PG 77Cyril of Alexandria et al.
Letter
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1463–1464page 1 of 2
EpistolaNotitia
PG 77:1463καὶ Μέμνων ὧδε ἐβεβαιώθη. Ἴσον ἐπιστολῆς γραφείσης παρὰ Μέμνονος ἐπι σκόπου Εφέσου πρὸς τὸν κλῆρον Κωνσταντίνου πόλεως. Οἷα διὰ τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας ο καθ' ἑκάστην ὑπομένομεν ἐν Ἐφέσῳ, οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Ταραχὴ γὰρ ταραχὴν ἀπαύστως διαδέχεται. Πολλὴν δὲ ἡμῖν εὐτονίαν παρέχει τοῦ ταῦτα φέρειν γενναίως ἡ τῆς πίστεως ὁμολογία καὶ ἰσχύς. Ποτὲ μὲν γὰρ ὁ μεγαλοπρεπέστατος κόμης Κανδιδιανός, ἐπισείων ἡμῖν τοὺς στρατιώτας, καὶ τὴν πόλιν ταραχῆς ἐμπιπλῶν, καὶ πάντων ὁμοῦ τῶν ἐπι τηδείων τῆς εἰσκομιδῆς ἀποστερῶν διὰ τῆς παραφυλακῆς, πολλοὺς δὲ συγχωρῶν ὕβρεις καταχέειν ἡμῶν τε καὶ τῆς ἁγίας συνόδου πάσης, τῶν Ζευξίππου παραμενόντων τῷ καθηρημένῳ Νεστορίῳ, καὶ ἐπὶ τούτῳ τρεφομένων, καὶ πολὺ πλῆθος η χωρικῶν, ἀπὸ τῶν ἐκκλησιαστικῶν κτημάτων, καὶ δι᾽ ἐκείνων τὰς ὕβρεις καταχεόντων. Διεδέξατο καὶ τὴν προειρημένην άτα ξίαν, καὶ τοῦ μεγαλοπρεπεστάτου κόμητος Εἰρηναίου τὴν καθημερινὴν ἀπάτην τῶν ἀφελεστέρων, καὶ ἡ τοῦ Ἀντιοχέων ἐπισκόπου παρουσία. Μαθοῦσα γὰρ ἡ ἁγία σύνοδος την μέλλουσαν αὐτοῦ ἐπιδημίαν ο τοῦ Θεοῦ πίστιν, τὴν ἀληθῆ τε καὶ ὀρθόδοξον, η ἴσ. καὶ πολλοῦ πλήθους.
col. 1465–1466page 2 of 2
PG 77:1465γενήσεσθαι, τιμῶσα, καὶ τὸ κεχρεωστημένον τῇ ἱερωσύνῃ 9 πληροῦσα, ἀπέστειλέ τινας τ τῶν θεοφιλεστάτων ἐπισκόπων μετὰ καὶ εὐλαβεστάτων κληρικῶν εἰς ὑπάντησιν αὐτοῦ· δύο ταῦτα ποιοῦσα, καὶ τὴν κεχρεωστημένην πληροῦσα τιμὴν, καὶ ποιοῦσα φανερὸν, ὡς ὀφείλει τὴν πρὸς Νεστόριον συντυχίαν φυλάξασθαι, διὰ τὸ παρὰ τῆς ἁγίας συνόδου καθῃρῆσθαι αὐτὸν τῆς ἀσεβείας ἕνεκα, ἧς ἐμελέτησεν '. Ο συγχωρηθέντες δὲ παρὰ τῶν ἑπομένων αὐτῷ στρα τιωτῶν κατὰ τὴν ὁδὸν αὐτῷ περιτυχεῖν, οὐδὲν ἧττον ἠκολούθησαν, καὶ τὴν οἰκίαν ἔνθα κατέλυσε, κατειλήφασι, καὶ πολλὰς προσκαρτερήσαντες ὥρας, καὶ μὴ συγχωρηθέντες τὴν πρὸς αὐτὸν ποιήσασθαι συν τυχίαν, ἔμειναν ὕβρεις ὑπομένοντες. Μετὰ δὲ πολλὰς ὥρας, τοῦτο δόξαν αὐτῷ, μετεστείλατα τοὺς θεοσεβεστάτους ἐπισκόπους, καὶ τοὺς