PG 79Nilus of Sinai
Sentences
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (92% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1239–1240page 1 of 12
PG 79:1239Ο παρὰ φύσιν βιῶν, οὐ τηρεῖ ἐντολὰς Θεοῦ. Πᾶσα σοφία φοβεῖσθαι τὸν Κύριον, πᾶσα δὲ παι δεία ἡ μὴ διδάσκουσα νόμον Κυρίου, μωρία ἐστὶ καὶ ἀφροσύνη. Οὐ ῥύσεται πίστις καὶ βάπτισμα τοῦ αἰωνίου. πυρὸς, χωρὶς ἔργων δικαιοσύνης. Εἰ γὰρ συνετάξω τῷ Χριστῷ, τήρει τὰς ἐντολὰς αὐτοῦ, καὶ εἰ πι στεύεις τὰ μέλλοντα, ἀντιποιοῦ τῆς δόξης τῆς αἱ ωνίου, καὶ φοβήθητι την φλογίνην ῥομφαίαν· εἰ δὲ οὐ κατορθοῖς τὰ προστάγματα τοῦ Θεοῦ, μὴ λέγε πιστόν σεαυτόν. Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ, ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι᾿ ἂν γέγονε τὰ πάντα. Οὐδὲν παρέξομεν Θεῷ εἰ τηρήσομεν ἑαυτοὺς ἀγνούς, ἀλλ᾽ ἑαυτοῖς ζωὴν προξενήσομεν, καὶ ἀπό λαυσιν ἀνεκλάλητον τῶν αἰωνίων ἀγαθῶν. Με εἴπῃς, ὅτι οὐ δύναμαι τηρῆσαι ἢ διὰ πατέρα, ἢ διὰ μητέρα, ἢ διὰ γυναῖκα, ἢ διὰ τέκνα, ἢ δι ἕτερόν τινα, τὴν τοῦ Θεοῦ ἐντολὴν, οὐ γὰρ ἐκεῖνοί σε ξύσονται τῆς ἐπικειμένης ὀργῆς, καὶ τοῦ ἀτελευτήτου σκώληκος. Εστω δέ σοι πᾶς ὁ ἐναντιούμενος πρὸς κατόρθωσιν Θεοῦ, καὶ ἀρετῶν, βδελυκτὸς καὶ μισητὸς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν καλόν. ΤΟΥ ΑΥΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ Γνῶμαι ἀπάγουσαι τῶν φθαρτῶν καὶ κολλῶσαι τοῖς ἀφθάρτοις τὸν ἄνθρωπον. 557 1. α'. υδὸς εἰς ἀρετὴν, ἡ τοῦ βίου φυγή, ἀγαθή τε και σύντομος. β'. Χρὴ τὸν ἐπιθυμοῦντα τῶν ἀφθάρτων, ἀντ᾿ οὐδενὸς ἡγεῖσθαι τὰ φθειρόμενα. γ'. Εἰ τὴν ζωὴν τὴν ὄντως ποθεῖς, ἀεὶ προσδέχου τὸν ἀνθρώπινον θάνατον. δ. Μίσει τὸν παρόντα βίον, ὁρᾷς γὰρ αὐτοῦ τὸν τροχὸν ἀτάκτως κινούμενον. ε'. Μὴ ποθήσῃς ἀγαθὰ, ὧν ἡ χρήσι; παρέρχεται, καὶ ἡ κτῆσις ἀπόλλυται. ς'. Γέλα τοὺς εὐπραγοῦντας, τοῖς δυσπραγοῦσι σύμπασχε· τοῦτο μὲν γὰρ μισθοῦ, ἐκεῖνο δὲ φιλο σοφίας πρόξενον.
col. 1241–1242page 2 of 12
PG 79:1241ζ. Τὴν ὑπομονὴν ἀσκοῦ, οἵαν αὐτὴν ἔγνωμεν γυμνασθῆναι τοὺς μάρτυρας, ἐπειδὴ τὸ τῆς συνειδήσεως μαρτύριον καὶ ἡμεῖς ἀπαιτούμεθα. η΄. Πάντων προτίμα τὴν ψυχὴν, καὶ τῆς ἀρετῆς ὁ δρόμος ἀκαμάτως ἀνύεται· πάντα γὰρ φθαρτά, ἡ δὲ ψυχὴ ἀθάνατος· προτιμᾶσθαι τοίνυν τῶν φθαρ τῶν, τὴν ἀθάνατον προσῆκεν. θ'. Ετοιμάζου πρὸς τὰ λυπηρά, καὶ κερδαίνεις τὰ πλείονα. ι. Μή ζήτει παρὰ Θεοῦ τὰ ἡδέα, μόνα δὲ τὰ συμφέροντα, έκεῖνα γὰρ αιτηθεὶς, οὐ δίδωσιν, εἰ δὲ καὶ λάβης, φθείρονται. ια΄. Μὴ μέμφου τὴν πενίαν, ἀπερίσπαστον γὰρ τῷ νόμῳ τὸν ἀθλητὴν ἐργάζεται. ιβʹ. Μὴ εὐφραίνου πλούτῳ, αἱ περὶ γὰρ αὐτοῦ φροντίδες χωρίζουσιν ὡς τὰ πολλὰ, καὶ παρὰ γνώ μὴν τὸν ἄνθρωπον ἀπὸ τοῦ Θεοῦ. ιγ'. Ἐγγὺς τὸ τέλος, ὁ ῥᾳθυμῶν ἑτοιμαζέσθω πρὸς μάστιγας. ιδ. Οἱ μακρὰν τὸ θέρος, ἀκανθῶν τοίνυν τὸν ἀγρὸν τῆς ψυχῆς ἀπαλλάξωμεν. ιεʹ. Οὐδὲν λανθάνει τὸν Θεὸν, ὥστε μάτην λανθάνειν ἁμαρτάνοντες σπεύδομεν. ις'. Πρὸ τῶν ἀνθρώπων, αἰσχύνου τοὺς ἀγγέλους πολλοὶ γὰρ ἡμῖν πάρεισι, καὶ πάσης αἰσχρᾶς ἀπο χωρίζον πράξεως. ιζ'. Μερίμνα τοῦ Κριτοῦ τὸν ζυγὸν, καὶ πᾶν εἴτι σοι κίβδηλον τῆς πείρας τῆς βιωτικῆς ἐκβάλο λεται. ιη'. Ζημίαν εἶναι τὴν σχολὴν, καὶ ἄνεσιν νόμιζε, καὶ σπεῦδέ τι πράττειν, ὧν ἀπαιτεῖσθαι μέλλομεν. ιθ'. 