PG 79Nilus of Sinai
Moral Treatise
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1279–1280page 1 of 4
PG 79:1279υφαίνειν δεῖ, παντὶ ἄκρῳ τῆς ἀρετῆς, ἐπειδὴ σφαλεραὶ πως αἱ ἀκρότητες πρὸς ἀπόνοιαν ἐκτρέπουσαι τοὺς ὀλιγόφρονας, ἵνα πρὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς ἀδιαλείπτως σαλευόμενος καταστέλλῃ τὸ ἐπὶ τοῖς κατορθώμασιν ἄλογον οίδημα, καὶ διδάσκῃ τὸν ἐνα άρετον ὅτι κἂν αὐτὸς ἑαυτῷ ἐξύφηνε τὸ ἱμάτιον, ἀλλ' ὁ Θεός ἐστι ὁ δεδωχὼς τὴν σοφίαν τοῦ τοιούτου ὑφ άσματος, καὶ πρέπει τῷ αἰτίῳ τῆς ἐπιστήμης, ἀλλὰ μὴ τῷ ἐργάτῃ τὸ πᾶν ἀνατιθέναι τῆς δυνάμεως. Οὕτως γὰρ καὶ ἡ ἀρετὴ λαμπροτέρα ἔσται ἔργον ὁμολογουμένη Θεοῦ, καὶ ἡ κτῆσις αὐτῆς ἀσφαλῆς τῷ κεκτημένῳ μένει φόβῳ Θεοῦ, καὶ διὰ παντὸς φυλασσομένη εὐλαβείᾳ πρὸς αὐτὸν τὸν Θεὸν ἡμῶν· ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. οὕτως ἀρχὴ σοφίας φόβος Κυρίου, τοῦτον οὖν συνε ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ ΚΑΙ ΠΟΛΥΜΕΡΗΣ ΝΟΥΘΕΣΙΑΙ ΠΝΕΥΜΑΤΙΚΑΙ. ΚΕΦΑΛ. Α'. Πολυμερὴς καὶ πολύτροπος πρόκειται τοῖς πιο στοῖς ὁ ἀγὼν τῆς ἀθλήσεως ἐν τῷ παρόντι βίῳ, τοῖς διορατικῶς ἐν συνέσει διακρίνειν δυναμένοις, καὶ τὰ παρόντα χαρακτηρίζειν δεόντως, καὶ τὰ μέλλοντα θεωρεῖν συμφερόντως. Πολλῆς δὲ δεῖται ἡ αὕτη ἀγωγή, ὥστε δυνηθῆναι νοῆται, προσοχῆς, καὶ φροντίδος, τὸν νοῦν πρὸς ἑκάτερα εκτεινόμενον, ὧδε κακεῖσε τῆς δεούσης δοκιμασίας, καὶ τῆς ὀφει λυμένης θεωρίας μὴ σφαλῆναι, ἢ λήθῃ ἐμποδιζόμε
col. 1281–1282page 2 of 4
PG 79:1281νος, ἡ ὀλιγοπιστίᾳ πολεμούμενος, ἢ ἀναξιότητι ἐπι βουλευόμενος. ῾Ο μὲν γὰρ Ἀδὰμ ἐν ἀρχῇ τῆς κτί σεως παρακούσας εὗρε καιρὸν ἐπανόδου τῇ τοῦ Χριστοῦ παρουσίᾳ ἐν σαρκὶ, ἡμεῖς δὲ πρὸς τῷ τέλει τοῦ κόσμου τυγχάνοντες, εἰ ἐκπεσοῦμεν τῶν τοιού των χαρισμάτων, καὶ τῆς βασιλείας τὴν ὑψηλοτέραν καὶ ὑπερθαύμαστον ἀξίαν, ἀχρειώσαντες ταῖς παρακουστικαῖς πλημμελείαις, οὐχ ἔξομεν καιρὸν ἐπανόδου, ἀλλ᾽ ἢ γεέννης ἀπάντησιν. Οἱ γὰρ μετὰ τὴν δευτέραν ἀνακαίνισιν τῆς ἀνθρωπότητος ἐμμένοντες τῇ παλαιότητι ἐπὶ δόξῃ κακία;, μάταιον ἐπιχειροῦσι τὴν τοῦ Χριστοῦ οἰκονομίαν, ὧν τὸ κρῖμα ἔνδικόν ἐστι, διὰ τοῦτο διδασκόμεθα ἀπεκδύσασθαι τὴν παρ λαιότητα, καὶ ἐνδύσασθαι