PG 93Leontius Episcopus Neapolitanus
Leontius, Bishop of Neapolis
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 1559–1560page 1 of 27
PG 93:1559αὐτὸς ἀπαλαίωτος, ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς τὸν αἰῶνα οὐ δια φθαρήσεται. ις'. Ἐγὼ Ησύχιος πρεσβύτερος Ἱεροσολύμων πολλὰ ἐρευνήσας, μετὰ πολλοῦ καμάτου ήδυνήθην εὑρεῖν τοῦ ἁγίου Λογγίνου τοῦ Εκατοντάρχου, τοῦ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ εἰπόντος, Αληθώς Θεοῦ Υἱὸς ἦν οὗτος, τὸ μαρτύριον· εὗρον δὲ αὐτοῦ ἐν σχεδαρίῳ ἐν τῇ βιβλιοθήκῃ τῆς ἁγίας ἀναστάσεως, καὶ συνέταξα αὐτοῦ τὴν ὁμολογίαν μετὰ καὶ τοῦ ἐγκωμίου. Λαπὸν οἱ φοβούμενοι τὸν Κύριον πιο στωθήτωσαν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ ἅγιος Λογγῖνος ὁ 'Εκατόνταρχος, ὁ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ὁμολογήσας αὐτόν· οὗ τῇ πρεσβείᾳ καὶ παρακλήσει διαφυλαχθείησαν ἅπαντες, οἵ τε ἀναγινώσκοντες αὐτὸ καὶ οἱ ἀκούοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Οσοι περὶ τὴν ἑορταστικήν. Γ.
col. 1561–1562page 2 of 27
PG 93:1561καὶ πανηγυρικούς λόγους εἰς τὴν μεταμόρφωσιν τοῦ Σωτῆρος ἡμῶν. Εἰς τὰ προφωτίσματα, εἰς τὰ βάϊα καὶ εἰς τὴν ἔγερσιν τοῦ Λαζάρου. 5. Λεοντίου πρεσβυτέρου καὶ ἡγουμένου τῆς μονῆς τοῦ ἁγίου Σάβα τῆς Ῥωμαίων πόλεως εἰς βίον καὶ θαύματα τοῦ ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ ᾿Ακραγαντίνου κατὰ Ἰουδαίων λόγου ὑπὲρ τῆς Χριστιανῶν ἀπολογίας 245 Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, ἀρχιεπισκόπου Αλεξανδρείας, εἰς Πέτρον τελώνην. Αξιον καὶ ἁρμόζον τῷ προειρη

Observation of Basnage on LeontiusObservatio Basnagii de Leontio

col. 1563–1564page 3 of 27
PG 93:1563Ἔχομεν βίβλον ἐπὶ χεῖρας τοῦ μακαρίου Λεοντίου ἐπισκόπου Νεαπόλεως τῆς Κύπρου, καὶ ἀξιοῦμεν ἀναγνωσθῆναι αὐτήν ἐν μιᾷ τῶν πολέων Κύπρου,
col. 1565–1566page 4 of 27
PG 93:1565Μηνὶ τῷ αὐτῷ ιβ' Λεοντίου ἀρχιεπισκόπου Νεαπόλεως τῆς Κυπρίων νήσου εἰς τὰ λειπόμενα τοῦ βίου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Αλεξανδρείας Ιωάννου τοῦ Ἐλεήμονος, ὁ μὲν σκοπὸς εἰς ἐστιν, ἡμῶν καὶ τῶν πρὸ ἡμῶν φιλοπόνων καὶ ὁσίων ἀνδρῶν ὁ ἐπὶ τῇ παρούσῃ τοῦ ἀοιδίμου ἀνδρὸς τοῦ βίου διηγήσει, τοῦτ' ἔστι, τὸ πᾶσιν μὲν μίμησιν θεοφιλῆ καὶ ὠφέλειαν προσγενέσθαι, δόξαν τε καὶ μεγαλοπρέπειαν τῇ ἁγίᾳ καὶ προσκυνητῇ Τριάδι αναπέμψαι. Λεοντίου Νεαπόλεως Κύπρου ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου περὶ τοῦ προσκυνεῖν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ τοῖς εἰκονισμοῖς τῶν ἁγίων καὶ περὶ τῶν λειψάνων τῶν ἁγίων. Εάν μοι ἐγκαλεῖς πάλιν, ὦ Ἰουδαῖε, λέγων ὅτι ὡς Θεῷ προσκυνῶ τῷ ξύλῳ τοῦ σταυροῦ, ο Α. Λεοντίου επισκόπου Νεαπόλεως τῆς Κύπρου, Λόγος εἰς Συμεῶνα, καὶ ὅτε ἐδέξατο τὸν Κύριον εἰς ἀγκάλας αὐτοῦ. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Δίκαιον γὰρ ἐπὶ τῇ παρούσῃ θείᾳ καὶ Δεσποτική ἑορτῇ, διὰ τῶν Δαυϊτικῶν, μᾶλλον δὲ θείων ῥημά των προοιμιάσασθαι· ἐπειδὴ καὶ ὁ προφήτης Δαβίδ, οὐκ ἀφ' ἑαυτοῦ, ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου κινούμενος, τὰ τῆς μελωδία; ἀπεφθέγξατο ῥήματα. Εἰς εὐτ φροσύνην δὲ καὶ πνευματικὴν ἀγαλλίασιν προσκαλεῖται Δαβίδ, διὰ μὲν τὸ εἰπεῖν, οὐρανούς· τὰς ἀγ γελικὰς δυνάμεις καὶ οὐρανίους· διὰ δὲ τῆς γῆς, τοὺς ἀνὰ πᾶσαν τὴν γῆν διεσπαρμένους ἀνθρώπους. Δηλοῖ τὰ ἐφεξῆς Χαρήσεται γὰρ τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς. Πάντως οὖν καὶ ταῦτα πεδία πνευματικῶς καὶ ἀναγωγικώς χρὴ ἐκλαβεῖν. Ποίαν γὰρ χαρὰν δύναται φέρειν ἡ ἀναίσθητος γῆ, ἔτι δὲ καὶ τὰ ἐν αὐτῇ, οἷον δένδρα παντοῖα, καὶ τὰ πολλὰ εἴδη [γένη] τῶν βοτανών. Η μᾶλλον ἔστι νῦν εἰπεῖν, ὡς πεδία λέγει, τὰ οἱονεὶ ἡμερώτερα τῶν ἀνθρώπων Ι.

SermonsSermones

col. 1567–1568page 5 of 27
Sermo I
PG 93:1567γένη, καὶ πρὸς τὸν πνευματικών σπόρον ἐπιτήδεια ἢ καὶ τοὺς ἐξ Ισραήλ, διὰ τὸ οἷόν πως καταλεαίνε σθαι καὶ ἐξομαλίζεσθαι ταῖς νομικαῖς καὶ προφητικαῖς διδασκαλίαις· εἰ καὶ τὸν εὐαγγελικὸν σπόρον ἐξ οἰκείας ἀπονοίας οὐκ ἐδέξαντο. Εἶτα ἐπάγει· Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ· άτινα ξύλα νοεῖσθαι προσήκει, ἅπαντας τοὺς ἐξ ἐθνῶν τῷ Σωτῆρι Χριστῷ πεπιστευκότας· οι τινες πρώην ξύλα ὥσπερ ἄγρια καὶ δρυμώδη τῇ ἀπιστίς ὑπῆρχον μέχρις ὅτε κατὰ τὸν θεσπέσιον Παῦλον· ἐνεκεντρίσθησαν ἐκ τῆς ἀγριελαίου, εἰς τὸν καλλιέλαιον. Τίνος δὲ ἕνεκεν εἰς εὐφροσύνην προσκαλεῖται καὶ ἀγαλλίασιν, οὐρανούς τε καὶ γῆν· πεδία τε καὶ τὰ ἐν αὐτοῖς, καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ; Τοῦ Χριστοῦ δηλονότι· Ἀπὸ προσώπου γάρ, φησί, Ευ ρίου, ὅτι ἔρχεται. Όντως, δικαίως ὁ προφήτης προ τρέπει ἐπουράνιον πᾶσαν κτίσιν καὶ ἐπίγειον, εἰς πνευματικὴν εὐφροσύνην καὶ ἀγαλλίασιν. Εἰ γὰρ βα σιλέως ἐπιγείου καὶ θνητοῦ εἰς πόλιν εἰσέρχεσθαι μέλλοντος, πᾶσα μὲν ἡ πόλις κατακοσμείται βέλους, καὶ στεφανώμασι, καὶ ἀρώμασι· πάντες δὲ ὡς εἰ πεῖν, μικροί τε καὶ μεγάλοι ποικίλας στολὰς ἐξαι λάσσοντες, πρὸς τὴν τοῦ βασιλέως χωροῦσιν ὑπάν τησιν· καὶ πάσης μὲν πραγματείας ἑτέρας περι φρονοῦντες· πάσης δὲ σπουδῆς προτιμωτέραν ταύτην τιθέμενοι· πόσῳ μᾶλλον παραγινομένου τοῦ ἐπουρανίου Θεοῦ τε καὶ βασιλέως, πᾶσαν τὴν ὑπ' αὐτοῦ γε γενημένην ὁρατὴν τε καὶ ἀόρατον κτίσιν, εὐφραίνεσθαι καὶ ἀγαλλιάσθαι χρή· καὶ περιχαρῶς ἄμε καὶ σεβασμίως ἀποπληροῦν τὴν ὑπάντησιν. 'Αλλ' ίδωμεν, ἀγαπητοί, πότε ὁ ἐπουράνιος καὶ μέσ γας Θεός τε καὶ βασιλεὺς παραγίνεται. Πότε ἄμα; Εἰ μὴ ὅτε καθ᾿ ἡμᾶς δι' ἡμᾶς, ἀτρέπτως καὶ ἀναλλοιώτως καὶ ἀναμαρτήτως ἐνανθρωπήσας, ἐγένετο, Ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀσώματός τε καὶ ἀπερί. γραπτος, καὶ ἐν οὐρανῷ ἐστι, καὶ τὴν γῆν πεπλή ρωχε κατὰ τὸν εἰπόντα προφήτην. Τῷ οὖν τρόπῳ τούτῳ, λέγω δὴ, τῷ πρὸ τῆς ἐνανθρωπήσεως, ούτε ἀπέστη τόπου, ἵνα εἰς αὐτὸν παραγένηται· οὔτε πά λιν ὡς ἤδη είπομεν, περιγράφεται διαστήμασιν, πάντα ἐπίσης πληροῦσα, καὶ πᾶσιν ὁμοίως παροῦσα πῶς οὖν φησιν ὁ προφήτης· Ἀπὸ προσώπου Κυ ρίου ὅτι ἔρχεται; Η δῆλον, ὅτι κατὰ τὸν καιρὸν τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας, ἡ προφητεία που πλήρωται. ᾿Αλλὰ τῇ μὲν ὑπερφυεστάτῃ καὶ ὑπερκοσμίῳ, καὶ ἀῤῥήτῳ τοῦ Σωτῆρος Χριστοῦ κατὰ σάρκα γεννήσει τοῖς τῶν θεοφόρων Πατέρων ἐντρυφήσαντες λόγοις, ήδη προεορτάσαμεν· μετὰ ἀγγέλων ὑμνήσαντες μετά ποιμένων δοξάσαντες· μετὰ μάγων δωροφορή σαντες· εἰ καὶ μὴ χρυσὸν καὶ λίβανον καὶ σμύρναν ἀλλ' ἀντὶ τούτων, τὴν εἰς τὸν Χριστὸν πίστιν χρυ σοῦ μὲν οὖσαν τιμιωτέραν λιβάνου δὲ, εὐωδεστέραν σμύρνης δὲ τῆς φυλαττούσης τὰ νεκρά σώματα, ὑπερβαλλόντως ἐνεργεστέραν. Οὐ γὰρ τὰ θνητὰ ἡμῶν φυλάττει σώματα· ἀλλ᾽ ἀθανάτους τὰς ψυχὰς ἀπερ γάζεται. Νῦν δὲ ἑτέρα παρουσία Χριστοῦ, ἑτέρας ἡμῖν ἀπαντήσεις πρόξενος. Δεῦτε οὖν, ἀγαπητοί,
