PG 77Cyril of Alexandria et al.
Letters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Letter IIEpistola II

Letter IEpistola Prima

col. 1483–1484page 1 of 16
PG 77:1483άλλ' εἰδότα ὡς ἀρκεῖ γράμμα τῆς τῆς λογιότητος, καὶ λύπην κοιμίσαι, καὶ θεραπεῦσαι ψυχήν, καὶ ποιῆσαι σώματι τόνον, γράφοντα διατελείν, μνήμην καὶ λόγον ἡμῶν ἐκ τῶν ἐπιστολῶν τοῖς τε και ἡμᾶς, καὶ τοῖς ἔπειτα παρεχόμενον. Γ. ΕΥΣΤΡΑΤΙΟ ΚΟΜΗΤΙ Εἴ τι μικρόψυχον ὑπὸ τῆς ἀρρωστία; ἔπαθον, μεμψάμενός σου τὴν σιωπήν, οὐ πόρρω που συγγνώμης τὸ πρᾶγμα· συνασθενεῖν γάρ πως πεφύκασι καὶ οἱ λογισμοὶ τῇ τοῦ σώματος ἕξει. Βπαθον δὲ τοῦτο πρὸς τοὺς οἰκείους ἐμοί· τοὺς γὰρ κεχρωσμένη φιλίᾳ συζώντας οὐκ ἂν ἐμεμψάμην ποτέ, ὡς μελ τὴν ἀρχήν μοι εἰλικρινούς διαθέσεως πεῖραν παρα σχομένους. ᾿Αλλὰ τοῦτο μὲν αὐταρκῶς ἔχει καὶ ήρκεσεν εἰς θεραπείαν τῶν προλαβόντων Ἐμοὶ δὲ ἡ ἐπιθυμία τῷ τῆς ἀπολείψεως χρόνῳ μᾶλλον έγκάθηται, καὶ πρὸς ὑμᾶς ὁρῶν πέπονθα οἷον ἄν τι διψῶν πάθοι αὐχμοῦ τινος τὴν ὄρεξιν ἀναφλέγοντος. Παρακαλῶ δὲ, καὶ μέμνησθέ τι γράφειν, ικανήν μας τῆς ἀπολείψεως παραψυχὴν τῶν ἐπιστολῶν παρεχόμενον Δ'. ΚΥΝΗΓΙΑ ΚΟΜΗΤΙ. Τοὺς ποθοῦντας, ἐν ἡμέρᾳ γηράσκειν παλαιός και έχει λόγος. Ἐμοὶ δὲ ἐδιπλασίασεν τὸ γῆρας τῷ μήν κει τοῦ χρόνου συνεπιλαβομένης ἐλπίδος τῆς ὑμετέρας πρὸς ἡμᾶς ἀφίξεως ταῖς ἐπαγγελίαις τιθεμένω ἥξειν γάρ ποτε προσδοκῶ τὴν μεγαλοπρέπειάν σου, ὡς ἐπὶ μητέρα τὴν ἡμετέραν πόλιν, ἀπαιτοῦσαν δικαίως τῶν τροφείων τὴν ἀμοιβήν. Εἰ δὲ καὶ ἡμῶν τις λόγος παρὰ σοί, μὴ δευτέρους ἀγάγῃς τῶν αὐτόθι φίλων· τῶν γὰρ ἄλλων πάντων πᾶσιν ἡττώμενοι, ἕτοιμοι πρὸς τοὺς ἐθέλοντας περὶ φιλίας διαγωνίζεσθαι, καὶ μάλιστα ὅταν ἄθλον τῆς νίκης ᾖ τὸ τοῖς σοῖς ἐντρυφῆσαι καλοῖς. Παρακαλῶ οὖν, τὸν ἔχνον ἀποσεισάμενος ἐπανελθέ μοι πρὸς τὴν τοῦ σώματος Κυθηρίῳ, Κυτερίψ. Τῷ Σωφρονίσκου. τῷ Σωφρονίσκη, Κόμητι. Εἰς θεραπείαν τῶν προλαβόντων. Τα Με 10 τὰ πράγματα.

Letter IVEpistola IV

col. 1485–1486page 2 of 16
Episotla III
PG 77:1485ἀκμήν, δείξας ἡμῖν σαυτὸν τοιοῦτον, οἷόν σε την παῦτα ἐπὶ τὴν τῶν Φρυγών στελλόμενον παρεπέμπο μεν. Εἰ δὲ καὶ ἐλάττων ἡ δύναμις ὑπὸ τοῦ χρόνου γεγένηται, άκουσον τῆς μητέρας σου τῆς Ἐκκλησίας εγγυωμένης, αὖθις σε τοιοῦτον καταστήσειν, εἰ πρὸς αὐτὴν ἐπανέλθοις καλούμενος. Δώσεις δὲ ὁλοτελῆ τὴν χάριν, εἰ καὶ τὴν κοσμιωτάτην θυγατέρα ἡμῶν, καὶ τὰ γλυκύτατα παιδία μετά σαυτοῦ ἄγων ἀφίκειο, πλείον: χειρὶ τὴν ἔκτισιν τῶν ὀφλημάτων ποιούμενος. Ε. ΑΛΥΠΙΑ ΧΩΡΕΠΙΣΚΟΠΟ Άνω ποταμῶν ἱερῶν (τὸ λεγόμενον) χωρούσι πηγαί, ὅτε καὶ ἡ εὐλάβειά σου ἀφ' ἡμῶν δέεται προστασίας, ἑτέροις τοῦτο νέμειν ἐκ τῆς παλαιᾶς συνηθείας ἄδειαν ἔχουσα. Επεὶ δὲ ὅλως διεπρεσβεύσω πρὸς τὸν θεοσεβῆ ἐπίσκοπον Ἱμέριον τὰς πρὸς ἡμᾶς δι' αὐτοῦ σπουδάζων καταλλαγάς, γίνωσκε νῦν ἕξων παρ' ἡμῖν πλεῖον ἢ πρότερον, ὥστε σοι ἄδειαν εἶναι περὶ ὧν ἂν ἐθέλοις διδάσκειν, καὶ τυγχάνειν τῆς παρ' ἡμῶν εὐμενοῦς ἀποκρίσεως, εἰ τὸ ὑπήκοον πρὸς εὐταξίαν ὁρμίσειας. Οὐδὲ γὰρ πρότερον αὐτῷ σοι ίδια μια ἰδίᾳ] ἐγκαλεῖν εἴχομεν· ἀλλ' ὅτι τοιαύτης τυχὼν ἀσκήσεως, καὶ τοῖς τοιούτοις δι δασκάλοις γραφεὶς παρὰ τὴν σαυτοῦ ὑπόληψιν ήττων ἐδείκνυσο, ταῖς τῶν ὑποχειρίων ὁρμαῖς σαυτὸν ἐνδι δούς. Ἴσθε οὖν τοιούτων ἡμῶν εἰς φιλίαν ἐπιτευξόμενος, οἴους ἐπίστασο πρότερον· σεαυτὸν δὲ δεῖξαι σπούδασον ἄρχεσθαί τε ειδότα, καὶ ἄρχειν εὐεπιστά μενον. Γ. ΓΕΣΣΙΑ ΣΧΟΛΑΣΤΙΚΟ Αδελφὸς ἀνδρὶ παρείη, φησὶ τοῦτα δὴ τὸ τοῦ Άνω ποταμών, *Ανω ποταμῶν ἱερῶν χωροῦσι παγαί. Ιμέριον. Σχολαστικῷ.

