PG 74Cyril
Commentary on John (Books VII–XII)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 74:365ὅτι γὰρ δι’ Υἱοῦ τὰ πάντα, καθάπερ διὰ χειρὸς τοῦ Πατρὸς, αὐτοῦ λέγοντος ἄκουσον περὶ τῶν κτισμάτων Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, καίτοι τῶν πάντων γεγονότων δι’ Υἱοῦ, κατὰ τὰς ἁγίας γραφάς. Σημειωτέον δὲ, ὅτι καὶ ὁ θεσπέσιος Παῦλος τὴν ἐνθάδε νοουμένην ἡμῖν ὑπαινίττεται τομὴν, εἰ καὶ μὴ ὡς ἀμπέλου τυχὸν, οὕτω λέγων Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομὴν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. «Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν.» Ῥίζαν ἔσεσθαί φησιν εὐμενείας αὐτοῖς τῆς ἀνωτάτω, τὸ προσκολλᾶσθαι φιλεῖν ἀδιατμήτως αὐτῷ, καὶ φυλάττειν ἐν νῷ, καθάπερ τινὰ παρακαταθήκην θείαν τε καὶ πνευματικὴν, τὴν ἀκραιφνεστάτην τῶν εὐαγγελικῶν παιδευμάτων, καὶ τῶν ἐπὶ τῇ πίστει δογμάτων τὴν ἀληθῆ τε ὄντως παίδευσιν, καὶ εἰλικρινέσιν ἐννοίαις κατωχυρωμένην. ἐν γὰρ δὴ τούτοις ἡμῖν σύμπας ἂν εἴη τοῦ Σωτῆρος ὁ λόγος, εἰ τὸν ἐν τοῖς εὐαγγελίοις περιαθρῆσαι σκοπὸν θελήσομεν.
τὸ γὰρ τοῖς αἰτοῦσιν ἀμελλητὶ διανέμειν τὰ ἀγαθὰ κατεπαγγέλλεσθαι τὸν Χριστὸν, πῶς οὐχὶ τοῦτο καὶ μάλα σαφῶς ἐγγυᾶσθαι φήσομεν; τί δὲ δὴ βούλεται πρὸς τούτοις ἡμῖν καὶ τοῦ λόγου τὸ ἀκριβὲς, ἐρευνῆσαι δεῖν ὑπολαμβάνω. ἐὰν μείνητέ φησιν ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλετε αἰτήσετε καὶ γενήσεται ὑμῖν. ἐφικτὸν γὰρ ὅλως δοίη τις ἂν τὸ μένειν ἐν Χριστῷ δύνασθαι, μὴ μὴν ἔχειν ἐν ἑαυτῷ καὶ τοὺς αὐτοῦ λόγους; ναὶ δὴ, φαῖεν γὰρ ἂν εἰκότως οἱ φρονήσει διαπρεπέστεροι. διαμεμνήσθω γὰρ ὁ φιλήκοος, ὅτι τὸν τῆς εἰς Χριστὸν ἀγάπης διερευνώμενοι τρόπον, τίς τε εἴη καὶ ὅπως ἂν γένοιτο καλῶς δοκιμάζοντες, διττὴν ἐλέγομεν ἔχειν ὁδὸν, φημὶ δὲ τὴν διὰ πίστεως, τῆς κατά τι γοῦν ἀνυπαιτίου παντελῶς, καὶ τῆς κατ’ ἐνέργειαν πρακτικῆς, ἣ καὶ διὰ τῆς εἰλικρινοῦς ἀγάπης παρεισκρίνεται.
ἔχειν δὲ οὕτως ἡμῖν πεπιστευμένων τῶν λόγων, οἱ μὲν οὐ λίαν ἀσφαλῆ καὶ εὐκάθεκτον τὸν τῆς συναφείας ἤτοι τῆς οἰκειότητος ἐπιτηδεύοντες τρόπον, ψιλὴν τὴν ἐν λόγοις ὁμολογήσαντες πίστιν, τὴν γεμὴν διὰ τῶν κατορθωμάτων εἰς τελειότητα μορφουμένην ἀγάπην οὐκ ἐπιδεξάμενοι, μένουσι μὲν ἐν Χριστῷ, κατά γε τὴν ἐκ τοῦ πιστεῦσαι τυχὸν οἰκειότητα, καὶ διὰ τοῦ μὴ πρὸς ἑτέραν ἐξοίχεσθαι λατρείαν· οὐκέτι δὲ καὶ τοὺς λόγους ἔχοντες ἐν ἑαυτοῖς καταληφθήσονται τοῦ Χριστοῦ. καὶ οὐχὶ δὴ τοῦτο πάντως φαμὲν, ὅτι λήθῃ καταχώσαντες τῶν εὐαγγελίων τὸ κήρυγμα, παντελῶς εἰσι τῶν τοῦ Σωτῆρος λόγων ἀμνήμονες, ἀλλ’ ὅτι μηδενὸς ἀξιοῦσι λόγου τὴν ἐν Χριστῷ πολιτείαν, ταῖς ἰδίαις τὸ πᾶν ἐπιτρέποντες ἡδοναῖς, καὶ πρὸς τὸ μόνα φρονεῖν τὰ ἐπὶ τῆς γῆς ἀχάλινον ἔχοντες τὴν ῥοπὴν, διά τε τοῦτο τῆς νοητῆς καὶ ἁγίας ἀμπέλου κατασπώμενοι, καὶ αὐτοὶ ταῖς σφῶν αὐτῶν φιλοπαθείαις τὴν τῆς οἰκειότητος ἀπολακτίζοντες χάριν. παντὸς δὲ τοιούτου πέρι καὶ αὐτὸς ἔφη Χριστός Οὐ πᾶς ὁ λέγων μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς·
PG 74:367ὅτι δὲ μόνη καὶ καθ’ ἑαυτὴν ἡ πίστις τῆς ἐκ τῶν ἔργων φαιδρότητος οὐ λαχοῦσα τὴν συνδρομὴν, ἀποχρώντως οὐχ ἕξει εἰς τὸ δύνασθαι προξενεῖν τὴν εἰς Θεὸν οἰκειότητα, σημαίνει λέγων καὶ ὁ Χριστοῦ μαθητής Σὺ πιστεύεις ὅτι εἷς ὁ Θεός· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίττουσιν. εἶτα προσερεῖ τις ἤδη τοῖς ἀρκέσειν αὐτοῖς γυμνήν τε καὶ μόνην οἰομένοις τὴν πίστιν εἰς τὸ δύνασθαι τὴν ἄνωθεν οἰκειότητα περιποιεῖν Ἆρα καὶ αὐτὸ τῶν δαιμόνων τὸ στῖφος ἀναδραμεῖται πρὸς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, ἐπείπερ οἶδεν ἕνα τε καὶ ὄντα πεπίστευκε; καὶ πῶς ἂν εἴη τοῦτό γε; τὸ γὰρ εἰδέναι μόνον ἀχρεῖον, ὅτι Θεός ἐστιν εἷς ὁ πάντων ποιητής τε καὶ γενεσιουργός· δεῖν δὲ οἶμαι τῇ πίστει συμπαρομαρτεῖν καὶ τῆς εἰς αὐτὸν εὐλαβείας τὸ καύχημα. ὁ γὰρ τοιοῦτος καὶ ἐν Χριστῷ μένει, καὶ ἔχων ὀφθήσεται τοὺς λόγους αὐτοῦ, κατὰ τὸ ἐν βίβλῳ ψαλμῶν εἰρημένον ὡς πρὸς Θεόν Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
ὥσπερ γὰρ εἴ τις ἐν ἄγγει χαλκῷ πυρὸς ἀπόθοιτο σπέρμα, πάντως δήπου καὶ τῆς παρ’ αὐτοῦ θερμότητος ἀποτελέσει μέτοχον, οὕτως ὁ ἐν ψυχῇ τε καὶ καρδίᾳ τὸν θεῖόν τε καὶ οὐράνιον λόγον διακατέχων νοῦς, δι’ ἐφέσεως τῆς εἰς ἅπασαν ἀρετὴν, ἀεὶ πρὸς τοῦτο δι’ αὐτοῦ θερμαίνεται. γέγραπται γάρ Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Ὁ τοίνυν, φησὶ, καταστήσας ἐν τούτοις τὰ καθ’ ἑαυτὸν, καὶ εἰς τοῦτο λοιπὸν καυχήματος ἀναβεβηκὼς, ὡς ἐν ἐμοί τε μένειν αὐτὸν, ἔχειν τε παρ’ ἑαυτῷ τοὺς ἐμοὺς λόγους, ἀνυποστόλως προσίτω, καὶ ὅπερ ἂν ἔχῃ πρὸς ἡδονὴν ἐξαιτείτω τότε σὺν παῤῥησίᾳ πολλῇ, καὶ μελλησμοῦ δίχα δοθήσεται αὐτῷ· κατανεύσω γάρ φησιν. ἆρ’ οὖν εἴ τις κἄν τι τῶν φαύλων αἰτῇ, προαλέστερον λήψεται, καὶ τούτων ἔσται διανομεὺς ὁ φιλάρετος; ἄπαγε τῆς δυσβουλίας ἄνθρωπε. ἀπηχὲς γὰρ οὐδὲν ἢ τῶν ὅλως κατηγορουμένων ἐπ’ αἰσχρότητι χορηγήσει Θεός· ἐκεῖνο δὲ μᾶλλον ἐννοῆσαι πρεπωδέστερον· ἢ γὰρ οὐκ ἔσται δίκαιόν τε καὶ ὀρθῶς ἔχον; ὡς ὁ μένων ἐν Χριστῷ, καὶ ἔχων ἐν ἑαυτῷ τοὺς λόγους αὐτοῦ, πρόδηλον ὅτι ἅτε καὶ ἀγαθὸς ὢν καὶ ἐπιεικὴς μόνα φρονεῖν ἔγνωκε τὰ Θεῷ θυμηρέστατα.
τοῖς γὰρ ἐν καρδίᾳ τὸν θεῖον ἔχουσι λόγον, ἅπερ ἂν βούλοιντο καθηκόντως ἐπέτρεψεν αἰτεῖν, οὐκ ἀγνοήσας πνευματικῶν δηλονότι καὶ θείων ἀγαθῶν ὀρεκτιᾶν τῆς μεθέξεως· ὁρισαμένου δὲ διὰ τούτων εὖ μάλα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τίς τε εἴη καὶ ποδαπὸς τὸν τρόπον ὁ προσευχόμενος καὶ λαμβάνειν ἀξιῶν ἅπερ ἂν βούληται παρὰ Θεοῦ, τὴν ἑαυτῶν εἰς τοῦτο διαπλάττωμεν πολιτείαν, εἰ τυχεῖν εὐχόμεθα τῆς ἄνωθεν εὐμενείας. εἰ δὲ μὴ σαυτὸν οἶσθα γεγονότα τοιοῦτον, ὁποῖον ἡμῖν ἀρτίως ὑπέδειξεν ὁ Χριστὸς, μὴ δυσφόρει παρακρουόμενος. εἰ δέ σοι δοκεῖ τὸ πρᾶγμα φορτικὸν, συμπαραζεύξας τῇ πίστει τὰ ἐκ τῆς ἀγαθουργίας καυχήματα· τοῦτο γάρ ἐστι τὸ μένειν ἐν Χριστῷ καὶ ἔχειν ἐν ἑαυτῷ τοὺς λόγους αὐτοῦ· πρόσιθι πεποιθὼς, καὶ λήψῃ καὶ αὐτὸς μελλησμοῦ δίχα παντὸς, ὅπερ ἂν αἰτήσῃς παρὰ Θεοῦ. «Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί.» Δεδοξάσθαι φησὶ τὸν ἑαυτοῦ Πατέρα καὶ Θεὸν, ἐπ’ ἀσυγκρίτῳ δικαίως θαυμαζόμενον ἀγαθότητι, καὶ τῆς εἰς ἄκρον ἰούσης ἡμερότητος καθάπερ τινὰ στέφανον ἀναδησάμενον τὴν ἀπόδειξιν·
Ἠγάπησε γὰρ οὕτω τὸν κόσμον, κατὰ τὸ γεγραμμένον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν Μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. καρπὸς οὖν ἄρα τῆς ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ πάντων ζωὴ, πληρουμένη δηλονότι διὰ Χριστοῦ. διὰ τοῦτο καὶ αὐτὸς ἔφη που, διαλεγόμενος ὡς πρὸς Θεὸν καὶ Πατέρα Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα πληρώσω αὐτό. ἐγχειρισάμενος γὰρ παρὰ τοῦ Πατρὸς ὥσπερ τὴν ἁπάντων ἡμῶν σωτηρίαν ὁ Μονογενὴς, εὖ μάλα κατώρθωκεν, οὐκ ἐν ὑπουργίας τάξει παραληφθεὶς, ἀλλ’ αὐτοσοφία καὶ δύναμις τοῦ φύσαντος ὑπάρχων, ἧς καὶ δίχα γένοιτο τὸ παράπαν οὐδέν. πάντα γὰρ δι’ αὐτοῦ, κατὰ τὸν ἅγιον Εὐαγγελιστὴν, ἐξαιρέτως δὲ τὰ καθ’ ἡμᾶς. καὶ γοῦν ὁ μακάριος Δαυεὶδ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν οἰκονομίαν, καὶ τῆς ἁπάντων ζωῆς τὴν κατόρθωσιν ἐπιτρέπεσθαι τῷ Υἱῷ παρὰ Πατρὸς, ἅτε δὴ καὶ ὑπάρχοντι δυνάμει καὶ σοφίᾳ αὐτοῦ, παρακαλεῖ λέγων, ποτὲ μέν Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατηρτίσω ἡμῖν, ποτὲ δὲ πάλιν Ὁ Θεὸς τὸ κρῖμα σου τῷ βασιλεῖ δός.
PG 74:369ἔργον γὰρ ἦν μόνου τοῦ συμβασιλεύοντος τῷ Θεῷ καὶ Πατρὶ, τὸ πᾶσαν κατεφθαρμένην ἐπανορθῶσαι τὴν γῆν, καὶ ἀναμορφῶσαι δύνασθαι πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς. ἐδοξάσθη τοιγαροῦν ὁ Πατήρ μου ἐπιδοὺς ἀντίλυτρον τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον ἑαυτοῦ Υἱὸν, εὐδοκήσας ἰδεῖν ἐν τοῖς καθ’ ἡμᾶς τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν, οὐχ ἵνα τι τῶν ἀγαθῶν τῇ ἰδίᾳ κατορθώσῃ φύσει· παντέλειος γὰρ καὶ ἀπροσδεὴς, ἁπάντων ἔχων τὸ κράτος· ἀλλ’ ἵνα ὑμεῖς πλείονα καρπὸν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί. εἰ μὴ γὰρ γέγονεν ἄνθρωπος, οὐδ’ ἂν ὅλως ἡμεῖς, τῆς πρὸς αὐτὸν συμφυί̈ας ἠξιωμένοι καὶ κλημάτων δίκην ἐμπεφυκότες καὶ δύναμιν εἰς καρποφορίαν ποριζόμενοι παρ’ αὐτοῦ διὰ μετουσίας τοῦ Πνεύματος, ἀπετέκομεν ἂν τὸν τῆς θεοφιλοῦς πολιτείας καρπὸν, ὃν καὶ πολὺν ὀνομάζει, τὸν ἐκ τῆς νομικῆς λατρείας ὀπίσω τιθεὶς καὶ ἐν ἐλάττοσιν εἶναι δηλῶν. τετελείωκε γὰρ ὁ νόμος οὐδὲν, κατὰ τὴν τοῦ Παύλου φωνήν·
διὰ τοῦτο πρὸς τοὺς ἁγίους ἔφασκε μαθητὰς, μᾶλλον δὲ πρὸς ἅπαντας ἡμᾶς, οἳ διὰ πίστεως καὶ τῆς εἰσάπαν ἀγάπης αὐτῷ κεκολλήμεθα Ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάλιν Πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά· καθάπερ ἐκ θησαυροῦ τῆς καρδίας τὰ Μωυσαϊκὰ διηγήματα, καὶ τῶν ἀρχαίων συγγραμμάτων τὴν μνήμην. ὁ γεμὴν κατήκοός τε καὶ εὐμαθὴς καὶ τῆς εὐαγγελικῆς δᾳδουχίας ἀνάπλεως, πολὺς καὶ διπλοῦς εἰς πλοῦτον, τὸν ἐν Πνεύματι δὲ δηλονότι φημί. νέα γὰρ ἐκβάλλει καὶ παλαιὰ, τὴν τοῦ νόμου σκιὰν καὶ τῆς ἐν νόμῳ λατρείας τὴν δύναμιν μεταπλάττων εἰς σχῆμα πολιτείας εὐαγγελικῆς. ὃ γὰρ ἐδήλου διὰ τῶν τύπων ὁ νόμος, τοῦτο Χριστὸς ἀπημφιεσμένως ἐν ἀληθείᾳ. διὸ καὶ ἔλεγεν Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, καὶ πάλιν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἰώτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.
PG 74:371καρπὸς οὖν ἄρα πολὺς ὁ ἐν πνεύματι καὶ ἀληθείᾳ, τῆς εὐαγγελικῆς λατρείας ἡ δύναμις, ἐπείπερ εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς ἄνθρωπος γέγονεν ὁ Μονογενής. συμβέβηκε δὲ διὰ τοῦτο καὶ αὐτοῦ γενέσθαι μαθητὰς τοὺς ὄντας ἐπὶ τῆς γῆς· προσελάλει γὰρ τοῖς ἀρχαιοτέροις καὶ πάλαι διὰ τῶν προφητῶν ὡς Θεὸς, ἀλλ’ εἰς ἡμᾶς καὶ περὶ ἡμῶν ἐλέγετο Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. ἡμῖν γὰρ τοῖς εἰς αὐτὸν πιστεύσασιν, οὐχ ἕτερός τις μεσολαβήσας τὸν παρ’ αὐτοῦ διεπόρθμευσε λόγον, ἀλλ’ οὐδὲ μεσίτης γέγονε τῶν θελημάτων αὐτοῦ πρὸς ἡμᾶς, καθάπερ ἀμέλει Μωυσῆς τοῖς ἐξ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ἤγουν οἱ μετὰ Μωυσέα προφῆται τοῖς κατ’ αὐτοὺς, ἀλλ’ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Χριστός. διδακτοὶ δὲ Θεοῦ διὰ τοῦτο πάντες ἡμεῖς. οὐκ ἂν οὖν ὅλως αὐτοῦ γεγόναμεν μαθηταὶ, οὐκ ἂν ἐτεκομεν τὸν τῆς φιλοθεί̈ας καρπὸν καὶ τοῦτον πολὺν, εἰ μὴ ἐδοξάσθη δι’ ἡμερότητος ὁ Πατὴρ, εὐδοκήσας ἐν ἡμῖν, ὡς καὶ ἄνθρωπον γενέσθαι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον. νοήσομεν γὰρ οὕτως, ὅτε λεγούσης ἀκούομεν τῆς θείας γραφῆς ὅτι δέδωκε τὸν ἴδιον Υἱόν.
συνευδόκησε γὰρ τοῦτο τῷ παθεῖν ὑπὲρ ἡμῶν ἑλομένῳ, καὶ διὰ τοῦτο καὶ δεδωκέναι λέγεται, καὶ μάλα εἰκότως. «Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μένετε ἐν τῇ ἀγάπῃ μου· καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.» Ἰσχνοτέρῳ πάλιν τῷ τῆς διανοίας ὀφθαλμῷ τὰ ἐν τοῖς προκειμένοις ἀθρητέον μυστήρια. βαθὺς γὰρ ὁ λόγος, καὶ ὅλην ἡμῖν, ὡς ἔπος εἰπεῖν, τῆς μετὰ σαρκὸς οἰκονομίας παραθεὶς τὴν δήλωσιν. ἠγαπῆσθαι μὲν γὰρ ἑαυτὸν διισχυρίζεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνταγαπῆσαι δὲ οὕτως ἡμᾶς, κατὰ τὸν αὐτὸν δηλονότι τρόπον, καθ’ ὅνπερ ἂν ἠγαπῆσθαι νοοῖτο καὶ αὐτὸς παρὰ τοῦ ἰδίου γεννήτορος. εἶτα τί τούτοις ἐπήνεγκεν; ὅτι προσήκει μένειν ἡμᾶς ἐν τῇ ἀγάπῃ αὐτοῦ. ἀλλὰ καὶ πρόφασιν ὥσπερ τινὰ καὶ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδωσι, τοῦ καὶ σφόδρα δικαίως ἠγαπῆσθαι παρὰ τοῦ Πατρὸς, τὸ τηρῆσαι τὰς ἐντολὰς αὐτοῦ, καὶ ἡμῖν δὲ αὐτοῖς πληροῦν ἐπείγεσθαι τοῦτο διακελεύεται, διαμένειν τε οὕτω φησὶν ἐν τῇ ἀγάπῃ αὐτοῦ.
PG 74:373συλλήβδην ὅσον μὲν οὖν ἔστιν εἰπεῖν καὶ τὰ ἐν τῷ προκειμένῳ συνενεγκεῖν ἀθρόως, ἐν τούτοις εὖ μάλα δεδηλώκαμεν. ἐπειδὴ δὲ οἶμαι δεῖν τὸ δοκοῦν ἔσθ’ ὅτε θορυβήσειν οὐ μικρῶς τῶν ἀκεραίων τὸν νοῦν κατεξευμαρῖσαι, πάλιν φέρε δὴ λέγωμεν, ὅπως τε καὶ τίνα τρόπον τὸν ἐν τοῖς προκειμένοις ἐκληψόμεθα νοῦν. φαίνεται τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τύπον ὥσπερ τινὰ καὶ τῆς εὐαγοῦς πολιτείας ὑπογραμμὸν ἑαυτὸν ἡμῖν παραθεὶς, ἅτε δὴ καὶ διὰ τοῦτο γεγονὼς ὑπὸ νόμον, καὶ τῆς ἡμετέρας πτωχείας οὐκ ἀπαξιώσας τὸ μέτρον ἑλεῖν, ἵνα τοῖς ἡμετέροις ἔθεσιν οἰκονομικῶς συναναπλαττόμενος, ὁδηγὸς εὑρεθῇ, καθάπερ ἐν παραδείγμασι τοῖς καθ’ ἑαυτὸν, πρὸς ἀνάληψιν πολιτείας καὶ ζωῆς τῆς ἀήθους ἡμῖν καὶ ἀστιβοῦς παντελῶς. Ποῦ τοιγαροῦν, ἢ ποίαν τοῦ Πατρὸς τετήρηκεν ἐντολὴν, ἢ καὶ τίνα τρόπον ἠγαπῆσθαι λέγεσθαι παρ’ αὐτοῦ, ζητητέον.
παρέστω τοιγαροῦν Παῦλος ὁ σοφώτατος, καὶ μυσταγωγείτω λέγων περὶ αὐτοῦ, ὡς ἐν μορφῇ μὲν ὑπῆρχε Θεοῦ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος τεταπείνωκεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. ἀκήκοας, ὅπως καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, ἅτε δὴ καὶ σύμμορφος τῷ τεκόντι Πατρὶ, τεταπείνωκεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου; ἐπειδὴ γὰρ διασῶσαι τὸ κατεφθαρμένον ἐπὶ γῆς γένος ἐβουλεύσατο ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἦν δὲ τοῦτο διανῦσαι θέμις τῶν ἐν γενέσει τινὶ, πᾶσαν ὥσπερ τὴν ἐνοῦσαν τῇ κτίσει δύναμιν ἀναπηδῶντος τοῦ κατορθώματος, αὐτὸς ὑπέδυ τὴν οἰκονομίαν, ὁ γινώσκων τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Μονογενής. κατέβη δὲ οὕτως εἰς ἑκούσιον ὑποταγὴν, ὡς καὶ μέχρι θανάτου καθικέσθαι καὶ τούτου ἀτιμοτάτου. τὸ γὰρ ἐξηρτῆσθαι σταυροῦ, πῶς ἂν εἴη τίμιον, μᾶλλον δὲ πῶς οὐχ ἁπάσης ἀδοξίας ἐπέκεινα; ἐπειδὴ δὴ δὲ ταῦτα ὑπέστη, φησὶν, ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν·
οὐκοῦν ἔχεις, ἐν μὲν τῇ κατὰ θέλησιν ὑπακοῇ τῶν τοῦ Πατρὸς βουλευμάτων τὴν πλήρωσιν· ἃ καὶ ἐν τάξει ἐντολῶν φησι γενέσθαι πρὸς αὐτὸν ὁ Υἱός. συνεὶς γὰρ ὡς Λόγος τὰ ἐν Πατρὶ σκέμματα, καὶ τοῦ τεκόντος αὐτὸν τὰ βάθη διερευνώμενος, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ἡ σοφία καὶ ἡ δύναμις τοῦ Πατρὸς, εἰς ἔργον ἄγει τὸ δόξαν, εἰς τόπον αὐτὸ τιθεὶς ἐντολῆς, καὶ ὀνομάζων οὕτως ἀνθρωπινώτερον· βλέπε δὲ κἀν τούτῳ τῆς ἀγάπης τὸ μέτρον. ὑπερύψωσε γὰρ αὐτὸν ὁ Θεὸς, φησί· τὸν ὑψηλὸν ἤδη καὶ δεδοξασμένον ὑπερυψοῖ καὶ δοξάζει, καίτοι Θεὸς κατὰ φύσιν ἐστὶ καὶ ἀληθινὸς, ἅτε δὴ καὶ ὑπάρχων οὐχ εἷς τῶν κτισμάτων, κατά γε τὴν ταυτότητα τὴν ἐκ τῆς οὐσίας αὐτοῦ, διὰ τοῦτο νοούμενός τε καὶ ὢν ἀληθῶς παντὸς ὑψώματος ἐπέκεινα νοητοῦ, ἀλλὰ καὶ τῆς δόξης Κύριος κατὰ τὰς ἁγίας γραφάς. ἀλλὰ ναὶ, φησὶν, ὑψοῦται καὶ δοξάζεται, πῶς δὲ ἢ πότε καὶ τίνα τρόπον; ὅτε δηλονότι γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ ἐν τῷ τῆς ταπεινώσεως σχήματι, τουτέστιν, ἄνθρωπος καθ’ ἡμᾶς. ἀνατρέχει γὰρ καὶ μετὰ σαρκὸς εἰς τὸ συνυψοῦσθαι πάλιν καὶ συνδοξάζεσθαι τῷ Πατρί·
PG 74:375ἠγαπήθη τε παρ’ αὐτοῦ, καὶ οὐχὶ τότε πρῶτον, ὅτε τὴν ἑκούσιον ὑποταγὴν πεπλήρωκε, νοήσεις δὲ μᾶλλον ἐκείνως. ὅνπερ γὰρ τρόπον ὑψηλὸς ὑπάρχων ἀεὶ καὶ δεδοξασμένος, ὅσον εἰς ἰδίαν φύσιν, δεδοξάσθαι τε καὶ ὑψῶσθαι λέγεται, ὅτε γέγονεν ἄνθρωπος, ὁ τῆς θεοπρεποῦς δόξης ἔρημος ὢν, ὅσον εἰς ἀνθρωπότητος λόγον· οὕτω καὶ ἐξ ἀρχῆς, ἀεί τε καὶ διὰ παντὸς ἀγαπώμενος, ἠγαπῆσθαι λέγεται καὶ μετὰ σαρκός. πέφηνε γὰρ διὰ τοῦτο καθ’ ἡμᾶς, τουτέστι, κεχρημάτικε καὶ γέγονεν ἄνθρωπος, ἵνα τὸν πάλαι μεμισημένον διὰ τὴν ἐν ἀρχῇ παράβασιν καὶ τὴν ἐν τῷ μεταξὺ παρεισφρήσασαν ἁμαρτίαν, ἀγαπητὸν ἀποτελέσῃ τῷ Θεῷ. θύρα γὰρ διὰ τοῦτο καὶ ἀρχὴ καὶ ὁδὸς ἁπάντων ἡμῖν τῶν ἀγαθῶν πεφηνέναι λέγεται Χριστός. ἆρα δή σοι λοιπὸν ἀνεγκλήτως ἑαυτὸν ἠγαπῆσθαί φησι διὰ τὸ τετηρῆσθαι παρ’ αὐτοῦ τὰς τοῦ Πατρὸς ἐντολάς; ἄρα μή σοι τραχὺς ὁ τοῦ μυστηρίου κατεφάνη λόγος, καὶ τῆς δι’ ἡμᾶς τετελεσμένης οἰκονομίας τὸ βάθος μὴ δυσέφικτόν πως τῷ σῷ γέγονε νῷ; ἀλλ’ ἔστιν ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ πάντα τοῖς ἔχουσι γνῶσιν, κατὰ τὸ γεγραμμένον.
Μείνατε τοίνυν φησὶν ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ, τουτέστι, διὰ σπουδῆς ἁπάσης καὶ προθυμίας ἐρχόμενοι, διαπραγματεύσασθέ τε καὶ ἐπιτηδεύσασθε τὸ τοιαύτης ἀξιοῦσθαι παρ’ ἐμοῦ τῆς ἀγάπης, ὁποίαν ἔχω κἀγὼ παρὰ τῷ Θεῷ καὶ Πατρί. γέγονα μὲν γὰρ ὑπήκοος ἐγὼ καὶ τῶν τοῦ Πατρὸς θελημάτων ἀποτελεστὴς, μένω τε διὰ τοῦτο καὶ ἀραρότως ἠγαπημένος. ἀλλ’ ὅταν γένησθε καὶ αὐτοὶ τῶν ἐμῶν φύλακες ἐντολῶν, κατὰ τὸν ἴσον τρόπον μενεῖτε πάντως ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ἀπροφάσιστον δὲ τὴν εἰς τοῦτο, φησὶν, ἕξετε ῥᾳθυμίαν· οὐ γὰρ ἀμισθὶ τὸν ἐπὶ τούτοις ἱδρῶτα διατλήσετε. φανήσομαι γὰρ τοσαύτην ὑμῖν ἐπιδοὺς τὴν ἀγάπην, ὅσην αὐτὸς ἔχω παρὰ Πατρὸς, καὶ μονονουχὶ ταῖς ἰσοῤῥόποις τιμαῖς τὸν τῶν ἐμῶν λόγων φύλακα στεφανῶν. ἐμὲ γὰρ ὑπερύψωσεν ὁ Πατὴρ, ἐχαρίσατό τε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. ἀναδέδειγμαι γὰρ τῶν ὅλων Θεὸς, ἀλλ’ οὐχ ἁλώσομαι βάσκανος οὐδὲ τῶν τοιούτων ὑμῖν διαφθονήσας ἀγαθῶν·
ἀνθρώπους γὰρ ὄντας, δούλην τε διὰ τοῦτο λαχόντας τὴν φύσιν, θεοὺς καὶ υἱοὺς ἀπέδειξα Θεοῦ, τοῖς ὑπὲρ φύσιν ἀξιώμασι καταφαιδρύνας διὰ τῆς χάριτος, κοινωνοὺς τῆς ἐμῆς βασιλείας εἰσεδεξάμην, συμμόρφους ἀπέδειξα τῷ σώματι τῆς δόξης τῆς ἐμῆς, ἀφθαρσίᾳ τετίμηκα καὶ ζωῇ. ἀλλὰ ταῦτα μὲν ἐν ἐλπίσι, καὶ εἰς αἰῶνα τηρεῖται τὸν μέλλοντα. τί δὲ δὴ καὶ εἰς τὸ παρόν; ἆρ’ οὐχὶ λαμπροὺς καὶ δεδοξασμένους ἀπέφηνα, σεπτοὺς δὲ οὐχὶ παρὰ πᾶσι τοῖς φιλοθέοις κατέστησα; καίτοι τοῖς ἀνοσίοις ἐπετιμήσατε δαίμοσι, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐπέτρεψα θεραπεύειν, ἐπηγγειλάμην λέγων Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. ταῦτά πως τοῖς ἁγίοις μαθηταῖς οἰησόμεθα λέγειν αὐτὸν τὸν τῶν προκειμένων ἀναματτόμενοι νοῦν. πανταχοῦ δὲ τοῖς τῆς ἀληθείας δόγμασι τὴν διάνοιαν ὑποζεύξαντες, καὶ τὰ παρεμπίπτοντα τῶν θεωρημάτων, ὡς ἔνι, καλῶς ταῖς εἰς εὐσέβειαν τέχναις εἰς τὸ τοῖς ἀκροωμένοις λυσιτελὲς περιτρέποντες, τὸ γοῦν σκανδάλῳ τινὶ περιπεσεῖν ἀνοήτως διαφευξόμεθα.
γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. «Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.» Τὸν περὶ τῆς ἀμπέλου λόγον ἡμῖν εἰσκεκομικὼς, εἶτα τὸ ἀποσπώμενον κλῆμα, καὶ οἱονεὶ τῆς τρεφούσης αὐτὸ μητρὸς διακεκομμένον, ἀχρεῖον μὲν ἔσεσθαι παντελῶς, πυρὶ δὲ χρῆναι δαπανᾶσθαι διδάξας, οὐ μικρὰν ἐνεποίησε τοῖς μαθηταῖς τὴν ἐπὶ τούτῳ πτοίαν. αἱ γὰρ τῶν ἀπευκτῶν ἀκροάσεις, καὶ εἰ μήπω φαίνοιντο παρόντα τυχὸν, οὐ μετρίως εἰσὶν ἐκταράττειν ἱκαναὶ, μάλισθ’ ὅταν ἐντίκτοι τισὶ τοῦ συμβαίνειν αὐτὰ δύνασθαι τὴν ὑποψίαν τῶν ἐσομένων τὸ ἄδηλον. καθάπερ ἀμέλει καὶ ὁ τήνδε μέλλων διαπλεῖν τὴν θάλασσαν, ὡς ἐνδεχομένου καὶ χειμῶνος εἰς πεῖραν ἐλθεῖν, καὶ μὴν καὶ ἀγρίου κύματος καὶ ἀτιθάσων κυμάτων καταδρομῆς, καὶ εἰ μήπω παρόντα καταθεῷτο τυχὸν, ἐν μόναις φροντίσιν ἔτι καὶ τοῦτο ἀδήλοις, ὡς ἤδη παρόντα δέδιεν.
PG 74:377ὑποφρίττοντας τοίνυν τοὺς ἀποστόλους, καὶ τῇ τῶν δεινῶν ἀκοῇ τάχα πως καὶ γεγονότας περιδεεῖς, καὶ πρὸς τὴν τῶν ἐσομένων ἀποναρκήσαντας πεῖραν, ἀνανεοῖ χρησίμως εἰς εὔτονον φρόνημα, καὶ στυγνῶν ἀφέμενος λόγων, περὶ τῆς κατὰ Θεὸν αὐτοῖς διαλέγεται θυμηδίας. οὐ γάρ τοι, φησὶν, ὦ ἡμέτεροι μαθηταὶ, τούτου γε ἕνεκα νυνὶ τὸν πρὸς ὑμᾶς πεποίημαι λόγον, ὡς ἄνανδρον μὲν ὑμῖν ἐμποιῆσαι φρόνημα, ἤγουν ἐπ’ ἀδήλῳ δείματι, καὶ οὐχὶ πάντως ἐσομένῳ κακῷ προκατακλωμένους ὑμᾶς, καὶ ἀτολμοτάτους ὁρᾶσθαι πρὸς κατόρθωσιν ἀγαθῶν, ἀλλ’ ἵνα τούτοις συμβαίνῃ τὰ ἐναντία, καὶ θυμηδίαν ἔχητε τὴν ἐμὴν, ἤτοι ἡ ἐμὴ χαρὰ ἐν ὑμῖν μείνῃ. Καὶ τί τοῦτό ἐστι, τί δὲ διὰ τούτου νοεῖν ἡμᾶς ἐθέλει Χριστὸς, πικρότερον οἶμαι διασκέψασθαι δεῖν. διχῶς τοιγαροῦν νοητέον. ἢ γὰρ ὥσπερ ἐν λογισμῷ μηδὲν ἔχοντι παντελῶς περιεργότερον ἐρεῖ τις τυχὸν, ἵνα τὴν περὶ ἐμὲ χαρὰν ἔχητε, ἤτοι τὴν εἰς ἐμέ· οὕτω γὰρ ἂν καὶ αὐτοὶ τὴν ἰδίαν ἀναπληρώσητε δύναμιν, τῶν ὑπερκοσμίων ἀγαθῶν ἐννοοῦντες τὴν ἀμοιβὴν, καὶ τὴν ἐσομένην τοῖς παρ’ ὑμῶν ἱδρῶσιν ἀντίδοσιν, καὶ τῆς παρὰ Θεῷ δόξης τὸ μέγεθος·
ἤγουν ἕτερόν τι σκοποῦντες καὶ λογιζόμενοι, πρὸς βαθυτέραν ἰέναι θεωρίαν οὐκ ἀποκνήσομεν. χρῆναι γὰρ οἶμαι καὶ λίαν εὖ μάλα φιλοθηρεῖν εὐσεβῶς ἁπάσης θεωρίας τὸν σκοπόν. τί οὖν ἄρα δηλοῖ τό Ἵνα ἡ χαρὰ ἡ ἐμὴ ᾖ ἐκ ὑμῖν; ἢ τὸ ὅτι γέγονε καθ’ ἡμᾶς ὁ Μονογενὴς, τουτέστιν, ἄνθρωπος δίχα μόνης ἁμαρτίας, πάντα κεκρικὼς ὑπομεῖναι καὶ παθεῖν ὅσων ἤγαγεν εἰς πεῖραν αὐτὸν ἡ ἐπάρατος τῶν Ἰουδαίων ἀπόνοια; εὑρήσομεν γὰρ ὑβρισθέντα τε καὶ διωκόμενον καὶ πικροῖς ὀνείδεσι διακεκρουσμένον, ἐμπτυσθέντα τε καὶ ῥαπισθέντα καὶ τῆς διὰ μαστίγων αἰκίας οὐκ ἀμοιρήσαντα, καὶ τελευταῖον ἐπὶ τούτοις τῷ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν προσηλωθέντα σταυρῷ. ἐπὶ δὲ τούτοις ἅπασι τοῖς οὕτω δεινοῖς, οὐ κατεσπάσθη πρὸς λύπην, πλὴν ὅσον τοῦ παθεῖν οἰκονομικῶς οὐκ ἀπέφριξε τὴν ἀδοξίαν, ἀλλὰ τῆς πρεπούσης θυμηδίας αὐτῷ καὶ χαρᾶς ἀνάπλεως ἦν, ἐπείπερ ἐθεάσατο τὴν τῶν σωζομένων πληθὺν, πληρούμενόν τε τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. διὰ τοῦτο χαρὰν ἐποιεῖτο τὴν ἀτιμίαν, τρυφὴν ἐλογίζετο τοὺς πόνους.
PG 74:379καίτοι γὰρ πολλῶν καὶ ἀπηχεστάτων κατ’ αὐτοῦ τολμωμένων, γεγραμμένον εὑρήσομεν ὅτι τότε ὁ Ἰησοῦς ἠγαλλιάσατο τῷ πνεύματι καὶ εἶπεν Ἐξομολογοῦμαί σοι Πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναὶ ὁ Πατὴρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. ἀκούεις, ὅτι ἐπείπερ ἐθεᾶτο σοφουμένους τοὺς νηπίους τε ὄντας καὶ ἀνοήτους ποτὲ, χαίρει μὲν καὶ ἀγαλλιᾶται διὰ τοῦ Πνεύματος, χάριν δὲ ὥσπερ ὑπὲρ ἡμῶν ἀνατιθεῖ τῷ διασώζοντι Πατρί· ἀλλὰ καὶ ὅτε τὴν τῶν Σαμαρειτῶν διέθει χώραν, κέκμηκε δὲ ἐκ τῆς ὁδοιπορίας, καθὰ γέγραπται, ἐκαθέζετο ἐπὶ τῇ πηγῇ τοῦ Ἰακώβ; ἐπειδὴ δὲ τὸ γύναιον αὐτῷ προσεκόμιζε τὴν τοῦ ἀρύσασθαι χρείαν, προσελάλησέ τε αὐτῷ τὰ εἰκότα καὶ Σαμαρειτῶν ὄχλον ἥξοντα προσεδόκησε, καὶ τροφῆς ἀναγκαίας ἀλογήσας φαίνεται. τί γὰρ ἔφη πρὸς τοὺς μαθητὰς, ἐδεσμάτων αὐτῷ μεταλαβεῖν συμβουλεύοντας; ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
ἆρ’ οὖν κἀντεῦθεν οὐκ ἂν γένοιτο συμφανὲς, ὅτι τρυφὴν ἐποιεῖτο καὶ χαρὰν τῶν πατρῴων θελημάτων τὴν πλήρωσιν, τουτέστι, τὴν εἰς σωτηρίαν ἀναδρομὴν τῶν εἰς ἀπώλειαν διωλισθηκότων; ἀλλ’ ἔστιν οὐκ ἀμφίλογον. Ταῦτα τοίνυν πάντα, φησὶ, διείλεγμαι πρὸς ὑμᾶς ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ, τουτέστιν, ἵν’ ἐπ’ ἐκείνοις ἐθέλητε διευθυμεῖσθαι μόνοις ἐφ’ οἷσπερ κἀγὼ, ἵνα πρὸς ἀγῶνας ἀνδρίσησθε, καὶ τὴν ἐπὶ τοῖς σωζομένοις ἐλπίδα περιζωσάμενοι, κἄν τι διὰ τοῦτο συμβαίνῃ παθεῖν, μὴ πρὸς ἀκηδίας ἀδρανεῖς καταφέρησθε μᾶλλον, χαίρητε δὲ τότε πλουσιώτερον, ἐπείπερ καὶ δι’ ὑμῶν ἀναπληροῦται τὸ θέλημα τοῦ πάντας ἀνθρώπους θέλοντος σώζεσθαι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ἔχαιρον γὰρ ἐπὶ τούτοις κἀγὼ καὶ λίαν ἡδίστους ἐλογιζόμην τοὺς πόνους. ὅταν τοίνυν, φησὶ, τοιαύτην ἕλησθε ἔχειν χαρὰν, ἣν ἐμαυτῷ πρέπειν ἐλογισάμην, τότε τελείαν αὐτὴν ἕξετε καὶ ὁλόκληρον. Πληρεστάτην γὰρ ὄντως καὶ τελείαν εἶναι χαρὰν λογιζόμεθα, τὴν ἐν Θεῷ καὶ διὰ Θεὸν καὶ ἐπ’ ἔργοις ἀγαθοῖς, διὰ τὸ πεπηγὸς καὶ ἀκλόνητον τῆς ἐλπίδος· καὶ ὅτι γέγονεν, ἐφ’ οἷς ἦν εἰκὸς, οὐχὶ μόνους ἡμᾶς, ἀλλὰ καὶ αὐτὸν ἡσθῆναι τὸν Ἰησοῦν·
ἀτελῆ δὲ χαρὰν τὴν ἐν κόσμῳ φαμὲν, διά τε τὸ εὐπαράφορον καὶ τὸ ἐφ’ οἷς ἥκιστα χρῆν τελουμένην ὁρᾶσθαι, τουτέστι, πράγμασι κοσμικοῖς, ἃ φαντασμάτων καὶ σκιᾶς ἐξίπταται δίκην. ὥσπερ τέλειον μῖσος εἶναί φαμεν, τὸ δικαίως τε καὶ ὀρθῶς ἐπί τισι παρ’ ἡμῶν γινόμενον· ὥσπερ οὖν ἀμέλει καὶ ὁ μακάριος Δαυεὶδ περὶ τῶν ἀνθεστηκότων τῇ δόξῃ τοῦ Θεοῦ φησι Τέλειον μῖσος ἐμίσουν αὐτούς· τελείαν δὲ ἀγάπην, τὴν ὁλοκλήρως ἀνακεῖσθαι Θεῷ παρασκευάζουσαν τοὺς ἑλόντας αὐτὴν ἐν Θεῷ καὶ διὰ Θεὸν, οὐ τὴν ἐπί τισιν ἐπιγείοις καὶ λόγου μηδενὸς ἀξίοις πράγμασιν. «Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς κἀγὼ ἠγάπησα ὑμᾶς· μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Ἐμφανεστέραν ἤδη καθίστησι διὰ τῆς τούτων ἐπαγωγῆς, τῶν ἤδη προειρημένων τὴν δύναμιν, τουτέστι, τὸ χρῆναι τοὺς μαθητὰς τὴν αὐτοῦ χαρὰν ἔχειν ἐν ἑαυτοῖς· ἀναφανδὸν δέ φησιν, ὅτι τοῦτο ἐντέλλομαι, καὶ τοῦτο διδάσκω δρᾶν τε καὶ φρονεῖν τοῦς ἕπεσθαι δεῖν οἰομένους ἐμοὶ, τοιουτότροπον εἰς ἀλλήλους ἐκμελετᾶν τὴν ἀγάπην, ὁποίαν ἐγὼ φθάσας ἐπεδειξάμην καὶ πεπλήρωκα.
PG 74:381ποῖον οὖν ἄρα τὸ μέτρον θεωρήσαι τις ἂν τῆς ἀγάπης τοῦ Χριστοῦ, πάλιν αὐτὸς ὑπέφηνεν, εἰπὼν, τὸ μεῖζον εἶναι μηδὲν τῆς τοιαύτης ἀγάπης, ἣ καὶ αὐτὴν προέσθαι τὴν ψυχὴν ὑπὲρ τῶν ἀγαπωμένων διακελεύεται. ἐκ δὴ τούτων ἁπάντων μονονουχὶ τοῖς ἰδίοις διακελεύεται μαθηταῖς, ὅτι προσήκει τοσοῦτον ἀφεστάναι τοῦ δεδιέναι φιλεῖν τοὺς ὑπὲρ τῶν σωζομένων ἀγῶνας, καὶ αὐτὸν ἀοκνότατα καὶ λίαν ἑτοίμως ἔχειν ὑποστῆναι τὸν τῆς σαρκὸς θάνατον· καθίκετο γὰρ καὶ μέχρι τοῦδε τοῦ μέτρου, τῆς τοῦ Σωτῆρος ἡμῶν ἀγάπης ἡ δύναμις. τὸ δὲ ταῦτα λέγειν ἕτερον ἦν δρῶντος οὐδὲν, ἢ παραθήγοντος μὲν εἰς ὑπερφυᾶ τε καὶ ἐξαίρετον ἀνδρείαν τοὺς μαθητὰς, διανιστάνοντος δὲ λίαν εἰς ἀκμαιοτάτην φιλαδελφίαν, καὶ φρόνημα τὸ νεανικὸν καὶ φιλόθεον ἐγχαλκεύοντος, καὶ εἰς ἄμαχόν τινα καὶ ἀκαταγώνιστον ἐγείροντος προθυμίαν εἰς τὸ πάντα κατορθοῦν ἐπείγεσθαι γοργῶς τὰ αὐτῷ θυμηρέστατα.
τοιοῦτον ἡμῖν ἑαυτὸν ἐπεδείκνυ λέγων ὁ Παῦλος Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος, καὶ πάλιν Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, καὶ πρὸς τούτοις ἔτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; ἀκούεις, ὅπως οὐδὲν ὅλως ἕξειν τὸ ἀντιστατοῦν ἐπαγγέλλεται, ἤγουν διακόπτειν ἰσχύον τῆς εἰς Χριστὸν ἀγάπης αὐτούς; εἰ δὲ τὸ ποιμαίνειν τὰ ποίμνια καὶ τὸ βόσκειν τὰ ἀρνία τοῦ Χριστοῦ, τοῦτο ἂν εἴη τὸ ἀγαπᾶν αὐτόν· πῶς οὐκ ἔσται προδηλότατον, ὅτι καὶ θανάτου κρείττων ἔσεται, φησὶ, διωγμῶν τε καὶ μαχαίρας ἀμείνων, ἀλογήσει δὲ παντελῶς καὶ στενοχωρίας ὁ τὸν σωτήριον τοῖς οὐκ εἰδόσι Θεὸν διακηρύττων λόγον; εἰ δὲ δὴ προσήκοι διὰ τὴν τοῦ νοήματος συστροφὴν τὸν τοῦ Σωτῆρος συνενεγκόντας λόγον, κεφαλαιωδέστερον εἰπεῖν ὃ βούλεται δρᾶν τοὺς ἑαυτοῦ μαθητάς· ἀοκνότατόν τε καὶ παντὸς ἔξω δείματος τὸν οἰκεῖον διασώζοντας νοῦν, τὸν τῆς εἰς αὐτὸν πίστεως ἱερουργῆσαι κελεύει λόγον, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐμφανὲς καταστῆσαι τὸ εὐαγγέλιον.
αὐτὸ δὲ τοῦτο καὶ διὰ φωνῆς Ἡσαί̈ου φησίν· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ἰσχύσατε, μὴ φοβεῖσθε. ὃ καὶ δύνασθαι ἐξαιτοῦντας παρὰ Θεοῦ κατορθοῦν δι’ ἐκτενεστάτης προσευχῆς καὶ αὐτοὺς εὑρήσομεν τοὺς ἁγίους μαθητὰς, ὅτε τῆς Ἰουδαίων κατηγοροῦντες ἀπονοίας ἔφασκον Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. ὁμολογουμένως μὲν γὰρ τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, πολλοὶ λίαν οἱ ἀνθιστάμενοι καὶ δυσσεβῶς ἐπιτρίζοντες· ἀλλ’ εἰ καὶ δριμὺς ὁ φόβος, καὶ δεινότατα τὰ ἐκ τῆς ἐπιβουλῆς διανίσταται κύματα, λόγος τοῦ παθεῖν οὐδεὶς παρά γε τοῖς ἀληθῶς μαθηταῖς, ἔστ’ ἂν ἴοι πρὸς ἔργον αὐτοῖς τὰ ἐκ τῆς ἀγάπης κατορθώματα, ἀγάπης δέ φημι τῆς τοιαύτης, ὁποίαν πρὸς ἡμᾶς ὑπέδειξεν ὁ Σωτὴρ, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἵνα τοῖς ἡμαρτηκόσι κατορθώσῃ τὴν σωτηρίαν.
εἰ δὲ μὴ παθεῖν ἠθέλησεν ὑπὲρ ἡμῶν, ἦμεν ἂν ἔτι νεκροὶ, οἰκέται διαβόλου, μωροὶ καὶ τυφλοὶ καὶ παντὸς μένοντες ἐπιδεεῖς ἀγαθοῦ, ἡδονῆς δὲ δοῦλοι καὶ ἁμαρτίας, Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. νυνὶ δὲ καὶ αὐτὴν ὑπὲρ ἡμῶν τέθεικε τὴν ψυχὴν ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς ὁ Σωτὴρ, καὶ ἀσύγκριτόν τινα τὴν φιλανθρωπίαν ἐπιδειξάμενος, ζηλωτοὺς ἀπέφηνε καὶ τρισμακαρίους, οὐδενὸς τὸ παράπαν τῶν ἀγαθῶν ἐπιδεεῖς. Ἁρμόσει μὲν οὖν τῶν προκειμένων ἡ δύναμις κατὰ τοῦτον οἶμαι τὸν σκοπὸν ταῖς θεοπνεύστοις τῶν μαθητῶν κεφαλαῖς· εἰ δὲ δὴ καὶ εἰς ἅπαντας ἐξίοι τὸ εἰρήμενον, τουτέστιν Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· πολύ τι τοῖς ὅλοις λυσιτελὲς διὰ τῆς ἐρεύνης εἰσβήσεται. εἰ γὰρ ἁπάσης τῆς τοῦ Σωτῆρος ἡμῶν ἐντολῆς τὴν πλήρωσιν ἡ εἰς ἀδελφοὺς ἀγάπη τηρεῖ καὶ ἐργάζεται, πῶς οὐ λίαν ἀξιοθαύμαστος ὁ ταύτην ὅτι μάλιστα κατορθοῦν ἐπιχειρῶν ἀλοιδορήτως τε καὶ ἀνυπαιτίως, ὅτε πασῶν, ὡς ἔπος εἰπεῖν, τῶν ἀρετῶν ἐναπόκειται τὸ κεφάλαιον;
PG 74:383δευτέρα γὰρ τῆς εἰς Θεὸν ἀγάπης ἡ εἰς ἀλλήλους ἐστὶ, καὶ πᾶσα τῆς εἰς Θεὸν εὐσεβείας ἡ δύναμις ὡς ἐν ἑνὶ τούτῳ συμπεραιοῦται λόγῳ, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. «Ὑμεῖς φίλοι μου ἐστὲ, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν.» Ἀντέταξε πάλιν τοῖς ἐκ τῆς ὑπακοῆς καὶ φιλαρέτου γνώμης ἐσομένοις ἔσθ’ ὅτε δείμασι, τῆς εἰς αὐτὸν φιλίας τὸ κέρδος, ἵνα ταῖς ἐντεῦθεν εὐθυμίαις καὶ τῇ πρὸς τὸ μεῖζον ἐφέσει τὸ ἐν ἐκείνοις ἀφανίζηται φορτικὸν, καὶ τὸ λυπεῖν ἔσθ’ ὅτε δοκοῦν οἰχήσεται πρὸς τὸ μηδέν. γλυκὺς γὰρ τότε τοῖς φιλοθέοις ὁ πόνος, ὅτε γείτων ἄρα καὶ πλούσιος ὁ μισθός. εἶτα τίς ἂν οἰηθείη τι μεῖζον, τί δὲ εἶναι λαμπρότερον ἐρεῖ τοῦ φίλον εἶναι καὶ λέγεσθαι Χριστοῦ; θέα γὰρ ὅπως καὶ ὑπὲρ αὐτοὺς τοὺς τῆς ἀνθρωπείας φύσεως ὅρους ἐστὶ τὸ ἀξίωμα.
δοῦλα μὲν γὰρ πάντα τοῦ πεποιηκότος αὐτὰ, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, καὶ οὐδὲν οἶμαι τῶν γεγονότων ἐστὶν, ὃ μὴ τῷ τῆς δουλείας ὑπηνέχθη ζυγῷ, κατά γε τὸν πρέποντα λόγον καὶ δημιουργῷ καὶ ποιήματι. οὐ γὰρ ἐν ἴσῳ τὸ ποιηθὲν τῷ τεκτηναμένῳ, πόθεν; κατάρξει δὲ μᾶλλον καὶ καθηγήσεται τῶν ἰδίων ἔργων ὁ ἐπὶ πάντας Θεός. ὑπεζευγμένων οὖν ἄρα τῶν ὅλων, καὶ δοῦλον ὑπεστρωκότων τῷ Θεῷ τὸν αὐχένα, πρὸς τὴν ὑπὲρ φύσιν ἀνακομίζει δόξαν τοὺς ἁγίους ὁ Κύριος, εἰ δρᾶν ἐθέλοντες φαίνοιντο τὰ δοκοῦντα αὐτῷ, καὶ καθάπερ ἐν τάξει δωροφορίας, ἀκατηγόρητον αὐτῷ προσκομίζει τὴν ὑποταγήν· λαμπρὸς οὖν ἄρα καὶ ἀξιοζήλωτος ὁ μισθός. Πλὴν ἐκεῖνο κατασκεπτέον ἐν τούτοις εὖ μάλα· λυσιτελήσει γὰρ οὐ μικρῶς· εἰ γὰρ ἐξαρκέσει τισὶν εἰς ἐλεύθερον ἀξίωμα καὶ πρὸς τὸ μηκέτι καλεῖσθαι δούλους ἡ πρὸς τὸν Υἱὸν φιλία, πῶς ἂν εἴη δοῦλος ἢ ὡς ποίημα καὶ γενητὸς, κατὰ τὴν τινῶν ἀβουλίαν; οὐ γὰρ δὴ τοῖς ἑτέροις τὴν μὲν τῆς ἐλευθερίας τιμὴν διανέμειν ἐστὶν ἱκανὸς, ἔρημον δὲ ταύτης τὴν ἰδίαν ἕξει φύσιν·
PG 74:385χρῆναι γὰρ οἶμαι πρὸ τῶν ἄλλων αὐτὸν τοιοῦτον εἶναι φαίνεσθαι, δώσει γὰρ τότε πρεπωδέστερον τοῖς οὐκ ἔχουσι τὸ ἴδιον ἀγαθόν. ἀλλὰ τοῖς ἁγίοις ἀποστόλοις ἢ καὶ τοῖς ἄλλοις ἅπασι τυχὸν τοῖς διὰ πίστεως εἰς φιλίαν ἀναβαίνουσι τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐπακτὸν ἂν εἴη καὶ δοτὸν, ὡς ἐν τάξει τιμῆς τὸ ἀξίωμα, ἔχον δὲ οὐκέτι κατὰ τὸν ἴσον τρόπον· οἱ γὰρ τῇ πρὸς αὐτὸν ὁμοιώσει πρὸς τὴν τῆς ἐλευθερίας ἀνατρέχοντες δόξαν, αὐτῷ δὴ τούτῳ καὶ μόνῳ προσὸν φυσικῶς ἀποδείξειαν. τῷ γὰρ κατὰ φύσιν ἀεὶ τὸ κατὰ θέσιν παρεικάζεται. Σημειωτέον γεμήν· δεῖν γὰρ οἶμαι διὰ παντὸς ἰέναι θεωρήματος χρησίμου τε καὶ λίαν ἀναγκαίαν ἔχοντος τὴν ἐξήγησιν· ὅτι τῆς κατὰ νόμον δικαιοσύνης ἡ ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀρχαιοτέραν ἔχει τὴν ἀνάδειξιν, καὶ πρὸς τούτοις, ὅτι τοῖς πιστεύουσι καὶ ὑπακούουσι τῷ Χριστῷ, ἡ τῶν θείων μυστηρίων ἀποκαλύπτεται γνῶσις, καὶ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς ἑρμηνεύεται βουλὴ παρὰ τοῦ ταύτην εἰδότος Υἱοῦ· τοῖς δὲ ἀπειθήσασιν οὐκέτι. Καὶ φέρε πάλιν αὐτὸ διὰ τῆς θεοπνεύστου δεικνύωμεν γραφῆς, ὀλίγα χρησίμως ἀδολεσχήσαντες.
γέγραπται τοίνυν ἐν βίβλῳ Μωυσέως, ὅτι πεπίστευκε μὲν Ἁβραὰμ τῷ Θεῷ, πλὴν ἡ πίστις αὐτῷ λελόγισται εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. καὶ τίς ὁ τῆς πίστεως τρόπος, ἢ πῶς ἄρα φίλος ἐκλήθη Θεοῦ; ἤκουσεν Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. ἀλλὰ καὶ ὅτε τὸν μονογενῆ προσετάττετο θύειν εἰς τύπον Χριστοῦ, τὸν ἐν τῷ Θεῷ κεκρυμμένον ἐδιδάσκετο σκοπόν· καὶ γοῦν ὁ Σωτὴρ ἔφη περὶ αὐτοῦ τοῖς ἀνοσίοις Ἰουδαίοις προσλαλῶν Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη. οὐκοῦν δι’ ὑπακοῆς καὶ θυσίας ὁ θεσπέσιος Ἁβραὰμ φίλος ἐκλήθη Θεοῦ, καὶ τὸ τῆς δικαιοσύνης ἀνεδύσατο καύχημα· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ θείων ἠξιώθη λόγων, καὶ βουλὴν ἔγνω Θεοῦ, τὴν ἐπ’ ἐσχάτοις γενομένην καιροῖς. ἐπὶ συντελείᾳ γὰρ τῶν αἰώνων ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Χριστὸς, τὸ ἱερὸν ὄντως καὶ ἅγιον θῦμα τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀλλ’ ὅρα μοι πάλιν τὰ ἴσα πληρούμενα καὶ ἐπὶ τῶν διὰ πίστεως εἰς φιλίαν ἀναβαινόντων τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· ἤκουσαν καὶ αὐτοί Ἔξελθε ἐκ τῆς γῆς σου.
καὶ ὅτι δεδράκασι προθύμως, ἄκουε τί φασιν Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν· ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. μέτοικοι γάρ εἰσι καὶ παρεπίδημοι ἐπὶ τῆς γῆς, τοῖς ἄνω πολιτευόμενοι, καὶ τὴν μὲν ἐνεγκοῦσαν ἀφέντες, ὅσον ἧκεν εἰπεῖν εἰς φρόνημα τὸ φιλόθεον, γλιχόμενοι δὲ τῆς ἄνω μονῆς. ταύτην γὰρ αὐτοῖς ὁ Σωτὴρ ὑπέδειξε λέγων Πορεύομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν· ὅτε δὲ ἔλθω, παραλήψομαι ὑμᾶς μετ’ ἐμαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. ἤκουσαν ἐξελθεῖν ἀπὸ τῆς συγγενείας αὐτῶν. καὶ πῶς τοῦτο δείξομεν; αὐτόν σοι παροίσομεν λέγοντα τὸν Χριστόν Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. ὅτι δὲ συγγενείας τῆς ἐπιγείου καὶ σαρκικῆς προτετίμηται τὰ παρὰ Θεοῦ, καὶ πολὺ δὴ κρείττων ἡ εἰς Χριστὸν ἀγάπη τέθειται, παρά γε τοῖς σεβομένοις αὐτὸν ἀληθῶς οὐκ ἀμφίλογον. καὶ ὁ μὲν μακάριος Ἁβραὰμ τὸν ἴδιον υἱὸν εἰς ὀσμὴν εὐωδίας προςαγαγεῖν τῷ Θεῷ διεκελεύετο· οἱ δὲ τὴν ἐν πίστει δικαιοσύνην περιζωσάμενοι, οὐχ ἑτέρους προσαγαγεῖν, ἀλλ’ ἑαυτοὺς ἐκελεύσθησαν· παραστήσατε γάρ φησι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·
PG 74:387ὅτε καὶ γέγραπται περὶ αὐτῶν Οἱ γὰρ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. ἔγνωσαν δὲ καὶ αὐτοὶ τὸ ἐν Χριστῷ μυστήριον. ἴσασι γὰρ δυνάμεις μέλλοντος αἰῶνος, καὶ τὰ ἐν ἐσχάτοις ἐσόμενα καιροῖς, ὅτι τῶν ἰδίων ἀπολήψονται πόνων τοὺς μισθοὺς, καὶ τῆς εἰς Χριστὸν εὐσεβείας ἀντικομιοῦνται τὴν ἀμοιβήν. οὐκοῦν δίκαιοί τε καὶ φίλοι Θεοῦ χρηματιοῦμεν, καθάπερ Ἁβραάμ. ἀρχαιοτέρα δὲ σφόδρα τῆς νομικῆς πολιτείας ἡ εὐαγγελικὴ, τουτέστιν, ἡ διὰ πίστεως καὶ φιλίας Θεοῦ, ἐν πρώτῳ μὲν τότε διαπεπλασμένη τῷ Ἁβραὰμ, ὡς ἐν ἀρχῇ τοῦ κατὰ σάρκα γένους, τουτέστι τοῦ Ἰσραήλ· ἐρχομένη δὲ νυνὶ, καθάπερ ἐκ τύπου πρὸς ἀλήθειαν, πληρουμένη τε καλῶς ἐν αὐτοῖς τοῖς ἁγίοις μαθηταῖς, ὡς ἐν ἀπαρχῇ τοῦ κατὰ πνεῦμα γένους, τοῦ καὶ περιποιουμένου εἰς περιποίησιν λαοῦ, ὃς καὶ ἔθνος ἅγιον καὶ βασίλειον ἱεράτευμα προσαγορεύεται· διὸ καὶ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Συναγωγὴν, διὰ τῆς τοῦ ψάλλοντος εἴρηται φωνῆς Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. καίτοι γὰρ ὄντες υἱοὶ τῆς Ἰουδαίων συναγωγῆς οἱ θεσπέσιοι μαθηταί· ἔθεσι γὰρ ἀνετράφησαν τοῖς Μωυσαϊκοῖς·
γεγόνασιν εἰς πατέρας, τὴν τοῦ Ἁβραὰμ ἐπέχοντες τάξιν, καὶ γένους ἀρχὴ κατέστησαν τοῦ πνευματικοῦ, ἄρχοντές τε διὰ τοῦτο κεχειροτόνηνται κατὰ πᾶσαν τὴν οἰκουμένην ἱερουργοῦντες τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καθάπερ ἐκεῖνος ἐν τύπῳ Χριστοῦ τὸν Ἰσαάκ. ταῦτά φαμεν, οὐχὶ τῆς ὀφειλομένης αὐτῷ καὶ πρεπούσης δόξης ἔξω τιθέντες τὸν μακάριον Ἁβραὰμ, ἀλλ’ ὡς ἐν τύπῳ δεικνύοντες ἐν αὐτῷ τὰ ἐν ἐσχάτοις καιροῖς οἰκονομηθέντα διὰ Χριστοῦ. παρέπεται τοίνυν καὶ συνέζευκταί πως τῇ διὰ πίστεως ἐλευθερίᾳ, τὸ τῆς πρὸς Θεὸν φιλίας ἀξίωμα, ὅπερ ὤφθη μὲν ἐν πρώτῳ τότε τῷ Ἁβραάμ· νυνὶ δὲ πάλιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις μαθηταῖς. παρακομίσαι δέ πως ἐπὶ τὸ ταῦτα χρῆναι λέγειν ἡμᾶς ὁ θεσπέσιος Παῦλος, οὐ μετρίως τοῖς Ἰουδαίοις φιλονεικῶν, ὅτι· τῆς κατὰ νόμον δικαιοσύνης πρεσβυτέρα λίαν ἐστὶν ἡ ἐκ πίστεως. ὅτε γὰρ τὸν τῆς κατὰ σάρκα περιτομῆς ἐποιεῖτο λόγον, οὐχ ἑτέρου τινὸς χάριν δεδόσθαι ταύτην διισχυρίσατο τῇ τοῦ γένους ἀπαρχῇ, τουτέστι τῷ Ἁβραὰμ, ἢ τοῦ γενέσθαι σημεῖον καὶ σφραγῖδα τῆς ἐν ἀκροβυστίᾳ πίστεως.
PG 74:389εἰ δὲ πρὸ νόμου ἡ ἀκροβυστία μεθ’ ἧς καὶ ἡ πίστις, μετὰ δὲ τὸν νόμον ἡ περιτομὴ τὸ ἐκ πίστεως οὐκ ἔχουσα καύχημα, πεπίστευκε δὲ Ἁβραὰμ ἐν ἀκροβυστίᾳ· πῶς οὐ πρεσβυτέρα τῆς ἐν νόμῳ πολιτείας ἡ διὰ πίστεως ἔσται δικαιοσύνη, δικαιουμένων τε καὶ ἐλευθερουμένων διὰ τῆς εἰς Θεὸν φιλίας, καθάπερ Ἁβραάμ; οὕτω γὰρ ἔσται καὶ πατὴρ πολλῶν ἐθνῶν, ἐξ ἐπαγγελίας, οὐ κατὰ σάρκα. καὶ ταῦτα νυνὶ χρησίμως εἰρήκαμεν, διὰ τὸ φάναι τὸν Κύριον Οὐκέτι λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μου ἐστὲ, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀνήγγειλα ὑμῖν. «Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ τέθεικα ὑμᾶς ἵνα ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν.» Οὔτε τοῖς ἄγαν δυσαχθεστέροις καταφορτίζεσθαι λόγοις τοὺς ἁγίους ἐφίησι μαθητὰς, τὸ πολὺ νενευκὸς εἰς ἀσθένειαν τῶν ἀνθρωπίνων λογισμῶν οὐκ ἀγνοήσας, ὡς Θεὸς, οὔτε μὴν ταῖς ὑπερμέτροις θυμηδίαις ἐᾷ διακεῖσθαι πρὸς τὸ εὐόλισθον· νόσημα γάρ πως καὶ τοῦτο πικρόν·
μίαν δὲ ὥσπερ ἐξ ἀμφοῖν διακεράσας μεσότητα, ποδηγεῖ καθηκόντως εἰς ἀσφαλῆ τρίβον, καὶ πολιτείας αὐτοῖς τῆς ἑδραιοτέρας, καὶ σφαλερότητος ἁπάσης ἀπηλλαγμένης ἐνεργάζεται γνῶσιν. διαρκέστατα τοίνυν αὐτοὺς τοῖς εἰς παράκλησιν ἐπαλείψας λόγοις, καὶ ἐφ’ οἷς ἦν εἰκὸς καταστυγνάσαι πρέπειν, χαίρειν ἀναπείσας ἐξ ἀντιστροφῆς, ταῖς εἰς φιλεργίαν ἐντολαῖς παραθήγει πάλιν εἰς εὔτολμον φρόνημα, καὶ διὰ πάσης ἰόντας σπουδῆς καὶ τὸν ἐξαίρετον εἰς φιλαλληλίαν ἐπιτηδεύοντας τρόπον, ὠφελεῖν κελεύει τοὺς ἀπίστους ἔτι, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις τε καὶ πράγμασι σαγηνεύειν ἐπείγεσθαι τοὺς πεπλανημένους, εἰς τὸ θέλειν διὰ πίστεως κολλᾶσθαι Θεῷ. Ἑαυτὸν τοιγαροῦν εἰκόνα καὶ τύπον τοῦ πράγματος παραθεὶς, καὶ παρενεγκὼν εἰς μέσον τὸ εἰς αὐτοὺς ἤδη τετελεσμένον αὐτῷ, μιμεῖσθαί τε πείθει τὸν διδάσκαλον, καὶ τοῖς ἴσοις διαλάμπειν αὐτοὺς κατορθώμασι, λέγων Οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ’ ἐγὼ ὑμᾶς ἐξελεξάμην, καὶ τὰ τούτοις ἐφεξῆς. ἐννόει γὰρ λέγοντα τυχόν Περιζώσασθε τὴν εἰς ἀλλήλους ἀγάπην, ὦ μαθηταί·
ταῦτα γὰρ δήτοι φρονεῖν τε καὶ δρᾶν εἰς ἑτέρους ὀφείλετε καὶ ὑμεῖς αὐτοὶ, καὶ διὰ συντόνου σπουδῆς ἐργάζεσθαι φιλεῖν, ἅπερ εἰς ὑμᾶς ἐγὼ τετέλεκα φθάσας. ἐγὼ γὰρ ἐξελεξάμην ὑμᾶς· οὐκ ἐμὲ μᾶλλον ὑμεῖς. ἐγὼ προσηγαγόμην καὶ γνώριμον μὲν οὐκ εἰδόσι κατέστησα δι’ ὑπερφυᾶ γαληνότητα, εἰς ἑδραίαν δὲ οὕτως ἀνεκόμισα γνώμην, ὥστε ὑμᾶς ἀνάγειν, τουτέστιν, ἀεὶ πρὸς τὸ μεῖζον ἐκτείνεσθαι καὶ καρποφορεῖν δύνασθαι τῷ Θεῷ. διά τε τούτου πρὸς τοσαύτην ἴοιτε παῤῥησίαν, ὥστε καὶ ὅ τι ἂν αἰτῆτε λοιπὸν ἐπὶ τῷ ὀνόματί μου, τοῦτο καὶ λαβεῖν. οὐκοῦν ἐπείπερ τῶν ἐμῶν κατ’ ἴχνος βαίνετε λόγων τε καὶ διοικήσεων, καὶ τὴν τοῖς γνησίοις πρέπουσαν μαθηταῖς περιζώσασθαι γνώμην, οὐκ ἀνακόπτειν ἀκόλουθον περιμένοντας ἁπλῶς τὸν εἰς πίστιν αὐτόμολον, καὶ αὐτόκλητον εἰς εὐσέβειαν· ἑαυτοὺς δὲ μᾶλλον τοῖς ἀγνοοῦσιν ἔτι καὶ πλανωμένοις προσάγειν χειραγωγοὺς, καὶ προσκομίζειν καὶ τοῖς οὔπω μαθεῖν ἑλομένοις τὸ σωτήριον κήρυγμα, παρακαλεῖν τε προθύμως πρὸς τὴν τῆς ἀληθοῦς θεογνωσίας ἰέναι κατάληψιν, κἂν ἀποτραχύνηταί πως εἰς ἀπείθειαν τῶν ἀκουόντων ὁ νοῦς.
PG 74:391εἶεν γὰρ ἂν οὕτω καὶ αὐτοὶ καθ’ ὑμᾶς, τουτέστι, προκόψουσι καὶ ἀπελεύσονται ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εἰς καρποφορίαν τὴν ἐν Θεῷ, ὡς καρπὸν μὲν ἔχειν τὸν ἀεὶ μένοντα καὶ σωζόμενον, προσευχὴν δὲ οὕτω δεκτὴν, ὡς ὅπερ ἂν βούλωνται λαβεῖν, εἰ μόνον αἰτοῖεν ἐπὶ τῷ ὀνοματί μου. Οὐκοῦν· χρῆναι γὰρ πάλιν, ὡς ἐν ὀλίγοις συνελόντα τὸν τοῦ προκειμένου σκοπὸν, σαφῆ καταστῆσαι τοῖς ἀκροωμένοις· τοιαύτην ἔχειν εἰς ἑτέρους ἀναπείθει τοὺς μαθητὰς τὴν ἀγάπην, καὶ τοιαύτην αὐτοὺς ἐπιτηδεύειν θέλει τὴν προθυμίαν εἰς τὸ μηδαμόθεν κατοκνεῖν τὰς τῶν οὔπω πεπιστευκότων ψυχὰς φιλοθηρεῖν εἰς εὐσέβειαν, ὁποίαν περ φθάσας αὐτὸς εἰς ἡμᾶς ἤτοι πρὸς αὐτοὺς ἐνεδείξατο. ὅτι γὰρ αὐτὸς ἐπελέξατο τοὺς μαθητὰς οὐκ ἀμφίβολον, καὶ περιττὸν οἶμαι λέγειν, ὅπως τε καὶ τίνα τρόπον ἡ ἑκάστου γέγονε κλῆσις· πλὴν ὅτι τοιοῦτον ὠδίνει τὸν σκοπὸν τοῦ Σωτῆρος ὁ λόγος, ὁποῖον ἔφην ἀρτίως, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει τὰ ἐφεξῆς· ταῦτα γάρ φησι λελάληκα ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους. ἢ γὰρ οὐχὶ τῆς ἀνωτάτω πασῶν ἀγάπης ἔργον εἶναι δώσομεν τὸ ἐπιλέξασθαί τε καὶ καλέσαι πρὸς ὑπακοὴν τῷ Θεῷ τοὺς ἀπίστους ἔτι καὶ πλανωμένους;
ἀλλ’ ἔστιν οὐκ ἀμφίβολον. ὃ καὶ δρᾶν ἠπείγετο λέγων ὁ Παῦλος Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· καὶ μὴν ὁ Πέτρος τοῖς Ἰουδαίοις δήμοις ἐν παῤῥησίᾳ λαλῶν Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ὁρᾷς ὅπως μὲν καὶ τοῖς οὔπω πεπιστευκόσιν ὑπαντῶσι μὲν προθυμότατα, τὸν δὲ οὔπω ζητηθέντα προκομίζουσι λόγον, οὐ τοῖς ἀγνοοῦσιν αὐτοῖς ἐπιτρέποντες τὸ χρῆναι πρώτους αὐτοὺς ἐπιλέγεσθαι διδασκάλους, ἀλλὰ φθάνοντες εἰς τοῦτο καὶ τὸν οὔπω μαθεῖν τι τῶν ἀναγκαίων ἐθέλοντα. Ἐπειδὴ δὲ τοῖς τοῦ Σωτῆρος ἡμῶν πρόσκειται λόγοις τό Ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ· τί ποτε ἄρα καὶ τοῦτο δηλοῖ ζητῆσαι προσήκει. τί γὰρ ἂν νοοῖτο καὶ πῶς τὸ λέγειν, ὅτι μένει τῶν μαθητῶν ὁ καρπός; οἶμαι τοίνυν, ὅτι καρπὸν μένοντά φησιν ὁ Σωτὴρ, τὸν διὰ τῆς εὐαγγελικῆς παιδεύσεως, καὶ οὐχὶ τῆς ἐν νόμῳ δικαιοσύνης. πεπαλαίωται γὰρ ἐκείνη διὰ τὸ μηδὲν δύνασθαι πληροῦν.
PG 74:393τετελείωκε γὰρ ὁ νόμος οὐδὲν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀντανέθαλε δὲ ὥσπερ καὶ ἀντανέκυψεν ἡ καινὴ, παλαιοῦσά τε τὴν πρώτην καὶ ἀφανίζουσα, καὶ τὸν ἀληθῶς μένοντά τε καὶ σωζόμενον εἰσφέρουσα καρπόν. τοιγάρτοι καὶ Παῦλος ἡμῖν ὁ θεσπέσιος προσλαλῶν, ἥδιστά τε καὶ εὐμενῶς τὴν ἐν νόμῳ δικαιοσύνην ἐζημιῶσθαί φησιν, ἵνα κερδάνῃ Χριστὸν, τουτέστι, διὰ πίστεως τῆς εἰς αὐτὸν, δικαιοσύνην καὶ καρποφορίαν εὐαγγελικήν· διαμενεῖ γὰρ ὁ τοιοῦτος καὶ διηνεκὴς ἔσται καρπὸς, πληρεστάτην εἰς εὐσέβειαν τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀποτελεῖν δυνάμενος. οὐ γὰρ τοῖς εὐαγγελικοῖς κηρύγμασι καινή τις ἑτέρα παρεισδραμεῖται παίδευσις παλαιοῦσα τὴν πρώτην· καθάπερ ἀμέλει γέγονεν ἐπὶ τῆς διὰ Μωυσέως ἐντολῆς, ἀλλ’ εἰς αἰῶνα στήσεται τοῦ Σωτῆρος ὁ λόγος, καθά που καὶ αὐτός φησιν Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. «Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκε.» Τῆς τῶν ἰατρῶν ἐμπειρίας καὶ ἐξαιρέτου τέχνης, οὐδὲν οἶμαι παντελῶς ἀποδέουσαν τὴν τοῦ Σωτῆρος εὑρήσομεν μέθοδον, ἣν ἐφ’ ἑκάστῳ ποιεῖται πράγματι, πανταχόθεν τὸ λυσιτελὲς τοῖς ἀκροωμένοις ἀεὶ μηχανώμενος.
οἱ μὲν γὰρ τὴν ἐσομένην ἔσθ’ ὅτε ἐν τοῖς σώμασι τῶν παθῶν δυστροπίαν ἀνασειράζουσι ταῖς ἀπὸ τῆς τέχνης ἐπαγωγαῖς· ὁ δὲ τὴν εἰς τὸ πρόσω πάροδον ἀποφράττει τοῖς κακοῖς, προφυλακτικαῖς ὥσπερ τισὶ προανατειχίζων ἐντολαῖς τὴν ἑκάστου ψυχήν. ἐπειδὴ τοίνυν ἔμελλον οὐκ ἐφ’ ἑνὸς ἔθνους τυχὸν, ἀλλ’ οὐδὲ ἐπὶ χώρας μιᾶς προεδρεύειν οἱ μαθηταὶ, καθηγήσασθαι δὲ μᾶλλον ἁπάσης τῆς ὑφ’ ἡλίῳ, καὶ τοῖς κατὰ πᾶσαν τὴν οἰκουμένην τὸν εὐαγγελικὸν καὶ θεῖον διακηρῦξαι λόγον, παρατρέπειν τε τοὺς ἀκροωμένους ἐπὶ τὸ μόνῳ τῷ Θεῷ δοκοῦν, καὶ μεταθήσειν ἐξ ἁμαρτίας ἐπὶ τὸ βούλεσθαι δρᾶν τὰ αὐτοῖς πρέποντα, καὶ κανόνα τῆς ἑαυτῶν ζωῆς ποιεῖσθαι τὸν νόμον, φημὶ δὲ τὸν εὐαγγελικὸν, ἀναγκαίως αὐτοῖς παρ’ οὐδὲν ποιεῖσθαι κελεύει τὸ παρὰ τοῦ κόσμου μισεῖσθαι, τουτέστι, παρὰ τῶν φρονούντων τὰ ἐν κόσμῳ, καὶ φιληδόνως τε καὶ ἀσεβῶς ζῆν ἑλομένων. καὶ τίς ἂν εἴη πάλιν ὁ τούτου λόγος; ἆρα γὰρ, εἰπέ μοι, φήσειεν ἄν τις τυχὸν, τὰ τοιαῦτα τοῖς ἑαυτοῦ μαθηταῖς διακελεύεσθαι δεῖν ἐδοκίμασεν ὁ Χριστὸς, ἐπωφελές τι χρῆμα τὸ μισεῖσθαι δεικνὺς, ἀδιακρίτως τε καὶ ἐπ’ οὐδενὶ τυχὸν τῶν ἀναγκαίων εἰς ὄνησιν; ἄπαγε τῆς ἀμαθίας·
οὐ γὰρ ἂν εἰς τοῦτο διώλισθεν ὁ λόγος αὐτῷ· τὸ μισεῖσθαι δὲ οὐχ ἁπλῶς οὐ σφόδρα φυλάττεσθαι παρὰ παντὸς συμβουλεύει, διωρισμένως φησὶν ἄριστά τε καὶ διακεκριμένως Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, τουτέστιν, εἰ καὶ μέλλοιεν ὑμᾶς διὰ μίσους ἔχειν οἱ τὰ ἐν κόσμῳ τετιμηκότες, καὶ μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, ἴστε δὴ τότε, φησὶ, προπεπονθότα τοῦτο τὸν Διδάσκαλον. ὅτι δὲ τοῖς τῶν καλλίστων εἰσηγηταῖς οὐ μετρίαν οἴσει τὴν ὄνησιν τοῦ Σωτῆρος ἡ ἐντολὴ, κατίδοι τις ἂν εὖ μάλα ῥᾳδίως, εἰ τῇ τῶν πραγμάτων ἐνορῴη φύσει. φίλον μὲν γάρ πως ἀεὶ, μᾶλλον δὲ ὡς ἐπίπαν ἐσπουδασμένον τοῖς τῶν αἰσχίστων ἐρασταῖς, καὶ τοῖς εἰς ἄκρον ἥκουσι βδελυρίας κοσμικῆς, παρακρούεσθαι μὲν ὡς δυσαχθῆ καὶ ἀλλόκοτον τὸν σωφρονίζοντα λόγον, ἐπιφύεσθαι δὲ τοῖς εἰσηγεῖσθαι σπουδάζουσι τὰ τῶν μαθημάτων ἄριστα καὶ τὰ δι’ ὧν ἀμείνους ἔσονται ἢ πρότερον ἦσαν, μόναις ταῖς ἰδίαις ἡδοναῖς τὸ κρατεῖν ἐπιτρέψαντες. ἀλλὰ γὰρ μικροῦ μέ τι τῶν ἀναγκαίων παρελάσαν ᾤχετο, καίτοι ταῖς τῶν προκειμένων θεωρίαις ὅτι μάλιστα πρέπον τε καὶ χρεωστούμενον.
PG 74:395Ἰουδαῖοι μὲν γὰρ μόνῳ τῷ Μωυσαϊκῷ προσεδρεύοντες γράμματι, καὶ τοῖς ἐν τύπῳ τετελεσμένοις μέχρι καιροῦ διορθώσεως τὸν οἰκεῖον ἐνιδρύσαντες νοῦν, τῆς εὐαγγελικῆς παιδεύσεως οὐδένα μὲν τὸ παράπαν ἐποιοῦντο λόγον, τοὺς δέ γε πρεσβευτὰς, φορτικοὺς ἡγεῖσθαι μᾶλλον τῶν σφόδρα πολεμιωτάτων ᾤοντο δεῖν· οἱ δὲ τὴν ἑτέραν μετιόντες πλάνησιν, καὶ τὴν ἄῤῥητον τοῦ Θεοῦ δόξαν περιτιθέντες τῇ κτίσει, φημὶ δὲ τοὺς ἐξ ἐθνῶν, οὐ λίαν ἀσμένως τὸν καταλαμπρύνειν αὐτοὺς εἰδότα παρεδέχοντο λόγον. ἐντετηκότες γὰρ ὥσπερ τοῖς ἀρχαίοις κακοῖς, φιλαιτάτην ἐποιοῦντο τὴν ἀμαθίαν, καὶ συντρόφου νοσήματος ἀποφοιτᾶν ἦσαν ὅτι μάλιστα δυσοκνότατοι. οὕτω τοιγαροῦν τῆς τῶν πραγμάτων ἐχούσης φύσεως, τίς ἂν ἐνδοιάσαι λοιπὸν ὡς ἔμελλον ἔσεσθαι τοῦ Σωτῆρος οἱ μαθηταὶ, στυγητοὶ μὲν τοῖς Ἰουδαίοις, διεπτυσμένοι δὲ παρὰ τοῖς τὴν Ἑλλήνων νοσοῦσι πλάνησιν· ἥκιστα δὲ ἡδεῖς, μᾶλλον δὲ δυσαχθέστατοι τοῖς φιληδονεῖν ἑλομένοις, καὶ τὸν ἐξίτηλον ἐν τρυφαῖς τετιμηκόσι βίον;
ἀλλ’ εἴπερ ἔμελλον τοῦ Σωτῆρος οἱ μαθηταὶ, τὸ μὲν ὑπό του μισεῖσθαι τυχὸν τῶν ἤδη κατειλεγμένων ποιεῖσθαι φορτικὸν, ζηλοῦν δὲ μᾶλλον ἐπείγεσθαι καὶ φιλοθηρεῖν ἐκτόπως καὶ τὴν παρὰ τῶν τὰ τοιαῦτα νοσούντων ἀγάπησιν, πῶς οὐ πᾶσι προδηλότατον, ὡς οὐκ ἂν ἐγένοντο περιφανεῖς, οὐδενὶ τὸ παράπαν τὸν ὠφελεῖν ἰσχύοντα προϊσχόμενοι λόγον, κομψείαις δὲ μᾶλλον ἐπιδιδόντες τὰ φρονήματα, καὶ τὸν μὲν ἐκ παῤῥησίας τῆς κατὰ Θεὸν συστείλαντες ἔλεγχον, τὸ γεμὴν ἑκάστῳ μᾶλλον ἡδὺ λαλοῦντές τε καὶ εἰσηγούμενοι; Ἀναγκαία τοιγαροῦν ἡ παραίνεσις τοῦ μὴ σφόδρα φιλεῖσθαι ζητεῖν, ποιεῖσθαι δὲ παρ’ οὐδὲν τὸ καὶ διὰ μίσους ἰέναι τισὶν, ἔστ’ ἂν αὐτοῖς τὸ ἐκ τῆς νουθεσίας ὑπάρχοι χρήσιμον. τοῦτό τοι καὶ Παῦλον δεδρακότα θεωρήσομεν καὶ εἰρηκότα σαφῶς Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀρέσκειν ἀνθρώποις ἤθελον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. ἐπιτιμήσας δὲ πάλιν τῶν ἐν Κορίνθῳ τινὶ, ἀφορήτως τε λίαν ἀπηλγηκότα τοῦτον μαθὼν, φησίν Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
ἔσται τοιγαροῦν οὐδαμόθεν ἀμφίλογον, ὡς κολακεύσει μὲν τὸν κόσμον ἤπερ ὀνήσει μᾶλλον ὁ καθ’ ἡδονὴν τοῖς ἀκροωμένοις ἐσόμενος λόγος, καὶ οὐχὶ τὴν τοῦ συμφέροντος γνώμην παρατιθείς· ὁ δὲ τοῖς τοῦ Σωτῆρος πειθόμενος λόγοις, οὐχὶ τοῦτο πρεσβεύσει· πόθεν; προελεῖται γὰρ μᾶλλον τὸ ἀρέσκειν αὐτῷ, καὶ πνευματικὸν ἡγήσεται πλοῦτον καὶ τὸ μισεῖσθαι λοιπὸν παρὰ τῶν ἡγεῖσθαι πολεμιωτάτην τὴν ἀρετὴν ἑλομένων. Ὅταν τοίνυν, φησὶ, ταῖς ὑμετέραις εὐδοκιμήσεσιν ἀντιπράττειν ἔσθ’ ὅτε ὁρῷτο κεκινημένον τὸ μισεῖσθαι παρὰ τοῦ κόσμου· νικάσθω, καὶ τοῦτο διαῤῥίπτεσθαι τὸ παραπόδισμα, διὰ τοῦ μὴ λίαν ἐφήδεσθαι ταῖς τῶν ἀγαπώντων αὐτὸν τιμαῖς, εἰ μὴ τοῦ πεφυκότος ὠφελεῖν ἀνέχοιντο λόγου· ὁράσθω δὲ μηδαμῶς τὸ μισεῖσθαι φορτικὸν, ἐμοῦ τοῦτο προπεπονθότος. εἰμὶ δὲ δηλονότι Κύριος καὶ διδάσκαλος. ὅτι δὲ ἐπ’ ὀλέθρῳ τῆς ἑαυτῶν κεφαλῆς καὶ αὐτὸν μεμισήκασι τὸν Χριστὸν, οἱ τὰ ἐν κόσμῳ φρονεῖν ᾑρημένοι, καὶ τῶν οὐρανίων ὑπερφρονήσαντες ἀγαθῶν, οὐκ ἔργον οἶμαι δεικνύειν.
ἔφη γὰρ αὐτὸς ἐν τοῖς εὐαγγελίοις πρός τινας Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστι. τύπον οὖν ἄρα τοῖς ἁγίοις ἀποστόλοις τὰ καθ’ ἑαυτὸν κἀν τούτῳ δὴ πάλιν παραθεὶς, ἰχνηλατεῖν κελεύει καὶ τὴν ἐπὶ τούτοις ὁδὸν, ὅτε καὶ διαῤῥήδην ἔλεγεν ἑτέρωθί ποι πάλιν Μακάριοί ἐστε ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ εἴπωσι πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. «Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.» Ἐλαφρὸν ἐκ τέχνης καὶ τὸ πάντων ὅτι μάλιστα δυσαχθέστατον, καὶ ἐφ’ ᾧπερ ἦν εἰκὸς οὐ μετρίως δυσχεραίνειν, παραδόξως ἥδεσθαι ποιεῖ. φορτικὸν μὲν γὰρ ὄντως τὸ μισεῖσθαι πρός τινων, διὰ τὰ ἐντεῦθεν ἔσθ’ ὅτε διεκκύπτοντα βλάβη καὶ ἀδοκήτους ἐπιβουλὰς, ἀλλ’ ἡδὺ καὶ τοῦτο διὰ Θεὸν, καὶ ὅταν συμβαίνῃ δι’ εὐσέβειαν, ἀπόδειξιν ἐναργεστάτην εἰσφέρει τοῦ μὴ εἶναι κοσμικὸν, τὸν ἐφ’ ᾧπερ ἂν πράττοιτο παρά τινων.
PG 74:397ὥσπερ γὰρ σωμάτων, οὕτως οἶμαι καὶ τρόπων συγγενείας εὑρήσομεν, καὶ τῶν ἐθῶν ἡ ταυτότης, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν ὁμοιότης, τὴν ἐξ αἵματος ἀγχιστείαν ὑποδραμεῖν ἱκανή· Πᾶν γὰρ ζῷον ἀγαπῶν τὸ ὅμοιον αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ· τῆς δὲ ὁμοηθείας δηλονότι τὸν τῆς εἰς ἀλλήλους ἀγάπης ἀνανεούσης νόμον, ἅγιος μὲν ἁγίῳ συνδιαιτήσεται, καὶ λίαν ἡδέως ἔσεται κατὰ ταὐτὸν καὶ συνέσται φιλοφρόνως· βεβήλῳ δὲ πάλιν ὁ τοιοῦτος τὸν τρόπον. ταύτῃτοι καὶ νόμος ὁ διὰ Μωυσέως διαστολὴν ἐποιεῖτο τὴν ἀνὰ μέσον ἁγίου τε καὶ βεβήλου φημὶ, ἄμικτά πως ἀλλήλοις καὶ ἀσύγχυτα τὰ τοιαῦτα τηρῶν, κατά γε τὸν ἐν ἀγάπῃ λόγον· Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, καὶ πολεμεῖ πως ἀλλήλοις τὰ ἑτεροτροπεῖν ᾑρημένα, καὶ τὰ τοῖς εἰς τὸ ἐναντίον βλέπουσι διῳκισμένα θελήμασι μονονουχὶ καὶ ἀλλήλων κατηγορεῖ, ἑκατέρου τὸ οἰκεῖον θαυμάζοντος ἐπιτήδευμα. οὐκοῦν ἀνάγκη μισεῖσθαι τὸν φιλάρετον, δι’ ὧν αὐτὸς θαυμάζοιτο τὴν φαυλότητα διελέγχοντα, καὶ τὸ ἐν τοῖς πονηροῖς αἶσχος ἀπολευκαίνοντα, τῇ τῶν οἰκείων ἀντιπαραθέσει τρόπων·
παραδειχθέντος γὰρ τοῦ ἀγαθοῦ, πολλή πως ἀνάγκη τὸ φαῦλον ἀσχημονεῖν. διὰ ταύτην οἶμαι τὴν αἰτίαν τοῖς φιλαρέτοις ἐπιμεμήνασιν οἱ μὴ τὸν ἴσον αὐτοῖς ἐζηλωκότες τρόπον. οὐκ ἐᾷ τοιγαροῦν λυπεῖσθαι τοὺς μαθητὰς, κἂν ἀπηχθημένους ἑαυτοὺς ὁρῶσι τῷ κόσμῳ διὰ τὸ φιλάρετον καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν, χαίρειν δὲ μᾶλλον ἐκ τῶν ἐναντίων εἰσηγεῖται δεῖν, δεχομένους εἰς ἀπόδειξιν τοῦ παρὰ Θεῷ λαμπροὺς ἔσεσθαι καὶ λόγου παντὸς ἀξίους, τὸ μισεῖσθαι παρὰ τοῦ κόσμου. βλέπε γὰρ ὅπως σφαλερὸν ἀπέδειξεν, ὅπερ ἦν εἰκὸς ἑλέσθαι τυχὸν, τληπαθεῖν οὐκ ἀνεχομένους. τὸ μὲν γὰρ μισεῖσθαι παρά τινων, ἦν δήπου πάντως οὐχ ὁλοκλήρως ἀζήμιον· ἀλλ’ οὐκ ἔχει τὴν παραίτησιν ἐλευθέραν παρὰ Θεῷ, πολὺ δὲ δή τι τὸ κέρδος ἐν τῷ μᾶλλον ἐθελῆσαι παθεῖν αὐτό. εἰ γὰρ ὁ μισούμενος παρὰ τῶν τὰ ἐν κόσμῳ πεφρονηκότων, ὡς ἔξω κόσμου λελόγισται, τὸν ἄρα μὴ μισηθέντα, τοῖς τοῦ κόσμου κακοῖς συνδεῖσθαι λοιπὸν ἀνάγκη νοεῖν. Τί οὖν ἄρα διὰ τούτων ᾠκονόμησεν ὁ Χριστός;
PG 74:399τὸ ἐν παῤῥησίᾳ ποιεῖσθαι τὸν λόγον αὐτοὺς, καὶ μὴ αἰδοῖ τῇ περί τινας τῶν ἡμαρτηκότων, ἤγουν ἀπειθεῖν ἑλομένων τῷ θείῳ κηρύγματι, τὸν σωφρονεῖν ἀναπείθοντα διακωλύοντας λόγον, ἀνωφελήτους ἐᾶν τοὺς ἀκροωμένους, παριππεύοντας δὲ καὶ τὰ ἐκ τοῦ μισεῖσθαι πολλάκις ἐσόμενα βλάβη γοργῇ καὶ ἀνυποστόλῳ κεχρῆσθαι τῇ συμβουλῇ, μηδὲν τὸ παράπαν ὑφορωμένους, ἤγουν προὐργιαίτερόν τι λογιζομένους τοῦ δεῖν ἀρέσαι Θεῷ. ὃ δὴ καὶ Παῦλος ἄριστα κατορθῶν, οὕτω γράφει Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. οὐ γάρ ἐστιν οὐκ ἔστι πονηροῖς ἀρέσκειν καὶ Θεῷ· πῶς γὰρ ἂν ἴοι κατὰ ταὐτὸν ἀμφότερα, πολύ τι εἰς ἀνομοιότητα διῳκισμένης τῆς ἐν ἑκατέρῳ θελήσεως; ἡ μὲν γὰρ εἰς ἀρετὴν, ἡ δὲ εἰς φαυλότητα βλέπει. τὸν ἄρα μονοτρόπως ἐθέλοντα δουλεύειν τῷ Θεῷ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας οὐδὲν τιθέντα τὸ ἄμεινον, προσκρούειν ἀνάγκη τοῖς ἀγαπῶσι τὸν κόσμον, ὅταν ἀναπείθῃ φρονεῖν τὰ τῆς τοῦ κόσμου βδελυρίας ἐκφέροντα.
PG 74:401δυσφορώτατοι γὰρ τοῖς φιληδόνοις αἱ πρὸς ἕτερόν τι καλοῦσαι συμβουλαὶ, καθάπερ ἀμέλει καὶ τοῖς ὑπὸ τούτων τῶν παθῶν τὸ σῶμα διεφθαρμένοις τὰ ἐπωφελῆ καὶ δάκνοντα τῶν βοηθημάτων. «Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσι.» Προαποδείξας εὖ μάλα καὶ τὸ μισεῖσθαι καλὸν, εἴπερ εἴη καὶ τούτου καιρός· φορητὸν γὰρ ἄγαν, μᾶλλον δὲ τριπόθητον, ὅπερ ἂν συμβαίνῃ διὰ Θεὸν, παραποδισμάτων ἀμείνους ἐργάζεσθαι δυνάμενον· προσαναιρεῖ δὴ χρησίμως ὅπερ οἶδεν ὡς Θεὸς κατοκνήσειν ἀναπεῖθον αὐτοὺς πρὸς τὸ σφόδρα συντείνεσθαι θέλειν περὶ τὸ χρῆναι κηρύττειν τὸν οὐράνιον λόγον. ἑπόμενον γὰρ ἐπὶ πολὺ τοῖς εἰς τὸ διδάσκειν προκεχειρισμένοις τὸ ἀτιμάζεσθαι καὶ κινδυνεύειν, ὅταν οὐχ ἡδεῖς τοῖς νουθετουμένοις οἱ παρ’ αὐτοῖς εὑρίσκωνται λόγοι, συμβαίνοντός τε πρὸς τούτῳ καὶ τοῦ διώκεσθαι, μὴ παραδεχθέντος ἔσθ’ ὅτε τοῦ λόγου, εὐτρεπεῖς εἶναι καὶ πρὸς ταῦτα λίαν εὐχερεῖς καὶ προθύμως καὶ νεανικῶς διακελεύεται.
προμηνύει δὲ ὥσπερ πάντη τε καὶ πάντως ἐσομένων διὰ τὴν τῶν μελλόντων παιδαγωγηθήσεσθαι μοχθηρίαν. τοῦτο δὲ καὶ ἐν ἑτέροις ἐδήλου λέγων Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα. οἰκονομεῖ δὲ πανταχῆ, τὰ καθ’ ἑαυτὸν ἐν τούτῳ παραδεικνὺς, ἵνα μὴ μειζόνων ἐφιέμενοι, καθ’ ἕτερον τρόπον ἀσχημονοῦντες ἁλίσκωνται, ἀλλ’ ὥσπερ ἐξ ἀνάγκης κατόπιν τῆς τοῦ Κυρίου βαίνοντες δόξης τὸ μὴ ὑπὲρ αὐτὸν γενέσθαι σπουδάζωσι· τὸ μὲν οὖν ἀτιμασθήσεσθαι πάντως αὐτοὺς ὑποσημαίνει λέγων Οὐκ ἔστι δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ἐμὲ γὰρ, φησὶν, ἀχαλίνῳ μὲν κατεκρότησαν γλώττῃ, λοιδορίας τρόπον ἀνεπιτήδευτον οὐκ ἀφέντες οἱ δείλαιοι, δαιμονῶντα καὶ μέθυσον καὶ πορνείας ἐκάλουν καρπόν. ἀλλ’ οὐκ ἐζήτουν παραχρῆμα τὰς δίκας, ἀλλ’ οὐδὲ ταῖς παρ’ αὐτῶν λοιδορίαις καταδηχθεὶς, τὸν τοῖς ἀκροωμένοις σωτήριον ἀνέκαμψα λόγον. οὐκοῦν μὴ ζητείσθω παρ’ ὑμῶν τὸ μεῖζον ἀκαίρως, μηδὲ τῶν τοῦ Κυρίου κατασοβαρεύεσθε μέτρων, πρὸς τοσαύτην ἑαυτὸν δι’ ἡμᾶς καταβιβάσαντος τὴν ταπείνωσιν, διὰ τὸ πᾶσι λυσιτελές.
οὐκοῦν ἀμείνους ἐργάζεται καὶ τῆς ἐν λόγοις σκληρότητος καὶ τῆς τῶν φιλοψογεῖν εἰωθότων ἀνοσιότητος, καθάπερ ἀμέλει καὶ ὁ μακάριος προφήτης Ἱερεμίας πρὸς αὐτὸ δὴ τοῦτο γεγυμνασμένος ἔλεγεν Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. μειζόνως γεμὴν ὁ θεσπέσιος Παῦλος διαλάμψας ἐν αὐτῷ, καὶ πολὺ καταθλήσας τῆς τῶν ὑβριζόντων ἀνοσιότητος Λοιδορούμενοι, φησὶν, εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν. τὸ μὲν γὰρ τῶν τοιούτων κατανεανιεύεσθαι φιλεῖν, ἔργον ἂν γένοιτο διανοίας πτωχευούσης τῷ πνεύματι, κατὰ τὸ γεγραμμένον, καὶ μετρίῳ κομιδῇ κεκοσμημένης φρονήματι. φύεται γάρ πως καὶ καθάπερ ἐκ ῥίζης ἀνίσχει καλῆς, ἐν τούτῳ δὴ μάλιστα, τὸ μακρόθυμόν τε καὶ ἀνεξίκακον. τὸ δὲ ἀφορήτως ἔχειν εἰς λόγους τοὺς παροτρύνοντας, εἰς πᾶν ἢ καὶ ὁτιοῦν ἀτιμίας εἶδος τῆς παρά τινων, ἔνδειξιν ἂν ἔχοι σαφῆ λογισμοῦ φιλοκόμπου, καὶ τῆς ἐν κόσμῳ φιλοδοξίας οὐ λίαν ἀπηλλαγμένου φρονήματος. τί γὰρ ἂν δράσῃ τυχὸν, ἢ τί ὕβρις ἀδικήσῃ τὸν τῆς ἀτυφίας ἐραστήν; τῷ δὲ μὴ δόξης ἐφιεμένῳ κοσμικῆς, πῶς ἀνιαρὸν ἔσται τὸ λοιδορεῖσθαι πρός τινος;
Δόξης οὖν ἄρα ταυτησὶ τῆς εἰκαιοτάτης φημὶ καὶ τῆς ἐν κόσμῳ τετιμημένης ἄνω βεβηκότα τὸν νοῦν, καὶ τῶν τοιούτων ὑπεριπτάμενον ἔχειν, εἰκότως διακελεύεται· προεπινοεῖ δὲ ὥσπερ ἀναγκαίαν ἀσφάλειαν πρὸς τὸ δεῖν ἐθέλειν ἐν τούτοις ὁρᾶσθαι, καὶ καθάπερ αἰκίαν τὴν εἰς τοῦτο κατωθοῦντα τίθησι λογισμὸν, ὅπερ ἐλέγομεν ἐξ ἀρχῆς, τὸ κατόπιν ἰέναι τῆς τοῦ Κυρίου τιμῆς, ἥδιστα δὲ λίαν προσίεσθαι πᾶν ὅπερ ἂν ἴοι κατὰ καιρὸν, ἔστ’ ἂν αὐτοῖς τὸ εὐδοκιμεῖν ὑπάρχῃ διὰ Θεὸν, οὐ ταῖς ἀτιμίαις ὑπτιουμένους ὡς ὄκνον ἀνωφελῆ, οὐδὲ ὑπό του τυχὸν ἐπείπερ διαλελοιδόρηνται πικρῶς, τὴν ἐν τῷ διδάσκειν παῤῥησίαν ἀνασειράζοντας, καὶ τῶν θείων ἐνταλμάτων ὀλιγωρήσαντας, ἀντέχεσθαι δὲ μᾶλλον τῆς εἰς ἀδελφοὺς ἀγάπης, καὶ διὰ παντὸς ἐπείγεσθαι τρόπου τοὺς πλανωμένους ὠφελεῖν. Ἀναπείσας τοίνυν ὑπὸ πόδας τῆς προσκαίρου δόξης φείδεσθαι τῆς κοσμικῆς, ἕτερόν τι προσεπαγωνίζεται, χρήσιμόν τε καὶ ἀναγκαῖον. εἰ γὰρ ἐμέ φησιν ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι. καὶ συγγενῆ μὲν τοῖς πρώτοις ἔχει καὶ τοῦτο τὴν θεωρίαν. τληπαθεῖν δ’ οὖν ὅμως ἀναπείθει, καὶ τῶν ἔσεσθαι ἐν ἡμῖν προσδοκηθέντων διαλογισμῶν προαναιρεῖ τὴν ἀσθένειαν.
ἦν μὲν γὰρ οὐκ ἀμφίβολον, ὅτι ταῖς τῶν διωκόντων τὴν ἀλήθειαν περιπταίοντες ὀργαῖς τοῦ Σωτῆρος οἱ μαθηταὶ, τοῖς ἐκ τοῦ διώκεσθαι περιπεσοῦνται δεινοῖς· ἀλλ’ ἦν δή που καὶ μάλα εἰκὸς λογίζεσθαι, ὅτι τὸν ὑπὲρ τῆς δόξης Χριστοῦ ποιούμενοι λόγον, πάντως που πλουσίας τῆς παρ’ αὐτῆς μεθέξουσι φειδοῦς, ὡς μηδὲν ὅλως τὸ παραποδίζον ὁρᾶσθαι πρὸς τὴν οὕτως ἀξιάγαστον προθυμίαν αὐτῶν, θορύβου δὲ παντὸς καὶ κινδύνου ὁρᾶσθαι κρείττονας, ὑπομένοντας δὲ τὸ παράπαν οὐδὲν τῶν ὅσα πέφυκε λυπεῖν, ἐντρυφῶντας δὲ μᾶλλον ταῖς παρὰ πάντων τιμαῖς, ἅτε δὴ καὶ τὸν σωτήριον αὐτοῖς πρεσβεύοντας λόγον. καὶ ἦν μὲν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος, τὸ τὰ τοιαῦτα προσδοκᾶν καὶ ἐν τούτοις εἶναι ζητεῖν τοὺς οἵ γε καλεῖν σπουδάζουσιν εἰς αἰώνιον ζωὴν, πρόξενοί τε τῶν παρὰ Θεοῦ χαρισμάτων τοῖς ἀκροωμένοις ηὑρίσκοντο.
PG 74:403ἀλλ’ ἑκάστου τῆς ἰδίας προαιρέσεως τὴν ῥοπὴν ἐφ’ ὅπερ ἂν βούλοιτο διιθύνοντος, παρατρέποντός τε πρὸς τὸ αὐτῷ θελητὸν καὶ ἡδέως πως ἔχον, ἀναδειχθήσεσθαι μᾶλλον ἔδει, καὶ τοὺς τῇ ἀληθείᾳ φρονοῦντας τὰ ἐναντία, καὶ νενικημένους ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς, μάχεσθαι δεῖν ἐγνωκότας τοῖς οἵ γε καλοῦσιν ἔξω τῶν ἡδίστων αὐτούς. οὐ γὰρ θυμήρη τοῖς φιληδόνοις τὰ πρὸς τοῦτο βλέποντα μαθήματα. ἦν οὖν ἄρα λοιπὸν καθάπερ ἐξ ἀνάγκης ἀναδειχθήσεσθαι προσδοκᾶν, τοὺς οἵ γε ἐν τάξει πολεμίων γεγονότες, διώξουσί τε καὶ καταικίσονται καὶ πᾶν εἶδος ἐπινοήσουσι πειρασμῶν. Ἀνδρείως οὖν ἄρα καὶ πρὸς τοῦτο ἔχειν αὐτοὺς διακελεύεται Χριστὸς, οὐκ ἀποφήσας ὅτι συμβήσεται· διὰ δὲ τοῦ χρῆναι μᾶλλον ὁρᾶσθαι νεανικοὺς ἐπιτάττειν, προκηρύττων ὅτι παρέσονται. εἰ γὰρ ἐμέ φησιν ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν. ἴσον ὡς εἰ ἔλεγεν Ἐγὼ τῶν ὅλων ὁ ποιητὴς, ὁ πάντα ὑπὸ χεῖρα ἔχων, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, οὐ χαλινὸν ἐπέθηκα τοῖς θυμοῖς, οὐδὲ καθεῖρξα καθάπερ αἰκίαις τὸ ἑκάστου κίνημα τῶν ἀκροωμένων· ἐφῆκα δὲ μᾶλλον τῇ ἑκάστου προαιρέσει τὸ ἑλέσθαι τὸ δοκοῦν, δρᾶσαι δὲ ὅτι περ ἂν βούλοιντο·
καὶ γοῦν διωκόμενος ἐκαρτέρουν, καίτοι τοῦ διακωλῦσαι ἔχων τὴν ἐξουσίαν. ὅταν οὖν ἄρα διώκησθε καὶ αὐτοὶ, διακαρτεροῦντες παραχρῆμα τὴν τῶν μισούντων ἀποτροπὴν, μηδὲ δυσφοροῦντες ἄγαν ἐπὶ ταῖς ἀχαριστίαις τῶν ὠφελουμένων, κατόπιν τῆς ἐμῆς ἰόντες οἰκονομίας, διὰ τῶν αὐτῶν ἔρχεσθε θελημάτων, ἵνα καὶ τῆς ὁμοίας μετάσχητε δόξης. οἱ γὰρ συμπάσχοντες καὶ συμβασιλεύσουσι. Προσθεὶς δὲ καὶ τρίτον Εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀθύμως ἔχειν οὐκ ἐᾷ μὴ παραδεχθείσης αὐτῶν τῆς διδασκαλίας ἔσθ’ ὅτε. ποιεῖ δὲ σφόδρα καὶ τοῦτο καλῶς. οἴεται μὲν γὰρ ὁ πρὸς τοῦτο προκεχειρισμένος, ὅτι πόνων ὑπέστη ζημίαν εἰ μὴ βούλοιντό τινες τοῖς παρ’ αὐτοῦ πείθεσθαι λόγοις· τὸ δὲ οὐχ οὕτως ἔχει· μὴ γὰρ δή τις οἰέσθω, πόθεν; εἰρηκὼς γὰρ ἅπαξ καὶ τὴν τοῦ συμφέροντος γνώσιν ὁ σύμβουλος παραθεὶς, ὅπερ ἦν ἐν αὐτῷ τοῦτο καὶ δέδρακε· κείσεται τὸ λοιπὸν ἐν ταῖς τῶν ἀκροωμένων γνώμαις· τραπέσθαι γὰρ αὐτοὺς ἐφ’ ὅπερ ἕκαστος ἐθέλει ῥᾴδιον, ἢ πρὸς εὐπείθειαν ἢ τὸ ἐναντίον.
PG 74:405οὐκ ἀποκνητέον οὖν ἄρα τοῖς τῶν ἀρίστων εἰσηγηταῖς, τὸ καὶ τοῖς ἀπεγνωκόσι τὸν ὠφελεῖν δυνάμενον ἐνσπείρειν λόγον τῇ θείᾳ δυνάμει, καὶ τὰ ἡμῖν οὐκ ἐφικτὰ δύνασθαι κατορθοῦν μετὰ πίστεως ἀπονέμουσιν, ὃ δὴ καὶ γεγονὸς ἤτοι καλῶς ἐσχηματισμένον καὶ ἐν ταῖς τῶν ταλάντων διανομαῖς εὑρήσομεν. ὁ μὲν γὰρ εὑρίσκεται δέκα λαβὼν, ὁ δὲ πέντε, ὁ δὲ δύο, καὶ πρὸς τούτοις ἔτι τὸ ἓν, ὃς δὴ καὶ ἐμπορεύσασθαι παραιτούμενος, κατέχωσε μὲν τὸ τάλαντον εἰς τὴν γῆν· ἤκουσε δὲ διὰ τοῦτο Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ὅνπερ γὰρ τρόπον οἱ πρὸς τὰ τῆς γηπονίας ἔργα γεγυμνασμένοι, καὶ τοῦτον ἔχοντες τὸν σκοπὸν, ἀνατέμνοντες τοῖς ἀρότροις τὴν γῆν, εἶτα τῷ βώλῳ τὸν σπόρον ἐγχώσαντες, οὐκέτι ταῖς ἑαυτῶν ἐμπειρίαις ἀπονέμουσι τὰ λοιπὰ, τῇ δὲ θείᾳ μᾶλλον ἐπιτρέπουσι δυνάμει καὶ χάριτι, τὸ ῥιζῶσαί φημι τὸ καταβληθὲν καὶ εἰς καρπὸν ἀναθρέψαι τὸν τέλειον· οὕτως οἶμαι δεῖν τὸν τῶν βελτίστων εἰσηγητὴν διανέμειν μόνως τὸν λόγον, ἐφεῖναι γεμὴν τὰ λοιπὰ τῷ Θεῷ.
Φάρμακον οὖν ἄρα μικροψυχίας τε καὶ ἀκηδίας λυτικὸν ἐπάγει τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Σωτὴρ, καὶ τὴν ἐπὶ τούτῳ παραίνεσιν. μὴ γὰρ δὴ κατοκνεῖν, φησὶν, ἕλεσθέ ποτε διδάσκειν ἔτι, καὶ εἰ τῶν ἅπαξ νενουθετημένων τινὲς οὐδένα ποιοῖντο τῆς δοθείσης αὐτοῖς διδασκαλίας τὸν λόγον· ἀπαραδέκτους δὲ παρὰ πολλοῖς καὶ τὰς ἐμὰς ἔσθ’ ὅτε φωνὰς εὑρίσκοντες, μὴ τῆς ἐμῆς ὑπερτείνεσθε δόξης, κἀν τούτῳ δὲ πάλιν κατόπιν μένοντες, τὸ δυσθυμεῖν ἀποπέμπεσθε. ἀναγκαιοτάτη δὲ τούτων ἡ μάθησις ἦν τοῖς ἁγίοις ἀποστόλοις, ἐπείπερ ἔμελλον διακηρύξειν τοῖς ἁπανταχῆ τὸν θεῖόν τε καὶ σωτήριον λόγον. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ἅτε δὴ πρὸς ἀποστολὴν διὰ Χριστοῦ προκεχειρισμένος, τοιοῦτός τις ἡμῖν γεγονὼς κατεφαίνετο, καὶ διὰ τῆς ἐν τούτοις ἀνδρείας ἐρχόμενος ὁρᾶται πολλάκις· ὅτι γὰρ καὶ φιλοδοξίας καταφρονεῖν ᾤετο δεῖν, ἀλογεῖν δὲ σφόδρα καὶ διωγμῶν, ἐποιεῖτο δὲ περὶ πολλοῦ καὶ τὸ μὴ λίαν ἐκκακεῖν καὶ, εἴ που τινὲς ὅλως τὸν ἅπαξ αὐτοῖς ἐγκατεσπαρμένον οὐ παρεδέξαντο λόγον, ῥᾴδιον ἐπιδεῖξαι. γράφει γὰρ πρός τινας Ὑμεῖς φρόνιμοι ἐν Χριστῷ, ἡμεῖς δὲ μωροὶ διὰ Χριστόν·
ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροὶ, ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔνδοξοι· ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ ἔτι πάλιν ἐπὶ τούτοις Ὡς περικαθάρματα, φησὶν, ἐγενήθημεν τοῦ κόσμου, πάντων περίψημα ἕως ἄρτι. ὁρᾷς ὅπως ἦν εὐκλείας ἀμείνων κοσμικῆς, διὰ τὴν τοῦ Σωτῆρος ἐντολήν; τὸ δὲ γενναῖον ἐν διωγμοῖς ἐμφανίζων ἔλεγε Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; γράφει δὲ καὶ ἑτέροις ὅτι τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· ἀλλὰ καὶ Γαλάταις ἔτι Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. ἀκούεις ὅπως ἀοκνότατα μὲν τὸν αὐτὸν ἀνακυκλεῖ λόγον, οὐ παραδεχθέντος ἄρα τοῦ πρώτου καὶ ἐν ἀρχαῖς γεγονότος, καὶ αὖ ὠδῖναί τινας εὖ μάλα φησὶν, ἄχρις ἂν ἐν αὐτοῖς ἡ μόρφωσις ἀναλάμψῃ Χριστοῦ. λόγος δὲ πάντως ὁ τούτου δημιουργὸς, ἀναπλάττων εἰς φιλοθεί̈αν καὶ εἰς εἰκόνα Χριστοῦ διὰ τῆς πίστεως τοὺς ἀκροωμένους.
PG 74:407«Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.» Οὐχ ἑτέραν ἔσεσθαι τοῖς δυσσεβεῖν ἑλομένοις κατὰ τῶν ἁγίων ἀποστόλων διισχυρίζεται πρόφασιν, ἢ τὸ οἰκεῖον ὄνομα μόνον. ἔγκλημα γὰρ τοῦτο τοῖς σεβομένοις Θεὸν, καὶ τοῦ πολεμεῖσθαι πρόφασις παρὰ τῶν οὐκ εἰδότων αὐτόν. προδήλου δὲ ὄντος ἅπασιν, ὡς οὐκ ἄν τις ἀμισθὶ πάθοι τι διὰ Θεόν· λαμπρὸς γὰρ ἐπὶ τούτοις προκείσεται στέφανος· ἐπιτρέπει πάλιν εἰς εὐτολμίαν, καὶ καρτερικὸν ἐργάζεται φρόνημα, τῇ τῆς ἀμοιβῆς ἐλπίδι τὴν ἐκ τῶν ἔσεσθαι προςδοκωμένων μοχθηρίαν ἀποκρουόμενος. κέρδος οὖν ἔδειξε καὶ τέλος εὐχῆς καὶ αὐτὸ τὸ δεινὸν, καὶ ὅπερ ἦν ἴσως καταναρκῆσαί τινας καὶ μόνον ἥξειν προσδοκηθὲν, τοῦτο δείματος μὲν ἀπαλλάττει παντὸς, προσίεσθαί τε καὶ λίαν ἀσμένως ἀναπείθει τοὺς μαθητάς. καὶ γοῦν εἰσκεκλημένοι ποτὲ πρὸς τὸ τῶν Ἰουδαίων ἀνόσιον βουλευτήριον, καὶ πληγαῖς τὸ σῶμα κατῃκισμένοι διὰ Χριστὸν, ἐξῄεσαν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, κατὰ τὸ γεγραμμένον, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀτιμασθῆναι.
