PG 76Cyril of Alexandria
Against Nestorius
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Book ILiber I

col. 9–10page 1 of 121
PG 76:9ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΩΝ ΝΕΣΤΟΡΙΟΥ ΔΥΣΦΗΜΙΩΝ ΠΕΝΤΑ ΒΙΒΛΟΣ ΑΝΤΙΡΡΗΣΙΣ ". ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Τοῖς μὲν τὴν θείαν Γραφὴν πολυπραγμονεῖν ἐθέ λουσι, καὶ ἀποδιώκουσι μὲν τὸ ῥᾴθυμον ἐν τούτῳ, δεδιψηκόσι δὲ μᾶλλον τοῦ πράγματος τὴν κατόρθωσιν, Εγκειμένοις τε νεανικῶς, καὶ ὄχνου δίχα παντός, πε ριέσται δὴ πάντως τὸ ἐν παντὶ γενέσθαι καλῷ· φωτὸς γὰρ τοῦ θείου τὸν οἰκεῖον ἀναπιμπλᾶσι νοῦν· εἶτα τοῖς τῆς Ἐκκλησίας αὐτὸν ἐνιέντες δόγμασιν, ἅπαν μὲν, ὅσον ἐστὶν ὀρθῶς τε καὶ ἀκιβδήλως ἔχον, προσ
col. 11–12page 2 of 121
PG 76:11ίενται, καὶ λίαν ἀσμένως· καὶ τοῖς ἐσωτάτω τῆς ἑαυτῶν ψυχῆς ἐναποκλείουσι θησαυροῖς· ἐπιγάννυνται δὲ οὕτω τοῖς ἐξ εὐμαθίας συνειλεγμένοις, ώσανεί και τινες έτεροι τῶν κατὰ τὸν βίον, ἢ λίθους τινάς Ινδικὰς ἡ χρυσὸν ἁπλήστως συναγηγερκότες, μᾶλ λον δὲ, καὶ ἔτι μειζόνως «Κρείσσον γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς,» καθά γέγραπται. Χρῆναι δέ φημι τους, οἵπερ ἂν σοφοὶ [τσ. ὦσι σοφοίς, καὶ ἀγχίνοοι, καὶ τῶν θείων δογμάτων επιστήμονες, διαμεμνήσθαι χρησίμως γεγραφότος τινὸς τῶν ἁγίων μαθητῶν· «Αδελφοί, δοκιμάζετε τὰ πνεύματα, οἱ ἐκ τοῦ Θεοῦ εἰσι.» Δεδωρῆσθαι δὲ τοῖς ἁγίοις φησὶ καὶ ὁ θεσπέσιος Παῦλος διακρίσεις πνευμάτων. Οἱ μὲν γὰρ λέγοντες, ὅτι Κύριος Ἰησοῦς, φαῖεν ἂν οὐχ ἑτέρως αὐτό, πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος· οἵ γε μὴν ἐξ ἀμαθίας παλίμφημον ἐπ' αὐτοῖς γλῶσσαν ἀνέντες, καὶ δι' ὧν ὀρθὰ φρονεῖν ἐγνώκασι, μονονουχί λέγοντες ἀνάθεμα Ἰησοῦν, τοῦτο δρῷεν ἄν, ὡς ἀπό γε τοῦ Βεελζεβούλ. Δεῖ δὴ οὖν ἄρα λεπτῶς τε καὶ διεσμιλευμένως δοκιμάζειν ἅπαντα μεμελετηκότας, καὶ νῷ διεγηγερμένω χρωμένους περιτυγχάνειν ἡμᾶς τοῖς τινων συγγράμματι, καὶ βασανίζειν εὐτέχνως, οὔσπερ ἂν ποιοῖντο λόγους περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἀπομιμεῖσθαί τε καὶ μάλα ὀρθῶς, τοὺς ὅτι δὴ μάλιστα δοκίμους, καὶ εμπειροτάτους τῶν ἀργυροπρατῶν, οἱ προσίενται μὲν τῶν νομισμάτων τὸ εὐδοκιμοῦν, ἀπόβλητον δὲ ποιεῖσθαι σπουδάζουσι τὸ παράσημον, καὶ μεμωμημένον. Καὶ πρός γε τοῦτο ἡμᾶς ὁ μακάριος Παῦλος παρα Οήγει, λέγων·. Γίνεσθε τρόφιμοι τραπεζίται πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Εστι δὲ δὴ καὶ ἑτέρως πάναισχρόν τε καὶ ἀκαλλὲς, ἐπὶ μὲν τοῖς κατὰ τόνδε τὸν βίον πράγμασι κατ' οὐδένα τρόπον ἡμᾶς ἠφειδηκότας ὁρᾶσθαι τοῦ τελοῦντος εἰς ὄνησιν, πειρᾶσθαι δὲ μᾶλλον περὶ πολλοῦ ποιεῖσθαι φιλεῖν τὰ δι' ὧν ἂν γένοιτο βιῶναι λαμπρῶς· ἀλογῆσαι δὲ τῶν οὕτω σεπτῶν, καὶ ποιεῖσθαι παρ' οὐδὲν τὴν τῆς ψυχῆς σωτηρίαν· βάθροις τε αὐτὴν ἐγκαθιέναι, καὶ τέλμασι πρὸς τὸ δοκοῦν ἁπλῶς τοῖς ἐθέλουσι λαλεῖν, ἃ μὴ προσῆκεν, ἔσθ' ὅτε παραῤῥιπτοῦντας τὸν νοῦν, οὐκ ἀναμύοντα πρὸς τὸ ἀληθὲς, οὔτε μὴν ἐθέλοντα που λυπραγμονεῖν, τί μέν ἐστι τῶν ἀνεγνωσμένων ὀρθὸν, καὶ ὀνησιφόρον, τί δὲ δὴ τὸ διάστροφον, καὶ δογματ τικῆς ἀκριβείας ἐπιβεβηκός, καὶ ζημίαν ἐμποιοῦν τὴν εἰς αὐτὴν ὁρῶσαν ψυχὴν, ἧς ἀντάξιον οὐδὲν, παρά γε τοῖς ἀρτίοις τὴν φρένα. Δοκιμαστέον οὖν ἄρα, καὶ λίαν ἰσχνῶς, τὰς περὶ τῶν θείων δογμάτων συγγρα φά;· κἂν μέν τις ἴοι κατ᾽ εὐθὺ τοῦ σκοποῦ τῶν ἱερῶν Γραμμάτων, καὶ τὴν ἔν γε τουτοισὶ σαφῆ, καὶ ἀπλα τρόφιμοι, δόκι
col. 13–14page 3 of 121
PG 76:13νεστάτην διάττοι τρίβον, κατακροτείσθω καὶ πρὸς *.» ἡμῶν ταῖς εἰς ὀρθότητα ψήφοις· εἰ δὲ ψυχρόν, καὶ ἐξίτηλον, καὶ μεμιμημένον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον τοῖς ἐντευξομένοις ἐξυφαίνοι τὸν λόγον, ἀκουέτω παρὰ πάντων·. Αλλὰ ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Οὐκοῦν ἢ ποιείτωσαν τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιείτωσαν τὸ δένδρον σαπρὸν, καὶ τὸν καρ τὸν αὐτοῦ σαπρόν. «Ὁ μὲν γὰρ ἀγαθὸς ἄνθρωπος ο Ο ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προσ φέρει τὰ ἀγαθά· ὁ δὲ πονηρὸς ἄνθρωπος ἐκ τοῦ που νηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ που νερά,» κατά γε τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνήν Εσκότισε μὲν γὰρ ὁ Θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων αἱρετικῶν, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χρι στοῦ·, πεπλάνηνται δὲ πολυτρόπως. Οἱ μὲν γὰρ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, ἐν μείοσι τοῦ γεγεννηκότος εἶναί τέ φασιν οἱ δείλαιοι, καὶ τὸ ἔκφυλόν τε καὶ δουλοπρεπές αὐτῷ προσνέμοντες μέτρον, οὐ και ταπεφρίκασιν. Οἱ δὲ τῷ ἁγίῳ Πνεύματι τὸ ἀνόσιόν τε καὶ ἀκρατὲς ἐπιθήγοντες στόμα, δικαίως ἀκούουσι τοῦ προφήτου λέγοντος· «Ὑμεῖς δὲ προσαγάγετεὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐντρυφήσατε, καὶ ἐπὶ τίνι ἡνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνι ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Οὐχ ὑμεῖς έστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Αλλ' ἐκεῖνοι μὲν πορεύσονται τῷ ἑαυτῶν φωτί, καὶ φλόγας εὑρί σκουσιν [ἰσ. εὑρήσουσι], ἃς ἐξέκαυσαν αὐτοί.» Ημᾶς δὲ ἀκόλουθον, οἷς ὀρθότητος μέγει, σοφόν τε καὶ ἀκριβῆ τὸν ἐφ' ἑκάστῳ τῶν θείων δογμάτων ποιεῖσθαι λόγον· καὶ τῆς ἐκείνων αθυροστομίας παρο αιτεῖσθαι τὰ ἐγκλήματα· ἵνα μή τι πταίοντες, καὶ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, πλήττοντές τε αὐτ τῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνωμεν. Ακουσώμεθα [ἰσ. ἀκουσόμεθα γὰρ λέγοντος εὐθύς· ' Οτι εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. ο 'Αλλ' οι μεν ὡς ἐχθρῶν ταυτί κεφαλὰς, οἱ τῆς τοῦ Σωτῆρος ἡμῶν καταστρατεύον και δόξης, καὶ τρυφὴν ἡγοῦνται τὰς εἰς αὐτὸν βλαστ φημίας· ἡμᾶς δὲ, ὡς ἔφην, ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοὺς τὰ αὐτῷ δοκοῦντα φρονεῖν σπουδάζοντας, μὴ τῆς ἀληθείας ἐκκεκομισμένον, ήγουν ἑτέρωσε ποι διάττον τα, καὶ νενευκότα πρὸς τὸ ἐξίτηλον, τον πρός γε φημί τοὺς ὑπὸ χεῖρα, καὶ ταῖς εἰς ὀρθότητα ψήφοις ἐξ αὐτῆς τῆς ἀληθείας στεφανούμενον. Καὶ ταῦτά φημι, τινὶ τῶν βιβλίων περιτυχὼν ὑπό του συντεθειμένῳ, καὶ πολλὴν μὲν ἔχοντι τῶν ὁμιλιῶν τὴν ἄθροισιν, στοιχηδὸν δὲ, καὶ ὡς ἐν τάξει κειμένων, ἡμοιρηκόσι δὲ κατ' οὐδένα τρόπον τοῦ κατέχεσθαι δεῖν. Καὶ εἰ μὲν εἴρηταί τι παρὰ τοῦ συγγεγραφότος, ὃ ταῖς εἰς λή θην ἀποδημίαις ἠφανίζετο, και ᾠήθην δεῖν, σιγὴν
col. 15–16page 4 of 121
PG 76:15τε ἔχειν αὐτὸς, καὶ ἑτέροις συμβουλεύσαι τούτο δράν ο σε ὡς ἂν μὴ πολλοῖς ἑτέροις, καὶ τοῖς μεθ᾿ ἡμᾶς εἴη γνώριμα, τὰ οὕτως ἐκτόπως, καὶ ἀτημελῶς εἰρη μένα. Ἐπειδὴ δὲ δυσφημιῶν ὄχλος ἐνσεσώρευται τῷ βιβλίων, καὶ πολλή τις γέγονεν ἡ κατάῤῥησις, τῶν τῆς ἀληθείας καθυλακτούσα δογμάτων, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς μονονουχὶ καὶ ἀνταποδύσασθαι, καὶ ὑπεραθλῆσαι τῶν ἐντευξομένων, ὡς ἂν μή τι πάθοιεν ἐντεῦθεν τὸ βλάδος, εἰδεῖεν δὲ μᾶλλον ἀποκρούεσθαι γεννικῶς, τὴν ἀπό γε τῶν οὐκ ὀρθῶν εἰρημένων ζη μίαν; Ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης υἱὸς ὠνόμασται βροντῆς παρὰ τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ, καὶ μάλα εἰκότως, διά τε τὸ μονονουχί κατακτυπῆσαι τῆς ὑπ᾽ οὐρανὸν, καὶ καταβροντῆσαι τῆς γῆς, ὡς μέγα τι καὶ ἐξαίσιον εἰρηκώς. Διατρανοῖ γὰρ εξ μάλα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ σεπτὸν ἀληθῶς, καὶ μέγα μυστήριον· ἔφη μὲν γάρ ο Εν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν. Ἐπειδὴ δὲ ἀκριβῆ, καὶ τε τορνευμένην ἐποιήσατο τὴν μυσταγωγίαν, καὶ Θεὸν υπάρχοντα, καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἀποῤῥήτως γε γεννημένον ἀπέφηνε τὸν Μονογενῆ, κτίστην, καὶ ποιη τὴν τῶν ὅλων, τότε δή, τότε καὶ λίαν ἐπὶ καιροῦ, τῆς πανσόφου λοιπὸν δι' ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν πεπραγ μένης οικονομίας ἄρχεται· καί φησι· ι Καὶ ὁ Λόγοςσὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Σάρκα μὲν γὰρ ἔφη τὸν Λόγον, τῆς ἀληθοῦς ἐνώσεως, δῆλον δὲ ὅτι τῆς καθ' ὑπόστασιν νοουμένης, εμφανίζων τὴν δύναμιν διὰ δὲ τοῦ καὶ ἐν ἡμῖν αὐτὸν σκηνώσαι λέγειν, οὐκ ἐφίησι νοεῖν εἰς σάρκα τὴν ἀπὸ γῆς τὸν ἐκ Θεοῦ κατὰ φύσιν μεταχωρήσαι Λόγον. λήθη μὲν ἄν, οἶμαι, τὶς τῶν οὐ λίαν ηκριβωκότων δ τί ποτέ ἐστιν ἡ θεία τε καὶ γεννητοῦ παντὸς ἐπέκεινα φύσις, τάχα που καὶ τροπῆς εἶναι δεκτικὴν αὐτὴν, καὶ καταρᾳθυμῆσαι μὲν δύνασθαι τῶν ἰδίων, καὶ οὐσιωδῶς αὐτῇ προσ πεφυκότων ἀγαθῶν, μεταφῦναι δὲ ὥσπερ εἰς ἕτερόν τι, παρ' ὅπερ ἐστι, καὶ τοῖς τῆς κτίσεως ἐγκαθικέσθαι μέτροις, ἀλλοιώσεσι, καὶ μεταβολαῖς ἀδοκήτως όπερα ηνεγμένην. 'Αλλ' ὅτι τὸ χρῆμά ἐστιν ἀμήχανον παν τελῶς, ἐπήρεισται γὰρ ἡ τοῦ Θεοῦ φύσις, καὶ ἀκρά δαντον ἔχει τὴν ἐφ᾽ οἷς ἐστι διαμονήν, μεμαρτύρηκεν εἰπὼν τὸ, ο Εσκήνωσεν ἐν ἡμῖν·» καίτοι σὰρξ γεγονώς ὁ Λόγος· καὶ τὸ τῆς οἰκονομίας σοφὸν ἐντέχνως ἐξ ηγούμενος· καὶ τό γε μὴ δεῖν τὴν τοῦ Λόγου φύσιν συκοφαντεῖσθαι πρός τινος, ὡς σάρκα γεγενημένην ἐξ ἀλλοιώσεως, καὶ παρατροπῆς εὖ μάλα τετηρηκώς. Φαμὲν οὖν ἄρα καὶ ἡμεῖς αὐτοὶ τὸν τῶν θεηγόρων ιχνηλατούντες σκοπὸν, καὶ τὸν τῆς πίστεως δρον κατ' οὐδένα τρόπον ἐκβαίνοντες, τὸν ἐκ Θεοῦ κατὰ φύσιν, τὸν Μονογενῆ, τὸν ἐν κόλποις ὄντα τοῦ Πα τρός, τὸν δι' οὗ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, καίτη τὴν πρὸ παντὸς αἰῶνος, καὶ χρόνων ἰδικὴν ὕπαρξιν ἔχοντα, καὶ ἀεὶ συνυφεστηκότα τῷ γεγεννηκότι, καθώ
col. 17–18page 5 of 121
PG 76:17ικέσθαι μὲν εἰς ἑκούσιον κένωσιν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ μορφὴν δούλου λαβεῖν, τουτέστιν, ἐν τοῖς καθ' ἡμᾶς γενέσθαι, καὶ ἄνθρωπον οἰκονομικῶς, ὁμοιωθῆναί τε τοῖς ἀδελφοῖς κατὰ πάντα, διὰ τοῦ μεταλαχεῖν ὁμοίως αἵματος καὶ σαρκός· οὕτω τε μεθ' ἡμῶν, καὶ τὴν καθ' ἡμᾶς ὑπομείναι γέννησιν καὶ τῆς ἰδίας σαρκὸς τὴν εἰς τὸ εἶναι· πάροδον εἰς ἑαυτὸν ἀναλαβεῖν, καὶ οὐ δευτέρας ἀρχῆς τῆς εἰς τὸ εἶναι δεδεημένον· ἦν γὰρ ἐν ἀρχῇ, καὶ Θεὸς ἦν ὁ Λόγος· ἀλλ᾽ ἵνα τὸ ἀνθρώπινον ἀνακεφαλαιώσηται γένος, ἀπαρχή πάντων δευτέρα μετὰ τὴν πρώτην ἐκείνην, τικτόμενος κατὰ σάρκα ἐκ γυναικός, κατὰ τὰς Γραφάς. Οὕτω γὰρ ἐπτώχευσε πλούσιος ῶν, ἡμᾶς εἰς τὸν ἴδιον ἀνακομίζων πλοῦτον, καὶ διὰ τῆς ἐνω θείσης αὐτῷ σαρκὸς πάντας ἔχων ἐν ἑαυτῷ. Οὕτω γάρ, οὕτω συντεθάμμεθα μὲν τῷ Χριστῷ διὰ τοῦ ", ἁγίου βαπτίσματος, συνεγηγέρμεθα δὲ, καὶ συνεκαθε ἔσαμεν ἐν τοῖς ἐπουρανίοις. Γέγραφε γὰρ οὕτως ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, ο κήρυξ, καὶ 'Απόστολος, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργός, ή σου φώτατος Παῦλος. Αναγκαίον τοιγαροῦν, εἰς τὴν τοῦ μυστηρίου πίστιν τε ὁμοῦ καὶ παράδειξιν ἀκριβῆ, τὸ τῆς ἀληθοῦς ἐνώσεως χρῆμα, τῆς καθ' ὑπόστασιν, λέγω, ἵνα καὶ ὁ τῆς κατὰ σάρκα γεννήσεως τρόπος τοῦ Μονογενοῦς τὸ ἀνεπίπληκτον ἔχῃ, οὐ πρὸς ὕπαρ Ειν, ὡς ἔφην, κεκλημένου δευτέραν· αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής· ἑαυτὸν δὲ μᾶλλον καθέντος οἰκονομικῶς εἰς ἀνθρωπότητα δι' ἡμᾶς, καὶ τοὺς τῆς ἀνθρωπότητος οὐκ ἀτιμάσαντος νόμους, ελομένου δὲ μᾶλλον μετὰ τῆς σαρκὸς καὶ τὴν τῆς σαρκὸς γέννησιν, ὡς ἰδίαν, ἔχειν. Ταύτητοί φαμεν γεγενῆσθαι κατὰ σάρκα, τὸν ἀεὶ συνυπάρχοντα τῷ Πατρί. Κατέκρινε γὰρ οὕτω τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ κατήργηκεν ἐν ἡμῖν τοῦ θανάτου τὸ κράτος, καθ' ἡμᾶς γεγονώς, ὁ μὴ εἰδὼς ἁμαρτίαν, ὁ ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Αλλ' οὐκ οἶδ' ὅπως ἀδικοῦσί τινες τῶν τῆς Εκκλησίας δογμάτων τὸ ἱερώτατον κάλλος, καὶ τὴν ἁγίαν τε καὶ πάναγνον ρυτιδούσι Παρθένον, εἰς ἀκαλλή σαθρότητα τῶν ἰδίων αὐτῇ [ἱσ. αὐτὴν] κατα κομίζοντες ἐννοιῶν, καὶ ξένων ἡμῖν εὑρημάτων ἐπι τειχίζοντες ὄχλον. Γράφονται μὲν γὰρ, ὡς νόθην τινά, καὶ οὐκ εὐφυᾶ, μᾶλλον δὲ ὡς πέρα παντὸς ἰοῦσαν τοῦ καθήκοντος λόγου,την Θεοτόκος φωνήν, ἣν ἐπὶ τῇ ἁγίᾳ Παρθένῳ συντεθείκασιν οἱ πρὸ ἡμῶν ἅγιοι Πατέρες διιστᾶσι δὲ ἀνὰ μέρος τέμνοντες εἰς υἱοὺς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν· ἀποφέρουσι δὲ καὶ τοῦ Θεοῦ Λόγου τὰ τῆς σαρκὸς πάθη, καίτοι παθεῖν αὐτὸν εἰς ἰδίαν φύσιν, καθὸ νοεῖται Θεὸς, οὐδὲ ἡμῶν εἰρηκότων· ἀνατιθέντων δὲ μᾶλλον αὐτῷ μετὰ τῆς σαρκὸς καὶ τὰ τῇ σαρκί συμβεβηκότα πάθη, ἵνα καὶ αὐτὸς ὁμολογῆται Σωτήρ· τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατά τὸ γεγραμμένον· καὶ με μαλάκισται μὲν αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καίτοι τοῦ παθεῖν τὸν μαλακισμὸν ἀνεπίδεκτος ών· σεσώσμεθα δὲ ἡμεῖς τὸν ὑπὲρ ἡμῶν ἀναλαβόντος θάνατον διὰ τοῦ ἰδίου σώματος. Πειράσομαι δὲ ἅπερ ἔφην ἐπιδεῖξαι σαφῶς. Ανα
col. 19–20page 6 of 121
PG 76:19γνώσομαι γὰρ ἤδη τὰς τοῦ τὸ βιβλίον συγγεγραφότος φωνάς· καὶ πρό γε τῶν ἄλλων ἐκείνας, αἱ γεγόνασιν αὐτῷ, τῆς Θεοτόκος φωνῆς οὐ μετρίως κατειρηκότι. Ἐπειδὴ δὲ πλειστάκις διὰ τῶν αὐτῶν ἔρχεται λόγων, ἀντανισταμένους δὲ καὶ ἡμᾶς διὰ τῶν αὐτῶν ἰέναι πλει στάκις ἐννοιῶν, ἀναγκαῖον, δότε δὴ, δότε συγγνώμην οὐ ταυτοεπεῖν ᾑρημένοις, ἀλλ' ᾗπερ ἂν ἴοι τῶν ἐκείνου λόγων ὁ σκοπός, ταύτῃ καὶ ἡμῖν ἀντιφέρεσθαι δεῖν εὖ μάλα διεγνωκόσιν. Εφη τοίνυν ὡδι, τὴν ἐπί γε τῇ ἁγία Παρθένῳ κατακιβδηλεύων φωνήν, φημὶ δὲ τὴν Θεοτόκος. [ Ηρώτησα, φησί, πολλάκις αὐτοὺς δῆλον δὲ ὅτι τοὺς ἀντιλέγοντας αὐτοῦ· Τὴν θεότητα λέγετε γεγεννῆσθαι ἐκ τῆς ἁγίας Παρθένου; ᾿Αποπηδῶσιν εὐθὺς πρὸς τὸ ῥῆμα· Καὶ τίς, φασί, τοσαύτην βλασφημίαν νοσεῖ, ὥστε ἐκείνην τὴν γεννήσασαν τὸν ναὸν λέγειν παρὰ τοῦ Πνεύματος τὸν Θεὸν ἐν ἐκείνῃ ἐκτίσθαι; Εἶτα ὅταν ἐπαγάγω πρὸς ταῦτα, Τί οὖν ἄτοπον ἡμεῖς λέγομεν συμβουλεύοντες λέγειν τὴν φωνὴν, καὶ ἔρχε σθαι ἐπὶ τὸ κοινὸν σημαινόμενον τῶν δύο φύσεων; Τότε νομίζεται αὐτοῖς εἶναι βλάσφημον τὸ λεγόμενον· Η ὁμολόγησον σαφῶς θεότητα γεγεννῆσθαι ἐκ τῆς μακαρίας Μαρίας, ή φεύγων ὡς βλάσφημον τὴν φωνὴν, τί τὰ αὐτά μοι λέγων, ὑποκρίνῃ με λέγειν;] Οὐκοῦν οἷς ἔφης αὐτὸς, καὶ μὴν καὶ φρονεῖν οὐκ οἶδ' ὅπως ἀξιοῖς, οἱ τὰ ἐναντία δοξάζοντες, μεμαρτύρηνται σαφῶς καὶ διὰ τῆς σῆς φωνῆς, ὀρθὴν καὶ ἀπλανεστάτην τὴν ἐπί γε τῷ πάντων ἡμῶν Σωτήρι Χριστῷ, ποιούμενοι δόξαν, καὶ πίστιν ἔχοντες εἰς νοῦν, ἣν ταῖς Ἐκκλησίαις παραδεδώκασιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, καὶ τῶν θείων ἡμῶν μυστηρίων ἱερουργοί, καὶ ταμίαι γνήσιοι ἀποσείονται μὲν γὰρ καὶ μάλα ὀρθῶς, ὡς ἀμαθίας τε ὁμοῦ καὶ τῆς εἰς ἄκρον ἠκούσης δυσσεβείας ἀπό δειξιν ἐναργῆ, τὸ κἂν γοῦν οἰηθῆναι μόνον, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἀρχὴν τοῦ εἶναι κεκλῆσθαι δευτέραν, ήγουν τῆς ἰδίας ὑπάρξεως βίζαν ὥσπερ τινὰς τῆς ἁγίας Παρθένου την σάρκα λαβεῖν· πλὴν ὀνομάζουσι Θεοτόκον αὐτὴν, ὡς ἀποτελοῦσαν δηλονότι Θεὸν ὄντα κατὰ φύσιν τὸν Ἐμμανουήλ γέγονε γὰρ μεθ᾿ ἡμῶν Θεὸς ὢν φύσει, καὶ ὑπὲρ ἡμᾶς ὁ Λόγος. "Αρ' οὖν οἷς δοξάζειν ἐγνώκασι τἀναντία φασίν; Ἐρεῖ γὰρ, οἶμαι, τὶς τῶν τὰ αὐτά σοι φρονεῖν ᾑρημένων Εἰ μὴ τὴν τοῦ Λόγου φύσιν γέννημα σαρκὸς εἶναι φής, καὶ τῶν εἰς τοῦτο σαυτὸν ἀπαλλάττεις αἰτιαμάτων, πῶς δὴ ἄρα Θεὸν ἀποκνῆσαι διαβεβαιοί τὴν ἁγίαν Παρθένον; 'Αντακούσεται δὲ πρὸς ἡμῶν· Σάρκα γε νέσθαι φησὶν ἡ θεόπνευστος Γραφὴ τὸν ἐκ Θεοῦ Πα τρὸς Λόγον, τουτέστιν, ἀσυγχύτως τε καὶ καθ᾽ ὑπή. στασιν ἑνωθῆναι σαρχί· οὐ γὰρ ἦν ἀλλότριον αὐτοῦ τὸ ἑνωθὲν αὐτῷ σῶμα, καὶ γεγεννημένον ἐκ γυναικός, ἀλλ᾿ ὥσπερ ἴδιον τῶν καθ' ἡμᾶς ἑκάστῳ τὸ αὐτοῦ, κατὰ τὸν αὐτὸν τουτονι τρόπων, καὶ τοῦ Μονογενούς ἴδιον ἦν, καὶ οὐχ ἑτέρου τὸ σῶμα· οὕτω γὰρ καὶ γε γέννηται κατὰ σάρκα. Εἶτα πῶς ἂν, εἰπέ μοι, γέγονε σὰρξ, οὐ παρειλημμένης γεννήσεως τῆς ἐκ γυναικός, τῶν τῆς ἀνθρωπότητος νόμων εἰς τοῦτο καλούντων, καὶ τῆς σαρκικῆς ὑπάρξεως τὴν ἀρχὴν οὐχ ἑτέραν
col. 21–22page 7 of 121
PG 76:21ἔχειν δυναμένης τὴν ὁδόν; Οὐ γάρ που ταῖς Ελλήνων περθρείαις προσεσχηκότες, ἐκ δρυός ἢ πέτρας τὰ ἀνθρώπων τίκτεσθαι σώματα καὶ ἡμεῖς αὐτοὶ ῥαψ ᾠδήσομεν· νόμους δὲ τοὺς καθ' ἡμᾶς ἡ φύσις ὡρίσατο, μᾶλλον δὲ τῆς φύσεως ὁ Δημιουργός. Τίκτεται γὰρ ὥσπερ ἀφ' ἑκάστου τῶν ὄντων τὸ συγγενές, οὕτω καὶ ἐξ ἡμῶν αὐτῶν· καὶ οὐκ ἂν ἑτέρως ἔχοι τὸ χρῆμά πόθεν; ἀνέφικτον μὲν γὰρ παντελῶς οὐδὲν ὧν ἂν ἔλοιτο κατορθούν τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ δυνάμει, ἔρχεται δὲ διὰ τῶν εἰκότων τῇ τῶν ὄντων φύσει, τοὺς παρ' αὐτῆς τεθειμένους οὐκ ἀτιμάζουσα νόμους· καὶ ἦν οὐκ ἀνέφικτον τῷ πάντα ἰσχύοντι Λόγῳ, κεκρικότι μὲν δι' ἡμᾶς γενέσθαι καθ' ἡμᾶς, παραιτουμένῳ γε μὴν γέννησιν τὴν ἐκ γυναικὸς, ἔξωθεν ἑαυτῷ καὶ Ιδία δυνάμει πλαστουργῆσαι τὸ σῶμα, καθάπερ ἀμέτ λει γενέσθαι φαμὲν καὶ ἐπὶ τοῦ προπάτορος Αδάμ Έλαβε γάρ, φησίν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον.» Επειδὴ δὲ πρόφασις αὕτη τοῖς ἀπίστοις ἦν, συκοφαντεῖν ἐθέλουσι τῆς ἐνανθρω-. πήσεως τὸ μυστήριον, καὶ πρό γε τῶν ἄλλων, τοῖς ἀνοσίοις Μανιχαίοις, οὓς ἄνω τε καὶ κάτω δεδιέναι φῆς, μὴ ἄρα που τοῖς Θεοτόκον λέγουσι τὴν ἁγίαν Παρθένον ἐπιπηδήσειαν, ὡς ἐν μόναις φαντασίαις διαβεβαιούμενοι γενέσθαι τοῦ Λόγου τὴν σάρκωσιν, κεχώρηκεν ἀναγκαίως διὰ τῶν ἀνθρωπίνης φύσεως νόμων· καὶ ἐπείπερ ἦν ὁ σκοπὸς αὐτῷ, πληροφορή και σύμπαντας, ὅτι γέγονεν ἄνθρωπος ἀληθῶς, ἐπε ελάβετο σπέρματος ᾿Αβραάμ· καὶ μεσιτευούσης προς τοῦτο αὐτὸ τῆς μακαρίας Παρθένου, παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός. "Ην γὰρ οὕτως καὶ οὐχ ἑτέρως μεθ' ἡμῶν γενέσθαι Θεόν. χρειωδεστάτη δὲ καὶ ἑτέρως τοῖς ἐπὶ τῆς γῆς ἡ τοῦ Λόγου σάρκωσις, ήγουν ενανθρώπησις ἦν. Εἰ μὴ γὰρ γε γέννηται καθ' ἡμᾶς κατὰ σάρκα, εἰ μὴ τῶν αὐτῶν ἡμῖν μετέσχε παραπλησίως, οὐκ ἂν τὴν ἀνθρώπου φύσιν τῶν ἐν Ἀδὰμ ἀπήλλαξεν ἐγκλημάτων, οὐδ' ἂν τῶν ἡμετέρων σωμάτων ἀπεσόβησε την φθοράν, οὐδ᾽ ἂν κατέληξε τῆς ἀρᾶς ἡ δύναμις, ἣν ἐπὶ τῇ πρώτη γυναικὶ γενέσθαι φαμέν· εἴρηται γὰρ πρὸς αὐτήν Εν λύπαις τέξῃ τέκνα.» ᾿Αλλὰ νενόσηκε μὲν ἡ ἀν θρώπου φύσις τὸ ἀπειθὲς ἐν ᾿Αδάμ γέγονε νῦν εὐ δόκιμος ἐν Χριστῷ διὰ τῆς εἰς ἅπαν ὑπακοῆς· γέ γραπται γάρ, ὅτι "Ωσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς ἐνὸς ἀνθρώπου, δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Πέπονθεν ἐν Ἀδὰμ τὸ, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ο πεπλούτηκεν ἐν Χριστῷ τὸ και τα δύνασθαι (ἐσ. καταπατῆσαι] τῶν τοῦ θανάτου βρόχων, καὶ οἱονεὶ κατορχεῖσθαι φθορᾶς, ἐκεῖνο λέ γουσα τὸ προφητικόν· Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾄδη;» Γέγονεν επάρατος, ὡς ἔφην, ἀλλ' ήργησεν ἐν Χριστῷ καὶ τοῦτο. Καὶ γοῦν εἴρηται που πρὸς τὴν ἁγίαν Παρθένον, προφητευούσης ἐν Πνεύματι τῆς Ελισάβετ: Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» βεβασίλευκεν ἡμῶν ἡ ἁμαρτία, καὶ ὁ τῆς ἁμαρτίας εὑρετής ΧΙΙΙ. 1.1. 37 1, 42.
col. 23–24page 8 of 121
PG 76:23καὶ πατὴρ, τῶν ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν κατεσοβαρεύετο, τῶν θείων νόμων τὴν παράβασιν ἐγκαλῶν ἀλλ' ἐν Χριστῷ τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρα, παρρησίαν ἔχουσαν ὁρῶμεν πρὸς Θεόν· ἔφη γὰρ ἐναργώς· «Ερχεται ὁ ἄρχων τοῦ κό σμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Σ 'Αλλ', Ο βέλτιστε, φαίην ἂν εἰκότως, εἰ μὴ γέγονε καθ᾽ ἡμᾶς ὁ Μονογενής, γέγονε δὲ καθ' ἡμᾶς οὐχ ἑτέρως, πλὴν ὅτι διὰ γεννήσεως σαρκικῆς τῆς ἐκ γυναικὸς, οὐκ ἂν ἡμεῖς τὰ αὐτοῦ πεπλουτήκαμεν. Ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος, δεύτερος ἡμῖν ᾿Αδάμ οὐκ ἀπό γε τῆς γῆς κατὰ τὸν πρῶτον, ἀλλ᾽ ἐξ οὐρανοῦ πέφηνεν, δ Εμμανουήλ. Ὁ γὰρ ἄνωθέν τε καὶ ἐκ Πατρὸς Λόγος, οὐκ εἰς τὴν τοῦδέ τινος, οὔτε μὴν εἰς ἀλλοτρίαν και ταπεφοίτηκε σάρκα, καθάπερ ήδη προείπον, οὐδ' αν ἐφ' ἕνα τινὰ τῶν καθ' ἡμᾶς καταβέβηκεν, ὡς ἐνοική των αὐτῷ, καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν ἀλλ᾽ ἴδιον ποιησάμενος σώμα τὸ ἐκ γυναικὸς, καὶ γεννηθεὶς ἐξ αὐτῆς κατὰ σάρκα, τὴν ἀνθρώπου γέν νησιν ἀνεκεφαλαιοῦτο δι᾿ ἑαυτοῦ, μεθ᾿ ἡμῶν κατά σάρκα γενόμενος, ὁ πρὰ παντὸς αἰῶνος ἐκ Πατρός. Ταύτην ἡμῖν τῆς πίστεως τὴν ὁμολογίαν αἱ θεῖαι παρέδοσαν Γραφαί. Σὺ δὲ δεδιέναι μὲν προσποιῇ, μὴ ἄρα τις τῶν καθ᾿ ἡμᾶς ὑποπτεύσεις, τῆς ὑπάρξεως τὴν ἀρχὴν ἀπὸ γηίνης σαρκὸς ἐσχηκέναι τὸν ἐκ Θεοῦ φύντα Λόγον· ἀναιρεῖς δὲ εἰσάπαν τῆς μετὰ σαρκὸς οικονομίας τὰ μυστήριον, μὴ χρῆναι λέγων ὀνομάζεσθαι πρὸς ἡμῶν Θεοτόκον τὴν ἁγίαν Παρθένον· περι τρέπεις δὲ ὥσπερ εἰς ἄφυκτόν τε, καὶ ἀναγκαίαν ὁμολογίαν τοὺς Θεοτόκον λέγοντας αὐτὴν, τοῦ δεῖν οἴεσθαι σαρκὸς γενέσθαι καρπὸν τὸν ἐκ Θεοῦ Λόγον. 'Αλλ' οὐχ ὧδε τοῦτ' ἔχει· πολλοῦ γε καὶ δεῖ. Ο γὰρ ἐκ Θεοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχων τὴν παντὸς ἐπ έκεινα χρόνου, καὶ γάρ ἐστι τῶν αἰώνων Δημιουργός, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπεί τοι γέγονε σαρξ, γεγεννῆσθαι λέγεται κατὰ σάρκα. Εἰ γὰρ ἴδιον αὐτοῦ τὸ σῶμα νοεῖται, πῶς οὐ πάντη τε καὶ πάντως τὴν τοῦ ἰδίου σώματος γέννησιν οἰκειώσεται; 'Αλλ' ἐπο ήνεσας ἂν καὶ αὐτὸς τὴν τῶν οὕτω δοξαζόντων ὀρθὴν καὶ ἀβέβηλον πίστιν, εἰ δὲ παυτὸν [ἰσ. δὴ σαυτόν] ἀναπείθειν ἤθελες διαλογίζεσθαι, καὶ ὁμολογεῖν, ὅτι Θεὸς ἀληθῶς ἐστιν ὁ Χριστὸς, εἷς τε καὶ μόνος ὢν τοῦ Θεοῦ καὶ Πατρός, οὐ διῃρημένος εἰς ἄνθρωπον ἰδικῶς, καὶ ὁμοίως εἰς Θεὸν, ἀλλ' ὁ αὐτὸς ὑπάρχων, καὶ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐκ γυναικὸς ἄνθρωπος καθ' ἡμᾶς, μετὰ τοῦ μεἶναι Θεός. Οτι δὲ συχο φαντεῖς τοῦ Λόγου τὴν κατὰ σάρκα γέννησιν, δύο πρε σβεύων υἱοὺς πανταχῇ, καὶ διατέμνων τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, οὐ διὰ τῶν ἐμῶν, ἀλλὰ διὰ τῶν σῶν δειχθήσεται λόγων. [Βλέπε τὸ συμβαῖνον, αἱρετικέ· οὐ φθονῶ τῆς φω νῆς τῇ Χριστοτόκῳ Παρθένῳ, ἀλλ᾽ οἶδα σεβασμίαν τὴν δεξαμένην Θεόν, δι' ἧς παρῆλθεν ὁ τῶν ὅλων Δεσπότης, δι' ἧς ἀνέλαμψεν ὁ τῆς δικαιοσύνης ἥλιος. Πάλιν υποπτεύω τὸν κρότον· πῶς τὸ παρῆλθεν ἐνοήσατε; οὐκ εἴρηταί μοι τό, παρῆλθεν, ἀντὶ τοῦ,
col. 25–26page 9 of 121
PG 76:25ἐγεννήθη· οὐ γὰρ οὕτω ταχέως ἐπιλανθάνομαι τῶν ἰδίων· τὸ παρελθεῖν τὸν Θεὸν ἐκ τῆς Χριστοτόκου Παρθένου παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς, τὸ δὲ γεννηθῆναι Θεὸν ἐξ αὐτῆς, οὐδαμοῦ ἐδιδάχθην.] Καὶ μεθ᾿ ἕτερα· [Οὐδαμοῦ τοίνυν ἡ θεία Γραφὴ Θεὸν ἐκ τῆς Χριστοτόκου λέγει γεγεννήσθαι, ἀλλὰ Ἰησοῦν, Χριστόν, Υἱόν, Κύριον.] Προσεπάγει δὲ τούτοις, ὅτι μὴ Θεὸς ἀληθῶς, θεοφόρος δὲ μᾶλλον ἄνθρωπος ἦν δ. Χριστὸς, ὡς γοῦν οίεται, καταδεικνὺς τὴν τοῦ ἀγγέ λου φωνὴν τῷ μακαρίῳ λέγοντας Ιωσήφ· «Εγερθείς, παράλαβε τὸ παιδίον·, εἰδέναι δέ φησι καὶ τοὺς ἀγο γέλους, καίτοι σοφωτέρους ὄντας ἡμῶν, ὅτι παιδίον ΚΕΦΑΛ. Β'. Αἱρετικὸν μὲν οὖν ἐν τούτοις ἀποκαλεῖ τὸν ὀρθὴν ἔχοντα καὶ τεθαυμασμένην ἐπὶ Χριστῷ τὴν πίστιν, καὶ ἐπείπερ ἐστὶ Θεὸς ἀληθῶς, Θεοτόκον ονομάζοντα τὴν τεκοῦσαν αὐτόν. Γένοιτο δ' ἂν οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίλογον, ὅτι τοῖς ὀρθὰ φρονείν ήρημέ τοις τὸν τῶν αἱρέσεων μώμον ἀνάπτων, αὐτὸς τῶν ἰδίων καθοριεί λόγων τὸ ἀκαλλές· μόνον δὲ οὐχὶ καὶ διωμολόγηκεν. ἐναργώς, ὡς ἔξω που τῆς εἰς εὐθὺ φέ ρεται τρίβου, καὶ τροπάς ποιεῖται τὰς διεστραμμένας. Εἶτα πῶς οὐ φθονεῖς, εἰπέ μας, τῆς τοιάσδε φωνῆς τῇ ἁγία Παρθένω, καίτοι τῆς θείας γεννήσεως ἀναιρῶν τὸ ἀξίωμα, καὶ Θεοτόκον οὐκ εἶναι λέγουν αὐτήν; Κατακιβδηλεύων δὲ τὴν λέξιν, καὶ βλασφημίας ἐπίμεστον εἶναι διαβεβαιούμενος, τίνα τρόπον ἐφίης τοῖς ἐθέλουσιν ἀπονέμειν αὐτὴν τῇ ἁγίᾳ Παρ θένῳ; Καίτοι σεβασμίαν ἀκούω λέγοντος αὐτήν· εἶτα τὴν βλάσφημον οὕτω φωνήν, κατά γε τὸ αὐτῷ σοι, καὶ μόνῳ δοκοῦν, πρέπειν αἰήσῃ τῇ σεβασμιώτήτι κοσμοῦν [ἰσ. τῇ σεβασμιωτάτῃ, καὶ κοσμοῦν] καὶ στεφανοῦν ὑποπλάττη, γέρας ὥσπερ ἐξαίρετον ἀνατια θεὶς αὐτῇ, τὴν κατὰ τοῦ Θεοῦ Λόγου συκοφαντίαν; Εἰ γάρ ἐστιν ὅλως τῶν ἀπηχθημένων τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, τὸ γέννησιν ὑπομεῖναι σαρκικήν· εἶτα Θεοτό τον ονομάζεσθαι συγχωρεῖς τὴν οὐ τεκοῦσαν Θεόν, ἆρ᾽ οὐκ ἀληθὲς εἰπεῖν ὡς καταπεφρόνηκας εναργώς τῶν Δεσποτικῶν θελημάτων; Οὐκ ἂν ἀλοίης περι υδρίζων μᾶλλον τὴν σεβασμίαν, ήγουν, ὡς αὐτὸς οίει τε καὶ λέγεις, τιμὰν ᾑρημένος, τὴν τῷ Θεῷ κατεστυγημένην φωνὴν ἀπονέμων αὐτῇ; Οὐ γὰρ οἷς τιμήν ἐγνώκαμεν, τούτοις ονόματα χαριούμεθα, τὰ δι' ὧν ἡ τῆς ἀνωτάτω φύσεως ἀδικοῖτο δόξα· πρῶτον μὲν σφᾶς αὐτοὺς τοιαύτης δυσφημίας ἐγκλήμασιν ἐνιένα τες ἀγνοήσομεν· εἶτα πρὸς τούτοις, οὐ μετρίως ἀδι χήσομεν, ὡς ἐν ὑπολήψει τιμής, τοὺς ἐπαινουμένους τοῖς οὐκ ἐπαινοῦσι κατασεμνύνοντες, καὶ θεομισές αὐτοῖς ἐξυφαίνοντες τὰ ἐγκώμιον. Θαυμάσεις δ' ἂν τις πρὸς τούτῳ κἀκεῖνο· ἄνω τε γὰρ καὶ κάτω ταῖς τροχιάς. ιν Ορ θὰς τροχιάς ποίει σοῖς ποσί·: Αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Καὶ τροχιάς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν. Εἰ καμπύλας τροχιάς ἐρχόμενοι.
col. 27–28page 10 of 121
PG 76:27τῶν ἀνοσίων αἱρετικῶν ἐπιπλήττων φωναῖς, καὶ κατ' οὐδένα τρόπον ἐφιεὶς ἰσχύειν αὐτὰς, ὅτι τῶν θείων δογμάτων παραιροῦνται τὸ ἀληθὲς, εἶτα τὴν Θεοτ τύπος φωνὴν οὐκ ἐν ὀλίγαις τιθεὶς αἰτίαις, καὶ ὁμοῦ ταῖς ἄλλαις γραφόμενος, ὡς οὐκ ἀληθῶς καὶ δύσφημον, συγχωρεῖν ἔφης καὶ οὐ φθονείν τῇ Παρθένῳ, κἂν εἰ ἔλοιτό τις εἰπεῖν Θεοτόκον αὐτήν. Εφίης οὖν ἄρα καὶ τοῖς τὴν ᾿Αρείου νόσοῦσι μανίαν, ἐν μείωσιν εἶναι λέγειν τοῦ Πατρὸς τὸν Υἱόν, ἢ γοῦν τοῖς ἄλο λοις, οἱ τὴν τοῦ ἁγίου Πνεύματος κατακομίζουσι φύσιν τῆς θεοπρεποῦς ὑπεροχῆς; Αλλ' οὐκ ἂν ἔλοιο τοῦτο δρᾷν, κἂν εἴ τις ἐθέλοι τὴν αἰτίαν ἀναμαθεῖν, ἐρεῖς δή που πάντως· Οτι φωνῆς οὐκ ἀνέχομαι δυσσεβοῦς. Οὐκοῦν εἰ μή ἐστι Θεοτόκος, εἶτα τοῦτο λέγε σθαι συγχωρεῖς, ἴσθι λελοιπὼς τὴν ἀλήθειαν, καὶ σμικρὰ φροντίζων ἔτι τοῦ δοκεῖν εἶναι σοφός. “Η γὰρ οὐχὶ καὶ τὴν Ἐλισάβετ, ήγουν ἑτέραν τῶν ἁγίων γυναικῶν αἰδοῦς ἁπάσης ἀξίαν εἶναι· φής; "Αρ' οὖν οὐ φθονήσεις, εἰ δή τις ἔλοιτο θεοτόκους καὶ αὐτὰς εἰπεῖν; Αλλ', οἶμαι, πάντη τε καὶ πάντως ἀντανα στήσῃ, λέγων. Οὐχ οὕτω ταῦτ᾽ ἔχει· τετόκασι γὰρ ἀνθρώπους ἡγιασμένους, καὶ ἦν ἐν ἐκείνοις Θεὸς κατὰ φύσιν οὐδείς. Οὐκοῦν ἡ γυναικὸς ἁπάσης ἀπό σόδει τὸ χρῆμα, ήγουν ἔχειν ἐφιείς μόνῃ παρὰ πάσας τῇ ἁγία Παρθένῳ, ποίοις ἄρα κεχρήσῃ λόγοις εἰς ἀπο λογίαν; Εἰ μὲν γὰρ ἀληθὲς ἐπ' αὐτῇ τὸ ῥῆμα, καὶ Θεὸν τέτοκεν ἀληθῶς, ὡς σάρκα γεγονότα τὸν ἐκ Θεοῦ Λόγον, ὁμολόγει σὺν ἡμῖν, καὶ ἀπαλλάξεις σεαυ τὸν τῶν εἰς δυσσέβειαν ἐγκλημάτων· εἰ δὲ Θεὸν οὐ τέτοκε, τὸ ἐφεῖναι λέγειν τισὶ Θεοτόκον αὐτὴν, κοι νωνεῖν ἐστι τῆς δυσσεβείας αὐτοῖς. Ἀλλ᾽ ἔστι ΘΕΟΤΟΚΟΣ, ὅτι γέγονεν ἄνθρωπος καθ' ἡμᾶς ὁ Μονογενής, σαρκὶ κατὰ ἀλήθειαν ήνωμένος, καὶ σωματικὴν ὑπο μείνας γέννησιν, καὶ τοὺς τῆς ἡμετέρας φύσεως οὐκ ἀτιμάσας νόμους, καθάπερ ήδη προείπον. Ἐπειδὴ δέ φησιν εἰδέναι σεβασμίαν αὐτὴν, δῆλον δὲ ὅτι τὴν ἁγίαν Παρθένον, φέρε δή, φέρε, καταβρή σωμεν καὶ τῆς ἐπ' αὐτῇ γενομένης αἰδοῦς αἰτίας. [Οίδα γάρ, φησί, σεβασμίαν αὐτὴν, δι' ἧς παρῆλθεν ὁ τῶν ὅλων Δεσπότης, δι' ἧς ἀνέκαμψεν ὁ τῆς δικαιοσύνης "Ηλιος.] Πῶς δὴ ἄρα φῆς ὑποδέχεσθαι Θεὸν αὐτήν; Η τίνα παρῆλθε τρόπον δι' αὐτῆς ὁ τῶν ὅλων Δεσπότης; ἢ καὶ ὅπως ἀνέλαμψεν ὁ τῆς δικαιοσύνης Ηλιος; Εἰ μὲν γὰρ οὐ τέτοκε Θεὸν, τὸ κατὰ σάρκα, φημί, πῶς ἐδέξατο Θεόν; πῶς παρῆλθε δι' αὐτῆς; Αλλ' ἴσως ἐρεῖς τὸ σὸν δὴ τοῦτο καὶ σοφόν, ὡς γοῦν οἴει τε καὶ λέγειν ἀποτολμᾷς· [Θεὸς γὰρ ἦν ὁ Λόγος, ἀνθρώπῳ τε συνημμένος, καὶ ἐνοικῶν αὐτῷ.] Αλλ' ἤγε τῆς πίστεως παράδοσις τοῖς εἰς τοῦτο σοῖς ἀντ αποδύεται λόγοις· οὐ γὰρ θεοφόρον ἄνθρωπον, ἀλλ' ἐνανθρωπήσαντα Θεόν προσκυνεῖν δεδιδάγμεθα· σὺ δὲ οὐχ οὕτω φής. Εἶτα πῶς οὐκ αἰσθάνῃ ληρῶν, καὶ τὴν ἐν τοῖς θείοις δόγματι παραχαράττων ἀλήθειαν; Γέγονε γὰρ σὰρξ ὁ Λόγος. Ανθ' ὅτου δὲ δὴ καὶ Θεὸν παραιτούνται.
col. 29–30page 11 of 121
PG 76:29ὑποδέχεσθαι φῆς αὐτήν, εἰ μὴ πεπίστευκας, ὅτι Θεὸν ὄντα κατὰ φύσιν, ἐκτέτοκε τὸν Ἐμμανουήλ; Πῶς δι' αὐτῆς παρῆλθεν ὁ τῶν ὅλων Δεσπότης, καὶ ὁ τῆς δικαιοσύνης ἀνέκαμψεν ἥλιος: καὶ τίνα τοῖς τοιούτους ὀνόμασι κατακαλλύνειν ἀξιοῖς; ἆρα κοινὸν μὲν ἄνθρωπον, ὡς ἕνα τῶν καθ' ἡμᾶς, πλὴν ἡγιασμένον, ὡς ἔνοικον ἔχοντα τὸν τοῦ Θεοῦ Λόγον; Εἶτα πῶς ὁ τοιοῦτος τῶν ὅλων ἔσται Δεσπότης, καὶ ὁ τῆς δικαιοσύνης ήλιος; Τὸ γὰρ δεσπόζειν τε καὶ κρατεῖν τῶν ὅλων δύνασθαι, καὶ φωτίζειν τὰ νοητά, πρέποι ἂν οἱ μέτροις τοῖς καθ' ἡμᾶς, ἀνακείσεται δὲ μόνῃ τῇ ὑπερ τάτω, καὶ ἀνωτάτω φύσει. Ἐπειδὴ δὲ τὸ, • Διῆλθεν, ο ὅλως οὐκ οἶδ' ὅθεν λα δὼν, τέθεικας ἐπὶ Θεοῦ, διασάφει τὴν λέξιν· τί το χρῆμα τῆς ἐνθάδε λεγομένης διόδου, τῆς σῆς εἴη ἂν φρενό; ἡγνοηκόσιν εἰπεῖν. Εἰ μὲν γὰρ οὕτω διῆλθεν αὐτὴν ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἐκ τόπου πρὸς ἕτερον μεταχωρῆσαι τόπον, αὐτόθεν καταβαλῇς· ἀκούσῃ γὰρ λέγοντος αὐτοῦ διὰ φωνῆς τῶν ἁγίων· «Μὴ οὐχὶ τὰν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» Οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, καὶ μεταστάσεις οὐκ οἶδε σωματικάς· πληροῖ γὰρ τὰ πάντα· εἰ δὲ, ἐπείπερ τὸν τῷ τόκῳ πρέποντα περιμείνας καιρόν, σχετικὴν ἐν ἀνθρώπῳ τὴν ἐνοίκησιν ἐποιήσατο, διελάσαι φῆς τὸν Θεὸν τῆς ἁγίας Παρθένου, ήγουν, παρελθεῖν αὐτήν κεχρήσομαι γὰρ πανταχῆ ταῖς ἱεραῖς σου φωναῖς οὐδὲν ἄρα τὸ περιττὸν ἐν τῇ ἁγίᾳ Παρθένῳ παρὰ τὰς ἄλλας ὁρῶμεν. Ἐκτέτοκε γὰρ ἡ Ἐλισάβετ τὸν μακάριον Βαπτιστὴν ἡγιασμένον διὰ τοῦ Πνεύματος, δι' οὗ Πνεύματος καὶ αὐτὸς ὁ Υἱὸς ἐν ἡμῖν αὐλίζει ται. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ιωάννης· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Διῆλθεν οὖν ἄρα καὶ αὐτὴν τὴν Ἐλισάβετ ὁ ἐκ Θεοῦ Λόγος, καὶ πρὸ τῆς γεννήσεως ἐνῳκηκώς τῷ βρέφει διὰ τοῦ Πνεύ μετος. 'Αλλ' ὑποπτεύεις τον κρότον, ὡς ὀρθά σοι λαλεῖν ᾑρημένῳ λοιπὸν γεγονότα παρὰ λαῶν. Ἥλιον γὰρ δικαιοσύνης ὠνόμασας, καὶ τὸν ὅλων Δεσπότην, τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον. Εἶτα πάλιν ἀκριβολογεῖσθαι προσποιῇ, καὶ τὸν κρότον αἰτιᾷ, καὶ χαίροντας ἐπὶ σοὶ γράφεις πάλιν, ὡς οὐ νενοηκότας. Ο πολλῆς ἰσχύος, ἢ τοῖς σοῖς ἔνεστι λόγοις! οὐ γέ γονας μελλήστὴς εἰς γε τό χρῆναι καταλυπεῖν αὐτ τους, ἔστρεψας εὐθὺς εἰς πένθος τὴν χαράν, διέῤῥηξας τὴν εὐφροσύνην, καὶ διέζωσας σάκκον, ἐπαγαγὼν εὐθὺς εἶτα· [Πάλιν ὑποπτεύω τὸν κρότον, πῶς τὸ, Παρῆλθεν, ἐνοήσατε; Οὐκ εἴρηταί μοι τό, Παρ ἦλθεν, ἀντὶ τοῦ, Ἐγεννήθη· οὐ γὰρ οὕτω ταχέως ἐπιλανθάνομαι τῶν ἰδίων. Τὸ παρελθεῖν τὸν Θεὸν ἐκ τῆς Χριστοτόκου Παρθένου, παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς· τὸ δὲ γεννηθῆναι Θεὸν ἐξ αὐτῆς, οὐδαμοῦ ἐδιδάχθην.] Οὐκοῦν σὰ μὲν εἶναι ἐκεῖνα τὰ διεστραμμένα· τῷ γε μὴν ἐν ὑποψίαις ὀρθότητος τὸν σαν γεγενήσθαι νοῦν, ὁ ἐξ ἀγάπης κρότος. Ενστήσομαι δὲ καὶ νῦν οὐδὲν ἧττον, ἐκεῖνο λέγων Τί τό, Παρῆλθεν, ἐστίν, εἰ μὴ δηλοῖ τὴν γέννησιν; "Αρα
col. 31–32page 12 of 121
PG 76:31γὰρ ἐρεῖς, ὡς αὐτὸς καθ᾿ ἑαυτὸν, καὶ δίχα σαρκὸς ὁ ἐκ Θεοῦ Λόγος διήλασε τῆς Παρθένου; Καίτοι πῶς οὐ τῆς ἀπασῶν ἀβελτηρίας ἔμπλεως εἴη ἂν ὁ λόγος αυτ τῷ; Η γὰρ πεποσῶσθαι τὸ θεῖον ἀνάγκη νοεῖν, καὶ ποιεῖσθαι κίνησιν τὴν ἐκ τόπου πρὸς τόπον ἕτερον μεταστατικήν ἢ, εἴπερ ἐστὶ τὸ θεῖον ἀσώματον, εὐρύ δὲ, καὶ πανταχοῦ, καὶ οὐκ ἐν τόπῳ, καὶ περιγραφή, πῶς ἂν δι' ἑνὸς παρέλθοι σώματος; 'Αλλ' ὅ τι ποτέ ἐστιν ὁ φής, πῶς οὐκ ἔδει διατρανοῦν, καὶ ἐναργέστερον εἰπεῖν, εἰ ταῖς σαυτοῦ περὶ τούτου δόξαις τε θαρσηκώς, μαρτυρεῖν ἔχεις αὐταῖς τὸ ἀμώμητον; Ποῦ δὲ δὴ καὶ ἀκήκοας τῆς θεοπνεύστου λεγούσης Γραφῆς, ὅτι παρῆλθεν ὁ τοῦ Θεοῦ Λόγος διὰ τῆς ἁγίας Παρθένου; Ὅτι μὲν γὰρ βραχύς, καὶ συνεσταλμένος τῶν ἐπὶ γῆς ὁ βίος, ἐδίδαξεν ὁ μακάριος Δαβίδ, λέ γων· ο Άνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει.» Περὶ δὲ τῆς ἁγίας Παρθένου τί τοιοῦτον ἔχεις γεγραμμένον εἰπεῖν; Οτι δὲ γεγέννηται Θεὸς ἐξ αὐτῆς, τὸ κατὰ σάρκα, φημί, διαμεμήνυκεν ἐνεργῶς ἡ θεόπνευστος Γραφή. Εἶμι δὲ δὴ πάλιν ἐπί γε τοὺς σούς, ὦ πανάριστε, λόγους. Διωμολόγηκας γὰρ καὶ αὐτὸς, καὶ τοῦτο πλειστάκις, ὅτι γέγονε σὰρξ ὁ Λόγος· καὶ οὐκ ἀπό βλητον εποιήσω την φωνήν. καὶ πρός γε τούτῳ κάν κεῖνοι τὴν γάρ τοι τοῦ Μονογενούς θεότητα, σαφῶς καὶ ἀναφανδὸν ἐνανθρωπήσαι φής.. Γέγραφας δὲ του τονὶ τὸν τρόπον. [Οὕτω καὶ ἐν ἑτέροις φησίν·. Ελάλησεν ἡμῖν ἐν Υἱῷ, ἄν ἔθετο κληρονόμον πάντων, δι᾿ οὗ καὶ τοὺς αἰῶνας εποίησεν· ὃς ἂν ἀπαύγασμα τῆς δόξης· ο θείς τὸν Υἱός, καλεῖ τοῦτον ἀσφαλῶς καὶ ἀπαύγασμα τῆς δόξης, καὶ θετόν κληρονόμον μὲν, κατὰ τὴν σάρκα. θετὸν, απαύγασμα δὲ τῆς τοῦ Πατρὸς δόξης, κατὰ τὴν θεότητα· οὐ γὰρ ἀπέστη τῆς πρὸς τὸν Πα τέρα σαρκωθεὶς ὁμοιότητος. Καὶ πρός γε δή τούτῳ πάλιν οὕτω φησί·. Τοὺς γὰρ χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν πᾶσιν ἀνθρώποις παραγγέλλει μετανοεῖν· καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν ἀνδρὶ, ᾧ ὥρισε [ωρίσατο], πίστιν παρασχών πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.» Πρότερον ειπών, «Ἐν ἀνδρὶ, ο προσ τίθησι τότε το, ο Αναστήσας αὐτὸν ἐκ νεκρῶν· ο ἵνα μηδεὶς τὴν ἐνανθρωπήσασαν υποπτεύῃ, τεθνηκέναι θεότητα.] ΚΕΦΑΛ. Γ'. Τίς οὖν ἄρα ἐστὶν ὁ σεσαρκωμένος; ἢ τίνα σεσάρ κεται τρόπον; ποία δὲ θεότης ἐνανθρωπήσασα, φρά σαις ἂν, ὦ βέλτιστε, τοῖς ἐθέλουσι μαθεῖν. 'Αρα στο σαρκῶσθαι δώσομεν τὸν ἐκ Θεοῦ Θεὸν Λόγον· καὶ ένανθρωπῆσαι φαμεν αὐτὸν, ὡς καθ' ἡμᾶς γεγονότα, καὶ γεγεννημένον σαρκί; ἢ τοῦτο μὲν οὐδαμῶς, ἄνα θρωπον δὲ νομιοῦμεν πρὸς τοῦτο ἐλθεῖν, θεῷ συν ημμένον, κατὰ σέ; Αλλ' οἶμαι, φαίης ἂν, ὡς ἄμεινον δή που καὶ σοφόν, τὸ ἐνανθρωπῆσαι φρονεῖν τὸν ἐκ Θεοῦ Λόγον, καὶ σάρκα γενέσθαι, κατὰ τὰς Γραφάς.