Letter VIIIEpistola VIII

col. 1487–1488page 3 of 16
Epistola VEpistola VIEpistola IXEpistola VII
PG 77:1487λόγου ὡς τῆς φύσεως συντρόφου, και γνησίας φι λίας παρεχομένης ἀπόλαυσιν. Καὶ οὐκ ἀπεικὸς ἡδέως Εφθαι παρὰ τῆς σῆς λογιότητος τὸν σὸν ἀδελφὸν χρό νῳ πρὸς ὑμᾶς ἀφικόμενον. Εἰ δὲ στρατείαν ἐπαγγέλλοντι, καὶ ταύτῃ πρὸς τὸν βίον τῇ τέχνῃ χρισ μένῳ ἐξελάσαι πάλιν εδέησεν, οὐδὲν παρῄρηται τῆς ἐλπίδος· ἥξει γὰρ πάλιν ποθοῦσιν, εἰ γένοιτό τι κατά γνώμην αὐτῷ. Ζ΄. ΔΙΔΝΙΟ Τὰς τῶν φαρμάκων χρήσεις οὐκ ἀεὶ νομίζω ταυ τὸν δύνασθαι, οὐδὲ ὁμοίως ἰᾶσθαι τὰ χρονιώτερα τῶν παθῶν. Ὅθεν καὶ ἐμοὶ τὸ τῶν ἐπιστολῶν φάρμαχων έωλον ήδη πέφηνεν εἰς παράκλησιν, μακρῷ χρόνῳ τῆς ἀπολείψεως κάμνοντι. Αλλ' ἔργον ἡμῖν γενέ σθω ἐξαιτήσασθαί με τῶν δυσχερῶν. Εἰ γὰρ τῶν ἐν τεῦθεν ἀφεθείην δεσμῶν, πάντα μοι καλῶς ἕξειν καὶ κατά γνώμην πεπίστευκα. Η'. ΑΡΜΕΝΙΟ ΑΡΧΙΑΤΡΟ. Ομήρῳ μὲν δοκεῖ τῷ σοφῷ πολλῶν ἀνταξίους εἶναι τοὺς Ιατρούς. Ἐμοὶ δὲ τὴν αἰτίαν σκοποῦντι, δυοῖν ἕνεκα τοῦτο εἰρῆσθαι φαίνεται· τὸ μὲν κατὰ τὴν ἐπιστήμην, ὅτι θεραπευταὶ σωμάτων ἐστέ· τὸ δὲ κατὰ τὴν φιλίαν, ὅτι καὶ ψυχῶν πολλάκις τὰ δέοντα συμβουλεύοντες τὰς λύπας παύετε παραινέσεσιν. Τῶν ἑκατέρων ἴσθι χρήζοντά με τὰ νῦν σπεύ δειν πρὸς τὴν ἐπάνοδον. Είθε θᾶττον ἀπαλλαγείημεν, τοῦ Σωτῆρος Θεοῦ τὴν ἐνταῦθα ἡμῖν οἰκονομήσαντος Ο αναχώρησιν. Θ. ΛΑΥΣΩ Πολλὰ τῆς μεγάλης πόλεως ὑμῶν ἀπολαύσεις τοῦτο πλεῖον τῶν ἄλλων ἀπωνάμην, ότι σοι εἰς πλείονα λόγων συνήθειαν ἐλθὼν εἶδον ἄνδρα ἀτεχνῶς τοῦ χρυσοῦ γένους φιλεῖν τε εἰδότα, καὶ τοῦ φιλεξ σθαι ἄξιον, ἢ μόνον, ἢ πρὸ τῶν ἄλλων κατὰ τὴν 'Αδελφός, Διδνίῳ, Διονίῳ, Διανίῳ; Ὁμήρφ. Ιατρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος άλλων.
col. 1489–1490page 4 of 16
PG 77:1489Ορφέως λύραν ἄγειν ἐπιστάμενον πρὸς ἑαυτὸν ἤθει καὶ λόγῳ τοὺς ἐντυγχάνοντας· πλὴν ὅτι ἐκείνῳ μὲν ἄχρι τοῦ μέλους τὰ τῆς φιλοτιμίας ἦν, καὶ τούτῳ θέλγων κατείχε τοὺς πλησιάζοντας· ὑμῖν δὲ καὶ οἶκος περιφανής, καὶ δαπάνης πλῆθος χορηγούμενον τοῖς δεομένοις, καὶ πάντα πλείονα, ἢ ὅσα ἂν εἰπεῖν εἰς φιλοτιμίαν λόγος ἀρκέσεις. Ταύτην δὴ τὴν σχέ. σιν καὶ πρὸς ἀπόντας ἔχειν παρακαλῶ, καὶ διὰ μνή μης ἔχειν ἡμᾶς, καὶ δεξιοῦσθαι γράμμασιν, ὡς ἂν ἔχοιμεν ἀδόλου φιλίας ενέχυρα τὰς ἐπιστολάς. Γ. ΓΕΡΟΝΤΙΑ ΠΡΕΣΒΥΤΕΡΟ Συχνὸν ἤδη χρόνον ἀπολειφθεῖσαν τῆς πόλεως τὴν σὴν θεοσέβειαν ἐδεῖ παρεῖναι τῇ πρώτῃ καὶ μυστικωτάτῃ τῶν ἑορτῶν. Ἐπεὶ δὲ, ἀρρωστίας ἄρτι που σαμένης, ὑπολέλειπταί τις ἐνοχλούσα λεπτότης, ὡς ἔμαθον, ἀναλαβὼν σαυτὸν ἀφικέσθαι πρὸς ἡμᾶς σπούδασον, πληρῶν τῇ Ἐκκλησίᾳ τὸ ἔφλημα, ἵνα μὴ δεηθῇς καὶ δευτέρας φιλοτιμίας εἰς θεραπείαν τῆς ἀπολείψεως. Τὰ δὲ ἀποσταλέντα ἐδεξάμεθα, καὶ τοῦ πλήθους, καὶ τοῦ μεγέθους θαυμάζοντες, πέρ δικας τέτταρας, ὅλην ξυνωρίδα πώλων, καὶ συὸς τῶν κατοικιδίων ἡμιτόμιον, ἱκανὸν καὶ ἀγρίων νικῆσαι μέγεθος, ὅσα χρὴ τῷ πράγματι πείθεσθαι, καὶ στά μνον οίνου πολιοῦ. Ἀλλὰ πόσα ταῦτα πρὸς ἀναγκαίαν φίλου συντυχίαν μετρούμενα; ΙΑ'. ΑΥΣΟΝΙΑ ΠΡΕΣΒΥΤΕΡΟ. Ἐν τοῖς ἄλλοις τό μέτρον άριστον, ἐν δὲ τῇ ἀγά τη ὁ τὸ πλεῖον ἔχων, θεοφιλέστερος. Δεῖξον οὖν οὕτω διακείμενος περὶ ἡμᾶς, καὶ ὑπερευχόμενος ἀεὶ, καὶ γράφων πολλάκις, ἵνα τῆς ἀπολείψεως ᾗ παρ' ἡμῖν εἰς παραμυθίαν τὰ γράμματα. ΙΒ'. ΕΛΛΑΔΙΟ Ἐκ χειμῶνος καὶ τρικυμίας γαλήνην εἶδον, καὶ ἡμέραν (τὸ τοῦ λόγου) λευκήν ἀνασεσῶσθαι ἐκ τῆς κατὰ τὸν πλοῦν πλάνης τὴν μεγαλοπρέπειάν σου ΧΙ. Ημέραν λευκήν. τους ἐν εὐπαθείαις τισὶ γενομένους, λευκὴν ἡμέραν ἐκείνην ἀπὸ τοῦ λευκοῦ κυάμου προσαγορεύειν, 606

