PG 76Cyril of Alexandria
Dialogue with Nestorius
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Discourse by the Same Saint Cyril to Nestorius That...ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΔΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 76:250ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΔΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ.

NestoriusΝΕΣΤΟΡΙΟΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤΟΡΙΟΣ. Ὅταν ἡ θεία Γραφὴ διαλέγηται γέννησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [ἢ] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ ἢ Κυρίου ἢ Ἰησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οἷόν τι λέγω· Ὅταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει [ ξοδ . μηνύων] ὁ Ἀπόστολος, λέγει· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός·» οὐκ εἶπε δὲ, Ἐξαπέστειλε τὸν Θεὸν Λόγον· λαμβάνει δὲ τὸ ὄνομα τὸ μηνύον τὰς δύο γενέσεις, ἤτοι Θεὸν [ ξοδ . Θεὸς] καὶ ἄνθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρθένος, καθότι ἔφησεν· «Ὑμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·» ὄθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον.

CyrilΚΥΡΙΛΛΟΣ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡΙΛΛΟΣ. Ἡσαί̈ας βοᾷ ἐν Πνεύματι λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός ·
PG 76:251Θεὸς οὖν ὁ τεχθεὶς, κἂν θέλῃς, κἂν μὴ θέλῃς.

NestoriusΝΕΣΤ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Ὁ ἄγγελος τῷ Ἰωσὴφ εἶπεν· »Ἀναστὰς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι·« οὐκ εἶπε δὲ, Παράλαβε τὸν Θεὸν καὶ τὴν μητέρα αὐτοῦ.

ΚΥΡ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Ἀλλ’ ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρθένον λέγει· »Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, υἱὸς Ὑψίστου κληθήσεται.«

Nestorius 2ΝΕΣΤ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Ὁ Ἀπόστολος ἔφη· »Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·« ὅπερ ἐστὶ τὸ ἡμέτερον ἐνδυσάμενος σῶμα, ἔνθα προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς Κυριακὸς ἄνθρωπος.

Cyril 2ΚΥΡ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Πᾶν τὸ γενόμενον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· οὐκ ἀναιρεῖ δὲ τῆς γεννήσεως παράδοξον· ὡς γὰρ ὁ Θεὸς τίκτει θεϊκῶς, οὕτω καὶ ἡ θεοπρεπὴς Παρθένος ἔτεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Nestorius 3ΝΕΣΤ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ ἔστιν οὖν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [ ξοδ . τὸ ἀλλότριον ὑπάρχον];

Cyril 3ΚΥΡ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ.
PG 76:252Ἡμᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ἕνα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν.

Nestorius 4ΝΕΣΤ 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Διαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν.

Cyril 4ΚΥΡ 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Ὁ διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, ὅτι »Ὁ Λόγος σὰρξ ἐγένετο.«

Nestorius 5ΝΕΣΤ 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Παῦλος λέγει »ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· ὅθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν.«

Cyril 5ΚΥΡ 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Παῦλος λέγει· »Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται.« Καὶ πάλιν· »Ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ·« καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ἴδε οὖν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ’ ὑπὲρ τοῦ λαοῦ.

Nestorius 6ΝΕΣΤ 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Αὐτοῦ λέγοντος· »Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται δι’ ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα.« Τίνα οὖν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, ἢ τὴν ἀνθρωπότητα;
Οὐκ εἶπε γὰρ ὁ Χριστὸς, Ὁ τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα.

Cyril 6ΚΥΡ 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Ἐγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· ὅθεν ὁ Σωτὴρ ἔφη· »Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ ἄρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα·« οἱ δὲ ἀναξίως μεταλαμβάνοντες, διὰ τῆς ἀπειθείας κριθήσονται.

Nestorius 7ΝΕΣΤ 7

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. »Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·« καὶ διὰ τοῦτό φησιν· »Ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·« νόει οὖν τὸν χρισθέντα, ὁμολόγει τὸν χρίσαντα, καὶ προσκύνει τὸν ναὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα.

Cyril 7ΚΥΡ 7

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Ἐγὼ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ἕνα Υἱὸν ἐκ δύο ὁμολογῶ· τὸν ἕνα εἰς δύο οὐ διαιρῶ.

