιῶν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης. ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἃν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπατημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαΐσμένης; Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐθὺς θυγατέρα τὴν Σιῶν ἀποκαλεῖ.
PG 72:145σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακηρύττειν τε παρεγγυᾷ τῇ ̔Ιερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε καὶ σώζων. δεδικαίωκε γὰρ ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ τὴν τῆς σωτηρίας κατευρύνει τρίβον τοῖς προσιοῦσιν αὐτῷ. ἔστι δὲ πρὸς τούτῳ καὶ πρᾶος, οὐ νομικὴν προσφέρων ἀποτομίαν, οὐδὲ θανάτῳ τιμωρούμενος τοὺς παραβαίνοντας ἐντολὴν, σώζων δὲ μᾶλλον ἐξ ἡμερότητος καὶ ἀνιστὰς τοὺς ὠλισθηκότας, κἂν εἴτις ἁμάρτοι, παράκλητος αὐτὸς γινόμενος πρὸς τὸν Θεὸν καὶ Πατέρα. Ἀνέγνωμεν δὲ ὅτι “τὸ γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζωοποίει. γράμμα μὲν γὰρ ο κολαστὴς ἐστι νόμος, η σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς ̔Ιεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκάθητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν.
ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαιδαγώγητο νόμῳ. ἀλλ’ ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπομένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς.
PG 72:146οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, “παρασυνεβλήθησαν τοῖς “ κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν Exod. xiii. 13. ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλαμαρτήμονες. Καὶ ἐξολοθρεύσει ἄρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ έξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπώντων αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος.
PG 72:147ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν ̔Ιεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροι τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐποχούμενοι, χούμενοι, “καὶ βάλλοντες τόξοις,” κατὰ τὸ γεγραμμένον, κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος, οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ’ αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ ̔Ιερουσαλὴμ, ὀλοθρεῦσαι δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ πάντων τῶν ἐθνῶν. Ἐφραῒμ δέ φησι τὰς ἐν τῆ Σαμαρείᾳ δέκα φυλὰς, ̔Ιερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος.
PG 72:148οὐ γὰρ ἄν γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία πόλις, τουτέστιν ἡ νοητὴ Σιῶν, ἤγουν ̔Ιερουσαλὴμ, “ἥτις “ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” κατευρύνει δὲ οὕτω τὴν ἑαυτοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θκλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ τῆς γης, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς “ Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- “μῶν τὰς παραφυάδας αὐτῆς.” τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ τῇ καλουμένη Μέσῃ τῶν ποταμῶν. ἀλλ’ οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ’ οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς πέρατὰ τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται. Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε έν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.
PG 72:149Μέτεισιν ὁ λόγος ἐπ’ αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέθεικε τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ’ οὐρανὸν ἐν αιματι δὶαθηκης αἰωνίου, ἦς ἢν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιρρανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, “αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν “ἐρράντισε, λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο “πρὸς πρὸς ὑμᾶς ὁ Θεός. ἀλλ’ ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας ἐν αἵματι διαθήκης.
ἐκλελυτρώμεθα γὰρ ὡς ὁ αὐτοῦ φησι μαθητὴς “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ‘ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.” σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς διανοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λά,κκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη ’δε που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ̔Ιερεμίου περὶ τῶν ἐξ Ἰσραὴλ.
PG 72:150καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ “τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος· ὅτι “δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον “πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους σὺν- “τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.” ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντετριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετειχισμένην ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ “Ὅτι σὺ καθήμενος τὸν αἰῶνα” τουτέστιν, ἱδρυμένην ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ’ ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς.
PG 72:151ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς ημερας παροικεσιας σου διπλα ανταποδωσω σοι. Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, καταθρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν; ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι “Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον “ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. οὐ γάρ τοι τὰς ἰσοστάθμους ὧν ἂν δράσαιμεν προσδοκῶμεν ἀμοιβὰς, ἀλλ’ ἐν προσθήκῃ πολλῇ· πλουσιόδωρος γὰρ ὁ διδούς. Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ. τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἢ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων μένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις.
PG 72:152ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνετεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἔπιστήμονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπαν ἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ.
οὐκοῦν τόξον ὥσπερ τι πεποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις δόγμασιν ἀντεξάγοντας καὶ ταῖς δι’ αὐτῶν μαχομένους μυσταγωγίαις οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Τὰ βέλη σου ἠκονη- “μένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ “τῶν ἐχθρῶν τοῦ βασιλέως.’ πλήττουσι μὲν γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς καρδίαν ἔσω καὶ νεφροὺς “τὰ τοῦ δυνατοῦ βέλη,” τουτέστι Χριστοῦ. βέλη δὲ αὐτοῦ πάλιν οἱ μυσταγωγοὶ, τοὺς δέ γε πεπλανημένους καὶ τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν οὐκ εἰδότας, πλήττουσιν οὐκ εἰς θάνατον, ἀλλ’ εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν χριστῷ, ἵνα καὶ ὑποκάτω πίπτοιεν αὐτοῦ.
PG 72:153ὁποία τις ἐστὶν ἡ ἐν τῶ ᾄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, λέγουσά τε σαφῶς “ Ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι.” ὅτι δὲ γεγόνασιν ἀλκιμώτατοί τε καὶ εὐσθενεῖς οἱ θεσπέσιοι μαθηταὶ, πιστώσεται λέγων περὶ αὐτῶν ὁ σοφώτατος ψαλμῳδὸς ἐν Πνεύματι “Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.” ἐκτετιναγμένους μένους μὲν γὰρ τοὺς ἐξ Ἰσραὴλ ἀποκαλεῖ, ὡς τῆς θείας χάριτος ἐκπεπτωκότας διά τοι τὸ ἐμπαροινῆσαι Χριστῷ. οἱ γεμὴν ἐξ αὐτῶν υἱοὶ, βέλη γεγόνασιν ὡς ἐκ χειρὸς δυνατοῦ τοῦ πεμπόμενα. ἔφη ’δε που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν δὴ πάλιν τὸν Ἐμμανουὺλ περὶ τῶν ἁγίων ἀποστόλων “Βολίδες σου γὰρ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων “σου.” Καὶ ἐπεγερῶ τὸ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶι ̔Ελλήνων, καἰ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ. Ἰδοὺ δὴ σαφῶς τοὺς ἐξ Ἰουδαίων μυσταγωγοὺς τόξον ἴδιον ὀνομάζει. ποῖα γὰρ τὰ τέκνα τῆς Σιῶν τὰ κατὰ τῶν Ἑλληνικῶν κατεξανιστάμενα τέκνων, εἰ μὴ οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, καὶ τῆς ἀληθείας ὀρθοτομοῦντες τὸν λόγον; Σιῶν γὰρ ἡ νοητὴ, πῶς ἃν ἑτέρα νοοῖτο παρὰ τὴν Ἐκκλησίαν; καταθλοῦσι δὲ τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχητοῦ.
PG 72:154οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- μένον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μάχαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν ̔Ελληνικῶν κεχρημένοι τέκνων, ἀποκείρουσι μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον. Καὶ ἔσται Κύριος ἐπ᾿ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς. Ὅτι καὶ συνέσται Κύριος ὁ Θεὸς αὐτοῖς, καὶ συνασπιεῖ, συγκαταδῃώσει τε τοὺς ἀνθεστηκότας διὰ τούτων ὑποδηλοῖ· ἔσται γάρ φησι Κύριος ἐπ’ αὐτοὺς, δῆλον δὲ ὅτι τοὺς ἀντανίστασθαι μεμελετηκότας τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλιον αὐτοῦ. ἑκάστη δὲ βολὶς, τουτέστιν μυσταγωγὸς ἢ ἀπόστολος· βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσπίπτουσα.
PG 72:155γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ οἱ μετ’ ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλησιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “Οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι “τὸ φῶς.” καὶ πάλιν ἑτέρωθι “Οὕτω λαμψάτω τὸ φῶς S.Matth. v. 16. ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.” Καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶ· καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς έν λίθοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἶμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ. Συνασπιστὴν, ὡς ἔφην, καὶ σύνοπλον αὐτοῖς παρίστησιν ἐναργῶς ὁ λόγος τὸν τῶν ὅλων κρατοῦντα Θεὸν, παραταττόμενόν τε οὕτω. καὶ συναθλεῖν ᾑρημένον, ὡς ἤδη δοκεῖν καὶ ἐξηρτύσθαι πολεμικῶς, καὶ, οἷον χωρεῖν μέλλοντα κατ’ ἐχθρῶν, ὅλη χρήσασθαι δυνάμει καὶ ταῖς ἐνούσαις εὐσθενείαις αὐτῷ.
καταστρατεύεσθαι γεμὴν εὖ μάλα φησὶν, οὐχὶ τῶν διὰ πίστεως εἰς δικαίωσιν σαγηνευομένων, ἀλλὰ κατὰ τῶν ἀνοσίως ἀνθεστηκότων τῷ θείῳ κηρύγματι, οὓς καὶ ὁ Παῦλος ἡμῖν κατεσήμαινε λέγων “Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐν- “εργὴς, καὶ ἀντικείμενοι πολλοί.” σαλπιεῖ τοίνυν, φησὶν, ὁ Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ’ οὐρανὸν, ἐξάκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοιγάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπεφώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδοναις αὐτοὺς καταχῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αιμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ σπονδὴν ἐπὶ τὸ θυσιαστήριον.
PG 72:156εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θάνατος· εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι; Εἰεν δ᾿ ἃν οὗτοι πάλιν οἱ Ἑλλήνων λογάδες, καὶ τῆς ἐν κόσμῳ σοφίας ἡμμένοι τὴν δόξαν, οἱ ἄνω τε καὶ κάτω θεοὺς καὶ θεὰς ὀνομάζοντες, καὶ τῇ κτίσει παρὰ τὸν ποιητὴν ἀναπείθοντες προσκυνεῖν, καὶ ἑκάστῳ τῶν στοιχείων τὴν Θεῷ πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ’ οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ. ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχήκότες κότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν. οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπεποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιόμενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ τῆς ἐκείνων ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ.
PG 72:157ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, κα ὑπὸ χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἐστι γὰρ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων. Διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γὴς αὐτοῦ. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. Λίθους μὲν γὰρ ἁγίους τοὺς ἐν τῇ γῇ τοῦ Θεοῦ κυλιομένους τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιροὺς ἁγίους, οἵπερ ἂν γένοιντο μυσταγωγοὶ καὶ διδάσκαλοι κατωνομάσθαι φαμέν. σύμμορφοι γὰρ γεγόνασι τῷ λίθῳ τῷ ἐκλεκτῷ καὶ ἀκρογωνιαίῳ καὶ ἐντίμῳ, τῷ τεθειμένῳ παρὰ τοῦ Θεοῦ Πατρὸς εἰς τὰ θεμέλια Σιῶν· εἰ δὲ λίθος ὁ θεμέλιος, οἱ συναρμολογούμενοί τε καὶ συμβιβαζόμενοι καὶ εἰς ναὸν ἅγιον ἀνιστάμενοι τῶ Θεῶ, λίθοι κατ’ αὐτὸν πιθανῶς ὀνομάζονται. κυλίεσθαι γεμὴν αὐτοὺς εὖ μάλα φησὶ, τὸ ὡς οἶμαι πρὸς πᾶν ὁτιοῦν τῶν ἁγίων οἱονείπως εὔστροφον καὶ γοργὸν, διὰ τούτου σημαίνων.
PG 72:158οἱ γάρ τοι περιφερεῖς, ἤγουν σφαιροειδεῖς τῶν λίθων, ὄκνου πὼς εἰσὶν ἀμείνους, καὶ τῶν ἄλλων εἰς κίνησιν ἑτοιμότεροι, εἴ τις ἕλοιτο κινεῖν· εὐάγωγος δὲ λίαν εἰς τὸ Θεῷ δοκοῦν τῶν ἁγίων ὁ νοῦς. οὕτως ἡμῖν ἐχόντων τῶν λίθων, πρέποι ἂν ἡμᾶς διακεῖσθαι καὶ ἀραρότως. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾿ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ τὰ πάντα ἡμῖν τὰ πρὸς εὐσέβειαν καὶ ζωὴν διανέμοντος Θεοῦ. ποῖα δὲ ταῦτά ἐστι; σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. τοῖς μὲν γὰρ καὶ νεανικῷ φρονήματι πρὸς τὸ αὐτῷ δοκοῦν ἀπονενευκόσι, καὶ πληροῦν ἑλομένοις τὸ ἀγαθὸν, δοθήσεται παρ’ αὐτοῦ καὶ ἔτι μείζων ἰσχὺς, ὡς ἐν σίτῳ νοουμένη. στηρίζει γὰρ ἄρτος καρδίαν ἀνθρώπου. τοῖς γεμὴν ἤδη διηγνισμένοις, καὶ ἀμόλυντον ἔχουσι τὸν νοῦν, οἳ καὶ σεμναῖς καὶ ἁγίαις παρθένοις παρεικάζοιντο ἃν εἰκότως, οἶνος δοθήσεται ἡ περὶ Θεοῦ δηλονότι σαφής τε καὶ ἀκιβδήλευτος γνῶσις, ἡ κατευφραίνουσα καρδίαν ἀνθρώπου. οὐκοῦν νεανίσκοι τε καὶ παρθενοι, οἱ κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους, εἰς εὐρεῖάν τε καὶ ἀμφιλαφῆ μέθεξιν τῶν ἄνωθεν ἀγαθῶν κεκλήσονται τε εἰκότως, καὶ δὴ ἀκούσονται Θεοῦ λέγοντος “Φάγετε καὶ πίετε, καὶ μεθύσθητε οἱ πλησίον.
PG 72:159πλησίον γὰρ οἱ τοιοίδε Θεοῦ· καὶ οὐ σχέσεσι τοπικαῖς· ληρία γὰρ τοῦτο νοεῖν ἢ φράσαι· παραστήματι δὲ διανοίας τῶ λίαν ἀλκιμωτάτῳ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐφέσει καὶ ἀγάπῃ τῇ εἰς αὐτὸν. ὡσπερ γὰρ ἐξίστησιν ἡμᾶς καὶ οἷον ἀποφέρει μακρὰν ἡ φαυλότης· οὕτω Θεῷ παρίστησιν ἡ ἀρετὴ, τὸ διιστᾶν ἡμᾶς καὶ μεσολαβοῦν ἐκ μέσου γενέσθαι παρασκευάζουσα, φημὶ δὴ τὴν ἁμαρτίαν. Αἰτεῖσθε ὑετὸν παρὰ κυρίου καΘ’ ὥρα, πρώϊμον καὶ ὄψιμον. Ὥσπερ γὰρ οὔτ᾿ ἂν σῖτος ἐν ἀγροῖς γένοιτ’ ἂν πόνου δίχα, οὔτ᾿ ἂν εὔβοτρύς τε καὶ εὔοινος ἀμπελών· οὕτω καὶ ἐν ἡμῖν οὐκ ἂν γένοιτό τις εὐκαρπία πνευματικὴ, μὴ οὐχὶ Θεοῦ καθιέντος ὑετοῦ δίκην εἰς νοῦν καὶ καρδίαν τῶν ἑαυτοῦ λογίων γίων τὴν ἀποκάλυψιν, καὶ γνῶσιν ἡμῖν οἱονείπως ἐνστάζοντος τοῦ τε ἀρχαίου καὶ νέου γράμματος, τουτέστι τοῦ νομικοῦ καὶ εὐαγγελικοῦ· ὑετοὶ γὰρ οἱ τοιοίδε πρώιμός τε καὶ ὄψιμος εἶεν ἄν. ὅτι δὲ οὐκ ἀσυντελὴς εἰς ὄνησιν ἡ τοῦ νόμου γνῶσις καὶ θεωρία πνευματικὴ, παιδαγωγεῖ δὲ μᾶλλον λον ἡμᾶς διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ Χριστοῦ μυστήριον, πιστώσεται λέγων αὐτὸς ὁ Σωτῆρ’ τοῖς Ἰουδαίων δήμοις “Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· “ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὂν ὑμεῖς ἠλπίκατε.
“εἰ γὰρ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ “ἐμοῦ ἐκεῖνος ἔγραψεν.” ἔφη δέ που καὶ περὶ τῶν γραμ- ματέων καὶ Φαρισαίων, ὡς ἐκ νομικῆς παιδεύσεως καλουμένων ἐπὶ τὸ ἄμεινον, τουτέστι τὴν εὐαγγελικήν “Διὰ “τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκ- “βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.” οὐκοῦν αἰτοῦντες παρὰ Θεοῦ τήν τε νομικὴν καὶ εὐαγγελικὴν ἐπιστήμην, ἀξίους τε τοῦ λαβεῖν ἑαυτοὺς παραστήσαντες, ληψόμεθα πάντως, καὶ τοὺς εἰς νοῦν ἔσω πληρώσομεν θησαυροὺς, τὰ παλαιά τε καὶ νέα συλλέγοντες, πλείστης τε ὅσης πνευματικῆς εὐκαρπίας ἀναμεστοῦντες ’τον νοῦν. Κύριος ἐποίησε φαντασίς, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διά τοῦτο ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν, καὶ ἐκακώθησαν ὡς πρόβατα, διότι οὐκ ἦν ἴασις. Ὠδίνει τινὰ κεκρυμμένην ἔννοιαν τὸ προκείμενον, ἣν ἀναγκαῖον οἶμαί που προδιατρανοῦσθαι σαφῶς, συνεῖεν γὰρ ἂν οὕτω τῶν τοῦ Προφήτου ῥημάτων τὸν σκοπὸν οἱ φιλεπιστήμονες.
PG 72:160ἦν μὲν γὰρ ὁ λόγος αὐτῷ περὶ τῶν ἁγίων, οὓς καὶ λίθους ἁγίους ὠνόμαζε, σῖτόν τε αὐτοῖς ὅτι μάλιστα πρέπειν ἔφασκεν, ὡς ἀνδριζομένοις, ἤγουν νεανίσκοις, καὶ μὴν καὶ οἶνον εὐωδιάζοντα, διά τοι τὸ εἶναι παρθένους, τουτέστιν ἁγνούς τε καὶ ἀβεβήλους. “Οἰ γὰρ τοῦ Χριστοῦ “Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ “ταῖς ἐπιθυμίαις,” καθά φησιν ὁ θεσπέσιος Παῦλος. αἰτεῖν δὲ αὐτοῖς προστέταχε καὶ ὑετὸν πρώιμόν τε καὶ ὄψιμον· εἶτα μεταξὺ τῆς περὶ τῶν πλανωμένων παρεισβαλούσης μνήμης, τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ μήτε σῖτον μήτε μὴν οἶνον ἔχειν αὐτοὺς, ἀλλ’ οὐδὲ ὑετοῖς καταρδεύεσθαι αρδεύδεσθαι τοῖς νοητοῖς, ὡς ἐντεῦθεν αὐτοὺς μὴ ἔχειν ἐν ἀγρῷ βοτάνην. καὶ ὁ μὲν λόγος ὡς ἐπὶ πραγμάτων ἐκπεποίηται τῶν αἰσθητῶν· ἡ γεμὴν ἐν αὐτοῖς θεωρία λεπτή τε ἄγαν ἐστὶ καὶ πολὺ λίαν ἔχουσα τὸ εἰλικρινές.
PG 72:161Θεοῦ γάρ φησι ποιοῦντος φαντασίας, τουτέστιν ἀστραπὰς, καὶ ὑετὸν τῇ γῇ τὸν χειμέριον καταχέοντος, ὅς ἐστι καὶ χρήσιμος, καὶ μὴν καὶ ἑκάστῳ, τῶν ἐν ἀγροῖς κτηνῶν δηλονότι, διδόντος βοτάνην, πεπλανήκασιν ἐκείνους οἱ ἀποφθεγγόμενοι, τουτέστιν, οἱ ψευδοεπεῖς τε καὶ ψευδηγόροι καὶ μαντείας λέγοντες τὰς ἀπό γε τῆς σφῶν καρδίας· οὗτοι λελαγήκασι κόπους, τουτέστιν οὐ τὰ εἰς ἀνάπαυσιν τοῖς πιστεύουσιν αὐτοῖς, ἀλλὰ δι’ ὧν ἦν ἀνάγκη καμεῖν, Θεῷ προσκρούοντας καὶ παρορωμένους· οἱ δέ γε μαντεις καὶ τα ενυπνια ψευδξ παρεκαλουν, ἐνηχοῦντες αὐτοῖς δηλονότι τὰ καταθύμια, καὶ χρησταῖς μὲν ἐΛπίσι καταπιαίνοντες, φάσκοντες δὲ ἀληθὲς οὐδέν· ἀλλ’ εἰς ἀπάτην καὶ πλάνησιν ἀποφέροντες, καὶ ἥκιστα μὲν καταδεικνύντες σφίσι τὸν τῶν πνευματικῶν δοτῆρα καὶ χορηγόν· ἀναπείθοντες δὲ μᾶλλον αἰτεῖν τὴν εὐημερίαν παρὰ τῶν ψευδωνύμων θεῶν. ταύτῃτοί φησιν Ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν καὶ ἐκακώθησαν ὡς πρόβατα. οὐ γὰρ ἦν βοτάνη, οὐκ ἦν ἴασις. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ καταδεσμῶν τὸ συντετριμμένον, ὁ ἀνιστὰς τὸ κατερραγμένον, ὁ ἀνακτώμενος τὸ κεκακωμένον.
PG 72:162Προσεκτέον δὴ οὖν, οὐχὶ τοῖς ἀποφθεγγομένοις τὰ μάταια, ψευδοετέσι τε καὶ βωμολόχοις καὶ ἐνυπνιασταῖς· Θεῷ δὲ δὴ μᾶλλον τῷ καὶ εἰς νοῦν ἡμῖν ἐναστράπτοντι τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, καὶ νοητοὺς ὑετοὺς καταχέοντι, τὰς διὰ τοῦ Ἀγίου Πνεύματος παρακλήσεις, λέγω, καὶ βοτάνην ἀναφύοντι τοῖς ἐν ἀγρῷ, τουτέστι πάλιν, εἰς εὐανθεστάτην ὥσπερ ἡμᾶς κατανέμοντι πόαν, τῆς θεοπνεύστου γραφῆς τὴν ἀμώμητον γνῶσιν. “Ἄνθρωπος μὲν γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρα- “συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ἀλλ’ εἰ ἕλοι πὼς εἰς νοῦν τῶν θείων λογίων τὴν γνῶσιν, καὶ τροφῆς μετάσχοι τῆς πνευματικῆς, τότε δὴ τότε τὴν νώθειαν ἀποβαλὼν, ἐν τιμῇ πάλιν ἔσται, λογισμῷ τῷ σώφρονι διοικούμενος, καὶ τὴν ἀνθρώπῳ πρέπουσαν ἀναλαβὼν φρένα. Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι. Ποιμένας ἐν τούτοις, καθάπερ ἐγῷμαι, τοὺς ψευδοπροφήτας καὶ ψευδομάντεις ἀποκαλεῖ, καὶ τοὺς τῆς ἀπάτης καθηγητὰς, ὄλεθρόν τε καὶ πάγην γεγονότας τισὶν οἳ, τῆς ἀληθοῦς ἐπὶ Θεοῦ δόξης ἡμαρτηκότες, τὴν αὐτῷ πρέπουσαν τιμὴν καὶ λατρείαν ἀνατεθείκασι τῇ κτίσει, “καὶ προσεκύνησαν τοῖς “ἔργοις τῶν ἰδίων Χείρων’ καθὰ γέγραπται.
Οὐκ ἀπίθανον δὲ τοῖς ψευδομάντεσι καὶ τοὺς τῶν Ἑλληνῶν συνάψαι λογάδας, οἳ δοκησισοφοῦντες ἄγαν ταῖς ἑαυτῶν εὐγλωττίαις τοὺς αὐτοῖς προσκειμένους πεπλανήκασι, καὶ ὥσπερ τινὲς ποιμένες οὐκ ἀγαθοὶ κατεβόσκησαν ἐν ἀκάνθαις καὶ εἰς πολλὴν ἀχρειότητα σαθρῶν ἐννοιῶν· τί γὰρ παρ’ ἐκείνοις τὸ εἰς ἐπίγνωσιν ἀληθείας ὠφελοῦν; κατὰ τούτων ἃν γένοιτο καὶ τὰ ἐκ θείας ὀργῆς, καὶ μάλα ὁσίως· ὠλόθρευσαν γὰρ οὐχὶ δὴ μόνας τὰς ἑαυτῶν ψυχὰς, ἀλλὰ γὰρ πρὸς τούτῳ καὶ τὰς ἑτέρων. πεπλανήκασι γὰρ, ὡς ἔφην, τῷ τῆς λέξεως κόμπῳ μονονουχὶ καταχρυσοῦντες τὸ ψεῦδος καὶ τὴν τοῦ λόγου χρείαν δαπανῶντες εἰς φενακισμούς. ἐπισκέπτεται γεμὴν τοὺς ἀμνοὺς, ἐποικτείρων δηλονότι, μετατιθεὶς ἐξ ἀπάτης εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ ἐκ τοῦ πεπλανῆσθαι μετασοβῶν εἰς εὐθεῖαν ὁδόν. ὥσπερ γὰρ ἦν ἀκόλουθον τοῖς ἠδικηκόσιν αὐτοὺς τὴν τοῖς ἀδικήμασι μαστι πρέπουσαν ἐπαρτῆσαι δίκην· οὕτω δὴ πάλιν θεοπρεποῦς ἡμερότητος καὶ ψήφου δικαίας ἀμοιρήσειεν ἃν οὐδαμῶς τὸ ἐπὶ τοῖς πεπονθόσι φιλάνθρωπον κρῖμα. ἐδεῖ γὰρ ἔδει σώζεσθαι τοὺς ἠδικημένους, ἀμνησικακοῦντος Θεοῦ καὶ ποινῆς ἀπαλλάττοντος τοὺς ταῖς ἐκείνων πλεονεξίαις τάχα που καὶ ἀβουλήτως ὑπενηνεγμένους.
PG 72:163Καὶ ἐπισκέψεται Κύριος ὁ Θεός ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τόν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὠς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ, καὶ ἐξ αὐτοῦ ἐΠέβλεψε, κὼ ἐξ αὐτοῦ ἔταξε, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ, καὶ ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταὶς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος μετ’ αὐτῶν. Τίνα δὴ τρόπον ἐποίσει μὲν τοῖς ποιμέσι τὰ ἐξ ὀργῆς, ἐπισκέψεται δὲ καὶ ἀνασώσει τοὺς ἀμνοὺς, καθίστησιν ἐναργές. ἀναδείξας γὰρ ἐξ Ἰουδαίων τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, κατηγωνίσατο μὲν δι’ αὐτῶν τοὺς Ἑλλήνων σοφοὺς, ἐξείλετο δὲ τοὺς ἀμνοὺς τῆς ἐκείνων ἀθυροστομίας καὶ, τῶν τῆς ἀπάτης βρόχων ἀπαλλάξας, μετέστησεν εἰς θεογνωσίαν τὴν ἀληθῆ καὶ ἀμώμητον. ἐπισκέψεται τοίνυν φησὶ τὸ ποίμνιον αύτοῦ τὸν οἶκον Ἰούδα. ποιήσεται δὲ αὐτὸν οἷον ἵππον εὐπρεπῆ καὶ πολεμικώτατον, ἐφ’ ᾧ νοητῶς μονονουχὶ καὶ ἐποχούμενος, τῆς Ἑλλήνων, ὡς ἔφην, καταστρατεύσεται γλώττης, καὶ τῆς ἐνούσης αὐτοῖς σοφίας καταγράψει τὸ ἀκαλλὲς καὶ ἀνόνητον.
PG 72:164ὅτι γὰρ ἐν ταῖς Ἑλλήνων διασποραῖς οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ οἷά τινες ἵπποι, μονονουχὶ καταχρεμετίζοντες τῆς παρ’ αὐτοῖς ἀθυροστομίας καὶ θεοστυγοῦς ἀπάτης, πῶς ἂν ἐνδοιάσειε τις; Χριστοῦ λέγοντος περὶ τοῦ μακαρίου Παύλου πρὸς Ἀνανίαν “Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά “μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων καὶ υἱῶν σραήλ.” ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὅτι “Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους “σου καὶ ἡ ἱππασία σου σωτηρία.” οὐκοῦν οὐκοῦν αὐτὸν φησὶν ὡς ἵππον εὐπρεπῆ ἐν πολέμῳ καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν. ὅμοιον ὅμοιον ὡς εἰ λέγοι Κατεσκέψατο μὲν ὡς Θεὸς τοὺς ἐπιτηδείους εἰς διακονίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, ἀπολέκτους γεμὴν ἐποιήσατο τοὺς ἐξ Ἰούδα, καὶ ἐξ αὐτοῦ ἔταξεν· εἵλετο γὰρ αὐτοὺς τῶν ἰδίων θελημάτων ὑπηρέτας γενέσθαι καὶ ὑπουργοὺς, καὶ τῆς παρ’ ἑαυτοῦ χάριτος οἱονεὶ μεσίτας καὶ διακόνους. ἔστι ’δε φησι καὶ ἐξ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰούδα, τὸ ἐν θυμῷ τεινόμενον τόξον κατὰ τῶν ὑπ’ ἐναντίας. ἐξ αὐτοῦ δὲ πάλιν ἐξελεύσεται καὶ ὁ ἐξελαύνων ἐν τῶ αὐτῷ. ἐξελαύνοντα δὲ, ὥς γε οἶμαι, φησὶ τὸν λεηλατοῦντά τε καὶ αἰχμαλωτίζοντα.
PG 72:165Δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἐξ Ἑλλήνων ἁρπάζοντες, καὶ τῷ μεγάλῳ προσκομίζοντες βασιλεῖ, φημὶ δὴ Χριστῷ, ἵνα ὑπ’ αὐτῷ τε εἶεν, καὶ τὰ αὐτοῦ φρονεῖν ἕλοιντο, τῆς τοῦ διαβόλου πλεονεξίας ὀψὲ καὶ μόλις ἀποσεισάμενοι τὸν ζυγόν. κατηνδρίσαντο δὲ οὕτω τῶν παρ’ Ἕλλησι σοφῶν οἱ θεσπέσιοι μαθηταὶ, ὡς ἤδη πὼς δοκεῖν πηλὸν ἐν διεῤῥιμμένον διερριμμένον συμπατεῖν. καὶ γὰρ ἦν Κύριος μετ᾿ αὐτῶν, ὁ ποιῶν “μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξα τε “καὶ ἐξαίσια, ὧν οὐκ ἐστιν ἀριθμός.” ἐπεφώνει ’δε που καὶ ὁ Χριστὸς τοῖς πιστεύσασιν εἰς αὐτόν “Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἔπι πάσαν τὴν “δύναμιν τοῦ ἐχθροῦ. Ἰστέον δὲ ὅτι πνευματικὴν μὲν ἡμεῖς ἐξυφαίνοντες θεωρίαν, τὰ τοιαῦτά φαμεν· Ἰουδαίοις γεμὴν οὐχ ὧδε ἔχειν τὸ χρῆμα δοκεῖ, δέχονται δὲ μᾶλλον ἱστορικῶς, καί φασιν, ὅτι μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς πεπολέμηκεν αὐτοῖς ὁ ἐπίκλην ἐπιφανῆς Ἀντίοχος, πλείστην τε ὅσην συνενεγκὼν ἐκ τῆς Ἑλλήνων χώρας τῶν μαχομένων τὴν ἄθροισιν καὶ μὴν καὶ ταῖς παρ’ ἐκείνων ἐπικουρίαις ὠφρυωμένος· ἁλλ’ ὡς αὐτοί φασι, νενίκηκεν ὁ Ισραὴλ, καὶ τῆς ἐκείνου σκαιότητος τὴν ἀμείνω δόξαν ἀπηνέγκατο.
τότε γὰρ συμβέβηκε καὶ τοὺς ἐκ τῶν Μακκαβαίων μεμαρτυρηκότας τὸν τῆς εὐδοκιμήσεως ἀναδήσασθαι στέφανον. παρακομίζουσι δὲ τῶν αὐτοῖς δοκούντων εἰς ἀπόδειξιν τά τε ἀρτίως ἡμῖν εἰρημένα, καὶ μὴν καὶ τὰ λίγῳ κατόπιν, ἔχουσι δὲ οὕτως “Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ, καὶ ἐπεγερῶ τὰ τέκνα σοῦ Σιῶν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ, καὶ ἔσται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.” Καὶ καταισχυνθήσονται ἀναβάται ἵππων, καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπηκα αὐτούς. Φᾶσί δὴ πάλιν οἱ τοῖς Ἰουδαϊκοῖς συναγορεύοντες διηγήμασιν, ὅτι συγκεκροτημένης τῆς πρὸς Ἕλληνας μάχης, οἱ μὲν ἐκείνων ἱππεῖς διολώλασι, κεκρατήκασι γεμὴν οἱ ἐξ αἵματος Ἰσραὴλ, ὡς κατοικῆσαι τὴν χώραν αὐτοὺς, δῆλον δὲ ὅτι τὴν Ἰουδαίαν, παντὸς ἐλευθέρους δείματος, καὶ οὐδενὸς τὸ παράπαν ἀποικισθέντος, ἤγουν αἰχμαλώτου γεγενημένου.
PG 72:166ἡμεῖς δὲ τοῖς πρώτοις συμβαίνουσάν τε καὶ ἀδελφὴν ποιεῖ· σθαι σπουδάζοντες τὴν τῶν νοημάτων ἀπόδοσιν, ἀναβάτας ἵππων τοὺς κατησχυμμένους οὐχ ἑτέρους εἶναί φαμεν, ἢ τοὺς τῶν Ἑλληνικῶν δογμάτων προεστηκότας, καὶ ἀπάτης τῆς θεομισοῦς ὑπεραθλεῖν εἰωθότας, ὧν κατερραγμένων κεκράτηκεν ὁ Ἰούδας, σέσωσται δὲ καὶ ὁ οἶκος Ἰωσήφ. κατασημαίνεται δὲ διὰ τούτων τὸ ἐξ Ἰσραὴλ αἷμά τε καὶ γένος, ἤγουν ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων πληθὺς καὶ τὸν εἰς νοῦν καὶ καρδίαν περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν λαχόντες τὴν ἐν πνεύματι, καὶ νοῦν ἔχοντες ὁρῶντα Θεόν· ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἠγάπηνται παρὰ Θεοῦ, ταύτῃτοι καὶ κατωκίσθησαν, τουτέστιν ἐρηρεισμένην ἐσχήκασι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις διαμονήν. γέγραπται γὰρ ὅτι “Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” ἔφη ’δε που καὶ ὁ θεσπέσιος Ἠσαΐας περὶ τοῦ τὸν ἐξαίρετον ἐπασκοῦντος βίον “Πορεύομενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, “μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀπεχόμενος “ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν “αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη ἀδικίαν, “οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς.
PG 72:167οὐκ ἀπίθανον δὲ καὶ οἶκον δεδόσθαι λέγειν παρὰ Θεοῦ τοῖς ἁγίοις τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἄνω μονάς· καὶ δὴ καὶ παντὸς ἀξιοῖ τὸ χρῆμα θαύματος ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Θεόν ιι Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῳ οἴκω σου, εἰς τοὺς αἰῶνας “τῶν αἰώνων αἰνέσουσί σε.” καὶ πάλιν “Ὅτι κρεῖσσον “ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην “παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν “με ἐν σκηνώμασιν ἁμαρτωλῶν.” Καὶ ἔσται ὃ τρόπον οὐκ ἀπεστρεψάμην αὐτοὺς, διότι ἐΓὼ Κύριος ὁ Θεὸς αὐτῶ, καὶ ἐπακούσομαι αὐτῶ, καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ. Κατῃσχυμμένων τῶν παρ’ Ἕλλησι σοφῶν, οἳ καὶ ἱππεῖς ὠνομάσθησαν, κατισχύσειν ἐπαγγέλλεται καὶ κατοικίσειν τοὺς ἠλεημένους, ἐπιφέρων “Ὅτι ἠγάπηκα αὐτούς.” καὶ τί κερδανοῦσιν ἐκ τοῦ ἠγαπῆσθαι παρὰ Θεοῦ, διερμηνεύει πάλιν. ὥσπερ γὰρ, φησὶν, οὐκ ἀπεστρεψάμην αὐτούς. οὐ γὰρ περιεῖδον εἰς ἅπαν, ἐπεσκεψάμην δὲ κεκινδυνευκότας, ὅτι ἐγὼ Κύρος ὁ Θεὸς αὐτῶ· οὐ γὰρ “Ἰουδαίων ὁ Θεὸς “μόνον, ἀλλὰ καὶ ἐθνῶν, ὡς Δημιουργὸς τῶν ὅλων καὶ Κύριος. ταύτῃτό φησι καὶ ἐπακούσομαι αὐτῶν, τουτέστι, ποιήσομαι δεκτὰς· τὰς παρ’ αὐτῶν λιτάς. καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ.
PG 72:168ὅμοιον ὡς εἰ λέγοι πάλιν Οἱ ποτὲ διὰ νοῦ καὶ φρενὸς ἀσθένειαν οἱονεὶ παρειμένοι τε καὶ κείμενοι, ἰσχύος εἰς τοῦτο ἤδη τῆς πνευματικῆς ἐνεχθήσονται ὡς ἤδη πὼς ἐν ἴσῳ τετάχθαι δοκεῖν τοῖς ἐξ Ἐφραΐα ηὐδοκιμηκόσι, τουτέστι τοῖς ἐξ Ἰουδαίων ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. μαχηταὶ γὰρ οἱ τοιοίδε γεγόνασι νοητοὶ, καταθλοῦντες ἐχθρῶν, βάλλοντες τοὺς ὑπεναντίους, καὶ νικῶντες μὲν ἀρχὰς, δυνάμεις τε καὶ κυριότητας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, κρατοῦντες δὲ ἀμαχεὶ τῶν ἀνθεστηκότων τοῖς θείοις κηρύγμασι. γεγόνασι δὲ καὶ ἐκ τῆς τῶν ἐθνῶν πληθύος κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ἄνδρες ἅγιοι καὶ πνευματοφόροι, καὶ ὡς μαχηταὶ τοῦ Ἐφραΐμ· μιμηταὶ γὰρ γεγόνασι κατὰ τὸ ἐγχωροῦν τῆς τῶν ἀποστόλων πολιτείας, καὶ τὴν ἐκείνων ἰχνηλατοῦντες ἀρετὴν κατηνδρίσαντο καὶ αὐτοὶ κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ παθῶν καὶ ἁμαρτίας. Καὶ χαρήσεται ἡ καρδία αὐτῶ ὡς ἑ οἴνῳ, καὶ τὰ τέκνα αὐτῶι ὄψεται κω εὐφρανθήσεται, κὼ χαρήσεται ἡ καρδία οὐτῶ ἐμ τῷ Κυρίῳ. Τῶν οἶνον ἐκπεποκότων ἐκμελὴς ἀεί πὼς ἐστὶν ὁ νοῦς, καὶ φροντίδος καταφρονητής. προσίεται γὰρ οὐχὶ τὸ καταλυπεῖν λυπεῖν εἰωθὸς, ἀνεῖται δὲ ὥσπερ καὶ μερίμνης ἁπάσης κατευμεγεθεῖ.
εἰ τοίνυν γένοιντο, φησὶν, ὡς μαχηταὶ τοῦ Ἐφραΐμ, τότε δὴ τότε καὶ τὴν ἐπί γε σφίσιν αὐτοῖς εἰςδέξονται θυμηδίαν, ὡς δὲ λαμπροὶ καὶ εὐδόκιμοι τῆ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφρανθήσονται, καὶ τῆς ἐξαιρέτου πολιτείας ἕξουσι μιμητὰς, τοὺς ἐξ αὐτῶν γεγονότας υἱοὺς, πνευματικοὺς δηλονότι. τοιοῦτος δὲ ἦν καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς δι’ αὐτοῦ κεκλημένοις ἐπιστέλλων τε καὶ λέγων “Κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, “ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ “τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.” οὐκοῦν τοὶ ἐξ αὐτῶν ἐσόμενα τέκνα ὄψονται καὶ εὐφρανθήσονται. γεγονότα γὰρ ἐν θεωρίαις ταῖς ἐπὶ Χριστῷ, καὶ τοῦ μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκότα, καὶ ταῖς τοῦ Πνεύματος χορηγίαις πεφωτισμένα, πράξουσι δεξιῶς, καὶ τὴν ἐπ’ αὐτῷ τῷ Σωτήρι’ Χριστῷ θυμηδίαν εἰσδέξονται, καὶ αὐτὸν ποιήσονται χαράν τε καὶ τέρψιν καὶ ἀγαλλίασιν ψυχῆς καὶ καρδίας. γένοιτο δ ἃν καὶ τοῦτο σαφὴς ἀπόδειξις τοῦ ζῆν ἑλέσθαι θεοφιλῶς.
PG 72:169οἱ μὲν γὰρ τοῖς ἐν κόσμῳ πράγμασι τῆς ἑαυτῶν διανοίας ἀπονέμοντες τὴν ῥοπὴν, καὶ νενευκότες εἰς τὰ αἰσχίω, χαίρουσιν ρουσιν ἐπ’ αὐτοῖς, καὶ θυμηδίαν ποιοῦνται τὸ χρῆμα, καὶ γεγήθασιν ἐπὶ σαρκὸς ἡδοναῖς, καὶ ταῖς ἑτέραις τοῦ παρόντος βίου τρυφαῖς ἐνσπαταλᾶν εἰωθότες, ὀλίγου παντελῶς ἀξιοῦσι λόγου τὰ παρὰ Θεῷ· οἱ δὲ ἐξ ὅλης καρδίας ζητοῦντες αὐτὸν, καὶ ταῖς ἐπ’ αὐτῷ θεωρίαις καταπιαινόμενοι, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρύνοντες, τὰς ἐπ’ αὐτῷ καὶ μόνῳ παραδέξονται θυμηδίας. Σημανῶ αὐτοῖς κὼ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, κα πληθυνθήσονται καθότι ἦσαν πολλοί· κω σπερῶ αὐτοὺς ἑ λαοῖς, κω οἱ μακρὰ μνησθήσονταί μου, κοὶ ἐκθρέψουσι τὰ τέκνα οὐτῶ κα ἐπιστρέψουσι. Διαμέμνηται πάλιν τῆς Ἰουδαίων ἀγέλης, καὶ δὴ καὶ ὑπισχνεῖται συλλέγειν αὐτοὺς κατεσκεδασμένους, καὶ ἐξ ἁπάσης γῆς συναγείρειν εἰς τὴν Ἰουδαίαν, ὡς ἀπονοσφίζεσθαι παντελῶς οὐδένα. καὶ τίνα τρόπον ἡ ἄθροισις ἔσται, κατασημαίνει πάλιν. τοὺς μὲν γὰρ μελιττοκόμους φασὶ σημεῖά τινα ποιεῖν, ἢ συρίζοντας, ἤγουν ἕτερα ἄττα δρᾶν εἰωθότας, οὕτω τε συλλέγειν τὰ τῶν μελιττῶν ἔθνη, τῶν σίμβλων ἀποφοιτήσαντα.
PG 72:170εἴρηται δέ τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου “Καὶ ἔσται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ “συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, “καὶ τῆ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων.” ἕτεροι δέ φασι, καὶ ἐν τοῖς τοῦ πολέμου καιροῖς, εἰ δὴ συμβαίνοι διασκίδνασθαί πὼς τοὺς μαχητὰς, ἣ διώκοντας ἢ διωκομένους, αἴρεσθαί τι σημεῖον ὑψοῦ παρὰ τῶν στρατηγῶν, εἰς ὃ καὶ ἀφορῶντες, συναθροίζονταί τε καὶ εἰς τὸν αὐτὸν ἀνόπιν ἵενται χῶρον. ὑποφαίνει δέ τι τοιοῦτον καὶ τὸ παρὰ τῷ προφήτη κείμενον Ἡσαΐᾳ “Καὶ ἔσται ὡς ἱστὸς ἐπ’ “ὄρους, καὶ ὡς σημαίαν φέρον ἐπὶ βουνοῦ.” οὐκοῦν ἐκ τοῦ γίνεσθαι πεφυκότος δέχεται τὴν ὁμοίωσιν. σημανῶ γάρ φησιν αὐτοὶς καὶ είσδέξομαι αὐτούς. ἐγήγερται γὰρ σημεῖον ἐν ἡμῖν μέγα καὶ ἐπιφανὲς ὁ τοῦ Σωτῆρος σταυρὸς, δι’ οὗ καὶ γεγόναμεν δεκτοὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ ἐκλελυτρώμεθα, καὶ εἰς πληθὺν ἀμέτρητον ἐξεδράμομεν οἱ πεπιστευκότες.
PG 72:171ἐπειδὴ δὲ προστέθεικεν ὅτι καὶ σπερῶ αύτοὺς ἐν λαοῖς οἱ οἱ μακράν ἀπ᾿ αὐτῶν ἥξουσι καὶ μνησθήσονταί μου, πάλιν ἐκεῖνό φαμεν, καὶ οὐκ ἀπὸ σκοποῦ· πολὺ γὰρ ἔχει τὸ εἰκὸς ὁ λόγος· κατεσπάρησαν γὰρ ὥσπερ ἐν πολλοῖς ἔθνεσι καὶ ἐν ἁπάσῃ δὲ χώρᾳ τε καὶ πόλει, οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν θείων εὐαγγελίων κήρυκες, καὶ τοὺς ἀπωτάτω γεγονότας Θεοῦ διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν τε καὶ πλάνην μνησθῆναί τε αὐτοῦ, καὶ εἰς νοῦν ἑλεῖν παρεσκεύασαν τὸν τῶν ὅλων Σωτῆρα καὶ γενεσιουργὸν, καίτοι πάλαι τῇ κτίσει τὸ σέβας ἀνάπτοντας, ταύτῃτοι καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐκπεφοιτηκότας. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ κεκλημένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ προσεφώνει λέγων “Νυνὶ δὲ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.” ἥξουσι δὴ οὖν μνησθέντες τοῦ Θεοῦ. καί τι τοιοῦτον ἡμῖν ὁ μακάριος προφήτης Ἱερεμίας ὑπαινίττεται λέγων ὡς πρός γε τὸν Ἰσραήλ “Οἱ “μακρόθεν μνήσθητε τοῦ κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.” εἰ δὲ δὴ μνησθεῖεν ὅλως τοῦ κατὰ φύσιν Θεοῦ, τότε δὴ τότε καὶ πνευματικῆς εὐρωστίας βαδιοῦνται πρὸς τοῦτο, ὥστε καὶ τέκνων αὐτοὺς γενέσθαι πατέρας, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις ἐκθρέψαι τοὶ ἴδια τέκνα, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ σεμνύνεσθαι.
PG 72:172γράφει ’δε που καὶ ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ τεθραμμένοις καὶ εἰς ἄνδρα τέλειον ἀναβεβηκόσι, καὶ εἰς μέτρον ἡλικίας ἥκουσι τῆς ἐν Χριστῷ, ποτὲ μέν “Χαρὰ καὶ στέφανός μου,” ποτὲ δὲ πάλιν “Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἣν ἔχω “ ἐν Χριστῷ Ἰησοῦ.” ”Στέθανος Στέφανος γὰρ γερόντων τέκνα “τέκνων, κατὰ τὸ γεγραμμένον· καύχημα δὲ τέκνων πατέρες ἀυτῶν. Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου κὼ ἕε Ἀσσυρίων εἰσδέξομαι αὐτοὺς, κω εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τόν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μἠ ὑπολειφθῇ ἕε αὐτῶι οὐδὲ εἶς. Ὅτε τὴν Ἰουδαίαν ἀνεῖλε μὲν κατὰ κράτος ὁ Ναβουχοδονόσορ, ἐμπέπρησται δὲ καὶ ὁ θεῖος νεὼς, αὐτά τε τὰ Ιεροσόλυμα, τότε καὶ ἅπας τεταλαιπώρηκεν ὁ Ἰσραή. οἱ μὲν γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους αἰχμάλωτοι γεγονότες ἀπεκομίζοντο· οἱ δὲ τῆς ἐκείνων ὠμότητος ἔξω γεγονότες καὶ διαφυγεῖν ἰσχύσαντες, δεδιότες δὲ καὶ παραιτούμενοι τὸ ἐναλῶναι τοῖς ἴσοις, αὐτόμολοί τε πρὸς Αἰγυἤεσαν, καὶ τῆς ὑπ’ ἐκείνοις θητείας τὸν ἀβούλητον μὲν, πλὴν ἐξ ἀνάγκης ἐπερριμμένον ὑποδεδραμήκασι ζυγόν.