col. 33–34page 13 of 121
PG 76:33Οὐ γάρ που τὸ, ἐν ᾧ τίς ἐστιν, ὁρῶτο ἂν, οἶμαι, προσ λαβών· εἰ δὲ δὴ γένοιτό πως ἐν οἷς οὐκ ἐν ἀρχαῖς, κεκαινουργεῖσθαί τι περὶ αὐτὸν ἐκδείξειεν ἂν ὁ λόγος εὐθύς. Οὐκοῦν ἀμαθὲς τὸ ἐνανθρωπήσαι λέγειν, καὶ σάρκα γενέσθαι τινὰ τῶν τελούντων ἐν ἡμῖν, καὶ τοὺς τῆς ἀνθρωπότητος ὅρους εκβεβηκότα· πρέποι δ᾽ ἄν, καὶ μάλα εἰκότως, ἡ ἐνανθρώπησις, ήγουν ή σάρκωσις, τῇ τῆς ἀνθρωπότητος ἐπέκεινα φύσει. Εἰ δὲ ἐνηνθρώπησεν ἀληθῶς, καὶ γέγονε σάρξ, ἄνθρωπος δή που νοείσθαι πεπίστευται, καὶ οὐκ ἀνθρώπῳ τινὶ συνημμένος, κατὰ μόνην τὴν ἐνοίκησιν, ήγουν, κατά τινα τῶν ἔξωθεν ἔχων [Ισ. σχέσεων], ήτοι συνάφειαν, ὡς σὺ φής. Πλὴν εἰ καὶ γέγονεν ἄνθρω τος, ἀναπόβλητον ἔχει τὸ εἶναι Θεός. Ούτε δὲ τῆς σαρκὸς εἰς τὴν τῆς θεότητος φύσιν γενέσθαι φαμὲν μεταβολήν, ἡγούμεθα δὲ καὶ τὸ ἔμπαλιν οὐχ ὧδε ἔχειν· μεμένηκε γὰρ ἡ τοῦ Λόγου τοῦθ' ὅπερ ἐστι, καὶ ἐνωθεῖσα σαρκί. Οὐκοῦν & μηδεὶς κἂν γοῦν ἐν φιλαῖς ἐννοίαις φρονεῖν ἀξιοῖ, διὰ ποίαν αἰτίαν ὡς ἀληθῶς εἰρημένα τιθεὶς ἐν τοῖς ἑαυτοῦ λόγοις, τοῖς τῆς εὐσεβείας δόγμασι συναθλεῖν ὑποκρίνῃ; Τὸ μὲν γὰρ τῆς κράσεως όνομα, τεθείκασί τινες καὶ τῶν Αγίων Πατέρων· ἐπειδὴ δεδιέναι της, μὴ ἄρα τις ἀνάχυσις συμβῆναι νομισθῇ, καθάπερ ἐν τάξει τῶν ἀλλήλοις συγκεκραμένων ὑγρῶν, ἀπαλλάττω σε δειμάτων· πεφρονήκασι γὰρ οὐχ ὧδε· πόθεν; και ταχέχρηνται δὲ τῇ λέξει, τὴν εἰς ἄκρον ἔνωσιν τῶν ἀλλήλοις συμβεβηκότων καταδηλοῦν σπουδάζοντες. Συμβῆναι δέ φαμεν καθ' ἔνωσιν ἀδιάσπαστον, καὶ ἀναλλοιώτως ἔχουσαν, τῇ ἰδίᾳ σαρκὶ τὸν ἐκ Θεοῦ Λόγον. Ευρήσομεν δὲ καὶ αὐτὴν τὴν θεόπνευστον Γραφήν, οὐ σφόδρα τὴν λέξιν έκβασανίζουσαν· τι θεῖσαν δὲ μᾶλλον ὡς ἐν καταχρήσει, καὶ ἁπλῶς. Γέγραψε γοῦν ὁ θεσπέσιος Παῦλος περί τινων • Αλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγ κεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. ο 'Αρα γὰρ ἔμελλον κατὰ τὸν σὸν τρόπον συνανακιρνᾶσθαι σε ἀλλήλοις, καθάπερ ἀμέλει καὶ οἶνος ὕδατι, καὶ ἀνάχυσίν τινα τῶν ὑποστάσεων τὴν εἰς ἀλλήλας πα θεῖν, οἱ περὶ ὧν ὁ λόγος, ἢ μᾶλλον ἐνοῦσθαι κατά ψυχήν, κατά γε τὸ ἐν ταῖς Πράξεσιν τῶν ἁγίων ἀπο στόλων γεγραμμένον. ὅτι τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία, καὶ ἡ ψυχὴ μία; 'Αλλ', οἶμαι, τοῦτό ἐστιν ἀληθὲς, ἡ ἐκεῖνο. Εξω δὴ οὖν τῶν ἐπὶ τούτοις ἔσο δειμάτων· ἀσφαλῆς γὰρ λίαν τῶν ἁγίων ὁ νοῦς. Ἐπειδὴ δὲ τὸ ἐνανθρωπήσαι λέγειν τὴν τοῦ Λόγου φύσιν, οὐδὲν ἕτερον, οἶμαι, ἐστὶν, ἢ ἐκεῖνο φρονεῖν, ὅτι γέγονεν ἄνθρωπος, καὶ οὐ δίχα γεννήσεως τῆς ἐκ γυναικός, ταύτην γάρ οἶδε καὶ μόνην τὴν ὁδὸν τῶν ἀνθρωπίνων σωμάτων ή φύσις, πῶς οὐκ ἐδιδάχθης τὴν κατὰ σάρκα γέννησιν τοῦ Μονογενοῦς παρὰ τῆς θεοπνεύστου Γραφῆς; Καίτοι καὶ αὐτὸς, προ κειμένων σοί ποτε προφητικῶν ἀναγνωσμάτων, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, ο περὶ τοῦ τεχθέντος παιδίου τοιάδε τινὰ φής· «Μέγα του δώρου τὸ μυστήριον· τοῦτο γὰρ τὸ βλεπόμενον Η
col. 35–36page 14 of 121
PG 76:35τὸ σπαργάνων σωματικῶν δεηθὲν, τοῦτο τὸ κατὰ τὴν ὁρωμένην οὐσίαν ἀρτίτοκον, Υἱός, κατὰ τὸ γεγραμμένον, αἰώνιος· Υἱὸς τῶν ὅλων δημιουργός Υιός τοῖς τῆς ἰδίας βοηθείας σπαργάνοις τὸ τῆς κτίσεως εὐδιάλυτον σφίγγων. Καὶ ἐν ἑτέροις δὲ πάλιν· «Καὶ τὸ βρέφος γὰρ Θεὸς αὐτεξούσιος· τοσοῦτον ὁ Θεὸς Λόγος τοῦ Θεοῦ ὑπεξούσιος εἶναι διέστηκεν, "Αρειε.» Δι' ὧν καὶ τὸ συνημμένον σῶμα Θεόν προσηγόρευσε. Καὶ πάλιν. Γνωρίζομεν τοίνυν τὴν ἀνθρωπότητα τοῦ βρέφους καὶ τὴν θεότητα· τὸ τῆς υἱότητος της ροῦμεν μοναδικὸν ἐν ἀνθρωπότητος καὶ θεότητος φύσει.» Ἰδοὺ δὴ καὶ μάλα σαφῶς τὸ βρέφος τὸ πρόσο φατον, τὸ ὁρώμενον, τὸ ἀρτίτοκον, τὸ ἐσπαργανωμένον, Υἱὸν εἶναι φής, καὶ τῶν ὅλων δημιουργόν. βρέφος, τοῦτο τὸ καταφαινόμενον πρόσφατον, τοῦτο Τέτοχε δὲ τὸ βρέφος ἡμῖν ἡ ἁγία Παρθένος. Οἶσθα δὴ οὖν ἄρα Θεὸν κατὰ σάρκα γεγεννημένον· καὶ τοῦτο ἐκ τῆς θεοπνεύστου μεμάθηκας Γραφής. Τις γὰρ ἂν νοοῖτο τῶν ὅλων δημιουργός, πλὴν ὅτι μόνος έκεῖνος, ὁ δι' οὗ τὰ πάντα πεποίηκεν ὁ Πατήρ; 'Αλλ' ἔφην, ἴσως ἐρεῖς, κατὰ τὸ κεκρυμμένον, Υἱός, καὶ τῶν ὅλων δημιουργός. Καλῶς, συνθήσομαι. Ερή σομαι δέ. Τὸν κεκρυμμένον εἶναι φὴς τὴν ἐκ Θεοῦ Λόγον, καὶ τοῦτον εἶναι τὸν ὅλων δημιουργόν· πῶς οὖν ἡμῖν ἀρτίως μονονουχὶ καὶ δακτύλῳ τὸ πρόσφα τον, καὶ τὸ ἀρτίτοκον, καὶ τὸ ἐν σπαργάνοις, κατα έδειξας βρέφος· καὶ τοῦτο αὐτὸ καὶ Υἱὸν ὠνόμαζες Θεοῦ, καὶ τὸν ὅλων δημιουργόν; "Η τάχα που μετα πεποιῆσθαι νενόμικας εἰς τὴν τῆς σαρκὸς φύσιν τὸν ἐκ Θεοῦ Λόγον; Καὶ γράψῃ μᾶλλον σαυτόν, οὐχ ἑτέ ρους, ὡς τοῦτο φάναι τολμήσαντας. Η εἴπερ ἐστὶ τὸ βρέφος ὁ κεκρυμμένος Υιός, καὶ τῶν ὅλων δη μιουργός, γεγέννηται δὲ τοῦτο ἐκ τῆς ἁγίας παρθένου, ὡμολόγησας οὐχ ἐκὼν Θεοτόκον σὺν ἡμῖν ἀδο κήτως αὐτήν; Ἐπεὶ πῶς βρέφος Θεὸς αὐτεξούσιος; Εἰ μὲν γὰρ οὕτω φὴς αὐτεξούσιον, ὡς ἂν νοοῖτο τυ χὸν καὶ τῶν καθ' ἡμᾶς ἕκαστος, ὡς τῆς ἑαυτοῦ προαιρέσεως πεπιστευμένος παρὰ θεῷ [σ. Θεοῦ] τὰς ἡνίας, τί τὸ ἐξαίρετον παρὰ τοὺς ἄλλους ἐν αὐτῷ; ἢ διὰ ποίαν αἰτίαν, καθάπερ τι θεοπρεπές, καὶ ἐξαίρετον ἀληθῶς ἀξίωμα, τὸ αὐτεξούσιον ἀν ἀπτει; αὐτῷ; καίτοι μετὸν ἅπασι τῶν ἐπὶ τῆς γῆς, ἔχειν τε αὐτῷ [Ισ. αὐτὸ], καὶ ἤδη λαχούσιν. Εἰ δὲ δὴ σημαίνει τὸ αὐτεξούσιον ἐν τούτοις τὸ μὴ δεῖν ὑποκεῖσθαι τοῖς ἑτέρου νόμοις, εἶναι δὲ οὕτως ἐλεύ θερον, ὡς ἂν καὶ αὐτὴ τυχὸν ἡ θεία νοοῖτο φύσις, τίνα δὴ τρόπον ἐν τοῖς οὕτω σεπτοῖς καὶ πρέπουσε μόνῃ τῇ ἀνωτάτω φύσει τε καὶ δόξῃ, τὸ ἀρτίτοκον βρέφος εἶναι φής; καίτοι παντὸς τοῦ κεκλημένου πρὸς ὕπαρξιν, κατεζευγμένου Θεῷ, καὶ τὸν τῆς δουλείας ὑποτρέχοντος ζυγόν. 'Αλλ' οιήσῃ τάχα που πρὸς ἅπαντά σοι ταυτὶ τὸν εἰκαῖον ἐκεῖνον ἀρκέσαι λόγον, τὸν ἐπεί γε [ἴσ. ἐπί γε] τῷ δεῖν ἀλλήλαις τὰς φύσεις συνάπτεσθαι, καὶ οὔτι που καθ' ὑπόστασιν, ἀλλ᾽ ὡς ἐν τιμῇ μᾶλλον ἀπαραλλάκτῳ, καὶ ἐν ἰσότητε τῆς ἀξίας· ταυτὶ γὰρ ἡμῖν ἀεὶ λέγει ἀμαθῶς. Οτι δὲ σαθραῖς, καὶ εὐδιακλάστοις ἐννοίαις ἐπερηρεισμέ νος, τὰ τοιάδε λέγων, ἁλώσῃ, δειχθήσεται καὶ οὐκ εἰς μακράν, παρενεγκόντος ἡμῖν τοῦ καιροῦ καὶ πρός
col. 37–38page 15 of 121
PG 76:37γε ταυτὶ τὸν λόγον. Συνείρει δὲ τούτοις ἕτερ' άττα,; δι' ὧν ᾠήθη δύνασθαι, καὶ μάλα εμφρόνως, ὡς ἀκελλῆ, καὶ ἀνέφικτον τὸν τῆς καθ' ἡμᾶς γεννήσεως ἀποφῆναι τρόπον. Καὶ ἀντανίστησι μὲν ἑαυτῷ τοὺς πρὸς ἡμῶν λόγους· οἴεται δὲ κατευμεγεθήσειν μα δίως, καὶ οὐδὲν ὄντας ἐπιφανεῖ [ἰσ. ἀποφανεῖν, καίτοι πρεσβεύοντας ταληθές. Έφη δὲ οὕτως [Εἰ Θεός, φησὶν, ὁ Χριστὸς, ἐτέχθη δὲ ὁ Χριστὸς ἐκ τῆς μακαρίας Μαρίας, πῶς οὐκ ἔστιν ἡ Παρθένος Θεοτόκος; Οὐδὲν κρύπτω τῶν παρ' αὐτῶν ἀντιθέσεων· ὁ γὰρ τῆς ἀληθείας ἐραστὴς πάντα τὰ παρὰ τοῦ ψεύδους ἑαυτῷ προσλαβὼν ἀντιτίθησι.] Εἶτα τὴν λύσιν ἐπιφέρειν πειρᾶται, τοιαύταις τισὶν ἐννοίαις χρώμενος" [Πλάττεται μὲν γὰρ, φησίν, ἐν μήτρα τὸ βρέφος· ἀλλ᾽ ἕως μὲν οὕτω μεμόρφωται, ψυχὴν οὐκ ἔχει· εἰδοποιηθὲν δὲ ἤδη ψυχοῦται παρὰ Θεοῦ. Ὥσπερ οὖν ἡ γυνὴ τίκτει μὲν τὸ σῶμα, ψυχοῖ δὲ Θεὸς, καὶ οὐκ ἂν λέγοιτο γυνή ψυχοτόκος, ὅτι ἔμ ψυχον ἐγέννησεν, άνθρωποτόκος δὲ μᾶλλον, οὕτω, φησί, καὶ ἡ μακαρία Παρθένος, καὶ εἰ τέτοκεν ἄν θρωπον, συμπαρελθόντος αὐτῷ τοῦ Θεοῦ Λόγου (ταύτῃ γὰρ ἐχρήσατο τῇ φωνῇ), οὐ διὰ τοῦτο Θεοτόκος.] ΚΕΦΑΛ. Δ'. εἰς σκότος.» Πλὴν ἐκ τοῦ παροισθέντος αὐτῷ πατ 'Αρ' οὖν, εἰπέ μοι, διαβέβληται παρὰ σοὶ τὸ πρὸς ἡμῶν εἰρημένον; ἆρά σοι δοκεῖ τοῖς οὕτως ὀρθῶς καὶ ἀκιβδήλως ἔχουσιν ἀσυνέτως ἐπιτιμᾷν, καὶ οὐχὶ τοῦ μὴ δύνασθαι δοξάζειν & χρή, τῆς σαυτοῦ δια νοίας καθοριεῖς τὰ ἐγκλήματα; Οἷς γὰρ ἂν ἀπᾴδο τὸ ἀληθὲς, τούτοις ἂν γένοιτο, καὶ λίαν ἑτοίμως, ἐν παραδοχῇ τὸ μὴ οὕτως ἔχον, καὶ τὸ τοῖς ἀριστοεπεῖν εἰωθόσιν ἐπιτιμᾷν, εἴη ἂν οὐκ ἀζήμιον· μᾶλλον δὲ ἤδη καὶ ἀπόδειξις ἐναργής τοῦ προσκεκλίσθαι τῷ ψεύδει, καὶ τοῦ ἑλέσθαι τιμήν, ὁ καὶ μισεῖν ἄμεινον, ὡς λα γισμοῦ τοῦ εἰκότος ἡμαρτηκότα. ᾿Αλλὰ τῶν οὕτως αἰσχρῶν ἐννοήσας οὐδεὶς [οὐδέν], ἑαυτὸν μὲν ἔφη τῆς ἀληθείας γενέσθαι τὸν ἐραστὴν, ἡμᾶς δὲ τεκταίνεσθα το ψεύδος αὐτῷ· καίτοι τὸ χρῆμα ἔστιν ἐξ ἀντιστρό του μᾶλλον ἰδεῖν, ὅτι τε ὀρθῶς ἔχει, καὶ ἔστιν ἀλη θές· 'Ο γάρ τοι τοῦ ψεύδους, καὶ τῆς ἀπάτης συν ήγορος τοῖς τῆς ἀληθείας συνασπισταῖς ἀνάπτειν πειράται τῆς ψευδομυθίας τον μῶμον, τάχα που καὶ εἰς λήθην ἐληλακώς τοῦ προφήτου λέγοντος Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ σκότος εἰς φῶς, καὶ τὸ φῶς ραδείγματος μηδὲ εἰδότα σαφῶς, ο λέγει, διελέγξαι πειράσομαι. Τίκτεται μὲν γὰρ ἀπὸ σαρκὸς ἡ σὰρξ ὁμολογου- 1 μένως· ὁ δέ γε τῶν ὅλων Δημιουργός καθ' όν οἶδε τρόπον τε καὶ λόγον, ποιεῖται τὴν ψύχωσιν· ἀλλ' ἡ τεκοῦσα γυνή, καίτοι μόνης οὖσα πηγὴ τῆς σαρ κα, ἄνθρωπον ὅλον ἀποτελεῖν πιστεύεται, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καίτοι πρὸς τὴν τῆς ψυχῆς ὕπαρξιν τῶν παρ' ἑαυτῆς συνεισενεγκοῦσα μηδέν· ὁ δέ γε ἄνθρωπον εἰπὼν, συνεσήμηνε που πάντως τῷ σώματι τὴν ἐνωθεῖσαν αὐτῷ ψυχήν. Ωσ περ οὖν ἡ γυνή, καίτοι τεκοῦσα τὸ σῶμα μόνον, τὸν ἐκ ψυχῆς καὶ σώματος ἀποτίκτειν λέγεται· διαλυ
col. 39–40page 16 of 121
PG 76:39μανεῖται δὲ τοῦτο τοῖς τῆς ψυχῆς λόγοις οὐδὲν, ὡς ο σάρκα τὴν ἀπὸ τῆς ἰδίας ὑπάρξεως λαμβανούσης ἀρχὴν, οὕτω καὶ ἐπὶ τῆς μακαρίας Παρθένου· εἰ γὰρ καὶ μήτηρ ἐστὶ τῆς ἁγίας σαρκὸς, ἀλλ᾽ οὖν ἐκ τέτοκεν ἐνωθέντα αὐτῇ κατὰ ἀλήθειαν τὸν ἐκ Θεοῦ Θεόν Λόγον· κἂν εἴ τις λέγῃ Θεοτόκον αὐτήν, οὐχέ δή που πάντως καθοριεῖ τοῦ Θεοῦ Λόγου τὸ νεώτερον, οὔτε μὴν τῆς ἰδίας ὑπάρξεως τὴν ἀρχὴν πεποιής σθαι τὴν σάρκα συνήσει δὲ μᾶλλον τῆς οἰκονομίας τὸν τρόπον· καὶ δὴ καὶ θαυμάσας τὸ χρῆμα, ἐρεῖ «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ο 'Αλλ' ὁ πάνσοφος ἡμῖν καὶ ἀγχίνους ἐξηγητὴς τὴν τοῦ παραδείγματος δύναμιν νενοηκώς· [Οὕτω, φησί, καὶ ἡ ἁγία Παρθένος, καὶ εἰ τέτοκεν ἄνθρωπον, συμπαρ ελθόντος αὐτῷ τοῦ Θεοῦ Λόγου, ἀλλ' οὐ διὰ τοῦτο Θεοτόκος· οὐ γὰρ παρὰ τῆς μακαρίας Παρθένου τὸ ἀξίωμα Λόγου, ἀλλ᾽ ἦν φύσει Θεός.] Τὸ μὲν οὖν συμπαρελθεῖν τῇ σαρκὶ τὴν Λόγον, δ τί ποτέ ἐστιν, αὐτὸς ἂν εἰδείη, καὶ μόνος· ἄγαμαι δὲ σφόδρα τῆς οὕτω λεπτῆς ἀκριβείας αὐτῷ [σ. αὐτόν]. Ἡνώσθαι μὲν γὰρ τῇ σαρκὶ καθ᾽ ὑπόστασιν τὸν τοῦ Θεοῦ Λό γον, ὁ τῆς ἀληθείας πρεσβεύει λόγος· τὸ δὲ [ἴσ. ὁ δὲ] συμπαρελθεῖν, οὐκ οἶδ' ὅ τι λέγων, διαβεβαιοῦται συχνῶς. Εἶτα περὶ φύσεως ἡμῖν, καὶ τῆς καθ᾽ ὑπό στασιν ἑνώσεως τοῦ παντὸς προκειμένου λόγου, και διερευνᾶν σπουδάζοντος, οὐχ ὁ τί ποτέ ἐστι καὶ τὴν ἀξίαν ὁ ἐκ Θεοῦ Λόγος, ἀλλ᾽ εἰ γέγονεν οἰκονομικῶς ἄνθρωπος, ἰδίαν ποιησάμενος σάρκα τὴν ἐκ γυναικὸς, εἰς ἕτερα μεθιστὰς ἀλλοκότως τὸ ζητούμενον, Οὐ παρὰ τῆς ἁγίας Παρθένου, φησί, τὸ ἀξίωμα τῷ Λόγῳ, ἀλλ᾽ ἦν φύσει Θεός· καίτοι πῶς οὐχ ἕτερίν τι καὶ ἕτερον ἐναργῶς ἀξίωμά τε καὶ φύσις; Αλλ' οὐ πολὺς ἄγαν τοῖς ἔν τε τούτοις [ἰσ. τῆς ἕν γε τού τοις] ἡμῖν ἰσχνομυθίας ὁ λόγος. Τὸ δ' οὖν ἐφεξῆς ἀναγκαῖον ἰδεῖν. Επιτειχίζει γάρ τι καὶ ἕτερον τοῖς πρὸ [ισ. πρὸς ἡμῶν λεγομένοις, ὡς γοῦν οἴεται που, καὶ δυσδιάφυκτον κομιδῇ, καὶ ἀποχρώντως ἔχον εἴς γε τὸ δύνασθαι, καὶ μάλα νεανικῶς, ἆθλον εἰκαῖον ἡμῖν τὴν ἐκ γυναικὸς ἀποφῆναι γέννησιν τοῦ Ἐμε μανουήλ. Φησὶ δὲ οὕτω πάλιν [ Ο μακάριος Ιωάννης ὁ Βαπτιστής προκηρύττεται παρὰ τῶν ἁγίων ἀγγέλων, ὅτι πλησθήσεται τὸ βρέ φος Πνεύματος ἁγίου ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ Πνεῦμα ἅγιον ἔχων, οὕτως ὁ μακάριος Βαπτιστής ἀπετίκτετο. Τί οὖν; καλεῖς τὴν Ἐλισάβετ Πνευμα τοτόκου; Ενταῦθα τὸν νοῦν συνάγαγει καν τινες ὦσιν ἐν ὑμῖν πρὸς τὰ λεγόμενα ξενιζόμενοι, σύγκ γνωτε τῆς ἀπειρίας αὐτοῖς.] ΚΕΦ. Ε'. Καὶ τίς τῶν τοιούτων ἐπακούσας λόγων, οὐκ εὐθὺς ἐρεῖ τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ο γὰρ μω ρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοή σει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν;» Πλάνησις γὰρ ὁμολογουμένως, καὶ
col. 41–42page 17 of 121
PG 76:41ἕτερον οὐδὲν, τὸ ψυχραῖς οὕτω καὶ μειρακιώδεσιν ἐννοίαις, ὡς ἀληθέσιν, ἐπιθαρσεῖν. Τῆς μὲν οὖν ἡμερότητος κατατεθήποι τις ἂν αὐτήν· καὶ συγ γνώμης γάρ, καὶ φιλανθρωπίας ἀξιοῦσθαι δεῖν ἔφη τοὺς τῶν παρ' αὐτοῦ λόγων τὴν ἐμπειρίαν οὐκ ἔχον τας. Αλλ' ἦν τοῦτο καὶ ἡμῖν αὐτοῖς τριπόθητον, εἰ συνέβη, μᾶλλον δὲ, καὶ ἅπασι τοῖς τελοῦσιν ἐν Χρι στιανοῖς· μοχθηρῶν γὰρ οὕτω καὶ διεστραμμένων ἀπαλλάττεσθαι λόγων, πῶς οὐχ ἅπασι δι᾿ εὐχῆς; Πλὴν ἐκεῖνό φαμεν· Τέτοχε μὲν γὰρ ὁμολογουμένως ἡ Ἐλισάβετ τῷ ἁγίῳ Πνεύματι κεχρισμένον ἐν μή τρα τὸν μακάριον Βαπτιστήν· ἀλλ᾽ εἰ μὲν εἴρητα! που παρὰ τῆς θεοπνεύστου Γραφῆς, ὅτι καὶ τὸ Πνεῦμα γέγονε σὰρξ, ὀρθῶς ἂν ἔφης ὀνομάζεσθαι δεῖν πρὸς ἡμῶν Πνευματοτόκον αὐτήν· εἰ δὲ ψιλή, καὶ μόνῃ λέγεται τὸ τεχθὲν τετιμῆσθαι χρίσει, τί τὸ τῆς σαρκώσεως χρῆμα παρισοῦν ἀξιοῖς τῇ κατὰ μέθ εξιν χάριτι; Οὐ γάρ ἐστι ταυτὸν, σάρκα τε εἰπεῖν γενέσθαι τὸν Λόγον, καὶ ὅτι κέχρισταί τις διὰ τοῦ Πνεύματος πνεύματι προφητικῷ. Περὶ μὲν γὰρ τῆς Αγίας Παρθένου γέγραπται·. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν·» καὶ τόκος ὠνόμασται, καὶ μὴν καὶ Ἐμμανουὴλ ὁ τεχθεῖς, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾿ ἡμῶν ὁ Θεός· περὶ δέ γε τῆς Ἐλισάβετ, ὅτι γεννήσει υἱὸν, ὃς προελεύσεται μὲν ἐν πνεύματι, καὶ δυνάμει Ἠλιοῦ· προπορεύσεται δὲ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. Οὐκοῦν ἥκιστα μὲν εἴη ἂν Πνευματοτόκος ἡ Ἐλισά σετ, ἐκτέτοκε γὰρ προφήτην Υψίστου Θεοτόκος γε μὴν ἀληθῶς ἡ ἁγία Παρθένος, ὅτι Θεὸν ἑνωθέντα σαρκί τέτηκε σαρκικῶς, τουτέστι, κατά σάρκα. Ἐπειδὴ γὰρ ἄνθρωπος ἡ τεκοῦσά ἐστι, ταύτῃ του, καὶ μάλα ἐμφρόνως, τὸν τῆς γεννήσεως τρόπον ἀνα θρωπίνως πεπράχθαι φαμέν. "Ην γὰρ οὕτω καὶ οὐχ ἑτέρως, δύνασθαι καθ᾿ ἡμᾶς γενέσθαι τὸν ὑπὲρ πα σαν φύσιν, οὐ τοῦ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶν ολιγωρή ταντα· πόθεν; μεμενηκότα δὲ μᾶλλον ὅπερ ἦν τε καὶ ἔστι καὶ ἔσται· τροπῆς γὰρ ἀμείνων ἡ θεία τε ἐστι, καὶ ὑπερτάτη φύσις. Ορθὰ μὲν οὖν ὅτι φρονεῖν εἰθίσμεθα, Θεὸν γεγεννῆσθαι κατὰ σάρκα ἐπὶ σωτη ρίᾳ τῶν ὅλων, διαβεβαιούμενοι, μεμαρτύρηκεν ή θεόπνευστος Γραφή. Ἐπειδὴ δὲ τοῖς νεωτάτοις αὐτοῦ δόγμασι τὴν ἀλήθειαν, καὶ αὐτὸ τῆς ἐκκλησιαστικής πίστεως ἀντεξάγει τὸ σύμβολον, ὃ διὰ τῆς τοῦ Πνεύ κατος φωταγωγίας οἱ κατὰ καιροὺς ἐν τῇ Νικαέων συναγηγερμένοι Πατέρες ὡρίσαντο, δεδιώς μὴ ἄρα τως ὑγιὰ τὴν πίστιν διασώσαιντό τινες, ταῖς ἐκείνων φωναίς παιδαγωγούμενοι πρὸς ἀλήθειαν, πειρᾶται συκοφαντεῖν, καὶ τῶν λέξεων ἐναλλάττει τὴν ἀπό δοσιν, καὶ αὐτὴν δὲ τῶν ἐννοιῶν τὴν δύναμιν παρα σημαίνειν ἀποτολμα. Ἐπειδὴ γὰρ αὐτὸς ἐπὶ μέσης Εκκλησίας βεβήλοις έχρήτο καινοφωνίαις, ἀνήρ τις τῶν ἄγαν ἐπιεικῶν, καὶ τελῶν μὲν ἐν λαϊκοῖς ἔτι, πλὴν οὐκ ἀθαύμαστον συναγηγερκὼς ἐν ἑαυτῷ τὴν παίδευσιν, θερμῷ τε καὶ φιλοθέῳ κεκίνηται ζήλῳ, καὶ τορόν τι κεκραγώς, αὐτὸν ἔφη τὸν προαιώνιον Λόγον καὶ δευτέραν ὑπομεῖναι γέννησιν, δῆλον δέ, Π
col. 43–44page 18 of 121
PG 76:43Η ὅτι την κατὰ σάρκα, καὶ ἐκ γυναικός· θορυβούντων τε τῷ μὴ ἀνασχομένῳ τὰ αὐτοῦ, καὶ μὴν καὶ τοῖς ἡμῖν τεθεσμοθετήκασιν, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς μένον. δὲ πρὸς ταῦτα τῶν δήμων, καὶ τῶν μὲν πλείστων, καὶ συνετῶν, οὐ μετρίοις αὐτὸν ἐπαίνοις τετιμηκό των, ὡς εὐσεβῆ τε, καὶ συνετώτατον, καὶ τῆς τῶν δογμάτων ὀρθότητος οὐκ ἠμοιρηκότα, λελυττηκότων γε μὴν κατ' αὐτοῦ τῶν ἄλλων, διαλαβὼν αὐτὸς, ἀποδέχεται μὲν εὐθὺς ἐκείνους, οὓς τὰ ἑαυτοῦ διδά σκων ἀπολώλεκεν· ἐπιθήγει δὲ τὴν γλῶτταν αὐτῷ ἁγίοις Πατράσιν, οἱ τὸν εὐσεβῆ τῆς πίστεως δρον ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, κατὰ τὸ γεγραμ [Χαίρω γὰρ, ἔφη, τὸν ὑμέτερον θεασάμενος ζῆλον. Αὐτόθεν ἐστὶ σαφὴς τῆς τῶν λεχθέντων [ἰσ. σαφὴς τῶν λεχθέντων] ὑπὸ τῆς τοῦ δειλαίου μιαρίας ὁ ἔλεγχος ὧν γὰρ δύο γεννήσεις, τούτων δύο υιοί· ἡ δὲ ἐκκλησίᾳ ένα οἶδεν Υιόν, τὸν Δεσπότην Χριστόν. ΚΕΦΑΛ. Γ'. Ανοητότατα μὲν οὖν τὸν τῶν ἐπὶ τούτοις ἐννοιῶν ὅρον ἐξηνέγκατο, λέγων· [αν γὰρ δύο γεννήσεις, τούτων καὶ δύο υἱοί.] Ισχνομυθίας γε μὴν τῆς ἐν γε τούτοις ἀφέμενοι, τέως πρὸς τὸν τοῦ λόγου σκοπὸν τὰ ἐξ ἀκριβοῦς ἐρεύνης, φέρε δή, φέρε, συλλέγωμεν. Οὐκοῦν ἀπαράδεκτον [σ. εἰ δύο είναι γεννήσεις, ἀπαράδεκτον] ἐποιήσατο, χρῆναι δέ φησι μίαν όμο λογεῖσθαι πρὸς ἡμῶν, ἵνα μὴ δύο νοῶμεν υἱούς· ὡς ὃν ἐπάναγκες, εἰ δύο πάντως αἱ ἀποτέξεις εἶεν, δύο καὶ υἱοὺς εἰσφέρεσθαι· διδασκέτω παρελθών, ποίαν ἄρα τῶν γεννήσεων παραδέξεται, τὴν προαιώνιόν το καὶ ἐκ Πατρός, καθ᾽ ἦν οὔπω σεσαρκωμένος Θεός ἦν ὁ Λόγος, ήγουν ταυτηνὶ τὴν πρόσφατον, καὶ ἐκ δ γυναικός; Εἰ μὲν οὖν ἐκείνην ἐρεῖ, καὶ μόνην, τὴν προαιώνιον λέγω, καὶ ἐκ Πατρὸς, ἐκεῖνος ἂν εἴη, καὶ μόνος Υἱὸς, ὁ ἐξ αὐτοῦ κατὰ φύσιν, οὔπω σαρ κὸς, καὶ αἵματος κεκοινωνηκώς· εἰκῆ δὲ, καὶ ὡς ἔοικε [ ίσ. έτυχε ], τὸ τῆς ἐνανθρωπήσεως λαλεῖται μυστήριον· καὶ κεκένωκε μὲν ἑαυτὸν κατ᾽ οὐδένα τρόπον· οὔτε μὴν ἐν τῇ τοῦ δούλου γέγονε μορφῇ μεμένηκε δὲ οὕτω, τὴν πρὸς σάρκα σύνοδον ἀληθῆ καὶ εἰς δεῦρο παραιτούμενος. 'Αλλ' ὁ ['σ. ἀλλ᾽ εἰ ] ἐν ἐσχάτοις καιροῖς ἐκ γυναικός, αὐτὸς ἂν λέγοιτο, καὶ μόνος Υἱός· καὶ δὴ καὶ μίαν ταυτηνὶ τὴν ἐκ γυναικὸς παραδεξόμεθα γέννησιν, ἀπώλισθεν ἀναγ καίως τοῦ εἶναι κατὰ φύσιν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. 'Αλλ' ὅρα [ισ. ὁρᾷ ] που πάντως ὁ θεοφιλής τὴν τῶν ἐννοιῶν ἀτοπίαν, καὶ τὸ λίαν ἀπονενευκὸς εἰς ἀσέβειαν. Ινα τοίνυν ὁδὸν ἐρχώμεθα τὴν βασιλι χήν, δύο φαμὲν γενέσθαι τὰς ἀποτέξεις, ἕνα δὲ τὸν δι' ἀμφοῖν Υιόν· οὔπω μὲν ἐν σαρκὶ γεγονότα τὸν ἐκ Θεοῦ Λόγου· τὸν αὐτὸν δὲ μετὰ τοῦτο καὶ σεσαρκωμένον, καὶ δι' ἡμῶν [Ισ. δι' ἡμᾶς] τὴν ἐκ γυναικὸς ἀνατλάντα γέννησιν κατὰ σάρκα. Εἰ μὲν γὰρ ἐπ' ἀνθρώπων ἔφασκε τὸ χρῆναι δὴ πάντως δύο νοεῖσθαι τοὺς υἱοὺς, εἰ δὲ δύο [σ. εἰ δύο] γεννήσεις ὀνομάζομεν, ὀρθῶς ἂν ἔφη, καὶ ἦν ἀληθές· ἐπειδὴ δὲ τὸ Χριστοῦ μυστήριον καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος,
col. 45–46page 19 of 121
PG 76:45ἑτέραν έχει την ὁδὸν, καὶ οὐκ ἔν γε τοῖς καθ' ἡμᾶς ισοτρόπως ὁρᾶται, τί ταῖς καθ' ἡμᾶς συνηθείαις συν ορῶν, εἶτα τοῖς παραδόξοις, καὶ ὑπὲρ λόγον, τὸν νοῦν ἐνιεῖς, εἰς ἀδρανεστάτην, καὶ ἀμαθῆ τὴν ὀλιγοπιστίαν καταφωρᾶται πεσών; Ο δέ μοι θαυμάζειν ἔπεισιν, ἐκεῖνό ἐστιν· ἕνα γὰρ ἐν τούτοις ὁμολογῶν Υἱὸν εἰδέναι τὴν Ἐκκλησίαν, προστεθεικὼς δὲ, ὅτι τὸν Δεσπότην Χριστόν, οὐκέτι τετήρηκεν ἕνα διίστησι γὰρ ἀλλήλων τὰ ἤνωμένα, καὶ ἀνὰ μέρος ἑκάτερον τίθησιν, οὐ τί μὲν ἔστι κατὰ φύσιν ὁ Λόγος, διερευνώμενος, τί δὲ καὶ ἡ σάρξ· ἄνθρωπον δὲ μᾶλλον, καὶ θεόν, ὡς ἐν ἰσότητι μόνῃ τῆς δόξης, καθάπερ γοῦν οίεται, συλλέγων εἰς ἕν, ὅπερ ἐστὶ παντελῶς ἀμήχανον [ ἀπίθανον ], μᾶλλον δὲ καὶ ἀνέφικτον, καὶ τὸν τοῦ μυστηρίου λόγον κατασείει πρὸς τὸ ἀκαλλές. Έφη δὲ οὕτως [Δεῖ δὲ ἡμᾶς, νῦν γὰρ ἦλθον εἰς ἔννοιαν, καὶ τὴν κατὰ Νίκαιαν σύνοδον μαθεῖν, οὐδαμοῦ τολμῶσαν εἰπεῖν, ὅτι ὁ Θεὸς ἐγεννήθη ἐκ Μαρίας· ἔφη γάρ, ὅτι Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν. Προσέχετε, ὅτι πρότερον τεθεικότες τὸ Χριστός, ὅ ἐστι μήνυμα τῶν δύο φύσεων, οὐκ εἶπαν, Εἰς ἕνα Θεόν Λόγον· ἀλλ᾽ ἔλαβον τὸ ὄνομα τὸ σημαῖνον ἀμφότερα, ἵνα· ὅταν ὑποκαταβαίνων ἀκούσῃς θάνατον, μὴ ξενίζῃ· ἵνα, τὸν σταυρωθέντα, καὶ ταφέντα, μὴ πλήττῃ τὴν ἀκοὴν, ὡς θεότητος ταῦτα παθούσης. ] Εἶτα τούτοις επιφέρει· [Πιστεύομεν εἰς ἕνα Κύριον Ἰησοῦν Χρι στὸν, τὸν Υἱὸν τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα· τὸν ὁμοούσιον τῷ Πατρί· τὸν κατα ελθόντα ἐκ τῶν οὐρανῶν δι᾿ ἡμᾶς, καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου. Οὐκ εἶπον, ὅτι καὶ Γεννηθέντα ἐκ Πνεύματος ἁγίου. Διερμηνεύοντας δὲ τοὺς ἁγίους Πατέρας, τί δὴ ἄρα τὸ Σαρκωθέντα ἐστὶ, φησίν, εἰ πεῖν τὸ Ενανθρωπήσαντα· ] τί δὲ τὸ Ἐνανθρωπήσαντα κατασημήνειεν ἂν, διατρανῶν αὐτὸς ἔφη πάλιν [Οὐ τροπὴν τῆς ἰδίας φύσεως ὑπομεινάσης εἰς τὴν σάρκα, ἀλλὰ τὴν ἐνοίκησιν τὴν εἰς ἄνθρωπον.] ΚΕΦΑΛ. Ζ'. Αρα ἂν ἀνάσχοιτό τις τῶν τελούντων ἐν Χριστιαναῖς ἢ τῆς ἐνούσης τοῖς λόγοις ἀβελτηρίας, ἢ τῆς τῶν ἐννοιῶν δυσσεβείας; ἆρ᾽ οὐκ ἐναργής εἴη ἂν τοῖς ἀληθῶς ἀρτίφροσι βωμολογία ταυτί, καὶ τρόπος οὐκ ἀγεννὴς τῆς κατὰ Χριστοῦ γλωσσαλγίας; συκοφαντεῖ γὰρ τὴν ἀλήθειαν· οὐκ εἶναί φησιν Υἱὸν ἀληθῶς αὐτ τὸν, ἑτέρῳ τοῦτο προσνέμων. [Προσέχετε γὰρ, φησὶν, ὅτι πρότερον τεθεικότες τὸ Χριστὸς, ὅ ἐστι μήνυμα τῶν δύο φύσεων, οὐκ εἶπαν· Πιστεύομεν εἰς ἕνα Θεὸν Λόγον.] Καὶ περὶ μὲν τοῦ ὀνόματος, φημὶ δὲ δὴ τοῦ Χριστός, μετά βραχύ διερευνήσομαι, πότερόν ποτε τῶν δύο φύσεων σημαντικόν ἐστιν, ἢ μή· τὸ δὲ ἐν χερσὶν, ὡς ἔνι, διαγυμνάζωμεν. Οἱστὰ μὲν οὖν εἶεν ἂν κατ' οὐδένα τρόπον, τὰ οὕτως ἐκτόπως, καὶ ἀτη μελῶς αὐτῷ πεφλυαρημένα φαίη δ' ἂν, οἶμαι, τίς, τοὺς ὑπέρ γε τῶν ἁγίων Πατέρων ποιούμενος λόγους Τί δρᾷς οὕτω, ὦ γενναῖε, γλῶσσαν τὴν ἄγροικον ἐν μεὶς ἀνδράσιν ἁγίοις, οἷς ἂν πρέποι τὸ λέγεσθαι παρ' αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ· «Ούχ
col. 47–48page 20 of 121
PG 76:47. «ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς Ο σε χιν, θ. ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν;» Τί γὰρ οὐ νενόηται τῶν λίαν ἐπεξεσμένων εἰς ἰσχνότητα τὴν τεθαυμασμένην; τί τῶν ἀναγκαίων παρῶπται δογμάτων, ἢ ποῖος αὐτ τοῖς ἀσφαλείας ἡμέληται τρόπος; [Οὐ τετολμήκασι, φησί, τοῖς περὶ τῆς πίστεως ἐνθεῖναι λόγοις, ὅτι θεὸς Λόγος ἐκ Μαρίας ἐγεννήθη.] Οὐκοῦν εἰ ταύτης ἕνεκα τῆς αἰτίας τοὺς πρὸ ἡμῶν γεγονότας αἰτιᾷ, καὶ λελυπῆσθαι φῆς, ὅτι μὴ ἀπαραλλάκτως ταῖς σαῖς εὔ ρηνται κεχρημένοι φωναῖς, ὥρα τάχα που συναιτιά σθαι καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγ γελιστάς συγγεγράφασι μὲν γὰρ τῆς ἐπὶ Χριστῷ μυσταγωγίας τὰς βίβλους· αὐτολεξεὶ δὲ ταῖς σαῖς οὐκ ἂν ἐπιδείξειέ τις χρησαμένους φωναῖς. Ἀλλ᾽ εἰ σοι δοκεῖ, τουτὶ μὲν πάρες, ὡς λείπει τι.] άθρει δὲ μᾶλλον τὴν τοῦ πράγματος δήλωσιν μάλα πεποιημέν νους. Πράττεται μὲν γὰρ πρὸς ἡμῶν ἡ πίστις εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα. Ἐπειδὴ δέ φασι πιστεύειν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ· οὐχ ἕτερος δὲ καθ' ἡμᾶς Ἰησοῦς Χριστὸς Κύριος παρὰ τὸν ἕνα καὶ φύσει, καὶ ἀληθῶς Υἱόν· ὃς ἐκ Θεοῦ πεφηνώς, καὶ Θεὸς ὢν ὁ Λόγος, γέγονεν ἄνθρωπος, διὰ γεννήσεως δὲ δηλονότι τῆς ἐκ γυναικὸς, τίνα τρόπον οἱ τὸν τῆς οἰκονομίας κηρύττοντες λόγον, οὐκ ἂν ἀλοῖεν αὐτοῦ τὴν ἐκ γυ ναικὸς κατὰ σάρκα λαλοῦντες γέννησιν; Τότε γὰρ δὴ Χριστὸς Ἰησοῦς ὠνόμασται, Θεὸς ὢν ὁ Λόγος, καὶ σοφία, καὶ ζωὴ, καὶ φῶς, ὁ Υἱός. Πρόδηλον οὖν, ὅτι τῆς τοιάσδε κλήσεως ὁ καιρὸς συνεστρέχουσαν έχει τὴν γέννησιν, τὴν διά γέ φημι τῆς ἁγίας Παρθένου. Ότι πιστεύοντες [ἰσ. ὅτι δὲ πιστεύοντες] εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υιόν πιστεύομεν, ἀναφοιτώσης τῆς πίστεως εἰς τὸν Πατέρα δι' αὐτοῦ, σαφῶς [ἰσ. σαφές] ἂν γένοιτο, διακεκρα γόνος αὐτοῦ τῷ κόσμῳ παντί· «Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με καὶ, «Ο θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με κ καὶ πάλιν, «Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε.» Καὶ οὐ δή πού φαμεν, ὡς δύο πίστεις πρὸς ἡμῶν αἰτεῖ· διδάσκει δὲ μᾶλλον, ὡς εἴ τις εἰσε δέξαιτο τὴν εἰς αὐτὸν πίστιν, αὐτῷ πεπίστευκε τῷ Πατρί. Ἐπειδὴ δὲ κατὰ τὸ εἰκὸς τῇ τῶν ὀνομάτων όμωνυμία κεχρήσεται, κοινὰ λέγων εἶναι τό τε Χρι στὸς, καὶ τὸ Κύριος, καὶ μὴν καὶ Υἱὸς, πρέπειν τε αὐτὰ διαβεβαιώσεται τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, κἂν εἰ νοοῖτο μόνος, καὶ σαρκὸς οὕτω μεταλαχών, καὶ μὴν τῷ ἐκ Παρθένου φύντι ναῷ· δεῖται δὲ, οἶμαι, βασάνου πολλῆς ὁ ἐπὶ τούτοις λόγος· εἰς καιρὸν, ὡς ἔφην, αὐτῷ πρέποντα χρησίμως αὐτὸν εἰς τὸ παρὸν ἀναθέμενοι, ἐφ' ἑτέραν ίωμεν τῆς ἁγίας συνόδου φω νὴν, ἣν οὑτοσὶ παρατρέπων ἐπὶ τὸ αὐτῷ δοκοῦν, τὴν σε ούπω μεταλαχών, μια μας. 21, οὔπω σαρκὸς καὶ αἵματος κεκοινωνη χώς, 46, καὶ οὔπω σεσαρκωμένος.
col. 49–50page 21 of 121
PG 76:49τῆς ἀληθείας καταβιάζεται δύναμιν. Φησί γάρ, ὅτι γεγράφασιν οἱ Πατέρες. Πιστεύομεν εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρός γεννηθέντα, τὸν ὁμοούσιον τῷ Πατρὶ, τὸν κατελθόντα δι' ἡμᾶς, καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου. ] Επιφέρει δὲ τούτοις, καί φησι περὶ τῶν ἁγίων Πατέρων· [Υποκατιόντες δὲ, ἑρμηνεύουσι τὸν ἐναν θρωπήσαντα, τοῦτον λεγόμενον σαρκωθέντα, οὐ τρο τὴν τῆς θείας φύσεως ὑπομεινάσης εἰς τὴν σάρκα, ἀλλὰ τὴν ἐνοίκησιν τὴν εἰς ἄνθρωπον.] Εν ἐξηγήσει δὲ πάλιν τῆς αὐτῆς ἔχεται διανοίας, καὶ δὴ καὶ οὕτω φησίν. [ Ηκολούθησαν τῷ εὐαγγελιστῇ· καὶ γὰρ ὁ εὐαγ γελιστὴς, ἐλθὼν εἰς τὴν ἐνανθρώπησιν, ἔφυγε γέννη τιν εἰπεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου, καὶ τέθεικε σάρκω πιν· ποῦ; ἄκουσον· ι Καὶ ὁ Λόγος σάρξ ἐγένετο· ο οὐκ εἶπε· Διὰ σαρκὸς ἐγεννήθη. Όπου γὰρ μνημονεύουσιν οἱ ἀπόστολοι, ἢ οἱ εὐαγγελισταί τοῦ Υἱοῦ, τιθέασιν, ὅτι ἐγεννήθη ἐκ γυναικός. Πρόσεχε τῷ λε γομένῳ, παρακαλῶ· ὅπου γὰρ λέγουσι τὸ ὄνομα τοῦ Υἱοῦ, καὶ ὅτι ἐτέχθη ἐκ γυναικὸς, τιθέασι τὸν Ἐγει νήθη· ὅπου δὲ μνημονεύουσι τοῦ Λόγου, οὐδεὶς αὐτ τῶν ἐτόλμησεν εἰπεῖν, γέννησιν διὰ τῆς ἀνθρωπότητος. Ο γὰρ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς, ἐλθὼν εἰς τὸν Λόγον, καὶ εἰς τὴν ἐνανθρώπησιν αὐτοῦ, άκουσον οἷά φησιν. • Ο Λόγος σὰρξ ἐγένετο. ο] ΚΕΦΑΛ. Η. Φέρε δὴ οὖν παραθέντες οἷς ἔφη καὶ τοῦ καθ᾿ ἡμᾶς Συμβόλου τὴν ἀπόδοσιν, ἴδωμεν εἰ μή τι κεκαινοτόμηται παρὰ τούτου καὶ περὶ αὐτήν·. Πιστεύομεν εἰς ἕνα θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πα τρὸς μονογενῆ τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ αὐτ τοῦ· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐσ ρανῷ, καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώ τους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς τοὺς οὐ μανούς· ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. οΙθι δή οὖν, ὦ γενναῖς, που τεθείκασιν, εἰπέ, περὶ τοῦ Υἱοῦ, σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου; ἀλλὰ τοῦτο μὲν ἐκδείξειεν ἂν ἤκιστά γε, πλὴν ἐκεῖνο ἄθρει. Φασὶ γὰρ, αὐτὸν τὸν ἐκ Θεοῦ Λόγου, τον Μονογενή, τὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν δι' οὗ τὰ πάντα, τὸ φῶς τὸ ἀληθινὸν, σαρκωθήναι τε καὶ ἐνανθρωπῆσαι, παθεῖν τε καὶ ἀναστῆναι· καὶ μὴν, ὅτι κατὰ καιρούς επανήξει κριτής. Ἀλλ᾽ ἵνα καὶ ταῖς παρ' Ει (β) Υιόν τοῦ Θεοῦ μονογενή, γεννηθέντα ἐκ τοῦ Πατρός,
col. 51–52page 22 of 121
PG 76:51αὐτοῦ φωναῖς ἀκριβῆ τὴν βάσανον ἐνιέντες, ίδωμεν τί τὸ χρῆμα τῆς ἐνούσης αὐταῖς ἀμαθίας, διαβεβαιοῦται σαφῶς, σαρκωθῆναι τε καὶ ἐνανθρωπήσαι τὸν ἐκ Θεοῦ Λόγον αὐταῖς [ἰσ. αὐτοὺς] εἰπεῖν, καὶ ταῖς εἰς ἀλήθειαν ψήφοις, ὡς τὰ εἰκότα λέγοντας στεφανοί. Αρ' οὖν, είπέ μοι, σαρκωθῆναι τε καὶ ἐνα ? ανθρωπήσαι λέγοντες, έτερόν τι σημαίνουσι παρὰ τὸ γεγεννῆσθαι κατὰ σάρκα; Σαρκώσεως γὰρ οὗτος ἂν γένοιτο, καὶ μόνος, ο τρόπος τῷ καὶ ἔξω σαρκὸς, καὶ κατὰ φύσιν ἰδίαν ὑφεστηκότι. Οὐ γάρ που, την σάρκα σεσαρκῶσθαι, φαίη τις ἂν, οὐδ' ἂν γένοιτό τις ἦν ἀλλ' εἴπερ τις νοοῖτο περὶ αὐτὸν γενομένη μετάστασις οἰκονομικὴ ἐφ' ἑτερόν τι, παρ' ὅπερ οὐκ ἦν ἔχοι ἂν ὁ λόγος ἐφ' ἑαυτῷ δὴ τότε πολὺ τὸ εἰκός. Οὐκοῦν εἰ σεσαρκῶσθαί φασι τὸν Μονογενή, διὰ γεννήσεως σαρκικῆς δρῷτο ἂν [[σ. δ' ἂν], οἶμαι, τουτί, καὶ οὐ καθ' ἕτερον τρόπον, πῶς οὐκ ἔφασαν ἐναργώς, ὅτι γεγέννηται κατὰ σάρκα Θεὸς ὢν ὁ Λόγος; Αλλ' οὐκ ὠνόμασται, φησίν, ἐνεργῶς ἡ γέννησις· ἀλλ᾽ ἤ γε τοῦ πράγματος φύσις οὐχ ἑτέραν οἶδε, καθάπερ ἤδη προείπον, τοῦ σεσαρκώσθαι τὴν ὁδόν. Ωστε, κἂν εἰ μή τι λέγοιτο σαφῶς ἔν γε τοῖς τοιούτοις πράγμασιν, οὐ παρὰ τοῦτο την μόνην τῇ φύσει διεγνωσμένην ὁδεν ἀπολελοιπότες, ἐφ' ἑτέραν ἤξομεν. Γέγραπται γὰρ ἐν τῷ τῆς Γενέσεως βιβλίῳ· ι Καὶ τῷ Σὴθ ἐγένετο υἱὸς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. Αρ' οὖν, ". ἐπειδήπερ ή Γραφὴ τέθεικε τὸν Ἐγένετο, τὸν τῆς γεννήσεως τρόπον οὐ παραδεξόμεθα; εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; Αὐτὴ γὰρ ἡμᾶς ἡ τοῦ πράγματος φύσις μονονουχί καὶ οὐχ έκόντας ἐκβιάσεται πρὸς ὁμολογίαν τὴν τοῦ τετέχθαι νοεῖν αὐτόν. Πῶς οὖν ἀκούων τὴν σάρκωσιν, οὐ τὰς παρὰ τῆς γεννήσεως εννοίας εἰσδέχεται παραχρήμα; Ονομασμένης δὲ ὅλως έναν θρωπήσεως, πῶς οὐ συνῆκεν εὐθὺς, ὡς τὸ τῆς ἐναν θρωπήσεως χρῆμα πρέποι ἂν οὐκ ἀνθρώπῳ μᾶλλον, ἵνα μὴ αὐτό τι φαίνοιτο γεγονὸς ὁ ἦν, ἀλλὰ τῷ ἐκ Θεοῦ φύντι Λόγῳ Οὗ δ' ἂν ἡ ἐνανθρώπησις ἀληθῶς γενέ σθαι πιστεύηται, ἐκεῖ που πάντως ἡ γέννησις, δι' ἧς ἂν ὁρῶτο γενόμενος άνθρωπος. Αλλ' οὐκ αὐτό σου δοκεῖ κατὰ τοῦτον χρῆναι νοεῖσθαι τὸν τρόπον τὸ σαρκωθῆναι τε καὶ ἐνανθρωπῆσαι λέγεσθαι τὸν τοῦ Θεοῦ Λύγον· ἔφης γὰρ πάλιν, ταῖς ἁπάντων ἐννοίαις ἀνταίρειν ἐπιχειρῶν, σημαίνειν τὴν ἐνανθρώπησιν, οὐ τὴν εἰς σάρκα μεταβολὴν τῆς θείας φύσεως, ἀλλὰ τὴν ἐνοίκησιν τὴν εἰς ἄνθρωπον. Τὴν μὲν οὖν τῆς θείας φύσεως εἰς σάρκα παρατροπὴν ἀνέφικτόν τε εἶναι φησί, καὶ κατ' οὐδένα τρόπον αὐτῇ συμβαίνουσαν· καὶ μάλα ὀρθῶς· ἐπαινέσομεν γὰρ ἐν τούτοις ἀριστοεπεῖν ᾑρημένον. Φημὶ γὰρ ἀκράδαντον ὑπάρ χειν αὐτὴν, καὶ ὡς οὐκ ἂν μεταθεῖτο πρὸς ἕτερόν τι παρ' ὅπερ εἶναι πεπίστευται· διημάρτηκε δὲ ὅτι τοῦ πρέποντός τε καὶ ἀληθοῦς ὁ λόγος αὐτῷ, τὴν ἐναν παρ', οὐχ, οὐκ ἂν μεταθεῖτο πρὸς ἕτερόν τι παρ' ὅπερ εἶναι πεπίστευται. τροπήν ὑπομείνας τὴν εἰς ὅπερ οὐκ ἦν.
col. 53–54page 23 of 121
PG 76:53θρώπησιν εἶναι διαβεβαιουμένῳ τὴν εἰς ἄνθρωπον & ἐνοίκησιν, καταδείξαι πειράσομαι. Εἰ μὲν γὰρ ἐφ' ἑνός τε καὶ μόνου τοῦ Ἐμμανουὴλ ἀληθὲς εἶναι τὸ χρῆμά φησι, διδασκέτω τὴν αἰτίαν· μαθεῖν γὰρ οὐκ ἔχω ήγουν ὁριστὴν αὐτὸν, καὶ νομοθέτην, ὧν ἂν βούλοιτο λέγειν ἀκατασκέπτως, ἀνάσχοιτο ἂν οὐδείς. Ἀλλ᾿ οὐκ ἐφ' ἑνὸς μὲν ἴσως ἡ τῶν ὁρισθέντων διήκει δύναμιςοὐ διαβεβλήσεται μὲν, κἂν εἰ κατὰ πάντων εἴη τυχόν. Οὐκοῦν οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις, ἐνηνθρωπη κότα θεὸν εὑρήσομεν· καὶ οὗ τί που μόνον τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, προσθείην δ᾽ ἂν ἔγωγε καὶ αὐτὸν τὸν Πατέρα, καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Εφη μὲν γὰρ, δι' ἑνὸς τῶν ἁγίων προφητῶν, περὶ τῶν ἐν πίστει δεδικαιωμένων, ότι ο Ενοικήσω ἐν αὐτοῖς, καὶ ἐμ περιπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσον ταί μου λαός.» Έφη δὲ καὶ αὐτὸς ὁ Χριστός· «Καὶ ἐάν τίς μου ἀκούσῃ, ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν.» Γέγραφε δέ που καὶ ὁ σοφώτατος Παῦ ος ο Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων Χριστὸς δὲ ὡς Υἱός, ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Καὶ μὴν καὶ περὶ τοῦ ἁγίου Πνεύματ τος· «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦ μα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Οὐκοῦν εἰ τὸ ἐνοικῆσαι εισι λέγεσθαι καὶ τὸν τῶν ὅλων Θεὸν, τοῦτό ἐστιν, ἡ ἐνανθρώπησις, ήγουν ή σάρκωσις, λεγέσθω καὶ ἐφ' ἑκάστου τῶν τῆς θείας φύσεως γεγονότων κοι νωνῶν, καὶ μὴν καὶ ἔνοικον ἐσχηκότων αὐτὸν, ὅτι τα καὶ ἐνηνθρώπησε, καὶ πρός τε τούτῳ τὸν ἐσαρκώθη. Οὗ δὴ γεγονότος, καὶ παραδεχθέντος ὡς ἀληθοῦς, πλειστάκις κἂν λέγοιτο γεγενήσθαι σὰρξ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἐνοικεῖ δὲ καὶ εἰς δεῦρο πολλοῖς τῶν σεδομένων αὐτήν. ᾿Αλλὰ ναί, φησί, γέγραπται περί τοῦ Θεοῦ Λόγου, ὅτι ο Εσκήνωσεν ἐν ἡμῖν.» Εφη δὲ καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ, ὅτι ο Εν αὐτῷ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικώς.» Εσκήνωσε μὲν ἐν ἡμῖν ὁμολογουμένως· γέγραπται γὰρ ὡδί· καὶ μὴν καὶ ὅτι κατῴκηκεν, οὐκ ἀντιτάξομαι λέγοντί σοι βούλομαι δὲ μᾶλλον τὰς τῶν θεηγόρων βασανίζειν φωνάς. Ὁ μὲν γὰρ μακάριος εὐαγγελιστής προειρηκὼς, ὅτι καὶ «Ο Λόγος σὰρξ ἐγένετο, ο προσεπήνεγκε ᾽χρειωδῶς καὶ τὸ, ο Εσκήνωσεν ἐν ἡμῖν, ο ἵνα δι' ἀμφοῖν ἀδιαλώβητον ἐν ἡμῖν ἐνεργάσηται τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν γνῶσιν. Ὅτι μὲν γὰρ ἠνώθη σαρκὶ καθ' ὑπόστασιν ὁ ἐκ Θεοῦ Πατρὸς Λά γος, διαμεμένηκεν [ ίσ. διαμεμήνυκεν ] ἐναργώς διά γε τοῦ σάρκα λέγειν γενέσθαι αὐτόν· ὅτι δὲ σὰρξ γεγονώς, οὐκ εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύ το
col. 55–56page 24 of 121
PG 76:55σιν, τροπὴν ὑπομείνας τὴν εἰς ὅπερ οὐκ ἦν, ἀλλὰ μετὰ τοῦ γενέσθαι καθ' ἡμᾶς, μεμένηκεν ὅπερ ἦν, διατρανοί πάλιν τὸ, ο Ἐσκήνωσεν ἐν ἡμῖν, ο τῷ πρώτῳ προστεθεικώς. Κατοικῆσαι δέ φησιν ὁ θεσπέσιος Παῦλος ἐν τῷ Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ἵνα μὴ ἁπλῆν, ήγουν σχετική ν τὴν κατοίκησιν ὑποτοπήσειέ τις, ἀλλ᾿ ὥσπερ ἔφην ἀρτίως, ἀληθινήν τε καὶ καθ᾽ ὑπόστασιν. Ὅτι μὲν γὰρ ἀσώματός τέ ἐστι, καὶ ἀναφὴς ὁ τοῦ Θεοῦ Λό γος, οὐκ ἠγνόηκεν ὁ πνευματοφόρος. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον, τὴν τοῦ μυστηρίου δήλωσιν κατ' οὐδένα τρόπον ὁρᾶσθαι μεμιμημένην, ἀκριβῆ δὲ οὕτω γε νέσθαι, καὶ διηρθρωμένην εἰς τὸ εὐθύ τε καὶ ἀληθὲς, ὡς ἐπέκεινα παντὸς ἰέναι θαύματος, καταβιάζεται τὸ εἰκὸς, καὶ μονονουχὶ τὸ πρέπον ὑπερορᾷ τῇ ἀσω μάτῳ τε καὶ ὑπερτάτῳ φύσει· προστέθεικε γὰρ τὸν σωματικῶς, οὐχ ετέρως ἔχων εἰπεῖν, ἢ ὡς ἂν γένοιτο καὶ νῷ, καὶ γλώττῃ τῇ καθ' ἡμᾶς ἐφικτόν. Μὴ τοί νυν ἁπλῆν ἡμῖν ὀνομάζοντα ἐνοίκησιν, οίου τι λέγειν αὐτὸν τῶν οὐ σφόδρα διαβεβλημένων· ἀνατρέπων γὰρ, καθάπερ οὖν οἴεται, καὶ μάλα νεανικώς, τὴν κατὰ σάρκα γέννησιν τοῦ Υἱοῦ, συντίθησι λογισμόν γραοπρεπῆ, καὶ ἠλίθιον, καὶ ὑποβάθραν οὐκ ἔχοντα τὴν ἐξ ἀληθείας. Γράφει γὰρ καὶ ὧδε πάλιν, το ποίηται δὲ πρὸς 'Αρειανοὺς ὁ λόγος αὐτῷ. [ Όμως δὲ κἂν θεότητος μείζονος τὸν Θεὸν Λο γον ληροῦσι νεώτερον· οὗτοι δὲ αὐτὸν τῆς μακαρίας Μαρίας ἐργάζονται δεύτερον· καὶ μητέρα χρονικὴν τῇ δημιουργῷ τῶν χρόνων ἐφιστῶσι Θεότητι· μᾶλλον δὲ οὐδὲ μητέρα τοῦ Χριστοῦ τὴν Χριστοτόκον ἐῶσιν εἰ γὰρ οὐκ ἀνθρώπου φύσις, ἀλλὰ Θεὸς ὁ Λόγος ἦν, ὥσπερ ἐκεῖνοί φασιν, ὅ [ἰσ. δ] παρ' ἐκείνης, ή τε κοῦσα τοῦ τεχθέντος οὐ μήτηρ. Πῶς γὰρ εἴη τις μή τὴρ τοῦ τῆς φύσεως τῆς αὐτῆς ἀλλοτρίου; Εἰ δὲ μήτηρ παρ' αὐτῶν ὀνομάζοιτο, ἀνθρωπότης τί τεχθέν, εὐ θεότης· πάσης γὰρ ἴδιον μητρὸς ὁμοούσια τίκτειν. Η οὖν οὐκ ἔσται μήτηρ, ὁμοούσιον ἑαυτῇ μὴ τεκοῦσα· ἡ μήτηρ παρ' αὐτῶν καλουμένη, τὸν ἑαυτῇ κατ' οὐσίαν ἐγέννησεν ὅμοιον.] ΚΕΦΑΛ. Θ'. Ὣς βαθὺ τὸ χρῆμα τῶν ἐννοιῶν, δεινὴ δὲ καὶ δυσδιάφυκτος τοῦ τὰ τοιάδε συγγεγραφότος ἡμῖν ἡ ἐκ τῶν συλλογισμῶν ἀνάγκη φαίνεται. Πόθεν ἡμῖν τὰ τοιάδε συναγηγερκώς εἰς μέσον ἔρχῃ μυθάρια; ἢ τίς το ὅλως ἀμαθίας εἰς τοῦτο κατώλισθεν ἐννοιῶν, ὡς οἷς σθαί τε καὶ λέγειν τὴν θεότητα τοῦ Μονογενούς οὐ προαιώνιον ἔχειν τὴν ὕπαρξιν ἐκ Πατρός, ἀρχὴν δὲ μᾶλλον τῆς εἰς τὸ εἶναι παρόδου σάρκα τε καὶ αἷμα λαβεῖν; Τίς οὕτως ἐμβρόντητος, καὶ ὀλιγογνώμων ἐστὶ, καὶ τῶν ἱερῶν Γραμμάτων ἀνήκοος παντελῶς; Τίς οὐ διαμέμνηται διακεκραγότος μὲν Ησαΐου περ αὐτοῦ· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ο Γερα φότος δὲ καὶ Ἰωάννου σαφῶς· Ἐν ἀρχῇ ἦν ὁ Λό γος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν;» Καὶ εἰ πάντα δι' αὐτοῦ, πῶς τῶν
col. 57–58page 25 of 121
PG 76:57δ' αὐτοῦ γεγονότων οψιγενέστερος εἴη ἂν ὁ πρὸ παντὸς αἰῶνος, καὶ χρόνων; Τί τοίνυν τὸ πᾶσιν ἀπό βλητον, ὡς εἰρημένον, εἰσφέρεις; Παῦσαι συκοφαν τῶν τοὺς τὰ [ἱσ. τὰ σὰ] δικαίως ἐπαιτιωμένους, καὶ τῆς ἐν αὐτοῖς ἀμαθίας διαγελώντας τὸ μέγεθος. Οτε τοίνυν οὐδεὶς ὁ λέγων ἐστὶν, ὡς ἐπιτέτοκεν ἡ Παρ θένος ἐκ τῆς ἰδίας σαρκὸς τὴν τῆς θεότητος φύσιν, μὴ διατείνου μάτην, λογισμοὺς ἡμῖν ἀναπλέκων, οὐκ ἐξ ἀληθῶν, καὶ ἅπασιν ὁμολογουμένων γεγονότας λημμάτων. Τί δέ σε τὸ πεπεικὸς, ἀκρατῆ, καὶ ἀπύο λωτον οὕτω χαλάσαι τὴν γλῶτταν κατὰ τῶν ὀρθὰ φρονεῖν διεσπουδακότων, καὶ παντὸς τοῦ σεβομένου Θεοῦ [Ισ. Θεόν] ἔγκλημα καταχέαι δεινὸν καὶ παγ χάλεπον; Έφης γὰρ πάλιν ἐπ' Ἐκκλησίας [ Εἶπον δὲ ἤδη, πλειστάκις, ὅτι εἴ τις ἢ ἐν ὑμῖν ἀφελέστερος, εἴ τε ἐν ἄλλοις τισὶ, χαίρει τῇ τοῦ Θεο τόχος φωνῇ, ἐμοὶ πρὸς τὴν φωνὴν φθόνος οὐκ ἔστι μόνον μὴ ποιείτω τὴν Παρθένον θεάν.] ΚΕΦΑΛ. Ι. Πάλιν ἡμῖν διαλοιδορῇ, καὶ πικρὸν οὕτως ἐπιθήσῃ [[σ. ἐπιθήγεις] στόμα, ὀνειδίζεις δὲ τὴν Συναγωγὴν Κυρίου, κατὰ τὸ γεγραμμένον; Αλλ' ἡμεῖς γε, ὦ 'ταν, οἱ Θεοτόκον λέγοντες αὐτήν· τεθεοποιήκαμεν δὲ οὐδένα πώποτε τῶν τελούντων ἐν κτίσμασι· Κατειθίσμεθα δὲ Θεὸν εἰδέναι τὸν ἕνα, καὶ φύσει, καὶ ἀληθῶς· ἴσμεν δὲ ἄνθρωπον οὖσαν καθ᾿ ἡμᾶς τὴν μακαρίαν Παρθένον. ᾿Αλώσῃ δὲ καὶ οὐκ εἰς μακράν, ἄνθρωπον ἡμῖν Θεοφόρον ἀποφαίνων αὐτὸς τὸν Ἐμ μανουήλ, καὶ τῶν σῶν ἐπιχειρημάτων τὴν κατάρρε σιν ἐπιτιθεὶς ἑτέρῳ. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Ἡ γλῶσσα μὲν πῦρ, καὶ ἀκατάσχετόν ἐστι κακόν, καθὰ γέγραπται· τάδε ἐντεῦθεν βλάβη διωθούμενος ὁ θεσπέσιος ψάλλει Δαβίδ·. Θου, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.» Τὸ μὲν γὰρ εὐστομεῖν δύνασθαι, καὶ ἀκριβῆ τὴν ἐπιτήρησιν ἐπὶ γλώττης ἔχειν, ὧν ἂν δεήσῃ λέγειν, ἢ μὴ, θεός δοτον ἀληθῶς εἴη ἄν· καὶ τὸ χρῆμά ἐστιν οὐκ ἐν με πρῷ λόγῳ, παρά γε τοῖς οὐκ ἀθαύμαστον ἐπιτηδεύουσι πολιτείαν. Τό γε μὴν προαλὲς εἰς λόγους, καὶ η τὸ ἀχάλινον εἰς τερθρείας, κινδύνου μεστὸν, καὶ εἰς πέταυρον οίδου κατακομίζει τοὺς κεχρημένους. Γέγραπται δὲ, ὅτι θάνατος, καὶ ζωὴ ἐν χειρὶ γλώσ σης· οἱ δὲ κρατοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς. Προσπεφώνηκε δὲ καὶ ἕτερός τις ἡμῖν τῶν σοφῶν· «Εἰ μὲν ἔστι σοι λόγος συνέσεως, ἀποκρίθητι· εἰ δὲ μή, χεὶρ ἔστω ἐπὶ τῷ στόματί σου.» Αμαθούς γὰρ λόγου πῶς οὐκ ἀμείνων ἡ σιωπή;

Book IILiber II

col. 59–60page 26 of 121
PG 76:59? Επάρατον δὲ καὶ ἑτέρως τὸ πικροὺς ἐρεύγεσθαι λό γους, καὶ τῆς ἀποῤῥήτου δόξης καταχέαι φωνές τὰς ἁλιτηρίους· καίτοι δέον ἀκαταλήκτοις αὐτὴν εὐφη μίαις καταγεραίρεσθαι πρὸς ἡμῶν. 'Αμαρτάνοντες δὲ εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνομεν. Γέγραφε γὰρ οὕτως ὁ θεσπέσιος Παῦλος. Καὶ ταῦτά φημι, τοῖς Νεο στορίου λόγοις ἐντετυχηκώς· καὶ οὐ μόνον αὐτὸν ἀποφάσκοντα βλέπων τὸ χρῆναι λέγειν ἡμᾶς, ὡς ἔστε μὲν Θεοτόκος ἡ ἁγία Παρθένος, ἐκτέτοκε δὲ Θεὸν ὄντα τὸν Ἐμμανουὴλ, ἀλλὰ γὰρ ἔτι πρὸς τούτῳ καὶ καθ' ἑτέρους τρόπους τῇ Χριστοῦ δόξῃ πολεμεῖν ἐγνωκότα· Θεοφόρον γὰρ ἡμῖν αὐτὸν πειρᾶται δει κνύειν, καὶ οὐχὶ Θεὸν ἀληθῶς, ἄνθρωπον δὲ θεῷ συν ημμένον, ὡς ἐν ἰσότητι τῆς ἀξίας. Οὕτω γὰρ αὐτῷ, καὶ μόνῳ, παρὰ πάντας τοὺς ἄλλους δοκεῖ φρονεῖν τε καὶ λέγειν· καίτοι τῆς καθολικῆς Ἐκκλησίας, εν αὐτ τὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς, τὰς τοῦ τὰ τοιάδε συγγεγραφότος οὐκ ἐχούσης ρυτίδας, οὔσης δὲ μᾶλλον ἀμώμου, καὶ ἀνεπίπληκτον παντελῶς τὴν ἐπ' αὐτῷ γνῶσιν ἐχούσης, καὶ τῆς πίστεως τὴν παράδοσιν εὖ μάλα πεποιημένης. Πιστεύομεν γὰρ εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀορά των ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν τὸν Χρι στόν· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Επόμενοι δὲ ταῖς τούτοις ἐπενηνεγμέναις τῶν ἁγίων Πατέρων ὁμολογίαις, αὐτὸν τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς οὐ σιωδῶς φύντα Λόγον, καθ' ἡμᾶς γενέσθαι φαμέν, σαρκωθῆναι τε καὶ ἐνανθρωπήσαι, τουτέστιν, ἑαυτῷ σῶμα λαβεῖν ἐκ τῆς ἁγίας Παρθένου καὶ ἴδιον αὐτὸ ποιήσασθαι· οὕτω γὰρ ἔσται καὶ ἀλη θῶς εἰς Κύριος Ἰησοῦς Χριστός· οὕτως αὐτὸν ὡς Ένα προσκυνήσομεν, οὐκ ἀνὰ μέρος τιθέντες άν θρωπον, καὶ Θεὸν, ἀλλ᾽ ἕνα, καὶ τὸν αὐτὸν εἶναι πιο στεύοντες, ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι· τουτέστι, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. Ο δέ γε τῆς νεωτάτης ἡμῖν ἀσεβείας εὑρετής, καίτοι Χριστὸν ἕνα λέγειν προσποιούμενος, διαιρεῖ μὲν πανταχοῦ τὰς φύσεις, καὶ ἀνὰ μέρος ίστησιν ἑκατέραν, οὐκ ἀληθὲς [ἰσ. ἀληθῶς] ἀλλήλαις συμβῆναι λέγων αὐτάς· προφασιζόμενος δὲ προφάσεις ἐν ἁμαρτίαις, κατὰ τὸ γε γραμμένον, ἐπινοεί τινα συναφείας τρόπον, τὸν κατὰ μόνον, ὡς ἔφην, τὴν ἰσότητα τῆς ἀξίας· καθάπερ ἀμέλει καὶ ἐκ τῶν αὐτοῦ δειχθήσεται λόγων· καὶ ἐνοικίζει μὲν μεθεκτῶς, ὡς ἀνθρώπῳ κοινῷ, τὸν ἐκ Θεοῦ Λόγον· μερίζει δὲ τὰς ἐν τοῖς Εὐαγγελίοις φω νὰς, ὡς ποτὲ μὲν τάσδε τινὰς μόνῳ τε καὶ ἰδικῶς ἀνατιθέναι τῷ λόγῳ· ποτὲ δὲ ἰδίᾳ τῷ ἐκ γυναικός. Καίτοι πῶς οὐχ ἅπασιν εἴη ἂν οὐκ ἀναμφιλόγως ἔχον, ὅτι θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος ὁ Μονο γενῆς, οὐ κατὰ συνάφειαν ἁπλῶς, ὡς γοῦν ἐκεῖνος φησι, τὴν θύραθεν επινοουμένην, ήτοι σχετικήν· ἀλλὰ καθ᾽ ἕνωσιν ἀληθῆ, ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν; Οὕτω τε, εἷς νοεῖται καὶ μόνος· ἅπας τε αὐτῷ πρέπει λόγος, καὶ ὡς ἐξ ἑνὸς προσώπου τὰ πάντα λελέξεται· μία γὰρ ἤδη νοεῖται φύσις μετὰ τὴν ἕνωσιν ἡ αὐτοῦ τοῦ Λόγου σεσαρκωμένη, καθάπερ ἀμέλει Οι
col. 61–62page 27 of 121
PG 76:61καὶ ἐφ' ἡμῶν αὐτῶν νοοἶτ᾽ ἂν εἰκότως· ἄνθρωπος γὰρ εἷς ἀληθῶς συγκείμενος ἐξ ἀνομοίων πραγμάτων, ψυχῆς δὴ λέγω καὶ σώματος. Επισημήνασθαι δὲ καὶ νῦν ἀναγκαῖον, ὅτι τὸ ἑνωθὲν τῷ Θεῷ λόγῳ σῶμα, φα μὲν ἐψυχώσθαι ψυχῇ λογική. Προσθήσομαι δὲ κἀκεῖνο χρησίμως· ἑτέρα μὲν γὰρ παρὰ τὸν ἐκ Θεοῦ Λόγου ή σάρξ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, ἑτέρα δὲ πάλιν οὐσιωδῶς ἡ αὐτοῦ τοῦ Λόγου φύσις. Πλὴν εἰ καὶ νοεῖται διάφορα, καὶ εἰς ἑτερότητα φυσικήν διεσχοινισμένα τὰ ὠνομασμένα, ἀλλ᾽ εἷς ἐξ ἀμφοῖν νοείται Χριστός· καθ᾿ ἔνωσιν ἀληθῆ ἀλλήλοις συμ βεβηκότων, θεότητός τε καὶ ἀνθρωπότητος. Έμπε δοῖ δὲ πρὸς τοῦτο ἡμᾶς ἡ θεόπνευστος Γραφή, διὰ μυρίων μέν όσων πραγμάτων τε καὶ λόγων· παρα δείγμασι δὲ χρωμένη, δι' ὧν ἂν τις καὶ λίαν ἀκο νιτὶ πρός γε τὸ δύνασθαι κατιδεῖν τὸ Χριστοῦ μυ στήριον διελάσει σαφῶς. Εφη τοίνυν ὁ μακάριος προφήτης Ησαΐας· ι Καὶ ἀπεστάλη πρός με ἐν τῶν Σεραφίμ· καὶ τῇ χειρὶ εἶχεν ἄνθρακα, ἐν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεί.» Πολυπραγμονούντες δὲ, ὡς ἔνι, τὸ τῆς δράσεως βάθος, οὐχ ἕτερον εἶναί φαμεν, πλήν ὅτι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐν τῷ θυσιαστηρίῳ κείμενον ἄνθρακα νοητόν· ἐφ᾽ ᾧ παρ' ἡμῶν εὐωδιάζει θυμίαμα τῷ Θεῷ καὶ Πατρί· δι' αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, δεκτοί τέ ἐσμεν, τὰς πνευματικὰς τελοῦντες λατρείας. Οὗτος τοίνυν ὁ ἄνθραξ ὁ θεῖος, ὅταν ἄψηται τῶν χειλέων σου [ἰσ. τοῦ] προσιόντος αὐτῷ, διεσμηγμένον εὐθὺς ἀποφανεῖ καὶ ἀπάσης ἁμαρτίας ἡμοιρηκότα παντελῶς. Απτεται δὲ τίνα τρόπον τῶν ἐν ἡμῖν χειλέων, διδάξει λέγων ὁ μακάριος Παῦλος• • Εγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδία σου· ὅτι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, ὅτι Κύριος Ἰησοῦς· καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεός αὐτὸν ἡγειρεν ἐκ νεκρῶν, σωθήσῃ καρδία γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ανθρακι δὲ παρεικάζεται, διά τοι τὸ ἐκ δυοῖν νοεῖσθαι καὶ ἀνομοίων πραγμάτων συνόδῳ γε μὴν τῇ κατὰ ἀλήθειαν μονονουχί συνδεῖσθαι πρὸς ἔνωσιν· εἰσδεδυκὸς γὰρ τῷ ξύλῳ τὸ πῦρ, εἰς οἰκείαν αὐτὸ μεταστοιχειον τρόπον τινὰ δόξαν τε καὶ δύναμιν, καίτοι τετηρηκὸς ὅπερ ἦν. Μαργαρίτη δὲ πάλιν ἑαυτὸν ἀφομοιοί λέγων ὁ Κύριος ἡμῶν Ἰη σοῦς Χριστός· ι Ομοία ἐστὶν ἡ βασιλεία τῶν οὐρα νῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλούς μαργαρίτας εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπραχεν ὅσα εἶχε, καὶ ἡγόρασεν αὐτόν.» Ακούω δὲ καὶ ἑτέρως ἑαυτὸν ἡμῖν καταδεικνύντος καὶ λέγον της· «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων, ο Ἔχει μὲν γὰρ ἐν ἰδίᾳ φύσει τὴν θεοπρεπή λαμ πρότητα τοῦ Θεοῦ καὶ Πατρός· εὐωδιάζει δὲ πάλιν αὐτὸν [ἰσ. αὐτὸς], κατά γε, φημί, τὴν νοητὴν εὐ οσμίαν. Ώσπερ τοίνυν, ἐπί τε τοῦ μαργαρίτου, καὶ μὴν καὶ τοῦ κρίνου, νοεῖται μέντοι σῶμα το
col. 63–64page 28 of 121
PG 76:63εὐωδία κατ᾽ ἴδιον λόγον, ὡς ἕτερα μὲν παρὰ τὰ ἐξ οἷς εἰσιν· ἴδια δὲ πάλιν αὐτῶν καὶ οὐκ ἀλλότρια τῶν ἐχόντων ἐστὶ τὰ ἀχωρίστως ἐμπεφυκότα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον λογιούμεθά τε καὶ φρονήσομεν, καὶ ἐπί γε τοῦ Ἐμμανουήλ· ἑτεροῖα μὲν γὰρ κατὰ τὴν φύσιν, θεύτης τε καὶ σάρξ· ἀλλ᾽ ἴδιον ἦν τοῦ Λόγου τὸ σῶμα· τοῦ δὲ σώματος οὐ κεχωρισμένος ὁ ἑνωθεὶς αὐτῷ Λόγος· νοοῖτο γὰρ ὧδέ τε καὶ οὐχ ἑτέρως ὁ Ἐμμανουήλ, τουτέστι, Μεθ' ἡμῶν ὁ Θεός. Τοιγάρτοι, ποτὲ μὲν ὡς ἄνθρωπος, καὶ ἐκ τῶν τῆς κενώσεως μέτρων ἑαυτὸν ἡμῖν ἐμφανῆ καθιστάς, ἔφασκεν· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ο ποτὲ δὴ [ἰσ. δὲ] πάλιν, ὡς Θεὸς ὢν ὁ Λόγος, καὶ ἐξ οὐρανοῦ νοούμενος, καὶ εἷς μετὰ τῆς ἰδίας σαρκός, Οὐδεὶς ἀναβέβηκε, φησίν, εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. ο Πανταχόθεν τοίνυν εἰς ἕνωσιν ἀδιάτμητόν τε καὶ ἀληθῆ συνδέοντος ἡμῖν τοῦ ἱεροῦ Γράμματος τὸν Υἱόν, καὶ εἰς πρόσωπον ἐν ἀποφέροντος ἐν πίστει, διίστησι πολλαχῶς ὁ περιττός ουτοσί, καὶ πεφλυάρηκεν εἰκῆ καὶ αὐτοῦ τοῦ Χριστοῦ, Θεὸν ὀνομάζετ τὴν ἐκ Θεοῦ Πατρὸς Λόγον καθάπερ αμέλει προϊών ὁ λόγος ἐκδιδάξει σαφῶς, ὡς ἐν οἰκείω καιρῷ καὶ τόπῳ. Ὑποπλάττεται μὲν γὰρ δεδιέναι μὴ ἄρα τις αἰδοῖ τῇ περὶ τὴν ἁγίαν Παρθένον ἡττώμενος, εἶτα Θεοτόκον αὐτὴν ὀνομάσας, φυρμὸν καὶ ἀνάκρασιν, τὴν εἰς ἀλλήλας φημί, τῶν ὑποστάσεων γενέσθαι νομίσας, τῶν τῆς Ἐκκλησίας δογμάτων καταχέῃ τὸ ἀκαλλές ὑποκείμενον, ἡ δέ γε ἐν αὐτῷ λαμπρότης, Εχουν καίτοι τοῦτο φρονοῦντος οὐδενός· ἐπανορθῶν δὲ, ὡς οίεται, τὸ δεινὸν, ἄνω τε καὶ κάτω τὰ πάντα συγχεῖ, τῶν εἰς ὀρθότητα καὶ ἀλήθειαν ἀφειδήσας ἐννοιῶν· ἔφη γὰρ οὕτως σε [Εἰ μετὰ πίστεως ἁπλῆς, τὸ, Θεοτόκος προέφερες, οὐκ ἄν σοι τῆς λέξεως ἐφθόνησα, τὸν νοῦν ἐξετάζων τοῦ ῥήματος. Αλλ' ἐπειδήπερ ὁρῶ σε προφάσει τῆς περὶ τὴν μακαρίαν Μαρίαν τιμῆς, τῶν αἱρετικῶν βεβαιοῦντα τὴν βλασφημίαν, διὰ τοῦτο τὴν τῆς λέ ξεως προφορὰν ἀσφαλίζομαι· τὸν ἐν τῇ λέξει κρυ πτόμενον κίνδυνον ύφορώμενος. Ἵνα δὲ αὐτὸ σαφέ στερον, καὶ πᾶσιν εὐληπτότερον εἴπω, τοῖς Ἀρείας καὶ Εὐνομίου, καὶ ᾿Απολλιναρίου, καὶ πάντων τοῖς χοροῖς τῶν τῆς τοιαύτης φατρίας σπουδῇ [Ισ. σπουδὴ Θεοτόκον εἰσάγειν, ὡς κράσεως γινομένης, καὶ τῶν δύο φύσεων μὴ διαιρουμένων, μηδὲν τῶν εὐτελῶν εἰς τὴν ἀνθρωπότητα λαμβάνεσθαι· καὶ χώραν αὐτοὺς λοιπὸν κατὰ τῆς θεότητος ἔχειν, ὡς πάντων λεγο μένων παρ' ἑνὸς, οὐ κατὰ τὴν ἀπὸ τῆς συναφείας ἀξίαν, ἀλλὰ κατὰ τὴν φύσιν. Εἷς μὲν γὰρ ὁ Χριστὸς, καὶ εἷς Κύριος· ἀλλ᾽ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ τοῦ μου νογενοῦς λέγω Υἱοῦ, καὶ τὸν Χριστὸς, καὶ τὸν Υἱός, ποτὲ μὲν ἐπὶ τῆς θεότητος, ποτὲ δὲ ἐπὶ τῆς ἀντ Ορωπότητος, καὶ θεότητος [ἱσ. ποτὲ δὲ ἐπὶ τῆς ἀν θρωπότητος.] ΚΕΦΑΛ. Δ'. Ορᾷς ὅπως πολυτρόποις ἐννοιῶν εὑρήμασιν ἀν οσίως καταποικίλλεται, καὶ τὴν κατὰ σάρκα γέννησιν τοῦ Μονογενούς, ὡς οὐκ ἂν ἑτέρως ἐσομένην πειρά
col. 65–66page 29 of 121
PG 76:65ται δεικνύειν, εἰ μή τις γένοιτο τῶν ὑποστάσεων εἰς ἀλλήλας ἀνάχυσις, ήγουν σύγκρασις. Καίτοι τῶν τῆς Ἐκκλησίας διδασκάλων οὐ τοῦτον ἡμᾶς μυστ αγωγούντων τὸν τρόπον σύνοδον γὰρ ἀληθῆ γενέσθαι φαμὲν, ἐνώσαντος μὲν ἑαυτῷ τοῦ Λόγου τὸ σῶμα, μεμενηκότος δὲ ὅπερ ἦν. Ὁ δὲ τῶν τοιούτων εἰς νοῦν ἔχων οὐδὲν, δεδυσσέβηκεν οὐ μετρίως, διϊστὰς εἰς δύο πρόσωπά τε, καὶ ὑποστάσεις, ὁλοτρόπως άλο λήλων διῃρημένας, ἑκατέρᾳ τε λόγους τοὺς αὐτῇ πρέποντας ἀνατιθεὶς ἰδικῶς. Καὶ πάλιν ἕνα φησὶ Χριστὸν Ἰησοῦν Κύριον, ὡς ἀνθρώπου Θεῷ συνημε μένου κατά μόνην τὴν ἀξίαν, οὐ καθ᾽ ἕνωσιν ἀληθῆ, τουτέστι, τὴν κατὰ φύσιν. Πῶς οὖν ἐστι [ἴσ. πῶς ον εἷς ἐστι] Χριστὸς καὶ Υἱὸς τὸ Κύριος, εἶπερ ἀμφοῖν ἀνὰ μέρος ἀρμόσειεν ἄν, ὡς ἔφης, τό, ὧδέ τι κατονομάζεσθαι, καὶ εἶναι κατὰ ἀλήθειαν, διά τοι τὸ συμβῆναι καθ' ἔνωσιν ἥκιστα μὲν ἀλλήλων τὰς ὑποστάσεις, ἐνοῦσθαι δὲ κατὰ μόνην τὴν ἀξίαν, ήτοι τὴν αὐθεντίαν, ήγουν εξουσίαν· κἄν τοι τὰς τῶν πραγμάτων πολυπραγμονοῦντες φύσεις, τὰ ἐν ἰσό τητι τῆς ἀξίας, οὐ ταύτης ἕνεκα τῆς αἰτίας ἀποβς οληκότα καταθρήσαιμεν ἂν τὸ ὑπάρχειν ἰδιοσυστάτως. Ούτε μὴν τὸ ἰσομοιρεῖν εἰς δόξαν, ἀρκέσει πρὸς ἔνωσιν· οἷόν τί φημι· Πέτρος τε καὶ Ἰωάννης, έμφω μὲν ἤστην ἀπόστολοί τε καὶ ἅγιοι, καὶ ταῖς ἐσομέτροις τιμαῖς, καὶ δυνάμεσι ταῖς διὰ τοῦ Πνεύ ματος κατηγλαϊσμένοι παρὰ τοῦ πάντων ἡμῶν Σω τῆρος Χριστοῦ ἤκουον γὰρ ὁμοῦ τοῖς ἄλλοις· «Ὑμεῖς εστε τὸ φῶς τοῦ κόσμου ο τούτου. Καὶ πάλιν Ασθενοῦντας θεραπεύετε· νεκροὺς ἐγείρετε· λε προὺς καθαρίζετε· δαιμόνια εκβάλλετε. ο 'Αρα οὖν ἐξ ισομοιρούσης ἀξίας, ήγουν αὐθεντίας αὐτοῖς ὑπάρ και φαμέν, τὸ εἰς ἄνθρωπον να καταλογίζεσθαι τοὺς δύο, καὶ ἀρκεῖ τοῦτο πρὸς ἔνωσιν, τὴν ὡς ἕν γε ταῖς ὑποστάσεσι λέγω; Εἶτα πῶς οὐκ ἠλίθιον κομιδή τὰ ὧδε φρονεῖν, νοοῖτ᾽ ἂν εἰκότως; Τί τοιγαροῦν ὑποκλάττῃ μὲν εἶναι τὴν πίστιν ὀρθός, ἕνα λέγων Χριστὸν Ἰησοῦν Κύριον· εἶτα διατέμνων εἰς δύο πρόσωπά τε καὶ ὑποστάσεις τὸν ἕνα, καὶ τὸν μὲν τῆς ἀληθοῦς ἐνώσεως ἀτιμάζεις τρόπον, δι' ἧς ἀλη θῶς εἰς τε καὶ μόνος ἂν εἴη ὁ Χριστός· συνάφειαν δὲ ἀληθῶς ὀνομάζεις τὴν ἰσοτιμίαν; Ποιος γὰρ οὔ τός ἐστι συναφείας τρόπος; Η οὐκ οἶσθα ὅτι φίλον πως ἀεὶ τοῖς κατὰ τόνδε τὸν βίον, τὸ ἐν εὐκλείαις εἶναι κοσμικαῖς, οἱ τὰς παρὰ τῶν κρατούντων πλου τοῦσι τιμάς; ᾿Αλλ' ἐν ἴσοις ὄντες ἀξιώμασιν, ἔσθ' ότι, διεστήκασιν ἀλλήλων ὑπάρξει τε τῇ καθ᾿ ἕνα, φημὶ, καὶ μέντοι τὸ [[σ. τῷ] βούλεσθαι τὰ αὐτὰ φρονεῖν τε καὶ ὁρᾶν· ἀλλ᾽ εἴπερ ἦν τις δεσμὸς ἀναγ καῖος εἰς ἑνότητα συλλέγων αὐτοὺς τῆς ἀξίας δ τρόπος, καθάπερ αμέλει καὶ σύμβασις φυσική, οὐκ ἂν εν ισότητι γερων, ἤτοι τῆς ἀξίας υπάρχοντες, ὑποστάσεσί τε καὶ γνώμῃ, εἰς τὸ ἕτερος εἶναι καὶ ἔτε ρος ἰδικῶς ἀλλήλων ἀπενοσφίζοντο. Που τοιγαρούν τὴν σὴν συνάφειαν θήσομεν; Τί δὲ καὶ δρᾶσαι λου γισόμεθα; Ομογνωμονεῖν ἄρα πέπεικεν αὐτοὺς, ἢ συμβήναι παρεσκεύασεν εἰς ἑνότητα μυστικήν [.
