PG 93Hesychius Presbyter Hierosolymitanus
Hesychius the Presbyter of Jerusalem
Printed pages · scan text
diplomatic · pgworks
Diplomatic text · pgworks clean digital edition (verified) — PG column chips mark the printed columns.

Homily on Fasting (Homily 15)Homilia de jejunio (hom. 15)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia de jejunio (homilia 15) (e cod. Sinaitico gr. 491) Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, περὶ νηστείας. 1 Ῥίζα καὶ θεμέλιος τῶν εὐσεβῶν ἡ κατὰ θεὸν νηστεία, ἡ μετὰ εὐλαβείας καὶ ἁγίων εὐχῶν καὶ ἐλεημοσυνῶν ἐπιτελουμένη. Οὐ γὰρ ἀποχὴν ἄρτου καὶ ὕδατος βούλεται ὁ θεός, ἀλλ' ἀποχὴν πράξεων πονηρῶν· «Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον.» Νηστεύσωμεν, ἀγαπητοί, νηστείαν τὴν θεῷ πρέπουσαν, περὶ ἧς φησιν ὁ κύριος· «Σὺ δὲ ὅταν νηστεύῃς, ἄλειψόν σου τὴν κεφαλὴν» δι<ὰ> καλῶν ἔργων καὶ ἐλεημοσυ νῶν, «καὶ τὸ πρόσωπόν <σου> νίψαι», περιαιρῶν πᾶσαν ῥυπαρίαν ἁμαρτίας. Ἔστιν νηστεία ψεκτὴ καὶ ἔστιν νηστεία ἐπαινετή. Πολλοὶ νηστεύσαντες φόνους εἰργάσαντο καὶ πολλοὶ νηστεύσαντες ἄλλους ἔσωσαν. 2 Ἐνήστευσαν Νινευῖται καὶ ἐσώθησαν καὶ διὰ τῆς νηστείας τὸν θυμὸν τοῦ θεοῦ μετέβαλον. Καὶ ἀπόφασιν ἐξενεχθεῖσαν κατ' αὐτῶν ἡ νηστεία ἐκώλυσεν· φησὶν γὰρ ὁ προφήτης· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.» Οὐκ εἶπεν «μετὰ τρεῖς ἡμέρας καὶ Νινευὴ καταστραφήσεται»· εἰ γὰρ εἶπεν «μετὰ τρεῖς ἡμέρας», κατεστράφη ἄν, ἀλλ' «ἔτι τρεῖς ἡμέραι», τοῦτο δεικνὺς ὅτι «Τοσοῦτον χρόνον ἠνειχόμην ὑμῶν καὶ οὐ μετενοήσατε.
Ἔτι τριῶν ἡμερῶν ἀνέχομαι ὑμῶν καί, εἰ μὴ ἐν ταῖς τρισὶν ἡμέραις μετανοεῖτε, ἔπειτα καταστραφήσεται ἡ πόλις.» Καὶ τοσοῦτον χρόνον οὐ μετενόησαν, εἰ μὴ διὰ τῶν τριῶν ἡμερῶν τουτέστιν διὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. 3 Ἐνήστευσαν Ἰουδαῖοι καὶ συμβούλιον ἔλαβον ἵνα τὸν ἀπόστολον Παῦλον ἀποκτείνωσιν. Ἐκήρυξεν Ἰεζάβελ νηστείαν καὶ τὸν Ναβουθαὶ ἀπέκτεινεν καὶ τὸν ἀμπελῶνα τοῦ πένητος ἔλαβεν. Νηστεία καὶ φόνος αὕτη ποία νηστεία; Ἐνήστευσεν Δανιὴλ ὅτε ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· βληθέντος γὰρ αὐτοῦ εἰς τὸν λάκκον, ἐβό<α> πρὸς Χριστὸν λέγων· «Ἐκ βαθ<έων> ἐκέ<κραξά σε, κύριε·> κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.» Βλέπων δὲ τοὺς λέοντας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, πάλιν ἐβόα λέγων· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Βλέπε δὲ ὅτι οὐκ ἐγκαταλιμπάνει κύ ριος τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Ὁ μὲν βασιλεὺς ὁ ἐπίγειος ἐ σφράγισεν τὸν λάκκον, ὁ δὲ ἐπουράνιος βασιλεὺς ἐσφράγισεν τὰ στόματα τῶν λεόντων. Ἐνήστευσεν τὸ πῦρ ἐν τῇ καμίνῳ καὶ οὐκ ἐχρήσατο τοῖς συνδούλοις εἰς βρῶσιν, ἀλλὰ νηστεῦσαν ἐξεπήδησεν τῆς καμίνου, παραχωρῆσαν τοῖς τρισὶν διὰ τὸν τέταρτον.
4 Ἐνήστευσεν τὸ κῆτος ἐν τῇ θαλάσσῃ, ὅτε ἐδέξατο τὸν Ἰωνᾶν ἐν τοῖς τῆς κοιλίας ταμιείοις· ἔχον γὰρ τὸν προφήτην ὡς παραθήκην, ἐπεδείξατο τὸ τῆς νηστείας σημεῖον. Ἀντὶ γὰρ νηὸς τῷ ναυαγήσαντι γενόμενον, ἔφερεν τὸν ξένον διὰ θαλάσσης καὶ βυθοῦ καὶ φόβου μεγάλου καί, ἵνα μὴ διαφθείρῃ τὸν ξένον ἐν τοῖς τῆς κοιλίας ταμιείοις, ἀπεκατέστησεν σώαν τὴν παραθήκην, παραδοὺς τῷ παρακαταθεμένῳ δεσπότῃ. Ἐνήστευσεν Δαυὶδ καί, διὰ τῆς νηστείας καὶ τῆς μετανοίας, συνεχώρησεν αὐτῷ ὁ θεὸς τὴν ἁμαρτίαν τῆς γυναικὸς Οὐρίου. Ἐνήστευσεν Ἠλίας τεσσαράκοντα ἡμέρας καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἔλαβεν καί, ὅτε ἠθέλησεν, ἐκώλυσεν τὸν ὑετὸν καί, ὅτε ἠθέλησεν, ἤνεγκεν αὐτὸν διὰ νηστειῶν καὶ εὐχῶν. 5 Ἐνήστευ<σεν> ὁ σωτὴρ ἡμ<ῶν> τεσσαράκοντα ἡμέρας καὶ τὸν διάβολον κατῄσχυνεν, ὁ ἁμαρτίαν μὴ ποιήσας μηδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἐνήστευσεν δὲ τύπον ἡμῖν διδοὺς ὅτι διὰ νηστειῶν δυνάμεθα τυχεῖν ἐξιλασμοῦ ἁμαρτημάτων. Νηστεύσωμεν οὖν, ἀγαπητοί, νηστείαν καθαρὰν περὶ ἧς φησιν ὁ ἀπόστολος Ἰάκωβος ὅτι «θρησκεία καθαρὰ αὕτη ἐστίν· ἐπισκέπτεσθαι» ἀδελφοὺς «ἐν τῇ θλίψει αὐτῶν, ἀσπίλους ἑαυτοὺς τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ἐνήστευσεν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἐπέταξεν.
6 Οἱ ἀπόστολοι, μηδὲν ἔχοντες ἐπὶ γῆς, δέννειν καὶ λύειν ἐξουσίαν ἔλαβον καὶ πληροῦται εἰς αὐτοὺς τὸ εἰρημένον· «ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.» Πέτρος γάρ, φησίν, καὶ Ἰωάννης περὶ ὥραν ἐνάτην ἀνῆλθον εἰς τὸ ἱερὸν προσεύξασθαι. Καί τις χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐκάθητο, ὃς οὐδέποτε περιεπάτησεν. Οὗτος προσεδόκα λαβεῖν τι παρὰ τῶν ἀποστόλων. Ἀπεκρίθη δὲ ὁ Πέτρος λέγων αὐτῷ· «Ἃ προσδοκᾷς λαβεῖν οὐκ ἔχω, ἃ δὲ μὴ προσδοκᾷς λαβεῖν ἔχω. Ἀργύριον προσδοκᾷς λαβεῖν, ὑγίειάν σοι παρέχω· κρεῖττον γὰρ ὑγίεια σώματος ἢ ὄλβος ἀμέτρητος. Ὁμο-λογήσω σοι τὴν ἀλήθειαν· "Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι"3. Ὁ Χριστὸς γὰρ παρέδωκεν ἡμῖν λέγων· "Μὴ κτήσασθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκόν"3. Δέδωκεν δὲ ἡμῖν ἐξουσίαν λέγων· "Δαιμόνια ἐκβάλλετε, ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε."3 "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει.» Καὶ κρατήσας «τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.» Ὁ δοῦλος κρατῶν ἐγείρει, ὁ δεσπότης λόγῳ θεραπεύει· «Οὐ γάρ ἐστιν δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» 7 Ἀλλὰ γὰρ ἰατρείων κατὰ τὴν οἰκουμένην ἀνοιγομένων, σήμερον βλέπω καὶ ἕνα τοῖς πᾶσιν ἰατρὸν ἐφεστῶτα Χριστόν. Ὢ καινοτέρου τοῦ θαύματος.
Διάφορα πάθη, ἐν διαφόροις ἰατρείων χωρίοις, ὑπὸ ἑνὸς ἰατροῦ θεραπεύεται. Ἄλλος ἀλλαχοῦ ἁμαρτίας τραύματι συνεχόμενος πρόσεισιν καὶ παρὰ τῆς νηστείας λαβὼν ἰάσεως ἔμπλαστρον ἄπεισιν. Ἄλλος ἑτέρωθι σηπεδόνα πορνείας ἀπόζων ἰατικὸν τῆς δυσωδίας, παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν καὶ σωμάτων Χριστοῦ, δι' αὐτῆς ἐκδέχεται φάρμακον. Ἄλλος πυρετῷ φιλαργυρίας συγκαιόμενος, παρὰ τῆς νηστείας ἀναψυχούσας τὴν νόσον βοτάνας κομίζεται. 8 Οἶδεν αὕτη καὶ στείρας ἐγκύμονας ἀποφαίνειν συντόμως, καὶ τὴν ἄγονον μήτραν εὔκαρπον ἄρουραν ἀπεργάζεσθαι, καὶ προφήτας υἱοὺς τῆς ἀσιτίας διδόναι μισθόν. Τί γὰρ παρὰ τῆς θείας γραφῆς διδασκόμεθα; «Καὶ ἠθύμει Ἅννα», φησίν, «καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.» Ἀλλὰ νηστεία τῇ στείρᾳ Σαμουὴλ τὸν προφήτην παρέσχεν. Εἶδες τῆς νηστείας τὰ δῶρα. Εἶδες οἵους τοῖς αὐτῆς δεομένοις βλαστάνει καρπούς, πῶς τὰς μὲν πηγὰς τῆς πορνείας ξηραίνει, τὰς δὲ ξηρανθείσας τῇ στειρώσει μήτρας ἀνοίγει καὶ τὰς ἐκ τῶν λογισμῶν δὲ φυομένας ἀκάνθας τῆς ἁμαρτίας ἐκκόπτει καὶ τοὺς τῆς ἀσεβείας οὐκέτι δίδωσιν καρπούς. Οὐ μόνον δὲ δύναται ταῦτα ἡ κατὰ θεὸν νηστεία, ἀλλὰ καὶ ἡμέρους τοὺς ἀπηνεῖς ἀπεργάζεται καὶ εἰς συμπάθειαν τοὺς ἀσυμπαθεῖς μεταβάλλει, τὸ σκληρὸν τῶν ἀνενδότων μαλάσσει χαλκεύουσα.
9 Αὕτη οὐ μόνον ἁμαρτωλοῖς χρήσιμος, ἀλλ' ἤδη καὶ δικαίοις εἰς καιρὸν ἐπιτήδειος, ὡς προεδείξαμεν. Νηστεύσας Μωυσῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας εἰς ἐκεῖνον εἰσῆλθεν τὸν γνόφον, καὶ εἶδεν θεὸν ὡς οὐδενὶ ἀνθρώπων ἐγγέγονεν, κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ περὶ αὐτοῦ μαρτυρίαν λέγοντος· «Ἐὰν γένηται προφήτης ἐν ὑμῖν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
Οὐχ ὣς ὁ θεράπων μου Μωυσῆς, στόμα κατὰ στόμα», πρόσωπον πρὸς πρόσωπον, «ὡς ἐάν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον.» Ταύτην ἐξαίρετον θέαν ἡ νηστεία τῷ προφήτῃ κεκόμικεν δῶρον καὶ τὸ πρόσωπον τοῦ νηστεύσαντος εἰς θειοτέραν τινὰ φωτὸς ἀπροσίτου ἀστραπὴν μετέθηκεν καὶ δέδωκεν τῷ προφήτῃ δέλτους δακτύλῳ θεοῦ γεγραμμένας 10 Προσερχώμεθα τοίνυν αὐτῇ μετὰ φαιδροῦ τοῦ προσώπου, ἱλαροὶ ταῖς ψυχαῖς αὐτὴν ἀσπασώμεθα καὶ μὴ βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ ἀντεχώμεθα· μηδὲ ταπεινοὶ τῷ προσώπῳ τοῖς ἀνθρώποις δεικνύμενοι, ὑπερήφανοι τῇ ψυχῇ τῷ δεσπότῃ φανῶμεν· καὶ πένησιν διδόντες, μὴ ἄλλους ἁρπάσωμεν· καὶ θεὸν κολακεύοντες λόγοις, μὴ ἔργῳ τοὺς ἀδελφοὺς ἡμῶν κατασφάξωμεν, μνημονεύοντες ἀεὶ τοῦ ἀποστόλου λέγοντος· «Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον.» Ἀλλ' ἐκ πάντων τῶν κακῶν μετὰ βρωμάτων νηστεύοντες, λέγωμεν πρὸς αὐτόν· «Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν»· ὅτι σοι πρέπει πᾶσα δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily I on the HypapanteHomilia I de Hypapante (hom. 1)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia i de Hypapante (homilia 1) ̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 1 Ἡ μὲν ἑορτὴ λέγεται καθαρσίων, ἣν οὐκ ἄν τις ἁμάρτοι ἑορτῶν εἰπὼν ἑορτήν, σαββάτων σάββατον, ἁγίων ἁγίαν προσα γορεύσας· ὅλον γὰρ ἀνακεφαλαιοῦται τὸ τῆς σαρκώσεως τοῦ Χριστοῦ μυστήριον, ὅλην διαγράφεται τὴν τοῦ μονογενοῦς υἱοῦ παράστασιν. Ἐν ᾗ βρέφος ὁ Χριστὸς ἐβαστάχθη καὶ θεὸς ὡμο λογήθη, καὶ ἐν ἀγκάλαις προσηνέχθη ὡς ἐπὶ θρόνου ὁ τῆς ἡμετέ ρας φύσεως ποιητὴς καθήμενος, καὶ ζεῦγος τρυγόνων λογικῶν τῷ Συμεὼν καὶ τῇ Ἅννᾳ προσέφερεν. Αὐταῖς δέ, εἰ δοκεῖ, ταῖς εὐαγγελικαῖς παρεμβάλωμεν λέξεσι· θεοῦ γὰρ ἐκεῖ παρεμβολὴν ὀψόμεθα. Οὕτω τοίνυν ἡμῖν τῆς ἑορτῆς ὁ Λουκᾶς τὴν ἱστορίαν ἐξέθετο· «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παρα στῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἐχρῆν τὸν δουλεύσαντα δι' ἡμᾶς προσφέρειν ὑπὲρ ἡμῶν καθάρσια, τὸν αἵματος οἰκείου μὴ φει σάμενον ζεύγους τρυγόνων μὴ φείσασθαι. Ἰδοὺ τοίνυν κατὰ τὸν νόμον ὑπὲρ νόμον ὡς νομοθέτης ἐργάζεται καί, τὴν ἐλευθε ρίαν αὐτὸς παρέχων τοῦ πνεύματος, τὴν δουλείαν ὅμως οὐ παραιτεῖται τοῦ γράμματος· οὐκ ἀθετεῖ Μωυσέα, ἵνα κατὰ καιρὸν μάρτυς ἀξιόπιστος γένηται. 2 «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωυσέως.» «Αὐτῶν», τίνων; Ἰωσὴφ μὲν γὰρ οὔτε πατὴρ ἦν, οὔτε ὑπεύθυνος καθαρσίων, ἀλλ' οὔτε Μαρία, οὔτε τὸ βρέφος τῶν καθαρσίων ἐδέοντο· λέγεται γὰρ οὕτως· «Γυνή, ἥ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Ἀλλ' ἡ Μαρία οὐκ ἐσπερματίσθη, οὐκοῦν καθαρσίων οὐκ ἐδέετο. «Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέ κῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Διὰ τί; Ἐπειδὴ Ἀδὰμ δεύτερον εἰς τὸν βίον εἰσήγαγεν. «Ἐὰν δὲ τέκῃ θῆλυ, δὶς ἑπτὰ ἀκάθαρτος ἔσται.» Τίνος χάριν ἐνταῦθα τὰς ἡμέρας διπλασίονας ἔταξεν; Ἐπειδὴ Εὔα πάλιν ἀπὸ τῆς Εὔας τίκτε ται, γυνὴ γεννᾶται τὸ σαθρὸν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κεράμιον, ἡ βακτηρία τῆς ἀπάτης, ἡ χειραγωγὸς τῆς παρακοῆς, ἡ τοῦ δράκοντος σύμβουλος. Ἀλλ' ὥσπερ ἤκου σας γυναικὸς τὰ ἐγκλήματα, δεῦρο καὶ τὸ ἐξ αὐτῆς κατόρθωμα μάνθανε. Γυνὴ παρθενίαν τῷ βίῳ εἰσήγαγεν, ἐχώρησεν ἐν τῇ γαστρὶ τὸν θεὸν ὃν ἡ κτίσις χωρῆσαι οὐ δύναται, ἔτεκεν ἐν σαρκὶ τοῦτον ὅστις ἡμῶν τὸ γένος ἀνέπλασεν· πρώτη τὸν Ἰησοῦν ἐκ νεκρῶν ὑπεδέξατο, πρώτη τοῦ κηρύγματος τῆς ἀναστάσεως ἤρ ξατο, πρώτη τὴν χαρὰν τοῖς μαθηταῖς ἐμήνυσεν. «Γυνὴ ἥτις», φησίν, «ἐὰν σπερματισθῇ.» Ἡ θεοτόκος δὲ γυνὴ μὲν ἦν, τὰ γυ ναικῶν δὲ οὐ πέπονθεν· σπέρμα γὰρ ἀνδρὸς ἡ γαστὴρ οὐκ ἐδέ ξατο, οὐκ εἶδεν ἄροτρον ὁ τῆς Μαρίας ἀγρός, ὁ παρθενικὸς ἀμπε λὼν οὐχ ὑπέμεινε δίκελλαν, ὥστε οὐχ ὑπὲρ αὐτῆς ἡ προσφορά, ὑπὲρ ὅλου δὲ τοῦ γένους ἐγένετο. Ἡμῶν γὰρ ἕνεκα περιτέμνε ται ὁ Χριστός, ὑπὲρ ἡμῶν καὶ βαπτίζεται, ἐφ' ἡμῖν τελεῖται τὰ τοῦ νόμου καθάρσια. Ἐὰν δακρύσῃ, τὴν φύσιν ἐκπλύνει· ἐὰν ῥαπισθῇ, τὴν ἡμετέραν αἰχμαλωσίαν ἐλευθεροῖ· ἐὰν βαστά σῃ τὸν σταυρόν, ἡμᾶς κουφίζει τοῦ ζυγοῦ τῆς ἁμαρτίας· ἐὰν ἐμπτυσθῇ, τὸν Ἀδὰμ ἀπαλλάττει τοῦ τῆς κατάρας ἐμπτύσμα τος. 3 «Ὅτε ἐπλήσθησαν», φησίν, «αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον
μήτραν ἅγιον τῷ κυ ρίῳ κληθήσεται.» Ταῦτα ὁ νόμος ἔχει. Ὁ Χριστὸς δέ, καθὰ ἔφημεν, ὡς νομοθέτης τὸν ἑαυτοῦ νόμον ὑπὲρ νόμον ἐπλήρωσεν· οὐδὲ γὰρ ἤνοιξεν, ἀλλὰ κεκλεισμένην τὴν πύλην τῆς παρθένου κατέλιπεν, οὐκ ἐσύλησε τὴν σφραγῖδα τῆς φύσεως, οὐκ ἐζη μίωσε τὴν τεκοῦσαν· ἀκέραιον γὰρ αὐτῇ τὸ σχῆμα τῆς παρθε νίας κατέλιπεν. Εἰ δὲ ἀπιστεῖς, παρὰ τοῦ Ἰεζεκιὴλ μάνθανε· «Καὶ ἀπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξω τέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται κεκλεισμένη.» «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυ ρίῳ κληθήσεται.» Οὗτος δὲ οὐ μόνον ἅγιος. Ὅσον τοίνυν ὑπερέχει τῷ ἁγιασμῷ, τοσοῦτον καὶ τῷ τόκῳ πλεονεκτεῖ καὶ τοῦ νόμου τὴν ἐντολὴν ἀναβέβηκεν. Πλὴν δὲ ὅμως «τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἀτελῆ τὸν νόμον ὁ Λουκᾶς οὐκ ἀγνοίᾳ κρατηθείς, σοφίᾳ δὲ ὁδηγηθεὶς ἐξέθετο. Ὁ μὲν νό μος ἔλεγεν· «ἀμνὸν καὶ νεοσσόν»· οὐκ εὐποροῦντος δὲ τοῦ προσφέροντος, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν καὶ σεμίδαλιν» προσέταττεν. Ὁ Λουκᾶς δὲ τὴν τοῦ πλουτοῦν τος ἀφῆκεν προσφοράν· πτωχοῦ γὰρ ἐμνημόνευσε τοῦ δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντος. Οὐκ ἦν αὐτῷ, φησίν, κατάλυμα· πόθεν ἀμνὸν ἐκέκτητο; Ἐπὶ φάτνης σπαργανωθείς, πόθεν προσέφερε πρόβατον; Μᾶλλον δὲ οὐκ ἔχρῃζεν ἀμνοῦ· αὐτὸς γὰρ ἦν «ὁ ἀμνὸς τοῦ θεοῦ», τὸ ἀληθινὸν πρόβατον. Αὐτὸς ἑαυ τὸν ὑπὲρ τοῦ κόσμου ἔθυεν· διὰ τοῦτο τί μὲν ὁ νόμος προσέταττεν ἐξηγόρευσεν, τί δὲ ὁ Χριστὸς οἰκονομεῖ ἐσήμανεν. 4 Εἶτα ἑξῆς· «Καὶ ἰδοὺ ἄνθρωπος», φησίν, «ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ, καὶ Πνεῦμα ἅγιον ἦν ἐπ' αὐτῷ· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» Πολὺς ὁ τοῦ Συμεὼν πλοῦτος, ποικίλα τοῦ στρατηγοῦ τὰ ὅπλα, γέμει καρπῶν τὸ φυτόν, γέμει βοτρύων ἡ ἄμπελος. Οὐ μόνον «ἦν ἄνθρωπος», ἀλλὰ καὶ «Συμεὼν ὠνομάζετο». Πρὸς τούτοις «δί καιος» οὐ μόνον «δίκαιος», ἀλλὰ καὶ «εὐλαβής», ἀλλὰ καὶ πα ράκλησιν ἐζήτει τῷ Ἰσραήλ, ἀλλὰ καὶ «Πνεῦμα ἅγιον ἦν ἐπ' αὐ τῷ», ἀλλὰ καὶ «χρηματισθεὶς ὑπῆρχεν μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» «Ἰδοὺ ἄνθρωπος»· ποῦ; «Ἐν Ἰερουσαλήμ». Ἔκπληξιν ἡ λέξις ἔχει, γέμει τὸ ῥῆμα θαύματος· ἐν Ἰερουσαλὴμ ἄνθρωπος περὶ ἧς Σοφονίας ὁ προφήτης τὸν θεὸν αὐτὸν εἰσήγαγε λέγοντα· «Ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου καὶ οὐ μὴ εὕρω.» Καὶ λύχνου χρῄζει τὸ φῶς; Οὔ φησιν, ἀλλὰ λύχνον καλεῖ τὸν νόμον. «Καὶ ἰδοὺ ἄν θρωπος ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Καὶ τίς ἡ ἑρμηνεία τοῦ δηλωθέντος ὀνόματος; «Ἀκοὴ θεοῦ», ὥστε πρέπουσαν τῇ πολιτείᾳ τὴν προσηγορίαν ἐκ τῆς τοῦ πνεύματος οἰκονομίας ἐ κτήσατο· ὅπου γὰρ «ἀκοὴ θεοῦ», ἐκεῖ πάντως ὑπακοὴ νόμου, τήρησις ἐντολῶν, ἀγαθοῦ βίου δρόμος, σκοπὸς σωτηρίας εἰς τέ λος προσερχόμενος· ἐν οἷς ὁ ἀληθινὸς χαρακτηρίζεται ἄνθρω πος, περὶ οὗ ταῦτα κατὰ λόγον ἐπήγαγεν. 5 «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχό μενος παράκλησιν τοῦ Ἰσραήλ»· τοῦτο δικαίου σκοπὸς μὴ ζητεῖν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ ἑτέρου καὶ τῶν πολλῶν, τῆς κοι νῆς σωτηρίας μὴ τῆς ἰδίας ἀπολαύσεως γίνεσθαι. «Καὶ Πνεῦμα», φησίν, «ἅγιον ἦν ἐπ' αὐτῷ»· ὄχημα ὑπῆρχε δεσποτικὸν ὁ Συμεών, θρόνος θεοῦ, καὶ διὰ τοῦτο μετὰ χεῖρας τὸν βασιλέα τῶν αἰώνων ἐδέξατο. «Καὶ ἦν αὐτῷ κεχρηματισμένον μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου»· οὐκοῦν ὁ χρηματισμὸς ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῆναι, ἀπὸ φωτὸς ὁδεῦσαι πρὸς φῶς, ἀπὸ ἡμέρας εἰς ἡμέραν μεταπηδῆσαι, μὴ παλαιωθῆναι, ἀλλ' ἀνακαινισθῆναι, ἐν τῷ
καιρῷ τῆς συντελείας τὴν ἀνανέωσιν δέξασθαι. Οὗτος «ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν»· ἡ πηγὴ τὸν διψῶντα πρὸς τὴν πηγὴν ἀπήγαγεν. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτῷ κατὰ τὸ εἰθισμένον περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ.» Ἔφερεν ἐν ταῖς χερσὶν τὸν ἐν τῇ χειρὶ τὴν οἰκουμένην καὶ τὴν ἀοίκητον ἔχοντα, «τὸν μετρήσαντα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί.» Καὶ πῶς ὁ Συμεὼν θυσίαν τὴν αὐτῷ μὴ προσήκουσαν ἀνήνεγκεν; Οὐδὲ γὰρ ἦν ἱερεύς· οὐ γὰρ τοῦτο εἴρηται, οὐδὲ λευίτης, οὐδὲ νεωκόρος, ἐπειδὴ μόνῃ τῇ φυλῇ τοῦ Λευὶ τὸ λειτουργικὸν κεκλήρωται. Οὐκ ἦν ἱερεύς, ἦν δὲ «δίκαιος»· ἡ δικαιοσύνη δὲ τὴν ἱερωσύνην ὑπὸ τοὺς πόδας κέκτηται. Οὐκ ἦν λευίτης, ἀλλ' «εὐλαβής»· ὁ δέ γε εὐλαβὴς ἀφ' ἑαυτοῦ τὸ χρῖσμα ἔχει. 6 Καὶ βαστάζων τὸ βρέφος ἔφη· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» «Νῦν ἀπολύεις»· ἦλθε γὰρ ὁ καιρὸς τῆς ἀφέσεως, ἀπήντησε τῶν αἰχμαλώτων ἡ λύτρωσις, τῶν χρεῶν ἡ συγχώρησις· ἐγεννήθη βασιλεὺς τοὺς ἐν φυλακαῖς ἐλευθερῶν, τοὺς ἐν δεσμοῖς ἀπαλλάττων, τοὺς ἐν θανάτῳ εἰς ζωὴν ἀνακαλούμενος, κουφίζων τὸν φόρτον τῆς γῆς. «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα.» Πῶς οἶδας; Ὁρῶ τὸν δεσπότην, φησίν, σχῆμα δούλου περικείμενον. Οὐκ ἂν δεσπότης ὢν δούλου μορφὴν ἐφόρεσεν, εἰ μὴ τὸν δοῦλον ἐνδῦσαι τοῦ δεσπότου τὴν μορφὴν ἐλογίσατο. Οὐκ ἂν τὴν τάξιν ἐνήλλαξεν, οὐδ' ὑψηλὸς ὢν ἐταπεινώθη, εἰ μὴ τὸ ταπεινὸν εἰς ὕψος ἀνα-γαγεῖν ἠβουλήθη. Ἀλλὰ πῶς αὐτὸν «ἀπολύεις κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ;»· εἰ γὰρ ῥήματι τὴν κτίσιν παρήγαγες, ῥήματι πάντως ἐλευθεροῖς τὸν τῆς κτίσεως ἄρχοντα. «Ἐν εἰρήνῃ»· ποίᾳ; Τῇ τοῦ σταυροῦ· ἐκείνη γὰρ ἡ μάχαιρα τοῦ τυράννου τὴν κεφαλὴν ἀπέτεμε καὶ εἰρήνην τοῖς μετὰ Χριστοῦ στρατευομένοις ἔδωκεν. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας.» Εἶδον ἃ πολλοὶ ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον, θεὸν ἐν σαρκί, ἥλιον ἐν νεφέλῃ φωτίζοντα. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», τουτέστιν εἶδόν σου τὴν σάρκωσιν, δι' ἧς τὴν σωτηρίαν τῶν ἀνθρώπων ᾠκονόμησας· οὐ γὰρ εἶδον γυμνὴν θεότητα, ἐπειδὴ τὸν θεὸν καθώς ἐστιν οὐσίᾳ οὐδεὶς ἀνθρώπων ὄψεται. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Κοινὰ τοῖς Ἰουδαίοις καὶ τοῖς ἔθνεσι τὰ ἀγαθὰ καὶ ἀμέριστα. Μὴ τοίνυν φθονείτω ὁ Ἰουδαῖος, μήτε στενοχωρείσθω ὁ Φαρισαῖος, μήτε πειραζέτω ὁ γραμματεύς, μὴ εὐλαβείσθω περὶ τῆς αὐτοῦ βασιλείας ὁ Ἡρῴδης, μὴ δειλιάτω περὶ τῆς ἱερωσύνης Ἅννας καὶ Καϊάφας· ὁ ἐλθὼν πᾶσι δίδωσι, παρ' οὐδενὸς λαμβάνει· ἀφθόνως φιλοτιμεῖται, χωρὶς μέτρου χαρίζεται. 7 Ἀλλ' ὁ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ ἀκούσαντες τὰ παρὰ τοῦ Συμεῶνος λαληθέντα ἐθαύμασαν πῶς ὁ Χριστὸς ἀνέχεται υἱὸς ἀνθρώπου γενέσθαι. Ἐθαύμασεν ἡ Μαρία πῶς γαστὴρ γυναικὸς ἐχώρησε θεόν, πῶς ἡ δούλη τὸν ἐλευθεροῦντα τὴν κτίσιν ἐγέννησεν. Καί φησιν· «Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον», «εἰς πτῶσιν» τῶν ἐπιμενόντων τῇ ἀπιστίᾳ, «εἰς ἀνάστασιν» τῶν ἐξ ἀπιστίας εἰς πίστιν μετατιθεμένων. Λίθος ἦν ὁ Χριστὸς εἰς οἰκοδομὴν κείμενος, ἀλλὰ προσέκοπτον οἱ τυφλοὶ τοὺς ὀφθαλμοὺς ῥεμβόμενοι. Οὐ τοίνυν αὐτῷ τὴν «πτῶσιν» τῶν πεπτω-κότων, ἀλλὰ τὴν «ἀνάστασιν» λογίζεσθαι χρή. Εἰ μὲν γὰρ ἔπιπτον μόνον, οὐχὶ δὲ καὶ ἀνίσταντο, δικαίως αὐτὸν τῆς «πτώσεως» ὑποπτεύεις αἴτιον. Εἰ δὲ τῶν ἐκ ῥαθυμίας πιπτόντων οἱ βουληθέντες ἀνίστανται, τὸ «πτῶμα» τοῦ ῥαθυμοῦντος γίνεται, τοῦ Χριστοῦ ἡ «ἀνάστασις». Οὐκ ἔπεσον Ἰούδας ἅμα καὶ Πέτρος, ὁ μὲν ὡς εἰπών· «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» ὁ δὲ ὡς εἰπών· «Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω»; Ἐχρῆν γὰρ αὐτὸν εἰδέναι ὅτι θνητὸς τὴν ψυχὴν ὑπὲρ ἀθανασίας οὐ δίδωσι. Καὶ πάλιν· «Ἐὰν δέῃ με σὺν σοὶ
ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι.» Ἐξὸν εἰπεῖν· «Ἐάν με ἐνισχύσῃς, οὐ μή σε ἀπαρνήσομαι. Ἐὰν ἀσφαλίσῃ με, ὁ ἀσθενὴς οὐ δέδοικα τὸ ναυάγιον. Ἐὰν τῷ πολέμῳ κοινωνήσῃς, οὐκ εὐλαβοῦμαι θάνατον.» Ἀλλὰ τὸ μὲν γλώττης ὑπῆρχεν, τὸ δὲ καρδίας ἁμάρτημα. Διὰ τοῦτο <ὁ> μὲν Πέτρος πεσὼν ἀνέστη καὶ χειραγωγὸς ἑτέρων πεπτωκότων ἐγένετο· ὁ δέ, ἀπὸ βάθους πρὸς βόθρον ὁδηγηθείς, ἔρριψε τὸ ἀργύριον καὶ τὸ σχοινίον λαβὼν ἀπήγξατο. 8 «Σημεῖον ἀντιλεγόμενον» ὁ σταυρός· τῶν γὰρ Ἰουδαίων σταυρούντων, ἀνεχώρει ὁ ἥλιος· ἡ συναγωγὴ ἐσυκοφάντει καὶ ἡ γῆ ἐσαλεύετο. Ὁ λαὸς ἐβόα· «Σταύρωσον αὐτόν», ἀλλ' αἱ πέτραι μὴ φέρουσαι τὸν ὄγκον τῆς βλασφημίας ἐρρήγνυντο. Οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς ἔλεγον· «Ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.» Ὁ δὲ ἑκατόνταρχος ἐβόα· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» Ἀλλὰ καὶ μέχρι νῦν ὁ λόγος ὁ τοῦ σταυροῦ «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.» «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ῥομφαία ἡ διχόνοια λέγεται ἐπειδὴ, καθάπερ ἡ ῥομφαία σχίζει καὶ μερίζει τὰ σώματα, οὕτως καὶ τὰς ψυχὰς πρὸς ἀμφιβολὴν ἡ διχόνοια· εἰ γὰρ καὶ παρθένος ἦν, ἀλλὰ καὶ γυνή· εἰ καὶ θεοτόκος, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος. Ῥομφαία τοίνυν αὐτῆς τὴν ψυχὴν διέβαινεν, «ὅπως <ἂν> ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ποῖοι διαλογισμοί; Οἱ περὶ τοῦ Χριστοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους διάφοροι, ποτὲ μὲν αὐτὸν προφήτην, ποτὲ δὲ λυτρωτὴν τοῦ Ἰσραὴλ οὐχ ὑπογράφοντες, πολλὴν καὶ ἐπὶ τούτοις ἀμφιβολίαν διὰ τὸν σάλον τὸν ἐκ τοῦ πάθους ὑπομένοντες, ὥστε τοὺς περὶ Κλεόπαν μαθητὰς παριόντας καὶ πρὸς αὐτὸν λέγειν· «Σὺ μόνος παροικεῖς ἐν Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέ ραις ταύταις.» Εἶτα ἐρωτηθέντες «ποῖα;» ἐπήγαγον· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης, καὶ τὰ ἑξῆς.» Οὐκοῦν ὥσπερ προφήτην μὲν εἶχον καὶ λυτρούμενον τὸν Ἰσραήλ· διὰ δὲ τὸ πάθος καὶ ταύτην ἐμβάλλειν περὶ αὐτοῦ τὴν ὑπόληψιν ὅτι λυτροῦται τὸν Ἰσραὴλ ἐκινδύνευον. Τοῦτο δὲ οὐ μάτην ἐγίνετο, ἀλλ' ὥστε δεῖξαι ὅτι «τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» Τὸ γὰρ τοῦ σταυροῦ πάθος οἱ πάντες ἐσινιάσθησαν καὶ ἐσαλεύθησαν, οὐ μόνον οἱ ἁπλῶς μαθηταί, ἀλλὰ καὶ οἱ ἐκλεκτοὶ καὶ ἡ μήτηρ αὐτοῦ. Τοῦτο πᾶσαν τὴν οἰκουμένην ἐστήριξεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily I on the Holy Mother of GodHomilia I de sancta Maria deipara (hom. 5)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia i de sancta Maria deipara (homilia 5) Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον 1 Πᾶσα μὲν εὐγνώμων γλῶττα τὴν παρθένον εἰκότως καὶ θεο τόκον ἀσπάζεται καὶ τὸν Γαβριὴλ μιμεῖται τὸν ἄρχοντα τῶν ἀγγέλων εἰς δύναμιν. Καὶ ὁ μὲν αὐτῇ χαίρειν λέγει, ὁ δὲ «Κύριος ἐκ σοῦ» προσφωνεῖ, διὰ τὸν ἐξ αὐτῆς τεχθέντα καὶ μετὰ σαρκὸς τῷ γένει τῶν ἀνθρώπων ἐπιφανέντα κύριον. Οὗτος αὐτὴν Μητέρα φωτὸς ἐπονομάζει, ἐκεῖνος Ἀστέρα ζωῆς, ἄλλος Θρόνον προσαγορεύει θεοῦ, ἄλλος Ναὸν οὐρανοῦ μείζονα, ἕτερος Καθέδραν τῆς τῶν χερουβικῶν καθέδρας οὐκ ἐλάττονα, ἕτερος πάλιν Κῆπον ἄσπορον, εὔφορον, ἀγεώργητον, Ἄμπελον εὔβοτρυν, εὐθαλῆ, ἀψηλάφητον, Τρυγόνα καθαράν, Περιστερὰν ἀμίαντον, Νεφέλην τὸν ὑετὸν χωρὶς φθορᾶς συλλαμβάνουσαν, Πήραν ἧς ὁ μαργαρίτης τοῦ ἡλίου λαμπρότερος, Μέταλλον ἐξ οὗ ὁ λίθος ὅλην καλύπτων τὴν γῆν οὐδενὸς αὐτὸν λατομοῦντος προέρχεται, Ὁλ κάδα φόρτου γέμουσαν καὶ κυβερνήτου μὴ χρῄζουσαν, Θησαυρὸν πλουτοποιόν.
Ἄλλοι δὲ ὁμοίως ἄστομον Λυχνίαν ἀφ' ἑαυτῆς ἅπτουσαν, Κιβωτὸν τῆς τοῦ Νῶε πλατυτέραν, εὐμηκεστέραν, ἐν δοξοτέραν· ἐκείνη ζῴων κιβωτός, αὕτη δὲ ζωῆς· ἐκείνη ζῴων φθαρτῶν, αὕτη δὲ ἀφθάρτου ζωῆς· ἐκείνη τὸν Νῶε, αὕτη δὲ τοῦ Νῶε τὸν ποιητὴν ἐβάστασεν· ἐκείνη διώροφα καὶ τριώροφα ἐκέκτητο, αὕτη δὲ ὅλον τῆς Τριάδος τὸ πλήρωμα, ἐπειδήπερ καὶ τὸ Πνεῦμα ἐπεδήμει καὶ ὁ Πατὴρ ἐπεσκίασε καὶ ὁ Υἱὸς ἐνεσκήνου κυοφορούμενος· «Πνεῦμα γὰρ ἅγιον», φησίν, «ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.» Ὁρᾷς ὅσον τὸ τῆς θεοτόκου παρ θένου καὶ πηλίκον ἀξίωμα. Ὁ γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τοῦ κόσμου ποιητής, ὡς βρέφος παρ' αὐτῆς ἐβαστάζετο, καὶ τὸν Ἀδὰμ ἀνέπλασε καὶ τὴν Εὔαν ἡγίασε καὶ κατήργει τὸν δρά κοντα καὶ τὸν παράδεισον ἤνοιγε καὶ τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο. Εἰκότως σφόδρα καὶ κατὰ λόγον, ἑκάτερον· τὸν γὰρ παράδεισον ἤνοιγεν, ἐπειδὴ λῃστὴν εἰσφέρειν καὶ πάντας εἰς αὐτὸν χειραγωγεῖν τοὺς κληρονόμους τῆς βασιλείας ἤμελλε. Τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο, θεὸς καὶ Λόγος ὑπάρχων ὁ σαρκούμενος οὐδαμῶς θύρας πρὸς τὴν εἴσοδον ἢ τὴν ἔξοδον ἔχρῃζε.
2 Σοὶ μὲν οὖν, ὦ παρθένε, τοὺς ἐπαίνους οἱ προφῆται μερί ζονται, καὶ λέγει τῶν θεοφόρων ἕκαστος ὅσα τῶν θαυμάτων ἐπι στεύθη μυστήρια. Καὶ ὁ μέν σε Ῥάβδον Ἰεσσαὶ καλεῖ, ἵνα τὸ ἄτρωτον καὶ ἀκαμπὲς τῆς παρθενίας αἰνίξηται. Ὁ δὲ Βάτῳ παραβάλ λει καιομένῃ καὶ μὴ κατακαιομένῃ, ἵνα τὴν σάρκα τοῦ μονογε νοῦς καὶ τὴν παρθένον τὴν θεοτόκον αἰνίξηται· ἡ μὲν γὰρ ἐκαί ετο καὶ οὐ κατεκαίετο, ἐπειδήπερ ἔτεκε καὶ τὴν γαστέρα οὐκ ἤνοιξεν, συνέλαβε καὶ τὴν μήτραν οὐκ ἔφθειρεν, ἐξήγαγε τὸ βρέφος καὶ τὴν κοιλίαν ἐσφραγισμένην κατέλιπεν, ἐχορήγησε γάλα καὶ τοὺς μασθοὺς ἀψηλαφήτους ἐφύλαξεν, ἐβάστασε παιδίον καὶ τοῦ παι δίου πατέρα οὐκ ἐγίνωσκεν, ἐγένετο μήτηρ καὶ οὐκ ἐγένετο νύμφη. Υἱὸς ἐτρέφετο καὶ πατὴρ οὐχ ηὑρίσκετο· ὁ ἀγρὸς ἐκαρποφόρει καὶ ὁ καρπὸς γεωργὸν οὐκ ἐκέκτητο, θέρος ἀπέδωκε καὶ σπόρον οὐκ ἐδέξατο· ποταμὸς ἔτρεχε καὶ ἡ πηγὴ πανταχόθεν ἐκέ κλειστο, εἰς ἔνδειξιν ὅτι καὶ μήτηρ ἐγένου καὶ τὰ μητέρων οὐκ ἔπαθες· ἔτεκες ὡς γυνὴ καὶ οὐκ ἐφθάρης ὡς γυνή· κατὰ νόμον ἐκυοφόρεις τῆς φύσεως, ἐπειδὴ τὸν τεταγμένον καιρὸν τῶν ὠδίνων ἀνέμενες· ἀλλὰ γὰρ καὶ συνέλαβες παρὰ νόμον τῆς φύσεως.
Ἕτερός σε Πύλην κεκλεισμένην, ἐν ἀνατολαῖς δὲ κειμένην προσηγόρευσε καὶ τὸν βασιλέα, τῶν θυρῶν κεκλει σμένων, εἰσάγουσαν. Οὕτω δὴ καὶ ἐκφέρουσαν Πύλην σε κέ κληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας, Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ «τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἐκ τῆς σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχε ται. Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμε νος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν, οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ «Κῆπον κεκλεισμένον» ὠνόμασε καὶ «Πηγὴν ἐσφραγισμένην» ὁ ἐκ σοῦ νυμφίος, προεῖπεν ἐν τοῖς Ἄσμασι «Κῆπον κεκλεισμένον», ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀν θρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· «Πηγὴν ἐσφραγισμέ νην», ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐ πλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε.
3 Περὶ σοῦ Δαυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· «Ἀνά στηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιά σματός σου.» «Ἀνάστηθι»· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός–τοῦτο γὰρ οὐ θέμις ἢ νοεῖσθαι ἢ λέγεσθαι–, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. «Ἀνά στηθι», ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρ θώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ νῦν τυραννούμενον. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου», ἣν ἐπὶ τῆς γῆς ὥρισας καὶ εἰς τὴν Βηθλεὲμ ἔταξας, τὸ σπήλαιον καὶ τὴν φάτνην καὶ τὰ σπάργανα· ἐν οὐρανοῖς γὰρ οὐ χρῄ ζεις ἀναπαύσεως, αὐτὸς δὲ ἀνάπαυσις ὑπάρχεις ὅλης τῆς κτί σεως· ἐπὶ γῆς δὲ δι' ἡμᾶς τὰ τῆς σαρκὸς πάσχεις· ἢ γὰρ οὐχὶ καὶ πείνης καὶ δίψης καὶ κόπου ἠνέσχου; Ἀλλὰ γὰρ καὶ πεινῶν ἄρτος ὑπάρχεις ζωῆς, καὶ διψῶν αὐτὸς εἶ τῶν διψώντων παρά κλησις–ποταμὸς γὰρ ἀφθαρσίας καθέστηκας–, καὶ κοπιῶν τοῖς περιπάτοις τῆς ξηρᾶς πεζεύεις κόπου χωρὶς τῆς θαλάσσης τὰ κύματα. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου»· ἡ παρθένος, ἡ θεοτόκος εὔ δηλον.
Εἰ γὰρ σὺ μαργαρίτης, εἰκότως ἐκείνη κιβωτός· ἐπειδὴ σὺ τυγχάνεις ἥλιος, οὐρανὸς ἀναγκαίως ἡ παρθένος κληθήσεται· ἐπειδὴ σὺ ἄνθος τυγχάνεις ἀμάραντον, ἄρα ἡ παρθένος ἀφθαρ σίας φυτόν, ἀθανασίας παράδεισος. 4 Εἰς ἣν Ἠσαΐας ταῦτα θεόθεν ἀρτίως προανεφώνησε λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέ σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» «Ἰδοὺ ἡ παρθένος»· Ποία; –Ἡ τῶν γυναικῶν ἔγκριτος, ἡ τῶν παρθένων ἐξαίρετος, τὸ σεμνὸν τῆς ἡμετέρας φύσεως ἐγκαλλώπισμα, τὸ τοῦ πηλοῦ τοῦ ἡμετέρου καύχημα, ἡ τῆς αἰσχύνης τὴν Εὔαν καὶ τῆς ἀπειλῆς τὸν Ἀδὰμ ἀπαλλάξασα, ἡ τὴν παρρησίαν ἀποτεμοῦσα τοῦ δρά κοντος· ἧς καπνὸς ἐπιθυμίας οὐχ ἥψατο, οὐδὲ σκώληξ αὐτὴν ἡδυ παθείας ἔβλαψεν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται»· Πόθεν, ὦ προφῆτα; «Οὐ λέγω», φησί· «τοῦτο γὰρ τῷ Γαβριὴλ πεφύλακται. Πολλοὶ τῆς θεοτόκου διαιροῦνται τὰ θαύματα, πολλὰ δὲ ὅμως καὶ ἐξ αὐτῶν παραλέλειπται· πλὴν ἐγὼ τὸν τόκον τῆς ἀειπαρθένου πεπίστευμαι, Μιχαίας τὸν χῶρον ἐν ᾧ τὸ θαῦμα πέπρακ ται, Δαυὶδ τὸν καιρόν· αὐτὸς γὰρ τό «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» τῇ τῶν ψαλμῶν προφητείᾳ ἐνέθηκεν.
Γαβριὴλ τοίνυν ἐρεῖ τὸ πόθεν· ἐκεῖνος γὰρ ἐξ οὐρανοῦ κατέρχεται, ἐκεῖνος ἐπ' αὐτὸ τοῦτο πρὸς τὴν παρθένον πέμπεται, ἐκεῖνος ἐν καιρῷ τοῦ τόκου παραγίνεται καὶ τοῦ τόκου τὴν ὑπόστασιν ἀναγκαίως ἑρμηνεῦσαι πιστεύεται. Εἰ δὲ καὶ παρ' ἐμοῦ μανθάνειν θέλεις, τὰ ἑξῆς τῆς προφητείας ἔπελθε· Καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Τί δέ ἐστιν Ἐμμανουήλ; «Μεθ' ἡμῶν ὁ θεός.» Μὴ τοίνυν θεὸς ἀπὸ γάμου καὶ φθορᾶς συλλαμ βάνεται, καὶ ἐξ ἀνδρὸς καὶ κοίτης τεχθῆναι ἢ σαρκωθῆναι δύ ναται; Οὐδαμῶς, ἀλλ' ἐξ ἐνεργείας θεοῦ, ἐξ ἐπιφοιτήσεως ὑψί στου, ἐκ παρουσίας Πνεύματος. 5 Τοιγαροῦν ἡνίκα ἡ παρθένος πρὸς τὸν Γαβριὴλ ἔλεγε· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» τουτέστιν· «Ἐκ πλήττει με τὸ θαῦμα, καταπλήττει με τὸ ῥῆμα», καὶ ὁ τοῦ ἀγ γέλου χρηματισμὸς τὴν παρθένον ἐξίστησιν. «Θαυμαστὰ λέγεις, ἐμοὶ δὲ διὰ τὸ ξένον ὕποπτα. Δέδοικα τοῦ εὐαγγελισμοῦ τὸ και νόν, θορυβοῦμαι πρὸς τὸ λίαν τῶν λεγομένων ἄηθες.
"Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;"3 Πῶς ἔσομαι μή-τηρ, μὴ γενομένη νύμφη; Οὐκ ἔφθειρα τὸ τῆς ὥρας ἄνθος, τὸν ζωστῆρα τῆς παρθενίας οὐκ ἔλυσα, τὸν δεσμὸν τῆς μήτρας οὐκ ἐχαύνωσα, τὴν σφραγῖδα τῆς γαστρὸς οὐ παρέλυσα.» Ὁ δὲ ἄγγελος παραχρῆμα ἐπήγαγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι» τουτέστιν· «Εἰ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν ἔτεκες θεόν, δούλου μορφὴν λαβεῖν ἐκ σοῦ διὰ σὲ χωρὶς φθορᾶς εὐδοκήσαντα, οὐκ ἂν ὄργανον ἐγένου τῆς τοῦ πάντα παραγαγόντος σαρκώσεως. Ἀλλ' ἐπειδὴ καθαρὰ τυγχάνεις κοίτης γαμικῆς, ἐπειδὴ τὸν ναὸν ἄφθαρτον καὶ τὴν σκηνὴν ῥύπου παντὸς ἐλευθέραν ἐτήρησας, καὶ ὁ Πατὴρ ἐπιδημεῖ σοι καὶ τὸ Πνεῦμα ἐπισκιάζει καὶ μετὰ σαρκὸς ἐκ σοῦ ὁ Μονογενὴς τίκτεται. Σὺ οὖν μηδαμῶς διακριθῇς τὰ ἑξῆς μυστήρια, μὴ διακριθῇς ἐν σπηλαίῳ τίκτουσα τὸν ὅλης τῆς κτίσεως δημιουργόν, μὴ διακριθῇς ἐν φάτνῃ καθίζουσα τὸν ἐπὶ τῶν νώτων τῶν χερουβὶμ καθεζόμενον, οὐκ ἔχουσα τόπον ἐν τῷ καταλύματι καὶ μήτηρ βασιλέως τῶν ἄνω καὶ τῶν κάτω τυγχάνουσα.» 6 Ἑκὼν γὰρ ἐκ σοῦ πτωχεύει, ἵνα καὶ τοὺς πλουσίους χαλι-νώσῃ, καὶ τοῖς πτωχοῖς ὑπόθεσις ὑπομονῆς καὶ διδάσκαλος εὐχαριστίας γένηται.
Ἑκὼν ἐπὶ τῆς φάτνης τίθεται, ἵνα οἱ κτηνώδεις προσδράμωσι καὶ τὸν Λόγον εὕρωσιν ἐπὶ τῆς φάτνης καθήμενον, ἵνα ἀναλάβωσιν ἐξ αὐτοῦ τὸ λογικὸν ἀξίωμα, ἵνα σῖτον εὕρωσι προσδοκήσαντες ἄχυρα, ἵνα ὡς κτήνη προσδράμωσι δράγματα κριθῆς ἐπὶ τῆς φάτνης εὑρεῖν οἰόμενοι καὶ τὸν ἄρτον τὸν ἀληθινὸν φάγωσι, τὴν τροφὴν τῆς ζωῆς, τὸ δεῖπνον τοῦ φωτός, τὴν βρῶσιν τῆς χαρᾶς, τῆς ἀφθαρσίας τὸ γλύκασμα, ἐξ οὗ τῆς βασιλείας ἡ γνῶσις, τῆς υἱοθεσίας ὁ ἀρραβών, ὁ τῶν οὐρανῶν κλῆρος, ἡ κοινωνία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily I on Saint LazarusHomilia I in sanctum Lazarum (hom. 11)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia i in sanctum Lazarum (homilia 11) Ἀνεγνώσθη Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ κυρίου, καὶ Δαυὶδ τὸν θεοπάτορα. 1 Εἰ μὴ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος» ὁ σωτὴρ ἡμῶν «ὑπήκοος μέχρι θανάτου», οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί. Ἐκεῖνος τοὺς Μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη πνεῦ-μα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ' ἡ Σιὼν δεῖπνον ἀνέδειξε. Σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ' ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε. Σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαρ γάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε. Σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν.
2 Πῶς ἐγκωμιάσω τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸν τῆς νέας Ἰερουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐν λύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαίνοντα; Πέτρος δημηγορεῖ, ἀλλ' Ἰάκωβος νομοθετεῖ, καὶ ὀλίγαι λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος· «Ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, καὶ ἑξῆς». «Ἐγὼ κρίνω»· οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις, οὐδὲ φαυλίζειν τὸ ψήφισμα· «Ἐν ἐμοὶ γὰρ ὁ πάντων κριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν τὸ ὄργανον, ἀλλ' ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶσσαν παρέχω, ἀλλ' ὁ δημιουργὸς Λόγος τὸν λόγον χορηγεῖ. Μὴ τῷ καλάμῳ, τῷ δὲ γράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω.»