col. 1569–1570page 6 of 27
PG 93:1569πάντα δκνον τῶν ψυχῶν ἀπορρίψαντες λαμπροί λαμπρῶς τῷ βασιλεῖ τῶν αἰώνων και Σωτήρι Χρι στῷ ὑπαντήσωμεν. Φησὶ γὰρ ὁ εὐαγγελιστής Λου κᾶς, μετὰ τὴν ὀκταήμερον τοῦ νομοθέτου κατὰ νόμον περιτομήν· "Οτε επλήσθησαν αἱ ἡμέραι τοῦ καθώ ρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως· καθα ρισμοῦ δηλονότι, τῆς τε Μαριάμ καὶ τοῦ βρέφους καὶ τοῦ προσδοκωμένου είναι πατρός· λέγω δὴ τοῦ Ἰωσήφ. Αλλ' ἐκπληττόμενος ἐπὶ τοῖς ῥηθεῖσιν, πρὸς τὸν θεσπέσιον εὐαγγελιστὴν εἴποιμι ἄν· τί λέγεις, ὦ μακάριε Λουκᾶ. Επιλελῆσθαί μοι δοκεῖς τῶν ἀνωτές ρω παρὰ σοῦ συγγραφέντων, ἀναρμόδια γὰρ πρὸς ἐκεῖνα τὰ νῦν παρὰ σοῦ λεγόμενα. Οὐκ ἐν τοῖς Εὐαγ γελίοις τῇ Θεομήτορι καὶ παναγία Παρθένῳ, τὸν θεῖον Γαβριὴλ εἰσάγεις λέγοντα· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Υψίστου επι σκάσει σει; Πῶς οὖν ἡ ἐκ Πνεύματος ἁγίου καὶ δυνάμεως Υψίστου κυήσασα, καὶ μὴ κατὰ νόμον ἀνθρωπίνης κυήσεως, καθαρισμοῦ δέεται. Πῶς δὲ ἡ πληρωθεῖσα τοῦ πᾶσαν κτίσιν όρωμένην καὶ οὐχ ὁρωμένην ἁγιάζοντος, Πνεύματος ἁγίου υπάρχει ἀμέτοχος. Πῶς δὲ ἡ ἐπισκιασθεῖσα τῇ τοῦ Ὑψίστου δυνάμει, οὐ πάσης καθαρότητος καὶ ἁγιασμοῦ ὑπο άρχει ἀνάπλεως; Ἀλλὰ τὰ ἑξῆς τοῦ ἀρχαγγέλου ῥή ματα, τῶν ῥηθέντων εἰσὶ φοβερώτερα λέγει γάρο Διὸ καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υιός Θεοῦ. Τίς οὖν ἀκούσας πρώην παρὰ τοῦ ταῦτα, καὶ νῦν ἀκούων πάλιν βοῶντός σου· Ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν· οὐ δικαίως ἐκε πλαγείς εγκαλέσει σοι. Εἰ γὰρ Πνεῦμα ἅγιον τὴν Παρθένον ἐπλήρωσεν, καὶ ἡ τοῦ Ὑψίστου δύναμις " ἐπ' αὐτῇ ἐπεσκίασεν· καὶ τὸ γεννώμενον ἐξ αὐτῆς, Υἱὸς μὲν ἐστι τοῦ πρὸ αἰώνων Θεοῦ· καὶ νῦν δὲ, διὰ τὴν οἰκονομίαν κληθήσεται· πῶς ἡ τῆς θείας καὶ ὁμοουσίου Τριάδος γεγενημένη μέτοχος, οὐ μόνον οὐ λείπεται ἁγιασμοῦ καὶ καθάρσεως· ἀλλ' οὐχὶ καὶ πάσῃ τῇ κτίσει ἁγιασμοῦ καὶ καθάρσεως γενήσεται πρόξενος. Τί δὲ πρὸς ταῦτα ὁ εὐαγγελιστής; Ού, φησίν, ἐπιλήσμων τῶν ὑπ' ἐμοῦ ῥηθέντων ἀνωτέρω γέγονα ἀλλ οὔτε ἀνακόλουθα τοῖς προλαβοῦσι, τὰ ἐπὶ τοῦ παρόντος βηθέντα μοι. Εἰ μὲν γὰρ ἔμεινεν παντάπασιν ὁ θεῖος Λόγος ἐν τοῖς θείοις ὑψώμασι, καὶ μὴ κατεδέξατο έκουσίως τὴν πρὸς τὴν ἡμετέραν ταπείνωσιν συγκατάβασιν, καλῶς ἐξένιζεν ὑμᾶς νῦν, τὰ παρ' ἐμοῦ λεγόμενα· εἰ δὲ ἄσαρκος ὧν ὁ Θεὸς καὶ ἀσώματος, σῶμα μὲν ἐψυχωμένον ψυχῇ λογικῇ καὶ νοερᾷ ἐξ ἀπειρογάμου κόρης δι' ἡμᾶς περιβάλλεται οἰκεῖ δὲ μήτραν ἀπεριγράπτως παρθενικὴν, ὁ πλη ρῶν τὰ σύμπαντα· γεννᾶται δὲ ἐν χρόνῳ διὰ τοὺς ὑπὸ χρόνον, ὁ χρόνων καὶ αἰώνων πρεσβύτερος· μᾶλ λον δέ, ποιητής ἀγκάλαις δὲ Μητρός Παρθένου περιλαμβάνεται, ὁ θρόνον ἔχων τὰ Χερουβίμ τρέ φεται δὲ γάλακτι, ὁ πάσῃ τῇ κτίσει τὴν ζωὴν χαρι ζόμενος· φεύγει δὲ καὶ Ηρώδην εἰς Αἴγυπτον, ὁ τὰ πρωτότοκα Αἰγύπτου πατάξας, καὶ Φαραὼ καταποντίσας τὸν τύραννον· ὑποτάσσεται δὲ τοῖς γονεύσιν
col. 1571–1572page 7 of 27
PG 93:1571ὡς νήπιον, ὁ ἔχων ὑποτεταγμένα τὰ σύμπαντα· μα πτίζεται δὲ ὑπὸ Ἰωάννου, ὁ δωρούμενος τῶν ἁμαρ σημάτων τὴν ἄφεσιν· πειράζεται δὲ ὁ ἀπείραστος, δι' ἐμὲ, ἵνα νικήσῃ τὸν ἐμὲ πειράσαντα, καὶ τοῦ παραδείσου διώξαντα· καὶ, ἁπλῶς εἰπεῖν, μετά πάσαν θαυματουργίαν, πάθη ὁ ἀπαθὴς καταδέχεται· καὶ θάνατον καὶ ταφὴν ὑπομένει σαρκὶ ὁ ἀθάνατος, ἵνα ἐμὲ τὸν θανατωθέντα απαθανατίσῃ διὰ τῆς ἑαυτοῦ ἀναστάσεως. Τί οὖν ξένον, εἰ μετ' ἐκείνων ἁπάντων καὶ τὸν κατὰ νόμον καθαρισμὸν ὁ καθαρὸς καὶ ἄχραντος, μετὰ τῆς ἀχράντου καὶ ἀπειρογάμου Παρθένου καὶ Μητρὸς καταδέχεται· ἵνα γενόμενος ὑπὸ νόμου, ὡς ὁ ᾿Απόστολος ἔφησε, τοὺς ὑπὸ νόμον ἐλευθερώση; ᾿Αλλ' ἔλαθον, ἀγαπητοί, τῷ ἁπλέτῳ πελάγει τῆς τοῦ Σωτῆρος οικονομίας ἑαυτὸν ἐπιδοῦς, τῇ φορά τοῦ λό του Ελκόμενος. Εὐχερέστερον γάρ ἐστι, τὸ κύτος τῆς θαλάσσης παλάμῃ χειρὸς ἀνθρωπίνης περιλαβεῖν, ἢ τὰς πολυτρόπους τῆς θείας οἰκονομίας συγκαταβά. σεις, λόγῳ προφορικῷ ἐξειπεῖν. Αλλ' ἐπὶ τὸν πυρο τοῦ εὐαγγελικοῦ ὕψους επαναδράμωμεν, καὶ πρὸς αὐτὸν τὴν ὁλκάδα τῶν λόγων, τῇ πηδαλιουχία του Πνεύματος, ἀπευθύνωμεν. ο ἂν ὁ λόγος ἐγένετο. Αλλ' εἰ καὶ δύο Κύριοι λέγονται. *Οτε, φησὶν, ἐπλήσθησαν αἱ ἡμέρας τοῦ κατα ρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως. ἀνήγε τον τὸ παιδίον εἰς Ἱεροσόλυμα, παραστήσει τῷ Κυρίῳ. Καλῶς ὁ εὐαγγελιστὴς ἐσαφήνισεν. Ὡς ἐξ οἰκονομίας γὰρ πάντα τὰ ἡμῖν ὑπ' αὐτοῦ νομοθετηθέντα ὑπὲρ ἡμῶν καταδέχεται. Ἰδοὺ γὰρ Ο πλη ρῶν οὐρανούς τε καὶ γῆν, ὑπηρετεῖται τὴν ἐπὶ τόπων εἰς τόπους μετάβασιν. Ποίῳ δὲ καὶ Κυρίῳ παραστῆσαι τὸ βρέφος ἐπείγῃ, ὦ παναγία Παρθένε; Ηκουσας σαφῶς ὑπὸ τοῦ Γαβριήλ, ὡς Υιός Θεού ἐστιν ὁ ἐν τῇ γαστρί σου κυοφορούμενος. Εἰ οὖν Υἱὸς Θεοῦ ἐστιν, πῶς οὐκ ἔστιν ἀναμφιβόλως και Κύριος. Οίδα, φησὶν ἡ μακαρία Παρθένος, ὅτι καὶ Υἱὸς Θεοῦ ἔστιν καὶ Κύριος, ὁ ἐμὸς πλάστης ἐν ταύ τῷ καὶ υἱὸς, ὃν ὡς βρέφος διὰ τὴν αὐτοῦ φιλανθρωπίαν εναγκαλίζομαι· ἀλλ' ἐκείνῳ τοῦτον παραστήσει σπουδάζω, περὶ οὗ ὁ ἐμὸς προπάτωρ Δαβίδ, διὰ τοῦ Πνεύματος ἐμελώδησε λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν & τοὺς ἐχθρούς σου υποπόδιον τῶν ποδῶν σου. Ἰδοὺ Κύριος ὁ Πατήρ· ἰδοὺ καὶ Κύριος ὁ Υἱός, προς μία τούτων ή κυριότης, ὥσπερ οὖν καὶ μία ἡ θεότης. Αὐτῷ οὖν τῷ Κυρίῳ παραστῆσαι τὸν Κύριόν μου σπουδάζω, οὗ κατὰ τὴν θεότητα, οὔτε πρὸ τῆς ἐν γαστρί μου κυοφορίας, ούτε νῦν, ἀλλ᾽ οὔτε πώποτε χωρισθήσεται. Εἶτα ἐξῆς προστίθησιν ὁ εὐαγγελιστής· Καθώς γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι πᾶν ἄρσεν δια νοίγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται Καλῶς ὁ ἐμὸς πλάστης και νομοθέτης καὶ Κύριος περὶ τῶν διανοιγόντων μήτραν ἀρρένων ἐνομοθέτησεν. 'Αλλ' οὐχ ὑπόκειται τοῖς νόμοις ὁ νομοθέτης ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης κυήσεως υπάρ
col. 1573–1574page 8 of 27
