PG 77Cyril of Alexandria et al.
Acacius, Bishop of Melitene
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1467–1468page 1 of 4
HomiliaNotitia
PG 77:146717: Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀκακίου, ἀρχιεπισκόπου Μελιτηνῆς, τοῦ θαυματουργοῦ. Ρ. Ν. ΑΚΑΚΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΜΕΛΙΤΗΝΗΣ ΟΜΙΛΙΑ ΛΕΧΘΕΙΣΑ ΕΝ ΕΦΕΣΟ. χιν, Ὁρῶντί μοι, ἀγαπητοί, τὸ φαιδρὸν τοῦτο καὶ πνευ ματικὸν τῆς ἁγίας συνόδου συνέδριον, χαίρειν τε ὁμοῦ ἐπέρχεται καὶ θαῤῥεῖν. Χαίρειν μὲν, ὅτι πάν των ἐλάχιστος ὢν ἐν τῷ μεγίστῳ τούτῳ τῆς σοφίας πελάγει τὸ πενιχρὸν τοῦτο τοῦ λόγου σκάφος ιθύνειν ἐπείγομαι· θαῤῥεῖν δὲ, ὅτι τὰ τῆς ἐπαναστάσεως ταχέως θραυσθήσεται κύματα, καὶ τῇ γαλήνῃ ὁ τῆς τοῦ Κυρίου εἰρήνης πρὸς τὸ οἰκουμενικὸν τῆς Εκκλησίας ἐπιστρέψει πέλαγος. Εἰ γὰρ δώδεκα ὄντες τοῦ Κυρίου μαθηταί, ὅτε αὐτοῖς τὸ σκάφος ὑπὸ τῆς βίας τῶν ἀνέμων ἐκυμαίνετο 4, ὁμοῦ τῷ βοῆσαι πρὸς Κύριον, τῶν χειμῶνος ἀπηλλάττοντο πόσῳ μᾶλλον τοῦτο νῦν ἡμῖν ἐλπίζειν ἀναμφίβολον ε, ὅτε τοσοῦτοι τοῦ Κυρίου μαθηταὶ ἐπιτοαυτό συνδραμόντες, ταῖς οἰκείαις ἐκδυσωπήσουσι φωναῖς τὸν Κύριον; ὅτι ἡ ὁ μέγας οὗτος πάρεστι καὶ σοφὸς κυβερνήτης, οὔτε βίας ἀνέμων εὐλαβούμενος, ούτε ζάλης ταραχὰς, ἀλλὰ σὺν τέχνῃ πολλῇ τοὺς συν ερέτα, » ἐπὶ τὸ πηδάλιον ἄγων, καὶ τούτου συνεφάπτεσθαι πείθων, καὶ πολλῇ τῇ συμφωνίᾳ πρὸς τὸν Δε σπότην βοῶν· Οὐ μέλει σοι, ὅτι ἀπολλύμεθα; ο Καὶ ταχέως τῇ παρ' αὐτοῦ φωνῇ πρὸς τὸν σάλον τῶν κυμάτων δυσωπῶν, λέγει· Σιώπα· πεφίμωσο.» θαῤῥεῖν οὖν καὶ εὐχαριστεῖν ἡμῖν ἔπεισιν ἡ ἐπὶ τοῖς παροῦσιν ἁρμοδιώτατον· ὅτι περ ἡ δόξασα κατὰ τῆς ἀληθείας γεγενῆσθαι ἀντίπνοια, τοὺς τῆς οἰκουμένης ἴσ ἡ γαλήνη, τῇ γαλήνῃ ο συνέδριον 4 ἠλαύνετο ἐλπίζειν ἡμᾶς ἀναμφίβολον. ι ὅτε. 8 συνεργάτας. [σ. ἐπίσης
col. 1469–1470page 2 of 4
PG 77:1469φωστῆρας ἐπιτοαυτὸ συνδραμεῖν παρεσκεύασεν ὧν ὁ μὲν βίος Χριστοῦ εὐωδία ἐστὶ τῷ Θεῷ, ἡ δὲ διάνοια προς μίαν καὶ τὴν αὐτὴν τῆς ἀληθείας συν ἧπται ἐκφώνησιν. Οὐ γὰρ ἄλλα μὲν τοὺς προσερχομένους διδάσκομεν, ἄλλα δὲ περὶ τῶν διδασκομένων πιστεύομεν· ἀλλ' ἡμῖν εἰς Κυριος Ἰησοῦς Χριστός, ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ, Θεὸς Λόγος ὁ αὐτός πρὸς μὲν πάντων τῶν αἰώνων ἐκ μόνου Πατρὸς, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν τῇ τοῦ δούλου μορφή ἄνω μόνος ἐκ μόνου, κάτω μόνος ἐκ μόνης. Τὰ αὐτὰ ἀμφότερα