καὶ μὴν καὶ ἡμῖν αὐτοῖς τληπαθεῖν ἐπὶ τούτῳ διακελεύονται σφόδρα, καταστυγνάζειν δὲ μηδαμῶς, κἂν εἴπερ ὅλως τῶν ἀνιαρῶν τι προσίοι διὰ Χριστόν Μὴ γάρ τις ὑμῶν πασχέτω, φησὶν, ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιός· εἰ δὲ ὡς Χριστιανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐπὶ τῷ ὀνόματι τούτῳ. ἥδιστον οὖν ἄρα τὸ πάσχειν διὰ Χριστὸν, καὶ γλυκὺς ὁ κίνδυνος, ὅταν ἔχῃ τῆς ἐφόδου τὴν πρόφασιν ἐξ ἀγάπης τῆς εἰς Θεόν. Ἄθρει δὲ ὅπως κἀν τούτῳ δὴ πάλιν ἀναδεικνὺς ἑαυτὸν ἓν πρὸς τὸν ἑαυτοῦ Πατέρα, μὴ εἰδέναι φησὶ τοὺς Ἰουδαίους, ἤτοι τοὺς διώξειν μέλλοντας τοὺς οἵπερ ἂν εἶεν τὸ Χριστοῦ πρεσβεύοντες ὄνομα, μήτε τὸν Πατέρα, μήτε τὸν Υἱόν. μισοπάτωρ γὰρ ὁμολογουμένως ὁ χρῆναι δεῖν ἀτιμάζειν οἰόμενος τὸν Υἱὸν, οὐχ ὡς εἰς ἕτεραν δὲ δηλονότι πλημμελήσας φύσιν, ἀλλ’ εἰς αὐτὸ τὸ τῆς κατὰ φύσιν θεότητος ἐμπαροινῶν ἀξίωμα. οὐδὲ γὰρ ἂν ἥλω τις ἐξυβρίζων εἰς τὸν Υἱὸν, εἰ τὴν τοῦ Πατρὸς ἐδυσωπήθη φύσιν· ἐγνωκὼς δὲ ὅλως τί κατ’ ἐνέργειάν ἐστιν ὁ Πατὴρ, πῶς ἠγνόησεν ὅτι γεγέννηκεν ἐξ ἑαυτοῦ; εἶτα τίς οὐχ ὑβρίσει τὸ φυτὸν, τὸν ἐξ αὐτοῦ γεννηθέντα κακύνων καρπόν;
ἀγνοίας οὖν ἄρα τῆς εἰς τὸν Πατέρα καὶ Θεὸν ἀπόδειξις οὐκ ἀμφίλογος ἡ εἰς τὸν Υἱὸν ἁμαρτία. Ἐπειδὴ δὲ οὐκ ἔφη νυνί Ὅτι οὐκ οἴδασι τὸν Πατέρα μου, ἀλλὰ τὸν πέμψαντά με, δοκῶ τι τοιοῦτον αὐτὸν ὑπαινίττεσθαι θέλειν· σκοπὸς, ὡς ἔοικεν, αὐτῷ, τοὺς τὸ διώκειν ἐπιτηδεύοντας τοὺς ἀνακειμένους αὐτῷ, διπλοῦν ὥσπερ ἐντεῦθεν τὸ παρανόμημα ταῖς ἑαυτῶν ἐπαρτῶντας κεφαλαῖς ἐμπλέξαι σαφῶς· μόνον γὰρ οὐχὶ, φησὶν, ἀγνοοῦντες ἁλώσονται τὸν ἐξ οὗπέρ εἰμι, οὐδὲ μόνην τὴν ἐπ’ ἀθεότητι ψῆφον ἀποκομιοῦνται δικαίως, ἀλλὰ γὰρ καὶ αὐτῇ λοιπὸν ἐπιτιμῶντες εὑρεθήσονται τῇ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρός. εἰ γὰρ ἔπεμψε μὲν τὸν ἴδιον Υἱὸν ἐγεροῦντα τὸ ὠλισθηκὸς, ἀνακαινοῦντα τὸ συντετριμμένον, κατορθώσοντά τε τοῖς ἐν κόσμῳ τὴν ζωὴν, ἀντεξάγουσι μὲν ἐκεῖνοι καὶ ἀντιπράττουσι δυςσεβῶς τοῖς διακηρύττειν ἐθέλουσι τὸν τούτου κατορθωτὴν, πῶς οὐ λίαν ἐναργῶς ἠγνοηκότες ἁλώσονται καὶ αὐτῷ μαχόμενοι τῷ πέμψαντί με; διὰ γὰρ τοῦ πέμπεσθαι λέγειν, ὅλην ἡμῖν τῆς μετὰ σαρκὸς οἰκονομίας εἰσκομίζει τὴν δήλωσιν· ὁ δὲ ἠγνοηκὼς τὸν πέμψαντα, καὶ Θεὸν ἠγνόηκεν ἐν ταὐτῷ καὶ τὸ τῆς ἀποστολῆς ἀτιμάζει μυστήριον.
PG 74:409«Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» Διχῇ νοητέον τὸ ἐκ τῶν προκειμένων ὑποδηλούμενον. εἰ γὰρ οἴοιτό τις τυχὸν πρὸς Ἕλληνάς τε καὶ Ἰουδαίους τὸν ἐπὶ τούτῳ γενέσθαι λόγον, ἐκεῖνό φαμεν, ὡς εἰ μὴ ἐγεγόνει πρὸς ἅπαντας τοὺς ὄντας ἐπὶ τῆς γῆς τὸ θεῖόν τε καὶ οὐράνιον κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικὸν, παραδεικνύον ἑκάστῳ τῆς σωτηρίας τὴν ὁδὸν, καὶ τὰ τῆς δικαιοσύνης ἔργα καταλευκαῖνον, ἦν ἂν ἴσως ἑκάστῳ λόγος οὐκ ἀσθενὴς εἰς παραίτησιν τῶν οὐ σφόδρα φιλεργούντων εἰς ἀρετὴν, ἡ τῶν ἀρεσκόντων Θεῷ παντελὴς ἀμαθία· ταύτη τοι συγγνώμης ἀξιοῦσθαι παρακαλεῖν. ἐπειδὴ δὲ πρὸς ἅπαντας ὁ τῆς εἰσηγήσεως λόγος πεποίηται, τίς ἂν εἴη λοιπὸν ὁ τῆς παραιτήσεως λόγος, ἢ ποίοις ἂν χρήσαιτό τις πρὸς τὸν Κρίνοντα λόγοις, ἐπὶ τοῖς αἰσχίστοις μετὰ τὴν γνώσιν κατηγορούμενος;
εἰ δὲ περὶ μόνων λέγοι τουτὶ τῶν Ἰουδαίων ὁ Κύριος, ἅτε δὴ καὶ πολλάκις ἀκροασαμένων διδάσκοντος, καὶ οὐδὲν ἠγνοηκότων τῶν ὅσα διεκελεύσατο φρονεῖν τε καὶ δρᾶν, ἐκδέξῃ τοιῶσδε Τῆς μὲν ὑμετέρας οὐκ ἀνέξονται διδασκαλίας, φησὶν, ἐποίσουσι δὲ πειρασμούς τε καὶ διωγμοὺς, καὶ πᾶν εἶδος ὑμῖν ἐννοήσουσι θορύβων, καὶ εἰς μῖσος ἄδικον ἐκ πικρίας ἀνακαυθήσονται, πλημμέλημα μὲν οὐδὲν ἔχοντες εἰπεῖν, ἐγκαλοῦντες δὲ μόνην ἀγάπην τὴν εἰς ἐμέ. κατασοφιζόμενοι δὲ ὥσπερ τῆς ἑαυτῶν ἀπονοίας τὴν ὠμότητα, καὶ τὸ ἐκ τῆς ἡδυπαθείας αἶσχος ἀποτριβόμενοι, Μωυσέα δὴ πάντως προβαλοῦνται καὶ τὰ Μωυσέως, συνασπίζειν δὲ ὥσπερ τοῖς πατρῴοις ὑποκρινοῦνται νόμοις· ἀλλ’ εἰ μὲν μὴ ἐλθὼν τῆς διὰ Μωυσέως ἐντολῆς οὐ παρέδειξα τὰ βελτίονα, εἰ μὴ διὰ πολλῶν πεπληροφόρηκα λόγων, ὡς εἴη μὲν ἤδη καιρὸς τὰ ἐν τύπῳ παρελάσαι λοιπὸν, καὶ ὅτι σχημάτων μὲν ἅλις καὶ σκιᾶς, ὥρα δὲ αὐτὴν ἀναλάμψαι τὴν ἀλήθειαν· εἰ μὴ τοῦτο καὶ ἐξ αὐτοῦ δέδειχα νόμου, σαφέστατα λέγων Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔργαψεν·
εἰ μὴ ταῖς τῶν προφητῶν μαρτυρίαις συνῳδὸν ἔδειξα τὸν ἐμαυτοῦ λόγον, καὶ τῆς ἐμῆς παρουσίας τὴν δύναμιν προῤῥηθεῖσάν τε ἤδη καὶ κεκηρυγμένην, ἔσχον ἂν ἀφορμὰς εὐλόγους τῆς κατ’ ἐμοῦ καὶ ὑμῶν ἀπονοίας. ἐπειδὴ δὲ παραλέλειπται μὲν οὐδὲν, εἴρηται δὲ ἅπαν, ὅσον ἧκεν εἰπεῖν ἀναγκαῖον, εἰκαῖος, ὃς αὐτοῖς εἰς πρόφασιν ἐπινοηθήσεται λόγος τῆς οὕτω γυμνῆς ἁμαρτίας. Ταύτην οἶμαι δεῖν τοῖς τοῦ Σωτῆρος λόγοις ἐφαρμόσαι νυνὶ τὴν διάνοιαν, ἀσύγγνωστα δὲ τοῖς εἰς αὐτοὺς πλημμελοῦσιν ἐπιδεικνὺς τὰ ἐγκλήματα, καὶ κολασθήσεσθαί ποτε τοὺς τὰ τοιαῦτα τολμῶντας εἰπὼν, παραιρεῖται τῆς λύπης τὸ πλέον καὶ ὑποκλέπτει σοφῶς, ὅπερ ἦν εἰκὸς ἀνιάσειν οὐ μετρίως αὐτούς. φορητὴν γὰρ ἔσθ’ ὅτε τοῖς ἀδικουμένοις τὴν πλεονεξίαν ἐργάζεται, τὸ ἀραρότως οἴεσθαι δίκας τῶν πλημμεληθέντων ἀποτίσειν τοὺς τῆς πλεονεξίας ἐργάτας. καὶ τοῦτο εἰδὼς καὶ αὐτὸς ὁ πάντων Δεσπότης Ἐμοὶ, φησὶν, ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος, ἀλλὰ καὶ αὐτὸς ἡμῖν ὁ μακάριος Παῦλος, ὑπό τινος τῶν ἀρχιερέων τυπτόμενος, τῆς ἐπὶ τῷ πάσχειν πικρίας οὐχ ἑτέραν ἔσχε παραψυχὴν, ἢ ταύτην αὐτήν· τί γὰρ ἔφη; Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε.
ἀσθενείας οὖν ἄρα φάρμακον ἀνθρωπίνης καὶ τοῦτο, τὸ κολάζεσθαί φημι προσδοκᾶν τοὺς ἀδικεῖν ἑλομένους. κρείττων γεμὴν καὶ ἐν πλείονι μέτρῳ τῆς ἀνθρωπίνης μικροψυχίας ὁ Κύριος· λοιδορούμενος γὰρ οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, κατὰ τὸ γεγραμμένον· ῥαπιζόμενος δὲ, φορτικὸν εἶπεν οὐδὲν, οὔτε μὴν ἠπείλησε τῷ παῖσαι τετολμηκότι, πραότατα δὲ καὶ ἀνεξικάκως κομιδῇ Εἰ κακῶς, φησὶν, ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; ἀληθὴς οὖν ἄρα τοῖς προφήταις ὁ λόγος Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; «Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ.» Ἀθεότητος ἔγκλημα καθορίζει σαφῶς τῶν ἐξ ἀνοσίου γνώμης καὶ φρενὸς ἐκκεκρουσμένης μισεῖν αὐτὸν ἑλομένων. καὶ γάρ ἐστιν ἀληθές· οὐ γὰρ ἀφέξονται τῆς εἰς τὸν Πατέρα πλημμελείας οἱ τὸν Υἱὸν ἀτιμάζοντες, ἤγουν ὅτι πρέπει μισεῖν ἐγνωκότες. ὅνπερ γὰρ τρόπον οἱ τὴν τοῦ ἡλίου μαρμαρυγὴν, ὡς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων φαίνοι τε καὶ ὑπάρχοι, διασύροντες, τὰς τῆς ἀχρειότητος αἰτίας καὶ τὴν ἐπ’ αὐτῇ ψῆφον εἰς αὐτὸν ἀνατείνουσι τὸν ἐξ οὗπέρ ἐστι·
PG 74:411καὶ ὅτῳπερ ἂν κακῦναι δοκῇ τὴν ἐξ ἀνθέων τυχὸν εὐωδίαν, ἐπ’ ἐκεῖνο δὴ πάντως ἀνοίσει τὸ ἔγκλημα τὸ ἐξ οὗπερ ἂν τίκτοιτο· τὸν αὐτὸν οἶμαι τρόπον ἐπί τε τοῦ Μονογενοῦς καὶ τοῦ τεκόντος αὐτὸν συμβήσεται. οὐ γὰρ ἔστιν οὐκ ἔστι καταψέγοντάς τινας τὸ τινὸς ἐκπεφυκὸς, ἐπαινέσαι τὸ ἐξ οὗπέρ ἐστι. διά τοι τοῦτο τοῖς Ἰουδαίοις ἔφη Χριστός Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν· ὅτε καὶ τὴν ἐπὶ τούτῳ διάκρισιν ἀκριβῆ τε καὶ ἀνεπίληπτον διεκελεύετο ποιεῖσθαι Ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν. ὅπερ γὰρ ἂν καθ’ ἑνὸς τῶν τοιούτων ἀληθεύοιτο τυχὸν, τοῦτο δὴ πάντως διήκειν ἐπ’ ἀμφοῖν ἀναγκαῖός τις οἶμαι παρατρέψει. μιᾶς γὰρ φύσεως, πῶς οὐχὶ δὴ πάντως κοινὰ ἔσται τὰ ἡττώμενα, ἤγουν καὶ ἑτέρως καταλαμπρύνειν εἰδότα; καὶ ὅπερ ἂν δράσειέ τις εἰς τὸ ἔκ τινος πηγῆς, τοῦτο δὴ πάντως δεδρακὼς ἂν εἴη καὶ εἰς αὐτὴν τὴν πηγήν. διὰ τοῦτό φησιν ὁ Χριστὸς ὅτι ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. φέρει δὲ χρησίμως καὶ εἰς τὸ τοῦ Πατρὸς πρόσωπον, ἅπερ ἂν εἰς αὐτὸν ἐπιχειροῖτο παρά τινων.
PG 74:413πληροφορήσει μὲν γὰρ οὐδὲν ἧττον ἡμᾶς διὰ τούτων τῶν λόγων, ὡς οὐχ ἕτερός τις ἐστὶν ὡς πρὸς αὐτὸν, κατά γε τὸν ἐν ταυτότητι τῇ κατὰ πᾶν νοουμένῃ λόγον. καταπτοεῖ δὲ πρὸς τούτῳ τοὺς ἀκροωμένους, σφαλερὸν ἔτι δεικνὺς τὸ ἐπὶ τῷ μισεῖν αὐτὸν ἑλέσθαι πλημμέλημα, εὐσύλητόν τε καὶ ἀνεπικούρητον ἔσεσθαι παντελῶς τὸν αὐτῷ μὴ προσκυνεῖν ἐπιχειροῦντα διισχυρίζεται, ἅτε δὴ καὶ εἰς αὐτὸ τὸ τοῦ Πατρὸς ἐμπαροινοῦντα πρόσωπον. συναγανακτήσει γὰρ πάντως, ὡς συνυβριζόμενος, τῷ ἰδίῳ γεννήματι. Ὅτι δὲ τοὺς ἁγίους ἀποστόλους εὐτολμοτάτους ἐτίθει καὶ τοῦτο παραδεχθὲν εἰς πίστιν, πῶς οὐ σφόδρα διαφανές; ὁμοῦ δὲ πρὸς τούτοις ἕτερον ἀναγκαῖον οἶμαι καὶ σοφὸν ἀπετέλει Χριστός· καὶ τοῦτο πάλιν ἐρῶ· ἐξ ἀσυγκρίτου φρενοβλαβείας καὶ μανίας ὑπερφυοῦς ᾤοντό τινες, ὅτι πλημμελοῦντες εἰς τὸν Υἱὸν καὶ τοῖς τοῦ Σωτῆρος ἀντιπράττοντες λόγοις, τὸν τοῦ νόμου δοτῆρα Θεὸν εὐφραίνουσι, καὶ τοῖς διὰ Μωυσέως τεθεσπισμένοις τὸ χρῆναι νικᾶν ἀεὶ χαριζόμενοι, γνήσιοί τινες τῆς εἰς Θεὸν ἀγάπης εὑρίσκονται φύλακες.
ἔδει τοιγαροῦν τὸ μὲν ἐν ἐκείνοις εἰκαῖον ἀποφαίνεσθαι φύσημα, μαθεῖν δὲ τὴν οἰκουμένην, ὅτι τοῖς τοῦ Σωτῆρος ἀντεξάγοντες νόμοις, πρὸς ὁλόκληρον ὥσπερ τὴν θείαν ἔχουσι φύσιν ὑβρισμένην ἐν Υἱῷ, διὰ τῆς παρακοῆς καὶ τῆς οὕτω μακρᾶς καὶ ἀπροφασίστου λοιπὸν ἀπειθείας, ἣν οὐ μόνον ἰδικῶς εἰς τὸ οἰκεῖον ἐπιτελεῖσθαι πρόσωπον εὖ μάλα διισχυρίζεται, ἀλλὰ καὶ ἐν τοῖς τὸν ὑπὲρ αὐτοῦ καὶ δι’ αὐτὸν πρεσβεύουσι λόγον. θεομάχος οὖν ἄρα καὶ ὑβριστὴς, καὶ πρὸς ὅλην ἔχων τὴν ἄῤῥητόν τε καὶ ἄφραστον φύσιν, ὁ καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις ἀντιπράττειν ἐπιχειρῶν. κηρύττουσι γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν τῶν ὅλων Θεὸν καὶ Κύριον, τουτέστι Χριστόν. «Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ μηδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.» Οὐδένα τοῖς Ἰουδαίοις περιλελεῖφθαι λόγον εἰς τὸ μὴ χρῆναι κολάζεσθαι καὶ τοῖς ἀνηκέστοις περιπεσεῖν, καὶ διὰ τούτων οὐδὲν ἧττον ἀπέφηνεν ὁ Χριστός.
φαίνεται γὰρ τῶν εἰς ὠφέλειαν τελούντων ἐλλελοιπὼς οὐδὲν, λόγου μὲν αὐτοῖς παρατεθέντος μακροῦ, δι’ οὗπερ ἦν καὶ μάλα ῥᾳδίως ἰέναι πρὸς σωτηρίαν, παραδειχθέντων δὲ καὶ θαυμάτων, ἃ μήπως τις τῶν ἐν κόσμῳ τεθέαται. τίς γὰρ τῶν ἁγίων τοῖς τοῦ Σωτῆρος ἡμιλλήθη θαύμασιν; εἶτα τοσοῦτον ἀφεστηκότων τοῦ θαυμάζειν αὐτὸν ἐθελῆσαι τῶν Ἰουδαίων ὡς καὶ μισεῖν ἑλέσθαι μᾶλλον ἐξ ἀνοσίου γνώμης, πῶς οὐ δυσαχθὲς τὸ τῶν ἐγκλημάτων φορτίον αὐτοῖς ἐπικείσεται; ἦν γὰρ δήπου τὸ πολύ τι κρεῖττον καὶ ἄμεινον, μήτε λόγων αὐτοὺς ἐπακροᾶσθαι σοφῶν, μήτε μὴν τῆς οὕτως ἀῤῥήτου τερατουργίας εἰς ὄψιν ἐλθεῖν· ἴσως γὰρ ἂν ἐξεμηχανήσαντο τὸν ἐπὶ τῷ συγγινώσκεσθαι δεῖν οὐκ ἄκομψον λόγον Οὐκ ἀκηκόαμέν τι τῶν ἀναγκαίων οὔτε μὴν τεθεάμεθά τι, λέγοντες, τῶν εἰς πίστιν ἐπαγωγῶν. ἐπειδὴ δὲ οὐχ ἑνὸς τῶν ἁγίων προφητῶν, ἀλλ’ αὐτοῦ τοῦ ἄνωθεν ἥκοντός τε καὶ ὡς ἡμᾶς ἐσταλμένου διεπυνθάνοντο Χριστοῦ, ἀλλὰ καὶ ξένων θαυμάτων γεγόνασι θεωροί· τυφλοῦ γὰρ ὀφθαλμοὺς ἀνέῳξεν ὁ Χριστὸς, καίτοι μηδενὸς ἑτέρου πώποτε δυνηθέντος τοιοῦτόν τι ἐργάσασθαι· τί τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐξαιρήσεται; ἢ ποῖος ἐξοίσει τοῦ κολάζεσθαι λόγος;
PG 74:415ἀκούσαντες γὰρ καὶ τεθεαμένοι, μεμισήκασι καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα. μεμισήκασι δὲ πῶς; οὔτε γὰρ τὸν παρὰ Πατρὸς δι’ Υἱοῦ τετιμήκασι λόγον, οὔτε μὴν τοῖς τῆς θείας φύσεως ἔργοις, τὸ αὐτοῖς πρέπον ἀτιμάσαντες θαῦμα, δυσσεβοῦντες ἐναργῶς εἰς ὅλην ἁλώσονται τὴν τούτων ἐργάτην τοῦ Θεοῦ φύσιν. θαυματουργοῦντι γὰρ τῷ Υἱῷ, συνῆν δήπου πάντως καὶ αὐτὸς ὁ Πατὴρ, οὐχ ὡς ἕτερος δι’ ἑτέρου τυχὸν ἐνεργῶν τὰ θαύματος ἄξια, ἀλλ’ ὡς ὢν ἐν Υἱῷ διὰ τὴν ταυτότητα τῆς φύσεως καὶ τῆς οὐσίας τὸ ἀπαράλλακτον. ἀχάριστοι τοιγαροῦν οἱ τάλανες Ἰουδαῖοι, καὶ ἐπὶ πολλῇ τῇ ἀγνωμοσύνῃ λίαν κατηγορούμενοι, δι’ οὐδενὸς μὲν ἔχοντες λόγου τὴν ἀσύγκριτον τοῦ Σωτῆρος διδασκαλίαν, ἀτιμάζοντες δὲ πρὸς τούτῳ δι’ Υἱοῦ καὶ ἐν Υἱῷ τὴν τοῦ Πατρὸς φύσιν, καίτοι τῶν ὑπὲρ λόγον αὐτοῖς θαυμάτων ἀναδειχθεῖσαν δημιουργὸν, ἐφ’ οἷς ἦν εἰκὸς καὶ τὸν σφόδρα σκληρὸν καὶ δυσήνιον ἄγεσθαί τε καὶ καλεῖσθαι λοιπὸν εἰς τὸ φρονεῖν δύνασθαι τὰ εἰκότα καὶ τὰ δι’ ὧν ἔδει τιμᾶσθαι Θεόν.
«Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος, ὅτι ἐμίσησάν με δωρεάν.» Οὐδὲ τοῦτο μὲν ἀγνοηθὲν τῷ τὰ πάντα προανακηρύξαντι νόμῳ δείκνυσιν ἐναργῶς· πλὴν οὐ διὰ τοῦτό φαμεν προειπεῖν ἐκεῖνα τὸν νόμον, ἵνα τὸ τῶν Ἰουδαίων ἐξάπτοιτο μῖσος ἀδίκως κατά τε τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, ἀλλ’ ἐπείπερ ἔμελλεν ἔσεσθαι παρ’ αὐτῶν, προαναπεφώνηκεν ὁ θεῖος καὶ ἱερὸς νόμος, οὐδὲν τῶν ἐσομένων ἠγνοηκὸς τὸ Πνεῦμα δεικνύς. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν ἐκ προσώπου Χριστοῦ τὴν τῶν Ἰουδαίων ἀπόνοιαν ἐπαιτιωμένου καὶ λέγοντος, ὅτι μῖσος ἄδικον ἐμίσησάν με. πῶς γὰρ οὐκ ἄδικον μῖσος; πῶς δὲ οὐκ ἐξεπικράνθησαν δωρεὰν, οἵ γε τοσοῦτον ἀφεστηκότες τοῦ χρῆναι μισεῖν, ὅσον ἧκεν εἰπεῖν εἰς τὴν τῶν εἰς αὐτοὺς γεγονότων φύσιν, ὡς φιλεῖν μᾶλλον τὴν ἁπασῶν ἀνωτάτω σπουδὴν, καὶ ἀγαπᾶν εἰς τὸ βούλεσθαι κατακολουθεῖν αὐτῷ. ποίαν γὰρ ἄν τις ἔχοι τοῦ μίσους τὴν ἀφορμὴν, λεγέτω παρελθὼν ὁ ταῖς Ἰουδαϊκαῖς ἀπειθείαις συνηγορῶν· τί τῶν γεγονότων διὰ Χριστοῦ, μίσους ἤγουν ἀπεχθείας ἄξιον; ὅτι θανάτου καὶ φθορᾶς ἐξείλετο;
ὅτι πλεονεξίας ἀπήλλαξε διαβολικῆς, καὶ τὴν τῆς ἁμαρτίας κατέλυσε τυραννίδα, καὶ τὸ δοῦλον ὡς πρὸς υἱότητα τὴν ὡς πρὸς Θεὸν ἀνεκόμισεν; ὅτι ἐκ φιλανθρωπίας καὶ ἀμνησικακίας δικαίους ἀπέφηνε τοὺς ταῖς ἁμαρτίαις νενεκρωμένους; ὅτι Πνεύματος Ἁγίου καὶ θείας φύσεως ἀπέδειξε κοινωνοὺς, καὶ αὐτὸ δὲ ἡμῖν τὸ τῶν ἁγίων ἀγγέλων προὐξένησεν οἰκητήριον, καὶ βάσιμον ἀνθρώποις ἔδειξε τὸν οὐρανόν; πῶς οὖν ἔτι δίκαιον μισεῖσθαι τὸν τούτων ἡμῖν γεγονότα χορηγὸν καὶ πρύτανιν, καὶ οὐχὶ μᾶλλον ἀσιγήτοις εὐφημεῖσθαι δοξολογίαις καὶ ἀκαταλήκτοις εὐχαριστίαις ἀντιγεραίρεσθαι παρ’ ἡμῶν; ἀλλ’ οὐδὲν οἶμαι τὸν ἄτεγκτον μεθίστησιν Ἰουδαῖον εἰς τὸ βούλεσθαι φρονεῖν ἅπερ ἔδει φρονεῖν. μεμίσηκε γὰρ δωρεὰν, ὃν ἐξ ὅλης διανοίας ἀγαπᾶν ἔδει μᾶλλον καὶ ταῖς ἐκ τῆς εὐπειθείας καταστέφειν τιμαῖς. πλὴν κἀν τούτῳ χρησίμως ὁ Κύριος ἑαυτὸν οὐκ ἠγνοηκέναι δέδειχε τὴν τῶν Ἰουδαίων κακόνοιαν, προειρηκότα δὲ μᾶλλον καὶ ὅτι μὲν ἔσται προεγνωκότα, κεχρημένον γεμὴν ἡμερότητί τε καὶ ἀμνησικακίᾳ θεοπρεπεῖ.
παρατέθεικε γὰρ καὶ ἀκαθηκόντως οὕτως διακειμένοις τὸν εἰς σωτηρίαν καλοῦντα λόγον, πρὸς τὸ καὶ θαύμασι βεβαιοῦν τῆς εἰς αὐτὸν πίστεως τὴν ὁμολογίαν, εἴπερ τινὲς ἦσαν ἀγαθοὶ καὶ εὐγνώμονες. ὠφελεῖ δὲ σφόδρα κἀν τούτῳ τοὺς μαθητὰς, ἵν’ ἀμνησικάκως καὶ τοῖς ὑβρίζειν αὐτοὺς ἐπιχειροῦσι τὸν τῆς σωτηρίας προτείνωσι λόγον, καὶ κατ’ αὐτὸ δὴ τοῦτο κατ’ ἴχνος ἰόντες φαίνοιντο τῆς ἐν αὐτῷ καὶ πρώτῳ διαλαμψάσης ἀρετῆς. εἴ τι γὰρ ἀγαθὸν, ἐν πρώτῳ Χριστῷ καὶ ἐφ’ ἡμᾶς, καὶ ἐξ αὐτοῦ διέρπει πάντα τὰ κάλλιστα. «Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
PG 74:417καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.» Μεμισῆσθαι λέγων ἑαυτόν τε καὶ τὸν Πατέρα παρὰ τῶν ἀσυνέτων Ἰουδαίων, καὶ τοῦτο δωρεὰν καὶ ἐπ’ οὐδενὶ τῶν εἰκότων, συμπαρεισάγει τὸ Πνεῦμα χρησίμως, ὁμοῦ καὶ τῆς ἁγίας Τριάδος τὴν ἀναπλήρωσιν ἐμποιῶν τῷ Λόγῳ, καὶ αὐτὸ δὲ δεικνὺς συνητιμασμένον, ἵνα ὁλοκλήρως ἐν Υἱῷ πεπαρῳνηκότες ἐλέγχωνται τῶν παραδόξων οἱ θεωροὶ καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας τὴν οὕτως ὑπερφυᾶ καθυβρίσαντες δύναμιν, δι’ ὧν οὐχ ὅπως παραδέχεσθαι δεῖν ᾤοντο τὸν Χριστὸν, καίτοι τερατουργοῦντα ξένως εἰς πληροφορίαν αὐτῶν, ἀλλ’ ὧν ἤδη δεδράκασι· δεδυσσεβήκασι γὰρ εἰς αὐτὸν, ἃ καὶ μόνον ἐστὶν ἐννοῆσαι φρικτόν. καίτοι, φαίη γὰρ ἄν τις τυχὸν, ὦ παράφρον Ἰουδαῖε, θαυμάτων σοι γέγονε δημιουργὸς ὁ Χριστὸς, ἃ καὶ τὴν Μωυσέως ὑπεραίρει δόξαν καὶ παντὸς ἁγίου λαμπρότητα· τὸ γὰρ φάναι τὸν Κύριον Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ μηδεὶς ἄλλος ἐποίησε, τοιαύτην ἡμῖν τὴν διάνοιαν εἰσφέρει.
εἶτα τὸν τῶν ἐλαττόνων ὑπηρέτην καὶ διάκονον, φημὶ δὲ Μωυσέα, ταῖς οὕτω λαμπραῖς καταστέφεις τιμαῖς, τὸν δὲ ἀσυγκρίτως ὑπερφερῆ καὶ πολὺ τῶν ἀμεινόνων ἐργάτην, ἀσυνέτως οὕτω παρωθούμενος οὐκ ἐρυθριᾷς, καίτοι τοῖς διὰ Μωυσέως χρηςμῳδήμασι τὸ πάλαι διηγγελμένον ἐπάγοντα πέρας, καὶ κατακλείοντα λοιπὸν εἰς ἀλήθειαν τὴν σκιάν. ὁμοῦ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς συνεισκεκόμικε μὲν ἀναγκαίως ἑαυτῷ τε καὶ τῷ Πατρὶ τὴν τοῦ Πνεύματος μνήμην· ἀπελέγχει δὲ ἅμα τὸ εἰρημένον ἀληθὲς, τουτέστιν, ὡς εἴπερ τις ἕλοιτο διὰ μίσους ἔχειν τὸν Υἱὸν, συναποστυγήσει δὴ πάντως καὶ τὸν ἐξ οὗπέρ ἐστι Πατέρα· καὶ πῶς ἢ τίνα δὴ τρόπον, θέα πάλιν. Ἰδοὺ γὰρ ἰδοὺ πνεύμα τῆς ἀληθείας, τουτέστιν ἑαυτοῦ, τὸν Παράκλητον εἰπὼν, παρὰ τοῦ Πατρὸς αὐτὸν ἐκπορεύεσθαί φησιν. ὥσπερ γάρ ἐστιν ἴδιον Πνεῦμα τοῦ Υἱοῦ φυσικῶς, ἐν αὐτῷ τε ὑπάρχον καὶ δι’ αὐτοῦ προϊὸν, οὕτω καὶ τοῦ Πατρός· οἷς δὲ τὸ Πνεῦμα κοινὸν, τούτοις εἴη δήπου πάντως ἂν καὶ τὰ τῆς οὐσίας οὐ διωρισμένα.
μὴ γὰρ δή τινες ἡμᾶς τῶν δυσσεβεῖν εἰωθότων τοῖς ἐκ ἀμαθίας ἀποκομιζόντων λόγοις εἰς ἃ μὴ θέμις ἐννοεῖν, ὡς ὑπουργικήν τινα χρείαν ἀποπληρῶν ὁ Υἱὸς τὸ παρὰ τοῦ Πατρὸς Πνεῦμα τῇ κτίσει διακονεῖ· καὶ τοῦτο γὰρ ἀσυνέτως τινὲς οὐ κατέδεισαν εἰπεῖν. πιστεύειν δὲ μᾶλλον ἀκόλουθον, ὡς ἐπείπερ ἴδιόν ἐστιν αὐτοῦ, καθάπερ ἀμέλει καὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀποστέλλει τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς πρὸς ἁγιασμόν. εἰ δὲ δὴ νομίζουσι τρόπον τινὰ καὶ δριμὺ νοεῖν τε καὶ λέγειν, διάκονον ἡμῖν καὶ ὑπουργὸν κἀν τούτῳ δὴ πάλιν τὸν Υἱὸν εἰσκομίζοντες, πῶς οὐκ ἀκόλουθον εἰπεῖν Μωροὶ καὶ τυφλοὶ, πῆ δὴ πάλιν ἰόντες ὑμεῖς οὐκ αἰσθάνεσθε, καὶ τῆς τοῦ Μονογενοῦς κατεπαίρεσθε δόξης, ἐκ τῆς ἐνούσης ὑμῖν ἀμαθίας ἀθλίους συνείροντες λογισμούς; εἰ γὰρ ὅλως χορηγεῖ τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, ἐν ὑπηρέτου τινὸς τάξει λελογισμένος, πῶς οὐκ ἀναγκαῖον ὁμολογεῖν, ὡς ἀλλότριον μέν ἐστι παντελῶς τῆς οὐσίας αὐτοῦ, τάχα δὲ καὶ ἄμεινον αὐτοῦ καὶ κατὰ πολὺ κρεῖττον, ἄνπερ οὕτως ἔχῃ κατά γε τὴν παρ’ ὑμῖν ἀμαθίαν;
PG 74:419εἰ γὰρ οὐκ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ, ὁ Υἱὸς καθ’ ὑμᾶς, πῶς οὐκ ἐν ἀμείνοσι νοοῖτ’ ἂν τὸ Πνεῦμα παρὰ τὸν Υἱόν; εἶτα τί φαμεν, ὅταν ἀκούσωμεν λέγοντος περὶ αὐτοῦ ὅτι Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο λοιπὸν ὡς ἐξ ἀνάγκης εἰσβήσεται. εἰ γὰρ ὑπουργίαν διακονικὴν ἀποπληροῦν οἴεσθε τὸν Υἱὸν, τὸ ἀλλότριον ἡμῖν, τουτέστι, τὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς κεχορηγηκότα Ἅγιον ὂν κατὰ φύσιν Πνεῦμα, οὐ κατὰ φύσιν ἅγιος ὁ Υἱὸς, κατὰ μέθεξιν δὲ ὥσπερ ἡμεῖς. λέγεται γὰρ κατὰ τὴν τῶν δυσσεβῶν ἀμαθίαν, ἀλλότριος εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ἐξ ἧς καὶ πρόεισι τὸ Πνεῦμα τὸ δι’ αὐτοῦ χορηγούμενον. ἔσται τοίνυν τῶν ἐνδεχομένων, εἴπερ οὐκ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστιν, ἀλλ’ εἰσποιητὸν ἔχει καὶ αὐτὸς τὸν ἁγιασμὸν, καθάπερ ἡ κτίσις, καὶ ἀποπεσεῖν δύνασθαί ποτε τῆς ἐνούσης ἁγιότητος αὐτῷ. τὸ γὰρ ὡς ἐν τάξει προσθήκης ἐπικτηθὲν, πῶς οὐκ ἂν ἀπογένοιτο, κατά γε τὸν τοῦ ἐγχωροῦντος λόγον; εἶτα τίς τῶν τοιούτων οὐκ ἀποδραμεῖται δογμάτων; πρεπωδέστερον δὲ οἶμαι τὸ οὕτως εἰπεῖν.
Φίλη τοιγαροῦν ἡμῖν ἡ ἀλήθεια, καὶ τὰ ἐκ τῆς ἀληθείας δόγματα, καὶ αὐτοῖς ἐκείνοις ἡμεῖς οὐχ ἑψόμεθα, τὴν δὲ τῶν ἁγίων πατέρων ἰχνηλατοῦντες πίστιν, ἴδιον εἶναί φαμεν τοῦ Υἱοῦ τὸν Παράκλητον, τουτέστι, τὸ Πνεύμα τὸ Ἅγιον, καὶ οὐκ ἐπεισκρινόμενον ἔξωθεν, οὐδὲ ἐπίκτητον ἐν αὐτῷ, καθάπερ ἐστὶν ἐν τοῖς ἁγιότητος δεκτικοῖς, οἷς καὶ ἐκ μὴ ὄντων ἡ γένεσις, ἀλλ’ ὁμοούσιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός. οὕτω γὰρ ἂν οὐκ εἰς πολύθεον ἡμῖν μυθολογίαν ἡ τῶν ἐκκλησιαστικῶν δογμάτων οἰχήσεται δύναμις, ἀλλ’ εἰς ἕνα θεότητος λόγον ἡ ἁγία Τριὰς ἀνασφίγγεται. ἐν ταὐτῷ τοιγαροῦν καὶ τῆς οὐσίας τὴν ἑνότητα παραδεικνὺς, ἑαυτοῦ τέ φημι καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς, πνεῦμα τῆς ἀληθείας τὸν Παράκλητον εἶναι λέγων, παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαί φησιν, ἀπελέγχει τε σαφῶς καὶ ἀναμφιλόγως θεομάχον ὁλοκλήρως τὸν χριστομάχον. ὁ γὰρ ὅλως ἐμπαροινεῖν ἐθελήσας τῷ Υἱῷ, πεπλημμεληκὼς ἂν εἰκότως καὶ εἰς αὐτὸν νοοῖτο τὸν ἐξ οὗπέρ ἐστιν. Ὅταν τοίνυν ἔλθῃ ὁ Παράκλητός φησι τὸ πνεῦμα τῆς ἀληθείας, τουτέστι τὸ ἐμὸν, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. μαρτυρήσει δὲ πῶς;
PG 74:421ἐνεργῆσαν γὰρ ἐν ὑμῖν τε καὶ δι’ ὑμῶν τὰ παράδοξα, μάρτυς ἔσεται δίκαιός τε καὶ ἀληθὴς τῆς ἐμῆς θεοπρεποῦς ἐξουσίας, καὶ τῆς ἐν δυνάμει μεγαλειότητος. ἐμὸν γὰρ Πνεῦμα, τὸ ἐνεργοῦν ἐν ὑμῖν· ὥσπερ δὲ ἐμὸν, οὕτω καὶ τοῦ Θεοῦ καὶ Πατρός. συγκαθυβρίσθαι τοιγαροῦν ἀνάγκη νοεῖν τοὺς δι’ ἑνὸς τοῦ ἀγαθοῦ Πνεύματος τὰ παράδοξα πρὸς πληροφορίαν τῆς πίστεως ἐνεργήσαντας ὡς ἐν προσώπῳ Χριστοῦ, ἐν ᾧ κατῴκησε κατὰ τὸν Παῦλον, οὐχὶ μέρος τι τῆς ἀφράστου θεότητος, ἀλλ’ ὅλον τὸ πλήρωμα σωματικῶς. Μαρτυροῦντος δὲ τοῦ Πνεύματος, συνεπιμαρτυρήσετέ φησι καὶ ὑμεῖς αὐτοί. γεγόνατε γὰρ αὐτόπται καὶ θεωροὶ τῶν παρὰ τοῖς ἰδίοις τετελεσμένων, ἀεὶ συνόντες ὡς μαθηταί.
«Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε.» Τὴν τῶν Ἰουδαίων ἀπόνοιαν φανοτάτην τοῖς ἑαυτοῦ μαθηταῖς καθιστὰς ὁ Σωτὴρ, τάχα καὶ ἐπενεγκεῖν τοῖς περὶ τούτων ἔμελλε λόγοις, ὅτι δὴ πρὸς τοσαύτην ἥξουσι δυσηκοί̈αν οἱ τάλανες, ἀποφράξουσι δὲ οὕτω τὴν ἀκοὴν, καὶ εἰς τοῦτο βαδιοῦνται μισοθεί̈ας οἱ δείλαιοι, καθυβρίσουσι δὲ οὕτω τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους, ὡς εἴπερ καὶ δύο γένοιντο τυχὸν τῆς αὐτοῦ δόξης οἱ μάρτυρες, μηδὲ οὕτω παραδέξασθαι θέλειν αὐτὴν, καίτοι διαῤῥήδην ἀνακεκραγότος τοῦ νόμου, πιστεύεσθαι δεῖν, καὶ ἀνενδοιάστως εἶναι παραδεκτὸν, πᾶν ὅπερ ἂν διὰ τῆς δύο τυχὸν ἢ τριῶν ἐπιμαρτυροῖτο φωνῆς. ἀλλὰ τοῦτο μὲν οὔ φησι χρησίμως εἰς τὸ παρόν. καὶ γὰρ ἂν οὐ μετρίαν αὐτοῖς ἐνεποίησε τὴν ἀκηδίαν, καὶ διακλάσας ὥσπερ εἰς ἀπόγνωσιν τοὺς μαθητὰς, ὄκνου καὶ δειλίας ἀπαραπόδιστον ἐν αὐτοῖς ἐτίθει τὴν πάροδον.
εἰκὸς γὰρ δήπου καθ’ ἑαυτοὺς ἐννοεῖν, ὡς εἰ μηδενὶ πεισθήσονται παντελῶς τῶν Ἰουδαίων οἱ δῆμοι, ἀλλὰ καὶ αὐτὸν ἡγήσονται παρ’ οὐδὲν τὸν Παράκλητον, καίτοι τοῖς ὑπὲρ λόγον τερατουργήμασι καταπλήττοντα, οὐδὲν δὲ ἧττον ἁλώσονται καὶ μετὰ τοῦτο μισοῦντες Χριστὸν, καὶ σὺν αὐτῷ τὸν Πατέρα, τί καὶ πόνον ἀνατλῆσαι δεήσει κενόν; τί μὴ καὶ πραγμάτων ἀπαλλάττεσθαι δεῖ, τὴν εἰς ἀνηκόους σιωπὴν τοῦ διδάσκειν προτιμήσαντας; ταῦτά τοι κατὰ τὸ εἰκὸς οὐκ ἀγνοήσας λογιεῖσθαι τοὺς μαθητὰς, περιστέλλει μὲν ἐντέχνως τὰ ὅσαπερ ἦν μοχθηρότερα πρὸς ἐξήγησιν καὶ δειλίας καὶ ὄκνου τοῦ πρὸς τὸ χρῆναι διδάσκειν ἐμποιητικά· παρατρέπει δὲ χρησίμως τοῦ λόγου τὴν δύναμιν ἐπὶ τὸ προευτρεπίζεσθαι δεῖν, καὶ προεσκευάσθαι νεανικῶς πρὸς τὰ ἐξ ἐκείνων ἐσόμενα, ἤτοι προσδοκώμενα. τὸ γὰρ αἰφνιδίως καὶ ἀδοκήτως τισὶν ἐπελθὸν, ἱκανὸν ταράξαι καὶ τὴν λίαν ἔχουσαν ἑδραίως ψυχήν· τὸ δὲ ὡς ἥξοι καὶ ἔσται προϋποπτευθὲν, λειοτέραν ἔχει τὴν πρόοδον, καὶ τὸ ἄχθος εὐφορητότερον, ὡς προεγνωσμένον ἤδη καὶ προτετριμμένον ταῖς τοῦ παθεῖν ἀνενδοιάστως ἐλπίσιν. οἶμαι δέ τι καὶ τοιοῦτον ὑποσημῆναι βούλεσθαι τὸν Χριστόν.
PG 74:423εἰ γὰρ ἐγὼ, φησὶ, τοσαῦτα μὲν ἤδη τεθαυματούργηκα, καὶ τοῦτο ἐπὶ μάρτυσιν ὑμῖν, θαυματουργήσει δὲ καὶ ἐφ’ ὑμῶν ὁ Παράκλητος· καὶ τῆς Ἰουδαίων ἀπονοίας οὐκ ἀτονήσει τὸ θράσος, ἀλλ’ ἔσονται πάλιν ἐν τούτοις, καὶ ἐν τοῖς ἔτι χείροσι, μὴ σκανδαλισθῆτε, φησὶν, ὅταν καὶ αὐτοὶ τοῦτο παθόντες εὑρίσκησθε, διαμέμνησθε δὲ πανταχοῦ τῶν ἐμῶν λόγων· Οὐ γάρ ἐστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. «Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.» Ἀνεκόμισε πρὸς αὐτὸ τὸ πάντων, ὡς ἔπος εἰπεῖν, ἀκρότατον τῶν δεινῶν, τοῦ κινδύνου τὴν πρόῤῥησιν, οὐχ ἵνα τὴν ἄνανδρον τοῖς ἑαυτοῦ μαθηταῖς ἐνεργάσηται πτοίαν· οὐ γὰρ ἂν ἥρμοσε δρᾶν τῷ γε ὅλως παροτρύνειν ἐθέλοντι πρὸς τὸ εὐτολμότατα λίαν τὸν εὐαγγελικὸν κηρῦξαι λόγον· ἀλλ’ ἵνα τὸν ἀνωτάτω φόβον, ὡς ἤδη προεγνωσμένον, εὐτριβῆ ὄντα διὰ τοῦτο παρωθούμενοι, παντὸς μὲν ἤδη κατανεανιεύωνται κακοῦ, μηδένα δὲ ὅλως ποιοῖντο λόγον, μηδὲ εἴπερ τι προσίοι τῶν ἀφορητοτέρων κακῶν εἶναι δοκούντων. τοῖς γὰρ τὸ μεῖζον οὐ δεδοικόσι, ποίαν ἂν ζημίαν ἐποίσει τὸ ἔλαττον;
οἱ δὲ καὶ τῶν εἰς ἄκρον ἡκόντων δειμάτων κατευμεγεθεῖν ἐγνωκότες, διὰ τίνος ἔτι τῶν ἄλλων ταραχθεῖεν ἄν; ἵνα τοίνυν εὐτρεπῆ τὴν διάνοιαν ἔχοιεν εἰς τὸ πάντα λίαν ἀσμένως ὑπενεγκεῖν, καὶ πρὸς τὸ χρῆναι τοσοῦτον τῆς ἐκ τῶν Ἰουδαίων κατεξανίστασθαι βλάβης, ὡς μηδὲ αὐτὸν εἰ τύχοι παρόντα τὸν ὠμὸν δεδιέναι θάνατον· οὐχὶ τὰ ἐν ἔθει μόνον συμβήσεσθαι λέγει, οὐδὲ μέχρι τούτων στήσεσθαι τὴν ἐπιβουλὴν, ἤτοι τὴν τῶν Ἰουδαίων ἐπανάστασιν, ὡς ἀποσυναγώγους γενέσθαι μόνον, ἀλλ’ εἰς τοῦτο κατολισθεῖν ὠμότητος τὴν ἐκείνων ἀνοσιότητα προμεμήνυκεν, ὡς οἰηθῆναί ποτε καὶ τὴν τῆς εἰς Θεὸν εὐσεβείας ἰέναι τρίβον τὴν κατ’ αὐτῶν εἰς ἄκρον ἀπανθρωπίαν. ὅτι δὲ καὶ ἀποσυνάγωγοι παρὰ τοῖς Ἰουδαίοις ἐγίνοντο, καὶ ταύτην ὡς ἐν ἀρχαῖς τοῦ πράγματος ὑπέμενον δίκην οἱ τῆς ἀγάπης τῆς εἰς Χριστὸν ἐξημμένοι, σαφὲς ἂν γένοιτο, λέγοντος τοῦ Εὐαγγελιστοῦ, ὅτι πολλοὶ μέντοι καὶ ἐκ τῶν ἀρχόντων ἐπίστευσαν εἰς αὐτὸν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, καὶ πάλιν Ἤδη γὰρ συνετέθειντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ τὸν Χριστὸν εἶναι, ἀποσυνάγωγος γένηται·
ἀλλ’ εἰ καὶ πρὸς ταύτην, φησὶ, τὴν τῶν Ἰουδαίων ἐπιβουλὴν ἀφορήτως ἔχουσί τινες, ἰστέον ἐντεῦθεν, ὡς οὐ μέχρι τούτων τὰ καθ’ ὑμᾶς στήσεται. μὴ γὰρ ὅλως, φησὶν, εἰ καὶ συμβαίη τοῦτο παθεῖν ἀσχάλλετε. κατοιχήσεται δὴ πρὸς τοῦτο φαυλότητος τὰ ἐκείνων τολμήματα, ὡς εἰς λατρείας δύναμιν τῆς θεοφιλοῦς τὸν καθ’ ὑμῶν οἰηθῆναι θάνατον· ὃ δὴ καὶ γεγονὸς εὑρήσομεν ἐπί τε τῷ ἁγίῳ Στεφάνῳ, τῇ τῶν μαρτύρων ἀπαρχῇ, καὶ ἐπὶ τῷ θεσπεσίῳ Παύλῳ. Στεφάνῳ μὲν γὰρ τὸ τῆς δυσφημίας ἔγκλημα περιπλέκοντες, καὶ ζῆλον ἐντεῦθεν τὸν φιλόθεον πλαττόμενοι, τὸν διὰ λίθων ἐπήγαγον θάνατον· τῷ γεμὴν ἱερῷ τε καὶ σοφωτάτῳ Παύλῳ τοσοῦτον ἐπέτριζον τῶν Ἰουδαίων τινὲς, ὡς ἀναθεματίσαι ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἄχρις οὗ ἀνέλωσιν αὐτόν· οὕτω γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων γεγραμμένον εὑρήσομεν. καλὴ τοιγαροῦν καὶ λυσιτελὴς λίαν ἡ πρόῤῥησις, προεξευμαρίζουσα μὲν τὸν ἐπὶ τοῖς δεινοῖς φόβον, ὡς δὲ ἤδη πεπονθότας ἀναχαλκεύουσα πρὸς ἀνδρείαν τοὺς μαθητάς. προαποψυχθήσεται γάρ πως ἡ τοῦ κινδύνου θερμότης προεγνωσμένη τοῖς πάσχουσι, καὶ ἀσθενεστέραν τὴν ἔφοδον ἐργάζεται.
PG 74:425«Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ.» Ἔδειξε τῶν Ἰουδαίων τὸν ζῆλον, οὐ κατ’ ἐπίγνωσιν· καθάπερ ἀμέλει καὶ ὁ Παῦλός φησι· πεπλανημένον δὲ σφόδρα καὶ ἔξω που βαίνοντα τῆς εὐθείας ὁδοῦ, καίτοι δοκοῦντα κατά γε τὸν ἐν αὐτοῖς ὄντα σκοπὸν τελεῖσθαι διὰ Θεόν. ᾤοντο μὲν γὰρ τῆς διὰ Μωυσέως ὑπερασπίζοντες ἐντολῆς τὸν τοῦ νόμου δοτῆρα κατευφραίνειν Θεὸν, καὶ μαχόμενοι τοῖς διὰ Χριστοῦ θεσπίσμασιν εὐδοκιμεῖν οἱ τάλανες οὐ μικρῶς ὑπελάμβανον. διὰ γάρ τοι τοῦτο καὶ τοῖς τὸν εὐαγγελικὸν διακηρύττουσι λόγον ἐπέκειντο σφοδρῶς, ἀλλ’ ἠγνόουν ἁπάσης εἴσω πεσόντες μωρίας, καὶ διὰ τῆς εἰς τὸν Υἱὸν ἀτιμίας εἰς αὐτὸν πλημμελοῦντες τὸν Θεὸν καὶ Πατέρα, μᾶλλον δὲ οὐκ εἰδότες ἡλίσκοντο παντελῶς, τί μέν ἐστι Πατὴρ, τί δὲ πάλιν ὁ ἐξ αὐτοῦ πεφηνὼς Υἱός. καὶ τό γε παράδοξον, Μωυσέα μὲν γὰρ τὸν σοφώτατον ταῖς ἀνωτάτω τιμαῖς καταστεφανοῦν ἠπείγοντο, νόμου τοῦ δι’ ἀγγέλων γεγονότα διάκονον·
τὸν δὲ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, τὴν ἀπόῤῥητον τοῦ Πατρὸς ἐξηγούμενον βούλησιν, λέγοντά τε σαφῶς Ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλ’ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω, ταῖς ἐσχάταις ἀτιμίαις περιβαλεῖν οὐκ ὤκνησαν, καίτοι συνθαυματουργοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δι’ αἰσθητῆς ἄνωθεν μαρτυροῦντος φωνῆς, ἀνακεκραγότος δὲ διαῤῥήδην καὶ λέγοντος Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα. ἔστι τοίνυν οὐκ ἀμφίβολον, ὡς εἴπερ τις ἕλοιτο τοῖς τὸν θεῖον διαπορθμεύουσι λόγον ἐπιφύεσθαι πικρῶς, ἐν ἀγνοίᾳ κείσεται πάσης ὁμοῦ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. οὐδὲ γὰρ οἶδε τὸν Πατέρα, ὁ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον τῆς πρεπούσης δόξης ἔξω τιθεὶς, κατά γε τὸν ἴδιον σκοπόν. πῶς γὰρ οὐκ ἀνενδοιάστως παραδεκτὸν παρά γε τοῖς νουνεχέστερον τῇ τῶν πραγμάτων φύσει προσβαλεῖν δυναμένοις, ὡς ἐπείπερ ἐστὶν ὁμοούσιος τῷ Πατρὶ, λαλήσει μὲν πάντως τὰ κατὰ βούλησιν τοῦ Πατρὸς, ὡς δὲ κοινωνὸν τῆς δόξης ἔχων αὐτὸν, ἕξει δὴ πάντως καὶ συλλυπούμενον, ἐφ’ οἷς ἂν πταίωσιν εἰς αὐτόν τινες.
ἀπολογεῖται τοίνυν ἐν τούτοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ μονονουχὶ τῶν Ἰουδαϊκῶν τολμημάτων κατηγορεῖ, πικρὰν καὶ ὀλέθριον ἐντεῦθεν ἐπιθεὶς τὴν ψῆφον τοῖς αὐτὸν ἀτιμάζουσι διὰ τῆς εἰς αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ὠμότητος. οὐ γὰρ εἰς αὐτοὺς κυρίως ὁ τῆς πλημμελείας περιτραπήσεται λόγος, ἀλλ’ εἰς αὐτὸν ἀναβήσεται τὸν τῆς θείας ἀποστολῆς αὐτοῖς ἐπιτιθέντα τὴν λειτουργίαν, καθάπερ ἀμέλει καὶ πρὸς Σαμουήλ ποτε τὸν ἅγιον ἔλεγε περὶ τῶν υἱῶν Ἰσραήλ Ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμὲ ἐξουθενήκασι. Πρᾶγμα τοιγαροῦν σφαλερώτατον, τὸ μὴ τοῖς ἁγίοις ἐθέλειν τὴν αὐτοῖς ἁρμοδιωτάτην ἀπονεῖμαι τιμήν· ἀναδραμεῖται γὰρ τῆς εἰς αὐτοὺς πλημμελείας ὁ λόγος εἰς τὸν ἀποστείλαντα αὐτούς. «Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν, μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν.» Οὐχ ἑτέρου τοῦ χάριν περὶ τούτων αὐτοῖς πεποιῆσθαι τὸν λόγον διισχυρίζεται, ἢ ἵνα γινώσκοιεν, ὅτι δὴ πάντως τοῖς δι’ αὐτὸν ὁμιλήσαντες πειρασμοῖς τῆς ἁμαρτίας, τὴν ἐντεῦθεν ἀποκερδανοῦσι δόξαν.
PG 74:427οὐ γὰρ δὴ προείρηκα, φησὶ, τοὺς τόνους τῆς ὑμετέρας διανοίας προαπονευρῶν, ἀλλ’ οὐδὲ πρόωρον ὑμῖν ἐκ τοῦ πείθεσθαί τι προσδοκᾶν ἐπινοήσας τὸ δεῖμα, προγινώσκειν δὲ μᾶλλον διδοὺς, ἵνα διττὴν ἐντεῦθεν τὴν ὠφέλειαν κερδάνητε. πρῶτον μὲν γὰρ ἀναμνησθέντες, ὅτι προεῖπον ἐγὼ, τὸν προεγνωκότα θαυμάσετε, καὶ αὐτὸς ὑμῖν ὁ τοῦ κινδύνου καιρὸς εἰς πληροφορίαν ἀσφαλοῦς συμβήσεται πίστεως· ὁ γὰρ εἰδὼς τὰ ἐσόμενα, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεός; καὶ πρός γε τούτῳ τὸ ἕτερον· ὁ γὰρ δὴ προηυτρεπισμένος καὶ προεγνωκὼς ὅτι πείσεται, μαλθακωτέρῳ μὲν περιτεύξεται τῷ φόβῳ, κατευμεγεθήσει γὰρ ῥᾳδίως παντὸς τοῦ δοκοῦντος εἶναι δεινοῦ, ἀκλόνητόν τε τὸν νοῦν ἐν αὐτοῖς κτήσεται τοῖς πόνοις· τὸ γὰρ ἀδοκήτως οἶμαι παρ’ ἐλπίδα παθεῖν πικροτέραν ἔχει τὴν προσβολήν. καὶ γοῦν ὁ ψάλλων φησίν Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. διαμεμνῆσθαι τοίνυν κελεύει τοὺς μαθητὰς τοῦ προειρηκότος αὐτοῖς τὰ ἐσόμενα χρησίμως καὶ ἀναγκαίως. ἦν γὰρ οὐκ ἀμφίβολον, ὅτι Θεὸν ἀληθινὸν ὑπάρχειν αὐτὸν καὶ διὰ τοῦτο πιστεύοντες· ἴδιον γὰρ τὸ πάντα εἰδέναι τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ· καὶ ὅτι τῶν δεινῶν ἐξελεῖται ῥᾳδίως πιστεύσουσιν.
«Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ’ ὑμῶν ἤμην. νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις; ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.» Ἑτέρου τινὸς χρησίμου καὶ ἀναγκαιοτάτου λίαν προενόησεν ὁ Χριστός. ἦν γὰρ οὐκ ἀμφίβολον, ὅτι κεκλημένοι πρὸς μαθητείαν ἐν ἀρχαῖς παρ’ αὐτοῦ, συνόντες τε ἀεὶ καὶ συνδιαιτώμενοι, καὶ πολλὴν τῶν παραδόξων ἐσχηκότες τὴν πεῖραν, συσκεψάμενοί τε τὴν ἀσύγκριτον αὐτοῦ δύναμιν καὶ ἐξουσίαν, ὅτι πάντα νικήσουσι πειρασμὸν, καὶ πάντων ἁπαξαπλῶς περιέσεσθαι τῶν δεινῶν ὑπελάμβανον. πῶς γὰρ ἦν ἐνδοιάζειν ἔτι καὶ πρὸς τοῦτο μικροψυχεῖν τὴν τοῦ τοσαῦτα ἰσχύοντος λαχόντας εὐμένειαν; ἐπειδὴ δὲ τοῖς παρ’ ἐλπίδα περιπεσεῖσθαι κινδύνοις προμεμήνυκεν ὁ Χριστὸς, ἵνα μὴ σφόδρα πρὸς τοῦτο ταράττοιντο, διενθυμούμενοί τε καὶ λέγοντες Ἆρα τῶν ἐν ἀρχαῖς ἐλπίδων ἐσφάλημεν καὶ διημαρτήκαμεν τοῦ σκοποῦ, κεκλῆσθαι μὲν ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς οἰηθέντες, ἐκτελευτῶντες δὲ οὕτως εἰς ἀδοκήτους συμφοράς;
ἀναγκαίως ὁ Κύριος τοῦ μὴ ἐν ἀρχαῖς προμηνῦσαι ταυτὶ τὴν αἰτίαν ἐξηγεῖται καί φησι Ταῦτα ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν ὅτι μεθ’ ὑμῶν ἤμην. ἐξήρκει μὲν γὰρ συμπαρὼν αὐτοῖς ἔτι πρὸς τὸ ἀνασώζειν εὐκόλως, καὶ ἐκ παντὸς ῥύεσθαι πειρασμοῦ, καὶ τὴν ἐφ’ ἅπασι τοῖς συμβαίνουσι καθηκόντως ποιεῖσθαι διδασκαλίαν τε καὶ ἐπανόρθωσιν. ἐπειδὴ δὲ ἀποδημεῖ πρὸς τὸν Πατέρα, τὴν τῶν ἔσεσθαι προσδοκωμένων ἀπαραίτητον ἄφιξιν ἐξηγεῖται χρησίμως καὶ ἐν καιρῷ τῷ πρέποντι. εἰ γὰρ καὶ ἡμῖν αὐτοῖς τὸ τοῦ καιροῦ τοῦ πρέποντος μὴ ἁμαρτάνειν ἐσπούδασται, πῶς οὐκ ἂν μᾶλλον ἀρέσαι Θεῷ; καιρὸς οὖν ἄρα σιωπῆς ἦν ἐν ἀρχαῖς, οὔπω τοῦ χρῆναι μαθεῖν ὡς ἐξ ἀνάγκης εἰσβαίνοντος· ἐπειδὴ δὲ ἀπεδήμει πρὸς τὸν Πατέρα, ὁ τῆς φράσεως παρεισέδυ καιρός. ἆρ’ οὖν ἀπενοσφίζετο τῶν μαθητῶν ὁ Σωτὴρ ἀναφοιτήσας πρὸς τὸν Πατέρα, καὶ συνῆν αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τε καὶ δυνάμει καὶ χάριτι; πῶς, ἢ κατὰ τίνα τρόπον; οὐ γὰρ ψεύδεται λέγων Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος, πλὴν ὅσον εἰς σάρκα καὶ τὴν μετὰ σώματος παρουσίαν, οὐδαμόθεν ἀμφίβολον.
ἀλλ’ οἶδε μὲν ὁ Σωτὴρ ἀναγκαιοτάτην ἔσεσθαι τῇ ἀνθρωπείᾳ φύσει τὴν εἰς οὐρανοὺς ἀνάβασιν τῆς ἰδίας σαρκὸς, πλὴν οὐκ ἠγνόησεν, ὡς Θεὸς, ὅτι τῇ πικρίᾳ τῆς λύπης μεμέθυστο τῶν μαθητῶν ἡ καρδία. ἐλύπει γὰρ λίαν αὐτοὺς ἀποδημῶν ὁ Χριστὸς, ἐπείπερ ἤθελον αὐτῷ συνεῖναι διὰ παντός. ὡς δὲ ἤδη κεκρικότα τοῦτο δρᾶν, οὐδὲ διερωτῶσιν, ὅ τι ποτὲ ἄρα, καὶ διὰ ποίαν αἰτίαν ἀποιχήσεται, ἢ τί τὸ ἐπεῖγον ἤγουν ἀναπεῖθον εἰς τὸ ἄνω βαδίζειν αὐτόν. συγγινώσκει τοίνυν ὡς ἐξ ἀγάπης αὐτοῖς παθοῦσι καὶ τοῦτο, καὶ σιωπὴν οὐκ εὐκαίρως ἑλομένοις ἀγαπᾶν τῆς ἀποδημίας οὐκ ἐῶσαν τὸ αἴτιον ἐκμαθεῖν, καίτοι πολλὴν ἔχοντος τοῦ εἰδέναι τὴν ὄνησιν. «Ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω, συμφέρει ὑμῖν ἵνα ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς.» Θερμὴ μὲν γὰρ ὑμᾶς κατεδήδοκε λύπη, φησὶ, καὶ δριμὺς ἐτάραξε πόνος. οὐ γὰρ ἀταλαίπωρον ἑαυτοῖς τὸν ἐμὸν ἔσεσθαι χωρισμὸν ὑπειλήφατε, σφόδρα φρονοῦντες ὀρθῶς. περιπεσεῖσθε γὰρ πάντως οἷς ἤδη προείρηκα πειρασμοῖς, καὶ τῆς τῶν διωκόντων ἀνοσιότητος ὑπομενεῖτε τὴν ἀγριότητα.
PG 74:429χρῆναι δὴ οὖν ἀεὶ τῶν ἡδίστων τὸ συμφέρον προτάττεσθαι λογιζόμενος, ἐρῶ πρὸς ὑμᾶς τὴν ἀλήθειαν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. καὶ πάντα μὲν τὰ νοήματα τῷ ὑπὲρ ἡμᾶς παραχωρήσομεν Σωτῆρι Χριστῷ, πλὴν οὐ μετρίως ἂν οἶμαι θορυβήσειν δύνασθαί τινα τῶν ἁπλουστέρων τὸ εἰρημένον. λογιεῖται γὰρ πάντως ἐκεῖνο καθ’ ἑαυτὸν καὶ διασκέψεται, ὡς εἴπερ ἦν ἄμεινον τὸ ἀποδημῆσαι Χριστὸν, τὸ ἄρα παρεῖναι τῆς κατά τι γοῦν ζημίας οὐ λίαν ἀπήλλακτο· καὶ εἰ τὸ συμφέρον ἡμῖν ἐν τῷ ἀνελθεῖν αὐτὸν, πῶς οὐχὶ τὸ ἐναντίον ἐκ τοῦ μὴ ἀπελθεῖν συμβήσεται; καὶ θορυβήσει μὲν ἴσως τινὰς τῶν ἀκεραίων τὸ ζήτημα· πλὴν ὁ συνέσει τῇ θείᾳ διακυβερνώμενος πρὸς ἀκριβῆ τῶν εἰρημένων κατάληψιν, οὐκ ἂν ὅλως οἶμαι σκανδαλισθείη ποτὲ, διασκέψηται δὲ μᾶλλον τὸν τοῖς εἰρημένοις πρέποντα νοῦν. Χρῆναι τοιγαροῦν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνό φημι διαλογίζεσθαί τε καὶ εἰδέναι σαφῶς, ὅτι κατὰ τὸ γεγραμμένον Καιρὸς τῷ παντὶ πράγματι, καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν. παρῆν οὖν ἄρα κατὰ καιροὺς χρησίμως ὁ Κύριος ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκός·
PG 74:431ἐν καιρῷ δ’ αὖ πάλιν τῷ καθήκοντί τε καὶ ἡρμοσμένῳ ταῖς ἐφ’ ἑκάστῳ τῶν πραγμάτων τελουμέναις οἰκονομίαις χρησίμως ἀνῄει πρὸς τὸν Πατέρα. καὶ οὐ διαβεβλήσεται μὲν παντελῶς, ὡς οὐ σφόδρα λυσιτελὲς τὸ συμπαρεῖναι τοῖς μαθηταῖς, διὰ τὴν εἰς ὕστερον ἀναγκαίως γενομένην ἀποδημίαν, οὔτε μὴν λοιδορηθήσεται κατά τι γοῦν ὅλως τὸ ἐκ τῆς ἀποδημίας χρήσιμον, διὰ τὸ ἐκ τοῦ παρεῖναι συμφέρον· ἑκάτερον γὰρ ἐν καιρῷ πρέποντι χρησίμως ἐπράττετο. ἵνα δὲ τὸν τοῦ θεωρήματος νοῦν βραχὺ παραπλώσαντες, εὐσυνοπτότερον τοῖς ἀδελφοῖς καταστήσωμεν, φέρε δὴ λέγωμεν ἀναμηρυσάμενοι τῷ λόγῳ κατ’ ἐπιδρομὴν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὴν πρόφασιν, καὶ πρὸς τούτοις ἔτι τὸ τῆς ἀποδημίας ὠφέλιμον. Ἵνα τοίνυν καὶ φθορᾶς καὶ θανάτου ἀπαλλάξῃ τὸν διὰ τῆς ἀρχαίας ἐκείνης κατακεκριμένον ἀρᾶς, γέγονεν ἄνθρωπος, ἑαυτὸν ὥσπερ ἐγκαθιεὶς τῇ ἡμετέρᾳ φύσει, ζωὴν κατὰ φύσιν ὑπάρχοντα. νενίκηται γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ λέλυται τῆς ἐν ἡμῖν ἐπεισάκτου φθορᾶς ἡ δύναμις. καὶ ἐπείπερ τῆς εἰς ἁμαρτίαν ῥοπῆς ἐλευθέρα παντελῶς ἡ θεία φύσις ἐστὶ, πεφόρεκεν ἡμᾶς διὰ τῆς ἰδίας σαρκός·
ἐν αὐτῷ γὰρ ἦμεν οἱ πάντες, καθὸ πέφηνεν ἄνθρωπος· ἵνα νεκρώσῃ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τουτέστι, τὰ τῆς σαρκὸς πάθη, καὶ καταργήσῃ τῆς ἁμαρτίας νόμον τὸν ἐν τοῖς ἡμετέροις μέλεσι τυραννήσαντα, καὶ πρὸς τούτῳ πάλιν ἵνα τὴν φύσιν ἡμῶν ἁγιάσῃ, καὶ τύπος ἡμῶν καὶ καθηγητὴς εὑρεθῇ τῆς εἰς εὐσέβειαν ὁδοῦ, καθαρά τε ἐπίγνωσις τῆς κατ’ ἐπίγνωσιν ἀληθείας καὶ ἀπλανοῦς πολιτείας· ταῦτα δὴ οὖν ἅπαντα γεγονὼς ἄνθρωπος κατώρθωκεν ὁ Χριστός. ἔδει τοίνυν εἰς ἀκρότητα παντὸς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν ἀναγαγεῖν, καὶ οὐχὶ μόνον ἀπαλλάξαι θανάτου καὶ ἁμαρτίας, ἀλλ’ ἤδη καὶ εἰς αὐτοὺς ἀναβιβάσαι τοὺς οὐρανοὺς, ὁμοδίαιτόν τε καὶ συγχορευτὴν ἐπιδεῖξαι τοῖς ἀγγέλοις τὸν ἄνθρωπον· καὶ ὥσπερ κεκαινοτόμηκεν ἡμῖν διὰ τῆς ἰδίας ἀναστάσεως τὸ διαδρᾶναι δύνασθαι τὴν φθορὰν, οὕτως ἡμῖν ἀνοῖξαι καὶ τὴν εἰς τὸ ἄνω πάροδον, καὶ ἐν ὄψει στῆσαι τοῦ Πατρὸς τὸν ἐκ προσώπου τεθέντα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. οὕτω τὰ τοιαῦτα συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος ἔλεγεν Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, οὐδὲ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.
ἀκούεις ὅτι διὰ παντὸς ἐν ὄψει καὶ ἐν τῇ φύσει τοῦ ἰδίου Γεννήτορος ὢν, διὰ τὴν ταυτότητα τῆς οὐσίας, νῦν οὐ δι’ ἑαυτὸν, ἀλλ’ ὑπὲρ ἡμῶν ἐμφανίζεται; ὃ γὰρ εἶπον ἤδη, τοῦτο πάλιν ἐρῶ· ἡμᾶς ἵστησιν ἐν ὄψει τοῦ Πατρὸς, ἀπαρχὴ ὢν τῆς ἀνθρωπότητος, ἀποδημήσας εἰς οὐρανούς. ὥσπερ γὰρ ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀποθανεῖν τε καὶ ἀναστῆναι λέγεται δι’ ἡμᾶς, οὕτως καὶ ἀεὶ βλέπων τὸν ἑαυτοῦ Πατέρα, ὁρώμενός τε αὖ πάλιν καὶ παρὰ τοῦ ἰδίου Πατρὸς, νῦν ἐμφανισθῆναι λέγεται, τουτέστιν, ὅτε γέγονεν ἄνθρωπος, οὐ δι’ ἑαυτὸν, ἀλλ’ ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καὶ ὡς ἐλλελοιπὸς οὖν ἄρα τῇ καθ’ ἡμᾶς οἰκονομίᾳ κατεφαίνετο, τὸ καὶ εἰς αὐτοὺς ἡμᾶς ἀναβῆναι τοὺς οὐρανοὺς, ὡς ἐν ἀπαρχῇ καὶ πρώτῳ Χριστῷ. πρόδρομος γὰρ καὶ εἰς αὐτοὺς ἀνελήλυθεν ὑπὲρ ἡμῶν, ὥς που καὶ αὐτός φησιν ὁ θεσπέσιος Παῦλος· καὶ ᾗ μὲν ἄνθρωπος, νοεῖται τυχὸν ἀρχιερεὺς ἔτι τῶν ἡμετέρων ψυχῶν καὶ παράκλητος καὶ ἱλασμὸς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτιῶν· ᾗ δὲ Θεὸς καὶ Κύριος κατὰ φύσιν, σύνεδρος τῷ ἰδίῳ Γεννήτορι, ἀλλὰ καὶ εἰς ἡμᾶς αὐτοὺς οὐδὲν ἧττον πάλιν καὶ ἡ ἐκ τούτου διαβήσεται δόξα.
PG 74:433διὸ καὶ Παῦλος ἔλεγε περὶ τοῦ Πατρὸς, ὅτι καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. τετελεσμένων οὖν ἄρα τῶν ἐπὶ τῆς γῆς, τὸ ἐλλελοιπὸς ἔδει πληροῦν, τουτέστι, τὸ ἀναβῆναι πρὸς τὸν Πατέρα. διὰ τοῦτό φησι Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς. Φέρε δή τι καὶ πρὸς τούτοις ἕτερον ἐπινοῶμεν τοῖς θεωρήμασι χρήσιμόν τε καὶ ἀληθές. κατώρθωτο μὲν γὰρ ἅπαντα λοιπὸν τὰ ἐπὶ τῆς γῆς, καθάπερ ἀμέλει διεβεβαιούμεθα νυνί· χρῆν δὲ δὴ πάντως κοινωνοὺς ἡμᾶς καὶ μετόχους γενέσθαι τῆς θείας τοῦ Λόγου φύσεως, ἤπερ τὴν οἰκείαν ἀφέντας ζωὴν εἰς ἑτέραν μετασκευάζεσθαι, καὶ πρὸς καινότητα πολιτείας μεταστοιχειοῦσθαι τῆς θεοφιλοῦς· ἀλλ’ ἦν οὐχ ἑτέρως δύνασθαι τούτου τυχεῖν, εἰ μὴ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας τε καὶ μετουσίας. ὁ γεμὴν πρεπωδέστατός τε καὶ οἰκειότατος καιρὸς τῇ τοῦ Πνεύματος ἀποστολῇ καὶ καθόδῳ τῇ πρὸς ἡμᾶς, ἐκεῖνος ἦν ἄρα λοιπὸν εἰστρέχων εὐκαίρως, ὁ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. συνὼν μὲν γὰρ ἔτι μετὰ σαρκὸς καὶ τοῖς πιστεύουσιν εἰς αὐτὸν, παντὸς οἶμαι χορηγὸς ἀγαθοῦ ἀνεδείκνυτο·
ἀλλ’ ἐπείπερ αὐτὸν ἀνακομίζεσθαι δεῖν πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καιρὸς ἐκάλει καὶ χρεία, πῶς οὐκ ἔδει συνεῖναι διὰ τοῦ Πνεύματος τοῖς σεβομένοις αὐτὸν, καὶ ἐνοικεῖν ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, ἵν’ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, μετὰ παῤῥησίας κράζωμεν Ἀββᾶ ὁ πατὴρ, καὶ πρὸς πᾶσαν εὐκόλως ἴοιμεν ἀρετὴν, καὶ προσέτι τούτῳ, δυνατοί τε καὶ ἄμαχοι πρὸς τὰς τοῦ διαβόλου μεθοδείας εὑρισκώμεθα, καὶ τὰς ἐξ ἀνθρώπων ἐπαναστάσεις, ἅτε δὴ καὶ τὸ πάντα ἰσχύον ἔχοντες Πνεῦμα. Ὅτι γὰρ εἰς ἑτέραν τινὰ μεθίστησιν ἕξιν τοὺς ἐν οἷς ἂν γένοιτο καὶ κατοικήσῃ τὸ Πνεῦμα, καὶ εἰς καινότητα δὲ μεταπλάττει ζωῆς, πῶς οὐ ῥᾳδίως ἐπιδείξῃ τις ἂν, ἀπό τε τῆς ἀρχαίας καὶ νέας γραφῆς; ὁ μὲν γὰρ θεσπέσιος Σαμουὴλ, ὅτε τοὺς πρὸς τὸν Σαοὺλ ἐποιεῖτο λόγους Καὶ ἐφαλεῖται, φησὶν, ἐπὶ σὲ Πνεῦμα Κυρίου, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον ὁ δὲ μακάριος Παῦλος Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.
ὁρᾷς ὅτι μεταπλάττει τὸ Πνεῦμα πρὸς ἑτέραν ὥσπερ εἰκόνα τοὺς ἐν οἷς ἂν φαίνοιτο καταυλισθέν; μεθίστησι γὰρ εὐκόλως ἀπὸ τοῦ φρονεῖν ἐθέλειν τὰ ἐπὶ τῆς γῆς εἰς τὸ μόνα βλέπειν τὰ ἐν οὐρανοῖς, καὶ ἐξ ἀνάνδρου δειλίας εἰς εὐτολμοτάτην διάνοιαν. ὅτι δὲ καὶ τοὺς μαθητὰς τοῦτο παθόντας εὑρήσομεν, καὶ κεχαλκευμένους διὰ τοῦ Πνεύματος εἰς τὸ μήτε τὰς τῶν διωκόντων ἐπαναστάσεις καταναρκᾶν, ἀλλὰ καὶ τῆς εἰς Χριστὸν ἀγάπης ἀπρὶξ ἐχομένους, οὐδαμόθεν ἀμφίβολον. οὐκοῦν ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος Συμφέρει ὑμῖν λέγοντος τὸ ἀποδημῆσαί με εἰς οὐρανούς· ἐκεῖνος γὰρ ἦν ὁ καιρὸς τῆς καθόδου τοῦ Πνεύματος. «Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μὲν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· περὶ δικαιοσύνης δὲ, ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
PG 74:435περὶ κρίσεως δὲ, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.» Καιρὸν ἐπιδείξας τὸν δέοντα τῆς τοῦ Πνεύματος καθόδου καὶ ἀποστολῆς, τὸ ἀποδημῆσαι πρὸς τὸν Πατέρα, καὶ τὴν ἐν τοῖς ἁγίοις μαθηταῖς ἀγριαίνουσαν λύπην ἀποχρώντως διὰ τούτου τεθεραπευκὼς, καὶ τίνων ἔσται δημιουργὸς ὁ Παράκλητος χρησίμως προσεπιδείκνυσιν. ἐλθὼν γάρ φησιν ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. καὶ τίνα μὲν τρόπον ὁ ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἔλεγχος ἔσται, διαμεμήνυκεν ἀκριβῶς· πλὴν ἐπείπερ οὐ λίαν εὐκόλως προσβάλλειν εἰκὸς τῷ θεωρήματί τινας, διερμηνεῦσαι δεῖν ἀνὰ μέρος ὑπολαμβάνω, καὶ λευκότερον εἰπεῖν τοῦ σημαινομένου τὴν δύναμιν. Τέθειται τοίνυν ἐν πρώτοις ὁ περὶ τῆς ἁμαρτίας ἔλεγχος. πῶς οὖν ἐλέγξει τὸν κόσμον; ὅταν γὰρ τοῖς ἀγαπῶσι Χριστὸν, ὡς ἀξίοις ἤδη καὶ πεπιστευκόσι γένηται, τότε δὴ τότε τὸν κόσμον, τουτέστι, τοὺς ἀπαιδεύτους τε καὶ ἀπίστους ἔτι καὶ ταῖς ἐν κόσμῳ φιληδονίαις κεκρατημένους δι’ αὐτοῦ κατακρίνῃ τοῦ πράγματος, ὡς ἐνόχους ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις, καὶ τοῖς ἑαυτῶν ἐντεθνηξομένους ἁμαρτήμασι.
προςωποληπτήσει γὰρ οὐδαμῶς ὁ Θεὸς, ἀλλ’ οὐδέ τισι μὲν τῶν ἐπὶ τῆς γῆς αἰτίας εὐλόγου δίχα χαριεῖται τὸ Πνεῦμα, τισὶ δὲ οὐκέτι, μόνοις δὲ τοῖς ἀξίοις ἐγκατοικιεῖ τὸν Παράκλητον, οἳ διὰ πίστεως εἰλικρινοῦς ὡς Θεὸν ὄντως τετιμήκασι, καὶ τῶν ὅλων ὡμολόγησαν δημιουργὸν καὶ Κύριον. ὅπερ οὖν εἴρηκε φθάσας τοῖς Ἰουδαίοις αὐτὸς ὁ Σωτὴρ, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε, ἀληθὲς ὂν ἐπιδείξει διὰ πραγμάτων ὁ Παράκλητος ἐλθών. Ἐλέγξει δὲ πάλιν τὸν κόσμον φησὶ περὶ δικαιοσύνης, ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· συνερεῖ γὰρ δικαίως τοῖς πεπιστευκόσιν εἰς Χριστὸν μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, ὡς δικαίως δεδικαιωμένοις. παρεδέξαντο γὰρ ὡς Θεὸν ἀληθινὸν, ὃν τεθέανται μὲν οὐδαμῶς, συνεδρεύειν γεμὴν τῷ ἰδίῳ Πατρὶ πεπιστεύκασιν. ὅτι γὰρ μακαρίους ἀπεκάλει τοὺς οὕτω πιστεύοντας ὁ Χριστὸς, ἐκμάθοι τις ἂν καὶ λίαν εὐκόλως ἐκείνων ἐπιμνησθεὶς ὧν εἴρηκέ τε καὶ δέδρακεν ὁ Θωμᾶς. ἐνδοιάζων γὰρ ἔτι πρὸς τὸ ἀναβιῶναι τὸν Υἱόν Ἐὰν μὴ βάλω, φησὶ, τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ ἴδω τοὺς τύπους τῶν ἥλων, οὐ μὴ πιστεύσω.
PG 74:437ἐπειδὴ δὲ πεπίστευκεν, ὅπερ ἠθέλησε δρᾶν ἐφέντος αὐτῷ τοῦ Χριστοῦ, ποίων ἤκουσε λόγων; Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. δικαίως οὖν ἄρα δεδικαίωνται καὶ δίχα τῆς θέας οἱ πιστεύσαντες, τοῦ δὲ τῶν ἴσων τυχεῖν ὁ κόσμος ἐξώλισθε, τὴν ἐκ πίστεως δικαιοσύνην οὐ προσηκάμενος, ἀλλ’ ἐθελοντὴς τοῖς ἰδίοις ἐμφιλοχωρήσας κακοῖς. Εἰδέναι γεμὴν ἀναγκαῖον, ὡς οὐ κατὰ μόνων Ἰουδαίων ἡ τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐλέγχων δυὰς διὰ τοῦ Παρακλήτου γενήσεται, κατὰ παντὸς δὲ μᾶλλον ἀνθρώπου σκληροῦ τε καὶ ἀπειθοῦς· σημαίνει μὲν γὰρ ἡ τοῦ κόσμου προσηγορία, καὶ τὸν ταῖς φιληδονίαις ἀκαταλήκτως ἐγκαλινδούμενον καὶ τῆς διαβολικῆς βδελυρίας οὐκ ἐξιστάμενον, σημαίνει δὲ οὐδὲν ἧττον καὶ τοὺς ἐν παντὶ τῷ κόσμῳ διεσπαρμένους τε καὶ κατῳκηκότας. γενικὸς οὖν ἄρα καὶ κατὰ πάντων ὁ διπλοῦς οὑτοσὶ κεχώρηκεν ἔλεγχος. σεσαγήνευκε γὰρ ὁ Χριστὸς οὐχὶ μόνην τὴν Ἰουδαίαν, καθὰ καὶ ἐν ἀρχαῖς, ἢ μόνον τὸ σπέρμα τὸ ἐξ Ἰσραὴλ, ἀλλὰ σύμπαν τὸ ἐξ Ἀδὰμ διολισθῆσαν γένος. οὐ γὰρ ἐπὶ μέρος ἡ χάρις, ἀλλ’ ἐφ’ ὅλην γέγονε τὴν οἰκουμένην τὸ ἐκ τῆς πίστεως ἀγαθόν.
Τρίτος ἔλεγχος διὰ τοῦ Παρακλήτου γενήσεται, καθά φησιν ὁ Σωτὴρ, ἡ δικαιοτάτη κατάκρισις τοῦ ἄρχοντος τοῦ κόσμου τούτου. πῶς δὲ ἤδη πάλιν ἢ τίνα τρόπον, ἐξηγήσομαι. προσμαρτυρήσει γὰρ τῇ δόξῃ τοῦ Χριστοῦ, καὶ αὐτὸν ὄντως ἀποδείξας ὄντα τὸν τῶν ὅλων Κύριον, ἐλέγξει τὸν κόσμον, ὡς πεπλανημένον, καὶ τὸν μὲν ἀληθῶς τε καὶ φύσει ἀφέντα Θεὸν, προσκυνήσαντα δὲ καὶ λελατρευκότα τῷ μὴ κατὰ φύσιν, τουτέστι, τῷ σατανᾷ. ἱκανὴ γὰρ οἶμαι πρὸς τὸ οὕτως ἔχουσαν ἐπιδεῖξαι τὴν τοῦ πράγματος φύσιν, ἡ κατ’ αὐτοῦ γενομένη κρίσις. οὐ γὰρ ἂν κατεκρίθη καὶ ἠσθένησεν, οὐδ’ ἂν τῆς θεομαχίας εἰσεπράχθη δίκας, σειραῖς ζόφου τεταρταρωμένος, εἴπερ ἦν φύσει Θεὸς τὸ ἀκλόνητον ἔχων ἐν τε ἰσχύϊ καὶ δόξῃ· νυνὶ δὲ τοσοῦτον ἐλλελοιπὸς ὁρῶμεν αὐτῷ, τὸ τὴν οἰκείαν δύνασθαι διασῶσαι τιμὴν, ὥστε καὶ ὑπὸ πόδας τεθεῖσθαι τῶν πνευματοφόρων, ἤτοι πιστῶν, οἳ καὶ Θεὸν ὑπάρχειν ὡμολογήκασι τὸν Χριστόν. πατοῦσι γὰρ αὐτὸν καὶ πειράζοντα καὶ μαχόμενον.
ὅταν δὲ δή τις καὶ τὸν τῶν ἀκαθάρτων δαιμονίων ἐσμὸν καταπεφρικότα καὶ ἐκπεμπόμενον βλέπῃ διὰ τῆς αὐτῶν προσευχῆς, καὶ ἐνεργείας καὶ δυνάμεως τοῦ Ἁγίου Πνεύματος, πῶς οὐκ εὐλόγως ἐρεῖ κατακεκρίσθαι τὸν σατανᾶν; κατακέκριται γὰρ τῷ μηκέτι δύνασθαι πλεονεκτεῖν τοὺς τῷ Πνεύματι τῷ Ἁγίῳ κατεσφραγισμένους εἰς δικαιοσύνην καὶ ἁγιασμὸν, διὰ πίστεως τῆς εἰς Χριστόν. ἐπεὶ πῶς ἂν, εἰπέ μοι, κατεπατήσαμεν πᾶσαν αὐτοῦ τὴν δύναμιν, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον πρὸς πάντα ἄνθρωπον τὸν κατοικοῦντα ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα; ὅταν τοίνυν ὁ ἐξ οὐρανοῦ Παράκλητος ἐν ἁγίαις γένηται ψυχαῖς, καὶ δικαίως αὐτοῖς ἀπεσταλμένος διὰ τὴν ἀδέκαστον φαίνηται πίστιν, τότε ταῖς οἰκείαις ἁμαρτίαις ἔνοχον ἀποδείξει γεγονότα τὸν κόςμον, καὶ τῆς ἄνωθεν ἀμοιρήσαντα χάριτος, ἐπείπερ ἀποτρέπονται τὸν λυτρωτήν· ἐλέγξει δὲ πάλιν αὐτὸν, ὡς οὐκ εὐλόγως ἐγκαλοῦντα τὴν ἁμαρτίαν τοῖς ἤδη πεπιστευκόσι. δεδικαίωνται γὰρ εἰκότως, καίτοι πρὸς Θεὸν ἀποδημήσαντα τὸν Χριστὸν καὶ θαυματουργοῦντα μὴ θεασάμενοι, τῇ πίστει τιμήσαντες.
PG 74:439οἶμαι δὲ δή τι τοιοῦτον ἐννοήσαντα καὶ τὸν Παῦλον εἰπεῖν Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; ἐνέφραξε γὰρ ἀνομία πᾶσα τὸ στόμα αὐτῆς, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, οὐδὲν ἐγκαλεῖν ἔχουσα τοῖς διὰ πίστεως ἐξειλεγμένοις, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης κατημφιεσμένοις τὸ καύχημα. ἀπελέγξει δὲ τὸν κόσμον, ὡς πεπλανημένον, καὶ εἰς τὸν οὕτω κατάκριτον ἔχοντα τὰς ἐλπίδας, ὡς ἁπάσης μὲν δόξης τῆς ἀρχαίας ἀποπεσεῖν, ἐκφαυλίζεσθαι δὲ δεῖν, καὶ ἐν τῷ μηδενὶ τετάχθαι λόγῳ παρὰ τῶν σεβομένων Θεόν. Ἄρχοντα γεμὴν τοῦ αἰῶνος τούτου κέκληκεν ὁ Θεὸς, οὐχ ὡς ὄντα τοῦτο κατὰ ἀλήθειαν, οὐχ ὡς οὐσιῶδες ἔχοντα ἀξίωμα, φημὶ δὴ τὸ δύνασθαι κρατεῖν, ἀλλ’ ὡς ἐξ ἀπάτης καὶ πλεονεξίας τὴν ἐπὶ τούτῳ δόξαν ἀποκερδαίνοντα, καὶ ὡς ἐν τοῖς πλανωμένοις ἔτι κρατοῦντά τε καὶ ἄρχοντα, διὰ τὴν ἐνοῦσαν αὐτοῖς μοχθηροτάτην προαίρεσιν, καθ’ ἣν τῇ πλάνῃ τὸν οἰκεῖον προσδήσαντες νοῦν, ἀδιάφυκτον ἔχουσι τῆς αἰχμαλωσίας τὸν βρόχον, καίτοι διαδρᾶναι παρὸν ἐπ’ ἐξουσίας αὐτοῖς, διὰ πίστεως τῆς εἰς Χριστὸν μετατεθειμένοις εἰς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ.
νόθον οὖν ἄρα τὸ τῆς ἀρχῆς ὄνομα τῷ σατανᾷ, φυσικῶς μὲν οὐ πρὸς τὸν Θεὸν, ἐν δὲ τῇ τῶν πλανωμένων βδελυρίᾳ διασωζόμενον. «Ἔτι πολλὰ ὑμῖν ἔχω λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.» Πλεονεκτουμένους ἤδη ταῖς ἐκ τοῦ μαθεῖν τὰ ἐσόμενα δυσθυμίαις εὑρὼν, καὶ ἀφορήτως ἔχοντας πρὸς τὰ ἔσεσθαι προσδοκώμενα· πεπλήρωκε γὰρ, φησὶν, ἡ λύπη τὴν καρδίαν ὑμῶν· καὶ ταῖς τῶν ἑτέρων προσθήκαις καταφορτίζειν αὐτοὺς οὐκ ᾤετο δεῖν, καταχωννύει δὲ ὥσπερ εἰς εὔκαιρον σιωπὴν, πλήττειν οὐ μετρίως αὐτοὺς κατά γε τὸ εἰκὸς ὃ καὶ τὰ ἐφεξῆς ἰσχύοντα, καὶ τῇ διὰ τοῦ Πνεύματος ἀποκαλύψει τε καὶ φωταγωγίᾳ τῇ κατὰ καιρὸν ἐσομένῃ τὸν δέοντα, τὸ λεῖπον αὐτοῖς εἰς γνῶσιν τετήρηκε. τάχα δὲ καὶ ἀτονοῦντας ἔτι περὶ τὴν τοῦ μυστηρίου κατάληψιν θεωρήσας, διὰ τὸ μήπω πεφωτίσθαι διὰ τοῦ Πνεύματος, μήτε μὴν γενέσθαι θείας φύσεως κοινωνούς· Οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, κατὰ τὸν ἅγιον Εὐαγγελιστὴν, ὅτι Χριστὸς οὐδέπω ἐδοξάσθη·
PG 74:441τὰ τοιαῦτά φησιν, ἐκεῖνο δὴ πάντως ἐθελήσας ὑποδηλοῦν, ὡς ἔτι μὲν ἔχοι καὶ σφόδρα βαθέα καὶ νοῦν ὑπερβαίνοντα τὸν ἀνθρώπινον ἀποκαλύπτειν μυστήρια, παραιτοῖτο δὲ νυνὶ καὶ μάλα εἰκότως, οὔπω πρὸς τοῦτο λίαν ἐπιτηδείως ἔχοντας ὁρῶν. ὅταν γὰρ ὑμᾶς ἐξ ἑτέρων εἰς ἑτέρους, φησὶ, τὸ ἐμὸν ἀπεργάσηται Πνεῦμα, καὶ τὸν ὑμέτερον μεταστοιχειώσῃ νοῦν, εἰς τὸ θελῆσαί τε λοιπὸν καὶ δύνασθαι τῶν νομικῶν ὑπερφρονῆσαι τύπων, ἑλέσθαι δὲ μᾶλλον τῆς ἐν Πνεύματι λατρείας τὸ κάλλος, καὶ τῶν ἐν σκιαῖς προτιμῆσαι τὴν ἀλήθειαν· τότε δὴ τότε, φησὶ, συνιέναι ῥᾳδίως εὖ μάλα δυνήσεσθε τὰ περὶ ἐμοῦ. χωρήσει γὰρ ἐν ὑμῖν εὐπαράδεκτός τε ἤδη καὶ πλατὺς ὁ λόγος. Ταυτὶ μὲν οὖν δεῖν οἴεσθαι λέγειν τὸν Κύριον τοῖς ἑαυτοῦ μαθηταῖς ἐννοήσαι τις ἄν. ἥξει γεμὴν εἰς ταὐτὸν, καὶ εἰς τὴν ἴσην τοῖς εἰρημένοις ἀρτίως συνδραμεῖται διάνοιαν, ὅπερ ἔφη πάλιν, ὡς ἐν τύπῳ παραδειγμάτων Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱματίῳ παλαιῷ· ἀλλ’ οὐδὲ οἶνον νέον εἰς ἀσκοὺς βάλλουσι παλαιούς· εἰ δὲ μὴ, ῥήγνυνται οἱ ἀσκοὶ καὶ ὁ οἶνος ἐκχεῖται, ἀλλ’ οἶνον νέον εἰς ἀσκοὺς νέους βλητέον.
τοῖς γὰρ οὔπω πρὸς καινότητα ζωῆς καὶ γνώσεως ὁμοῦ ἀναπεπλασμένοις διὰ τοῦ Πνεύματος, οὐκ ἔστι τὰ νέα τῶν εὐαγγελικῶν κηρυγμάτων παιδεύματα, καὶ ἀχώρητά πως ἐστὶ τὰ περὶ τῆς ἁγίας Τριάδος μυστήρια. τῇ τοίνυν ἀνακαινώσει τῇ διὰ τοῦ Πνεύματος ἐσομένῃ πνευματικῶς, ἀποταμιεύεται χρησίμως ἡ τῶν ἔτι βαθυτέρων ἐξήγησις, τὸ μὲν ἔτι προσεδρεύειν τῇ τοῦ νομικοῦ γράμματος παλαιότητι, τῇ τῶν πιστευόντων εἰς Χριστὸν οὐκ ἐώσῃ διανοίᾳ, μεταμορφοῦσθαι δὲ μᾶλλον εἰς καινότητα λογισμῶν, καὶ τὰ δι’ ὧν ἔνεστι τὸ τῆς ἀληθείας καταθεᾶσθαι κάλλος ἐντιθείσῃ θεωρήματα. ὅτι δὲ πρὸ μὲν τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ πρὶν ἐν μεθέξει γενέσθαι τοῦ Πνεύματος, Ἰουδαϊκώτερόν πως διέζων οἱ μαθηταὶ, καὶ τῆς κατὰ νόμον πολιτείας ἀντείχοντο, εἰ καὶ μεῖζον ἀκριβῶς τὸ ἐπὶ Χριστῷ μυστήριον, θεωρήσαι τις ἂν, καὶ λίαν εὐκόλως. καὶ γοῦν ὁ μακάριος Πέτρος, καίτοι τῶν ἁγίων προεκκείμενος μαθητῶν, διηγουμένῳ ποτὲ τῷ Σωτῆρι τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ ὅτι δέοι τοῖς Ἰουδαϊκοῖς ἐμπαροινεῖσθαι τολμήμασιν ἐξηγουμένῳ χρησίμως, ἀντανεφώνει λέγων Ἵλεώς σοι Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο·
καίτοι διαῤῥήδην ἀνακεκραγότων τῶν ἁγίων προφητῶν, οὐχ ὅτι πείσεται μόνον, ἀλλὰ τίνα καὶ ὁπόσα ὑπομενεῖ. καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ διασκεπτέον. ὡς γὰρ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπταί τε καὶ ἀνεγνώκαμεν, πρόσπεινος ἦν ποτε καὶ ἠθέλησε γεύσασθαι ὁ Πέτρος, εἶτα τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐξ οὐρανοῦ τὴν ὀθόνην ἰδὼν, ἐν ᾗ πάντα ἐγέγραπτο ζῷά τε χερσαῖα καὶ νηκτὰ καὶ ἀέρια, καὶ φωνῆς ἐνεχθείσης ἄνωθεν Ἀναστὰς Πέτρε θῦσον καὶ φάγε, ἀνταπεκρίνατο λέγων Μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. διά τοι τοῦτο δικαίως ἠλέγχετο πάλιν ἀκούων Ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. καίτοι χρῆν δήπου διαμεμνῆσθαι πολλάκις τοῦ Σωτῆρος ἡμῶν εἰρηκότος πρὸς Ἰουδαίους Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον. ὅρα γοῦν ὅπως αὐτῷ τῆς διὰ τοῦ Πνεύματος ἔδει φωταγωγίας. ὁρᾷς ὅπως ἐχρῆν εἰς ἑτέραν ἕξιν μεταχαλκεύεσθαι τῆς ἐνούσης Ἰουδαίοις τὴν ἀμείνω καὶ σοφωτέραν;
PG 74:443καὶ γοῦν ὅτε τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ πλουτήσαντες χάριν ἤλλαξαν, κατὰ τὸ γεγραμμένον, ἰσχὺν, καὶ ἀμείνους ἢ πρότερον κατὰ τὴν γνῶσιν γεγόνασι, τότε δὴ μετὰ παῤῥησίας λεγόντων ἠκούσαμεν Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. οὐχ ἕτερον δέ τι σημαίνουσι τοῦ Σωτῆρος τὸν νοῦν, ἢ τὸ εἰς αὐτοὺς ἐρχόμενον Ἅγιον Πνεῦμα, κατὰ λόγον αὐτοῖς τὸν πρέποντα διεκκαλύπτον ἅπαντα τὰ ὅσαπερ εἰδέναι καὶ μανθάνειν ἐχρῆν. Ὅταν οὖν ἔλθῃ ἐκεῖνος, τουτέστιν ὁ Παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν. βλέπε δὲ ὡς ἐγρήγορεν ἡ φωνή· ὅρα τοῦ λόγου τὴν νῆψιν. προειρηκὼς γὰρ ἥξειν ἐπ’ αὐτοὺς τὸν Παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας ὠνόμασεν αὐτὸν, τουτέστιν ἑαυτοῦ· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια. ἵνα γὰρ εἰδεῖεν οἱ μαθηταὶ ὡς οὐκ ἀλλοτρίας καὶ ξένης αὐτοῖς δυνάμεως ἐπιφοίτησιν, ἀλλ’ ἑαυτὸν ἑτέρως ἐπιδώσειν ἐπαγγέλλεται, πνεῦμα τῆς ἀληθείας, τουτέστιν ἑαυτοῦ, τὸν Παράκλητον ἀποκαλεῖ. οὐ γὰρ ἀλλότριον τῆς οὐσίας τοῦ Μονογενοῦς τὸ Ἅγιον νοεῖται Πνεῦμα, πρόεισι δὲ φυσικῶς ἐξ αὐτῆς, οὐδὲν ἕτερον παρ’ αὐτὸν ὑπάρχον, ὅσον εἰς ταυτότητα φύσεως, εἰ καὶ νοοῖτο τυχὸν ἰδιοσυστάτως.
τὸ τοίνυν φησὶ τῆς ἀληθείας Πνεῦμα πρὸς ὅλην ὑμῖν καθηγήσεται τῆς ἀληθείας τὴν γνῶσιν. ὡς γὰρ εἰδὸς ἀκριβῶς τὴν ἀλήθειαν, ἧς καὶ Πνεῦμά ἐστιν, οὐκ ἐκ μέρους αὐτὴν ἀποκαλύψει τοῖς σεβομένοις αὐτὸν, ἐνθήσει δὲ μᾶλλον ὁλοκλήρως τὸ περὶ αὐτῆς μυστήριον. εἰ γὰρ καὶ νῦν ἐκ μέρους γινώσκομεν, ὡς ὁ Παῦλός φησιν, ἀλλ’ ὡς ἐν γνώσει μικρᾷ σῶόν τε καὶ ἀσινὲς ἡμῖν τὸ τῆς ἀληθείας ἐνήστραψε κάλλος. ὥσπερ οὖν οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, κατὰ τὸ γεγραμμένον, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, μᾶλλον δὲ κατὰ τὴν τοῦ Παύλου φωνὴν, οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ. Ὅταν οὖν ἔλθῃ, φησὶν, οὐ λαλήσει ἀφ’ ἑαυτοῦ οὐδὲν, ἀντὶ τοῦ, συνετιεῖ μὲν ὑμᾶς, καὶ τὸ περὶ τῆς ἀληθείας ἀποκαλύψει μυστήριον· λαλήσει γεμὴν παντελῶς οὐδὲν τῶν ἀπᾳδόντων ἐμοὶ, ἀλλ’ οὐδὲ ξένον ὑμῖν εἰσηγήσεται μάθημα· οὐ γὰρ ἰδίους τυχὸν εἰσοίσει νόμους· ἐπειδὴ δὲ Πνεῦμα καὶ οἱονεὶ νοῦς ἐστιν ἐμὸς, λαλήσει δὴ πάντως τὰ ἐν ἐμοί. καὶ τοῦτό φησιν ὁ Σωτὴρ, οὐχ ἵνα νοῶμεν ὑπουργικὸν τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ τὴν τινῶν ἀμαθίαν·
πληροφορῆσαι δὲ μᾶλλον ἐθελήσας τοὺς μαθητὰς, ὡς οὐχ ἕτερον ὂν παρ’ αὐτὸν τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν ὁμοουσιότητι λόγον, ταῦτα δὴ πάντως λαλήσει καὶ ἐνεργήσει καὶ βουλήσεται. Διὰ γάρ τοι τοῦτο προστέθεικεν ὅτι καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν, μονονουχὶ λέγων Σημεῖον τοῦτο ἔσται ὑμῖν, ὅτι δὴ πάντως ἐκ τῆς ἐμῆς οὐσίας τὸ Πνεῦμά ἐστι, καὶ οἷον ἐμός ἐστι νοῦς, τὸ ἐρεῖν αὐτὸν τὰ ἐσόμενα, καθάπερ ἐγώ. προείρηκα γὰρ, εἰ καὶ μὴ δεδύνησθε πάντα μαθεῖν. οὐκ ἂν οὖν ἄρα καθάπερ ἐγὼ προερεῖ τὰ ἐσόμενα, μὴ οὐχὶ πάντως ἐν ἐμοί τε ὑπάρχον καὶ δι’ ἐμοῦ προϊὸν, καὶ τῆς αὐτῆς οὐσίας ὑπάρχον ἐμοί. «ΤΕΛΟΣ ΤΟΥ ΔΕΚΑΤΟΥ ΒΙΒΛΙΟΥ.» ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι’ αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. δ.
PG 74:445Ὅτι κατ’ οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. 2. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς, κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ’ ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται καὶ εἰ λέγεταί τι λαβεῖν. η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός· ἅμα γὰρ αὐτῷ ἡ κατὰ πάντων ἀρχή. θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς, οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. ια. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσμόν τε καὶ τρόπον·
ὁμοίως δὲ καὶ ἡμεῖς αὐτοὶ τὴν εἰς αὐτὸν παραδεξάμενοι πίστιν, ἓν πρός τε ἀλλήλους καὶ Θεὸν ἀναδεικνύμεθα, σωματικῶς τε καὶ πνευματικῶς. ιβ. Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι’ αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» ὩΣ ἀποκαλύπτειν μέλλοντος τοῖς τούτου τυχεῖν ἀξίοις τοῦ Ἁγίου Πνεύματος τὸ ἐπὶ Χριστῷ μυστήριον, καὶ παραδεικνύειν ἀκριβῶς τίς μέν ἐστι κατὰ φύσιν, πόση δὲ αὐτῷ δύναμίς τε καὶ ἐξουσία, καὶ ὅτι πάντων βασιλεύει μετὰ Πατρὸς, ἀναγκαίως φησὶν ὅτι ἐκεῖνος ἐμὲ δοξάσει. ἀνωτέρω μὲν γὰρ ἵστησι φρονημάτων Ἰουδαϊκῶν τὸν ἡμέτερον νοῦν, μικρὰν δὲ οὕτω καὶ χαμαιριφῆ τὴν διάληψιν ἔχειν ἡμᾶς οὐκ ἐφίησιν, ὡς ἄνθρωπον οἴεσθαι ψιλὸν ὑπάρχειν αὐτὸν, ἢ ὀλίγον κομιδῆ τὸ τῶν προφητῶν ὑπερθέοντα μέτρον, ἢ καὶ τῆς ἐκείνων εὐκλείας μειονεκτούμενον.
PG 74:447τοιαῦτα γὰρ ἐπ’ αὐτῷ πεφρονηκότας εὑρήσομεν τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ τῆς εὐσεβείας οὐκ εἰδότες τὸ μυστήριον, συχνὰς ἐποιοῦντο τὰς κατὰ τοῦ Χριστοῦ δυσφημίας, καὶ τοῖς παρ’ αὐτοῦ λεγομένοις τὴν ἰδίαν ἀπόνοιαν ἀντεξάγοντες, ποτὲ μὲν ἔφασκον Σὺ τίς εἶ; Ἁβραὰμ ἀπέθανε καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα· τίνα σεαυτὸν ποιεῖς; ποτὲ δὲ πάλιν τὴν τοῦ κατὰ σάρκα γένους εὐτέλειαν, καὶ τὸ λίαν ἄσημον ἐν τούτῳ κατονειδίζοντες Οὐχ υἱός ἐστιν Ἰωσὴφ οὗτος, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; ὁρᾷς ἐν τούτοις Ἰουδαϊκῶν ἀθλιότητα λογισμῶν; διακειμένων οὖν ἄρα τῶν πολλῶν, οἰηθέντων τε κατὰ ἀλήθειαν οὐκ εἶναι Θεὸν τὸν Κύριον, διὰ τὸ ἐπίκηρον τουτὶ τοῦ σώματος σχῆμα, καὶ χθαμαλωτάτην περὶ αὐτοῦ τὴν ὑπόληψιν οὐ καταδεισάντων ἑλεῖν, φανοτάτην τοῖς ἁγίοις τὸ Πνεῦμα τὴν δόξαν αὐτοῦ καταφοιτῆσαν ἐτίθει·
καὶ οὐχὶ πάντως φαμὲν, ὡς δὴ μόνον λόγοις αὐτοὺς ἀναπεῖσαν σοφοῖς, ἀλλὰ καὶ ἐν ἀποδείξει πραγμάτων τὴν ἑκάστου πληροφορῆσαν διάνοιαν, ὅτι καὶ Θεὸς ἀληθῶς, καὶ καρπός ἐστι τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. τίς οὖν ἡ ἀπόδειξις, ἢ πῶς εὐκλεᾶ καὶ περίοπτον ἐποίει Χριστόν; παράδοξον γὰρ καὶ θεοπρεπῆ τὴν ἐφ’ ἅπασιν ἐνέργειαν ἔχον, καὶ τὴν τῶν ὅλων εἴδησιν ἀκριβῆ τοῖς ἁγίοις ἐμφυτεῦον, αὐτῷ τὴν δόξαν ἐπραγματεύετο. ἀναθετέον γὰρ μόνῃ τῇ τῶν ὅλων βασιλίδι φύσει, τὸ πάντα εἰδέναι, διδάσκοντος οὐδενὸς, καὶ ἔχειν ἐν ὀφθαλμοῖς, γυμνά τε καὶ τετραχηλισμένα, κατορθοῦν τε δύνασθαι, καὶ λίαν εὐπετῶς, πᾶν ὅπερ ἂν βούλοιτο. Δοξάζει τοιγαροῦν τὸν Υἱὸν ὁ Παράκλητος, τουτέστι, τὸ ἴδιον αὐτοῦ Πνεῦμα, πάντα ἰσχύον καὶ πάντα εἰδός. δοξάζει δὲ πῶς; ἃ γὰρ οἶδε καὶ δύναται τὸ Πνεῦμα αὐτοῦ, πῶς ἂν αὐτὸς οὐκ εἰδείη τυχὸν, ἢ πῶς οὐκ ἂν δύναιτο; καὶ εἰ καθάπερ αὐτός φησιν, ἐξ αὐτοῦ λαμβάνει τὸ Πνεῦμα, καίτοι πάντα ἰσχύον καὶ κατορθοῦν, πῶς ἂν αὐτὸς οὐκ ἔχῃ τὸ ἐφ’ ἅπασιν ἰσχυρόν;
ὑποτοπητέον δὲ οὐδαμῶς ἰσχύος ἐπιδεᾶ τῆς ἐμφύτου καὶ φυσικῆς καθεστάναι τὸν Παράκλητον, τουτέστι τὸ Πνεῦμα, ὡς εἰ μὴ λάβοι τυχὸν μηδ’ ἂν ἐξαρκέσειν αὐτὸν ἑαυτῷ δύνασθαι πρὸς τὴν τῶν θείων κατορθωμάτων ἐνέργειαν ἀποτελεστικήν· δυσσεβείας γὰρ ἂν τῆς ἁπασῶν ἐσχάτης ὑπομείναι γραφὴν, καὶ σφόδρα εἰκότως, ὁ καὶ μόνον οἰηθεὶς ἀληθές τι τῶν τοιούτων εἶναι περὶ αὐτοῦ. ἐπειδὴ δὲ ὁμοούσιόν τε ἐστι τῷ Υἱῷ, καὶ πρόεισι θεοπρεπῶς δι’ αὐτοῦ, πᾶσαν αὐτοῦ τὴν ἐφ’ ἅπασι τελεωτάτην ἔχον ἐνέργειάν τε καὶ δύναμιν, διὰ τοῦτό φησιν Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. ὑφεστάναι γὰρ αὐτὸ καθ’ ἑαυτὸ τὸ Πνεῦμα πιστεύομεν, εἶναί τε κατὰ ἀλήθειαν τοῦθ’ ὅπερ ἐστὶ καὶ λέγεται, ἐνυπάρχον γεμὴν τῇ οὐσίᾳ τοῦ Θεοῦ, προκύπτει τε καὶ πρόεισιν ἐξ αὐτῆς, πάντα τὰ αὐτῆς ἔχον ἐν ἑαυτῷ φυσικῶς· οὐ γὰρ κατὰ μέθεξιν, ἀλλ’ οὐδὲ κατὰ τρόπον σχετικὸν, ἀλλ’ οὐχ ὡς ἕτερον ὂν παρ’ αὐτὴν, ἐπείπερ ἐστὶν ἴδιον αὐτῆς.
PG 74:449ὅνπερ γὰρ τρόπον ἡ ἐκ τῶν εὐοσμοτάτων ἀνθέων εὐωδία λαβοῦσα τρόπον τινὰ τῶν προϊέντων αὐτὴν τὴν οὐσιώδη καὶ φυσικὴν ἐνέργειαν, ἤτοι ποιότητα, διακομίζει τοῖς ἔξω τὴν γνῶσιν, τοῖς ὀσφραντικοῖς τοῦ σώματος μορίοις ἐμπίπτουσα, καὶ δοκεῖ μέν πως, ὅσον ἧκεν εἰς ἐπινοίας λόγον, ἑτέρα τις εἶναι παρὰ τὴν πέμπουσαν αὐτὴν φύσιν, νοουμένη γεμὴν οὐκέτι καθ’ ἑαυτὴν οὐχ ἑτέραν ἔχει φύσιν, ἢ τὴν ἐξ ὧν καὶ ἐν οἷς ἐστιν· οὕτω νοήσεις ἐπί τε Θεοῦ καὶ Ἁγίου Πνεύματος τὸν τοῦ παραδείγματος ἀναβαίνων λόγον. ἀκατηγόρητον οὖν ἄρα παντελῶς καὶ λοιδορίας ἁπάσης ἔξω κείσεται, τὸ λαβεῖν λέγεσθαί τι παρὰ τοῦ Μονογενοῦς τὸ Πνεῦμα αὐτοῦ. προϊὸν γὰρ δι’ αὐτοῦ φυσικῶς, ὡς ἴδιον αὐτοῦ, μετὰ πάντων ὧν ἔχει τελείως, λαμβάνειν λέγεται τὰ αὐτοῦ. εἰ δὲ παχυτέραις τὸ τοιοῦτον ἐσημάνθη φωναῖς, ἀφέντες τὸ σκανδαλίζεσθαι, δικαίως ἂν μᾶλλον τῆς ἑαυτῶν γλώττης αἰτιασαίμεθα τὴν πτωχείαν, οὐκ ἀντεχούσης εἰπεῖν τὰ θεοπρεπῆ, καθ’ ὃν ἔδει τρόπον. ποῖος γὰρ λόγος οὐκ ἐλάττων ἐστὶ τῆς ἀῤῥήτου φύσεώς τε καὶ δόξης;
ἀναγγελεῖ τοιγαροῦν φησιν ὑμῖν ἐκ τοῦ ἐμοῦ λαβὼν ὁ Παράκλητος, τουτέστιν, οὐχ ἕτερόν τι λαλήσει παρὰ τὸν ἐν ἐμοὶ σκοπὸν, καὶ ἐπείπερ ἐστὶ Πνεῦμα ἐμὸν, ταυτολογήσει δὴ πάντως, καὶ τὰ ἐκ τῶν ἐμῶν ἀναγγελεῖ θελημάτων. ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· καὶ διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» ΧΑΡΑΚΤΗΡΑ πάλιν τὸν εἰλικρινῆ τε καὶ ἀκριβέστατον τῆς ὑποστάσεως τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν κἀν τούτοις εὖ μάλα δέδειχεν ὁ Υἱὸς, δίδωσί τε δι’ ὧν ἔφη νοεῖν, ὅτι καρπὸς ὑπάρχων τῆς οὐσίας αὐτοῦ, πάντα τὰ αὐτῆς κατὰ φύσιν ἐπάγεται, ἴδιά τε εἶναί φησι, καὶ μάλα εἰκότως· διατέμνοντος γὰρ, ἤτοι διιστάντος οὐδενὸς εἰς ἀλλοτριότητα τοῦ Πατρὸς τὸν Υἱὸν, ὅσον ἧκεν εἰς τὸ κατὰ πᾶν ὁτιοῦν ὅμοιόν τε καὶ ἴσον, δίχα μόνου τοῦ εἶναι Πατέρα, διαλαμπούσης τε τῆς οὐσίας ἐν ἀμφοῖν οὐχ ἑτεροτρόπως, πῶς οὐκ ἂν εἶεν ἤδη κοινὰ, μᾶλλον δὲ ταὐτὰ ἐν ἀμφοῖν, ὡς εἶναι μὲν ἐν Υἱῷ τὰ τοῦ Πατρὸς, ἐν δὲ τῷ τεκόντι τὰ τοῦ γεννήματος;
PG 74:451διὰ γὰρ τοῦτο, καθάπερ ἐγῷμαι, μετὰ δριμείας τινὸς τῆς ἐπιτηρήσεως, τοὺς περὶ τούτων ἡμῖν ἐποιήσατο λόγους. ἔφη γὰρ οὐχ ὅτι πάντα ὅσα ἔχει ὁ Πατὴρ ἔχω κἀγώ· ἵνα μὴ ψιλή τις εἰκὼν ἡ κατὰ μόνην νοουμένη τὴν ἰσοτυπίαν, καὶ τοῖς ἔξωθεν ὡραϊσμοῖς μεμορφωμένη νοῆται πρὸς τὸ ἀρχέτυπον, καθάπερ οὖν καὶ ἡμεῖς αὐτοί· γεγόναμεν γὰρ κατ’ εἰκόνα Θεοῦ· ἀλλ’ ἐμά φησίν ἐστι, τὴν εἰς ἄκρον ἕνωσιν, ἣν ἔχει πρὸς τὸν γεννήσαντα, καὶ τὴν τῆς ὁμοουσιότητος δύναμιν, ἐν ἀπαραλλάκτοις οὖσαν τοῖς ἰδιώμασιν, ἐν ἀμφοῖν διὰ τούτου παραδεικνύς. τοῦτο δ’ ἂν ἴδοις καὶ μάλα σαφῶς ἐν ἑτέροις λέγοντα πρὸς τὸν Πατέρα Πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· οἷς γὰρ ὅλως ἔνεστι τὸ διαλλάττον οὐδὲν, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν οὐσιώδης ἰσότης τε καὶ ἐμφέρεια, πῶς οὐκ ἂν εἶεν ταὐτὰ τῇ φύσει; ἔχει τοίνυν ὁ Θεὸς καὶ Πατὴρ ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τὸ ἴδιον Πνεῦμα, τουτέστι τὸ Ἅγιον, δι’ οὗ τοῖς ἁγίοις ἐναυλίζεταί τε καὶ ἀποκαλύπτει μυστήρια, οὐκ ἐν τάξει τῇ ὑπουργικῇ παραλαμβανομένου πρὸς τοῦτο· μὴ γὰρ οἰηθῇς τι τοιοῦτον·
ἀλλ’ ἐν αὐτῷ τε ὄντος οὐσιωδῶς, καὶ ἐξ αὐτοῦ προϊόντος ἀμερίστως τε καὶ ἀδιαστάτως, ὡς ἴδιά τε διερμηνεύοντος τὰ ἐν ᾧ καὶ ἐξ οὗπέρ ἐστιν. ὁμιλεῖ γὰρ οὐχ ἑτέρως τῇ κτίσει Θεὸς, εἰ μὴ δι’ Υἱοῦ ἐν Πνεύματι. ἀλλ’ ἴδιον γὰρ Πνεῦμα τοῦτό ἐστι καὶ τοῦ Μονογενοῦς, ὁμοούσιος γάρ ἐστι τῷ Πατρί. Ἐπειδὴ τοίνυν, φησὶν, ἐνυπάρχον φαίνεται τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐν Πνεύματι τῷ ἰδίῳ τοῖς ἀξίοις ἀποκαλύπτεσθαι, ἐνεργεῖν τε καὶ δι’ αὐτοῦ τὰ ὅσαπερ ἂν βούληται, κἀμοὶ δὲ τοῦτο πρόσεστι φυσικῶς, διὰ ταύτην εἴρηκα τὴν αἰτίαν Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. ταραττέσθω δὲ μηδεὶς, ὅταν ἐν τούτοις ἀκούῃ τὸ τῆς λήψεως ὄνομα, διενθυμείσθω δὲ μᾶλλον ἐκεῖνο· δράσειε γὰρ ἂν ὀρθῶς· ὅτι πάντα τὰ περὶ Θεοῦ λαλεῖται μὲν καθ’ ἡμᾶς, νοεῖται γεμὴν οὐχ οὕτως, ἀλλ’ ὑπὲρ ἡμᾶς· λαμβάνειν τε οὕτω τὸ Πνεῦμά φαμεν, ἔκ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὰ αὐτῶν, οὐχ ὡς ποτὲ μὲν οὐκ ἔχον τὴν ἐνοῦσαν αὐτοῖς γνῶσίν τε καὶ δύναμιν, ἔχον δὲ τότε μόλις ὅταν νοῆται λαμβάνον· ἀεὶ γὰρ σοφὸν καὶ δυνατὸν τὸ Πνεῦμά ἐστι, μᾶλλον δὲ αὐτόχρημα σοφία καὶ δύναμις, οὐκ ἐκ μετοχῆς τῆς τινὸς, ἀλλὰ φυσικῶς.