Letter XVEpistola XV

col. 1491–1492page 5 of 16
Epistola XEpistola XIEpistola XIIEpistola XIIIEpistola XIV
PG 77:1491μεμαθηκώς. Ὅθεν ἐπήρθημεν ἐπὶ τὴν οἰκείαν ἡμῖν καταφεύγοντες προστασίαν, καὶ τῶν λυπούντων ἐλ πίσαι παραψυχὴν, εἴτε τινὰ λόγον σχεῖν ἡμῶν τε καὶ πατρίδος λιμῷ καμνούσης καταξιώσειας, ὥστε ἐπι κουφίσαι τὰ νῦν ἐνοχλοῦντα τῶν στρατιωτῶν ἀναλώματα, καὶ διοικήσασθαι μηδεμίαν στρατεύματος δε ἡμῶν γενέσθαι πάροδον. Μόλις γὰρ, εἰ τούτων έπαι τύχοι μεν, ἀπὸ πολλῶν ὀλίγοι τὴν τοῦ λιμοῦ πανωλεθρίαν ἀποφυγόντες περιεσόμεθα. ΙΓ΄. ΑΤΤΙΚΟ ΕΠΙΣΚΟΠΟ. Αριστείδην οἶσθα τὸν παλαιὸν ὁσιώτατε πῶς δὲ οὐκ οἶσθα, φιλαθήναιος ών, καὶ τιμῶν δικαιότητα; Οὗτος καθ' ἡμᾶς ἐκεῖνος ὁ λογιώτατος Ολύμ πιος, φρονήσει μὲν Θεμιστοκλέα παραδραμων, ρητο ρικῇ δὲ τὸν Περικλέα, καὶ εἴ τις εἴη τοὺς πώποτε γεγονότας νενικηκώς, εἰς ὁ ἕκαστος κατὰ τῶν ἄλλων τῶν πρωτείων ἐπέτυχεν, ζῆλον δὲ τὸν αὐτὸν ἐκείνοις ὑπὲρ τῆς πατρίδος ἐπιδεικνύμενος. "Ον προσδέξασθαι τῆς Ἐκκλησίας παρακαλούσης επίνευσον, καὶ τούτων τὸ μέρος δι' ἡμᾶς μεταδοὺς τῆς εἰς πάντας τοὺς δεομένους μεριζομένης φιλανθρωπίας. ΙΔ. ΑΝΘΙΜΟ ΕΠΙΣΚΟΠΟ Ἐπὶ τὴν σαυτοῦ μητέρα τὸν σὸν ἀπέστειλας και δα, καὶ πρὸς ἡμᾶς τοὺς πάσῃ συνημμένους γνησιότητι, καὶ κατ' οἰκείωσιν τῇ θεοσεβείᾳ τῇ σῇ. Καὶ τῶν σῶν γενέσθω προσευχῶν ἔργον, ὁμοῦ τῇ ἡλικία τῷ παιδὶ συναύξεσθαι καὶ τὴν παίδευσιν. Κέρδος γὰρ ἡμέτερον τιθέμεθα τὰς τῶν νέων ἐπιτυχίας, ὅταν ἡ παρ' αὐτοῖς καὶ δόξης καὶ φιλίας ἀπόνασθαι. Τοῦτο δὲ ἐκ τῆς σῆς θεοσεβείας τεκμαιρόμενος λέγω οὐκ ἀπεικότως, τοὺς σὺς κληρονόμους κληρονομήσειν προσδοκῶν καὶ τῶν τῆς δόξης καλῶν. ΙΕ΄. ΕΥΑΝΔΡΙΟ ΕΠΙΣΚΟΠΟ Ανάθημα μέν τις προσφέρων Θεῷ τῶν δοκούντων πρὸς εὐσέβειαν βλέπειν, ἐπίγραμμα προσέθηκεν τῷ ἀνατεθέντι εἰπών· Σοὶ προσφέρω τὰ σά. Ἐγὼ 20 ἐπιγράμματος οὐδὲν δέομαι· καλῶν δὲ ἐπὶ τὴν σὴν ἐπὶ τὴν σὴν ἑστίαν,
col. 1493–1494page 6 of 16
PG 77:1493ἑστίαν τὴν θεοσέβειάν σου, ἵνα μὴ γελοῖον πάθω, τὴν ἐμαυτοῦ ἐπιθυμίαν προστίθημι, ὡς μὴ πρόφασιν τῇ θεοσεβείᾳ σου τῆς ἀπολείψεως τὴν ἡμετέραν βαθυμίαν γενέσθαι, Καὶ παρακληθεὶς ὑπάκουσον παρεῖναι τῇ ἐν Ἀργοανοῖς τῶν ἁγίων μνήμῃ, ἣν αὐτὸς καὶ παρακαλούμενος τελέσεις, καὶ ἀπαράκλητος. 14'. ΘΑΛΑΣΣΙΟ Ηγειρας σὴν σαυτοῦ πάλιν ἤδη πρὸς γόνι καμ φθεῖσαν, ἀποδοὺς αὐτῇ τῶν τροφείων τὰς ἀμοιβάς. Καὶ χαίρει τοῖς οἰκείοις κοσμουμένη καλοῖς, ὅτι σε, τοιοῦτον καλόν, ἀνεθρέψατο. Λοιπὸν δὲ ἐπιφανεστέραν αὐτὴν τοῖς ἀξιώμασι γενομένην, καὶ τῇ δυνάμει δὸς διὰ τῆς σῆς αὐξηθῆναι· χειρὸς, καὶ πληρῶν τὸν αὐτοῦ σκοπὸν, καὶ ἡμῖν χαριζόμενος παρακαλοῦσι, καὶ δεομένῃ τῇ πόλει καὶ τὸν ἄρχοντα, ὃν ἐπιφανέστερον ἡμῖν πεποίηκας τῇ σπουδῇ χάρισαι τοῖς πράγ μασιν, ὡς προσήκοντα σοι γνωρίζεσθαι. Εἰ γὰρ τοῦτο προσθείης τοῖς προλαβοῦσιν, ἅπαντα ἡμῖν κατὰ γνώ μην ἐκβήσεται. Δὸς δὲ καὶ πόλεων προσθήκη τὴν ἀρχὴν εὐθηνεῖσθαι, ἵνα σοι περίβλεπτος διὰ πάντων ἡ πατρὶς γένηται. Ἡμῶν δὲ μέμνησο, φι λοῦντας φιλῶν· τοῦτο γὰρ ἐστιν ἀντίδοσις ἀγαθῶν Περίβλεπτον ἡμῖν ἤδη τὴν πατρίδα πεποιήκατε ἐν προοιμίοις τῆς προστασίας, πολλοῖς ποσὶ παρασχόμενοι τὰς γειτνιώσας παραδραμεῖν. Α' γὰρ πρότερον περὶ ὁμοτιμίας ἐρίζουσαι, νῦν οὐδὲ πολλοστοῦ μέ ρους τῆς ἀξίας δι᾽ ὑμᾶς ἐφικνοῦνται· οὕτως ἐν προοιμίοις φαιδροτέραν ἡμῖν καὶ μεγάλην τὴν πόλ λιν ἐδείξατε. Εἰ δὲ καὶ τὰ λείποντα προσθείητε, ή πόλεων ἀριθμὸν, ἢ ἀνανέωσιν οἰκοδομημάτων (πάν τα γὰρ ὑμῖν δυνατά βουλομένοις), ταινίαις ὑμᾶς ἀναδοῦμεν, ὡς εὐεργέτας, δευτέρους οἰκιστὰς ὀνομάζοντες, μᾶλλον δὲ καὶ πλέον ἐπᾴδοντες· ὅσον ἐκεῖνοι μὲν τὸ εἶναι τὴν πόλιν, ὑμεῖς δὲ τὸ ἐπιφανεστέραν γενέσθαι παρεσκευάσατε. Ποιήσατε δὲ ἡμῖν καὶ τὸν ἄρχοντα μείζονα μὴ τῷ ὀνόματι μόνον, ἀλλὰ καὶ τῇ δυνάμει. Προσθήκη πόλεων. πόλεων πόλεως,

