PG 79Nilus of Sinai
Discourse
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1263–1264page 1 of 8
PG 79:1263Μακάριος ὁ τὰ φαῦλα σκορπίζων & συνήγαγε και θαρὸς καθαρῷ τῷ κριτῇ παριστάμενος. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις. Ψυχὴ μὴ ἀμέ λει· μέλλεις γὰρ τὸν ζυγὸν μετὰ μικρὸν ὑπέρχεσθαι τοῦ φοβεροῦ κριτηρίου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὡς οὐκ οἶδας γὰρ ὁ θάνατος ἔρχεται. ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΟΥ ΝΕΙΛΟΥ Λόγος Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου τὸ φάσκον, «Νῦν ὁ ἔχων βαλάντιον, ἀράτω ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. ΚΕΦΑΛ. Α'. Τὸ προκείμενον ῥητὸν, κατὰ μὲν τὴν ἱστορίαν, πολλὴν ἔχειν δοκεῖ τὴν ἐναντιότητα, καὶ μάχεται ταῖς λοιπαῖς τοῦ Κυρίου παραινέσεσιν· κατὰ δὲ τὴν ἀναγωγὴν, καὶ τὸ τῶν διδασκομένων παρίστησιν ὠφέλιμον, καὶ τὸ τοῦ διδάσκοντος κηδεμονικόν, ὅπως ταῖς κατὰ ψυχὴν ἡλικίαις ἐν τῷ προκόπτειν ἐπὶ τὴν τελειότητα, κατὰ τὴν τῆς αὐξήσεως ἀναλογίαν, ἁρμοζούσας ταῖς καταστάσεσι ποιεῖται τὰς παραινέσεις. Πῶς γὰρ νῦν μάχαιραν λαβεῖν κελεύει, τοὺς ἤδη παιδευθέντας παρατιθέναι τὴν σιαγόνα τοῖς ῥαπίζουσιν; πῶς δὲ καὶ πωλεῖν τὸ ἱμάτιον, καὶ ἀγοράζειν μάχαιραν, τοῖς διὰ τὸ παρειληφέναι μὴ ἔχειν δύο χιτῶνας, μόνον κεκτημένοις ὃ ἐφόρουν ἱμάτιον; εἰ μήτιγε γυμνούς περιιέναι ἐβούλετο τοὺς ἀποστόλους, ἀλλ' ὁμολογουμένως άσεμνον τοῦτό γε, καὶ οὐ κατὰ τὴν τοῦ Κυρίου παράδοσιν· οὐ γὰρ ἂν ὁ φρον τίσας τῆς κατὰ τὴν ψυχὴν αὐτῶν ἐλευθερίας ἐκ τοῦ μηδὲν κεκτῆσθαι περιποιῶν αὐτοῖς τὸ ἀμέριμνον, πάλιν τοῦ πρέποντος ἡμέλησε, γυμνὸν περιφέρειν κελεύων τὸ σῶμα. Ὡς γὰρ τὸ περαιτέρω προελθεῖν τῆς χρείας, καὶ τὴν ψυχὴν ἐνδῆσαι περιτταῖς καὶ ματαίαις φροντίσιν ἀφιλόσοφον, οὕτως τὸ παραιτήσασθαι λειτουργίαν, μανιώδες, καὶ σωφροσύνης άλ λότριον καταστάσεως· δεῖ τοίνυν ζητῆσαι ἀμφοτέροις ἐφαρμόζουσαν τοῖς προστάγμασι λύσιν, καὶ δεῖξαι τὸ ἐξ ἑκατέρων εὔλογον, ὅτι εἰσαγομένοις μὲν ἔπρεπεν ἡ πρώτη ἐντολὴ, τελειωθεῖσι δὴ ἡ δευτέρα. Εἰ γὰρ καὶ ἄσεμνον κατὰ τὴν λέξιν τὸ γεγυμνῶσθαι κατὰ τὸ σῶμα, ἀλλὰ γοῦν κατὰ τὴν θεωρίαν, οὐ μόν νον εὐπρεπές, ἀλλὰ καὶ χρήσιμον λίαν. Ἔστι μὲν οὖν τῇ ἱστορίᾳ συνηγοροῦντα παραμυθήσασθαι τὴν τοῦ ῥητοῦ δυσχέρειαν, οὕτως, ὅτι ἀρχομένοις μὲν τῆς θεοσεβείας τοῖς ἀποστόλοις ὁ Κύριος ἀκτημοσύνην ἐπέτασσεν, πρὸς μόνην αὐτοὺς ἀσχολῆσθαι τὴν μελέτην τῶν θείων μαθημάτων βουλόμενος, καὶ εἰδὼς τοῖς ἀτελεστέροις ἐπικίνδυνον τὴν τῶν χρημά
col. 1265–1266page 2 of 8