col. 67–68page 30 of 121
PG 76:67φυσικήν]; Αλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν· Ἐκδέδειχε γὰρ ὁ λόγος πρὸς ἄμφω ταυτί, πολὺ νοσοῦσαν τὸ ἀδρα νές. Φράζε δέ μοι κἀκεῖνοι προσερήσομαι γὰρ ἀναγ καίως, τί τὸ τῆς ἀξίας ὤνησε χρῆμα τόν, ὥσπερ ἔφης αὐτὸς, τῷ Θεῷ λόγῳ συνημμένον ἄνθρωπον καὶ ἐκ γυναικός; 'Αρα γὰρ ἴσον ἀπέφηνεν ἐν δόξῃ καὶ ὑπεροχῇ, καὶ τοσοῦτον εἶναι παρεσκεύασεν, ὅσος ἂν εἶναι πιστεύοιτο καὶ αὐτό;; Εἶτα πῶς οὐ διαψεύσεται λέγων, «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω;» Πεφλυάρηκε δὲ μάτην καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος μελωδός, ὡδί που λέγων, ὅτι «Τίς ἐν νεφέλαις ἐσωθήσεται τῷ Κυρίῳ; ἢ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» Η οὐχ ἕτερος παρὰ τὸν ἕνα καὶ φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς Λόγον, ὁ κατ' ἰδίαν ὑπόστασιν τῆς πρὸς αὐτὸν ἑνότητος ἀληθῶς διεσχοινισμένος; εἶτα πῶς οὐχ ἅπασιν ἐναργές; ἀλλ' οὐκ ἴσον μὲν τῷ Θεῷ Λόγῳ πεποίηκεν ἡ ἀξία τὸ συνημμένον· ὁρᾶται γε μὴν καὶ ἔστιν ἐν μείοσι· πῶς οὖν ἕνα φής Χριστόν, καὶ Υἱὸν, καὶ Κύριον, καίτοι προύχοντος ἑνὸς κατά γε τῶν ἐννοιῶν τὴν δύναμιν, καὶ ὑφιζηκότος ἑτέρου τῆς πρὸς αὐτὸν ἰσότητός τε καὶ δόξης; Αλλως τε, προσεποίσω γὰρ οἷς ἔφην καὶ τόδε, δεδώρηται κατ' αὐτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τὴν ἰδίαν ἀξίαν τῷ ἐκ γυναικός· κατὰ τίνα δὲ τρόπον αὐτὸ δὴ τουτί πε πράχθαι φησί, βασανίζειν ἄξιον. 'Αρα γεγονε καὶ αὐτὸς φῶς ἀληθινόν; 'Αρα φύσει Θεός, καὶ ζωὴ καὶ δημιουργός, καὶ σοφία καὶ δύναμις, εἰκὼν καὶ ἀπαύ γασμα τῆς ὑποστάσεως τοῦ Πατρός; καὶ τὰ τῆς ἄνω δόξης πλεονεκτήματα κεχώρηκε φυσικῶς εἰς ἕνα τινὰ τῶν πεποιημένων; Τί οὖν ἐστι τὸ ἐξαίρετον ἐν Ο τῷ κατὰ φύσιν Θεῷ τί τὸ μέγα καὶ ὑπὲρ ἡμᾶς, εἰ ἐνδέχεται τὴν κτίσιν καταπλουτεῖν δύνασθαι, καὶ τοῦτο οὐσιωδῶς, τὰ ἐν οἷς ἐστιν ἀγαθά; ἀλλ' ὡς ἐν μεθέξει τῆς θείας τυχὸν ὑπεροχῆς πεφόρηκε τὴν ἀξίαν; Δύο δὴ πάλιν ἀναμφιλόγως υἱοι, είπερ ἐστὶν ἀληθὲς, ὡς ἕτερόν τι, καὶ ἔλαττον κατὰ φύσιν ἐστὶ, τοῦ τὴν μέθεξιν ἐμποιοῦντος αὐτῷ, τὸ σχέσει τῇ πρὸς αὐτὸν τιμώμενον· ἀλώσῃ δὴ οὖν οὐδὲ εἰδὼς δ λέγεις. Αἰτιᾷ δὲ ἀνθ' ὅτου τοὺς ἑνὶ προσώπῳ προσο νέμοντας τὰς ἐν τοῖς Εὐαγγελίοις φωνάς; "Αρ' οὐχὶ δύο καινοτομῶν υἱούς; Πῶς γὰρ ἔτι Κύριος εἷς, καὶ Χριστὸς, καὶ Υἱὸς, εἰ πρόσωπον ἰδικὸν ἑκατέρῳ, καὶ λόγος, καὶ μὴν καὶ ὑπόστασις, ἀναχωροῦσα πρὸς ἑτερότητα, καὶ τὸ τῆς ἀληθοῦς ἑνώσεως χρῆμα παρ αιτουμένη, καὶ τὸ ἀσύμβατον ολοτρόπως ἔχουσα πρὸς τὴν ἑτέραν; Καὶ τό γε παράδοξον καὶ τῶν αὐ τοῦ δυσφημιῶν ἀποφαῖνον τὴν βδελυρίαν· κοινά φη σιν εἶναι τὰ ὀνόματα, τό τε Υιός, φημί, καὶ Χρι στὸς καὶ Κύριος· καὶ εἰ μὲν εἶναι κοινά φησιν ὡς ἑνὶ τῷ Χριστῷ, καὶ τισι παρ' αὐτὸν ἑτέροις, ἔχοι ἂν εἰκὸς ὁ λόγος αὐτῷ. Εἰ δὲ διίστησιν ἀμαθῶς, οίεται τε πρέπειν αὐτὰ καὶ ἰδικῶς τῷ λόγῳ, καὶ μὴν τῷ ἐκ γυναικός, δύο που πάντως πάλιν καὶ ἀναμφιλόγως Χριστοὶ, καὶ Υἱοὶ, καὶ Κύριοι· ἔφη γάρ, ὅτι τὸ Χριστὸς ὄνομα, ποτὲ μὲν θετέον ἐπὶ τῆς θεότητος αὐτῆς, ποτὲ δὲ καὶ ἐπὶ τῆς ἀνθρωπότητος, ἢ καὶ ἐπ' ἀμφοῖν· ὀνήσειεν δ' ἂν ἡ ὁμωνυμία τὸ σύμπαν, ούτ
col. 69–70page 31 of 121
PG 76:69δὲν, εἰς γε τὸ δεῖν ἕνα νοεῖσθαι Χριστὸν, καὶ Υἱόν, καὶ Κύριον, τέμνοντα δίχα τοῦ καὶ αὐτὰς ἀλλήλων τὰς ὑποστάσεις ἀποφοιτᾷν· καὶ εἰς ἰδικὴν ἑτερότητα τῶν προσώπων διεσταλμένων. Εμφανὴ γὰρ ὥσπερ ἡμῖν καθιστὰς τῆς ἐνούσης αὐτῷ δυσμαθίας τὴν δύναμιν, προσεπάγει καί φησιν [Οταν οὖν ἡ θεία Γραφή μέλλῃ λέγειν, ἢ γέννησιν τοῦ Χριστοῦ τὴν ἐκ τῆς μακαρίας Παρθένου, η θά νατον, οὐδαμοῦ φαίνεται τιθεῖσα, Θεὸς, ἀλλ' ἡ Χρι στός, η Υἱός, η Κύριος. Ἐπειδὴ ταῦτα τὰ τρία τῶν δύο φύσεών εἰσι σημαντικά· ποτὲ μὲν ταύτης, ποτὲ δ' ἐκείνης, ποτὲ δὲ ταύτης κἀκείνης· οἷόν τι λέγω, ὅταν τὴν ἐξ οὐρανοῦ γέννησιν ἡμῖν ἡ Γραφὴ διηγῆται, τί λέγει; Εξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ. Οὐκ εἶπεν, Εξαπέστειλεν ὁ Θεὸς τὸν Θεὸν Λόγον· ἀλλὰ λαμβάνει τὸ ὄνομα τὸ μηνύον τὰς φύσεις τὰς δύο. Ἐπειδὴ γὰρ ὁ Υἱὸς ἄνθρωπος ἐστι καὶ Θεὸς, λέγει Εξαπέστειλεν τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυ ναικός· ο ἵνα ὅταν ἀκούσῃς τὸ γεννώμενον ἐκ γυ ναικὸς, εἶτα ἴδῃς τὸ ὄνομα προκείμενον τὸ μηνύον τὰς φύσεις τὰς δύο, ἵνα τὴν γέννησιν τὴν ἐκ τῆς μαχα ρίας Παρθένου, Υἱοῦ μὲν, καλῇς· Υἱὸν γὰρ ἐγέννησε Θεοῦ καὶ ἡ Χριστοτόκος Παρθένος. Ἀλλ᾿ ἐπειδήπερ ὁ Υἱὸς τοῦ Θεοῦ διπλοῦς ἐστι τὰς φύσεις, ἐγέννησε (οὐκ ἀνθρωπότητα, ἥτις ἐστὶν υἱὸς, διὰ τὸν συνημμένον Υιόν.] ΚΕΦΑΛ. Β'. ᾿Αλλ' ἡμεῖς γε, ὦ 'τᾶν, οἱ τῶν σῶν τερετισμάτων τὰ ἀμείνω φρονεῖν ἐγνωκότες· καὶ τῆς θεοπνεύστου Γραφῆς ἰχνηλατοῦντες τὸν κόσμον ['σ. σκοπὸν], ἕνα λεγούσης τὸν Πατέρα καὶ Θεὸν ἐξ οὗ τὰ πάντα, καὶ ένα Κύριον Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα παρ ήχθη πρὸς γένεσιν, ὅταν ἀκούσωμεν ἐκ τῆς ἁγίας Παρθένου γεγεννήσθαι Χριστόν, τότε δή, τότε καὶ μάλα εμφρόνως, καὶ κατ' εὐθὺ τῆς ἀληθείας ἰέναι σπουδάζοντες, τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον ένα ανθρωπήσαί γε φαμεν, καὶ ἐνωθῆναι σαρκὶ καθ' ὑπόστασιν, γεννηθήναί τε κατὰ σάρκα· καὶ τῆς σῆς εἰς τοῦτο τερθρείας οὐκ ἀνεξόμεθα· ἑνὶ δὲ καὶ μόνῳ τῷ κατὰ φύσιν Υἱῷ τὸ Χριστὸς ὄνομα προσνεμοῦ μεν, εἰκότως γεννήσεως όνομαζομένης, της διὰ τῆς ἁγίας Παρθένου. Κοινὰ μὲν γὰρ, ὡς ἔφην, αὐτῷ καὶ ἑτέροις εἶεν ἂν τὰ τοιάδε τῶν ὀνομάτων ὁμολογουμένως. Πολλοὶ γὰρ υἱοὶ κατὰ χάριν, καὶ θεοὶ, καὶ κύριοι, ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ καὶ ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος, πλὴν ὡς ἐν μεθέξει τοῦ κατὰ φύσιν, καὶ κατὰ μίμησιν. Το δέ γε Χριστὸς όνομά τε καὶ χρῆμα, πρέποι ἂν κατ' οὐδένα τρόπον τῷ ἐκ Πατρὸς ὄντι λόγῳ γυμνῷ, καὶ καθ' ἑαυτὸν, καὶ ἔξω σαρκὸς πρὸς ἡμῶν νοουμένῳ. Εἰ δὲ δὴ λέγοιτο κενώσαί τε ἑαυτὸν, καὶ ἐν τῇ τοῦ δούλου καθικέσθαι μορφῇ, καὶ καθ᾿ ἡμᾶς γενέσθαι διὰ τὴν σάρκα, κεκλήσεται καὶ αὐτὸς, διά τας τὸ κεχρίσθαι, Χριστός οὐ γὰρ κέχρισται κατ' ἰδίαν φύσιν Θεὸς ὢν ὁ Λόγος γέγονε δὲ μᾶλλον ἡ χρίσις αὐτῷ περὶ τὸ ἀνθρώπινον, ἐγέννησε] μὲν τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλ' ἐγέννησε τὴν
col. 71–72page 32 of 121
PG 76:71γονεν ἡ χρίσις (αὐτοῦ γὰρ ἡ ἐνανθρώπησις, περὶ οἱ γέγονεν ἡ χρίσις), ὅταν ἡμῖν ὀνομάζηται Χριστός, οὐ κατά γε τὴν σὴν αθυροστομίαν, ἄνθρωπον ἁπλῶς ὑποτοπήσομεν, διῃρημένον τοῦ Λόγου, καὶ ἀνὰ μέρος κείμενον, ἐκ τῆς ἁγίας ετέχθαι Παρθένου, ἀλλ' αὐτ τὸν, ὡς ἔφη, τὸν ἐκ Θεοῦ Πατρός Λόγον ἐνωθέντα σαρκὶ, καὶ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως κεχρισμένον ἀνθρωπίνως παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Οτι δὲ γέ γονε τῷ Θεῷ λόγῳ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, ὅτε πέφηνε καθ' ἡμᾶς, ἱερὸν ἡμᾶς πιστώσεται Γράμμα. Ὁ μὲν γὰρ θεσπέσιος Ἰακώβ, τῆς τοῦ Πατρὸς ἀπαι ρων ἑστίας, εἰς τὴν τῶν ποταμῶν ὑπήγετο μέσην, καὶ πρὸς Λάβαν ᾔει τὸν τοῦ Βαθουήλ, ἐνὶ δὲ τῶν διὰ μέσου χωρίων εμβεβληκώς κατηυλίζετο. Καὶ δὴ καὶ Οὕτω τοιγαροῦν προσβεβηκότος ἐκείνου, περί ου γέ λίθῳ τὴν κεφαλὴν ὑποκλίνας, τὸν ὕπνον εἰσδέχεται κλίμακά τε τεθεαμένος, τὴν ἐκ γῆς ἄνω διήκουσαν εἰς τὸν οὐρανὸν, ἀναβαίνοντάς τε καὶ καταβαίνοντας δι' αὐτῆς τοὺς ἀγγέλους, ἐπεστηριγμένον δὲ τὸν Κύριον ἐπ' αὐτῆς, θαῦμα μὲν τῶν ὀράσεων ἐποιεῖτο πολύ· λαβὼν δὲ τὸν λίθον, ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. Αθρει δὴ ἐν τούτοις τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἕνα καὶ μόνον καὶ ἀληθῶς Υἱόν, ὡς λίθον ἀναστη λούμενον· καὶ γάρ ἐστι λίθος ἐκλεκτός, ἀκρογωνιαῖος, ἔντιμος, εἰς κεφαλὴν γωνίας, καὶ εἰς τὰ θεο μέλια Σιών τεθειμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Αθρει δέ μοι πρὸς τούτῳ καὶ τίνα κέχρισται τρό πον· οὐ γὰρ ὅλον δι' ὅλου τῷ ἐλαίῳ κατέδευσε (ἰσ. κατέχευσε] τὸν λίθον ὁ θεσπέσιος Ἰακώβ· ἐπέχει δὲ μᾶλλον ἐπὶ τὸ ἄκρον αὐτοῦ. Οὐκοῦν, ἵν' οὕτως είπω μεν, οὐχ ἅπας, οὔτε μὴν ᾗ Λόγος ἐστὶν ὁ Μονογενής, εἰς ἰδίαν αὐτὸς κέχρισται φύσιν· (πῶς γὰρ ἂν νοεῖτο μετεσχηκώς τοῦ ἰδίου πνεύματος;) χρίεται δὲ μᾶλ λον, ὡς ἔφην, ἐπὶ τὸ ἄκρον, τουτέστιν, ἐξωφανῶς, καὶ οἷον ἐν μέρει καὶ ἄκρῳ τῷ καθ᾿ ἕνωσιν τὴν ἀλη θινὴν ἰδίῳ σώματι· καὶ ὥσπερ λέγεται παθεῖν σαρκι ἀνθρωπίνως, καίτοι τὴν φύσιν ὑπάρχων ἀπαθὴς ὡς Θεός· οὕτω νοεῖται κεχρισμένος κατά γε τὸ ἀνθρώπινον, καίτοι χρίων αὐτὸς τῷ ἰδίῳ πνεύματι του; οἷς ἂν πρέποι μεταλαχεῖν τῆς ἁγιότητος αὐτοῦ. Αλλ' ἡμεῖς μὲν ὧδέ τε φρονεῖν ἐγνώκαμεν, καὶ ὀρθοποδεῖν εἰθίσμεθα, τὴν βασιλικήν τε καὶ ἀδιά στροφον ερχόμενοι τρίβον. Σημαντικὰ δὲ λέγων αὐτ τὸς τῶν δύο φύσεων τὰ τοιάδε τῶν ὀνομάτων, έκα τέρα τὸ δοκοῦν ἀπονέμει μετ' ἐξουσίας· καὶ τὸ μέσ τριον εἰς λόγους τῆς μετὰ σαρκὸς οἰκονομίας αἰσχύο νεται· κἂν ἀκούσῃ λέγοντος τοῦ μακαρίου Παύλου Εξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, "Απαγε, φησί, μὴ τὸν ἐκ Θεοῦ φύντα Λόγον ἀπεστάλθαι νομίσῃς· οὐ γὰρ γέγονεν ἐκ γυναικός· οὐ γέγονεν ὑπὸ νόμον· ὅτι δὲ οὐ φενακισμὸς εἰκαίο; τὰ παρ' ἡμῶν· κεχρήμεθα δὲ μᾶλλον ταῖς αὐτοῦ φωναῖς, αὐτὰ δὴ πάλιν εἰς μέσον οἴσω τὰ εἰρημένα. [ Εξαπέστειλε γάρ, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον. Ένα ταῦθα μηνύει μὲν τὰς δύο φύσεις· τὸ συμβαίνον
col. 73–74page 33 of 121
PG 76:73[συμβάν] δὲ περὶ τὴν ἀνθρωπότητα, λέγει· ἐπεὶ ἀπαίτησον τὸν φιλόνεικον, τίς ἐγένετο ὑπὸ νόμον; ή Θεός Λόγος;] ΚΕΦΑΛ. Γ'. Εἶτα πῶς οὐκ ἐμβρόντητος ἀληθῶς εἴη ἄν, τὰ οὕτω σαφῆ καὶ ἅπασιν ἐγνωσμένα, καὶ ἀναμφιλόγως ἔχοντα, τό γε ἧκον εἰς αὐτὸν ἀνατρέπειν πειρώμενος: Τίνα πέπομφεν ἡμῖν ἐξ οὐρανῶν ὁ Πατήρ, Σωτήρα καὶ Λυτρωτήν; οὐ τὸν ἐκ τῆς οὐ σίας αὐτοῦ φύντα Λόγον; Τίς ἐστιν ὁ καταβὰς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα; ἄρα τὰ πάντα δύνασθαι πληροῦν, τῆς καθ' ἡμᾶς φύσεως ἔργον εἶναι φῆς, καὶ τοῖς τῆς ἀνα θρωπότητος ἀνάψεις μέτροις; περὶ τίνος γέγρα σεν ὁ μακάριος Ιωάννης, ο Ὁ ἄνωθεν ερχόμενος, Β.?, ἐπάνω πάντων ἐστίν;» Η τάχα που καὶ αὐτὸς ψευδομυθήσειεν ἂν τοῖς Ἰουδαίων δήμοις ἐπιτιμῶν τε καὶ λέγων· ο Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί;» καὶ πάλιν· «Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.» Εἰ γὰρ ἦν ἄνθρωπος ἐκ γυναικὸς καθ' ἕνα τῶν ἄλλων, καὶ οὐχὶ δὴ μᾶλλον σεσαρκωμένος, καὶ ἐν ἀνθρωπεία μορφῇ πεφηνώς, ὁ ἄνωθέν τε καὶ ἐκ Θεοῦ Πατρὸς Λόγος, πῶς ἂν νοοῖτο καὶ ἄνω θεν καὶ ἐξ οὐρανοῦ; πῶς ἐπάνω πάντων καὶ οὐκ ἀπό γε τοῦ κόσμου, και του κόσμου μέρος υπάρχων διὰ τὴν σάρκα, καὶ ὅσον ἧκεν εἰπεῖν κατά γε τὸ πρέπον τῇ ἀνθρωπότητι μέτρον γεγονώς μετὰ πάν των ὑπὸ Θεοῦ; Ταυτῇ τοι, καὶ Θεὸν ἑαυτοῦ κατωνόμαζε τὸν Πατέρα· καίτοι φύσει καὶ αὐτὲς ὑπάρχων θεὸς, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνὼς Υἱός μονο γενής. Περὶ τίνος ἄρα φησὶν ὁ μακάριος Δαβίδ, Εξαπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς;» Σέσωκε γὰρ ἡμᾶς, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, κατὰ τὰς Γραφάς. ᾿Αλλὰ ναί φησιν ὁ πάντα πληροῦν δυνάμενος Θεὸς Λόγος ἀπέσταλται. Τίνα τρόπον; τοῦ γὰρ οὐκ εἶναί φαμεν αὐτόν; ἢ καὶ όποι πεμφθήσεται; καταγορεύσεις οὖν ἄρα καὶ τοῦ πανσόφου Μωσέως, ὡς τὴν ἀπόῤῥητον τοῦ Θεοῦ δόξαν οὐ μετρίως ἠδικηκότα; ἔφη γὰρ, ὅτι «Καταβέβηκεν ὁ Θεός είδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. ο Κἂν ἀκούσῃς λέγοντος τοῦ μακαρίου Δαβίδ πρὸς τῶν ὅλων κρα τοῦντα Θεόν· «Εξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται; καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ο ἀποστήσεις [ἴσ. ἀπιστήσει; τάχα που, καὶ ψευδηγορεῖν οἰήσῃ τὸν πνευματοφόρον; οὐ γάρ του κίνησιν μεταβατικὴν ποιεῖται τὸ Θεῖον· οὐδ᾽ ἂν ἐκ τύπου προς τύπον μεταχωρήσειεν ἂν, ὡς οὐκ ἐνὸν αὐτῷ τὸ ἐν πᾶσιν εἶναι καὶ τὰ πάντα πληροῦν. Ταῦτά που καὶ [ [σ. κατὰ ] σαυτόν· λογιῇ δὲ πάλιν, καὶ τῶν ἀληθῶν ἀπαναστήσῃ δογμάτων, σαυτῷ τε καὶ μόνῳ κατακολουθεῖν ᾑρημένος· ἀλλ᾽ ἦσθά που πάντως ἐν ἀμείνοσιν ἐννοίαις ἐκεῖνο διενθυμούμενος ὡς ἅπας ἡμῖν ὁ περὶ Θεοῦ Λόγος πεποίηται μὲν ἀν θρωπίνως· νοεῖται γε μήν, ὡς ἂν αὐτῷ καὶ μόνῳ πρέποι· τεθορύβηκε δὲ οὐ μετρίως αὐτὸ τὸν ὑπὸ ιν, ΧΙΧ, 18.
col. 75–76page 34 of 121
PG 76:75νόμον λέγεσθαι τὸν ἐκ Θεοῦ Πατρὸς γεγενῆσθαι Λό γον. Αλλ' οὐδὲν ἐν τούτῳ τὸ δεῖμα· μεμένηκε γὰρ ὁ ἦν· νομοθέτης δηλονότι καὶ Θεός. Καὶ εἰ μὲν οὐ 40 γέγονεν ἄνθρωπος, οὐ γέγονεν ὑπὸ νόμον. Ἐπειδὴ δὲ ἐστιν ἀληθὲς, ὅτι τεταπείνωκεν ἑαυτὸν ὁ κατὰ φύσιν ἰδίαν ἄνω που καὶ ὑψηλός· εἶτα γέγονε καθ' ἡμᾶς, ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν· καὶ πλούσιος ὤν, ἐπτώχευσε διὰ τοῦ γενέσθαι καθ' ἡμᾶς, πῶς οὐκ ἂν λέ γοιτο μεθ' ἡμῶν γενέσθαι καὶ ὑπὸ νόμον; ἢ [ἰσ. ἦλ γὰρ οὐ λογιούμεθα φρονοῦντες ὀρθῶς, τὸ τῆς ἀνα θρώπου φύσεως ὁρίζεσθαι μέτρον, ὡς ἔν γε τῷ δεῖν καὶ ὑποκεῖσθαι νόμῳ; τὸ γὰρ ἄφετόν τε καὶ ὑπὲρ νόμον, φύσει τε καὶ ἀληθῶς ἐλεύθερον εἴη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι τὸ θεῖον· οὐκοῦν ὅτε γέγονε σὰρξ, τότε γέγονε καὶ ὑπὸ νόμον· συνετέλεσε γὰρ τοῖς " δασμολογοῦσι τὸ δίδραχμον· καίτοι κατὰ φύσιν ἰδίαν ἐλεύθερος ὤν, ὡς Θεὸς καὶ Υἱὸς, καὶ ὅτε γέγονε σάρξ. Εἰ δέ σοι δοκεῖ τὸν ἕνα τέμνειν εἰς δύο, καὶ ἰδικῶς ἡμῖν ἄνθρωπον ἀποφαίνειν τὸν ἐκ γυναικὸς, πῶς ἂν λέγοιτο γενέσθαι καὶ ὑπὸ νόμον, ὁ τῆς ὑπὸ νόμον φύσεως ὤν; Οὐ γάρ τοι τὸ ἔχον, τὸ δεῖν ὑποκεῖσθαι νόμῳ, γένοιτ' ἂν ὑπὸ νόμου, ἀλλὰ τὸ φύσιν ἔχον τὴν ὑπὲρ νόμον, καὶ ἔξω νόμου. Μόνη γὰρ, ὡς ἔφην, ἐστὶν, ἡ θεία τε καὶ ὑπερτάτη φύσις, καὶ νόμων ἐπέκεινα, καὶ μέν τοι καὶ ἐλευθέρα· καὶ τὸν ἐπι στάτην έχουσα παντελῶς οὐδένα, κατάρχουσα δὲ μᾶλλον αὐτὴ τῶν ὅλων, καὶ πᾶσι τὸν ἑαυτῆς ὑπου τιθεῖσα ζυγόν. Ὁ δὲ λογισμοῦ τοῦ πρέποντος δια ημαρτηκώς, δυσσεβείας εἰς τοῦτο κατώλισθεν ἐννοιῶν, καὶ εἰς ἄκρον ήκει σκαιότητος, ἀπό γε τοῦ διαιρεῖν εἰς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, ὡς ἀνυποστόλως εἰπεῖν, μήτε Θεὸν ἀληθῶς, μήτε μὴν Υιόν εἶναι κατὰ φύσιν τὸν Ἐμμανουήλ· ὠνομάσθαι δὲ οὕτω Χριστὸν καὶ ἅγιον, καθάπερ αμέλει καὶ ἕτεροι τινες τῶν καθ᾿ ἡμᾶς, ήγουν τῶν λελατρευκότων τοῖς ἀκαθάρτοις δαίμοσιν· ἔφη γὰρ οὕτω πάλιν [ 'Αλλ' ώσπερ λέγομεν Θεὸν τὸν πάντων δημιουργὸν, καὶ θεὸν τὸν Μωσέα· ο Θεὸν γὰρ, φησί, τέθεικά σε τοῦ Φαραώ· ο καὶ υἱὸν τὸν Ἰσραὴλ τοῦ Θεοῦ Υἱὸς γάρ, φησί, πρωτότοκός μου Ισραήλ·» καὶ ὥσπερ λέγομεν χριστὸν τὸν Σαούλ· Οὐ μὴ γὰρ, φησὶν, ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστί· ο καὶ Κῦρον ὡσαύτως· ο Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, καὶ τὸν Βαβυλώνιον ἅγιον·. Ἐγὼ γὰρ, φησί, συντάσσω αὐτοῖς (11)·, οὕτω λέγομεν καὶ τὸν Δεσπότην Χριστὸν, καὶ Θεὸν καὶ Υἱὸν καὶ ἅγιον. Αλλ' ἡ μὲν κοινωνία τῶν ὄνο μάτων ὁμοία, οὐχ ἡ αὐτὴ δ' ἀξία.] ΚΕΦΑΛ. Δ'. Τί φής; ποῖον ἐρεύγῃ λόγον ἀπὸ καρδίας τῆς σῆς, χχιν, ἁγίοις, ἡγιασμένοι εἰσί.
col. 77–78page 35 of 121
PG 76:77καὶ οὐκ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον; "? Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦν, εἰ μὴ ἐν Βεελζεβούλ. ο ὡς ἂν νοοῖτο τυχόν, ἢ λέγοιτο πρὸς ἡμῶν Θεὸς ὁ Μωσής, οὕτω καὶ ὁ Χριστός; καθ' ὁμοιότητα δὲ τὴν πρός γε τὸν Ἰσραὴλ εἴη ἂν καὶ υἱός; εἰπέ μοι· Ω τῆς δυσσεβείας· ὦ λόγων ἠφειδηκότων τῆς τοῦ Σωτῆρος ἡμῶν κατεπαίρεσθαι δόξης· ὢ δυσμαθίας ἀκράτου, καὶ πάντα νικώσης όκνον, τὸν ἐπὶ τὸ χρῆναί φημι τῶν τῆς Ἐκκλησίας δογμάτων ἀνοσίως καταθρασύνεσθαι! Ψαλλέτω καὶ νῦν ὁ μακάριος Δαβίδ·. Οι ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ. ο Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος, ἄνθρωπος ἦν καθ' ἡμᾶς τὴν φύσιν, καὶ ἕτερον οὐδέν. Ἐπειδὴ δὲ Θεοῦ λέγοντος· «Δεύρο, ἀποστείλω σε πρὸς Φαραώ βασιλέα Αιγύπτου, καὶ ἐξάξεις τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ο παραιτήσεως αφορμὰς ἐποιεῖτο τὴν ἰχνομυθίαν, καὶ τὸ μὴ εὔλαλος εἶναι, πρὸ τῆς χθὲς, καὶ πρὸ τῆς τρίτης, ἤκουσε Θεοῦ λέγοντος· «Ιδού δέδωκά σε θεὸν Φαραώ· καὶ Ααρὼν ὁ ἀδελφός σου ἔσται σοι ὑποφήτης. ο 'Αδρανής μὲν γὰρ ὁ νόμος εἰς τὸ ἀπο αλλάττειν δύνασθαί τινα τῆς ὑπὸ τῷ διαβόλῳ δου λείας. Μεσιτεύοντος δὲ τοῦ Χριστοῦ, καὶ τοῦτο κατώρθωται. Καθάπερ αμέλει συνόντος τὸ τηνικάδε τοῦ ᾿Ααρών τῷ θεσπεσίῳ Μωσῇ, τῆς ἐν Αἰγύπτῳ δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο· ἐπειδὴ δὲ κατὰ χαιροὺς ἔμελλεν ὁ Χριστὸς γενέσθαι καὶ ὑπὸ νόμον, ὡς καθ᾿ ἡμᾶς τε καὶ ἄνθρωπος, τέθειται πως ἐν δευτέροις τοῦ Μωσέως ὁ ᾿Ααρών· καὶ ὁ μὲν τοῦ μυστηρίου λόγος, ουτοσί. Πλὴν εἰ ἔλοιτό τις κἀκεῖνο εἰπεῖν, ὡς τῇ τοῦ Θεοῦ κλήσει καὶ ὁ μέγας ἐκεῖνος τετίμηται Μωσής, κατὰ τὸ κοινὸν δὴ τοῦτο, καὶ ὡς ἐν χάριτι καὶ φιλοτιμίᾳ τῇ παρὰ Θεοῦ τὸ πρὸς ἡμᾶς εἰρημένον· «Εγὼ εἶπα· Θεοί έστε, καὶ υἱοὶ Ὑψίστουπάντες· ο ἄρα καὶ οὕτω Θεὸς ὁ Χριστός; Καίτοι πως οὐ μανία τοῦτό γε, καὶ φρενὸς ἀμαθοῦς ἀπόβρασμα κενόν; Ο μὲν γὰρ, ὡς ἔφην, ψιλῇ καὶ μόνῃ τετί μεται κλήσει, τὴν φύσιν ἄνθρωπος ὤν· ὁ δὲ ἐστὶ Θεὸς ἀληθῶς· Θεὸς γὰρ ἦν ὁ Λόγος ἐν ἀνθρωπεία μορφῇ, τῆς ἰδίας φύσεως τὴν κατὰ πάντων ύπερ οχὴν ἀδιαλώδη τον ἔχων· οὐ γὰρ ἂν ἐν παρατροπαῖς ταῖς ἐπὶ τὸ χεῖρον ή θεία γένοιτο φύσι;, διά γε τοῦ καθικέσθαι πρὸς κοινωνίαν αἵματος καὶ σαρκός· καὶ γοῦν ὡς Θεὸς ἐπιγινώσκεται καὶ ἄνθρωπος πεφηνώς καὶ τούτου σαφὴς ἀπόδειξις τὰ ἐν τοῖς Εὐαγγελίοις περὶ αὐτοῦ γεγραμμένα. Εφη γὰρ ὁ θεσπέσιος Ἰωάννης·. Ως δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεω ροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Αὐτὸς δὲ ὁ Ἰη σους, οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντα· καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.» Καίτοι τὸ καθορᾷν δύνασθαι καρδίαν ἀνδρὸς, εἰδέναι τε τὰ κεκρυμμένα, πρέπο ἂν οὐκ ἀνθρώπῳ τοθὲν τῶν καθ᾿ ἡμᾶς ἐνί· ἀλλ' οὐδ' ἂν ἑτέρῳ τῳ τῶν πεποιημένων· μόνῳ δὲ μᾶλλον ἐκείνῳ, ὃς καὶ πλάσαι λέγεται καταμόνας τὰς καρ υι ε
col. 79–80page 36 of 121
PG 76:79σει κατὰ Μωσέα χρηματίζων Θεὸς ὁ Ἐμμανουήλ ο καὶ οὐχὶ δὴ μᾶλλον ὑπάρχων τοῦτο κατὰ ἀλήθειαν, ὅπερ εἶναι καὶ λέγεται; Γράφει οὕτω πάλιν ὁ Ἰωάν νης περὶ αὐτοῦ· «Ον γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· καὶ οὐκ ἐκ μέτρου δίδωσε τὸ Πνεῦμα.» Συνιεὶς ἴσ. συνίεις, ἢ, συνίης] οὖν όπως, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, τὰ βή ματα τοῦ Θεοῦ λαλεῖ; Θεῷ γὰρ μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθῶς, πρέποι ἂν ὡς ἐξαίρετον καὶ ὑπὲρ τὴν κτίσιν, τὸ καὶ ῥήματι δύνασθαι κατορθοῦν τὸ κατὰ γνώμην αὐτῷ, καὶ μετόχους ἀποτελεῖν τοῦ ἁγίου Πνεύματος, τοὺς ἐν πίστει δεδικαιωμένους. Ιδοι δ' ἄν τις ἐν τούτοις ὄντα Χριστόν. Εφη μὲν γὰρ τῷ λεπρῷ· «Θέλω, καθαρίσθητι·, τῷ δὲ τῆς χήρας υἱῷ ι Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Μετόχους δὲ τοῦ ἁγίου Πνεύματος τους ιδίους ἐνέφηνε [σ. ἀνέφηνε μαθητάς· ἐνεφύσησε γὰρ αὐτοῖς, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Είτα τίνα τρόπον ὁ εἰς τοῦτο διεληλακὼς, καὶ θεοπρεπέσιν εὐκλείαις κατεστεμμένος, οὕτω Θεὸς ἂν εἴη, καθάπερ αμέλει καὶ ὁ Μωσῆς; τὴν [ἰσ. ἐς τὴν] τίνος ἔγνω καρδίαν; τίς πεπίστευκεν εἰς τὸ ὄνομα αὐτοῦ; τίνα δεδικαίωκε διὰ τῆς πίστεως τῆς εἰς ἑαυτόν; ποῦ λελάληκεν, ὡς Υἱός, τοῦ Θεοῦ τὰ ῥή ματα; καίτοι γε κεκραγώς ὁρᾶται τοῖς ἐξ Ἰσραὴλ, Τάδε λέγει Κύριος· καὶ μέτρον ἔχων οἰκετικόν γέ γονε γὰρ πιστὸς ὡς θεράπων ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Εἰ δὲ δὴ καὶ οὕτως Υἱὸς ὁ Ἐμμανουὴλ, καθὰ καὶ ὁ κατὰ σάρκα γεγονώς Ἰσραήλ, κατεκόμισας ἐν δού λοις τὸν κατὰ φύσιν ἰδίαν ἐλεύθερον, κἂν εἰ γέγονε δίας ἡμῶν. Εἶτα πῶς ψιλῇ καὶ μόνῃ τετίμηται κλή δούλου μορφή, διά τοι τὴν σάρκα καὶ τὰ αὐτῆς· ἐν δία; ἡμῶν κράζον, 'Αᾶ ὁ Πατήρ· ὁ ἀνάσχοιτο ἂν ἴσῳ τέθεικας μέτρῳ τοῖς κατὰ χάριν υἱοῖς τὸν δι᾽ ὄν ἐκεῖνοι τὴν τῆς υιοθεσίας πεπλουτήκασι χάριν· και χρημάτισε μὲν γὰρ Πρωτότοκος ἡμῶν διὰ τὸ ἀνθρώπινον· πλὴν καὶ οὕτω μεμένηκε μονογενής ὡς Θεὸς ταύτῃτοι, καθὰ φησὶν ὁ σοφώτατος Παῦλος, εἰσε νεχθέντα παρὰ τοῦ Πατρὸς τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην προστάττονται προσκυνεῖν αἱ ἄνω δυνά μεις· καὶ τὸ ἐπ' αὐτῷ μαθοῦσαι μυστήριον, ἀκαταλήκτοις δοξολογίαις γεραίρουσι τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱόν. Εἰ γὰρ δίδωσιν ἐξουσίαν τοῖς λα βοῦσιν αὐτὸν τέκνα Θεοῦ γενέσθαι, κατά γε τὴν Ιωάννου φωνὴν, καὶ εἴπερ ἐστὶν ἀληθὲς ὡς υἱοποιεῖ τὸ Πνεῦμα αὐτοῦ καὶ ἡμᾶς αὐτούς· «Εξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρ οὐδεὶς τῶν εὖ φρονεῖν εἰωθότων, τούτου λέγοντος, οὕτως εἶναι καὶ αὐτὸν Υἱὸν, ὡς τὸν Ἰσραήλ. Πῶς δὲ καὶ οὕτω Χριστὸς καὶ ἅγιος, ὡς ἂν εἶναι λέγοιτο χριστὸς Κυρός τε ὁ τῶν Περσῶν βεβασιλευκώς, καὶ μὴν καὶ αὐτοὶ Πέρσαι τε καὶ Μῆδοι; Ωρα γὰρ εἰπεῖν μηδὲ ἡγιάσθαι Χριστὸν ἀνθρωπίνως, καίτοι καὶ μὴν καὶ ἅγιοι Πέρσαι.
col. 81–82page 37 of 121
PG 76:81καταπτάντος ἐπ' αὐτὸν τοῦ ἁγίου Πνεύματος ἐν εἴδει περιστεράς. Κύρος μὲν γὰρ ὁ Καμβύσου, κατεστράτευσε τῆς Βαβυλωνίων κατά καιρούς, πεπλάνητο δὲ, καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ἀνετίθει τὸ σέβας. Ἐπειδὴ δὲ Θεοῦ παραθήγοντος, καὶ διανιστάντος αὐτὸν εἰς ὀργὰς, είχε την Βαβυλωνίων, ὀνόματι κοινῷ, καίτοι Πνεύματι τῷ ἁγίῳ μὴ κεχρισμένος, εἴρηται χριστός. "Αγιοι δὲ οὕτω Πέρσαι τε καὶ Μη δοι οἱ συνασπίζοντες αὐτῷ· λελατρεύκασι γὰρ κἀκεῖναι τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεόν, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Ἐπειδὴ δὲ καὶ ἅπαξ, κατά γε τὰς ἐν τῷ Μωσαϊκῷ νόμῳ φωνάς, τὸ ἀφορισθὲν τῷ Θεῷ θύμα, κἂν εἴ τε μόσχος εἴη τυχόν, ἡ δῖς, ἅγιον ὠνομάζετο, ταύτῃ τοι καὶ διὰ τῆς τοῦ προφήτου, φωνῆς ἅγιοι κέκληνται καὶ αὐτοί, διά τοι τὸ ἀφωρίσθαι τοῖς θείοις νεύμασι πρὸς ἁλῶναι τὴν Βαβυλωνίων· εἴπερ οὖν ἐστιν οὕτω Χριστὸς ὁ Ἐμμανουὴλ, καθὰ καὶ ὁ Κῦρος, καὶ οὕτως ἅγιος, καθὰ καὶ Μῆδοι καὶ Πέρσαι· φαίη τις ἂν εἰκότως ὡς ἀπό γε τῆς τῶν ἐννοιῶν ἀτοπίας, μήτε κεχρίσθαι τῷ ἁγίῳ Πνεύματι, μήτε μὴν ἅγιον ὑπάρχειν αὐτόν ψευδοεπήσει δὴ οὖν ὁ θεῖος ἡμῶν Δαβὶδ πρὸς αὐτό [σ. αὐτόν] που λέγων· ο Ηγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου. • Καταφλυαρήσας δὲ οὕτω τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχής τε καὶ δόξης, ἀποκρούεσθαι δοκεῖ τὰ ἐκ τῶν δυσφημιῶν ἐγκλήματα, μειρακιῶδές τι καὶ ἀσύνετον λέγων· Ἡ μὲν γὰρ κοινωνία, φησί, τῶν ὀνομάτων ὁμοία, οὐχ ἡ αὐτὴ δὲ ἀξία. Πῶς; εἰπέ μοι νοεῖν γὰρ οὐκ ἔχω. Εἰ γάρ ἐστιν οὕτω Θεὸς ὡς ἂν εἴη καὶ ὁ Μωσῆς, καὶ οὕτως Υιός, ὡς Ισραήλ, οὕτω τε Χριστὸς ὡς Κῦρος, καὶ μὴν καὶ οὕτως ἅγιος ὡς Μη ἔοι· πῶς ἂν διαφύγῃ τὸ καὶ ἐν ἰσότητι κεῖσθαι δεῖν τῆς πρὸς αὐτοὺς ἀξίας; 'Αλώσῃ δὴ οὖν καὶ εἰς αὐτὴν δεδυσσεβηκὼς τὴν τοῦ Λόγου φύσιν, ἔφης γὰρ πάλιν [ Εἰπὲ τὸν ἀναλαβόντα, ὅτι Θεός· πρόσθες τὸν ἀναληφθέντα, ὅτι δούλου μορφή· ἐπάγαγε μεταταῦτα τὸ τῆς συναφείας ἀξίωμα, ὅτι τῶν δύο ἡ αὐθεντία κοινή· ὅτι τῶν δύο, ταὐτὸν τὸ ἀξίωμα· τῶν φύσεων μενουσῶν, ὁμολόγει τὴν τῆς ἀξίας ενότητα.] ΚΕΦΑΛ. Ε. Διατέμνει μὲν οὖν εἰς δύο δὴ πάλιν· ἀσυνέτως δὲ σφόδρα τὴν τῆς ἑνώσεως δύναμιν τῇ ἀξίᾳ χαρίζεται τάχα που μὴ συνιείς, ὅ τι ποτέ ἐστιν ἡ ἔνωσις, καὶ τί τῆς ἀξίας τὸ χρῆμα· πλὴν ἐκεῖνό φαμεν· Μίαν ἔφη τῶν δύο φύσεων τὴν αὐθεντίαν, καὶ ἂν τὸ ἀξίωμα. Οτε τοίνυν ὁ ἐν ἰσότητι δόξης τῆς πρὸς Θεὸν λόγον οὐχ ὑπερκείσεται τὸν Μωσέα, κατά γε τὸ εἶναι Θεός, δῆλον ἂν εἴη δήπουθεν, ὅτι καὶ αὐτὸς ὁ ἐκ Θεοῦ Λό γος Ισοστατήσειεν ἂν τῇ τοῦ Μωσέως τάχα που φύ σει καὶ δόξῃ· εἰ γὰρ ἐστιν ἐοικὸς καὶ ἀπαραλλάκτως ἔχον πᾶν ὁτιοῦν τῷ πρώτῳ καὶ τρίτῳ τὸ διὰ μέσου εἴη ἂν οὐχ ἑτεροῖος αὐτοῖς ὁ τῆς φύσεως λόγος. Αλλ' ἴσως ἐρεῖ τῆς ἀξίας τὸν τρόπον οὐκ εἶναι καὶ φύσ σιν· οὐκοῦν ἀνθ' ὅτου τὰ τῆς πρὸς ἄλληλα κοινων ο
col. 83–84page 38 of 121
PG 76:83νίας, καὶ μὴν καὶ ἰσότητος οὐσιωδῶς τοσοῦτον ἀφο εστηκότα συλλέγειν εἰς μίαν, καθὰ φὴς αὐτὸς αὐτ θεντίαν, καὶ τιμαῖς ταῖς ἴσαις στεφανοῦν ἀξιοῖς; Οπου γὰρ ὅλως μειονεκτείται φύσις, ἑτέρας ύπερ κειμένης, πῶς ἂν αὐτῇ προσγένοιτο καὶ γερῶν ἰσό της, καὶ ἰσομοιροῦν ἀξίωμα, καὶ ὁ τῆς εὐκλείας οὐχ Έτερος τρόπος; Ὅτι δὲ συνάφειαν ονομάζων, τάχα που την κατ' ἐγγύτητα μόνην καὶ [ἰσ. ] κατὰ παράθεσιν, ήγουν σχετική νοουμένην, αὐτὸς τοῖς ἰδίοις ἀντανίσταται λόγοις, & κατέλυσεν οἰκοδομῶν, καὶ ἀνιστὰς τὸ καθῃρημένον, σαφὲς ἂν γένοιτο καὶ διὰ τοῦδε δὴ πάλιν· ἔφη γὰρ οὕτως Διὰ τοῦτο βούλομαι ὑμᾶς μετὰ ἀσφαλείας κρα τεῖν· διαίρεσις οὐκ ἔστι τῆς συναφείας τοῦ ἀξιώματος, τῆς υἱότητος· αὐτοῦ τοῦ εἶναι Χριστὸς οὐκ ἔστι διαίρεσις· τῆς δὲ θεότητος καὶ ἀνθρωπότητός ἐστι διαίρεσις· ὁ Χριστός, κατὰ τὸ Χριστός, αδιαίρετος οὐ γὰρ ἔχομεν δύο χριστούς, οὐδὲ δύο υἱούς· οὐ γάρ ἐστι παρ' ἡμῖν πρῶτος καὶ δεύτερος, οὐδὲ ἄλλος καὶ ἄλλος· οὐδὲ πάλιν ἄλλος Υἱὸς, καὶ ἄλλος πάλιν· ἀλλ᾽ αὐτὸς ὁ εἷς ἐστι διπλοῦς· οὐ τῇ ἀξίᾳ, ἀλλὰ τῇ φύσει.] ΚΕΦΑΛ. Γ'. Φράζε δή μοι πάλιν, τί δὴ ἄρα τὴν ἀδιαίρετον συν άφειαν εἶναι φής; 'Αρα τὴν ἔνωσιν, δῆλον δὲ ὅτι τὴν καθ' ὑπόστασιν, ἣν ἡμεῖς πρεσβεύομεν, τοῖς τῆς ἀληθείας συναθλούντες δόγμασιν· ἡ ταυτηνὶ τὴν κατὰ παράθεσιν, καὶ τὴν πρὸς τόδε τι τοῦ δεῖνος ἐγγύτητα στος Γραφή· καὶ γοῦν ἔφη πρὸς Μωσέα τὸν ἱερώτα τον, περὶ τῆς ἀρχαίας ἐκείνης σκηνής συντιθεὶς τοὺς λόγους· «Καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσούς, καὶ συνάψεις τὰς αὐλαίας ετέραν τῇ ἑτέρα τοῖς κρί κοις.» Πέντε γὰρ οὖσαι, καὶ ἰδικῶς ἑκάστη πρὸς τ ἑτέρα τίς εἶναι παρὰ τὰς ἄλλας ἔχουσα, τυνῆπτο τοῖς κρίκοις. Ἡμεῖς δὲ οὐχ οὕτω φαμεν πεπράχθαι ἐπὶ Χριστοῦ τὴν ἔνωσιν· οὐδὲ γὰρ ὥσπερ ὁ δεῖνα τυχόν τῷ δεῖνι συνάπτοιτο ἄν, ἢ κατὰ τὸν τῆς ὁμοψυχίας τρόπον, ήγουν κατὰ τὸ ἐγγὺς ἐν σώματι, οὕτω καὶ αὐτός· ἀλλὰ γὰρ, ώς ήδη πλειστάκις ἔφην, ίδιον ἐποιήσατο σῶμα τὸ ληφθὲν ἐκ τῆς ἁγίας Παρθένου καὶ ἀληθῶς ἡνῶσθαί φαμεν, οὐκ ἀψύχῳ σαρκὶ τὸν ἐκ Θεοῦ Λόγον. Οὐκοῦν τῆς παρ' αὐτοῦ λεγομένης συν ? 45 νοουμένην; Δέχεται γὰρ οὕτω τὴν λέξιν ἡ θεόπνευ αφείας ή δύναμις, εἰ τὴν καθ' ἡμᾶς νοουμένην ενότητα δηλοί, φημὶ δὴ τὴν καθ' ὑπόστασιν, ἔφη ἂν εἰκότως, μηδὲ μίαν εἶναι Χριστοῦ τὴν διαίρεσιν, κατὰ τὸ εἶναι Χριστόν· οὐ γάρ ἐστιν ἕτερος καὶ ἕτερος· οὔτε μὴν υἱὸς καὶ υἱὸς, ἄλλος καὶ ἄλλος, πρῶτος καὶ δεύτερος. ἀλλ' εἷς δηλονότι καὶ πρὸ σαρκὸς καὶ μετὰ σάρκα ἔσται γὰρ οὕτω κατά γε τὴν ἀξίαν, ὡς σὺ φῆς, καὶ μέντοι καὶ τὴν δυναστείαν ἀδιαίρετος, μᾶλλον δὲ δ αὐτός. Εἶτα πῶς τὸν ἕνα καὶ ἀδιαίρετον διπλοῦν εἶναι φὴς, καὶ οὐχὶ τῇ ἀξίᾳ μᾶλλον, ἀλλὰ τῇ φύσει; Οὐ γὰρ ἐπείτοι σάρκα λαβὼν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, προῆλθεν ἄνθρωπος καθ' ἡμᾶς, ταύτης ἕνεκα τῆς αἰτίας, ονομάζοιτο ἂν καὶ διπλοῦς· εἷς γάρ ἐστι καὶ
col. 85–86page 39 of 121
PG 76:85οὐ δίχα σαρκὸς ὁ κατὰ φύσιν ἰδίαν ἔξω σαρκὸς καὶ αίματος. Ώσπερ γὰρ εἴ τις τῶν καθ' ἡμᾶς ἄνθρωπον ἀποκτενών, οὐχ ὡς δύο που μάλλον ήδικηκώς ανθρώ τους, κατηγοροίτ᾽ ἂν εἰκότως, ἀλλ᾽ ἕνα καὶ μόνον, κἂν ἐννοοῖτο τυχὸν ἐκ ψυχῆς καὶ σώματος, καὶ τῶν ἀλλήλοις συμβεβηκότων ή φύσις ἂν εἴη οὐχ ἡ αὐτὴ μᾶλλον, ἀλλὰ διάφορος· οὕτω πάλιν ἐπὶ Χριστοῦ νοητέον· οὐ γάρ τοι διπλοῦς ἐστιν· ἀλλ᾽ εἰς τε καὶ μόνος Κύριος καὶ Υἱὸς, ὁ ἐκ Θεοῦ Πατρός Λόγος, οὐ δίχα παρκός· ἀνθρωπότητος μὲν γὰρ καὶ θεότητος δομην ἂν καὶ αὐτὸς ἐγὼ πλείστην εἶναι τὴν διαφορὰν, ἤτοι διάστασιν· ἕτερα γὰρ κατά γε τὸν τοῦ πῶς εἶναι λόγον, καὶ οὐδὲν ἀλλήλοις εοικότα φαίνεται τὰ ώνομασμένα. Παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστηρίου τοῦ κατὰ Χριστὸν, ὁ τῆς ἑνώσεως λόγος οὐκ ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ τὴν διαίρεσιν· οὐ συγχέων [τὰς φύσεις] ἢ ἀνακιρνῶν τὰς φύ σεις· ἀλλ' ὅτι σαρκὸς καὶ αἵματος μετεσχηκώς ὁ τοῦ Θεοῦ Λόγος, εἷς δὴ πάλιν καὶ οὕτως ὁ Υἱός [ἱσ. οὗτος Υἱός] νοεῖται καὶ ὀνομάζεται. Οὐδὲ [ ἴσ. σὺ δὲ ] μὴ χρήναι λέγων χριστοὺς ὀνομάζεσθαι δύο, μήτε μήν υἱοὺς ὁμολογεῖν εἶναι δύο, καὶ τῆς εἰς τοῦτο δογματι τῆς ὀρθότητος [ἀπλότητος] ὑποκλέπτων τὴν δόκησιν, δύο δὴ λέγων ἁλίσκῃ χριστοὺς, καὶ εἰς ἰδικὴν ἑτερότητα διῖστὰς ἄνθρωπον καὶ Θεόν· καὶ τὸν μὲν, ἐν εργούμενον· τὸν δὲ, καὶ ἐνηργηκότα καταδείξαι πει ρᾶσαι. Έχει δὲ οὕτω τὰ παρὰ σοῦ [Ηγουν τοῦ Μονογενούς εὐδοξία ποτὲ μὲν τῷ Πα τρὶ περιῆπται· "Εστι γάρ, φησίν, ὁ Πατήρ μου δ δοξάζων με· ο ποτὲ δὲ, τῷ Πνεύματι· «Τὸ γὰρ Πνεῦμα τῆς ἀληθείας, φησὶν, ἐμὲ δοξάσει·. ποτὲ δὲ τῇ Χριστοῦ δυναστείᾳ·. Εξελθόντες γάρ, φησί, δι εκήρυσσον τὸν λόγον πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθησάντων σημείων.] ΚΕΦΑΛ. Ζ'. Εἰ μὲν ὡς δόξης ἐπιδεῖ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καθό ἐστι καὶ νοεῖται Λόγος, καὶ οὔπω σεσαρκωμένος, δεδοξάσθαι φησὶ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Αγίου Πνεύματος, ὅτι καὶ παραπταίει καὶ διημαρτημέ τ' ἀληθοῦς, παρήσω λέγειν εἰς τὸ παρόν· ἄγει γὰρ ἡμᾶς ἐφ᾽ ἕτερον ὁ καιρός. Επιλελῆσθαι δέ μοι δοκεῖ τῶν ἀρτίως αὐτῷ τεθεωρημένων τε καὶ εἰρημένων. Έφη γὰρ, Οὐχ ἕτερος καὶ ἕτερος ὁ Χριστὸς, οὐκ ἄλ λος καὶ ἄλλος Υἱός· οὐδὲ γὰρ ἔχομεν χριστοὺς δύο, καὶ υἱοὺς δύο. 'Αλλ', ώ συνετώτατε, φαίην ἄν, εἰ τῇ Χριστοῦ δυναστεία περιήφθαι διαβεβαιοί τὴν τοῦ Μονογενούς εὐδοξίαν, πῶς οὐχ ἕτερος καὶ ἕτερος εἶεν ἄν, ἢ πῶς οὐ δύο πάντη τε καὶ πάντως, εἴπερ ἐστὶν οὐχ ὁ αὐτὸς ὁ διδοὺς καὶ δεχόμενος, ήγουν περιάπτων ὡς ἑτέρῳ παρ' ἑαυτὸν τὰ φύσει προσόντα αὐτῷ. Εν ήργηκε γοῦν ἐνεργούμενος, ὡς ἕτερός τις υπάρχων Χριστὸς παρὰ τὸν Μονογενῆ εἰ γὰρ περιῆπται μὲν αὐτῷ, καθὰ φῆς, ἡ τοῦ Μονογενούς εὐδοξία, τῇ δὲ παρ' αὐτοῦ δυναστεία χρώμενοι, διεκηρύττοντο καὶ εἰργάζοντο τὰς θεοσημείας οι θεσπέσιοι μαθηταί,
col. 87–88page 40 of 121
PG 76:87πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; Ενήργηκε γὰρ ἀλλοτρίᾳ δυνάμει χρώμενος, ἵν' ὁ ἐνεργήσας, καὶ οὐκ αὐτό [ισ. αὐτός] που μᾶλλον παρὰ τῶν ἐν κόσμῳ δοξάζηται. Τί οὖν, εἰπέ μοι, τὸ πλέον ἔν τε αὐτῷ φαίνεται, καὶ τοῖς ἁγίοις ἀποστόλοις; Αποτετελέκασι γὰρ οὐκ ἰδίᾳ δυνάμει τὰς θαυματουργίας· καὶ τοῦτο αὐτοὶ ὡμολόγησαν ἐναργώς· ἀξιάγαστοι γὰρ [δὲ] καὶ τοῦτο εἰδότες, καὶ τὸν ἐν αὐτοῖς ἐνεργοῦντα δοξάζοντες εἶτα πῶς οὐκ ἔδει τὸν ἐνεργούμενον παρ' ἑτέρου κατὰ σὲ Χριστὸν, καὶ θύραθεν ἔχοντα τὴν τοῦ Μονογενούς εὐδοξίαν, τοῖς προτιοῦσιν ὡς Θεῷ, καὶ τῆς παρ' αὐτ τοῦ δεδεημένοις ἐπικουρίας επιφωνεῖν, ἐν ὀνόματι τοῦ Μονογενοῦς, ήγουν ἐν δυνάμει, Τόδε τί σοι γένοιτο τῶν ἀγαθῶν; τοῦτο γὰρ ἔδρων οἱ πάνσοφοι μαθηταί, Ἰησοῦν τὸν ἐκ Ναζαρέτ ὀνομάζοντες πανταχοῦ. 'Αλλ' οὐδενὶ μὲν τοῦτο προσπεφώνηκε παντελῶς· ἀνετίθει δὲ μᾶλλον ἰδίᾳ δυνάμει τὰ κατορθούμενα· ποτὲ μὲν λέγων τοῖς τυφλοίς, «Πιστεύετε ότι δύναμαι τοῦτο ποιῆσαι;» καὶ τὴν συναίνεσιν ἀπαιτῶν· ποτὲ δὲ μετ ἐξουσίας ἀπαιτῶν [ἰσ. παρέλκει] λέγων, ο θέλω, καθαρίσθητι·, τί μὴ παρεὶς τὰ σαυτῷ τε καὶ μόνῳ εξευρημένα γραοπρεπή μυθάρια σοφῇ διανοίᾳ τὸ τοῦ μυστηρίου περιεργάζῃ βάθος; ἀλλ᾽ ἔστιν ἰδεῖν, ὅτε τῶν μὲν ἀναγκαίων εἰς ὄγησιν, ὀλίγος αὐτῷ παντελῶς ὁ λόγος· δέδιε δὲ ὥσπερ μὴ ἄρα τι καὶ τῶν ἀληθῶν παραφθέγξαιτο· καίτοι [ἰσ. καί τε] τῶν ἐπαινουμένων αλοίη πεφρονηκώς· οίεται δὲ πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων, καὶ ἀκατάσκοπον κομιδὴ τῶν τῆς Ἐκε κλησίας δογμάτων ποιεῖται τὴν κατάῤῥησιν· καίτοι μεμνῆσθαι δέον αὐτὸν Θεοῦ λέγοντος διὰ φωνῆς Ἰεζεχιὴλ τοῖς τῶν λογικῶν ποιμνίων προεστηκόσιν, ὅτε τὴν • Καλὴν νομὴν ἐνέμεσθε, καὶ τὸ καθεστηκός ὕδωρ ἐπίνετε, καὶ τὸ κατάλοιπον ἐταράττετε τους ποσὶν ὑμῶν, καὶ τὰ πρόβατά μου τα πατήματα των ποδῶν ὑμῶν ἐνέμοντο· καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἐνέπινον.» Ταῖς μὲν γὰρ θεοπνεύσταις Γραφαῖς τὸν νοῦν ἐνιέντες ἡμεῖς, τὴν καλὴν νομήν νεμόμεθα, κατὰ τὸ γεγραμμένον· καὶ μὴν καὶ τὸ ὕδωρ πίνομεν τὸ καθεστηκός, τουτέστι, τὸν ἀμιγῆ τῷ ψεύδει, διειδῆ τε καὶ καθαρώτατον τοῦ Πνεύματος λόγον· ἐμφύροντες δὲ καὶ ἀναμίσγοντες θολὸν ὥσπερ τινὰ τῶν ἰδίων ἐνθυμημάτων τὸ ἀτερπὲς αὐτῷ, ταῖς τοῦ Σωτῆρος ἀγέλαις ἐπιβουλεύομεν. Ἐκδείξειεν ἂν καὶ τοῦτο ἡμῖν ὡς ἔστιν ἀληθὲς τὰ περὶ Χριστοῦ πάλιν αὐτῷ τεθεωρημένα τε καὶ ἀτημελῶς εἰρημένα ἔχει δὲ οὕτως [Ην μὲν γὰρ ὁ Θεὸς Λόγος καὶ πρὸ τῆς ἐνανθρωπήσεως, Υἱὸς καὶ Θεὸς, καὶ συναινῶν τῷ Πατρί· ἀν έλαβε δὲ ἐν ὑστέροις καιροίς τὴν τοῦ δούλου μορφήν. Αλλ' ὢν πρὸ τούτου Υἱὸς, καὶ καλούμενος, μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένως Υιός, ἵνα μὴ δύο υἱοὺς δογματίσωμεν. Αλλ' ἐπειδήπερ ἐκε!. νῳ συνήπται τῷ ἐν ἀρχῇ ὄντι Υἱῷ τῷ πρὸς αὐτὸν συναφθέντι, οὐ δύναται κατὰ τὸ ἀξίωμα τῆς υἱότητος διαίρεσιν δέξασθαι· κατὰ τὸ ἀξίωμά φημι τῆς υἱότητος, οὐ κατὰ τὰς φύσεις. Διὰ τοῦτο καὶ Χριστὸς, ὁ Θεός Λόγος ὀνομάζεται, ἐπείπερ ἔχει τὴν συνάφειαν Η
col. 89–90page 41 of 121
PG 76:89τὴν πρὸς τὸν Χριστὸν διηνεκῇ· καὶ οὐκ ἔστι τὸν Θεὸν Λόγον ἄνευ τῆς ἀνθρωπότητος πρᾶξαι τι· ἀπηκρίβωται γὰρ εἰς ἄκραν συνάφειαν, οὐκ εἰς ἀποθέωσιν, κατὰ τοὺς σαφούς τῶν δογματιστῶν τῶν νεωτέρων. ] ΚΕΦΑΛ. Η'. Ο φάναι τολμήσας τὴν τοῦ Μονογενούς εὐδοξίαν τῇ Χριστοῦ περιήφθαι δυναστείᾳ, καὶ τὸν τῆς ἑνότης τος σύνδεσμον διασπάσας, συνάγει πάλιν εἰς ἔνωσιν, διαλύει τε αὖ, καὶ ἐξίστησιν ἀλλήλων τὰς φύσεις, πλεῖστά τε ὅσα περὶ τούτων ἡμῖν κενολογεῖ καὶ τε ρατεύεται, ἵνα κἂν εἴ τι φαίνοιτο λέγων τῶν εἰς ὀρθό τητα νενευκότων, ἐξελέγχηται σαφῶς μὴ εἰδὼς ὁ λέ γει. Εἶναι μὲν γὰρ ἐνθάδε φησὶ τὸν τοῦ Θεοῦ Λόγον, καὶ Υἱὸν καὶ Θεὸν, καὶ πρὸ τῆς ἐνανθρωπήσεως· καὶ μὴν ὅτι καὶ ἐν ὑστέροις καιροῖς ἀνέλαβε τὴν τοῦ δούλου μορφήν. Φράζε δὴ οὖν, εἰ μή σοι δοκῶ τὰ εἰσ κότα λέγειν, τίς δὴ ἄρα ἐστὶν ὁ ἐνανθρωπῆσαι λεγό μενος; καὶ τί τὸ ἐνανθρωπήσαι, φής; τίς ὁ τὴν τοῦ δούλου μορφὴν ἀναλαβών; ἀνελήφθη δὲ παρ᾽ αὐτοῦ είνα τρόπον; Ὅτι μὲν οὖν ἄνθρωπον ἐνανθρωπήσαι λέγων, γέλωτος ἀξίαν ἀποφανεῖ τὴν ἑαυτοῦ φρένα, πῶς ἂν ἐνδοιάσειέ τις; ὁ γὰρ ἂν ἄνθρωπος κατὰ φύ σιν, πῶς ἂν 8 ἦν γένοιτο πάλιν, καὶ ὡς ἐφ' ἕτερόν τι μετακεχωρηκώς εἴη ἄν, κατά γέ φημι τὸν τῆς φύσ σεως λόγον; Τὸ δὲ κατὰ φύσιν ἰδίαν οὐκ ἐλεύθερον, τίνα τρόπον ἂν λέγοιτο γεγενῆσθαι δοῦλον, ὡς τοῦτο οὐκ ἦν ἐν ἀρχαῖς; Οὐκοῦν οὐκ ἀνθρώπῳ πρέποι ἂν τὸ, ἐνανθρωπήσαι, πολλοῦ γε δεῖ· καὶ τὴν τοῦ δούλουμορφὴν λαβεῖν, οὐχὶ τῷ καὶ ἐν ἀρχαῖς τὸ τῆς δουλείας ἔχοντι μέτρον, ἀλλ᾽ ἐκείνῳ μᾶλλον, ὃς οὐκ ἂν ἄνθρωπος κατὰ φύσιν, τοῦτο γενέσθαι πιστεύεται· καὶ τῶν ὅλων ὑπάρχων Δεσπότης, ὡς Θεός, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, ἐνώσας ἑαυτῷ καθ' ὑπόστασιν τὸ ἀν θρώπινον, καὶ τὴν τοῦ δούλου μορφὴν ἀναλαβών. Οὕτω γὰρ ἔσται καὶ ἀληθὲς ὅπερ ἔφης, ὅτι μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένως Υιός, ἵνα μὴ δύο υἱοὺς δογματίσωμεν. Καὶ ἡ μὲν τῶν 50 γμάτων ὀρθή τε καὶ ἀδιάστροφος, καὶ εἰς εὐθὺ διᾴττουσα τρίδος, ήδε τέ ἐστι καὶ οὐχ ἑτέρα. Αὐτὸς δὲ δὴ πάλιν, ὁ τὴν ἐνανθρώπησιν ἡμῖν ὀνομάσας τοῦ ἐκ Πατρὸς ὄντος Λόγου, μονονουχὶ καὶ εἰς λήθην εὐθὺς ὧν ἔφη παρενεχθείς, διίστησι πάλιν εἰς δύο τὸν ἕνα, καὶ ταῖς τῶν ὀνομάτων [νοημάτων] ἐξιτηλίαις ἀσυφή λως ἐπινηχόμενος· καὶ φωναῖς ἀβασανίστοις ἀεὶ κε χρημένος. Εφη γάρ· ['Αλλ' ἐπειδήπερ ἐκείνῳ συν ἧπται τῷ ἐν ἀρχῇ ὄντι Υἱῷ, τῷ πρὸς αὐτὸν συναφθέντι, οὐ δύναται κατὰ τὸ ἀξίωμα τῆς υἱότητος διαίρεσιν δέξασθαι· κατὰ τὸ ἀξίωμά φησιν τῆς υἱό τητος, οὐ κατὰ τὰς φύσεις. ] Ορθῶς γε, ὦ τάν· τὸ ἀνασφαλὲς εἶναι δοκεῖν,... ἀχρεῖον παραιτῇ. Αεὶ διεγηγερμένῳ κεχρῆσθαι τῷ λόγῳ, διὰ σπουδῆς τέτ θειταί σοι. Ἰδοὺ γὰρ, ἰδοὺ διαιρῶν τὰς φύσεις, συλ λέγεις εἰς ἕνωσιν κατὰ τὸ ἀξίωμα τῆς υἱότητος. "Αρ' οὖν ἀπόχρη πρὸς ἔνωσιν ἀληθῆ τοῖς κατὰ φύσιν ἀλλήλων διεστηκόσιν, ἡ τῶν ὀνομάτων ταυτότης, ἤγουν ομωνυμία, καὶ τὸ κατ' αὐτὴν ἀξίωμα; σοὶ γὰρ καὶ οὕτω φάναι δοκεῖ. Οὐκοῦν, ἐπειδήπερ τό τε Χρι μία
col. 91–92page 42 of 121
PG 76:91θεινται καὶ ἑτέροις, πλεῖστοι γὰρ ὅσοι γεγόνασι χρι στοί, κέκληνται δὲ καὶ υἱοὶ καὶ κύριοι, εἶεν ἂν καὶ αὐτοὶ κατὰ τὸ ἀξίωμα τῆς υἱότητος, ἀδιαίρετοί τε ἀλλήλων, καὶ ἐν οἱ πάντες καθ' ἔνωσιν, ἣν δὴ πεπρᾶχθαι νομίζεις αὐτὸς καὶ ἐπὶ Χριστοῦ· διαστήξει δὴ ὅλως πρὸς τὸν ἐκ Θεοῦ Λόγον ἄνθρωπος καθ' ἡμᾶς. Εἶτα πῶς οὐ διῄρηνται πάλιν, πῶς δὲ καὶ Υἱός εἷς, οὐκ ἔχω νοεῖν, εἰ μὴ καθ' ἕνωσιν ἀληθῆ συμβεβηκέναι φαμὲν τῷ λόγῳ τὸ ἀνθρώπινον. Ἐπειδὴ δὲ χρὴ, διά γε τὰς τούτου φωνάς, καὶ εἰς ἐκτόπους εννοίας περι ενεγκεῖν τὸν λόγον, ἵνα πανταχόθεν ἐλέγχηται πεφρονηκὼς οὐκ ὀρθά, φέρε δή, φέρε, κἀκεῖνο λέγωμεν Εἰ γὰρ ἀρκεῖ πρὸς ἕνωσιν, τῆς υἱότητος τὸ ἀξίωμα, ἐπειδὴ καλεῖταί τε καὶ ἔστιν Υἱὸς τοῦ Θεοῦ καὶ Πα τρὸς ὁ ἐξ αὐτοῦ Λόγος, καινὸν δὲ πολλοῖς ἄλλοις τούνομα, τί τὸ λυποῦν, εἰπέ μοι, καὶ αὐτοὺς ἡνῶσθαι λέγειν αὐτῷ, καὶ τοὺς ἄλλους ἅπαντας, ίνα μηδὲν ἔχῃ παρ' αὐτοὺς τὸ πλεῖον ὁ Ἐμμανουήλ; φιλονεικήσει γὰρ κατὰ τὸ εἰκὸς αὐτῷ, καὶ περὶ τῶν ἴσων ἁμιλλήσεται τὸ τῶν αὐτῶν ὀνομάτων ἠξιωμένον· καὶ τῆς συναφείας ἡμῖν ὁ τρόπο;, κατὰ ψιλὴν καὶ μόνην ἔστα: τὴν κλῆσιν, ήγουν τὴν ὁμωνυμίαν. Εἶτα τί τὸ τῆς ἐνανθρωπήσεως νοεῖται χρῆμα; τί δὲ πρὸς τού τῳ, καὶ τὸν ἐν τῇ τοῦ δούλου καθικέσθαι μορφῇ; Ει γάρ ἐστι κατ' αὐτὸν ὁ τῆς ἐνανθρωπήσεως τρόπος συνάφειά τις ψιλή, καὶ κατὰ μόνον τῆς υἱότητος το ἀξίωμα, τί τὸ κωλύον ἔτι καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι πεπράχθαι λέγειν αὐτήν; 'Αλλ' ὅρα που πάντως, ὁ φιλομαθής, τοῦ λόγου τὸ ἀκαλλές. Ποῖ δὴ οὖν ἀπο φέρεται πρὸς ἃ μὴ θέμις εξεστηκώς; Εἰρήσεται δὲ πρὸς ἡμῶν αὐτῷ τὸ διὰ τῆς Ἱερεμίου φωνῆς· ο Ταῖς πολυοδίαις σου εκοπίασας.» Κλυδωνίζεται γὰρ ἀνέμῳ παντὶ περιφερόμενος, καθά φησιν ὁ σοφώτατος Παύ λος. Οὐκοῦν δέχου τὴν ἄγκυραν τῆς ψυχῆς τὴν ἀτρα λῆ καὶ βεβαίαν, στῆσον ἐπὶ πέτραν τοὺς ἑαυτοῦ τό δας. Εἰ ἐνανθρωπῆσαι φῆς τὸν τοῦ Θεοῦ Λόγον. ἀρ κέσει τοῦτο πρὸς δήλωσιν τοῦ καθ' ἡμᾶς γενέσθαι τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν· ἔλαβε τὴν τοῦ δούλουμορφὴν, καίτοι τὴν ἐλευθερίαν ἔχων ὡς Θεός. Ην γάρ ἐν ἰσότητι τοῦ Πατρὸς, τοῦ τὸ κατὰ πάντων ἔχοντας κράτος. Παῦσαι διαιρῶν τὰς φύσεις μετὰ τὴν ἕνωσιν. Ὅτι μὲν γὰρ ἕτερόν τι, καὶ ἕτερόν ἐστιν ἥ τε θεία καὶ ἡ ἀνθρώπου φύσις, πρέποι ἂν εἰδέναι, καὶ ἀναγκαῖον εἶναί φημι τοῖς ἀρτίφροσι. Διεστήκασι γὰρ ἀλλήλων καὶ ἀσυγκρίτοις διαφοραῖς. Ἐπὶ δὲ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, συνεισενεγκὼν εἰς ἔνωσιν τὴν ἀληθῆ τε καὶ καθ' ὑπόστασιν, παραιτοῦ τὴν δι αίρεσιν· ἕνα γάρ οὕτως ὁμολογήσεις Χριστόν, και Υἱὸν, καὶ Κύριον. 'Αλλ', οὐκ οἶδ' ὅπως, ὁ τῶν ἐξιτήλων ἡμῖν δογμάτων εὑρετής, ἐν σμικρῷ μὲν κομιδῆ πεποίηται λόγῳ τὸ τῆς ἑνώσεως χρήμα· διωσάμενο, στὸς ὄνομα, καὶ μὴν τὸν Υἱὸς καὶ Κύριος, κοινὰ τέ όρα, ἀλλ' ὁρα που πάντως ὁ θεοφιλής, 55, ὁρᾷ δὴ οὖν ὁ χρηστομαθὴς. όρα, ὦ φιλομαθής, ὦ θεοφιλής, ὦ χρηστομαθής επί δρα δέ μοι τῶν προφητικῶν ἐννοιῶν τὴν ἐγρήγορσιν.