Nestorius 8ΝΕΣΤ 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Πῶς ἀγνοεῖν λέγεις τὴν ὥραν, ἣν ὁ Υἱὸς οὐκ οἶδεν, εἰ μὴ μόνος ὁ Πατήρ; Ἢ πῶς εἰδὼς ἀρνεῖται [ ξοδ . ἄρχεται]; Ἢ μὴ εἰδὼς, πῶς ἐκλήθη σοφία καὶ δύναμις Θεοῦ ὁ τῆς ἀγνοίας μετέχων ( ξοδ . τὸν ἀγνοίας μετέχοντα τόπον);

Cyril 8ΚΥΡ 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Οὐκ ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ὥραν, τὰ πάντα εἰδὼς καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, καθὼς αὐτὸς εἶπεν·
PG 76:253»Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός·« μόνος τὴν φύσιν τοῦ Πατρὸς γινώσκει τὴν πρὸ πάντων, καὶ τὸ τέλος τοῦ αἰῶνος ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ; Μὴ γένοιτο· ἀλλ’ ἀγνοεῖ μὲν ὁ κατὰ χάριν Υἱὸς, οὐ μέντοι γε ὁ κατὰ φύσιν· κατὰ χάριν ἡμεῖς ἐσμεν ἀγνοοῦντες τὸ πᾶν, καὶ μηδὲν ἐπιστάμενοι περὶ τὰ τέλη τοῦ αἰῶνος.

Nestorius 9ΝΕΣΤ 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλ’ ἀνάγκῃ φύσεως ὑποκείμενοι· τί οὖν; εὑρεθήσεται Θεὸς ἀναγκαστικοῖς νόμοις ἐξακολουθῶν; Μὴ γένοιτο.

Cyril 9ΚΥΡ 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Ἡμεῖς μὲν φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ, ἀλλ’ ἀνάγκῃ φύσεως δουλεύοντες· αὐτὸς δὲ οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ· καὶ γὰρ ἐκ πέντε ἄρτων πεντακισχιλίους ἐχόρτασεν, καὶ ἐξ ἑπτὰ πάλιν τετρακισχιλίους· αὐτὸς εἶπεν· »Οὐδεὶς λαμβάνει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ὅταν θέλω λαμβάνω αὐτήν·« οὐδεὶς δὲ ἄνθρωπος δύναται τοῦτο ποιῆσαι, εἰ μὴ ὁ μόνος Χριστός.

Nestorius 10ΝΕΣΤ 10

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Λέγεις ὅτι ἔπαθεν ὁ Υἱός; Ἔπαθεν οὖν καὶ ὁ Πατήρ· εἰ δὲ λέγεις ὅτι ὁ Πατὴρ οὐκ ἔπαθεν, ἑτεροούσιον αὐτοῦ πεποίηκας τὸν Υἱόν.

Cyril 10ΚΥΡ 10

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Οὔτε τὸν Πατέρα λέγω παθητὸν, οὔτε τὸν Υἱὸν ἀπαθῆ·
PG 76:254ἀλλ’ ἀπαθὲς μὲν τὸ Θεῖον, ὅτι καὶ ἀσώματον· παθητὸς δὲ ὁ Κύριος διὰ τὴν σάρκα.

Nestorius 11ΝΕΣΤ 11

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΝΕΣΤ. Ἐγὼ οὐ λέγω τὸν Λόγον σάρκα γενόμενον, οὐδὲ παθόντα· ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ παθῶν ἀνώτερος ὁ ἀπαθής· παθητὴ δὲ σὰρξ καὶ θνητὴ ἀνθρωπίνη φύσις.