οὐκοῦν ἐπειδήπερ συναγείρειν αὐτοὺς πανταχόθεν ἐπηγγέλλετο, διαμέμνηται καὶ τόπων εἰς οὓς καὶ ἀπεκομίσθησαν· οἱ μὲν, αἰχμάλωτοι γεγονότες, ὡς ἔφην, οἱ δὲ ἀφορήτοις δείμασι πρὸς τὰ παρὰ γνώμην αὐτοῖς συνωθούμενοι. Ἐπειδὴ δὲ τῆς πνευματικῆς ἑρμηνείας μεταποιεῖσθαι πρέπει τοῖς ὅτι μάλιστα φιλοθεωτάτοις καὶ πνευματικοῖς, φαμὲν ὅτι τῆς τῶν ἀοράτων ἐχθρῶν χώρας ἤτοι χειρὸς ἐξέλκειν αὐτοὺς ἐπαγγέλλεται, καὶ παντὸς μὲν δείματος ἐλευθεροῦν· αἰχμαλώτους δὲ ὄντας, καὶ οἷον ὑφ’ ἑτέρους κειμένους, μονονουχὶ καὶ ἀναμορφοῦν εἰς ἐλευθερίαν. Ἢ καὶ καθ’ ἕτερον τρόπον σκοτισμοῦ καὶ συγχύσεως ἀπαλλαγήσεσθαί φησιν. Αἴγυπτος μὲν γὰρ Σκοτισμὸς, Βαβυλὼν δὲ Σύγχυσις ἑρμηνεύεται. ἀδιαφορεῖ δὲ πλειστάκις ὁ λόγος, Ἀσσυρίους τε καὶ Βαβυλωνίους εἰς ἔθνος καταλογιζόμενος ἓν, διά τοι τὸ ὑφ’ ἑνὶ κεῖσθαι σκήπτρῳ, καὶ μίαν ἐπ’ αὐτοὺς τετάχθαι τὴν βασιλείαν. λελυτρωμένους δὴ οὖν ἐκ τῆς τῶν πλεονεκτούντων χειρὸς, εἰσκομιεῖν ἐπαγγέλλεται εἲς τε τὴν Γαλααδῖτιν· μοῖρα δὲ αὕτη τῆς Ιουδαίων γῆς ἡ παμφορωτάτη καὶ εὔκαρπος· καὶ μὴν και εἰς τὸν Λίβανον, καὶ τοῦτο δὲ ὄρος εὔξυλόν τε καὶ μέγα, τῆς Ἰουδαίων τε καὶ Φοινίκων γῆς ἐν μεθορίοις κείμενον. σημαίνεται δὲ δι’ ἀμφοῖν ἐκεῖνο οἶμαί που.
PG 72:173ἀπαλλάξας γὰρ ἡμᾶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὡς ἐξ Αἰγύπτου καὶ Ἀσσυρίων, τουτέστιν ἐκ τῆς τῶν αἰχμαλωτισάντων πλεονεξίας· πονηροὶ δὲ οὗτοι καὶ ἀκάθαρτοι δαίμονες· εἰσκεκόμικεν οἷά περ εἰς γῆν εὔξυλόν τε καὶ λιπαρωτάτην τὴν Ἐκκλησίαν, ἐν ἧ πολὺς μὲν λίαν ὁ τῶν εὐδοκιμούντων καρπὸς, οὐκ εὐαρίθμητοι δὲ τῶν ἁγίων κεφαλαὶ, ὑψοῦ τε ἠρμέναι δι’ ἀρετὴν, καὶ οἷον ἐν τάξει κέδρων ἀνατεθήλασι, καὶ περὶ αὐτῶν ἂν λέγοιτο καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “ Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας.” “ Θεοῦ γὰρ γεώργιον ” τοὺς ἐν πίστει δεδικαιωμένους ὀνομάζει σαφῶς καὶ ὁ θεσπέσιος Παῦλος. Καὶ διελεύσουται ὲν θαλάσσῃ στενῇ, καὶ πατάξουσιν ἑ θαλάσσῃ κύματα, κὼ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶ, καὶ ἀφαιρεθήσεται πάθα ὓβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται, καὶ κατισχύσω σὐτοὺς ἑ Κυρίῳ Θεῷ αὐτῶν, κὼ ἐν τῳ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος. Ὡς ἐξ ὁμοιότητος τῶν τοῖς ἀρχαιοτέροις δεδωρημένων, τοῖς εἰς Χριστὸν πιστεύουσι τῆς ἐπικουρίας ἡ ὑπόσχεσις.
PG 72:174ὥσπερ γὰρ τὴν ἐρυθρὰν διεβιβάσθη θάλασσαν ὁ Ἰσραὴλ, τῶν ἐν αὐτῇ κατευμεγεθήσας κυμάτων· “ ἐπάγη γὰρ ὡσεὶ “ τεῖχος τὰ ὕδατα, Θεοῦ τὸ χρῆμα παραδόξως ἀποπεραίνοντος· καὶ ὥσπερ ποδὶ διέβησαν τὸν Ἰορδάνην· οὕτω, 17, φησὶν, οἱ διὰ Μωυσέως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις ἀνασεσωσμένοι, διαπεραιώσονται μὲν οἷά τινα θάλασσαν ἀγρίως κατακυμαίνουσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τύρβης ἔξω γεγονότες κοσμικῆς, σχολαῖοι λατρεύσουσι τῷ κατὰ φύσιν ὄντι Θεῷ. διαβήσονται δὲ καὶ πειρασμοὺς, οἷά τινας ποταμοὺς ἐπικλύζοντας, ὡς ἐπ’ αὐτῷ δὴ τούτῳ μεγάλα χαίροντας λέγειν “ Εἰ μὴ ὅτι κύριος ἦν ἐν “ εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ “ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον “ ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα “ τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ “ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπό “ στατὸν.
PG 72:175ὥσπερ δὲ, φησὶν, αἰχμάλωτος γεγονὼς ὁ Ἰσραὴλ, καὶ εἰς Ἀσσυρίους τε καὶ Μήδους ἀπενηνεγμένος, μένος, διέδρα τὰς ἐκείνων ὕβρεις ἤτοι πλεονεξίας· ἀνεκομίσθη γὰρ πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ὥσπερ τὰς τῶν Αίγυπτίων ἀπεσείσατο πλεονεξίας, ἀεὶ προσκειμένων καὶ πολεμεῖν εἰωθότων αὐτοῖς· κατὰ τὸν ἴσον τρόπον φησὶν, οἱ λελυτρωμένοι διὰ Χριστοῦ κρείττους ἔσονται τῶν ἐχθρῶν, ὁρατῶν δηλονότι καὶ ἀοράτων, οἳ μονονουχὶ καὶ κατεβιάζοντο πρὸς ἀβούλητον δουλείαν αὐτοὺς, καὶ οἷον αἰχμαλώτους γεγονότας καὶ τοῖς ἐξ ἰδίας σκαιότητος συνεῖχον δεσμοῖς. ἀλλὰ καὶ τούτων ἔσονται κρείττους, ὕβρεις τε τὰς παρ’ ἐκείνων διαφεύξονται καὶ πλεονεξίας, Θεοῦ κατισχύοντος, ἐφ’ ᾧ καὶ καυχήσονται. μέγα γὰρ φρονοῦμεν ἐπὶ Χριστῷ, καὶ αὐτὸν ἰσχὺν πεποιήμεθα, καὶ ἐπ’ αὐτῷ τεθαρρήκαμεν καὶ τῆς ἑαυτῶν ζωῆς ὅλας ἔχομεν τὰς ἐλπίδας. “ Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, “ ἀλλ’ αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς. καὶ ἧ φησιν ὁ μακάριος ψαλμῳδός “ Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, “ βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.” Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαργέτω πῦρ τάς κέδρους σου.
ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὁτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. Μεθίστησι τοίνυν ἐφ’ ἑτέραν τινὰ νοημάτων ὁδὸν τῶν λεγομένων τὴν δήλωσιν. ἀποχρῶσαν δὲ τὴν ἀφήγησιν εὖ μάλα πεποιημένος τὴν περί γε τῆς τῶν ἐθνῶν κλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, τὴν ἐσομένην ἐπ’ αὐτῷ δυσπεί- θειαν τῶν ἐξ Ἰσραὴλ κατὰ τὸν τῆς ἐνανθρωπήσεως δηλονότι καιρὸν προαφηγεῖται σαφῶς, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας κατεμπρησθῆναι δεῖ τόν τε νεὼν αὐτὸν καὶ μέντοι καὶ τὰ Ιεροσόλυμα, προσαλῶναι δὲ καὶ αὐτὰς τοῦ Ἰσραὴλ τὰς πόλεις, καὶ συνδιολέσθαι τοῖς ἐνοικοῦσιν αὐτάς. πέπρακται δὲ ταῦτα διὰ χειρὸς τῆς Ῥωμαίων, στρατηγούντων κατὰ καιρὸν Οὐεσπασιανοῦ τε καὶ Τίτου. καὶ περιττὸν, ὡς ἔοικεν, ἀφηγεῖσθαι λεπτῶς ἕκαστα τῶν συμβεβηκότων ταῖς Ἰουδαίων πόλεσιν ἤτοι δήμοις, τῆς εἰς Χριστὸν ἕνεκα παροινίας· ἐξὸν τοῖς ἐθέλουσι τοῖς Ἰωσήπου συγγράμμασιν ἐντυχεῖν, ἀναμαθεῖν σαφῶς ἅπερ ἂν ἕλοιτο λεπτῶς. Μετακομίζει δὴ οὖν τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ισραήλ. καὶ Λιβάνῳ μὲν παρεικάζει τὴν Ἰουδαίαν· διὰ ποιὰν αἰτίαν ; εὔξυλον μὲν γὰρ ὄρος ὁ λίβανος καὶ δρυμοῖς ἀμφιλαφέσι κατάκομον.
PG 72:176πολυανθρωποτάτη δὲ καὶ ἡ τῶν Ἰουδαίων χώρα, καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καὶ οἷον κέδρους ἢ πίτυς εὐμηκεστάτας, τοὺς τῶν ἄλλων περιφανεστέρους, ἱερέας τε φημι καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, οἳ καὶ τοῖς τῆς ἡγεμονίας αὐχήμασιν ὑπερανεστηκότες, γνώριμοί τε ἦσαν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, ὑψοῦ τε ἠρμένην ἔσχον τὴν δόξαν. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστόν· ἦραν γὰρ “ τὴν κλεῖδα τῆς “ γνώσεως, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοὺς εἰσερχο- “ μένους ” ἀφῆκαν εἰσελθεῖν, καὶ τελευτῶντες ἐσταύρωσαν, καίτοι καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος· ταύτῃτοι δικαίως ἄρδην ἀπολώλασιν οἴκοις τε ὁμοῦ καὶ πόλεσι καὶ φιλτάτοις. οὐκοῦν αἰνιγματωδῶς Λίβανον μὲν, ὡς ἔφην, τὴν Ἰουδαίαν ἀποκαλεῖ· δένδροις δὲ τοῖς εὐμηκεστάτοις παρεικάζει τοὺς ἐν αὐτῇ, ὡς τῶν ἄλλων ὑπερηρμένους καὶ πολὺ λίαν ὑπερφέροντας. ὅτι δὲ ἔμελλεν ἁλῶναί τε ῥᾳδίως, καὶ ὡς ἀπύλωτος πόλις εἰσχεόμενον μὲν παραδέξασθαι τὸν τῶν Ῥωμαίων στρατὸν, δαπανηθῆναί τε οὕτως , ὡσανεὶ καὶ δρυμὸς ἐπενεχθείσης φλογὸς, κατασημαίνει λέγων Δόίνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ κέδρους σου· ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος. Καὶ γέγονε μὲν ἐκ μεταφορᾶς ὁ λόγος.
PG 72:177ὀνομάσας γὰρ Λίβανον, ἤγουν ὄρει τὴν τῶν Ἰουδαίων χώραν ἀπεικάσας, ἀναγκαίως πίτυΐ τε καὶ δρθσὶ παρεικάζει τοὺς ἐν αὐτῇ. ὅτι δὲ περὶ ἀνθρώπων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν· ἔφη γὰρ εὐθὺς ὅτι μεγάλως ἐταλαιπώρησαν. καὶ τίς ἃν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, παρέδειξεν εἰπὼν πῆ μὲν, ὅτι ἀλολυξάτω πίτυς διότι πέπτωκε κεδρος. καταδῃούσης γὰρ τῆς Ῥωμαίων χειρὸς τὰς ἐν τῇ Ἰουδαίᾳ πόλεις, συνέβαινε καθ’ ἡμέραν τοὺς ἐν αὐταῖς ἁλίσκεσθαι λαμπρούς. οἱ δὲ μήπω τοῦτο πεπονθότες, κατωλοφύροντο τοὺς ἑαλωκότας, καὶ τὸν ἐπί γε σφίσιν αὐτοῖς εἰσεδέχοντο θρῆνον, ἄθυμοι δὲ ἦσαν καὶ περιδεεῖς, ὡς αὐτίκα δὴ μάλα πεισόμενοι καὶ αὐτοί. τοῦτο οἶμαι δηλοῦν τό Ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος· δρύας γεμὴν Βασανίτιδος ἰδικῶς τάχα που τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀποκαλεῖ. Βασανῖτις μὲν γὰρ χωρίον ἐστὶν ἐν τῇ Ἰουδαίᾳ, εὔγειόν τε καὶ παμφορώτατον, καὶ ὑψηλὰ λίαν ἐκτρέφον τὰ δένδρα. ἐπειδὴ δὲ τῶν ἄλλων ἦσαν οἱ ἐν τοῖς Ἱεροσολύμοις ἀμείνους, ἱερέας δέ φημι καὶ τοὺς τῶν λαῶν ἡγουμένους, Βασανίτιδος αὐτοὺς ἀπεκάλεσε δρὐας, αἳ δὴ καὶ τεθρηνήκασιν εἰκότως, διάτοι τὸ κατασπασθῆναι τὸν δρυμὸν τὸν σύμφυτον.
PG 72:178ἐμάνθανον γὰρ ὅτι τῶν ἀνὰ πᾶσαν τὴν χώραν οἷά τις δρυμὸς ἡ πληθὺς δεδαπάνηται καὶ οἷον πελέκεσιν ἐκκοπτομένη ταῖς τῶν πολεμούντων ἀγρίαις ἐμβολαῖς. σύμφυτον δὲ δρυμὸν, ὃν δὴ καὶ κατε- σπάσθαι φησὶν, οὐδὲν ἧττον νοήσεις καὶ τὴν ἐν αὐτοῖς τοῖς Ἰεροσολύμοις πληθύν· λιμῷ τε γὰρ καὶ πολέμῳ διολώλασιν· ἐπολολυζόντων αὐτοῖς τῶν τῆς Βασανίτιδος δρυῶν, τουτέστι τῶν ἡγουμένων. Φωνὴ θρηνούντων ποιιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶ· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου. Ἐμφανεστέραν ἐν τούτοις, ὡς ἔφην ἀρτίως, ποιεῖται τὴν δήλωσιν. οὐ γὰρ ἔτι πίτυν ἢ δρῦν ὀνομάζει, ἀπημφιεσμένως δὲ τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων σημαίνει καθηγητὰς, οὓς καὶ ὀλοφύρεσθαί φησι, καὶ οἷον φωνὰς ἀνιέναι, κατοιμώζοντας ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν. γεγόνασι γὰρ οἰκτροὶ καὶ κατερριμμένοι, ἐλεεινοί τε καὶ ἀτιμώτατοι, καίτοι πάλαι περιφανεστέραν ἔχοντες δόξαν. ἐπειδὴ δὲ ἀνεδείχθησαν οἱ διὰ Χριστοῦ ποιμένες, τουτέστιν οἱ θεσπέσιοι μαθηταὶ, τεταλαιπώρηκεν εἰκότως ἡ τῶν ψευδοποιμενων ποιμένων μεγαλωσύνη.
ᾐτιᾶτο μὲν γὰρ αὐτοὺς ὁ τῆς ἀγέλης Δεσπότης διὰ προφητῶν ἁγίων οὕτω λέγων “ ὖ οἱ “ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα “ τῆς νομῆς αὐτῶν.” καὶ πάλιν “ Ὅτι οἱ ποιμένες ἠφρονεύ- “ σαντο καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε “ πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν.” ἐπηγγέλλετο δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τοὺς γνησίους ἀναδεῖξαι ποιμένας, οὕτω πάλιν εἰπών “ καὶ εἰσάξω ὑμᾶς εἰς Σιῶν, καὶ δώσω ὑμῖν “ ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς “ ποιμαίνοντες μετ’ ἐπιστήμης.” τίνες δὲ οὗτοι πάλιν; οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, “ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον,” καὶ εἰς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν τὴν πνευματικὴν ἀποκομίζειν εἰδότες τὰ ὑπὸ χεῖρα θρέμματα. Οὐκοῦν τεθρηνήκασιν οἱ ψευδοποίμενες, ὅτι τεταλαιπώρηκεν ἡ μεγαωσύνη αὐτῶν· σημαίνει δὲ τοῦτο καὶ καθ’ ἕτερον τρόπον εὐθὺς ἐπιφέρων Φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου. ὠρυγμὸς ὠρυγμὸς μὲν γάρ ἐστι κυρίως ἡ τῶν λύκων φωνὴ, ἢν ἂν ποιοῖντο, κλαίοντες ἐπὶ λιμῷ τε καὶ ἀσιτίαις. δέχεται δὲ τοῦτο καὶ ἐπὶ λεόντων ἡ θεία γραφή.
PG 72:179κατεφωρῶντο τοίνυν οἱ τῶν Ἰουδαϊκῶν προεστηκοτες ταγματων ταγμάτων ὡς λέοντες ὠρυόμενοι, τουτέστι πεινῶντες τε καὶ κλαίοντες, διάτοι τὸ μὴ ἔχειν τὰς ἐκ τῶν λαῶν καρποφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. ἐπειδὴ γὰρ τῆς ἀγέλης ἐκπεπτώκασιν, οὐκ ἔτι τοῖς ἐξ αὐτῆς κατηυφραίνοντο καρποῖς. Εἰ δὲ δή τις οἴοιτο καὶ ὡς ἐν τάξει λεόντων κατωρύεσθαι τοῦ Χριστοῦ τοὺς γραμματεῖς τε καὶ Φαρισαίους· γὰρ αὐτοῦ, καὶ τὰς ἐκ φθόνου καὶ βασκανίας καὶ ἀκράτου μανίας κατηφίεσαν φωνὰς, Σαμαρείτην λέγοντες, μέθυσον ἀποκαλοῦντες καὶ ἐκ πορνείας γεγεννημένον, καὶ Αἶρε, αἶρε, σταύρου αὐτὸν· τὰ εἰκότα φρονήσει καὶ οὕτως. πλὴν εἰ καὶ ἐπωρύοντο, τεταλαιπωρηκασιν οὐ μετρίως, ἦρ γησέ τε τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. παραρρεῖ μὲν γὰρ ὁ Ἰορδάνης τὴν Ἱεριχὼ, πλεῖστοι δὲ ὅσοι περὶ αὐτὸν οἱ λέοντες, καταβρυχόμενοί τε δεινῶς καὶ ἀφόρητον τοῖς ἐνοικοῦσιν ἐνιέντες τὸ δεῖμα. τοιοῦτοι δὲ ἦσαν τοὺς τρόπους οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῶν ἀγελαίων καταβρυχόμενοι, καὶ τοῖς ἐκ τῆς ἐξουσίας καταπτοοῦντες δείμασι τοὺς ἀσθενεστέρους. ἀλλὰ τεταλαιπώρηκεν ὁ τῶν λεόντων φόβος. τοῦτο δὲ εἶναί φησι τὸ φρύαγμα τοῦ Ἰορδάνου.
PG 72:180καὶ φρύαγμα μέν ἐστιν ἡ ἵππων τε καὶ ἡμιόνων διὰ μυκτήρων ἠχὴ καθιεμένη τε καὶ ἀγρίῳ φυσήματι συνεκπίπτουσα· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ μεγαλοφρονεῖν. ἔφη γοῦν ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνηκότων “ Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά ” ὅταν οὖν φρύαγμα τοῦ Ἰορδάνου λέγη, νοήσεις τὸ φρόνημα, καὶ οὐχὶ πάντως τοῦ ποταμοῦ, ἀλλὰ τῶν περὶ αὐτὸν λεόντων· ἀπὸ γὰρ τόπων ἔσθ’ ὅτε τὰ ἐν αὐτοῖς σημαίνεται. Τάδε λέγει Κύριος παντοκράτωρ Ποιμαίνετε τά πρόβατα τῆς σφαγῆς, ἅ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, κω ὁ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οί ποιμένες αὐτῶι οὐκ ἔπασχον ἐπ’ αὐτοῖς. Πρὸς αὐτοὺς ὁ λόγος τοὺς θρηνοῦντας ποιμένας, καὶ τοὺς ἐν τάξει λεόντων ὠρυομένους, οἷς καὶ ἐφίησιν ἔτι τα τῆς σφαγης κατανέμειν πρόβατα, καίτοι κατημεληκόσι λίαν, ὡς πιπρασκομένοις τε καὶ σφαζομένοις μηδ’ ὅσον εἰπεῖν ἐπαλγῆσαι βραχύ.
PG 72:181ὥσπερ γὰρ οἱ τῶν ποιμένων ἀνεπιεικέστεροι, καὶ πρὸς μόνα βλέποντες τά σφισι καθ’ ἡδονὴν, μικρὰ κομιδὴ φροντίζοντες τοῦ τῆς ἀγέλης δεσπότου, τὰ μὲν σφάζουσιν ἀδεῶς, τὰς θηρῶν ἐφόδους ἀπομιμούμενοι, ἃ δὲ καὶ πιπράσκουσιν, οὐδὲν, ὡς ἔφην, ἐπαλγοῦντες ὅλως, ἐπιγανύμενοι δὲ τοῖς τῶν λημμάτων ἐκτοπωτάτοις, καὶ φιλοκερδίας τῆς οὕτως αἰσχρᾶς ἡττώμενοι· κατὰ τὸν ἴσον οἴμαι τρόπον καὶ οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι δήμων, τῶν ὑπ’ αὐτοῖς ποιμνίων ἠφειδηκότες ἁλοῖεν ἂν, καὶ ἁδρύνοντες μὲν τὸν ἑαυτῶν πλοῦτον, κατευρύνοντες δὲ ὥσπερ ἀπλήστῳ χειρὶ τὰ βαλάντια. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ τοιούτους ὄντας ἐλέγχων “ Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι “ ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον “ καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, “ τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν.’ ἰσχνολογοῦντες γὰρ οὕτως, ὡς καὶ μέχρι τῶν εὐτελεστάτων τοῖς μὴ προσάγουσι τὰς κατὰ νόμον δεκάτας ἐπιτιμᾶν, τῶν βαρυτέρων, ἤτοι τῶν ἀναγκαιοτέρων καὶ λυσιτελῶν ὅτι μάλιστα θεσπισμάτων οὐδένα παντελῶς ἐποιοῦντο λόγον. ὅτι δὲ ἦσαν ποιμένες οὐκ ἀγαθοὶ, μᾶλλον δὲ πρὸς μόνα βλέποντες κέρδη, σαφηνιεῖ λέγων καὶ διὰ φωνῆς Ἰεζεκιήλ “ Ὦ οἱ ποιμένες Ισραηλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς;
PG 72:182οὐ τὰ “ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε “ καὶ τὰ πρόβατά μου βόσκεσθε.” καταβόσκετε τοίνυν φησὶ τοὶ πρόβατα τῆς σφαγῆς, τουτέστιν ἢ τὰ ὅσον οὐδέπω τεθνηξόμενα τῇ Ῥωμαίων χειρί· ἤγουν ἃ ὑμεῖς αὐτοὶ σφάζετε, καίτοι τάξιν ἐπέχοντες τὴν ποιμένων. οὐ γάρ που πάρεστιν ὁ καιρὸς, καθ’ ὃν ἥξουσιν εἰς σφαγήν. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν τοῖς Ῥωμαίων ξίφεσιν ἡ τῶν Ἰουδαίων πληθὺς δεδαπάνηται, καίτοι λίαν ἐπ’ αὐτοῖς ἀνεξικακήσαντος τοῦ Θεοῦ. ὅτι δὲ τῶν ποιμένων γεγόνασι κλῆρος οἱ ὑπὸ χεῖρα λαοὶ, κατέδειξεν εἰπών Ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο. ὥσπερ γὰρ δεσποτικὸν ὄντα τὸν νοητὸν ἀμπελῶνα, φημὶ δὴ τὸν Ἰσραὴλ, ἤτοι τὸν ἄνθρωπον τοῦ Ἰούδα, τὸ νεόφυτον, τὸ ἠγαπημένον, ἴδιον ἐποιήσαντο κλῆρον· οὕτω καὶ τὰ ποίμνια μονονουχὶ κατεκτήσαντο, δρεπόμενοι μὲν τοὺς ἐξ αὐτῶν καρποὺς, καὶ ἀεί πὼς ἐν πλεονασμοῖς τὸν ἐξ αὐτῶν ποιοῦντες κλῆρον, ἀνιέντες δὲ τοῖς ἐθέλουσιν εἰς διαρπαγήν. οὐκοῦν οἱ μὲν κτησάμενοι κατέσφαζον· οἱ δὲ πωλοῦντες ἔλεγον Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν.
νοηθεῖεν δ’ ἂν καὶ οὗτοι κριταὶ, τὴν ἐν τοῖς κρίμασιν ὀρθότητα καπηλεύοντες, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσαντες τῷ διὰ Μωυσέως νόμῳ, καίτοι λέγοντι σαφῶς “ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις “ τοῦ Θεοῦ ἐστιν. ἦν γὰρ αὐτοῖς ἡδύ τε καὶ φίλον τὸ καταπωλεῖν τοῖς ἐθέλουσι τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν. καὶ τοῦτο ἡμῖν· ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς ἁγίων. ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν περὶ τῆς Ἱερουσαλήμ “ Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον·” ὁ ’δε γε Hab. i. σιὸς Ἀμβακοὺμ μονονουχὶ κατακέκραγε Θεοῦ λέγων “ Ἕως “ τίνος Κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃ, βοήσομαι “ πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας “ κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; “ ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ “ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος “ κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν “ τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.” οὐκοῦν οἱ ἐξ ἀδίκων λημμάτων συναγείροντες πλοῦτον, καὶ παρευθύνοντες μὲν τὸ δίκαιον, καταπωλοῦντες δὲ ὥσπερ τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις, εἶεν ἃν οἱ κριταὶ, καθάπερ ἔφην ἀρτίως.
PG 72:183αὐτοὶ καί φασιν Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν· ἀνούστατα δὲ καὶ παραλογώτατα καὶ τοῦτο λέγοντες ἐξελέγχοιντο ἂν εἰκότως. ὡς γὰρ Θεοῦ διδόντος ἐξ ἀδικιῶν συλλέγειν, καὶ ἐξ αἱμάτων πλουτεῖν, εὐλογεῖν ὑποπλάττονται. ἀλλ’ ἦν ἄμεινον ἐκεῖνο λέγειν, τὸ κρίνειν ὀρθῶς ἐκτετιμηκότες Εὐλογητὸς Κύριος, λαμπροὶ γὰρ ἀναδεδείγμεθα καὶ τῶν θείων θεσπισμάτων γνήσιοι φύλακες, ὀρθὴν ἐφ’ ἑκάστῳ πράγματι τὴν ψῆφον ἐκφέροντες. ἀπάτη δὴ οὖν ἢ χρηστολογία καὶ μῶμος, εἰ μὴ πράττοιντο πρὸς ἡμῶν τὰ ἐφ’ οἷς ἃν ἡσθείη Θεός. Διά τοῦτο οὐ φείσομαι οὐκ ὤ ἐμ τούς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τούς ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξελοῦμαι ἐκ χειρὸς αὐτῶι. καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν. Ἀπειλεῖ τοῖς ποιμνίοις ὄλεθρόν τε ὁμοῦ καὶ ἐξοικισμὸν καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, ὅτι καίτοι μετὸν αὐτοῖς τὴν τοῦ πάντων ἀρχιποίμενος, φημὶ δὴ Χριστοῦ, χεῖρά τε ὑποδραμεῖν καὶ ὑπ’ αὐτῷ γενέσθαι, μᾶλλον προσκεχωρήκασιν ἀμαθῶς τοῖς κατασφάζουσί τε καὶ καταπωλοῦσιν αὐτούς.
PG 72:184γέγονε μὲν γὰρ ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς τήν τε ἐκείνων σκαιότητα καταδεικνὺς καὶ τῆς ἐφ’ ἡμῖν οἰκονομίας τὸ γνήσιον “ Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν “ αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ “ οὐκ ὣν ποιμὴν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ “ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· “ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός “ ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι “ ὁ ποιμὴν ὁ καλός.” Ἰουδαῖοι δὲ οἱ τάλανες, καίτοι τῶν μισθωτῶν ποιμένων καταβοῆσαι δέον, τοῦτο μὲν οὐ δεδράκασι, τὸν δὲ ἀγαθὸν ποιμένα, τὸν ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς τὴν ἑαυτοῦ τιθέντα ψυχὴν, κατὰ μυρίους ὅσους λελυπήκασι τρόπους, καταλεύοντες, ὀνειδίζοντες, καὶ τὸ τελευταῖον, ἀπύλωτον ἐπ’ αὐτῷ διανοίγοντες στόμα. κατακεκράγασι γὰρ ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, λέγοντες τῷ Πιλάτῳ “ Αἶρε, αἰρε, σταύρου αὐτὸν, καὶ αὐτὸ δὲ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπηντλήκασι κεφαλαῖς. ἔφασκον γὰρ πάλιν “ Το αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. δὶα τοῦτο τοίνυν, φησιν, οὐκέτι φεισομαι ἐπὶ τοὺς κατοικουντας τὴν γῆν.
PG 72:185οὐ γὰρ ἔτι φειδοῦς ἠξίωνται τῆς παρὰ Θεοῦ· δέδονται δὲ μᾶλλον ἕκαστος εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλεως, ἤγουν ἄρχοντος αὐτοῦ. ἐσταυρώκασι μὲν γὰρ τὸν Ἐμμανουὴλ, καὶ γεγόνασι κυριοκτόνοι, ἔμπλεώ τε πάσης ἀνοσιότητος. πλὴν ἐκάλει Θεὸς εἰς μετάγνωσιν, καὶ οὐκ εὐθὺς ἐπετίθει τὰ ἐξ ὀργῆς. τριακοστοῦ δὲ ἤδη παρωχηκότος ἔτους, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀπεφοίτησε μὲν εἰρήνη τῆς Ἰουδαίων χώρας, πόλεμοι δὲ ἦσαν πανταχῆ, πόλεως ἐπὶ πόλιν ἰούσης, καὶ τῶν ἐν ἑκάστῃ τεμνομένων εἰς διαφορὰς, καὶ μαχομένων ἀλλήλοις, ὡς ἐν ἴσῳ φαίνεσθαι κακῷ τὰ παρὰ σφίσιν αὐτοῖς τοῖς ἐκ τοῦ πολέμου συμβεβηκόσι. κεκρατήκασι γὰρ τῆς Ἰουδαίων χώρας οἱ ἀνδρειότατοι τῶν Ῥωμαίων στρατηγοὶ, καὶ αὐτοῖς ἀνδράσι καταπιμπράντες πόλεις, πόλεις, τοῖς τῆς δουλείας αὐτὴν ὑπέθεσαν ζυγοῖς. οἱ ’δε γε διαφυγεῖν ἰσχύσαντες, τὰς τῶν ἐθνῶν κατῳκήκασι χώρας, ὃ καὶ μέχρι νῦν ἔστιν ἰδεῖν. Καὶ τοῦτο οἶμαι δηλοῦν, ὅταν λέγῃ Ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, τουτέστιν εἰς τὴν τῶν Χαναναίων χώραν τε καὶ γῆν. Χαναναῖοι δὲ τὰ ἔθνη, παρ’ οἷς τ‘ὶ πρόβατα τῆς σφαγῆς καὶ εἰς δεῦρό πὼς ἔτι παρὰ Θεοῦ ποι μαίνονται, ἤγουν δοκοῦσι καταποιμαίνεσθαι.
ἐπιτηροῦσι γάρ τινα τῶν κατὰ τὸν νόμον, καὶ οὐχ ὅλω τρόπως τῶν ἀρχαίων κατημεληκότας ἐθῶν κατίδοι τις ἄν. καὶ γοῦν καὶ περιτέμνονται τὴν σάρκα, καὶ σαββατίζουσι, καὶ ἕτερα ἄττα πρὸς τούτοις καὶ φροντίδος ἀξιοῦσι καὶ λόγου. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου παρὰ Θεοῦ λεγόμενον “ Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν “ ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.” τοὺς δέ γε ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ τὴν Ἱερουσαλὴμ ἐμφυλίους πολέμους, καὶ τὰ ἐν ἑκάστῃ πόλει, σαφῶς ὰναγέγραφεν ὁ τὰς Ἰουδαίων τραγῳδήσας συμφοράς· Ἰώσηπος οὗτος ἦν, ἀνὴρ ἐλλόγιμος καὶ σοφός. Κατὰ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα Κάλλος τὴν ἑτέρα ἐκάλεσα Σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατα. Κατὰ πολλοὺς ἡμῖν τρόπους παρὰ ταῖς θεοπνεύστοις γραφαῖς ἡ ῥάβδος νοεῖται.
PG 72:186ποτὲ μὲν γὰρ σημαίνει τὴν βασιλείαν, ὡς ὅταν λέγηται τῷ Χριστῷ “ Ῥάβδος “ τητος ἡ ῥάβδος τῆς βασιλείας σου·” ποτὲ δὲ ἰσχὺν, ὡς ἐν γε τῷ φάναι “ Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ “ Σιῶν· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου· ἐκλαμβάνεται δὲ καὶ εἰς παιδείαν καὶ ἐπιστήμην ἔσθ’ ὅτε τὴν ποιμαντικήν· εἴρηται γοῦν πάλιν διὰ φωνῆς προφήτου πρὸς τὸν Υἱόν “ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, “ πρόβατα κληρονομίας σου.’’ ἀλλ’ ἐν γε τοῖς προκειμένοις σημαίνουσιν αἱ ῥάβδοι τρόπους ἡμῖν ποιμενικῆς ἐπιστήμης, καὶ διττὸν παιδεύσεως εἶδος, κατά γε τὸ ἀμωμήτως ἔχειν δοκοῦν. δέχεται δὲ τὰς ῥάβδους ὁ πάντων ἀρχιποίμην “ ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, τουτέστι Χριστὸς, ἵνα ἐν αὐταῖς καταποιμάνῃ τὰ ἴδια πρόβατα. Παλαί’ μὲν γάρ· τουτέστι, καὶ πρὸ τῶν τῆς ἐνανθρωπήσεως χρόνων· Θεὸς ὢν καὶ νομοθέτης ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος κατέβοσκε τὸν Ἰσραὴλ, οἱονεὶ ῥάβδῳ μιᾷ χρώμενος, τῇ κατὰ νόμον παιδείᾳ. ἔφη γάρ που διὰ προφήτου φωνῆς πρὸς αὐτόν “ Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ.” ἐπειδὴ δὲ γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, δύο δέχεται ῥάβδους.
PG 72:187κατανέμει γὰρ ὥσπερ τοὺς ἰδίους προσκυνητὰς, τοὺς διὰ πίστεως δὲ δηλονότι δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, νομικοῖς τε ἅμα καὶ εὐαγγελικοῖς θεσπίσμασιν, οὐ βουθυτεῖν ἀναπείθων, οὔτε μὴν ταῖς κατὰ νόμον προσαγωγαῖς προσκεῖσθαι διδάσκων· ποιεῖσθαι δὲ μᾶλλον προστεταχὼς τῆς ἐν Πνεύματι λατρείας τὴν δύναμιν εἰς ἀναιμάκτου θυσίας τρόπον. μετατέθειται γὰρ ἡ σκιὰ πρὸς ἀλήθειαν, καὶ μεταὶσχὺς κεχάρακται τὰ ἐν τύποις εἰς ἀστειότητα πολιτείας τῆς ἐν Χριστῷ τε καὶ εὐαγγελικῆς. ὀνόματα δὲ ταῖς ῥάβδοις, τῆ μὲν μαᾷ Κάλλος, ἥτις ἐστὶ διαθήκη νέα καλὴ καὶ ἀξιοθαύμαστος, ἢν αὐτὸς λελάληκεν ὁ Υἱός “ Ὡραῖος ὣν κάλλει “ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ γεμὴν ἑτέρα Σχοινισμα, τουτέστι μερὶς, ἵνα νοῶμεν τὸν νόμον, τὸ ἀφορισθὲν τῷ Θεῷ σχοίνισμα παιδαγωγεῖν εἰωθότα. γέγραπται γὰρ ὅτι “ Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, “ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ “ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα “ κληρονομίας αὐτοῦ Ἰσραήλ.” ταύταις δὴ οὖν ταῖς δυσὶ ῥάβδοις ὁ μέγας ἀρχιποίμην κατανεμήσειν ἐπαγγέλλεται τὰ ἑαυτοῦ πρόβατα, καὶ ἀτρεκὴς ὁ λόγος.
PG 72:188συνεκόμισε γὰρ εἰς μίαν αὐλὴν τούς τε ἐξ Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, νομικήν τε ἅμα καὶ εὐαγγελικὴν παίδευσιν αὐτοῖς παρατιθεὶς εἰς τρυφὴν, καὶ οἷά τινα πόαν πνευματικὴν χορηγῶν εἰς μέθεξιν, καὶ καταπιαίνων πλουσίως τὰς τῶν ἁγίων ψυχάς. Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτοὺς, καὶ Γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ. καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Ἀναδειχθέντος γὰρ ἤδη τοῦ ἀληθινοῦ τε καὶ ἀγαθοῦ ποιμένος, ἦν δήπου καὶ μάλα εἰκὸς, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, ἐκ μέσου γενέσθαι λοιπὸν τοὺς μισθωτοὺς καὶ ψευδοποίμενας, τουτέστι τοὺς τῶν Ἰουδαίων κατὰ νόμον καθηγητάς· ὧν οἱ μὲν “ κατέσφαζον τὰ πρόβατα καὶ οὐ “ μετεμέλοντο “ οἱ δὲ δὴ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλο- “ γητὸς κύριος καὶ πεπλουτήκαμεν. εἶτα τί δήποτε, φαίη τις ἲς ἃν, ποιμένας αὐτοὺς ὀνομάζει τρεῖς, τίνα δὲ τρόπον εξαιρονται καθά φησιν ἐν μηνὶ ἑνὶ, φέρε δὲ λέγωμεν, τὰ ἐκ τῶν ἱερῶν γραμμάτων παρατιθέντες εἰς πίστιν.
οἶμαι δὴ οὖν ὅτι τρεῖς ὀνομάζει ποιμένας, τούς τε κατὰ νόμον ἱερατεύοντας, καὶ τοὺς τεταγμένους κριτὰς τοῦ λαοῦ· καὶ προσέτι τούτοις τοὺς γραμματοεισαγωγεῖς ἤτοι τοὺς νομικούς. κατεβόσκοντο γὰρ ὥσπερ οὗτοι τὸν Ἰσραήλ. καὶ οἱ μὲν τὴν τῆς ἱερωσύνης ἔχοντες δόξαν, ἐκ μόνης ἦσαν τῆς φυλῆς Λευὶ, καὶ περὶ αὐτῶν ἔφη Μωυσῆς “ Χείλη ἱερέως φυλάξεται “ κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ· ” οἱ δὲ δὴ λαχόντες τοῦ κρίνειν τὴν ἐξουσίαν, ἀπόλεκτοι μὲν καὶ αὐτοὶ, πλὴν ἐκ πάσης ἀνεδείκνυντο φυλῆς· κατὰ τὸν ἴσον δὲ οἶμαι τρόπον οἵ τε κραμματοεισαγωγεῖς, ἤγουν, καθάπερ ἔφην ἀρτίως, οἱ νομικοὶ, τοῖς εἰς τὸ κρίνειν πεταγμένοις ἀεὶ προσεδρεύοντες, καὶ τὰ τοῦ νόμου γράμματα παρακομίζοντες εἰς ἀπόδειξιν τὴν ἐφ’ ἑκάστῳ πράγματι. ὅτι μὲν οὖν, ὡς ἔφην, οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ ἐκ μόνης ἦσαν τῆς τοῦ Λευὶ φυλῆς, οὐδενὸς ἂν δέοιτο πρὸς ἀπόδειξιν λόγου.
PG 72:189ὅτι δὲ καὶ ἐκ πάσης φυλῆς ἀπολέγδην οἱ κρίνοντες, ὡς νομομαθεῖς ἐλαμβάνοντο, πληροφορήσει λέγων ὁ μακάριος Μωυσῆς ἐν τῷ Δευτερονομίῳ τοῖς υἱοῖς Ἰσραήλ “ Κριτὰς καὶ γραμματσεισαγωγεῖς “ σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου αἷς κύριος ὁ Θεός “ σου δίδωσί σοι κατὰ φυλὰς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν “ δικαίαν· οὐκ ἐκκλινοῦσι κρίσιν, οὐκ ἐπιγνώσονται πρόσ- “ ωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ “ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων. “ ἀφῖκται γεμὴν εἰς τὸ φάναι τε τὰ τοιάδε, καὶ δὴ καὶ χρῆναι πληροῦν προστάξαι Μωυσῆς, ἑπόμενος μὲν ὁμολογουμένως θείοις τε καὶ ἀπορρήτοις νεύμασιν, οὐκ ἀτιμάσας δὲ βουλὴν τοῦ Ιοθὸρ, ὃς ἦν αὐτῷ καὶ γαμβρός· γέγραπται γὰρ ὅτι “ καὶ “ ἐγένετο τῇ ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν ’τον “ λαὸν, παριστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωίθεν “ ἕως ἑσπέρας· καὶ ἰδὼν ὁ Ἰοθὸρ πάντα ὅσα ἐποίει τῷ λαῷ “ λέγει Τί τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι “ μόνος, πᾶς δὲ ὁ λαὸς παριστήκει σοι ἀπὸ πρωίθεν ἕως “ δείλης ” εἶτα φάσκοντος τοῦ Μωυσέως ὅτι, τοῦ κρίνειν ἕνεκα δικαίως καὶ ἐννόμως, αἱρετὸν ποιεῖται τὸν ἐπὶ τῷδε πόνον, ἔφη πάλιν ὁ Ἰοθόρ “ Νῦν οὖν ἄκουσόν μου καὶ “ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ.
PG 72:190γένου “ σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους “ αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρῃ αὐτοῖς τὰ πρόσ’ “ τάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς “ αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ “ ἔργα ἃ ποιήσουσιν. καὶ σὺ σαυτῷ σκέψαι ἀπὸ παντὸς “ τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, “ μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ’ ἀν’ “ τῶν.” εἶτα τί φησιν τὸ γράμμα τὸ ἱερόν ; “Ἢκουσε “ δὲ Μωυσῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν, “ καὶ ἐπελέξατο Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς “ Ἰσραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ “ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, καὶ “ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον “ ἀνεφέροσαν πρὸς Μωυσῆν, πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἔκρινον “ αὐτοί.” τρεῖς οὖν ἄρα ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ τῶν νομικῶν γραμμάτων ἐπιστήμονες, τουτέστιν οἱ νομικοὶ. Εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χροστὸν ταλανίζοντα διῃρημένως Φαρισαίους τε καὶ γραμματέας καὶ νομικούς. ἔφασκε γάρ “ Οὐαὶ ὑμῖν γραμματεῖς “ καὶ Φαρισαῖοι.” ταῦτα δὲ λέγοντι προσυπήντα τις αὐτῷ τῶν νομικῶν, λέγων “ Διδάσκαλἐ, ταῦτα λέγων καὶ ἡμᾶς “ ὑβρίζεις.
PG 72:191ὁ δὲ εἶπε φησι καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, “ ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ “ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορ- “ τίοις.” οἶδα μὲν οὖν ὅτι καὶ οἱ βασιλεύοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐκ τῆς Ἰούδα φυλῆς τάξιν ἀπεπλήρουν ποιμένων τοῖς ὑπὸ χεῖρα λαοῖς. ἐπειδὴ δὲ γεννηθέντος Χριστοῦ τὸ τῶν βασιλέων ἐκλελοίπει γένος, ἤγουν ἐκβέ- βλητο τῆς ἡγεμονίας· ἦρχον γὰρ τῆς Ἰουδαίας τὸ τηνικάδε, Ἡρώδης τε ὁ Ἀντιπάτρου παῖς Ἀσκαλωνίτης, καὶ Πόντιος Πιλάτος· σεσιγήκαμεν ἀναγκαίως τοὺς ἐκ τῆς Ἰούδα φυλῆς. ὅτι γὰρ ἐκλελοίπεσαν γεννηθέντος Χριστοῦ, πληροφορήσει τὸ γεγραμμένον “ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἠγού “ μένος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἃν ἔλθῃ τὰ ἀποκείμενα “ αὐτῶ, καὶ Αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” οὐκοῦν ἐπειδήπερ ἀφῖκτο καὶ γεγέννητο λοιπὸν ἡ τῶν ἐθνῶν προσδοκία, τουτέστι Χριστὸς, ἐκλέλοιπεν ἀναγκαίως ἄρχων ἐξ Ἰύδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. Τρεῖς δὴ οὖν, ὡς ἔφην, ποιμένε; ἱερεῖς τε καὶ κριταὶ καὶ νομοδιδιάσκαλοι, κάλοι, οἳ καὶ μεμενήκασιν ἐν ταῖς ἰδίαις ἀρχαῖς, ἤγουν τάξεσί τε καὶ τόποις, καὶ μέχρι καιρῶν τῆς ἐπιδημίας. οὗτοι καὶ ἐνὅνται, καὶ μάλα δικαίως, ἐν μηνὶ ἑνί.
ἐπειδὴ γὰρ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ ἀποκεὶρονται, καὶ ὡς ἐν μηνὶ τῶν νέων, καθ᾿ ὃν τὴν ὑπὲρ ἡμῶν ὑπομεμένηκε σφαγὴν ὁ Ἐμμανουήλ. μεμενήκασι μὲν γὰρ διοικοῦντες ἔτι τὸν Ἰσραὴλ καὶ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀνεξικακοῦντος ἔτι καὶ ἐποικτείροντος αὐτοὺς τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ καλοῦντος εἰς μετάγνωσιν· ἐξηρῆσθαι δέ φαμεν αὐτοὺς ὅσον ἧκεν εἰπεῖν εἰς τὴν ἐπὶ τοῦτο ψῆφον γεγενημένην παρὰ Θεοῦ, κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, καθ᾿ ὃν, ὡς ἔφην, καὶ σταυρῷ παραδεδώκασι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτήν. Θρηνται τοιγαροῦν ἐν μηνὶ ἐν. Καὶ τὰ μὲν τῶν ποιμένων ἐν τούτοις· τὸ δὲ γε ἐπ᾿ αὐτοῖς τοῖς θρέμμασι κρῖμα τό Οὐ ποιμανῶ ὑμᾶς, καὶ τό Εἴπερ ἕλοιντο, κατεσθιειν τε καὶ καταδάκνειν ἄλληλα, καὶ ἁπάσης δίχα φειδοῦς συνθραύσειν τε καὶ δαπανᾶν. ἐπειδὴ γὰρ ἐκβέβληνται τῆς θείας αὐλῆς, καὶ τῆς τοῦ πάντων ἀρχιποίμενος οὐκ ἠξίωνται φειδοῦς, αὐτά τε ἄλληλα κατεδήδοκε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν, ἑτοιμοτάτη δέδοται θήρα. ἔφη δὲ δὴ, καὶ μάλα εἰκότως, περὶ τῶν τριῶν ποιμένων, τῶν καὶ ἐξηρημένων ἐν μηνὶ ἑνὶ, ὅτι βόιρυνθήσεται ἡ ψυχή μου ἐπ᾿ αὐτοὺς, τουτέστι βαρεῖαν ἐπ᾿ αὐτοὺς ἐποίσω τὴν δίκην, ὅτι καὶ αἱ ψυχόιὶ αὐτῶν ἐπωρύοντο ἐπ᾿ ἐμέ.
PG 72:192θηρῶν γὰρ ἀγρίων διαφέροντες οὐδὲν, ἐπεπήδων τε πλειστάκις Χριστῷ, καὶ τελευτῶντες προσῆγον Πιλάτῳ λέγοντες “Αἶρε, αἶρε, σταύ- “ ῥοῦ αὐτόν.” μέμνηται δὲ τούτου καὶ διὰ φωνῆς Ἱερεμίου λέγων “ Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο- “ μίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λεών ἐν “ δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα ἀυτὴν.” Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὔω τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τούς λαούς· καὶ διασκεδασθήσεται ἑ τῇ ἡμέρᾳ ἐκείνῃ, κα γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου εστί. Ράβδον μὲν ὀνομάζει καλὴν, τὴν διὰ τῆς εὐαγγελικῆς μυσταγωγίας παίδευσιν, τὴν ἐξαίρετον ἐν ὡραισμῷ, δῆλον δὲ ὅτι τῷ νοητῷ. τὸ δὲ δὴ καὶ ἀποῤῥίψαι καὶ διασκεδάσαι λέγειν λέγειν ὑπεμφήνειεν ἂν, κατά γε τὸ εἰκὸς, οὐχ ὅτι καὶ ἀποπέμψεται καὶ σκορπιεῖ, παραλύων αὐτὴν, ἤγουν ὡς ἂχρηστον ἀφανίζων· πολλοῦ γε καὶ δεῖ· φαίην δ’ ἂν μᾶλλον ἐκεῖνο χρῆναι νοεῖν ἡμᾶς.