col. 93–94page 43 of 121
PG 76:93δὲ καὶ αὐτὸ κατὰ τὸ εἰκὸς, καὶ τῆς ἀληθείας την δύναμιν, κεχώρηκε πάλιν ἐπὶ τὸ αὐτῷ δοκοῦν, και φησι· Διὰ τοῦτο καὶ Χριστὸς ὁ Θεὸς Λόγος ὀνομάζεται, επείπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χρι στὸν διηνεκή. Καὶ οὐκ ἔστι τὸν Θεὸν Λόγον ἄνευ τῆς ἀνθρωπότητος πράξαί τι. 'Απηκρίβωται γὰρ εἰς ἄκραν συνάφειαν, οὐκ εἰς ἀποθέωσιν, κατὰ τοὺς σου φοὺς τῶν δογματιστῶν τῶν νεωτέρων.] Οτε τοίνυν Χριστὸν ὠνομάσθαι φησὶν ἰδικῶς τὸν ἐκ Θεοῦ Πατρὸς; Λόγον, ὡς ἔχοντα τὴν συνάφειαν πρὸς Χριστόν, ὡς πρὸς ἕτερόν που δηλονότι, πῶς οὐ πεφλυάρηκε που; μάτην εἰρηκώς, ὅτι μετὰ τὴν ἀνάληψιν οὐ δύναται καλεῖσθαι κεχωρισμένως; εἴπερ οὐχ ἄν τι νοεῖται πρὸς ἡμῶν, τὸ ἑτέρῳ τινὶ σχετικῶς συνήφθαι λεγό μενον· δύο γὰρ πάντως τὰ ἀλλήλοις συμβαίνοντα, καὶ οὐχ ἂν αὐτό τι, τὸ ἑαυτῷ συναπτόμενον, νοοῖτ' ἂν εἰκότως. Ψευδομυθία δὴ οὖν τὰ ἐκείνου καὶ λῆρος ἑτέρως. Ἡμεῖς δὲ μετὰ τὴν ἕνωσιν, κἂν εἰ Θεὸν Λόγον ὀνομάσειέ τις, οὐ δίχα νοοῦμεν αὐτὸν τῆς ἰδίας σαρκός· κἂν εἴπῃ Χριστόν, σαρκωθέντα τὸν Λόγον ἐπιγινώσκομεν. Τίς δὲ δὴ ἄρα καὶ ὁ τῆς παρὰ σοῦ λεγομένης συναφείας νοεῖται τρόπος; Εἰ μὲν γὰρ ἡνῶσθαι φῆς καθ' ὑπόστασιν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ τὸ ἀνθρώπινον, τί τὴν θείαν, εἰπέ μοι, περιυβρίζεις σάρκα; καίτοι προσκυνεῖν αὐτῇ μὴ παραιτούμενος, πρέποντος μόνῃ τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει τοῦ προσκυνεῖσθαι δεῖν. Εἰ δὲ ἀληθῆ μὲν οὐκ οἴει γενέ σθαι τὴν ἔνωσιν, συνάφειαν δὲ μᾶλλον ἡμῖν ὀνομάζεις τὴν κατά γε τὴν ὁμωνυμίαν, καὶ τὴν ἐν ψιλαῖς καὶ μόναις ταῖς ἴσαις κλήσεσιν ἀξίαν, τί σεμνοληρείς,? ἀπηκριβῶσθαι λέγων τὸν ἐκ γυναικὸς πρὸς ἄκραν – συνάφειαν, δῆλον δὲ ὅτι τὴν πρὸς τὸν Λόγον Ομώ νυμον μὲν γὰρ ἀλλήλοις εἶεν ἂν, τό τε Υἱὸς Υἱῷ, καὶ Κύριος Κυρίῳ· ἀλλ᾽ οὐδὲν ἀλλήλων μειονεκτοῖτο ἂν τὰ ὀνόματα· καὶ τὸ περιττὸν ἐν τούτοις πολυπρα- 51 γμονεῖν, εἰκαῖον οἶμαι που· Υἱὸς γὰρ Υἱοῦ, καὶ τὸ Υἱὸς [σ. καθὰ Υἱός, ἢ, καθὸ Υἱός], οὔτε τὸ μεῖζον, οὔτε τὸ ἔλαττον ἔχει. Περισσοεπεῖς οὖν ἄρα καὶ μάλα σαφῶς, ἀπηκριβῶσθαι λέγων αὐτὸν πρὸς ἄκραν συν άφειαν. Πρέποι δ' ἄν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, οὐχὶ ταῖς ὁμωνυμίαις τὸ ἀπηκριβῶσθαι λέγειν αὐτὰς ἀλλήλαις· ἐκείνοις δὲ μᾶλλον, ἃ τὴν εἰς πᾶν ὁτιοῦν ισότητά τε καὶ ὁμοιότητα τῶν ν εἶναι πεπιστευμέν νων, διαλαχόντα φαίνεται· οἷον, φέρε εἰπεῖν, ἀπο ηκριβῶσθαί φαμεν πρὸς ἄκραν ἐμφέρειαν τῆς τοῦ δεῖνος μορφῆς, ἡ τὸν ἐξ αὐτοῦ γεγονότα υἱόν, ή, φέρε εἰπεῖν, εἰκόνα. Κατὰ δέ γε τὸν τῆς συναφείας τρόπον, πῶς ἂν ἀπηκριβῶσθαι λέγοιντο καὶ νοοῖντό τινα 'Αλλ' αὐτὸς μὲν ἡρμήνευσεν ἡμῖν τῆς συν αφείας τὴν δύναμιν. [Οὐ γὰρ ἔστι, φησί, τὸν Θεὸν Λόγον, ἄνευ τῆς ἀνθρωπότητος πράξαί τι]. ὁμόφρονες οὖν ἀλλήλοις καὶ ὁμογνώμονες κατὰ σὲ, καὶ ἀπὸ κοινῶν σκεμμάτων ἐφ᾿ ἕκαστα τῶν πρακτέων ἰέναι πιστεύσομεν τὴν τῶν παρὰ σοῦ λεγομένων υἱῶν ξυνωρίδα· εἶτα, πῶς οὐ δύο χριστοὶ, καὶ υἱοὶ, καὶ κύριοι; 'Αλλ' ὡς ὀργάνῳ τῷ σώματι κεχρήσθαι τὸν Λόγον διίσχυρίζῃ κατὰ τὸ εἰκός. 'Αλλ᾽ εἰ μὲν ἕνα φής Υἱὸν, καὶ μίαν ὑπόστασιν τὴν τοῦ Λόγου σεσαρχω μένην, οὐκ αὐτὸς ἔσται Θεότητος ὄργανον κεχρήσε
col. 95–96page 44 of 121
PG 76:95ται δὲ μᾶλλον οἷάπερ ὀργάνῳ τῷ ἰδίῳ σώματι, καθά περ ἀμέλει καὶ ἡ τοῦ ἀνθρώπου ψυχή. Οὐκοῦν ὁμο λόγησον ἕνα, μὴ διαιρῶν τὰς φύσεις, μετὰ τοῦ εἰδέ ναι καὶ φρονεῖν, ὅτι σαρκὸς μὲν ἕτερος ὁ λόγος, Θεότητος δὲ πάλιν, ὁ αὐτῇ καὶ μόνῃ πρέπων ἥκιστα μὲν γὰρ Θεότητα γενέσθαι φαμὲν τοῦ Λόγου την σάρκα, θείαν δὲ μᾶλλον, ὡς ἰδίαν αὐτοῦ· εἰ γὰρ ἀν θρώπου σὰρξ ἡ ἀνθρωπίνη λέγεται, τί τὸ κωλύον ἔτι καὶ θείαν εἰπεῖν τὴν τοῦ Θεοῦ Λόγου; Τί τοίνυν διαγελᾷς τῆς ἀληθείας τὸ κάλλος, ἀποθέωσιν ἡμῖν ὀνομάζων τῆς ἁγίας σαρκὸς, μόνον δὲ οὐχὶ, καὶ κατ ονειδίζων τοῖς ὀρθὰ φρονεῖν ᾑρημένοις τὴν θεο ποίησιν; καίτοι λέγων αὐτός [Ἵνα τοίνυν δειχθῇ καὶ τοῖς μάγοις τίς ἐστιν οὗ τὸς ὁ παρ' αὐτῶν προσκυνούμενος, καὶ ἐπὶ τίνα ἤγαγεν αὐτοὺς τοῦ Πνεύματος τοῦ ἁγίου ἡ χάρις ὅτι οὐκ ἐπὶ ψιλὴν ἁπλῶς θεωρούμενον βρέφος, ἀλλ' ἐπί τι σῶμα συνημμένον ἀῤῥήτως θεῷ ] ΚΕΦΑΛ. Θ. Οτε τοίνυν ἀῤῥήτως συνήφθαι Θεῷ τὸ σῶμά φη σι· τὸ δὲ ἀπόῤῥητον ἀληθῶς, ὑπὲρ νοῦν ἐστι καὶ λόγον, ἀληθής που πάντως ἡ ἔνωσις, ήγουν ἡ συν άφεια, κατ' αὐτόν. Απόῤῥητα γὰρ τὰ τοιάδε, καὶ τῶν οὕτως ἀλλήλοις συμβεβηκότων, οὐκ ἂν, οἶμαι, τις εἰδείη τὸν τρόπον. Εἰ δὲ οἶσθα λέγειν, οίει τε δύνα σθαι διατρανοῦν τῆς συναφείας τὴν δύναμιν, πῶς ἀπόῤῥητον ἔτι τὸ χρῆμά ἐστι; θαυμάζω δὲ, ὅτι καί το σώμα λέγων συνῆφθαι Θεῷ, καὶ τοῦτο ἀπορρήτως, οὐκ αὐτοῦ δὴ τοῦτο καὶ ἴδιον εἶναί φησιν, ἵν' ὡς ἓν νοοῖτο μετ' αὐτοῦ· μερίζει δὲ πάλιν εἰς ἄνθρωπον καὶ Θεὸν, ἀνὰ μέρως τε καὶ ἰδικῶς, τὸν ἕνα Χριστὸν καὶ Κύριον Ἰησοῦν, καὶ ὀρθὰ φρονεῖν ὑποπλάττεται λέγων ['Αλλ' οὐ ψιλός ἄνθρωπος ὁ Χριστός, συκοφάντα, ἀλλ᾽ ἄνθρωπος ὁμοῦ καὶ Θεός· εἰ δὲ μόνον ὑπῆρχε Θεός, ἐχρῆν, Απολινάριε, εἰπεῖν· ο Τί με ζητείτε ἀποκτεῖναι Θεὸν, ὅς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ο Οὗτος ὁ τὸν ἀκάνθινον περιθέμενος στέφανον· οὗτος ὁ λέγων, ο Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; ο οὗτος ὁ τριήμερον τελευτὴν ὑπομείνας. Προσκυνῶ δὲ σὺν τῇ Θεότητι τοῦτον, ὡς τῆς θείας συνήγορον αὐθεντίας.] ΚΕΦΑΛ. Ι'. "Αρει δή μοι πάλιν συναρπάζοντα μὲν, καὶ τῆς ἀληθείας τὴν μόρφωσιν τοῖς ἑαυτοῦ περιθέντα λό γοις· [οὐ γὰρ ψιλός άνθρωπος, φησίν, ὁ Χριστός, ἀλλ᾽ ἄνθρωπος ὁμοῦ καὶ Θεός· διιστάντα δὲ πάλιν καὶ οὐχ ἕνα λέγοντα, καὶ ἀνυπόθετόντι δεχόμενον ἀμα θῶς, καὶ κατασκευάζοντα τὸ δοκοῦν. ὡς γὰρ λέγοντός τινος, γυμνὸν ἐπὶ γῆς καὶ δίχα σαρκὸς φθαί τε ἡμῖν τὸν Λόγον, καὶ τοὺς πρὸς ἡμᾶς ποιήσασθαι λόγους, ήγουν ἐνεργῆσαι τὰς θεοσημείας, ήγουν ὅτι κοινός
col. 97–98page 45 of 121
PG 76:97ἦν ἄνθρωπος, καὶ οὐκ αὐτὸς ὁ Λόγος γέγονε σάρξ [ού ψιλός, φησὶν, ἄνθρωπος ὁ Χριστὸς, ἀλλὰ καὶ Θεός. ] Ἡμεῖς δὲ, ὦ βέλτιστε, φαίην ἂν ἔγωγε, κάν λέγωμεν αὐτὸν ἄνθρωπόν τε ὁμοῦ καὶ Θεὸν, οὐκ ἀνὰ μέρος τιθέντες τὰ τοιάδε φαμέν· τὸν αὐτὸν δὲ μᾶλο λον εἰδότες καὶ πρὸ τῆς ἐνανθρωπήσεως Υἱὸν καὶ Θεὸν καὶ Λόγον τοῦ Πατρός· ἄνθρωπον δὲ μετὰ τοῦτο καθ᾿ ἡμᾶς γεγονότα, καὶ σεσαρκωμένον. 'Ο δὲ δι ισχυριζόμενος μὴ δεῖν αὐτὸν ἄνθρωπον νοεῖσθαι ψι λόν, ἀλλὰ Θεὸν καὶ ἄνθρωπον, ἀπονέμει μὲν τὸν ἀκάνθινον στέφανον, καὶ τὰ ἕτερα τῶν παθῶν, ἰδικῶς ἀνθρώπῳ καὶ ἀνὰ μέρος· προσκυνεῖν δὲ ὁμολογεῖ σὺν τῇ Θεότητι τοῦτον· καὶ τὸ ἔτι δυσσεβέστερον, ὡς οὐκ ὄντα μὲν κατὰ τὸ εἰκὸς Θεὸν ἀληθῶς καὶ Υἱόν· συν ήγορον δὲ γεγονότα τῆς αὐθεντίας τοῦ Λόγου. Ὅτι γὰρ διίστησιν εναργώς, σαφηνιεῖ πάλιν τὸ σὺν τῇ Θεότητι προσκυνεῖσθαι δεῖν αὐτὸν ὁμολογεῖν. Τὸ γὰρ ἑτέρῳ συμπροσκυνούμενον, ἕτερόν που πάντως ἐστὶ παρ' ἐκεῖνο μεθ' οὗ προσκυνεῖσθαι λέγεται. Ἡμεῖς δὲ, μια προσκυνήσει τιμὴν εἰθίσμεθα τὸν Έμμα νουήλ, οὐ διϊστάντες τοῦ Λόγου τὸ ἑνωθὲν αὐτῷ καθ᾿ ὑπόστασιν σῶμα. Τί δ' ἂν νοοῖτο, τὸ τῆς θείας συνή γορον αὐθεντίας, βασανίζειν ἄξιον· ἄρα γὰρ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καθ' ἕνα τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ἕτερον τῷ κόσμῳ διεκήρυξε Χριστόν, ήγουν Υΐν καὶ Κύριον, ὡς θείαν ἔχοντα τὴν ἐφ᾽ ἅπασιν αὐθεντίαν, ήγουν ἐξουσίαν, συνηγόρευσε δὲ καὶ αὐτὸς τῇ ἑτέρου δόξῃ; Καίτοι τῶν θεηγόρων ο χορός, Ἰησοῦν Χριστὸν τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα τῷ κόσμῳ διακηρύττουσι· καὶ τῆς πίστεως ἡμῶν ὁ τρόπος διὰ τῆς εἰς αὐτὸν ὁμολογίας ἔρχεται· δικαιούμεθα δὲ πιστεύοντες, οὐχ ὡς ἕνα τῶν καθ' ἡμᾶς ἄνθρωπον ἁπλῶς, ἀλλ᾽ εἰς τὸν φύσει τε καὶ ἀληθῶς ἔντα Θεόν. Καὶ γοῦν ἄθεα μὲν τὰ ἔθνη διετέλουν κατὰ τὸν κόσμον, Χριστὸν οὐκ εἰδότα ποτέ, καθά φησιν ὁ μακάριος Παῦλος· ἐπειδὴ δὲ ἐγνώκασιν, ου μεμενήκασιν ἐν ἀγνοίς τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Οὐκοῦν διδασκέτω τῇ τίνος δόξῃ καὶ αὐθεντία συνηγόρευσεν ὁ Χριστὸς, καίτοι τῶν προσιόντων αὐτῷ τὴν πίστιν ἐφ' ἑαυτῷ μὲν αἰτῶν· ἀνατιθεὶς δὲ ταύτην ἐν αὐτῷ [Ισ. ἑαυτῷ] τῷ Πατρί, Καὶ γοῦν ἔλεγε· «Πιστεύετε εἰς ἐμὲ, καὶ εἰς τὸν Θεὸν πιστεύετε, καὶ πάλιν Ο πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. ο 'Αλλ' ἴσως τὸ συνηγορεῖν κατὰ τὸ αὐτῷ δοκοῦν, τάχα που ὑπεμφήνειεν ἂν τὸ ἰσηγορεῖν· ἐφίημι γάρ, καίτοι τῆς λέξεως ἑτέραν ἐχούσης τὴν δήλωσιν. Εἶτα πῶς Ισηγορήσειεν ἂν ἄνθρωπος Θεῷ κατὰ σὲ, καὶ τὰς ἐκ τῶν Ἰουδαίων παροινίας διενεγκών; Φέρε γὰρ τὴν ἑκατέρῳ πρέποντα καταθρήσωμεν λόγον. Πρέπει δ᾽ ἂν εἰπεῖν τῷ γε ὄντι Θεῷ κατὰ φύσιν· Εἰμὶ μὲν ἀόρατος, ἀναφῆς, καὶ τοῦ παθεῖν ἀνώτερος, καὶ μὴν καὶ ἀσώματος, ζωὴ καὶ ζωοποιὸς, καὶ ἐπάνω πάντων ὡς Θεός. Ὁ δὲ τὴν ἰδίαν ἡμῖν, ὅπως ἂν ἔχοι φύσιν ἐξηγούμενος, ἔφη ἂν εἰκότως· Ορατός είμι, καὶ ἁπτός· παθητὸς, καὶ ὑπὸ φθοράν, καὶ ὑπὸ Θεῷ. "Αρ' συνηγορεῖν, Ισηγορεῖν,
col. 99–100page 46 of 121
PG 76:99χοντι καὶ ὑπερκειμένῳ, κατά γε τοὺς τῆς ἰδίας φύσεως λόγους; Εἶτα πῶς τοῦτο οὐκ ἀμαθὲς εἰπεῖν; διαψεύσεται γὰρ πάντως, ἢ ἐκεῖνος, 17 οὗτος. Συν ηγορίαν δὲ λέγων, ήγουν συνηγόρευσιν, οὐχ τερόν τι πάλιν ἑτέρῳ συνηγορεῖ, καὶ οὐχ ἐκὼν ὁμολογεῖς, ὁ συνάφειαν ἡμῖν ὀνομάζων, καὶ ἕνα Χριστὸν καὶ Κύ ριον· καὶ τέμνων εἰς δύο προσκυνεῖς· μᾶλλον δὲ συμπροσκυνεῖς· καὶ ἀπαλλάττειν οἴει τὴν ἐκκλησίαν τοῦ τῆς θεοποιίας ἐγκλήματος, θεοποιῶν αὐτὸς ἄνθρωπον, καὶ οὐχ ἕνα λέγων Υιόν, κἂν εἰ μὴ δίχα νοοῖτο τῆς ἰδίας σαρκός; Προσκυνήσεις γὰρ τότε καὶ ἀνεγκλήτως· καὶ γνώσῃ τοῦ ἦσθα, κατὰ τὸ γε γραμμένον, τῶν τῆς ἀληθείας ἀποφοιτῶν δογμάτων. ᾿Αλλὰ ναί, φησίν, εἴρηκε τῷ λεπρῷ, «Θέλω, καθα ρίσθητι· ν καὶ τῇ τοῦ ἀρχισυναγώγου θυγατρί, «Η παῖς, ἔγειραι, καὶ τῇ θαλάσσῃ, ο Σιώπα, περί μωσα. • Συνήγορος δὲ κατὰ τοῦτο· τοὺς γάρ του θείους ἐφθέγγετο λόγους, δι᾿ ὧν ἦν πάντα δύνασθαι κατορθοῦν εὐκόλως. Δύο δή οὖν οἱ προστάττοντες, καὶ ἀμφοτέρων εἶναι δώσομεν τοὺς ἐφ᾽ ἅπασι λέ γους. Οταν οὖν λέγῃ, «Τί με ζητεῖτε ἀποκτεῖναι, άνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ο τίνος, εἰπέ μοι, τοὺς τοιούσδε λόγους εἶναι φής; ἢ ἐκείνους μὲν ἀπονέμεις τῷ λόγῳ, τούτους γε μὴν ὡς ἀνθρώπῳ παρ' αὐτὸν ἑτέρῳ τῷ ἐκ γυναικός; Εἶτα ὅπου ποτὲ θήσεις τὸν ἱερώτατον Παῦλον, λέγοντα σαφῶς Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ; • Ὁ δὲ ἄνω τε και κάτω λέγων, Εἷς Υιός, καὶ οὐκ ἄλλος καὶ ἄλλος, οὔτε μὴν Χριστὸς, καὶ δεύτερος Χριστός, τοῖς ἑαυτοῦ διαμαχείται λόγοις, δυσὶ προσώποις καὶ ὑποστάσεσιν ἰδικαῖς τάς τε τῶν θεηγόρων καὶ τὰς αὐτοῦ διανέμων φωνάς. ᾿Αλλὰ γὰρ τῶν ἰδίων οὐκ ἀμελήσας ἐνα νοιῶν, ἐπιφέρει πάλιν οὖν, ὁ τὰ τοιάδε λέγων, ισηγορήσειεν ἂν τῷ προ συνηγόρευσιν, [Σέβω αὐτὸν, ὡς τῆς παντοκράτορος εἰκόνα θεότητος· ο ὑπερύψωσε γὰρ αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστός.»] ΚΕΦΑΛ. ΙΑ'. Καὶ τίς ἂν νοοῖτο παλιν, ον, ὥς, γε οίεται, σέβειν ὁμολογεῖ, καὶ τῇ πρὸς Θεὸν ὁμοιώσει τιμὴν ὑποκρίνεται, ἢ ἐκεῖνός που πάντως, ὃν ἀρτίως ἡμῖν ὠνό μαζεν, οὐκ οἶδ' ὅτι λέγων, τῆς θείας συνήγορον ήτος συνεργὸν αὐθεντίας· ἐν τῇ Θεότητι συμπροσκυνεῖσθαι δεῖν ἀνοήτως ἔφασκεν, ὡς ἕτερον ὄντα καὶ ἰδι κῶς υἱὸν παρὰ τὸν τοῦ Θεοῦ Λόγον; Αὐτὸν καὶ ὑψῶ σθαι λέγει παρὰ τοῦ Θεοῦ καὶ Πατρός· καὶ μὴν καὶ τὸ ὄνομα λαβεῖν τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα καὶ πᾶν αὐτῷ γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ
col. 101–102page 47 of 121
PG 76:101καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ότι Κύριος Ἰησοῦς Χριστός. Εἰ μὲν οὖν Θεὸν ὄντα κατὰ φύσιν, καὶ πρὸ τῆς ἐνθάδε λεγομένης ὑψώσεως, ὑψοῦ τέθεικεν ὁ Πατήρ· τὸν τῆς μεταξύ ταπεινώσεως πολυπραγμονούντες τρόπον, οικονομίαν τινὰ σοφὴν εὐρήσομεν, καθ' ἣν ἀδοξήσας διὰ μέσου, γέ γονε πάλιν ἐν οἷς ἦν ἀεὶ καὶ οὐσιωδῶς ἐνυπάρχουσι, καὶ ἐν ἰδίοις ἀληθῶς ὑψώμασιν. Εἰ δὲ τοῦτο μὲν οὐχὶ, καθάπερ οὖν οἴεται καί φησιν· ἕτερον δέ τινα παρὰ τὸν τοῦ Θεοῦ Λόγον τὸν αὐτῷ συνημμένον ἄνθρωπον, προσκυνητὸν ἐποίησεν οὐρανῷ τε καὶ γῇ, καὶ τοῖς ότι κατωτέρω· τεθεοποίηκεν ἄρα καθ' ἡμᾶς ἀνθρώπου, αἰτιάσεται δὲ ἡμᾶς, οὐκ ἔτι ἐν τῷ κόσμῳ λοι τὸν, ὡς θεοποιεῖν ἐθέλοντας τὸν οὐκ ὄντα Θεόν, καί τοι δέον ἀνάπτειν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τῆς ἐπ' αὐτῷ δὴ τούτῳ πλημμελείας τὰ ἐγκλήματα. Ορα [Ισ. ὁρᾷ δὲ οὖν, ὁ χριστομαθής, ὅποι ποτὲ αὐτῷ διεκπαίουσιν [σ. διεκπαιδεύουσιν, ἢ, διεκπταίουσιν] οἱ λόγοι· καὶ τὰ ἐκ τῆς ἀκράτου ταυτησί δυσβουλίας εὑρήματα, πρὸς ποῖον αὐτῷ καταίρει λόγον. Ημεῖς μὲν γὰρ Θεὸν ὄντα κατὰ φύσιν τὸν Υἱόν, τουτέστι, τὸν ἐκ τοῦ Θεοῦ Πατρὸς Λόγον, καθικέσθαι φαμὲν εἰς ἑκούσιον κένωσιν· ἀναφοιτῆσαι δὲ αὖ καὶ μετὰ σαρκὸς εἰς τὸ τῆς ἐνούσης ὑπεροχῆς αὐτῷ θεοπρεπές ἀξίωμα. Προσκυνεῖται γὰρ καὶ μετὰ σαρκός, ὡς καὶ πρὸ αὐτῆς ὑπάρχων προσκυνητές· ἦν γὰρ καὶ ἔτι [ἱσ. ἔστι] κατὰ φύσιν Θεὸς, καὶ πρὸ τῆς κενώσεως, καὶ ὅτε τὴν κένωσιν ὑπομεῖναι λέγεται, γεγονώς καθ᾿ ἡμᾶς. Ο δὲ τῶν οὕτω σεπτῶν καὶ ἀκιβδήλων δογμάτων ὑπερορῶν, ἄνθρωπον συνάπτει Θεῷ κατά γε τὴν ἔξωθεν σχέσιν· καὶ ὡς ἐν ἰσότητι τῆς ἀξίας, καὶ ὡς ἕτερον ἑτέρῳ συμπροσκυνεῖν οὐκ αἰσχύνεται. Διατείνεται δὲ, φησίν, ὡς ἀηθές τι καὶ ξένον, καὶ ὡς ἐν χάριτος μοίρᾳ λαβεῖν τὸ κάμψαι τε αὐτῷ πᾶν γόνυ, καὶ μὴν καὶ τὸ πᾶσαν ἐξομολογήσασθαι γλώσ σαν, ὅτι Κύριος Ἰησοῦς Χριστός. Καὶ εἰ μὲν φύσει Θεὸν γενέσθαι φής [ἰσ. φησὶν] αὐτὸν, δεδυσφήμηκεν ἐναργώς, γεννητὴν εἶναι λέγων τὴν τῆς θεότητος φύσιν. Εἰ δὲ ἥκιστα μὲν κατὰ φύσιν, δοτὸν δὲ καὶ θύραθεν ἐλόντα τὸ ἀξίωμα, καὶ ὡς ἐν μόνῃ φωνῇ, πῶς οὐκ ἐκεῖνό φησιν εναργώς, ὅτι λελατρεύκαμεν τῷ μὴ φύσει θεῷ, καὶ σὺν ἡμῖν, ὡς ἔοικε, καὶ ἡ τῶν ἄνω πνευμάτων πεπλάνηται νῆψις, καὶ τούτων ἡμῖν αὐτὸς ὁ Πατὴρ καὶ ἀρχὴ καὶ πρόφασις; Επὰν οὖν [σ. πῶς οὖν] ἔτι διαμωμήσαιτο τοὺς παρ' αὐτὸν τῇ κτίσει προσκυνεῖν ᾑρημένους; γράφεται δὲ ἀνθ' όπου κολάζει τους πεπλανημένους, εἰ τοῖς αὐτοῦ νεύμασι πεπλάνηται [Ισ. πεπλάνηνται], προσκυνητὸν ἡμῖν ἀποφήναντος τὸν οὐκ ὄντα φύσει Θεόν; Επειδή δὲ παρατιθεὶς τὸ ῥητὸν ἐν τούτοις, φημὶ δὴ τὸ ἐν χερ σὶν, ὅτι αὐτῷ κάμψει πάν γόνυ, καὶ πᾶσα γλώσσα ἐξομολογήσεται, ότι Κύριος Ἰησοῦς Χριστός, παρήκε τὸ λείπον καὶ ἐφεξῆς ἀναγκαίως τῷ μακαρίῳ Παύλῳ προσεπενηνεγμένον, οὐκ οἶδ' ὅτι διενθυμούμενος, φέρε προσθέντες ἡμεῖς ἐκεῖνο λέγωμεν· «Εξομο καὶ κολάζει.
col. 103–104page 48 of 121
PG 76:103Λ λογεῖται γὰρ πᾶσα γλῶσσα, ὅτι Κύριος Ἰησοῦς Χρι Σιν, στὸς, εἰς δόξαν Θεοῦ Πατρός.» Οὐκοῦν εἰ μὴ φύσει Θεός ἐστι, διὰ συνάφειαν δὲ σχετικήν, τὴν πρὸς γε φημὶ τὸν ἐκ Θεοῦ Λόγου, προσκυνεῖσθαί φησιν αὐτὸν πρός τε ἡμῶν αὐτῶν, καὶ τῶν ἁγίων ἀγγέλων· εὐ κλείας τις ἄρα τρόπος εξεύρηται τῷ Πατρὶ, τῷ θεο ποιεῖσθαι σὺν αὐτῷ τὴν κτίσιν· καὶ λελύπηται μάτην ἐπί τισιν, ὡς τοῦτο πεποιηκόσι· καὶ εἰ πρὸς εὐκλείας ἦν τὸ χρῆμα αὐτῷ, πῶς οὐκ ἔδει καὶ ἀμοιβῆς ἀξιοῦν, ἐπαίνου τε καὶ δόξης, τοὺς τοῦτο δρᾷν ἡρτ μένους; Αλλ' ίσως ἐκεῖνο φαίεν ἂν, Τίνα τρόπον πρὸς εὐκλείας ἔσται τῷ Πατρὶ τὸ κάμψαι πᾶν γόνυ τὸν [ἰσ. τῷ] Ἐμμανουήλ; Οτι Θεὸς ὢν φύσει, καὶ ἐξ αὐτοῦ, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ, γέγονε σὰρξ ὁ Λόγος· προσκυνεῖται δὲ, ὡς ἔφην, ὡς εἴς τε καὶ μόνος καὶ ἀληθῶς Υἱός, μετὰ τῆς ἰδίας αὐτοῦ σαρχής· δοξάζεταί γε μὴν ὁ Πατήρ ὡς Θεός, ἔχων ἀληθινὸν τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Υιόν δν καὶ σάρκα γεγονότα δέδωκεν ὑπὲρ ἡμῶν, ἵνα σαρκὶ παθών, διασώσῃ τὴν ὑπ᾽ οὐρανόν· ο ένα πῶς ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον, ἵνα πᾶς ὁ θεωρῶν αὐτὸν, θεωρῇ ο τὸν Πατέρα. Ζωοποιὸν δὲ τὸ χρῆμα καὶ τοῦτο ἡμῖν ὑπάρχον ἀληθῶς, αὐτὸς ἐκδέδειχαν ὁ Υἱός· ἔφη γάρ Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ίνα γινώσκωσί σε τον μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χρι στόν. ο Καὶ εἰ μὲν εἰς εὐθὺ καὶ ἀπλανεστάτην τῶν ἐννοιῶν αὕτη τε καὶ οὐχ ἑτέρα τρίβος. Ὁ δὲ ἄνω τε καὶ κάτω τὰ πάντα κυκῶν, [Διὰ τὸν φο ρεῦντα, φησί, τὸν φορούμενον σέβω· διὰ τὸν κε κρυμμένον, προσκυνῶ τὸν φαινόμενον.] "Αβρει δή μοι πάλιν φεύγοντα πανταχοῦ τὴν ἔνωσιν, καὶ δεδιότα τὸ ἀληθὲς, καὶ τῶν θείων δογμάτων τὴν ὀρθότητα παραιτούμενον. Οὐχ ἕτερος ἦν ὁ φορών παρὰ τὸν φορούμενον· ὁ αὐτὸς δὲ μᾶλλον, ὡς ἐν συνόδῳ νοούμενος, θεότητός τε καὶ ἀνθρωπότητος· εἷς τε καὶ μόνος ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ὡς ἕνα προσκύνει μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς τὸν ἐκ Θεοῦ Λόγον. Ἐπεὶ φράσον, εἰ μή σοι δοκῶ τὰ εἰκότα φρονεῖν, τὴν σὴν ἐν τούτοις Ισχνομυθίαν ὡς ἀδρανῆ παρωθούμενος. 'Αρα γὰρ εἰ δή τις ἔλοιτο λέγειν περὶ ὁτονοῦν τῶν καθ᾿ ἡμᾶς ἀν θρώπων, ήγουν ἐφ' ἑνὸς τῶν ἐπὶ γῆς βασιλέων Δια τὴν τοῦ βασιλέως ψυχὴν σέβω τὸ σῶμα αὐτοῦ, διὰ τὸν κεκρυμμένον, προσκυνῶ τὸν φαινόμενον, οὐκ ἄν τις εὐθὺς ἐπισκήψεις. Τί δρᾶς, ὦ οὗτος; λέγων· εἷς που πάντως άνθρωπός ἐστιν ὁ κρατῶν, κἂν ἐκ δυοῖν δρῷτο συγκείμενος, ψυχῆς δή λέγω καὶ σώματος. Τί τοίνυν ἡμῖν εἰκῆ βατταρίζεις, φοροῦντα καὶ φορούμενον, κεκρυμμένον καὶ φαινόμενον ὀνομάζων, καὶ ὡς ἕτερον ἑτέρῳ συμπροσκυνεῖν ὁμολογῶν, καὶ τὸν τῆς ἑνώσεως ατιμάζων τρόπον; Ένα Χριστὸν καὶ Κύριον ἀποφαινούσης ἡμῖν τῆς θεοπνεύστου Γραφῆς. τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον μετὰ τοῦ ἰδίου σώματος καὶ ἡ μέν. 48, καὶ ἡ μὲν τῶν δογμάτων ὀρθή τε.
col. 105–106page 49 of 121
PG 76:105Η οὐκ οἶσθα ὅτι τεθεράπευκε μὲν ἐν Ἱεροσολύμοις τὸν ἐκ γενετής τυφλόν, εἶτα τοῦτον εὑρὼν ἐν τῷ ἱερῷ, βεβαίαν αὐτῷ καὶ ἱδρυμένην ἐνετίθη τὴν πίσ στιν; ήρετο γὰρ προσελθών, «Σὺ πιστεύεις εἰς τὸν Γἱὸν τοῦ Θεοῦ; καὶ πρός γε ταυτί κεκραγότος εκεί νου· Τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; › ἔφη πάλιν αὐτός· «Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνος ἐστιν.» Ορᾷς ὅπως, οὐ τὴν φο ροῦντα δέδειχεν, οὐ τὸν ἴσω κεκρυμμένον, ἀλλ' ὡς ἕνα μᾶλλον ἑαυτὸν μετὰ τῆς σαρκός· καὶ γοῦν ὁ σου τὰς Ἰωάννης, ο Ο ἦν ἀπ' ἀρχῆς, φησίν, ὁ ἀκηκόαμεν, δ έωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὁ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Καίτοι τὸ θεῖόν ἐστιν ἀναφὲς, ἀλλὰ γέγονεν ἑπτὸς ὁ Λόγος, ὡς διὰ τῆς ἰδίας σαρκός· ἀόρατος κατὰ φύσιν, ἀλλ᾽ ἦν ἐμφανὴς διὰ σώματος. Σὺ δὲ δὴ πάλιν διϊστᾷς ὁλοτρόπως, καὶ κατασοφίζῃ τὸ ἀληθὲς, τὰς μὲν φύσεις χωρίζων, ἐνῶν δὲ, ὡς φής, την προσο κύνησιν. Αλλ' εἰ χωρίζεις τὰς φύσεις, συναποφοι τήσειεν ἂν αὐταῖς καὶ τὰ ἑκατέρας ίδια φυσικῶς ἐλάσει δὲ διαμπαξ της διαφορᾶς ὁ λόγος· δύο δὴ οὖν ὁμολογουμένως. Πλὴν ἐρομένων φράσον· Τί τὸ διϊσταν ἀλλήλων τὰς φύσεις, καὶ τῆς διαφορᾶς τίς ἂν εἴη δ τρόπος; 'Αλλ' ἐρεῖς που πάντως, ὡς ἕτερον μὲν κατὰ φύσιν ἄνθρωπος, ήγουν ἀνθρωπότης· ἕτερον δὲ, Θεός, ἤτοι θεότης· καὶ ἡ μὲν, ἀσυγκρίτως θατέρας ὑπερηρμένη· μείων γε μὴν ἐκείνη τοσοῦτον, ὅσον ἄνθρωπος θεοῦ. Πῶς οὖν, εἰπέ μοι, μια προσκυνήσει τιμὴν ἀξιοῖς τὰ οὕτως ἀλλήλοις ἀνισοφυῆ, καὶ κατὰ τὸν τοῦ πῶς εἶναι λόγον, ἀσυγκρίτοις διαφοραῖς δια εσχοινισμένα; 'Αρα γὰρ ἵππῳ περιθεὶς τὴν ἀνθρώ την δόξαν, ἐργάσῃ τι τῶν ἐπαινουμένων; ἢ μᾶλλον εξυβριεῖς τὸ ὑπερτερούν, κατασύρων εἰς τὸ δυσκλες τὴν ἀμείνω φύσιν; 'Αλλ' ἐξηύρηταί τι σοφὸν εἰς ἀπο λογίαν αὐτῷ. Προσεπάγει γάρ [ Οὐ καθ' ἑαυτὸ Θεὸς τὸ πλασθὲν ἐπὶ μήτρας· οὐ καθ᾿ ἑαυτὸ Θεὸς τὸ πλασθὲν ἐκ τοῦ Πνεύματος· οὐ καθ᾿ ἑαυτὸ Θεὸς τὸ ταφὲν ἐπὶ μνήματος· οὕτω γὰρ ἂν ἦμεν ἀνθρωπολάτραι, καὶ νεκρολάτραι σαφείς. Αλλ' ἐπειδήπερ ἐν τῷ ληφθέντι Θεὸς, ἐκ τοῦ λαβόντος ὁ ληφθείς, ὡς τῷ λαβόντι συναφθεὶς συγχρημα τίζει Θεός.] ΚΕΦΑΛ. 18. Ἰδοὺ δὲ πάλιν ἡμῖν ὁ τὴν συνάφειαν ονομάζων πανταχοῦ, καὶ τὰ τῆς ἀνθρωπολατρείας εγκλήματα δεδιώς, ήλω γεγονώς ἀνθρωπολάτρης· καὶ τοῖς τῆς ἑαυτοῦ δυσβουλίας ενίσχηται βρόχοις, καὶ καταφωρᾶται πεσὼν εἰς ἀδόκιμον νοῦν. Τὸ γάρ σοι [τοι] τε χθὲν ἐκ μήτρας, οὐ καθ' ἑαυτὸ, φησί, Θεός. Ὡς ἄγα μαί σε τῆς ἀγχινοίας, καὶ φρενος τῆς οὕτω λεπτῆς εἰς γὰρ ὅλως ὁ τοῦτο φάναι τεθαρσηκώς; ή τίς Αγνόηκεν, ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν; 'Αλλ᾽ ἦν ἰδία τοῦ Λόγου· καὶ εἷς νοεῖται μετ' αὐτῆς, καθάπερ αμέλει φθάσαντες εἴπομεν, καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ μετὰ τοῦ ἰδίου σώματος. "Αρ' ούν
col. 107–108page 50 of 121
PG 76:107εἴ τις ἕλοιτο καὶ ἐφ' ἡμῶν εἰπεῖν, οὐκ ἄνθρωπος τὸ ΠΟΙ σῶμα καθ' ἑαυτὸ, οὐ περιττὸς εἰς λόγους καὶ εἶχαιό μυθος ὀνομάζοιτο ἂν εἰκότως; Αρνήσεται γὰρ οὐ δεῖς, ὅτι μὴ ἄνθρωπος τὸ σῶμα καθ' ἑαυτὸ σῶμα δὲ μᾶλλον ἀνθρώπου λέγοιτ' ἄν. Πλὴν οὐ δίχα δια τεμών, καὶ ἀνὰ μέρος τιθεὶς ψυχήν τε καὶ σώμα, φαίη τις ἂν, ὅτι συγχρηματιεῖ τὸ σῶμα τῇ ψυχῇ πρὸς ἑνὸς ἀνθρώπου δήλωσιν· εἴη γὰρ ἂν οὐκ ἐν κόσμῳ γεγενημένος ὁ τοιόσδε λόγος, μᾶλλον δὲ καὶ ἀμαθίας ἔμπλεως. Αμφω γε μήν καθ' ἕνωσιν φυσικὴν συνενεγκὼν εἰς ἑνὸς ἀνθρώπου σύστασιν, τότε καὶ ἄνθρωπον ὀνομάσει· καὶ κἂν ἴσ. οὐκ ἂν] οὕτω δόξη ἀσύμφυλόν τε καὶ ἀκαλλὲς εἰπεῖν. Έδει τοίνυν, είπερ τις ἦν ὅλως σοφός τε καὶ νουνεχής, σῶμα εἰπεῖν, τὸ ἐκ γυναικός· προσομολογῆσαι δὲ ὅτι τῇ καθ᾽ ὑπό στασιν ἐνώσει συνενεχθὲν τῷ λόγῳ, Χριστὸν ἕνα καὶ Υἱὸν καὶ Κύριον ἀποτετέλεκε τὸν αὐτὸν ὄντα θεὸν καὶ ἄνθρωπον· νυνὶ δὲ τοῦτο μεθείς, οίεται μὲν τὴν διεστραμμένην τῆς εἰς εὐθὺ διεκπίπτων ὁδοῦ δύο δὲ ἡμῖν διακηρύττει Θεούς, ἕνα μὲν ὡς φύσει καὶ ἀληθείᾳ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· ἕτερον δὲ παρ' αὐτὸν, τὸν συγχρηματίζοντα αὐτῷ· ὃν γὰρ τρόπον οὐδεὶς ἂν λέγοιτο τῶν καθ' ἡμᾶς ἑαυτῷ καὶ μόνῳ συνδιαιτάσθαι τυχόν, ἑτέρῳ δὲ μᾶλλον συνδιαιτήσεται. Κἂν εἴ τινα λέγοι τῶν ἐπὶ γῆς βασιλέων συμβασιλεύειν ἑαυτῷ, ἄφλοι ἂν εἰκότως γέλωτα, καὶ βατταριεῖ τὸ ἐφ' ἑνός τε καὶ μόνου τιθεὶς καὶ λέγων ὡς ἐπὶ δυοῖν, οὕτως ἀσύνετον κομιδῆ τὸ συγχρηματ τίζειν οἴεσθαι καθ' ενός τε καὶ μόνου δύνασθαι χω ρεῖν, δύο γάρ που πάντως εἶεν ἄν· καὶ ὁ μὲν ἔστι κατὰ φύσιν Θεός· ὁ δὲ, τάχα που καὶ μόνον τό γε συγχρηματίσαι θύραθέν τε καὶ ἐπίκτητον ἔχων, πρόσφατος ἡμῖν ἀνεδείχθη Θεός. "Αρ' οὖν ψεύδεται λέγων, ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Θεός· «Ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ; Εἶτα πῶς προσκεκυνήκαμεν τῷ Χριστῷ, καὶ αὐτῷ κάμψει πᾶν γόνυ; πῶς δὲ καὶ σέβειν αὐτὸν ὁμολογεῖς; καίτοι δεδιὼς, ὡς ἔφης, τὸ ἀνθρωπολάτρης είναι δοκεῖν. 'Αλλ' ἔχει τινὰ καθάπερ οὖν οἴεται σοφὸν ἐπὶ τῷδε λόγον· ὡς γὰρ τῷ λαβόντι συναφθεὶς, συγχρηματίζει Θεός πῶς ἐλήφθη φράσον, ἢ τίνα συνήπται τρόπον; Εἰ μὲν οὖν καθ' ἕνωσιν ἀληθῆ, τὴν καθ' ὑπόστασιν λέγω, παῦσαι μερίζων τὸ ἡνωμένον· ἐπὶ καιροῦ δὲ οἶμαι, καὶ πρός γε ἡμῶν εἰρήσεται διατέμνοντί σοι τὸ ἄτμητον, ι Ο οὖν Θεός συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Εἰ δέ γε τὴν λῆψιν, ήγουν τὴν συν άφειαν, ἔξωθέν τε καὶ σχετικὴν εἶναι φής, πῶς ἡγνόηκας, ὅτι καὶ ἐν ἡμῖν ἐστι θεὸς, καὶ ἡμεῖς αὐτῷ συναπτόμεθα σχετικῶς, καὶ κοινωνοί τῆς θείας αὐτοῦ γεγόναμεν φύσεως; Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβίδ Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· η συγχρημα τιοῦμεν οὖν ἄρα καὶ ἡμεῖς, τῷ κατὰ φύσιν Θεῷ, θεοὶ κατ' αὐτὸν, κάμψει καὶ ἡμῖν πᾶν γόνυ. Τί προσ σε σε λού. ΧΧ, εται, μόνος θ: τὴν διεστραμμένην.
col. 109–110page 51 of 121
PG 76:109τέτεχε τοῖς ἄνω πνεύμασιν ὁ Θεὸς καὶ Πατὴρ, διδα-? σκέτω παρελθὼν ὁ θεσπέσιος Παῦλος. • "Οταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὐκοῦν ἐπειδήπερ ἐν τούτοις, τὸ σὲν δὴ καὶ σοφὸν οὐκ ἐπενήνεγκται· προσκυνεῖσθαι δὲ μᾶλλον προστέταχεν, ὡς ἕνα που πάντως, καὶ οὐχ ἕτερον σὺν ἑτέρῳ· τίς δὲ, ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος; Καίτοι τὸν πρωτότοκον ἡ θεία λέγει Γραφή, πρωτότοκον δὲ ὠνομάσθαι φαμέν, τὸν ἐκ Θεοῦ Πα τρὸς Λόγον, καίτοι Θεὸν ὄντα κατὰ φύσιν καὶ Υἱὸν μονογενῆ, καὶ ἀσύντακτον τῇ κτίσει, κατά γε τὸν τῆς θεότητος λόγον, ὅτι γέγονεν ἄνθρωπος, καὶ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος. Εις οὖν ἄρα πρὸς τῶν ἄνω πνευμάτων ὁ προσκυνούμενος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος μετὰ τῆς ἰδίας σαρκός· τότε γὰρ τέτοκε, καὶ ὡς πρωτεύων ἐν πᾶσι, νοεῖται πρωτότοκος. Αλλ' αἱ μὲν θεόπνευστοι Γραφαι, Χριστὸν ἕνα διακηρύττουσι, καὶ Υἱόν, καὶ Κύριον δύο γε μήν ὁ περιττὸς οὗτοσί, καὶ προσκυνούμενον ἄνθρωπον τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι, προστιθεὶς, οὐκ αἰσχύνεται· φησὶ γὰρ πάλιν ['Αλλ' οὗτος ὁ κατὰ σάρκα τοῦ Ἰσραήλ συγγενής, ὁ κατὰ τὸ φαινόμενον ἄνθρωπος, ὁ κατὰ τὴν Παύλου φωνὴν ἐκ σπέρματος γεγεννημένος Δαβίδ, παντοκράτωρ τῇ συναφείς Θεός. Εἶτα τούτοις ἐπάγει· "Ακου τον ἀμφότερα τοῦ Παύλου κηρύττοντος· ὁμολογεῖ τὸν ἄνθρωπον πρότερον, καὶ τότε τῇ τοῦ Θεοῦ συναφείς θεολογεῖ τὸ φαινόμενον· ἵνα μηδεὶς ἀνθρωπολάτρην τὸν Χριστιανὸν ὑποπτεύῃ. Ασύγχυτον τοίνυν τὴν τῶν φύσεων τηρῶμεν συνάφειαν· ὁμολογῶμεν τὸν ἕνα Θεόν· σέβωμεν τὸν τῇ θείᾳ συναφείᾳ τῷ παντοκράτορι Θεῷ συμπροσκυνούμενον ἄνθρωπον.] ΚΕΦΑΛ. ΙΓ. Εἰ μὲν οὖν ἄνθρωπον ὀνομάζων οἶσθα μετὰ τούτου καὶ Θεὸν ὄντα κατὰ φύσιν αὐτὸν, εὖ ἂν ἔχοι, καὶ πε καύσομαι. Εἰ δὲ μερίζων τὰς φύσεις, οὐχὶ τῷ εἰδέναι μόνον, τίς μὲν ἡ ἀνθρωπεία, τίς δὲ δὴ πάλιν ἡ θεία. Διῖστὰς δὲ μᾶλλον τῆς πρὸς ἑνότητα συνδρομῆς, ἀνα θρωπολατρεῖς ὁμολογουμένως· καί σοι πρὸς ἡμῶν εἰρήσεται· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Σκληρὸς δὲ καὶ ἀνουθέτητος ων, μόνος ἴθι τὴν δι εστραμμένην. Ἡμεῖς δὲ τὴν εὐσεβῆ καὶ ἀμώμητον τῶν ἁγίων Πατέρων ιχνηλατούντες τρίβον, τοῖς τε ἀποστολικοῖς καὶ εὐαγγελικοῖς συγγράμμασιν εὖ μάλα παιδαγωγούμενοι, ὁμοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἡ τους πόνους τῶν καρπῶν σου φάγε σαι, καρπών χαρ πὸν δὲ ἐξέτεινε πτωχῷ,

Book IIILiber III

col. 111–112page 52 of 121
PG 76:111τῷ ἁγίῳ Πνεύματι, μια προσκυνήσει τιμήσομεν τὸν ο ο Ένα Κύριον Ἰησοῦν Χριστόν· δι' οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. Μέγα μὲν ὁμολογουμένως ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, τεθαύμασται δὲ καὶ παρ' αὐτοῖς τοῖς ἁγίοις ἀγγέλοις, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ σοφώτατος Παῦλος· «Ινα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Εκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατά πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν τῷ Κυρίῳ ἡμῶν, Ἰησοῦ Χριστῷ, ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προστ αγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως.» Σοφία γὰρ ἀληθῶς καὶ οὐκ ἀνθρωπίνη ποθέν· θεία δὲ μᾶλλον καὶ ἐν ἀποῤῥήτοις τισὶ βάθεσί τε καὶ ἀκαταληψίαις κειμένη, τὸ Χριστοῦ μυστήριον ψάλλει γοῦν ὁ μα κάριος Δαβίδ· «Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεο φέλαις ἀέρων· ο σκότον οἶμαι λέγων οὐδὲν ἕτερον, πλὴν ὅτι που πάντως τὴν τῶν ἐννοιῶν δυσκάτοπτον εὕρεσιν, τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἀχλύος δίκην εμπίπτουσαν. Ταύτῃ τοί φαμεν ζητημάτων ἰσχνών, καὶ περιεργίας τῆς ἐπέκεινα νοῦ, δεδεῆσθαι μὲν οὐ δαμῶς τὸ Χριστοῦ μυστήριον· πίστεως δὲ μᾶλλον ἁπλῆν καὶ ἀκακοῦργον ἐχούσης τὴν παράδοσιν. Οὕτω καὶ ἡμεῖς αὐτοὶ φρονεῖν δεδιδάγμεθα, καὶ πεπιστεύκαμεν ὅτι Θεὸν ὄντα κατὰ φύσιν τὸν ἴδιον Υἱόν, ἀπ έστειλεν ὁ Θεὸς καὶ Πατὴρ ἄνθρωπον γεγονότα, καὶ ἐκ γυναικὸς κατὰ σάρκα γεγεννημένον, ἵνα δικαιώση τοὺς εἰς αὐτὸν πιστεύοντας· καὶ τῶν ἐν ἀγνοίᾳ πται σμάτων, χρηστοῖς καὶ ἡμερωτάτοις ἀπαλλάξας νεύ μασι, καθαροὺς καὶ ἀμώμους προσκομίσεις δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῆς θείας ἑαυτοῦ φύσεως εργάσηται κοινωνούς, τοὺς ὑπὸ θάνατον καὶ φθοράν κηρύξῃ δὲ καὶ τυφλοῖς ἀνάβλεψιν· καὶ τὰς τῶν πε πλανημένων ἀγέλας εἰς τὸ τῆς ἀληθοῦς θεογνωσίας μετακομίσῃ φῶς· διδάξῃ τε λοιπὸν, τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων δημιουργός, γέ γονε γὰρ ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν, ἐξ οὗ γεγέννηται κατὰ φύσιν· ἐγνώκαμέν τε σαφῶς τὴν εἰς ζωὴν ἡμᾶς τὴν ἄΐδιον ἀποφέρουσαν ὁδόν. Οὕτω καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις ἐπιλάμψειν τὸν Υἱὸν ὁ μακάριος προφήτης Ησαΐας προανεκεκράγει, λέγων· «Οὕτω λέγει Κύ ριος· Εκοπίασεν Αίγυπτος, καὶ ἐμπορίαι Αιθιόπων, καὶ οἱ Σαβαΐμ, ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δε δεμένοι χειροπέδαις· καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι· καὶ οὐκ ἔστι θεὸς πλήν σου. Σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. • Είρηται δέ που πρὸς τὸν Υἱόν, ὡς ἐκ προσώπου πάλιν τοῦ Θεοῦ καὶ Πατρός Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναι σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. να, 21. Το
col. 113–114page 53 of 121
PG 76:113Νενομοθέτηκε μὲν γὰρ τὸν ἐξ αἵματός τε καὶ γένους Ἰσραὴλ τὴν Καινὴν Διαθήκην, παλαιωθείσης τῆς πρώτης· ἐπέφανε δὲ καὶ μέχρι τερμάτων τῆς ὑπ᾽ οὐρανὸν, τοῖς ἀνὰ πᾶσαν χωραν τε καὶ πόλιν ἔθνεσί τε καὶ λαοῖς. Προσκεκυνήκασι γὰρ αὐτῷ, καὶ μὴν καὶ ἔπονται νοητῶς, ἀῤῥήκτοις ἀγάπης δεσμοῖς, καθάπερ τισὶ χειροπέδαις ἐνισχημένα, καὶ μονονουχί λέγοντα τὸ διὰ φωνῆς Ἱερεμίου· «Ἰδοὺ οἶδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ. ο Ορα δέ μοι τῶν προφητικῶν ἐννοιῶν τὴν ἐγρήγορσιν·. Προσ κυνήσουσί σοι, φησί, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν π. Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου· ο ᾔδει μὲν οὖν ὁμολογουμένως, ὡς πνευματοφόρος τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν ἡμῖν σκηνώσαντα [Ισ. σκηνώ σαντας, καθά φησιν ὁ μακάριος εὐαγγελιστής Ιωάν νης· ταύτῃ τοί φησιν, ὅτι ο Εν σοὶ Θεός ἐστι· ο πλὴν οὐκ εἰς δύο τέμνεσθαι Θεούς συγκεχώρηκε τὸν Ἐμε μανουήλ· ἀλλ᾽ εἰ καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής, ἕνα καὶ οὕτως ώμολόγει πάλιν αὐτόν· καὶ γοῦν εὐθὺς προσεπήνεγκεν, ὅτι ο Οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Επιτήρει γὰρ ἀκριβῶς τὴν τοῦ προφήτου φωνήν. Προσηγορευκώς γὰρ, ὡς ἔφην, ὅτι Ἐν σοὶ ὁ Θεός ἐστιν, α) προστέθεικεν, ὅτι καὶ οὐκ ἔστι Θεὸς πλὴν τοῦ ἐν σοί, ἀλλ᾽ εἰς ἑνότητα συνενεγκών οἰκονομικὴν, Ούκ ἱπι, φησί, θεὸς πλὴν σοῦ. Ὅτι δὲ ἄνθρωπος γεγο πὼς ὁ μονογενῆς τοῦ Θεοῦ Λόγος, διὰ πάσης τῆς θεο πνεύστου Γραφῆς, ὡς ἔπος εἰπεῖν, καταγγέλλεται, διὰ πλείστων μὲν ὅσων ἀκονιτὶ καταδείξαι ῥᾷον· ἀπό χρη δὲν οἶμαι, πρὸς τὸ παρὸν ἐκεῖνο εἰπεῖν. Εφη γάρ που Θεὸς πρὸς τὸν μακάριον Δαβίδ· «Καὶ ἀναστήσω ἐκ τοῦ σπέρματός σου μετά σέ, δς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου. Καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς Πα τέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υιόν, ο 'Αλλ', οἶμαι, φαίη τις ἂν, οὐκ ἐπί γε τῷ Ἐμμανουήλ, εἰρῆσθαι δὲ μᾶλλον ἐπὶ Σολομῶντι ταυτί. Παῦλός γε μὴν ὁ σοφώτατος, τοῖς οὕτως ἐθέλουσι νοεῖν, ἀντιτάξεται γεννικώς, δέχεται γὰρ ἐπὶ Χριστῷ τὰς φωνάς· καὶ αὐτὸν εἶναι φησι πρὸς ἐν εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός, ότι εάσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υιόν. ο Ὅτι δὲ καθ᾿ ἡμᾶς γεγονώς, τουτέστιν ἄνθρωπος, ἱερουργήσειν ἔμελλε τῷ Θεῷ καὶ Πατρὶ, διὰ τῆς εἰς αὐτὸν πίστεως σεσωσμένην τὴν ὑπ' οὐρανὸν, διεσάφει λέγων ἐν ἑτέροις· «Καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, δς πάντα τὰ ἐν τῇ καρδίᾳ μου, καὶ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν· καὶ διελεύσεται ἐνώπιόν μου τάσας τὰς ἡμέρας. Αθρει δή μοι πάλιν, ὡς ἐν ἑτέροις εἰπών, «Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματι μου,» τῷ Υἱῷ τὸν οἶκον ἐγείρειν ὁ Πατὴρ ἐπαγγέλλεται. Καὶ τοῦτο συνεὶς ὁ θεσπέσιος Παῦλος, Μωσέα μὲν ἔφη πιστὸν ἐν ὅλῳ γενέσθαι τῷ οἴκῳ μου, τὸ οἰκετικὴν ἔχοντα μέτρον, Χριστόν γε μὴν ὡς Υἱὸν ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς. Τρόπος δὲ τῆς ἱερουργίας αὐτῷ, τὰ καθ' ἡμᾶς· οὐχ αἷμα το κιν,
col. 115–116page 54 of 121
PG 76:115ταύρων καὶ μόσχων, ἀλλ' ἡ τῆς ἁπάντων πίστεως σε ὁμολογία. Καὶ πιστώσεται πάλιν ώδι γεγραφώς ὁ μακάριος Παῦλος· «"Οθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ᾿Αρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὅτε δι' ἡμᾶς κεκενώσθαι λέγεται μορφὴν δούλου λαβών, τότε καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις ἑαυτὸν καθεῖναι, οἷς ἂν πρέ ποι καὶ μάλα εἰκότως, καὶ τὸ ἀπεστάλθαι δοκεῖν, καὶ τῆς ἀνωτάτω τιμῆς ἡγεῖσθαι πρόξενον τὴν ἱερουργίαν. Εἰ γὰρ ἐπείπερ γέγονε καθ' ἡμᾶς, προσ κεκύνησε μεθ᾿ ἡμῶν ὡς ἄνθρωπος· καίτοι προσκυνούσης αὐτὸν τῆς ἄνω πληθύος, καὶ τῶν ἁγίων πνευ μάτων, λέγοντός τε Μωσέως περὶ αὐτοῦ, «Εὐφράνθητε, οὐρανοῖ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες υἱοὶ Θεοῦ·, τί τὸ ξένον ἢ τοῖς τῆς οἰκονομίας λόγοις ἀνάρμοστον, εἰ κεχρημάτικεν ἀρχιερεὺς, ὡς εἰς ὀσμὴν εὐωδίας ἑαυτόν τε ὑπὲρ ἡμῶν, καὶ ἡμᾶς ἀνατιθεὶς δι᾿ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τῷ Θεῷ καὶ Πατρί, ο Χριστοῦ γάρ ἐσμεν εὐωδία» κατὰ τὸ γεγραμμένον. Αλλ' ἥκιστα μὲν ἐν κόσμῳ τῷ δέοντι πεπράχθαι ταυτί, διισχυρίζεται πάλιν ὁ γεννάδας ουτοσί· μόνον δὲ οὐχὶ καταμειδιᾷ τῶν οὕτω ταῦτ' ἔχειν ὑπειληφότων, καὶ τοῖς θείοις σκέμμασιν ἀνοσίως ἐπιτιμῶν, οὕτω πού φησιν [ Αποστόλου γὰρ ἀκούοντες όνομα, τὸν Θεὸν λόγον νοοῦσιν ἀπόστολον. ᾿Αρχιερέως ἀναγινώσκοντες κλή σιν, θεότητα τὸν ἀρχιερέα φαντάζονται, παραδόξου μαθών, οὐκ εὐθὺς ἄνθρωπον μηνυόμενον ἔγνω; Τις φρενοβλαβείας ιδές. Τις γὰρ λειτουργίαν ἀποστόλου ἀρχιερέως ὀνομασίαν ἀκούων, θεότητος οὐσίαν τὸν ἀρχιερέα νομίσειεν; Εἰ γὰρ ἀρχιερεὺς ἡ θεότης, τίς ὁ παρὰ τῇ τῆς ἀρχιερωσύνης λειτουργία θεραπευό δ μενος; εἰ Θεὸς ὁ προσφέρων, οὐδεὶς ᾧ προσφέρεται τι γὰρ θεότητος ἄξιον, ἵν᾿ ὡς ἐλάττων προσφέρῃ τῷ μείζονι; Προσεπάγει δὲ τούτοις· Πόθεν οὖν αὐτοῖς ὁ Θεὸς κεκλῆσθαι νῦν ἀρχιερεὺς ἐνομίσθη, ὁ θυσίας εἰς προκοπὴν ἰδίαν κατὰ τοὺς ἀρχιερέας μὴ χρήζων; ὁ Θεότητος κτήτωρ ἐξ ἀνθρώπων ληφθεὶς, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν.] ΚΕΦ. Α'. Οὐκοῦν οὐδὲ ἀπεστάλθαι φῆς εἰς τόνδε τὸν κόσμον τὸν τοῦ Θεοῦ Λόγον; πεφενάκικεν οὖν ἄρα, κατὰ τὸ εἰκὸς, τοὺς δι' αὐτοῦ κεκλημένους ὁ σοφώτατος Παῦ λος· ἔφη γὰρ, ὅτι • Εξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἁλοίη δ' ἂν κατά σε καὶ ὁ μακάριος Δαβὶδ ἐρραψῳδηκὼς εἰκῆ, καὶ τὰ ἀνέφικτα ζητῶν· ἔφη γάρ που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ἐξαπο ΑΝΤ. εὐωδίαν,
col. 117–118page 55 of 121
PG 76:117στειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου.» Τί δέ, ".»? εἰπέ μοι, οὐχὶ καὶ αὐτὸς ὁ Υἱός ψευδοεπήσει τάχα που λέγων· «Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ; Καὶ πάλιν· «Ἐγὼ ἐκ τοῦ Πα τρὸς ἐξῆλθον, καὶ ἥκω;» Γράφει δέ που καὶ ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· Ο λαμβάνων αὐτοῦ τὴν μαρ τυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθῆς ἐστιν· δν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεί.» Απεστάλθαι δὲ φαμεν τὸν τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀποστολῆς ὄνομά τε καὶ χρῆμα μετὰ τῶν τῆς κενώ σεως ἔχοντα μέτρων· σὺ δὲ δὴ δέδιας ἀμαθῶς, καὶ αὐτῷ προσνέμειν ερυθριᾶς ἀνθ' ὅτου τό τε τῆς ἀποστολῆς, καὶ τὸ τῆς ἀρχιερωσύνης ὄνομά τε καὶ χρῆμα; Αρα γὰρ ἁρμόσειεν [ἴσ. ἁρμόσειν ] ἐπείληφας, ὡς ἑτέρῳ παρ' αὐτὸν ἀνθρώπῳ τῷ ἐκ γυναικός, ψιλήν ἔχοντι τὴν συνάφειαν, κατὰ σὲ, καὶ ὡς ἐν ἰσότητι μόνης τῆς ἀξίας; Πῶς οὖν ἔτι τὰ καθ᾿ ἡμᾶς ὀνήσας ὁρᾶται Θεὸς ὢν ὁ Λόγος, εἰ καὶ προσκεκομίσμεθα δ' ἑτέρου τῷ Θεῷ καὶ Πατρί; Οὐκέτι γὰρ δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν· ἀλλὰ γέγονεν ἡμῶν μεσίτης άνθρωπος καθ' ἡμᾶς, τὸ τῆς θεότητος ὄνομα κατάπλαστον ἔχων. ᾿Αλλὰ ναί, φησί, σμικρὸν ἂν εἴη τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ τὸ ἱερουργεῖν. Σμικρὸν ὁμολογουμένως. Συνεργῶ [ἴσ. συνερῶ ] γάρ σοι πρεσβεύοντι ταληθές· ἀλλ᾽ οὐ γυμνῇ τῇ θεό τητι κεχρημένος επέφανε τοῖς ἐπὶ τῆς γῆς γεν γονὼς δὲ μᾶλλον ἄνθρωπος καθ' ἡμᾶς, ᾧ μέγα τι χρῆμα καὶ ἐξαίρετον ἱερουργία· εἰ δὲ δὴ παραι τεῖτο [σ. παραιτοῖτο ] τὸ ἱερουργεῖν ὡς ἀνθρώπῳ πρέπον, ήγουν ἑτέρῳ τῷ [ἰσ. ἑτέρῳ τῳ] τῆς δου λείας ἔχοντι μέτρον, πῶς οὐκ ἄμεινον παρά πολύ, καὶ πρό γε τούτου παραιτεῖσθαι τὴν ἐνανθρώπησιν; Αλλ᾽ οὐκ ἀπόβλητον ἐποιήσατο δι' ἡμᾶς τὴν γέν νησιν, ούτοσι δὲ, ὡς ἔφην, αἰσχύνεται ταληθές· ἄσοφον τε καὶ ἀνεπιστήμονα καταδεικνὺς ἑαυτόν. Καίτοι τοῦ μακαρίου Παύλου λέγοντος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον, δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι. › θαυμάσεις δ᾽ ἂν τις τὸν τοῦ Θεοῦ Λόγον, τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς, τοσαύτην ἀνασχομένῳ παθεῖν τὴν ταπείνωσιν, ὧν οὐκ οἶδ' ὅπως ὁ τῶν εἰκαίων ἡμῖν διδα γμάτων εὑρετῆς, καὶ μόνον ὁμολογεῖν αἰσχύνεται καίτοι δέον αγασθαι μὲν ἐπὶ τούτοις αὐτὸν, ἀνακεκράγειν δὲ ὁμοῦ τῷ μακαρίῳ προφήτῃ· «Κύριε, εἰσακήκοα τὴν ἀκοὴν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. Ἐπειδὴ δὲ ἀπάσης αὐτῷ τῆς θεοπνεύστου Γραφῆς ἀνεγειρομένης τρόποντινὰ, καὶ ἀντανιστώσης τὴν ἀλήθειαν, ψυχρόν τε καὶ Εύλον, καὶ οὐδαμόθεν ἐπικουρούμενον ἀποφαινούσης αὐτῷ τὸν ἐπὶ τοῖς ἰδίοις εὑρήμασι λόγον, διηπόρηκεν οὐ μετρίως τῶν εἰς ὀρθότητά τε καὶ ἀλήθειαν ένα νοιῶν τε καὶ διασκέψεων· ταύτῃ τοι, καὶ ἃ μηδείς πώποτε τῶν εἰς ὀρθότητα τὴν δογματικήν μεμαρτυρημένων, ἢ πεφρονηκώς, ή λέγων ἁλίσκεται, ταύτας ποιείται τοῦ λόγου τὰς ἀφορμάς· σκιαμαχεί τε καὶ διατείνεται μάτην, ἀντεξάγοντος οὐδενὸς, ή φιλονει
col. 119–120page 56 of 121
PG 76:119χεῖν ἐθέλοντος περὶ τούτων αὐτῶν [ἴσ. αὐτῷ]· καὶ τοῦτο, οἶμα: ἔστι τὸ, εἰς ἀέρα δέρειν. Εφη γάρ· Τις Αποστόλου λειτουργίαν μαθών, οὐκ εὐθὺς ἄνθρωπον μηνυόμενον ἔγνω; Τίς ἀρχιερέως ὀνομασίαν ἀκούων, θεότητος οὐσίαν τὸν ἀρχιερέα νομίσειεν; Οτε τοίνυν οὐδεὶς ὁ τοῦτο λέγων ἐστὶ, τίσιν, εἰπέ μοι, φιλονεικεῖς, καὶ τὸ ταῖς ἁπάντων ψήφοις κατεγνωσμένον, ὡς μόνος αὐτὸς ἀνατρέπων, οἴει τάχα που, καὶ γερῶν ἀξίαν ποιεῖσθαι τὴν ἔνστασιν; Καίτοι πῶς οὐκ ἀληθὲς, ὡς τοῦτο λέγοντος οὐδενὸς, εἰς μέσον ἄγεις αὐτὸς, ὁ σιωπᾶν ἄμεινον, καὶ μὴ ταῖς τῶν ἁπλουστέρων ἐνίεσθαι ψυχαῖς; Τίς γὰρ οὕτως ἐμβρόντητος, ὡς θεότητος οὐσίαν τὸν ᾿Αρχιερέα νομίζειν; "ἄνθρωποςἦν Ααρών, καίτοι τὸ προέχειν τῶν ἄλλων ἐν ἱερω σύνῃ τῇ θείᾳ λαχών. Πῶς οὖν ἄν τις οὐσίαν θεότητος τὸν ἀρχιερέα νομίσειεν; ἢ πῶς ἂν οὐχὶ πάντη τε καὶ πάντως ὁμολογήσειεν ἀνθρώπου γενέσθαι μνήμην, ὅταν ἡμῖν ὁ Μωσέως ἀδελφὸς ὡς ἀρχιερεὺς ὀνομάζηται; ᾿Αλλὰ γὰρ κοινόν τινα καὶ κατὰ παντὸς ἀρχιερέως τῶν καθ᾿ ἡμᾶς ἰόντα τε καὶ πρέποντα προτιθεὶς τὸν λόγον, τῆς ἐν Χριστῷ νοουμένης οίκο νομίας τὸ παράδοξον παραλύειν ἐπιχειρεῖ, καὶ οἷον ἐκ βάθρων αὐτῶν κατασείειν ἀποτολμᾷ τὸ θεῖον ἡμῶν μυστήριον· οὐκ ἐννοῶν, ὅτι τεθεμελίωκεν ὁ Χριστὸς ἐπὶ πέτραν τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾄδου οὐ κατ ισχύσουσιν αὐτῆς. Ηκιστα μὲν γὰρ ἀξιοῖ τῇ κοινῇ καὶ ἁπάντων τῶν ὀρθὰ φρονεῖν εἰωθότων ἕπεσθαι δόξῃ· καινοτομεῖ καὶ μόνος ἀβασανίστως τὸ δοκοῦν. Ἡμεῖς μὲν γὰρ, καθάπερ ήδη προεἶπον, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἄνθρωπον γεγονότα, καὶ ἱερουργήσα φαμεν ἑαυτῷ καὶ τῷ Πατρὶ τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν, πρέπουσάν τε καὶ κατ' οὐδένα τρόπον ἀνάρμοστον τοῖς τῆς κενώσεως μέτροις ποιήσασθαι τὴν οἰκονομίαν. Ἀλλ᾽ οὐχ ὧδε ταῦτ ἔχειν ἐκείνῳ δοκεῖ, ἰδίᾳ δὲ μᾶλλον καὶ ἀνὰ μέρος ἀπολαβών, ὡς ἕτερον ὄντα Χριστὸν τὸν ἐκ τῆς ἁγίας Παρθένου παρά γε τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, αὐτὸν γενέσθαι φησὶν Απόστολον καὶ ᾿Αρχιερέα τῆς ὁμολογίας ἡμῶν οἴεται δὲ καὶ τῶν εἰς εὐσέβειαν ἡκόντων ἐννοεῖν, ἐκεῖνο λέγων· Εἰ Θεὸς ὁ προσφέρων, οὐδεὶς ᾧ προσ φέρεται· τί γὰρ θεότητος ἄξιον, ἵν᾿ ὡς ἔλαττον προσφέρῃ τῷ μείζονι; 'Αλλ' εἰ μέν τις ἦν ὁ διατεινόμενος τε καὶ λέγων αὐτὸν ἀληθῶς τὸν ἐκ Θεοῦ Πατ τρὸς Λόγον, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τετάχθαι πρὸς ἱερουργίαν, καὶ ἐν μέτροις εἶναι λειτουργικοῖς, ταύτης τε ἕνεκα τῆς αἰτίας ὀνομάζεσθαι δεῖν ἀρχιερέα καὶ ἀπόστολον. Σοφὴν ἂν ἐποιήσατο τὴν ἀπό πληξιν [ἴσ. ἐπίπληξιν ]· πεποιῆσθαι δὲ καὶ ἐν κόσμῳ φαίη τις ἂν αὐτῷ τὸν ἐπὶ τούτῳ συλλογισμόν. Οὐ γὰρ ἦν ἐν σπάνει τῶν ἱερουργῶν ἡ τῶν ὅλων κατάρχουσα φύσις, ἵν' ἐν αὐτῇ [ἴσ. ἑαυτῇ ] λειτουργήσειαν. Ἐπειδὴ δὲ φύσει Θεὸς ὑπάρχων ὁ Μονογενής, καὶ τὰς παρὰ τῶν ἱερατευόντων λειτουργίας δεχόμενο, εἰς τὸ τῶν τεταγμένων εἰς ἱερουργίαν καταπεφοίτηκε μέτρον, ἄνθρωπος γεγονώς, ὡς ἔφην, γένοιτο ἂν τῶν ἀτόπων οὐδὲν, εἰ καλοῖτο πρὸς ἡμῶν καὶ ἀρ χιερεύς. Η οὐ καταβέβηκεν ἐν τῇ δούλου μορφή,
col. 121–122page 57 of 121
PG 76:121μορφήν δηλονότι δούλου λαβών, καίτοι χαρακτήρ ὑπάρχων καὶ ἀπαύγασμα τῆς δόξης του Πατρός; ἀλλ᾽ οὐκ ἂν ἐνδοιάσειέ τις. "Οτε τοίνυν ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος, ὡς Θεός, ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ γεγεννηκότος, κεχρημάτισε δοῦλος, τὸν ἴσ. τῶν] ὑπὸ ζυγὰ δουλείας τό μέτρον οὐ διωθούμενος οίκου νομικῶς, ἀνθ' ὅτου δέδιας αὐτὸν καὶ ἀρχιερέα καλεῖν διὰ τὸ ἀνθρώπινον; καθιεροί γὰρ ἡμᾶς εἰς ὀσμὴν εὐωδίας διὰ τῆς πίστεως· ἑαυτόν τε ὑπὲρ ἡμῶν ὡς εὐοσμώτατον θύμα προσκεκόμικε τῷ Πατρί. Ὁ δὲ, οὐκ οἶδ' ὅ τι λέγων, προσεπάγει τούτοις εὐθύς· Πόθεν οὖν ὁ Θεὸς αὐτοῖς κεκλῆσθαι νῦν ἀρχιερεὺς ἐνομίσθη, ὁ θυσίας εἰς προκοπὴν ἰδίαν μι; χρήζων; ὁ Θεό τητος κτήτωρ < ἐξ ἀνθρώπων ληφθεὶς, ὑπὲρ ἀνθρώ των καθίσταται τὰ πρὸς τὸν Θεόν;» Πόθεν μὲν οὖν ἦν, ἢ διὰ ποίαν αἰτίαν ὠνόμασται Χριστὸς, τουτ ἐστιν, ἄνθρωπος γεγονώς ὁ τοῦ Θεοῦ Λόγος Από στολος καὶ ᾿Αρχιερεύς, διαρκώς ἡμῖν ὁ λόγος ἀποδέδειχεν ἀρτίως. Οἶμαι δὲ δεῖν οὐκ ἀβασάνιστον ἐξν τὴν ἀσυνήθη τε καὶ ξένην αὐτοῦ φωνήν. Δρα γὰρ θεότητος κτήτορα τὸν ἐκ Θεοῦ. φησὶ Λόγον, κἂν εἰ ἀνὰ μέρος βούλοιτό τις νοεῖν αὐτὸν καὶ δίχα σαρκός; ἄρα ὡς παρ' αὐτὸν ἑτέραν τὴν θεότητα αὐτοῦ διορίζεται; ἧς, οὐκ οἶδ' ὅπως, καθά φησιν αὐτὸς, γέγονε κτήτωρ, ὡς προσειλημμένης έξωθεν καὶ ἐπισυμβάσης αὐτῷ, καίτοι Θεῷ κατὰ φύσιν οὐκ ὄντι αὐτῷ ποτε, ὁποῖόν ἐστι τὸ παρὰ τῆς ἀρχαίας ἐκείνης γυναικὸς, φημὶ δὴ τῆς Εὔας, τεκούσης τὸν Σήθ· «Έχο τησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. 'Αλλ', οἶμαι, τοῦτό ἐστιν ἀπόβλητον παντελῶς αὐτῷ τε καὶ πᾶσιν. Τί οὖν ἀχυρολογεῖ, καὶ παραῤῥιπτεῖ φωνὰς ἀσυνέτους ἐπ' ἀναγκαίοις οὕτω πράγμασιν; Η οὐκ ἂν ἔφλοι γέ λωτα καὶ φρενοβλαβείας γραφήν, εἰ δὴ βούλοιτό τις ἕνα τῶν καθ᾿ ἡμᾶς ἀνθρωπότητος κτήτορα λέγειν, ἤγουν τὸν ἵππον ἱππότητος; Τίς ἄρα λοιπὸν ὁ τῆς θεότητος κτήτωρ, «ὁ ἐξ ἀνθρώπων ληφθεὶς τὰ πρὸς τὸν Θεὸν καθίσταται; Ἐρεῖ τάχα που διελὼν εἰς δύο τὸν ἕνα Χριστόν, τὸν ἐκ τῆς ἁγίας Παρθένου γέν γραπται [ἶσ. τέτραπται] γάρ πως εἰς τοῦτο καὶ νῦν ὁ σκοπὸς αὐτῷ· κτῆσις οὖν ἀνθρώπου γέγονεν ή θεό της, εἰπέ μοι, καὶ συνέβη τινὶ τῶν καθ᾿ ἡμᾶς, τὸ φύσει τε καὶ ἀληθείᾳ γενέσθαι Θεόν, καὶ τῆς άνω κάτω τατῶν καὶ ὑπερτάτης ουσίας καταπλουτῆσαι τὴν ὑπεροχήν; Απαγε τῆς δυσβουλίας, ἄνθρωπε κεκτήσεται γὰρ οὐδεὶς, καὶ ὡς ἰδίαν ἂν ἔχοι τὴν τῆς θεότητος φύσιν, τῶν τελούντων ἐν γεννητοῖς. Ιδιον ἦν τὸ σῶμα τοῦ Λόγου· καὶ ὡς ἕνα Θεὸν καὶ Χριστὸν καὶ Υἱὸν καὶ Κύριον σὺν αὐτῷ προσκεκύνησεν ή κτί σις, καὶ δοξολογοῦσιν οἱ οὐρανοὶ, καὶ σὺν αὐτοῖς ἡμεῖς· ὡς γὰρ ὁ προφήτης φησίν, ο Εκάλυψεν ού ρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλή ρης ή γή, ο οὐχ ὡς ἀνθρώπου θεότητα κτησαμέν του· τῶς γὰρ, ἢ πόθεν; ἀλλ' ὡς ἐν προσλήψει σαρ κὸς ἀνθρώπου γεγονότος τοῦ ἐκ Θεοῦ Πατρός Λόγου. 'Αλλ᾽ ἔστω τυχὸν ὁ ἐξ ἀνθρώπων ληφθείς, θεότητος
col. 123–124page 58 of 121
PG 76:123κτήτωρ, κατά γε τὸ αὐτῷ σοι δοκοῦν, πῶς καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἀρχιερεὺς δηλονότι, πότερα οὖν, γυμνὸς ἧς ἐκτήσατο θεότητος, ιερατεύσει τῷ Θεῷ ή ταύτην ήδη πως ἰδίαν ἔχων; τουτί γάρ, οἶμαι, καὶ ἕτερον οὐδὲν, κατασημαίνειεν ἂν τὸ κτήσασθαι λέ γειν αὐτόν. Αλλ' εἰ μὲν γυμνός, οὐκ ἐκτήσατο· εἰ δὲ ὡς ἰδίαν ἔχων αὐτήν, θεότητός [ἰσ. θεότης] που πάντως ἱερατεύσει Θεῷ. Τί οὖν ἀλύεις, ἄνω τε καὶ κάτω διακυκᾷς, καὶ παρασημαίνων οὐκ ερυθριᾷς τῆς πίστεως τὴν παράδοσιν; Έχει πρόφασιν ἀναγκαίαν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, κἂν ἱερατεῦσαι λέγοιτο Θεῷ καὶ Πατρί· κεχρημάτισε γὰρ ἱερεὺς οὐ δίχα σαρκός, καθ' ἡμᾶς δὲ γεγονώς, ὡς ἔφην, οὓς [ἴσ. οἷς] καὶ ἐν εὐκλείας τάξει λελόγισται τὰ τῆς ἱερωσύνης αὐχή ματα. Καὶ καθ' ἕτερον δὲ τρόπον, ἀταλαίπωρον ἰδεῖν, ὡς ἔστι τῶν ἄγαν εκτοπωτάτων, καὶ πολλῆς ἐπίμεστον εὐηθείας, κτήτορα θεότητος τὸν ἐξ ἀνθρώπων ληφθέντα λέγειν, καθιστάμενόν τε πρὸς τὸν Θεόν εἰ γὰρ ἐλήφθη παρὰ τοῦ Θεοῦ, τίνα τρόπον την λα βοῦσαν αὐτὸν κατεκτήσατο φύσιν; τὸ γάρ τοι ληφθέν, ἔσται που μᾶλλον τοῦ λαβόντος ὡς κτῆσις, καὶ οὐκ αὐτὸ κεκτήσεται τὸ προσειληφός· οἷον δὲ δή τί φημι Πλούτου τις γέγονε κτήτωρ, ήγουν ἐπιστήμης τῆς ἐφ᾽ ὁτιοῦν νοουμένης· ἆρ᾽ οὐχ ἅπασιν ἐναργές, ὡς οὐκ αὐτὸς ἔσται τοῦ πλούτου κτῆσις, ήγουν τῆς προ γενομένης [Ισ. προσγενομένης] αὐτῷ ἐπιστήμης, κατακτήσεται δὲ μᾶλλον τὸ προσειλημμένον; Αλλ', οἶμαι, τοῦτό ἐστι κατ' οὐδένα τρόπον ἀμφίλογον. Οὐκοῦν, εἰ τὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενούς πολυπραγμονούντες τρόπον, ἄνθρωπον εὑρίσκομεν, ὡς ἐν προσλήψει θεότητος γεγονότα Θεόν, λεγέσθω κατὰ σὲ, θεότητος κτήτωρ· αὐτοῦ γὰρ γέγονεν ἡ θεότης. Εἰ δὲ θεὸς ὢν ὁ Λόγος, ἐπελάβετο σπέρματος Αβραάμ, καὶ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ Πατρός, γέγονεν ἄνθρωπος μορφὴν δούλου λαβών, πῶς οὐκ εμβρόντητος εἴη ἄν, εἴ τις ἔλοιτο λέγειν, ὅτι τὸ λη φθὲν τὴν λαβοῦσαν αὐτὸ κατεκτήσατο φύσιν, καὶ οὐχὶ δὲ μᾶλλον γέγονεν ἴδιον τῆς λαβούσης αὐτό; Ὅτι δὲ τῶν ἑαυτοῦ λόγων τε καὶ εὑρημάτων τὴν δύναμιν, καὶ μὴν καὶ αὐτὸ τὸ τῆς ἀρχιερωσύνης όνομα περι ίστησιν ἀμαθῶς εἰς ἄνθρωπον ἁπλῶς τὴν ἐκ γυναικὸς, ἀποφέρων αὐτὸ τοῦ Μονογενοῦς καὶ ἐκ Πατρός ὄντος Λόγου, καὶ διὰ τῶν ἑξῆς προσαποφανεῖ· γέ γραφε γὰρ ὡδὶ δὴ πάλιν [ι Οὐκ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Αβραὰμ ἐπιλαμβάνεται.» Μὴ σπέρμα τοῦ ᾽Αβραὰμ ἡ θεότης; ἄκουσον καὶ τὴν ἐπομένην φωνήν·. "Οθεν ὤφειλε, φησί, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ο μὴ τῇ θεότητί τινας ὁ Θεὸς Λόγος ἔσχεν ἀδελ φοὺς ἐοικότας; Σκόπει καὶ τὸ τούτοις εὐθὺς συν απτόμενον Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρο χιερεὺς τὰ πρὸς τὸν Θεόν· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων, παθητὸς δὲ ὁ ναός, οὐχ ἡ ζωοποιὸς τοῦ πεπονθότος Θεός. Σπέρμα 'Αβραὰμ ὁ χθὲς καὶ σήμερον, κατὰ τὴν τοῦ Παύλου φωνὴν, οὐχ ὁ λέγων, «Πρὶν ᾿Αβραάμ γενέσθαι ἐγώ
col. 125–126page 59 of 121
PG 76:125εἰμι· › ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα ὁ ψυχῆς ἀν-: « θρωπίνης και σαρκὸς ἀναλαβὼν ἀδελφότητα, καὶ οὐχ ὁ λέγων, «Ο έωρακώς εμέ, εώρακε τὸν Πατέρα.»] ΚΕΦΑΛ. Β'. Οὐκοῦν ἐπελάβετο, καθὰ καὶ αὐτὸς ὡμολόγηκεν ἀρτίως, σπέρματος 'Αβραὰμ Θεὸς ὢν ὁ Λόγος· πῶς οὖν ἔτι θεότητος κτήτωρ, ὁ ἐκ σπέρματος 'Αβραάμ, εἰ προσελήφθη παρὰ Θεοῦ, καὶ οὐχὶ προσλαβών ὁρᾶται τὴν θεότητα αὐτός; Καὶ θεότητος οὖν φύσις ήκιστα ἂν εἴη τὸ σπέρμα τοῦ ᾿Αβραάμ, σῶμα δὲ μᾶλλον τοῦ Θεοῦ Λόγου γέγονε, κατὰ τὰς Γραφὰς, καὶ ἴδιον αὐτοῦ· καὶ ὁ τῇ κτίσει κατὰ φύσιν ἰδίαν ἀσύντακτος ὡς Θεός, ὅτε γέγονεν ἄνθρωπος, ὅς ἐστι κτίσεως μέ ρος, τότε δή, τότε καὶ μάλα εἰκότως, καὶ ἀδελφοὺς ἡμᾶς ὀνομάζειν ἀξιοί, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Οτι δὲ διὰ τὸ τῆς κενώσεως μέτρον καταπεφοίτηκεν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ εἰς γε τὸ δεῖν κατονομάζειν ἀδελφοὺς ἑαυτῷ τοὺς ἐπὶ τῆς γῆς, σαφηνιεῖ γεγραφώς ὁ σοφώ. τατος Παῦλος, περί τε αὐτοῦ καὶ ἡμῶν· Οτε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες, δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέ γων Απαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως, σμικρόν κομιδή τῷ ἐκ Θεοῦ φύντι Λόγῳ τὸ τῆς πρὸς ἡμῶν ἀδελφότητος όνομα· καθιγμένῳ γε μὴν εἰς ἑκούσιον κένω σιν, σμικρὸν μὲν καὶ οὕτω, πλὴν εὐαφόρμως εἰσβε βηκός· μετέσχηκε γὰρ αἵματος καὶ σαρκὸς, καὶ τοῖς ἐν σαρκὶ καὶ αίματι κεχρημάτικεν ἀδελφός. Εἰ γὰρ ἁγιάζεται μεθ' ἡμῶν καθό γέγονεν ἄνθρωπος, καίτοι θεὸς ὢν φύσει, καὶ τὸ πνεῦμα διδοὺς αὐτὸς, πῶς εἰ λέγοιτο καὶ ἀδελφὸς, οὐκ ἐν κόσμῳ λοιπὸν εἴρηται [ερήσεται]; ταύτης γὰρ ἕνεκα τῆς αἰτίας γέγονε καθ' ἡμᾶς, ἵνα ἡμᾶς ἀδελφοὺς ἀποφένηται καὶ ἐλευθέρους, ο Όσοι γὰρ ἔλαβον αὐτὸν, φησίν, ἔδωκεν αὐτ τοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θε λήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» Γεγένηται γὰρ ὁ ἐκ Θεοῦ Πα τρὸς Λόγος μεθ' ἡμῶν κατὰ σάρκα, ἵνα καὶ ἡμεῖς τὴν ἐκ Θεοῦ καταπλουτήσωμεν διὰ πνεύματος γέν νησιν, οὐκέτι σαρκὸς χρηματίζοντες τέκνα, μεταστοιχειούμενοι δὲ μᾶλλον εἰς τὰ ὑπὲρ φύσιν, καὶ υἱοὶ Θεοῦ χρηματίζοντες κατὰ χάριν. Γέγονε γὰρ ὡς εἶς ἐξ ἡμῶν, ὁ κατὰ φύσιν καὶ ἀληθῶς Υἱός μονογενής, καὶ ἀψευδῆς ὁ λόγος· πιστώσεται δὲ πρὸς τοῦτο ἡμᾶς ὁ θεσπέσιος Παῦλος, ὡδί που λέγων·. Οτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, ᾿Αᾶ, ὁ Πατήρ.» Τί τοίνυν ἀποβιάζῃ τῆς οἰκονομίας τὸ σοφὸν, εἰς τὸ μὴ ἐν κόσμῳ τῷ δέοντι πεποιῆσθαι δοκεῖν, διά γε τοῦ λέγειν, Μὴ σπέρμα τοῦ ᾽Αβραὰμ ή θεότης; Μὴ τῇ θεότητι τινὰς ἔσχεν ἀδελφοὺς ἐοικότας; 'Αρα οὐκ ἐναργής ἀποπληξία τούτό γε; Τὸ γὰρ ἐκτόπως ἀνα ο
col. 127–128page 60 of 121
PG 76:127πυνθάνεσθαι, καὶ ἀποκομίζειν εἰς δυσφημίας, τὰ οὔτ τως ὀρθὰ καὶ ἀμωμήτως ἔχοντα, κατά γε τὸν τῆς ἐν Χριστῷ νοουμένης οικονομίας λόγον, τί ἕτερόν ἐστιν, ἢ τῆς ἀπασῶν ἐσχάτης ἐμβροντησίας ἀπόδειξις; Ομολογουμένως μὲν γὰρ, κατὰ τὴν τοῦ σώ ματος φύσιν, ήτοι τὸν τῆς ἀνθρωπότητος λόγον, τε λείως ἐχούσης ἐφ' ἑαυτῇ, γέγονεν ἡμῖν παραπλήσιος, καὶ κατὰ πᾶν ὁτιοῦν ἐοικώς, δίχα μόνης ἁμαρ τίας ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. Ερήσομαι δὲ τὸν λέ γοντα, Μὴ τῇ θεότητι τινὰς ὁ Θεὸς Λόγος ἔσχεν ἀδελ φοὺς ἐοικότας; τί δὴ ἄρα καθ' ἑαυτὸν ἐννενοηκώς δ ἱερώτατος Παῦλος, γέγραφέ τισι, ο Τεκνία, οὓς πά λιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. ο Καὶ μὴν καὶ ἑτέρωθι τοῖς διὰ πίστεως τελειωμέ νοις ἐν πνεύματι, «Ἡμεῖς δὲ πάντες ανακεκαλυμ 71: «μένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι. Ει τὴν αὐτοῦ εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευ θερία. Αρ' οὖν ὡς οὐκ ἔχουσι Γαλάταις τῆς σωμα τικῆς ἐλευθερίας τους τύπους, πρὸς τὸ ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τὰ τοιάδε φησίν· ἀνωδίνει δὲ αὐτοὺς, ἵν' ἐγχαράττοιτό πως αὐτοῖς, καὶ διαμορφωῖτο κατὰ σάρκα Χριστός; Καίτοι πῶς οὐχ ἅπας τις οἶμαι καὶ ἀναμφιλόγως ἐρεῖ, συμμόρφους ἀλλήλοις ἅπαντας εἶναι τοὺς ἐπὶ τῆς γῆς, καὶ αὐτῷ δὲ τῷ Χριστῷ, καθό νοεῖται καθ' ἡμᾶς ἄνθρωπος, ἄνθρωπος [ἰσ. παρέλκει] τε καὶ μεθ' ἡμῶν; Ποία δὴ οὖν ἐν ἐκείνοις ἐξε ητεῖτο μόρφωσις ή πρός γε Χριστόν; ἢ τίνα τρόπον ἡμεῖς ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμεθα; Ποίαν ἀφέντες μορφὴν, εἰς τίνα μεταστοιχειούμεθα; Οὐκο οὖν διδασκέτω παρελθῶν ὁ θεῖος ἡμᾶς μυσταγωγός, ὁ τῶν θείων μυστηρίων ἱερουργός· ὁ διδάσκαλος τῶν ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ·. Οὓς γὰρ ἔγνω, φησί, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτ τοῦ, τούτους καὶ ἐκάλεσεν.» Οὐκοῦν, ὡς ἔφην άρο τίως, καθό γέγονεν ἄνθρωπος, καὶ ἦν ἐκ σπέρματος 'Αβραάμ, σύμμορφοι πάντες ἐσμεν αὐτῷ· πάντας δὴ οὖν [ἰσ. οὓς] καὶ προέγνω τοὺς ἐπὶ τῆς γῆς, καὶ προώρισεν ὁ Πατήρ, τούτους κεκληκώς, ἡγίασε καὶ ἐδόξασεν. ᾿Αλλὰ μὴν οὐχ ἅπαντες προωρίσθησαν· οὐχ ἅπαντες ἡγιάσθησαν, ἢ ἐδοξάσθησαν· οὐκ ἄρα τῆς πρὸς Υἱὸν συμμορφίας το χρήμα, κατά μόνην ἂν νοοῖτο τὴν τῆς σαρκὸς φύσιν, ήγουν τῆς ἀνθρωπότητος, ἀλλὰ καὶ καθ᾿ ἕτερον τρόπον· καὶ τοῦτο ἡμῖν παρίστησι λέγων ὁ μακάριος Παῦλος· «Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Χοϊκοῦ μὲν λέγων εἰκόνα, τὴν τοῦ προπάτορος Αδάμ· ἐπουρανίου γε μήν, την τοῦ Χριστοῦ. Τίς οὖν πρώτη του προπάτορος εἰκών; τὸ εὐπόριστον εἰς ἁμαρτίαν, τὸ ὑπὸ θάνατον γενέσθαι καὶ φθοράν. Ποία δὲ πάλιν ἡ τοῦ ἐπουρανίου; τὸ κατ' οὐδένα τρόπον ἡττᾶσθαι παθῶν· τὸ μὴ εἰδέναι πλημ τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, πιο