PG 79:1265των κτήσιν, προκόψασι δὲ, καὶ τὴν τούτων λοιπὸν οὐκ ἐπιδεχομένοις βλάβην, ἐπιτρέπει τούτοις ἀδεῶς αὖθις κεχρῆσθαι, οὐκ ἔτι κατὰ τοὺς πολλοὺς τῷ ἀρ γυρίῳ προσπάσχοντας, οὐδὲ νικωμένους φιλαργυρίας ἀπάτῃ, φησὶν καὶ Ὅταν ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; νῦν δὲ λέγω ὑμῖν· Ὁ ἔχων βαλάντιον, λαβέτω, καὶ πήραν ὁμοίως. Έδει γὰρ αὐτοὺς ἐν ἀρχῇ μηδὲν ἐπιφερομένους, πεῖραν λαβεῖν τῆς τοῦ διδασκάλου δυνάμεως, σχεδιαζούσης αὐτοῖς καθεκάστην ἀμερίμνως τὴν χρείαν τοῦ σώματος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ πρὸ μικροῦ εἰρημένον, ἵνα ἐγγυμνασθέντες τῇ ἀκτημοσύνη, ἕξιν ταύτης λάβωσι δυσμε? τακίνητον, τὸ ἀπροσπαθὲς ἑαυτοῖς κατ' ὀλίγον κατορθώσαντες, διὰ τὴν πολλοὺς ἀπολέσασαν φιλαργυρίαν. Αὕτη γὰρ, καὶ τὸν Ἰούδαν εἰς τὸ τῆς προδοσίας κατέβαλε βάραθρον, ἐνεθίσαντα τοῖς χρήμασιν ἐκ τοῦ πεπιστεῦθαι τὸ τῆς διακονίας τῶν πιστῶν γλωσ σόκομον. ΚΕΦΑΛ. Β'. Οὐκ οἶδα δὲ λοιπὸν, περὶ τοῦ, «'Ο ἔχων μάχαιραν λαβέτω, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐ τοῦ, καὶ ἀγορασάτω μάχαιραν, ο πῶς ἀπολογήσεται ὁ τῆς ἱστορίας προϊστάμενος εἰρηνικοὺς εἶναι τοῦ Κυρίου, καὶ ἐπιεικεῖς πανταχοῦ βουλομένου τοὺς μαθητάς. Φέρε δὴ οὖν ἴδωμεν, πῶς τὸ αὐτὸ πρόσταγμα, σωματικῶς μὲν, καὶ πρὸς λέξιν ἐστὶν ἀδύνα τον, πνευματικῶς δὲ καὶ δυνατὸν, καὶ ὠφέλιμον. Εγγὺς τοῦ πάθους γενόμενος ὁ Κύριος, καὶ μέλλων τῷ σταυρῷ προσέρχεσθαι, ἐπιβουλῇ μὲν τῶν Ἰου δαίων, γνώμῃ δὲ οἰκείᾳ διὰ τὴν σωτήριον οἰκονομίαν, ταῦτά φησιν, παρασκευάζων πρὸς μάχην τοὺς μαθητάς, τῶν ἀντιπαρατασσομένων τῇ ἀληθείᾳ, μάχην οὐκ ἐρέσχελον, διάθεσιν στρατηγουμένην θυμῷ, ἀλλ' ἀγῶνος ἅμιλλαν ἐνθέου, καὶ ζῆλον Θεοσεβείας ἔχουσαν πεπυρωμένον· ἑώρα γὰρ ἤδη τους ἀναιδεῖς κύνας Ἰουδαίους λυσσῶντας κατὰ τῆς θείας διδασκαλίας, καὶ καταλύειν σπεύδοντας τὸ σωτήριον κήρυγμα, διὸ πρὸς τὸν κατ᾽ ἐκείνων αὐτοὺς διαίρων ἀγῶνα, ἀφεῖναι μὲν κελεύει την προτέραν επιείκειαν, χωρεῖν δὲ πρὸς ἔλεγχον τῶν ἀνατρέπειν πειρωμένων τὴν ἀλήθειαν μαχιμωτέρῳ λόγῳ. Χρεία μὲν γὰρ τῷ Χριστιανῷ πρό γε ἁπάντων, ἀναγκαίου ἐνδύματος, τῆς προσηκούσης τῷ ὀνόματι καταστάσεως. Κοσμεῖ γὰρ ἐνδύματος οὐκ ἔλαττον σεμνή καταστολή, καὶ ἦθος ἐπιεικὲς τὸν Χριστιανὸν, χρεία δὲ καὶ λόγων ἀμυντηρίων ἐν καιρῷ τῆς πρὸς τοὺς ἐναντιουμένους μάχης, Εν μὲν οὖν τῷ καιρῷ, φησιν, ᾧ ἀπ έστειλα ὑμᾶς ἐν τῷ Ἰσραήλ διδασκάλους καλῶς εἰ ρηνικὴν ἐπεδείκνυσθε κατάστασιν, πρὸς ὑπακοὴν τοὺς ἀπειθεῖς διὰ τῆς τοιαύτης ἕλκοντες πολιτείας, καὶ ὑπαγόμενοι πρὸς τὸ εὐπειθὲς αὐτοὺς τῇ ἡμερό
col. 1267–1268page 3 of 8