'Αεὶ τοῦ βίου λογίζου τὸ ἀβέβαιον, καὶ οὐδέν σε τῶν ἐν αὐτῷ περισπᾶται δυνήσεται. κ'. Τα φαιδρά σε τῆς γῆς μή τερπέτω, τὰ πρόσ καίρα, άγκιστρα γάρ ἐστι τὴν ψυχὴν ὡς ἰχθὺν δε λεάζοντα, καὶ σαγηνεύοντα. και. Απέχου τοὺς πειρασμούς, εἰς δὲ τὴν ἀνδρίαν ἐπίδειξον. κβ'. Μηδέποτε πτωχὸν παρίδης δακρύοντα, ἵνα μὴ παραφθῇ τῆς σῆς προσευχῆς τὰ δάκρυα. κγ'. Η φιλοσοφία κτῆμα τοῖς ἀνθρώποις ἐξαίρε. Ο τον, οὖσα δὲ τοῖς ἀνθρώποις μόνη, μόνῳ συνεῖναι τῷ κεκτημένῳ βούλεται. κδ΄. Χιτών ἡ ἀρετὴ τοῦ Θεοῦ· ταύτην ἔφαινε, καὶ γίνῃ στολιστής τοῦ τὴν κτίσιν ἐνδύοντος. κε'. Οσα ἐπὶ γῆς, κλέπτεται, τὰ κατ' οὐρανὸν ἐργάζου, ταῦτα γὰρ τοὺς τῶν συλώντων δακτύλους οὐκ εἰσέρχεται. κς'. Παραιτεῖσθαι δεῖ τὸ τρυφήν, ἕλκει γὰρ εἰς πράξεις, ἀφ' ὧν στεναγμοί μετὰ τὴν νήψιν γίνονται. κζ'. Τους λογισμούς ἄμεινον τους φιλοσάρκους βδελύττεσθαι, φθείρουσι γὰρ τὸ σῶμα, καὶ τὴν ψυ τὴν μολύνουσιν. κη'. Οὐδὲ τὰ τῆς γῆς ἀγαθὰ χωρίς όπως ἀνασ
col. 1243–1244page 3 of 12
PG 79:1243ται, ἀνθότου τὰ οὐράνια, διὰ τὸν μόχθον, ἐκκλίσ νομεν; κθ'. Βούλει τὴν ἀρετὴν κάπου χωρὶς ἐργάζεσθαι, λογίζου τὸν κόπον, ὅτι πρόσκαιρος, καὶ τὸν μισθὸν ὡς αἰώνιον. λ'. Οσοι πρὸς τὰς ἡδονὰς τὰς ἀτόπους τετήκασι, τῆς ἀπολαύσεως τὸ βραχύ, καὶ τῆς τιμωρίας τὸ μα κρὸν λογιζέσθωσαν. λα'. "Οσον ὁ βίος υπαρός, κτηνώδης, εικότως ἡ ψυχὴ, καὶ παθεῖν, ὡς τὸ λογικὸν, καὶ ὑφ' ἑαυτῶν ζημιωθέντες ὀφείλουσι. λβ'. Πάντα νόμιζε φθαρτά, καὶ τὴν ἀρετὴν ἄφ θαρτον. λγ'. Αμέλει τῶν ἄλλων ὅσα κτηνώδη κατασκευ Βάζει τῶν ἄνθρωπον· ἐργάζου δὲ ταῦτα ὅσα σε οὐρά γιον ἀναδεῖξαι δυνήσονται. 28. Ἐπιμελοῦ τῆς ἀρετῆς, αὕτη γὰρ Θεὸν διὰ φιλοσοφίας, τὸν Ἀδὰμ ἀποδείκνυσι. λε'. Κρατεῖς γαστρός; κράτει καὶ γλώττης, ἵνα μὴ τῷ μὲν ὑπάρχῃς δοῦλος, τῷ δὲ τυγχάνῃς ἀνόνητος ἐλεύθερος. λς'. ᾿Αγάπα τὸν Θεὸν, ὑπὲρ αὐτὸν δὲ τοῖς οἰκείοις μὴ πρόσπασχε, μήπως αὐτοῦ, κατὰ τὴν αὐτοῦ φωνὴν εὑρεθῇς, ὡς οὐ θέλεις, ἀνάξιος. λα. Καρτέρει τὰς θλίψεις· ἐν αὐταῖς γὰρ τοῖς ἀθλοῦσιν ὁ στέφανος. λη'. Μακάριον πάσχειν κακῶς, τὸ ποιεῖν δὲ τρισ άθλιον, τοῦ Χριστοῦ γὰρ κληρόνομος ὁ πάσχων, ποιῶν δὲ τοῦ διαβόλου συγκληρόνομος. λθ'. Καλὸς ὁ τῆς νηστείας ἄρτος, ἐπειδὴ τῆς ζύ μης ἐστὶ τῶν ἡδονῶν ἐλεύθερος. μ'. Αγιος ὁ τῆς προσευχῆς βωμός, ἕλκει γὰρ πρὸς ἡμᾶς τὸν τῶν ἁγίων ῞Αγιον. μαʹ. Μὴ δόκει τὴν δικαιοσύνην ἀρετῆς εἶναι πάρεργον, αὐτῆς γὰρ χωρίς, πᾶσα πρᾶξις ἀκά θαρτος. μβ'. Εἰ σπείρεις πτωχοίς, τὰ σαυτοῦ σπεῖρον, τὰ γὰρ ἀλλότρια, ζιζανίων πικρότερα. μγ'. Τυφλὸς ἐλεήμων, εἰ μὴ ὑπάρχει δίκαιος, γεωργῶν ἀγρὸν, ὃν θερίζειν οὐ δύναται. μδ'. Προσδόκα μὲν ἀεὶ τὸν θάνατον, μὴ φοβού δὲ, ἀληθῆς γὰρ χαρακτήρ φιλοσοφίας ἑκάτερον. με'. Σχηματίζου τὴν ἀρετήν, οὐχ ὅπως ἀπατᾶ;, ἀλλ' ὅπως ὠφελῇς τοὺς βλέποντας. μς'. Λέγειν χρὴ καλὰ καὶ τὸν μὴ καλὰ πράτ τοντα, ὅπως ἄρξηται τῶν ἔργων, τοὺς λόγους αἰσχυνόμενος. μι'. Εἰ τὸν οὐρανὸν ποθεῖς, μηδέν σοι καὶ τῇ γι' οὐκ ἐξ γὰρ ἐκείνη πρὸς ἐκεῖνον ἀνίπτασθαι. μη. Μὴ βούλου πλουτεῖν, φιλοπτωχίας ἕνεκα, ἀπὸ γὰρ τῶν ὄντων, ἐλεεῖν ὁ Θεὸς νομοθετεῖ τὸν δ καιον. μθ'. Εἰ ποτήριον ψυχροῦν δικαιοῖ τὸν οἰκτίρμονα, πόση τις ἀμοιβὴ τὸν πάντα σκορπίζοντα τοῖς πτωχοίς διαδέχεται; ν. Πατέρες τῶν ἀρετῶν ἀγνεία, καὶ συμπάθεια,