Letter XVIIIEpistola XVIII

col. 1495–1496page 7 of 16
Epistola XVIEpistola XIXEpistola XVII
PG 77:1495Η. ΚΟΛΟΣΙΑΚΟ Ενὶ συνθήματι ἀλλήλοις ἐπετάξατε τὴν πρὸς ἡμᾶς σιωπήν, οὐκ εἰδότες, ότι τοῖς οὕτω διακειμένοις, καὶ τῆς πατρίδος εφεστηκόσιν ἱκανὴ παραμυθία τὰ τῶν οἰκείων γίνεται γράμματα. Παρακαλῶ οὖν, μεταβαλλόμενοι ταύτης τῆς κρίσεως μεμνήσθαι καὶ γράφειν καταξιοῦτε, πολλὴν ἡμῖν παρεξόμενοι ἐκ τῶν γραμ μάτων παραψυχήν. ὡς δ᾽ ἂν μὴ ἀγνοεῖτε τὰ καθ' ἡμᾶς, γνωρίζομεν ὅτι, τῆς ἀῤῥωστίας ἐνδούσης, έχε μεθα τῆς ὁδοῦ. 10. ΑΚΑΚΙΟ ΕΠΙΣΚΟΠΟ (22. Αὐτῇ τῇ θεοσεβεία σου προσδοκήσας ἐντεύξασθαι, ἐπειδὴ πρόδρομον ἔλαβον τῆς ἀφίξεως τὴν ἐπιση λὴν, ἐζήτουν τὴν αἰτίαν γνώναι τί τοῦτο γενέσθα σης, κατενεχθέντος τοῦ ὑποζυγίου, πεπονηκέναι τη ἐθαύμασα, ὅτι ἢ μὴ ἐπὶ λευκοῦ ζεύγους έχει ξεπ ἁρμάτων χαλκοκολλήτων, ἵνα μετρίως είναι, προσπάσχεις τοῖς σοῖς πηγάσοις, ου πτεροφόρες ἔχων, ἀλλὰ δεομένους κέντρων εἰς τὴν μετάβασιν. οὖν ἱππεύεσθαί σοι σκοπὸς, καὶ συμβουλεύονται στο θοιο, ἄλλον ἀλλαχόθεν σαυτῷ κτησάμενος ἱππονίκ φαλῶς καὶ θάττον φέροντα, ἀφικέσθαι πρὸς ἐμὲς κατάδεξαι, μὴ ἐνδοὺς τῷ μακρῷ τῆς ἀπελεξεις χρόνῳ τὴν μνήμην καταμαραίνεσθαι. Ὁ δὲ ανα θεὶς ἰχθὺς, ἔχων δὲ ἀνεπάγγελτος, τοσούτος εν μεγέθει τους θαλαττίους παραδραμεῖν, καὶ εἰς τή πόλις Καππαδοκίας οι πολίτες Μελετηνοί
col. 1497–1498page 8 of 16
PG 77:1497ἐν τῇ πόλει γενέσθαι περίβλεπτος, δῶρον τῆς σῆς εἰς ἡμᾶς φιλοτιμίας άξιον. Κ'. ΛΑΥΣΑ. Τοῖς συντυχίας ἐρῶσιν ἱκανὴ καὶ ἡδεῖα τῶν γραμ μάτων γίνεται ὁμιλία, ὅταν πολλῷ τῷ μέσῳ διαστήματι τύχωσι χωριζόμενοι. "Ο δὴ καὶ ἐμοὶ ἐπὶ τῆς ὑμετέρας συμβέβηκε μεγαλοπρεπείας. Εφιέμενος γὰρ τῆς συνουσίας τῆς ὑμετέρας επέθηκα τὴν ἐπι στολὴν, ἐπινοῶν ἐντεῦθεν ἐμαυτῷ τῆς ἐπιθυμίας παραψυχὴν. Εἰ οὖν παρὰ τῇ θαυμασιότητι ὑμῶν τοιοῦτος περὶ ἡμῶν ὁ λόγος, διατελείτε, καὶ μεμνημένοι, καὶ γράφοντες· ἐπειδὴ τούτοις αύξεσθαι φιλία πέτ φυχεν. ΚΑ'. ΠΛΙΗΘΑ. Ο τοῖς δανειζομένοις διὰ πενίαν γίνεται, τὸ τοῖς πρώτοις ὀφλήμασιν ἐπιτιθέναι καὶ δεύτερα, τοῦτο καμοὶ νυνὶ διὰ τὴν ἀῤῥωστίαν συμβέβηκε, καὶ πρός τερον τῆς συντυχίας διαμαρτάνοντι, καὶ νῦν οὐ δυ νηθέντι τὴν τῆς ὁδοιπορίας υποστήναι κόπον. ᾿Αλλὰ συγγνῶναι ἡ μεγαλοπρέπειά σου καταξιώσασα καὶ μνήμης ἡμᾶς ἀξιούτω, καὶ γράμμασιν ἀμειψάσθω, ἵνα μὴ τὴν φιλίαν τῆς ἀπολείψεως αμαυρώσει χρό νος. ΚΕ. ΘΕΟΔΟΤΟ ΕΠΙΣΚΟΠΟ Καὶ τὴν γλῶτταν Ἑλληνισμένον, καὶ ἤθους μετριότητι χρώμενον, εὐπατρίδην τε ὄντα, καὶ πολλοῖς τρό τοις δεικνύντα τῆς εὐγενείας τεκμήρια, ἐκ τῆς ἑας ἥκοντα τόνδε αὐτός τε ὑπεδεξάμην μετὰ μαρτυρίας τῶν ἐκεῖσε ἐπισκόπων, καὶ τῇ ὁσιότητά σου συνίστημι ἐπὶ τὴν μεγάλην σπεύδοντα πόλιν, ἵνα ἰδεῖν αὐτὸν καταξιώσας εὐμενῶς, καὶ ὡς τῇ θεοσεβείᾳ σου σύν ηθες, εὐπετεστέραν αὐτῷ ποιήσῃς τὴν ἐπὶ τοῖς προ κειμένοις ὁδόν. ΚΓ'. ΕΥΘΗΡΙΟ. Χρήστης τισὶ τῶν ὑπὸ τὴν θεοσέβειάν σου γέγονεν ὁ δεῖνα, καὶ τούτων τυχών άγνωμόνων ἀντὶ τῶν χρημάτων δίκας ἔχει καὶ πράγματα. "ἂν ἕνεκα πρόσ εἰσιν ἱκετεύων τῶν δικαίων τυχεῖν. Τούτους συν ελαθῆναι πρὸς εὐγνωμοσύνην κελευσάτω ἡ ὁσιότης σου, ἡμῖν τε χαριζομένη, καὶ τὸν ἐπὶ τῷ δικαίῳ ανύουσα δρόμον.