PG 72:193οἱ γάρτοι ποιμνίων ἐπιστατεῖν εἰωθότες, εἰ δήπου θεάσαιντο τῶν προβάτων τινὰ τῆς ἀγέλης ἀποσκιρτή- σαντα, γεγονότα τε τῶν ἄλλων ὡς ἀπωτάτω, τότε δὴ πάντως ἐπ’ αὐτὰ τὴν ῥάβδον ἱέντες, μετασοβοῦσιν εὐθέως εἴς γε τὸ ἑλέσθαι δεῖν συναγελάζεσθαι τοῖς ἄλλοις. τετήρηκε τοίνυν τῆς προφητείας ὁ λόγος τῇ τῶν ποιμένων ἐπιστήμῃ τὸ εἰωθός. ἀποῤῥιφήσεσθαι γάρ φησιν τὴν ῤάβδον τὴν τουτέστι καὶ τοῖς ἀπωτάτω πεμφθήσεσθαι, δῆλον δὲ ὅτι τοῖς ἔθνεσιν, αὐτοὶ γὰρ ἦσαν οἱ μακρὰν, πλὴν γεγόνασιν ἐγγὺς διὰ τῆς πίστεως. ἀποῤῥιφήσεσθαι ’δε φησιν οὕτω τὴν ῥάβδον, ὡς ἀνὰ πᾶσαν αὐτὴν σκεδασθῆναι τὴν γῆν, ἤγουν διανεμηθῆναι, καὶ οἷον ἐσκορπίσθαι δοκεῖν πανταχῆ τὸν περὶ Χριστοῦ λόγον, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικόν.
PG 72:194σκεδασθήσεται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείῃ, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν πατήσας τοῦ θανάτου τὸ κράτος ἀναβιῴη Χριστὸς, εἴπῃ τε τοῖς ἁγίοις ἀποστόλοις “ Πορευ- “ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς “ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου “ Πνεύματος.” τότε γὰρ ἅπασαν τὴν ὑπ’ οὐρανὸν ὁ τοῦ Σωτῆρος ἡμῶν περιπεφοίτηκε λόγος· καὶ ἀτρεκὲς εἰπεῖν περὶ τῶν ἁγίων ἀποστόλων ὡς “ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ “ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ “ ῥήματα αὐτῶν.” ὅτι δὲ οὐκ ἀνόνητον τοῖς εθ̓́νεσι τὸ ἀποῤῥιφῆναί τε καὶ κατασκεδασθῆναι τὴν γῆν, ἤγουν διανεμηθῆναι καὶ ἐν ταῖς ἑαυτῶν χώραις τὴν ῥάβδον τὴν καλὴν, ἤτοι τὴν διαθήκην ἣν οὐκέτι πρὸς μόνον τὸν Ἰσραὴλ, διέθετο δὲ μᾶλλον πρὸς πάντα τὰ ἔθνη, καταθρήσαιμεν ἂν, καὶ λίαν ἀμογητὶ, τὸν τῆς προφητείας συνιέντες λόγον· γνώσονται γάρ φησιν οἱ Χαναναῖοι τοὶ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος κυροῦ ἐστί. Χαναναίους μὲν γὰρ τὰ ἔθνη φησί. νοηθεῖεν δ’ ἃν οὗτοι τὰ πρόβατα τὰ φυλασσόμενα. τετήρηνται γὰρ τῷ Χριστῷ, καὶ γάρ ἐστιν Αὐτὸς ἡ τῶν ἐθνῶν προσδοκία. ἐπειδὴ δὲ κατεσκεδάσθη καὶ ἐν ταῖς ἑαυτῶν χώραις ἡ πρὸς πάντας διαθήκη, πεπιστεύκασιν ὅτι Λόγος Κυρίου ἐστί.
PG 72:195διαιτεόμεθα γὰρ οἱ ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὅτι Θεὸς ὣν καὶ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος τε καὶ ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ τοὺς θείους τε καὶ εὐαγγελικοὺς προσπεφώνηκε νόμους. ταύτῃτοι προσκεκυνήκαμεν αὐτῷ, καὶ αὐτῷ λατρεύομεν, τὴν ἀρχαίαν ἐκείνην καὶ ἀκλεᾶ μεταθέντες ἀπάτην, καὶ ἐκ πολυθέου δόξης μετενηνεγμένοι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ Ps. πρὸς αὐτὸν ὑμνούμενον “ Πάντα τὰ ἔθνη ὅσα ἐποίησας “ ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε. “ Ἐν “ γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἕπου· “ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα “ ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν “ Θεοῦ Πατρός. ” Καὶ ἐρῶ πρὸς αὐτοὐς Εἰ καλὸν ενώπιον ὑμῶ ἐστι, δότε στἡσαντες τοι μισθόν μου ἣ ἀπείπασθε· καὶ ἒστησαν τὸv μισθόν μου τριάκοντα ἀργυροῦς. κω εἷπε Κύρνος πρὸς μέ Κάθεο αὐτοὺς εἰς τὸ χωνευτήριον, κω σκέψαι εἰ δόκιμόν έστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπέρ αὐτῶν. κω ἒλαβον τούς τριάκοντα ἀργυροῦς κὼ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἴκοι Κυρίου εἰς τὸ χωνευτηριον.
Διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, ἤτοι διὰ τῆς ῥάβδου τῆς καλῆς, τουτέστι τῆς ἐξαιρέτου παιδείας, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς πεπαιδεύμεθα τὸ μυστήριον. ἀκηκόαμεν γὰρ καὶ πεπιστεύκαμεν, ὅτι Θεὸς ὢν, ὡς ἔφην, ὁ ἐκ Θεοῦ Πατρὸς “ Λόγος, γέγονε σὰρξ καὶ ἐσκήνωσεν “ ἐν ἠμῖν,’’ καθίκετο δὲ καὶ ἐν δούλου μορφῇ, ὑπάρχων δὲ καὶ ἐν μορφῇ καὶ ἐν ἰσότητι τοῦ γεγεννηκότος, γέγονεν “ ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ “πλού- “ σιὸς ὢν ἐπτώχευσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ “ πλουτήσωμεν.’’ ἐξείλατο γὰρ ἡμᾶς τῶν τοῦ θανάτου δεσμῶν, ἀπήλλαξεν ἁμαρτίας, υἱοὺς ἀπέφηνε Θεοῦ· καὶ τί γὰρ οὐχὶ δεδώρηται τῶν ἀγαθῶν ; ἐγνώκαμεν δὲ πρὸς τούτοις, ὅτι καὶ τιμῆς ἠγοράσμεθα· “ οὐ φθαρτοῖς, ἀργυρίῳ “ἢ χρυσίῳ· ἄλλα τιμίῳ αἵματι ὡς αμνου ἀμώμου καὶ “ ἀσπίλου Χριστοῦ,” οὕτω τε λοιπὸν αὐτῷ τὴν οἰκείαν ἐπωφλήσαμεν ζωήν. εἰ γὰρ “ Εἷς ὑπὲρ πάντων ἀπέθανεν, “ ἄρα οἱ πάντες ἀπέθανον’’ ἐν αὐτῷ, καὶ ζῆν ὀφείλομεν ἑαυτοῖς μὲν, οὐκέτι, κατά γε τὸν εἰκότα καὶ ὀρθῶς ἔχοντα λόγον, μᾶλλον δὲ “ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι.
PG 72:196καὶ ταύτῃτοί φησιν Εἰ καλὸν ἐνώπιον ὑμῶν· δῆλον δὲ ὅτι τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον· εἰ σέσωσθε δι’ αὐτοῦ καὶ πεπράχατε δεξιῶς, ἐγνώκατε δέ με Σωτῆρα καὶ λυτρωτὴν, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνατλάντα θάνατον, δὀτε στήσαντες, τουτέστιν ὁρίσαντες, τὸν μισθόν μου ἢ ἀπείπασθε. πλὴν εὐγνώμονες οἱ ἐξ ἐθνῶν. ἔστησαν γὰρ τὸν μισθὸν παρισούμενον μὲν οὐδαμῶς· ἐοικότα δέ πὼς οἷς ἐσχήκαμεν παρ’ αὐτοῦ. ὥσπερ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὕτω καὶ ἡμεῖς τεθείκαμεν τὰς ψυχὰς ὑπὲρ τῆς εἰς αὐτὸν γνησιότητος καὶ ἀγάπης· πρέποι δ’ ἂν λέγειν τοῖς ἁγίοις μάρτυσι “ τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ “ κίνδυνος ἢ μάχαιρα ” νενίκηκε γὰρ οὐδὲν τῶν ἁγίων τὴν εὐψυχίαν. οὐκοῦν ἡ τῶν παρὰ Χριστοῦ γεγονότων εἰς ἡμᾶς ὁμοιότης ὑποφαίνεταί πὼς, διὰ τοῦ δεδόσθαι λέγειν εἰς μισθὸν αὐτῷ Τριάκοντα ἀργυροῦς. ὁ μὲν γὰρ προδότης καὶ βδελυρώτατος ἀληθῶς καὶ θεομισὴς Ἰούδας, τριάκοντα δηνάρια λαβὼν, προὔδωκε τοῖς φονῶσι Χριστὸν, καὶ τὸν τῆς σωτηριας ἤμων καταπέπρακεν ἀρχηγὸν τοῖς ἀλιτηρίοις.
PG 72:197προσεκομίσθησαν δὲ παρὰ τῶν ἐθνῶν εἰς μισθὸν αὐτῷ τριάκοντα ἀργυροῖ, οἳ καὶ καθίενται Θεοῦ προστάττοντος εἰς τὸ χωνευτήριον, εὖ μάλα δοκιμαζόμενοι, καθὰ καὶ αὐτὸς ὁ Χριστὸς ἐδοκιμάσθη ὑπὲρ ἡμῶν. ἔσται γὰρ ἡμῶν οὐκ ἀζήτητος ἡ πίστις παρά γε τῷ πάντα εἰδότι Θεῷ οὔτε μὴν ἀβασάνιστος ὁ βίος· ἀλλ’ ἧ φησιν ὁ μακάριος Παῦλος “ ἑκάστου τὸ “ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει.’’ γέγραπται δὲ καὶ περὶ χριστοῦ ὅτι “ Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν “ αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης “ ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. “ καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ; ἢ τίς ὑποστή- “ σεται ἐν τῆ ὀπτασίᾳ αὐτοῦ ; διότι αὐτὸς εἰσπορεύεται ὡς “ πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται “ χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ “ χρυσίον. ” ψάλλει ’δε που καὶ ὁ θεσπέσιος Δαυεὶδ, ὡς ἐκ προσώπου παντὸς τοῦ πιστεύσαντος εἰς Χριστὸν, καὶ ζῆν ἐθέλοντος εὐαγγελικῶς “ Δοκίμασόν με, κύριε, καὶ “ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν “ μου. πλὴν ὅτι τὸ χωνευτήρον ἐν οἴκῳ Κύρου, φησὶν ὁ Προφήτης.
PG 72:198δοκιμάζει γὰρ ἡ Ἐκκλησία Χριστοῦ τὸν ἑκάστου τρόπον καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, καὶ “ δια- “ κρίσεις ἔχουσα πνευμάτων, ” οἶδεν ἀκριβῶς, τίς μὲν ἐν Ἁγίῳ Πωεύματι λαλεῖ Κύριον ὀνομάζων Ἰησοῦν, τίς δὲ δὴ καὶ ἐν Βεελζεβοὺλ, ἀνάθεμα λέγων αὐτόν· καὶ τίνες μὲν “ οἱ ἀληθινοὶ προσκυνηταὶ, τίνες δὲ αὖ οἱ ὡς ἐν “ εν “ ἐνδύμασι προβάτων’’ πρὸς ἡμᾶς ἐρχόμενοι “ λύκοι.” Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον ὦι δευτέρα, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραήλ. Ῥάβδους ἔφη δύο λήψεσθαι Χριστὸν, οὕτω τε κατανεμήσειν ἐν αὐταῖς τὰ οἰκεῖα πρόβατα, δῆλον δὲ ὅτι τῶν διὰ πίστεως κεκλημένων τὴν ἁγίαν πληθύν.
καὶ ῥάβδον μὲν εἶναι τὴν καλὴν ἐλέγομεν τὴν παιδείαν, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τὴν γεμὴν ἑτέραν, τουτέστι τὸ σχοίνισμα, τὴν διὰ Μωυσέως ἐντολὴν, ὡς τῷ σχοινίσματι τῷ ἐκνεμηθέντι Θεῷ· τουτέστι τῷ Ἰσραήλ· δοθεῖσαν εἰς βοήθειαν κατὰ τὴν τοῦ προφήτου φωνήν “ Νόμον γάρ φησιν εἰς βοήθειαν “ δέδωκεν.’’ ὅτι τοίνυν οὐχὶ δὴ μόνοις τοῖς παιδεύμασιν ἡ τῶν ἐθνῶν ἔμελλε παιδαγωγεῖσθαι πληθὺς, ἀλλὰ γὰρ καὶ αὐταῖς ταῖς πάλαι τε καὶ διὰ Μωυσέως δοθείσαις ἐντολαῖς, μεταπλαττομένης δηλονότι τῆς ἐν νόμῳ σκιᾶς εἰς ἀλήθειαν, καὶ διὰ τῶν προκειμένων ἡμῖν καθίστη. σιν ἐναργές.
PG 72:199ὥσπερ γὰρ ἀπορριφῆναί τε καὶ σκεδασθῆναι τὴν καλὴν ἔφη ῥάβδον· διεσπάρη γὰρ ὥσπερ ἐν ταῖς τῶν Χαναναίων χώραις ἡ εὐαγγελικὴ παίδευσις, περιενεχθεῖσα δηλονότι διὰ τῶν ἁγίων ἀποστόλων· οὕτω καὶ ἡ ἑτέρα ῥάβδος, ἤτοι παίδευσις, τουτέστι τὸ σχοίνισμα, ἤγουν ὁ νόμος, ὁ ἐν τάξει διαθήκη παρὰ Θεοῦ τεθεὶς ἀνὰ μετὸν τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἲσραὴλ, τουτέστι παντὸς τοῦ γένους τοῦ ἐξ Ἰσραήλ· Ἰούδαν μὲν γὰρ ὀνομάζει τὰς ἐν τοῖς Ἱεροσολύμοις δύο φυλὰς, αὐτήν τε τὴν Ἰούδα φημὶ καὶ Βενιαμὶν, Ἰσραὴλ γεμὴν τὰς ἑτέρας δέκα, τὰς ἐν τῇ Σαμαρείᾳ διῳκισμένας ὁμοῦ τῷ Ἱεροβοάμ· δέδοται δὴ οὖν τοῖς ἐκ Χαναὰν καὶ ὁ νόμος· μυσταγωγούμεθα γὰρ, ὡς ἔφην, νομικοῖς τε καὶ εὐαγγελικοῖς θεσπίσμασι· ταύτῃτοι καὶ ἔφασκεν ὁ Χριστός “ Μὴ νομίσητε ὅτι ἦλθον καταλύσαι “ τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλύσαι, ἀλλὰ “ πληρῶσαι. λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς “ καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ “ νόμου, ἕως ἂν πάντα γένηται.’’ πληροῖ γὰρ τὸν νόμον διδάσκων τὰ ὑπὲρ νόμον, καὶ οὐκ ἔξω νόμου τιθεὶς τὸν παιδαγωγούμενον, ὡς ἔν γε τῷ φάναι τυχόν “ Ἠκούσατε “ ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις, ὃς δ’ ἂν φονεύσῃ, “ ἔνοχος ἔσται τῇ κρίσει.
PG 72:200ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ “ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.’’ καὶ πάλιν “ Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις. ἐγὼ δὲ “ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, “ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. ” ἀποπεραίνεται γὰρ τό Οὐ φονεύσεις, ὡς ἔν γε τῷ παραιτεῖσθαι καὶ τὴν ὀργὴν, ἢ ῥίζα τε ἐστι τοῦ φόνου καὶ γένεσις· τῷ δὲ μηδ’ ὅλως εἰσδέχεσθαι τὰς ἐπιθυμίας, ἤγουν κολάζειν τὰς ἡδονὰς, συναναιρεῖταί που πάντως τῆς μοιχείας ὁ τρόπος, καθάπερ ἀμέλει καὶ ῥίζαις ἠδικημέναις συναπομαραίνεσθαί φαμεν τὰ ἐξ αὐτῶν βλάστη μάτα, μᾶλλον δὲ οὐδ’ ἂν ἀνάσχοιεν ὅλως. ΤΟΜΟΣ Δ. ΕΙΣ ΤΟΝ ΗΡΟΦΗΤΗΝ ΣΑΧΑΓΙΑΝ. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ. Καὶ είπε Κύριος πρὸς μέ Ἒτι λάβε σεαυτῷ σκεύη ποιμενικά ποιμένος ἀπείρου, διότι ἰδού ἐγὼ ἐξεγείρω ποιμένα ἐΜ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, κα τὸ διεσκορπισμένον οὐ μἠ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μἠ ίάσκται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνει, καὶ τὰ κρέα τῶ ἐκλεκτῶν καταφάγεται, καὶ τούς ἀστραγάλους αὐτῶν ἐκστρέψει.
PG 72:201Τοῦ ἀγαθοῦ ποιμένος, σοφοῦ τε καὶ ἐπιστήμονος, τουτέστι Χριστοῦ, τὰς δύο ῥάβδους ἀπορρίψαντός τε καὶ διασκεδάσαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προαποδεδομένους τρόπους· τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ καὶ Πατρὸς ἀπορρήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ’ ἡμᾶς, κεχρημάτικε τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν αὐτοῖς εἰς μυσταγωγίαν καὶ εἰς εἴδησιν ἀκριβῆ τοῦ καθ’ ἑαυτὸν μυστηρίου τήν τε εὐαγγελικὴν παίδευσιν καὶ φωταγωγίαν, καὶ μέντοι καὶ τὴν νομικήν. ταύτας γὰρ εἶναι τὰς δύο ῥάβδους ἐλέγομεν, δι’ ὧν ἡμᾶς καταποιμαίνει χριστὸς “ ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι” καθὰ γέγραπται. ἀλλ’ οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, ἠγνοηκότες δὲ καὶ τὴν ῥάβδον τὴν καλὴν, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ προσέτι τούτοις τὴν ἑτέραν ἀτιμάσαντες ῥάβδον, ᾗ ὄνομα Σχοίνισμα, τουτέστι τὸν διὰ Μωυσέως νόμον, οὐ προσήκαντο μὲν τὴν πίστιν, ἠγνοήκασι δὲ τὸν διὰ νόμου καὶ προφητῶν προηγορευμένον· καὶ τοῦτο αὐτοῖς ἐναργῶς αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “ Μῆ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατη- “ γορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
εἰ γὰρ “ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ “ ἐκεῖνος ἔγραψέν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύ- “ ἕτε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε ” ἔστι τοίνυν οὐδαμόθεν ἀμφίλογον, ὡς οὔτε τοῖς Μωυσέως πεπιστεύκασι γράμμασιν, οὔτε μὴν τοῖς τοῦ Σωτῆρος ῥήμασιν. Ἐπειδὴ δὲ τῆς ἀληθείας τὴν γνῶσιν οὐ παρεδέξαντο, ταύτῃτοι, καθά φησιν ὁ σοφώτατος Παῦλος “ πέμψει αὐτοῖς “ ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ” ψεύδει· ἐνέργειαν δὲ πλάνης τὸν ἀντίχριστον εἶναί φησιν, ᾧ προστεθέντες Ἰουδαῖοι κατακριθήσονται. καὶ πιστώσεται λέγων αὐτοῖς ὁ Σωτῆρ’ ἀπειθεῖν ᾑρημένοις “ Ἐγὼ ἐλήλυθα “ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· “ ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’’ ὅτι τοίνυν Ἰουδαῖοι ἔμελλον κατὰ καιροὺς πεφηνότα τὸν τῆς ἀνομίας υἱὸν ἀμελλητὶ παραδέχεσθαι, “ τὸν ἀντικείμενον καὶ “ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε “ αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν “ ὅτι ἔστι Θεὸς,’’ τὸν οὐκ εἰδότα ποιμαίνειν ὀρθῶς καὶ ἐπιστημόνως προανατυποῦσθαι κελεύει τῷ Προφήτῃ Θεὸς οὕτω λέγων Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου.
PG 72:202οἱ μὲν γὰρ τῶν ποιμένων ἐπιεικέστατοι, καὶ τῶν ἐν χερσὶ σπουδασμάτων ἐπιστήμονες, ἰσχνὰς ἔχουσι τὰς ῥάβδους, ἳν’ εἰ γένοιτο τοῦ καταπαίειν καιρὸς, μὴ συνθραύηται τὸ τυπτόμενον. εἰ δὲ δή τις εἴη τῶν οὐκ εἰδότων τὸ χρῆμα, καὶ ποιμενικῆς ἐπιστήμης ὡς ἀπωτάτω κείμενος, ἁδροτάτοις αὐτὰ συντρίβει ῥοπάλοις. καὶ ταῦτα οἶμαί ἐστι τὰ σκεύη τὰ ποιμενικὰ τοῦ απείρού ποιμένος. ἐπειδὴ δὲ κατὰ καιροὺς ἔμελλεν ὁ τῆς ἀνομίας υἱὸς τὴν βασιλίδα τιμὴν περικείμενος, δοκεῖν ἐν τάξει ποιμένος ἀναδειχθήσεσθαι τοῖς ἐπὶ γῆς· φειδοῦς γεμὴν οὐδεμιᾶς ἀξιοῦν τοὺς ὑπὸ χεῖρα λαοὺς, ἢ καὶ τοὺς ἔξω χειρὸς, ταύτητοί φησιν Ἰδοὺ ἐγὼ εζεγειρω ποιμενα ἐπὶ τὴν γῆν, τὸ εκλιμπανον οὐ μὴ επισκέψηται. ὅμοιον ὡς εἰ λέγοι Τὸ ὀλισθῆσαν εἰς ὀλιγοπιστίαν, οὐκ ἂν ἐπιρρώσειε ταῖς μυσταγωγίαις· τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, τὸ ἐκπεφοιτηκός φησι τῆς εὐθείας ὁδοῦ, καὶ τῆς ἀγέλης ἀποσκιρτᾶν εἰωθὸς, οὐ μὴ ζητήσῃ, τουτέστιν οὐκ ἂν μεταθείη πρὸς τὸ ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ Ἰάσηται. συντρίβεται δέ τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς.

Tome VTomus Quintus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:203τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ κατευθυνῇ, ἁλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς αστραγάλους αὐτων ἐκστρέφει. πολεμήσει γὰρ τοῖς ἁγίοις ὁ τῆς ἀνομίας ὑιὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχη τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσκυνεῖν αὐτῷ, καταπλήττων τοῖς θαύμασιν. ἔχει γὰρ “ τὴν “ παρουσίαν κατ’ ἐνέργειαν τοῦ σατανᾶ,” καὶ ἐν Βεελζεβοὺλ ποιήσει “ τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς “ ἐκλεκτοὺς,’’ καὶ ἧ φησὶν ὁ Σωτῆρ’ “ οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ,” μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· “ διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.’’ “ ἀνελεῖ γὰρ αὐτὸν ὁ κύριος τῷ πνεύματι, καὶ καταργήσει τῇ ἐπιφάνειᾳ τῆς παρουσίας αὐτοῦ.” Ὦ οἱ ποιμαίνοντες τὰ μάταια, κὼ οἱ καταλελοιπότες τὰ πρόβατα, μάχαιρα ἐΜ τοῦ βραχίονος αὐτοῦ κὼ ἐμ τὸν ἀφθαλμὸν τὸν δεξιόν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται κὼ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθησεται.
PG 72:204Γεγονότος ἅπαξ τοῦ λόγου περὶ ποιμένος ἀπείρου, μονονουχὶ καὶ ἐπιστυγνάζει λοιπὸν τοῖς μὴ ἀγαθοῖς ποιμέσι, καὶ γενικωτάτῳ τρόπον τινὰ χρῆται λόγῳ, τὰ τοῖς ὧδε γνώμης ἔχουσι συμβησόμενα προαναφωνῶν. ἄθρει γὰρ ὅπως ὡς ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι’ ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβάτοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·’’ οἱ δὲ κατέσφαζόν τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ’ αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ’ αὐτοῖς ὁ λόγος. τοι. οὗτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν· ἀλλὰ περιάγοντες μὲν “ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες “ αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν.’’ Τί δὴ οὖν ἄρα τοῖς οὕτω πονηροῖς ποιμέσι συμβήσεται ; μάχαιρά φησιν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ. λαμβάνεται δὲ ὁ βραχίων εἰς δύναμίν τε καὶ τύπον τῆς πνευματικῆς ἐνεργείας.
PG 72:205καὶ γοῦν καὶ τῶν σφαζομένων ζῴων ἐν τῇ ἁγίᾳ σκηνῇ ἀπόλεκτον τῷ θείω θυσιαστηρίῳ μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῶ Θεῶ. ὑποφαίνοντος οἴμαι του νόμου δι’ αἰνίγματος, ὅτι Θέῳ τὴν ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς “ Μεγέθει “ βραχίονός σου ἀπολιθωθήτωσαν ” ὁ ’δε γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορθῶσαι τῶν ἀγαθῶν μὴ ἐν ἰσχύοντος Θεοῦ· κατασκοτισθήσεται δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παρρησίας Οτι σὺ φωτιεῖς λύχνον μου κύριε, ὁ Θεός μου φωτιεῖς “ τὸ σκότος μου.’’ δεξιός τε βραχίων ὁ τῆ μαχαίρᾳ τεμνόκατεσφάζοντο μένος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ καρδίαν.
ὡς γὰρ ὁ Παῦλός φησιν “Ἂχρι σήμερον ἡνίκα “ ἃν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ περὶ αὐτῶν “ Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν· σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ’ αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἢ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ’ ὅτι τοὺς ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ’ ἂν οὐ μετρίως ἡ τῶν Θῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ’ Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν· ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι. Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, λέγει Κύριος, ἐκτείνων οὐρανὸν, κω θεμελιῶν γῆν, κὼ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.
PG 72:206Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν ἀφήγησιν τὴν ἐπί γε φημὶ τῷ ἀγαθῷ ποιμένι, τουτέστι Χριστῷ, καὶ μέντοι τὴν ἐπί γε τῷ ἀπείρῳ τε καὶ ὠμοτάτῳ καὶ κρεανομοῦντι τὰ πρόβατα· τοῦτον δὲ εἶναί φαμεν τὸν ἀντίχριστον· διαμέμνηται χρησίμως καὶ τῶν ἐσομένων κατὰ καιροὺς διωγμῶν κατά τε τοῦ Ἰσραήλ· καὶ οὐχὶ δήπου πάντως τοῦ κατὰ σάρκα, μᾶλλον δὲ τοῦ νοητοῦ· καὶ τῆς ἁγίας ὄντως Ἱερουσαλὴμ, “ ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος.’’ ὡσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περιτομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι’ αὐτοῦ καὶ ἐν αὐτῶ τὸν Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος. Λαμβάνεται τοίνυν ὁ λόγος ἐπὶ τὸν ἀρτίως ἡμῖν εἰρημένον Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων Δημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.
PG 72:207δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ισραηλ τὸ λημμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ “ ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν,” κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευστος γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἃν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῶ δοκοῦν ἀποπεραίνῃ; πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γεγ́ονε δι’ αὐτοῦ, ἀλλ’ οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυείδ “ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ “ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.’ καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν , ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρακαλεῖν καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός.
PG 72:208ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονήτων πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐννοίας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον. Ἴδου ἐΓὼ Τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἐσται περιοχή ἐμ Ἱερουσαλήμ. κὼ ἐσται ἐν τῇ Ἡμέρᾳ ε'κείνῌ θήσομαι τὴν Ἱερουσαλὴμ λόθον καταπατούμενον πᾶσι τοῖς ἒθνεσι· πᾶς ὁ καταπατῶ αὐτὴν ἐμπαίζων ἐμπαίξεται, κὼ ἐπισυναχθήσονται ἐπ’ αὐτὴν πάντα τὰ ἒθνη τῆς γῆς. Ἐν τοῖς ἤδη προαπηγγελμένοις ὁ κατὰ τῆς Ἰουδαίας πόλεμος διὰ τῆς Ῥωμαίων ἐσόμενος στρατιᾶς εἴρηται σαφῶς. καὶ γοῦν ἔφασκε “ Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιστοι “πώρηκεν ἡ μεγαλωσύνη αὐτῶν·’’ καὶ μεθ’ ἕτερα πάλιν “ Διὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας “ τὴν γῆν, λέγει κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς “ ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ “ εἰς χεῖρας βασιλέως αὐτοῦ.
καὶ κατακόψουσι τὴν γῆν, “ καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν.’’ ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῶ ὀνόματι τοῦ Χριστοῦ, μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δέ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες ; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας μεταποιεῖσθαι σπουδάζοντες καὶ διαβολικῆς ἀνοσιότητος ὑπουργοὶ γεγονότες, ἀπεκτόνασι τοὺς ἁγίους εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις καλοῦντες ἀγῶνας. ἔδοξε δέ πὼς ἡ Ἐκκλησία καὶ πάσχειν εὐκόλως, ἐπαμύνοντος οὐδενὸς, ἐοικέναι τε προθύροις σεσαλευμένοις καὶ πίπτουσιν, ἢ καὶ λιθῷ καταπατουμένῳ.
PG 72:209καίτοι γὰρ ἰσχύων ὁ τῶν ὅλων Σωτῆρ’ καὶ πάντα πόλεμον κατευνάσαι ῥᾳδίως, μᾶλλον δὲ καὶ ἀποστῆσαι παντελῶς τῶν σεβομένων αὐτὸν, καὶ ἀμείνους ἀποφῆναι παντὸς πειρασμοῦ καὶ τῆς τῶν ἐχθρῶν κατευμεγεθοῦντας χειρὸς, ἐφῆκεν οἰκονομικῶς καταλαμπρύνεσθαι διὰ παθημάτων, ἵνα σύμμορφοι γεγονότες αὐτῷ, συνδοξασθεῖέν τε καὶ συμβασιλεύσειαν. εἰ γὰρ συμπάσχομεν, “ καὶ “ συμβασιλεύσομεν’’ αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ εἰ “ κοινωνοὶ τῶν παθημάτων’’ ἐσμὲν, ἀλλὰ καὶ τῆς δόξης ἕλ’ μέθᾳ. ἱροῦ τοίνυν φησὶ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα. εἰ δὲ δήπου τοῦτο γένοιτο, καὶ ταχθείη περὶ αὐτὴν ἡ περιοχὴ, τουτέστιν ἡ παρὰ πάντων πολιορκία, καὶ ὅταν εἶναι δόξειεν ὡς λίθος καταπατούμενος, τότε πᾶς ὁ ἐμπαίζων ἐμπαίξεται. πέπρακται δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς. ἐπεφύοντο γὰρ τοῖς ἁγίοις, κατὰ πολλοὺς αἰκίζοντες τρόπους, καὶ τάχα που καὶ ἀποθνήσκουσιν ἐπιμειδιῶντες οἱ τάλανες. οὐ γὰρ ᾔδεσαν, κατὰ τὸ εἰκὸς, τὸ ἐκ τοῦ παθεῖν εὐκλεὲς, καὶ ὅτι πρὸς εὐθυμίας αὐτοῖς τῆς διηνεκοῦς ἔσται δὴ πάντως ὁ πόνος.
PG 72:210ἄθρει δὴ ὅπως οὐ τῆς τῶν ἐθνῶν ἰσχύος ἔργον εἶναί φησι, τὸ καταπατηθήσεσθαι τὴν Ἐκκλησίαν· ἀλλὰ τῆς αὐτοῦ βουλῆς ἐφιέντος, ὡς ἔφην, διὰ παθημάτων τελειοῦσθαι τοὺς ἰδίους προσκυνητάς. ιδου γάρ φησιν ἐγὼ τιθημί τὴν Ιερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ. τούτῳ παραπλήσιον ἐκεῖνο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς εὖ μάλα σαφῶς ἐφήμενον πρὸς Πιλάτον “ Οὐκ εἶχες “ οὐδεμίαν ἐξουσίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι “ ἂνωθεν·” φαίη δ’ ἃν εἰκότως ἡ νοητὴ πάλιν Ἱερουσαλὴμ, τουτέστιν ἡ Ἐκκλησία, τῷ διώκοντι κόσμῳ Οὐκ εἶχες κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκείτωρ, πατάξω πάντα ἳππον ἑ ἐκστάσει κω τὸ ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· ἐμ δέ τόν οὶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, κὼ πάντας τούς ἵππους τῶι λαῶι πατάξω ἐν ἀποτυφλώσει. Ὅτι καὶ πάντα κατευνάσει πόλεμον, καὶ ἀπράκτους ἀποφανεῖ τὰς τῶν διωκτῶν ἐφόδους, δίδωσι νοεῖν, ἲππον τε καὶ ἀναβάτην πατάξειν εἰπὼν ἐν ἐκστάσει τε καὶ παραφρονησει καὶ μὴν καὶ ἀποτυφλώσει. ἔστι δὲ οἶμαι ταὐτὸν τὸ παθεῖν τὴν ἔκστόισιν τῷ ὑπομεῖναι τὴν παραφρόνησιν. τὸ γὰρ ἔξω γενέσθαι φρενὸς, ἒκστασις ἃν νοοῖτο, καὶ μάλα εἰκότως.
PG 72:211οὗ δὴ γεγονότος καὶ τοῖς φονῶσι συμβεβηκότος, περιέσται που πάντως τοῖς ἁγίοις εἰπεῖν περὶ τῶν σφισι μεμαχημένων “ Οί “ ἐχθροὶ ἡμῶν ἀνόητοι,” καὶ μὴν καί “ οὗτοι ἐν ἅρμασι καὶ Ps. xix. “ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν “ μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἒπεσον, “ ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν.” παραφρονήσειε δ' ἃν καὶ ἑτέρως ὁ ταῖς τῶν ἁγίων ἀνεξικακίαις ἀνοσίως ἐπιπηδῶν, καὶ ἀδόκητον ὑπομενεῖ τὴν ἔκστασιν, ἤτοι τὸ θαῦμα, τεθεαμένος ὅτι νικῶσιν ἐν συμφοραῖς, καὶ στεφανοῦνται πεσόντες, κἂν ἡττῆσθαι δοκοῖεν, τότε δὴ μάλιστα κρατοῦσι μειζόνως· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε δὴ μάλιστα τῷ παθεῖν αὐτοὺς ὁρῶνται εὐκλεεῖς, καὶ τῷ μεγέθει τῶν πόνων συμπαρομαρτοῦσαν ἔχουσι τὴν ἄνωθεν χάριν. εἶτα πῶς οὐκ ἃν καταπλήξειαν τοὺς μεμαχημένους οἱ μακάριοι μάρτυρες, καὶ αὐτὸν νικῶντες ’τον σαταναν, καὶ πονήροις μὲν καὶ ἀκαθάρτοις ἐπιτιμῶντες πνεύμασι· πολὺ δὲ τὸ θαῦμα τῆς ἐνούσης εὐκλείας αὐτοῖς ἐνιέντες ἔσθ’ ὅτε καὶ αὐτοῖς τοῖς ἀνῃρηκόσιν ; οὐκοῦν ἱππότην τε ἅμα καὶ ἵππον πατάξειην ἐπαγγέλλεται· ἵνα νοῶ μὲν τὰς τῶν πολεμίων φάλαγγας, τὰς ταῖς τῶν ἁγίων ἐπιεικείαις ἀντιτεταγμένας. Ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξειν ἔφη τοὺς ὀφθαλμούς.
καὶ Ἰούδαν μὲν ἐν τούτοις τὸν ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ Ἰούδα φυλῆς πεφηνότα Χριστὸν ὀνομάζει· οἶκον δὲ αὐτοῦ τὴν Ἐκκλησίαν, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων τὴν ἁγίαν πληθύν. τὴν δέ γε τῶν ὀφθαλμῶν διάνοιξιν ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι πολὺ λίαν ἀμφιλαφεῖ καὶ οἷον ὅλῳ βλέμματι κατασκέψεται· σημεῖον δ’ ἂν γένοιτο τοῦτο σαφὲς τῆς ἐπ’ αὐτοῖς εὐμενείας καὶ μέντοι φειδοῦς καὶ ἀγάπης. γέγραπται γὰρ ὅτι “ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους.’’ καὶ οὓς ἂν τούτους δὴ πάντως τρισμακαρίους ἀποφαίνει, εἴπερ ἐστὶν εἰπεῖν οὐ διεψευσμένως, ὡς κολάζει μὲν ταῖς ἀποστροφαῖς τὸν ὑβριστήν τε καὶ ἁλιτήριον, κατευφραίνει γεμὴν ταῖς ἐπισκέψεσι τὸν εὐσεβῆ καὶ φιλάρετον . καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ, καὶ τὴν ἐκ τῆς ἀποστροφῆς ζημίαν καὶ τὸ ἐκ τῆς ἐπισκέψεως κέρδος ἐμφανὲς καθιστὰς, ποτὲ μὲν ἔφασκε “ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ “ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·’’ ποτὲ δὲ δὴ αὖ “ πίλεον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με." ἕψεται γὰρ πάντως ταῖς ἀποστροφαῖς ὁ θυμὸς καὶ τὰ ἐξ αὐτοῦ συμβαίνοντα· τῷ γεμὴν ἐπιβλέψαι τὸ χρῆναι λαβεῖν τὸν ἔλεον. Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα πάντες ἐν ταῖς καρδίαις αὐτῶι ΕὙρήσομεν ἑαυτοῖς τούς κατοικοπυντας ἐν ‘Ιερουσαλὴμ έν Κυρείῳ παντοκράτορι Θεώ αὐτῶι.
PG 72:212Χιλιάρχους μὲν Ἰούδα τοὺς ἁγίους ἀποστόλους κατωνομάσθαι φαμὲν, τοὺς οἷον ἐν τάξει στρατηγῶν κεχειποτονηδανοίξειν μένους παρὰ χριστοῦ, καὶ καθηγεῖσθαι λαχόντας τοῦ Ἰούδα, τουτέστι τῶν κεκλημένων εἰς ἐξομολόγησίν τε καὶ αἶνον. αἶνος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. εἶεν δ’ ἃν οὗτοι πάντες οἱ ἐξ ἐθνῶν, οἷς καὶ τὸ χρῆναι δοξολογεῖν τὸν Ἐμμανουήλ ὁ θεσπέσιος μελῳδὸς ἐπιτάττει λέγων ἐν πνεύματι “ Εὐλο “ γεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν “ τῆς αἰνέσεως αὐτοῦ.’’ Ἰούδας τοίνυν ἐν τούτοις οἱ διὰ πίστεως κεκλημένοι πρὸς αἶνόν τε καὶ ἐξομολόγησιν· κιλίαρχοι γεμὴν οἱ ἐπ’ αὐτοῖς τεταγμένοι, ταξίαρχοί τε καὶ ἡγεμόνες, οἱ θεσπέσιοι μαθηταί. ἔστι γοῦν ἰδεῖν, οἷά τισι στρατιώταις, τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς διακεκραγότας τε καὶ λέγοντας “ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν “ ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, “ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου “ τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, “ ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω- “ μένα σβέσαι. καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, “ καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ.
PG 72:213χρῆναι δὲ ἡμᾶς ὁρᾶσθαι λαμπροὺς καὶ τὴν εὐδόκιμον κατορθοῦντας ζωὴν καὶ ὁ θεσπέσιος ἔφη Παῦλος “ Διὰ τῶν “ ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, καὶ πρός γε δὴ τούτοις, τὰς τῶν ἐναντίων φάλαγγας μονονουχὶ κατεδείκνυ λέγων “ τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν “ Χριστῷ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. οὐ γάρ “ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἁλλὰ πρὸς τὰς “ ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ “ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς “ ἐπουρανίοις.’ Χιλίαρχοι δὴ οὖν, καὶ μάλα εἰκότως, οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ ἐροῦσί φησιν ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐταῖν. ἐπεθύμουν μὲν γὰρ οἱ θεσπέσιοι μαθηταὶ τὴν ἁγίαν ὄντως Ἱερουσαλὴ, τουτέστι τὴν Ἐκκλησίαν, μεμεστωμένην ὁρᾶσθαι προσκυνητῶν, καὶ οἷά τινα πόλιν περιφανῆ καὶ ἀοίδιμον πολυάνδρῳ πληθύι· τῶν ἐνοικούντων εὖ μάλα κατασεμνύνεσθαι. καὶ γοῦν διεκήρυττον τὴν πίστιν, εὐηγγελίζοντο τὸν Ἰησοῦν, σημείοις τε καὶ τέρασιν ἐπισφραγιζόμενοι τοὺς παρ’ ἑαυτῶν λόγους. πλὴν οὐκ ἔπιθον τὸν Ἰσραήλ· ἀπομεμένηκε δὴ σκληρός τε καὶ ἀκαμπὴς καὶ οἷον ἵππος ἐξήνιος.
PG 72:214ταύτῃτοι λοιπὸν ἐζήτουν ἑαυτοῖς τοὺς κατοικοῦντας τὴν ἁγίαν πόλιν ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτων, τουτέστιν ἐν Κριστῷ, καὶ δὴ καὶ ἐτράποντο πρὸς τὰ ἔθνη, τοῖς Ἰουδαίων δήμοις ἐπιφωνήσαντες “ Ὑμῖν ἦν ἀναγκαῖον “πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπω- “ θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου “ ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη, οὕτω γὰρ ἡμῖν “ ἐντέταλται ὁ Θεός.” ἐκεῖθεν ἐζήτησαν τοὺς τῆς Ἐκκλησίας πολίτας, ἧς καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμέμνηται λέγων “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.” ζητήσαντες δὲ πεπλουτήκασι, συνεκόμισάν τε πληθὺν τὴν ἀριθμοῦ κρείττονα, καὶ δὴ καί φασι τῆ ἁγίᾳ πόλει “ Πλά- “ τυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ “ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ “ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” ἡ δὲ τῷ πλήθει τῶν κατοικούντων αὐτὴν ἐπιγάνυται, μόνον δὲ οὐχὶ καταθαυμάζουσα τῶν ἰδίων τέκνων τὴν ὁμήγυριν, φησίν “ Ἐγὼ δὲ ἄτεκνος Κη. xlix.
“ καὶ χήρα, τούτους δὲ τίς ἐγέννησε μοι, οὗτοι δέ μοι ποῦ “ἤσαν;” Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλόν πυρός ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἑ καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν κω ἐξ εὐωνύμων πάντας τούς λαοὺς κυκλόθεν. Χιλιάρχους μὲν Ἰούδα, καθάπερ ἤδη προεῖπον, τοὺς ἁγίους ἀποστόλους, ἢ καὶ ἅπαντας ἁπλῶς τοὺς τῶν ἁγίων ἐκκλησιῶν ἡγουμένους ἀποκαλεῖ· κατευμεγεθήσειν τε οὕτω τῆς τῶν ἐθνῶν καρδίας τὸν παρ’ αὐτῶν ἔφη λόγον, ἤγουν τὴν μυσταγωγίαν, ὡς δοκεῖν δαλὸν μὲν ξύλοις ἐμπεπτωκέναι, λαμπάδα γεμὴν εἰς καλάμην τὴν εὐκατάπρηστον. καταφάγονται γάρ φησι πάντας τοὺς λαοὺς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων κυκλόθεν, τουτέστιν, οὗπερ ἂν ἰέναι βούλοιντο, πάντη τε καὶ πάντως ἐκεῖ δυνήσονται, καλοῦντες εἰς αἴσθησιν καὶ, οἷον πυρὶ τῷ θείῳ καὶ νοητῷ, καταθάλποντες τοὺς ἀπεψυγμένους. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν “ Ἴδου δέδωκα τοὺς λόγους “ μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ “ καταφάγεται αὐτοὺς,” ἀντὶ τοῦ καλέσει πρὸς καὶ ἀπεψυγμένους εἰς ἁμαρτίαν, θερμοὺς δὴ πάλιν άποτελέσει τῷ πνεύματι.
PG 72:215ἀπέψυκται μὲν γὰρ ἡ τῶν πλανωμένων καρδία, καὶ νεκρὸν ἔχουσι τὸν νοῦν, προσκυνοῦντες “ τῇ “κτίσει παρὰ τὸν κτίσαντα” Θεὸν, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας. Ἐπειδὰν δὲ τὸν θεῖον εἰσδέξονται λόγον, ζέοντες, ὡς ἔφην, ἀποτελοῦνται τῷ πνεύματι, θερμοὶ πρὸς πικαιοσύνην· βεβαπτίσμεθα γὰρ καθά φησιν ὁ θεσπέσιος Ἰωάννης “ Πνεύματι Ἁγίῳ καὶ πυρὶ ” τῷ νοητῷ, καθάπερ τινὰ συρφετὸν, δαπανᾶν εἰωθότι τὴν ταῖς ἡμετέραις ψυχαῖς ἐνιζήσασαν ἁμαρτίαν καὶ τοὺς τῆς φιλοσαρκίας ἐκτήκοντι ῥύπους. εἴρηται γοῦν πρός τινα καὶ διὰ φωνῆς Ἡσαΐου “Ὅτι ἔχεις ἄνθρακας πυρὸς, κάθησαι ἐπ’ αὐτοὺς, “ ἔσονται σοι βοήθεια·’’ καὶ μὴν καὶ αὐτὸς περὶ ἑαυτοῦ φησι “ καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφὶμ, καὶ “ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρὸς, ὃν τῇ λαβίδι ἔλαβεν “ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου καὶ “εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ “ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.’ ἄνθρακά που, κατά γε τὸ εἰκὸς, τὸν θεῖόν τε καὶ ἱερώτατον καὶ ἁμαρτίας ἐκτήκοντα Χριστὸν εἶναι λέγων.
PG 72:216οὐκοῦν γεγόνασι μὲν ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδες πυρὸς εἰς καλάμην οἱ θεσπέσιοι μαθηταὶ κα) κατέφαγον μὲν τὰ ἔθνη κυκλόθεν· πλὴν οὐ δαπανῶντες εἰς ὄλεθρον, καταφλέγοντες δὲ μᾶλλον τῆς ἐν αὐτοῖς ψευδωνύμου γνώσεως τὰ μιαρά τε καὶ βέβηλα δόγματα, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον ἐκτήκοντες, ἀποψύγεσθαι δὲ οὐκ ἐῶντες ἔτι τῶν ἅπαξ πεπιστευκότων τὸν νοῦν πρὸς ἀνονήτους εἰκαιοβουλίας , ὡς ἐπί γε σφίσιν αὐτοῖς ἀνασκιρτῶντας λέγειν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν “ Πεπυρωμένον τὸ λόγιόν σου “ σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.” ὅτι γάρ ἐστι θερμὸς καὶ τομώτατος ὁ τοῦ Θεοῦ λόγος, σαφὲς ἃν γένοιτο, πρὸς Ἱερεμίαν λέγοντος αὐτοῦ “ Οὐχ οἱ λόγοι μου ὥσπερ “ πῦρ φλέγον λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν.” ἔχει γὰρ, καὶ μάλα ἐπιτηδείως, ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος εἴς γε τὸ δύνασθαι καὶ ἀπεψυγμένον εἰς ἁμαρτίαν ἀναζωπυρῆσαι τὸν νοῦν, καὶ οἱονεί πὼς ἀπεσκληκότα καὶ πεπιλημένον διαπτύξαι ῥᾳδίως· καὶ γάρ ἐστι “ Σῶν τε καὶ ἐνεργὴς, “ καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διϊκνόυ- “ μένος τε μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν “ τε καὶ μυελῶν, καὶ κριτικός ἐνθυμήσεων καὶ ἐννοιῶν “ καρδίας· εἴρηται ’δε που καὶ διὰ φωνῆς προφητῶν πρὸς τὸν ἀπηνῆ καὶ ἄτεγκτον Ἰουδαῖον “ Περιτμήθητε τῶ Θεῶ “ ἡμῶν, καὶ περιέλεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες “ Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.” “ Διαρρήξατε “ τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.” Καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καΘ’ ἑαυπὴν, καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.
PG 72:217Οὐκ ἀεὶ τὴν Ἐκκλησίαν ἐν θορύβοις ἔσεσθαι φησιν, οὔτε μὴν ἀτελευτήτους ὑπομένειν τοὺς διωγμούς· ἀλλ’ ἠρεμησειν τε κατὰ καιροὺς, καὶ κατοικήσειν καθ’ ἑαυτὴν, τουτέστι κατὰ μόνας, οὐκ παρενοχλοῦντός τινος, οὐ θλίψιν ἐπάγοντος, οὐκ ἐνιέντος δεῖμα, οὐ τὰς ἐκ τῶν πειρασμῶν δυσθυμίας ἐπισωρεύοντος· σώτει γὰρ Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς. ὑπερασπιεῖ γὰρ οὕτω τῶν ἰδίων ἐκκλησιῶν, ἤτοι τῶν ἑαυτοῦ σκηνωμάτων ὁ τῶν ὅλων κύριος, δῆλον δὲ ὅτι Χριστὸς, ὡς ἴσην αὐτοῖς ἀπονεῖμαι φροντίδα τῆ πάλαι δεδωρημένῃ λελυτρωμένων ἐξ Αἰγύπτου τῶν ἐξ Ἰσραήλ. ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ἐξ οἴκου δουλείας, καὶ “ ἐκ καμίνου “ σιδηρᾶς,” καθὰ γέγραπται, καὶ ἐξ ἀφορήτου πλεονεξίας ὁ τῶν ὅλων Θεὸς, “ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι “ὑψηλῷ,” ὅτε καὶ τοὺς διώκοντας “ κατεπόντισεν ἐν ἐρυθρᾷ “ θαλάσσῃ· πόντος ἐκάλυψεν αὐτοὺς, καὶ ἔδυσαν ὡσεὶ μόλι- “ βος ἐν ὕδατι σφοδρῷ’’ καὶ διεβιβάσθησαν μὲν οἱ λελυτρωμένοι. στῦλος δὲ αὐτῶν ἡγεῖτο πυρὸς τὴν νύκτα, καταδεικνύων δεικνύων τὴν ὁδὸν, ἐπεκρέματο δὲ καὶ ἐν ἡμέρᾳ νεφέλη.