PG 79:1267πρὸς τὸ πεῖσαι βίος ὀρθὸς, ἀξιόπιστον δυσώπε μα ἑαυτὸν τῷ γνωρίμῳ προσφέρων), ἐπειδὴ δὲ μετὰ τὴν ἐμὴν ἀνάληψιν οἱ ἐχθροὶ τῆς ἀληθείας ἐπιθήσονται ταύτῃ, ἕκαστος τῶν ἐπιμελουμένων τῆς ἠθικῆς και ταστάσεως εκβαινέτω τῆς σπουδῆς ταύτης, καὶ πρὸς ἅμιλλαν παρασκευαζέσθω. Οὐδὲν γὰρ ἄτοπον τῶν προηγουμένων ἕνεκεν ἀπολιπεῖν πρὸς καιρὸν τὰ ἥττονα, καὶ τὴν πραΰτητα μεταθέμενον, γενέσθαι πολεμιστήν. τητι (άνυσιμώτερος γὰρ τῆς τῶν λόγων δεινότητας ΚΕΦΑΛ. Γ'. Τοῦτο γὰρ καὶ ὁ προφήτης παραινεί λέγων· Ο προς έστω μαχητὴς, καὶ ὥσπερ τὸ προφητικὸν τὸ λέγον• • Συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιδύνας εἰς δρέπανα, ν ἐν τῷ τὰς δυνάμεις τῆς ψυχῆς ποιεῖν σκεύη γεωργικά, παυσαμένου τοῦ πρὸς τὰ πάθη πολέμου, οὕτως πάλιν ἐκ τοῦ ἐναντίου καλὸν ἀφεῖναι τὸν προσήκοντα κόσμον, καὶ πρὸς μάχην ἑτοιμάζεσθαι, όταν πόλεμος ὁ καλῶν ᾖ, καὶ μάχαιραν μεταχειρίζεσθαι ὑπὲρ τῶν Δεσποτικῶν ἐντολῶν, ἀποδυόμενον τὸ τῶν ἠθικῶν ἀρετῶν ἱμάτων, κἂν γυμνὸν δέῃ πολεμεῖν. Τάχα δὲ μᾶλλον ἀσφαλέστερον οὗτος τοῦ ἐνδεδυμένου πολεμήσει. Τοῦτο γὰρ ὁ προφήτης δηλοῖ·. Απολείται φυγὴ ἐκ δρομαίου, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὑτοῦ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν οὐ μὴ διασωθῇ. Καὶ ἐπιφέρει·. Θ γυμνός διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.» Τοιοῦτον γυμνὸν εἶναι βούλεται, καὶ τὸν πωλοῦντα τὸ ἱμάτιον, καὶ ἀγοράζοντα μάχαιραν, μὴ παραιτούμενον τὸ κατὰ τὴν λέξιν δοκοῦν ἀπρεπές, διὰ τὴν τοῦ σημαινομέν νου ἀλήθειαν. Τοῖς γὰρ συμβαίνουσιν ἀεὶ τοὺς ἀν θρώπους ἁρμόζεσθαι θέλων, πολλάκις, καὶ τὰ ἐναν τία συμβουλεύει· καὶ ποτὲ μὲν, ὡς ἤδη φθάσαντε; εἴπαμεν, ῥαπίζεσθαι, καὶ μὴ ἀγανακτεῖν διδάσκει, ποτὲ δὲ μάχαιραν φορεῖν, πολεμικὴν ἐπιδεικνυμένους σχῆμα καὶ ἐπάγγελμα, τῇ ὄψει πρὸ τῆς πείρας καταπλήττοντας τοὺς πολεμίους. Καὶ τῷ ἐπιτάσσοντι δὲ πρὸ ὀλίγου προφήτῃ, τὰ πολεμικὰ ὅπλα ποιεῖν σκεύη γεωργικά, τὸ ἐναντίον ἕτερος προ φήτης παρεγγυά, τὰ γεωργικά ποιῆσαι πολεμικά. Ὁ μὲν γάρ φησι·: Συγκόψατε τὰς μαχαίρας ὑμῶν εἰς ἄροτρα, καὶ τὰς ζιδύνας εἰς δρέπανα. Ο δ Συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα εἰς σειρομάστας· ἡ ἐναντία μὲν συμβουλεύοντες κατὰ τὴν λέξιν, ἀλλ' οὐκ ἐναντία κατὰ τὴν διάνοιαν. Ο μὲν γὰρ ἀρχομένοις τοῦ πρὸς τὰ πάθη πολέμου, ὁ δὲ τροπωσαμένοις τοὺς πολεμίους τὸ πρακτέον ὑποτίθεται. Έως καιροῦ τοίνυν, καὶ ἐνδεδυμένον, εἶναι καλὸν, καὶ πάλιν ἀποδύεσθαι, ὅταν μάχαιραν ἀντὶ ἱματίου κτήσασθαι δέοι. Οὔτε γὰρ τοσοῦτον ἱμάτιον ὅσον μάχαιρα εἰς ἀσφαλείας λόγον ἱμάτιον γὰρ, κόσμος μὲν, οὐ μὴν καὶ ἀσφάλεια, μάχαιρα δὲ πολλὴν τῷ μαχομένῳ παρέχει την φυ λακήν. Καὶ ὅτι ἕως καιροῦ χρήσιμον τὸ τοιοῦτον
col. 1269–1270page 4 of 8
