PG 78Isidore and Zosimas
Saint Zosimas the Abbot
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1679–1680page 1 of 12
Alloguia
PG 78:1679ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΖΩΣΙΜΑ ΔΙΑΛΟΓΙΣΜΟΙ. Α'. ᾿Αρχόμενος ὁ μακάριος Ζωσιμᾶς, ἔλεγεν οὕτως, πρῶτον ποιήσας τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῷ στό
col. 1681–1682page 2 of 12
PG 78:1681τι· Ενανθρωπήσας ὁ τοῦ Θεοῦ Λόγος μεγάλην ριν παρέσχε τοῖς πιστεύσασιν, εἰς αὐτὸν πιστεύου 1. Εξεστι γὰρ καὶ νῦν πιστεῦσαι, καὶ ἄρξασθαι ἀπὸ ς σήμερον, ἐὰν θέλωμεν· ὅτι τῆς προαιρέσεως ἡμῶν θούσης, καὶ τῆς χάριτος ἐνεργούσης ἔξεστι παντὶ υλομένῳ ἔχειν ὡς οὐδὲν πάντα τὸν κόσμον. Καὶ άμβανεν εἴ τι εὕρισκεν, εἴτε κάρφος εἴτε ράκος, ἢ λο τι εὐτελὲς, καὶ ἔλεγε· Τίς διὰ τοῦτο μάχεται ἢ λονεικεί, ή μνησικακεῖ, ἦ θλίβεται, εἰ μή τίς ἐστι τ' ἀλήθειαν ἀπολέσας τὸν νοῦν; οὐκοῦν προκόπτων ἱ προβαίνων ὁ τοῦ Θεοῦ ἄνθρωπος ἔχει πάντα τὸν τμον ὡς τὸ κάρφος τοῦτο, κἂν ἔχῃ ὅλον αὐτόν ὶ γὰρ, ὡς λέγω, οὐ τὸ ἔχειν βλάπτει, ἀλλὰ τὸ προσε θῶς ἔχειν. Τίς οὐκ οἶδεν ὅτι τιμιώτερόν ἐστιν ἐξ πάντων είχομεν, τὸ σῶμα; Πῶς οὖν καιροῦ και Εντος προστεταγμεθα καταφρονεῖν; Καὶ ἐὰν αὐτοῦ 3 σώματος, πολλῷ μᾶλλον καὶ τῶν ἐκτός. Καὶ έμνητο τοῦ ἀδελφοῦ ἔχοντος τὰ λάχανα, καὶ ἔλεγε ἡ γὰρ οὐκ ἔσπειρεν, οὐκ ἐκοπίασεν, οὐκ ἐφύτευσεν, * ἐφιλοκάλησεν, μὴ ἐξεῤῥίζωσεν αὐτὰ καὶ ἔῤῥιψεν λ' ὅμως εἶχεν αὐτὰ ὡς μὴ ἔχων· ἀμέλει ὅτε παρ αλλεν ὁ γέρων δοκιμάσαι θέλων αὐτόν· καὶ ἤρξατο ντρίβειν αὐτά, οὐδὲ ἐλογίσθη αὐτά· καὶ ὅτε ἀπ Ξινεν μία ρίζα, τότε εἶπεν αὐτῷ· Ἐὰν θέλῃς, Πάτερ, τες αὐτό, καὶ ποιοῦμεν εἰς αὐτὸ ἀγάπην, τότε ἔγνω Άγιος ὅτι δοῦλος τοῦ Θεοῦ ἐστι, καὶ οὐχὶ τῶν λα νων· καὶ λέγει αὐτῷ· Ἀναπέπαυται τὸ Πνεῦμα τοῦ τοῦ ἐπὶ σὲ, ἀδελφέ. Εἰ δὲ προσπαθῶς εἶχε τὰ λά ινα, ἐδεικνύετο εὐθέως διὰ τὸ θλίβεσθαι καὶ τα ἱππεσθαι· ἀλλ' ἔδειξεν ὅτι εἶχε αὐτὰ ὡς μὴ ἔχων. αὶ ἔλεγεν ὅτι σημειοῦνται τὰ τοιαῦτα οἱ δαίμονες αὶ ἐὰν ἴδωσί τινα ἀπροσπαθῶς ἔχοντα εἰς τὰ πρά ματα διὰ τὸ μὴ ταράττεσθαι, γινώσκουσιν ὅτι οὔ ως μὲν περιπατεῖ ἐν τῇ γῇ· οὐκ ἔχει δὲ φρόνημα τίγειον ἐν ἑαυτῷ. Β΄. Έλεγε πάλιν ὅτι ὁρμαὶ προαιρέσεων εἰσι αὶ δύναται προαίρεσις θερμὴ ἐν μιᾷ ὥρᾳ προσενέ καὶ τῷ Θεῷ ἅπερ οὐ προσφέρει· ἀλλ' ἡ προαίρεσις υθρὰ οὖσα οὐκ ἐνεργεῖ. Καὶ ἐὰν ἴδωσιν οἱ δαίμονες ὅτι ὑβρίσθη τις ἢ τιμάσθη, ἢ ἐζημιώθη, ἢ πᾶν ὁτιοῦν ἔπαθε, καὶ θλί ται, οὐχ ὅτι ἔπαθε κακῶς, ἀλλ' ὅτι οὐκ ἤνεγκε ενναίως τὴν τοιαύτην ορμήν, φοβοῦνται οἱ δαίμο ς' γινώσκουσι γὰρ ὅτι ήψατο τῆς ὁδοῦ τῆς ἀλη μίας, καὶ βούλεται περιπατεῖν κατὰ τὰς ἐντολὰς ῦ Θεοῦ· καὶ ἐμέμνητο τοῦ ἁγίου Παχωμίου ὅτε Στέκραξεν ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων λέγων· Παϋ αι πέρπερος ὢν πλατῶναι θέλων τὸ μοναστήριον,
col. 1683–1684page 3 of 12