κ θεϊκῶς, ἀνθρωπίνως δὲ τῇ ἡμετέρα σαρκὶ καὶ νηπιότητι τεχθῆναι· ὁ αὐτὸς ἀπαθὴς θεό τητι, παθὼν δὲ ὑπὲρ ἡμῶν ἑκουσίως σαρκί· οὐκ ἀκουσίως τὴν οἰκονομίαν δεξάμενος, ἀλλ᾽ ἑαυτὸν κενώσας ἑκουσίως, λαβὼν τὴν τοῦ δούλου μορφήν. Καὶ λαβὼν, διὰ τί; ἵνα σε σύμμορφον 1 τῆς οἰκείας δόξης εργάσηται· καὶ μαρτυρεῖ Παῦλος λέγων Ημῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι καὶ αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης κι αὐτοῦ.» Ο τοίνυν ἑκουσίως λαβὼν τὴν τοῦ δούλου μορφήν, ὁ τὴν ἔνωσιν μὴ παραιτησάμενος, πῶς τὰ τοῦ δούλου παρητήσατο πάθη; Εἰ δὲ παρητήσατο, τίνος ἕνεκεν παθητὴν οὖσαν τὴν τοῦ δούλου μορφὴν ἀνελάμβανεν; ᾿Αλλ' οὗτος - οὐ παρ ᾐτήσατο, ὅτι λαβὼν τὴν τοῦ δούλου μορφὴν ὑπήκοος γίνεται· ὁ ἄνω ἐξουσιαστής, κάτω ὑπήκοος· ὁ ἄνω Υἱός, κάτω παιδίον. Καὶ ἀναμιμνήσκω σε τῆς προ φητείας. Τί ἐβόα ὁ μακάριος Ησαΐας; • Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Τί ἐστι, καὶ ἐδέθη;» Οὐ μόνον ἐγεννήθη, ἀλλὰ καὶ ἐδόθη· ὁ γὰρ ὢν ἐδόθη· «Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αυτ τοῦ.» Τί ἐστιν ἡ ἀρχὴ τοῦ Θεοῦ Λόγου γενομένου ἀνθρώπου; Ἡ Ἐκκλησία· καὶ αὐτός ο ἐστιν ἡ κε φαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· πῶς οὖν ἐπὶ τοῦ ὤμου ταύτην φορεῖ; Τὸ συντετριμμένον ἐπὶ τοῦ ὤμου βαστάζει· «Οὗ καὶ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐ τοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Αγγελος.» Καλεῖται δὲ διὰ τὴν οἰκονομίαν. Τί δέ ἐστι τὸ, ο Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, πατὴρ τοῦ μέλλοντος αἰῶνος; Ο οὖν ἄνω ἐξουσιαστὴς, κάτω ὑπήκοος· ὁ ἄνω Υἱός, κάτω παιδίον· ὁ ἄνω θαυμαστὸς σύμβουλος, κάτω ἄνθρωπος· ὁ ἄνω Θεὸς ἰσχυρὸς, κάτω ἄνθρωπος ὁ ῥαπιζόμενός τε καὶ ὑβριζόμενος, καὶ τῷ σταυρῷ προσηλωμένος, καὶ τὸν διὰ τούτου δεξάμενος θάνατον· πάντα γὰρ ταῦτα τῆς τοῦ δούλου ὄντα μορφῆς, οὐδαμῶς ἡ ταύτην λαβοῦσα θεότης ἐξέκλινεν, ἵνα δι᾿ ἑκάστου τῶν εἰρημένων λύσῃ μὲν ἡμῖν τὰ πρὸς σωτηρίαν κωλύματα, ἀξίαν δὲ τῆς τοσαύτης κενώσεως τὴν εὐεργεσίαν ἡμῖν χαρίσηται. Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· οὐ παραιτοῦμαι εἰπεῖν ἡ ἐκεῖνος ὑπέμεινεν ὑπὲρ ἐμοῦ. Ἀπαθής γὰρ ὢν οὐ παρητήσατο, ἀλλὰ τῷ παθητῷ συνάψας έαυ 1 συνεκάλεσεν. 1 ὁ αὐτὸς πρό. κ τὰ ἀμφότερα. 1 καὶ συμμορον. αὐτὸ σύμμορφον τῆς δόξης Δ΄ οὕτως. • τί ἐστιν; γενέσθαι καὶ
col. 1471–1472page 3 of 4