Book XILiber XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 74:453ὥσπερ δ’ ἂν φῶμεν τὴν ἐκ τῶν ἀρωμάτων ταῖς ἡμετέραις ὀσφρήσεσι προσβάλλουσαν εὐωδίαν, ἑτέραν μὲν ὥσπερ ὡς πρὸς αὐτὰ, εἰ ταῖς ἐπινοίαις δοίη τις ἂν, προεκκύπτειν γεμὴν οὐχ ἑτέρως οἴοιτο τυχὸν ἢ τῶν ἐξ ὧνπέρ ἐστι δεχομένην τὴν δύναμιν εἰς ἔνδειξιν ἑαυτῆς, οὐκ οὖσαν γεμὴν ἑτέραν διὰ τὸ ἐξ αὐτῶν τε καὶ ἐν αὐτοῖς πεφυκέναι· τοιοῦτόν τι, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο, νοήσεις ἐπί τε Θεοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. οἱονεὶ γὰρ ὀσμή τις ἐστὶ τῆς οὐσίας αὐτοῦ, ζῶσά τε καὶ ἐναργὴς, διακομίζουσα τῇ κτίσει τὰ παρὰ τοῦ Θεοῦ, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἐντιθεῖσα δι’ ἑαυτῆς τὴν μέθεξιν. εἰ γὰρ ἡ τῶν ἀρωμάτων εὐοσμία τὴν ἰδίαν ἰσχὺν ἐναπομάττεται τοῖς ἐσθήμασι, καὶ μετασκευάζει τρόπον τινὰ πρὸς ἑαυτὴν τὰ ἐν οἷς ἂν γένοιτο, πῶς οὐκ ἂν ἰσχύσαι τὸ Πνεῦμα τὸ Ἅγιον ἐπείπερ ἐστὶν ἐκ Θεοῦ φυσικῶς, κοινωνοὺς τῆς θείας ἀποτελέσαι φύσεως δι’ ἑαυτοῦ τοὺς ἐν οἷς ἂν γένοιτο; καρπὸς οὖν ἄρα καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ γεννήσαντος ὑπάρχων ὁ Υἱὸς, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται. διὰ τοῦτό φησι Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι·
διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν, τὸ Πνεῦμα δηλονότι τὸ δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ, δι’ οὗ τοῖς ἁγίοις ὡς αὐτὸς ἐνοικεῖ. οὐ γὰρ ἕτερον παρ’ αὐτὸν τὸ Πνεῦμα αὐτοῦ, κἂν ὑπάρχειν νοῆται καθ’ ἑαυτὸ καὶ ἰδίως· Πνεῦμα γὰρ τὸ Πνεῦμα καὶ οὐχ Υἱός. «Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα.» Ἀποκαλύψειν αὐτοῖς διὰ τοῦ ἰδίου Πνεύματος τὰ πάντα προειπὼν ὅσα περ ἦν ἀναγκαῖα καὶ χρειωδέστατα, ἐξηγεῖται καὶ τὸ πάθος, μεθ’ ὃ δὴ γείτων εὐθὺς ἡ ἀνάληψις διὰ τῆς πρὸς τὸ ἄνω πορείας, ἀναγκαιοτάτην εἰσφέρουσα τὴν διὰ τοῦ Πνεύματος ἐπιφοίτησιν· οὐ γὰρ ἦν ἔτι συνδιαιτᾶσθαι μετὰ σαρκὸς τοῖς ἁγίοις ἀποστόλοις ἄνω γεγονότα πρὸς τὸν Πατέρα. περιεσταλμένως δὲ σφόδρα ποιεῖται τὸν λόγον, τὸ δριμὺ τῆς λύπης διὰ τοῦτο παραιρούμενος· ᾔδει γὰρ ᾔδει τοὺς μαθητὰς οὐ μετρίῳ πάλιν ὁμιλήσοντας φόβῳ· καὶ δριμείᾳ μὲν καταδηχθήσεσθαι λύπῃ, δεινοῖς δὲ καὶ ἀφορήτοις περιπεσεῖσθαι κακοῖς προσδοκήσαντας, ὅταν αὐτοὺς συμβαίνῃ καταλείπεσθαι μόνους, ἀναβαίνοντος τοῦ Σωτῆρος πρὸς τὸν Πατέρα.
διὰ ταύτην οἶμαι τὴν αἰτίαν ἀπημφιεσμένως μὲν οὐ φησὶν ὅτι τεθνήξεται, τῆς τῶν Ἰουδαίων παροινίας καὶ μέχρι τούτων αὐτὸν ἀφικέσθαι καλούσης· εὐφυέστατα δὲ λίαν πολλὴν ἀναμίσγει τῷ λόγῳ τὴν κομψείαν, καὶ τῷ παθεῖν συντρέχουσαν τὴν ἐκ τῆς ἀναστάσεως θυμηδίαν ἐπιδεικνύει λέγων Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με. εἴσω γὰρ ἤδη θυρῶν ὁ τοῦ θανάτου γέγονε καιρὸς, ἄποπτον τοῖς μαθηταῖς τιθεὶς τὸν Κύριον εἰς ὀλίγον κομιδῇ τὸν καιρὸν, ἄχρις ἂν σκυλεύσας τὸν ᾅδην, καὶ ἀναπετάσας τοῖς ἐκεῖσε τὰς τοῦ σκότους πύλας, τὸν ἴδιον πάλιν ἀναστήσῃ ναόν· οὗ καὶ γεγονότος ἐπέλαμψε πάλιν τοῖς ἑαυτοῦ μαθηταῖς, συνεῖναί τε αὐτοῖς καθυπέσχετο πάσας τὰς ἡμέρας τοῦ αἰῶνος, κατὰ τὸ γεγραμμένον. εἰ γὰρ καὶ ἀποδημεῖ σαρκὶ παραστήσας ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, καὶ καθίσας ἐκ δεξιῶν τοῦ γεννήσαντος, ἀλλ’ ἐναυλίζεται τοῖς ἀξίοις διὰ τοῦ Πνεύματος, καὶ σύνεστι τοῖς ἁγίοις διὰ παντός· ἐπηγγείλατο γὰρ οὐκ ἀφήσειν ἡμᾶς ὀρφανούς. οὐκοῦν μικροῦ κομιδῇ διείργοντος χρόνου τὴν τοῦ πάθους ἀρχήν Μικρόν φησι καὶ οὐ θεωρεῖτέ με· ἔμελλε γὰρ κατακαλύπτεσθαί πως τῷ θανάτῳ βραχύ·
καὶ πάλιν φησὶ μικρὸν καὶ ὄψεσθέ με. τριήμερος γὰρ ἀνεβίω, κηρύξας καὶ τοῖς ἐν φυλακῇ πνεύμασι. πληρεστάτη γὰρ οὕτως ἡ τῆς φιλανθρωπίας ἐπίδειξις ἦν, τῷ μὴ μόνον ἀνασῶσαί φημι τοὺς ἔτι ζῶντας ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τοῖς ἤδη κατοιχομένοις καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς καθημένοις ἐν σκότῳ, κατὰ τὸ γεγραμμένον, διακηρῦξαι τὴν ἄφεσιν. Ἐπιτήρει δὲ ὅπως ἐπὶ μὲν τοῦ πάθους ἔφη καὶ τῆς ἀναστάσεως Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με· προσθεὶς δέ Ὅτι πρὸς τὸν Πατέρα πορεύομαι, σιωπᾷ τὸ λειπόμενον. οὐ γὰρ ἐπὶ πόσον ἐκεῖ διαμενεῖ χρόνον, ἢ πότε τυχὸν ἐπανήξει, διαμεμήνυκε, καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἡμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, κατὰ τὰς αὐτοῦ τοῦ Σωτῆρος φωνάς. «Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καὶ ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν Πατέρα; ἔλεγον οὖν Τί ἐστι τοῦτο ὃ λέγει τὸ μικρόν;
PG 74:455οὐκ οἴδαμεν τί λαλεῖ.» Οὔπω συνέντες τὸ εἰρημένον οἱ θεσπέσιοι μαθηταὶ συλλαλοῦσι πρὸς ἀλλήλους, καὶ τί ἂν βούλοιτο σημαίνειν αὐτοῖς τό Μικρὸν ἔτι καὶ μικρὸν ἐνδοιάζουσι, καὶ τό Οὐ θεωρεῖτέ με· φθάνει γεμὴν ὁ Χριστὸς ἀναπυθέσθαι προθυμουμένους, ἐπικαιρότατα πάλιν ἐπιδεικνὺς, ὅτι καρδίας οἶδεν ὡς Θεὸς καὶ τὸ ἐν νῷ στρεφόμενον ἔτι καὶ ἐν τῷ βάθει τῆς καρδίας ἐγκεχωσμένον, ὡς ἤδη καὶ γλώσσῃ διακτυπηθὲν ἐξεπίσταται. τί γὰρ ἂν ὅλως καὶ λάθοι τὸν ᾧπέρ ἐστι τὰ πάντα γυμνά; διὸ καί φησι πρός τινα τῶν ἁγίων Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; ὠφελεῖ τοιγαροῦν διὰ πάντων αὐτοὺς, καὶ τὴν παρεμπίπτουσαν ἀφορμὴν ἀσφαλοῦς καὶ ἀνενδοιάστου πίστεως ποιεῖται τροφόν. «Ἔγνω ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων, ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται·
PG 74:457ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.» Φιλοπευστοῦσι λίαν αὐτοῖς, καὶ περιεργότερον ἐξετάζουσι τῶν εἰρημένων τὴν δύναμιν, σαφεστέραν ποιεῖται τὴν τοῦ πάθους ἐξήγησιν, καὶ ὅπερ ἔμελλον ὑποστήσεσθαι, τοῦτο πάλιν αὐτοῖς προειδέναι χαρίζεται, καὶ σφόδρα χρησίμως. οὐ γὰρ ἵνα πρόωρον ἐντέκῃ τὸν θόρυβον, τὰ τοιαῦτα προμηνύειν ᾤετο δεῖν, ἀλλ’ ἵνα τῇ γνώσει προκεχαλκευμένοι, νεανικώτεροί πως εὑρίσκοιντο πρὸς τὴν τοῦ θορύβου προσβολήν. τὸ γὰρ ἔσεσθαι προσδοκηθὲν, τοῦ μηδόλως ἐλπισθέντος ἁπαλωτέραν ἔχει τὴν ἔφοδον. ὅταν τοίνυν ὑμεῖς οἱ γνήσιοι καὶ ἀγάπῃ τῇ πρὸς ἐμὲ κατεσφιγμένοι, τὸν ἑαυτῶν θεωρῆτε Καθηγητὴν καὶ Διδάσκαλον τὰ ἐκ τῆς Ἰουδαϊκῆς ὑπομένοντα παροινίας, ὕβρεις τε καὶ αἰκίσματα καὶ τὰ ἐκ τῆς ἀτόπου μανίας τολμήματα, τότε δὴ κλαύσετε καὶ θρηνήσετε, χαρήσεται δὲ ὁ κόσμος, τουτέστιν, οἱ φρονεῖν οὐκ εἰδότες τὰ δοκοῦντα Θεῷ, προσηλωθέντες δὲ ὥσπερ ταῖς κοσμικαῖς ἡδοναῖς.
σημαίνει δὲ πάλιν τήν τε ἀγελαίαν καὶ συρφετώδη τῶν Ἰουδαίων πληθὺν, καὶ τῶν καθηγεῖσθαι λαχόντων τὸ θεομισὲς καὶ ἀνόσιον στῖφος, γραμματέας τε καὶ Φαρισαίους, οἳ τοῖς τοῦ Σωτῆρος ἐπιτωθάζοντες πειρασμοῖς, πολλὰ κατὰ τῆς ἑαυτῶν ἐφθέγγοντο κεφαλῆς, ποτὲ μὲν λέγοντες Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι· ποτὲ δὲ πάλιν Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτὸν, σῶσον σεαυτόν. ταυτὶ γὰρ δὴ τῆς Ἰουδαίων παμμιάρου γλώττης τὰ ἀποβράσματα· ἀλλ’ οὕτω πεφρονηκότων τῶν ἐν κόσμῳ, φησὶ, δρώντων τε ἅμα καὶ φθεγγομένων, λυπηθήσεσθε μὲν ὑμεῖς, οὐκ εἰς μακρὸν δὲ τοῦτο παθόντες διαμενεῖτε χρόνον· μεταστήσεται γὰρ ἡ λύπη πρὸς χαράν. ἀναβιώσομαι γὰρ, καὶ ἀφανιῶ παντελῶς τῆς κατηφείας τὴν πρόφασιν· περιστελῶ δὲ τὸ δάκρυον, καὶ πρὸς εὐθυμίαν ἀνακομίσω διηνεκῆ καὶ ἀμήρυτον. ἀκατάληκτος γὰρ ἡ τῶν ἁγίων χαρά. ζῆ γὰρ εἰς ἀεὶ Χριστός· λέλυται δὲ καὶ ὁ πάντων θάνατος δι’ αὐτοῦ. ἀλλ’ ἔστι πως ἀκόλουθον ἐννοεῖν, ὅτι δὴ πάντως καὶ τοῖς ἐν κόσμῳ παθεῖν ἐξ ἀντιστρόφου συμβήσεται τὸ λυπεῖσθαι διηνεκῶς.
εἰ γὰρ ἐπείπερ ἀπέθανε κατὰ σάρκα Χριστὸς, λελύπηνται μὲν οἱ γνήσιοι, χαρὰν δὲ τὸ πάθος ὁ κόσμος ἐποιήσατο· καταργηθέντος δὴ τοῦ θανάτου καὶ τῆς φθορᾶς, καὶ διαναστάντος ἐκ νεκρῶν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, μετεστράφη τοῖς ἁγίοις τὸ πένθος εἰς χαράν· μετοιχήσεται δὲ δηλονότι καὶ τοῖς ἐν κόσμῳ πρὸς πένθος ἡ χαρά. «Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἕξετε, πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.» Ἐπιτείνει πάλιν τῆς παραμυθίας τὴν εὕρεσιν, καὶ διὰ ποικίλων ἔρχεται λόγων, πανταχόθεν αὐτοῖς τὸ δριμὺ τῆς λύπης ἀποκρούεσθαι διδούς. θέα γὰρ ὅπως ἀναπείθειν ἐπείγεται διὰ πράγματος ἐναργοῦς εἰς τὸ χρῆναι τληπαθεῖν, καὶ μὴ σφόδρα καταναρκᾶν ἢ πόνους ἢ λύπας, εἰ πάντη τε καὶ ἀπαραιτήτως μέλλοιεν ἐκτελευτᾶν εἰς χαράν. καρπὸς γάρ φησι πικρᾶς ὠδῖνος τὸ βρέφος, καὶ διὰ πόνων ἔρχεται ταῖς μητράσιν ἡ ἐπὶ τέκνοις χαρά.
ἀλλ’ εἴπερ ὤφθησαν ἐν ἀρχαῖς πρὸς τοὺς ἐπὶ ταῖς ὠδῖσιν ἀπαυδήσασαι πόνους, οὐδ’ ἂν ὅλως κυοφορεῖν ἠθέλησαν, τὸν τούτου παραίτιον διαδρᾶσαι γάμον, ἀλλ’ οὐδ’ ἂν ἐγένοντο μητέρες πώποτε, τριποθήτου τε καὶ πολυεύκτου πράγματος δι’ ὄκνον ἐκπίπτουσαι. κατὰ τοῦτον οὖν ἄρα τὸν τρόπον καὶ ὑμῖν αὐτοῖς οὐκ ἀμισθὶ τὸ ἀλγῆσαι συμβήσεται. χαρήσεσθε γὰρ, ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθὲν, ἄφθαρτόν τε καὶ ἀνώλεθρον. ἑαυτὸν δὲ δηλονότι φησίν. ἀναφαίρετον γεμὴν καὶ ἀναπόβλητον, τὴν ἐφ’ ἑαυτῷ θυμηδίαν ἔσεσθαι λέγει. κατὰ γὰρ τὴν τοῦ Παύλου φωνὴν, μᾶλλον δὲ καὶ κατὰ τὴν τῆς ἀληθείας δύναμιν, ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει. ἐρηρεισμένη τοιγαροῦν ἡ ἐπ’ αὐτῷ θυμηδία καὶ μάλα εἰκότως. εἰ γὰρ ἐπὶ τῷ θανάτῳ λελυπήμεθα, τίς ἡμῶν ἀποστήσει τὴν χαρὰν εἰδότων ὅτι καὶ ζῇ καὶ μένει διηνεκῶς, τῶν πνευματικῶν ἡμῖν ἀγαθῶν δοτήρ τε καὶ πρύτανις; ἀπὸ μὲν οὖν τῶν ἁγίων οὐδεὶς αἴρει τὴν χαρὰν, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· ἀφηρέθη δὲ παραχρῆμα τῶν προσηλωσάντων αὐτὸν τῷ σταυρῷ. λελυμένου γὰρ τοῦ πάθους, ἐφ’ ᾧ δὴ καὶ χαίρειν ᾤοντο δεῖν, ὡς ἐξ ἀφύκτου λοιπὸν ἀνάγκης αὐτοῖς τὸ λυπεῖσθαι συμβήσεται.
PG 74:459«Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τι. αἰτήσητε τὸν Πατέρα, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου· ἕως ἄρτι οὐκ ᾐτήσασθε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.» Ἀμείνους ἔσεσθαι καὶ συνετωτέρους τοὺς ἁγίους φησὶ μαθητὰς, ὅταν ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν, κατὰ τὸ γεγραμμένον, καὶ τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ λελαμπρυσμένοι τὸν νοῦν, πάντα λοιπὸν δύνωνται νοεῖν, καὶ εἰ μὴ παρόντα τυχὸν διερωτῷεν αὐτόν. οὐ γὰρ ὅτι δεήσονται μὲν οὐκέτι φωταγωγίας τῆς παρ’ αὐτοῦ τὰ τοιαῦτά φησιν ὁ Σωτὴρ, ἀλλ’ ὅτι τὸ ἴδιον αὐτοῦ δεξάμενοι Πνεῦμα καὶ ἐνοικοῦν ἔχοντες ἐν καρδίαις, ἀπροσδεᾶ παντὸς ἀγαθοῦ καὶ γνώσεως τῆς τελεωτάτης ἀνάπλεων τὴν διάνοιαν ἕξουσι. τελείαν δὲ γνῶσιν εἶναί φαμεν, τὴν ὀρθήν τε καὶ ἀδιάστροφον, καὶ ἀπηχὲς μὲν οὐδὲν ἢ φρονεῖν ἢ λέγειν ἀνεχομένην, ὀρθῶς δὲ δοξάζουσαν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος.
εἰ γὰρ καὶ βλέπομεν ἄρτι δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, καὶ γινώσκομεν ἐκ μέρους, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀλλά γε τῆς ἐν τοῖς δόγμασιν ἀκριβείας οὐκ ἔξω βαίνοντες, κατακολουθοῦντες δὲ τῷ σκοπῷ τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς, γνῶσιν ἔχομεν οὐκ ἀτελῆ, ἣν οὐκ ἂν ἕλοι τις ἑτέρως, οὐκ ἐπιλάμψαντος αὐτῷ τοῦ Ἁγίου Πνεύματος. διά τοι τοῦτο παροτρύνων τοὺς μαθητὰς εἰς αἴτησιν τῶν πνευματικῶν χαρισμάτων, ὁμοῦ δὲ διδοὺς τὸ θαῤῥεῖν, ὡς αἰτοῦντες οὐκ ἀποτεύξονται, τῇ τοῦ Ἀμὴν προσθήκῃ βεβαιοῖ πρὸς πίστιν, ὡς εἴ τι περ ἂν ἐθέλοιεν προσιόντες αἰτεῖν, λήψονται παρὰ τοῦ Πατρὸς, αὐτοῦ δηλονότι καὶ μεσιτεύοντος καὶ συγχορηγοῦντος τῷ Πατρί. τοῦτο γάρ ἐστι τό Ἐν τῷ ὀνόματί μου· πρόσιμεν γὰρ οὐχ ἑτέρως τῷ Θεῷ καὶ Πατρὶ, εἰ μὴ δι’ Υἱοῦ. δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα, κατὰ τὸ γεγραμμένον. διὰ τοῦτο καί φησιν Ἐγώ εἰμι ἡ θύρα· ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. ᾗ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, ὁμοῦ τῷ Πατρὶ χορηγεῖ τοῖς ἁγίοις τὰ ἀγαθὰ, καὶ συνδοτὴρ τῆς εἰς ἡμᾶς εὐλογίας εὑρίσκεται·
PG 74:461καὶ γοῦν ὁ θεσπέσιος Παῦλος φανοτάτην ἡμῖν ἐτίθει τὴν ἐπὶ τούτῳ πίστιν οὕτω γράφων Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· ᾗ δὲ μεσίτης καὶ ἀρχιερεὺς καὶ παράκλητος ὀνομάζεται, προσκομίζει τῷ Πατρὶ τὰς ὑπὲρ ἡμῶν ἱκετείας· αὐτὸς γάρ ἐστιν ἡ πάντων ἡμῶν παῤῥησία πρὸς τὸν Πατέρα. ἐν ὀνόματι τοίνυν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὰς δεήσεις ποιητέον· προχειρότατα γὰρ οὕτω κατανεύσειεν ἂν ὁ Πατὴρ, ἐπιδώσει δὲ τοῖς αἰτοῦσιν αὐτὸν τὰ ἀγαθὰ, ἵνα λαβόντες χαίρωμεν. ἀναπιμπλάμενοι γὰρ χαρισμάτων πνευματικῶν, καὶ τῆς παρ’ αὐτοῦ συνέσεως πλουσίαν λαχόντες τὴν χορηγίαν, διὰ τοῦ κατοικοῦντος ἐν ἡμῖν Ἁγίου Πνεύματος, καταστρατευσόμεθα μὲν καὶ λίαν εὐκόλως ἁπάσης ἐκτόπου τε καὶ βδελυρᾶς ἡδονῆς· ἀγαθουργοῦντες δὲ οὕτω καὶ εἰς ἔφεσιν ἁπάσης ἰόντες ἀρετῆς σὺν ἐξαιρέτῳ τῇ προθυμίᾳ, καὶ νευρούμενοι πρὸς πᾶν ὁτιοῦν τῶν ὅσα τελοῦντα φαίνεται πρὸς ἁγιασμὸν, τῇ τῆς ἀμοιβῆς ἐλπίδι χαίρομέν τε λίαν, καὶ τὴν ἐκ τοῦ πονηροῦ συνειδότος κατήφειαν ἀποπεμψάμενοι, ταῖς ἐπὶ Χριστῷ θυμηδίαις τὸν οἰκεῖον καταπιαίνομεν νοῦν. καὶ ἦν μὲν τοῖς ἀρχαιοτέροις ἀνεπιτήδευτον·
οὐ γὰρ μεμελέτητό πως προσευχῆς τις τοιοῦτος τρόπος διὰ τὴν ἄγνοιαν· ὁρίζεται δὲ νυνὶ διὰ Χριστοῦ, καὶ μάλα εἰκότως, ὅτε τῆς διορθώσεως ἀνέλαμψεν ὁ καιρὸς, καὶ ἡ παντὸς ἀγαθοῦ τελειότης εἰσκεκόμισται δι’ αὐτοῦ. ὥσπερ γὰρ οὐδὲν τετελείωκεν ὁ νόμος, ἀλλ’ ἦν ἀτελὴς ἡ κατ’ αὐτὸν μελετωμένη δικαιοσύνη, οὕτω καὶ τῆς προσευχῆς ὁ τρόπος. «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν.» Παροιμίαν εἶναί φησι τὸν ἀμυδρόν τε καὶ οὐ λίαν ἐμφανῆ λόγον, ἐπεσκιασμένον δέ πως ἀσαφείαις οὕτω λεπταῖς, ὡς μὴ λίαν ἑτοίμως συνιέναι φησὶ δύνασθαι τοὺς ἀκροωμένους· πέπλασται γὰρ οὕτω τῶν ἐν παροιμίαις λεγομένων τὸ σχῆμα. ἅπερ οὖν εἶπον, φησὶν, ὡς ἐν παροιμίαις ἔτι καὶ αἰνίγμασι λελάληκα πρὸς ὑμᾶς καιρῷ τηρήσας τῷ δέοντι καὶ ὅσον οὐδέπω παρεσομένῳ τὴν ἀναμφίλογον ἀποκάλυψιν. ἥξει γὰρ ἥξει, φησὶν, ὥρα, τουτέστι καιρὸς, καθ’ ὃν ὑμῖν διαῤῥήδην τὰ περὶ τῆς τοῦ Πατρὸς ἐξηγήσομαι δόξης, καὶ τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐνθήσω σύνεσιν. καὶ τίς ὁ τούτου καιρὸς, οὐ σφόδρα μὲν ἔφη σαφῶς·
οἰησόμεθα δὲ δηλοῦν ἐκεῖνον αὐτὸν, ἢ καθ’ ὃν τὴν διὰ τοῦ Πνεύματος πεπλουτήκαμεν γνῶσιν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, χορηγήσαντος ἡμῖν αὐτὸ τοῦ Χριστοῦ· ἢ τάχα τὸν μέλλοντα καὶ ἐσόμενον μετὰ τὴν τοῦ κόσμου συστολὴν, καθ’ ὃν ἀκατακαλύπτως τε καὶ ἐναργῶς τὴν τοῦ Θεοῦ δόξαν ὀψόμεθα, φανοτάτην ἡμῖν ἐμβάλλοντος τὴν περὶ ἑαυτοῦ γνῶσιν. διὸ καὶ ὁ Παῦλος προφητείας μὲν καταργηθήσεσθαι λέγει, παύσεσθαι δὲ γνῶσιν, οὐχ ἑτέραν λέγων παρὰ ταύτην, ἣν εἰς τὸ παρὸν κεκτήμεθα. βλέπομεν γὰρ δι’ ἐσόπτρου, καὶ γινώσκομεν ἐκ μέρους, καθὰ καὶ ἀρτίως ἐλέγομεν· Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται· πῶς ἢ τίνα τρόπον εἰ βούλει μαθεῖν ἐρῶ πάλιν. Ὥσπερ γὰρ ἀφεγγοῦς μὲν οὔσης νυκτὸς τὸ φαιδρὸν τῶν ἀστέρων διαφαίνεται κάλλος, ἑκάστου τὸ οἰκεῖον ἀπαστράπτοντος φῶς· ἀνισχούσης γεμὴν τῆς ἡλίου μαρμαρυγῆς, καταργεῖταί πως ἤδη τὸ ἐκ μέρους λαμπρὸν, καὶ τῆς ἐκείνου βολῆς ἡττώμενον ἀδρανῆ καὶ ἄπρακτον ἔχει τὴν οἰκείαν αὐγήν·
PG 74:463κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ νῦν ἡμῖν ὑπάρχουσα γνῶσις κατ’ ἐκεῖνο πεπαύσεται τοῦ καιροῦ, καὶ καταλήξει τὸ ἐκ μέρους, τοῦ τελείου φωτὸς εἰσελάσαντος καὶ πληρεστάτην ἡμῖν τὴν τῆς θεογνωσίας ἐπεισχέοντος αὐγήν. τότε μετὰ παῤῥησίας δυναμένοις ἤδη χωρεῖν, τὰ περὶ τοῦ ἰδίου Πατρὸς ὁ Χριστὸς ἀπαγγελεῖ. νυνὶ μὲν γὰρ διὰ σκιᾶς καὶ ὑποδειγμάτων καὶ ποικίλης ἔσθ’ ὅτε παραλαμβανομένης τῆς διὰ πραγμάτων εἰκόνος καὶ τύπων τῶν καθ’ ἡμᾶς, μόλις ἐπί τινα γνῶσιν ἀμυδρὰν ποδηγούμεθα, διὰ τὴν ἐνοῦσαν ἡμῖν κατὰ νοῦν ἀσθένειαν· τότε γεμὴν τύπου τὸ παράπαν δεηθέντες οὐδενὸς, ἀλλ’ οὐδὲ αἰνιγμάτων ἢ παραβολῆς, γυμνῷ τρόπον τινὰ τῷ προσώπῳ καὶ ἀπαραποδίστῳ διανοίᾳ τὸ τῆς θείας φύσεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐννοήσομεν κάλλος, τὴν τοῦ πεφηνότος ἐξ αὐτοῦ θεωρήσαντες δόξαν. ὀψόμεθα γὰρ αὐτὸν καθώς ἐστι, κατὰ τὴν Ἰωάννου φωνήν. νῦν μὲν γὰρ εἴδομεν οὐκ ἐν ὁλοκλήρῳ δόξῃ τῇ θεοπρεπεῖ, διὰ τὸ ἀνθρώπινον· παρελάσαντος δὲ τοῦ καιροῦ τῆς μετὰ σαρκὸς οἰκονομίας, καὶ τετελεσμένου τοῦ μυστηρίου τοῦ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ἐν ἰδίᾳ δόξῃ λοιπὸν καὶ τῇ τοῦ Πατρὸς ὀφθήσεται.
Θεὸς γὰρ ὢν κατὰ φύσιν, ὁμοούσιός τε διὰ τοῦτο τῷ φύσαντι, πάντως δήπου καὶ ἐν ἴσοις ἔσται τοῖς ἀξιώμασι, καὶ ἐν δόξῃ τῇ οἰκείᾳ καὶ θεοπρεπεῖ διαλάμψει λοιπόν. «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον.» Ἐξαιτεῖν μὲν ὅλως διὰ προσευχῆς καὶ ἐντεύξεως ἐφίησι τὸ παράπαν οὐδὲν, εἰ μὴ ἐν τῷ ὀνόματι αὐτοῦ. προχειρότατα γεμὴν ἐπιδώσειν αὐτοῖς τὸν Πατέρα τὰ ἐν εὐχαῖς ἐπαγγέλλεται, καὶ οὐχὶ πάντως ταῖς τοῦ Υἱοῦ προτροπαῖς ἀναπειθόμενον, ἅτε δὴ παρακλήτου καὶ μεσιτεύοντος, αὐτόμολον δέ πως εἰς φιλοτιμίας ἰόντα τὰς ἐπ’ αὐτοῖς, καὶ ὥσπερ τι χρέος κατατιθέναι σπουδάζοντα τοῖς ἀγαπῶσι Χριστὸν, τὴν ἀνωτάτω τε καὶ εἰς ἄκρον εὐμένειαν. καὶ οὐχί τις νοῦν ἔχων οἰήσαιτο πάλιν, ἢ καὶ ἀμαθαίνων ἐρεῖ, ὡς κατ’ οὐδένα τρόπον δεήσονται μὲν ἐν τοῖς καθ’ ἑαυτοὺς τῆς τοῦ Υἱοῦ μεσιτείας οἱ μαθηταὶ, ἤγουν τῶν ἁγίων ἕτεροι τυχόν.
πάντα γὰρ δι’ αὐτοῦ παρὰ Πατρὸς ἐν Πνεύματι, ἐπείπερ ἐστὶ παράκλητος, κατὰ τὴν Ἰωάννου φωνὴν, οὐχ ὑπὲρ μόνων τῶν ἡμετέρων ἁμαρτιῶν, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. ἐπιδεικνὺς δὲ χρησίμως κἀν τούτῳ δὴ πάλιν, ὅτι τριπόθητος λίαν ἐστὶ τῷ Θεῷ καὶ Πατρὶ ἡ εἰς τὸν ἐξ αὐτοῦ πεφήνοτα τιμὴ καὶ ἀγάπησις, τὰ τοιαῦτά φησιν· ὅπερ οὐ συνέντες οἱ δείλαιοι τῶν Ἰουδαίων δῆμοι, λοιδορίαις τε οὐ φορηταῖς κατακοντίζειν οὐκ ἔφριττον, καὶ ἐζήτουν ἀποκτεῖναι κατὰ τὸ γεγραμμένον, διὰ τὸ μεταῤῥυθμίζειν τῶν πιστευόντων τὸν νοῦν ἐκ νομικῆς καὶ παχείας ἐντολῆς εἰς τὴν τῆς εὐαγγελικῆς πολιτείας ἰσχνότητα. ἔφασκον γὰρ οὐδὲν εἰδότες οἱ τάλανες, μᾶλλον δὲ γλῶτταν ἐπ’ αὐτῷ τὴν ἀνόσιον ἀκονήσαντες Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον. προχειρότατα τοίνυν τὴν παρὰ Θεοῦ Πατρὸς εὐμένειαν δοθήσεσθαί φησιν αὐτοῖς ἀνενδοιάστως πεπιστευκόσι, καὶ εὖ μάλα διατεθειμένοις, ὅτι περ ἐξῆλθε παρὰ τοῦ Θεοῦ καὶ Πατρός.
PG 74:465προαλεῖται γὰρ ὥσπερ, φησὶ, καὶ φθάσει μὲν τάχα τὴν τοῦ μεσιτεύοντος αἴτησιν, εὐλογίαις δὲ ταῖς πνευματικαῖς ἐπικλύσει τὸν νοῦν τῶν ὀρθὴν ἐχόντων ἐπ’ ἐμοὶ τὴν διάληψιν καὶ οὐ καθάπερ ἐδόκει φρονεῖν τοῖς τοῦ γράμματος ἐρασταῖς. Τὸ δέ Ἐξῆλθον παρὰ Θεοῦ, ἐνταῦθα δὴ πάλιν οἰησόμεθα δηλοῦν, ἢ ὅτι γεγέννημαι καὶ ἐξέλαμψα τῆς οὐσίας αὐτοῦ, κατὰ πρόοδον μὲν τὴν πρὸς τὸ εἶναί τε καὶ νοεῖσθαι τυχὸν ἰδιοσυστάτως, οὐ μὴν εἰς ἅπαν διῃρημένως· ἔστι γὰρ ἐν Υἱῷ μὲν ὁ Πατὴρ, ἐν Πατρὶ δὲ αὖ πάλιν κατὰ φύσιν ὁ Υἱός· ἢ τό Ἐξῆλθον, ἀντὶ τοῦ, γέγονα καθ’ ὑμᾶς, ἄνθρωπος δηλονότι, τὴν ὑμετέραν μορφήν τε καὶ φύσιν ὑποδύς. τόπος γὰρ ὥσπερ ἑκάστου τῶν ὄντων ἡ ἰδία φύσις, ἀφ’ ἧς ἂν ἐξίοι πρὸς ἕτερόν τι μεταχωροῦν, καὶ ὅπερ οὐκ ἦν γενόμενον. καὶ οὐ δήπου φαμὲν, ὡς ἐπείπερ ἄνθρωπος καθ’ ἡμᾶς ὤφθη τε καὶ γέγονεν ὄντως ὁ Μονογενὴς, ἐξέστη τοῦ εἶναι Θεός· ἐχθὲς γὰρ καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας· προσειληφὼς δὲ μᾶλλον ὅπερ οὐκ ἦν μετὰ τοῦ σῶσαι τὸ ἴδιον ἐκβεβηκέναι πως νοεῖται κατά γε τὸν ἐν θεωρίαις εἰσβαίνοντα λόγον. ἐκλήψῃ δὲ τό Ἐξῆλθον παρὰ τοῦ Πατρὸς καὶ καθ’ ἕτερον, εἰ βούλει, τρόπον·
ᾤοντο μὲν γὰρ οἱ πρὸς μόνας ἀμαθίας εὐπετέστατοι Φαρισαῖοι, καθάπερ ἤδη προεῖπον, καθ’ ἕνα τῶν ψευδοπροφητῶν εἰς μέσον ἥκειν τὸν Κύριον παρὰ Θεοῦ μὲν οὐκ ἀπεσταλμένον, ἀπὸ δὲ γνώμης τῆς οἰκείας, καθάπερ ἦν ἔθος ἐκείνοις τὰ τῷ νόμῳ μαχόμενα τοῖς ὡς αὐτὸν ἰοῦσι προσλαλεῖν. διὰ γάρ τοι τοῦτο καὶ ἀπειθεῖν ἐσκέπτοντο, τὴν τοῦ νόμου τήρησιν φιλαιτάτην μὲν εἶναι λέγοντες τῷ Θεῷ καὶ Πατρὶ, παραλύεσθαι γεμὴν διὰ τῶν αὐτοῦ διδαγμάτων. οὐκοῦν ὡς Θεῷ μαχόμενον καὶ ὡς τοῖς παρ’ αὐτοῦ διὰ Μωυσέως τεθεσπισμένοις ἀντιστατεῖν ᾑρημένον ἀπεσείοντο τὸν Χριστὸν, ἀλλότριον εἶναι καὶ Θεοῦ διὰ τοῦτο λογιζόμενοι. ἀλλ’ οὐχ οὕτως οἱ μακάριοι μαθηταί. πεφιλήκασι γὰρ αὐτὸν τῆς τῶν Ἰουδαίων δυσβουλίας τὰ ἀμείνω φρονήσαντες, καὶ πεπιστεύκασιν ἀληθῶς, ὅτι ἐξῆλθεν ἀπὸ Θεοῦ, κατὰ τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. ταύτης τοι τῆς αἰτίας ἕνεκα καὶ πεφίληνται παρὰ Πατρὸς, τὴν ἴσην ὥσπερ ἐξ ἀμοιβῆς δεχόμενοι χάριν. εἰ δὲ φίλτατοι μὲν τῷ Θεῷ καὶ Πατρὶ, καὶ λίαν ἡδεῖς οἱ ἐκ Θεοῦ τὸν Υἱὸν ἐξελθεῖν πιστεύοντες, κατεστύγηνται δηλονότι καὶ θεομισεῖς ἀληθῶς οἱ τὴν τούτοις ἐναντίαν νοσήσαντες δόξαν.
καὶ εἰ τοῖς ἀγαπῶσι τὸν Υἱὸν ἑτοιμότατος λίαν εἰς τὸ ὑπακοῦσαι Θεὸς, οὐ προσδέξεται δηλονότι τῶν μὴ τοιούτων τὰς προσευχάς· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς Ἡσαί̈ου πρὸς αὐτοὺς εἰρημένον Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. «Ἐξῆλθον ἐκ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.» Ἀπόδειξις αὕτη σαφής τε καὶ ἀναμφίλογος τοῦ μὴ ἕνα τῶν ψευδοπροφητῶν ὑπάρχειν τὸν Κύριον, μήτε μὴν τὰ ἀπὸ γνώμης οἰκείας ἐροῦντα, καὶ διαλεξόμενον παρὰ τὸ δοκοῦν τῷ Πατρὶ πρὸς ἡμᾶς ἀφῖχθαι, κατά γε τὴν ἀμαθῆ καὶ ἀπόπτυστον τῶν Ἰουδαίων ὑπόνοιαν, τὸ παλινδρομῆσαι πρὸς τὸν Πατέρα καὶ ὑπονοστῆσαι μετ’ ἐξουσίας ὅθεν οἶδεν ἐκβεβηκώς.
PG 74:467Ναὶ γὰρ, ἐρεῖ τις τυχὸν ταῖς τῶν Ἰουδαίων ἀμαθίαις ἀντικαθιστάμενος, οὐκ ἀληθὴς ἦν ἴσως ὁ Χριστὸς καθ’ ὑμᾶς ὦ Ἰουδαῖοι, ἀλλ’ οὐδὲ συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν τῆς εὐαγγελικῆς πολιτείας εἰσκεκόμικε παίδευσιν, ἄπρακτον ἤδη δεικνὺς καὶ ἀνόνητον εἰς τελειότητα τὴν κατ’ εὐσέβειαν τὴν νομικὴν ἐντολήν. ἐγκαλεῖτε γάρ πως ὡς λελυκότι τὸ σάββατον, καὶ εἴπερ τι τῶν θαυμάτων ἐργάσαιτο παρ’ ὑμῖν, ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων καὶ τοῦτο ποιεῖν εἰωθότα δυσσεβοῦντες εἰρήκατε. πῶς δὴ οὖν ἄρα καὶ εἰς αὐτὸν ἀνέβη τὸν οὐρανόν; πῶς ἐδέξατο σύνθρονον ὁ Πατὴρ, ἐπαιρόντων ἀγγέλων αὐτῷ τὰς ἄνω πύλας, τὸν τοῖς αὐτοῦ δόγμασιν ἀντιπράττοντα καθ’ ὑμᾶς, καὶ ἀνεθέλητον τῷ παμβασιλεῖ τῶν ὅλων τὴν ὑφήγησιν ποιησάμενον; μὴ γὰρ λεληθότως ἀνελήφθη; μὴ γὰρ οὐ πολὺς ἦν ὄχλος, πρὸς οὓς ἔφη ὁ θεῖός τε καὶ οὐράνιος ἄγγελος Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. εἶτα τί φῂς Ἰουδαῖε πάλιν; ἆρ’ οὐ τιμήσεις ταῖς εὐπειθείαις κἂν τὴν ἀγγέλου φωνήν;
ἆρ’ οὐ παραδέξῃ μάρτυρας, καίτοι πολλοὺς ὄντας τοὺς τεθεαμένους; καίτοι σαφῶς ὁ νόμος Ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, φησί. τῷ τοίνυν ἐπ’ ἐξουσίας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ὑπονοστοῦντι Πατέρα, πῶς ἂν ἔτι πρεπόντως ὁ τῆς ψευδοπροφητείας ἐπιφέροιτο μῶμος, καὶ οὐχὶ μᾶλλον ἕψεται λοιπὸν, ὡς δι’ ἀποδείξεως ἐναργοῦς τοῦ πράγματος, τὸ ἀνενδοιάστως πιστεύεσθαι παρ’ ἡμῶν, ὡς εἴη μὲν ἐκ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρὸς, οὐχ ἕτερος γεμὴν παρ’ ἐκεῖνον, ὃν αὐτός τε ἡμῖν ὁ νόμος καὶ οἱ προφῆται διήγγελλον; Ἐληλυθέναι γεμὴν εἰς τόνδε τὸν κόσμον φησὶ, μεταχωρεῖν δὲ αὖ πάλιν ἐκ τοῦ κόσμου πρὸς τὸν Πατέρα, οὔτε τοῦ Πατρὸς ἀπολειφθεὶς ὅτε γέγονεν ἄνθρωπος, οὔτε μὴν τῶν ἐπὶ τῆς γῆς ὅτε μετὰ σαρκὸς ἀπεδήμει πρὸς τὸν Πατέρα· Θεὸς γάρ ἐστιν ἀληθινὸς ἀῤῥήτῳ δυνάμει τὰ πάντα πληρῶν, καὶ οὐδενὸς τῶν ὄντων ἀπολιμπανόμενος. «Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τις σε ἐρωτᾷ·
PG 74:469ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» Θαυμάζουσι τὴν ἀπόδειξιν ὡς ἐναργεστάτην, καταπλήττονται τοῦ λόγου τὸ διαφανές· περιστολῆς γὰρ ἁπάσης δίχα τὸν πρὸς αὐτοὺς εὖ μάλα πεποίηται λόγον. χαίρουσι δὴ οὖν δυσχερείας ἁπάσης ἀπηλλαγμένην λαβόντες ἀπόδειξιν, καὶ περισκελὲς μὲν σχεῖν οὐδὲν τὸ εἰρημένον φασὶν, εὐκάτοπτον δὲ οὕτως ὑπάρχειν τὴν ἐπ’ αὐτῷ δὴ τούτῳ φωνὴν, ὡς μηδὲ βραχὺ παροιμίας ἔναυσμα προσεῖναι δοκεῖν. ἀποκερδαίνουσι δὲ πρὸς τούτῳ κἀκεῖνο· ἐπειδὴ γὰρ ἔγνως, φησὶ, τὸ λαθραίως ψιθυρισθὲν, ἔφθασάς τε τὴν πεῦσιν, ἥνπερ ἂν ἴσως προσηγάγομεν ἡμεῖς ἐξαιτοῦντες τὸ μαθεῖν, ἅπερ ἔλεγες ἀρτίως, πεπιστεύκαμεν ὅτι καὶ ἐξῆλθες ἀπὸ Θεοῦ. τὸ γὰρ εἰδέναι, φησὶ, τὰ ἐν τῷ παραβύστῳ καὶ λεληθότα, τοῦ πάντων ἂν εἴη Θεοῦ, καὶ οὐχ ἑτέρου τινός. ἐπειδὴ δὲ οἶσθα τὰ πάντα αὐτὸς, πῶς οὐκ ἀναμφίλογον ὡς ἐκ τοῦ τὰ πάντα εἰδότος ἐξέλαμψας Θεοῦ;
πίστεως οὖν ἄρα τῆς ἀνενδοιάστου τροφὴ κατέστη τοῖς μαθηταῖς μετὰ τῶν ἄλλων, καὶ τοῦτο τὸ θεοπρεπὲς ὄντως καὶ παράδοξον σημεῖον, ὡς ἔστι μέν πως ἰδεῖν ἐπ’ αὐτῶν ἀληθὲς, τό Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προςθήσει τοῦ δέχεσθαι. φασὶ δὲ τό Νῦν πιστεύομεν, οὐ τότε δὴ πάντως τὴν τοῦ πιστεύειν ἀρχὴν ἐν ἑαυτοῖς εἰσφρήσαντες, ὅτε τῶν τοιούτων ἠκροάσαντο λόγων, ἤγουν τεθέανται τὸ σημεῖον, τὸ εἰδέναι φημὶ τὰ πάντα τὸν Κύριον, ἀλλ’ ὡς τότε λοιπὸν τὴν ἐν ἀρχαῖς εἰσδεχθεῖσαν πίστιν ῥιζοῦν ἐν οἰκείαις ψυχαῖς ἀρχόμενοι, καὶ διακεῖσθαι λοιπὸν ἀραρότως ἀναπεπεισμένοι, ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθινοῦ. παραδεξόμεθα τοίνυν τό Νῦν πιστεύομεν, οὐκ εἰς τὴν τοῦ πιστεύειν ἀρχὴν, ἀλλ’ εἰς τὴν τοῦ βεβαιοῦσθαι παγίως εἰς τὴν ἤδη τετιμημένην τῇ συναινέσει διάληψιν. «Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἄρτι πιστεύετε; ἰδοὺ ἔρχεται ὥρα καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ’ ἐμοῦ ἐστιν.» Ἀστειότατα πάλιν ἐπέδειξεν ὁ Σωτὴρ τὸν τῆς ἐφ’ ἅπασι τοῖς ἀγαθοῖς βεβαιότητος οὔπω παρόντα καιρόν·
οὗτος δὲ ἦν ὁ τὴν τοῦ Ἁγίου Πνεύματος ἐξ οὐρανοῦ καταφοίτησιν εἰσκομίζων αὐτοῖς, καὶ τὴν ἐξ ὕψους δύναμιν, καθὰ γέγραπται. καθαρῶς γὰρ τότε ταῖς ἀνθρωπίναις μικροψυχίαις ἐῤῥῶσθαι φράσαντες, ἀκαταγωνίστοις διέπρεψαν εὐτολμίαις, οὐ τὰς τῶν Ἰουδαίων ἐπαναστάσεις, οὐ τὸν ἄκριτον τῶν Φαρισαίων θυμὸν, οὐχ ἕτερόν τι τῶν δεινῶν δεδιότες, ἀλλ’ ἐν παῤῥησίᾳ προεστηκότες τοῦ θείου κηρύγματος, καὶ διαῤῥήδην λέγοντες Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. ἐν ταὐτῷ τοιγαροῦν καθιδρύσθαι μὲν οὔπω πρὸς πίστιν τὴν τελείαν ἀπέδειξε, διὰ τὸ μήπω γεγεῦσθαι τῆς κοινωνίας τοῦ Πνεύματος, παραθεὶς εἰς ἔλεγχον τὴν ὅσον οὐδέπω παρεσομένην δειλίαν, καὶ ὅτι δὴ μέλλοι συμβήσεσθαι προειπὼν, οὐ μετρίως αὐτοὺς ὀνήσας ὁρᾶται. διακείσονται γὰρ μειζόνως τε καὶ ἐρηρεισμένως, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν, οὐδὲν τῶν μελλόντων ἠγνοηκότα καταλαμβάνοντες. ἰδοὺ τοιγαροῦν παρέσται, φησὶν, οὐκ εἰς μακρὰν ὁ καιρὸς, μᾶλλον δὲ εἴσω βέβηκε θυρῶν, ὅτε μόνον ἀφέντες ἐμὲ, ἀπελεύσεσθε πρὸς τὰ ἴδια.
PG 74:471τοῦτο δέ ἐστιν εὐπεριστόλως εἰπεῖν, ὅτε δειλίαις ἀνάνδροις κεκρατημένοι, μόνης τῆς ἑαυτῶν ψυχῆς προνοήσετε, καὶ τὴν τῷ διδασκάλῳ χρεωστουμένην ἀγάπησιν κατόπιν τῆς ἑαυτῶν σωτηρίας ποιησάμενοι, πρὸς οὕσπερ ἂν εὕρητε διοιχήσεσθε τόπους. πῶς οὖν ἄρτι πιστεύετε, τῶν εἰς ἀνδρείαν ἐλέγχων οὔπω τὸν ψόγον διακρουσάμενοι, διὰ τὸ μήπω μεταλαχεῖν τῆς διὰ Πνεύματος εὐτολμίας; ὅτι δὲ ἐτράποντο πρὸς φυγὴν οἱ μακάριοι μαθηταὶ, τὴν τῶν Ἰουδαίων οὐκ ἐνεγκόντες ἔφοδον, ὅτε παρῆν ὁ προδότης, τὴν ἀνόσιον τῶν στρατιωτῶν ἐπαγόμενος σπεῖραν καὶ τοὺς τῶν ἡγουμένων ὑπηρέτας, οὐδαμόθεν ἀμφίλογον. μόνον δὲ τότε καταλελοίπασι τὸν Χριστόν· μόνον δὲ φαμὲν, ὅσον ἧκεν εἰπεῖν εἰς τὸ παρεῖναι μηδένα τῶν ἕπεσθαί τε καὶ προσεδρεύειν εἰωθότων αὐτῷ· μόνος γὰρ οὐκ ἦν, καθὸ Θεὸς ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς τε καὶ ἀδιαστάτως·
ἀνθρωπινώτερον δέ πως καὶ τοῦτο δι’ ἡμᾶς ἐφθέγξατο Χριστὸς, ἐκεῖνο διδάσκων, ὅτι πειρασμὸν ἢ διωγμὸν ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιφέροντος ἡμῖν ἔσθ’ ὅτε καιροῦ, καὶ εἰς εὐκλεᾶ καλοῦντος κίνδυνον, φημὶ δὲ τὸν δι’ εὐσέβειαν, οὐκ ἀποπίπτειν ἐλπίδος τῆς ἐπὶ τῷ δύνασθαι διαφεύγειν ἀκόλουθον, καὶ εἰ μή τινες τυχὸν τῶν ὁμοψύχων ἡμῖν συμπαρατρέχοιεν ἀδελφῶν, ἐπαμύνοντές τε κατὰ τὸ ἐγχωροῦν καὶ ταῖς ὁμονοίαις μονονουχὶ τὸν ἐπηρτημένον ἡμῖν μεριζόμενοι κίνδυνον. εἰ γὰρ καὶ τράποιντο πρὸς φυγὴν δυσαχθῆ, καὶ ἀφόρητον τὴν ἐκ τῆς δειλίας πλεονεξίαν ἐν ἑαυτοῖς ποιησάμενοι, διακεῖσθαι προσῆκεν, ὡς οὐ διὰ ταύτην ἀτονήσει τὴν αἰτίαν Θεός. ἀρκέσει γὰρ μόνος εἰς τὸ διασῶσαι δύνασθαι τὸν αὐτῷ προσκείμενον. μόνοι δὲ ἡμεῖς οὐκ ἐσμὲν, καὶ εἰ μή τις ὁρῷτο παρὼν, καθάπερ εἶπον ἀρτίως, συμπαραστάτην καὶ ἐπαρηγὸν καὶ σύνοπλον ἔχοντες τὸν πάντα ἰσχύοντα Θεὸν, ἀπλεονεκτήτοις τισὶν ἐπικουρίαις ἡμᾶς περιφράττοντα, κατὰ τὸν λέγοντα ψαλμῳδόν Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
καὶ ταῦτα νῦν περὶ τούτου φαμὲν, οὐχ ὡς χρῆμα καλὸν θαυμάζοντες τὴν φιλοψυχίαν, ὅταν ἐξῇ καταλύειν ἡμᾶς εὐκλεῶς τὸν μετὰ σώματος βίον συστρατευομένους τε καὶ συναθλοῦντας τοῖς διὰ Θεὸν κινδυνεύουσιν· ἀλλ’ ἵνα μᾶλλον ἐκεῖνο πιστεύσωμεν, ὡς εἰ καὶ μή τινες εἶεν οἱ τοῦτο δρᾶν σὺν ἡμῖν ἐθέλοντες καὶ προθυμούμενοι, ἀπογινώσκειν οὐ χρή· μόνοι γὰρ οὐκ ἐσόμεθα συμπαρόντος ἡμῖν τοῦ Θεοῦ. «Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» Ὅλην ὡς ἔπος εἰπεῖν ἐν τούτοις εὖ μάλα Χριστὸς ἀνακεφαλαιοῦται χρησίμως τὴν πρὸς αὐτοὺς γενομένην διάλεξιν, καὶ τῶν εἰρημένων τὴν δύναμιν ἐν ὀλίγοις συλλαβὼν, συντομωτάτην αὐτοῖς τῆς οἰκείας βουλήσεως παρατέθεικε γνῶσιν. πεποίημαι γὰρ, φησὶ, νυνὶ πρὸς ὑμᾶς τοὺς τοιούτους λόγους, εἰρήνην ἔχειν ἐν ἐμοὶ παραινῶν, καὶ ἵν’ εἰδείητε πρὸς τούτῳ σαφῶς ὅτι μοχθηρὰ μὲν ὑμῖν τὰ ἐν τῷ κόσμῳ συμβήσεται, καὶ θλίψεσιν ὁμιλήσετε δι’ ἐμὲ πολλαῖς. πλὴν οὐχ ἁλώσεσθε τοῖς δεινοῖς· ἐγὼ γὰρ νενίκηκα τὸν κόσμον.
Ἀλλ’ ἵνα σοι σαφὲς ὅτι μάλιστα ποιήσω τὸ εἰρημένον, φέρε δὴ πρῶτον λέγωμεν τί τὸ ἔχειν ἐστὶν εἰρήνην ἐν Χριστῷ. ὁ μὲν γὰρ κόσμος, ἤτοι τῶν ἐν κόσμῳ πραγμάτων οἱ ἐρασταὶ, τὴν μὲν πρὸς ἀλλήλους εἰρήνην ἐπιτηδεύουσιν ἔσθ’ ὅτε, πλὴν οὐ πάντως ἐν Χριστῷ. οἷον φέρε εἰπεῖν, οἱ πρὸς τὰς ἐκ τῶν σωμάτων φιληδονίας ἔκλυτοι, τοῖς ὁμοτρόποις εἰσὶ διὰ τοῦτο φίλτατοι καὶ λίαν ἡδεῖς· ὁ χρημάτων τῶν οὐδὲν αὐτῷ προσηκόντων ἐπιθυμῶν, ὑπάρχων τε διὰ τοῦτο πλεονέκτης ἢ κλεπτίστατος, καθ’ ἡδονὴν ἔσται πάντως τῷ τὴν ἴσην αὐτῷ κακίαν ἐπιτηδεύοντι. Ἕκαστον γὰρ ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. ἀλλ’ ἐν τούτοις ἅπασι, τὸ σεμνὸν τῆς εἰρήνης ὄνομα καπηλεύεται· καὶ ἀληθὴς ὁ λόγος· ἐπὶ δὲ τῶν ἁγίων οὐχ οὕτως. οὐ γὰρ ἁμαρτία τῆς εἰρήνης ὁ σύνδεσμος, ἀλλὰ πίστις, ἐλπὶς, ἀγάπη καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἡ δύναμις. καὶ τοῦτό ἐστιν ἐν Χριστῷ. κεφάλαιον οὖν ἡμῖν πάντων τῶν ἀγαθῶν ἡ ἐν Χριστῷ πέφηνεν εἰρήνη, τὴν εἰς ἀλλήλους ἀγάπην ἀδελφὴν ὥσπερ τινὰ συνεισάγουσα. παντὸς δὲ τοῦ θείου νόμου τὴν πλήρωσιν ἔχειν ὁ Παῦλος τὴν ἀγάπην φησίν.
PG 74:473ὅτι δὲ τοῖς ἀγαπῶσιν ἀλλήλους ἕψεται δὴ πάντως τὸ καὶ αὐτὸν πρὸ πάντων ἀγαπῆσαι τὸν Θεὸν, οὐκ ἀμφίλογον, Ἰωάννου λέγοντος ὡς εἴ τις ἀγαπήσαι τὸν ἀδελφὸν, αὐτὸν δήπου πάντως ἀγαπήσει τὸν Θεόν. Δηλοῖ δὲ δή τι καὶ τὸ ἕτερον, φημὶ δὴ πάλιν τό Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον. ἁπλούστερον μὲν γὰρ εἴ τις ἕλοιτο νοεῖν, ἐρεῖ δὴ πάντως Πάσης ἁμαρτίας καὶ περιστάσεως κοσμικῆς κρείττων τε ἅμα καὶ δυνατώτερος ἀπεφάνθη Χριστός· ἐπειδὴ δὲ νενίκηκε, καὶ τοῖς δι’ αὐτὸν πειραζομένοις ἐπιδώσει τὸ νικᾶν. εἰ δέ τις τῶν εἰρημένων ἐννοεῖν ἐθέλοι τι πικρότερον, ἐκεῖνο δὴ πάντως διενθυμηθήσεται. ὅνπερ γὰρ τρόπον φθορᾶς καὶ θανάτου διὰ τοῦτο κεκρατήκαμεν, ἐπείπερ ὡς ἄνθρωπος δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀνεβίω Χριστὸς, τῆς κατὰ τοῦ θανάτου πλεονεξίας ἀρχὴν τὴν ἰδίαν ἀνάστασιν ποιησάμενος, διήκοι ἂν πάντως καὶ εἰς ἡμᾶς ἡ τοῦ πράγματος δύναμις, ἐπείπερ ἦν ὁ νικήσας ἐξ ἡμῶν καθὸ πέφηνεν ἄνθρωπος, καὶ ὥσπερ τῆς ἁμαρτίας περιγιγνόμεθα νεκρωθείσης πάντως ἐν πρώτῳ Χριστῷ, παραπέμποντος δηλονότι καὶ εἰς ἡμᾶς, ὡς ἴδιον γένος, τὸ ἀγαθόν·
οὕτω καὶ θαρσεῖν ὀφείλομεν ὅτι καὶ ἡμεῖς περιεσόμεθα τοῦ κόσμου· νενίκηκε γὰρ ὁ Χριστὸς ὡς ἄνθρωπος δι’ ἡμᾶς, ἀρχὴ καὶ θύρα καὶ ὁδὸς τῇ ἀνθρωπείᾳ φύσει κἀν τούτῳ γιγνόμενος. οἱ γὰρ πάλαι πίπτοντές τε καὶ νικώμενοι κεκρατήκαμέν τε καὶ νενικήκαμεν διὰ τὸν ἐξ ἡμῶν καὶ δι’ ἡμᾶς νικήσαντα. εἰ μὲν γὰρ ἐνίκησεν ὡς Θεὸς, πρὸς ἡμᾶς οὐδὲν, εἰ δὲ ὡς ἄνθρωπος, ἡμεῖς ἐν αὐτῷ νενικήκαμεν. δεύτερος γὰρ ἡμῖν ἐξ οὐρανοῦ πέφηνεν Ἀδὰμ, κατὰ τὰς γραφάς. ὥσπερ οὖν πεφορέκαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, καθ’ ὁμοιότητα τὴν ἐκείνου τῷ τῆς ἁμαρτίας ὑποπεσόντες ζυγῷ, οὕτω δὴ πάντως φορέσομεν καὶ τὴν τοῦ ἐπουρανίου μόρφωσιν, τουτέστι Χριστοῦ, νικῶντες τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ ἁπάσης θλίψεως κατευμεγεθοῦντες κοσμικῆς· νενίκηκε γὰρ ὁ Χριστός. ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. «Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπάρας τοῦς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε Πάτερ, ἐλήλυθεν ἡ ὥρα·
δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» ἈΠΟΧΡΩΝΤΩΣ τοῖς μαθηταῖς τὰ εἰς σωτηρίαν ἐφόδια δωρησάμενος, καὶ τοῖς καθήκουσι λογισμοῖς τε καὶ λόγοις εἰς ἀκριβεστέραν τῶν δογμάτων ἀκονήσας διάληψιν, καὶ καταστήσας ὅτι μάλιστα μαχιμωτάτους εἰς πειρασμοὺς, φρόνημά τε τὸ νεανικὸν εὖ μάλα ῥιζώσας ἐν ἑκάστῳ, χρησίμως μεθίστησιν εὐθὺς τοῦ λόγου τὸ σχῆμα, καὶ εἰς προςευχῆς διαπλάττει τρόπον· οὐδένα καιρὸν διὰ μέσου χωρεῖν ἐπιτρέψας τῆς τε πρὸς αὐτοὺς διαλέξεως καὶ τῆς πρὸς Θεὸν καὶ Πατέρα· τύπον ἡμῖν πολιτείας ἐξόχου κἀν τούτῳ δὴ πάλιν τὰ καθ’ ἑαυτὸν ὑποφαίνων. χρῆναι γὰρ οἶμαι μὴ ἀγνοεῖν τὸν ᾧπέρ ἐστι πρὸς εὐσέβειαν ὁ σκοπὸς, ὅτι προςήκοι δὴ πάντως ἢ πρὸς ἀδελφοὺς τὰ λυσιτελῆ τε καὶ ἀναγκαῖα διαλέγεσθαι φιλεῖν, ἤγουν εἰ μὴ τοῦτο δρῴη τυχὸν, ταῖς εἰς Θεὸν ἱκετείαις τὴν τοῦ λόγου χρείαν ἐπείγεσθαι δαπανᾶν, ὡς μηδεμίαν ἐκ τούτου περισσολογίας ὁρᾶσθαι παρείσδυσιν· οὕτω γὰρ ἂν ἴοι κατὰ λόγον τὸν πρέποντα τῆς γλώττης ἡ εὐκοσμία. τίνι γὰρ οὐ σφόδρα καταφανὲς, ὡς εὔκολος λίαν ἐν ταῖς εἰκαιολογίαις μάλιστα τῶν οὐκ ἔξω ψόγων ἡ ἐπεισφορά;
PG 74:475καὶ γοῦν ἔφη τις σοφός Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. Ἀποθαυμάσεις δέ τι πρὸς τούτῳ καὶ ἕτερον οὐ μετρίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν. ποιεῖται γὰρ τὴν τῆς προσευχῆς ἀπαρχὴν ὑπὲρ δόξης τῆς ἑαυτοῦ καὶ τῆς τοῦ Πατρός· συναναπλέκει δὲ μετὰ τοῦτο καὶ παρεισκομίζει παραχρῆμα τὴν ὑπὲρ ἡμῶν. καὶ τίς ἡ πρόφασις; ἀναπείθει δὴ πάλιν τὸν ἐπιεικῆ καὶ θεοφιλέστατον, καὶ τεχνίτην ἀληθῶς εἰς προσευχὴν ἐργάζεται. ὥσπερ γὰρ ἀγαθουργεῖν ἡμᾶς καὶ πάντα δρᾶν ἀναγκαῖον, οὐκ εἰς δόξαν τὴν ἡμετέραν τὴν εἰς τοῦτο σπουδὴν παρατρέποντας, ἀλλ’ εἰς τὴν τοῦ Πατρὸς τῶν ὅλων, φημὶ δὴ τοῦ Θεοῦ· λαμψάτω γάρ φησι τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· οὕτω καὶ εἰς εὐχὴν διανιστάντος ἡμᾶς τοῦ καιροῦ πρὸ τῶν ἡμετέρων τὰ εἰς Θεοῦ δόξαν αἰτεῖν πρεπωδέστατον, ὥσπερ οὖν ἀμέλει καὶ αὐτὸς ὁ Χριστός Οὕτω, φησὶν, ὑμεῖς προσεύχεσθε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
τύπος οὖν ἄρα προσευχῆς εἰς ἡμᾶς τὸ πραττόμενον. ἔδει γὰρ ἔδει παντὸς ἡμῖν ἀγαθοῦ, καὶ τοῦ πρὸς Θεὸν ἀνακομίζοντος τρόπου ἡγεμόνα καὶ καθηγητὴν, οὐ πρέσβυν, οὐκ ἄγγελον, ἀλλ’ αὐτὸν ἀναφαίνεσθαι τὸν Χριστόν. κεκλήμεθα γὰρ καί ἐσμεν ὄντως κατὰ τὴν τοῦ προφήτου φωνὴν Διδακτοὶ Θεοῦ. Τί δὲ δὴ καί φησι πρὸς τὸν ἑαυτοῦ Πατέρα, πρέπον ἂν εἴη νουνεχέστατα κατιδεῖν. δεῖν γὰρ οἶμαι μετὰ δριμείας τινὸς τῆς ἐπιτηρήσεως τῇ τῶν λεγομένων θεωρίᾳ προσβάλλοντας φιλοθηρεῖν εὖ μάλα τὴν τῶν δογμάτων ἀκρίβειαν. Πάτερ τοίνυν φησὶν ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. καὶ ὅσον μὲν ἧκεν εἰς τὴν τῶν εἰρημένων διασκευὴν, οἰηθείη μὲν ἄν τις εὐκλείας ἐπιδεᾶ καθεστάναι τυχὸν τὸν τοιαῦτα λέγοντα· ἐννοήσας γεμὴν τὸ τοῦ Μονογενοῦς ἀξίωμα, ῥᾳδίως ἂν οἶμαι τῶν οὕτως ἀθλίων ἀποπηδήσαι λογισμῶν. ἠλίθιον γὰρ κομιδῇ τὸ δόξης τινὸς οἴεσθαι ἐπιδεᾶ καὶ τῆς αὐτῷ πρεπούσης ἀμοιρῆσαι τιμῆς τὸν Υἱὸν, καίτοι τῆς δόξης ὄντα Κύριον· οὕτω γὰρ αὐτὸν αἱ θεόπνευστοι καλοῦσι γραφαί.
PG 74:477ἄλλως τε καὶ ἑτέρωθί που θεωρήσαι τις ἂν λέγοντα πρὸς τὸν Πατέρα Πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. εἶτα τίνι λοιπὸν ἀμφίλογον, τίς δὲ οὕτω τὸν νοῦν ἀπόπληκτος καὶ πάσης ἀληθείας ἐχθρὸς, ὡς μὴ συνιέναι τε καὶ ὁμολογεῖν ὅτι δόξης μὲν οὐκ ἐστέρηται τῆς θεοπρεποῦς ὅσον εἰς οἰκείαν φύσιν ὁ Μονογενής· ἐπειδὴ δὲ ὑπάρχων ἐν μορφῇ καὶ τῇ κατὰ πᾶν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καταβέβηκε μὲν εἰς τὴν καθ’ ἡμᾶς ταπείνωσιν, ἑαυτὸν δὲ κεκένωκε, τὸ ἀδοξότατον τουτὶ πεφορεκὼς σῶμα καὶ τῆς ἀνθρωπίνης σμικρότητος τὴν ὁμοίωσιν ἐξ ἀγάπης ὑποδὺς, ὡς ἤδη παρόντος τε καὶ ἐνεστηκότος τοῦ καθήκοντος χρόνου, καθ’ ὃν ἔδει πάλιν αὐτὸν τὴν τοῦ μυστηρίου χρείαν ἀποπληρώσαντα, τὴν ἀρχαίαν τε καὶ οὐσιώδη μεταμφιέσασθαι δόξαν, ὅλην ἀνασώσαντα τὴν οἰκουμένην, ἀνασώσαντά τε πρὸς ζωὴν καὶ θεογνωσίαν τοὺς ἐν αὐτῇ, συνευδοκητὴν καὶ συνεθελητὴν πάλιν κἀν τούτῳ δεικνὺς τὸν Πατέρα· τὴν πρὸς αὐτὸν ποιεῖται διάλεξιν, χρῆναι δὴ πάντως ἑαυτὸν ἀνακομίζεσθαι λέγων εἰς τὸ τῆς ἰδίας φύσεως ἀξίωμα; Ἄνεισι δὲ πῶς;
ἢ δηλονότι τῶν τῆς θεότητος ἔργων ἀποτελεστὴς καὶ μετὰ σαρκὸς ἀναδεικνύμενος, οὐχ ὡς ὑπουργὸς τῆς ἑτέρου τυχὸν ἐνεργείας, ἀλλ’ ὡς σοφία καὶ δύναμις ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός. οἰησόμεθα γὰρ οὕτω καὶ οὐχ ἑτέρως αὐτὸν τὰ τῆς θεότητος ἔργα μετ’ ἐξουσίας ἀποπληροῦν. πάντα μὲν γὰρ παρὰ τοῦ Πατρὸς, πλὴν οὐ δίχα τοῦ Υἱοῦ. πῶς γὰρ ἂν ἐργάσαιτό τι τῶν αὐτῷ πρεπόντων ὁ Θεὸς καὶ Πατὴρ, οὐχὶ δὴ συνούσης τε αὐτῷ καὶ συναποτελούσης τὰ ἐφ’ οἷς ἂν νοοῖτο τυχὸν ἡ κατ’ ἐνέργειαν κίνησις, τῆς τε σοφίας καὶ τῆς δυνάμεως αὐτοῦ, φημὶ δὴ τοῦ Υἱοῦ; διὰ τοῦτο καὶ ὁ σοφὸς Εὐαγγελιστὴς, ὁ τὴν τοῦδε τοῦ βιβλίου συγγραφὴν πηξάμενος, ἐν ἀρχαῖς τοῦ λόγου φησὶν ὅτι Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἐπειδὴ τοίνυν ὁ τῆς ὁμοουσιότητος ἀναπείθει λόγος ἀκολούθως ἡμᾶς ἐννοεῖν ὅτι πάντα μὲν ἐκ Πατρὸς, δι’ Υἱοῦ δὲ πάντως ἐν Πνεύματι·
νεκρώσας δὲ θάνατον καὶ φθορὰν, καὶ τὴν τοῦ διαβόλου τυραννίδα περιελὼν, ὅλην ἔμελλε τὴν ὑφ’ ἡλίῳ ταῖς διὰ τοῦ Πνεύματος καταφαιδρύνειν φωταγωγίαις, ἀναδείκνυσθαί τε διὰ τούτου λοιπὸν Θεὸς κατὰ φύσιν ὄντως καὶ ἀληθινὸς, ἀναγκαίως φησί Πάτερ δόξασόν σου τὸν Υἱὸν ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. καὶ οὐ δή τις νοῦν ἔχων ἐρεῖ, δόξαν μὲν αἰτεῖν παρὰ Πατρὸς τὸν Υἱὸν, καθάπερ ἄνθρωπον ἐξ ἀνθρώπου τυχὸν, διδόναι δὲ καὶ αὐτὸν ὡς ἐξ ἀμοιβῆς ἐπαγγέλλεσθαι· σμικροπρεπὲς γὰρ λίαν, μᾶλλον δὲ ἀσύνετον παντελῶς, τὸ τοιαύτην ἔχειν ἐπὶ Θεοῦ τὴν διάληψιν· ἀναγκαιοτάτην δὲ τῷ Πατρὶ τὴν ἑαυτοῦ δόξαν ἐπιδεικνὺς, ἵνα γινώσκηται καὶ ὁμοούσιος, ταυτὶ λελάληκεν ὁ Σωτήρ. ὥσπερ γὰρ ἀδοξίας ἔσται παραίτιον τῷ Θεῷ καὶ Πατρὶ τὸ μὴ τοιοῦτον ἔχειν τὸν ἐξ αὐτοῦ φύντα τε καὶ γεγεννημένον Υἱὸν, ὁποῖον ἂν εἶναι πρέποι τὸν ἐκ Θεοῦ Θεὸν κατὰ φύσιν, οὕτως οἶμαι καὶ δόξαν αὐτῷ περιποιήσει καὶ καύχημα, τὸ ἐν τούτοις ὄντα τὸν ἴδιον ἔχειν Υἱὸν, ἐν οἷσπερ ἂν ὑπάρχειν αὐτὸς καὶ νοοῖτο καὶ λέγοιτο.
δοξάζεται τοίνυν ὁ Πατὴρ ἐν τῇ τοῦ γεννήματος δόξῃ, καθάπερ ἔλεγον ἀρτίως, διδοὺς μὲν τὴν δόξαν ἐν τῷ νοεῖσθαι διὰ πραγμάτων ποίου τε καὶ τίνος ἐξέφυ Πατρὸς ὁ Μονογενὴς, ἀντικομιζόμενος δὲ ὥσπερ ἐν τῷ νοεῖσθαι πάλιν τίνος τε καὶ οἵου Πατὴρ ὑπάρχει κατὰ ἀλήθειαν. οὐσιῶδες οὖν ἄρα καὶ φυσικὸν παρὰ μὲν τοῦ Πατρὸς εἰς Υἱὸν, παρὰ δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα διαβήσεται τῆς δόξης τὸ καύχημα. Εἰ δέ τις δοίη τυχὸν καὶ διὰ τὸ τῆς ἐνανθρωπήσεως ταπεινὸν, ἐλάττονά πως ἢ καθ’ ἑαυτὸν κἀνθάδε λαλεῖν τὸν Κύριον· κατείθισται γὰρ καὶ τοῦτο αὐτῷ· λογισμοῦ τοῦ πρέποντος ἀμοιρήσει μὲν οὐδαμῶς, τῶν γεμὴν ἐξ ἀκριβείας θεωρημάτων οὐ λίαν ἐφάψεται. εἰ μὲν γὰρ ἐξῄτει μόνον αὐτὸς τὴν παρὰ τοῦ Πατρὸς δόξαν, οὐδὲν ἀπεικὸς τοῖς τῆς ἀνθρωπότητος μέτροις τὴν αἴτησιν ἐγκαλεῖν· ἐπειδὴ δὲ καὶ ἀντιδοξάζειν ἐπαγγέλλεται τὸν Πατέρα, πῶς οὐκ ἀναγκαῖον ἤδη φαίνεται τοῖς ἀρτίως ἡμῖν προαποδοθεῖσι θεωρήμασι προθυμότερον ἐπιπηδᾶν; ΚΕΦΑΛΗ Δ. Ὅτι κατ’ οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον.
PG 74:479«Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον.» ἘΞΗΓΕΙΤΑΙ πάλιν καὶ διὰ τούτων ἡμῖν ὁ Χριστὸς τὸν τῆς δόξης τρόπον, δι’ οὗπερ ἂν ὁ μὲν Θεὸς καὶ Πατὴρ εὐκλεᾶ καὶ ἐπιδοξότατον ἀποφανεῖ τὸν ἴδιον Υἱὸν, ἀντιδοξασθήσεται δὲ καὶ αὐτὸς παρὰ τοῦ ἰδίου γεννήματος. ἐκπλατύνει δὲ τὸν λόγον καὶ διαφανὲς ἐργάζεται τὸ θεώρημα πρὸς ἡμετέραν οἰκοδομήν τε καὶ ὄνησιν. πάντα γὰρ εἰδότι τῷ Θεῷ καὶ Πατρὶ τίς ἡ τοῦ διδάσκεσθαι χρεία τὸν τῆς αἰτήσεως τρόπον; καλεῖ τοιγαροῦν τὴν παρὰ Πατρὸς εἰς ἡμᾶς εὐμένειαν. ἐπειδὴ γάρ ἐστιν ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, καθὸ πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς ὑπάρχων φύσει μετὰ Πατρὸς, τὰς ὑπὲρ ἡμῶν διαλέξεις ποιεῖται πρεπωδέστατα, πιστεύειν ἡμᾶς ἀναπείθων ὅτι καὶ νῦν ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ παράκλητος δίκαιος, κατὰ τὴν Ἰωάννου φωνήν. διὸ καὶ ὁ Παῦλος τοῦτον ἡμᾶς διακεῖσθαι τὸν τρόπον ἐθελήσας, ἐπιστέλλει Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
PG 74:481οὐκοῦν ἐπείπερ ἐστὶν ἀρχιερεὺς, καθὸ πέφηνεν ἄνθρωπος, ἐν ταὐτῷ δὲ καὶ ἄμωμον θῦμα προσκεκόμικεν ἑαυτὸν ἀντίλυτρον τῆς ἁπάντων ζωῆς τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ ἀπαρχήν τινα τῆς ἀνθρωπότητος, ἵν’ ἐν πᾶσι γένηται πρωτεύων, ὡς ὁ Παῦλός φησι· προσκομίζει δὲ πάλιν τὸ ἀποσκιρτῆσαν γένος ἐπὶ τῆς γῆς, αἵματι μὲν τῷ ἰδίῳ καθαρὸν ἀποδείξας, ἀναμορφώσας δὲ πρὸς καινότητα ζωῆς διὰ τοῦ Ἁγίου Πνεύματος. ἐπειδὴ δὲ, καθὰ πολλάκις εἰρήκαμεν, πάντα τελεῖται παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι, πλάττεται τῶν ἀγαθῶν εἰς ἡμᾶς τὴν αἴτησιν, ὡς μεσίτης καὶ ἀρχιερεὺς, καίτοι συνδοτὴρ καὶ συγχορηγὸς ὑπάρχων τῷ ἰδίῳ γεννήτορι τῶν θείων τε καὶ πνευματικῶν χαρισμάτων. διαιρεῖ γὰρ κατ’ ἰδίαν βούλησίν τε καὶ ἐξουσίαν οἷσπερ ἂν ἐθέλοι τὸ Πνεῦμα Χριστός. Καὶ ταυτὶ μὲν ἐν τούτοις· τί δὲ δὴ βούλεται δηλοῦν τὸ τῆς αἰτήσεως σχῆμα, δοκιμαζέτω πάλιν ὁ λόγος. Πάτερ τοίνυν, φησὶ, δόξασόν σου τὸν Υἱὸν ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. πῶς οὖν ἢ τίνα τρόπον ὅπερ ἔφην διανυσθήσεται; βούλομαι, φησὶν, ἵνα ὥσπερ δέδωκάς μοι τὴν ἐξουσίαν πάσης σαρκὸς, οὕτω καὶ πᾶν ὃ δέδωκάς μοι ἔχῃ ζωὴν αἰώνιον.
ἐδόξασε μὲν γὰρ ὁ Πατὴρ τὸν ἴδιον Υἱὸν, πᾶσαν ὑποθεὶς τὴν ὑφ’ ἡλίῳ τοῖς σκήπτροις αὐτοῦ, ἀντεδοξάσθη δὲ καὶ αὐτὸς δι’ αὐτοῦ. ὁ μὲν γὰρ Υἱὸς ἐδοξάσθη παρὰ τοῦ Πατρὸς, πιστευθεὶς παρὰ πάντων ὅτι γέννημα καὶ καρπός ἐστι τοῦ πάντα ἰσχύοντος καὶ ἀμογητὶ τὰ πάντα τοῖς τῆς αὐτοῦ βασιλείας ὑποτιθέντος ζυγοῖς, ἀντεδοξάσθη δὲ ὥσπερ παρὰ τοῦ ἰδίου γεννήματος ὁ Πατήρ. ἐπειδὴ γὰρ πάντα ἰσχύον ἐπιτελεῖν εὐκόλως ἐγνώσθη τὸ γέννημα, διαβέβηκε τῆς εὐκλείας ἡ χάρις εἰς τὸν τεκόντα αὐτό. ὥσπερ οὖν, φησὶ, ἐδόξασάς τε καὶ ἐδοξάσθης, δοὺς αὐτῷ τὴν κατὰ πάντων ἐξουσίαν καὶ κυριότητα, κατὰ τὸν εἰρημένον δηλονότι τρόπον· οὕτω θέλω ἵνα μηδὲν τῶν δοθέντων ἀπόληται· δόξα γὰρ καὶ αὕτη παρὰ μὲν τοῦ Πατρὸς εἰς τὸν Υἱὸν, παρὰ δὲ τοῦ Υἱοῦ εἰς τὸν Πατέρα διαδραμεῖται πάλιν. ἔδει γὰρ ἔδει τὸ ὑπεξούσιον ὅλως καὶ ὑπὸ χεῖρα γεγενημένον τοῦ πάντα ἰσχύοντος Θεοῦ Λόγου, διασεσωσμένον ἅπαξ, καὶ ἐν ἀτελευτήτοις μεῖναι τοῖς ἀγαθοῖς, ὡς μηκέτι μὲν τυραννεῖσθαι θανάτῳ, μὴ φθορᾷ κρατεῖσθαι καὶ ἁμαρτίαις, ἤγουν ἔτι τοῖς ἀρχαίοις ὑποκεῖσθαι κακοῖς.
Ἐπειδὴ δὲ τό Δέδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς θορυβήσειν εἰκὸς τῶν ἁπλουστέρων τινὰς, φέρε δὴ πάλιν ὀλίγα ἄττα χρησίμως εἰς τοῦτο λέγωμεν, οὐκ ὀκνοῦντες διὰ τὴν χρείαν, εἰ καὶ ἀσθενεῖ πᾶς λόγος εἰς τὴν περὶ τῶν τοιούτων ἐξήγησιν. μάλιστα μὲν γὰρ ἐρεῖ καὶ τοῦτο πρεπόντως ὁ Κύριος τῷ ληφθέντι σχήματι, τῷ τῆς ταπεινώσεως λέγω καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις. καὶ δέχου τὸν λογισμόν. εἰ μὲν γὰρ ἐρυθριῶμεν ἀκούοντες ὅτι δοῦλος κεχρημάτικε δι’ ἡμᾶς, καίτοι τῶν ὅλων Κύριος ὢν μετὰ τοῦ Πατρὸς, καὶ ὅτι κεχειροτόνηται βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, καίτοι τὸ κατάρχειν δύνασθαι τῶν ὅλων ἐν ἰδίᾳ φύσει καὶ οὐκ ἐπίκτητον ἔχων, ἐρυθριᾶν ἀκόλουθον κἂν εἴ τι λέγῃ δέχεσθαι πάλιν ὡς ἄνθρωπος. εἰ δὲ θαυμάζομεν ἐν ἐκείνοις τὴν ἑκούσιον ὑποταγὴν, τὸ οὐσιωδῶς ἐμπεφυκὸς οὐκ ἀγνοοῦντες ἀξίωμα, τί μὴ πρὸς ἐκείνοις καὶ τοῦτο τεθαύμασται; πάντα γὰρ ἔχων, ὡς Θεὸς, δέχεσθαί φησιν ὡς ἄνθρωπος, ᾧ τὸ βασιλεύειν, οὐκ οὐσιῶδες, ἀλλὰ δοτόν· τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες, τοῖς τῶν γενητῶν ἁρμόσει μέτροις· γενητὸς δὲ καὶ ὁ Χριστὸς, καθὸ γέγονεν ἄνθρωπος, καίτοι τὴν φύσιν ἀγένητος ὢν, καθὸ πέφηνεν ἐκ Θεοῦ.
PG 74:483πάντα μὲν γὰρ ἐν Θεῷ φυσικῶς τε καὶ ἰδίως τὰ ἀγαθὰ νοεῖταί τε καὶ ἔστι κατὰ ἀλήθειαν, εἰσποιητὰ δὲ ἐν ἡμῖν καὶ διὰ θείας χορηγούμενα χάριτος. ὅταν τοίνυν ὡς ἄνθρωπος εἰς τὴν καθ’ ἡμῶν τεθειμένος ἀρχὴν δεδόσθαι λέγῃ παρὰ Πατρὸς τὴν κατὰ πάσης σαρκὸς ἐξουσίαν αὐτῷ, σκανδαλιστέον οὐδαμῶς· χρὴ γὰρ ἐννοῆσαι τὴν οἰκονομίαν. εἰ δέ σοι δοκεῖ καὶ θεοπρεπέστερον ἐπαί̈ειν τῶν λεγομένων, σύνες δὴ πάλιν ὅπερ ἔφη που πρὸς Ἰουδαίους ὁ Κύριος Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. οὓς γὰρ ἐὰν θέλῃ ζωοποιεῖν ὁ Πατὴρ, τούτους ὡς ἰδίᾳ δυνάμει τῇ ζωοποιῷ προσάγει τῷ ἰδίῳ γεννήματι, δυναμοῖ δὲ πάλιν καὶ σοφοῖ δι’ αὐτοῦ· ἀλλὰ καὶ εἴ τινας ὑπὸ ζεύγλην τῆς ἰδίας ἀρχῆς ποιῆσαι βούλεται πάλιν, αὐτοὺς οὐχ ἑτέρως εἰς τοῦτο καλεῖ, ὡς δὲ διὰ ζώσης ἰσχύος καὶ παντουργοῦ, δι’ ἧς κατάρχει τῶν ὅλων, φημὶ δὴ τοῦ ἰδίου γεννήματος. ἄνθρωποι μὲν γὰρ οὐδὲν ἐξ ἑαυτῶν τῶν ὑπὲρ ἑαυτοὺς κατορθοῦν ἰσχύοντες δανείζονται παρὰ Θεοῦ τὸ τῶν ἄλλων δύνασθαι κρατεῖν· δι’ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι, κατὰ τὸ γεγραμμένον, καὶ τύραννοι δι’ αὐτοῦ κρατοῦσι γῆς·
ὁ δὲ τῶν ὅλων Θεὸς τὸ ἀποσκιρτῆσαν γένος τῆς εἰς αὐτὸν ἀγάπης, καὶ τῆς ὑπ’ αὐτῷ βασιλείας τὸν ζυγὸν ἀποτινάξαν, οὐ παρ’ ἑτέρου τὸ δύνασθαι λαβὼν, ὑποτίθησιν ἑαυτῷ τὰ πάντα, τῇ ἰδίᾳ δυνάμει τὴν κατ’ αὐτῶν ἐξουσίαν οἱονεὶ δωρούμενος, καὶ δι’ αὐτῆς χειρούμενος, ὅπερ ἂν ἐθελήσῃ λαβεῖν. ὑπάγει γὰρ ὁ Θεὸς καὶ Πατὴρ ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ· δι’ αὐτοῦ δὲ πάντως καὶ οὐχ ἑτέρως πᾶν ὅπερ ἐστὶν ὑποπίπτειν ἐθέλον αὐτῷ διὰ τῆς ὑποταγῆς. ὥσπερ γὰρ τὰ πάντα σοφοῖ καὶ ζωοποιεῖ δι’ αὐτοῦ, οὕτω καὶ τῶν ὅλων κατάρχει δι’ αὐτοῦ. Σημειωτέον γεμὴν, ὡς οὐκ εἰς μόνον ἔτι τὸν Ἰσραὴλ ἡ τῆς ἄνωθεν φιλανθρωπίας συνεστέλλετο χάρις, ἀλλ’ ἐπὶ πᾶσαν ἐξετείνετο σάρκα. τὸ γὰρ ὅλως ὑποτρέχον τοῦ Σωτῆρος τὴν ἐξουσίαν, μεθέξει δὴ πάντως καὶ τῆς παρ’ αὐτοῦ ζωῆς τε καὶ χάριτος. ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα.
PG 74:485«Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» ΜΗΤΕΡΑ τῆς αἰωνίου ζωῆς τὴν πίστιν ὡρίσατο, καὶ τῆς ἀληθοῦς θεογνωσίας τὴν δύναμιν παραίτιον ἔσεσθαί φησι τῆς εἰς αἰῶνα διαμονῆς τῆς ἐν ἀφθαρσίᾳ δηλονότι καὶ μακαριότητι καὶ ἁγιασμῷ. ἀληθῆ δὲ θεογνωσίαν εἶναί φαμεν, ἣ τῶν ἐγκλημάτων ἀπήλλακται τῆς πρὸς ἕτερόν τι παρατροπῆς καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἀποδρομῆς. λελατρεύκασι γάρ τινες τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τῷ ξύλῳ τετολμήκασιν εἰπεῖν Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ Σύ με ἐγέννησας. πρὸς γὰρ δὴ τοσοῦτον οἱ δείλαιοι κατώλισθον ἀμαθίας μέτρον, ὡς καὶ ταῖς αἰσθήσεως ἀμοιρούσαις ὕλαις, τὴν θείαν ἁπλῶς ἐπωνυμίαν χαρίσασθαι, καὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας τὴν ἄῤῥητον περιθεῖναι δόξαν. μόνον οὖν καὶ ἀληθινὸν ὀνομάζει Θεὸν τὸν Πατέρα, τοῖς ψευδωνύμοις ἀντιτιθεὶς, καὶ τοῖς πεπλανημένως ὠνομασμένοις θεοῖς ἀντιπαρεξάγων ὥσπερ τὸν ἀληθῆ· σκοπὸς γὰρ οὗτος τῷ λόγῳ. χρησίμως δὲ λίαν ἕνα καὶ μόνον εἰπὼν τὸν Πατέρα, καὶ τῆς ἑαυτοῦ διαμέμνηται δόξης λέγων Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
οὐ γὰρ ἂν ἑτέρως τις ἕλοι τὴν τελείαν τοῦ Πατρὸς γνῶσιν, εἰ μὴ συνειστρέχοι προσεχῶς τε καὶ συνημμένως καὶ ἡ περὶ τοῦ γεννήματος, τουτέστι, τοῦ Υἱοῦ. ἅμα γάρ τις ἔγνω τί ἐστι Πατὴρ, ἔγνω δὴ πάντως καὶ τὸν Υἱόν. ἕνα τοιγαροῦν καὶ ἀληθινὸν εἰπὼν τὸν Πατέρα καὶ Θεὸν, οὐκ ἔξω τέθεικεν ἑαυτόν. ὢν γὰρ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, ἀληθινὸς ἔσται καὶ αὐτὸς, καὶ μόνος ἐν μόνῳ· παρ’ αὐτὸν γὰρ ἕτερος οὐδεὶς Θεὸς ἀληθινὸς ἔσται καὶ μόνος. Οἱ γὰρ θεοὶ τῶν ἐθνῶν δαιμόνια· δούλη δὲ καὶ ἡ κτίσις, ἣν οὐκ οἶδ’ ὅπως προσκυνοῦσί τινες, εἰς ἀδόκιμόν τε καὶ λίαν ἐμπαθῆ κατασυρόμενοι γνώμην. πολλοῖς οὖσιν ἄρα τοῖς ἐν τῷδε τῷ κόσμῳ νομισθεῖσιν ἐξ ἀπάτης εἶναι θεοῖς, καὶ νόθην λαχοῦσι τὴν ἐπωνυμίαν, ὁ μόνος καὶ ἀληθινὸς ἀντανίσταται Θεὸς, ὁ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, διῃρημένως τε ἅμα καὶ συμφυῶς καθ’ ἑνότητα φυσικήν. διῃρημένως μὲν γάρ· διὰ τὸ ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ’ ἑαυτόν· υἱὸς γάρ ἐστιν ὁ Υἱὸς καὶ οὐχὶ Πατήρ· συμφυῶς δὲ πάλιν, ὅτι τῇ τοῦ τεκόντος ὑπάρξει συμπαρομαρτήσει δὴ πάντως ὁ ἐξ αὐτοῦ κατὰ φύσιν.
ἅμα γὰρ Πατὴρ καὶ Υἱὸς, εἴπερ ἐστί τε καὶ λέγεται διὰ τοῦτο Πατὴρ, ἐπειδὴ νοεῖται γεγεννηκώς. Αὕτη τοίνυν ἐστί φησιν ἡ αἰώνιος ζωὴ ἵνα γινωσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἆρ’ οὖν· ἐρεῖ τις τῶν φιλακροαμόνων, οἷς τὸ μὴ παρέργως τοῖς θείοις δόγμασιν ὁμιλεῖν ἐσπούδασται· τὴν γνῶσιν εἶναί φαμεν τὴν αἰώνιον ζωὴν, ἐξαρκέσει δέ τισι τὸ εἰδέναι τὸν ὄντως τε καὶ φύσει ἀληθῶς ὄντα Θεὸν εἰς τὸ πᾶσαν ἔχειν τῆς ἐλπίδος τὴν ἀσφάλειαν, δεήσεται δὲ τῶν ἄλλων οὐδενός; εἶτα πῶς ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι; πίστιν δὲ ὅταν λέγωμεν, τὴν ἀληθῆ περὶ τοῦ Θεοῦ γνῶσιν καὶ οὐχ ἕτερόν τι σημαίνομεν· διὰ γὰρ τοῦ πιστεύειν ἡ γνῶσις· καὶ μαρτυρήσει λέγων ὁ προφήτης Ἡσαί̈ας πρός τινας Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. ὅτι δὲ τὴν ἐν ψιλοῖς θεωρήμασι γνῶσιν, χρῆμα παντελῶς ἀνόνητον αἱ τῶν ἁγίων ἡμῖν ἀποφαίνουσι συγγραφαὶ, συνήσειν οἶμαι κἀντεῦθεν. ἔφη γάρ που τις τῶν ἁγίων μαθητῶν Σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. τί οὖν ἐροῦμεν πρὸς ταῦτα;
πῶς ἀληθεύσει Χριστὸς, ζωὴν αἰώνιον εἶναι λέγων τὸ γνῶναι τὸν ἕνα καὶ ἀληθῆ Πατέρα καὶ Θεὸν, καὶ σὺν αὐτῷ τὸν Υἱόν; ἀλλ’ οἶμαι δὴ δεῖν πρὸς τοῦτο εἰπεῖν, ὅτι δὴ πάντως ἀληθὴς ἔσται τοῦ Σωτῆρος ὁ λόγος· ζωὴ γὰρ ἡ γνῶσις, ὡς ὅλην ὠδίνουσα τοῦ μυστηρίου τὴν δύναμιν, καὶ εἰσκομίζουσα μὲν τῆς μυστικῆς εὐλογίας τὴν μέθεξιν, δι’ ἧς τῷ ζῶντι καὶ ζωοποιῷ προσοικειούμεθα Λόγῳ. σύσσωμα γὰρ καὶ συμμέτοχα τοῦ Χριστοῦ διὰ ταύτην οἶμαι τὴν αἰτίαν καὶ ὁ Παῦλος τὰ ἔθνη γενέσθαι φησὶν, ἅτε δὴ καὶ μετεσχηκότα τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος. νοηθείη δ’ ἂν οὕτω καὶ μέλη Χριστοῦ τὰ ἡμέτερα μέλη. ζωὴ τοιγαροῦν ἡ γνῶσις εἰσκομίζουσα πρὸς τούτῳ τὴν διὰ τοῦ Πνεύματος εὐλογίαν. κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν, ἀναμορφοῦν εἰς υἱοθεσίαν τοὺς δεχομένους αὐτὸ, καὶ ἀναπλάττον εἰς ἀφθαρσίαν καὶ εὐσέβειαν διὰ πολιτείας εὐαγγελικῆς.
πρόξενον τοίνυν καὶ οἱονεὶ προμνήστριαν τῶν εἰρημένων ἀγαθῶν, τὴν εἰς Θεὸν τὸν ἕνα καὶ ἀληθινὸν ἐπιστάμενος γνῶσιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ζωὴν εἶναί φησιν αὐτὴν τὴν αἰώνιον ἅτε δὴ καὶ μητέρα καὶ τροφὸν τῆς αἰωνίου ζωῆς, ὠδίνουσαν ὥσπερ ἐν ἰδίᾳ δυνάμει καὶ φύσει τὰ τῆς ζωῆς αἴτια καὶ εἰς αὐτὴν ἀποφέροντα. Οἶμαι δὲ δεῖν ἐπιτηρῆσαι φιλομαθῶς, κατὰ τίνα τρόπον ἐν ἡμῖν εἴρηκεν ὁ Χριστὸς τὴν τελειοτάτην ἀποπληροῦσθαι γνῶσιν τοῦ μόνου καὶ κατὰ ἀλήθειαν ὄντος Θεοῦ. θέα γὰρ ὅπως οὐ δίχα τῆς ἐφ’ Υἱῷ θεωρίας γίγνεται, δῆλον δὲ ὅτι καὶ τοῦ Ἁγίου Πνεύματος· ἡ μονὰς γὰρ οὕτως ἐν Τριάδι νοεῖται καὶ πιστεύεται κατὰ τὰς γραφάς. Ἰουδαῖοι μὲν γὰρ ταῖς διὰ Μωυσέως ἐντολαῖς πρὸς ἀπόστασιν ποδηγούμενοι τῶν πολλῶν τε καὶ ψευδωνύμων, προσῄεσάν τε καὶ λατρεύειν ἀνεπείθοντο τῷ μόνῳ καὶ ἀληθινῷ. Κύριον γὰρ τὸν Θεόν σου προσκυνήσεις, ὁ νόμος φησὶ, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
PG 74:487ἀλλ’ οἱ τῷ μόνῳ καὶ ἀληθινῷ λελατρευκότες τε ἤδη καὶ προσκείμενοι, ὡς οὔπω τελείαν ἔχοντες τοῦ προσκυνουμένου τὴν γνῶσιν, διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ῥημάτων καλοῦνται νυνὶ πρὸς αὐτὴν, οὐχ ὅτι μόνος, εἷς τε καὶ ἀληθὴς ὁ πάντων δημιουργὸς μανθάνοντες, ἀλλ’ ὅτι καὶ Πατὴρ καὶ τίνα γεγέννηκε, μᾶλλον δὲ ἤδη καὶ ἀκριβῶς αὐτὸν ἐν ἀπαραλλάκτῳ θεωρήσαντες εἰκόνι, τουτέστι, τῷ Υἱῷ. διὰ γὰρ τοῦ χαρακτῆρος ἴοι τις ἂν καὶ μάλα ῥᾳδίως ἐπὶ τὴν τῶν ἀρχετύπων ἀκραιφνῆ θεωρίαν. ἀναγκαιότατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς διὰ πίστεως κεκλημένους εἰς υἱοθεσίαν καὶ ζωὴν αἰώνιον, οὐ μόνον ἔφη χρῆναι μαθεῖν, ὅτι μόνος ἐστὶ καὶ ἀληθινὸς ὁ Θεὸς, ἀλλ’ ὅτι καὶ Πατὴρ, καὶ τίνος ἐστὶ Πατὴρ, τοῦ δι’ ἡμᾶς δηλονότι σαρκὸς γεγονότος, ἀπεσταλμένου τε πρὸς ἐπανόρθωσιν τῆς κατεφθαρμένης φύσεως λογικῆς, τουτέστι τῆς ἀνθρωπότητος. ΚΕΦΑΛΗ 2. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό.
PG 74:489καὶ νῦν δόξασόν με σὺ Πάτερ παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» ἈΝΑΠΛΕΚΕΙ πάλιν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ μέμικταί πως ὁ λόγος, ἐπ’ ἄμφω βλέπων, οὔτε λίαν ἐξαίρων εἰς ὁλόκληρον ἐξουσίαν τε καὶ δόξαν τὴν θεοπρεπῆ τὸ τοῦ λέγοντος πρόσωπον, οὔτε μὴν εἰσάπαν τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐνιζάνειν ἐῶν, ἀλλ’ ἕν τι τὸ ἐξ ἀμφοῖν ἀνακεραννὺς, οὐδενὸς τῶν εἰρημένων ἀπηλλαγμένον. ᾤετο γὰρ δεῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς Μονογενὴς ἐκπαιδεύειν τοὺς πεπιστευκότας, ἀλλ’ ὅτι καὶ δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, ἵνα πάντας κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀναμορφώσῃ πρὸς καινότητα ζωῆς ἐκπριάμενος αἵματι τῷ ἰδίῳ τὴν ἀνθρωπότητα, καὶ τῆς ἁπάντων προκινδυνεύσας ζωῆς, εἷς ὁ πάντων ἀξιώτερος· δοξάσαι τοίνυν φησὶν ἐπὶ τῆς γῆς τὸν Πατέρα, τελειώσας τὸ ἔργον ὃ δέδωκεν αὐτῷ. Καὶ φέρε δὴ πάλιν, διπλῆν ὥσπερ τινὰ τοῖς περὶ τούτων θεωρήμασιν ἐπινοοῦντες τρίβον, ἀνθρωπίνως τε λέγωμεν καὶ θεοπρεπῶς εἰρῆσθαι καὶ τοῦτο.
εἰ μὲν οὖν ὡς ἄνθρωπος τὰ τοιαῦτα λέγοι, παραδέξῃ τοιῶσδε Τύπος ἡμῖν καὶ ἀρχὴ καὶ εἰκὼν τῆς ἐνθέου πολιτείας κατέστη Χριστὸς, ὅπως τε καὶ τίνα τρόπον ἡμᾶς διαζῆν ἀκόλουθον, παρέδειξε σαφῶς· διὰ γάρ τοι τοῦτο λεπτοτάτην ἐπ’ αὐτῷ ποιοῦνται τὴν ἐξήγησιν οἱ τῶν θείων συγγραμμάτων δημιουργοί. παιδεύει τοίνυν ἡμᾶς καὶ δι’ ὧν ἐνθάδε φησὶν, ὅτι τὴν τεταγμένην αὐτῷ λειτουργίαν ἕκαστος ἡμῶν ἀποπληρῶν, καὶ διεξάγων εἰς τέλος τὰ κεκελευσμένα παρὰ Θεοῦ, τότε δὴ πάντως αὐτὸν διὰ τῶν ἰδίων δοξάζει κατορθωμάτων, οὐχ ὡς μὴ ἔχοντι προστιθείς· πλήρης γὰρ δόξης ἡ θεία τε καὶ ἄῤῥητος φύσις· ἀλλ’ ὅτι πρὸς τῶν ὁρώντων τε καὶ ὠφελουμένων δοξολογεῖσθαι ποιεῖ· καὶ γοῦν ὁ Σωτήρ Λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ἀνδριζόμενοι γὰρ καὶ ἀγαθουργεῖν ἐθέλοντες διὰ Θεὸν, τὴν ἐντεῦθεν εὔκλειαν οὐχὶ ταῖς οἰκείαις μνηστευόμεθα κεφαλαῖς, ἀλλὰ τῇ τοῦ πάντων κρατοῦντος τιμῇ τε καὶ δόξῃ τὴν εὐφημίαν πραγματευόμεθα.
ὥσπερ γὰρ ὅτε τὴν ἀπᾴδουσαν τῷ Θεῷ καὶ βδελυρωτάτην ζωὴν ἐπιτηδεύοντες, ὡς τὴν ἄῤῥητον αὐτοῦ παραλύοντες δόξαν, εὐθυνόμεθά τε δικαίως καὶ τιμωρίαις ἔνοχον τὴν οἰκείαν ἀποτελοῦμεν ψυχὴν, διὰ τῆς τοῦ προφήτου φωνῆς ἀκούοντες Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· κατὰ τὸν αὐτὸν οἶμαι λόγον, ὅτε περιφανεστάτην ἐξανύομεν ἀρετὴν, τότε δὴ πάντως καὶ δοξολογεῖσθαι παρασκευάζομεν. ἀποπληρώσαντες τοίνυν τὸ δοθὲν ἡμῖν ἔργον παρὰ Θεοῦ, τότε καὶ μάλα δικαίως εἰς τὴν τοῖς γνησίοις πρεπωδεστάτην ἀναβαίνοντες παῤῥησίαν, τὴν ἴσην ὥσπερ ἀνταπαιτήσομεν δόξαν παρὰ τοῦ πρὸς ἡμῶν δοξασθέντος Θεοῦ Ζῶ γὰρ ἐγὼ λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἐξουθενηθήσεται. ἵνα τοίνυν ἀποδείξῃ Χριστὸς, ὅτι πρεπόντως δὴ τότε τὴν παρὰ τοῦ μόνου δόξαν ἀπαιτήσομεν, τὴν εἰς αἰῶνά φημι τὸν μέλλοντα, ὅταν αὐτῷ τὴν εἰς ἅπαν ὑποταγὴν ἀνυπαίτιον ἐπιδείξωμεν, καὶ τῶν παρ’ αὐτοῦ προστεταγμένων ἀκμαιότατοι φύλακες εὑρισκώμεθα, δοξάσαι μὲν αὐτὸς τὸν Πατέρα φησὶ, τὸ ἔργον τελειώσας ἐπὶ τῆς γῆς, ὃ δέδωκεν αὐτῷ·
PG 74:491ζητεῖ γεμὴν ἀντικομίζεσθαι καὶ αὐτὸς οὐκ ἀλλοτρίαν οὐδὲ ἐπακτὴν, καθάπερ ἡμεῖς, τὴν ἰδίαν δὲ μᾶλλον εὔκλειάν τε καὶ δόξαν. ἔδει γὰρ ἐκεῖνο ἡμᾶς μὲν αἰτεῖν, αὐτὸν δὲ οὐκέτι. θέα δὲ ὅπως τὴν ἐπ’ ἄμφω παῤῥησίαν ἐν ἑαυτῷ πάλιν καὶ δι’ ἑαυτοῦ τῇ ἡμετέρᾳ φύσει καινοτομεῖ. ἐν αὐτῷ γὰρ πρώτῳ καὶ δι’ αὐτοῦ πεπλουτήκαμεν καὶ τὸ δύνασθαι πληροῦν τὰ πρὸς κατόρθωσιν ἡμῖν ἐγκεχειρισμένα παρὰ Θεοῦ, καὶ τὸ χρῆναι λοιπὸν ἐκ παῤῥησίας τὴν τοῖς εὐδοκιμοῦσι χρεωστουμένην αἰτῆσαι τιμήν. πάλαι μὲν γὰρ διὰ τὴν ἐφ’ ἡμᾶς βασιλεύσασαν ἁμαρτίαν, καὶ τὴν γενομένην ἀπόστασιν ἐν Ἀδὰμ, οὔτε τὸ δύνασθαί τι κατορθοῦν τῶν τελούντων εἰς ἀρετὴν ἐκεκτήμεθα, ἀλλὰ καὶ παῤῥησίας τῆς πρὸς Θεὸν ὡς ποῤῥωτάτω ἦμεν. καὶ γοῦν εἰς ταύτην ἡμᾶς ἀνακομίζων Θεὸς ἐκ πολλῆς ἄγαν τῆς ἡμερότητος διὰ τῆς τοῦ προφήτου φωνῆς παρεμυθεῖτο λέγων Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης. ὥσπερ οὖν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς καὶ ἀπαρχὴ καὶ θύρα καὶ ὁδὸς γέγονεν ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὕτω κἀνθάδε.
Εἰ δὲ τὴν ἰδίαν τε καὶ προκόσμιον δόξαν ὁ Σωτὴρ ἐπιζητεῖ, καὶ εἰς τύπον τὸν καθ’ ἡμᾶς τὴν τοῦ θεωρήματος περιενεγκόντες δύναμιν, σὺν πολλῇ τῇ προθυμίᾳ κατεργάζεσθαι δεῖν καὶ ἡμᾶς αὐτοὺς διαβεβαιούμεθα τὸ δοκοῦν τῷ Θεῷ, δόξαν δὲ οὕτω τὴν ἄνωθεν ἐκ παῤῥησίας αἰτεῖν· οἰέσθω μηδεὶς ἐκεῖνο λέγειν ἡμᾶς, ὅτι προσήκοι τὸν ἄνθρωπον κατὰ μίμησιν τοῦ Χριστοῦ, προκόσμιόν τινα καὶ ἀρχαίαν ὡς ὀφειλομένην καὶ αὐτῷ δόξαν ἐπιζητεῖν· ἐννοείτω δὲ μᾶλλον ὅτι τὸ ἑκάστῳ πρέπον, αὐτῷ καὶ λέγειν ἁρμοδιώτατον. εἰ μὲν γὰρ μόνον ἐν Χριστῷ νοεῖται τὸ ἀνθρώπινον καθ’ ἡμᾶς, λαλείτω δὴ μόνα καὶ τὰ τοῖς γηγενέσι πρέποντα, καὶ τὸ ἀνθρώπινον μὴ παρεξίτω μέτρον· εἰ δὲ Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ὅταν τι λέγῃ καὶ θεοπρεπῶς, αὐτῷ μὲν ἁρμόσει μόνῳ, τοῖς δὲ μὴ κατ’ αὐτὸν, οὐκέτι. Οὐκοῦν νοοῦντες ἀνθρωπινώτερον κατὰ τὴν ἀρτίως ἡμῖν ἀποδοθεῖσαν διάνοιαν, τὴν τῶν προκειμένων ἐκληψόμεθα δύναμιν· ἀναλογιζόμενοι δὲ πάλιν τὸ θεοπρεπὲς ἀξίωμα τοῦ Χριστοῦ, μεῖζόν τι λοιπὸν ἢ κατὰ ἀνθρώπου φύσιν ἐννοοῦμεν εἰκότως.
δοξάσαι τοίνυν φαμὲν τὸν ἑαυτοῦ Πατέρα Θεὸν, πεπληρωκότα τὸ ἔργον ὅπερ ἔλαβε παρ’ αὐτοῦ, οὐχ ὡς ὑπηρέτην ἢ ὡς ἐν τάξει γεγονότα τῇ ὑπουργικῇ, καὶ τοῦτο ὡς ἐξ ἀνάγκης, ἵνα μὴ φαίνηται καὶ ὁ πάντων Κύριος ἐν μέτρῳ τῷ καθ’ ἡμᾶς καὶ τῆς δουλευούσης κτίσεως· ἀνθρώπων γὰρ ἢ ἀγγέλων τὸ οἰκετικῶς ὑποτάττεσθαι καὶ τοῖς θείους νεύμασι δουλοπρεπῶς ὑπουργεῖν· ἀλλ’ ὅτι δύναμις ὑπάρχων καὶ σοφία τοῦ γεννήσαντος αὐτὸν, εὖ μάλα πεπλήρωκεν ἐγχειρισθεῖσαν ὥσπερ αὐτῷ τὴν τῶν καθ’ ἡμᾶς ἐπανόρθωσιν, καθάπερ ἀμέλει καὶ ὁ θεῖος ἡμῖν μελῳδὸς ἐν Πνεύματι τὴν τοῦ μυστηρίου δύναμιν ἐξηγούμενος ἔφασκεν Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατηρτίσω ἡμῖν·
PG 74:493ἵνα γὰρ ἀπελέγξῃ σαφῶς δύναμιν μὲν οὖσαν τοῦ Πατρὸς τὸν Υἱὸν, οὐχ ἕτερον γεμὴν ὄντα παρ’ αὐτὸν, ὅσον εἰς ταυτότητά φημι τὴν ἐν οὐσίᾳ καὶ φύσει, πρότερον εἰρηκὼς τό Ἔντειλαι τῇ δυνάμει σου, καὶ προσώπων δυάδα παρενεγκὼν, τοῦ τε ἐντελλομένου φημὶ καὶ πρὸς ὃν ἡ ἐντολὴ, παραχρῆμα πρὸς ἑνότητα συνάπτει τὴν φυσικὴν, ὁλοκλήρως τῇ θείᾳ τε καὶ ἀῤῥήτῳ φύσει τὴν τοῦ πράγματος ἔκβασιν ἀνατιθεὶς, διὰ τοῦ πανσόφως εἰπεῖν Δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατηρτίσω ἡμῖν. ἐγχειρίζεται τοίνυν ἤτοι δέχεται παρὰ τοῦ ἰδίου Πατρὸς τὸ καθ’ ἡμᾶς ἔργον ὁ Υἱός. κατὰ τίνα δὲ τρόπον ἢ πῶς ἐντέλλεται τῇ ἰδίᾳ δυνάμει Θεὸς, περιαθρῆσαί τε καὶ εἰπεῖν ἀναγκαῖον, ὡς ἂν ἐνδέχηται κατά γε τὸ ἀνθρωπίνως διερμηνεῦσαι τὰ ὑπὲρ νοῦν. ὑποκείσθω τοιγαροῦν ἀνήρ τις τῶν καθ’ ἡμᾶς, καὶ τοῦτον εἶναι πιστεύωμεν τέχνης ἐπιστήμονα τῆς χαλκευτικῆς· εἶτα πρὸς ἀνδριάντος ἐκτύπωσιν, ἤγουν ἤδη παθόντος καὶ λελωβημένου, τετράφθαι πρὸς ἐπανόρθωσιν. πῶς οὖν ἐργάσεται, κατορθώσει δὲ ὅπως τὸ δοκοῦν; ἐπιτρέψας δηλονότι τῇ δυνάμει τῶν ἰδίων χειρῶν καὶ σοφίᾳ τῇ κατὰ τὴν τέχνην, τὴν ἐφ’ οἷς ἂν ἕλοιτο δρᾶν ἀποπλήρωσιν.
ἀλλ’ εἰ καὶ ταῖς ἐπινοίαις ὥσπερ ἕτερόν τι παρ’ αὐτὸν διαφαίνεσθαι δοκεῖ πως ἥ τε σοφία καὶ ἡ δύναμις αὐτοῦ, ἀλλ’ οὐχ ἕτεραι παρ’ αὐτὸν ἂν εἶεν. ἐν γὰρ τῷ τῆς οὐσίας λόγῳ καὶ ταῦτα κεκτήσεται. καὶ νοήσεις μέν τι τοιοῦτον ἐπὶ Θεοῦ, δέξῃ γεμὴν οὐκ εἰσάπαν ἐμφερῆ τὴν τοῦ παραδείγματος δύναμιν. Θεὸς γὰρ ὁ ὑπὲρ πάντα, καὶ ὑπὲρ τοῦτο νοηθήσεται. ὁ αὐτὸς δ’ ἂν γένοιτο λόγος, ἐν εἴδει καὶ τρόπῳ ληφθεὶς παραδείγματος ἐπί τε ἡλίου καὶ πυρός. ἐντέλλεται μὲν γὰρ οἱονεὶ καὶ ὁ ἥλιος τῷ ἐξ αὐτοῦ προχεομένῳ φωτὶ καταλαμπρῦναι τὰ σύμπαντα· ἔργον δὲ ὥσπερ τῇ τῶν ἀκτίνων ἐνεργείᾳ δίδωσι τὴν τῆς θερμότητος δύναμιν τοῖς αὐτὴν δεχομένοις ἐμβαλεῖν· ὁμοίως δὲ καὶ τὸ πῦρ ἐντέλλεταί τε καὶ ἐπιτρέπει τρόπον τινὰ τῇ τῆς οἰκείας φύσεως ἰδιότητι τὰ αὐτῇ πρέποντα πληροῦν· ἀλλ’ οὐ παρὰ τοῦτό φαμεν ἐν ὑπουργίας τάξει τῆς δουλοπρεποῦς τὴν ἀκτῖνα μὲν καὶ τὸ φῶς τῷ ἡλίῳ, τὴν δὲ καυστικὴν ἐνέργειαν γενέσθαι τῷ πυρί. ἐνεργεῖ μὲν γὰρ ἑκάτερον δι’ ὧν ἔχει φυσικῶς τὰ οἰκεῖα. ἀλλ’ εἰ καὶ φαίνεταί πως οὐκ αὐτουργὰ, πλὴν οὐχ ἕτερα παρὰ τὰ ἐξ αὐτῶν φυσικῶς.