τὴν καινότητα· ἐκεῖνος μὲν γὰρ ἐπαινετὸς, ὁ χθὲς ὑπάρχων ὀργίλος καὶ θυμώδης, σήμερον δὲ πραῦς καὶ ἡσύχιος, ὁ καὶ τὰ πάθη νικήσας καὶ τὴν ἀρετὴν ἀσκήσας· ἐκεῖνος ἐπ αινετὸς, ὁ χθὲς μὲν τῇ αὐθεντίᾳ ἀγόμενος, σήμερον δὲ τῇ ὑποταγῇ τοῦ Εὐαγγελίου ὑποταγείς, καὶ ἐπὶ παντὶ ῥήματι, καὶ πράγματι, καὶ ἐνθυμήματι τάξιν τιθέμενος, καὶ τῶν ἀρετῶν τὴν περιποίησιν μερι μνῶν, καὶ τῇ ἰδίᾳ αὐθεντίᾳ μὴ καταχρώμενος εἰς ἀθέτησιν τῶν Εὐαγγελικῶν ἀρετῶν, μεριμνῶν δὲ τὸν μέλλοντα αἰῶνα, καὶ τοῦ παρόντος καταφρονῶν, ἵνα τούτῳ ἀνταγωνισάμενος, καὶ νικήσας ἐν τῷ μέλλοντι αἰῶνι ἐπαίνου τύχῃ, καὶ ἀνακαινιζόμενος τῇ καινότητι καθ᾿ ἡμέραν τῇ ἀποχῇ τῶν πονηρῶν πραγμάτων, καὶ ἐπιδείξει τῶν ἀρετῶν· αὕτη γάρ ἐστιν ἡ ἀπέκδυσις, καὶ ἐπένδυσις. Τίς οὖν ἡ αἰτία τοῦ θανάτου, καὶ τίς ὁ τρόπο; τῆς ζωῆς; Η παρα κοὴ τῆς ἁμαρτίας, καὶ ἡ ὑπακοὴ τῆς δικαιοσύνης" ὅταν οὖν ἁμαρτάνωμεν, ὑπόδικοι παρακοῆς γινόμεθα, καὶ διὰ τοῦτο χρεία τῆς ἀντιστατικῆς μελέτης, καὶ τῆς ἀσκητικῆς φροντίδος, καὶ μόλις γέ τις διαφεύξεται τὰς ἐπιδρομὰς τῶν ἁμαρτητικῶν παθῶν. ΚΕΦΑΛ. Β'. Διὰ τοῦτο τοῖς μὲν ἀρχαίοις ὁ Κύριος προσκατα λιμπάνει τὰ προστάγματα, τοῖς δὲ νέοις ἐντέλλεται τὰ εὐαγγελικὰ διδάγματα τὸ μὴ μισήσαι, μήτε όρ γισθῆναι, μήτε ἐπιθυμῆσαι, μήτε ἀνταποδοῦναι, ἀλλὰ τοῖς συμβόλοι; τῆς ἀγάπης προς τελειότητα ὁδηγηθῆναι· αἱ ἐντολαὶ δὲ τοῦ Κυρίου, βαρεῖαι οὐκ εἰσὶν, ἀλλὰ μοχθηροποιοῦσι τὸν ταύτας φυλάττοντα αἱ ἀντικείμεναι τοῖς μέλεσιν ἡμῶν ἁμαρτητικαὶ δυ νάμεις, οὐ σύμφυτοι οὖσαι τῇ φύσει, ἀλλ' ἐπείσακτοι. Καὶ διὰ τοῦτο ὁ Κύριος ἐντέλλεται ἐκριζοῦν καὶ καταφυτεύειν, καὶ κατασκάπτειν, καὶ ἀνοικοδομεῖν. Αλλὰ πολλῆς χρείαν έχει φρονήσεως ἡ τοιαύτη έρ γασία, καὶ προσοχῆς καὶ φροντίδος, τῆς συνήθους ἀγωγῆς παρεμποδιζούση; πρὸς τὴν τοιαύτην ἀσφά λειαν. Διὰ τοῦτο χρεία ἀνδρείας καὶ ἀγῶνος, καὶ αθλητικῆς ἑνστάσεως διηνεκοῦς ἐπὶ τῆς διανοίας πλατυνομένης καὶ πρὸς πάσας τὰς ἐπιδρομάς παρατασσομένης καὶ μὴ ἐνδιδούσης. Σὺ δὲ ὁ πιστὸς, μὴ ἀγνοῇς σου τὸ ἀξίωμα, μηδὲ συνέλκου τῇ ματαιότητι σε
col. 1283–1284page 3 of 4