PG 79:1269ἱμάτιον, καὶ φθάσας ἐπὶ τὴν τελειότητα, καὶ ἐπὶ τοῦ σώματος τῆς θεωρίας ἀνελθὼν ἐπιστρέφειν χε κώλυται. Σαφῶς γὰρ διδάσκει λέγων ὁ Κύριος, «Ο ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὸ ἱμάτιον αὑτοῦ.» ΚΕΦΑΛ. Δ'. Εστι δὲ καὶ οιήσεως δώματα, ἐφ᾽ ὧν τοὺς ἀνα βάντας μέμφεται εἰπὼν ὁ προφητικὸς λόγος, φάσκων· 581 Τί ἐγένετο, ὅτι πάντες ἀνέβητε εἰς δώματα μάταια;» Οὐ γὰρ ἀρετῆς ἦν ὕψος τὸ δῶμα καλῶς τεθεμελιωμένης, ἀλλὰ καινοῦ φυσήματος οίδημα, σφαλερὰν τὴν ἐπὶ τοῦ τοιούτου ποιοῦντος ὕψους διαγωγήν· τὸ δὲ τῆς ἀληθείας δῶμα βέβηκεν ἑδραίως, παγίαν ἔχον τὴν μετὰ μετρίου φρονήματος οἰκοδομηθεῖσαν ἀρετὴν, ἀφ᾽ ἧς πεσεῖν οὐκ ἔστιν· στεφάνη γὰρ αὕτη ἀσφαλῆς τοῦ δώματός ἐστι, γυμνὸν καὶ ἄκακον ἄνω τὸν ἀνελθόντα ὡς ἐν τῷ παραδείσῳ φυλάσσουσα. Εἰ δὲ καὶ μὴ ἀποδύσαιτό τις τὸ τοιοῦ τον Ιμάτιον, λωφήσαντος τοῦ πρὸς τὰ πάθη πολέμου, καὶ τὸν ἐν ταῖς ἡθικαῖς ἀρεταῖς πόνον μὴ μεταθείη ἐπὶ τὸ κτήσασθαι τὴν τοῦ λόγου δύναμιν, μηδὲ βού λεται λοιπὸν ἀκαίρου πόνου ἀπολύειν τὸ σῶμα μετά τὸ παρελθεῖν τὸν εἰς τοῦτο διὰ τῶν ἡδονῶν ἐξυβρίζοντα, ἐπιπλήττεται ὡς οὐ δεόντως, ἔτι, τήν τε τοῦ ἱματίου πρᾶσιν, καὶ τὴν τῆς μαχαίρας ἀγορασίαν ἀναβαλλόμενος, ὡς ἔστιν ἀκοῦσαι τοῦ Παροιμιαστοῦ λέγοντος· ο 'Αφελοῦ τὸ ἱμάτιον σαυτοῦ· παρῆλθε γὰρ ὑβριστής.» Οὐκ ἔλατον γὰρ τῆς ἐν τῇ πρακτικά σκληραγωγίας ἡ περὶ τὴν ἄσκησιν τῶν θείων λογίων σπουδή καταπονεῖ τὸ σῶμα, παρέχει δέ τι καὶ πλέον τῷ πονοῦντι πρὸς καθαρότητα, μὴ ἐχού σης καιρὸν τῆς διανοίας ἐπιστρέφεσθαι, καὶ σχολάζειν τοῖς παρενοχλεῖν ἐθέλουσι πάθεσι, διὰ τὴν περὶ τὰ κρείττονα τοῦ λογισμοῦ προσεδρίαν. Ο μὲν γὰρ τῆς σκληραγωγίας πόνος, κεκοπωμένου τοῦ σώματος, καιρὸν δίδωσιν ἴσως τοῖς πάθεσι, κινῆσαι πρὸς τὰς ἰδίας ύλας σχολάζουσαν τὴν ἐνθύμησιν· ἡ δὲ θεω ρία ὅλον πρὸς ἑαυτὴν κατέχουσα τὸν νοῦν περισπώμενον, οὐ παραχωρεί, οὐ λέγω πάθει, ἀλλ᾽ οὐδὲ ἀνθρωπίνῳ λογισμῷ πρὸς ἀναγκαίαν ἴσως καλοῦντι χρείαν. Νικῇ γὰρ οὐ μόνον ἡδονὴν ἐμπαθῆ, ἀλλὰ καὶ φυσικὴν ἀνάγκην ἡ τῆς θεωρίας ἡδονὴ, τὸ τερ πὸν τῷ ὠφελίμῳ συγκεκραμένον ἔχουσα. Τοῦτο καὶ ὁ Παῦλος εἰδώς φησιν· Ἡ σωματική γυμνασία τρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια εἰς πάντα ὠφέλιμός ἐστι, κακείνῃ τὸ ἐν καιρῷ χρήσιμον μαρ τυρῶν, καὶ ταύτῃ διδοὺς τὸ διηνεκές τῆς ὠφελείας καὶ μόνιμον, ἐπεὶ καὶ ἐν τῷ μέλλοντι πέπαυται και ἄσκησις σωματική, γνῶσις δὲ προσθήκην δέχεται τελειότητος, ἀπὸ τοῦ διεσόπτρου, καὶ ἐν αἰνίγματι προκόπτουσα ἐπὶ τὸ πρόσωπον ὁρᾷν πρὸς πρόσωπον “ τὰ ἐλπιζόμενα. ΚΕΦΑΛ. Ε'. Απολυτέον οὖν ὡς ἱμάτιον τὴν σωματικήν για * 16; ΣΙΙΙ, 15.
