PG 77Cyril of Alexandria et al.
Firmus, Bishop of Caesarea in Cappadocia
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1477–1478page 1 of 3
Notitia
PG 77:1477περὶ τὴν ἑπτακαιδεκάτην ὑπατείαν τοῦ βασιλέως,
col. 1479–1480page 2 of 3
PG 77:1479Πλήθας, και.
col. 1481–1482page 3 of 3
PG 77:1481Δ'. ΑΧΙΛΛΕΙ Τὸ ἁπλοῦν τοῦ ἤθους καὶ ἀκατάσκευον, καὶ ἡρωικῇ πρέπον φιλοτιμία ἰδόντες ἐν σοὶ πόρρωθεν οἱ καλῶς τὰς φύσεις διερευνώμενοι, ἔθεντό σοι τὴν τοῦ ἐκκρί του τῶν ἡρώων προσηγορίαν, ὡς ἡ πεῖρα τοῖς γενο μένοις προσμαρτυρεί. Τό τε γὰρ ὑπήκοον πρὸς εὐ ταξίαν ἐῤῥύθμισας, ἀπελήλαται δὲ τῶν ἐσχατιῶν ὁ φόβος· κἂν ὁδόν [ἄνοδον] τις εἴπῃ, κἂν πέτραν ἡλί βατον ἢ ἀπόῤῥωγα, καὶ ταύτην ἔστιν ὡς εἰρηνευομέ την πόλιν παραδραμεῖν· οὕτως ἡμῖν ἐκ τῶν κυμάτων ἐκείνων τῆς πονηρίας τὴν τοῦ Ταύρου πορείαν τραχυνομένην, εὔδιον καὶ λείαν τοῖς παροῦσι πεποίηκες. Καὶ τούτων χάρις τοῖς ἐπὶ τῇ θαυμασιότητί σου ταῦτα πράττειν καταβαλλομένοις τὴν ψῆφον· χρη στους δεικνύς, τοιοῦτος ων, οἷς ήδη συνών. Καὶ ἐν τῷδε ἐξητασμένην ίδομεν γνώμης σεμνότητα· αύξο μέν τε διὰ πάντων τὸ θαῦμα, καὶ τοιούτους διαμένειν εὐχόμεθα, καὶ ἐπὶ τὸ πλεῖον προκόπτειν τοῖς κατο ορθώμασιν, τῆς ἀγαθῆς ἐρῶντα δόξης, καὶ τὴν τῷ Θεῷ φίλην εἰρήνην τοῖς ὑπηκόοις βραβεύοντα. Β'. ΚΥΤΕΡΙΑ ΣΟΦΙΣΤΗ Η μὲν Πυθία τῷ Σωφρονίσκου προσέταττε μου σικὴν πονεῖν, καὶ ταύτην ἐργάζεσθαι, ἐπιτείνουσα την περὶ τὸ λέγειν τῷ πρεσβύτη σπουδήν. Ἐγὼ δὲ τὸν ἐκ παιδὸς τοῦτο μεμελετηκότα, καὶ τέχνην πε ποιημένον θέλγειν τὰς ἀκοὰς μᾶλλον ἢ τὰς Σειρήνας λόγῳ, ἐπειδὴ ἀθρόως εἶδον σιωπήσαντα πρὸς ἐμὲ, ἐκπέπληγμαι τῷ γενομένῳ, μή τι ἄρα ἐμπόδιον πρὸς τὸ γράφειν ἡ ἐμή σοι γέγονεν ἀμουσία. ᾿Αλλὰ πα ρακαλώ ὄντα σε καὶ λόγων καὶ πραγμάτων διδάσκαλον, μὴ πρὸς τὴν ἡμετέραν νωθείαν βλέπειν, μηδὲ, ΤΕΣ εἰ ἥττοσιν ἀντιγράφοις ἀμειβόμεθα, τοῦτο σκοπεῖν
Continue reading PG 77: Epistolæ →≣ entire volume
Page scan enlarged

Notebook

Full View