col. 1245–1246page 4 of 12
PG 79:1245οὐ τοίνυν ἔν τῷ Χριστῷ δίχα ταύτης ἢ ἐκείνης στρα- 4 τεύεσθαι. να'. Μὴ ἀμέλει τῆς συμπαθείας, τὸ γὰρ ἐξ αὐτῆς ὄργανον, τὸν δι' ἡμᾶς σαρκωθέντα τοῖς ἀνθρώποις παρέστησεν ν. Μὴ εἴπῃς· Τίσομαι τὴν ἐχθρόν, κριτὴν γὰρ δίκαιον ἐν οὐρανῷ κεκτήμεθα. νγ'. Μὴ βούλου τρυφᾷν, μή] πλουτεῖν, μὴ δοξάζεσθαι, φθορὰ γὰρ ταῦτα τοῦ βίου, ἡμεῖς δὲ οὐκ ἐσμεν ὡς οἱ φθειρόμενοι. ιδ. Ἐπὶ νεκρῷ μὴ θρήνει, κοινὴ γὰρ ἡ ὁδὸς, ὁ δὲ φθάνων μακάριος. νε'. Τὸν ἁμαρτάνοντα πένθησον, οὐχὶ δὲ τὸν πτωχεύοντα, στεφανοῦται γὰρ αὐτὸς, ἐκεῖνος δὲ κολάζεται. νς'. Γέλα μὲν τοῦ βίου τὸν τροχὸν ἀτάκτως κυλιόμενον, φυλάττου δὲ τὸν τροχὸν εἰς ὃν κυλίει, τοὺς ἐν αὐτῷ νυστάζοντας. νζ'. Λάλει τῷ Θεῷ πολλὰ, καὶ τοῖς ἀνθρώποις ἐλάχιστα, τῇ μελέτῃ δὲ τοῦ νόμου κατορθώσεις ἑκά τέρα. νη'. Λουτὴρ ἀγαθὸς τῇ ψυχῇ τὸ τῆς προσευχῆς δά κρυον, ἀλλὰ μετὰ τὴν προσευχὴν μέμνησο τίνος χά ριν ἐδάκρυσας. νθ'. Τοὺς δυνατούς τοῦ βίου μή μακάριζε, δυνατοί γὰρ δυνατῶς ἐτασθήσονται, ὅθεν αὐτοὶ τὸν κριτὴν αυστηρότερον ἕξουσιν. ξ'. Δεῖ πονεῖν τὸν ᾿Αδάμ, ἡμεῖς δὲ πονοῦντες ἐν τῷ νόμῳ, τὴν ἀμοιβὴν κερδαίνομεν. ξα'. Ανάγκη τῆς Εὔας τοὺς κληρονόμους θλί Θεσθαι, ἀλλ' ὅταν εὐχαρίστως τὰς θλίψεις ὑπο μένωμεν, εἰς εὐλογίαν ἡμῖν ἡ κατάρα μετέρχεται. ξβ'. Λύχνῳ πρὸς τὰς πράξεις τῷ συνειδότι κέ χρησο· τοῦτο γάρ σοι ἐν βίῳ ποίας ἀγαθὰς δεί κνυσιν. ξγ'. Εαυτούς κρίνωμεν, καὶ ὁ Κριτής κατήλλα και χαίρει γὰρ ὡς ἀγαθὸς, τὸν ἁμαρτωλὸν θεω ρῶν, τὸ φορτίον σκορπίζοντα. ξδ'. Εἴ τι ρυπαρόν πέπρακται, τῇ μετανοίᾳ πλύνω μεν, μέλλομεν γὰρ τὴν εἰκόνα καθαρὰν μεθοδεύει σθαι. ξε'. Πρὶν γυμνωθῆναι, ἕλκη τῆς ψυχῆς θεραπεύω μεν, ἵνα κερδάνωμεν τοῖς φαρμάκοις τὰς μάστιγας. ξς'. Ωσπερ δυσχερῶς οἱ δεσμῶται βαδίζουσιν, ούτ τως τὸν δρόμον τῆς ἀρετῆς οἱ συμπλακέντας τῷ βίῳ καθαρὸν οὐκ ἀνύουσιν. 55. Χρὴ τὴν ἁμαρτίαν μισεῖν, οὕτως γὰρ ἐκ τῆς αὐτῆς παγίδος θάττον, καν ὀλισθήσῃ τις πρὸς αὐτ τήν, ἐξελεύσεται. ξης "Ος οὐ μισεῖ τὴν ἁμαρτίαν, ἐν ἁμαρτωλοῖς, εἰ καὶ μὴ πράττει τὴν ἁμαρτίαν, κρίνεται. 187. Μὴ ἀμέλει τῆς συμπαθείας· αὕ τη γὰρ τὸν ἀγαθὸν Δεσπότην ἐξ οὐρανοῦ κατήγα Μὴ καταφρένει τῆς ἁγνείας· τὸ γὰρ ἐξ αὐτῆς ὄργανον τὸν δι' ἡμᾶς σαρκωθέντα τοῖς ἀνθρώποις παρέστησε.
col. 1247–1248page 5 of 12
PG 79:1247ξθ. Ἐπὶ τῷ πλησίον ἁμαρτάνοντι στέναξε, ἵνα καὶ σεαυτὸν στενάξῃς, πάντες γάρ ἐσμεν ἁμαρτίαις ὑπεύθυνοι. α. Αναμίμνησκε τοῦ Κριτοῦ τὸν φίλον ὀλισθήσαντα, καὶ τὸ σὸν ἐμπλάττεις τραῦμα, κοινὸν γὰρ τῆς συμβουλῆς τὸ φάρμακον. οα'. Λέγειν τί μέλλων, ἢ πράττειν, τῆς μετὰ με κρὸν ἀπολογίας φρόντιζε, καὶ σωφρονεῖς τῷ φόβῳ διορθούμενος. οβ'. Τῆς ἁμαρτίας τὴν τιμωρίαν φοβοῦ, τὴν αἰσχύνην δὲ νάρκα, τὸ χαλεπὸν γὰρ ἑκατέρων ἄμετρον. ογ'. Τῶν μελλόντων ἀγαθῶν, καὶ τὸ κάλλος, καὶ πλῆθος ἄπειρον· ταῦτα δὲ σκιά, καὶ καπνὸς, καὶ πομφόλυγες Οδ. Μὴ σπεῖρε πονηρά, τὸ γὰρ θέρος ἐγγὺς, καὶ τὸ πῦρ τὸν γεωργὸν τῶν ἀκανθῶν