PG 78:1683διὰ τὸν θεόθεν αὐτῷ δοθέντα χρησμόν· ὅστις ἀκούσ σας φησί - Παρεκινήθη ὡς ἐπὶ ἀγαθῷ· οὐ μέντοι ἀντα εἶπεν οὐδέν· ἀλλ' ἐγκρατὴς τῆς καρδίας ὑπάρχων, τῇ ἐπιούσῃ νυκτὶ καταβὰς εἰς τὸ καταγώγιον μικρόν, ήρξατο κλαίειν, καὶ εὐχόμενος ἔλεγεν· Ο Θεός, τὸ φρόνημα τῆς σαρκὸς ἐν ἐμοί ἐστιν· ἔτι κατὰ σάρκα ζῶ· οὐαί μοι· μέλλω γὰρ ἀποθνήσκειν ὡς γέγραπται, τοσαύτην άσκησιν καὶ ἑτοιμασίαν καρδίας ἔχων, πάλιν θυμῷ· ἁρπάζομαι, κἂν ἐπὶ ἀγαθῷ ἐλέησόν με, μὴ ἀπόλωμαι, Κύριε· ἐὰν γὰρ εἴρῃ ἐν ἐμοὶ μέρος ὁ ἐχθρὸς ὅσον ὅσον, ἐὰν μὴ στηρίξης με, ἔσομαι ὑποχείριος αὐτοῦ· ἐὰν γὰρ πάντα τὸν νόμον σου τηρήσῃ τις, πταίσῃ δὲ ἐν ἐν!, γέγονε πάντων ἔνοχος· πιστεύω δὲ ὅτι, ἐὰν οἱ πολλοί σου οἰκτιρμοί βοηθήσωσί μοι, διδαχθήσομαι λοιπὸν τὴν τῶν ἁγίων σου ὁδὸν πορεύεσθαι τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος αὐτὸν γὰρ, ὡς δεῖ, κατῄσχυνα τὸν ἐχθρόν· καὶ πῶς διδάξω, Κύριε, οὓς καλέσεις σὺν ἐμοὶ τοῦτον ἐλέσθαι τὸν βίον, μὴ πρῶτον αὐτὸς νικήσας; Καὶ ταῦτα είν ξάμενος διέμεινεν ὅλην τὴν νύκτα, αὐτὰ μετὰ κλαυθμῶν λέγων, ἕως οὗ ἔφθασεν ἡ ἡμέρα· καὶ τῶν ἱδρώ των αὐτοῦ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ γέγονεν ὡς πηλός. Θέρος γὰρ ἦν, καὶ ὁ τόπος κατάθερμος· καὶ έλεγε θαυμάζων ὁ μακάριος· Μὴ γὰρ εἶχον τὰ δά κρυα αὐτοῦ μέτρον Πῶς μὴ χαρίσεται ὁ Θεὸς τῇ τοιαύτῃ προαιρέσει πάντα αὐτοῦ τὰ ἀγαθὰ & ᾐτής σατο παρ' αὐτοῦ, τοῦ εἶναι αὐτὸν ἀπὸ πάντων νεο κρόν; Γ'. Καὶ ἔλεγεν, ὅτι Ἐὰν λάβῃ τις νόημα θλίψαντος αὐτὸν, ἢ ζημιώσαντος, ἢ λοιδορήσαντος, ἢ ὄνει δίσαντος, ἢ εἰκῇ διασύραντος, ἢ πᾶν ὁτιοῦν κακόν ποιήσαντος, καὶ πλέκει λογισμούς· κατ᾿ αὐτοῦ, ἐπι βουλεύει τῇ ἰδίᾳ ψυχῇ ὡς οἱ δαίμονες· ἀρκεῖ γὰρ ἑαυτῷ πρὸς ἐπιβουλήν· καὶ τί λέγω, πλέκει; Βάν μὴ μέμνηται αὐτοῦ ὡς εὐεργέτου καὶ ἰατροῦ, ἀδι κεῖ αὐτὸν τὰ μέγιστα· τί γὰρ λέγεις πάσχειν; οὗτος καθαίρει· καὶ ὀφείλεις μεμνῆσθαι αὐτοῦ ὡς ἰατροῦ πεμφθέντος σοι ἀπὸ τοῦ Χριστοῦ· χρεωστεῖς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ παθεῖν, καὶ ὀφείλεις ἔχειν αὐτὸν ὡς εὐεργέτην. Εἰ δὲ οὐκ ἀπαλλάσσῃ κακίας, οὐδὲ ἐπιθυμεῖς ἀπαλλαγῆναι, ἀναίτιος Κύριος ὁ Θεός αὐτὸ δὲ τὸ πάσχειν, νοσούσης ψυχῆς ἐστιν, εἰ μὴ ενόσει; οὐκ ἔπασχες, καὶ ὀφείλεις χάριν τῷ ἀδελφῷ ὅτι δι' αὐτοῦ ἔγνω; τὴν ὁδὸν τῆς νόσου σου· καὶ ὀφείλεις δέχεσθαι τὰ παρ' αὐτοῦ ὡς φάρμακα θεραπευτικὰ πεμφθέντα σοι παρὰ τοῦ Ἰησοῦ. Εἰ δὲ μὴ μόνον οὐκ εὐχαριστεῖς, ἀλλὰ καὶ λυπῇ, καὶ διασύρεις, καὶ ἐγκαλεῖς, καὶ πλέκεις λογισμούς κατ' αύτ τοῦ, δυνάμει λέγεις τῷ Ἰησοῦ, μᾶλλον δὲ γυμνῇ τῇ κεφαλῇ· Οὐ θέλω ἰαθῆναι ὑπὸ σοῦ· οὐ θέλω δέξασθαι τὰ φάρμακά σου σαπῆναι θέλω ἐν τοῖς τραύμασι μου· ὑπήκοος θέλω γενέσθαι τῶν δαιμόνων· οὐκ οἶδα τὸν Κύριον. Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φω νῆς αὐτοῦ· καὶ τί λοιπὸν ποιήσει ὁ Κύριος; Αγαθός
col. 1685–1686page 4 of 12
PG 78:1685ῶν ὁ Κύριος ἡμῶν πρὸς τὰς κακίας ἡμῶν, ἔδωκεν ή ἐντολὰς καθαιρούσας αὐτὰς δίκην καυστήρων καὶ καθαρσίων· ὁ τοίνυν βουλόμενος καὶ ποθῶν ἰαθῆναι, ἀνάγκη αὐτὸν ὑπομεῖναι τὰ ἐπιφερόμενα ὑπὸ τοῦ Ιατρού, μετὰ πόνου καὶ σιωπῆς· οὐδὲ γὰρ ὁ νοσῶν ἡδέως ἔχει τοῦ τέμνεσθαι καὶ καίεθαι, ἢ λαβεῖν και θάρσιον· ὅμως πείθει αὐτὸν, ὅτι χωρὶς τούτων ἀδύ νατον ἀπαλλαγῆναι τῆς νόσου· καὶ λοιπὸν ἐκδίδωσιν ἑαυτὸν τῷ ἰατρῷ, εἰδὼς ὅτι διὰ μικρᾶς ἀηδίας ἀπαλ λάσσεται πολλῆς κακοχυμίας καὶ πολυχρονίας νόσου. Καυστὴρ δὲ τοῦ Ἰησοῦ ἐστιν ὁ ὑποφέρων ζημίαν. Δ'. Καὶ ἔλεγεν· Απαρον τοὺς πειρασμούς καὶ λογισμούς, καὶ οὐδεὶς ἅγιος· ὁ φεύγων πειρασμὸν ἐπωφελῆ, φεύγει ζωὴν αἰώνιον. Εἶπε γάρ τις τῶν ἁγίων· Τίς προεξένησε τοῖς ἁγίοις μάρτυσι τοὺς στεφάνους ἐκείνους, εἰ μὴ οἱ ἀδικήσαντες αὐτούς; Τις ἐδωρήσατο τῷ ἁγίῳ Στεφάνῳ τοιαύτην δόξαν ἣν ἐποίησεν, εἰ μὴ οἱ λιθάσαντες αὐτόν; Καὶ προ ἔφερεν ἀεὶ τὴν χρῆσιν τοῦ ἁγίου, ὅτι Ἐγὼ τοὺς ἐμὲ κατηγοροῦντας οὐκ αἰτιῶμαι, ἀλλὰ καὶ εὐεργέτας καλῶ καὶ ἔχω ἐμούς· καὶ οὐκ ἀπωθοῦμαι τὸν ἰατρὸν τῶν ψυχῶν φάρμακον ἀτιμίας προσάγοντα κενοδόξῳ ψυχῇ· καὶ δέδοικα μή ποτε καὶ περὶ τῆς ψυχῆς εἴπῃ Ιατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ιάθη· καὶ πάλιν· Ποσάκις ηθέλησα επισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις τὴν νοσσιὰν αὐτοῦ, καὶ οὐκ ἠθέ λησας; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ε'. Καὶ ἔλεγεν· Ἐφοβεῖτο ὁ Εὐάγριος μὴ ἐγκληθῇ ὑπὸ τοῦ Χριστοῦ καὶ εἴπῃ αὐτῷ· Εὐάγριε, ενόσεις κενοδοξίαν, καὶ ἐπήγαγόν σοι φάρμακον ἀτιμίας, ἵνα δι' αὐτοῦ καθαρισθῇς. Σὺ δὲ οὐκ ἐθεραπεύθης· τοῦτο δὲ μάθωμεν, ὅτι οὐδείς ἐστιν ἀληθεύων εἰ μὴ οἱ ψέ γοντες ἡμᾶς. Ελεγε δέ· Ο Κύριος, ὁ ἑτάζων καρδίας καὶ νεφρούς, οἶδεν ὅτι ἐὰν πάντες άνθρωποι έπαι νῶσι καὶ μακαρίζωσι τὰ ἐμὰ πάντα, άξια ψόγου καὶ αἰσχύνης ἐμπτυσμάτων εἰσίν· ἐὰν δὲ εἴπωσι· Τοῦτο καὶ ἐκεῖνο ἐποίησας· ἐγώ, Τί γὰρ τὸ ἐμὸν καλόν; Οὐδεὶς γὰρ ψεύδεται εἰ μὴ οἱ ἐπαινοῦντές με καὶ ματ καρίζοντές με· καὶ οὐδεὶς ἀληθεύει εἰ μὴ οἱ ψέγοντές με καὶ ἐξουθενοῦντες· καὶ οὐδὲ πᾶσαν τὴν ἀλήθειαν λέγουσι· καὶ εἰ ἠξιώθησαν, οὐ λέγω τὸ πέλαγος τῶν ἐμῶν κακῶν· ἀλλά τι μέρος ἰδεῖν, ἀπεστράφησαν ἂν καὶ ἀπὸ βορβόρου καὶ δυσωδίας καὶ ἀκαθάρτου πνεύματος τῆς ἡμετέρας ψυχῆς· καὶ ἐὰν γένωνται τὰ σώματα τῶν ἀνθρώπων γλῶσσαι εἰς τὸ λοιδορεῖν ἡμᾶς, πέπεισμαι ὅτι οὐδεὶς δύναται ἀξίως εἰπεῖν τὴν
col. 1687–1688page 5 of 12
PG 78:1687ἡμῶν ἀτιμίαν· πᾶς γὰρ λοιδορῶν, μέρος λέγει· τὰ ἐξ πάντα οὐ δύναται εἰδέναι· εἰ γὰρ ὁ δίκαιος Ἰὼβ εἶπεν, ὅτι Πλήρης ατιμίας εἰμί· τὸ δὲ πλήρης οὐδὲν ἐπιδέχεται· ἡμεῖς εἴπομεν, πέλαγος ὄντες κακῶν· Ἐν παντὶ ἁμαρτήματι ἐταπείνωσεν ἡμᾶς ὁ διάβολος, καὶ ἐφείο λομεν εὐγνώμονες γενέσθαι τῆς ταπεινώσεως ἡμῶν οἱ γὰρ εὐγνώμονες γενόμενοι τῆς αὐτῶν ταπεινώσεως συντρίβουσι τὸν διάβολον. Καὶ καθὼς εἶπον οἱ ἅγιοι Πατέρες· ἐὰν κατενεχθῇ ἡ ταπείνωσις εἰς τὸν ἄδην, εἰς τὸν οὐρανὸν ἀνάγεται· καὶ ἐὰν ὑψωθῇ ἡ ὑπερηφανία ἕως τοῦ οὐρανοῦ, κατάγεται εἰς τὸν ᾄδην· τίς πείθει ποτέ τεταπεινωμένον πλέξαι λογισμούς κατά τινος, ἢ κἂν ἀνέξεσθαι μέμψασθαί τινα, ἢ βάλλειν ἐπάνω ἄλλου αἰτίαν; πᾶν γὰρ ὁτιοῦν πάθῃ ὁ ταπεινὸς ἢ ἀκούσει, ἀφορμὴν λαμβάνει εἰς τὸ καταμέμφεσθαι καὶ ὑβρίζειν ἑαυτόν· καὶ ἐμέμνητο του μέσα Μωϋσέως ὅτε ἐξέβαλλον αὐτὸν οἱ κληρικοὶ τοῦ ἱερα τείου, εἰπόντες αὐτῷ· Ὕπαγε ἔξω, Αιθίοψ. Καὶ προ ξατο ἑαυτὸν ἐπιπλήττειν καὶ λέγειν Σποδόδερμα μετ λανέ, καλῶς σοι ἐποίησαν· μὴ ὢν ἄνθρωπος ἔρχῃ εἰς τὸ μέσον τῶν ἀνθρώπων· καὶ καλῶς σοι ἐποίησαν. Καὶ ἐμέμνητο τοῦ ἀ Αμμονα λέγοντος· Τέρει σεαυτὸν ἀκριβῶς δι' δ ἐξῆλθες καὶ ἐφ᾽ ᾧ πάρει, ἵνα ἐάν τίς σε ἐν οἰυδήποτε πράγματι θλίψη, σιωπάν, τὸ καθόλου μὴ φθέγγεσθαι, ἕως οὗ τῇ ἀδιαλείπτῳ προσευχῇ πραϋνθῇ σου ἡ καρδία· καὶ οὕτω λοιπόν παρακάλει τὸν ἀδελφόν· καὶ γὰρ ὁ ποθῶν τὴν ἀληθινὴν εὐθεῖαν ὁδὸν, ἐν τῷ ταράττεσθαι ἐπιπλήττει σεαυτὸν σφοδρῶς καὶ ἀεὶ ἐλέγχει σεαυτὸν καὶ λέγει Τί μαίνῃ, ψυχή μου; τί ταράττῃ ὡς ἀφρίζοντες; Αὐτῷ τούτῳ δεικνύεις ὅτι νοσεῖς· εἰ μὴ ἐνόσεις, οὐχ Αν ἔπασχες. Τί ἀφεὶς τὸ ἑαυτὴν μέμφεσθαι, ἐγκαλεῖς τῷ ἀδελφῷ ὅτι ἔδειξε σοι τὴν νόσον σου; Καὶ πράγ ματι