Homily I on Saint Longinus the CenturionHomilia I in sanctum Longinum centurionem (hom. 19)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia i in sanctum Longinum centurionem (homilia 19) [Dub.] Μαρτύριον τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῶν σὺν αὐτῷ δύο στρατιωτῶν, συγγραφὲν παρὰ Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων. 1 Πολλαὶ τῶν μαρτύρων αἱ γραφαί· καθάπερ γὰρ αἱ τῶν ζωγράφων εἰκόνες τινὰς μιμούμεναι τῶν πόλεων ὄψεις, καὶ μεγέθη πύργων, καὶ μορφὰς ἀνδρῶν καὶ γυναικῶν, ποτὲ μὲν νέας, ποτὲ δὲ πρεσβυτικάς, ποτὲ δὲ βασιλικάς, ποτὲ δὲ νυμφικάς, ποτὲ δὲ σκυθρωπάς, ποτὲ δὲ περιχαρεῖς δεικνύ ονται, οὕτω καὶ οἱ τῶν μαρτυρικῶν ἀγώνων τοὺς λόγους ἱστο ρήσαντες τὸ στερρὸν τῆς ψυχῆς, καὶ τῶν τρόπων τὸ ἀνδρεῖον, καὶ τὴν ἐν τοῖς δεινοῖς παράστασιν ἄφοβον καὶ εὔτολμον καὶ ἀκατάπληκτον, καὶ τὴν ἐκ θεοῦ συμμαχίαν πρὸς αὐτοὺς κα ταβαίνουσαν, ποτὲ μὲν τῷ πλήθει τῶν σημείων, ποτὲ δὲ τῷ πλού τῳ ἐν τοῖς λόγοις τῆς χάριτος ὁμολογουμένην, ταῖς ἀκοαῖς ἐμ φανίζουσιν. Λογγίνου δὲ ἄρα γραφὴν σοφοῦ τε καὶ ἀνδρείου, ἐξαι ρέτως τῆς ὑπὲρ τοῦ Χριστοῦ μαρτυρίας ἧς ἤρξατο ὁμολογήσας αὐτόν, πῶς ἐπαξίως ἱστορήσαιμι; 2 Ὅτε γὰρ τῷ φόβῳ συγχυθεὶς ἐξηρνήσατο αὐτὸν ὅλος ὁ χο ρὸς τῶν ἀποστόλων, χωλοὶ δὲ οὓς ἤγειρεν, τυφλοί τε οὓς ἐφώ τισεν, λεπροί τε μετὰ τούτων οὓς τῆς πολυστίκτου δορᾶς καὶ τῆς σαρκὸς τῶν μωμημάτων ἠλευθέρωσεν, καὶ ἄλλοι ὧν τὰς συμφορὰς ἔπαυσεν καὶ τὰς νόσους ἐχώνευσεν καὶ πρὸς τὸ κρεῖτ τον τὴν φύσιν μετεσκεύασεν, οὗτοι πάντες πρὸς τὸ δρᾶμα τοῦ σταυροῦ καταπλαγέντες χειμῶνος μεστὸν ναυάγιον ὑπέμειναν, ἡ ὁμολογία τοῦ θεοσεβοῦς ἑκατοντάρχου Λογγίνου ὑπῆρχεν εἰς τὰς ἀκοὰς τῆς λυκόφρονος συναγωγῆς τῶν Ἰουδαίων, ὅτε ἔλεγεν· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος». Οὔτε γὰρ Πιλᾶτον κατὰ τοῦ Χριστοῦ μεμισθωμένον ᾐσχύνετο, οὔτε μὴν φόβον τοσούτων δήμων ᾐδεῖτο ἢ ἐνάρκησε τὸ πλῆθος τῶν ἀπεί ρων μυριάδων ἐκείνων. Λεγέσθω τοιγαροῦν καὶ γραφέσθω ἡ καλλίστη ἄθλησις αὐτοῦ ἣν οἱ ἀπ' ἀρχῆς αὐτόπται διη γήσαντο καὶ τῇ μετὰ ταύτην γενεᾷ παρέδωκαν· ἀπ' ἐκείνης δὲ εἰς τὴν ἑξῆς καὶ οὕτω μέχρις ἡμῶν καταβάντες, οἱ τῆς Λογγί νου μαρτυρίας λόγοι ὡς μαργαρῖταί τινες ἄμωμοι τὸν ἱερὸν τοῦ Χριστοῦ νυμφῶνα κοσμοῦντες διεφυλάχθησαν. 3 Ὅτε τοίνυν κουστωδίαν αἰτηθεὶς ὁ Πιλᾶτος εἰς φυλακὴν τοῦ τάφου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἔδωκεν, Λογγῖνος ἦν αὐ τῶν ἔξαρχος· αὐτὸς γὰρ ἦν καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ φυλά ξας μετὰ τῶν ὑπ' αὐτοῦ στρατιωτῶν. Ἀλλὰ τοῦ Χριστοῦ πρα χθείσης τῆς ἀναστάσεως, ὥσπερ ἡμῖν αἱ τῶν θείων εὐαγγελί ων γραφαὶ παρέδωκαν, καὶ τῶν στρατιωτῶν ἀπαγγειλάντων τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις τῆς ἰουδαϊκῆς συμμορίας τὰ γενόμενα θαύματα, ἐκεῖνοι μὲν αἰσχυνθέντες τὸν λαὸν καὶ σβέ σαι τὸ θαῦμα βουλόμενοι ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔ δωκαν, ὥστε συκοφαντῆσαι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· οὕ τω δὲ καὶ τὸν Πιλᾶτον δέξασθαι τὴν συκοφαντίαν χρήμασι πολ λοῖς ἔπεισαν. Οὐ μὴν ὁ Λογγῖνος προκρίνει τὸν δόλον τῆς ἀλη θείας, οὐδὲ κατὰ τοῦ Χριστοῦ λαμβάνει χρυσόν, οὐδὲ τὸν μα μωνᾶν τοῦ θεοῦ προτιμῆσαι ὑπέμεινεν, οὐδὲ τῇ πλεονεξίᾳ δου λωθεὶς εἰς τὸν ταύτης βυθὸν τὸν πολυθάνατον ὤλισθεν, οὐ κατὰ Χριστοῦ συκοφαντίας τοῦ ψεύδους ἠνέσχετο, τοῦ τὸν Ἀδὰμ ἐγείραντος καὶ τὸν θάνατον σφάξαντος καὶ τοὺς θνητοὺς ζωώ σαντος. 4 Πρὸς ταῦτα ὁ Πιλᾶτος καὶ οἱ δυνάσται τῶν Ἰουδαίων κεν τούμενοι ἐζήτουν ἐπιβουλὴν κατὰ τοῦ μακαρίου Λογγίνου καὶ καιρὸν οὐκ εἶχον· ἦν γὰρ ὁ Λογγῖνος ὅλης τῆς στρατιωτικῆς φάλαγγος ἐπισημότερος. Ἐπειδὴ δὲ ἐβουλήθη ὅλως Χριστοῦ
γενέσθαι, ἀποδύεται τὴν ζώνην τοῦ Καίσαρος· καὶ λοιπὸν ἐν οἴκῳ κάθηται μετὰ τῶν δύο στρατιωτῶν, οἵτινες σὺν αὐτῷ καὶ τῆς μακαρίας ἐγένοντο ἀθλήσεως συγκληρονόμοι, κήρυκες γενό μενοι ὧν εἶδόν τε καὶ ἀκηκόασιν. Καὶ τὴν Ἰερουσαλὴμ καταλι πὼν ἀνέστρεψεν σὺν αὐτοῖς καὶ γίνεται τῇ Καππαδοκῶν χώρᾳ κῆρυξ, ὥσπερ Θωμᾶς τοῖς Ἰνδοῖς, Ῥωμαίοις δὲ Πέτρος, Ἀσιανοῖς δὲ Ἰωάννης, Παῦλος «ἀπὸ Ἰερουσαλὴμ καὶ μέχριτοῦ Ἰλλυρικοῦ», καὶ ἄλλος ἄλλοις, εὐαγγελιζόμενος τὸν Χρι στὸν καὶ τὰ παρ' αὐτοῦ καὶ ἐπ' αὐτῷ πεπραγμένα μυστήρια. 5 Ἰουδαῖοι δέ, καιόμενοι τῷ ζήλῳ καὶ τῷ θυμῷ κεντούμενοι, τὴν τοῦ Λογγίνου μαρτυρίαν, πολυμερῶς ἤδη τῆς γῆς διαδρα μοῦσαν, καρτερεῖν οὐκ ἠδύναντο. Τότε τὸν Πιλᾶτον πείθουσι ψευδῆ κατὰ Λογγίνου γράψαι τοῦ μακαρίου τῷ Καίσαρι, ὅτι τῆς Ῥωμαίων βασιλείας ἀλλότρια φρονεῖ καί, τῶν ὅπλων ἀμε λήσας, τὸν Χριστὸν κηρύττει βασιλέα τοῖς ἔθνεσιν· ἤδη δὲ τῶν περὶ τούτου λόγων τὴν ἑαυτοῦ πατρίδα καὶ χώραν ἐπλήρωσεν. Πρὸς τούτοις τοῖς γράμμασι συναποστέλλουσι χρήματα καὶ τὸν Λογγίνου θάνατον ἐξωνοῦνται, τὰς ἀκοὰς Καίσαρος ὑφαρπάσαν τες. Βασιλικὰ δὲ γράμματα εἰς τὴν Ἰουδαίαν τῷ Πιλάτῳ κο μίζεται κατὰ Λογγίνου καὶ τῶν σὺν αὐτῷ· οἵτινες ὡς τὰ τῶν ὅπλων ἀμελήσαντες ξίφει τὰς κεφαλὰς ἀποθέσθαι προστάττον ται. Σπουδῇ δὲ πολλῇ τοῖς τῶν φόνων ὑπηρέταις ὁ Πιλᾶτος ἐγχει ρίζει τὰ γράμματα τοῦ Καίσαρος. Οἱ δὲ τάχος διαβάντες τὴν τῶν Καππαδοκῶν γῆν φθάνουσιν καί, μαθόντες ἐν ἀγρῷ πατρῴῳ τὸν Λογγῖνον φιλοσοφεῖν καὶ τὴν ἡσυχίαν ἀσκεῖσθαι πάντων τῶν πολιτικῶν πραγμάτων ἑαυτὸν ἀπαλλάξαντα, τὸν ἀγρὸν αὐ τίκα καταλαμβάνουσιν ἡσυχῆ, τὸ ἐπίταγμα Πιλάτου καὶ Καί σαρος ἐπιτελέσαι βουλόμενοι, ὥστε μὴ εἰς φυγὴν τὸν Λογγῖ νον τραπῆναι. Ὅθεν ἀθρόον ἐπέστησαν τῷ ἀνδρί, ὡς ἐπ' ἄλ λῳ τινὶ διαβάντες, καὶ οὐδὲν οὐδενὶ τῶν μετὰ χεῖρας αὐτῶν ἐπι φερομένων ἐθάρρησαν. Εἶτα εἰσελθόντες καὶ τῷ Λογγίνῳ περι τυχόντες, οὐκ εἰδότες αὐτὸν εἶναι τὸν αὐτοῖς τε καὶ Πιλάτῳ ζητούμενον, ἄρχονται ἐρωτᾶν ποῦ ὁ Λογγῖνος εἴη. 6 Ὁ δέ, τοῦ θείου Πνεύματος αὐτῷ τὸ δρᾶμα προδηλώσαντος· «Ἀκολουθεῖτε», φησίν, «καὶ τοῦτον ὑποδείκνυμι ὑμῖν.» Τότε πρὸς ἑαυτὸν ὁ μακάριος, ὡς εἰκός, εὐφραινόμενος καὶ τοῦ μαρ τυρίου τὴν θυσίαν ἐπισπουδάζων ἔλεγεν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγα θά. Νῦν τοὺς οὐρανοὺς ἀνεῳγμένους ὄψομαι, νῦν ἱστορήσω τὴν δόξαν τοῦ Πατρός, νῦν τὴν ἀνέκφραστον ἀστραπὴν θεωρή σω τοῦ Πνεύματος. Νῦν ἐρῶ «Κύριε, Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου», καθάπερ Στέφανος ὁ πρῶτος τῶν μαρτύρων, οὗ λαμπροτάτην φωνὴν ἀφιέντος ἀκήκοα. Νῦν Ἰερουσαλήμ, τὴν ἀνωτάτην χρυσόπυργον, τὴν αὐτὴν μὲν πατρίδα τῶν ἀγγέ λων, ὅλου δὲ τοῦ τῶν ἁγίων χοροῦ μητρόπολιν, μετὰ κρότων, ἐπινικίων καὶ βασιλικῶν τροπαίων ἐπιβήσομαι. Νῦν ἀποδύο μαι τὸν πήλινον χιτῶνα καὶ τοὺς πολυστενάκτους δεσμοὺς τῆς σαρκὸς ἀποτίθημι καὶ ἀπαλλάττομαι φθορᾶς· πρὸς ἀφθαρ σίαν γὰρ ἕλκομαι, ἕξω μοι βίον χειμῶνος ἀπηλλαγμένον ἐξιὼν ἐκ τοῦ προσκαίρου βίου, οὗ πολλὰ τὰ κύματα καὶ χαλεπὰ τὰ ναυάγια. Λιμὴν μόνος ἀθάνατος ἐκείνη ἡ ζωή, ἔνθα κατοικοῦ σιν οἱ ἅγιοι. Εὐφραίνου, ψυχή, πρὸς τὸν σὸν ποιητὴν ἀπερχο μένη, δεῖξον φαιδρὸν καιροῦ καλοῦντος τὸ πρόσωπον, καὶ τοὺς προξένους σοι τῶν τοσούτων ἀγαθῶν φιλοφρόνως ξενίσωμεν χαίροντες, καὶ πολυτελῆ παραθήσωμεν τράπεζαν τοῖς ἐπὶ τὸ δεῖπνον ἡμᾶς καλοῦσι τὸ βασιλικόν.» 7 Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγῖνος εἰπὼν τοὺς ἐπ' αὐτὸν ἐλθόν τας εἰς τὸν ἴδιον οἶκον παρέλαβεν καί, ξενίσας λαμπρῶς καὶ προσώπῳ φαιδρῷ καὶ σφόδρα περιχαρεῖ συμφαγὼν σὺν αὐτοῖς εἰς ἣν παρέθηκεν τράπεζαν, ἐρωτᾶν μετὰ τὸ δεῖπνον ἄρχεται τοῦ Λογγίνου τί χρῄζουσιν. Οἱ δέ, ὅρκους παρ' αὐτοῦ ἀπαι τήσαντες ὅτιπερ αὐτῶν οὐ
δημοσιεύει τὸν λόγον οὐδὲ γυμνοῖ τὸ θαρρηθὲν μυστήριον, τότε τὰ πρὸς Πιλᾶτον γραφέντα ἀπὸ Καίσαρος λέγουσιν καὶ ὅτι τοῦ Λογγίνου μεθ' ἑτέρων δύο τὴν κεφαλὴν ἀπήντησαν τεμεῖν. Ὁ δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα τῷ Λογγίνῳ πυθόμενος, ἔγνω μαθὼν ὡς ἐκεῖνοί γε ἦσαν οἱ τῆς ἰουδαϊκῆς μισθαρνίας τὸν Χριστὸν προτιμήσαντες, καὶ σπουδῇ πολλῇ γράφει πρὸς αὐτοὺς τὸ τάχος ἥκειν πρὸς αὐτὸν ἀγαθῶν μεγάλων αὐτῷ κοινωνήσοντας. Ἡμέραν τε οὕτω μίαν καὶ δευ τέραν ξενίσας αὐτοὺς ὁ Λογγῖνος, τῇ τρίτῃ παραλαβὼν εἰς ἀγρόν, ἐκεῖ τοὺς παρ' αὐτοῦ μετασταλέντας ἀνέμενεν. Ἐγγὺς δὲ εἶναι μαθὼν ἀπαγγέλλει αὐτοῖς ὡς αὐτὸς εἴη ὁ Λογγῖνος, ὁ παρ' αὐτῶν ζητούμενος. 8 Οἱ δὲ πρότερον μὲν ἠπίστουν, μετὰ δὲ τοῦτο πεισθέντες ἐ δάκρυον, τίλλοντες τὰς ἑαυτῶν τρίχας καὶ οἰκτρὰς φωνὰς πρὸς τὸν Λογγῖνον φθεγγόμενοι· «Τί σοι τὸ ἐγχείρημα, ὦ φίλε, ἔδοξεν τοῦτο; Ἵνα τί τοὺς ἐπὶ τὸν σὸν ἐλθόντας φόνον εἰς τὸν οἶκόν σου ἔλαβες; Τίνος χάριν τοῖς εἰς σφαγήν σου παραγενο μένοις δεῖπνον ἐπετέλεσας καὶ παρέθηκας τράπεζαν, οὐ μίαν μόνον ἡμέραν, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην; Ἆρά σου τὸν οἶ νον οὐχ ἑώρας ἐν τῷ αἵματί σου τῷ παρ' ἡμῶν ζητουμένῳ κιρ νώμενον; Νῦν μὲν τί δεῖ εἰπεῖν; Τί δὲ πρᾶξαι ἢ βουλεύσασθαι περὶ σοῦ δυνησόμεθα; Ἄπιθι, μισθὸν τῆς ξενίας λαβὼν τοῦ παρ' ἡ μῶν θανάτου τὴν ἄφεσιν· ἡμεῖς γὰρ ἐπιθεῖναί σοι τὸ ξίφος οὐ τολμῶμεν, ναρκῶμεν τοὺς ἅλας, ἐρυθριῶμεν τὴν τράπεζαν, δεδοίκαμεν τὸν θεόν, τὸν τῆς ξενίας ἔφορον. Κρεῖττον ἡμᾶς κινδυνεύειν παρὰ Πιλάτου τὴν Λογγίνου κεφαλὴν μεθοδεύον τας, οὐχὶ δὲ πάντα τὸν βίον ἡμῶν τῷ συνειδότι τήκεσθαι καὶ συνδειπνοῦντας ὁρᾶν τοὺς λεγομένους αἱμοχαρεῖς δαίμονας. Πῶς γὰρ ἡμῶν ἔσται δεῖπνον ἀγαθὸν ἐάν σοι τὰς χεῖρας ἐπε νέγκωμεν; Ναρκῶσιν γὰρ ἡμῶν οὐ μόνον αἱ χεῖρες, ἀλλὰ καὶ οἱ πόδες καὶ ἅπαν ἡμῶν τὸ σῶμα, ἐὰν τοῦτο πράξωμεν, ἐὰν φο νευταὶ τοῦ εὐεργέτου καὶ ξενοδόχου γενώμεθα.» 9 Ταῦτα μὲν αὐτοὶ πρὸς τὸν Λογγῖνον ἔλεγον. Οὐ μὴν δὲ ἔ πειθον τὸν πρόθυμον καὶ εὔψυχον ἀθλητὴν τὸν ἀγῶνα ὑπὲρ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ παραιτήσασθαι, ἀλλὰ πρὸς αὐτοὺς εὐθαρσῶς ἀποκρίνεται· «Μή με», λέγων, «προδότην τῆς ζωῆς ὀφθῆναι θελήσητε, μηδὲ πειραστὴν ἀποδειχθῆναι τῆς χάριτος. Μηδὲ λύκος τὴν τῶν προβάτων ἐκλογὴν ἀποδυσάμε νος γένωμαι· μηδαμῶς ἀρνήσωμαι ὃν ἅπαξ ὡμολόγησα. Μὴ ζημιωθῶ τὴν δόξαν ἐκείνην ἣν εἶδον τὰ στοιχεῖα σαλεύουσαν. Μή μου κατήγορος ὁ δῆμος τῆς κτίσεως γένηται, ὅτιπερ τοῦτον παρέβην δι' ὃν ὁ οὐρανὸς τὰς οἰκείας ὄψεις ἐκάλυψεν καὶ ἔδυσεν ὁ ἥλιος τὰ τῶν λαμπάδων ἅρματα, τὸ στάδιον αἱ ἡμέραι τοῦ φωτὸς παρῃτήσαντο, ἡ νὺξ πρὸς βίαν εἵλκετο· τοῦ σταυροῦ γὰρ τὸ βάρος οὐχ ὑφίστατο καὶ τῆς ἰουδαϊκῆς θεομαχίας παρῃ τεῖτο τὸ ἔγκλημα. Ταῦτα ἐγὼ τοῖς ὀφθαλμοῖς μου καὶ ταῖς οἰ κείαις ὄψεσιν ἱστόρησα. Πῶς τοίνυν σκορπίσω τοσούτων μοι ἀγαθῶν πλοῦτον; Οὐδὲ γὰρ ἀγγέλων τὰς μέμψεις ὑποστήσο μαι.» 10 Ἔτι δὲ λαλοῦντος ταῦτα τοῦ Λογγίνου, ἡ ξυνωρὶς τῶν σὺν αὐτῷ στρατιωτῶν, ἡ τὴν ἐπὶ θάνατον ψῆφον παρὰ Καίσα ρος λαχοῦσα, ἔφθασεν. Φαιδρῷ δὲ αὐτοῖς προσώπῳ καὶ περι χαρεῖ λίαν ὁ Λογγῖνος συνήντησεν καί, τοὺς ὀφθαλμοὺς ἅμα καὶ τὸν τράχηλον αὐτῶν καταφιλήσας, ἔφη πρὸς αὐτούς· «Χαί ρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ νικηταὶ τῶν θείων ἀγώνων καὶ κληρονόμοι τῆς βασιλείας οὐρανῶν, χαίρετε ὅτι ἡ πύλη ἡμῖν πρὸς οὐρανὸν ἀνέῳγεν, ἄγγελοι τὰς ἡμετέρας ψυχὰς πα ραλαμβάνειν καὶ προσφέρειν τῷ μονογενεῖ Υἱῷ τοῦ θεοῦ μέλ λουσιν. Ἰδοὺ τὰς λαμπάδας ὁρῶ καὶ τοὺς στεφάνους κατο πτεύω καὶ τὰ βραβεῖα στοχάζομαι μεθ' ὧν τῷ τοῦ νυμφίου πα ραστησόμεθα βήματι.» Καὶ ταῦτα εἰπών, ἔφη τοῖς δημίοις· «Εἴ τι οὖν προσετάχθητε, τάχος ποιήσατε.» Καὶ πρὸς τὸν ἡ γούμενον τῆς οἰκίας αὐτοῦ ἔφησεν στολὴν καθαρὰν κομίσαι αὐ τῷ, ὡς ἐπὶ γάμον καὶ νυμφῶνα καλουμένῳ.
Ἐνδυσάμενος δὲ αὐτὴν καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἐν ᾧ τὸ μακάριον αὐτοῦ σῶμα διετάξατο τεθῆναι, οὕτω τε τὸ γόνυ κάμψας χαίρων λίαν, καὶ σχηματίσας ἑαυτὸν μετὰ τῶν σὺν αὐτῷ ἑταίρων τῶν τὸν νικηφόρον ἀγῶνα διανυσάντων, τὴν κεφαλὴν ἐκτέμνεται καὶ χο ροῖς ἀποστόλων τε καὶ μαρτύρων ἐγγράφονται· τούτων γὰρ τὴν ἀνδρείαν καὶ ἐκείνων τὸν καλὸν ζῆλον ἐπεδείξαντο. 11 Λαβόντες δὲ οἱ δήμιοι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου ταύτην προσφέρουσιν τῷ Πιλάτῳ· καὶ γὰρ πρὸς χάριν τῶν Ἰουδαίων καὶ περὶ ὧν ἔλαβεν χρημάτων τοῦτο πεποίηκεν. Ὡς δὲ ἤνεγκαν οἱ δήμιοι εἰς Ἰερουσαλὴμ τὴν κεφαλὴν τοῦ ἁγίου, προστάσσει ὁ Πιλᾶτος ἐπιδειχθῆναι αὐτὴν τοῖς Ἰουδαίοις, τοῖς διψῶσιν τὸν θάνατον Λογγίνου, καὶ πολλοῦ χρυσίου τὸ δρᾶμα πωλήσας τοῖς εἰωθόσι χρήμασιν ὠνεῖσθαι τὰ τῶν δικαίων αἵ ματα. Τότε ῥιφῆναι τὴν τιμίαν τῷ θεῷ καὶ φοβερὰν τοῖς δαί μοσι, τοῖς δὲ ἀγγέλοις ἐπέραστον καὶ στοιχείοις θαυμαζομένην κεφαλὴν τοῦ ἁγίου Λογγίνου προστάττει ὁ Πιλᾶτος ἔξω πρὸ τῆς πύλης τῆς πόλεως. Ἔκειτο τοίνυν πρὸ τῆς πύλης ὥσπερ τις θησαυρὸς ἄσυλος· κόπρου δὲ πλείστης οὔσης ἐκεῖσε, ἀβλαβὴς δι εφυλάχθη ὁ πολυτίμητος τοῦ Χριστοῦ μαργαρίτης, καὶ τάφος αὐ τῷ τέως μᾶλλον δὲ κιβωτὸς ἡ κόπρος ἦν, μακροθυμοῦντος τοῦ φιλανθρώπου θεοῦ καὶ ἐν τούτῳ οἰκονομίας χάριν. 12 Χήρα γάρ τις γυνὴ τῆς αὐτῆς τῶν Καππαδοκῶν χώρας, μονογενοῦς τέκνου μήτηρ, τοὺς ὀφθαλμοὺς τοῦ σώματος ἀπο βαλοῦσα, πίστει τὸ πάθος νικήσασα, μετὰ τοῦ μονογενοῦς τέκ νου τὴν Ἰερουσαλὴμ κατέλαβεν, ἐνθάδε προσδοκῶσα τῇ προσκυ νήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαβεῖν. Ὡς οὖν χειραγωγουμένη ὑπὸ τοῦ ἰδίου τέκνου συνῆγεν τὸν χοῦν τῆς γῆς καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς ἐσκέπτετο καταπλάσα σθαι τοῦτον, ἴσως ἐν αὐτῷ εὑρίσκειν προσδοκῶσα τοῦ φωτὸς τὸ κολλύριον πρὸς τὸ ἀναβλέψαι, ἀθρόον δὲ νόσος ἐπῆλθεν τῷ μονογενεῖ αὐτῆς υἱῷ καὶ ἐκ τῶν μητρικῶν χειρῶν αὐτὸν ἀφήρ πασεν, τότε διπλοῦν αὐτῇ τὸ σκότος τῶν ὀφθαλμῶν ἐπῆλθεν καὶ ἀπεσβέννυτο τῷ δριμυτάτῳ πάθει τῆς συμφορᾶς. Ἡ δὲ οἰκ τρὰς φωνὰς βοῶσα πρὸς τὸν θεὸν ἔλεγεν· «Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὰ ἑξῆς. Μὴ μόνη ἐγώ», φησίν, «ἁμαρτωλὸς τυγχάνω, ὅτι τὰς δίκας οὕτω δριμυτάτως εἰσπράτ τομαι; Μὴ χείρων εἰμὶ τῆς πόρνης ἣν προσεδέξω μύρον σοι προσκομίζουσαν; Ἐμὲ δὲ καὶ τὸ φῶς ἐστέρησας καὶ τὸν μονο γενῆ μου ἔλαβες· καὶ οὐκ ἔστι μοί ποθεν ἐλπὶς σωτηρίας». 13 Ὡς δὲ ἦν ἐν πολλῇ θλίψει καὶ ἀπαραμυθήτῳ πένθει, φαί νεται αὐτῇ καθ' ὕπνον ὁ μακάριος Λογγῖνος καὶ πάντα αὐτῇ τὰ καθ' ἑαυτὸν διηγήσατο· «Ἐγώ εἰμι», λέγων, «Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ὁμολογήσας ἐπὶ τοῦ σταυροῦ τὸν κύριον ἡ μῶν Ἰησοῦν Χριστὸν ὅτι «ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» Ὅθεν ἀποκαλύπτω σοι καὶ ὅπως Πιλᾶτος κατ' ἐμοῦ ψευδῆ δη μηγορήσας ἐρεθίζει τὸν Καίσαρα καὶ ἀποτέμνει μου τὴν κεφα λὴν καὶ ἐνταῦθα κομίζει καὶ ῥίπτει ἔξω τῆς πόλεως· Ἰουδαί ων γὰρ παῖδες χρημάτων ὠνῇ καὶ τούτῳ συνεφώνησαν. Κό προς δὲ πλείστη ἐπ' αὐτῇ σεσώρευται, ὥστε σοι ἔδει φυλαχθῆ ναι τὸν κλῆρον τοῦτον πρὸς ἰατρείαν· ἅμα γὰρ αὐτὴν ἀνακαλύ ψεις, τοὺς ὀφθαλμούς σου ἀπολήψει· εἶθ' οὕτως παραστήσω δέ σοι καὶ τὸν παῖδα μετὰ δόξης, ὅστις σου τὸ πένθος παρακαλέ σει.» 14 Τούτοις δὲ τοῖς λόγοις παρακληθεῖσα ἡ γυνή, ὁμοῦ καὶ νευρωθεῖσα ὡς ἀνδρεία καὶ πιστή, πρὸς τὸ ἔργον ἠπείγετο, χειρ αγωγηθεῖσα πρὸς τὸν χῶρον ἐν ᾧ κόπρον σωρευθῆναι ἐμάνθανε παρὰ τῶν αὐτὴν ὁδηγούντων καὶ αὐτῶν πιστῶν ὄντων· ἤδη δὲ φθασάντων εἰς τὸν προκείμενον τόπον, ἄρχεται ὀρύγειν ταῖς ἰ δίαις χερσίν· προνοίᾳ δὲ θεοῦ τάχιον εὑροῦσα τὴν τιμίαν τῷ θεῷ κεφαλήν, παραχρῆμα τὰς ἡλιακὰς ἀκτῖνας ἐθεάσατο. Περι πτυξαμένη δὲ καὶ πλύνασα μετὰ πάσης σπουδῆς καὶ μύροις ἐν τίμοις ἐπαλείψασα, ἐπανέρχεται φέρουσα τὸν μαργαρίτην ἔνθα ἐξενίζετο.
Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῇ ὁ μακά ριος Λογγῖνος ἔχων τὸν αὐτῆς υἱὸν παρὰ τὴν ἑαυτοῦ πλευράν, λαμπρὸν καὶ μειδιῶντα καὶ ὥσπερ νυμφίου στολὴν ἔχοντα, λέ γει· «Ἰδὲ ὃν ἐπόθεις, ὦ γύναι. Οὗτός ἐστιν ὃν ἁρπασθῆναι τῶν σῶν χειρῶν ἐνόμισας. Θεὸς δὲ αὐτὸν ἐλευθερώσας εἰς τὴν ἄνω βασιλείαν ἐστράτευσεν. Καὶ νῦν σὺν ἐμοὶ ἔχω αὐτόν· παρὰ γὰρ τοῦ σωτῆρος ἔλαβον αὐτὸν καὶ τῆς ἐμῆς δεξιᾶς οὐδέποτε ἀπο στήσεται. Λαβοῦσα τοίνυν τὴν ἐμὴν κεφαλὴν καὶ τοῦ σοῦ παι δὸς τὸ σῶμα, ἐν μιᾷ λάρνακι παράδος καὶ μηκέτι τὸν μονογενῆ σου δάκρυε· μεγάλη γὰρ αὐτῷ σὺν ἐμοὶ δόξα δεδώρηται καὶ βωμὸς ἱερὸς καὶ θυσίαι μυστικαὶ καὶ πολυύμνητοι χορεῖαι καὶ πανηγύρεις πάνδημοι, ἄλλα τε πολλὰ πρὸς τούτοις ἃ οὐ δυνατὸν ἐπὶ τῆς γῆς τελεῖσθαι, ἐν οὐρανῷ δὲ «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», ἅπερ ἡμῖν ὁ θεός, ἔργῳ καὶ λόγῳ τὴν πρὸς ἡμᾶς ἐνδειξάμενος ἀγάπην, παρεσκεύασεν.» 15 Τούτους τοὺς λόγους ἡ τοῦ νεανίσκου μήτηρ ὡς ἱεροπροφήτου δεξαμένη προστάγματα, εὐθέως ἀναστᾶσα εἰς τὴν πατρίδα ὥρμησεν. Ἔλαβεν δὲ τὴν πάντιμον καὶ ἱερὰν κεφαλήν, καὶ ἀπεκατέστησε τῇ ἰδίᾳ πατρίδι, καὶ τὸν αὐτῆς παῖδα παρὰ τὸ ἱερὸν τοῦ ἁγίου Λογγίνου λείψανον ἀπέθετο φαιδρῶς καὶ περιχαρῶς, καθὼς αὐτῇ προσέταξεν ὁ ἅγιος Λογγῖνος, ἐν κώμῃ λεγομένῃ Σανδράλις–ἐκεῖθεν γὰρ ἦν ὁ ἅγιος Λογγῖνος–, πρὸς ἑαυτὴν ἀναφωνοῦσα καὶ λέγουσα ἐν τῇ καρδίᾳ καὶ τῇ γλώττῃ κηρύττουσα· «Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὀφθαλμοὺς ἐζήτουν σαρκός, σὺν αὐτοῖς δὲ καὶ τοὺς τοῦ πνεύματος ἔλαβον. Ἐλύπει με ζημία τέκνου, ἀλλ' ἰδοὺ τὸν κληρονόμον ἔχω μετὰ δόξης βασιλικῆς τῷ θεῷ παριστάμενον. Πορφυροφόρον τὸν νεανίαν ὁρῶ, πολυευπρεπῆ κατοπτεύω τὸν μείρακα. Ἀστεροπρόσωπος ὁ παῖς καὶ τῇ μητρὶ προσγελῶν καὶ παρὰ τὴν πλευρὰν Λογγίνου ἀστράπτων ὡς ἑωσφόρος παρὰ τὴν ἡλιακὴν ἀκτῖνα, πολλάκις μὲν νύκτωρ, πολλάκις δὲ μεθ' ἡμέραν φαινόμενος, καὶ οὐ κατ' ὄναρ μόνον, ἀλλὰ μὴν καὶ φανερῶς ἐμφανίζεταί μοι μαρτύρων τρόπῳ. Κλῆρος δὲ αὐτοῦ μετὰ προφητῶν, καίτοι βίον τῶν προφητῶν οὐ ζήσαντος, καὶ μετὰ Λογγίνου σταυροφορεῖ, καὶ τὸ σεμνὸν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιφέρεται τρόπαιον, καὶ μεταξὺ ἀγγέλων κηρύττει, καὶ μέσον τοῦ δήμου τῶν ἀρχαγγέλων κέκραγεν ὡς Λογγίνου μαθητὴς ὅσα τὰ σεραφὶμ Λογγίνῳ παραχωρεῖ δοξάζειν καὶ οὐκ ἀντικρούει τὰ χερουβὶμ ὑμνολογοῦντι, φθέγγεται καὶ αὐτὸς φωνὴν ἱεράν, ὑμνολόγον, τροπαιοῦχον, μυστικήν, ἐπινίκιον· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος» καὶ ἔστι καὶ ἔσται· ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ἔχει καὶ εἰς αἰῶνας ἕξει. Αὐτὸς παλαιοῖ τοὺς αἰῶνας, μένει δὲ αὐτὸς ἀπαλαίωτος· ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν». 16 Ἐγὼ Ἡσύχιος πρεσβύτερος Ἱεροσολύμων πολλὰ ἐρευνήσας μετὰ πολλοῦ καμάτου ἠδυνήθην εὑρεῖν τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ εἰπόντος «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος», τὸ μαρτύριον· εὗρον δὲ αὐτὸ ἐν σχεδαρίῳ, ἐν τῇ βιβλιοθήκῃ τῆς ἁγίας Ἀναστάσεως, καὶ συνέταξα αὐτοῦ τὴν ὁμολογίαν μετὰ καὶ τοῦ ἐγκωμίου. Λοιπὸν οἱ φοβούμενοι τὸν κύριον πιστωθήτωσαν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ ἅγιος Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ὁμολογήσας αὐτόν· οὗ τῇ πρεσβείᾳ καὶ παρακλήσει διαφυλαχθείημεν ἅπαντες, οἵ τε ἀναγινώσκοντες αὐτὸ καὶ οἱ ἀκούοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily I on Holy EasterHomilia I in sanctum pascha (hom. 3)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia i in sanctum pascha (homilia 3) (e cod. Sinaitico gr. 492) Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ ἅγιον πάσχα 1 Φαιδρὸς ὁ οὐρανὸς τῇ τῶν ἄστρων χορείᾳ καταλαμπόμε νος, φαιδρότερα δὲ τὰ σύμπαντα ἑωσφόρου ἀνατέλλοντος, ἀλλ' ἡ παροῦσα τῆς νυκτὸς κατάστασις οὐ τοσοῦτον ἄστροις καταυ γάζεται ὁπόσον νῦν ἀγάλλεται τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν νε νικηκότος· «Θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κό σμον»· θεοῦ δὲ νικήσαντος τὸν ἀόρατον πολέμιον, εἰκότως καὶ αὐτοὶ τὴν κατὰ δαιμόνων νίκην ἀποισόμεθα. Παραμείνωμεν τοί νυν τῷ σωτηριώδει σταυρῷ, ἵνα τὰς πρώτας ἀπαρχὰς τῶν Ἰησοῦ δώρων ἀπενεγκώμεθα. Τὴν ἱερὰν ταύτην νύκτα δᾳ δουχίαις ἱεραῖς πανηγυρίσωμεν, μέλος ἔνθεον ἐγείροντες καὶ ὕ μνον οὐράνιον ἐξᾴδοντες. «Ὁ τῆς δικαιοσύνης ἥλιος», ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὴν παροῦσαν ἡμέραν τῷ κύκλῳ τῆς οἰκουμένης κατεφώτισεν, διὰ σταυροῦ ἀνέτειλεν, τοὺς πιστοὺς διέσωσεν. 2 Μή τις τοίνυν ἀπιστείτω τοῖς τοῦ σταυροῦ συμβόλοις, ἀλλὰ τὸ μακάριον καὶ τρισμακάριον ξύλον τοῦ σταυροῦ προσκυνείτω, καὶ τοῖς τοῦ σταυροῦ συμβόλοις τοῦ θύρας οὐρανοῦ ἡμῖν ἀνοί ξαντος.
Οὐκέτι «καίουσι λύχνον καὶ ὑπὸ τὸν μόδιον τιθέασιν», μόδιον δέ φημι τὸν Νόμον, «ἀλλ' ἐπὶ τὴν λυχνίαν», λύχνον δὲ τὸν Λόγον· ὑπὸ τὸν Νόμον δὲ ἐτύγχανεν καὶ ἐκρύπτετο τοῖς ἀπίστοις ὁ Λόγος ὡς ὑπὸ τὸν μόδιον· ὅτε δὲ ἦλθεν ἐπὶ σταυροῦ καὶ ἐπὶ τὴν λυχνίαν ἐτέθη, τότε τῷ τῆς οἰκουμένης κύκλῳ κατέ λαμψεν. 3 Ἰδέ μοι, ἀγαπητέ, τὴν βασιλεύουσαν Ῥώμην σταυροῦ συμ-βόλοις ἐν μέσῳ τῆς ἀγορᾶς σεμνυνομένην. Ἰδέ μοι Παῦλον ἀθα νάτους ἐπιστολὰς συγγραφόμενον καὶ δοῦλον τοῦ σταυροῦ ἑαυ τὸν καταγράψαντα· οὐκ ἐπῃσχύνθη τὸν σταυρόν, τὸ σκάν δαλον τῶν Ἰουδαίων· τὴν τῶν ἐθνῶν μω ρίαν σοφίας ἐπεσπάσατο φυλακτήριον· ἐν σταυροῦ ξύλῳ τὰς τῆς οἰκουμένης ἐκκλησίας διήγειρεν. Μία ῥάβδος μωσαϊκὴ τὰς τῶν Αἰγυπτίων μάστιγας ἀπήλασεν, ῥάβδος δὲ συγ γενείᾳ πρὸς τὸ τοῦ σταυροῦ ξύλον παύει τὰ τῶν ἀνθρώπων ἁ μαρτήματα. Ἐκεῖ Φαραὼ καταποντοῦται τὸν Ἰσραὴλ καταδιώκων, ἐνταῦθα δὲ διάβολος καταλύεται, οἱ δὲ τοῦ σωτῆρος προσκυνηταὶ σῴζονται. Ἐκεῖ τὰς χεῖρας ἐκτεί νας ὁ Ἀδὰμ θάνατον ἡμῖν ἐπεσπάσατο, ὁ δὲ ἡμέτερος δεσπότης τῇ τῶν χειρῶν ἐκτάσει τὰ πάντα διέσωσεν.
4 Ἀλλ' ὦ ξύλον μεγαλοπρεπέστερον οὐρανοῦ καὶ τὰς οὐρα νίους ἁψῖδας ὑπερβάλλον, ὦ ξύλον τρισμακάριστον τὰς ἡμετέρας ψυχὰς διαπορθμεῦον εἰς οὐρανόν, ὦ ξύλον τῷ κόσμῳ τὴν σωτηρίαν πορισάμενον καὶ στρατὸν διαβολικὸν ἐκδιῶξαν, ὦ ξύλον λῃστὴν εἰς παράδεισον ἀκοντίσαν καὶ μετὰ Χριστοῦ χορεύειν πεποιηκός· «Ἀμήν, ἀμὴν γὰρ λέγω σοι ὅτι σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Μιμησώμεθα τοῦ ἀνδροφόνου τὴν ἀγαθὴν γνώμην, μᾶλλον δὲ τοῦ πνευματοφόρου διὰ τὴν μετὰ ταῦτα πίστιν. Τί γὰρ καί φησιν; – «Μνήσθητί μου, κύριε, ἐν τῇ βασιλείᾳ σου.» Καὶ ἐν μιᾷ συγκαταθέσει πίστεως παράδεισον οἰκεῖ καὶ οὐρανοὺς περιπολεῖ. «Ἀμὴν γὰρ λέγω σοι, φησίν, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Παραμείνωμεν καὶ ἡμεῖς τῷ τοῦ σωτῆρος σταυρῷ, λέγοντες αὐτὰς τὰς φωνάς· «Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου», ἵνα καὶ ἡμεῖς τοῦ παραδείσου μέτοχοι γενώμεθα καὶ βασιλείας οὐρανῶν ἀπολαύσωμεν. 5 Νικητήριον ἡ παροῦσα πανήγυρις, ἀδελφοί, νικητήριον τοῦ παμβασιλέως υἱοῦ τοῦ θεοῦ. Σήμερον γὰρ ὁ διάβολος διὰ τὸν σταυρωθέντα ἡττήθη, τὸ δὲ ἡμέτερον γένος εὐφραίνεται διὰ τὸν ἀναστάντα.
Βοᾷ γὰρ ἡ σήμερον ἡμέρα τῇ ἐγέρσει μου καὶ λέγει· «Ἐν τῷ ἐμῷ δρόμῳ εἶδον θέαμα καινόν, μνημεῖον ἀνοιγόμενον καὶ ἄνθρωπον ἐγειρόμενον καὶ ὀστέα ἀγαλλιώμενα καὶ ψυχὰς χαιρομένας καὶ ἀνθρώπους πλασσομένους καὶ οὐρανοὺς σχιζομένους καὶ δυνάμεις κραζούσας· "Αρατε πύλας οἱ ἄρχοντες ὑμῶν" καὶ τὰ ἑξῆς. Σήμερον εἶδον τὸν ἐπουράνιον βασιλέα ἀναβαίνοντα, περιεζωσμένον φῶς, ὑπὲρ ἀστραπὴν καὶ ἀκτῖνας, ὑπὲρ ἥλιον καὶ πηγὰς ὑδάτων, ὑπὲρ νεφέλας καὶ πνεῦμα δυνάμεως καὶ ζωὴν αἰώνιον.» Οὗτος γὰρ ἐκρύβη πρῶτον μὲν ἐν κοιλίᾳ σαρκός, ἔπειτα δὲ ἐν κοιλίᾳ τῆς γῆς, ὅπου μὲν ἁγιάζων τοὺς γεννωμένους διὰ τῆς κυήσεως, ὅπου δὲ ζωογονῶν τοὺς τεθανατωμένους διὰ τῆς ἀναστάσεως· «Ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη καὶ στεναγμός.» «Τίς γὰρ ἔγνω νοῦν θεοῦ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο», ἀλλ' ἢ ὁ Λόγος ὁ σαρκωθεὶς καὶ ξύλῳ προσηλωθεὶς καὶ ἐκ νεκρῶν ἀναστὰς καὶ εἰς οὐρανοὺς ὑψωθείς; 6 Αὕτη ἡ ἡμέρα χαρᾶς εὐαγγελισμός· ἐν τῇ γὰρ ἡμέρᾳ ταύτῃ ἀνέστη ὁ κύριος συνεγείρας τὴν τοῦ Ἀδὰμ ἀγέλην· ἐγεννήθη γὰρ διὰ τὸν ἄνθρωπον καὶ ἀνέστη ἐν τῷ ἀνθρώπῳ.
Σήμερον διὰ τὸν ἀναστάντα παράδεισος ἀνέῳκται καὶ Ἀδὰμ ζωογονεῖται καὶ Εὔα παρηγορεῖται καὶ κλῆσις πληθύνεται καὶ βασιλεία ἑτοιμάζεται καὶ ἄνθρωπος σῴζεται καὶ Χριστὸς προσκυνεῖται· καταπατήσας γὰρ τὸν θάνατον καὶ αἰχμαλωτίσας τὸν τύραννον καὶ σκυλεύσας τὸν ᾅδην, ἀνέβη εἰς οὐρανούς, ὡς βα σιλεὺς νενικηκώς, ὡς ἡγεμὼν ἔνδοξος, ὡς ἡνίοχος ἄλειπτος, λέ-γων τῷ Πατρί· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκας, ὦ θεός», καὶ τὰ ἑξῆς. Καὶ ἤκουσεν παρὰ τοῦ Πατρός· «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Αὐτῷ ἡ δόξα, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily II on the HypapanteHomilia II de Hypapante (hom. 2)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia ii de Hypapante (homilia 2) Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 1 Μὴ ἀγνοεῖτε ὅτι τὸ Πνεῦμα προφήτην τὸν Συμεῶνα κατέστη σεν καὶ χρηματισμὸν αὐτῷ «μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν» προσεφώνησεν; «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Οὐχὶ παρ' αὐτοῦ χορηγηθεὶς τὸν Ἰωσὴφ καὶ Μαριὰμ εὐλόγησεν; Οὐ παρ' αὐτοῦ προσταχθεὶς τῇ Μαριὰμ προσεφώνησεν· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»; Οὐ δι' αὐτοῦ κάτοχος ἡ Ἅννα ὡς προφῆτις ἐτύγχανεν; Οὐκ ἐξ αὐτοῦ μεστωθεῖσα τὴν ἐσομένην λύτρωσιν διὰ τοῦ βρέφους κατήγγειλεν; 2 Τούτων ὑμῖν ἔδει κατὰ μέρος ὑφᾶναι τὴν ἐξήγησιν, ἀλλ' ἴσως ὁ καιρὸς δεδαπάνηται καὶ τὸν λόγον ἐπιτεμεῖν φειδοῖ τῆς ὑπακοῆς τῆς ὑμετέρας προσῆκεν. Εἰ δὲ οὐκ ἀνεκτὸν ὑμῖν τὸ ῥῆμα ἐπειδὴ συμποσιασταὶ τῆς τραπέζης ἐστὲ τῶν λογίων τῶν ἱερῶν ἀκόρεστοι, ὅθεν ὑμῖν ὁ τῶν εὐαγγελίων συγγραφεὺς τὴν ἱστορίαν ἤρξατο, ἐκεῖθεν ὡς ἔνι καὶ ἡμᾶς ἐπιτεμεῖν τὴν ἑρμηνείαν προσῆκεν, ὥστε καὶ τῷ καιρῷ γενέσθαι καὶ τῷ πόθῳ τῷ ὑμετέρῳ τὰ πρόσφορα. 3 «Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Οὐ μικρὸν ἐγκώμιον τὸ Πνεῦμα τούτῳ γε τῷ Συμεὼν ἐν προοιμίοις ὕφαινεν· «Ἰδοὺ γάρ, φησίν, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ» ὃν πάλαι μὲν ἐζήτουν οἱ προφῆται καὶ ὁ νόμος ἐπόθει, εὗρεν δὲ ἡ χάρις καὶ εὑροῦσα τοῖς ἑξῆς ἐστεφάνωσεν. Ὁ στέφανος πόθεν πλέκεται; Πρόσεχε· «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ.» Ζηλῶσαι τὸν Συ μεῶνα καὶ μακαρίσαι προσῆκεν ὅτι οὐ μόνον δίκαιος ἦν ἀλλὰ καὶ εὐλαβὴς κακίας πάσης ἀπείχετο· ὡς δὲ «προσδεχόμενος παρά κλησιν τῷ Ἰσραήλ», οὔτε περὶ τὰς ἀρετὰς κοπιῶν ἐνάρκα, οὐδὲ κακίας ἀπεχόμενος ἔκαμεν. 4 «Καὶ Πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν.» Θαυμαστὸν καὶ τοῦτο καὶ τοῖς ἔμπροσθεν εἰρημένοις ἁρμόδιον· ναὸς γὰρ ὑπῆρχεν, κα θαρὸν εἶχεν τὸν νυμφῶνα τῆς σαρκός, καὶ τῆς ψυχῆς ἡ παστὰς πάσης βιωτικῆς ἀράχνης ἐκαθάρευεν· ἐκεῖθεν πρὸς ἑαυτὸν εἵλ κυσε τὴν κατοικίαν τοῦ Πνεύματος. «Καὶ ἦν αὐτῷ κεχρημα τισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου.» Ὁρᾷς πηλίκον ἐστὶν εἶναι ναὸν θεοῦ· ἀπὸ ζωῆς εἰς ζωὴν οἱ τὸν βίον οὕτως ἀσκηθέντες μετέρ χονται. Ὅθεν καὶ τῷ Συμεὼν «κεχρηματισμένον ἦν μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου», τουτέστι πρὶν ἴδῃ τὸν καταργοῦντα τὸν θάνατον, πρὶν ἴδῃ τὸν τοὺς νεκροὺς ἐγείροντα, πρὶν ἴδῃ τὸν εἰς νυμφῶνα τοὺς τάφους μεταβάλλοντα, πρὶν ἐκεῖνον θεάσηται ὅστις ἄφοβον αὐτῷ τὴν ἐντεῦθεν ἀποδημίαν ἐρ γάζεται. 5 «Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Οὐδὲ τοῦτο παρελθεῖν ἢ παραδραμεῖν ἄξιον· ἀπόδειξις γὰρ ὅτι κατὰ πρόσταξιν τοῦ Πνεύματος τοῦ ἐνοικοῦντος ἔπραττε καὶ οὔτε εἰς ἀγορὰς οὔτε τινὰς πράξεις χωρὶς αὐτοῦ ὅλως ἐνέβαλλεν· ὅπου γε εἰς τὸ ἱερόν, οὐκ ἄλλως, ἀλλὰ γὰρ αὐτοῦ χειραγωγοῦντος ἔρχεται. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τῷ νόμῳ περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας.» Τίνος αὐτῷ τὸ βρέφος ὅπερ ἠγνόει μηνύσαντος; Ἀλ λὰ γὰρ δῆλον τοῦ κατοικοῦντος ἐν αὐτῷ καὶ χρηματίζοντος Πνεύματος καὶ πάντως που πρὸς τὸν Συμεῶνα λέγοντος· «Δράμε, πρεσβῦτα, δράμε, σπεῦδε ἤδη, τάχος τὴν εὐλογίαν ἅρπασον, πρὶν ὁ ἀστὴρ φανῇ, πρὶν οἱ Μάγοι παραγένωνται, μή ποτε ὑβρισθῶ μεν. Τὸ γὰρ ἐξ ἐμοῦ φῶς
προλαβεῖν χρὴ τοῦ ἀστέρος τὴν εἰς Βηθλεὲμ ἄφιξιν, ὥστε γνωσθῆναι ὅτι παρ' ἐμοῦ καὶ τὸν δρόμον ὁδηγεῖται καὶ τὴν ἀκτῖνα δανείζεται. Ἀλλὰ σὺ μὴ ζημιωθῇς ἂν ἀκρόβυστοι τὴν ἀπαρχὴν τῆς εὐλογίας θερίσωσιν.» 6 «Καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦ λόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Εὐλόγησεν τὸν θεὸν τὸν Πατέρα σὺν τῷ Υἱῷ, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἐπειδὴ τὸ Πνεῦμα μὲν τὸ χρηματίζον ἐτύγχανεν, τὸν Υἱὸν δὲ μετὰ χεῖρας ἐβάσταζεν, σαρκὶ φανῆναι καὶ βρέφος δι' ἡμᾶς γενέσθαι εὐδοκήσαντα· ὁ δὲ Πατὴρ καὶ αὐτὸς ἐνεργῶν ἦν τὰ τοσαῦτα καὶ τηλικαῦτα μυστήρια. Ἀλλὰ τὴν εὐχαριστίαν ἐπὶ τίνι προσέφερεν; «Νῦν», φησίν, «ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα», ὅτε μοι φόβος οὐκ ἔστι θανάτου, μετὰ χαρᾶς δὲ πρὸς τοὺς νεκροὺς τὴν ζωὴν αὐτοῖς καταγγελῶν ἀπέρχομαι. «Ἀπολύεις δὲ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ», ἐκεῖνο ὅπερ Δαυὶδ ὁ προφήτης παρὰ σοῦ δανεισάμενος ἔλεγεν· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.» 7 «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», ὃ πολλοὶ μὲν τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν· νῦν δὲ αὐτῇ τῇ πειρᾷ τῷ γένει τῶν ἀνθρώπων παρέστησας τὸν ὕψιστον δι' ἡμᾶς τοσοῦ τον ὥστε βρέφος γενέσθαι ταπεινούμενον· οὔτε γὰρ ἄλλως σῶσαι τὸν φθαρέντα πηλὸν ὁ κεραμεύς, ἀλλ' αὐτὸς αὐτῷ συναναφυρεὶς ἔμελλεν. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν», ἀλλὰ πάντων, ἐπειδὴ πάντων ὑπ άρχων δημιουργὸς πᾶσι προέθηκας τὸ τῆς σωτηρίας ἀναγκαίως μυ στήριον. «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ»· πρότερον τὰ ἔθνη φωτίζεται καὶ μετὰ τοῦτο Ἰσραὴλ δοξάζεται· ἐτέχθη γὰρ οὗτος ἐφ' οὗ πρῶτοι μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ οἱ πρῶτοι, τὰ πρεσβεῖα τῶν ἔμπροσθεν διὰ ῥαθυμίαν ζημιωθέντων, γεγόνασιν. 8 «Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Τίνος χάριν πατέρα τὸν Ἰωσήφ, ὦ τῆς θείας γενεαλογίας εὐαγγελιστὰ καὶ συγγραφεῦ, καλεῖς; Αὐτὸς γὰρ εἰπόντα τὸν Γαβριὴλ πρὸς τὴν παρθένον ἀπέδειξας, ἡνίκα πῶς ἡ σύλληψις ἔσται καὶ τίνα τρόπον ἡ παρθένος τέξε ται μεθωδεύετο· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» – «Οὐκ ἐπιλέλησμαι τῶν ἐμαυτοῦ», φησίν· «εἰ γὰρ καὶ λήθην ἐλάμβανον, τὸ Πνεῦμα ἂν ἐμίμνησκεν. Ἀλλ' οὕτω τότε καλεῖσθαι τὸν Ἰωσὴφ ὁ σαρκωθεὶς ἐβούλετο, ὅπως ἀπατηθῇ ὁ ἐνεδρεύων τὸ τῆς σωτηρίας τῆς ἡμετέρας μυστή ριον.» «Ἐθαύμαζον δὲ ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ», ἐπειδὴ βρέφος ὁ πρεσβύτης ἐβάσταζεν, θεοῦ δὲ ὕμνους ἐφθέγγετο. «Καὶ εὐλόγησεν αὐτοὺς Συμεών»· ἐχρῆν γὰρ εὐλογεῖσθαι τοὺς τὴν εὐλογίαν τοῖς ὑπὸ κατάραν πράττουσιν διακονήσαντας. 9 «Καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»· οὗ τος γάρ ἐστι περὶ οὗ Πέτρος ἀναλαβὼν τὴν Ἠσαΐου προφητείαν ταῖς ἐκκλησίαις ἐπέστελλεν· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρο γωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ» οὐ καται σχυνθήσεται. Εἶτα ἐπιφέρει τὴν προφητείαν ἑρμηνεύων καὶ σύμ φωνα τῷ Συμεὼν φθεγγόμενος· «Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύου σιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· ὅσοι προσκόπτουσιν, τῷ λόγῳ ἀπειθοῦντες.» Οὐκ οῦν εἰς πτῶσιν τοῖς ἀπίστοις ἔκειτο καὶ τοῖς πιστοῖς εἰς ἀνάστασιν· ἐκεῖνοι γὰρ ἑστάναι κατὰ τὸν νόμον δοκοῦντες ἑαυ τοὺς τῇ ἀπιστίᾳ κατέβαλον· οὗτοι δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρ τημάτων μεταξὺ τῶν πεπτωκότων ὑπάρχοντες, τῇ βακτηρίᾳ τῆς πίστεως προσδραμόντες, ἑαυτοὺς ἐξανέστησαν. 10 «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τί τοῦτο; – Τὸν σταυρόν· ἐκεῖνο γὰρ τὸ σημεῖον, ἐπειδὴ
μετὰ τῶν παθῶν ἔγεμε καὶ θαυμάτων, ἀντελέγετο· γυμνὸς γὰρ ὑπῆρχεν καὶ τὸν ἥλιον ἔκρυπτεν, τοῖς ἥλοις κατεπέπαρτο καὶ τὰς πέτρας ἐσάλευεν, ἠνοίγετο λόγχῃ τὴν πλευρὰν καὶ τὰ μνήματα τῶν τεθνηκότων ἤνοιγεν. Ἔνθεν τὸ σημεῖον ὑπῆρχεν ἀντιλεγόμενον· οἱ μὲν γὰρ ἄπιστοι ταῦτα καταλιπόντες ἐκεῖνα ἀπέβλεπον· οἱ πιστοὶ δὲ μετὰ τῶν παθῶν ἐθεώρουν τὰ θαύματα. Οὕτως πλάνον μὲν αὐτὸν τότε ὁ δῆμος τῶν Φαρισαίων ἀπέσκωπτον, υἱὸν δὲ θεοῦ ὁ ἑκατόνταρχος ἔλεγεν καὶ εἰπὼν προσεκύνησεν. 11 Τούτοις ἐστὶ τὰ ἑπόμενα σύμφωνα· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί». «Ῥομφαία σοῦ τὴν ψυχήν», ἡ διάκρισις, κατὰ τὸν καιρὸν τοῦ σταυροῦ διαβήσεται· θαυμάσεις γὰρ ὁρῶσα ἐπὶ σταυροῦ κρεμάμενον τὸν χωρὶς φθορᾶς τεχθέντα, τὸν χωρὶς ἀνδρὸς συλληφθέντα, τὸν οὐκ ἀνοίξαντα τὴν μήτραν καὶ τὴν οἰκείαν γέννησιν ἀπαθῶς ἀφθάρτως ἐνεργήσαντα. 12 Τί δὲ ἐντεῦθεν συμβήσεται; «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί»· ἴσως μὲν καὶ ἑτέρων, πολὺ δὲ μᾶλλον τῶν μαθητευθέντων τῷ κυρίῳ, καὶ θεωρησάντων τὰ περὶ αὐτὸν πάθη καὶ τὰ παρ' αὐτοῦ θαύματα, καὶ χειμῶνα ἐκ τῶν λογισμῶν ἑκατέρωθεν ὑπομεινάντων, οἷον Κλεόπας ἔπασχεν <ἐξ> ὧν ὁ Χριστὸς συναντήσας κατὰ τὴν Ἐμμαοῦς αὐτῷ ἀπεκάλυψεν· ἐρωτηθεὶς γὰρ ὁ Κλεόπας ἐπὶ τίνι σκυθρωπάζουσιν καὶ τὴν καρδίαν συγκέχυνται, μικρὰ περὶ τοῦ Χριστοῦ καὶ ὅσα ἐπέτρεπεν ὁ καιρός, οὐκ εἰδὼς πρὸς τίνα λέγει, φθεγξάμενος ἐπιφέρει· «Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», τουτέστιν ἀλλότρια ἐπ' αὐτῷ τῆς ἡμετέρας ἐλπίδος ἐκβέβηκεν. Ἀνεκαλύφθη καὶ τῆς Μαγδαληνῆς Μαρίας ὁ λογισμὸς ἀσθενὴς ὤν· τοῦ Χριστοῦ σταυρωθέντος ἠσθένησεν, ὅτε καὶ αὐτὴ πρὸς αὐτὸν ἔλεγεν· «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.» 13 Τρεχέτω ἡ γλῶττα τῆς εὐαγγελικῆς ἱστορίας τὰ λείποντα· «Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων.» Λαμπρὸς ὁ τῆς Ἅννης πλοῦτος, πανταχόθεν αὐτῇ ὁ τῶν ἀγαθῶν θησαυρὸς συνάγεται, πρῶτον ὅτι προφῆτις ἦν· σκεῦος γὰρ ἀσθενὲς ὡς γυναικεῖον ἔχουσα ἐκάθαιρεν αὐτό, καὶ τὸ τοῦ θεοῦ Πνεῦμα πρὸς αὐτὴν εἰς κατοικίαν εἵλκυσεν· ἔπειτα ὅτι πρεσβῦτις ὑπῆρχεν καὶ τὸ σῶμα γηράσασα οὐκ ἐγήρα τὸ φρόνημα· τρίτον ὅτι χήρα καὶ οὐχ ἁπλῶς χήρα, ἀλλ' ἔτη μὲν ἑπτὰ τὸν ἀριθμὸν τῷ ἀνδρὶ συμβιώσασα, προβεβηκυῖα δὲ ἡμέραις πολλαῖς καὶ χρόνοις τοσούτοις τὸν ζυγὸν τῆς χηρείας ἕλκουσα, νυμφίῳ δευτέρῳ τὴν κοίτην οὐ προδέδωκεν, ἀνθ' ὅτου ἄρα εἰς ἔτος ὀγδοηκοστὸν τοῦ βίου τὴν ἡλικίαν ἤλαυνεν. 14 Ἀλλ' ἐπειδὴ πάντως εἶδε τὸν ἐν τῷ ὀγδοηκοστῷ τετάρτῳ ψαλμῷ σαφῶς τῷ Πνεύματι καταγγελθέντα, ἐζήτησεν εἰπεῖν περὶ αὐτοῦ τοιαῦτα οἷα Δαυὶδ προβάλλων ὁ ψαλμῳδὸς ἐμελῴδησεν· «Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν»· ἐν τούτοις γὰρ «τῆς Ἰερουσαλὴμ ἡ λύτρωσις», ἣν ἑξῆς οὕτως ἱστορεῖται καὶ κηρύξαι τὸ γύναιον καὶ προφητεῦσαι· φησὶ γάρ· «ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ.» Πολλοὶ μὲν τὸ ἱερὸν οἰκοῦσιν, ἀλλ' οἰκοῦντες ὑβρίζουσιν, ὅσοι οὐχ οὕτως οἰκοῦσιν καθάπερ ἡ Ἅννα κατοικοῦσα ἐτύγχανεν, «νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν»· ταῖς μὲν γὰρ νηστείαις τὸ σῶμα ἐξεκάθαιρε, ταῖς δεήσεσιν δὲ τῆς ψυχῆς ἀνεπτέρου τὸ φρόνημα καὶ ἱερὸν ἐν ἱερῷ κατοικοῦσα ἐτύγχανεν.
15 «Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα»· πάντως γὰρ καὶ αὐτὴν τὸ Πνεῦμα καθάπερ καὶ τὸν Συμεῶνα εἰς τὴν τοῦ βρέφους δοξολογίαν ἤγαγεν. «Ἀνθωμολογεῖτο τῷ θεῷ»· οὐχ ἁπλῶς ἐδοξολόγει ἀλλ' ἀνθωμολογεῖτο, τοῖς παρὰ τοῦ Συμεὼν εἰρημένοις παραπλήσια ἀναφωνοῦσα. «Καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ.» Τίνα καὶ ποῖα λέγουσα; «Μὴ πλανᾶσθε τῇ σαρκί, τῇ τοῦ δούλου μορφῇ μὴ προσκόπτετε, μὴ θορυβείτω τὸ βρέφος ὑμᾶς.» Ὁ τὰ βρέφη διαπλάττων φαινόμενος καὶ παιδίον, νήπιον ὁ τῶν χρόνων πατὴρ ὁρώμενος· ἄλλως γὰρ ἰδεῖν τὸν λυτρωτὴν οὐκ ἐχωροῦμεν, ἑτέρως οὐκ ἐδυνάμεθα δέξασθαι. Ἡμῶν ἕνεκεν ἑαυτὸν ἐταπείνωσεν, δι' ἡμᾶς κατέβη· φειδοῖ τῶν ἡμετέρων ὀφθαλμῶν, ἀποκρύπτει τὰ ἔνδοξα, τὰ ταπεινὰ προβάλλεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily II on the Holy Mother of GodHomilia II de sancta Maria deipara (hom. 6)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia ii de sancta Maria deipara (homilia 6) Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν ἁγίαν Μαριὰμ τὴν θεοτόκον 1 Πᾶσα μὲν μνήμη δικαίων πανεύφημος καὶ πᾶσα πανήγυρις θεοφιλῶν εὐκλεής, πάντες ὑπὲρ τῆς εὐσεβείας ἠρίστευσαν, πάν τες τοὺς πόνους ὑπὲρ τῆς ἀληθοῦς ὁμολογίας ὑπεδέξαντο, πάντες διὰ τοὺς τῆς ἀληθείας στεφάνους τοῖς κινδύνοις ἐνεβάκχευσαν, ἡ δὲ παροῦσα νῦν ἡμέρα τῆς ἑορτῆς ὑπερένδοξος· παρθένου γὰρ περιέχει πανήγυριν, ἥτις τοσοῦτον ὑπερέβαλε πάσας ὡς καὶ αὐτὸν τὸν θεὸν Λόγον ἐθελοντὶ ὑποδέξασθαι χωρηθέντα παρ' αὐ τῆς ἀστενοχωρήτως. Πρὸς ἣν πρὸ τοῦ παντὸς ὁ τῶν ἀρχαγγέλων Γαβριὴλ ἀνεβόησε πρῶτος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ» Ἐμμανουήλ.
Χαρᾶς εὐθὺς ἀρχὴ πρὸς αὐτὴν τὰ παρὰ τοῦ Γαβριὴλ εὐαγγέλια· ἐπειδὴ γὰρ ἡ πρώτη παρθένος ταῖς τῆς ἀποφάσεως ἐπὶ τῇ παραβάσει περιεκέκλειστο λύπαις, καὶ τὰ τῶν στεναγμῶν ἐξ αὐτῆς ἀνεβλάστανον πλήθη, καὶ πᾶσα γυνὴ δι' αὐτὴν ἐν ὀδύνῃ καὶ τόκος ἅπας δι' αὐτὴν ἐν πικρίᾳ, ἡ δευτέρα παρθένος διὰ τῆς προσηγορίας τὸ τοῦ θήλεος πᾶν θλι βερὸν ἀπώσατο καὶ πᾶσαν λύπης πηγὴν ἐπὶ τοῖς τόκοις ἐνέφραξε καὶ τὸ τῆς ἀθυμίας ἐπὶ τῇ τεκνογονίᾳ τῶν γυναικῶν διεσκέδασε νέφος καὶ τὰ τῆς χαρᾶς τὰς ὁμοφύλους περιήστραψε φῶτα, παρὰ τοῦ Γαβριὴλ ἐπακούσασα· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.» 2 Οὐχ ἡσυχῆ τὸν ἀσπασμὸν ἐδέξατο ἀλλὰ τῆς τοιαύτης φωνῆς ἐπακούσασα, καὶ τὸν ἀρχάγγελον θεωρήσασα κατὰ τὴν οἰκίαν παρὰ πρόθεσιν, καὶ τῆς περὶ τὸν τόκον τοὺς λογισμοὺς συγκλονη θεῖσα φωνῆς, τοιαύτας τινὰς πρὸς τὸν ἀρχάγγελον ὡς εἰκὸς προὐ βάλλετο ῥήσεις· «Ὅλα, λέγουσα, παράδοξα καὶ ξένα ὁρῶ σήμερον ἐπὶ σοῦ», καὶ τό· «Πῶς ἐτόλμησας μὴ μεμνηστευμένῃ αὐθάδως ἐπιβῆναι παρθένῳ καὶ τῶν ἀπίστων σου ῥημάτων τὸ κήρυγμα φάναι; Λέγεις γάρ με τίκτειν ἄνευ σπόρου παιδίον. Ἄνευ γάμου ἔφης συλλαβεῖν, ἄνευ συντυχίας καὶ ὁμιλίας ἀνδρὸς καρπογονῆσαι τὸ τῆς μήτρας χωρίον.
Τίς εἶδε, τίς ἤκουσεν ἐξ ἀρχαιογονίας τὸ πρότερον ἄρουραν ἀγεώργητον ἐξανθήσασαν ἄσταχυν, ἢ γῆν ἀφύτευτον βότρυν βλαστήσασαν, οἶνον ἄνευ ἀμπέλου, ἢ ποταμὸν ἄνευ πηγῆς προϊόντα; Ὅπερ οὐδεὶς πρώτων αἰώνων ἢ τοῖς ὠσὶν ἤκουσεν, ἢ κατώπτευσε τοῖς ὀφθαλμοῖς γεγονός. Πῶς πι στεύσω σοι πρὸς ἐμὲ κωμῳδοῦντι;» 3 Τί οὖν ὁ Γαβριὴλ πρὸς αὐτὴν δυσπιστοῦσαν; – «Ὅπερ ἔμαθον εἶπον, ὅπερ ἤκουσα λέγω· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώ μενον ἅγιον κληθήσεται υἱὸς θεοῦ", ὥσπερ ὑπάρχων πρὸς οὗ, ὡς πρὸς ὃν πάσης κτίσεως, ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὡς τῶν αἰώνων πατήρ, ὡς τοῦ κόσμου γεννήτωρ, ὡς τοῦ παντὸς ποιητής, ὡς τῶν οὐρανῶν ἀρχαιότερος, ὡς τῶν ἀγ γέλων δημιουργός, ὡς τῆς ἀνθρωπότητος πλάστης, ὡς "τῶν ἀπολ λυμένων σωτήρ". Οὐδὲν πλέον τούτων ἀπαγγέλλειν ἰσχύω· οὐ γὰρ τὸ πῶς λέγειν προσετάχθην, παρθένε, ἀλλὰ τοῦ εὐαγγελισμοῦ πρὸς σὲ διακονῆσαι τὰ πράγματα.
Θαύμαζε οὖν σὺν ἐμοὶ τὸ μυστήριον καὶ ἀνενδοιάστως δέχου τὰ εὐαγγέλια.» Ἡ δέ φησιν· «Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Τοῖς ἀρχαγγελικοῖς τοίνυν καὶ ἡμεῖς μαθητεύσωμεν λόγοις τοῦ Γα βριὴλ περὶ τῆς δεσποτικῆς γεννήσεως, ταῖς ἐκείνου τρίβοις κα τόπιν ὁδεύσωμεν, ὡς ἐκεῖνος ἐκθειάζωμεν ἀπεριέργως τοῦ τό κου τὴν δύναμιν.
4 Παρὰ τῶν Μάγων εὐσεβεῖν διδαχθῶμεν, μᾶλλον δὲ παιδευ θῶμεν, οἵτινες ζητοῦντες τὸ βρέφος, ποδηγοῦντος ἀστέρος, οὐκ εἶπαν πρὸς τοὺς ἐρωτωμένους· «Πῶς ἡ σύλληψις θεία, πῶς ἄσπο ρος ἡ νηδύς, πῶς ἄφθορος ὁ τόκος, πῶς μετὰ τὸν τόκον ἐν παρθέ νοις ἡ μήτηρ, πῶς ὑπὸ ἐνιαυτοὺς ὁ προών, πῶς ἐν χρόνοις ὁ πρὸ τῶν αἰώνων, πῶς ἡ τῆς μήτρας τὸν ἀχώρητον ἐχώρησε φύσις, πῶς γέγονε σὰρξ μὴ τραπεὶς ὁ ἀσώματος, πῶς ὁ θεὸς Λόγος ἐν τῇ παρθενικῇ κενώσας ἑαυτὸν νηδύϊ πανεύφημος πρὸς δούλου μορφὴν ἀρρήτως ἐξ αὐτῆς ἐσαρκώθη, πῶς ὁ τέλειος βρέφος, πῶς ὁ τρέφων θηλάζει, πῶς ὁ πάντα περιέπων ἀγκάλαις περιέχεται, πῶς "ὁ τοῦ μέλλοντος αἰῶνος πατὴρ" νήπιον, πῶς ὁ ἄνω καὶ κάτω, πῶς ὁ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, πῶς ἐν σπαργάνοις ὁ τῶν χερουβικῶν ἁρμάτων ἡνίοχος, πῶς "ὁ ἐν κόλποις τοῦ Πατρὸς" ἐν φάτνῃ, πῶς ἐν σπαργάνοις "ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ" καὶ τὰ ἄλλα πάντα ἅπερ καὶ λαλεῖν φρικτόν;» Ἀλλὰ μετὰ δώρων σιγῇ καταλαβόντες τὸ σπήλαιον, μετὰ τὴν ἐρώτησιν τῷ βασιλεῖ καὶ θεῷ πρεπῶδες προσκομίσαντες σέβας, πρὸς τὴν ἐνεγκαμένην μετὰ χαρᾶς ἦσαν φιλυπόστροφοι, ἀπαρχὴ θεο γνωσίας ἀναδειχθέντες τοῖς ἔθνεσιν.
5 Οὓς τὰ μὲν ἔθνη ἐζήλωσαν· Ἰουδαῖοι δὲ ἀκαμπεῖς, μᾶλλον δὲ σκληροτράχηλοι ὄντες, οὐδὲ τὸν «ἥλιον τῆς δικαιοσύνης» ἐν τοῖς οἰκείοις τόποις φανέντα πρὸς ἐπίγνωσιν ἐσπούδασαν μιμήσασθαι τοὺς ὑπὸ ἀστέρος μακρόθεν ὁδηγηθέντας. Ἐγὼ δέ, ἀγαπητοί, πρὸς τὸ πρόθυμον ὑμῶν τῆς ἀκροάσεως τῶν θείων λογίων ὁρῶν καὶ τὸ περὶ τοὺς ἐξηγουμένους φιλόστοργον, τῇ φιληκοΐᾳ ὑμῶν νικώμενος πρὸς τὸν τῆς διδασκαλίας διανίσταμαι πόθον, τῇ τῆς ἀγάπης ὑμῶν συγκροτήσει τερπόμενος· ὑμεῖς γὰρ τοὺς λέγοντας, ὡς πολυΐστορες μαθηταί, συνεχῶς συγκρο τεῖτε, ὑμεῖς τὸν κυβερνήτην ὡς ἐπιβάται ῥυθμίζετε, ὑμεῖς τὰ τῆς γλώττης πηδάλια προσευχαῖς διακρατεῖτε.
Τίς τὸν ζῆλον ὑμῶν ἀπαγγεῖλαι ἐπαξίως δυνήσεται; Τίς τὸ καθ' Ἑλλήνων ὑμῶν ἐξηγήσεται μῖσος; Τίς τὸ καθ' αἱρετικῶν ὑμῶν ἀναπετάσει θράσος; Τίς τὸ πρὸς Ἰουδαίους ὑμῶν δυσμενὲς δυνήσεται ἀναγγεῖλαι; Βδελυκτοὶ γὰρ μετὰ τῶν ἄλλων ἀληθῶς Ἰουδαῖοι, οὐδὲν πεινῶντες καὶ διψῶντες ἀεὶ ἀλλ' ἢ φόνους ἀθῴους, οὐδενὶ χαίροντες ἢ τὸ λάκκοις, ἐρρίπτειν τοὺς προφήτας, τὸ κατ' ἐδάφους ἕλκειν καὶ λιθάζειν δικαίους, τὸ μαχαίραις ἐκκεντεῖν καὶ μερίζειν πρίοσι τοὺς τῆς εὐσεβείας κήρυκας, τὸ κόπτειν χειρῶν καὶ ποδῶν μέρη τῶν εὐσεβῶν, καὶ ταῖς χερσὶν ᾑμαγμέναις κρατεῖν τὰ πρὸς ἄμυναν ὄργανα, τὸ τὰς παλάμας φοινίσσειν τῇ συνεχεῖ ἀναιρέσει τῶν δικαίων· οἵτινες τοσοῦτον πρὸς δυσσεβεστάτην κατὰ τοῦ σωτῆρος ἡμῶν ἐληλάκασι τόλμαν ὡς ἀνέδην ἐπὶ τοῦ παρόντος πρὸς αὐτὸν ἀνακράζειν· «Ἡμεῖς οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» 6 Ὢ τῶν τολμηρῶν πραγμάτων. Ὢ μίσους πρὸς Ἰουδαίους πρὸς φυγὴν ἀτονοῦντος.
Ὁσάκις γὰρ ἂν τὴν πρὸς αὐτοὺς δραπετεῦσαι βουληθῶ βδελυρίαν, τοσαυτάκις μοι φανερῶς ἀπαντῶσιν, ἢ προφητῶν ἐγκαλούμενοι λόγοις, ἢ ταῖς τοῦ νόμου συλλαβαῖς ὑβριζόμενοι, ἢ ταῖς τῶν προσκυνουμένων εὐαγγελίων ἐνειλούμενοι βίβλοις, ὡς καὶ νῦν αἱ θεῖαι σελίδες ὑπ' ὄψιν ἡμῖν αὐτοὺς παρήγαγον, τὰς ἀναισχύντους περὶ τὸν δεσπότην τῶν ὅλων προβαλλομένους φωνὰς καὶ λέγοντας τολμηρῶς ἅπερ ἠκούσατε· «Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὢ τῆς φανερᾶς ἀναιδείας. Ὢ τῆς ἀνακεκαλυμμένης τῶν λῃστῶν γλωσσαλγίας. Ὢ τῆς τυφλῆς τῶν λόγων ἐναντιότητος. Ὅτε μὲν γὰρ Ἡρῴδης «παρ' αὐτῶν ἐπυνθάνετο ποῦ ὁ Χριστὸς γεννᾶται», παρρησιωδέστερον ἔλεγον· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», καὶ τὴν τῆς προφητείας ἐπεδείκνυον χρῆσιν καὶ τὸν ἱεροφάντην μαρτυροῦντα παρῆγον· «Προφήτης μέγας ἐγήγερται» ἐν τῷ Ἰσραήλ.
Καὶ νῦν κεκαλυμμένῳ προσώπῳ κεκράγασι· «Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὄντως «οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.» Ἀληθῶς οὗτος «λαὸς μωρὸς καὶ οὐχὶ σοφός.» Εἰκότως ὁ Χριστὸς πρὸς αὐτοὺς ἀνεβόα· «Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε.» Τίς πρὸς τὴν οὕτως κατ' αὐτῶν παρατάξηται ἀγνώμονα γνώμην; Τίς τὴν φιλόνεικον αὐτῶν δυσμένειαν διελέγξει; Τοσαύτας αὐτοῖς θαυματουργίας ὁ Χριστὸς περιήντλησε, τοὺς παραλελυμένους νευρῶν, τοὺς λεπροὺς καθαρίζων, τοὺς κακωμένους ὑγιάζων, τοὺς δαιμονιῶντας ἰώμενος, ἀνοίγων τῶν ὀμμάτων τὰ βλέφαρα, τοὺς νεκροὺς αὐτῶν ἀνιστῶν ἐκ τάφων, ὕδωρ εἰς οἶνον μεταποιῶν, καὶ ἄλλα μυρία παρέχων ἅπερ ἐργῶδες λαλεῖν. Καὶ πίστεως παρ' αὐτοῖς οὐδαμοῦ κἂν βραχύ. 7 Ἔστω ἡμῖν οὐ πείθῃ, ὦ Ἰουδαῖε, τοὺς ἱεροφάντας ἀνάγνωθι, τὰς παρὰ σοὶ κειμένας σελίδας ἀνάπτυξον. Μὴ δέξῃ τὸν Πέτρον μηδὲ τὸν Παῦλον. Τοὺς εὐαγγελιστὰς ἀφωσίωσαι. Ἄκουσον γοῦν καὶ Μωυσέως.
Τί ἐν νόμῳ προέγραψε; – «Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεός, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσετε.» Βλέπε τί προφητεύων Ἠσαΐας βοᾷ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ἄκουσον Ἰερεμίου κεκραγότος μεγάλα· «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ ὑποκαταβαίνων φησίν· «Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὅρα πάλιν τί Ζαχαρίας ἐσήμανεν· «Ἰδοὺ ἀνήρ, <ἀνατολὴ> ὄνομα αὐτῷ» <καὶ Μαλαχίας· «Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης> καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Καὶ τὸν λόγον αἱμόρρους γυνή, μετὰ πολλὰ ἔτη ἰαθεῖσα, σὺν καὶ ἄλλοις ἐβεβαίωσε καὶ ἐσφράγισε, τῇ ἁφῇ τοῦ κρασπέδου δεξαμένη τὴν ἴασιν. Τί; Τὸν Ἰεζεκιὴλ καὶ τὸν «ἄνδρα τῶν ἐπιθυμιῶν» φιλολόγως ἀνάγνωθι. Πῶς ὁ μέν; «Αὕτη ἡ πύλη» τοῦ κυρίου, ἔλεγε, «καὶ εἰσελεύ σεται κύριος δι' αὐτῆς καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη.» Ὁ δὲ Δανιήλ· «Ἐθεώρουν», φησίν, «καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος.» 8 Παράστηθι τῷ Ἰακὼβ καὶ τί λέγει μεταξὺ τῶν εὐλογιῶν κατάμαθε.
«Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἅψαι τῆς κιθάρας τοῦ Πνεύματος καὶ θέασαι τί Δαυὶδ ἀκριβῶς ἐμελῴδησε· «Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψι-στος.» Παρθένος γὰρ ἡ μήτηρ καὶ μετὰ τόκον διέμεινε, τῆς παρθενίας σφραγῖδας ἃς ἡ φύσις ἐπέθηκεν ἀπαρασαλεύτους φυλάττουσα. Πάλιν ὅρα τί λέγει Δαυίδ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη», καὶ ἑξῆς· «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Μὴ ταῦτά τις τῶν διδασκάλων τῶν ἡμετέρων προεμήνυσε; Μή τις τῶν μαθητῶν τοῦ σωτῆρος ἐν δέλτοις ἢ χάρταις τὰ τοιαῦτα συνέγραψεν; Οὐχ ὅσοι περὶ αὐτοῦ προεκήρυξαν τὰ τῆς περιτομῆς ταῦτα περιεσάλπισαν τέκνα; Οὐχ οἱ τοῦ Ἀβραὰμ ἔγγονοι ταῦτα ἀνεκήρυξαν; Ἐν τούτοις οὐ χαίρει πιστεύειν; Ἐντράπηθι τοὺς δαίμονας ἀναβοῶντας καὶ λέγοντας· «Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ» τοῦ ζῶντος; Αἰδέσθητι ἀγγέλων καὶ ἀνθρώπων καὶ δαιμόνων καὶ πάσης ὁμοῦ τῆς κτίσεως τὴν περὶ τοῦ δεσπότου Χριστοῦ ὁμολογίαν.
Εἰ δὲ καὶ τούτους παραιτῇ, δέξαι τὴν τοῦ Πατρὸς ἐπ' αὐτῷ μαρτυρίαν οὐρανόθεν βροντῶσαν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily II on Saint LazarusHomilia II in sanctum Lazarum (hom. 12)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia ii in sanctum Lazarum (homilia 12) Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν τετραήμερον Λάζαρον. 1 Φιλῶ τὸ τῆς ἐκκλησίας χωρίον, τὸ πνευματικόν μοι τοῦτο συναγούσης συμπόσιον· συμπόσιον γὰρ θεοῦ τῆς ἐκκλησίας ὁ σύλλογος, κρατῆρι μὲν μυστικῷ ποτιζόμενος, ἀμνῷ δὲ ζωο ποιῷ σιτιζόμενος· ἐπειδὴ γὰρ ὁ τῶν ἀγγέλων βασιλεὺς τῇ γῇ ἐπεδήμησεν, συμπόσια τοῖς πιστοῖς καὶ τρυφαὶ συγκεκρότηνται καὶ τὸ τῆς φύσεως πένθος εἰς τὸν πρόξενον τοῦ πένθους ἀνέστραπται ἐκ τῶν τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐναρξαμένων χρόνων· ἡ γὰρ φύσις, εὐθέως τοῦ δεσποτικοῦ φέγγους λαβοῦσα τὴν αἴσθησιν, χαρᾶς ἦν ἐκ προοιμίων καὶ σκιρτημάτων ἀνάπλεως.
Ἔτικτον στεῖραι προδρόμους τῆς χάριτος, ἐν αὐταῖς ἔπαιζον ἀγαλλιῶντα ταῖς μήτραις τὰ ἔμβρυα· «Ἐσκίρτησε γὰρ τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς ἐν ἀγαλλιάσει.» Ἐπ' ἀλοχεύτῳ παρθένος ἐμακα ρίζετο τόκῳ, οὐρανὸς ἄνωθεν δι' ἀστέρος Μάγους ἐκάλει, ἀγ γέλων πλήρης ἡ γῆ τοῖς ἐν τῇ γῇ συγχαιρόντων, ἠφίεσαν οὓς εἶχον οἱ δαίμονες, ἀπέλυον αἱ νόσοι τὰ σώματα· ἔνθεν τρέχων ἀπήντα παράλυτος, ἐκεῖθεν τυφλὸς ἐξανίστατο βλέπων, ἐνταῦθα λεπρὸς ἀπενίπτετο λέπραν, ἐκεῖ πολυαιμάτου πάθους ἐξηραίνετο λίμνη, οὗτος ἐκ μογιλάλου κατεσκεύαστο λάλος, ἄλλος πρὸς ἀκρόασιν τῶν ὤτων ἀνάκτησιν εἰς δεξίωσιν λόγων πεφραγμένων τὸ πρὶν ἐκαρπίζετο σύντομον. 2 Καὶ τί δεῖ λέγειν τὴν ἀφύτευτον ἐν γάμοις οἰνοποσίαν, τοὺς ἐκ μνημάτων ἐξαλλομένους νεκρούς; «Νεανίσκε», γάρ, φησίν, «σοὶ λέγω, ἐγέρθητι»· καὶ γοργὸς ἦν ἀκροατὴς τῆς φωνῆς ὡς πλασά μενος νεκρὸν καὶ οὐκ ἀληθῶς τεθνηκώς. Ἔλυσε καὶ τὸν Λάζαρον ὁ τάφος, ἀλλ' οὕτω καλούμενος ἔσπευσεν ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνή ματι, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τοῦ σώματος διασπασθεὶς ἁρμονίαν καὶ τῆς φθορᾶς μάρ τυρα τοῦ τάφου κεκτημένος τὸ δυσῶδες.
Ἀλλ' ἡ τῆς ζωῆς εὐοσμία τὴν τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν καὶ γέγονε τῷ κειμένῳ μήτρα τὸ μνῆμα καί, καθάπερ ἐν γαστρὶ σπαρεὶς οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλατο Λάζαρος ὁ παλαιὸς καὶ νέος ἄνθρωπος. 3 Ὢ καινῆς θαυματοποιίας. Ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐκυοφόρησε τάφος, τοῖς ἐνταφίοις ὥσπερ τι βρέφος ἐνειλημμένον σπαργάνοις· ἡ γὰρ τοῦ δεσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν· «Λάζαρε», φησίν, «δεῦρο ἔξω.» Καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρ χετο, συνδραμόντων ἀλλήλοις τῶν μελῶν ἐν τῷ τάφῳ· πρὸς τὴν οἰκείαν ὁ ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν ἰδίαν ἡ ῥὶς κατελάμ βανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπίζετο συζυγία, ἄρθρων ἁρμονίαι συνήγοντο, δακ τύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάτ τετο, ὑμένες ὑφαίνοντο, εὐθετίζοντο τρίχες. 4 Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατεσκεύαζον τὸν δρόμον. Ὥσπερ ἐκ συνθέματος ἵππος, οὕτως ἐκ τῆς τοῦ δεσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα ὁμοῦ καὶ κληθεὶς καὶ πλασθεὶς καὶ φανεὶς ἐκ τοῦ μνήματος.
«Λάζαρε, δεῦρο ἔξω.» Πρὶν εἰπεῖν «ἀνάστηθι», προστάττει τὴν ἔξοδον. Κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρῶτον, δέσποτα, εἶθ' οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον τῷ κειμένῳ κηρύττεις; – «Ναὶ κειμένῳ», φησίν, «ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας χρονοτριβήσω τὴν ἔξοδον. Λέγω πρὸς αὐτόν· "Δεῦρο ἔξω"3, ἵν' ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν.» Εὐθέως δὲ ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον ἢ νεκρὸς τῷ τάφῳ παρακαθήμενος. 5 Ὁ ᾅδης δὲ κάτω τὸν νεκρὸν ὡς ἔοικεν ἀποδιδοὺς ἐβόα· «Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων ὡς ὑπνοῦντας ἐγείρων; Τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; Τίς οὗτος ὁ κατεξανίστασθαί μου τοὺς νεκροὺς ἐρεθίζων; Τίς οὗτος ὁ κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; Τίς οὗτος ὁ πρὸς ζωὴν ἀνατρέχειν τοὺς ταφέντας ἐθίζων; Τίς οὗτος ὁ τοὺς ἐμοὺς δεσμώτας οὕτως εὐχερῶς ἀπολύων; Τίς οὗτος ὁ τοὺς νεκρούς μου ἅπαντας ἀποσπῶν εἰς χορείαν; Οἴχεταί μου τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος, ὡς ὁρῶ, τὸ σκῆπτρον. Σαθρόν μου τὸ τοῦ θανάτου δεσμωτήριον. Ἀπῆλθεν Ἠλίας νεκρόν μου πρὸς χάριν γυναικὸς ἀφελόμενος.
Μετὰ Ἠλίαν ἐπελθὼν Ἐλισαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς. Νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσεν, καλῶν ὡς ζῶντας τοὺς σεσηπότας νεκρούς, καὶ κινδυνεύω λοιπὸν μηδὲ σαπέντων ἐξουσιάζων νεκρῶν· σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα. Θριαμβεύει με τετραήμερον σῶμα, μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεῦον ἐσθῆτος. Πατηθήσομαι λοιπόν, μετὰ σπαργάνων παρ' ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ λοιποῦ δειλιάσει τὸν παρὰ σαπέντος νεκροῦ νενικημένον καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα;» 6. Παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος ὥσπερ χρυσὸς μεθ' ὧν παρετέθη σφραγίδων ἀποδιδόμενος· δεδεμένος κει ρίαις παρετέθη τῷ μνήματι, μετὰ τῶν αὐτῶν αὖθις δεσμῶν τῷ βίῳ ἀπεδίδοτο.
Ἄπιστος γὰρ ὢν τῶν Ἰουδαίων ὁ δῆμος καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος, εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν ὡς ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· «Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος.» Ὥσπερ οὖν παρακαταθήκην ἀποδοῦναί τις μέλλων καὶ τὴν τοῦ παραθεμένου προορῶν ὑποψίαν τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵνα ἡ τῶν σφραγίδων ὄψις τὸν παραθέμενον πείσῃ, οὕτω καὶ ὁ δεσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς τοῖς Ἰουδαίοις, τὴν τετραήμερον ἐν νεκροῖς παρακαταθήκην, τὰ τῶν σπαργάνων ὥσπερ τινῶν σφραγίδων αὐτῷ συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν ὡς οὐκ ἄλλος ἁπλῶς ἀλλ' αὐτὸς ἦν ὃν κατέθαψαν. 7 Ἀλλ' ἡ τῆς ἀπιστίας ἔμεινεν ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι καὶ τυφλὰς διενοοῦντο βουλάς· «Ἐβουλεύσαντο» γάρ, φησίν, «ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Ὢ τοῦ πονηροῦ βουλεύματος. Ἀληθές, ὦ ἱερεῖς, τὸ συμβὰν ἢ ψευδές; Εἰ μὲν γὰρ ἀληθές, μάτην βουλεύεσθε σφάττειν τὸν πάλιν ἀναστῆναι δυνάμενον. Εἰ δὲ πλάσμα τὸ θαῦμα, περιεργάζεσθε τὸ τοῦ θαύματος ὕψος. Εἰ φήμη τὸ συμβάν, ζήτω μᾶλλον ὁ ψευδῶς φημισθεὶς ἐγηγέρθαι, ἵνα πάντες προσιόντες παρὰ ζῶντος μανθάνωσιν ὡς ἐκ νεκρῶν οὐκ ἐγήγερται.
Ἐὰν δὲ σφάξητε τοῦτον, βοηθεῖτε τῇ φήμῃ τὸν τῆς φήμης ἀπολέσαντες ἔλεγχον, ὡς εἶναι τὸ βούλευμα διπλοῦν κατ' ἀμφότερα. 8 Ὢ τοῦ πολυστενάκτου νοσήματος. Ἡ θεραπεία τῶν φθονουμένων τραυματισμὸς τῶν φθονούντων, ὁ εὐεργέτης ὡς ὁ βλάπτων ἐπίφθονος, ὁ σῴζων ὡς ὁ φονεύων ἐχθρός. Χαίρειν ἐχρῆν οὐκ ἀλγεῖν ἐγειρομένων νεκρῶν. Ἀνέστη νεκρός· πρόφασιν ἐκτήσω χαρᾶς, εὑρὼν ἰατρὸν ἔμπλαστρον ἐπιτιθέντα νεκροῖς. Ἑτοίμην ἔχεις, ἄνθρωπε, τῶν λυπούντων τὴν λύσιν. Ἄρρωστος ὑπάρχει σοι παῖς; Τὸν ἐγείραντα τὸν νεκρὸν κατὰ τῆς νόσου κάλει. Δαίμων ἐνοχλεῖ τῇ παιδί; Πάρεστί σοι τοῦ πάθους τὸ φάρμακον. Ψυχορραγῶν παρὰ σοί τις οἰκέτης; Ἔχεις ἐγγὺς τὸν τοῦ θανάτου τοὺς νεκροὺς ἀποσπῶντα. Πόσα ἀνέδωκας δῶρα, ζητῶν εὑρεῖν ἐν λυπηροῖς βοηθόν; Ἀμισθὶ τοῦτον εὗρες καὶ τὸ βλέμμα πρὸς τὴν εὕρεσιν κλείεις. Οὐκοῦν ἐπειδὴ σὺ φιλοζήμιος, ἄφες τοῖς βουλομένοις τὸ κέρδος, συγχώρησον τὸν Λάζαρον ζῆν, μὴ γένῃ τοῦ θανάτου τοῖς ἀνθρώποις πικρότερος οὓς ἐκεῖνος ἀπέλυσε πρὸς αὐτὸν ἀπελαύνων, μὴ ποιήσῃς τό σοι συζῆν ἀνελπιστότερον τάφου. Ἔσχεν ἐλπίδα ζωῆς ὁ νεκρὸς ἐν τῷ τάφῳ καὶ οὐδὲ τὰ σπάργανα ζημιωθεὶς ἀνεβίω· σοὶ δὲ συζῶν ἣν ἔσχε δωρεὰν ἐν τῷ τάφῳ κινδυνεύει ἀπολέσαι.
9 Τί τὸν λόγον περὶ τὴν τῶν Ἰουδαίων ἀσχολῶ πονηρίαν, τῆς ἐγέρσεως Λαζάρου πρὸς τὴν τῆς ἀναστάσεως μνήμην με παραπεμπούσης; Ὅταν τινάσσωνται τάφοι τοὺς νεκροὺς ἀπαιτού μενοι, ταράττεται γῆ σειομένη τῷ φόβῳ, σαλπίγγων ἐξ οὐρανοῦ τοῖς ἀνθρώποις ἀλαλάζουσι κτύποι· «Σαλπίσει γάρ», φησίν, «καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.» Ἀστράπτων ἐκεῖθεν ἐξ οὐρανοῦ ὁ κριτὴς καταβαίνει, τὰ τῶν ἀγγέλων τοῦ κριτοῦ προτρέχει στρατόπεδα τῷ τῶν γινομένων ταραττόμενα φόβῳ· «αἱ δυνάμεις γάρ», φησίν, «τῶν οὐρανῶν σαλευθήσονται»· ἀπάντησις δικαίων ἐν νεφέλαις μετάρσιος, θρῆνος δαιμόνων συρομένων εἰς κρίσιν, πενθήρης διάβολος προσαγόμενος δέσμιος, ἑλκόμενοι τύραννοι πρὸς φοβερὸν λογοθέσιον, πλουτούντων ἁρπαγαὶ κολαζόμεναι, πενήτων ὑπομοναὶ στεφανούμεναι, ἐξομολογούμεναι συμμορίαι βασιλέων, ἱερέων ἐρευνώμενοι βίοι, τάγματα παρθένων τιμώμενα, πομπευόμεναι κεκρυμμέναι πορνεῖαι, σωφρόνων τιμωμένη σεμνότης, ἀκολασία κολαζομένη μοιχῶν, χρηστότης μακροθύμων στεφανουμένη, καταλάλων ἔλεγχος ἀφανής, μετανοησάντων γνησίως μακαριζόμενοι δῆμοι, ὑποκριτῶν εἰρωνεία μαστιζομένη.
10 Οὐκ ἐμὸς ὁ λόγος, ἠκούσατε πάντες πᾶσι κεκραγότος τοῦ Παύλου· «Πάντες παραστησόμεθα τῷ βήματι» «τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ εἴτε κακά». Τῇ τούτων τοίνυν πάντες ῥυθμιζόμενοι μνήμῃ, μάρανον τὴν ἡδονήν, ὁ φιλήδονος· ὕλη γάρ ἐστι τοῦ τῆς γεέννης πυρός. Κόλασον, ὁ τρυφητής, τὴν γαστέρα· καύσιμον γὰρ γαστριμαργία φορτίον, καὶ τοῦτο μεμφόμενος ὁ προφήτης Σοδομίταις ἐβόα· «Πλήν», φησίν, «τοῦτο ἀνόμημα Σοδόμων ὅτι εὐθηνίᾳ καὶ πλησμονῇ ἄρτων ἐσπατάλων.» Μίσησον πλεονεξίαν, ὁ πλούσιος, ὡς καλάμην τῆς ἀσβέστου φλογώσεως. Νευρώθητι πρὸς καρτερίαν, ὁ πένης· ὑπομονὴ γὰρ εὐσεβὴς γεέννης κατάψυξις. Μετάμαθε τὴν ἀσέβειαν, ὁ Ἕλλην· μόνῳ γὰρ πυρὶ χρησιμεύου σιν ἄκανθαι. Ἀνάζησον ἐξ αἱρετικῶν δογμάτων ὡς ἐκ τάφων, αἱρετικέ, πρὶν ἐλθεῖν τὴν τοῖς νεκροῖς βοῶσαν ἐκείνην φωνήν· «Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ», Χριστὸς ὁ θεὸς ἡμῶν, «ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς». Αὐτὸν δοξάσωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily II on Saint Longinus the CenturionHomilia II in sanctum Longinum centurionem (hom. 20)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia ii in sanctum Longinum centurionem (homilia 20) [Dub.] Τοῦ Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον. 1 Οἱ τῆς ἀθλήσεως νικηταί, οἱ οὐρανοπολῖται, οἱ τοῦ Χριστοῦ στρατιῶται, οἱ τῆς βασιλείας κληρονόμοι, οἱ τοῦ κόσμου πρὸς κύ ριον πρεσβευταί, οἱ τῶν χερουβὶμ πάρεδροι καὶ νοσούντων ἰατροί, οἱ λεπρῶν καθαρισταὶ καὶ δαιμόνων φυγαδευταί, οἱ τῆς πίστεως μάρτυρες, οἱ τῶν εἰδώλων πατηταί, οἱ διὰ τοῦ σώματος τὸν διά βολον πατήσαντες καὶ βασάνους μηδὲν ἡγησάμενοι, οἱ θηρία φι μώσαντες καὶ ξίφη ἀμβλύναντες, οἱ ὑπὸ Χριστοῦ σφραγισθέντες καὶ ὑπὸ αὐτοῦ γνωσθέντες, τὰ καλὰ ἄνθη τῶν ἐκκλησιῶν, <οἱ> πρεσ βευταὶ δυνατοί, <οἱ> ἀστέρες τῆς οἰκουμένης, οἱ ἅγιοι πρωτομάρτυ ρες Ἰωάννης ὁ βαπτιστής, Στέφανος, Λογγῖνος ὁ ἑκατόνταρχος. 2 Τοῦ γὰρ δεσπότου ἡμῶν «Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος γεν νηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», ἀνηγγέλη τῷ βασιλεῖ Ἡρῴδῃ ὅτιπερ γεγέννηται βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ Ἡρῴδης δεξάμενος τὴν εὐαγγελίαν, πρὸς ὀλίγον μὲν ταμιευσάμενος ἐπὶ τῇ ἐλ πίδι τῶν Μάγων, μετέπειτα δὲ θυμομαχήσας, ἀπέστειλεν Λογγῖνον τὸν ἑκατόνταρχον λέγων· «Ἄπελθε, μάθε ἀκριβῶς εἰ γεγέννηται βασιλεύς, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, ὅτι ἐνεπαίχθην ὑπὸ τῶν Μάγων ἐκείνων.» Ὁ δὲ Λογγῖνος ἀπερχόμενος εἰς Βηθλεὲμ τῆς Ἰουδαίας εἶδεν ἐν τῇ ὁδῷ φῶς μέγα περιλάμψαν αὐτόν, ἤκου σεν δὲ φωνῆς λεγούσης πρὸς αὐτόν· «Δεῦρο, Λογγῖνε, ὁ ἀγαπητός μου, καὶ ποιήσω σε ἑκατόνταρχον ἁγίων μαρτύρων.» Ὁ δὲ πε σὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ δεδωκότι αὐτῷ τὴν φωνὴν καὶ εἶπεν· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, κύριε, ὁ θεός», καὶ ἀπ ῆλθεν εἰς Βηθλεὲμ τῆς Ἰουδαίας προσκυνῆσαι τῷ παιδίῳ, τῷ κυ ρίῳ Ἰησοῦ Χριστῷ. Καὶ εἶπεν πρὸς αὐτόν· «Χαῖρε, βασιλεῦ τοῦ κόσμου». 3 Καὶ ἀναλύσας πρὸς Ἡρῴδην εἶπεν πρὸς αὐτόν· «Ὄντως ὁ γεννηθεὶς θεοῦ υἱός ἐστιν, βασιλεὺς καὶ λυτρωτὴς παντὸς τοῦ κό σμου.» Θυμωθεὶς δὲ ὁ Ἡρῴδης εἶπεν πρὸς αὐτόν· «Σὺ μαρτυρεῖς περὶ αὐτοῦ ἐνόρκως;» Ὁ δὲ ἑκατόνταρχος Λογγῖνος λέγει δευ τερώσας· «Ἀληθῶς θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου.» Εἶ πεν δὲ ὁ Ἡρῴδης πρὸς Λογγῖνον· «Ποίαν δύναμιν ἑωρακὼς γι νομένην ὑπ' αὐτοῦ ταῦτα λέγεις καὶ αὐτὸν θεοῦ υἱὸν εἶναι νομίζεις;» Ὁ δὲ ἅγιος τοῦ θεοῦ Λογγῖνος εἶπεν πρὸς τὸν Ἡρῴδην· «Πορευόμενος ἐγὼ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας καὶ διαλογιζόμενος ἐν ἑαυ τῷ τίς ἂν εἴη ἄρα ὁ γεννηθείς, καὶ ἰδοὺ ἐν τῇ ὁδῷ ἐξαίφνης περι ήστραψέν μοι φῶς μέγα καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει, καὶ ηὑρέ θην ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ ἐθεώρουν «τοὺς οὐρανοὺς ἀνεῳγ μένους καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνον τας ἐπὶ τὸν» νήπιον καὶ σεβομένους αὐτόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐπ' αὐτῷ καὶ δύναμιν καὶ δόξαν ἐπισκιάζουσα<ν> ἐπ' αὐτῷ, καὶ ἐγὼ ἔγνων καὶ ἐπείσθην καὶ ἐπίστευσα ὅτι ὄντως θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου ὁ Χριστός.» 4 Ὁ δὲ βασιλεὺς Ἡρῴδης εἶπεν πρὸς Λογγῖνον· «Τὸ ἥμισυ τῆς βασιλείας μου δίδωμί σοι, ἐὰν δῷς μοι αὐτὸν εἰς τὰς χεῖράς μου.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς Ἡρῴδην· «Ἐγὼ μετεστρατευσάμην εἰς τὴν τοῦ αἰωνίου βασιλέως στρατιὰν καὶ οὐ δύναμαι τοῦτο ποιῆσαι· ἐὰν δὲ θέλῃς, πίστευσον καὶ σύ, καὶ γενήσει κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας· τούτου γὰρ ἕνεκεν ἀπολύσας εἶ πον· ἀπελθὼν πρὸς αὐτὸν εὐαγγελιοῦμαι αὐτῷ, ὅπως γένηται κληρο νόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας, καὶ τιμῆς πολλῆς ἀξιωθῶ, ὅτι προσήνεγκά σοι εὐαγγελίαν ἀγαθήν.»
Θυμομαχήσας δὲ κατ' αὐ τοῦ ὁ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ περιέθηκα αὐτῷ πλείστην τιμὴν καὶ ἐποίησα αὐτὸν ἑκατόνταρχον, διὰ τοῦτο οἴεται εἶναί τι, μηδὲν ὤν. Ἐκδύσατε οὖν αὐτὸν τὴν χλα μύδα, καὶ τὸν μανιάκην ἀφέλετε ἀπ' αὐτοῦ, καὶ τὴν σπάθην ἄρατε ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὅτι ἔδειξεν αὐτὸν ἀκαθοσίωτον, καὶ ἐμβά λετε αὐτὸν εἰς τὴν ἐσωτέραν φυλακήν, περιθέντες αὐτῷ κλοιὰ στι βαρὰ κατὰ τοῦ τραχήλου καὶ τῶν μέσων, μέχρις οὗ ἐπινοήσω αὐ τῷ βασάνους πολλάς. Καὶ μετὰ τοῦτο κελεύσω τὴν κεφαλὴν αὐ τοῦ ἀποτμηθῆναι.» 5 Καὶ εὐθέως τῇ ὥρᾳ ἐκείνῃ ἐξέθετο δόγμα τοιοῦτον, λέ γων τοῖς ἑαυτοῦ στρατιώταις· «Τὰ νήπια τὰ ἐν Βηθλεὲμ "ἀπὸ διετοῦς καὶ κατωτέρω"3 ἕως αὐθημερινοῦ ἀνέλετε αὐτά.» Καὶ ἐξ ῆλθον οἱ στρατιῶται κατὰ τὸ δόγμα τοῦ βασιλέως καὶ ἀνεῖλον πάντα τὰ νήπια. Ὁ δὲ Ἡρῴδης, θυμομαχῶν διὰ τὸν σωτῆρα ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, μετακαλεσάμενος τὸν ἅγιον Λογγῖνον, προκαθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν αὐτὸν ἀχθῆναι. Ἀγομένου δὲ αὐτοῦ, εἶδεν ὁ βασιλεὺς μανιάκην χρυσοῦν περὶ τὸν τράχηλον αὐ τοῦ καὶ χλαμύδα βασιλικὴν περικειμένην τῷ ἁγίῳ καὶ σπάθην πε ρὶ τὴν ὀσφῦν αὐτοῦ· ἔβρυξεν δὲ ὡς λέων καὶ ἐμαίνετο ὡς θηρίον κατὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων· «Οὐχὶ εἶπον ὑμῖν, ὦ κάκισ τοι στρατιῶται, ἄρατε ἀπ' αὐτοῦ τό<ν> τε μανιάκην καὶ τὴν σπάθην καὶ τὴν ἐσθῆτα;» 6 Καὶ εἶπαν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα· «Μὰ τὴν σὴν ὑγίειαν, βασιλεῦ, κατὰ τὸ σὸν πρόσταγμα ἐποιήσαμεν, καὶ ἀπο δύσαντες αὐτὸν οὕτως ἐβάλομεν εἰς τὴν φυλακήν· πόθεν δὲ αὐτῷ ἡ στολὴ αὕτη ἢ τίς ὁ ἐνδύσας αὐτόν, ἡμεῖς οὐκ οἴδαμεν.» Ὁ δὲ Ἡ ρῴδης εἶπεν πρὸς τὸν ἅγιον Λογγῖνον· «Ἄθλιε, ὁ ἑαυτὸν ἀπὸ δό ξης καταβαλών, ὁμολόγησόν μοι πρὸ βασάνων τίς ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Ὡς ἐπ' ἀληθείας λέγω καὶ οὐ ψεύδομαι, οὐκ ἔλαβον παρ' ἑτέρου τινὸς εἰ μὴ παρὰ τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.» Εἶπεν δὲ ὁ Ἡρῴδης· «Οὗτός ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην;» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Αὐτὸς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ πε ριέθηκέν μοι τὴν ἐσθῆτα ταύτην καὶ ἐσφραγίσατό με τῇ σφραγῖδι τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.» 7 Ὁ δὲ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ μάλα ψεύδεται, οἰόμενος παρὰ τοῦ βασιλέως αὐτοῦ δεδωρῆσθαι τὰ προσόντα αὐτῷ, ἐπάραντες οὖν ἀπ' αὐτοῦ τὴν ἐσθῆτα τὴν πε ρικειμένην αὐτῷ πυρὶ κατακαύσετε.» Οἱ δὲ μεγιστᾶνες προσ ῆλθον ποιῆσαι τὸ προσταχθὲν αὐτοῖς καὶ οὐδὲν ηὕρισκον ψηλα φῆσαι ἢ ἀφελεῖν ἀπ' αὐτοῦ. «Τί», εἶπαν οὖν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα, «ἰδοὺ ὡς σκιὰν ὁρῶμεν περιβεβλῆσθαι αὐτῷ τὴν ἐσθῆτα, καὶ οὐ δυνάμεθα ἆραί τι ἀπ' αὐτοῦ.» Εἶπεν δὲ Ἡρῴδης· «Μὰ τὴν Ἀδραστείαν τὴν ἐν ἀνθρώποις, νῦν ἐπίσταμαι ὅτι μά γος ἐστὶν ἐν τῷ τὸ περιβόλαιον ἀφανὲς καθιστᾶν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Μὰ τὸν ἐπουράνιον βασιλέα τὸν κατελθόντα νῦν ἐκ τῶν οὐρανῶν, τί ἐστιν μαγεία οὐκ οἶδα· καὶ γὰρ καὶ αὐτὸς μισεῖ τοὺς μάγους καὶ τοὺς φαρμάκους. Καὶ πῶς ἐγώ, δοῦλος αὐτοῦ ὤν, δύναμαι κεκτῆσθαι καρδίαν ῥυπαρὰν μαγείας καὶ δόλου; Ἀλλὰ εἶπόν σοι ὅτι δύναμις θεοῦ περιήστραψέν με καὶ αὕτη με φυλάττει.» 8 Ὁ δὲ Ἡρῴδης, ταραχθεὶς ἐπὶ ταῖς ἀποκρίσεσιν Λογγίνου, προσέταξεν τοῖς ἑαυτοῦ στρατιώταις πλουμβατίζεσθαι αὐτόν. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Νῦν ἀναπέπαυμαι πάσχων ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ φίλος γενόμενος καὶ ὑπ' αὐτοῦ ἀγαπηθείς· πολλῷ γὰρ φόβῳ ἤμην κατ εχόμενος διὰ τὰς κακομηχανίας σου.» Ὁ δὲ Ἡρῴδης βρύξας τοὺς ὀδόντας κατὰ τοῦ Λογγίνου λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· «Λογγῖνον τὸν ἀκαθοσίωτον στρατιώτην εἰς τρία κεντήματα βαλόντες τοῦ ξύλου, περίθετε αὐτῷ σίδηρα βαρέα, ὅπως τηκό μενος καὶ διασπώμενος ἀτονήσῃ τῇ δυνάμει καὶ τῷ κάλλει δυσ ειδὴς γένηται, ἵνα ἰδόντες αὐτὸν στενάξωσιν πάντες οἱ ἄνθρωποι οἱ γνωρίζοντες αὐτὸν τὸ πρῶτον.»