col. 1271–1272page 5 of 8
PG 79:1271μνασίαν, καὶ τοὺς ἐκείνης πόνους, ὡς τιμῆς τοῦ πεπραμένου, τὴν τῆς εὐσεβείας κτητέον μάχαιραν, χρησίμην ἐσομένην πρὸς φυλακὴν τῶν ὑπαρχόντων καὶ ἀσφάλειαν. Αὕτη καὶ καύχημα γίνεται ἡ μά χαιρα, καύχημα οὐκ ἀλαζονικῆς ἀπονοίας ολέθριον φρύαγμα, βοηθείας δὲ Θεοῦ εὐχάριστος διάθεσις, ὡς εἴρηται πρός τινα· «Υπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου, καὶ ψεύσονται σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τοὺς τραχήλους αὐτῶν ἐπι θήσῃ. • Οὕτως πωλεῖται τὸ ἱμάτιον, καὶ οὕτως ἀγοράζεται ἡ μάχαιρα καὶ τούτου τὴν κτῆσιν παρέχον οὐχ ὑπάρχουσαν πρότερον, καὶ αὐτὸ παραμένον καθ' ἕξιν, κἂν οἰκονομικῶς σχολάζῃ τῇ ἐνεργεία. Έξις γὰρ κἂν ἀργίαν ἄγοι τῆς ἐπιβαλλούσης εργασίας, ἀλλοῦνγε την δύναμιν ἔχουσα έῤῥωμένην, ὅτε βούλεται ἐνεργεῖν ἀνεμπόδιστος πέφυκεν, τεχνίτου δίκην ἐν ταῖς ὕλαις ἐπιδεικνυμένου τὴν τῆς ἐπιστήμης ἀκρίβειαν, ἀπορίᾳ δὲ τούτων ἀργοῦντος, ἡσυχαζούσης, οὐκ ἀφανιζομένης τῆς ἐπιστήμης. Πῶς γὰρ ἡ τὸ τοιοῦτον ἀποδυσαμένη ἱμάτιον, καὶ πάλιν αὐτῷ κεχρῆσθαι διὰ τὴν πρὸς τοὺς ἀτελεστέρους συγκατ τάβασιν ἀναγκαζομένη, φησίν· «Εξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν· ο εἰ μὴ καὶ παρ έμενε τὸ τοιοῦτον ἱμάτιον, σχολάζον τῇ ἐνεργείᾳ καὶ ὑπάρχον δυνάμει τῆς ἔξεως; Ο οὖν πωλήσας τη ἱμάτιον ὠνεῖται πάντως τὴν μάχαιραν, κακείνο μὴ εκποιήσας, καὶ τοῦτο κτησάμενος. Μάχαιραν δὲ Αγόρασε, ποίαν, ἢ περὶ ἧς ὁ Χριστός φησιν· ε Ούκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν;» μάχαιραν καλῶν τὸν τοῦ κηρύγματος λόγον· ὡς γὰρ ἡ μάχαιρα διαιρεῖ τὰ συμπεφυκότα, καὶ τὸ συνεχές σῶμα δια τέμνει εἰς μέρη, οὕτως ὁ τοῦ κηρύγματος λόγος εἰς ἑκάστην χωρήσας οἰκίαν, τότε τοὺς κακῶς ἐν τῇ ἀπιστίᾳ ἡνωμένους ἀπ' ἀλλήλων διέτεμεν, υἱὸν ἀπὸ πατρός, θυγατέρα ἀπὸ μητρὸς, καὶ νύμφην ἀπὸ πενθερᾶς ἀποδιαιρῶν, αὐτὴν κατατέμνων τὴν φύσιν ἐδείκνυε τὸ πέρας τῆς τοῦ Κυρίου παραγγελίας, ὅτι σφόδρα χρησίμως, καὶ ἐπὶ συμφέροντι τῶν ἀνθρώπων μάχαιραν λαβεῖν τοὺς ἀποστόλους ἐκέλευσεν. ΚΕΦΑΛ. Γ'. Εὐθέως οὖν ὁ Πέτρος ἀποκρίνεται δύο λέγων ἔχειν μαχαίρας, ὃς καὶ ἱκανὰς πρὸς τὸν προκείμενον ἔφη σὰν ἀγῶνα ὁ Κύριος εἶναι. Αὗται δέ εἰσιν, ὥς φησιν ὁ ᾿Απόστολος, ἔλεγχος τῶν ἀντιδιατιθεμένων, καὶ παράκλησις τῶν πιστῶν· οὕτως γὰρ τῷ Τίτῳ γράφων, ταύτας ἐγχειρίζει τοῖς διδασκάλοις, λέγων· ο Ινα δυνατὸς ᾗ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν, τὸν λόγον εἰς εἴδη δύο διαιρῶν· ἄλλο γὰρ εἶδος τὸ τῆς πρὸς τοὺς πιστοὺς διδασκαλίας, καὶ ἄλλο πρὸς τοὺς ἐχθροὺς τῆς ἀληθείας. Τὸ μὲν γάρ ἐστιν ἔλεγχος ψεύδους, τὸ δὲ τῆς ἀληθείας βεβαίωσις. Οτι δὲ μάχαιραν τὸν λόγον καλεῖ, πᾶσι δῆλον, τετριμμένης διὰ τὸ πρός χειρον τῆς Γραφικῆς λέξεως τῆς λεγούσης· «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.· Ἐνταῦθα γὰρ τὸ