col. 129–130page 61 of 121
PG 76:129μελεῖν· τὸ μὴ ὑποκεῖσθαι θανάτῳ καὶ φθορᾷ· ὁ ἁγιασμός, ἡ δικαιοσύνη· καὶ ὅσα τούτοις ἀδελφά τε καὶ παραπλήσια. Αλλ', οἶμαι, ταυτί πρέποιἂν τῇ θείᾳ τε καὶ ἀκηράτῳ διακεκτήσθαι φύσει. Κρείττον γάρ ἐστι καὶ ἁμαρτίας καὶ φθορᾶς, ἁγιασμὸς καὶ δικαιοσύνη. Αναφέρει δὲ καὶ ἡμᾶς ἐν τούτοις ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, τῆς θείας ἑαυτοῦ φύσεως κοινωνούς ἀποφαίνων διὰ τοῦ πνεύματος· ἔχει τοίνυν ἀδελφούς ἐοικότας αὐτῷ, καὶ τῆς θείας αὐτοῦ φύσεως φοροῦντας εἰκόνα, κατά γε τὸν τοῦ ἡγιάσθαι τρόπον· οὕτω γὰρ ἐν ἡμῖν μορφονται Χριστός μεταστοιχειοῦντος ὥσπερ ἡμᾶς τοῦ ἁγίου Πνεύματος ἐκ τῶν ἀνθρωπίνων εἰς τὰ αὐτοῦ. Ταύτῃ τοι καὶ πρὸς ἡμᾶς ὁ μακά ριος ἔφη Παῦλος· οὙμεῖς δὲ, οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾽ ἐν πνεύματι.» Οὐκοῦν μεθίστησι μὲν ὁ Υἱὸς οὐδὲν τοπαράπαν τῶν πεποιημένων εἰς τὴν τῆς ἰδίας θεότητος φύσιν· ἀμήχανον γάρ ἐνσημαίνεται δέ πως τοῖς τῆς θείας φύσεως αὐτοῦ γεγονόσι κοινωνοίς, διὰ τοῦ μετασχεῖν ἁγίου Πνεύματος, ἡ πρὸς αὐτὸν ἐμφέρεια νοητή, καὶ τὸ τῆς ἀῤῥήτου θεότητος κάλλος, ταῖς τῶν ἁγίων ἀναστράπτει ψυχαῖς· τί τοίνυν ἡμῖν, γυμνήν τε καὶ μόνην τῆς σαρκὸς τὴν ἐμφέρειαν απο νέμων, οὐκ ἐρυθριᾷς, τῆς θείας τε καὶ νοητῆς μορ φώσεως κατημεληκώς, μᾶλλον δὲ καὶ εἰσάπαν αὐτὴν ἀναιρῶν; 'Αλλ' ὁ μὲν τῶν ὅλων Κύριος καὶ Θεὸς μου νογενής, καθῆκεν ἑαυτὸν εἰς κένωσιν δι' ἡμᾶς, ἵνα ἡμῖν χαρίσηται τῆς πρὸς αὐτὸν ἀδελφότητος τὸ ἀξίω μα, καὶ τῆς ἐνούσης αὐτῷ εὐγενείας τὸ ἀξιέραστον κάλλος· ὁ δὲ ἁπάντων ἡμᾶς τῶν καλλίστων ἀποστερῶν, ἄνθρωπον ἡμῖν ἁπλῶς ἀδελφὸν γεγενῆσθαί φησι, καὶ πιστὸν ὡς οἴεται, τὸν ἔν γε τούτοις ἡμῖν ἀπο. Ο φαίνει λόγον προστιθείς· Σκόπει καὶ τὸ τούτοις εὐθὺς συναπτόμενον, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς Αρχιερεὺς τὰ πρὸς τὸν Θεόν· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων· παθητὸς δὲ ὁ ναὸς, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος Θεός. "Ότι μὲν οὖν ὧδέ τε φρονεῖν ᾑρημένος, καὶ μὴν καὶ λέγειν ἀποτολμῶν, ἀποδιίστησιν πάλιν εἰς τε ὑποστάσεις ἰδικὰς, καὶ μὴν καὶ πρόσωπα δύο, τήν τε ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἂν ἡμῖν αὐτὸς ἀρτίως ὡς θεοφόρον εἰσκεκόμικς άνθρωπον, εἴπερ ἐστὶν ἑτερός τε καὶ ἀνὰ μέρος ὁ παθών, καὶ ἕτερος ὁ ζωοποιὸς, ἐνδοιάσειν οἶμαι παντελῶς οὐδένα. Παραπαίει δὲ καὶ ἑτέρως, τὸν ἐξ ἀμπέλου Σοδόμων οἶνον ἐκπεπωκώς, καὶ κα τεμεθύων τῇ πλάνῃ, καὶ τάχα που μηδὲ εἰδὼς ὁ λέ γει· ποῦ γὰρ ὠνόμασται Θεὸς τοῦ Χριστοῦ, καταπέφρικα δὲ λέγων, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος; Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, καὶ μία πίστις ἡ εἰς αὐτόν οὐχ ὡς εἰς δύο καὶ ἀνὰ μέρος, ἀλλ' ὡς δι' ἑνὸς βαπτίσματος, εἰς Υἱὸν ἕνα καὶ Θεὸν καὶ Κύριον τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ὅτε γέγονεν ἄνθρωπος· οὐ γὰρ ὅτι γέγονε καθ' ἡμᾶς, τὸ εἶναι Θεὸς ἀπολέσει πηθέν· οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστὶν, ὁμοίωσιν ἀπαράδεκτον ἔχει, καὶ τὰ ἄνθρωπος είναι παρο αιτήσεται· μεμένηκε δὲ, ὥσπερ ἐν ἀνθρωπότητι Θεός, οὕτω καὶ ἐν φύσει τε καὶ ὑπεροχῇ θεότητος ὢν,
col. 131–132page 62 of 121
PG 76:131ἄνθρωπος οὐδὲν ἧττόν ἐστιν. Αμφω δὴ οὖν ἐν ταὐτῷ, καὶ εἷς τε Θεὸς καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. Αλλ' ὁ χρηστὸς αὑτοσὶ τῆς οἰκονομίας τὸν τρόπον ὡς ἀκαλλῆ παραιτούμενος, αποφέρει τοῦ Θεοῦ Λόγου τὰ ἀνθρώπινα, ἵν᾿ ὁρῷτο λοιπὸν κατ' οὐδένα τρόπον ἐνήσας τὰ καθ᾿ ἡμᾶς. Οὐ γάρ τοί φησιν αὐτὸν ἐλεήμονά τε καὶ πιστὸν ἀρχιερέα γενέσθαι· προσνέμει δὲ μᾶλλον ὡς ἑτέρῳ παρ' αὐτὸν τὸ χρῆμα τῷ πεπονθότι. Καίτοι πῶς οὐκ ἔδει μυσταγωγὸν εἶναι θέλοντα σοφός, τῶν ἐν τῇ θεοπνεύστῳ Γραφή φωνῶν τε καὶ ἐννοιῶν ἀκριβῆ ποιεῖσθαι τὴν ἄθροισιν· ἐννοεῖν τε, ὅτι καὶ θεοπρεπὲς ἀληθῶς τὸ χρῆμά ἐστι, καὶ οὐκ ἔξω λόγου τοῦ τῇ κενώσει πρέποντός τε καὶ ἐοικότος; Καὶ τίνα τρόπον ἐροῦμεν βραχυλογοῦντες ὡς ἔνι. κατεχρησμῴδησε μὲν γὰρ ὡς ὁ τῶν ὅλων Θεὸς τοῖς ἀρχαιοτέροις τὸν νόμον, μεσολαβοῦντος Μωσέως. Ἀλλ᾿ οὐκ ἦν ἐν νόμῳ τὸ δύνασθαι κατορθοῦν τοῖς ἐθέλουσιν ἀμω μήτως τὸ ἀγαθόν· «Τετελείωκε γὰρ οὐδέν. ο 'Αλλ' οὐδὲ ἄμεμπτος ἦν ἡ πρώτη διαθήκη. Κατάκριμα δὲ διακονίας (20') ὠνόμαζεν αὐτὴν ὁ πάνσοφος Παῦλος· ἀκούω δὲ λέγοντος· «Οίδαμεν ότι όσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λέγει, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ.» κατεργάζεται γὰρ ὁ νόμος εἰς ὀργὴν, καὶ τὸ γράμμα ἀπο κτείνει· καὶ ὡς πού φησιν αὐτός· Αθετήσας τις νόμου Μωσέως, χωρίς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶν μάρ τυσιν ἀποθνήσκει.» Κατακρίνοντος τοίνυν τοῦ νόμου τοὺς ἁμαρτάνοντας, καὶ τὴν ἐσχάτην ἔσθ' ὅτε ποινὴν καθορίζοντος τῶν ἡμεληκότων, καὶ κατ᾿ οὐδένα τρό πον οἰκτείραντος, πῶς οὐκ ἀναγκαία τοῖς ἐπὶ τῆς γῆς ἡ τοῦ φιλοικτίρμονος καὶ ἐλεήμονος ἀληθῶς ἀρχιερέως ἀνάδειξις ἦν; παύοντος μὲν τὴν ἀράν· ἀνακόπτοντος δὲ τὴν δίκην· καὶ ἀπαλλάττοντος τοὺς ἡμαρτηκότας, ἀμνησικάκῳ χάριτι, καὶ τοῖς ἐξ ἡμερότητος νεύμασιν; «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. δεδικαιώμεθα γὰρ ἐν πίστει καὶ οὐκ ἐξ ἔργων νόμου, ο κατὰ τὸ γεγραμμένον. Εἰς τίνα δὴ οὖν πιστεύοντες δικαιούμεθα; οὐκ εἰς τὸν παθόντα δι' ἡμᾶς τὸν κατὰ σάρκα θάνατον; οὐκ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν; οὐ τὸν θάνατον αὐτοῦ καταγγέλλοντες, καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν λελυτρώμεθα; Εἰ μὲν οὖν εἰς ἄνθρωπον τῶν καθ' ἡμᾶς ἕνα πεπιστεύκαμεν, καὶ οὐχὶ δὴ μᾶλ λον εἰς Θεὸν, ἀνθρωπολατρεία τὸ χρῆμα, καὶ ἕτερον οὐδὲν ὁμολογουμένως. Εἰ δὲ Θεὸν εἶναι τὸν πεπονθότα σαρκὶ πιστεύομεν, ὃς καὶ γέγονεν ἡμῶν ἀρχιερεύς πεπλανήμεθα μὲν κατ' οὐδένα τρόπον· ἄνθρωπον δὲ γεγονότα τὸν ἐκ Θεοῦ Λόγον ἐπιγινώσκομεν πράτ τεται δὲ οὕτω πρὸς ἡμῶν ἡ πίστις εἰς Θεὸν, τὸν ἔξω τιθέντα δίκης, καὶ ἁμαρτιῶν ἀπαλλάττοντα τοὺς ἐναλόντας αὐταῖς. «Έχει γὰρ ἐξουσίαν ὁ υἱὸς τοῦ ἀνο διακονία κατακρίσεως,
col. 133–134page 63 of 121
PG 76:133θρώπων καὶ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, ο ὥς που η καὶ αὐτός φησιν· ἀντιπαραθέντες τοίνυν τῇ διὰ Χρισ στοῦ σωτηρίᾳ καὶ χάριτι, τῆς νομικῆς, ἀποτομίας ἵν' οὕτως εἴπω τὸ ἀπηνὲς, ἐλεήμονα φαμεν ἀρχιερέα γενέσθαι Χριστόν. "Ην μὲν γὰρ καὶ ἔστι Θεὸς ἀγαθὸς τῇ φύσει, φιλοικτίρμων τε καὶ ἐλεήμων ἀεί· καὶ οὐκ ἐν χρόνῳ τοῦτο γέγονεν, ἀλλ᾽ εἰς ἡμᾶς ἐδείχθη τοιοῦτος. Κατωνόμασται δὲ πιστὸς, ὡς μένων ὅ ἐστιν ἀεὶ, κατά γε τὸ εἰρημένον καὶ ἐπ' αὐτοῦ τοῦ Πατρός Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειραθῆναι ὑπὲρ ὁ δυνάμεθα.» Οὐκοῦν ἐλεήμων ἄρα καὶ πιστὸς δ Ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Ἐμμανουήλ· ὡς γὰρ ὁ Παῦλός φησιν, «Οἱ μὲν πλείονες εἰσιν ἀρχιερεῖς γεγονότες, διὰ τὸ, θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Ὅτι Οι μεμένηκε θεὸς ὁ ἐκ Πατρὸς Λόγος, καίτοι γεγονώς ἱερεὺς, κατὰ τὸ γεγραμμένον, διὰ τὸ πρέπον τῇ μετά σαρκὸς οἰκονομία σχῆμά τε καὶ μέτρον, ἀποχρῶν ἡμῖν εἰς πληροφορίαν ὁ τοῦ μακαρίου Παύλου γεγέ σηται λόγος. Εφη γὰρ πάλιν· ο Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθε ισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἦν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος. ο Αθρει δὴ οὖν, άθρει τὸν ἐκ Θεοῦ φύντα Λόγον, δια πρέποντα μὲν ὡς Θεὸν ταῖς ὑπερτάταις ευκλείαις, καὶ ἐν τοῖς τῆς θεότητος θώκοις, ἱερουργοῦντα δὲ τὸν αὐτὸν ὡς ἄνθρωπον· καὶ οὐκ ἐπίγειον τινὰ θυσίαν προσκομίζοντα τῷ Πατρὶ, θείαν δὲ μᾶλλον καὶ νοη τὴν, καὶ σκηνὴν ὥσπερ ἁγίαν ἔχοντα τὸν οὐρανόν. Οὐ γὰρ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ὁ ἀρχις. ρεύς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, καθὰ γέγραπται. Πιστὸς οὖν ἄρα καὶ κατὰ τοῦτο, καὶ τοῖς προσιοῦσιν ἐχέγγυος, εἰς γε τὸ δύνασθαι· καὶ μάλα βαδίως διασώζειν αὐτούς· αἵματι γὰρ τῷ ἰδίῳ καὶ μια προσφορά τετελείωκεν εἰς τὸ διηνεκές τοὺς ἁγια ζομένους. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸν ἱερὸν ἡμῖν λέγοντα Παῦλον· Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.» Τι τοίνυν ἡμῖν τῶν εἰς εὐσέβειαν ἀφειδήσας ἐννοιῶν, καὶ τῶν εἰς ὀρθότητα καὶ ἀλήθειαν ἀποφοιτήσας λόγων, Ὁ παθών, φησίν, ἀρχιερεὺς ἐλεήμων· παθητὸς δὲ ὁ ναός, οὐχ ὁ ζωοποιὸς τοῦ πεπονθότος Θεός; Ὅτι μὲν οὖν σαρκὶ πέπονθεν ἐκὼν δι' ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος, ἐν ἰδίῳ καιρῷ δειχθήσεται· ὅτι δὲ μερίζει τὸν ἀμέ ριστον, καὶ δύο πρεσβεύει Χριστοὺς τῇ τῶν ἰδίων ένα ναῶν δυνάμει, κἂν εἰ φαίνοι τό που Χριστὸν ἕνα λέ γων, οὐδὲν ἧττον ἐλεγχθήσεται καὶ διὰ τῶν εὐθὺς ἐπενηνεγμένων· ἔφη γὰρ πάλιν [ε Σπέρμα Αβραὰμ ὁ χθὲς καὶ σήμερον,» κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐχ ὁ λέγων, «Πρὶν Ἀβραὰμγενέσθαι, ἐγώ εἰμι.» Ομοιος τοῖς ἀδελφοῖς κατὰ πάντα, ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβὼν
col. 135–136page 64 of 121
PG 76:135ἀδελφότητα, οὐχ ὁ λέγων· Ο εωρακώς ἐμὲ, εώρακε τὸν Πατέρα, ο Απεστάλη δὲ ὁ ἡμῖν ὁμοούσιος, καὶ κέχρισται κηρύττων αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοίς ἀνάβλεψιν. «Πνεῦμα γὰρ Κυρίου ἐπ᾿ ἐμὲ, οὗ ἕνεκεν Έχρισέ με.» ] ΚΕΦΑΛ. Γ'. Διορίζει οὖν εἰς δύο δὴ πάλιν, καὶ μάλα σαφῶς εἶτα πῶς οὐκ ἐλήλεγξαι ψυχικὸς καὶ πνεῦμα μή ἔχων, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητής; Αλλ ἥτε | ἴσ. ή γε ] τῆς ἀληθείας δύναμις τοῖς σοῖς, ὦ οὗτος, ἀντιτάξεται λόγοις. Διίσχυριζόμεθα γὰρ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐπιλαβέσθαι σπέρματος Αβραάμ, καὶ ἴδιον ποιήσασθαι σῶμα ψυχὴν ἔχων [ἰσ. ἔχον] τὴν λογικήν, τὸ ἐκ τῆς ἁγίας Παρθένου ληφθὲν σῶμα. Καὶ δὴ καθ᾽ ἕνωσιν ἀληθῆ, ἕνα τε καὶ τὸν αὐτὸν εἶναί φαμεν τὸν χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας, ὄντα τε πρὸ ᾽Αβραὰμ θεϊκῶς, γεγονότα δὲ καὶ μετὰ τοῦτο ἄνθρωπον, καὶ γέννησιν ὑπομεῖναι τὴν ἐκ γυναικός. Οὐκοῦν οὐ ψευδοεπήσει λέγων Αμὴν λέγω ὑμῖν, πρὶν Αβραάμ γενέσθαι ἐγώ εἰμι.» 'Αλλ' οὐ συνίησιν ὅλως, δ τί ποτέ ἐστι τὸ χθὲς καὶ σήμερον, καὶ εἰς τοὺς αἰῶνας· ἵνα γὰρ ἀΐδιον ὄντα, καὶ ὡσαύτως ἔχοντα κατὰ φύσιν, καὶ τροπῆς ἀμείνω καὶ μεταβολῆς τὸν τοῦ Θεοῦ κατα δείξῃ Λόγον, κἂν εἰ γέγονεν ἄνθρωπος, εἰς καιρούς μὲν διέστησε τρεῖς τὸν ἅπαντα χρόνον· τίθησι δὲ τὸ μὲν χθὲς, ἐπὶ τοῦ παρωχηκότος, ἐπὶ δέ γε τοῦ ἐν εστηκότος, τὸ σήμερον· καὶ ἐπὶ μέλλοντος, τὸ εἰς αἰῶνας· ὁ δὲ ἄγροικος ουτοσί, τὸ χθὲς καὶ σήμερον, ὡς ἐπ' ἀνθρώπου λέγεται παρ' αὐτοῦ κοινοῦ παρα λόγως λείπει τι ]· οὐκ ἐννοῶν, ὅτι πρεσβύτερόν τε καὶ προϋπάρχοντα τῆς ἑαυτοῦ γεννήσεως ἀποφανεί πάντη τε καὶ πάντως, εἴπερ ἦν ὅλως καὶ κατὰ τὴν χθὲς, ὅπερ ἐστὶ τοῦ παρῳχηκότος καιροῦ σημαντικὸν. Ὅτι μὲν οὐχ ἕτερος ὁ χθὲς καὶ σήμερον Ἰησοῦς Χριστὸς, ἕτερος δὲ ὁ λέγων, «Πρὶν Αβραὰμ γενέ σθαι, ἐγώ εἰμι,» ἀλλ' εἷς τε καὶ ὁ αὐτὸς καθ᾽ ἔνωσιν ἀληθῆ ἀνθρώπου καθ' ἡμᾶς γεγονότος τοῦ Λόγου, καὶ τῇ ἰδίᾳ φύσει τετηρηκότος, καὶ ὅτε γέγονε σάρξ, τὸ ἄναρχον ἐν χρόνῳ, καταθρήσαι τις ἂν, καὶ ἀταλαιπώρως κομιδή διά γε τῆς θεοπνεύστου Γραφῆς φησι [ παρέλκει] μὲν γὰρ ὁ μακάριος εὐαγγελιστής Ιωάννης περὶ τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ Ιωάννης μαρτυρεί περὶ αὐτοῦ, καὶ κέκραγε λέγων Ο ὀπίσω μου ερχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· ν καὶ πάλιν· «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, Οπίσω μου έρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Ορᾷς οὖν ἄρα καὶ μάλα σαφως τὸν θεσπέσιον Βαπτιστὴν ἄνδρα λέγοντα τὸν Ἰησοῦν, καὶ ὀπίσω μὲν ἐρχόμενον, ώς όψιγενή τε καὶ μετ᾿ αὐτόν προϋπάρχοντά γε μὴν αὐτοῦ, καὶ προϋφεστηκότα δηλοῖ γὰρ οἷμαι τουτί, τό, ο Ότι πρῶτος μου ἦν, καὶ ἔμπροσθέν μου γέγονεν.» Είτα πῶς, εἴπερ ἐστὶν
col. 137–138page 65 of 121
PG 76:137ἀνὴρ, προϋφεστηκὼς νοεῖται, καὶ προϋπάρχων λέγε-? καὶ τοῦ προειληφότος κατὰ τὸν χρόνον, καὶ πρεσόν τέραν ἔχοντος τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ; ΕΙ μὲν γὰρ ἐπί τινος τῶν καθ' ἡμᾶς τουτὶ λέγοιτο τυχῶν, ἀπορήσειεν ἂν, οἶμαι, καὶ ἀπαστισοῦν εἰς ἀπο λογίαν· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν Σωτήρος Χριστοῦ, τὸ ἐμποδὼν οὐδέν· οἰκειοῦται μὲν γὰρ ὁ ἐκ Θεοῦ τῆς ἰδίας σαρκὸς τὴν γέννησιν· πλὴν οὐκ ἠγνόηκεν ὅτι τῶν αἰώνων ἐστὶ ποιητὴς, καὶ προϋφέστηκεν ὡς Θεὸς, καὶ τῷ ἰδίῳ Πατρὶ συναΐδιος. Οὐ γάρ τοί φαμεν, ὅτι τῇ γεννήσει τοῦ ἰδίου σώματος σύγχρονον έχει τὴν ὕπαρξιν, ἀλλ᾽ ἦν, ὡς ἔφην, ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀποῤῥήτως γεγεννημένος. Οὐκοῦν ἔχων τὸ εἶναι πρὸ ᾿Αβραάμ ώς Θεός, κἂν εἰ γέγονεν ἄνθρωπος, οὐκ ἂν διαψεύσαιτο λέγων, ὡς εἰς ἀληθῶς καὶ Υἱὸς καὶ Κύριος· Πριν Αβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Καὶ μή τοι θαυμάσῃς εἰ τῇ ἰδίᾳ τετίμηκε [Ισ. νενέμηκε) φύσει τὸ εἶναι πρὸ Ἀβραάμ· διαλογίζου δὲ μᾶλλον, ὅτι καίτοι τὸ σῶμα λαβὼν ἐκ τῆς ἁγίας Παρθένου, ἔφη πρὸς τὸν Νικόδημον· «Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Καὶ οὐδεὶς ἀναβέ ηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κατα βὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου· καίτοι κεχρημάτικε καὶ Υἱὸς ἀνθρώπου, γεννηθεὶς ἐκ γυναικὸς κατὰ σάρκα. Ψευδοεπήσει δὴ οὖν, καταβεβηκέναι λέγων ἐξ οὐρανοῦ τὸν Υἱὸν τοῦ, ἀνθρώπου, τουτέστιν ἑαυτόν; μὴ γένοιτο· καὶ γὰρ ἐστιν αὐτὸς ἡ ἀλήθεια. Πῶς οὖν ἄνωθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου νοοίτ' ἂν εἰκότως; "Οτι Θεὸς ὧν ὁ Λόγος, καὶ ἐκ τῆς ἀνωτάτω πασῶν οὐσίας, καταβεβηκέναι λέγεται, καὶ δούλου μορφὴν ἀναλα δεῖν. Εἶτα διαλέγεται πρὸς ἡμᾶς, οὐχ ὡς γυμνὸς ἔτι Λόγος, ἀλλ' ὡς ἄνθρωπος καθ' ἡμᾶς, καὶ ὡς εἰς ἤδη νοούμενος μετὰ τῆς ἐνωθείσης αὐτῷ σαρκός· ὥσπερ δὲ διὰ τὸ τῇ κενώσει πρέπον, οἰκειοῦται πάντα τὰ τοῦ ἰδίου σώματος, καίτοι τὴν φύσιν ἀσώματος ων, οὕτω καὶ ἄνωθεν ὧν αὐτὸς καὶ ἐξ οὐρανοῦ, τὸ ἄνω θεν ήκειν ἀπονέμει πάλιν ἑαυτῷ καὶ ὅτε γέγονεν ἄνθρωπος, κἂν εἰ γεγέννηται κατὰ σάρκα μεθ᾿ ἡμῶν ἐκ γυναικός. Γέγονε τοίνυν ίδια μὲν τοῦ Λόγου, τὰ τῆς ἀνθρωπότητος· ἴδια δὲ πάλιν τῆς ἀνθρωπότητος, τὰ αὐτοῦ τοῦ Λόγου. Εἷς γὰρ οὕτω νοεῖται Χριστὸς καὶ Υἱὸς καὶ Κύριος. Επειδη δὲ προστέθεικεν ὁ και δ νοτόμος ουτοσί, ὅτι ο Ομοιος τοῖς ἀδελφοῖς κατὰ πάντα,» ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελφότητα, οὐχ ὁ λέγων, «Ο έωρακώς ἐμέ, ἑώρακε τὸν Πατέρα· ο φέρε δὴ πάλιν ὅ τί ποτέ ἐστιν ὁ φησιν ἐν τούτοις ὡς ἔνι περιαθρήσωμεν. Ὅτι μὲν γὰρ εἰκὼν ἐστι καὶ χαρακτήρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υιος, διωμολόγηκε καὶ αὐτός. Τίς δ' ἂν εἴη λοιπὸν ὁ ψυχῆς ἀνθρωπίνης καὶ σώματος ἀναλαβὼν ἀδελφότητα, δῆλον δὲ ὅτι τὴν πρὸς ἡμᾶς, διδασκέτω παρελθὼν. Οὐ γάρ που φαίη τις ἂν ὡς ὁ καθ' ἡμᾶς φαινόμενος άνθρωπος, οἷον, Βαρνάβας τυχὸν, ἢ Παῦλος, Έχουν ἕτερός τις τῶν τελούντων ἐν ἀνθρώποις, ψυχής ἀνθρωπίνης καὶ σώματος ἀνθρωπότητα [Ισ. ἀδελφότητα ] λαβεῖν λέγοιτ' ἂν, ὡς ἕτερόν τι παρὰ τοῦτο σε σε
col. 139–140page 66 of 121
PG 76:139ὑπάρχων, εἶθ' οὕτω λαβών· ἔστι δὲ μᾶλλον ἐν γε τῷ εἶναι τοῦθ' ὅπερ ἐστίν. Οὐκοῦν οὐκ ἄνθρωπός τις ὑπάρχων, ὡς ἕτερόν τι παρ' ἑαυτὸν, λαβεῖν ἂν νοοῖτο τὸ εἶναι ὅ ἐστι· πρέποι δ' ἂν μᾶλλον τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, τὸ ἀσύντακτον ἔχοντι πρὸς ἡμᾶς, κατά γε τοὺς τῆς ιδίας φύσεως λόγους, ψυχῆς ἀνα θρωπίνης καὶ σώματος τὴν πρὸς ἡμᾶς ἀδελφότητα λαβεῖν. Καὶ πρός γε τοῦτο ἡμῖν ὁ τῆς ἀληθείας ἐπε αγωνιείται λόγος, καὶ τῆς ἀμωμήτου πίστεως ή παρά δοσις. Αραρεν οὖν ὅτι ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πα τρός, Θεός Λόγος ἀδελφὸς ἡμῖν κατὰ πάντα γέγονε, «ψυχῆς ἀνθρωπίνης καὶ σώματος ἀδελφότητα λαβών, καὶ οὐκ ἂν διαψεύσαιτο λέγων, «Ο έωρακώς ἐμέ, ἑώρακε τὸν Πατέρα. Εἰ μὲν γὰρ τις τῶν ἐν ἡμῖν, ἀμαθίας εἰς τοῦτο κατώλισθεν ἐννοιῶν, ὡς οἴεσθαι καὶ αὐτὸν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν κατα κομίζεσθαι δεῖν, εἰς γε τὸ χρῆναι, φημί, τὴν καθ' ἡμᾶς ὁμοίωσιν ἔχειν, δῆλον δὲ ὅτι τὴν σωματικὴν, ὀρθῶς ἐδεδίει, μὴ ἄρα που λέγοντος τοῦ Χριστοῦ, . Ο έωρακώς ἐμὲ ἑώρακε τὸν Πατέρα, ο καὶ αὐτὸν ὑποτοπήσεις τὸν ἐξ οὗπέρ ἐστιν, ἐν εἴδει τε εἶναι τῷ καθ᾿ ἡμᾶς, καὶ ἐν τοῖς κατὰ σῶμα σχηματισμοῖς. Ἐπειδὴ δὲ καὶ Υἱὸς ἀνθρώπου γεγονώς, τὸ εἶναι Θεὸς διεσώσατο, καὶ τὸ τῆς ἰδίας φύσεως κάλλος ἀπαραποίητον ἔχει, κατοκνήσαιμ᾽ ἂν οὐδαμῶς εἰπεῖν, ". ὅτι καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἔχει, κατά γε τὸ εἶναι καθ' ἡμᾶς ἄνθρωπος, ὁ ἐκ ψυχῆς καὶ σώματος, καίτοι θεὸς ὢν φύσει καὶ χαρακτήρ τῆς ὑποστάσεως τοῦ γεγεννηκότος. Εἷς οὖν ἄρα καὶ ὁ αὐτὸς, παρα πλήσιος μὲν τοῖς ἀδελφοῖς κατὰ σάρκα, δεικνύων δὲ καὶ αὐτὸν ἐν ἰδίᾳ φύσει τὸν Γεννήτορα, κατά γε, φημί, τὸ εἶναι Θεός· ὁ δὲ τοῦτο μὲν οὐ συνίησί ποθεν παρασημαίνων δὲ ὥσπερ τὸν ὀρθῶς τε καὶ ἀκιβδήλως ἔχοντα τοῦ μυστηρίου λόγον, ἕτερον ἡμῖν καὶ ἕτερον εἰσκομίζει Χριστόν· καὶ τοῖς Ἰουδαϊκοῖς ἐγκλήμασιν ἐναλούς, οὐδὲ ὅποιπερ ἐστι, καὶ ἵν᾿ ἔχει κακῶν αἰσθάνεται. "Ηκουον μὲν γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ, Θεοῦ διακεκραγότος δι᾿ ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τοῦ Ἐμμανουήλ· ι Καὶ σὺ, Βηθλεέμ, οἶκος τοῦ Εφραθα, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Καὶ πάλιν· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αίρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Εἶτα συνιέντες οὐδαμῶς τὸ μυστήριον, οὔτε μὴν εἰδότες ὅτι καίτοι Θεὸς ὧν φύσει, καὶ τῆς ὑπάρξεως τὴν ἀρχὴν ἄπο οπτόν τε καὶ ἀκατάληπτον ἔχων, κεχρημάτικε Βηθλεεμίτης, ὡς ἐκ ρίζης Ἰεσσαὶ καὶ Δαβίδ, ἐκεῖ γεν νηθεὶς κατὰ σάρκα, πρὸς ἀλλήλους ἔφασκον·. Ούχ οὗτός ἐστιν ἐν ζητοῦσιν ἀποκτεῖναι; Ιδε παῤῥης σίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι· μή ποτε ἔγνω σαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ὁ Χριστός; Αλλά τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχη ται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.» Ηκουον γάρ, ὡς ἔφην, τοῦ προφήτου λέγοντος έναργῶς· «Τὴν γε νεὰν αὐτοῦ τίς διηγήσεται;» καὶ ὅτι τὰς ἐξόδους, ἤτοι τὴν ὕπαρξιν πρὸ παντὸς αἰῶνος ἔχει. "Αρει δή μοι Ο
col. 141–142page 67 of 121
PG 76:141πάλιν τῆς Ἰουδαίων ἐμβροντησίας τὸ μέγεθος· φά σχοντες γάρ' ο Ο Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γι νώσκει πόθεν ἐστί· ο πάλιν πρὸς ἀλλήλους ἔλεγον Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι δὲ ἔλεγον, φησὶν, ὅτι Αὐτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ Γραφὴ εἶπεν ὅτι ἐκ σπέρματος Δαβίδ, καὶ ἀπὸ Βη θλεὲμ τῆς κώμης, ὅπου ἦν Δαβίδ, ὁ Χριστὸς ἔρχε ται;» Ορᾷς οὖν ὅπως καὶ καταμεθύουσι, καὶ τὸ ἄναρχον θεϊκῶς, καὶ τὴν ἐν χρόνῳ γέννησιν σαρκι τὴν ὁμολογοῦντες αὐτοῦ; Ἀλλ᾿ οὐκ ἂν εἰς οὕτως ἐκτόπους ἀπεκομίζοντο δυσβουλίας, είπερ ήδεσαν ἀληθῶς, ὅτι Θεὸς ὢν ὁ Λόγος, ἐκ ρίζης τῆς Ἰεσσαὶ καὶ Δαβίδ, καὶ τῆς ἁγίας Παρθένου προῆλθεν ἄνθρωπος, ὠνόμασται δὲ καὶ Βηθλεεμίτης, ὁ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν ὅλων Δεσπότης· Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὤν, ο κατὰ τὸ γεγραμμένον. Τι τοιγαροῦν ταῖς τῶν Ἰουδαίων τερθρείαις αὐτὸν [Ισ. σαυτὸν] ἐνιεὶς, πεφρόνηκάς τε καὶ λέγεις & μήτε θέμις εἰπεῖν, μήτε μὴν ἐννοεῖν ἀζήμιον; Ενα μεθ' ἡμῶν ὁμολόγει Χριστόν· καὶ μὴ διατέμνων εἰς δύο δὴ πάλιν ἐκεῖνο λέγε· Απεστάλη ὁ ἡμῖν ὁμοούσιος, καὶ κέχρισται κηρύττων αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Εἶτα ὅποι ποτέ βαδιεῖται τῶν θεηγόρων ὁ λόγος, οι μυσταγωγοί γεγόνασι τῆς ὑπ' οὐρανόν; Αὐτὸν γὰρ διακεκράγασι τὴν ἐκ Θεοῦ Πατ τρὸς Λόγον, Σωτῆρα τῶν ὅλων γενέσθαι καὶ Λυτρω τὴν, οὐχ ὡς ἀνθρώπου μεσιτεύοντος παρ' αὐτὸν ἑτέ ρου, καθάπερ ἀμέλει καὶ ὁ Μωσῆς, ἐν εἴδει δὲ μᾶλλον καὶ ὁμοιώματι σωματικῷ πρὸς ἡμᾶς καθιγμένον. Κέχρισται γὰρ οὗτος εἰς ᾿Αρχιερέα καὶ Ἀπόστολον καὶ γοῦν Ἰουδαίοις ἐπετίμα, λέγων·. Οὐκ ἔστι γε γραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ἂν ὁ Παν τὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι;» 'Ανθ᾽ ὅτου δὲ δὴ τὸν ἑαυτὸν καθέντα πρὸς κένωσιν ἵνα σώσῃ τὴν ὑπ' οὐρανὸν, τῶν εἰς ἡμᾶς γεγονότων θεοπρεπεστάτων, καὶ ἀξιαγάστων ἀληθῶς κατορθωμάτων ἐκπέμψομεν, ἀπεστάλθαι λέγοντες ὡς ἕτερόν τινα παρ' αὐτὸν ἡμῖν ὁμοούσιον; Καίτοι πῶς οὐκ ἄμεινον εἰπεῖν, καὶ μὴν καὶ ἐλέσθαι φρονεῖν, ὡς ἀπέσταλταί τε καὶ γέγονεν ἡμῖν ὁμοούσιος, τουτέστιν, ἄνθρωπος· ὁμοούσιος δὲ μεμενηκὼς καὶ αὐτῷ τῷ Θεῷ καὶ Πατρί, καθὸ καὶ νοεῖται, καὶ ἦν τε, καὶ ἔστι Θεός; ἔστι γάρ, Εστιν ὁ ἦν, καὶ προσλαβὼν τὸ ἀνθρώπινον, ἔχων δὲ τὴν ταυτότητα τῆς οὐσίας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ἐπελά δετο σοφῶς καὶ τῆς πρὸς ἡμᾶς ὁμοιότητος· τέθειται δὲ καὶ μεσίτης, συνδέων δι' ἑαυτοῦ πρὸς ἑνότητα σχε τικὴν τὰ τοῖς τῆς φύσεως λόγοις ὁλοτρόπως ἀλλή λων διηρημένα. Γέγονε γὰρ, Θεὸς ὢν φύσει, κατὰ ἀλήθειαν ἄνθρωπος, ἵνα καὶ ἡμεῖς χρηματίσωμεν γένος, οὐκέτι του πρώτου, τουτέστι, τοῦ χοϊκοῦ, πρὸς ἂν εἴρηται παρὰ Θεοῦ, «Γῆ εἶ, και εἰς γῆν ἀπὸ ελεύσῃ, κ τοῦ καὶ εἰς θάνατον παραπέμποντος· ἀλλὰ
col. 143–144page 68 of 121
PG 76:143τοῦ δευτέρου, τοῦ ἄνωθεν και ἐξ οὐρανοῦ, φημὶ δὴ Χριστοῦ, τοῦ πρὸς ζωὴν ἡμᾶς τὴν ἀκήρατον ἀναφέροντος, καὶ ἄφθαρτον ἀποφαίνοντος τὸ θανάτῳ κάτω οχον, καὶ ἀπαλλάττοντος ἁμαρτιῶν τὸ τῆς ἁμαρτίας βρόχοις ενειλημμένον. Οὕτω που πρὸς τὸν Υἱὸν αὐτός φησιν ὁ Πατήρ· • Ιδού δέδωκά σε εἰς φῶς ἐθνῶν, ἀνοίξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δε δεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ο Καὶ πάλιν διὰ φωνῆς Ἡσαΐου. Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρήνες καὶ θυγατέρες στρουθῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποτα μοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλε κτόν· λαόν, ὃν περιεποιησάμην τὰς ἀρετάς μου δι ἡγεῖσθαι. ο Ο δὴ καὶ συνιείς εὖ μάλα, τοῖς ἐξ ἐθνῶν διὰ πίστεως κεκλημένοις, εἰς θεογνωσίαν ἀληθῆ γράφει και φησιν ὁ θεσπέσιος Πέτρος·. Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ιεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντο; ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οι ποτε οὐ λαὸς, νῦν δὲ λαός.» Εἰ δὲ καθά περ αὐτῷ σοι δοκεῖ καὶ φρονεῖν καὶ λέγειν, ἀπὸ εστάλη ὁ ἡμῖν ὁμοούσιος, οὐκέτι δὲ καὶ αὐτῷ τῷ Πα τρί, κατ' οὐδένα τρόπον ἡμεῖς θείας φύσεως γεγόνα μεν κοινωνοί· μεμενήκαμεν, ὡς ἔφην, καὶ ἐσμὲν ἔτι γένος τοῦ πρώτου, τοῦ παραπέμποντος εἰς ἀρὰν καὶ θάνατον, καὶ ὑπὸ ποινὴν ἁμαρτίας. Με ματαιώ μεθα δὴ οὖν, καὶ ἐσμὲν οὐδὲν ἧττον καὶ νῦν ἐν οἷς ἦμεν πάλαι, καὶ πρὸ τῆς ἐπιδημίας. Πῶς οὖν ἔτι τὰ ἀρχαῖα παρῆλθεν, καὶ ἰδοὺ γέγονε καινά; Ποῦ δέ Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις; • Αλλ' αἰσχύνῃ Θεὸν ὁμολογεῖν καθ' ἡμᾶς γενόμενον ἄνθρωπον, τὸν τοῦ Θεοῦ Λόγου; Επιπλήττεις οὖν αὐτὸν, καὶ ου σοφά βεβουλεύσθαι φῆς, ὅτι κεκένωκεν ἑαυτὸν δι ἡμᾶς. Οὐκοῦν ἀκούσῃ λέγοντος· ο Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκανδαλόν μου εξ; ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Ερεύνησον μεθ᾿ ἡμῶν τὴν θεόπνευστον Γραφήν. Ὤφθη ποτὲ καὶ τῷ πατριάρχῃ Ἰακὼβ τῆς μὲν τοῦ Λάβαν ἐστίας ἀπαί ροντι, πρὸς αὐταῖς δὲ γεγονότι ταῖς διαβάσεσι τοῦ Ἰαδώκ, καθὰ γέγραπται·. Υπελείφθη γὰρ Ἰακώβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ, ἕως πρωί. Οἶδε [ἱσ. εἶδε] δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρ κησε τὸ πλάτος τοῦ μηροῦ Ἰακώβ, ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. Εἶπε δὲ αὐτῷ· Απόστειλόν με ἀνέβη γὰρ ὁ ὄρθρος· ὁ δὲ εἶπεν· Οὐ μή σε ἀπο στείλω, ἐὰν μή με ευλογήσῃς.» Καὶ μεθ' ἕτερα πάν λιν·. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπουἐκείνου, Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ανέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.» Σύνες οὖν ὅπως, οὐχ ὡς ἀσώματός τε καὶ ἀναφής Λόγος ἠξίου φαίνεσθαι τῷ πατριάρχῃ τοτηνικάδε, τὸν τοῦ μυστηρίου τύπον προαναφαίνων αὐτῷ· ἀλλ᾽ ἦν ἄν θρωπος ὁ παλαίων, καὶ ὅλην εἰς τοῦτο δαπανήσας τὴν νύκτα· πλὴν διαυγαζούσης ἡμέρας, όρθρου τε
col. 145–146page 69 of 121
PG 76:145γεγενημένου, τὸ, ο Απόστειλόν με, ο φησίν, ὅπερ ἦν ἐνεργῶς καταλύοντος τὴν πάλην. Καὶ τίς ὁ τοῦ μυστηρίου λόγος, εἰπεῖν ἀναγκαῖον· τοῖς μὲν γὰρ ὡς ἐν νυκτὶ καὶ σκότει διατελοῦσι, καὶ ἀχλὺν ἔχουσι τὴν νοητὴν εἰς νοῦν καὶ καρδίαν, οὔπω τε νοεῖν Ισχύουσι τὸ ἐπ' αὐτῷ μυστήριον, παλαίειν τε καὶ μάχεσθαι καὶ νικᾶν ἔθος αὐτῷ· τοῖς γε μὴν ἐν φωτι γεγονόσι, καὶ ὡς ἐν ὄρθρῳ τῷ νοητῷ, καὶ νενοηκόσι εὖ μάλα τὸ μυστήριον, οὐκ ἐπιπαλαίειν ἀξιοῖ, διανέμει δὲ μᾶλλον εὐλογίας πνευματικάς. Οὐκοῦν, καν ὀψὲ καὶ μόλις εἰσγένοιο καὶ αὐτὸς μεθ᾿ ἡμῶν ἐν φωτὶ, καὶ οἷον ἐν ὄρθρῳ, πεπαύσεταί σοι μαχόμενος ὁ πάντας νικών. Θέα δὲ ὅπως ἀνθρώπου παλαίοντος, ὁ θεσπέσιος Ἰακώβ έωρακέναι φησὶ τὸν Θεὸν πρόσο ωπον πρὸς πρόσωπον. Προστέθεικε δὲ τὸ Γράμμα τὸ ἱερὸν, ὅτι ο Ανέτειλεν αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. ο 'Ανθ᾽ ὅτου δὴ οὖν ἐπερυθριᾷς τοῖς τῆς κενώσεως μέτροις, καίτοι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον σαρκωθῆναι τε καὶ ἐνανθρωπῆσαι, παντός, οἶμαι, λέγοντος τοῦ καὶ ὀρθὴν ἔχοντας πίστιν, καὶ βασανίζοντος ἀκριβῶς τῆς θεοπνεύστου Γραφῆς τὸν σκοπόν; Ο τοίνυν ἡμῖν ὁμοούσιος, καθό γέγονεν άνθρωπος· καὶ αὐτῷ δὲ τῷ Πατρὶ, καθά μετ μένηκε καὶ ἀνθρωπότητι Σσ. ἐν ἀνθρωπότητι] Θεός, ἀπεστάλη κηρύσσων αἰχμαλώτοις ἄφεσιν, καὶ τυ φλοῖς ἀνάβλεψιν, άτασθαί τε τους συντετριμμένους τὴν καρδίαν, καλέσαι δὲ καὶ ἐνιαυτὸν Κυρίου δεν κτόν. Αὐτοῦ γὰρ μόνου καὶ οὐχ ἑτέρου τινὸς τὰ τοιάδε γέγονεν εἰς ἡμᾶς κατορθώματα· καὶ πιστώσεται τις τῶν ἁγίων προφητῶν, οὕτω λέγων· οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσω σεν ἡμᾶς· › ὁ καὶ ἐναργέστατα λέγων· «Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· αὐτὸς ὁ λαλῶν, πάρειμι.» Καίτοι πῶς, εξ περ ἦν τις άνθρωπος ἁπλῶς ὁ ἀπεσταλμένος, αὐτὸς ἂν νοοῖτο, καὶ τὸν πάλαι τοῖς ἀρχαιοτέροις κεχρη εμφδημένον λαλήσας νόμον; Οὐ γάρ τι [σ. τοι] προὼν ὡς ἄνθρωπος γεγενήσθαι λέγοιτ' ἂν, ἵνα μὴ τῆς εἰς τὸ εἶναι παρόδου, πρεσβυτέραν ἔχων ὁρῷτο τὴν ὕπαρξιν' ἀλλ' ὡς Θεὸς προϋπάρχων, λελάληκε μὲν τὸν νόμον, παρείναι δέ φητι ξένως τε καὶ ἀσυν ήθως ὅτε γέγονεν ἄνθρωπος· ἀλλὰ ναί, φησί, τὰ πάντα πληροί Θεὸς ὢν ὁ Λόγος· πῶς οὖν ἄρα καὶ ἀπεστάλη; ποῦ γὰρ οὐκ ἦν ὁ πάντα πληρῶν; Τί δὲ, εἰπέ μοι, τὴν θείαν καὶ ὁμοούσιον Τριάδα συνεστάλθαι δώσομεν, ή κατευρύνεσθαί τε τῶν ὅλων, καὶ πάντα πληροῦν; Εἶτα πῶς ἡμῖν ὁ μέγας Μωσῆς, ἔτε τὸν οὐρανομήκη πύργον ἀνεδείμαντό τινες τῶν ἀρχαιοτέρων, εἰσκεκόμικς λέγοντα τὸν Θεόν «Δεῦτε, καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὰς γλώσσας απο τῶν; › Ποίας ἐδεῖτο καταβάσεως ή οὐρανόν τε καὶ γῆν ἀναπιμπλάσα φύσις; Γέγραπται δὲ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ότι ο Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.. Ψάλλει καί φησιν ὁ μακάριος Δαβὶδ περὶ τῶν ἐν γῇ κειμένων πρὸς τὸν ζωοποιείν ισχύοντα Θεόν Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ το σε
col. 147–148page 70 of 121
PG 76:147γῆς· ο πῶς ἐξαποστέλλεται τὸ πάντα πληροῦν; Μὴ τοίνυν ὡς σοφόν τε καὶ δυσανα προτιθεὶς τὸν πάντα πληροῦν ἰσχύοντα, τὸν ἐκ Θεοῦ Πατρὸς Λάσ γον, ἀνέφικτον ἔχειν τὴν ἐπιστολὴν [ἰσ. ἀποστολὴν], παραλύειν ἐπείγου τὸ ἀληθὲς, καὶ τὴν τοῦ μυστηρίου δύναμιν ἀνατρέπειν· ἐννόει δὲ μᾶλλον, ὅτι λέγεται μὲν ἀνθρωπίνως τὰ περὶ Θεοῦ· νοεῖται δὲ οὕτω πρὸς ἡμᾶς, ὡς ἂν αὐτός τε εἰδείη καὶ μόνος, καὶ δρᾷν ἔθος αὐτῷ. Ἐπειδὴ δὲ ὡς βραχὺ καὶ ἀνθρώπινον, καὶ τῆς τοῦ Μονογενοῦς ἀξίας ἡττώμενον, ἀμέτρως δέχεται τὴν χρῆσιν [σ. χρίσιν], φέρε τὰ εἰκόνα καὶ εἰς τοῦτο λέγωμεν, τὰς τοῦ σκανδάλου λύοντες ἀφορμάς. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, ἀποτειέσθω τὰ ἀνθρώπινα, παραιτείσθω τὴν οἰκονομίαν, ὡς ἐν μειώσει 33 οι κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς ? τιθεῖσαν αὐτὸν, καὶ τῆς ἀνωτάτω δόξης καὶ θεοπρεποῦς ὑπεροχῆς κατόπιν ἱεῖσαν· σμικρὰ γὰρ τῷ λόγῳ τὰ καθ' ἡμᾶς. Ἐπειδὴ δὲ σοφὸν ἀληθῶς τὸ μυστήριον, καὶ οὐκ ἀπόβλητον αὐτῷ τὸ τῆς κενώσεως χρήσ μα, τί τοῖς ὀρθῶς ἔχουσι, ριψοκινδύνως ἐπιτιμᾶς, καὶ τὸ ταῖς αὐτοῦ ψήφοις στεφανούμενον, ὡς ἀκαλλὲς ἀποτρέπῃ; Εἶδες χριόμενον ἀνθρωπίνως; ὅρα τὸν αὐτὸν καὶ χρίοντα θεϊκῶς· γέγραπται γάρ, ὅτι καὶ Ἐμαρτύρησεν Ἰωάννης, λέγων· Οτι τεθέαμαι τὸ Πνεῦμα καταβαίνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βα πτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Εφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» "Αρα γὰρ ἀνθρωπότητος ἔργον εἶναι φῆς τὸ βαπτίζειν δύνασθαι τοὺς πιστεύοντας ἐν ἁγίῳ Πνεύματι; καίτοι πῶς οὐκ εἴηθες τὸ οὕτω ἔχειν οἴεσθαι ταυτί; Πῶς γὰρ τὸ μεῖον τὴν τοῦ προύχοντος ἀσυγκρίτως χαριείται μέθεξιν; "Αθρει δὲ ὅτι αὐτὸς ἐκεῖνος, ἐφ' ὅν καταπτῆναι τὸ Πνεῦμα λέγεται, μεἶναί τε ἐπ' αὐτὸν, ἐν ἁγίῳ βαπτίζει Πνεύματι, καταχρίων δὲ δηλονότι τοὺς πιστεύοντας ὡς Θεὸς τῷ ἰδίῳ Πνεύματι· καὶ γοῦν ἀνεβίω μὲν ἐκ νεκρῶν, ἐνεφύσησε δὲ τοῖς μα θηταῖς, λέγων· Λάβετε Πνεῦμα ἅγιον, οἱ δὲ λα βόντες φασίν· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶ μεν τὰ ἐκ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος· «Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, τῆς μετὰ σαρκὸς οἰκονομίας, καὶ καταλογίζου τὸ μετὰ τούτου τὸν καὶ ἐν ἀνθρωπότητι Θεόν. Αλλ' πάλιν ὧδέ φησιν ἀλλ' ἐν Πνεύματι, είπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Καὶ μὴν καὶ ἑτέρωθι· «Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐκοῦν ὅταν ἴδῃς αὐτὸν τῷ ἰδίῳ χριόμενον Πνεύματι, διαμέμνησο ἀνθρώπινον· ὅταν ἴδῃς τὸ Πνεῦμα διδόντα, θαύμαζε οὐδὲν τῶν τοιούτων υπολογιζόμενος ὁ δύσερις ουτοσί, [Οὗτος ὁ πιστὸς τῷ Θεῷ γεγενημένος ἀρχιερεὺς (ἐγένετο γάρ, οὐκ ἀϊδίως) ἦν, οὗτος ὁ κατὰ μικρὸν, το δυσάντητον,
col. 149–150page 71 of 121
PG 76:149αἱρετικέ, εἰς ἀρχιερέως προκόψας ἀξίωμα. Ακουε σαφεστέρας σοι διαβρώσης φωνής· «Ος ἐν ταῖς ἡμέ ραις, φησί, τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· καίπερ ὧν Υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς. ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας ἀκαταλύτου. Τελειοῦται καὶ τὸ κατὰ μια κρὸν προκόπτον, αἱρετικέ· περὶ οὗ καὶ Ἰωάννης ἐν τοῖς Εὐαγγελίοις βοᾷ· «Ἰησοῦς προέκοπτεν ἡλί κίᾳ καὶ σοφίᾳ, καὶ χάριτι· ο οἷς σύμφωνα καὶ Παῦλος φθεγγόμενος, «Τελειωθείς, φησιν, ἐγένετο τοῖς ὑπὸ ακούουσιν αὐτῷ πᾶσιν, αἴτιος σωτηρίας αιωνίου προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ·, οὗτος ὁ Μωσῇ κατὰ τὸν τῆς στρατηγίας συγκρινόμενος τύπον· ὁ σπέρμα του Αβραάμ κεκλημένος· ὁ κατὰ πάντα τοῖς ἀδελφοῖς παραπλήσιος· ὁ χρόνῳ γενόμενος ἀρχιερεύς· ὁ διὰ παθημάτων τελειωθείς· ὁ ἐν ᾧ πέπονθεν αὐτὸς πει ρασθεὶς δυνάμενος τοῖς πειραζομένοις βοηθήσαι· ὁ κατὰ τὴν τάξιν Μελχισεδὲν ἀρχιερεὺς κεκλημένος. Τί οὖν ἀνθερμηνεύεις τῷ Παύλῳ, τὸν ἀπαθῆ Θεὸν Λόγον ἐπιγείῳ καταμιγνύς σώματι, καὶ παθητὸν ἀρχιερέα ποιῶν;] ΚΕΦΑΛ. Δ'. Ὣς ἀκμαιοτάτην, ὦ 'ταν, καὶ μάλα νεανικὴν τῶν τῆς εὐσεβείας δογμάτων εποιήσω την καταδρομήν. Καὶ ὁ μὲν θεσπέσιος Βαρούχ, τὸν τοῦ Θεοῦ Λόγον, ἐνηνθρωπηκότα δὲ ἤδη, καὶ ἐν ὁμοιώσει τῇ καθ' ἡμᾶς πεφηνότα καταδεικνύς, «Οὗτος, φησὶν, ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἡγαπημένῳ ὑπ᾽ αὐτοῦ· καὶ μεταταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Σὺ δὲ τὸ, οὗτος, καὶ μάλα πλειστάκις ἀναφωνῶν, μονονουχι καὶ χεῖρα προτείνων, τίνα τοῖς πεπιστευκόσι καθίστης ἐναργῆ, καὶ μὴν καὶ ὁρᾶσθαι ποιεῖς, καὶ δὴ καὶ προκόψαι φῆς εἰς ἀρχιερέα κατα βραχύ; 'Αλλ', οἶμαι που, πάντως ἐκεῖνον, ὃν καὶ έναγχος παραδειγματίζων, ἔφασκεν [ἴσ. ἔφασκες] Οὐκοῦν ὁ παθὼν ἀρχιερεὺς ἐλεήμων, οὐχ ὁ ζωο ποιὸς τοῦ πεπονθότος Θεός. Σπέρμα Αβραὰμ ὁ χθὲς καὶ σήμερον, κατὰ τὴν τοῦ Παύλου φωνήν, οὐχ ὁ λέ γων «Πριν Αβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Ομοιος τοῖς ἀδελφοῖς κατὰ πάντα, ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελφότητα, οὐχ ὁ λέγων· «Ο ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Καὶ ὅτι μὲν τοῦ πεπονθότος Θεὸν τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον ὑπάρχειν διαβεβαιούμενος, τοῖς τῆς ἀφύκτου δυσφημίας ἐγκλήμασι σεαυτὸν ἐνιεὶς, δίκηκας οὐ μετρίως, το οι κιν,
col. 151–152page 72 of 121
PG 76:151ἀποχρῶν ἡμῖν διέδειξε λόγος. Θαυμάζω δὲ, ὅτι τῶν ἰδίων αὐτὸς ἀμνημονήσας φωνῶν, κατά βραχύ προ ελθεῖν εἰς ἀρχιερέως ἀξίωμα φάναι τε ὁμοῦ, καὶ μὴν καὶ φρονεῖν ἀξιοῖς, ἂν καὶ Θεὸν εἶναι φης παντοκράτορα. Προκειμένης γάρ σοι τῆς Εβραίοις γραφείσης Επιστολῆς, ἁλίσκῃ λέγων· 'Αλλ' οὗτος ὁ κατὰ σάρκα τοῦ Ἰσραὴλ συγγενής, ὁ κατὰ τὸ φαινόμενον άνθρωπος, ὁ κατὰ τὴν Παύλου φωνὴν, ἐκ σπέρματος γεγεννημένος Δαβίδ, παντοκράτωρ τῇ συναφείς Θεός. Πῶς ἔτι προέκοψε κατὰ τὴν εἰκαιομυθίαν εἰς ἀρχιερέως ἀξίωμα, καίτοι Θεὸς παντοκράτωρ καὶ διὰ τῆς σῆς φωνής μαρτυρούμενος; Κἂν τὴν ἀκλεᾶ, καὶ τὴν, οὐκ οἶδ' ὅπως, ἐξευρημένην αὐτῷ σοι καὶ μόνῳ συνάφειαν ονομάζῃς, παρήσω νυνί· πλὴν ἐρήσομαι, κατὰ ροῦν ἰέναι τὸν αὐτῷ πρέποντά τε καὶ προκείμενον τῷ λόγῳ σκοπὸν ἐφιείς· "Αρ' οὐχὶ τὸ προκόπτον εἰς ἱερωσύνην καὶ δόξαν, τὴν εἰς τὰ ἀμείνω καὶ προύχοντα ποιεῖται βάδι σιν, ήγουν ἐπίδοσιν; Καίτοι πῶς οὐχ ἀπαστισοῦνέπιψη φιεῖται τῷ λόγῳ τὸ ἀληθῶς [σ. ἀληθές]; Μείζον οὖν ἄρα τοῦ εἶναι Θεὸν παντοκράτορα, τῆς ἱερωσύνης τὸ χρῆμα. Εἶτα πῶς, ὁ μὲν ἱερᾶσθαι λαχών λειτουργεῖ καὶ παρ έστηκεν ὡς λάτρης Θεῷ, καὶ ὡς οἰκέτης Δεσπότη, προστ κομίζων τὰ νενομισμένα, καὶ θυσίας ανατιθείς· ὁ δὲ ὡς δόξῃ τῇ ὑπερτάτῃ κατεστεμμένος προσδέχεται τὰς θυ σίας, καὶ τιμᾶται θεραπευόμενος; 'Αλλ' ἐκεῖνο, οἶμαι, φής· ὅτι Θεὸς παντοκράτωρ ὑπάρχων, ὁ αὐτὸς γέγονεν ἀρχιερεύς. Κεκένωκε δὴ οὖν, καὶ τεταπείνωκεν ἑαυτὸν καθεὶς ἐν μείοσι. Πῶς οὖν ἔτι προέκοψεν εἰς ἀξίωμα γε γονώς ἱερεύς; Διαμέμνησο δὴ πάλιν τῶν σαυτοῦ λό γων· ἔφης γὰρ οὕτως ἐν τοῖς ἀνωτέρω βραχύ· Εἰ δὲ ἀρχιερεὺς ἡ Θεότης, τίς ὁ παρὰ τῇ τῆς ἀρχιερωσύνης λειτουργίᾳ θεραπευόμενος; εἰ Θεὸς ὁ προσφέρων, οὐδεὶς ᾧ προσφέρεται· τί γὰρ Θεότητος ἄξιον, ἵν᾿ ὡς ἐλάττων προσφέρῃ τῷ μείζονι; Στῆθι νῦν καὶ γοῦν ἐν ταῖς ἑαυτοῦ φωναῖς· ἀλλὰ τοῦτο μὲν, οὐχ οἷός τε ἔσῃ ὁρᾷν· περιφέρῃ δὲ ὥσπερ ἀνέμῳ παντὶ, καὶ διαῤῥιπτούμενος οὐκ αἰσθάνῃ, ποτὲ μὲν, ἐξ ἐκείνων εἰς ταῦτα, ποτὲ δὲ πάλιν ἐκ τούτων εἰς ἐκεῖνα μεταπηδῶν· δέδιας δὲ κατ' οὐδένα τρόπον τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς· «Εἰ γὰρ & κατέλυσα, ταῦτα πά λιν οἰκοδομήσω, παραβάτην ἐμαυτὸν συνιστάνω.» Ερεῖς δὲ ἴσως ἐκεῖνο· Χριστὸν ἕνα καὶ Υἱὸν καὶ Κύριον διισχυριζόμενος εἶναι πανταχοῦ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, μετὰ τῆς ἰδίας σαρκός, πῶς δὴ φής εἰς ἀρχιερέα τεθεῖσθαι καὶ ἀπόστολον; εἶτα τοῦτο λέγων, οὐχ ὑβριεῖ[ς] τῆς θείας αὐτοῦ δόξης τὸ ὑπερ φερὲς ἀξίωμα; Οτι, ὦ βέλτιστε, φαίην ἂν, γέγονεν άνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις, οὐκ ἀνάρμοστον ἂν εἴη τὸ χρῆμα τῆς ἱερωσύνης, καὶ μὴν καὶ τὸ ἀπεστάλθαι λέγειν αὐτόν. Κατεφρόνησε γὰρ αἰσχύνης, ὡς ὁ θε σπέσιος γράφει Παῦλος, καὶ τὰ ἔτι μείω τε καὶ ἀπὸ ηχέστερα δι' ἡμᾶς ὑπομείνας. Δέδωκε γὰρ τὸν νῶτον εἰς μάστιγας, τὸ δὲ πρόσωπον αὐτοῦ οὐκ ἀπεστράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ τὰς Ἰουδαίων παρ οινίας τληπαθῶς ἡνέσχετο. ᾿Αλλ' οὐκ ἀξιοῖς ἱερέα λέ γειν ὡς ὑπάρχοντα Θεόν; Δέχου τῆς οἰκονομίας τοὺς
col. 153–154page 73 of 121
PG 76:153λόγους· διαλογίζου τὴν κένωσιν· τὴν εἰς τὴν τοῦ Τούλου μορφὴν καταφοίτησιν. Οὐ δὴ προκόψαι φαμὲν καὶ εἰς ἀξίωμα δραμεῖν τὸν τοῦ Θεοῦ Λόγου, εί κε χρημάτικεν ἡμῶν ἀρχιερεὺς, καθικέσθαι δὲ μᾶλλον καὶ διὰ τούτου πρὸς κένωσιν· ἐπεὶ πῶς κεκένωται, καὶ [τε]ταπεινῶσθαι λέγεται, καίτοι τὸ ἄτρεπτον ἔχων, καὶ ὑπάρχων ἐν μορφῇ καὶ ἰσότητι κατὰ πᾶν ὁτιοῦν πρὸς τὸν ἑαυτοῦ Γεννήτορα; πῶς δὲ καὶ προέκοψε κατὰ βραχύ, καὶ τοῦτο, καθὰ φὴς αὐτὸς, εἰς τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα; ποίαν εἰς τοῦτο δεχόμενος τὴν ἐπίδοσιν; Εἰ μὲν οὖν τὴν σώματος, ερήσομαι πάλιν· 'Αρα γὰρ ἡ σώματος αύξησις πρὸς τὴν τῆς ἱερωσύνης ἀνακομίζει δόξαν; Οὐκοῦν ἔστω τὸ χρῆμα κοινόν· καὶ ὁ σας οὑτοσὶ κατὰ παντὸς ὕτω λόγος τοῦ προκόπτοντος σωματικῶς· ἀλλὰ μὴν οὐχ ἅπασι τοῖς εἰς αὔξησιν τὴν σωματικὴν ἀναφοιταν ειωθόσι τὸ ἱερᾶσθαι πρέπει· πῶς οὖν ἡμῖν εἰς ἀπόδειξιν ὧν ἔφης παρατιθεὶς οὐκ ἐρυθριᾷς, τὸ διὰ φωνῆς εἰρημένον τοῦ θεσπεσίου Λουκᾶ· «Ἰησοῦς δὲ προ έκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι;» 'Αλλ' ὡς [Ισ. εἰς] σοφίαν φής γενέσθαι τὴν ἐπίδοσιν· καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Πεπιστεύκαμεν γὰρ ἐκ νηδύος αὐτῆς καὶ μήτρας τῆς παρθενικῆς Θεὸν ὄντα τὴν Ἐμμανουήλ, ἄνθρωπον προελθεῖν, πλήρη που πάν της σοφίας καὶ χάριτος τῆς ἐνούσης αὐτῷ φυσικῶς. Ποίαν οὖν ἐπιδέξαιτο τὴν ἐπίδοσιν ὁ ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροί τῆς σοφίας, ὁ τῆς ἄνωθεν χάριτος συν δοτὴρ τῷ Θεῷ καὶ Πατρί; Πῶς οὖν ἄρα προκόπτειν εἴρηται; Συμμετροῦντος, ως γε οίμαι, τοῦ Θεοῦ Λό γου, τῇ τοῦ ἰδίου σώματος αὔξῃ τε καὶ ἡλικίᾳ, τῶν ἐνόντων αὐτῷ θεοπρεπεστάτων ἀγαθῶν τὴν ἔκφανσιν. Εννοῶμεν γὰρ ὅτι, καίτοι καθ᾽ ἡμᾶς γεγονώς ἄν θρωπος, λανθάνειν ἐσπούδαζεν ἐν ἀρχαῖς, καὶ οἷον ἀψοφητὶ καὶ σεσιγημένως τὴν τοῦ μυστηρίου δύνα μὲν κατὰ βραχὺ διοικούμενος· καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ πιστώσεται λέγων Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνοίσει, οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ ἔξω· κάλαμον συντεθλασμένον οὐ συντρίψει· καὶ λίνον τυφόμενον οὐ σβέσει.» Επε ετίμα δέ που καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις, ἵνα μὴ φανερὸν αὐτὸν ποιῶσιν. Οὐκοῦν ἐδείχθη ἂν ἅπα σιν αηθές τε χρῆμα καὶ ξένον, καὶ περιεργίας ἄξιον, εἰ βρέφος ὧν ἔτι, θεοπρεπῆ τῆς σοφίας ἐποιεῖτο τὴν ἔνδειξιν· κατὰ βραχὺ δὲ καὶ ἀναλ γως τῇ τοῦ σώμα της ηλικία κατευρύνων αὐτὴν, ἐμφανῆ τε ἅπασι καθιστών, προκόπτειν ἂν λέγοιτο, καὶ μάλα εἰκότως. Πῶς οὖν ἄρα κατὰ μικρὸν προέκοψεν εἰς ἱερωσύνην, κατὰ ἀρετὴν, εἰπέ μοι, τελειούμενος; εἶτα πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις, ὅτι τὸ ἡμαρτηκός, τοῦ τελείως ἔχοντος κατὰ ἀρετὴν, ὑπὸ μώμον ἔσται, καὶ οὐκ εἰς ἅπαν τεθαυμασμένον, μᾶλλον δὲ τάχα που καὶ ὑπὸ γραφὴν ἁμαρτίας; ᾿Αλλὰ μὴν ἀληθὲς, ὡς οὐ πε ποίηκεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι
col. 155–156page 74 of 121
PG 76:155" αὐτοῦ, καθὰ γέγραπται. Παντέλειος οὖν ὁ τοιύσδε πρὸς πᾶν ὁτιοῦν, καὶ κατ' οὐδένα τρόπον ἂν ἔχοι τὸ ἐνδεὲς τοῦ ἀρτίως ἔχοντας εἰς κατόρθωσιν ἀρετῆς. Πότε δὲ ἦν οὐ τέλειος εἰς τὸ ἀγαθὸν ὁ καὶ ἐν μήτρα Θεός, περὶ οὗ καὶ ὁ προφήτης φησὶν Ἡσαΐας· «Βού τυρον καὶ μέλι φάγεται· πρινὴ γνῶναι αὐτὸν ἢ προ ελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν; ο διότι πρινή γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακόν, ἀπειθεῖ πονη ρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ποῦ τοίνυν ἂν ἔχῃς ἐπιδεῖξαι Χριστοῦ τὸ ἀτελὲς ἔτι πρὸς τὸ ἀγαθόν; ή ποίας ἂν δέοιτο προκοπῆς, ὁ οὕτως ἀρτίως ἔχων, ὡς ἁπάσῃ μὲν ἀπειθεῖν πονηρίᾳ, προτάττειν δὲ αὐτ τῆς, καὶ μὴν καὶ μόνον αἱρεῖσθαι τὸ ἀγαθόν; Αλλ' οὐκ οἶδ' ὅπως ὁ διαβεβαιούμενός τε καὶ λέγων, Οὗτος ὁ κατὰ μικρὸν προκόψας εἰς ἀρχιερέως ἀξίωμα, καὶ παρενεγκὼν εἰς ἀπόδειξιν τῶν ἑαυτοῦ λόγων, τὸ Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι,» μονονουχὶ τῶν ἑαυτοῦ λόγων καθορίζων τὸ ἀτερ πὲς [σ. ἀπρεπές], καὶ ὧν εὖ ἔχειν ὑπείληφεν εἰς λήθην ὑπενεχθεὶς, τὸν τῆς τελειώσεως τρόπον ἑτέρως ἡμῖν πεπράχθαι διισχυρίζεται λέγων· Οὗτος ὁ χρόνῳ γεν γενημένος ἀρχιερεὺς, ὁ διὰ παθημάτων τελειωθείς. Ἆρ' οὐκ ἐναργής ἀποπληξία τοῦτό γε; μᾶλλον δὲ οὐχ ἁπάσης ραδιουργίας Έλεγχος; Τετελείωται μὲν γὰρ διὰ παθημάτων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὁ δὲ, καίτοι τοῦ τελειῶσθαι [τετελειώσθαι] τὸν τρόπον οὐκ ἠγνοηκώς, τὸν τῶν ἁπλουστέρων ἀποκομίζει νοῦν εἰς ἐκτόπους τινὰς ἐννοιῶν περιαγωγας, καὶ προ κόψαι φησὶν εἰς ἀρχιερέα, καὶ τελειῶσθαι πρὸς τοῦτο, τὸν, ὅτι τοῦτο γέγονε, κεκενῶσθαι λεγόμενον. Ὥσπερ δὲ διαρκῶς ἀποφήνας, ότι μηδὲ γέγονε σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, μήτε μὴν προῆλθε ἄνθρωπος ἐκ γυναικὸς, τοῖς τὰ τοιάδε φρονεῖν ᾑρημένοις ἐπιτιμᾷ, και φησι· Τί οὖν ἀνθερμηνεύῃ τῷ Παύλῳ, τὸν ἀταθῆ Θεὸν Λόγον ἐπιγείῳ καταμιγνός σώματι, καὶ παθη τὸν ἀρχιερέα ποιῶν; Οὐκοῦν ἄκους καὶ πρὸς ἡμῶν, οἷς δὴ καὶ μᾶλλον ἡιαλήθεια φίλη. Τί παρερμηνεύεις τὸν Παῦλον, μᾶλλον δὲ ἅπασαν συκοφαντεῖς τὴν θεόπνευστον Γραφήν, ὑπεξάγων τῆς μετὰ σαρκὸς οἰ κονομίας τὸν τοῦ Θεοῦ Λόγον, καὶ ἄνθρωπον ἡμῖν συνο αφεία ψιλῇ τιμώμενον ἐφιστας ἱερέα, καίτοι τὸν αὐτ τὸν ἀκούων ἀρχιερέα τε ὁμοῦ καὶ σύνθρονον ὄντα τῷ Θεῷ καὶ Πατρί, καθάπερ ήδη φθάσαντες εἴπομεν; ἔφη γὰρ ὁ Παῦλος, ὅτι ο Τοιοῦτον ἔχομεν ἀρχιερέα, &ς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς;» Ὅτι μὲν γὰρ ἀπαθὴς ὁ ἐκ Θεοῦ Πα τρός Λόγος, παντί που δῆλον ἂν εἴη δήπουθεν· ὅτι δὲ πέπονθεν ὑπὲρ ἡμῶν σαρκί, κατασφραγιεῖ πρὸς ἀλήθειαν ἡ τῶν θεηγόρων φωνή. Εἰ δὲ ἀποφέρεις αύ τὸς ἐπιγείου σώματος τὸν ἐκ Θεοῦ Λόγου, οιχήσεται σοι τὸ σύμπαν εἰς τὸ μηδέν· εἰ γὰρ μὴ γέγονεν ἄν θρωπος, οὐδὲ ἀπέθανεν ὑπὲρ ἡμῶν· καὶ εἰ μὴ δέ δωκε τῷ θανάτῳ τὸ ἴδιον σῶμα, πῶς εἶναι λέγεται πρωτότοκος ἐκ νεκρῶν; Οὐκοῦν οὔτε ἀπέθανεν, οὔτε ἀνεβίω Χριστός. Ιτω δὴ οὖν εἰς μέσον ὁ θεσπέσιος Παῦλος, ἀνακεκραγέτω, λέγων· «Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς
col. 157–158page 75 of 121
PG 76:157οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις υμών. 'Αρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο; ο 'Αλλ' ἐγήγερται Χριστὸς ἐκ νεκρῶν· γέγονε γὰρ ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γήϊνον σῶμα λαβών, ἑνώσας τε καθ' ὑπό στασιν ἑαυτῷ, χάριτι Θεοῦ, κατὰ τὸ γεγραμμένον, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου· κεχρημάτισε δὲ καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, έγηγερμένος ἐκ νεκρῶν. Ασφαλής οὖν ἄρα καὶ οὐ ματαία λοιπὸν ἡ πίστις ἡμῶν, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, κατὰ τὸ γεγραμμένον. Ὥσπερ δὲ κατ' οὐδένα τρόπον ἠδικηκὼς τῆς μετὰ σαρκὸς οἰκονομίας τοὺς λόγους, διά γε τοῦ φάναι ταυτὶ, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἀκρατῆ τε καὶ βδελυρότατον και ταχέαι τὸν ἔμετον, ἐφ' ἑτέραν ἔρχεται δυσβουλίαν, μᾶλλον δὲ δυσσέβειαν εναργή, καί φησιν [ Οντος οὖν ἡμῖν τούτου μόνου ἀρχιερέως, συμ παθούς, καὶ συγγενοῦς, καὶ βεβαίου, τῆς εἰς αὐτὸν μὴ παρατρέπεσθε πίστεως· αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης εὐλογίας ἐκ σπέρματος Αβραὰμ ἀπ εστάλη, ὡς ὑπὲρ ἑαυτοῦ καὶ τοῦ γένους, τὴν τοῦ σώματος θυσίαν συνεπαγόμενος. ] ΚΕΦΑΛ. Ε'. Ο Αρχιερέα τοίνυν ἡμῖν συμπαθῆ τε καὶ συγγενῆ καὶ βέβαιον, καὶ προσέτι μόνον ἐκεῖνον εἶναι φής, ὃν ἀρτίως ἡμῖν ὁ σὸς ἐναργῶς διεδίδαξε λόγος· ἔφης γάρο Σπέρμα Αβραὰμ ὁ χθὲς καὶ σήμερον κατὰ τὴν τοῦ Παύλου φωνήν· οὐχ ὁ λέγων· • Πρὶν ᾿Αβραὰμ γενέσθαι ἐγώ εἰμι·, ὅμοιος τοῖς ἀδελφοῖς κατὰ πάντα, ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀναλαβὼν ἀδελφότητα· οὐχ ὁ λέγων·. Ὁ ἑωρακὼς ἐμὲ, εώρακε τὸν Πατέρα· ο ἀπεστάλη ὁ ἡμῖν ὁμοούσιος, καὶ κέχρισται κηρύσσων αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Οὗτος οὖν ἄρα καὶ συγγενής ἂν νοοἶτο τοῖς ἐπὶ τῆς γῆς, καὶ οὐχ ὡς σὺ φής, ὁ λέγων ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Εἰ μὲν γὰρ εἰς ἐν ἄμφω συλλέγων καθ' ἕνωσιν ἀληθῆ, ένα μεθ᾿ ἡμῶν ὁμολογεῖς Υἱόν, πεποίηκας μάτην ἰδίᾳ τε καὶ ἀνὰ μέρος ἑκάτερον ἀποφέρων, ὑποστάσεσί τε καὶ προσο ώποις διιστὰς ἀλλοτρόπως· οὐχὶ τὸ [ἴσ. τῷ] εἰδέναι μόνον ότι σαρκὸς μὲν φύσις ἑτέρα παρὰ τὴν θείαν, συνέδῳ γε μὴν τῇ καθ' ἔνωσιν ἀληθῆ, ἰδία γέγονεν αὐτῆς. Εἰ δὲ ἀσύμβατος [Ισ. ἀσύμβατον] ἡμῖν κατὰ τὴν δόξαν ὁρᾶσθαι θέλων, καὶ παραιτούμενος παντ ταχῆ τὴν ἔνωσιν, ἕτερον εἶναι φῆς καὶ ἕτερον· καὶ τὸν μὲν, ἐκ Θεοῦ γεγεννῆσθαι Πατρός· τὸν δὲ, συγ γενή τε ὑπάρχειν ἡμῖν καὶ ὁμοούσιον· πῶς δὴ χρῆναι φῆς τῆς εἰς αὐτὸν μὴ παρατρέπεσθαι πίστεως, εἰπέ μοι, καὶ συγγενῆ πιστεύσομεν, ἀφέντες τὸν λέγοντα Πρὶν 'Αβραὰμ γενέσθαι, ἐγώ εἰμι. • ἐπιγραψώμεθα θεὸν τὸν ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς ἀνα λαβόντα πρὸς ἡμᾶς ἀδελφότητα, παρέντες τὸν λέ γοντα· «Ο έωρακώς ἐμὲ, ἑώρακε τον Πατέρα. Καίτοι φησὶν αὐτός·. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδω
col. 159–160page 76 of 121
PG 76:159κεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· καὶ πάλιν, ι Ο πιστεύων εἰς αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κά κριται· ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονο γενοῦς Υἱοῦ τοῦ Θεοῦ. "Αρ' οὖν ὑπάρχειν νοεῖται με νογενής ἰδίᾳ τε καὶ μόνος ὁ ἐκ σπέρματος ᾿Αβραὰμ, καίτοι γεγραφότος Ιωάννου σαφῶς· Ο μονογενής Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξ ηγήσατο· ο καὶ μὴν καὶ ἑτέρου Γράμματος ἱεροῦ Οταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Πρωτότοκος δὲ πάντη τε καὶ πάντως εἴη ἂν ὁ ἐν πολλοῖς ἀδελφοῖς, οὐχ ὁ μόνος ἐκ μόνου γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. Εψόμεθα γὰρ τέως ταῖς σαῖς, ὦ οὗτος, διαστολαῖς, καραδοκούντες οἰκονομικῶς ὅποι ποτὲ ἡμῖν διεκπαίουσιν οἱ λόγοι. Οὐκοῦν (ἀνακομίσω γὰρ τὸν λόγον εἰς τὸ ἀπ' ἀρχῆς) ὁ ψυχῆς ἀνθρωπίνης καὶ σαρκὸς πρὸς ἡμᾶς ἀναλα δὼν ἀδελφότητα, γεγονὼς δὲ ἐκ σπέρματος Αβραάμ, πρωτότοκος εἴη ἂν ὡς ἐν πολλοῖς ἀδελφοῖς· ὅ γε μήν ἐν κόλπιῳ τοῦ Θεοῦ καὶ Πατρὸς, μονογενής Θεοῦ Λό γος. Εἶτα τῆς θεοπνεύστου Γραφῆς, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενή χρῆναι λεγούσης ποιεῖσθαι τὴν πίστιν, τὸν συγγενῆ τε καὶ ἡμῖν ὁμοούσιον, ἀνθότου παρατιθεὶς, μὴ δὴ χρῆναι φῆς τῆς εἰς αὐτὸν παρα τρέπεσθαι πίστεως; Οὐκοῦν ἀνάγκη συνδεῖν εἰς ἕνα Κύριον καὶ Χριστόν· κατ᾽ ἔνδησιν δὲ δηλονότι τὴν καθ᾽ ὑπόστασιν, ἵνα ἐν ταυτῷ νοοίτο μονογενής και πρωτότοκος ὁ αὐτὸς, καθὸ φύσει Θεὸς ὑπάρχων ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, γέγονεν ἄνθρωπος καθ' ἡμᾶς, καὶ ἐκ σπέρματος Αβραάμ. 'Αλλὰ γὰρ ἐξηύρηταί τι σοφὸν αὐτῷ, καθάπερ οὖν οἴεται καί φησιν οὕτω πάλιν [Μέμνησθε δέ που πάντως καὶ τὰ πολλάκις μοι πρὸς ὑμᾶς εἰρημένα, τὰς διπλὰς πρὸς τὸν Δεσπότην Χριστὸν διακρίνοντι φύσεις· διπλαῖ μὲν γὰρ τῇ φύ σει, τῇ δὲ ἀξία μοναδικαί· ἡ γὰρ τῶν φύσεων απο θεντία, διὰ τὴν συνάφειαν, μία· τῶν μὲν φύσεων ἐν τῇ οἰκείᾳ τάξει διὰ παντὸς μενουσῶν· τῆς δὲ ἀξίας συνημμένης, ώς προείπον, εἰς αὐθεντίαν μοναδικήν.] ΚΕΦΑΛ. Γ'. 'Αλλ' ἦσθά που πάντως εὐμαθής, τῇ θεοπνεύστω Γραφῇ κατακολουθεῖν ᾑρημένος, ἕνα λεγούσῃ Κύ ριον Ιησούν Χριστὸν, καὶ οὐκ ἀνὰ μέρος τιθείση τὸν ἐκ σπέρματος Αβραάμ, καὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον. Καὶ πρός γε δή τούτῳ, κἀκεῖνο διανοεῖσθαι χρή· ἕτερον μὲν γάρ τι χρῆμα θεότης, ἕτερον δὲ ἡ καθ' ἡμᾶς ἀνθρωπότης, κατά γε τὸν ἐνόντα ταῖς φύσ σεσι λόγον· συμβάσει δὲ τῇ καθ᾽ ἔνωσιν ἀληθῆ, εἰς ἐξ ἀμφοῖν ὁ Χριστός, καθὰ πλειστάκις εἰρήκαμεν τῶν γε μὴν ὑποστάσεων, ὡς σὺ φής, διῃρημένων εἰς δύο, καὶ νοουμένων ὑπάρχειν ἀνὰ μέρος τε καὶ ἰδι χῶς, πῶς ἂν γένοιτο σύμβασις εἰς πρόσωπον ἐν, εἰ μὴ ἄρα πως ἴδιον ἐν ἑνὸς λέγοιτο· καθάπερ ἀμέλει τῆς ἀνθρώπου ψυχῆς ἴδιον ἂν νοοῖτο τὸ σῶμα αὐτῆς, καίτοι πρὸς αὐτὴν ὑπάρχον ετεροφυές· οὐ γάρ που
col. 161–162page 77 of 121
PG 76:161ταυτὸν ἂν εἴη ψυχή τε καὶ σῶμα. Αλλ' ἴσως ἐρεῖ τις, Πῶς ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς διορίζεται μὲν εἰς τρεῖς ὑποστάσεις, μίαν δὲ θεότητος ἀποτελεῖ φύσιν; "Οτι, φαίην ἂν, τῇ τῶν φύσεων [Ισ. προσε ώπων, ἢ, ὑποστάσεων] διαφορᾷ, τὸ ταυτὸν εἰς οὐσίαν ἀναγκαίως ἑπόμενον, εἰς μίαν Θεότητος ἀνακομίζει φύσιν τῶν πιστευόντων τὸν νοῦν· ἐπὶ δέ γε Έμμα νουήλ, ἐπειδὴ θεότης ἕτερόν τι παρὰ τὴν ἀνθρωπότητα ἐστιν, εἰ μή φαμεν, ίδιον γενέσθαι τὸ σῶμα τοῦ Λό του καθ' ἔνωσιν ἀληθῆ, πῶς ἂν ἐν ἀποτελεῖται πρόσ ωπον, τὸ ἀμφοῖν ἑκατέρας ἡμῖν ὑποστάσεως φε ρεύσης ίδιον ὡς ἀνὰ μέρος κειμένης; Καὶ εἰ μὴ γέγονεν ἴδιον τὸ ληφθὲν τοῦ προσειληφότος, οὐκ ἀρκέσει συνάφεια κατὰ σύνοδον ἁπλῶς, τὴν ὡς ἐν ἀξίᾳ τε μόνῃ καὶ αὐθεντία, τὸν ἕνα καὶ μόνον ἡμῖν ἀποτελέσαι Χριστόν, τὸν αὐτὸν ὄντα Θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον. Τότε γὰρ, τότε καὶ μάλα λείπει τι, [σ. ἀναγκαῖον ] τῆς εἰς αὐτὸν παρατρέπεσθαι πίσ στεως, κἂν εἰ ἐκ σπέρματος Αβραὰμ νοοῖτο κατὰ τὴν σάρκα. Ἕτερον δὲ καὶ ἕτερον εἶναι λέγων, εἶτα πῶς [ἱσ. τῷ] ἐκ σπέρματος Αβραάμ προσκομίζεσθαι δεῖν τὴν πίστιν διαβεβαιούμενος, ἴσθι τοι, καὶ μάλα σαφῶς, τῆς ἑαυτοῦ κεφαλῆς τὰ τῆς ἀνθρωπολατρίας καταχέων εγκλήματα· καίτοι παραιτούμενος, καὶ λίαν ὀρθῶς, τὸ ἀνθρωπολάτρης είναι δοκεῖν. Αλλ' ὀλίγα κομιδή του χρῆναι φρονεῖν τὰ εἰκότα περ φρονηκώς, συκοφαντεῖ καὶ ἑτέρως τὸ μέγα τῆς εὐ σεβείας μυστήριον. Ἐπιφέρει γὰρ εὐθύς· Αὐτὸς γὰρ ἡμῖν τῆς ἐπηγγελμένης ευλογίας ἐκ σπέρματος Ἀβραὰμ ἀπεστάλη, ὡς ὑπὲρ ἑαυτοῦ καὶ τοῦ γένους τὴν τοῦ σώματος θυσίαν συνεπαγόμενος. Ὑφ' άμαρ τίαν οὖν ἄρα καὶ αὐτὸς γέγονεν ὁ Χριστὸς, δι' οὗ τὸ καθ' ἡμᾶς τῆς ἁμαρτίας εμφράττεται στόμα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν; ἄρα καὶ αὐτοῦ τοῦ φωτὸς τοῦ ἀληθινοῦ τὸ τῆς ἐπαράτου φαυλότητος έψατο σκότος; ἄρα μεθ᾿ ἡμῶν ἐδεήθη τοῦ λυτρουμένου καὶ σώζοντος ὁ δι' οὗ πᾶσα λύτρωσις καὶ σω τηρίας ἐλπίς; Πρέποι δ' ἂν αὐτῷ, κατά γε τὸ εἰκὸς, μεθ᾿ ἡμῶν ἀναφέρειν τὰ χαριστήρια, Θεοῦ λέγοντος ἀμνησικάκως· «Εγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι·» καταγορεύσει δὲ καὶ αὐτοῦ, καθὰ καὶ ἡμῶν, ὁ τῆς ἁμαρτίας πατήρ. Εἶτα πῶς οὐ ψευδοςπήσει, λέγων·. Έρχεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν; ο δεδυσφημήκασι ποτε κατ᾿ αὐτοῦ, καὶ τῆς Ἰουδαίων συν αγωγής οι προεστηκότες· ἐπειδὴ γὰρ τοῖς τοῦ φθόν να βέλεσι κατετρύχοντο, τεθεραπευμένον ἀδοκήτως ὁρῶντες τὸν ἐκ γενετής τυφλόν, ἀνοσίως ἔφασκον Δὲς δόξαν τῷ Θεῷ ἡμεῖς οίδαμεν, ὅτι οὗτος ἄνε θρωπο; ἁμαρτωλός ἐστιν.» Ο δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστός, αθυροστομοῦντας ἐλέγχων διαρρή δεν έφασκε· ι Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρ τία;; Εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι; › Οὐκοῦν εἰ προσκεκόμικς τὴν θυσίαν, ὑπέρ τε το καθ' ἡμῶν.