Cyril 11ΚΥΡ 11

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΥΡ. Ὁμολογοῦμεν καὶ ἡμεῖς ἀπαθὲς τὸ Θεῖον, διὰ δὲ τῆς σαρκὸς κατεδέξατο πάθος· ὅθεν, »Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν·« τὸ δὲ, Χριστὸς οὐκ ἀλλότριον Θεοῦ ὄνομα· ὁ γὰρ ἀπόστολος Παῦλός φησιν· »Ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.«
Second witness · khazarzar edition

Dialogus cum Nestorio ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΔΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ. 76.249 ΝΕΣΤΟΡΙΟΣ. Οταν ἡ θεία Γραφὴ διαλέγηται γέννησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [η] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ η Κυρίου η ̓Ιησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οιόν τι λέγω· Οταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει [ξοδ. μηνύων] ὁ ̓Απόστολος, λέγει· ̓Εξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός· οὐκ ειπε δὲ, ̓Εξαπέστειλε τὸν Θεὸν Λόγον· λαμβάνει δὲ τὸ ονομα τὸ μηνύον τὰς δύο γενέσεις, ητοι Θεὸν [ξοδ. Θεὸς] καὶ ανθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρθένος, καθότι εφησεν· ̔Υμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ ̔Υψίστου πάντες· οθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον. ΚΥΡΙΛΛΟΣ. ̔Ησαΐας βοᾷ ἐν Πνεύματι λέγων· ̓Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ εξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ονομα αὐτοῦ ̓Εμμανουὴλ, ο ἐστι 76.252 μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός· Θεὸς ουν ὁ τεχθεὶς, καν θέλῃς, καν μὴ θέλῃς.

ΝΕΣΤ. ̔Ο αγγελος τῷ ̓Ιωσὴφ ειπεν· ̓Αναστὰςπαράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αιγυπτον, καὶ ισθι ἐκεῖ εως αν ειπω σοι· οὐκ ειπε δὲ, Παράλαβε τὸν Θεὸν καὶ τὴν μητέρα αὐτοῦ. ΚΥΡ. ̓Αλλ' ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρθένον λέγει· Πνεῦμα αγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ̔Υψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ αγιον, υἱὸς ̔Υψίστου κληθήσεται. ΝΕΣΤ. ̔Ο ̓Απόστολος εφη· ̔Εαυτὸν ἐκένωσε,μορφὴν δούλου λαβών· οπερ ἐστὶ τὸ ἡμέτερον ἐνδυσάμενος σῶμα, ενθα προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς Κυριακὸς ανθρωπος. ΚΥΡ. Πᾶν τὸ γενόμενον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· οὐκ ἀναιρεῖ δὲ τῆς γεννήσεως παράδοξον· ὡς γὰρ ὁ Θεὸς τίκτει θεϊκῶς, ουτω καὶ ἡ θεοπρεπὴς Παρθένος ετεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. ΝΕΣΤ. Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ εστιν ουν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [ξοδ. τὸ ἀλλότριον ὑπάρχον]; ΚΥΡ. ̔Ημᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ενα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν.

ΝΕΣΤ. Διαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. ΚΥΡ. ̔Ο διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, οτι ̔Ο Λόγος σὰρξ ἐγένετο. ΝΕΣΤ. Παῦλος λέγει ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι ̓Ιησοῦν, πιστὸν οντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· οθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν. ΚΥΡ. Παῦλος λέγει· Χριστὸς απαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται. Καὶ πάλιν· ̔Αμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ· καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ιδε ουν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ' ὑπὲρ τοῦ λαοῦ. ΝΕΣΤ. Αὐτοῦ λέγοντος· ̔Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αιμα, ζήσεται δι' ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα. 76.253 Τίνα ουν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, η τὴν ἀνθρωπότητα; Οὐκ ειπε γὰρ ὁ Χριστὸς, ̔Ο τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα.

ΚΥΡ. ̓Εγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· οθεν ὁ Σωτὴρ εφη· Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ αρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα· οἱ δὲ ἀναξίως μεταλαμβάνοντες, διὰ τῆς ἀπειθείας κριθήσονται. ΝΕΣΤ. Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, ου εινεκεν εχρισέ με· καὶ διὰ τοῦτό φησιν· Εχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ελαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· νόει ουν τὸν χρισθέντα, ὁμολόγει τὸν χρίσαντα, καὶ προσκύνει τὸν ναὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα. ΚΥΡ. ̓Εγὼ ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ενα Υἱὸν ἐκ δύο ὁμολογῶ· τὸν ενα εἰς δύο οὐ διαιρῶ. ΝΕΣΤ. Πῶς ἀγνοεῖν λέγεις τὴν ωραν, ην ὁ Υἱὸς οὐκ οιδεν, εἰ μὴ μόνος ὁ Πατήρ; Η πῶς εἰδὼς ἀρνεῖται [ξοδ. αρχεται]; Η μὴ εἰδὼς, πῶς ἐκλήθη σοφία καὶ δύναμις Θεοῦ ὁ τῆς ἀγνοίας μετέχων (ξοδ.