9 Καὶ ἐποίησαν τὰ προσταχθέντα αὐτοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἐν τῇ φυλακῇ ἡμέρας τριάκοντα, τῶν κλοιῶν ἀβαρῶς αὐ τῷ ἐπικειμένων, πάλιν ἐπεζήτησεν ὁ Ἡρῴδης τὸν ἅγιον Λογ γῖνον, λέγων τοῖς μεγιστᾶσιν αὐτοῦ· «Παραστήσατέ μοι τὸν δέσμιον Λογγῖνον ἐπὶ τοῦ βήματος, ὅπως ἰδὼν αὐτὸν σκυθρω πὸν καὶ μεμαραμμένον, ἀναπαύσωμαι.» Οἱ δὲ μεγιστᾶνες, ἀπ ελθόντες ἐν τῷ δεσμωτηρίῳ καὶ ἰδόντες τὸ πρόσωπον αὐτοῦ ἐξα στράπτον, ἐφοβήθησαν τοῦ προσαγαγεῖν αὐτὸν ἐπὶ τοῦ βήμα τος· πλὴν παραλαβόντες αὐτὸν διὰ τὸ προσταχθὲν αὐτοῖς ὑπὸ Ἡρῴδου, ἤγαγον ἐπὶ τοῦ βήματος τὸν καλὸν ἀγωνιστὴν τοῦ Χρι στοῦ. Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσ-ωπον ἀγγέλου, ἔβρυξεν τοὺς ὀδόντας αὐτοῦ κατὰ τῶν μεγι στάνων αὐτοῦ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· «Ἀντὶ τιμωριῶν παρεστήσατέ μοι τὸν δέσμιον τοῦτον.» 10 Καὶ μανεὶς ὁ Ἡρῴδης κατὰ τῶν μεγιστάνων αὐτοῦ ἐξώ ρισεν αὐτούς, τοὺς δὲ καπικλαρίους ἀποκεφαλισθῆναι προσέ ταξεν, τοὺς δὲ στρατιώτας τοὺς παρεστηκότας αὐτῷ ἀπεδεκά τωσεν· καὶ κατὰ τῆς στρατιᾶς αὐτοῦ ἔβρυχεν καὶ ἐμαίνετο, ὡς οἰόμενος ἐπιβουλίαν τινὰ κατασκευάζεσθαι κατ' αὐτοῦ. Πρὸς δὲ τὸν ἅγιον Λογγῖνον εἶπεν· «Ὄμοσόν μοι κατὰ τῆς σωτηρίας τῶν θεῶν τοῦ μηκέτι λαλῆσαι ἢ ὀμόσαι ἐπὶ τῷ γεννηθέντι μηδὲ εἰπεῖν αὐτὸν βασιλέα, ὅπως τοῦτο ἐὰν ποιήσῃς διαφύγῃς τὰς βα σάνους καὶ τὰς τιμωρίας τὰς μενούσας σε.» Ὁ δὲ ἅγιος Λογγῖ νος εἶπεν πρὸς τὸν βασιλέα· «Μὰ τὴν δόξαν Ἰησοῦ Χριστοῦ τοῦ σῴζοντος τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐ μὴ πείσῃς με ἀπ αρνήσασθαι τὸν θεόν μου· ἐπ' αὐτὸν γὰρ ἐλπίζων, οὐ φοβη θήσομαι τὰς βασάνους σου.» Ὁ δὲ Ἡρῴδης ἐκέλευσεν αὐτὸν μάστιξιν ἐτάζεσθαι. Ἦν δὲ ὁ ἅγιος αἰνῶν καὶ λέγων· «Κύριε, ὁ θεός, ὁ αἰώνιος βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ καθιζάνων βασιλεῖς ἐπὶ ἐδάφους καὶ ἀνυψῶν ἀπὸ γῆς πένητα, ὁ μόνος ἐλεήμων, αὐτὸς ἀπόστειλον τὸν ἄγ γελόν σου ἐνισχύοντά με.» 11 Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸν ἅγιον Λογγῖνον μὴ αἰσθό-μενον τῶν βασάνων, εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἀπαγα γόντες αὐτὸν εἰς τὴν φυλακήν, δήσατε αὐτὸν ἁλύσεσιν καὶ τι μωρήσαντες ἀγάγετέ μοι, ἵνα πολλῆς τιμῆς ἀξιώσω ὑμᾶς.» Οἱ δὲ παραλαβόντες τὸν ἅγιον Λογγῖνον ἤγαγον μετὰ πολλῆς λύ πης εἰς τὴν φυλακὴν καὶ ἐποίησαν αὐτῷ τὰ διατεταγμένα αὐ τοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας τρεῖς ἐν τῇ φρουρᾷ καὶ πολ λῆς ἀμηχανίας οὔσης τῷ Ἡρῴδῃ διὰ τὸν τεχθέντα βασιλέα, ηὔχετο ἐν τῇ νυκτὶ ὁ ἅγιος Λογγῖνος λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὸν ἄγγελόν σου, καὶ ἐρῦσαι τοὺς δούλους σου τοὺς τιμωρουμένους ἐνταῦθα.» Καὶ εὐξαμένου αὐτοῦ, σει σμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὸ δεσμωτήριον, καὶ φῶς περιέλαμψεν τῷ ἁγίῳ Λογγίνῳ καὶ φωνὴ ἠκούσθη λέγουσα πρὸς αὐτόν· «Ἀνάστα ἐν τάχει· οὐ γάρ ἐστιν νῦν καιρὸς τελει ῶσαί σε τὴν μαρτυρίαν.» 12 Καὶ εὐθέως πάντων τὰ δεσμὰ ἐξέπεσαν καὶ ἀνεῴγη τὸ δεσμωτήριον καὶ ἐξῆλθον ἄνδρες ὡσεὶ χίλιοι καὶ ἔφυγον ἐκ τῆς πόλεως· καὶ θόρυβος ἐγένετο μέγας ἐν τῇ πόλει. Καὶ ἤκουσεν ὁ βασιλεὺς τὰ γενόμενα ἐν τῷ δεσμωτηρίῳ· καὶ ἐλθὼν ἐπὶ τὸν τόπον καὶ μὴ εὑρὼν τὸν ἅγιον Λογγῖνον ἐκεῖ, διηπόρει τί ἄρα ἐγένετο. Ὁ δὲ ἅγιος Λογγῖνος ἦν διακινῶν ἐν τῇ πόλει καὶ οὐ δεὶς ἠδύνατο ἰδεῖν, ὅτι ἠμαυρώθησαν αὐτῶν οἱ ὀφθαλμοί. Ὁ δὲ Ἡρῴδης ἐζήτει αὐτόν· καὶ ἦν θόρυβος μέγας καὶ ἦχος πο λὺς ἐν τῇ πόλει καὶ ἐλάλησαν κατὰ τῶν εὐσεβούντων. Ὁ δὲ Ἡρῴδης ὑπομνήματα κατέπεμψε τοῖς ἔθνεσιν, ὥστε δέσμιον τὸν ἅγιον Λογγῖνον ἀγαγεῖν, νομίζων ἐκ τῆς πόλεως ἐκπεφευ γότα αὐτὸν εἶναι τὸν δοῦλον τοῦ θεοῦ· ἀορασίᾳ γὰρ πληγεὶς κατέκειτο καὶ οὕτως «σκωληκόβρωτος γενόμενος ὁ Ἡρῴδης ἐξέψυξεν».
13 Καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς Ἡρῴδου τὴν προσωνυμίαν ἔχων τοῦ πατρός. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἐν τῇ ἁγίᾳ πόλει ἀπεκδεχόμενος τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Τελευτήσαντος δὲ τοῦ Ἀρχελάου, ἐβασίλευσεν Ἡρῴδης, ὁ ἀδελφὸς Φιλίππου, τῆς Ἰουδαίας καὶ Γαλιλαίας. Καὶ ἐδέχθη Λογγῖνος ἐπὶ τὴν ἰδίαν τάξιν· καὶ ἦν θεωρῶν τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ τὰ θαύματα τὰ γινόμενα κατὰ πᾶσαν ἡμέραν ὑπὸ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως ὅτε ἐν ἔτει πεντεκαι δεκάτῳ τῆς βασιλείας Τιβερίου Καίσαρος βασιλέως Ῥωμαίων καὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου διὰ Ἡρῳδιάδα ἀποτεμόντος τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς καὶ αὐτὸς κακιγ κάκως ἀποδώσας τὸ πνεῦμα ἐξέψυξεν. Καὶ βασιλεύει Ἡρῴδης υἱὸς Ἡρῴδου, ἀδελφὸς Ἀρχελάου, ἀντὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου, τῆς Γαλιλαίας· ἐν ἔτει δὲ εἰκοστῷ πέμπτῳ τῆς ἀρχῆς αὐτοῦ, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλίου, ἥτις ἐστὶν εἰκὰς πέμπτη Μαρτίου, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος, ἐν τῷ τετάρτῳἔτει τῆς δευτέρας ὀλυμπιάδος, ἐπὶ ἀρχιερέως τῶν Ἰουδαίων Ἰωσίππου καὶ Καϊάφα, τῶν καὶ παραδεδωκότων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πιλάτῳ εἰς τὸ σταυρωθῆναι. 14 Γνοὺς δὲ ὁ Πιλᾶτος ὅτι Γαλιλαῖός ἐστιν καὶ ὑπὸ τὴν ἐ ξουσίαν Ἡρῴδου, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα ἐν Ἱεροσολύμοις. Ὃς καὶ «ἐμπαίξας αὐτῷ» καὶ ἐξουθενήσας «περιέ βαλεν αὐτῷ ἐσθῆτα λαμπρὰ<ν> καὶ ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ». Ὁ δὲ «συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχον τας» διεκρίνετο πρὸς αὐτοὺς ὅτι «ἀνεύθυνον ὄντα τὸν ἄνθρωπον τοῦτον προσηγάγετέ μοι». Οἱ δὲ πάντες αὐτὸν παρέδωκαν εἰς τὸ σταυρωθῆναι, οἳ καὶ ἐσταύρωσαν «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», προσηλώσαντες αὐτὸν τῷ ξύλῳ· ἦν γὰρ ὁ Πι λᾶτος παραδεδωκὼς αὐτὸν τοῖς στρατιώταις, ἐπέστησεν δὲ αὐ τοῖς τὸν ἑκατόνταρχον Λογγῖνον, τὸν μετονομασθέντα ἐν τῇ στρατιᾷ Πριμιανόν. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος μετὰ τῶν στρα τιωτῶν φυλάττων τὸν ἐπὶ τοῦ σταυροῦ ἀνελθόντα Χριστόν. 15 «Ἀπὸ δὲ ἕκτης ὥρας ἕως ὥρας ἐνάτης σκότος ἐγένετο ἐν πάσῃ τῇ γῇ.» Παριστάμενος δὲ ὁ ἑκατόνταρχος ὡς περὶ τὴν ἐνάτην ὥραν φυλάττων τὸν σταυρόν, ἐθεάσατο φῶς μέγα περὶ αὐτόν, σκότος δὲ ἦν ἐν πάσῃ τῇ γῇ. Εἶδεν δὲ καὶ ἀγγέλων πλῆθος παρισταμένων τῷ σταυρῷ καὶ σαλευομένην πᾶσαν τὴν γῆν, καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη», καὶ εἶδεν τὸ πρόσωπον τοῦ κυρίου ὡς ἀστραπήν. Καὶ προτοῦ τὸ πνεῦμα ἀποδῷ, ἐνεθυμεῖτο ἐν τῇ καρδίᾳ αὐτοῦ ὁ ἅγιος Λογγῖνος λέ γων ὅτι «ἀληθῶς οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.» Καὶ ταῦτα ἐνθυμούμενος ἔπεσεν ἐπὶ πρόσ ωπον πρὸς τοὺς πόδας τοῦ κυρίου· ἔκστασις δὲ ἐπῆλθεν τοῖς στρατιώταις καὶ εἰς ὕπνον ἐτράπησαν. Ὁ δὲ ἅγιος Λογγῖνος ἔκραξεν φωνῇ μεγάλῃ, λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἐλέησόν με· ἐπίστευσα γὰρ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὁ σωτὴρ τοῦ κόσμου.» Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Ἄνθρωπε, σήμερον γεγέννησαι καὶ τὸ μνημόσυνόν σου λαλη θήσεται μέχρι τῶν ἐσχάτων ἡμερῶν.» 16 Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Λογγῖνος εἶπεν τῷ Ἰησοῦ· «Κύριε, πορεύομαι ἐκ τῆς πόλεως ταύτης διὰ τὴν ἀπειλὴν τῶν μεγιστάνων.» Εἶπεν δὲ αὐτῷ Ἰησοῦς· «Ἐν τῷ μετώπῳ σου ποίησον τὸν τύπον τοῦ σταυροῦ, ὅτι τῷ αἵματί σου σὲ βαπτίσω, καὶ πορεύου.» Μετὰ δὲ τὸ ποιῆσαι τὸν σταυρόν, ἦν ὁ ἑκατόν ταρχος φυλάττων μετὰ τῶν στρατιωτῶν τὸν τίμιον σταυρόν· παριστάμενος δὲ «περὶ τὴν ἐνάτην ὥραν» κράξαντος τοῦ Ἰησοῦ «φωνῇ μεγάλῃ· Ελωι, ελωι, τουτέστιν· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπας;», «ἀφῆκεν τὸ πνεῦμα». Καὶ ἰδοὺ βρον τὴ μεγάλη ἐγένετο, καὶ ἡ γῆ ἐσείσθη, καὶ ἐσκοτίσθη ὁ ἥλιος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, καὶ οἱ ἀστέρες τοῦ οὐρα νοῦ ἔφαναν τὸ φέγγος αὐτῶν, καὶ «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα
ἠνεῴχθησαν», καὶ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐ σχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω εἰς δύο», καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη». 17 Ὁ δὲ ἑκατόνταρχος Πριμιανός, ὁ καὶ Λογγῖνος, ὁ παρε στηκὼς τῷ σταυρῷ, ἐδόξασεν τὸν θεὸν ἐπὶ πᾶσιν τοῖς γενομέ νοις θαύμασιν καὶ εἶπεν· «Ἀληθῶς θεοῦ υἱός ἐστιν οὗτος καὶ λυτρωτὴς τοῦ κόσμου». «Καὶ πάντες οἱ παραγινόμενοι ὄ χλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ἰδόντες τὰ γενόμενα, τύπτοντες τὰ πρόσωπα ἑαυτῶν ὑπέστρεφον.» Ὁ δὲ κεντυρίων Λογγῖνος, ὁ καὶ πιστευθεὶς τὸν σταυρόν, ἀνήγαγεν τῷ ἡγεμόνι περὶ τῶν γε γενημένων θαυμάτων. Καὶ καταλιπὼν πάντα ἐκεῖ, ἦλθεν εἰς τὴν ἰδίαν πατρίδα, ἐν τῇ Καππαδοκίᾳ τῇ δευτέρᾳ, ἐγγὺς Τυά νων, εἰς χωρίον καλούμενον Ἀνδραλές, τὸ ἐπιλεγόμενον ἑβραϊ στὶ Γαβραλές, καὶ ἤλλαξεν τὰ περιβόλαια αὐτοῦ, καὶ ἦν ποιμαί νων τὰ πρόβατα. Διαναγνοὺς δὲ τὰ σκρίνια, ὁ Ἡρῴδης ηὗρεν τὸν ἅγιον Λογγῖνον παρασαλεύοντα τὸ βασίλειον καὶ ἀναστα τοῦντα ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ λέγοντα πᾶσι χριστιανοὺς γε νέσθαι. 18 Καὶ μαθὼν παρὰ τοῦ ἐπάρχου Λουκίου τὸ ἀκριβὲς καὶ τὰ τῆς ὁμολογίας τοῦ ἑκατοντάρχου καὶ τὰ τῆς ὑπομονῆς, διωγ μὸν ἤγειρεν κατὰ τῶν χριστιανῶν· καὶ ἐζητεῖτο ὁ ἅγιος Λογ γῖνος ὑπὸ τῶν εἰδωλολατρῶν. Τοῦ δὲ ἁγίου Λογγίνου ἐλθόντος ἐν τῇ χώρᾳ τῇ ἰδίᾳ, ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις λεηλασία κατὰ πάντων τῶν εὐσεβούντων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς τρεῖς πρίγκιπας μετὰ δυνάμεως πολλῆς ἀναζητῆσαι τὸν ἅγιον Λογ γῖνον. Προσκαλεσάμενος δὲ ὁ Ἡρῴδης τοὺς τρεῖς πρίγκιπας καὶ τοὺς στρατιώτας, ἐντολὰς ἔδωκεν αὐτοῖς λέγων οὕτως ὅτι «Ἐὰν μὴ ἐνέγκητέ μοι τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ ὑμῶν αἱ κεφαλαὶ ξίφεσιν ἀποτέμνονται.» Ταύτας οὖν λα βόντες τὰς ἐντολὰς ἐπορεύοντο εἰς τὴν ἐπιζήτησιν λυπούμενοι σφόδρα· ἀπὸ γὰρ Ἀντιοχείας καὶ μέχρι Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ περιελθόντες, οὐχ εὕρισκον αὐτόν. 19 Ὀδυρόμενοι δὲ καὶ ὑποστρέψαντες ἐπὶ τὴν Καππαδο κίαν περιεπάτουν καὶ ἐλθόντες ἐγγὺς Τυάνων ἐζήτουν τὸν ἅγιον Λογγῖνον· ἐλθόντες δὲ ἐν τῇ κώμῃ Ἀνδραλεσῶν, ἐπυνθάνοντο παρὰ τῶν ἐκεῖσε καὶ οὐδεὶς ἀπόκρισιν ἐδίδου περὶ αὐτοῦ· ἠγά πησαν γὰρ αὐτὸν σφόδρα. Καὶ μὴ τυχόντες ἀποκρίσεως οἱ στρα τιῶται ἐξῆλθον ἐκ τῆς κώμης ἐν λύπῃ μεγάλῃ. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἔγγιστα τῆς ὁδοῦ νέμων πρόβατα δι' ἧς διώδευον οἱ ἀπεσταλμένοι· καὶ ἦν καθεζόμενος ἐν τῇ ὁδῷ ὁ ἅγιος Λογγῖ νος. Ἰδὼν δὲ αὐτοὺς πόρρωθεν ἐρχομένους ἐπέγνω καὶ ἀνέστη· ἐλθόντων δὲ αὐτῶν πρὸς αὐτὸν εἶπεν αὐτοῖς· «Καλῶς ἥκατε, ἀδελφοί.» Μὴ ἐπεγνωκότων δὲ αὐτῶν τίς ἂν εἴη ὁ λαλῶν αὐ τοῖς, εἶπεν πρὸς αὐτοὺς ὁ Λογγῖνος· «Ἵνα τί, ἀδελφοί, σκυ θρωποὶ καὶ ὡς ἐκ μεγάλης ὁδοιπορίας κεκοπιακότες ἐστέ;» 20 Οἱ δὲ εἶπον· «Ἄκουσον, ἀδελφέ, τὴν ἡμετέραν πικρί αν, ὅτι πρόσταγμα ἐξῆλθεν κατὰ Λογγίνου τοῦ ἑκατοντάρχου ὑπὸ Ἡρῴδου τοῦ βασιλέως περιέχον οὕτως ὅτι ἐὰν μὴ ἀγάγητε αὐτοῦ τὴν κεφαλήν, αἱ ὑμῶν κεφαλαὶ ξίφει παραδοθήσονται. Ἡμεῖς οὖν, ἄνθρωπε, ἐννέα μῆνας ἔχομεν ζητοῦντες αὐτὸν καὶ οὐχ εὕραμεν. Ἰδοὺ ἤκουσας τὰ κακὰ τὰ κατειληφότα ἡμῖν. Εἰ οὖν οἶδάς τινα λεγόμενον Λογγῖνον ἐκατόνταρχον, ἀνάγγειλον ἡμῖν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Οὐκ οἶδα τὸν ἄνδρα. Εἰσ ελθόντες δὲ εἰς τὸν οἶκόν μου μείνατε καὶ αὔριον ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.» Καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ τοῦ μεῖναι μετ' αὐτοῦ. Ἐγένετο δὲ πρωΐα καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Τίς ἡ αἰτία τοῦ Λογγίνου, ὅτι μετὰ τοσαύτης σπου δῆς ζητεῖτε αὐτόν;» Εἶπαν δὲ οἱ ἄνδρες πρὸς αὐτὸν ὅτι ζητεῖ ται παρὰ τοῦ βασιλέως ὅτι αὐτὸς ἀνάστατον ποιεῖ τὴν βασιλείαν αὐτοῦ, πείθων προσκυνεῖν τῷ σταυρωθέντι Χριστῷ καὶ βασιλεῖ τῶν αἰώνων. 21 Καὶ ἦσαν λυπούμενοι καὶ διαλογιζόμενοι πρὸς ἀλλήλους καὶ λέγοντες· «Τί ποιήσωμεν;» Εἶπεν δὲ πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ταράσσεσθε, ἀδελφοί,
μηδὲ ἀθυμεῖτε· ἐγὼ γάρ εἰμι ὃν ζητεῖτε, ὁ δοῦλος τοῦ θεοῦ καὶ Ἰησοῦ Χριστοῦ Λογγῖ νος, πρὸς ὃν ἀπεστάλητε.» Οἱ δὲ ἄνδρες ἀκούσαντες ἐταράχθη σαν καὶ ἐγένοντο ἐννεοί, λαλῆσαι μὴ δυνάμενοι. Καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ἀθυμεῖτε, ἀδελφοί, ἀλλὰ φάγω μεν καὶ πίωμεν καὶ ἀπέλθωμεν πρὸς τὸν ἀποστείλαντα ὑμᾶς. Ἐγὼ γὰρ πέπρακά μου τὸ σῶμα τῷ Χριστῷ, ἵνα ἀγοράσω τὴν ψυχήν μου παρ' αὐτοῦ.» Οἱ δὲ ταῦτα ἀκούσαντες εἶπαν αὐτῷ μετὰ δακρύων· «Μή, ἀλλ' ἡμεῖς ἀπελθόντες ἀπολογησόμεθα ὑπὲρ σοῦ τῷ πέμψαντι ἡμᾶς· εἰ γὰρ ὄντως σὺ εἶ ὁ Λογγῖνος, ἀποθνῄσκομεν καὶ ἡμεῖς σὺν σοί. Καὶ τοῦτο οὐ πράττομεν εἰς σὲ τοῦ ἀπαγαγεῖν σε πρὸς τὸν πέμψαντα ἡμᾶς.» 22 Ἰδὼν δὲ ὅτι κατηνύγησαν ὑπὸ τοῦ πνεύματος τοῦ θεοῦ, εἶπεν πρὸς αὐτούς· «Εἰ ποιεῖτε ἔλεος μετ' ἐμοῦ, οὕτως ποιή σατε· λάβετε τὴν κεφαλήν μου καὶ ἀπενέγκατε τῷ βασιλεῖ, καὶ ἀμέριμνοι ἔσεσθε πάσας τᾶς ἡμέρας τῆς ζωῆς ὑμῶν.» Οἱ δὲ φοβηθέντες οὐκ ἤθελον ἀνέχεσθαι. Ὁ δὲ ὥρκισεν αὐτοὺς δὶς παρακαλῶν τοῦτο ποιῆσαι. Οἱ δὲ ἐπὶ πολὺ παρακληθέντες τοῦτο ποιῆσαι, εἶπαν πρὸς αὐτόν· «Πρέσβευε οὖν ὑπὲρ ἡμῶν ἐν τῇ στρατιᾷ σου, τοῦ μὴ λογισθῆναι ἡμῖν εἰς ἁμαρτίαν.» Τοῦ δὲ φήσαντος αὐτοῖς τοῦτο ποιῆσαι, ἀπέτεμον αὐτοῦ τὴν κεφα λήν. Ἀποκεφαλίσαντες τοίνυν τὸν ἅγιον Λογγῖνον, ἐκόμισαν τὴν κεφαλὴν τῷ βασιλεῖ· καὶ ἐπαύσατο ὁ θόρυβος τῶν παρανόμων. Ἦν δὲ ἡ κεφαλὴ τοῦ ἁγίου Λογγίνου φυλαττομένη παρὰ τῷ ἐπάρχῳ Λουκίῳ. Οἱ δὲ ἄνδρες τῆς κώμης, ἔνθα ἦν ὁ ἅγιος τοῦ θεοῦ, λαβόντες τὸ σῶμα ἔθηκαν ἐν τῇ κώμῃ ἐκείνῃ. 23 Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύμα τος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν. Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ· ἀκού σασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι. Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ. <Καὶ> λεγούσῃ «Τίς ἥκει ὧδε;» εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος· «Θέλεις ἰαθῆναι;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, αὐτὸ εὔχομαι.» Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος· «Πορεύ θητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ· ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν· ἀλλὰ τοῦτο ποί ησον καὶ ἰαθήσῃ ἐπ' ὀνόματι Ἰησοῦ Χριστοῦ. Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι.» 24 Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμέ νη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα· «Κύριε, ὁ ἐν τῷ τό πῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι.» Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα· «Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι.» Ἡ δὲ ἀκούσασα τῆς φωνῆς ταύτης ἐπορεύετο ἐν χαρᾷ ὅλην τὴν ὁδὸν αὐτῆς· ἐλθοῦσα δὲ εἰς Ἰερουσαλήμ, ἐμάνθανεν παρὰ τῶν τῆς πόλεως τὴν οἰκίαν τοῦ ἐπάρχου, τοῦ ἐκζητῆσαι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου. Καὶ ἔδωκεν αὐτὴν ὁ ἔπαρχος τιμῆς ἀργυρίου τὸν ἀριθμὸν διακοσίων δηναρίων. Καὶ λαβοῦσα αὐτήν, ἡ γυνὴ ἦν εὐχομένη καὶ δοξάζουσα τὸν θεὸν τοῦ τελεί ως καταξιωθῆναι τῆς χάριτος τοῦ θεοῦ. 25 Λαβοῦσα δὲ τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, ἡτοιμάζετο τοῦ ἐξελθεῖν τῇ ἑσπέρᾳ. Καὶ ἰδοὺ ἐφάνησαν αὐτῇ τρεῖς ἄγγελοι, ὧν τὴν δόξαν βλέπειν οὐκ ἠδύνατο, καὶ ἐν ταῖς χερσὶν αὐτῶν κηροὶ λευκοί, καὶ προπο ρευόμενοι ὕμνουν τὸν θεὸν δι' ὅλης τῆς νυκτός. Ἡνίκα δὲ ἀνέ βαινεν ὁ ὄρθρος, ἀνεπαύοντο εἰς ὃν ἔφθασαν τόπον τοῦ μεταλα βεῖν τροφῆς. Διὰ δὲ τριῶν ἡμερῶν ἤνεγκεν τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου ἐν τῇ κώμῃ αὐτοῦ, ἀποδημήσασα
μετὰ τοῦ υἱ οῦ αὐτῆς Χρηστίονος, καὶ ἀπῄει εἰς τὸν τόπον οὗ κατέκειτο, ὥ ρας οὔσης ἕκτης τῆς νυκτός. Ἔφθασαν οὖν εἰς ὃν οἰκοδόμησαν οἶκον οἱ φιλόχριστοι ἄξιον τοῦ μάρτυρος, καὶ εὐθέως ἡ θύρα αὐτομάτως ἠνοίγη αὐτοῖς, καὶ τὸ μνημεῖον εἶδον μὲν ἀνεῳγ μένον, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι κυκλόθεν. Εἰσελθὼν δὲ ὁ νεανίσκος ἐν τῷ μνημείῳ σὺν μύροις καὶ ἀρώμασιν παρέθηκεν τῷ σώματι τὴν κεφαλήν, καὶ συμβιωθεῖσα γέγονεν καθὼς πρὸ τοῦ ἀποτμηθῆναι. Ἐξελθόντος δὲ αὐτοῦ ἀπὸ τοῦ μνημείου, παραχρῆμα ἠσφαλίσθη ὁ τόπος αὐτομάτως. Αὐτοὶ δὲ ὑπέστρεψαν εἰς τὴν οἰκίαν, χαίροντες καὶ δοξάζοντες τὸν θεόν. 26 Ἐν δὲ τῇ δευτέρᾳ νυκτί, ἐφάνη τῇ Χρηστῇ ὁ ἅγιος Λογ γῖνος, λέγων· «Ἀναπέπαυμαι νῦν, ὅτι παρέσχες μοι τὴν κεφα λήν, καὶ σὺ ἰαθήσῃ ἀπὸ τῆς ἡμέρας ταύτης. Ἐρωτῶ δὲ τοῦτο· τὸν υἱόν σου στρατεύσω ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, ἢ ἐν τῇ ἐπι γείῳ;» Ἡ δὲ μετὰ φόβου ἀποκριθεῖσα εἶπεν· «Δέομαί σου, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ αὐτὸν στράτευσον.» Ἀκούσας δὲ ταῦ τα, ἀπέστη ἀπ' αὐτῆς. Ἐν δὲ τῇ ἐπιούσῃ ἡμέρᾳ, ὁ νεανίσκος ἐπορεύθη ἐν τῷ ἀμπελῶνι πρὸς ἐπιμέλειαν τῆς ἀμπέλου. Ἐρ γαζομένου δὲ αὐτοῦ μέχρις ὥρας πέμπτης, ἐφάνη αὐτῷ ὁ ἅγιος Λογγῖνος καὶ εἶπεν· «Νεανίσκε Χρηστίων, θέλεις στρατεύσα σθαι κατὰ τὸ ὄνομά σου εἰς Χριστόν;» Ὁ δὲ ἀναβλέψας εἶδεν αὐτὸν ὡς ἀστραπὴν καὶ εἶπεν αὐτῷ· «Τίς εἶ, κύριε, ὁ στρατεῦ σαί με βουλόμενος;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι Λογγῖνος, ὁ διὰ τῆς μητρός σου δωρηθεὶς τὴν κεφαλήν, ἀλλ' ὥσπερ αὐτὴ ἐκόμισέν μου τὴν κεφαλήν, οὕτως κἀγὼ βούλομαί σε τῷ θεῷ προσκομίσαι.» Καὶ ὁ Χρηστίων εἶπεν πρὸς αὐτόν· «Εἰ ταῦτα οὕτως ἔχει, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ παραχρῆ μα ἀπέδωκεν τὸ πνεῦμα ὁ νεανίσκος. 27 Ἡ δὲ τούτου μήτηρ, κατὰ τὴν συνειθισμένην ὥραν ταῖς διελθούσαις ἡμέραις λαβοῦσα τὴν τοῦ ἀρίστου τροφήν, ἐπορεύ ετο πρὸς τὸν υἱὸν αὐτῆς ἐν τῷ ἀμπελῶνι· καὶ ἐλθοῦσα εὗρεν αὐτὸν τετελευτηκότα. Θεασαμένη δὲ τοῦτο, ἔπεσεν ἐπὶ πρόσ ωπον ἐπὶ τὴν γῆν· ὀλιγοψυχήσασα δὲ καὶ τὸν χιτῶνα διαρρή ξασα, ἔκειτο ὡσεὶ νεκρά. Καὶ ἐλθὼν ὁ ἄγγελος ἐνίσχυσεν αὐ τήν· εἶπεν δὲ αὐτῇ· «Τί κλαίεις;» Ἡ δὲ εἶπεν· «Ἀπώλετο ὁ υἱός μου, ὁ μονογενὴς ὑπάρχων μοι, ἐτρυγήθη ὁ καρπὸς τῆς κοιλίας μου ἄωρος.» Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος· «Μὴ πλα νῶ, γυνή, μηδὲ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γὰρ οὐκ ἐτρυγήθη, οὐ δὲ ἀπώλετο, ἀλλ' ἔστιν ἐν τοῖς κόλποις Ἰησοῦ Χριστοῦ. Πορεύθητι οὖν ἐν τῇ κώμῃ, καὶ κάλεσον ἄνδρας εὐλαβεῖς, καὶ ἐλθόντες βαστάσουσιν τὸ σῶμα τοῦ υἱοῦ σου· καὶ θάψωσιν αὐτὸν ἐν τῷ μνήματι ἐν ᾧ κατάκειται ὁ πιστότατος Λογγῖνος, καὶ μετὰ τρεῖς ἡμέρας τὸν υἱόν σου ἐν τῇ στρατιᾷ τῇ ἐπουρανίᾳ βλέπεις.» 28 Ταῦτα δὲ εἰπὼν ὁ ἄγγελος ἀφανὴς ἐγένετο· αὐτὴ δὲ ἀναστᾶσα ἀπήρχετο ἐν τῇ κώμῃ, εὐθέως δὲ ἦλθεν ὁ ἄγγελος παραμυθούμενος αὐτήν· καὶ ἐμάνθανον τί ἐστιν τὸ συμβάν. Ἡ δὲ ἀνήγγειλεν αὐτοῖς πάντα, οἱ δὲ ἀκούσαντες ἐπορεύθησαν πρὸς τὸν ἐπίσκοπον Τυάνων καὶ ἀνήγγειλαν αὐτῷ τὰ γεγονότα. Εὐθέως δὲ ὁ ἐπίσκοπος Παφνούτιος, παραλαβὼν εὐσεβεῖς ἄνδρας, ἦλθεν ἐν ᾧ ἦν τόπῳ ὁ νεανίσκος τετελευτηκώς, καὶ ἐπέτρεψεν κληθῆναι τὴν μητέρα αὐτοῦ. Ἐλθούσης δὲ αὐτῆς, εἶπεν πρὸς αὐτὴν ὁ ἐπίσκοπος· «Μὴ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γάρ, τὴν οὐράνιον βασιλείαν κεκτημένος, πολὺ πρεσβεύει ὑπὲρ ἡμῶν. Ἀγαλλιασώμεθα οὖν μᾶλλον καὶ μὴ ὦμεν σκυθρωποί.» Ταῦτα δὲ εἰπών, προσέταξεν ἀρθῆναι τὸ σῶμα τοῦ νεανίσκου καὶ ἀποτεθῆναι σὺν τῷ ἁγίῳ Λογγίνῳ, καὶ προσεκόμισαν τῷ ἐπουρανίῳ θεῷ θυσίαν δεκτήν. Ἡ δὲ εὐσεβὴς γυνὴ ἐγένετο διάκονος καὶ λειτουργὸς τῆς ἐνδόξου πίστεως· προσκομίσας δὲ καὶ πολλὰ παραινέσας, ἀπῄει ἐν τῇ πόλει ὁ ἐπίσκοπος. 29 Ὀψίας δὲ γενομένης καὶ τῆς νυκτὸς ἐπελθούσης, ὥρας οὔσης τετάρτης τῆς νυκτός, ἐφάνη αὐτῇ ὁ ἅγιος Λογγῖνος λέγων· «Ἵνα τί βλασφημεῖς με;» Ἡ δέ, φοβηθεῖσα καὶ ἔντρομος γενομένη, εἶπεν· «Τίς εἶ, κύριε;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι
Λογγῖνος ὁ τὸν υἱόν σου στρατεύσας.» Ἡ δὲ Χρηστὴ ἀναπολήσασα περὶ τοῦ υἱοῦ αὐτῆς, βοῶσα ἔλεγεν· «Κύριε, εἰ ἐστράτευσας, οὐκ ἂν ἀπέκτεινας αὐτόν.» Ὁ δὲ πιστότατος Λογγῖνος εἶπεν πρὸς αὐτήν· «Ἴδε καὶ νῦν βλασφημίας λαλεῖς. Ἀλλ' ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς οἰκίας σου, καὶ ὄψει τὸν υἱόν σου ὅτι ἐστράτευται.» Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτῆς, ἐξέβαλεν αὐτὴν ἔξω καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ φῶς μέγα ἐν τῇ νυκτί· ἀναβλέψασα δέ, εἶδεν ὡς ἐν ἐκστάσει τὸν οὐράνιον βασιλέα καὶ τὸν υἱὸν αὐτῆς προπορευόμενον. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν αὐτῇ· «Κἂν νῦν ἑώρακας τὸν υἱόν σου, ὅτι ἐστράτευται, πεπίστευκας νῦν;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, ἀρκετόν μοι ἃ δὴ ἐλάλησα κατὰ σοῦ, δέσποτα.» Καὶ εὐθέως ἀφανὴς ἐγένετο. 30 Αὐτὴ δὲ ἦν σχολάζουσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ ἁγίῳ οἴκῳ, προσευχαῖς καὶ ὕμνοις καὶ ἐλεημοσύναις διατελοῦσα, ὁμοίως δὲ καὶ ἰάσεις ποιοῦσα <διὰ> ἐπικλήσεως τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου μάρτυρος, δοξάζουσα τὸν θεὸν ἐν ταῖς ἡμέραις αὐτῆς ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς τοῖς συμβεβηκόσιν αὐτῇ. Ἐτελεύτησεν δὲ ἐν ταῖς ἡμέραις Παφνουτίου ἐπισκόπου· καὶ κατέθεντο αὐτὴν πλησίον τοῦ ἁγίου Λογγίνου ἐν τῷ αὐτῷ οἴκῳ <.....> τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily II on Holy EasterHomilia II in sanctum pascha (hom. 4)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Homilia ii in sanctum pascha (homilia 4) (e cod. Sinaitico gr. 492) Τοῦ αὐτοῦ, εἰς τὸ ἅγιον πάσχα 1 Σάλπιγξ ἡμῖν ἱερὰ καὶ βασιλικὴ τὸ πνευματικὸν τοῦτο συνεκρότησεν θέατρον, σάλπιγξ ἣν ἐπλήρωσεν Βηθλεὲμ καὶ ἡ Σιὼν ἐπύρωσεν, ἐν ᾗ ὁ Σταυρὸς σφῦρα καὶ ἄκμων ἡ Ἀνάστασις. Ἧς οὐκ οἶδα πῶς ἐξείπω τὸ κάλλος, πῶς ἐκφράσω τὸ φῶς, πῶς μηνύσω τὴν ἐν αὐτῷ χαράν, πῶς τὴν ἐν αὐτῇ βασιλείαν διηγήσωμαι. Ποίᾳ δὲ αὐτὴν ψηλαφήσω χειρί; 2 Ποίοις λόγοις ἀσπάσομαι τάφον γεννῶντα ζωήν, μνῆμα φθορᾶς <μὲν> ἐλεύθερον, ἀφθαρσίας δὲ πρόξενον, παστάδα τριή μερον τὸν νυμφίον κοιμήσασαν, νυμφῶνα τὴν νύμφην ἄφθορον μετὰ γάμον ἐγείραντα; Νεκρὸν ἡ θήκη φυλαττομένη καὶ θεὸν ἡ γῆ σαλευομένη· νεκρὸν μὲν γὰρ αὐτὸν τὸ σῶμα βοᾷ, τὸ δὲ θαῦμα θεόν· νεκρὸν ἡ ταφή, θεὸν ἡ ἀνάστασις· νεκρὸν τῶν γυναικῶν καὶ τὰ δάκρυα, καὶ θεὸν τῶν ἀγγέλων τὰ ῥήματα. Ὡς νεκρὸν αὐτὸν Ἰωσὴφ ἐκήδευσεν, ἀλλ' ὁ κηδευθεὶς ὡς ἄνθρωπος οὗτος ὡς θεὸς τὸν θάνατον ἐσκύ λευσεν. Πάλιν ὡς νεκρὸν οἱ στρατιῶται ἐφρούρησαν καὶ ὡς θεὸν οἱ πυλωροὶ τοῦ ᾅδου θεωρήσαντες ἔπτηξαν.
3 Τὸν αὐτὸν δὲ τοῦτον κἀκεῖνον ἐρεῖς, οὐκ ἄλλον καὶ ἄλλον, οὐδὲ ἄλλον ἐν ἄλλῳ, οὐδὲ ἄλλον δι' ἄλλου· εἷς γὰρ ὢν ὁ σαρκω θεὶς Λόγος εἰς ἓν ταῦτα κἀκεῖνα ὡς ἠβουλήθη ἀρρήτῳ λόγῳ συνήγαγεν· καὶ τὴν μὲν σάρκα διακονῆσαι τοῖς πάθεσι δέδωκεν, τῇ θεότητι δὲ πρὸς τὰ σημεῖα καὶ τὰ θαύματα κέχρηται, ἀλλ' ὥσπερ οὐ θεμιτὸν τὸν Λόγον ἐκ τῆς σαρκὸς χωρίζεσθαι, οὕτως ἀνάγκη τὰ παθήματα συμπεπλέχθαι τοῖς θαύμασιν. Ὁ γὰρ ὡς νεκρὸς εἰς ᾅδου καταβάς, οὗτος ὡς θεὸς τοὺς νεκροὺς ἠλευθέρωσεν, ἐπεί πως τάφῳ διακονοῦσιν ἄγγελοι, πὼς δὲ λευχείμονες ὡς ἐπὶ νυμφίῳ ταῖς γυναιξὶν ἐμφανίζονται, πὼς δὲ πρὸς αὐτὰς ἔλεγον· »Ἰησοῦν ζητεῖτε τὸν Να ζαρηνὸν τὸν ἐσταυρωμένον· οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν. Τουτέστιν οὐρανὸς αὐτῷ τόπος, ἐκεῖ τὰ μύρα πέμψατε. Ἠγέρθη, οὐχ ἡμεῖς αὐτὸν ἠγείραμεν. Ὑμῶν ἕνεκα τὸν λίθον ἐκυ λίσαμεν· πρὶν γὰρ ἡμᾶς καταβῆναι, ὁ τάφος ἐκεκέ νωτο. Ἠγέρθη, καθὼς εἶπεν αὐτός.» 4 Ὃ ἄγγελος εἶπεν, οὐ χωρεῖ οὐδὲ προφήτης ἑρμηνεῦσαι· Ὡσηὲ τὸν καιρὸν τῆς ἀναστάσεως λέγει, Ἠσαΐας οἶδεν, ἀλλὰ τὸ πῶς οὐκ ἐπίσταται.
Ταῦτα μὲν γὰρ Ὡσηὲ προφητείας τὰ ῥή ματα· «Πορευσώμεθα καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς» πέπαικεν «καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μο τώσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστησό μεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ.» Ἄκουε πάλιν ποῖα Ἠσαΐας ἐσάλπισεν· «Ἠισχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Νῦν ἀναστή σομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε.» Πρὸς γὰρ τοὺς Ἰουδαίους τὸν λόγον ἀπετείνετο· νῦν ἀναστήσομαι ὅταν ἐγείρω τὸν Ἀδὰμ ὃν ἡ παράβασις ἔρριψεν, νῦν δοξασθήσομαι ὅταν τοῖς ἔθνεσιν τῶν παθῶν συστήσω τὴν ἀπάθειαν, νῦν ὑψω θήσομαι τὴν ὑμετέραν ἀπαρχὴν εἰς οὐρανοὺς ὑψῶν καὶ εἰς τὴν καθέδραν τῶν χερουβὶν ἐπαίρων «τὴν τοῦ δούλου μορ φὴν» ἥνπερ ἐξ ὑμῶν κέκτημαι, νῦν ὄψεσθε παυομέ νους τοὺς τύπους, ἀνθοῦσαν τὴν ἀλήθειαν, νῦν αἰσχυνθή σεσθε συκοφαντοῦντες ῥήμασιν καὶ ἡττώμενοι πράγμασιν, ὅτι τῷ θεῷ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Lazarus and the Palm Branches (Homily 18)In Lazarum et in ramos palmarum (hom. 18)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In Lazarum et in ramos palmarum (homilia 18) (olim sub nomine Titi Bostrensis) [Sp.] Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βάϊα. 1 Ὥσπερ ἡ ἀμέτρητος ἄβυσσος βρύει ἀφθόνως τὰς πηγὰς τῶν ὑδάτων καὶ αἱ πηγαὶ πάλιν ἀπολύουσιν ἀκρατήτους ποτα μούς, οἱ δὲ ποταμοὶ ἐπισκέπτουσι τὴν γῆν καὶ μεθύσκουσιν αὐ τήν, τοῦ καρποφορῆσαι ἄρτον εἰς βρῶσιν καὶ οἶνον εἰς εὐφρο σύνην τῶν ἀνθρώπων, οἱ δὲ ἄνθρωποι ἀπολαύοντες πληροῦσι τὸ γεγραμμένον· «Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέ σουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν»· οὕτως καὶ ἡ ἄφατος φιλαν θρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς ἀμετρήτου ἀβύσσου τῆς ἀγαθότητος καὶ φιλανθρωπίας αὐτοῦ, πηγάζει ἡμῖν τὰς ἁγίας αὐτοῦ ἑορτὰς ἐν αἷς τὴν σωτηρίαν ἡμῶν εἰργάσατο. Καὶ αὐτὸς μὲν ἑορτὴν πηγάζει, ἡ δὲ χάρις τοῦ ἁγίου Πνεύματος ἡ ἐνεργοῦσα ἐν τῇ ἑορτῇ «τὰ ὁρμήματα τοῦ ποταμοῦ» πληροῖ, λέγω δὴ τοὺς θεοφόρους ἄνδρας, τοὺς «διδασκαλίαν ἐν τῇ διδα σκαλίᾳ» κεκτημένους· καὶ αὐτοὶ ἐπισκέπτονται τὴν νοητὴν καὶ λογικὴν γῆν τῆς ἀνθρωπότητος, εὐφραίνοντες τὴν ἁγίαν ἐκκλησίαν, ἥτις ἐστὶ «πόλις τοῦ μεγάλου βασιλέως» Ἰησοῦ Χριστοῦ, κατὰ τὸ γεγραμμένον· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.» Ἡ δὲ ἐκκλησία, εὐφραινομένη καὶ ἡδυνομένη ἀπὸ πιότητος καρδίας, αἰνεῖ καὶ δοξολογεῖ κύριον τὸν ἐν αὐτῇ βασιλεύοντα. Φέρε δὴ καὶ σήμερον εἴπωμεν ὃ προανεφώνησεν αὐ τὸς περὶ ἑαυτοῦ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν· ἑρευνήσωμεν πρὸς τὴν δύναμιν ἡμῶν τὴν σωτηρίαν, ἣν ὁ βασιλεὺς ἡμῶν ἐπραγ ματεύσατο ἡμῖν ἐν ταύτῃ τῇ ἑορτῇ· φέρε κατανοήσωμεν ἕνεκεν τίνος βασιλέα αὐτὸν ὕμνησαν οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αἱ ἀγγελικαὶ δυνάμεις. 2 Ἡ αἰτία οὖν τῆς ὑμνῳδίας ἡ ἔγερσις Λαζάρου ἦν κατὰ τὸ φαινόμενον, καθώς φησι τὸ εὐαγγέλιον· «Ἐβουλεύσαντο δὲ ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς δοξολογίας τῶν πιστῶν κατὰ τὸ φαινόμενον, λελη θότως δὲ καὶ κρυπτῶς ἡ ἔγερσις πάσης τῆς ἀνθρωπίνης φύσεως. Καὶ ὥσπερ τὸ τοῦ Λαζάρου σημεῖον καὶ ἡ ἔγερσις ἐκείνη ὑμνο λογεῖν ἐποίησε τοὺς ἀνθρώπους τὸν Ἰησοῦν, οὕτως καὶ τοὺς ἁγίους ἀγγέλους δοξολογεῖν παρεσκεύασε τὸ σημεῖον τῆς ἐγέρ σεως πάσης τῆς ἀνθρωπίνης φύσεως· καὶ ὅσον μείζων ἡ τῶν πάντων ἔγερσις τῆς ἐγέρσεως Λαζάρου, τοσοῦτον καὶ ἡ δόξα τότε μειζοτέρα. Καὶ ἡ μὲν συνείδησις τῶν βοώντων, ἐξισταμένη τῷ θαύματι, ἐκίνει αὐτοὺς δοξάζειν· ἡ δὲ θεία οἰκονομία διὰ τὴν ἔγερσιν πάσης τῆς ἀνθρωπίνης φύσεως λεληθότως ἐκίνει οὐ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τοὺς ἁγίους ἀγγέλους θαυμά ζειν καὶ δοξάζειν τὸν Ἰησοῦν. Εἶδον γάρ, ἀληθῶς εἶδον καὶ ἔμαθον καὶ κατεσοφίσθησαν σοφίαν, ἣν οὐκ ᾔδεισαν, αἱ ἀγγελικαὶ δυνά μεις διὰ τῆς ἐκκλησίας τῶν πιστῶν ἐκφαινομένην ἀπὸ τοῦ θεοῦ τοῦ τὰ πάντα κτίσαντος, τὴν πρὸ τῶν αἰώνων ἐν αὐτῷ κεκρυμμέ νην, λέγω δὴ τῶν διδαχῶν καὶ ἐπαγγελιῶν καὶ θαυματουργιῶν τοῦ κυρίου Ἰησοῦ, καθώς που ὁ θεσπέσιος Παῦλός φησιν· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ.» Μανθάνουσι γὰρ αἱ ἄνω δυνά μεις, ἅπερ οὐδέπω εἶδον, οὐδὲ ἤκουσαν· κτίσματα γάρ εἰσι, καὶ τὸ κτίσμα οὐκ ἔστιν μὴ χρείαν ἔχον μαθεῖν, ἀλλ' οὐδὲ τὰ μέλλοντα γενέσθαι γινώσκουσιν, εἰ μή τι δἂν ὑπὸ τῆς ἁγίας καὶ σεπτῆς καὶ προσκυνητῆς τριάδος μυηθῶσιν.