PG 93:1573χει, ἡ τούτου άσπορος γέννησις. Οὐ γὰρ διήνοιξεν γεννηθείς μόνον τὴν μήτραν κατὰ τοὺς λοιποὺς τῶν ἀνθρώπων· ἀλλὰ καὶ κεκλεισμένην τῆς παρθενίας τὴν πύλην κατέλιπεν, κατὰ τὸν προφήτης Ἰεζεκιήλ τὸν εἰπόντα· Καὶ εἶπέν μοι Κύριος· Υἱὲ ἀνθρώπου, Η πύλη αὕτη κεκλεισμένη ἔσται. Οὐδεὶς εἰσ ελεύσεται δι' αὐτῆς καὶ ἐξελεύσεται· καὶ ἔσται κεκλεισμένη. Πῶς οὖν ἐπὶ τοῦ μὴ διανοίξαντος, ἀλλ' ἐσφραγισμένην τὴν πύλην καταλιπόντος, τὰ ἐπὶ τῶν διανοιγόντων νομοθετηθέντα προβῆναι δυο νήσεται; 'Αλλ' οὔτε ἅγιον νῦν πρώτως κληθῆναι δεήσεται, τὸ καὶ πρὸ τῆς συλλήψεως ἅγιον, καὶ Υἱὸς Θεοῦ, παρά τε τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος μαρτυρούμενον. Ἀλλ᾿ ἀκολούθως, καὶ ταῦτα πρέπει τῇ τοῦ Σωτῆρος οικονομία. Καὶ οὗ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου· ζεύγος τρυγόνων, ἢ δύο νεοσσούς περιστερών. Πάντα ἁρμόδια τῇ τοῦ Σωτῆρος οι κονομική καταβάσει. Ησαν μὲν γὰρ καὶ ἄλλαι ταῖς τικτούσαις πολυτελέστεραι νενομοθετημέναι θυσίαι, οἷον διὰ προβάτων καὶ ἄλλων τινῶν· ἀλλ' ἐπειδὴ ἅπαν τὸ τῆς ἐνανθρωπήσεως μυστήριον διὰ ἀνεικάστου συγκαταβάσεως γέγονεν· ἀκολούθως καὶ τὰ περὶ τρυγόνων καὶ περιστερών νενομοθετημένα νῦν, τεθέαται. Καὶ καλῶς ὁ θεσπέσιος Παῦλος πάντα τῇ διανοία περιλαβών, ἐκπληκτικῶς ἀνεβόησεν· "Ος δι' ἡμᾶς ἐπτώχευσεν, πλούσιος ῶν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσωμεν. Πλήν ὅτι καὶ τὸ φαινόμεν νον, οὐκ ἀσυντελής πρὸς τὸ μυστήριον ἡ προσφορά τοῦ Κυρίου ἐτύγχανεν. Αἱ μὲν γὰρ τρυγόνες, την σωφροσύνην καὶ τὴν ἀγνείαν τῆς ᾿Αειπαρθένου καὶ Θεοτόκου ἐσήμαινον· αἱ δὲ περιστεραὶ τὴν εἰς ἡμᾶς ἄφατον φιλανθρωπίαν, καὶ τὴν ἐκ Πνεύματος ἁγίου οικονομίαν τῆς κυοφορίας εδήλουν. Καὶ ποὺ ἦν ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος, δίκαιος καὶ εὐ λαβής. Αρκείται ῥήματα τοῦ εὐαγγελιστοῦ, πρὸς τὸ παραστῆσαι τὴν τοῦ Συμεὼν ἁγιότητα. προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ· Οπερ ἡγοῦ μαι σημαίνειν, φιλανθρωπίαν ἔσεσθαι ἐκ Θεοῦ μέλ λουσαν τῷ Ἰσραήλ. Η καὶ ἄλλως πως. Επειδή γὰρ Ισραὴλ νοῦς ὁρῶν Θεὸς ἑρμηνεύεται· ἐπένθει δὲ νοητῶς πᾶς νοῦς θεωρητικός, διὰ τὴν κρατήσα. σαν πλάνην τῆς ἀγνωσίας τοὺς ἀνθρώπους· εἰκότως ὁ Συμεὼν δίκαιος ὢν καὶ προφητικῷ προβλέπων νοήματι, ἀνέμενεν τὴν μέλλουσαν ἔσεσθαι παράκλησιν τῷ νοητῷ Ἰσραήλ, διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. Καὶ Πνεύμα ἅγιον ἦν ἐπ' αὐτῷ. Μακάριος εἶ, ὦ πρεσβύτα, ότι Πνεύματος κατοικητήριον ἠξιώ θης γενέσθαι. Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύ ματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδη τὸν Χριστὸν Κυρίου. Οὐκ εἶπον ἀνωτέρω, ὅτι προφητικῷ ὄμματι ἀνέμενεν ὁ πρεσβύτης την παρά τοῦ Σωτῆρος παράκλησιν; Ιδού σαφή; τῶν πρό τούτου ῥηθέντων ἀπόδειξις. Απεκαλύφθη γὰρ τῷ προφήτῃ, φησὶν, ὡς οὐκ ἂν φθάσοι τοῦ βίου τὸ τέλος, τι
col. 1575–1576page 9 of 27
PG 93:1575πρὶν ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Ἐπέτυχες ἀληθῶς, ὦ Συμεών, ἐπιτυχίας, ἧς οὐδεὶς τῶν πάλαι προφητῶν ἐπιτυχεῖν δεδύνηται. Μακάριος εἶ ὡς ἀληθῶς, ὅτι εἰς τοιοῦτον καιρὸν ἐκ Θεοῦ τετήρησαι. Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν. Ο γὰρ αὐτοκινήτως οἱ ἅγιοι τι διαπράττοντας, ἀλλ' ἐπ Πνεύματος ἁγίου κινούμενοι. Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαιαὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐ τοῦ. "Ω παιδίον τῆς τεκούσης σε μητρός μάλλον δὲ, τῶν αἰώνων ἁπάντων, ὑπάρχον παλαιότερον. Ο παιδίον μήπω τρανῶσαν τὴν γλῶσσαν, και τα δ προφήταις ἐνηχοῦν τὸν λόγον διὰ τοῦ Πνεύματος. Ο τοῦ Μωσέως πλάστα, καὶ τῷ τούτου νόμῳ μᾶλλον Ο Ο Ο αγωγὴν δὲ κρείττονος νομοθεσίας ειργάσατο, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ, ὡς φησιν ὁ ἀπόστολος Παῦλος. ο δὲ τῷ οἰκείῳ διὰ φιλανθρωπίαν ἑαυτὸν ὑποκλίνων. Π τοῦ νόμου ποιητὰ, καὶ τῆς Καινῆς Διαθήκης νομο θέτα. Καθάπερ γάρ βασιλεύς τις νόμον τυπωθῆναι κελεύων, καὶ οἰκείᾳ ὁποσημειώσει τοῦτον βεβαιοί καὶ πάλιν ὅταν βούληται, τὸν μὲν πρῶτον νόμον παύει, ήγουν πληροῖ· ἀντεισάγει δὲ τούτου ὑψηλοτέραν νέαν νομοθεσίαν· οὕτως καὶ ὁ Κύριος, τὸν πάλαι νόμον διὰ Μωϋσέως ἐκθέμενος· ὡς οἶδεν τοῦτον μηδένα τελειοῦντα· τοῦτον μὲν αὐτουργία πληροί, διὰ τοῦ ποιῆσαι τὰ νομοθετηθέντα. Επεισ *Ο δὲ Συμεὼν ἐδέξατο τὸ παιδίον εἰς τὰς ἀγκάλας αὐτοῦ. Πάλιν σὲ μακαρίσω, ὦ Συμεών. ρισμοῦ γὰρ ἀληθῶς ἄξιος πέφυκας. Ἰδοὺ γὰρ τὸν ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενον, ἐν ἀγκάλαις ἐδέξω. Ἰδοὺ τὸν τοῖς Σεραφίμ αθεώρητον, γηραιοῖς ἐφθαλ μοῖς καθορῶν ἐπιτέρπῃ. Ἰδοὺ τὸν ὑπὸ Ἰεζεκιήλ, ἐπὶ τετραμόρφου θρόνου θεωρηθέντα, ἐν ταῖς χερσὶν ὡς βρέφος εναγκαλίζῃ. Πῶς οὖν οὐχ ὑπάρχεις μα κάριος, τοιούτων καὶ τηλικούτων ἀξιωθεὶς ἀγαθῶν; η Καὶ ηὐλόγησεν τὸν Θεὸν, καὶ εἶπεν· Νῦν ἀπο λύεις τὸν δοῦλον σου, Δέσποτα, κατὰ τὸ ῥημέ σου ἐν εἰρήνῃ. Κέκμηκα, Δέσποτα, τὸ δεσμωτήριον οἰκῶν τοῦ παρόντος αἰῶνος. Ἐχρόνισα ἐν τῇ παραι κίᾳ, καὶ τὴν μετοικίαν ἀσπάζομαι, ἔνθα εὐφραινομένων πάντων ή κατοικία. Απόλυσόν με, Δέ σποτα. Απαλλαγῆναι γὰρ τῶν ὡρωμένων ἐπείγομαι. Ἰδοὺ ἡ προφητεία ήγγικεν. Ἰδοὺ τὸ σωτήριον πάρεστιν. Εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτή ριόν σου, περὶ οὗ Ἡσαΐας ἐδέα· Ἰδοὺ Σιὼν πόλις τὸ σωτήριον ἡμῶν. Σιὼν δὲ ἐστιν ἡ ἐκκλησίᾳ, ἐν ᾗ τὸ σωτήριον, τουτέστιν ὁ Χριστὸς, έναν λίζεται. Καὶ πάλιν λέγει· Τὸ σωτήριόν μου ως λαμπὰς καυθήσεται. Δίκην γάρ λαμπάδος ἐπιρα νεὶς ὁ Σωτὴρ, τὰ πέρατα τῆς οἰκουμένης ἐφώτισεν. Ο ήτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Οὐκ ἔστι [ἔσ. ἔτι] τοῦ ἑνὸς λαοῦ, τοῦ ἀγνώμε νος· λέγω δὴ τοῦ Ἰσραήλ, ἀλλὰ πάντων τῶν λαῶν, κατὰ τὸν ἱεροψάλτην λέγοντα· Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτὸν πάντες οι λαοί. Καὶ ὁ Δανιήλ φησιν· Πάντες οἱ λαοὶ, ευλα καὶ γλῶσσαι αὐτῷ δουλεύσουσιν. νι:,
col. 1577–1578page 10 of 27
PG 93:1577Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. "Οπερ ἐστὶν, εἰς ἀνάβλεψιν καὶ εἰς φωτισμὸν, τῶν καθημένων ἐν σκότει και σκιᾷ θανάτου, ἐθνῶν· Καὶ δόξαν λαοῦ του Ισραήλ. Εἰ γὰρ καὶ μὴ πάντες οἱ ἐξ' Ισραήλ ἐπίστευσαν, ἀλλ᾽ οὖν τὸ κατάλειμμα σέσωσται, ἐξ ὧν ὑπῆρχον οἵ τε μακάριοι τοῦ Χριστοῦ ἀπόστολοι, καὶ ἕτεροί τινες τῶν πιστευσάντων. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος, ἐκ τῆς Ἰούδα φυλῆς ἡμῖν ἀνατέταλκεν. Οὗτος γὰρ ὁ Σωτὴρ περὶ ἑαυτοῦ λίγων, ἔφασκεν· "Οτι ἡ σωτηρία ἐκ τῶν Ἰου δαίων ἐστίν. Τούτου χάριν φησίν· Καὶ δόξαν λαοῦ σου Ισραήλ. Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ, θαυμάζοντες ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ. Εἰ γὰρ καὶ ἦσαν μεμυημένοι, ἥ τε Μαριὰμ καὶ ὁ Ἰωσὴφ τὸ περὶ τοῦ βρέφους μυστήριον· ἡ μὲν διὰ τοῦ Γα- 1 βριήλ, οὐ μὴν ἀλλὰ καὶ διὰ τοῦ Πνεύματος διδα χθεῖσα περὶ τῆς τοῦ τικτομένου θεότητος· ὁ δὲ διὰ τοῦ ἀρχαγγέλου: Μη φοβηθῇς παραλαβεῖν Μα ριάμ τὴν γυναῖκά σου. Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου· ἀλλ' ὅμως καὶ ταῦτα με μυσταγωγημένοι, ἐθαύμαζον εκπληττόμενοι ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ. Καὶ εὐλόγησεν αὐτοὺς Συμεών. Αποδεχόμεθά συν τὴν ἐκ θείας ἀγάπης θερμοτάτην πρόθεσιν, ὦ Συμεών. Εἰ γὰρ καὶ ἀνώτερο: πάσης εὐλογίας ἐτύγο χανον, ή τε τεκοῦσα μήτηρ ὁμοίως καὶ τὸ βρέφος ἀλλ' ἀντὶ δοξολογίας προσήγαγεν· ὥσπερ ἀμέλει και οἱ ἐν Βαβυλῶνι τρεῖς παῖδες. Καὶ γὰρ ἐκεῖνοι οὐ μόνον τὰς ἀγγελικάς δυνάμεις, καὶ πᾶσαν ἀνθρωπότητα, ἀλλὰ καὶ τὴν ἄψυχον καὶ ἀναίσθητον κτίσιν, εἰς τὸ εὐλογεῖν τὸν Θεὸν προετρέψαντο, ἀποπληροῦσαν τὴν εὐλογίαν, ὡς εἴρηται, διὰ τοῦ εὐλογεῖν τὴν εἰς τὸ θεῖον δοξολογίαν. Κατὰ τοῦτον τοίνυν τὸν τρό. τον, καὶ ὁ Συμεὼν ἐπὶ τοῦ παρόντος ευλόγησεν αὐτοὺς, καὶ εἶπεν πρὸς Μαριάμ τὴν μητέρα αὐτοῦ. Τίνι λόγῳ, μὴ τῷ νομιζομένῳ πατρὶ τῆς προφητείας εἶπεν ὁ Συμεὼν τὰ ῥήματα, ἀλλὰ μᾶλλον τῇ Μαριάμ; ἐπειδὴ ᾔδει ὡς πνευματοφόρος, ἀληθῆ τοῦ βρέφους μητέρα τυγχάνειν τὴν Μαρίαν· τὸν Ἰωσὴφ δὲ μέχρι ψιλοῦ καὶ μόνου ὀνόματος, τῆς τοῦ πατρὸς προσηγορίας ἀπολαύοντα· ἐπειδὴ οὐκ ἐκ σπέρματος ἀνδρός ἀλλ' ἐκ Πνεύματος ἁγίου ἡ τῆς ἀπειρογάμου καὶ ἁγίας Παρθένου κυοφορία γέγονεν. Τούτου χάριν και ταλιπὼν ὁ Συμεὼν τὴν δοκήσει καὶ ονόματι πατέρα, πρὸς τὴν ἀληθῆ μητέρα τους λόγους πεποίηται λέ γων· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· καὶ εἰς σημεῖον ἀντιλεγόμενον· εἰς πτῶσιν μὲν τῶν ἀπίστων, εἰς ἀνάστασιν δὲ τῶν πιστευόντων· οὐ τοῦ βρέφους αἰτίου γενομένου τοῖς μὲν πτώσεως, τοῖς δὲ ἀναστάσεως, ἀλλὰ τῆς οἰκείας ἑκάστου προαιρέσεως, ὡς ἔστιν ἐκ πολλῶν μαρτυριῶν τὸν λόγον πιστώσεσθαι. Τὰ μὲν οὖν πλήθη τῶν Ἰουδαίων, βλέποντα τὰς γινομένας θαυματουργίας, τῷ Σωτῆρι προσέτρεχον· οἱ δὲ ἀνόητοι ἀρχιερεῖς ἔλεγον· Δαιμόνιον ἔχει· τί ἀκούετε αὐτοῦ; Αρ' οὐχ οἱ μὲν ἑκουσίως
col. 1579–1580page 11 of 27
PG 93:1579ἀνίσταντο, οἱ δὲ ἑκουσίως οὐ μόνον ἔπιπτεν, ἀλλὰ καὶ ἑτέρους εἰς τὸ πτῶμα συνείλκοντο; Πάλιν δ τυφλός, παραδόξως τοῦ φωτὸ; ἀπολαύσας, τὴν τοῦ εὐεργέτου μεγαλειότητα εὐχαριστῶν ἀνεκήρυττεν ἀλλ' οἱ πάντολμοι ἀρχιερεῖς καὶ πρεσβύτεροι ἔλεγον Δὺς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Καὶ αὖθις δὲ ἐπὶ τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου, ὁ μὲν πατὴρ τῆς κόρης πίστει ἑλκόμενος, τὸν Ἰησοῦν μεταπέμπεται σαφῶς δὲ γινώσκουσα ἡ ζωή, ὡς διὰ τῆς αὐτοῦ παρουσίας δραπετεύσει ὁ θάνατος, ὕπνον ἀπεκάλει τὸ πάθος, καὶ οὐχὶ θάνατον· οἱ δὲ ἀνόητοι δίπες, καταγελᾶν οὐ παρῃτοῦντο, τοῦ τὸν θάνατον φυγαδεύοντος, καὶ πρὸς ζωὴν ἐπανάγοντος. Καὶ ἐν αὐτῷ δὲ τῷ σωτηρίῳ σταυρῷ, ὁ μὲν τῶν λῃστῶν ὀνειδίζων ἔλεγεν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς· ὁ δὲ τοὐναντίον ἐκείνῳ μὲν ἐπιτίμησεν τα δέοντα στραφεὶς δὲ πρὸς τὸν Κύριον, ἔλεγεν Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Οθεν δικαίως τῶν τῆς εὐγνωμοσύνης αὐτοῦ ῥημά των κομίζεται τὸν παράδεισον. Βλέπεις ἑκουσίως ἐξ ἀπιστίας πίπτοντας. καὶ ἑκουσίως ἀνισταμένους ἐκ πίστεως; Πλὴν καὶ ἑτέρως ἡ προφητεία του Συ μεὼν πεπλήρωται. Ἡ γὰρ τοῦ Σωτῆρος κατὰ σάρκα οικονομία, πτῶσις μὲν τῷ διαβόλῳ γέγονεν και τοῖς ἀκαθάρτοις δαίμοσιν, ἀνάστασις δὲ τῶν ὑπ' αὐτοῦ καταβεβλημένων, καὶ ὑπὸ τὴν τοῦ θανάτου τυραννίδα γεγενημένων. Βλέπεις πῶς κεῖται τὸ βρέφος εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν; ἀλλὰ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Καὶ ἐπὶ τούτου δὲ ἁρμόσειεν τὰ ἀνωτέρω ῥηθέντα. Οἱ μὲν γὰρ ἀπιστοῦντες, ἀντιλέγουσι πάντως· οἱ δὲ πιστεύοντες, δηλονότι συγκατατίθενται. ᾿Αντιλέγουσι δὲ, καὶ οἱ τὰς διεστραμμένας εφευρόντες αἱρέσεις, ἄλλην άλλως παρερμηνεύοντες τὸ τῆς οἰκονομίας μυστήριον. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν, φησίν, διελεύσεται ρομφαία. Ῥομφαίαν δὲ οἶμαι λέγεσθαι, τὴν ἐπὶ τοῦ σταυροῦ γενομένην τῇ ἁγίᾳ Παρθένῳ διὰ τῆς λύπης δοκιμασίαν. Διῆλθεν γὰρ αὐτὴν ἀβλαβῶς ὡς ἐν παρόδῳ, μὴ πλήξασα. Και, Οπως δὲ ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Πάντων γὰρ τοὺς λογισμοὺς τὸ σωτήριον πάθος τοῦ Κυρίου, δοκιμαστικῶς ἐξεκάλυψεν. Οἱ μὲν γὰρ βεβαιόπιστοι, εἰ καὶ τυχὸν ὡς ἄνθρωποι ἐκλονήθησαν, ἀλλ' οὐχ ἀπήλπισαν παντελῶς. Ανέμενον γὰρ τὴν τοῦ Σωτῆρος ἀνάστασιν· καθάπερ αμέλει αἱ τε γυναῖκες αἱ τὸ μνῆμα καταλαβοῦσαι, καὶ οἱ θεσπέσιοι μαθηταί. Ο δὲ πεπλανημένην τὴν πίστιν ἔχοντες, καθάπερ ε ἐπὶ τὰ πετρώδη σπαρέντες, μὴ ἐνέγκαντες τῶν πείν ρασμῶν τὸν καύσωνα, καὶ δ εἶχον μικρὸν τῆς πί στεως λείψανον, ἀπὸ μικροψυχίας ἀπώλεσαν. Καὶ πέρας μὲν ὧδε ἐχέτω ἡ τοῦ Συμεὼν προφητεία. Αὐτῇ δέ, φησίν, τῇ ὥρᾳ ἐπιστᾶσα καὶ ἡ προφή τις ή σώφρων, καὶ ἐν νηστεία και δεήσει προσκαρτεροῦσα τῷ ναῷ ᾿Αννα· ἡ γηραιὰ μὲν τῷ σώ ματι· τῇ δὲ πίστει νεάζουσα· Ανθωμολογεῖτο το Θεῷ, εὐχαριστοῦσα καὶ αὐτὴ δηλονότι, καθό της τοιαύτης καὶ τοσαύτης ἠξιώθη χάριτος, εἰς τὸ καὶ
col. 1581–1582page 12 of 27
PG 93:1581αὐτὴν κατιδεῖν τὸν Χριστὸν Κυρίου. Καὶ ἄλλους δὲ εἰς τοῦτο ἡ ᾿Αννα προετρέπετο· Ελάλει γάρ, φησί, περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Λύτρωσιν δὲ προσεδέχοντο, ἣν ὁ θεῖος Δαβίδ προαναμέλπων ἐκήρυττε λέγων· λύτρωσιν ἀπέστειλεν Κύριος τῷ λαῷ αὐτοῦ. Καὶ πάλιν Ελυτρώσω ῥάβδῳ κληρονομίαν σου. Τίς δέ ἐστιν ὁ λυτρωσάμενο; καὶ ἡ λύτρωσις, εἰ μὴ αὐτὸς ὁ Κύ ριος ἡμῶν Ἰησοῦς Χριστός, δι' οὗ πάντες ἐκ τῆς πλάνης καὶ φθορᾶς ἐλυτρώθημεν; Τὸ δὲ παιδίον, φησίν, ηύξανε καὶ ἐκραταιοῦτο πνεύματι· πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτῷ. Πῶς τοίνυν ηὔξανεν, ὁ πᾶσιν ἀνθρώποις, καὶ ζώοις, καὶ φυτοῖς, τὴν ζωὴν καὶ τὴν αἴ ξησιν χαριζόμενος, ἢ δηλονότι κατὰ τὴν τοῦ σώμα. τος αὔξησιν Πῶς δὲ καὶ ἐκραταιοῦτο Πνεύματι, ὁ πᾶσι προφήταις καὶ δικαίοις τὴν τούτου ἔμπνευσιν καὶ μετοχὴν δωρούμενος, καὶ ἐξ αὐτῆς τῆς νηδύος τὴν θεοδόχον σέρκα ὑπὸ τούτου διαπλαττόμενος, εἰ μὴ ἐκραταιοῦτο πνεύματι, τῷ ὑπὲρ τὴν τοῦ σώματος ἡλικίαν ὑπερλάμπειν ἐν τῷ βρέφει, τῆς θείας φύσ σεως τὰ γνωρίσματα, Εἰ γὰρ καὶ τὴν ἡμετέραν φύ σιν, ὁ τῆς φύσεως πλάστης ἐξ οἰκείας φιλανθρωπίας περιεβάλετο ἀδιαιρέτω; ἅμα καὶ ἀσυγχύτων, ἀλλ' οὖν καὶ οὕτως ὑπερηύγαζεν καθ' ὑπερβολὴν τὴν ἀν θρωπίνην ταπείνωσιν τὸ τῆς θεότητος μέγεθος. Πῶς δὲ πάλιν ἐπληροῦτο σοφίας καὶ χάριτος, ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας ἀπόκρυφοι; Καὶ ὁ Παροιμιαστής δέ φησιν· Ἡ σου φία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Σοφία δέ ἐστιν, ὁ τοῦ Θεοῦ Λόγος. Αὐτὸς γὰρ ἐδόθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, κατὰ τὸν μακάριον Παῦλον. Εἰ οὖν αὐτὴ ἡ του φία ἐν τῇ νηδύϊ τῆς ἁγίας καὶ ἀειπαρθένου, ἑαυτῇ τὸ ἄχραντον καὶ ἅγιον σῶμα διὰ τοῦ Πνεύματος ᾠκο δόμησεν, πῶς νῦν λέγεται σοφίας πληροῦσθαι και χάριτος; Η πάντως κατὰ τὴν πολλάκις ἐν τοῖς ἀνω τέρω ῥηθεῖσαν ἀπόδοσιν, προσφόρως καὶ ἁρμοδίως, τῇ κατὰ σάρκα ἑαυτοῦ παρουσία, πάντα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ᾠκοδόμησεν· μεθ' οὗ τῷ Θεῷ καὶ Πα τρὶ δόξα καὶ κράτος, καὶ ἡ ἀτελεύτητος βασιλεία, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Λεοντίου ἐπισκόπου Νεαπόλεως τῆς Κύπρου, εἰς τὴν ἡμέραν τῆς ἁγίας Μεσοπεντηκοστῆς. Πάντα τὰ ὑπὸ τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ οἰκονομίᾳ, καὶ ΝΟΤΑ.