εὐλαβεστάτους κληρικοὺς, εἰσάγων αὐτοὺς διὰ στρατιωτῶν. ὡς δὲ τὰ παρὰ τῆς ἁγίας συνόδου φανερὰ πεποιήκασιν αὐτῷ, συνεχώρησε τὸν μεγαλοπρεπέστατον Εἰρηναῖον, καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους τε καὶ κληρικούς, αφού ρήτους ἐπιθεῖναι πληγὰς τοῖς ἡμετέροις συλλειτουρο γοῖς, καὶ τοῖς κληρικοῖς, ὡς καὶ κινδύνοις αὐτοὺς προσομιλῆσαι. Τούτων τοίνυν γεγενημένων, παραγενόμενοι εἰς τὴν ἁγίαν σύνοδον οἱ ἀποσταλέντες θεοσεβέστατοι ἐπίσκοποι, καὶ τὰς πληγὰς ἐπιδείξαντες, καὶ τὰ γεγενημένα διηγησάμενοι, ἐπὶ πράξεως ὑπου μνημάτων τοῦ ἁγίου Εὐαγγελίου προκειμένου, εἰς ἀγανάκτησιν διανέστησαν τὴν ἁγίαν σύνοδον· καὶ με κρὸν αὐτὸν σωφρονίζοντες, ἀκοινώνητον αὐτὸν πε ποιήκασι· καὶ γεγένηται αὐτῷ ἡ ἀκοινωνησία φανερά. Ἔγνωμεν γὰρ, ὡς ἀνώνυμόν τι καὶ ἀνυπόγραφον " κατά τι μέρος τῆς πόλεως προετέθη, δηλοῦν αὐτοῦ τὴν ἀταξίαν καὶ ἀκανόνιστον γνώμην· καθ᾿ ἑκάστην δὲ προσκαλούμενος τὸ σεμνὸν βουλευτήριον, καὶ τοὺς λαμπροτάτους, καὶ ἐξ αὐτῶν «μετὰ ἀνάγκης ψηφίσματα, ὥστε εἰς τὸν τόπον τὸν ἐμὸν χειροτονῆσαι. Ὣς πάντας τοὺς κατοικοῦντας τὴν πόλιν, ὀρθοδόξους τυγχάνοντας, τοὺς εὐκτηρίους κατειληφέναι οίκους ", καὶ ἐν αὐτοῖς οἰκεῖν· ἵνα μὴ ἡ ἐκείνου προπέτεια καὶ ἀκανόνιστος θρασύτης ἡ διὰ τῶν προθεμάτων εἰς ἔργον ἀχθῇ τῆς φήμης. "Οθεν καὶ ἐν τῷ ἁγίῳ Ἰωάννῃ τῷ εὐαγγελιστῇ ἀνελθὼν, τοῦτο ὑπεμφήνας, ὡς ὀφείλει = αὐτὸν ἐκεῖ χειροτονῆσαι, στάσιν, καὶ ταρα χὴν ν τῷ τόπῳ ἐποίησε ", καὶ μετὰ πλήθους ἀτάκτων ὡπλισμένων ἀνελθὼν, ὡς καί τινας τῶν ἐκεῖσε πτω χῶν ἡμεθανεῖς ποιῆσαι· καὶ ὡς ὑβρισθεὶς παρὰ τῶν ἐκεῖσε, ἀνήνεγκεν ἐπὶ φθόνῳ τῆς ἁγίας συνόδου. Καταξιώσατε τοίνυν, ὁσιώτατοι, πᾶσαν σπουδὴν θέσθαι, καὶ τὴν ἀπόνοιαν, καὶ ἀκανόνιστον γνώμην Ιωάννου, καὶ τῶν σὺν αὐτῷ δημοσιεῦσαι, πρὸς τὸ 4 καὶ τοὺς μεγαλοπρεπεστάτους κόμητας ἐντεῦθεν ἀναχωρῆσαι, τοὺς καθ' ἡμέραν ταράττοντας τὴν πόλιν καὶ τὴν πίστιν, ἵνα μὴ ἐκ συναρπαγῆς τούτων νοθεύωνται τὰ τῆς πίστεως. 9 τῆς ἱερωσύνης, ἢ εἰρήνης. α εἰς ἀπάντησιν. εἰς ὑπόμνησιν αὐτῷ. ι ωμολόγησεν. ἐξαιτῶν. * τόπους.· ὑποφῆναι, ὡς ὀφείλειν. * στάσεις και ταραχάς.· ἐνεποίησε, ο πρὸς τῷ
Page scan enlarged

Notebook

Full View