PG 72:218εἶτα ἐξ οὐρανοῦ κατεδηδόκασιν ἄρτον, διέφυγον ἐν τῇ ἐρήμῳ τὰ τῶν ὄφεων δήγματα, κρείττους ἦσαν ἐχθρῶν, διεβιβάσθησαν τὸν Ἰορδάνην, περιετμήθησαν μαχαίραις πετρίναις, εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Ταῦτα χαριεῖται Χριστὸς τοῖς ζητοῦσι τὰ σκηνώματα αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν· οὕτω καὶ αὐτοὺς ἀνασώσει, δουλείας μὲν ἀπαλλάξας τῆς ὑπὸ τῷ διαβόλῳ φημὶ, καὶ δαιμονιώδους πλεονεξίας ἐξελὼν, διαβιβάσας δὲ ὥσπερ διὰ θαλάσσης τῶν ἐν τῷδε τῷ κόσμῳ περισπασμῶν καὶ τύρβης εἰκαίας, στῦλον δὲ καὶ ἑδραίωμα λαμπρὸν ἑαυτὸν αὐτοῖς ἀναθεὶς, φωτίζοντα τοὺς ἐν σκότῳ, καὶ οἷα νεφέλην ταῖς νοηταῖς κατάρδοντα δρόσοις· γεγονὼς δὲ αὐτοῖς καὶ ἄρτος ζωῆς, ἄπρακτά τε καὶ ἀδρανῆ τὰ τῶν νοητῶν ὄφεων άποφήνας δήγματα, καὶ διαβιβάσας τὸν Ἰορδάνην, καὶ τῇ διὰ Πνεύματος περιτομῇ καθαροὺς ἀποφαίνων, εἰσ’ κομίζων δὲ καὶ εἰς βασιλείαν οὐρανῶν. ταῦτα χαριεῖται τοῖς ἰδίοις προσκυνηταῖς, διατώσει τε αὐτοὺς κατὰ τοιούσδε τινὰς τρόπους, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ, τουτέστιν οἱ τῶν Ἰουδαίων ἡγούμενοι· μήτε μὴν ἔπαρσις εἴη, ἤγουν ἐπάρσεως ἀφορμαὶ, τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ τὴν αἰσθητὴν καὶ ἐπίγειον κατὰ τοῦ Ἰούδα.
ἐφρόνουν μὲν γὰρ μεγάλα καὶ κατωφρυῶντο λίαν τῶν πεπιστευκότων εἰς ριστὸν, καὶ κατ’ αὐτοῦ δὲ τοῦ Ἐμμανουὴλ, ἄνω τε καὶ κάτω τὰ διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις δεδωρημένα προτείνοντες, καὶ τὴν τοῖς πατράσιν αὐτῶν ἐκνεμηθεῖσαν φειδὼ προϊσχόμενοι. καὶ γοῦν ἔφασκον ποτὲ μέν “ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἴνα ἴδωμεν καὶ πιστεύσωμεν σοι; τι εργάζῃ:; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῆ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν·” ποτὲ δὲ δὴ αὖ “ Ἡμεῖς οἴδαμεν ὅτι “ Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί. ” τερατουργήσει δὴ οὖν καὶ ἐφ’ ἡμῖν ὁ τῶν ὅλων Θεὸς, εἰ καὶ μὴ ἐμφανῶς, καθάπερ ἀμέλει καὶ τότε, ἀλλ’ οὖν νοητῶς, οὕτω τε ἡμᾶς ἀνασώσει τοὺς ἐν τοῖς ἰδίοις σκηνώμασιν, ἵνα μὴ μεγαλοφρονῶσι καθ’ ἡμῶν οἱ Ἰουδαῖοι, ἤγουν· οἱ παρ’ αὐτοῖς ἡγούμενοι. τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ καύχημα τοῦ οἰκοῦ Δαυείδ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶ κατοικούντων ‘ Ιερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς b ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυεὶδ, ὁ δὲ δὲ Δαυεὶδ ὡς οἶκος Θεοῦ, ως ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. “Ὅπλῳ μὲν ἡμᾶς εὐδοκίας” ἐστεφάνωσεν ὁ Θεὸς καὶ καὶ Πατήρ.
PG 72:219δέδωκε γὰρ ἡμῖν τὸν ἴδιον Υἱὸν προασπιστὴν καὶ πρόμαχον, δι’ οὗ καὶ σεσώσμεθα, παντὸς μὲν εὐκόλως διεκδύνοντες πειρασμοῦ· πολέμου δὲ τοῦ παρ’ ἐχθρῶν, καὶ τῆς τῶν διωκόντων σκαιότητος κατευμεγεθεῖν εἰωθότες. ἀλλ’ ἐν γε τοῖς προκειμένοις δηλοῦται μέν τι τοιοῦτον, πλὴν ἀσαφείᾳ πολλῇ κατεσκιασμένον τὸν λόγον κατίδοι τις ἄν. ἔφη μὲν γὰρ ὑπερασπιεῖν ὁ τῶν ὅλων Θεὸς τῶν κατοικούντων Ιερουσαλὴμ, καὶ οὐχὶ δὴ μᾶλλον τῶν παροικούντων αὐτήν. καὶ νοεῖται μὲν ὁμολογουμένως Ἱερουσαλὴμ ἐν τούτοις ἡ Εκκλησία Χριστοῦ. παροικεῖ δὲ αὐτὴν ὁ μὴ λίαν ἀσφαλὴς, σεσαλευμένος δὲ ὥσπερ καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, ἢ καὶ ἄλλως ῥᾴθυμος εἰς φιλομάθειαν· κατοικεῖ δὲ δὴ αὖ ὁ βεβηκὼς καὶ ἐρηρεισμένος εἰς ἀγάπην τὴν ἐπὶ Χριστῷ, καὶ ταῖς ἐκ τῶν θείων μαθημάτων ὠφελείαις ἀεὶ προσκείμενος, ὥστε δύνασθαι λέγειν τὸ διὰ φωνῆς τοῦ Δαυείδ “ Ὡς γλυκεία τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ “ μέλι καὶ κηρίον τῷ στόματί μου.’’ ὑπερασπιεῖ τοίνυν φησὶ τῶν κατοικούντων καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν τῆ ἡμεραἐκείνη ὡς ὁ οἶκος Δαυείδ. καὶ οἶκον μὲν τοῦ Δαυεὶδ ἐν τούτοις, τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ὠνομάσθαι φαμέν.
PG 72:220ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς Ἰεσσαὶ καὶ Δαυεὶδ, ἐβασίλευον κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις. ἀσθενοῦντα δέ φησιν ἐκ τῶν κατοικούντων τὴν ἁγίαν πόλιν, τὴν νοητὴν Ιερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία, τάχα που τὸν ἔτι κατηχούμενον, ὃς οὔπω βεβάπτισται, νοσεῖ δὲ ὥσπερ ἔτι τῷ τῆς ἁμαρτίας φορτίῳ κατηχθισμένος, μένος, καὶ τῶν ἀρχαίων ἀρρωστημάτων, ἤγουν παθῶν, οὐκ ἀπήλλακται. ἀλλὰ καὶ οὕτως ἔχων, ὅτι δὴ μόνον πεπίστευκε, καὶ τῆς νομικῆς ἀπέστη σκιᾶς, καὶ διανένευκεν ὅλως ἐπὶ τὸ ἑλέσθαι πληροῦν τὴν ἐν πνεύματι πολιτείαν καὶ τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα, ἔσται φησὶν ὡς ὁ οἶκος Δαυεὶδ, τουτέστι, κατ’ οὐδὲν ἐλάττων εἰς σύνεσιν τοῦ σοφοῦ τε καὶ ἐντιμοτάτου παρά γε τοῖς Ἰουδαίοις. ὑπαινίττεταί τι τοιοῦτον καὶ ὁ σοφώτατος Παῦλος, τοῖς Ἰουδαίων δήμοις προσλαλῶν. ἔφη γὰρ οὕτως “Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, “ οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς “ καρδίαις αὐτῶν.’’ καὶ πάλιν “ Περιτομὴ μὲν γὰρ ὠφελεῖ, “ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περι- “ τομή σου ἀκροβυστία γέγονεν.
PG 72:221ἐὰν οὖν ἡ ἀκροβυστία τὰ “ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκρο- “ βυστία τὴν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ “ περιτομῆς παραβάτην νόμου; οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ιουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἁλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν “ πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ.’’ ὁ τοίνυν παραιτησάμενος ὡς ἕωλον τὴν εν σαρκὶ περιτομὴν, ἀγαπήσας δὲ μᾶλλον τὴν ἐν πνεύματι, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέρων Ἰουδαῖον, “ οὗ ὁ ἔπαινος οὐκ “ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ,” πῶς οὐκ ἀμείνων ᾖ καὶ κατ’ οὐδὲν ἡττώμενος τῶν νομομαθῶν καὶ ἐντιμοτάτων παρὰ τῶν Ἰουδαίων, κἂν εἰ ἔχοι τυχὸν ἀσθενείας λείψανον, ὡς οὔπω βεβαπτισμένος; τῷ γὰρ ὑγιαίνοντι μέρει τῆς ἑαυτοῦ καρδίας, τουτέστι τῆ πίστει, διοίσει πάντως τοῦ τὴν πίστιν οὐ προσιεμένου. εἰ δὲ δὴ τῶν ἐκ τοῦ οἴκου Δαυεὶδ, τουτέστι τῶν παρ’ αὐτοῖς λαμπρῶν καὶ ἐντιμοτάτων, παραδέξαιτό τις τὴν πίστιν καὶ, συνεὶς εὖ μάλα τὸ Χριστοῦ μυστήριον, αὐτοῦ γένοιτο προσκυνητὴς, οὗτος ἔσται καὶ ὡς οἶκος Θεοῦ καὶ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν.
τοιοῦτόν τι καὶ αὐτὸς ὁ Σωτῆρ’ εὑρίσκεται λέγων· ἔφη γὰρ ὅτι “ Διὰ τοῦτο πᾶς γραμματεὺς “ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀν- “ θρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ “ αὐτοῦ καινὰ καὶ παλαιά.” ὁ γὰρ ἔχων ἤδη τεθησαυρισμένην ἐν ἑαυτῷ τὴν τοῦ νόμου γνῶσιν, εἰ προσλάβοι τὴν εὐαγγελικὴν, πλούσιος ἔσται εἰς σύνεσιν, καινά τε καὶ παλαιὰ θεωρήματα, καθάπερ ἐξ ἀποθηκῶν, τοῖς φιλομαθέσι παρατιθείς· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ποτὲ μὲν νομικαῖς ἀποδείξεσι τὸν ἐπὶ Χριστῷ λόγον ἐμπεδοῦν ἐπιχειρῶν· ποτὲ δὲ καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις συνελαύνων τρόπον τινὰ τοὺς ἀκροωμένους εἴς γε τὸ ἑλέσθαι δεῖν τῇ εἰς αὐτὸν πίστει κατασεμνύνεσθαι. ποτὲ μὲν γὰρ ἔφασκε λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον “ οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἁβραὰμ δύο υἱοὺς ἔσχεν, “ ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ’ ὁ μὲν “ ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς “ ἐλευθέρας δι’ ἐπαγγελίας· ἅτινά ἐστιν ἐστιν ῥοῦ μένα· “ αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς “ δοῦλε ίαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ γὰρ Σινᾶ, ὄρος “ ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, “ δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς.
PG 72:222ἡ δὲ ἄνω Ἱερου- “ σαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·” ποτὲ δὲ περὶ τοῦ Υἱοῦ “ Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς “ δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς “ ὑψηλοῖς. συνίης οὖν ὅπως παλαιοῖς τε ἅμα καὶ νέοις παιδεύμασι τὰς τῶν μυσταγωγουμένων ὀνίνησι ψυχάς; ἔσται τοίνυν φησὶν ὁ οἶκος Δαυεὶδ ὡς οἶκος Θεοῦ ὡς ἄγγελος κυροῦ ἐνώπιον αυτων. Καὶ ἔσται τῇ ἐν ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ἱερουσαλὴμ, κὼ ἐκχεῶ ἐΜ τὸ οἶκον Δαυεὶδ κὼ ἐΜ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πνεῦμα χάριτος κω οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρὸς μέ. Σκοπὸς ἔσται μοί φησιν ἐξᾶραι μὲν πάντα τοι ἔθνη τὰ μεμαχημένα τῇ ἁγίᾳ πόλει, τουτέστι τῆ Ἐκκλησίᾳ· χάριτι γεμὴν καὶ οἰκτιρμοῖς περιβαλεῖν τὸν οἶκον Ἰούδα Ἰούδα τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, τουτέστι τοὺς τῆς Ἐκκλησίας πολίτας, καὶ ἐν τοῖς αἰνεῖν ὀφείλουσι κατατεταγμένους· εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ προσκυνοῦντες Χριστῷ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἕπεσθαι δεῖν ᾑρημένοι τὴν εὐκλεᾶ τε καὶ ἀνεπίπληκτον κατορθοῦντες ζωήν.
PG 72:223ὅτι γὰρ ἔμελλον ἀῤῥωστῆσαι τὸ ἄναλκι πάντη τε καὶ πάντως οἱ τῆς ἀληθείας ἐχθροὶ σαφηνιεῖ λέγων καὶ αὐτὸς ὁ Σωτῆρ’ “ Σὺ εἶ Πέτρος, “ καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ “ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’’ ᾅδου δὲ πύλας τοὺς διώκειν αὐτὴν ἐθέλοντας, φησὶν, οἷον ὀλέθρους ὄντας καὶ φθόρους, καὶ ἐπὶ πέταυρον ᾅδου κατακομίζειν εἰωθότας τοὺς προσκειμένους αὐτοῖς. ἀτονήσουσι δὴ οὖν, μᾶλλον δὲ καὶ ἐξαρθήσονται, οἱ πεπολεμηκότες αὐτῇ, καὶ οἰχήσονται πρὸς ἀπώλειαν. “ Πόλλαι μὲν γὰρ ὁμολογουμένως τῶν δικαίων αἱ “ θλίψεις· ἀλλ’ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. καὶ ἔστιν ἀληθὲς ὅτι “ Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν “ Χριστῷ διωχθήσονται. πλὴν ἀνόνητα καὶ ἀδρανῆ τῶν ἐπιβουλευόντων τὰ σκέμματα καὶ αὐτὰ δὲ τὰ ἐγχειρήματα τίθησιν ὁ Χριστὸς, ὃς δέδωκεν “ ἡμῖν πατεῖν ἐπάνω ὄφεων “ καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, παραθαρρύνει τε λέγων “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ “ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ οὐκοῦν ἐξαίρονται μὲν οἱ τῆς Ἐκκλησίας κατεξανιστάμενοι κατὰ καιροὺς, ἐπὶ ’δε γε τοὺς ἐν αὐτῇ, τουτέστι τοὺς πιστεύσαντας, ἐκχεῖται πλουσίως πνῦμα χάριτος καὶ οἰκτιρμοῦ.
PG 72:224στεφανοῖ γὰρ ἡμᾶς τοῖς ἄνωθεν ἀγαθοῖς ὁ Θεὸς καὶ Πατὴρ, καὶ πνευματικῶν ἐμπίπλησι χαρισμάτων, ἵνα τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς αὐτὸν ἀνατείναντες, ἐπ’ αὐτῷ πᾶσαν ἔχοιμεν ἐλπίδα. τοῦτο γὰρ οἶμαί ἐστι τό ἐπιβλεψονται πρὸς με. διακείμενοι δὲ οὕτω, γανύμεθα μὲν ἐφ’ ἑαυτοῖς, φαμὲν δὲ δὴ τότε δοξολογοῦντες Θεόν “ Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, τὸν “ εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας “ τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, “ τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπι- “ πλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. Ἀνθ’ ὧι κατωρχήσαντο, καὶ κόψονται ἐπ’ σὐτοῖς κοπετὸν ὡσεὶ ἐπ’ ἀγαπητὸν, κω ὁδυνηοήσονται ὀδύνην ὡς πρωτοτοκῳ. Ἡ Ἑβραίων ἔκδοσις ἀρχὴν ποιεῖται τοῦ προκειμένου κεφαλαίου τό Καὶ ἐπιβλέψονται πρὸς μέ· πλὴν οὐ συμβαίνει τῇ τῶν ἑβδομήκοντα παραδόσει τε καὶ ἑρμηνείᾳ. Ἑβραῖοι μὲν γάρ Ὅψονταί φασι, ἀντὶ τοῦ Ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ Κατωρχήσαντο, Εἰς ὃν ἐξεκέντησαν. πλὴν οὔτι που φαμὲν ἀφαμαρτεῖν τοῦ πρέποντος, οὔτε τὴν Ἑβραίων οὔτε τῶν ἑβδομήκοντα· κατορχησαντο γὰρ οἱ Ἰουδαῖοι Χριοτοῦ, καὶ πρός γε τούτῳ καὶ Ἐξεκέντησαν. διένυξαν γὰρ οἱ Πιλάτου στρατιῶται τὴν πλευρὰν αὐτοῦ, καθὰ γέγραπται.
οὐκοῦν περιθήσωμεν εἰκότως τῷ προσώπῳ Χριστοῦ τὸν ἐπὶ τῷδε λόγον. πλὴν ἐκεῖνό φαμεν βούλεσθαι δηλοῦν Ὅψονται εἰς ὃν ἐξεκέντησαν, ἤγουν κατορχήσαντο, καὶ κόψονται ἐπ’ αὐτοὺς κοπετὸν ωσει ἐπ’ σγαπητον και οδυνηθησονται οδυνην ὡς ἔπι πρωτοτόκῳ. προσηλώσαντες μὲν γὰρ τῷ ξύλῳ τὸν θεῖον ναὸν, περιεστήκασιν οἱ σταυρώσαντες, ἀνοσίως ἐπιτωθάζοντες. οἱ μὲν γὰρ ἔφασκον “ Ό καταλύων τὴν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν ἕτεροι δὲ αὖ “ Ἅλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” ἐπειδὴ δὲ ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν, ἐκήρυξέν τε καὶ τοῖς ἐν ᾅδου πνεύμασιν, ἀνεβίω τε αὖ, σεισμοῦ γενομένου, περὶ τὸ μνημεῖον οἱ προσεδρεύοντες ἐθαύμαζον λέγοντες “ λήθῶς Θεοῦ “Υἱὸς ἦν οὖτος·” πολλὴ δὲ παρὰ πολλοῖς ἡ μετάγνωσις ἦν. ἐπειδὴ δὲ καὶ ὁ Ῥωμαίων αὐτοῖς ἐπέσκηψε πόλεμος, καταδῃωμένης αὐτοῖς τῆς χώρας, καὶ πόλεων ἐμπιπραμένων, καὶ οἴκων ἐρημουμένων, πολιορκουμένης τε ἤδη καὶ αὐτῆς τῆς Ιερουσαλὴμ, καὶ λιμοῦ κατατήκοντος ἔνδοθεν, ἐκαλοῦντό τινες εἰς συναίσθησιν μόλις τῶν ἐπὶ Χριστῷ τολμημάτων, ᾔδεσάν τε λοιπὸν τοῦ κακοῦσθαι τὰς αἰτίας, καὶ ὅτι πρόφασις αὐτοῖς τοῦ παθεῖν τὰ ἐπ’ αὐτῷ γέγονε δυσσεβήματα.
PG 72:225οὐκοῦν ἐπειδὴ κατωρχησαντο, κοψονται ἐπ’ αυτους κοπετὸν ὡσεὶ ἐπ’ ἀγαπητὸν καὶ οδυνηθησονται οδύνην ὡς ἐπὶ πρωτοτόκῳ. καὶ γὰρ ἀεί πὼς ἄσχετον μὲν καταχεῖται δάκρυον τοῖς γεγεννηκόσιν, ἐφ’ υἱῷ πρωτοτόκῳ κειμένῳ καὶ ἀγαπητῷ, κομμοὶ δὲ καὶ θρῆνοι καταίρειν εἰς τέλος οὐκ ἀνεχόμενοι, μακρὰ δὲ δὴ πάντως καὶ οἷον διηνεκὴς ὀδύνη, δριμείαις τισὶ καὶ ἀφορήτοις προσβολαῖς ψυχὴν κατατήκουσα. ὅτι δὲ ἔμελλον εἰς πείραν ἐλθεῖν Ἰουδαῖοι τῶν τοιῶνδε κακῶν, προκαταμεμήνυκεν ὁ Χριστὸς ταῖς κλαιούσαις ἐπ’ αὐτῷ γυναιξὶν ἐπιτιμῶν τε καὶ λέγων “ Θυγατέρες Ἱερουσαλὴμ μὴ κλαίετε ἐπ’ ἐμὲ, “ δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.” Ἐν τῇ ημέρᾳ ἐκείῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἑ πεδίῳ ἐκκοπτομένου, κὼ καὶ ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες C αὐτῶι καΘ’ ἑαυτὰς, φυλὴ οἵκου Δαυεἰδ καΘ’ ἑαυτὴν, κα αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ Οἵκου Νάθαν καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ οἵκου Λευὶ καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καΘ’ ἑαυτάς. πᾶσαι αἱ ὗλαι αἱ ὑπολελειμμέναι, φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς.
PG 72:226Καταδῃουμένης ἁπάσης τῆς Ἰουδαίας κατὰ καιροὺς ἀπὸ τῆς τῶν Ῥωμαίων στρατείας, καὶ αὐτῆς δὲ πολιορκουμένης τῆς Ἰερουσαλὴμ, τοιοῦτον ἔσεσθαί φησι παρὰ τῶν ἐν αὐτῇ τὸν κοπετὸν, ὁποῖον ἃν ποιήσαιτο γηπόνος ῥοῶνος ἐκκοπτομένου. εὐανθὲς μὲν γὰρ τὸ φυτὸν, καὶ συχνοὺς ἐκ ῥίζης ἀνίησι κλῶνάς ὀρθοὺς καὶ εὐμηκεστάτους. εἰ δὲ δὴ καὶ αὐτοῖς ἐξωραίζοιτο τοῖς καρποῖς, τότε δὴ μάλιστα καὶ ἐν πολλῷ κεῖται θαύματι. χρῆμα γὰρ ἀξιέραστον ἡ ῥοιὰ, φυσικῷ διαπρέπουσα κάλλει καὶ τῶν ὀρπήκων ἀπηρτημένη, καὶ τοῖς ἔσω κόκκοις συμπεφοινιγμένον ἔχουσα τῶν ἐλύτρων τὸ εἶδος. πάνδεινον δὲ, ὡς ἔφην, καὶ ἀνιαρὸν, ὁμοῦ τοῖς καρποῖς ἀποκείρεσθαι τὸ φυτόν. ἀλλ’ ἢν τι τοιοῦτον ἰδεῖν τοῖς Ἰουδαίοις συμβαῖνον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὰς ἐκ νόμου τιμὰς, ῥοιαῖς εὐκάρποις παρεικάζοιντο ἂν εἰκότως οἱ προὔχοντες ἐν αὐτοῖς· οἱ μὲν γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, τοὺς τῆς βασιλείας διέποντες θρόνους εἰς λῆξιν εὐκλείας τέθειντο παρ’ αὐτοῖς, οἱ δὲ ἐκ τῆς φυλῆς Λευὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν εὖ μάλα κατεστεμμένοι, λαμπροί τε ἦσαν καὶ διαβόητοι· τί δ᾿ ἂν λέγοιμι κριτάς τε καὶ νομικοὺς καὶ τοὺς ταῖς ἑτέραις τιμαῖς κατηγλαϊσμένους;
PG 72:227ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν, δέδονται τοῖς ἐχθροῖς, καταδῃούντων αὐτοῖς τὴν χώραν Οὐεσπασιανοῦ τε καὶ Τίτου, πολιορκουμένης τε τῆς Ἱερουσαλὴμ, καὶ παντὸς τοῦ ἐν αὐτῇ λιμῷ καταφθίνοντος, θρήνου τε καὶ κοπετοῦ τὰ πάντα πεπλήρωτο. μαρτυρήσει δὲ καὶ Ἰώσηπος, τὰ γὰρ τῆς Ἁλώσεως βιβλία συντιθεὶς, ἔφη που περὶ τῶν Ἱεροσολύμων αὐταῖς λέξεσιν ὧδε „Κομμοὶ δὲ ἦσαν ἀνὰ τὴν „πόλιν πανταχῆ, οἰμωγαὶ δὲ διαπρύσιοι, καὶ θρῆνος ἐγκέλευστος.” „ ὥσπερ δὲ Λίβανον καὶ δρυμὸν αὐτὴν ὠνόμαζε, λέγων “Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω “ πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε “ κέδρος, ὅτι μεγάλως μεγυττάνες ἐταλαιπώρησαν· ὀλολύξατε “ δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς 10 “ ὁ σύμφυτος·” οὕτω καὶ ῥοῶνα κοπτόμενον ὀνομάζει. πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Ἰωάννης, τοῖς Ἰουδαίων δήμοις προσπεφωνηκώς “ Ἤδὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται,” “καὶ καίεται.” ἔσται τοίνυν φησὶν οὕτω μέγας ὁ ἐν αὐτῇ κοπετὸς, οἷος ἃν γένοιτο κοπετὸς ῥοῶνος, ἐκτεθηλότος αὐτῷ δηλονότι τοῦ καρποῦ καὶ ἀδοκήτως ἐκκοπτομένου.
PG 72:228κόχεται δὲ ἡ γῆ κατὰ φυλὰς φυλὰς, καὶ αἱ γυναῖκες αὐτῶν κ᾿ ἑόιυτιίς. καὶ οὔτι που φαμὲν ἐκεῖνο βούλεσθαι δηλοῦν τὸν μακάριον Προφήτην, ὡς ἑστήκοι μὲν ἀνὰ μέρος τὸ ἄρσεν ἐν ἑκάστη φυλῇ, ἀνὰ μέρος δὲ αὖ τὸ θῆλυ, καὶ ποιήσονται τὸν κοπετόν· περιττὸν γὰρ, ὡς ἔοικε, τὸ χρῆμα καὶ εἰκαιόβουλον· διδάσκει δὲ μᾶλλον ὡς ἑκάστη φυλὴ μετὰ τῶν ἐν αὐτῇ γυναικῶν ἰδίαν ἕξει τινὰ τοῦ θρήνου τὴν ἀφορμήν. ταύτητοί φησιν ὅτι φυλὴ οἴκου Δαυεὶδ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς. καὶ δὴ φέρε λέγωμεν ὡς ἔνι, τὸν ἑκάστης πόνον. οἱ μὲν γὰρ ἐκ φυλῆς Δαυεὶδ, ἤτοι τοῦ Ιούδα, τῆς βασιλείας ἐκπίπτοντες, κατοιμώξουσιν ἀσχέτως, ὡς τῆς οὕτω περιφανοῦς εὐκλείας ἀποστερούμενοι· οἱ γεμὴν ἐκ τῆς τοῦ Λευὶ, τῶν ἐκ τῆς ἱερωσύνης ἐξωθούμενοι γερῶν, ὁμοῦ γυναιξὶ ποιήσονται τὸν κομμόν. οἱ δὲ ἐκ φυλῆς τοῦ Νάθαν· προφήτης δὲ οὗτος ἦν, καὶ οὐχὶ πάντως ἀληθής· κόψονται πάλιν. οὐ γὰρ ἦν αὐτοῖς ἔτι προφητεύειν ἄδικα καὶ λαλεῖν τὰ ἀπὸ καρδίας, καὶ τοῖς ἀσυνέτοις καταπωλεῖν ὡς παρὰ Θεοῦ τοὺς ἰδίους λόγους, καὶ τὰς ἐντεῦθεν συλλέγειν αἰσχροκερδείας.
ἔχει δὲ ἡ παράδοσις, ὅτι τοὺς κριτὰς Ἰουδαῖοι τοὺς καθισταμένους κατὰ καιροὺς ἐκ τῆς Συμεὼν ἐδέχοντο φυλῆς, ἅτε δὴ συνετωτάτους καὶ νομομαθεῖς ἄνδρας ἐχούσης, καὶ πολὺ τῶν ἄλλων προφερεστέρους εἴς γε τὸ ζῆν ἑλέσθαι ἐννόμως. διὰ τοῦτό φησιν ὅτι φυλὴ Συμεὼν κόψεται καθ᾿ ἑαυτήν. ἴδιος δέ τις καὶ τούτοις ὁ θρῆνος. οὐ γὰρ ἔκρινον ὀρθῶς, οὔτε μὴν τοῖς θείοις εἴκοντες νόμοις, τὸ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπούδαζον, ἦσαν δὲ μᾶλλον φιλοκερδεῖς τε καὶ εὐωνότατοι, καὶ ἧ φησιν ὁ προφήτης “Οἱ “κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.’’ συνοδύρεσθαι δὲ ταύταις ἀναγκαῖόν πὼς ἦν καὶ τὰς ἑτέρας φυλὰς, ἅτε δὴ τῶν ἡδίστων αὐταῖς ἐθῶν τε καὶ τόπων ἐκπεμπομένας, μᾶλλον δὲ καὶ αὐτοῦ θανάτου κατηρτημένου ταῖς σφῶν κεφαλαῖς, φθάνοντος δὲ ὥσπερ τῶν πολεμίων τὸ ξίφος καὶ αὐτοῦ τοῦ λιμοῦ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Κεφ. ιγ΄. Δαυεὶδ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν. Ἐπιτρέχει τῷ λόγῳ τὰ μετὰ τοῦτο πάλιν ἐσόμενα “τοῖς “ἠγαπηκόσι τὴν ἐπιφάνειαν” τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ταῖς ἀπειθείαις ἐξυβρικότες, ἐν πολιορκίαις ἔσονται, φησὶ, καὶ ἐπί γε τοῖς σφῶν αὐτῶν κατοιμώξουσι κακοῖς.
PG 72:229ἐν ’δε γε τῆ νοητῇ καὶ ἁγίᾳ κατὰ τὸ ἀληθὲς Ἱερουσαλὺμ, καὶ ἐν τῷ οἴκῳ Δαυεὶδ, τουτέστι, τῆ Ἐκκλησίᾳ τοῦ πεφηνότος ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα Χριστοῦ, πᾶς τόπος ἔσται διανοιγόμενος, τουτέστι, πολλή τις εὐρυχωρία καὶ οἷον ἀνειμένη δίαιτα τριπόθητος καὶ ἀπονωτάτη. Ἰστέον δὲ ὅτι τὸ ῥητὸν Ἑβραῖοι πάλιν ἑτέρως ἐκδεδώκασιν. ἀντὶ γὰρ τοῦ Ἐσται πᾶς τόπος διανοιγόμενος, πᾶσαν ἔσεσθαι πηγὴν ἀναβρύουσαν ἔφησαν αὐτοί. καὶ εἰκός γε σφόδρα, καὶ τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα τὸν σκοπὸν εἰς τοῦτο αὐτὸ συντείνεσθαι, κἂν εἰ ἑτέρως ἔχοι τῆς τῶν ῥημάτων προφορᾶς ὁ τρόπος, ἵνα τι τοιοῦτον ᾖ τὸ δηλούμενον. ἡ μὲν γὰρ ἀπειθὴς καὶ ἐξήνιος Ἱερουσαλὴμ, ἡ πονηρά τε καὶ ἀποστάτις, “ἡ ἀποκτενοῦσα τοὺς προφήτας καὶ λιθοβολοῦσα “τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν,” τὰς τοῖς ἰδίοις τολμήμασιν ἀναλόγως ἐχούσας ἀποτιεῖ δίκας· ἐκκοπήσεται γὰρ ῥοῶνος δίκην. τοῖς γεμὴν οἰκοῦσι τὴν νοητὴν Ἱερουσαλὴμ, ἤτοι τὸν οἶκον Ἰούδα, τουτέστι Χριστοῦ, ἔσται πᾶς τόπος διανοιγόμενος, ἤγουν ἐν παντὶ τόπῳ πηγὴ, τὸ τῆς καθάρσεως ὕδωρ ἀναβρύουσα, δῆλον δὲ ὅτι τοῦ ἁγίου βαπτίσματος, ὡς εἶναι χρήσιμον τοῖς πεπιστευκόσι καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν. καὶ τίς ἡ μετακίνησις;
PG 72:230Ἰουδαίων μὲν, ἐκ νομικῆς ἀγωγῆς εἰς πολιτείαν τὴν ἐπὶ Χριστῷ, ἀπὸ σκιᾶς εἰς ἀλήθειαν, ἐκ τύπου καὶ γράμματος εἰς λατρείαν πνευματικήν· Ἕλλησι δὲ μετακίνησις ἐστί τις ἐξ ἀπιστίας ἥκουσιν ἐπὶ τὸ πιστεῦσαι Χριστῷ, ἐξ ἀμαθίας τῆς πρώτης εἰς ἐπίγνωσιν ἀκραιφνῆ τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἀπὸ σκότους εἰς φωτισμόν· μετακίνησις δὲ κοινὴ, παντὶ πρέπουσα λοιπὸν τῷ κεκλημένῳ διὰ τῆς πίστεως, Ἰουδαίῳ τε καὶ Ἕλληνι· ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ἑλέσθαι ζῆν ὁσίως καὶ καθαρῶς, καὶ περιπατεῖν ἐν Πνεύματι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐκ τοῦ τιμᾶν τὰ ἐν κόσμῳ εἰς τὸ ἀγαπῆσαι τὰ ὑπερκόσμια. ὅτι δὲ τὸ θεῖον καὶ ἱερὸν δεχόμενοι βάπτισμα ῥαντιζόμεθα τῷ αἵματι Χριστοῦ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, πῶς ἃν ἐνδοιάσειέ τις; οὐκοῦν ἡ ὁδὸς ἡ εἰς μετακίνησιν καὶ εἰς τὸν ῥαντισμὸν τοῖς ἐν τῷ οἴκῳ Ἰούδα, τὸ σωτήριον βάπτισμα, ἤτοι ἤτοι τόπος διανοιγόμενος, ἤγουν πᾶσα πηγὴ κατευρυνομένη τε καὶ ἀναβρύουσα τὸ τῆς καθάρσεως ὕδωρ. Καὶ ἔσταί ἐν τῆ ἡμἐρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τὰ ὀνόματα τῶv εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι ἔσται αὐτῶν μνεἰα· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.
PG 72:231Πάντα πρὸς τὸ ἄμεινον μετακεχώρηκεν ἐν Χριστῷ, καὶ καινὴ κτίσις τὰ ἐν αὐτῷ, τῆς ἀρχαίας σαθρότητος ἀποβαλόντα βαλόντα τὸν μῶμον. ἀτρεκῆ δὲ ὄντα τὸν ἐπὶ τῷδε λόγον κατίδοι τις ἃν καὶ ἐξ αὐτῶν εἰ βούλοιτο τῶν πραγμάτων. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, οὔπω καθ’ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, οὔτε μὴν τῷ θείῳ φωτὶ τὰ πάντα περιαστράπτοντος, ἀχλὺς ἦν ἔτι καὶ σκότος ἐν ταῖς τῶν ἐθνῶν καρδίαις. ἐλάτρευον γὰρ εἰδώλοις, καὶ δυσβουλίας εἰς τοῦτο κατώλισθον, ὡς ξύλοις καὶ λίθοις ἀναθεῖναι τὸ σέβας, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τὰς τῷ Θεῷ πρεπούσας ἀνά πτειν τιμάς. καὶ ταυτὶ μὲν τῆς τῶν πλανωμένων ἀβελτερίας τὰ ἐγκλήματα, παρὰ ’δε γε τῷ Ἰσραὴλ, ὃς ἦν καὶ ἀπόλεκτος καὶ “μερὶς Τυρίου, κατὰ τὸ γεγραμμένον, σχοίνισμά τε κλη- “ρονομίας αὐτοῦ,’’ τοσαύτη τις ἦν ἠθῶν τε καὶ τρόπων ἐξιτηλία, ὡς ὀλίγου μὲν ἀξιοῦσθαι λόγου, καίτοι πρὸς ἐπικουρίαν αὐτοῖς δοθέντα, τὸν νόμον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς παιδαγωγίαν τὴν ἐπί γε τῷ χρῆναι βιοῦν ὀρθῶς, ἀπονεῦσαι δὲ μᾶλλον πρὸς τὸ δεῖν ἀβούλως ταῖς τῶν ἐθνῶν συναποκομίζεσθαι πλάναις, καὶ ταῖς τῶν ὁμόρων δεισιδαιμονίαις ἐνολισθεῖν. προσέκειντο μὲν γὰρ, καὶ λίαν ἐκτόπως, τοῖς τῶν ψευδοπροφητῶν μαντεύμασιν.
οἱ μὲν γὰρ τῶν εἰδώλων θεραπευταὶ, βεβήλοις τεμένεσι προσιζήσαντες, χρησμολόγοι τε ἦσαν καὶ ψευδοεπεῖς· οἱ δὲ καὶ τό Σῇ Κύριος, ἐπὶ γλώττης ἔχοντες, καὶ εὐσεβεῖν ὑποπλαττόμενοι, καὶ οἷον προβάτου δορᾷ τὸν λύκον ἐπισκιάζοντες, τὸ τῆς προφητείας ὄνομά σφισιν αὐτοῖς περιτιθέντες οἱ τάλανες, καὶ τὴν ἐπὶ τούτῳ δόξαν ἀνοσίως ἁρπάζοντες, ἀπηρεύγοντο τὸ δοκοῦν, καὶ τοὺς τῆς ἑαυτῶν καρδίας λογισμοὺς θείαν ἔφασκον εἶναι βουλήν.
PG 72:232περὶ τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων καὶ ὁ προφήτης ἔφασκεν Ἱερεμίας πρὸς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προ- “φητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ λιμὸς οὐκ ἕαται ἐν ἡμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπερ τούτῳ.’’ καὶ πρός γε ταῦτα Θεός “ψευδῆ, φησὶν, οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ “οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν, αὐτοὶ “προφητεύουσιν ὑμῖν’’ καὶ πάλιν “Οὐκ ἀπέστελλον τοὺς “προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, “καὶ αὐτοὶ προεφήτευον.’’ ψευδοεπεῖς γὰρ ἦσαν, ὡς ἔφην, καὶ, λημματίων αἰσχρῶν ἡττώμενοι, προσελάλουν τοῖς ἀκροωμένοις τὰ “ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ “ἀπὸ στόματος Κυρίου.” εἶτα δέον ἐπὶ τούτοις ἀγανακτεῖν Ιουδαίους, ἐκ τῶν ἐναντίων ἐποιοῦντο σεπτοὺς, καὶ τιμαῖς ταῖς ἀνωτάτω στεφανοῦν ἐσπούδαζον.
PG 72:233ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ἡμῖν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ᾤχετο μὲν εἰς ἅπαν καὶ ὀλοθρεύεται παντελῶς τὰ ψυχρὰ καὶ μειρακιώδη τῆς εἰδωλολατρείας ἀθύρματα, συνεξῄρηται δὲ αὐτῇ καὶ τὸ ἔκτοπον τε καὶ δυσσεβὲς ἐπιτήδευμα τῶν ψευδοπροφητῶν, οἳ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος ἔμπλεοι τε ἦσαν, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς ἀδελφὴν καὶ γείτονα νοσοῦντες τὴν πλάνησιν καταφωραθεῖεν ἂν, καὶ μάλα ὀρθῶς. εἷς γὰρ ἀμφοῖν τῆς δυσσεβείας ὁ ἐπιστάτης, τουτέστιν ὁ σατανᾶς. ἐξαρῶ τοίνυν φησὶν απο τῆς γῆς τὼ ἐνόματα τῶν εἰδωλων καὶ οὐκ ἔσται αὐτῶν μνεία ἐν τῇ ἡμέρᾳ ἐκείνη, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν τὸ θεῖον καὶ ἐπουράνιον λάμψῃ φῶς, καὶ ἐν ταῖς τῶν πλανωμένων καρδίαις ὁ νοητὸς ἑωσφόρος ἀνατείηῃ, κατὰ τὸ γεγραμμένον, διαυγάσῃ δὲ καὶ ἡμέρα, τῆς πάλαι νυκτὸς ἀπεληλαμένης καὶ τῶν ἐν αὐτῇ δρωμένων· ἵνα τῆς ἀρχαίας ἀκαθαρσίας ἐξηρημένης, οἱ ἀληθινοί τε καὶ ἅγιοι προσκυνηταὶ φαίνοιντο λοιπὸν τῆς εὐαγοῦς πολιτείας 5 ἀνημμένοι τὰ αὐχήματα, καὶ τὴν ἐν Χριστῷ τιμῶντες ζωήν.
PG 72:234Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ερεῖ πρὸς αὐτὸ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αυτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· κώ συμποδιοῦσιν αυτόν ὁ πατὴρ αὐτοῦ κω ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν. Τοσαύτη τις ἔσται περὶ τὸ θεῖον, φησὶν, αἰδὼς τῶν τηνικάδε, φροντιοῦσι δὲ οὕτω τῆς εἰς ἄκρον ἐπιεικείας καὶ ἀξιαγάστου ζωῆς, ὥστε καὶ γονέας αὐτοὺς ἰδίοις ἐπιθήγεσθαι τέκνοις, εἰ ζηλοῦν ἕλοιντο τοὺς ψευδοεπεῖς προφητεύειν ὑποπλαττόμενοι, καὶ ἀποφθέγξοιντό τι τῶν ἀπὸ καρδίας, ὡς Θεοῦ λελαληκότος. συμποδιοῦσι γὰρ αὐτὸν, φησὶ, τουτέστι καταδεσμεύσουσιν ὡς ἔκφρονα τε καὶ μεμηνότα, μελλήσαντες δὲ οὐδὲν, καθοριοῦσιν αὐτοῦ καὶ θάνατον, εἰ ἔμμονόν τε καὶ ἀναιδῆ τὴν ἐπὶ τῷδε ποιοῖτο νόσον. ἀπόχρη γὰρ αὐτοῖς εἰς τὸ δεῖν ἅπασαν τοῦ παιδὸς καθορίσαι δίκην τὸ ὅτι ψευδῆ λελάληκεν ἐν ὀνόματι Κυρίου. Ἄθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος, καὶ τὸ βέβαιον εἰς πίστιν ἡ προαναφώνησις ἔχει. τίς γὰρ τῶν καθ’ ἡμᾶς διακαρτερήσειεν ἂν ἐν τῷ νῦν καιρῷ προφητεύοντός τινος; ἢ πῶς οὐκ ἐξεστηκότα λογιεῖται μὲν τὸν τοιοῦτον εὐθὺς, ὧδέ τε ἔχοντα γνώμης πῶς οὐκ ἂν ποιήσαιτο στυγητόν;
ποῖος δὲ πατὴρ ἀνεπίπληκτον ἐάσει τέκνον, εἰ τοῖς οὕτω δεινοῖς ἐναλοίη πλημμελήμασιν; ἀπόδειξις οὖν ἄρα, καὶ μάλα σαφὴς, γένοιτο ἂν οἶμαι τουτὶ, τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι πολὺ πρὸς τὸ ἄμεινον ἡ τῶν καθ’ ἡμᾶς πραγμάτων μετακεχώρηκε φύσις, Θεοῦ μεταπλάττοντος εἰς τὸ αὐτῷ δοκοῦν καὶ εἰς τὸ εὖ ἔχον, ἢ πρίν. καὶ γοῦν τὰ πάλαι τιμώμενα καὶ παρὰ πολλοῖς ἀξιάγαστα, νῦν ἐστι στυγητὰ καὶ ἐπάρατα καὶ τοῖς ἐπιεικέσιν οὐκ ἀνεκτὰ καὶ τοῦ κολάζεσθαι δεῖν οὐκ ἠμοιρηκότα. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτὸν, καὶ ἐνδύσονται δέῤῥιν τριχίνην ἀνθ᾿ ὦν ἐψεύσαντο. καὶ ἐρεῖ Οὐκ εἰμὶ προφήτης ἐγὼ, διότι ανθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. κω ἐρῶ πρὸς αὐόν Τί αἱ πληγαὶ αὗται ἀᾶ μέσον τῶι χειρῶv σου; καὶ ἐρεῖ Ἅς ἐπλήγην ἐν τῷ οἴκῳ τῶ ἀγαπητῷ μου. Ὅτι καὶ ποινῆς καὶ δίκης ἄξια τέθεινται παρ’ ἡμῖν τὰ πάλαι τεθαυμασμένα, καὶ ἐκ τῆς τῶν προκειμένων ἐννοίας ἀταλαίπωρον ἰδεῖν. προεφήτευον μὲν γὰρ, ὡς ἔφην, ἐν τῷ Ἰσραὴλ οἱ ψευδοεπεῖς τε καὶ φένακες, καὶ πλανᾶν εἰωθότες “ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου κατὰ τὸ γεγραμμένον.
PG 72:235εἶτα τοιαῦτα τολμῶσιν ἐκείνοις, επέπληττε μὲν οὐδεὶς, οὐδ’ ἀπείργειν ἤθελεν ὡς δυσσεβεῖν ᾑρημένους, ἐπαίνοις δὲ μᾶλλον αὐτοὺς καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῦν ἠξίουν οἱ τάλανες. ταύτῃτοι κἀκεῖνοι πρὸς τὸ χεῖρον ᾔεσαν, τρεφομένης ὥσπερ ἐν αὐτοῖς τῆς νόσου διὰ τῆς τῶν τεθαυμακότων αὐτοὺς ἐλαφρίας. ἐν ’δε γε τῷ νῦν καιρῷ καταισχυνθήσεσθαί φησιν αὐτοὺς, οὐ παραδεχθείσης δηλονότι τῆς ψευδοπροφητείας, ἐπιτιμωμένης δὲ μᾶλλον, καὶ ἐξ αὐτῶν τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων τὰς τῆς ἀπονοίας ἐξαιτουμένων δίκας, ὡς ἐλεγχθέντας εὐθὺς καὶ ἀποσχέσθαι τοῦ κακοῦ, καὶ δεῤῥιν ἐνδύσασθαι τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο, του- τέστι, πενθεῖν ἐπὶ τῷ κακῷ καὶ ἐπὶ τῆ πλημμελείᾳ κατολοφύρεσθαι, μεταγινώσκοντας, ὅτι λογισμῶν εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὡς ψευδοεπῆσαι κατὰ Θεοῦ, ἐρυθριῶντας δὲ ὅλως οὐδὲν ὁμολογῆσαί τε τὴν ἁμαρτίαν καὶ συγγνώμην ἐξαιτῆσαι, λέγοντας σαφῶς οὐκ εἰμὶ προφήτης ἐγὼ ὅτι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου, τουτέστιν, ἀνθρώπου γέγονα τέκνον. ἀσθενὴς δὲ λίαν ἡ φύσις καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, καὶ ἑτοιμοτέρα πὼς εἰς ἁμαρτίας. εἶεν δ’ ἂν αἱ τοιαίδε μετανοούντων φωναί.
PG 72:236εἰ δὲ δὴ βουλοίμην αὐτὸν ἔρεσθαι, φησὶ, Τί τὸ χρῆμα τῶν ἐν χερσὶν ὁρωμένων τραυμάτων ἤτοι πληγῶν; ἀποκρινεῖται πάλιν ὅτι Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου, συμποδισάντων αὐτὸν δηλονότι πατρὸς καὶ μητρὸς, καὶ τὰς τῆς προπετείας ἐξῃτηκότων δίκας. οἶκος γὰρ αγαπητος ἑκάστῳ τῶν καθ’ ἡμᾶς, ὁ τῶν γεγεννηκότων. Ὅρα τοίνυν ὅση τις ἐστὶν ἡ τῶν πάλαι τε καὶ νῦν πραγμάτων διαφορά. ἐθαυμάζοντο μὲν γὰρ οἱ παρ’ ἐκείνοις ψευδοπροφῆται, καὶ ἦσαν ἐν δόξη καὶ ὑπολήψει χρηστῇ, καὶ ταῦτα δρῶντες οὐδὲ μετεμέλοντο· κατὰ δέ γε τὸν ἐνεστηκότα καιρὸν, εἰ δή πη τινὲς ἕλοιντο ταῖς ἐκείνων μανίαις κατακολουθεῖν, ἐπιτιμῶνται, καταισχύνονται, ταῖς τῶν γεγεννηκότων κολάζονται ψήφοις, μεταγινώσκουσιν ὡς ἡμαρτηκότες καὶ πενθοῦσι καὶ κλαίουσιν, αἰτοῦσι συγγνώμην τὴν τῆς ἀνθρωπείας φύσεως ὁμολογοῦντες ἀσθένειαν καὶ τὸ εὐόλισθον εἰς ἁμαρτίαν. ἀνῄρηται γὰρ “τὸ πνεῦμα τὸ “ἀκάθαρτον ἀπὸ τῆς γῆς,’’ τῆ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμει τε καὶ ἐξουσίᾳ. Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ᾿ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα, καὶ ἐπάξωὦι τὴν χεῖρά μου ἐμ τοὺς ποιμένας.