ἐκδέχεται. σε'. Ρόδα τοῦ βίου ὑποκριταί, πλεονέκται, φιλο ήδονοι, ἀλλὰ μικρὸν καρτερεῖς, καὶ τὸν χόρτον θεω ρεῖς πατούμενον. ος. Πᾶσα πονηρὰ πράξις, ὁπλίζει τὸν διάβολον, ὁπλισθεὶς δὲ χαλεπῶς τοῖς ὁπλίσασι κέχρηται. οζ'. Βούλει τὸν ἐχθρὸν ἀσθενεῖν, τὴν ἁμαρτίαν περίκοπτε, καὶ γυμνωθεὶς τῶν πτερῶν, ὡς στρουθίον, ἐμπαίζεται. οη'. Οὐαὶ τῷ ἀσεβεῖ, ὅτι, ὅταν πάντες φωτίζωνται, τότε ἐκεῖνος σκοτίζεται. αθ'. Οὐαὶ τῷ βλασφήμω, δεσμείται γὰρ τὴν γλῶτα ταν, καὶ πῶς ἀπολογεῖσθαι πρὸς τὸν Κριτὴν οὐ δύ γαται. π. Οὐαὶ τῷ ἀνόμῳ, πρὸς Κριτὴν γὰρ αὐστηρὸν τε καὶ δίκαιον τὸν νομοθέτην ἀπέρχεται. πα'. Οὐαὶ τῷ πλεονέκτῃ, ὁ πλοῦτος αὐτὸν φεύγει, καὶ τὸ πῦρ ὑποδέχεται. πβ΄. Οὐαὶ τῷ ῥᾳθύμῳ, ζητήσει τὸν καιρὸν, ὃν και κῶς ἐδαπάνησεν. πγ'. Οὐαὶ τῷ ἀλαζόνι, ὅταν εἰσέλθῃ τὸν τάφον, τίς ὑπάρχει διδάσκεται. πδ'. Οὐαὶ τῷ φιλοπόρνῳ, ῥυποῦντι στολὴν νυμφικὴν, καὶ τοῦ βασιλικοῦ γάμου μετ' αἰσχύνης ἐκβάλλεται. πε'. Οὐαὶ τῷ λοιδόρῳ, καὶ σὺν αὐτῷ τῷ μεθύσῳ, ὅτι μετὰ φονευτῶν τάττονται, καὶ μετὰ μοιχῶν κολά Ο ζονται. πς'. Οὐαὶ τῷ τρυφῶντι χρόνον ὀλίγον, ὡς μόσχος εἰς σφαγὴν ἑτοιμασθεὶς, σιτεύεται. πι. Οὐαὶ τῷ ὑποκριτῇ, ὁ ποιμὴν αὐτὸν ἀρνεῖται, καὶ λύκον ὁ Κριτὴς ἀποφαίνεται. πη'. Μακάριος ὁ στενὴν ὁδεύων ὁδὸν, στεφανηφορῶν γὰρ τὸν οὐρανὸν εἰσέρχεται. πθ'. Μακάριος ὁ τὰς ἡδονὰς πατῶν, τρέμουσι γὰρ πρὸς αὐτὸν οἱ δαίμονες. 4. Μακάριος ὁ τὴν ἀρετὴν καθαρὸς καὶ τὴν ψυ χὴν ἀνυπόκριτος· κρίνειν γὰρ μέλλει τὸν κόσμον, οὐχὶ δὲ μετὰ τοῦ κόσμου κρίνεσθαι. και. Μακάριος ὁ τὸν βίον ἔχων ὑψηλὸν, ταπεινὸν
col. 1249–1250page 6 of 12
Capita parænetica
PG 79:1249δὲ φρόνημα, Χριστὸν γὰρ μιμεῖται, καὶ αὐτῷ συγκα-; θέζεται. ιβ. Μακάριος, οὗ τῆς γλώττης ὁ νόμος οὐκ ἀφ ίσταται, τούτου γὰρ τῆς σκηνῆς ὁ Θεὸς οὐ χωρίς ζεται. Αγ. Μακάριος ὁ πολλοὺς εὖ ποιῶν, πολλοὺς γὰρ εὑρήσει συνηγόρους κρινόμενος. Ιδ'. Μακάριος ὁ μὴ νοθεύων τὴν ἀρετὴν, τοῦ Κρι τοῦ γὰρ τὸ πτύον οὐκ ἐμπαίζεται. με. Μακάριος ὁ τὰς ἑαυτοῦ πράξεις κοσμῶν, πρὶν ὀφθῆναι τὸ πῦρ, ᾧ πάντα δοκιμάζεται. κς'. Μακάριος ὁ σπεύδων πρὸς τὴν ζωὴν τὴν μέλο λούσαν, τὰ παρόντα γὰρ ὄζει φθορᾶς, καὶ πρὸς θάνα τον έλκεται. Τζ'. Μακάριος ὁ τὰ φαῦλα σκορπίζων, & συν ήγαγε, καὶ καθαρὸς τῷ καθαρῷ Κριτῇ παριστάμενος. τη'. Κεφάλαιον μὲν τοῦ λόγου· ψυχὴ μὴ ἀμέλει, μέλλεις γὰρ τὸν ζυγὸν μετὰ μικρὸν μετέρχεσθαι τοῦ φοβεροῦ κριτηρίου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Εθ'. Ὡς γὰρ οἱ ἐλεήμονες, κ. τ. λ. ΝΕΙΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΚΕΦΑΛΑΙΑ Η ΠΑΡΑΙΝΕΣΙΣ. Αρχὴ σωτηρίας ἡ ἑαυτοῦ κατάγνωσις. Βέλτιον εἰκῆ ἐμβάλλειν λίθον, ἢ λόγον. Γίνου τοῖς πᾶσιν, ὡς σοὶ θέλεις πάντας. Δικαιοσύνην μᾶλλον ἔργῳ ἢ λόγῳ ἄσκει. Εὐσεβὴς οὐχ ὁ πολλοὺς ἐλεῶν, ἀλλ᾽ ὁ μηδένα ἀδικῶν. Ζῇν ἄμεινον ἐπὶ στιβάδος, καὶ θαῤῥεῖν, ἢ χρυσῆν ἔχοντα κλίνην. Ποὺς ἐκεῖνος ὁ φίλος, ὁ τὴν ψυχὴν διατρέφων. Θεὸν μὲν λόγοις ὕμνει, ἔργοις δὲ σέβου, ἐννοίᾳ δὲ τίμα. Ἱερέα φρόνησις, καὶ βίος, καὶ εὐγένεια ποιεῖ. Κάκιστόν ἐστι πᾶσι δουλεύειν αἰσχροῖς. Λόγῳ μὲν τὴν ἀρετὴν δίδασκε, ἔργῳ δὲ αὐτὴν κή ρυττε. Μή, τὸ ἔχειν ἀρετὴν, καλόν νόμιζε, ἀλλὰ τὸ ὡς δεῖ.