PG 79:1283καὶ οὕτως αὐτὸν παρελθε ὡς σκιὰ παρατρέχουσα. Τοῦ μέλλοντος αἰῶνος γνωστικός πολίτης γενοῦ τὴν πρὸς αὐτὸν φιλίαν ἤδη ἀσπαζόμενος, ἵνα όταν φθάσῃς ἐκεῖ, μὴ ὡς ξένος άγνοηθῆς, ἀλλ' ὡς φίλος προσδεχθῆς, καὶ τιμηθῇ; ὡς πολίτης. Η γὰρ σύ στασις ταύτης παρέρχεται διὰ τὴν τρεπτότητα, ἀλλ᾽ ἔσται τὰ δεξιὰ, δεξιὰ, τὰ δὲ ἀριστερὰ, χάσματι άπεράντῳ διαιρούμενα, καὶ τότε τῶν δικαίων ἐκ λάμψει ἡ πίστις, καὶ ὑψωθήσεται ἡ ἀγάπη καὶ ἐπο αινεθήσεται ἡ ὑπομονὴ, καὶ στεφανωθήσεται ἡ ἀν δρεία, καὶ θαυμασθήσεται ἡ τοὺς νικητὰς στεφανώσασα, τοὺς καλῶς ἀγωνισαμένους ταῖς ἀσκητικαῖς καὶ ἐπιπόνις, καὶ τὸν δρόμον τὸν καλὸν τελέ σαντας. τῶν πολλῶν, ἀλλὰ τῷ σκιώδει βίῳ ἀντίθες σκιάν, ΚΕΦΑΛ. Γ'. Αὕτη γάρ ἐστιν ἡ ἔννομος ἄθλησις, καὶ εὐαγγελικὴ διάταξις ἐν τῷ λέγειν τὸν Κύριον. Ο φιλών πατέρα, η μητέρα, ἢ υἱὸν, ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Καὶ διὰ τοῦτο πάλιν ὁ Κύριος ἔλεγε τοῖς τηρήσασι τὰς ἐντολὰς αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· ἐπείνασα γὰρ τὴν δι καιοσύνην, καὶ εὗρον αὐτὴν παρ' ὑμῖν, καὶ ἐδίψησα τὴν ἀγάπην, καὶ ταύτην ἐπλεονάσατε· περιβαλέσθαι ἠθέλησα ὑμᾶς, καὶ ἀξίους ἑαυτοὺς ἀπεδείξατε· ἐν φυλακῇ ήμην κρυπτόμενος, καὶ ἐρευνῶντες, εὑρεῖν με ηδυνήθητε ἐν ἀσθενείᾳ καὶ ταπεινότητα ὤφθην, καὶ ὑμεῖς τὴν δεσποτείαν ἐπέγνωτε. Δεῦτε, οἱ εὐλο γημένοι τοῦ Πατρός μου, ἐκ γῆς μακρόθεν Έχετε πολλοὺς λῃστὰς διελθόντες, καὶ ἀνεπιβούλευτοι δια φυλαχθέντες, ἐπειδὴ τὰ βέλη τῶν ἀρετῶν ἐπλεονά σατε, δι' ὧν ἐνικήσατε. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, ὅτι γρήγοροι γεγόνατε, καὶ τὴν αὐτο εξουσιότητα εἰς ὑποταγὴν τῆς ἀγγελικῆς νομοθεσίας προσεβάλετε, τὴν ὑποταγὴν προτιμήσαντες τῆς αυτεξουσιότητος. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, ὅτι ἐθεώρουν ὑμᾶς ὡς ῥόδα ἐν ἀκάνθαις πυρ κατάζοντας τὴν θερμότητα τῆς μελέτης, καὶ λαμ προὺς ὡς τὰ κρίνα τῇ καθαρότητι τῆς συνειδήσεως. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, ὅτι ώμοιώ θητε τῷ λίθῳ τῷ ἀδαμαντίνῳ, τῷ μήτε ἐν πυρὶ! φλεγομένῳ, μήτε ἐν ὕδατι βαπτιζομένῳ, καὶ γεγό Σαν, νατε ὡς τὸ ἀμίαντον τὸ δεχόμενον τὸ πῦρ, καὶ μὴ φλογιζόμενον, καὶ λαμπροτέραν, καὶ ἀθιγῆ τὴν ὑπόστασιν ἐπιδεικνύμενον, καὶ ὑμεῖς παρελθόντες τὰ βέλη τοῦ πονηροῦ, οὐκ ἐφλέχθητε, ἀλλὰ τὴν δι καιοσύνην ἐπερισσεύσατε, καὶ τὰς εὐωδιαζούσας ἀρετὰς ἐπλεονάσατε. Καὶ τὸν κόσμον οὐκ ἠγαπήσατε, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν μᾶλλον ἐποθήσατέ. Δεῦτε, μεθύσθητε ἀπὸ πιότητος τοῦ οἴκου μου, καὶ εὐφράνθητε ἐν χειμάρρῳ τῆς τρυφῆς. ΚΕΦΑΛ. Δ'. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, ὅτι ᾠκοδομήσατέ τὴν οἰκίαν ὑμῶν ἐπὶ τὴν πέτραν, καὶ
col. 1285–1286page 4 of 4
PG 79:1285ἐπελθόντων τῶν ποταμῶν, καὶ τῶν ἀνέμων, καὶ τῶν ὑετῶν ἀσάλευτοι διεμείνατε, καὶ τοὺς πόδας ὑμῶν οὐκ ἐδώκατε εἰς σάλον, ἀλλ᾽ ἐπὶ τῆς πέτρας ἐστής σατε αὐτοὺς, καὶ γεγόνατε δόκιμοι ἐν τῇ πίστει. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ο ἀλλ' οὐχ ὑμεῖς ὡρίσθητε κλη ρονόμοι τῆς βασιλείας· ἐπεὶ οὔτε ὑμεῖς ἐπαινετοί, οὔτε ἡ κλήσις τοῦ καλοῦντος δικαία, ἀλλ᾽ αἱ ἀθλή σεις προωρίσθησαν, καὶ ἀρεταὶ τῶν διὰ τῶν ἄθλων προερχομένων προεθεωρήθησαν, καὶ πάντες διελθεῖν ἐκλήθησαν, ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν, ὑμεῖς δὲ οἱ ὑπακούσαντες, καὶ τῆς παρακοῆς τὸ ἔγκλημα ἀπὸ εκδύσασθε, καὶ τῆς ὑπακοῆς τὸν ἔπαινον ἐκομίσασθε τὰς ἀρετὰς ἐπιδειξάμενοι, καὶ τῆς βασιλείας ἄξιοι γενόμενοι. Μακάριοι οἱ ταύτης καταξιούμενοι τῆς μαρτυρίας, ἐνώπιον ἀγγέλων, καὶ πάντων ἀνθρώπων· ἐπειδὴ γὰρ τὸν Θεὸν σφόδρα εφοβήθησαν, καὶ τὰς ἐντολὰς αὐτοῦ τελείως ἐφύλαξαν, καὶ τὴν δια καιοσύνην ἐπλεόνασαν, ᾧ μέτρῳ ἐμέτρησαν ἀντεμετρήθη αὐτοῖς παρὰ Κυρίου ὁμοίως. Μέχρις οὖν τούτου τὸν λόγον ἐπιστήσωμεν, εὐχαριστοῦντες, καὶ εὐλογοῦντες τὸν Κύριον ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς αὐ τοῦ χαρίσμασιν, οἷς ἡμῖν δωρεῖται τοῖς ἀναξίοις ή αὐτοῦ φιλανθρωπία, αὐτῷ ἡ δόξα καὶ ἡ τιμὴ εἰς τοὺς αἰῶνας. Ἀμήν. οι ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ ΚΕΦΑΛ. Α'. Τῶν ὄντων τὰ μὲν ἐφ' ἡμῖν ἐστι, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. Ἐφ' ἡμῖν μὲν ὑπόληψις, ὁρμὴ, ὄρεξις, ἔκκλισις, καὶ ἑνὶ λόγῳ ὅσα ἡμέτερα ἔργα. ΚΕΦΑΛ. Β'. Καὶ τὰ μὲν ἐφ' ἡμῖν ἐστι, φύσει ἐλεύθερα, ἀκώ λυτα, ἀπαραπόδιστα. Τὰ δὲ οὐκ ἐφ' ἡμῖν, ἀσθενῆ, δοῦλα, κωλυτα, ἀλλότρια. ΚΕΦΑΛ. Γ'. Μέμνησο οὖν ὅτι ἐὰν τὰ φύσει δοῦλα ἐλεύθερα
Page scan enlarged

Notebook

Full View