καὶ ἀληθείᾳ μάθε τὰς ἐντολὰς τοῦ Χριστοῦ ς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, κατηγορούμενος ἐσιώπα, χλευαζόμενος ἐμακροθύμει, πάσχων οὐκ ἠπείλει. Ακούεις αὐτοῦ λέγοντος καὶ πρά σ' γματι δείξαντος· Τὸν νῶτόν μου ἔδωκα εἰς μά στιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης εμπτυσμάτων. Καὶ σὺ, ἀθλία ψυχή, ἐπὶ μικρὰν ὑδριν καὶ ἀτιμίαν, καταφρόνησιν, καὶ ἀποστροφήν, ὀνειδισμὸν ἢ συκοφαντίαν κεῖσαι πλέκουσα μυρίους λογισμούς. ἐπιβουλεύουσα ἑαυτῇ ὡς οἱ δαίμονες. Τί πλέον δύο ναται ποιῆσαι δαίμων τῇ τοιαύτη ψυχή, οἷον ποιεί αὐτὴ ἑαυτήν; Τὸν σταυρὸν τοῦ Χριστοῦ βλέπεις· εξ πάθη ἀναγινώσκομεν καθ' ἑκάστην ημέραν, ο ἔπαθε
col. 1689–1690page 6 of 12
PG 78:1689δι' ἡμᾶς· καὶ ἡμεῖς οὐδεμίαν ύβριν φέρομεν. Οντως ἐξετράπημεν τῆς εὐθείας ὁδοῦ. Ἔλεγε δὲ ὅτι, Ἐὰν ζήσῃ τις ἔτη τοῦ Μαθουσάλα, καὶ μὴ ὁδεύσῃ ταύτην τὴν εὐθεῖαν ὁδὸν ἢν ὧδευσαν πάντες οἱ ἅγιοι· λέγω δὴ τὴν τοῦ ἀτιμάζεσθαι καὶ φέρειν γενναίως· οὐ μὴ προβῇ, οὐ μικρόν, οὐ μέγα οὐδὲ εὐρήσει τὸν ἐν ταῖς ἐντολαῖς κρυπτόμενον θη σαυρόν· ἀλλὰ μόνον τὰ ἔτη αὐτοῦ ἀναλίσκει διηνεκώς διακενής. Εστι γὰρ ὅτε καταφρονεί τις πολλῶν κεντηναρίων, καὶ ἔρχεται εἰς ῥαφίδιον· καὶ ἡ προσπαθείᾳ αὐτοῦ ποιεῖ αὐτὸν ταράττεσθαι, καὶ ποιεῖ τὸ ῥαφίδιον ἐκεῖνο τόπον κεντηναρίου, καὶ γίνεται τις τοῦ ῥαφιδίου δοῦλος, ἢ τοῦ κουκουλίου, ἢ τοῦ μαν δυλίου, ἢ τοῦ βιβλίου· καὶ οὐκ ἔστι δοῦλος τοῦ Θεοῦ καὶ καλῶς εἶπέ τις τῶν σοφῶν ὅτι ὅσα πάθη ψυχής, τοσοῦτοι καὶ δεσπόται. Καὶ ὁ Κύριος· Όπου ό θη σαυρός σου, ἐκεῖ ἔσται ἡ καρδία σου. Καὶ πάλιν ὁ ᾿Απόστολος· ' τις ἥττηται, τούτῳ καὶ δεδούλωται. ς'. Καὶ ἔλεγε πάλιν ὁ μακάριος· Ωδεύομεν ἐγώ τε καὶ εἷς ἀδελφὸς μετὰ καὶ κοσμικῶν, τὴν ὁδὸν Νεαπόλεως, καὶ ἤλθομεν εἰς τόπον ὅπου τελώνειον ἦν καὶ οἱ μὲν κοσμικοὶ εἰδόντες τὴν συνήθειαν ἔδωκαν τὸ τέλος· ὁ δὲ ἀδελφὸς ὁ ὢν μετ᾿ ἐμοῦ ἤρξατο ἀντι τείνειν καὶ λέγειν αὐτοῖς· Τολμᾶτε ἀπαιτεῖν μονα χούς; Ἐγὼ δὲ ἀκούσας εἶπον αὐτῷ· Τί ποιεῖς, ἀδελφέ; οὐδὲν ἄλλο λέγεις αὐτῷ ἢ, θέλων καὶ μή θέλων τίμησόν με ἅγιον; μᾶλλον αὐτὸς ὤφειλεν, ἰδὼν τὴν καλοθελίαν σου καὶ ταπείνωσιν, αἰδεσθῆναι καὶ εἰπεῖν· Συγχώρησον. Οὐκοῦν ὡς μαθητής τοῦ πράου καὶ ταπεινοῦ δὸς, καὶ παρέλθωμεν μετ' εἰρήνης. Αλλοτε γενομένου μου εἰς τὴν ἁγίαν πόλιν Ερχεταί τις φιλοχρίστων καὶ λέγει μοι· Ἐπειδὴ μικρὰν ἀη δίαν ἔχομεν μετ' ἀλλήλων ἐγώ τε καὶ ὁ ἀδελφός μου, μὴ θέλει διαλλαγῆναί μοι· ἀλλὰ παρακλήθητι καὶ λάλησον αὐτῷ. Ἐγὼ δὲ μετὰ χαρᾶς δεξάμενος τὸν λόγον, καὶ καλέσας τὸν ἀδελφὸν αὐτοῦ, ἐλάλησα αὐτῷ συντείνοντα εἰς ἀγάπην· καὶ ἔδοξε μὲν πείθεσθαι ὕστερον δὲ λέγει μοι· Οὐ δύναμαι διαλλαγῆναι αὐτῷ ὅτι ὤμοσα εἰς τὸν σταυρόν. Ἐγὼ δὲ ὑπομειδιάσας εἶπον αὐτῷ· Ο όρκος σου τοιαύτην δύναμιν ἔχει, ὅτι Μὰ τὸν τίμιον σταυρὸν οὐ μὴ φυλάξω τὰς ἐντολάς σου· ἀλλὰ τὸ θέλημα τοῦ ἐχθροῦ τοῦ διαβόλου ποιήσω. Καὶ γὰρ οὐ μόνον οὐκ ὤφειλε στῆσαι τὸ κακῶς ὁριο σθὲν ὑφ᾽ ἡμῶν, ἀλλὰ καὶ μᾶλλον μετανοεῖν καὶ θλί βεσθαι ἐφ' οἷς κακῶς ὁριζόμεθα ἑαυτοὺς, καθώς φησιν ὁ θεοφόρος Βασίλειος ο Καὶ γὰρ Ηρώδης εἰ μετενόησε καὶ μὴ ἔστησε τὸν ὅρκον αὐτοῦ, οὐκ ἂν
col. 1691–1692page 7 of 12