3 Ἔμαθον οὖν καὶ ἐβεβαιώθησαν τὴν ἀνάστασιν τοῦ Ἀδάμ, θεωρήσαντες τὸν κύριον ἐγείραντα τὸν υἱὸν τῆς χήρας· ὡς χήρα γὰρ ἐγένετο ἡ γῆ, ἀποθανόντος τοῦ πρωτοπλάστου αὐτῆς υἱοῦ. Ἰδόντες δὲ αὐτὸν πάλιν ἐγείραντα τὴν θυγατέρα τοῦ ἀρχισυναγώ γου, κατεσοφίσθησαν ὅτι καὶ τὴν Εὔαν μετὰ τοῦ Ἀδὰμ ἐγερεῖ. Πάλιν ἀναστήσαντος <αὐτοῦ> τὸν παῖδα τοῦ ἀλλοφύλου ἑκατον τάρχου, ἐδιδάχθησαν καὶ εἰς τοῦτο ὅτι καὶ τὰ ξένα ἔθνη ἐγερεῖ. Ἰδοὺ τρεῖς διαφοραὶ τῶν νεκρῶν. Ἐγείραντος δὲ τὸν Λάζαρον τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνημείου, τὸν ὑπὸ τεσσάρων στοι χείων συσταθέντα, τὸν ὀζέσαντα, τὸν σαπέντα, τὸν ὑπὸ σκωλή κων κυριευθέντα, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ταῖς ἐπουρανίοις καὶ τοῖς ἐπιγείοις, ὅτι πᾶσαν τὴν ἐκ τῶν τεσσάρων συσταθεῖσαν ἀνθρωπότητα ἐγερεῖ, κἂν ὤζεσεν ἐν τῇ ἁμαρτίᾳ τῆς παραβάσεως, κἂν ἐσάπη ἐν τῇ ἀσεβείᾳ τῆς εἰδωλολατρείας, κἂν ὡς ὑπὸ σκωλήκων, ὑπὸ δαιμόνων κατεκυριεύθη καὶ ἐζωγρεύθη εἰς τὸ ἐκείνων θέλημα. Ταῦτα οὖν ἰδόντες οἱ ἄγγελοι κρυπτῶς καὶ οἱ ἄνθρωποι φανερῶς ἐξέστησαν, καὶ ἐξεθαμβήθησαν, καὶ ἤρ ξαντο βοᾶν καὶ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Οὐχ ὡς σημειοφόρον δὲ μόνον ἐπῄνουν, ἀλλὰ καὶ ὡς βασιλέα τὸν αἰχμαλωτίσαντα πᾶσαν τὴν ἀπ' αἰῶνος ὑπὸ τοῦ διαβόλου καὶ τοῦ θανάτου αἰχμαλωτισθεῖσαν αἰχμαλωσίαν. Ἕνεκεν τούτων καὶ τῶν τοιούτων βασιλέα αὐτὸν κηρύττουσιν οἱ θεῖοι προφῆται. 4 Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογι κῶν ψυχῶν ὑπάρχουσι καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα, οὕτως καὶ αὐτοὶ κατὰ μέρος ἢ μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν, καὶ μεθύσκουσι ταῖς θεϊκαῖς διδασκαλίαις χρι στιανούς, καθώς που εἷς ἐξ αὐτῶν φησι· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου.» Δεῦτε ἀκούσωμεν καὶ διηγήσονται ἡμῖν, πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ κυρίου, τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας, ὁ ἔνδοξος ἐν προφήταις. Συνίωμεν τί ὁ κῆρυξ εὐαγγελίζεται, προτρέχων τῆς βασιλείας πρὸ πολλοῦ τοῦ χρόνου. Δεῦτε ἀπολαύσωμεν, ὡς λογικοὶ δαι τύμονες, τὰ διὰ στόματος θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου· αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ, καθώς φησι ὁ κύριος ὅτι «οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στό ματος θεοῦ.» Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει, ποθητὴ δὲ ἡ χαρά, ἀπὸ χαρᾶς ἄρχεται βοᾶν λέγων· «Χαῖρε σφόδρα, θύγατερ Σιών». «Χαῖρε σφόδρα», βοᾷ ὁ προ φήτης πρὸς τὴν αἰχμαλωσίαν. «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ.» Διὰ τί «Χαῖρε»; Καὶ διὰ τί «σφόδρα» «τέρπου καὶ εὐφραίνου»; Ὅτι ἥκει ὁ ἐπιστρέφων σε, καθὼς προανεφώνησεν ὁ πατὴρ τοῦ ἐπιστρέφοντός σε βασιλέως λέγων· «Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» 5 «Χαῖρε,» φησίν, ὅτι ὑποστρέφεις ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων καὶ τῆς ἐξορίας τοῦ αἰῶνος τούτου εἰς τὴν ἄνω Ἰε ρουσαλήμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραάμ, καθώς που ὁ μα κάριος ἀπόστολος Παῦλός φησιν· Ὑμεῖς δὲ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασι δικαίων τετε λειωμένων.» Ὅθεν «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός», ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε «τέρπου καὶ εὐφραίνου» καὶ «χαῖρε σφόδρα, θύγατερ» ταύτης τῆς Σιὼν δῆλον. «Καὶ διὰ τί», φησίν, «σφόδρα χαρῶ, ὦ προφῆτα»; «Χαῖρε», διότι οὐκέτι ὁ δεινὸς ἐκεῖνος σε αἰχμαλωτεύσει, «σφόδρα» δέ, διότι οὐχ ὡς οἱ λοιποὶ
βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε, ἀλλὰ βα σιλεὺς αἰώνιος καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· «Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Καὶ καθὼς αἰω νία αὐτοῦ ἡ βασιλεία, οὕτως αἰωνία σου ἡ σωτηρία. Διὰ τοῦ το οὖν· «Χαῖρε σφόδρα· κήρυττε, θύγατερ Ἰερουσαλήμ.» Τί κηρύξω, ὦ προφῆτα; Κήρυττε τῷ βασιλεῖ σου, τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε, εὐχαριστίαν, δοξολογίαν, ὑμνολογίαν. Κήρυττε· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, ὅθεν παρεγένου τοῦ σῶσαί με, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι κυρίου.» Καὶ σκόπει μοι τὸν εὐαγγελιστήν, πῶς διπλοῦν τὸν Χριστὸν κηρύττει· ἐν τῷ γὰρ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις», τὴν ὑψηλὴν τῆς θεότητος φύσιν δηλοῖ, ἐν δὲ τῷ λέγειν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», τὴν τῆς ἀνθρωπότητος οὐσίαν σημαίνει, τὸ εὐλογημένον σπέρμα ᾧ εὐλογήθη ὁ εὐλογημένος Ἀβραάμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐ λογηθῆναι πάντα τὰ ἔθνη τῆς γῆς· «Εὐλογημένη γάρ», φησίν, «ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ.» 6 Ἀναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιάσωμεν· ἔτι γὰρ ἔχει γάλακτος καὶ θεωρίας ἀγαθά. Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κή ρυττε, θύγατερ Ἰερουσαλήμ.» Καὶ τίνος ἕνεκεν «θύγατερ Σιὼν» καὶ οὐ Σιών, καὶ «θύγατερ Ἰερουσαλὴμ» καὶ οὐκ Ἰερουσαλήμ; Πρόσεχε συνετῶς, παρακαλῶ. Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν καὶ τῶν πετεινῶν καὶ τῶν τετραπόδων καὶ τῶν ἀνθρώπων κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὰ ὀνόματα κέκτηται, οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται. Οὐκοῦν ἐρευνήσωμεν τί δήποτε τὴν νῦν πιστὴν Ἰερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης «θυγα τέρα Σιών», ἔπειτα «θυγατέρα Ἰερουσαλήμ». Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσα λήμ.» Σιὼν ἑρμηνεύεται «διψῶσα»· ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν, τῶν ἀπ' αἰῶνος μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας διψησάντων ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος, καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· «Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως.» Οὗτοι, ζητοῦντες τὸν κύριον καὶ διψῶντες, ἐκλήθησαν Σιών, καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·» 7 Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν, μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ· οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις· ἐγένοντο Ἰερουσαλὴμ, «ὁρῶντες θεὸν καὶ σκοπευτήριον πάσης γνώσεως». Θυγατέρα δὲ ταύτης τῆς Σιὼν καλεῖ τοὺς ἐν κυ ρίῳ πιστούς, τοὺς διὰ τῆς πίστεως διψῶντας καὶ διὰ τῆς ἐργα σίας τῶν ἐντολῶν τοῦ εὐαγγελίου ζητοῦντας εὑρεῖν τὸν κύριον, τὸν ἐν αὐτοῖς κεκρυμμένον, καθώς φησι τὸ ἅγιον Πνεῦμα· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.» Καὶ ὅταν ἐπιτύχωσιν, καλοῦνται θυγάτηρ τῆς προ ειρημένης Ἰερουσαλήμ, θεωροῦντες τὸν θεὸν καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν. Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἰερουσαλήμ, φησί· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.» Οὐκοῦν μετὰ ταύτης τῆς μητρός σου Σιών, «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ», ἐπουρανίως μετὰ τῆς μητρός σου βοῶσα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλο γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» 8 Καὶ τί φησι τὸ εὐαγγέλιον; «Ὅτε ἤγγισαν εἰς Ἰερουσαλὴμ καὶ ἦλθον εἰς Βηθφαγή». Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοί, ἤρχετο ἐν τῷ ὑπερῴῳ, «πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν», ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ ἐκκλησία. «Τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο τῶν μαθητῶν» αὐτοῦ, οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων· μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι εἶχον μεθ' ἑαυτῶν τὰ θεόπνευστα τῶν
προφητῶν λόγια, τὰ μαρτυροῦντα τῷ Χριστῷ, ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις· «Τροχός», φησίν, «ἐν τροχῷ», πετόμενος καὶ τρέ χων. Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ· «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»· ἀπέστειλεν γὰρ αὐτοὺς εἰς πᾶσαν τὴν οἰκου μένην τῶν ἐθνῶν, ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς ἐκκλησίας. Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς «εἰς τὴν κατέ ναντι κώμην» τῶν ἐθνῶν· ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προει ρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν. «Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον», οἵτινές εἰσι τὰ ἔθνη, τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ' αὐτά, καθώς φησιν ὁ ψαλμῳδός· «Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». «Ἐφ' ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν»· οὐδὲ γὰρ θεὸν εἶ χον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ' αὐτά, οὐδὲ νόμον οὐδὲ προ φήτας. «Λύσαντες αὐτόν», φησίν, «ἀγάγετέ μοι»· ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας, τουτέστι τῆς τοῦ θεοῦ ἀγνωσίας, ἀπὸ τῆς πλάνης, ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου, ἀπὸ «τῆς ἐξουσίας τοῦ σκότους», «τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου». Καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν κύριον. 9 Καὶ ἰδοὺ κάθηται ἐπ' αὐτὰ καὶ βασιλεύει ὡς ἐπὶ τῶν χερου βίμ, κράζοντα καὶ λέγοντα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημέ νος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις»· οὕτω γάρ φησιν ὁ Λουκᾶς. «Εἰρήνη ἐν τῷ οὐρανῷ», τίνος ἕνεκεν λέγει; Οὐκ εἶχον οἱ ἄγγελοι εἰρήνην ἐν τῷ οὐρανῷ; Ναί, καὶ πάνυ εἶχον ἐν ἑαυτοῖς τὴν εἰρήνην, «εἰρήνην τὴν ὑπερ έχουσαν πάντα νοῦν», καθώς φησιν ὁ σοφώτατος Παῦλος. Εἶχον εἰρήνην ἐν οὐρανῷ, ἀλλὰ μετὰ τῶν ἀνθρώπων οὐκ εἶχον· ὁ οὐ ρανὸς εἰρήνην λοιπὸν εἶχε καθ' ἑαυτόν. Ὅταν δὲ εἶδον οἱ ἄγγελοι πᾶσαν τὴν ἀνθρωπότητα ἐγειρομένην διὰ τοῦ σημείου τοῦ Λαζάρου, καὶ τὰ ἔθνη λυόμενα δίκην τοῦ πώλου καὶ ἐρχόμενα εἰς τὸ βασι λεύεσθαι ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν, τότε εἰρηνεύθη καὶ ὁ οὐ ρανὸς μετὰ τῶν ἀνθρώπων, καὶ ὁμοθυμαδὸν ἔκραζον καὶ ἔλεγον· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις». «Καὶ ἐπέθηκαν ἐπάνω τοῦ πώλου τὰ ἱμά τια», ἅτινα σημαίνουσι τὴν χάριν τὴν παρ' αὐτοῦ δοθεῖσαν αὐ τοῖς ἐν τοῖς ἔθνεσιν καὶ δι' αὐτῆς «ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπ' αὐτά»· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ διὰ τὰς ἰδίας ἀρετάς, καθὼς σημαίνει ὁ εὐαγγελιστὴς λέγων· «Ἄλλοι δὲ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» Εἰς τοῦτο δὲ τὰς ἰδίας ἀρετάς, ἃς συνέ ζευξαν τῇ χάριτι, αἰνίττεται, ὡς φανερῶς λέγει ὁ θεσπέσιος Παῦ λος· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσ αγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστή καμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.» Ἕως ὧδε τὰ τῆς χάριτος. «Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν ἡμῶν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ κατ αισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» Τὸ δὲ «ἐν τῇ γῇ ὑπεστρώννυον», ὅτι σωματικῶς καὶ φανερῶς καὶ αἰσθητῶς ἐθεωροῦντο αἱ ἀρεταὶ αὐτῶν ἐνώπιον τῶν ἐθνῶν, καθὼς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶ πρὸς ταῦτα λέγων ὁ ἀπόστολος· «Οἷα εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε καὶ παρελάβετε, ταῦτα πράξατε.» Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. 10 «Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον», μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν [καὶ βαΐων], οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου, καὶ βαΐων φοινίκων, οἵτινες μηνύουσι τὴν πνευματικὴν [καὶ πρακ τικὴν] καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν. «Ἔκραζον λέγοντες· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις». Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων, οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, πίστει
κράζουσι καὶ λέγουσιν· «Ὠσαννὰ τῷ υἱῷ Δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Ὡς ὁ εὐαγγελιστής φησιν· «Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών.» Τίσι λέγεις «Εἴπατε», ὦ προφῆτα; Ἰδοὺ σὺ κηρύττεις, ἰδοὺ σὺ λέγεις. Ἐγώ, φησίν, ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι, οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πολλοὶ προφῆται καὶ δίκαιοι. Ἀλλὰ καὶ τοῖς εὑρισκομένοις καὶ μαθητευομένοις, θεωροῦντας καὶ ἀκούοντας τοῦ βασιλέως Σιὼν λέγω, ἵνα εἴπωσιν καὶ κηρύξωσιν· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι.» Καὶ οὐκ εἶπε ψιλῶς «ἔρχεται», ἀλλ' «ἔρχεταί σοι», τουτέστι σοῦ γενέσθαι καὶ ἐν σοὶ οἰκῆσαι. «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων», σῴζων ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ τοὺς πιστεύοντας ἐπ' αὐτόν. 11 «Πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου», τουτέστι ταπεινόφρων καὶ ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ «ἐξολοθρεύων τὰ ἅρματα τῆς βασιλείας Ἐφραΐμ», τουτέστι τοῦ διαβόλου ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὰ ἔθνη. Ἐξωλόθρευσε δὲ καὶ κατὰ τὸ γράμμα καὶ τὴν βασιλείαν τοῦ λαοῦ τῶν Ἰουδαίων· μέχρι γὰρ τοῦ Χριστοῦ ἦλθεν τὸ χρῖσμα καὶ ἡ βασιλεία τῶν Ἰουδαίων, καὶ ἐπαύθη. «Καὶ ἵππον», φησίν, «ἐξ Ἰερουσαλήμ», τουτέστι πᾶσαν τὴν ὑπερηφανίαν τῆς αὐτῶν ἀρχῆς, διὰ τοῦ ταπεινοῦ αὐτοῦ πώλου. Ὁ δὲ πατριάρχης Ἰακώβ, εὐλογῶν τὸν Ἰούδαν καὶ ἐκφαίνων τὴν εὐλογίαν τὴν πρὸς τοὺς πατέρας αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαάκ, ἥτις ἐστὶν ὁ Χριστός, λέγει· «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ». Πρὸς γὰρ τὴν ἄμπελον τὴν μεταστᾶσαν ἐξ Αἰγύπτου, τὴν πληρώσασαν πᾶσαν τὴν γῆν ἀπὸ τῆς διδαχῆς τῶν προφητῶν αὐτῆς καὶ δικαίων, ἐδέσμευσε τὰ ἀκάθαρτα ἔθνη· ὁ γὰρ πῶλος ἀκάθαρτός ἐστιν ἐν τῷ νόμῳ, οὕτω καὶ τὰ ἔθνη. «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ.» Διὰ τί; Ἵνα δέξωνται παρ' αὐτῆς τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὴν ἐν αὐτοῖς θεογνωσίαν, τουτέστι τὸν Χριστόν, ὅς ἐστιν εὐλογία τῶν ἐθνῶν καὶ κάθαρσις. Φησὶ γάρ· «Καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ», ἕλικι τουτέστι τὸ βλάστημα τὸ ἐξ ἀμπέλου, ὅς ἐστιν ὁ Χριστός, ἐξ ἀμπέλου τῆς συναγωγῆς τῆς ἐξ Αἰγύπτου βλαστήσας, καθὼς αὐτὸς ὁ Ἰακώβ φησι πρὸς αὐτόν· «Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.» Καὶ ἐδεσμεύθησαν τὰ ἔθνη ἐν αὐτῷ ἀλύτως. 12 Οὐκοῦν δεσμευθῶμεν καὶ ἡμεῖς εἰς τὸν Χριστὸν ἀλύτως. Ἐὰν ὅλως ἀγωνιζώμεθα τοῦ σωθῆναι καὶ ὠφεληθῆναι ἀπὸ τῶν ἑορτῶν αὐτοῦ, καὶ αὐτὸς συνεγερεῖ ἡμᾶς τῷ Λαζάρῳ ἀπὸ τῶν νεκρῶν ἡμῶν ἔργων, τῶν χωρὶς αὐτοῦ γενομένων. Οὕτω συνδειπνῶμεν αὐτῷ ἐν τῇ Βηθανίᾳ, ἥτις ἑρμηνεύεται οἶκος τῆς ὑπακοῆς, οὕτως ἁρμοδίως συνάγωμεν τοὺς λογισμοὺς ἡμῶν ἀπὸ τῆς αἰχμαλωσίας τῆς λήθης μετὰ τῶν αἰσθητηρίων τοῦ σώματος, κράζοντες καὶ λέγοντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», εἰσελθεῖν εἰς τὴν ἑαυτοῦ Ἰερουσαλήμ, οὐ διὰ τὸ παθεῖν ὥσπερ τότε, ἀλλ' ἵνα σώσῃ αὐτὴν καὶ δοξασθῇ ὑπ' αὐτῆς, καθὼς προσφωνεῖ αὐτῇ Δαυὶδ λέγων· «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον· αἴνει τὸν θεόν σου, Σιών.» Δεύτερον εἶπεν: «ἐπαίνει» καὶ «αἴνει» ψυχῇ καὶ σώματι, «ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου», οἵτινές εἰσι πίστις, ἐλπίς, ἀγάπη, μελέτη, μακροθυμία, ὑπομονή. «Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί», οἵτινές εἰσι τὰ πιστὰ νήπια τὰ δεξάμενα τὸν κύριον μετὰ τῶν κλάδων, τουτέστι μετὰ καρπῶν νέων, τὰ θηλάζοντα τὸ γάλα τῆς διδασκαλίας τοῦ Χριστοῦ· πιστεύοντες γὰρ εἰς αὐτὸν εὐθέως αἰνοῦσιν, ὑμνοῦσιν, δοξολογοῦσιν, καθὼς γέγραπται· «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Γενώμεθα αὐτῷ ὄχημα ἅγιον ἀντὶ ἀκαθάρτου πώλου, ἵνα ἐπιβῇ ἐφ' ἡμᾶς. Ζεύξωμεν αὐτῷ τὸ ἅρμα τῶν λογισμῶν ἡμῶν, «καὶ βασιλεύσει» ἐφ' ἡμᾶς «εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»
13 Λάβωμεν ἱλαρὰν πολιτείαν ὡς κλάδη ἐλαιῶν, «τοῦ ἱλαρῦναι τὸ πρόσωπον ἡμῶν ἐν ἐλαίῳ», καθώς φησιν ὁ ψαλμῳδός, καὶ πάλιν· «Δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ.» Ἄρωμεν πάλιν ἐν τῷ ἔσω ἀνθρώπῳ τὴν θεϊκὴν καὶ πνευματικὴν ἐργασίαν, ὡς τὰ τῶν φοινίκων βάϊα, καὶ ἀκολουθήσωμεν εὐχαριστοῦντες αὐτῷ· καὶ ἀντὶ μὲν τῆς ἀσπρότητος τὴν ὀρθὴν καὶ ἀμίαντον καὶ ἁπλῆν πίστιν· ἀντὶ δὲ τῆς ὀξύτητος τὴν ὑπομονητικὴν ἐλπίδα, τὴν κεντῶσαν καὶ σφάζουσαν πάντα λογισμὸν ἐπαιρόμενον αἰχμαλωτεῦσαι ἡμᾶς ἀπὸ τῆς γνώσεως τοῦ θεοῦ· καὶ ἀντὶ τῆς γλυκύτητος τοῦ φοίνικος τὴν γλυκεῖαν ἀγάπην, τὴν συνισταμένην ἐκ τῶν προρρηθέντων πίστεως καὶ ἐλπίδος καὶ τῶν λοιπῶν, ἵνα πληρωθῇ ἐν ἡμῖν τὸ ῥηθέν· «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Ἀκολουθήσωμεν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν, εἰσέλθωμεν μετ' αὐτοῦ εἰς τὸ ἱερόν, ἵνα τὰς τραπέζας τῶν ἐν ἡμῖν κολλυβιστῶν καταστρέψῃ, καὶ τοὺς δαίμονας τοὺς πωλοῦντας τὰς περιστεράς, τοὺς ἐν πλάνῃ πετομένους λογισμούς, ἀποδιώξῃ ἀφ' ἡμῶν μετὰ πάντων τῶν πωλούντων ἐν ἡμῖν καὶ ἀγοραζόντων, καὶ ἀντὶ σπηλαίου λῃστῶν ποιήσῃ ἡμᾶς, κατὰ τὸ ἀρχαῖον ἱερόν, ναὸν ἅγιον ἐν ᾧ οἰκεῖ καὶ περιπατεῖ Χριστός, ἵνα τοῖς τυφλοῖς ἡμῶν φῶς χαρίσηται, καὶ τοὺς κωφοὺς ποιήσῃ ἀκοῦσαι καὶ τοὺς χωλοὺς περιπατῆσαι, καὶ τοὺς νεκροὺς μετὰ Λαζάρου ἐγείρῃ–ὅπου γὰρ οἰκεῖ ζωή, ἐκεῖ ἀνάστασίς ἐστιν–, ἵνα μετὰ Λαζάρου καὶ τῶν ὄχλων καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ μετὰ νηπίων καὶ θηλαζόντων, καὶ μετὰ τῶν ἁγίων ἀγγέλων κράξωμεν βοῶντες· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», Χριστὸς κύριος καὶ θεός, ὁ «βασιλεὺς τῶν αἰώνων»· αὐτῷ δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On the Conception of the Venerable Forerunner (Homily 16)In conceptionem venerabilis praecursoris (hom. 16)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In conceptionem venerabilis praecursoris (homilia 16) Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου. 1 Πάντα μεγάλα καὶ πάντων ἐνδοξότατα τῶν θεοφόρων προ φητῶν ὑπάρχει τὰ σκιρτήματα· σὺν τῷ θεῷ γὰρ κινοῦσι τοὺς πόδας καὶ τὰς χεῖρας ἐνεργοῦντες ἐκ τοῦ πνεύματος· ἄϋλος αὐτοῖς ὁ Λόγος καὶ υἱός, Χριστός τε καὶ θεός, ἐν τῇ γλώσσῃ προσφέρεται, Λόγος ἐκεῖνος ὅστις τὰ κάλλη τοῦ οὐρανοῦ συνέ θηκεν, καὶ τῶν ἡλιακῶν ὀχημάτων τὴν ἀστραπὴν ἐχάλκευσεν, ἔταξε μηνιαῖα τῇ σελήνῃ τὰ κέρατα, ἔζευξε τὴν ἁρμονίαν τῶν ἄστρων καὶ διέζευξεν, δρόμον ἴδιον τεχνασάμενος ἑκάστῳ, κοινὴν πᾶσιν ὁδὸν καὶ μίαν ἐντειλάμενος αὐτοῖς, οὐκ ἀφῆκε τὰς νεφέλας ἀχαλινώτους πέτασθαι, ἀλλ' ὥσπερ καιρὸς καλεῖ, καὶ τῶν ἀγρῶν ὁ καρπὸς ἐπιζητεῖ, καὶ ὁ γεωργὸς ἀπαιτεῖ καὶ ποθεῖ καὶ προσ εύχεται, καὶ πάντες οἱ κάτω πρὸς τὸν ἄνω πρεσβεύονται. 2 Αὐτὸς εἶπεν τῇ θαλάσσῃ· «Σκίρτα καὶ μαίνου· καὶ κορυφού σθω μὲν ἀλλ' ἐν σοὶ συντριβέσθω τὰ κύματα.» Φοβείτω τοίνυν, ἵνα μὴ λήθην ὁ πελαγοδρόμος τοῦ δημιουργοῦ κτήσηται· μὴ βολιζέτω δὲ τὸν ἔμπορον, ἵνα μὴ τὸ στοιχεῖον ἐπιζήμιον τῷ κληρονόμῳ γένηται. Αὐτὸς τῇ ξηρᾷ μερίζει τὰ ἄνθη, τὰ φυτά, τοὺς καρπούς, τὰ βλαστήματα, καὶ χώραν ἑκάστην τοῖς ἀνατέλ λουσιν ἐξαιρέτως ἀγαθοῖς ἐτίμησεν, καὶ τὴν γῆν ὅλην ἓν σῶμα μέλεσι πολλοῖς πολλαχοῦ μεριζόμενον ἔδειξεν. Αὐτὸς τοῖς προ φήταις μερίζει τοὺς αὐλοὺς καὶ διαιρεῖ τὰς σύριγγας καὶ χαλκεύει τὰς σάλπιγγας, ἐνεργεῖ τὰ κύμβαλα καὶ ἀρθροῖ τὰ τύμπανα, δια νέμει τοὺς κλήρους καὶ κληροῖ τὰ χαρίσματα.
Καὶ διπλῆν καὶ ἐνδοξοτέραν ὁ βαπτιστὴς Ἰωάννης τὴν χώραν κεκλήρωται, ἐπειδὴ νέος ὢν τοὺς καιροὺς ἐβιάζετο, παρέ τρεχε τὰ τῆς φύσεως ὅρια, καὶ κατέχειν ἡ γαστὴρ τὸ παιδίον οὐκ ἴσχυεν, ἡ μήτρα συγκλείειν τὸν προφήτην οὐκ ἠδύνατο. Οὐκ ἦν αὐτῷ φθέγμα, καὶ λόγων ἐνδόξων ὅλην τὴν γῆν ἐπλή ρωσεν. Αὐλὸν οὐκ εἶχεν ἡ γλῶττα, καὶ τὸ μέλος τὴν οἰκουμένην ἔφθασεν. Ἄστομος ἡ σάλπιγξ ὑπῆρχεν ἡ τοῦ στόματος, καὶ τῶν δογμάτων ὁ ἦχος τὸν οὐρανὸν κατέλαβεν, καὶ τοσοῦτον τῷ κεραμεῖ τεθαρρηκὸς τὸ βρέφος τὸν πηλὸν ἐνεδυνάμωσεν. Ὁ καιρὸς οὐκ ἦλθεν, οὐδὲ ὁ τόκος ἔφθασεν, αἱ ὠδῖνες οὐ παρῆσαν, οἱ μῆνες οὐ πεπλήρωνται, καὶ τὸ βρέφος ἄνευ τῆς γλώττης τῷ παιδὶ ἐλάλει, καὶ τοῖς σκιρτήμασι <ἀν>τὶ αὐλῶν τινῶν ἐκέχρητο, καὶ ἐ λάκτιζεν τὴν μήτραν ὥσπερ τύμπανον, καὶ τὴν γαστέρα περι τρέχων οἷα κύμβαλον ἔκρουεν, καὶ λύραν εὗρεν αὑτῷ καθαράν, πλατεῖαν, εὔτονον, κοιλιόχορδον, καὶ λέγειν τὴν μητέρα πρὸς τὴν Μαριὰμ ἐπέταττεν· «Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλο γημένος ὁ καρπὸς τῆς κοιλίας σου.»
«Εὐλογημένη σὺ ἐν γυναιξί», ὅτι τοὺς δεσμοὺς ἔλυσας, τὴν φύσιν ἠλευθέρωσας, τῆς Εὔας τὰς ὠδῖνας ἐχαύνωσας, τὸν Ἀδὰμ τῶν ἀναγκῶν ἀνώτερον κατέστησας. «Εὐλογημένη σὺ ἐν γυναιξί»· διὰ σὲ γὰρ ἡ στεῖρα μήτηρ, καὶ τρανὰ τὸ βρέφος λαλεῖ, καὶ τὸ παιδίον ὑπὲρ ῥήτορας φθέγγεται, καὶ ὁ μήπω ψελλιστὴς εὐαγγε λιστὴς ἀναδέδεικται. «Καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Ἐγὼ φωνὴ καὶ βροντή, νυμφαγωγὸς καὶ λύχνος, μεσίτης καὶ κῆρυξ, προφήτης καὶ ἀπόστολος, σαλπιστὴς τοῦ τῆς ζωῆς χαρίσματος, ὁμαλιστὴς ὁδοῦ μηδὲν ἐχούσης πρόσκομμα, βαπ τιστὴς πρὸς σαρκὸς θεωρούμενος, πρόδρομος βασιλέως οὗ τὸ βῆμα πανταχοῦ, ὁ θρόνος ὑπὸ πάντων τῶν στοιχείων βαστάζεται. Δορυφοροῦσι πάντες,
οὐδεὶς δὲ τοῦ δορυφορουμένου τὴν ὄψιν εἶδεν ἢ τὸν χαρακτῆρα ἐπίσταται. Τρέμουσι πάντες ἐπὶ δόξαν αὐτοῦ λογιζόμενοι, ἐμβρόντητοι τὴν διάνοιαν γίνονται, στοχά σασθαι τὴν οὐσίαν ἢ τὴν δύναμιν φαντασθῆναι πειρώμενοι.» 5 Ὑμνείσθω τοίνυν Ἰωάννης, ὁ τῆς ἐρήμου πολίτης, ὁ τοῦ Ἰορδάνου τειχιστής, ὁ τῆς θεοπτέρου περιστερᾶς θεωρός, ὁ τῆς νεφέλης τῆς πατρῴας κατάσκοπος, ὁ φωνῆς ἀκροατὴς ἥτις τὴν τοῦ υἱοῦ ἀξίαν παρέστησεν, τοῦ Λόγου τὴν δόξαν ἐφανέρωσεν, τοῦ μονογενοῦς τὴν δόξαν ἀπεκάλυψεν. Ὑμνείσθω Ἰωάννης, ὁ τῆς ᾠδῆς αὐληστὴς ᾗ πάντες ἐπιτρέχουσιν. Τίς γὰρ ἀκούων <οὐ> μετανοεῖται, οὐ σπεύδει πλυθῆναι, οὐ ποθεῖ καθαρισθῆναι, οὐ προσφέρει τῇ πηγῇ κάδον ἀντλῆσαι καὶ πιεῖν καὶ τὸν καύσωνα καταψῦξαι βουλόμενος; Τίς, μαθὼν ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, φθάσαι τὸν ἀδελφὸν οὐ ποθεῖ καὶ τὸν πλησίον προ λαβεῖν οὐκ ἐπείγεται; Ὑμνείσθω Ἰωάννης, οὗ τὰ πρῶτα θαύματα καὶ τὰ ἔσχατα μεγάλα καὶ ὑπέρλαμπρα. 6 Τὰ πρῶτα θαύματα· Γαβριὴλ αὐτῷ τὸν τόκον κατεμήνυσεν, ἄγγελος ἑρμηνεύει Ζαχαρίᾳ τὴν σύλληψιν. Ἐξ οὐρανοῦ τὸ δῶρον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἑστηκὼς ὁ ἱερεὺς ἐλάμβανεν, καὶ δείλαιοι οἱ παῖδες τῶν Ἰουδαίων τοσοῦτον ἐτύγ χανον· ἔνθα γὰρ τὸν χρηματισμὸν ὁ ἱερεὺς τοῦ θεοῦ ἐδέξατο, ἐκεῖ τὸ ξίφος ἀκονοῦσι καὶ τὰς χεῖρας ὁπλίζουσι καὶ μελετῶσι τὸν φόνον καὶ τὸ δρᾶμα ἐργάζονται. Τί δὲ ὁ Γαβριὴλ πρὸς Ζα χαρίαν ἔλεγεν; «Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέ σεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπι στρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.»
Ἀκούεις πῶς πλοῦτον πηλίκον ὁ βαπτιστὴς Ἰωάννης πρὶν τεχθῆναι κομίζεται καὶ πρόξενος ἀγαθῶν ὅσων πρὶν συλληφθῆναι τοῖς ὀργάνοις τῆς γεννήσεως γίνεται. «Μὴ φοβοῦ, Ζαχαρία», φησίν, τουτέστιν ὁ λυτρωτὴς ἔρχεται καὶ ὁ λαὸς τοῦ ἁμαρτάνειν παύεται. «Εἰσηκούσθη ἡ δέησίς σου»· καιρὸς γὰρ κλιθῆναι τὸν οὐρανὸν καὶ τὴν γῆν τὸν δημιουργὸν ὑποδέξασθαι. «Καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι»· ἡ στεῖρα τίκτει, ἵνα τῇ παρθένῳ καιρὸς πρὸς τὸ θαῦμα καὶ θεοτόκῳ γένηται. «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην»· ξένον εἰκότως τὸ ὄνομα, ἐπειδὴ καὶ τὸ πρᾶγμα ξένον ᾧ καὶ τὸ ὄνομα τίθεται· ἡ προσ ηγορία καινή· καινὸν γὰρ τὸ δι' αὐτοῦ μέλλον ὑπουργεῖσθαι μυστήριον. «Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις»· χαρὰ μὲν ὅτι γεννᾷς τοῦτον οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγή γερται», ἀγαλλίασις δὲ ὅτι τέλος ἔσται τοῦ νόμου καὶ προφη τῶν ὁ παρὰ σοῦ τικτόμενος. 8 «Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται», οἵτινες αὐτοῦ τῆς μετανοίας δέχονται τὰ κηρύγματα καὶ καθαίρονται τῷ λουτρῷ τοῦ βαπτίσματος· γραμματεῖς δὲ οὐ χαίρουσι καὶ Φαρισαῖοι μετ' ἐκείνων πενθοῦσι· τούτοις δὲ προλέγει τὸ πτύον καὶ τὴν ἀξίνην ἀπειλεῖ καὶ τὴν ἐκτομὴν κηρύττει, ἀνθ' ὧν αὐτοῖς ὁ δρυμὼν ὑπῆρξεν ἀκανθώδης, ὑλομανής, θηριώδης, ἀνήμερος. Τί δὲ τὸν βαπτιστὴν ἕτερον σεμνύνων ὁ Γαβριὴλ ἀπ ήγγειλεν· «Ἔσται μέγας ἐνώπιον κυρίου»; «Ἔσται μέγας», ἐπειδὴ τὸν ἀμνὸν δείκνυσι τὸν ὅλου τοῦ κόσμου τὴν ἁμαρτίαν αἴροντα, ἀλλ' «ἐνώπιον κυρίου»· οὐ πολλὴ γὰρ τῶν οὐρανίων τοῖς ἀνθρώποις
αἴσθησις, Ἰουδαίοις δὲ καὶ γέλως ὑπάρχει τοῦ Χριστοῦ τὰ μυστήρια, καὶ τοὺς κήρυκας τῆς ἀληθείας κωμῳδοῦ σιν, ἐχθροὺς ἡγούμενοι τοὺς τῆς χάριτος ῥήτορας. 9 «Οἶνον καὶ σίκερα οὐ μὴ πίῃ», ἵνα μὴ στενοχωρηθῇ τὸ πνεῦμα τὸ ἐν αὐτῷ κατοικεῖν ἐκλεξάμενον. «Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρός», φησίν, οὐχ ἁπλῶς οὐδὲ μάτην προλαμβάνων τὴν δωρεὰν καὶ φθάνων τὰ χαρίσματα, ἀλλ' ἵνα κηρύξῃ τὸ φῶς πρὶν ὁμιλῆσαι τῷ φωτί, καταγγείλῃ τὸν ποιητὴν πρὶν αὐτὸν τὰ στοιχεῖα θεάσασθαι, καταμηνύσῃ τὸν ἥλιον πρὶν τῆς ἡμέρας τὸν δρόμον ἰδεῖν, τῆς νυκτὸς κατοπτεῦσαι τὰ τέρ ματα. «Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν.» Αὐτὸς γὰρ Ἀνδρέου τοῦ μεγάλου παιδευτής, οὗτος ὑπῆρχεν Ἰωάννου τοῦ θεολόγου διδάσκαλος, πρὶν ἑαυτοὺς τῇ σαγήνῃ προσενέγκωσιν. Παρ' αὐτοῦ μαθόντες οἱ ἀπόστολοι τό· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «Ῥαββί, ποῦ μένεις;» πρὸς αὐτὸν ἀκολουθοῦντες λέγουσιν, εἰσελθεῖν τοῦ ἀχωρήτου τὴν σκηνὴν ἐπειγόμενοι. 10 «Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνά μει Ἠλίου», οὐκ ἐν ψυχῇ καὶ σώματι. Ἄπαγε γάρ, ἄπαγε τῆς ἀτοπίας. Ταῦτα οἱ παῖδες Ἑλλήνων ληροῦσι καὶ μυθεύονται τὰς ψυχὰς προϋπάρχειν καὶ μεταβαίνειν ἐκ σωμάτων εἰς σώματα, καθάπερ ἐκεῖνοι φρενοβλαβοῦντες λέγουσιν, ὄχλον ἐπ' αὐτοῖς ῥημάτων περιττῶν καὶ ἀγελαίων εἴροντες. Ἑκάστῃ δὲ ψυχῇ ἴδιον σῶμα ὁ δημιουργὸς ἔδωκεν, ὅθεν Ἰωάννης, εἰ καὶ δεύτε ρος Ἠλίας καὶ διὰ ζῆλον τὸν πρὸς ἐκεῖνον λέγεται, ὅμως οὐκ ἐν ψυχῇ καὶ σώματι· ἀλλ' ὁ ἐν πνεύματι δεδωκὼς ἐκείνῳ τὴν ἐνέργειαν, οὗτος καὶ Ἰωάννῃ τῷ βαπτιστῇ καὶ προδρόμῳ δίδωσι μέτρον δωρεᾶς, οἷον ἐκεῖνος ἐδέξατο. Ὁ τῷ ἀρχαίῳ χορηγήσας τὴν δύναμιν, οὗτος τῷ νέῳ χορηγεῖν ἐπαγγέλλεται. 11 Οὗτος «ἐπιστρέψει καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπει 11 θεῖς ἐν φρονήσει δικαίων». «Πατέρες» ὁ Ἰσραήλ, «τέκνα» τὰ ἔθνη διὰ τὸν χρόνον λέγονται, ἀλλὰ πρὸς τοὺς παῖδας οἱ πατέρες ἐπιστρέφουσιν, ἐπειδὴ τὴν πηγὴν τῆς ζωῆς οἱ παῖδες προσλαμ βάνουσιν, καὶ τὸ δεῖπνον τῆς χαρᾶς ὡς εὐγνώμονες καὶ πιστοὶ σφετερίζονται, καὶ τὴν τράπεζαν προλαβόντες τοῦ φωτὸς περικά θηνται. Ὅθεν ἐκεῖνοι μὲν κληθέντες «πατέρες» «ἀπειθεῖς» εἰκότως χρηματίζουσι· περὶ γὰρ αὐτῶν Ἠσαΐᾳ τῷ προφήτῃ κεκήρυκται· «Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν», ἵνα τὸ τῆς συνα γωγῆς ἀκαμπὲς καὶ τῶν ταύτης κληρονόμων τὸ λίαν ἀπειθὲς ἐξηγήσηται. «Δίκαιοι» δὲ οἱ ἐξ ἐθνῶν· εἰ γὰρ καὶ τὴν δικαιο σύνην πρὸς ὀλίγον ἠγνόησαν, ἀλλὰ νῦν αὐτὴν μετὰ σπουδῆς παι δεύονται· εἰ καὶ τῆς θεοσεβείας τὴν θύραν οὐκ ἠπίσταντο, ἀλλ' ἑαυτοὺς <νῦν> εἰς τὸν νυμφῶνα τρέχοντες μετὰ χαρᾶς εἰσά γουσιν· εἰ καὶ μακρὰν ὑπῆρχον τοῦ φωτός, ἀλλὰ νῦν αὐτὸν ὅλον τὸν ἥλιον καθαροῖς ὀφθαλμοῖς κατοπτεύουσιν.
Τί δὲ τὸν Ἰωάννην ὁ Γαβριὴλ κατορθοῦν ἕτερον ἐπαγγέλ λεται, «ἑτοιμάσαι τῷ κυρίῳ λαὸν κατεσκευασμένον»; Ὃν τίς κατεσκεύασεν, ἀλλ' ἢ πάντως ὁ Χριστός; Ὁ γὰρ πλάσας ἀνέ πλασεν, ὁ τὸν τροχὸν ἐξ ἀρχῆς κυλίσας, οὗτος αὐτὸν ἀνεκύλισεν ὕστερον· ὁ εἰπών· «Ἔστω ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», οὗτος εἶπεν· «Τὸν ἁμαρτωλὸν οὐ βούλομαι ἀποθανεῖν.» Καὶ ταῦτα μὲν ὁ Γαβριήλ, καταβὰς ἐξ οὐρανῶν, ἀπήγγειλεν· ἐν τούτοις δὲ τοῖς λόγοις ὁ Ἰωάννης σπαρεὶς ἔσω τῆς κοιλίας τῆς Ἐλισάβετ ἐγένετο, καὶ τὸν ἐν γαστρὶ προλαβὼν ἀπὸ γαστρὸς ἀσπάζεται, καὶ τὸν ἐν κοιλίᾳ θεολογεῖ ἔτι δεσμοῖς τῆς κοιλίας καὶ ταῦτα μὲν κατεχόμενος· τεχθεὶς δὲ εἰς τὴν ἔρημον πέμπεται, ἵνα τοῖς ἀγ γέλοις ὁμοιωθῇ, ἵνα τῷ θεῷ συλλαλῇ, ἵνα τῶν βιωτικῶν καπνῶν καὶ θορύβων γένηται ἐλεύθερος, ἵνα τὴν ἀνδρείαν ἀσκήσῃ, ἵνα τῶν αἰσθητῶν θηρίων μαθητευθῇ τίνα δεῖ τρόπον τοῖς κεκρυμμένοις πυκτεύειν καὶ πρὸς τοὺς λανθάνοντας μάχεσθαι.
13 Προστεθείσης δὲ τῆς ἡλικίας καὶ τοῦ χρόνου προκόπτοντος, δειπνητὴς μὲν γίνεται τραπέζης τῆς οὐκ ἐχούσης ὀψοποιόν, οὐδὲ μισθούμενος μάγειρον· μέλι γὰρ αὐτῷ ἦν ἄγριον καὶ παντελῶς ἀνάρτυτον· ἀκρίδες δὲ ὄψα ὧν ἡ θυσία ἀσίδηρος, ἀμάχαιρος ἡ σφαγὴ λεβήτων οὐκ ἔχρῃζεν, ἀνθράκων οὐκ ἐδέετο. Οὐκ ἦν αὐτῷ χρεία καρυκείας τῆς ἔξωθεν, ἀλλὰ τὴν καρυκείαν ἐξ ἑαυτοῦ ἐκέκτητο. Καὶ καμήλων τρίχες τῷ βαπτιστῇ τὴν στολὴν κατ εσκεύαζον, ἵνα τὸ πνεῦμα θερμαίνῃ τρυχουμένου τοῦ σώματος, καὶ τηκομένης τῆς σαρκὸς νεκρωθῶσι τῶν ἡδονῶν οἱ σκώληκες. Ἀλλὰ καὶ ζώνῃ δερματίνῃ τὴν ὀσφῦν περιέκειτο. Ἔλαμπε δὲ ὑπὲρ χρυσὸν ἡ τῶν ἡδονῶν νέκρωσις, ὁ ἁγιασμὸς ὑπὲρ ἤλεκτρον ἤστραπτεν, ἡ ἁγνεία τῶν πολυφεγγῶν λίθων τὰς ἀκτῖνας ἀπέ κρυπτεν. Οὕτω δὴ τὴν φιλοσοφίαν ἀσκηθεὶς ἀσκητὴς ἀληθινὸς ἀπήρτιστο καὶ δρομεὺς ἄκακος καὶ στρατιώτης ἄμεμπτος καὶ νυμφαγωγὸς δίκαιος καὶ κῆρυξ εὐσεβὴς καὶ μεσίτης καὶ πρό δρομος, «παντὸς οὑτινοσοῦν πονηροῦ πράγματος ἀπεχόμενος». 14 Ποσάκις αὐτὸν ὁ διάβολος φιλοσοφοῦντα τοιαῦτα θεω ρήσας ἐζήλωσεν; Ἀλλὰ γὰρ ὅμως διαβάλλειν οὐκ ἴσχυσεν. Καὶ τί σφόδρα διψῶν καὶ ποθῶν καὶ δεόμενος; Τί δὲ διαβάλλειν τοῦ ἀθλητοῦ, τί δὲ σκώπτειν τοῦ στρατιώτου, τί χλευάζειν ἔμελλεν τοῦ μηδὲν ἐν ταῖς χερσὶ κατέχοντος; Ποίαν εὐθηνίαν ἐξηγεῖσθαι τοῦ μηδεμίαν ἔχοντος πρὸς τὴν εὐπραγίαν τοῦ βίου συγγένειαν; Μὴ διαβάλλειν εἶχεν τοὺς παῖδας οὓς οὐκ ἔσπειρεν, μὴ θυγατέρας ὧν πατὴρ οὐκ ἐτύγχανεν, μὴ ἀγροὺς οὓς οὐκ ἔσχεν, οἴκους δὲ οὓς οὐκ ἤγειρεν, ὄνους ἢ βόας ἢ καμήλους ὧν οὐδὲν ἐκτήσατο, γυναῖκα ἣν οὐκ ἔγνω, οὐκ ἔσχεν, οὐκ ἔγημεν; Ὑμνείσθω τοίνυν Ἰωάννης, πάλιν ἐρῶ, ἐπειδὴ πᾶσιν ἐμέρισε προσφόρως τῆς σω τηρίας τὸ κήρυγμα. Τοὺς μὲν γὰρ στρατιώτας ἀρκεῖσθαι τοῖς ὀψωνίοις ἐκέλευσεν, τοὺς δὲ τελώνας μηδὲν πλέον τῶν φόρων τῶν τεταγμένων λαμβάνειν, τὸν λαὸν σύντομον ὁδὸν τῆς ζωῆς εἰς Χριστὸν ἐπιδείξασθαι, τὸν ἔχοντα διδόναι τῷ μὴ ἔχοντι, τὸν περιττεύοντα τῷ ὑστεροῦντι παρασχεῖν τὸ περιττεῦον, ἵνα τὸ σῶμα μὴ ὑστερῇ, τῶν μελῶν εἰσφερόντων ἀλλήλοις καὶ χορη γούντων τὰ δέοντα. 15 Οὗτος ὁ λαὸς σωρηδὸν ἐπὶ τὴν πηγὴν τοῦ βαπτίσματος ἔσπευδεν καὶ μετ' αὐτοὺς ὁ λυτρωτὴς αὐτὸς ὡς προβάτοις ποιμὴν ἐπακολουθῆσαι βουλόμενος καὶ τῆς πηγῆς μετασχεῖν ἧς αὐτὸς τοῖς ἀμνοῖς ἐνεφάνισεν. Ἔπαλλον οἱ τοῦ βαπτιστοῦ δάκτυλοι, αἱ χεῖρες ἐνάρκων, ἕκαστον αὐτῷ τῶν μελῶν τῆς στολῆς ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἔτρεμεν. Καὶ μήτε ἀντειπεῖν ὡς οἰκέτης δεσπότῃ δυνάμενος, μήτε διακονῆσαι χωρῶν τῷ τοσούτῳ προσ τάγματι, οὔτε παραιτεῖσθαι ἐτόλμα τῷ μεγάλα προστάττοντι. «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με.» Πῶς, φησίν, πλυνῶ τὸν καθαρόν; Τίνα δὲ τρόπον κρατήσω τὸν ἀχώρητον; Πῶς λευκανῶ τὸ φῶς; Πῶς ἀποσμύξω τὸν ἥλιον; Τί μου χρῄζει τῆς χειρός; Τί σοι δεῖ γλώττης ἣν αὐτὸς ἐκεράμω σας; Τί πρὸς σὲ βαπτίζων εἴπω; Τί πρὸς αὐτὸν τὸν Ἰορδάνην φθέγξομαι; Τί πρὸς τὴν περιστερὰν τὴν ἐξ οὐρανῶν αὐτομο λοῦσαν τοῦ πνεύματος; Τί πρὸς τὴν νεφέλην ᾗ τοῦ σοῦ πατρὸς ἐποχεῖται τὸ κήρυγμα; Ἆρα μὴ ἀγνοεῖς τί ὑπάρχω, δέσποτα; Ἆρα δὲ οὐκ οἶδας διὰ τί παραγέγονα;» 16 «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με.» Μὴ γὰρ «ἐν ἀνομίαις συνελήφθης», ὥσπερ ἐγώ; Μὴ γὰρ «ἐν ἁμαρτίαις ἐκίσσησέ σε ἡ μήτηρ σου» ἢ σπόρον ἔσχεν ὁ τό κος; Μὴ φθορὰν ἡ κύησις ἢ συμπλοκὴν ἡ σύλληψις; Μὴ νυμ φίον ἡ μήτρα ἢ γεωργὸν ἡ γαστήρ; Μὴ τὸ γάλα ἐξ ἀνδρός; Μὴ τῆς σῆς μητρὸς τὸν μασθόν τις ἐψηλάφησεν; Μὴ τῇ κατάρᾳ τῆς Εὔας ἡ παρθένος ὑπέπεσεν;» Ἀλλὰ τί πρὸς αὐτὸν ὁ λυτρωτὴς ἐπήγαγεν; «Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι», τουτέστιν τί γυμνοῖς πρὸ καιροῦ τὰ λανθάνοντα; Τί ἐκκαλύπτεις τὰ δεόμενα τέως κρύπτεσθαι μέχρι καιροῦ; Τί
θορυβεῖς τῶν Ἰουδαίων τὴν ἀκοήν; Τί τοξεύεις τοῦ διαβόλου τὰ ὦτα; Τί φυγαδεύεις ἀπὸ τῆς γῆς πρὸ τοῦ σταυροῦ τοὺς δαίμονας; Τί δειλοὺς κατασκευάζεις τοὺς διακονεῖν τῇ θυσίᾳ τοῦ σταυροῦ καὶ παρὰ γνώμην μέλλοντας;» 17 «Ἄφες ἄρτι.» Τί σαυτὸν μεγάλα ζημιοῖς; Τί τὴν φύ σιν ὑπέρογκον ἀποστερεῖς; Ἐὰν μὴ βαπτισθῶ, πῶς φωνῆς ἀκούσει; Ἐὰν μὴ ἀκούσῃ φωνῆς, πῶς μαθήσει τοῦ Πατρὸς τὴν βουλήν, πῶς θαρρήσει τοῦ Υἱοῦ τὰ μυστήρια, πῶς τὴν ἄφι ξιν κατοπτεύσεις τοῦ Πνεύματος, πῶς τὸν οὐρανὸν θεωρήσεις ἀνοιγόμενον; Ἐὰν μὴ βαπτισθῶ, τίς ἁγιάσει τὸ ὕδωρ τοῦ βαπτίσματος, τίς συντρίψει τὰς κεφαλὰς τοῦ δράκοντος, πῶς λευκαίνεται τὰ στοιχεῖα, πῶς ἡ κτίσις καθαίρεται, πῶς τὰ ῥυ πωθέντα σκεύη τοῦ Ἀδὰμ ἀποπλύνεται; «Ἄφες ἄρτι· οὕτως γὰρ ἡμῖν πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην», ἣν ὁ νό μος ἐντέλλεται καὶ οἱ προφῆται κηρύττουσι καὶ ἡ χάρις εἰσ ηγεῖται καὶ τὸ καινὸν τῆς βασιλείας ἐπιζητεῖται κήρυγμα. Ἐτέχθην ἐκ γυναικὸς καὶ τὸ χρέος τῆς Εὔας ἀποδέδοται· δούλου μορφὴν ἐφόρεσα καὶ τῆς ὀφειλῆς τὸν Ἀδὰμ ἠλευθέρωσα· ἐπὶ φάτνης ἐκάθισα καὶ ὁ γεγονὼς κτηνώδης τῆς ἀρᾶς ἐλύθη καὶ τῆς αἰσχύνης ἀπήλλακται· ἐνεδυσάμην σπάργανα καὶ τῆς γυμνώ σεως τὴν πληγὴν ἐθεράπευσα. Ἕνεκα τοῦ Ἰσραὴλ περιετμήθην· ἰδοὺ πάλιν διὰ τὰ ἔθνη βαπτίζομαι, καὶ οὕτως πᾶσα δικαιοσύνη τοῖς ἐμοῖς νόμοις ὁμοῦ καὶ τοῖς ἔργοις σφραγίζεται.»