τὸν ἀγνοίας μετέχοντα τόπον); ΚΥΡ. Οὐκ ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ωραν, τὰ πάντα εἰδὼς καὶ εχων ἐν ἑαυτῷ τὸν Πατέρα, καθὼς αὐτὸς ειπεν· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· μόνος τὴν φύσιν τοῦ Πατρὸς γινώσκει τὴν πρὸ πάντων, καὶ τὸ τέλος τοῦ αἰῶνος ἀγνοεῖ ὁ Υἱὸς τοῦ Θεοῦ; Μὴ γένοιτο· ἀλλ' ἀγνοεῖ μὲν ὁ κατὰ χάριν Υἱὸς, οὐ μέντοι γε ὁ κατὰ φύσιν· κατὰ χάριν ἡμεῖς ἐσμεν ἀγνοοῦντες τὸ πᾶν, καὶ μηδὲν ἐπιστάμενοι περὶ τὰ τέλη τοῦ αἰῶνος. ΝΕΣΤ. Φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ τοῦτο πάσχοντες, ἀλλ' ἀνάγκῃ φύσεως ὑποκείμενοι· τί ουν; εὑρεθήσεται Θεὸς ἀναγκαστικοῖς νόμοις ἐξακολουθῶν; Μὴ γένοιτο. ΚΥΡ. ̔Ημεῖς μὲν φυσικῶς πεινῶμεν καὶ διψῶμεν καὶ καθεύδομεν, οὐ γνώμῃ, ἀλλ' ἀνάγκῃ φύσεως δουλεύοντες· αὐτὸς δὲ οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ· καὶ γὰρ ἐκ πέντε αρτων πεντακισχιλίους ἐχόρτασεν, καὶ ἐξ ἑπτὰ πάλιν τετρακισχιλίους· αὐτὸς ειπεν· Οὐδεὶς λαμβάνει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' οταν θέλω λαμβάνω αὐτήν· οὐδεὶς δὲ ανθρωπος δύναται τοῦτο ποιῆσαι, εἰ μὴ ὁ μόνος Χριστός. ΝΕΣΤ. Λέγεις οτι επαθεν ὁ Υἱός; Επαθεν ουν καὶ ὁ Πατήρ· εἰ δὲ λέγεις οτι ὁ Πατὴρ οὐκ επαθεν, ἑτεροούσιον αὐτοῦ πεποίηκας τὸν Υἱόν.

ΚΥΡ. Ουτε τὸν Πατέρα λέγω παθητὸν, ουτε τὸν Υἱὸν ἀπαθῆ· ἀλλ' ἀπαθὲς μὲν τὸ Θεῖον, οτι καὶ ἀσώματον· παθητὸς δὲ ὁ Κύριος διὰ τὴν σάρκα. ΝΕΣΤ. ̓Εγὼ οὐ λέγω τὸν Λόγον σάρκα γενόμενον, οὐδὲ παθόντα· ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ παθῶν 76.256 ἀνώτερος ὁ ἀπαθής· παθητὴ δὲ σὰρξ καὶ θνητὴ ἀνθρωπίνη φύσις. ΚΥΡ. ̔Ομολογοῦμεν καὶ ἡμεῖς ἀπαθὲς τὸ Θεῖον, διὰ δὲ τῆς σαρκὸς κατεδέξατο πάθος· οθεν, Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν· τὸ δὲ, Χριστὸς οὐκ ἀλλότριον Θεοῦ ονομα· ὁ γὰρ ἀπόστολος Παῦλός φησιν· ̓Εξ ων ὁ Χριστὸς, ὁ ων ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. ̓Αμήν.

Page scan enlarged

Notebook

Full View