Sermon IISermo II

col. 1583–1584page 13 of 27
PG 93:1583Λ ἐπὶ τῇ μετὰ τῶν ἀνθρώπων διατριβή πραχθέντι, ούκ εἰκὴ καὶ μάτην, οὐδὲ ἀργῶς γεγόνασιν· ἀλλὰ μᾶλ λον ἀποκεκρυμμένοις τισὶ, καὶ φανερωθήναι δέτυτι μυστηρίοις, ἐπ' ὠφελείᾳ τῶν περὶ ὧν πᾶσα ἡ οἰκο νομία γέγονε φημὶ δὴ τῶν εἰς Χριστὸν πεπιστευκό των, καὶ πιστεύειν μελλόντων· ὡς εἶναι τὰ ὑπὸ τοῦ Δεσπότου καὶ Σωτῆρος τότε γενόμενα, νόμον της ἀπαράγραπτον, τοῦ Μωσαϊκοῦ καθ᾽ ὑπερβολὴν μεί ζονα, καθ' ὅσον διαφέρει δούλου, Δεσπότης, καὶ ὡς εἶπεν ὁ Ἀπόστολος, οίκου, ὁ τοῦτον κατασκευάσας. Ὅθεν οἱ τοὺς θεσμούς τῇ ἁγίᾳ Ἐκκλησία παρα δεδωκότες ἅγιοι, καὶ τῶν ἀποστόλων διάδοχοι, πρ τὸν σκοπὸν τῶν τότε γεγενημένων σωτηρίων οἰκονομιῶν ἀποβλέποντες, ἀκολούθως τελεῖσθαι μετέπειτα τὰς θείας ἑορτάς, εἰς ἀνάμνησιν ἡμᾶς ἀγούσας τῶν τότε γεγενημένων, ἐθεσμοθέτησαν. Τί οὖν μοι βού λεται τοῦ λόγου τὸ προοίμιον, δεῖξαι καιρός. Ότι καὶ ἡ παροῦσα τῆς ἁγίας Μεσοπεντηκοστῆς ἡμέρα, οὐκ ἀργῶς οὐδ᾽ ὡς ἔτυχεν ἐπιτελεῖσθαι παραδέδοται, ἀλλὰ θεία τις υπάρχει παράδοσις, εἴ τοι καὶ αὐτοῦ τοῦ εἶ και ἑορτὴ οὐκ ἐστέρηται. Ἀλλὰ προεόρτιος ἡ αὐτὴ καὶ μεθεόρτιος. Μετὰ γὰρ τὴν κοινὴν τῆς ἀναστάσεως Κυριακήν, ἤτοι τὸ τῆς ἀναστάσεως ἐγκαίνιον, αὕτη ἡμᾶς ὑποδέχεται· καὶ κατὰ τοῦτο, πέφυκε μεθ εόρτιος. Μεθ' ἑαυτὴν δὲ προσάγει τῇδε τῆς δεσποτικῆς ᾿Αναλήψεως ἡμέρᾳ, καὶ τῇ τοῦ Πνεύματος ἐνδημίᾳ· οὕτω τε χρηματίζει αὖθις προεόρτιος [καὶ μεθα εόρτιος]· ὥστε κατ' ἀμφότερα τιμᾶσθαι παρ' ἡμῶν τὴν παροῦσαν ἑορτὴν ἄξιον, ὡς ἔχουσαν ἐν αὐτῇ τῆς μὲν ζωηφόρου ἐγέρσεως τὰ μεθεόρτια καλλωπίσμα τα· τῶν δὲ μεθ' αὐτὴν θείων καὶ αὐτῶν τελετῶν, τὰ προεόρτια πράγματα. Ανάγκη γὰρ τὸ μέσον τινῶν ὑπάρχον, ἑκατέρων κοινωνεῖν ὧν πέφυκε μέσον. Μέση τοίνυν ὑπάρχουσα ή παροῦσα ἐορτή, κοινωνεί καὶ τῇ ᾿Αναστάσει, ὡς ἐκείνης ὑπάρχουσα πρὸς τὴν τελευταίαν μέση· κοινωνεῖ δὲ ὡσαύτως καὶ τῇ ἁγίᾳ Πεντηκοστῇ, ὡς πρὸς αὐτὴν παραπέμπουσα, καὶ ἐξ αὐτῆς πάλιν ἐπὶ τὴν ἀναστάσιμον ἡμέραν εἰς τὸ κατόπιν ἀναποδιζόντων, εὑρισκομένη μέση. Αλλὰ τῆς τιμίας Μεσοπεντηκοστῆς τὰ τοιαῦτα ἀξιώματα, οὐκές αυτομάτου, οὐδ' ὡς ἔτυχε, μηδέ τις τούτο νομίσειεν, ἐφευρεθείη. Οὐ γὰρ ἀνθρωπίνης φιλοτιμίας ὑπάρχει τοῦτο τὸ δώρημα, ἀλλὰ θείας νομοθεσίας ἀξίωμα, καὶ οὐ μιᾶς νομοθεσίας, ήτοι τῆς παλαιᾶς, τῆς νέας χωρίς ήγουν τῆς νέας, θατέρας δίχα· ἀλλὰ παλαιᾶς τε καὶ νέας τοῦ καλοῦ,
col. 1585–1586page 14 of 27
PG 93:1585μετέχει, ὡς εἶναι τὴν ἡμέραν κατ' ἀμφότερα τιμᾶσθαι; ἀξίαν. Ὁ μὲν γὰρ Μωσέως νόμος τῷ Ἰσραηλίτῃ λαῷ ἔφασκε· Μεσούσης τῆς ἑορτῆς, ποιήσεις θυσίαν Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ ἑξῆ:. Ἐπειδὴ δὲ, καθώς αὐτὸς ὁ Κύριος πρὸς τοὺς Ἰουδαίους ἔφησεν· Εἰ ἐπιστεύσατε Μωυσεῖ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν· ὡς ἀναγκαῖον ἐντεῦθεν πάντα τὰ τυπικῶς ἐν ἐκείνῳ γεγραμμένα, ἀλληγορικῶς, ἤτοι ἀληθινῶς, εἰς τὸν Κύριον ἀναφέρεσθαι· καὶ τοῦτο τὸ μέρος εἰς αὐτὸν γεγραμμένον, ἔδει καὶ ὑπ' αὐτοῦ τιμηθῆναι. Οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νό μον, ἀλλὰ τοῦτον πληρῶσαι, καὶ ἀντὶ στοιχειώδους καὶ ἀτελοῦς, πνευματικὸν καὶ τέλειον ἀπεργάσασθαι. Τῆς τοίνυν ἑορτῆς μεσούσης, ὥς φησιν Ἰωάννης ὁ εὐαγγελιστής, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Εἰ γὰρ καὶ τῆς Σκηνοπηγίας ήν ἑορτή, ὅτε μεσούσης αὐτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν ἀλλ' ἐμοὶ νῦν περὶ τοῦτο, μέσον πολλαχοῦ τῆς 112 λαιᾶς καὶ Νέας διαθήκης τιμᾶσθαι, ὁ σκοπός, ὡς καὶ ἐπὶ τῷ τέλει προϊὼν ἔδειξεν ὁ λόγος. Ανέβη τοίνυν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. Πάντοτε πα σιν ἐπωφελὴς καὶ σωτήριος ἡ Χριστοῦ παρουσία. Ἐν ἱερῷ διδάσκει, φωτίζων τοὺς ἀκούοντας· ἐν πλατείαι; θαυματουργεί, τοὺς ἀσθενοῦντας ἰώμενος ἐν συμποσίοις σώζει ἁμαρτωλοὺς ἐπιστρέφοντας ἐν τελωνίοις ἁρπάζει πρὸς μαθητείαν τοὺς ἁρπα γας· ἐν πλοίοις καθεύδων, κατακοιμίζει τῇ ἐπιτιμήσει τὸν κλύδωνα· ἁλιεῖς ἰχθύων, σαγηνευτὰς ἀναδείκνυσι κόσμου, οὕτω ἐν παντὶ τόπῳ πάντοτε πᾶσιν ἐπωφελὴς καὶ σωτήριος ἡ Χριστοῦ παρουσίᾳ. Αλλ' ίδωμεν τοὺς ἀγνώμονας Ἰουδαίους, τί ἄρα ἐκ τῆς τοῦ Σωτῆρος διδασκαλίας ὠφελήθησαν μᾶλλον δὲ τοὺς τῶν Ἰουδαίων ἄρχοντας, Οἵτινες τὴν δόξαν τῶν ἀνθρώπων, ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ, ἤτοι τὸ καλεῖσθαι Ραββί, ἀγαπήσαντες, τῆς ὄντως ἀναποβλήτου δόξης, λέγω δή, τῆς εἰς Χριστὸν πίστεως, ἑαυτοὺς ἀπεστέρησαν. Ἐπεὶ ὅτι ἐκ τοῦ πλήθους αὐτῶν ἐπίστευσαν οὐκ ὀλίγοι, μετα έπειτα ὁ εὐαγγελιστής σαφηνίζει φάσκων· Ἐκ τοῦ οὖν ὄχλου, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Οἱ οὖν τὰ ἀπρόσφορα περὶ τοῦ διδασκάλου ἐνθυμούμενοι, τὸ θεομισὲς ὑπῆρχε τῶν ἀρχιερέων καὶ γραμματέων καὶ λοιπῶν ἀρχόντων συνέδριον, οἵτινες διδά σκοντος τοῦ Κυρίου ἔφασκον· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; Η δὲ τοιαύτη φωνή τε καὶ Έννοια, κατηγορεί τῆς τῶν Ἰουδαίων ἀνηκοΐας, ὡς τοῖς νομικοῖς καὶ προφητικοῖς πραγγέλμασι πάντοτε ἐνάντιοι γεγόνασι. Τὸ γὰρ φῆσαι αὐτούς· Πῶς οὗτος γράμματα εἶδε μὴ μεμαθηκώς; δείκνυσιν ὅτι ἐκ νομικῶν, ἤτοι προφητικών, γραμμάτων τὴν διδασκαλίαν ὁ Σωτὴρ τὸ τηνικαῦτα ἐξύφηνεν. Οθεν ὡς ἐξ ἐγγράφων διδάσκοντος, καίπερ γράμματα μὴ μεμαθηκώς, περὶ αὐτὸν φθονερῶς οὐ γὰρ θαυμαστικῶς), ἐξιστάμενοι έφασκον· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; Εἰ γὰρ μὴ τοῦτο Τα
col. 1587–1588page 15 of 27
PG 93:1587ἦν, ἀλλὰ καινὴν καὶ μήπω ἐγνωσμένη", Η γεγραμμένην διδασκαλίαν ἐξετίθετο, περιττὴ ἡ περὶ τοῦ μὴ εἰδέναι αὐτὸν γράμματα ἔκπληξις. Εἶπον δὲ ἂν πρὸς αὐτοὺς, ταύτην καταλείποντες τὴν ἔννοιαν Οίδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί. Πᾶς γὰρ αὐτοῖς ὑπὸ πήλατος παρανομίας τρόπος· διὸ καὶ κατ' ἀμφότερα ἀπιστοῦντες διαμεμενήκασι τῷ Χριστῷ· νομικά μὲν, ήτοι προφητικά, παρατιθέντος διδάγματα, συκοφαντίας προσράπτοντες, ὡς ἐκ τῆς μαγείας τινὸς τὴν εἴδησιν ἄνευ γραμμάτων ἔχοντι· ἰδικὰς δὲ ποιουμέ. νου διδασκαλίας, ἀντιφθεγγόμενοι· Σὶ περὶ σεαυ τοῦ μαρτυρεῖς; ἡ μαρτυρία σου οὐκ ἔστιν ἀλη θής. Πάντοθεν οὖν ἀσύγγνωστοι, καὶ ὠφελεῖσθαι μηδόλως βουλόμενοι, οἱ τῶν Ἰουδαίων καθηγεῖσθα λαχόντες. Ἀλλ' ὅμως ὁ Σωτὴρ τῇ ἐμφύτῳ φιλανθρωπίᾳ νικώμενος, οὐκ εὐθὺς ἀπεστράφη τοὺς ταῦτα λέγοντας, ἀλλ' ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ, οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Ἐπειδὴ γὰρ αὐτοὺς ἐγίνωσκε, νόμον μὲν ἀθετοῦντας, διδάσκοντας δὲ διδασκαλίας εντάλματα άνθρώπων, προφήτας δὲ παρωσαμένους ἐκ τοῦ λέ γειν, πρὸς μὲν τὸν, Μὴ ὀνομάσεις τὸ ὄνομα Κυ ρίου· πρὸς δὲ τὸν, Εκχώρησον, ὁ ἐρῶν, καὶ βάδιζε εἰς τὴν γῆν σου, καὶ ἐκεῖ καταβιοῦ, καὶ ἐκεῖ προφητεύσεις· εἰς δὲ Βεθήλ οὐ μὴ προςη τεύσεις· μᾶλλον δὲ καὶ προφητεκτόνους γεγενημέν νους· τὴν δὲ αὐτοῦ Χριστοῦ διδασκαλίαν μηδόλως ἀποδεχομένους, ἐκ τοῦ ἀναπείθειν τοὺς ὄχλους λέο γοντας· Τί