col. 1251–1252page 7 of 12
PG 79:1251Νόμον τιμῶν, κατά νόμον ζήσεις. Ξένος ἐκεῖνος, ᾧ ξένα τὰ τοῦ κόσμου. Ο φθονῶν ἑαυτὸν ζημιοῖ· ὁ γὰρ κατ' ἄλλων φθεγο γόμενος, φθάνει πάσχων ὑφ' ἑαυτοῦ κακῶς. Πλούσιον μήτε κολάκευε, μήτε παρόξυνε. Ρώννυσι μὲν οἶνος τὸ σῶμα, τὴν δὲ ψυχήν λόγος Θεοῦ. Σιτίοις χρῶ, οὐ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. Τοῖς ὄχλοις πειρώμενος ἀρέσκειν, τῶν ὄχλων ὅμοιος ἔσο. Ὑπὲρ πάντα καταχρῶ τῷ σώματί σου. Φιλόπονος ἐκεῖνος, ᾧ χρόνος οὐ περισσεύει. Χριστιανοῦ ἀνδρὸς μὴ τὸ σχῆμα ἀποδέχον, ἀλλὰ τὸ τῆς ψυχῆς φρόνημα. Ψέγειν ἀνεπίληπτον εἰς Θεὸν ἁμαρτία. Ωτων καὶ γλώσσης, μέγας ὁ κίνδυνος. Φόβον ἔχε Θεοῦ, καὶ πόθον, καὶ καθαρὸν πρὸς πάντας τῷ μαρτυρίῳ τοῦ συνειδότος κέχρησο. Αὐτὸν ἐφεστάναι τὸν Θεὸν πίστευε, ἐν οἷς πράτ τεις ἑκάστοτε. Φεῦγε τοὺς ἐπαίνους, αἰσχύνου δὲ τοὺς ψόγους Χαίρου, τὴν ἀρετὴν ἡνίκα πράττεις· ἀλλὰ ψη ἐπαίρου, μήποτε τὸ ναυάγιον ἐν τῷ λιμένι γένητα:. Ὅσον ἐν τῷ νόμῳ προκόπτεις, ἀπολείπεσθαι τῆς τελειότητος γίνωσκε. Πάσης πράξεως τὸ τέλος πρὸ τῆς ἀρχῆς ἐξέταζε. Νύκτωρ καὶ μεθημέραν πρὸς τὴν ἡμέραν τὴν ἐσχάτην ἀπόβλεπε. Μὴ ἀναμίγνυτο τούτῳ, ὃν παρὰ τῶν ἀγαθῶν θεω ρεῖς λοιδορούμενον Σπεῦδε μηδενὶ βλάβην, ἐν οἷς πράττεις, ἢ λέγεις, ἢ φιλοσοφεῖς, γενέσθαι. Μὴ εὐφραίνου τοῖς ἀνθηροῖς τοῦ βίου· τὸ γὰρ χόρτινον ἄνθος, ὡς ψηλαφᾶς, μαραίνεται. Ἐν τοῖς λυπηροῖς εὐχαρίστει, καὶ ὁ ζυγὸς τῶν ἁμαρτιῶν κουφίζεται. Ἐν τοῖς πειρασμοῖς ἀσφαλίζου· πολλοὺς γὰρ καὶ μειζόνων ήλεγξαν. Μὴ μέμφου τὴν τοῦ Θεοῦ μακροθυμίαν· κοινόν γάρ ἐστι φάρμακον. Μίσει τὸ ἀνώμαλον τοῦ βίου, ἐπ' αὐτὸ δὲ τὸν Θεὸν Ο μὴ διάβαλλε. Προσέχωμεν ἑαυτοῖς, καὶ ἄλλους οὐ σκώψομεν. Πολλὰ γὰρ ἐν ἡμῖν, ἀφ᾽ ὧν τοὺς ἄλλους σκώπτη μεν. Ψαλμὸς ἔστω σοι εὐχῆς ἐν τῷ στόματί σου· Θεὸς γὰρ ὀνομαζόμενος φυγαδεύει τοὺς δαίμονας. Προσευχὴ μετὰ νήψεως γενέσθω, ἵνα μὴ τὸν Θεὸν αἰτοῦμεν, οἷς αὐτὸς οὐκ ἀρέσκεται. 'Αεὶ μνημόνευε τοῦ Θεοῦ, καὶ οὐρανὸς ἡ διάνοια του γίνηται. Χαλίνου τὸν ὀφθαλμόν· ὡς γὰρ οὐκ οἶδας, θέμα Θεται.
col. 1253–1254page 8 of 12
PG 79:1253Φείδου τῆς γλώττης· πολλάκις γὰρ προφέρει, Α' ἅπερ ἄμεινον κρύπτεσθαι. Γεώργει τῇ μελέτῃ τοῦ νόμου, τὴν διάνοιαν· ἐκτίλλει γὰρ τῶν λογισμῶν τοὺς πονηρούς, συνεχῶς μετ λετώμενος. Τὰς ἀρετὰς κρύπτε· μάρτυρας δὲ τοῦ βίου πολ λοὺς κέκτησαι. Μίσει τὰς ἡδονὰς τῆς σαρκός· ῥυπαρὰν γὰρ μετὰ τοῦ σώματος τὴν ψυχὴν ἐργάζονται. Μόνα δίδου τῇ σαρκὶ ὅσα χρήζει λαβεῖν, οὐχ ὅτα βούλεται. Μὴ ἀγάπα τὸ τρυφᾷν φιλίαν γὰρ πρὸς τὸν βίον ἐμποιεῖ, ἔχθρα δὲ πρὸς τὸν Θεὸν ἑκατέρου τίκτεται. Αποστρέφου τὴν ἐν τῷ βίῳ χαράν· αὕτη γὰρ Ολισθαίνει καὶ σκελίζει τοὺς τρέχοντας. Πλοῦτον εἰ μὲν ἔχεις, σκόρπιζε. Εἰ δ' οὐκ ἔχεις, μὴ σύναγε. Οπλον ἡγοῦ τὴν νηστείαν, καὶ τὴν προσευχὴν τεῖχος, καὶ λουτῆρα τὰ δάκρυα. Οσα ἐξήμαρτες, πάντα μετὰ στεναγμῶν μέμνησο γίνεται γὰρ ἐντεῦθεν τῇ ψυχῇ διηνεκής κατάνυξις. Περιποιοῦ τοὺς πτωχούς· οὗτοι γὰρ ἡμῖν τὸν Κριτὴν καταλλάσσουσι. Ταῖς χρείαις τῶν ἁγίων κοινώνε:· δι' αὐτῶν γάρ σοι κοινωνία πρὸς τὸν Θεὸν γίνετα:. Τὴν ἐκκλησίαν ὡς οὐρανὸν πάτει· καὶ μηδὲν ἐν αὐτῇ μηδὲ λέγε, μηδὲ λογίζου γήϊνον. Αναγκαῖαν νόμιζε την αυτάρκειαν, παραχώρει δὲ τῷ Θεῷ τὴν ὑπὲρ ταύτης μέριμναν. Κύλλα τὴν σάρκα ἀγαθοῖς πόνοις, παντελῶς δὲ αὐτὴν μὴ καταπεσείν φρόντιζε. Πίνε τὸν οἶνον ἐλάχιστον· ὅσον γὰρ κολοβοῦται, εὐεργετεί τους πίνοντας. Κόλαζε τὸν θυμόν· μανίας γάρ ἐστι πατὴρ, τὸ μέσ τρον ἐξερχόμενος. Ἐν ταῖς νόσοις, τῇ προσευχῇ πρὸ τῶν ἰατρῶν καὶ φαρμάκων κέχρησο. Τοὺς ἱερεῖς πάντας μὲν τίμα, τοῖς ἀγαθοῖς δὲ πρόστρεχε. Αγάπα τοῦ Θεοῦ τοὺς οἴκους, οἶκον δὲ Θεοῦ καὶ σαυτὸν κατασκεύασον. Εἰς τὴν ἐκκλησίαν σύχναζε· θορύβων γὰρ ἡμᾶς καὶ ζάλης ἀπαλλάττει τῶν ἔξωθεν. Οσα ἐν τῇ γῇ, πρόσκαιρα· μή σε νῦν λύπει τὸ χωριζόμενον. "Όταν σου λογισμός ηδυπαθείας ἐγγένηται, ἀντ ἔστησον αὐτῷ τὴν τῶν ἀνθρώπων αἰσχύνην, καὶ τὴν τοῦ Θεοῦ πρόσκρουσιν. Ασφαλίζου τὴν ἀκοὴν καὶ τοὺς ὀφθαλμούς· δι' αὐτῶν γὰρ πάντα τὰ μέλη τῆς κακίας εἰσέρχονται. Ηνίκα προσεύχῃ, τὸν λογισμὸν πρὸς Θεὸν ἀν άγαγε, και περισπασθεὶς κατέλθῃ, πάλιν αὐτὸν ἀνα άγαγε.