col. 163–164page 78 of 121
PG 76:163ἡμῶν αὐτῶν, καὶ προσέτι καὶ ἑαυτοῦ, δεδέηται που ΟΙ πάντως ἀναγκαίως αὐτῆς, καθὰ καὶ ἡμεῖς οἱ ὑπὸ ζυγὸν ἁμαρτίας. Ἔλεγξον τοίνυν αὐτὸν περὶ ἀμαρ τίας· εἰ τέθυκε δὲ μεθ᾿ ἡμῶν, δεῖξον ἡμῖν συνημαρ τηκότα. Ποιμήν ὑπάρχων ἀγαθὸς, ὑπὲρ τίνος τέθεικε τὴν ἰδίαν ψυχήν; ὑπὲρ ἑαυτοῦ μᾶλλον, ἢ ὑπὲρ τῶν προβάτων; 'Ακούω λέγοντος περὶ ἡμῶν· ι Ὑπὲρ αὐ τῶν ἐγὼ ἁγιάζω ἐμαυτόν·» καὶ καθά φησιν ὁ θε σπέσιος Παῦλος, ο Χάριτι Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, καὶ πάλιν, «Παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν·» καὶ καθά φησιν ὁ προφήτης Ησαΐας, ο Παι δεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν·, οὐκ αὐτὸς τὸ [ἴσ. τῷ] τῆς ἰδίας σαρκὸς παραθεραπεύεται πάθει. Παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν· οὐ διά γε τὰ ἑαυτοῦ· πολλοῦ γε καὶ δεῖ· κατενήνεκται μὲν γὰρ ὁμολογουμένως ἡ ἀν θρώπου φύσις ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως εἰς ἀρὰν καὶ θάνατον· κατηῤῥώστησε δὲ πρὸς τούτοις καὶ τὸ εὐκολονεῖς ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Κεχρημάτικε γὰρ διὰ τοῦτο καὶ ἔσχατος Αδάμ· οὐ τὰ τοῦ πρώτου νοσεῖν ἀνεχόμενος, ἀπαλλάττων δὲ μᾶλλον ὡς ἐν ἑαυτῷ τε καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν τῶν ἐκ παραβάσεως ἀρχαίας ἐκείνης αἰτιαμάτων· κατεγνώσθη μὲν γὰρ Αδάμ· ἀλλ᾽ ὤφθη δοκιμωτάτη καὶ ἀξιάγαστος ἐν Χριστῷ. Χοἰκὸς οὖν ἐκεῖνος, ἐπουράνιος δὲ ὁ Χρι στός. Καὶ ἐνετράπη μὲν ἐν τῷ πρώτῳ, κατακομι σθεῖσα πρὸς παρακοήν, ὅπερ ἐστὶν ἁμαρτία· τετής ρηκε δὲ τὸ ἀπαράβατον ἐν Χριστῷ, καὶ ὡς ἐν ἀπὸ αρχῇ δευτέρα τοῦ γένους, ὤφθη τε άτρωτος ἁμαρ τίαις, καὶ κρείττων ἀρᾶς καὶ δίκης καὶ θανάτου καὶ φθορᾶς. Προσεμπεδοῖ δὲ ἡμᾶς ὁ σοφώτατος Παῦλος, ὠδι γεγραφώς ο Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οι πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατα σταθήσονται οι πολλοί.» Δεῖται δὴ οὖν θυσίας, τῆς ὑπέρ γε τῶν ἰδίων πλημμελημάτων, πᾶς εἴ τις γέγο νεν ἁμαρτίας ἔνοχος· καὶ προσκεκόμικς μὲν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ τοῦ κατὰ σάρκα γένους, τουτέστιν, ὑπὲρ ἡμῶν· ὑπὲρ ἑαυτοῦ δὲ, οὐκέτι, κρείττων ἁμαρτίας υπάρχων, ὡς Θεός. Εἰ γὰρ τέθνται δι' ἑαυτὸν, οὐχ ἡμεῖς ἡγοράσθημεν μόνο: τῷ αἵματι αὐτοῦ, κατὰ τὰς Γραφάς· ἀλλ᾽ εἴη δ' ἂν καὶ αὐτὸς ἡμῖν συνηγορασμένος, οὐκέτι κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν, ο Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· ο δέδοται δὲ μᾶλλον καὶ ὑπὲρ τῶν ἰδίων. Οὗ γὰρ ὅλως θυσία καὶ προσαγωγή, ἐκεῖ που πάντως καὶ ἄφεσις ἁμαρτιῶν. Πεφενάκικεν οὖν ἄρα τοὺς ἀνὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν ὁ θεσπέσιος Παῦλος, περὶ αὐτοῦ γεγραφώς· «Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρ χιερεύς, ὅσιος, ἄκακος, αμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενό μενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οι ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων
col. 165–166page 79 of 121
PG 76:165θυσίας αναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ".» ἐποίησεν ἐφάπαξ ἑαυτὸν προσενέγκας. Ο νόμος γάρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθενείας ὁ λόγος δὲ τῆς ορκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.» Πῶς οὖν ὅσιος ἀρε χιερεὺς ὁ Χριστός; ἢ κατὰ τίνα τρόπον ἄκακος καὶ ἀμίαντος, εἰ δέεται μεθ' ἡμῶν τῆς θυσίας προσκεκο μημένος [ἰσ.. προσκεκομισμένης ] εἰς ἄφεσιν τῶν πλημμελημάτων, καὶ εἰς δικαίωσιν τῶν ἡμαρτηκό των; Πῶς κεχώρισται τῶν ἁμαρτωλῶν, εἰ δικαιοῦται σὺν αὐτοῖς, οὐχ ἑτέρου του χάριν τῆς θυσίας προσκεκομισμένης, ἢ τούτων αὐτῶν; Θαυμάζω δὲ, ὅτι διακεκραγότος τοῦ Παύλου, και μάλα σαφῶς, οὐκ εἶναι παραπλήσιον τοῖς ὑπὲρ τῶν ἰδίων πλημμελημάτων προσκομίζειν κεκελευσμένοις, ἔπειτα τῶν τοῦ λαοῦ πρεσβεύειν, οὐ δέδιας, οἷς ἔφη τἀναντία φάναι τε τολμᾷς [ τοῦ λαοῦ, πρεσβεύειν οὐ δέδιας οἷς ἔφη τἀναντία, φάναι τε τολμᾷς ], καθ' ὁμοιότητα τὴν ἐκείνων, οἱ κατὰ νόμον γεγόνασιν ἱερεῖς, καὶ αὐτὸν ὑπὲρ έαυτου προσάγειν θυσίαν. Καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς ὁ νόμος μὲν καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθενείας· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον· τί τοῖς ἀσθενεῖν εἰωθόσι ποιεῖν ὅσ. ποιεῖς] συναρίθμιον τὸν τῆς ἐκείνων πληθύος ἐξῃρημένον, καὶ τὴν ὑπὲρ νό μον ἔχοντα τελείωσιν, οἶκοθέν τε καὶ κατὰ φύσιν, εἴπερ ἐστὶν Υἱὸς ἀληθῶς, καὶ διὰ τοῦτο Θεός; Ιδω μεν δὲ καὶ ἐκ τοῦ νομικοῦ καὶ ἀρχαιοτέρου γράμματος, τίνα δὴ τρόπον καὶ ὑπὲρ τίνων εἰσκεκόμικεν ἑαυτὸν ὁ Ἐμμανουὴλ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Σκιὰ μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἦν, πλὴν ὑποτύπωσιν ἔχει μυστηρίου τοῦ κατὰ Χριστὸν, καὶ τῆς ἀληθείας ὠδίνει την μόρφωσιν. Καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίοις προσλαλῶν· «Εἰ ἐπισ στεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Πῶς οὖν ἄρα· τεθύκασι τὸν ἀμνὸν, μέλλοντες τῆς Αἰγυπτίων ἀπαίρειν οἱ ἐξ αἵματος Ἰσραήλ; ὑπὲρ ἑαυτῶν ἄρα καὶ μόνων, ἢ καὶ ὑπὲρ [ε]αὐτοῦ τοῦ ἀμνοῦ; Τίνας ἐλυτροῦτο διὰ τοῦ αἵματος; ἄρα τοὺς ὑπὸ ζυγὸν δουλείας, καὶ δύσοιστον ἀνατλαν [ἰσ. ἀνατλάντας] τὴν ἐκ τῶν Αἰγυπτίων πλεονεξίαν, ἢ καὶ ἑαυτόν; τίνος ἀπεσόβει τὸν ὀλοθρευτήν; τίσιν ἔφασκεν ὁ τῶν ὅλων Θεὸς, «Καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς; ν ἆρα τοῖς δεδεγμένοις τῆς παρ' αὐτοῦ σκέπης, ήγουν καὶ αὐτῷ τῷ ἀμνῷ; Διετύπου μὲν γὰρ τὰς ὑπὲρ τῶν ἁμαρτιῶν ποιεῖσθαι θυσίας, καθάπερ ἐν πίνακι τῷ νόμῳ, σκιαγραφῶν ὅτι τὸ Χριστοῦ μυστήριον ὁ Θεὸς καὶ Πατήρ· ἔφη δὲ οὕτω πρὸς τὸν ἱεροφάντην Μωσέα· Ἐὰν δὲ πᾶσα συν αγωγή υἱῶν Ἰσραὴλ ἀγνοήσῃ ἀκουσίως, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς Συναγωγῆς, καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ [ἰσ. ] οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία, ἣν ἥμαρτον αὐτῇ· καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ ἁμαρτίας. Ο Τίνα δὲ τρόπον τὰ τῆς θυσίας ἐπιτελεῖσθαι χρὴ,

Book IVLiber IV

col. 167–168page 80 of 121
PG 76:167διειπών εὖ μάλα, προσεπάγει, καί φησι· ι Καὶ β ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεὺς, καὶ ἀφεθήσεται αὐτ τοῖς ἡ ἁμαρτία. ο Αθρες δὴ οὖν, ὅτι προσεκομίζετο μὲν ὁ μόσχος ἐν τύπῳ Χριστοῦ τοῦ πανάγνου, καὶ μῶμον τοῦ μὴ ἔχοντος· ἀπηλλάττοντο δὲ τῶν Ιδίων αἰτιαμάτων οι προσκομίζοντες, καὶ οὔτι που μάλα ο μόσχος. Τέθεται γὰρ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, καθὰ σὺ φής, ἀλλ' ὑπέρ γε τῶν ἠσθενηκότων, ὑπὲρ ὧν ἐποιεῖτο τὰς λιτὰς ὁ κατά νόμους αρχιερεύς. ἵνα πάλιν ἐννοῇς τὸν ὑπὲρ ἡμῶν γεγονότα παρά κλητον, ἄμωμόν τε καὶ ὅσιον ἀρχιερέα, κεχωρισμένον τῶν ἁμαρτωλῶν. Πανταχόθεν τοιγαροῦν ἀρρωστηκά τος τοῦ λόγου τὸ ἀκαλλὲς τῷ δι' ἐναντίας, ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι φαμὲν αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ότι γέγονεν ἄνε θρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ ἐν τοῖς καθ' ἡμᾶς, ἵνα καὶ ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἐξέληται τῶν ἀρχαίων αιτιαμάτων, δικαιώσῃ τῇ χά κρείττονας, ἱερούς τε καὶ ἡγιασμένους, καὶ πᾶν Λυτρωτὴν ὁμολογοῦντας αὐτόν· δι᾿ οὗ καὶ μεθ᾽ οὗ ἀναθεὶς τῷ Πατρί, κατακτήσηται τὴν ὑπ᾽ οὐρανὸν, ριτι διὰ πίστεως, θανάτου καὶ φθορᾶς ἀποφήνῃ εἶδος ἀρετῆς εὖ μάλα κατωρθωκότας, Σωτήρα και τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. η ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. Ο θεσπέσιος Παῦλος, οὐκ ἀσυντελῆ πρὸς ὄνη τιν τοῖς εὐσεβεῖν ᾑρημένοις, τὴν ἔν γε τῷ νόμῳ σκιὰν ἀποφαίνων, καὶ μὴν καὶ τὰ πάλαι τοῖς ἀρχαίοις συμβεβηκότα, καθάπερ τινὰ πίνακα καὶ γραφὴν τῶν ἀληθεστέρων ταῖς ἁπάντων διανοίαις εὖ μάλα παρα τιθείς· «Ταῦτα δὲ [ ἴσ. λείπει, φησί, ] τυπικώς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε. Φέρε δὴ οὖν ἐκ νομικῶν Γραμμάτων ελόντες, λέγω μεν, ὡς κατηυλίζοντο μὲν ἐρήμῳ ποτὲ τῆς Αἰγυπτίων ἀπαίροντες οἱ ἐξ Ισραήλ, καὶ εἰς τὴν τῆς ἐπαγγελίας διασπεύδοντες γῆν· ἐπειδὴ δὲ τῶν ἐν Αἰγύπτῳ θαυμάτων ἀμνημονοῦντες οἱ τάλανες, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀμνημονήσαντες, διεγόγγυζον ανοσίως, ὑπὸ τῶν ὄψεων ἀπώλλυντο, κατὰ τὸ γεγραμμένον. Διέδρων γε μὴν τὰ τῶν ἰοβόλων δήγματα, τὸν ὄψιν αὐτοῖς τὸν χαλκοῦν ἀναστηλώσαντος τοῦ Μωσέως, τοῦ πάντων Σωτῆρος Θεοῦ κεχρησμωδηκότος· «Ποίη σον σαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημεῖον· καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτ τὸν ζήσεται.» Μυστήριον δὲ ἄρα τὸ κατὰ Χριστὸν ἡ τύπωσις ἦν. Θεὸς γὰρ ὑπάρχων ὁ μονογενής τοῦ Θεοῦ Λόγος, καὶ ἐξ ἀγαθοῦ Πατρὸς ἀγαθὸς κατὰ φύσιν, μετέσχεν αίματος καὶ σαρκός, τουτέστι, γέγονεν ἄν θρωπος, ἡμῖν τε τοῖς πονηροίς παραπλήσιος, κατά γε τὸ εἶναι καθ᾿ ἡμᾶς ἄνθρωπος δηλονότι. Τέθειται δὲ καὶ ἐφ' ὑψηλοῦ· τουτέστι, σταυρὸν ἀνέτλη τὸν ἐπὶ ξύλου, καὶ τὸν κατὰ σάρκα θάνατον, εἰ καὶ ἀνεβίω τριήμερος, τὸ τοῦ θανάτου πατήσας κράτος. "Οταν τοίνυν ἐκ πολλῆς ἄγαν ἀσυνεσίας, τῆς μετά σαρκὸς οι μωμόν που
col. 169–170page 81 of 121
PG 76:169οικονομίας καταγογγύζοντες, καὶ τὸ ἀκαλλὲς αὐτῆς καθορίζοντες, αίσχυνώμεθα φρονεῖν ἢ λέγειν, ἀνθρώπου γενέσθαι καθ' ἡμᾶς τὸν τοῦ Θεοῦ Λόγον, καὶ ἐνωθῆναι σαρκὶ κατὰ ἀλήθειαν, τότε καὶ δράκων ἡμᾶς ὁ ἀρχέκακος ἀποκτενεῖ, τῆς ἑαυτοῦ δυστροπίας τὸν ὥσπερ τινὰ ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς τὴν πλάνησιν· διαφευξόμεθα δὲ, καὶ τὰ τῆς ἐκείνου σκαιότητος διακρουσόμεθα βλάβη, τοῖς τῆς καρδίας ὄμμασιν ἐνορῶντες τῷ ὄφει· τουτέστι, τὸ Χριστοῦ μυστήριον ἀκριβεῖ διανοίς κατασκεπτόμενοι. Τότε γὰρ, τότε φρονοῦντες ὀρθὰ ἀνενδοιάστως ὁμολογήσο μεν ὅτι γέγονε σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, καὶ προῆλθεν ἐκ γυναικὸς μετὰ τοῦ μεἶναι Θεὸς, καὶ ἔστιν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος· οὔτε ταῖς τῆς ἀνθρωπότητος μέτροις ἐπερυθριών διά τε [ισ. διά γε] τὸ τῆς ὑπεροχῆς ἀξίωμα· οὔτε μὴν τῆς θεοπρεπούς ἐξουσίας, καὶ ὑπερτάτης εὐκλείας εστερημένος διὰ τὸ ἀνθρώπινον. Οἱ δὲ δὴ τὰ τοιάδε διακρίνειν εὖ μέλα κατηθισμένοι, δι' ἀμφοῖν τὸν ἕνα, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον ἰσχνῶς καὶ ἐξητασμένως συνιέντες, λέγουσιν· «"Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώ σεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυ ρίου;» Αλλ' οὐκ οἶδ' ὅπως ὡς ἀνέφικτά τε καὶ ἀκαλλή ταυτὶ διωθούμενος, τῆς τοῦ Σωτῆρος ἡμῶν εὐκλείας καὶ ὑπεροχῆς, οὐ μετρίως αὑτοσὶ ποιεῖσθαι κατατολμᾷ τὴν κατάῤῥυσιν ίσ. κατάῤῥησιν ]· καὶ μέτρον ὥσπερ αὐτῷ τὸ καθ' ἡμᾶς ἀπονέμων, καὶ ἕτερον οὐδὲν, δεδοξάσθαι φησὶν αὐτὸν παρὰ τοῦ ἁγίου Πνεύματος, οὐχ ὡς ἰδίᾳ δυνάμει χρώμενον, τῇ δι' αὐτοῦ, καὶ πληροῦν τὰ τῆς θεοσημείας, ἀλλ' ἔξωθεν " καὶ εἰσκεκριμένως κερδαίνοντα, τὸ κατορθοῦν δύνα σθαί τι τῶν τεθαυμασμένων ἵνα δὴ φαίνοιτο καθ' ἡμᾶς ιαμάτων που τάχα χάρισμα λαβών, φάναι τε ὀφείλων, κατὰ τὸν μακάριον Παῦλον· ο Χάριτι δὲ Θεοῦ εἰμι ὁ εἰμι.» Οἷς γὰρ ἐπακτὸν καὶ θύραθεν τὸ εἶναί τι καὶ δύνασθαι κατορθοῦν, οὗτοι φαῖεν ἂν εἰ. κότως καὶ τὴν τοιάνδε φωνήν. Δεῖξαι γὰρ, ὡς οίεται, βουληθεὶς ἰσουργὸν εἰς ἅπαντα τὴν ἁγίαν Τριάδα, πάλιν ὧδέ φησιν [ Ο Θεός Λόγος ἐγένετο σαρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Συνεκάθισεν ἑαυτῷ τὴν ἀναληφθεῖσαν ὁ Πατήρ ἀνθρωπότητα.. Εἶπε γάρ, φησίν, ὁ Κύριος τῷ Κυ ρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Τὴν τοῦ ἀναληφθέντος τὸ Πνεῦμα κατελθών συνεκρότησε δόξαν.. "Οταν γὰρ, φησὶν, ἔλθῃ τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐμὲ δοξάσει.» Βούλει καὶ ἄλλην ἐπὶ τούτοις αὐτοῖς τῆς Τριάδος ενέργειαν; Ενώκησεν ὁ Υἱὸς ἐν τῷ σώ ματι· συνέστησεν ὁ Πατήρ βαπτιζόμενον· διέπλασεν ἐν Παρθένῳ τὸ Πνεῦμα.] Εἶτα πάλιν φησὶ περὶ τῶν ἁγίων ἀποστόλων· [Ὁ Υἱὸς ἐξελέξατο. «Εγὼ γὰρ, φησὶν, ὑμᾶς ἐξελεξάμην.. Ο Πατὴρ ἡγίασε ο Πάτερ γὰρ, φησὶν, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Το Πνεῦμα κατεσκεύασε ρήτορας.] ΚΕΦΑΛ. Δ'. Ὅτι μὲν οὖν ἄσοφός τε καὶ ἀτερπὴς ὁ σύμπας αυ ΔΓ,
col. 171–172page 82 of 121
PG 76:171τῷ πεποίηται λόγος, καταδείξαι ῥᾷον παραπαίει δὲ κάν τούτῳ, καὶ ὅπως, ἐρῶ. Μία μὲν γὰρ θεότητος φύσις, ὑφέστηκε δὲ ἰδικῶς ὁ Πατήρ, καὶ μέντοι καὶ ὁ Υἱὸς, ὁμοίως δὲ καὶ τὸ Πνεῦμα. Πράττεταί γε μήν τὰ πάντα παρὰ Πατρὸς, καὶ δι' Υἱοῦ ἐν Πνεύματι καὶ οἷον κεκινημένου τοῦ Πατρὸς εἰς ἐνέργειαν τὴν ἐπί τισιν, ἐνεργεῖ δὲ πάντως ὁ Υἱὸς ἐν Πνεύματι κἂν εἴ τι λέγοιτο πληροῦν ὁ Υἱὸς ἢ τὸ Πνεῦμα, τοῦτο δὲ πάντως ἐστὶν ἐκ Πατρὸς, καὶ διὰ πάσης ἔρχεται τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ἡ εἰς πᾶν ὁτιοῦν ἐνέργειά τε καὶ βούλησις. Πλὴν ἔν γε τούτοις ἐκεῖνό φαμεν. "Αβρει δὴ πάλιν, ὡς σαφῶς τε καὶ ἐναργώς, καίτοι σάρκα λέγων τὸν ἐκ Θεοῦ γεγενῆσθαι Λόγον, τὴν τῶν ἐννοιῶν παρασημαίνει δύναμιν, καὶ τῆς ὀρθότητος ἀποφέρει μακράν ὡς ἐν έργειαν αὐτοῦ τὴν σάρκωσιν ἀποφαίνων. Ἐπιφέρει γὰρ εὐθύς Βούλει καὶ ἄλλην ἐπὶ τούτοις αὐτοῖς τῆς Τριάδος ενέργειαν; › ὡς ἤδη πρώτην ἀποδεδειχὼς ἐνέργειαν τοῦ Θεοῦ Λόγου, τὸ σάρκα γενέσθαι, κατὰ τὰς Γραφάς. Καὶ τὶς ἡ ἑτέρα μετὰ τὴν πρώτην ενέργειαν διαδείχ νυσιν [σ. δεικνύς], ὥσπερ οίεται, φησίν ο Ενώκησεν ὁ Υἱὸς ἐν τῷ σώματι. ο Θεοφόρος οὖν ἄνθρωπος ὁ Χρι στός. Εἶτα καὶ μόνον τοῦτο ἐνεργήσας εἰς ἄνθρωπον ὁ τοῦ Θεοῦ καὶ Πατρὸς διαφαίνεται λόγος· ὥστε, κάν εἰ λέγοι τυχὸν ὁ μακάριος εὐαγγελιστής, Ο Λόγος δ σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ο καταδηλοῦν ἡμῖν ἕτερον οὐδὲν, πλὴν ἐκεῖνο καὶ μόνον, ὅτι κατ ώκησεν ἐν ἀνθρώπῳ Θεὸς ὢν ὁ Λόγος, καθὰ καὶ ἐν ἡμῖν αὐτοῖς. Ναοὶ γάρ ἐσμεν Θεοῦ ζῶντος, καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν. "Αλλ' οὐ τοῦτο μὲν ἴσως ερεῖς, καταναρκήσας τὴν δυσφημίαν· ὁμολογήσεις δὲ μεθ᾿ ἡμῶν, ὅτι γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λό γος· καὶ τοῦτό ἐστιν ἡ σάρκωσις. Συνθήσῃ δὲ, ὅτι μεμένηκε Θεὸς, καὶ τὸ τῆς ἰδίας φύσεως διεσώσατο κάλλος· κἂν εἰ κεχρημάτικεν Υἱὸς ἀνθρώπου, γεν γονέ τε τοῦτο κατὰ ἀλήθειαν. Εἶτα τί μαθὼν [ἰσ. πα θών], συγκαθίσαι φὴς ἑαυτῷ τὸν Πατέρα, τὴν ἀνα ληφθεῖσαν ἀνθρωπότητα, καὶ οὐχὶ δὴ μᾶλλον, τοῖς τῆς ἰδίας θεότητος ἐνιδρύσθαι θώκοις, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἄνθρωπον γεγονότα τὸν ἐξ αὐτοῦ φύντα Λόγον, ἵνα μὴ ὡς ἑτέρα τις παρ' αὐτὸν ἡ ἀνθρωπότης αὐτοῦ πρὸς ἡμῶν νοοῖτο καὶ λέγατο, καίτοι τῆς κατὰ ἀλήθειαν ἑνώσεως, ἕνα τε ἡμῖν ἀπο φαινούσης αὐτὸν, καὶ οὐκ ἀλλότριον αὐτοῦ τὴν σάρκα αὐτοῦ; Ψευδοεπὴς οὖν ἄρα, καὶ λογισμοῦ τοῦ καθ ήκοντος οὐ μετρίως ἡμαρτηκώς, ἁλίσκῃ κάν τούτῳ Καὶ εἰ μηδὲν ἕτερόν ἐστι τὸ φάναι δὴ σάρκα γεγε νῆσθαι τὸν Λόγον, ἢ ὅτι γέγονεν ἄνθρωπος ἐν ὑπερο οχῇ θεότητος ὤν, καὶ μεμενηκὼς ὅπερ ἦν, ποίας ἂν ἐδεήθη τῆς ἔξωθεν δόξης, καίτοι τῆς δόξης Κύριος ὢν αὐτός; Εδοξάζετο μὲν γὰρ ὁμολογουμένως, ενερ γοῦντος τοῦ Πνεύματος τὰς θεοσημίας· ἀλλ᾽ οὐχ ὡς ἄνθρωπος θεοφόρος, ἐξ ὀθνείας τε καὶ ὑπερκειμένης φύσεως τὸ χρῆμα κερδαίνων, καθὰ καὶ ἡμεῖς· ὡς ἰδίῳ δὲ μᾶλλον κεχρημένος τῷ Πνεύματι. Θεὸς γὰρ ἦν φύσει, καὶ οὐκ ἀλλότριον αὐτοῦ τὸ Πνεῦμα
col. 173–174page 83 of 121
PG 76:173αὐτοῦ. Οὐκοῦν οὐκ ἔξωθεν, οὐδὲ εἰσποίητον αὐτῷ δε δόσθαι φαμὲν τοῦ Πνεύματος τὴν ἐνέργειαν, καθὰ καὶ ἡμῖν αὐτοῖς, ήγουν τοῖς ἁγίοις ἀποστόλοις. Δε δώρηται γὰρ αὐτοῖς ἐξουσίαν ὁ Χριστὸς κατὰ πνευ μάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά· προστέταχε δὲ θεραπεύειν, καὶ πᾶσαν νόσον, καὶ πᾶσαν μαλα κίαν ἐν τῷ λαῷ. Οίκοθεν οὖν ἄρα καὶ παρ' αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ. Καὶ τούτου σαφὴς ἀπόδειξις εἴη ἄν, τὸ καὶ ἑτέροις δύνασθαι χορηγεῖν αὐτό, καὶ οὐκ ἐκ μέτρου, καθά φησιν ο μακάριος εὐαγγελιστής· ἐπ εμέτρησε μὲν γὰρ τοῖς ἁγίοις τὴν διὰ τοῦ Πνεύματος χάριν ὁ τῶν ὅλων Θεός· καὶ ᾧ μὲν ἔδωκε λόγον σου φίας· ἄλλῳ δὲ λόγον γνώσεως· ἑτέρῳ δὲ χάρισμα ιαμάτων· καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ὡς ἐκ μέτρου δύο νασθαι τοὺς ἔχοντας ἐνέργειαν. Ο δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐξ ἰδίου πληρώματος προϊεὶς τὸ Πνεῦμα, καθὰ καὶ αὐτὸς ὁ Πατὴρ, οὐχ ὡς ἐκ μέτρου δίδωσιν αὐτὸ τοῖς ἀξίοις ἐλεῖν. Ανθότου δὴ οὖν, ὦ βέλτιστε, τὸν οὐκ ἐκ μέτρον διδόντα τὸ Πνεῦμα τοῖς μεμετρημένον ἔχουσιν αὐτὸ ποιεῖς ἐναρίθμιον; συγκ κεκροτῆσθαι λέγων παρὰ τοῦ Πνεύματος τὴν δόξαν αὐτοῦ, καὶ ἐνηργῆσθαι μᾶλλον, ὡς ἕνα τῶν καθ' ἡμᾶς, ἐν χάριτος τάξει λαβόντα την παρ' αὐτοῦ συγκρότησιν, ήγουν ἐνεργῆσαι μᾶλλον ὡς δι᾿ ἰδίου Πνεύ ματος τὰς θεοσημίας. Ἰουδαῖοι μὲν γὰρ οἱ πάντολμοι, πικρὰν ἐπ᾿ αὐτῷ καταθήγοντες γλῶτταν, ἀνο σίως ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβούλ ἄρχοντι τῶν δαιμονίων, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀμαθαίνοντας οὐ μικρῶς, μᾶλλον δὲ καὶ δυσσεβοῦντας ἐλέγχων, «ΕΙ ἐγώ, φησὶν, ἐν Βεελζεβούλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι εκβα λούσι;» Τεθαύμασται γὰρ ὁ λαμπρὸς καὶ μέγας τῶν ἁγίων ἀποστόλων χορὸς, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου πληρῶν τὰ παράδοξα· καὶ γοῦν ὑπο έστρεφον χαίροντές τε καὶ λέγοντες· «Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐπὶ τῷ ὀνόματί σου. Ἀλλ᾽ εἴπερ ἐστὶν ἐφικτὸν ἐν ὀνόματί τινος τῶν ἐνερ γουμένων, καὶ ἑτέρους δύνασθαι τὰ ἴσα πληροῦν, ἡκέτω· φραζέτω διὰ ποίαν αἰτίαν οὐδεὶς ἐν ὀνόματι τῶν ἁγίων τινὸς, ἢ ἀκαθάρτοις πνεύμασι ἐπιτιμήσας θαυμάζεται, ήγουν ἕτερόν τι τῶν πέρα λόγου τετε λεχώς. Αλλ' οἱ μὲν ἐνήργηνται παρὰ τοῦ Πνεύματος, καὶ μεμετρημένην έχουσι χάριν· ὁ δὲ, ὡς Θεός ἐνεργεῖ, καὶ ὡς δι' ἰδίου Πνεύματος ἀμογητι κατορ-D θεῖ τὰ δι' ὧν θαυμάζεται. Καὶ γοῦν ἡ τὴν τοῦ αἷμα τος φύσιν ἀρρωστήσασα γυνή προσελθοῦσα ποτε λεληθότως ἀπὸ ὄπισθεν αὐτοῦ, γέγραπται ὡδι, ήψατο του κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ φύσις τοῦ αἵματος αὐτῆς. Ο δὴ καὶ συν ιεὶς ὁ Χριστός, «Τίς ὁ ἀψάμενός μου;» φησίν. Ἐπειδὴ πρὸς τοῦτο ἔφασκον οἱ θεσπέσιοι μαθηταί Επιστάτα, βλέπεις, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀπο θλίβουσι·, πάλιν ἔφασκεν αὐτός· «"Ηψατό μου τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ.» Συν
col. 175–176page 84 of 121
PG 76:175ιείς [συνίης] οὖν ὅπως οὐκ εἰσκεκριμένον ἔξωθεν, ἀλλ᾽ οίκοθεν ἔχει καὶ ἐξ αὐτοῦ τὸ ἐνεργεῖν δύνασθαι, καὶ ἀπαλλάττειν ἀρρωστημάτων. Γράφει δέ που καὶ ὁ μακάριος εὐαγγελιστής Ματθαῖος· ι Καὶ πᾶς ὁ ὄχλος εζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ εξήρχετο, καὶ ἱᾶτο πάντας. ο Δύναμις οὖν αὐτοῦ, τὸ Πνεῦμα αὐτοῦ· καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Δαβίδ· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύνα μις αὐτῶν. ο Στόμα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἐξ αὐτοῦ φησι Λόγον, οὗ τῷ Πνεύματι διακρατείται πρὸς ὕπαρξιν, τὰ δι' αὐτοῦ γεγονότα. Ηδη μὲν οὖν ἔφην ὅτι τῆς εὐσεβείας τὸ μυστήριον, δ καὶ παρ' αὐτ τοῖς τεθαύμασται τοῖς ἁγίοις ἀγγέλοις, κατακομίζει πρὸς τὸ μηδέν, καὶ τῶν εἰς ἀλήθειαν δογμάτων οὐ πεφροντικώς, κατασμικρύνει, λέγων· «Βούλει καὶ ἄλλην ἐπὶ τούτοις αὐτοῖς τῆς Τριάδος ενέργειαν, Ενῴχησεν ὁ Υἱὸς ἐν τῷ σώματι· συνέστησεν ὁ Πατήρ βαπτιζόμενον· διέπλασεν ἐν Παρθένῳ τὸ Πνεῦμα. Ὅτι δὲ τοῖς πρὸς ἡμῶν εἰρημένοις έψεται δὴ πάντως τὸ ἀληθὲς, καὶ οὐ ψιλήν κατάρευσιν [σ. κατάρξη σιν] τῶν αὐτοῦ πεπνιήμεθα λόγων, ἔλεγχον δὲ μᾶλλον σαφῆ τε καὶ ἀληθῆ, διαδείξει δὲ [σ. δή] λέγων αὐ τὸς ἐν ἑτέροις ὠδί. [ Καὶ τῆς συνεργείας ἡ ἀπόδειξις πρόδηλος· ὁ Υἱὸς ἐνηνθρώπησεν· ὁ Πατὴρ ἐνεθρόνησε· τὸ Πνεῦμα σημείοις ἐσέμνυνε.] ΚΕΦΑΛ. Β'. "Αρ' οὖν ἐνδοιάσειεν ἂν καὶ μετὰ τοῦτό τις, ὅτι τῶν ἐννοιῶν ὁ σκοπὸς αὐτῷ, πρὸς ἀμαθίαν τε ὁμοῦ καὶ ἀνοσιότητα βλέπει, καὶ τῶν τῆς εὐσεβείας γμάτων καταθρασύνεται; ὥσπερ τὸ γενέσθαι σάρκα τὸν τοῦ Θεοῦ Λόγον, ἀσυνέτως ἐκβαλών, ενεργῆσαι φησιν εἰς ἄνθρωπον τὴν ἐνοίκησιν, οὕτω δὴ πάλιν τὸ ἐνανθρωπῆσαι δέχεται· καίτοι τῶν ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ἁγίων Ἐκκλησιῶν, καὶ αὐτῶν δὲ τῶν ἀοιδίμων Πατέρων, οἳ τὸν τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίν στεως ὅρον ἡμῖν ἐξήνεγκαν, λαλοῦντος ἐν αὐτοῖς τοῦ ἁγίου Πνεύματος, τὸ σαρκωθῆναι τε καὶ ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον, οὐδὲν ἕτερον εἶναι νοούν των, πλὴν ὅτι μόνον τὸ γενέσθαι καθ' ἡμᾶς ἄνθρωπον, ἀποτεχθῆναι τε κατὰ σάρκα ἐκ γυναικός, ὅτι καὶ γέγονε μεθ' ἡμῶν ὑπὸ νόμον, ὁ ὑπὲρ νόμον ὡς Θεός. Ἐπειδὴ δὲ ὡς ήδη πλειστάκις ἔφην, σκοπὸς αὐτῷ [ παραλύειν τὴν ἀλήθειαν, ταύτῃ τοι καὶ μάλα νεανικώς το νι, ἀνταίρει μόνος, καὶ ταῖς ἁπάντων μάχεται γνώ μαις, καὶ κατὰ τῆς ἀῤῥήτου δόξης τὰ ὅπλα κινεῖ· καὶ τὸ αὐτῷ καὶ μόνῳ δοκοῦν, συρφετόν ὥσπερ τινά ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ παρεισκρίνειν ἐπιχειρεῖ διισχυρίζεται γὰρ ἐνοίκησιν εἶναι τὴν ἐνανθρώπησιν· καὶ οὐχὶ δὴ μᾶλλον τό, αἵματος και σαρκός, παραπλησίως ἡμῖν μετασχεῖν ἐλέσθαι τὸν ἐκ Θεοῦ Λόγου· καί τοι πᾶσι μὲν τοῖς ἁγίοις ἐνῳκηκότος τε καὶ ἐνοικοῦντος ἔτι τοῦ Λόγου· γεγονότος δὲ ἅπαξ ἐν τοῖς καθ' ἡμᾶς, καὶ σαρκὶ μιᾷ καθ᾽ ὑπόστασιν κεκοινωνηκότος, καθ' ἦν καὶ ὑπὲρ ἡμῶν ἀποθανεῖν τε καὶ ἐγηγέρθαι πιστεύεται, σαρκὶ πέπονθεν ἐκών. Ὅτι δὲ
col. 177–178page 85 of 121
PG 76:177καὶ εἰκῇ παραῤῥίπτει λόγους, καὶ τῆς τῶν φωνῶν ἀτοπίας ὀλίγα πεφροντικώς, σημείοις φησὶ τοῖς διὰ τοῦ Πνεύματος κατασεμνύνεσθαι τὸν Χριστὸν, ὁ γε γονὼς ἡμῖν ἔναγχος, καὶ διαρκῶς, ὥς γε οἶμαι, ἔδειξε λόγος, βασανίζωμεν, εἰ δοκεῖ, τὰς ἑτέρας αὐτοῦ φω νάς. • Ο Πατήρ, φησί, συνέστησε· ο τὸ μὲν οὖν, συν έστησεν, δ τί ποτέ ἐστιν ἐν τούτοις οὐκ ἂν ἔχοιμι νοεῖν· καὶ γάρ ἐστιν ὁμολογουμένως αγοραία τε καὶ ἀγυρτώδης, καὶ τερθρείας Ιδιωτικῆς ἀνάμεστος ή φωνή· πλὴν οἶμαι δηλοῦν ἐθέλειν αὐτό, τὸ, παρέθετο, φέρε εἰπεῖν, ήγουν μεμαρτύρηκε. Πῶς οὖν, εἰπέ μοι, συνέστησεν ὁ Πατήρ, ενοικήσεως θείας· ἠξιωμένον; ἢ δ τοῦτο μὲν ἥκιστά γε· κατέδειξε δὲ μᾶλλον ἐνανθρωπήσαντα τὸν ἴδιον Υιόν, μεμενηκότα δὲ καὶ ἐν σαρκί, τοῦθ᾽ ὅπερ ἦν τε, καὶ ἔστι, καί ἔσται, Θεὸν δηλον ότι. «Ἰησοῦς γὰρ Χριστὸς ὁ χθὲς, καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. ο Φέρε τοίνυν τὰς ἐπ' αὐτῷ πολυπραγμονῶμεν φωνάς. Τί φησιν ὁ εὐαγγελιστής; Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων· Οτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ μένον ἐπ' αὐτόν· οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ· κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Εἴη μὲν γὰρ οίκο νομικῶς ἁγιάσων τὸν Ἰορδάνην ὁ Κύριος ἡμῶν Ἰη τοὺς ὁ Χριστός· κατηξίου δὲ σὺν ἡμῖν βαπτίζεσθαι, τῆς κατὰ σάρκα οικονομίας τὸ μυστήριον διὰ τῶν αὐτῇ πρεπόντων διοικούμενος τρόπων. Έδει γὰρ ἄν θρωπον γεγονότα γινώσκεσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· ἀλλ' ἐβαπτίζετο μὲν, ὡς ἄνθρωπος, ἐβάπτιζε δὲ θεϊκῶς ἐν ἁγίῳ Πνεύματι. Καὶ οὐ δή πού φαμεν, ἢ ὑπουργικῶς, ἢ ὡς παρ' ἑτέρου τινὸς τοῖς βαπτιζομένοις τὴν τοῦ ἁγίου Πνεύματος διηκονεῖτο μέθεξιν ἀπετέλει δὲ μᾶλλον ἡγιασμένους, ὡς φύσει Θεὸς ἐν αἰς αὐτὸς ἐξ ἰδίου πληρώματος. Πῶς οὖν ἀφειδήσας τῶν εἰς ὀρθότητα λόγων, καὶ μέν τοι καὶ ἐννοιῶν, ἐνηργῆσθαι τῆς ἐν ἀνθρώπῳ τὴν ἐνοίκησιν παρὰ τοῦ Θεοῦ Λόγου; καίτοι πλείστων τε ὅσων ἁγίων, Εν γε δὴ σφίσιν αὐτοῖς ἐσχηκότων Ενοικον τὸν τῶν ὅλων θεόν· βαπτίσαντο; δὲ οὐδενὸς ἐν ἰδίῳ πνεύματι, έχουν θεϊκῶς ἐνοικῆσαί τισιν εἰρημένου καὶ ἐνῳκηκότος· καὶ αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν αὐλίζεται διὰ τοῦ Αγίου Πνεύματος, ὅπερ ἐστὶ καὶ ἴδιον αὐτοῦ, καθάπερ ἐμέλει τοῦ Θεοῦ καὶ Πατρός; Καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων αὐτός· «Ὅταν δὲ ἔλθῃ ὁ Παρά κλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, το Πνεῦμα τῆς ἀληθείας, ο παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. ῎Αθρει δὴ οὖν ὅπως τὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, τοῦτο καὶ τῆς ἀληθείας ἴδιον εἶναι φής (ίσ. φησίν]. Αὐτὸς δέ που πάντως ἐστὶν ἡ ἀλήθεια. Εἶτα πῶς, εἴπερ ἐστὶν ἀληθῶς οὐκ ἐνανθρωπήσας Θεός, άνθρωπος δὲ μᾶλλον, τὴν θείαν ἐνοίκησιν, ὡς ἐνέρ γειαν ἔχων, ώς ίδιον Πνεῦμα τὸ τοῦ Θεοῦ καὶ Πατρός, τοῖς πιστεύουσιν εἰς αὐτὸν καταπέμψειν ἐπαγγέλλεται; ᾿Αλλὰ γὰρ, ὡς ἔφην, τὴν τοῦ μυστηρίου δόξαν κατασείει πρὸς τὸ μηδὲν, μερίζων ὥσπερ τῆς ἁγίας Τριάδος τὴν ἐπί τισι τῶν δρωμένων ἐνέργειαν, ἐκά
col. 179–180page 86 of 121
PG 76:179στῇ τε τῶν ὑποστάσεων ἀπονέμων ἰδικῶς, ὅ μὴ πέπραχεν ἡ ἑτέρα. Πάλιν ὧδέ φησιν. Ὁ Υἱὸς ἐξελέξατο Ἐγὼ γὰρ, φησὶν, ὑμᾶς ἐξελεξάμην, ὁ Πατήρ ἡγίασε· τὸ Πνεῦμα κατεσκεύασε ρήτορας. Ὢ τῆς ἀμέτρου φρενοβλαβείας. Εἰ πάντα γέγονε παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι, καὶ οὐκ ἄν τι δρῷτα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πλὴν ὅτι κατὰ τοῦτον αὐτὸν τὸν τρόπον, πῶς οὐκ ἀπόπληκτος εἴη ἂν καὶ μάλα εἰκότως, ὁ ταῖς ὑποστάσεσι καταμερίζων ἰδικῶς τὰς ἐπὶ γέ τισιν ενεργείας, τῆς ἀκηράτου καὶ μιᾶς θεότητος· καὶ οὐχὶ δὴ μᾶλλον ἔκαστα τῶν δρωμένων πεπράχθαι διαβεβαιούμενος παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι; Εἰ γάρ ἐστιν ὁ Υἱὸς καὶ βουλὴ καὶ σοφία καὶ δύναμις τοῦ Πατρὸς, πάντα που πάντως, ὡς διὰ βουλῆς καὶ σοφίας καὶ δυνάμεως ὁ Πατὴρ ἐργάσεται δι' Υἱοῦ. Οὕτως ἀριστίνδ᾽ ἀπολέκτους ἐποιεῖτο τοὺς μαθητάς· οὕτως ἡγιάσθαι φαμὲν τοὺς ἐξειλεγμένους οὕτω γεγενῆσθαι ρήτορας, ὡς ἐκ μιᾶς δηλονότι θεό τητος, παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. ι Πάτερ γὰρ ἅγιε, φησίν, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Αγιάζει τοίνυν ἡ ἀλήθεια, τουτέστιν ὁ Υἱός· ἐνίησε δὲ καὶ ὁμοίως καὶ ἀποφαίνει σοφούς, καὶ διὰ τῆς τοῦ ἁγίου Πνεύματος [Ισ. τὸ ἅγιον Πνεῦμα Ενεργείας, θεοφιλῶς κατεγλωττισμένους [Ισ. κατενγλωττισμέ νους]. Εφη γοῦν ἐν μὲν τῇ τοῦ Ματθαίου συγγραφή πρὸς τοὺς ἑαυτοῦ μαθητάς, «Οταν δὲ παραδίδωσιν Πσ. παραδιδῶσιν] ὑμᾶς, μὴ μεριμνήσητε πῶς, ἡ τί λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Διὰ δέ γε τῆς τοῦ Λουκᾶ· «Θέσθε οὖν ἐν ταῖς καρ δίαις ὑμῶν μὴ προμελετἂν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντ εἰπεῖν, ἢ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν.» Ακούεις όπως λαλοῦντος ἐν αὐτοῖς τοῦ ἁγίου Πνεύ ματος, αὐτὸς δίδωσι τὸ στέμα; λόγου γάρ ἐστι δοτήρ, ὡς Λόγος, καὶ Πνεύματος χορηγός, ὡς ἴδιον ἔχων αὐτὸ φυσικῶς, καθὰ καὶ αὐτὸς ὁ Πατήρ. Ταυτοεργεί μὲν οὖν ἡ ἁγία Τριάς, καὶ ἅπερ ἂν δρώῃ καὶ βού λοιτο κατορθοῦν ὁ Πατὴν, ταῦτα καὶ ὁ Υἱὸς κατὰ τὸν ἴσον τρόπον· ὁμοίως δὲ καὶ τὸ Πνεῦμα. Τό γε μήν ἀνὰ μέρος διδόναι τὰς ἐνεργείας ἑκάστῃ τῶν ὑπο στάσεων ἰδικῶς, οὐδὲν ἕτερόν ἐστιν, ἢ τρεῖς ἀνὰ μέσ ρος καὶ ὁλοτρόπως ἀλλήλων διεστηκότας, ἀποφαίνειν θεούς. Ο μὲν γὰρ τῆς φυσικῆς ἐνότητος λόγος ἐπὶ τῆς ἁγίας Τριάδος, μίαν δή που τὴν ἐφ᾽ ἅπασι τοῖς δρωμένοις ἀποφαίνει κίνησιν. Εἰ δὲ δὴ λέγοιμεν, ὅτι μιᾶς ὑποστάσεως, οἷον εἰς ἔργα κεκινημένης, ἀπρα κτήσειεν ἂν αἱ δύο, πῶς οὐ παχεία τομὴ παρεισκρίνεται, τόπον ὥσπερ τινὰ τῶν ὑποστάσεων ἑκάστη νέμουσα, τό, ἔξω τε καὶ ἀπεσχοινισμένως νοεῖσθαι τῶν ἄλλων, οὐ κατά γε τὸ ὑπάρχειν ἰδιοστάτως, τοῦτο γὰρ ἀληθές· ἀλλ' ὡς ἐν τῇ κατὰ πᾶν ἑτερότητι, μὴ ἀνεχομένη λόγου τοῦ συναγείροντος εἰς ἑνότητα φυσικήν; Μία γὰρ θεότητος φύσις ἐν ἁγίᾳ καὶ ὁμπου σίῳ νοεῖται Τριάδι. Ὁ δὲ χρηστὸς ουτοσί, τὸν ὁμοού αιον τῷ Θεῷ καὶ Πατρὶ Θεὸν λόγον, ὡς οὐκ εἰδὼς ὅτι
col. 181–182page 87 of 121
PG 76:181γέγονεν ἄνθρωπος, οὐ τὸ εἶναι Θεὸς ἀποβεβληκώς, προσειληφώς δὲ μᾶλλον ὅπερ οὐκ ἦν, κατασμικρύνειν ἀποτολμα. Συναγορεύει μὲν γὰρ, ὡς εἴρηται, τῷ ἁγίῳ Πνεύματι, περιυβρίζει δὲ τὸν Υἱόν, οὕτω λέγων 1 ρός τινας τῶν τὰ ᾿Αρείου φρονεῖν ᾑρημένων. [Πλείονα, φησί, τὴν εἰς αὐτὸν κατασκευάζοντε; ὕβριν, καὶ τὸ Πνεῦμα τῆς θείας ἀποτέμνοντες φύσεως, τὸ τὴν ἀνθρωπότητα αὐτοῦ διαπλάσαν· Τὸ γὰρ ἐν τῇ Μαρία, φησί, γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἀγίου", κατὰ [ἰσ. τὸ κατὰ] δικαιοσύνην τὸ πλασθὲν ἀνέπλασεν [ἰσ. ἀναπλάσαν]· Εφανερώθη γάρ, φησὶν, ἐν σαρκί· ἐδικαιώθη ἐν Πνεύματι· τὸ δαίμοσι φοβερὸν”; Εργασάμενον· Ἐγὼ γὰρ, φησίν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· › τὸ τὴν αὐτοῦ σάρκα πεποιη- › μένον ναόν ο Τεθέαμαι γάρ, φησί, τὸ Πνεῦμα κατα βαῖνον ὡσεὶ περιστεράν, καὶ μεμένηκεν ἐπ' αὐτόν· ο ";» τὸ τὴν ἀνάληψιν αὐτῷ χαρισάμενον· «Εντειλάμενος γὰρ, φησί, τοῖς ἁγίοις ἀποστόλοις, οὓς ἐξελέξατο, διὰ Πνεύματος ἁγίου, ἀνελήφθη. Τοῦτο δὴ τὸ τηλι καύτην Χριστῷ χαρισάμενον δόξαν, Χριστοῦ κατα σκευάζουσι δοῦλον.] ΚΕΦΑΛ. Γ. Τὸ μὲν οὖν τῆς θείας τε καὶ ἀκηράτου φύσεως ἀπο τέμνειν τὸ Πνεῦμα κατατολμαν, μοχθηρας είναι φημι καὶ ἀλιτηρίου φρενὸς, καὶ πολὺ τοῦ εἰκότος ἐξῳκι σμένης. Ομοούσιον γάρ ἐστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ αὐτῷ τῷ Υἱῷ· καὶ Θεὸς εἶναι, καὶ ἐκ Θεοῦ πιστεύεται. Χρῆναι δὲ οἶμαι ταυτὶ μεθέντας εἰς τὸ παρόν, τὸν ἐν χερσὶν ἡμῖν, πολυπραγμονῆσαι λόγον, καὶ ὅποι ποτὲ βλέπει, νουνεχέστατα κατιδεῖν. Πλείονα γὰρ, φησί, τὴν εἰς αὐτὸν κατασκευάζοντες ὕβριν δῆλον δὲ ὅτι τὸν ἐκ Θεοῦ Πατρὸς λόγον· καὶ τὸ Πνεῦ μα τῆς θείας ἀποτέμνοντες φύσεως, τὸ τὴν ἀνθρωπότητα αὐτοῦ διαπλάσαν.» Την τίνος, ὦ βέλτιστε, φής διαπεπλάσθαι ἀνθρωπότητα διὰ τοῦ Πνεύματος; Καί τοι τοὺς λόγους ἡμῖν ἀρτίως ἐπ' αὐτῷ πεποίησαι τῷ Μονογενεῖ, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένῳ· θείαν γὰρ δὴ φύσιν ὠνόμαζες αὐτόν· αὐτοῦ δὲ οἶμαι καὶ οὐχ ἑτέρου τὴν ἀνθρωπότητα φής. Οὐκ οὖν διαμέμνησο τῶν σεαυτοῦ φωνῶν· ἰδίαν γὰρ εἶναι φῆς τοῦ Λόγου την σάρκα ψυχῆς ἐνούσης αὐτῇ τῆς λογικής δηλονότι· ἔσται γὰρ οὕτως ἡ ἀνθρωπότης αὐτοῦ. Εἶτα πῶς, εἴπερ ἐστὶν ἐν μετὰ τῆς ἰδίας σαρ κὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἰσχύος εἶναι νομίζεις αὐτὸν τῆς θεοπρεποῦς ἐπιδεῖ, καὶ φοβερὸν αὐτὸν εἰργάσθαι τοῖς δαίμοσι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἀπό γε τῆς ἰδίας φύσεως οὐκ ἔχοντα τοῦτο δρᾷν· καὶ μὴν καὶ τὸ, δύνασθαι συντρίβειν τὸν Σατανᾶν, ὡς δοτὸν παρ' ἑτέρου, καὶ μόλις ἐρανιζόμενον; Εἰ μὲν οὖν οἶσθα ὅτι τὸ ἀποτέμνειν τὸ Πνεῦμα τῆς θείας αὐτοῦ φύσεως, ἐγκλημάτων αίσχιστον εἴη ἄν, καὶ μαλα εἰ η ο
col. 183–184page 88 of 121
PG 76:183κότως, αὐτοῦ δηλονότι τὸ Πνεῦμά ἐστιν, ώς δι' αὐτῆς προϊόν τῆς ἀποῤῥήτου φύσεως αὐτοῦ, καὶ ὁμοούσιον αὐτῷ, καὶ οὐκ ἂν ἐδεήθη καθάπερ τινὸς τῆς ἐξωθέν τε καὶ ἐπακτῆς δυνάμεως τῆς παρ' αὐτοῦ· χρήσεται δὲ μᾶλλον ὡς ἰδίῳ Πνεύματι, καὶ φοβερὸν ἑαυτὸν τοῖς δαίμοσιν ἀποφανεῖ δι' αὐτοῦ. Εἰ δέ σοι δοκεῖ τῶν εἰς δυσσέβειαν ἐγκλημάτων ἀποφαίνειν ἡμοιρηκότας τοὺς ἀποτέμνοντας, πῶς ἡμῖν ἀρτίως ὑβριστας ονομάζεις [ἱσ. ὠνόμαζες] αὐτούς; Εἶτα τούτοις σαυτὸν ἐναρίθμιον οὐκ αἰσθάνῃ ποιῶν, εἴπερ ένωθέντα σαρκὶ τὸν 105: ἐκ Θεοῦ Πατρὸς Λόγον, καθάπερ ἕνα τινὰ τῶν καθ ἡμᾶς, καὶ κοινὸν ἁπλῶς, τῆς τοῦ Πνεύματος ἐπικουρίας δεδεῆσθαι φής, ἵνα φοβερὸς τοῖς ἀκαθάρτοις ? όρῳτο πνεύμασιν. Εἰ γὰρ καὶ ἐν Πνεύματι θεοῦ φη σιν ἑαυτὸν ἐκβάλλειν τὰ δαιμόνια, πῶς οὐκ ἔδει τοῦ λόγου τὴν οἰκονομίαν ἀξιάγαστον οὖσαν ἰδεῖν; Οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταί, τῇ τοῦ Σωτῆρος ἡμῶν εὐκλείᾳ διεφθονηκότες, καὶ ἀπύλωτον ἐπ' αὐτῷ διοι γνύντες στόμα, κατεφλυάρουν οι δείλαιοι, φάσκοντες ἐν Βεελζεβούλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια. Ο δὲ τῇ ἐμφύτῳ πρὸς ἅπαντας γαληνότητι κεχρημένος, καὶ μεθιστάς τους πεπλανημένους, ήγουν αθυροστομεῖν ἐθέλοντας ἐπ' αὐτῷ, πρὸς τὸ ἄμεινόν τε καὶ ἀληθὲς, Θεῷ δὴ μᾶλλον τῷ κατὰ φύσ σιν, τὴν ἐπί γε τῷ δύνασθαι συντρίβειν τὸν Σατανᾶν ἀνετίθει δόξαν, ἐν Πνεύματι Θεοῦ λέγων τὰ πονηρὰ διώκειν πνεύματα· καὶ οὐκ ἔξω τιθεὶς ἑαυτὸν τοῦ κατὰ φύσιν εἶναι Θεὸν, καὶ ἴδιον ἔχειν τὸ Πνεῦμα τὸ «ἅγιον. Ἐπειδὴ δὲ ἦν ἀκόλουθον, καὶ θεοπρεπούς εὐτεχνίας ἄξιον, τὰς τῶν φονώντων ὑποτρέχειν όργας, 7;» καὶ τὰς τῶν ἐπ' αὐτῷ σκανδαλιζομένων περικόπτειν ἀφορμάς· ἐπεφύοντο γὰρ λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν· ο ταύτῃ τοι καὶ ἄγαν ἀστείως, τοῖς ἀσθενοῦσιν ἔτι συγκαθιστάμενος, Θεοῦ τὸ πνεῦμά φησιν· οἶδε γὰρ οἶδεν, ὡς ἔφην, ἑαυ . τὸν ὄντα φύσει Θεὸν ὁμοῦ τῷ γεγεννηκότι, και πάντα ἔχοντα αὐτοῦ, δίχα μόνου τοῦ εἶναι Πατήρ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς αὐτὸν, ο ὅτι Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτ τοῖς.» Καὶ πρός γε ἡμᾶς αὐτοὺς περὶ τοῦ ἁγίου Πνεύματος τοὺς λόγους ποιούμενος, ο Πάντα, φησίν, ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ως περ γὰρ πρόεισιν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ κατὰ φύσιν ὑπάρχον· καὶ κατὰ τὸν ἴσον τουτῳ τρόπον καὶ δι' αὐτοῦ τοῦ Υἱοῦ, φυσικῶς ἂν αὐτοῦ, καὶ ὁμοούσιον αὐτῷ. Οὐκοῦν κἂν δοξάζηται διὰ τοῦ Πνεύματος, αὐτὸς ἑαυτὸν, ὡς δι' ιδίου Πνεύματος νοεῖται δοξάζων, καὶ οὐχ ὡς θύραθεν τὸ χρῆμα αὐτῷ, κἂν εἰ ορῷτο γεγονώς ἄνθρωπος καθ' ἡμᾶς. Ανα σφαλεὶς [ἱσ. 'Ανασφαλές] δὲ πρὸς τούτῳ κἀκεῖνο είν πεῖν περὶ τοῦ Πνεύματος, τό, την σάρκα τὴν αὐτοῦ πεποιημένον ναόν· ἦν μὲν γὰρ ἡ σὰρξ ἰδία τοῦ Λό 106 γου, καὶ τοῦτο ἡμῖν ἀρτίως διωμολόγηκας αὐτός αὐτοῦ γὰρ ἔφης εἶναι τὴν ἀνθρωπότητα, καὶ ναὸς αὐτοῦ κεχρημάτισεν τὸ ἐκ τῆς ἁγίας Παρθένου λη
col. 185–186page 89 of 121
PG 76:185φθὲν ἅγιον σῶμα· ἴδιον δὲ πάλιν αὐτοῦ τὸ Πνεῦμα εὐτοῦ, καὶ οὐκ ἂν νοοῖτο πώποτε δίχα τοῦ ἰδίου Πνεύματος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. Αμεινον οὖν ἄρα καὶ σοφώτερον, ναὸν μὲν τοῦ Λόγου τὸ σῶμα λέγειν, καὶ ἰδίαν αὐτοῦ τὴν σάρκα· πιστεύειν δὲ ὅτι σύνεστιν ἀεὶ τῷ λόγῳ τὸ Πνεῦμα αὐτοῦ, καθάπερ ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. Οὐκ ἀμώμητον δὲ πρὸς τούτῳ φαίην ἂν, τὸν ὡς ἐπ' ἀνθρώπου κοινοῦ τὴν ἀνάληψιν αὐτῷ τὴν εἰς οὐρανὸν δεδωρῆσθαι λέγειν παρὰ τοῦ Πνεύματος· ἐπιλέκτους μὲν γὰρ ἐποιεῖτο τοὺς μαθητὰς διὰ τοῦ ἁγίου Πνεύματος, ἀνελήφθη γε μὴν ὡς Θεός· οὐχ ὡς παρ' ἑτέρου δοτὸν τὸ χρῆμα λαβών· αὐτὸς δὲ δὴ μᾶλλον πρωτόλειον ὥσπερ τι τῆς ἀνθρωπίνης φύσεως ανανεωθείσης εἰς ἀφθαρ τίων εμφανίσων ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἡμῖν ἐγκαινίζων ὁδὸν πρόσφατον καὶ ζῶσαν, καὶ εἰσ. ερχομένην εἰς τὸ εσώτερον τοῦ καταπετάσματος, ο όπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθεῖν λέγεται, κατὰ τὴν τάξιν Μελχισεδέκ ἀρχιερεὺς γενόμενος εἰς τοὺς αιώνας.» Ὅτι δὲ πρὸς τὰ ἄνω βαδίζοντι τῷ Χριστῷ, πάλιν ἐνυπῆρχεν ὡς ἴδιον αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἐνδοιάσειέ τις. Πῶς οὖν οὐ δέδιας, εἰπέ μοι, λέγειν· Τοῦτο δὴ τὸ τηλικαύτην Χριστῷ χαρισάμενον δόξαν, Χριστού κατασκευάζουσι δοῦλον.» Οἱ μὲν δοῦ λον αὐτὸ κατασκευάζοντες τοῦ Χριστοῦ, δυσσεβοῦσιν ὁμολογουμένως, καὶ αὐτὸν ἀτιμάζουσι τὸν ὁμοούσιον αὐτῷ Θεῷ Λόγον, τοῖς δουλοπρεπέσι περιβάλλοντες μέτροις τὸ παρ' αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν, καὶ ἴδιον αὐτοῦ· τὸ δὲ κεχαρίσθαι λέγειν αὐτῷ τὴν δόξαν παρὰ τοῦ Πνεύματος, ἀβελτηρίας ἐστὶ τῆς ἐσχά της ἀπόδειξις ἐναργής. Εἰκῆ δὲ ἁλώσῃ πεφλυαρηκώς ἐν τούτῳ, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον οὐ νενοηκώς μάλλον δὲ σαυτῷ καὶ φρονῶν καὶ λέγων τὰ ἐναντία. Εἰ γὰρ πεπίστευκας ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονε σάρξ αὐτοῦ γὰρ ἔφης εἶναι τὴν ἀνθρωπότητα· τί τὸν τῆς δόξης Κύριον, ὡς οὐκ ἔχοντα δόξαν ἰδίαν, τῆς παρὰ τοῦ Πνεύματος δεδεῆσθαι φης, καὶ ἐν τοῖς τῆς κτί σεως καταλογίζῃ μέτροις, ᾗ πάντα ἐστὶν ἔξωθεν τὰ [ἰσ ἔξωθέν τε] καὶ δοτά; «Τί γὰρ ἔχεις, δ οὐκ ἔλα βες, ο πρέποι ἂν ἀκοῦσαι τῇ κτίσει. ᾿Αλλὰ ναί, φησίν, εὑρίσκω λέγοντα τὸν Ἐμμανουήλ: «Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Οὐκοῦν, προστίθει τὸ λεἶπον· τοῦτο δέ ἐστιν, «Ινα καὶ ὁ Υἱός σου δοξάσῃ σε.. Εἰ μὲν ὡς δόξης ἐπιδεῖ τῆς παρὰ Πατρὸς ἐφίεσθαι δόξης διισχυρίζῃ τὸν Υἱόν, τί ποτε ἄρα φής, όταν δοξά σηται καὶ αὐτὸς ὁ Πατήρ παρὰ τοῦ Υἱοῦ, ἆρ' ὡς δύο ξαν οὐκ ἔχων, ἢ τῆς παρ' ἑτέρου δεδεημένος; άπαγε τῆς δυσβουλίας· τερθρεία γὰρ ἤδη ταυτὶ καὶ ἀνα σιότης ἐννοιῶν, καὶ ἕτερον οὐδέν. Ἡ μὲν γὰρ θεία τε καὶ τῶν ὅλων ἐπέκεινα φύσεων, φῶς ἀπρόσιτον οἰκεῖ, καὶ κατεξουσιάζει τῶν ὅλων, καὶ δόξαν ἀνῆπται τὴν αὐτῇ τε καὶ μόνῃ πρεπωδεστάτην· ἐπειδὴ δὲ γέγονεν π λει. ΤΙ, 16. νι,