ἀκούετε αὐτοῦ; Μαίνεται, καὶ δαιμόνιον ἔχει· εἰκότως καὶ νόμου καὶ προφητικῶν, καὶ ἑαυτοῦ, ἐν τῷ πρὸς αὐτοὺς ἐλέγχῳ μὴ ἐπιμνησθείς, εἰς Θεὸν ἀναπέμπει τὴν τῆς διδασκαλίας δύναμιν ἵνα ή αιδεσθέντες καὶ παυσάμενοι τῆς πολιολόγου γλώσσης, ὠφεληθέντες σωθῶσιν, ή φανερῶς θερμα χοῦντες ἐλεγχθῶσιν. Εἶτε γὰρ νομικά, εἴτε προφητικὰ εἰσι τὰ παρ' ἐμοῦ διδασκόμενα, γινώσκετε ότι Θεοῦ εἰσι, τοῦ πρὸς ἐκείνους λαλήσαντος, καὶ ἐμὲ ἀποστείλαντος. Τέως γὰρ τὸ τῆς ἀνθρωπότητος μέσ τρον, ἵνα μὴ εὐθὺς ἀπαντήσωσιν, ἀδεῶς λέγοντες, ὅπερ καὶ εἰρήκασιν ὕστερον· Τί ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς ἑαυτὸν Θεόν; Ἐπεὶ ὅτι γε τὰ προφή τῶν καὶ νόμου, Χριστοῦ εἰσι προαναγγέλματα, 13 μεν ἡμεῖς οἱ πεπιστευκότες. Αὐτὸς γὰρ ὁ Σωτὴρ έφησε· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Καὶ πάλιν διὰ τοῦ προφήτου φησίν· Αὐτὸς ὁ λαλών, πάρειμι. Εἶτα ἑξῆς ἐπάγει τοῖς εἰρημένοις· Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ, τοῦ πέμψαντές με λέγω, ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότε ρον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀφ' ἑαυτοῦ λαλῶ. Ο δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ μὴ ζητῶν τὸ ἴδιον θέλημα, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ, ταῖς θείαις πάντως προσανέχει Γραφαῖς· ἐν γὰρ ταύταις τὸ θέλημα τοῦ Θεοῦ ἐγκέκρυπται. Αἱ δὲ θεῖαι Γραφαί περὶ ἐμοῦ προαγγέλλουσι, καὶ Θεόν με λόγον της ρύττουσιν, ἐκ τοῦ Πατρὸς προελθόντα· καὶ ἄνθρωπον ἀτρέπτως ἐπεσχάτων γενέσθαι τὸν αὐτὸν προστ
col. 1589–1590page 16 of 27
PG 93:1589τεύουσι· ο τοίνυν τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν ἐπε γόμενο;, ἐπιγνώσεται μὲν διὰ τῶν θείων Γραφών ἐμέ· αὖθις δὲ ἐξ ἐμοῦ ἀναδραμεῖται πρὸς τὸν Πα τέρα· καὶ οὕτως τὴν ἐμὴν διδαχὴν, τοῦ Πατρὸς εἶ καὶ ὁμολογήσει * καὶ ὁμολογῶν, τὴν σωτηρίαν πορή: για σεται. Ο παρ' ἑαυτοῦ, φησί, λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθῆς ἐστιν, καὶ ἀδι κία ἐν αὐτῷ οὐκ ἔστι. Τὴν διδαχὴν τῶν γραμματέων καὶ Φαρισαίων διὰ τούτων αἰνίττεται. Ἐκεῖ ναι γὰρ ἀφ' ἑαυτῶν ἐλάλουν, ἀδικοῦντες τὸν νόμον· " καὶ τὰ μὲν εἰς Θεὸν συμφέροντα ἀφαιροῦντες· τὰ 68, δὲ παρ' ἑαυτῶν προστιθέντες, ἀνοδίαν βαδίζειν τοὺς αὐτοῖς ἑπομένους ἠνάγκαζον, ὥς φησι τὰ θεῖα Εὐαγγέλια Βαπτισμοὺς ξεστῶν, καὶ ποτηρίων, ἀπονίψεις τε χειρῶν, συμπυγμῇ παραδιδόντες καὶ τὰ βαρύτερα τοῦ νόμου, ὡς μηδὲ γεγραμμένα, παρατρέχοντες, τήν τε εὐθεῖαν κρίσιν, καὶ τὸ πρὸς τοὺς πέλας Έλεος. "Οθεν καὶ τὸ οὐαὶ ἐπὶ ταῖς τοιαύταις ἀνομίαις πολλαπλασιαζόμενον έχου μίσαντο. Οὐαὶ γὰρ ὑμῖν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις), τοῦτο, Γραμματεῖς καὶ Φαρισαῖοι ὑπο κριταί, φησὶν ὁ Σωτήρ· ὅτι ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν. Οὐ μόνον γὰρ ἀθετεῖτε· ἀλλὰ καὶ ἀδικεῖτε αὐτὴν, τὰ οἰκείων θελημάτων, ὡς ἐξ αὐτῆς προϊσχόμενοι· καὶ βλατο. φημεῖσθαι τὴν θείαν θεσμοθεσίαν, ταῖς ἀτόποις παραποιήσεσιν ὑμῶν καὶ προσθήκαις, παρασκευάζετε. Τοῦτο δὲ αὐτὸ καὶ μέχρι τήμερον πράττουσιν, οἱ τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην, καὶ περὶ τὰ θεία καταφρόνησιν ἐκμιμούμενοι τῶν αἱρετικῶν παῖδες, ἢ παραποιοῦντες καὶ νοθεύοντες τὰ τῶν Θεοφόρων διδασκάλων δόγματα· ῆ, τὸ τούτου προς ἁμαρτίαν οὐκ ἔλαττον, ψευδῶ; τὰ τῶν αἱρετικῶν τοῖς ἁγίοις Πατράσιν ἐπιφημίζοντες, τοῖς ἐκείνων μοχθηροῖς καὶ δυσσεβέσι συγγράμμασι, τὰς αὐτῶν τιμίας προσηγορίας χραίνοντες· καὶ τὰ μὲν ᾿Απολιναρίου τοῦ δυσσεβοῦς, ποτὲ μὲν ᾿Αθανασίῳ τῷ θείῳ ποτὲ δὲ, Ἰουλίῳ τῷ τῆς πρεσβυτέρας Ρώμης προέδρῳ ἢ Γρηγορίῳ τῷ Θαυματουργῷ, ἢ ἄλλῳ τινὶ τῶν ἐγκρίτων Πατέρων ἐπιγράφοντες· καὶ ἄλλα ἄλλοις, ὀρθοδόξων μὲν αἱρετικοῖς· αἱρετικῶν δ᾽ ὀρθοδόξεις. Οθεν καὶ αὐτοὶ τὸ οὐαὶ ἐφ᾽ ἑαυτοὺς ἕλκουσι· ποτίζοντες τοὺς πλησίον ἀνατροπὴν θολεράν, ἐκ τοῦ λέγειν· Πικρὸν γλυκύ, καὶ τοὐναντίον· τιθέντες τὸ σκότος εἰς φῶς, καὶ τὸ φῶς σκότος. Αλλά τὴν πικρὰν τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴν ἀλλὰ καὶ αἱρετικῶν παρεξήγησιν καὶ νοθείαν κατα λεπόντες, πρὸς τὴν σωτήριον διδασκαλίαν επαναδράμωμεν. Λέγει γὰρ πρὸς τοὺς Ἰουδαίους ὁ Κύριος· Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Ἰδοὺ σαφῶς διά τούτων, γνῶθι ἀκριβέστερον, ἀγαπητέ, ὅτι καθὼς ἀνωτέρω ἔφημεν, ἐκ νομικῶν καὶ προφητικῶν τὴν διδασκαλίαν ὁ Κύριος πρὸς τοὺς Ἰουδαίους ἐποιεῖτο, ὅτε ἐκεῖνοι τῷ φθόνῳ κεντούμενοι ἔφασκον· Πῶς οὗτος γράμματα, μὴ μεμαθηκώς, οἶδε; Τρανῶς γὰρ νῦν αὐτοῦ τοῦ νόμου καὶ τοῦ δεδωκότος Μωσέως ὑπομιμνήσκει, πᾶσαν αὐτοῖς ἀποκλείων ἐντεῦθεν ἀπολογίαν. Εἶτα, καὶ τὸν κεκρυμμένον καὶ ἔνδον μυ χοῦντα, τῇ μιαιφόνῳ αὐτῶν καρδίᾳ δόλον ἀποκαλύπτει, φήσας· Τί με ζητεῖτε ἀποκτεῖναι; Οἱ δὲ πάντολμοι, καὶ τῆς παρανομίας σύντροφοι, δέον τὰ κρυπτὰ τῆς
col. 1591–1592page 17 of 27
PG 93:1591γνῶναι ], τὸν καρδίας καὶ νεφροὺς ἐτάζοντα. Προσέν αὐτοῖς ὁ λόγος [Ισ. ὅλως] ἐπιστρέψαι, καὶ μετανοήσαι, άπεκρίθησαν Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ω τῆς ἀφιλοθέου τῶν Ἰουδαίων ψυχῆς! ὢ τῆς παντόλμου τῶν Χριστοκτόνων μανίας! ὢ τῆς βλασ φήμου γλώττης, τῶν πάντοτε ἀντιπιπτόντων τῷ Πνεύματι τῷ ἁγίῳ! Δαιμόνιον ἔχεις, λέγουσι τῷ τοὺς δαιμονιῶντας αὐτῶν θεραπεύσανιι· αὐτοὶ δαιμονῶντες ἀληθῶς ταῖς ψυχαῖς, καὶ τὰ θελήματα τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου ποιοῦντες ἀεί. Τις δέ σε καὶ ἀποκτεῖναι ζητεῖ; προστιθέασιν, οὐ δο δοικότες τὸν τῶν κρυφίων αὐτῶν λογισμῶν συν έστορα, ἀλλ' οὐδὲ τοὺς ἐλέγχους αἰδούμενοι. Ο δὲ συμπαθής, καὶ ὄντως φύσει οἰκτίρμων Ἰησοῦς, οὐκ ἐπιμένει τοῖς ἐλέγχοις, οὐδὲ ἐπιζέει τῷ λόγῳ, τὴν μιαιφόνον αὐτῶν στηλιτεύων προαίρεσιν, ἀλλ᾽ ἐφ' ἑτέραν μεταβαίνει διήγησιν, παιδεύων ἅπαντας ἐν τοῖς πρός τινας τῶν ἀντιτεταγμένων ἐλέγχοις, ὅταν οἱ ἁμαρτάνοντες ἀπορρίπτειν πειρῶνται τὸ ἔγκλημα. μὴ ἐπιτείνειν τὸν ἔλεγχον, ἀναιδεστέρους ὡς τὰ πολλὰ τοὺς προσκεκρουκότας ἀποτελοῦντας· αλλά διδόναι χώραν τοῖς φωραθεῖσι μὲν, ἀποδύεσθα: δὲ βουλομένοις τὸ ἔγκλημα. Πολλάκις γὰρ ἐπιστρέψαν τις τῇ μεταγνώσει, βελτίους γενήσονται. Τοῦτο πο ποιηκὼς ὁ Δεσπότης τὸ τηνικαῦτα δείκνυται. Απ εκρίθη γὰρ καὶ εἶπεν αὐτοῖς· "Εν ἔργον ἐποίησα. καὶ πάντες θαυμάζετε. Ορᾶς φιλανθρωπίας ῥῆμα; Ορᾶς ἀγαθοσύνης ἀνεπίλειπτον θησαυρόν; Όρος τῆς σοφίας τῆς ἀποῤῥήτου τὴν πηγήν; Αφέμενο τούτοις ὡς μιαιφόνοις ἐγκαλεῖν, ὡς θαυμάζοντας το γεγενημένον τεράστιον μικροῦ καὶ ἀποδέχεσθαι, ὁ τῆς σωτηρίας πάντων κηδόμενος, κατεπείγεται. Εν γάρ, φησὶν, ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. Καίπερ γὰρ οὐ πάντες ἐξαυτῆς περὶ τὸ γενό μενον ἐξεπλήσσοντο· περὶ τοῦ γεγονότα, λογιζόμενοι, εἰκότως ὡς Θεοῦ καὶ οὐκ ἀνθρώπων &εον τὸ τοιαῦτα θαυματουργεῖν, ὑπεραίρονται. Οἱ δὲ ἀρχιερεῖς καὶ Φαρισαῖοι, τοὐναντίον λοιδοροῦντες τὸν Ἰησοῦν οὐ διαλελοίπασιν, οὐ μόνον ἐν τοῖς ἄλλοις ὑπ' αὐτοῦ γεγενημένοις θαύμασιν, ἀλλὰ καὶ ἐν αὐτῷ περὶ οὗ ὁ λόγος. Τὸ γὰρ κατὰ τὸν παράλυτον ἦν, τὸν ἐν τῇ Προβατικῇ κολυμβήθρα, πρὸς ὅν ἀγανακτοῦντες ἔφασκον οἱ τῶν Ἰουδαίων ἄρχοντες καρδίας ἀκούσαντας, καὶ Θεὸν ἐπιγνόντας [ἶσ. ἐπι Ο Σαββατόν ἐστι, καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν ο κράββατόν σου, πάμπολλα κατὰ τοῦ τοῦτο πράξει προστεταχότος εἰρηκότες. ᾿Αλλὰ καίπερ οὕτως ἀφιλοθέως διατεθέντων, πᾶσιν ὁ Σωτὴρ τὸ θαυμάζειν τὸ γεγονὸς ἐπιγράφει. Εἶτα, οὐ μόνον ἐξειπὼν τὰ λογισμῶν, ἀλλὰ καὶ ἐκ παραδειγμάτων πειρᾶται δυσωπεῖν, καὶ πρὸς τὸ εὐθὲς ἐπαναγαγεῖν· διὰ τοῦτο λέγων, Μωϋσῆς ἐξ δωκεν ὑμῖν τὴν περιτομὴν, οὐχ ὅτι ἐκ το Μωϋσέως ἐστὶν, ἀλλ' ἐκ τῶν πατέρων. Τί γὰρ φησί, τοσοῦτον τοῦ νόμου δοκεῖτε ἀντιποιεῖσθαι, καίπερ τἀναντία τοῦ νόμου πάντοτε πράττοντε;; Αὕτη γὰρ ἡ περιτομή, τὸ πρῶτον μετὰ τὴν πίστιν σημεῖον τοῖς προπάτορσιν ὑμῶν δεδομένον τῆς ἐπ
col. 1593–1594page 18 of 27
PG 93:1593ἀκροβυστία πίστεως, οὐκ ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ' ἐκ τῶν Πατέρων. Καὶ ἐν Σαββάτῳ, φησί, περιτέμνετε άνθρωπον. Εἰ περιτομὴν λαμβάνει ἄν θρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋ σέως· ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ἐν Σαββάτῳ περιτέμνειν ἄνθρωπον, φησίν, οὐ παραιτεῖσθε, καί περ καὶ αὐτὸ ἔργον ἐστίν. Αλλ' ὅμως διὰ τὸν νόμον τοῦτο πράττειν διαγορεύοντα, εἰ τύχοι γεννηθῆναι βρέφος ἐν Σαββάτῳ, τοῦτο περιτέμνετε τῇ ὀγδόη ἡμέρα. τουτέστι τῷ ἐρχομένῳ Σαββάτῳ, καίπερ τοῦ νόμου λέγοντος, πᾶν ἔργον μὴ ποιεῖν ἐν Σαββάτῳ, ἢ τὸν τοῦτο πράττοντα εξολοθρεύεσθαι ἐκ τοῦ λαοῦ, ὅπερ καὶ πέπονθεν ὁ ἐν τῇ ἐρήμῳ τῇ ἡμέρᾳ τοῦ Σαββάτου συναγαγὼν τὰ ξυλάρια, λιθόλευτος γενό μενος· ὑμεῖς δὲ περιτέμνεσθε ἀδεῶς, διὰ τὸ μέρος τῆς περιτομῆς, ὑλικῶς ἀθετοῦντες τὸν νόμον. Ο γὰρ παίσας, φησὶν, ἐν ἐνὶ, γέγονε πάντων ἔγ οχος. Μη κρίνετε τοίνυν κατ' ὄψιν, ἀλλὰ τὴν δι καίαν κρίσιν κρίνατε. Μὴ γὰρ ὅτι τῇ προλήψει του νόμου κεκράτησθε, καίπερ τὰ λοιπὰ παρωθούν μενος, πρὸς τὸ παρ' ἐμοῦ γενόμενον ἀγανακτεῖτε. Εἰ γὰρ διὰ τὸ μερικῶς ἐν ἀνθρώπῳ διὰ τῆς περιτομῆς γενόμενον, παραλύετε δυνάμει τὸν νόμον, ἵνα μὴ δῆθεν λυθῇ ὁ νόμος Μωϋσέως· Ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; Μή κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρί νατε. Εἰ γὰρ ἡ μέρος ἀνθρώπου Ιατρεύων, ἐπαινετός, μᾶλλον ὁ ὅλον ἄνθρωπον ὑγιῆ καθιστάς, οὐ ψεκτός ἀλλ᾽ εὐφημεῖσθαι ἄξιος. Καὶ ἄλλο δέ τι βαθύτερον ὑπὲρ τὸν πρόχειρον νοῦν σημαίνειν οἶμαι τοῦ Κυρίου τὰ ῥήματα. Τῷ γὰρ εἰπεῖν, ὅτι "Ολον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν τῷ Σαββάτῳ, οὐ μόνον τὸ ὅλον σώματος νεεῖν τὸ παράλυτον σημαίνει, ἀλλ' ὅτι καὶ ψυχικῶς ἐξ ἁμαρτιῶν νοσοῦντα τοῦτον, κατ' ἀμφότερα ἐξιάσατο. Ολον γάρ, φησίν, ἄνθρωπον ἐποίησα ὑγιῆ. Τὸ δὲ σῶμα πᾶν, κἂν ἄρτιον ᾗ καὶ ἀνελλιπές, ἀλλ' οὐχ, ὅλος ἐστὶν ἄνθρωπος· ὅλος δὲ ἄνθρωπος μᾶλλόνἐστιν, ὁ ἐκ ψυχῆς καὶ σώματος συνεστώς, ἂν καὶ ἰᾶσθαι ἔφησεν ὁλικῶς ὁ Κύριος, κατά τε ψυχὴν καὶ σῶμα. Οτι δὲ ταῦτα οὕτως ἐστίν, ἐκ τῶν αὐτοῦ τοῦ Σωτῆρος ῥημάτων πρὸς τὸν πρώην παράλυτον ἔστι μαθεῖν. Εὑρὼν γὰρ αὐτὸν, φησὶν, ὁ Ἰησοῦς, εἶπεν αὐτῷ· Ιδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρ τανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Τοίνυν καὶ ψυχὴν ἐξ ἁμαρτιῶν, καὶ σῶμα ἐκ παρέσεως ἰασάμενοι, ὅλον ὑγιῆ ἄνθρωπον ἐποίησε. Μὴ οὖν κρίνετε κατ' όψιν, ὦ Φαρισαῖοι, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Ταῦτα τοῦ Χριστοῦ εἰρηκότος, τινές, φησί, τῶν Ἱεροσολυμιτῶν ἐθαύμαζον τῶν ῥημάτων τὴν παρουσία» [γρ. παρρησίαν, καὶ τῶν Φαρισαίων τὴν ἡσυχίαν, λέγοντες· Οὐχ οὗτός ἐστιν δν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἵδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Οἷς ἐπισυν Σπτει· Τοὺ οὖν ὄχλου πολλοὶ ἐπίστευσαν εἰς αὐτ ο το
col. 1595–1596page 19 of 27
PG 93:1595τον. Ταῦτα εἰρηκότος, σώφρονι λογισμῷ ἐννοήσαντες, ὅτι οὕτως πρὸς τὸν κατ' αὐτοῦ φόνον ἐξωπλισμένοι τῇ προαιρέσει οἱ ἄρχοντες, εἰ μὴ ἔγνωσαν αὐτὸν τὸν Χριστὸν ἀληθῶς εἶναι, οὐκ ἂν ἤνεγκεν τῶν ἐλέγχων τὴν παρρησίαν· οὐκ ἂν ἡσυχῆ κατεδέξαντο τὰ λεγόμενα· οὐκ ἂν ταχεῖς ὄντες προς αἱμάτων ἔκχυσιν, οὕτως βραδείς πρὸς ὀργά διετέθησαν. "Οθεν τὸ δέον ἐπιγνόντες, καὶ τὴν ? δασκαλίαν ὑπερθαυμάσαντες, πολλοὶ ἐπίστευσαν. Ορις, ἀγαπητέ, τὸ πέρας τῆς ἐν τῷ ἱερῷ τοῦ Χρισ στοῦ παρουσίας; ὁρᾶς τὸν καρπὸν τῆς παρατεθείσης διδασκαλίας; βλέπεις τὴν πραγματείαν του πάντοτε πάντας θέλοντος σωθῆναι; Τούτου χάριν ὁ πάντα γινώσκων πριν γενέσεως αὐτῶν, ἐπεί χθη καταλαβεῖν τὸ ἱερὸν τῆς τότε ἑορτῆς μεσούσης, ἥτις ἦν τῆς Σκηνοπηγίας, τοὺς σωθῆναι μέλλοντας τῇ προγνωστικῇ σαγήνῃ τῆς θεότητος, πρὸ τοῦ ἀνελ θεῖν εἰς τὸ ἱερὸν περικλείσας. Οὕτω καὶ ἡμεῖς τὴν παροῦσαν ἡμέραν τῆς Μεσοπεντηκοστῆς ἑορτάσωμεν, τὴν τοῦ Σωτῆρος ε δασκαλίαν προσιέμενοι, τὴν φαυλότητα τῶν ἀρ χόντων τῶν Ἰουδαίων ἀποστρεφόμενοι, τοὺς πεπ στευκότας τῷ Δεσπότῃ Χριστῷ ἐκμιμούμενοι. Ἵνα δὲ ἐπιπλέον γνῶμεν τιμῆς ἀξίαν τὴν τῆς Μεσοπεντηκοστῆς ἡμέραν, ὀλίγα περὶ μεσότητος εἰπάντες, τὸν λόγον καταπαύσωμεν. Λέγει τοίνυν Δαβὶδ πρὸς τὸν Θεόν· Ἐν μέσῳ Εκκλησίας ὑμνήσω σε. Κα!. Ειργάσατο σωτη ρίαν ἐν μέσῳ τῆς γῆς. Φησὶ δὲ ὁ Σαλομών, ως δάχθαι παρὰ τῆς σοφίας, Αρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων. Ο δὲ ᾿Αμβακούμ ἐν τῇ ἀδη 'Εν μέσῳ δύο ζώων γνωσθήσῃ. Προφήτης δὲ ἔτε ρος· 'Ιδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ πάλιν· Εἰς δόξαν ἔσομα ἐν μέσῳ αὐτῆς. Καὶ ὁ Κύριος· Εγώ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. Ὁ δ' αὐτὸς, τῶν μαθητών συνηγμένων, ἔστη ἐν μέσῳ αὐτῶν· καὶ οὐχ άπαξ, ἀλλὰ καὶ δεύτερον. Καὶ ὁ Βαπτιστή: Ιωάννης μέσσος δὲ ὑμῶν ἔστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Ο χ ἁπλῶς τὸ εἶναι ἐν μέσῳ τοῦ ὄχλου τὸν Ἰησοῦν, διὰ τοῦτο σημαίνων· ἀλλὰ, Μέσος ὑμῶν τε, φησὶ, καὶ Θεοῦ, ἐν ἑκατέραις αἷς ἐστιν οὐσίαις, θεότητές το καὶ ἀνθρωπότητος, ἑκατέρων ἐπειλημμένος, ὁμε δυνάμει. Καὶ ὡς Απόστολός φησιν· Εἷς Θεὸς, εἰς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰη σοῦς Χριστός. Διὰ τοῦτο οὖν Θεός. Οὐδὲ γὰρ μεσ της ᾖ, μόνον ἄνθρωπος· οὐδὲ ἔμπαλιν, εἰ μέντο Θεός· ἀλλὰ διὰ τοῦτο μεσίτης, ἐπειδὴ Θεός τε καὶ ἄνθρωπος, μᾶλλον δὲ ἐνανθρωπήσας Θεός. "Οθεν καὶ ἐν ἑκατέροις κοινωνεῖ, ὧν ἐστι μεσίτης· Θεῷ μὲν, Θεὸς ὤν, κατὰ τὴν φύσιν τῆς θεότητος· ἀνθρώποις δὲ, ὢν ἄνθρωπος, κατὰ τὴν φύσιν τῆς ἀνθρωπότητος. ᾿Αλλὰ μέχρι τούτου τὸν λόγον στῆσαι δέον, διὰ τὴν συμμετρίαν, δείξαντα αὐτάρκως ἐκ τῶν θείων Γραφών, τιμᾶσθαι ἀξίαν τὴν τῆς Μεσοπεντηκοστῆς ἡμέραν. Μεσότητος δέ φασιν οἱ διδάσκαλο καὶ τὴν ἀρετὴν ἔχεσθαι. Πάσῃ οὖν ἀρετῇ ἑαυτοὺς κα η οι
col. 1597–1598page 20 of 27