col. 1255–1256page 9 of 12
PG 79:1255Οὐ παύεται ἡ διάνοια τίκτουσα· σὺ δὲ τοὺς μὲν φαύλους ἔκτειλε, τοὺς δὲ ἀγαθοὺς γεώργησον. Χαῖρε τῇ ταπεινώσει· τὸ γὰρ ἐξ αὐτῆς ὕψος πολύ, καὶ πεσεῖν μὴ δυνάμενον. Ασκει τοσοῦτον, ὅσον χαλάσαι τῆς σαρκὸς τὰ κι νήματα· κἂν ἀσθενήσῃ, πρὸς ὑγείαν τὸ σῶμα, μὴ πρὸς τρυφὴν θεράπευσον. Τοὺς πονηροὺς τῶν λογισμῶν, λογισμοῖς ἑτέροις ἀναμόχλευε. Λογίζου τῶν οὐρανῶν ἀγαθῶν τὴν εὐπρέπειαν καὶ πάθος οὐδέν σοι τῆς γῆς, ἢ τῶν ἐκ ταύτης τερ πνῶν ἐπεισέρχεται. Ηνίκα τι περὶ Θεοῦ ἐπέρχεταί σοι νοεῖν, μὴ τὸν Θεόν, ἀλλὰ σαυτόν· οὐδὲν γὰρ ἀσφαλές, ὑπὲρ τὸ μέτρον, ὅπερ χωροῦμεν, ἐπέρχεται. Τὰς φαύλους ἐνθυμήσεις σπόρον εἶναι τοῦ διαβόλου πίστευε· οὕτω γὰρ αὐταὶ παύονται ὁ δὲ σπορείς αἰσχύνεται. Φείδου τὰ πολλὰ γέλωτος· χαυνοί γὰρ τὴν ψυχήν. Χαυνωθεῖσα δὲ τῷ τοῦ νόμου χαλινῷ εὐχερῶς ἀπο δύεται. Εἰς ἔργα δεῖ τὴν ψυχὴν καὶ προσευχάς μερίζει σθαι· οὕτω γὰρ οὐ πολλὰς εὑρίσκει πρὸς ἡμᾶς τὰς εἰσόδους ὁ διάβολος. Ἔργον εἶναι τοῦ νόμου τὴν ἀνάγνωσιν νόμιζε, όταν μετὰ τῆς γλώττης ὁ νοῦς τρυγῆσαί τι θέλων, ἐν ταῖς βίβλοις ἐργάζηται. Ἐὰν εἰς ἔργα τὴν χεῖρα κινῇς, ἡ γλῶττα ψαλ λέτω, καὶ ὁ νοῦς προσευχέσθω· ἀπαιτεῖ γὰρ ἀλ παρ' ἡμῶν ὁ Θεὸς μνημονεύεσθαι. Πᾶσαν μὲν πρᾶξιν διὰ προσευχής σφράγιζε ταύτην δὲ μάλιστα, ἐφ᾽ ἦν τὸν λογισμὸν θεωρεῖς ἀμφιβάλλοντα. Εἰ βούλει τὰ τῶν χειρῶν ἔργα, θεῖά σοι καὶ μὴ χοϊκά γίνεσθαι, κοινά σοι τὰ ἐξ αὐτῶν γένεσθω προς τοὺς χρήζοντας. Χαῖρε τῇ τῶν ἁγίων ἐντεύξει· δι' αὐτῶν γὰρ ὁ Θεός, ἐμφανίζεται. Τοὺς ἀληθῶς ἁγίους ἀπὸ τῶν ἔργων διάκρινε. Εκαστον γὰρ δένδρον ἐκ τοῦ καρποῦ γνωρίζεται. 'Αεί τι κερδαίνειν ἐκ τῆς θεωρίας τῆς τῶν ἁγίων σπούδαζε· ἐπιτήρει δὲ αὐτῶν βλέμμα, καὶ σχῆμα Επωφελὲς γὰρ ἐκάτερον. Ακακίαν ἄσκει τῇ καρδίᾳ, καὶ ἁγνείαν τῷ σώματι ταῦτα γὰρ ἄμφω σε Θεοῦ ναὸν ἀπεργάζεται. Οὕτως οὖν φύλαττε τὸν ναὸν, ὡς τοῦ Κτίσαντος καὶ κρίναι μέλλοντος, καὶ τὴν εἰκόνα σε (τὴν ἑαυτοῦ) καθαρὰν μεθοδεύοντος. Αἱ τῶν βιωτικῶν ὁμιλία: τὸν λογισμὸν ἀπὸ Θεοῦ χωρίζουσι· διόπερ αὐταῖς μηδὲ συλλάλει, καὶ τοὺς λαλοῦντας Εκκλινε.