PG 72:237Δέδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υιὸν ὁ Θεὸς καὶ Πατὴρ, ἐφεὶς οἰκονομικῶς καίτοι Θεὸν ὄντα καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἀπορρήτως γεγεννημένον, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι, καὶ ἄνθρωπον γενέσθαι καθ’ ἡμᾶς, καὶ ἀνατλῆναι σταυρὸν, ἵνα σώσῃ τὸν κόσμον καὶ ἀποστήσῃ τῆς κατὰ πάντων πλεονεξίας τὸν σατανᾶν, καθελῇ δὲ καὶ τὴν βέβηλον εἰδωλολατρείαν, καὶ καταργήσῃ μαντείας, ψευδοπροφητίας τε καὶ τοὺς ἐκ καρδίας φενακισμοὺς, ἐξάρῃ δὲ καὶ “τὸ πνεῦμα “τὸ ἀκάθαρτον ἄπο τῆς γῆς, καὶ πρὸς γε δὴ τούτοις, ἵνα κατακτήσηται τὴν ὑπ’ οὐρανὸν, μετατιθεὶς εἰς θεογνωσίαν τοὺς πεπλανημένους, ἀναπείθων ἑλέσθαι τὴν εὐσεβῆ καὶ εὐσχήμονα πολιτείαν, καὶ πᾶν εἶδος ἀρετῆς ὁρᾶσθαι τετιμηκότας. ταύτης οὖν ἕνεκα τῆς αἰτίας τὸν ἐπὶ ξύλου θάνατον, καίτοι πολὺ λίαν ἔχοντα τὸ δυσκλεὲς, ὑπέμεινεν ἑκὼν, “αἰσχύνης καταφρονήσας, οὕτω καὶ αὐτῷ δοκοῦν τῷ Θεῷ καὶ Πατρί. καί τι τοιοῦτον ἡμῖν ὑποφαίνει λέγων αὐτὸς ὁ Υἱός “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ “θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
“τοῦτο ’δε ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν “ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω “αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.’’ ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. τέθεικε τοίνυν ἑκὼν ὑπὲρ ἡμῶν τὴν ψυχὴν, μόνον δὲ οὐχὶ καὶ παραδόντος αὐτὸν ὡς ἄνθρωπον ἰδίῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἐφιέντος, ὡς ἔφην, αἵματι τιμίῳ τὴν ἁπάντων πρίασθαι ζωήν. καὶ γοῦν ὁ Σωτῆρ’ οἰηθέντι Πιλάτῳ κατεξουσιάζειν αὐτοῦ προσυπήντα λέγων “Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, “εἰ μὴ ἢν δεδομένον σοι ἄνωθεν. Προαφηγησάμενος τοίνυν διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς πλείστη τις ἔσται τῶν ἀνθρωπίνων πραγμάτων ἐπὶ τὸ ἄμεινον ἢ μεταδρομὴ, παθόντος αὐτοῦ τὸν ἐν σαρκὶ θάνατον, μονονουχὶ καὶ ἐπισπεύδει τοῦ καιροῦ τὴν ἀνάδειξιν, καθ’ ὃν ἔσται ταῦτα, καὶ ἐνεργεῖσθαι προστέταχε τὸ ἐπὶ τῷ πάθει μυστήριον, αὐτῇ τῇ ῥομφαίᾳ παρεγγυῶν τε καὶ λέγων Ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ λέγει Κύριος παντοκράτωρ. καὶ ῥομφαίαν μὲν ἐν τούτοις καταδηλοῦσθαί φαμεν ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ πάθος τὸ ἐκ τῆς Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Εμμανουήλ.
PG 72:238ἔοικε γὰρ συνιέναι τε οὕτω καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεὼν, ὅτε προσεκόμιζεν ὀκταήμερον τὸν Ἰησοῦν ἡ ἁγία παρθένος “Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διε- “λεύσεται ῥομφαία.’’ μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο, σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν σάρκα φημί. ὦ τοίνυν ῥομφαία, ἐξεγέρθητι φησὶν ἐπὶ τὸν ποιμένα μου, τουτέστιν, ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. τέθειται μὲν γὰρ ἐφ’ ἡμᾶς ἀρχιποίμην ὁ Χριστὸς, καὶ ὑπ’ αὐτῷ πάντες ἐσμὲν οἱ πεπιστευκότες, πλὴν οὐκ ἔξω χειρὸς τῆς τοῦ Θεοῦ καὶ Πατρός. κατάρχει γὰρ ἡμῶν ἐν Υἱῷ, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ σεσώσμεθα καὶ αὐτὴν ἐσχήκαμεν τὴν προσ- ἀγωγήν. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ “Τὰ πρόβατα τὰ ἐμὰ “τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ άκο- “λουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ “μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσῃ τις αὐτὰ ἐκ “ τῆς χειρός μου.
PG 72:239ὁ Πατήρ μου ὃς δέδωκε μοι πάντων “ μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς “ τοῦ Πατρός· ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” ἴδιος οὖν ἄρα τοῦ Θεοῦ καὶ Πατρὸς ποιμὴν ὁ Υἱὸς, οὐκ ἀλλότρια κατανέμων θρέμματα, τὰ ἑαυτοῦ δὲ μᾶλλον καὶ τὰ τοῦ Πατρὸς, οὐκ ἰδίων αὐτοῦ νοουμένων τῶν μισθωτῶν ποιμένων, οἳ κατέσφαζον μὲν τὰ πρόβατα, φειδοῦς ἁπάσης ἐξῃρημένης, “ἔλεγον δὲ καὶ πωλοῦντες αὐτά Εὐλογητὸς Κύριος καὶ “πεπλουτήκαμεν.’’ πολῖται γεμὴν, ἤγουν οἰκεῖοί τε καὶ γνώριμοι, τοῦ ἀγαθοῦ ποιμένος, οἱ ὑπ’ αὐτῷ τεταγμένοι, καὶ πρό γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ παταχθέντος τοῦ ποιμένος κατεσκίδναντο καὶ πεφεύγασιν. ἐπειδὴ γὰρ ἧκον τῶν Ἰουδαίων οἱ ὑπηρέται, καὶ σὺν αὐτοῖς ὁ προδότης ὁμοῦ τῇ σπείρᾳ συλληψόμενοι τὸν Ἰησοῦν, “ πάντες ἀφέντες αὐτὸν “ἔφυγον.’’ ἔφη γὰρ οὕτω τὸ γράμμα τὸ εὐαγγελικόν.
PG 72:240Ὅτι δὲ δοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν εἰς θάνατον ὁ Θεὸς καὶ Πατὴρ πατάξαι πως αὐτὸν λέγεται, τῷ γε ὅλως ἐφεῖναι παθεῖν, πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς περὶ τῶν εἰς αὐτὸν ἀνόσια πεπραχότων, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων “Ὅτι ὃν σὺ “ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ- “ μάτων μου προσέθηκαν· πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν “αὐτῶν.’’ ἑκούσιον μὲν οὖν, ὡς ἔφην, ἐποιεῖτο τὸ πάθος, ἵνα τὰ ἐκ τοῦ παθεῖν αὐτὸν διαφαίνηται κατορθώματα. ὅτι δὲ τοῖς ἐσταυρωκόσιν ὀλέθρου πρόξενον ἔσται τὸ χρῆμα, καὶ τοῖς ἐκ θείας ὀργῆς ὑποπεσοῦνται κακοῖς οἱ τῆς τοιᾶσδε βουλῆς καὶ τῶν ἐγχειρημάτων ἐξάρχοντες· οὗτοι δὲ ἦσαν οἱ λαῶν ἡγούμενοι· διατρανοῖ λέγων Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. διεφθάρκασι γὰρ “τὸν ἀμπελῶνα “αὐτοῦ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἔδωκαν μερίδα “αὐτοῦ ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφα- “νισμὸν ἀπωλείας.’’ ἐπάγει γεμὴν τὴν χεῖρα αὐτοῦ τοῖς ποιμέσι Θεὸς οἱονεὶ καταπαίουσαν τὴν ῥομφαίαν, καὶ τὰς τῆς ἀνοσιότητος ἐξαιτοῦσαν δίκας, οὐχ ὅτι μόνον αὐτοὶ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἁλλ’ ὅτι πρὸς τούτῳ καὶ τοῖς ἄλλοις γεγόνασιν ἀρχὴ καὶ ὁδὸς τῆς ἀσχέτου μανίας.
PG 72:241ὡς γάρ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ματθαῖος, Πιλάτου τοῖς Ἰουδαίοις προτεθεικότος Χριστόν τε καὶ Βαραββᾶν, καὶ τό “τίνα θέλετε ἐκ τῶν δύο ἀπολύσω ὑμῖν” προσπεxxvii. φωνηκότος, “οἱ ἀρχιερεῖς καὶ οἱ προσβύτεροι ἔπεισαν τοὺς “ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἵνα “ἀπολέσωσιν·’’ ἀνέπειθον δὲ πρὸς τούτῳ βοᾶν “ Σταύρωσον, “σταύρωσον.” οὐκοῦν ἀληθὲς τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον “Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν “Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ “νομὴ, καὶ διεσκορπίσθησαν.” ὥσπερ γὰρ ἡ νῆψις τῶν ἀγαθῶν ποιμένων ὀνίνησι τὴν ἀγέλην· οὕτω καταφθείρει τὸ ῥᾴθυμον, καὶ τοῖς τῶν ποιμένων ἴχνεσι τὸ ὑπὸ χεῖρα πάντως ἀκολουθεῖ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη ἐξολοθρευθήσεται κὼ ἐκλείψει, τὸ δέ τρίτου ὑπολειφθήσεται ἐν αὐτῇ· καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμιῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυοίον· αὐτὸς ἐπικαλέσεται τὸ ὀνομά μου, κὼ ἐγὼ ἐπακούσομαι αὐτοῦ, καὶ ἐρῶ Λαός μου οὐτός ἐστιν, κω αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου.
Ἐπενεχθείσης τῆς θείας χειρὸς τοῖς ἀνοσίοις ψευδοποιμέσιν, οἳ τὸν ἀμπελῶνα κατεφθάρκασι τὸν Δεσποτικὸν, οὐδὲ αὐτοὺς ἔσεσθαι φησιν ἔξω ποινῆς καὶ δίκης τοὺς τοῖς ἀνοσίοις αὐτῶν σκέμμασιν ἀβουλότατα συνδεδραμηκότας, δῆλον δὲ ὅτι τοὺς τῶν Ἰουδαίων δήμους καὶ τῶν ἀγελαίων τὴν ὑπὸ χεῖρα πληθύν. δεδαπάνηνται γὰρ τῷ πολέμῳ, καὶ διολώλασιν ὁμοῦ τοῖς κατοίκοις αἱ πόλεις καὶ αὐτοῖς ἀνδράσιν αἱ κώμαι, πανωλεθρίᾳ καταπιμπράμεναι, μόλις δὲ σέσωσται τὸ κατάλειμμα, καὶ ὡς ἐν τρίτῃ μοίρᾳ τοῦ παντὸς νοούμενον πλήθους, ὠλόθρευται γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, Θεοῦ κατοικτείροντος διὰ τοὺς πατέρας. τοῦτο καὶ αὐτὸς ὁ μακάριος Ἡσαΐας φησί “Καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατ- “έλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς “Γόμοῤῥα ἂν ὡμοιώθημεν. πλὴν τὸ τρ́τον, ἤγουν τὸ κατάλειμμα, τουτέστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, διάξειν φησὶ διὰ πυρὸς, καὶ πυροῦν αὐτοὺς ὡς ἀργύριον καὶ χρυσίον. οὐ γὰρ ἔξω πόνου τῶν ἁγίων ἡ ζωή· ἀληθὲς δὲ ὅτι “Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ “διωχθήσονται.’’ δοκιμώτατοι δὲ πεφήνασιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι γεγόνασιν αὐτοῖς συνεργάται κατ’ ἐκεῖνο καιροῦ, καὶ συμπεπονήκασιν ἱερουργοῦσιν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
PG 72:242κέκληνται γὰρ εἰς πεῖραν πολλῶν θλίψεων τε καὶ διωγμῶν, καὶ μονονουχὶ πεπύρωνται, δοκιμαζόμενοι διὰ πειρασμῶν, ὡς δύνασθαι λέγειν ἐκ παρρησίας “Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται “ τὸ ἀργύριον.” τίς οὖν ἡ ἐντεῦθεν ὄνησις; ἢ ποῖος ἔσται μισθὸς τοῖς ὧδε πεπονηκόσι καὶ δεδοκιμασμένοις; οἰκεῖοι γεγόνασι τοῦ Θεοῦ, γνώριμοί τε καὶ ἠγαπημένοι. κατελογίσθησαν γὰρ εἰς “ἔθνος ἅγιον, εἰς βασίλειον ἱεράτευμα, “ καὶ εἰς λαὸν τὸν εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί- “λωσι τοῦ ἐκ σκότους αὐτοὺς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν “αὐτοῦ φῶς,” ποτὲ δὲ ὄντες οὐ λαὸς, γεγόνασι λαός. καὶ . ποτὲ μὲν ἤκουον “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, “ ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πλη- “ θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν·” νυνὶ ’δε φησιν, ὅτι αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου καὶ ἐγὼ έπακούσομαι αὐτοῦ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν. οὐκοῦν γεγόνασι κλῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, δέδονται δὲ τῷ Υἱῷ· συγκατάρχει γὰρ τῶν ὅλων ὁμοῦ τῷ γεγεννηκότι· εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἔχουσι Δημιουργὸν καὶ Δεσπότην. ΤΟΜΟΣ Ε΄. ΤΟΜΟΣ ΕΚΤΟΣ.

Tome VITomus Sextus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:243Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμεριοῦνται τὰ σκῦλά σου ἐν σοι, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμοι ἐμὶ Ἱερουσαλὴμ, καὶ ἀλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμιση τῆς πόλεως ἐν αἰχμαλωσίᾳ. Τὸ ἐπὶ τῷ σταυρῷ σεπτὸν καὶ σωτήριον πάθος καταμηνύων, ἔφασκεν ἐν τοῖς ὀπίσω βραχύ “Ῥομφαία ἐξεγέρθητι “ ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ, λέγει “Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- “ σκορπισθήτωσαν τὰ πρόβατα.’’ ὅτι δὲ ποιναῖς ταῖς ἐσχάταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προστιθείς “Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ “ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη, λέγει Κύριος, τὰ δύο μέρη “ ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ “ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, “ καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον.’’ τίνα δ’ ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἰερουσαλὴμ ἀνοσιουργήσασαν ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν κατασημαίνει τρόπον.
PG 72:244ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι’ ἑτέρου προφήτου φησίν “Mὴ ἔσται κακία ἐν πόλει ἢν κύριος οὐκ ἐποίησεν.” οὐ γὰρ ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράττεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάττοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγεσθαι κατ’ ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι, ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν. Τί δὲ τὸ ἐσόμενον ἐν ταῖς ἡμέραις ἐκείναις, σαφηνίζει λέγων Καὶ διαμεριοῦνται τὰ σκῦλα σου ἐν σοὶ, συναγηγερμένα δηλονότι πάντα τὰ ἔθνη καὶ διαρπάζοντα μὲν τὰς οἰκιας, γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχομένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέπρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν.
θεά δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσασθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ’ ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἃν γέγονεν, εἴπερ τις ἢν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἔπι. κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς πρέπουσαι συμφοραί. Οἱ δὲ κατάσλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. Τοῦτο οἶμαί ἐστιν ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, ὡς γέγονέ τις φειδὼ τῶν κατῳκηκότων τὴν ἄνω πόλιν, καὶ σέσωσται μέρος τῶν Ἱεροσολύμων. ἀνέκοπτον γὰρ οἱ Ῥωμαίων στρατηγοὶ τοὺς τῶν μαχομένων θυμοὺς, εἰ δήπου τινὰς τεθέαντο κλαίοντάς τε καὶ ὑποπίπτοντας καὶ ἀμαχεὶ b προσθέοντας. ἢ τοίνυν καταλοίπους τοῦ λαοῦ αὐτοῦ τοὺς ἐν τῷ σεσωσμένῳ τῆς πόλεως μέρει φησίν· ἢ τάχα που τοὺς πεπιστευκότας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, περὶ ὧν καί φησιν, ὡς οὐκ ἃν ἐξολοθρευθεῖεν ἐκ τῆς πόλεως.
PG 72:245ἔσονται γὰρ ἀεὶ τῆς Ἐκκλησίας πολῖται, κἂν εἰ τῆς ἐπιγείου καὶ ὠλοθρευμένης Ἱερουσαλὴμ ἐκπίπτοιεν, ἀλλ’ οὖν ἔχουσι τὴν ἄνω πόλιν, περὶ ἧς καὶ ὁ θεσπέσιος γράφει Παῦλος “Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ Gal. iv “ἡμῶν.’’ ἔοικε δέ τι καὶ ὁ μακάριος Δαυλὶς ὑπαινίττεσθαι τοιοῦτον, ὧδέ πη λέγων “ Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα “ ὁ κατοικῶν Ἱερουσαλήμ.” εἰ γάρ ἐστιν ἀκράδαντος ἡ Ἐκκλησία, ” καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,’’ κατὰ τὴν του Σωτῆρος φωνὴν αὐτὸν γὰρ ἔχει θεμέλιον πάσα πὼς ἀνάγκη καὶ ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν τοὺς κατοικοῦντας αὐτὴν, καὶ λελογισμένους εἰς λαὸν Θεοῦ, τοῖς γνησίοις συντεταγμένους. Καὶ ἐξελεύσεταιδ Κύριος καὶ παρατάεξται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ημερα παρατάξεως αὐτοῦ ἑ ὴμέρᾳ πολέμου.
PG 72:246καὶ στήσονται οἱ πόδες οὐτοῦ ἐν τῇ ἡμέρᾶ ἐκείνῃ ἐμ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς, κὼ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλίνει τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· καὶ ἐμφραχθήσεται φάραγξ ὀρέω μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέω ἕως Ἀσαὴλ, καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. Πεποίηται μέν ὁ λόγος ὡς ἐπί τινος τῶν γενναιοτάτων στρατηγῶν, παραθήγοντος εἰς μάχην τοὺς συνασπίζοντας, καὶ ταῖς τῶν πολεμίων φάλαγξι κατεξανιστάντος τὸ μάχιμον· νοεῖται γεμὴν ὡς ἐπὶ Θεοῦ, μονονουχὶ συμπαρόντος τε καὶ συμπαραταττομένου τοῖς ἔθνεσι τοῖς καταδῃοῦσι τὴν Ἱουδαίαν, πεπορθηκόσι δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα. Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν παραβολαῖς εὐαγγελικαῖς τοιοῦτόν τι φησίν. ὁ μὲν γὰρ βασιλεὺς ὁ τοὺς γάμους ἐπιτελῶν τῷ υἱῷ αὐτοῦ, πέπομφε τοὺς οἰκέτας συναγείρειν τοὺς κεκλημένους. οἱ δὲ τοὺς καλοῦντας ἐπὶ πανήγυριν ἀνοσίως περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ’ αὐτοῖς διεχειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος;
PG 72:247“Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα “ αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν “ ἐνέπρησεν.” ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ήμέρᾳ παρατάξεως ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔην, τὸν ἀρχηγὸν τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἐσπέρας τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῆ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πὼς, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταρραγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη. Παρεικάζει γεμὴν τὸν ὧδε διαβριθῆ σεισμὸν τῷ γεγενημένω κατὰ καιροὺς ἐπὶ ’Οζίου, τοῦ καὶ Ἀζαρίου.
ἐπειδὴ γὰρ τοὺς τῆς βασιλείας διέπων θώκους ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ὑπάρχων ἐκ τῆς Ἰούδα φυλῆς, τετόλμηκε παρανόμως τῶν τῆς ἱερωσύνης ἅψασθαι λειτουργιῶν, λελέπρωται μὲν εὐθὺς, Θεοῦ δὲ δὴ τότε τὴν ἐπὶ τούτοις ὀργὴν ἐμφαίνοντος, κατεδονήθη δεινῶς τῶν Ἰουδαίων ἡ χώρα καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, καὶ δὴ καί φασι τὸ ὄρος τὸ Σιῶν τοσοῦτον ὑπομεῖναι κλόνον, ὡς ῥαγῆναι μὲν εἰς δύο τμήματα, ἐγκαθεῖναι δὲ ταῖς παρακειμέναις φάραγξι τὰς κορυφάς. Ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ Προφήτης τὸν σεισμὸν ὑποδηλοῦν, ὃν ἐπὶ τῷ τιμίῳ σταυρῷ γεγενῆσθαί φασιν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί. πλατύτερον μὲν γὰρ ὁ Προφήτης ἐν τούτοις διαμέμνηται τοῦ συμβεβηκότος· ὁ δέ γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν οὕτω φησίν “Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ “ἀφῆκε τὸ πνεῦμα.
PG 72:248καὶ ἴδου τὸ καταπέτασμα του “ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, “ καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, “ καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν.” ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταρρήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττεσθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μεταδρομήν. οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς “ σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ “ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος.” οὐκοῦν ἐσχίσθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον.
PG 72:249καί τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς θερμίου λέγων “Οὐχ οἱ “ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος καὶ ὡς πέλυξ “ κόπτων πέτραν ” Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ “ ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ “ ψυχῆς καὶ πνεύματος.’’ οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διερρῆχθαι τὰς πέτρας. τὸ γεμὴν έμπεφράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Ἠσαίας “ Καὶ ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη συμφράξει κύριος “ ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων,” τουτέστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, “ ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, “ μηδὲ συνιῶσι.’’ “κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν “ κεῖται, καθὰ γέγραπται, ἐπὶ τῆ ἀναγνώσει τῆς παλαιᾶς “ διαθήκης.’’ τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν.
PG 72:250καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἀνακεκράγει λέγων “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.” καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰσθητῶς παρακαλεῖ τὴν ὑπ’ οὐρανόν· εὔηθές γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶσθαι νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι’ ἡμᾶς οἰκονομικῶς, “ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” Καὶ ἥξει Κύριος ὁ Θεός μου, κὼ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. ἑ ἐκείνῃ τῇ ἡμέρᾶ οὐκ ἔσται φῶς, καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῶ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.
PG 72:251Ἐπιτροχάδην εἰπὼν τὰ ἐπί γε τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ τῶν Ἰουδαίων ἀνοσιουργήματα, καὶ τῆς Ἰουδαίας τὴν ἅλωσιν καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ἐπ’ αὐτὸ λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα “ κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνη.” ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν του βήματος του βήματος τοῦ Χριστοῦ, ἵνα “ κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε “ἀγαθὸν εἴτε φαῦλον.’’ ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρωτάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσι φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Εμμανουὺλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας “ ἐν νεφέ- “ λαὶς εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα,’’ μετά γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς.
ἔφη γάρ τι τοῖον ’τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν “Ἐκεῖ ἔλαφοι “ συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- “ ἦλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ “ ἐζήτησαν, ὅτι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα “ αὐτοῦ συνήγαγεν αὐτάς.’’ ψάλλει ’δε που καὶ ὁ θεσπέσιος ἡμῖν Δαυεὶδ, τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν “Ὅτι οὐκ ἀπώσεται Κύριος “ τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα- “ λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- “ μένοι αὐτῆς πάντες οἱ εὐθεῖς τῆ καρδίᾳ.’’ δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ’ ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως. Ὅτι δὲ κατὰ τὸν τῆς συντελείας καιρὸν ἑτέρα τις ἔσται τῆς ὁρωμένης κτίσεως ἡ κατάστασις, καὶ μετοιχήσεται καὶ αὐτὴ πρὸς τὸ ἄμεινον ἀνανεουμένη διὰ Χριστοῦ, πιστώσεται λέγων ὁ Προφήτης Ἐν ἐκείνῃ τῆ̣ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ παγος ἔσται μιαν ημεραν, καὶ η ημερα ἐκείνη γνωστη τῳ Κύριῳ.
PG 72:252νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται ὁ κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ τέναγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον. Ὅμοιον ὡς εἰ λέγοι τυχόν Κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν ἐξ οὐρανῶν ἀφιγμένος, μεταπλάττῃ τὰ πάντα καὶ μετασκευάζῃ πρὸς τὸ ἄμεινον, ὡς Δημιουργὸς, οὐκ ἔσται φῶς οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος προφήτης Ἡσαΐας “ Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς “ τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· “ ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου.’’ ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός “ Εὐθέως δὲ μετὰ “ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ “ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.’’ ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἥμερα.
PG 72:253τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς ὁ Υἱὸς οὕτω λέγων “ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας “ οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ “ Πατὴρ μόνος.” ἧ μὲν γὰρ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος, οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ ’δε ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδε που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσἐπάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ’ οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμίζεσθαι καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηφὸν παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκᾶν.
PG 72:254πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λογισμῶν. εἰ γὰρ ἕσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ’ ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, " ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ “ κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς “δόξης τῶν τέκνων τοῦ Θεοῦ.’’ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζών ἕε Ἱερουσαλὴμ, τό ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν ὦι ἐσχάτην, κω ἐν θέρει κα ἑ ἔαρι έσται οὕτως. καὶ ἕσται Κὐριος εἰς βασιλέα ἐπὶ πᾶσαν τ' ν γῆν. Ἐξηγεῖται πάλιν ἡμῖν αἰνιγματωδῶς, ὅτι δὴ πλείστη τε ὅση καὶ ἀμφιλαφὴς ἡ τοῦ Ἁγίου Πνεύματος χύσις τοῖς ἁγίοις ἐκνεμηθήσεται, κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ’ ὃν ἂν εἰς ἁγίαν τε καὶ ἀμήρυτον ἀνακομισθεῖεν ζωὴν, τὴν ὡς ἐν αἰῶνί φημι τῷ μέλλοντι. νυνὶ μὲν γὰρ διὰ πίστεως τῆς εἰς Χριστὸν ὡς ἐν ἀρραβῶνος τάξει τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν· μετὰ ’δε γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀνῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, οὐκ ἐν ἀρραβῶνος ἔτι τάξει τε καὶ μέτρῳ τὸ θεῖον ἐν ἡμῖν ἔσται Πνεῦμα· πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν.
ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα. Ὅτι δὲ ὕδασι παρεικάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τὸ Πνεῦμα τὸ θεῖον, αὐτὸς πιστώσεται λέγων ὁ τούτου Δοτὴρ, τουτέστιν ὁ Υἰός “Ὁ πιστέυων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ “ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος “ ζ́ωντος.’’ καὶ τοῦτο διερμηνεύων ὁ θεσπέσιος εὐαγγελιστὴς καὶ καθιστὰς ἐναργές “ τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ “ Πνεύματος, οὗ ἕμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς “ αὐτόν.” ἐπειδὴ γὰρ τὸ Πνεῦμά ἐστι ζωοποιὸν, ὕδατι ταύτῃτοι τῶν σωμάτων ζωοποιῷ παρεικάζεται, καὶ μάλα ὀρθῶς. Ὄτι δὲ τοῖς τῆς ἁγίας ἠξιωμένοις ζωῆς παρακείσεται πλουσίως τὸ χρῆναι μεταλαχεῖν τῆς τοῦ Ἁγίου Πνεύματος χορηγίας, καὶ οἷαπερ ὑδάτων ἐμφορεῖσθαι ζωοποιῶν, ὑπεμφαίνει φαίνει λέγων, ὅτι τοῦ ὕδατος τοῦ προσδοκωμένου κατὰ καιποὺς ἐξ Ἱερουσαλὴμ ἐξελεύσεσθαι, τὸ μὲν ἥμισυ βαδιεῖται πρὸς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἥμισυ πρὸς τὴν θάλασσαν τὴν ἐσχάτην. καὶ τί δὴ τοῦτό ἐστι ;
PG 72:255θαλάσσαις τε καὶ ὕδασιν ἐξομοιοῖ πολλάκις ἡ θεία γραφὴ τὰ πολλὰ τῶν ἀνθρώπων ἕθνη καὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν. οὕτω πού φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν “ Ὅτι ἐνεπλήσθη ἡ σύμπασα “ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι “ θαλάσσας " ἔφη ’δε που καὶ ὁ θεσπέσιος Δανιὴλ, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προαναθρῶν “ Ἐγὼ Δανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ “ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν “ τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον “ ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων.’ σαφέστερον τοῦτο αὐτὸ καθιστὰς ὁ μακάριος Δαυεὶδ ἀναμέλπει λέγων “ Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, “ ὧν οὐκ ἐστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ “ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν “ αὐτῷ.’’ ποῖον γὰρ εἶναί φαμεν ἐν τῆ αἰσθητῇ τὸν δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ ; ἔθος δὴ οὖν τοῖς ἱεροῖς γράμμασι, καὶ πάντα τὸν κόσμον θαλάσσαις ἐξομοιοῦν καὶ πολλὴν ἀνθρώπων ἔσθ’ ὅτε πληθύν.
PG 72:256Ὅτι τοίνυν ἐν ἄτερ μέτρῳ διανεμηθήσεται παρὰ Θεοῦ ἡ τοῦ Πνεύματος χάρις τοῖς τε ἐξ Ἰσραὴλ πιστεύσασι καὶ τοῖς ἐξ ἐθνῶν, ὑπεμφαίνει λέγων περὶ τοῦ ὕδατος τοῦ ζωοποιοῦ, ὡς ἐξελεύσεται τὸ ἥμισυ μὲν εἰς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἕτερον ἥμισυ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. θάλασσαν δὲ τὴν πρώτην ὀνομάζει τὸν Ἰσραήλ· ἐσχάτην δὲ τὴν τῶν μετ’ ἐκείνους πεπιστευκότων πληθὺν, τουτέστι τὰ ἔθνη. καὶ οὔτι που φαμὲν, ὡς μεμέρισται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἀτελὲς ἐν ἑκατέροις ἔσται διάτοι τὸ ἥμισυ νοεῖσθαι· πολλοῦ γε καὶ δεῖ· οἰησόμεθα δὲ μᾶλλον, ἐκεῖνο βούλεσθαι τὸν Προφήτην ὑποδηλοῦν, ὡς ἐν ἰσότητι τῆς χάριτος ἡ διανομὴ τούτοις τε κἀκείνοις ἐκνεμηθήσεται. τὸ γὰρ ἥμισυ καὶ ἥμισυ, τῆς ἰσοστάθμου φιλοτιμίας καὶ τῆς ἰσότητος ἔσται σημαντικόν. ὅτι δὲ διηνεκὴς ἡ χάρις, καὶ κατὰ πάντα καιρὸν ἡ μέθεξις, ἀταλαίπωρον ἰδεῖν, ἀπό γε τοῦ φάναι πάλιν, ὅτι καὶ ἐν θέρει καὶ ἐν ἕαρι ἕσται οὕτως. Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ Ἐν ἕαρι, τό Ἐν χειμῶνί φησι τῶν Ἑβραίων ἡ ἔκδοσις. ἕσται δὴ οὖν, φησὶ, κατὰ ταῦτα, καὶ ὡσαύτως ἡ τῶν νοητῶν ὑδάτων χύσις, ἐν χειμῶνί τε καὶ ἐν θέρει, τουτέστι κατὰ πάντα καιρόν.
PG 72:257λυπεῖ δὲ οὐδὲν καὶ ἀντὶ τοῦ Χειμῶνος τὸ ἕαρ εἰπεῖν, κατὰ τὴν τῶν ἑβδομήκοντα γραφήν· κεῖται γὰρ ὡς ἐν μετοχῇ χειμῶνός τε καὶ θέρους, ὥστε κἂν εἰ τις αὐτὸ τοῖς τοῦ χειμῶνος ἀπονέμοι καιροῖς, τὸν τοῦ εἰκότος, ἢ καὶ ὀρθῶς ἔχοντος, οὐκ ἀδικήσει λόγον. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ’ ἕτερόν τινα συνιέναι τρόπον τὸ περὶ τοῦ νοητοῦ λεγόμενον ὕδατος, ὡς ἐξελεύσεται τὸ ἥμισυ αὐτου εἰς τὴν θαλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔηι h ἔσται οὕτω, τοιαύτην τινὰ τοῦ προκειμένου περίνοιαν κἰςδέξεται. θάλασσαν μὲν γὰρ ὀνομάζει πρώτην, τὴν πρὸς ἠῶ τάχα που κειμένην, τὴν ἐπέκεινά φημι τερμάτων τῆς ὅλης γῆς· ἐσχάτην γεμὴν, τὴν πρὸς αὐταῖς ταῖς τῆς ἑσπέρας ἐσχατιαῖς πρόσωπον γὰρ οἱονεί πὼς καὶ ἀρχὴν ὁρίζεται τῆς οἰκουμένης τὴν ἀνατολήν. θέρος δὲ οἶμαί που τὰ θερμὰ καὶ νότια τῆς οἰκουμένης ἀποκαλεῖ μέρη, ἕαρ δὲ αὖ πάλιν τὰ βόρειά τε καὶ ψυχρά.
οὕτω γὰρ καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰ τέσσαρα τῆς ὑπ᾿ οὐρανὸν κλίματα σημάναι θέλων, ἀνεφώνει πρὸς Θεόν “ Θέρος καὶ ἔαρ σὺ ἐποίησας αὐτά” καὶ πάλιν “ Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἕκτισας.” ἐξελεύσεται δὴ οὖν, φησὶ, τὸ ὕδωρ τὸ ζῶν ἐν ἰσότητι καὶ ἰσομοιρούσῃ χάριτι εἵς τε τὴν θάλασσαν τὴν πρώτην, καὶ μέντοι καὶ εἰς τὴν ἐσχάτην, τουτέστιν εἰς ἕω τε καὶ δύσιν, καὶ ἐν θέρει καὶ ἐν ἔαρι, τουτέστι πάλιν, εἰς τὸν νότον τε καὶ εἰς βορρᾶν. ἐμπλησθήσεται γὰρ ἡ ὑπ᾿ οὐρανὸν τῶν διὰ Χριστοῦ χαρισμάτων, ἐναπομενεῖ δὲ πάντως τοῖς λαβοῦσιν ἡ δωρεά. τότε δὴ τότε Καὶ ἔσται Κύριος εἰς βασιλεα ἐπὶ πασαν τὴν γῆν. ὐπ᾿ αὐτῷ γὰρ ἐσόμεθα μόνῳ, καὶ αὐτὸς κατάρξει τῶν ὅλων κατηργημένων εἰς ἅπαν τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, καὶ ἁπάσης ἀρχῆς πονηρᾶς τεθριαμβευμένης, καὶ τῆς καθ᾿ ἡμῶν πλεονεξίας ἐκβεβλημένων αὐτοῦ τε τοῦ σαταυᾶ καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕσται Κύριος εἶς καὶ τὸ ὅνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν ὦι γῆν καὶ τὴν ἕρημον ἀπὸ γαβὲλ ἕως ῾Ρεμμὼν κατὰ νότον Ἱερουσαλήμ.
PG 72:258῾Ραμὰ δὲ ἐμ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης, καὶ ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως του πύργου Ἀναμεὴλ, ἕως τῶι ὑποληνίων του βασιλέως· κατοικύσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἕσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἱερουσαλήμ πεποιθότως. Ἀσαφὴς ἀεί πὼς ἐστὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ τοῦτο, οἶμαι, σοφῶς διοικουμένου Θεοῦ, ἵνα μὴ προκέοιτο τὰ ἅγια τοῖς κυσὶ· μήτε μὴν πάρα τοῖς ὕων πόσιν ἀτημελῶς ἐρριμμένος, ὁ πολυτίμητος ἀληθῶς περιυβρίζοιτο μαργαρίτης. πλὴν ἀποκαλύπτει χριστὸς ἐν Πνεύματι τοῖς ἀξίοις τὴν γνῶσιν, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις καθίστησιν ἐναργεῖς. ἀνατυποῦται δὲ ὡς ἐπίπαν ὡς ἔν γε τοῖς αἰσθητοῖς τὰ κεκρυμμένα καὶ νοητὰ, καὶ οἱονεὶ σῶμα τῶν ἀφανεστέρων τὰ ἐμφανῆ γίνεται. ἔφη τοίνυν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν, ἤγουν τὸν καιρὸν, μετατεθειμένων τῶν καθ’ ἡμᾶς εἰς καινότητα ζωῆς, ἀνεστοιχειωμένης δὲ καὶ αὐτῆς τῆς κτίσεως εἰς τὸ ἄμεινον ἢ πρὶν, ἕσται κύριος εῖς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν. ἦν μὲν γὰρ ἀεὶ καὶ ἔστι καὶ ἕσται Κύριος εῖς, ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ.
PG 72:259ἐπειδὴ δὲ πεπλά- νηκε τὴν ὐπ’ οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτεστιν σαταμὰς, εἰς ψευδῆ καὶ βέβηλον λατρείαν οἱ δείλαιοι παρακεκομίσμεθα, καὶ διετελοῦμεν ἐν κόσμῳ τυφλοὶ καὶ μωροὶ, κυρίους ὀνομάζοντες τοὺς πεπλανηκότας, καὶ τὸ τῆς θεότητος ὄνομα τοῖς ἀκαθάρτοις δαίμοσιν ἐπιφημίζοντες ἀμαθῶς. καὶ κεκλήμεθα μὲν εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐν τῷδε τῷ κόσμῳ διὰ Χριστοῦ, πλὴν παρωχηκότος καὶ εἰς πέρας ἤδη κατάραντος τοῦ παρόντος αἰῶνος, τότε δὴ τότε καὶ φρενοβλαβείας ἁπάσης ἐξ ἡμῶν ἀνῃρημένης, τεθειμένων τε ἤδη τῶν ἐχθρῶν ὑπὸ πόδας Χριστοῦ, Κύριος εἶς ἕσται λοιπὸν ἐπὶ πᾶσαν τὴν γῆν, οὐδενὸς ἐπ’ αὐτῷ τὴν τῆς κυριότητος ἁρπάζοντος δόξαν. Κύριος δὲ καὶ ἑτέρως εῖς ἔσται Χριστὸς, ἀπρακτούσης ἁπάσης ἐπιγείου βασιλείας, καὶ αὐτῷ δὴ καὶ μόνῳ τὸ κατὰ πάντων κράτος ἀνατιθείσης τῆς ὑπ’ οὐρανόν. ἔφη ’δε τι τοιοῦτον καὶ ὁ σοφώτατος Δανιήλ.
PG 72:260ἀφηγούμενος γὰρ τοὺς τῶν ὁράσεων τρόπους, φησίν “Ὅν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη “ λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸν ὄστρακον, τὸν σίδηρον, “ τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας “ ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ άληθινὸν “ τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.” Οὐκοῦν εἷς ἕσται καὶ μόνος, καὶ πληρώσει τῆς ἑαυτοῦ δόξης τὴν ἁγίαν πόλιν, τουτέστι τὴν νοητὴν Ἱερουσαλὴμ, ἧς τὸ εὖρός τε καὶ μῆκος ὡς ἐν τύπῳ πάλιν τῇ ἐπιγείῳ δείκνυσιν Ιερουσαλὴμ, φάσκων ὅτι κατευρυνθήσεται μὲν ἀπὸ γαβὲλ ἕως Ῥεμμών. καὶ ἔστι μὲν ἡ γαβελ ἤτοι γαβὲ κώμη καὶ κλῆρος τῆς φυλῆς Βενιαμίν· κεῖσθαι δέ φασιν αὐτὴν ἐν μέρεσιν τοῖς βορειοτέροις τῆς Ἱερουσαλἠμ. Ῥεμμὼν δὲ δὴ αὖ πέτρα τίς ἐστι, κατὰ τὴν νοτίαν ἔρημον. οὐκοῦν τὸ μὲν εὖρος τῆς Ἱερουσαλὴμ, ἀπὸ γαβὲλ ἕως Ῥεμμών. ὁρίζεται δὲ καὶ τὸ μῆκος οὕτω λέγων Ἀπὸ τῆς πύλης Βενιαμὲν ἕως τῆς πύλης τῆς πρώτης ἕως τῶν πύλων τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ ἕως τῶν ὑποληνίων τοῦ βασιλέως.
πύλη δὲ ἢ πρώτη καὶ μὴν καὶ πύλη γωνιῶν· οὕτω τινὲς ἦσαν κατὰ Ἱερουσαλὴμ ὠνομασμέναι· καὶ πύργος δὲ ἦν ἀνάμεσον Ἀναμεὴλ καλούμενος, μεθ’ ὃν εὐθὺς καὶ τὰ ὑπολήνια τοῦ βόιτιλiως· τόποι δὲ οὗτοι τῆς Ἱερουσαλὴμ τὸ μῆκος ὡς ἐν τύπῳ κατασημαίνοντες. ὥσπερ γὰρ ἐκέλευε τῷ μακαρίῳ προφήτη Ἰεζεκιὴλ ὁ τῶν ὅλων Θεὸς ἀναμετρεῖν καλάμῳ τὸν οἶκον, τῇδε τε κἀκεῖσε διάττοντα, ὑπεμφαίνων, ὅτι πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, μυρία τε ὅσα τὰ τῶν ἁγίων ἐνδιαιτήματα· οὕτω μοι κἀνθάδε δοκεῖ διὰ τόπων ἐμφανῶν εὖρός τε καὶ μῆκος καταγράφειν ἡμῖν τῆς νοητῆς Ἱερουσαλὴμ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ, πρὸς ἢν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἀνεφώνει λέγων " Πλά- “τυνον τον τόπον τῆς σκήνης σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς “ πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ “ ἀριστερὰ ἐκπέτασον ” κατευρυνθεῖσαν δὴ οὖν τὴν ἁγίαν πόλιν, καὶ εἰς μῆκος τὸ αὐτῇ πρέπον ἐκτεινομένην, κατοικήσουσιν οἱ ἅγιοι, καὶ οὐκ ἕσται φησὶν ἀνάθεμα ἔτι, τουτέστι, κατ’ οὐδένα τρόπον ἀλλοτριωθήσεται Θεοῦ· βεβαίαν γὰρ αὐτῇ χαριεῖται τὴν ἀγάπησιν· καὶ οὐκ ἂν ἐμπέσοιεν ἔτι πρὸς τὸ προσκρούειν Θεῷ, ἀνῃρημένης, ὡς ἔφην, τῆς ἁμαρτίας εἰς τὸ παντελὲς, καὶ τοῦ πειράζοντος σατανᾶ.
PG 72:261“ Οὐ γὰρ " ἔσται ἐκεῖ λέων, ἀλλ’ οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν “ οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ.” κατοικήσουσι τοιγαροῦν πεποιθότως. Ἐπειδὴ δὲ τέθειται μεταξύ Ῥαμὰ γε ἐπὶ τόπου μενεῖ, πάλιν ἐκεῖνό φαμεν, τὰς τῶν προκειμένων ἐννοίας, ὡς ἕνι, διερμηνεύοντες. Ῥαμὰ πολίχνη τίς ἐστιν, ἤτοι κώμη, κλῆρος δὲ τοῖς ἐκ φυλῆς Ἀσήρ· καὶ ἑτέρα δὲ πρὸς ταύτῃ Ῥαμὰ τῶν ἐκ φυλῆς Νεφθαλείμ. διαμέμνηται δὲ καὶ Προφήτης ἅγιος ἢ τούτων μιᾶς, ἤγουν ἑτέρας Ῥαμᾶς. ἔφη γὰρ ὅτι “ Φωνὴ ἐν Ραμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρ- “μός· Ῥαχηλ ἀποκλαιομένης ἔπι τοῖς υἱοῖς αυτης, καὶ οὐκ “ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.” τοιοῦτον πεπράχθαι φαμὲν κατὰ τὴν Βηθλεὲμ, Ἡρώδου προστεταχότος τὰ ἐν αὐτῇ φονεύεσθαι βρέφη. Ῥαμα τοίνυν ὀνομάζει τὴν Ἱερουσαλὴμ, διά τοι τὸ ἐν αὐτῇ πολὺν γενέσθαι τὸν ἐπὶ τῇ ἁλώσει θρῆνον. εἰσκεκόμικε γοῦν αὐτὴν ὁ προφήτης Ἱερεμάς μονονουχὶ δακρυρροοῦσάν τε καὶ τοῖς ἰδίοις ἀπολωλόσιν ἐπ[οιμώζουσαν τέκνοις. ἔφη γάρ ὅτι “ κλαίουσα ἔκλαυσε νυκτὶ, “ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. καὶ τίς ὁ θρῆνος;
PG 72:262“ Παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν “ ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν “ ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.” Εἰ δὲ δή τις βούλοιτο κατὰ τῆς νοητῆς Ἱερουσαλὴμ, τουτέστι τῆς Ἐκκλησίας, τεθεῖσθαι τὴν κλῆσιν, Ῥαμά τε αὐτὴν ὠνομάσθαι νυνὶ, φαμὲν ὅτι καὶ μάλα ὀρθῶς ὁ λόγος ἕχει. πολλοὶ γὰρ οἱ κλαίοντες ἐν ἐκκλησίαις, καὶ τὴν “ κατὰ Θεὸν ἔχοντες λύπην, ἥτις μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον “ κατεργάζεται.” ἀποδέχεται δὲ τοὺς τοιούτους καὶ αὐτὸς ὁ Χριστὸς οὕτω λέγων “ Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι " αὐτοὶ παρακληθήσονται.” καὶ πάλιν “Μακάριοι οἱ κλαίοντες “ νῦν, ὅτι γελάσετε.” οὐκοῦν κἂν εἰ λέγοιτο ‘Ραμὰ διὰ τῆς τοῦ Προφάτου φωνῆς ἡ Ἐκκλησία, φορέσει καὶ οὕτω τὸ πιθανὸν ὁ λόγος. πλὴν ἐπὶ τόπου φησὶ μενεῖ, τουτέστιν οὐ σαλευθήσεται. ἐρήρεισται γὰρ, ὡς ἔφην, καὶ ἔστιν ἀκλόνητος ἡ Ἐκκλησία Κριστοῦ. Καὶ αὕτη ἕσται ἡ πρῶσις ἥν κόψει κόψει Κύριος πάντας τοὺς λαούς ὅσοι ἐπεστράτευσαν ἐΜ Ἱερουσαλήμ· τακήσονται ἁ σάρκες αὐτῶι ἐστηκότων αὐτῶι ἐμ τοὺς πόδας αὐτῶ, καὶ οἱ ὁρτὸν θαλμοὶ αὐτῶ ἐκρθήσονται ἐκ τῶι ὀπῶν αὐτῶι, κω ἡ Γλώσσα αὐτῶι τακήσεται ἐν τῶ στόματι αὐτῶν.
PG 72:263Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, τοῖς εἰς αὐτὸν πιστεύσασι προσπεφώνηκεν ὁ Χριστός· πλὴν εὐθαρσεστέρους ἀποτελεῖ, χρησίμως ἐπενεγκών “ Ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν “ κόσμον. “ Δέδωκα γὰρ ὑμῖν πατεῖν ἐπάνω ὄφεων “ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.” τίνες οὖν οἱ σκορπίοι καὶ τίνες οἱ ὄφεις, ἢ δηλονότι τὰ μυσαρά τε καὶ μιαιφόνα τάγματα τῶν ἀλιτηρίων δαιμόνων, καὶ τῶν διωκόντων ἁγίους, οἳ καὶ γεγόνασιν ὑπουργοὶ τῆς ἀκράτου μανίας τῶν ἐν κόσμῳ πνευμάτων, ἃ καὶ τόδε τὸ σύμπαν περινοστεῖ, πολυτρόπως τοῖς ἁγίοις ἐπιβουλεύοντα, καίτοι τεθριαμβευμένα διὰ ριστοῦ προσηλώσαντος τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, ἵνα τῆς ἐκείνων ἡμᾶς ἀπαλλάξῃ πλεονεξίας; Οὐκοῦν ἐπειδήπερ κατοικήσειν ἔφη πεποιθότως τὴν Ἰεπουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἦν δὲ δὴ τοῦτο, καὶ μάλα ὀρθῶς, ἀποπερανθήσεσθαι προσδοκᾶν ἀναιρουμένων ἐχθρῶν, καὶ τῶν εἰωθότων διώκειν αὐτὴ ἀνατετρμμένων, ἀναγκαίαν ποιεῖται καὶ τούτων ἡμῖν τὴν ἀφήγησιν. αὕτη γὰρ ἕσται φησὶν ἡ πτῶσις ἣν κόψει Κύριος παντας τοὺς λαους οσοι επεστρατευσαν ἐπὶ Ιερουσαλημ· αἱ σάρκες αὐτῶν κατατακήσονται, έκρυήσονται δὲ καὶ οἱ ὀφθαλμοὶ, συντηκομένης καὶ γλώττης.