col. 187–188page 90 of 121
PG 76:187& άνθρωπος ὁ μονογενής τοῦ Θεοῦ Λόγος, ἔμελλε τε περιαυτίζεται, καὶ τὰ αὐτῷ καὶ μόνῳ δοκοῦντά τε καὶ εὖ ἔχειν ὑπειλημμένα φρονεῖν ἀξιοῖ. Διόλλυσι δὲ καὶ ἑτέρους πρὸς οἷς ἔφη διϊστὰς εἰς δύο τὸν ἕνα Κύ ριον Ἰησοῦν τὸν Χριστὸν, καὶ αὐτὸ τὸ θεῖον ἡμῶν συκοφαντῶν μυστήριον, ἀπό γε τοῦ μὴ ἀνέχεσθαι μεθ᾿ ἡμῶν ὁμολογεῖν, ὅτι καθ' ἕνα [ἰσ. ὅτι οὐ καθ' ἕνα] τῶν ἁγίων προφητῶν, ήγουν ἀποστόλων καὶ εὐαγγελιστῶν θεοφόρος ἦν ἄνθρωπος ὁ Χριστός - Θεὸς δὲ μᾶλλον γενόμενος ἄνθρωπος, μετέσχηκέ τε κατά ἀλήθειαν αίματος καὶ σαρκός. Ἔφη δὲ οὕτω πάλιν, ὡς ἐκ προσώπου Χριστοῦ παρατιθεὶς τὸ ῥητόν χάριτι Θεοῦ διὰ τῆς ἰδίας σαρκὸς ὑπὲρ παντὸς γεύ σασθαι θανάτου, καὶ δυσάντητον αὐτοῦ παραλύειν κράτος, ζωοποιήσας ὡς Θεὸς τὸν ἴδιον ναόν, σκήπτεται τὴν εὐχὴν ὡς ἄνθρωπος, καὶ συνευδοκῆσαι οἱ βούλεται τὸν Πατέρα, τὴν αὐτοῦ φύσιν μετασκευά ζοντι πρὸς τὸ ἀπ' ἀρχῆς, καὶ ἀνανεοῦντι πρὸς ἀφθαρσίαν, καὶ τῶν τοῦ θανάτου βρόχων ἀποφαίνοντι κρείττονα· λελυμένης δηλονότι τῆς ἀρχαίας εκείνης ἀρᾶς, καὶ τῆς ἐπὶ τῷ πρωτοπλάστῳ δίκης. Οὐκοῦν ἐπειδήπερ καὶ ἐν σαρκὶ καθορώμενος, Υἱὸς εἶναι Θεοῦ κηρύττεται φύσει τε καὶ ἀληθείᾳ, ο Δόξασόν σου, φησίν, ὦ Πάτερ, τὸν Υἱόν, ο ὡς ἄνθρωπον, καὶ θα νάτου κρείττονα, καὶ φθορᾶς ἀποφήνας, ἵνα τὸς εἶναι πιστεύηται, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· τότε γάρ σε καὶ ὁ Υἱὸς δοξάσει. Δόξα ἀληθῶς τῷ Θεῷ καὶ Πατρί, τὸ, πιστεύεσθαι πρὸς ἡμῶν, ὅτι θεὸς ὑπάρχων ἀληθινὸς, καὶ ζωή, καὶ ζωοποιός, ἴσον τε καὶ ὅμοιον ἑαυτῷ, κατὰ πᾶν ὁτιοῦν, ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν, ἐκ τέτοκε τὸν Υἱόν, ὃς ἦν οὐκ ἐν μείωσι, καὶ ἐν σαρκι [[σ. καὶ ὅτι ἐν σαρκί] γέγονεν· ἀλλὰ τῆς ἐνούσης αὐτῷ φυσικῆς εὐγενείας, ἀδιαλώβητον παντελῶς τὸ ὑπερφυὲς καὶ ἐξαίρετον διεσώσατο κάλλος, ζωὴ καὶ αὐτὸς ὑπάρχων ὡς ἐκ ζωῆς, πάντα τε ἰσχύων καὶ ἀμογητὶ κατορθῶν, καὶ τοῖς ὑπὸ θάνατον καὶ φθοράν τὴν ἀφθαρσίαν δωρούμενος. Οὐκοῦν κἂν εἰ δοξάζεσθαι λέγοιτο παρὰ τοῦ Πατρὸς ὁ Υἱός, τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον μὴ διατομης εἰς δύο μετά τὴν ἕνωσιν, τὸν ἕνα Χριστὸν καὶ Υἱὸν καὶ Κύριον ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν ὁμοίως καὶ τῆς δόξης Κύριον καὶ Θεὸν, καὶ δόξαν δεχόμενον ἀνθρωπίνως. Εννόει γὰρ ὅτι, καίτοι φύσει τε ἀληθείᾳ, Θεός το καὶ βασιλεὺς τῶν ὅλων ὑπάρχων καὶ Κύριος, κεχει ροτονεῖσθαι λέγεται βασιλεύς, ὅτε καθ' ἡμᾶς γενό μενος άνθρωπος τεταπείνωκεν ἑαυτὸν, καὶ γέγονεν ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ μεθ᾿ ἡμῶν ὑπὸ νό μον. θορυβήσει δὴ οὖν κατ' οὐδένα τρόπον τοὺς σου φούς τε καὶ ἐπιστήμονας, καὶ ἱδρυμένους ἐν πίστει, τὰ τοῖς τῆς κενώσεως πρέποντα μέτροις· ἀλλ᾽ ἐξ αὐτῶν τε ὁμοῦ, καὶ τῶν τῇ θείᾳ πρεπόντων φύσει, Θεὸν ὄντα τὸν αὐτὸν καὶ ἄνθρωπον ἐπιγινώσκουσι τὸν Υἱόν. ᾿Αλλὰ γὰρ ὑγιαίνουσι μὲν οὐ προσέρχεται λόγοις· ἀπονενευκὼς δὲ λίαν εἰς τὸ ἐξήνιον, ἀσυνέτως νόει, ομολόγει,
col. 189–190page 91 of 121
PG 76:189Ο τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.: Μνημόνευσον ὅτι περὶ τῆς σαρκὸς τὸ λεγόμενον. • Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, ν ἐμὲ τὸν φαινόμενον. Αλλ' ἐνίοτε παρερμηνεύω. Ακούσωμεν ἐκ τῶν ἑξῆς. «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, ἐκεῖνος λέγει τὴν θεό τητα, ἐγὼ τὴν ἀνθρωπότητα. Ιδωμεν τίς ὁ παρερμηνεύων. Λέγει ὁ αἱρετικὸς ἐνταῦθα τὴν θεότητα ἀπέστειλεν ἐμὲ τὸν Θεὸν Λόγον «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, ο κατ' ἐκεῖνον ι κἀγὼ ζῶ,» ὁ Θεὸς Λάγος ο διὰ τὸν Πατέρα.» Εἶτα μετὰ τοῦτο· ι Καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται.» Τίνα ἐσθίομεν, τὴν θεότητα, ἢ τὴν σάρκα;] ΚΕΦΑΛ. Δ'. Μένην δὴ οὖν ἀπεστάλθαι τὴν σάρκα φὴς, καὶ αὐτ τὴν εἶναι διαβεβαιοῖς τὸν φαινόμενον· ἀπόχρη δη οὖν καὶ μόνον ἡμῖν εἰς τὸ δύνασθαι ζωοποιεῖν τὸ θανάτῳ τυραννούμενον. Τί οὖν αἱ θεόπνευστοι Γρα φαὶ ξαψωδοῦσι μάτην σάρκα γενέσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἄνω τε καὶ κάτω διισχυριζόμεναι; Ποία γὰρ ὅλως γένοιτ' ἂν τοῦ Λόγου χρεία, τῆς ἀντ θρωπίνης φύσεως ἀποχρώσης ἡμῖν, κἂν εἰ νοοῖτο μόνη καὶ καθ᾿ ἑαυτὴν, εἰς γε τὸ δύνασθαι καταργή σα: θάνατον, καὶ τὸ τῆς φθορᾶς παραλύσαι κράτος; Καὶ εἴπερ ἐστὶν, ὥσπερ οὖν οἴει καὶ δοξάζειν ἀξιοῖς, οὐχ ὁ Θεὸς Λόγος ὁ ἀπεσταλμένος διὰ τοῦ γενέσθαι καθ' ἡμᾶς, μόνη δὲ, ὡς ἔφης, ἀπέσταλται παρὰ τοῦ Πατρὸς ἡ φαινομένη σάρξ, πῶς οὐχ ἅπασιν ἐναργές, ὅτι σώματος ἀνθρωπίνου, καὶ τῶν ἡμετέρων κατ' οὐδένα παντελῶς τρόπον ἐν μεθέξει γεγόναμεν Πῶς οὖν ἐν ἑτέροις διαγελᾷς τοὺς ὧδε διαχειμένους; ἔφης γὰρ πάλιν [ Ερῶ δὲ καὶ τοῦ σκανδάλου τὰ βήματα· περὶ τῆς οἰκείας σαρκὸς ὁ Δεσπότης Χριστὸς πρὸς αὐτοὺς διελέγετο· Ἐὰν μὴ φάγητε, φησί, τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς·, οὐκ ἤνεγκαν τὸ τῶν λεγο μένων ὑψηλὸν οἱ ἀκούσαντες, ἐνόμιζον ὑπὸ ἀμαθίας ἀνθρωποφαγίαν εἰσάγειν. ] ΚΕΦΑΛ. Ε. Εἶτα πῶς τὸ χρῆμά ἐστιν οὐκ ἐναργής ἀνθρωποφαγία τίνα δὲ τρόπον ὑψηλὸν ἔτι τὸ μυστήριον, εἰ μὴ ἀπεστάλθαι φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ τόν γε τῆς ἀποστολῆς τρόπον ὁμολογοῦμεν εἶναι τὴν ἐνανθρώπησιν; Τότε γὰρ τότε καταβρήσομεν ζωο ποιεῖν ισχύουσαν τὴν ἐνωθεῖσαν αὐτῷ σάρκα, καὶ οὐχ ἑτέρου σάρκα, πλήν ὅτι γέγονεν ἰδία τοῦ τὰ πάντα ζω ποιεῖν ισχύοντος. Εἰ γὰρ τὸ πῦρ δὴ τοῦτο τὸ αἰσθητὸν τῆς ἐνούσης αὐτῷ φυσικῆς ἐνεργείας την γέγονεν; καὶ τῶν ἡμε... τέρων, τῶν δὲ θειοτέρων κατ' οὐδένα παντελῶς τρό πον ἐν μεθέξει γεγόναμεν τοῦ δὲ Θεοῦ Λόγου κατ' οὐδένα,
col. 191–192page 92 of 121
PG 76:191λοῦν· καὶ αὐτὸ δὲ τὸ ὕδωρ, καίτοι ψυχρόν κατά φύσιν ὑπάρχον, μεθίστησι πρὸς τὰ παρὰ φύσιν, καὶ θερμὸν ἀποτελεῖ· τί τὸ παράδοξον, ἀπιστείτω [ἰσ. ἀπιστοῖτο ] δ' ἂν κατὰ τίνα τρόπον ἡ [ἰσ, εἰ] ζωή κατὰ φύσιν ὑπάρχων ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τὴν ἐνωθεῖσαν αὐτῷ σάρκα; ζωοποιὸν ἀπέφηνεν; ἰδία γάρ ἐστιν αὐτοῦ καὶ οὐχ ἑτέρου τινὸς παρ' αὐτὸν ἀνὰ μέρος τε νοουμένου, καὶ τῶν καθ᾿ ἡμᾶς ἑνός. ᾿Αποστήσας δὲ τῆς πρὸς τὸ σῶμα μυστικής τε καὶ ἀληθοῦς ἐνώσεως τὸν ζωοποιον τοῦ Θεοῦ Λόγου, καὶ διιστὰς ὁλοτρόπως, πῶς ἂν αὐτὸ καταδείξειας Ετι ζωοποιόν; Τίς δὲ ἦν ὁ λέγων, Ο τρώγων μου την σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ;» εἰ μὲν οὖν ἄνθρωπός τις ἰδικῶς, καὶ οὐχὶ δὴ μᾶλλον γέγονε καθ᾿ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος, ἀνθρωποφαγία τὸ δρώμενον, καὶ ἀνόνητος παντελῶς ἡ μέθεξις. Αὐτοῦ γὰρ ἀκούω λέγοντος τοῦ Χριστοῦ Η σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωο ποιοῦν. Ὁ ὅσον γὰρ ἧκεν εἰς ἰδίαν φύσιν, φθαρτὴ μὲν ἡ σάρξ· ζωοποιήσει δὲ κατ' οὐδένα τρόπον ἑτέρους, οίκοθεν αὐτὴ νοσοῦσα τὴν φθοράν. Εἰ δὲ αὐτοῦ τοῦ Λόγου τὸ σῶμα ἴδιον εἶναι φής, τί τερατεύῃ καὶ εἰκαιομυθεῖς, οὐκ αὐτὸν ἀπεστάλθαι τὸν ἐκ Θεοῦ Πατρός Λόγον διατεινόμενον, ἀλλ' ὡς ἕτερόν τινα παρ' αὐτὸν, τὸν ὁρώμενον, ἤτοι τὴν σάρκα αὐτοῦ καίτοι Χριστὸν ἕνα τῆς θεοπνεύστου Γραφῆς δια οώσης πανταχοῦ, καὶ ἄνθρωπον καθ' ἡμᾶς γενέσθαι τὸν Λόγον, εὖ μάλα διαβεβαιουμένης, καὶ τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν ὁριζομένης ἐν τούτοις; Αλλ' ἐκ πολλῆς ἄγαν εὐλαβείας ἐπερυθριᾷ, κατὰ τὸ εἰκὸς, τοῖς τῆς κενώσεως μέτροις, καὶ οὐκ ἀνέχεται τὸν τῷ Θεῷ καὶ Πατρὶ συναΐδιον Υἱόν, τὸν ἐν μορφῇ καὶ ισότητι τῇ κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννηκότι, καθ εγμένον ἰδεῖν· εἰς ταπείνωσιν· γράφεται δὲ τὴν οἶκο νομίαν, καὶ τὴν θείαν τάχα που βουλήν τε καὶ σχῆψιν ἀκαταιτίατον οὐκ ἐξ. Σκήπτεται μὲν γὰρ πολυπραγμονεῖν τῶν εἰρημένων παρὰ Χριστοῦ τὴν δύναμιν, καὶ οἷον ἀναμασσώμενος τὸ τῶν ἐννοιῶν βάθος· εἶτα περιστάς, ὡς οίεται, τὸν παρ' ἡμῶν λόγον, εἰς τὸ ἐκτόπως τε καὶ ἀμαθῶς πεποιῆσθαι δοκεῖν. Ιδωμεν, φησί, τίς ὁ παρερμηνεύων Καθώς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κατ' ἐκεῖνον, κἀγὼ ζῶ,» ὁ Θεὸς Λόγος, διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων υἱ ἡ δύναμιν ταῖς ὕλαις ἐνίησιν αἷς ἂν φαίνοιτο προσομι οι με, κἀκεῖνος ζήσεται.» Τίνα ἐσθίομεν, τὴν θεότητα, ἢ τὴν σάρκα; ε "Αρ' οὖν αἰσθάνῃ λοιπὸν ὅπει ποτε εξ φρενῶν; ἀπεστάλθαι γάρ λέγων ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος, «Καὶ ὁ τρώγων με, φησί, κἀκεῖνος ζήσεται.» Εσθίομεν δὲ ἡμεῖς, οὐ τὴν θεότητα δαπανώντες, ἅπαγε τῆς δυσβουλίας, ἀλλὰ τὴν ἰδίαν τοῦ Λόγου οίκοθεν, 98: οίκοθεν οὖν ἄρα καὶ παρ' αὐτοῦ τὸ πνεῦμα αὐτ τοῦ, οὐκ εἰσκεκριμένον ἔξωθεν, ἀλλ᾽ οἴκοθεν ἔχει καὶ ἐξ αὐτοῦ τὸ ἐνεργεῖν δύνασθαι, σκέψιν, ἐπειδὴ δὲ χρηστὰ περὶ ἡμῶν ὁ Δημιουργὸς ἐσκέψατο,
col. 193–194page 93 of 121
PG 76:193σάρκα ζωοποιόν γεγενημένην, ὅτι γέγονεν αὐτοῦ ( ζῶντος διὰ τὸν Πατέρα· καὶ οὐχ ὅτι [ισ. καὶ οὗτοι ] πού φαμεν κατὰ μέθεξιν τὴν ἔξωθεν, καὶ εἰσκεκριμένως ζωοποιεῖσθαι τὸν Λόγον παρὰ τοῦ Πατρὸς, ζωὴν δὲ μᾶλλον κατὰ φύσιν εἶναι διαβεβαιούμεθα γεγέννηται γὰρ ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ονπερ γὰρ τρόπον τὸ τοῦ ἡλίου πεμπόμενον σέλας, εἰ λέγοιτο ευχὸν λαμπρὸν εἶναι διὰ τὸν πεπομφότα, ήγουν, τὸν ἐξ οὗ πάρεστιν, οὐ κατὰ μέθεξιν ἔχει τὸ εἶναι λαμ πρόν, ἀλλ᾽ οἷον ἐκ φυσικῆς εὐγενείας, τὸ τοῦ πεπομφότος, ήγουν ἀπαστράψαντος πλεονέκτημα φορεῖ κατὰ τὸν ἴσον, οἶμαι, τούτῳ τρόπον τε καὶ λόγον, κἂν εἰ λέγοι ζήν ἑαυτὸν ὁ Υἱὸς διὰ τὸν Πατέρα, μαρτυρήσειεν ἂν ἑαυτῷ τὴν ἐκ Πατρὸς εὐγένειαν, καὶ οὐ τοῖς άλλοις κτίσμασιν ἀναμίξ, ἐπακτήν τε καὶ ἔξωθεν ἔχειν ὁμολογήσει τὴν ζωήν. Ωσπερ δὲ τὸ αὐτοῦ τοῦ Λόγου σῶμα ζωοποιόν ἐστιν, ἴδιον αὐτοῦ ποιησαμένου καθ᾽ ἔνωσιν ἀληθῆ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον οὕτω καὶ ἡμεῖς οἱ ἐν μεθέξει γενοίμεθα τῆς ἁγίας σαρκὸς, καὶ αἷματος αὐτοῦ, πάντη τε καὶ πάντως ζωοποιούμεθα, μένοντος ἐν ἡμῖν τοῦ Λόγου θεϊκῶς μὲν, διὰ τοῦ ἁγίου Πνεύματος, ἀνθρωπίνως δὲ αὖ, διὰ τῆς ἁγίας σαρκὸς καὶ τοῦ τιμίου αἵματος. Επι ψηφιεῖται δὲ οἷς ἔφην τὸ ἀληθὲς ὁ ἱερώτατος Παῦλος, ὡδι γεγραφὼς τοῖς ἐν Κορίνθῳ πεπιστευκόσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν·. Ως φρο νίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι· τὸ ποτήριον τῆς εὐλογίας 8 εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶ τοῦ αἵμα τὰς τοῦ Χριστοῦ; τὸν ἄρτον ὂν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἰς ἄρτος, καὶ ἐν σώμα οι πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Πνεύματος μὲν γὰρ τοῦ Αγίου μετεσχηκότες, αὐτῷ τε τῷ πάντων Σωτήρι Χριστῷ, καὶ ἀλλήλοις ἐνούμεθα· σύσσωμοι δὲ κατὰ τοῦτόν ἐσμεν τὸν τρόπον, «ὅτι εἰς ἄρτος, ἐν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.» Συνδεῖ γὰρ ἡμᾶς εἰς ἑνότητα τὸ ἐν ἡμῖν σώμα Χριστοῦ, μεμέρισται δὲ κατ' οὐδένα τρόπον. Ὅτι δὲ διὰ τοῦ σώματος τοῦ Χριστοῦ πρὸς ἑνότητα τὴν πρὸς αὐτὸν, καὶ πρός γε τὴν εἰς ἀλλήλους συν ενήγμεθα, πιστώσεται γράφων ο μακάριος Παῦλος «Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Ἰησοῦ Χριστοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατ' ἀποκάλυψιν εγνωρίσθη μοι το μυστή. ριον, καθώς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὁ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· ὁ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίας ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ συσσωμα, καὶ συμ μέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ.» Ἐπειδὴ δὲ τὴν τοῦ μυστηρίου παράδοσιν τε καὶ δύναμιν ηγνοηκότες ἐν ἀρχῇ τῶν πιστευσάντων τινὲς, ἔξω τρέπεσθαι τοῦ εἰκότος ἤθελον, πανδαισίας τε καὶ δημοθοινίας πλη ροῦντες ἐν ἐκκλησίαις, τοῖς τοῦτο δρᾷν ειωθόσιν, ἐπιτίμα γράφων ὁ μακάριος Παῦλος· «Μὴ γὰρ ς
col. 195–196page 94 of 121
PG 76:195οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τὴν Εκκλησίαν τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; οὐκ ἐπαινώ. Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὁ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐν τῇ νυκτὶ ᾖ παρεδόθη, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας έκλασε, καὶ εἶπε· Τοῦτό μου ἐστι τὸ σῶμα τὸ ὑπὲρ ἡμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ωσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ή καινή Διαθήκη ἐστὶν, ἐν τῷ αἵματι τῷ ἐμῷ· τοῦτο ποιεῖτε, οσάκις ἂν ποιεῖτε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Οσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνα τον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ. Καὶ θεῖον μὲν ὅτι τὸ μυστήριον, καὶ ζωοποιὸς ἡ μέθεξις, καὶ τῆς ἀναιμάκτου ταυτησὶ θυσίας ή δύναμις παρὰ πολὺ τῆς ἐν νόμῳ λατρείας αμείνων, ἀταλαίπωρον ἰδεῖν, καὶ ὡς ἀπό γε τοῦ λέγεσθαι σκιὰν μὲν ἐκεῖνα τὰ διὰ Μωσέως τοῖς ἀρχαιοτέροις τεθεσπισμένα, Χριστόν γε μὴν εἶναι καὶ τὰ αὐτοῦ τὴν ἀλήθειαν συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ σοφώτατος Παῦλος, ὡδι γεγραφώς ο Αθετήσας τις νόμον Μω σέως, χωρίς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· τόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς Διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ενυβρίσας;» "Ησθιον μὲν γὰρ οἱ πάλαι καταθύοντες τὸν ἀμνόν· ἡ δέ γε τῆς βρώσεως δύναμις, οὐκ εἰς κόρον ἁπλῶς ἐχώρει γαστρός, ἀλλ' οὐδὲ ταύτης ἕνεκα τῆς αἰτίας τὰ τῆς θυσίας ἐπετηδεύετο κατὰ νόμον· ἀλλ᾽ ἵνα θανάτου τοῖς ἄλλοις ἐκπεπτωκότος, κρείττους τε είεν τοῦ παθεῖν αὐτοὶ, καὶ διαδιδράσκο:εν τὸν ὁλοθρευτήν. Καὶ γοῦν ἀνήρηται μὲν ἐν μιᾷ νυκτὶ τὰ πρωτότοκα Αἰγυπτίων· οἱ δὲ καὶ ψιλῷ τῷ τόπῳ [ἰσ. τύπῳ] τετειχισμένοι, μόνοι παρ᾽ ἐκείνου ἐσώζοντο, καὶ σύνοπλον ἔχοντες τὴν σκιάν, καὶ αὐτοῦ θανάτου κατευμεγεθοῦντες ἐφαίνοντο. Οὐκοῦν ἔσωζον μὲν εἰ τύποι τοὺς πρὸ ἡμῶν. Ἐν τίσι δὲ ἄρα τὰ καθ᾿ ἡμᾶς, οἷς αὐτὴ λοιπὸν ἐπέλαμψεν ἡ ἀλήθεια, τουτέστι Χριστός, τὴν ζωοποιὸν ἑαυτοῦ σάρκα παρατιθεὶς εἰς μέθεξιν; πῶς οὐχ ἅπασιν ἐναργές; Πολὺ γὰρ δὴ λίαν ἐν ἀμείνοσι, καὶ ἐν τοῖς ἄγαν ὑπερκειμένοις. Καὶ τὴν γε τοῦ μυστηρίου δύναμιν εναργή καθιστὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Αμήν, φησί, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Εάν τις ἐκ τούτου τοῦ ἄρτου φάγῃ, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὅν ἐγὼ δώσω, ή σάρξ μου ἐστιν ἡ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἐπειδὴ γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ Μωσέα κατεθήπεσαν ἐπὶ τῇ τοῦ μάννα χορηγίᾳ, καθιεμένου μὲν τοῖς τηνικάδε κατὰ τὴν ἔρημον· ἀποπληροῦντες [ἴσ. ἀποπληροῦντος ] δὲ τύπον τῆς μυστικῆς
col. 197–198page 95 of 121
PG 76:197εὐλογίας· σκιὰ γὰρ ὁ νόμος· ταύτῃτοι καὶ λίαν εὐτέχνως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός κατασμικρύνει τὸν τύπον, μετασοβῶν εἰς ἀλήθειαν. Οὐ γάρ τοί φησιν ἐκεῖνος εἶναι [ἰσ. ἦν ] ὁ τῆς ζωῆς ἄρτος, ἀλλ' ἐγὼ μᾶλλον ὁ ἐξ οὐρανοῦ, καὶ ζωοποιῶν τὰ πάντα, καὶ τοῖς ἐσθίουσιν ἐμαυτὸν ἐνιεῖς, καὶ διὰ τῆς ἐνωθείσης ἐμοὶ σαρκός· ὅ δὴ καὶ σαφέστερον ἐποίει λέγων· ὁ Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Η γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἷμά μου, ἀληθῆς ἐστι πόσις. Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῷ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται. "Αθρει δὴ οὖν ὅπως ἐν ἡμῖν μένει, καὶ φθορᾶς ἀποφαίνει κρείττονας, τοῖς ἡμετέροις σώμασιν ἐγκαθιείς ἑαυτὸν, ὡς ἔφην, καὶ διὰ τῆς ἰδίας σαρκός, ἢ καὶ ἀληθής ἐστι βρῶσις, τῆς ἐν νόμῳ σκιᾶς, καὶ τῆς κατ' αὐτὴν λατρείας οὐκ ἐχούσης τὴν ἀλήθειαν. Καὶ ὁ μὲν τοῦ μυστηρίου λόγος, ἁπλοῦς τε καὶ ἀληθῆς, οὐ ποικίλοις ἐννοιῶν εὑρήμασιν εἰς ἀνοσιότητα περιειργασμένος, ἁπλοῦς δὲ, ὡς ἔφην. Πιστεύομεν γὰρ ὡς τῷ τεχθέντι διὰ τῆς ἁγίας Παρθένου σώματι, ψυχὴν ἔχοντι λογι κὴν, ἑνώσας ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἀπόψε έητος δέ που, καὶ μυστικὴ πάντως ἡ ἕνωσις ζωο ποιὸν ἀπέφηνεν αὐτὸ, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, ἵνα ἡμᾶς ἑαυτοῦ μετόχους ἀποτελῶν, πνευματικῶς τε ἅμα καὶ σωματικῶς, καὶ φθορᾶς ἀποφήνῃ κρείττονας, καὶ τῆς ἁμαρτίας τὸν νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς καταργήσῃ δι᾿ ἑαυτοῦ, κατέκρινε τὴν ἁμαρτίαν ἐν σαρκί, καθὰ γέγραπται. ᾿Ανδάνει δὲ, οἶμαι, ταυτί κατ' οὐδένα τρόπον τῷ τῶν νέων ἡμῖν ευρημάτων δογματιστῇ, δς οἷά τις μόσχος ἀτιμαγέλας ἐπὶ μόνον ἴεται τὸ κατὰ γνώμην αὐτῷ, καὶ τὴν τοῦ μυστηρίου δύναμιν κατασμικρύνει, λέγων Ακουσον καὶ τὸν Κύριος, ποτὲ μὲν, ἐπὶ τῆς ἀν θρωπότητος τοῦ Χριστοῦ· ποτὲ δὲ, ἐπὶ τῆς θεότητος αὐτοῦ· ποτὲ δὲ, ἐπ' ἀμφοτέρων κείμενον·. Οσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Ακουσον ἐκ τῶν προηγουμένων τὴν ἀμαθίαν τῶν ἀντιτιθέντων, ὡς ἰσχυρὰν ἀναγινώσκουσι τοῦ μυ στηρίου τὴν ὠφέλειαν, καὶ τίνος τοῖς ἀνθρώποις παρέχεται τὴν ἀνάμνησιν· καὶ ἄκουσον μὴ ἐμοῦ ταῦτα λέγοντος, ἀλλὰ τοῦ μακαρίου Παύλου Οσά τις ἐσθίητε τὸν ἄρτον τοῦτον.» Οὐκ εἶπεν, Οσάκις ἂν ἐσθίητε τὴν θεότητα ταύτην· ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον. Βλέπε περὶ τοῦ σώματος αὐτῷ τοῦ δεσποτικοῦ τὸ προκείμενον. «Οσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, οὗ ἐστι τὸ σῶμα ἀντίτυπον. Ιδωμεν οὖν τίνος ὁ θάνατος· «Οσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τούτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε.» Ακουσον καὶ
col. 199–200page 96 of 121
PG 76:199ἐν τοῖς ἐφεξῆς φανερώτερον ο Αχρις οὗ ἔλθῃ. Τις ': δὲ ὁ ἐρχόμενος; «Οψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου έρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης πολλῆς· καὶ τὸ δὴ μείζον, πρὸ τῶν ἀποστόλῶν ὁ προ *., φήτης σαφέστερον τὸν ἐρχόμενον δείκνυσι, καὶ κέ κραγε περὶ Ἰουδαίων βοῶν. Ὄψονται εἰς ὃν ἐξε εκέντησαν.» Τίς οὖν ἐστιν ὁ κεντηθείς· ἡ πλευρά πλευρὰ δὲ, σώματος, οὐ θεότητός ἐστι. ] ΚΕΦΑΛ. Γ'. Δεῖ δὴ πάλιν ἡμᾶς τοῖς τῆς ἀληθείας δόγμασι συν εἰπεῖν, καὶ τοῖς σοῖς, ὦ οὗτος, ἀντιφέρεσθαι λόγοις και πρό γε των ἄλλων τοῖς φιλακροάμοσιν, ἐκεῖνο εἰπεῖν, ὅτι σοι σκοπὸς, καὶ διὰ σπουδῆς τέθειται πολλῆς, δύο δὴ πάλιν ἀποφῆναι Χριστούς, οἷς καὶ ἀνὰ μέρος ἁρμόσειεν ἂν ἡ τῆς κυριότητος κλήσις. Αμαθέστατα δὲ καὶ πρός γε τοῦτο ἐῶν, οὐ σὺν Ιδρώτι μακρῷ πρὸς ἡμῶν δειχθήσεται. Φέρε γὰρ, ἐρωμένῳ φράσον, ποῖον ἄρα διορίζῃ Χριστόν, οὗ καὶ τὴν ἀνθρωπότητα καὶ μέν τοι καὶ τὴν θεότητα είναι φῆς· εἰ μὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, διωμολόγηκας ἐναργως τὸν αὐτὸν εἶναι καὶ ἄνθρωπον· αὐτοῦ γὰρ ἔφης τὴν ἀνθρωπότητα· εἰ δὲ τὸν ἐκ τῆς Παρ θένου κατὰ σὲ, τὸν αὐτὸν οὐδὲν ἧττον ἁλώσῃ καὶ Θεὰν ἀποφήνας· αὐτοῦ γὰρ ἔφης εἶναι καὶ τὴν θεό τητα. Πανταχόθεν δή ουν συνωθούμενος, καὶ ἀβουλήτως εἰς ἀλήθειαν, ἵνα μεθ᾿ ἡμῶν ὁμολόγει Χριστὸν καὶ Κύριον. Πεπαύσῃ γάρ οὕτω λέγων· «Ακουσον δὲ καὶ τὸν Κύριος, ποτὲ μὲν ἐπὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ· ποτὲ δὲ, ἐπὶ τῆς θεότητος αὐτοῦ· ποτὲ δὲ, ἐπ' ἀμφοτέρων χείμενον·. ἔνθα γὰρ Γιος εἷς, ποῖον ἂν ἔχοι τόπον τὸ, ἐπ᾽ ἀμφοῖν εἰπεῖν; Καταμειδιᾷς δὲ ἀνθότου τῶν τὸ θεῖον ἡμῶν τεθαυμακότων μυ στήριον, ἀνοσιώτατα λέγων·. Οσάκις ἂν ἐσθίητε «τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε; Ακουσον ἐκ τῶν προηγουμένων τὴν ἀμαθίαν τῶν ἀντιθέντων, ὡς ἰσχυρὰν ἀναγινωσκουσι τοῦ μυστηρίου τὴν ὠφέ λειαν, καὶ τίνος τοῖς ἀνθρώποις παρέχεται την ἀνάμνησιν.» Οὐδὲν οὖν ἄρα τὸ ἐξαίρετον τῆς ἀναι μάκτου θυσίας, ὄνησις δὲ κομιδή σμικρά, καὶ τῆς ὠφελείας τὴν δύναμιν περιποιήσει τάχα που μέχρι δὴ μόνου τοῦ καταγγεῖλαι τὸν ἀνθρώπου θάνατον, καὶ τῶν καθ' ἡμᾶς ἑνὸς ποιήσασθαι τὴν ἀνάμνησιν. Οὐκοῦν διαψεύδεται ζωοποιὸν αὐτὸ λέγων, ὁ ψεύδεσθαι μὴ εἰδὼς, τουτέστι Χριστός· πεφενακίσμεθα δὲ καὶ ἡμεῖς, εἰκαίαν ἔχοντες ἐπ' αὐτῷ τὴν δόξαν· πεποδηγήμεθα δὲ νῦν ὀψέ ποτε καὶ μόλις εἰς ἀληθείας εὕρεσιν, τουτοισὶ τοῖς σοῖς περιτυχόντες λόγοις. 'Αλλά σοι ταυτί φρονεῖν ᾑρημένῳ, πρὸς ἡμῶν εἴρη ται τὸ διὰ τῆς προφήτου φωνῆς· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή.» Συνίησι γὰρ οὐδαμῶς, ὅτι τὸν θάνατον καταγγέλλοντες τοῦ Χριστοῦ, προσομολογοῦντες δὲ τὴν ἀνάστασιν, καὶ τὴν ἐν πίστει τελείωσιν διὰ τούτου κερδαίνοντες, εἶτα τῆς θείας αὐτοῦ φύσεως κοινωνοί γεγονότες, καὶ
col. 201–202page 97 of 121
PG 76:201διὰ τοῦ μεταλαχεῖν τῆς πρὸς αὐτὸν ἑνότητος, πνευ ματικώς τε ἅμα καὶ σωματικῶς ἁγιαζόμεθα, καὶ ζωοποιούμεθα. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» Αμφιον δὲ τὸ ἐξ οὐρανοῦ καὶ ἄφθαρτον καὶ ἀθανασίας ἐμποιητικὸν γέγονεν ἡμῖν ὁ Χριστός καὶ πιστώσεται γράφων ὁ ἱερώτατος Παῦλος· ποτὲ μὲν, ὅτι ο Ενδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν·, οτὲ δὲ αὖ, ε Οσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» τὸν θεοπρεπῶς λέ γοντα καὶ ἀληθῶς· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Πρὸς δὴ τὰ τοιάδε καταδείσας οὐδὲν, βδελυ ρωτέραν ἔτι τὴν δυσφημίαν ἀποφαίνει, προστιθείς [Ακουσον μὴ ἐμοῦ ταῦτα λέγοντος, ἀλλὰ τοῦ μακα ρίου Παύλου. Οσάκις δ' ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, ο οὗ ἐστι τὸ σῶμα ἀντίτυπον. Ιδωμεν οὖν ἀπὸ τούτου τίνος ὁ θάνατος. «Οσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε· ν ἄκουσον καὶ ἐν τοῖς ἐφεξῆς φανερώτερον, «"Αχρις οὗ ἔλθῃ.» Τίς οὖν ὁ ἐρχόμενος; ι ύψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης πολλῆς· ο καὶ τὸ δὴ μείζον, ὁ προφήτης πρὸ τῶν ἀποστόλων σαφέστερον τὸν ἐρχόμενον δείκνυσι, καὶ κέκραγε περὶ Ἰουδαίων βοῶν·. Ὄψονται εἰς ὃν ἐξο εκέντησαν.» Τίς οὖν ἐστιν ὁ κεντηθείς; ἡ πλευρά πλευρὰ δὲ σώματος, οὐ θεότητός ἐστι. ] Σμικρὰ τοι γαροῦν, ὡς ἔφην, τῆς ἀναιμάκτου θυσίας ἡ ὄνησις, ὅτι τάχα που μὴ γέγονεν εφικτόν ὁμοῦ τῇ σαρκὶ καὶ τὴν τῆς θεότητος δαπανᾶσθαι φύσιν· ὅτι μὴ τῶν ἀμηχάνων κεκρατήκαμεν, ἐδεστὸν ἔχοντες γυμνὸν τὸ ἀσώματον. Ἐπιλελῆσθαι δέ μοι δοκεῖς, ὡς ἥκιστα μὲν θεότητος φύσις ἐστὶ τὸ προκείμενον ἐν ἁγίαις τραπέζαις Εκκλησιῶν, πλὴν ἴδιον σῶμα τοῦ ἐκ Θεοῦ Πατρὸς φύντος Λόγου, Θεὸς δὲ φύσει καὶ ἀληθῶς ὁ Λόγος. Τί τοίνυν ἅπαντας [ἰσ. ἅπαντα] συγχεῖς, καὶ ἀσυνέτως διακυκᾷς, τὸν ἄρτον ἡμῖν τὸν ἐξ οὐρανοῦ, καὶ ζωὴν διδόντα τῷ κόσμῳ μονονουχὶ καὶ διαγελῶν, ὅτι μὴ θεότης ὠνόμασται διὰ τῆς τῶν θεηγόρων φω νῆς, σῶμα δὲ μᾶλλον τοῦ δι' ἡμᾶς ἐνηνθρωπηκότος, τουτέστιν, τοῦ ἐκ Θεοῦ Πατρός Λόγου; Σῶμα δὲ Δεσποτικὸν ἀνθότου δή, φράσον, ονομάζεις ὅλως, εἰ μὴ θεῖον οἶσθα καὶ Θεοῦ. Δούλα γὰρ ἅπαντα τοῦ πεποιηκότος. ᾿Αλλὰ γὰρ οὐκ ὀρθῶς ἔχει σοι τὰ κατὰ τὸν νοῦν, ἄνθρωπον δὲ εἶναι πεπίστευκας θεοφόρον ἁπλῶς τὸν Ἐμμανουήλ. Εἶτα τῶν εἰς εὐσέβειαν ἐνα νοιῶν τε καὶ λόγων ἀφειδήσας παντελῶς, τὸν τῆς ἀληθείας ἱερουργὸν, τὴν σοφὸν ἀρχιτέκτονα καὶ δι δάσκαλον τῶν ἐθνῶν, τὸν ἱερὸν ἀληθῶς καὶ πάνσοφον Παῦλον ἔσεσθαί σοι συλλήπτορα συκοφαντοῦντι προσδοκᾷς, τῆς εἰς εὐθὺ καὶ δοκιμωτάτης ἀποφέρων ὁδοῦ, τῶν ὀρθῶς τε καὶ ἀκιβδήλως εἰρημένων παρ' αὐτοῦ τὴν δύναμιν. Ιδωμεν γάρ, φησὶν, ἀπὸ τούτου ἱερουργοῦντα τὸ Εὐανγέλιον.
col. 203–204page 98 of 121
PG 76:203ἐρχόμενος; «ύψονται εἰς ὃν ἐξεκέντησαν.» Ηξει τοίνυν, ὁ πεπονθὼς μὲν τὸν θάνατον ἀνθρωπίνως, έγηγερμένος δὲ θεϊκῶς· ἀναφοιτήσας δὲ καὶ εἰς οὐ ρανούς, ὃς καὶ τοῖς τῆς ἀῤῥήτου θεότητος ἐναβρύνεται θώκοις, καὶ συνεδρεύει τῷ Πατρί, περιεστώτων ἐν κύκλῳ δηλονότι τῶν Σεραφίμ, καὶ τῶν ἀνωτάτω Δυνάμεων, οὐκ ἀγνοουσῶν τῆς ὑπ' αὐτῶν δουλείας τὸ μέτρον προσκυνούσης τε αὐτῷ καὶ Ἐξουσίας ἁπάσης Δυνάμεώς τε καὶ Κυριότητος· ο κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς, εἰς δόξαν Θεοῦ Πατρός. Ηξει δὲ, ὡς ἔφην, οὐκ ἔν γε τῇ καθ' ἡμᾶς σμικροπρεπείᾳ φαινόμενος, ἐν εὐκλείᾳ δὲ μᾶλλον τῇ θεοπρεπεστάτῃ, δου ρυφοροῦντος οὐρανοῦ καὶ τῶν ἄνω πνευμάτων ὡς τίνος ὁ θάνατος. ο "Αχρις οὗ ἔλθῃ. Τίς δέ ἐστιν ὁ Θεῷ τε καὶ Βασιλεῖ, καὶ τῷ τῶν ὅλων Δεσπότῃ παρ εστηκότων. Είπερ οὖν ἐστιν οὐκ ἐν σαρκὶ μᾶλλον, ήγουν ἄνθρωπος γεγονὼς ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, ἄνθρωπος δὲ Θεοφόρος πλευρὰν ἔχων σώματος, καὶ ὑπομείνας την διακέντησιν, πῶς ἐν θρόνοις ὁρᾶτα, τῆς ἀνωτάτω θεότητος τέταρτος ὥσπερ τις ἡμῖν μετὰ τὴν ἁγίαν Τριάδα πρόσφατος Θεὸς ἀναδεδειγμένος; Οὐ καταπέφρικας κοινὸν ἄνθρωπον, τῇ κτίσει τὸ σέβας ἐπινοῶν; ἄρα τοῖς ἀρχαίοις ενισχήμεθα βρό χοις; ἆρα πεπαρώνηκεν εἰς Θεόν, καὶ πεπλάνηται μεθ' ἡμῶν, ἡ ἁγία τῶν ἄνω πνευμάτων πληθύς; Εἰ τῆς ἀρχαίας ἀπάτης ἐκλελυτρώμεθα, τὸ τῇ κτίσει λατρεύειν ὡς δυσσεβὲς παραιτούμενοι, τί πάλιν ἡμᾶς τοῖς ἀρχαίοις ἐγκλήμασιν ἐνιεὶς ἀποφαίνεις ἀνθρωπολάτρας; Ἡμεῖς μὲν γὰρ ἴσμεν καὶ πεπιστεύκα μεν, ὅτι γέγονεν ἐν προσλήψει σαρκός τε καὶ αἷμα τος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἐπειδὴ δὲ μεμένηκεν ὁ αὐτὸς δηλονότι Θεός, τῆς ἐνούσης κατὰ πάντων ὑπεροχῆς τὸ ἀξίωμα διεσώσατο· καίπερ ὧν σάρκα [ἐν σαρκὶ] καθ' ἡμᾶς. Θεὸς δὲ ὑπάρχων, οὐδὲν ἧττον, ἢ πάλαι καὶ νῦν, κἂν εἰ γέγονεν ἄνθρωπος, λάτρην ἔχει τὸν οὐρανὸν καὶ προσκυνοῦσαν τὴν γῆν· γέγραπται γάρ, ὅτι «Τῆς αἰνέσεως Κυρίου πλήρης ἡ γῆ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετή σου, Κύριε.» Σὺ δὲ δὴ πάλιν τὸν οὕτως ἔχοντα φύσεώς τε καὶ δόξης, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας, οὐχ ὁρᾷς. Εφης γὰρ τίς ὁ ἐρχόμενος; «Οψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου έρ χόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ· ο ὥσπερ δε διώς μὴ ἄρα τις ἀπιστήσειεν Υἱὸν ἀνθρώπου λέγοντι τὸν ἐρχόμενον. Καὶ προφητική μαρτυρία βεβαιοῖς τὴν ἀπόδειξιν· γεγράφθαι γὰρ φής· ο Όψονται εἰς ὃν ἐξεκέντησαν·, καὶ τὸ ἐπὶ τούτων, ὥσπερ οὖν ᾠήθης, εἰς ἐλέγχους εὐσθενέστερον ἀσυνετώτατα προστιθείς· Τίς οὖν ἐστι, φησὶν, ὁ κεντηθείς; Η πλευρά· πλευρὰ δὲ σώματός ἐστιν, ἢ θεότητος; Αλλ' εἰ μὲν ἦσαν τινὲς οἱ λέγοντες, ὡς οὐ γέγονε καθ' ἡμᾶς ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· ἐπεφοίτησε δὲ τοῖς ἐπὶ γῆς, γυμνῇ τῇ θεότητι χρώμενος, ήγουν ἐν δοκήσει καὶ ὡς ἐν σκιᾷ, καθὰ φρονεῖν ἔδοξέ τισι τῶν ἀνοσίων αἱρετικῶν, ἣν ἂν σοι πρόφασις τῆς τοιάσδε τῶν λόγων κατασκευῆς, οὐκ ἔξω τρέχουσα τοῦ εἰκότος· ἐπειδὴ δὲ τὸ τῆς ἀληθείας κήρυγμα,
col. 205–206page 99 of 121
PG 76:205σαφῶς τε καὶ ἐναργῶς τὸν τοῦ Θεοῦ Λόγον σάρκα τε ", γενέσθαι, φησί, χρηματίσαι δὲ καθ' ἡμᾶς καὶ Υἱὸν ἀνθρώπου, καὶ παθεῖν ὑπὲρ ἡμῶν σαρκί· ἀφίξεσθαι δὲ καὶ οὕτως αὐτόν, ὡς ἀναβέβηκεν εἰς τὸν οὐρανόν 118 [καὶ] κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν, πρὸς τίνας δια τεινόμενος, είπέ μοι, καὶ τὴν τίνος δόξαν κατακιάδη λεύων ὡς ἀμαθῆ καὶ ἀσύφηλον, ἄνθρωπον ἡμῖν ἀπο φῆναι φιλονεικεῖς τὸν ἐρχόμενον, πλευρὰν ἔχοντα σωματικὴν, τὴν τῇ λόγχῃ διανενυγμένην; 'Αλλά σου σκοπός, ὡς ἔφην, ἄνθρωπον ἡμῖν Θεοφόρον, καὶ οὐχ δὴ μᾶλλον Θεὸν ἐνηνθρωπηκότα, παρακομίζειν εἰς μέσον τὸν Ἐμμανουήλ. Γέγονε γὰρ ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· καὶ πίστις ἥδε ταῖς ἱεραῖς τε καὶ θείαις συμβαίνουσα Γραφαῖς, καὶ τῆς ἀποστολικῆς τε καὶ εὐαγγελικῆς παραδόσεως σκοπός, εἰς αὐτὸ τοῦτο συντείνεται. Σὺ δὲ δὴ πάλιν, καὶ καθ' ἕτερον ἡμῖν τερατεύῃ τρόπον· σκήπτῃ μὲν γὰρ ἐπιτιμὴν τοῖς εἰς μίαν κατακιρνώσιν οὐσίαν, τήν τε τῆς σαρκὸς, καὶ τὴν τῆς θεότητος φύσιν· καίτοι μηδενὸς ὄντος ὥστε οἶμαι, ταυτὶ συγχέοντος, μήτε μὴν ἀλλήλοις συμφύροντος· καὶ δὴ καὶ φής [Διατί δὲ, καὶ ὡς ἀρτίως ηκούομεν, ἀμφοτέρων κατὰ σὲ κεκραμένων, ὁ Κύριος τὴν τοῦ μυστηρίου δ δύναμιν τοῖς μαθηταῖς παραδιδούς, οὕτω φησί; λα δὼν τὸν ἄρτον, καὶ εὐχαριστήσας, ἔδωκε τοῖς μαθη ταῖς αὐτοῦ, λέγων· ο Λάβετε, φάγετε πάντες· τοῦτο γάρ μου ἐστι τὸ σῶμα. Διατί μὴ εἶπε, Τοῦτό ἐστιν ἡ θεότης μου ἡ ὑπὲρ ὑμῶν κλωμένη; Καὶ πάλιν τὸ ποτήριον τῶν μυστηρίων διδούς, οὐκ εἶπε· Τοῦτό ἐστιν ἡ θεότης ἡ ὑπὲρ ὑμῶν ἐκχεομένη· ἀλλὰ, ο Τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν. ο] ΚΕΦΑΛ. Ζ'. Ὅτι μὲν οὖν εἴηθες κομιδῆ τὸ ἀντιτετάχθαι δοκεῖν τοῖς οὐκ οὖσιν ὅλως, καὶ ἀντεξάγειν εἰκῇ, δεχομένους εἰς ἀντίστασιν τὸ μηδενί που τάχα δοκοῦν, ἢ φρονεῖν, ἢ λέγειν, πῶς οὐχ ἅπασιν εναργές; Εἰ γὰρ δή τις ἔλοιτο φιλονεικεῖν, ὅτι μὴ ἵππος ἐστὶ κατὰ φύσιν ὁ βοῦς, μήτε μὴν ὁ ἄνθρωπος ἵππος, τοῦτο φρονεῖν, ἢ λέγειν ἀνεχομένου μηδενός, πῶς οὐ κατα γέλαστος, καὶ πρός γε τούτῳ εἰκαιόμυθος, εἰς ἀέρα δαίρων, καὶ πυκτεύων ἐπ' ἀδήλοις, καὶ ἐπ᾽ οὐδενὶ τῶν προκειμένων ιδρώτας ἑαυτῷ καὶ πόνους ἐπισ νοῶν; Χρῆναι γάρ έγωγέ φημι προϋποκεῖσθαί τι τὸ ὡμολογημένον· ἵν' ἐν κόσμῳ δὴ τότε τὰ παρ' ἡμῶν ἀντεπάγοιτο. Πλὴν ἐκεῖνο ίωμεν [σ. εἴπωμεν ]· εἰ μὲν γάρ τις ἦν ὁ φάναι τολμῶν, εἰς τὴν κατὰ τοῦ σώματος μεταπεποιῆσθαι φύσιν τὸν ἐκ Θεοῦ Λόγον, ἐπαιτιῷτό τις ἂν καὶ μάλα εἰκότως, ὅτι μὴ μᾶλλον ἔφη τὸ σῶμα διδούς· Λάβετε, φάγετε, τοῦτό μού ἐστιν ἡ θεότης ἡ ὑπὲρ ὑμῶν κλωμένη, καὶ τοῦτό ἐστιν οὐ τὸ αἷμά μου μᾶλλον, ἀλλ' ἡ θεότης ἡ ὑπὲρ ὑμῶν ἐκχεομένη. Ἐπειδὴ δὲ Θεὸς ὢν ὁ Λόγος, ίδιον ἐποιήσατο σῶμα τὸ ἐκ γυναικός, ἀλλοίωσιν, ἢ τρο τὴν οὐδεμίαν ὑπομεμενηκώς, πῶς οὐκ ἔδει πρὸς κατὰ

Book VLiber V

col. 207–208page 100 of 121
PG 76:207ὁ ἡμᾶς οὐ ψευδοεποῦντα λέγειν, ὅτι ο Λάβετε, φά γετε, τοῦτό μου ἐστι τὸ σῶμα;» Ζωὴ δὲ ὑπάρχων ὡς Θεός, ζωὴν καὶ ζωοποιὸν ἀπέφηνεν αὐτό. Βραχύ τοιγαροῦν ἀναμύσας πρὸς τὸ ἀληθὲς, αὐτὸ, οἶμαι, κατὰ σεαυτοῦ τὸ περιττόν εἰς λόγους καθοριείς, βατταρίζων πανταχοῦ, καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν ἀσυνέτως ἀντανιστὰς τὸν παράσημον του τονὶ καὶ ἀτεοπή σου λόγον. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ. Επισεμνύνεται μὲν ὁ θεσπέσιος Παῦλος τοῖς πά θήμασι τοῦ Χριστοῦ, καί φησι, οτὲ μὲν, ὅτι Ἐμοὶ μὲν [δὲ] μή γένοιτο καυχάσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ·, οτὲ δὲ αὖ «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σω τηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρώτῳ καὶ Ελληνι.» 'Αλλ᾽ ὧδε μὲν ὁ Πνευματοφόρος ηξίου τε φρονεῖν αὐτὸς, καὶ μὴν καὶ ἑτέρους μυσταγωγεῖν. Γέγραφε γὰρ οὐ μάτην, ἀλλ᾽ ἵνα ἡμᾶς ἀναπείσῃ τῆς ἐνούσης αὐτῷ πίστεως τὴν ὀρθότητα ζηλοῦν ᾑρημένος [σ. ᾑρημένους] τοῖς Χριστοῦ παθήμασιν ἐναβρύνεσθαι. Απερυθριῶσι δέ τινες τῷ σταυρῷ, καὶ τοῖς γε γονόσι τοῖς [ἰσ. τῆς] ὑφ᾽ ἡλίῳ μυσταγωγοῖς, ἀνοσίως ἀντανιστάμενοι διὰ τοῦ φρονεῖν ἐλέσθαι τὰ ἐναντία, μου νονουχί καταμειδιῶσιν οἱ τάλανες τῶν Χριστοῦ παθη μάτων, αἰσχύνονταί τε τὸ Εὐαγγέλιον, Ἰουδαϊκὴν κα σοῦντες ἀμαθίαν, καὶ τῆς ἐκείνων ἀβελτηρίας κατ' ού δένα τρόπον ἡττώμενοι. Γέγονε γὰρ αὐτοῖς σκάνδαλον ὁ τοῦ Σωτῆρος σταυρός· καὶ γοῦν τῷ ξύλῳ προσηλιο θέντα βλέποντες τὸν τῆς ζωῆς ἀρχηγὸν, τὸ τοῦ νόμου τέλος, ἔσειον μὲν ἐπ' αὐτῷ τὰς θεομισεῖς κεφαλάς, οὐ Θεὸν εἶναι πιστεύοντες ἀληθῶς ἐνηνθρωπηκότα τε καὶ καθιγμένον εἰς κένωσιν, οἰόμενοι δὲ μᾶλλον, ἕνα τῶν καθ' ἡμᾶς ἄνθρωπον ἁπλῶς ὑπάρχειν αὐτόν ἔφασκον δὲ, ὡς ἐκ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτῶν προφέροντες τὰ πονηρά· ι Ο καταλύων τὸν ναὸν τοῦ Θεοῦ, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτ τὸν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, καὶ κατά βηθι ἀπὸ τοῦ σταυροῦ.» Καὶ πάλιν· Αλλους ἔσω σεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπ' αὐτόν.» Οὐ γάρ τοι, καθάπερ ἔφην ἀρ τίως, Θεὸν ᾤοντο κατὰ φύσιν ὑπάρχειν αὐτὸν, οὔτε μὴν Υἱὸν ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός περιαυτίζεσθαι δὲ μᾶλλον καὶ τὴν τῆς θεότητος δόξαν ἑαυτῷ προσνέμειν ἀποτολμᾷν. Τοιγάρτοι, ποτὲ μὲν ἔφα σκον· • Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυ τὸν Θεόν.» Ποτὲ δὲ Πιλάτῳ προσήγον, καὶ σταυροῦσθαι παρεκάλουν. Εἶτα τῆς ἐπ' αὐτῷ σκαιότητος τὰς αἰτίας εἰπεῖν ἐξαιτούμενοι, κατηγόρουν εὐθὺς, καὶ κατακεκράγησαν λέγοντες, ο Ότι Υἱόν Θεοῦ Χ, κατακεκράγασι.
col. 209–210page 101 of 121
PG 76:209ἑαυτὸν ἐποίησεν. Αλλ' ἰδοὺ δὴ καὶ νῦν οὐ παρά γε τῶν ἐξ Ισραήλ, οὔτε μὴν τῆς τῶν Φαρισαίων πλη θύος, ἀλλ᾽ ἐκ τῶν δοκούντων εἶναι Χριστιανῶν, καὶ τεταγμένων ἐν διδασκάλοις, καὶ ἐν τοῖς τὴν θείαν λα χοῦσιν ἱερουργίαν, τὰ ἴσα πάσχων ὁρᾶται. ἀπιστεῖται γὰρ, ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶν, εἷς τε καὶ μόνος καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός. Πρό φασις δὲ τῆς ἐπ' αὐτῷ δὲ τούτῳ δυσβουλίας αὐτοῖς, τὸ παθεῖν ἐλέσθαι σαρκὶ τὸν δι' ἡμᾶς θάνατον· και του διὰ τοῦτο καθιγμένον εἰς κένωσιν οἰκονομικῶς, ἵνα καὶ παθὼν ὑπὲρ ἡμῶν σαρκί, καταργήσῃ τοῦ θανάτου τὸ κράτος, ἅτε δὴ ὑπάρχων κατὰ φύσιν ζωή, καὶ ἐκ ζωῆς ἀναφὺς τοῦ Θεοῦ καὶ Πατρός. Κατ αρρώστησε γὰρ ἡ ἀνθρώπου φύσις τὴν φθοράν, ὡς ἐν ἀπαρχῇ καὶ ῥίζῃ τῇ πρώτῃ, τουτέστιν, Αδάμ. Ἐπειδὴ γὰρ προσκεκρουκε διὰ τῆς παρακοῆς τῷ νο μοθέτῃ καὶ Θεῷ καὶ παρενεγκόντι πρὸς ὕπαρ ξιν, ἐπάρατος ἦν εὐθὺς, καὶ θανάτου κάτοχος· καὶ βεβασίλευκεν ὁ θάνατος ἀπὸ ᾿Αδάμ μέχρι Μωσέως, Εκτεινομένης εἰς ἅπαν τὸ ἐξ αὐτοῦ σπέρμα τε καὶ γένος, τῆς ἐπὶ τῷδε δίκης. Ρίζης γὰρ ὥσπερ ἀνα φύντες φθαρτής, φθαρτοὶ καὶ ἡμεῖς, καὶ τοῖς τοῦ θανάτου βρόχοις ἐνισχημένοι διατελοῦμεν οἱ δεί λαιοι. Ἐπειδὴ δὲ χρηστὰ περὶ ἡμῶν ὁ δημιουργὸς ἐσκέψατο, καὶ ἀνῃρημένης τῆς φθορᾶς ἀναστοιχειῶσαι πρὸς τὸ ἀπ' ἀρχῆς τὴν ἀνθρώπου φύσιν ἠθέ λησε· ρίζαν ὥσπερ ἡμῖν ἐπήνθησε δευτέραν, οὐκ ἀνεχομένην κρατείσθαι θανάτῳ, τὸν ἕνα Κύριον Ἰη στῶν τὸν Χριστὸν, τουτέστι, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ Θεόν Λόγον, καθ' ἡμᾶς γενόμενον ἄνθρωπον, γενό μενον ἐκ γυναικός. Οὐ γάρ τοι Θεοφόρον εἶναί φαμεν ἄνθρωπον ἁπλῶς, ἀλλὰ αὐτόχρημα κατὰ ἀλήθειαν τὴν ἐκ Θεοῦ Λόγου ἡνῶσθαι σαρκὶ, ἵνα τὴν ἰδίαν ψυχὴν τεθεικὼς ὑπὲρ ἡμῶν, καὶ δοὺς τῷ θανάτῳ τὸ ἑαυτοῦ σῶμα δι' ἡμᾶς οἰκονομικῶς, εἶτα κρεῖττον αὐτὸ τῆς φθορᾶς ἀποφήνας διὰ τῆς ἐκ νεκρῶν ἀνα στάσεως, πληροφορήσας [Ισ. πληροφορήσῃ] σύμπαντας τοὺς εἰς αὐτὸν πιστεύοντας, ὅτι καὶ ἡμᾶς ἐγε ρεῖ, καὶ ἀμείνους ἀποφανεῖ τῶν τοῦ θανάτου δεσμῶν, καὶ τῆς φθορᾶς ἀρκύων ὀλίγα πεφροντικότας. Ένα τεῦθεν οἶμαι που καὶ τὸν θεσπέσιον Παῦλον ἐν παντὶ ποιεῖσθαι λόγῳ καὶ θαύματι, τοῦ Θεοῦ καὶ Πατρὸς τὴν εἰς ἡμᾶς ἀγάπην. Εφη γὰρ ὧδε· «Τί οὖν ἐροῦ μεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; › Καίτοι πλεῖστοι μὲν ὅσοι, χάριτί τε καὶ κατὰ θέσιν Υιοί· κεκλήμεθα γὰρ θεοὶ, καὶ υἱοὶ Ὑψίστου πάντες· εἷς δὲ καὶ μόν νος ὁ κατὰ φύσιν καὶ ἴδιος αὐτοῦ, τουτέστιν, ὁ ἐξ ΑΝΤ.