col. 1257–1258page 10 of 12
PG 79:1257Οταν λοιδορηθής, σκόπει μὴ τί σοι τῆς λοιδορίας πέπρακται ἄξιον· εἰ δὲ οὐ πέπρακται, καπνὸν εἶναι φεύγοντα τὴν λοιδορίαν νόμιζε. Ἐν οἷς ἀδικῇ, τῇ ὑπομονῇ πρόσφευγε, καὶ πρὸς τοὺς ἀδικοῦντας ή βλάβη μεθίσταται. Ηνίκα πλοῦτον ἢ δόξαν ὁρᾷς, ἢ βιωτικὴν δυνα στείαν, λογίζου τὸ ἐν αὐτοῖς φθαρτόν, καὶ διαφεύγεις τὸ δέλεαρ. Καρτέρει τὰς θλίψεις· ἐν καθάπερ ἐν ἀκανθαι; μόδα φονται. αὐταῖς γὰρ αἱ ἀρεταί, φύονται τε καὶ τρέ Μηδὲν εἶναι τῆς ἀρετῆς ἴσον εἰς ἀξίωμα νόμιζε. υψις γάρ ἐστι Θεοῦ· διόπερ ἐστὶ, καθὰ καὶ αὐτὸς, ἄτρεπτος. Θρήνει τὸν ἁμαρτωλὸν εὐθηνοῦντα· τὸ ξίφος γὰρ αὐτῷ τῆς δίκης ἐπιτείνεται. Μητέρα κακῶν τὴν ῥαθυμίαν νόμιζε. ᾿Αγαθὰ γὰρ ἃ μὲν ἔχει;, συλῇ· ἃ δὲ οὐκ ἔχεις, οὐκ ἐξ προσκτήσασθαι. Όταν φαύλα πράττων, ἐπ' αὐτοῖς μὴ αἰσχύνεται, βαρεῖται τὸ τραῦμα, καὶ τὸ πτῶμα εἰς ἀπόγνωσιν Έρχεται. 'Οσάκις ἀθυμεῖς, λογίζου πόσα τοῖς πιστοῖς παρ εσκεύασται, καὶ ὁ καρπός σοι τοῦ πνεύματος εὐχε ρῶς παραγίνεται Χρὴ τὸν πιστὸν ταπεινοῦσθαι πρὸ; πάντας· τὸ γὰρ πρὸς ἐνίους ταπεινοῦσθαι, πεπλανημένην τὴν ταπείνωσιν κέκτηται. Τῆς πρὸς τὸν πλησίον ἀγάπης μηδὲν προτιμήσῃς, πλὴν ὅσα ἐξ αὐτῆς ἡ ἀγάπη πρὸς τὸν Θεὸν παραβλέ κεται. Μηδενὶ παρὰ τὸν νόμον τοῦ Θεοῦ πρόσκειτο, μηδὲ πρόσπασχε· Θεὸν γὰρ ἀνάξιον ποιεῖται, αὐτοῦ τινὰ προτιμών. Μὴ συνηγόρει τοῖς κακοῖς· αὐτοὺς μὲν γὰρ εἰς κακίαν ἀλείφεις, σὺ δὲ μολύνῃ τῇ κοινωνία του πράγματος. Νουθέτει τὸν ἁμαρτάνοντα, μὴ κατηγόρει τον πταίοντα· λοιδόρου μὲν γὰρ τὸ δεύτερον, τὸ δὲ πρό τερον διορθούντος. ᾿Ακούειν ἀεὶ καὶ λαλεῖν τὰ τῶν ἁγίων σπούδαζε εἰς ζῆλον γὰρ ἀγαθὸν τὴν ψυχὴν ἐρεθίζουσι. Εἰ γὰρ μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένηται καὶ εἰς πό νου, καὶ εἰς πολέμους ευδοκιμήσῃ, πείρᾳ ἐπιδειξάμενος τὴν νίκην, καὶ τρόπαια κατὰ τῶν ἐναντίων φέ των. Πόσῳ μᾶλλον ἐπὶ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ· τὰς δὲ δωρεὰς τοῦ ἁγίου Πνεύματος που ρανίου; οὐδεὶς καταξιοῦται λαβεῖν εἰ μὴ πρότερον γυμνασθείη ἐν τῇ μελέτῃ τῶν ἁγίων ἐντολῶν, καὶ οὕτω λαμβάνων ὅπλον ἐπουράνιον αὐτὴν τὴν χάριν, ἀγωνίζεται κατὰ τῶν πνευμάτων τῆς πονηρίας· ὅσον γάρ τις προσκόπτει εἰς τὸν πνευματικὸν ἀγῶνα, ἀκμὴν λαμβάνει τῶν τοῦ πνεύματος μυστηρίων καὶ τῶν τῆς σοφίας θησαυρῶν, καὶ ὅσον ἐν τῇ χάριτι αὐξάνει, τοσούτων προκόπτει εἰς τὸ γινώσκειν τὰ τῆς κακίας νοήματα, του Δεσπότου Χριστοῦ βοηθοῦντος αὐτῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Αμήν.
col. 1259–1260page 11 of 12
PG 79:1259Εἰ Ἐκκλησίαν κατ' οἶκον ἕκαστος τὴν διάνοιαν ἔχομεν, καὶ τελεῖν ἐν αὐτῇ τοὺς θεσμούς τῆς ἐκκλησίας ὀφείλομεν. Εἰ τελεῖται σύναξις ἐν Ἐκκλησίᾳ, παράβαλε· εἰ δὲ μὴ τελεῖται, σὺ ψάλλων ἀποστολικὸν Εὐαγγέλιον, ἀπελθε. Τὴν τῶν ἀρετῶν δόξαν ἐκ τῶν ἁγίων κατόπτευε ἀθάνατοι γὰρ αὐτῶν αἱ δόξαι, καὶ μετὰ θάνατον γίνονται. Τὴν κακίαν τότε μισήσεις, ὅταν λογίσῃ, δαιμόνων ὅτι ἔστι καθ' ἡμῶν στιλβουμένη μάχαιρα. Εἰ νουθετεῖς τὸν πταίσαντα, κράσον συμπαθείς τὰ βήματα· καὶ τὰ μὲν ὦτα μαλάσσονται, ἡ δὲ καρ δια φωτίζεται. Ὅταν ἐν ἁγίοις λαλεῖς, ἐρώτα τὰ τοῦ πνεύματος ὅταν δὲ μὴ τοιούτοις λαλεῖς, οὐ ταῦτα λάλει. Τὰς πράξεις ἀεὶ τὰς ἀγαθὰς ἐπίσπευδε, μή ποτε καταλιπὼν αὐτὰς, ἡμιτελὴς ἀπελεύσῃ. Οὕτω τρέχε, ἵνα καταλάβης, τουτέστιν ἀπαύστως. Δεῖ γὰρ τὴν ἀρετὴν τρέχειν, μέχρις ἂν ἐξέλθωμεν τοῦ βίου τὸ στάδιον. Μὴ γίνου περὶ τὴν ἐργασίαν τῶν ἐντολῶν ὀλίγο ωρος· τοῖς γὰρ τοιούτοις ὁ κόπος ἀκερδής, ἐπὶ κόπου προστίθεται. Τὴν