PG 77:1471τόν, οὕτω τὰ ὑπὲρ ἐμοῦ ἐδέξατο πάθη. Οὐκ ἀποστερῶ τῆς τιμῆς τὴν Θεοτόκον Παρθένον, ἣν αὐτῇ ἡ τῆς οικονομίας ὑπηρεσία καχάρισται. Καὶ γὰρ καὶ ἄτο πον, ἀγαπητοί, σταυρὸν μὲν τὸν ἐφύβριστον βαστάσαντα τοῖς θυσιαστηρίοις Χριστοῦ συνδοξάζεσθαι, καὶ ἐπὶ τοῦ μετώπου τῆς ἐκκλησίας ἐκλάμποντα φαίνεσθαι, τὴν δὲ ἐπὶ τοσαύτῃ εὐεργεσία δεξαμένην θεότητα, τῆς Θεοτόκου ἀποστερηθῆναι τιμής. Θεο τόχος οὖν ἡ ἁγία Παρθένος. Θεὸς γὰρ ὁ ἐξ αὐτῆς τεχθεὶς, οὐκ ἐκεῖθεν τοῦ εἶναι τὴν ἀρχὴν λαβών, ἀλλὰ ἐκεῖθεν τὴν ἀρχὴν τῆς ἐνανθρωπήσεως δεξά μενος. Μὴ οὖν ἀμέριμνος ἔσο, αἱρετικό, ὡς εἰς ἄνθρωπον τὰς βλασφημίας εκτείνων. Οὐκ ἄνθρωπός ἐστιν, ὁ ὑπὸ σοῦ εἰς τὴν τοῦ δούλου καὶ τοῦ κτίσμα της τάξιν καταγόμενος. Μὴ Ρ ἀνορθοῦ, Ἰουδαῖς, ὡσεὶ 9 ἄνθρωπον ψιλόν σταυρώσας. Οὐχ ὑπὲρ ἀνθρώπου ψιλοῦ ἀλγῶν ὁ μακάριος Δαυΐδ ἐβόα κατὰ τοῦ ἔθνους λέγων· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντός σύγκαμψον.» Μὴ καταπιπτέτω τῆς Ἐκκλησίας τὸ φρόνημα, ὡς εἰς ἄνθρωπον μόνον ἐλπιζούσης, ἀλλὰ πειθέσθω τῷ μακαρίῳ Παύλῳ λέγοντι·. Εἰ κατά ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφε λο; ε;» Οὐ κατὰ ἄνθρωπον, οὐδὲ ὑπὲρ ἀνθρώπου οι μακάριοι ἀπόστολοι ἐν πληγαῖς, καὶ φυλακαῖς, καὶ αἰκισμοῖς τὴν ἑαυτῶν ζωὴν κατηνάλωσαν· οὐ κατά ἄνθρωπον, ἢ ὑπὲρ ἀνθρώπου οἱ ἅγιοι μάρτυρες κατά πᾶσαν τὴν οἰκουμένην ἀθλήσαντες, ἐν κατατομή τῶν οἰκείων μελῶν καὶ κακώσει τὴν παροῦσαν ζωὴν κατέλιπον· ἀλλὰ ὑπὲρ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ, τοῦ πρὸ αἰώνων ὑπάρχοντος, καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὀφθέντος, καὶ τοῖς ἀνθρώποις συναναστραφέντος, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντος, καὶ τῇ τρίτηἡμέρα ἀναστάντος, καὶ εἰς οὐρανοὺς ἀναληφθέντος, καὶ πεντακοσίοις ἐφ᾽ ἅπαξ • ὀφθέντος, καὶ ἐν ὄψεσι τῶν μαθητῶν εἰς οὐρανοὺς ἀναχθέντος, καὶ τῷ αὐτῷ τρόπῳ ἐρχομένου κρῖναι ζῶντας καὶ νεκρούς. Αὕτη ἡμῶν ἡ πίστις· ἐπὶ τούτῳ τῷ θεμελίω ᾠκοδομήθη ἡ Ἐκκλησία, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτ τῆς. Γένοιτο δὲ πάντων ὑμῶν εὐχαῖς φυλαχθέντας ἡμᾶς, δόξαν ἀναπέμψαι τῷ παναγίω Θεῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Ι. Η xνι, και μή. «ώς. τ τί τὸ ὄφελος;· ἐφάπαξ.
col. 1473–1474page 4 of 4
PG 77:1473Ραββουλᾶς 'Εδέσσης τυφλὸς ἦν.
Continue reading PG 77: Homilia →≣ entire volume
Page scan enlarged

Notebook

Full View