Letter XXVIIEpistola XXVII

col. 1499–1500page 9 of 16
Epistola XXEpistola XXIEpistola XXIIEpistola XXIIIEpistola XXIVEpistola XXVEpistola XXVI
PG 77:1499ΚΑ'. ΧΙΛΩΝΙ ΕΠΙΣΚΟΠΟ. Ατεχνῶς ἡμῖν ἔαρ διὰ τῆς ἐπιστολῆς τὸ τοῦ λόγου) πεποίηκας, ἀνεὶς κρυμοῦ καὶ φρίκης οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν καρδίαν οὕτω πεπιλημένην ὑπὸ τῆς τῶν ἀπαγγελθέντων λύπης, ὡς περί πάντων ἤδη τῶν ἀγαθῶν κινδυνεύουσαν. Αλλ' ἐπει δὴ ὁ τὴν ἑαυτοῦ φιλανθρωπίαν ταῖς ἑκάστου χρείαις ἐπιμετρῶν ἔδωκεν ἀνασφῆλαι τῆς ἀρρωστίας πάλιν, καὶ ἐπιθεῖναι γράμματα πρέποντα, ἀγαθῆς ἐλπίδος πεπλήρωμαι, ὡς πάντων μοι καταρρεόντων προκει σομένων, ἐπειδὴ τούτων ἐπέτυχον. ΚΕ'. ΟΥΟΛΟΥΣΙΑΝΟ. Τοῖς μὲν πολλοῖς τῶν ἀπειροκάλων ὁ ἐν χρήμασι σπουδάζεται πλοῦτος· ἐμοὶ δὲ ἀντὶ χρημάτων οἱ φί λοι. Καὶ οἶδα πλεῖον ὑμῶν ἀπωνάμενος, ἢ οἱ εὐπου ροῦντες τοῦ πλούτου· τῷ τε γὰρ γλυκυτάτῳ τῷδε τὴν παρὰ τῇ θαυμασιότητί σου δέδωκας καταφυγήν. Καὶ οὐδὲν, ἀποδημοῦντος τοῦ τέκνου πεφρόντικα, τῇ σε κοσμιότητι παραθέμενος, καὶ ἀκριβῶς εἰδὼς, ὡς πάντων ἐπιμελήσῃ διὰ χρηστότητα χειραγωγῶν, καὶ τὸ ἦθος ρυθμίζων, καὶ ἀντὶ πατρίδος τῷ νέῳ γινό μενος. Επειδή σοι σκοπὸς οὐ τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν εἰς λόγους εληλυθότας εύσ γετεῖν. Εἰ πάντων ἦν τοιούτων εἰς φιλίαν ἐπιτυγχάνειν, ῥᾳδίως ἂν τῷ βίῳ εἰς τὴν προτέραν ἁπλότητα ἐπ ανῆλθε τὰ πράγματα, χρηστότητος καὶ φιλίας μεσι τευούσης τοῖς πράγμασι. Καὶ γὰρ ἐποιήσω ἡμᾶς εἰς παῖδας φίλους, καὶ διατελεῖς μεμνημένος τε καὶ γρά φων περὶ ἡμῶν δεξιὰ, καὶ ποιῶν ὅσα γνησίας φιλίας ἐστὶ γνωρίσματα. Τούτων μὲν οὖν αὐτόθεν ἔχεις ἐν τῇ τῶν καλῶν ἀπολαύσει παρὰ τοῦ τὰ καλὰ ἀποδεχομένου Θεοῦ τὴν ἀμοιβὴν, παρὰ δὲ ἡμῶν τὴν ὁμολογίαν τῆς χάριτος. Οὐ γὰρ διαλιμπάνομεν ευχόμενοι τοιαύτην οὖσαν τὴν σὴν μεγαλοπρέπειαν ἐπὶ μείζοσι προκοπαῖς αύξεσθαι, ἡμῖν τε καὶ πατρίδι. ΚΖ΄. ΟΛΥΜΠΙΑ Επιθυμίας ὑπέκκαυμα μοι γέγονεν τὰ τῆς σῆς λογιότητος γράμματα, ἐπίδειξίν τε φιλοτιμίας ἔχον τα, καὶ παρεχόμενα τοῖς σοῖς ἐνευφρανθήναι καλοίς. Καὶ γάρ πως ἐπὶ τοῖς τοιούτοις ήδομαι τωθαζόμενος, καὶ τὴν κωμῳδίαν ἐπαινῶ διὰ τοῦτο. Γεύσας δὲ ἡμᾶς Ἀττικοῦ μέλιτος τῆς διὰ τῶν γραμμάτων ὁμι λίας, σκόπει προστιθέναι τοῖς πεπειραμένοις ὧν ἐκ συνηθείας δέδωκας ἀπολαύειν ὡς τό γε στερεῖσθαι τῶν ΑΝΤ. ΝΟΤ.Ε. καὶ τὴν κωμῳδίαν ἐπαινώ,
col. 1501–1502page 10 of 16
PG 77:1501χρηστῶν μετὰ τὴν πεῖραν τοῖς ἀπολιμπανομένοις τούτων, βαρύτερον. Εἰ δὲ τρυφῆς δέοιο σεμνῆς ταύ την ταῖς εὐλογίαις ἐπικρυπτόμενος, καὶ τῶν πραγμά των φροντίζων ἔλαττον τῷ ἀγαπητῷ τῷδε τὴν ἐπὶ τοῖς φθάσασι λογισάμενος ῥαθυμίαν, ἀνάμεινον παρ' ἡμῶν τὴν ἐπὶ τοῖς ἐχομένοις διόρθωσιν. Πάντως γὰρ οὐκ ἐλαίῳ μόνον, ἀλλὰ καὶ μύροις ἀλείψομεν ὡς Αττικὴν ὄρνιν, καὶ ὁμοφόριον ΚΗ'. ΗΛΙΩΝΙ. Ὣς τοῖς διψῶσιν ἡδὺ γίνεται τὸ ποτόν, οὕτως τοῖς συντυχίας ἐρῶσι τὸ γράφειν, ὅταν ταύτης κατόπιν ἔρχονται. Καγώ τοίνυν ἐπιτείναντός μοι τὴν ἐπιθυμίαν τοῦ τῆς ἀπολείψεως χρόνου, ἀσμένως ἦλθον ἐπὶ τὰ γράμματα, ὡς δι' αὐτῶν τῇ μεγαλοπρεπείᾳ σου μέλλων εντεύξασθαι· ἀπαιτῶν τὸ αὐτίκα ἡμᾶς ἀντιγράφοις ἀμείψασθαι· δ ποιεῖν συνήθως καταξίου, ὅπως ἔχεις περὶ ἡμᾶς, δηλῶν τοῖς πράγμασιν. ΚΘ'. ΦΛΩΡΕΝΤΙΑ Τὴν πρὸς ἀξίαν τῆς σῆς μεγαλοπρεπείας τιμήν ὑπὲρ τὴν ἐμαυτοῦ λογισάμενος δύναμιν, ἐπὶ τήν σοι φίλην τοῦ Πάσχα κατέφυγον ἑορτήν, τὰ ἐπὶ ταύτης σύμβολα δεχθῆναι παρ' ἡμῶν εἰς τιμὴν τοῦ θείου παρακαλῶν. "Α προσδέξασθαι αἰδοῖ τῆς ὑπὲρ ἡμῶν πρεσβευούσης. Καταδεξάμενος δὲ ἀντίδος ἡμῖν τὸ διηνεκῶς ἔχειν ἐπὶ μνήμην, ἡμᾶς φιλοῦντας φιλεῖν καταξιών. Δ'. ΙΣΙΔΩΡΟ. Καὶ τίνι ἂν μᾶλλον ήρμοσεν τὴν περὶ τῆς ἱερᾶς τραπέζης ἀγγελίαν ἡμῖν πρὸ τοῦ σοῦ μεγέθους χαρίσασθαι; Τίς δὲ τοσοῦτος, ἢ ἄνδρα σεμνῦναι, ή ἐπαινέσαι τρόπον, καὶ ἑταῖρον ἡμῖν ποιῆσαι πρὸς τοῦ γνωρίμου τὸν καλόν τε καὶ ἀγαθὸν Κάνδιτον, ή ὁ ῥᾳδίως δυνάμενος τοῖς μικροῖς περιτιθέναι μέγε θος; Ἐγὼ δὲ ἦσθεὶς τὴν κατὰ τὴν ἱερὰν τράπεζαν ἐπιτυχίαν, οὐδὲ εἰπεῖν ἔγω, ὅσον ἤσθην τῇ ἐπιστολῇ 'Αλείψομεν ὡς Ἀττικὴν ὄρνιν, καὶ ὁμοφόριον. αλειψαμένως Ατ τικὴν ὅρμιν, προσδέξασθαι, Οι προσδέξασο. ταῖς Ἐκκλησίαις ἐαυ τοῦ, προστάτην ἀκαταγώνιστον τοῦ μετ γέθους, θεοσεβείας, ότι τητος,