τοιοῦτόν τι νοήσεις ἐπί τε Θεοῦ καὶ Πατρὸς καὶ τοῦ κατὰ φύσιν ἐξ αὐτοῦ γεννηθέντος Λόγου, ὅταν τι τῶν καθ’ ἡμᾶς ἐγχειρίζεσθαι λέγηται. Ἐδόξασε τοίνυν ἐπὶ τῆς γῆς τὸν Πατέρα καὶ Θεὸν ἡ σοφία καὶ ἡ δύναμις αὐτοῦ, τουτέστιν ὁ Χριστὸς, τελειώσας τὸ ἔργον ὃ δέδωκεν αὐτῷ. ἐπειδὴ δὲ εἰς πέρας ἤδη τὸ αὐτῷ πρέπον τὸ ἔργον ἐκτελευτᾷ, τὴν αὐτῷ προσοῦσαν ἀεὶ δόξαν αἰτεῖ, καὶ τῆς ἀρχαιοτάτης εὐκλείας τὴν ἐπανάληψιν καιροῦ καλοῦντος ἤδη ζητεῖ. καὶ ποῖον ἄρα πεπλήρωκεν ἔργον, δι’ οὗ δοξάσαι φησὶ τὸν Πατέρα; Θεὸς γὰρ ὑπάρχων ἀληθινὸς, εὐδοκίᾳ καὶ θελήσει τοῦ Πατρὸς γέγονεν ἄνθρωπος, ὅλην ἀνασῶσαι τὴν οἰκουμένην, ἀνακαινίσαι τε πρὸς ζωὴν τὴν ἀπέραντον καὶ θεογνωσίαν τὴν ἀληθῆ τὸ διολισθῆσαν γένος ἐπὶ τῆς γῆς προθυμούμενος· ὃ δὴ καὶ πεπέρασται δυνάμει καὶ ἐξουσίᾳ θεοπρεπεῖ τοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, ἀνατρέψαντος δὲ τὴν τοῦ διαβόλου πλεονεξίαν, καὶ καθελόντος μὲν τὴν ἁμαρτίαν, καὶ ἀγάπην τὴν εἰς ἡμᾶς ἀσύγκριτον ἐπιδείξαντος, διὰ τοῦ πᾶσιν ἀνεῖναι τὰ ἐγκλήματα καὶ φωτίσαι τοὺς πεπλανημένους, συνέντας ἤδη Θεὸν τὸν ἕνα καὶ ἀληθινόν.
PG 74:495κατορθώσαντος τοίνυν ἰδίᾳ δυνάμει τὰ τοιαῦτα Χριστοῦ, δεδόξασται παρὰ πάντων ὁ Πατὴρ, συνέντων δηλονότι τῶν ἐν κόσμῳ πάντων τήν τε σοφίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ γαληνότητα καὶ φιλανθρωπίαν. διέλαμψε γὰρ καὶ πεφανέρωται λοιπὸν ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τῆς ἰδίας φύσεως τῷ Υἱῷ, καὶ ἀπὸ τοῦ καρποῦ τὸ δένδρον ἐγνώσθη, κατὰ τὸ γεγραμμένον. τετελεσμένων δὲ ἤδη τῶν ἔργων, καὶ εἰς πέρας ἥκοντος τὸ πρέπον αὐτῷ τοῦ καθ’ ἡμᾶς οἰκονομηθέντος καλῶς, εἰς τὴν οἰκείαν ἐπάνεισι δόξαν καὶ τῆς ἀρχαίας εὐκλείας ἐπιλαμβάνεται. πλὴν ὡς ἔτι τὴν ἀνθρώπου μορφὴν περικείμενος, τὸ τῆς αἰτήσεως πλάττεται σχῆμα, καὶ ὡς οὐκ ἔχων αἰτεῖ· πάντα γὰρ ἀνθρώπῳ παρὰ Θεοῦ. εἰ γὰρ καὶ ὅτι μάλιστα, καθὸ Θεὸς ἐκ Θεοῦ γεγέννηται Πατρὸς, δόξης τῆς θεοπρεποῦς οὐκ ἔρημος ἦν, ἀλλ’ ἐπείπερ ἐν καιρῷ τῆς καθ’ ἡμᾶς οἰκονομίας συνέστειλέ πως αὐτὴν, τὸ ἀδοξότατον τουτὶ σῶμα λαβὼν, ὡς ἀποῦσαν ἀληθῶς εὐλόγως ἐπιζητεῖ, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος.
τοιοῦτον δέ τι συνεὶς καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς ἐπιστέλλει Παῦλος περὶ αὐτοῦ Τοῦτο γὰρ φρονείτω, φησὶν, ἕκαστος ὑμῶν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. ὑψηλὸν γὰρ ὄντα τὸν Υἱὸν, καθὸ πέφηνεν ἐξ αὐτοῦ Θεὸς δηλονότι καὶ Κύριος, οὐδὲν ἧττον ὡς ἄνθρωπον ὑψῶν ἀναγέγραπται, ᾧ τὸ τῆς ἰδίας φύσεως ταπεινὸν τὸ δεῖσθαι πάντως ὑψοῦσθαι περιποιεῖται. δόξης οὖν ἄρα τῆς ἰδίας τὴν ἐπανάληψιν καὶ μετὰ σαρκὸς ἀπαιτεῖ· καὶ οὐχὶ πάντως τῆς ἑαυτοῦ δόξης ἔρημος ὢν, εἰ καὶ μὴ λάβοι τυχὸν τὰ τοιαῦτά φησιν· οὐ γὰρ ἔξω τῶν ἰδίων ἀξιωμάτων ὁ Λόγος ἦν πώποτε Θεὸς ὑπάρχων ἀληθινός·
ἀλλ’ ὡς εἰς δόξαν τὴν αὐτῷ προσοῦσαν ἀεὶ καὶ αὐτὸν τὸν ἴδιον ἀναφέρων ναὸν, μᾶλλον δὲ μετὰ τῆς ἰδίας ἑαυτὸν ἀνακομίζων σαρκὸς, δι’ ἣν ἡ μεταξὺ παρηκολούθησεν ἀδοξία. ἵνα γὰρ μὴ δοκοίη τισὶ τὴν ἀτριβῆ τε καὶ ξένην καὶ οὐ πάλαι κατειθισμένην αὐτῷ δόξαν αἰτεῖν, προκόσμιον οὖσαν αὐτὴν ἀποφαίνει καὶ παρ’ αὐτῷ τῷ Πατρί. οὐ γὰρ ἔξω ποτὲ τῆς τοῦ Πατρὸς εὐκλείας γέγονεν ὁ Υἱὸς, ἀεὶ συμβασιλεύων καὶ συνυμνούμενος καὶ συμπροσκυνούμενος πρός τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων, ὡς Θεὸς ἐκ Θεοῦ καὶ ἐν Θεῷ καὶ μετὰ Θεοῦ. τοῦτο γὰρ οἶμαι διδάσκων καὶ ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης ἐπιλέγει Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ’ ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται καὶ εἰ λέγεταί τι λαβεῖν. «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι·
PG 74:497νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοί εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.» ΦΘΑΣΑΣ ἤδη προεῖπον ἐν τοῖς ἔναγχος ἡμῖν οὐκ ἀβασανίστως, ὥς γε μοι φαίνεται, προεξητασμένοις, ὅτι θεοπρεπῶς τε ἅμα καὶ ἀνθρωπίνως τὴν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα διάλεξιν ἐποιεῖτο Χριστός. διακυβερνᾷ γὰρ ἐπ’ ἄμφω τὸν λόγον, οὔτε τῶν τῆς ἀνθρωπότητος ὅρων εἰσάπαν εἴσω τιθεὶς, οὔτε μὴν ὁλοτρόπως τῆς θεοπρεποῦς ἁπτόμενον δόξης· ἀλλ’ οὐδὲν ἧττον κἀνθάδε πάλιν ἡμῖν ὁ αὐτὸς τετήρηται χαρακτήρ. ὡς μὲν γὰρ Θεὸς κατὰ φύσιν, καὶ τῆς ἀῤῥήτου φύσεως χαρακτὴρ πρὸς τὸν ἑαυτοῦ Πατέρα φησίν Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, ἀντὶ τοῦ τὴν δόξαν εἰπεῖν τὸ ὄνομα θείς. μεμελέτηκε γάρ πως ὡδὶ καὶ ἡ καθ’ ἡμᾶς συνήθεια λέγειν. καὶ γοῦν ὁ σοφώτατος ἔγραψε Σολομών Αἱρετὸν ὄνομα καλὸν ἢ πλοῦτος πολὺς, τουτέστιν, ἀμείνων ὑπόληψις ἀγαθὴ καὶ δόξα τῆς ἐν πλούτῳ φαιδρότητος καὶ περιφανείας ἐστί.
καὶ αὐτὸς δέ που φησὶν ὁ Θεὸς διὰ φωνῆς Ἡσαί̈ου τοῖς εὐνουχίσασιν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν Μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν· τάδε λέγει Κύριος τοῖς εὐνούχοις Ὅσοι ἂν φυλάξωνται τὰ προστάγματά μου καὶ ποιήσωσιν ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς. καὶ οὐ δή τις οἰήσεται, κατά γε τὸ εἰκὸς, εἴ γε σωφρονοίη, τῆς ἐκ Θεοῦ φιλοτιμίας τὴν ἀντίδοσιν ἐν ψιλαῖς ὀνομάτων ἀπονεμηθήσεσθαι κλήσεσι τοῖς ἐξ ἀγαθοῦ καὶ φιλαρέτου φρονήματος, ἁπάσης μὲν τῆς ἐν κόσμῳ καταθλήσασιν ἡδονῆς, νεκρώσασι δὲ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ μόνα τετιμηκόσι τὰ τοῖς θείοις οὐκ ἀπᾴδοντα νόμοις. ἀλλ’ ὄνομα πάλιν ἀντὶ τῆς δόξης φησίν· ζηλωτοὶ γὰρ ἔσονται καὶ ἀπόβλεπτοι συμβασιλεύοντες τῷ Χριστῷ. Πεφανερωκέναι τοιγαροῦν τὸ ὄνομα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Σωτὴρ εὖ μάλα διισχυρίζεται, τουτέστι, διαφανεστάτην τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην καταστῆσαι τὴν δόξαν αὐτοῦ. πῶς ἢ τίνα τρόπον; ἑαυτὸν δὲ δηλονότι διὰ τῶν ὑπὲρ λόγον κατορθωμάτων παραθεὶς εἰς ἀπόδειξιν.
PG 74:499δοξάζεται γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καθάπερ ἐν εἰκόνι καὶ τύπῳ τῆς ἰδίας μορφῆς· ἀπὸ γὰρ τοῦ χαρακτῆρος τὸ τῶν ἀρχετύπων ἀεὶ διαφαίνεται κάλλος. πεφανέρωται τοίνυν ὁ Μονογενὴς, οὐσιωδῶς ὑπάρχων σοφία καὶ ζωὴ, τεχνίτης τῶν ὅλων καὶ δημιουργὸς, θανάτου κρείττων καὶ φθορᾶς, ὅσιος ἄκακος οἰκτίρμων ἅγιος ἀγαθός. ἐγνώσθη ταῦτα ὑπάρχων καὶ ὁ γεννήσας αὐτόν· οὐ γὰρ ἂν ἑτέρως ἔχοι κατὰ τὴν φύσιν παρὰ τὸν ἐξ αὐτοῦ φυσικῶς. διέλαμψε τοίνυν, ὡς ἐν εἰκόνι καὶ τύπῳ τῆς ἰδίας μορφῆς ἐν τῇ τοῦ γεννήματος δόξῃ. λόγος μὲν γὰρ παρὰ τοῖς ἀρχαιοτέροις τοιοῦτός τις ἦν περὶ αὐτοῦ· νυνὶ δὲ καὶ δι’ αὐτῆς ἡμῖν ὄψεως πεφανέρωται· μεῖζον δὲ εἰς πίστιν ἀεί πως ἐστὶ τῶν ἐν λόγοις τὸ θεωρούμενον. Οἶμαι μὲν οὖν οὐκ ἀπὸ σκοποῦ τὸν ἐπὶ τούτοις ἡμῖν γεγενῆσθαι λόγον· ἰτέον γεμὴν καὶ δι’ ἑτέρας οἴμου, τουτέστιν, ὁδοῦ θεωρημάτων. πεφανέρωκε γὰρ τὸ ὄνομα τοῦ Πατρὸς ὁ Υἱὸς, εἰς ἔννοιαν δηλονότι καὶ εἰς ἀκραιφνῆ θεωρίαν καταστήσας ἡμᾶς, οὐχ ὅτι μόνον εἴη Θεός· ἐκηρύττετο γὰρ τοῦτο καὶ πρὸ τῆς ἐπιδημίας διὰ τῆς θεοπνεύστου γραφῆς·
ἀλλ’ ὅτι πρὸς τῷ Θεὸς εἶναι κατὰ ἀλήθειαν, καὶ Πατήρ ἐστιν οὐ ψευδωνύμως, ἔχων ἐν ἑαυτῷ καὶ ἐξ ἑαυτοῦ τὸ ἴδιον γέννημα, σύνδρομόν τε καὶ συναί̈διον τῇ ἰδίᾳ φύσει· γεγέννηκε γὰρ οὐκ ἐν χρόνῳ τὸν τῶν αἰώνων δημιουργόν. κυριώτερον δέ πως ὄνομα τῷ Θεῷ τό Πατὴρ ἢ Θεός· τὸ μὲν γάρ ἐστι τῆς ἀξίας σημαντικὸν, τὸ δὲ τῆς οὐσιώδους ἰδιότητος ἔχει τὴν δήλωσιν. Θεὸν μὲν γάρ τις εἰπὼν, τὸν τῶν ὅλων ἔδειξε Κύριον· Πατέρα γεμὴν ὀνομάσας, τῶν τῆς ἰδιότητος ἅπτεται λόγων, πεφανέρωκε γὰρ ὅτι γεγέννηκεν. οἰκειότερον δέ πως καὶ ἀληθέστερον ὄνομα τῷ Θεῷ τό Πατὴρ καὶ αὐτὸς ἀπονέμων ὁ Υἱὸς, ποτὲ μὲν ἔλεγεν, οὐκ Ἐγὼ καὶ ὁ Θεὸς ἀλλ’ Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ποτὲ δὲ πάλιν περὶ ἑαυτοῦ Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· ἀλλὰ καὶ βαπτίζειν πάντα τὰ ἔθνη τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιτάξας, οὐκ εἰς ὄνομα τοῦ Θεοῦ τοῦτο δρᾶν, ἀλλ’ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διαῤῥήδην ἐνομοθέτει. Μωυσῆς μὲν γὰρ ὁ θεσπέσιος, τὴν τοῦδε τοῦ κόσμου ποίησιν ἐξηγούμενος, οὐχ ἑνὶ προσώπῳ τὴν δημιουργίαν ἀνετίθει γράφων Καὶ εἶπεν ὁ Θεός Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν·
καὶ διὰ μὲν τοῦ Ποιήσωμεν καί Καθ’ ὁμοίωσιν ἡμετέραν εἰπεῖν, ἡ ἁγία Τριὰς σημαίνεται· δεδημιούργηκε γὰρ καὶ πρὸς τὸ εἶναι τὰ πάντα κέκληκεν ὁ Πατὴρ δι’ Υἱοῦ ἐν Πνεύματι. ἀλλ’ οὐκ εὐσύνοπτά πως τοῖς ἀρχαιοτέροις ἦν τὰ τοιαῦτα, μᾶλλον δὲ ἀσυμφανὴς ὁ λόγος· οὐ γὰρ ἰδικῶς ὠνόμασται Πατὴρ, ἀλλ’ οὐδὲ τὸ τοῦ Υἱοῦ παρεκομίσθη πρόσωπον ἐναργῶς· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, περιστολῆς τινος δίχα καὶ ἐν πολλῇ παῤῥησίᾳ Πατέρα μὲν ἴδιον ἐκάλει τὸν Θεὸν, ἑαυτὸν γεμὴν ὀνομάζων Υἱὸν καὶ καρπὸν ὄντως ἀληθῆ τῆς τῶν ὅλων κρατούσης ἐπιδείξας φύσεως, πεφανέρωκε τὸ ὄνομα τοῦ Πατρὸς, καὶ εἰς τελείαν ἡμᾶς ἀνεκόμισε γνῶσιν. πληρεστάτη γὰρ γνῶσις ἡ περὶ Θεοῦ καὶ τῆς τῶν ὅλων ἀρχῆς, οὐκ ἐν τῷ εἰδέναι μόνον ὅτι Θεός ἐστιν, ἀλλ’ ὅτι καὶ Πατὴρ καὶ τίνος ἐστὶ Πατὴρ, συνεισβαίνοντος δηλονότι καὶ τοῦ Ἁγίου Πνεύματος. τὸ μὲν γὰρ εἰδέναι μόνον Θεὸν ὄντα τὸν Θεὸν, οὐχ ἡμῖν ἂν πρέποι μᾶλλον ἢ τοῖς ὑπὸ νόμον· φρονήσεως γὰρ Ἰουδαϊκῆς οὐχ ὑπερίσχει τὸ μέτρον. καὶ ὥσπερ οὐδὲν τετελείωκεν ὁ νόμος παιδαγωγικὸν εἰσφέρων τὸ μάθημα καὶ οὐκ ἀρκοῦν εἰς κατόρθωσιν τῆς κατ’ εὐσέβειαν ἀρετῆς;
οὕτως ἀτελῆ καὶ τὴν περὶ Θεοῦ γνῶσιν ἐνετίθει, μόνης ἀφιστὰς τῆς εἰς θεοὺς τοὺς ψευδωνύμους ἀγάπης, καὶ τὸν ἕνα καὶ ἀληθινὸν προσκυνεῖν ἀναπείθων Οὐκ ἔσονται γάρ σοι, φησὶ, θεοὶ ἕτεροι πλὴν ἐμοῦ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς διὰ Μωυσέως προστεταγμένοις τὰ ἀμείνω προστιθεὶς, καὶ λαμπροτέραν τῆς νομικῆς ἐντολῆς παρατιθεὶς τὴν παίδευσιν, τῆς ἀρχαίας ἐκείνης γνώσεως τὴν ἀμείνω καὶ λαμπροτέραν προςεχαρίζετο. φανερὸν γὰρ ἡμῖν κατέστησεν, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ κύριος, ἀλλ’ ὅτι καὶ Πατήρ· καὶ ἡ δεῖξις ἐν πράγμασιν· ἑαυτὸν γὰρ εἰς εἰκόνα παρακατέθεικε λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ ταυτὶ μὲν εἰκότως, ἅτε δὴ καὶ Θεὸς ὑπάρχων ἐκ Θεοῦ κατὰ φύσιν, ἀνηγμένως τε καὶ θεοπρεπῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα φησίν· ἐπισυνάπτει δὲ παραχρῆμα, λέγων ἀνθρωπινώτερον Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας.
PG 74:501οἰησόμεθα γεμὴν ταυτὶ δὴ φάναι τὸν Κύριον, οὐχ ὡς ἰδίᾳ καὶ μεμερισμένως ἀπονεμηθέντος τινὸς ἤγουν διαφέροντος τῇ δεσποτείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ὃ μὴ καὶ αὐτοῦ τυχόν ἐστι τοῦ Υἱοῦ· βασιλεὺς γάρ ἐστι προαιώνιος κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, καὶ τῆς τοῦ Πατρὸς δεσποτείας ἀί̈διος κοινωνός· καὶ γοῦν ὁ σοφώτατος Εὐαγγελιστὴς Ἰωάννης αὐτῷ διαφέρειν καὶ ὑπεζεῦχθαι τὰ πάντα, δῆλον δὲ ὅτι βασιλεύοντος σὺν αὐτῷ τοῦ Πατρὸς, ἀναδιδάσκων ἔγραφεν Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ἴδια λέγων αὐτοῦ καὶ τοὺς μήπω συνέντας αὐτὸν, ἀποσειομένους δὲ ὥσπερ τῆς ὑπ’ αὐτῷ βασιλείας τὸν ζυγόν. ἔφη δὲ τὰ τοιαῦτα νυνὶ, φανερὸν ἐκεῖνο καθιστὰς τοῖς ἀκροωμένοις, ὡς ἦσαν μέν τινες ἐν τῷδε τῷ κόσμῳ, Θεὸν μὲν τὸν ἕνα καὶ ἀληθινὸν οὐδ’ ὅσον εἰς νοῦν δεξάμενοι, λατρεύοντες δὲ τῇ κτίσει καὶ τοῖς δαιμονίοις καὶ τοῖς διαβολικοῖς εὑρήμασιν. ἀλλ’ εἰ καὶ τὸν τῶν ὅλων οὐκ ᾔδεσαν δημιουργὸν, ἔξω που τῆς ἀληθείας πλανώμενοι, Θεοῦ πάλιν ἦσαν, καθὸ πάντων ἐστὶ δεσπότης, ὡς δημιουργός.
ἴδια γὰρ τὰ πάντα Θεοῦ, καὶ οὐδὲν τὸ παράπαν ἐν τοῖς γεγονόσιν ἐστὶν, ὃ μὴ δεσπότην ἔχει τὸν ἕνα, καὶ εἰ μὴ τοῦτο τυχὸν εἰδείη τὸ ποιηθέν. οὐ γὰρ δήπου φαίη τις ἂν, ὡς τῆς κατὰ πάντων ἀρχῆς τὸν τῶν ὅλων δημιουργὸν παραιρήσεται τὸ πεπλανῆσθαί τινας, ὑποζεύξει δὲ μᾶλλον καὶ ὑποθήσει τὰ πάντα αὐτῷ τὸ δι’ αὐτοῦ πεποιῆσθαι καὶ παρῆχθαι πρὸς γένεσιν. οὕτω τοιγαροῦν τῆς ἀληθείας ἐχούσης, Θεοῦ μὲν ἦσαν τοῦ κατὰ φύσιν, καὶ οἱ ταῖς τοῦ διαβόλου συνεχόμενοι πλάναις καὶ ταῖς κοσμικαῖς ἀτοπίαις ἐγκατειλημμένοι. δέδονται δὲ τῷ Υἱῷ, πῶς ἢ τίνα τρόπον; βασιλεύειν γὰρ ἐπ’ αὐτοὺς τὸν Ἐμμανουὴλ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ὡς ἄρτι τῆς κατ’ αὐτῶν βασιλείας ἀρχόμενον· ἦν γὰρ ἀεὶ Κύριός τε καὶ βασιλεὺς, καθὸ φύσει Θεός· ἀλλ’ ὅτι γενόμενος ἄνθρωπος, καὶ τῆς ἁπάντων προκινδυνεύσας ζωῆς, ἑαυτῷ πάντας ἐξεπρίατο, καὶ δι’ ἑαυτοῦ προσκεκόμικε τῷ Θεῷ καὶ Πατρί. ὁ τοίνυν πάλαι καὶ ἀπ’ ἀρχῆς βασιλεύων ὡς Θεὸς ὁμοῦ τῷ ἰδίῳ γεννήτορι, κεχειροτόνηται βασιλεὺς ὡς ἄνθρωπος ᾧ μετὰ τῶν ἄλλων ἐστὶ καὶ τὸ βασιλεύειν δοτὸν, κατά γε τὸ μέτρον τῆς ἀνθρωπείας φύσεως.
PG 74:503οὐ γὰρ ὥσπερ ζῷόν ἐστι λογικὸν ὁ ἄνθρωπος, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἐν φυσικοῖς ἔχων τὰ τοιαῦτα πλεονεκτήμασιν, οὕτως ἂν εἴη καὶ βασιλεύς· ἐκεῖνα μὲν γὰρ ἐν τῷ τῆς οὐσίας ὅρῳ παραλαμβάνεται, τὸ δὲ ἔξωθέν τε ἐστὶ καὶ προστεθειμένον καὶ οὐχὶ τῶν ἀχωρίστως προσπεφυκότων φαίνεται· προσγίγνεται γὰρ καὶ ἀπογίγνεται, μηδὲν τὸ παράπαν, ὅσον ἧκεν εἰς οὐσίας λόγον, τὸ ὑποκείμενον ἀδικοῦν. δοτὸν οὖν ἄρα καὶ θύραθεν ἐπεισκρίνεται τὸ τῆς βασιλείας ἀξίωμα τῷ ἀνθρώπῳ παρὰ Θεοῦ· Δι’ ἐμοῦ γὰρ, φησὶ, βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. ὁ τοίνυν τῶν πάντων βασιλεύων μετὰ Πατρὸς, καθόπερ ἦν τε καὶ ἔστι καὶ ἔσται φύσει Θεὸς, δέχεται τῶν ἐν κόσμῳ τὸ κράτος, κατά γε τὸ πρέπον ἀνθρώπῳ σχῆμά τε καὶ μέτρον. Διὰ γὰρ τοῦτό φησιν Ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοί εἰσι. κυρίως μὲν γάρ τε καὶ ἰδικῶς τὰ πάντα ἐστὶ τοῦ Θεοῦ· δοτὰ δὲ ἡμῖν τοῖς δι’ αὐτοῦ γεγονόσι. καὶ τὸ μὲν πάντα κεκτῆσθαι καὶ κατάρχειν τῶν ὅλων τῇ θείᾳ φύσει πρεπωδέστατον· ἡμῖν δὲ αὖ πάλιν τὸ λαβεῖν οἰκειότατον.
ἐπεμαρτύρησε γεμὴν τὸ γνήσιον εἰς δουλείαν καὶ τὸ πρόθυμον εἰς ὑπακοὴν τοῖς ἀνενδοιάστως πιστεύουσιν εἰς αὐτόν. φησὶ γάρ Ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας· ῥήματα τοῦ Θεοῦ καὶ Πατρὸς, τὰς ἑαυτοῦ διαῤῥήδην ὀνομάζων φωνὰς, διὰ τὸ ἐν οὐσίᾳ ταὐτὸν, καὶ ἐπείπερ ἐστὶ Θεὸς Λόγος τῶν τοῦ Πατρὸς θελημάτων ἐκφαντικὸς καθάπερ ἀμέλει καὶ ὁ ἐκ τῶν ἡμετέρων προκύπτων στομάτων, καὶ τῇ πρὸς τὸ ἔξω προφορᾷ τὴν τοῦ πέλας προσαράσσων ἀκοὴν, καὶ τὸ ἐν τῷ βάθει τῆς καρδίας διερμηνεύων μυστήριον. τοιγάρτοι καὶ προφητικός τε περὶ αὐτοῦ λόγος ἔφη, ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. τὴν γὰρ ὄντως ἐξαίσιόν τε καὶ ὑπερφυᾶ καὶ μεγάλην τοῦ τεκόντος βουλὴν, ὁ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ διαπορθμεύει Λόγος, διὰ μὲν γὰρ ῥημάτων προφορᾶς, ὡς ἄνθρωπος, ὅτε γέγονε καθ’ ἡμᾶς, διὰ δὲ γνώσεως καὶ φωταγωγίας πνευματικῆς μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν· ἀποκαλύπτει γὰρ τοῖς ἀξίοις τὰ ἑαυτοῦ μυστήρια, καὶ μαρτυρήσει λέγων ὁ Παῦλος Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;
Μεμαρτύρηκε τοίνυν τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς προσήκαντο καὶ τετηρήκασι τοὺς δοθέντας αὐτῷ παρὰ τοῦ Πατρὸς λόγους· πεπληροφόρηνται δὲ πρὸς τούτοις, ὅτι παρ’ αὐτοῦ ἐξῆλθε καὶ ἀπέσταλται, διακειμένων οὐχ οὕτω τῶν τὴν ἐναντίαν νοσούντων ὑπόνοιαν. οἱ γὰρ μήτε προσηκάμενοι τοὺς παρ’ αὐτοῦ λόγους, μήτε μὴν ἐλευθέραν τηρήσαντες τὴν πίστιν, οὔτε διετέθησαν οὔτε πεπιστεύκασιν, ὡς ἐξῆλθέ τε παρὰ Θεοῦ καὶ ἀπέσταλται. καὶ γοῦν ἔφασκον Ἰουδαῖοι, ποτὲ μέν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον, καὶ πάλιν Ἡμεῖς τοῦ Μωυσέως ἐσμὲν μαθηταί· ἡμεῖς οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ὁρᾷς ὅπως ἠρνήσαντο τὴν ἀποστολὴν, ὡς μηδὲ εἰδέναι πόθεν ἐστὶν ἀναισχύντως ἀναφωνεῖν;
ὅτι δὲ καὶ τὴν ἄῤῥητον αὐτοῦ καὶ προαιώνιον γέννησιν, φημὶ δὲ τὴν ἐκ Θεοῦ Πατρὸς οὐκ ἐδέχοντο πολλὴν νοσοῦντες ἀθλιότητα λογισμῶν, καὶ ὥσπερ τινὶ λίθῳ περιπταίοντες διὰ μόνην τὴν ἐνανθρώπησιν, πληροφορηθήσῃ ῥᾳδίως, ὅταν ἀκούσῃ λέγοντος τοῦ Εὐαγγελιστοῦ Καὶ διὰ τοῦτο οὖν ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ· ἀναγέγραπται δὲ καὶ τῶν ἀνοσίων Ἰουδαίων φωνὴ πρὸς αὐτόν Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. συνιεῖς οὖν ἄρα καὶ μάλα σαφῶς, ὡς οἱ μὲν τῶν λόγων τῶν παρ’ αὐτοῦ γεγονότων γνήσιοι φύλακες συνωμολόγησάν τε καὶ πεπιστεύκασιν, ὡς ἀνέλαμψε μὲν ἐκ Πατρός· τοῦτο γὰρ οἶμαι τό Ἐξῆλθον δηλοῦν· καὶ ἀπέσταλται πρὸς ἡμᾶς διαγγέλλων τὸ πρόσταγμα Κυρίου, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον· οἱ δὲ τὸν οὕτω θεῖόν τε καὶ ἐκ Πατρὸς διαγελάσαντες λόγον, συνηρνήσαντο τὴν πίστιν, καὶ ἀπειρήκασιν ἐναργῶς, ὅτι Θεός τε εἴη καὶ ἐκ Πατρὸς, καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας ὡς ἡμᾶς ἀφιγμένος, μετὰ τοῦ γενέσθαι καθ’ ἡμᾶς χωρὶς ἁμαρτίας.
PG 74:505δικαίως οὖν ἄρα τοὺς ἀγαθοὺς καὶ γνησίους καὶ τὴν τῆς ψυχῆς ἀκοὴν εὐπειθεστέραν ὑποθέντας αὐτῷ παρατίθεται τῷ Θεῷ καὶ Πατρὶ, τῶν μὴ τοιούτων ἀμνημονήσας παντελῶς, ἵν’ ὅπερ ἔφη φαίνηται σαφὲς, ἐκ τῶν καθ’ ἡμᾶς ἀρξάμενον χρόνων. καὶ τί δὴ τοῦτό ἐστι; Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὃ δὴ καὶ δράσειν ἐπηγγέλλετο καὶ πάλαι βοῶν διὰ φωνῆς Ἡσαί̈ου καὶ αὐτὸς ὁ Θεὸς καὶ Πατήρ Γένεσθε γάρ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. διαλέγεται τοιγαροῦν ὁ Σωτὴρ θεοπρεπῶς τε ἅμα καὶ ἀνθρωπίνως. Θεὸς γὰρ ἦν ἐν ταὐτῷ καὶ ἄνθρωπος, ἀνυπαίτιον ἔχων τὸν ἐπ’ ἄμφω λόγον, καὶ ταῖς τῶν καιρῶν συναρμόττων χρείαις τὸ ἑκάστῳ πρέπον οἰκονομικῶς. ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός· ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. «Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ·
οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς, καὶ οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, κἀγὼ πρός σε ἔρχομαι.» ΜΕΣΙΤΕΥΕΙ πάλιν ὡς ἄνθρωπος, ὁ Θεοῦ τε καὶ ἀνθρώπων διαλλακτὴς καὶ μεσίτης, καὶ ὁ μέγας ὄντως καὶ πανάγιος ἡμῶν ἀρχιερεὺς, ταῖς παρ’ ἑαυτοῦ λιταῖς τὴν τοῦ ἰδίου γεννήτορος ἐκμειλίσσεται γνώμην, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν. αὐτὸς γὰρ τὸ θῦμα καὶ αὐτὸς ἱερεὺς, αὐτὸς ὁ μεσίτης, αὐτὸς τὸ πανάμωμον ἱερεῖον, ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ἦν οὖν ἄρα τύπος ὥσπερ τις καὶ σκιὰ διαφανὴς τῆς ἐν ἐσχάτοις καιροῖς ἀναδεδειγμένης τοῦ Χριστοῦ μεσιτείας, ἡ πάλαι διὰ Μωυσέως, καὶ ὁ κατὰ νόμον ἀρχιερεὺς τὸν ὑπὲρ νόμον ἱερουργὸν ἐν ἰδίῳ γέγραφε σχήματι· σκιαὶ γὰρ τῆς ἀληθείας εἰσὶ τὰ νομικά. Μωυσῆς γὰρ ὁ θεσπέσιος καὶ μὴν σὺν ἐκείνῳ καὶ ὁ περίβλεπτος Ἀαρὼν μέσον διὰ παντὸς ἐχώρουν Θεοῦ τε καὶ τῆς συναγωγῆς, ἄρτι μὲν τὴν ἐπὶ τοῖς πλημμελήμασι τῶν ἐξ Ἰσραὴλ δυσωποῦντες ὀργὴν, καὶ τὴν ἄνωθεν καλοῦντες ἐπὶ τοῖς ἀτονοῦσιν εὐμένειαν·
PG 74:507ἄρτι δὲ πάλιν ἐπευχόμενοί τε καὶ εὐλογοῦντες αὐτοὺς, καὶ τὰς κατὰ νόμον θυσίας, καὶ πρὸς τούτοις ἔτι δωροφορίας, κατὰ τὴν τῶν διατεταγμένων προςάγοντες τάξιν, ποτὲ μὲν ὑπὲρ ἁμαρτιῶν, ποτὲ δὲ καὶ χαριστήρια τὰ ἐφ’ οἷς εὖ παθόντες ᾔδεσαν παρὰ Θεοῦ. ὁ γεμὴν ὑπὲρ τύπους καὶ σχήματα νομικὰ πεφηνὼς ἐν ἐσχάτοις καιροῖς ἀρχιερεύς τε ἅμα καὶ μεσίτης Χριστὸς, ἐρωτᾷ μὲν ὑπὲρ ἡμῶν ὡς ἄνθρωπος, συμφιλοτιμεῖται δὲ ὡς Θεὸς τῷ Θεῷ καὶ Πατρὶ, διανέμοντι τοῖς ἀξίοις τὰ ἀγαθά. ἐμφανέστατα δὲ τοῦτο παρέδειξεν ἡμῖν ὁ Παῦλος εἰπών Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. ὁ τοίνυν ἐρωτῶν, ὡς ἄνθρωπος, συνδιανέμει πάλιν ὡς Θεός. ὅσιος γὰρ ὑπάρχων ἀρχιερεὺς, ἄμωμός τε καὶ ἄκακος, οὐχ ὑπὲρ ἀσθενείας τῆς ἑαυτοῦ, καθάπερ ἦν ἔθος τοῖς ἱερᾶσθαι λαχοῦσι κατὰ τὸν νόμον, μᾶλλον δὲ ὑπὲρ σωτηρίας τῶν ἡμετέρων ψυχῶν ἑαυτὸν προσενεγκὼν, καὶ τοῦτο εἰσάπαξ διὰ τὴν ἡμῶν ἁμαρτίαν, παράκλητος γέγονεν ὑπὲρ ἡμῶν, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὴν Ἰωάννου φωνήν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
Ἀλλ’ ἴσως ἐρεῖ δὴ πάντως τοῖς παρ’ ἡμῶν τις ἀντιτιθεὶς λόγοις Οὐ γὰρ ἐναντίως ἕξει, βοῶν, ταῖς τοῦ Σωτῆρος φωναῖς τὸ διὰ τοῦ μαθητοῦ λελεγμένον; ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, διαῤῥήδην ἐν τούτοις ἀπαυδήσας φαίνεται τὸ ὑπὲρ παντὸς τοῦ κόσμου χρῆναι παρακαλεῖν· ὁ δέ γε σοφὸς Ἰωάννης, φησὶ, πολὺ δὴ τούτοις τὸ ἐναντίον ἐφθέγξατο. οὐ γὰρ περὶ μόνων ἔσεσθαι παράκλητόν τε καὶ ἱλασμὸν τῶν ἡμετέρων ἁμαρτιῶν τὸν Σωτῆρα διισχυρίζεται, ἀλλ’ ἤδη καὶ περὶ παντὸς τοῦ κόσμου. τίς οὖν ἄρα τούτοις ἕψεται λύσις, ἢ πῶς ἂν φαίνοιτο ταῖς τοῦ Δεσπότου φωναῖς συμπαρομαρτήσας ὁ μαθητὴς, ἀταλαίπωρον εἰπεῖν·
ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ἐπείπερ ἦν Ἰουδαῖος καὶ ἐξ Ἰουδαίων, ἵνα μή τινες οἰηθεῖεν τυχὸν ὑπὲρ μόνων τῶν ἐξ Ἰσραὴλ παράκλητον εἶναι παρὰ τῷ Πατρὶ τὸν Κύριον, ὑπὲρ δὲ τῶν ἄλλων ἐθνῶν τῶν ἀνὰ πᾶσαν κατεσπαρμένων τὴν οἰκουμένην οὐκέτι, καίτοι μελλόντων τῇ εἰς αὐτὸν διαπρέψαι πίστει, καὶ ὅσον οὐδέπω κληθήσεσθαι πρὸς ἐπίγνωσιν τῆς διὰ Χριστοῦ σωτηρίας, ἀναγκαιότατά φησι λίαν οὐ περὶ μόνων ἔσεσθαι τῶν ἐκ γένους Ἰσραὴλ ἱλασμὸν τὸν Κύριον, ἀλλὰ περὶ ὅλου τοῦ κόσμου, τουτέστι, τῶν ἐκ παντὸς ἔθνους τε καὶ γένους κληθησομένων διὰ τῆς πίστεως εἰς δικαιοσύνην καὶ ἁγιασμόν. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀποδιελὼν τῶν γνησίων τοὺς μὴ τοιοῦτον ἔχοντας νοῦν, καὶ τῶν ἐξυβρίζειν ταῖς οὕτω σκληραῖς ἀπειθείαις ἑλομένων αὐτὸν, τοὺς ἐπιεικέστερον τῶν θείων αὐτοῦ κατακροωμένους λόγων, ὑποθέντας τε ἤδη τὸν τῆς καρδίας αὐχένα, καὶ μονονουχὶ περιδήσαντας ἑαυτοῖς τῆς ὑπὸ Θεῷ δουλείας τὸν ζυγὸν, περὶ αὐτῶν ἔφη μόνων πρεπωδέστερον ἐρωτᾶν.
ὧν γὰρ ὑπάρχει μεσίτης καὶ ἀρχιερεὺς, αὐτοῖς δὴ καὶ μόνοις ᾤετο δεῖν τὰ ἐκ τῆς μεσιτείας προξενεῖν ἀγαθὰ, οὓς καὶ δεδόσθαι μὲν ἑαυτῷ φησιν, εἶναι γεμὴν τοῦ Πατρὸς, οὐχ ἑτέραν ἐχούσης ὁδὸν τῆς πρὸς Θεὸν οἰκειότητος, εἰ μὴ δι’ Υἱοῦ. καί σε τοῦτο διδάξει λέγων αὐτός Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. θέα γὰρ ὅπως τῷ ἰδίῳ γεννήματι δοὺς ὁ Πατὴρ τοὺς ἐφ’ οἷς ὁ λόγος, ἑαυτῷ κατεκτήσατο· καὶ τοῦτο συνεὶς εὖ μάλα φησὶν ὁ τῶν ἱερῶν γραμμάτων ἐπιστημονικώτατος Ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. μεσιτεύοντος γὰρ τοῦ Χριστοῦ, δεχομένου τε τοὺς προσιόντας διὰ τῆς πίστεως καὶ προσάγοντος δι’ ἑαυτοῦ τῷ Πατρὶ, κόσμος Θεῷ κατηλλάττετο. διὰ τοῦτο καὶ ὁ προφήτης Ἡσαί̈ας, εἰρήνην ἡμᾶς ἑλέσθαι τὴν πρὸς Θεὸν ἐν Χριστῷ προεδίδασκε λέγων Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.
PG 74:509ἀποστήσαντες γὰρ τῆς ἰδίας ψυχῆς τὰ τῆς εἰς Χριστὸν ἀγάπης ἀλλοτριοῦντα ἡμᾶς, τὸ αἰσχρουργόν φημι δὴ καὶ φιλήδονον εἰς ἁμαρτίαν καὶ τὸ λίαν εὐπετὲς εἰς κοσμικὴν ἡδονὴν, καὶ πρὸς τούτοις ἔτι τὴν ἁπάσης φαυλότητος μητέρα καὶ τροφὸν, ἀλλόκοτον πλάνην, οἰκεῖοί τε καὶ φίλοι γενησόμεθα τοῦ Χριστοῦ, καὶ τὴν πρὸς Θεὸν εἰρήνην συνθήσομεν, αὐτῷ τῷ Πατρὶ δι’ Υἱοῦ κολλώμενοι, ἅτε δὴ καὶ λαβόντες ἐν ἑαυτοῖς τὸν ἐξ αὐτοῦ γεννηθέντα Λόγον καὶ ἐν τῷ Πνεύματι κράζοντες Ἀββᾶ ὁ πατήρ. Οἱ δοθέντες οὖν ἄρα Χριστῷ, γεγόνασι μὲν τοῦ Πατρὸς, πλὴν οὐκ ἔξω διὰ τοῦτο Χριστοῦ. βασιλεύει γὰρ σὺν αὐτῷ καὶ κατάρχει δι’ αὐτοῦ τῶν ἰδίων ὁ Θεὸς καὶ Πατήρ. βασιλεία γὰρ ἡ αὐτὴ κράτος τε τὸ κατὰ πάντων ἓν τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος, καὶ ὅπερ ἂν γένοιτο τοῦ Υἱοῦ, τῇ τοῦ Υἱοῦ καὶ Πατρὸς ὑποκείσεται δόξῃ, καὶ πάλιν, ὅπερ ἂν ὑποπίπτειν λέγεται τῷ Πατρὶ, τούτου δὴ πάντως κατάρξει καὶ ὁ Υἱός. διὰ γάρ τοι τοῦτό φησι Καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά·
PG 74:511ὅπου γὰρ φύσεως ἡ εἰσάπαν ταυτότης διαλάμπει καὶ φαίνεται, ἐκεῖ τῆς ἀξίας ἀπαράλλακτος ἡ δόξα, οὐ μεμερισμένως ἑνί τι τῶν ὄντων ἀνατιθεῖσα τυχὸν καὶ παρωθουμένη τὸν ἕτερον, ἀλλ’ ἴσην μίαν τε καὶ τὴν αὐτὴν τὴν εἰς ἅπαν ὁτιοῦν ἐκτείνουσα δόξαν. ὁ γὰρ τῶν τοῦ ἰδίου Πατρὸς θεϊκῶν ἀξιωμάτων οὐσιωδῶς κληρονόμος, ἔχων μὲν αὐτὸς πάντα φανεῖται τὰ τοῦ γεννήτορος, ἔχοντα δὲ δείξει πάντα τὰ αὐτοῦ τὸν γεννήτορα. θάτερος γὰρ ἐν θατέρῳ φυσικῶς διαφαίνεται, καὶ διαλάμπει μὲν ὁ Υἱὸς ἐν Πατρὶ, Πατὴρ δὲ αὖ πάλιν ἐν τῷ Υἱῷ. τοῦτον γὰρ ἡμᾶς τὸν τρόπον αἱ θεόπνευστοι μεμυσταγωγήκασι γραφαί· ὅτε τοίνυν ἕν ἐστι καὶ τῶν ἀξιωμάτων τοῦ Πατρὸς, τὸ τὴν κατὰ πάντων ἔχειν ἀρχὴν, προσέσται τοῦτο καὶ τῷ Υἱῷ· χαρακτὴρ γάρ ἐστι τῆς οὐσίας αὐτοῦ, ἀνομοιότητα καὶ παραλλαγὴν εἰς οὐδέν τι τὸ παράπαν ἔχειν ἀνεχόμενος. δεδοξάσθαι γεμὴν ἐν τοῖς ἅπαξ δοθεῖσι διισχυρίσατο, δικαιοτάτην ὥσπερ ἀντίδοσιν τὸ ὑπὲρ αὐτῶν ἐρωτᾶν ἀποφαίνων. Τίς οὖν ἡ αἴτησις, καὶ διὰ ποίαν αἰτίαν τὴν παρὰ τοῦ Πατρὸς εὐμένειαν τοῖς ἑαυτοῦ γνωρίμοις ὑπάρξαι ζητεῖ; οὐκ εἰμὶ ἐν τῷ κόσμῳ φησὶ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, κἀγὼ πρός σε ἔρχομαι.
συνδιαιτώμενος γὰρ καὶ συμπαρὼν ἔτι τοῖς ἁγίοις ἀποστόλοις μετὰ σαρκὸς ἐπὶ γῆς, παράκλησις ἦν ἐμφανής τε καὶ ὁρωμένη, καὶ οἱονεὶ συνδιατρίβουσα καὶ παρακειμένη τοῖς κινδυνεύουσιν ἐξ ἑτοίμου λαβεῖν· εὐθαρσέστεροι δὲ κατὰ τοῦτο ὑπῆρχον. φιλεῖ γάρ πως ὁ ἀνθρώπινος νοῦς, οὐ τοῖς ἀφανέσι μᾶλλον, ἀλλὰ τοῖς ἐμφανεστέροις ἐπιθαρσεῖν καὶ ἐφήδεσθαι. καὶ τοῦτό φαμεν, οὐκ ἀσθενῆ λέγοντες τὸν Κύριον εἰς τὸ διασώζειν δύνασθαί τινας, καὶ εἰ μὴ ὁρῷτο παρών· ληροίη γὰρ ἄν τις οὕτω φρονῶν, καὶ λίαν εἰκότως· Ἰησοῦς γὰρ Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας· ἀλλ’ ᾔδει μικροψυχήσοντας οὐ μετρίως τοὺς μαθητὰς, μόνους ὥσπερ ἀπολειφθέντας ἐπὶ τῆς γῆς, κυμάτων δίκην ἀγρίων τοῦ κόσμου περιπαφλάζοντος, καὶ ἀφορήτοις δείμασι καὶ τοῖς εἰς ἄκρον κινδύνοις ἐκπολιορκεῖν εἰωθότος τοὺς τὸν θεῖον τοῖς ἀμυήτοις ἔτι διαπρεσβεύοντας λόγον. Ἐπειδὴ τοίνυν ἐγὼ μὲν ἔρχομαί φησι πρός σε· ἀναβήσομαι γὰρ ὅσον οὐδέπω συγκαθεδούμενός τε καὶ συμβασιλεύων ὡς Θεὸς Θεῷ καὶ Πατρὶ, μενοῦσί τε οὗτοι τέως ἐν κόσμῳ· περὶ αὐτῶν ἐρωτῶ·
γεγόνασι γὰρ σοὶ δοθέντες ἐμοὶ, καὶ ὡς σῶν τε ἤδη καὶ ἐμῶν εὐλόγως κήδομαι, καὶ δεδόξασμαι ἐν αὐτοῖς, ὅτι πάντα ἃ δέδωκάς μοι σά ἐστι καὶ τὰ σὰ ἐμά. καὶ ἀληθὴς ὁ λόγος. οὐ γὰρ ἐπείπερ δέδονταί τινες τῶν ἐν κόσμῳ τῷ Χριστῷ, γεγόνασί τε καὶ διὰ τοῦτο τοῦ Πατρὸς, ἀπειρήκασι τὸ δοξολογεῖν τὸν δι’ οὗ συνήφθησαν τῷ Θεῷ καὶ Πατρὶ, προσαχθέντες δὲ δι’ αὐτοῦ, διαμενοῦσιν οὐδὲν ἧττον ὄντες αὐτοῦ. κοινὰ γὰρ αὐτῷ πάντα πρὸς τὸν Πατέρα, μετὰ τῆς κατὰ φύσιν θεότητός τε καὶ ἐξουσίας. εἷς γὰρ Θεὸς ἐν ἡμῖν, ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι προςκυνούμενος. Θεοῦ δὲ οἱ πάντες ἐσμὲν, τοῦ ἑνὸς καὶ μόνου καὶ ἀληθινοῦ, τῇ ἁγίᾳ καὶ ὁμοουσίᾳ Τριάδι κατὰ τὸν τῆς δουλείας τρόπον ὑπεζευγμένοι. ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. «Πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.» ἘΠΙΤΗΡΕΙ πανταχῆ τοῖν δυοῖν πραγμάτοιν τὴν εἰς ἓν ἀναπλοκὴν, τοῦ τε ἀνθρωπίνου φημὶ τὸ καθ’ ἡμᾶς ἔχοντος σμικροπρεπὲς, καὶ τοῦ θεϊκοῦ τὴν ἀνωτάτω πασῶν ὠδίνοντος δόξαν.
PG 74:513κεκέρασται γὰρ ἐξ ἀμφοῖν ὁ λόγος, καὶ καθάπερ τὰ ἐν τοῖς ἀνωτέρω διειληφότες ἐλέγομεν, οὔτε πρὸς ὕψος τελείως ἀναπηδᾷ τὸ θεοπρεπὲς, οὔτε μὴν εἰς ἅπαν τῶν καθ’ ἡμᾶς ἀπανίσταται μέτρων· Θεὸς γάρ ἐστι γενόμενος ἄνθρωπος, ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ συνόδῳ μέσην ὥσπερ τινὰ χώραν ἐπέχων, ὡς μήτε τοὺς τῆς ἀληθοῦς θεότητος ὅρους ἐκδραμεῖν, μήτε μὴν ὁλοτρόπως τοὺς τῆς ἀνθρωπότητος ἀπολιπεῖν. ἀνωθεῖ μὲν γὰρ αὐτὸν ἡ ἐκ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητος γέννησις, καθὸ Λόγος ἐστὶ καὶ Μονογενὴς, εἰς οὐσίαν τὴν θεϊκὴν καὶ εἰς δόξαν τὴν τούτῳ παρεπομένην εἰκότως· ὑποβιβάζει δέ πως ἡ κένωσις εἰς τὸ καθ’ ἡμᾶς οὐχ ὥσπερ ἐκ βίας πλεονεκτεῖν ἰσχύσασα τὸν τῶν ὅλων βασιλέα μετὰ Πατρός· οὐ γὰρ ἂν ἐβιάσθη ποτὲ τὸ παρὰ γνώμην ὁ Μονογενής· αὐτόκλητος δὲ μᾶλλον, ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς εἰσδεχθεῖσά τε καὶ τετηρημένη. τεταπείνωκε γὰρ ἑαυτὸν, τουτέστιν ἑκὼν καὶ οὐκ ἐξ ἀνάγκης τῆς τινος. ἁλοίη γὰρ ἂν οὐχ ἑκὼν ἔτι τὸ τῆς ταπεινώσεως ὑπομείνας πάθος, εἴπερ ἦν τις ὅλως ὁ πλεονεκτεῖν ἰσχύων, καὶ ἀνεθελήτως ἰέναι πρὸς τοῦτο κελεύων. τεταπείνωκε τοίνυν ἑαυτὸν ἑκὼν δι’ ἡμᾶς·
οὐ γὰρ ἂν ὠνομάσθημέν ποτε καὶ ἡμεῖς υἱοὶ κατὰ χάριν καὶ θεοὶ, μὴ οὐχὶ τὴν ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς εἰσβεβηκότος ταπείνωσιν τοῦ Μονογενοῦς, πρὸς ὃν καὶ αὐτοὶ μορφούμενοι διὰ μετουσίας τοῦ Πνεύματος, καὶ τέκνα Θεοῦ καὶ θεοὶ χρηματίζομεν. ὅταν οὖν τι λέγῃ συμπαραζεύξας τρόπον τινὰ τῷ θεϊκῷ καὶ τὸ ἀνθρώπινον, μὴ διὰ τοῦτο σκανδαλισθῇς, ἀσυνέτως ἀφεὶς τὸ θαυμάσαι καθηκόντως τὴν ἐπινοηθεῖσαν τοῖς λόγοις ἀσύγκριτον τέχνην, διὰ παντὸς ἡμῖν ἀνασώζουσαν τρόπου τὸ διπλοῦν ἀστείως, ὡς ὁρᾶν ἐν ταὐτῷ τὸν λέγοντα Θεόν τε τῇ φύσει καὶ ἄνθρωπον ἀληθῶς, τῇ τῆς ἀῤῥήτου φύσεως δόξῃ τὸ τῆς ἀνθρωπότητος ταπεινὸν εὖ μάλα συναναπλέκοντα, ἀνυπαίτιόν τε καὶ ψόγου παντὸς ἐλευθέραν τηρήσαντα παντελῶς τὴν ἐπ’ ἄμφω σύμμετρον ἐκδρομήν. Καὶ ταῦτά φαμεν, οὐκ εἰς τὸ μεῖον ἤπερ ἦν ἐν ἀρχαῖς τὴν τοῦ Λόγου φύσιν κατεσπάσθαι διαβεβαιούμενοι, πόθεν; ἀμαθίας γὰρ ἐσχάτης οὐκ ἀμοιρήσειεν ἂν τὸ οὕτω φρονεῖν, ἐπεὶ πάντη τε καὶ πάντως ἀπαθὲς τὸ θεῖον, τῆς εἰς πᾶν ὁτιοῦν παρατροπῆς οὐκ ἀνεχόμενον, ἑδραιοτάτην δὲ μᾶλλον τὴν οἰκείαν ἀποσῶζον στάσιν·
ἀλλ’ ὅτι τῆς ἑκουσίου κενώσεως ὁ τρόπος ὡς ἐξ ἀναγκαίου λόγου τὸ τῆς ταπεινώσεως περικείμενος σχῆμα, διὰ τὸ ἀνθρώπινον ἐν ἐλάττοσί πως ἢ ἐν οἷς ἐστιν ὁ Πατὴρ φαίνεσθαι ποιεῖ, τὸν ἴσον αὐτῷ σύμμορφόν τε καὶ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ πεφηνότα Θεὸν Μονογενῆ. καὶ μὴ θαυμάσῃς ἀκούων, εἰ τῆς τοῦ Πατρὸς μεγαλοπρεπείας ἐν ἐλάττοσιν εἶναι δοκεῖ διὰ τὸ ἀνθρώπινον ὁ Υἱὸς, ὅτε διὰ τοῦτο καὶ αὐτῶν ἡττῆσθαι τῶν ἀγγέλων ὁ Παῦλος ἡμῖν αὐτὸν διισχυρίσατο γράφων ὧδε Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, καίτοι τῶν ἁγίων ἀγγέλων προσκυνεῖν αὐτὸν ἐπιτεταγμένων· ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, ἀλλὰ καὶ τῶν ἁγίων Σεραφὶμ κύκλῳ περιεστηκότων καὶ τάξιν ἀποπληρούντων τὴν οἰκετικὴν, ὅτε καθήμενος ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τοῖς προφήταις ἐφαίνετο. οὐκοῦν ὅσον ἧκεν εἰπεῖν εἰς τὴν ἐκ Θεοῦ Πατρὸς γνησίαν τε ὠδῖνα καὶ γέννησιν, οὐκ ἴδιον τοῦ Υἱοῦ τὸ ἀνθρώπινον·
PG 74:515ἴδιον δὲ πάλιν αὐτοῦ, καθὸ πέφηνεν ἄνθρωπος, διαμεμενηκὼς μὲν ὅπερ ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται διὰ παντὸς, ἑαυτὸν δὲ καθεὶς εἰς ὅπερ οὐκ ἦν δι’ ἡμᾶς. Πάτερ τοίνυν φησὶν ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. διατηρεῖσθαι τοὺς μαθητὰς τῇ τῆς ἀῤῥήτου φύσεως δυνάμει καὶ ἐξουσίᾳ βούλεται, καλῶς καὶ πρεπόντως ἀνατιθεὶς τὸ τοὺς οὕσπερ ἂν βούληται διασώζειν δύνασθαι, καὶ μάλα ῥαδίως, τῷ γε ἀληθῶς καὶ κατὰ φύσιν ὄντι Θεῷ· δοξάζει δὲ διὰ τούτων οὐχ ἑτέραν τινὰ πάλιν, ἀλλὰ τὴν ἑαυτοῦ φύσιν, ὡς ἐν προσώπῳ τοῦ Πατρὸς, ἐξ οὗ γεγέννηται ὡς Θεός. τοιγαροῦν ὦ Πάτερ, τήρησον αὐτούς φησιν ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, τουτέστι τῷ θείῳ. δεδόσθαι δὲ πάλιν τὸ τῆς θεότητος ὄνομά φησιν ἑαυτῷ, οὐχ ὡς ἐκ τοῦ μὴ εἶναι κατὰ φύσιν Θεὸς εἰς ἐπίκτητον θεότητος κεκλημένος ἀξίωμα· θετὸς γὰρ ἂν εἴη, καθάπερ ἡμεῖς, νόθην ἔχων καὶ κεκληρωμένην τὴν δόξαν καὶ τὴν φύσιν κεκαπηλευμένην, ἅπερ οὐ θέμις ἡμᾶς ἐννοεῖν· ζημιωθείη γὰρ διὰ τοῦτο καὶ τὸ εἶναι κατὰ φύσιν Υἱός.
ἐπειδὴ δὲ, καθάπερ αἱ θεῖαι χρησμῳδοῦσι γραφαὶ, γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, δεδέχθαι φησὶν ἅπερ εἶχεν, ὡς Θεός· οὐ γὰρ ἂν φαίνοιτο προσὸν φυσικῶς ἀνθρώπῳ τὸ τῆς θείας δόξης ὄνομά τε καὶ πρᾶγμα. νόει δὲ πάλιν, καὶ σύνες ἀκριβῶς, ὅπως ἑαυτὸν τὴν ζῶσάν τε καὶ ἐνυπόστατον δύναμιν ἔδειξε τοῦ Θεοῦ καὶ Πατρὸς, δι’ ἧς τὰ πάντα ἐργάζεται. προσφωνῶν γὰρ καὶ λέγων Τήρησον αὐτοὺς, οὐχὶ δὴ τούτοις ἠρκέσθη μόνον, ἑαυτὸν δὲ πάλιν παρακεκόμικεν εὐφυῶς, ὡς ἐνεργὸν εἰς τήρησιν καὶ δύναμιν οὖσαν τὴν καὶ εἰς τοῦτο δραστήριον τοῦ γεγεννηκότος αὐτόν· τήρησον γὰρ αὐτούς φησιν ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι. ὁρᾷς τοῦ λόγου τὴν ἀσφάλειαν. ἀπονέμων γὰρ ὥσπερ καὶ ἀναθεὶς διαπρέπον μόνῃ τῇ τῆς θεότητος φύσει τὴν τῶν καθ’ ἡμᾶς ἐπισκοπὴν καὶ οἰκονομίαν, ἑαυτῷ δεδόσθαι τὴν τῆς θεότητος δόξαν παραχρῆμα διισχυρίζεται, διὰ τὸ τῆς ἀνθρωπότητος σχῆμα, δοτὸν εἶναι λέγων τὸ φύσει προσὸν αὐτῷ, τουτέστι τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ὅθεν καὶ προσεῖναί φαμεν τῷ Υἱῷ φυσικῶς μὲν ὡς ἐκ Πατρὸς, ἀνθρωπίνως δὲ κατὰ δόσιν, ἅπερ ὡς ἄνθρωπος δέχεται, ὅσον εἰς ἀνθρώπου λόγον τοῦ καθ’ ἡμᾶς·
οὐ γὰρ φύσει Θεὸς ὁ ἄνθρωπος, Θεὸς δὲ φύσει Χριστὸς εἰ καὶ νοοῖτο καθ’ ἡμᾶς διὰ τὸ ἐξ ἡμῶν. Τηρεῖσθαι γεμὴν ἐν τῇ καθ’ ὁμόνοιάν τε καὶ ταυτοβουλίαν ἑνώσει βούλεται τοὺς μαθητὰς ἀνακιρναμένους ὥσπερ ἀλλήλοις ψυχῇ καὶ πνεύματι καὶ τῷ τῆς εἰρήνης καὶ φιλαλληλίας θεσμῷ, πρὸς ἀῤῥαγῆ τινα τῆς ἀγάπης δεσμὸν κατασφίγγεσθαι, ὡς μέχρι τοσούτου προελθεῖν τὴν ἕνωσιν, ὥστε καὶ εἰκόνα τῆς φυσικῆς ἑνότητος, τῆς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, τὴν προαιρετικὴν γενέσθαι συνάφειαν, ἀδιάσπαστον δηλονότι καὶ ἀκατάσχετον, ὑπὸ μηδενὸς τὸ σύμπαν τῶν ἐν τῷ κόσμῳ πραγμάτων, ἤτοι φιληδονιῶν, εἰς ἀνομοιότητα θελημάτων ἐξελκομένην, διασώζουσαν δὲ μᾶλλον ἐν ἑνότητι τῇ κατ’ εὐσέβειαν καὶ ἁγιασμὸν, ἀσινῆ τῆς ἀγάπης τὴν δύναμιν, ὃ καὶ γενέσθαι συμβέβηκεν. ὡς γὰρ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἀνέγνωμεν Τοῦ πλήθους τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, ἐν ἑνώσει δηλονότι τῇ τοῦ Πνεύματος. τοῦτο γάρ ἐστι καὶ τὸ δι’ αὐτοῦ πάλιν εἰρημένον τοῦ Παύλου Ἓν σῶμα καὶ ἓν πνεῦμα·
PG 74:517ἓν γὰρ σῶμα οἱ πολλοί ἐσμεν ἐν Χριστῷ, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν, καὶ πάντες ἐν ἑνὶ διακεχρίσμεθα Πνεύματι τῷ τοῦ Χριστοῦ. ὡς οὖν ἐσομένους συςσώμους, ἑνός τε καὶ τοῦ αὐτοῦ συμμεθέξοντας Πνεύματος, εἰς ἑνότητα πνεύματος τὴν οὐδαμόθεν διασπωμένην καὶ εἰς ὁμόνοιαν ἀῤῥαγῆ διατηρεῖσθαι βούλεται τοὺς ἑαυτοῦ μαθητάς. εἰ δέ τις δοίη καὶ κατ’ ἐκεῖνον τὴν τρόπον ἑνοῦσθαι τοὺς μαθητὰς, ὥσπερ οὖν ἕν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὐχὶ μόνον κατὰ τὴν οὐσίαν, ἀλλὰ καὶ κατὰ τὴν βούλησιν· μία γὰρ θέλησις ἐν τῇ ἁγίᾳ φύσει, καὶ τὸ εἰς πᾶν ὁτιοῦν βούλημα ταὐτόν· νοείτω καὶ οὕτως. οὐ γὰρ ἔξω βαδιεῖται λογισμοῦ τοῦ καθήκοντος, ἐπείτοι καὶ τὸ ἐν θελήσει ταὐτὸν θεωρήσαι τις ἂν παρά γε τοῖς ὄντως Χριστιανοῖς, εἰ καὶ μὴ ἐν ἴσῳ τύπῳ τὸ ὁμοούσιον ἐφ’ ἡμῖν, καθάπερ ἐπὶ Πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεοῦ Λόγου. «Ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτοὺς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ·
νῦν δὲ πρός σε ἔρχομαι.» Πρόεισί πως κατὰ βραχὺ πρὸς ἐμφανεστέραν δήλωσιν τοῦ Σωτῆρος ὁ λόγος, διεσκιασμένως δὲ ὡς ἐν ἀρχαῖς, διαγγέλλεται ἤδη καὶ ἐκκαλύπτεται, καθάπερ ἐκ χειμῶνος εἰς εὐδίαν μεταβαλών· ᾤοντο μὲν γὰρ οἱ μακάριοι μαθηταὶ πρὸς πολλῆς αὐτοῖς ἔσεσθαι ζημίας τοῦ Σωτῆρος ἡμῶν τὴν ἀπόλειψιν, δῆλον δὲ ὅτι τὴν μετὰ σαρκὸς νοουμένην· συνεῖναι γὰρ ὡς Θεὸς οἷσπερ ἂν βούληται τὸ κωλύον οὐδέν· προσεδόκων δὲ ὅτι διασώσει μὲν αὐτοὺς οὐδεὶς, ἀναληφθέντος εἰς οὐρανὸν τοῦ Χριστοῦ, προκείσονται δὲ τοῖς ἐθέλουσι κακοῦν, οὐδενὸς τὸ παράπαν τὴν τῶν πλεονεκτούντων ἐξείργοντος χεῖρα, κειμένου δὲ μᾶλλον τοῖς ἐθέλουσιν ἐπ’ ἐξουσίας τοῦ πάντα δρᾶν εἰς αὐτοὺς ἀδιακωλύτως, καὶ παντὸς εἴσω κινδύνου καλεῖν. ἀλλ’ εἰ καὶ σοφοὶ καὶ πατέρες καὶ τῆς οἰκουμένης φωστῆρες γεγόνασιν, οὐκ ὀκνητέον εἰπεῖν, ὡς ἔδει μὴ μόνον εἰς τὴν ἔνσαρκον παρούσιαν ἀποβλέπειν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, εἰδέναι δὲ δὴ ὅτι καὶ εἰ τῆς πρὸς αὐτοὺς συνουσίας ἀπονοσφίζοιτο κατὰ σάρκα, καὶ εἰ μὴ τοῖς τοῦ σώματος ὁρῷτο τυχὸν ὀφθαλμοῖς, ἀλλά γε παρόντα καὶ συνόντα διὰ παντὸς τῇ τῆς θεότητος ἐξουσίᾳ χρῆν δήπου πάντως ἐννοεῖν.
πότε γὰρ τῶν ἰδίων ἰδιωμάτων καταλήξει Θεὸς, ἢ τί τὸ ἀντιστατοῦν τῇ τῶν ὅλων κρατούσῃ φύσει, καὶ παραποδίζειν αὐτὴν καθάπερ ἐξ ἀνάγκης δυνάμενον πρὸς τὸ ἐνεργῆσαι τὰ ἑαυτῆς; ἐνέργεια δὲ καὶ δύναμις θεοπρεπὴς, τὸ εἶναι πανταχῇ, καὶ πληροῦν μὲν ἀῤῥήτως τὸν οὐρανὸν, πληροῦν δὲ αὖ πάλιν τὴν γῆν, καὶ χωρεῖν μὲν ἐν πᾶσι, χωρεῖσθαι δὲ ὑπὸ μηδενός. οὐ γὰρ τόπῳ περιληπτὸς ὁ Θεὸς, ἢ διαστήμασι περιωρισμένος, ἀλλ’ οὐδὲ περιγραφῆς εἴσω τινός· παθεῖν γάρ τι τοιοῦτον ἡ ἄποσός τε καὶ ἀμεγέθης καὶ ἀσώματος οὐκ ἀνέχεται φύσις. οὐκοῦν ἐπείπερ ἦν ἅμα Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Χριστὸς, χρῆν δήπου πάντως μὴ ἀγνοῆσαι τοὺς μαθητὰς, ὡς εἰ καὶ ἀπεῖναι γένοιτο σωματικῶς, οὐκ ἀπολειφθήσεται παντελῶς, συνέσται δὲ πάντως, κατὰ τὸν ἄῤῥητον τῆς θεοπρεποῦς ἐξουσίας λόγον. διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ ἐν μὲν τοῖς παρῳχηκόσιν ἔλεγε Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι·
PG 74:519νυνὶ δὲ πάλιν Ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, μονονουχὶ τοῦτο δηλῶν τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι τῇ τῆς θεότητος ἐνεργείᾳ μᾶλλον ἂν πρέποι, καὶ οὐ τῇ τῆς σαρκὸς παρουσίᾳ, τὸ διασώζειν δύνασθαί τινας· καὶ αὐτὴ γὰρ ἡ σὰρξ οὐκ ἐξ ἑαυτῆς ἡγιάζετο, τῇ δὲ συνουσίᾳ τοῦ ἑνωθέντος αὐτῇ Λόγου, πρὸς τὴν αὐτοῦ τρόπον τινὰ φυσικὴν μεθισταμένη δύναμιν, σωτηρίας πρόξενος καὶ ἁγιασμοῦ τοῖς αὐτῆς μετέχουσι γίγνεται. τὸ σύμπαν οὖν ἄρα τῆς ἐνεργείας τῆς θεοπρεποῦς οὐχὶ δὴ πάντως αὐτῇ καθ’ ἑαυτὴν ἀναθήσομεν τῇ σαρκὶ, πρεπωδέστερον δέ τι φρονοῦντες τῇ θείᾳ τοῦ Λόγου δυνάμει προσγράψομεν. τὸ γὰρ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς τηρεῖσθαι τοὺς μαθητὰς, ἆρ’ οὐχὶ τοῦτό ἐστι καὶ ἕτερον οὐδέν; Θεοῦ γὰρ δόξῃ τετήρηνται. ἀφιστὰς τοιγαροῦν τῆς τῶν μαθητῶν διανοίας τὸν ἐκ τοῦ δοκεῖν ἀπολιμπάνεσθαι φόβον, αὐτὸ διὰ τῶν αὐτῶν ἀνακυκλήσας πολλάκις πᾶσαν αὐτοῖς ἔσεσθαι τὴν ἀσφάλειαν, οὐκ ἐκ τοῦ συνδιαιτᾶσθαι σωματικῶς τῷ διδασκάλῳ φησὶν, ἀλλ’ ἐπείπερ μᾶλλόν ἐστι κατὰ φύσιν Θεός. ἀκατάληκτον δὲ δῆλον ὅτι τὴν ἐφ’ ἅπασιν ἔχων ἐξουσίαν καὶ δύναμιν·
οὐ γὰρ ἂν ἀλλοιωθείη καὶ μετάστασίν τινα λάβοι πρὸς ὅπερ οὐκ ἦν τὸ ὡσαύτως ἔχον ἀεὶ, διασώσῃ δὲ πάλιν αὐτοὺς οὐδὲν ἧττον ἀκονιτὶ, καὶ παντὸς τοῦ προσπίπτοντος ἐξελεῖται κακοῦ. κατανόει δὲ πάλιν τὴν ἐγκεκρυμμένην τῷ λόγῳ πρόνοιαν, εἰς ὄνησιν ἡμετέραν καὶ οἰκοδομήν. ἐξαιτήσας γὰρ ὥσπερ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς γενέσθαι τὴν τήρησιν, τὴν εἰς τοὺς ἁγίους δὲ δηλόνοτι φημὶ μαθητὰς, αὐτὸς ἤδη πεπραχέναι τὸ τοιοῦτό φησιν, ἰσοσθενῆ τε καὶ ἰσουργὸν τῷ ἰδίῳ γεννήτορι δεικνὺς ἑαυτὸν, μᾶλλον δὲ ἑαυτὸν ὄντα τὴν ἐνυπόστατον τοῦ γεννήσαντος δύναμιν. ᾧ γὰρ ἂν φαίνοιτο προσὸν τὸ ταὐτὰ δύνασθαι τῷ γε ὄντι καὶ ὁμολογουμένῳ κατὰ φύσιν Θεῷ, πῶς οὐκ ἂν πάντη τε καὶ πάντως ἐνυπάρχον νοοῖτο, καὶ τὸ ἴσον ἐν ἐξουσίᾳ καὶ ἡ κατὰ φύσιν ταυτότης; καὶ ὁ τηρήσας ὡς Θεὸς ἐν ὀνόματι Θεοῦ, πρέπουσάν τε τῇ κλήσει τὴν ἐκ τῶν κατωρθωμένων θεοπρεπῶς ἀναδησάμενος δόξαν, κατὰ τίνα τρόπον ἔκφυλος, ἤγουν ἑτεροφυὴς, μᾶλλον δὲ οὐκ αὐτόχρημα δειχθήσεται τοῦθ’ ὅπερ ἐστὶ κατὰ φύσιν Θεός; οὐ γὰρ ἄν τι δράσαι τῶν ὄντων τὰ ἰδικῶς ἐνεργήματα Θεοῦ, μὴ οὐχὶ τοῦτο ὑπάρχον οὐσιωδῶς, ὅπερ ἂν εἶναι τυχὸν οἰησαίμεθα τὸν Θεόν.
ἀποσώζει δὲ πάλιν ἐν τῇ καθ’ ἑαυτὸν θεωρίᾳ τὸ ἐν νοήσει διπλοῦν διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. ἀποφέρει μὲν γάρ πως τῆς γενητῆς φύσεως τὸ διασώζειν δύνασθαι καὶ τηρεῖν τὰ οἷσπερ ἂν τοῦτο τυχὸν ὀφείληται δι’ εὐσέβειαν, ἀνατίθησι δὲ τῷ ὀνόματι τοῦ Πατρὸς, μόνῃ τῇ θείᾳ προσνέμων φύσει τὰ θεοπρεπῆ. διὰ γὰρ τοῦτο πάλιν, καίτοι τετηρηκέναι λέγων τοὺς μαθητὰς, οὐ τοῖς ἀνθρωπότητος μέτροις τὴν τοῦ κατορθώματος ὑπόληψιν ἐχαρίσατο, πεπληρῶσθαι δὲ μᾶλλον ἐν ὀνόματι λέγει τῷ τοῦ Θεοῦ, ἔξω μέν πως τιθεὶς ἑαυτὸν τοῦ πράγματος, καθὸ γέγονέ τε καὶ νοεῖται σὰρξ, εἴσω δὲ πάλιν τοῦ τηρῆσαι τιθεὶς καὶ ἐνεργεῖν δύνασθαι τὰ θεοπρεπῆ, καθόπερ ἐστὶ Θεὸς ἐκ Θεοῦ, δύναμις ἡ παντουργικὴ τοῦ Πατρὸς, ἰσχὺς οὐκ ἐνεργουμένη, ἀλλ’ ἐξ ὧν ἐστιν αὐτὴ τὴν ὅθεν ἀῤῥήτως προέκυψεν ἐμφανίζουσα φύσιν. εἰ δὲ δεδόσθαι φησὶν αὐτῷ κἀν τούτῳ δὴ πάλιν τὸ τῆς θεότητος ὄνομα, καίτοι Θεὸς κατὰ φύσιν ὑπάρχων καθὸ πέφηνεν ἐκ Θεοῦ Μονογενὴς, οὐδὲν τοῦτο διαλυμαίνεται τῇ ἀληθείᾳ τοῦ πράγματος, οὐδὲ τῆς αὐτῷ πρεπούσης ἐξώσειεν ἂν αὐτὸν τιμῆς τε καὶ δόξης· πολλοῦ γε καὶ δεῖ.
PG 74:521εἴη γὰρ ἂν τὸ λαβεῖν τῆς ἀνθρωπότητος ἴδιον, καὶ αὐτῇ πρεπόντως ἀνακείσεται μᾶλλον· ἔχει γὰρ οὐδὲν ἐξ ἑαυτῆς. Τηρῆσαι δὲ οὕτω φησὶ τοὺς ἑαυτοῦ μαθητὰς, καὶ τοσαύτην ἐπ’ αὐτοῖς ποιῆσαι τὴν πρόνοιαν, ὡς ἀπολέσθαι μηδένα, πλὴν ἑνὸς, ὃν καὶ τῆς ἀπωλείας ὠνόμασεν υἱὸν, ὡς ἐξ οἰκείας βουλῆς, μᾶλλον δὲ μοχθηρίας τε καὶ ἀνοσιότητος, τῇ ἀπωλείᾳ χρεωστούμενον. οὐδὲ γὰρ οἰησόμεθά ποτε, κατὰ θεῖόν τε καὶ ἄμαχον κρῖμα τὸν προδότην ἐν μαθηταῖς τῇ τοῦ θηρεύοντος ἐναλῶναι παγίδι, καὶ βρόχων εἴσω γενέσθαι διαβολικῶν· ἦ γὰρ ἂν ὑπάρχοι καὶ ἀνυπαίτιος, ψήφῳ τὸ νικᾶν παραχωρήσας τῇ ἄνωθεν. κρίματι γὰρ τῷ παρὰ Θεοῦ τίς ἀντιστήσεται; νυνὶ δὲ κατάκριτος βδελυρός τε καὶ ἐν ἀμείνοσιν, εἰ μηδόλως ἐγεννήθη. διὰ ποίαν αἰτίαν; ἐξ οἰκείων γὰρ τοῦτο παθὼν θελημάτων, καὶ οὐκ ἐξ ἀνάγκης τῆς παρά τινος ὁ δείλαιος ἐξελέγχεται· ὁ δὲ τὸν οὕτω δεινὸν ἀγαπήσας ὄλεθρον, τέκνον ἀπωλείας εὐλόγως ἂν ὀνομάζοιτο, ἅτε δὴ καὶ χρεωστούμενος μὲν ὀλέθρῳ καὶ φθορᾷ, περιμένων δὲ ὥσπερ ὠδῖνα καὶ οἶμον τὴν τῆς ἀπωλείας ἡμέραν.
Ἐπειδὴ δὲ προστέθεικε τοῖς περὶ τούτου λόγοις τό Ἵνα πληρωθῇ ἡ γραφὴ, πάλιν ἐκεῖνο χρησίμως τοῖς ἐντευξομένοις φαμέν. οὐ γὰρ ἐπειδήπερ εἴρηκεν ἡ γραφὴ, διόλωλεν ὁ προδότης, καὶ εἰς τοῦτο παρῆλθε φαυλότητος, ὡς ὀλίγων ἀργυρίων τὸ τίμιον αἷμα προέσθαι τοῦ Χριστοῦ· ἐπειδὴ δὲ ἀπολέσθαι πάντη τε καὶ πάντως ἔμελλε, διὰ τὴν ἐνοῦσαν αὐτῷ δυστροπίαν παραδοὺς τὸν Κύριον, ὅτι πάντως ἔσται προμεμήνυκεν ἡ γραφὴ, ἣν οὐκ ἦν διαψεύσασθαι. Θεοῦ γὰρ λόγος ἐστὶ τοῦ πάντα εἰδότος, καὶ ἐν ἰδίᾳ νοήσει τὸν ἑκάστου φέροντος τρόπον τε καὶ βίον, καὶ τὴν ἀπ’ ἀρχῆς εἰς τέλος διεξαγωγήν. καὶ γοῦν ὁ ψάλλων τὴν τῶν ὅλων εἴδησιν τήν τε τῶν παρῳχηκότων ἤδη καὶ τὴν τῶν ἔσεσθαι προσδοκωμένων ἀπονέμων αὐτῷ, πρὸς αὐτόν που φησί Σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες· πάντα τοίνυν προεγνωκὼς, καὶ ὡς ἤδη παρόντα περιαθρήσας τὰ μέλλοντα, πρὸς τοῖς ἄλλοις ἅπασιν οἷς ἔφη περὶ Χριστοῦ, ὁ θεῖος ἡμῖν προμεμήνυκε λόγος, ὅτι καὶ ἀπολεῖται προδοὺς ὁ τεταγμένος ἐν μαθηταῖς·
ἦν δὲ οὐχὶ πάντως θέλησίς τε καὶ πρόσταγμα Θεοῦ, τὸ προειδέναι τε καὶ εἰπεῖν τὰ ἐσόμενα, ἀλλ’ οὐδὲ ἡ πρόῤῥησις ἀναγκαστικὴ πρὸς ἐνέργειαν τοῦ προσημανθέντος κακοῦ, καὶ τῆς κατὰ τοῦ Σωτῆρος ἐπιβουλῆς, ἀποτρεπτικὴ δὲ μᾶλλον. τῷ γὰρ τοῦτο μαθόντι μετῆν δήπου πάντως, εἴπερ ἠβουλήθη, καὶ παραιτήσασθαι καὶ φυλάξασθαι τὸ παθεῖν, προαιρετικὴν ἔχοντι τὴν ἐφ’ ὅπερ ἂν βούλοιτο ῥοπήν. Ἀλλ’ ἴσως ἐρεῖς Πῶς οὖν ἔτι τετήρηκεν ὁ Χριστὸς, εἰ ταῖς τῶν ἰδίων θελημάτων ῥοπαῖς καὶ προαιρετικοῖς κινήμασιν, οἱ μὲν ἔξω δικτύων διαβολικῶν εὑρίσκονται γεγονότες, ἥλω δὲ μόνος Ἰούδας παρὰ πάντας ὁ δείλαιος; ποῖον οὖν ἄρα γέγονε τὸ ἐκ τῆς ἐνθάδε λεγομένης τηρήσεως ὄφελος; Ἀλλ’ ὦ γενναῖε, πάλιν ἐροῦμεν ἡμεῖς, καλὴ μὲν ἡ νῆψις, ἐπωφελεστάτη δὲ σφόδρα τῆς ἡμετέρας διανοίας ἡ ἀσφάλεια, καὶ τὸ σύντονον θέλημα πρὸς ἀγαθουργίαν καὶ εἰς κατόρθωσιν ἀρετῆς· κατεργασόμεθα γὰρ οὕτω τὴν ἑαυτῶν σωτηρίαν· πλὴν οὐκ ἀρκέσει τοῦτο καὶ μόνον τῇ ἀνθρώπου ψυχῇ· δεῖται γὰρ ἀναγκαίως τῆς ἄνωθεν συνεργίας καὶ χάριτος, ἐξευμαριζούσης αὐτῇ τὰ δυσήνυτα, εὐστιβῆ δὲ λίαν ἀποτελούσης τὴν ἀνάντη καὶ τετραχυμένην τῆς δικαιοσύνης ὁδόν.
PG 74:523ὅτι γὰρ οὐδὲν ὅλως τὰ παρ’ ἡμῶν, εἰ μὴ τὰ ἐκ τῆς θείας προσγένοιτο χάριτος, ἄκουε βοῶντος τοῦ ψάλλοντος Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Χρῆναι δὴ οὖν ἀναγκαίως φημὶ ἡμᾶς μὲν τὴν οἴκοθεν εἰσκομίζειν ἐγκράτειαν καὶ τὴν φιλόθεον ἕξιν ἐπιτηδεύοντας, νεανικοὺς ὁρᾶσθαι πρὸς τὸ ἐξανῦσαι φιλεῖν τὴν ἑαυτῶν σωτηρίαν, ἐξαιτεῖν δὲ οὕτω τὰ παρὰ Θεοῦ, καὶ τὴν ἄνωθεν ἐπικουρίαν καθάπερ ἄμαχόν τινα καὶ ἀῤῥαγῆ παντευχίαν ἑλόντας ἀνδρίζεσθαι. δεδωκότος δὲ ἅπαξ καὶ ἐπινεύσαντος ἡμῖν πρὸς τοῦτο τοῦ Θεοῦ, ἐξὸν ἡμῖν ἤδη τὴν τῶν πολεμούντων καταγωνίζεσθαι δύναμιν καὶ τὴν τοῦ διαβόλου χεῖρα πλεονεκτεῖν, εἰ μὴ βουλοίμεθα πείθεσθαι καλοῦντι πρὸς ἡδονὰς, ἤγουν εἰς ἕτερον ἁμαρτίας τρόπον· εἰ τὴν οἰκείαν ἡμεῖς αὐτῷ χαρισαίμεθα βούλησιν, καὶ ταῖς εἰς φαυλότητα ῥοπαῖς ἑαυτοὺς καθέντες εἰς τὸν ἐκείνου βρόχον διελεγχοίμεθα, πῶς ἂν ἕτερον ἔτι πρεπόντως αἰτιασαίμεθα καὶ οὐχὶ μᾶλλον ταῖς ἑαυτῶν ἀβουλίαις τὸ παθεῖν ἐπιγράψωμεν;
ἢ γὰρ οὐ τοῦτό ἐστιν, ὅπερ εἴρηκε φθάσας ὁ Σολομών Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ· ἀλλ’ ἔστιν οὐκ ἀμφίλογον. εἰ μὲν οὖν οὐ μετῆν τῷ προδότῃ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἐν ἴσῳ τοῖς ἄλλοις ἀπολαύειν μαθηταῖς, ἐπιδεικνύτω τις, καὶ ἡττήμεθα· εἰ δὲ τοῖς ἄλλοις ἐν ἴσῳ τὴν ἐκ τῆς θείας χάριτος ἔχων περιβολὴν, ἐξ ἰδίων θελημάτων εἰς τὸ τῆς ἀπωλείας κατώλισθε βάραθρον, πῶς οὐ τετήρηκεν ὁ Χριστὸς τὰ ἐκ τῆς οἰκείας ἡμερότητος ἐπιδοὺς, καὶ ὅσον ἧκεν εἰς τὴν τῆς ἀσφαλείας ἐπίδοσιν διασῶσαι τὸν ἄνθρωπον, εἰ μὴ τὸ παθεῖν ἠθέλησεν ἐξ ἰδίων θελημάτων αὐτός. διέπρεψε γοῦν ἐν τοῖς ἑτέροις ἡ χάρις, μέχρι παντὸς διασώσασα τοὺς τὴν ἰδίαν προαίρεσιν συνεργάτην ὥσπερ ποιησαμένους αὐτῇ. διοικεῖται γὰρ οὕτω τῆς ἑκάστου σωτηρίας ὁ τρόπος. «Καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.» Διαμέμνησο πάλιν ὧν ἐλέγομεν ἀρτίως, καὶ συνήσεις εὖ μάλα τοῦ προκειμένου τὸν νοῦν.
διττὴν γὰρ ἡμῖν πανταχῆ τοῦ ἰδίου προσώπου διεσώσατο τὴν παράστασιν, καὶ τὸ θεῖον ἐν ἑαυτῷ διαπρέπον ἀξίωμα δεικνὺς, καὶ τὸ πρέπον τῇ ἀνθρωπότητι μέτρον οὐκ ἀπόβλητον ποιησάμενος διὰ τὴν οἰκονομίαν. καὶ γὰρ ἦν πως ἄτοπον ἐξαρνεῖσθαι θέλειν αὐτὸν τὸ δι’ ἡμᾶς ἑκουσίως προσληφθέν. οὐδενὸς γὰρ ὢν ἐπιδεὴς, τέλειος δὲ κατὰ πάντα ἐκ τελείου Πατρὸς, κεκένωκεν ἑαυτὸν, οὐχ ἑαυτῷ τι τῶν χρησίμων πραγματευόμενος, ἀλλ’ ἡμῖν αὐτοῖς τὸ ἐκ τῆς κενώσεως προξενῶν ἀγαθόν. Θεὸν οὖν ἄρα καὶ ἄνθρωπον ἐν ταὐτῷ παριστὰς ἑαυτὸν, ἐννοεῖν ὥσπερ ἀναπείθει τοὺς μαθητὰς, ὡς ἀπών τε καὶ παρὼν οὐδὲν ἧττον ἐνεργήσει τὰ πρὸς σωτηρίαν αὐτοῖς τελοῦντα τὴν κατὰ Θεὸν, καὶ ὥσπερ τετήρηκεν ἔτι συνὼν ἐπὶ γῆς διὰ τὸ ἀνθρώπινον, οὕτω τηρήσει καὶ ἀπὼν θεϊκῶς διὰ τὸ τῆς ἰδίας οὐσίας ἐξαίρετον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ἄπεστι δὲ παντελῶς τῶν ὄντων οὐδενός· πληροῖ γὰρ τὰ πάντα καὶ διὰ πάντων ἐρχόμενον, ἔξω τε πάντων καὶ ἐν πᾶσίν ἐστι. διαλεγόμενος δὲ πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ λέγων Πάτερ ἅγιε, τήρησον αὐτοὺς, εὐθὺς εἰσκεκόμικεν, ἅτε δὴ καὶ ὑπάρχουσαν, τὴν ἐφ’ ἅπασιν ἐνεργὸν δύναμιν τοῦ Πατρός·
ἐν ταὐτῷ δὲ δείκνυσιν ὡς οὐκ ἔξω τῆς αὐτοῦ φύσεώς ἐστιν, ἀλλ’ ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ὑπάρχων ἀδιάσπαστον ἔχει τὴν ἕνωσιν, κἂν ἐν ὑπάρξει νοῆται τῇ καθ’ ἑαυτόν. Τήρησον γὰρ αὐτοὺς, φησὶν, ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι· καὶ πάλιν Ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι. ἀναγκαῖον τοιγαροῦν ἐννοεῖν, ὡς εἴπερ ἤδη τετήρηκε μὲν αὐτὸς ἐν ὀνόματι τῷ δοθέντι παρὰ τοῦ Πατρὸς, τουτέστιν, ἐν δόξῃ θεότητος· ἐχαρίσατο γὰρ αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· τηρῆσαι δὲ καὶ αὐτὸν βούλεται τὸν Πατέρα πάλιν ἐν ὀνόματι τῷ δοθέντι αὐτῷ, ὡς οὐκ ἔξω τῆς ἐνεργείας τῆς ἐν τῷ πράγματι κείσεται· διατηρήσει γὰρ ὁ Πατὴρ τοὺς ἐν πίστει τῇ εἰς αὐτὸν γνησίους, ὡς διὰ τῆς ἰδίας ἰσχύος τοῦ Μονογενοῦς. ἐνεργὸς γὰρ οὐκ ἔσται περί τι τῶν ὄντων, εἰ μὴ δι’ αὐτοῦ.
PG 74:525οὐκοῦν εἰ τετήρηκε καὶ μετὰ σαρκὸς τῇ τῆς θεότητος ἐξουσίᾳ καὶ δόξῃ, κατὰ τίνα τρόπον ἐλλελοιπὼς ὀφθήσεται τὸ τῆς δεούσης φειδοῦς ἀξιοῦσθαι τοὺς μαθητὰς, πῶς δὲ διαπίπτειν ἀσφαλείας τῆς παρ’ αὐτοῦ συμβήσεται, καίτοι διαμενούσης ἀεὶ τῆς θεοπρεποῦς ἐξουσίας τοῦ Μονογενοῦς, καὶ ἐν ταυτότητι πεπηγμένης τῆς κατὰ φύσιν ἐνούσης ἰσχύος αὐτῷ; παρατροπῆς γὰρ ὅλως καὶ μεταστάσεως τῆς ἐφ’ ἕτερόν τι τῶν ἀδικεῖν εἰωθότων τὸ θεῖον ἀσύνηθες, ἀεὶ διαλάμπον ἐν ἀκαταλήκτοις τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτήμασι. Λελάληκα τοίνυν ἐν τῷ κόσμῳ τὰ τοιαῦτα, φησὶν, ἵνα οἱ ἡμέτεροι μαθηταὶ τὴν ἐμὴν ἔχωσι χαρὰν πεπληρωμένην ἐν αὐτοῖς· πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν εἰσαῦθις, ταῖς τῶν λόγων ἀσαφείαις φιλονεικεῖν οὐκ ὀκνήσαντες· ᾤοντο μὲν γὰρ οἱ μακάριοι μαθηταὶ, συνόντος αὐτοῖς καὶ συνδιατρίβοντος τοῦ Χριστοῦ, δῆλον δὲ ὅτι κατὰ σάρκα φαμὲν, πάσης μὲν εὐκόλως ἀπαλλαχθήσεσθαι συμφορᾶς, καὶ κινδύνους τοὺς ἐξ Ἰουδαίων παραδραμεῖσθαι ῥᾳδίως, ἀνάλωτοί τε διαμένειν τοῖς ἐθέλουσι κακοῦν·
PG 74:527κεχωρισμένου γεμὴν καὶ πρὸς τὸ ἄνω χωρήσαντος, παντὶ μὲν ἑτοίμως περιπεσεῖσθαι κινδύνῳ, τὸν δὲ ἐπὶ τοῖς ἐσχάτοις ὑπομεῖναι κίνδυνον, ὡς οὐδενὸς ὄντος ἔτι τοῦ διαρκῶς ἐπαμύνοντος καὶ τὴν τῶν πειρασμῶν διαπτοοῦντος ἔφοδον. διὰ ταύτην οὖν τὴν αἰτίαν ἄρα ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὔτε τὴν ἅπαξ ληφθεῖσαν ἀρνούμενος ἀνθρωπότητα, οὔτε μὴν τῆς θεοπρεποῦς ἐξουσίας ἐν ἐνδείᾳ γεγονότα δεικνὺς ἑαυτὸν, τοῦτο κἀκεῖνο διὰ τῶν λόγων ἐφαίνετο, δεδόσθαι μὲν ὡς ἀνθρώπῳ λέγων τὸ τῆς θεότητος ὄνομα, ἀποτελεῖσθαι γεμὴν ἐν αὐτῷ καὶ δι’ αὐτοῦ παρὰ Πατρὸς τὴν ἐπὶ τοῖς σεβομένοις αὐτὸν φειδώ τε καὶ τήρησιν. τί δὲ ἄρα τὸ σοφῶς ἦν ἐν τούτοις ἐξηρτυμένον; ἵνα δὴ μάθοιεν οἱ μακάριοι μαθηταὶ καὶ συνεῖεν εὖ μάλα, λεπτὸν ἐπιστήσαντες τῷ λεγομένῳ τὸν νοῦν, ὅτι καὶ συνὼν μετὰ σαρκὸς, οὐ διὰ ταύτης αὐτοῖς τὰ εἰς σωτηρίαν εἰργάζετο, ἀλλ’ ἐν τῇ τῆς θεότητος δόξῃ καὶ δυνάμει τῇ παντουργῷ. οὐδὲν οὖν ἄρα, φησὶν, ἀδικήσει τοὺς μαθητὰς τὸ μὴ παρεῖναι μετὰ σαρκὸς, τῆς θεϊκῆς ἐξουσίας τοῦ Μονογενοῦς διασώζειν εὐκόλως δυναμένης αὐτοὺς, κἂν εἰ μὴ φαίνοιτο παροῦσα τυχὸν ἡ σάρξ.
Καὶ ταῦτά φαμεν, οὐκ ἐν τῷ μηδενὶ τιθέντες τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ, μὴ γένοιτο, ἀλλ’ ὅτι τὴν ἐπὶ τοῖς τελουμένοις ἐνέργειαν μᾶλλον ἂν πρέποι τῇ τῆς θεότητος ἀπονεμεῖσθαι δόξῃ. ἡγιάζετο γὰρ καὶ αὐτὸ τὸ τοῦ Κυρίου σῶμα τῇ τοῦ ἑνωθέντος Λόγου δυνάμει, ἐνεργὸν δὲ οὕτω πρὸς εὐλογίαν ἡμῖν ἀποτελεῖται τὴν μυστικὴν, ὡς καὶ δύνασθαι τὸν ἴδιον ἡμῖν ἐμφυτεύειν ἁγιασμόν. τοιγάρτοι καὶ αὐτὸς ὁ Σωτὴρ τὰς πρὸς Ἰουδαίους ποτὲ διαλέξεις ποιούμενος, καὶ πολλὰ περὶ τῆς ἰδίας λέγων σαρκὸς, ἄρτον τε αὐτὴν ἀποκαλῶν ζωοποιὸν ὄντως καὶ ἀληθινόν Ὁ γὰρ ἄρτος, φησὶν, ὃν ἐγὼ δώσω ὑμῖν ἡ σάρξ μου ἐστὶν ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. καταπεπληγμένων τε λίαν ἐκείνων, καὶ πῶς ἂν αὐτοῖς ἡ τῆς γηγενοῦς σαρκὸς φύσις πρόξενος γένοιτο τῆς αἰωνίου ζωῆς, οὐ μετρίως διηπορηκότων, ἀπολογούμενος ἔφασκεν Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· τὰ ῥήματα ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστι· κἀνταῦθα γὰρ πάλιν, οὐδὲν ὠφελεῖν δύνασθαι τὴν σάρκα φησὶν, πρὸς ἁγιασμὸν δηλονότι καὶ ζωοποίησιν τῶν δεχομένων αὐτὴν, ὅσον ἧκεν εἰς σαρκὸς ἀνθρωπίνης φύσιν·
ὅταν δὲ νοῆται καὶ πιστεύηται τοῦ Λόγου ναὸς, τότε δὴ πάντως ἔσται καὶ ἁγιασμοῦ καὶ ζωῆς πρόξενος, πλὴν οὐ πάντως δι’ ἑαυτὴν, ἀλλὰ διὰ τὸν ἑνωθέντα Θεὸν, ὅς ἐστιν ἅγιος καὶ ζωή. τῇ τῆς θεότητος τοιγαροῦν ἐνεργείᾳ τὸ σύμπαν ἀποδιδοὺς, ἀζήμιον ἔσεσθαί φησι τοῖς ἑαυτοῦ μαθηταῖς, ὅσον ἧκεν εἰς τὸ τηρεῖσθαι ζητεῖν τὴν μετὰ σαρκὸς ἀποφοίτησιν. εἰ γὰρ καὶ συστέλλοιτο τυχὸν εἰς οὐράνους, ἀλλ’ οὐκ ἀπέσται τῶν ἀγαπώντων αὐτὸν ὁ Σωτὴρ, συνέσται δὲ πάλιν τῇ τῆς θεότητος ἐξουσίᾳ. Ἵνα τοίνυν ἔχοιεν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς, ταῦτα λελάληκα ἐν τῷ κόσμῳ φησί. τίς οὖν ἡ πεπληρωμένη καὶ τελεία χαρά; τὸ εἰδέναι καὶ πιστεύειν, οὐχ ὅτι μόνον καθ’ ἡμᾶς ἦν ἄνθρωπος ὁ Χριστὸς, ἀλλ’ ὅτι μετὰ τοῦ εἶναι καθ’ ἡμᾶς, δίχα μόνης ἁμαρτίας, καὶ Θεός ἐστιν ἀληθινός. πρόδηλον οὖν ἄρα καὶ οὐδαμόθεν ἀμφίβολον, ὅτι παρέσται πάντως αὐτῷ τὸ διασώζειν δύνασθαι τοὺς σεβομένους αὐτὸν, καθ’ ὃν ἂν βούλοιτο χρόνον, καὶ εἰ μὴ παρὼν ὁρῷτο μετὰ σαρκός. κείσεται γὰρ ἐν τούτῳ, τὸ τελείαν ἔχειν δύνασθαι καὶ ἡμᾶς τὴν χαρὰν, ἅτε δὴ καὶ ἐγγὺς ἀεὶ καὶ συμπαραστάτην ἔχοντας τὸν ἐξαιρεῖσθαι παντὸς ἐξισχύοντα κακοῦ.
«Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου· οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.» Τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς εὐμενείας χρειωδεστάτην ἡμῖν ἀποφαίνει τὴν ἐπίδοσιν, ἣν καὶ ἐν τάξει δικαίας τε καὶ πρεπωδεστάτης ἀμοιβῆς μονονουχὶ καὶ ὠφειλῆσθαί φησι πρὸς αὐτοῦ τοῖς δι’ αὐτὸν κινδυνεύουσι. μισεῖ γὰρ ὁ κόσμος διὰ Θεὸν τοὺς Θεῷ προσεδρεύοντας, καὶ τοῖς παρ’ αὐτοῦ διωρισμένοις εἴκοντας νόμοις, καὶ λόγον οὐδένα τῆς ἐν κόσμῳ ποιουμένους ἡδονῆς, οἳ καὶ πρεπόντως ἂν τύχοιεν συνεργίας τῆς παρ’ αὐτοῦ καὶ χάριτος, καὶ τῆς εἰς τὸ εὖ εἶναι διαμονῆς. ἐπ’ αὐτῷ γὰρ ἀνακεκλιμένοι τρόπον τινὰ καὶ θαρσήσαντες, καὶ τὸν δι’ αὐτὸν ἀράμενοι πόλεμον, καὶ τοῖς ὑπὲρ δύναμιν ὁμιλῆσαι κινδύνοις οὐ καταδείσαντες, πῶς οὐκ ἂν ἤδη λοιπὸν ἀναλόγως τῷ προτεθέντι σκοπῷ κομίσαιντο τὴν ἀντίδοσιν; διὰ τοῦτό φησιν ὁ Σωτὴρ ὅτι ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
PG 74:529παρεδέξαντο γὰρ, φησὶ, καὶ λίαν ἀσμένως τὸν σὸν, ὦ Πάτερ, δι’ ἐμοῦ πρὸς αὐτοὺς γεγονότα λόγον, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, ἔξω που ζωῆς κοσμικῆς καὶ φρονημάτων γεωδεστέρων ἀποκομίζον εὐκόλως τοὺς προσιεμένους αὐτό. διά τοι τοῦτο καὶ παρὰ τοῦ κόσμου μεμίσηνται, τουτέστι, τῶν τὰ ἐν τῷδε τῷ κόσμῳ φρονεῖν ἑλομένων, καὶ τὴν φιλήδονον ταύτην καὶ μυσαρωτάτην ἀγαπώντων ζωήν. οὐ γὰρ ἡδεῖς τοῖς ἐν κόσμῳ τῶν ἁγίων οἱ λόγοι, διασύροντες ἀεὶ τὰ ἐν τῷδε τῷ βίῳ κακὰ, καὶ βδελυρὰν ἀποφαίνοντες τὴν ἐν κόσμῳ ζωὴν, κατηγοροῦντές τε τῆς ἁμαρτίας τῆς ἐν αὐτῷ, καὶ πικροῖς ἐλέγχοις κατατοξεύοντες τοὺς οἷσπερ ἂν φαίνοιτο τὸ πταίειν ἡδὺ καὶ τοῖς ἐπιγείοις ἐγκαλινδεῖσθαι κακοῖς, καὶ πλεονεξίας μὲν ἁπάσης καταστρατευόμενοι, φιλοδοξίαν δὲ διαπτύοντες, καὶ τὴν ἁπασῶν μητέρα τῶν κακῶν φιλοχρηματίαν παραιτεῖσθαί τε καὶ ὡς ποῤῥωτάτω ποιεῖσθαι διδάσκοντες, ἀλλὰ καὶ τῆς ἀρχαίας ἀπάτης ἔξω φέρεσθαι δεῖν ἐπιτάττοντες, καὶ πρὸς τὸν τῶν ὅλων ἰέναι Θεὸν τοῖς ἀρκύων εἴσω διαβολικῶν εἰλημμένοις. Μεμίσηνται τοίνυν διὰ ταῦτά φησιν, ὦ Πάτερ.
οὐ γὰρ ἐπί τισι τῶν αἰσχρῶν ἤγουν ἀνοσίων κατεγνωσμένοι, δυςαχθέστεροί πως τοῖς ἐν κόσμῳ γεγόνασιν, ἀλλ’ ἐπείπερ αὐτοῖς τὸν παρὰ σοῦ δέδωκα λόγον, ὡς διὰ τοῦτο λοιπὸν ἔξω καὶ αὐτοὺς γενέσθαι τοῦ κόσμου, καθάπερ ἐγώ. φρονήματος γὰρ τοῦ γεωδεστέρου καὶ καταστάσεως κοσμικῆς διῴκισται παντελῶς ἡ ἐν Χριστῷ πολιτεία καὶ ζωὴ, ἧς καὶ κατόπιν ἐρχόμενοι κατά γε τὸ ἐφικτὸν παρελάσαιμεν ἂν καὶ αὐτοὶ τὸ ἐν τοῖς ἐν κόσμῳ καταλογίζεσθαι. διὰ τοῦτο τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν ὁ θεσπέσιος ἡμῖν διέταξε Παῦλος· ἑψόμεθα δὲ τότε μάλιστα καλῶς, ὅτε μόνα φρονεῖν ἀγαπῶμεν τὰ ὑπερκόσμια, καὶ ἄνω φρονήματος σαρκικοῦ τὸν οἰκεῖον στήσαντες νοῦν, εἰς μόνα βλέπομεν τὰ ἐν τοῖς οὐρανοῖς. ἑαυτὸν δὲ πάλιν συγκατατάττει τοῖς μαθηταῖς διὰ τὸ ἀνθρώπινον, οὗ καὶ κατὰ μίμησιν ὅταν νοοῖτο τυχὸν ὡς ἄνθρωπος πρὸς πᾶν εἶδος ἄνιμεν ἀρετῆς, καθάπερ ἀρτίως ἐλέγομεν, ἅπασαν μὲν τὴν ἐν κόσμῳ διαθέοντες ἁμαρτίαν, ἀλλότριοί τε καὶ ξένοι τῶν ἐν αὐτῷ κακῶν ἀναδεδειγμένοι.
PG 74:531καθάπερ οὖν ἀμέλει καὶ ὁ θεῖος ἡμῖν ἐπιστέλλει Παῦλος περί τε ἑαυτοῦ καὶ Χριστοῦ Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ, προσεπιτάττει γεμὴν καὶ ἑτέρωθί που λέγων Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. ἐμιμεῖτο δὲ ὁ Παῦλος τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὐ καθόπερ ἐστὶ δημιουργὸς καὶ τῶν ὅλων Κύριος· οὐ γὰρ πρὸς τοῖς ἤδη γεγονόσιν ἑτέρους ἡμῖν ἔστησεν οὐρανοὺς, ἀλλ’ οὐδὲ θαλάσσας ἢ γῆν ἀνέδειξέ ποτε· ἐμιμεῖτο δὲ πῶς; ἢ δῆλον ὅτι τῆς ἐπιδειχθείσης ἡμῖν παρ’ αὐτοῦ πολιτείας τὸν ἀξιάγαστον τύπον ἐν ἰδίοις διαπλάττων ἤθεσί τε καὶ τρόποις, καθόσον ἦν ἐφικέσθαι θέμις· τίς γὰρ ἂν ἐν ἴσῳ γένοιτο τῷ Χριστῷ; Ἡμῖν τοιγαροῦν ἑαυτὸν παραζεύξας διὰ τὸ ἀνθρώπινον, μᾶλλον δὲ ὅπερ ἐστὶν ἀληθὲς, ὡς καὶ εἰς τοῦτο κατάρξας ἡμῖν τὸ ἀγαθὸν, τὸ ἐκβῆναί φημι τὸν κόσμον, διὰ τῆς ὑπερκοσμίου ζωῆς· ἄνω γὰρ κόσμου ἡ εὐαγγελικὴ πολιτεία καὶ παίδευσις· οὐκ εἶναί φησιν ἑαυτὸν ἐκ τοῦ κόσμου καὶ ἡμᾶς δὲ τούτου τυχεῖν, ἐπείπερ ὁ θεῖος αὐτοῦ κατῴκηκε λόγος ἐν ταῖς ἡμετέραις ψυχαῖς· ἀλλ’ ὥσπερ ὁ κόσμος ἐμὲ μισεῖ, φησὶν, οὕτω καὶ αὐτούς.
μισεῖ δὲ ὁ κόσμος τὸν Χριστὸν, καθὸ τοῖς παρ’ αὐτοῦ διαμάχεται λόγοις, καὶ ἀνεπίδεκτον ποιεῖται τὴν παραίνεσιν, ταῖς εἰς φαυλότητα ῥοπαῖς ὅλον ἐπιδοὺς τὸ ἴδιον φρόνημα· κατὰ μίμησιν δὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ αὐτοὺς δηλονότι μεμίσηκε τοὺς μαθητὰς, τὸν παρ’ αὐτοῦ δι’ αὐτὸν πρεσβεύοντας λόγον, ὅπερ ἐποίει καὶ Παῦλος λέγων Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Τίς οὖν ἡ αἴτησις μετὰ τὴν ἀπόδειξιν τοῦ μεμισῆσθαι τοὺς μαθητὰς παρὰ τῶν τοῖς κοσμικοῖς προσηλωθέντων κακοῖς; οὐκ ἐρωτῶ φησιν ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. οὐ γὰρ τῶν ἀνθρωπίνων ἀπαλλάττεσθαι πραγμάτων, οὐδὲ τῆς ἐν σώματι ζωῆς ἀπαλλάττεσθαι τοὺς ἁγίους ἐθέλει Χριστὸς, οὔπω τῆς οἰκείας ἀποστολῆς τὸν δρόμον τελέσαντας, ἢ ταῖς κατ’ εὐσέβειαν διαπρέψαντας ἀρεταῖς, ἀλλὰ τοῖς ἐν κόσμῳ συμβιοτεύσαντας καὶ εἰς εὐάρεστον τῷ Θεῷ πολιτείαν τοὺς ἐν αὐτῷ ποδηγήσαντας, μετὰ λαμπρῶν τότε τῶν κατορθωμάτων πρὸς τὴν ἄνω φέρεσθαι πόλιν, καὶ τοῖς τῶν ἁγίων ἀγγέλων συναυλίζεσθαι χοροῖς.
εὑρήσομεν γοῦν τῶν ἁγίων τινὰ προσιόντα τῷ φιλαρέτῳ Θεῷ καὶ ψάλλοντα Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, οὐ γὰρ ἀζήμιον ταῖς φιλοθέοις ψυχαῖς πρὸ τελειώσεως ὥσπερ τῆς κατ’ ἐξαίρετον πολιτείαν ζωῆς ἀποπίπτειν τῆς μετὰ σαρκός. διὰ τοῦτο καὶ ὁ νόμος ὁ διὰ Μωυσέως ὡς ἐν ὀργῆς τινος τάξει καὶ τιμωρίας τοῖς φιλαμαρτήμοσιν ἐπιῤῥιπτεῖσθαι διδάσκων τὸν οὐκ ἐν καιρῷ τῷ καθήκοντι θάνατον, ἐπεφώνει πολλάκις, ἔξω δεῖν ἑστάναι κακῶν, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. ἄλλως τε τὸ τῶν καθ’ ἡμᾶς ἀποδημῆσαι πραγμάτων τοὺς ἁγίους ἐθέλειν, οὐ μετρίαν ἔμελλε περιποιήσειν ζημίαν τοῖς ἀσθενοῦσι περὶ τὴν πίστιν· μᾶλλον δὲ οὐδ’ ἂν ὅλως παιδαγωγηθεῖεν εἰς εὐσέβειαν, τοὺς τοῦτο δρᾶν δυναμένους οὐκ ἔχοντες. καὶ τοῦτο εἰδὼς ὁ Παῦλός φησι Κρεῖττον γὰρ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.
PG 74:533προνοήσας οὖν ἄρα τῆς τῶν ἀμυήτων σωτηρίας ὁ Κύριος, οὐ δίχα φωστήρων καὶ ἁλῶν τοὺς ἐν τῷ κόσμῳ δεῖν καταλιμπάνεσθαι λέγει, διατηρεῖσθαι δὲ μᾶλλον τοὺς ἁγίους ἐρωτᾷ, τῆς τοῦ πονηροῦ δυστροπίας ἔξω μένοντας ἀεὶ, καὶ τῶν πειρασμῶν τὴν ἔφοδον ὑπεκνεύοντας, δυνάμει τοῦ πάντα ἰσχύοντος Πατρός. Σημειωτέον δὲ πάλιν, ὅτι τὸν ἴδιον καὶ παρ’ αὐτοῦ γεγονότα λόγον, φαμὲν δὲ τὸν εὐαγγελικόν, τοῦ Θεοῦ καὶ Πατρὸς εἶναί φησιν, οὐχ ἕτερον ἑαυτὸν παρὰ τὸν Πατέρα δεικνὺς διὰ τὸ ὁμοούσιον. εὑρήσομεν γὰρ ἐν τοῖς εὐαγγελικοῖς συγγράμμασιν ἀποτεθηπότας αὐτὸν τοὺς τῶν Ἰουδαίων λαοὺς, ἐπείπερ αὐτοὺς ἐδίδασκεν, ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν· οἱ μὲν γὰρ ἄνω τε καὶ κάτω τὸ τῷ νόμῳ δοκοῦν προϊσχόμενοι, τὰς πρὸς αὐτοὺς διαλέξεις ποιοῦντες ἐφαίνοντο· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχὶ δὴ πάντως τοῖς ἐν σκιᾷ καὶ γράμμασι κατακολουθήσας τύποις, ἀλλ’ ἐν ἐξουσίᾳ θεοπρεπεῖ τὸν οἰκεῖον καταλαμπρύνων λόγον Ἐῤῥέθη τοῖς ἀρχαίοις Οὐ μοιχεύσεις, φησίν·
ἐγὼ δὲ λέγω ὑμῖν, οὐκ ἐπιθυμήσεις, καίτοι τοῦ νόμου διαγορεύοντος περὶ τῶν θείων λογίων, ὡς ἐπ’ αὐτοῖς οὐκ ἔστι προσθεῖναι καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· ἀλλ’ ὑφεῖλέ τε καὶ προςτέθεικεν ὁ Χριστὸς μετατιθεὶς τὰ ἐν τύποις εἰς ἀλήθειαν. οὐκοῦν οὐκ ἐν τοῖς ὑπὸ νόμον, τουτέστιν, οὐκ ἐν ποιήμασι λογισθήσεται· ᾧ γὰρ ἂν ἐπίοι τὸ ἐν δούλοις τετάχθαι φυσικῶς, τούτῳ δὴ προσείη που πάντως ἂν καὶ τὸ δεῖν ὑποκεῖσθαι νόμῳ. ἴδιον οὖν ἄρα λόγον τὸν τοῦ Πατρὸς ἐποιήσατο Χριστός. αὐτὸς γάρ ἐστιν ὁ ἐν Πατρί τε καὶ ἐξ αὐτοῦ Λόγος, τῶν τῆς θεότητος θελημάτων ἐξαγγελτικός· θεότητος δέ φημι τῆς ἀληθοῦς καὶ μόνης, ἣ ἐν Πατρί τε καὶ Υἱῷ νοεῖται καὶ Ἁγίῳ Πνεύματι. «Ἐκ τοῦ κόσμου οὐκ εἰσὶ, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν ἀληθείᾳ·
ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.» Ὑπέδειξε πάλιν ἐν τούτοις καὶ κατέστησεν ἐναργὲς ὑπὲρ τίνων ἀνιέναι πρὸς Θεὸν καὶ Πατέρα δεῖται, καὶ ὑπὲρ ὧν ἂν γένοιτο πρεπωδέστερον, ὅταν ἔτι νοῆται καθ’ ἡμᾶς μεσίτης τε καὶ ἀρχιερεὺς καὶ παράκλητος κατὰ τὴν ἁγίαν γραφὴν, ἵν’ εἴ που τι καὶ διαπταῖσαι συμβαίνοι καὶ ἁμαρτεῖν τοῦ καθήκοντος λογισμοῦ τε καὶ πράγματος, ἢ καὶ ἀδοκήτοις ἔσθ’ ὅτε κατακρούεσθαι πειρασμοῖς, ἤγουν διαβολικαῖς κακουργίαις ὑποχειμάζεσθαι, προσίοι τε ὑπὲρ ἡμῶν, κατά γε τὸ πρέπον τῇ μεσιτείᾳ σχῆμα, καὶ συγχορηγῇ τῷ ἰδίῳ γεννήτορι τοῖς ἀξίοις τὰ ἀγαθά· πρέποι γὰρ ἂν καὶ τοῦτο αὐτῷ, Θεῷ κατὰ φύσιν ὑπάρχοντι. ἔχουσι τοίνυν, φησὶν, οἱ τὸν σὸν ὦ Πάτερ δι’ ἐμοῦ δεξάμενοι λόγον τὴν ἐμὴν ἐν ἑαυτοῖς διαλάμπουσαν εἰκόνα, σύμμορφοί τε τῷ σῷ γνησίῳ γεγόνασιν Υἱῷ, κατὰ μίμησιν τὴν αὐτοῦ τῆς κοσμικῆς φαυλότητος τὸν κλύδωνα παραθέοντες, ἀλλότριοί τε καὶ ξένοι τῆς ἐν τῷδε τῷ βίῳ φιληδονίας τε καὶ ἁπάσης αἰσχρότητος ἀναδεδειγμένοι. διὰ τοῦτο τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ τῇ σῇ· φυσικὴ μὲν γὰρ ἐν Χριστῷ καὶ ὑπὲρ λόγον ἡ καθαρότης.
Θεὸς γάρ ἐστιν ἀληθινὸς, ἁμαρτίᾳ μὲν ὑποπίπτειν οὐκ εἰδὼς ἢ καὶ ἀνεχόμενος, πηγὴ δὲ μᾶλλον ὑπάρχων ἀρετῆς ἁπάσης καὶ τῆς ἐν ἁγιασμῷ νοουμένης λαμπρότητος. δρῴη γὰρ ἂν ἕτερον οὐδὲν ἡ θεία τε καὶ τῶν ὅλων κρατοῦσα φύσις, εἰ μὴ ὅπερ ἂν αὐτῇ πρέποι τε κατὰ ἀλήθειαν καὶ νοοῖτο προσόν. ἐν δὲ τοῖς ἁγίοις μαθηταῖς, ἤγουν ἅπασι τοῖς πιστεύουσιν εἰς αὐτὸν, οὐχ ἑτέρως ἐνυπάρξαι τὸ καθαρὸν, ἤγουν τὸ μηκέτι τοῖς κοσμικοῖς ἀναφύρεσθαι κακοῖς, εἰ μὴ διὰ τῆς ἄνωθεν ἀμνησικακίας τε καὶ χάριτος, ἐκποδὼν μὲν τιθείσης τῶν ἤδη προεπταισμένων τὸν μολυσμὸν, καὶ τοῦ παρελάσαντος βίου τὰ ἐγκλήματα, εἰσκομιζούσης δὲ μᾶλλον τῆς ἐν ἁγιασμῷ ζωῆς τὴν λαμπρότητα, πλὴν οὐκ ἀταλαίπωρον ἐχούσης τὴν ἐν ταυτότητι διαμονήν· σοφώτατα γάρ μοι φαίνεται καὶ ὁ Παῦλος εἰπών Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. ἀεὶ γὰρ ἐν σάλῳ τὰ ἡμέτερα καὶ ποικίλως δονεῖται τὰ καθ’ ἡμᾶς, ἀκαταλήκτως τοῦ πονηροῦ πειράζοντος, προσεδρεύοντός τε διὰ παντὸς καὶ δυσκατόπτοις κακουργιῶν εὑρήμασι κατασπιλοῦν ἐθέλοντος, εἴπερ ἂν δύναιτο, καὶ τοὺς ἤδη κεκαθαρμένους· τὰ γὰρ βρώματα αὐτοῦ ἐκλεκτὰ, κατὰ τὴν τοῦ προφήτου φωνήν.