ὑπομονὴν καὶ πρὸ τῆς ἀνάγκης άσκει, όπως αὐτῆς εὕρῃς καὶ ἐν τῇ ἀνάγκῃ τὴν πανοπλίαν ἕτοιμον. Μάχου τοῖς πονηροῖς λογισμοῖς, καὶ λέγε πρὸς αὐτοὺς ὅσα τῷ νόμῳ λαλεῖται. Σπουδῇ πολλῇ τὸν ὀφθαλμὸν ἐκ τοῦ βίου μετά τη σον· καπνὸς γὰρ ἐξ αὐτοῦ πονηρός, θολὴν τὴν ψυχὴν ἀναδίδοται. Εἰ φαύλῃ τινὶ συνηθεία κεκράτησαι, μετὰ μικρὸν ἀπότεμνε· καὶ κόπου πολλοῦ χωρὶς, τῆς ψυχῆς ἀποβαλεῖς τὴν ἄκανθαν. Καθαρὸν ὄντα τὸν Θεὸν, καθαρῶς ἀγάπα· καὶ τοῦ ἐπὶ πάντων, πάντα δεύτερα νόμιζε. Εἰ θέλεις είναι ναὸς Θεοῦ, θυσίαν ἐνδελεχισμοῦ τὴν προσευχὴν αὐτῷ τὴν διηνεκή πρόσφερε. Τὸν ἀμελῶς βιοῦντα, μὴ προσλάμβανε σύμβουλον ὁ γὰρ τοῖς κακοῖς χαίρων, ἀγαθὰ καὶ μισεῖν καὶ συμβουλεύειν οὐκ ἀνέχεται. Πάσης ἀπέχου φθορᾶς, καὶ τοῦ μυστικοῦ δείπνου πᾶσαν ἡμέραν μέτεχε. Οὕτω γὰρ Χριστοῦ τὸ σῶμα τὸ ἡμέτερον γίνεται. Ἐν οἷς παιδεύῃ παρὰ Θεοῦ, μή γόγγυζε παι δεύει μὲν γὰρ ὡς πατήρ· εὐχαριστεῖσθαι δὲ ὡς εὐεργέτης ἐστὶν ἄξιος. Οταν ἀτιμασθῇς, χαῖρε· εἰ μὲν γὰρ ἀδίκως, ὁ μισθὸς πολύς· εἰ δὲ δικαίως, ἐὰν σωφρονῇς ἐκουφί σθῆς τῆς μάστιγος. Σκιᾷ καὶ τροχῷ τὰ λυπηρὰ τοῦ βίου καὶ τὰ φαι δρὰ παράβαλλε· ὡς γὰρ σκιὰ οὐ μένει, καὶ ὡς τρο χὸς κυλίεται. Δεὶ προκόπτειν κατὰ Θεὸν σπούδαζε. Ο γὰρ με
col. 1261–1262page 12 of 12
PG 79:1261κρῷ ἐπὶ μικρὸν προστιθεὶς πλοῦτον καλὸν καταβραχὺ συλλέγει, παρὰ πάντων ζητούμενον. Εἰ βούλει τῆς κολάσεως εκφυγεῖν τὸ ἐπίπονον, μηδένα ποτέ λοιδορήσῃς· ἐκ τούτου γὰρ τὸ θεῖον παρ οξύνετα:. Εἰ θέλεις ἐκ τοῦ οἴκου σου ἀποδιώξαι πᾶσαν μάστιγα, μὴ κακολογήσεις ὁμόφυλον ἄνθρωπον· ὁ γὰρ ποιήσας αὐτὸν, εἰκότως παροξύνεται. Εἰ θέλεις πάσης ἁμαρτίας ἀνώτερος εἶναι, πράξεις ἀλλοτρίας μὴ καταμάνθανε πολλὰ γὰρ εἰσὶν ἐν σοι, ἀφ᾽ ὧν ἕτερον ὑπολαμβάνεις. Φεύγε τὴν ὑπερηφανίαν, ὦ ἄνθρωπε, κἂν πλού σιος ᾖ, μήποτε τὸν Θεὸν ἀντιτασσόμενον ἕξεις. Φίλει τὴν ταπεινοφροσύνην, και μέγας ὑπάρχεις, ἵνα ὑψωθῇς ἐν ἡμέρᾳ κρίσεως. Μη σκώψης ἄνθρωπον, καὶ μώμον οὐχ ἕξεις ἐν πάσῃ ζωή του. Ὅταν ἐν Ἐκκλησίᾳ υπάρχεις, μὴ μετεωρίζου ἐνώπιον γὰρ βασιλέως οἱ ἑστῶτες, οὔτε γελῶσιν, οὔτε μετεωρίζονται. Μὴ καταφρόνει τῆς ζωῆς σου, καὶ ἀδιαφόρως πρᾶττε παρὰ τὸν νόμον, ἵνα μὴ παρὰ νόμον τὴν ἀπώλειαν ἔξεις. Μετὰ πάσης ἀσφαλείας μνημόνευε τῶν εἰρημένων, Ένα σε λαμπρὸν τῷ βίῳ ἀναδείξωσιν. Ζήλωσον βίον σεμνόν, ἵνα έχεις παρρησίαν ἐπι στρέφειν τοὺς ἁμαρτάνοντας. Ασφαλίζου τὴν αὐθάδειαν, μὴ ἐπιπλήξεις τινί, ἵνα μὴ κατακριθῇς ὡς ὑψηλοφρονήσας. Μὴ γελάσῃς ἐπὶ πτώματι ἑτέρου, ἵνα μὴ γελασθῇς ὑφ' ὧν οὐ θέλεις. Φύλασσε τὰς παραινέσεις ταύτας, ἵνα στέφανον δό ξης προξενήσωσί σοι. Γενοῦ ἐγκρατὴς τῶν ἐντολῶν τούτων, ἵνα προσ ἀξωσί σε ἐμφανῆ τοῖς ἀνθρώποις, καὶ εὐάρεστον τῷ Θεῷ· οὕτω γὰρ ἤδεται τὸ θεῖον καὶ τοιούτοις κατορθώμασι θεραπεύεται ὁ Θεός. 'Αεὶ προκόπτειν ἐν τοῖς ἀγαθοῖς ἔργοις σπούδαζε ὁδὸς γὰρ εἰς ἀρετὴν ἡ τοῦ βίου φυγή. Μακάριος ὁ τὸν βίον ὑψηλὸν ἔχων, ταπεινὸν δὲ φρόνημα. Χριστὸν γὰρ μιμεῖται, καὶ αὐτῷ συγκαθ ίσεται. Μακάριος οὗ τῆς γλώττης ὁ νόμος οὐκ ἀφίσταται τούτου γὰρ τῆς σκηνῆς ὁ Θεὸς οὐ χωρίζεται. Μακάριος ὁ πολλοὺς εὐποιῶν· πολλοὺς γὰρ εὑρίσκει συνηγόρους κρινόμενος. Μακάριος ὁ μὴ νοθεύων ἀρετήν· τοῦ κριτοῦ γὰρ τὸ πτύον οὐκ ἐμπαίζεται. Μακάριος ὁ τὰς ἑαυτοῦ πράξεις κατακοσμών μέλλει γὰρ πῦρ ἀναφθῆναι, ᾧ τὰ πάντα δοκιμάζεται. Μακάριος ὁ σπεύδων πρὸς τὴν ζωὴν τὴν μέλλουσαν τὰ παρόντα γὰρ ἔζει φθορᾶς, καὶ πρὸς θάνατον Έλχει.
Continue reading PG 79: Sermo →≣ entire volume
Page scan enlarged

Notebook

Full View