Letter XXXIIIEpistola XXXIII

col. 1503–1504page 11 of 16
Epistola XXIXEpistola XXVIIIEpistola XXXEpistola XXXIEpistola XXXII
PG 77:1503μύρον τε γὰρ ὅζει παιδεύσεως Ἀττικῆς, καὶ λει μῶνος μιμεῖται κάλλος ἦρος ώρα σύμμικτον χάριν ταῖς ὄψεσιν ὑπογράφοντος. Ἐπαλήλιπται δὲ αὐτή καὶ χρυσοῦ· τὸ γὰρ τῆς λέξεως εὐγενὲς οὕτω μᾶλλον εικάζειν ἔχομεν. Τοιοῦτον δέ σε ὄντα ὁ ἡμέτερος φυλάττοι Σωτὴρ ταῖς ἑαυτοῦ Ἐκκλησίαις σύμμαχον ἀγαθὸν καὶ προστάτην ἀκαταγώνιστον. ΛΑ'. ΕΛΕΥΣΙΝΙΟ. Στρατιώτου τὸ πρόθυμον αὐτοῖς ἔργοις ἀποδειξάμενος "Ομηρος ἐποίησεν τὸν βασιλέα τοὺς πα ρακλητικοὺς αὐτῷ πρὸς τοὺς ἀγῶνας σπεύδοντι ἐν διδόναι λόγους. Ἐμοὶ δὲ πρὸς τὴν τῆς λογιότητός σου μέλλησιν ἐγράφησαν αἱ ἐπιστολαί, ἐπειδὴ τοὺς ποθοῦντας ἐν ἡμέρᾳ γηράσκειν ὁ παλαιὸς κατέχει λόγος· ἐνταῦθα δὲ οὐχ ἡμέρας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς ὅλους ἀριθμεῖν ἔστι παρατεινομένοις τῇ προσδοκία. Εἰ οὖν ἐπακολουθήσει ἐς ὀψὲ γοῦν ποτε τὸ ἔργον, ἀρκέσει εἰς θεραπείαν τῆς προλαβούσης παρατάσεως. Εἰ δὲ ἐπιμένοις, μὴ τὰ τῆς παροιμίας πάθοιμεν· ἐπαγγελίαις τρεφόμενοι, καὶ συντριβόμενα τῷ λιμῷ. ΑΒ'. ΕΚΔΙΚΙΟ. Ερωτήσαντός τινος τὸν ᾿Αλέξανδρον, ὅπου αὐτῷ εἴη τὰ χρήματα, ὅδε τοὺς φίλους αὐτῷ ὑπέδειξεν, ἐν τούτοις εἶναι μηνύων τους θησαυρούς. Κακείνῳ μὲν γὰρ πλουτοῦντι, οἷα δεῖ [δή] βασιλεί, κατ' ειρωνείαν ἐδόκει ἡ ἀπόκρισις γεγενῆσθαι· ἐμοὶ δὲ τοῦτο μόνον έχοντι χρῆμα, καὶ ἐπὶ τοῖς φίλοις φρονοῦντι, καὶ τὴν ἀπ' αὐτῶν χρείαν εἰδέναι ἐπιμελὲς, καὶ ὅσον πλεῖον εἰς χρημάτων περιουσίαν μόνον γὰρ κτῆμα ἄτυλον, μήτε χρόνῳ μαραινόμενον, καὶ ἐν ταῖς ἀπολείψεσι τοῖς σπουδαίοις διὰ τῶν γραμμάτων αὐξόμενον. ΑΓ. ΔΟΜΕΤΙΑΝΟ Καίτοι τοσοῦτον προσεμαρτύρει τῇ λογιότητι σου τὰ ἡμέτερα γράμματα, ὅσον ἡ τοῦ πράγματος ἔδει ξεν έκβασις. Ομοῦ τε γὰρ ἐφάνης, καὶ τροπωσάμενος τοὺς ἐναντίους ὑπέστρεψας, επιφανέστερον νική σας, ἢ ὁ τοῦ Πηλέως παρ' Ομήρω τους Τρώας. Οὺς μὲν σπεύδοντας ἴδοι Δαναών ταχυπώλων, Τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν. Οἱ δὲ ποθοῦντες ἐν ἅματι γηράσκουσι. Δομετ. Δομετιανῷ
col. 1505–1506page 12 of 16
PG 77:1505Εἰ δὲ ἥττων τῆς ἀξίας παρ' ἡμῶν ἔπαινος, τῇ τῆς ἐπιστολῆς λόγισαι συμμετρία. Τις γὰρ ἂν τὸ κατὰ τέχνην ἐγκώμιον ἐν ἐπιστολῆς μέτρῳ δηλώσ σειεν; Ἐγὼ δὲ τὸ λοιπὸν ἥξω δι' ἐμαυτοῦ θεραπεύσων, συμμάχους λαβὼν τῆς τε περὶ πάντας σπουδῆς, καὶ τῆς φιλοτιμίας τοὺς παρὰ τῇ λογιότητά σου τι μωμένους τῇ μνήμῃ μάρτυρας. ΛΔ'. ΕΥΑΝΔΡΙΟ ΕΠΙΣΚΟΠΟ. Εδιπλασίασας ἡμῖν τὸν τῆς ἑορτῆς χρόνον, ἀνανεωσάμενος αὐτὴν τοῖς τῆς φιλίας συμβόλοις. Καὶ λευκὴν ἀτεχνῶς ἡγάγομεν ἡμέραν τῶν τῆς θεοσεβείας σου γραμμάτων ἐπιτυχόντες. Γράφε τοίνυν, καὶ μέσ μνησο, παρακαλώ, ἵνα μὴ λήθης ἡμῖν ὁ τῆς σιωπῆς χρόνος γένηται πρόφασις· τῆς δὲ τῆς φίλης εἰρήνης ἔχειν ἡμῖν διδοὺς συνθήματα τὰς ἐπιστολάς. ΛΕ'. ΑΚΑΚΙΟ ΕΠΙΣΚΟΠΟ Ικανόν ήδυσμα γράμμασιν μετ' εὐλογίας ἰχθὺς, θάττον ἢ λόγος παρ' ἡμᾶς ἀφικόμενος, καὶ τὴν τῆς Θεοσεβείας σου περὶ ἡμᾶς τῷ τάχει τῆς ἀφίξεως μηνύσας σχέσιν. Καὶ γὰρ καὶ τὴν τοῦ ἀέρος διέφυγε βλάβην, καὶ ὡς ἐντεῦθεν ἐκ τοῦ γείτονος ἀνανηξάμενος ποταμοῦ ἐπιτήδειον ὄψον πρὸς πανδαισίαν γε γένηται. Καὶ πλήρης ή τράπεζα τοῦ δεξιοῦ θύματος πρὸς πολλὰ ταῖς καρυκείαις ἁρμόσασα, ὡς μικρὰν εἶναι τὴν ᾿Αλκινόου τρυφήν, πρὸς τὴν σὴν ἐξεταζομένην φιλοτιμίαν, τῶν ἡμετέρων περιτευμάτων διαδοθέντων τοῖς δεομένοις. ΑΓ. ΛΕΟΝΤΙΟ ΕΠΙΣΚΟΠΟ Ακατάλλακτον μίσος τοῖς οἰκέταις πρὸς τοὺς δε σπότας ἐστὶν, οἱ τοὺς κεκτημένους ἀποδιδράσκοντε; ἑτέροις δουλεύειν μᾶλλον ἢ τοῖς οἰκείοις δεσπόταις ἀνέχονται. Τοῦτο δὲ καὶ τῷδε οἰκέται πεποιήκασιν ἀποδράντες γὰρ αὐτὸν τοῖς αὐτόθι ἐμφωλεύειν λέγοντας τόποις. Τούτους κέλευσον ἀνερευνηθέντας, καὶ ἁλόντας μετὰ ἀσφαλεστάτης φρουρᾶς ἐπὶ τὰ τῇδε παραπεμφθῆναι, δικαίαν καὶ ὀφειλομένην τῷ βίῳ σου, ἡμῖν τε καὶ τοῖς δι' ἡμῶν αἰτήσασι παρεχόμενος τὴν χάριν. ΑΖ. ΚΥΡΙΛΛΟ ΕΠΙΣΚΟΠΟ Τὰ μὲν ὅσα περὶ τῆς τῶν γραμμάτων ἐστὶ διηγή 'Αλκινόου. 'Αλκίνου. ντι τὴν τῶν γραμμάτων διήγησιν,