Αὕτη μὲν οὖν ἦν καὶ τοιαύτη τῶν παρὰ τοῦ Λόγου καὶ θεοῦ ἐμφωνηθέντων ἡ δύναμις· αὐτὸς δὲ τῇ διακονίᾳ τοῦ μυστη ρίου θαρρήσας καὶ τῇ θεωρίᾳ τῆς περιστερᾶς γεγονὼς ὑψηλό τερος καὶ τῇ φωνῇ τοῦ πατρὸς ἔτι μᾶλλον λαμπροτέραν τὴν παρρησίαν κτησάμενος, καὶ κατὰ τυράννων τὴν γλῶσσαν ἐκίνει καὶ παρανομοῦντα τὸν Ἡρῴδην ἤλεγχεν, καὶ πρὸς τὸν βασιλέα φωνῇ μεγάλῃ φθέγγεται· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» Εἰ μὴ τὸν νόμον φυλάττεις, οὐ δυνήσει τὸ σκῆπτρον ἔχειν. Εἰ τὴν ἐντολὴν παραβαίνεις, τὴν πορφύραν ἀπόδυσαι. Εἰ τοῦ θεοῦ καταφρονεῖς, τοῦ θρόνου οὗ ἔλαβες παρ' αὐτοῦ κατάβηθι. Μὴ ἐπαίρου τοῖς ὅπλοις», φησίν· «οἱ γὰρ νόμοι τὸν βασιλέα φυλάττουσιν. Μὴ ἀμέλει τῆς ἀρετῆς· εὐπρεπεστέρα γὰρ ὑπάρχει τοῦ χρυσολίθου βήματος. «Οὐκ ἔξ εστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» 19 «Φεῖσαι τῆς τοῦ γένους διαδοχῆς», φησίν. «Μὴ διαφθεί ρῃς τὴν τάξιν τοῦ βασιλικοῦ σπέρματος. Τίνος, εἰπέ, βούλει καλεῖσθαι τὸν ἐξ Ἡρῳδιάδος παρὰ σοῦ μοιχευομένης τικτό μενον, τοῦ προτέρου νυμφίου ἢ τοῦ δευτέρου μοιχοῦ, τοῦ νομίμως τὴν κοίτην ἀναβάντος ἢ μᾶλλον τοῦ ταύτην παρανόμως ἁρπά σαντος; Φιλίππου καλέσομεν υἱὸν τὸν ἐξ αὐτῆς τικτόμενον; Ἀλλότριος αὐτοῦ ὁ τεχθείς. Ἡρῴδου τοίνυν ἔκγονον θέλεις ὀνομάζεσθαι; Ἀλλὰ γὰρ ὁ ἀγρὸς οὐκ ἔστι σός, ἀλλότριον τὸ παρὰ σοῦ παρανόμως σπειρόμενον γεώργιον.» Οὐ μὴν ὁ τύραννος τῆς συμβουλῆς ἀνέχεται, ἀλλὰ μισθὸν τὰ δεσμὰ τῷ διδασκάλῳ δίδωσιν. Καὶ τῇ φυλακῇ τὸν βαπτιστὴν παρέπεμψε καὶ τὸν φόνον ὤδινεν. Τὸ ξίφος ὠθῆσαι ἐβούλετο καὶ ἐμελέτα τὴν σφα γὴν καὶ τὸν λαὸν αἰσχυνόμενος ἀνεβάλλετο. Καιρὸν τοίνυν ὡς εἰκὸς ἐζήτει τοῦ παρανόμου δράματος καὶ τῆς ἀκαίρου τομῆς ἡμέραν εὔκαιρον ἐφαντάζετο. 20 Γενεσίοις δὲ γενομένοις Ἡρῴδου τοῦ τεχθῆναι εἰς τὸν κόσμον μηδαμῶς ὀφείλοντος μηδὲ προελθεῖν εἰς τὸ κοινὸν τῆς πολιτείας τοῦτο τῆς ἀνθρωπίνης στάδιον, μηδὲ τῶν στοιχείων ἀπολαῦσαι, μὴ τῆς κτίσεως εὐποιεῖσθαι, μὴ τῇ ἀσελγείᾳ κε χρῆσθαι τὴν σελήνην, μεταναλῶσαι τὸν ἥλιον, ὑβρίσαι τῶν ἄσ τρων τὸν δρόμον, διαβάλαι τὰ τῆς ἡμέρας μέτρα καὶ τῆς νυκτὸς τὰ τέρματα· οὐδὲ γὰρ τὴν ἡμέραν παρανομῶν ᾐσχύνετο, ἀσελ γαίνων τῆς νυκτὸς οὐκ ἐφείδετο, οὐκ ἐνετρέπετο τὸν ἡλιακὸν δρόμον, τὰ τοῦ ποιητοῦ παρερχόμενος ὅρια· γενεσίοις δὲ
ὅμως ἀγομένοις τοῦ βλάψαντος τὰ γένη καὶ τὴν βασιλικὴν ἐξυβρί σαντος γέννησιν, «ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος εἰς τὸ μέσον καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ' ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· «Δός μοι», φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.» 21 Φεῦ, κακῶν ὅσων αἱ γυναῖκες τὸν βίον τοῖς ἀνθρώποις ἐπλήρωσαν, ὅσας ἀκάνθας ἡμῖν ἔσπειραν καὶ τριβόλους ἐγεώρ γησαν. Γυνὴ τῷ πρωτοπλάστῳ τὸν παράδεισον ἔκλεισεν, γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον· «Ἰδόντες γάρ», φησίν, «οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν», εἰσῆλθον πρὸς αὐτὰς καὶ ὠργίσθη θυμῷ ὁ κύ ριος καὶ εἶπεν· «Μεταμεμέλημαι ὅτι ἐποίησα τὸν ἄνθρωπον καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα ἀπὸ προσώπου τῆς γῆς.» Γυνὴ τὸν μέγαν πατριάρχην τὸν Ἰωσὴφ ἐπείρασεν, καὶ δεσμοῖς ὁμιλῆσαι τὸν προφήτην πεποίηκεν, καὶ τὸν θεοφόρον παρεσκεύασεν ὡς μοιχὸν ἐν τῇ φυλακῇ καθέζεσθαι, ὡς φθορέα βαρὺν κλοιὸν ἐν τῷ τραχήλῳ περιφέρειν. Γυνὴ τὸν Σαμψὼν αἰχμάλωτον τοῖς ἀλλοφύλοις παρέδωκεν. Γυνὴ τὸν Ἠλίαν δραπέτην τῆς γῆς ὅλης τοῦ Ἰσραὴλ γενέσθαι ἠνάγκασεν. 22 Γυνὴ νῦν ὀρχεῖται καὶ τυφλοῖ τὸ συμπόσιον καὶ καροῖ τῇ παρανόμῳ θεωρίᾳ τὸν τύραννον. Ἦν γὰρ αὐτῇ πλοκὴ τρι χῶν τοὺς νέους σαγηνεύουσα, ὀφθαλμῶν ὑπογραφὴ τοὺς ὁρῶν τας ὑποσκελίζουσα. Φυκίαν ταῖς ἀρεταῖς ἐπέπαττεν, καὶ τοῖς συναντῶσι τὸ ἄγκιστρον φορητὸν οὐκ ἐτύγχανεν. Ἤνοιγε τὸ στόμα, καὶ θάνατον ἐκ τῆς γλώττης ἠρεύγετο. Ἀνέκλα τὸν τρά χηλον, καὶ φθορᾶς ἡ θεωρία ἦν πρόξενος. Ἐγύμνου τὰ στέρνα, καὶ ᾅδου προπύλαια παρεῖχεν ὁρᾶν τοῖς περιέργως βλέπουσιν. Ἐγύμνου τοὺς μηροὺς ἀναστέλλουσα τῶν ποδῶν τῆς ποικίλης θεωρίας τὸ χιτώνιον, καὶ δράκοντες ἐκ τῶν λαγόνων συρίζοντες εἰς φθορὰν τῷ θεάτρῳ προήρχοντο. Καὶ ἦν τὸ νεῦμα δολερόν, τὸ βλέμμα ῥυπαρόν, φθοροποιὸν τὸ φθέγμα, ψυχοβλαβὲς τὸ κίνημα, θανατηφόρον τὸ φίλημα. 23 Πλὴν ὁ Ἡρῴδης ἁλοὺς δώσειν ὅπερ ἂν αἰτήσῃ τὸ πονηρὸν ὀρχήστριον ὤμοσεν. «Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ὁρᾷς ἡλίκον ἡ θηλυμανὴς ἡδονή. Αἰσθάνει πόσον ἡ φθορὰ τὸν ἁλόντα δουλοῖ, πῶς ὁ χαυνωθεὶς τῇ μέθῃ οὐκέτι τὸ σκῆπτρον οἶδεν, τῆς ἐξουσίας οὐ μέμνηται, πᾶσι πρό κειται παίγνιον. Τί γὰρ πρὸς αὐτὸν ἡ ὀρχήστρια ἐφθέγξατο; «Δός μοι ὧδε ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ταῦτα δὲ οὐ παρακαλούσης, ἀλλ' ἐπιταττούσης τὰ ῥήματα· οὐ γὰρ ὡς κόρη τῷ βασιλεῖ μετὰ φόβου ἢ αἰδοῦς ἤ τινος ὑποστολῆς προσέρχεται, ἀλλ' ὡς οἰκέτῃ δέσποινα, ὡς δεσμώτῃ ἡ δεσμῶν ἐξουσίαν ἔχουσα. «Δός μοι, φησίν, ἐπὶ πί νακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Μὴ ἀναβάλῃ τὴν αἴτησιν. Ὧδε χρῄζω τῆς τοῦ προφήτου σφαγῆς, ἐνταῦθα πρα χθῆναι τὸν φόνον τοῦ τὴν μοιχείαν ἐλέγχοντος. Ὅπου τὴν ἐμὴν ἐθεώρησας γύμνωσιν, ὧδε τὸν ταύτης θριαμβευτὴν τιμωρίαν εἰσπράττομαι.» 24 «Δός μοι τὴν Ἰωάννου κεφαλὴν ἐπὶ πίνακι»· Ἡρῳδιὰς γὰρ ἐκέλευσεν, ἡ μοιχαλὶς προσέταξεν· «Εἰ μὴ δῷς, οὐκ ἔχεις τὴν ἅμα σοὶ μοιχεύουσαν· ἡ κοίτη μετὰ τὸν οἶνόν σοι χηρεύσει. Ἀναχωρῶν ἀπὸ τῆς στιβάδος, τίνι συνέρχεσθαι; Ἀισχύνεται τὴν φθορὰν ἡ μήτηρ, Ἰωάννου σαλπίζοντος, αἰδεῖται τοὺς οἰκέ τας, τοὺς δορυφόρους ἐντρέπεται. Πᾶσιν ἡ βασιλὶς θρύλημα διὰ τὴν Ἰωάννου παρρησίαν
γίνεται. Πάντες αὐτῆς τραγῳ δοῦσι τὸ δρᾶμα, ὁ βαπτιστὴς δὲ τῆς τραγῳδίας αἴτιος τὴν γλῶσ σαν πάντων προπηδήσας ἐκίνησεν. Οὗτος τὴν σάλπιγγα καθ' ἡμῶν προεβάλετο· πρῶτος τὴν μοιχείαν οὐκ εὐλαβηθεὶς στηλι τεύειν τὴν βασιλίδα ἤρξατο. Μωυσῆς κοιμᾶται, καὶ δι' αὐτοῦ φθέγγεται· ὁ νόμος καθεύδει, Ἰωάννης δὲ αὐτὸν καθ' ἡμῶν ἐξ υπνίζει· τὴν βασιλίδα μοιχαλίδα καλεῖ, ἀκολουθεῖν δὲ πολλοὺς καὶ γενέσθαι τολμηροὺς προετρέψατο.» 25 «Δός μοι τοίνυν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» «Δός»· εἰ γὰρ σὺ μὴ δώσεις, ἡμεῖς λαβεῖν οὐ χρῄζομεν· αὐ τομολήσει δὲ πρὸς τὸν φόνον ὁ δήμιος παρ' ἡμῶν ἐπιτραπείς. Δοῦλόν σε πάντες τῆς μοιχαλίδος, αἰχμάλωτον τῆς ὀρχηστρίδος ἴσασιν. Μαρτυρεῖ τούτοις ἡ στιβάς, μαρτυρεῖ τὸ συμπόσιον, ὁ οἶνος, ἡ μέθη, τῶν ὅρκων ἡ συνθήκη, ἡ ἀχαλίνωτος τοῦ βασιλέως ὑπόσχεσις. «Δός μοι τοίνυν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάν νου τοῦ βαπτιστοῦ»· διψῶ γὰρ αὐτοῦ τὸ αἷμα πιεῖν καὶ τὰ μέλη μασήσασθαι, ἰδεῖν μετὰ τῶν βασιλικῶν ὄψων τὴν κεφαλὴν τοῦ λοιδοροῦντος τὰ βασίλεια. Σπαίρουσαν ταύτην χρή με τῇ μητρὶ προσαγαγεῖν ἀπὸ τῆς τραπέζης τῆς βασιλικῆς ξένιον, ἐπειδὴ ταύτην τοῦ δείπνου μερίδα ἀπὸ τῶν σῶν γενεσίων Ἡρῳδιὰς ἐκδέχεται.» Καὶ ταῦτα μὲν ἡ κόρη. 26 «Λυπηθεὶς δὲ ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι.» Μὴ ἀποδέξει τοῦ Ἡρῴδου τὴν λύπην; Μηδὲ συγγνώμης ἀξιώσεις τὸν τύραννον; Ἐξῆν γὰρ εἴπερ ἐβούλετο τὴν ὀρχηστρίδα τροπώσασθαι. Ἐξῆν εἰ ἠθέλει τὸν ὅρκον παραιτήσασθαι. Τί γάρ; Εἰ τοὺς ὀφθαλμοὺς ἔτυχεν Ἡρῳδιὰς ἀπαιτοῦσα τὸν τύραννον, ἆρα τυφλὸς ἔμελλεν ὁ βασιλεὺς εἰς τὸν θρόνον καθέζεσθαι; Τί δέ; Εἰ κολοβῶσαι τὸ οὖς καὶ τὰς ῥῖνας ἀποτεμεῖν ἐβούλετο, ἆρα ἐγένετο τέρας ἐξαπίνης ὁ τύραννος; Καὶ τί πάλιν; Εἰ τὰς χεῖρας ἀποτεμεῖν ἐπέταττεν, ἆρα τῶν δακτύλων καὶ τὸ σκῆπτρον ἐξέπιπτεν; Οὐδαμῶς. 27 Ἀλλὰ πρὸς τὴν κόρην ὥσπερ ἦν εἰκὸς λέγειν· «Ὤμοσα παρασχεῖν ὅπερ αἰτήσεις ἐμόν· ᾤμην γὰρ νυμφικοὺς μαργαρίτας ἐκδέχεσθαι, ἢ ὡς ὅτι ἀγρὸν αἰτήσεις μυριόφυτον, ἢ ποθήσεις πόλιν ἥνπερ ἔχω τῆς βασιλείας μου ἐξαίρετον. Νῦν δὲ ἐμὸν οὐδὲν αἰτεῖς, ἐπιζητεῖς δὲ ὃ παρασχεῖν οὐ δύναμαι, προφήτου κεφαλὴν ἐπιζητεῖς. Καὶ πῶς σοι παρασχεῖν ὁ βασιλεὺς τὰ τοῦ ποιητοῦ δύναται; Εἰ τὸν οὐρανὸν ᾔτησας, μὴ τοῖς ὅρκοις ὁ βασιλεὺς ὑπεύθυνος, ἢ τὴν γῆν ἢ τὴν θάλασσαν; Οὐδαμῶς· οὐ γὰρ ἐν ἐμοὶ δοῦναι τὰ ὑπὲρ ἐμέ, ἃ τῆς ἐμῆς ἐξουσίας οὐχ ὑπάρχει καὶ ταῖς ἐμαῖς χερσὶν ὑπέρκειται». Τούτων οὐδὲν ὁ Ἡρῴδης φθέγγεται, ἀλλὰ λυπεῖται μέν· τὸ συνειδὸς γὰρ αὐτὸν ἐκέντα. Ὁ νόμος δὲ ἔνδοθεν ὁ φυσικὸς ἐτάραττεν. Ἠγωνία πρὸς τούτοις τὸν ὄχλον καὶ τὸ πλῆθος πεφόβητο· πολλῶν γὰρ ἕνεκεν ἔχοντες ὑπῆρχον τὸν βαπτιστὴν ἐν θαύματι. Ἀλλ' ὅμως, ἐπειδὴ τὸν φόνον ὤδινε καὶ τὴν σφαγὴν ἐδίψη καὶ τὸν τοῦ προφήτου θάνατον οἰκείαν ἐλευθερίαν ἐνόμιζεν, δυσωπηθεὶς τοὺς ὅρκους ὑποκρίνεται καὶ τὸν δήμιον διακονῆσαι πέμπει τῷ τῆς κόρης προστάγματι. 28 Καὶ οὕτως ἡ τοῦ βαπτιστοῦ κεφαλὴ ἐπὶ πίνακι φέρεται, τῶν προφητῶν τὸ κάλλος, ἡ παρρησία τοῦ λόγου, τῆς μετανοίας ἡ χάρις, ὁ πολυμερὴς αὐλός, ἡ σάλπιγξ ἡ θεόφθογγος, γλῶττα ἡ τὰς νεφέλας κινοῦσα, ὀφθαλμοὶ οἱ τὰ ἀθεώρητα βλέποντες, ὦτα καθαρῶς ἀκροώμενα τὰ τοῦ θεοῦ μυστήρια, κεφαλὴ τὴν πάντων κεφαλὴν ψηλαφήσασα· καὶ ἥν, ὡς ἐδόθη τῷ κορασίῳ, ἀμνοῦ θυσίαν ἐβάστασε πάρδαλις, βασιλικοῦ λέοντος κεφαλὴν περιέφερε λύκαινα. Καὶ ἤνεγκε τῇ μητρὶ τὸν κατήγορον τὸν οὐδὲ μετὰ θάνατον τῶν ἐλέγχων παυσάμενον, οὐδὲ μετὰ τὴν σφαγὴν τῆς παρρησίας ἀφέμενον. Ἀλλ' ὁ προφήτης κεκοίμηται, καὶ ὁ λόγος πανταχοῦ διαδέδοται· ἡ σάλπιγξ ἐπαύσατο, καὶ γέμει τῶν ἐξ αὐτῆς ἤχων τῆς οἰκουμένης τὰ θέατρα· ἡ γλῶττα εἰς γῆν, οἱ δὲ ἐξ αὐτῆς φθόγγοι τὰς φυλὰς ἐπλήρωσαν· τὰ ἔθνη κατεκτύπησε, βροντῶν ἰσχυροτέρα καθ' ἑκάστην ἠχοῦσα γενεάν· ἀπ' ἐκείνης γὰρ
ἀρξάμενοι τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» εἰς πᾶσαν τὴν γῆν διεπόρθμευσαν. Σὺ δὲ μηδαμῶς ἐκ μιᾶς γυναικὸς ὅλου τοῦ κόσμου κατάτρεχε μηδέ, σκεύους ἑνὸς ῥυπαροῦ τινος ὄντος νῦν ἕνεκα, ὅλην τὴν τοῦ ποιητοῦ κεραμικὴν κατάβαλλε. 29 Εἰ γὰρ καὶ γυνὴ τὸν παράδεισον ἔκλεισεν, ἀλλὰ γυνὴ πάλιν τὸν νυμφῶνα τῆς βασιλείας ἀνέῳξεν. Γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον, ἀλλὰ γυναῖκες τὸ βασιλικὸν βῆμα τῷ χορῷ τῶν ἀποστόλων ἀνέῳξαν. Γυνὴ τὸν Ἰωσὴφ ἐπείρασεν, ἀλλὰ γυνὴ τὸν Ἐλισαῖον ἔθρεψεν. Γυνὴ τὸν Σαμψὼν ἔδησεν, ἀλλὰ γυνὴ τὸν Βαρὰκ ἐστρατήγησεν. Γυνὴ φυγάδα τὸν Ἠλίαν εἰς τὴν ἔρημον ἔπεμψεν, ἀλλὰ γυνὴ τὸν αὐτὸν ἐσίτησεν ὑπὸ λιμοῦ τρυχόμενον. Γυνὴ τὸν Πέτρον ἐσκέλισε, καὶ γυνὴ προστάτις τοῦ Παύλου ἐγένετο, καθὼς αὐτὸς σεμνύνεται. Ἆρα μὴ κάμνειν δοκεῖς τὸν λόγον γυναικὶ συνηγορεῖν ἐθέλοντα; Ὁ δὲ οὐ κάμνει, ποδὶ δὲ συντόμῳ τὰ βραβεῖα κομίζεται. Γυνὴ τὸν λυτρωτὴν τὸν ἡμέτερον ὤδινεν. Αὕτη τὸν τοῦ γένους δημιουργὸν ἔτεκε καὶ ἐθήλασεν, αὕτη τὸν τροφέα τῆς κτίσεως ἐπότισεν, τὸν πηγᾶς τῇ κτίσει σχεδιάσαντα, ἐν ἀγκάλαις ἐβάστασεν «τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα καὶ τὴν γῆν δρακί», τὸν κανονίσαντα καὶ σφραγίσαντα τῇ παλάμῃ τὴν θάλασσαν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Saints Peter and Paul (Homily 13)In sanctos Petrum et Paulum (hom. 13)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In sanctos Petrum et Paulum (homilia 13) ̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον. 1 Καλὸν μὲν τὸ ῥόδον, τῆς ἐαρινῆς ὥρας αὐτῷ προσφερούσης ὀσφραίνεσθαι, ἀλλ' ἐὰν τῷ κρίνῳ συμπλακῇ εἰκότως εὐωδέστερον γίνεται· μύρον γὰρ μύρῳ κιρνᾶται καὶ διπλῆ τῆς ἐντεῦθεν εὐω δίας ἀπόλαυσις γίνεται. Λαμπρὸς καθ' ἑαυτὸν ὁ Πέτρος καὶ τῶν λαμπρῶν ὑπέρλαμπρος, ὡς ἀποστολικῆς ξυνωρίδος κορυ φεύς, ὡς μαθητείας ὀφθαλμός, ὡς ὑπόμνημα ζήλου καὶ τῆς πίστεως πρόσωπον, ὡς σάλπιγξ τοῦ μυστηρίου, ὡς γλῶσσα καὶ πολλὰς γλώσσας διδάξασα, ὡς ποιμὴν ἀνέγκλητος, ὡς κυβερνή της ἄϋπνος, ὡς ἀπλανὴς ἡνίοχος, ὡς φαρμακοπώλης τὸ μένον σκευάσας τῆς μετανοίας κολλούριον, ὡς ἁλιεὺς θαλάττης ᾧ οἱ ἰχθύες εἰς τὸν οὐρανὸν ἁλιεύονται–οὗ ἡ σαγήνη λίνον ἔχει τὰ θαύματα, τὰ παθήματα δέλεαρ, ἄγκιστρον τὸν σταυρὸν καὶ κόλπον τὴν ἀνάστασιν–, ὡς ταμιείου κλειδοῦχος, ἐν ᾧ τοὺς θησαυροὺς ὁ Πατὴρ ἔχει, τοὺς νυμφῶνας ὁ Υἱός, τὴν τράπεζαν τὸ Πνεῦμα, τὰς χορείας οἱ ἄγγελοι. 2 Ἀλλὰ Παύλου προστεθέντος, διπλοῦν τὸ τεῖχος καὶ ἁλῶναι μὴ δυνάμενον, δίστομος ἡ πηγὴ τὴν γῆν ὅλην ἀκαμάτως ποτί ζουσα, διπρόσωπος ἡ λίμνη καὶ πᾶσά τις ὁλκὰς παραπλέουσα σῴζεται.
Τρυγὼν μετὰ χελιδόνος λαλεῖ, περιστερὰ μετὰ τέττι γος φθέγγεται, αὐλὸς ὁμοῦ καὶ σῦριγξ μέλος ἱερὸν καὶ μειλίχιον ᾄδουσιν. «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς» αὐτῶν, καθάπερ ἐν Παροιμίαις ὁ σοφὸς ἐκήρυξεν. Ἀμνὸς καὶ λύκος ὁμοῦ νέμονται καὶ ὁ ποιμὴν δοξάζεται καὶ τοῦ παραδοξοποιητοῦ στε φανοῦται τὰ θαύματα. Ταῦρος καὶ λέων ἐν μιᾷ νομῇ βόσκονται καὶ τρυγᾷ τοὺς ἐπαίνους ὁ δυναμώσας τὸν ταῦρον καὶ χαλινώσας τὸν λέοντα. Ἦ οὐχὶ λέων ἐτύγχανεν ὁ Παῦλος ὅτε Σαῦλος ἐτύγ χανεν, ἐπειδὴ φονεύων τὴν μάνδραν ἐσκόρπιζεν, τοὺς ποιμέ νας κατέπληττεν, ἔσω τῆς Ἰερουσαλὴμ ἔβρυχεν, καὶ τὰς πόλεις ἐπτόει, τὰς ἀγορὰς ἐθορύβει, καὶ τοὺς ἀγροὺς ἀοικήτους ἠργά ζετο, «ἄνδρας σύρων εἰς φυλακὴν καὶ γυναῖκας» δεσμῶν οὐκ ἐπαύετο, πλὴν καὶ τῶν ἀνδρῶν τῆς ὑπομονῆς ἡττᾶτο καὶ τῆς τῶν γυναικῶν ἀνδρείας ἀσθενέστερος ἐτύγχανεν; Ἔτρεχεν εἰκῇ, τὴν γὰρ ὁδὸν οὐκ ἤνυεν· μάτην ἐπύκτευεν, ἐπειδὴ τοὺς δακτύ λους ᾕμασσεν, εὑρεῖν δὲ οὐχ ὑπῆρχεν ἱκανὸς τὸν ἀντίδικον. Χρι στὸς τοίνυν, ὡς αὐτὸς σοφός, αὐτὸς καὶ πάλιν ἀγαθὸς παρελθών, τῇ πραότητι κέχρηται καὶ παραλιπὼν τὰ ὑψηλὰ τὰ ταπεινὰ προβάλλεται.
Οὐ τοίνυν ἀνῆψεν πῦρ, οὐκ ἐκίνησεν λαίλαπας, οὐκ ἐσάλευσεν τῶν ὀρέων τὰ θεμέλια, ἀγγελικὴν οὐκ ἐγύμνωσεν ῥομφαίαν δίστομον, φωνῇ δὲ πραείᾳ καὶ φιλανθρώπῳ κέκληται· «Σαούλ, Σαούλ», λέγων, «τί με διώκεις;» Τίνα σου πλοῦτον ἀφειλάμην; Ποίας σε δόξης ἐγύμνωσα; Ποίων πρωτείων ἀπε στέρησα; Μὴ γὰρ ἐγώ σοι τὸν παράδεισον ἔκλεισα; Μὴ τὰ φύλλα τῆς συκῆς δι' ἐμὲ περιβέβλησαι; Μὴ γὰρ ἐγώ σοι τῆς εἰς γῆν ἀποστροφῆς παραίτιος γέγονα; Μὴ δι' ἐμὲ τῆς ἀρχῆς ἐξέπεσες, τὸν κλῆρον ἐκολόβωσας, τὴν εἰκόνα ἐμείωσας; 3 «Σαούλ, Σαούλ, τί με διώκεις;» Νόμον εἶχες, ἐγὼ δὲ ὡς ἀγαθὸς τὴν χάριν προσέθηκα. Ἔκαμνες τῷ γράμματι καὶ τὸ πνεῦμα παρέστησα. Ἐλύπουν αἱ σκιαὶ καὶ προσελθὼν τὴν ἀλή θειαν ἔδειξα. Προσέκοπτες τοῖς τύποις, ἐγὼ δὲ μίαν ὑπὲρ πολλὰς <ἰατρείαν> ἀντὶ τῶν φιλαργύρων τὴν ἀνάργυρον ἤγαγον, ἐγώ σοι τὸ σάββατον ἑρμηνεύσας ἐδόξασα, ἐγώ σου τῆς περιτομῆς τὴν πληγὴν ἔπαυσα, ἐγὼ τὸν βωμὸν στεναγμῶν ἠλευθέρωσα, ἀντὶ τῶν πολυστενάκτων θυσιῶν τὴν ἀειχαρῆ τὴν ἀστένα κτον ἔδειξα. «Σαούλ, Σαούλ, τί με διώκεις;» Αἰσχύνου τοῦ Ἀβραὰμ τὴν σκηνὴν καὶ τοῦ βωμοῦ τοῦ Ἰσαὰκ μνημόνευε, τοῦ Ἰακὼβ τὴν πάλην ταῖς μνήμαις ἀναλάμβανε.
Ἵνα τί τῇ λήθῃ τοὺς Ἰωσὴφ ὀνείρους παρέδωκας; Πῶς οὐκ ἐντρέπει τοῦ Μωυσέως τὴν ῥάβδον, τὴν Ἠλίου μηλωτήν, τὴν ἀνδρείαν Ἐλισαίου; Ἐμοὶ τύποι ταῦτα, αἱ τούτων προφητεῖαι περὶ ἐμοῦ τυγχάνουσιν. «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐγὼ Ἰερεμίᾳ τὴν βακτηρίαν τὴν καρυΐνην ἔδειξα· ἐγὼ Ζαχαρίᾳ τὴν λυχνίαν ἐζωγράφησα τὴν χρυσῆν· ἐγὼ τὸν ἄτμητον λίθον τῷ Δανιὴλ ὑπέδειξα· ἐγὼ τῷ Ἰωνᾷ τοῦ κήτους τὴν κοιλίαν ἐπλά-τυνα· ἐμὲ τῶν χερουβὶμ ἡνίοχον Ἰεζεκιὴλ ὁ μέγας ἐθεάσατο· ἐγὼ τὸ πολυθρύλητον Ἠσαΐου εἰμὶ πρόβατον. 4 «Σαούλ, Σαούλ, τί με διώκεις;» Πρόσσχες ποῦ τὰ τόξα τείνεις· «Ἐμοὶ γὰρ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον.» Ποῦ τὰ βέλη πέμπεις; «Ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Πρὸς τίνα βάλλεις τοὺς λίθους; Ἐγὼ «ἐμέτρησα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρα κί.» Κατὰ τίνος τὴν γλῶσσαν ὁπλίζεις; Ἐγὼ τῶν μογιλά λων τρανῶ τὰς γλώσσας, ἐγὼ δύσκωφον ἐποίησα <καὶ> κω φόν, ἐγὼ βλέποντα καὶ τυφλὸν ἐκεράμευσα.
Ὅρα τίνα πλάνον καλεῖς· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώ θην.» «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐμὲ γὰρ ὁ Δαυὶδ ψάλλει, σὺ δὲ λοιδορεῖς· ἐκεῖνος ὑμνεῖ, σὺ δὲ βλασφημεῖς· ἐκεῖ νος κιθαρίζει, σὺ δὲ λακτίζεις· ἐκεῖνος τινάσσει τὰς χορ δάς, σὺ δὲ τοῖς ὅπλοις κέχρησαι. «Σαούλ, Σαούλ, τί με διώκεις;» Τί με τοῖς ἐμοῖς πολεμεῖς, τοῦ νόμου προασπίζεις καὶ κατ' ἐμοῦ στρατεύεις, δι' ἐμὲ τρέχεις καὶ τοὺς ἐμοὺς κολάζεις; Τὴν ἐμὴν δόξαν ἐκδικεῖς, ἀλλ' ἀγνοεῖς τὸ πόθεν ἅψασθαι χρὴ τῆς μάχης, πόθεν ἥκει συγκροτῆσαι πόλεμον.» 5 Ταῦτα πρὸς τὸν Σαῦλον ὁ Χριστός· αὐτὸς δὲ ἀποκρίνεται καὶ λέγει· «Τίς εἶ, κύριε;» Ἀγαθὸς ὁ τοῦ Παύλου ζῆλος, ἐπειδὴ κληθεὶς παραχρῆμα ὑπήκουσεν. Ἐδέξατο τὸν λόγον καὶ παραχρῆμα τῆς ἀξίας τοῦ λαλοῦντος ᾔσθετο καὶ ἔλεγεν· «Τίς εἶ, κύριε;» τῇ γὰρ αὐγῇ πεπλήρωμαι, ἑάλων τῷ φωτί, δεσμώ της τῆς ἀκτῖνος γεγένημαι. «Τίς εἶ, κύριε;» Ποθῶ γάρ σου τὸ κάλλος ἰδεῖν, ἀναπτῆναι πρὸς τὰς νεφέλας ἐπείγομαι, μαθεῖν ἐπι θυμῶ πόθεν τοῦτο τὸ «τῆς δόξης ἀπαύγασμα», τίς ὁ τῆς τοσαύ της «χαρακτὴρ ὑποστάσεως», τίς οὗτος ὁ «φέρων τὰ πάντα τῷ ῥήματι τῆς οἰκείας δυνάμεως».
«Τίς εἶ, κύριε;» Ἤκουσα γάρ σου τῆς φωνῆς καὶ τοῦ νόμου κεκόρεσμαι, οὐκέτι μοι τοῦ νόμου πόθος, οὐκέτι κιβωτὸν ἐθέλω χρυσόξυλον εἶναι, ποθῶ φάτνην ἁγνὴν ἅπασαν βασιλικὴν χρυσόδωρον.» Πάντων τῶν αἱρετικῶν οἱ παῖδες αἰσχυνέσθωσαν καὶ τὰ τῶν αἱρετικῶν ἐντρε πέσθωσαν στόματα. Ἰδοὺ γὰρ κληθεὶς ὁ Παῦλος οὐ πολυπραγμο νεῖ ἀλλὰ μόνον πιστεύει, προσκυνεῖ καὶ οὐ μάχεται, ὑμνολογεῖ καὶ ἡ μέμψις ἀπήλλακται. «Τίς εἶ, κύριε;» φησίν. Οὐκ ἂν δὲ κύριον ἐκάλει, εἰ μὴ θεοῦ τοῦ καλοῦντος ᾐσθάνετο. Ὃν δὲ θεὸν ᾔδει ποιητὴν ὡμολόγει, ὃν ὡμολόγει ποιητὴν ἀπαθῆ κατ ήγγελλεν, ἄφθαρτον εἶχεν. Ἔσεβεν ὡς ἀθάνατον ἐκεῖνον οὗ τὸν σταυρὸν ᾔδει καὶ τὸν τάφον ἐγίνωσκεν. Οὐκ ἠγνόει τοὺς κολάφους, τὴν λόγχην τῆς πλευρᾶς, τὰ ῥαπίσματα.
6 Τί δὲ ὅμως πρὸς αὐτὸν ὁ Χριστός; «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.» Σύντομον τῆς πεύσεως τὴν ἀπό κρισιν λαμβάνει· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις», ἐγώ εἰμι Ἰησοῦς ὁ ποτὲ καὶ νῦν, ὁ πρὸ πάντων καὶ μετὰ πάντας, ὁ ἐν ἀρχῇ καὶ ἐπ' ἐσχάτων, ὁ τοῦ Δαυὶδ υἱὸς ἀλλ' αὐτὸς πρὸ Δαυίδ, ὁ ἐξ Ἀβραὰμ ποιητής, ὁ ἐξ Ἀδὰμ ἀλλ' αὐτὸς τὸν Ἀδὰμἐκεράμευσεν, ἐξ Ἰσαὰκ ἀλλ' αὐτὸς τοῦ Ἰσαὰκ τὸν βωμὸν ἐστε-φάνωσεν, ἐξ Ἰακὼβ ἀλλ' αὐτὸς ἐπὶ τῆς κλίμακος τοῖς δήμοις τῶν ἀγγέλων κυκλούμενος ἐθεάσατο. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀλλὰ διώκων οὐ φθάνεις· ποῦ γὰρ ἢ πῶς θηρά σεις «τὸ τῆς δόξης ἀπαύγασμα»; Ποία σαγήνη χωρῆσαι τὸν «χαρακτῆρα τῆς ὑποστάσεως» δύναται; Τίς ἐπιλαβέσθαι χειρὶ τοῦ «τῷ ῥήματι τῆς οἰκείας δυνάμεως τὰ πάντα φέροντος»; «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.» Νυμφαγωγόν σε τῆς ἐμῆς νύμφης τηρῶ. Τί με διώκεις ὑπὲρ οὗ μικρὸν ὕστερον διώκεσθαι μέλλεις; Ἀλλὰ σκύλλεις εἰκῇ τοὺς πόδας, μάτην ἱδροῖς, περιττῶς κοπιᾷς· ἐν τοῖς κόλποις τοῦ πατρὸς ὁ παρὰ σοῦ διωκόμενος κάθηται. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀγνοῶν ὅτι πρὸς τὴν ἑαυτοῦ μάχει ζωήν.
Τῷ σοφῷ τί σὺ πολεμεῖς, τοξεύεις εὐεργέτην οἷον οὐκ ἔχεις ἕτερον, τροφέα λακτίζεις δι' ὃν ἡ γῆ σοι χωρὶς ὄκνου τῶν καρπῶν ἀνατέλλει τὴν τράπεζαν; Σωτῆρα φαυλίζεις, ὃς ἐὰν σφίγξῃ τὴν χεῖρα, τίς σε τῶν ἁμαρτημάτων ἐλευθεροῖ, τίς ἀπολύει τῶν δεσμῶν, παρὰ τίνι εὑρήσεις τὸ χειρόγραφον;» 7 Οὕτως οὖν οὗτος ὁ Παῦλος ὅ ποτε διώκτης νῦν εὐαγγελιστής, ὅ ποτε πειρατὴς νῦν κυβερνήτης, ὅ ποτε λύκος νῦν ποιμήν, ὅ ποτε μόλιβδος νῦν χρυσίον, ὅ ποτε βλάσφημος νῦν εὐφημῶν καὶ ὑπὸ πάντων εὐφημούμενος, οὗτος ἐν διδασκάλοις ἔξαρχος, ἐν θεοφόροις ἐξαίρετος, ἐν προφήταις τρανός, ἐν ἀποστόλοις σοφώτερος, ἐν ἀθληταῖς ἄτρωτος, τῶν τῆς ἀληθείας κηρύκων ἐνδοξότερος, τῶν τῆς εὐσεβείας στρατιωτῶν δυνατώτερος.
Τίς γὰρ «τρὶς ἐρραβδίσθη» καὶ τέταρτον ηὔχετο; Τίς «πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν ὑπὸ τῶν Ἰουδαίων», ὡς ἐκεῖνος σεμνύνεται; Τίς «πεποιηκὼς ἐν τῷ βυθῷ νυχθήμερον» ἀντὶ νυμφικοῦ λουτροῦ προφέρει τὸ ναυάγιον, «ὁδοιπορίαις πολλάκις» ἀλλὰ πάσας ἐπικερδεῖς ἑκάστην πολυκερδῆ κτισάμενος; Τίς «κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ποταμῶν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις», καὶ τῆς ὑπομονῆς τὸν πλοῦτον οὐκ ἐσκόρπισεν; Τίς ὅλων τῶν ἐκκλησιῶν περιφέρει τὴν μέριμναν, τῶν φορτίων δὲ τὴν πεῖραν οὐ στενοῖ οὐδὲ τοὺς ὤμους βαρεῖ οὐδὲ τὰ νῶτα κάμπτεται; Τίς ἄρα τοσοῦτον μὲν τὴν ἁμαρτίαν βδελύττεται, σπλάγχνα δὲ περὶ τοὺς ἁμαρτωλοὺς τοιαῦτα κέκτηται; Οὐδείς· πρεσβεύει γὰρ πάντοτε τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On the Holy Martyrs, Fragment (Homily 17)In sanctos martyres, fragmentum (hom. 17)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In sanctos martyres (fragmentum) (homilia 17) [Dub.] ̔Ησυχίου, ἀπὸ ἐγκωμίων εἰς μάρτυρας. 1 Ὑμεῖς οὖν, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, τὸν πολυανθῆ κῆπον εἰσελθόντες τοῦ Πνεύματος προθύμως ἐκεῖθεν τὰς ἀρετὰς τρυγήσατε, μὴ μίαν ἀλλὰ πολλάς, μᾶλλον δὲ μὴ πολλὰς ἀλλὰ πάσας· ἀρετὴ γὰρ ἀρετῆς χρῄζει, ἐπειδὴ καὶ πτεροῦ πτερὸν καὶ τροχοῦ τροχὸς καὶ βαθμὸς βαθμίδος καὶ κώπη κώπης καὶ πηδαλίου πηδάλιον. Ἐὰν μὴ ζεύξῃς λίθῳ λίθον, ὁ πύργος εἰς ὕψος οὐκ ἐγήγερται· τὸν αὐτὸν δὴ τρόπον, ἐὰν μὴ νόμον ἐπὶ νόμον κατορθώσωμεν, τὸν οὐρανὸν οὐ φθάνομεν· ἐὰν μὴ συνάψῃς ἐντολὴν ἐντολῇ, ἀτελὴς ὁ δρόμος. Καὶ πῶς ἐπιβάλλεσθαι τοῦ στεφάνου δυνάμεθα; Καλὸν ἡ νηστεία, ἀλλὰ χωρὶς προσευχῆς οὐκ ἐπιπατεῖ δαίμοσιν· «Τοῦτο γάρ», φησίν, «τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ ἐν νηστείᾳ καὶ προσευχῇ.» Καὶ καλὸν μὲν ἡ προσευχή, ἀλλὰ χωρὶς ἐλεημοσύνης εἰς οὐρανὸν ἀναβῆναι οὐ δύναται· ἀκήκοας γὰρ τοῦ ἀγγέλου πρὸς τὸν Κορνήλιον λέγοντος· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.» Οὐκοῦν ἡ ἐλεημοσύνη τὴν προσευχὴν εἰς οὐρανὸν ἐβάστασεν.
Θαυμαστὴ μὲν οὖν ἡ ἐλεημοσύνη, ἀλλὰ χωρὶς πίστεως ἁμαρτημάτων οὐκ ἐργάζεται λύτρωσιν· «Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Ζηλωτὸν ἡ πραότης, ἀλλὰ χωρὶς τῆς ταπεινώσεως βασιλικὸν ἀποτελέσαι χαρακτῆρα οὐ δύναται· «Μάθετε γὰρ ἀπ' ἐμοῦ, φησίν, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Καλὸν ἡ πίστις ὡς καὶ τὸ βραχύτατον αὐτῆς ὄρη δύνασθαι μεθιστᾶν, ἀλλὰ χωρὶς ἀγάπης εἰκαία καὶ περιττὴ καθέστηκεν· «Κἂν ἔχω γὰρ πίστιν», φησίν, «ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.» Σπουδάσωμεν οὖν, ἀγαπητοί, τὰς ἀρετὰς ταύτας μετελθεῖν, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας καταξιωθῶμεν. Μὴ ἴσθι, ἀγαπητέ, περὶ μὲν τὴν πίστιν σπουδαῖος, περὶ δὲ τὴν σπουδὴν ὀκνηρότερος, μὴ περὶ μὲν τὰς γραφὰς φιλόπονος, περὶ δὲ τὰ ἤθη ἀφιλόσοφος· πλουτεῖν γὰρ δεῖ ἐν ἔργοις ἀγαθοῖς, ἐν λόγῳ, ἐν σοφίᾳ, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν ἀνδρείᾳ, ἐν εὐσεβείᾳ, ἐν φρονήσει καὶ ὁσιότητι· ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης κολάζει τοὺς μετιόντας αὐτήν, οὕτως ἡ ἀρετὴ τοὺς ἐργαζομένους αὐτὴν καὶ πρὸ τῆς βασιλείας παρασκευάζει τρυφᾶν.

On Saint Andrew (Homily 7)In sanctum Andream (hom. 7)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In sanctum Andream (homilia 7) Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν ἀπόστολον. 1 Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, σάλπιγξ ἣν ἐχάλκευσεν ὁ Χριστὸς σφύρᾳ τῷ σταυρῷ, ἄκμονι τῷ εὐαγγελίῳ, πυρὶ τῷ πνεύματι, ἀσκοῖς εἰπεῖν θαρρῶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ χαλκευσάμενος, σάλπιγξ ἣν εἰπεῖν οὐκ ἄτοπον, προφητικόν τε ὁμοῦ καὶ ψαλμικὸν αὐτῇ δανεισάμενος ἐγκώμιον· «Σαλπίσατε». Πᾶσι γὰρ Ἀνδρέας τῆς χάριτος μεταδίδωσι, πᾶσιν δανείζει τὴν χορηγίαν τοῦ Πνεύματος, πάντας εἰς τὸν ἀγῶνα στρατολογεῖ ὁ πρὸ πάντων κληθεὶς μετὰ πάντων στεφανωθῆναι βου λόμενος. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος ἄξια τοῦ Χριστοῦ τὰ μυστήρια πάσῃ διαδοθῆναι τῇ γῇ, πᾶσιν ὀφείλονται κηρυ χθῆναι τοῖς ἔθνεσιν. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος νοητῆς τεκμήριον ἡ πανήγυρις· πολέμου γὰρ χρεία καὶ μάχης, ἀγῶνος καὶ πάλης, ὅπλων δεξιῶν καὶ ἀριστερῶν εἰς τὴν τοῦ προκειμένου κατόρθωσιν. «Σαλπίσατε», ἵνα τῇ φωνῇ τὸν ἐχθρὸν καταλάβητε καὶ τῆς νοητῆς Ἰεριχὼ τὰ τείχη καταστρέψητε. Ὁ ἦχος εἰς ὦτα κωφῶν εἰσέλθοι, ἐκ νεκρῶν ἐγείροι τοὺς ἴσα θανάτῳ τὸν βαρὺν ὕπνον τῆς ἁμαρτίας καθεύδοντας. «Σαλπίσατε ἐν νεομη νίᾳ σάλπιγγι»· νῦν γὰρ ὁ βίος ἡμῶν νεομηνία γέγονεν, τὸ γῆ ρας ἀπέθετο, τὰς ῥυτίδας ἀπέσμηξεν, νέος ἐκ παλαιοῦ διὰ τὸν ἐγκαινισμὸν τοῦ μυστηρίου γεγένηται «ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν». Τί γὰρ τῆς παρούσης ἑορτῆς εὐσημότερον ἐν ᾗ πάντα τὰ ἔθνη κροτήσει χεῖρας; Πᾶσα ἡ γῆ πρὸς εὐωχίαν συνάγεται, βασιλεῖς τιμῆσαι τὸν ἁλιέα συντρέχουσιν, οἱ ζῶντες τροφὴν αἰ τοῦσιν τὸν εἶναι δοκοῦντα νεκρόν, οἱ σοφοὶ πρὸς τὸν ἀγράμματον ὡς πρὸς διδάσκαλον σπεύδουσιν· κοινὸν τοῦ κόσμου τὸ τοῦ πτω χοῦ δεῖπνον, κοινὴ πρὸς πάσας τὰς πόλεις ἡ πανήγυρις. 2 Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, Ἀν δρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ πρωτοπαγὴς τῆς ἐκκλησίας στῦλος, ὁ πρὸ Πέτρου Πέτρος, ὁ τοῦ θεμελίου θεμέλιος, ὁ τῆς ἀπαρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν σφραγισθῆναι σφραγίζων, ὁ πρὶν προσαχθῆναι προσάγων, εὐαγ γέλιον κηρύττων ὃ μηδέπω πεπίστευται, θύραν ἀνοίγων ἣν τέως οὐκ ἦν εἰσελθών, πρὶν μαθεῖν ἀποκαλύπτων τὴν ζωήν, ἄρτον ἐπαγ γελλόμενος ὅσον μετὰ χεῖρας οὐκ ἔλαβεν. Μὴ γάρ τι μέγα ἢ μικρὸν τῶν εἰς μάθησιν ἀκηκοὼς ἐτύγχανεν; «Ποῦ μένεις;» αὐτὸς τῷ Ἰησοῦ ἔλεγεν. Ὁ δέ· «Ἔρχεσθε καὶ ὄψεσθε.» Καὶτί τοιοῦτον ἡ λέξις εἶχεν οἷον Ἀνδρέας προλαμβάνει καὶ φθέγ γεται; Μὴ γὰρ τὴν ἑαυτοῦ δόξαν ἐν τούτοις ὁ Χριστὸς ἀπεκάλυ ψεν; Μὴ ὅσης ἂν εἶχεν δυνάμεως ἑαυτὸν ἔδειξεν; Μὴ δημιουρ γὸν ἑαυτὸν καὶ ποιητὴν ἀπήγγειλεν; Μὴ χωλῶν ἔταξε δρόμον; Μὴ τυφλῶν ἀνῆψεν ὀφθαλμούς; Μὴ ὑπὲρ φύσιν ἠνάγκασεν; Πό θεν σοι τοίνυν τοιαῦτα περὶ αὐτοῦ λέγειν; Πῶς γέγονας προφή της, πῶς θεοφόρος ἀθρόον; Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς; Τί φθάσαι σπεύδεις ὃν οὐ δύνῃ φθάσαι; Ἀλλ' Ἰωάννης, ἐρεῖς,πρὸς τούτους σε τοὺς λόγους ἐκίνησεν. Καὶ μὴν ταῦτα μόνα σου παρόντος ἐφθέγξατο· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Σὺ δὲ ἀμνὸν ἀκούσας εὐαγγελίζει θεόν, ἀφῆκας τὰ κάτω καὶ τὰ ἄνω πολυπραγμονεῖς, εἴασας τὴν λί μνην καὶ τὸ δίκτυον εἰς τὸν οὐρανὸν ἔπεμψας· μὴ γὰρ ταῦτα σαγήνη θηρᾶν οἶδεν, μὴ κάλαμος ἁλιευτικὸς ἕλκει; Σοῦ τῆς χει ρὸς ἡ γῆ καὶ ὁ οὐρανὸς κρέμαται. Τί λέγεις· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν»; Ποῦ γὰρ αὐτὸν καὶ πῶς καὶ πότε ἀπώλεσας; Εὑρίσκει τις τὸ ἀπολωλός· ὁ δὲ πάντας σῴζων πῶς ἀπολέσθαι δύναται; Ὁ
πανταχοῦ παρὼν πῶς εὑρε θῆναι δύναται ἢ λέγεται; Ἀλλὰ γὰρ οἶδεν ὁ Ἀνδρέας ὃ λέγει· Εὑρήκαμεν ὃν ἀπώλεσεν ὁ Ἀδάμ, ὃν ἐζημιώθη ἡ Εὔα, ὃν ἡ νεφέλη τῆς ἁμαρτίας ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων ἔκρυψεν, ὃν ἐχώρισεν ἡ παρακοὴ καὶ μακρὰν ἐγγὺς ὄντα καὶ παρόντα νομισθῆναι πεποίηκεν. Εὑρήκαμεν ὃν ἐκζητῆσαι καὶ Δαυὶδ ἐσε μνύνετο· «Ἐν ἡμέρᾳ», φησίν, «θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα.» Ἀλλὰ καὶ Σοφονίας βοᾷ· «Ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς»· εὑρεθεὶς γὰρ τοὺς ταπεινοὺς ἀνυψοῖ, ἐγείρει τῆς γῆς, ἀπαλλάττει τῆς φθορᾶς, τῶν ὑψηλῶν ὑψηλοτέρους δείκνυσιν. 3 Εὗρεν οὗ τὴν εὕρεσιν ἡμῖν προφήτης ἄριστος Ὡσηὲ διελέ γετο· «Ἐν ἡμέρᾳ θλίψεως αὐτῶν, ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν καὶ ἰάσατο ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς· ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστη σόμεθα ἐναντίον αὐτοῦ, καὶ διώξομεν τοῦ γνῶναι τὸν κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήκαμεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώ ϊμος καὶ ὄψιμος τῇ γῇ.» Ἐνταῦθά μοι κάλει τὸν Ἰουδαῖον εἰς κρίσιν, εἰς δικαστήριον ἄγαγε τὸν ἀγνώμονα. Ἀνάγνωθι τὸν προφήτην καὶ τὴν βίβλον περίπτυξον. Προφερέσθω κατ' αὐτοῦ τὰ παρ' αὐτοῦ· παρ' αὐτῷ γὰρ γέγραπται, εἰ καὶ παρ' ἐμοὶ πέ πρακται. Λέγω τοίνυν τὴν ἑρμηνείαν τῶν προφητικῶν. Σύστηθί πως ἐπὶ σοὶ πῶς καὶ πότε γεγένηται· ὅτι μὲν γὰρ ἐπατάχθητε, καὶ ὑμεῖς ὁμολογεῖτε καὶ ἡμεῖς αἰσθανόμεθα· ἀλλ' οὐ βλέπω σου θεραπείαν, οὐ θεωρῶ τὴν ἴασιν. Τοὐναντίον δὲ τὸ τραῦμα ἐν φλεγμονῇ, ἡ νόσος χαλεπωτέρα γέγονεν, ἡ ἀρρωστία ἀπογνωσ θεῖσα πρὸς θάνατον ἔδραμεν. Ἐπειδὴ τοίνυν οὐκ ἔχεις τῆς προ φητείας παρασχεῖν τὴν ἀπόδειξιν, ἐγὼ καὶ τὸν λόγον τὸν προφη τικὸν ἑρμηνεύσω· τὸν καιρὸν παριστῶ καὶ τὸν τόπον ἐπιδείκνυμι καὶ πᾶσαν καλῶ τὴν κτίσιν, οὐ τοῖς ἐμοῖς ῥήμασιν ἀλλὰ τοῖς θείοις μαρτυρῆσαι δεσποτικοῖς θαύμασι. 4 Πέπαικε τοίνυν ἡμᾶς ὁ θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον, ὅτε τὸν ἄρτον ἡμᾶς ἐσθίειν ἐν ἱδρῶτι τοῦ προσώπου κατέκρινεν, ὅτε τὴν γῆν ἡμῖν ἀνατέλλειν ἀκάνθας καὶ τριβό λους ἐκέλευσεν, ὅταν διὰ τοῦ πρωτοπλάστου ὅλον τὸ γένος <ἐκ> «τοῦ παραδείσου τῆς τρυφῆς» ἐξέβαλεν. Ἀλλὰ παίσας ἰάσατο καὶ πατάξας ἐμότωσεν. Πῶς καὶ τίνα τρόπον; Ἄκουε τοῦ Ἠσαΐου λέγοντος· «Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώ λωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν», ὥστε οὐδὲν τῶν εἰρημένων τῷ προφήτῃ διέψευσται. Δείξει γὰρ τὰ ἐχόμενα μάλιστα· «Πα τάξει ἡμᾶς καὶ ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα.» Ἆρα μέμνησαι τὸν καιρὸν ἐν ᾧ τὸν Χριστὸν ἐσταύρωσας, ἐν ᾧ τὴν ζωὴν ἐπὶ ξύλου θεωρῶν κρεμαμέ νην οὐκ ἐπίστευσας; Ἐπιγινώσκεις τὸ παρὰ σοῦ πραχθὲν δρᾶμα καὶ τὰ τοῦ δράματος θαύματα, ὅτε γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ὡς ἐπὶ γάμον ἀνήγετο. Ἁμαρτίαν γὰρ οὐκ ἔχων, ἱμάτιον οὐκ ἔχρῃζεν· ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφειλεν· οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ τὰ εὐσχήμονα δείκνυσιν. Ἡ κτίσις δ' ὅμως τοῦ δεσποτικοῦ κάλλους τὰς ἀστραπὰς οὐκ ἔφερεν, ἀλλὰ φῶς ἐνίκα τὸ φῶς, ἥλιος ἡλίῳ παρεχώρει, ὁ αἰσθητὸς τῷ νοητῷ, ὁ τρέχων τῷ πανταχοῦ ὄντι, ὁ ἐν τόπῳ τῷ ὑπὲρ τόπον, ὁ δύνων τῷ μὴ δύνοντι, ὁ τὴν νύκτα κινῶν τῷ θεμένῳ τὰ τῆς νυκτὸς καὶ τῆς ἡμέρας ὅρια. Ἦν δὲ τότε νύξ· τὸ γὰρ σκότος πᾶσαν κατέσχε τὴν γῆν, ἀλλ' ἡμέρα πάλιν ἀπὸ ἐνάτης ὥρας μέχρι ἑσπέρας ἔδραμεν, καὶ πάλιν τῇ ἡμέρᾳ νὺξ κατὰ τὸν νόμον τὸν ἐπ' αὐτῆς ἠκολούθησεν, καὶ πάλιν ἡμέρα τὴν νύκτα διαδέχεται. Ὁ δὲ ἡμερῶν δύο δρόμος κατὰ τάξιν γεγένηται, καὶ πέρας ἔσχεν ὁ τῆς προφητείας ὅρος· «Ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας.» 5 Πέρας τότε καὶ τὸ ἑξῆς ἐλάμβανεν· «Ἐν τῇ ἡμέρᾳ τῇ τρί τῃ», φησίν, «ἀναστησόμεθα.» Ἀνέστη γὰρ ὁ Χριστὸς καὶ ἡμεῖς συνανέστημεν. Ἀνῆλθεν ἐκ τῶν νεκρῶν ὁ τῶν νεκρῶν ἐλευ θερωτὴς καὶ τὸ γένος ἀνεβίου τὸ ἡμέτερον, ἐπειδὴ δὲ
καθ' ἅ φη σιν ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Μάρ τυς δὲ ὁ τάφος οὗτος, ἡ τῶν ζώντων χαρά, ἡ τῶν νεκρῶν παρά κλησις. Μάρτυς ὁ λίθος οὗτος ὁ κυλισθεὶς καὶ κυλίσας ὅλα τὰ τῶν δαιμόνων εἴδωλα, οὐ μόνον δὲ κυλίσας, ἀλλὰ καὶ συντρίψας καὶ λεπτύνας καὶ τῷ πτύῳ λικμήσας τοῦ σταυροῦ καὶ <ἀπὸ> τῆς γῆς «ἐκφυσήσας ὥσπερ χοῦν ἀφ' ἅλωνος καὶ ὥσπερ ἀπὸ καπνοδόχης ἀτμίδα» καὶ τῇ ῥιπῇ καὶ τῷ ῥοίζῳ τοῦ πνεύματος. Μάρτυρες αἱ γυναῖκες αὐταὶ ἀντὶ τῶν ποτε γυναικῶν ἡμέρας ἑκάστης καὶ νυκτὸς αἰσθητὰ καὶ νοητὰ μύρα τῷ νυμφίῳ εἰσφέρουσαι. Μάρτυς ὁ λευχείμων ἱερεὺς ὁ τῆς ἐκκλησίας ἄγγελος βοῶν πρὸς αὐτάς· «Μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυ ρωμένον ζητεῖτε.» Ἀλλὰ τὴν ὥραν ἐπιζητεῖς; Φησὶ γάρ· «ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Λουκᾶς σοι καὶ τοῦτο ἀπαγγεῖλαι δυνήσεται· «Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βα θέως ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τῆς θύρας τοῦ μνημείου· εἰσελ θοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστη σαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομέ νων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· "Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;"3 Τί λογί ζεσθε περὶ τῆς ζωῆς τὰ τῆς ζωῆς ἀλλότρια; Ὁ παρ' ὑμῶν ὧδε ζητούμενος ἐν οὐρανοῖς καθέζεται, ὁ ἐνταῦθα ψηλαφώμενος ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται, ὁ γενόμενος νεκρὸς ἵνα νεκρῶν καὶ ζώντων κυριεύσῃ τὴν ζωὴν οὐ κατέλιπεν· αὐτὸς γὰρ πᾶσι δανείζει τὴν ζωήν, ἐξ αὐτοῦ πᾶσα ἡ φύσις ἐμπνεῖται, ἐν αὐτῷ κινεῖται τὰ κινούμενα, τὰ συνεστῶτα συνίσταται, ἐνερ γεῖ τὰ ἐνεργούμενα.» Ἐκεῖθεν αἱ γυναῖκες ἐξελθοῦσαι τῷ Ἰησοῦ συνήντησαν, καὶ τὸν ὄρθρον εἶδον ὡς ὄρθρον, καὶ εἶπον πρὸς αὐ τὸν ὅπερ ὁ Δαυὶδ ἐν προφητείαις ἔψαλλεν· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Εἰ δὲ λέγεις· «Αἱ μὲν γυ ναῖκες εὗρον, οὐχ εὗρον δὲ οἱ ἀπόστολοι», καὶ «Πῶς ἐστι κέρδος κοινόν; Πῶς τὸ εὑρεθὲν ὅλης τῆς φύσεως γίνεται σωτηρία;» περιττὸν ζητεῖς, μάτην ἐγκαλεῖς. Εὗρον γὰρ αἱ γυναῖκες ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν πρότερον. Εὗρεν τὸ κέρδος ἡ παρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. Πλὴν ἀνάγνωθι τῆς προφητείας τὰ λεί ποντα· «Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ταῦτα σαφῶς κατὰ λέξιν πεπλήρωται. Οὐ χρῄζει θεωρίας ὁ λόγος, ἀλληγορεῖν οὐ δεόμεθα τοῦ προφήτου τὴν ἔννοιαν· «Ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ὅρα τοίνυν αὐτὸν πρώϊμον ταῖς γυναιξίν, ὄψιμον δὲ τοῖς ἀποστόλοις φαινόμενον· πρωῒ μὲν γὰρ ἐνταῦθα ταῖς γυ ναιξὶν «Χαίρετε», ὀψὲ δὲ ἐν τῇ Σιὼν «Εἰρήνην» τοῖς μαθηταῖς προσεφώνησεν· «Χαίρετε» ταῖς γυναιξὶν ἵνα λύσῃ τῆς λύπης τὴν ἀπόφασιν, «Εἰρήνην» τοῖς μαθηταῖς, ἵνα καταλύσῃ τὴν ἔχθραν ἣν ὁ δράκων ἐφύτευσεν. Διὸ πρὸς αὐτοὺς μετὰ ταύτης τῆς διαστολῆς ἔλεγεν· «Εἰρήνη ὑμῖν· τῷ γὰρ διαβόλῳ ὁ πό λεμος, ἡ πρὸς ἐκεῖνον ἔχθρα μένει· δεῖ γὰρ αὐτοῦ συντριβῆναι τὸ κέρας, δεῖ αὐτοῦ τὸν ἰὸν ἐκχυθῆναι, δεῖ πατηθῆναι αὐτοῦ τὸ κέντρον. Νῦν ὅπλα χαλκεύσω οἷς κατ' αὐτοῦ συγκροτηθήσεται πόλεμος.» 6 Οὐ μάτην τοίνυν ὁ Ἀνδρέας τῷ Πέτρῳ ἀπήγγειλεν· «Εὑ ρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν», ἐπειδὴ καὶ ὁ θεὸς τοιαῦτα διὰ τῆς Ἠσαΐου προφητείας ἐφθέγγετο· «Ἐὰν ἐπιζητήσῃς, ζήτει καὶ παρ' ἐμοὶ οἴκει.» Ὅθεν τὸν Χριστὸν ὁ Ἀνδρέας ἐπερωτᾶν ἐτόλμησεν· «Οἶδα γὰρ ὡς οἰκίαν ἐπὶ τῆς γῆς οὐκ ἔχεις, οὐκ οἰκοδομεῖς ἐν τῇ φθορᾷ, οὐ σκηνοποιεῖς ἐν πλίνθῳ. "Ποῦ μένεις;"3 ἵνα θυρωρὸς τῆς αὐλῆς τῆς δεσποτικῆς γένωμαι. "Ἐξελεξάμην γὰρ παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν."3 "Ποῦ μένεις;"3 Ἐὰν μάθω, τῆς θύρας οὐκ ἀφίσταμαι.» Ἀλλ' αὕτη μὲν ἡ τῆς ἐκκλησίας νῦν
ἐκ τῶν εὐαγγελίων παρατεθεῖσα τρά πεζα· ἐγὼ δὲ αὐτῆς τὰ ὄψα ὡς οἰκέτης μόνον παρέθηκα, διόπερ ἐφ' ἑτέραν, εἴπερ ὑμῖν δοκεῖ, μεταβήσομαι τράπεζαν. Ἀνδρέαν ἡ κλῆσις στεφανοῖ· δείκνυσι τῷ στρατιώτῃ τὴν ἐκλογήν. Παρέ στησεν τοῦ ἀμπελουργοῦ τὴν ἀξίαν ἡ μίσθωσις ἣν οὕτως ἡμῖν ὁ Μαθθαῖος παρέθετο· «Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» «Ἀπὸ τότε.» Πότε; –Ἀφ' οὗ τὸν Ἰορδάνην ἡγίασεν καὶ τοῦβαπτίσματος τὴν δωρεὰν ἐφύτευσεν καὶ τὴν κεφαλὴν τῶν δρακόν των συνέτριψεν ἐν τοῖς ὕδασιν καὶ τοῦ πνεύματος τὴν δωρεὰν ἐξ οὐρανοῦ κατήγαγεν, ἤνοιξεν ὁδὸν ζωῆς, τῆς σωτηρίας τὴν πύ λην ἀνεπέτασεν· «Ἀπὸ τότε κηρύττειν ἤρξατο καὶ λέγειν· Μετα νοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἦλθεν γὰρ ὁ δανειστὴς ὁ πᾶσιν ἀπαλείφων τὰ ἐγκλήματα· ὁ ἄφθονος βα σιλεὺς ἐπεδήμησεν· πάρεστιν ὁ δικαστὴς τῆς φυλακῆς τοὺς ὑπευ θύνους ἐλευθερῶν, ὁ λύων τοὺς κλοιούς, ὁ ἀπαλείφων πᾶσιν ἐγ κλήματα, «ὁ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν, ὁ βαρύνων τὰ ὦτα αὐτοῦ ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος.» «Με τανοεῖτε»· πλύνατε τῷ λόγῳ τὰς πράξεις, γλώσσῃ τὸ στόμα ἀποσμήξατε, εὐχῇ τὸν βίον καθάρατε, προσενέγκατε θυσίαν ἥτις πολλῶν ἄρχει. «Μετανοεῖτε»· οὐκοῦν ὁ μετανοῶν οὐ μόνον τῶν δεινῶν ἀπαλλάττεται ἀλλὰ καὶ τῶν ἀγαθῶν κληρονομίαν δέχεται, οὐ μόνον κακίας ἐλεύθερος ἀλλὰ καὶ γεωργὸς δικαιοσύ νης γίνεται. «Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρα νῶν.» Οἱ δυνατοὶ βιάσασθε, οἱ ἀσθενεῖς δυναμώθητε, οἱ χωλοὶ τρέχετε καὶ οἱ τρέχοντες σπεύσατε καὶ οἱ σπεύδοντες ἑαυτοῖς μὴ θαρρήσητε, ἀλλὰ τῷ θεῷ τῷ τὸν δρόμον ἰθύνοντι· «Οὐ γὰρ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.» «Μετανοεῖτε»· οὐκ ἔστι γὰρ κακία νικῶσα τὴν μετάνοιαν, οὐκ ἔστιν ἰὸς ὅστις δύναται τούτου τοῦ μέλιτος ἀποσβέσαι τὴν δύνα μιν· πᾶσιν ὁ διάβολος παλαίει καὶ πᾶσιν ἀνθίσταται καὶ πᾶσιν μάχεται· πρὸς μόνην οὐ τολμᾷ παλαῖσαι τὴν μετάνοιαν· αὐτὴ γὰρ αὐτοῦ ἐκ τῶν φαρύγγων ἐκβάλλει τὸ πρόβατον, ἐξ αὐτῆς ἀπο σπᾷ τῆς χειρὸς τοῦ τυράννου τὸν αἰχμάλωτον. 7 «Καὶ περιπατῶν ὁ Ἰησοῦς εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀν δρέαν τὸν ἀδελφὸν αὐτοῦ.» Πολλοὺς ἰδὼν παρεῖδεν, ἐπειδὴ τῶν δεσποτικῶν ὀφθαλμῶν ἦσαν ἀνάξιοι. «Εἶδεν δύο ἀδελφούς», οὐ σώματι μόνον ἀλλὰ καὶ τὴν ψυχήν, τὴν φύσιν καὶ τὴν χάριν, τὴν πολιτείαν καὶ τὴν συγγένειαν. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον», οὐ τὸν κληθησόμενον· περὶ γὰρ τῆς κλήσεως ἠξιωμένος ἐτύγχανεν. Ἤδει γὰρ ὅτι ὁ Χριστὸς πρὸς αὐτὸν εἰρηκὼς ἦν· «Σὺ εἶ Σίμων, σὺ κληθήσῃ Κηφᾶς ὁ λεγόμε νος Πέτρος.» Ἰδοὺ πρὸ τῆς ὁμολογίας τὸν μισθὸν ἔχεις καὶ πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα τὸ δηνάριον ἔλαβες, πρὶν ἀνάψῃς τὸν βωμὸν τὴν θυσίαν προσδέδεξαι, πρὶν κηρύξῃς ἐστεφανώθης, πρὶν εὐαγγελίσῃ τὸ τῆς θεολογίας σοι βραβεῖον ὑπήντησεν. Αἴτιος δὲ αὐτοῦ τούτου ὁ Ἀνδρέας ἐγένετο καὶ τούτου χάριν ὁ Μαθθαῖος προσέθηκεν· «Καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», καίτοι ἦν ἅπαξ εἰρηκώς· «Εἶδεν δύο ἀδελφούς», ἀλλ' ὅμως ἰδοὺ νῦν ἀνα λαμβάνει καὶ δεύτερον, εὐεργέτην κηρύξαι τὸν Ἀνδρέαν τοῦ Πέτρου βουλόμενος. Διὰ τοῦτό φησιν· «Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», τὸν πληρώσαντα τὴν ἐντολὴν ἣν ἐν Παροιμίαις ὁ Σολομὼν προϋπέγραψεν· «Ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι», ἐν τοῖς ἄγαν συμφέρουσιν, ἐν τοῖς λίαν σπουδαίοις, ἐν τοῖς σφόδρα κατεπείγουσιν· τοῦτο γὰρ ὡς ἀναγκαίας καὶ ἀπαραιτήτους αἰτίας ἡ σοφία ἐκάλεσεν· «Ἀδελ φοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι.» Οὐ τοίνυν παρεῖδεν ὁ Ἀνδρέας τὸν Πέτρον κατεπειγούσης τῆς κλήσεως· ἀκήκοας γὰρ ὅπως πρὸς αὐτὸν ἔλεγεν· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγό μενον Χριστόν.» Δράμε, Πέτρε, φησίν, πρὶν προλάβωσι Πέ τροι, πρὶν ἄλλοι τῶν πρωτείων ἐπιλάβωνται· οὗτος γὰρ ὅθεν θέλει στρατολογεῖ, οὗτός ἐστιν ὁ ἀπὸ «τῶν
ὁδῶν καὶ φραγμῶν» ἀθροίζων, ὁ πόρνους καὶ τελῶνας σφραγίζων. Ἔνθα ἂν ῥίψῃ τὸν σπόρον, ἐκεῖ ἡ γῆ καρποφορεῖ, ὅπου τὸ κλῆμα φυτεύσει ἡ ἄμπελος παραχρῆμα ἀνέρχεται, ἔνθα ἂν ῥίψῃ τὸ δίκτυον, πλῆρες ἰχθύων εὑρίσκεται. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.» Θαύμασον τοῦ Χριστοῦ τὴν φιλοτιμίαν ὅτι τοὺς πτωχοὺς καὶ ἀπαιδεύτους καὶ ἀγραμ μάτους καὶ ἁλιεῖς ἐκλέλεκται. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ' ὑπουργῶν· οὐδεὶς γὰρ αὐτῇ παρέχει, παρ' αὐτῆς δὲ πάντες τὰ πάντα λαμβάνομεν· οὐδεὶς γὰρ δανείζει τῷ πλουσίῳ, πάντες γὰρ παρ' αὐτοῦ δανειζόμεθα. Τί τοίνυν χρεία σοφῶν ἔσται ἐν τῷ κηρύγματι; Δεῖ γὰρ γενέσθαι μωρὸν τὸν τῆς ἀληθοῦς σοφίας μεταλαμβάνειν μέλλοντα. 8 Θαύμασον τοῦ Χριστοῦ τὴν σοφίαν καὶ τῶν ἀποστόλων τὴν ἐκλογὴν μακάρισον. Οἷα ἀνθ' οἵων ἠλλάξαντο; Δηλοῖ γὰρ τὰ ἐχόμενα τοῦ λέγειν αὐτοῖς· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Τῶν ἀρχαίων ἁπάντων ἐπιλάθεσθε, ἀρνήσασθε τοὺς γονεῖς τῆς σαρκὸς ἵνα τὸν πατέρα τὸν ἀληθινὸν ἀπολάβητε. Μικρὸς ὑμῖν ὁ κόσμος ἔστω ὅλος, πρὸς τὸν ποιητὴν τὸν ἑαυτοῦ κρινόμενος. «Δεῦτε ὀπίσω μου»· πρὸς γὰρ ζωὴν ὑμᾶς ἀνάγω, πρὸς τὸ φῶς χειραγωγῶ. «Δεῦτε ὀπίσω μου», ἵνα πατριάρχας προλάβητε, ἵνα πρὸ τῶν προφητῶν τὸν κλῆρον ὑποδέξησθε· καὶ ἔσχατοι ὄντες γενήσεσθε πρῶτοι, ἵνα οἱ περὶ τὴν ἑνδεκάτην τῶν πρωῒ ἅμα μισθωθέντων ἀνώτεροι γένησθε. «Δεῦτε ὀπίσω μου»· ἐμοὶ γὰρ ἀκολουθοῦντες βίον ἕξετε ἄπονον· χωρὶς γὰρ ἀργυρίου πλουτήσετε, χωρὶς φαρμάκων ἰατροὶ τῆς οἰκουμένης ἔσεσθε, χωρὶς ὅπλων εὑρεθήσεσθε τῶν ἐχθρῶν δυνατώτεροι. «Δεῦτε ὀπίσω μου»· «Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου», «ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια», ἐγὼ πρὸς τὸν Πατέρα χειραγωγῶ, «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν καὶ καταπατεῖν λέοντα καὶ δράκοντα» τοῖς ὀπίσω μου πορευομένοις δίδωμι. «Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.» Μακαρίσαι τοίνυν προσῆκεν τὴν τῶν ἀποστόλων εὐγνωμοσύνην· ὅπερ γὰρ εἶχον ἀφῆκαν, ἣν εἶχον ἀφορμὴν τοῦ βίου ταύτην ὑπερεῖδον. Ὅλος ἦν αὐτοῖς ὁ θησαυρὸς καὶ ὅλος ὁ πλοῦτος τὰ δίκτυα· τὴν γὰρ ζωὴν ἐν σαγήναις εἶχον· ἡ τῶν ἰχθύων ἄγρα τὰς ἐλπίδας τοῦ βίου ἔτρεφεν. Οἱ δὲ ἀφῆκαν καὶ ταῦτα, οὐκ εἶπον πρὸς ἑαυτούς· λήρους ἡμῖν οὗτος καὶ μύθους περιττοὺς διαλέγεται, ἁλιεῖς ἀνθρώπων καταστῆσαι ἐπαγγέλλεται. Καὶ ποῦ τοιοῦτον δί κτυον; Ποῦ σαγήνη τοιαῦτα δυναμένη θηρᾶν; Τίς δὲ λίμνη, τίς δὲ θάλασσα ἀνθρώπους ἡμῖν τοῖς δικτύοις προσφέρουσα; Τί δὲ τὸ κέρδος τῆς θήρας ἔσται; Ποῦ τὴν θήραν μετὰ τὴν θήραν χρησόμεθα; Ἀλλὰ τῷ καλοῦντι προσέχοντες καὶ τῇ πίστει βεβαιωθέντες καὶ τὸν λόγον ἔχειν τι νενοηκότες ἀπόκρυφον, ἠκολούθησαν αὐτῷ· καὶ παραχρῆμα τῆς γῆς ἄνω γεγόνασι καὶ βασιλέων ὤφθησαν ἐνδοξότεροι, ἀγγέλων ὅμοιοι, λειτουργοὶ θεοῦ, σωτηρίας κήρυκες, ἀθανασίας διάκονοι, ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐκλαμπρότεροι· τούτων γὰρ ἡ δόξα οὐχ ὡς ὑπὸ τῶν οὐρανῶν ἀλλ' ὑπὲρ τῶν οὐρανῶν ἐστιν, τὸ φῶς ἔχουσιν ἄσβεστον, τὸν δρόμον ἀκατάπαυστον, τὰς ἀκτῖνας ἀειφανεῖς, ἃς ἡμεῖς ἐλλαμφθῆναι ταῖς ἡμετέραις διανοίαις εὐξώμεθα. Καὶ αὐτὸ τὸ σκότος ἐκφύγωμεν καὶ τοῦ βίου τὴν ἅλμην ἐκκλίνωμεν καὶ τὴν ἄστατον πορευόμενοι θάλασσαν τὸν κλύδωνα τῶν ψυχοφθόρων κυμάτων ἐκφύγωμεν καὶ γενώμεθα Χριστοῦ ἀγραμμάτων ἀποστόλων ἰχθύες τῆς ἄνω σαγήνης, ὄψα τῆς δεσποτικῆς τραπέζης ἣν ὁ βασιλεὺς τῶν βασιλευόντων δειπνεῖ βρῶσιν τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Saint Anthony (Homily 8)In sanctum Antonium (hom. 8)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In sanctum Antonium (homilia 8) Τοῦ μακαριωτάτου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον πατέρα ἡμῶν Ἀντώνιον. 1 Δικαίων μνήμῃ καὶ ὁ κόσμος ἀγάλλεται, δικαίων μνήμῃ καὶ ὁ κόσμος φωτίζεται, δικαίων μνήμῃ καὶ ἡ ἀνθρωπότης σκιρτᾷ, δικαίων μνήμῃ καὶ πᾶς τις ἀκούων ἀγάλλεται. Νῦν Ἀντώνιος μνημονεύεται καὶ πάντες τῇ μνήμῃ φωτιζόμεθα, Ἀντώ νιος ὁ τῶν οὐρανῶν πολίτης, ὁ πάσης ἀρετῆς καθηγητής, ὁ τοὺς ἀσάρκους ἐν σαρκὶ μιμησάμενος, ὁ τῶν ἐκκλησιῶν λύχνος, ὁ τῶν ἱερέων παιδοτρίβης, τὸ τῆς παρθενίας ἄνθος, τὸ τῆς ἁγνείας ἀπαύ γασμα, τῶν ἐν «ὄρεσι καὶ σπηλαίοις» ὁ στέφανος, τὸ τῆς καρ τερίας ὑπόδειγμα, ὁ τῆς ἐγκρατείας ἐργάτης, ὁ ἀήττητος πύκτης, τῶν προφητῶν ἡ στήλη, τῶν ἀποστόλων τὸ ἔσοπτρον, ὁ μετὰ θεοῦ καὶ ἀνθρώπων δυνατός, ὁ μηδὲν ἐπὶ γῆς ἔχων, ὅλος δὲ εἰς οὐρανὸν ὁρῶν, ἄνω τοὺς ὀφθαλμοὺς τείνων καὶ πρὸς ἐκεῖνο τὸ βραβεῖον τὸν δρόμον ἐπειγόμενος.