PG 72:264ὁ μὲν γὰρ κοινὸς οὗτος καὶ κατὰ τῆς φύσεως θάνατος τήκει μὲν τὰς ἁπάντων σάρκασς, καὶ ἀποκενοῖ μὲν ὀφθαλμοὺς, σήπει δὲ καὶ γλώσσας· πάνἐκρυήσονται δεῖνον δὲ καὶ τῆς εἰς λῆξιν ἡκούσης συμφορᾶς εἴη ἃν εἰκότως τὸ ζώντων τε καὶ ἑστηκότων ἔτι τακῆναι μὲν τὰς σάρκας, καὶ ἀπορρεῖν ὀφθαλμοὺς, κολάζεσθαι δὲ καὶ γλώττας. εὖ δὲ δὴ σφόδρα τὰ τοιάδε συμβήσεσθαί φησι τοῖς θεομισῆ καὶ ἐπάρατον ἐπιτηδεύσασι ζωήν. πραχθήσονται γὰρ δίκας, οὐχ ὑπέρ γε μόνον τῶν εἰς ἁγίους αὐτοῖς πεπλημμελημένων, ἀλλὰ γὰρ καὶ ὑπὲρ ἧς ἐσχήκασιν ἐν τῷδε τῷ κόσμῳ φιλοσαρκίας· ἢ καὶ γέγονεν αὐτοῖς αἰτία τοῦ μήτε προσήκασθαι τὴν πίστιν, μήτε μὴν ἑλέσθαι ζῆν εὐσεβῶς, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀγαπῆσαι τὴν δόξαν. γεγόνασι μὲν γὰρ, ὡς ἔφην, ἀπονενευκότες ἀσχέτως εἰς ἐκτόπους ἡδονάς· ἐσχήκασι δὲ καὶ ἀκρατεῖς ὀφθαλμοὺς τὰς ἐφ’ ἑκάστῳ τῶν ὁρωμένων ἐπιθυμίας μονονουχὶ χανδὸν ἐκπίνοντας. ἠκόνησαν γὰρ καὶ γλῶτταν κατὰ Χριστοῦ, καὶ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων ἀνοσίαν πεποίηνται τὴν κατάρρησιν. εἰκότως δὴ οὖν εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας τὴν δίκην ἐσχήκασιν.
ὥσπερ γὰρ ἡ τὸ ὕδωρ τοῦ ἐλεγμοῦ πίνουσα γυνὴ καὶ ψευσαμένη τὸν ὅρκον εἰς μηρὸν ἐκολάζετο, περὶ ὃν ἂν γένοιτο καὶ τὰ ἐκ τῆς πορνείας ἐγκλήματα· “ Πρισθή- “σεται γὰρ φησὶ καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς·” κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ τοῖς τὴν ἁγίαν διώκουσι πόλιν, εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας ἡ κόλασις· φιλοσαρκίαι γὰρ αὐτοῖς ἡδυπάθειαί τε καὶ πρὸς τούτοις αἱ δι’ ὀμμάτων τὰ ἐγκλήματα, καὶ ἀπαιδεύτου γλώττης φωναί. Καὶ ἕσται ἐν τῇ ἡμέρᾳ εκείνῃ ἕκστασις Κυρίου ἐπ’ αὐτοὺς μεγάλη· κω ἐπιλήψεται ἕλαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ, καἰ συνάξει τὴν ἰσχύν πάντων τῶ λαῶι κυκλόθεν, χρυσἰον κοὶ ἀργύρωι καὶ ἰματισμὸν εἰς πλῆθος σφόδρα. Ἕκστασιν ἐν τούτοις τὸν φόβον, ἤγουν τὴν κατάπληξιν, ὀνομάζει πάλιν.
PG 72:265κατ’ ἐκεῖνο δὴ οὖν φησι τοῦ καιροῦ, καθ’ ὃν ἃν ἀλλήλους ἀθρήσειαν οἱ τῆς Ἐκκλησίας ἐχθροὶ, ταῖς οὕτω δειναῖς ὑποπίπτοντας δίκαις, καταπλαγήσονται μὲν τοῖς δείμασιν, ἀφέντες δὲ οὕτω λοιπὸν τὸ διώκειν ἔτι τολμᾶν τὴν ἁγίαν πόλιν, οἰχήσονται μὲν φυγάδες, μόνον δὲ οὐχὶ καὶ χείρας ἁψάμενοι, καὶ τὰς παρ’ ἀλλήλων ἀνονήτως ζητοῦντες ἐπικουρίας, οἰκτροί τε ἔσονται καὶ κατερριμμένοι καὶ ὑπὸ πόδας ἁγίων. ὁ ’δε γε Ἰούδας, φησὶ, τουτέστιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι καὶ τὸν νοητὸν περιφέροντες Ἰουδαῖον, καὶ τὴν ἐν Πνεύματι τῶ Ἁγίῳ περιτομην πλουτήσαντες, παραταξονται ἐν Ιερουσαλημ, τουτέστι καταστρατεύσονται τῶν ἐχθρῶν, κατανεανιεύσονται τῶν ἀνθεστηκότων, θεστηκότων, συμπατοῦντες ὡς σκορπίους, ἐπ’ ἀσπίδα δὲ καὶ βασιλίσκον ἐπιβαίνοντες, λέοντός τε καὶ δράκοντος εἰς ἅπαν ἠφειδηκότες ἔσονται· λαμπροὶ δὲ καὶ ἀξιοθαύμαστοι, τὸν ἐκ τῶν τοιούτων κατορθωμάτων συλλέγοντες πλοῦτον ὡς χρυσίον καὶ ἀργύριον καὶ ἱματισμόν. ὅτι γὰρ οὐκ ἔν γε τοῖς αἰσθητοῖς τῆς προφητείας ὁ νοῦς, πῶς ἃν ἐνδοιάσειέ τις ;
PG 72:266πλοῦτος γὰρ ἁγίων, οὐχ ὁ φθαρτὸς καὶ ἐπίγειος, ἀλλ’ ὁ νοητὸς καὶ ἐπουράνιος καὶ διηνεκὴς, ὃν συναγείρουσι ταῖς ἑαυτῶν ψυχαῖς οἱ διδάσκοντες τε καὶ καθ’ ἑτέρους τρόπους εὐδοκιμοῦντες ἐν ἐκκλησίαις. διαρπάζουσι γὰρ ὥσπερ τὴν ἰσχὺν πάντων τῶν λαῶν, προσάγοντες διὰ πίστεως τῷ Χριστῷ τὰ ἐξαίρετα τῶν ἐθνῶν. οὕτω γὰρ ἔφη καὶ αὐτὸς διηρπακέναι τὰ σκεύη τοῦ ἰσχυροῦ. Εἰ δὲ δή τις λέγοι τὸν Ἰούδαν συναγαγεῖν τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν, ἵνα νοῶμεν ὅτι καὶ τὴν ἐν κόσμῳ σοφίαν συλλέγοντες καταλαμπρύνονται δι’ αὐτῆς, τοῖς τῆς εὐσεβείας ἐπ’ ἀγωνιζόμενοι δόγμασιν, ἕχοι ἂν ὁ νοῦς τὸν εἰκότα λόγον. ἐσκύλευσαν γάρ ποτε τοὺς Αἰγυπτίους αἱ σοφαὶ γυναῖκες τῶν ἐξ Ἰσραὴλ, χρησάμεναι “ παρὰ γείτονος καὶ συσκήνου αὐτῶν σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ἱματισμὸν. οὔκουν ὡς ἐν γε τοῖς αἰσθητοῖς καὶ ὡς ἐν ὕλαις ταῖς ὁρωμέναις, ἡ τῶν εἰς νοῦν ἀγαθῶν λαμπρότης σημαίνεται. διδασκάλων δὲ μά· λιστα πλοῦτος οἱ μαθηταί. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ σεσωσμένοις καὶ πεπιστευκόσι προσεφώνει λέγων “ Νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν “ Χριστῷ Ἰησοῦ·” “ στέφανον δὲ καὶ χαρὰν” αὐτοῦ ἰδίαν ὠνόμαζε πάλιν.
PG 72:267Καὶ αὔτη ἕσται ἡ πρῶσις τῶι ἵππων καὶ τῶ ἡμιόνων καὶ τῶ καμήλων κω τῶι ὅνων καὶ πάντων τῶι κτηνῶν τῶι ὅντων ἑ ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην. Ὁρισάμενος ἤδη τῆς τιμωρίας τοὺς τρόπους, οὓς πάντη τε καὶ πάντως ὑπομενοῦσι κατὰ καιροὺς οἱ τῆς ἁγίας πόλεως κατεστρατευκότες γεγονότες τε διωκταὶ καὶ ὑβρισταὶ, βδεκαὶ λυροὶ καὶ φιλεγκλήμονες, καὶ λαλοῦντες ἀδικίαν κατὰ Θεοῦ, ἐπαίροντές τε καὶ εἰς ὕψος τὸ κέρας, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἐπάγει χρησίμως ὅτι Αὕτη ἕσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν. ἀπὸ δέ γε τῶν ὑποζυγίων τοὺς αὐτοῖς ἐποχουμένους ὑποδηλοῖ. ἐπεφύοντο γὰρ τοῖς Ἰουδαίοις καὶ αὐτοῖς δὲ τοῖς Ιεροσολύμοις οἱ ἀπωτάτω τε καὶ τὰ περίοικα τῶν ἐθνῶν· οἱ μὲν ἵπποις ἔποχοι, Βαβυλώνιοί τε καὶ Σύροι καὶ μὴν καὶ τὰ Αἰγυπτίων ἕθνη· οἱ δὲ καμήλους τε καὶ ὄνους καὶ ὀρεῖς ὑποζεύξαντες, οἷον Μωαβῖται, καὶ οἱ τῆς ἐρήμου νομάδες, ὧν καὶ ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων “Ἐν θλίψει καὶ “τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ “ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων “ καὶ καμήλων τὸν πλοῦτον αὐτῶν.
τεθεᾶσθαι δὲ καὶ ἑτέρωθί φησιν “ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου.” γράφει δὴ οὖν τοὺς τῆς ἀληθείας ἐχθροὺς ὡς ἐν τύπῳ τοῖς ἔθνεσι, τοῖς ἀεὶ πεπολεμηκόσι τὴν ἐπίγειον Ἱερουσαλὴμ, ἵν’ ἐξ αὐτῶν νοῶμεν τοὺς καθ’ ἡμῶν ὁρατούς τε καὶ ἀοράτους ἐχθροὺς, πρὸς οὓς ἡμῖν ἡ μάχη. εἰ δὲ δὴ βούλοιτό τις καὶ εἰς τρόπους ἀναφέρειν τῶν τῆς Ἐκκλησίας ἐχθρῶν τὰ τῶν κτηνῶν ἰδιώματα, τὸ ἀδικοῦν οὐδὲν ἐκεῖνο φάναι τε καὶ νοεῖν· ὡς οἱ μὲν γεγόνασιν ὁρμητίαι καὶ θρασεῖς, ὡς ἵπποι τυχόν· περιθείη δ’ ἄν τις αὐτοῖς καὶ μάλα εἰκότως τὸ φιλήδονόν τε καὶ θῆλυ θηλυμανές· οἱ δὲ ἡμιόνων δίκην ἄγριοί τε καὶ ἀπηνεῖς, ἀγριωτέρας δὲ αὐτὰς καὶ τοῖς Ἑλλήνων ποιηταῖς ὀνομάζειν ἔθος· οἱ δὲ καμὴλοις κατά γε τὴν ἕξιν προσεοικότες, τουτέστιν ἄνισοί τε καὶ ἀλαζόνες, ὑψοῦ τε ἠρμένην ἐξ ἀποπληξίας τὴν διάνοιαν ἔχοντες· οἱ δὲ καὶ ὄνων διενεγκόντες οὐδὲν, τὴν ἁπασῶν ἐσχάτην νενοσήκασιν ἀλογίαν· νωθὴς γὰρ ἡ ὄνος καὶ βραδεῖα πρὸς αἴσθησιν, καὶ τῆς ἐσχάτης ἀλογίας εἰκών.
PG 72:268σημειωτέον δὲ, ὅτι τοὺς τῇ Ἐκκλησίᾳ πεπολεμηκότας οὐδενὶ μὲν ἐξομοιοῖ τῶν ἡμέρων τε καὶ καθαρῶν ζῴων, οἷον προβάτῳ φημὶ καὶ βοὶ, παρεικάζει δὲ μᾶλλον τοῖς βδελυροῖς τε καὶ ἀνημέροις, ἃ καὶ ταῖς τοῦ νόμου φωναῖς, ὡς βέβηλά τε καὶ ἀκάθαρτα κατεδικάζοντο. Καὶ ἕσται ὅσοι ἅν καταλειφθῶσιν ἐκ πάντων τῶ ἐθνῶν τῶ ἐλθόντων πρὸς Ἱερουσαλὴμ, κω άναβήσονται κατ’ ἐναυτὸν τοῦ προσκυνἦσαι τῶ̣ βασιλεῖ κυρίῳ παντοκράτορι Θεώ κὼ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆν σκηνοπηφίας. καὶ ἕσται ὅσοι ἅν μἠ ἀναβῶσιν ἐκ πασῶν τῶι φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῶ̣ βασιλεῖ κυρίῳ παντοκράτορι Θεῷ, κω οἶτοι ἐκείνοις προστεθήσονται. Τοὺς ταῖς ἐκκλησίαις πεπολεμηκότας, καὶ κατὰ τῆς ἁγίας Ἱερουσαλὴμ ὑψηλήν τε καὶ ἀλαζόνα τὴν ὀφρὺν ἀνατείναντας, ταῖς αὐτοῖς πρεπούσαις δίκαις ἐνολισθήσειν εἰπὼν, τὴν τῶν μετ’ ἐκείνους περιλελειμμένων προαγορεύει προσκύνησιν, δῆλον δὲ ὅτι τὴν ἐν Χριστῷ διὰ πίστεως. αὐτὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία κατὰ τὴν τοῦ πατριάρχου Gen. φωνήν. τέθειται δὲ καὶ “ εἰς φῶς ἐθνῶν, καὶ εἰς διαθήκην Es.
PG 72:269‘‘ γένους, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ “ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν “ σκότει.” ὅτι τοίνυν τὴν τῆς εἰδωλολατρείας ἀφέντες ἀχλὺν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος τὰ δεσμὰ διαρρήξαντες οἱ ἐξ ἐθνῶν, πρὸς τὸ τῆς ἀληθείας ἥξουσι φῶς, καὶ τὸν τοῦ Σωτῆρος ὑποδραμοῦνται ζυγὸν, σαφηνιεῖ, λέγων ὡς οἱ κατάλοιποι τῶν κεκολασμένων, ἤτοι τῶν ταῖς ἐκκλησίαις μεμαχημένων· ἀριθμοῦ δὲ οὗτοι κρείττονες· ἀναβήσονται κατ’ ενιαυτὸν τοῦ προσκυνησαι τῷ κυρίῳ παντοκράτορι Θεῷ κα) τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ὁ μὲν γὰρ διὰ Μωυσέως προσέταττε νόμος ἐπιτελεῖσθαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας τῇ πεντεκαιδεκάτῃ του ἑβδόμου μηνὸς, συναγηγερμένης εἰς ἀποθήκας τῆς ἐξ ἀγρῶν εὐκαρπίας. ἐξόδιον ταύτῃτοι τὴν ἑορτὴν ὀνομάζει, ὡς ἤδη τῶν ἔργων τῶν ἐν ἀγροῖς ἐκκεχωρηκότων ἐς πέρας. ἐκέλευε δὲ λαμβάνειν “ κάλλυντρα φοινίκων “ καὶ καρπὸν ὡραίου ξύλου, καὶ κλάδους ξύλου δασεῖς “ καὶ ἰτέας καὶ ἄγνου κλάδους,” πίνειν τε ὕδωρ ἐκ χειμάρρου, καὶ ἐπ’ αὐτῷ κατευφραίνεσθαι. καὶ πρόφασιν μὲν ὁ νόμος ἐποιεῖτο τῆς ἑορτῆς, τὸ ἐν σκηναῖς κατοικῆσαι τὸν Ἰσρὴλ, τῆς Αἰγυπτίων πλεονεξίας ἐξηρημένον. Ἧν δὲ ἄρα τὸ χρῆμα μυστηρίου τύπος τοῦ κατὰ ριστόν.
PG 72:270ἐξῃρήμεθα μὲν γὰρ καὶ ἡμεῖς αὐτοὶ τῆς τοῦ διαβόλου πλεονεξίας, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλευθερίαν διὰ Χριστοῦ, καὶ ὑπ’ αὐτῷ γεγόναμεν τῷ τῶν ὅλων βασιλεῖ καὶ Θεῷ, τῆς τῶν πάλαι κρατούντων σκαιότητος ἀλογήσαντες. ἑορτάζομεν δὲ τὴν ἀληθῆ τῆς σκηνοπηγίας ἑορτὴν, τουτέστι τὴν ἡμέραν τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτε τὰ πάντων ἐν αὐτῷ μονονουχὶ πέπηκται σώματα, καίτοι λελυμένα τῇ φθορᾷ καὶ θανάτῳ κεκρατημένα. αὐτὸς γάρ ἐστιν ἢ ἀνάστασις, αὐτὸς ἡ ζωὴ, πρωτόλειον ὥσπερ ἐκ νεκρῶν καὶ “ἀπαρχὴ τῶν κεκοιμημένων·” ὁ νοηταῖς ἡμᾶς εὐκαρπίαις καταπιμπλὰς, καὶ οἷον τοὺς ἐξ ἀγρῶν συλλεγέντας πόνους ἐνσωρεύειν ἀποθήκαις ταῖς ἄνω παρασκευάζων. αὐτὸς ἡμῖν ἀποδώσει τὴν ἐν παραδείσῳ δίαιταν καὶ τρυφὴν, δῆλον δὲ ὅτι πνευματικὴν, νενικηκόσι τὴν ἁμαρτίαν, εὐωδιάζουσι νοητῶς, ὡραῖον καὶ ἀξιέραστον τὸν τῆς εὐαγγελικῆς πολιτείας ἔχουσι καρπὸν, ἁγνῶς καὶ ὁσίως πεπολιτευμένοις. σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τὸ κάλλυντρά τε φοινίκων καὶ ὡραίου ξύλου καρπὸν ὁμοῦ τοῖς ἄλλοις κλάδοις συνδήσαντας ἔχειν. αὐτός ἐστιν ὁ χειμάρρους τῆς τρυφῆς ὃν πεπότικεν ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ· αὐτὸς ἡ πηγὴ τῆς ζωῆς, καὶ ὁ τῆς εἰρήνης ποταμὸς, ὁ ἐκκεκλικὼς εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους.
εἴρηται δὲ περὶ τούτων ἡμῖν ἰσχνῶς ἐν ἑτέροις. cf.de οὐκοῦν οἱ ἀναβαίνοντες προσκυνησαι τῷ Κυρίῳ παντοκρατορι, καὶ τελέσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, οἱ διὰ πίστεως εἰσιν ἐν Χριστῷ δεδικαιωμένοι. ἀπειλεῖ δὲ τοῖς μὴ ἀναβαίνουσιν ὄλεθρον, ποινάς τε τὰς ἴσας, ἃς ἂν ὑποσταῖεν οἱ διῶκταί τε καὶ ὑβρισταί. ἐν ἴση γὰρ μοίρᾳ κείσονται τοῖς ἐχθροῖς, οἱ μὴ ἀγαπᾶν ᾑρημένοι. καὶ τοῦτο οἶμαί ἐστιν, ὃ καὶ αὐτὸς ἔφη Χριστός “ Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ “ συνάγων μετ’ ἐμοῦ σκορπίζει.” Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἕλθῃ ἐκεῖ, καὶ ἐΜ τούτοις ἕσται ἡ πτῶσις ἥν πατάξει Κύριος πάντα τὰ ἕθνη ὅσα ἅν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἕσται ἡ ἁμαρτία Αἰγύπτου κω ἡ ἁμάρτια πάντων τῶ ἐθνῶν, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοττηγἰας. Ὡς ἐξ ἑνὸς ἔθνους τοῦ τῶν Αἰγυπτίων φημὶ, τοὺς εἰς ἄκρον ἥκοντας πλάνης, ἐκτόπως τε ἄγαν εἰδωλολατρεῖν ἑλομένους, καταδηλοῖ, οἷς ἔσται δεινὴ καὶ ἀδιάφυκτος δίκη καὶ ὀλέθρου πρόξενος τὸ μὴ ἑλέσθαι τιμᾶν τῆς διὰ Χριστοῦ σωτηρίας τὴν ἀξιόληπτον χάριν.
PG 72:271μόνον γὰρ οὐχὶ φονευταὶ τῶν ἰδίων γεγονότες ψυχῶν ἁλοῖεν ἃν, εἴπερ ἐστὶν ἀληθὲς, ὡς μετὸν αὐτοῖς ἐπιδράξασθαι τῆς αἰωνίου ζωῆς καὶ προκειμένης εἰς μέθεξιν τοῖς ἑλεῖν ἐθέλουσι τῆς ἄνωθεν ἡμερό- τητος, καὶ μὴν καὶ ἀποφορτίσασθαι τὴν ἁμαρτίαν, ταῖς ἑαυτῶν ἐντεθνήκασι πλάναις, καὶ ἀναπόνιπτον ἐσχήκασι τήν τε ἐκ τοῦ πλανᾶσθαι κηλῖδα καὶ τῆς πλημμελείας τὸν μολυσμὸν, διατετελέκασι δὲ καὶ ἐν πλάνῃ· καίτοι τοῦ θείου φωτὸς τὰ πάντα περιαστράπτοντος , καὶ καλοῦντος εἰς ἀνά- βλεψιν τοὺς ἐν ἀχλύι· καὶ σκότῳ. φαίην δ’ ἃν καὶ περὶ ἑκάστου τῶν τοιούτων “ Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ “ ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ “ σκότει ὄνομα αὐτοῦ κατακαλυφθήσεται.” καλὸν γὰρ “ αὐτοῖς εἰ μὴ ἐγεννήθησαν,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ οὐ κατὰ μόνον τῶν Αἰγυπτίων ὁ λόγος, ἥξει δὲ καὶ κατὰ πάντων τῶν ἐθνῶν, ἃ πάντη τε καὶ πάντως κολασθή- σονται, τῆς διὰ Χριστοῦ σωτηρίας ἠφειδηκότα, καὶ τὴν ἐπ’ αὐτῷ πανήγυριν οὐ τετιμηκότα, πιστώσεται λέγων Αὕτη εσται η αματια Αἰγύπτου καὶ η αμαρτια πάντων τῶν ἐθνῶν ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.
PG 72:272πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας τάχα πὼς ἦν ἔτι καὶ ἀπὸ μέρους εὐάφορμος τῶν ἐθνῶν ἡ παραίτησις, παρ’ οὐδενὸς κεκλῆσθαι λεγόντων· διεκήρυξε γὰρ αὐτοῖς οὐδείς. τοιγάρτοι καὶ ὁ Σωτῆρ’ ἐν εὐαγγελικαῖς ἡμῖν παραβολαῖς αὐτὸ τοῦτο καταδεικνύων, τοὺς ἐργάτας ἔφη τοὺς περὶ τὴν ἑνδεκάτην κεκλημένους εἰπεῖν τό “ O ὐδεὶς ἡμᾶς ἐμισθώσατο.” ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Κριστὸς, ἕδησε τὸν ἰσχυρὸν, ἐξείλετο τῆς ἐκείνου δυστροπίας τοὺς ὑπ’ αὐτῷ κειμένους, δεδικαίωκε τῆ πίστει τοὺς προσιόντας αὐτῷ, τέθεικε τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς, οὐδένα λοιπὸν ἀποχρώντως πρὸς παραίτησιν εὑρήσουσι λόγον, οἱ τὴν οὕτω σεπτὴν οὐ προσηκάμενοι χάριν. ἀληθεύσει δὴ οὖν καὶ περὶ αὐτῶν εἰ λέγοι τῶν ἐθνῶν ὁ Χριστός “ Εἰ μὴ ἦλθον καὶ “ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νυνὶ δὲ πρόφασιν οὐκ “ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ” Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕσται τὸ ἐπὶ τὸv χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι. Ὡς παντὸς ἤδη πολέμου κατηυνασμένου, μένου , καὶ μάχης ἀνῄρημένης, καὶ σεσοβημένων ἐχθρῶν, καὶ ἀρρήκτου λοιπὸν εἰρήνης τὴν ἁγίαν στεφανούσης πόλιν, τουτέστι τὴν Εκκλησίαν, ἀπρακτήσειν ἤδη φησὶ τοῦ πολέμου τὰ σκεύη, φάλαρά τε καὶ ἐπιχάλινα.
PG 72:273τίνος γὰρ ὅλως ὁ ἱπποκράτης τοιούτου ἕξει χρείαν, ἀριστεύειν εἰδὼς ἐν μάχαις, εἰ μηδεὶς ὅλως ὁ ἀντεξάγων ἐστίν ; οὐκοῦν ἱερὰ, φησὶν, ἔσται σκεύη καὶ ἀναθήματα θήματα τῷ Θεῷ, τὰ τοῖς πολεμοῦσι χρήσιμα. ἐπειδὴ γὰρ αὐτός ἐστι τῆς εἰρήνης ὁ βραβευτὴς, αὐτῷ δὴ δικαίως καὶ ἀνακείσεται περιττά τε ἤδη καὶ ἀπρακτοῦντα λοιπὸν τοῦ πολέμου τὰ σκεύη. ὥσπερ γὰρ ὁ μακάριος προφήτης Ἡσαΐας ἔφη περί τινων, ὅτι “ συγκόψουσι τὰς μαχαίρας “ αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ “ οὐ μὴ ἄρη ἔθνος ἐπ’ ἕθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι " πολεμεῖν,” τῶν τῆς εἰρήνης καιρῶν μονονουχὶ καὶ ἀναπειθόντων αὐτοὺς τῇ τῆς γεωπονίας χρείᾳ χαρίζεσθαι τὰ πολεμικὰ, καὶ εἰς ἑτέρας δὲ ὥσπερ μετατρέχειν σπουδὰς, τῆς τῶν τακτικῶν μελέτης ἠφειδηκότας· οὕτω καὶ ὁ θεσπέσιος Ζαχαρίας, ὡς ἀρρήκτου λοιπὸν τῆς εἰρήνης δοθείσης παρὰ Θεοῦ, τὰ τοῖς μαχομένοις χρήσιμα σκεύη μεταπλασθήσεσθαί φησιν εἰς ἀνάθημα τῷ Θεῷ. ἀργήσει γὰρ πάντως τὸ μάχιμον, οὐχ ἵππου πεφροντικὸς, οὐ χαλινῶν, οὐ φαλάρων, μετανεῦον δὲ μᾶλλον εἴς γε τὸ ἑλέσθαι δεῖν τοῖς εἰς ἀρετὴν καὶ θεοσέβειαν διαπρέπειν σπουδάσμασι. Δοκεῖ ’δε τισι καὶ καθ’ ἕτερον ἐκπεπεράνθαι τρόπον τῆς προφητείας τὴν δύναμιν.
PG 72:274φασὶ γὰρ ὅτι ηὕρηται μὲν κατὰ καιροὺς τὸ τοῦ σταυροῦ ξύλον, ἐμπεπαρμένους ἔτι τοὺς ἥλους ἔχον· ὧν ἕνα λαβὼν ὁ εὐσεβὴς Κωνσταντῖνος ἐπὶ χαλινὸν γενέσθαι τῷ ἵππῳ τῷ ἰδίῳ παρεσκεύασεν, εύλογεῖσθαι παρὰ Θεοῦ καὶ διὰ τούτου πεπιστευκώς. οὐκ ἀπίθανον δὲ τὸ χρῆμα φαίη τις ἂν, εἴπερ ὧδε ἔχει, καὶ οὐκ ἔξω τοῦ λόγου τοῦ πρέποντος νοοῖτ’ ἂν εἰκότως, τὸ καὶ ἐν μνήμῃ γενέσθαι τῆ παρὰ Θεῷ, καὶ ἐν προρρήσει τετιμῆσθαι προφητικῇ βασιλέα τὸν εὐσεβέστατον. πλείστων γὰρ ὅσων ἐποιήσατο μνήμην καὶ προαναφώνησιν κατὰ καιροὺς τῶν ἁγίων προφητῶν ὁ λόγος, καθάπερ ἀμέλει καὶ Ἰωσίου καὶ ἑτέρων τινῶν. ἔσθ’ ὅτε δὲ καὶ ἡ τῶν καιρῶν ἡμερότης καὶ εὐσέβεια διὰ τῶν ἐν αὐτοῖς κρατούντων σημαίνεται. οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, εἰ διαμέμνηται καὶ νῦν ὁ Προφήτης Ζαχαρίας ἀξιολογωτάτου πράγματος, καὶ θεοφιλοῦς ἀληθῶς καὶ βάσι· λείας εὐσεβοῦς, καὶ καιρῶν ἀνακειμένων τῆ εἰς Χριστὸν ἀγάπῃ. τὸ γὰρ δὴ καὶ βασιλέων ἵπποις ἐμπρέπειν τὸν ἧλον ἀπὸ τοῦ τιμίου ληφθέντα σταυροῦ, τί ἃν ἕτερον ἡμῖν ὑπεμφήνειεν ἂν, ἢ πλείστην ὅσην καὶ ἀξιάγαστον ἀληθῶς τῶν κρατούντων εὐσέβειαν; Καὶ ἔσονται οἱ λέβητες οἱ ἑ τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὁ προσώπου τοῦ θυσιαστηρίου.
Ἐν τῇ ἁγίᾳ λέβητες ἦσαν σκηνῇ, καὶ ἐν τῷ μετὰ ταῦτα κατεσκευασμένῳ ναῷ, ἐν οἷς τὰ τῶν θυσιῶν ἥψετο κρέα, δαπανώντων αὐτὰ τῶν ἱερέων ἐν τόπῳ ἁγίῳ, καὶ τοῦτο τοῦ νόμου τελεῖσθαι προστεταχότος, ὡς ἃν μὴ ἔξω που τῶν ἱέρων ἐκκομίζοιντο χώρων τὰ ἡγιασμένα. ἐπειδὴ ’δε τῶν Num. ἀρχαίων ἐκείνων ἐθῶν ἀποπεπαυμένων, εἰς ἕτερον ἥμιν λατρείας τρόπον μετακεχώρηκε τὰ μυστήρια, καὶ μηλοσφαγίαις μὲν οὐκέτι καὶ λιβανωτοῖς, θυσίαις δὲ μᾶλλον ταῖς ἀναιμάκτοις τὸν τῶν ὅλων καταγεραίρειν Θεὸν οἱ διὰ πίστεως δεδιδάγμεθα, καὶ αὐτὸν νοητῶς ἱερουργοῦμεν ἐν ἐκκλησίαις τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀντὶ τῶν λεβήτων ἑτέροις κεχρήμεθα σκεύεσιν ἱεροῖς, ἃς δὴ καὶ φιάλας ἐνθάδε φησὶν ὁ Προφήτης. σκεύη δὲ ταυτὶ τοῖς πίνουσι χρειωδέστατα. καὶ συνήσει πάντως ὁ σοφὸς ἀκροατὴς τοῦ σημαινομένου τὴν δύναμιν, κἂν εἰ ἀμυδρότερόν πὼς ἢ χρῆν ὁ παρ’ ἡμῶν πεποίηται λόγος, διά τοι τὸ δεῖν περιεσταλμένως ποιεῖσθαι τὴν τῶν κεκρυμμένων ἀφήγησιν. οὐκοῦν τότε μὲν ἦσαν οἱ λέβητες, νυνὶ δὲ φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου. Καὶ ἔσται πᾶς λέβης ἐν Ἱερουσαλὴμ καὶ έν τῷ Ἱούδα ἅγιον τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες καὶ λήψονται ἕε αὐτῶι καὶ ἑψήσουσιν ἑαυτοῖς.

Commentary on the Prophet Malachi · ProemIn Malachiam Phophetam Commentarious · Proœmium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:275Λέβητας ἀποκαλεῖ, τοῖς ἀρχαίοις ὀνόμασι χρησάμενος ἔτι, τὰ σκεύη τὰ μυστικὰ, α καὶ ἐστιν ἅγια, σεπτὰ τε καὶ τίμια, καὶ αὐτοῖς τοῖς ἐν τῆ Ἱερουσαλήμ, ἤγουν τῆ Ἐκκλησίᾳ, δῆλον δὲ ὅτι τοῖς θείοις ἱερουργοῖς, καὶ παρ’ αὐτῷ δὲ τῷ Ιούδᾳ, τουτέστι πάλιν τοῖς τὴν ἐν πνεύματι λαχοῦσι περιτομήν. εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ πεπιστευκότες. παρ’ οὐδενὸς γὰρ ὅλως εἰς κοινὴν λαμβάνεται χρείαν τοῦ ἁγίου θυσιαστηρίου τὰ σκεύη, ἁλλ’ ἔστιν, ὡς ἔφην, ἅγια καὶ εἰς δόξαν Θεοῦ τετηρημένα, καὶ μόναις ταῖς χρείαις ὑπηρετεῖν εἰωθότα τῆς ἁγίας τραπέζης, δι’ αὐτῶν τε καὶ ἐν αὐτοῖς αἱ τῶν πρόσ’. ἀγόντων τελοῦνται θυσίαι, οὐχ ἑκάστου φέροντος ἴδιον σκεῦος· ἁπάντων δὲ μόνοις τοῖς ἱεροῖς κεχρημένων. πᾶς γὰρ λέβης ἅγιος ἔσται φησὶ τῷ Κυρ́ῳ. οὐκοῦν διαλέγεται μὲν ὁ Προφήτης ὡς ἐπὶ θυσιῶν ἔτι τῶν κατὰ τὸν νόμον, λέβητάς τε καὶ ἕψησιν καὶ τοὺς θυσιάζοντας ὀνομάζει, νοήσομεν δὲ πρεπόντως ἡμεῖς τοῖς διὰ Χριστοῦ καιροῖς καὶ τῇ παρ’ ἡμῶν ἐν Πνεύματι τελουμένῃ λατρείᾳ. οἰκονομικῶς δέ φαμεν ἀσυμφανῆ γενέσθαι, καὶ οὐ πᾶσιν ἁπλῶς ἐκκείμενον τῶν ἁγίων προφητῶν τὸν λόγον, ἵνα μὴ βάλληται πρὸς αὐτῶν τὰ ἅγια τοῖς κυσὶ, μήτε μὴν τοῖς βεβήλοις καὶ βδελυρωτάτοις ὁ μόνοις πρέπων ἁγίοις ἐκκαλύπτοιτο λόγος.
PG 72:276Καὶ οὐκ ἔσται Χαναναῖος οὐκ ἔτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Σαθρόν τε καὶ εὐδιάκλαστον τῶν ἀρχαιοτέρων τὸν νοῦν κατίδοι τις ἃν καὶ ἀταλαιπώρως κομιδῇ. λελύτρωνται μὲν γὰρ ἐξ Αἰγύπτου διὰ Μωυσέως οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς ἀφορήτου δουλείας ἀπεσείοντο τὸν ζυγὸν, πλείστων τε ὅσων ἐπ’ αὐτοῖς καὶ ἀξιαγάστων τετελεσμένων σημείων, ἐξῄεσαν μόλις, διεβιβάσθησαν βιβάσθησαν δὲ καὶ διὰ θαλάσσης αὐτῆς, κατεδηδόκασί τε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ ὕδωρ ἐκ πέτρας ἀδοκήτως ἐκκομισθὲν ἐν τῇ ἐρήμῳ πεπόκασι. τί οὖν οἱ τάλανες ; μεμοσχοποιήκασιν ἀπόντος Μωυσέως, καὶ ὡς ὁ προφήτης φησὶν, ἀνέλαβον “ τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον “ του θεου αυτων Ρεφαν, τοὺς τύπους οὑς πεποιήκασι προσκυνεῖν αὐτοῖς. ἀλλ’ ἐκεῖνοι μὲν διολώλασι πέπτωκε ν. γὰρ τὰ κῶλα αὐτῶν ἐν τῆ ἐρήμῳ, καθὰ γέγραπται.
PG 72:277ἐπειδὴ δὲ διεβιβάσθησαν τὸν Ἰορδάνην οἱ μετ’ αὐτοὺς, στρατηγοῦντος Ἰησοῦ, πάλιν τοῦ χρόνου προβαίνοντος, γεγονότες ὑπὸ κριτὰς, λελατρεύκασι τοῖς εἰδώλοις· ἀλλὰ καὶ ἐν καιροῖς τῶν ἁγίων προφητῶν τεθύκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς πεποίηκεν αὐτοῖς ὁ ἐπάρατος Ἱεροβοὰμ, καὶ πρὸς ταύταις ἔτι τεμένη τε καὶ βωμοὺς ἀνιστάντες, οὐδὲν ἧττον προσκεκυνήκασι τῆ Βάαλ, τῷ Χαμὼς, τῆ Ἀστάρτῃ, τῷ Βεελφεγώρ. καὶ τὸ ἔτι τούτων ἐπέκεινα τῶν κακῶν· οὐ γὰρ δὴ τὴν ἀγελαίαν καὶ συρφετώδη πληθὺν μόνην ἐν τούτοις γεγενῆσθαί φαμεν· ἀλλὰ γὰρ καὶ ἐξ αὐτῶν τῶν ἱερέων ἐκκεκλικότας πολλοὺς εὑρήσομεν. τοιγάρτοι καὶ ἔφασκε διὰ τοῦ προφήτου Θεός “ Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι κύριος ; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποι- “ μένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῇ “ Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.” τεθέαται δὲ καὶ ὁ προφήτης Ἱεζεκιὴλ “ ὡς εἴκοσι καὶ πέντε ἄνδρας ἐκ τῶν viii. “ πρεσβυτέρων Ἰσραὴλ, τὰ ὀπίσθια μόνα ἔχοντας πρὸς τὸν “ ναὸν κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, προσ- “ κυνοῦντάς τε καὶ κατὰ ἀνατολὰς τῷ ἡλίῳ. καὶ πλεῖστα μὲν ἐν τούτοις ἐπισωρεύειν ἕτερα χαλεπὸν οὐδέν· ἀρκέσειν δὲ οἶμαι καὶ ταῦτα πρὸς ἔλεγχον τῆς ἐνούσης αὐτοῖς ἀφιλομαθίας.
οὐκοῦν σεσάλευτο μὲν τῶν ἀρχαιοτέρων ὁ νοῦς, καὶ ἦν εὐπαράφορος κομιδῇ. τοιγάρτοι καὶ περὶ αὐτῶν ἔφη Θεός “ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ “ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς. παρεκομίζοντο γὰρ εὐκόλως εἰς ἐκτόπους εἰδωλολατρείας καὶ, γεγονότες ἐξ αἵματος Ἰσραὴλ, τοὺς ἀλλογενεῖς Χαναναίους ζηλοῦν ἐσπούδαζον. Ἐπειδὴ δὲ καθ’ ἡμᾶς γέγονεν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ δικαιώσας τῆ πίστει, τῷ Ἁγίῳ Πνεύματι κατεσφράγισε τοὺς τῇ παρ’ αὐτοῦ προσιόντας χάριτι, γέγονεν ἡμῖν ἑδραῖος ὁ νοῦς, ἀσφαλής τε καὶ ἀκατάσειστος, καὶ πεπηγὼς εἰς εὐσέβειαν. ἀναπείσει γὰρ οὐδεὶς τοὺς ἡγιασμένους, ἕτερον εἰδέναι θεὸν παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, ὃν ἐγνώκαμεν Θεὸν ἐν Χριστῷ. παρέδειξε γὰρ ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα λέγων “ Ὁ ἑορακὼς ἐμὲ, ἑόρακε τὸν Πατέρα.’ οὔκουν ἐν τη ημερα εκεινη φησὶ, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, οὐκ ἔσται Xctvcivcuof, τουτέστιν ἀλλογενὴς καὶ εἰδωλολάτρης ἐν τῷ οἴκῳ Κύρου παντοκράτορος. ἐρηρείσμεθα γὰρ, ὡς ἔφην, ἐν πίστει, καὶ τοῖς εἰς ἀσφάλειαν αὐχήμασι κατεστέμμεθα διὰ Χροστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ ’ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΑΛΑΧΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
PG 72:278KAI περὶ τῆς τοῦ Μαλαχίου προφητείας ὀλίγα προειπεῖν ἀναγκαῖον, διὰ τὸ τῶν ἐντευξομένων εὐμαθὲς, καὶ ὅπως ἂν εἰδεῖεν ἕκαστα τῶν παρ’ αὐτῷ κειμένων. Πεπερασμένων τοιγαροῦν τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίζετο μὲν ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ὁ Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγή- γερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ Σαλαθιὴλ, ὃς ἢν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ’ ἐκεῖνο τοῦ καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφήταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ’ ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος , διερμηνεύεται γὰρ ὧδε Μαλαχίας. Οὐ παραδεκτέον δὲ τούς τινων περὶ αὐτοῦ λόγους, οἳ μάτην ἐῤῥαψῳδήκασιν, ἄγγελον μὲν τὴν φύσιν οἰόμενοί τε καὶ λέγοντες, σεσωματῶσθαι γεμὴν κατὰ Θεοῦ βούλησιν καὶ ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσηαήλ.

Former TomeTomus Prior

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:279εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ’ ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ’ ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν “Ὅτι “ χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν “ ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός “ ἐστι.” περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας “ καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι- “ δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα “ αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” ὁρᾷς ὅτι τὸ ἀπαγγέλλειν ἐτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασε τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους ; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερμηνεύοντες, νόμον, οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός. Ἄνθρωπος δὴ οὖν καθ’ ἡμᾶς ὁ Προφήτης Μαλαχίας· σύμπας δὲ ὥσπερ αὐτῷ τῆς προφητείας ὁ σκοπὸς εἰς δύο ταῦτα συντείνεται.
PG 72:280ἐγηγερμένου γὰρ τοῦ θείου ναοῦ, καιροῦ καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμωδὲ μήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν ποιμνίοις, ἄρρωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσιαστηρίῳ. στηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ’ εἰς ἐκτόπους ἐξτιηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπιπλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ’ αἰτίαις τοιαύταις.
οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες αὐταῖς, καὶ ἐπ’ οὐδενὶ τῶν ἀτόπων ἔσθ’ ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ’ οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκραγότος τοῦ νόμου σαφῶς “ τὴν θυγατέρα σου οὐ δώσεις τῷ “ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· “ ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ πορευθεὶς λα- “ τρεύσει θεοῖς ἑτέροις.” γέγονε δὲ μακρὸς περὶ τούτου λόγος καὶ ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. ὅθεν τινὲς αὐτὸν ὑπολαμβάνουσιν εἶναι τὸν Μαλαχίαν. ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές. καὶ τὰ μὲν τῆς ἐπιπλήξεως ἐν τούτοις· ἐν δέ γε τῷ τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης τὸ τηνικάδε καθαρᾶς τε καὶ ἀναιμάκτου θυσίας προσκομίζεσθαι τῷ Θεῷ, καταλήγειν δὲ τὰ πάντων ἐγκλήματα, τῆς τε ἁμαρτίας ἀνῃρημένης, καὶ εἰς καινότητα ζωῆς ἀναμορφουμένων τῶν ἐπὶ τῆς γῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, τῶν ἀρχαίων παρωχηκότων, κατὰ τὸ γεγραμμένον. Λῆμμα λόγου Κυρίου ἐμ τὸ Ἰσραὴλ ἑ χειρὶ ἀγγέλου αὐτοῦ.
PG 72:281Λῆμμά φησι τοῦ λόγου τῆς παρὰ Θεοῦ προφητείας οἱονεὶ τὴν λῆψιν. ἐδέχοντο γὰρ οἱ μακάριοι προφῆται διὰ τοῦ Ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, τάς τε συμβουλὰς βουλὰς καὶ μὴν καὶ τὰς ἐπιπλήξεις ἐποιοῦντο πρός τινας, οὐκ ἐξ ἰδίας αὐτοὶ καρδίας, οὓς ἃν ἕλοιντο τυχὸν ἀνασπῶντες λόγους, ἢ ψευδοεποῦντες κατά τινας, διερμηνεύοντες δὲ τὰ παρὰ Θεοῦ, καὶ τοὺς ἄνωθεν τοῖς ἄλλοις καθαρῶς τε καὶ ἀμωμήτως διαπορθμεύοντες λόγους. οὐκοῦν τῆς προφητείας τὴν λῆψιν γενέσθαι φησὶ παρὰ κυροῦ. ὑπεμφαίνει δὲ διὰ τούτων, ὡς οὔτε προαγόρευσιν ἔχει τινὰ τῆς προφητείας ὁ λόγος μοχθηροῦ τε καὶ ἀνιαροῦ πράγματος ὡς συμβησομένου τοῖς ἐξ Ἰσραὴλ, οὔτε μὴν ἐπαίνους ὡς βεβιωκότων ὀρθῶς· ἐπίπληξιν δὲ μᾶλλον ἔπι τε ἱερέας καὶ λαούς. τὸ δέ ἐν χειρὶ ἀγγέλου αὐτοῦ τοιώσδε νοήσεις· διαχειρίζοντος γὰρ ὥσπερ, ἤγουν ἐκπράττοντος, τὴν τῆς προφητείας διακονίαν τοῦ ἐπίκλην ἀγγέλου, τὸ λῆμμα γέγονεν ἐπὶ τὸν Ἰσραήλ. εἴρηται δὲ ἄγγελος ὁ Μαλαχίας δι’ αἰτίας ἃς ἤδη προεῖπον. Θέσθε δὴ ἐμ τὰς καρδίας ὁμῶ. ἠγάπησα ὑμᾶς, λέγει Κύμιος. Οὐ πάρεργον ποιεῖσθαι προστάττει τῶν ῥηθησομένων τὴν ἀκοὴν, ἐσπουδασμένως δὲ μᾶλλον καὶ ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει.
PG 72:282διακεῖσθαι γὰρ ὧδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων, ὧν ἔσται πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ ὄνησις, ὅταν εἰς αὐτὸν εἰσχέωνται τὸν νοῦν. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαυείδ “ Ἐν “τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἃν μὴ ἁμάρτω “σοι.” ἔστι γάρ ἐστιν ἀκούοντά τινα μηδὲ ἀκοῦσαι δοκεῖν, εἰ μὴ ἅπτοιντο μὲν διανοίας οἱ λόγοι, ἀποπτάντες δὲ ὥσπερ τῆς τοῦ λέγοντος γλώττης, εἶτα μόνῃ προσαράξαντες τῇ τοῦ σώματος ἀκοῇ, εἰκαίοις ἐν ἴσῳ καταλογισθεῖεν κρυπτοῖς. τοιοῦτοί τινες ἦσαν οἱ περὶ ὧν ἐφη τις τῶν ἁγίων προφητῶν “ Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ “ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι.” παρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ Προφήτης λέγων Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν, τουτέστιν, εἰς νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἐναποτιθέμενοι λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδημάτων συνέντες τὴν δύναμιν, συναινέσατε πάντως, ὡς ἠγάπησα μὲν ὑμᾶς λέγει Κύριος, ἠξίωσα δὲ ἁπάσης ἡμερότητος καὶ φειδοῦς καὶ τῆς τοῖς ἀγαπωμένοις πρεπούσης φιλοτιμίας. τοῦτο δὲ αὖ κατονειδίζοντος μὲν εὖ μάλα, ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν αὐτῷ, καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευφραίνειν ταῖς ἐπιεικείαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἁνδανόντων αὐτῷ σπουδαῖς τε καὶ προθυμίαις.
PG 72:283εἰ γάρ ἐστι τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ᾿ ἡμᾶς ἀποδιδόναι τὰς ἀμοιβὰς, τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τὰ πρὸς εὐθυμίαν, εἰ μὴ βού- λοιτό τις αὐτῷ τῶν δεδωρημένων ἀντεκτίνειν τὰς ἀμοιβάς· εἰ καὶ ὅτι μάλιστα πρέποι ἃν ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς ἀρτίφροσι “ Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν “ ἀνταπέδωκεν ἡμῖν ; Καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύιος, καὶ ἠγάπησα τὸ Ἰακὼβ, τὸν δὲ Ἡσαῦ ἐμίσησα, κὼ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου ; Πλήττονται μὲν Ἰουδαῖοι κατὰ καιροὺς τοῖς ἐκ θείας ὀργῆς συμβαίνουσι, πολυτρόπως δεδυσσεβηκότες. ἀπῴχοντο γὰρ εἰς αἰχμαλωσίαν, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, οἴκων τε ἠρημωμένων, καὶ ὁμοῦ τῷ θείῳ ναῷ κατεμπρησθέντων τῶν Ἱεροσολύμων. πρόφασις δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ ἀποφοιτᾶν ἑλέσθαι καὶ γνησιότητος τῆς πρὸς Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς τὸν νόμον αἰδῶ. ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ Θεοῦ, καὶ σφόδρα γε, ἦν εἰκὸς τῶν ἐκ τῆς αἰχμαλωσίας διαμεμνῆσθαι κακῶν. φάναι τε οὕτω τυχὸν τό Ἐν τινι ἠγάπησας ἡμᾶς;
οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς παριππεύει μὲν τὰ διὰ μέσου συμβεβηκότα, καὶ τὴν ἐπ’ αὐτοῖς παρατρέχει διήγησιν, ἀνακομίζει γεμὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼβ, ὃν ἀγαπῆσαι μὲν ἰσχυρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἡσαῦ, καίτοι τοῖς τῆς φύσεως νόμοις εἰς ἀδελφότητα τῷ τετιμημένῳ συνδούμενον. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “ Μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν “ ἣ φαῦλον,” ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼβ, ἐξ οὗ τὸ τῶν Ἰουδαίων Ἰουδαίων ἀνεφύη γένος, ἐκβέβληκε δὲ τὸν Ἡσαῦ. καὶ οὐ δήπου φαμὲν κατὰ πρόσκλισιν· οὐ γὰρ ἄδικος ὁ Θεὸς, οὔτε μὴν ἄνισον ἢ ἑτεραχθὲς τὸ ἐφ’ ἑκάστῳ τῶν ἐπὶ τῆς γῆς διεξάγει κρῖμα· προεγνωκὼς δὲ ὡς Θεὸς τὰ παρ’ ἀμφοῖν ἐσόμενα καὶ τὸν ἑκάστου τρόπον, ἀγάπης ἠξίου τὸν ἀμείνω τε καὶ ἱερώτερον. καθάπερ ἀμέλει καὶ τὸν μακάριον Ἱερεμίαν πρὶν ἐν κοιλίᾳ διαπλάσαι φησὶν ἐγνωκέναι, ἁγιάσαι τε πρὶν ἐξελθεῖν ἐκ μήτρας. ἤδει γὰρ ᾔδει προφήτην ἐσόμενον καὶ ἐπιτηδείως ἔχοντα πρὸς ἀποστολὴν τὴν ἐπιοῦσαν τὸ δεῖν τῶν ἐσομένων ποιεῖσθαι τὴν προαγόρευσιν.