Letter XXXVIIIEpistola XXXVIII

col. 1507–1508page 13 of 16
Epistola XXXIVEpistola XXXVEpistola XXXVIEpistola XXXVIIEpistola XXXIX
PG 77:1507σεως-οἶδα κοινοῖς τὰ γράμμασι καὶ τῶν παρ' ἑκάστου τὴν ἁγιότητά σου δεδιδαγμένην. Ἐγὼ δὲ γράψαι ἐπείχθην & πέπονθα· ἔοικα γὰρ τὴν Στησιχόρου παλινῳδίαν ᾄδειν, ἐκεῖνα ποθῶν, ὧν πρότερον μακράν ἐποιοῦμεν κατηγορίαν. Τὴν γὰρ ἐν Ἐφέσῳ διαγωγήν δυσχεραίνων, καὶ ἀσμένως ταύτης ἀπαλλαγείς, νῦν ἐρᾶν αὐτῆς πόθῳ τῆς σῆς ὁσιότητος ἠνάγκασμαι. Οὕτω πρὸς τὴν ἐπιθυμίαν ἐκκαίομαι. 'Αλλ᾽ εἴ τις καί σοι λόγος ἡμῶν, θεοφιλέστατε, γράφε, καὶ μέσ μνησο & τοῖς φίλοις ἐπινενόηται, τὰ δὲ πράγματα συντόμως εἰπεῖν, πρὸς οὐδὲν τῆς ἐλπίδος ἐφ' ἑκά τερα στρεφομένης. ΛΗ. ΟΥΑΛΕΡΙΑ ΕΠΙΣΚΟΠΟ Ηρετό τις τὸν ᾿Αλέξανδρον, ὅπου αὐτῷ οἱ θησαυροὶ εἶεν. Ὁ δὲ τοὺς φίλους ἔδειξεν, ηὐπόρει γὰρ οἷ μαι, τοιούτων, οίους εὗρον κἀγὼ νῦν εἰς γνῶσιν τῆς ὑμετέρας οσιότητος ἐλθών. Καὶ ἔχομαι τοῦ θησαυρού, καὶ φυλάττω τοῦτον, χρυσῇ στήλῃ τῇ καρδίᾳ τῆς ὑμετέρας οσιότητος εγχαράξας τὴν μνήμην. Καὶ φυλάττετε μοι ταύτην εἰς ἀεὶ, καὶ μνήμης ἀξιοῦντες, καὶ γράμμασι δεξιούμενοι. Τὰ δὲ τοῦ πράγματος ὅπως ἔχοι, τί δεῖ λέγειν; Σισύφιον πέτρον κυλιόντων ἡμῶν καὶ ὅταν πρὸς τῷ τέλει γενώμεθα, πρὶν ἢ ὑπερβάλλεσθαι τὸν λόφον ἐπὶ τὰ αὐτὰ φερομένου τοῦ λίθου, ὡς μηδὲν εἶναι τῶν προλαβόντων ὄφελος πόνων. ᾿Αλλὰ τῶν ὑμετέρων εὐχῶν ἔργον γενήσεται, καὶ τοῦτον ὑπερτεθῆναι ποτε, καὶ ὑμᾶς ἀφεθῆναι τῶν δυσχερῶν. καὶ εἰς ταυτὸν ἀλλήλοις ἐλθεῖν· τοῦτο γὰρ οἶμαι τῶν μακρῶν πόνων γενήσεσθαι πέρας. ΑΘ'. ΕΥΣΤΡΑΤΙΑ. Εἰ ἀγνῶτα τῇ θαυμασιότητί σου συνιστάναι ἔμελ λον, έδει μοι προοιμίων, καὶ τῆς περὶ αὐτοῦ διηγήσεως, τίς, καὶ πόθεν, καὶ ποδαπὸς, καὶ ὅσον τῷ ψάλο λειν τῶν τε νῦν καὶ προτέρων κεκράτηκεν. Ησθέντα δέ σε πολλάκις δι' αὐτοῦ τοῖς θείοις ᾄσμασι μετὰ σώ φρονος ἡδονῆς, ἐξευμαρίσαι αὐτῷ παρακαλῶ τὰ προ κείμενα, καὶ δι᾿ ἑαυτοῦ, καὶ διὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος ἀφεθῆναι αὐτὸν τῆς ἐκ διαβολῆς παρά τινων γενομένης συκοφαντίας. Παρασκεύασαι, καὶ δὸς τὴν χάριν, δι᾿ ἡμᾶς ἀπωσάμενος τὸ φιλόνεικον, ἵνα μὴ ἔλεγχος ἡμῖν τὸ πράγμα πεπλασμένης φιλίας γένηται· λυπήσεις γὰρ οὐκ ἐμὲ μένον, ἀλλὰ καὶ τὴν μητέρα σου τὴν Ἐκκλησίαν ἐν παρέργῳ δε ξάμενος τὴν παράκλησιν.
col. 1509–1510page 14 of 16
PG 77:1509Μ'. ΕΥΠΝΙΑ. Εἰς καιρὸν ἔοικεν ή δίκη τοταμιεῦσθαι τῷδε εἰς ἄμυναν ὧν ἡδίκησεν, ὑπὸ σοὶ κριτῇ τῆς δίκης βραβευομένης. Καὶ καταξίωσον, παρακαλώ, μαθών, ὅσα τε τόλμηται αὐτῷ κατὰ τοῦδε, καὶ ἐπεξελθεῖν ἀνδρικῶς τῇ ὑποθέσει, καὶ βοηθῆσαι τῷ ἡδικημένῳ, καὶ δίκας εἰσπράξασθαι τὸν ἀδικοῦντα, τῆς περὶ τὸ δίκαιον γινομένης σπουδῆς εἰς ἡμετέραν περιουσίας τιμήν. ΜΑ'. ΕΛΛΑΔΙΟ ΕΠΙΣΚΟΠΟ Γύναιον μοχθηρὸν ἀποταξάμενον πρότερον τῷ βίῳ, εἶτα δι᾿ ἀσωτείαν εἰς πᾶν ἀσεβείας ἐληλακός, μικρόν ἡγησάμενον ψεύσασθαι τὴν πρώτην ὁμολογίαν, συν ἔργῳ τῷ κεκοινωνηκότι τῆς ἁμαρτίας χρώμενον, ἐφόδους ἐτόλμησεν κατὰ τῆσδε, καὶ τῶν ὄντων αὐτῇ ἁρπαγάς, καὶ ἀνδραπόδων ἀφαιρέσεις, οὐδεμίαν ἐλω λείπον μοχθηρίας ὑπερβολὴν εἰς τὸ προσθείναι άμαρ τίας ἐφ᾽ ἁμαρτίαις. Τοῦτο ὑπὸ τὴν σὴν θεοσέβειαν μετοικῆσαν, καὶ τῆς εἰς τὸν Χριστὸν ἀρνήσεως, καὶ τῶν μετὰ ταῦτα τολμωμένων εισπραχθῆναι δίκας και λευσάτω ἡ ὁσιότης σου, καὶ ἀποκηρυχθῆναι αὐτὸ πάσης ἐκκλησιαστικῆς κοινωνίας, εἰ μὲν δοκιμάσειας, καὶ ἀεί· εἰ δὲ μὴ τοῦτο, ἄχρι γοῦν τῆς τοῦ πράγματος διορθώσεως. ΜΒ. ΔΑΝΙΗΛ ΕΠΙΣΚΟΠΟ Εἰ ἦν σύμβολα τῆς προαιρέσεως ἐπὶ τοῦ προσώπου φέρειν τοὺς πονηρούς, ἤρχει ὁ δεῖνα, καὶ μηδενὸς ἐπιστάντος τῇ κατηγορίᾳ, ὀφθεὶς τῇ θεοσεβείᾳ σου, ὑπόδικος γενέσθαι τοῖς τολμηθεῖσιν ἐγκλήμασιν ἐπειδὴ λωποδυτήσας ἀνθρώπους εὐλαβεῖς, καὶ σεμνὸν ᾑρημένους βίον, καὶ περιελὼν αὐτῶν τὰς πρὸς τὸ ζῆν ἀφορμὰς, ἐντεῦθεν ἀποδρὰς πρὸς τὴν ὑπὸ τὴν θεοσέβειάν σου τεταγμένην μετέστη, τοῦτον ὑποδεικνύμενον κέλευσον καὶ τὰ πράγματα & ὑπεξέθετο, ἀποκαταστῆσαι, καὶ παραδοθῆναι τοῖς ἀφικομένοις, ἐνταῦθα μετὰ τοὺς ἐλέγχους εἰς σωφρονισμόν τῶν οὕτω προηρημένων δίκας ὑφέξοντα. Ικανὸν δὲ εἰς ἀναίρεσιν ἀδικήματος τὸ μὴ οἴεσθαί τινας ἐν ἀλλαγῇ τῶν τόπων διαφεύγειν τὴν τιμωρίαν, καὶ αὐτόθι, καὶ παρ' ἡμῖν ἐπιμελῶς τῆς τοῦ δικαίου φυλακής τιμω μένης. Ηνεγκε καὶ καθ᾿ ἡμᾶς χρόνος Ἑλένην Λάκαι