col. 1273–1274page 6 of 8
PG 79:1273ἄμφηκες, ὡς εἴρηται διὰ τοῦ λόγου. Δύναται δέ τις οι δύο μαχαίρας λέγειν σαφήνειαν καὶ ἀλήθειαν. Αὗται γὰρ, ὅταν ὦσι παρεζευγμένοι τῷ λόγῳ, ἱκανῶς χει ροῦνται τοὺς ἀντιδιατιθεμένους. Διὰ τοῦτο καὶ ὁ ἀρχιερεὺς ἐπὶ τὰς τοῦ περὶ στέρνα λογίου μυστικῶς ἐπικειμένας εἶχε δήλωσιν καὶ ἀλήθειαν, δήλωσιν πρὸς σαφήνειαν τῶν λεγομένων, καὶ πρὸς ἀνατροπὴν ψεύδους ἀλήθειαν. Φαίνεται οὖν ὁ Πέτρος, καὶ χρησάμενος τῇ μαχαίρα σαφῶς, ὅτι τὸ ὡτίον ἀπ έκοψε τοῦ δούλου τοῦ ἀρχιερέως, καὶ τοῦτο μυστικῶς ἅμα, καὶ συμβολικῶς ἐπιτελῶν· ἐν ἀρχῇ μὲν γὰρ τοῦ κηρύγματος͵ οἱ ἀπόστολοι, καὶ τὸ νομικόν ἐποίουν προσάγοντες τῇ θύρα τῷ εἰπόντι, «Εγώ εἰμι ἡ θύρα, ο τοὺς λέγοντας ήγαπηκέναι τὴν τοῦ νόμου δεσποτείαν, καὶ τὸ τῆς παιδείας λαβόντες ὁπήτιον, ἐπειρῶντο την δουλικὴν ἀκοὴν μετατιτραν εἰς ἐλευθερίας ὑπακοήν. "Οτε δὲ ἀναξίους ἔκριναν ἑαυτοὺς οἱ Ἰουδαῖο: τῆς αἰωνίου ζωῆς, καὶ ἦν ἀνάγκη στραφῆναι λοιπὸν εἰς τὰ ἔθνη, τότε τῷ ῥήματι τοῦ Πνεύματος ἀποκόπτουσι τέλεον αὐτῶν τὴν ἀκοὴν, ὡς οὐκ ἔτι ἀξίων ὄντων διὰ τὴν ἀπείθειαν τοῦ τῆς ἐλευ θερίας λόγου· τὸ γὰρ εἰπεῖν· ι Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ, ν μετατι τρἂν ἦν τὴν δουλικὴν ἀκοὴν εἰς ἐλευθερίαν τὸ δὲ πάλιν ἐπιφῆσαι· ι Οτι ἀναξίους ἐκρίνατε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, στρεφόμεθα εἰς τὰ ἔθνη, ἀποκόψαι ἦν τέλεον αὐτῶν τὴν ἀκοήν. ΚΕΦΑΛ. Ζ'. Καὶ ὁ Παῦλος τὸ αὐτό φησιν αὐτοῖς λέγων· «Οι τινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε. Τὶ γὰρ ἐκπεσεῖν τῆς χάριτος τοῦτο ἦν, τὸ ἀποκοπῆναι τοῦ τῆς ἐλευθερίας λόγου. Διὰ τοῦτο καὶ ὁ Κύριός φησιν· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη» μετὰ τὴν ἀποκοπὴν τοῦ ἐκείνων ὠτίου, τὸ τῶν ἐθνῶν πρὸς ὑπακοὴν ἀνοίγων ὠτίον. Τοῦτο καὶ ἡ Παλαιά Γραφὴ πρὸ πολλοῦ καὶ ἄνωθεν μαρτύρεται, ἀμφότερα διαρρήδην προφητεύουσα, ὅτι κἀκείνων ἀποκοπήσεται τὸ ὠτίον, καὶ ὅτι προστεθήσεται τοῦτο τοῖς ἔθνεσι. Πρὸς μὲν γὰρ τὴν Συναγωγὴν ὁ Ἰεζε κιήλ φησι· ι Ρινάς σου καὶ ὦτά σου ἀποκόψουσιν· ο οὔτε γὰρ τῆς εὐωδίας τῶν μύρων ἀντελάβοντο Χρι στοῦ, ὡς ἡ λέγουσα, ο Εἰς ὀσμὴν μύρων σου δραμούμεθα, › οὐδὲ ὡς πρόβατα φωνῆς τοῦ Ποιμένος ἀκοῦ σαι ἠθέλησαν ἠκρωτηριασμένοι καὶ λελωβημένοι τὰ καίρια τῶν αἰσθήσεων. Ο δὲ Ἡσαΐας αὐτὴν εἰσ ἀγει τὴν ἐξ ἐθνῶν λέγουσαν, «Προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα οἷον γὰρ ταύτῃ προσέθηκε ὠτίον, τοιοῦτον ἐκείνης ἀπέκοψεν. Καὶ ταῦτα μὲν περὶ τῶν πεπρακότων τὸ ἱμάτιον, καὶ λαβόντων μάχαιραν ἀρκούντως εἴρηται. Εἴδωμεν δὲ εἰ πάντες ἐν τῷ φορεῖν τὸ τοιοῦτον ἱμά τον φοροῦμεν ὀρθῶς, ἐπειδὴ περί τινων γέγραπται, ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ περὶ ἄλλων, ὅτι ν