PG 78:1691ειργάσατο τὸ μέγα τοῦτο ἀμάρτημα, τὸ ἀποκεφαλίσαι τὸν Χριστοῦ πρόδρομον. η Ζ΄. Ἡρωτήθη πάλιν, Πῶς ὀφείλει τις ἐξουδενωμένος ή κακολογούμενος παρά τινων, μὴ θυμούσθαι; ἀπεκρίνατο γοῦν· Ἐάν τις, εἶπεν, ἔχῃ ἑαυτὸν εὐτελή, μὴ ταράσσεται· καθὼς εἶπεν ὁ ἀββᾶς Ποιμήν. Εάν αὐτὸν εὐτελίσῃς, ἕξεις ἀνάπαυσιν. ο Η'. Καὶ ἔλεγεν, ὅτι Ποτέ τις τῶν ἀδελφῶν τῶν μεινάντων μετ᾿ ἐμοῦ καὶ λαβόντων παρ' ἐμοῦ τὸ σχήμα, πολλά συγκροτηθεὶς παρ' ἐμοῦ· καὶ γὰρ τῶν τρυφερῶν ἦν· συγκατέβαινον αὐτῷ διὰ τὴν ἀσθένειαν αὐτοῦ. Ἐν μιᾷ ἡμέρᾳ λέγει μοι· 1663 μου, πολλά ἀγαπῶ σε. Καὶ λέγω αὐτῷ· Ἐγὼ ἀκμὴν οὐχ εἶμόν τινα ἀγαπῶντά με, ὡς ἀγαπῶ αὐτόν. Ἰδοὺ νῦν λέ γεις, ὅτι 'Αγαπῶ σε· καὶ πείθομαι. Ἐὰν δὲ συμβῇ τι μὴ ἀρέσκον σοι, οὐ μένεις ὁ αὐτός· ἐγὼ δὲ, πᾶν ότι πάθω παρὰ σοῦ, οὐ δύναται ἀποστῆσαί με της ἀγά πης σου. Μικρός χρόνος παρῆλθε, καὶ οὐκ οἶδα τί συνέβη αὐτῷ. Καὶ ἤρξατο λέγειν κατ᾿ ἐμοῦ πολλά, ἕως καὶ αἰσχρῶν ῥημάτων· καὶ πάντων ἤκουον· καὶ ἔλεγον ἐν ἑαυτῷ οὕτως· Καυστήρ ἐστι τοῦ Ἰησοῦ, καὶ ἀπεστάλη ιατρεῦσαι τὴν κενόδοξόν μου ψυχήν. Από τῶν τοιούτων δύναταί τι; κερδῆσαι ἐὰν νήψῃ, ὥσπερ ἀπὸ τῶν μακαριζόντων ζημιούται. Οὗτος ἀληθῶς ὡς εὐεργέτης ἐστί. Καὶ ἐμεμνήμην αὐτοῦ ὡς Ιατροί καὶ εὐεργέτου· καὶ ἔλεγον τοῖς ἀναγγέλλουσί μας· Τι φανερά μου κακὰ μόνον οἶδε, καὶ οὐδὲ ὅλα, αλλά μέρος τι· τὰ δὲ κεκρυμμένα ἀναρίθμητά εἰσιν. Μετά καιρὸν οὖν ἀπαντᾷ μοι εἰς Καισάρειαν· καὶ ἔρχεται κατὰ τὸ ἔθος καὶ περιπτύσσεται καὶ καταφιλεί με κἀγὼ αὐτὸν, ὡς μηδενός γενομένου· καὶ ἐν τῷ λέγειν ταῦτα ὅτε συνήντει μοι περιεπτύσσετό μοι πολλά ἐμοῦ δεικνύοντος αὐτῷ μηδεμίαν ὑποψίαν, μηδ' όλως λείψανον λύπης, καίπερ πάντα ἀκούων. Όμως προσπίπτει μοι καὶ κατέχων τους πόδας μου λέει μοι· Συγχώρησόν μοι 2663 μου, διὰ τὸν Κύριον, ὅτι πολλὰ καὶ δεινὰ ἐλάλησα κατὰ σοῦ. Ἐγὼ δὲ κατα φιλήσας αὐτὸν λέγω αὐτῷ μετὰ χαριεντισμοῦ· Μέ μνηται ή θεοφιλία σου, Πάτερ, ὅτι εἶπές μοι Πολλά ἀγαπῶ σε· καὶ εἰπόν σοι· Οὔπω εὑρόν τινα άγα πῶντά με ὡς ἀγαπῶ αὐτόν. Ἰδοὺ νῦν λέγεις, ὅτι 'Αγαπῶ σε· καὶ πείθομαι· ἐὰν δὲ συμβῇ τι μὴ ἀρέ σκον σοι, οὐ μένεις ὁ αὐτός. Ἐγὼ δὲ, εἴ τι πάθω παρὰ σοῦ, οὐ δύναται ἀποστῆσαι με τῆς ἀγάπης σου. Πληροφορηθείη ή καρδία σου, ὅτι οὐδὲν ἔλαθέ με ὧν λελάληκας· ἀλλὰ καὶ τοῦ καὶ τίσι, πάντα ήκουσα· καὶ οὐδέποτε εἶπον, ὅτι οὐκ ἔστιν οὕτως· οὐδ᾽ ἔπεισέ μοί τις εἰπεῖν κατὰ σοῦ· ἀλλ᾽ ἔλεγον, ὅτι Απερ λέγει, ἀληθῆ λέγει, καὶ ἀπὸ τῆς ἀγάπη;" ιδιοποιούμενος μοι, καὶ οὐ διέλιπον μεμνημένος σου ἐν ταῖς εὐχαῖς μου. Καὶ ἵνα δείξω σαι τεκμήριον ἀγάπης· ποτέ επόνησα τὸν ὀφθαλμὸν σφοδρώς, καὶ μνησθείς που ἐποίησα τὸν σταυρὸν, καὶ εἶπον· Κύρια Ἰησοῦ Χρισ
col. 1693–1694page 8 of 12
PG 78:1693διὰ τῶν εὐχῶν αὐτοῦ ἴασαί με· εὐθέως ιάθην· καὶ ταῦτα μὲν πρὸς τὸν ἀδελφόν. Θ. Εμέμνητο δὲ ὁ μακάριος τινὸς ἀπαγγείλαντος αὐτὸν ὅτι εἶχεν ἀββᾶν πάνυ πραότατον. Καὶ ἔλεγεν ὅτι διὰ τὴν μεγάλην αὐτοῦ ἀρετὴν καὶ τὰ σημεῖα & ποιεῖ, εἶχεν αὐτὸν ὅλη ἡ χώρα ὡς ἄγγελον Θεοῦ. Ποτέ οὖν ἐνεργηθείς τις ὑπὸ τοῦ ἐχθροῦ ἐλθὼν ἐξύβρισεν αὐτὸν ἐσχάτως, πάντων ἱσταμένων, καὶ τοῦ γέροντος στήκοντος, καὶ προσέχοντος εἰς τὸ στόμα αὐτοῦ, καὶ λέγοντος· Χάρις Θεοῦ εἰς τὸ στόμα σου, ἀδελφέ. Ἐκείνου δὲ μαινομένου καὶ λέγοντος· Ναί, φαῦλε φαγοπόλις, ταῦτα λέγεις ἵνα δόξῃς πράος φαίνεσθαι λέγει ὁ γέρων· Οντως δ λέγεις, ἀδελφέ μου, ἀληθῆ λέγεις. Μετὰ ταῦτά τις ηρώτησεν