2 Ὁ πιστὸς ὡς Ἀβραάμ, ὡς ὁ Ἰσαὰκ εὐπειθής, καρτερικὸςὡς ὁ Ἰακώβ, ὡς Ἰωσὴφ σιτοδοτῶν τὴν Αἴγυπτον, θαυμάτων παντοδαπῶν ὡς Μωυσῆς ἡνιοχῶν τῇ διδασκαλίᾳ, ἔψαλλεν ὡς Δαυὶδ καὶ τοὺς δαίμονας ἤλαυνε, ναὸν ἑαυτὸν μείζονα τῷ θεῷ προσήγαγεν, ὡς Δανιὴλ ἐπέταττε τοῖς λέουσιν, ὡς ὁ Βαπτιστὴς ἐκκλησιάζει τὴν ἔρημον, ὡς ὁ Θεολόγος «ἐπὶ τὸ στῆθος τοῦ Ἰη σοῦ» διὰ τῆς εὐαγγελικῆς μελέτης «ἀνακείμενος», «καθ' ἡμέ ραν» ὡς Παῦλος «ἀπέθνῃσκεν». 3 Ἀλλὰ γὰρ καὶ ἡμεῖς ἀντλοῦμεν καὶ ἡ ληνὸς ὑπερβλύζει, οἱ πίθοι γέμουσιν, «ὑπερχεῖται τὰ ὑπολήνια»· ὅσον τρέχομεν, μεῖζον τὸ στάδιον γίνεται· ὅσον ὁ πλοῦς ἀνύεται, τοσοῦτον τῆς θαλάσσης δηλοῦται τὸ ἀμέτρητον. Δεῦρο τοίνυν καὶ ἡμεῖς τὰ τοῦ Παύλου εἴπωμεν· «Ἐπιλείψει με διηγούμενον ὁ χρόνος ἐπὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σα μουὴλ καὶ τῶν προφητῶν»· τούτους γὰρ ἐν αὑτῷ ὁ πατὴρ τῶν συγκροτουμένων θεάτρων ἀνέλαβε· πολλῶν γὰρ χρεία ῥημάτων καὶ ὁδηγὸς ἐγὼ τοῖς πράγμασιν, ἐπειδὴ κάμνει ὁ λόγος τὸ ἔργον ἐξηγούμενος. Ἕτερον σκιᾶς χαρακτήρ, ἕτερον ἀληθείας ἐνέρ γεια. Ἄλλο εἰκὼν καὶ ἄλλο τοῦτο οὗπερ εἰκὼν τυγχάνει τὸ δει κνυόμενον· εἰκονίζουσιν οἱ λόγοι τὸ ἔργον, ἀλλ' οὐχ οὕτως ἡ γλῶσ σα λέγει ὥσπερ ἡ χεὶρ εὐεργετεῖ.
Ἕτερον φωνὴ ῥημάτων, ἕτερον ὀσμὴ κατορθωμάτων· ἐκείνη περὶ τὸν ἀέρα βρίθει, αὕτη φθάνει τὸν οὐρανὸν καὶ τοὺς ἄνω πληροφορεῖ, αὕτη τοῖς ἄνω παρίσταται. 4 «Ἐπιλείψει με, φησί, διηγούμενον ὁ χρόνος.» Εἰ δὲ Παῦ λον ὁ χρόνος ἐπέλιπε τὰ τῶν ἁγίων κατορθώματα λέγοντα, Παῦ λον ἐν ᾧ Χριστὸς ἐλάλει, ἐν ᾧ τὸ πλήρωμα τῆς ἐκκλησίας ἐφίκετο, θησαυρὸς γνώσεως ἀνελλιπὴς ἐκέκρυπτο– μέταλλον ἦν τῆς ἐπιστήμης, ἄνωθεν τὸν νόμον καὶ τοὺς προφήτας ἠρευνᾶτο, γλῶσ σαν εἶχεν ἐν ὅλῳ τῷ κόσμῳ καθάπερ ἐν ἑνὶ θεάτρῳ σαλπίζουσαν–, τί πράξωμεν ἡμεῖς οἱ πτωχοὶ καὶ ἐνδεεῖς; Τί πράξωμεν οἷς ὁ λόγος ἀδίδακτος, οἷς ἀσθενὴς γλῶττα, βραδὺς ὁ νοῦς καὶ ἡ καρδία ἀπαίδευτος, οἳ μήτε τὴν ἔξωθεν γνῶσιν μεμαθήκαμεν, μήτε ἐλαχίστως τὴν ἔνδον γυμναζόμεθα; 5 Οὐκ ἔστι πολιτεία τὴν παρρησίαν ἕλκουσα, οὐδὲ βίος ἀντὶ λόγου φθεγγόμενος. Πόθεν Ἀντωνίῳ τὸν χιτῶνα τῶν ἐπαίνων ὑφάνωμεν; Στεφανούτω νῦν αὐτὸν ἡ τοῦ Δαυὶδ κιθάρα· περὶ αὐτοῦ γὰρ ἐν κεφαλίδι βιβλίου καὶ τῶν ὁσίων αὐτοῦ ἔργων γέ γραπται· «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐν τολαῖς αὐτοῦ θελήσει σφόδρα· δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ»· σπέρμα γὰρ ἐκείνου τὰ πανταχοῦ τῆς Αἰγύπτου, μᾶλ λον δὲ τὰ πάσης τῆς γῆς τῶν ἁγίων συστήματα.
Ἐκεῖνον πατέρα καὶ γεωργὸν νομίζουσιν, ἐκείνου τοῖς τύποις τοὺς ἑαυτῶν βίους ῥυθμίζουσι καὶ τὸν ἀπόντα διὰ τῆς φυλακῆς τῶν νόμων παρεῖναι νομίζουσι. Λόγος εἷς τῶν ἐκ διαδοχῆς παιδευθέντων σῳζόμενος ἱκανὸς πολιτείαν τὴν ἐκ φιλοσοφίας συστήσασθαι. Λεγέτω περὶ αὐτοῦ καὶ Ἠσαΐας ὁ προφήτης· «Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἰερουσαλήμ.» 6 Λεγέσθω περὶ Ἀντωνίου καὶ ταῦτα τῆς Ἰερεμίου προφητείας τὰ ῥήματα· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε καὶ πρὸ τοῦ <σε> ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε»· τὴν γὰρ ἁγιωσύνην ὡς σύντροφον ἐπετήδευε. Κλῆρον ἐκ μήτρας τὴν ἁγίαν ἐκέκτητο ταπείνωσιν καὶ φιλοσοφίας ἀρχὴν τὴν σωφροσύνην τὴν διὰ Χριστοῦ ἔθετο. Δεῦρο καὶ τοῦτον ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐνδύσωμεν τῇ κεφαλῇ τοῦ δικαίου τὸν στέφανον· «Ἄνθρωπος γὰρ ἦν ἐν χώρᾳ τῇ» κατ' Αἴγυπτον, ὄνομα Ἀντώνιος, «ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος» καὶ «ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν.» Ἡλίου ποίου; –Τοῦ τῆς δικαιοσύνης· ἐκείνου γὰρ ἀνατολαὶ ὑπῆρχον οἱ ἀπόστολοι, ὧν τὴν συγγένειαν Ἀντώνιος εἶχε· ἡ περιβολὴ τῆς εὐγενείας τοῦ πνεύματος καλείσθω.
7 Καὶ Σολομών τι περὶ τοῦ δικαίου τούτου καὶ αὐτὸς παροι-μιάσασθαι δύναται· «Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.» Εὕραμεν τοίνυν, εὕραμεν ἡμεῖς τὸν τῷ σοφῷ ζητούμενον, ἀλλ' ὁ μὲν ἔλεγεν ἄνδρα πιστὸν εὑρεῖν, Παῦλος δὲ οὐχ οὕτως. Ἀλλὰ τί φησιν; – «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας», Ἀντώνιον καὶ τοὺς ἐκείνου ζηλωτὰς αἰνιττόμενος· οὗτος γὰρ τὰς βασιλείας τοῦ κόσμου, δόξαν, τιμήν τε καὶ πλοῦτον ὑπερφρονῶν κατεπάλαισεν, «ἐπέτυχεν ἐπαγγελιῶν» τοῦ μέλλοντος, «ἔφραξε στόματα λεόντων» τῶν ἡδο νῶν, «ἔφυγε τὰ στόματα μαχαίρας» τὴν ἔξωθεν σοφίαν, «ἐνεδυναμώθη ἀπὸ ἀσθενείας» τῆς ἀκρατείας, «ἐγενήθη ἰσχυρὸς ἐν πολέμῳ» τῷ πρὸς τὸν διάβολον, «παρεμβολὰς ἔκλινεν ἀλλοτρίων» τῶν δαιμόνων. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν» ὅσαι μητέρες ἁμαρτωλοὺς παῖδας τῷ δικαίῳ προσήνεγκαν.
8 Ἀλλὰ μὴν καὶ «ἐτυμπανίσθη», «ἐν φόνῳ μαχαίρας ἀπέθανε», «δεσμῶν καὶ φυλακῆς» «καὶ μαστίγων πεῖραν ἔλαβεν», «ἐλιθάσθη, ἐπρίσθη»· πολλῶν γὰρ ταῦτα πασχόντων δι' εὐσέβειαν, αὐτὸς πᾶσιν ὡς πατὴρ πάντων συνέπασχε· «περιῆλθεν ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι», ζηλῶν τὸν Ἠλίαν ἐν πραότητι· «ὑστερούμενος» τῇ σαρκὶ καὶ «θλιβόμενος», ὁδὸν γὰρ εἶναι τὰς θλίψεις τῆς τῶν οὐρανῶν βασιλείας ἐγίνωσκε· «κακουχούμενος», ἐπειδὴ μᾶλλον ἐβούλετο «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ» Ἀντώνιος «ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» «Οὐκ ἦν αὐτοῦ ἄξιος ὁ κόσμος»· τοιγαροῦν ἔτι ζῶν ἑαυτὸν εἰς οὐρανὸν μετέστησεν. Ἔπειτα δὲ τὸ πολὺ σῶμα τῶν προφητῶν διέλθωμεν. Χριστὸς ἡ κεφαλὴ σφραγιζέτω τὰ ἐν χερσὶν ἐγκώμια, ἔτι καὶ νῦν λέγων· «ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»· ἔτηκεν γὰρ Ἀντώνιος τὸ σῶμα, ἐχαλίνου τὴν ψυχήν, ἐκόλαζε τὰς ἡδονάς, ἀπείχετο τρυφῆς, ἀφείδετο κόρου, ὕπνῳ τοσοῦτον ὅσον ὠφελεῖν τὴν φύσιν ἐκέχρητο, βδελυκτὴν τῆς πορνείας καὶ τὴν προσηγορίαν ἐνόμιζεν, ὀλίγα τῆς γῆς ἀπήλαυσεν. Ὅλος δὲ εἰς οὐρανὸν ἦν, ὅλος τῆς ἄνω ζωῆς, ζημίαν τὰ ἐνταῦθα ἡγούμενος. Μόναις ἔζη ταῖς ἀρεταῖς, νεκρὸς ὑπάρχων τοῖς πάθεσι. 9 Παίγνιον εἶχε τὸν ἐχθρόν, ἐπὶ τοὺς πόδας αὐτοῦ ὁ διάβολος ἔπιπτεν.
«Ἐπ' ἀσπίδα καὶ βασιλίσκον» τεθαρρηκὼς «ἀνέβαινεν, λέοντα» τὸν νοητὸν «κατεπάτει καὶ δράκοντα.» Κέρδος ἡγεῖτο τοὺς πειρασμούς, τὰς θλίψεις ἐμπορίας. Ἐνόμιζε τὴν χαρὰν ἐν τῷ πενθεῖν τὰς ἁμαρτίας, τὸν πλοῦτον ἐν τῷ πένεσθαι. Πάντα εἶχεν, ἐπειδὴ μηδὲν εἶχεν. Πάντων ἦν κύριος· οὐδενὶ γὰρ ἐδούλευε. Πάντων ὑπερεφρόνει· οὐδενὸς γὰρ ἐδέετο. Οὗ καὶ ἡμεῖς εἰς ζῆλον αὐτοῦ ἔλθωμεν ὅσοι τε ἐν τῇ πανηγύρει αὐτοῦ τῆς ἁγίας μνήμης σήμερον συνεληλύθαμεν, ὅσοι τὸν σεπτὸν αὐτοῦ βίον θαυμάζομεν καὶ ὅσοι ἐκ πίστεως τὴν μακαρίαν αὐτοῦ κοίμησιν ἐπιτελοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Saint Luke (Homily 21)In sanctum Lucam (hom. 21)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In sanctum Lucam (homilia 21) [Dub.] ̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λουκᾶν τὸν ἀπόστολον καὶ εὐαγγελιστήν. 1 Φόβῳ τοῦ σιωπᾶν μὴ ἀνεχόμενος περὶ τῆς παρούσης ἑορτῆς, εἰ καὶ λίαν εἰμὶ ἀμαθὴς τῷ λόγῳ ὁ τάλας ἐγὼ καὶ οὐκ ἀξίως ἔχων τοῦ λέγειν, ὅμως τῷ πόθῳ ἑλκόμενος τὸ χρέος κατὰ δύναμιν ἀπο δίδωμι. Ἐπειδὴ δὲ καὶ λόγων καὶ ἔργων ἅμιλλαν ὁρῶ ἐπὶ τῆς παρούσης πανηγύρεως, τῶν μὲν λόγων βιαζομένων παραστῆσαι τῶν ἔργων τὸ μέγεθος, τῶν δὲ ἔργων πάλιν φιλονεικούντων δι' ὑπερ βολὴν θαυμάτων νικῆσαι τῶν λόγων τὸ τάχος, ὅμως νίκην μᾶλλον βελτίω τὴν τοιαύτην ἡγοῦμαι, εἰ φανείην εἰς ἐπαίνους ἡττώμενος τοῦ μακαρίου Λουκᾶ, ὃς εἰς διδασκαλίαν καὶ θαύματα πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησεν.
2 Τί γὰρ εὐαγγελιστοῦ μεῖζον; Τί δὲ τῆς χάριτος ἐκείνου ἴσον, ὃς τῷ λογισμῷ πᾶσαν τὴν αἰσθητὴν κίνησιν ὑπερβαίνει, ὃς τῇ γλώττῃ τοὺς πατρικοὺς κόλπους ἠρεύνησεν, ὃς γέγονεν τοῦ ἀπορ ρήτου μυστηρίου βροντή; Ἄνθρωπος ὢν τρίπηχυς, πηλῷ συμ πεπλεγμένος, πάθεσι πυκτεύων, ὑποκείμενος νόσοις, συγκεκλη ρωμένος θανάτῳ, εἰς τὸν οὐρανὸν ἀνέβη τοῖς λογισμοῖς, εἶδε τῇ πίστει τὴν ἄναρχον γέννησιν, ἐθεάσατο τὸν Λόγον ἐκ πατρικῶν κόλπων ἀπαθῶς προελθόντα καὶ θεὸν ἐκ θεοῦ γεννηθέντα καὶ εἰς δύο θεοὺς τὴν ἄκτιστον οὐσίαν μὴ μερισθεῖσαν, εἶδε τὴν ἐπὶ θρόνου ὁμοούσιον τριάδα προσκυνουμένην, ἐν ὑποστάσεσι διῃ ρημένην καὶ φύσει ἡνωμένην, οὔτε τῆς τριάδος εἰς ἓν πρόσωπον συγκεκλεισμένης, οὔτε τῆς οὐσίας εἰς ἀριθμὸν ἐκτεινομένης. Καὶ τῶν σεραφὶμ ηὑρέθη τολμηρότερος ὁ εὐαγγελιστής· ἐκεῖνα μὲν γὰρ διὰ τὴν ἀστραπὴν τὴν ὄψιν καλύπτει, οὗτος δὲ διὰ τὴν χάριν τὴν γέννησιν ἐθεολόγησεν.
3 Πάλιν δὲ οὐρανόθεν εἰς γῆν καταβὰς καὶ ἐγκύψας τῷ φρικτῷ σπηλαίῳ, τοῖς τῆς πίστεως ὄμμασιν εἶδε μυστήριον θεοῦ τροπῆς καὶ ἀλλοιώσεως ἀνώτερον, εἶδε παρθένον ἀνύμφευτον μητέρα, εἶδε γαστέρα οὐρανοῦ πλατυτέραν, εἶδε τόκον οὐκ ἀρχὴν θεοῦ ἀλλ' ἐπιφάνειαν, εἶδε βρέφος σαρκωθέντα τὸν δημιουργὸν πάν των τῶν αἰώνων, εἶδε θεὸν ἐν δούλου μορφῇ κενωθέντα, εἶδε φάτνην μυστηρίου κλίνην, εἶδε σπάργανα οἰκουμένης λύτρα, εἶδε σταυρὸν εἰς οὐρανὸν γέφυραν, εἶδε τάφον κατὰ θανάτου ὅπ λον, εἶδε Πνεύματος ἁγίου πλοῦτον αἰώνιον καὶ ἀπερινόητον, εἶδεν εἰς Αἴγυπτον φυγόντα σαρκὶ τὸν κατέχοντα τὴν γῆν δρακί. Καὶ τὸ μὲν μυστήριον ἔλαθε τὰ σεραφίμ, ὁ δὲ εὐαγγελιστὴς τὸ θαῦμα ἐθεολόγησεν· διὰ τοῦτο Παῦλος, τῶν εὐαγγελιστῶν τὸ ἀξίωμα κηρύττων, ἐβόα· «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποί κιλος τοῦ θεοῦ σοφία.» 4 Καὶ βλέπετέ μοι τὴν σοφίαν τοῦ δεσπότου· ἐκ πάσης ἐπι στήμης καὶ τέχνης ἑαυτῷ μαθητὰς ἐξελέξατο, ἐξ ἁλιέων τὸν Πέτρον, ἐκ τελωνῶν τὸν Μαθθαῖον, ἀπὸ σκηνορράφων τὸν Παῦλον, ἐξ ἰατρῶν τὸν Λουκᾶν. Καὶ οὐκ εἰκῇ οὐδὲ ἁπλῶς τοῦτο πεποίηκε· ἐν τῷ βυθῷ γὰρ τῆς πλάνης ἦν ἡ ἀνθρωπεία φύσις καὶ χρεία ἦν ἁλιέων.
Πάλιν ἐτελώνησεν ὁ διάβολος τὸν Ἀδὰμ τὴν ἀθανασίαν ἀφαρπάσας· χρεία ἦν εὐαγγελιστοῦ τελώνου. Ἐνέδυ σεν ἡ παρακοὴ τοὺς δερματίνους χιτῶνας τὸν ἄνθρωπον· χρεία ἦν τοῦ σκηνορράφου καὶ τῆς χάριτος, ἵνα διατέμῃ τῇ σμίλῃ τοῦ Λόγου τὴν τῶν παθῶν νέκρωσιν. 5 Ἐνόσει ποικίλως τὸ τῶν ἀνθρώπων γένος πυρετῷ ἀκολα σίας, φθόνῳ φιλαργυρίας καὶ τῇ ἡδονῇ, βασκανίας ἀπογνώσει, εἰδωλολατρείας ἀλογίᾳ. Διὰ τοῦτο ἔμπειρον αὐτοῖς τὸν Λουκᾶν κατέστησεν ἰατρὸν καὶ βοᾷ Παῦλος· «Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρός»· τῷ ὄντι γὰρ ψυχικός ἐστιν ἰατρὸς ὁ Λουκᾶς. Θέλεις ἰδεῖν τούτου τὸ ἐργαστήριον; Βλέπε τὸν οὐρανόν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν ἰατρείαν; Βλέπε τὴν οἰκουμενικὴν αὐτοῦ περιοδείαν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν φαρμακοθήκην; Βλέπε τὴν χειρουργίαν τῶν ἰουδαϊκῶν γλωσσῶν. Θέλεις ἰδεῖν αὐτοῦ τὰς βοτάνας; Βλέπε τὰς διαφόρους ἰάσεις. Θέλεις ἰδεῖν οὓς περιοδεύει ἀρρώστους; Βλέπε τοὺς γειτονεύοντας αἱρετικούς. Ἔνθεν μὲν γὰρ οἱ τὸ Πνεῦμα ἀθετοῦντες βλασφημίαν ἀρρωστοῦσιν, κἀκεῖθεν οἱ τὸν Υἱὸν ἀθετοῦντες ἀθεΐαν νοσοῦσιν, ἀλλ' ἑκατέροις καθάπερ ἰατρὸς ἐπι τάττει τὰ πρόσφορα, τούτοις λέγων· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον», κἀκείνοις βοῶν· «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ». Ὄντως μέγας ἰατρὸς ὁ Λουκᾶς.
6 Καὶ θέλεις ἰδεῖν αὐτοῦ τὴν τέχνην; Βλέπε τὸ θεῖον εὐαγγέλιον· οἱ μὲν γὰρ ἄλλοι εὐαγγελισταὶ μονότροπον ἐποιήσαντο τὴν διήγησιν. Οἷόν τι λέγω· Μαθθαῖος ἐκ τῆς κατὰ σάρκα γενεαλογίας ἤρξατο εἰπών· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ». Ὁ Μᾶρκος καὶ αὐτὸς τὴν κατὰ σάρκα οἰκονομίαν ἐκήρυξεν εἰπών· «Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.» Ἰωάννης δὲ ὁ εὐαγγελικὸς ἀετός, ἡ θεολόγος λύρα, μόνην τὴν ἄναρχον καὶ ἀμάρτυρον γέννησιν ἐκήρυξεν καὶ τὴν συναΐδιον ὕπαρξιν. Καὶ ἐμφραττέσθω τῶν φιλολοιδόρων τὰ στόματα, ὅτι μόνος ἐκ μόνου ἐγεννήθη καὶ ἀμάρτυρος ἡ ἄνω γέννησις. Χρόνος μὲν γὰρ οὐ παρῆν· αὐτὸς γάρ ἐστι πάντων τῶν αἰώνων δημιουργός. Ἄγγελος οὐ παρῆν· αὐτὸς γάρ ἐστιν «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Οὐρανὸς οὐ παρῆν· «Τῷ γὰρ Λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Ἥλιος οὐ παρῆν· αὐτὸς γὰρ ὑπάρχει «ὁ τῆς δικαιοσύνης ἥλιος». Σελήνη οὐ παρῆν· «Σελήνην γὰρ καὶ ἀστέρας αὐτὸς ἐθεμελίωσεν.» Γῆ οὐ παρῆν· αὐτὸς γὰρ εἶπεν· «Συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά.» Ἀμάρτυρος οὖν ἡ ἄνω γέννησις, θεία καὶ ἀπερινόητος, ἐπειδὴ μόνος οἶδεν ὁ Πατὴρ πῶς ἐγέννησεν, καὶ ὁ Υἱὸς πῶς ἐγεννήθη.
Ὁ τοίνυν Ἰωάννης μόνος τὴν ἄναρχον γέννησιν καὶ τὴν συναΐδιον ὕπαρξιν ἐκήρυξεν. 7 Ὁ δὲ μακάριος Λουκᾶς, ὁ τῶν εὐαγγελιστῶν ἐξαίρετος καὶ τοῦ θαυμαστοῦ τούτου λίθου καὶ τιμίου μαργαρίτου ἔμπορος, ὁ ἄγρυπνος τῆς πόλεως φύλαξ, ὁ ἔμπειρος τῶν ψυχῶν ἰατρός, τὸ ἀπόρθητον τῶν βασιλέων τεῖχος, ὅλον ὁμοῦ διηγήσατο τὸ μυ-στήριον, τοῦ Γαβριὴλ τὰ εὐαγγέλια, τῆς παρθένου τὴν εὐλάβειαν, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν τοῦ θεοῦ μορφήν, τὴν ἀπαθῆ κένωσιν τῆς θεότητος, τὸ ἄτρεπτον τῆς ἐνανθρωπήσεως καὶ ἀσύγχυτον, τῆς παρθενίας τὸ ἄσυλον, τῆς συλλήψεως τὸ αὐτοσχέδιον, τοῦ τόκου τὸ ἄφθορον, τὸν τοῦ ἀγγέλου εὐαγγελισμὸν πρὸς τὴν παρθένον εἰπόντος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.» 8 Ὢ ἀσπασμὸς οὐδενὶ ἄλλῳ ἁρμόσας, εἰ μὴ μόνῃ τῇ ἁγίᾳ παρθένῳ. Ἔτεκεν Εὔα ἀλλ' ἐν λύπαις, ἔτεκε Σάρρα ἀλλ' ἐν πόνῳ, ἔτεκε Ῥεβέκκα ἀλλ' ἐν στεναγμοῖς, ἔτεκεν Ἅννα ἀλλ' ἐν δάκρυσιν, ἔτεκεν Ἐλισάβετ ἀλλ' ἐν φθορᾷ, πᾶσαι ἐν λύπαις ἔτεκον ἐπειδὴ πᾶσαι μετὰ φθορᾶς συνέλαβον. Σὺ δὲ μόνη χαῖρε, ἡ πύλη τοῦ θεοῦ καὶ μυστηρίου νεφέλη. Σὺ μόνη χαῖρε, ὁ ἀστενοχώρητος τοῦ ἀπεριγράπτου ναός. Σὺ μόνη χαῖρε· ὁ γὰρ ἐκ σοῦ σαρκούμενος «ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου».
Σὺ μόνη χαῖρε, ἡ μήτηρ καὶ οὐρανός, ἡ κόρη καὶ νεφέλη, ἡ παρθένος καὶ θρόνος· ὡς γὰρ μήτηρ ἔτεκες τὸν ἐκ σοῦ καὶ πρὸ σοῦ καὶ μετὰ σοῦ, ὡς δὲ παρθένος συνέλαβες Λόγον καὶ ὤδινες μυστήριον, ὡς θρόνος ἐν γαστρὶ ἐβάστασας ὃν κατ' οὐσίαν οὐ περιγράφει τις. 9 Διὰ τοῦτο ὁ προφήτης Ἠσαΐας τὸ παρθενικὸν ἐκπληττόμενος μυστήριον ἐβόα· «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ κραυγῆς ἐκ ναοῦ» ἠκούσθη. Τί δὲ λέγεις, ὦ προφῆτα; Ἀσφαλὲς τὸ αἴνιγμα καὶ βαθὺ τὸ νόημα. «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ» ἠκούσθη· φωνὴν τὸν Ἰωάννην καλεῖ, κραυγὴν τὰ σκιρτήματα λέγει, πόλιν τὴν Ἐλισάβετ ὀνομάζει, ναὸν τὸ σπήλαιον κηρύττει. «Φωνὴ κραυγῆς» ἠκούσθη λέγουσα· «πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρ σεν.» Καὶ ἔλαβεν τοῦ μυστηρίου πάντα ὁμοῦ καὶ τάχος καὶ τόκον καὶ παρθενίαν καὶ θαῦμα, ὅτι γὰρ οὐκ ἐκ μίξεως τὸ βρέφος. «Πρίν», φησίν, «ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων»· οὐκ ἔπαθε γὰρ τὰ τῆς Εὔας ἡ ἁγία Μαρία. «Ἐξέφυγε γὰρ καὶ ἔτεκεν ἄρσεν»· οὐκ ἀνέμεινε φύσεως ὅρους ἡ χάρις· ἀπρόθεσμον γὰρ τὸ τῆς οἰκονομίας μυστήριον.