PG 72:284οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς ἐν πίστει δεδικαιωμένους ἡγιάσθαι φησὶν ὁ θεσπέσιος Παῦλος “ Οὓς γὰρ προέγνω καὶ προώρισεν “ ὁ Θεὸς καὶ Πατὴρ, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ “ αὐτοῦ ” τούτους καλέσαι τε καὶ ἁγιάσαι λέγεται. οὐκοῦν κατὰ πρόγνωσιν ἠξίωτο μὲν ἀγάπης ὁ Ἰακὼβ, μεμίσηται δὲ δικαίως ὁ Ἡσαῦ. Ὦ τοίνυν, φησὶν, Ἰσραὴλ, ἠγάπησα μὲν ὑμᾶς. ψευδομυθήσαιμι γὰρ ἂν οὐδαμῶς, εἰ τοῦτο λέγοιμι πρὸς ὑμᾶς, εἴσεσθε δὲ μᾶλλον ὡς ἔστιν ὀρθός τε καὶ ἀληθὴς ὁ λόγος, εἰς τὴν τοῦ γένους ἀρχὴν ἀναφέροντες τῆς ἀγάπης τὸν τρόπον. ἄμφω μὲν γὰρ ἤστην ἐξ Ἰσαὰκ, ἀλλ’ ἦν ἀγαθὸς τοὺς τρόπους, καὶ φιλόθεος Ἰακὼβ, ὁ γεμὴν ἕτερος σκληρὸς καὶ δυσάντητος καὶ ἕτοιμος εἰς βεβήλωσιν. ταύτῃτοι προσνένευκα τῷ Ἰακὼβ, καὶ τὸν μὲν ἐκνεμηθέντα τῷ Ἡσαῦκατηφάνισα κλῆρον, ἔδωκά τε αὐτὸν εἰς ἐρήμωσιν. συγκεκρότηκα δὲ τῇ παρ’ ἐμαυτοῦ φειδοῖ τὸν τοῦ Ἰακὼβ, τουτέστιν ὑμᾶς, ἤτοι τὴν χώραν, ἢν κατῳκήκατε. ἰστέον δὲ ὅτι διερμηνεύεται μὲν ‘Ησαῦ Δρῦς· σκληρὸς δὲ καὶ ἀκαμπὴς, καὶ τοῖς ἐκ δρυὸς ξύλοις ὀλίγα παραχωρῶν ὁ Ἡσαῦ, ἐπεμπολήσας δὲ καὶ τὰ πρωτοτόκια βρώσεως ἕνεκα μιᾶς, ὠνόμασται δὴ καὶ Ἐδὼμ, ὅ ἐστι γήι·νος.
PG 72:285ταύτῃτοι καὶ Ἰδουμαίαν κεκλῆσθαί φησι τὸ γράμμα τὸ ἱερὸν, τῶν ἐξ Ἡσαῦ γεγονότων τὴν χώραν, ἢν ἐχειρώσαντο κατὰ καιροὺς Ἰουδαῖοι, ἄβατόν τε καὶ ἀοίκητον ἀπέφηναν παντελῶς. καὶ τί ἂν βούλοιτο δηλοῦν τοῖς ἐξ Ἰσραὴλ τῆς προφητείας ὁ νοῦς ; ἐκεῖνο οἶμαί που. τὸν μὲν γὰρ Ἰακὼβ ἀγαπῆσαί φησι, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ὅτι γέγονεν ἀνὴρ “ ἄπλαστος, “οἱκων οἰκίαν μεμισηκέναι ’δε ’τον ‘Ησαῦ, γέγονε γήινός τε καὶ “ βέβηλος” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἦν οὖν ἀναγκαῖον εἰδέναι τοὺς Ἰουδαίους, ὡς οὐκ ἃν συνέβη παθεῖν αὐτοὺς τὴν ἐρήμωσιν καὶ τὴν ἐκ τῆς ἐνεγκούσης εἰς ἀλλοφύλους ἀποδρομὴν, εἰ μεμίμηντο τὸν Ιακώβ. ἐπειδὴ δὲ ζηλωταὶ καὶ ὁμότροποι γεγόνασι τοῦ Ησαῦ, καὶ τῆς ἐκείνου σκαιότητος ἰόντες κατ’ ἴχνος κατεφωρῶντο, λοιπὸν δέδονται τοῖς ἐχθροῖς. Εἰ δὲ δή τις βούλοιτο καὶ πνευματικὴν τοῖς εἰρημένοις ἐφαρμόσαι τὴν θεωρίαν, διανοείσθω σαφῶς, ὡς ὁ μὲν Ἰακὼβ διερμηνεύεται Πτερνιστής· τύπος δ' ἂν εἴη παντὸς τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, Δρῦς καὶ μέντοι Γήινος ὁ Ἐδώμ· τύπος δ' ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς.
PG 72:286ἀγαπᾷ τοίνυν ὁ Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸν ἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηίνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. τῶν οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν Θεός. οὐ γάρ τοι βεβαία τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνητον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ’ ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσφωνήσει λέγων “ Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” Διότι ἐᾶ εἴπῃ Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν κα ἀνοικοδομήσωμεν τὰς ἠρημωμίωας αὐτὼ τάδε λέγει Κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσι, κὼ ἐγὼ καταστρέψω· στρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς δρία ἀνομίας, καὶ λαὸς ἐφ' ὃν παρατέτακται Κύριος ἕως αἰῶνος. Δυσχερὴς μὲν λίαν ἡ τῆς λέξεως συνθήκη, πλὴν οὐκ ἄποπτος τῶν προκειμένων ὁ νοῦς. δέδωκα μὲν γὰρ ἐγὼ, φησὶ, τὴν Ἡσαῦ κληρονομίαν εἰς ἀφανισμὸν καὶ εἰς ἐρήμωσιν, ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων.
PG 72:287ἐρεῖ δὲ ἴσως ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἢν κατῳκήκαμεν χώραν, ἀλλ’ οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοικήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς ἐφ’ ὃν παρατέτακται Κύριος ἕως αἰωνος. Ὁ μὲν οὖν τοῦ γράμματος νοῦς οὐχ ἕτερος οἶμαί τις παρὰ τοῦτόν ἐστι. προσθείην δ’ ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήινον ἐχόντων φρόνημα· γήινος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος πεσεῖται, Θεοῦ καταστρεξοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπιθυμία, καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ’ εἰ καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον.
ὡς γὰρ ὁ θεσπέσιος γέγραφε μαθητής “ Εἴ τις θέλει εἶναι φίλος τοῦ “ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.” οὐ πεπαύσεται γὰρ, ὡς ἔφην, τοῖς τὰ γήινα φρονεῖν ᾑρημένοις ἐναντιοῦ μένος, ἀλλ’ οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης. μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλαμαρτημονα. Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρῖτε Ἐμεγαλύνυη Κύριος ὑπεράνω τῶι ὁρίων τοῦ Ἰσραήλ. Ὅταν, φησὶ, τὴν τῶν πραγμάτων καταθρήσατε φύσιν, μονονουχὶ δὲ καὶ ἀναμύοντι νῷ κατίδητε σαφῶς ἄπ’ ἅπερ ἔφην ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξασται καὶ ἐμεγαλύνθη κύριος ἐν τοῖς ὀροῖς τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰκαὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκεκρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγόνασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους μένους κατηλέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ’ ἀρχῆς, ἀνενεγπρακτέα κοντῶν αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων.
PG 72:288καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκα.σι δὲ τὰς πόλεις, ἀνδείμαντο τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγόνασι πάλιν ἐν τοῖς παρ’ ἐλπίδα καὶ κατ’ εὐχήν· ἢ δέ γε τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ. Ἰστέον δὲ, ὅτι καὶ κατὰ τὸν ἐσώτατον νοῦν, κἂν εἰ ἐν προσκρούσει γένοιντό τινες τῶν εἰδότων Θεὸν, κἂν εἰ παιδεύοιντο δεύοιντο ἁμαρτίας, ἀλλ’ οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπολέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούντως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς ’δε γε τὸ γήινον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ’ αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς χρόνους· “ κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ “ λαὸς ἐφ’ ὃν παρατέτακται κύριος ἕως τοῦ αἰῶνος. ” Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. καὶ εἰ πατὴρ ἐΓώ εἰμι, ποῦ ἕου ἡ δόξα μου ; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος Παντοκράτωρ. Ἔξω τοῦ καθήκοντος ἰόντας λόγου, καὶ ὧν ἥκιστα ἐχρῆν ἀφειδεῖν ᾑρημένους, ἀποφαίνει πανταχῆ.
PG 72:289τοῖς μὲν γὰρ ἐπιεικέσι τῶν υἱῶν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ μεταποιεῖσθαι σφόδρα τῆς τοῦ φύσαντος δόξης, ἵνα καὶ εὐκλεεστάτου πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημα τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν. ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην, κατ’ ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώσεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ τὸν φόβον ἀνάπτοντες.
PG 72:290ποῦ γὰρ ἡ δόξα μου 5 ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε νόμοις τι ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου “ Ἄκουε “ οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς “ ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” Χρὴ τοίνυν ἡμᾶς τὰ εἰς δόξαν Θεοῦ ζητεῖν, καὶ μὴν καὶ ἐπείγεσθαι κατορθοῦν, τὸ γεγραμμένον εἰδότας “ Ζῶ “ ἐγὼ, λέγει κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ “ ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται.” δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κῦρον, τὴν εἰς φαυλότητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. “ τοὺς γὰρ “ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος “ τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, “ πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.” Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, κὼ εἰπατε Ἐν τένι ἐφαυλίσαμεν τὸ ὄνομά θοῦ ;
προσάγοντες npoc τὸ θυσιασήριόν μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε ’ν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῶ, λέγει ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα. Ἐπαιτιᾶται σφόδρα τῶν Ἰουδαίων τὸ ῥᾴθυμον, οἷς καὶ ὁ νόμος ἐπιφωνεῖ τό “ Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ.” ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγουμένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατημεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναρρωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι ’δε ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός “ Ὅτι οἱ “ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν, “ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν ” οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρόφασις εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ’ ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευμάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηρρωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις.
PG 72:291ὑμεῖς ἐστε τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου. κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς ὗς οἴεσθε μὲν ἴσως, μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου εξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα. Ἐπειδὴ δὲ ἕκασ·τα τῶν εἰρημένων ἀναμηρύσασθαι χρὴ καὶ διερμηνεῦσαι σαφῶς, φέρε λέγωμεν, τί ποτε ἄρα βούλεται δηλοῦν ὁ ἄρτος ὁ ἠλισγημένος. ἠλισγημένον μὲν οὖν τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγκαῖον, καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελουμέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ’ ἄρτοις ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων μυστικὸς ἃν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις ειρηκαμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἃν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἃν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς.
PG 72:292οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων “ Ὥστε ἑορτάζωμεν “ μὴ ἐν ζύμη παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, “ ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.” καὶ πάλιν “ Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, “ καθὼς καί ἐστε ἄζυμοι.” παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις οὕτω λέγων “ Προσέχετε ἀπὸ τῆς ζύμης τῶν “ Φαρισαίων καὶ Σαδδουκαίων. ” οὐκοῦν καθαρᾶς καὶ ἡγιασμένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ’ ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν νόμον. Ἐπειδὴ δὲ καὶ τοὺς ἔτι κατηχουμέυνους, μένους, καὶ οὔπω τὴν ἁμαρτίαν ἐκνενιμμένους διὰ τοῦ ἁγίου βαπτίσματος οὐκ ἐκπέμπομεν τῶν ἐκκλησιῶν δοξολογοῦντες Θεὸν, ποιούμεθα δὲ μᾶλλον κοινωνοὺς, τὴν τῆς αἰνέσεως πληροῦντες θυσίαν, ταύτῃτοί φησι καὶ ὁ νόμος “ ἐπ’ ἄρτοις ζυμίταις χρῆναι δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὕπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος λείψανα. Ὑμεῖς οὖν φησιν οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου διὰ τὸ προσφέρειν εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους.
PG 72:293χρὴ τοιγαροῦν φροντίδα ποιεῖσθαι πολλὴν τοὺς τὴν θείαν ἔχοντας ἱερωσύνην, μὴ ἄρα τι δρῷτο τοιοῦτον ἐν ἐκκλησίαις· εἰδέναι τε, ὅτι ἡ μὲν ἀκριβὴς ἐπιτήρησις εὐφρανεῖ Θεὸν, καταλυπήσει δὲ λίαν τὸ ῥᾳθυμεῖν ἑλέσθαι καὶ ἀμελεῖν τῶν οὕτω σεπτῶν· ὅτι γὰρ οὐκ ἀζήμιον τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ἀκουόντων ἐκείνων Υμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου ; φαύλισμα γὰρ ὥσπερ εἰς Θεὸν τῶν ἱερέων τὸ ῥᾴθυμον, καὶ εἰς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην δόξαν ἀναφέρεται τὸ πλημμέλημα. Διότι ἐᾶ προσαγάγητε τυφλὸν εἰς Θυσίαν, οὐ κακόν; κὼ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσωπόν σου, λέΓε Κύριος Παντοκράτωρ. Μωμοσκοπεῖν τοῦ νόμου τὰ ἱερεῖα προστάττοντος, καὶ ἀπόβλητον μὲν ποιεῖσθαι τὰ ἔμπηρα, καθιεροῦν δὲ τὰ ἄμωμα, προσεκόμιζον τῷ θυσιαστηρίῳ κατ’ ἐκεῖνο τοῦ καιροῦ χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπουκαὶ δασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ’ οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα ;
εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον ; οὐ γὰρ δὴ καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια ; ἀλλ’ εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἁλλ’ οὐκ ἃν προσδέξαιτο φησὶν, οὐδ’ ἃν τὸ τοῦ πρόσ’ κομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ δὲ λίαν ὡς ὑβρισμένος. Ἔστι τοίνυν τῶν ἄγαν ἐκτοπωτάτων, Θεῷ προσφέρειν ἀποτολμᾶν, ἃ μηδ’ ἂν εἷς τῶν καθ’ ὑμᾶς ἕλοιτο λαβεῖν· πολὺ δὲ τοῦτο παρ’ ἡμῖν τὸ πλημμέλημα. εἰ γάρ τι μέλλοιμεν προσκομίζειν Θεῷ, ὧν ἂν ἔχοιμεν τὰ αἰσχίω καὶ δεύτερα ζητοῦμεν οἱ τάλανες, οὐκ ἐννοοῦντες, ὅτι τὴν Καΐν θυσίαν οὐκ ἐποιεῖτο δεκτὴν, ὅτι προσεκόμιζε μὲν ὀρθῶς, διεῖλε δὲ οὐκ ὀρθῶς, ἑαυτῷ μὲν τὰ πρῶτα καὶ ἐξαίρετα τετηρηκὼς, τιμᾶν δὲ νομίσας τοῖς δευτέροις Θεόν. ἀλλ’ οὐ προσέσχεν αὐτοῦ ταῖς θυσίαις ὁ τῶν ὅλων Θεός. οὐ γὰρ λογιεῖται τιμὴν τῶν προσφερόντων τὸ ῥᾴθυμον.
PG 72:294Ἀπαράδεκτα γεμὴν ὁ νόμος εἰς θυσίαν ἐποιεῖτο τὰ τυφλὰ τῶν θρεμμάτων, καὶ μὴν τὰ χωλά τε καὶ ἄῤῥωστα, τοῦ μὲν τυφλοῦ σημαίνοντος αἰνιγματωδῶς τοὺς τὸν θεῖον οὐκ ἔχοντας ὀφθαλμὸν ἐν καρδίᾳ· τοῦ δὲ χωλοῦ τοὺς οὐκ εἰδότας ὀρθοποδεῖν ἐν ἀγαθοεργίαις· τοῦ γεμὴν ἀῤῥώστου τοὺς μὴ λίαν εὐσθενῶς, ἐκλύτως δὲ ὥσπερ καὶ κατημελημένως τὴν ὑπὸ Θεοῦ πληροῦντας δοῦλε ίαν. ἔφη δέ που καὶ διὰ φωνῆς προφήτου ἑ οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον κυρίου ἀμελῶς. χρὴ τοιγαροῦν ἡμᾶς πεφωτισμένον μὲν ἔχειν τὸν νοῦν, ὀρθοποδοῦντα δὲ καὶ ἰσχύοντα. τότε γὰρ ἐσόμεθα δεκτοὶ τῷ Κυρίῳ καὶ ἱεροὶ παρὰ τῷ φιλανθρώπῳ Θεῷ. Καὶ νυν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶ Aerei Κύριος Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶ γέγονε ταῦτα· ei λήψομαι ἕε ὑμῶν πρόσωπα ὑμῶ, λέγει Κύριος Παντοκράτωρ. Καλεῖ πρὸς μετάγνωσιν τοὺς ἠσεβηκότας, καὶ τὴν ἐπὶ τοῖς πεπαρῳνημένοις ὀργὴν προαποσείσασθαι δεῖν εὖ μάλα φησὶ ταῖς εἰς τὰ ἀμείνω μεταβολαῖς. καὶ γάρ ἐστιν ἀγαθὸς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, μένους, καὶ ἰώμενος τὸ συντετριμμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον.
PG 72:295λέγων δὲ τό Εξιλασκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἥμων, ὑπεμφήνειεν ἀν’, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντων τὴν δόξαν αὐτοῦ τοὺς ἰδίους ὥσπερ ὀφθαλμοὺς ἀποφέρει, μήτε φειδοῦς, ἢ ἀγάπης, μήτε μὴν ἐποπτείας ἀξιῶν. “Ὀφθαλμοὶ “ γὰρ κυρίου ἐπὶ δικαίους,” κατὰ τὸ γεγραμμένον. ἔφη δὲ καὶ πρός τινας τῶν ἀλιτηρίων διὰ φωνῆς Ἠσαίου “ Ὅταν “ τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς “ μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσα- “ κούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Χρὴ τοιγαροῦν ἐξιλάσκεσθαι τοὺς ἡμαρτηκότας, εἰ δή πὼς ἄρα μεταστρέψειαν ἐφ’ ἑαυτοῖς τὸ πρόσωπον τοῦ Θεοῦ, καὶ τὰ ἐκ τῆς ἀποστροφῆς ἐσόμενα διακρούσαιντο βλάβη. καθορίζει ορίζει γὰρ τῶν ἱερουργῶν τὸ πλημμέλημα, καὶ ἀναιρεῖ τὴν ἄρνησιν. οὐ γὰρ ἃν ψευδοεπήσῃ λέγων Ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα. μονονουχὶ γάρ φησιν οὐχ ἐτέρων ἡμαρτηκότων ὑμεῖς σεσιγήκατε, ἀλλ’ οἷον αὐτόχειρες ὑμεῖς αὐτοὶ καὶ αἴτιοι γεγόνατε τῶν εἰς ἐμὲ δεδυσσεβημένων, καὶ τῆς ὑμῶν ῥᾳθυμίας εἶεν ἂν τὰ ἐγκλήματα μεσολαβοῦντος οὐδενός.
PG 72:296πλὴν εἰ καί τινες ἐκδεδίασι τυχὸν τὸ ποιεῖσθαι πρὸς ὑμᾶς τοὺς περὶ τούτων ἐλέγχους, ἀλλ’ οὖν οὐκ ἔσομαι καὶ αὐτὸς ἐγὼ καθὰ καὶ εἷς ἐξ ὑμῶν, οὐδ’ ἃν λάβοιμι πρόσωπον τῶν ἠσεβηκότων. ὅμοιον τούτῳ καὶ τὸ διὰ φωνῆς τοῦ Δαυείδ “ Ὑπελαβες “ ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε, καὶ παραστήσω “ κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.” οὐ γὰρ οἶδε πρόσωπον ὁ κριτής· ἀλλ’ ἔστιν εὐθὴς καὶ ἀδέκαστος ὡς Θεός. Δῶτ’ κα ἑ ὕμ’ συγκλεισθήσονται θύραι, κω οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεᾶι.
PG 72:297Εὐαφόρμως σφόδρα τῆς ἐν Χριστῷ πολιτείας ὡς ἐν προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος· ὡς γὰρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομένης καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων τε ἀναδείκνυσθαι κατὰ καιροὺς τῶν τῆς ἀληθείας ἱερουργῶν, οἳ καὶ τῆς ἐν πνεύματι λατρείας ἔσονται λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ Θεοῦ δόξαν, συγκλεισθήσεσθαι τὰς θύρας φησὶν ἐπ’ αὐτοὺς, ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατὰ νόμον ἱερατεύουσιν· “ Ἐὰν “ γὰρ κλείση κατὰ ἀνθρώπου, φησὶν, τίς ἀνοίξει ” ἤγουν, τῆς ἀληθεστέρας ἀναδειχθείσης σκηνῆς, τουτέστι τῆς Ἐκκλησίας, οὐκ εἰσελάσουσιν ἐν αὐτῇ τινες τὴν κατὰ νόμον ἱερωσύνην τηροῦντες ἔτι, ἐκκλειόμενοι δὲ ὥσπερ διὰ τῆς ἀπιστίας, ἔξω τε μενοῦσι καὶ τῶν ἁγίων οὐχ ἅψονται.
ὅτι γὰρ ἐκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος διὰ φωνῆς Ὠσηέ “Διότι ἡμέρας πολλὰς καθί- “ σονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, “ οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, “ οὔτε δήλων.” οὐκοῦν τῆς ἐν νόμῳ λατρείας τὴν οἱονεὶ κατάλειψιν, καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης τὸν συγκλεισμὸν, κατασημήνειεν ἂν, ὥς γε μοι δοκεῖ, τὸ δεῖν ἐπ’ αὐτοῖς συγκλεισθήσεσθαι τὰς θύρας εἰπεῖν, οὐ προσιεμένης ὥσπερ αὐτοὺς τῆς Ἐκκλησίας· οὐ γὰρ τοῦ μηλοσφαγεῖν ἔτι καιρὸς, ἀλλ’ ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται θυσίαις ὁ τῶν ὅλων Θεός. Ἐπειδὴ δὲ προσεπάγει τούτοις τό Οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεὰν, ἐν ἤθει φαμὲν γεγενῆσθαι τὸν λόγον. βούλεται γὰρ ἤδη δηλοῦν, ὅτι κέκληνται πρὸς ἱερουργίαν, καὶ εἰς τὸ πῦρ ἐνιέναι τῷ θυσιαστηρίῳ, οὐχ ἵνα τὴν τοῦ κεκληκότος αὐτοὺς παραλύσωσι δόξαν, ἀλλ’ ἵνα τιμῷεν τοῖς καθήκουσι τρόποις, καὶ τὰ τῆς ἱερωσύνης ἔχοιεν γέρα. οἱ δὲ δὴ τῶν οὕτω σεπτῶν οὐ πεφροντικότες σπουδασμάτων, μήτε μὴν αἰδοῖ τῆς ἱερουργίας προσκρούειν Θεῷ παραιτούμενοι, δικαίως ἂν ἤδη κολάζοιντο.
PG 72:298ἔγκλημα γὰρ οὐ μικρὸν εἴη ἂν, καὶ μάλα εἰκότως, τὸ ποιεῖσθαι παρ’ οὐδὲν τῶν παρὰ Θεοῦ δεδωρημένων τὴν μέθεξιν, ἀποσείεσθαί τε καὶ λίαν ἀβούλως τὰς παρὰ Θεοῦ τιμάς. καὶ γοῦν ὠνόμασται γήινός τε καὶ βέβηλος ὁ Ἡσαῦ, ὅτι “ βρώσεως μιᾶς προὔδωκε τὰ πρωτο- “ τόκια αὐτοῦ.” οὐκοῦν ὅταν λέγη Οὐκ ἀνάψετε τὸ θυσταστήρίον μου δωρεὰν, βούλεται δηλοῦν, ὡς οὐκ ἀγέραστον μὲν ἡ ἱερωσύνη· πλὴν οὐδὲ ἔξω δίκης, εἰ μὴ προσφέροιτό τις αὐτὴ, καθ’ ὃν ἂν προσήκοι τρόπον τε καὶ λόγον. Ἰστέον δὲ ὅτι ἡ τῶν Ἑβραίων ἔκδοσις ἑτέραν ἔχει τὴν τῶν νοημάτων ἀπόδοσιν, καὶ αὐτὴν δὲ τὴν τῆς λέξεως συνθήκην. ἔφη γάρ Ὅτι ὑμεῖς τε οἱ Λευῖται, καὶ μὴν καὶ οἱ ἱερεῖς, οἵ τε τὴν ἐσχάτην ἐν τῷ ναῷ τάξιν ἔχοντες, καὶ τεταγμένοι πρὸς ὑμῶν εἰς τὸ κλείειν τὰς θύρας, οὐκ ἀνάψετε τὸ θυσιστήριόν μου δωρεὰν, τουτέστιν, οὐκ ἀμισθὶ ποιεῖσθε τὴν δουλείαν, ἤγουν τὴν ἱερωσύνην, προσαγόντων ὑμῖν τῶν λαῶν δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. Ἀνθ’ ὅτου δὲ οὖν κατημέληται τὰ τοῦ Θεοῦ, καὶ οὐκ ἐν φροντίδι γέγονε τὸ προὐργιαίτατον,— Οὐκ ἕου μοι Θέλημα ἑ ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ Θυσίαν οὐ προσδέξομαι ἐκ τῶι χειρῶν ὑμῶν.
PG 72:299Μου ἀπό ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ἄονμά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, κω ἑ παντί τόπω Θυμίαμα προσάγεται τῷ ἀνόματί μου καὶ Θύμα καΘαρά· διότι μέτα τό ὄνομά μου ἑ τοῖς ἔθνεστ, λέγε Κύριος Παντοκράτωρ. Ἀποφάσκει λοιπὸν ἐναργῶς τῆς κατὰ νόμον θυσίας τὴν προσαγωγὴν, μονονουχὶ δὲ καὶ ἀποφοιτᾷ τῆς εἰς Ἰουδαίους ἀγάπης, καὶ ἀνεθέλητον ποιεῖται τὴν ἱερωσύνην καὶ ἀπαράδεκτον τὴν σκιὰν, βουθυσίας δὴ λέγω καὶ καπνοὺς, ὅτι μήτε ἐν ἀρχαῖς ὁ σκοπὸς ἦν οὗτος αὐτῷ. καὶ τοῦτο ἡμῖν ἐναργὲς καὶ δι’ ἑτέρων προφητῶν ἐποιεῖτο λέγων διὰ μὲν φωνῆς Ἡσαΐου “Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ “ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, “ οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα “ ἐκ τῶν χειρῶν ὑμῶν ; πατεῖν τὴν αὐλήν μου οὐ προσθή- “ σεσθε.
PG 72:300ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέ- “ λυγμά μοι ἐστί·” διὰ ’δε γε τῆς Ἱερεμίου φωνῆς “ Συνα- “γάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν “ καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας “ ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ᾗ ἡμέρᾳ ἀνή- “ γαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” ὑποτύπωσις γὰρ ὥσπερ καὶ προαναφώνησις τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας ὁ νόμος ἦν, καὶ “ δικαιώματα σαρκὸς,” ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.” ὁ δε γε τῆς ἐπανορθώσεως καιρὸς εἴη ἂν οὐχ ἕτερος οἶμαί τις παρὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν. ὅτι καὶ ἡ πρώτη μὲν διαθήκη διὰ τὸ τὸ ἄμεμπτον οὐκ ἔχειν, ἀφανισθῆναι λέγεται· ἐπαλαιώθη γὰρ· τῆς γεμὴν νέας καὶ δευτέρας ἐζητήθη τόπος, ἢ καὶ παντὸς ἐπέκεινα μώμου τε καὶ αἰτίας ἐστί. λελάληται γὰρ δι’ αὐτοῦ τοῦ τίου, ὃς καὶ Μεγάλης βουλης ἄγγελος ὠνόμασται. τοιγάρτοι καὶ ἔφασκεν “ Ἀπ “ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατῆρ, αὐτός μοι “ ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω.” Ἔφη τοίνυν ἐναργῶς τοῖς κατὰ τὸν νόμον ἱερατεύουσιν, ὡς ἀνεθέλητοί τε εἰσὶν αὐτῷ, μᾶλλον δὲ ὡς ἐν αὐτοῖς οὐκ ἔχει θέλημα ἐν σκιαῖς καὶ τύποις πληροῦσι τὰς θυσίας, καὶ ὡς οὐκ ἂν προσδέξαιτο τὰ παρ’ αὐτῶν ἱερουργοῦ μένα.
προαγορεύει δὲ ὅτι καὶ μέγα καὶ ἐπιφανὲς ἔσται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, καὶ ἐν παντὶ τόπῳ τε καὶ ἔθνει θυσίαι καθαραὶ καὶ ἀναίμακτοι προσκομισθήσονται τῷ ὀνόματι αὐτοῦ, κατασμικρυνόντων αὐτὸν οὐκέτι τῶν ἱερουργῶν, οὔτε μὴν ῥᾳθύμως προσκομιζόντων αὐτῷ τὰς πνευματικὰς λατρείας· ἀλλ’ ἐν σπουδῇ κοὶ ἐπιεικείᾳ καὶ ἁγιασμῷ τὰς τῶν νοητῶν θυμιαμάτων εὐωδίας ἀνακομίζειν ἐσπουδακότων, τουτέστι, πίστιν, ἐλπίδα, ἀγάπην, καὶ τὰ ἐξ ἔν ἀγαθῶν αὐχήματα, προτεταγμένης δηλονότι τῆς Χριστοῦ θυσίας τῆς οὐρανίου καὶ ζωοποιοῦ, δι’ ἧς κατήργηται θάνατος, καὶ ἡ φθαρτὴ δὴ αὕτη καὶ ἀπὸ γῆς σὰρξ ἀμφιέννυται τὴν ἀφθαρσίαν. Ὑμιῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἠλισγημένη εστί, κω τ’ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ. Ὅτι καὶ ἀμείνους ἔσονται καὶ ἐπιεικέστεροι τῶν ἐξ Ισραὴλ οἱ ἐξ ἐθνῶν κεκλημένοι, καὶ διὰ τούτων ἡμῖν καθίστησιν ἐναργές. παρ’ ἐκείνοις μὲν γὰρ αἵ τε θυσίαι καθαραὶ, καὶ εὐῶδες τὸ θυμίαμα, καὶ μέγα τὸ ὄνομα ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· παρ’ ὑμῖν δὲ, φησὶν, οὐκ ἐν δόξη μεγάλη καὶ τῇ πρεπούσῃ Θεῷ τὸ θυσιαστήριον. βεβηλοῦτε γὰρ αὐτὸ, λέγοντες Τράπεαζ Κυρίου ἠλισγημένη ἔστιν, ἐξουδενωμένα δὲ καὶ τὰ ἐπ’ αὐτῆς.
PG 72:301καὶ εἰκὸς μὲν μὴ τοιούτοις ῥήμασι κεχρῆσθαι τοὺς ἱερέας, αὐτοῖς γεμὴν πράγμασι τοῦτο βοᾶν, καθάπερ ἀμέλει καὶ “ Ὁ ἄφρων φησὶν “ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐστι Θεός.” δι’ ὧν γὰρ ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ’ οὖν ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τό οὐκ ἔστι Θεός. οἱ γὰρ οὕτω ζῆν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρᾶν ἀπεριμερίμνως, καὶ ἐκτόπως ἀνοσιουργεῖν, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. κατὰ τοῦτον δὴ οὖν τὸν τρόπον, οἱ μὴ ἀποσώζειν ἐσπουδακότες τῷ ἁγίῳ θυσιαστηρίῳ τὸ ὅτι μέλιστα πρέπον τε αὐτῷ καὶ ὀφειλόμενον σέβας, δι’ αὐτῶν ὧν πράττουσι λέγουσι Τράπεζα κυρίου ἠλισγημένη ἐστί. Παραιτητέον δὴ οὖν τὸ ῥᾴθυμον ἐπὶ τούτοις· καὶ μή τις ἕλοιτο τοῦτο δρᾶν, ἀκούσεται πάντως Θεοῦ λέγοντος “Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χείρων ὑμῶν. πάνδεινον ’δε ὅτι τὸ προσκρούειν Θεῷ, πῶς ἂν ἐνδοιάσειε τις, εἴπερ ἐστὶν ἐν καλῷ καὶ νοῦ καὶ φρενός; Καὶ εἶπατε ταῦτα ἐκ κακοπαθείας ἐστί. καὶ ἐξεφύσησα αὐτἀ, λέγει Κὐριος Παντοκράτωρ. καὶ εἰσφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ κὼ τὰ ἐνοχλούμενα· καὶ προσεφέρετε αὐτὰ θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶ χειρῶ ὑμῶ, λέγει Κύριος Παντοκράτωρ.
PG 72:302Κατῃτιᾶτο λίαν τοὺς ἱερουργοὺς, ὡς ἥκιστα μὲν μωμοσκοπεῖν σκοπεῖν ἑλομένους τὰ προσαγόμενα τῶν θυμάτων, προσδεχομένους δὲ μᾶλλον ῥᾳθύμως τε καὶ ἀβασανίστως χωλὰ καὶ τυφλὰ καὶ ἄρρωστα, καίτοι τοῦ νόμου σαφῶς τὰ ἔμπηρα τῶν θυμάτων ἀπόβλητα δεῖν ποιεῖσθαι προστεταχότος. εἰ δὲ δήπου τις τῶν ἱερέων ἀπεσόβει, τοῦ νόμου ἀντεχόμενος, τὸν προσάγοντα εἰς θυσίαν τὸ ἀχρεῖον, ἐπέμενον οἱ προσάγοντες, ἄνω τε καὶ κάτω τὴν αἰχμαλωσίαν προτείνοντες, δι·ι·σχυριζόμενοί τε, καὶ μάλα νεανικῶς, φαῦλα μὲν οὐκ εἶναι, κακοπαθῆσαι δὲ μᾶλλον κατὰ τὴν ὁδὸν, ὑπονοστούντων αὐτῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν. προσεκόμιζον δὲ τὰ ἀρπάγματα καὶ τὰ χωλεύοντα καὶ ἐνοχλούμενα. θῆρες μὲν γὰρ ἐπιόντες ἔσθ’ ὅτε κατασίνονται ταῖς ἀγέλαις, κἂν εἴ τι τυχὸν ἁρπάσειαν, εἶτα δραμὼν ὁ ποιμὴν ἐκσπάσῃ τῶν ὀδόντων τὸ ἡρπασμένον· ἢ καταπτοήσας κυνῶν ὑλακαῖς, ἢ καλαύροπα βαλών· τοῦτο οἶμαι τὸ ἅρπαγμα. ταῦτα προσῆγον ὁμοῦ τοῖς τοὺς πόδας λελωβημένοις, καὶ οὐκ ἔτι συγκατανέμεσθαι τοῖς ἄλλοις δεδυνημένοις· προσῆγον δὲ καὶ τὰ ἐνοχλούμενα, τουτέστι τὰ θανατῶντα λοιπὸν, ὑβρίζοντες μᾶλλον ἢ τιμῶντες τὸν τῶν ὅλων Θεόν. ἀλλ’ ἐξεφύσησα φησιν αὐτὰ λέγει Κύριος Παντοκράτωρ.
PG 72:303καὶ ἐπειδὴ θύειν ἀνοσίως ἐγνώκατε, οὐκ ἂν ὅλως, φησὶ, παραδεξαίμην τὰ ἐξ ὑμῶν, οὐδ’ ἂν λογισαίμην εἰς ὀσμὴν εὐωδίας τὰς οὕτως ἐκνόμους καὶ ἀκαθάρτους προσαγωγάς. Χρὴ δὴ οὖν ἄρα θύειν ἡμᾶς καὶ μάλα ἐπιεικῶς καὶ ἐσπουδασμένως, καὶ προσκομίζειν μὲν Θεῷ ἁπλῶς, μὴ τὰ κατερριμμένα καὶ ἀτιμότατα, καὶ οὐδενὸς ἄξια λόγου, ἀλλὰ τὰ προὔχοντα καὶ ἐξαίρετα. εἰ δὲ δή τις ἑαυτὸν ἱερουργοίη Θεῷ· μεμνήμεθα γὰρ τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί “Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·’ πολυπραγμονείτω τὰ καθ’ ἑαυτὸν, καὶ οἱονεί τις ἀκριβὴς μωμοσκόπος τῆς ἑαυτοῦ γενέσθω ψυχῆς. ὁράτω μὴ ἄρα πὼς ἐστι τυφλὸς, τουτέστι, τῆς ἀληθείας τὸ φῶς οὐκ ἔχων εἰς νοῦν· μὴ σκάζων τὸν πόδα τῷ μὴ ὀρθοποδεῖν δύνασθαι πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν· μὴ ἔχων ἁρπάγματά τε καὶ ἄρρωστα. χρὴ γὰρ ἡμᾶς μὴ ἀεὶ ὑπνοῦν, “ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων περιέρχεται, ζητῶν τίνα καταπίῃ.” ὅταν τοίνυν ἄυπνοί τε καὶ ἐγρηγορότες εὑρισκώμεθα, παραθεῖ τὸ θηρίον. εἰ δὲ δὴ νυστάζοντας ἴδοι καὶ κατημέληκοτᾷς, ἁρπαγμα ποιεῖται, καὶ ἀρρώστους ἀποτελεῖ, τουτέστιν τεθνη- κότας, καὶ ἀδρανῶς ἔχοντας κομιδῇ περὶ τὸ δύνασθαι κατορθοῦν ἀρετήν.
ἔστω δὲ δὴ καὶ τοῦ διενοχλεῖσθαι μακρὰν, τουτέστι, μικροψυχίας ἀμείνων καὶ διαπρέπων ἐν ὑπομονῇ. ὥσπερ γὰρ ἀποφέρει πρὸς ζωὴν τῆς ὑπομονῆς ὁ τρόπος, οὕτω καὶ εἰς θάνατον μικροψυχία. νοῦ γὰρ ἀσθένειαν καὶ καρδίας πάρεσιν τὸ χρῆμά φαμεν. τοιγάρτοι καὶ ὁ μακάριος προφήτης Ἠσαίας τῶν τοιούτων ἡμᾶς ἀπαλλάττεσθαι παθῶν συμβουλεύει λέγων Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, “ἰσχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος “μετὰ ἐσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ Κυρείας.” Καὶ ἐπικατάρατος ὅς ἦς δυνατὸς, καὶ ὑπῆχεν αὐτῷ ἐν τῷ ποιμνιῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπ’ αὐτῷ, καὶ θύει διεφθαρμένα τῶ̣ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐΓώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς εθνεσι. Καθορίζει λοιπὸν τοῦ θύοντος ἀνοσίως τὴν ἀρὰν, καὶ μάλα εἰκότως. εἰ γὰρ δή τις εὔξαιτο, φησὶ, καὶ ἐν ποιμνίοις ἔχοι τοῖς ἑαυτοῦ τὸ ἄρσεν τε καὶ ἄμωμον, ἀνθ’ ὅτου μὴ τοῦτο προσκομίζει Θεῷ, συλλέγει δὲ μᾶλλον ἃ μηδενὸς ἄξια γένοιτ’ ἂν ὅλως· ὕβρις γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν.
PG 72:304οὐ γὰρ δὴ κατά τινας τῶν σκότῳ προσκαθημένων καὶ πλάναις καὶ βεβήλοις εἰδωλολατρείας, λίθοις καὶ ξύλοις δεδουλεύκαμεν· τῶ Θεῷ δὲ μᾶλλον τῷ παντοκράτορι, καὶ τῷ τῶν ὅλων γενεσιουργῷ, ὃν τρέμουσι μὲν οὐρανοὶ, καταπερὶ πέφρικε δὲ καὶ ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. ἐπιμαρτυρεῖ δὲ πάλιν τοῖς ἐξ ἐθνῶν τὸ λίαν ἐπιεικὲς, ἐπιφανὲς εἶναι λέγων τὸ τῆς θεότητος ὄνομα παρ’ αὐτοῖς, σεπτόν τε καὶ ἀξιάγαστον· διακεισόμεθα γὰρ οὐχ ἑτέρως ἡμεῖς, ἢ κατὰ τοῦτον τὸν τρόπον. Ἀπεδέχετο δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰδωλολάτρην ὄντα τὸν ἑκατόνταρχον, καὶ δὴ καὶ ἔφασκεν “Ἀμὴν λέγω ὑμῖν, παρ’ οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν τῷ Ἰσραήλ.” ἐπάρατος οὖν ὁ ὤων Θεῷ τὸ κατεφθαρμένον, καίτοι ἐνὸν αὐτῷ τοῖς ἀμείνοσι τιμᾶν, εἴπερ ἐν ποιμνίοις ἔχει, καθάπερ ἔφην ἀρτίως, τὸ ἄμωμόν τε καὶ ἄρσεν. σημειωτέον δὲ, ὅτι τὸ ἄρσεν εἰς θυσίαν αἰτεῖ, καίτοι τοῦ νόμου προστεταχότος καταθύειν Θεῷ καὶ θήλεα. φαμὲν οὖν, ὅτι αἱ κατ’ εὐχὴν θυσίαι, τουτέστι τὰ ἑκούσια, τὸ ἄμωμόν τε καὶ ἄρσεν ἐδέχοντο θῦμα, καὶ ἦν ὁ τύπος εἰς τὸν προσάγοντα, μονονουχι &c. παρεγγυῶντος του νόμου, ὅτι χρὴ τοὺς εἰς εὐωδίας ἀναβαίνειν ἐθέλοντας τῷ Θεῷ, ἀνδρείους τε εἶναι καὶ παθῶν ἀμείνους καὶ μώμου παντὸς ἀπωτάτω.
PG 72:305αἱ ’δε γε ὑπὲρ ἁμαρτιῶν προσαγόμεναι θυσίαι, τὸ θῆλυ πάντως ἐδέχοντο ἀπὸ τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν ἐρίφων. αἴνιγμα δὲ καὶ τοῦτο τῆς τῶν προσαγόντων ἀσθενείας ἦν. ἄναλκι γὰρ τὸ θῆλυ, καὶ τῶν ἀρσένων ὡς ἐν ἰσχύι· δεύτερον. ἁμαρτία δὲ πᾶσα δρῷτο ἂν ἠσθενηκότος τοῦ νοῦ, καὶ οὔτι που μᾶλλον τὴν πνευματικὴν σώζοντος εὐρωστίαν. Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, τοὐς ἱερεῖς. ἐἀν μὴ εἰσακούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξα τῷ ὀνόματί μου, λέγει Κύριος Παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, κοὶ οὐκ ἔσται ἐν ὑμῖν, ὁτι ὑμεῖς οὐ τίθεσθε εῖς τάς καρδιας μυων. Παρίησι φιλαγάθως τὰς ἐπὶ τοῖς ἤδη φθάσασιν αἰτίας, καὶ νέμει τὸν ἔλεον, εἰς ἀρχὰς ὥσπερ ἐπιεικείας ἀνατιθεὶς τοὺς ἡμαρτηκότας. τουτὶ γὰρ οἶμαι δηλοῦν λέγοντα χρηστῶς τό Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς τοὺς ἱερεῖς.
PG 72:306ἀπειλεῖ δὲ λοιπὸν, ὡς εἰ μὴ ἕλοιντο ποιεῖν ἃ χρὴ ποιοῦντας ὁρᾶσθαι, καὶ εἰς νοῦν ἔσω τίθεσθαι καὶ καρδίαν τῶν θείων χρησμῳδημάτων τὴν αἴσθησιν, ἔσοιντό τε ἑαυτῶν ἀμείνους ἢ πάλαι, καὶ τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητήσειαν, μὴ κατ’ ἃς κατασμικρύνοντες ἔτι τὸ θυσιαστήριον, μήτε μὴν ἁπλῶς ἢ ἀβασανίστως τελοῦντες τὰ νενομισμένα, πάντη τε καὶ πάντως καταράτους ἀποφανεῖ καὶ ὑπὸ θείαν ὄντας ὀργήν. οἶμαι δὲ ἔγωγε δηλοῦν τό Ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ διασκεδέαω αὐτὴν, ἐκεῖνο τάχα που. Θεοῦ μὲν γὰρ κατανεύοντος τὴν εὐημερίαν τισὶν, εὐφορήσει τὰ ἐν ἀγροῖς, εὔκαρπά τε ἔσονται καὶ ἐν εὐθηνίᾳ, καὶ εἰς πληθὺν ἀμέτρητον ἐπιδώσει τὰ θρέμματα, καὶ φθορᾶς ἔσονται τῆς τῶν σωμάτων ἀμείνους αὐτοί. ἀφιστάντος δὲ τὴν εὐλογίαν αὐτοῦ, πρὸς πᾶν τοὐναντίον μεταχωρήσει τὰ πράγματα, καὶ ἀπέσται μὲν πάντως τὸ εὐημερεῖν, κατακρατήσει δὲ μᾶλλον τὰ ἐφ’ οἷς εἰκότως ἂν καταλγύνοιτό τις.
Καὶ ταυτὶ μὲν ὁ λόγος ὡς ἐν αἰσθητοῖς τε φησὶ καὶ προσκαίροις πράγμασιν· εἰδέναι δὲ ἀναγκαῖον, ὡς εἰ μή τις ἕλοιτο τὰς θείας εἰς νοῦν ἔχειν ἐντολὰς, οἰχήσεται παντελῶς αὐτῷ πρὸς τὸ μηδὲν τὰ εἰς νοῦν ἀγαθὰ, ἕξει τε καρπὸν οὐδένα τῆς φιλοθέου ζωῆς· ἁλλ’ ἔσται μὲν εὐλογίας τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τητώμενος· παραπεσεῖται δὲ ταῖς ἀραῖς καὶ ταῖς ἐκ τούτου ποιναῖς. ζητητέον δὴ οὖν τὴν τοῦ Θεοῦ δόσιν· καὶ τίνα δὴ τρόπον τοῦτο κατορθώσομεν, αὐτὸς ἡμᾶς ὁ Σωτῆρ’ ἐδίδαξεν εἰπών Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι “τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.’ τότε καὶ τὴν εὐλογίαν ἀποληψόμεθα καὶ ἀκράδαντον τὴν εὐθυμίαν, καὶ ταῖς πνευματικαῖς εὐκαρπίαις ἐντρυφήσομεν, ἔμπλεοι τε παντὸς ἀγαθοῦ γεγονότες, τὸν ἀληθῶς ἀξιοπρεπῆ καὶ ἀξιέπαινον διαζήσομεν βίον. Ἰδοὺ ἐγὼ ὑμῖν ὕμ’ τὸ ὦμον, καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶ, ἔμῶν, ἑορτῶν ὑμῶ, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος Παντοκράτωρ. τέθεικεν αὐτόν. ἔφη γὰρ ὅτι κάρπωμα κυρίου ὁ κλῆρος αὐτοῦ. ἔφη ’δε που καὶ ὁ θεσπέσιος Παῦλος “βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα.
PG 72:307οὐχ οἱ ἐλλίζοντες τῷ θυσιαστηρίῳ, “κοινωνοῖ τοῦ θυσιαστηρίου εἰσίν;” ἔθος γὰρ ἦν ἀπὸ θύματος ἀφιεροῦσθαι τῷ Θεῷ στηθύνιον καὶ βραχίονα, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ μέντοι τὸ ἔνυστρον, τουτέστι τὴν κοιλίαν, ὑπεμφαίνοντος αἰνιγματωδῶς τοῦ νομικοῦ γράμματος, ὅτι πάντα ἡμῶν τὰ ἐντόσθια τῶν ἀνατιθέντων ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, ἱερά τε εἶναι προσήκει καὶ ἡγιασμένα. προσκομίζονται γὰρ τὰ ἐντόσθια, τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας ἀπηλλαγμένα. βραχίων γεμὴν ἰσχύος ἂν νοοῖτο σημεῖον. χρῆναι ’δε φημι πρὸς πᾶν ἔργον ἀγαθὸν ἰσχύοντας ἡμᾶς καὶ ἀνδριζομένους ἀναμελῳδεῖν ἐκεῖνο σοφῶς τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας “Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ πάντα τὰ ἐντός μου “τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.” Καὶ περὶ μὲν τῶν ἐντοσθίων καὶ τῶν τελουμένων θυσιῶν Ador. κατὰ τὸν νόμον ἰσχνὸς ἡμῖν ἅγαν ἐκπεποίηται λόγος ἐν ἑτέραις συγγραφαῖς· οὐκοῦν τὸ ταῦτα λέγειν ἀφέντες εἰς τὸ παρὸν, τῶν προκειμένων τὴν διασάφησιν, ὡς ἔνι, ποιεῖσθαι σπουδάσομεν.