αὐτὸν λέγων· "Αρτι οὐκ ἐταράχθης, καλόγερε; Καὶ λέγει· Οὐκ, ἀλλ' οὕτως ᾐσθόμην τὴν ψυχήν μου, ὡς ὑπὸ Θεοῦ σκευ πομένην. Καὶ ἔλεγεν ὁ μακάριος ᾿Αληθῶς ὀφείλει τις εὐχαριστεῖν τοῖς τοιούτοις. Γ. Ελεγε πάλιν ὁ μακάριος, ὅτι Οντος μου ἐν μοναστηρίῳ ἐν Τύρῳ πρὸ τοῦ ἐξελθεῖν με, παρέβαλεν ἡμῖν τις γέρων ἐνάρετος· καὶ ἀναγινωσκόντων ἡμῶν εἰς τὰ ἀποφθέγματα τῶν ἁγίων γερόντων ἠγάπα δὲ ὁ μακάριος πάντοτε διέρχεσθαι αὐτὰ, καὶ σχεδὸν ἔπνεεν· ὅθεν καὶ ἐξ αὐτῶν ἐκαρπώσατο πα σαν ἀρετήν. Οτε ἤλθομεν εἰς τὸν γέροντα ἐκεῖνον πρὸς ἐν ἀπῆλθον οἱ λῃσταὶ, καὶ εἶπον αὐτῷ, ὅτι Πάντα τὰ ἐν τῇ κέλλῃ σου λαβεῖν θέλομεν· καὶ αὐτοῦ εἰπόντος· Οσα ἂν δοκῇ ὑμῖν, τέκνα, λάβετε· ἔλαβον δὲ πάντα καὶ ἀπῆλθον· καὶ κατέλιπον ἓν σκαλίδ:ον. 'Ο οὖν γέρων λαβὼν αὐτὸ ὑπεδίωξεν ὀπίσω αὐτῶν βοῶν καὶ λέγων· Τέκνα, λάβετε ὁ ἐπελάθεσθε. Οἱ δὲ θαυμάσαντες ἐπὶ ἀνεξικακίᾳ τοῦ γέροντος, ἀποκατα έστησαν πάντα ἐν τῷ κελλίῳ αὐτοῦ· καὶ μετανοήσαντες εἶπον πρὸς ἀλλήλους· Αληθῶς ὁ ἄνθρωπος οὗτος τοῦ Θεοῦ ἐστιν. Ὡς ἀνέγνωμεν τοῦτο, λέγει ὁ γέ ρων· οἶδας, ἀββᾶ μου· τοῦτο τὸ ἀπόφθεγμα πάνυ με ὠφέλησε. Λέγω αὐτῷ· Πῶς, Πάτερ; Καὶ λέγει μοι Μοτὲ ὄντος μου ἐν τοῖς τόποις κατὰ τὸν Ἰορδάνην, ἀνέγνων τοῦτο, καὶ ἐθαύμαζον τὸν γέροντα· καὶ ἔλε γεν· Κύριε, ἀξίωσόν με κατ' ίχνος τούτων ἀκολουθεῖν, ὁ καταξιώσας με εἰς σχῆμα αὐτῶν ἐλθεῖν. ἃς οὖν εἶχον τὸν πόθον τοῦτον, μετὰ δύο ἡμέρας λῃσταὶ παρεγένοντο· καὶ ἐπεὶ ἔκρουσαν τὴν θύραν, καὶ ἔγνων ὅτι λῃσταί εἰσιν, εἶπον ἐμαυτῷ· Χάρις τῷ Θεῷ, ἰδοὺ καιρὸς ἐνδείξασθαι τὸν καρπὸν τοῦ πόθου. Ανοίξας ἐδεξάμην αὐτοὺς μετὰ ἱλαρότητος· καὶ ἅψας λύχνον ἠρξάμην δεικνύειν αὐτοῖ; τα πράγματα, λέ
col. 1695–1696page 9 of 12
PG 78:1695οὐ μὴ κρύψω ἀφ᾽ ὑμῶν τι. Καὶ λέγουσι μοι· 'Εχεις χρυσίον; Λέγω αὐτοῖς· Ναί, ἔχω τρία νομίσματα. Καὶ Άνοιξα σκεῦος ἔμπροσθεν αὐτῶν, καὶ λαβόντες αὐτὰ ἀπῆλθον μετ' εἰρήνης. Ἐγὼ δὲ χαριεντισάμενος, εἶπον πρὸς αὐτόν· Υπέστρεψαν, ὡς καὶ οἱ ἐπὶ τῶν γέροντι; λέγει μοι εὐθέως· Οὐ μὴ ποιήσῃ ὁ Θεός· οὐ γὰρ τοῦτο ἤθελον ἵνα ὑποστρέψωσι· καὶ ἔλεγεν· Ἰα ὁ πόθος τοῦ γέροντος ἡ ἑτοιμασία αὐτοῦ τί αὐτή παρέσχεν· ὅτι οὐ μόνον οὐκ ἐλυπήθη, ἀλλὰ καὶ ἐχάρτιν ὡς τοιούτου ἀγαθοῦ καταξιωθείς. γων αὐτοῖς· Μὴ θορυβείσθε πιστεύω ἐν Κυρίῳ, ὅτι ΙΑ'. Διηγήσατό μοι μακάριος Σέργιος οὕτως, ὅτε Ποτέ ὁδευόντων ἡμῶν μετά τινος ἁγίου γέροντος, ἐπλανήθημεν τῆς ὁδοῦ· καὶ μηδὲ γινωσκόντων ἡμῶν ποῦ πορευόμεθα, τὑρέθημεν εἰς τὰ σπόριμα· καὶ κατεπατήσαμεν ολίγα τῶν σπορίμων. Αἰσθόμενος δὲ δ γεωργός, ἤρξατο ὑβρίζειν πολλὰ μετ' ὀργῆς Ὑμεῖς, μοναχοί, εἰ ἐφοβεῖτε τὸν Θεὸν, καὶ εἶχετε αὐτὸν πρὸς ὀφθαλμῶν, οὐκ ἂν ἐποιεῖτε τοῦτο. Εὐθέως οὖν λέγει ἡμῖν ὁ ἅγιος· Διὰ τὸν Κύριον μηδεὶς λαλήσῃ. Καὶ ἔλεγεν αὐτῷ μετὰ πραότητος Καλώς λέγεις, τέκνον εἰ γὰρ εἴχομεν τὸν φόβον τοῦ Θεοῦ, οὐκ ἂν ἐποιοῦ μεν ταῦτα. Πάλιν ἐκεῖνος ὕβριζε μετά θυμοῦ· καὶ πάλιν ὁ γέρων ἔλεγεν· Ἐν ἀληθείᾳ λέγεις· εἰ ἡμεθα μοναχοί, τοῦτο οὐκ ἐποιοῦμεν· ἀλλὰ διὰ τὸν Κύριον, συγχώρησον ἡμῖν ὅτι ἡμάρτομεν. Ἐκπλαγείς δ ἐκεῖνος καὶ ἐλθὼν ἔῤῥιψεν ἑαυτὴν εἰς τοὺς πόδες αὐτοῦ, λέγων· Συχώρησόν μοι, ἀσσα, διὰ τὸν Κύριον, καὶ λάβε μεθ' ὑμῶν. Καὶ ἔλεγεν ὁ μακάριος Σέργιος, ὅτι Ἐν ἀληθείᾳ μεθ' ἡμῶν ἠκολούθησε, καὶ ἐλθὼν ἔλαβε τὸ σχῆμα. Καὶ ἔλεγεν ὁ μακάριος· (ο, ή πραότης καὶ τὸ ἀληθὲς τοῦ ἁγίου τί ηδυνήθη μετά Θεὸν ποιῆσαι· καὶ σῶσαι ψυχὴν κατ' εἰκόνα Θεού ποιηθεῖσαν, ἣν θέλει ὁ Θεὸς μᾶλλον ἢ μυρίως να σμους μετὰ τῶν χρημάτων αὐτῶν. ΙΒ΄. Καὶ ἔλεγεν, ὅτι Ποτὲ ὑπέταξα βιβλία τινά καλλιγράφῳ εὐφυεῖ· καὶ μετὰ τὸ τελέσαι τὰ γρά ψιμα, πέμπει καὶ λέγει μοι· Ἰδοὺ ἐτέλεσα· ὅτε δοκεῖ σοι πέμψον καὶ λάβε αὐτά. Αδελφὸς δέ τις ἀκούσας ταῦτα, ἀπελθὼν ἐξ ὀνόματός μου πρὸς τὸν καλλιγράφον, καὶ δοὺς τὸ συμφωνηθὲν ἔλαβεν αὐτά. Εγώ δὲ μὴ γνοὺς τοῦτο ἔπεμψα ἀδελφὸν ἡμέτερον μετά γραμμάτων σὺν τῷ κόπῳ, ὥστε λαβεῖν αὐτά. Ως οὖν ἔγνω ὁ καλλιγράφος ὅτι ἐνεπαίχθη ἀπὸ τοῦ λα βόντας αὐτά, ταραχθεὶς εἶπεν· Οντως ἀπέρχομαι καὶ ἀηδίσω αὐτὸν κατὰ δύο τρόπους, ὅτι ἐχλεύασέ με, καὶ ὅτι ἔλαβε τὰ μὴ ὄντα αὐτοῦ. Ἐγὼ δὲ ἀκούσας τοῦτο, πέμψας εἶπον αὐτῷ· Οἶδας, ἀδελφέ μου, ὅτι διὰ τοῦτο πτώμενα βιβλία, ἵνα μάθωμεν ἐξ αὐτῶν ἀγάπην, ταπείνωσιν, πραότητα, εἰρήνην· εἰ δὲ ἡ ἀρχή τῆς κτήσεως τῶν βιβλίων μάχη ἐστὶν, οὐ θέλω κτή σασθαι βιβλίον· καὶ μόνον μὴ μαχήσομαι· δούλο γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι. Ἰδοὺ οὖν καταφρονήσας
col. 1697–1698page 10 of 12
PG 78:1697τοῦ βιβλίου, ἐποίησα μὴ παντελῶς ὀχληθῆναι τὸν ἀδελφόν. ΙΓ΄. Καὶ ἔλεγεν ὁ αὐτὸς, ὅτι 'Ακηκοώς παρά τινος ἀγαπητού μοι μοναχοῦ, ὅτι ἔσχε τινὰ διάκονον ἀγαπητὸν τῆς λαύρας τοῦ ἀ Γερασίμου· καὶ οὐκ οἶδα πόθεν ἔσχεν εἰς ἐμὲ ὑπόνοιαν περὶ πράγματος φέροντος αὐτῷ λύπην, καὶ ἤρξατο στυγνάζειν μοι. Ἰδὼν αὐτὸν ἐγὼ στυγνόν, ηρώτησα μαθεῖν τὴν αἰτίαν καὶ λέγει μοι, ὅτι Τόδε τὸ πρᾶγμα ἐποίησας· ἐγὼ δὲ μὴ συνειδὼς ἐμαυτὸν τοιοῦτον πράγμα ποιῆσαι, Αρξάμην πληροφορεῖν αὐτόν. Καὶ λέγει μοι· συγχώρησον μοι· οὐ πληροφορούμαι. Αναχωρήσας οὖν ἐγὼ εἰς τὸ κελλίον μου, Αρξάμην ἐρευνῶν τὴν καρδίαν μου, εἰ τοιοῦτον πέπραχα πράγμα· καὶ οὐχ εὗρι σκον. Βλέπω οὖν αὐτὸν κατέχοντα ποτήριον καὶ δι δόντα· καὶ ὤμνυον αὐτῷ ἐν αὐτῷ ὅτι οὐ σύνοιδα ἐμαυτὸν τοιοῦτο ποιῆσαι. Οὐκ ἐπείσθη. Ἐλθὼν οὖν πάλιν εἰς ἐμαυτὸν, καὶ μνησθεὶς τῶν λόγων τούτων τῶν ἁγίων, καὶ πιστεύσας αὐτοῖς, στρέφω μικρὸν τὸν λογισμόν μου, καὶ λέγω ἐμαυτῷ· Ο διάκονος γνησίως ἀγαπᾷ με· καὶ ἐξ ἀγάπης κινούμενος ἐθάρρησε μοι 8 εἶχεν ἡ καρδία αὐτοῦ περὶ ἐμοῦ, ἵνα νήψω καὶ τοῦ λοιποῦ φυλάξω, καὶ μὴ ποιήσω αὐτό· πλὴν ψυχὴ ἀθλία, ἐπειδὴ λέγεις, ὅτι οὐκ ἐποίησα τὸ πρᾶγμα τοῦτο· μυρία κακὰ πέπρακταί σοι, καὶ ἐπελάθου αὐτῶν· ποῦ εἰσιν ὁ ἐποίησας χθὲς ἢ πρὸ δέκα ἡμε ρῶν; μέμνησαι αὐτῶν; Οὐκοῦν καὶ τοῦτο ἐποίησας, ὡς ἐκεῖνα, καὶ ἔλαθες ὡς καὶ τὰ πρῶτα· καὶ ἠρξάμην εὐχαριστεῖν τῷ Θεῷ, καὶ τῷ διακόνῳ, ὅτι δι' αὐτοῦ ἠξίωσέ με Θεὸς ἐπιγνῶναι τὸ σφάλμα μου και μετανοῆσαι περὶ αὐτοῦ. Ἀναστάς οὖν ἐν τοιούτοις λογισμοίς, ἦλθον μετανοῆσαι τῷ διακόνῳ, καὶ εὐχα ριστῆσαι αὐτῷ· καὶ ἔκρουσα εἰς τὴν θύραν καὶ ἀνοί ξας βάλλει μοι μετάνοιαν πρῶτος λέγων· συγχώρησον μοι ὅτι ὑπὸ δαιμόνων ἐχλευάσθην υπονοήσας περὶ σου εἰς τὸ πρᾶγμα ἐκεῖνο· ἐν ἀληθείᾳ γὰρ ἐπληροφόρησε μοι ὁ Θεὸς, ὅτι οὐκ ἔχεις πρᾶγμα· καὶ οὐδὲ ἀφῆκε με πληροφορῆσαι αὐτὸν, λέγων· Οὐκ ἔστι χρεία. Καὶ ἔλεγεν ὁ μακάριος· Ἰδοὺ ἡ γνησία τα πείνωσις πῶς διέθηκε τὴν καρδίαν τοῦ ποθοῦντος αὐτήν. Σὺν τούτῳ δὲ ἐμέμνητο καὶ τοῦ γέροντος τοῦ κλεπτομένου ὑπὸ τοῦ γειτνιῶντος αὐτὸν, ὅτι εἰδὼς οὐκ ἤλεγξεν αὐτόν