PG 74:535ἐπιμαρτυρήσας τοίνυν τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἔξω κόσμου ζωὴν, καὶ τῆς οὐσιώδους ἑαυτοῦ καθαρότητος τὴν κατὰ μίμησιν συμμορφίαν, τηρηθῆναι λοιπὸν καὶ παρὰ Πατρὸς ἐρωτᾷ, μονονουχὶ λέγων Ὦ πανάγιε Πάτερ, εἰ μὲν ἦσαν ἐν κόσμῳ, τουτέστιν, εἰ τὸν ἐν τῷδε τῷ κόσμῳ τετιμημένον διέζων βίον, εἰ ταῖς ἐπιγείοις καὶ προσκαίροις ἡδοναῖς τὸν οἰκεῖον ἐγκατασπείροντες νοῦν, τὴν ἀκαλλεστάτην τοῦ πονηροῦ κατέγραφον ὥσπερ ἰδέαν ἐν ἑαυτοῖς, οὐκ ἂν ἐπεφύη πειράζων ἐκεῖνος, ἀλλ’ οὐδ’ ἂν τοῖς ἰδίοις αὐτὸς ἐξωπλίσθη τέκνοις, τῆς ἐνούσης αὐτῷ φαυλότητος ἐν αὐτοῖς ἔχων τὴν μίμησιν· ἐπειδὴ δὲ καθ’ ὁμοιότητα καὶ αὐτοὶ τὴν ἐμὴν, τὴν ἐν τῷδε τῷ κόσμῳ διαγελῶντες ἀπάτην, ἔξω τε κόσμου γεγόνασι, καὶ τὸ τῆς ἐμῆς ἀσυγκρίτου φαιδρότητος διαφανέστατον σχῆμα λοιπὸν ἐν οἰκείοις ἀναμάττονται τρόποις, ἔφεδρόν τε διὰ τοῦτο καὶ πολεμιώτατον ἔχουσι τὸν ἀεὶ τοῖς ἁγίοις ἐπιτρίζοντα σατανᾶν, διατηρεῖσθαι λοιπὸν ἀναγκαίως βούλομαι· διατηρεῖσθαι δέ πως οὐκ ἔστι δίχα τῆς ἀληθείας τῆς σῆς, τουτέστιν ἐμοῦ. εἰμὶ γὰρ ἐγὼ κατὰ φύσιν ἀλήθεια σὴ, ὦ Πάτερ, ὁ οὐσιώδης τε καὶ ζῶν καὶ ἐνυπόστατος Λόγος.
Καὶ ταυτὶ μὲν λέγειν οἴεσθαι δεῖν ὑποτοπητέον αὐτόν· βλέπε δὲ ὅπως διὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν αὐτοῦ λόγων τῇ τοῦ Πατρὸς ἐνεργείᾳ, τῇ κατά τι γοῦν νοουμένῃ, τὸ οἰκεῖον παρεισδύσας πρόσωπον, συνεισάγει πάντως, ἐκεῖνό που τάχα παραδεικνὺς ἀληθὲς ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἐν μὲν οὖν τοῖς ὀπίσω βραχὺ τηρεῖσθαι τοὺς μαθητὰς παρὰ τοῦ ἰδίου γεννήτορος ἐν ὀνόματι παρεκάλει τῷ δοθέντι αὐτῷ· ἐν δέ γε τούτοις, ἐν τῇ ἀληθείᾳ τοῦ Πατρὸς τὴν ὑπὲρ αὐτῶν αἴτησιν πληροῦσθαι βούλεται. τί οὖν ἄρα καὶ τοῦτό ἐστιν, ἢ τί τὸ ποικίλον τῶν λόγων βούλεται; οὐ μίαν οὖσαν ἐπιδεικνύειν τὴν παρὰ Πατρὸς ἐνέργειαν δι’ αὐτοῦ τελουμένην ἐπὶ τῇ τῶν ἁγίων φειδοῖ; ἐν μὲν γὰρ ἐκείνοις, ἐν ὀνόματι τοῦ Πατρὸς χρῆναι λέγων τηρεῖσθαι τοὺς μαθητὰς, οἱονεὶ τὸ ἐν δόξῃ καὶ δυνάμει θεότητος, τῆς τοῦ κακοῦν ἐθέλοντος ἔξω γενέσθαι χειρὸς, τοῖς διὰ Θεὸν κινδυνεύουσιν ὑπάρξαι φησὶν, ὁποῖόν τι καὶ γέγονεν ἐπ’ αὐτοῖς, κατὰ τὸ σιωπώμενον, ὃ καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐκκαλύπτων κατὰ καιροὺς εἴρηκεν ὁ Χριστός Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σίτον·
PG 74:537ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. λεληθότως γὰρ οἰκονομεῖται τῶν καθ’ ἡμᾶς τὰ πολλὰ, προνοοῦντος δηλονότι καὶ ὑπερασπίζοντος τοῦ Χριστοῦ τῆς ἑκάστου ζωῆς. ἐνταῦθα δὲ λέγων Τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ, κατασημαίνει σαφῶς τὸ δι’ ἐλλάμψεως τῆς ἀληθείας εἰς τὴν τῆς ἀληθείας χειραγωγεῖσθαι κατάληψιν. οὐδὲ γὰρ ἂν δίχα τοῦ διὰ Πνεύματος φωτισμοῦ πρὸς ἐπίγνωσιν τῆς ἀληθείας ἴοι τις ἂν, οὐδ’ ἂν ὅλως ἀκριβῆ τῶν θείων δογμάτων ἐκπορίσαιτ’ ἂν ἑαυτῷ τὴν κατάληψιν, κατά γε τὸ ἀνθρώποις φαμὲν ἐφικτόν. ὑπὲρ γὰρ νοῦν τὸν ἡμέτερον τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ μυστήρια, πλὴν οὐκ ἀκλεὲς τὸ δῶρον, τὸ κἂν γοῦν ἐν μετρίᾳ φημὶ γενέσθαι τῇ γνώσει τῇ περὶ Χριστοῦ. Πέτρος γοῦν ὁ μακάριος, Υἱὸν ἀληθῶς τοῦ Θεοῦ τοῦ ζῶντος ὁμολογήσας τὸν Κύριον, ἤκουεν εἰκότως Μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
ἀποκαλύπτει γὰρ τοῖς ἁγίοις τὸν ἴδιον Υἱὸν, ὅς ἐστιν ἀλήθεια, παρατρέπειν οὐκ ἐῶντα τὸν σατανᾶν πρὸς κίβδηλον γνῶσιν τῶν πιστευόντων τὸν νοῦν, ᾧ προσκεκλιμένοι κατὰ καιροὺς Ὑμέναιος καὶ Ἀλέξανδρος, ἐναυάγησαν περὶ τὴν πίστιν, τὸν ὀρθὸν τῆς ἀληθείας παρωσάμενοι λόγον. μέγα τοίνυν εἰς τὸ διαμεῖναι καλῶς καὶ ἐν ὀρθότητι λογισμῶν καὶ πράξεων, τὸ ἐν ὀνόματι Θεοῦ καὶ ἐν ἀληθείᾳ τηρεῖσθαι παρὰ Πατρὸς, ἵνα μήτε περὶ τὴν τῆς πρακτικῆς φαιδρότητα διαπταίωμεν, μήτε μὴν ταῖς εἰς ἀμαθίαν παρατροπαῖς, τῶν τῆς ἐν ἀληθείᾳ θεοσεβείας δογμάτων ἐξοιχώμεθά ποι μακράν. τοῦτο δ’ ἂν καὶ αὐτοῖς ἡμῖν ὑπάρξαι ῥᾳδίως, ὅταν ἔξω τοῦ κόσμου γεγονότες φαινώμεθα, οὐκ ἀρνούμενοι τὴν ἐν κόσμῳ γένεσιν· ἐκ πηλοῦ γὰρ οἱ πάντες καὶ ἐκ γῆς διηρτίσμεθα, κατὰ τὸ γεγραμμένον· τῇ δὲ τῶν ἔργων ποιότητι, τῆς τῶν ἐν κόσμῳ ζωῆς παραλλάττοντες. περιπατοῦντες γὰρ ἐπὶ γῆς ἐν οὐρανῷ πολιτεύονται τῆς ἐν Χριστῷ συμμορφίας οἱ ἐρασταί. Σημειωτέον δὲ πάλιν, ὅτι δὴ σφόδρα χρησίμως ἅγιον ἐν τούτοις ἀποκαλεῖ τὸν Πατέρα, μονονουχὶ καὶ ὑπομιμνήσκων αὐτὸν, ὅτι περ ἅγιος ὢν τοῖς ἁγίοις ἐφήδεται.
ἅγιον δὲ πᾶν ὅπερ ἂν φαίνοιτο τῆς ἐν κόσμῳ κηλῖδος ἀπηλλαγμένον, ὅπερ ἐστὶ φυσικῶς μὲν ἐν Χριστῷ καθ’ ὁμοιότητα τοῦ Πατρὸς, εἰσποιητὸν δὲ καὶ εἰσκεκριμένον ἐν τοῖς ἁγίοις μαθηταῖς, διά τε τοῦ κατὰ χάριν ἁγιασμοῦ καὶ τῆς ἐν βίῳ φαιδρότητος καὶ ἐπιεικείας· πλάττοιτο γὰρ ἂν πρὸς εἰκόνα τις οὕτω τὴν θείαν καὶ ὑπερκόσμιον. ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. «Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.» ἍΓΙΟΝ ὀνομάσας μάλιστα νυνὶ τὸν Πατέρα, διατηρεῖσθαί τε τοὺς μαθητὰς ἐρωτήσας ἐν ἀληθείᾳ, τουτέστιν, ἐν τῷ ἰδίῳ Πνεύματι· τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὴν Ἰωάννου φωνὴν, ἐπεὶ καὶ Πνεῦμα τῆς ἀληθείας ἐστὶν, αὐτοῦ δηλονότι τοῦ Μονογενοῦς· ἀπεσταλκέναι φησὶν αὐτοὺς ἐν τῷ κόσμῳ κατὰ μίμησιν τῆς οἰκείας ἀποστολῆς· ἀπόστολος γὰρ καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν Ἰησοῦς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, κατά γε τὸ πρέπον τῇ ἀνθρωπότητι σχῆμα καὶ τῷ τῆς κενώσεως τρόπῳ·
PG 74:539προκεχειρισμένους δὲ ἅπαξ εἰς τοῦτο τοὺς μαθητὰς, δεῖσθαι δὴ πάντως τοῦ ἁγιάζεσθαί φησι παρὰ τοῦ ἁγίου Πατρὸς, ἐνοικίζοντος αὐτοῖς δηλονότι δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ γάρ τοι κατὰ ἀλήθειαν οὐκ ἂν εἰς τοῦτο φαιδρότητος ἀφίκοντό ποτε τοῦ Σωτῆρος οἱ μαθηταὶ, ὡς ὅλης γενέσθαι τῆς οἰκουμένης φωστῆρες, ἀλλ’ οὐδ’ ἂν ἀντέσχον πρὸς τὰ ἐκ τῶν πειραζόντων, ἤτοι τοῦ διαβόλου δυσάντητα βλάβη, τῇ τοῦ Πνεύματος μετουσίᾳ μὴ διαπεφραγμένοι τὸν νοῦν, καὶ εἰς ἀσυνήθη τινὰ καὶ τὴν ὑπεράνθρωπον ἐντολὴν δι’ αὐτοῦ δυναμούμενοι, καὶ εἰς γνῶσιν ἀκραιφνῆ τῆς θεοπνεύστου γραφῆς καὶ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων, διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας ἀνιδρωτὶ ποδηγούμενοι. καὶ γοῦν ὁ Σωτὴρ συναλιζόμενός τε αὐτοῖς, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ γέγραπται, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὴν διὰ πίστεως χάριν κηρῦξαι προστάξας παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν αὐτοῦ τε λέγοντος ἤκουσαν καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν. ἔσται γὰρ ἐν ταῖς ἡμέραις ἐκείναις λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.
καὶ αὐτὸς δὲ σαφῶς ὁ Σωτὴρ τὴν τοῦ Πνεύματος πρόχυσιν ἥξειν ἐπ’ αὐτοὺς κατεπηγγέλλετο, λέγων Ἔτι πολλὰ ὑμῖν ἔχω λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι, ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν, καὶ πάλιν Κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν. ἴδιον γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμά ἐστιν, ἀλλ’ οὐδὲν ἧττον ἴδιόν ἐστι καὶ αὐτοῦ τοῦ Υἱοῦ, οὐχ ὡς ἕτερον καὶ ἕτερον, ἢ μεριστῶς ἐν ἑκατέρῳ νοούμενόν τε καὶ ἐνυπάρχον, ἀλλ’ ἐπείπερ ἐκ Πατρὸς καὶ ἐν Πατρὶ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καρπὸς ὑπάρχων ἀληθινὸς τῆς οὐσίας αὐτοῦ, τὸ τοῦ Πατρὸς ἴδιον Πνεῦμα κατὰ φύσιν ἐπάγεται, χεόμενον μὲν ἐκ Πατρὸς, δι’ αὐτοῦ δὲ τοῦ Υἱοῦ τῇ κτίσει χορηγούμενον, οὐ κατά τινα τρόπον διακονικὸν, ἤγουν τὸν ἐν ὑπουργίᾳ νοούμενον, ἀλλ’ ὥσπερ ἔφην ἀρτίως, ἐξ αὐτῆς μὲν προκύπτον τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, χεόμενον δὲ τοῖς ἑλεῖν ἀξίοις διὰ Λόγου τοῦ ὁμοουσίου καὶ ἐξ αὐτοῦ πεφηνότος, κατ’ ἔκφανσιν δηλονότι τὴν εἰς τὸ εἶναι καθ’ ἑαυτὸν, καὶ ἐν αὐτῷ μένοντός τε καὶ ὄντος ἀεὶ, προσεχῶς τε ἅμα καὶ οἷον μεμερισμένως.
PG 74:541ἰδιοσυστάτως μὲν γὰρ εἶναί φαμεν τὸν Υἱὸν, ἐνυπάρχειν δὲ αὖ τῷ ἰδίῳ γεννήτορι, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν γεννήσαντα. ὅτι δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα, Πνεῦμα φαίνεται τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς πέμποντος ἤτοι διανέμειν ἐπαγγελλομένου τοῖς ἁγίοις αὐτὸ, διαδίδωσι πάλιν ὡς ἴδιον ὁ Υἱὸς, διὰ τὴν ταυτότητα τῆς οὐσίας ἧς ἔχει πρὸς τὸν Πατέρα, καὶ ὅτι πρὸς πᾶν ὁτιοῦν ἐνεργὸς ὁ Πατὴρ δι’ αὐτοῦ, σαφέστατα πάλιν αὐτὸς διαμεμήνυκεν εἰπών Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς, ἐν ἑτέροις εἰπών Κἀγὼ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν· ἀναφανδὸν ἐν τούτοις αὐτὸς ἡμῖν τὸν παράκλητον καταπέμψειν ἐπαγγέλλεται. Ἐπειδὴ τοίνυν προβέβληνται, φησὶν, εἰς ἀποστολὴν τὴν ἐν κόσμῳ καθ’ ὁμοιότητα τὴν ἐμὴν, οἱ τοῖς ἐμοῖς λόγοις προσεδρεύοντες μαθηταί Τήρησον αὐτοὺς, ἅγιε Πάτερ, ἐν τῇ ἀληθείᾳ σου, τουτέστιν ἐν τῷ σῷ Λόγῳ, ἐν ᾧ καὶ δι’ οὗ τὸ ἁγιάζον ἐστί τε καὶ πρόεισι Πνεῦμα. καὶ τίς ταῦτα λέγοντι τῷ Σωτῆρι σκοπός;
ἐφ’ ἡμᾶς αὐτοὺς τὸν ἐν Πνεύματι καὶ διὰ Πνεύματος ἁγιασμὸν ἐκάλει παρὰ Πατρὸς, καὶ ὅπερ ἦν ἐν ἡμῖν ἀπὸ πρώτων τῆς γενέσεως χρόνων καὶ ἐν ἀρχαῖς τοῦ πεποιῆσθαι παρὰ Θεοῦ, τοῦτο πάλιν ἐν ἡμῖν ἀναζωπυρεῖσθαι βούλεται. καὶ ταῦτά φαμεν, ἅτε δὴ μεσιτεύοντος καὶ τὸ τοῦ παρακλήτου πρόσωπον ἀποπληροῦντος ὑπὲρ ἡμῶν πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τοῦ Μονογενοῦς. ἀλλ’ ἵνα τῆς ἀσαφείας καὶ τὸν ἐπὶ τούτῳ λόγον ἀπαλλάττοντες, εὐκάτοπτον τοῖς ἀκροωμένοις τὴν τῶν εἰρημένων καταστήσωμεν δύναμιν, φέρε τι βραχὺ περὶ τοῦ πρωτοπλάστου λέγωμεν. Ἔφη τοίνυν Μωυσῆς ὁ θεσπέσιος περὶ αὐτοῦ, ὅτι δὴ χοῦν ἀπὸ γῆς λαβὼν ὁ Θεὸς ἔπλασε τὸν ἄνθρωπον. εἶτα τὸ ζῷον εἰς τὸν τέλειον ἄγων ἀπαρτισμὸν, ὅπως τε καὶ τίνα τρόπον ἐψυχώθη διδάσκων ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, οὐ δίχα τοῦ διὰ Πνεύματος ἁγιασμοῦ τὴν ψυχὴν τῷ ἀνθρώπῳ δεδόσθαι σημαίνων, ἀλλ’ οὐδὲ γυμνὴν ἢ ἐρήμην παντελῶς τῆς θείας καθεστάναι φύσεως.
οὐδὲ γὰρ ἂν ὤφθη ποτὲ κατ’ εἰκόνα τὴν ἀνωτάτω τὸ χθαμαλωτάτην οὕτως ἔχον τὴν γένεσιν, εἰ μὴ τὴν διὰ τοῦ Πνεύματος μόρφωσιν, προσωπεῖον ὥσπερ τι περικαλλὲς ἔλαχέ τε καὶ ἐκληρώσατο, βουλήσει δὲ δηλονότι τοῦ Θεοῦ. ἐπειδὴ γάρ ἐστι τῆς τοῦ Μονογενοῦς οὐσίας εἰκὼν ἀκραιφνὴς τὸ Πνεῦμα αὐτοῦ, κατὰ τὸ γεγραμμένον διὰ τοῦ Παύλου Οὓς γὰρ προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· τοὺς οἷσπερ ἂν ἐνυπάρξαι συμμόρφους ἀποτελεῖ τῇ τοῦ Πατρὸς εἰκόνι, τουτέστι τῷ Υἱῷ, οὕτω τε τὰ πάντα δι’ Υἱοῦ πρὸς τὸν ἐξ οὗπέρ ἐστι Πατέρα διὰ Πνεύματος ἐπανάγεται. ἀνανεοῦσθαι τοιγαροῦν καὶ ἀναπλάττεσθαί πως εἰς εἰκόνα τὴν πρώτην τὴν ἀνθρώπου φύσιν ἐρωτᾷ διὰ μετουσίας τοῦ Πνεύματος, ἵνα τὴν πρώτην ἐκείνην ἀμφιεσάμενοι χάριν, καὶ τὴν πρὸς αὐτὸν ἀνακομισάμενοι μόρφωσιν, ἀμείνους τε ἤδη καὶ δυνατώτεροι τῆς ἐν τῷδε τῷ κόσμῳ βασιλευούσης ἁμαρτίας εὑρισκώμεθα, μόνῃ τε τῇ εἰς Θεὸν ἀγαπήσει προσεδρεύωμεν, ἐφέσει τῇ πρὸς πᾶν ὁτιοῦν ἀγαθὸν ὁλοσχερῶς ἀνακείμενοι, καὶ φιλοσαρκίας κρείττονα τὴν διάνοιαν ἔχοντες, ἀπαραποίητον ἐν ἑαυτοῖς τῆς ἐντεθείσης εἰκόνος τὸ κάλλος τηρήσωμεν.
οὗτος γὰρ ὁ βίος ὁ πνευματικὸς, αὕτη τῆς ἐν πνεύματι λατρείας ἡ δύναμις. Ἀλλ’ εἰ χρή τι πάλιν τὸ τοῦ λόγου μῆκος συνελόντας ἐν ὀλίγοις εἰπεῖν, τὸ ἀρχαῖον τῆς ἀνθρωπότητος δῶρον, τουτέστι, τὸν διὰ Πνεύματος ἁγιασμὸν, καὶ τὴν τῆς θείας φύσεως κοινωνίαν ἐφ’ ἡμᾶς ἐκάλει Χριστὸς, ὡς ἐν ἀπαρχῇ τῶν δεχομένων ἐν τοῖς αὐτοῦ μαθηταῖς, ἐπεί τοι καὶ ἀληθὴς ὁ λόγος ὅτι τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. ἀλλ’ ἵνα κἀν τούτῳ φαίνηται πρωτεύων αὐτός· ἔδει γὰρ ὄντα πρωτότοκον, ὡς ἐν πολλοῖς ἀδελφοῖς καὶ ἐν τοῖς καθ’ ἡμᾶς ἔτι νοούμενον, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν αὐτὸν ὁρᾶσθαι γεγονότα τε καὶ ὑπάρχοντα παντὸς ἡμῖν ἀγαθοῦ καὶ ἀρχὴν καὶ θύραν καὶ ὁδόν· ἀναγκαίως ἐπήνεγκε τὸ ἐφεξῆς, τουτέστιν Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν. Καὶ δυσεξήγητον μέν πως ἐστὶ καὶ δυσχερὲς εἰς νόησιν τὸ εἰρημένον. πλὴν ὁ πάντα φωτίζων Λόγος καὶ ἀποκαλύπτων βαθέα ἐκ σκότους, σαφηνιεῖ καὶ τοῦτο ἡμῖν τὸ μυστήριον.
PG 74:543ἁγιάζεσθαι μὲν οὖν λέγεται κατὰ συνήθειαν νομικὴν, τὸ ἐν τάξει τινὸς ἀναθέματος ἢ δωροφορίας ὡς ἱερὸν τῷ Θεῷ παρά του προσαγόμενον, καθάπερ ἀμέλει καὶ πᾶν πρωτότοκον διανοῖγον μήτραν ἐν υἱοῖς Ἰσραήλ. ἁγίασον γάρ μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, πρὸς τὸν ἄριστον ἔφη Μωυσέα, τουτέστιν Ἀνάθες καὶ ἀπόνειμε καὶ κατάγραψον, ὡς ἱερόν· οὐ γὰρ δήπου φαμὲν, ἀλλ’ οὐδ’ ἂν ἑτέρου τυχὸν εἰπόντος δεξαίμεθα, ὅτι Μωυσεῖ κεκέλευκεν ὁ Θεὸς τὸν διὰ τοῦ Πνεύματος ἁγιασμὸν ἐπιθεῖναί τισι· γενητῆς γὰρ φύσεως οὐκ ἐφικνεῖται τὸ μέτρον εἰς τὸ δύνασθαί τι τοιοῦτον κατορθοῦν, ἁρμόσει δὲ μόνῳ καὶ ἰδιαζόντως ἀνακείσεται Θεῷ. καὶ γοῦν ὅτε σὺν αὐτῷ τοὺς πρεσβυτέρους ἀναδεικνύειν ἤθελεν, οὐκ αὐτὸν ἐπιθεῖναι Μωυσέα τὸν ἁγιασμὸν τοῖς ἐξειλεγμένοις προσέταττεν, ἔφη δὲ μᾶλλον ἐναργῶς, ὡς ἀφελεῖ μὲν ἀπὸ τοῦ Πνεύματος τοῦ ὄντος ἐπ’ αὐτῷ, δώσει δὲ τῶν ἀναῤῥηθέντων ἑκάστῳ. τὸ γὰρ ἁγιάζειν δύνασθαι διὰ μετουσίας τοῦ Πνεύματος, μόνῃ τῇ τῶν ὅλων κρατούσῃ μέτεστι φύσει·
τὴν δὲ τοῦ ἁγιάζεσθαι δύναμιν, ὡς ἐν νομικῇ δὲ δῆλον ὅτι συνηθείᾳ φημὶ, φανοτάτην ἡμῖν καὶ αὐτὸς ὁ Σολομὼν καταστήσει λέγων Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι, μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. Νοουμένου τοιγαροῦν τοῦ Ἁγιάσαι, κατὰ συνήθειαν τὴν εἰς τὸν τοῦ ἀναθεῖναί τε καὶ ἀφορίσαι λόγον, ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάσαι φαμὲν τὸν Υἱόν. προσεκόμισε γὰρ ἑαυτὸν ὥσπερ ἱερεῖόν τε καὶ ἅγιον θῦμα τῷ Θεῷ καὶ Πατρὶ, κόσμον αὐτῷ καταλλάσσων, καὶ συνάγων εἰς φιλίαν τὸ ταύτης ὠλισθηκὸς, τουτέστι, τὸ γένος τὸ ἀνθρώπινον· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὸ γεγραμμένον. ἡ γεμὴν ἐπανάληψις ἡμῶν ἡ πρὸς Θεὸν οὐχ ἑτέρως ἂν νοοῖτο τετελεσμένη διὰ Χριστοῦ τοῦ σώζοντος, εἰ μὴ διὰ τῆς ἐν Πνεύματι κοινωνίας καὶ ἁγιασμοῦ. τὸ γὰρ συνεῖρον ἡμᾶς καὶ οἱονεὶ συνενοῦν τῷ Θεῷ τὸ Πνεῦμα τὸ Ἅγιόν ἐστιν, ὃ δὴ καὶ λαβόντες, μέτοχοι καὶ κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, καὶ αὐτὸν εἰσδεχόμεθα δι’ Υἱοῦ καὶ ἐν Υἱῷ τὸν Πατέρα. γράφει γοῦν ἡμῖν ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. τί δὲ δὴ πρὸς τούτῳ καὶ Παῦλος;
Ὅτι δὲ, φησὶν, ἐστὲ υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον Ἀββᾶ ὁ πατὴρ, ὡς εἴπερ ἡμᾶς ἀμετόχους ἀπομεῖναι συνέβη τοῦ Πνεύματος, οὐδ’ ἂν ὅλως ἐν ἡμῖν ὑπάρχων ἐγνώσθη Θεὸς, καὶ εἰ μὴ τὸ εἰς υἱοὺς κατατάττον πεπλουτήκαμεν Πνεῦμα, οὐδ’ ἂν ὅλως ἦμεν υἱοὶ Θεοῦ. ποία τοίνυν ἡ πρόσληψις, ἢ πῶς ἂν ἔτι θείας φύσεως κοινωνοὶ καὶ ἡμεῖς ἀπεφάνθημεν, εἰ μήτε Θεὸς ἐν ἡμῖν, μήτε ἡμεῖς αὐτῷ προσκείμενοι, διὰ τοῦ κεκλῆσθαι πρὸς μετουσίαν τοῦ Πνεύματος; νυνὶ δὲ καὶ μέτοχοι καὶ κοινωνοὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, καὶ ναοὶ Θεοῦ χρηματίζομεν. ὑπὲρ γὰρ τῶν ἡμετέρων ἁμαρτιῶν ἑαυτὸν ἡγίασε, τουτέστιν ἀνέθηκεν, ὁ Μονογενὴς, καὶ ὡς θῦμα προσκεκόμικεν ἱερὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ, ἵν’ ἐκ μέσου γεγονότος τοῦ διείργοντός τε καὶ ἀποτειχίζοντος ὥσπερ Θεοῦ τὴν ἀνθρώπου φύσιν, τουτέστι τῆς ἁμαρτίας, μηδὲν ἔτι παραποδίζον φαίνηται πρὸς τὸ δύνασθαι πρὸς ἐγγύτητα γενέσθαι Θεῷ, καὶ τῆς πρὸς αὐτὸν κοινωνίας ἐξέχεσθαι, διὰ μετουσίας δηλονότι τοῦ Ἁγίου Πνεύματος, ἀναμορφοῦντος ἡμᾶς εἰς δικαιοσύνην καὶ ἁγιασμὸν καὶ εἰς εἰκόνα τὴν πρώτην.
PG 74:545εἰ γὰρ διίστησιν ἁμαρτία καὶ ἀπομερίζει Θεοῦ τὸν ἄνθρωπον, συνάψει δὴ πάντως ἡ δικαιοσύνη, καὶ μεσολαβοῦντος οὐδενὸς παρ’ αὐτῷ τρόπον τινὰ παραστήσει τῷ Θεῷ. δεδικαιώμεθα δὲ διὰ πίστεως τῆς εἰς Χριστὸν ὃς παρεδόθη μὲν διὰ τὰ παραπτώματα ἡμῶν, κατὰ τὸ γεγραμμένον, ἠγέρθη δὲ διὰ τὴν δικαίωσιν ἡμῶν. ὅλη γὰρ ἐν αὐτῷ, καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους, πρὸς καινότητα ζωῆς ἡ ἀνθρώπου φύσις ἀνεσκευάζετο, καὶ εἰς τὴν οἰκείαν ὥσπερ ἀρχὴν ἀναβαίνουσα πρὸς ἁγιασμὸν ἀνεπλάττετο. Ἁγίασον τοίνυν αὐτοὺς, ὦ πάτερ, φησὶν, ἐν τῇ ἀληθείᾳ σου, τουτέστιν ἐν ἐμοί· ὁ γὰρ λόγος ὁ σὸς ἀλήθειά ἐστι, τουτέστιν, πάλιν ἐγώ. ἡγίασα γὰρ ὑπὲρ αὐτῶν ἐμαυτὸν, τουτέστιν ἀνατέθεικα καὶ προσήγαγον, εἷς ὑπὲρ πάντων ἀποθανὼν, ἵν’ αὐτοὺς εἰς καινότητα μεταμορφώσω ζωῆς καὶ ἡγιασμένοι ὦσιν ἐν ἀληθείᾳ, τουτέστιν ἐν ἐμοί. Σεσαφηνισμένου δὲ καὶ παραδεχθέντος εἰς νόησιν, κατὰ τὸν ἀρτίως ἡμῖν ἐκδοθέντα νοῦν, τοῦ προκειμένου ῥητοῦ, καὶ δι’ ἑτέρων ἰέναι θεωρημάτων οὐ κατοκνήσομεν.
τὸ γὰρ ὅτι μάλιστα φιλοθηρεῖν ἐπείγεσθαι τὰ τῶν νοημάτων οὐκ εὐχερῆ, γένοιτ’ ἂν οἶμαι τιμαλφέστατον, αὐτοῖς τε τοῖς τοῦτο δρᾶν ἐθέλουσι, καὶ τοῖς τῶν ἀκροωμένων φιλομαθεστέροις. ἔφη τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζειν, ἵνα καὶ ἡμεῖς ὦμεν ἡγιασμένοι ἐν ἀληθείᾳ. πῶς οὖν ἁγιάζεται καίτοι κατὰ φύσιν ἅγιος ὢν, ἵνα καὶ ἡμεῖς ὦμεν ἡγιασμένοι, φέρε δὴ πάλιν τῶν τῆς Ἐκκλησίας δογμάτων ἐχόμενοι, καὶ τὸν ὀρθὸν τῆς πίστεως κανόνα μὴ παρατρέχοντες, ὡς ἔνι καλῶς ἐπαθρήσωμεν.
φαμὲν οὖν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Μονογενὴς καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς, κεκένωκεν ἑαυτὸν κατὰ τὰς γραφὰς, καὶ γέγονεν ἄνθρωπος ἐκ γυναικὸς, πάντα τὰ ἀνθρώπῳ πρέποντα καταδεξάμενος, δίχα μόνης ἁμαρτίας, καὶ ἀῤῥήτως ἑαυτὸν ἑνώσας τῇ ἡμετέρᾳ φύσει, καθ’ ἑκούσιον βούλησιν, ὅπως ἂν αὐτὴν ἐν ἑαυτῷ τε πρώτῳ καὶ δι’ ἑαυτοῦ πρὸς ἐκεῖνο πάλιν ἀναστοιχειώσας τὸ κάλλος, φημὶ δὴ τὸ ἐν ἀρχαῖς, καὶ δεύτερος ἡμῖν Ἀδὰμ εὑρεθεὶς, τουτέστιν, οὐράνιος ἄνθρωπος, πρῶτός τε ἁπάντων καὶ ἀπαρχὴ τῶν ἀνακτιζομένων εἰς καινότητα ζωῆς εὑρεθεὶς, ἐν ἀφθαρσίᾳ δηλονότι καὶ δικαιοσύνῃ καὶ ἁγιασμῷ τῷ διὰ Πνεύματος νοουμένῳ παραπέμψῃ λοιπὸν δι’ ἑαυτοῦ πρὸς ἅπαν τὸ γένος τὰ ἀγαθά. διὰ τοῦτο καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων, γέγονεν ἐν νεκροῖς, ἵνα τὸν ἡμῶν ἐν ἡμῖν καταργήσας θάνατον, εἰς τὴν ἰδίαν ἡμᾶς ἀναπλάσῃ ζωήν· καὶ αὐτὸς ὑπάρχων ἡ δικαιοσύνη τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονεν ὑπὲρ ἡμῶν ἁμαρτία.
κατὰ γὰρ τὴν τοῦ προφήτου φωνήν Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ ἐλογίσθη μεθ’ ἡμῶν ἐν ἀνόμοις, ἵν’ ἡμᾶς δικαιώσῃ δι’ ἑαυτὸν, διαῤῥήξας τὸ καθ’ ἡμῶν χειρόγραφον, καὶ προσηλώσας αὐτὸ τῷ ἰδίῳ σταυρῷ, κατὰ τὸ γεγραμμένον. ἅγιος δὲ πάλιν ὑπάρχων κατὰ φύσιν ὡς Θεὸς, καὶ τοῦ Ἁγίου Πνεύματος ὅλῃ τῇ κτίσει πρὸς διαμονὴν καὶ σύστασιν καὶ ἁγιασμὸν τὸ ἐν μεθέξει γενέσθαι διδοὺς, ἁγιάζεται δι’ ἡμᾶς ἐν Ἁγίῳ Πνεύματι, οὐχ ἑτέρου τινὸς αὐτὸν ἁγιάζοντος, αὐτουργοῦντος δὲ μᾶλλον ἑαυτῷ πρὸς ἁγιασμὸν τῆς ἰδίας σαρκός. δέχεται γὰρ τὸ Πνεῦμα τὸ ἑαυτοῦ, καὶ λαμβάνει μὲν, καθόπερ ἦν ἄνθρωπος, ἑαυτῷ γεμὴν τοῦτο δίδωσιν, ὡς Θεός. ἔδρα δὲ τοῦτο δι’ ἡμᾶς, οὐ δι’ ἑαυτόν· ἵνα ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ δὴ πρώτῳ δεξαμένου τοῦ πράγματος τὴν ἀρχὴν, εἰς ἅπαν οὕτω τὸ γένος ἡ τοῦ ἁγιάζεσθαι λοιπὸν διαβαίνοι χάρις. ὥσπερ γὰρ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ παρακοῆς, ὡς ἐν ἀπαρχῇ τοῦ γένους ἡ φύσις θανάτῳ κατεδικάζετο, δι’ ἑνὸς ἀκούουσα τοῦ πρώτου Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·
PG 74:547τὸν αὐτὸν οἶμαι τρόπον, διὰ τῆς ὑπακοῆς καὶ δικαιοσύνης τοῦ Χριστοῦ, καθὸ γέγονεν ὑπὸ νόμον, καίτοι νομοθέτης ὑπάρχων ὡς Θεὸς, εἰς ὅλην ἂν διήκοι τὴν φύσιν ἡ εὐλογία, καὶ ἡ διὰ τοῦ Πνεύματος ζωοποίησις. ἀναμορφοῖ γὰρ τὸ Πνεῦμα πρὸς ἀφθαρσίαν τὸ ἐξ ἁμαρτίας κατεφθαρμένον, καὶ εἰς καινότητα μεταπλάττει ζωῆς τὸ ἐκ ῥᾳθυμίας πεπαλαιωμένον καὶ χωρῆσαν εἰς ἀφανισμόν. Ἀλλ’ ἴσως ἐρεῖς Πῶς οὖν ὁ ἅγιος κατὰ φύσιν ἡγιάζετο, καὶ τοῦτο μεθεκτῶς; κατὰ τίνα δὲ τρόπον ὁ καὶ πᾶσι τοῖς ἑλεῖν ἀξίοις, τοῖς τε ἄνω φημὶ καὶ τοῖς ἐπὶ γῆς τὸ ἴδιον Πνεῦμα διδοὺς, ἑαυτῷ τοῦτο χαρίζεται; δυσέφικτα μὲν οὖν καὶ δυσδιανόητα κομιδῇ καὶ οὐκ ἀταλαίπωρον ἔχοντα τὴν ἐξήγησιν τὰ τοιαῦτά ἐστιν, ὅταν ἐννοήσῃς γυμνὸν ἔτι καὶ ὥσπερ ἀνὰ μέρος ἑστῶτα τῆς ἁγιαζομένης ἀνθρωπότητος τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον·
ἐπὰν μέντοι θαυμάσῃς τὴν ἀπερινόητον ἕνωσιν καὶ τὴν εἰς σάρκα σύνοδον, καὶ ὑποπέσῃ τῷ νῷ καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος ὁ φύσει Θεὸς, ξενισθήσῃ μὲν οὐκέτι, πάντα δὲ θόρυβον τῆς σῆς διανοίας ἐξελὼν, ὑποθείς τε τοῖς θεωρήμασι, Θεὸν ἐν ταὐτῷ καὶ ἄνθρωπον ὄντα τὸν Υἱὸν, οὐκ ἀπόβλητα λογιῇ τὰ τῇ ἀνθρωπότητι πρέποντα, κἂν εἰς τὸ ἑνὸς τοῦ κατὰ φύσιν Υἱοῦ φέρηται πρόσωπον, φημὶ δὴ Χριστοῦ. ἢ γὰρ οὐκ ἀλλότριον οἰησόμεθα παντελῶς τοῦ τὰ πάντα ζωογονοῦντος Λόγου τὸ ἀποθανεῖν; Ἀλλ’ ἐρεῖς, ὅτι πέπονθε τοῦτο κατὰ τὴν σάρκα, θανάτου γὰρ δεκτικὸν τὸ σῶμα, τεθνάναι δὲ διὰ τοῦτο λέγεται· τὸ γὰρ ἴδιον αὐτοῦ τέθνηκε σῶμα. Παγκάλως ἔχει σοι τὸ θεώρημα, λέγεις γὰρ ὀρθῶς· καὶ γάρ τοι κατὰ ἀλήθειαν δι’ ἡμᾶς οἰκονομικῶς τὸ ἴδιον ἐφεὶς τεθνάναι σῶμα, πάλιν αὐτῷ τὴν ἰδίαν ἐνεφύτευσε ζωὴν, οὐχ ἑαυτὸν δηλονότι τῶν τοῦ θανάτου δεσμῶν ἐξαιρούμενος, καθὸ νοεῖται Θεός. ἐπεδήμησε γὰρ καὶ γέγονεν ἄνθρωπος, οὐ δι’ ἑαυτόν· ὁδοποιῶν δὲ μᾶλλον τῇ ἀνθρωπείᾳ φύσει δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τὴν ἐκ θανάτου διαφυγὴν, καὶ τὴν εἰς τὴν ἀπ’ ἀρχῆς ἀφθαρσίαν ἐπάνοδον.
PG 74:549ἴθι δὴ οὖν κατὰ τὴν ἴσην τῶν εἰρημένων ἀναλογίαν εἰς τὸν περὶ τοῦ ἁγιάζεσθαι τρόπον. ἆρα γὰρ ὅλως φαμὲν ἅγιον ὑπάρχειν, κατά γε τὸν λόγον τῆς ἰδίας φύσεως, τὸ ἀπὸ γῆς σῶμα, καὶ εἰ μὴ δέχοιτο τὸν ἁγιασμὸν παρὰ τοῦ κατὰ φύσιν ἁγίου Θεοῦ; καὶ πῶς ἂν εἴη τοῦτό γε; ποία γὰρ ἂν ἔτι νοοῖτο διαφορὰ σαρκός τε τῆς γηγενοῦς καὶ τῆς κατὰ φύσιν ἁγίας τε καὶ ἁγιαστικῆς οὐσίας; εἰ δέ ἐστιν εἰπεῖν ἀληθὲς, ὅτι πᾶσα κτίσις λογικὴ καὶ ἁπαξαπλῶς τὸ κεκλημένον εἰς γένεσιν καὶ τελοῦν ἐν γενητοῖς, φύσεως μὲν ἰδίας οὐκ ἔχει καρπὸν τὸν ἁγιασμὸν, δανείζεται δὲ ὥσπερ παρὰ τοῦ κατὰ φύσιν ἁγίου τὴν χάριν, πῶς οὐκ ἂν γένοιτο τῶν ἀτοπωτάτων ἀπροσδεᾶ τὴν σάρκα νοεῖν τοῦ ἁγιάζειν τὰ πάντα πεφυκότος Θεοῦ; ἐπειδὴ τοίνυν οὐχ ἁγία καθ’ ἑαυτὴν ἡ σὰρξ, ἡγιάσθη διὰ τοῦτο καὶ ἐν Χριστῷ, τοῦ ἐν αὐτῇ κατοικήσαντος Λόγου διὰ τοῦ Ἁγίου Πνεύματος τὸν οἰκεῖον ναὸν ἁγιάζοντος, καὶ εἰς ἐνέργειαν αὐτὸν τῆς ἰδίας μεταποιοῦντος φύσεως. ἅγιον γὰρ διὰ τοῦτο νοεῖται καὶ ἁγιαστικὸν τὸ σῶμα Χριστοῦ, ἅτε δὴ, καθάπερ ἔλεγον ἀρτίως, ναὸς γεγονὸς τοῦ ἑνωθέντος αὐτῷ Λόγου σωματικῶς, ὡς ὁ Παῦλός φησιν.
διὰ τοῦτο κάτεισι μὲν ἐπ’ αὐτὸν ἐξ οὐρανοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς· μεμαρτύρηκε δὲ τοῦτο λέγων ὁ σοφὸς Ἰωάννης· ἵνα γνῶμεν πάλιν, ὅτι καθάπερ ἐν ἀπαρχῇ τῆς ἀνανεουμένης φύσεως, ἐν πρώτῳ Χριστῷ τὸ Πνεῦμα κατέβη, καθὸ πέφηνεν ἄνθρωπος ὁ τοῦ ἁγιάζεσθαι δεκτικός. καὶ οὐ δήπου πάλιν ἐκεῖνό φαμεν, ὅτι τότε γέγονεν ἅγιος τὸ κατὰ σάρκα Χριστὸς, ὅτε τὸ Πνεῦμα τεθέαται καταβαῖνον ὁ βαπτιστής· ἅγιος γὰρ ἦν καὶ ἐν ἐμβρύῳ καὶ μήτρᾳ. καὶ γοῦν ἐλέγετο πρὸς τὴν μακαρίαν παρθένον Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· ἀλλὰ δέδοται μὲν εἰς σημεῖον τῷ βαπτιστῇ τὸ θέαμα. λογιζόμεθα δ’ οὖν ὅμως ἡγιάσθαι τε τὴν σάρκα διὰ τοῦ Πνεύματος, καθ’ ὁμοιότητα τῆς ἄλλης κτίσεως τὸν ἴδιον ἐν αὐτῷ καταχρίοντος ναὸν τοῦ κατὰ φύσιν ἁγίου καὶ ἐκ Πατρὸς ὄντος Λόγου· καὶ τοῦτο εἰδὼς ὁ μελῳδὸς ἀνεφώνει, τὸ ἐν ἀνθρωπότητι πρόσωπον ἀναθεωρήσας τοῦ Μονογενοῦς Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. καταχρίοντος γὰρ τοῦ Υἱοῦ τὸν ἴδιον ναὸν, ὁ Πατὴρ λέγεται τοῦτο δρᾶν. ἐνεργεῖ γὰρ οὐχ ἑτέρως ἢ δι’ Υἱοῦ.
PG 74:551ἀναφέρεται δὲ πᾶν ὅπερ ἂν δράσειεν ὁ Υἱὸς εἰς τὸν ἐξ οὗπέρ ἐστι Πατέρα· ῥίζα γὰρ ὥσπερ τις ἐστὶ καὶ πηγὴ τοῦ ἰδίου γεννήματος ὁ Πατήρ. Θαυμαστὸν δὲ οὐδὲν, εἰ καὶ ἁγιάζεσθαί φησιν ἑαυτὸν, καίτοι κατὰ φύσιν ἅγιος ὢν, ὅτε καὶ Θεὸν αὐτοῦ τὸν Πατέρα καλοῦσιν αἱ γραφαὶ, καίτοι κατὰ φύσιν ὄντος Θεοῦ. ἀλλ’ οἶμαι ταυτὶ ταῖς τῆς ἀνθρωπότητος χρείαις καὶ τῷ καθ’ ἡμᾶς πρέποντι σχήματι καλῶς καὶ δικαίως ἀναθείη τις ἂν, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ὥσπερ οὖν ἀπέθανε κατὰ σάρκα ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καίτοι κατὰ φύσιν ὑπάρχων ὡς Θεός· καὶ ὥσπερ ἐν τοῖς γεγονόσι καὶ ὑπὸ ζυγὸν κατατεταγμένος διὰ τὴν ἀνθρωπότητα, καίτοι τῶν ὅλων κύριος ὢν, Θεὸν ἑαυτοῦ τὸν Πατέρα φησίν· οὕτω δι’ ἡμᾶς ἑαυτὸν ἁγιάζειν διισχυρίζεται, ἵνα καὶ εἰς ἡμᾶς δραμόντος τοῦ πράγματος, ὡς ἐν ἀπαρχῇ τῆς ἀνανεουμένης φύσεως, ἐν αὐτῷ καὶ ἡμεῖς ὦμεν ἡγιασμένοι ἐν ἀληθείᾳ, τουτέστιν, ἐν Ἁγίῳ Πνεύματι. τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὴν Ἰωάννου φωνήν· οὐ γὰρ ἕτερον παρὰ τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ, κατά γε τὸν ἐν οὐσίᾳ λόγον, ἅτε δὴ καὶ ἐν αὐτῷ τε ὑπάρχον καὶ δι’ αὐτοῦ προϊόν.
Ἀπεστάλθαι δέ φησιν εἰς τὸν κόσμον, καίτοι πρὸ τῆς ἐνανθρωπήσεως ὢν ἐν αὐτῷ. ἦν γὰρ ἐν τῷ κόσμῳ, εἰ καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, κατὰ τὸ γεγραμμένον, τὸν τῆς ἀποστολῆς τρόπον οὐχ ἑτέρως γενέσθαι σημαίνων, ἢ ὅτι κέχρισται τῷ Ἁγίῳ Πνεύματι, καθὸ γέγονεν ἄνθρωπος, καὶ τῆς Μεγάλης βουλῆς πέφηνεν ἄγγελος, καθ’ ὁμοιότητα λειτουργίας προφητικῆς. κατὰ μίμησιν δὲ τὴν ἑαυτοῦ προκεχειρίσθαι λέγων τοὺς μαθητὰς, καὶ ἀπεστάλθαι παρ’ αὐτοῦ διαγγελοῦντας τῷ κόσμῳ τὸ εὐαγγελικὸν καὶ οὐράνιον κήρυγμα, δεῖσθαί φησιν ἀναγκαίως τοῦ ἁγιάζεσθαι ἐν ἀληθείᾳ, ἵνα καὶ δύνωνται τὸν τῆς ἰδίας ἀποστολῆς ἄριστά τε καὶ νεανικῶς διαπερᾶναι δρόμον. ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσμόν τε καὶ τρόπον· ὁμοίως δὲ καὶ ἡμεῖς αὐτοὶ τὴν εἰς αὐτὸν παραδεξάμενοι πίστιν, ἓν πρός τε ἀλλήλους καὶ Θεὸν ἀναδεικνύμεθα, σωματικῶς τε καὶ πνευματικῶς.
«Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ Πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας.» ἈΠΑΡΧΗ μὲν ὥσπερ τῶν ἀνακτιζομένων εἰς καινότητα ζωῆς πέφηνεν ὁ Χριστὸς καὶ πρῶτος αὐτὸς οὐράνιος ἄνθρωπος. κατὰ γάρ τοι τὴν τοῦ Παύλου φωνὴν, ὁ δεύτερος Ἀδὰμ ὁ Κύριος ἐξ οὐρανοῦ· διὰ τοῦτο καὶ ἔφασκε Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. προσεχῶς δὲ τῇ ἀπαρχῇ, καὶ πολὺ μᾶλλον τῶν ἑτέρων γείτονες οἱ πρῶτοι πρὸς μαθητείαν ἐξειλεγμένοι, καὶ τὸ τῆς ἀκολουθήσεως ἑλόντες ἀξίωμα, οἳ καὶ αὐτόπται καὶ θεωροὶ γεγόνασι τῆς δόξης αὐτοῦ, προςεδρεύοντές τε ἀεὶ καὶ συνδιαιτώμενοι καὶ τὰς τῆς ὠφελείας ἀπαρχὰς ἐν οἰκείαις ψυχαῖς συγκομίζοντες. ἦσαν οὖν ἄρα καί εἰσι μετὰ τὴν τῶν ὅλων καὶ ὑπὲρ πάντας κεφαλὴν τοῦ τῆς ἐκκλησίας σώματος, τὰ τίμιά τε καὶ ἀξιολογώτερα μέλη. καὶ γοῦν ἐπ’ αὐτὰ τὴν διὰ τοῦ Πνεύματος εὐλογίαν καὶ ἁγιασμὸν καταπέμπεσθαι παρὰ τοῦ ἰδίου Πατρὸς ἐρωτᾷ, δι’ ἑαυτοῦ δὲ πάντως·
PG 74:553οὐ γὰρ ἦν ἑτέρως, ἐπείπερ ἐστὶν αὐτὸς ἡ ζῶσά τε καὶ ἀληθὴς καὶ παντουργικὴ καὶ δραστήριος σοφία καὶ δύναμις τοῦ γεννήσαντος αὐτόν. ἀλλ’ ἵνα μή τινες τῶν οὐ λίαν ἐπιεικέστερον ἐπαί̈ειν μεμελετηκότων τῆς θεοπνεύστου γραφῆς οἰηθεῖεν ἐξ ἐλαφρίας ἐπὶ μόνους κεκλῆσθαι τοὺς μαθητὰς τὴν τοῦ θείου Πνεύματος καταφοίτησιν, οὐδὲν δὲ περὶ ἡμῶν τῶν μετ’ ἐκείνους δηλαδὴ καὶ ἐν πρώτοις γεγονότων καιροῖς, ὁ Θεοῦ καὶ ἀνθρώπων μεσίτης ὁ παράκλητος καὶ ἀρχιερεὺς τῶν ἡμετέρων ψυχῶν, ἀναγκαίως καὶ τὰς τῶν τοιούτων προανασειράζων ἀσυνέτους ὑπονοίας, τοῖς εἰρημένοις ἐπήνεγκε τὸ προκείμενον, τουτέστιν Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. καὶ γὰρ ἦν πως ἄτοπον, δι’ ἑνὸς μὲν τοῦ πρώτου, φημὶ δὴ τοῦ Ἀδὰμ, διήκειν ἐπὶ πάντας τὴν κατάκρισιν, καὶ φορέσαι μὲν τοῦ χοϊκοῦ τὴν ἀδοξοτάτην εἰκόνα καὶ τοὺς μὴ ἁμαρτήσαντας, κατ’ ἐκεῖνο δὲ δηλονότι καιροῦ, καθ’ ὃν ὁ προπάτωρ τῆς αὐτῷ δοθείσης παρώλισθεν ἐντολῆς·
ἐπιδημήσαντος δὲ τοῦ Χριστοῦ, ὃς δὴ καὶ πέφηνεν οὐράνιος ἄνθρωπος, μὴ καὶ τὴν αὐτοῦ πάλιν εἰκόνα σύμπαντας ἀναμάττεσθαι τοὺς δι’ αὐτοῦ κεκλημένους εἰς δικαιοσύνην, πρόδηλον δὲ ὅτι τὴν διὰ πίστεως. ὥσπερ δὲ τοῦ χοϊκοῦ τὴν ἀκαλλεστάτην εἰκόνα, διὰ τύπων ὁρᾶσθαί φαμεν καὶ ἰδέας τοιαύτης, ἣ καὶ τῆς ἁμαρτίας ἔχει τὸν ῥύπον, καὶ θανάτου καὶ φθορᾶς τὴν ἀσθένειαν καὶ φιληδονίας σαρκικῆς καὶ φρονήματος ἐπιγείου τὴν ἀκαθαρσίαν· οὕτως αὖ πάλιν διαπρέπειν οἰόμεθα τὴν εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, καθαρότητι καὶ εἰλικρινείᾳ, τῇ κατὰ πᾶν ὁτιοῦν ἀφθαρσίᾳ καὶ ζωῇ καὶ ἁγιασμῷ. ἀλλ’ ἦν ἑτέρως ἀμήχανον εἰς τὸ ἀπ’ ἀρχῆς ἡμᾶς ἀνακομίζεσθαι κάλλος τοὺς ἅπαξ ἐκπεπτωκότας διὰ τὴν ἐν τῷ πρώτῳ παράβασιν, εἰ μὴ τῆς ἀῤῥήτου κοινωνίας ἐτύχομεν καὶ τῆς ἑνώσεως τῆς πρὸς Θεόν· οὕτω γὰρ καὶ ἐν ἀρχαῖς ἡ τῶν ἐπὶ γῆς διεκοσμήθη φύσις·
ἕνωσις δὲ ἡ πρὸς Θεὸν οὐχ ἑτέρως ἂν ὑπάρξαι τισὶν, ἢ διὰ τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος τῆς ἰδίας ἰδιότητος ἐντιθέντος ἡμῖν τὸν ἁγιασμὸν, καὶ εἰς τὴν ἰδίαν ἀναπλάττοντος ζωὴν τὴν ὑποπεσοῦσαν τῇ φθορᾷ φύσιν, οὕτω τε πρὸς τὸν Θεὸν καὶ πρὸς τὴν ἐκείνου μόρφωσιν ἐπανάγοντος τὸ τῆς ἐπὶ τούτῳ δόξης ἐστερημένον. εἰκὼν μὲν γὰρ ἀκραιφνὴς τοῦ Πατρὸς ὁ Υἱὸς, ὁμοίωσις δὲ φυσικὴ τοῦ Υἱοῦ τὸ Πνεῦμα αὐτοῦ. διάτοι τοῦτο μεταπλάττον ὥσπερ εἰς ἑαυτὸ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὴν θείαν αὐταῖς ἐγχαράττει μόρφωσιν, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἀποσημαίνεται τὸν εἰκονισμόν. Ἐρωτᾷ τοιγαροῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὑπὲρ μόνων τῶν δυοκαίδεκα μαθητῶν, μᾶλλον δὲ περὶ πάντων, οἳ δὴ καὶ ἐν ἑκάστοις ἔμελλον καιροῖς, τοῖς παρ’ αὐτῶν γεγονόσιν, εἴκειν τε καὶ ὑποπείθεσθαι λόγοις παραθήγουσι τοὺς ἀκροωμένους πρὸς ἀνάληψιν ἁγιασμοῦ τοῦ διὰ πίστεως καὶ πρὸς ἀποκάθαρσιν τὴν ἐνεργουμένην διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. τὰ δέ γε τῆς αἰτήσεως, οὐδὲ ἡμῖν αὐτοῖς ἀσυμφανῆ καταλιπεῖν ᾤετο δεῖν·
PG 74:555ἵνα δὴ διὰ τούτου μάθωμεν, ὁποίους τινὰς ὁρᾶσθαι προσήκει, καὶ τίνα δικαιοσύνης ἰέναι τρίβον πρὸς ἀποπλήρωσιν τῶν ἀρεσκόντων αὐτῷ. τίς οὖν ἢ ποῖος ὁ τῆς αἰτήσεως τρόπος; ἵνα φησὶν ἓν ὦσι καθὼς σὺ Πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ ἵνα ἐν ἡμῖν ἓν ὦσιν· ἀγάπης οὖν ἄρα καὶ ὁμονοίας καὶ εἰρήνης σύνδεσμον ἀπαιτεῖ, συγκομίζοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς πιστεύοντας, ὡς τῆς φυσικῆς τε καὶ οὐσιώδους ἑνότητος, πρόδηλον δὲ ὅτι τῆς ἐν Πατρί τε καὶ Υἱῷ νοουμένης, ἀπομιμεῖσθαι τοὺς χαρακτῆρας, τὴν ἐν συναινέσει τῇ κατὰ πάντα καὶ ἀδιατμήτοις ὁμοψυχίαις εἰς ἑνότητα συνδρομήν. καὶ οὐ δήπου πάντως φιλονεικήσει τῆς ἐν ἡμῖν ἀγάπης ὁ σύνδεσμος καὶ τῆς ὁμονοίας ἡ δύναμις εἰς τὸ οὕτως ἔχειν ἀπαραλλάκτως, ὡς ἂν εἶεν ὁ Πατήρ τε καὶ ὁ Υἱὸς, ἐν τῇ τῆς οὐσίας ταυτότητι τὸν τῆς ἑνότητος ἀποσώζοντες τρόπον. ἡ μὲν γὰρ νοεῖται φυσική τε καὶ ἀληθὴς καὶ ἐν τῷ τῆς ὑπάρξεως λόγῳ θεωρουμένη· ἡ δὲ τὸ τῆς ἀληθοῦς ἑνότητος ὑποκρίνεται σχῆμα. πῶς γὰρ ἂν εἶεν ἐν ἴσῳ παντελῶς τοῖς ἀρχετύποις τὰ ἀντίτυπα; ἐπεὶ μὴ ταὐτὸν εἰς νόησιν πρὸς ἀλήθειαν αὐτὴν τὴς ἀληθείας ἡ μόρφωσις·
ἀλλ’ ἐν ἴσοις μὲν ὁρᾶται σχήμασι, διεστήξει δ’ οὖν ὅμως οὐκ ἐντυχούσαις διαφοραῖς. Ὅταν οὖν οἴηταί τις τῶν ἑτεροδόξων ἀνατρέπειν δύνασθαι τὴν πρὸς Θεὸν καὶ Πατέρα ταυτότητα φυσικὴν, καὶ τὴν ἐντεῦθεν ἑνότητα τοῦ Υἱοῦ, εἶτα πρὸς ἀπόδειξιν καὶ ὀχυρότητα τῆς ἑαυτοῦ δυσβουλίας τὰ καθ’ ἡμᾶς προσκομίζῃ λέγων Ὥσπερ ἡμεῖς οὐ τῇ τῶν σωμάτων εἰς ἓν νοουμένῃ ταυτότητι, ἀλλ’ οὐδὲ διὰ τῆς εἰς ἀλλήλας ἀντανακράσεως τῶν ψυχῶν, ἕν ἐσμεν οἱ πάντες, ἀλλὰ σχέσει καὶ διαθέσει τῇ κατὰ ἀγάπην, ταυτοβουλίᾳ καὶ συναινέσει τῇ εἰς τὸ θέλημα τοῦ Θεοῦ, οὕτω καὶ ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν Πατέρα· παρωσόμεθα δὴ πάντως ἀμαθῆ τε ὄντα καὶ ἀσύνετον κομιδῆ. καὶ διὰ ποίαν αἰτίαν; ἐπείπερ οὐ πάντως ἀκολουθήσει τοῖς καθ’ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς, ἀλλ’ οὐδὲ τὴν τῶν σωμάτων ἀνάγκην ὑπομείναι τὸ ἀσώματον, οὔτε μὴν τοῖς ἀνθρωπίνοις ἕψεται τὰ τοῦ Θεοῦ. εἰ μὲν γὰρ τὸ διεῖργον οὐδὲν ἢ ἀπομερίζον ὅλως εἰς διαφορὰν ἡμᾶς τε καὶ Θεὸν, νοείσθω καὶ καθ’ ἡμᾶς τὰ περὶ Θεοῦ·
εἰ δὲ ἀκατάληπτόν τι τὸ μεσολαβοῦν εὑρίσκεται, τί τὰ τῆς ἡμετέρας φύσεως ἡττήματα κανόνα καὶ σταθμὸν ὁρίζουσι τῷ Θεῷ, ἐκ τῶν καθ’ ἡμᾶς ἀδυνάτων ἀνάγκαις ὑποτιθέντες τὴν ἁπάσης ἀνάγκης κρείττονα φύσιν, ἁλοῖεν δ’ ἂν ἔτι πρᾶγμα δρῶντες ἄτοπόν τε καὶ ἀλογώτατον; ἀπὸ γὰρ τῶν ἰσοτύπων τὰ ἀρχέτυπα, καὶ ἐκ τῆς κατὰ μίμησιν ὁμοιότητος τὴν ἀλήθειαν σχηματίζουσι· τιμῶντες μὲν τοῖς δευτέροις τὰ τὴν πρώτην ἐπέχοντα τάξιν, τὴν δὲ τῶν πρώτων ὑπόληψιν τοῖς μετὰ ταῦτα δευτέροις ἐπάγοντες. Ἀλλ’ ἵνα μὴ λίαν τοῖς περὶ τούτων ἐμφιλοχωροῦντες λόγοις ἔξω που τῶν προκειμένων ἰέναι δοκῶμεν, ἐκεῖνο δὴ πάλιν ἀναγκαίως ἐροῦμεν, ὡς εἰς εἰκόνα καὶ τύπον τῆς ἀδιασπάστου φιλίας τε καὶ ὁμονοίας καὶ ἑνότητος, τῆς ἐν ὁμοψυχίᾳ νοουμένης, τὴν οὐσιώδη παραλαβὼν ἑνότητα Χριστὸς, ἣν ἔχει μὲν ὁ Πατὴρ πρὸς αὐτὸν, αὐτὸς δὲ αὖ πάλιν πρὸς τὸν Πατέρα· συνανακιρνᾶσθαι τρόπον τινὰ καὶ ἡμᾶς ἀλλήλοις βούλεται, ἐν δυνάμει δῆλον ὅτι τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος, ὡς ἓν νοεῖσθαι τὸ σύμπαν τῆς Ἐκκλησίας σῶμα, διὰ συνόδου καὶ συνδρομῆς τῶν δύο λαῶν εἰς ἑνὸς τελείου σύστασιν ἀναβαῖνον ἐν Χριστῷ.
PG 74:557ὡς γὰρ ὁ Παῦλός φησιν Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· ὃ δὴ καὶ τετέλεσται, τῶν πιστευσάντων εἰς Χριστὸν ὁμοψυχησάντων ἀλλήλοις καὶ καρδίαν ἀναλαβόντων οἱονεὶ μίαν, διὰ τῆς εἰς ἅπαν ἐμφερείας τῆς κατ’ εὐσέβειαν, καὶ τῆς ἐν τῷ πιστεύειν ὑπακοῆς καὶ φιλαρέτου φρονήματος. Καὶ ταυτὶ μὲν ἔγωγε σκοποῦ τοῦ πρέποντος οὐκ ἄπο, δεόντως δὲ μᾶλλον νῦν εἰρῆσθαι νομίζω. ἐπειδὴ δὲ τῶν προκειμένων ἡ δύναμις ἐκβιάζεταί πως ἡμᾶς βαθυτέρων μὲν εἴσω γενέσθαι θεωρημάτων, παραθήγει δὲ μάλιστα καὶ ὁ Σωτὴρ εἰπών Καθὼς σὺ Πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι· περιαθρητέον εὖ μάλα, τίνα δὴ ἄρα προσήκει καὶ τὸν ἐπὶ τούτοις ἡμᾶς ποιήσασθαι λόγον.
ἐν μὲν γὰρ τοῖς ἤδη παρῳχηκόσι, τὸν τῆς θείας ἑνότητος τρόπον καὶ τὴν οὐσιώδη τῆς ἁγίας Τριάδος ταυτότητα καὶ τὴν εἰσάπαν ἀναπλοκὴν ἀπομιμεῖσθαι δεῖν οὐκ ἀσυνέτως ἐλέγομεν, τὴν καθ’ ὁμόνοιάν τε καὶ ὁμοψυχίαν τῶν πιστευόντων ἕνωσιν· ἐν δὲ τούτοις ἤδη πως καὶ φυσικὴν τὴν ἑνότητα δεικνύναι σπουδάζομεν, καθ’ ἣν ἡμεῖς τε ἀλλήλοις καὶ οἱ πάντες Θεῷ συνδούμεθα, οὐδὲ τῆς ἑνότητος τῆς κατὰ σῶμα λειπόμενοι τάχα, φημὶ δὲ τῆς εἰς ἀλλήλους, εἰ καὶ τῇ τῶν σωμάτων διαφορᾷ διεστήκαμεν, ἑκάστου τῶν καθ’ ἡμᾶς πρὸς ἰδίαν ὥσπερ ἀναχωροῦντος περιγραφὴν καὶ ὑπόστασιν. οὐ γὰρ ἂν εἴη τε καὶ λέγοιτο τυχὸν Παῦλος μὲν ὁ Πέτρος, Πέτρος δὲ αὖ πάλιν ὁ Παῦλος, εἰ καὶ τῷ τρόπῳ τῆς διὰ Χριστὸν ἑνώσεως ἓν ἄμφω νοοῖντο. οὐκοῦν ὁμολογουμένης τῆς φυσικῆς ἑνότητος, ἐπί τε Πατρὸς καὶ Υἱοῦ, δῆλον δὲ ὅτι καὶ Ἁγίου Πνεύματος· μία γὰρ θεότης ἐν ἁγίᾳ Τριάδι πιστεύεται καὶ δοξάζεται· φέρε δὴ πάλιν διασκεπτώμεθα, κατὰ τίνα τρόπον καὶ ἡμεῖς αὐτοὶ καὶ πρὸς ἀλλήλους ἓν σωματικῶς τε καὶ πνευματικῶς καὶ πρὸς Θεὸν εὑρισκόμεθα.
οὐκοῦν ἐξ αὐτῆς ἀναλάμψας ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Μονογενὴς, καὶ ὅλον ἔχων ἐν ἰδίᾳ φύσει τὸν γεννήσαντα, γέγονε σὰρξ, κατὰ τὰς γραφὰς, ἀναμιγνὺς ὥσπερ ἑαυτὸν τῇ ἡμετέρᾳ φύσει, διὰ τῆς ἀφράστου συνόδου τε καὶ ἑνώσεως τῆς πρὸς τὸ σῶμα τουτὶ τὸ ἀπὸ τῆς γῆς, οὕτω τε ὁ φύσει Θεὸς κεχρημάτικέ τε καὶ γέγονεν ἀληθῶς οὐράνιος ἄνθρωπος, οὐ θεοφόρος κατά τινας τῶν ἀκριβῶς οὐ συνέντων τοῦ μυστηρίου τὸ βάθος· ἀλλ’ ἐν ταὐτῷ Θεός τε καὶ ἄνθρωπος ὢν, ἵνα τὰ πολὺ διωρισμένα κατὰ τὴν φύσιν καὶ τῆς ἀλλήλων ὁμοφυί̈ας ἐξεστηκότα συνενώσας ὥσπερ ἐν ἑαυτῷ, θείας δὴ φύσεως κοινωνόν τε καὶ μέτοχον ἀποδείξῃ τὸν ἄνθρωπον. διαβέβηκε γὰρ καὶ εἰς ἡμᾶς αὐτοὺς ἡ τοῦ Πνεύματος κοινωνία καὶ διαμονὴ τὴν ἀρχὴν λαβοῦσα διὰ Χριστοῦ καὶ ἐν πρώτῳ Χριστῷ, ὅτε καθ’ ἡμᾶς νοεῖται, τουτέστιν ἄνθρωπος, χριόμενός τε καὶ ἁγιαζόμενος, εἰ καὶ ἔστι φύσει Θεὸς, καθὸ πέφηνεν ἐκ Πατρὸς, αὐτὸς τῷ ἰδίῳ Πνεύματι τὸν οἰκεῖον ἁγιάζων ναὸν, καὶ τὴν δι’ αὐτοῦ γενομένην ἅπασαν κτίσιν, ᾗπερ ἂν πρέποι τὸ ἁγιάζεσθαι.
PG 74:559οὐκοῦν ὥσπερ τις ἀρχὴ καὶ ὁδὸς τοῦ καὶ ἡμᾶς Πνεύματός τε Ἁγίου μεταλαχεῖν καὶ τῆς πρὸς Θεὸν ἑνώσεως τὸ ἐπὶ Χριστῷ κατέστη μυστήριον· ἁγιαζόμεθα γὰρ οἱ πάντες ἐν αὐτῷ, κατά γε τὸν ἤδη προειρημένον τρόπον. Ἵνα τοίνυν εἰς ἑνότητα τὴν ὡς πρὸς Θεὸν καὶ ἀλλήλους συνίωμέν τε καὶ συναναμισγώμεθα καὶ ἡμεῖς αὐτοὶ, καίτοι τῇ καθ’ ἕκαστον νοουμένῃ διαφορᾷ διεστηκότες εἰς ἰδιότητα καὶ ψυχαῖς καὶ σώμασιν, ἐμηχανήσατό τινα τρόπον ὁ Μονογενὴς, διὰ τῆς αὐτῷ πρεπούσης ἐξηυρημένον σοφίας καὶ βουλῆς τοῦ Πατρός· ἑνὶ γὰρ σώματι, τῷ ἰδίῳ δηλαδὴ, τοὺς εἰς αὐτὸν πιστεύοντας εὐλογῶν διὰ τῆς μυστικῆς μεταλήψεως, ἑαυτῷ τε συσσώμους καὶ ἀλλήλοις ἀποτελεῖ. τίς γὰρ ἂν καὶ διέλοι καὶ τῆς εἰς ἀλλήλους φυσικῆς ἑνώσεως ἐξοικιεῖ τοὺς δι’ ἑνὸς τοῦ ἁγίου σώματος πρὸς ἑνότητα τὴν εἰς Χριστὸν ἀναδεσμουμένους; εἰ γὰρ οἱ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν, ἓν οἱ πάντες ἀποτελούμεθα σῶμα· μερίζεσθαι γὰρ οὐκ ἐνδέχεται τὸν Χριστόν. διὰ τοῦτο καὶ σῶμα Χριστοῦ κεχρημάτικεν ἡ Ἐκκλησία, μέλη δὲ καὶ ἡμεῖς ἀνὰ μέρος, κατὰ τὴν τοῦ Παύλου σύνεσιν.
ἑνὶ γὰρ οἱ πάντες ἑνούμενοι τῷ Χριστῷ διὰ τοῦ ἁγίου σώματος, ἅτε δὴ τὸν ἕνα λαβόντες καὶ ἀδιαίρετον ἐν ἰδίοις σώμασιν, αὐτῷ δὴ μᾶλλον ἤπερ οὖν ἑαυτοῖς τὰ ἴδια χρεωστοῦμεν μέλη. ὅτι δὲ τεταγμένου τοῦ Σωτῆρος εἰς κεφαλὴν, σῶμα τὸ λοιπὸν ἡ Ἐκκλησία καλεῖται, καθάπερ ἐκ μελῶν τῶν καθ’ ἕκαστον συνηρμοσμένον, ἀποδείξει λέγων ὁ Παῦλος Ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
ὅτι δὲ καὶ τὴν κατὰ σῶμα νοουμένην ἕνωσιν, φημὶ δὴ τὴν πρὸς Χριστὸν, οἱ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν μεθέξει γεγονότες ἀποκερδαίνομεν, μαρτυρήσει πάλιν ὁ Παῦλος περὶ τοῦ τῆς εὐσεβείας μυστηρίου λέγων Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ. εἰ δὲ σύσσωμοι πάντες ἀλλήλοις ἐσμὲν ἐν Χριστῷ, καὶ οὐχὶ μόνον ἀλλήλοις, ἀλλὰ καὶ αὐτῷ δῆλον ὅτι τῷ ἐν ἡμῖν γινομένῳ διὰ τῆς ἰδίας σαρκός· πῶς οὐκ ἤδη σαφῶς ἕν ἐσμεν οἱ πάντες καὶ ἐν ἀλλήλοις καὶ ἐν Χριστῷ; Χριστὸς γάρ ἐστιν ὁ τῆς ἑνότητος σύνδεσμος, Θεός τε ὑπάρχων ἐν ταὐτῷ καὶ ἄνθρωπος. περὶ δέ γε τῆς ἑνώσεως τῆς ἐν Πνεύματι, τὴν αὐτὴν ὥσπερ τῶν θεωρημάτων διαθέοντες τρίβον, ἐροῦμεν δὴ πάλιν, ὅτι πάντες ἓν καὶ τὸ αὐτὸ δεξάμενοι Πνεῦμα, φημὶ δὴ τὸ Ἅγιον, συνανακιρνάμεθα τρόπον τινὰ καὶ ἀλλήλοις καὶ Θεῷ.
PG 74:561εἰ γὰρ καὶ πολλοῖς οὖσιν ἡμῖν ἀνὰ μέρος, ἑκάστῳ τό τε τοῦ Πατρὸς καὶ τὸ ἴδιον ἐνοικίζει Πνεῦμα Χριστὸς, ἀλλ’ ἕν ἐστι καὶ ἀμέριστον, τὰ τῆς ἀλλήλων ἑνότητος διακεκομμένα πνεύματα, κατά γε τὸ εἶναί φαμεν, ἐν τῇ καθ’ ὕπαρξιν ἰδιότητι συνέχον εἰς ἑνότητα, δι’ ἑαυτοῦ καὶ ὡς ἕν τι τοὺς πάντας ἀναφαίνεσθαι ποιοῦν ἐν ἑαυτῷ. ὥσπερ γὰρ τῆς ἁγίας σαρκὸς ἡ δύναμις συσσώμους ἀποτελεῖ τοὺς ἐν οἷς ἂν γένοιτο, τὸν αὐτὸν οἶμαι τρόπον ἓν τὸ ἐν πᾶσιν ἀμέριστον ἐνοικῆσαν Πνεῦμα Θεοῦ πρὸς ἑνότητα τὴν πνευματικὴν συνάγει τοὺς πάντας. διὰ τοῦτο πάλιν ἡμῖν ὁ θεσπέσιος προσεφώνει Παῦλος Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. ἑνὸς γὰρ ἡμῖν ἐναυλιζομένου τοῦ Πνεύματος, εἷς ὁ τῶν ὅλων Πατὴρ ἐν ἡμῖν ἔσται Θεὸς δι’ Υἱοῦ πρὸς ἑνότητα συνέχων, τὴν εἰς ἄλληλα καὶ πρὸς ἑαυτὸν, τὰ τοῦ Πνεύματος μέτοχα.
ὅτι δὲ τῷ Ἁγίῳ Πνεύματι κατὰ μέθεξιν συνενούμεθα, δῆλόν πως ἔσται καὶ διὰ τούτου. εἰ γὰρ ἀφέντες τὸ πολιτεύεσθαι ψυχικῶς, τοῖς τοῦ Πνεύματος νόμοις τὸ εἰσάπαξ κρατεῖν παρακεχωρήκαμεν, πῶς οὐ παντί τῳ λοιπὸν ἀναμφίλογον, ὅτι τὴν ἰδίαν ὥσπερ ζωὴν ἀρνησάμενοι, καὶ τοῦ συμπλακέντος ἡμῖν Ἁγίου Πνεύματος τὴν ὑπερκόσμιον ἀναλαβόντες μόρφωσιν, μονονουχὶ καὶ εἰς ἑτέραν ὥσπερ μεθιστάμεθα φύσιν, οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ υἱοὶ Θεοῦ καὶ οὐράνιοι χρηματίζοντες ἄνθρωποι, διὰ τὸ τῆς θείας φύσεως ἀποπεφάνθαι κοινωνούς; ἓν τοιγαροῦν οἱ πάντες ἐσμὲν ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, ἓν δέ φημι καὶ τῇ καθ’ ἕξιν ταυτότητι· χρῆναι γὰρ οἶμαι διαμεμνῆσθαι τῶν ἐν ἀρχαῖς· καὶ ἐν μορφώσει τῇ κατ’ εὐσέβειαν καὶ τῇ κοινωνίᾳ τῆς ἁγίας σαρκὸς τοῦ Χριστοῦ, καὶ τῇ κοινωνίᾳ τοῦ ἑνὸς καὶ ἁγίου Πνεύματος, καθάπερ ἤδη προείρηται. ΚΕΦΑΛΗ ΙΒ.
«Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα.» «Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἓν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.» ΟΥΣΙΩΔΗ τε καὶ φυσικὴν τὴν ἕνωσιν ἔχειν εὖ μάλα φρονοῦντές φαμεν πρὸς τὸν ἑαυτοῦ Πατέρα τὸν Μονογενῆ, καθὸ καὶ γεγέννηται κατὰ τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον, καὶ ἐξ αὐτοῦ νοεῖται καὶ ἐν αὐτῷ, τῇ μὲν κατ’ ἰδίαν ὕπαρξιν ἑτερότητι διεστάναι τε καὶ διωρίσθαι δοκῶν, τῇ γεμὴν συμφυεστάτῃ τῆς οὐσίας ταυτότητι καὶ ὡς ἕν τι μετὰ Πατρὸς νοούμενος. ἐπειδὴ δὲ τῆς καθ’ ἡμᾶς ἕνεκεν οἰκονομίας, σωτηρίας τε καὶ ζωῆς, τὸν ἐν ἀρχαῖς ὥσπερ ἐκβέβηκε τόπον, τὴν ἰσότητά φημι τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν, δοκεῖ δὲ καὶ σεσαλεῦσθαί πως εἰς τὴν τῆς ἀφανεστέρας δόξης ὑπέρβασιν· τοῦτο γὰρ ἦν τό Κεκένωκεν ἑαυτόν·
PG 74:563ὁ πάλαι καὶ ἐξ ἀρχῆς ἐνυπάρχων μετὰ Πατρὸς δέχεται τοῦτο μετὰ σαρκὸς, τοῦ γηί̈νου τε καὶ ἐπικήρου περιβλήματος καὶ τῆς ἀνθρωπείας μορφῆς, τῆς ὡς ἐν λόγῳ φημὶ τῷ φυσικῷ νοουμένης, ἀπαιτούσης ἀναγκαίως, καθάπερ ἐν χάριτος μέρει, τὸ φύσει προσὸν αὐτῷ· ἦν γὰρ καὶ ἔστιν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός. οὐκοῦν ἐπειδήπερ οὐχ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ, ἀλλ’ οὐδὲ ταὐτὸν εἰς φύσιν ἡ ἐκ γυναικὸς σάρξ ἐστιν, ἤγουν ὁλοκλήρως ὁ ἐκ τῆς παρθένου ναὸς, παραδεχθεὶς δὲ ἅπαξ εἰς σῶμα τοῦ Λόγου, λοιπὸν ὡς ἕν τι λελόγισται σὺν αὐτῷ· εἷς γὰρ ὁ Χριστὸς καὶ εἷς Υἱὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος. ταύτῃτοι λαβεῖν νοεῖται τὴν ἕνωσιν, παραδεχθεὶς εἰς τοῦτο καὶ μετὰ σαρκὸς, οὐκ ἐχούσης οἴκοθεν τὸ ἓν εἶναι πρὸς Θεόν. καὶ εἰ χρή τι συντομώτερον καὶ σαφέστερον εἰπεῖν, ἑαυτῷ δεδόσθαι φησὶν ὁ Μονογενὴς τὸ δοθὲν τῇ ἰδίᾳ σαρκί· δοθὲν δὲ δὴ πάντως παρὰ Πατρὸς δι’ αὐτοῦ ἐν Πνεύματι. ὁ γὰρ τῆς πρὸς Θεὸν ἑνώσεως τρόπος οὐχ ἑτέραν ἔχει τὴν ὁδὸν καὶ εἰ νοοῖτο τυχὸν ἐπὶ Χριστοῦ, καθὸ πέφηνέ τε καὶ κεχρημάτικεν ἄνθρωπος·
ἑνώσει τῇ πρὸς τὸ Πνεῦμα, κατὰ τὸν ἄῤῥητον τῆς συνόδου τρόπον, ἁγιαζομένης δῆλον ὅτι τῆς σαρκὸς, οὕτω τε πρὸς ἕνωσιν ἀσυγχύτως ἀναβαινούσης αὐτῆς πρὸς τὸν Θεὸν Λόγον, καὶ δι’ αὐτοῦ πρὸς τὸν Πατέρα, σχετικῶς δῆλον ὅτι καὶ οὐ φυσικῶς. ταύτην τοιγαροῦν τὴν δοθεῖσάν μοι, φησὶν, ὦ Πάτερ παρὰ σοῦ χάριν τε καὶ δόξαν, δῆλον δὲ ὅτι τὴν τοῦ ἓν εἶναι πρὸς σὲ, δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν. Προσενούμεθα μὲν γὰρ ἀλλήλοις ἡμεῖς, κατὰ τοὺς ἤδη προαποδοθέντας τρόπους· ἑνούμεθα δὲ καὶ Θεῷ. καὶ κατὰ τίνα λόγον ἢ πῶς, σαφεστάτην ἡμῖν ὁ Κύριος ἐποιήσατο τὴν ἐξήγησιν, καὶ τῆς ἑαυτοῦ διδασκαλίας διαφανῆ καθιστὰς τὴν ὄνησιν Ἐγώ φησιν ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. γίνεται μὲν γὰρ ἐν ἡμῖν ὁ Υἱὸς, σωματικῶς μὲν ὡς ἄνθρωπος, συνανακιρνάμενός τε καὶ συνενούμενος δι’ εὐλογίας τῆς μυστικῆς· πνευματικῶς δὲ αὖ πάλιν ὡς Θεὸς, τῇ τοῦ ἰδίου Πνεύματος ἐνεργείᾳ καὶ χάριτι τὸ ἐν ἡμῖν ἀνακτίζων πνεῦμα πρὸς καινότητα ζωῆς, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς καθιστάς.
σύνδεσμος οὖν ἄρα τῆς ἑνότητος ἡμῶν τῆς πρὸς Θεὸν καὶ Πατέρα διαφαίνεται Χριστὸς, ἑαυτοῦ μὲν ἡμᾶς ἐξαρτήσας ὡς ἄνθρωπος, Θεῷ δὲ ὡς Θεὸς ἐνυπάρχων φυσικῶς τῷ ἰδίῳ γεννήτορι. ἦν γὰρ οὐχ ἑτέρως ἀναπηδᾶν δύνασθαι πρὸς ἀφθαρσίαν τὴν ὑποκειμένην τῇ φθορᾷ φύσιν, εἰ μὴ καταβέβηκεν ἐπ’ αὐτὴν ἡ φθορᾶς ἁπάσης καὶ παραλλαγῆς ἀνωτέρω φύσις, ἀνακουφίζουσα τρόπον τινὰ πρὸς τὸ ἴδιον ἀγαθὸν τὸ κάτω πίπτον ἀεὶ, καὶ τῇ κοινωνίᾳ καὶ ἀναμίξει τῇ πρὸς ἑαυτὴν μονονουχὶ καὶ ὅρων ἐξέλκουσα τῶν τῇ γενητῇ φύσει πρεπωδεστέρων, ἀναπλάττουσά τε πρὸς ἑαυτὴν τὸ οὐχ οὕτως ἔχον ἐξ ἑαυτοῦ. τετελειώμεθα τοιγαροῦν εἰς ἑνότητα τὴν ὡς πρὸς Θεὸν καὶ Πατέρα διὰ μεσίτου Χριστοῦ. τὸν γὰρ φύσει τε καὶ ἀληθῶς Υἱὸν, οὐσιώδη πρὸς αὐτὸν ἔχοντα τὴν ἕνωσιν, λαβόντες ἐν ἑαυτοῖς καὶ σωματικῶς καὶ πνευματικῶς, καθάπερ ἔλεγον ἀρτίως, τῆς ὑπὲρ πάντα φύσεως μέτοχοι καὶ κοινωνοὶ γεγονότες δεδοξάσμεθα.
PG 74:565Παραδεχθῆναι γεμὴν εἰς ἕνωσιν ἡμᾶς τὴν ὡς πρὸς Θεὸν καὶ Πατέρα βούλεται Χριστὸς, ὁμοῦ καὶ τὴν ἐκ τοῦ Πατρὸς ὄνησιν δι’ ἑαυτοῦ τῇ φύσει προξενῶν, καὶ τὴν ἐκ τῆς χάριτος δύναμιν ἔλεγχον ὥσπερ τινὰ διαφανῆ συμβήσεσθαι λέγων τῶν οἰομένων αὐτὸν οὐκ εἶναι παρὰ Θεοῦ. ποῖον γὰρ ἕξει τόπον ἢ χώραν ἔτι τῆς ἐπὶ τούτῳ συκοφαντίας ὁ λόγος, εἰ δι’ ἑαυτοῦ πρὸς ἕνωσιν ἀναφέρει τῷ Πατρὶ τοὺς διὰ πίστεως δηλονότι καὶ ἀγάπης εἰλικρινοῦς προσοικειωθέντας αὐτῷ; ὅταν τοίνυν, ὦ Πάτερ, τὴν ἕνωσιν ἀποκερδάνωσι τὴν πρός σε δι’ ἐμοῦ, τότε γνώσεται μὲν ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, τουτέστιν εὐδοκίᾳ σῇ βοηθήσων ἀφῖγμαι τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ πλανωμένοις κατορθώσων τὴν σωτηρίαν· γνώσονται δὲ πρὸς τούτοις οὐδὲν ἧττον, φησὶν, οἱ τῆς οὕτω τριποθήτου μετεσχηκότες χάριτος, ὅτι ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. ὁ γὰρ εἰς ἑνότητα λαβὼν τὸν καθ’ ἡμᾶς τε καὶ ἐξ ἡμῶν, τουτέστι, Χριστὸν, καὶ τῆς οὕτω μεγάλης ἀξιώσας ἀγάπης· γέγονε δὲ ἡμῖν ὁ λόγος ὡς ἐπ’ ἀνθρώπου πάλιν· καὶ ἡμῖν ἐφεὶς τὸ ἐξεῖναι τούτου τυχεῖν, πῶς οὐκ ἐν ἴσῳ μέτρῳ τὸν τῆς ἀγάπης ἐποιήσατο λόγον; καὶ θορυβείτω τοῦτο τῶν νουνεχεστέρων μηδένα.
πρόδηλον μὲν γὰρ καὶ ἀναμφιλόγως ἔχον, ὡς κατ’ οὐδένα τρόπον φιλονεικήσει ποτὲ τῷ ἰδίῳ Δεσπότῃ τὸ δοῦλον· ἀλλ’ οὐδὲ ἐν ἴσῳ μέτρῳ τοῖς ποιήμασι τὸν ἴδιον Υἱὸν ἀγαπήσειεν ἂν ὁ Θεὸς καὶ Πατήρ. πλὴν ἐκεῖνο διασκεπτέον, ὅτι τὸν ἐξ αἰώνων ἀγαπώμενον, ὡς ἀρχὴν ἔχοντα τοῦ ἀγαπᾶσθαι βλέπομεν, ὅτε γέγονεν ἄνθρωπος. οὐκοῦν ὅπερ εἶχε λαβὼν, οὐχ ἑαυτῷ δήπου λαβὼν, ἀλλ’ ἡμῖν καὶ τοῦτο ἁλώσεται. ὥσπερ γὰρ ἀνεβίω τὸ τοῦ θανάτου καταλύσας κράτος, οὐχ ἑαυτῷ τὴν ἀνάστασιν κατορθῶν, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, ἀλλ’ ἡμῖν δι’ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τοῦτο διδούς· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ, τῶν θανάτου κατορχουμένη δεσμῶν· οὕτως οὐχ ἑαυτῷ τὴν παρὰ Πατρὸς ἀγάπην νοηθήσεται λαβών· ἦν μὲν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπητός· ἀλλ’ ἵν’ ἡμῖν προξενήσῃ τὴν παρὰ Πατρὸς ἀγάπην, δέχεται ταύτην παρ’ αὐτοῦ καὶ ὅτε γέγονεν ἄνθρωπος. ὥσπερ οὖν σύμμορφοι τῆς τε ἀναστάσεως αὐτοῦ καὶ τῆς δόξης ἐσόμεθα, γεγόναμέν τε ἤδη, καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους καὶ ἐν πρώτῳ Χριστῷ, οὕτω καὶ τῆς ἀγάπης οἱονεὶ τὴν συμμορφίαν ἐσχήκαμεν, παραχωροῦντες μὲν τὸ νικᾶν εἰς ἅπαντα τῷ Μονογενεῖ·
τὴν δὲ τῆς θείας φύσεως ἐν τοῖς καθ’ ἑαυτοὺς ἀσύγκριτον ἡμερότητα δικαίως θαυμάζοντες, ὡς τοῖς παρ’ αὐτοῦ γεγονόσι χαριζομένην τὰ ἑαυτῆς καὶ κοινοποιούσης τοῖς κτίσμασιν, ἅπερ αὐτῇ προσήκει καὶ μόνῃ. «Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ αὐτοὶ ὦσι μετ’ ἐμοῦ· ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.» Ἐπευξάμενος τοῖς ἑαυτοῦ μαθηταῖς, μᾶλλον δὲ ἅπασι τοῖς προσιοῦσιν αὐτῷ διὰ τῆς πίστεως, ἐξαιτήσας τε παρὰ Πατρὸς ὑπάρξαι τὴν ἕνωσιν καὶ ἀγάπην καὶ ἁγιασμὸν, ἐπιφέρει παραχρῆμα καὶ ταῦτα· οὐχ ἑτέρων εἶναι δεικνὺς τὸ συνεῖναί τε αὐτῷ καὶ ἀξιοῦσθαι βλέπειν τὴν δόξαν αὐτοῦ, ἢ τῶν ἑνωθέντων τε ἤδη δι’ αὐτοῦ τῷ Πατρὶ καὶ τῆς ἀγάπης τετυχηκότων, ἧς ἂν καὶ αὐτὸς ἔχειν νοοῖτο παρὰ Πατρί. ἠγαπήμεθα γὰρ ὡς υἱοὶ καθ’ ὁμοιότητα τοῦ κατὰ φύσιν καὶ ἀληθῶς Υἱοῦ. εἰ γὰρ καὶ μὴ ἐν ἴσῳ μέτρῳ τυχὸν, ἀλλ’ ἥ γε τοῦ πράγματος ἀκριβεστάτη μίμησις, συμπαρατρέχουσά πως τῷ κατὰ ἀλήθειαν, τὴν ἐκείνου πλάττεται δόξαν.
θέλω τοιγαροῦν ὦ Πάτερ φησὶν ἵν’ οἱ κατὰ πρόσοδον τὴν διὰ τῆς πίστεως καὶ διὰ φωταγωγίας τῆς παρὰ σοῦ γεγονότες ἐμοὶ, μετ’ ἐμοῦ τε εἶεν καὶ τὴν ἐμὴν βλέπωσι δόξαν. ὅσον δὲ εἶναι δώσομεν ἀγαθὸν, τὸ καὶ αὐτῷ συνεῖναι τῷ Χριστῷ, ποῖος ἂν ἡμῖν ἐκκαλύψαι λόγος; εἴπερ ἐν ἀῤῥήτοις ἐσόμεθα θυμηδίαις, καὶ ὀφθαλμὸς μὲν οὐκ εἶδεν, οὖς δὲ οὐκ ἤκουσε, καὶ οὐκ ἐνεθυμήθη νοῦς, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. τίνος γὰρ ἂν καὶ προσδεήσαι τυχὸν τῶν τελούντων εἰς ἀκράτους εὐθυμίας, τοῖς οἵ γε κεκλήρωνται τὸ καὶ αὐτῷ συνεῖναι τῷ πάντων δεσπότῃ Χριστῷ; καίτοι παντὸς ἀξιώσας θαύματος τὸ χρῆμα φαίνεται καὶ αὐτὸς ἡμῖν ὁ σοφός τε καὶ ἱερώτατος Παῦλος· κρεῖττον γὰρ, φησί τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. ὁ δὲ καὶ τῆς ἐν τῷδε τῷ βίῳ ζωῆς τὸ ἀξίωμα προτιθεὶς τουτὶ τὸ μέγα καὶ ἀξιάγαστον, πῶς οὐκ ἀληθὴς εἰσβήσεται μάρτυς, ὅτι τοῖς ἑαυτοῦ γνησίοις μεγάλην ἀπονέμει τῆς πρὸς αὐτὸν συνουσίας τὴν δωρεὰν, ὁ πάντα πᾶσι διδοὺς πλουσίως; ἐπαγωνιεῖται δὲ οὐδὲν ἧττον τῷ λόγῳ τὸ δι’ αὐτοῦ πάλιν πρὸς ἡμᾶς εἰρημένον.
PG 74:567ἔχων γὰρ ἐν ἑαυτῷ λαλοῦντα Χριστὸν καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις ἀποκαλύπτοντα, ἔφη πάλιν ὡδί· διαναστήσονται μὲν γὰρ οἱ νεκροὶ, φησὶν, ἀλλὰ καὶ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. χαριεῖσθαι δὲ καὶ αὐτὸς ἡμῖν αὐτὸ δὴ τοῦτο σαφῶς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπήγγελται λέγων Πορεύομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἥξω καὶ παραλήψομαι ὑμᾶς μετ’ ἐμαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς μετ’ ἐμοῦ ἦτε. Ἢ γὰρ νοοῦντες οὐ σφόδρα πικρῶς, ἀπεριεργότερον ἐκληψόμεθα διὰ τούτου σημαίνεσθαι τὰς ἄνω μονὰς, ἤγουν ἐφ’ ἑτέρας ἰόντες ἐννοίας, τόπον ὥσπερ ἀπονεμηθήσεσθαι δώσομεν τὸν αὐτὸν ἡμῖν καὶ Χριστῷ, οἱονεὶ τὰς ἐξ ὁμοιότητος καὶ ἐν ἴσῳ λόγῳ τιμὰς, κατά γε τὸ ἐμφερὲς καὶ τὴν μίμησιν. σύμμορφοι γὰρ ἐσόμεθα τῆς δόξης αὐτοῦ, καὶ συμβασιλεύσομεν αὐτῷ, κατὰ τὰς ἁγίας γραφάς· ὑπισχνεῖται δὲ καθ’ ὃν αὐτὸς οἶδε τρόπον καὶ συνανακλιθήσεσθαι μεθ’ ἡμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
PG 74:569Ὅτι μὲν οὖν συνεσόμεθα τῷ Χριστῷ καὶ συμμεθέξομέν τε τῆς δόξης αὐτοῦ καὶ τῆς βασιλείας ἐσόμεθα κοινωνοὶ, παρέντες εἰς τὸ παρὸν διὰ πλειόνων ἔτι δεικνύειν, ὡς οὐδαμόθεν ἀμφίλογον, χωρῶμεν ἐπὶ τὸ ἕτερον, φημὶ δὴ τό Ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. περιέσται τοιγαροῦν οὐ βεβήλοις καὶ ἁμαρτωλοῖς, ἀλλ’ οὐδὲ τοῖς τὸν θεῖον ἀτιμάζουσι νόμον, τὸ ἐν ὁράσει γενέσθαι τῆς δόξης Χριστοῦ, μόνοις δὲ μᾶλλον τοῖς ὁσίοις καὶ ἀγαθοῖς. καὶ τοῦτο πάλιν εἰσόμεθα, προφήτου μὲν λέγοντος Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου· ἐν δέ γε τοῖς εὐαγγελικοῖς κηρύγμασι τοῦ Σωτῆρος Χριστοῦ Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. εἶτα τίνες ἂν εἶεν οἱ τὴν καρδίαν ἔχοντες καθαρὰν, εἰ μὴ ἐκεῖνοι δὴ πάντως οἱ τῇ πρὸς Θεὸν ἑνώσει τῇ δι’ Υἱοῦ ἐν Πνεύματι, φιλοσαρκίας μὲν ἁπάσης ἀναχωρήσαντες, ἡδονὴν δὲ ὡς ποῤῥωτάτω τὴν κοσμικὴν ποιησάμενοι, καὶ τὴν μὲν οἰκείαν ὥσπερ ἀρνησάμενοι ζωὴν, ἀναθέντες δὲ μόνῃ τῇ θελήσει τοῦ Πνεύματος, καθαρῶς τε καὶ ὁλοτρόπως πολιτευσάμενοι τῷ Χριστῷ, ὁποῖός τις ἦν καὶ ὁ Παῦλος, ἐκ πολλῆς ἄγαν τῆς ἐνούσης αὐτῷ καθαρότητος οὐ καταδείσας εἰπεῖν Χριστῷ συνεσταύρωμαι·
ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ἀκούω δὲ καὶ ἑτέρου τινὸς τῶν ἁγίων ψάλλοντός τε καὶ λέγοντος Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. ἀγαλλίασιν γὰρ σωτηρίου τὸ Πνεῦμα καλεῖ, ἅτε δὴ καὶ ὑπάρχον πρόξενον χαρᾶς μὲν ἀτελευτήτου καὶ διηνεκοῦς, ἡγεμονίας δὲ τῆς κατὰ παθῶν τῶν ἐν κόσμῳ παρεκτικόν· Πνεῦμα γάρ ἐστι τοῦ κατὰ ἀλήθειαν σωτηρίου, τουτέστι Χριστοῦ. πολυτρόπως γεμὴν ὀνομάζων αὐτὸ, καὶ καρδίαν προσείρηκε καθαρὰν καὶ πνεῦμα ἐκάλεσεν εὐθὲς, ἅτε δὴ οὐκ ἐχόντων εὐθυτενῆ τὴν καρδίαν, σκαμβὴν δὲ μᾶλλον καὶ διεστραμμένην, ὡς ὁ ψάλλων φησὶ, τῶν οὔπω προσενωθέντων τῷ Θεῷ καὶ ἐν μεθέξει γεγονότων τῆς εὐλογίας Χριστοῦ τῆς διὰ Πνεύματος. Ὡς ἐν κεφαλαίῳ τοιγαροῦν εἰπεῖν, ἐξαίρετον τοῖς ἑαυτοῦ γνωρίμοις ἀπονεμηθῆναι τὴν χάριν ἠθέλησεν ὁ Σωτὴρ, τὴν ἐκ τοῦ συνεῖναί τε αὐτῷ καὶ ὁρᾶν τὴν δόξαν αὐτοῦ·
ἠγαπῆσθαι δέ φησι καὶ πρὸ καταβολῆς κόσμου, ἀρχαιοτάτην ἐν τούτοις εὖ μάλα δεικνὺς τὴν τοῦ καθ’ ἑαυτὸν μυστηρίου δύναμιν, καὶ ὅτι προέγνωστο μὲν τῷ Θεῷ καὶ Πατρὶ τῆς ἡμετέρας σωτηρίας ἡ ὁδὸς, ἡ διὰ τῆς τοῦ Χριστοῦ μεσιτείας τετελεσμένη. ἐδόθη μὲν οὖν οὐκ ἐν ἀρχαῖς τοῖς ἐπὶ γῆς ἡ γνῶσις, ἀλλὰ παρεισέδυ νόμος ὁ παιδαγωγὸς τῆς ἐνθέου πολιτείας, διαπλάττων ἡμῖν ἀμυδρὰν ἐν τύποις τὴν εἴδησιν, καιρῷ τῷ πρέποντι τὴν διὰ τοῦ Σωτῆρος τηρήσαντος χάριν τοῦ Θεοῦ καὶ Πατρός. λυσιτελὴς δὲ σφόδρα καὶ ἡ περὶ τούτων ἡμῖν ἀναφαίνεται γνῶσις πρὸς κατάλυσιν ὀφρύος Ἰουδαϊκῆς καὶ φρυάγματος ἀνοσίου τῶν ἐξ Ἰσραὴλ, συνηγορεῖν ἑλομένων εἰσαεὶ τῷ νόμῳ καὶ ὅτε τῆς ἀληθείας παρούσης παρ’ οὐδὲν ἔδει λοιπὸν ποιεῖσθαι τοὺς τύπους. χρησιμωτάτη δὲ σφόδρα καὶ πρὸς τὴν τῶν ἑτέρων ἀνατροπὴν, οἰομένων ὅτι πρόσφατος ἡμῖν καὶ νέα βουλὴ τοῦ Πατρὸς τὴν τοῦ μυστηρίου δύναμιν ἐξεμηχανήσατο. διὰ τοῦτο καὶ ὁ Παῦλος τὴν τῶν οὕτω διατιθεμένων ὑπόληψιν ἀναιρῶν, ἔφη που περὶ Χριστοῦ· ὅτι προέγνωστο μὲν πρὸ καταβολῆς κόσμου, πεφανέρωται γεμὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς.
PG 74:571Σημειωτέον δὲ ὅτι δεδόσθαι φησὶν ἑαυτῷ παρὰ Πατρὸς, αὐτούς τε τοὺς μαθητὰς καὶ τὴν δόξαν τὴν θεοπρεπῆ καὶ τὸ κατὰ πάντων κράτος, οὐ καθὸ φύσει νοεῖται Θεὸς ὁ τῆς δόξης Κύριος, καὶ οὐσιῶδες ἔχων τὸ βασιλικὸν ἀξίωμα· μᾶλλον δὲ καθὸ πέφηνεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ θεόσδοτα καὶ οὐκ ἐξ ἰδίας φύσεως. πάντα γὰρ τῇ κτίσει παρὰ Θεοῦ· ἴδιον δὲ ὅλως οὐδὲν ἐν αὐτῇ, κἂν ἔχουσά τι τῶν ἀγαθῶν διαφαίνηται. «Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ αὐτοὶ ἔγνωσαν ὅτι σύ με ἀπέστειλας.» Δίκαιον ἐν τούτοις ἀποκαλεῖ τὸν Πατέρα, καίτοι ἑτέρως αὐτὸν ὀνομάσαι δυνάμενος. καὶ γάρ ἐστιν ὅσιος, ἅγιος, ἀμίαντος, κτίστης καὶ δημιουργὸς, καὶ ὅσαπερ ἂν πρέπῃ τῇ τῶν ὅλων βασιλίδι φύσει. τίς οὖν ἡ αἰτία τοῦ κεκλῆσθαι δίκαιον, καίτοι καὶ ἑτέρως ἐξὸν ὀνομάζεσθαι παρὰ Χριστοῦ, φιλομαθὲς ὄντως ἰδεῖν. τὸ γάρτοι μὴ διιππεύειν ἐᾶν τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ θεωρήματα, πολλὴν ἂν ἡμῖν ἐκτέκοι τὴν ὄνησιν. οὐκοῦν ἐκεῖνό φαμεν, τὸν ἐν τῷ προκειμένῳ περιαθρήσαντες νοῦν.
ὅτε τοίνυν ἡμᾶς ἁγιάζεσθαι κατ’ εὐδοκίαν ἤθελε τοῦ ἰδίου Πατρὸς, τὸ τοῦ παρακλήτου πρόσωπον καὶ τὴν τοῦ μεσίτου χρείαν ἀποπληρῶν ὁ Χριστὸς, τὰς ὑπὲρ πάντων ἡμῶν πρεσβείας ἐποιεῖτο λέγων Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, οὐχ ἑτέραν εἶναι λέγων τὴν ἀλήθειαν ἢ τὸ ἴδιον Πνεῦμα, δι’ οὗ τὰς ἡμετέρας ἀσφαλίζεται ψυχὰς, κατασφραγίζων εἰς ὁμοιότητα τὴν πρὸς ἑαυτὸν, καὶ ἀνατειχίζων ὥσπερ ἀῤῥήτῳ δυνάμει πρὸς ἄμαχον εὐτολμίαν, παραθήγων δὲ δῆλον ὅτι καὶ εἰς προθυμίαν ἀχάλινον τὴν ἐπ’ ἀκράτοις ἀγαθουργίαις, ὡς μηδενὸς τὸ παράπαν παρὰ πόδας κειμένου καὶ ὀπίσω καλεῖν ἰσχύοντος, ὀξυτάτῳ φέρεσθαι δρόμῳ πρὸς τὸ δοκοῦν τῷ Θεῷ, καὶ τῶν διαβολικῶν πολυτρόπων μηχανημάτων ἢ καὶ τῆς ἐν κόσμῳ φιληδονίας οὐδένα ποιεῖσθαι λόγον. οἱ γὰρ ἅπαξ κατασφραγισθέντες τῷ Ἁγίῳ Πνεύματι καὶ τὸν ἀῤῥαβῶνα τῆς χάριτος ἔχοντες εἰς νοῦν, πεπυργωμένην ἔχουσι τὴν καρδίαν, ἅτε δὴ καὶ ἐνδυσάμενοι τὴν ἐξ ὕψους δύναμιν. ἵνα τοίνυν τῶν οὕτως ἀξιεράστων ἀπολαύσωμεν ἀγαθῶν, ἐφ’ ἡμᾶς ἐκάλει τὸν παρὰ Πατρὸς ἁγιασμὸν ὁ Χριστός. νυνὶ δέ τι τοιοῦτον, ὡς ἐγῷμαι, πάλιν ἐννοήσας φαίνεται.
πρὸς γὰρ ἐκείνοις, οἷς ἔφη περὶ τοῦ δεῖν ἡμᾶς ἁγιάζεσθαι παρὰ Πατρὸς, καὶ τάδε προστέθεικε περὶ ἡμῶν Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἠγάπησας γὰρ αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας, καὶ πάλιν Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ αὐτοὶ ὦσι μετ’ ἐμοῦ. Μετὰ τοίνυν τὸ ταῦτα εἰπεῖν, δίκαιον εὐθὺς ἀποκαλεῖ τὸν Πατέρα καὶ μάλα εἰκότως, οὗ κατ’ εὐδοκίαν καὶ θέλησιν γέγονεν ἄνθρωπος ὁ Υἱὸς, ἵνα καὶ τοῦ διὰ Πνεύματος ἁγιασμοῦ καὶ τῆς πρὸς Θεὸν ἑνώσεως καὶ τοῦ ταῖς ἄνω μοναῖς ἐναυλίζεσθαι, συνεῖναί τε καὶ συμβασιλεύειν αὐτῷ τῇ ἀνθρωπείᾳ φύσει γένηται πρόξενος, ἐκτισμένῃ μὲν ἐπ’ ἔργοις ἀγαθοῖς· ἔκτισε γὰρ οὐκ ἐπὶ κακίᾳ τὸν ἄνθρωπον ὁ Θεὸς ἐν ἀρχαῖς· παρατετραμμένη δὲ πρὸς φαυλότητα ταῖς ἀνοσίοις τοῦ διαβόλου μηχαναῖς, καὶ τῆς ἀρχαίας ἐκείνης καὶ θεοφιλοῦς ἀγωγῆς καθάπερ τινὸς ἰδίας ἐκμεμοχλευμένη κρηπῖδος.
PG 74:573ἦν γὰρ δὴ καὶ ἀληθῶς ὅτι μάλιστα πρέπον τῷ δικαίῳ Πατρὶ τὸ καταῤῥαχθὲν ἐκ πλεονεξίας ὑψῶσαι πάλιν, καὶ τὸ ἐφ’ ἃ μὴ προσῆκεν ἐξειλκυσμένον εἰς τὴν ἐν ἀρχαῖς καταστῆσαι θέσιν, καὶ ἀπαλλάξαι μὲν ἁμαρτίας τῆς ἀκαλλεστάτης, μεταπλάσαι δὲ ὥσπερ εἰς εἰκόνα τὴν πρώτην, τὸ καὶ ἐν ἀρχαῖς οὕτω πεποιημένον· τὸν δέ γε συντρίψαντα καὶ ἀνοσίως παραφθεῖραι τετολμηκότα, τουτέστι τὸν σατανᾶν, ταῖς αὐτῷ πρεπούσαις ὑποθεῖναι ποιναῖς, εἰ καὶ μικρὸν οἶμαι γένοιτ’ ἂν πᾶν εἶδος ἐκείνῳ κολαστηρίων τοσαύτην ἐνδειξαμένῳ κατὰ Θεοῦ τὴν ἀπόνοιαν. ὦ τοιγαροῦν Πάτερ δίκαιέ φησι Δίκαιος γὰρ εἶ, καὶ ἀγαθὸς καὶ εὐθὴς ἡ κρίσις σου, καταπέμψαντος τῷ κόσμῳ πρὸς ἐπικουρίαν καὶ ἀνανέωσιν ἐμὲ τὸν σὸν ἀληθῶς καὶ γνήσιον Υἱόν. ἀλλ’ ὢ τῆς ἀνοίας, φησίν· ὄντα γάρ σε τοιοῦτον ὁ κόσμος οὐκ ἔγνω. ἢ γὰρ ἂν εὐθὺς τὴν οὕτω φιλάνθρωπον ἐννοήσαντες ψῆφον καὶ νεῦμα τὸ γαληνὸν, προσέδραμόν τε τῷ σώζοντι, καί σοι προσῆγον ἐθελοντὶ τὴν λατρείαν.
Ταυτὶ μὲν οὖν ὁ Χριστὸς διελέγετο τῷ Πατρὶ, χάριν ὥσπερ τὴν ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἀνατιθεὶς, ἐπείπερ δίκαιος ὢν ἐπένευσε μὲν τοῖς ἐκ πλεονεξίας παθοῦσι τὴν σωτηρίαν, κατεδίκασε δὲ τοῦ διαβόλου τὴν ἀπώλειαν. καὶ τὸν μὲν κόσμον φησὶ, τουτέστι, τοὺς ἀντιπράττοντας ἐπὶ τῷ θείῳ τε καὶ εὐαγγελικῷ κηρύγματι, διὰ τὸ φρονεῖν τὰ ἐν κόσμῳ, δίκαιον ὄντα μὴ μαθεῖν τὸν Πατέρα· τετύφλωκε γὰρ ὁ θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων, ὡς ὁ Παῦλός φησιν, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ· τοῖς γεμὴν σφετέροις ἐπεμαρτύρησε μαθηταῖς, ὡς εἰδόσι τε καὶ ἐγνωκόσιν αὐτὸν, λαμπρὸν καὶ ἀξιοζήλωτον κἂν τούτῳ πάλιν αὐτοῖς περιτιθεὶς τὸ ἀξίωμα. ἄνω γὰρ πάσης κοσμικῆς ταπεινότητος καὶ σμικροπρεπείας γεγονότας ἀποφαίνει, διὰ τὸ εἰδέναι τὸν Πατέρα, δῆλον δὲ δήπου καὶ ὡμολογημένον, ὅτι καὶ αὐτὸν τὸν Υἱόν. ὅτε τοίνυν κατηγορεῖται μὲν ὁ κόσμος, ὡς μὴ εἰδὼς τὸν Πατέρα, τουτέστι, τὸν ἀληθῆ τε καὶ φύσει Θεόν· μεμαρτύρηνται γεμὴν ὡς εἰδότες οἱ μαθηταί·
πῶς οὐ παντί τῳ λοιπὸν ἀναμφίλογον, ὡς οὐκ ἂν εἶεν ἐκ τοῦ κόσμου, γεγονότες ἤδη τοῦ ὑπὲρ κόσμον Χριστοῦ, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου Δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ· καὶ περὶ ἡμῶν δὲ πάλιν Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις; ἔξω δὲ κόσμου φαμὲν γενέσθαι τοὺς μαθητὰς, οὐ θέσει τῇ κατὰ τόπον καὶ σωματικῇ· διαφαίνονται γὰρ ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες· ἀλλ’ ὅτι περιπατοῦντες ἐπὶ τῆς γῆς ἐν οὐρανῷ πολιτεύονται, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἀποταξάμενοι, μᾶλλον δὲ ἁπάσης κοσμικῆς ἐπιθυμίας τὸν οἰκεῖον ἀνωτέρω στήσαντες νοῦν, εἰς ὑπερφερῆ τινα καὶ ὑψηλοτάτην ἀνεπήδησαν ἀρετὴν, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. οἱ γὰρ ἀνδρεῖοι διὰ Θεὸν φρονήματος ἐπιγείου τὸ χαμαιπετὲς παρελάσαντες, τὰ ἄνω φρονεῖν ἐγνώκασι· τοῦτο γὰρ οἶμαι σημαίνειν τό Ἐπήρθησαν. οὐκοῦν ὁ μὲν κόσμος ἠγνόησε δίκαιον ὄντα σε, φησὶν, ὦ Πάτερ. ἐγὼ γὰρ εἰδώς· βουλὴ γάρ εἰμι καὶ σοφία σή·
PG 74:575τῆς ἐμφύτου μοι δόξης καὶ θεοπρεποῦς ἀξίας οὐ σφόδρα φροντίσας, ἐμαυτὸν κεκένωκα καὶ εἰς ἀνθρωπίνην καταβέβηκα πτωχείαν, ἵνα σώσω κατὰ σὴν εὐδοκίαν τὸ τῆς οἰκειότητος τῆς πρὸς ἡμᾶς διολισθῆσαν γένος. ἠγνοηκότος δὲ καὶ τοῦτο τοῦ κόσμου, πεπλουτήκασι τὴν γνῶσιν οἱ μαθηταὶ, συνέντες κατὰ ἀλήθειαν ὅτι σύ με ἀπέστειλας, τουτέστι, τοῖς σοῖς ἀφῖγμαι νεύμασι πέρας ἐπιθήσων τὸ ἀγαθὸν, διὰ τοῦ κινδυνεύουσαν ἀνασῶσαι τὴν γῆν. «Καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.» Ἐγνωκέναι φησὶ τὸν Πατέρα καὶ Θεὸν, ἑαυτόν τε ἅμα καὶ τοὺς αὐτῷ προσεδρεύοντας μαθητάς. ἵνα δὲ μή τις εἰς ὑπονοίας ἐκτόπους ἐξ ἀπάτης ὑπενεχθεὶς, ἐν ἴσῳ τῷ τρόπῳ γενέσθαι τὴν γνῶσιν οἰηθείη τυχὸν ἔν τε αὐτῷ τῷ Χριστῷ καὶ τοῖς μαθηταῖς, διαστέλλει παραχρῆμα καὶ φανοτάτην ἐργάζεται τὴν διαφορὰν, ἑαυτὸν μὲν ἀποκαλύπτοντα, τοὺς δὲ τὴν γνῶσιν ἑλόντας δι’ αὐτοῦ παραχρῆμα δεικνύς.
ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐπείπερ ἐστὶ καὶ Λόγος καὶ βουλὴ καὶ σοφία τοῦ Πατρὸς, οἶδεν ἀδιδάκτως τὰ ἐν αὐτῷ, καὶ τοῦ τεκόντος αὐτὸν τὰ βάθη περιεργάζεται, καθάπερ ἀμέλει καὶ ὁ νοῦς ὁ ἀνθρώπινος τὰ ἐν αὐτῷ, καὶ ἡ ἐν ἡμῖν τε καὶ καθ’ ἡμᾶς νοουμένη σύνεσις οὐδὲν τὸ παράπαν τῶν ἐν ἡμῖν ἀγνοοῦσα φαίνεται· οἱ δέ γε θεσπέσιοι μαθηταὶ τὸ μὲν δύνασθαι νοεῖν τι περὶ Θεοῦ καρπὸν τῆς ἰδίας οὐκ ἔχουσι γνώσεως, φωταγωγούμενοι δὲ διὰ τοῦ Πνεύματος τῇ τῶν μυστηρίων ἀκριβείᾳ προσβάλλουσι τοῦ Υἱοῦ, συνιέναι τε οὕτω δύνανται τὸν Πατέρα. χρησίμως οὖν ἄρα καὶ λίαν εἰκότως ἐπήνεγκεν ὁ Χριστὸς ὅτι καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω. Ἐπιτήρει δὲ ὅπως ἴση δι’ ἀμφοῖν ἐνέργεια, φημὶ δὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πρὸς τὴν τῆς θεοπτίας κατάληψιν ἀποτελουμένη φαίνεται. σοφοῖ μὲν γὰρ ὁ Πατὴρ, ἀποκαλύπτων τὸν ἴδιον Υἱόν· σοφοῖ δὲ οὐδὲν ἧττον καὶ ὁ Υἱὸς, ἀποκαλύπτων τὸν Πατέρα. καὶ γοῦν τῷ μακαρίῳ Πέτρῳ φησὶ περὶ τὰ μέρη Καισαρείας τῆς καλουμένης Φιλίππου Μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
διωμολογήκει γὰρ ὁ μαθητὴς καὶ πιστεῦσαι διισχυρίσατο, ὅτι αὐτὸς εἴη Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. αὐτὸς δὲ νυνὶ περὶ ἑαυτοῦ φησιν Ὅτι ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω. οὐ γὰρ κατέληξεν ἀποκαλύπτων ἡμῖν ὁ Μονογενὴς τοῦ καθ’ ἑαυτὸν μυστηρίου τὴν δύναμιν ἀποκαλύψας τοῖς πρώτοις ἐν ἀρχαῖς· ἐνεργεῖ δὲ τοῦτο διὰ παντὸς, ἐνσπείρων ἑκάστῳ τὸν διὰ τοῦ Πνεύματος φωτισμὸν, καὶ χειραγωγῶν εἰς ἐπίγνωσιν τῶν ὑπὲρ νοῦν καὶ λόγον τοὺς ἀγαπῶντας αὐτόν. τί δὲ δὴ κατορθῶν καὶ κατὰ τίνα τρόπον ἡμᾶς ὠφελῶν ἀποκαλύψαι μὲν ἤδη τοῖς μαθηταῖς, γνωρίσειν γεμὴν καὶ τοῖς μετὰ ταῦτα διισχυρίζεται τὸν Πατέρα, πάλιν αὐτὸς ὑπέδειξεν εἰπών Ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς. τοῖς γὰρ διὰ θεωρίας εἰλικρινοῦς ἐπιγνῶναι δυνηθεῖσι τὸν Θεὸν καὶ Πατέρα, πεπαιδευμένοις δὲ κατὰ ἀκρίβειαν τοῦ κατὰ Χριστὸν μυστηρίου τὸν λόγον, ὑπάρξει δὴ πάντως καὶ ἀναμφιλόγως περιέσται τὸ τελείως ἀγαπᾶσθαι παρὰ Πατρὸς, καθ’ ὁμοιότητα τοῦ Υἱοῦ. τελειότατα γὰρ ἀγαπᾷ τὸν ἴδιον Υἱὸν ὁ Πατήρ·
PG 74:577ἐναυλίζεται δὲ καὶ αὐτὸς ὁ Χριστὸς, διὰ τοῦ Ἁγίου δηλονότι Πνεύματος, συνάπτων εἰς οἰκειότητα τὴν πνευματικὴν δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸν ἐγνωκότα αὐτὸν, ἀπαράφθορόν τε τῆς θεογνωσίας ἐν ἑαυτῷ τὸν λόγον ὠδίνοντα. ἐγνώρισε δὲ ἡμῖν τὸ ὄνομα τοῦ Πατρὸς, Υἱὸν ἡμῖν ἑαυτὸν ἐπιδείξας. παρέψεται γὰρ καὶ ἰσοδρομήσει πάντη τε καὶ πάντως τῇ περὶ τοῦ γεννήματος γνώσει καὶ ἡ περὶ τοῦ γεννήσαντος αὐτὸν, καθάπερ οὖν ἀληθὲς καὶ τὸ ἔμπαλιν. Εἰ δὲ ἀληθὴς ὁ λόγος καὶ ἀναμφιλόγως παραδεκτὸν, ὅτι Πατρὶ μὲν ὁ Υἱὸς, Υἱὸς δὲ αὖ πάλιν τῷ Πατρὶ συννοεῖταί τε καὶ συνεισάγεται, καὶ συνειστρέχει δι’ ἀμφοῖν ἡ ἑκατέρου γνῶσις· πῶς ἔτι ποίημα κατά τινας τῶν ἀνοσίων ἐστὶν ὁ Υἱός; Υἱὸν μὲν γὰρ εἴ τις λέγοι, τὴν περὶ Πατρὸς ἐνέθηκε γνῶσιν τοῖς ἀκροωμένοις· ποίημα δὲ ὀνομάσας εἰς ἔννοιαν ἀναφέρει τοῦ ποιήσαντος αὐτό. ἐπειδὴ δὲ Πατέρα καλεῖ τὸν Θεὸν ὁ Υἱὸς, οὐ ποιητὴν ἢ δημιουργὸν, οἶδε δηλονότι γέννημα κατὰ ἀλήθειαν ἑαυτὸν ὑπάρχοντα. διὸ νοεῖταί τε καὶ ἔστιν ὁ Υἱὸς υἱὸς, καὶ οὐ ποίημα κατ’ ἐκείνους· δι’ ὃ ποιητὴς ὁ ποιῶν καὶ οὐκέτι πατήρ.
ἀδικήσει δὲ οὐδὲν τὴν τοῦ λόγου δύναμιν, τὸ καὶ ἐφ’ ἡμῶν τετάχθαι τυχὸν τὸ τῆς γεννήσεως, ἤτοι τὸ τῆς υἱότητος ὄνομα. τὰ γάρ τοι κυρίως τε καὶ ἰδικῶς ἀνακείμενά τε καὶ προσόντα τῷ κατὰ φύσιν Υἱῷ, ταῦτα καὶ ἐφ’ ἡμᾶς κατεκομίσθη, πολλάκις κατακεχρημένης ἔσθ’ ὅτε τῆς ἁγίας γραφῆς καὶ τοῖς κατὰ θέσιν υἱοῖς τὰ τοῦ κατὰ φύσιν περιτιθείσης ἔσθ’ ὅτε. θαυμαστὸν δὲ οὐδὲν, εἰ καὶ τὴν τοῦ γεννήματος ἐλάχομεν κλῆσιν, ἐκ φιλανθρωπίας Θεοῦ τιμῆσαι θελήσαντος, ἐπεὶ καὶ θεοὺς ὠνόμασε τοὺς ἀπὸ γῆς ὄντας ὁμολογουμένως. «Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ·
ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.» Καταφωτίσας τοὺς μαθητὰς καὶ εἰς ἕκαστα τῶν τελούντων εἰς ἀρετὴν τοῖς καθήκουσιν ἀποτορνεύσας λόγοις, ἀστειοτάτην δὲ σφόδρα καὶ θεοφιλῆ πολιτείαν ἑλέσθαι προστάξας, καὶ πρὸς τούτοις ἔτι πνευματικῶν ἀναπλήσειν αὐτοὺς χαρισμάτων ὑποσχόμενός τε αὐτὸς, καὶ τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογίας καταπεμφθήσεσθαι σφίσιν εἰπὼν, ἔξεισιν ἤδη προθύμως, τὸν τοῦ πάθους καιρὸν οὐκ ἀποσειόμενος, οὔτε μὴν τὸν ὑπὲρ ἁπάντων καταδείσας θάνατον. πῶς γὰρ ἦν εἰκὸς τοῦτο δρᾶν τὸν ᾧ γε παρέστη παθεῖν, ἵνα τῷ ἰδίῳ πάθει τὴν ἁπάντων ἀπάθειαν ἐκπρίηται, ἀφιγμένον τε διὰ τοῦτο καὶ μόνον, ἵνα τῷ οἰκείῳ αἵματι τὴν σύμπασαν γῆν κατακτήσηται τῷ Θεῷ καὶ Πατρί; πλειστάκις μὲν οὖν ἐμπαροινεῖν ἑλομένων τῶν Ἰουδαίων αὐτῷ, λιθόλευστόν τε ποιεῖν ἐξ ἀπονοίας ἐπιχειρούντων, ἀπέδρα θεοπρεπῶς, ἀφανῆ μὲν ἑαυτὸν καθιστὰς, ὑπεξάγων δὲ καὶ μάλα ῥᾳδίως τῆς τῶν ζητούντων χειρός· οὐ γὰρ ἤθελέ πω παθεῖν, οὔπω καιροῦ καλοῦντος εἰς τοῦτο τοῦ πρέποντος.
ἐπειδὴ δὲ ἤδη παρῆν, τὴν ἑστίαν ἀφεὶς ἐν ᾗ τοὺς ἰδίους μεμυσταγώγηκε μαθητὰς, ἀφικνεῖται πρὸς τόπον, ἐν ᾧπερ ἦν ἔθος ἐνδιαιτᾶσθαι συχνῶς, αὐτῷ τε τῷ πάντων Σωτῆρι Χριστῷ καὶ τοῖς ἁγίοις μαθηταῖς. ἔδρα δὲ τοῦτο πάλιν, ἀταλαίπωρον καθιστὰς τῷ προδότῃ τὴν εὕρεσιν. κῆπος δὲ ὁ χῶρος ἦν τὸ τοῦ ἀρχαίου σχῆμα παραδείσου πληρῶν· ἀνακεφαλαίωσις γὰρ ὥσπερ ἐγίγνετο τῶν τόπων καὶ πάντων, ὡς ἔπος εἰπεῖν, ἐπαναδρομὴ πρὸς τὸ ἀρχαῖον. ἐν παραδείσῳ μὲν γὰρ τῶν καθ’ ἡμᾶς σκυθρωπῶν συμβέβηκεν ἡ ἀρχὴ, ἐν κήπῳ δὲ καὶ τὸ Χριστοῦ πάθος δέχεται τὴν ἀρχὴν, ἁπάντων ἡμῖν τῶν πάλαι συμβεβηκότων εἰσφέρον τὴν ἐπανόρθωσιν. «Ὁ οὖν Ἰούδας παραλαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.» Ἀναγκαιότατα πάλιν ὁ θεσπέσιος Εὐαγγελιστὴς ἐν τῷ κήπῳ γενέσθαι φησὶ τὸν Ἰησοῦν, οὐ πλήθους ἀνδρῶν ἑτέρων, οὐκ ὄχλου συνθέοντος, ἤγουν ἐπαμύνειν αὐτῷ διεσκεμμένου, μόνον δὲ μόνοις συνόντα τοῖς ἑαυτοῦ μαθηταῖς, ἵνα τῆς τοῦ προδότου καρδίας καταστήσῃ καταφανὲς τὸ σαθρὸν εἰς σύνεσιν.
PG 74:579δεινὸν γὰρ λίαν ἐν ἑκάστῳ τὸ συνειδὸς, καὶ θορύβους ἐντεκεῖν καὶ πικρὰς ἀνασκαλεῦσαι δειλίας, ὅταν τι τῶν ἀνοσίων ἐπιχειρῶμεν ἔσθ’ ὅτε. τοιοῦτον οἶμαί τι πεπονθὼς ὁ προδότης, τήν τε σπεῖραν αὐτὴν πολεμικοῖς ὀργάνοις ἐνηρμοσμένην καὶ τοὺς τῶν Ἰουδαίων ὑπηρέτας ἐπικομίζεται, καθάπερ τινὰ τῶν διαβοήτων εἰς κακουργίαν ὑπὸ χεῖρα ληψόμενος. ᾔδει γὰρ, ὡς εἰκὸς, ὡς οὐκ ἂν ἕλοι ποτὲ μὴ οὐχὶ παθεῖν ᾑρημένον, ἰόντα τε πρὸς τοῦτο δι’ ἐθελουσίου ῥοπῆς· ἀλλ’ ἐκ τῆς τῶν δρωμένων ἀνοσιότητος παρεφθαρμένος τὸν νοῦν, καὶ μεθύων ὥσπερ τοῖς ὑπὲρ λόγον τολμήμασιν, οὐδὲ ὅποι ποτὲ φέρεται βλέπει, καὶ ἀνηνύτοις ἐπιχειρῶν οὐκ αἰσθάνεται. ᾤετο γὰρ ὅτι τῇ τῶν ἑπομένων πληθύϊ καὶ ἀνθρωπίνῃ χειρὶ τῆς θείας αὐτοῦ δυνάμεως περιέσται ποτέ. καὶ μή τοι θαυμάσῃς εἰ νοσεῖ τι τῶν τοιούτων ὁ δείλαιος, καὶ γέλωτος ἄξια πεφρονηκὼς εὑρίσκεται. ἑτέρῳ γὰρ ἤδη τῆς ἑαυτοῦ ψυχῆς ἀναθεὶς τοὺς οἴακας καὶ καταπωλήσας τῷ διαβόλῳ τῶν ἰδίων θελημάτων τὴν ἐξουσίαν, ὅλος ἦν τῆς ἐκείνου μανίας, εἰσπεπηδηκότος ἅπαξ καὶ πικροῦ τινος ὄφεως δίκην ἐμφωλεύοντος αὐτῷ.
ἀποθαυμάσαι δ’ ἄν τις, καὶ λίαν εἰκότως, ἀκαταλήκτων τε δακρύων ἀξίαν ἐρεῖ τὴν τοῦ προδότου κατάπτωσιν. ὁ γὰρ ἄρτι συνεστιώμενος τῷ Χριστῷ καὶ ὁμόσιτος ὢν, τραπέζης τε τῆς ἁγίας μέτοχος, καὶ λόγων τῶν εἰς εὐσέβειαν συναπολαύσας τοῖς ἄλλοις, ἀκηκοώς τε λέγοντος ἐναργῶς Ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ἐξ αὐτῶν, ὡς ἔπος εἰπεῖν, τῶν περιτραπεζίων ἐξάλλεται δίφρων καὶ τῆς κατακλίσεως ἄρτι τάχα διαναστὰς, δρομαῖος ἄπεισι μισθαρνήσων Ἰουδαίοις, οὐ λόγων τῶν εἰς εὐσέβειαν διαμεμνῆσθαι θελήσας, οὐκ ἐλπίδος τῆς εἰς τὸ μέλλον εἰς ἐπιθυμίαν ἐλθὼν, ὀλίγα δὲ κομιδῇ καὶ τοῦ δοθέντος αὐτῷ φροντίσας ἀξιώματος, καὶ ἁπαξαπλῶς εἰπεῖν, ἁπάντων ὁμοῦ τῶν αἰωνίων ἀγαθῶν τὸ μικρὸν οὕτω καὶ εὐτελὲς προθεὶς ἀργύριον, καὶ πάγη καὶ λίνον διαβολικὸν εὑρίσκεται τῷ Χριστῷ, καὶ τῆς Ἰουδαίων ἀθεότητος πρωτοστάτης τε ἅμα καὶ συνεργός. Ἔπεισι δέ μοι κἀκεῖνο πρὸς τούτοις οὐ μετρίως διαγελᾶν. ὄχλοι μὲν γὰρ οἱ τῷ προδότῃ συνθέοντες τὴν κατὰ Χριστοῦ μελετῶσιν ἔφοδον, φανοὺς δὲ καὶ δᾷδας ἁψάμενοι. παρῃτοῦντο γὰρ οἶμαι, κατά γε τὸ εἰκὸς, τὰ ὡς ἐν σκότῳ διαπταίσματα καὶ τὸ βόθροις ἀκουσίως ἐγκαταπηδᾶν·
PG 74:581φιλεῖ γάρ πως ἐν σκότῳ τὰ τοιαῦτα συμβαίνειν. ἀλλ’ ὢ τῆς ἀνοίας· οὐχ ὁρῶσιν οἱ τάλανες ἐκ πολλῆς ἀμαθίας τῷ λίθῳ προςπταίοντες, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου. καὶ οἱ μικρὸν ἔσθ’ ὅτε καταφρίττοντες βόθρον, εἰς πηγὰς ἀβύςσου καὶ εἰς τὰ κατώτατα τῆς γῆς καταπηδῶντες οὐκ αἰσθάνονται, καὶ οἱ τὴν τῆς ἑσπέρας ἀχλὺν παραιτούμενοι, τῆς διηνεκοῦς καὶ ἀκαταλήκτου νυκτὸς οὐδένα ποιοῦνται λόγον. ἔμελλον γὰρ τῷ θείῳ φωτὶ δυσσεβῶς ἐπιβουλεύσαντες, τουτέστι Χριστῷ, περιπατεῖν ἐν σκότῳ καὶ ἀωρίᾳ, κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ἐξώτερον κατοιχήσεσθαι σκότος, ἐκεῖ τῆς εἰς Χριστὸν ἀσεβείας ἀποτίσοντες τοὺς λόγους, καὶ πικρᾷ καὶ ἀτελευτήτῳ παραδοθησόμενοι κρίσει. «Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἐξῆλθε καὶ λέγει αὐτοῖς Τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν.
ὡς οὖν εἶπεν αὐτοῖς Ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.» Διὰ νυκτὸς ὁ προδότης τοὺς τῶν Ἰουδαίων ὑπηρέτας ὁμοῦ τῇ σπείρᾳ διακομίζων ἐφίκετο. καὶ γάρ τοι καθάπερ ἔφαμεν ἀρτίως, ᾤετο μὲν ὅτι καὶ οὐχ ἑκόντα λήψεται, τῇ τῶν ἑπομένων πολυχειρίᾳ καταθαρσήσας· εὑρήσει γεμὴν ἐμφιλοχωροῦντα τοῖς συνήθεσι τόποις, οὔπω τῆς ἡμέρας ἀνείσης τὴν ἑτέρωσέ ποι πρόοδον, ἐνιζανούσης δὲ ὥσπερ τοῖς καταλύμασιν ἔτι τὸν Κύριον τῆς νυκτός. ἵνα τοίνυν αὐτὸν καθ’ ἑκάτερον ἀνθρωπίνως διεσκεμμένον ἐλέγξῃ Χριστὸς, ἕωλά τε πεφρονηκότα κἂν τούτῳ πάλιν, φθάνει μὲν αὐτὸς τῆς ἐφόδου τὴν ἀρχὴν, ἔξεισι δὲ καὶ μάλα προθύμως ὑπαντήσων αὐτοῖς, ὅτι μήτε ἠγνόει τὸ τολμώμενον διὰ τούτου δεικνὺς, καὶ ὅτι λαθεῖν τε ἅμα καὶ διαδρᾶναι προεγνωκότι ῥᾷον, αὐτόκλητος ἴησιν ἐπὶ τὸ πάθος, οὐκ ἐκ τῆς τινῶν πλεονεξίας ἀνεθελήτῳ κινδύνῳ περιπεσὼν, ἵνα μήτε γελῶσιν οἱ παρ’ Ἕλλησι σοφοὶ, σκάνδαλόν τε καὶ κατηγόρημα τῆς ἑαυτῶν ἐλαφρίας ποιούμενοι τὸν σταυρὸν, μήτε μὴν ὁ κυριοκτόνος Ἰουδαῖος ὑψηλὴν ἀνασπάσῃ κατὰ Χριστοῦ τὴν ὀφρὺν, κατισχῦσαι νομίζων καὶ οὐχ ἑκόντος αὐτοῦ.
διαπυνθάνεται δὲ τῶν ἡκόντων ἐπὶ τὴν σύλληψιν, τίνα δὴ ἄρα διερευνώμενοι πάρεισιν, οὐκ ἀγνοήσας· πόθεν; ἀλλ’ ἵνα τοὺς διὰ τοῦτο παρόντας καὶ θεωμένους αὐτὸν καὶ διὰ τούτου πάλιν ἐλέγξας οὐδ’ ὅσον ἐπιγιγνώσκειν ἰσχύοντας τὸν ζητούμενον, ἡμᾶς βεβαιώσῃ πρὸς τὸ φρονεῖν ὀρθῶς, ὡς οὐκ ἂν ἥλω ποτὲ, μὴ οὐχὶ τοῖς ζητοῦσιν αὐτὸν ἐθελοντὴς προσιών. ἄθρει γὰρ ὅπως αὐτοῦ διαῤῥήδην τό Τίνα ζητεῖτε λέγοντος, οὐκ ἐπήγαγον εὐθὺς, ὅτι σὲ συλληψόμενοι τὸν λαλοῦντα πάρεσμεν, ἀλλ’ ὡς περί τινος τῶν οὔπω παρόντων μήτε μὴν ὁρωμένων, Ἰησοῦν φασι τὸν Ναζωραῖον. Ἀλλ’ ἦν τινας ἴσως εἰκὸς πρὸς τοῦτο εἰπεῖν Ἠγνόει τυχὸν ὁ στρατιώτης, συνηγνοήκασι δὲ καὶ οἱ τῶν Ἰουδαίων ὑπηρέται τὸν Ἰησοῦν. πρὸς δὴ τοῦτό φαμεν, ὅτι μάλιστα μὲν οὐκ εὐλόγως τις ἡμῖν τὸ τοιοῦτον ἐρεῖ. πῶς γὰρ ἂν ἠγνόησαν οἱ τῶν ἱερᾶσθαι κεκληρωμένων ὑπὸ χεῖρα διὰ παντὸς τὸν ἐν τῷ ἱερῷ καθ’ ἡμέραν διδάσκοντα, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν;
PG 74:583πλὴν ἵνα μηδὲ τοῖς τοιούτοις τινὲς ἐπιθαρσήσαντες λόγοις, ἔξω που τοῦ πρέποντος ἔρχωνται λογισμοῦ, προαναβλέψας ὁ θεσπέσιος Εὐαγγελιστὴς προςτέθεικεν ἀναγκαίως, ὅτι σὺν τοῖς στρατιώταις καὶ τοῖς ὑπηρέταις εἱστήκει καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτόν. εἶτα πῶς ἠγνόησεν ἂν ὁ προδότης τὸν Κύριον; ἀλλ’ ἐρεῖς δὴ πάλιν, ὅτι νὺξ ἦν καὶ σκότος, καὶ οὐκ ἦν ἑτοίμως ἰδεῖν τὸν ζητούμενον. εἶτα πῶς οὐκ ἀξιάγαστος ὁ τοῦ βιβλίου συγγραφεὺς, ἀπρονόητον οὐκ ἀφεὶς οὐδὲ τὸ οὕτω μικρόν; εἴρηκε γὰρ ὅτι φανοὺς καὶ δᾷδας ἁψάμενοι τῷ κήπῳ προσέβαλον. λελυμένης τοιγαροῦν καὶ τῆς ἐπὶ τούτοις εὑρεσιλογίας, τὸ θεοπρεπὲς ἀξίωμα διαφαίνεται τοῦ Χριστοῦ, ἑαυτὸν μὲν τοῖς ζητοῦσι προσάγοντος, μὴ μὴν ἔτι καὶ ἐπιγινωσκομένου. ἵνα γὰρ τοῦτο παθόντας ἐλέγξῃ, τὸ μὴ δύνασθαί φημι διαγινώσκειν αὐτὸν, τό Ἐγώ εἰμί φησιν ἐναργῶς.
ἀλλ’ ἵνα πρὸς τούτῳ καὶ τὸ τῆς πολυχειρίας ἕωλον ἀποφήνῃ, καὶ τὴν παντὸς ἀνθρώπου δύναμιν οὐδὲν οὖσαν παντελῶς, ὡς πρὸς τὴν ἄῤῥητόν τε καὶ θείαν ἰσχὺν, πράῳ τε καὶ ἡμέρῳ λόγῳ προσδιαλεχθεὶς, καταστρώννυσιν εἰς γῆν τῶν ζητούντων τὸν ὄχλον, ἵν’ ἐκεῖνο μάθωμεν, ὅτι τῶν γενητῶν ἡ φύσις ἀφορήτως ἔχουσα καὶ πρὸς ἕνα τοῦ Θεοῦ λόγον, καὶ τοῦτο φιλάνθρωπον, πῶς ἂν διοίσῃ τὴν ἀπειλὴν, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου; σημεῖον δὲ ὥσπερ τῆς καθόλου νοουμένης τοῦ ἔθνους καταπτώσεως, οἰκονομεῖται τὸ μερικὸν καὶ τὸ τοῖς ἐπὶ τὴν σύλληψιν ἐλθοῦσι συμβεβηκός. καὶ γοῦν Ἰουδαίους ὁ προφήτης Ἱερεμίας κατολοφύρεται λέγων Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν. εἴη δ’ ἂν καὶ εἰκὼν ἀναγκαίου πράγματος τὸ συμβεβηκός. διδάσκει γὰρ ὅτι παντὶ τῷ πονηρεύεσθαι κατὰ Χριστοῦ μελετήσαντι πάντη τε καὶ πάντως ἀποκείσεται τὸ πεσεῖν. «Πάλιν οὖν ἐπηρώτησεν αὐτούς Τίνα ζητεῖτε; οἱ δὲ εἶπον Ἰησοῦν τὸν Ναζωραῖον. ἀπεκρίθη Ἰησοῦς Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν.
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δεδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.» Ἐρωτᾷ μὲν εἰς δεύτερον οἰκονομικῶς, ἵνα τῆς ἐντεθείσης αὐτοῖς κατὰ νοῦν πωρώσεως ἀποφήνῃ τὸ μέγεθος. παρῃρημένοι γὰρ ὥσπερ τοῦ νοῦ τὴν ἀκρίβειαν, καὶ τὰς φρένας παρακεκομμένοι διὰ τὴν ἀσέβειαν, αὐτῷ προσλαλοῦντες ἠγνόουν τῷ παρ’ αὐτῶν ζητουμένῳ. πλὴν ὅπερ ἔφη Χριστὸς ἀληθὲς ὑπάρχον καὶ αὐτοῖς ἡμῖν ἀποφαίνει πράγμασιν· Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. προασπίζει τοιγαροῦν τῆς τῶν ἀποστόλων σωτηρίας ὁ Κύριος, καὶ προκινδυνεύων αὐτόμολος εἰς αὐτοὺς πάρεισι τοὺς οἵπερ ἧκον ἀποκομίζειν ἐπὶ τὸ πάθος, ἐσταλμένοι δὲ δηλονότι παρά τε τῶν ἀρχιερέων καὶ Φαρισαίων. ὡς οὖν ἐρωτήσαντι τὸ τίνα παρεῖεν ἂν ἐναποληψόμενοί τε καὶ τοῖς τοῦ θανάτου περιδήσοντες βρόχοις, Ἰησοῦν ἔφασαν τὸν Ναζωραῖον, ἑαυτὸν ἐπιδείξας καὶ μονονουχὶ τῆς νωθείας αἰτιασάμενος, ἀπάγειν ἐκέλευσεν ἀνέντας τοὺς ἄλλους. ἕνα γὰρ ἐχρῆν ὑπὲρ πάντων ἀποθανεῖν, τὸν τῆς ἁπάντων ζωῆς ἀντάξιον, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
PG 74:585Ἦν γὰρ καὶ ἑτέρως ἀπίθανον κομιδῇ τὸ νομίζεσθαι παρά τισι καὶ αὐτὸν τῶν ἁγίων ἀποστόλων τὸν θάνατον ἐπὶ καταλύσει πεπράχθαι θανάτου καὶ φθορᾶς, ὅτε καὶ αὐτοὶ τοῖς ἐκ θανάτου καὶ φθορᾶς ἠλευθερωμένοις ἐναριθμηθεῖεν ἂν καὶ μάλα εἰκότως, μίαν ὡς πρὸς ἡμᾶς λαχόντες τὴν φύσιν, καθ’ ὧν καὶ τὸ τοῦ θανάτου τετυράννηκε κράτος. μόνον οὖν ἄρα καὶ πρῶτον ἐχρῆν τὸν ἐκ τοῦ ζῶντος ὄντα Πατρὸς, τῆς ἁπάντων ζωῆς ἀντίλυτρον τὸ ἴδιον τῷ θανάτῳ παραδοῦναι σῶμα, ἵνα καὶ ἀκολουθῆσαν τῇ τοῦ ἑνωθέντος αὐτῷ Λόγου ζωῇ, τῇ τῶν σωμάτων ὁδοποιήσῃ φύσει τὸ δύνασθαι λοιπὸν καὶ τῶν τοῦ θανάτου κατανεανιεύεσθαι βρόχων. ἀπαρχὴ γὰρ τῶν κεκοιμημένων ὁ Κύριος καὶ πρωτότοκος ἐκ νεκρῶν, λειοτάτην ὥσπερ τοῖς μεθ’ ἑαυτὸν ἀποτελῶν διὰ τῆς ἰδίας ἀναστάσεως τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν. ὑπεξάγει τοιγαροῦν τοῦ παραυτίκα κινδύνου τοὺς μαθητὰς, αὐτῷ δὴ πρέπειν τότε μάλιστα τὸν ἆθλον εἰδὼς, καὶ οὐχ ἑτέρου τινὸς ἔργον τὴν τῶν καθ’ ἡμᾶς ἐπανόρθωσιν ἀποφαίνων, ἀλλ’ αὐτῆς καὶ μόνης τῆς τῶν ὅλων βασιλευούσης οὐσίας.
Περιτρέπει γεμὴν ὁ σοφὸς Εὐαγγελιστὴς εἰς ἀπόδειξιν ἐναργῆ τῆς οἱονεὶ καθόλου καὶ γενικωτάτης ἐσομένης φειδοῦς εἰς τοὺς προσιόντας αὐτῷ διὰ πίστεως τὸ μερικῶς τε καὶ ἰδικῶς εἰς τοὺς συνόντας αὐτῷ τὸ τηνικαῦτα γεγενημένον. παρηγγύησε γὰρ, φησὶν, ἀφεῖναι τοὺς μαθητὰς, ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς ἔδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. ὅτι γὰρ καὶ τῶν μετὰ ταῦτα φείσεται, πῶς ἀμφίβολον; τὸ γὰρ ἐν ὀλίγοις οὐ ῥᾳθυμηθὲν, πῶς ἂν καταφρονηθείη τυχὸν ἐν πλείοσι; καὶ ὁ φειδὼ τοσαύτην πεποιημένος εἰς εὐαριθμήτους κομιδῇ, πῶς ἂν ἀλογήσαι καὶ τῶν ὑπὲρ φύσιν τὴν ἀριθμοῦ; πολλοὶ γὰρ λίαν οἱ πεπιστευκότες. εἰς εἰκόνα τοίνυν τοῦ γενικωτάτου δέχου τὸ μερικὸν, καὶ δι’ ὧν οὐ βούλεται κινδυνεύειν ὅλως τοὺς ἑαυτοῦ γνωρίμους, ποία τις ἔσται καὶ πόση κατὰ τῶν αὐτὸν ἀποκτεινάντων ὀργὴ, περιαθρῆσαι ῥᾷον. ὃ γὰρ ἀνεθέλητον ἔχει, πῶς οὐχὶ πάντως μισεῖ; τοὺς δὲ τῶν παρ’ αὐτοῦ μισουμένων ἐργάτας ὅτι πικρά τις καὶ ἀτελεύτητος ἐκδέξεται κρίσις, πῶς ἂν εἴη λοιπὸν ἢ πόθεν ἀμφίβολον;
«Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.» Εἴτα τί τὸ ἀναγκάζον, ἐρεῖ τις τυχὸν, τὸν θεσπέσιον Εὐαγγελιστὴν μεμνῆσθαι καὶ τούτων, ὡς καὶ μαχαίρᾳ παρά γε τὸ εἰωθὸς κεχρημένον ἐπιδεῖξαι τὸν μαθητὴν κατὰ τῶν ἡκόντων εἰς σύλληψιν τοῦ Χριστοῦ, θερμότερόν τε καὶ ἀπηνέστερον ἤπερ ἔδει κεκινημένον, ἐπί τε τούτοις αὐτῷ καὶ ἐπιτιμῶντα Χριστόν. καὶ περιττὴ μὲν ἴσως φανεῖταί τισιν ἡ τούτων ἐξήγησις, ἔχει δὲ οὐχ οὕτως. οὐ γὰρ τῆς τυχούσης ἡμῖν ὠφελείας εἰσκεκόμικεν ἡμῖν ὑπογραμμόν. εἰσόμεθα γὰρ διὰ τοῦ γεγονότος, μέχρι μὲν τίνος ἀκατηγορήτως πρόεισι τῆς εἰς Χριστὸν εὐσεβείας ὁ ζῆλος, τί δὲ δὴ δρᾶν ἐθέλοντες ἐν τοῖς τοιούτοις ἀγῶσιν, οὐκ ἄν τι προσπταίσαιμεν τῶν ἐφ’ οἷς λυπεῖται Θεός. οὐ γὰρ δὴ σίδηρον ἀνατείνειν, ἢ λίθους ἐξαίρειν κατά τινων, ἤγουν ξύλῳ παίοντας τοὺς δι’ ἐναντίας, τῇ εἰς Χριστὸν εὐσεβείᾳ συναθλεῖν ὁ τοῦ πράγματος ἡμᾶς ἐφίησι τύπος· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὴν τοῦ Παύλου φωνήν·
PG 74:587ἀλλ’ ἠπιότητι μᾶλλον καὶ τοῖς φονῶσι προσφέρεσθαι, ὅταν ἡμῖν τὸ διαφεύγειν αὐτοὺς ἀποκλείωσιν οἱ καιροί. πολὺ γὰρ δή τι τὸ ἄμεινον, ὑπὲρ τῶν εἰς ἡμᾶς ἀδικημάτων ἑτέρους εὐθύνεσθαι παρὰ τοῦ τὰ δίκαια κρίνοντος, ἤπερ οὖν ἡμᾶς αὐτοὺς τὸν ἐφ’ αἵμασιν ἐξαιτεῖσθαι λόγον, πρόφασιν ποιουμένους τὴν εὐσέβειαν. φαίη δ’ ἄν τις καὶ ἑτέρως εἶναι τῶν ἀτοπωτάτων, τῷ τῶν διωκόντων θανάτῳ τιμᾶν τὸν ἐπὶ θανάτου λύσει καὶ αὐτὸν ἡδέως παθόντα τὸν θάνατον. καὶ αὐτῷ δέ πως ἦν ἀναγκαίως ἕπεσθαι κατὰ τοῦτο Χριστῷ. εἰ μὲν γὰρ ἐκαλεῖτο πρὸς θάνατον, ὡς ἐξ ἀνάγκης καὶ βίας, ὡς οὐκ ἔχων ἀνατρέπειν ἐξ ἰδίας ἰσχύος ἀπλεονέκτητον οὖσαν διὰ πληθὺν τῶν ὑπηρετῶν τὴν ἔφοδον, ἦν ἂν ἴσως οὐδὲν ἀπεικὸς τοὺς ἀγαπᾶν ἑλομένους αὐτὸν παντὶ λοιπὸν ἐπαμύνειν σθένει καὶ διὰ παντὸς ἰέναι τολμήματος, ἵνα δὴ καὶ ἐκσώσειαν τὸν ἐκ τῆς τινῶν δυσσεβείας ἀβουλήτως κινδυνεύοντα. ἐπειδὴ δὲ Θεὸς ὑπάρχων ἀληθινὸς, ἄρδην τε τοὺς ἐπιόντας ἀπολέσαι δυνάμενος καὶ παρ’ αὐτὰς, ὡς ἔπος εἰπεῖν, τοῦ ἀγῶνος τὰς ἀπαρχὰς, τοσαύτης αὐτοὺς καταγεύσας ἰσχύος, ὡς ἑνὶ καὶ πράῳ καταστρῶσαι λόγῳ· ἔπεσον γὰρ πάντες εἰς τὰ ὀπίσω·
πῶς ἡμᾶς ἐχρῆν ἀχαλίνοις ὥσπερ καὶ ἀταμιεύτοις ὀργαῖς χωρεῖν ἐπ’ ἐκεῖνα βούλεσθαι προαλέστερον, ἅπερ αὐτὸς οὐκ ἔδρα, καίτοι σφόδρα ῥᾳδίως δυνάμενος; ἔχομεν δέ τι τοιοῦτον καὶ ἑτέρωθί που γεγραμμένον παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς. ἧκε μὲν γάρ ποτε καταλύσων ὁ Κύριος εἴς τινα τῶν ὁμόρων τῇ Ἰουδαίᾳ κώμην· ἦν δὲ αὕτη Σαμαρειτῶν· οἱ δὲ προσιόντα σκληρῶς ἀπετρέποντο. καὶ δὴ πρὸς τοῦτο δηχθέντες οἱ μαθηταὶ προσῄεσάν τε καὶ ἔφασκον Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπ’ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς; πρὸς αὐτοὺς δὲ πάλιν ὁ Σωτὴρ, ἄφετε αὐτούς· ἢ οὐκ οἴδατε ὅτι δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι ἄρτι δώδεκα λεγεῶνας ἀγγέλων; οὐ γὰρ ἧκεν ὡς Θεὸς τῇ ἰδίᾳ καὶ ἐμφύτῳ δυνάμει χρησόμενος κατὰ τῶν ἐμπαροινούντων αὐτῷ, μᾶλλον δὲ τῆς εἰς ἄκρον ἡμῖν ἀνεξικακίας γενέσθαι διδάσκαλος, ἀοργησίας τε τῆς ἁπασῶν ἀνωτάτω καταστῆναι τύπος. διὸ καὶ ἔλεγε Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ὁ μὲν οὖν τοῦ Πέτρου σκοπὸς τὴν μάχαιραν ἀνατείνοντος κατὰ τῶν δι’ ἐναντίας, οὐκ ἔξω φέρεται νομικῆς ἐντολῆς.
PG 74:589πόδα γὰρ ἀντὶ ποδὸς καὶ χεῖρα ἀντὶ χειρὸς καὶ τραῦμα ἀντὶ τραύματος καὶ μώλωπα ἀντὶ μωλώπων ἀντεπάγειν ἀνεγκλήτως τοῖς ἀδικοῦσιν ἐκέλευε. τί δὲ δράσοντες ἕτερον ἧκον οἱ μαχαίραις ὡπλισμένοι καὶ ξύλοις, καὶ ὅπλοις ἐνηρμοσμένοι, καὶ συνειλεγμένοι κατὰ πληθὺν, ἢ πάντως ἐκεῖνα τὰ δι’ ὧν ἦν εἰκὸς περὶ τῶν ἐσχάτων κινδυνεῦσαι τοὺς μαθητάς; ὅτι γὰρ καὶ ξύλα καὶ μαχαίρας ἐπεκομίζοντο, σαφὲς ἡμῖν κατέστησεν ὁ Σωτὴρ, ἑτέρωθί που πρὸς αὐτοὺς εἰρηκώς Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. νομικὸν οὖν ἄρα τοῦ Πέτρου τὸ κίνημα καὶ τοῖς ἀρχαίοις οὐκ ἀπᾷδον θεσμοῖς· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπείπερ ἀφῖκτο τὰ ὑπὲρ νόμον εἰσηγησόμενος, καὶ ἀναμορφώσων ἡμᾶς εἰς ἡμερότητα τὴν καθ’ ἑαυτὸν, τοῖς κατὰ νόμον ἐπιτιμᾷ κινήμασιν, ὡς οὐκ ἔχουσι τελείαν τοῦ κατὰ ἀλήθειαν ἀγαθοῦ τὴν κατόρθωσιν. οὐ γὰρ ἐν ταῖς τῶν ἴσων ἀντεπαγωγαῖς τὸ τελείως ἐστὶν ἀγαθὸν, ἀνεξικακίαις δὲ μᾶλλον ταῖς ἀνωτάτω διαφαίνεται. Ἐνδοιάσειε δέ τις καὶ μετὰ ταῦτα τυχὸν, ἐρεῖ δὲ καθ’ ἑαυτόν Εἶτα πόθεν τῷ Πέτρῳ μάχαιρα;
ἐροῦμεν δὲ πάλιν, ὅτι μάλιστα μὲν τὸ ἀμύνεσθαι δεῖν κατὰ νόμον τοὺς ἀδικεῖν ᾑρημένους εἰσκεκόμικέ πως καὶ τὴν τοῦ σιδήρου χρείαν. τί γὰρ εἰ σιδήρῳ τις πλήττειν ἤθελε τοὺς οὐδὲν ἀδικήσαντας, πῶς ἂν τῶν ἴσων ἦλθεν εἰς πεῖραν; πλὴν εἰκὸς, ἅτε δὴ καὶ διὰ μέσης νυκτὸς τῶν καταλυμάτων ἐκθεόντας τοὺς ἁγίους ἀποστόλους, ὕλαις τε καὶ κήποις ἐμβαλεῖν προσδοκήσαντας, καὶ θηρίων ἀγρίων ἔφοδον ὑποβλέπεσθαι· θηρίων δὲ ἦν ὅτι μάλιστα τροφὸς τῶν Ἰουδαίων ἡ χώρα. ὅταν δὲ καὶ πρὸς τοῦτο λέγῃς Εἶτα τί μαχαίρας ἔδει τοῖς μαθηταῖς; οὐ γὰρ ἂν ἐξήρκεσεν κινδυνεύουσιν ὁ Χριστὸς, ὥστε δηλονότι καὶ θῆρας ἀποσοβεῖν, καὶ τὸν ἐντεῦθεν αὐτοῖς ἐξελάσαι φόβον; ναὶ δὴ καὶ τοῦτο, φαμὲν, ἄριστά τις ἐρεῖ, δυνατὸς γὰρ εἰς ἅπαντα Χριστός· πλὴν εὑρήσομεν, ὅτι καὶ ἕτερα κατορθοῦν ἰσχύοντος τοῦ Χριστοῦ, ταῖς καθ’ ἡμᾶς συνηθείαις διέζων οἱ μαθηταί· ἢ γὰρ οὐχὶ δώσομεν καὶ ἄρτους ἐκ λίθων ἀποτελεῖν δύνασθαι τὸν Χριστὸν, καὶ ἐκ τοῦ μηδενὸς ἀναδεικνύειν ἀργύριον, τὸ πρὸς δαπάνην αὐτοῖς ἀρκέσαι δυνάμενον; ἀλλὰ καὶ ἄρτους ἐπεκομίζοντο, καὶ γλωσσόκομον ἐπεφέροντο, τὰ παρὰ τῶν προσφερόντων συλλέγοντες.
διαπλεῦσαι δέ ποτε σὺν αὐτοῖς ἐθελήσαντος τοῦ Χριστοῦ, συνεισέβησαν εἰς πλοῖον, καίτοι καὶ βαδίσαι δι’ αὐτῶν ὑδάτων ἐξὸν, εἴπερ ἤθελε καὶ τοῦτο Χριστός. εἰκαῖον οὖν ἄρα τὸ ἐπισκήπτειν ταῖς κατὰ ἄνθρωπον ἀκολουθίαις, εἴ που τις βλέποι κεχρημένους τοὺς μαθητάς. Ἀποκόπτει δὲ ὁ Πέτρος τὸ δεξιὸν τοῦ παιδὸς ὠτάριον, ἀκοῆς ὥσπερ ἐρήμους τῆς δεξιᾶς τοὺς τῶν Ἰουδαίων λαοὺς, ὡς ἐν τύπῳ συμβεβηκότι δεικνύντος τοῦ πράγματος. οὐ γὰρ ἠθέλησαν συνιέναι τὰ διὰ Χριστοῦ. ὑπακοὴν δὲ τετιμήκασι τὴν εὐώνυμον, μόναις ταῖς σφῶν ἀπονοίαις καταπειθόμενοι, πλανῶντές τε καὶ πλανώμενοι κατὰ τὸ γεγραμμένον, ἐπεί τοι καὶ τὸν πάλαι διορισθέντα πατοῦντες νόμον ἐτράποντο πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων. «Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς·
PG 74:591τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ Πατὴρ οὐ μὴ πίω αὐτό;» Πολιτείας μὲν εὐαγγελικῆς ὠδίνει θεσμὸν τὸ παράγγελμα καὶ δύναμιν ἐντολῆς, οὐ τῆς κατὰ νόμον τὸν διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις λελαλημένης, ἀλλὰ τῆς διὰ Χριστοῦ τεθειμένης, ἣ καὶ τοσοῦτον ἀπείργει τοῦ χρῆσθαι μαχαίραις, μᾶλλον δὲ καὶ τὸ ἀνταμύνεσθαι δεῖν, ὡς εἰ καί τις βούλοιτο ῥαπίζειν ἡμᾶς εἰς τὴν τῶν σιαγόνων μίαν, καὶ δευτέραν εἰ τύχοι προσαπαιτεῖν στρέφοντας καὶ τὴν ἄλλην, πρόῤῥιζον ὥσπερ τῆς ἑαυτῶν ψυχῆς τὴν ἀνθρωπίνην ἐκτέμνοντας ὀλιγοψυχίαν. πλὴν εἰ καὶ μήπω τις περὶ τοῦ χρῆναί φησιν ἀνεξικακεῖν παρ’ ἐμοῦ διώρισται νόμος, λογισμοῦ τοῦ πρέποντος ὁ σὸς, ὦ Πέτρε, διέσφαλται νοῦς, καὶ τῇ τῶν πραγμάτων φύσει πολὺ δὴ λίαν ἀπῳδὸν ἐποιήσω τὸ ἐγχείρημα. δεδογμένου τε γὰρ καὶ συναρέσαντος τῷ Θεῷ καὶ Πατρὶ τοῦ πιεῖν τουτὶ τὸ ποτήριον ἐμὲ, τουτέστιν, ἐθελοντὶ ὑπομεῖναι τὸν ὥσπερ εἰς ὕπνον καροῦντα θάνατον, ἐπὶ καταλύσει θανάτου καὶ φθορᾶς, πῶς ὑπεκνεύειν ἀκόλουθον, καίτοι τοσαύτης ἀγαθῶν ἰδέας ἀνίσχειν πεπιστευμένης τῷ τῶν ἀνθρώπων γένει διὰ τοῦ πιεῖν αὐτό; ὁ μὲν οὖν τῶν προκειμένων ἐν τούτοις εὖ μάλα περιορίζεται νοῦς·
ἴσον δὲ τούτῳ ἐστὶν ἐκεῖνο πάλιν· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, βεβαιοτέρους εἰς πίστιν ἀπεργάζεσθαι θέλων τοὺς ἑαυτοῦ μαθητὰς καὶ τὸ ἐπὶ τῷ τιμίῳ σταυρῷ προανατρέπων σκάνδαλον, ἔφη ποτὲ κατὰ μόνας αὐτοῖς προσδιαλεγόμενος Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν καὶ σταυρώσουσιν αὐτὸν, καὶ ἀποκτενοῦσι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Πέτρος δὲ ὁ θεσπέσιος, οὐ τὸ ἐκ τοῦ πάθους ἐννοήσας ἀγαθὸν, ἀποβλέψας δὲ εἰς μόνην τὴν ἐκ τοῦ παθεῖν ἀδοξίαν Ἵλεώς σοι Κύριε, φησὶν, οὐ μὴ ἔσται σοι τοῦτο. καὶ τί πρὸς τοῦτο Χριστός; Ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. τοῦ μὲν γὰρ φρονεῖν ἐθέλοντος τὰ δοκοῦντα Θεῷ ἔργον ἂν εἴη καὶ σκοπὸς παρ’ οὐδὲν μὲν ποιεῖσθαι τὰς ἐν κόσμῳ τιμὰς, καὶ τῆς ἐν ἀνθρώποις εὐκλείας οὐδενὸς ἀξιῶσαι λόγου τὴν ζημίαν, ἔστ’ ἂν διὰ τοῦ καὶ τοῦτο παθεῖν τὸ τοῖς ἑτέροις ἐξανύηται χρήσιμον· ἡ γὰρ ἀγάπη, φησὶν, οὐ ζητεῖ τὰ ἑαυτῆς·
τοῦ γεμὴν εἰς μόνα τετραμμένου τε καὶ βλέποντος τὰ ἀνθρώπινα, τὸ ἀφόρητον ἡγεῖσθαι τῶν ἐπὶ γῆς δοξαρίων τὴν ἀπώλειαν, καὶ εἰς μόνον ὁρᾶν τὸ ἴδιον ἀγαθὸν, τοῖς δὲ τοῦ πέλας μὴ ἐπαλγύνεσθαι κακοῖς. ὥσπερ τοίνυν ἐν ἐκείνοις σκάνδαλον ἐλέγετο τοῦ Χριστοῦ, καίτοι σκανδαλίζεσθαι μὴ εἰδότος, λαλήσας μὲν ἐξ ἀγάπης τῆς οὐκ ἀνεγκλήτως ἔχειν ἰσχυούσης ὁ Πέτρος, διὰ τὸ μόνον ἰδεῖν εἰς τὸ ἀπὸ τοῦ σταυροῦ πάθος, καὶ οὐχὶ τὰ ἐκ τοῦ πάθους ἀγαθά· ἀνατρέπειν γὰρ ἐπειρᾶτο τὸ ὅσον ἐφ’ ἑαυτῷ, τὸ δεδογμένον τε καὶ ὁρισθὲν ὑπὲρ τῆς ἁπάντων γενέσθαι ζωῆς· οὕτω κἀνθάδε διὰ ζήλου καὶ μαχαίρας καὶ θερμοῦ λίαν ἐγχειρήματος τοῦτο αὐτὸ πράττων ὁρᾶται· πλὴν ἐπιτιμᾶται πάλιν, οὐ μόνον ἀκούσας Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς, ἀλλ’ ὡς ἕτερός τις ἔφη τῶν εὐαγγελιστῶν προστεθεικότος Χριστοῦ Πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται.
PG 74:593ὃ δὲ δὴ φθάσαντες εἴπομεν, ἀναλαβόντες ἐροῦμεν, οὐκ ἀνεθελήτως τοῦ πάθους εἰσβαίνοντος, οὔτε μὴν ἐκ πλεονεξίας Ἰουδαϊκῆς ἐπενηνεγμένου, κατὰ τίνα δὴ τρόπον ἀμύνεσθαι χρὴ καὶ ἀνείργειν ὅλως καὶ τοῦτο μαχαίρᾳ τὸ κατὰ συγχώρησιν τῶν ἐπιόντων θράσος, καὶ τὰς ἀνοσίους τῶν Ἰουδαίων ἐπιβουλάς; τὸν δὲ Πατέρα καὶ Θεὸν δεδωκέναι φησὶ τὸ ποτήριον αὐτῷ, τουτέστι, τὸν θάνατον, καίτοι διὰ τῆς τῶν Ἰουδαίων ἀφιλοθεί̈ας ἐξηρτυμένον, ἐπείπερ οὐδ’ ἂν ὅλως συνέβη, μὴ οὐχὶ συμβῆναι δι’ ἡμᾶς ἐφέντος αὐτοῦ. τοιγάρτοι καὶ πρὸς αὐτὸν ἔφη Πιλάτον μεγαλοῤῥημονοῦντα Χριστός Οὐκ εἶχες κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. ἐν ἐξουσίας γὰρ λόγῳ Πιλάτῳ γενέσθαι φησὶ τὴν εἰς τὸ χρῆναι παθεῖν ἐθελούσιον ὁρμὴν τοῦ Υἱοῦ, καὶ τὴν ἄνωθεν καὶ παρὰ Πατρὸς εἰς τοῦτο συναίνεσιν. «Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν, καὶ ἀπήγαγον πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.» Συνεσταλμένων ἤδη τῶν παραποδισμάτων, ἀποτινάξαντός τε τῆς ἑαυτοῦ χειρὸς τοῦ Πέτρου τὴν μάχαιραν, ὑποθέντος τε ὥσπερ ταῖς τῶν Ἰουδαίων χερσὶν ἑαυτὸν τοῦ Χριστοῦ, καίτοι μὴ παθεῖν ἐξὸν καὶ διαδρᾶναι ῥᾷον, ἀνημέρως ἤδη φέρονται τοῖς θυμοῖς, καὶ εἰς ἄμαχον ὥσπερ ἀνακαίονται θράσος, οἵ τε στρατιῶται σὺν τῷ καθηγεῖσθαι λαχόντι καὶ οἱ σὺν αὐτοῖς ὑπηρέται. εἴκοντα δὲ ἤδη πρὸς πᾶν ὁτιοῦν αὐτοῖς ἑλόντες τὸν Κύριον, δεσμοῖς μὲν ἐντείνουσι, καίτοι διὰ τοῦτο πρὸς ἡμᾶς ἀφιγμένον, ἵνα δεσμῶν ἡμᾶς ἐξέληται διαβολικῶν, καὶ ἐκ τῶν τῆς ἁμαρτίας ἀπολύσῃ βρόχων. ἀποκομίζουσι δὲ πρὸς Ἄνναν, πενθερὸν ὄντα τοῦ Καϊάφα, ὅθεν πως ἡμῖν ἔπεισιν ἤδη νοεῖν, ὅτι τοῦ κατὰ Χριστὸν ἀνοσιουργήματος αὐτὸς ἦν ἄρα τεχνίτης καὶ διασκευαστὴς, παρ’ αὐτοῦ τε κατὰ τὸ εἰκὸς μεμισθαρνηκότα τὸν προδότην τὴν συλληψομένην τὸν Χριστὸν ἐξαιτῆσαι πληθύν. αὐτῷ τοιγαροῦν ἀποκομίζεται πρώτῳ.
ἐδόκει γὰρ τοῖς Ἰουδαίοις, καὶ αὐτοῖς ἡμῖν ἀποδεῖξαι πράγμασιν ἀληθὲς ὑπάρχον ἤδη καὶ παρὸν ὅπερ ἐφαίνοντο λέγοντες διὰ τῆς τοῦ προφήτου φωνῆς Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. δύσχρηστος γὰρ ὄντως Ἰουδαίοις ἦν ὁ Χριστὸς, οὐχὶ τοιοῦτος ὑπάρχων αὐτὸς, ἀλλ’ ἐπείπερ αὐτοῖς ἕξιν ἔχουσι τὴν φιλαμαρτήμονα καὶ φιλήδονον, οὐδὲν ἐδόκει τῶν ἀρίστων εἰσφέρειν, τὴν ὑπὲρ νόμον δικαιοσύνην εἰσηγούμενος, καὶ τὸ δοκοῦν ὄντως τῷ φιλαρέτῳ Θεῷ περιστολῆς τινος δίχα παρατιθεὶς εἰς ἐπίγνωσιν, οὐ τοιαύτην ἔχοντος τοῦ νόμου τὴν ὁδὸν, διὰ σκιᾶς δὲ μᾶλλον καὶ αἰνιγμάτων πλαγίως καὶ μόλις τὸ πεφυκὸς ὠφελεῖν τοῖς ἀκροωμένοις παρασημαίνοντος. ὅνπερ οὖν τρόπον τοῖς μὲν οὖν τὴν ὄψιν λελωβημένοις δύσχρηστόν πως ἐστὶ τοῦ ἡλίου τὸ φῶς, οὐδεμίαν αὐτοῖς ἐμποιοῦν τὴν ὄνησιν, παραποδιζούσης εἰς τοῦτο τῆς νόσου, τοῖς δὲ τὴν ἕξιν κεκακωμένοις τὰ τῶν ἐδεσμάτων ὑγιεινὰ δυσχρηστότερά πως τῶν ἑτέρων εἶναι δοκεῖ, καίτοι προξενεῖν εἰδότα τὴν τριπόθητον ὑγίειαν· οὕτω καὶ τοῖς Ἰουδαίοις ὁ Κύριος δύσχρηστός τις ἐδόκει, καίτοι τῆς σωτηρίας ὑπάρχων πρύτανις. οὐ γὰρ ἦν αὐτοῖς τὸ σώζεσθαι φίλον.
Ἀπέστειλαν δὲ αὐτὸν δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. τεθήρευται μὲν οὖν διὰ τῆς Ἄννα δυστεχνίας, καὶ τῆς ὑπουργίας τῶν εἰς τοῦτο μεμισθωμένων, τὸ ἱερόν τε καὶ ἅγιον θῦμα, τουτέστι Χριστὸς, ἀρκύων δὲ εἴσω κατειλημμένος, ἐπὶ τὸν τῆς ἀδίκου σφαγῆς ἄγεται πρόξενον, ἤτοι καθηγητήν· Καϊάφας δὲ οὗτος ἦν, καίτοι τῇ τῆς ἱερωσύνης κατεστεμμένος χάριτι. καὶ λόγῳ μὲν φαίνεται κατάρξας αὐτὸς τῆς μιαιφονίας, ἀπαρχὴ δὲ καὶ αὐτοῦ λοιπὸν ἁλοὺς τοῦ τολμήματος. δέχεται γὰρ δεδεμένον τὸν Ἰησοῦν, καὶ καρπὸν ὥσπερ τινὰ τῆς ἑαυτοῦ συμβουλῆς καὶ τῶν ἀνοσίων σκεμμάτων ὁ δείλαιος ἐποιήσατο τὸ πάντων ὅτι μάλιστα τῶν κακῶν ἀνοσιώτατον δρᾶμα. τί γὰρ ἂν γένοιτο τῆς ἐπὶ Χριστῷ δυσσεβείας τὸ δυσαχθέστερον;
«Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής.» Κατεπτοημένων, ὡς φαίνεται, τῶν ἑτέρων μαθητῶν καὶ τὴν παραυτίκα τῶν φονώντων διαδιδρασκόντων ὀργὴν, τῆς εἰς Χριστὸν ἀγάπης ὁ Πέτρος ἐξέχεται, θερμοτέροις ἀεὶ κινήμασι πρὸς τοῦτο βαδίζων καὶ ῥιψοκινδύνως ἀκολουθεῖ, καὶ τὸ τῶν ἐκβησομένων κατασκέπτεται πέρας, συνθέοντός τε αὐτῷ καὶ διὰ τῆς ἴσης εὐτολμίας εἰς ὁμοίαν ἀναβαίνοντος ἕξιν τοῦ ἑτέρου μαθητοῦ· Ἰωάννης δὲ οὗτος ἦν, ὁ τοῦδε τοῦ θείου συγγράμματος θεοφιλὴς ὄντως δημιουργός. ἑαυτὸν γὰρ εἶναί φησι τὸν ἕτερον μαθητὴν, ὀνομάζει δὲ οὐκ ἐναργῶς, φιλοκομπίας ὑπόληψιν παραιτούμενος, καὶ τὸ δοκεῖν εἶναι τῶν ἄλλων ἐν ἀμείνοσι, τῶν ἰδίων ἐνθυμημάτων ὡς ποῤῥωτάτω τιθείς. τὰ γάρ τοι τῶν ἀνδραγαθημάτων ἐξαίρετα, καὶ εἰ φαίνοιτο τυχὸν ἐνόντα τισὶ τῶν οἵ γε φρονοῦσιν ὀρθῶς, ἀλλ’ οὐκ ἂν ἴοι ποτὲ διὰ τῆς αὐτῶν γλώττης εἰς ἑτέρων ἀκοάς. ἀκοσμότατον γάρ τι χρῆμα παντελῶς τὸ μὴ διὰ τῆς ἑτέρων φωνῆς ἐγκωμιάζεσθαι μᾶλλόν τινας ἤπερ ἐξ ἰδίου στόματος. καὶ γοῦν ὁ παροιμιαστής Ἐγκωμιαζέτω σε, φησὶν, ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
PG 74:595«Ὁ δὲ μαθητὴς ἐκεῖνος γνωστὸς ἦν τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.» Προνοητικώτατα πάλιν καὶ μέχρι τῆς τούτων κάτεισι μνήμης, καὶ λεπτολογεῖν οὐ παραιτεῖται λίαν διὰ τὸ πᾶσι λυσιτελές. ἐπειδὴ γὰρ ἔμελλε καὶ τὰ ἐν αὐτῇ γεγονότα τε καὶ εἰρημένα τῇ τοῦ ἀρχιερέως αὐλῇ τοῖς ἰδίοις ἐγκατατάττειν συγγράμμασιν, ἀναγκαιοτάτην ὥσπερ καὶ τὴν τοῦ δεδυνῆσθαι συνεισδραμεῖν ἀπολογίαν ἡμῖν ἐποιήσατο· γνωστὸς γὰρ ἦν φησι τῷ ἀρχιερεῖ. συνεισβάλλει τοιγαροῦν ἀδιακωλύτως, τῆς εἰς τὸν ἡγούμενον γνώσεως· φιλίαν γὰρ οὐκ ἠξίωσεν εἰπεῖν· ἀπαραπόδιστον αὐτῷ προξενούσης τὴν εἰς τὸ εἴσω διέλευσιν. ἵνα τοίνυν πιστεύηται καὶ τὰ ἐν τῇ αὐλῇ πεπραγμένα συντιθεὶς, ὡς οὐ διὰ τῆς ἑτέρων δεδιδαγμένος φωνῆς, ἀλλ’ αὐτὸς τῶν πεπραγμένων θεωρός τε ἅμα καὶ αὐτήκοος καταστὰς, χρησιμωτάτην ἡμῖν ἐποιήσατο καὶ τὴν περὶ τῆς γνώσεως ἐξήγησιν. «Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω.
PG 74:597ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπε τῇ θυρωρῷ καὶ εἰσήγαγε τὸν Πέτρον.» Οὐκ ἂν ὑστέρησεν, ὅσον ἧκεν εἰς προθυμίαν τῆς ἰδίας ψυχῆς, τοῦ συνεισβαλεῖν ὁ Πέτρος, εἰ μὴ τῆς προθυραίου παιδὸς ἡ τήρησις οὐκ ἀκίνδυνον ἐτίθει τοῖς οὐ πρότερον ἐγνωσμένοις τὴν εἰς τὸ εἴσω παραδρομήν. καὶ βιασθῆναι μὲν τὸ γύναιον ὑπ’ ἀνδρὸς ἦν δήπου πάντως οὐ χαλεπὸν, τῶν γεμὴν τελούντων εἰς ἀταξίαν ἐγκλημάτων οὐκ ἐλεύθερον. εἴργεται τοίνυν, ὡς ἐξ ἀνάγκης, καίτοι λίαν ἀλύων ὁ μαθητὴς, μέχρις ἂν οὐ μετρίως λελυπῆσθαι διὰ ταύτην αὐτὸν τὴν αἰτίαν ἐννοήσας ὁ ἕτερος, συνεισκεκόμικεν ἑαυτῷ, τῇ τοῖς πυλῶσι προσεδρευούσῃ λαλήσας, καὶ χάριν αἰτήσας τοῦ συζηλοῦντος αὐτῷ τὴν συνεισβολήν. «Λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος Οὐκ εἰμί.» Προηγγελκότος ἤδη τῷ Πέτρῳ τὴν εἰς τρίτον ἐσομένην ἐξάρνησιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ὅτι πρὶν ὄρνιθα φωνῆσαι τὸν ᾠδὸν ἀτονήσει πως περὶ τὴν πίστιν, ἐξηγεῖται λοιπὸν ἀνὰ μέρος ὁ θεσπέσιος Εὐαγγελιστὴς, ὅποι τε καὶ ὅπως τὸ πρᾶγμα τετέλεσται.
διαπυνθάνεται τοίνυν ἡ τοῖς πυλῶσιν ἐνιδρυνθεῖσα γυνὴ, μὴ ἄρα τις εἴη τῶν τελούντων ἐν μαθηταῖς τοῦ τὴν ἄδικον ὑπομένοντος κρίσιν. ἀποφάσκει δὲ ὁ Πέτρος, καὶ ὥσπερ τι τῶν ἐγκλημάτων ἀποσκευάζεται, λέγων Οὐκ εἰμὶ, καὶ οὐχὶ δὴ πάντως καταδείσας τὸ ἁλῶναι τυχὸν, οὐδὲ τὴν τῆς ἀληθείας ἀνάῤῥησιν παραιτούμενος, ἀλλὰ τὸ πᾶν ὁτιοῦν ὑπομεῖναι καὶ τῶν ἀβουλήτων, εἰ τύχοι, δεύτερον ὥσπερ τι καὶ ὀπίσω τιθεὶς τοῦ συνεῖναι Χριστῷ. ἐξ ἀγάπης οὖν ἄρα τὸ πταῖσμα, καὶ ῥίζαν πως ἔχει τὴν φιλοθεί̈αν ἡ ἄρνησις, οὐκ ἐξ ἀκριβοῦς μὲν λίαν συμβαίνουσα λογισμοῦ, μνωμένη δ’ οὖν ὅμως τῷ συνεῖναι ποθοῦντι τὸ σπουδαζόμενον. «Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακίαν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος ἑστὼς μετ’ αὐτῶν καὶ θερμαινόμενος.» Εἴσω θυρῶν ἐλάσας ὁ Πέτρος καὶ τοῖς οἰκέταις ἐναποληφθεὶς, τὰ ἐκείνων δρᾶν ὑποκρίνεται, καίτοι τῇ λύπῃ κεκακωμένος, καὶ δύσοιστον ἔχων ἐν καρδίᾳ τὴν ἀθυμίαν, ἵνα μὴ τῷ κατηφεῖ καὶ συμμεμυκότι προσώπῳ κατάφωρος εὑρεθεὶς, ὡσανεὶ τῷ κρινομένῳ συναλγύνεσθαι φιλῶν, τῆς τῶν ποθουμένων ἐκπέμπηται θήρας.
ἀπίθανον γὰρ κομιδῆ τὸ φιλοσαρκεῖν οὕτως οἴεσθαι τὸν μαθητὴν, ὡς ἐν τοσαύταις ὄντα βαρυθυμίαις, τῶν ἐκ χειμῶνος καταψυγμάτων ἐκμηχανᾶσθαι τὴν ἄκεσιν· ἀλλ’ οὐδ’ ἂν εἰ μετῆν καὶ τῶν ἔτι μειζόνων ἀπολαῦσαι χρηστῶν, κάμνοντος οὕτω Χριστοῦ τυχεῖν ἠνέσχετο. οἰκονομικῶς δὲ λίαν τῇ τῶν θεραπόντων ἀκηδίᾳ συμπλάττεται, καὶ ὡς μηδενὸς τὸ παράπαν κατωθοῦντος εἰς ἀθυμίαν τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούεται βλάβη, ἵν’ ὥσπερ τις τῶν τῆς οἰκίας γνωρίμων καὶ διὰ τούτου πιστεύηται, διαδράσαι τε οὕτω λοιπὸν καὶ τὸ εἴπερ τις ἔροιτο πάλιν ἀρνήσασθαι. ἀλλ’ οὐκ ἦν διαψεύσασθαι τοῦ Σωτῆρος τὸν λόγον. ὃ γὰρ ἔγνω πάντως ἐσόμενον ὡς Θεὸς, τοῦτο τῷ μαθητῇ προμεμήνυκεν. «Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.» Ὁ νομομαθὴς καὶ διδάσκαλος, ᾧ καὶ τὸ θεῖον διαγορεύει κήρυγμα Κρῖμα δίκαιον κρίνετε, καθάπερ τινὰ τῶν διαβοήτων ἁρπάσας λῃστῶν τὸν Κύριον, διά τε σπείρας στρατιωτῶν ὡπλισμένων καὶ πληθύος ἀνοσίων ὑπηρετῶν, περὶ διδαχῶν καὶ μαθητῶν ἐρωτᾷ, τὴν τῶν ἐγκλημάτων ἀπορίαν διὰ τούτου σημαίνων. οὐ γὰρ ᾔδει τὸ ἁμαρτεῖν ὁ κρινόμενος.
PG 74:599ἐρωτᾷ δὲ περὶ τῆς διδαχῆς αὐτοῦ, πότερόν ποτε τοῖς διὰ Μωυσέως ἀπῳδός ἐστι νόμοις, ἤγουν τοῖς πάλαι τεθεσπισμένοις ὁμοστιβὴς καὶ σύνδρομος, καὶ τίς ἄρα τοῖς ὑπ’ αὐτῷ μεμαθητευμένοις ἐνυπάρχει σκοπὸς, τοῖς ἀρχαίοις ἔθεσι παιδαγωγεῖσθαι φιλεῖν, ἤγουν τινὰ ξένην καὶ καινοπρεπῆ τῆς λατρείας ἐπιτηδεύειν τὴν ἀγωγήν. ἐποίει δὲ τοῦτο δυστρόπως· ᾤετο γὰρ ὅτι κατερεῖ μὲν ἐναργῶς τοῦ νόμου Χριστὸς, ἀπόβλητα δὲ τὰ διὰ Μωυσέως εἰπὼν, αὐτὸς καθ’ ἑαυτοῦ τῆς τῶν Ἰουδαίων γλωσσαλγίας ἀνακινήσει θράσος, ἵνα καὶ φαίνηται λοιπὸν δικαίαν ὥσπερ ἀποτιννὺς τοῦ θεομαχεῖν ἑλέσθαι τὴν δίκην. θεομαχεῖν γὰρ ἄντικρυς ἦν τὸ τοῖς θείοις ἀντιτάττεσθαι νόμοις, εἴπερ τις ἄρα τῶν καθ’ ἡμᾶς ἥλω τι τοιοῦτον εἰπὼν ἢ δράσας. ὡς ἀνθρώπῳ δὲ ἔτι ψιλῷ προσέχουσι τῷ Χριστῷ, καὶ τὸν τοῦ νόμου Κύριον ἐπὶ τῇ τοῦ νόμου παραβάσει δικαίως εὐθύνειν νομίζουσιν, οὐ μεμνημένοι τοῦ λέγοντος Ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς.
«Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐγὼ παῤῥησίᾳ λελάληκα τῷ κόσμῳ, ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.» Τὸ πᾶσι, φησὶν, ἐγνωσμένον ὡς ἀφανὲς ἐπιζητεῖν, εἰκαῖον ἂν ἔχοι τὸν πόνον, καὶ ᾧπερ ἂν ἕποιτο τὸ μὴ ἀγνοεῖσθαι τυχὸν, πῶς ἂν ἔτι προσείη τοῦ λαθεῖν ἡ ὑπόληψις; καὶ δοκεῖ μέν πως ἡμῖν ταυτὶ δὴ φάναι Χριστὸς, ὑπὲρ τοῦ τὰς αἰτίας ἀποφορτίζεσθαι διὰ τῆς τῶν ἡγουμένων πονηρίας συντεθειμένας τε ἤδη καὶ δυσμηχάνως ἐξηρτυμένας· οἶμαι δέ τι καὶ ἕτερον ὑποδηλοῦν διὰ τούτων αὐτόν. ἐγὼ γάρ φησιν ἐν παῤῥησίᾳ λελάληκα τῷ κόσμῳ, τουτέστι, τὰ διὰ τῆς Μωυσέως ὑμῖν μεσιτείας κεχρησμῳδημένα διὰ τύπων ἔρχεται καὶ σκιᾶς, καὶ ἀναφανδὸν οὐ διδάσκει τὸ δοκοῦν τῷ Θεῷ, πλάττεται δὲ μᾶλλον τῆς ἀληθείας ἐφ’ ἑαυτοῖς τὴν ὑπόληψιν, καὶ τῇ παχύτητι τοῦ γράμματος κατημφιεσμένα γυμνὴν οὐκ εἰσφέρει τῶν ἀναγκαίων τὴν εἴδησιν· ἐγὼ ἐν παῤῥησίᾳ λελάληκα τῷ κόσμῳ· αἰνιγμάτων γὰρ δίχα καὶ σκιᾶς τῆς τῶν ἀγαθῶν ἰδέας παρέδειξα τὴν κατόρθωσιν, καὶ πλαγίας ἁπάσης ἐξῃρημένης εὐθυτενῆ τῆς εἰς Θεὸν εὐσεβείας ἀπέδειξα τὴν ὁδόν.
ἐγὼ λελάληκα τῷ κόσμῳ, οὐχ ἑνί φησι γένει τῶν ἐξ Ἰσραήλ· εἰ γὰρ καὶ μήπω τυχὸν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔκπυστά πως ἐστὶ τὰ ἡμέτερα, ἀλλ’ ἔσται κατὰ καιρούς. ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ. καὶ τί τοῦτό ἐστι, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν; εἰς ἀνάμνησιν, ὡς ἔοικε, καὶ οὐχ ἑκόντας καλεῖ τοὺς τῶν Ἰουδαίων προεστηκότας προφητείας ἐχούσης ὧδε περὶ αὐτοῦ. τί γὰρ ἔφη πάλιν ἡμῖν ὁ θεῖος Ἡσαί̈ας, ὡς ἐκ προσώπου Χριστοῦ Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ, καὶ πάλιν Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. τὸ γὰρ μήτε ἐν κρυφῇ μήτε ἐν τόπῳ λαλεῖν σκοτεινῷ, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ τὸ ποιεῖσθαι μὲν ἐν παῤῥησίᾳ τὰς διαλέξεις, λαλεῖν δὲ ἐν τόποις οὐκ ὀλίγην ἔχουσι τῶν ἀκροωμένων τὴν σύνοδον; καλῶς δὲ σφόδρα καὶ ἀναγκαίως τῆς τοῦ προφήτου πρὸς ἀνάμνησιν ἄγει φωνῆς, ἵνα δὴ μάθοιεν, ὅτι κρίνουσι δυσσεβῶς τὸν ἐν ἐλπίσιν αὐτοῖς χρεωστούμενον. Ἰουδαίων γὰρ ἡ ἐπαγγελία, κατὰ τὴν τοῦ Παύλου φωνήν. «Τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς·
PG 74:601ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.» Ἐπιπλήττει τοῖς νομομαθέσιν, ὡς καὶ αὐτὸν ἠδικηκόσι τὸν ἐφ’ ᾧ σεμνύνονται νόμον. τῷ γὰρ οὔπω κατεγνωσμένῳ πρόωρον ὥσπερ ἐπενεγκόντες τὴν κόλασιν, περιττῶς ἔτι ζητοῦσι τὰ πταίσματα. τί τοίνυν φησὶν ἐρωτᾷς καὶ καλεῖς εἰς ἀπολογίαν τὸν ἤδη παθόντα τὴν ἔφοδον, πρεσβυτέραν τε τῶν ἐλέγχων λαχόντα τὴν τιμωρίαν; προσβαλεῖς δὲ καὶ ἑτέρως τοῖς εἰρημένοις. οἱ μεμισηκότες ἤδη, φησὶ, καὶ ταῖς οὕτω δειναῖς ἀτιμίαις περιβεβληκότες, εἴτι περ λέγοιμι τῶν κατ’ ἐμαυτὸν, οὐκ ἂν ἴσως ὀκνήσαιεν καὶ τὸ ψεύδη βοᾶν. οὐκοῦν παρὰ τῆς ἑτέρων διδάσκεσθε φωνῆς. ἀταλαίπωρος παντελῶς τῶν μαρτύρων ἡ ζήτησις· οἵδε γὰρ γεγόνασι τῶν ἐμῶν κατήκοοι λόγων. καὶ νομιεῖ μέν τις τυχὸν, ὅτι καρδίας εἰδὼς καὶ νεφροὺς, ὑπέδειξέ τινας τῶν παρεστηκότων ὡς ἐκ τοῦ παρατυχόντος ἀκροασαμένους αὐτοῦ. τὸ δὲ οὐχ οὕτως ἔχει. παρέδειξε γάρ τινας τῶν ὑπηρετῶν, οἳ καὶ πάλαι τὴν παρ’ αὐτοῦ διδαχὴν τεθαυμάκασι, καὶ πῶς ἢ πότε, πάλιν εἰπεῖν ἀναγκαῖον ὑπὲρ σαφηνείας τῶν εἰρημένων.
οὐκοῦν αὐτὸς ἡμῖν οὑτοσὶ πάλιν ὁ θεσπέσιος Εὐαγγελιστὴς λελάληκέ τι τοιοῦτον, ὡς ἐξηγουμένου ποτὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τοῖς συνδεδραμηκόσιν Ἰουδαίοις τὸν περὶ τῆς τῶν οὐρανῶν βασιλείας διαπτύσσοντος λόγον, διεπρίοντο πάλιν οἱ τῶν Ἰουδαϊκῶν ταγμάτων ἡγούμενοι, καὶ θερμὸν ἐπ’ αὐτῷ τὸν φθόνον ὠδίνοντες, ἐκ μέσου ποιεῖν ἐσπούδαζον. λέγει δὲ οὕτως ὁ Εὐαγγελιστής Καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. ἀλλ’ ὡς πολὺς καὶ μακρὸς ὁ παρὰ τοῦ Σωτῆρος ἡμῶν ἐξετείνετο λόγος, οἱ παρὰ τῶν Ἰουδαίων ἀπεσταλμένοι τοῖς ἄλλοις ἅπασι συνεπείθοντο, καὶ τεθαυμάκασι πλέον ἤπερ τις ἕτερος τῶν τελούντων εἰς ὄχλους. λέγει δὲ οὕτω πάλιν ὁ Εὐαγγελιστής Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διατί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε; ἀκούεις ὅπως ἀναπεπεισμένους ἤδη τοὺς ὑπηρέτας καὶ τεθαυμακότας εὑρίσκοντες, ἀγωνιῶσιν οἱ Φαρισαῖοι. τοῦτο τοιγαροῦν εἰδὼς ὁ Σωτήρ Ἐρώτησόν φησι τοὺς ἀκηκοότας· ἴδε οὗτοι ἴσασιν ἃ εἶπον ἐγώ.
PG 74:603αὐτοὺς γὰρ ἐκείνους τοὺς τότε παρεστηκότας ὁρῶν, τό Οὗτοι φησὶν, ἢ κἀκεῖνο σημαίνων, ὅτι καὶ αὐτοὶ τεθαυμάκασι τῆς ἐμῆς διδασκαλίας τὸ κάλλος οἱ τῆς ὑμετέρας ἀνοσιότητος ὑπουργοί. «Ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπὼν αὐτῷ Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;» Προκεκήρυκται μὲν διὰ τῆς τοῦ προφήτου φωνῆς ὡς ἐσόμενον ἐπὶ Χριστῷ καὶ τοῦτο· Τὸν νῶτόν μου δέδωκα, φησὶν, εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα. διεξάγεται γεμὴν εἰς τὸ πάλαι προαναφωνούμενον πέρας, εἰς κρῖμα μὲν τῆς Ἰουδαίων ἀλαζονείας, εἰς ἀναίρεσιν δὲ καὶ καταστροφὴν τῆς ὀφειλομένης ἡμῖν ἀτιμίας, ἐπείπερ ἡμάρτομεν ἐν Ἀδὰμ τῷ πρώτῳ τὴν θείαν πατήσαντες ἐντολήν. ἀτιμάζεται γὰρ ὑπὲρ ἡμῶν, ἐπείπερ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ περὶ ἡμῶν ὀδυνᾶται. ὥσπερ γὰρ θανάτου λύσιν εἰργάζετο, θανάτῳ παραδοὺς τὸ ἴδιον σῶμα· τὸν αὐτὸν οἶμαι τρόπον τῆς ἐπηρτημένης ἡμῖν ἀτιμίας διὰ τὴν παράβασιν καὶ τὴν ἀρχέκακον ἁμαρτίαν, λύσιν ἔχει τὸ ῥάπισμα τὴν ἐπὶ Χριστῷ πληροῦν ἀτιμίαν. εἷς γὰρ ὁ πάντων ἀντάξιος ὑπὲρ πάντων ἠτιμάζετο.
πλὴν ὅλην ἂν οἶμαι φρίξαι τὴν κτίσιν, εἴπερ ἐν αἰσθήσει κέκλητο τοῦ τολμήματος· ὁ γὰρ τῆς δόξης Κύριος τῇ τοῦ παιόντος ἀνοσίᾳ χειρὶ κατῃκίζετο. Οὐκ ἀμοιρήσαι γεμὴν ἐρεύνης ἂν οἶμαι φιλομαθοῦς τὸ ἐθελῆσαι μαθεῖν, ἄνθ’ ὅτου τυχὸν ὁ πάντολμος οὑτοσὶ καὶ ἀνοσιουργὸς ὑπηρέτης ῥαπίζει τὸν Ἰησοῦν, σκληρὸν μὲν ὅλως ἢ δύσοργον εἰπόντα μηδὲν, πραοτάτην δὲ λίαν τὴν ἐφ’ ἅπασι τοῖς ἐπενηνεγμένοις ἀπολογίαν ποιούμενον. ἀλλ’ οὐδ’ ἂν αὐτὸν ἴδοι τις τῶν Ἰουδαίων τὸν προεδρεύοντα παίειν αὐτῷ διατεταχότα, καὶ τοῖς οὕτω παραλόγοις ἐπιπηδᾶν δυσσεβήμασι. καὶ προβαλοῦνται μὲν ἴσως τινὲς τὴν τοῖς ὑπηρέταις ἐντριβῆ καὶ μελετωμένην συνήθειαν, οἳ τοῖς ἡγουμένοις προσάγοντες τοὺς ἐπί τισι τῶν ἔξω νόμου κατειρημένους, λαλεῖν μὲν ἐπιεικέστερον καὶ οὐχ ἑκόντας ἀναγκάζουσι, παραφθεγξαμένους δέ τι τῶν ἀπηχεστέρων ἔσθ’ ὅτε καὶ ἀτιμάζουσιν. ἀλλ’ οὐ ταύτην οἶμαι τὴν αἰτίαν τῆς ἐπὶ Χριστῷ μανίας συμβῆναι τότε, πρόφασιν δὲ τοῦ τολμήματος ἑτέραν εὑρήσομεν, τοῖς ἤδη προειρημένοις τὸν νοῦν ἐνερείσαντες.
ἐλέγομεν γὰρ ἀρτίως, ὅτι τοῖς ἡγουμένοις προσκεκρούκασι τῶν ὑπηρετούντων τινὲς, οἳ προσετάχθησαν μὲν συλλαβέσθαι τὸν Ἰησοῦν, ἐπανῆκον δὲ οὕτω μεμυσταγωγημένοι καὶ τεθαυμακότες αὐτὸν, ὡς διαῤῥήδην εἰπεῖν Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. ἐφ’ ᾧ καὶ σφόδρα λελυττηκότες ἔφασκον οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν Φαρισαίων ἢ ἐκ τῶν ἡγουμένων ἐπίστευσεν εἰς αὐτόν; ἀλλ’ ὁ ὄχλος οὗτος οἱ μὴ εἰδότες τὸν νόμον ἐπάρατοί εἰσιν. ἐπειδὴ τοίνυν τοῦ Σωτῆρος ὁ λόγος πρὸς ἀνάμνησιν ἐκάλει τοὺς ἡγουμένους τῆς κατὰ τῶν ὑπηρετῶν κεκινημένης τότε βαρυθυμίας· μάρτυρας γὰρ αὐτοὺς τῆς ἑαυτοῦ διδασκαλίας παρεκόμιζε λέγων Ἴδε οὗτοι ἴσασιν ἃ εἶπον ἐγώ· ἀποκρουόμενος τῆς εἰς αὐτὸν εὐνοίας τὴν ὑποψίαν, καὶ τῶν ἡγουμένων τὸν νοῦν ἐφ’ ἑτέρας ὥσπερ παρατρέπων ἐννοίας ὁ ἐπὶ τῷ θαυμάσαι Χριστὸν παρ’ ἐκείνοις ἐγκαλούμενος, ἐπιστομίζει ῥαπίσματι, τὰ λυποῦντα λέγειν οὐκ ἐφιεὶς τῶν ὑπηρετεῖν τεταγμένων τὸ φιλοκίνδυνον στῖφος. «Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ·
εἰ δὲ καλῶς, τί με δέρεις;» Ἀδικοῦντα μὲν λίαν ἐλέγχει τὸν ὑπηρέτην, καὶ εἴπερ τις ἦν ὁ κρινόμενος τῶν οὐ σφόδρα λαμπρῶν. πλήττει γὰρ ἀσυνέτως ὃν ἥκιστα χρῆν, οὐκ ἐκθέσμοις ῥήμασιν εἰς τοῦτο κεκινημένος, ἤγουν ἑτέραν τινὰ τοῦ θράσους ἔχων τὴν ἀφορμὴν, ἐκ μόνης δὲ μᾶλλον τῆς ἐμφύτου μανίας εἰς ἠθῶν ἀγριότητα θηριοπρεπῆ κατωθούμενος. κατηγόρησον γὰρ, εἰ δοκεῖ, καὶ τῶν ἡμετέρων καταγωνίζου λόγων, ὡς οὐκ ὀρθῶς εἰρημένων· εἰ δὲ τοῦτο ποιεῖν οὐ δύνασαι, πλήττεις ἄνθ’ ὅτου λοιπὸν τὸν ἀνεγκλήτως φθεγξάμενον; Τετριμμένος μὲν οὖν οὑτοσὶ καὶ σφόδρα συνήθης τοῖς θεωρήμασι λόγος· οἶμαι δὲ ἔγωγε τὴν τοῦ προκειμένου δύναμιν ἑτέρωσέ ποι χωρεῖν. διελέγχει γὰρ ἴσως τὸν ὑπηρέτην, ὡς ἀδικοῦντα μειζόνως, οὐχ ὅτι πέπαικεν ἁπλῶς, ἀλλ’ ὅτι προτεθαυμακὼς ἤδη τὸν διδάσκαλον, ἐπ’ οὐδενὶ δὲ νυνὶ καταγνοὺς, ἀτιμάζειν ἠνέσχετο. εἰ μὲν γὰρ οὐχ ἥλως ποτὲ τοῖς παρ’ ἐμοῦ, φησὶ, λόγοις· εἰ μή σοι τὰ κάλλιστα διδάσκειν ἐδόκουν καὶ παράδοξός τις εἶναι πεπίστευμαι τῶν ἱερῶν γραμμάτων ἐξηγητής· εἰ μὴ αὐτὸς ἦσθα τότε βοῶν Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος·
PG 74:605τάχα τις ἦν λόγος ταῖς σαῖς ἀπειρίαις ἐπιδιδοὺς τὸν ἔλεον, καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἔξω τιθείς· ἐπειδὴ δὲ ἔγνως τε καὶ τεθαύμακας καὶ οὐκ ἂν ἴσως, φησὶ, τῶν ἐμῶν κατεμαρτύρησας λόγων, εἰ τὸ τῆς ἑαυτοῦ διαμεμνῆσθαι φωνῆς ἔν γε τῷ παρόντι διελογίζου καλὸν, πῶς οὐκ ἀπροφάσιστον ἔχοις τὴν ἁμαρτίαν; καὶ προσβαλεῖς μὲν τοιῶσδε τοῖς θεωρήμασι· πλὴν ἔστιν ἰδεῖν, ὡς ἀσύγκριτόν τινα καὶ ὑπερφυᾶ τῆς εἰς ἄκρον ἀνεξικακίας ἐν τούτοις ἡμῖν ὁ Σωτὴρ καταγράφει τὸν τύπον, καὶ τῆς ἀνωτάτω καὶ ὑπερφεροῦς ἡμερότητος τὴν ἰδέαν, ὡς ἐν εἰκόνος τάξει λαμπρᾶς ἀνατυποῖ τὰ καθ’ ἑαυτόν. ὁ γὰρ ἑνὶ καὶ μόνῳ νεύματι πάντας ἄρδην Ἰουδαίους ἀπολέσαι δυνάμενος, δουλοπρεπῶς ῥαπίζεται· καὶ δρᾷ μὲν οὐδὲν, ἀντεπάγει δὲ τῶν ἀδικούντων οὐδενὶ τὴν παραχρῆμα κόλασιν, ἐπεὶ μηδέ ἐστι καθ’ ἡμᾶς ἀσθενὴς, ἢ ὀργαῖς ἢ λύπαις τυραννούμενος, ἢ τῷ τῆς πλεονεξίας βάρει νικώμενος, δυσωπεῖ δὲ πράως τὸν ἐφεστηκότα, τὸν οὐδὲν ἐκτόπως λαλήσαντα μὴ χρῆναι παίειν εἰπὼν, καὶ αὐτοῖς δὲ τοῖς δοκοῦσιν εἶναι δεινοῖς ἐναποληφθεὶς τῶν οἰκείων ἐπιτηδευμάτων οὐκ ἀλογεῖ.
λογισμῷ γὰρ ἀναπείθει τῷ δέοντι τῆς ἐν τούτοις προπετείας ἀποχωρεῖν τῆς τῶν Ἰουδαίων ὑπεροψίας τὸν ὑπουργὸν, κομισάμενος μὲν αὐτὸς πονηρὰ ἀντὶ ἀγαθῶν, κατὰ τὸ γεγραμμένον, ἀντιδιδοὺς δὲ τοῖς ἀτιμάζουσιν ἀντὶ πονηρῶν ἀγαθά. Ἀλλ’ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ῥαπιζόμενος ἀνεξικακεῖ, καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, γῆς τε καὶ οὐρανοῦ Κύριος· ἡμεῖς δὲ οἱ τάλανες, οἱ γῆ καὶ σποδὸς, οἱ σμικροὶ καὶ ἐλάχιστοι, καὶ τῇ τῶν λαχάνων χλόῃ παρεικασμένοι· Ἄνθρωπος γὰρ ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, καὶ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει, κατὰ τὸ γεγραμμένον·
PG 74:607τινὸς ἔσθ’ ὅτε τῶν ἀδελφῶν διαπεσόντος εἰς λόγον, καὶ βραχύ τι παραφθεγξαμένου τῶν εἰωθότων λυπεῖν, δρακόντων μὲν δίκην ἐκπικραίνεσθαι δεῖν ἐπ’ αὐτῷ λογιζόμεθα, μυρίοις δὲ ἄνθ’ ἑνὸς κατασφενδονῶντες λόγοις οὐ κορεννύμεθα, οὐ ταῖς ἀνθρωπίναις μικροψυχίαις κιχρῶντες τὴν ἄφεσιν, οὐ τὴν κοινὴν τῆς φύσεως ἐννοοῦντες ἀσθένειαν, οὐ τῷ φιλαλλήλῳ καταχωννύντες τρόπῳ τὰς ἐντεῦθεν ὀργὰς, οὐκ εἰς αὐτὸν ἀποβλέποντες τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ἀλλ’ ἑαυτοὺς ἐκδικεῖν σπουδάζοντες, καὶ τοῦτο πικρῶς, καίτοι τῆς θείας λεγούσης γραφῆς, ποτὲ μὲν ὅτι ὁδοὶ μνησικάκων εἰς θάνατον, ποτὲ δὲ πάλιν Τὴν κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. ἀλλὰ γὰρ εἰς τύπον ἡμῖν ἡμερότητος τῆς εἰς ἀλλήλους καὶ τῆς ὑπὲρ λόγον ἀνεξικακίας αὐτὸς ὁ πάντων Δεσπότης προκείσθω Χριστὸς, ὃς καὶ ταύτης ἕνεκα τῆς αἰτίας πρὸς ἡμᾶς που φησίν Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ΚΕΦΑΛΑΙΟΝ «ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι.» α.
Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι’ ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητοῦ Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ «Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος, καὶ εἶπεν Οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ; πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.» ἈΝΑΚΟΠΤΕΙ χρησίμως καθάπερ ἵππον ὀξυδρομοῦντα τὸν τῆς ἐξηγήσεως τρόπον ὁ θεσπέσιος Εὐαγγελιστὴς, καὶ ὀπίσω πάλιν ἀνακομίζεται. διὰ ποίαν αἰτίαν; χρῆν γὰρ δήπου προεπιδεῖξαι τῶν ἐφεξῆς τὴν εἰς τρίτον γενομένην ἄρνησιν τοῦ Πέτρου, καὶ τοῦτον ἔχοντος τοῦ πράγματος τρόπον τὸν αὐτῷ μάλιστα πρέποντά τε καὶ ἐπιτήδειον, καθ’ ὃν καὶ τετέλεσται.

Book XIILiber XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 74:609οἰκονομικῶς τοιγαροῦν ἀναλαμβάνει τὰ ἐν ἀρχαῖς, καὶ ἀπεστάλθαι μὲν λέγει τὸν Ἰησοῦν παρὰ τοῦ Ἄννα πρὸς Καϊάφαν· διερωτώμενον δὲ δείκνυσι τὸν Πέτρον παρά τε τῶν συνθερμαινομένων οἰκετῶν, καὶ παρά τινος τῶν ἐκ γένους τοῦ πληγέντος ὑπ’ αὐτοῦ, καὶ τρίτην ἐν τούτοις ἀποπληροῦντα τὴν ἄρνησιν. εἶτα τῆς τοῦ ἀλεκτρυόνος διαμέμνηται φωνῆς, κατ’ οὐδὲν διαπίπτοντα τὸν τοῦ Σωτῆρος ἡμῶν ἀποφαίνων λόγον, προεγνωκότος τε καὶ προηγγελκότος τοῦ ἰδίου μαθητοῦ τὴν ἐν θορύβοις ἀσθένειαν, ἧς οὐδ’ ἂν ὅλως ἐπεμνήσθη τάχα, θεοδίδακτος ὢν, ὁ τόδε τὸ σύνταγμα γραφῇ παραδοὺς, εἰ μὴ τὰς τῶν μισοθέων ἐνενόησε φιλοψογίας τε καὶ ἀθυρογλωττίας. εἶπον γὰρ ἄν τινες εὐθὺς τῶν ὅτι μάλιστα πολεμεῖν ἐγνωκότων ταῖς τοῦ Σωτῆρος εὐκλείαις Ἐπιδείξατε τοῦ Πέτρου τὴν ἄρνησιν, πῶς δὲ καὶ ὅποι τετέλεσται τὸ προηγγελμένον διὰ Χριστοῦ, καίτοι τὸ ψευδομυθεῖν καθ’ ὑμᾶς οὐκ εἰδότος. ἀλήθειαν γὰρ εἶναί φατε, καὶ ἐξ ἀληθοῦς ἀναλάμψαι Πατρός. ἀναγκαιοτάτην τοιγαροῦν ὁ θεσπέσιος Εὐαγγελιστὴς καὶ τούτων ἡμῖν ἐποιήσατο τὴν ἐξήγησιν, ἀληθεύοντα πανταχῆ δεικνὺς τὸν Κύριον.
Ἀλλ’ ἴσως τοῦ μὲν ἔτι τοιούτοις ἡμᾶς κατακρούειν λόγοις ἀφέξεταί τις τῶν δι’ ἐναντίας, δεινὸς δὲ τοῦ Πέτρου φανεῖται κατήγορος, καὶ δειλίας ἀσυγκρίτου τὸν γνήσιον γράψεται μαθητὴν, εὐχερῆ δὲ οὕτως ἐρεῖ πρὸς τὴν ἐν λόγοις γενέσθαι διάπτωσιν, ὡς ἤδη καὶ τρίτον διολισθεῖν εἰς ἀπάρνησιν, οὐδ’ ὅσον τῆς τῶν δεινῶν ἁψάμενον πείρας, ἤγουν πρὸς αὐταῖς γεγονότα ταῖς τοῦ κινδύνου θύραις. ἀλλ’ εἰπεῖν μὲν ἁρμόσει τὰ τοιαῦτα τυχὸν τοῖς ἀμυήτοις ἔτι· ἐγὼ δὲ ὡς ποῤῥωτάτω τὰ τοιαῦτα μεθεὶς, καὶ ταῖς ἐκείνων τερθρείαις ἐῤῥῶσθαι φράσας, εἰς τὴν ὑπὲρ τοῦ γεγονότος ἀπολογίαν τετράψομαι, τοῖς ἤδη κατειθισμένοις νοεῖν μυστήρια τὰ ἐκ τῆς μυστικῆς οἰκονομίας παρατιθεὶς εἰς ἀπόδειξιν. ἔδει γὰρ ἔδει καὶ τῶν τοιούτων εὖ μάλα διαμεμνῆσθαι πραγμάτων τὸν σοφώτατον Εὐαγγελιστὴν, ὑπὲρ τοῦ συνιέναι τοὺς ἀκροωμένους τίνες μὲν ἦσαν καὶ αὐτοὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι πρὸ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ πρὸ τῆς καταφοιτήσεως τῆς ἐπ’ αὐτοὺς γενομένης τοῦ Ἁγίου Πνεύματος, καὶ τίνες ἐν τοῖς μετὰ ταῦτα, κομισάμενοι τὴν διὰ τοῦ Πνεύματος χάριν, ἣν καὶ ἐξ ὕψους δύναμιν ὠνόμασεν ὁ Χριστός.
προθυμοτάτους μὲν γὰρ εἰς ἀνάληψιν ἀρετῆς, εὐζωνοτάτους δὲ λίαν εἰς τὸ θέλειν ἕπεσθαι τῷ Χριστῷ, καὶ παντὸς κινδύνου καταθλεῖν καὶ σφόδρα πλειστάκις ἐπιχειρήσαντας θεωρήσαι τις ἄν. ἀλλ’ οὔπω κατηργηκότος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τοῦ θανάτου τὸ κράτος, σκληρός πως ἦν ἔτι καὶ ἀπρόσιτος παντελῶς ὁ ἐξ αὐτοῦ φόβος· οἱ δὲ οὔπω τὸ Πνεῦμα λαβόντες, ἀλλ’ οὐδὲ διὰ τῆς ἄνωθεν κεχαλκευμένοι χάριτος, εἰς τὴν ὑπὲρ φύσιν ἀνδρείαν οὔπω παντελῶς ἐλευθέραν τῆς ἀνθρωπίνης μικροψυχίας τὴν διάνοιαν ἔχοντες, οὐκ ἄθραυστοι κομιδῇ τοῖς ἐκ τοῦ παθεῖν ἐφαίνοντο δείμασιν. ὅνπερ γὰρ τρόπον ὁ σίδηρος, καίτοι κατὰ φύσιν ὑπάρχων σκληρὸς, οὐκ ἂν ἀλωβήτως ὁμιλήσαι τοῖς τῶν λίθων ἀπηνεστέροις, εἰ μὴ τὴν ἐκ τοῦ στομοῦσθαι προσλάβοι δύναμιν· οὕτως ἡ ἀνθρώπου ψυχὴ κἂν σφόδρα νεανιεύηται ταῖς εἰς πᾶν ὁτιοῦν ἀγαθὸν ἀπαρατρέπτοις ἐπιθυμίαις, ἀλλὰ τῆς τῶν ἐντεῦθεν ἀγώνων σκληρότητος οὐ περιέσται ποτὲ, μὴ οὐχὶ πρότερον τῇ διὰ τοῦ θείου Πνεύματος ἁδρυνθεῖσα χάριτι.
PG 74:611οὐκοῦν ἀσθενέστεροι μέν πως τὸ ἐν ἀρχαῖς καὶ αὐτοὶ τυχὸν ἦσαν οἱ μαθηταὶ, κομισάμενοι δὲ τὸ Πνεῦμα τοῦ ὑπὲρ πάντας Θεοῦ, τὴν ἑαυτῶν ἤδη παρελάσαντες ἀσθένειαν, εἰς τὴν ἐκείνου στεῤῥότητα μετεπλάττοντο, τῇ κοινωνίᾳ τῇ πρὸς αὐτὸ πρὸς τὴν ὑπὲρ φύσιν ἀνατρέχοντες εὐτολμίαν. Ἀναγέγραπται τοίνυν χρησίμως καὶ ἡ τῶν ἁγίων ἀσθένεια πρὸς ἔπαινόν τε καὶ δόξαν Θεοῦ, μετατιθέντος εἰς δύναμιν τὸ ἠσθενηκὸς, καὶ ὥσπερ τινὰ πύργον ἀνιστάντος ἄμαχον τὸ καὶ ψιλοῖς εὐανάτρεπτον φόβοις, καὶ μόναις ἔσθ’ ὅτε ταῖς ἐκ τοῦ τι παθεῖν ὑποψίαις κατεῤῥαγός. εἴη δ’ ἂν εἰς τύπον τε καὶ παραψυχὴν ἡμετέραν, τὸ ἑνί που τυχὸν ἢ ὀλίγοις τῶν ἁγίων συμβεβηκός. διδασκόμεθα γὰρ ἐντεῦθεν μὴ ταῖς ἑαυτῶν ἀσθενείαις ἐνορῶντας ἔσθ’ ὅτε καταναρκᾶν ἀβουλότατα τὸ δουλεύειν τῷ Θεῷ, πεποιθέναι δὲ μᾶλλον ἐπὶ τῷ πάντας νευροῦν ἰσχύοντι, καὶ τοῖς ὑπὲρ φύσιν ἐναβρύνεσθαι κατορθώμασι καὶ παρ’ ἐλπίδα χαριζομένῳ. «Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί̈·
καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα.» Κρῖμα δίκαιον κρίνετε, καὶ ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς, διαῤῥήδην οὕτως ἀνακεκραγότος τοῦ νόμου καὶ τῆς θείας ἐντολῆς, ἐπερυθριῶσι μέν πως τῇ τῶν αἰτιῶν ἐρημίᾳ καὶ οὐχ ἑκόντες οἱ δείλαιοι· ἀπροφάσιστον δὲ ἤδη τὴν κατὰ Χριστοῦ μανίαν εὑρίσκοντες, εἰργόμενοί τε τῆς αὐτοκτονίας διὰ τὸν ἐπικείμενον ἁγνισμόν· ἔμελλον γὰρ ἤδη θύειν τὸ πάσχα, κατὰ τὸν οὐδὲν παρ’ αὐτοῖς ἰσχύοντα νόμον· Πιλάτῳ προσάγουσιν, ἐκ πολλῆς ἄγαν ἀσυνεσίας τοῖς τῆς ἀδίκου μιαιφονίας ἐγκλήμασιν οὐκ ἂν ὅλως ἐνσχεθῆναι πιστεύσαντες, εἰ αὐτόχειρες μὲν οὐκ ἂν εἶεν αὐτοὶ, προσοίσειαν δὲ μᾶλλον ταῖς ἑτέρου χερσὶν ἐκεῖνο πεισόμενον, κἂν τοῖς διὰ Μωυσέως ἀπᾴδῃ νόμοις ὅπερ ἦν αὐτοῖς κατὰ νοῦν. γελοιότατον δὲ σφόδρα κἀκεῖνο πρὸς τούτῳ πεπραχότες ἁλώσονται.
εὐθύνοντες γὰρ ὡς ἐπὶ τοῖς ἐσχάτοις κατεγνωσμένον τὸν ἡμαρτηκότα μηδὲν, καὶ τὴν οὕτω φρικωδεστάτην ἀσέβειαν τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς, τὸν τοῦ πραιτωρίου φεύγουσιν οὐδὸν, ὡς ἐσόμενον αὐτοῖς παραίτιον μολυσμοῦ, καὶ τὸ ἀνδράσιν ἐπιμίσγεσθαι τοῖς ἀνάγνοις ἔτι παραιτοῦνται διὰ σπουδῆς. λίθους γὰρ, οἶμαι, καὶ ἀνθρώπων τῶν ὁμογενῶν σώματα καταμολύνειν δύνασθαι πεπιστεύκασι τὴν ἀνθρώπου ψυχήν· τὸ δὲ δὴ πάντων αἴσχιστον τῶν κακῶν, τὴν ἀδικωτάτην μιαιφονίαν, οὐδὲν ὅλως αὐτοῖς προστρίβεσθαι νενομίκασι βλάβος. καὶ τό γε παράδοξον, μᾶλλον δὲ τῶν ἄλλων εὐηθέστερόν τε καὶ ἀλογώτερον, ἁγνεύουσι διὰ τὴν τοῦ προβάτου σφαγὴν, ἕτερον ἡμῖν ἀνατυποῦντος οὐδὲν ἢ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν σκιάν· οἱ δὲ τὸν τύπον τιμῶντες τοῦ πράγματος εἰς αὐτὴν ὑβρίζουσι τὴν ἀλήθειαν. πλαττόμενοι γὰρ ἐπ’ αὐτῷ τὴν ἁγνείαν, τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ μεμόλυνται. καλῶς οὖν ἄρα, ὁτὲ μὲν τάφους κεκονιαμένους αὐτοὺς ὠνόμαζε, τοῖς ἔξωθεν καὶ ἐκ τέχνης αὐτοῖς ἐπῃωρημένοις περιβλήμασιν ἐξωραϊσμένους, ἔσωθεν γεμὴν δύσοσμον καὶ δυσαχθεστάτην ἔχοντας τὴν ἀκαθαρσίαν·
PG 74:613ὁτὲ δὲ πάλιν, διυλίζειν μὲν ἔφη τὸν κώνωπα, καταπίνειν δὲ τὸν κάμηλον. ἀκριβολογούμενοι γὰρ πολλάκις ἐπὶ τοῖς ἁπάντων, ὡς ἔπος εἰπεῖν, ἐλαχίστοις τε καὶ μείοσιν, ἢ καὶ ἐπὶ μηδενὶ παντελῶς· τί γὰρ ὅλως ὁ κώνωψ; τὰ τῶν ἐγκλημάτων περιπληθέστερα τίθενται παρ’ οὐδὲν, καὶ ποτηρίου μὲν καὶ πίνακος ἀπονίζουσι τὸ ἔξω, λόγος δὲ αὐτοῖς παντελῶς οὐδεὶς τῆς ἔνδον ἀκαθαρσίας. ἰδοὺ γὰρ ἰδοὺ καίτοι τοῦ προφήτου λέγοντος Ἱερεμίου σαφῶς Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς, τὴν μὲν ἔσω καὶ ἐν διανοίαις ἀσέβειαν οὐδὲν εἶναι κομιδῇ διαπεπιστεύκασι· προσάγοντες δὲ Πιλάτῳ Χριστὸν, παραιτοῦνται τόπους ὡς ἐναγεῖς καὶ ἀνδρῶν ἀπεριτμήτων σώματα, καὶ εἰ μὴ δρῷεν αὐτοὶ ταῖς ἰδίαις χερσὶ τὸ παράνομον, ὑπουργὸν δὲ ὥσπερ τῆς ἑαυτῶν ὠμότητος ποιοῖντο Πιλάτον, ἔξω δὴ πάσης αἰτίας διαμένειν ἐξ ἀνοίας ὑπολαμβάνουσι. θαυμάσειε δ’ ἄν τις οὐδὲ ταύτην αὐτῶν ἠγνοηκότας τὴν ἀσέβειαν τοὺς ἁγίους εὑρίσκων προφήτας· ἔφη γάρ που περὶ αὐτῶν ὁ μακάριος Ἡσαί̈ας Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Ἱεζεκιὴλ δὲ πάλιν Καθὼς ἐποίησας, οὕτως ἔσται σοι·
τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου. καὶ μὴν καὶ αὐτὸς ὁ θεῖος ἀναφωνεῖ μελῳδός Ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς. ὥσπερ γὰρ αὐτοὶ τὸν ἁπάντων Σωτῆρα καὶ Χριστὸν τοῖς Ῥωμαίων προσήγαγον στρατηγοῖς, οὕτω τὸ ἴσον ἐξ ἀντιστροφῆς ὑπομένοντες τῇ τῶν Ῥωμαίων παραδέδονται δυναστείᾳ, καὶ τῇ τῶν τότε κρατούντων χειρὶ δεδαπάνηνται. δεινὸς γὰρ οὕτω κατ’ αὐτῶν ἐξεκαύθη πόλεμος, καὶ ἀπηχεστάταις οὕτω κεκοινωνήκασι συμφοραῖς, ὡς εἴπερ ἐξῆν, ὄρεσί τε καὶ πέτραις εἰσδύνοντας ἐντεθνάναι τινὰς πρὸ τῆς τοῦ πολέμου θέας ἥδιον ἂν ἑλέσθαι, καὶ τοῦτο πολλούς· ὃ δὴ αἱρήσεσθαι προαγγέλλων ὁ Κύριος ἔφασκεν Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι Καλύψατε ἡμᾶς καὶ τοῖς βουνοῖς Πέσατε ἐφ’ ἡμᾶς.
«Ἐξῆλθεν οὖν ὁ Πιλάτος ἔξω πρὸς αὐτοὺς καί φησι Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;» Παραιτοῦνται μὲν, ὡς ᾤοντο, τὸν ἐκ λίθων καὶ τοίχων μολυσμὸν, ἔξεισι δὲ ὁ Πιλάτος, καὶ διαπυνθάνεται μὲν τῆς πρὸς αὐτὸν ἀφίξεως τὴν αἰτίαν, ἐξαιτεῖ δὲ εἰπεῖν τὰ τοῦ προσοισθέντος ἐγκλήματα, κατακρίνων καθ’ ἕτερον τοὺς τῶν Ἰουδαίων καθηγητάς. ἀνὴρ γὰρ ἀλλογενὴς τὸν τῶν Ἰουδαίων δυσωπεῖται θεσμὸν, καὶ τὸ κρατῆσαν παρ’ ἐκείνοις ἔθος ἐξ εὐλαβείας αἰσχύνεται. ἐξέθει γὰρ ἀσυνήθως τοῦ φροντιστηρίου, τὸ ὅσον εἰπεῖν ἐπὶ τῇ δυνάμει τοῦ πράγματος τοῖς Ἰουδαίοις διὰ τούτου φράσας, ὅτι χρὴ τηρεῖσθαι τὸν νόμον· οἱ δὲ τοῖς θείοις ἐντάλμασι φρονοῦντες τὰ ἐναντία, καὶ μικρὰ κομιδῇ τῶν διὰ Μωυσέως τεθεσπισμένων φροντίσαντες, ἄδικον ἐργάζονται φόνον, καὶ ὁ μὲν ἔξω νόμου τοῦ παρ’ αὐτοῖς φιλοπευστεῖ τὰ ἐγκλήματα καὶ περιεργάζεται τὰς αἰτίας, τοὺς οὐδὲν ἡμαρτηκότας εὐθύνεσθαι δεῖν ἤγουν εἰσπράττεσθαί τινα δίκην, τῶν ἀτόπων εἶναι παραδεικνύς· οἱ δὲ λέγειν ἔχοντες οὐδὲν, ὡς τῶν ἀγρίων ἕνα προσκομίζουσι λῃστῶν. εὐλογώτατα τοίνυν πρὸς τὴν τῶν Ἰουδαίων εἴρηται συναγωγήν Ἐδικαιώθη Σόδομα ἐκ σοῦ.
PG 74:615καὶ αὐτὸς δέ που φησὶν ὁ Χριστὸς τὰς ἐν τούτοις τῶν ἐξ Ἰσραὴλ παροινίας καταιτιώμενος Ἀλλ’ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν ἐποίησάς μοι. καὶ ἀληθὴς ὁ λόγος, εἴπερ Ἕλληνες μὲν τοῖς ἐν ὑπολήψει γεγονόσι θεῶν λίθοις τε καὶ ξύλοις, οὐκ ἂν τὰ συνήθη προσοίσειαν θύματα μεμολυσμέναις τε καὶ ἀνίπτοις χερσὶν, ἀλλ’ οὐδ’ ἂν ἀνέλοιέν τινα μὴ οὐχὶ τοῖς ἐσχάτοις ἐναλόντα κακοῖς· οἱ δὲ καίτοι θύειν τῷ κατὰ φύσιν Θεῷ τὸ πάσχα μέλλοντες, αἵμασιν ἀθῴοις ἔνοχον τὴν οἰκείαν καθιστῶσι ψυχὴν, καὶ ἀδίκως ἀποκτεῖναι σπουδάζουσι τὸν ἁπάσης ἁμαρτίας ἀλλότριον. «Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.» Ἀποροῦσι μὲν αἰτίας εὐλόγου, περιστέλλονται δέ πως τῆς ἀσεβείας τὸ αἶσχος καὶ τὸ δοκεῖν ἀδίκως ἑλέσθαι φονᾶν, σοφιζόμενοι ὡς οὐδόλως ἀποτίσοντα δίκην προσεκόμισαν ἂν τὸν Ἰησοῦν, εἰ μή τι καὶ πταίσας ἥλω, φασίν. ὑποπλάττονται γὰρ ἔτι τοῦ νόμου τὴν τήρησιν, ὁσίαν ἐφ’ ἅπασι κρίσιν ποιεῖσθαι προστάττοντος, καὶ τό γε παράδοξον καὶ αὐτὴν ἐξοπλίζουσι τὴν εἰς τὸν νόμον … πιστεύεσθαι γὰρ ἀξιοῦσιν ὡς νομοφύλακες, οἱ τοῦ νομοθέτου κατηγορεῖν οὐκ ὀκνήσαντες.
κακὸν δὲ δρᾶσαί φασι τὸν ἐπ’ ἀναιρέσει φαυλότητος ἀφιγμένον, ἵνα φαίνηται πάλιν ὁ Χριστὸς διὰ τῆς τοῦ προφήτου φωνῆς Ἡσαί̈ου περὶ αὐτῶν εἰπών Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ, δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ. «Εἶπεν οὖν αὐτοῖς ὁ Πιλάτος Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.» Τὸν ἐπ’ οὐδενὶ, φησὶ, τῶν ἀτόπων ἐληλεγμένον, ἀδιάκριτον δὲ παρ’ ὑμῶν ὑπομένοντα τὴν κατάῤῥησιν ταῖς ἐκ νόμων ὑποθεῖναι ποιναῖς, ἐμοὶ μὲν οὐ θέμις, κρίνατε δὲ μᾶλλον αὐτοὶ κατὰ τὸν ὑμέτερον νόμον, εἴπερ ἄρα, φησὶ, καὶ τὸν ἀνυπαίτιον παντελῶς κολάζεσθαι δεῖν διετάξατο. γέλως δὲ ὄντως οὐ μικρὸς, μᾶλλον δὲ θρήνου διηνεκοῦς ἄξιον, εἰ οἱ μὲν παρ’ Ἕλλησι δικαιοῦσι νόμοι τὸν Κύριον, ὡς καὶ κολάζειν ὀκνῆσαι Πιλάτον αὐτὸν ἐπ’ ἀσήμοις οὕτως ἐγκλήμασι προσηγμένον, οἱ δὲ καὶ δεῖν ἀποτεθνάναι φασὶ, καίτοι νόμῳ τῷ θείῳ παιδαγωγεῖσθαι μεγαλαυχούμενοι.
«Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα, ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.» Κώλυμα γενέσθαι φασὶν αὐτοῖς, καὶ ὥσπερ τι βιαιότατον παραπόδισμα τῆς ἀνοσίου μιαιφονίας, τὸν ἐπὶ τοῦ προβάτου σφαγῇ πληρούμενον ἁγνισμὸν, εἴπερ τις ἦν ὅλως παρὰ τοῖς ἐκεῖνα τετολμηκόσιν. ἦ γὰρ ἂν καὶ λίαν ἑτοίμως εἰς ἀσέβειαν ἦσαν αὐτουργοὶ, τῆς ἑτέρου συμπνοίας δεηθέντες οὐδαμῶς. εὐπετέστατος γὰρ τῶν Ἰουδαίων ὁ νοῦς εἰς τὸ πᾶν ὁτιοῦν ἐργάζεσθαι πονηρὸν, καὶ μηδενὸς φείσασθαι τῶν ἐκτόπων, ἤγουν ἐπερυθριᾶσαί τινι τῶν ἀπᾳδόντων Θεῷ. ἀξιοῦσι τοιγαροῦν δανεῖσαι Πιλάτον αὐτοῖς τὴν οἰκείαν ὠμότητα, καὶ τῆς Ἰουδαϊκῆς ἀπονοίας γενέσθαι μιμητὴν, ὑπηρετῆσαι δὲ σφίσιν ἔν γε τῷ παρόντι τυχὸν οὐκ ἐλευθέραν πως ἔχουσι τὴν εἰς μανίαν ἀποδρομήν. ἀλλὰ καὶ τοῦτό φασιν ἀληθεύοντα πάλιν ἀποφῆναι τὸν Χριστὸν, καὶ προεγνωκότα μὲν πῶς ἢ τίνα τεθνήξεται τρόπον, προμηνύσαντα δὲ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς. τί γὰρ ἔφη πρὸς αὐτούς;
PG 74:617Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ σταυρώσουσιν αὐτὸν, καὶ ἀποκτενοῦσι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. ἀναγκαία δὲ καὶ τούτων ἡ μνήμη. προεγνωκότα γὰρ ἔδει παθεῖν, ἵνα μήτις οἴηται τοῖς ἀβουλήτοις περιπεσεῖν τὸν ᾧ πάντα ἐστὶ γυμνὰ καὶ τετραχηλισμένα, πιστεύηται δὲ μᾶλλον ὡς ἐθελοντὴς τὸν ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ὑπέστη σταυρόν. «Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλάτος καὶ ἐφώνησε τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Οὐδὲν ἔχοντες τὸ παράπαν ἐγκαλεῖν, ἤγουν τι παρακομίσαι τῶν ὅσα δικαίαν ἐπισύρεσθαι δοκεῖ τοῖς δεδρακόσι τὴν κόλασιν, ἐγκειμένου δέ πως καὶ τὰς αἰτίας τῆς προσαγωγῆς ἐξαιτοῦντος Πιλάτου, πεπλημμεληκέναι φασὶν εἰς Καίσαρα τὸν Ἰησοῦν, τὴν ἐκείνῳ πεπορισμένην κατὰ τῶν Ἰουδαίων ἀρχὴν εἰς ἑαυτὸν ἁρπάζοντα, καὶ μετατιθέντα τῆς βασιλείας τὴν δόξαν εἰς ἰδίαν ὑπόληψιν. πονηρῶς τε σφόδρα μεμηχάνηται τὸ σκαιώρημα καὶ ὁ τῆς συκοφαντίας ἐξηρτύθη τρόπος·
ᾔδεσαν γὰρ ὅτι καὶ οὐχ ἑκὼν ὁ Πιλάτος προνοήσει μὲν πάντως τῆς καθ’ ἑαυτὸν ἀσφαλείας, τιμωρήσεται δὲ τάχα καὶ προαλέστερον τὸν ἐπὶ τούτοις ὅλως καταβοώμενον. σεσαλευμένων γὰρ ἀεὶ πρὸς θορύβους καὶ στάσεις, καὶ μεταχωρούντων εὐκόλως ἐπὶ τὸν τῆς ἀντάρσεως τρόπον τὴν τῶν Ἰουδαίων οἰκούντων χώραν, πικρότεροί πως εἰς τοῦτο λοιπὸν οἱ παρὰ Καίσαρος ἐγίνοντο δικασταὶ, καὶ ἀσφαλέστεροι μὲν τῆς εὐταξίας φύλακες, προπετεστάτας δὲ τοῖς εἰς τοῦτο καὶ μάτην ἔσθ’ ὅτε κατειρημένοις τὰς τιμωρίας ἐπῆγον. ἔγκλημα τοιγαροῦν Ἰουδαῖοι ποιοῦνται Χριστῷ τὸ βασιλεῦσαι τοῦ Ἰσραήλ. τοιγάρτοι δικαίως ἐξώσθησαν, προσελήφθη δὲ καὶ ὑπεζεύχθη τὰ ἔθνη, καὶ ὑπὸ τὴν βασιλείαν τέθεινται τοῦ Χριστοῦ. Αἴτησαι γὰρ παρ’ ἐμοῦ, φησὶ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. παροιστρήσαντος γὰρ ἑνὸς ἔθνους τοῦ ἐξ Ἰσραὴλ, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ, καὶ ἀντὶ μιᾶς γῆς, φημὶ δὴ τῆς Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα. ὡς γὰρ ὁ Παῦλός φησι Τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν.
Ὅπερ οὖν ἀκήκοεν ὁ Πιλάτος διαγογγυζόντων τῶν Ἰουδαίων, ἐναργῶς ἤδη φησὶ, καὶ ἀπολογεῖσθαι κελεύει τὸν Κύριον, εἰ κατὰ ἀλήθειαν αὐτὸς εἴη τῶν Ἰουδαίων ὁ βασιλεύς. ἀγωνιᾷ δὲ, ὡς εἰκὸς, καὶ κινδυνεύειν οἴεται τὴν Καίσαρος ἀρχὴν, φιλοπευστεῖ τε καὶ διὰ τοῦτο λίαν, ὡς ἤδη τὴν δέουσαν ἐπανόρθωσιν ἐπικομίσων τοῖς δεδραμένοις, ἵνα καὶ ἀνέγκλητον ἀποδείξῃ τὴν ἐπιτετραμμένην αὐτῷ παρὰ Ῥωμαίων ἀρχήν. «Ἀπεκρίθη Ἰησοῦς Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;» Κατειρηκότος, φησὶν, ἐναργῶς οὐδενὸς ἐπὶ τούτοις ἐμοῦ, πόθεν ἄρα σοι πρόεισιν ὁ περὶ τούτων λόγος; ἀλλ’ οὐδαμόθεν ἀμφίβολον ὅτι τῆς Ἰουδαίων κακονοίας τὸ κακούργημα, καὶ ὁ πικρὸς οὑτοσὶ διεσκεύασται δόλος· οὐ γὰρ δήπου, φησὶν, ἔσῃ μὲν αὐτὸς δικαστὴς, ἔσῃ δὲ καὶ κατήγορος.