«Χαῖρε τοίνυν κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ»· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς τῆς φιλοξενίας ἀνέῳξε κόλπους, ἀποστόλους θαλαμεύει, εὐαγγελιστὰς τελειοῖ, ἐξ ὧν καὶ τὸν μακάριον Λουκᾶν ῥήτορα καὶ διδάσκαλον τῆς ἐκκλησίας κατέστησεν. 10 Ἔστιν δὲ οὗτος ὁ τρισόλβιος εὐαγγελιστὴς Λουκᾶς Σύρος τὸ γένος, ἰατρὸς τὴν τέχνην, μαθητὴς δὲ τῶν ἀποστόλων γενόμενος, καὶ ὕστερον Παύλῳ παρακολουθήσας μέχρι τοῦ μαρτυρίου αὐτοῦ, καὶ μετὰ ταῦτα δουλεύσας τῷ κυρίῳ ἀπερισπάστως ἐκήρυξεν τὸν λόγον. Ἀρεταῖς παντοίαις κοσμούμενος καὶ χαρίσμασιν θείοις διαλάμπων, ὀγδοήκοντα τεσσάρων ἐτῶν γενόμενος ἐκοιμήθη ἐν Θήβαις τῇ μητροπόλει τῆς Βοιωτίας, πλήρης Πνεύματος ἁγίου. Οὗτος ἔγραψε τὸ εὐαγγέλιον δηλῶν διὰ τοῦ προοιμίου τοῦτο ὅτι πρὸ αὐτοῦ ἄλλα ἐστὶ γεγραμμένα καὶ ὅτι ἀναγκαῖον ἦν τοῖς ἐξ Ἑλλήνων πιστοῖς τὴν ἀκριβῆ τῆς οἰκονομίας ἐκθέσθαι διήγησιν. Ἀνεπαύσατο δὲ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς μηνὶ ὀκτωβρίῳ ὀκτωκαιδεκάτῃ, χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀθανάτῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Saint Procopius (Homily 14)In sanctum Procopium (hom. 14)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In sanctum Procopium (homilia 14) ̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον μάρτυρα Προκόπιον τὸν Πέρσην· καὶ εἰς τὴν ὑπακοὴν τοῦ ψαλμοῦ· «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ», καὶ εἰς τὸ τοῦ ἀποστόλου ῥητόν· «Τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν», καὶ εἰς τὸ ἀποστολικόν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων καὶ τὰ ἑξῆς». 1 Προκοπίῳ τὴν θυσίαν ὁ Χριστὸς ἐστεφάνωσε, ταῦρον αὐτὸν ἰδὼν ἄγαν εὐπρεπῆ καὶ λίαν ἀνδρεῖον καὶ τῷ πλήθει τῶν ἀρε τῶν χρυσόκερω, ἀγέλης μὲν τῆς αὐτῷ φίλης τῶν μαρτύρων πρω τεύοντα, ἀπ' ἐξουσίας δὲ τοὺς ἐχθροὺς τῆς ποίμνης κερατίζοντα, ὄψει μόνῃ καὶ φωνῇ τοὺς ἀνημέρους καὶ φονικοὺς κατακτυποῦντα λέοντας, πίστει καὶ ζήλῳ τὰς πολυστίκτους παρδάλεις τῶν δαι μόνων τροπούμενον, ἀνδρείᾳ καὶ φιλοσοφίᾳ τὰ ποικίλα τῶν θηρῶν γένη τῶν τὸν ἡμέτερον θάνατον ἐρευγομένων σκορ πίζοντα, ἔαρ ἡμῖν φαιδρὸν μετὰ τὸν κατηφῆ χειμῶνα τῆς πλάνης ἀνατείλαντα, καὶ Παύλου μὲν μαθητὴν ἀποδειχθέντα τοῖς πράγμασιν, Ἰωάννου δὲ τὴν θεολογίαν πανταχοῦ περιφέροντα, Ἠλίου τοῦ Θεσβίτου τὸ θερμὸν μιμησάμενον φρόνημα, Σα μουὴλ τὴν κλῆσιν ἐκ παιδὸς ὡς ἐκεῖνος ἀσκήσαντα, κρείττονα τοῦ Σαμψών–οὐ γὰρ ἔφθειρε τοὺς βοτρύχους τοῦ πνεύμα τος–, παράλληλον τῷ Δαυίδ, ἐπειδὴ τοῦ πολυκεφάλου Γολιὰθ τὴν κεφαλὴν ἀπέτεμεν, ἀλλὰ καὶ τοῦ Νῶε τὴν κιβωτὸν ἐν τῇ τῶν ἀρετῶν μιμησάμενον λάρνακι, ἀρνησάμενον ὡς Ἀβραὰμ οἴκου καὶ γένους καὶ πατρίδος προσπάθειαν, ὁλοκαύτωμα κα θάπερ Ἰσαὰκ πρὸ τῆς σφαγῆς τοῦ μαρτυρίου τῇ νεκρώσει γε γονότα τοῦ σώματος. 2 Ἰακὼβ ἐπάλαισε μετὰ θεοῦ, ὑπὲρ θεοῦ δὲ Προκόπιος, καὶ τὸ τρόπαιον σεμνὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνέστησεν. Ἕνα μὲν οὖν συνέτριψε μόσχον Μωυσῆς εἰδωλόχρυσον, πολλὰς δὲ Ἰουδαίων χιλιάδας νόμου βλασφήμους ἔφθειρε· Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὅλα μὲν τῶν εἰδώλων τὰ ξόανα χωρὶς ἀξίνης κατέ τρωσεν, ἔθνη δὲ πολλὰ καὶ πόλεις καὶ χώρας προφητοφθόγγῳ γλώττῃ σαγηνεύσας τῷ Χριστῷ προσενήνοχεν. Καθαρὸς ἦν ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ «ἄμεμπτος, ἀληθινὸς ὡς ἐκεῖνος καὶ δίκαιος καὶ θεοσεβὴς καὶ παντὸς πονηροῦ πράγματος ἀπεχόμε νος»· ἀληθινὸν μὲν γὰρ ἡ τῆς ὁμολογίας παρρησία συνέστησε, δίκαιον δὲ ἡ τοῦ βίου πολιτεία παρέστησε, θεοσεβῆ τὸ τέλος τῶν ἀγώνων ἐκήρυξε, «παντὸς πονηροῦ πράγματος ἀπεχόμενον» ἡ τῶν ἡδονῶν ἀποχή, ἡ τῆς γαστρὸς ἐγκράτεια, ἡ τῆς τρυφῆς ἀπόγνωσις, τὸ στενὸν τοῦ δείπνου, ἡ τοῦ σώματος νέκρωσις, ἡ πολυειδὴς καὶ πολυμερὴς καὶ πολύτροπος ἄσκησις. 3 Ἦν τοίνυν καθαρὸς ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ ἄμεμπτος·οὐδὲν γὰρ αὐτοῦ διαβαλεῖν ἢ μέμψασθαι ὁ τὰς τῶν ἁμαρτωλῶν κατηγορίας δειπνῶν καὶ τὰς τῶν δικαίων συκοφαντίας ἐρευγό μενος ἴσχυσεν, οὐκ ἐθάρρησεν εἰπεῖν ἐπ' αὐτῷ· «Μὴ δωρεὰν τὸν κύριον ὁ Προκόπιος σέβεται;» Οὐδὲ γὰρ αὐτῷ ποίμνας προ βάτων εὐθηνουμένας ἔβλεπεν, οὐδὲ καμήλων Προκόπιος ἀγέ λας ἀχθοφορούσας ἐκέκτητο. Ὄνοι δὲ θήλειαι πόθεν νομάδες τῷ μάρτυρι; Πόθεν ζεύγη βοῶν ἀρούντων τὴν γῆν, τῷ μηδὲ βώ λακα γῆς ἑαυτῷ καταλείψαντι; Ἀλλ' οὐδὲ ταῦτα ἐπαγαγεῖν ἐθάρ ρησεν ὁ κοινὸς συκοφάντης καὶ τὴν ὑπομονὴν λοιδορή σας τοῦ μάρτυρος· «Δέρμα ὑπὲρ δέρματος, πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει.» Μὴ γὰρ παίδων χορὸν ὁ μάρτυς ἢ θυγατέρων στέφανον ὑπῆρχε περικείμενος; Μὴ οἰκογενῶν
τέκνα, μὴ παλλακίδων ἔκγονα, μὴ τὸ σῶμα εὐρω στοῦν εἶχεν; Οὐκ ἄρτος ἦν αὐτῷ τροφὴ καὶ τὸ ὕδωρ ποτόν; Οὐχ ἡ νηστεία συνεχής; Οὐ τὸ δεῖπνον ἀσιτίας στενότερον; Ἄβελ ὡσαύτως ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο· καὶ τὸ σῶμα μὲν εἶχεν ἡ γῆ, ὁ οὐρανὸς δὲ τὸ στόμα, ὁ ᾅδης τὴν γλῶτταν, ὁ κριτὴς τὴν φωνήν, ὁ πηλὸς τὸν πηλόν, τὸν μαργαρίτην ὁ ἔμπορος, πλὴν ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο. Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὑπὲρ τῶν ἐχθρῶν ἐντυγχάνει τῷ θεῷ καὶ συνίσταται, ὑπὲρ Ἑλλήνων πρεσβεύει, ὑπὲρ Ἰουδαίων παρακαλεῖ, ὑπὲρ Σαμαριτῶν μεσι τεύειν ἐπείγεται καὶ τοὺς πολεμίους εὐεργετεῖ μετὰ θάνατον καὶ τῶν παρ' αὐτοῖς κωφῶν ἀναχαλκεύει τὰ ὦτα, τοῖς τυφλοῖς καινοποιεῖ τὸν ἥλιον, τῶν χωλῶν τοὺς πόδας ἐκτείνει, καὶ θεω ροῦνται τρέχοντες οἱ τοὺς δακτύλους μὴ κινεῖν δυνάμενοι πρό τερον· λεπροὶ γὰρ ταῖς θήκαις οὐκ ἐγγίζουσιν, ἀλλὰ πρὶν μὲν προσελθεῖν τὰς φολίδας ἐκδέρονται, καθαρθέντες δὲ ὡς νυμφῶνι χορευταί, ὡς νυμφαγωγοὶ τῷ νυμφίῳ παρίστανται. 4 Ἀλλὰ τίς ἱκανὸς κατὰ τάξιν ἐπαινεῖν τὸν Προκόπιον; Ποῖον αὐτοῦ πρῶτον τῶν ἄθλων ἀναλάβωμεν; Ποῖον δεύτερον τάξωμεν; Ποῖον τρίτον ἁρμόσωμεν; Ποῦ δὲ ὁ τέταρτος κεί σεται; Ποίαν χώραν πέμπτος εὑρήσει τὴν προσήκουσαν; Ἕκ τον αὐτῷ ποῖον ἀπαρτίσομεν στέφανον; Ποῖον ἕβδομον ἐν τοῖς βραβείοις πλέξομεν; Ὄγδοον τίνα τῆς εὐφημίας ἀναβησόμεθα κλίμακα; Ποῖον ἔνατον πύργον ἐγκωμίων χαλκεύσομεν; Τίνα τῶν λόγων δυνησόμεθα παραδραμεῖν ὡς ἔσχατον; Αἰχμάλωτον εἶχεν ἡ πλάνη τὸ γένος τὸ ἀνθρώπινον· ὁ Ἀδὰμ ἠπάτητο, ἀλλὰ τῆς ἀπάτης αἴσθησιν οὐκ ἐλάμβανεν· ὁ θεὸς οὐ θεὸς παρ' αὐτῷ, οἱ λίθοι δὲ θεοί, ὁ ποιητὴς οὐ ποιητής, ποιηταὶ δὲ τὰ ἔργα τῶν χειρῶν, τὰ τῶν δακτύλων γλύμματα, τὰ τοῦ σιδήρου μορφώματα ὅσα ἐφύσησεν ὁ χαλκεὺς καὶ ἡ χωνεία ἐκάθηρεν, ὧν ὁ ἄκμων τὴν γαστέρα ἐκοίλανεν, ἐπλάτυνεν ἡ σφῦρα τὰ νῶτα, τὸν ὦμον ἐκορύφωσεν καὶ τὸν τράχηλον ὕψωσεν, τὴν κεφαλὴν ἐχάλκευσεν καὶ κρανίον ἐπέθηκεν, ὧν ἡ γραφὶς τὴν ἀκοὴν ἐβάθυνεν καὶ τὰς ῥῖνας ἐκύρτωσε, τὰ χείλη περιέγραψε, τοὺς ὀφθαλμοὺς ἐπέγλυψε, τὰς κόρας ἐσχημάτισεν, ἔπλεξε πλοκάμους, ἐκύκλωσεν ὀφρῦς καὶ συνέθηκε βλέφαρα. Ἔνθεν ὁ ἐχθρὸς κατεσκίρτα τοῦ βίου· τὸ «Οὐ φονεύσεις» ἐπαίζετο, τὸ «Οὐ μοιχεύσεις» ἐγε λᾶτο, τὸ «Οὐ κλέψεις» ἤρτητο, τὸ «Οὐ ψευδομαρτυρήσεις» λῆρος εἶναι καὶ μῦθος ἐνομίζετο, τὸ «Οὐκ ἐπιθυμήσεις ὅσα τῷ πλησίον σου ἐστὶν» ἐχθρά τις ἦν ἐντολὴ τῷ βίῳ, καὶ ὁ νόμος ὑπῆρχε τῆς πολιτείας ἀλλότριος. 5 Προκόπιος δὲ εἰς μέσον παρελθὼν κοινὴν παραίνεσιν ὑπο φαίνει τοῖς μεθύουσιν· «Ἄνδρες, ἀδελφοί ἐστε. Ἵνα τί ἀδικεῖτε ἀλλήλους; Τίνος χάριν ἀγνοεῖτε τοῖς ἀλλήλων ἀναιρούμενοι ξί φεσιν; Ἀνθ' ὅτου δὲ οὐκ ἴστε τοῖς οἰκείοις ἕκαστος ἢ τοῖς τοῦ γείτονος τοξευόμενοι βέλεσιν; Δότε μοι τοὺς ὀφθαλμοὺς οἱ κα τὰ γνώμην τυφλοί, μᾶλλον δὲ τοὺς πόδας οἱ τὴν διάνοιαν χωλοὶ πρῶτον ἐπιτρέψατε. Ἵνα τί τὸ θεῖον εἰδώλοις παραβάλλετε καὶ τὸν πάντων ποιητὴν ἐξομοιοῦτε τοῖς κτήνεσιν καὶ τὸν ἐμπνέοντα τὴν κτίσιν ἀψύχοις παραβάλλετε, τὸν τοῦ λόγου φυτευτὴν ἐν τοῖς ἀλόγοις τάττετε; Ἵνα τί δὲ καὶ τὴν ἀρετὴν ἀφέντες ταῖς ἡδοναῖς μεθύσκεσθε; Τὸ χρυσίον οὐχ ἡμῶν, ἀλλὰ τῆς γῆς ἣν ἐλάβομεν, καταπατεῖν εἴχομεν. Ὁ ἄργυρος κτῆμα τοῦ πηλοῦ· τί δὲ πηλὸς τὴν ψυχὴν εὐεργετεῖν τὴν λογικὴν δυνήσεται; Ὁ τῶν ἐσθημά των πλοῦτος σητῶν ἐστι τροφὴ καὶ ὀφθαλμῶν ἀπάτη εἰκῇ φαν τάζουσα καὶ βουκολοῦσα τὸν ἄνθρωπον. Οὐχὶ βύσσον ἦν ὁ πολυ θρύλητος ἐνδεδυμένος πλούσιος; Ἀλλὰ κάμινος καὶ χωνεία μελῶν καὶ τήγανον πυριφλεγὲς τῆς γλώττης τὴν βύσσον διεδέ ξατο. Οὐκ ἐσθῆτα βασιλικὴν Ἡρῴδης ἠμφίεστο; Ἀλλὰ σκώληκες μετὰ τῆς σαρκὸς καὶ τὴν στολὴν ἐδείπνησαν. Πόσους ὁ Φαραὼ χιτῶνας χρυσοπορφύρους ἐκέκτητο; Ἀλλὰ γυμνὸς ἐν τῷ πελάγει τῷ ἐρυθραίῳ θάπτεται. Σὺ δὲ εἰ πορφύ ρας ἐπιθυμεῖς, τὴν σωφροσύνην ἄσκησον. Εἰ μέλει σοι βύσσου,
δικαιοσύνην κατόρθωσον. Γυμνάζου τὴν ὑπομονήν· βασιλικὸν γὰρ ὑπάρχει περιδέραιον. Ἐργάζου τὴν ἐλεημοσύνην· ὁ γὰρ ταύτης ἱστὸς ἐπὶ τῆς γῆς μὲν ὑφαίνεται, ἐν οὐρανῷ δὲ τέμνεται. Εἰ σπεύ δεις τὸν ὑψηλὸν τῇ κεφαλῇ περιδήσασθαι στέφανον, μετέρχου τὴν ταπείνωσιν· οὐδὲν γὰρ ταύτης ἐνδοξότερον παρὰ τῷ θεῷ τέτακται· ὑπὲρ τούτου μήτε πειρασμοὺς φεῦγε μηδὲ κινδύνους εὐλαβοῦ μηδὲ τοὺς ἱδρῶτας παραιτοῦ μηδὲ δειλία τὸν θάνατον. 6 Μὴ φεῦγε πειρασμούς· «Μακάριος γὰρ ἀνήρ, ὃς ὑπομένει πειρασμόν.» Μὴ παραιτοῦ διωγμούς, ἐπειδὴ «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Μὴ εὐλαβοῦ κίνδυνον· «Κίνδυνοι γὰρ ᾅδου εὕρο σάν με, καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην», φησὶν ὁ Δαυίδ, καὶ ὡς σύμμαχος ἐξ οὐρανῶν ἀπήντησεν. Μὴ δειλία τὸν θάνατον· ἄρτι γὰρ ψαλλούσης τῆς ἐκκλησίας ἀκήκοας «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ», καὶ σφόδρα εἰκό τως. Ὁ γὰρ σῖτος πρὸ τοῦ θέρους, αὐτῷ θαρρεῖν οὐδαμῶς ὁ γεωργὸς ἀνέχεται, ἐπειδὴ καὶ βροῦχον ὑφορᾶται καὶ τὴν ἀκρίδα δέδοικε, τὴν ἐρυσίβην πεφόβηται, τὰς βολὰς ὑποπτεύων τῆς χαλά ζης οὐ παύεται, τῆς ἀνεμοφόρου πληγῆς ἀγωνιᾷ τὰ τραύματα· ὅταν δὲ ὁ σῖτος τῇ δρεπάνῃ ληφθῇ καὶ ὑπὸ τὴν χεῖρα τοῦ θερίζον τος γένηται καὶ προστεθῇ τοῖς δράγμασι καὶ ταῖς ἁμάξαις σὺν τῇ καλάμῃ βασταχθῇ καὶ καταλάβῃ τὴν ἅλωνα καὶ τὸ πτύον ἀνα βῇ καὶ λικμηθεὶς ἔσω τῆς ἀποθήκης ἐσφραγισμένος φυλάττηται, τότε ἐπ' αὐτῷ θαρρεῖ καὶ ὡς πλουτήσας εὐφραίνεται, ὡς οὐ μάτην κοπιάσας σεμνύνεται· καὶ ποτὲ μὲν ἀποθήκας ἀνοί ξει καὶ τὰ κλεῖθρα χαλάσει καὶ τὰς θύρας ἀναπετάσει, προσδέ ξεται· ποτὲ δὲ τὸν σῖτον εἰς μέσον προθεὶς μεταξὺ τῶν ἐμπόρων, ἐπὶ τοῖς πόνοις τῶν χειρῶν τῶν οἰκείων καυχήσεται. Τὸν αὐτὸν δὴ τρόπον ὁ τοῦ γένους σπορεύς, ὁ γεωργὸς τοῦ ἡμετέρου φυρά ματος, οὐ θαρρεῖ τῷ Ἀδάμ, πρὶν ἂν αὐτὸν ἀπὸ γῆς μετατεθέντα θεάσηται, πρὶν τοὺς πειρασμοὺς διαβῇ, πρὶν τῶν κινδύνων τῶν ὑπὲρ φιλοσοφίας διϊππεύσῃ τὸ στάδιον. 7 Ὅταν δὲ ἀποδημήσῃ τῆς γῆς, τότε ἐπ' αὐτῷ χαίρει καὶ θαρ ρεῖ καὶ σεμνύνεται καὶ λέγει πρὸς αὐτόν· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ.» Τότε προστίθησι· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Τότε προσφωνεῖ· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου.» Τότε τῇ πείρᾳ τῶν ἀγαθῶν παρίστησιν ὅτι «τοῖς ἀγα πῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν»· εἴτε θλῖψις πο λιορκεῖ τὸν ἄνθρωπον, εἴτε στενοχωρία συνέχει τὸν πιστόν, εἴτε κατέχει γύμνωσις, εἴτε κυκλοῦσι κίνδυνοι, εἴτε ἠκόνηται μάχαιρα, οὐδὲν τούτων χωρίσαι τοῦ Χριστοῦ τὸν πιστόν, οὐδὲν ἀφορίσαι τὸν στρατιώτην τοῦ βασιλέως δυνήσεται. Εἰ μὲν γὰρ θλῖψις πολιορκεῖ, τὸν Χριστὸν πρύτανιν τῆς χαρᾶς θεωροῦντες εὐφραίνονται· εἰ δὲ στενοχωρία συνέχει, πρὸς τὸν διδάσκαλον ἀφορῶντες πλατύνονται· εἰ δὲ διωγμὸς ἔγκειται, τὸν οὐρανὸν προσδοκῶντες τῆς γῆς οὐ φροντίζουσιν, ἀλλ' ὥστε μὴ προσκόψαι τοὺς πόδας ἀσφαλίζονται· εἰ δὲ λιμὸς ἐπίκειται, τὸν ἄρτον τῆς ζωῆς ψηλαφῶντες χορτάζονται· εἰ δὲ κατέχεται γύμνωσις, ἐνδέδυνται τὸ πνεῦμα, τὴν χάριν περιβάλλονται καὶ τῶν ἐσθημάτων εἰκότως οὐ φροντίζουσιν· εἰ δὲ ἠπείληται κίν δυνος, τὸν στρατηγὸν ἴσασι, τὸν συμμαχοῦντα γινώσκουσι καὶ τοῦ λόγου χαλινῶσαι τὴν παρρησίαν εἰκότως οὐκ ἀνέχονται· εἰ δὲ ἠκόνηται μάχαιρα, ἡ γλῶσσα σιωπᾶν οὐδὲ τυθεῖσα ἀνέχεται· εἰσὶ δὲ πρὸς ἕκαστον τῶν ἐπιόντων ἕτοιμοι ὡς ἄρνες ἄκακοι καὶ ἀκέραια πρόβατα καὶ ἀμνοί, σὺν ἡδονῇ τὸ τοῦ ποι μένος ὑποδεχόμενοι πρόσταγμα· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων», τουτέστιν θαρρεῖτε καὶ πορεύεσθε, σπεύδετε τάχος, τὰ ἔθνη συναγάγετε, τὰς ἀγέλας αὐξήσατε, τοὺς λύκους θορυβήσατε, τὴν τοῦ ποιμένος ἐπιδείξασθε δύναμιν. 8 Οὐκ ἐστὲ τοῦ Μωυσέως ἐλάττονες οὐδέ γε Ἰερεμίου δεύ τεροι οὐδὲ χάριν τοῦ Ἰεζεκιὴλ ἐπιστεύθητε χείρονα. Μεθ' ὑμῶν ὁ τὸν Ἠλίαν πέμψας· οὗτος ἀποστελεῖ
καὶ ὑμᾶς ὡς τῶν προφη τῶν ἕκαστον. Ὁρᾶτε τοίνυν τίς μὲν ὁ Μωυσῆς καὶ πρὸς τίνας ἐπέμπετο, οἷον δὲ τὸ ὑψωθὲν παρ' ἐκείνου καὶ κατορθωθὲν τρό παιον· γυμνὸς ὁ νομοθέτης ἦν καὶ πρὸς προσωπολήπτας ἐπέμ πετο, ἀλλ' ἡ τοῦ γυμνοῦ ῥάβδος τὰ τῶν ὁπλιτῶν ὑποτάττει καὶ χειροῦται στρατόπεδα· ὑμεῖς δὲ ἀντὶ πανοπλίας τὴν ἑξῆς ἐντολὴν θωρακίσασθε· «Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί»· καλὸν μὲν τὸ φρόνιμον, θαυμαστὸν δὲ ὡσαύ τως τὸ ἀκέραιον, ἀλλὰ πρὸς ἑκατέρῳ συναπτόμενον τὸ ἐπωφελὲς καὶ τὸ χρήσιμον κέκτηται· καὶ οὔτε ἡ φρόνησις γυμνὴ οὔτε ἡ ἀκεραιότης ψιλὴ δικαιῶσαι δύναται καὶ διασῶσαι τὸν ἄνθρωπον καὶ τούτου χάριν δεῖ τὸ τῶν ὄφεων φρόνιμον καὶ τῶν περιστερῶν ὁμοῦ τὸ ἀκέραιον κτήσασθαι. Ὁ μὲν γὰρ ὄφις φρόνιμος, οὐκ ἔστι δὲ ἀκέραιος, καὶ τὸ θηρίον εἰκότως θεωρεῖς ὡς ἰοβόλον ἀπό βλητον· ἡ περιστερὰ μόνον ἐστὶν ἀκέραιος καὶ διὰ τοῦτο πᾶσιν εἰς ἐπιβουλὴν εὔκολος. Ὑμεῖς τοίνυν τὸ ἀκέραιον τῷ φρονίμῳ κεράσατε καὶ γίνεσθε ἀκέραιοι τὰ βιωτικά, τὰ πνευματικὰ φρό νιμοι. Ἐὰν ἀγρὸν ἀγοράζῃς ἢ πωλῇς ἤ τι συναλλάττῃς τῶν βιω τικῶν ἕτερον, τὸ ἀκέραιον μέτελθε· τὰ γὰρ ἀδικεῖσθαι τοῦ ἀδικεῖν λαμπρότερον, τὸ περιγράφεσθαι τοῦ περιγράφειν ἐπικερδέστερον τοῖς τὰ οὐράνια κερδαίνειν ἢ τὰ γήϊνα θέλουσιν. Ἐὰν δὲ τὸν νόμον μελετᾷς, ἐρεύγου τότε τὴν φρόνησιν καὶ ζήτει τῶν γεγραμμένων τὸν σκοπόν, τοῦτο μὲν πῶς, ἐκεῖνο δὲ ἀνθ' ὅτου, τί τὸ γράμμα βούλεται τοῦ νόμου, τί τὸ πνεῦμα τῆς προφητείας ἐντέταλται, πότερον ὁ λόγος ἁπλοῦς, πότερον ἐν παραβολαῖς ὁ τῆς διδασκαλίας ὑποτίθεται κάλαμος. Προσέχετε δὲ ποῖα μετὰ τούτων ἕτερα συνθήματα τῆς ὑπὲρ τοῦ πέμποντος στρατιᾶς τε καὶ στρατηγίας λαμβάνετε. 9 «Παραδώσουσι δὲ ὑμᾶς εἰς συνέδρια», ἀλλὰ θαρρεῖτε, ὁ Πατὴρ οὐ χωρίζεται, ὁ Υἱὸς οὐ μακρύνεται, τὸ Πνεῦμα οὐκ ἀφίσταται, δορυφοροῦσιν ἄγγελοι. «Καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς.» Ὑμεῖς δὲ σφόδρα χαίρετε· οἱ γὰρ ὑπὲρ εὐσεβείας πόλεμοι <καὶ οἱ> ἐκ τῶν μαστίγων μώλωπες τῶν ἡλιακῶν ἀκτίνων εἰσὶν εὐπρεπέστεροι. «Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν». Μηδὲ τούτῳ ναρκήσητε· ἕνεκεν ἐμοῦ τοῖς ἡγεμόσι παρίστασθε, ὑπὲρ τῆς ἐμῆς δόξης βασιλεῦσι προσάγεσθε. Μεθ' ὑμῶν τοίνυν ὁ τοὺς βασιλεῖς χρίσας, ἐν ὑμῖν ὁ τοῖς ἡγεμόσι διαταξάμενος ὅρια, ὁ τούτοις τὸ βῆμα μετρήσας κἀκείνοις τὸ σκῆπτρον χαρισάμενος. Ἔτι δὲ καὶ τοῦτο σκοπεῖτε, ὡς οὐ μᾶλλον ἀγώγιμοι πρὸς βασιλεῖς καὶ ἡγεμόνας γίνεσθε, ἀλλ' εἰς μαρτύριον αὐτοῖς, τοῖς παισὶ τῶν Ἰουδαίων εὔδηλον, ἀλλὰ μὴν καὶ τοῖς ἔθνεσιν, ἵνα γνῶσιν τοῦ παρ' ὑμῖν μαρτυρουμένου τὴν δύναμιν, ὅτι πτωχοὶ χαλινοῦσι τοὺς ἄρχοντας, ἄγροικοι δυσωποῦσι τὴν ὑπατικὴν βουλὴν καὶ τὴν πολυθρύλητον καταπτύουσι σύγκλητον, ἰδιῶται τυράννους καταισχύνουσι καὶ βασιλεῖς ἐντρέπουσιν. «Ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε»· γλῶτται γάρ ἐστε τοῦ λόγου καὶ τῆς σοφίας αὐλοὶ καὶ κήρυκες τῆς ζωῆς καὶ ῥήτορες τοῦ ῥητόρων μὴ χρῄζοντος, καὶ τούτου χάριν ὑμῖν ἀκολουθεῖ τὸ ἑπόμενον· «Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε». Πρὸ τῆς ὥρας ὑμῖν ὁ λόγος οὐ χορηγεῖται τῆς χάριτος, μήποτε ὑμέτερα νομίσητε τὰ παρ' ὑμῶν φερόμενα ῥήματα· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν»· ὑπὲρ αὐτοῦ γὰρ ὁ ἀγών, ὁ ἆθλος δι' αὐτόν· αὐτοῦ γὰρ χάριν τὸ στάδιον. Χρὴ τοίνυν παρ' αὐτοῦ τὴν χάριν ἀναμένειν, τὸν λόγον προσδο κᾶν, τῆς ὁμολογίας τὴν χάριν ἐκδέχεσθαι, τὴν πανοπλίαν ἐλπίζειν, πρὸς ἣν ὁ ἐχθρὸς οὐ δύναται, ὅτι παρὰ θεοῦ χαλκεύεται. 10 «Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.» Ἡ φύσις μερίζεται καὶ ἡ χάρις συνάγεται· ὁ πηλὸς καθ' ἑαυτοῦ στρατεύεται, ὁ ποιητὴς δὲ παραδοῦναι τὸν πηλὸν οὐκ ἀνέχεται. Ἀλλήλοις συγκρούεται τὰ ὀστράκινα, ὅπως ἐν χρείᾳ τοῦ τροχοῦ
τοῦ κεραμικοῦ γένωνται οὕτω τε τοῦ κεραμέως ἀνάμνησιν καὶ πρὸς ἀνάγκην λάβωσι. «Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου»· ἱκανὸν ὑμῖν εἰς δόξαν, αὔταρκες εἰς ἀξίωμα, οὐ μικρὸν εἰς πεποίθησιν, ὅτι παρὰ πάντων μισεῖσθε· ὁ ἐπὶ πάντων δὲ ὑμᾶς προδοῦναι οὐκ ἀνέχεται, ἀλλ' ἐπιμένει στέργων καὶ θάλπει τὴν ἀγάπην θερμότερον· «Ἔσεσθε γὰρ μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομένων εἰς τέλος, οὗτος σωθήσεται.» 11 Ἄκουε τὸν λόγον, ὦ πιστέ, καὶ τὴν ἐντολὴν φύλαττε καὶ τὴν ὑπομονὴν ἀπὸ σπουδῆς γεώργησον καὶ τὸν ἐξ αὐτῆς ἄσταχυν μετὰ πολλῆς τῆς εὐφροσύνης θέρισον. Τρύγησον τὴν σταφυλήν, τὸν βότρυν ληνοβάτησον. Μὴ λέγε πολλά· «Τὰ δεινὰ ποικίλα, τὰ λυπηρὰ χαλεπά, τὰ συνέχοντα κατηφῆ· τὰ ἐκ πατρίδος ἀγάλλεται, στυγνὰ δὲ τὰ ἐπὶ ξένης εὑρίσκεται· οἱ παρακαλοῦντες ὀλίγοι, πολλοὶ δὲ οἱ σκελίζοντες· ἡ φιλοσοφία λοιδορεῖται καὶ ἡ ἀρετὴ σκώπτεται· φόβος με περὶ τῶν οἰκείων ἔχει, ἀγών μοι τῶν συγγενῶν ἐνέπεσεν, πολιορκεῖ με τῶν ἰδίων ἡ μέριμνα.» Μὴ λέγε ταῦτα, μὴ λογίζου, μηδὲ τὰ νεῦρα τῆς ὑπομονῆς ἔκλυε, μηδὲ τῆς ὀλιγωρίας γεώργει παρὰ σαυτῷ τὰ δράγματα, ἀλλ' εἰς τοῦτον τὸν σταυρὸν τὸν βασιλικὸν ἀπὸ σπουδῆς ἀπόβλεπε, εἰς αὐτὸν θεώρει καὶ κατασκόπει μετὰ τοῦτον τὴν ἱερὰν ταύτην παστάδα, τὴν Ἀνάστασιν. Ζωγράφει παρὰ σαυτὸν τὸν βασιλέα ἐπὶ ξύλου κρεμάμενον, δεσπότην παρὰ τῶν δούλων ἀδίκως ῥαπιζόμενον, νομοθέτην παρὰ τῶν ὑπευθύνων ἀναιδῶς ἐμπτυόμενον, τὸν πᾶσαν περιβολὴν πλουτοῦντα τῆς στολῆς ἀναισχύντως γυμνούμενον. Ἀλλ' ἰδοὺ θεωρεῖς ἐν τίσι τὴν ἀνάστασιν; Ἐνταῦθα τοῦ γυμνωθέντος αἱ ὀθόναι τὸν πλοῦτον δεικνύουσι, τοῦ ῥαπισθέντος τὴν δύναμιν παραστήσουσιν ἄγγελοι, τοῦ κολαφισθέντος τὴν δόξαν αἱ φωναὶ τῶν ἐξ οὐρανῶν καταβάντων μηνύουσι· αὐτῷ ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

On Saint Stephen (Homily 9)In sanctum Stephanum (hom. 9)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
In sanctum Stephanum (homilia 9) ̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον 1 Στεφάνῳ πᾶσα μὲν ἡ γῆ τελείτω τὴν πανήγυριν· πᾶσαν γὰρ ἐφεξῆς τοῖς λόγοις ἐγεώργησεν, καὶ νόμων ἱερῶν πανδημὶ τὴν οἰκουμένην ἐνέπλησεν. Ἔσπειρεν πανταχοῦ τῆς εὐσεβείας τὰ δόγματα, ὅλαις φιλοτιμεῖσθαι ταῖς ἐκκλησίαις τῷ φωτὶ τῆς αὐτοῦ διδασκαλίας ἔδωκεν. Καὶ καθάπερ ἐκ μιᾶς τινος γωνίας τῆς κατ' οὐρανὸν ἀνατέλλων ὁ ἥλιος φωτίζειν ὅλην τὴν κτίσιν τὴν ὁρωμένην ἔλαχεν, οὕτως ἐξ Ἰερουσαλὴμ ἀστράψας ὁ τῶν χαρίτων Στέφανος πόλεις ὅλας καὶ χώρας, ἔθνη καὶ λαούς, φυλὰς καὶ γλώσσας ἀσβέστου θεολογίας ἐνέπλησεν. 2 Ἀλλ' ἡμεῖς αὐτῷ πλείονας εἰκότως ἑορτὰς ἐποφείλομεν, ἐπειδὴ πολίτης ἐστὶν τοῦ Σταυροῦ, τῆς Βηθλεὲμ οἰκεῖος, τῆς Ἀναστάσεω<ς> ἔκγονος, τῆς Σιὼν τραπεζοποιός, κῆρυξ τῆς Ἀναλήψεως. Παρ' ἡμῖν τὰς αὐλὰς καὶ τὰς σκηνὰς ἐπήξατο· παρ' ἡμῖν τῆς διακονίας τὸν κλῆρον καὶ τὴν μερίδα τοῦ μαρτυρίου ἔλαχεν. Ἐνταῦθα τῆς θυσίας τὸν βωμὸν ἔχει καὶ τῆς εὐλογίας τὸ βῆμα, τῆς διδασκαλίας τὸν ἀγρόν, τῆς ῥητορείας τὸ θέατρον. Ἐντεῦθεν εἰς οὐρανοὺς ἀνήχθη, καὶ πρὸς τὸν Χριστὸν ἀφ' ἡμῶν ἀπεδήμησεν. 3 Ὅθεν αὐτῷ συχνὰ παρ' ἡμῖν τῶν ἑορτῶν τὰ θέατρα, καὶ πολλάκις αὐτοῦ τὴν παστάδα στεφανοῦμεν, συνεχῶς τὴν ληνὸν σκιρτῶντες ἀναβαίνομεν, καὶ μέλος ᾄδομεν γαμικόν, ᾠδὴν ἐπιλήνιον λέγοντες· «Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.» Ὅπλον γὰρ τοῖς πιστοῖς ὁ τοῦ Στεφάνου ζῆλος, καὶ ἡ γλῶττα τοῖς εὐσεβοῦσι μάχαιρα, καὶ ἡ παρρησία ὁμολογίας παρασκευή, τὸ θάρσος ἀνδρείας προτροπή, ἡ ῥητορεία θεολογίας ὕλη, ἡ διδασκαλία νόμου κατήχησις, προφητῶν γνῶσις, εὐαγγε λίων εἴδησις, ἡ θεωρία τῶν κατ' οὐρανόν, μᾶλλον δὲ τῶν ὑπὲρ οὐρανόν, μυστηρίων ἐξήγησις. 4 Ἀλλὰ τίς ἱκανὸς εἰπεῖν τοῦ Στεφάνου τὰ κατὰ μέρος ἐγ κώμια; Τί γὰρ αὐτὸν εἴπω; Μάρτυρα τοῦ φωτός, διάκονον τῆς ζωῆς, στρατιώτην τοῦ Χριστοῦ, λυχνίαν τοῦ Λόγου, μαργαρίτην τοῦ Πνεύματος, ὑπομονῆς ἄνθος, φιλοσοφίας κρηπῖδα, ἀπαθείας ὑπόδειγμα, διδασκάλων ἀπαρχήν, στῦλον ἐκκλησίας, παιδαγωγὸν τῆς χάριτος, ἀρετῶν κλίμακα, προκοπῆς στήλην, πρόδρομον τῶν ἀποστόλων, τῶν μαρτύρων πρωτότοκον, ἡγεμόνα τῆς γνώ σεως; 5 Χηρῶν ἦν λειτουργός, ἀλλὰ τῶν ἐκκλησιῶν αὐτὸς ἑαυτὸν χειροτονήσας γίνεται· ὄψα εἰσφέρειν ταχθείς, ἀντεισφέρει τὰ δόγματα. Εἰς θυσιαστήρια τὰς τραπέζας μετέβαλεν· τοῖς ἐξ οὐρανῶν ἄρτοις, οὐ τοῖς ἐκ γῆς ἐκέχρητο. Τὸν κρατῆρα τῆς μέ θης μετέθηκεν εἰς φιάλας τῆς χάριτος· ἀντὶ τοῦ οἴνου τὸ πνεῦμα ἐκίρνα, ἀντὶ ὕδατος αἰσθητοῦ τὸ μυστικὸν καὶ νοητὸν προεβάλλετο. 6 Πολὺς ἦν καὶ λέγων καὶ πράττων, διδάσκων καὶ θαυ ματουργῶν, Ἰουδαίους ἐλέγχων, ἀπελαύνων τοὺς δαίμονας, ὁμοῦ τοῦ σώματος καὶ τῆς ψυχῆς τὰς ἀρρωστίας ἰώμενος. Ἤνοιγεν τὸ στόμα, καὶ πᾶσαν ἀκοὴν ἐθήρα· ἐκίνει τὴν γλῶττα<ν>, καὶ ὁ θάνατος ἔφευγεν, τὸ ψεῦδος ἐδεσμεῖτο, ἡ ἀγάπη προέκοπτεν. Ἀμνὸς ὤν, ὑπὲρ τοῦ ποιμένος πρὸς τοὺς λύκους ἐμάχετο· πε ριστερὰ τυγχάνων, ὑπέταττε τῷ ἀετῷ τοὺς δράκοντας. Ἀγγέλου χαρακτῆρα παρεῖχε σιωπῶν τοῖς δικάζουσι. Ἐγέλα, κυκλοῦντας τοὺς συκοφάντας ὁρῶν· καὶ τοὺς ψευδεῖς θεωρῶν παρ ισταμένους μάρτυρας, ταῦτα πρὸς ἑαυτὸν ἐκ τῆς τοῦ Δαυὶδ κιθαρῳδίας ἔλεγεν· «Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐ τῶν.» Ὅσα γὰρ ἂν ὁ συκοφάντης τοξεύσῃ, ὁ τῆς ἀληθείας ἐργά της οὐ τιτρώσκεται· ὅσα βέλη ὁ πονηρὸς ἀφίησιν, μάτην κινεῖται
καὶ πέμπεται· οὐ κεντεῖ γὰρ τὸν εὐθῆ, οὐ πλήττει τὸν ἄκα κον, οὐ δάκνει τὸν ἀκέραιον. 7 Τί δαὶ καὶ τῆς συκοφαντίας τὸ εἶδος ἐτύγχανεν; «Ὁ ἄν θρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» «Ὁ ἄνθρωπος οὗτος.» Ποῖος; «Ὁ τὰ ὑπὲρ ἄνθρωπον σημεῖα θαυματουργῶν καὶ τέρατα· ὁ τῆς σοφίας τὴν πηγὴν ἀντλήσας ὅλην· ὁ κενώσας εἰς ἑαυτὸν τὰ ταμεῖα τῆς χάριτος· ὁ δυνάμεις ποιῶν, ἃς ἡμεῖς καρτερεῖν οὐ δυ νάμεθα· οὗ πρὸς τὸν ζῆλον καὶ πρὸς τὸν φθόνον τετήκαμεν· ᾧ κωφὸς ὑπακούει καλούμενος· καὶ τυφλὸς βλέπει πρὸς αὐ τόν, παρ' αὐτοῦ λαβὼν ὄμματα· καὶ χωλὸς αἰτεῖ πόδας, ἀπὸ τῆς τούτου γλώττης καὶ χεῖρας δανεισάμενος· δι' ὃν ἐκενώθη τὰ τῶν ἀρρώστων κλινίδια, δι' ὃν ὑγιαινόντων καὶ νοσούντων οὐκ ἔστιν διαφορά, δι' ὃν οἱ λεπροὶ τοῦ πάθους ἐπελήσθησαν, δι' ὃν οὐκ ἔστιν τῶν ἰατρῶν χρεία, δι' ὃν περιττὰ τὰ τριβόμενα φάρμακα.» 8 «Οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» Ποῖα δὴ ταῦτα; «Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυ σῆς.» Εἰκότως ψευδεῖς μάρτυρες καὶ συκοφάνται λέγεσθε, ὅτι τὴν ἀλήθειαν ὡς οὐκ ἀλήθειαν φθέγγεσθε, ὅτι βλασφημίας τοῦ θεοῦ τὰς παρ' αὐτοῦ καὶ περὶ αὐτοῦ προφητείας ὀνομάζετε, καὶ ἀθέτησιν εἶναι τοῦ νόμου νομίζετε ἅπερ αὐτὸς ἠπεί λησεν ἐκβησόμενα. 9 Τίνος γὰρ φωνή, τίνος προφητεία, τίνος τυγχάνει κήρυγμα; Τίς εἰπεῖν οὕτω τὸν Ἠσαΐαν, τίς Μιχαίαν προσέταξεν· «Διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται»· «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηρά τῳ»; Τίς καὶ τὸν Δαυὶδ τοιαῦτα εἰπεῖν ἐνέπνευσεν· «Μνή σθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ»; 10 Τί δαὶ καὶ Μωυσῆς; Οὐχὶ τοῖς εἰρημένοις παρὰ Στεφά νου καὶ αὐτὸς συμψηφίζεται; Οὐ ταύτας ὑμῶν κατέγραψεν τὰς ἀράς, αἵπερ αὐτῇ πείρᾳ νῦν εἰς ἔργον ἐξέβησαν, καὶ πᾶσι τὰς αἰ τίας ὁρᾶν ὅθεν εἰσὶν ἐξενεχθεῖσαι παρέχουσι; Παρατιθέσθω τοῖς Μωυσέως ῥήμασιν τὰ συμβάντα τῷ λαῷ τῶν Ἰουδαίων τραύματα. Πρὸς λέξιν αὐτὰ ζητῶν, εὑρήσεις ὡς ἐκβέβηκεν οὐ δὲν οὐδαμοῦ μικρὸν ἢ μέγα ψευσάμενα. «Καὶ ἐὰν μετὰ ταῦτα πορεύεσθε πλάγιοι»· οὐδέποτε γὰρ εὐθῆ πρὸς τὸν θεὸν τὴν καρδίαν ἐκτήσαντο· πολὺ δὲ μᾶλλον ἐν τοῖς χρόνοις τοῖς ὕστερον, ἐν οἷς τὴν κλῆσιν τοῦ Χριστοῦ ἐπλαγίαζον. Διόπερ καὶ ἐπήγαγεν· «Καὶ ἐὰν μὴ βούλεσθε ὑπακούειν μου» –οὐ τοίνυν τοῦ Χριστοῦ καλοῦντος ὑπήκουσαν–, «προσθήσω ὑμᾶς πληγὰς ἑπτὰ κατὰ τὰς ἀνομίας ὑμῶν.» Ἐπειδὴ γὰρ ἠρνήσαντο τὰς ἑπτὰ χορη γίας τοῦ πνεύματος, εἰς ἑπτὰ πληγὰς αὐτοῖς τὰ ἑπτὰ γίνεται τῆς πονηρίας πνεύματα, ἅπερ εἰσελθόντα κατῴκησεν ἐν αὐτοῖς· καὶ γέγονεν αὐτῶν τὰ ἔσχατα χείρονα τῶν πρώτων. 11 «Καὶ ἀποστέλλω ἐφ' ὑμᾶς τὰ θηρία τῆς γῆς.» Τὰ ἔθνη λέγει· θηρία γὰρ πρότερον διὰ τὴν ἀγνωσίαν ἐτύγχανον, ὅτι ἐν εἰκόνι θηρίων καὶ τετραπόδων καὶ ἑρπετῶν τὸ θεῖον ἐθρή σκευον. Οἷς ἐπαρώμενος ὁ Δαυὶδ ἔλεγεν· «Ὅμοιοι αὐτοῖς γέ νοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Ταῦτα νῦν αὐτοῖς ὁ θεὸς τὰ ἔθνη ἐπαπέστειλεν, τὰ ἑξῆς εἰρη μένα τῷ νομοθέτῃ πράσσοντα· «Καὶ κατέδεται ὑμᾶς, καὶ ἀνα λώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς· καὶ ἔρημοι ἔσονται αἱ ὁδοὶ ὑμῶν.» Τούτων γὰρ ἕκαστα αὐτοῖς, κατὰ τὸ αἰ σθητὸν καὶ κατὰ τὸ νοητόν, ὑπὸ τῶν ἐθνῶν κυριευθεῖσιν, γε γένηται.
12 Οὐ μὴν μέχρι τούτου τὰς διὰ Μωυσέως ἀπειλὰς ὁ θεὸς τῷ λαῷ τῶν ἀγνωμόνων ἔστησεν, ἀλλὰ τῶν εἰρημένων χαλεπω τέρας καὶ μείζονας. Φησὶ γάρ· «Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτε ρος ἕξει αὐτήν. Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. Ὁ μόσχος σου ἐσφαγμένος ἐνώπιόν σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ.» Πολλά τε τούτοις ἐπαπειλήσας ἕτερα, τὴν αἰτίαν ἐξ ἧς ταῦτα οὐκ ἔκρυψεν, ἐπιφέρει δὲ αὐτὴν μετὰ πλήθους ἀπειλῶν, αἳ ταῖς ἔναγχος ἡμῖν εἰρημέναις ἐζευγμέναι τυγχάνουσιν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου· καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. Τὸ πρωῒ ἐρεῖς· "Πῶς ἂν γένοιτο ἑσπέρα;"3 Καὶ τὸ ἑσπέρας ἐρεῖς· "Πῶς ἂν γένοιτο πρωΐ;"3 καὶ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.» 13 Ἄκουε τοίνυν τούτων τὸ πέρας· ἄκουε καὶ τὴν ἔκβασιν, καὶ μὴ μέμφου Στεφάνῳ δημηγοροῦντι τῷ νόμῳ καὶ τοῖς προ φήταις σύμφωνα. «Γυναῖκα λήψῃ»· τὴν ἀρχαίαν διαθήκην, «καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν»· ὁ λαὸς γὰρ αὐτὴν ὁ ἐξ ἐθνῶν ἐκτήσατο. «Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ.» Τὸν ναὸν εὔδηλον· ὁρᾷς γὰρ καταπεπτωκ<ότα>. «Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν»· οὐδὲ γὰρ σταφυλὴν ἀλλ' ἀκάνθας ἐποίησεν. Ἢ καὶ τὴν ἄμπελον τὴν τοῦ Χριστοῦ νοήσωμεν· ἐξ αὐτῶν γὰρ ἦν ὁ Χριστός, ἡ τῆς ζωῆς τῆς ἡμετέρας ἄμπελος· ἀλλ' ἡμεῖς αὐτοῦ τὴν σταφυλὴν τρυγῶμεν, ἡμεῖς τὸν οἶνον κιρνῶμεν, ἡμεῖς τὸ γλεῦκος πίνομεν. «Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ»· αὐτῶν γὰρ ἡ τοῦ Χριστοῦ θυσία, αὐτοὶ τὸν ἐξ οὐρανῶν μόσχον εἰς τὸν βωμὸν ἀνήγαγον, ἀλλὰ καὶ ἡμῶν τὸ δεῖπνον, ἡμετέρα ἡ τράπεζα. 14 Καὶ τίνος χάριν; Ἐπειδήπερ ἀπιστίαν ἐνόσησαν, ἀντὶ γνώσεως ἀγνωσίαν προσήνεγκαν, ἐν καιρῷ θεολογίας εἰς βλα σφημίαν ὠλίσθησαν. Ἔδυσαν τὴν παστάδα καὶ τὸν νυμφίον οὐκ ἐδέξαντο, τὸν γαμικὸν νυμφῶνα ἐστεφάνωσαν καὶ τὸν γά μον ἠρνήσαντο· καὶ πραττομένου τοῦ σταυροῦ, τὰ στοιχεῖα ἐσα λεύοντο, αὐτοὶ δὲ οὐ μετεβάλλοντο. Τοῦτο γάρ ἐστιν ὅπερ ἑξῆς ἐπήγαγεν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου.» Τίς ἡ ζωή; Χριστὸς λέγων· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Καὶ ποῦ κρέμαται; Ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Ὁ γὰρ τὴν γῆν λόγῳ κρεμάσας ἐπὶ τοῦ ξύλου κρέμαται, ἐν ᾧ βαστάζεται βαστάζων, ἐν ᾧ κρέ μαται κρεμνῶν, ἐν ᾧ ὑψοῦται ὑψῶν· «Ὅταν γὰρ ὑψωθῶ», φησίν, «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» «Καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Οὐκοῦν αἰτία τοῦ φόβου ἡ ἀπιστία γεγένηται. 15 «Φοβηθήσῃ ἡμέρας καὶ νυκτός»· ἡμέρα γὰρ ἡ αὐτὴ καὶ νύξ, διὰ τὸ «Κατὰ πᾶσαν τὴν γῆν σκότος ἀπὸ ὥρας ἕκτης ἐτύγχανεν.» Ὅθεν ὁ Ζαχαρίας ἀπορεῖ τί χρὴ μᾶλλον αὐτὴν ὀνομάζειν, τί προσῆκον καλεῖν, πότερον ἀπὸ τοῦ συμβάντος σκό τους ἢ ἀπὸ τοῦ νόμου τῆς ἡμέρας τοῦ σταυροῦ τὸν καιρὸν ὀνο μάζεσθαι. Οὕτω τοίνυν φησίν· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται. Ἡμέρα με γάλη ἐστίν, γνωσθήσεται τῷ κυρίῳ. Οὐχ ἡμέρα οὐδὲ νύξ· καὶ ἔσται τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ ἐξελεύσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θά λασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Αἰσθητῶς δὲ ταῦτα καὶ νοητῶς συνέβαινεν. 16 «Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς»· ὁ μὲν γὰρ ἥλιος μέσον ἡμέρας ἔδυνεν· σκότος δὲ καὶ ἀγνωσία ταῖς τῶν Ἰουδαίω<ν> καρδίαις ἐκκέχυτο. «Ψῦχος καὶ πάγος ἔσται.» Μαρτυρεῖ δὲ ὁ Πέτρος, παρὰ τὴν ἀνθρακιὰν διὰ τὴν ἀκμὴν τῆς ὥρας τοῦ χειμῶνος θερμαινόμενος. Ἀλλὰ πρὸς τοῦτο ψῦχος καὶ πάγος ἦν, ἐπειδὴ ψυγεῖσα τότε μάλιστα τῶν Ἰουδαίων ἦν ἡ πρὸς τὸν θεὸν ἀγάπη· οὐ γὰρ ἂν τὸν ἐλθόντα παρ' αὐτοῦ σω τῆρα καὶ λυτρωτὴν ἐσταύρωσαν. «Ἡμέρα μεγάλη ἐστίν.»
Πῶς γὰρ οὐ μεγάλη, ἐν ᾗ ὁ Ἀδὰμ ἀνεπλάσθη, ἡ ἁμαρτία κατηργήθη, κατελύθη ὁ θάνατος, ἀπέλαβεν τὸ σκεῦος ὁ κερα μεύς, τὸ πρόβατον ὁ ποιμήν, τὸν μαργαρίτην ὁ ἔμπορος; «Γνωσθήσεται τῷ θεῷ.» Πῶς γὰρ ὁ πάντα εἰδὼς ἐκείνην τὴν ἡμέραν οὐκ ἐπιγνώσεται μάλιστα, ἐν ᾗ τὸν υἱὸν τὸν μονογενῆ πρὸς θυσίαν ἐκδέδωκεν; «Οὐχ ἡμέρα οὐδὲ νύξ», ἐπειδὴ δρόμος ἡμέρας οὐχὶ νυκτὸς ἐτύγχανεν. «Πρὸς ἑσπέραν ἔσται φῶς»· ἡνίκα μετὰ τὴν ἐνάτην ὥραν τὸ σκότος ἐπαύ σατο. Οὐκοῦν ἡ αὐτὴ καὶ νὺξ ἄρα καὶ ἡμέρα ἐγένετο. 17 «Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ.» Πόθεν; Ἐκ τῆς πλευρᾶς τῆς ζωῆς· ὅθεν γὰρ ἡ Εὔα ἀνεπλάσθη, ἐκεῖ θεν εἰκότως ἡ ἐκκλησία πλάττεται. «Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην.» Δηλαδὴ τοῦ βαπτί<σ>ματος. «Καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Τῆς μετα νοίας εὔδηλον. Τὰ γὰρ τῆς μετανοίας δάκρυα λείψανον τῆς δωρεᾶς ὑπάρχει τοῦ βαπτίσματος, ἀπόδειξις δὲ σαφής· ὁ μὴ βαπτισθεὶς μάτην μετανοεῖ, ἐὰν μὴ δραμὼν βαπτισθῇ· μά την θύει τὴν προσευχήν, μάτην αἰτεῖ συγγνώμην, μάτην πηγά ζει δάκρυα. Χωρὶς γὰρ βαπτίσματος ἄφεσις ἁμαρτημάτων οὐ πράττεται. Ὁ δὲ βαπτισθεὶς οὗτος ἐνεργὸν τὴν μετάνοιαν κέκτη ται· δακρύει καὶ λέλυται· στενάζει καὶ πενθεῖ καὶ προσεύ χεται, καὶ παραχρῆμα καθαίρεται. 18 Ἀλλὰ γὰρ ὅπως ἐκβαίνει καὶ τὰ λοιπὰ τῆς τοῦ νόμου προ αγορεύσεως ἄκουε· «Τὸ πρωῒ ἐρεῖς· "Πῶς ἂν γένοιτο ἑσπέρα;"3 Καὶ τὸ ἑσπέρας ἐρεῖς· "Πῶς ἂν γένοιτο πρωΐ;» Πόθεν; «Ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.» Ἐπειδὴ τῶν σημείων καὶ τῶν θαυμάτων ἕνεκα, ἃ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ ὑπῆρχε πραττόμενα, σειομένης τῆς γῆς, τοῦ ἡλίου φεύγοντος, κρυπτο μένου τοῦ οὐρανοῦ, σχιζομένων τῶν πετρῶν, ῥηγνυμένου τοῦ κατα πετάσματος, ἀνοιγομένων τῶν μνημάτων, δειλιῶντες καὶ ταρατ τόμενοι, λέγειν εἰκότως πρὸς ἀλλήλους ἠναγκάζοντο· «Πῶς ἂν γένοιτο ἑσπέρα;» ἵνα καθέλωμεν τὴν ζωὴν ἀπὸ τοῦ σταυροῦ, κρύψωμεν εἰς γῆν τὸν ἐξ οὐρανοῦ, συστείλωμεν ἐν τάφῳ τὸν ἀθάνατον, ἐκ μέσου τὸ θαῦμα ποιήσωμεν, ὅθεν ἡμῖν τὰ τηλι καῦτα φόβητρα. 19 Ἀλλὰ καὶ ταῦτα πράξαντες, οὐδὲν ἀπώναντο τοῦ σκοποῦ· εἰς τοὐναντίον δὲ αὐτοῖς τὸ ἐγχειρηθὲν γίγνεται. Καὶ διὰ τοῦτο ἔλεγον τὸ ἑσπέρας· «Πῶς ἂν γένοιτο πρωΐ;» Ἐπειδὴ φοβερὰ πάλιν τὰ ἐν τῇ νυκτὶ τῆς ἀναστάσεως τελούμενα θαύματα, ἐπειδὴ νυμφῶνα τὸν τάφον ἑώρων, ἐσφραγισμένον τὸ μνῆμα καὶ τὸν νεκρὸν μετὰ ζωῆς ἐκτρέχοντα, τοὺς στρατιώτας <ὡς> νε κρ<ούς>, τὰς γυναῖκας μυροφορούσας, ἀγγέλους τὰς ὀθόνας φυλάττοντας, ἄλλον ἐπὶ τοῦ λίθου καθεζόμενον τῆς ἀνα στάσεως κήρυκα, τότε ἔλεγον· «Πῶς ἂν γένοιτο πρωΐ;» ἵνα παράσχωμεν τοῖς στρατιώταις ἀργύρια, ἵνα τὸν Πιλᾶτον δια φθείρωμεν, ἵνα κλέψωμεν ἀπάτῃ τὴν ἀλήθειαν, ἵνα φημίσωμεν «ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων». 20 Ταῦτα ὁ νόμος καὶ Μωυσῆς δι' αὐτοῦ, ἐν ἑκατέρῳ δὲ τού των μᾶλλον ὁ θεὸς μαρτύρεται τὸν λαὸν τὸν ἀγνώμονα· ὃν ἐλέγχων Στέφανος ὁ θεολόγος παρ' αὐτῶν ὀνομάζεται βλάσφη μος. Καί φησιν ὁ ἀρχιερεύς· «Εἰ ταῦτα οὕτως ἔχει;» Οὐ γὰρ οἶδας ὅπως ἔχει; Οὐ σὺ τὸν δόλον ἐσκεύασας; Οὐ σὺ τοὺς συ κοφάντας ἐμισθώσω; Οὐ σοὶ μισθαρνοῦσιν οἱ τῆς ἀπάτης μάρ τυρες; «Ἀλλὰ χρεία, φησίν, ψεύδους καὶ ὑποκρίσεως· καὶ δό λου πρὸς τὴν παγίδα τὴν προβληθεῖσαν χρῄζομεν. Οὕτω τὸν Ἰωσὴφ πεπράκαμεν, τὸν Ναβουθαὶ πεφονεύκαμεν, τὸν Χριστὸν ἐσταυρώσαμεν.» 21 Στέφανος δὲ καιρὸν διδασκαλίας εὑρών, πολλὰ μὲν ὅσα σωτήρια τοῦ δήμου ταῖς ἀκοαῖς ἐξέχεεν, συμπέρασμα δὲ τῆς ῥητορείας ἐπήγαγεν, αὐτῷ τε λέγειν,
ὡς ἀληθείας μάρτυρι, κἀ κείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύ ματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· «Σκληροκάρδιοι καὶ ἀπε ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.» 22 Καὶ πῶς ἐν ἀρχῇ λέγεις· «Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες, ἀκούσατέ μου»; «Ἐκεῖνα», φησίν, «τῆς τοῦ Ἀβραὰμ εὐγενείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης, ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχα λίνωτον.» Πρὸς ἐκεῖνο τὸ προοίμιον Ἠσαΐου προέτρεπεν· «Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομέ νοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ.» Πρὸς τουτὶ δὲ τὸ πέρας αὐτοὶ καὶ παρὰ γνώμην ἀναγκάζουσιν τὸν λόγον· «Ἀδελφοὺς ἐκάλεσα, πατέρας προσηγόρευσα, μή τις οἰηθῇ καθάπερ ἐχθρῶν κατηγορεῖν, ὡς πολεμίων ἐλέγχειν. Σκ<λ>ηροκαρδίους δὲ τοὺς αὐτοὺς καὶ ἀπεριτμήτους προσεφώνησα, ἐπειδὴ τῆς συγγενείας προτιμᾶν δεῖ τὴν ἀλήθειαν καὶ μήτε φίλων μήτε ἀδελφῶν μήτε πατέρων μήτε ἄλλων οἰκείων, ἡνίκα παρανομοῦσιν, φείδε σθαι.» 23 Οὐ μὴν ἐκαρτέρουν οἱ παῖδες τῶν Ἰουδαίων ταῦτα τὰ ῥή ματα, ἀλλὰ τοὺς ὀδόντας καθάπερ θῆρες ἔβρυχον, ἔτι ῥητορεύοντα τὸν Στέφανον καταπιεῖν ἐπειγόμενοι. «Ἔβρυχον τοὺς ὀδόντας.» Περὶ γὰρ αὐτῶν εἴρητο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Στέφανος δὲ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς τὸν θεὸν τοὺς ὀφθαλ μοὺς εἶχεν, καὶ τῆς γῆς ἀφέμενος εἰς τὰς αὐλὰς τῶν οὐρανῶν ἠπείγετο, καὶ λαμπρᾷ τῇ φωνῇ «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας» ἐκήρυττεν. Τουτέστιν· τὸ κέρδος κοινόν, ἡ ὁδὸς πᾶσιν εὐτρεπής, ἡ πύλη τοῖς εἰσελθεῖν βουλομένοις ἀνέῳ κται. Ὁ ἀνδρεῖος συντόνως ἀθλείτω· ὁ γνήσιος ὁπλίτης νῦν χρη σάσθω τοῖς ὅπλοις, νῦν ἐνδειξάσθω τῆς ῥώμης τὸ μέγεθος. Ὁ γὰρ ἀγωνοθέτης ἐφορᾷ· τοὺς στεφάνους καὶ τὰ βραβεῖα διανέμων ἐφέστηκεν. 24 «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας.» Καὶ τίς ὁ ἀνοίξας, οὐκ ἀφῆκεν ἀγνοεῖν τὸν εἰδέναι βουλόμενον. Καὶ διὰ τοῦτο κέκραγεν· «Καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δε ξιῶν τοῦ θεοῦ», τὸν θεὸν Λόγον τὸν σαρκωθέντα λέγων. Ἀφ' οὗ γὰρ ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γεγένηται, ἀφ' οὗ ὁ ἐκ Πα τρὸς αὐτὸς ἐκ παρθένου ἐνέστη τῇ γῇ καὶ τοῖς οὐρανοῖς ὅριον, περιῄρηται τῆς ἔχθρας τὸ μεσότοιχον, ἐκποδὼν ὁ φραγμός, κοινὰ τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις τὰ τῆς πολιτείας, ἐὰν οἱ ἄνθρωποι βούλωνται. Ἔξεστιν ἐπὶ γῆς οὖσιν ἐν οὐρανῷ στρατεύε σθαι, κάτω τῇ σαρκὶ τυγχάνειν, ἄνω παρεῖναι τῷ πνεύματι, εἶναι μετὰ τοῦ πηλοῦ τῷ πηλῷ, μετὰ δὲ τοῦ θεοῦ τῷ νῷ. 25 Ταῦτα μὲν οὖν ἐθεολόγει Στέφανος· βοαὶ δὲ τὴν ἐν τά ξει θεολογίαν ἄτακτοι, καὶ βοαὶ τὰς βοὰς διεδέχοντο· καὶ σφενδόναι λίθων τοῖς τῶν ἱερῶν νόμων ἐπηκολούθουν δόγμασιν. Ὅπλων ἀποροῦντες, ἀπὸ τῆς γῆς ὡπλίζοντο· ξίφων οὐ παρόν των, λίθους ταῖς δεξιαῖς ἐσχεδίαζον, καὶ τῆς πόλεως ἔξω λα βόντες ἔθυον. Οὐ γὰρ ἦν Ἰερουσαλὴμ ἡ παλαιὰ τῷ θύματι πρέ πουσα· ἀλλὰ καὶ τὸν ἀμνὸν ἐχρῆν παρὰ τὸν ἀμνὸν τὸν τοῦ ποιμένος σφάζεσθαι, ἐκεῖ λαμβάνειν τὸν στρατιώτην τὰ τῆς νίκης ἐνέχυρα, ἔνθα τὸ κατὰ πάντων τρόπαιον ὁ βασιλεὺς ἐπήξατο. 26 Ἀλλὰ ποῖον ἐλάμβανεν τῆς τελευτῆς ἐφόδιον; Προσευχὴν καὶ τὸ ἐκ ταύτης θυμίαμα· καὶ τὴν σάρκα ἐκδυόμενος τὴν προσευχὴν ἐνεδύετο. Τί δὲ ἦν ἡ προσευχή; «Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου», τουτέστιν· Σὺ λάβε τὸ σόν· ἣν ἔδωκας παραθήκην ἀνάλαβε· ὃν ἐπίστευσας μαργαρίτην ὑπόδεξαι· ὃ κατ' εἰκόνα σὴν ἔχω, τοῦτο πέμπω πρὸς σέ. «Δέξαι τὸ πνεῦμά μου»· οὐκέτι γὰρ εἰς ᾅδου κλαυθμῶνος αἱ ψυχαὶ τῶν δικαίων εἰσέρχονται· οὐκέτι τὰ ζοφερὰ τοῦ θανάτου χωρία τὰ τῶν ζώντων παραλαμβάνει πνεύματα. Μετὰ σὲ τῶν ζώντων ἀπαρχὴν καὶ νεκρῶν ἅμα
γενόμενον, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃς, ὅλων θαρρεῖ τῶν νεκρῶν, οὐκ ἔξω λόγου, τὸ φύραμα. «Δέξαι τοίνυν τὸ πνεῦμά μου.» Μὴ συχωρήσῃς τὸ σὸν στρουθίον λοχῆσαι τοῖς θηρεύουσι μηδὲ τοῖς συναντῶσιν ἐν πύλαις ἐχθροῖς τὴν ἐμὴν ἀπὸ τῆς γῆς ἀποδημίαν λυμαίνεσθαι μηδὲ θορυβῆσαί μοι τὴν εἰς οὐρανοὺς ἄνοδον. 27 Ἀλλὰ ταύτην μὲν ὑπὲρ ἑαυτοῦ τὴν προσευχήν, ἑτέραν δὲ πάλιν ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων ἔθυεν· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Καὶ τοῦτό ἐστιν· οὐ γὰρ εἶπεν· «Μὴ λογίσῃ αὐτοῖς», ἀλλὰ «Μὴ στήσῃς», ἦ πάντως ἵνα ζυγοστάτην ἀκριβῆ μάθῃς εἶναι τὸν κριτὴν τὸν ἡμέτερον, ἑκάστῳ τὰς πράξεις ἐν τῷ καιρῷ τοῦ κριτηρίου σταθμίζοντα. Εἰ γὰρ «ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ», πῶς οὐ πολὺ μᾶλλον ταλαντεύει τὰ ἡμέτερα εἴτε πταίσματα μὲν οὖν εἴτε κατορθώματα; «Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Μὴ ἀναγάγῃς αὐτὴν εἰς τὸν ζυγὸν τῆς κρίσεως· μὴ βαρήσῃς ἐξ ἐμοῦ τοὺς ἀφ' ἑαυτῶν βεβαρημένους· μηδὲ ἡ ἐμὴ εὐλογία ἑτέροις γένηται κατάρας ἀφορμή, μὴ τὸ ἐμὸν κέρδος ζημίας τοῖς Ἰουδαίοις πρόξενον. 28 Οὐ βούλομαι τὴν ἐμὴν θυσίαν βλάβος γενέσθαι τοῖς θύουσιν. Εἰ γὰρ καὶ πονηρῷ θύουσιν λογισμῷ, ἀλλ' ὅμως αἰσχύνομαι τούτους, οἵτινες ἀφορμὴ καὶ παρὰ γνώμην ἐμοὶ τῆς πρὸς σὲ παρουσίας, τῆς τῶν οὐρανῶν βασιλείας, τῆς ἀπαλλαγῆς τοῦ πηλοῦ, τῆς ἄνω μεταθέσεως, μαρτυρίου νίκης, ὁμολογίας τῆς εἰς σὲ καὶ παρὰ σοῦ. Σὴ γάρ ἐστιν πρὸς ἡμᾶς φωνή, ᾗ προτραπεὶς ἐμαυτὸν ἑτοίμως εἰς θυσίαν ἐπέδωκα, καὶ τὸ αἷμα καθάπερ εἰς κρατῆρα διὰ τῆς ὁμολογίας εἰς τὰς σὰς χεῖρας ἐκένωσα· «Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Page scan enlarged

Notebook

Full View