ποτε· ἀλλὰ καὶ περισσότερον είρ γάζετο, καί φησι· Τάχα χρείαν ἔχει ὁ ἀδελφός. Εθαύμαζε τὰ σπλάγχνα τῶν ἁγίων καὶ διηγήσατο λέγων, ὅτι Ποτέ γενόμενος ἐν τῇ πεδιάδι διηγήσατό μοί τις τῶν ἡγουμένων, ὅτι Εμενεν ἐγγὺς τοῦ κοι νοσίου ἡμῶν γέρων τις· ἦν δὲ ἀγαθωτάτης ψυχῆς ἐγειτνίαζε δὲ ἀδελφό;· καὶ ἀπόντος τοῦ γέροντος ἐγερθεὶς ὁ ἀδελφὸς ἤνοιξε την κέλλαν αὐτοῦ, καὶ εἰσελθὼν ἔλαβε τὰ σκεύη αὐτοῦ καὶ τὰ βιβλία. Ως οὖν ἦλθεν ὁ γέρων ἀνοίξας τὸ κελλίον, καὶ μὴ εὑρὼν τὰ σκεύη αὐτοῦ, ἦλθε πρὸς τὸν ἀδελφὸν ἀναγγεῖλαι αὐτῷ· εὗρεν ἀκμὴν οὖν τὰ σκεύη αὐτοῦ ἐν τῷ μέσῳ οὔπω γὰρ ἦν ὁ ἀδελφὸς συστείλας αὐτά· καὶ μὴ θέλων ὁ γέρων καταισχῦναι αὐτὸν μηδὲ ἐλέγξαι, προσεποιήσατο ὅτι ἔνυξεν ἑαυτὸν ἡ γαστήρ καὶ
col. 1699–1700page 11 of 12
PG 78:1699ἀπελθὼν ἔμεινεν εἰς τὰ ἀναγκαῖα ἱκανὴν ὥραν, έως οὗ συστείλῃ ὁ ἀδελφὸς ἐκ τοῦ μέσου τὰ σκεύη· καὶ ἐλθὼν ὁ γέρων ἤρξατο λαλεῖν αὐτῷ περὶ ἄλλου πράγ ματος· περὶ δὲ τῶν σκευῶν οὐκ ἤλεγξεν. Μεθ' ἡμε ρας δὲ ἐγνωρίσθησαν τὰ σκεύη τοῦ γέροντος, καὶ λαο βόντες τινὲς αὐτὸν ἔβαλον εἰς τὴν φυλακὴν, τοῦ γέν ροντος μὴ μαθόντος. Ακούσας δὲ περὶ τοῦ ἀδελφοῦ ὅτι ἐς φυλακήν ἐστιν, οὐκ ᾔδει τὴν αἰτίαν δι' ήν εν εἰς τὴν φυλακήν· ἀλλ' ἐλθὼν φησὶν ὁ ἡγούμενος προς με (ἐπυκνάζετο γὰρ πρὸς ἡμᾶς), λέγει μοι· Ποίησον ἀγάπην· δός μοι ὀλίγα ὡὰ καὶ ὀλίγα καθαρά. Καὶ λέγω αὐτῷ· Πάντως ἔχεις τινὰ σήμερον; Λέγει μου Ναί· ἦν δὲ λαβὼν αὐτὰ ὁ γέρων ἵνα ἐλθὼν εἰς τὴν φυλακήν, ποιήσῃ παράκλησιν τῷ ἀδελφῷ. Ὡς οὖν εἰσῆλθεν εἰς τὴν φυλακὴν, πίπτει ὁ ἀδελφὸς εἰς τους πόδας αὐτοῦ καὶ λέγει αὐτῷ· Διὰ σὲ εἰμι ὧδε, ἀδες ἐγὼ γάρ εἰμι ὁ κλέψας τὰ σκεύη σου· ἀλλ᾿ ἰδοὺ τὸ βιβλίον του παρὰ τῷδέ ἐστι, καὶ τὸ ἱμάτιόν σου παρά τῷδε. Λέγει αὐτῷ ὁ γέρων Πληροφορηθείη ή καρδία σου, τέκνον, οὐ διὰ τοῦτο εἰσῆλθον, οὐδ᾽ ὅλως ἔμαθει ὅτι δι' ἐμὲ ὧδε, ἀλλ᾿ ἀκούσας ὅτι ὧδε εἶ, καὶ λυπη θεός, εἰσῆλθον ποιῆσαί σοι παράκλησιν· καὶ ἰδοὺ ὧδε τὰ ὡς καὶ τὰ καθαρά· νῦν οὖν πάντα ποιήτω έως οὗ ἐκβάλω σε ἐκ τῆς φυλακῆς. Καὶ ἀπελθὼν πρ εκάλεσέ τινας τῶν μεγάλων· ἦν γὰρ γνωστὸς αὐτοῖς διὰ τὴν ἀρετὴν αὐτοῦ· καὶ πέμψαντες ἐξέβαλον αὐτὸν ἀπὸ τῆς φυλακῆς. ΙΔ΄. Διηγοῦντο δὲ πάλιν περὶ τοῦ γέροντος τούτου, ὅτι ἀπελθόντος ποτὲ εἰς ἀγορὰν ἀγοράσαι ἱμάτιον, ἡγόρασε· καὶ δοὺς τὸ ἐν χρυσίον, ἔλιπεν αὐτῷ ἀνα πληρῶσαι νουμία. Καὶ λαβὼν τὸ ἱμάτιον, ἔθηκεν ὑποκάτω αὐτοῦ· καὶ ὡς ἐμέτρες κέρμα εἰς τὸ πλα κίον, ιδού τις ἔρχεται θέλων ἐπᾶραι τὸ ἱμάτιον· καὶ ὡ; ᾔσθετο ὁ γέρων σπλάγχνα έχων οἰκτιρμῶν, κατὰ μικρὸν ἐκούφιζεν αὐτόν· ὡς δῆθεν ἐπεκτείνων πρὸς τὸ διάστημα τοῦ κέρματος, ἕως οὗ ἀπῆρε τὸ ἱμάτιον καὶ ἀπῆλθε· καὶ οὐκ ἤλεγξεν αὐτὸν ὁ γέρων· καὶ ἔλεγεν ὁ μακάριο; Πόσου ἦν ἄξιον τὸ ἱμάτιον ἢ τὰ σκεύη ὰ ἀπώλεσεν; ἀλλ' ὅμως ἡ προαίρεσις ἦν· ἀμέλει ὅτι ἀπήρθησαν καὶ ἔμεινεν ὁ αὐτὸς, μήτε λυπούμενος, μήτε ταρασσόμενος· καὶ γὰρ, ὡς ἀεὶ λέγω, οὗ τὸ ἔχειν βλάπτει, ἀλλὰ τὸ προσπαθῶς ἔχειν. Οὗτος εἶχεν ὅλον τὸν κόσμον, οὕτως ἦν ὡς μὴ ἔχων· ἐξ ὧν γὰρ ἐποίησεν ἔδειξεν αὐτὸν ἐλεύθερον ἀπὸ πάντων.
col. 1701–1702page 12 of 12
PG 78:1701Αγωνίσωμεν οὖν, ἀδελφοὶ, καὶ ἡμεῖς τοῦ μιμεῖσθαι καὶ ζηλοῦν τοὺς λόγους τῶν ἁγίων Πατέρων, ἵνα καρποφορήσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Page scan enlarged

Notebook

Full View