ἐλάλει δὲ ταυτὶ Χριστὸς, εἰς ἐννοίας ἀνακομίζων Πιλάτον, ὡς οὐκ ἂν αὐτόν τι διαλάθοι καὶ τῶν ἀφανεστέρων καὶ ἐν παραβύστῳ κατεσκευασμένων τε καὶ εἰρημένων, ἵνα λοιπὸν ἐννοήσας τὴν ὑπὲρ ἄνθρωπον φύσιν, ὀκνηρότερόν πως ἴοι πρὸς ὑπουργίαν τῆς τῶν προσαγόντων ὠμότητος, ὁμοῦ δὲ κἀκεῖνο διδάσκων, ὅτι λίαν ἀδικεῖ τῆς ἑτέρων φωνῆς ὑπέχειν δίκας ἐκβιαζόμενος τὸν ἐπ’ οὐδενὶ τῶν τοιούτων ἐληλεγμένον. «Ἀπεκρίθη ὁ Πιλάτος Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;» Ἐκφανὲς ἤδη ποιεῖ τὸ τῶν Ἰουδαίων λῃστήριον, καὶ τὴν τῶν κατηγόρων πληθὺν μονονουχὶ παρεκόμισεν εἰς μέσον. ὅμοιον γὰρ ὡσεὶ λέγοι τυχόν Οὐκ ἐμοὶ μᾶλλον ἁρμόσει τὸ εἰδέναι τὰ σὰ, εἰμὶ γὰρ οὐκ Ἰουδαῖος, πρέποι δ’ ἂν μάλιστα τοῖς συνέθνοις καὶ συντεθραμμένοις, οἳ καὶ ἴσως ἐγνωκότες τεθνηξόμενον ἄγουσι. κατηγορεῖ τοιγαροῦν τῆς ἑαυτοῦ κεφαλῆς. τὸ γὰρ εἰπεῖν Τί ἐποίησας, οὐδὲν ἕτερον ἢ τοῦτο μᾶλλον ὑποδηλοῖ. σπουδὴ δὲ πολλὴ τῷ ἁγίῳ γέγονεν Εὐαγγελιστῇ, καὶ τὰ ἐπ’ αὐτῇ μάλιστα τῇ κρίσει κατὰ λεπτὸν διηγήσασθαι καὶ ὅτι Πιλάτος Τί πεποίηκας ἠρώτα τὸν Ἰησοῦν.
PG 74:619ἦν γὰρ διὰ τούτου μάλιστα μαθεῖν τὴν τῶν ἐγκλημάτων ἀπορίαν, καὶ ὅτι παραδειχθέντος οὐδενὸς, ἤγουν ἐλεγχθέντος ἐπί τισι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, δυσσεβὴς καὶ ἀδικωτάτη λοιπὸν ἡ τοῦ θανάτου ψῆφος ἐκβέβηκεν. «Ἀπεκρίθη Ἰησοῦς Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.» Ἔλυσε τῷ Πιλάτῳ τὸν φόβον, ἅτε δὴ τῆς τοῦ Καίσαρος βασιλείας κεχειροτονημένῳ φύλακι· ᾤετο μὲν γὰρ νόμῳ δὴ πάντως τῷ καθ’ ἡμᾶς μελετᾶσθαι παρὰ Χριστοῦ τὴν ἄνταρσιν, πεφλυαρηκότων καὶ τοῦτο τῶν Ἰουδαίων. τοῦτο γὰρ δὴ καὶ ὑπῃνίττοντο λέγοντες Εἰ μὴ ἦν οὗτος κακοποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτὸν, τὴν ἄνταρσιν εἶναι λέγοντες τὸ κακόν. ὑπεπλάττοντο γὰρ εὐνοεῖν ἐθέλειν οὕτω Ῥωμαίοις, ὡς μηδόλως ἀνέχεσθαι κἂν γοῦν διὰ γλώττης ἔχειν τὸ τῆς ἀποστάσεως ὄνομα. ταύτης οὖν ἕνεκα τῆς αἰτίας προσαγηοχέναι τε φασὶ καὶ δίκας ἀποτίσοντα παρενεγκεῖν. ἀπολογούμενος δὲ πρὸς ταῦτα Χριστὸς, τὸ μὲν εἶναι βασιλεὺς οὐκ ἠρνήσατο· λέγειν γὰρ ἔδει τὸ ἀληθές·
PG 74:621ὅτι δὲ τῆς τοῦ Καίσαρος βασιλείας οὐ πολέμιος ἦν ἀπελέγχει σαφῶς, οὐκ ἐπίγειον οὖσαν τὴν ἑαυτοῦ σημαίνων ἀρχὴν, ἀλλ’ οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἔτι μειζόνων θεοπρεπῶς ἐξάρχουσαν. Τίς οὖν ἄρα λοιπὸν ἡ ἀπόδειξις, καὶ πόθεν ἡ τῆς ἐπὶ τούτοις ὑποψίας ἀναίρεσις; τὸ μὴ δορυφόροις τισὶ καὶ προασπισταῖς ἀποκεχρῆσθαι πώποτε, ἤγουν ὅλως ἔχειν τοὺς ἀνθοπλίζεσθαι δεῖν ἑλομένους, καὶ οὐχ ὅπως ἂν τῆς βασιλείας μὴ ἀποπέσοι μόνον, ἀλλὰ γὰρ οὐδ’ ἵνα διαδρῴη τὸν ἐπαρτηθέντα κίνδυνον αὐτῷ καὶ τοῦτο διὰ τῆς Ἰουδαίων χειρὸς ἐπιῤῥιπτούμενον· μήτι γε καὶ αὐτοῦ τοῦ κρατοῦντος Ἰουδαίων, τουτέστι, τοῦ Καίσαρος. λελυμένης οὖν ἄρα τῆς εἰς τοῦτο καταβοῆς διὰ τῆς οὕτως ἐναργοῦς ἀποδείξεως, ἀπροφάσιστον ἤδη Πιλάτῳ τὸ κατὰ Χριστοῦ φαίνεται θράσος. οὐδενὸς γὰρ ἐπαναγκάζοντος, ἤγουν ἐξ ἀκολουθίας εἰς τοῦτο καθέλκοντος, ταῖς τῶν Ἰουδαίων ἡδοναῖς τῆς ἑαυτοῦ ψυχῆς χαρίζεται τὴν ἀπώλειαν, καὶ μερίζεται σὺν αὐτοῖς τῆς χριστοκτονίας τὰ ἐγκλήματα.
εἰρηκὼς γεμὴν ὁ Χριστὸς ὑπερκόσμιόν τινα εἶναι τὴν ἑαυτοῦ βασιλείαν, οὐ μόνον τοῦ φόβου Πιλάτον ἐξίστησι, καὶ ὑπονοίας ἐλευθεροῖ τῆς κατὰ τὴν ἄνταρσιν, ἀλλά τι καὶ μέγα περὶ ἑαυτοῦ νοεῖν ἀναπείθει, καὶ ἀπάρχεταί πως διὰ τῆς ἀπολογίας τῆς ἐπ’ αὐτῷ κατηχήσεως. «Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος Οὐκοῦν βασιλεὺς εἶ σύ;» Ἔγκλημα ποιεῖται κατὰ Χριστοῦ τὴν ἀλήθειαν. ἀκούσας δὲ ὅτι Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν, φόβου μὲν ἤδη τοῦ κατὰ τὴν ἄνταρσιν ἀπαλλάττεται· ἵστησι δ’ οὖν ὅμως εἰς ὁμολογίαν τοῦ πράγματος, καὶ εἰς ἐγκλήματος ὁρίζει δύναμιν τὸ καὶ ὅλως εἰπεῖν, ὅτι βασιλείαν ἔχει, κἂν μὴ ἐπίγειον εἶναι διισχυρίζηται. συνελαύνων οὖν ὥσπερ εἰς τοῦτο τὸν Ἰησοῦν Συνωμολόγηκας ἤδη, φησὶν, ὅτι βασιλεὺς εἶ σύ. «Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. λέγει αὐτῷ ὁ Πιλάτος Τί ἐστιν ἀλήθεια;» Οὐκ ἀρνεῖται τῆς ἑαυτοῦ βασιλείας τὴν δόξαν, οὐδὲ ταῖς τοῦ Πιλάτου φωναῖς ἀπονέμει μόναις τὴν ἐπὶ τούτῳ βεβαίωσιν·
βασιλεὺς γάρ ἐστιν, ὡς Θεὸς, καὶ εἰ μή τις βούλοιτο τυχόν· ἀλλ’ ἔδειξε πάλιν τῆς ἀληθείας τὴν δύναμιν, καὶ οὐχ ἑκόντα Πιλάτον ἀναπειθούσης εἰπεῖν τοῦ κρινομένου τὴν δόξαν· σὺ γὰρ εἴρηκας, φησὶν, ὅτι βασιλεύς εἰμι ἐγώ. διά γε τοι τοῦτο γεγεννῆσθαί τε καὶ ἀφικέσθαι φησὶν εἰς τόνδε δηλονότι τὸν κόσμον, ὅτε γέγονεν ἄνθρωπος, ἵνα μαρτυρήσῃ τῇ ἀληθείᾳ, τουτέστιν, ἵνα τοῦ κόσμου τὸ ψεῦδος ἐξελὼν, καὶ τὸν ἐξ ἀπάτης τυραννήσαντα καταστρέψας δαίμονα, βασιλεύουσαν τῶν ὅλων ἐπιδείξῃ τὴν ἀλήθειαν, τουτέστι, τὴν ἀληθῶς τε καὶ φυσικῶς βασιλίδα φύσιν, ᾗ καὶ τὸ κατάρχειν δύνασθαι καὶ κρατεῖν οὐρανοῦ τε καὶ γῆς καὶ παντὸς ἁπαξαπλῶς τοῦ παροισθέντος εἰς γένεσιν, οὐκ ἐκ πλεονεξίας πεπόρισται, ἀλλ’ οὐδὲ ἐπακτὸν ἢ ἔξωθεν, οὐσιωδῶς δὲ καὶ φυσικῶς ἐνυπάρχον φαίνεται. ἵνα δὲ πάλιν ἀποφήνῃ Χριστὸς ὅτι τῆς Πιλάτου δυσηκοί̈ας οὐκ ἠγνόησε τὸ σκληρὸν καὶ δυσπαρακόμιστον εἰς τὸ φρονεῖν ἐθέλειν ὀρθῶς, ἐπάγει χρησίμως Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. εὐπαράδεκτος γὰρ τῆς ἀληθείας ὁ λόγος τοῖς ἤδη μαθοῦσί τε καὶ ἀγαπῶσιν αὐτὴν, τοῖς δὲ μὴ τοιούτοις, οὐκέτι.
PG 74:623καὶ γοῦν ὁ προφήτης ἔλεγεν Ἡσαί̈ας πρός τινας Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. ὃ καὶ εὐθὺς ἀληθὲς ὑπάρχον ἀποδεικνὺς ὁ Πιλάτος ἔφη Τί ἐστιν ἀλήθεια; ὅνπερ γὰρ τρόπον τοῖς τὴν τοῦ σώματος ὄψιν λελωβημένοις, καὶ ἐκπεπτωκόσι παντελῶς τῆς δι’ ὀφθαλμῶν αἰσθήσεως, ἐν οὐδενὶ τέτακται παντελῶς, ὅσον ἧκεν εἰς εὐχροίας δύναμιν, καὶ εἰ χρυσόν τις παρακομίσειε, καὶ εἰ λαμπρὸν καὶ πολύτιμον ἐπιδείξαι λίθον· ἀλλὰ καὶ αὐτὸ τῆς ἡλίου μαρμαρυγῆς ἀθαύμαστον ἔσται τὸ φῶς, οὐδεμίαν αἴσθησιν ἐνιέντος αὐτοῖς τοῦ πράγματος, ἤγουν ἀπόνασθαί τινος τῶν τοιούτων ἐξόν· οὕτω τοῖς ἔχουσι πεπηρωμένον τὸν νοῦν ἀκαλλεστάτη τις εἶναι δοκεῖ καὶ δυσειδὴς ἡ ἀλήθεια, καίτοι νοητήν τε καὶ θείαν μαρμαρυγὴν ταῖς τῶν ὁρώντων αὐτὴν ἐνιεῖσα ψυχαῖς. «Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα δέσμιον ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα·
βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;» Εἰς κατάκριμα τῆς Ἰουδαίων ἀφιλοθεί̈ας τε ὁμοῦ καὶ ὠμότητος, τὴν τοῦ δικαίου καὶ πρέποντος προί̈σχεται γνῶσιν, ὁ μὴ τοῖς θείοις μαθήμασιν ἐπαυχῶν, ἀνθρωπίνων δὲ φύλαξ διορισμάτων, καὶ ὧν δῶρον εἶχε τὴν ἀρχὴν, τούτων ὅτι δὴ μάλιστα τὰ θεσπίσματα δυσωπούμενος. ὃ δρῶντάς τε καὶ φρονεῖν ἑλομένους τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων καθηγητὰς, ἦν ἂν δήπου καὶ λίαν εἰκὸς τὴν τοῦ διαβόλου πάγην ὑπεκθέοντας, καὶ τὸ τῶν ἄλλων ἁπάντων μυσαρώτατον ὑπεκκλῖναι κακὸν, τὴν κατὰ Χριστοῦ δὲ δηλονότι μιαιφονίαν φημί. παραιτεῖται τοιγαροῦν ὁ Πιλάτος ἐπ’ οὐδενὶ τῶν ἀτόπων ἁλόντος ἢ ἐληλεγμένου καταδικάσαι Χριστοῦ, καὶ τὸν αἰτίας ἁπάσης ὡς ποῤῥωτάτω μὴ δὴ χρῆναι δίκας εἰσπράττεσθαι λέγει, ἀπῳδόν τε εἶναι παντελῶς καὶ τοῖς κατ’ αὐτὸν τοῦτο νόμοις εὖ μάλα διισχυρίζεται, τὴν κατὰ τοῦ θείου νόμου φρικωδεστάτην ἀπόνοιαν τῶν Ἰουδαίων ἐκδυσωπῶν. ᾤετο γὰρ δεῖν ἅτε δὴ καὶ τὸν τοῦ δικαίου τε καὶ ἴσου λόγον πρεσβεύειν ἐπαγγελλομένους ἀναπείσειν παραχρῆμα τῇ τοῦ δικαίου καὶ πρέποντος παραθέσει.
διενθυμηθεὶς δὲ πάλιν κατά γε τὸ εἰκὸς, ὅτι τῆς τῶν Ἰουδαίων προπετείας οὐ μετρίως κατηγορήσειεν ἂν τὸ πάσης αἰτίας ἀπολελύσθαι τὸν προσηγμένον, ἵνα μὴ διὰ τοῦτο τυχὸν ἰταμώτερον ἐγκέοιντο, καὶ φιλονεικοῖεν ἀτόπως, ὁδὸν ὥσπερ τῷ πράγματι καὶ χρῶμά τι κάλλιστον ἐπινοεῖ, λέγων Ἔστι συνήθεια ὑμῖν ἵνα ἕνα δέσμιον ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα, βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; βασιλέα δὲ τῶν Ἰουδαίων ὀνομάζων τὸν Ἰησοῦν, χαριεντίζεταί τε ὁμοῦ καὶ ὑποχαλᾷ τῷ γελοίῳ τὴν τῶν λελυττηκότων ὀργὴν, ἐν ταὐτῷ τε δεικνύει καὶ μάλα σαφῶς, ὡς ἐπ’ αὐτῷ δὴ τούτῳ κατηγορεῖται μάτην· μὴ γὰρ ἂν ἀφέσεως ἀξιῶσαί ποτε τὸν ἐπὶ τυραννίδι καὶ νεωτερισμῷ τῷ κατὰ Ῥωμαίων κατεγνωσμένον, τὸν Ῥωμαίων στρατηγόν. δι’ ὧν οὖν ἀνεῖναι προτρέπει, μεμαρτύρηκεν αὐτῷ τὸ παντελῶς ἀνυπαίτιον. Ταυτὶ μὲν οὖν οἶμαι τὸν τῶν προκειμένων δηλῶσαι σκοπόν·
διασκεπτομένῳ δέ μοι καὶ σκοποῦντι κατ’ ἐμαυτὸν, πόθεν ἄρα τοῖς Ἰουδαίοις ἐν ἔθει γέγονεν ἐξαιτεῖν ἑνὸς ἄφεσιν, ἢ λῃστοῦ τυχὸν ἢ φονευτοῦ, λογισμὸς μὲν ἐπῆλθεν, ὡς οὐκέτι μὲν πάντα κατὰ τὸν θεῖον αὐτοῖς ἐπράττετο νόμον, ἔθεσι δὲ μᾶλλον ἰδίοις ἀποκεχρῆσθαι δοκοῦν, πρὸς ἐξίτηλον ἐτράποντο πολιτείαν, καὶ οὐ σφόδρα συνᾴδουσαν τοῖς διὰ Μωυσέως τεθεσπισμένοις. ἀλλά μοι τὴν θείαν διερευνῶντι γραφὴν καὶ φιλοθηροῦντι πανταχόθεν τὴν τοῦ πράγματος αἰτίαν, παρέπιπτέ τι τῶν θείων λογίων, ὃ καὶ καλεῖ πως εἰς ὑποψίαν τὸν ἡμέτερον νοῦν, μὴ ἄρα τι πληροῦντες τῶν κατὰ τὸν νόμον καίτοι δυσάγωγοι λίαν ὄντες Ἰουδαῖοι τὴν τοῦ κακουργοῦντος ἐζήτουν ἄφεσιν. γέγραπται τοίνυν ἐπὶ τέλει τοῦ βιβλίου τοῦ καλουμένου τῶν ἀριθμῶν ὁ περὶ τοῦ φονεύοντος νόμος ἀκουσίως ἤγουν ἑκουσίως·
PG 74:625διωρισμένης δὲ τῆς δίκης ἐναργῶς τῆς ἐπὶ τῷ κατὰ βούλησιν φονευτῇ, μέτεισιν εὐθὺς ὁ λόγος εἰς τὸν περὶ τοῦ φονεύοντος ἀκουσίως, εἶτα καὶ οὕτω φησὶ μεθ’ ἕτερα Ἐὰν δὲ ἐξάπινα οὐ δι’ ἔχθραν ὡς αὐτὸν ᾖ, ἐπιῤῥίψῃ δὲ ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐνέδρου, ἢ ἐν παντὶ λίθῳ ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδὼς, καὶ πέσῃ ἐπ’ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν οὐδὲ ζητῶν κακοποιῆσαι αὐτὸν, καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα, καὶ ἐξελεῖται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου οὗ ἔφυγε. τοιαύτης οὖν ἄρα γεγραμμένης ἐντολῆς, εἶτά τινων ὡς εἰκὸς τοῖς τοιούτοις περιπιπτόντων πταίσμασιν, ἵνα πως δοκοῖεν τῶν τῇδε τεθεσπισμένων οὐ παντελῶς ἀλογεῖν, κατὰ πληθὺν συνιόντες Ἰουδαῖοι, τῶν τοιούτων ἐξῄτουν ἕνα. ἔργον γὰρ ὅλης τοῦτο τῆς Συναγωγῆς ὁ νόμος γενέσθαι προσέταττεν. ἀπολύειν γεμὴν ἐξὸν αὐτοῖς, κατά γε τὸ δοκοῦν τῷ νόμῳ, τοῦτο δρᾶν αἰτοῦσι Πιλάτον.
καταδεξάμενοι γὰρ ἅπαξ τὴν Ῥωμαίων ἀρχὴν, τὰ πλεῖστα λοιπὸν τῶν καθ’ ἑαυτοὺς τοῖς ἐκείνων παρεχώρουν νόμοις. καὶ γοῦν φονεύειν ἐξὸν τὸν ἐπί τισι τῶν ἀτόπων κατεγνωσμένον, ὡς ἕνα τῶν τοιούτων Πιλάτῳ προςῆγον τὸν Ἰησοῦν, λέγοντες Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα. εἰ γὰρ καὶ ἐπλάττοντο τυχὸν τὸν ἐπὶ τῷ ἁγνισμῷ τοῦ πάσχα καθαρισμὸν, ἀλλ’ οὖν ἐν τούτῳ δὴ μάλιστα κολακεύουσιν, ὡς τοῖς Ῥωμαίων ἐπιτρέποντες νόμοις καὶ ἅπερ αὐτοῖς ἄνωθεν τὸ θεῖον ἐδίδου πρόσταγμα. «Ἐκραύγασαν οὖν πάλιν λέγοντες Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.» Ἐξελέγχονται πάλιν κἂν τούτῳ δὴ σφόδρα παρανομήσαντες Ἰουδαῖοι, καὶ ταῖς οἰκείαις μᾶλλον εἴκοντες ἡδοναῖς, ἤγουν τιμῶντες τὰ πάλαι τεθεσπισμένα· τοῦ γὰρ νόμου τοῦ διὰ Μωυσέως, τὸν ἀκουσίως ἁλόντα φονευτὴν ἀνεῖσθαι κελεύοντος, οὐχ ἕνα τῶν τοιούτων· πόθεν; περιβόητον δὲ μᾶλλον ἐξαιτοῦσι λῃστήν. ὅτι δὲ ἀπηνής τε καὶ ἄγριος ὁ μνημονευθεὶς καὶ τῶν τῆς μιαιφονίας ἐγκλημάτων οὐκ ἀμοιρήσας ὁρᾶται, σαφηνιεῖ δὴ λέγων ὁ θεσπέσιος Πέτρος πρὸς τοὺς τῶν Ἰουδαίων λαούς Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν.
PG 74:627τὸν γὰρ διὰ τοῦτο τῆς ἰσότητος τῆς πρὸς Θεὸν καὶ Πατέρα καταφρονήσαντα καὶ τὴν ἡμετέραν πτωχείαν μετημφιεσμένον, ἵν’ ἡμᾶς ἐξέληται τοῦ κατὰ ἀλήθειαν φονευτοῦ, τουτέστι, τοῦ σατανᾶ, τῆς εἰς ἕνα λῃστὴν ἀγάπης ὀπίσω τάττουσιν, οἱ τῇ κατὰ νόμον ἱερωσύνῃ λελαμπρυσμένοι καὶ ὑψηλὴν ἐπὶ τούτοις ἀνατείνοντες τὴν ὀφρὺν, παρελάσαντες δὲ καὶ ὡς οὐδὲν ὅλως παρωσάμενοι τό Κρῖμα δίκαιον κρίνετε, δικαιοῦσι τὸν φονευτὴν, Χριστὸν κατακρίνοντες, παμψηφεὶ δὲ λέγουσι Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. Ἰουδαῖοι μὲν οὖν τῆς ἐπὶ τούτῳ δυσσεβείας ἀποτίσουσι δίκας· θαυμάσαι γεμὴν ἀναγκαῖον τὴν θεόπνευστον γραφὴν ὡς ἐκ προσώπου Χριστοῦ καὶ τῆς οὕτως ἀπεγνωσμένης ἐπιγνωσθεῖσαν καταβοῆς· λέγει γὰρ οὕτως ὁ προφήτης Ἱερεμίας Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην μου ψυχὴν εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς. τί γὰρ ὁ λέων ἐν δρυμοῖς ἐργάζεται, καλὸν ὡς ἔοικεν εἰπεῖν.
φασὶ τοιγαροῦν, ὡς ὅταν τι τῶν ἐν ταῖς ὕλαις κτηνῶν ἀγρεῦσαι βούληται τὸ μέγα τουτὶ καὶ φρικωδέστατον θηρίον, ἐπί τινα πρῶνα τῶν ἐν τοῖς ὄρεσιν ἀρθεὶς, βρυχᾶταί τι μέγα καὶ ἐξαίσιον, καὶ τοσαύτην ἐνεργάζεται τοῖς ἀκροωμένοις τὴν πτοίαν, ὡς οὐκ ἐνεγκόντας τῆς ἀπειλῆς τὸ δυσαχθὲς ἀποκτύπημα, παραχρῆμα πεσεῖν, κἂν ἄνθρωπος εἴη κἂν ζῷον ἕτερον, καὶ φωνῆς ἔργον τῷ θηρὶ γίγνεται τὸ πεσόν. πιστοῦται δέ πως τὸν ἐπὶ τούτῳ λόγον καὶ διὰ τοῦ προφήτου Θεὸς οὕτως εἰπών Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; γέγονε τοίνυν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καθάπερ λέων ἐν δρυμῷ τῷ Σωτῆρι Χριστῷ, κατά γε τὸ ἐγχείρημα τῆς ἐπ’ αὐτῷ γλωςσαλγίας· πτοίας γὰρ ὅλως ἢ δείματος ἡ θεία φύσις οὐκ ἀνέχεται. καταβοήσασα γὰρ ἀπέκτεινεν αὐτὸν, καίτοι Πιλάτου προτείνοντος ἑλέσθαι τὴν ἄφεσιν, ἵνα καὶ τῶν διὰ νόμου πεπαιδευμένων ἀμείνους εὑρίσκωνται διὰ πραγμάτων αὐτῶν καὶ οἱ τὸν θεῖον οὔπω μαθόντες νόμον.
«Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσε, καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν, καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.» Μαστιγοῖ μὲν ἀδίκως, καὶ τὸν τῶν στρατιωτῶν ἐφίησιν ἐσμὸν ἐμπαίζειν αὐτῷ, στεφάνῳ τε τῷ ἐξ ἀκανθῶν περιβαλεῖν, καὶ ἁλουργὲς ἱμάτιον ἐπιῤῥίπτειν, καταικίζεσθαί τε ῥαπίσμασι καὶ ταῖς ἄλλαις ἀτιμίαις. ᾤετο γὰρ δή πως ἐκδυσωπήσειν ἡρέμα τοὺς τῶν Ἰουδαίων λαοὺς, εἰ καὶ μόνην θεάσοιντο καὶ ταύτην ἐκ περιττοῦ παθόντα τὴν κόλασιν τὸν ἁπάσης ἔξω κείμενον αἰτίας. ἐμαστίχθη μὲν ἀδίκως, ἵνα δικαίας ἡμᾶς ἀπολύσῃ πληγῆς, ἐνεπαίχθη καὶ ἐῤῥαπίσθη, ἵν’ ἡμεῖς ἐμπαίξωμεν τῷ ἐμπαίξαντι σατανᾷ, καὶ τὴν ἐκ τῆς παραβάσεως προστετριμμένην ἡμῖν διαφύγωμεν ἁμαρτίαν. οἰησόμεθα γὰρ φρονοῦντες ὀρθῶς, πάντα δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τὰ Χριστοῦ γενέσθαι παθήματα, λυτικήν τε καὶ ἀποτρεπτικὴν ἔχοντα δύναμιν τῶν ἡμῖν συμβεβηκότων εὐλόγως διὰ τὴν ἀπόστασιν τὴν ἀπὸ Θεοῦ.
ὥσπερ γὰρ ἤρκεσεν εἰς τὸ καταργῆσαι τὸν ἁπάντων θάνατον, τὸ ὑπὲρ τῆς ἡμετέρας ζωῆς τὴν ἰδίαν προέσθαι σάρκα τὸν οὐκ εἰδότα θάνατον· εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω συνιέναι δίκαιον, ὡς ἐξαρκέσαι πάλιν εἰς τὸ ἀπολῦσαι πάντας καὶ μαστίγων καὶ ἀτιμίας τὸ ταῦτα παθεῖν ὑπὲρ ἡμῶν τὸν Κύριον. ἐπεὶ κατὰ τίνα τρόπον τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ γεγραμμένον; πάντες μὲν γὰρ ἐπλανήθημεν, ἕκαστος τῇ ὁδῷ αὐτοῦ, καθά φησιν ὁ μακάριος προφήτης Ἡσαί̈ας, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ περὶ ἡμῶν ὀδυνᾶται. μεμαλάκισται γὰρ διὰ τὰ παραπτώματα ἡμῶν· καὶ τὰ μὲν ἴδια νῶτα δέδωκεν εἰς μάστιγας, τὰς δὲ σιαγόνας αὐτοῦ εἰς ῥαπίσματα, καθὰ καὶ αὐτός που φησίν. οἱ μὲν οὖν στρατιῶται καθάπερ τινὰ τῶν ψευδοτυράννων ἑλόντες τὸν Ἰησοῦν ἐμπαίζουσι στρατιωτικῶς. διὰ γάρ τοι τοῦτο στέφανος μὲν ὁ ἐξ ἀκανθῶν ἐπενήνεκται, τὸ ἐπ’ ἄκροις ἠρτημένον μετώποις, τῆς ἐπιγείου βασιλείας σύνθημα δηλῶν. τὸ δὲ πορφυροῦν ἱμάτιον, τῆς ἁλουργίδος εἰκὼν ὥσπερ τις καὶ τύπος, ἀλλὰ καὶ ἡ τοῦ γέλωτος αἰτία προστέθειται· προσῄεσαν γὰρ λέγοντες, φησί Χαῖρε ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
PG 74:629Ἐπυθόμην δὲ τινῶν, μᾶλλον δὲ λίαν ἀρέσκει τισὶ, στέφανον μὲν τὸν ἐξ ἀκανθῶν τὴν τῶν εἰδωλολατρούντων ἔτι κατασημαίνειν πληθὺν, ἀναληφθησομένην ὥσπερ εἰς διάδημα τῷ Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτὸν, οἳ καὶ ἀκάνθαις ἀγόνοις τε καὶ ἀχρήστοις τὰ ἔθνη παρεικάζουσι διὰ τὸ καρπὸν εὐσεβείας ἔχειν οὐδένα, πεφυκέναι δὲ μᾶλλον ἐπιτηδείαν εἰς πυρὸς τοῦ παμφάγου τροφὴν, καθάπερ ἀμέλει καὶ τὸν ἐν ἀγροῖς συρφετὸν, ἤτοι τὴν ἀγρίαν καὶ γεωργίας τινὸς δίχα φυομένην ἄκανθαν· τὸ δὲ ἀλουργὲς ἄμφιον, ἤτοι τὸ ἱμάτιον τὸ πορφυροῦν, τὴν ἐσομένην κατὰ παντὸς τοῦ κόσμου βασιλείαν φάσκουσι δηλοῦν. παραδεκτὸν δὲ ἅπαν ὃ μὴ τοῦ εὐθέος ἐκπίπτει λόγου, μήτε μὴν ὡς ἀνόνητον ἔσται πεπιστευμένον. οὐκ ἀπόβλητος τοίνυν τῆς θεωρίας ὁ τρόπος, ἀστειοτάτην ἔχων τὴν ἐπιτήρησιν. «Καὶ ἐξῆλθε πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.» Ὁμολογεῖ μὲν τὸ πταῖσμα, καὶ οὐκ αἰσχύνεται. μαστιγῶσαι γὰρ ἔφη διακενῆς, ἐπιδείξειν δὲ καὶ αὐτοῖς ἐπαγγέλλεται, κατακορέσειν ὥσπερ αὐτῶν τὴν ἀτίθασον ὀργὴν διὰ τῆς οὕτως ἐλεεινῆς ὑποτοπήσας θέας·
μόνον δὲ οὐχὶ καὶ καταιτιᾶται λοιπὸν, ὡς φονῶντας ἀδίκως, καὶ τοῦτο ἐκ παῤῥησίας, καὶ ἀναφανδὸν παρανομεῖν ἀναγκάζοντας, τὸν ᾧπέρ ἐστι τῶν ἰδίων νόμων οὐκ ἀζήμιος ἡ παράβασις. πληροῦται γεμὴν ἐπὶ Χριστῷ, καὶ ἀληθὲς ὑπάρχον ὁρᾶται τὸ εἰρημένον, ὅτι ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. ἄθρει γὰρ ὅπως ἄνω καὶ κάτω πάντα διακυκήσας ὁ σατανᾶς, οὐδὲν ὅλως ἀνευρίσκει τῶν ἐκβεβλημένων παρὰ Θεοῦ καὶ εἰς δύναμιν ἁμαρτίας κατατεταγμένων, ὅπερ ἂν ἴσως, εἰ ἐπενήνεκτο τῷ Σωτῆρι Χριστῷ, κατακρίνεσθαί τε δικαίως ἐποίει καὶ ταῖς παρ’ αὐτοῦ κατηγορίαις ἔνοχον. ὅνπερ οὖν τρόπον ἐν Ἀδὰμ ὅλην ἐν ἑνὶ τὴν ἀνθρώπου νενίκηκε φύσιν, κατάφορον ἁμαρτίαις ἀποδείξας αὐτὴν, οὕτω κἀνθάδε νενίκηται παρ’ αὐτῆς. ἄνθρωπος γὰρ ἦν εἰ καὶ φύσει Θεὸς ὁ μὴ ἐσχηκὼς ἁμαρτίαν, καὶ ὥσπερ ἡ ἐκ τοῦ παραβῆναι κατάκρισις δι’ ἑνὸς εἰς πάντας τοῦ πρώτου τετέλεσται, κατὰ τὸν ἴσον δὴ τρόπον ἡ ἐκ τοῦ δικαιωθῆναι Χριστὸν εὐλογία δι’ ἑνὸς τοῦ δευτέρου πρὸς πάντας ἐκτείνεται.
PG 74:631καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων Ὥσπερ γὰρ δι’ ἑνὸς εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω δι’ ἑνὸς εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. οὐκοῦν νενοσήκαμεν διὰ μὲν Ἀδὰμ τοῦ πρώτου τὴν παρακοὴν καὶ τὴν ἐκείνης ἀρὰν, πεπλουτήκαμεν δὲ διά γε τοῦ δευτέρου τὴν ὑπακοὴν καὶ τὴν ἐξ αὐτῆς εὐλογίαν. ὁ γὰρ τοῦ νόμου Κύριος ὡς Θεὸς, γέγονε μεθ’ ἡμῶν νομοφύλαξ ὡς ἄνθρωπος. καὶ γοῦν εὑρήσομεν λέγοντα πρὸς ἡμᾶς Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. βλέπε γὰρ ὅπως ἐντέταλται μὲν ἡμῖν ὡς νομοθέτης καὶ Θεὸς τὰς αὐτοῦ τηρεῖν ἐντολὰς, ὡς δὲ μεθ’ ἡμῶν νομοφύλαξ τηρῆσαι διισχυρίζεται καὶ αὐτὸς τὴν τοῦ ἰδίου Πατρός. «Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον, καὶ λέγει αὐτοῖς Ἰδοὺ ὁ ἄνθρωπος.
ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον.» Ἐπέδειξε μὲν ἀνοσίως κατῃκισμένον, καὶ τοῖς τῶν στρατιωτῶν ἐμπαίγμασιν ἀφορήτως ἐξυβρισμένον τὸν ἁπάντων Κύριον, κατακορεσθήσεσθαί πως καὶ καταλήξειν ἤδη πιστεύσας τὸν ἄκρατον τῶν Ἰουδαίων θυμὸν καὶ ἀπὸ μόνης τῆς οὕτως οἰκτροτάτης τε καὶ ἀτιμοτάτης θέας. οἱ δὲ ἀφεστᾶσι τοσοῦτο τοῦ καὶ εἰπεῖν τι καὶ δρᾶσαι φιλάνθρωπον ἐπ’ αὐτῷ καὶ τῶν εἰς χρηστότητα τελούντων ἅψασθαι λογισμῶν, ὡς καὶ ὠμότητος θηριοπρεποῦς πεσόντας ἐπέκεινα πρὸς τὸ μεῖζον αἴρεσθαι τοῦ κακοῦ καὶ θερμοτέραν ποιεῖσθαι τὴν καταβοὴν ἀπηνεστάτῳ θανάτῳ καταδικάζοντας, καὶ τὰ πάντων αἴσχιστα παθεῖν ἀναγκάζοντας. ποῖον γὰρ οὕτω πικρὸν ἂν γένοιτο κολαστήριον, ὡς ὁ ἐπὶ ξύλου σταυρός; μόνοις δὲ, ὡς εἰκὸς, τὴν τῆς τοσαύτης δυσσεβείας ἀρχὴν προσῆψεν ὁ σοφώτατος Εὐαγγελιστὴς τοῖς Ἰουδαίων καθηγηταῖς. ἄθρει γὰρ ὅπως μετὰ δριμείας ὥσπερ τῆς ἐπιτηρήσεως λέγει Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπήρεται, ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον. τοῦ γὰρ ἀγελαίου πλήθους κἂν γοῦν μετρίως τοῖς κατὰ Χριστοῦ γεγονόσιν ἐπερυθριῶντος κακοῖς·
διεμέμνηντο γὰρ ἴσως τῶν παρ’ αὐτοῦ παραδόξως τετελεσμένων· αὐτοὶ καὶ πρῶτοι τῆς καταῤῥήσεως ἄρχονται, καὶ εἰς ἐκτόπους ἀγριότητας τὸν τῶν ὑπὸ χεῖρα λαῶν ἀνακαίουσι θυμόν. ἀληθὲς οὖν ἄρα τὸ εἰρημένον παρὰ Θεοῦ περὶ αὐτῶν ἐν προφήταις Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν. καὶ ἀληθὴς ὁ λόγος. ἐπειδὴ γὰρ τῆς τῶν ἡγουμένων ποδηγίας οὐκ ἔτυχον εἰς τὸ ἐπιγνῶναι Χριστὸν οἱ νομῆς ἐν τάξει κείμενοι, τουτέστιν, ὁ ἀγελαῖος ὄχλος, διόλωλέ τε καὶ κατώλισθον εἰς ὀλέθριον ἀβουλίαν τὴν ἐπὶ Χριστῷ. ἀναμετρείτω γάρ τις εἰ βούλεται τὴν τῆς δυσσεβείας ἀρχὴν, καὶ ταῖς τῶν ἡγουμένων αὐτὴν ἀναθήσει κεφαλαῖς. αὐτῶν γὰρ ἡ ἐν ἀρχαῖς ἀνοσιωτάτη γέγονε σκέψις, αὐτοὶ τὸν προδότην τοῖς ἱεροῖς ἐκπριάμενοι χρήμασι καταπωλῆσαι σφίσιν ἀνέπεισαν, αὐτοὶ τὴν σπεῖραν τοῖς ὑπηρέταις συζεύξαντες, καθάπερ τινὰ τῶν ἀτιμοτάτων λῃστῶν καταδεσμεῖν ἐκέλευον αὐτοὶ Πιλάτῳ προσήγαγον, καὶ νῦν μεμαστιγωμένον ὁρῶντες καὶ ταῖς παρὰ πάντων ἀτιμίαις μονουχὶ μεθύοντα προσεκτείνουσι τὴν ὀργὴν, καὶ τὰ ἐξ ἀμέτρου φθέγγονται φθόνου.
σκοπὸς γὰρ αὐτοῖς τὸν τοῦ ἀμπελῶνος ἀποκτεῖναι δεσπότην· ᾤοντο γὰρ ἕξειν ἀκινδύνως τὴν κληρονομίαν αὐτοῦ, καὶ εἰ γένοιτο τυχὸν ἐκ μέσου Χριστὸς, αὐτοὶ καθηγήσεσθαι πάλιν καὶ ταῖς παρὰ πάντων τιμαῖς ἐντρυφᾶν. ἀλλ’ ὡς ὁ ψάλλων φησίν Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. οὐ γὰρ ἐκβέβηκέ τι τῶν κατὰ γνώμην αὐτοῖς, ἀλλ’ εἰς πᾶν τοὐναντίον ἐξ ἀντιστρόφου μεταβολῆς ἡ τῶν πραγμάτων μετακεχώρηκε φύσις. «Λέγει αὐτοῖς ὁ Πιλάτος Λάβετε ὑμεῖς αὐτὸν, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.» Καταπλήττεται Πιλάτος εἰ ἄρα πως καὶ εἰς τοῦτο κατοιχήσεται τόλμης τῶν Ἰουδαίων ὁ δῆμος, καὶ ἡ τῶν ἀρχιερέων ἀπανθρωποτάτη πληθὺς, ὥστε καὶ τὸν οὕτω φρικτὸν ἐπιθεῖναι θάνατον μὴ παραιτεῖσθαι Χριστῷ, καίτοι τῆς εἰς τοῦτο καλούσης αὐτὸν αἰτίας οὐδαμόθεν ἐξηυρημένης. διὰ γάρ τοι τοῦτό φησι, μονονουχὶ καὶ ὡς ὑβρισμένος ἀγανακτῶν Ἐμὲ ταυτησὶ τῆς ἀδίκου μιαιφονίας ἐποιήσασθε βραβευτήν;
PG 74:633ἐγὼ παρὰ πάντας τοὺς Ῥωμαίων νόμους καὶ τῶν ἀνεγκλήτων ἔσομαι φονευτὴς, ταῖς δὲ ὑμετέραις ἀναπεπεισμένος φωναῖς τὸ ἐμαυτοῦ προήσομαι χρήσιμον, καὶ ταῖς παρ’ ὑμῶν αἰτήσεσι ῥιψοκινδύνως ὑπηρετῶν, οὐκ ἐν ἐλπίσιν ἔσομαι τοῦ παθεῖν τὰ δεινά; εἰ μὴ γὰρ οἴεσθε τῶν ἀνοσίων τι δρᾶν, εἰ μὴ χαλεπὸν εἶναι τὸ πρᾶγμα λογίζεσθε, ὑμεῖς αὐτοὶ, φησὶν, οἱ τοῖς θείοις ἐπαυχοῦντες μαθήμασιν, οἱ ἐπὶ νόμων εἰδήσει τὴν ὀφρὺν ἔχοντες ὑψηλὴν, πήξατε τὸν σταυρὸν, τολμήσατε τὸν φόνον, ἀνοσιουργήσατε δι’ ἑαυτῶν, αὐτοὶ τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς τὰ ἐκ τῆς τοσαύτης δυσσεβείας ἐγκλήματα, Ἰουδαϊκὸν ἔστω τὸ θράσος, καὶ τὸ τῆς μιαιφονίας εἰς ὑμᾶς αὐτοὺς τετράφθω κακόν. εἰ νόμος ἐστὶ παρ’ ὑμῖν, ὁ ποιναῖς ταῖς οὕτω πανδείνοις ὑποτιθεὶς τὸν ἡμαρτηκότα μηδὲν, ὁ κολάζων τὸν ἀνυπαίτιον, πραττέσθω καὶ τοῦτο δι’ ὑμῶν, ἐγὼ τῆς ἐπὶ τούτῳ συμπνοίας οὐκ ἀνέξομαι. καὶ ταυτὶ μὲν ἂν οἴοιτό τις τυχὸν τὸν Πιλάτον εἰπεῖν· ὠδίνει γάρ πως ὁ παρ’ αὐτοῦ λόγος τῶν τοιούτων τὴν ἔμφασιν.
καταπλαγείη δ’ ἄν τις κἂν τούτῳ δὴ πάλιν τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν, ἐπεὶ μηδὲ ἀνδρὸς ἀλλογενοῦς δικαιοκρισίας αἰσχύνονται, καίτοι τοῦ θείου νόμου περὶ αὐτῶν εἰρηκότος Ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ. «Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν.» Ἐληλεγμένης ἑώλου τῆς παρ’ αὐτῶν ἐν ἀρχαῖς συντεθειμένης συκοφαντίας, καὶ νεωτερισμοῦ μὲν ἤγουν ἀντάρσεως τῆς κατὰ τοῦ Καίσαρος ἀρχῆς οὐδεμιᾶς ἀποδεδειγμένης· ἀπεσκευάζετο γὰρ τὰς ἐπὶ τούτοις αἰτίας ὁ Κύριος λέγων Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· Πιλάτου τε πρὸς ταῦτα καθηκόντως τε καὶ ἀδεκάστως καὶ οὔπω πρὸς χάριν δικάζοντος, λέγοντός τε διαῤῥήδην μηδεμίαν ηὑρῆσθαι πρόφασιν ἐν αὐτῷ, παντελῶς πρὸς ἕτερόν τι μεταχωροῦσιν οἱ πάντολμοι· νόμον γὰρ ἔχειν διισχυρίζονται καταδικάζοντα τοῦ Σωτῆρος τὸν θάνατον. καὶ τίς ὁ νόμος; ὁ τοῖς βλασφημοῦσιν ἐπαρτήσας, φησὶ, ζημίαν·
γέγραπται γὰρ ἐν βιβλίῳ τῷ καλουμένῳ Λευϊτικῷ, ὅτι τινὲς τελοῦντες εἰς Ἰουδαίους ἐμαχέσαντο κατὰ τὸ γεγραμμένον ἐν τῇ παρεμβολῇ, ὧν ὁ ἕτερος τοῦ θείου φησὶν ὀνόματος ἐπιμνησθεὶς, ηὐλόγησεν, ἀντὶ τοῦ κατηράσατο καὶ δεδυσφήμηκεν, εἶτα τεθνάναι προστάττεται, καὶ τῆς ἀνοσίου γλώττης πικρὰς ἀποτῖσαι δίκας, Θεοῦ λέγοντος ἐναργῶς Ἄνθρωπος ὃς ἂν καταράσηται Θεὸν ἁμαρτίαν λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανατούσθω· λίθοις λιθοβολησάτωσαν αὐτὸν πᾶσα συναγωγὴ Ἰσραήλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα Κυρίου τελευτάτω. Ἀλλ’ ἴσως τις πρὸς τοῦτο τυχὸν ἐνδοιάσας ἐρεῖ Τί ἄρα φησὶν ὁ νόμος, τί δέ μοι βούλεται διὰ τούτου δηλοῦν; τὸ μὲν γὰρ τεθνάναι, φησὶ, τὸν ταῖς εἰς Θεὸν δυσφημίαις ἔνοχον, οὐκ ἂν ἔξω φέροιτο τοῦ εἰκότος, πάθοι δ’ ἂν αὐτὸ καὶ σφόδρα δικαίως. ἀλλὰ τί δήποτε κἂν εἰς ἕνα τις τῶν ψευδωνύμων ἐξυβρίσῃ θεῶν, ἁμαρτίας οὐκ ἀμοιρεῖ; ἐὰν γάρ τις, φησὶ, καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται. καὶ τί πρὸς τοῦτό φαμεν; ἀσφαλὴς ὁ νομοθέτης·
PG 74:635τὸ γὰρ οἶμαι διαλοιδορεῖσθαι φιλεῖν καὶ τοῖς κατὰ φύσιν οὐκ οὖσι θεοῖς, μελέτη τις ὥσπερ ἐστὶ καὶ τρίβος πρὸς τὴν ἐπὶ τῷ κατὰ φύσιν Θεῷ γλωσσαλγίαν ἡμᾶς παροτρύνουσα. διὰ τοῦτο καὶ δι’ ἑτέρων αὐτὸ πάλιν ἀπείργει λέγων Θεοὺς οὐ κακολογήσεις. ᾤετο γὰρ δεῖν τὸ τῆς θεότητος ὄνομα, καὶ εἰ ψευδὲς ἐνυπάρχοι τισὶ, ταῖς αὐτῷ πρεπούσαις καταγεραίρεσθαι δόξαις. καὶ οὐχὶ πάντως ἡμᾶς τοῖς πεπλανημένοις θεοῖς ἀπονέμειν τινὰ τιμὴν ὁ νόμος διεκελεύσατο, σεπτὸν δὲ ἡγεῖσθαι διδάσκει τὸ τῆς θεότητος ὄνομα καὶ εἰ κλέπτοιτο παρά τινων. Νόμου τοιγαροῦν θανάτῳ τιμᾶσθαι προστάττοντος τὸν ὑποπίπτοντά πως τοῖς ἐκ δυσφημίας ἐγκλήμασιν, ὑποκεῖσθαι τῇ δίκῃ φασὶ τὸν Κύριον· υἱὸν γάρ φησι Θεοῦ ἑαυτὸν ἐποίησε. χρὴ δὲ ἡμᾶς διαμεμνῆσθαι πάλιν, ποῖ δὴ καὶ πῶς τὸ τοιοῦτο εἴρηται παρὰ Χριστοῦ. οὐκοῦν ἐπὶ τῇ κολυμβήθρᾳ ποτὲ τῇ ἐπίκλην προβατικῇ, τοῦ μακροῦ τε καὶ δυσαχθοῦς ἀῤῥωστήματος ἀπέλυσε τὸν παράλυτον ἐν ἡμέρᾳ σαββάτου. οἱ δὲ θαυμάσαι δέον τὸν οὕτω τερατουργὸν, ἐσκανδαλίζοντο πάλιν τὴν τοῦ νόμου λύσιν ἐπιφημίζοντες διὰ μόνον τὸ σάββατον.
ἀλλὰ καὶ τότε Χριστὸς ἀπελογεῖτο λέγων Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· εἶτά φησιν ἐπὶ τούτοις ὁ Εὐαγγελιστής Διὰ τοῦτο οὖν ἐδίωκον αὐτὸν Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. ἐσκανδαλίζοντο τοιγαροῦν Ἰουδαῖοι, Πατέρα καλοῦντος ἴδιον Χριστοῦ τὸν ἁπάντων Κύριον, ὅτε πρὸς τοῦτο πραοτάτην ἐποιεῖτο τὴν πρὸς αὐτοὺς διάλεξιν οὕτω λέγων Ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν Ἐγὼ εἶπα θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. εἰ δὲ ἐκείνους εἶπε, φησὶ, θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή· ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον Θεοῦ υἱός εἰμι; ἀλλ’ οὐδενὸς τῶν τοιούτων διαμεμνημένος τῶν Ἰουδαίων ὁ δῆμος, ἔγκλημα ποιοῦνται τῇ ἀληθείᾳ τὴν ἀλήθειαν, καὶ ἐπείπερ ὅπερ ἐστὶ κατὰ φύσιν εἴρηκεν ὁ Χριστὸς, διὰ ταύτην αὐτὸν τὴν αἰτίαν τεθνάναι πρέπειν διισχυρίζονται. ἀλλὰ γὰρ τῇ τοῦ προφήτου κεχρήσομαι διὰ τοῦτο φωνῇ Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ’ ἡμῶν ἐστιν;
PG 74:637ἢ γὰρ οὐκ ἔδει δι’ ἐρεύνης ἀκριβοῦς ἰέναι πρότερον, τίς καὶ πόθεν ἐστὶν ὁ Χριστός· καὶ εἰ μὲν ἥλω ψευσάμενος, εὐθύνειν δὴ τότε καὶ μάλα δικαίως, ἤγουν τ’ ἀληθῆ λέγοντα προσκυνεῖν; τί τοίνυν ἀφέντες τὴν ζήτησιν, καὶ τὴν ἐκ τῶν ἱερῶν γραμμάτων πληροφορίαν, ἐπὶ μόνην οἴχεσθε τὴν κατάῤῥησιν, καὶ κατηγορίας πρόφασιν ἐποιήσασθε τὴν ἀλήθειαν; ἔδει Πιλάτῳ λέγοντας ὅτι υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν, ἐγκαλεῖν αὐτῷ καὶ τὰ τῆς θεότητος ἔργα καὶ τὴν ἐπὶ τοῖς παραδόξοις καταιτιᾶσθαι μεγαλουργίαν· ἔδει μετ’ ἐκεῖνο βοᾶν, ὅτι τεθρήμερος μὲν ἀνεβίω νεκρὸς διὰ μιᾶς τοῦ Σωτῆρος φωνῆς παλινδρομήσας εἰς ζωήν· ἔδει παρενεγκεῖν τὸν μονογενῆ τῆς χήρας υἱὸν, καὶ τοῦ ἀρχισυναγώγου τὸ κόριον· ἔδει καὶ τῆς θεοπρεπεστάτης ἐκείνης διαμεμνῆσθαι φωνῆς, ἐπὶ μὲν τῷ τῆς χήρας υἱῷ Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι, ἐπὶ δὲ τῷ κορίῳ Ἡ παῖς ἔγειραι· ἐχρῆν ἐπὶ τούτοις διδάσκειν, ὅτι τυφλοῖς μὲν τὸ βλέπειν, λεπροῖς δὲ τὴν κάθαρσιν ἐχαρίσατο, καὶ πρὸς τούτοις, ὅτι μιᾷ κατεστόρεσεν ἀπειλῇ καὶ θαλάττης ἀγρίας κίνησιν καὶ πνευμάτων ῥαγδαίων καταφορὰν, καὶ εἴ τι πρὸς τούτοις εἴργασται Χριστός.
ἀλλ’ ἐκεῖνα μὲν ἀχαρίστοις καταχωννύουσι σιωπαῖς, καὶ τὰ δι’ ὧν ἦν αὐτὸν ὁρᾶσθαι Θεὸν παρέντες δυστρόπως ἐπὶ μόνους βαδίζουσι παραλογισμούς· ἀνδρὶ δὲ ἀλλογενεῖ καὶ τὴν θείαν ὅλως οὐκ εἰδότι γραφὴν, ἄνθρωπον ὁρῶντι τὸν Ἰησοῦν, ἐπιβοῶσιν οἱ δείλαιοι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησε, καίτοι τῆς θεοπνεύστου γραφῆς ἐν ἀνθρωπείῳ σχήματι τὸν τοῦ Θεοῦ Λόγον ἐπιφοιτήσειν ποτὲ τῷ κόσμῳ βοώσης· Ἰδοὺ γὰρ, φησὶν, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός. τὸ δὲ ἐκ παρθένου τεχθὲν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος καθ’ ἡμᾶς, ὅσον εἰς τὴν τοῦ σώματος ὄψιν τε καὶ φύσιν; ἦν γὰρ μετὰ τοῦ εἶναι ἄνθρωπος καὶ Θεὸς ἀληθῶς. «Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.» Περιτρέπεται τοῖς Ἰουδαίοις τὸ κακούργημα πρὸς τὸ παρ’ ἐλπίδα. οἱ μὲν γὰρ εἰς ὕψος τὴν τοῦ ἐγκλήματος αἴρουσιν ἀφορμὴν, εἰς αὐτὸ διεπταῖσθαι λέγοντες τὸ θεῖον τὸ ἐγχείρημα τῷ Χριστῷ·
PG 74:639ὁ δὲ τὴν τοῦ πράγματος ὑπεροχὴν, εὐλαβείας ποιεῖται προσθήκην, καὶ φορτικωτέραν δέχεται τὴν ἐκ τοῦ δείματος ἀπειλὴν, ἀκριβής τε γίνεται περὶ αὐτὸν ἢ πρότερον ἦν, καὶ φιλοπευστεῖ λεπτότερον, τίς δὴ ἄρα καὶ πόθεν ἐστὶν, οὐκ ἀπιστήσας, ὥς γε μοι φαίνεται, ὅτι καὶ ἄνθρωπος ὢν, υἱὸς εἶναι δύναται Θεοῦ. δέχεται γεμὴν τὴν ἐπὶ τούτῳ διάληψίν τε καὶ πίστιν, οὐκ ἐκ τῶν ἱερῶν γραμμάτων, ἀλλ’ ἐκ πλάνης Ἑλληνικῆς· ἡμιθέους γὰρ καὶ θεῶν καλοῦσι παῖδας οἱ παρ’ Ἕλλησι μῦθοι πολλούς. Ῥωμαῖοι δὲ πάλιν δεισιδαιμονέστερόν πως τὰ τοιαῦτα δρῶντες, ἀεὶ τὴν θείαν ἐπωνυμίαν τοῖς ἐπιφανεστέροις τῶν ἰδίων ἐχαρίζοντο βασιλέων· βωμοὺς δὲ ἱστάντες, καὶ τεμένη δειμάμενοι, πολλοὺς ἀνεστήλωσαν. περιεργάζεται τοιγαροῦν ὁ Πιλάτος πικρότερόν τε καὶ ἀκριβέστερον ἤπερ ἐν ἀρχαῖς, τίς δὴ ἄρα καὶ πόθεν ἐστὶν ὁ Χριστός. ὁ δὲ, φησὶν, οὐκ ἀπεκρίθη αὐτῷ λόγον, τῶν ἰδίων, κατά γε τὸ εἰκὸς, ἐπιμνησθεὶς ῥημάτων. τί γὰρ ἔφη πρὸς αὐτόν; Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. εἰδωλολάτρης δὲ ὢν ὁ Πιλάτος, πῶς ἂν ἐπήκουσε τῆς τοῦ Σωτῆρος φωνῆς, ἀλήθειάν τε καὶ τῆς ἀληθείας τέκνον ἑαυτὸν εἶναι φάσκοντος;
ἢ πῶς ἂν ὅλως τὸ τῆς ἀληθείας ὄνομα παρεδέξατο καὶ τετίμηκεν, ὁ καὶ ἐν ἀρχαῖς αὐτὸ διαπτύσας καὶ εἰπὼν Τί ἐστιν ἀλήθεια, διὰ τὸ τοῖς ψευδωνύμοις ἔτι λατρεύειν θεοῖς καὶ τῷ τῆς ἀπάτης ἐγκεχῶσθαι σκότῳ; «Λέγει οὖν αὐτῷ ὁ Πιλάτος Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;» Ὠιήθη ὁ Πιλάτος ἀπονοίας ἔργον εἶναι τὴν σιωπήν. διὰ τοῦτο τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν, καθάπερ τινὰ ῥάβδον ἐπανατείνεται, καὶ παρατρέψειν δύνασθαι καὶ οὐχ ἑκόντα τῷ φόβῳ νομίζει πρὸς ἀνόνητον ἀπολογίαν. ῥέψειν γὰρ ἀπαραποδίστως ἐφ’ ὅπερ ἂν βούλοιτό φησιν, εἴτ’ οὖν κολάζειν, εἴτε καὶ ἐλεεῖν ἕλοιτο τυχόν· παρωθοῦντος δὲ οὐδενὸς εἰς ἀβούλητον κρίσιν, ἐπ’ αὐτῷ δὴ κεῖσθαι καὶ μόνῳ τὴν ἐπὶ τῷ κατηγορουμένῳ ῥοπήν. καταιτιᾶται τοίνυν, ὡς ὑβρισμένος διὰ σιωπῆς οὐκ εὐκαίρου, καὶ ὅσον ἧκεν εἰς τοῦτο παρατεθηγμένος ἤδη πρὸς μανίαν τὴν κατ’ αὐτοῦ. ἐνενόει γὰρ οὐδαμῶς τῆς σιωπῆς τὸ μυστήριον.
ἐπαθρήσεις γεμὴν κἀν τούτῳ καλῶς πληρούμενον τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς προαγγελθέν Ὡς πρόβατον γὰρ, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. καὶ ταυτὶ μὲν ἡμῖν ὁ μακάριος Ἡσαί̈ας ἔφη· τὸ δὲ Χριστοῦ πρόσωπον ἀναλαβών φησί που πάλιν ὁ μελῳδὸς ἐν Πνεύματι Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. νοήσεις δὲ τὸ ἐξ ἀγαθῶν, ἀντὶ τοῦ κακῶν. εὐφήμως γὰρ ἔθος τῇ θείᾳ γραφῇ τὰ τοιαῦτα λαλεῖν, ὅταν εἰς αὐτὸ τὸ θεῖον φέρηται πρόσωπον. «Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. διὰ τοῦτο ὁ παραδιδούς με σοι μείζονα ἁμαρτίαν ἔχει.» Τίς μὲν ἢ πόθεν ἢ τίνος ἐξέφυ πατρὸς, ἐναργέστερον οὐ φησί. μυστικὸν γὰρ οὕτως ἐπασωτεύεσθαι λόγον εἰς ἀλλογενοῦς ἀκοὰς οὐδὲ ἡμῖν αὐτοῖς ἐφίησι, λέγων Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ βάλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων·
προϊσχομένῳ γεμὴν τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν, καὶ πρὸς πᾶν ὁτιοῦν περιτρέπειν δύνασθαι κατὰ τὸ αὐτῷ καὶ μόνῳ δοκοῦν τὴν ἐπ’ αὐτῷ κρίσιν ἀσυνέτως ὑπισχνουμένῳ, χρησιμώτατα λίαν ἀντεξάγει τὴν παρ’ ἑαυτοῦ δύναμίν τε καὶ ἐξουσίαν, διωκωλύει δὲ ὥσπερ εἰκαίῳ τε καὶ ἀσυνέτῳ φυσήματι καὶ κατ’ αὐτῆς τῆς θείας ἐξογκούμενον δόξης. καὶ γάρ τοι κατὰ ἀλήθειαν οὐ μετρίαν ἂν ἐνεποίησέ τισι τὴν ζημίαν, τὸ πρὸς ἀβουλήτους αἰκίας καθειλκύσθαι νομίζειν καὶ οὐχ ἑκόντα Χριστὸν, καὶ τῆς Ἰουδαίων ἡττῆσθαι πλεονεξίας, καίτοι κατὰ φύσιν ὄντα Θεὸν, καὶ τῶν ὅλων βασιλέα κεκηρυγμένον παρὰ τῆς ἁγίας καὶ θεοπνεύστου γραφῆς. ἔλυσε τοίνυν ἡμῖν τοῦ σκανδάλου τὴν ἀφορμὴν, καὶ τὴν ἐπὶ τούτῳ πλάνησιν πρόῤῥιζον ὥσπερ καταστρέφει λέγων Εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. ἄνωθεν δὲ δεδόσθαι τὴν ἐξουσίαν τῷ Πιλάτῳ φησὶν, οὐχ ὡς ἀβούλητον ἐπιφέροντος τοῦ Θεοῦ καὶ Πατρὸς τῷ ἰδίῳ γεννήματι τὸ ἐπὶ τῷ σταυρῷ πάθος, ἀλλ’ ὡς αὐτοῦ μὲν τοῦ Μονογενοῦς ἐπιδόντος ἑαυτὸν τῷ παθεῖν ὑπὲρ ἡμῶν, ἀφέντος δὲ τοῦ Πατρὸς τὸ ἐπ’ αὐτῷ πληροῦσθαι μυστήριον.
PG 74:641δόσις μὲν οὖν ἄρα σαφῶς ἐν τούτοις ἡ παρὰ Πατρὸς συναίνεσίς τε καὶ συγχώρησις, καὶ αὐτὴ δὲ ἡ θέλησις τοῦ Υἱοῦ νοεῖταί τε καὶ λέγεται. ὅτι γὰρ οὐκ ἂν ἐβιάσατο τὴν τοῦ Σωτῆρος δύναμιν ἡ πληθὺς, ἀμφίβολον μὲν οὐδαμῶς· πλὴν εἰδέναι ῥᾴδιον, ἐξ ὧν πολλάκις ἐπιβουλεύσαντες, ὤνησαν μὲν οὐδὲν, ἐλεγχθέντες δὲ μόνον, ὡς ὑβρισταὶ κατεκρίθησαν. καὶ γοῦν ἠθέλησαν αὐτὸν πιάσαι, καθά φησιν ὁ Εὐαγγελιστὴς, ἀλλ’ ἐξελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο, καὶ παρῆγεν οὕτως. τὸ δέ Οὕτως φησὶν, ἀντὶ τοῦ, οὐχ ὑπεσταλμένως, οὐ περιδεὴς, οὐ τὸ τῶν διαδιδρασκόντων ἐπιτηδεύσας σχῆμα, ἀνειμένως δὲ μᾶλλον καὶ βαδίσματι τῷ κατὰ συνήθειαν καὶ θορύβου παντὸς ἐλευθέρῳ. θείᾳ γάρ τινι καὶ ἀποῤῥήτῳ δυνάμει κατακρύψας ἑαυτὸν, τοὺς τῶν φονώντων τότε διέλαθεν ὀφθαλμούς· οὐ γὰρ ἤθελέ πω παθεῖν, ἀλλ’ οὐδὲ ἐφεὶς τὸ δύνασθαι ταῖς τῶν διωκόντων ὀργαῖς ἀνεθέλητον ὥσπερ ἑλέσθαι τὸν κίνδυνον. νεύματι τοιγαροῦν ἰδίῳ, καὶ εὐδοκίᾳ Θεοῦ καὶ Πατρὸς δεδόσθαι φησὶ τῷ Πιλάτῳ τὴν ἐξουσίαν, τοῦ καὶ ὅλως δεδυνῆσθαί τι δρᾶν εἰς αὐτὸν, ὧν ἤδη τετόλμηκεν.
ἀχείρωτος γὰρ παντελῶς καὶ οὐκ ἂν ἁλοίη παρά του τῶν ὄντων ἡ θεία τε καὶ ἀνωτάτω φύσις, ᾗ καὶ τὸ πάντων δύνασθαι κρατεῖν ἔνεστι φυσικῶς. μείζονα δὲ καταγράφει τὴν ἁμαρτίαν, δῆλον δὲ ὅτι τὴν εἰς ἑαυτὸν, τῷ Πιλάτῳ προσκεκομικότι, καὶ σφόδρα δικαίως. ὁ μὲν γὰρ ἀρχή τις ὥσπερ καὶ θύρα τῆς εἰς αὐτὸν δυσσεβείας ἐγένετο· τολμημάτων δὲ ἀλλοτρίων ὁ δικαστὴς ὑπουργὸς, καὶ μεριστὴς τῆς Ἰουδαίων ἀνοσιότητος ἐξ ἀκαίρου δειλίας ἀνεδείκνυτο. τίς οὖν ὁ παραδοὺς, βλέπει δὲ εἰς τίνα τῶν ἐγκλημάτων ἡ πρωτουργία; οἶμαι μὲν ὅτι τὸν εὐωνότατον μαθητὴν, μᾶλλον δὲ προδότην ἤδη καὶ τῆς ἰδίας λυμεῶνα ψυχῆς, ἤγουν ἐπ’ ἐκείνῳ τῶν ἡγουμένων τὸν ὄχλον, καὶ αὐτὸν δὲ τῶν Ἰουδαίων τὸν δῆμον, ᾧ καὶ τῆς δυσσεβείας ἀναθεὶς τὸ πλέον, οὐκ ἔξω ταύτης παντελῶς τὴν τοῦ Πιλάτου τέθεικε κεφαλήν. «Ἐκ τούτου ὁ Πιλάτος ἐζήτει αὐτὸν ἀπολῦσαι· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.» Ἐπιτείνεται μὲν τῷ Πιλάτῳ τὸ δεῖμα, καὶ γοργοτέραν ἐνεργάζεται τὴν εὐλάβειαν, ὄκνον τε τὸν εἰς τὸ φονεύειν ἐμποιεῖ τὸ διὰ τῶν Ἰουδαίων ἀναφωνούμενον.
PG 74:643ἐπεβόων γάρ Ὅτι υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν, ὃν δὴ καὶ μάλιστα κινδύνου μὲν ἀνεῖναι παντὸς, συκοφαντίας δὲ ἁπάσης ἐλευθεροῦν προετεθύμητο, πτοίαν ἔχων εἰς νοῦν τὴν ἐπὶ τούτῳ δεινήν. ὃ δὴ συνέντες οἱ ἐξ Ἰσραὴλ, πρὸς τὴν ἐν ἀρχαῖς ὑπονοστοῦσι ψευδομυθίαν, δημαγωγῆσαι λέγοντες τὸν Ἰησοῦν, πλημμελῆσαί τε κατ’ αὐτῆς τῆς τοῦ Καίσαρος ἀρχῆς, καὶ τῆς Ῥωμαίων καταστρατεύσασθαι βασιλείας, ὅσον εἰς δύναμιν ἐγχειρήματος· βασιλέα γὰρ, φησὶν, ἑαυτὸν ἐποίησε. καὶ ὅρα τὸ δυσμήχανόν τε καὶ δυσοργότατον τῶν συκοφαντεῖν ἑλομένων κίνημα. πρῶτον μὲν γὰρ, κατὰ τῆς τοῦ Καίσαρος ἀρχῆς δεδρᾶσθαι τὸ τόλμημα διετείνοντο παμψηφεὶ βοῶντες οἱ δείλαιοι. ἀλλ’ ὡς οὐ σφόδρα κατηγωνίζοντο, τὴν ἑαυτοῦ βασιλείαν οὐκ ἐπίγειον εἶναι φάσκοντος τοῦ Χριστοῦ, καίτοι τὰς Ῥωμαίων τιμὰς διεκδικοῦντι Πιλάτῳ τὴν εἰς αὐτὸ τὸ θεῖον ἁμαρτίαν εἰσήγαγον λέγοντες Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν. ᾤοντο γὰρ οἱ τάλανες ἀκονήσειν διὰ τούτου καὶ οὐχ ἑκόντα Πιλάτον εἰς ἀδιάκριτον ὀργὴν, εὐτολμότατον δὲ καταστήσειν εἰς τὸ καθορίσαι τοῦ Σωτῆρος τὸν θάνατον, τῆς εἰς Θεὸν εὐσεβείας πρόσχημα, τὴν εἰς τοῦτο κίνησιν ποιησάμενον·
ἀλλ’ ὡς ἀνήνυτον αὐτοῖς τὸ κακουργηθὲν ἀπεδείκνυτο, πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναθέουσι θράσος, κατὰ τῆς τοῦ Καίσαρος ἀρχῆς τετολμῆσθαι λέγοντες τὰ ἐγχειρήματα, καὶ τῆς ἐκείνου καθοπλίζεσθαι δόξης τὸν δικαστὴν ἀνέδην ἐπιβοῶντες, εἰ μὴ βούλοιτο διεκδικεῖν καὶ τῇ πρεπούσῃ καθυποθεῖναι δίκῃ τὸν ἀντειρηκότα Καίσαρι κατ’ αὐτοὺς, διὰ τοῦ καὶ ὅλως ἀνέχεσθαι λαβεῖν τοῦ βασιλέως τὴν κλῆσιν, καίτοι τοῦ Καίσαρος οὐ τὴν ἐπουράνιον διεκδικοῦντος ἀρχὴν, ἧς δὴ καὶ μάλιστα Χριστὸς ἦν δεσπότης, ἀλλὰ τὴν κάτω καὶ ἐπίγειον, ἣ καὶ τῆς ἐξουσίας ἤρτητο τοῦ Χριστοῦ. δι’ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι, κατὰ τὸ γεγραμμένον, καὶ τύραννοι δι’ αὐτοῦ κρατοῦσι γῆς. ἀθυρογλωττοῦσι τοιγαροῦν οἱ πάντων ἀνθρώπων ἀνοσιώτατοι, καὶ τὴν τοῦ Σωτῆρος διασύρουσι δόξαν ἐκ πολλῆς ἄγαν ἀφιλοθεί̈ας, οἷς καὶ δικαίως ὁ μακάριος προφήτης Ἡσαί̈ας ἐπιπλήττει λέγων Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης, ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶςσαν ὑμῶν, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;
οὐ γὰρ καθ’ ἑνὸς τῶν τυχόντων ἐποιοῦντο τὴν καταβοὴν, καὶ τὴν ἀπύλωτον ἁπλώσαντες γλῶσσαν, πᾶν εἶδος ἁπλῶς ἐπετήδευον συκοφαντίας, ἀλλὰ κατ’ αὐτοῦ τοῦ ἰδίου Δεσπότου καὶ τοῦ πάντων κρατοῦντος μετὰ τοῦ Πατρός. τοιγάρτοι δικαίως καὶ τέκνα ἀπωλείας καὶ ἄνομον σπέρμα κεχρηματίκασί τε καὶ γεγόνασιν ἀληθῶς. «Ὁ οὖν Πιλάτος ἀκούσας τὸν λόγον τοῦτον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθά· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡσεὶ ἕκτη, καὶ λέγει τοῖς Ἰουδαίοις Ἴδε ὁ βασιλεὺς ὑμῶν.» Ὅλον ὥσπερ ἐπιγράφει ταῖς Ἰουδαίων μάλιστα κεφαλαῖς τῆς ἐπὶ Χριστῷ μιαιφονίας τὸ ἔγκλημα ταῦτα λέγων ὁ Εὐαγγελιστής. νενικῆσθαι γὰρ μονονουχὶ καὶ οὐχ ἑκόντα Πιλάτον ταῖς παρ’ αὐτῶν ἐνστάσεσιν ἀναφανδὸν ἤδη φησὶ, καὶ τὸν μὲν τοῦ δικαίου παρώσασθαι λόγον, ὀλίγα δὲ σφόδρα τῆς ἀκολουθίας φροντίσαι· διά τε τοῦτο κατεσπάσθαι πρὸς τὸ τοῖς φονῶσι δοκοῦν, καίτοι πολλάκις αὐτοῖς προσλαλήσαντα καὶ διαῤῥήδην προσπεφωνηκότα, μηδενὸς τὸ παράπαν ὑπαίτιον ηὑρῆσθαι τὸν Ἰησοῦν, ὃ δὴ καὶ αὐτὸν ταῖς ἐσχάταις ὑποθήσει δίκαις.
PG 74:645κατόπιν γὰρ τοῦ δοκοῦντός τισι τὴν τοῦ δικαίου πέμψας τιμὴν, καὶ τὸν ἐπ’ οὐδενὶ τῶν ἀτόπων ἐληλεγμένον ταῖς Ἰουδαίων μανίαις δωρούμενος, αὐτομάρτυς τῆς ἑαυτοῦ δυσσεβείας ἁλώσεται γεγονώς. ἄνεισι τοίνυν ἐπὶ τοῦ συνήθους βήματος, ὡς ἂν ἤδη φονικὴν ἐξοίσων κατὰ Χριστοῦ τὴν ψῆφον. ἐπισημαίνεται δὲ τήν τε ὥραν καὶ τὴν ἡμέραν ὁ θεσπέσιος Εὐαγγελιστὴς χρησίμως καὶ ἀναγκαίως, διά τε αὐτὴν τὴν ἀνάστασιν, καὶ τὸ παρὰ τοῖς ὑποχθονίοις τριήμερον, ἵνα φαίνηται πάλιν ἀληθεύων ὁ Κύριος τοῖς Ἰουδαίοις εἰπών Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ἐπ’ αὐτοῦ δὲ τοῦ βήματος ἐπιδείξας τὸν Ἰησοῦν ὁ Ῥωμαίων στρατηγός Ἴδε φησὶν ὁ βασιλεὺς ὑμῶν. καὶ τί δὴ τοῦτο πάλιν ἐστίν; ἢ γὰρ τοῖς ὄχλοις προσπαίζει λοιπὸν καὶ χαρίζεται μετὰ γέλωτος τὸ ἀθῷον αἷμα τοῖς ἀδίκως αὐτὸ διψήσασιν, ἢ τάχα πως καὶ ὀνειδίζει διασύρων εἰς ὠμότητα τὸν Ἰουδαῖον, ἅτε δὴ καὶ ἀνασχόμενον ὅλως τοσούτοις ἰδεῖν περιπεσόντα κακοῖς, ὃν αὐτοί φασι καὶ ὀνομάζουσιν ὅλως βασιλέα τοῦ Ἰσραήλ.
«Ἐκραύγασαν οὖν ἐκεῖνοι Ἆρον ἆρον σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλάτος Τὸν βασιλέα ὑμῶν σταυρώσω;» Ἐπιβοῶσι μὲν οὐδὲν ἧττον τὰ ἐν ἀρχαῖς, οὐκ ἐξιστάμενοι τῆς μιαιφονίας, οὐ πρὸς ἡμερότητα μετατιθέμενοι διὰ τὰ ἐμπαίγματα, οὐ ταῖς ἐπενηνεγμέναις αἰκίαις αὐτῷ πρὸς ἠπιότητά πως μεταχωρήσαντες, πρὸς ἀπηνεστέραν δὲ μᾶλλον ἀποταυρούμενοι γνώμην, σταυροῦσθαι παρακαλοῦσι τὸν ἐγείραντα παρ’ αὐτοῖς τοὺς νεκροὺς, καὶ τοσούτων αὐτοῖς θαυμάτων ἀναδεδειγμένον ἐργάτην, ἐφ’ ᾧ δὴ καὶ λίαν λυπεῖται Πιλάτος, εἰ καὶ τὸν οὕτω λαμπρὰν ἐσχηκότα παρ’ αὐτοῖς τὴν ὑπόληψιν, ὡς Υἱόν τε Θεοῦ καὶ βασιλέα νομίζεσθαι, οὐ τεθνάναι δεῖν μόνον, ἀλλὰ καὶ ὠμῶς ἀποθνήσκειν ἐντόνως οὕτω φασί· σταυροῦ γὰρ τὸ χεῖρον οὐδέν. ἔλεγχον τοίνυν ὥσπερ τινὰ καὶ ὀνειδισμὸν ποιεῖται τὴν καταβοὴν ὁ δικάζων, εἰ σταυροῦσθαι βούλονται τὸν ὅλως ἐπὶ τούτοις τεθαυμασμένον, ἃ μεγάλην οὕτως ἔχει τὴν ὑπεροχὴν, ὡς ὑπερκεῖσθαι παντὸς ἐπιγείου πράγματος. τί γὰρ ἴσον, τί δὲ οὐκ ἔλαττον Υἱοῦ τε Θεοῦ καὶ βασιλέως;
PG 74:647«Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.» Ἀπελάκτισεν ἐν τούτοις ὁ ἠγαπημένος Ἰσραὴλ, καὶ τῆς πρὸς Θεὸν φιλίας ἀναφανδὸν ἐξάλλεται, καὶ κατὰ τὴν Μωυσέως φωνὴν ἐγκαταλέλοιπε Θεὸν τὸν γεννήσαντα αὐτὸν, καὶ Κυρίου τοῦ βοηθοῦ αὐτοῦ οὐκ ἐμνήσθη. ἄθρει γὰρ ὅπως ὄψις πόρνης ἐγένετο αὐτῷ κατὰ τὸ γεγραμμένον, ἀπηναισχύντησε πρὸς πάντας, ἀπείρηκε τὸ ἴδιον καύχημα, καὶ τὸν ἑαυτοῦ δεσπότην ἠρνήσατο. ἐπὶ τούτοις αὐτοῖς ᾐτιᾶτο διὰ φωνῆς Ἱερεμίου λέγων καὶ πάλαι Θεός Ὅτι πορεύθητε εἰς νήσους Χεττιεὶμ, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ γνῶτε εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, καὶ πάλιν Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.
τῶν γὰρ ἑτέρων ἐθνῶν τῶν ἀνὰ πᾶσαν ὄντων τὴν οἰκουμένην τῆς ἰδίας πλάνης ἀπρὶξ ἐξημμένων, ἀραρότως τε ἀγαπώντων οὓς ἐνόμισαν εἶναι θεοὺς, καὶ οὐ λίαν εὐμετάφορον εἰς ἀπόστασιν ἐχόντων διάνοιαν, οὔτε μὴν εὐκόλως εἰς ἑτέρας μεθισταμένων λατρείας, ἀπεπήδησεν ὁ Ἰσραὴλ τῇ τοῦ Καίσαρος ἑαυτὸν προσνέμων ἀρχῇ, καὶ τὴν τοῦ Θεοῦ βασιλείαν ἀπεδύσατο. τοιγάρτοι καὶ σφόδρα δικαίως ταῖς τοῦ Καίσαρος ἐδόθη χερσὶν, οὗ καὶ ἐν ἀρχαῖς τὴν ἐξουσίαν καταδεξάμενος, αὐτός τε διόλωλε κακῶς, ὑπέμεινέ τε τῆς χώρας τὴν ἐξανάστασιν καὶ τὰ ἐκ τοῦ πολέμου πάθη καὶ τὰς ἀνηκέστους ἐκείνας συμφοράς. Ἐπιτήρει δὲ πάλιν ἐν τούτοις τοῦ συγγραφέως τὴν ἀκρίβειαν. οὐ γὰρ τὸν δῆμον ἔφη τῆς οὕτω δυσσεβεστάτης κατάρξαι φωνῆς, ἀλλὰ πάλιν αὐτοὺς τοὺς ἡγεῖσθαι λαχόντας. ἐκραύγασαν γὰρ, φησὶν, οἱ ἀρχιερεῖς, πανταχοῦ δεικνὺς, ὅτι τοῖς ἡγουμένοις κατακολουθοῦν τὸ ὑπήκοον ἠνέχθη κατὰ πετρῶν, καὶ εἰς τὸ τῆς ἀπωλείας κατώλισθε βάραθρον.
εὐθύνονται τοίνυν οἱ ἀρχιερεῖς, ὡς οὐ μόνον τὰς ἰδίας ἀπολλύντες ψυχὰς, ἀλλὰ καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς τῆς ὀλεθρίου μιαιφονίας αὐτοὶ γεγονότες ἡγεμόνες καὶ στρατηγοὶ καὶ παραίτιοι, καθάπερ ἀμέλει καὶ ὁ προφήτης αὐτοὺς κατῃτιᾶτο βοῶν Ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. σκοπιὰν γὰρ ἐν τούτοις ἀποκαλεῖ τὴν τῶν ὑπὸ χεῖρα πληθὺν, τεταγμένην ὥσπερ τὴν τῶν ἡγουμένων κατασκέπτεσθαι πολιτείαν, διαπλάττειν δὲ οὕτω τὴν ἑαυτῶν. σκοποὶ γὰρ διὰ τοῦτο παρὰ τοῖς ἁγίοις κέκληνται γράμμασιν οἱ λαῶν προτεταγμένοι. παγὶς οὖν ἄρα καὶ δίκτυον τῇ σκοπιᾷ γεγόνασιν οἱ ἀρχιερεῖς αὐτοὶ καὶ τῆς ἀρνήσεως ἀρξάμενοι, καὶ τοὺς ἄλλους ἅπαντας συναναπείσαντες λέγειν Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. τολμῶσι δὲ τοῦτο λέγειν οἱ δείλαιοι, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς διὰ φωνῆς τοῦ προφήτου τὴν τοῦ Σωτῆρος αὐτοῖς προκαταγγέλλοντος ἄφιξιν, οὕτω τε βοῶντος Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυττε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραὺ̈ς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
οἱ δὲ καίτοι τῷ πώλῳ τῆς ὄνου τὸν Ἰησοῦν ἐποχούμενον ἀνενεγκόντες εἰς Ἱεροσόλυμα, πανδημί τε νηπίοις ὁμοῦ ταῖς ὑπὲρ ἄνθρωπον καταστέψαντες εὐφημίαις, ἔφασκον γάρ Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, καταβοῶσι νυνὶ, μόνην ἐπιγραφόμενοι τὴν Ῥωμαίων ἀρχὴν, καὶ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν οἰκεῖον ὥσπερ ἀπολύοντες αὐχένα. τοῦτο γὰρ ἦν ἐναργῶς τὸ λέγειν Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. ἀλλ’ εὑρήσομεν πάλιν καὶ τότε μὲν ἐπὶ τῷ Σωτῆρι Χριστῷ παρὰ τῶν λαῶν γεγενημένην τὴν εὐφημίαν, παρὰ δὲ τῆς τῶν ἀρχιερέων δυσβουλίας καὶ ταύτην ταῖς ἄλλαις προστετολμῆσθαί φαμεν τὴν καταβοήν. «Τότε οὖν παρέδωκεν αὐτοῖς αὐτὸν ἵνα σταυρωθῇ.» Ταῖς τῶν Ἰουδαίων ἀκράτοις ὀργαῖς ἀπονέμει λοιπὸν καὶ οὐχ ἑκὼν ὁ Πιλάτος τὴν εἰς πᾶν ὁτιοῦν καὶ τῶν ἔξω νόμων ἀποδρομὴν, καὶ τὴν τοῖς δικάζουσι πρέπουσαν ἐξουσίαν ἀφελὼν, ἀταμιεύτοις ἤδη φέρεσθαι τοῖς θυμοῖς ἀνεγκλήτως ἐφίησι, σταυροῦν ἐπιτρέψας τὸν ἐπ’ οὐδενὶ μὲν τῶν φαύλων ἁλόντα παντελῶς, ὅτι δὲ μόνον Υἱὸν ἑαυτὸν ἔφη Θεοῦ παραλόγως κρινόμενον.
PG 74:649Ἰουδαίοις μὲν οὖν τὸ πᾶν τοῦ τολμήματος ἐπιγράψαι τις ἂν, καὶ τὴν τῆς πρωτουργίας εἰκότως ἂν οἶμαι καὶ καλῶς ἀναθείη γραφήν· αὐτοὶ γὰρ γεγόνασι τῆς κατὰ Χριστοῦ δυσσεβείας ἀρχή· τὴν δέ γε Πιλάτου κεφαλὴν τῆς ἐκείνων ἀνοσιότητος οὐκ ἀμοιρῆσαί φαμεν, ἀλλ’ εἶναι τοῖς δράσασι συνυπαίτιον, ἐπείπερ ἐκρύεσθαί τε καὶ διασώζειν ἐξὸν τῆς τῶν φονώντων μανίας, οὐχ ὅπως ἐξείλετο μόνον, ἀλλὰ καὶ παρέδωκεν οὐχ ἁπλῶς, ἀλλ’ ἵνα σταυρώσειαν. «Παρέλαβον οὖν τὸν Ἰησοῦν, καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸ λεγόμενον κρανίου τόπον, ὃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.» Ἀπάγουσι μὲν ὡς τεθνηξόμενον ἤδη τὸν τῆς ζωῆς ἀρχηγὸν, ἐπράττετο δὲ καὶ τοῦτο ὑπὲρ ἡμῶν, δυνάμει τῇ θείᾳ καὶ τέχνῃ τῇ ὑπὲρ νοῦν εἰς ἀδόκητόν τινα καὶ ἀντίστροφον θέσιν ἐκτελευτῶντος τοῦ πάθους· παγὶς γὰρ ὥσπερ τῷ τοῦ θανάτου κράτει, τὸ Χριστοῦ πάθος ἐσκευάζετο, καὶ ἀνανεώσεως ἀρχὴ τῆς εἰς ἀφθαρσίαν καὶ καινότητα ζωῆς ὁ τοῦ Κυρίου θάνατος ἦν.
τὸ δὲ ἐφ’ ᾧπερ ἔμελλε σταυροῦσθαι ξύλον ἐπωμάδιον ἔχων πρόεισι λοιπὸν κατακεκριμένος ἤδη καὶ τὴν ἐφ’ αἵματι ψῆφον ἐπ’ οὐδενὶ παντελῶς ὑπομείνας κακῷ, καὶ τοῦτο δι’ ἡμᾶς. τὰς γὰρ τοῖς ἡμαρτηκόσιν ἐπηρτημένας εὐλόγως ἐκ τοῦ νόμου δίκας εἰς ἑαυτὸν ἐκομίζετο. γέγονε γὰρ ὑπὲρ ἡμῶν κατάρα, κατὰ τὸ γεγραμμένον, ἐπικατάρατος γάρ φησι, πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. ἐπάρατοι δὲ πάντες ἡμεῖς, τὸν θεῖον ἀποπληροῦν οὐκ ἀνεχόμενοι νόμον, πολλὰ γὰρ πταίομεν ἅπαντες, εὐολισθοτάτη τε πρὸς τοῦτο λίαν ἡ ἀνθρώπου φύσις. ἐπειδὴ δὲ πάλιν ὁ θεῖος ἔφη που νόμος Ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, τοῦ ποιῆσαι αὐτά· ἡμῶν ἄρα, καὶ οὐχ ἑτέρων ἡ ἀρά. οἷς γὰρ ἔγκλημα μὲν ἡ παράβασις, τὸ δὲ τοῦ διορισθέντος ἐξολισθεῖν εὐπετέστατον, αὐτοῖς ἂν εἴη καὶ τὸ εὐθύνεσθαι πρέπον. οὐκοῦν ἐπάρατος δι’ ἡμᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἵν’ ἡμᾶς ἀπολύσῃ τῆς ἀρχαίας ἀρᾶς. ἐξήρκει γὰρ τοῦτο παθὼν ὑπὲρ πάντων ὁ ὑπὲρ πάντας Θεὸς, καὶ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν ἁπάντων λύτρωσιν ἐξωνούμενος.
PG 74:651Ἐπικομίζεται τοίνυν, οὐ τὸν αὐτῷ πρέποντα σταυρὸν ὁ Χριστὸς, ἀλλὰ τὸν ἡμῖν ἐπηρτημένον τε καὶ χρεωστούμενον, ὅσον ἧκεν εἰπεῖν εἰς τὴν διὰ νόμου κατάκρισιν. ὥσπερ γὰρ γέγονεν ἐν νεκροῖς, οὐ δι’ ἑαυτὸν, ἀλλὰ δι’ ἡμᾶς, ἵν’ ἡμῖν ἀρχηγὸς τῆς εἰς αἰῶνα ζωῆς εὑρεθῇ, καταλύσας δι’ ἑαυτοῦ τοῦ θανάτου τὸ κράτος, οὕτω καὶ τὸν ἡμῖν πρέποντα σταυρὸν εἰς ἑαυτὸν ἀναλαμβάνει, τὴν ἐκ τοῦ νόμου κατάκρισιν ἐν ἑαυτῷ κατακρίνων, ἵνα πᾶσα λοιπὸν ἀνομία ἐμφράξῃ στόμα αὐτῆς, κατὰ τὸ ἐν ψαλμοῖς μελῳδούμενον, τοῦ μὴ ἔχοντος ἁμαρτίαν ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας καταδεδικασμένου. ὀνήσει δὲ σφόδρα τὰς ἡμετέρας ψυχὰς τὸ ἐπὶ Χριστῷ τετελεσμένον, εἰς τύπον ἀνδρείας φημὶ δὴ τῆς κατ’ εὐσέβειαν. περιέσται γὰρ οἶμαι καθ’ ἕτερον ἡμῖν οὐδένα τρόπον τῆς τελειότητος ἐφικέσθαι τῶν ἀγαθῶν, καὶ τῆς πρὸς Θεὸν ὁλοτελοῦς ἑνώσεως, εἰ μὴ τῆς ἐπιγείου ζωῆς ἀμείνω τε ποιησαίμεθα τὴν εἰς αὐτὸν ἀγάπησιν, καὶ προκινδυνεῦσαι τῆς ἀληθείας ἐθέλοιμεν προθυμότατα, καλοῦντος ἡμᾶς εἰς τοῦτο καιροῦ. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πᾶς, φησὶν, ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστι μου ἄξιος·
τὸ δὲ λαβεῖν τὸν σταυρὸν, οὐδὲν οἶμαι σημαίνειν ἕτερον, ἢ τὸ ἀποτάξασθαι μὲν τῷ κόσμῳ διὰ Θεὸν, δευτέραν δὲ τῶν ἐν ἐλπίσιν ἀγαθῶν καὶ αὐτὴν ποιεῖσθαι τὴν μετὰ σώματος εἰ τύχοι ζωήν. ἀλλ’ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὸν ἡμῖν πρέποντα διακομίζων σταυρὸν οὐκ ἐρυθριᾷ, καὶ τοῦτο παθὼν διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν· ἡμεῖς δὲ οἱ δείλαιοι, καίτοι μητέρα τὴν ὑπὸ πόδας ταυτηνὶ καὶ ἀναίσθητον ἔχοντες γῆν, καὶ ἐκ τοῦ μηδενὸς εἰς τὸ εἶναι κεκλημένοι, τῶν ὑπὲρ τῆς εὐσεβείας ἱδρώτων οὐδ’ ὅσον ἀποθίγειν ἀποτολμῶμεν ἔσθ’ ὅτε, ἀλλὰ καὶ εἴ τι γένοιτο παθεῖν διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν, ἀφόρητον εὐθὺς ποιούμεθα τὴν αἰσχύνην, καὶ τὸν τῶν δι’ ἐναντίας ἤτοι τῶν εἰωθότων φιλοψογεῖν, ὡς ὀλέθριόν τι χρῆμα παραιτούμενοι γέλωτα, τῆς ὀλίγης ταυτησὶ καὶ προσκαίρου φιλοδοξίας κατόπιν ἐῶντες τὸ δοκοῦν τῷ Θεῷ, τὴν ἁπάντων, ὡς ἔπος εἰπεῖν, μητέρα τῶν κακῶν νοσοῦμεν ὑπεροψίαν, καὶ τοῖς ἐντεῦθεν ἐγκλήμασι περιπίπτομεν. ὑπὲρ γὰρ τὸν κύριον οἱ δοῦλοι, καὶ ὑπὲρ τὸν διδάσκαλον οἱ μαθηταὶ, φρονοῦμέν τε καὶ πράττομεν.
ἀλλ’ ὢ τῆς οὕτω δεινῆς ἀσθενείας, παρὰ πόδας ἡμῖν οὐκ οἶδ’ ὅπως κειμένης, καὶ τῆς τοῦ πρέποντος θήρας ἀποσφαλλούσης τὸν νοῦν. Ἰστέον δὲ ὅτι καὶ ὁ θεσπέσιος Πέτρος οὐ φορητὴν ἐποιήσατό ποτε τὴν πρόῤῥησιν, τὰ ἐπὶ τῷ σταυρῷ προαπαγγείλαντος πάθη τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· ὁ μὲν γὰρ ἔφασκεν Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν, καὶ σταυρώσουσιν αὐτὸν, καὶ ἀποκτενοῦσιν· ὁ δὲ τῆς οἰκονομίας οὔπω συνεὶς τὸ μυστήριον, ἅτε δὴ φιλόθεός τε καὶ φιλοδιδάσκαλος ὢν, ἐξ εὐλαβείας κεκινημένος, ἔφασκεν Ἵλεώς σοι Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ τί πρὸς ταῦτα Χριστός; Ὕπαγε ὀπίσω μου σατανᾶ σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ἀλλ’ ἔστιν ἐντεῦθεν οὐ μετρίαν ἡμῖν συλλέξαι τὴν ὄνησιν· εἰσόμεθα γὰρ ὅτι καιροῦ καλοῦντος εἰς ἐπίδειξιν ἀνδρείας τῆς κατὰ Θεὸν, καὶ ἀγῶνας τοὺς ὑπὲρ ἀρετῆς εἰσβαίνοντας τληπαθεῖν ἀναγκαῖον, ἀλλὰ κἂν οἱ σφόδρα τιμῶντές τε καὶ ἀγαπῶντες ἀποκωλύωσί τι δρᾶν τῶν ὅσα τελεῖ πρὸς κατόρθωσιν ἀρετῆς, τὴν ἐν ἀνθρώποις τυχὸν ἀδοξίαν προτείνοντες, ἤγουν ἐννοήσαντές τι κοσμικὸν, προσεκτέον οὐδαμῶς.
PG 74:653διαφέρουσι γὰρ κατ’ οὐδένα τρόπον τοῦ σατανᾶ, ᾧ τὸ σκάνδαλα τιθέναι φίλον, τετριμμένον τε καὶ σύνηθες, ἀπάταις τισὶ καὶ λόγοις ἔσθ’ ὅτε μαλακοῖς, τῆς τοῦ συμφέροντος θήρας ἐξέλκειν τὸν ἐκ φιλοθέου γνώμης εἰς τοῦτο παρωρμημένον. καί μοι δοκεῖ τοιοῦτόν τι βούλεσθαι δηλοῦν ὅταν λέγῃ Χριστός Ἐὰν οὖν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ. τὸ γὰρ ἀδικοῦν οὐκ οἰκεῖον ἔτι, κἂν τῷ τῆς ἀγάπης θεσμῷ πρὸς ἑνότητα σφίγγηται, κἂν ἡ φύσις αὐτῷ τὸ τῆς πρὸς ἡμᾶς οἰκειότητος χαρίζηται δίκαιον. Λῃστῶν δὲ δυὰς συνεσταυρώθη Χριστῷ, τῆς τῶν Ἰουδαίων κακουργίας ἐπινοούσης καὶ τοῦτο. ἀτιμότατον γὰρ ὥσπερ καὶ αὐτὸν τοῦ Σωτῆρος ἐπιδεικνύντες τὸν θάνατον, συγκατακρίνουσι τοῖς ἀνόμοις τὸν δίκαιον. σημεῖον δ’ ἂν εἶεν οἱ τῷ Σωτῆρι παρηρτημένοι κατάκριτοι, τῶν ὅσον οὐδέπω συναφθήσεσθαι μελλόντων αὐτῷ δύο λαῶν, φημὶ δὴ τοῦ ἐξ Ἰσραὴλ καὶ τοῦ ἐξ ἐθνῶν. κατάκριτος δὲ διὰ τί τῶν τοιούτων ὁ τύπος; Ἰουδαίους μὲν γὰρ ὁ νόμος κατακρίτους ἐδείκνυεν, ἔνοχοι γὰρ ἦσαν ταῖς παραβάσεσιν, Ἕλληνας δὲ ἡ πλάνη· λελατρεύκασι γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα.
Καὶ καθ’ ἕτερον δὲ τρόπον οἱ Χριστῷ κολλώμενοι καὶ συσταυροῦνται πάντως αὐτῷ· θάνατον γὰρ ὥσπερ τὸν ἐκ τῆς ἀρχαίας ἀναστροφῆς ὑπομένοντες πρὸς νέαν τινὰ καὶ εὐαγγελικὴν ἀναμορφοῦνται ζωήν. καὶ γοῦν ὁ Παῦλος ἔλεγεν Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ πάλιν ὡς ἐν τοῖς καθ’ ἑαυτὸν περὶ πάντων Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ἐπιστέλλει δὲ καὶ πρός τινας Εἰ οὖν ἀπεθάνετε ἐκ τοῦ κόσμου, τί ὡς ζῶντες ἐν τῷ κόσμῳ χρηματίζετε; θάνατος γὰρ κοσμικῆς ἀναστροφῆς εἰς ἀρχὰς ἀναφέρει τῆς ἐν Χριστῷ πολιτείας καὶ ζωῆς. οὐκοῦν ἡ συσταύρωσις τῶν δύο λῃστῶν, σημαίνει πως ἡμῖν διὰ τοῦ συμβεβηκότος, τῶν δύο λαῶν τὴν παράστασιν, συντεθνηξομένων ὥσπερ τῷ Σωτῆρι Χριστῷ, κατά γε τὸ ἀποτάξασθαι κοσμικαῖς ἡδοναῖς, καὶ μηκέτι ζῆν ἑλέσθαι σαρκικῶς, συζησομένων δὲ μᾶλλον τῷ ἰδίῳ Δεσπότῃ, ὅσον ἧκεν εἰς τὸ αὐτῷ πολιτεύεσθαι, καὶ αὐτῷ τὴν ἰδίαν ἀναγράψαι ζωήν. λυμαίνεται δὲ οὐδὲν τῇ τῆς εἰκόνος δυνάμει, τὸ κακούργους εἶναι τοὺς συγκεκρεμαμένους·
PG 74:655ἦμεν γὰρ τέκνα φύσει ὀργῆς πρὸ τῆς εἰς Χριστὸν πίστεως, καὶ θανάτῳ πάντες ἔνοχοι, καθάπερ εἴπομεν ἐν ἀρχῇ. «Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον ΙΗΣΟΥΣ Ο ΝΑΖΩΡΑΙΟΣ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.» Τοῦτο δὴ πάντως ἐστὶ τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ καὶ προσηλῶσαί φησιν ὁ θεσπέσιος Παῦλος τῷ ἰδίῳ σταυρῷ τὸν Κύριον, θριαμβεῦσαί τε ἐν αὐτῷ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ὡς νενικημένας δηλονότι καὶ τῆς ἰδίας ἀποπεσούσας ἀρχῆς. εἰ γὰρ καὶ οὐκ αὐτὸς τὸν τίτλον ἔπηξεν ὁ Σωτὴρ, ἀλλ’ ὁ τῆς Ἰουδαίων μανίας συνεργάτης καὶ ὑπουργὸς, ἀλλ’ οὖν τῷ ἐφεῖναι γενέσθαι καὶ τοῦτο ὡς αὐτουργὸς ἀναγέγραπται. τεθριάμβευκε δὲ τὰς ἀρχὰς ἐν αὐτῷ. προὔκειτο γὰρ τοῖς ἐθέλουσιν εἰς ἀνάγνωσιν, τὸν ὑπὲρ ἡμῶν παθόντα σημαῖνον, καὶ τὴν ἰδίαν διδόντα ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντίλυτρον. πάντες μὲν γὰρ οἱ ὄντες ἐπὶ τῆς γῆς, ἐπείπερ ἀρκύων εἴσω τῶν τῆς ἁμαρτίας πεπτώκαμεν· πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν κατά γε τὸ γεγραμμένον· ταῖς τοῦ διαβόλου κατηγορίαις γεγονότες ἔνοχοι, στυγνόν τε καὶ ἀμειδῆ διεζῶμεν βίον.
εἶχε δὲ καθ’ ἡμῶν χειρόγραφον, τὴν ἐκ τοῦ θείου νόμου τοῖς παραβαίνουσιν ἐπηρτημένην ἀρὰν, καὶ τὴν κατὰ τοῦ τῆς ἀρχαίας ἐκείνης παρολισθήσαντος ἐντολῆς ἐξενεχθεῖσαν ψῆφον, καθ’ ὁμοιότητα τὴν ἐκείνου, κατὰ παντὸς ἐρχομένην τοῦ γένους, ἅτε δὴ καὶ παρὰ πάντων παραλυομένου τοῦ δοκοῦντος Θεῷ. οὐ γὰρ δήπου λελύπηται μὲν ἐν Ἀδὰμ διαπταίσαντι Θεὸς, οὐκέτι δὲ ἦν τοιοῦτος ἐν τοῖς μετ’ ἐκεῖνον ἀτιμάζουσι τὸ τῷ κτίσαντι δοκοῦν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς κατὰ πάντων ὁ τοῖς πλημμελοῦσιν ἐπηρτημένος ἐξετείνετο νόμος. ἦμεν οὖν ἐπάρατοι, καὶ τῇ θείᾳ ψήφῳ κατακεκριμένοι, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν ἐκ τοῦ μετ’ ἐκεῖνον διορισθέντος νόμου· ἀλλὰ τοῦτο τὸ καθ’ ἡμῶν χειρόγραφον ἐξήλειψεν ὁ Σωτὴρ, προσηλώσας τὸν τίτλον τῷ ἰδίῳ σταυρῷ, σαφῶς εὖ μάλα σημαίνοντα τὸν ἐπὶ τῷ ξύλῳ θάνατον, ὃν ὑπὲρ τῆς τῶν καταδεδικασμένων ὑπέστη ζωῆς. ἐξέτισε γὰρ ὑπὲρ ἡμῶν τὰς ὑπὲρ τῶν ἐγκλημάτων δίκας. εἰ γὰρ καὶ εἷς ἦν ὁ πάσχων, ἀλλ’ ἦν ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὡς Θεὸς, καὶ τῆς ἁπάντων ζωῆς ἀξιώτερος.
διά τοι τοῦτο, καθὰ καὶ ὁ ψάλλων φησὶν, ἐνέφραξε μὲν ἀνομία πᾶσα τὸ στόμα αὐτῆς, κατηργήθη δὲ τρόπον τινὰ τῆς ἁμαρτίας ἡ γλῶττα, καταλέγειν ἔτι τῶν ἡμαρτηκότων οὐκ ἔχουσα. δεδικαιώμεθα γὰρ, ἐκτετικότος ὑπὲρ ἡμῶν τὰ ὀφλήματα τοῦ Χριστοῦ· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ γεγραμμένον. ὥσπερ δὲ διὰ τοῦ ξύλου τὸ ἐκ τῆς ἀποπτώσεως ἡμῖν ἐξεμηχανήθη κακὸν, οὕτω δὴ πάλιν διὰ ξύλου γέγονεν ἡ εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς ἀναδρομὴ, καὶ τῶν οὐρανίων ἀγαθῶν ἡ τριπόθητος ἐπανάληψις, καὶ αὐτὴν ὥσπερ τοῦ νοσήματος τὴν ἀρχὴν ἀνακεφαλαιουμένου δι’ ἡμᾶς εἰς ἑαυτὸν τοῦ Χριστοῦ. «Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστὶ Ῥωμαϊστὶ Ἑλληνιστί.» Εὐμηχάνως δὴ λίαν καὶ διὰ θείας τινὸς καὶ ἀῤῥήτου πάλιν οἰκονομίας ἀνατεθεῖσθαι τὸν τίτλον φαίη τις ἂν τριπλῆν ἔχοντα τὴν γραφὴν, Ἑβραϊστὶ, Ῥωμαϊστὶ, Ἑλληνιστί· προὔκειτο γὰρ ἐναργῶς τὴν τοῦ Σωτῆρος ἡμῶν βασιλείαν ὁμολογῶν διὰ τριῶν τέως τῶν ἁπασῶν ἐπιφανεστέρων γλωσσῶν, καὶ ἀπαρχὴν ὥσπερ τινὰ τῷ σταυρωθέντι προςάγων τῆς περὶ αὐτοῦ λαληθείσης προφητείας.
PG 74:657ἔφη γάρ που Δανιὴλ ὁ σοφώτατος, ὅτι αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι αἱ φυλαὶ καὶ γλῶσσαι αὐτῷ δουλεύσουσιν, ἀλλὰ καὶ Παῦλος ἡμῖν ὁ ἱερώτατος ἐπιστέλλει βοῶν, ὅτι πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. ἀπαρχὴ τοιγαροῦν ὥσπερ τις ἀληθὴς τῆς τῶν γλωσσῶν ὁμολογίας ὁ τίτλος ἦν, βασιλέα κηρύσσων τὸν Ἰησοῦν. ἦν δὲ καὶ ἑτέρως τῆς Ἰουδαίων ἀφιλοθεί̈ας κατήγορος, μονονουχὶ διαῤῥήδην ἀνακεκραγὼς τοῖς συνθέουσι πρὸς ἀνάγνωσιν, ὅτι τὸν οἰκεῖον ἐσταύρωσαν βασιλέα καὶ Κύριον, τῆς εἰς αὐτὸν ἀγάπης ἀλογήσαντες παντελῶς, καὶ πρὸς τὴν ἁπασῶν ἐσχάτην ἀναισθησίαν πεσόντες οἱ δείλαιοι. «Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων Μὴ γράφε Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπε Βασιλεύς εἰμι τῶν Ἰουδαίων. ἀπεκρίθη ὁ Πιλάτος Ὃ γέγραφα γέγραφα.» Ἀφορήτως ἔχουσι πρὸς τὴν ἐπὶ τῷ τίτλῳ γραφὴν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ δριμὺς αὐτοὺς εἰσέδραμε φθόνος.
ἀρνοῦνται δὲ πάλιν τὴν Χριστοῦ βασιλείαν, καὶ ἀληθῶς μὲν αὐτὸν οὐ κατάρξαι φασὶν, οὔτε μὴν εἰς βασιλέα παραδεδέχθαι πώποτε, λόγῳ γεμὴν κεχρῆσθαι τοιούτῳ φασὶν, ἐκ πολλῆς ἄγαν τῆς ἐνούσης αὐτοῖς εὐηθείας ἠγνοηκότες καὶ τοῦτο, ὡς οὐκ ἂν ψευδομυθήσαι ποτὲ τῆς ἀληθείας ἡ φύσις· ἀλήθεια δὲ ὁ Χριστός· βασιλεὺς οὖν ἄρα τῶν Ἰουδαίων, εἴπερ οὕτως ἑαυτὸν ἐλέγχεται κεκληκὼς, καθὰ καὶ αὐτοὶ δι’ οἰκείας τοῦτο κρατύνουσι φωνῆς. ἀποσείεται δὲ Πιλάτος μεταποιεῖσθαι τὴν γραφὴν ἐξαιτεῖν ἐθέλοντας, οὐ μέχρι παντὸς τὴν τοῦ Σωτῆρος ἡμῶν ἀδικῆσαι δόξαν συγχωρούμενος, θείῳ δηλονότι καὶ ἀῤῥήτῳ νεύματι. πεπηγμένη γὰρ καὶ ἀσυκοφάντητος ἡ Χριστοῦ βασιλεία, κἂν Ἰουδαῖοι μὴ βούλωνται, παραχαράττειν ἐπιχειροῦντες τῆς εἰς αὐτὸν δόξης τὴν ὁμολογίαν. «Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου. εἶπον οὖν πρὸς ἀλλήλους Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται·
ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.» Διενείμαντο μὲν οἱ στρατιῶται τὰ τοῦ Σωτῆρος ἱμάτια, θηριοπρεποῦς ἀγριότητος καὶ τῆς ἐνούσης αὐτοῖς ἀπανθρωπίας καὶ τοῦτο δεικνύντες σημεῖον. ἐν ἔθει γάρ πως ἐστὶ τοῖς κολασταῖς ἥκιστα μὲν ἐπαλγεῖν ταῖς τῶν κατακρίτων ταλαιπωρίαις, ἀπηνέστερον δὲ ἢ προσῆκεν ἔσθ’ ὅτε τοῖς προστεταγμένοις ὑπηρετεῖν, καὶ ταῖς τῶν πασχόντων ἐπανδρίζεσθαι συμφοραῖς, καὶ ὥσπερ τινὰ κλῆρον καθικόμενον εἰς αὐτοὺς, ἐξ ἀναγκαίου τε καὶ νομίμου λόγου, τὸν τῶν ἱματίων ποιεῖσθαι σφετερισμόν. εἰς τέσσαρα τοίνυν διελόντες μέρη τὰ διηρπασμένα, σῶόν τε καὶ ἀδιάτμητον τηροῦσι τὸν ἕνα. διαῤῥηγνύναι γὰρ οὐ δοκεῖ τὸ μὴ παντελῶς ἀχρειοῦν ἀρέσαν αὐτοῖς· κληρωτὸν τοιγαροῦν ἐποιήσαντο δῶρον. οὐ γὰρ ἐνεχώρει ψεύσασθαι λέγοντα τὸν Χριστὸν διὰ τῆς τοῦ ψάλλοντος φωνῆς Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
PG 74:659ταυτὶ μὲν οὖν ἅπαντα προανεφωνεῖτο χρησίμως, ἵν’ εἰδείημεν ἡμεῖς ταῖς τῶν πραγμάτων ἐκβάσεσι τοὺς λόγους συμβάλλοντες, ὅτιπερ αὐτός ἐστιν ὁ προηγγελμένος ἥξειν τε ὑπὲρ ἡμῶν ἐν τῇ καθ’ ἡμᾶς εἰκόνι, καὶ ὑπὲρ τῆς ἁπάντων ζωῆς τεθνάναι προσδοκώμενος. οὐ γὰρ δή τις οἰήσεται νοῦν ἔχων, ὡς ἠνέσχετο ἂν καὶ αὐτὸς ὁ Σωτὴρ, κατὰ τὴν τῶν Ἰουδαίων ἀσυνεσίαν, διυλίζειν τὸν κώνωπα, τουτέστι τὰ λεπτά τε καὶ ἰσχνότατα τῶν παθημάτων προαναφωνεῖν, ὡς καὶ τῆς τῶν ἱματίων μεμνῆσθαι διανομῆς, καταπίνειν δὲ ὥσπερ τὴν κάμηλον, τουτέστι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν τολμημάτων εἰς ἀσέβειαν οὐ πολλοῦ τινος ἀξιῶσαι λόγου, προκεχρησμῴδηκε δὲ μετ’ ἐκείνων καὶ ταῦτα· πρῶτον μὲν ἵνα γινώσκωμεν, ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων. τῶν ἔσεσθαι μελλόντων ἠγνόησεν οὐδὲν, εἶτα πρὸς τούτοις, ἵνα πιστεύωμεν αὐτὸν ἀληθῶς εἶναι τὸν προκεκηρυγμένον, διὰ πολλῶν ὅσων τῶν ἐπ’ αὐτῷ τετελεσμένων ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν ποδηγούμενοι. Εἰ δὲ δεῖ τι πάλιν καὶ ἐπὶ τῇ τῶν ἱματίων διανομῇ περισκεψαμένους εἰπεῖν, ὃ καὶ βλάβος μὲν οἴσει παντελῶς οὐδὲν, ὀνήσει δὲ τάχα τοὺς ἐντευξομένους, ἐρῶ δὴ καὶ τοῦτο.
εἰς τέσσαρα μέρη τὰ τοῦ Σωτῆρος διελόντες ἱμάτια, ἀμέριστον τηροῦσι τὸν ἕνα, τῆς ἀφράστου σοφίας τοῦ Μονογενοῦς διοικουμένης ὥσπερ τι καὶ διὰ τούτου σημεῖον μυστικῆς οἰκονομίας, δι’ ἧς ἔμελλε τὰ τέσσαρα τῆς οἰκουμένης ἀνασώζεσθαι μέρη. ἐμερίσαντο γὰρ οἱονεί πως καὶ ἀμερίστως ἔχει τὰ τέσσαρα τῆς οἰκουμένης μέρη τὸ ἅγιον ὄντως τοῦ Λόγου περίβλημα, τουτέστι τὸ σῶμα αὐτοῦ. κατακερματιζόμενος γὰρ ἐν τοῖς καθ’ ἕνα, καὶ τὴν ἑκάστου ψυχὴν ἁγιάζων μετὰ τοῦ σώματος διὰ τῆς ἰδίας σαρκὸς ὁ Μονογενὴς, ὁλοκλήρως καὶ ἀμερίστως ἐν ὅλοις ἐστὶν εἷς ὑπάρχων πανταχῆ· μεμέρισται γὰρ οὐδαμῶς κατὰ τὴν τοῦ Παύλου φωνήν. τοιαύτην ἡμῖν τοῦ κατ’ αὐτὸν μυστηρίου τὴν δύναμιν καὶ ἡ τοῦ νόμου καταγράφει σκιά. διετύπου γὰρ λαμβάνεσθαι τὸν ἀμνὸν κατὰ τὸν αὐτῷ πρέποντα καιρὸν, λαμβάνεσθαι δέ πως, οὐχ ἑκάστῳ κατὰ κεφαλὴν ἀμνὸν ἕνα, κατ’ οἶκον δὲ μᾶλλον καὶ κατὰ πληθύν· συλλήψεται γὰρ, φησὶν, ἕκαστος τὸν γείτονα καὶ τὸν πλησίον αὐτοῦ.
καὶ μερίζεσθαι μὲν οὕτω κεκέλευκεν εἰς πολλοὺς τὸν ἀμνὸν, ἀλλ’ ἵνα μὴ πάλιν ἐξ οἴκου πρὸς οἶκον ἀποκομισθέντων αὐτοῦ τῶν κρεῶν καταμερίζεσθαί πως διὰ τοῦτο δοκῇ, προσεπιτάττει λέγων Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται· οὐκ ἐξοίσετε ἀπὸ τῶν κρεῶν αὐτοῦ ἔξω. ἄθρει γὰρ ὅπως, καθάπερ ἔφην ἀρτίως, καὶ ἐν τύποις αὐτῷ καὶ σκιαῖς τετήρηκεν ἡ γραφὴ τὸ μερίζεσθαι μὲν εἰς πολλοὺς, οἵπερ ἂν εἶεν ἐν ἑκάστῃ τυχὸν οἰκίᾳ, προμηθέστατα δὲ πάλιν καὶ τὸ μὴ μερίζεσθαι δοκεῖν, ἀλλὰ τελείως τε καὶ ὁλοκλήρως ὡς ἕνα ἐν πᾶσι μεριστῶς τε ἅμα καὶ ἀμερίστως εὑρίσκεσθαι. τοιοῦτον δή τι νοήσεις καὶ ἐπὶ τοῖς ἱματίοις αὐτοῦ· τὰ μὲν γὰρ εἰς τέσσαρα διενεμήθη μέρη, μεμένηκε γεμὴν ἀδιανέμητος ὁ χιτών. Λυπεῖ δὲ οὐδὲν προσθεῖναι κἀκεῖνο, ὡς εἴπερ τις ἕλοιτο τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντόν τε καὶ ἄραφον, ὅσον ἧκεν εἰς θεωρίας δύναμιν, εἰς δήλωσιν περιτρέπειν τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ, διὰ τὸ συνόδου καὶ οἱονεὶ συμβολῆς τινος δίχα τῆς ἀνδρός τε καὶ γυναικὸς γενέσθαι τοῦτο, τῇ δὲ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ τῇ δυνάμει τῇ ἄνωθεν εἰς τὸ αὐτῷ πρέπον ἐξυφάνθαι σχῆμα, δεδέχθω καὶ τοῦτο.