col. 1275–1276page 7 of 8
PG 79:1275τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοιίνοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου. Μή ποτε οὖν στολὴν ἐπισυνηγμένην δόλῳ ἔχουσιν, οἱ ἐν ταῖς αἱρέσεσιν ἐπ᾿ ἐνέδρᾳ τῶν ἁπλουστέρων, τὰ τῶν ἠθικῶν ἀρετῶν ἀμπεχόμενοι ἱμάτια, δοκησισκοπία μᾶλλον ἢ ἀληθείᾳ ὡς ἀλλότρια ταῦτα παρατιθέμενοι, καὶ σχῆμα πρᾶον καὶ ἐπιεικὲς ἐπιμορφαζόμενοι, δι ὧν δελεάζουσι τοὺς ἐπὶ τὴν ἀπώλειαν ἀγκιστρεψη μένους; ΚΕΦΑΛ. Η'. Οὗτοι δὲ μετὰ καταλλαγῆς ἐν τῷ μέλλοντι αἰῶνι, τὰ τοιαῦτα ἀποτίσουσιν ἱμάτια· οὐ γὰρ ἀμοιβές πόνων ἀπολήψονται, ἀλλὰ τιμωρίαν καὶ κόλασιν τῆς ἀπάτης ἐκτίσουσιν, ἐκδικοῦντος ἐκδίκησιν τοῦ Θεοῦ ἐπὶ τοὺς ἐνδεδυμένους ἐνδύματα αλλότρια, ὡς ἐν τῷ προφήτῃ φησίν· πᾶν γὰρ δ μὴ αὐτοῦ ἕνεκεν τοῦ καλοῦ, ἄλλου δέ τινος γίνεται χάριν, οὐ μόνον ἄμισθον, ἀλλὰ καὶ ὑπεύθυνον μάλιστα ὅταν ἐπ' ἐνέδρα πράττεται τῶν ὁρώντων, δέλεαρ ἀπωλείας τοῖς ἁπλουστέροις γινόμενον. Κενοδοξία μὲν γὰρ ἀνόνητον ποιεῖ τὸν πόνον τῆς ἀρετῆς, καὶ τῶν αἰωνίων μισθών ἀποστερεῖ τὸν κάμνοντα, αὕτη μεγάλων πόνων εὖ ωνος γινομένη μισθὸς, καὶ πρόσκαιρος ἐπιπόνων ἄθλων εὐφημία, καὶ τιμὴ ὠκύμορος, πρὶν ἀνθῆσαι μαραινομένη, καὶ παρηβῶτα πρὶν ἀκμᾶται δεόντως. Εὐσεβείας δὲ μόρφωσις ἐπὶ ἀπάτῃ τεχναζομένη, οὐκ εἰκαῖον ἔχει μόνον τὸν κάματον, ἀλλὰ καὶ ἐπικίνδυνον, οὐ ζημίαν μισθῶν, κόλασιν δὲ μακρὰν και ταδικαζομένη, καὶ λίαν ἐπώδυνον. Οὕτως μοχθήσασί τισι, καὶ τοιοῦτον ἀναδεξαμένοις πόνον, ὁ ᾿Απόστο λος ἔλεγε· «Τοσαῦτα ἐπάθετε εἰκῆ, είγε καὶ εἰκῆς, τὸ μὲν, εἰκῆ, τάξας ἐπὶ τῆς τῶν μισθῶν ζημίας, τὸ δὲ, εἴγε καὶ εἰκῇ, ἐπὶ σχετλιασμῷ προσδοκωμένης κολάσεως. Εχόμενα δὲ τοῦ θυσιαστηρίου ποιοῦσι παραπετάσματα δεσμεύοντες σχοινίοις τὰ ἱμάτια, τάχα τινὲς καὶ τῶν ἐκκλησιαστικῶν μιμούμενοι τῇ ὑποκρίσει τοὺς ἐντὸς τῶν ἁγίων ὑπὸ τῷ καταπετάσματι λειτουργοῦντας ἁγνῶς. "Αλλο γάρ έστε καταπέτασμα, καὶ ἄλλο παραπέτασμα, εἰ καὶ ἡ ὁμοιότης τῶν ὀνομάτων τὴν ἐν τοῖς πράγμασιν ἀπο κρύπτει διαφοράν. Τὸ μὲν γὰρ παραπέτασμα ὡς ἔτυχε σχεδιάζεται δι' ἀνάγκην τοῦ μὴ αἰθρίως δη μοσιεύεσθαι τὰ συγκαλύψεως δεόμενα, πλαγίοις τισὶν ἑκατέρωθεν προσηρτημένα δεσμοῖς δεξιῷ μέρει καὶ ἀριστερῷ, καὶ οὐδὲν ὑπερέχοντι κατὰ τὸ ὕψος· τὸ δὲ καταπέτασμα ἐξ ὑπερεχόντων δεσμῶν κατεώρηται, τὴν ἄνωθεν κατάκτησιν τῆς ὀθόνης ἐτυμολογοῦντος τοῦ ὀνόματος. Καὶ τάχα ὅταν μὲν τὸν ἐπὶ ταῖς ἀρε ταῖς πόνον ἀναδεχόμεθα, διὰ τὴν ἐν τῷ κρυπτῷ βλέ ποντα Δεσπότην, καὶ τοὺς τῶν ἀνθρώπων κάτω λαγ θάνοντες ὀφθαλμοὺς, τῷ ἄνωθεν ὁρῶντι μόνῳ φανε ροῦμεν τὸ γινόμενον. ΚΕΦΑΛ. Θ' Ἐπειδὴ καὶ ἡ πρόθεσις ἄνωθεν ἔχει τὴν αἰτίαν τῆς
col. 1277–1278page 8 of 8