Letter XLIVEpistola XLIV

col. 1511–1512page 15 of 16
Epistola XLEpistola XLIEpistola XLIIEpistola XLIII
PG 77:1511ναν πολέμων ὑπόθεσιν, ἧς τοῦ κάλλους ἐν ἀπολαύσει γεγονώς βραχείᾳ εἰς τὰς σὰς πολλάκις ἀναπέμπειν ὥρμησα χείρας, οία δή Τρῶες ἐβουλεύσαντο περὶ τῆς ὁμωνύμου. Ἐγὼ μὲν μακρότερον πόλεμον ἢ κατ' αὐτοὺς πολεμούμενος μέχρι νῦν διετέλεσα. Τις γὰρ ἐν ἐφέσει τῆς ταύτης ωραιότητος γεγονώς ὃς (α) κόπους ἐμοὶ παρέσχε καὶ πράγματα, ουδεμίαν ἐκεχειρίαν ἀσπαζόμενος, οὐδὲ βραχείαν ἀνακωχήν διδοὺς τῷ πολέμῳ· τοσοῦτος ἦν ὁ πάντας ἐπ' αὐτὴν κινῶν θερμὸς ἔρως. Εικότως. Τί δὲ οὐκ ἔμελλον τῶν ταύτης ἡττᾶσθαι καλῶν, ὥρᾳ σώματος εὐεχούσης, σχέσει, καὶ ποδωκείᾳ εὖ μάλα κοσμουμένης, ὡς μια πτώσει κατέχεσθαι πάντας τοὺς πανταχῆ πτωχας δεδοικότας, καὶ τρέμοντας, οσάκις ἂν Ελένης την κατ' αὐτῶν στρατείαν πύθωνται; Τούτου δὲ τοῦ δέους ἀπήλλαξα τοὺς παρ' ἡμῖν ἐν τοῖς ὄρεσι διάγοντας, εἴ τις ἄρα που καὶ περιλέλειπται τῷ λαθεῖν ισχύσας διαδρᾶναι τὴν ταύτης ταχύτητα. Σὺ δὲ, τοῖς πᾶσιν, ὁσιώτατε, θαύμαζε μὲν ταύτην ὅσον ἔχεις δυ νάμεως· μικρὸς γὰρ, οἶμαι, καὶ ὁ παντὶ σθένει γινό μενος ἔπαινος, εἴ γε τοῖς ταύτης αντεξετάζοιτο καλοῖς. Ἐπαίνει δὲ γλώττῃ τὸν πέμψαντα καὶ τῇ προσφιλεῖ, τῇ ἀπερίττῳ, τῇ Λακωνικῇ, τῇ συν τόμῳ καὶ σαφεῖ, 8 μάλιστα λόγων κάλλος δημιουργεῖν πέφυκεν. ᾿Αλλὰ δέδοικα μή πως αἴσθησις ήδη της ταύτης παρουσίας τοῖς παρ' ὑμῖν λαγωοῖς ἐγγινομένη τρέψῃ τούτους πρὸς φυγήν· κακουργεῖν γὰρ ὄντες σοφοί, ειώθασι πως καὶ ταῖς ἐξ ἀνέμων αὔραις διά τῶν οἰκείων αἰσθήσεων τὰς παρά τινων αὐτοῖς μελετωμένας γινώσκειν ἐπιβουλάς. Ιν' οὖν μὴ τοῦτο γένη ται, μηδὲ τούτοις ἐκδῇ κατὰ σκοπὸν τὸ ἐγχείρημα, ὥρα ταχυτέραν τῆς αὐτῶν προσδοκίας τὴν κατ' αὐτ τῶν ἔξοδον γενέσθαι· οὕτω γὰρ ἐμὲ μὲν λοιδορήσοντας τὸν ὡς τοσαύτης αὐτοῖς λύμης αίτιον γινόμενον, σὲ δὲ θαυμάσονται οἷα δὴ τοιούτου κτήματος κύριον. ΜΔ'. ΤΟ ΑΥΤΟ Επαφρόδιτος ἀληθῶς ἡ ἐπιστολὴ, καὶ χαρίτων μεστή, αὐτῆς τάχα τῆς τῶν ἐρώτων μητρός ἐργασαμένης αὐτὴν ποικίλην τῇ τῶν ὀνομάτων συνθήκη, καὶ τοῖς νοήμασι. Τὸ γὰρ ἀπὸ ὁμωνυμίας, καὶ τα τρίδος, καὶ περιμαχήτου γυναικὸς εἰς ὥραν, καὶ κάλλος βεβοημένης, συνθεῖναι ἔπαινον τῇ κονίπο δι τίς οὐκ ἂν ἀγασθείη τὸν τεχνησάμενον; ἀλλ' ὅτι καὶ σαυτὸν ἡμῖν δέδωκας ἐν τοῖς ἥρωσιν ἀριθμεῖν, τοσοῦτον ἐκείνων ρώμη κρατήσας, ὅσον μὲν αὐτοῖς περιῆν ἀριστέων πλῆθος, καὶ στρατὸν ὅλον πρὸς τὴν μάχην ἐγείραι. Αὐτὸς δὲ ἤρκεσας τὴν σαυτοῦ ῥώμην 'Επαίνει δέ, διαχωνικῇ, Λακωνικῇ. Κονίποδι. κοινώ πιδι, κονίποδι άργυ ρόπεζαν, (α)
col. 1513–1514page 16 of 16
PG 77:1513ἀντιστήσας πολλοῖς, καὶ ἄθλον τῆς νίκης την Ελένην λαβὼν ἀργυρόπεζάν τινα, καὶ ὡς οὕτως εἰπεῖν ἐναλίου γέροντος θυγατέρα. Η δὲ οἷα τε θεῖν ἐπ' ἄκρων ἀνθερίκων, ὡς μὴ πτῶκας αἴρειν μόνον, ἀλλὰ καὶ τὰς τῶν ἀνέμων μιμεῖσθαι πνοάς. Λεγόντων οἱ πει ράμενοι· τοῖς γὰρ ἐνταῦθα λαγωοῖς τοσοῦτον ἡμῶν κατεξανίστασθαι ὁ σὸς ἱέραξ δέδωκεν, ὡς μηδὲ πτῶ κας εἶναι νομίζεσθαι ὑπὸ τοῦ θαῤῥεῖν ἀμέτρως ἐπιλανθανομένους τῆς φύσεως. "Αλλ' οὗτος μὲν ἥξει παρὰ σέ· τὴν δέ γε Ελένην ἐπὶ κυνηγέσιον ἔξομεν, καὶ ἁλοῦσιν ἐπιτωθάζοντες ἀναγνωσόμεθα τὴν ἐπι στολήν. Εἰ δὲ διασωθείεν φυγόντες, ὅρα ὅπως ἀγω νιούμεθα πρὸς αὐτοὺς ψευδομαρτυριῶν ἁλισκόμενοι. Καὶ ταῦτα μὲν ταῦτα. Τῶν δὲ οίνων ἑκάτερος τῶν Διὸς κήπων ἀποῤῥώς ἔστι τις νέκταρος, Ομήρου δεόμενος ἐπαινέτου, ἡδὺν λέγοντος, καὶ ἀκηράσιον, & καὶ θεῖον ποτόν, καὶ οἷον ἐκεῖνος ἐποίησεν παρά πλεῖον ἐν Οδυσσείᾳ αὐτὸν [οἶνον?] Μάρωνος ΜΕ'. ΠΕΡΓΑΜΙΑ ΧΩΡΕΠΙΣΚΟΠΟ. Γέροντα μὲν ἐλαττούμενον συνέσει συγγνώμης ἀξιοῦσθαι περιττόν. Προλαβὼν δὲ φιλανθρωπίᾳ, καὶ ἡμᾶς ἐφειλκύσω ποιῆσαί τι περὶ τὸν ἄνθρωπον δεξιόν. Καὶ πρόσδεξαι αὐτὸν, τοῦτο παραφυλάξας τὸ μήτε ῥᾳδίως κατηγορεῖν, μήτε ἐξαιτεῖσθαι εὐκόλως. δ 'Ατὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οίνοιο Ηδέος, ὅν μοι ἔδωκε Μάρων Ευάνθεος υἱός. Μάρωνος. Μάρωνα τὸν Εὐάνθους ἀδικοίης ἂν, ἐπιφοιτῶντα τὰς ἐν Ἰσμάρῳ ἀμπέλους, καὶ ἡδυοί νους αὐτὰς ἐργαζόμενον, φυτεύοντά τε καὶ κυκλοῦν τα. "Οτε δὲ ὁρᾶται τοῖς γεωργοῖς ὁ Μάρων καλός τε καὶ ἀγρὸς, καὶ ἀναπνέων πότιμόν τι καὶ οἰνῶδες. παρ είληφε μέν τοῖ τὴν προσηγορίαν λαβοῦσα ἀπὸ Μάρωνος, ἑνὸς τῶν μετὰ Διονύσου τὰς στρατείας πεποιημένων, Οὐδὲ Μάρωνα πίομα:, Δῶκε δέ μοι κρατήρα πανάργυρον· αὐτὰρ ἔπειτα Οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας, Ἡδύν, ἀκηράσιον, θεῖον ποτόν,
Page scan enlarged

Notebook

Full View