τὰ γὰρ δὴ τῶν θεωρημάτων, οὐδὲν κατὰ τῶν ἀναγκαίων εἰσκομίζοντα βλάβος, ὠδίνοντα δὲ μᾶλλον τὸν ἐφ’ ᾧπερ ἄν τις ὠφελοῖτο τυχὸν, πῶς οὐκ ἀμαθὲς οὐκ ἀποσείεσθαι, μᾶλλον δὲ πῶς οὐκ ἀκόλουθον ἐπαινεῖν, τῆς ἀρίστης ὄντα διανοίας εὑρήματα; «Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλοπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.» Διαμέμνηται καὶ τούτου χρησίμως ὁ θεσπέσιος Εὐαγγελιστὴς, οὐδένα τῶν ἱερῶν ἀποπίπτοντα λόγων καὶ κατὰ τοῦτο δεικνύς. τί δὲ δὴ πάλιν εἰς τοῦτό φαμεν; ἐκθήσομαι γάρ. παρισταμένας εἰσφέρει τῷ σταυρῷ, τήν τε μητέρα αὐτοῦ, καὶ σὺν αὐτῇ τὰς ἑτέρας, δῆλον δὲ ὅτι κλαούσας. φιλόδακρυ γάρ πως ἀεὶ τὸ θηλειῶν ἐστι γένος, καὶ πολὺ δὴ λίαν εἰς θρήνους εὐπετὲς, ὅταν δὴ μάλιστα καὶ πλουσίας ἔχοι τοῦ δακρυῤῥοεῖν τὰς ἀφορμάς. τί δὴ οὖν ἄρα τὸ λεπτομυθεῖν ἀναπεῖσαν τὸν μακάριον Εὐαγγελιστὴν, ὡς καὶ τῆς τῶν γυναίων διαμεμνῆσθαι παραμονῆς;
PG 74:661σκοπὸς γὰρ αὐτῷ γέγονε διδάξαι κἀκεῖνο, ὅτι καὶ αὐτὴν κατὰ τὸ εἰκὸς τὴν τοῦ Κυρίου μητέρα τὸ ἀδοκήτως συμβεβηκὸς ἐσκανδάλισε πάθος, καὶ μικροῦ τοῦ πρέποντος ἐξέστησε λογισμοῦ πικρὸς ὢν λίαν ὁ ἐπὶ τῷ σταυρῷ θάνατος· καὶ πρός γε τούτῳ, τὰ τῶν Ἰουδαίων ἐμπαίγματα, καὶ αὐτοὶ δὲ τάχα προσεδρεύοντες τῷ σταυρῷ καὶ διαγελῶντες οἱ στρατιῶται τὸν ἐξηρτημένον, καὶ αὐτῆς ἐν ὄψει τῆς μητρὸς τὸν τῶν ἱματίων τολμήσαντες μερισμόν. μὴ γὰρ ἐνδοιάσῃς, ὅτι τοιούτους τινὰς εἰσεδέξατο λογισμούς Γεγέννηκα μὲν ἐγὼ τὸν ἐπὶ ξύλου γελώμενον· ἀλλ’ Υἱὸν ἑαυτὸν ἀληθινὸν εἶναι λέγων τοῦ πάντων κρατοῦντος Θεοῦ, τάχα που καὶ διεσφάλετο, ἐπλανᾶτο κατὰ τὸ εἰκός Ἐγώ εἰμι λέγων ἡ ζωή· πῶς ἐσταυρώθη; κατὰ τίνα δὲ τρόπον τοῖς τῶν φονώντων ἐνεπνίγη βρόχοις; πῶς οὐ κεκράτηκε τῆς τῶν διωκόντων ἐπιβουλῆς; πῶς δὲ οὐ κάτεισιν ἀπὸ τοῦ σταυροῦ, καίτοι τῷ Λαζάρῳ παλινδρομεῖν ἐπιτάξας εἰς ζωὴν, καὶ ὅλην τοῖς θαύμασι καταπλήξας τὴν Ἰουδαίαν; καὶ εἰκός γε δὴ σφόδρα τὸ μυστήριον οὐκ εἰδὸς ἐν τοιούτοις τισὶ τὸ γύναιον ὀλισθῆσαι διαλογισμοῖς·
χρὴ γὰρ ἐννοεῖν ποιοῦντας ὀρθῶς, ὅτι τῶν συμβεβηκότων ἡ φύσις δεινὴ πρὸς τὸ καταστρέψαι καὶ τὸν νήφοντα λογισμόν. θαυμαστὸν δὲ οὐδὲν εἰ παρώλισθέ πως εἰς τοῦτο γυνή· εἰ γὰρ καὶ αὐτὸς ὁ τῶν ἁγίων μαθητῶν πρόκριτος Πέτρος ἐσκανδαλίσθη ποτὲ, λέγοντος τοῦ Χριστοῦ καὶ διδάσκοντος ἐναργῶς, ὅτι μέλλοι παραδοθῆναι εἰς χεῖρας ἁμαρτωλῶν, καὶ σταυρὸν ὑπομένειν καὶ θάνατον, ὡς ἀναφωνῆσαι προαλέστερον Ἵλεώς σοι Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· τί τὸ παράδοξον, εἰ πρὸς ἐννοίας ἀσθενεστέρας ὁ τρυφερὸς τοῦ γυναίου συνηρπάζετο νοῦς; καὶ ταῦτά φαμεν οὐ καταστοχαζόμενοι μάτην, ὡς ἄν τῳ δοκοίη, ἀλλ’ ἐκ τῶν γεγραμμένων περὶ τῆς τοῦ Κυρίου μητρὸς ἰόντες εἰς ὑποψίας. μεμνήμεθα γὰρ ὅτι Σιμεὼν ὁ δίκαιος, ὅτε βρέφος ὄντα τὸν Κύριον εἰς τὰς ἀγκάλας ἐδέξατο, κατὰ τὸ γεγραμμένον, προευχαριστήσας καὶ εἰπών Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, καὶ πρὸς αὐτὴν ἔφη τὴν ἁγίαν παρθένον Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία·
PG 74:663ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ῥομφαίαν γὰρ ἔλεγε τὴν ὀξεῖαν τοῦ πάθους προσβολὴν πρὸς λογισμοὺς ἐκτόπους κατατέμνουσαν τοῦ γυναίου τὸν νοῦν. δοκιμάζουσι γὰρ οἱ πειρασμοὶ τὰς τῶν πασχόντων καρδίας, καὶ τοὺς ἐνόντας αὐταῖς ἀπογυμνοῦσι λογισμούς. «Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί Γύναι, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.» Προενόησε τῆς μητρὸς, ἀλογήσας ὥσπερ τῆς τοῦ πάθους ἀκμῆς· ἦν γὰρ καὶ πάσχων ἀπαθής. παραδίδωσι δὲ τῷ ἠγαπημένῳ μαθητῇ, Ἰωάννης δὲ οὗτος ἦν ὁ τοῦ βιβλίου συγγραφεὺς, ἀπάγειν δὲ οἴκαδε κελεύει, καὶ ἐν τάξει ποιεῖσθαι μητρὸς, αὐτῇ τε αὖ πάλιν παρεγγυᾷ τὸν γνήσιον οἴεσθαι μαθητὴν οὐδὲν ἕτερον ὑπάρχειν ἢ εἰς υἱὸν ἀληθῶς, διὰ φειδοῦς δηλονότι καὶ φιλοστοργίας, τὴν τοῦ κατὰ φύσιν υἱοῦ πληροῦντά τε καὶ ἀπομιμούμενον χρείαν. Ἀλλ’ ὥσπερ ᾠήθησαν τῶν ἀσυνέτων τινές Ἆρα μὴ φιλοσαρκήσας ταυτὶ δήπου φησὶν ὁ Χριστός; ἄπαγε τῆς δυσβουλίας· ἁρμόσει γὰρ μόνοις τοῖς ἀπόπληκτον ἔχουσι τὴν διανοίαν, τὸ πρὸς τοῦτο μωρίας κατολισθεῖν.
τί οὖν ἄρα τῶν χρησίμων εἰργάζετο διὰ τούτου Χριστός; πρῶτον μὲν ἐκεῖνό φαμεν, ὅτι μάθημα κρατύνειν ἤθελε τὸ καὶ νόμῳ τετιμημένον. τί γὰρ ὁ διὰ Μωυσέως ἔφη θεσμός; Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται. καὶ οὐ μέχρι τοῦ προτρέπεσθαι δεῖν τὸν ἐπὶ τούτῳ λόγον ἡμῖν ἐποιήσατο, ἀλλ’ ἤδη καὶ τὴν ἐσχάτην ἡμῖν προσηπείλησε δίκην τοῖς μὴ τοῦτο δρᾶν ἑλομένοις· ἐν ἴσῳ δὲ ὥσπερ τέθεικε λόγῳ τὸ εἰς Θεὸν ἁμαρτεῖν καὶ τοὺς κατὰ σάρκα φύσαντας. τὸν μὲν γὰρ δύσφημον ὁ νόμος τὴν ἐπὶ θανάτῳ ψῆφον ὑπομένειν κεκέλευκεν· Ὀνομάζων γὰρ, φησὶ, τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω· τὸν δὲ τοῖς γονεῦσιν ἀκρατῆ καὶ ἀχάλινον ἐξοπλίζοντα γλῶσσαν ταῖς ἰσοστάθμοις ὑπετίθει ποιναῖς· Ὁ κακολογῶν γὰρ, φησὶ, πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. εἶτα τοσαύτην τοῦ νομοθέτου τιμὴν ἀπονέμεσθαι δεῖν διατεταχότος παρ’ ἡμῶν τοῖς φύσασι, πῶς οὐκ ἔδει τὴν οὕτω διαβόητον ἐντολὴν καὶ ταῖς τοῦ Σωτῆρος κρατύνεσθαι ψήφοις, καὶ ἐπείπερ ἡ παντὸς ἀγαθοῦ καὶ ἁπάσης ἀρετῆς ἰδέα διὰ πρώτου κεχώρηκεν αὐτοῦ, τί μὴ ταῖς ἄλλαις συνέθει καὶ αὐτή; τρόπος γὰρ ὄντως ἀρετῆς ὁ τιμαλφέστατος ἡ εἰς γονέας τιμή.
τὸ δὲ μὴ πάρεργον ποιεῖσθαι τὴν εἰς αὐτοὺς ἀγάπησιν, κἂν ἀφόρητοί τινες ἡμᾶς περικλύζωσι συμφοραὶ, πόθεν ἦν εἰπέ μοι μαθεῖν, εἰ μὴ ἐν πρώτῳ καὶ διὰ πρώτου Χριστοῦ; ἄριστος γὰρ ἀληθῶς ὁ τῶν ἁγίων διαμεμνημένος ἐντολῶν, καὶ τῆς τοῦ πρέποντος θήρας οὐκ ἐξωθούμενος, οὐχ ὁ ἐν γαλήνῃ πραγμάτων, ἀλλ’ ὁ ἐν χειμῶνι καὶ κλύδωνι τοῦτο μὴ παθών. Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνό φημι, ὅτι τῆς οἰκείας μητρὸς σκανδάλῳ περιπεσούσης καὶ λογισμῶν ἀταξίαις ἐμπεφυρμένης, πῶς οὐκ ἔδει προνοεῖν τὸν Κύριον; Θεὸς γὰρ ὢν ἀληθινὸς, καὶ εἰς τὰ τῆς καρδίας βλέπων κινήματα, καὶ τὰ ἐν τῷ βάθει γινώσκων, πῶς ἂν ἠγνόησε τὰς κατ’ ἐκεῖνο δὴ μάλιστα καιροῦ συνταραττούσας αὐτὴν ἐννοίας ἐπὶ τῷ τιμίῳ σταυρῷ; εἰδὼς οὖν ἄρα τοὺς ἐν αὐτῇ διαλογισμοὺς, ἀρίστῳ μυσταγωγῷ παρεδίδου τῷ μαθητῇ, τὸ τοῦ μυστηρίου βάθος ἐκδιηγεῖσθαι καλῶς τε καὶ οὐκ ἀνικάνως ἔχοντι. σοφὸς γὰρ ἦν ὄντως καὶ θεολόγος, ὃς καὶ δέχεταί τε καὶ ἀποκομίζει χαίρων, πᾶσαν ἐπ’ αὐτῇ πληρώσων τοῦ Σωτῆρος τὴν βούλησιν. «Μετὰ τοῦτο Ἰησοῦς ἰδὼν ἤδη ὅτι πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφὴ, λέγει Διψῶ. σκεῦος ἔκειτο ὄξους μεστόν·
PG 74:665σπόγγον οὖν μεστὸν ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.» Πεπληρωμένης ἁπάσης ἀσεβείας ἐπὶ Χριστῷ παρὰ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, καὶ λοιπὸν ἐλλείποντος οὐδενὸς εἰς τὸ φαίνεσθαι τελείως ἔχουσαν τὴν ὑπὲρ λόγον ὠμότητα, πάσχει τι πάλιν ἐν τελευταίοις ἡ σὰρξ ἴδιόν τε καὶ φυσικόν· εἰσδέχεται γὰρ τὸ διψῆν ταῖς πολυτρόποις αἰκίαις ξηρανομένη. δεινοὶ γὰρ οἱ πόνοι πρὸς τὸ ἀναγκᾶσαι διψῆν, ἐμφύτῳ τινὶ καὶ ἀφράστῳ θερμότητι τὴν ἐν τῷ βάθει δαπανῶντες ἰκμάδα, καὶ διαπύροις τισὶ προσβολαῖς τὸ τοῦ πάσχοντος διακαίοντες σπλάγχνον. ἦν μὲν γὰρ οὐ χαλεπὸν τῷ πάντα ἰσχύοντι Θεῷ Λόγῳ ἀποστῆσαι καὶ τοῦτο τῆς ἰδίας σαρκὸς, ἀλλ’ ὥσπερ ἑκὼν ἐφῆκε παθεῖν τὰ ἕτερα, πάσχει καὶ τοῦτο καθ’ ἑκούσιον βούλησιν. οὐκοῦν ἐζήτει πιεῖν. οἱ δὲ ἦσαν οὕτως ἀφιλοικτίρμονες καὶ ἀγάπης τῆς φιλοθέου μακρὰν, ὡς ἀντὶ ποτοῦ πεφυκότος ὠφελεῖν, τὸ ἀδικοῦν ἐπιδοῦναι, καὶ προσθήκην ἀσεβείας καὶ αὐτὸ τῆς ἀγάπης τὸ χρῆμα ποιήσασθαι. τὸ γὰρ ὅλως αἰτοῦντι προσενεγκεῖν, πῶς οὐχὶ τὸ τῆς ἀγάπης ἐπλάττετο σχῆμα;
ἀλλ’ οὐκ ἦν ἐφικτὸν διαψεύσασθαί ποτε τὴν θεόπνευστον γραφὴν, ὡς ἐκ προσώπου λέγουσαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ περὶ αὐτῶν Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἀλλ’ ὁ μὲν μακάριος Εὐαγγελιστὴς Ἰωάννης, τὸν σπόγγον τοῦ ὄξους ὑσσώπῳ περιθέντας προσκομίσαι φησί· Λουκᾶς γεμὴν οὐδενὸς τὸ παράπαν ἐπιμνησθεὶς τοιούτου, μόνον ὅτι προσήγαγον ὄξος διισχυρίσατο· Ματθαῖος δὲ καὶ Μάρκος καλάμῳ τὸν σπόγγον περιτεθεῖσθαί φασι. καὶ διαφωνῆσαι μὲν ἴσως οἰήσονταί τινες τοὺς ἁγίους εὐαγγελιστάς· πάθοι δ’ ἂν οἶμαι τῶν εὖ φρονούντων οὐδεὶς ἔν γε τοῖς τοιούτοις αὐτό. τὸ γὰρ εἶδος τῆς ἀσεβείας, οὐχὶ δὴ πάντως τε καὶ ἀναγκαίως καὶ τίνα τρόπον ἐπράττετο ζητητέον; τοιγάρτοι καὶ ὁ θεσπέσιος Λουκᾶς οὐδενὸς ἀξιώσας λόγου τῆς προσαγωγῆς τὸν τρόπον, ἀπεριεργότερον ὄξος αὐτῷ διψῶντι προσκεκομίσθαι φησίν. ἔστι δὲ οὐκ ἀμφίβολον, ὡς οὐκ ἂν ἀλλήλοις ἐν τοῖς οὕτω μικροῖς καὶ τοῦ μηδενὸς ἀξίοις ἀντεφώνησαν οἱ εὐαγγελισταὶ, καίτοι συνενεχθέντες καὶ ἐν τοῖς ἀναγκαίοις ὅτι μάλιστα συμβαίνοντές τε καὶ συμφθεγγόμενοι. τίς οὖν ἡ διαφορὰ, θεραπείας δὲ τίνα δέξεται τρόπον;
PG 74:667οὐδαμόθεν ἀμφίβολον, ὅτι πολλοί τινες ἦσαν τῆς κατὰ Χριστοῦ δυσσεβείας οἱ ὑπηρέται, φημὶ δὴ στρατιώτας, οἵπερ αὐτὸν ἀπεκόμισαν ἐπὶ τὸν σταυρόν· πλεῖστοι δὲ καὶ τῶν Ἰουδαίων τὸν τῆς ὠμότητος ἐμερίζοντο τρόπον, καὶ οἱ μὲν καλάμῳ περιθέντες τὸν σπόγγον, οἱ δὲ τῷ ξύλῳ τῆς καλουμένης ὑσσώπου, βοτάνης δὲ εἶδος ἡ ὕσσωπος, ἐπότιζον τὸν Ἰησοῦν, ἔπραττον δὲ καὶ τοῦτο κατὰ τῆς οἰκείας οἱ δείλαιοι κεφαλῆς. τὸ γὰρ μηδαμόθεν ἐλεεῖσθαι δεῖν ἑαυτοὺς οὐκ εἰδότες κατεσκεύαζον, ἅπαν μὲν ἡμερότητος καὶ φιλανθρωπίας εἶδος ἀποδυσάμενοι, τοῖς δὲ οὕτω παραλόγοις τολμήμασι μόναις ταῖς ἑαυτῶν δυσσεβείαις ἁμιλλώμενοι. τοιγάρτοι διὰ φωνῆς Ἱεζεκιὴλ τοῦ προφήτου πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ ἔφασκεν ὁ Θεός Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου, διὰ δὲ φωνῆς Ἡσαί̈ου πρὸς τὸν ἀνομώτατον Ἰσραήλ Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. ἐφ’ ἅπασι μὲν οὖν τοῖς ἤδη τετελεσμένοις ἀνοσίοις τε καὶ ἐκτοπωτάτοις τολμήμασιν ἐπράχθη καὶ τοῦτο κατὰ Χριστοῦ· ἔσται δ’ οὖν ὅμως εἰς ὄνησιν ἡμετέραν ὁ ὑπογραμμός.
εἰσόμεθα γὰρ καὶ διὰ τούτου πάλιν, ὅτι τοῖς φιλόθεον ἔχουσι τὴν ἕξιν, καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν ἐρηρεισμένοις, ἀκατάληκτος ὥσπερ τις ἕψεται πόλεμος παρὰ τῶν φρονούντων τὰ ἐναντία, οἳ καὶ μέχρις ἐσχάτης ἀναπνοῆς τὴν κατ’ αὐτῶν μανίαν οὐκ ἀποδύσονται, δριμεῖς πανταχόθεν ἐξαρτύοντες πειρασμοὺς, καὶ πᾶν εἶδος ἐπινοεῖν σπουδάζοντες τοῦ πεφυκότος ἀδικεῖν. ἀλλ’ ὥσπερ οὐ κατέληξεν ὁ πόνος, ἀκατάληκτον ἔσται καὶ τῆς εὐθυμίας τὸ μῆκος· καὶ ὥσπερ οὐκ ἐλώφησε τὰ δεινὰ καὶ ἡ ἐκ τοῦ πειράζεσθαι θλίψις, οὕτως οὐ πεπαύσεται τῶν ἁγίων τὰ ἀγαθὰ, διαμενεῖ δὲ πάντως καὶ ἔσται διηνεκὴς ἡ ἐκ τῆς εὐδοκιμήσεως χάρις. «Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.» Προστεθειμένου τοῖς ἄλλοις καὶ τούτου, τετελέσθαι φησὶν ὁ Σωτὴρ τῆς Ἰουδαίων ἀσεβείας δηλονότι τὸ μέτρον, καὶ τῆς εἰς αὐτὸν παροινίας τὴν ὑπερβολήν. τί γὰρ ἦν ἔτι τοῖς Ἰουδαίοις τὸ ἀνεπιτήδευτον, τί δὲ τῶν εἰς ἄκρον ἡκόντων ἀπανθρωπίας οὐ μεμελέτητο; ποῖος γὰρ αἰκίας παρελείφθη τρόπος, ὕβρεως δὲ τῆς ἐσχάτης τί παρέντες ἐφαίνοντο;
τοιγάρτοι δικαίως τὸ τετελέσθαι φησὶν, ἀλλ’ ὥρας ἤδη καλούσης τῆς εἰς τὸ καὶ αὐτοῖς ἐθέλειν τοῖς ἐν ᾅδου διακηρύξαι πνεύμασιν. ἐπεδήμησε γὰρ, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ αὐτὸν ὑπὲρ ἡμῶν εἰσέβη τὸν θάνατον, καὶ τὸ κοινὸν δὴ τοῦτο τῆς ἡμέτερας φύσεως ὑπομένει πάθος, δῆλον δὲ ὅτι κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, ἵνα σκυλεύσας τὸν ᾅδην κατορθώσῃ τῇ ἀνθρωπείᾳ φύσει τὴν εἰς ζωὴν ἀναδρομὴν, ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος, κατὰ τὰς γραφάς. ἔκλινε τοίνυν τὴν κεφαλήν· ὡς γὰρ ἐξ ἔθους καὶ τούτου τοῖς τεθνεῶσι συμβαίνοντος, διὰ τὸ παρεῖσθαι λοιπὸν τοὺς τῆς σαρκὸς τόνους, ἀποφοιτήσαντος ἤδη τοῦ συνέχοντος αὐτὴν καὶ συντείνοντος πνεύματος, ἤτοι τῆς ψυχῆς, κατεχρήσατο ταῖς λέξεσιν ὁ Εὐαγγελιστής. καὶ μὴν καὶ τὸ φάναι δὴ πάλιν ὅτι παρέδωκε τὸ πνεῦμα τῆς καθ’ ἡμᾶς συνηθείας οὐκ ἀποκείσεται· οὕτω γὰρ οἱ πολλοὶ τό Ἀπέσβη καὶ τέθνηκε λέγουσιν.
εἰκὸς δὲ δὴ πάλιν οἰκονομικῶς τε καὶ ἀναγκαίως, οὐχ ἁπλῶς ὅτι τέθνηκεν εἰπεῖν τὸν ἅγιον Εὐαγγελιστὴν, ἀλλ’ ὅτι παρέδωκε τὸ πνεῦμα, εἰς χεῖρας δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον ὡς παρ’ αὐτοῦ Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, καὶ ἡμῖν δὲ αὐτοῖς ἀγαθῆς ἐλπίδος ἀρχὴν καὶ θεμέλιον ἡ τοῦ λόγου κατεβάλετο δύναμις. δεῖν γὰρ οἶμαι διακεῖσθαι, καὶ μάλα εἰκότως, ὅτι τῶν ἀπὸ γῆς σωμάτων αἱ τῶν ἁγίων ἀποδημοῦσαι ψυχαὶ, καθάπερ εἰς χεῖρας φιλοστοργοτάτου Πατρὸς, τῇ τοῦ Θεοῦ χρηστότητι καὶ φιλανθρωπίᾳ μονονουχὶ παρατίθενται καὶ οὐ, καθάπερ τινὲς τῶν ἀπίστων ὑπειλήφασι, τὰς ἐπιτυμβίους περιμένουσαι χοὰς ἐμφιλοχωροῦσι τοῖς μνήμασιν, ἀλλ’ οὐδὲ καθάπερ αἱ τῶν φιλαμαρτημόνων εἰς τὸν τῆς ἀμέτρου κολάσεως κατακομίζονται τόπον, τουτέστιν, εἰς ᾅδου· τρέχουσι δὲ μᾶλλον εἰς χεῖρας τοῦ πάντων Πατρὸς, καὶ ταύτην ἡμῖν ἐγκαινίσαντος τὴν ὁδὸν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ·
PG 74:669παρέδωκε γὰρ εἰς χεῖρας τοῦ ἰδίου γεννήτορος τὴν ψυχὴν, ἵνα καὶ ἡμεῖς, ἀρχὴν λαβόντες ὡς ἐν ἐκείνῃ καὶ δι’ ἐκείνης, λαμπρὰς ἔχωμεν τὰς ἐλπίδας, ἀραρότως διακείμενοι καὶ πεπιστευκότες, ὅτι τὸν τῆς σαρκὸς ὑπομείναντες θάνατον ἐν χερσὶν ἐσόμεθα Θεοῦ, καὶ πολὺ δὴ λίαν ἐν ἀμείνοσιν ἤπερ ἦμεν μετὰ σαρκός. διὸ καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος ὅτι κρεῖττον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. «Ὡς δὲ ἐξέπνευσεν, ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον ἀπὸ ἄνωθεν ἕως κάτω.» Τὸ ἐν τῷ ναῷ καταπέτασμα ὀθόνη τις ἦν καθιεμένη διαμπὰξ εἰς αὐτὸ τοῦ οἴκου τὸ μεσαίτατον, καὶ συσκιάζουσά πως τὰ ἐσωτέρω, καὶ βάσιμον ὥσπερ μόνῳ τιθεῖσα τῷ ἀρχιερεῖ τὴν ἐνδοτέρω σκηνήν. οὐ γὰρ δὴ τοῖς ἐθέλουσιν ἀνίπτοις ἐφεῖτο ποσὶν ἐπὶ τὸ ἔσω διάττοντας τὰ ἅγια τῶν ἁγίων ἀφυλάκτως ὁρᾶν. ἀναγκαιοτάτην δὲ σφόδρα τὴν ἐκ τῶν καταπετασμάτων διατομὴν καὶ ὁ Παῦλος ἡμῖν ἐπιδεικνὺς ἐν τῷ πρὸς Ἑβραίους ἔφη γράμματι Σκηνὴ γὰρ κατεσκευάζετο ἡ πρώτη, ἥτις λέγεται ἁγία·
μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος ἡ χρυσῆ ἔχουσα τὸ μάννα, καὶ αἱ πλάκες τῆς διαθήκης καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα. ἀλλ’ εἰς μὲν τὴν πρώτην, φησὶ, σκηνὴν εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν μόνος ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπέρ τε ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. ἦν μὲν γὰρ οὐκ ἀμφίλογον, ὅτι ταῖς πρώταις τοῦ ναοῦ θύραις περιτετάνυστο καταπέτασμα. διὸ καὶ εἰς τὴν πρώτην ἐλογίζετο σκηνὴν, ἐκαλεῖτο δὲ ἁγία· οὐ γὰρ δή τις ὅλως ἀνίερον εἶναί τινα τοῦ ναοῦ τόπον ἐρεῖ, διαψεύσεται γὰρ, ἐπείπερ ὅλος ἅγιος ἦν. μετὰ δὲ τὴν πρώτην σκηνὴν τὸ μεταξὺ καταπέτασμα δευτέραν ὥσπερ εἰργάζετο, τὴν ἐσωτέρω φημὶ, τὰ ἅγια τῶν ἁγίων.
PG 74:671ἀλλ’ ὥσπερ ὁ μακάριος ἔφη Παῦλος, διὰ τῶν ἐν τύποις ἡμῖν σχημάτων ἐδήλου τὸ Πνεῦμα τὴν τοῖς ἁγίοις πρεπωδεστέραν οὔπω πεφανερῶσθαι τρίβον, εἰργομένων ἔτι τῶν λαῶν, καὶ στάσιν ἐχούσης τῆς πρώτης αὐλῆς. οὔπω γὰρ ὄντως ὁ τῆς πολιτείας διεφαίνετο τρόπος τῆς δοθείσης διὰ Χριστοῦ τοῖς διὰ τοῦ Πνεύματος κεκλημένοις πρὸς ἁγιασμὸν, οὔπω τὸ περὶ αὐτοῦ πεφανέρωτο μυστήριον, ἔτι τῆς ἐν γράμμασιν ἰσχυούσης ἐντολῆς. διὸ καὶ εἰς τὴν πρώτην αὐλὴν ὁ νόμος ἵστη τοὺς Ἰουδαίους. προεισβολὴ γὰρ ὥσπερ τις καὶ ἵν’ οὕτως εἴπω προαύλιόν ἐστι τῆς εὐαγγελικῆς παιδεύσεώς τε καὶ πολιτείας ἡ νομική. ἡ μὲν γάρ ἐστιν ἐν τύποις, ἡ δὲ βλέπει πρὸς ἀλήθειαν. καὶ ἁγία μὲν ἡ πρώτη σκηνὴ, ἅγιος γὰρ ὁ νόμος καὶ ἡ ἐντολὴ δικαία καὶ ἀγαθή· ἁγία δὲ ἁγίων ἡ ἐσωτέρα· ἅγιοι γὰρ ὄντες οἱ τῆς κατὰ νόμον δικαιοσύνης μετειληφότες, γεγόνασιν ἁγιώτεροι τὴν πίστιν παραδεξάμενοι, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, καὶ τῷ θείῳ τε καὶ Ἁγίῳ διακεχρισμένοι Πνεύματι. μείζων οὖν ἄρα τῆς νομικῆς δικαιοσύνης ἡ διὰ πίστεως, καὶ πολὺ δὴ λίαν πλουσιώτερος ὁ ἁγιασμός.
τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἥδιστά τε καὶ λίαν ἑτοίμως τὴν ἐν νόμῳ δικαιοσύνην ἐζημιῶσθαί φησιν, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ ἐν αὐτῷ μὴ ἔχων ἰδίαν δικαιοσύνην τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. καὶ ὀπίσω δέ τινες ἔπιπτον, καὶ καλῶς τρέχοντες ἐβασκαίνοντο, γαλάται δὲ οὗτοι, μετὰ τὴν ἐν πίστει δικαιοσύνην, εἰς τὴν τοῦ νόμου παλινδρομήσαντες ἐντολὴν, καὶ εἰς πολιτείαν ὑπονοστήσαντες τὴν ἐν τύποις καὶ γράμμασιν, οἷς δὴ καὶ σφόδρα δικαίως ὁ Παῦλος διεμαρτύρατο λέγων Ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ἀλλ’ ἵνα τὸν τοῦ προκειμένου χρησίμως καὶ ἀναγκαίως ἀναμηρυσώμεθα λόγον, σχίζεται τοῦ ναοῦ τὸ καταπέτασμα ἀπὸ ἄνωθεν ἕως κάτω, τὰ ἅγια τῶν ἁγίων ἀνακαλύπτοντος ὥσπερ ἤδη τοῦ Θεοῦ, καὶ βατὴν τοῖς πιστεύουσιν εἰς Χριστὸν τὴν ἔσω λοιπὸν τιθέντος σκηνήν.
πρόκειται γὰρ ἤδη τῶν θείων ἡμῖν μυστηρίων ἡ γνῶσις, οὐκέτι τῇ παχύτητι τοῦ νομικοῦ γράμματος καθάπερ τινὶ καταπετάσματι κατημφιεσμένη, οὐδὲ τὸ ἐκ τῆς ἱστορίας ἔχουσα κατακάλυμμα, ἤγουν τὸ ἐν τύποις ἀφανὲς τοῖς τῆς διανοίας ἡμῶν ὄμμασιν ἀνατειχίζουσα, ἀλλ’ ἐν ἁπλότητι πίστεως καὶ ἐν ὀλίγοις κομιδῇ τοῖς ῥήμασιν· Ἐγγὺς γάρ σου, φησὶ, τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματι σου Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. ὅλον γὰρ ἡμῖν ἐν τούτοις ὁρᾶται τὸ τῆς εὐσεβείας μυστήριον. ἀλλ’ ἕως μὲν οὔπω τῆς ἡμετέρας ὑπεραθλήσας ζωῆς τὸν τῆς σαρκὸς θάνατον ὑπέμεινεν ὁ Χριστὸς, ἥπλωτό πως ἔτι τὸ καταπέτασμα· ἐκράτει γὰρ ἔτι τῆς κατὰ νόμον ἐντολῆς ἡ δύναμις.
PG 74:673ἐπειδὴ δὲ πάντα τετέλεστο τὰ ἐπὶ Χριστῷ τολμήματα παρὰ τῆς Ἰουδαίων ἀνοσιότητος, καὶ λοιπὸν ἐξέπνευσε δι’ ἡμᾶς, καὶ τοῦτο παθὼν ὁ Ἐμμανουὴλ, καιρὸς ἦν ἤδη περιῤῥήγνυσθαι λοιπὸν τὸ ἀρχαῖον ἐκεῖνο καὶ πλατὺ καταπέτασμα, τουτέστι, τὴν τοῦ νομικοῦ γράμματος ἀσφάλειαν, καὶ ἀπογυμνοῦσθαι τοῖς διὰ πίστεως ἡγιασμένοις ἐν Χριστῷ τῆς ἀληθείας τὸ κάλλος. σχίζεται δὲ διόλου τὸ καταπέτασμα, τὸ γάρ Ἄνωθεν ἕως κάτω τί ἂν ἕτερον ἡμῖν ἢ τοῦτο σημαίνει; καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ μερικὴν ἔχει τὴν ἀποκάλυψιν τὸ σωτήριον κήρυγμα, τελεώτατον δὲ ἡμῖν τῶν θείων ἡμῖν μυστηρίων ἐνίησι φωτισμόν. διὸ καὶ ὁ ψάλλων ἔφη που πρὸς τὸν Θεὸν, ὡς ἐκ προσώπου τοῦ νέου λαοῦ Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι, καὶ μὴν καὶ ὁ θεσπέσιος ἐπιστέλλει Παῦλος τοῖς πιστεύσασιν εἰς Χριστόν Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ καὶ πάσῃ γνώσει.
ὅτι τοίνυν ἐν πάσῃ σοφίᾳ καὶ ἐν πάσῃ γνώσει καὶ ἐν παντὶ λόγῳ καταπλουτήσειν ἔμελλον οἱ τοῦ Σωτῆρος προσκυνηταὶ, ἀθόλωτον δηλαδὴ καὶ παντὸς ἐλευθέραν συσκιάσματος τὴν τοῦ κατ’ αὐτὸν μυστηρίου δεχόμενοι γνῶσιν, ἐδήλου τὸ καταπέτασμα διεσχισμένον οὐ μερικῶς, ἀλλ’ ὅλον δι’ ὅλου. τοῦτο γάρ ἐστι τό Ἄνωθεν ἕως κάτω. οἰκειότατον δὲ καὶ πολὺ μᾶλλον πρεπωδέστατον τῇ τῶν θείων μυστηρίων ἀποκαλύψει φαμὲν τὸν καιρὸν, καθ’ ὃν τὴν ψυχὴν ὑπὲρ ἡμῶν τέθεικεν ὁ Σωτὴρ, ὡς ἀπολακτίσαντος ἤδη τοῦ Ἰσραὴλ τὴν χάριν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ὁλοκλήρως ἀποπηδήσαντος, διὰ τῆς εἰς αὐτὸν παροινίας καὶ ἀπηχεστάτων τολμημάτων. ἐλλελοιπὸς γὰρ οὐδὲν τοῖς ἐκείνων ἀνοσιουργήμασι κατίδοι τις ἂν καὶ μέχρι θανάτου κατακομισθέντα μαθὼν τὸν τῆς ζωῆς χορηγόν. Οἶμαι μὲν οὖν ἀποχρώντως ἡμῖν εἰρῆσθαι καὶ ταῦτα, καὶ οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος τὸν τῶν θείων θεωρημάτων ἐξοίχεσθαι λογισμόν· ἐπειδὴ δὲ μετὰ δριμείας τινὸς τῆς ἐπιτηρήσεως εὑρίσκεται λέγων ὁ θεσπέσιος Εὐαγγελιστής Ὡς δὲ ἐξέπνευσεν, ἐῤῥάγη τὸ καταπέτασμα τοῦ ναοῦ· μόνον γὰρ οὐχὶ τὸν τοῦ πράγματος καιρὸν διὰ τούτων ἡμῖν ἀναγκαίως ἐπισημαίνεται·
φέρε δή τι πρὸς οἷς ἔφαμεν ἀρτίως ἐπινοήσωμεν ἕτερον, οὐ μετρίαν ἔχον, ὥς γε μοι δοκεῖ, τὴν ἐν τῷ νοεῖσθαι κομψείαν· ἁλώσεται γὰρ οὐδαμῶς τῆς τῶν ἀναγκαίων διαπίπτον χρείας τε καὶ χάριτος. ἔθος τοιγαροῦν παρὰ τοῖς Ἰουδαίων δήμοις τε καὶ ἡγουμένοις ἐκράτει τοιοῦτον· ἐπαθροῦντες γάρ τι πραττόμενον ὃ λυπεῖν ὅτι μάλιστα τὸν νομοθέτην ἐδόκει, ἤγουν ἐπαί̈οντές τι τῶν ἀπηχεστάτων, ῥημάτων δὲ δηλονότι φημὶ τῶν τελούντων εἰς βλασφημίαν, τὴν ἐσθῆτα περιεῤῥήγνυντο, καὶ τὸ τοῖς πενθοῦσι πρέπον ἐπλάττοντο σχῆμα, ἀπολογούμενοι τρόπον τινὰ διὰ τούτου Θεῷ, καὶ δι’ ὧν ἔχειν ἐδόκουν οὐ φορητῶς, τῆς τῶν πεπλημμεληκότων μανίας καθορίζοντες δίκην, ἔξω τε πάσης τῆς ἐπὶ τούτοις αἰτίας τὴν οἰκείαν ὥσπερ ποιούμενοι κεφαλήν. καὶ γοῦν τοῦ Σωτῆρος οἱ μαθηταὶ, Βαρνάβας δὲ οὗτοι καὶ Παῦλος, ὅτε τινὲς αὐτοὺς τῶν οὔπω πεπιστευκότων οἰηθέντες εἶναι θεούς· ἐκάλουν γὰρ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν·
PG 74:675τοῖς ἱερεῦσιν ὁμοῦ θυσίας καὶ στέμματα παρενεγκόντες, ἐπεχείρουν ἤδη καὶ θυσίαις τιμᾶν, τοῦ δωματίου καταπηδήσαντες, ἅτε δὴ καὶ τῆς θείας δόξης ἀδικουμένης, εἰ προκομισθεῖεν ὅλως ἀνθρώποις θυσίαι, διέῤῥηξαν τὰ ἱμάτια ἑαυτῶν, καθὰ γέγραπται, καὶ τὸ ἀμαθὲς τῶν εἰδωλολατρούντων ἐγχείρημα τοῖς καθήκουσιν ἀπεκρούοντο λόγοις. κρινομένου δὲ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς, καὶ τίς τε εἴη καὶ πόθεν διδάσκειν ἀπαιτουμένου, λέγοντός τε σαφῶς Ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, τῶν ἱερῶν ἀναπήδησας δίφρων ὁ Καϊάφας διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ λέγων Ἐδυσφήμησεν. ἔθει τοιγαροῦν τῷ παρ’ αὐτοῖς κρατήσαντι καὶ αὐτὸς ὁ θεῖος ὥσπερ ἐχρήσατο ναὸς, διαῤῥήξας ὡς ἱμάτιον τὸ ἴδιον καταπέτασμα, τοῦ Σωτῆρος ἡμῶν εὐθὺς ἀποπνεύσαντος. τῆς γὰρ Ἰουδαίων ἀφιλοθεί̈ας κατεψηφίζετο τὴν εἰς αὐτὸν δυσσέβειαν. θείᾳ δὲ δὴ πάντως ἐνεργείᾳ καὶ τοῦτο ἐπληροῦτο, ἵνα πενθοῦντα τὸν Ἰσραὴλ καὶ αὐτὸν ἡμῖν τὸν ἅγιον ἐπιδείξῃ ναόν.
«Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλάτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.» Οὐκ εὐλάβειαν ἐπιμαρτυρῶν τοῖς ἀγρίως τε καὶ ἀνημέρως μιαιφονεῖν εἰωθόσι, καὶ ἐπὶ τοῖς οὕτως ἀνοσίοις κατεγνωσμένοις, τὰ τοιαῦτά φησιν ὁ μακάριος Εὐαγγελιστὴς, ἐκεῖνο δὲ πάλιν ἐπιδεικνὺς ἀσυνέτως τε καὶ ἀμαθῶς ὑπομένοντας, ὅπερ ἔφη Χριστός· διυλίζουσι γὰρ τὸν κώνωπα, τὴν κάμηλον καταπίνοντες, τὰ μὲν γὰρ τῶν ἀσεβημάτων ὑπερφερῆ τε καὶ πάνδεινα λόγου παντελῶς οὐδενὸς ἀξιοῦντες ἁλίσκονται· τὰ δέ γε λεπτότατά τε καὶ σμικρότατα μετὰ πολλῆς τινος τῆς ἀκριβείας περιεργάζονται, καθ’ ἑκάτερον ἀμαθαίνοντες. καὶ γείτων ὁ ἔλεγχος. ἰδοὺ γὰρ ἰδοὺ Χριστὸν ἀποκτείναντες τὴν ἐν σαββάτῳ αἰδὼ ποιοῦνται περὶ πολλοῦ, καὶ τοῖς ὑπὲρ λόγον τολμήμασι τὸν νομοθέτην ὑβρίσαντες, τὴν εἰς τὸν νόμον εὐλάβειαν σχηματίζονται· μεγάλην δὲ οὖσαν ἐκείνου δὴ μάλιστα τοῦ σαββάτου τὴν ἡμέραν προσποιοῦνται τιμᾶν, οἱ τὸν τῆς μεγάλης ἡμέρας ἀνελόντες Κύριον, αἰτοῦσί τε χάριν τὴν αὐτοῖς καὶ μόνοις πρεπωδεστάτην.
συνθραύεσθαι γὰρ αὐτῶν τὰ σκέλη παρακεκλήκασι, θερμοτέραν τοῦ θανάτου τὴν ἔφοδον, διὰ τῆς ἀφορήτου λοιπὸν αἰκίας τοῖς ἤδη καμοῦσι κατασκευάζοντες. «Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ, ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν αὐτοῦ ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. ἐγένετο γὰρ ταῦτα, ἵνα πληρωθῇ ἡ γραφή Ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν.» Τὴν τῶν Ἰουδαίων ἀποπληροῦντες αἴτησιν οἱ γείτονα τῆς ἐνούσης αὐτοῖς ὠμότητος νοσοῦντες μανίαν, τοὺς Πιλάτου δὲ δῆλον στρατιώτας φαμὲν, τῶν μὲν δύο λῃστῶν, ἅτε δὴ καὶ ἐν ζῶσιν ἔτι κατειλημμένων, τὰ σκέλη συνθραύουσιν, ὀξυτέραν αὐτοῖς τῆς ἀνηκέστου συμφορᾶς τιθέντες τὴν ἀπειλὴν, καὶ ὥσπερ ἐξ ἀνάγκης ἤδη δυσαχθεστέρας συνωθοῦντες εἰς θάνατον.
PG 74:677ἀποκλίναντα δὲ τὴν κεφαλὴν εὑρόντες τὸν Ἰησοῦν, ἀποπνεύσαντά τε ἤδη κατειληφότες, εἰκαῖον ἔτι νομίζουσι τὸ συνθραῦσαι τὰ σκέλη, βραχὺ δέ τι καὶ ἀπιστήσαντες, ὡς ἤδη τεθνήκοι, λόγχῃ διανύττουσι τὴν πλευρὰν, ἡ δὲ μεμιγμένον ὕδατι τὸ αἷμα διέβλυσε, τῆς μυστικῆς εὐλογίας καὶ τοῦ ἁγίου βαπτίσματος εἰκόνα καὶ ἀπαρχὴν ὥσπερ τινὰ τιθέντος ἡμῖν τοῦ Θεοῦ τὸ γεγενημένον. Χριστοῦ γὰρ ὄντως ἐστὶ καὶ παρὰ Χριστοῦ τὸ ἅγιον βάπτισμα, καὶ τῆς μυστικῆς εὐλογίας ἡ δύναμις ἐκ τῆς ἁγίας ἡμῖν ἀνέφυ σαρκός. Πιστοῦται γεμὴν ὁ σοφώτατος Εὐαγγελιστὴς ἀπὸ τῶν συμβεβηκότων τοὺς ἀκροωμένους, ὅτι περ αὐτὸς εἴη ὁ Χριστὸς, ὁ πάλαι διὰ τῆς ἁγίας γραφῆς προαναφωνούμενος· συνῳδὰ γὰρ τοῖς περὶ αὐτοῦ γεγραμμένοις ἐξέβη τὰ πράγματα. οὔτε γὰρ ὀστοῦν αὐτοῦ συνετρίβη, καὶ τῇ τῶν στρατιωτῶν ἐξεκεντήθη λόγχῃ, κατὰ τὰς γραφάς. ἐπόπτην δὲ ὥσπερ καὶ θεωρὸν τοῦ πράγματος αὐτὸν γενέσθαι φησὶ τὸν περὶ τῶν τοιούτων μαρτυρήσαντα μαθητὴν, εἰδέναι τε κατὰ ἀλήθειαν, ὅτι μεμαρτύρηκεν ἀληθῆ, ἑαυτὸν κἂν τούτῳ καὶ οὐχ ἕτερόν τινα σημαίνων.
παρῃτήσατο γὰρ γυμνότερον εἰπεῖν, τὴν τῆς φιλοδοξίας ὑπόληψιν ὡς ἀνόσιόν τι χρῆμα καὶ νόσον ἀποκρουόμενος τὴν ἐσχάτην. «Περὶ τῆς αἰτήσεως τοῦ κυριακοῦ σώματος.» «Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλάτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα αὐτοῦ.» Κατηγορεῖ μὲν ὁ λόγος καὶ τῆς Ἰουδαίων ἀνοσιότητος οὐ μετρίως καταβοᾷ, σφαλερὸν εἶναι δεικνὺς καὶ οὐ παντελῶς ἀζήμιον τὸ μαθητεύεσθαι τῷ Χριστῷ· λανθάνειν γὰρ ὅτι μάλιστα διεσπουδακότα τὸν ἐπιεικέστατον τουτονὶ νεανίαν, φημὶ δὴ τὸν Ἰωσὴφ, εἰσκεκόμικεν ἐναργῶς, καίτοι ταῖς διὰ Χριστοῦ διδασκαλίαις ἀναπεπεισμένον λατρείαν ἑλέσθαι τὴν ὄντως ἀληθῆ καὶ τῆς νομικῆς ἐντολῆς ἀμείνω τε καὶ ἡδίονα τῷ φιλαρέτῳ Θεῷ, ὁμοῦ δὲ καὶ βεβαιοῖ τὸ εἰς πίστιν ἡμῖν ἀναγκαῖον. ἔδει γὰρ ἔδει πιστεύειν ὅτι τέθεικεν ὑπὲρ ἡμῶν τὴν ψυχὴν ὁ Χριστός. ὅπου γὰρ ἐνταφιασμὸς, πῶς οὐκ ἀναγκαίως ἕψεται τὸ διακεῖσθαι καὶ ἀραρότως, ὅτι καὶ θάνατος ἦν;
καταψηφίσαιτο δ’ ἄν τις, καὶ οὐκ ἀπὸ σκοποῦ, τὴν ἐσχάτην ἀγριότητα τῆς Ἰουδαίων ἀλαζονείας καὶ γνώμης ἀσυμπαθοῦς καὶ ἀφιλοστόργου φρονήματος, οἳ μηδὲ τὴν τοῖς τεθνεῶσι χρεωστουμένην ἀπονέμουσιν αἰδὼ τῷ Χριστῷ, μηδὲ ὁσίᾳ τιμῶσιν, ἄπνουν καὶ νεκρὸν ὁρῶντες κείμενον, καίτοι γινώσκοντες ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, πολλάκις δὲ καὶ θαυματουργοῦντα καταπεπληγμένοι, εἰ καὶ δριμὺς ὢν ὁ φθόνος γνησίως αὐτοῖς ἐνιζάνειν τὴν ἐκ τῆς θαυματουργίας ὄνησιν συγκεχώρηκεν οὐδαμῶς. εἰς κρῖμα τοίνυν τῆς Ἰουδαίων ἀπανθρωπίας, καὶ εἰς ἔλεγχον τῶν Ἱεροσολυμιτῶν ὁ ἐκ τῆς Ἀριμαθαίας ἔρχεται μαθητὴς καὶ ταῖς καθηκούσαις θεραπείαις τιμᾷ, ὃν γυμνῇ μὲν οὔπω, λαθραίᾳ δ’ οὖν ὅμως τῇ πίστει τετίμηκε διὰ τὸν φόβον τῶν Ἰουδαίων, καθά φησιν ὁ μακάριος Εὐαγγελιστής. «Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν.» Οὐχ ἕνα φησὶ μαθητὴν βεβουλεῦσθαι σωφρόνως προθυμότατά τε καὶ λίαν ἐλθεῖν εἰς περιστολὴν τοῦ ἁγίου σώματος, ἐπισυνάπτει δὲ τῷ πρώτῳ καὶ δεύτερον· Νικόδημος οὗτος ἦν· μαρτυρίαν ὥσπερ τὴν κατὰ νόμον τετιμημένην συλλέγων τῷ πράγματι.
PG 74:679Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. δύο τοιγαροῦν οἱ ἐνταφιάσαντες, Ἰωσήφ τε καὶ Νικόδημος, ἔχοντες μὲν εἴσω τὴν πίστιν εἰς νοῦν, ἀσυνέτῳ γεμὴν ἔτι καταπτοούμενοι δείματι, καὶ τῆς ἐπιγείου τιμῆς τε καὶ δόξης οὔπω προτιμήσαντες τὴν παρὰ Θεῷ. ἦ γὰρ ἂν τὸν ἐκ τῶν Ἰουδαίων ἀποπεμψάμενοι φόβον, καὶ ὀλίγα παντελῶς τῆς εἰς ἐντεῦθεν φροντίσαντες ἀπειλῆς, ἐλευθέραν τῇ πίστει παρέσχον τὴν ἄδειαν, ὅσιοί τε καὶ ἀγαθοὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐντολῆς ἐδείχθησαν φύλακες. «Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος.» Ἐλογίσθη μὲν ἐν νεκροῖς, ὁ δι’ ἡμᾶς μὲν ἐν νεκροῖς κατὰ σάρκα, ζωὴ δὲ δι’ ἑαυτὸν καὶ τὸν φύσαντα νοούμενός τε καὶ ὑπάρχων κατὰ ἀλήθειαν.
ἵνα δὲ πᾶσαν πληρώσῃ δικαιοσύνην, τὴν τῷ ἀνθρωπίνῳ δὲ δηλονότι πρέπουσαν σχήματι, οὐχὶ τῷ τεθνάναι μόνον καθ’ ἑκούσιον βούλησιν τὸν οἰκεῖον ὑπετίθει ναὸν, ἀλλὰ καὶ τοῖς μετὰ τοῦτο, φημὶ δὴ πάλιν, τῷ τε ἐνταφιασμῷ καὶ καταθέσει τῇ εἰς τὸ μνημεῖον. ἐν κήπῳ δὲ τοῦτο καὶ καινὸν εἶναί φησιν ὁ συγγραφεὺς, κατασημαίνοντος ὥσπερ ἡμῖν ἐν τύπῳ καὶ ὑπογραμμῷ τοῦ πράγματος, ὅτι τῆς εἰς τὸν παράδεισον εἰσδρομῆς καὶ πρόξενος ἡμῖν καὶ ἀρχὴ γέγονεν ὁ Χριστοῦ θάνατος. πρόδρομος γὰρ ὑπὲρ ἡμῶν εἰσῆλθεν αὐτός. τί γὰρ ἕτερον ἢ αὐτὸ δὴ τοῦτο κατασημήνειεν ἂν τὸ νεκρὸν ἐν κήπῳ διακεκομίσθαι τὸν Ἰησοῦν; διὰ δὲ τῆς τοῦ μνημείου καινότητος, τὸ ἀτριβὲς ὥσπερ καὶ ξένον τῆς ἐκ θανάτου πρὸς ζωὴν ἀναδρομῆς, καὶ ἡ κατὰ τῆς φθορᾶς ἐπινοηθεῖσα καινοτομία διὰ Χριστοῦ σημαίνεται. καινὸς γὰρ ἡμῶν ὁ θάνατος ἐν θανάτῳ Χριστοῦ εἰς ὕπνου τρόπον τινὰ μετατεθειμένος δύναμίν τε καὶ χρείαν. ζῶμεν γὰρ τῷ Θεῷ ζήσειν μέλλοντες, κατὰ τὰς γραφάς. τοιγάρτοι καὶ ὁ μακάριος Παῦλος ἄνω τε καὶ κάτω κεκοιμημένους καλεῖ τοὺς ἐν Χριστῷ τελευτήσαντας. πάλαι μὲν γὰρ κατὰ τῆς ἡμετέρας φύσεως τὸ δεινὸν τοῦ θανάτου κατεθρασύνετο.
PG 74:681βεβασίλευκε γὰρ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, καὶ πεφορέκαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, καθ’ ὁμοιότητα τὴν ἐκείνου, τὸν ἐκ τῆς θείας ἀρᾶς ὑπομένοντες θάνατον. ἐπειδὴ δὲ ὁ δεύτερος ἡμῖν ἐπέλαμψεν Ἀδὰμ, ὁ θεῖός τε καὶ ἐξ οὐρανοῦ, καὶ τῆς ἁπάντων ὑπεραθλήσας ζωῆς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν ἁπάντων ζωὴν ἐξεπρίατο, καὶ τὸ τῆς φθορᾶς καταλύσας κράτος ἀνεβίω πάλιν, μετεπλάσθημεν εἰς εἰκόνα τὴν πρὸς αὐτὸν, καινὸν ὥσπερ τινὰ θάνατον ὑπομένοντες, οὐκ εἰς ἀτελεύτητον ἡμᾶς καταλύοντα φθορὰν, ἀλλ’ ὕπνον ἐμβάλλοντα τὸν ἐλπίδος γέμοντα καλῆς, καθ’ ὁμοιότητα δὲ δηλονότι τοῦ καὶ ταύτην ἡμῖν ἐγκαινίσαντος τὴν ὁδὸν, τουτέστι Χριστοῦ. Εἰ δὲ δή τις ἐθέλοι προσκατασκευάσαι διὰ τοῦ καινὸν εἶναι τὸ μνημεῖον εἰπεῖν, μηδένα τε ὅλως ἐν αὐτῷ τεθεῖσθαι πρότερον, καλῶς ἂν ἔχοι καὶ τοῦτο. ἵνα γάρ φησι μὴ ἕτερός τις παρὰ τὸν Ἰησοῦν ἐγηγέρθαι πιστεύηται, καινὸν εἶναί φησι τὸ μνῆμα, οὐδενὸς ἐν αὐτῷ τεθέντος πώποτε.
«Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.» Οὐχὶ μόνον ἁπλῶς ὅτι κεκήδευταί φησιν, ἤγουν ὅτι κῆπος ἦν ἐγγὺς τοῦ σταυροῦ, καὶ καινὸν ἐν αὐτῷ μνημεῖον, ἀλλ’ ὅτι καὶ κατετέθη δηλοῖ, οὐδὲ τὸ βραχὺ τῶν γεγονότων καταλιπὼν ἀνεξήγητον. ἀναγκαιοτάτη γὰρ ὄντως εἰς τὴν τοῦ μυστηρίου συναίνεσίν τε καὶ σύστασιν, ἡ περὶ τοῦ τεθνάναι Χριστὸν ὁμολογία καὶ γνῶσις. διὰ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος τὸν τῆς πίστεως ἡμῖν κανόνα διοριζόμενος οὕτω φησίν Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύςσομεν, ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν, ἀλλὰ καὶ ἑτέρωθί που πάλιν Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς. οὐκοῦν ἀναγκαιοτάτην καὶ τὴν περὶ τούτων ἡμῖν ἐξήγησιν ὁ τοῦ βιβλίου ποιεῖται συγγραφεύς.
ἔδει γὰρ ἔδει πιστεύειν ὅτι καὶ ἀπέθανε καὶ ἐτάφη. λοιπὸν γὰρ εἰσβήσεται μετὰ τοῦτο τὸ πιστεύειν ἀληθῶς, ὅτι καὶ τὰ τοῦ θανάτου διαῤῥήξας δεσμὰ, πρὸς τὴν ἰδίαν ὡς Θεὸς ἀνεφοίτησε ζωήν. οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου. ζωὴ γὰρ ὢν κατὰ φύσιν, πῶς ἂν ὑπέμεινε τὴν φθοράν; ὁ δὲ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν, πῶς ἂν τοῖς τῆς ἡμετέρας φύσεως ὑπηνέχθη νόμοις, καὶ οὐχὶ μᾶλλον ὡς Θεὸς ἐζωογόνησεν εὐκόλως τὸ ζωῆς ἐπιδεές; «Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ̈ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν· ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον· ἔτρεχον δὲ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
PG 74:683ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.» Οὐκ ἂν ἐκαρτέρησεν οἴκοι μένειν ἡ σπουδαιοτάτη καὶ φιλόθεος αὕτη γυνὴ, οὐδ’ ἂν ἀπελείφθη τοῦ μνήματος, εἰ μὴ τὸν ἐπὶ τῷ σαββάτῳ καταδείσασα νόμον, καὶ τὴν τοῖς παραβαίνουσιν ἐπαρτηθεῖσαν δίκην, τὸ τῆς εἰς τοῦτο προθυμίας παρέκοψε θερμὸν, καὶ τοῖς ἀρχαίοις ἔθεσιν ἀπονέμουσα τὸ ἔτι κρατεῖν, τῶν ὅτι μάλιστα ποθουμένων καὶ οὐχ ἑκοῦσαν ἐξείργειν ᾤετο δεῖν τὴν ἑαυτῆς διάνοιαν. οἰχομένου δὲ ἤδη τοῦ σαββάτου, καὶ ἄρτι τῆς γείτονος ἀνατελλούσης ἡμέρας, δρόμῳ μέτεισι τὸν τόπον·
εἶτα τῶν τοῦ μνημείου στομάτων ἐκκεκυλισμένον ἰδοῦσα τὸν λίθον, εἰς εὐλόγους ὑποψίας συναρπάζεται, καὶ τὸν ἀτελεύτητον τῶν Ἰουδαίων ἐννοήσασα φθόνον, μετακεκομίσθαι νομίζει τὸν Ἰησοῦν, ταῖς ἐκείνων ἀπονοίαις καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐπιγράφουσα τὸ δυςσέβημα. ἐπειδὴ δὲ ἐν τούτοις τὸ γύναιον ἦν, καὶ τοῖς ἐκ τοῦ εἰκότος ἐβάλλετο λογισμοῖς, πρὸς τοὺς ἀγαπῶντας τὸν Κύριον ὑπονοστεῖ, συλλήπτορας ὥσπερ τῆς ἐπ’ αὐτῷ ζητήσεως τοὺς τῶν μαθητῶν γνησιωτάτους ποιεῖσθαι σπουδάζουσα. ἱδρυμένην δὲ ὥσπερ καὶ ἀπόρθητον ἔχουσα τὴν πίστιν, οὐ παρεκομίσθη πρὸς ὀλιγωρίαν διὰ τῶν ἐπὶ τῷ σταυρῷ παθῶν, Κύριον δὲ συνήθως ἀποκαλεῖ καὶ τεθνεῶτα Χριστόν· τοιαύτη γὰρ ὄντως ἡ φιλόθεος ἕξις. οἱ δὲ ἐπείπερ ἐπύθοντο ταυτὶ τοῦ γυναίου διηγγελκότος· Πέτρος δὲ ἦσαν καὶ Ἰωάννης ὁ τοῦ βιβλίου συγγραφεὺς, ἑαυτὸν γὰρ εἶναί φησι τὸν ἕτερον μαθητήν· ὅσον ἦν εἰκὸς δύνασθαι συντείνονται δρόμῳ, καὶ πρὸς αὐτὸ τὸ μνημεῖον ἀφίκοντο γοργῶς, καὶ τοῦ παραδόξου γίνονται θεωροὶ, ἀποχρώντως ἔχοντες εἰς μαρτυρίαν τοῦ πράγματος· δύο γὰρ ἦσαν κατὰ τὸν νόμον.
καὶ ἐγηγερμένῳ μὲν ἐκ νεκρῶν οὔπω περιτυγχάνουσι τῷ Χριστῷ, ἀπὸ δὲ τῆς τῶν ὀθονίων συλλογῆς ἐννοοῦσι τὴν ἀνάστασιν, πιστεύουσί τε λοιπὸν, ὅτι καὶ αὐτὰ τὰ τοῦ θανάτου διέῤῥηξε δεσμὰ, τοῦτο καὶ πάλαι βοώσης τῆς ἁγίας γραφῆς. οὐκοῦν τοῖς ἀληθέσι προμηνύμασι τὰ ἐκ τῶν πραγμάτων συμβαίνοντα τέλη καταλαμβάνοντες, ἑδραιοτάτην ἤδη δέχονται τὴν πίστιν. Σημειωτέον δὲ ὅτι ὁ μὲν μακάριος Εὐαγγελιστὴς Ἰωάννης τὸν τῆς ἀναστάσεως ἡμῖν καταμηνύων καιρόν Τῇ μιᾷ φησι τῶν σαββάτων πρωὶ̈ σκοτίας ἔτι οὔσης ἔρχεται εἰς τὸ μνημεῖον Μαρία ἡ Μαγδαληνή· Ματθαῖος γεμὴν τὴν αὐτὴν ἡμῖν ποιούμενος δήλωσιν, ἑσπέρας ἔφη βαθείας οὔσης γενέσθαι τὴν ἀνάστασιν. ἀλλ’ οἶμαι μηδένα διαφωνεῖν οἴεσθαι τοὺς πνευματοφόρους, μήτε μὴν διαφόρους τῆς ἀναστάσεως ἐξηγεῖσθαι καιρούς. εἰ γάρ τις βούλοιτο τῶν σημαινομένων ἐννοῆσαι τὴν δύναμιν, εἰς ταὐτὸν συμβαινούσας εὑρήσει τὰς τῶν ἁγίων φωνάς. ὄρθρος γὰρ ὡς ἐγῷμαι βαθὺς καὶ ἑσπέρα βαθεῖα, πρὸς ἕν τι καταφέρει τὸ σημαινόμενον, καὶ εἰς τὸν μεσαίτατον, ἵν’ οὕτως εἴπω, τοῦ τῆς νυκτὸς διαστήματος ἔρχεται τόπον. οὐδεμία τοιγαροῦν ἡ διαφωνία.
PG 74:685ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους τῆς νυκτὸς, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς λαβὼν, πρὸς τὸ βάθος ἕρπει τῶν ὡρῶν, καὶ εἰς αὐτὸ κάτεισι, καθάπερ ἔφην ἀρτίως, τὸ μεσαίτατον. «Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον ἔξω κλαίουσα.» Ἀποχρῶσαν ἤδη τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει τὴν πληροφορίαν συλλέξαντες οἱ σοφώτατοι μαθηταὶ, ἱδρυμένην τε λοιπὸν καὶ ἀσάλευτον ὠδίνοντες πίστιν, ἀπό τε τῆς τῶν δρωμένων ἐκβάσεως, καὶ τῆς τῶν ἁγίων γραφῶν προῤῥήσεως, οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ πρὸς τοὺς σφετέρους κατά γε τὸ εἰκὸς συλλειτουργοὺς ἠπείγοντο, διαγγελοῦντές τε τὸ θαῦμα, καὶ διασκεψόμενοι μετὰ τοῦτο τὴν τῶν πρακτέων ὁδόν. ἴοι δ’ ἂν οὐκ ἀπὸ σκοποῦ τὸ καὶ ἕτερόν τι πεπράχθαι νομίζειν παρ’ αὐτῶν. ἐν ἀκμαῖς γὰρ ὄντος ἔτι τοῦ τῶν Ἰουδαίων θυμοῦ, καὶ φονώντων ἐκθύμως τῶν καθηγεῖσθαι λαχόντων κατὰ παντὸς μὲν ἀνθρώπου τὸν τοῦ Σωτῆρος ἡμῶν θαυμάζοντος λόγον, καὶ τὴν ἄῤῥητον αὐτοῦ καὶ θεοπρεπεστάτην ἀποδεχομένου δύναμίν τε καὶ δόξαν, μάλιστα δὲ κατ’ αὐτῶν τῶν ἁγίων μαθητῶν·
τὸ ἐμπεσεῖν εἰκότως παραιτούμενοι, πρὸ αὐγῆς τῆς τελείας ἀποφοιτῶσι τοῦ μνήματος, ὡς οὐκ ἐξὸν ἀκινδύνως τοῦτο δρᾶν, εἰ ὁρῷντο μεθ’ ἡμέραν, τῆς τοῦ ἡλίου λαμπάδος τοῖς ἁπάντων αὐτοὺς ἀνακαλυπτούσης ὄμμασι. καὶ οὐ δήπου δειλίαν ἐροῦμεν τὴν ἄνανδρον αἰτίαν ὥσπερ αὐτοῖς τῆς οὕτως ἐμμελεστάτης καταστῆναι φυγῆς, οἰησόμεθα δὲ μᾶλλον τοῦ χρησίμου τὴν γνῶσιν ταῖς τῶν ἁγίων ψυχαῖς ἐντεθεῖσθαι παρὰ Χριστοῦ, ἀωρὶ κινδυνεύειν οὐκ ἐπιτρέποντος τοὺς οἵπερ ἔμελλον ἔσεσθαι τῆς οἰκουμένης φωστῆρες καὶ διδάσκαλοι. ἔδει γὰρ ἀληθῆ τὸν παρ’ αὐτοῦ φαίνεσθαι λόγον, ὃν ἔφη περὶ αὐτῶν πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα Πάτερ ἅγιε, τήρησον αὐτοὺς, φησὶν, ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν. ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτοὺς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας. ὑποφεύγουσι τοίνυν οἱ μαθηταὶ, περιμεῖναι δεῖν οἰόμενοι τὸν τῆς παῤῥησίας καιρόν. ἔδρων δὲ τοῦτο τοῖς τοῦ Σωτῆρος καταπειθόμενοι λόγοις.
PG 74:687παρήγγειλε γὰρ αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, καθὰ γέγραπται, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἤκουσαν αὐτοῦ, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, αὐτοὶ δὲ βαπτισθήσονται ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· ὃ δὴ καὶ εἰς πέρας ἐκβεβηκὸς εὑρήσομεν κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοστῆς, ὅτε ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν. τότε γὰρ λίαν εἰς εὔτονόν τε καὶ εὐτολμοτάτην μετασκευασθέντες διάνοιαν, καὶ τῆς ἀνθρωπίνης ἀσθενείας ὡς ποῤῥωτάτω κείμενοι ταῖς τῶν Ἰουδαίων μανίαις ἀνθωπλίζοντο, καὶ λόγον οὐδένα τῆς παρ’ ἐκείνων ἐπιβουλῆς ποιεῖσθαι δεῖν ἐδοκίμαζον. οἱ μὲν οὖν σοφώτατοι μαθηταὶ κατεκρύπτοντο χρησίμως, καθάπερ ἔφην ἀρτίως· ἡ δέ γε φιλόχριστος Μαριὰμ, ἅτε δὴ καὶ παντὸς ἐλευθέρα δείματος, καὶ τὴν τῶν Ἰουδαίων ὀργὴν οὐκ ἔχουσα λίαν ἐν ὑποψίαις, προσεδρεύει μὲν ἰταμώτερον, τὸ δὲ ταῖς θηλείαις ἀεί πως προσπεφυκὸς ὑπομένει πάθος, ἀνοιμώζει γὰρ ἀπληστότερον, καὶ ἀκορέστως τῶν ἰδίων ὀμμάτων ἀποθλίβει τὸ δάκρυον, οὐχ ὅτι τετελεύτηκε καταθρηνοῦσα μόνον, ἀλλ’ ὅτι καὶ μετατεθεῖσθαι τοῦ μνήματος ᾠήθη τὸν Κύριον.
«Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις;» Ἄθρει δὴ πάλιν, ὡς οὐκ ἀμισθὶ τὸ ἐπὶ Χριστῷ καταχεῖται δάκρυον, ἀλλ’ οὐδὲ τῆς εἰς αὐτὸν ἀγάπης μακρὰν ὁ καρπὸς, γείτων δὲ ὥσπερ καὶ παρεζευγμένη τοῖς πόνοις ἕψεται χάρις καὶ πλουσία πάντως ἀντίδοσις. ἰδοὺ γὰρ ἰδοὺ προσεδρευούσῃ τῇ Μαριὰμ, καὶ πόθῳ μὲν φιλοθέῳ τηκούσῃ τὸ σπλάγχνον, γνήσιον δὲ τῷ Δεσπότῃ τηρούσῃ τὸ φρόνημα, διὰ φωνῆς ἁγίων ἀγγέλων τοῦ καθ’ ἑαυτὸν μυστηρίου τὴν γνῶσιν ὁ Σωτὴρ ἐχαρίζετο. ἐθεᾶτο γὰρ ἀγγέλους ἐν ἐσθήμασι λαμπροῖς, τῆς ἀγγελικῆς καθαρότητος τὸ εἰλικρινέστατον κάλλος τῆς τῶν ἱματίων σημαινούσης περιστολῆς, οἳ καὶ τοῦ θρηνεῖν ἀποπαύοντες λέγουσι Γύναι τί κλαίεις; οὐ γὰρ δήπου τὴν αἰτίαν τῆς τῶν δακρύων καταβολῆς ἀξιοῦσι μαθεῖν· ᾔδεσαν γὰρ καὶ εἰ μὴ λέγοι τυχὸν ἡ γυνὴ, καὶ αὐτὸς δὲ ὁ τοῦ πράγματος σκοπὸς οὐ μετρίαν ἐξ ἑαυτοῦ εἶχε τὴν δήλωσιν·
παραινοῦσι δὲ μᾶλλον περιστεῖλαι τὸ δάκρυον, ὡς οὐκ ἐν καιρῷ τῷ πρέποντι, καὶ ἐφ’ οἷς ἥκιστα χρῆν ἑλομένῃ τὸν θρῆνον· λελυμένου γὰρ τοῦ θανάτου καὶ ἀτονησάσης ἤδη τῆς φθορᾶς, ἐγηγερμένου δὲ διὰ τοῦτο τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ καινοτομήσαντος τοῖς νεκροῖς τὴς εἰς ἀφθαρσίαν καὶ ζωὴν ἀναδρομὴν, τοῦ δὴ χάριν καιροῦ μὲν, ὦ γύναι, τοῦ πρέποντος ἀποσφάλλῃ, φασὶν, ἀλύεις δὲ δὴ, καὶ σφόδρα πικρῶς, τῆς τῶν πραγμάτων ἐκβάσεως καλούσης εἰς τὸ ἐναντίον; χαίρειν γὰρ ὄντως καὶ διευθυμεῖσθαι μᾶλλον ἐχρῆν. τί τοιγαροῦν κλαίεις, ἀδικοῦσα τρόπον τινὰ τὸ τῇ πανηγύρει χρεωστούμενον σχῆμα; Φαίνονται δὲ καθεζόμενοι πρός τε τῇ κεφαλῇ καὶ τοῖς ποσὶν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, μόνον οὐχὶ καὶ διὰ τούτου τῇ γυναικὶ σημαίνοντες οἰομένῃ μετατεθεῖσθαι τὸν Κύριον, ὡς οὐκ ἂν ἠδίκησέ τις τὸ ἅγιον σῶμα, προσεδρευόντων ἀγγέλων καὶ δυνάμεων ἁγίων κύκλῳ τὸν θεῖον ναὸν περιεχουσῶν· ᾔδεσαν γὰρ τὸν ἴδιον δεσπότην. ζητήσαι δ’ ἄν τις, καὶ μάλα εἰκότως, διὰ ποίαν αἰτίαν τοῖς μὲν ἁγίοις μαθηταῖς οὐδὲν προσελάλησαν οἱ μακάριοι ἄγγελοι, οὐδὲ μὴν ὤφθησαν ὅλως, φαίνονται δὲ καὶ προσλαλοῦσι τῇ γυναικί.
ἐροῦμεν οὖν, ὅτι σκοπὸς ἦν τῷ Σωτῆρι Χριστῷ τοῦ καθ’ ἑαυτὸν μυστηρίου τὴν πληροφορίαν ταῖς τῶν ἀγαπώντων αὐτὸν ἐγκατασπείρειν ψυχαῖς, ἐτελεῖτο δὲ διάφορος τῆς πληροφορίας ὁ τρόπος, τῇ τῶν πληροφορουμένων ἕξει προσεοικώς τε καὶ πρέπων. τοῖς μὲν οὖν ἁγίοις μαθηταῖς αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις τῇ παρὰ ταῖς θείαις γραφαῖς ἐλπίδι συμβαίνουσα πρὸς πληροφορίαν ἐξήρκεσε, καὶ πίστιν ἐνετίθει τὴν οὐδαμόθεν ἀμφίβολον. πεπιστευκότες γὰρ ἀνεχώρουν ταῖς ἁγίαις γραφαῖς, καὶ ἦν πως ἔτι περιττὸν τοῖς οὕτω βεβαίαν ἔχουσι τὴν πίστιν καὶ τὸ διὰ τῆς τῶν ἁγίων ἀγγέλων ἐκδιδάσκεσθαι φωνῆς· ἀναγκαιότατον δὲ τὸ χρῆμα τῇ γυναικὶ, τὴν ἱεράν τε καὶ θείαν οὐκ ἐπισταμένῃ γραφὴν, οὔτε μὴν καθ’ ἕτερόν τινα τρόπον τὸ βαθὺ τῆς ἀναστάσεως εἰδυίᾳ μυστήριον. «Λέγει αὐτοῖς Ὅτι ἤραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι.» Βραδεῖα μέν πως εἰς σύνεσιν ἡ γυνὴ, μᾶλλον δὲ σύμπαν τὸ θηλειῶν γένος. μανθάνει γὰρ οὔπω τὸ ἐκ τῆς ὀπτασίας ὑποδηλούμενον, ἀπαγγέλλει δ’ οὖν ὅμως τοῦ θρήνου τὴν πρόφασιν.
PG 74:689ἐπειδὴ δὲ Κύριον ὀνομάζουσα τὸν Χριστὸν οὐ κατέληξεν, ἐδείκνυε δὲ καὶ διὰ τούτου τὴν εἰς αὐτὸν ἀγάπησιν, εὐλόγως ἤδη καὶ αὐτῆς τῆς τῶν ποθουμένων ἀπολαύει θέας. ὁρᾷ γὰρ τὸν Ἰησοῦν, εἰ καὶ οὔπω παρόντα νοεῖ, καὶ διὰ ποίαν αἰτίαν; ἢ γὰρ ἔτι δυνάμει θεοπρεπεῖ κατακρύπτοντος ἑαυτὸν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ οὐ λίαν ἕτοιμον εἰς ἐπίγνωσιν τοῖς τῶν θεωμένων παρέχοντος ὀφθαλμοῖς, ὑπομένει τὴν ἄγνοιαν· ἢ ἐπείπερ ὄρθρος ἦν ἔτι βαθὺς, τὴν τοῦ φαινομένου διάκρισιν οὐκ εἶχεν εὐκόλως ἑλεῖν, οὐκ ἐφιείσης τρόπον τινὰ τοῦτο δρᾶν τῆς νυκτὸς, παραδεικνυούσης δὲ μόλις τοῦ πλησίον ἰόντος τὸ σχῆμα. τοιγάρτοι καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων διαμέμνηταί πως τῶν ἐν τῇδε τῇ νυκτὶ περιπάτων, καὶ ἰκμάδων τῶν ἐκ δρόσου τῆς ἑωθινῆς, οὕτω λέγων Ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. «Λέγει αὐτῇ ὁ Ἰησοῦς Γύναι, τί κλαίεις; τίνα ζητεῖς;
ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν, εἰπέ μοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ ἀρῶ αὐτόν.» Σκοτίας μὲν οὔσης ἔτι καὶ λελυμένης οὔπω παντελῶς τῆς νυκτὸς, θεωρεῖ τὸν Ἰησοῦν ἐγγὺς γεγονότα μόλις, καὶ τίς μέν ἐστιν ἀγνοεῖ, τὴν τοῦ σώματος εἰκόνα καὶ τοῦ προςώπου τὸν χαρακτῆρα διακρίνειν οὐκ ἔχουσα· κατακροᾶται δὲ λέγοντος τό Γύναι τί κλαίεις; καὶ πρᾶος μὲν ἀληθῶς τοῦ Σωτῆρος ὁ λόγος, ἐντεκεῖν δ’ οὖν ὅμως εἰς ὑποψίαν ἱκανὸς, ὅτι πρέποι μάλιστά τινι τῶν τοῦ κήπου προεστηκότων· διακεῖσθαι δὲ πάλιν ἀκόλουθον οὐχὶ πάντως ἐρωτῶντα τοῦ κλαίειν τὰς ἀφορμὰς τὰ τοιαῦτα φάναι τὸν Κύριον, ἀλλ’ οὐδὲ μαθεῖν ἐθέλοντα τὸν παρ’ αὐτοῦ ζητούμενον, ἀφιστάντα δὲ μᾶλλον τοῦ κατοιμώζειν αὐτὴν, καθάπερ ἀμέλει καὶ ἡ τῶν μακαρίων ἀγγέλων δυὰς, αὐτὸς γὰρ ἦν καὶ ἐν ἐκείνοις λαλῶν. τί τοίνυν κλαίεις, ὦ γύναι φησί· τίνα ζητεῖς; τουτέστι, περίστειλόν σου τὸ δάκρυον, ἔχουσα τὸν ζητούμενον. ἐγώ σοι, φησὶν, ἡ τοῦ θρήνου πρόφασις, ὡς τεθνεὼς δηλονότι καὶ ἀνήκεστα παθὼν, καὶ πρὸς τούτοις ἔτι τῶν μνημάτων ἐκκεκομισμένος.
PG 74:691ἐπειδὴ δὲ ζῶ καὶ πάρειμι, παρεῖσα τοὺς γόους μεταχώρει πρὸς εὐθυμίαν. οὐκοῦν τὸ θρηνεῖν περιστέλλοντος ἡ ἐρώτησις. ἔδει γὰρ ἔδει καὶ τούτου τοῦ μέρους ἐπανορθωτὴν γενέσθαι τὸν Κύριον. διὰ μὲν γὰρ τὴν ἐν Ἀδὰμ παράβασιν πρὸς ὅλην εἴρητο τοῦ ἀνθρώπου τὴν φύσιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους τῷ πρώτῳ, τό Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, πρὸς δέ γε τὴν γυναῖκα καὶ ἰδικῶς, τό Ἐν λύπαις τέξῃ τέκνα. οὐκοῦν τὸ πλουτεῖν ἐν λύπαις ὡς ἐν τάξει ποινῆς ἐπεκρεμᾶτο τῇ γυναικί. ἦν οὖν ἀναγκαῖον διὰ τῆς τοῦ καταδικάσαντος φωνῆς, τὸ τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἀναλύεσθαι βάρος, ἀφαιροῦντος ἤδη τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ τῆς θηλείας τὸ δάκρυον, μᾶλλον δὲ παντὸς τοῦ θηλειῶν γένους, ὡς ἐν ἀπαρχῇ τῇ Μαριάμ. πρώτη γὰρ αὕτη γυναικῶν, τῷ τοῦ Σωτῆρος ἐπιστυγνάσασα πάθει, καὶ λύπην λαβοῦσα τὴν ἐπ’ αὐτῷ, τῆς τοῦ κλαίειν ἀνακοπτούσης ἠξιώθη φωνῆς, διικνουμένης δηλονότι τῆς τοῦ λόγου δυνάμεως καὶ εἰς ἅπαν τὸ θηλειῶν γένος, εἴπερ ἐπαλγύνοιτο τοῖς κατὰ Χριστοῦ τολμήμασι τὴν εἰς αὐτὸν τιμήσασα πίστιν, καὶ μονονουχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο λέγουσα Οὐχὶ τοὺς μισοῦντάς σε Κύριε ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι. Ἀλλ’ ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θρηνεῖν ἀπαλλάττων αὐτὴν τὰ τοιαῦτά φησιν, ἡ δὲ τῶν γηπόνων ἕνα νομίζουσα τὸν λαλοῦντα ὑπάρχειν, μετακομίσειν εὖ μάλα προθύμως τοῦ Σωτῆρος τὸ λείψανον ἐφ’ ἑτέρους ὑπισχνεῖτο τόπους, εἰ παραδειχθείη μόνον, ὅπου περ αὐτὸν μετατέθεικεν. οὔπω γὰρ συνεῖσα τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, ταῖς εἰς τοῦτο καλούσαις ὑποψίαις ἐβάλλετο. δυσμαθέστεραι γάρ πως αἱ γυναικῶν εἰσι φρένες, καὶ ἀμελετήτως ἔχουσι πρὸς τὸ δύνασθαι ῥᾳδίως καὶ τοῖς οὐ σφόδρα δυσκόλοις προςβαλεῖν, καὶ πολλῷ γε πλεῖον τοῖς ὑπὲρ λόγον θαύμασιν. «Λέγει αὐτῇ ὁ Ἰησοῦς Μαρία. στραφεῖσα δὲ ἐκείνη λέγει αὐτῷ ἑβραϊστί Ῥαββουνὶ, ὃ λέγεται διδάσκαλε, καὶ προσέδραμεν ἅψασθαι αὐτοῦ.» Καλεῖ πρὸς ἐπίγνωσιν τὴν ἐμφανεστέραν ἤδη τοῦ γυναίου τὸν νοῦν, ἑαυτὸν δὲ παραθεὶς ἀδιακωλύτως εἰς θέαν, ἅτε δὴ καὶ ἀγαπώσῃ γοργότερον, μονονουχὶ καὶ καταιτιᾶται λοιπὸν οὐ μετρίως μελλήσασαν εἰς τὸ δύνασθαι νοεῖν, ὅτιπερ αὐτὸς εἴη ὁ Χριστός· ὑπεμφαίνει γάρ τι τοιοῦτον καλέσας ὀνομαστί·
ἡ δὲ συνίησί τε παραχρῆμα, καὶ τῶν ἐν ἀρχαῖς ὑποψιῶν δι’ αὐτῆς ἤδη τῆς θέας ἀποπηδήσασα, τὴν αὐτῷ συνήθη προσάγει τιμὴν Ῥαββουνὶ λέγουσα, τουτέστι Διδάσκαλε, θυμηδίας δὲ τῆς ἀνωτάτω τὸν οἰκεῖον ἐμπλήσασα νοῦν προσέθει θερμῶς ἁψομένη τε τοῦ ἁγίου σώματος, καὶ τὴν εὐλογίαν κερδανοῦσα τὴν παρ’ αὐτοῦ. «Λέγει αὐτῇ ὁ Ἰησοῦς Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου.» Οὐκ εὐκάτοπτος τοῖς πολλοῖς ἡ τοῦ λόγου δύναμις, κέκρυπται γὰρ ἐν αὐτῷ μυστήριον· βασανιστέον δ’ οὖν ὅμως διὰ τὸ χρήσιμον. χαριεῖται γὰρ ἡμῖν τῶν ἑαυτοῦ ῥημάτων τὴν γνῶσιν ὁ Κύριος. ἀπείργει μὲν γὰρ ἐπιτρέχον αὐτῷ τὸ γύναιον, καὶ τοῖς ποσὶ περιπλέκεσθαι προθυμούμενον οὐκ ἐᾷ· τὴν δέ γε τοῦ πράγματος αἰτίαν φανερὰν ἡμῖν καθιστάς Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου φησίν. ἀλλὰ τί δὴ τοῦτο δηλοῦν οἰησόμεθα, ζητητέον. τί γὰρ εἰ μήπω πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀναβέβηκε Πατέρα, πρόφασις δὲ αὕτη πῶς ἂν γένοιτο διαρκὴς τοῦ μὴ χρῆναι θιγεῖν τῆς ἁγίας σαρκὸς τοὺς ἀγαπῶντας αὐτόν;
PG 74:693ἆρα γάρ τις ἀνεγκλήτως οἰήσεται τὸν ἐκ τῆς ἐπαφῆς μολυσμὸν παραιτούμενον, ἢ καὶ ἵνα καθαρὸς πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνίοι Πατέρα, ταυτὶ πρὸς ἐκείνην εἰπεῖν τὸν Κύριον; εἶτα πῶς οὐκ ἀσύνετός τε ὢν κομιδῇ καὶ παράφρων ἁλώσεται; οὐ γὰρ ἂν ἡ θεία φύσις μολυνθείη ποτέ. ὅνπερ γὰρ τρόπον καὶ βορβόροις ἔσθ’ ὅτε καὶ ταῖς κατὰ γῆν ἑτέραις ἀκαθαρσίαις τῆς ἡλιακῆς ἀκτῖνος προσβάλλον τὸ φῶς οὐδὲν ὑπομένει τὸ βλάβος, μένει γὰρ τοῦθ’ ὅπερ ἐστὶν, ἀκηλίδωτον δηλονότι, καὶ τῆς τῶν παραπιπτόντων δυσωδίας ἀμοιρῆσαν παντελῶς, οὕτως ἡ θεία τε καὶ πάναγνος φύσις τὸν ἐκ τοῦ μολύνεσθαι ῥύπον οὐκ ἂν ἐπιδέξαιτό ποτε. τίς οὖν ἄρα ἐστὶν ὁ τοῦ κεκωλύσθαι λόγος προσιοῦσαν αὐτῷ τὴν Μαριὰμ, καὶ τῆς ἁγίας σαρκὸς γλιχομένην ἀποθιγεῖν; τί δ’ ἂν βούλοιτο κατασημῆναι λέγων ὁ Κύριος Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα, διασκεπτέον ἤδη κατά γε τὸ ἡμῖν ἐφικτόν. φαμὲν τοίνυν, ὅτι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἡ πρόφασις πολλὴ μέν τις ἐστὶ καὶ διάφορος, μία δὲ αὕτη καὶ ἀναγκαιοτάτη, καὶ διὰ τῆς αὐτοῦ παραδειχθεῖσα φωνῆς Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Πρὸ τοίνυν τοῦ σωτηρίου σταυροῦ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, οὔπω τῆς καθ’ ἡμᾶς οἰκονομίας τὸ αὐτῇ πρέπον λαβούσης τέλος, δικαίοις τε καὶ ἀδίκοις ἐπεμίσγετο, καὶ συνήσθιε μὲν τελώναις καὶ ἁμαρτωλοῖς, ἐλευθέραν δὲ καὶ τοῖς ἐθέλουσιν ἅπτεσθαι τῆς ἁγίας σαρκὸς ἐδίδου τὴν πρόσοδον, ἵνα πάντας ἁγιάσῃ καὶ καλέσῃ πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἀνακομίσῃ πρὸς ἕξιν τὴν ὑγιᾶ τοὺς ἠῤῥωστηκότας, καὶ τοῖς ἐξ ἁμαρτιῶν συντετριμμένους νοσήμασι. τοιγάρτοι καὶ ἔφη πάλιν αὐτοῖς Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. οὐκοῦν πρὸ μὲν τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν ἀδιαφόρως ἐπεμίσγετο δικαίοις τε καὶ ἁμαρτωλοῖς· ἀπεσόβει δὲ παντελῶς οὐδένα τῶν προσιόντων αὐτῷ. καὶ γοῦν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατακεκλιμένῳ ποτὲ, γυνὴ παρειστήκει κλαίουσα, ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλὸς, καθὰ γέγραπται, καὶ τὴν ἀειφιλόκοσμον ἀπολύσασα τρίχα, καὶ μόλις ἀνεῖσα τῶν ἀρχαίων κακῶν περιέματτε τοὺς πόδας, καὶ διακωλύσας οὐ φαίνεται·
ἀλλὰ καὶ ὅτε τοῦ ἀρχισυναγώγου τὸ κόριον ἐγερῶν ἀπῄει, πάλιν προσελθοῦσα γυνὴ ἐν ῥύσει αἵματος οὖσα ἥψατο τοῦ κρασπέδου αὐτοῦ, καὶ χαλεπαίνοντα μὲν οὐδαμῶς εὑρήσομεν, λόγου δὲ μᾶλλον αὐτὴν ἀξιώσαντα χρηστοῦ· Θύγατερ γὰρ, ἔφη, ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην. ἀλλὰ τότε μὲν οἰκονομικῶς, καὶ τοῖς ἀκαθάρτοις ἔτι καὶ μεμολυσμένον ἔχουσι καὶ σῶμα καὶ νοῦν, ἀδιακωλύτως ἐξῆν καὶ αὐτῆς τῆς ἁγίας ἅπτεσθαι σαρκὸς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἁπάσης εὐλογίας ἀπολαύειν τῆς παρ’ αὐτοῦ· ἐπειδὴ δὲ τὴν καθ’ ἡμᾶς πληρώσας οἰκονομίαν, καὶ αὐτὸν ὑπέμεινε τὸν σταυρὸν καὶ τὸν ἐπὶ σταυρῷ θάνατον, ἀνεβίω τε πάλιν, καὶ θανάτου κρείττονα τὴν οἰκείαν φύσιν ἀποδεικνὺς, ἀποκωλύει λοιπὸν, καὶ οὐχ ἑτοίμως ἔτι χαρίζεται τοῖς προσιοῦσιν αὐτῷ τὸ καὶ αὐτῆς τῆς ἁγίας ἅπτεσθαι σαρκὸς, τύπον ταῖς ἁγίαις ἐκκλησίαις καὶ τῷ καθ’ ἑαυτὸν μυστηρίῳ τὸ πρᾶγμα τιθεὶς, ὃν καὶ αὐτὸς ἡμῖν ὁ διὰ τοῦ πανσόφου Μωυσέως ἐδήλου νόμος, ὅτε καὶ εἰς εἰκόνα Χριστοῦ διετύπου σφάζεσθαι τὸν ἀμνόν· πᾶς γάρ φησιν ἀπερίτμητος οὐκ ἔδεται ἀπ’ αὐτοῦ, ἀπερίτμητον λέγων τὸν ἀκάθαρτον.
PG 74:695ἀκάθαρτος δὲ κατά γε τὴν οἰκείαν φύσιν ἡ ἀνθρωπότης νοοῖτ’ ἂν εἰκότως. τί γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς τὴν ἐνοῦσαν τῷ Θεῷ καθαρότητα; δεῖ τοιγαροῦν οὐκ ἀπεριτμήτους ἔτι, τουτέστιν, ἀκαθάρτους τυγχάνοντας τοῦ ἁγίου σώματος ἅπτεσθαι, καθαροὺς δὲ μᾶλλον ἀποδεδειγμένους, διὰ τῆς ἐν πνεύματι νοουμένης περιτομῆς. περιτομὴ γὰρ καρδίας ἐν πνεύματι, κατὰ τὴν τοῦ Παύλου φωνήν. ἀλλ’ οὐκ ἂν ἐν ἡμῖν ἡ ἐν πνεύματι γένοιτο περιτομὴ, μὴ ἐνοικισθέντος ἐν ἡμῖν τοῦ Ἁγίου Πνεύματος, διά τε τῆς πίστεως καὶ τοῦ ἁγίου βαπτίσματος. πῶς οὖν οὐκ ἔδει τὴν Μαριὰμ ἐξείργεσθαι τέως τῆς τοῦ σώματος ἐπαφῆς, τοῦ ἁγίου δὲ δηλονότι, λαβοῦσαν οὔπω τὸ Πνεῦμα; εἰ γὰρ καὶ ἐγήγερτο Χριστὸς ἐκ νεκρῶν, ἀλλ’ οὔπω τὸ Πνεῦμα δέδοτο τῇ ἀνθρωπότητι παρὰ Πατρὸς δι’ αὐτοῦ. ἀνελθὼν γὰρ πρὸς τὸν Θεὸν καὶ Πατέρα, κατέπεμψεν ἡμῖν αὐτὸ, διὸ καὶ ἔλεγε Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
οὔπω τοιγαροῦν καταπεμφθέντος ἡμῖν τοῦ Ἁγίου Πνεύματος, οὔπω γὰρ ἀναβεβήκει πρὸς τὸν Πατέρα, ὡς οὔπω τὸ Πνεῦμα λαβοῦσαν ἀπείργει τὴν Μαριὰμ, λέγων Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα, τουτέστιν, οὔπω τὸ Ἅγιον Πνεῦμα κατέπεμψα πρὸς ὑμᾶς. ἐντεῦθεν ταῖς ἐκκλησίαις ὁ τύπος. τοιγάρτοι καὶ τῆς ἱερᾶς τραπέζης ἐξείργομεν καὶ τοὺς ἐγνωκότας μὲν αὐτοῦ τὴν θεότητα καὶ ὁμολογήσαντας ἤδη τὴν πίστιν, τουτέστι, τοὺς ἔτι κατηχουμένους, μὴ μὴν καὶ τὸ Ἅγιον Πνεῦμα πλουτήσαντας. τοῖς γὰρ οὔπω βεβαπτισμένοις οὐκ ἐνοικεῖ. ἐπὰν δὲ τοῦ Ἁγίου Πνεύματος ἀποδειχθεῖεν μέτοχοι, τότε καὶ ἅπτεσθαι τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ κωλύον οὐδέν. τοιγάρτοι καὶ τοῖς μετασχεῖν ἐθέλουσιν εὐλογίας τῆς μυστικῆς, οἱ τῶν θείων μυστηρίων προσφωνοῦσι λειτουργοί ΤΑ ἉΓΙΑ ΤΟΙΣ ἉΓΙΟΙΣ, πρεπωδεστάτην εἶναι διδάσκοντες τῶν ἁγίων τὴν μέθεξιν τοῖς ἡγιασμένοις ἐν Πνεύματι. ΚΕΦΑΛΗ Α.
PG 74:697«Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι’ ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν.» «Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» ΔΙ’ αἰτίας μὲν ἃς ἤδη προείπαμεν, οὐκ ἐφίησι θιγεῖν τῆς ἑαυτοῦ σαρκὸς καίτοι σφόδρα διψήσασαν τούτου τυχεῖν ἐκ φιλοθεί̈ας τὴν Μαριάμ· ἀμείβεται δὲ τῆς προσεδρείας αὐτὴν, καὶ τῆς οὕτως ἐντόνου πίστεως καὶ ἀγάπης διπλοῦν ἀπένειμε τὸν μισθὸν, οὐκ ἄκαρπον τοῖς ἐπιτηδεύουσιν ἀποδεικνὺς τὴν εἰς ἑαυτὸν εὐσέβειαν. καὶ τό γε τούτων ἔτι λαμπρότερον, ἐν αὐτῇ γὰρ καὶ πρώτῃ, φημὶ δὴ τῇ Μαριὰμ, σύμπαν ὡς εἰπεῖν τὸ θηλειῶν γένος διττῇ στεφανοῦται τιμῇ, καὶ τῶν ἀρχαίων ἀῤῥωστημάτων ἐκομίζετο τὴν διάλυσιν. πρώτη γὰρ οὕτω θρηνήσασα, καὶ τῶν δακρύων τὴν πρόφασιν λαβοῦσα Χριστὸν, μεθίστη τὸ πένθος εἰς θυμηδίαν, μὴ χρῆναι κλαίειν ἀκούσασα παρὰ τοῦ καὶ πάλαι καταδικάσαντος καὶ ταῖς τῆς λύπης ἐφόδοις εὐκαταγώνιστον ἀποφήναντος. εἴρητο γάρ που πρὸς τὴν γυναῖκα παρὰ Θεοῦ Ἐν λύπαις τέξῃ τέκνα.
ἀλλ’ ὥσπερ αὐτὴν ὑπετίθει ταῖς λύπαις κατὰ τὸν παράδεισόν ποτε, ταῖς τοῦ ὄφεως διακονησαμένην φωναῖς, καὶ ταῖς τοῦ διαβόλου κακουργίαις ὑπηρετήσασαν, οὕτω δὴ πάλιν ἐν κήπῳ κελεύει μηκέτι κλαίειν αὐτήν. ἀπολύων δὲ καὶ αὐτῆς τῆς ἀρᾶς ἐφ’ ᾗ λυπεῖσθαι προστέτακτο, τῶν μεγάλων ἀγαθῶν κελεύει γενέσθαι πρωτάγγελον, καὶ τὴν πρὸς τὸ ἄνω βάδισιν εὐαγγελίζεσθαι τοῖς μαθηταῖς· ἵν’ ὥσπερ ἡ πρώτη καὶ πασῶν ἀρχαιοτάτη γυνὴ ταῖς τοῦ διαβόλου φωναῖς ὑπουργήσασα κατεκρίθη, καὶ δι’ ἐκείνης σύμπαν τὸ θηλειῶν γένος, οὕτω καὶ αὐτὴ τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑπηρετήσασα λόγοις, καὶ τὰ εἰς ζωὴν ἀναφέροντα τὴν αἰώνιον ἀπαγγείλασα, σύμπαν τῆς αἰτίας τὸ θηλειῶν ἀπαλλάξῃ γένος. χαρίζεται τοίνυν τῇ Μαριὰμ πρὸς τὸ μηκέτι κλαίειν μηδὲ εἰς λύπας εὔκολον τὴν καρδίαν ἔχειν ὁ Κύριος, καὶ τὸ ὡραίους κεκτῆσθαι τοὺς πόδας. κατὰ γὰρ τὴν τοῦ προφήτου φωνήν Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· καίτοι τῆς πρώτης ἐκείνης οὐχ ὡραίους ἐχούσης τοὺς πόδας, οὐ γάρ τι τῶν ἀγαθῶν εὐηγγελίζετο, τὰ πρὸς παράβασιν τῆς θείας ἐντολῆς τῷ προπάτορι συμβουλεύσασα. ὅτι δὲ ἀξιάγαστος ἡ Μαριὰμ, κἀντεῦθεν συνήσεις·
μνήμης γὰρ ἠξιώθη προφητικῆς. τί γὰρ ἔφη περὶ αὐτῆς καὶ τῶν σὺν αὐτῇ γυναικῶν, αἳ τὴν τοῦ Σωτῆρος ἀνάστασιν τοῖς ἁγίοις εὐηγγελίζοντο μαθηταῖς; Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. τὰς μὲν γὰρ φιλοχρίστους ἀληθῶς ταυτασὶ γυναῖκας, μονονουχὶ καὶ ὀξυτέρῳ φέρεσθαι δρόμῳ τὸ θεῖον ἐν τούτοις διακελεύεται λόγιον, ἵν’ ὧν γεγόνασι θεωροὶ, ταῦτα καὶ ἀπαγγείλειαν· καταδικάζει δὲ τῆς Ἰουδαίων ἀσυνεσίας, ἅτε δὴ καὶ αὐτὸν τὸν περὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διαγελώντων λόγον. Εἰ δὲ καὶ ἑτέρων οὐσῶν γυναικῶν· δοκεῖ γὰρ καὶ τοῦτο τοῖς ἑτέροις εὐαγγελισταῖς· ὁ σοφὸς Ἰωάννης μόνης ἐποιήσατο μνήμην τῆς Μαριὰμ, οὐκ ἀλλήλοις ἐναντίους εὑρήσομεν τῶν ἁγίων τοὺς λόγους. εἰκὸς γὰρ ὅτι μόνης ἐπεμνήσθη τῆς Μαριὰμ τῆς Μαγδαληνῆς Ἰωάννης, ἅτε δὴ καὶ θερμότερον ἐχούσης τὸ κίνημα πρὸς ἀγάπην τὴν εἰς Χριστὸν, καὶ προπηδώσης τῶν ἄλλων, εἴς γε τὸ ἰδεῖν τὸ μνημεῖον καὶ τὸ ἐν τῷ κήπῳ γενέσθαι, καὶ πάντα τόπον περινοστεῖν τῷ μνημείῳ γείτονα πρὸς τὴν τοῦ σώματος ζήτησιν. ᾤετο γὰρ ἀληθῶς μετατεθεῖσθαι τὸν Κύριον.
PG 74:699ἐπιγράφεται δέ πως ἀεὶ τοῖς ἡγουμένοις μάλιστα καὶ βουλῆς καὶ πράγματος τὰ τῶν ἐκβάσεων τέλη, κἂν ἕτεροί τινες εἶεν οἱ συσκεπτόμενοι καὶ συμπράττοντες. Οὐκοῦν εἰς τιμὴν καὶ δόξαν καὶ εἰς καύχημα διηνεκὲς ἐχαρίζετο τῇ Μαριὰμ ὁ Σωτὴρ τὸ εὐαγγελίσασθαι τοῖς ἀδελφοῖς ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· σὺ δέ μοι πάλιν τὸ βαθὺ δὴ τοῦτο καὶ μέγα δέχου μυστήριον, τῆς τῶν θείων δογμάτων ὀρθότητος τὸν κανόνα διαπηδᾶν τὴν ἑαυτοῦ καρδίαν οὐκ ἐφιείς. ἀκούεις ὅπως γέγονε καθ’ ἡμᾶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα καὶ ἡμεῖς κατ’ αὐτὸν, κατά γε τὸ ἐφικτὸν τῇ φύσει καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸν διὰ τῆς χάριτος ἀνακαινισμόν; τεταπείνωκε γὰρ ἑαυτὸν, ἵνα πρὸς τὸ ἴδιον ὕψος ἀναγάγῃ τὸ ταπεινὸν κατὰ φύσιν, καὶ τὴν τοῦ δούλου μορφὴν πεφόρεκε, καίτοι κατὰ φύσιν Κύριός τε ὑπάρχων καὶ Υἱὸς, ἵνα τὸ τῇ φύσει δοῦλον εἰς τὴν τῆς υἱοθεσίας μετακομίσῃ δόξαν, καθ’ ὁμοιότητα τὴν ἑαυτοῦ καὶ ὡς πρὸς αὐτόν.
ὡς οὖν καθ’ ἡμᾶς γεγονὼς, τουτέστιν ἄνθρωπος, ἵνα καὶ ἡμεῖς κατ’ αὐτὸν, φημὶ δὴ θεοὶ καὶ υἱοὶ, δέχεται μὲν εἰς ἑαυτὸν τὰ ἡμῶν ἰδικῶς, ἀντιδίδωσι δὲ ἡμῖν τὰ ἑαυτοῦ, πῶς ἢ τίνα τρόπον, ἐρέσθαι δὴ πάντως θελήσεις εὐλόγως. οὐκοῦν ἐρῶ κατὰ δύναμιν. πρῶτον μὲν γὰρ ἐν οἰκετῶν ὄντας τάξει τε καὶ φύσει· δοῦλα γὰρ τοῦ ποιητοῦ τὰ ποιήματα· καλεῖ μὲν ἰδίους ἀδελφοὺς, Πατέρα δὲ κοινὸν ἑαυτοῦ τε καὶ ἡμῶν ὀνομάζει τὸν Θεὸν, οἰκειούμενος δὲ διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τὰ ἀνθρώπινα, Θεὸν ἑαυτοῦ τὸν ἡμῶν ἐκάλεσε Θεὸν, καίπερ ὢν Υἱὸς κατὰ φύσιν, ἵν’ ὥσπερ ἡμεῖς εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως ἀναβαίνομεν· οὐ γὰρ ὄντες υἱοὶ κατὰ φύσιν υἱοὶ κεκλήμεθα Θεοῦ, κράζει γὰρ ἐν ἡμῖν διὰ τοῦ ἰδίου Πνεύματος Ἀββᾶ ὁ πατήρ· οὕτω καὶ αὐτὸς ἐπείπερ τὴν ἡμετέραν ἐδέξατο μόρφωσιν, γέγονε γὰρ ἄνθρωπος κατὰ τὰς γραφὰς, Θεὸν ἔχῃ τὸν Θεὸν, καίτοι Θεὸς ὑπάρχων ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινός. μὴ τοίνυν σκανδαλισθῇς, κἂν ἀκούσῃς ὅτι Θεὸν ἑαυτοῦ τὸν Θεὸν ἀποκαλεῖ, περιάθρει δὲ μᾶλλον ὡς φιλομαθὴς, καὶ περισκέπτου φρονίμως τοῦ λόγου τὴν ἀκρίβειαν.
ἑαυτοῦ μὲν γὰρ Πατέρα φησὶν εἶναι τὸν Θεὸν, καὶ ἡμῶν δὲ Θεὸν, πρᾶγμα λέγων καθ’ ἑκάτερον ἀληθές. φύσει μὲν γὰρ καὶ ἀληθείᾳ Πατήρ ἐστι τοῦ Χριστοῦ ὁ τῶν ὅλων Θεὸς, ἡμῶν δὲ οὐκέτι κατὰ φύσιν Πατὴρ, Θεὸς δὲ μᾶλλον, ὡς ποιητὴς καὶ Κύριος· ἀλλ’ ἑαυτὸν ἡμῖν οἱονεί πως ἀνακιρνὰς ὁ Υἱὸς, τὸ μὲν ἑαυτῷ κυρίως τε καὶ ἰδικῶς ὑπάρχον ἀξίωμα τῇ ἡμετέρᾳ χαρίζεται φύσει, Πατέρα κοινὸν ὀνομάζων τὸν ἑαυτοῦ γεννήτορα· τὸ δὲ τῇ ἡμετέρᾳ φύσει προσπεφυκὸς δέχεται πάλιν εἰς ἑαυτὸν, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Θεὸν γὰρ ἑαυτοῦ τὸν ἴδιον ὀνομάζει Πατέρα, οὐ θελήσας ἀτιμάσαι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν διὰ τὴν ἐνοῦσαν αὐτῷ φιλανθρωπίαν τε καὶ ἡμερότητα. ἂν τοίνυν ἐξ ἀμαθίας ἐγκαλεῖν ἐθελήσῃς τῇ τοιαύτῃ φωνῇ, καὶ ἀφόρητόν πως εἶναί σοι δοκῇ τὸ φάναι τὸν Κύριον Θεὸν ἑαυτοῦ τὸν Πατέρα καὶ Θεὸν, αἰτιάσῃ παραφρόνως τὴν διὰ σὲ γενομένην οἰκονομίαν, καὶ δέον εὐχαριστεῖν, ἀτιμάσεις τὸν εὐεργέτην, καὶ τῆς ἀγαπήσεως τῆς εἰς ἡμᾶς γενομένης τὸν τρόπον ἀσυνέτως διαβαλεῖς. εἰ γὰρ τεταπείνωκεν ἑαυτὸν αἰσχύνης καταφρονήσας καὶ διὰ σὲ γενόμενος ἄνθρωπος, τῆς σῆς, ὦ οὗτος, ἐστὶ τὸ ἔγκλημα ταπεινότητος·
PG 74:701τῷ δὲ καὶ τοῦτο παθεῖν ἑλομένῳ διὰ σὲ, μέγα τε καὶ ἐξαίσιον ὀφείλεται θαῦμα. καταπλήττομαι δὲ, ὅτι κένωσιν ὅλως ἀκούων· κεκένωκε γὰρ ἑαυτὸν δι’ ἡμᾶς· οὐ λογίζῃ τὴν πλήρωσιν, καὶ ταπείνωσιν βλέπων τὸ ὕψος οὐκ ἐννοεῖς. κεκένωται γὰρ πῶς, εἰ μὴ τέλειον ἐννοεῖς ὑπάρχειν, ὡς Θεόν; τεταπείνωται δὲ κατὰ τίνα τρόπον, εἰ μὴ τῆς ἀῤῥήτου φύσεως αὐτοῦ λογίζῃ τὰ ὑψώματα; οὐκοῦν πλήρης ὑπάρχων καὶ παντέλειος ὡς Θεὸς κεκένωται διὰ σὲ, πρὸς τὴν σὴν ἑαυτὸν κατακομίσας ὁμοίωσιν, καὶ ὑψηλὸς ὑπάρχων ὡς Υἱὸς καὶ ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς, τεταπείνωκεν ἑαυτὸν, ἐπείπερ γέγονεν ἄνθρωπος, ὁ τῶν ὑψωμάτων τῆς θείας δόξης τοσοῦτον ἡττώμενος, ὅσον οἶδεν ἡ φύσις. ὅτε τοίνυν ἐν ταὐτῷ τέ ἐστι Θεὸς καὶ ἄνθρωπος, ὑψηλὸς μὲν διὰ τὸν φύσαντα· Θεὸς γάρ ἐστιν ἐκ Θεοῦ καὶ Υἱὸς ἐκ Πατρὸς ἀληθῶς· ταπεινὸς δὲ δι’ ἡμᾶς, ἄνθρωπος γὰρ καθ’ ἡμᾶς γέγονε δι’ ἡμᾶς· ἀτάραχον ἔχε τὸν νοῦν, ὅταν ἀκούσῃς λέγοντος Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως, ὡς Θεῷ μὲν καὶ Υἱῷ κατὰ φύσιν Πατέρα καλεῖν τὸν γεννήτορα, ὡς δὲ ἀνθρώπῳ καθ’ ἡμᾶς, Θεὸν ἑαυτοῦ τὸν Θεὸν ὀνομάζειν.
«Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.» Θεραπεύεται τὸ νενοσηκὸς μάλιστα γένος, φημὶ δὴ τὸ θηλειῶν, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φιλανθρωπίας ἀνακεφαλαιουμένου τρόπον τινὰ τὴν τῶν καθ’ ἡμᾶς ἀῤῥωστημάτων ἀρχὴν, καὶ μετατιθέντος τοῖς δευτέροις ἐπὶ τὸ ἄμεινον. ἀπαγγέλλει γὰρ ἡ Μαριὰμ, ὅτι καὶ θεάσοιτο τὰ τοῦ θανάτου δεσμὰ διαφυγόντα τὸν Κύριον, καὶ τίνα λέγοντος ἤκουσε, διεκόμισέ τε τοῖς μαθηταῖς τοὺς τῆς ζωῆς λόγους καὶ τῶν θείων εὐαγγελίων τὰς ἀπαρχάς. «Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ αὐτοῦ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.» Κατ’ αὐτὴν ἐκείνην τὴν ἡμέραν καθ’ ἣν ὤφθη τε καὶ διείλεκται τῇ Μαριὰμ, καὶ αὐτοῖς τοῖς ἁγίοις ἐπέλαμψε μαθηταῖς, τὰς τῶν ἀνοσίων Ἰουδαίων ἀφορήτους καταδρομὰς καταπεφρικόσι, καὶ εἰς οἶκόν τινα διὰ τοῦτο συγκεκομισμένοις.
PG 74:703οὐ γὰρ ἦν εἰκὸς ἀμοιρῆσαί ποτε τοῦ πρέποντος λογισμοῦ τοὺς οὕτω πεπαιδευμένους, καὶ τὰς τῶν φονώντων ὀργὰς διαδιδράσκειν ἐπείγεσθαι κεκελευσμένους πολλάκις. ἐπιφαίνεται δὲ παραδόξως αὐτοῖς. κεκλεισμένων γὰρ, ὥς φησι, τῶν θυρῶν, ἀδοκήτως εἰς μέσον ἔστη Χριστὸς, ἀφάτῳ τινὶ δυνάμει καὶ θεοπρεπεῖ καὶ τὰς τῶν πραγμάτων ἀκολουθίας ὑπεριπτάμενος, καὶ τοῦ τοῖς δρωμένοις πρέποντος λογισμοῦ τε καὶ σχήματος ἀμείνων ἀναδεικνύμενος. μὴ γὰρ δή τις λεγέτω Πῶς ἐν σώματι τῷ παχεῖ τυγχάνων ὁ Κύριος ἀδιακωλύτως εἰσήλασε, καίτοι τῶν θυρῶν κεκλεισμένων· ἐννοείτω δὲ μᾶλλον, ὡς οὐ περί τινος τῶν καθ’ ἡμᾶς τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος Εὐαγγελιστής· περὶ αὐτοῦ δὲ μᾶλλον τοῦ συνεδρεύοντος τῷ Θεῷ καὶ Πατρὶ, καὶ πάντα δρῶντος εὐκόλως ὅσαπερ ἂν βούλοιτο. ἔδει γὰρ ἔδει Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθινὸν μὴ ταῖς τῶν πραγμάτων ἀκολουθίαις ὑποκεῖσθαι, καθάπερ ἀμέλει καὶ τὰ παρ’ αὐτοῦ γεγονότα, κατεξουσιάζειν δὲ μᾶλλον καὶ ἀνάγκης αὐτῆς καὶ λογισμοῦ τοῦ καθήκοντος καὶ πρεπωδεστάτου τῶν τελουμένων ἑκάστῳ.
ἐπεὶ κατὰ τίνα τρόπον θάλασσαν μὲν τοῖς ἰδίοις ὑπετίθει ποσὶ, διέθει δὲ καθάπερ ἐπὶ ξηρᾶς τοῦ κύματος, καίτοι τῶν ἡμετέρων σωμάτων τὴν ἐφ’ ὕδασιν ὁδὸν οὐκ ἐχόντων ὑπεστρωμένην; ἢ πῶς τὰς ἑτέρας ἐπλήρου θαυματουργίας ἐν ἐξουσίᾳ θεοπρεπεῖ; ἀλλ’ ἐκεῖνα δὴ πάντως ἐρεῖς ὑπὲρ λόγον. οὐκοῦν τίθει μετ’ ἐκείνων καὶ τοῦτο, καὶ μὴ καθάπερ ἔδοξέ τισιν ἐκ τῆς ἐνούσης αὐτοῖς ἐλαφρίας συνηρπασμένοις ἐπὶ τὸ βούλεσθαι φρονεῖν ἅπερ ἥκιστα χρῆν, οἰηθῇς διὰ τοῦτο μὴ μετὰ τοῦδε τοῦ σώματος ἐγηγέρθαι τὸν Κύριον, γυμνὸν δὲ σαρκὸς καὶ ἀσύμπλοκον παντελῶς τοῦ ληφθέντος ναοῦ. εἰ γὰρ μὴ δύνασαι νοεῖν τῆς ἀῤῥήτου φύσεως τὴν ἐνέργειαν, τί μὴ μᾶλλον τῆς ἀνθρωπίνης ἀσθενείας καταβοᾷς; τοῦτο γὰρ εἶναί φημι καὶ σοφώτερον· εἶτα στέργεις σιωπῇ τὸ διορισθέν σοι μέτρον παρὰ τοῦ δημιουργοῦ, ἀποσειόμενος δὲ ὥσπερ τὸν σώφρονα λογισμὸν, ἀδικεῖς τὸ μέγα τῆς ἀναστάσεως μυστήριον, ἐφ’ ᾧ πᾶσαν ἔχομεν τὴν ἐλπίδα. διαμεμνήσθω γάρ τις βοῶντος τοῦ Παύλου Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν, εἶτα πάλιν Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. τί γὰρ ὅλως τὸ ἐγερθὲν εἰ μὴ τὸ πεσὸν, ἢ τί τὸ ἀναστὰν εἰ μὴ τὸ κεκλιμένον εἰς θάνατον; πῶς δὲ ἡμεῖς προσδοκήσομεν τὴν ἀνάστασιν, εἰ μὴ τὸν οἰκεῖον ἤγειρε ναὸν ὁ Χριστὸς, ἀπαρχὴν τῶν κεκοιμημένων, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν ἑαυτὸν ὑπὲρ ἡμῶν καθιστάς. ἢ πῶς ἐνδύσεται τὸ φθαρτὸν τοῦτο τὴν ἀφθαρσίαν, εἰ καθάπερ οἴονταί τινες εἰς ἀπώλειαν παντελῆ κατοιχήσεται; πῶς γὰρ οὐ τοῦτο πείσεται, μηδεμίαν ἔχον εἰς ἀναβίωσιν τὴν ἐλπίδα; μὴ τοίνυν τὴν ἐν τῷ πιστεύειν ὀρθότητα ζημιωθῇς διὰ τὸ παραδόξως τετελεσμένον, προςτίθει δὲ τοῖς ἑτέροις θαύμασι καὶ τοῦτο σωφρόνως. Ἄθρει γὰρ ὅπως διὰ μὲν τοῦ παραδόξως εἰσελάσαι κεκλεισμένων τῶν θυρῶν, δέδειχε πάλιν ὅτι Θεός ἐστι κατὰ φύσιν, καὶ οὐχ ἕτερος παρ’ ἐκεῖνον τὸν αὐτοῖς καὶ πάλαι συνδιαιτώμενον·
PG 74:705διὰ δὲ τοῦ καὶ αὐτὴν ἀπογυμνῶσαι τοῦ σώματος τὴν πλευρὰν καὶ τοὺς τύπους ἐπιδεῖξαι τῶν ἥλων, πεπληροφόρηκεν ἐμφανῶς ὅτι τὸν ἐπ’ αὐτοῦ τοῦ σταυροῦ κεκρεμασμένον ἤγειρε ναὸν, καὶ ὅπερ πεφόρεκε σῶμα, τοῦτο πάλιν ἀνέστησε, καταργήσας δηλονότι τὸν τῇ σαρκὶ πρέποντα θάνατον, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ καὶ Θεός. ἐπεὶ τίς ἡ χρεία τῆς τῶν χειρῶν καὶ τῆς πλευρᾶς ἐπιδείξεως, εἴπερ ὅλως κατὰ τήν τινων ἀβελτερίαν οὐ μετὰ τῆς ἰδίας ἐγήγερται σαρκός; εἰ γὰρ ἕτερόν τι περὶ αὐτοῦ φρονεῖν ἠθέλησε τοὺς μαθητὰς, τί μὴ μᾶλλον αὐτοῖς ἐν ἑτέρῳ διεφαίνετο σχήματι, καὶ τὸ τῆς σαρκὸς ἀτιμάσας εἶδος, πρὸς ἑτεροίας αὐτοὺς ἐννοίας ἐκάλει; νυνὶ δὲ τοσοῦτον ὁρᾶται πεφροντικὼς τοῦ χρῆναι πιστεύειν ἔσεσθαι τῆς σαρκὸς τὴν ἀνάστασιν, ὥστε καὶ καιροῦ καλοῦντος ἤδη μετασκευάζειν εἰς δόξαν ἄῤῥητόν τινα καὶ ὑπερφυᾶ τὸ ἴδιον σῶμα, φαίνεσθαι πάλιν ὅπερ ἦν συγκεχώρηκεν οἰκονομικῶς, ἵνα μὴ ἕτερον ἔχων παρ’ ἐκεῖνο νομίζηται ἐν ᾧ καὶ πέπονθε τὸν ἐπὶ τῷ σταυρῷ θάνατον.
ὅτι γὰρ οὐκ ἂν ἐγένετο φορητὴ τοῖς ἡμετέροις ὄμμασιν ἡ τοῦ ἁγίου σώματος δόξα, εἴπερ αὐτὴν ἐξαπλοῦν ἠβουλήθη Χριστὸς καὶ πρὶν ἀναβῆναι πρὸς τὸν Πατέρα, συνήσεις εὐκόλως, τὸν ἐν τῷ ὄρει ποτὲ παραδειχθέντα τοῖς ἁγίοις μαθηταῖς μετασχηματισμὸν ἐνθυμούμενος. γράφει γὰρ ὁ μακάριος Ματθαῖος ὁ Εὐαγγελιστὴς, ὅτι παραλαβών ποτε Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀνέβη εἰς τὸ ὄρος, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡσεὶ χιὼν, οἱ δὲ τὴν θέαν οὐκ ἐνεγκόντες πεπτώκασιν. οἰκονομικώτατα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὔπω πρὸς δόξαν τὴν αὐτῷ χρεωστουμένην καὶ πρέπουσαν τὸν οἰκεῖον μεταστοιχειώσας ναὸν, ἐν τοῖς πρώτοις ἔτι διεφαίνετο σχήμασι, τὴν τῆς ἀναστάσεως πίστιν οὐκ ἐφ’ ἕτερόν τι σχῆμα καὶ σῶμα μετακομίζεσθαι θέλων ἢ εἰς ὅπερ ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, ἐν ᾧ καὶ σταυρωθεὶς ἀπέθανε κατὰ τὰς γραφὰς, τῆς τοῦ θανάτου δυνάμεως κατὰ μόνης τρεχούσης τῆς σαρκὸς, ἐξ ἧς καὶ ἀπελήλαται. εἰ γὰρ μὴ ἀνέστη τὸ τεθνηκὸς αὐτοῦ σῶμα, ποῖος νενίκηται θάνατος, ποῦ δὲ ἠτόνησε τὸ τῆς φθορᾶς κράτος;
Page scan enlarged

Notebook

Full View