PG 79:1277πρὸς Θεὸν εὐαρεστήσεως ἐξημμένη, καὶ τὸ καταπέτασμα ὁμοίως ἄνωθεν ήρτηται χαλασθέν· ὑπὸ τῷ καταπετάσματι λειτουργοῦμεν ἱερατικῶς, τὸ καλὸν ἐπιτελοῦντες· ὅταν δὲ σωφροσύνης, ἢ ἀκτημοσύνης σχήμα προβαλλόμενοι τὰ ἐναντία πράττομεν ἐν κρυπτῷ καὶ παραπετάσματα τοῖς τῶν ἁμαρτημάτων σχοινίοις διατείναντες, ἄλλα μὲν πράττομεν ἐν παρ υφῇ, ἄλλα δὲ ἐπιμορφαζόμεθα πεπλασμένῳ σχήματι σεμνοποιοῦντες τὴν λανθάνουσαν αἰσχύνην, καὶ ἀπάτῃ τὰς τῶν ἀνθρώπων δελεάζοντες ὄψεις πρὸς δόξαν εὐσεβῆ καὶ ἐνάρετον, τότε ὑπὸ παραπετάσματι κρύπτομεν ψεκτῶς τὰ καταγνώσεως εἰ φωραθείη ἄξια. Ως γὰρ ἡ ἀρετὴ κεκρυμμένως γινομένη Θεὸν ἔχει τὸν ἐπαινέτην και φανερουμένη λαμπρῶς ἀνακηρύττεται, οὕτως ἡ κακία, λανθάνουσα μὲν τιμωρίαν ἐπηρτημένην ἔχει καὶ κόλασιν, ἐλ[ηλ]εγμένη δὲ φέρει εἰς ἐσχάτην κατάγνωσιν. ᾿Αλλὰ κἂν ἐνταῦθα λάθωσιν οἱ τοιούτοι, διεφθαρμένον ἐπιτήδευμα σε μνῷ δῆθεν συγκαλύψαντες σχήματι, ἐκεῖ γυμνωθή σονται πάντως, τῆς μὲν δοκήσεως περιαιρουμένης, φανερουμένης δὲ καὶ ὑπολαμπούσης αυτομάτως τῆς ἀληθείας· περὶ τούτων γὰρ ὁ Ἡσαΐας τάχα φησίν Αποκαλύψει Κύριος τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Αλλ' οὐ πάντες οἱ τὸ καλὸν μετερχόμενοι τοιοῦτοι, κἄν τινες θήρᾳ δόξης ἀνθρωπίνης τὸ τῆς θεοσεβείας ἐπιτήδευμα μετίατιν οὐχ ἁγνῶς· οὐ γὰρ διὰ τοὺς ἀπατεῶνας ἐπηρεαστέον καὶ τοῖς σπου δαίοις. Εἰσὶ γὰρ οἱ κατ' ἀλήθειαν τὴν ἀρετὴν μετο ερχόμενοι, καὶ οὐ ψευδόμενοι τοῖς ἔργοις τὸ ἐπάγε γελμα, ἀλλὰ τῷ ὁρωμένῳ τὸ κρυπτόμενον ἐξομοιοῦν τες, καὶ τὸ σχῆμα ἔχοντες ἑρμηνείαν τοῦ πράγματος, οὐ φαινόμενοι μόνον ὁ ἐπαγγέλλονται, ἀλλὰ καὶ ὄντες, ὀνομάζονται, ἢ καὶ τοῦ νομίζεσθαι μᾶλλον εἶναι σπουδάζοντες, διὰ τὸν πάντα καὶ τὰ ἐν μυχοῖς τῆς καρδίας ἐρευνῶντα Θεὸν, καὶ ἀποδιδόντα ἑκάστῳ κατὰ τὸ ἴδιον ἔργον, οὐ κατὰ τὴν ὑπόληψιν. "Αλλως δὲ πάλιν τινὲς ἐν τούτοις τοῦ ἀληθοῦς σκοποῦ διαμαρτ τάνουσιν, ἐπαιρόμενοι, καὶ νομίζοντες ἰδίᾳ δυνάμει τὸν κόσμον περιπεποιῆσθαι τῆς ἀρετῆς. ΚΕΦΑΛ. Γ. Σπάνιον γὰρ καὶ λίαν δύσκολον, ἐνεγκεῖν μέγεθος ἀρετῆς μὴ ἐπαρθέντα τῷ φρονήματι, μηδὲ φυσηθέντα τοῖς κατορθώματι, μείναντα δὲ ταπεινὸν, καὶ ὡς ἂν εἴποι τις ἄζυμο,· οὔτε γὰρ ἄζυμον φυσᾶται πυρὶ προσομιλοῦν, μένει δὲ ἐν ταπεινῷ τῷ σχήματι, οὔτε μετριόφρων ἐπαίρεται μετερχόμενος ἀρετὴν, εὐλαβεία καταστέλλων τὸ τῆς ἀλαζονείας οίδημα. Τούτοις ὁ νομοθέτης τὸν φόβον πρὸ ὀφθαλμῶν ἔχειν τοῦ Θεοῦ συμβουλεύει, πάντοτε τῆς ἀλόγου τοῦτον επάρσεως παιδαγωγὸν ἐφιστῶν, καὶ σωφρονιστὴν ὅσιον. Τὸ γὰρ προστάσσειν ἐπὶ τῶν πτερυγίων τοῦ ἱματίου ποιεῖν κράσπεδα ἐκ κλώσματος ὑακινθίνου, καὶ ταῦτα διὰ παντὸς ὁρῶντας τῶν θείων ἐντολῶν ἔχειν ὑπόμνημα, τοῦτό μοι δοκεῖ διὰ συμβόλου σημαίνειν. Ὡς γὰρ τὸ κράσπεδον ἀρχὴ ἱματίου,
Page scan enlarged

Notebook

Full View