col. 211–212page 102 of 121
PG 76:211αὐτοῦ Θεὸς λόγος, καὶ ὅτε γέγονε σάρξ. Οὕτω γὰρ αὐτὸν καὶ ὑπὲρ πάντων δεδόσθαι φαμέν, καθὰ καὶ αὐτός πού φησιν· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Μονογενής μὲν οὖν ὁ δοθείς· ἀνέφυ γὰρ μόνος ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος. Ἐπειδὴ δὲ γέγονεν ἄν θρωπος, ταύτῃ τοι τὴν εἰς αὐτὸν ποιούμεθα πίστιν, τὸν κατὰ σάρκα θάνατον αὐτοῦ καταγγέλλοντες, καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν· τὴν αὐτὸν εἰδότες καὶ προαιώνιον Υιόν, καὶ ἐν ἐσχάτοις καιροῖς ἄνθρωπον οἰκονομικῶς, παθόντα τε σαρκὶ δι' ἡμᾶς τὸν θάνα τον, καὶ ἐγηγερμένον ἐκ νεκρῶν. 'Αλλ' οὐκ οἶδ' ὅπως τοῖς παρ' ἡμῶν ἐπασχάλλει λόγοις ὁ τῆς Ἰουδαίων ἀμαθίας συνήγορος· ἔφη γὰρ πάλιν [Ὅτι μὲν οὖν ἐπὶ τῆς γεννήσεως τῆς ἐκ τῆς Χρι στοτόκου Παρθένου τίθησι τὸ, Υιός, ή θεία Γραφή, δεδηλώκαμεν. "Ακουσον δὲ καὶ ἐπὶ τοῦ θανάτου, εἰ ἔστι ποτὲ κείμενος ὁ Θεός, ἵνα παθητὸν τὸν Θεὸν εἰσαγάγωμεν· ι Εχθροί, φησίν, ὄντες κατηλλάγη μεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ.» Οὐκ εἶπε, διὰ τοῦ θανάτου τοῦ Θεοῦ Λόγου. 1 ΚΕΦΑΛ. Α'. Αληθὲς ὅτι κατὰ τὸ γεγραμμένον ἐστί· ὁ Δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ.» ᾿Αποφέρει δὲ τοῦ εἰκότος, καὶ τὸν εὖ βεβηκότα νοῦν, τὴν τοῦ συμφέροντος δόκησιν ὑποτρέχων ἔσθ' ὅτε, τὸ περυκὸς ἀδι κεῖν. Οἴεται μὲν γὰρ οὐ μετρίως εὐσεβεῖν, τὸ πᾶσιν ὁμολογούμενον κρατύνειν ἐπιχειρῶν· ταύτῃ τοι λέγων, ὅτι κατὰ φύσιν ἰδίαν ἐπέκεινά τέ ἐστι παθῶν, καὶ θανάτου κρείττων ὡς Θεὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος τεθναίη γὰρ ἂν κατά τινα τρόπον ή ζωή - προσκρούει γε μὴν οὐδὲν ἧττον καὶ νῦν τοῖς τῆς Ἐκκλησίας δό γμασι, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενούς εἰς ἅπαν ἠφειδηκώς, καὶ τοῦ μυστηρίου τὸ βάθος κατ' οὐδένα τρόπον ἐννοῶν. Εἰ μὲν ἐξετάζοιτο πρὸς ἡμῶν ὁποία τίς ἐστιν ἡ τοῦ Λόγου φύσις, ήγουν έρω μένοις καὶ ἀναμαθεῖν ἐθέλουσιν ἑτέροις, ἡμᾶς ἐξ ηγεῖσθαι χρή· ἦν δή που πάντως ἀκόλουθόν τε καὶ ἀναγκαῖον, διὰ πάσης ἐννοίας σοφῆς τε καὶ ἀληθοῦς έναι σπουδάζοντας, ἀπρόσιτον αὐτὴν τῷ θανάτῳ δεικνύειν, καὶ παθῶν εἰς ἅπαν ἀπηλλαγμένην. Ἐπεὶ δὲ ὁ τῆς ἐνανθρωπήσεως τρόπος δίδωσιν αὐτῷ τό γε ἦχον εἰς τοὺς τῆς οἰκονομίας λόγους, τὸ κἂν εἰ ἔλοιτο τεθνάναι σαρκί, μηδὲν εἰς ἰδίαν ὑπομεῖναι φύσιν τί τῶν καλλίστων ἡμᾶς αὐχημάτων ἀποστερεῖς; Δι επύθου γὰρ λέγοντος, «Ο ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Οὐκοῦν καν εἰ λέγοιτο παθεῖν, ἀπαθῆ μὲν ἴσμεν ὡς Θεόν, πεπονθέναι δέ φαμεν οἰκονομικῶς ἰδίᾳ σαρκὶ τὸν θάνατον, ἵνα πατήσας αὐτὸν, καὶ ἐγηγερμένος, καθὸ πέφυκεν εἶναι ζωὴ καὶ ζωοποιός, μεταστοιχειώσῃ πρὸς ἀφθαρ
col. 213–214page 103 of 121
PG 76:213σίαν τὸ θανάτῳ τυραννούμενον, τουτέστι, τὸ σῶμα. Οὕτω τε καὶ εἰς ἡμᾶς ἡ τοῦ κατορθώματος διατρέχει δύναμις, εἰς ἅπαν ἐκτεινομένη τὸ γένος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος·· Ἐγὼ διὰ νόμου, φησί, νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός ᾧ δὲ νῦν ζῶ, ἐν πίστει ζῶ, ἐν σαρκὶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυ τὸν ὑπὲρ ἐμοῦ. Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ. Οὐ γὰρ ὅτι τὴν ἰδίαν διαζώμεν ζωὴν, τὴν Χριστοῦ δὲ μᾶλλον, καὶ ἔστιν ἀληθὲς, ὡς ο Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. ο Πρίν μὲν γὰρ ἡμῖν ἐπιλάμψαι τὸν μονογενῆ τοῦ Θεοῦ Λό γον, ἀμαθίᾳ καὶ σκότῳ κεκρατημένοι, καὶ τὸν τῆς ἁμαρτίας ἔχοντες ζυγὸν, καὶ ἀνάπτοντες ἀνοσίως τῇ κτίσει τὸ σέβας, παρὰ τὴν κτίστην καὶ ποιητὴν, καὶ πᾶν εἶδος φαυλότητος ἀνεπιπλήκτως ἐπιτηδεύοντες, ἐν διαστάσει διετελοῦμεν οἱ τάλανες, ἐχθρὰ φρο νοῦντες αὐτῷ. Κατηλλάγμεθα δὲ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, καθὰ γέγραπται. Σὺ δὲ πάλιν ἐν σμικρῷ πεποίηται λόγῳ, τὸ ἀληθές· καὶ ἀχά λινον εἰς ἐξιτηλίαν ἀποφαίνων ἡμῖν τὸν σεαυτοῦ λόγον, κατηλλάχθαι φης τῷ Θεῷ τὸν κόσμον, οὐ διά γε τοῦ Μονογενοῦς, τουτέστι, τοῦ ἐκ Πατρὸς φύντες Λόγου. Ακούων δὲ θάνατον τοῦ Υἱοῦ, εἶτα βασανίζων, ὡς οἴει, λεπτῶς τὰς τοῦ θεηγόρου φω νάς, οὐ κατέδεισας εἰπεῖν· [Οὐκ ἔφη, διὰ τοῦ θα νάτου τοῦ Θεοῦ Λόγου.] Εἶτα πῶς ἦν, εἰπέ μοι, σου φός, μᾶλλον δὲ πῶς οὐχ ἁπάσης ἐμβροντησίας ἔμπλεως ὁ τοιόσδε λόγος; Θανάτῳ γὰρ κάτοχον ἀπο φῆναι τὴν ζωὴν, πῶς ἦν ἀκόλουθον; εἰπέ μοι· καὶ τῆς τὰ πάντα ζωογονούσης φύσεως κατηγορῆσαι τὴν φθοράν, πῶς οὐκ ἀπόπληκτον κομιδῇ, καὶ τῆς εἰς λῆξιν ἡκούσης δυσφημίας επίβλημα γένοιτ' ἂν, καὶ μάλα εἰκότως; Οὐκοῦν ἥκιστα μὲν ταῖς σαῖς εἰς τοῦτο περιεργείαις, ήγουν εἰκαιομυθίαις ὁ τῶν ἁγίων ἔπεται νοῦς· οἶδε δὲ, οἶδε παθόντα σαρκὶ δι' ἡμᾶ; τὸν τοῦ Θεοῦ Λόγον, καὶ τῷ θανάτῳ τοῦ ἰδίου σώ ματος κεκληκότα τὸν κόσμον εἰς διαλλαγάς τὰς προς γέ φημι τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. Καὶ γοῦν ἔφη που πρὸς ἕνα τῶν ἁγίων μαθητῶν τοὺς λόγους ποιούμενος. Εγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή, καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ. ο 'Αλήθεια δὲ, καὶ ζωὴ, καὶ ὁδὸς, τίς ἂν ἔτε ρος εἴη, παρά γε τὸν ἐκ Θεοῦ φύντα Λόγον, εἰ καὶ γέγονε καθ' ἡμᾶς μορφὴν δούλου λαβών. Ὅτι δὲ δι' αὐτοῦ θείας φύσεως ἀποδεδειγμεθα κοινωνοί, καὶ οἱ ποτὲ ὄντες μακράν, γεγόναμεν ἐγγὺς, ενούμενοι σχετικῶς δι' αὐτοῦ τῷ Πατρὶ, καὶ μὴν καὶ ἀλλήλοις ὡς ἐν πίστει μιᾷ καὶ ὁμοψυχίᾳ διὰ τὸ ἑνὸς μετο εσχηκέναι πνεύματος, αὐτὸς πιστώσεται, λέγων προς Σιν, ἐπίκλημα, 132, ἐπίκλημα δὲ ποιεῖται τισιν ὡς τῆς ἀληθείας κατειρηκόσι,
col. 215–216page 104 of 121
PG 76:215τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ι. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευσάντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἐν ὦσι, καθὼς σύ, Πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί· ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἐν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας· κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέ δωκα αὐτοῖς, ἵνα ὦσιν ἐν, καθὼς ἡμεῖς ἐν, κἀγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἔν. Σύνες οὖν ὅπως, αὐτὸς μὲν ἔστι φυσικῶς ἐν τῷ ἰδίῳ Πατρί, μεσίτης δὲ καὶ διαλλακτὴς ἀποδεδειγμένος διὰ τοῦ γενέσθαι, καθ' ἡμᾶς· ἐν ἡμῖν ἐστι, διά τε τῆς ἰδίας σαρκός ζωοποιούσης ἡμᾶς ἐν πνεύ ματι, καὶ διὰ τοῦ μεταλαχεῖν τῆς ἁγιότητος αὐτοῦ, δῆλον δὲ ὅτι πάλιν τῆς διὰ τοῦ ἁγίου Πνεύματος. Αἰτεῖ δὲ ὡς δόξαν παρὰ Πατρὸς τὸ τὴν ἰδίαν ἡμῖν. εναργή καταστῆσαι φύσιν, ὅτι τε εἴη ζωοποιός, καὶ φθορᾶς ἀμείνων ὡς Θεός. Καὶ γοῦν ἔφη πάλιν Εγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας, δέδωκάς μοι ίνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν "., κόσμον εἶναι, παρὰ σοί.» Εργον δὲ τετελειωμένον ἐσμὲν ἡμεῖς, ὡς ἐν αὐτῷ καὶ πρώτῳ νικώντες φθο ράν, καὶ τὸ τοῦ θανάτου πατοῦντες κράτος· ἀνεβίως γὰρ ἐκ νεκρῶν, πάντας ἔχων ἐν ἑαυτῷ. ᾿Αλλ᾽ ἐφ' ἑτέρας ἴσως εννοίας ἀποκομίζων τὸ εἰρημένον, οὐκ ἐπί γε τοῦ Θεοῦ Λόγου ταυτὶ δὴ χρῆναι νοεῖσθαι φαμέν [ἰσ. φής μέν]· ἀποφέρων δὲ αὐτοῦ καὶ τιθεὶς ἀνὰ μέρος τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον ὡς ἕτερον υἱὸν, αὐτῷ τὰ τοιάδε πρέπειν τε αὐτὸς διαβεβαιοί, καὶ μὴν καὶ ἑτέρους ἀναπείθειν ἐπείγῃ. ταῦτά [σ. ταυτά] σοι φρονεῖν καὶ λέγειν. Ἐρείς δέ που πάντως, ὅτι τῆς δόξης Κύριος ὧν ὁ μονογενής τοῦ Θεοῦ Λόγος, οὐκ ἂν ὡς δόξης υπάρχων επιδεής, ἐζήτησε τὴν παρὰ Πατρός. Ακους τοίνυν καὶ πρὸς ἡμῶν· εἰ μὴ αὐτὸν εἶναι φῆς τὸν ἐκ Θεοῦ κατὰ φύσ σιν Υἱὸν μονογενῆ, δόξαν ἐν τούτοις αιτοῦντα παρὰ τοῦ Πατρὸς, τίς ἦν ὁ λέγων, ο Δόξασόν με τη δόξῃ «ή είχον πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί; ο Πῶς ? › οὖν, εἰπέ μοι, προκόσμιος ὁ ἐκ τῆς ἁγίας Παρθένου κατὰ σὲ νοούμενος ἄνθρωπος ἰδικῶς "Αρ' οὐχὶ πρέ ποι ἂν τῷ τῶν αἰώνων δημιουργῷ, τό, πρεσβυτέραν ἔχειν τοῦ κόσμου τὴν ὕπαρξιν, καὶ συναΐδιον τῷ ? Πατρί; ἀλλ᾽ οὐκ ἂν ἐνδοιάσειέ τις τῶν εὖ φρονεῖν εξωθότων. Οτε τοίνυν ἑαυτὸν κεκένωσε μορφὴν δού λου λαβών, τότε δή, τότε καὶ εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναφοιτῆσαι δόξαν εθέλων, καὶ μετὰ τῆς ἐνωθείσης αὐτῷ σαρκὸς ἐπὶ καιροῦ φησι· Δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον προ τοῦ τὸν κόσμον εἶναι παρὰ σοῦ, ἵνα ὁ κόσμος πια στεύσῃ ὅτι σύ με απέστειλας· κἀγὼ τὴν δόξαν αν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἐν, καθώς ἡμεῖς ἔν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ώσι τετελειωμένοι εἰς ἕν.» Δι' αὐτοῦ τοιγαροῦν τὴν κατ αλλαγὴν ἐσχήκαμεν· τετελείωκε γὰρ οὕτω τὸ ἔργον, 8 δέδωκεν αὐτῷ εἰς τελείωσιν ὁ Πατήρ. Συλλήπτορα δὲ τῶν ἐμῶν λόγων ποιήσομαι πάλιν τὸν ἱερώτατον Παῦλον, ὡδι γεγραφότα τοῖς ἐξ ἐθνῶν κεκλημένοις
col. 217–218page 105 of 121
PG 76:217Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μα κράν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμε φότερα ἔν· καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐν τολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακράν, καὶ τοῖς ἐγγύς.» Καὶ μὴν καὶ ἑτέρωθι Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ. ὁ Οὐκοῦν κατηλλάγμεθα τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, καταργήσαντος, ἤγουν ἀποκτείναντος τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων. Αναι ρεῖς δὲ τοὺς λόγους τῆς οἰκονομίας αὐτὸς, καὶ ὁμου λογεῖν οὐκ ἀξιοῖς, ὅτι σαρκὶ πέπονθεν ὑπὲρ ἡμῶν ὁ τοῦ Θεοῦ Λόγος, ευρεσιλογίαις τισὶν ἀσυνέτοις χρώ μενος· κοινὸν γὰρ ὄνομα φής τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, καὶ ἡμῖν αὐτοῖς, τὸν Υἱός. Εἶτα τῶν εἰς ἡμᾶς γεγονότων ἀγαθῶν, ἀεργή καθιστάς τον, δι' ου σε σώσμεθα Θεὸν Λόγον, ὡς ἑτέρῳ παρ' αὐτὸν καὶ ἰδι πῶς νοουμένῳ τῶν καθ' ἡμᾶς ἑνὶ τὰ ἐφ' οἷς δοξάζε και προσνενεμηκὼς ἁλώσῃ σαφῶς. Οἴει δέ σοι πρὸς ἀπόδειξιν ὧν ἔφην [ἰσ. ἔφης], καὶ μὴν καὶ πεφρόνης κας οὐκ ὀρθῶς, ἀποχρήσειν εὖ μάλα τὴν ὁμωνυμίαν οὐκ ἐννοῶν ὅτι κἂν τοῖς κατὰ φύσιν εἶναί τι λαχοῦσιν, ὁμωνύμως ἕτερα λέγηται τῶν ὄντων τινά, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἐξωστέον τὰ κατὰ φύσιν, περιτιθέντας ἀεὶ τὰ αὐτῶν, τοῖς κατὰ θέσιν, ἢ μία μησιν. Δεῖ δὲ, οἶμαι, τὰς τῶν δρωμένων ἀεὶ δοκιμάζεσθαι φύσεις, καὶ οἷς ἂν μάλιστα πρέποι προσνέμειν αὐτά. Οἷον, φέρε εἰπεῖν, Θεὸς ὠνόμασται καὶ ἔστι κατὰ ἀλήθειαν ὁ Πατήρ·· Ἐξ αὐτοῦ δὲ καὶ πᾶσα πατριὰ, ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται,» κατὰ τὸ γεγραμμένον. Αλλ' εἰσὶ καὶ ἕτεροι σαρκικοί τε ἡμῖν καὶ πνευματικοὶ πατέρες. "Αρ' οὖν, εἴ τι λέγοιτο τῶν θεοπρεπεστάτων περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ἁρμόσειεν ἂν καὶ τοῖς κατὰ θέσιν τὴν αὐτὴν ἐκείνῳ λαχοῦσι κλήσιν, καὶ ὁ τῆς όμως νυμίας τρόπος τῶν αὐτῷ καὶ μόνῳ πρεπωδεστά των ἐξώσειεν ἂν αὐτόν; Καίτοι πῶς οὐχ ἅπασιν ἐναργές, ὡς ἔκτοπόν τε καὶ ἀπηχὲς τὸ, ὧδέ τινας τῶν ἐν ἡμῖν ἑλέσθαι φρονεῖν, ἢ λέγειν; Τί τοίνυν ἡμῖν τὴν ὁμωνυμίαν ἀειλογῶν, τὸν φύσει τε καὶ ἀληθῶς ἀτιμάζεις Υἱόν; τῶν εἰς ἡμᾶς εὐεργετημάτ τῶν ἔξω τε τιθεὶς, καὶ ἀλλότριον ἀποφαίνων· καίτοι δέον συλλέγειν εἰς ἔνωσιν ἃ διιστῶν ὁλοτρόπως οὐκ ερυθριᾷς, ένα τε νοεῖν μετὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον. Ιδρῶτος γὰρ οὕτω μα κροῦ σαυτὸν ἀπαλλάξεις, ὀρθά τε πεφρονηκώς, ἐπαινεθήσῃ λοιπόν· καὶ ἥκιστα μὲν παθητὴν ἐρεῖς τὴν θεότητα τοῦ Μονογενοῦς· ὁμολογήσεις δὲ σὺν ἡμῖν ὅτι ζωὴ καὶ ζωοποιὸς κατὰ φύσιν ἐστὶ, καὶ μὴν καὶ παντὸς ἐπέκεινα πάθους. Εἶτα παθούσης τῆς ἐνω
col. 219–220page 106 of 121
PG 76:219θείσης αὐτῷ σαρκός, χάριτι Θεοῦ, κατὰ τὸ γεγραμμένον, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου· ἵνα, τοῦ πάν τας νενικηκότος τοὺς ἐπὶ τῆς γῆς τὸν ἑαυτοῦ ναὸν ἀποφήνας κρείττονα, χρηματίσῃ μὲν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νεκρῶν· παραπέμπων δὲ καὶ εἰς ἡμᾶς τὴν χάριν, ὡς εἴς τε καὶ μόνος ὑπάρχων Υἱὸς καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ μετ' αὐτὴν ἔτι Σωτὴρ ονομάζηται, καὶ λυτρωτὴς τῶν ὅλων· εἶτα τῆς ἁμαρτίας, ὡς ἔφην, ἐλευθερῶν ἅπαν τας τοὺς εἰς αὐτὸν πιστεύοντας, εἰρήνη γένηται τοῖς μακρὰν, καὶ τοῖς ἐγγὺς, καταλλάττων δι' ἑαυ τοῦ τῷ Θεῷ καὶ Πατρὶ τοὺς πάλαι τῇ κτίσει λελα τρευκότας, καὶ διὰ τῆς ἁμαρτίας ἐχθρεύοντας τῷ παναγάθῳ Θεῷ. ᾿Αλλ' εἰς δυάδα πάλιν υἱῶν κατα μερίζων τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, ὧδέ πού φησιν [Ακουσον καὶ τὴν ἄλλην αὐτῶν μαρτυρίαν, «Εί γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Ιδού Κύριον τῆς δόξης λέγει. Οὐ καλεῖ τὴν ἀνθρωπότητα, ἀλλὰ τὴν θεότητα. Τοῦτο δέ ἐστι καὶ διασπώντων τὴν συνάφειαν τὴν ἀκριβῆ· ὅταν γὰρ λέγεις ὅτι οὗτος μὲν οὐκ ἔστι Κύριος, ἐκεῖνος δὲ Κύριος, σὺ ψιλόν ἄνθρωπον ποιεῖς τὸν Χριστόν. Τι οὖν λέγεις ἐν ἐκκλησιαστικῷ προσωπείῳ, αἱρετικέ; Κύριος καὶ ὁ ἄνθρωπος, ἢ οὗ; Εἰ μὲν οὖν Κύριος, κοινωνεῖ τὰ λεγόμενα εἰ δὲ οὐ Κύριος, μὴ σύ ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ποιῶν, ἐμοὶ προστριβε τὸν ὀνειδισμόν. Εἶτά φησιν· 'Ακούσωμεν τοῦ μακα ρίου Παύλου φανερώς κεκραγότος, τίς ἐστιν ὁ σταυ ρωθείς. Ακουσον τοίνυν φανερώτατα τῆς φωνῆς Καὶ γὰρ ἐσταυρώθη, φησὶν, ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, τίς ἠσθένησεν, αἱοετικέ: ὁ Θεὸς Λόγος;] ΚΕΦΑΛ. Β'. Αποκομίζεται εἰς ἐννοίας εκτόπους, καὶ εἰς ἀδόκιμον νοῦν, τὴν τοῦ μυστηρίου δύναμιν κατ' οὐδένα τρόπον συνιείς, ως γε μοι φαίνεται, μάλ λον δέ τοι ιδίοις σκέμμασιν ἑπόμενος πανταχού, καὶ τάχα που δεδιώς, μὴ ἄρα τι τῶν εἰς ὀρθό τητα, ἢ ἀλήθειαν, ή πεφρονηκώς, ἢ λέγων, ἀλῷ. Αντανίστησι μὲν γὰρ ἑαυτῷ, καθάπερ οὖν οίεται, τὰς τῶν ὀρθοδόξων φωνας, καταφωρᾶται δὲ πά λιν ἐκεῖνα τιθεὶς, & μηδεὶς πώποτε τῶν ὀρθοποδεῖν ειωθότων περὶ τὴν πίστιν, κἂν γοῦν ἑτέρου λέγοντος ἀνάσχοιτο ἄν. Κύριον μὲν γὰρ τῆς δόξης τὸν ἐσταυρωμένον εἶναί φαμεν, καὶ ἔστι κατὰ ἀλή θειαν· ἀδιαίρετον δὲ καὶ ἕνα μετὰ τῆς ἐνωθείσης αὐτῷ σαρκὸς ψυχὴν ἐχούσης τὴν λογικὴν τὸν τοῦ Θεοῦ Λόγον ἐπιγινώσκοντες, αὐτὸν εἶναί φαμεν τὸν τοῦ ἰδίου σώματος ὡς ἄμωμον ἱερεῖον, καὶ εὐοσμώ τατον θύμα, προσκομίσαντα μὲν ἑαυτὸν, τῷ Θεῷ καὶ συνάδει τα λεγόμενα,
col. 221–222page 107 of 121
PG 76:221Πατρί· προσηλώσαντα δὲ τῷ ξύλῳ, τὸ καθ' ἡμῶν χειρόγραφον. Εστι γοῦν ἀκοῦσαι λέγοντος διὰ φως νῆς τοῦ Δαβίδ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον· Ιδού ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.» Απρακτούσης ήδη τῆς κατὰ νόμον ἐντολῆς, καὶ τελειούσης οὐδὲν, καὶ ἀνεθελήτους ἔχοντος τοῦ Θεοῦ καὶ Πατρὸς τὰς δι' αἱμάτων θυσίας, σῶμα κατηρτίσθαι φησὶν ἑαυτῷ, ἵνα τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἀντάλλαγμα δοὺς αὐτῷ, πάντας ἐξέληται, καὶ θανάτου καὶ φθο ρᾶς, καὶ πρός γε τούτῳ καὶ ἁμαρτιῶν. Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ελέσθαι καὶ παθεῖν ὑπὲρ ἡμῶν σαρκί, κατὰ τὰς Γραφάς. Οὕτως ἡμᾶς μεμυσταγώγηκεν ὁ ἱερώτατος Παῦλος· «Ος ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχή ματι εὑρεθεὶς ὡς ἄνθρωπος. Έταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταν ροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν.» "Αθρει δή, ὅπως ὁ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὡς Θεός, ὁ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ κατ' εὐδένα τρόπον μειονεκτούμενος, ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν, ὑπάρχων τε καὶ νοούμενος, κεκένωκεν ἑαυ τὸν, καὶ καθῆκεν ἑαυτὸν ἑκὼν εἰς ταπείνωσιν. Εἶτα εἰς ἂν εἴη φράσον ὁ τῆς κενώσεως τρόπος, τεταπείνωται δὲ ὅπως, μορφήν δούλου λαβών, καὶ μέχρι θανάτου γεγονώς ὑπήκοος, θανάτου δὲ σταυροῦ. "Η οὐχ ἅπασιν ἐναργές, ὅτι ταπεινοῦται τὸ ὑψηλὸν, οὐ τὸ οἰκοθέν τε καὶ φυσικῶς ἐν ὑφέσει τε ὑπάρχον καὶ τεταπεινωμένον; κενοῦται δὲ, οἶμαι, τὸ πλῆρες ὑπάρχον, καὶ δεδεημένον οὐδέν· δέχεται καὶ δούλουμορφὴν, τὸ πρὸ αὐτῆς ἐλεύθερον κατὰ φύσιν· εὑρί σκεται δὲ καὶ ἄνθρωπος ὁ μὴ τοῦτο ὑπάρχων πρὶν ὅτε οὐκ ἦν εὑρεθείς. Τίς οὖν ἄρα ἐστὶν ὁ ὑψηλὸς κατὰ φύσιν καὶ καθεὶς ἑαυτὸν εἰς ταπείνωσιν; τίς δὲ ὁ πλήρης, ἵνα νοῆται κεκενωμένος; τίς ὁ τῶν τῆς δου λείας ἐπέκεινα μέτρων, ἵνα λέγηται μορφὴν δούλου λαβεῖν; τίς οὐκ ἂν πρότερον, καθ' ἡμᾶς ἄνθρωπος τοῦτο εὑρῆσθαι λέγεται; ταυτὶ γὰρ οἶμαι τῶν καθ' ἡμᾶς ἐνὶ καὶ ἀνθρώπῳ κοινῷ προσνέμειν ἀποτολμᾷν, εύηθες ἂν εἴη, καὶ τῆς ἀπασῶν ἐσχάτης ἀσυνεσίας ἐπίμεστον ἀληθῶς· ἁρμόσει δ᾽ ἂν καὶ μάλα εἰκότως τῇ ὑπερτάτῳ φύσει. Αλλ' ὁ μὲν τοῦ Θεοῦ Λόγος, ἐκ πολλῆς ἄγαν τῆς εἰς ἡμᾶς ἡμερότητος καὶ φιλανθρω τίας προσκεκόμικεν ὑπὲρ ἡμῶν τὸ ἴδιον σῶμα, καὶ μορφὴν δούλου λαβών, γέγονεν ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ μέχρι θανάτου, καὶ οὐκ ἀπόβλητον ἐποιήσατο τὸ παθεῖν ἐλέσθαι σαρκὶ, καίτοι τὴν φύσιν ὑπάρχων ἀπαθὴς ὡς Θεός· ἐπερυθριᾷ γε μὴν ἀσυνέτως οὑτοσὶ τοῖς ὑπὲρ ἡμῶν θεοπρεπεστάτοις αὐτοῦ σκέμμασι, καὶ τιμὴν οἰόμενος, ἀδικεῖ· ἀποφέρει μὲν γὰρ τοῦ παθεῖν αὐτὸν, καίτοι μηδενὸς ἑτέρου παθεῖν λέγοντος εἰς ἰδίαν φύσιν· οὐκ αἰσθάνεται δὲ ὅτι Σωτῆρα καὶ Λυτρωτὴν οὐκ ἐφίησιν αὐτὸν ὁμολογεῖσθαι τῶν ὅλων,
col. 223–224page 108 of 121
PG 76:223εἴπερ ἐστὶν ἕτερος παρ' αὐτὸν ἰδικῶς, καὶ ἀνὰ μέρος Υἱὸς καὶ Κύριος, ὁ δι' οὗ σεσώσμεθα, καὶ ἐκλελυτρώμεθα διὰ τοῦ τιμίου σταυροῦ. Καὶ εἴπερ ἐστὶν ἄν θρωπος ἁπλῶς, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἠκέτω, δεικνύτω, καὶ ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχοντα αὐτ τὸν, καὶ μέντοι καὶ ἐν ἰσότητι· οὐ γὰρ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ προσέτι τούτῳ τὴν τοῦ δούλου λαβόντα μορφὴν, ὡς οὐκ ἔχοντά ποτε· καὶ ἐν χενώσει γεγενημένον, ὡς ἐν ἰδίᾳ φύσει λαχόντα τὸ πλήρες. Ο γάρτοι θεσπέσιος Παῦλος, τὸν ἐν μορφή καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, γενέσθαι φησὶν ὑπήκοον αὐτῷ καὶ μέχρι θανάτου, θανάτου δὲ σταυ ροῦ. "Αρ' οὐκ ἐναργής ἡ τῶν ἐννοιῶν ἀτοπία; Κύ ριον δὲ τῆς δόξης ονομάζοντος ἡμῖν τοῦ μακαρί Παύλου τὸν ἐσταυρωμένον, φαίη ἂν οὐδεὶς· Οὐ λέγει τὴν ἀνθρωπότητα, ἀλλὰ τὴν θεότητα. Ενα γὰρ ὁμο λογοῦμεν Χριστὸν καὶ Υἱὸν, καὶ τῆς δόξης Κύριον τὸν ἐκ Θεοῦ Πατρὸς λόγον ἐνανθρωπήσαντα δι' ἡμᾶς, παθόντα τε ὑπὲρ ἡμῶν καὶ σαρκί, κατὰ τὰς Γραφάς. Πλὴν οὐ μετρίως καταιτιώμενος, ὡς τὴν ἀκριβῆ συν άφειαν, καθά φησιν αὐτὸς, διασπᾶν ἐθέλοντας, τοὺς ἀπονέμοντας μὲν τῷ Θεῷ λόγῳ τὸ τῆς κυριότητος ὄνομα, τῆς γε μὴν ἀνθρωπότητος ἀποφέροντας αὐτῷ [ἔσ. αὐτὸ], καθάπερ εἰς λήθην ὧν ἔφη πεσών, δια σπἂν εἰς δύο καταφωρᾶται τὸν ἕνα, καὶ τῆς ἀκριβούς κατ' αὐτὸν συναφείας ολίγα πεφροντικώς. Έρωτα γὰρ ἀμαθῶς· Κύριος καὶ ὁ ἄνθρωπος, ἢ οὐ; εἰ μὲν οὖν Κύριος, συνάδει τὰ λεγόμενα. Οὐκοῦν, εἰ κατά τὴν σὴν ἀσύνετον πεῦσιν, Κύριος μὲν ὁ Λόγος ἰδικῶς, Κύριος δὲ καὶ ὁ ἄνθρωπος, δύο που πάντως οι κύ ριοι, καὶ υἱοί. Ονήσει δὴ οὖν τῆς ἀκριβούς συναφείας ἡ δύναμις κατ' οὐδένα τρόπον τους πεπιστευκότας, εἴς γε τὸ χρῆναι νοεῖν ἕνα Χριστὸν καὶ Κύριον καὶ Υἱὸν μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός. Προκειμένου γὰρ καὶ παρενεχθέντος εἰς μέσον τοῦ προσώπου τοῦ Ἐμμανουὴλ, κἂν εἴ τις ἄνθρωπον λέγοι, τὸν ἐκ Θεοῦ Πατρός Λόγον μορφήν δούλου λαβόντα νοοῦμεν, καὶ ἐκ τῶν τῆς κενώσεως μέτρων δηλοῦσθαί φαμεν· εἰ δὲ δὴ καὶ Θεὸν μονογενῆ, τὸν αὐτὸν εἶναι πιστεύοντες [σ. πιστεύομεν] ἐνηνθρωπηκότα τε ἤδη καὶ σεσαρκωμένον. ᾿Αλλὰ γὰρ, ὡς ἔφην, ἐνὶ δὴ καὶ μόνῳ, καὶ ἰδικῶς νοουμένῳ παρὰ τὸν ἐκ Πατρός Λόγον ἀνθρώπῳ, προσνέμων τῆς μετὰ σαρκὸς οἰκονομίας τὰ κατα ορθώματα, καὶ αὐτὸν ὑπὲρ ἡμῶν ὑπομεῖναί φησι σταυρόν, εἶναί τε τῆς δόξης διαβεβαιούνται [Ισ. δια βεβαιοῦται ] Κύριον, γυμνῷ κτίσματι περιτιθεὶς τῆς ἀνωτάτω φύσεως τὰ αὐχήματα. Φησί γάρ ['Ακούσω μεν τοῦ μακαρίου Παύλου φανερώς κεκραγότος, τίς ἐστιν ὁ ἐσταυρωμένος· Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθε νείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.] Τίς ἠσθένησεν; ὁ Θεὸς Λόγος, αἱρετικό; 'Ασθενείας μὲν οὖν ἀπάσης ἀμέτοχος παντελῶς ὁ ἐκ Θεοῦ Πατρὸς λόγος προς ἡμῶν εἶναι πιστεύεται. Αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνά μεων Κύριος. Πλὴν ἐκεῖνο φράσον· δέδιας ἐπ' αὐτοῦ τὸ τῆς ἀσθενείας όνομα λαβεῖν; διὰ ποίαν αἰτίαν; καίτοι τῆς μετὰ σαρκὸς οἰκονομίας του κατεψέχθαι
col. 225–226page 109 of 121
PG 76:225δεῖν ἔξω τιθείσης αὐτὸν, κἂν εἰ λέγοιτό τι παθεῖν τῶν ὅσα ἐστὶ παρά γε τὴν αὐτοῦ φύσιν τε καὶ δόξαν· εἰ γὰρ πλούσιος ὢν ἐπτώχευσε, καὶ γέγονε καθ' ἡμᾶς μορφὴν δούλου λαβών, κἂν εἰ ἀσθενῆσαι λέγοιτο κατὰ τὸ ἀνθρώπινον, τὸ ἀπεικὸς οὐδὲν, ἵνα πτωχεύσαντα θεωρῃς τὸν πλούσιον, ἐν ταπεινώσει τὸν ὑψηλὸν, ἐν τῇ καθ᾿ ἡμᾶς ἀσθενείᾳ τὸν τῶν δυνάμεων Κύριον. Τεθαύμασται δὲ καὶ διὰ τοῦτο τὸ περὶ αὐτοῦ μυστήριον. Πῶς γὰρ καὶ πεινῆσαι λέγεται, καίτοι ζωής ἄρτος ὑπάρχων αὐτὸς, καὶ ἐκ τοῦ οὐρανοῦ καταβάς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; τίνα τρόπον κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας, ὁ τῷ ἰδίῳ Πνεύματι στερεῶν οὐρανούς; ᾿Αλλ' οὐκ ἀνέξῃ κατὰ τὸ εἰκὸς, εἰ περὶ αὐτοῦ λέγοιτο ταυτὶ τοῦ Μονογενοῦς, καίτοι τοὺς τοὺς πολυπραγμονήσας λόγους ευρίσκω λέγοντας σαφῶς, ὡς ἐκ προσώπου τοῦ Μονογενούς [Ότι μορφὴ Θεοῦ ὑπάρχων, μορφὴν περιβέβλημαι δούλου· ὅτι θεὸς Λόγος ὤν, ἐν σαρκὶ καθορῶμαι· ὅτι δεσπόζων τοῦ παντός, πτωχεύοντος δι' ἡμᾶς περι βέβλημαι πρόσωπον· ὅτι πεινῶν ὁρατῶς, χορηγώ τοῖς πεινῶσι τροφήν]. ΚΕΦΑΛ. Γ'. Πῶς οὖν, εἰπὲ, τὸ τῆς ἀσθενείας ὄνομα δεδιώς, καὶ ἀποκομίζων αὐτοῦ, κἂν ὁ τῆς οἰκονομίας μὴ βούληται λόγος, αὐτὸν ἔφης πεινὴν μὲν ὁρατῶς, ήγουν ἀνθρωπίνως, χορηγεῖν δὲ θεϊκῶς τοῖς πεινῶσι τρο φήν; Δρ᾽ οὐκ ἀσθενείας τρόπον εἶναι φής το, ἐν ἐνδείᾳ γενέσθαι τροφῆς, καὶ πεινῆσαι λέγεσθαι καθ' ἡμᾶς; ᾿Αλλὰ τοῖς ἐθέλουσι φιλοψογεῖν ἀντιτάξεται γενικῶς Γσ. γεννικῶς] τῆς οἰκονομίας ὁ τρόπος. Δεῖ τοίνυν ἡμᾶς, ἡ πάντων αὐτὸν τῶν ἀνθρωπίνως τε καὶ σμικροπρεπῶς εἰρημένων ἀποκομίζοντας, ἀνα θρώπῳ ψιλῷ περιτιθέναι τὰ τοιάδε τῶν παθῶν ήγουν ἐννενοηκότας, ὅτι Θεὸς ὤν, γέγονε καθ᾿ ἡμᾶς, ἀπαθὴ μὲν ὑπάρχειν αὐτὸν ὁμολογεῖν, κατά γε τὴν τῆς θεότητος φύσιν· παθεῖν δὲ πρὸς τούτῳ λέγειν, τὴν ὑπὲρ ἡμῶν ἀσθένειαν, κατὰ τὸ ἀνθρώπινον, καὶ κατά γε τὴν σάρκα φημί. Ἐπεὶ φράσον ἐρομένῳ πάλιν, ἐσταυρῶσθαί φησιν αὐτὸν ἐξ ἀσθενείας ὁ θε σπέσιος Παῦλος· ἀποφέρει δὲ αὐτὸς τοῦ Θεοῦ Λόγου τὸ χρῆμα, μικρόν, οἶμαι που, καὶ δυσκλεὲς εἶναι λέ γων, καὶ οὐκ ἄξιον αὐτοῦ· ἕτερος οὖν παρ' αὐτὸν ὁ ἐσταυρωμένος, δν καὶ τῆς δόξης Κύριον ὁ θεῖος ἡμῖν μυσταγωγὸς ἀποκαλεῖ, λέγων·. Εἰ γὰρ ἔγνωσαν, εὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» "Αρ' οὖν μεμένηκε τῆς δόξης Κύριος ὁ ἠθετικώς [Ισ. ήσθε νηκώς]. καὶ τὸ δυσκλεές δὴ τοῦτο, καὶ σμικροπρεπές ὑπομείνας πάθος; Εἰ μὲν οὖν μεμένηκεν, οὐδεμίαν ἔχει τοῦ ἀσθενεῖσθαι ζημίαν. Πῶς οὖν δέδιας τὸν τοῦ Θεοῦ Λόγον ἐν τούτοις γενέσθαι λέγειν οἰκονομικῶς; Εἰ δὲ ἀπώλισθεν ἀληθῶς τοῦ ὑπάρχειν ἔτι τῆς δόξης Κύριος, ὧδέ τε ἔχειν τοῦτο διαβεβαιοῦταί τις, δυσ σεβείας τῆς ἀνωτάτω καὶ μάλα εἰκότως υπομενεί την γραφήν «Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλώσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χρι στὸς εἰς δόξαν Θεοῦ Πατρός.» Κατευρύνεται γάρ ἁπάσης τῆς ὑπ᾽ οὐρανὸν ἡ δόξα Χριστοῦ, παθόν της ὑπὲρ ἡμῶν σαρκί, καθὰ πλειστάκις ειρήκα
col. 227–228page 110 of 121
PG 76:227μεν. Οταν οὖν ἀκούσῃς τοῦ Πνευματοφόρου λέ σε Σχνι, 39. γοντος· ο Εσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ,» σύνες εὐσεβῶς. Πεπονθέναι γὰρ ἀνθρωπίνως φησὶν αὐτὸν, καίτοι τὴν φύσιν ἔχον τα τοῦ παθεῖν ἐπέκεινα παντελῶς. Ἔχων δὲ οὔ τως, ἀσθενούσης ἠνέσχετο τῆς σαρκὸς, καὶ παθὼν ἀνθρωπίνως τὸ ἀποθανεῖν, ἀνεβίω θεϊκῶς, ζωοποιήσας τὸν ἑαυτοῦ ναὸν αὐτὸς, ὡς δύναμις τοῦ Πατρός. Καὶ γοῦν ἐνεστηκότος ἤδη τοῦ καιροῦ, καθ᾽ ἂν ἔδει τὸν ὑπὲρ ἡμῶν ὑπομεῖναι σταυρὸν, ἀπελθὼν προσ ηύξατο, λέγων· ο Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. • Προσετίθει δὲ τούτοιςἐπὶ τέλει τῆς προσευχῆς·. Πλήν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Ἐπειδὴ δὲ ἅπαξ, καίτοι παναλκὴς ὢν Λόγος καὶ Θεὸς, καὶ ἐν τῇ καθ᾿ ἡμᾶς ἀσθενείᾳ γε νέσθαι νενόμισται, τὴν τοῦ πράγματος αἰτίαν ἀποδιδοὺς, οικονομικώτατά φησι·. Τὸ μὲν πνεῦμα πρό θυμον, ἡ δὲ σὰρξ ἀσθενής.» "Αθρει δὴ οὖν ὅπως οὐδὲν καθυφεὶς αὐτὸς, οὔτε μὴν εἰς ἰδίαν φύσιν τὸ ἀσθενῆσαι παθών, συγκεχώρηκε τῇ σαρκὶ καὶ διὰ τῶν οἰκείων [ἴσ. ἰδίων] ἰέναι νόμων· καὶ αὐτοῦ τὸ χρῆμα λέγεται, διάτοι τὸ ἴδιον εἶναι τὸ σῶμα αὐτοῦ. Οὐκοῦν ἄνθρωπον μὲν ἡμῖν ἀπέφηνεν αὐτὸν τὸ ἀσθενῆσαι κατὰ τὴν σάρκα, Θεόν γε μὴν ἀσθενεῖν οὐκ εἰδότα τὸ μὴ ἀνασχέσθαι θανάτου, καὶ ἀποσοβῆσαι τὴν φθορὰν τοῦ ἰδίου σώματος. Ζωὴ γάρ ἐστι καὶ δύναμις τοῦ Πατρός. Οτι γὰρ ἀσυνήθη τε καὶ ἀνεθέλητον οὖσαν αὐτῷ τὴν ἔν γε τούτοις ἀσθένειαν, ἐποιήσατο θελητὴν ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πα τρός, ἵνα σώσῃ τὴν ὑπ᾽ οὐρανὸν, διδάξει λέγων αὐτ τός· ο Ότι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμ ψαντός με· ἵνα πᾶν ὃ δέδωκάς μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καίτοι πῶς, εἴπερ ἐστὶν ἀγαθὸν τὸ θέλημα τοῦ Πατρός, ἀγαθὸν δὲ πάντως ἴδιον ἔχειν καὶ ἕτερον παρὰ τοῦτο θέλημά φησιν ἑαυτὸν ὁ Υἱός; Εἰ γὰρ μὴ ἔστιν ἀγαθὸς, πῶς εἰκὼν ἔτι καὶ χαρακτὴρ αὐτοῦ πιστεύεται; πῶς δὲ ἀληθεύσει λέγων· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν;» καί·. Ὁ ἑωραχὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Οὐ γὰρ ἔν γε τῷ μὴ ἀγαθῷ, κατο αθρήσαι τις ἂν τὸν ἀγαθὸν κατὰ φύσιν. Ἀλλὰ μὴν ἀγαθὸς ὁ Υἱός, ἐξ ἀγαθοῦ πέφηνε τοῦ Πατρὸς, καὶ ἔστιν εἰκὼν ἀπαράλλακτος αὐτοῦ κατὰ πᾶν ὁτιοῦν. Ποῖον οὖν ἄρα θέλημα παρεῖς, ὅπερ εἶναί φησιν ἑαυτοῦ, πεπραχέναι φησὶ τὸ τοῦ Πατρός; Εμελλε τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς ἀπαλλάττειν θανάτου τοὺς ὑπ' αὐτοῦ γεγονότας, τουτέστιν ἡμᾶς. Ἀλλ᾽ ἦν τὸ τεθνάναι σαρκὶ δυσκλεὶς, ἀσυνηθές τε, ὡς ἔφην, καὶ ἀπηχθημένον αὐτῷ. Ὑπομεμένηκε δὲ καὶ τοῦτο δι' ἡμᾶς ἐν εὐδοκίᾳ τοῦ Πατρός. "Ηδει γάρ, ᾔδει καὶ μάλα σαφῶς, ὅτι τῶν τῆς σαρκὸς ἕνεκα παθῶν ἀδο ξήσας βραχύ, διασώσει σύμπαντας, ἐπὶ τὸ ἀσυγκρίτως ἄμεινον μεθιστάς. «Εί τις γὰρ ἐν Χριστῷ, καινή κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά, ο καθὰ γέγραπται. Αἱ μὲν οὖν θεί πνευστοι Γραφαί, Χριστὸν ἕνα καὶ Υἱὸν καὶ Κύριον σε σε
col. 229–230page 111 of 121
PG 76:229τῷ κόσμῳ διακηρύττουσι, καὶ αὐτὸν εἶναι φασι τὸν ποιεῖταί τισιν ὡς τῆς ἀληθείας κατειρηκόσι, καὶ τῆς δόξης Κύριον· καὶ τὰς ἐκ τῶν Ἰουδαίων παροινίας ἐθελοντὶ ὑπομεῖναι δι' ἡμᾶς· ἀνατλῆναί τε τὸν ἐπὶ ξύλου θάνατον οἰκονομικῶς, οὐχ ἵνα μεθ᾿ ἡμῶν ἀπομείνῃ νεκρός, ἀλλ᾽ ἵνα τὸ πᾶσι δυσάντητον τοῦ θανάτου καταλύσας κράτος, ἀνακομίσῃ πρὸς ἀφθαρσίαν τὴν ἀνθρώπου φύσιν. Θεὸς γὰρ ἦν ἐν σαρκί. Οὑτοσὶ δὲ πάλιν ἀφορμὰς τοῦ διορίζειν εἰς δύο τὸν Ένα πανταχόθεν ἑαυτῷ συναγείρειν ἐπιχειρῶν, ἀντι φέρεται μὲν εἰκῇ τοῖς οὐκ οὖσιν ὅλως, ἐπίκλημα δὲ παρασημαίνειν ἐθέλουσι τοῦ μυστηρίου τὸν τρόπον, καί φησιν [Ηδέως ἂν ἐνταῦθα τῶν αἱρετικῶν ἐπυθόμην, τῶν τὴν τῆς θεότητος, καὶ τῆς ἀνθρωπότητος φύσιν, εἰς μίαν κατακιρνώντων οὐσίαν, τίς ἐστιν ἐνταῦθα δ παρὰ τοῦ προδέτου τοῖς Ἰουδαίοις παραδιδόμενος εἰ γὰρ κρᾶσις ἀμφοτέρων γεγένηται, ἀμφότερα παρά τῶν Ἰουδαίων συγκατεσχέθη, καὶ ὁ Θεὸς Λόγος, καὶ ἡ τῆς ἀνθρωπότητος φύσις. Τις δέ ἐστιν ὁ καὶ τὴν σφαγὴν ὑπομείνας; Αναγκάζομαι χρήσασθαι κατω τέροις λόγοις, ὡς πᾶσι γενέσθαι τὸ λεγόμενον δῆλον. Περὶ τίνα τὰ τῆς πράξεως, είπέ μοι, συμβέβηκεν; Εἰ μὲν γὰρ περὶ τὴν τῆς θεότητος φύσιν, πῶς ἀμ φότερα συγκιρναν κατατομής. Καὶ [τσ. εἰ] με μέτ νηκεν ὁ Θεὸς ἀκατάσχετος τοῖς Ἰουδαίοις, καὶ τῆς σφαγῆς οὐ κεκοινώνηκε τῇ σαρκί, πόθεν, εἰπέ μοι παρεισάγεις τὴν κρᾶσιν;] ΚΕΦΑΛ. Δ'. Εἰ μὲν οὖν τινές εἰσιν οἱ τὴν τῶν φύσεων εἰς ἀλλή λας ἀνάχυσιν γεγενῆσθαι λέγοντες, καὶ τὸν ἀνέφικτον ὑπομεῖναι φυρμὸν, καὶ τὴν εἰς σάρκα τροπὴν πα θεῖν δύνασθαι διατεινόμενοι τὴν τοῦ Λόγου φύσιν, ήγουν εἰς θεότητα μεταχωρήσαί ποτε τὴν ἐνωθεῖσαν αὐτῷ σάρκα, διημαρτήκασι τάληθοῦς, καὶ φρενός Έξω γεγονότες ὀρθῆς, μᾶλλον δὲ τὴν ἁπασῶν ἐσχά την νοσούντες ἐμβροντησίαν, ἀκούσονται πρὸς ἡμῶν Πλανάσθε μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὴν δύνα μιν τοῦ Θεοῦ. ὁ ᾿Ακράδαντος γὰρ ἡ τοῦ Θεοῦ Λόγου φύσις, καὶ τροπῆς οὐκ οἶδεν ἀποσκίασμα παθεῖν σαρκὶ δὲ καὶ αἷματι κεκοινωνηκώς, καὶ μετεσχηκώς ὁμοίως ἡμῖν τῶν αὐτῶν, καθὰ γέγραπται, μεμένηκεν ὁ αὐτός. Εἰ δὲ ἀπασοῦν τις τῶν τοῖς ἱεροῖς ἐντεθραμμένων Γράμμασιν ἀπηχθημένων [[σ. ἀπηχθημένον] ποιεῖται τὸ, κἂν γοῦν ἀκοῦσαι μόνον, ἐπὶ τοῦ μονογενοῦς πεπράχθαι τὴν τροπήν, τί τὰ οὕτως αἰσχρὰ, καὶ μια τῇ παρὰ πάντων ψήφῳ, κατεγνωσμένα, καὶ ἀπό βλητα παντελώς, ὡς ἀληθῆ καὶ εἰρημένα δεχόμενος, πειρά διατέμνειν τὸν ἀμέριστον, καὶ τοῦτο μετὰ τὴν ἕνωσιν; Εἰ γὰρ δὴ κατὰ ἀλήθειαν ἔλοιο μαθεῖν τίς ὁ παρὰ τοῦ προδότου τοῖς Ἰουδαίοις παραδιδόμενος, καὶ τὴν σφαγὴν ὑπομείνας, ἀκούσῃ σαφῶς· Ο εἷς καὶ μόνος Χριστὸς, καὶ Υἱὸς, καὶ Κύριος, τουτέστι, μορφὴν δούλου λαβὼν ὁ ἐκ Θεοῦ Λόγος, ἐνανθρωπήσας τε καὶ σεσαρκωμένος. Πέπρατο μὲν γὰρ παρὰ τοῦ προδότου τοῖς Ἰουδαίων καθηγηταῖς· καὶ κατο είχετο μὲν ἀνθρωπίνως, ὅτι καὶ ἄνθρωπος ἦν μετὰ τοῦ μεἶναι Θεός· ἔλεγχε δὲ θεϊκῶς τῶν κατεχόντων το
col. 231–232page 112 of 121
PG 76:231αὐτὸν τὴν ἀσθένειαν. Καὶ τοῦτο ἡμῖν καθίστησιν ἐναργὲς ὁ θεσπέσιος εὐαγγελιστής Ιωάννης, ὡδι γεγραφώς· ο Ο οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων, καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς δὲ εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν, ἐξ ελθών, εἶπεν αὐτοῖς· Τίνα ζητείτε; Απεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραίον. Λέγε: ὐτοῖς ὁ Ἰησοῦς· Εγώ εἰμι. Εἱστήκει καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ' αὐτῶν. Ὡς οὖν εἶπεν αὐτοῖς, ὅτι Εγώ είμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί.» Ακούεις, όπως κατασοβαρεύεσθαι μὲν τῆς παρ' αὐτῷ δόξης, οὐκ ἐξ τοὺς παρὰ τοῦ προδότου συνειλεγμένους· προσκε κόμικς μὲν γὰρ ἑαυτόν, τό, «Εγώ είμι ο λέγων οἱ δὲ καὶ πρὸς μόνην ατονήσαντες τὴν φωνὴν, ἀπῆλ θον εἰς τὰ ὀπίσω. «Ὅτι δὲ οὐχὶ τῆς αὐτῶν ἰσχύος ἔργον ἦν τὸ κατασχεῖν αὐτὸν, ἀλλ' ὡς ἐν καιρῷ καὶ χρείᾳ τὸν ὑπὲρ ἡμῶν θάνατον ἐποιεῖτο παραδεκτόν, πεπληροφόρηκε λέγων· ι Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ' ἡμέ ραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρα τήσατέ με. Τοῦτο δὲ ὅλον γέγονεν να πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Ο γὰρ πάλαι προείρηκε διὰ προφητῶν ἁγίων, τοῦτο πεπλήρωκε καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, καὶ σχήματι εὑρεθεί; ὡς ἄνθρωπος, ὁ ἐν μορφῇ καὶ ισότητι τοῦ Πατρός. Ανθότου δὴ οὖν ταῖς τῶν απλουστέρων ἀκοαῖς, τὸ τῆς κράσεως ὄνομα παρεισ κρίνειν ἐπιχειρῶν, τῆς μετὰ σαρκὸς οἰκονομίας ἀδικεῖς τὸ θαῦμα; οὐ γάρ τοι προσήκει πικρώς τε καὶ ἀπηνῶς εἰς μέσον ἰέναι λέγοντα· 'Αρα ὁ Θεὸς Λόγος κατεσχέθη; ἄρα τὴν σφαγὴν ὑπέμεινεν ἡ τῆς θεότητος φύσις; Ὅτι οὐκ [ἰσ. Ὅτι δὲ] ἐξ ἀκρι δοῦς ἀμαθίας τὰ τοιάδε φῆς, ἐντεῦθεν εἴσῃ τοι καὶ μάλα βαδίως. Τετελειώσθαί φαμεν τοὺς ἁγίους μάρο τυρας, πάντα παθεῖν ἑλομένους, ἵνα τὸν καλὸν ἀγῶνα ἀγωνισάμενοι, τὸν δρόμον τελέσαντες, τὴν πίστιν τηρήσαντες, τὸν τῆς εἰς Χριστὸν γνησιότητος αναδήσωνται στέφανον. "Αρ' οὖν εἴ τις ἔροιτο προσε ιών· Οτε τὰ τῶν ἁγίων σώματα σιδήρῳ κατεξαίνοντο, ήγουν δεδαπάνηντο πυρί, ἢ καὶ ὅτι [ἰσ. ὅτε τὴν ἀρχὴν δεσμῶται γεγόνασιν, ἄρα τοῖς σώμασι συγκατείρχθησαν αι ψυχαί; ἆρα γεγόνασι καὶ αὗται τυρὸς ἔργον καὶ ξίφους; καίτοι φαμὲν αὐτὰς ἀπαλ λάττεσθαι τῶν σωμάτων, τῶν τοιούτων αἰκιῶν οὐδὲν εἰς ἰδίαν ὑπομενούσας φύσιν. "Αρ' οὖν, είπέ μοι, ταύτης ἕνεκα τῆς αἰτίας ἀμέτοχοι των σιθράνων εἶεν ἄν, ὅτι μὴ πεπόνθασι τὰ σώματα (σ. σώματ τος]; 'Αλλ' ὅ γε τῆς ἀληθείας λόγος, οὐκ ἔξω τίθησε τοῦ παθεῖν αὐτοῦ; [ἰσ. αὐτάς]· πεπόνθασι γὰρ τὰ αὐτῶν, καὶ οὐ τὰ ἑτέρων σωμάτων [ἱσ. σώματα]. Αμαθές οὖν ἄρα τὸ διαπυνθάνεσθαι φιλεῖν, εἰ παρα δέδοται μετὰ τῆς σαρκὸς ἡ τῆς θεότητος φύσις, ήγουν ενεσχέθη τοῖς Ἰουδαίων βρόχοις, ἢ καὶ αὐτὴν ὑπέμεινε τὴν σφαγήν· εὐσεβὲς δὲ μᾶλλον ἐννοεῖν, ὅτι πάντητε καὶ πάντως οἰκειώσεται μὲν ὁ Λόγος τὰ τῇ ἰδίᾳ σαρκὶ συμβεβηκότα πάθη· μεμένηκε ε
col. 233–234page 113 of 121
PG 76:233ἀπαθὴς ὡς Θεός, πλὴν οὐκ ἔξω τοῦ πάσχοντος σώ ματος. Αὐτὸς δὲ τὰ οὕτως οἰκονομικῶς πεπραγμένα τοῖς τῆς ἀτοπίας ἐγκλήμασιν ἐνιεῖς, ἄνω τε καὶ κάτω λέγων, μὴ δὴ χρῆναι πρός τινος τὴν τῆς Θεό τητος φύσιν ὑπομεῖναι λέγεσθαι τὴν σφαγὴν, περι ίστησιν ἀνοσίως εἰς ἄνθρωπον ἰδικῶς τοῦ μυστηρίου τὴν δύναμιν· καὶ αὐτὸν εἶναί φησι τὸν ἐσται ρωμένον, καὶ τὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἀνατλάντα ἑτέρα [Οὗτος ὁ τὸν ἀκάνθινον περιθέμενος στέφανον οὗτος ὁ λέγων· ι Θεέ μου, Θεέ μου, ἵνα τί με έγε κατέλιπες; ο οὗτος ὁ τριήμερον τελευτὴν ὑπο μείνας.] ΚΕΦΑΛ. Ε. Επόμενος μὲν οὖν αὐτὸς τῷ ἰδίῳ σκοπῷ, τὰ τοιάδε φησίν· ἡμεῖς δὲ αὐτῷ σοφώτερόν τε καὶ ἀληθέστερον ἐπιδείξομεν τὸν Ἐμμανουήλ, τὸν τοῦ κόσμου παντὸς σωτῆρα καὶ λυτρωτήν. Γέγονε γὰρ, ὡς ἤδη πλειστάκις είπομεν, σὰρξ ὁ Λόγος, σῶμα [τε] ἴδιον ποιησάμενος, τὸ πάσχειν εἰδὸς, αἰκίας τε καὶ θάνατον, δέδωκεν ὑπὲρ ἡμῶν αὐτό, καὶ, καθά φησιν ὁ θεσπέσιος Παῦλος, ὑπέμεινε σταυρὸν αἰσχύ της καταφρονήσας. Η γὰρ οὐκ αἰσχύνη, καὶ οἱονεί τις ἐντροπὴ τῷ πανσθενεῖ καὶ ζωοποιῷ, καὶ παθῶν ἐπέκεινα λαχόντι τὴν φύσιν, τὸ ἐξ ἀνθρωπίνης ἀσθε νείας σταυρωθῆναι δοκεῖν, καὶ ἐν θανάτῳ γενέσθαι κατὰ τὴν σάρκα; Καὶ γοῦν ὁ αὐτός πού φησι διὰ φωνῆς Ἡσαΐου·. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμ πτυσμάτων.» Καὶ πάλιν· «Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκε τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ καταισχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με.» Ὅσον μὲν γὰρ ἧκεν εἰς γε τὰς Ἑλλήνων, καὶ μέντοι καὶ Ἰουδαίων ἀνοσίας ἀγέλα;, σκάνδαλόν τε ὁμοῦ καὶ μωρία νενόμισται τὸ Χριστοῦ μυστήριον· καταμειδιῶσι γὰρ οἱ τάλανες τοῦ τιμίου σταυροῦ· ἐκβέβηκε δὲ τῆς δοκούσης αὐτοῖς ἀσθε νείας τὸ πέρας εἰς εὐκλείας δύναμιν τῆς ἀληθῶς θεοπρεπεστάτης. Μεμαρτύρηται γὰρ διὰ τῆς ἐκ νε κρῶν ἀναστάσεως, ὅτι τε εἴη Θεὸς, καὶ Θεοῦ κατὰ ἀλήθειαν Υἱός, ὡς θανάτου κρείττων καὶ φθορᾶς, καὶ ὁμοῦ τῷ Γεγεννηκότι προσκυνεῖται παρὰ πάν των. Ακουε δὲ διακεκραγότας ἡμῖν αὐτὸ δὲ τοῦτο Γράμματος ἱεροῦ· «Οὕτω λέγει Κύριος· 'Αγιάσατε τὴν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων, τῶν ἀρχόντων Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ.» Ομολογεῖτε, φησίν, ἅγιον εἶναι κατὰ φύσιν ὡς Θεόν· τὸν τὴν ἰδίαν ψυ χὴν ἐκφαυλίζοντα, τουτέστι, τὸν τῆς ἑαυτοῦ κατα φρονήσαντα ψυχῆς. Τέθεικε γὰρ αὐτὴν ὑπὲρ τῶν το το θάνατον. Ακούω γὰρ λέγοντος, ἐν ἐξηγήσει πάλιν το τὸν δοῦ λον τῶν ἀρχόντων,
col. 235–236page 114 of 121
PG 76:235προβάτων, ὡς ποιμὴν ἀγαθός· ὃν ἐβδελύξαντο μὲν τὰ ἔθνη, δοῦλοι δὲ καὶ ὑπηρέται βαπίσμασιν ύβρι σαν, τῆς τῶν Φαρισαίων πληθύος ανοσίως ἐμπαροινούσης αὐτῷ. Τοῦτον ὄψονται βασιλεῖς καὶ ἀναστήσονται· τούτῳ προσκυνήσουσιν ἄρχοντες, ὡς Θεῷ δηλονότι καθιγμένῳ πρὸς κένωσιν, ἵνα παθὼν σαρκί, διασώσῃ τὴν ὑπ' οὐρανόν. Οὗτος ὁ ὑπὲρ ἡμῶν τὸν ἀκάνθινον περικείμενος στέφανον· οὗτος, οὐκ ἄλλος, ὁ σταυρούμενος μὲν ἀνθρωπίνως καὶ λέγων· «Θε μου, Θεέ μου, ἵνα τί με εγκατέλιπες;» συστέλλων δὲ θεϊκῶς τοῦ ἡλίου τὸ φῶς, καὶ ἐν ἡμέρᾳ μέσῃ νύχτα τιθεὶς, ἵνα μὴ ἄνθρωπον ἁπλῶς ψιλῇ, κατά σε, συναφείᾳ τετιμημένον, τῇ πρός γε, φημί, τὸν ἐκ Θεοῦ Λόγον, ὁμολογῶμεν αὐτόν· Θεὸν δὲ μᾶλλον εἶναι πιστεύσωμεν, ἐν εἴδει τῷ καθ᾿ ἡμᾶς, καὶ ἐν τῇ τοῦ δούλου μορφή, μεμνημένοι διὰ φωνῆς ἁγίου λέγοντος· ι Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ. Αὐτὸς γὰρ ὁ λαλων πάρεστι, καὶ ὁ πάλαι προμεμήνυκεν ἐσόμενον ὡς Θεός, ἐπλήρωσε κατὰ καιροὺς ἀνθρωπίνως σταυρούμενος. Μονονουχί γὰρ πενθικὸν ἱμάτιον ὁ οὐρανὸς τὸν σκότον ὑπέσχετο· ὁ ἥλιος δὲ τῶν ἀκτίνων τὸ σέ λας οὐκέτι διδοὺς τοῖς ἐμπαροινῆσαι τετολμηκόσι τῷ τῶν ὅλων Δεσπότῃ καὶ Θεῷ, τὸν εἰς νοῦν καὶ καρδίαν ἐσόμενον αὐτοῖς προκαταμεμήνυκε σκότον. Ψάλλει γάρ που καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτῶν· ι Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντός σύγκαμψον.» διερρήγνυτο δὲ καὶ τὸ καταπέτασμα τοῦ ναοῦ, τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐκκαλύπτον ἤδη τὰ ῾Αγια τῶν ἁγίων, καὶ τὰ ἐσωτάτω δεικνύον· ὡς οὐκέτι μὲν ἐχούσης στάσιν τῆς πρώτης σκηνής, πεφανερωμένης δὲ ἤδη τῆς τῶν ἁγίων ὁδοῦ, δῆλον δὲ ὅτι τῆς εἰς τὰ Αγια τῶν ἁγίων· ἅγιος μὲν γὰρ ὁμολογουμένως καὶ ὁ νόμος ἦν, ὅτι καὶ δικαιοσύνης πρύτανις, γέγονε δὲ καὶ παιδαγωγός εἰς Χριστόν· ἀγιωτέρα γε μὴν ἀσυγκρίτως ἡ ἐν Χριστῷ νοεῖται ζωή, καὶ τῆς ἐν σκηναῖς [ ἴσ. σκιαῖς ] καὶ τύποις λατρείας προφερεστέρα τε καὶ ἐν ἀμείνοσιν ἡ ἐν πνεύματί τε καὶ ἀληθείᾳ. 'Αρα οὐχὶ θεοπρεπῆ, καὶ ὑπὲρ ἀνθρώπου φύσιν τὰ τοιάδε τῶν κατορθωμάτων εἶεν ἄν; Οὐ τὸ σωτήριον πάθος δεδυσώπηκε μὲν τὴν στρεφομένην ῥομφαίαν, εἰσκεκόμικε δὲ πάλιν ἐν τῷ παραδείσῳ τὸν ἄνθρωπον; Εφη γὰρ ὁ Χριστὸς τῷ συγκρεμαμένῳ λῃστῇ· «Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παρα δείσῳ.» Οὐκ ἐπέλαμψε τοῖς ἐν σκότῳ, μετ' ἐξουσίας ἐπιφωνῶν τὸ, ᾿Ανακαλύφθητε; Κεκένωκε γὰρ τὸν ᾅδην ὡς Θεός, καὶ δεσμῶν ἀνῆκε τοὺς ἐν αὐτῷ· καὶ αὐτὸς ἦν ὁ πάλαι βοῶν πρὸς τὸν τληπαθέστατον Ιώδ «Ηλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; 'Ανοίγονταί σοι φόβω πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» Τί τοίνυν τὰ ἔτι [ἴσ. οὕτω] θεοπρεπῆ τῶν καθ᾿ ἡμᾶς ἑνὶ καὶ ἀν Ορώπῳ μένῳ προσνέμων οὐκ ἐρυθριᾷς; Ὅτι γὰρ αὐτ τὸς ὁ τοῦ Θεοῦ Λόγος, μορφὴν δούλου λαβών, σαρκός τε καὶ αἵματος κεκοινωνηκώς, ήνέσχετο μὲν δοῦναι οι
col. 237–238page 115 of 121
PG 76:237τῷ θανάτῳ τὸ ἴδιον σῶμα δι' ἡμᾶς, καὶ ὑπάρχων ἀπαθὴς κατὰ φύσιν, σαρκὶ πέπονθεν ἐκών, πιστών σεται γράφων ὁ πάνσοφος Παῦλος·. Εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐ ρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα είτε θρόνοι, είτε Κυριότητες, είτε ᾿Αρχαί, εἴτε Εξ ουσίας, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Ἰδοὺ δὴ καὶ μάλα σαφῶς ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργός, αὐτὸν ἔφη τὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα θεὸν λόγον, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, τὸν δι' οὗ παρήχθη πρὸς ὕπαρξιν τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατά τε καὶ αόρατα, τὸν ὄντα πρὸ πάντων, ἐν ᾧ τὰ πάντα συν έστηκε, κεφαλὴν δεδόσθαι τῇ Ἐκκλησίᾳ, καὶ αὐτὸν εἶναι πρωτότοκον ἐκ νεκρῶν. Ἀλλ' ἔστιν, ἴσως ἐρεῖς, κατὰ φύσιν ζωή, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· εἶτα πῶς, ἢ τίνα δε τρόπον τεθναίη ή ζωή; Καλῶς· ἀναγκαία καὶ ἐπωφελὴς ἡ πεῦσις· οὐκοῦν εἰς τὴν τοῦ μυστηρίου δύναμιν χρησίμως παραλαμβάνεται τὸν σάρκα γενέσθαι νοεῖν τε καὶ λέγειν, τὸν ἀεί τε ζῶντα, καὶ ζωοποιὸν τοῦ Θεοῦ Λόγον, τουτέστιν, ίδιον ποιήσασθαι σῶμα τὸ θανάτου δεκτικὸν, ἵνα νοῆται παθὼν αὐτὸς, ὅτι τὸ ἴδιον αὐτοῦ πέπονθε σῶμα. Οὕτω γὰρ αὐτὸν γενέσθαι φαμὲν ἀπαρχὴν τῶν κεκοιμημένων, καὶ πρωτότοκον ἐκ νεκρῶν. Τεθεῖσθαι γὰρ λέγεται μεθ᾿ ἡμῶν ἐν μνήματι διὰ τῆς ἰδίας σαρκὸς ὁ ἀν ιστάς τοὺς νεκροὺς, ἵνα καὶ ἡμεῖς συνεγερθῶμεν αὐ τῷ· ταύτην γὰρ ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν, καὶ ταύ της ἕνεκα τῆς αἰτίας τεταπείνωκεν ἑαυτὸν, καθεὶς εἰς κένωσιν, καὶ εἰς ἀνθρωπότητα μεθ' ἡμῶν· καίτοι θεὸς ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς πεφηνώς, δ Μονογενής. Αλλ' οἴεται μὲν, κατὰ τὸ εἰκὸς, τοὺς ὧδε ταῦτ' ἔχειν ὑπειληφότας, καὶ ἀληθῶς δοξάζοντας ἐμβροντησίας εἰς λῆξιν τῆς ἀνωτάτω δραμεῖν· σκη πτόμενος δὲ πανταχοῦ τὸ δεῖν ἀπαθῆ τὸν ἐκ Θεοῦ Πατρὸς ἡμῶν ὁμολογεῖσθαι Λόγον, ἐξίστησιν αὐτοῦ, καὶ τοῦτο εἰς ἅπαν, τῆς οἰκονομίας τὸν τρόπον· οὐκ ἀξιοῖ δὲ ὥσπερ, ή φρονεῖν, ἢ λέγειν, ὅτι πέπονθεν ὑπὲρ ἡμῶν, καίτοι τῆς θεοπνεύστου Γραφῆς σαρκί λεγούσης παθεῖν, καὶ ἀπαθῆ καὶ ἀσώματον, ὅτι τὸ δὲ πάλιν ώδί [ Διὰ τοῦτο περὶ τῆς ἡμετέρας ἀπαρχῆς, ὁ μακά ριος Πέτρος καταγγέλλων, καὶ τὴν ἐκ τῆς θεότητος φαινομένης φύσεως διηγούμενος ὕψωσιν, ο Τοῦτον, φησὶν, τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός.» Οὐκ ἀπέθανε Θεός, ἀλλὰ ἀνέστησεν. Ακουε τῶν τοῦ Πέτρου της μάτων, Απολινάριε, ἄκουε σὺν Απολιναρίω, καὶ ἴδιον αὐτοῦ καὶ ἐνωθὲν αὐτῷ πέπονθεν σῶμα. Εφη
col. 239–240page 116 of 121
PG 76:239"Αρειε Τοῦτον, φησί, τὸν Ἰησοῦν ἀνέστησεν Θεὸς τὸν φαινόμενον, τοῦτον τὸν ὁρώμενον όμμασι, ο τὸν ξύλῳ προσηλωθέντα, τὸν ταῖς τοῦ Θωμᾶ ψηλαφηθέντα χερσί, τὸν πρὸς αὐτὸν κεκραγότα· ο ψηλάφησον, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα·» καὶ ταύταις πεισθεὶς ὁ μαθητὴς ταῖς φωναῖς, καὶ τῇ ψηλαφήσει [περὶ τῆς] τοῦ σταυ ρωθέντος σώματος πεισθεὶς ἀναστάσεως, τὸν παραδοξοποιὸν ἐδοξολόγει Θεόν. Ο Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι·, οὐ τὸ ψηλαφηθὲν προσαγορεύων Θεόν οὐδὲ γάρ ψηλαφήσει θεότης ευρίσκεται. Καὶ μεθ' ἕτερα, Περὶ τοῦ ψηλαφητοῦ τούτου καὶ ὁ Πέτρος ἐβόα. «Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός.» — «Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς.» Δεξιᾶς δὲ βοηθούσης δ Θεός Λόγος οὐκ ἔχρηζεν, "Αρεις. ΚΕΦΑΛ. Γ'. Ανίστησι μὲν ὁ Υἱός τους νεκρούς, καὶ θανάτου κρείττονα φαμὲν ὑπάρχειν αὐτόν· μεμνήμεθα γὰρ ἀναφανδόν εἰρηκότος· ο 'Εγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ο πλὴν ὅταν ἡμῖν ὁ θεσπέσιος Πέτρος εὐαγγελίζηται, λέγων· «Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, ο αὐτὸν εἶναι πιστεύομεν Ἰησοῦν τὸν ἐνανθρωπήσαντα Λόγον. Πῶς οὖν ἐγηγέρθαι φαίη τις ἂν αὐτ τὸν παρὰ τοῦ Πατρὸς, ὑψῶσθαί τε τῇ αὐτοῦ δεξιᾷ χρῆναι γὰρ οἶμαι ταυτί διατρανοῦσθαι σαφῶς τοῖς οὐκ ἔχουσι νοεῖν, ἵνα καὶ τὴν τοῦ σκανδάλου πρόφασιν ἀποκείραντες, ὀρθὴν καὶ ἀπλανεστάτην τὴν τῆς ἀλη θείας ἀποφήνωμεν ὁδόν. Δέδωκε τοίνυν τὸ ἴδιον σῶμα τῷ θανάτῳ πρὸς βραχύ· ο Χάριτι γὰρ Θεοῦ, καθά φησιν ὁ Παῦλος, ο ὑπὲρ παντὸς ἐγεύσατο θανάτου. Εἶτα ὑπάρχων αὐτὸς ἡ ζωοποιὸς τοῦ Θεοῦ καὶ Παν τρὸς δεξιὰ καὶ δύναμις, φθορᾶς καὶ θανάτου κρεῖττον ἀπέφηνεν αὐτό· καὶ πρός γε τοῦτο ἡμᾶς πιστώνεται λέγων πρὸς Ἰουδαίους· ο Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Σύνες οὖν ὅπως αὐτὸς ἐγείρειν τὸν ἑαυτοῦ ναὸν ἐπαγγέλλεται, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀναστῆσαι λεγομένου δεξιὰ γὰρ, ὡς ἔφην, ἐστὶ καὶ δύναμις τοῦ Πατρὸς ἡ ζωοποιός, ὁ Υἱός. Ωστε κἂν ἐνεργεῖν ὁ Πατὴρ λέγηται τὴν τοῦ θείου ναοῦ ζωοποίησιν, ενήργηκε δι' Υἱοῦ· κἂν εἰ ὁρωτο πάλιν ὁ Υἱὸς ἐνεργήσας, ἀλλ' οὐ δίχα τοῦ Πατρὸς ἐν Πνεύματι. Μια γὰρ ἡ θεότητος φύσις, ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς νοουμένη, καὶ τὴν ἐφ᾽ ἅπασι τοῖς δρωμένοις κίνησίν τε καὶ ἐνέργειαν ἔχουσα, νοητὴν δηλονότι καὶ θεοπρεπή. Οὐκοῦν παρεχώρει μὲν τὸ σῶμα τοῖς τῆς ἰδίας φύσεως νόμοις, καὶ τὴν τοῦ θα νάτου γεῦσιν ἐδέχετο, καὶ τοῦτο παθεῖν ἐφέντος αὐτῷ χρησίμως τοῦ ἐνωθέντος Λόγου· θείᾳ γε μὴν ἐζωοποιεῖτο δυνάμει τῇ τοῦ ἑνωθέντος αὐτῷ καθ᾿ ὑπό στασιν Λόγου. Ολον οὖν νοοῦμεν τὸν Ἐμμανουὴλ, δ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός, ὅταν ἀκού σωμεν λέγοντος τοῦ θεσπεσίου Πέτρου. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός·, κἂν τὸν ὁρώμενον λέο γῆς, καὶ προσηλωθέντα τῷ ξύλῳ, τὸν ταῖς τοῦ Θωμᾶ οι
col. 241–242page 117 of 121
PG 76:241ψηλαφηθέντα χερσὶν, οὐδὲν ἧττον ἡμεῖς τεσαρκωμένον νοοῦμεν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕνα τε καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Υιόν. Αόρατος γὰρ τὴν φύσιν ὑπάρχων, γέγονεν ὁρατός, ὅτι καὶ ἴδιον ἦν αὐτοῦ τὸ δρώμενον σῶμα. Ψάλλει γοῦν ὁ θεῖος ἡμῖν Δαβίδ . Ὁ Θεὸς ἐμφανῶς ἤξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρα σιωπήσεται.» Καὶ μὴν καὶ ὁ μακάριος 'ακούμε . Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ῞Αγιος ἐξ ὅρους κα τασχίου δασέως· Οὗτος ὑπάρχων καὶ ἀναφὴς, ἀπτὸς γενέσθαι λέγεται διὰ τὸ ἑνωθὲν αὐτῷ σῶμα· γράφει γοῦν ὁ Λουκᾶς· «Επειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθα: διήγησιν περὶ τῶν πεπληροφορημένων ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρο χῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου " ο καὶ πρός γε τοῦτό φησιν ὁ σοφὸς Ἰωάννης: «Ο ἦν ἀπ' ἀρχῆς, ὁ ἀκηκόαμεν, ὁ ἑωράκαμεν τοῖς ὀφθαλ μεῖς ἡμῶν, ὁ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγ γέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν. ο 'Αλλ' εἰ μὴ γέν γονεν ἀπτός τε καὶ ὁρατὸς, ὡς ἴδιον ἔχων τὸ ὑποπί στον ἀφῇ καὶ ὁράσει σῶμα, πῶς αὐτόπται τοῦ Λόγου γεγόνασιν οἱ πάνσοφοι μαθηταί; Πῶς δὲ καὶ τεθέανται, καὶ ψηλαφῆσαί φασι τὸν Λόγον τῆς ζωῆς, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν; Τοῦτον οὖν αὐτὸν τὸν ἀπτόν τε καὶ ὁρατὸν, τὸν τῷ ξύλω προσηλωμένον, ἐπέγνω μὲν ὁ Θωμᾶς, ὡμολόγει δὲ καὶ μάλα ὀρθῶς Θεὸν καὶ Κύριον. Εφη γὰρ εὐθύς·. Ο Κύριός μου καὶ ὁ Θεός μου· εἶτα πρὸς αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ο Ότι εώρακάς με, πεπίστευκας μακάριοι οἱ μὴ ἑωρακότες, καὶ πιστεύσαντες.» Τι πιστεύσαντες, είπέ μοι; 'Αρα οὐχ ὅτι θεὸς ὢν φύσει, τὸν ἴδιον ἐκ νεκρῶν ἀνέστησε ναόν; Καίτοι πῶς ἀμ φίλογον τὸ πρᾶγμά ἐστιν; 'Αλλ' ὁ χρηστὸς ουτοσί, μονονουχί ταῖς τοῦ μαθητοῦ φωναῖς ἐπερυθριών ἀσυνέτως, Οὐχ ὡμολόγησε, φησίν, αὐτὸν, ὅτι καὶ Κύριος καὶ Θεός ἐστιν ὁ πρωτότοκος ἐκ νεκρῶν παρατρέπει δὲ μᾶλλον ἐπὶ τὸ αὐτῷ δοκοῦν τὴν τοῦ λόγου δύναμιν, καί φησιν, ὅτι τὸν παραδοξοποιὸν ἐδοξολόγει Θεόν, λέγων. Ο Κύριός μου καὶ ὁ Θεός μου.» Προσεπάγει δὲ τούτοις· Οὐ τὸ ψηλαφηθεν προσαγορεύων Θεόν· οὐ γὰρ ψηλαφήσει Θεότης εὑρίσκεται. Επιτιμᾷς οὖν τῷ μαθητῇ, εἰπέ μοι, Κύριον καὶ Θεὸν ὀνομάζοντι τὸν Χριστόν; Καίτοι δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος, ὅτι θεὸς ὢν κατά φύσιν ὁ μονογενὴς, ἀναφὴς καὶ ἀόρατος, ἁπτὸς γέγονε καὶ ὁρατός. Ὅταν δὲ λέγῃς· Οὐ γὰρ ψηλαφήσει Θεότης εὑρίσκεται, πάλιν ἐκεῖνο ἐροῦμεν· Τί παρωσάμενος την οι κονομίαν, ὡς περὶ γυμνῆς διαλέγῃ θεότητος; εἰς λή θὴν δὲ ὥσπερ ἐληλακώς, ὅτι καὶ ἐσαρκώθη καὶ ἐν ηνθρώπησεν ὁ ἀναφὴς καὶ ἀσώματος, οὐκ ἀνέχῃ Θεὸν ὀνομαζούσης αὐτὸν τῆς θεοπνεύστου Γραφής, διά του τὸ ἐψηλαφῆσθαι σαρκί, φθαί τε όμοίως τοῖς ἁγίοις ἀποστόλοις; 'Αλλ' ἡμεῖς γε, ὦ τᾶν, ὁμοῦ τῷ μακαρίῳ Θωμά, τὸν τῷ ξύλω προσηλωμένον, τὸν ψηλαφηθέντα χερσίν, ἑωραμένον τε τοῖς ἀνθρωπίνοις όμμασι, ταῖς Β.
col. 243–244page 118 of 121
PG 76:243αὐτῷ πρεπούσαις εὐφημίαις στεφανοῦντές φαμεν «Ο Κύριός μου καὶ ὁ Θεός μου. Οτι δὲ κἂν εἴ τις λέγοι σαρκὶ τῇ ἰδίᾳ παθεῖν τὸν τοῦ Θεοῦ Λόγον, οὐκ ἂν ἀμοιρήσειε τοῦ καὶ ἐπαινεῖσθαι δεῖν, καὶ φρονεῖν ἐλέσθαι τὰ ἀληθῆ (μεμένηκε γὰρ καὶ οὕτως ἀπα θής), πειράσομαι καταδεῖξαι πάλιν, ἐξ ὧν γέγραφας αὐτὸς, ήγουν ἔφης ἐν Ἐκκλησίαις. Επαίνου μὲν γὰρ ἀξιοῖς τοὺς ἁγίους Πατέρας ἡμῶν, τοὺς ἔν γέ φημε τῇ Νικαέων κατὰ καιροὺς συναγηγερμένους, ὡς ἀκριβῆ καὶ τετορ[ν]ευμένην τῆς πίστεως ἡμῖν τὴν ὁμολογίαν εὖ μάλα πεποιημένους· πεφρόνηκας γε μὴν οὐ τὰ ἐκείνων ποθέν· οὔτε μὴν τοῖς τῆς ἀλη θείας δόγμασιν ἐνερείσας τὸν νοῦν, ὀρθὰ βαίνειν ἐπιθυμεῖς, ο χωλεύεις δὲ ὥσπερ ἀμφοτέραις ταῖς Ιγνύαις,» κατὰ τὸ γεγραμμένον· τοῖς μὲν τῆς ὀρθό τητος ἐρασταῖς ἀσυνέτως ἐπιτιμῶν, κρατύνων γε μὴν ὡς ἀληθὲς τὸ αὐτῷ σοι δοκοῦν· μᾶλλον δὲ οὐδὲ οἷς αὐτὸς ἔφης ἐμμένειν ἀξιῶν· εὑρίσκω γὰρ λέγοντα περὶ τῶν ἁγίων Πατέρων [ Επειδὴ γὰρ [σ. εἰ] εἰρήκασιν, ὅτι Πιστεύομεν εἰς ἕνα θεὸν Λόγον, ἔμελλεν ὁ θάνατος τῇ θείᾳ λογί ζεσθαι φύσει, ὄνομα δέχονται κοινὸν τὸ, Χριστὸς Ἰη σοῦς, ἵνα καὶ τὸν ἀποθανόντα σημάνωσι, καὶ τὸν μὴ ἀποθανόντα. Προσεπάγει δὲ τούτοις· Ὥστε εἴ τις λέ γοι, Ο δεῖνα ἄνθρωπος ἀπέθανε, καίτοι ἡ ψυχὴ ἀθά νατός ἐστιν, ἀλλ' ἐπειδὴ τὸ ὄνομα εἶπε τὸ σημαίνοντας δύο φύσεις, καὶ τὸ σῶμα τὸ ἀποθνήσκον, καὶ τὴν ψυχὴν τὴν ἀθάνατον, οὐκ ἔχει κίνδυνον ἡ φωνή· ἄν θρωπος γὰρ καλεῖται ἀμφότερα, καὶ τὸ σῶμα, καὶ ή ψυχή· οὕτω τοίνυν καὶ ὁ μέγας ἐκεῖνος χορὸς ἔφη περὶ Χριστοῦ.] ΚΕΦΑΛ. Ζ. Ὅτι μὲν Χριστὸν Ἰησοῦν ὀνομάσαντες, οὐ δύο καὶ ἀνὰ μέρος υἱοὺς, καινὸν ἔχοντας ὄνομα τό Χρι στὸς Ἰησοῦς, ἐνηνθρωπη κότα δὲ μᾶλλον τὸν ἐκ Θεοῦ Λόγον κατασημαίνουσιν, ἀνταίρειν οἶμαι τῶν εξ φρονούντων οὐδένα· καὶ τὸν ἔτι μακροὺς περὶ τού των ἡμᾶς ἀντεξάγειν λόγους πρὸς τοῖς ἤδη γεγενημένοις, περιττὸν οἶμαι που. Πλὴν εἰ τοῖς πρὸς ἡμῶν οὐκ ἀναπείθῃ λόγοις, εἷς γε τὸ ἑλέσθαι φρονεῖν, ὅτι κἂν λέγωμεν σαρκὶ πεπονθέναι δι᾿ ἡμᾶς τὸν τοῦ Θεοῦ Λόγον, ἀπαθῆ καὶ οὕτω τηροῦμεν αὐτὸν ὡς Θεόν· κἂν γοῦν ταῖς σεαυτοῦ χαρίζου φωναῖς, τὸ εξ πεποιῆσθαι δοκεῖν. Ὥσπερ γὰρ ὁ ἄνθρωπον εἰπὼν, συνεσήμανε τῷ σώματι τὴν ψυχὴν, καίτοι τὴν φύσιν ὑπάρχουσαν ἑτεροφυᾶ παρ' αὐτό, κἂν εἰ λέγοιτο τὸ τοῦ δεῖνος σῶμα τυχὸν ἀποθανεῖν, ὅλως τοῦτο πε πονθὼς ὁ ἄνθρωπος νοοἶτ᾽ ἂν εἰκότως, καίτοι θα νάτου οὐκ ἔχων δεκτικὴν τὴν ψυχήν· οὕτω καὶ ἐπὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἐπειδὴ γὰρ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καθὰ πλειστάκις ειρήκαμεν, μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, σῶμά τε ἴδιον ἐποιήσατο τὸ ἐκ τῆς ἁγίας Παρθένου, κεχρημάτικέ τε οὕτω καὶ υἱὸς ἀνθρώπου· ταύτης ἕνεκα τῆς αἰτίας ἀποθανούσης αὐτοῦ τῆς σαρκὸς, αὐτῷ μὲν τὸ πάθος κ τῆς ἀληθοῦς ἐνότητος ἀνάπτει
col. 245–246page 119 of 121
PG 76:245λόγος· ἔξω γε μήν οἶδε μεμενηκότα τοῦ παθεῖν, ὅτι καὶ Θεός ἐστι κατὰ φύσιν καὶ ζωή. Καὶ γοῦν ὁ θε σπέσιος Πέτρος τοιαύτην ἡμῖν παρατιθεὶς τὴν μυστ αγωγίαν, ὧδε τή φησι περὶ αὐτοῦ τοῖς πιστεύουσιν εἰς αὐτόν· ο ν οὐκ εἰδότες ἀγαπᾶτε· εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκ λαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως, σωτηρίαν ψυχῶν. Περὶ ἧς σωτηρίας ἐξ. εζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ἡμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα, ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτὰ, ἃ νῦν ἡμῖν ἀνηγγέλη διά τῶν εὐαγγελισαμένων ἡμᾶς Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. ο 'Ακούεις ὅπως τὸ Πνεῦμα Χριστοῦ καὶ ἐν τοῖς ἁγίοις προφήταις ἦν, προανακεκραγασι δὲ τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δύο ξας; Αρ' οὖν ὡς ἄνθρωπον ἁπλῶς ὑπὲρ ἡμῶν πεπονθότα τῷ κόσμῳ διακηρύττοντες; καὶ τοῦτό ἐστι τὸ μυστήριον τὸ διὰ τῶν ἁγίων ἡμῶν ἀποστόλων τε καὶ εὐαγγελιστῶν ἐν πίστει δεδωρημένον, καὶ εἰς ταῦτα παρακύψαι φησὶν ἐπιθυμεῖν τοὺς ἀγγέλους; Καίτοι πῶς οὐκ ἀπόβλητος εἴη ἄν, ὁ μέχρι δὴ μόνων τῶν τῆς ἀνθρωπότητος ὅρων τὴν τοῦ μυστηρίου δύο να μιν κατακλείειν ἐπιχειρῶν; Αὐτὸς ὁ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Θεός Λόγος, κεκέ νωχεν ἑαυτὸν, μορφήν δούλου λαβὼν, καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπομεμένηκε δι᾿ ἡμᾶς· αὐτὸς πέ πονθεν ὑπὲρ ἡμῶν τῇ ἰδίᾳ σαρκί, καὶ ἀνεβίω πάλιν ὡς Θεός, κενώσας τὸν ᾅδην, καὶ εἰρηκὼς τοῖς ἐν δεσμοῖς· ι Εξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· ᾿Ανακα λύφθητε.» Τί τοίνυν ἀνατρέπειν ἐπιχειρεῖς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγα στον οἰκονομίαν, δι' ἧς καὶ σεσώ σμεθα, καὶ παντὸς εἰσω γεγόναμεν ἀγαθοῦ; Τί γὰρ δι' αὐτῆς ἐκερδάναμεν, εἴσῃ τοι καὶ μάλα σαφῶς, ώδι γεγραφότος τοῦ μακαρίου Παύλου· «Καὶ ἡμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους, καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ἡμᾶς ἁγίους, καὶ ἀμώμους, καὶ ἀνεγκλήτους κατ' ἐνώπιον αὐτοῦ, εἴ γε ἐπιμένετε τῇ πί στει.» Οὐκοῦν ἐνίνησι μὲν ἡ πίστις τοὺς ἀσάλευτον αὐτὴν ἑλομένους τηρεῖν· ὀνίνησι δὲ κατὰ τίνα τρόη πον, ὁ πάνσοφος ἡμᾶς Ἰωάννης πιστώσεται, λέγων Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ' ἐν τῷ ὕδατι καὶ αἵματι· καὶ τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, ὅτι τρεῖς μαρτυροῦσι, τὸ Πνεῦμα, τὸ ὕδωρ, καὶ τὸ αἷμα. Καὶ οἱ τρεῖς τὸ ἕν ἀνηγγέλη ὑμῖν εἰ εὐαγγελισαμένων ὑμᾶς.
col. 247–248page 120 of 121
PG 76:247εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ, ἔτι μείζων ἐστίν· ὅτι αὕτη ; ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, "» έχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτὸν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ. Μεμαρτύρηκε δὲ τίνα τρόπον ὁ Θεὸς καὶ Πα τὴρ τῷ Υἱῷ, σαφηνιεῖ λέγων ὁ θεσπέσιος ἡμῖν Ιωάν νης ὁ Βαπτιστής· Καγώ οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ύδατι, ἐκεῖνός μοι εἶπεν· Εφ᾽ 1. ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐ τὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Καὶ ἐγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. ο Μαρτυρεῖται τοίνυν καὶ διὰ τῆς τοῦ Πατρὸς φωνῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ότι φύσει τε καὶ κατὰ ἀλήθειαν Υἱός ἐστιν αὐτοῦ· μαρτυρεῖται δὲ οὐδὲν ἧττον διά τε τοῦ ὕδατος καὶ τοῦ αἵματος, καὶ τοῦ Πνεύματος. Υδατι μὲν τῷ ἁγίῳ διασμήχει τῶν πιστευόντων τὰς ἁμαρτίας, ζωοποιεῖ δὲ διὰ τοῦ ἰδίου αἵματος καὶ συνάπτει Θεῷ τοὺς ἐπὶ τῆς γῆς. Ἐπειδὴ δέ ἐστι κατὰ φύσιν Θεός, καὶ τὴν τοῦ ἁγίου Πνεύματος χορηγίαν ποιεῖται πλου σίως, ὡς ἴδιον αὐτὸ ταῖς τῶν πιστευόντων εκχέων ψυ χαῖς θείας τε φύσεως κοινωνοὺς ἀποφαίνων, καὶ τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι στεφανῶν. Ένα τοίνυν ὁμολογοῦμεν Υἱὸν Χριστὸν Ἰησοῦν καὶ Κύριον, τους ἐστι, τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, καὶ τοῦτον ἐσταυρωμένον, καὶ ἐγηγερμένον ἐκ νεκρῶν, ἥξοντά τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. Δε αὐτοῦ τε και σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
col. 249–250page 121 of 121
PG 76:249ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΔΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ ΝΕΣΤΟΡΙΟΣ. "Οταν ή θεία Γραφή διαλέγηται γέν νησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ ἢ Κυ ρίου ἡ Ἰησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικά, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οἷόν τι λέγω· Οταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει μηνύων] ὁ ᾿Απόστολος, λέγει Εξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός·, οὐκ εἶπε δὲ, Εξαπέστειλε τὸν Θεὸν λό γον· λαμβάνει δὲ τὸ ὄνομα τὸ μηνύον τὰς δύο γενέσεις, Στο Θεὸν Θεὸς] καὶ ἄνθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρ θένος, καθότι ἔφησεν·. Ὑμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ Υψίστου πάντες· ὅθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον. ΚΥΡΙΛΛΟΣ. Ησαΐας βοᾷ ἐν Πνεύματι λέγων Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι Χριστοτόκον οὐδαμῶς φαμεν τὴν ἁγίαν Παρθένον, διότι ἐπ' ἀναιρέσει τῆς, Θεοτόκος, φωνῆς ὁ μικρὸς Νεστόριος ταύτην τὴν προσ ηγορίαν εξηύρατο ὡς ἐπηρεαζομένην Θεοφόρος, Θεοφόρον, Θεοφόρος
Page scan enlarged

Notebook

Full View