PG 72:308προστεταχότος τοίνυν τοῦ νόμου μωμοσκοπεῖσθαι δεῖν τὰ ἱερεῖα, καὶ ἀβασάνιστον θῦμα μὴ προσκομίζεσθαι ζεσθαιτῷ θυσιαστηρίῳ, καὶ τοῖς τεταγμένοις εἰς ἱερουργίαν τὰ ἐκ τῶν θυμάτων ἀφορίζεσθαι μερ́η, κατημέλησαν μὲν τοῦ χρῆναι μωμοσκοπεῖν, τετηρήκασι δὲ τὴν ἐντολὴν τῶν καλουμένων ἀφαιρεμάτων, οὐ τὸ τῷ Θεῷ μᾶλλον ἡδὺ τῶν ἰδίων προτάττοντες θελημάτων, κρατύνοντες τε καὶ ἐμπεδοῦν δπουδάζοντες ὅπερ αὐτοὺς ὠφελεῖν ἐδόκει τὰ ἐκ τῶν θυσιῶν συναγείροντας κρέα. τοῦτο παράγει πρὸς ἔλεγχον, καί φησιν Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον· τὸ δὲ ἀφοριζω νῦν τέθεικεν ἀντὶ τοῦ Ἀφώρισά τε ἤδη καὶ εἰς δεῦρο βούλομαι τηρεῖσθαι τὸ ἔθος. προσέρριψα δὲ ὥσπερ, ἤτοι προσρίπτω καὶ τὸ ἔνυστρον εἰς τὰ πρόσωπα ὑμῶν. ἐπειδὴ γὰρ αὐτοὶ ἀτιμάζουσι τὸ θυσιαστήριον, ταύτητοι Θεὸς τό Σκορπιῶ φησιν, οἷον ἀνθυβρίζων. Ὁ γὰρ ἐξουθενῶν με, φησὶ, ἐξουδενωθήσται·” λήψομαι δὴ οὖν ὑμᾶς εἰς τὸ αὐτὰ, τουτέστιν, ἐν αὐτῷ δὴ τούτῳ περιέσομαι καὶ ἀσεβοῦντας ἐλέγξω.
PG 72:309ἀνθ’ ὅτου γὰρ δὴ τὸν μὲν ἐπὶ τοῖς ἀφαιρέμασι τοῖς ὑμῶν τετηρήκατε νόμον, καὶ τῆς δοθείσης ὑμῖν μερίδος κατ’ οὐδένα τρόπον ἀνέχεσθε καταρρᾳθυμεῖν, εἰκαῖον δὲ ὑμῖν εἶναι δοκεῖ τὸ χρῆναι μωμοσκοπεῖν, γνώσεσθε δὴ οὖν κεκλεισμένων ἐφ’ ὑμῖν τῶν θυρῶν, τουτέστιν, ἐκκλειόμενοί τε καὶ ἐκπεμπόμενοι τῆς ἱερουργίας. ὅτι ἐγὼ δέδωκα τὴν ἐντολὴν ταύτην, ἤτοι τὴν διαθήκην, ἢν διεθέμην πρὸς τοὺς Λευίτας. τί οὖν τὸ ἐντεῦθεν; εἰδέναι προσήκει τοὺς τοῖς θείοις λειτουργοῦντας μυστηρίοις, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἐκπράττεσθαι χρὴ, καὶ τῶν δεσποτικῶν προσταγμάτων ῥιπτεῖσθαι κατόπιν πᾶν ὅπερ αὐτοὺς ὠφελεῖν ἑτέρως δοκεῖ. ἱεροὶ γὰρ οὕτως ἔσονται λειτουργοὶ, καὶ οὐχὶ τῶν προσκαίρων ἐρασταὶ καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι. Ἡ διαθήκη μου ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καί τῆς εἰρήνης. Ἀνακομίζει τὸν λόγον ἐπὶ τοὺς ἁγίους τε καὶ εὐδοκίμως ἱερατεύσαντας, καὶ ἀξιάγαστον ἀληθῶς ἀποφαίνει χρῆμα τὴν ἱερουργίαν, τό γε ἧκον εἰς νόμον, καὶ τὴν ἐκ τῶν θείων χρησμῳδημάτων ὄνησιν καὶ ἀσφάλειαν.
PG 72:310ὡς γὰρ ὁ σοφώ- τατὸς γράφει Παῦλος “Ό νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία “καὶ δικαία καὶ ἀγαθή.” ὅταν τοίνυν δοκεῖ περὶ τοῦ Λευὶ ποιεῖσθαι τὸν λόγον, ἀναθετέον εὖ μάλα τῶν νοημάτων τὴν δύναμιν, οὐχὶ δήπου πάντως ἐκείνῳ, ὃς ἀνέφυ μὲν ἐξ Ἰακὼβ, ἐναρίθμιος δὲ τοῖς δυοκαίδεκα γέγονεν υἱοῖς· οὐ γὰρ ἱεράτευσεν ὅλως· συνήσομεν δὲ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ αὐτὸ τοῦθ’ ὅπερ ἐστὶν ἱερουργία μονονουχὶ καὶ διαμορφούμενον ὡς ἐν προσώπῳ Λευί· ἦν τοίνυν, φησὶ, πρὸς αὐτὸν ἡ διαθήκη μου τῆς ζωῆς καὶ τῆς φήνης. λελάλητο μὲν γὰρ ὡς πρὸς Μωνσέα τὸν ἱερώτατον ὁ ἐν γράμμασι νόμος, διακονηθεὶς δἰ ἀγγέλων· τέθειται δὲ διὰ μεσίτου Μωυσέως τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἐπαγγελίαν ἔχων ζωῆς καὶ εἰρήνης τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, καὶ κανόνα ποιεῖσθαι τῆς ἑαυτῶν ζωῆς τὸ τῷ νομοθέτῃ δοκοῦν. Ἔοικε δέ τι καὶ τῶν ἀναγκαιοτέρων εἰς θεωρίαν ὁ λόγος ἡμῖν εἰς τὸ παρὸν ὑπαινίττεσθαι. δέδοται γὰρ ὁ νόμος τοῖς ἀρχαιοτέροις, ἤγουν τοῖς ἐξ αἵματος τοῦ Ἰσραὴλ, παδαγωγίαν εἰσφέρων τὴν ἐπὶ Χριστῷ, καὶ εἰκόνα τινὰ καὶ ὑποτύπωσιν τύπωσιν ἐμφανῆ τῶν ἀληθεστέρων· ἡ δὲ ἀλήθεια ὁ Χριστὸς, ὅς ἐστι ζωὴ καὶ εἰρήνη, καὶ αὐτὸν ἡμῖν αἱ διὰ Μωυσέως γράφουσι σκιαί.
τοιγάρτοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν Εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ· “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” αὐτὸν ἐδήλου σφαζόμενος ἀμνὸς ἐν μηνὶ τῷ πρώτῳ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ ἀνασώζειν ἐθέλων τῷ αἵματι τοὺς χρίειν ἐθέλοντας τἃς τῶν οἶκων φλιάς· αὐτὸν ἡ δάμαλις ἡ πυρρά τε καὶ ἄμωμος, ἧς ἡ σποδιὰ μεθ’ ὕδατος ἡγίαζε τοὺς κεκοινωμένους πρὸς τὴν “τῆς σαρκὸς καθαρόnιτα,” καθὰ γέγραπται· αὐτὸν ὁ ἄζυμος ἄρτος, αἱ τρυγόνες, οἱ νεοττοὶ τῶν περιστερῶν, καὶ απαξαπλῶς ἔμπλεως ἦν ὁ νόμος τῆς ἐπὶ Χριστῷ θεωρίας. εἰκότως οὖν λέγεται Διόιθήκη ζωῆς καὶ εἰρήνης. ζωοποιηθέντες γὰρ ἐν αὐτῷ, δἰ αὐτοῦ δὴ πάλιν τὴν προσαγωγὴν ἐσχήκαμεν τὴν πρὸς τὸν Θεὸν καὶ Πατερα, εἰρηνεύομέν τε πρὸς αὐτὸν δἰ ὑπακοῆς καὶ πίστεως. Καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσαι αὐτόν. Ἀπαριθμεῖται χρησίμως τὰ λαμπρὰ τῆς ἱερωσύνης αὐχήματα, διὰ τῆς τοῦ νόμου μυσταγωγίας ἐξαιρόμενα.
PG 72:311ἐνετίθει γὰρ μάλιστα τοῖς ἱερουργοῖς τὸν τοῦ Θεοῦ φόβον, στέλλεσθαι μὲν ἀναπείθων ἀπὸ προσώπου ὀνόματος αὐτοῦ, τουτέστιν, ὑφορᾶσθαι καὶ ὑποστέλλεσθαι παρασκευάζων τὸ ὄνομα τὸ Δεσποτικὸν, αἰδῶ τε τὴν εἰς αὐτὸ ποιεῖσθαι δεῖν ἀναπείθων οὐ πάρεργον, ἁλλ’ ἐσπουδασμένην· οὗ τί ἃν γένοιτο τιμαλφέστερον ; γέγραπται γὰρ, ὅτι “Ὁ φοβούμενος τὸν “Κύριον, οὗτος ὑγιαίνει.” καὶ πάλιν “Φόβος κυρίου δόξα “καὶ καύχημα.” μεμαρτύρηκε τοίνυν τοῖς ὁσίως καὶ ἀληθῶς ἱερατευκόσι τὸ βεβηκὸς εἰς ἀσφάλειαν. οὐ γὰρ ἁπλῶς πεφοβῆσθαί φησιν αὐτοὺς, ἀλλ’ ἐν φόβῳ πεφοβῆσθαι, τουτέστιν ὡς ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ τὸν θεῖον εἰσδέξασθαι φόβον. αἱ γὰρ ἐπιτάσεις ἐν τούτοις, καὶ ὁ τῶν λέξεων ἀναδιπλασιασμὸς τὸ ἐρηρεισμένον εἰς ἀρετὴν τῶν ἐπαινουμένων τοῖς ἀκροωμένοις κατασημαίνουσιν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὐρέθη ἐν χείλεσιν αὐτοῦ. Ἐκέλευε γὰρ ὁ νόμος καὶ τοῦ ψεύδους ἀποφοιτᾶν, ὀρθά τε καὶ δίκαια λαλεῖν καὶ τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν ἀληθῆ τε καὶ ἀδιάστροφον ποιεῖσθαι φιλεῖν. ἔοικε δὲ πάλιν ἀλήθειαν ὀνομάζειν ὀνόμαζε ἱν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὗ τὸν νόμον ἐν χείλεαι πεφορεκέναι φησὶ τοὺς βιοτεύοντας ἱεροπρεπῶς.
PG 72:312εἰ γὰρ καὶ ἦν, ὡς ἔφην, ἐν σκιαῖς ὁ νόμος, ἁλλ’ ἦν ἐν αὐτῷ τῆς ἁληθείας ἡ μόρφωσις, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἡ ὡς ἐν γράμμασιν ὑποτύπωσις. εὑρήσομεν γὰρ ἐν τοῖς τύποις τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. ὅτι δὲ Χριστοῦ νόμος ἦν καὶ ὁ πάλαι τοῖς ἀρχαίοις διὰ Μωυσέως κεχρησμῳδημένος, ἀναπείσει λέγων αὐτὸς ὁ Σωτῆρ’ “Μη νομίσητε ὅτι ἦλθον καταλύσαι ’τον νόμον ἤ τοὺς “προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν “γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα “ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἃν “πάντα γένηται. Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ, καὶ πολλοὐς ἐπέστρεψεν ἀπὸ ἀδικιας. Τὸ εἰρηνεύειν πρὸς Θεὸν, τί ἂν ἕτερον νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ ἑτέρων, οἵπερ ἂν εἶεν τῶν θείων λογίων ἐπιστήμονες, ἢ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾶν ἃ βούλεται, καὶ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, κατορθοῦν δὲ μᾶλλον ἐπείγεσθαι τὴν εὐκλεᾶ πολιτείαν καὶ ἀξιάγαστόν τε καὶ ἐννομωτάτην ζωήν; οὕτω καὶ ὁ θεῖος ἡμῖν προσπεφώνηκε Παῦλος “Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς “Θεόν.” οὕτω μὲν γὰρ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην εἰδότες τιμῶμεν.
PG 72:313ἀνάπτοντες δὲ τῆ κτίσει τὸ σέβας, καὶ κατακρατούσης τῶν ἡμετέρων ἐννοιῶν τῆς βεβήλου τε καὶ ῥυπαρᾶς ἁμαρτίας, ἀνθεστήκαμεν τῷ Δεσπότῃ, καὶ οἷον ἀντανιστάμεθα πρὸς μάχην αὐτῷ, σκληρὸν αἴροντες τὸν αὐχένα, καὶ τὸ ἀπειθὲς καὶ δυσήνιον μελετῶντες ἔτι. καὶ πιστώσεται λέγων τοῦ Σωτῆρος ὁ μαθητής Οὐκ οἴδατε ὅτι “ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν ; ὃς ἐὰν βου- “λήθῃ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθί- “σταται.” ἐπιστρέψαντας δὲ πρὸς τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως, καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, τὸ μεσολαβοῦν οὐδὲν, οὐδ’ ἂν ἀπείρξειέ τις τῆς πρὸς αὐτὸν οἰκειότητος, κολλώμεθα δὲ ὥσπερ αὐτῷ διὰ πάσης ἐπιεικείας, βαδιούμεθά τε δἰ εὐθείας ὁδοῦ, καὶ τὴν καλὴν ἀληθῶς πορευσόμεθα τρίβον, ἀπευθύνοντες εἰς αὐτὴν ἑαυτούς τε καὶ ἑτέρους. Πρέποι δ᾿ ἃν μάλιστα τὸ ἔν γε τούτοις εἶναι τοῖς ὁσίοις ἱερουργοῖς, περὶ ὧν ἃν λέγοιτο, τὸ μάλα εἰκότως Ἐν εἰρήνῃ κατευθυνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεφεν ἀπὸ ἀδικίας.
ἰχνηλατεῖ γάρ πὼς τὸ ὑπήκοον τὰς τῶν ἡγεμόνων ἐπιεικείας, καὶ οἵπερ ἃν ἔρχοιντο δι’ εὐθείας ὁδοῦ σώζουσι πολλοὺς, ἀναπείθουσί τε ῥᾳδίως τὴν ἀσελγῆ καὶ ἐπάρατον ἀφέντας ζωὴν καὶ τοὺς τῆς ἀδικίας τρόπους, ἀνθελέσθαι τε καὶ ἀγαπᾶν τὰ ἀμείνω καὶ ἀξιάγαστα, καὶ οἷς ἃν ἕποιτο τὸ ἐπαινεῖσθαι δεῖν παρά τε Θεῷ καὶ ἀνθρώποις. Ὅτι χείγη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζτήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου Παντοκράτορός ἀστι. Τίνα δὴ τρόπον πολλοὺς μὲν ἀπέστρεψεν ἀπὸ ἀδικίας, πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ “παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων,” καὶ τοῖς ἐθέλουσιν ἀναμαθεῖν τὸ τῷ νόμω δοκοῦν ἀληθής τε καὶ ἀπλανέστατος ἐξηγητὴς, οὐχ ἑτέρωσε ποι μετατρέπων τῶν θείων λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων διδασκαλίας, ἐντάλ- “μάτα ἀνθρώπων· ἀλλ’ οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ’ ὅτε χρησμῳδούμενον. ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον Δεσποτικοῖς θεσπίσμασι.
PG 72:314φαίην δ’ ἃν, ὅτι καὶ ἀληθὲς ἐν τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Θησαυρὸς ἐπι- “ θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ “ ἄνδρες καταπίονται αὐτόν.’’ πρὸς ἐπαίνου δ’ ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν “διδασκαλίας, ἐντάλματα ἀν- “θρώπων,” διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν. ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου πωντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα. Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε έν νόμῳ, καὶ διεφθείρατε τὴν διαθήκην τοῦ Λεθὶ, λέΓε Κύριος Παντοκράτωρ.
PG 72:315Ἀντιπαρεξάγει τρόπον τινὰ ταῖς τῶν εὐδοκίμων ἐπιεικείαις τὰ τῶν ῥᾳθύμων ἐγκλήματα, καὶ ταῖς τῶν ἀμεινόνων ἀντιπαραθέσεσιν ἐλέγχει τὸ φαῦλον. ὥσπερ γὰρ τὸ φῶς ἐν σκότει φαίνει, “τελεῖται δὲ καὶ ἐν ἀσθενείαις ἡ δύναμις·” οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν διεβίωσαν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ’ ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμω, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως. εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατολισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον.
PG 72:316εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ’ αὐτῶν μεμυσταγωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον; Καὶ ἐγὠ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ’ ὦν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλ’ ἐλαμβάνετε πρόσωπα ἐν νόμω. Ἐπὶ τὰς τῶν πατέρων ἄνεισιν ἁμαρτίας, ὑπομιμνήσκει δὲ καὶ αὐτοὺς τῶν ἀρχαίων αἰτιαμάτων. καὶ ἐπείπερ ἦσαν οὐκ ἀσφαλεῖς περὶ τὴν τοῦ νόμου τήρησιν, ταύτῃτοι δεδόσθαι φησὶν αὐτοὺς τοῖς ἀποκομίσασιν εἰς αἰχμαλωσίαν οἰκτροὺς καὶ κατερριμμένους καὶ φειδοῦς ἁπάσης ἐκπεπτωκότας· τί γὰρ τῶν ἀνιαρῶν οὐ συνέβη παθεῖν αὐτούς; ἢ ποίαις οἱ τάλανες οὐ κεκοινωνήκασι συμφοραῖς; ἀλλ’ εἰ βούλεσθε, φησὶν, ἀναμαθεῖν τὰς αἰτίας τῆς ἐφ’ ὑμῖν γεγενημένης ὀργῆς, ἀκούσεσθε λέγοντος Ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφνλάξασθε τὰς ὁδούς μου όἰλλ’ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.
τοῦτο οἶμαί ἐστι τὸ διαφθεῖραι τὴν διαθήκην τοῦ Λευὶ, τὸ μὴ τηρεῖν ἑλέσθαι τῆς ἐν νόμῳ ζωῆς τὴν ὁδὸν, ἐκτοπωτάτας δὲ λίαν καὶ τὰς ἐφ’ ἑκάστῳ πράγματι ποιεῖσθαι κρίσεις, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “Ου λήψῃ πρόσωπον ἐν κρίσει, κάτα ’τον “μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς.” δι’ ὧν δέ φησιν, ὡς ταύτης ἕνεκα τῆς αἰτίας δέδονται τοῖς ἐχθροῖς καὶ γεγόνασιν ἀπεῤῥιμμένοι, διὰ τούτων αὐτῶν εὐφυᾶ ποιεῖται τὴν ἀπειλὴν, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, οὐδ’ ἂν αὐτὸς ἀπόσχοιτο τοῦ κολάζειν αὐτοὺς, ἕψεται δὲ τοῖς ὑβρίζουσι τὸν νόμον ἡ τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσά τε καὶ ἁρμοδιωτάτη δίκη. Οὐχἰ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶ; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ του βεβηλῶσαι τὴν διαθήκην τῶι πατέρων ὑμῶν ; ἐγκατελείφθη Ἰούδας, καὶ βδἐλυγμα ἐγένετο ἐν τῶ̣ Ἰσραἠλ καὶ ἐν Ἰερουσαλήμ. Ἀρχόμενοι τῆς εἰς τὸν Προφήτην συγγραφῆς, ἐλέγομεν, ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος καὶ ἐκ γῆς Ἀσσυρίων ἐπάνοδον, ὀλίγα τῆς νομικῆς φροντίσαντες ἐντολῆς οἱ ἐξ Ισραὴλ, ταῖς ἀλλογενέσιν συνεπλέκοντο γυναιξί.
PG 72:317καὶ δὴ καὶ πρὸς τοῦτο αὐτοῖς ἐξιτηλίας προέβη τὸ δρώμενον, ὡς καὶ αὐτοὺς τοῖς ἄλλοις συναποφέρεσθαι τοὺς ἱερατεύσαντας, καὶ τὰς μὲν ἤδη συνῳκισμένας, αἳ καὶ ἦσαν ἐξ αἵματος Ἰσραὴλ, ἀτιμοτάτας ἡγεῖσθαι, καὶ ἀποπέμπεσθαι τῶν ἑστιῶν, εἰσοικίζεσθαι δὲ μᾶλλον τὰς ἀλλογενεῖς, Ἀμμανίτιδας τε καὶ Μωαβίτιδας καὶ Ἰδουμαίας. καὶ πολλή τις ἐντεῦθεν ἡ τοῦ Ἰσραὴλ βεβήλῶσις ἦν. οὐ γὰρ κατέληγον ἐκεῖναι τῶν. πατρῴων ἐθῶν, ἀλλ’ ἐλάτρευον μὲν εἰδώλοις ἔτι, προσεκύνουν δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἦν πὼς ἀνάγκη τοὺς ταῖς οὕτω τὴν φρένα κατεφθαρμέναις παρανόμως συνῳκηκότας συγκαταμιαινεσθαι καὶ προσκρούειν Θεῷ. πολὺς δὲ λίαν ἐπί γε τουτοισὶ γέγονε λόγος ἐν τοῖς τοῦ Ἔσδρα βιβλίοις. καταιτιᾶται τοίνυν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, ὡς γύναια μὲν ἀτιμάζοντας τὰ ἐξ αἵματος Ἰσραὴλ, ἤγουν τοῦ Ἰούδα, προσκειμένους δὲ ἀνοσίως ταῖς τῶν ἀλλοφύλων θυγατράσι, καίτοι τοῦ νόμου τὴν σύνοδον ἀποφάσκοντος. ἀλλ’ οἱ τῶν οὕτω σεπτῶν οὐκ οἶδ’ ὅπως ὀλιγωρήσαντες, ἢ ταῖς τῶν γυναίων ὥραις πρὸς ἀσελγεῖς ἡδονὰς συνηρπάζοντο, ἢ τάχα που ταῖς ἐκ τῶν ἀλλοφύλων φιλίαις ὑπερέχειν ἤθελον, ἵνα μὴ μάχοιντο πρὸς αὐτοὺς ὡς ἤδη γνωρίμους, καὶ τὴν ἐκ γάμων ἔχοντας ἀγχιστείαν.
PG 72:318τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ ταῖς ὀλιγοπιστίαις καθυβρίσαι Θεὸν, ὡς τῆς ἐκείνων χειρὸς ἐξελέσθαι μὴ δυνάμενον, ἤγουν ἀποφῆναι κρείττονας τῆς ἐξ ἀλλοφύλων πλεονεξίας. ἐλύπει δὴ οὖν κατὰ πάντα τρόπον τὸ χρῆμα Θεόν. Ταύτῃτοί φησι καὶ τῆς ἐμφύτου φιλοστοργίας ἀλογοῦντας βλέπων Οὐχὶ Θεὸς εῖς ἔκτισεν ὑμᾶς ; οὐχὶ πατὴρ εῖς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ; εἷς μὲν γὰρ ὁ πάντων ἐστὶ Δημιουργὸς, καὶ ἑνὸς οἱ πάντες Δεσπότου, βουλομένου μένου συνδεῖσθαι τὸ ποιηθὲν εἰς ἕνωσιν καὶ ὁμοψνχίαν τοῖς τῆς ἀγάπης θεσμοῖς. εἰ μὲν γὰρ ἦσαν δύο θεοὶ καὶ κύριοι, ἢ καὶ πλείους ἔτι, τὸ ἀπεικὸς οὐδὲν ταῖς τῶν ποιησάντων γνώμαις συγκαταβιάζεσθαι τὰ ποιήματα, καὶ τὴν πρὸς ἄλληλα στάσιν εὐαρμόστως εἰσδέχεσθαι, κατά γε τὸ τοῖς κρατοῦσι δοκοῦν. ἐπειδὴ δὲ εῖς ἐστιν ὁ διὰ πάντων, καὶ ἐν πᾶσι, καὶ ἐπὶ πάντων Θεὸς, ποία τίς ἃν γένοιτο τῆς διχονοίας πρόφασις; καὶ ἐπειδὴ πρὸς τούτῳ καὶ εῖς ὁ πάντων τῶν Ἰουδαίων ἐστὶ κατὰ σάρκα πατὴρ, τουτέστιν ὁ θεσπέσιος Ἀβραὰμ, τί τὸ ἀναπεῖθον τὴν τῆς ἀφιλαλληλίας εἰσδέχεσθαι νόσον; ἢ πῶς οὐκ ἀκόλουθον τοῖς ἐξ αἵματος ἐγγὺς ὡς ἐν ὀφλήματος τάξει κατατίθεσθαι τὴν ἀγάπησιν;
PG 72:319πῶς δὲ οὐ μανίας ἐγγὺς, τὸ ταῖς τῶν ἀλλοφύλων ἐπιμαίνεσθαι θυγατράσι, τὰς οἴκοι τε καὶ ἐκ γένους ἀτιμάζοντας, ἵνα βεβηλώσειαν τὴν διαθήκην τῶν πατέρων ὑμῶν· τετηρήκασι γὰρ ἐκεῖνοι τὰ τοῖς θείοις νόμοις διηγορευμένα περὶ γυναικῶν ὀθνείων. ἤκουον γάρ “Τὴν θυγατέρα σου “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ “πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.” οἱ δὲ παρ’ οὐδὲν ποιησάμενοι τὸ χρησμῴδημα, πεπατήκασι τὸν νόμον, καὶ τό γε ἧκον εἰς αὐτοὺς, ἀδρανῆ καὶ βέβηλον ἀποτετελέκασι τὴν διαθήκην, λυποῦντες ταῖς παραβάσεσι τῶν νόμων τὸν ἄριστον. κατατεθηπὼς δὲ ὥσπερ τὸ δρώμενον, καὶ ἀδικωτάτῳ μίσει πλεονεκτούμενον βλέπων τὸ ἐξ αἵματος Ἰούδα τῶν γυναίων ἔθνος, ἐπάγει καί φησιν Ἐγκατελείφθη Ἰούδας, καὶ ἐν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ· ὦ, φησὶ, παραδόξου πράγματος· οὐκ Ἀσσυρίοις, οὐ Μήδοις, οὐ Πέρσαις, οὐκ Ἐλαμίταις, οὐ τοῖς ἐκ γειτόνων ἐχθροῖς, ἀλλ’ αὐτῷ τῷ Ἰσραὴλ καὶ τοῖς κατοικοῦσι τὴν ̔Ιερουσαλὴμ βδελυρός τε καὶ ἀπηχθημένος γέγονεν ὁ Ἰούδας, τουτέστι, τὸ ἐξ Ἰούδα γένος καὶ ἡ τῶν ἀγχιστέρων γυναικῶν ἀθλία πληθύς.
PG 72:320Ἰστέον δὲ, ὅτι Ἰσραὴλ μὲν ὀνομάζει τὰς δέκα φυλὰς, αἳ κατῳκήκασιν ἐν τῆ Σαμαρείᾳ πρὸ τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἃς καὶ πρῶτον ἀπῴκισεν ὁ Σαλμανασὰρ εἰς Ἀσσυρίους καὶ Μήδους· τοὺς ’δε γε κατοικοῦντας τὴν ̔Ιερουσαλὴμ, ἐκείνους εἶναί φησιν, οὓς εἷλεν ὁ Ναβουχοδονόσορ κατὰ τὴν τελευταίαν αἰχμαλωσίαν, κατεμπρήσας τὰ ̔Ιεροσόλυμα καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν, οὓς καὶ ἀπεκόμισεν εἰς Βαβυλῶνα. αἰτιᾶται τοίνυν, μᾶλλον δὲ οὐ μετρίαν αὐτῶν ποιεῖται τὴν καταβοὴν, ὅτι δὴ μεθέντες τὰς ἐξ Ἰούδα γυναῖκας, εἰσεδέχοντο παρανόμως τὰς ἐκ τῶν ἀλλοφύλων, καίτοι, καθάπερ ἤδη προεῖπον, τῶν πατρῴων ἐθῶν ἀπρὶξ ἐχομένας, καὶ τοῖς τῆς εἰδωλολατρείας βορβόροις ἐγκαλινδουμένας ἔτι. Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς, τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν τοῦ Ἀγίου Πνεύματος λαχοῦσι μέθεξιν, τὸ ἐπιμίσγεσθαί τισιν, οἵπερ ἂν εἶεν διεστραμμένοι τὸν νοῦν, βέβηλοί τε τὰς φρένας, καὶ τὴν πίστιν ἔχοντες οὐκ ὀρθήν. ἀλλογενεῖς γὰρ οὗτοι καὶ βαρβαρόφωνοι καὶ “λαλοῦντες διεστραμμένα·” οἷς εἰ ἐπιμίσγεται τις, πάντη τε καὶ πάντως καταμιανθήσεται.
γέγραπται γὰρ “Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται.” ἐξὸν οὖν ἄρα καρποφορεῖν νοητῶς ἐν Ἐκκλησίᾳ Χριστοῦ, τίς ἂν γένοιτο λόγος τοῦ θέλειν ἑτέραις οἱονείπως συνάπτεσθαι, καὶ κοινωνεῖν βεβήλοις συναγωγαῖς, καὶ καταθήγειν ἐφ’ ἑαυτοῖς τὸν τῶν ὅλων Θέον; Διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους· ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἔως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ κω ἐκ προσαγόντων θυσίαν τῶ̣ Κυρίω Παντοκράτορι. Μεμισῆσθαί φησι τὸν Ἰούδαν, οὐ παρά του τῶν ἀλλογενῶν ἀλλὰ, παρ’ αὐτοῦ τοῦ Ἰούδα, βεβηλώσαντος τὸν νόμον, διά γε τοῦ προσκεκλίσθαι φιλεῖν γυναῖξιν ὀθνείαις, καὶ τὰ ἐκείνων ἑλέσθαι ζηλοῦν, ἀγαπῆσαί τε τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. ἀπεκομίζοντο γὰρ, ὡς ἔφην, πρὸς τοῦτό τινες ταῖς παρανομως συνηρμοσμέναις ἑπόμενοι, καὶ τοῖς ἐκείνων θελήμασι πάντα σείοντες κάλων, καθάπερ ἀμέλει καὶ ἐν Σάττειν συνήπτοντο μὲν ταῖς Μαδιανιτῶν, ἤτοι Μωαβιτῶν γυναιξὶν οἱ ἐξ Αἰγύπτου λελυτρωμένοι. κατώλισθον δὲ κατὰ βραχὺ ληρίας εἰς τοῦτο καὶ ἀνοσίου φρενὸς, ὥστε καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. ταύτης ἕνεκα τῆς αἰτίας οἱ τάλανες διολώλασιν.
PG 72:321ἐπαρᾶται δὴ οὖν ὁ τῶν ὅλων Θεὸς τὸν ποιοῦντα ταῦτα, καὶ τῶν οὕτως ἐκτόπων ἐπιτηδευμάτων ἀνόσιον ἐραστήν· καὶ εἶπερ τις εἴη τελῶν ἐν λαοῖς, ἕως ἃν ὀλοθρευθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, τουτέστιν, ἕως ἃν ὁλοτελῶς ἀπόλοιτο, καὶ τὴν τοῦ γεγενῆσθαι μνήμην ζημιοῦ μένος· εἰ δὲ δή τις εἴη τῶν τεταγμένων εἰς ἱερουργίαν, ἕως ἃν ταπεινωθῇ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι, τουτέστιν, ἄχρις ἃν ἀπόλοιτο καὶ τῶν ἱερατικῶν ἐκπέμποιτο καταλόγων. συγκατώλισθον γὰρ τοῖς ἄλλοις, ὡς ἔφην, καὶ τῶν ἱερέων τινὲς εἰς τὰ τῶν λαῶν ἐγκλήματα, καὶ γυναίων ὀθνείων ἡττῶντο, τῶν θείων χρησμῶν εἰσάπαν ἠφειδηκότες. Οὐκοῦν εἰ ἐπάρατος ὁ παροτρύνων Θεὸν, καὶ τοῖς παρ’ αὐτοῦ θεσπίσμασιν ἀντεξάγειν ἐπιχειρῶν τὰς ἐν κόσμῳ τρυφὰς, παραιτώμεθα τὴν ἀρὰν, καὶ λόγος μὲν ἐκείνων γινέσθω μηδεὶς, ἐπειγώμεθα δὲ μᾶλλον τοῖς εἰς εὐπείθειαν αὐχήμασι τὰς ἑαυτῶν καταφαιδρύνειν ψυχάς. ἀπρακτήσει γὰρ οὕτω τὰ ἐξ ἀρᾶς, καὶ τοῖς ἐξ ἰδίας ἡμερότητος ἀγαθοῖς ὁ τῶν ὅλων ἡμᾶς καταπιανεῖ Δεσπότης. Καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε· ἐκλαύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου κω κλαυΘμῷ κω στεναγῷ ἐκ κόπων, ἔτι ἀξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶι χειρῶν ὑμῶ; Πλεῖστοι μὲν ἦσαν κατὰ τὸν νόμον τῶν θυσιῶν οἱ τρόποι.
PG 72:322αἱ μὲν γὰρ προσεκομίζοντο κατ’ εὐχὴν ἑκούσιον, οἱ δὲ ἦσαν χαριστήριοι, καὶ μὴν καὶ περὶ ἁμαρτίας. δέκαταί δὲ αὖ καὶ ἀπαρχαὶ, καὶ ὁ τοῦ διδράχμου δασμὸς, ὡς ἐκ νομικῶν ἐνταλμάτων τοῖς τῶν ἱερέων προσεφέροντο λόγοις. προσάγοντες τοίνυν εἰς θυσίαν τῷ Θεῷ τὰ ἑκούσια, παρεκόμιζον, ὡς ἔφην, τὰ χωλὰ καὶ τυφλὰ καὶ ἁρπάγματα τὰ ἐκ τῆς αἰχμαλωσίας, ἀειλογοῦντες κακὰ, ἄνω τε καὶ κάτω τὴν δήωσιν ὀνομάζοντες, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐπενηνεγμένην πτωχείαν, καίτοι τοῦ πάντα ἰσχύοντος Θεοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἀσυγκρίτῳ μὲν αὐτοὺς ἡμερότητι κατευφραίνοντος, ἀπονέμοντος δὲ πλουσίως τὰ, οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν. προσεκόμιζον τοίνυν κατηφεῖς καὶ δεδακρυμένοι, μονονουχὶ τοῖς θύμασιν ἐποιμώζοντες λέγοντες τε τοῖς ἱερουργοῖς Ταῦτά ἐστιν ἐκ κόπων, τουτέστιν, οὐκ ἀμογητὶ προσπεπορισμένα, εὑρημένα δὲ μόλις ὡς ἐξ ἱδρῶτος καὶ πόνου. εἶτα, πῶς ἔτι φησὶν ἄξιον ἐπιβλέψαι με εἰς θυσίαν, ἢ πῶς ἂν ἔτι ποιήσαιμι παραδεκτὸν τὸ ἀπὸ γνώμης οὐκ ἀγαθῆς ; θύειν γὰρ ἀκόλουθον ἱλαρῶς, ἑορτάζοντας καὶ εὐφραινομένους.
PG 72:323καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον τοῖς συναγείρουσι τὰς διακονίας “ Μῆ ἐκ λύπης, ἣ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ “ ὁ Θεός.” Οὐκοῦν εἰ θύοιμεν ἱλαρῶς, ἐποπτεύσει τε καὶ παραδέξεται καὶ ἐπαινέσει Θεὸς, παραδεξάμενος δὲ τιμήσει καὶ εὐλογήσει. εἶναι ’δε φημι τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ καὶ ἑτέραν τοῖς προκειμένοις ἐφαρμόσαι διάνοιαν. ἐπάρατον μὲν γὰρ ἐποιεῖτο, καὶ μάλα δικαίως, ὁ τῶν ὅλων Θεὸς τὸν βεβηλοῦντα τῶν πατέρων τὴν διαθήκην, διὰ ’δε γε τοῦ ὀθνείαις συνάπτεσθαι γυναιξὶν, ἐξωσθεισῶν τῶν ἐκ γένους καὶ ἐπ’ οὐδεμιᾷ πολλάκις αἰτίᾳ κατεγνωσμένων. ᾐτιᾶτο δὲ πρὸς τούτοις τῶν ἱερέων τινὰς, ὡς λαμβάνοντας πρόσωπα ἐν νόμῳ, καὶ δὴ καὶ ἔφασκεν “Ἐξολοθρεύσει κύριος τὸν ἄνθρωπον τὸν πόμ’ “ οῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, “ καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτουρι.” εἶτα τούτοις προσέθηκεν εὐθύς Ἐκαλύπτετε δάκρυσι τὸ θυσιασιήριον κυριοῦ καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. τὸ δέ Ἐκαλύπτετε, νοητέον ἀντὶ τοῦ Πληροῦσθαι παρεσκευάζετε θρήνων καὶ οἰμωγῆς τὸ θεῖον θυσιαστήριον.
γύναιά τε γὰρ τὰ παραλόγως ἐξωσμένα, καὶ οἱ κρίσιν ἄδικον τὴν παρ’ ὑμῶν τῶν ἱερέων ἐκτόπως ὑπομεμενηκότες περιίστανται τὸ θυσαστήριον, τοὺς τῆς ἀδικίας ἀνοιμώζοντες τρόπους καὶ ἐκ κόπων τῶν αὐτοῖς ἐπενηνεγμένων δακρυρροοῦντες ἀσχέτως. εἶτα πῶς ἄρον ἐπιβλέψαι φησὶν εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν ; ὥσπερ γάρ ἐστιν ἀληθὲς τὸ ἐν βίβλῳ τῶν παροιμιῶν γεγραμμένον “ Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώ- “ μάτος ἑταίρας· ” οὕτως οὐκ ἂν λογισθείη καθαρός τε καὶ ἄμωμος ἱερεὺς, εἰ τοῖς θείοις θεσπίσμασιν ἐρρῶσθαι μονονουχὶ φράσας, καὶ τὸν πρέποντα τῆς ἱερουργίας πατήσας θεσμὸν, ὡς κατ’ οὐδένα τρόπον προσκεκρουκὼς προσάγοι τὸ θῦμα. φοβερὸν οὖν ἄρα τὸ ἀνίπτοις ὥσπερ χερσὶν ἱερουργεῖν τῷ Θεῷ. χρῆναι γὰρ ἔγωγε φημι παντὶ σθένει κεκαθαρμένους κατά γε τὸ ἐφικτὸν τῆς οὕτω σεπτῆς ἅπτεσθαι λειτουργίας. ἔξω γὰρ ὁ τοιόσδε καὶ ἁπάσης αἰτίας καὶ τῶν ἐξ ὀργῆς εὑρίσκεται κινημάτων. Καὶ εἴπατε Ἕνεκα τίονς ; δυ’ Κύριος διεμαρτύρατο ἀῶ μέσον σου κω ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν εγκατέλιπες, κὼ αὕτη κοινωός θοῦ καὶ γυνὴ διαθήκης σου, κω οὐκ ἄλλως ἐποίησε, κὼ ὑπόλειμμα πνεύματος αὐτοῦ. κὼ εἴπατε Τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός;
PG 72:324Ἐπαιτιωμένου Θεοῦ τὰ τοιάδε συχνῶς, καὶ ἀναπείθοντος μὲν ἀγαπᾶν τὰς ἐκ γένους, ἀποφοιτᾶν δὲ τῶν ἀλλοτρίων, καὶ ἀπονοσφίζεσθαι γάμων οὓς καὶ αὐτὸς ὁ θεῖος ἀπεκήρυξε νόμος, ἀσυνετοῦντες ἔφασκον Τι ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός ; εἴρηται, φησὶ, διὰ τῆς Μωυσέως ἐντολῆς “ Οὐκ ἔσται “ ἄγονος οὐδὲ στείρα ἐν υἱοῖς Ἰσραήλ.” ἔφη ’δε που καὶ πρὸς Ἁβραὰμ ὁ τῶν ὅλων Θεός “ Πληθύνων πληθυνῶ “ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ” οὐκοῦν ὁ θεῖος, φησὶ, σκοπὸς εἰς πληθὺν ὁρᾷ καὶ παιδογονίαν, ἵνα καὶ εἰς πέρας ἄγοιτο τὸ πρέπον αὐτῇ τῆς πρὸς Ἁβραὰμ παιδογονίας ἡ χάρις· ἀλλ’ εἴτ' οὖν ἐξ ἀλλοτρίων, εἴτε ἐξ ὁμογενῶν τοῦτο πράττοιτο πρὸς ἡμῶν, ἀδιαφορεῖ τῷ Θεῷ, διεξάγεται γὰρ εἰς πέρας τὸ ἐπηγγελμένον. εἴπατε τοίνυν φησίν Ἔνεκεν τίνος ὁ Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἢν ἐγκατέλιπες; ἀλλ’ εἴπερ ἕλοισθε τοῦτο λέγειν τό Ἕνεκα τίνος διεμαρτύρατο καὶ προστέταχε μὴ δεῖν ἀποπέμπεσθαι τὴν συνῳκισμένην, ἐρῶ πρὸς τοῦτο κἀγώ Ἐννόησον ὅτι αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου, τουτέστιν, ὁμόσαρκός σοι καὶ κατὰ νόμον συνῳκισμένη καὶ οὐκ ἄλλως αὐτὴν δεδημιούργηκε Θεός.

Latter TomeTomus Posterior

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 72:325ἔστι δὲ οἶμαι καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ μονονουχὶ Συγκέκραταί πὼς ὁ ἀνὴρ σαρκικῶς τε καὶ ψυχικῶς τῇ κατὰ νόμον συνηρμοσμένη· καὶ ὥσπερ ἓν γεγόνασι σῶμα, οὕτω τρόπον τινὰ καὶ μία ψυχὴ, συνδεούσης αὐτοὺς ἀγάπης καὶ νόμου θείου συλλέγοντος εἰς ὁμοψυχίαν. ὑπόλειμμα τοίνυν πνεύματος τοῦ ἀνδρὸς τὴν γυναῖκα καλεῖ, καὶ οἱονεὶ μέρος τῆς αὐτοῦ ψυχῆς, διά τε τὴν ἕνωσιν, τὴν ὡς ἔν γε φημὶ τῇ κατὰ τὴν ἀγάπην ὁμοψυχίᾳ. μὴ τοίνυν πέρα τοῦ πρέποντος ἰόντες λόγου καταιτιᾶσθε Θεὸν, ὡς τάχα που καὶ ἀδίκως ἐπιπλήττοντα τοῖς ἀποπέμπουσι τῆς ἑστίας γυναῖκα νεότητος καὶ κιδθήκης καὶ πνεύματος κοινωνὸν καὶ ἑνωθεῖσαν σαρκικῶς. οἶμαι δὲ ἔγωγε τὸν σοφώτατον Παῦλον κεκινημένον ἐντεῦθεν ἐπιστεῖλαι τοῖς πεπιστευκόσιν εἰς Χριστόν “ Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν.” ἔφη δέ που καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα “ αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι “ καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται.” ἐρομένοις δὲ τοῖς Σαδδουκαίοις καὶ φιλοζητηταῖς Ἀνθ’ ὅτου “ Μωυσῆς “ ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου” καὶ ἀπαλλάττεσθαι γυναικός; ἔφη πάλιν “Ὅτι Μωυσῆς πρὸς τὴν σκληρο- “ καρδίαν ὑμῶν ἐνετείλατο· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· “ ὁ γὰρ πλάσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
PG 72:326ὃ οὖν “ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. καὶ φυλάσσεσθε ἐν τῷ πνεύματι ὑμῶν, κοὶ γυναῖκα νεότητὸς σου μὴ ἐγκαταλίπης· ἀλλ' ἐὰν μισήσας ἐξαποστείλης, λέγει Κύριος Παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καλύψει ἀσέβεια ἐΜ τὰ ἐνθυμήματα ὑμῶ, λέγει Κύριος· καὶ φυλάζεσθε ἑ τῶ πνεύματι ὑμῶν κὼ οὐ μὴ ἐγκαταλίπητε Τὴμ συνθήκην. Τοῦ νόμου σαφῶς καὶ ἀναφανδὸν διαγορεύοντος, ἐξεῖναι τοῖς ἐθέλουσι προσρίπτειν ταῖς συνηρμοσμέναις βιβλίον ἀποστασίου, καὶ ἀνεγκλήτως ἀπαλλάττεσθαι τῆς συνῳκισμένης, ἐδόκει πὼς ἀντιφέρεσθαι τοῖς πάλαι τεθεσπισμένοις μένοις τὰ διὰ τῆς τοῦ Προφήτου φωνῆς, ἄγοντος ὑπὸ δίκην, καὶ παρανομίας ἔγκλημα καταγράφοντος τοῦ τολμῶντος ἐξάγειν καὶ ἀπονοσφίζεσθαι γυναικός. οἰκονομικώτατα τοίνυνδιὰ τῶν προκειμένων οὔτε ἄπρακτον ἀποφαίνει τὴν ἀρχαίαν ἐντολὴν, οὔτε μὴν ἀνοσίων ἐγχειρημάτων αὐτὴν ποιεῖσθαι πρόφασιν ἐπιτρέπει τισίν. οὐ γὰρ ἐπειδήπερ ἐφῆκεν ὁ νόμος δίδοσθαι τὸ βιβλίον, διὰ τοῦτο καὶ ἀνεύθυνοι διδόντες ὑμεῖς, ἵνα ταῖς ἀλλοφύλοις προσκέοισθε γυναιξίν. ἀλλ’ εἰ καὶ ἔξεστιν ἀποστῆναι γυναίου, καὶ νομικαῖς τοῦτο πράττεσθαι ψήφοις, φυλάξασθε ἐν πνεύματι ὑμῶν τοῦ καταλεῖψαι γυναῖκα τὴν ἐκ νεότητος. τοῦτο γὰρ ἄμεινον, εἰ καὶ ἐφῆκεν ὁ νόμος τοῖς ἐθέλουσι τὴν ἀπόστασιν.
Ἐὰν δὲ μισήσας ἐξαποστείλης, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τουτέστιν, εἰ πιθανὴν καὶ εὐάφορμον ποιούμενος τὴν ἀποπομπὴν τῷ βιβλίῳ προσγράψειας Ὅτι μεμίσηκά τε, καὶ ἀποστελῶ· εἶτα, καλύψειέ τις ἀσεβεια τὰ ἐνθυμήματά σου, τουτέστιν, εἰ περικαὶ—ὑμῶν γένοιτο τῶν σῶν ἐνθυμημάτων ἀσεβὴς καὶ βέβηλος ἡδονὴ, καὶ πρόφασις μὲν εἰκαία τὸ μισῆσαί ἐστιν, εὑρίσκῃ δὲ τῆς ἑτέρων ὥρας ἡττώμενος, καὶ γυναίοις ὀθνείοις προσκεῖσθαι θέλων, φύλαξαι, μὴ ἐγκαταλίπῃς, ἢ ἐπάρατος ἔσῃ πάντη τε καὶ πάντως· ἔφην γὰρ ὅτι “ Ἐξολοθρεύσει κύριος τὸν “ ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ “ σκηνωμάτων Ἰακὼβ καὶ ἐκ πρόσ’ ἀγόντων θυσίαν Κυρίῳ “ Παντοκράτορι.” καὶ ταυτὶ μὲν ὅσον εἰς ἐμφανῆ τε καὶ πρόχειρον λόγον· παραφυλακτέον δὲ καὶ τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, μὴ ἄρα πὼς ἀπενεχθεῖεν, ὡς πρὸς γυναῖκας ἀπηχθημένας Θεῷ καὶ ἀλλογενεῖς, εἰς τὰς βεβήλους αἱρέσεις. ἀπόχρη γὰρ αὐτοῖς εἰς καρποφορίαν πνευματικὴν τῶν τῆς Ἐκκλησίας διδασκάλων ἡ καθαρά τε καὶ ἄμωμος παιδαγωγία, μονονουχὶ δὲ καὶ τέκνων αὐτοὺς εὐγενῶν ἀποφαίνει πατέρας τίκτοντας νοητῶς ἐξ ἀγαθῆς καρδίας τὰ τῆς εἰς Θεὸν ἀγάπης αὐχήματα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ.
PG 72:327ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶ, καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὑτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου, κω ἑ αὐτοῖς αὐτὸς εὐδόκησε, κὼ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης; Φθάσας Φθάσας ὡς οὐ καθ’ ἕνα τρόπον, κατὰ πολλοὺς δὲ μᾶλλον ὁ τῶν ὅλων Θεὸς ἐπὶ τοὺς ἐξ αἵματος τοῦ Λευὶ κατεπικραίνετο. καὶ ταῖς τῶν ἱερουργῶν ῥᾳθυμίαις ἐπισκήπτων ἔφασκε “ καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ “ καὶ τὰ ἐνοχλούμενα,” προσεπῆγεν δὲ τούτοις “ καὶ ἐλαμ- “ βάνετε πρόσωπα ἐν νόμῳ.” τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι’ αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ’ ἐτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- συνῆς τιμᾶις κατακεχρημένοι, καὶ τῶν ὕπο χεῖρα κατεπαιρομενοι. ταύτην ἔχοντας τοῦ βίου τὴν ἀγωγὴν τὴν οὕτω δυσκλεᾶ καὶ ἐκνομωτάτην, καταθεώμενοί τινες τῶν τὰς ἀδικίας ὑπομεμενηκότων, μονονουχὶ καὶ τεθήπεσαν.
Page scan enlarged

Notebook

Full View