PG 93:1597τακοσμοῦντες, νῦν μὲν τὴν τιμίαν ἡμέραν τῆς Μεσοπεντηκοστῆς ἑορτάσωμεν· ἑαυτοὺς δὲ ἐπιτήδεια δοχεῖα καὶ καθαρὰ ἀπὸ παντὸς ῥύπου κατασκευάσω μεν, ἵνα καὶ ἡμέραν τῆς Πεντηκοστῆς θεοφιλῶς φθά σαντες ἑορτάσωμεν, καὶ παρουσίας καὶ ἐπιφοιτήσεως ἀξιωθῶμεν τοῦ ἁγίου Πνεύματος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Λεοντίου επισκόπου Νεαπόλεως τῆς Κύπρου ἐκ τοῦ πέμπτου λόγου ὑπὲρ τῆς Χριστιανῶν ἀπολογίας κατὰ Ἰουδαίων, καὶ περὶ εἰκόνων τῶν ἁγίων. Φέρε δὴ λοιπὸν περὶ τῶν σεπτογράφων εἰκόνων ἀπολογίαν ποιήσωμεν, ὅπως ἐμφραγῶσι στόματα λαλούντων ἀδικίαν. Νομικὴ γὰρ καὶ αὐτὴ ἡ παρά δοσις. Καὶ ἄκουσον τοῦ Θεοῦ λέγοντος πρὸς Μωσῆν Εἰκόνας δύο Χερουβίμ χρυσογλύπτων κατα σκεύασαι, κατασκιαζόντων τὸ ἱλαστήριον. Καὶ πάλιν, κατὰ τὸν ναὸν, ἂν ἔδειξεν ὁ Θεὸς τῷ Ἱεζε κιήλ· Πρόσωπα, εἶπε, φοινίκων, καὶ λεόντων, καὶ ἀνθρώπων, καὶ Χερουβὶμ ἀπὸ ἐδάφους αὐτοῦ ἕως τοῦ φατνώματος τῆς στέγης. Οντως φοβε ρὸς ὁ λόγος ὁ ἐντειλάμενος τῷ Ἰσραὴλ μὴ ποιῆσαι παντοίον γλυπτών, μηδὲ εἰκόνα, μηδὲ ὁμοίωμα, ὅσα ἐστὶν ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς· καὶ αὐτὸς προστάσσει τῷ Μωϋσεί ποιῆσαι γλυπτά ζώδια, Χερουβίμ, ὃς καὶ τῷ Ἰεζεκιήλ πλήρη εικόν νων καὶ ὁμοιωμάτων γλυπτών, λεόντων, φοινίκων, & καὶ ἀνθρώπων δείκνυσι τὸν ναόν. Οθεν καὶ ὁ Σολο μὼν ἐκ νόμου λαβὼν τὸν τύπων, πλήρη πεποίηκε τὸν ναὸν χαλκῶν, καὶ γλυπτῶν, καὶ χωνευτῶν λεόντων, καὶ βοῶν, καὶ φοινίκων, καὶ ἀνθρώπων· καὶ οὐ κατα εγνώσθη ἐν αὐτῷ ὑπὸ Θεοῦ. Εἰ τοίνυν ἐμοῦ καταγινώσκειν θέλει; περὶ εἰκόνων, κατάγνωθι τοῦ Θεοῦ τοῦ ταῦτα ποιεῖν κελεύσαντος εἰς ὑπόμνησιν αὐτοῦ εἶναι παρ' ἡμῖν. Ὁ Ἰουδαῖος ἔφη· Αλλ' οὐ προσεκυνοῦν το ἐκεῖνα ὡς θεοὶ τὰ ὁμοιώματα, ἀλλ᾽ ὑπομνήσεω; μόνης χάριν ἐγένοντο. Ο Χριστιανὸς ἔφη· Καλῶς εἶπας· οὐδὲ παρ' ἡμῖν ὡς θεοὶ προσκυνοῦνται οἱ τῶν Αγίων χαρακτήρες, καὶ εἰκόνες, καὶ τύποι. Εἰ γὰρ ὡς Θεὸν προσεκύνουν τὸ ξύλον τῆς εἰκόνος, ἔμελλον πάντως καὶ τὰ λοιπὰ ξύλα προσκυνεῖν. Εἰ γὰρ ὡς Θεόν προσεκύνουν τὸ ξύλον τῆς εἰκόνος, οὐκ ἂν πάν τως λειανθέντος τοῦ χαρακτῆρος, τὴν εἰκόνα κατ έκαιον. Καὶ πάλιν ἕως μέν ἐστι συμπεπεδημένα τα δύο ξύλα τοῦ σταυροῦ, προσκυνῶ τὸν τύπον διὰ Χρισ στὸν τὸν ἐν αὐτῷ σταυρωθέντα· ἐπὰν δὲ διαιρεθῶν σιν ἐξ ἀλλήλων, ρίπτω αὐτὰ καὶ κατακαίω. Καὶ ὥσπερ ὁ κέλευσιν βασιλέως δεξάμενος, καὶ ἀσπασάμενος την σφραγίδα, οὐ τὸν πηλὸν ἐτίμησεν, ἢ τὸν χάρτην, ἢ τὸν μόλυβδον, ἀλλὰ τῷ βασιλεῖ τὴν προσ κύνησιν καὶ τὸ σέβας ἀπένειμεν· οὕτω καὶ Χρι στιανῶν παῖδες τὸν τύπον τοῦ σταυροῦ προσκυνοῦντες, οι φύσιν τοῦ ξύλου τιμῶμεν, ἀλλὰ σφραγίδα

Sermon IIISermo III

col. 1599–1600page 21 of 27
PG 93:1599καὶ δακτύλιον καὶ χαρακτήρα Χριστοῦ αὐτὸν βλέ ποντες, δι' αὐτοῦ τὸν ἐν αὐτῷ στα χωθέντα ἀσπαζόμεθα καὶ προσκυνοῦμεν. Καὶ ὥσπερ παῖδες γνήσια, πατέρας τινὸς ἀποδημήσαντος πρός καιρὸν ἀπ' αὐτ τῶν, πολλῇ τῇ στοργῇ πρὸς αὐτὸν ἐκ ψυχῆς διαχεί μενοι, κἂν τὴν ῥάβδον αὐτοῦ ἐν τῷ οἴκῳ θεάσωνται, κἂν τὴν χλαμύδα, ταῦτα μετὰ δακρύων καταφιλον τες ἀσπάζονται· καὶ οὐκ ἐκεῖνα τιμώντες, ἀλλὰ τὸν πατέρα ποθοῦντες καὶ τιμῶντες· οὕτως καὶ ἡμεῖς οἱ πιστοὶ ἅπαντες, ὡς μὲν ῥάβδον Χριστοῦ τὸν σταυ ρὸν προσκυνοῦμεν, ὡς δὲ θρόνον καὶ κοίτην αὐτοῦ τὸ πανάγιον μνῆμα, ὡς δὲ οἶκον τὴν φάτνην καὶ τὴν Βηθλεέμ, καὶ τὰ λοιπὰ ἅγια αὐτοῦ σκηνώματα ὡς δὲ φίλους αὐτοῦ, τοὺς ἀποστόλους αὐτοῦ καὶ τους ἁγίου; μάρτυρας καὶ λοιποὺς ἁγίους· ὡς δὲ πόλιν αὐτοῦ σεβόμεθα τὴν Σιών. ὡς δὲ χώραν αὐτοῦ τὴν Ναζαρέτ ἀσπαζόμεθα, καὶ ὡς θεῖον αὐτοῦ λουτρὸν τὸν Ἰορδάνην περιπτυσσόμεθα. Τῇ γὰρ πολλῇ καὶ ἀφάτῳ πρὸς αὐτὸν στοργῇ ἔνθε ἐπέβη, ἢ κεκάθικεν, ἢ ἐπέφανεν, ἢ ήψατο, ἢ ὅλους ἐπεσκίασε, σεβόμεθα, καὶ προσκυνοῦμεν ὡς τόπον Θεοῦ· οὐ τὸν τόπον, οὐδὲ τὸν οἶκον, οὐδὲ τὴν χώραν, ἢ τὴν πόλιν, ἢ τοὺς λίθους τιμῶντες· ἀλλὰ τὸν ἐν αὐτοῖς ἀναστραφέντα καὶ ἐπιφανέντα καὶ γνωρ σθέντα σαρκὶ, καὶ ἡμᾶς τῆς πλάνης ἐλευθερώσαντ Χριστὸν τὸν Θεὸν ἡμῶν· καὶ διὰ τὸν Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις, καὶ οἴκοις, καὶ ἐγε ραἶ;, καὶ ἐν σινδόσι καὶ ἐν ταμιείοις, καὶ ἱματίας, καὶ ἐν παντὶ τόπῳ ἐκτυποῦμεν· ἵνα διηνεκῶς ἐρῶν τες ταῦτα ὑπομιμνησκώμεθα, καὶ μὴ ἐπιλανθανώμεθα, ὡς σὺ ἐπελάθου Κυρίου τοῦ Θεοῦ σου· καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίου τοῦ νόμου, οὐ τὴν φύσιν τῶν ἐν αὐτῷ δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς, ἀλλὰ τοὺς λόγους τοῦ Θεοῦ τοὺς ἐν αὐτ τῷ κειμένους· οὕτως κἀγὼ τὴν εἰκόνα τοῦ Θεοῦ προσκυνῶν, οὐ τὴν φύσιν τῶν ξύλων καὶ χρωμάτων προσκυνῶ· μὴ γένοιτο· ἀλλὰ τὸν ἄψυχον χαρακτήρε Χριστοῦ κρατῶν, δι' αὐτοῦ Χριστὸν κρατεῖν δαπῶ καὶ προσκυνεῖν. Καὶ ὥσπερ ὁ Ἰακὼς δεξάμενος τα ρὰ τῶν υἱῶν αὐτοῦ χιτῶνα ποικίλον ἡμαγμένον τοῦ Ἰωσήφ, κατεφίλησε μετά δακρύων, καὶ τοῖς ἰδίας ὀφθαλμοῖς τοῦτο περιέθηκεν, καὶ οὐ τὸ ἱμάτιον ἀγε πῶν, ἡ τιμῶν, τοῦτο ἐποίησεν, ἀλλὰ δι' αὐτοῦ νομί ζων τὸν Ἰωσὴφ καταφιλεῖν, καὶ ἐν χερσὶν αυτόν κατέχειν· οὕτω καὶ Χριστιανοὶ πάντες εἰκόνα Χρ στοῦ, ἡ ἀποστόλου, ή μάρτυρος κρατοῦντες και ἀσπαζόμενοι τῇ σαρκί, τῇ ψυχῇ αὐτὸν τὸν Χριστὸν νομίζομεν ἢ τὸν μάρτυρα αὐτοῦ κατέχειν. Εἰπέ μα σὺ ὁ νομίζων χειροποίητον μηδέν, ἢ ὅλως κτιστὸν προσκυνεῖν, ἆρα οὐ πολλάκις γυναικὸς τῆς ἢ τέχνας τελευτησάντων χιτῶνα ἢ κοσμίδιον ἰδὼν ἐν τῷ το ταμιείῳ, κρατήσας ἐφίλησας, καὶ δάκρυσιν αὐτό κατέβρεξας, καὶ οὐκ ἐν τούτῳ κατεκρίθης; Οὐ γὰρ ὡ; Θεὸν τὰ ἱμάτια προσεκύνησας, ἀλλὰ τὸν πόθεν πρὸς τόν ποτε αὐτὸ περιβεβλημένον διὰ τοῦ φιλτ ματος ἔδειξας· ἐπεὶ καὶ αὐτὰ ἡμῶν τὰ τέκνα κεί τοὺς πατέρας κτιστούς ὄντας καὶ ἁμαρτωλούς πολ λάκις ἀσπαζόμεθα, καὶ οὐκ ἐν τούτῳ κατακριν μεθα. Οὐ γὰρ ὡς θεοὺς αὐτοὺς ἀσπαζόμεθα, αλλά
col. 1601–1602page 22 of 27
PG 93:1601τὴν στοργὴν ἡμῶν τῆς φύσεως τὴν πρὸς αὐτοὺς διὰ τοῦ φιλήματος ἐνδεικνύμεθα. Ὡς γοῦν πολλάκις εξω πον, ὁ σκοπὸς ἐξετάζεται ἐπὶ παντὸς ἀσπασμοῦ, καὶ ἐπὶ πάσης προσκυνήσεως. Εἰ δὲ ἐγκαλεῖς μοι, ὅτι ὡς Θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διὰ τί οὐκ ῥάβδου τοῦ Ἰωσήφ; ἐγκαλεῖς τῷ Ἰακὼν προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον ἰδὼν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τὸν Ἰωσήφ, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν. Ἐπεὶ καὶ τοῖς πωλή θασι τὸν τάφον ἀσεβέσιν ἀνθρώποις ὁ ᾿Αβραὰμ προσ εκίνησε, καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν· ἀλλ' οὐχ ὡς θεούς αὐτοὺς προσεκύνησε. Καὶ πάλιν ὁ Ἰακὼβ τὸν Φαραὼ εὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα, ἀλλ' οὐχ ὡς Θεὸν αὐτὸν εὐλόγησε. Καὶ πάλιν τὸν Ησαῦ πεσὼν προσεκύνησεν, ἀλλ᾽ οὐχ ὡς Θεόν. Εἶ δες πόσους ἀσπασμοὺς καὶ προσκυνήσεις ἀπεδείξα μέν σοι Γραφικάς, καὶ μὴ ἐχούσας κατάγνωσιν; Καὶ β σὺ μὲν τὴν σὴν σύμβιον, ἴσως καὶ ἄσεμνον οὖσαν καὶ ἐμπαθῆ, καθ᾿ ἑκάστην ἀσπαζόμενος, οὐ καταγνωστὸς εἶ· καίπερ οὐδαμοῦ σοι τοῦ Θεοῦ σωματικὸν ἀσπα σμὲν γυναικὸς ἐντειλαμένου· ἐμὲ δὲ ἐπὰν ἴδῃς εἰ κόνα τοῦ Χριστοῦ, ἢ τῆς παναμώμου αὐτοῦ Μητρὸς, ἢ ἄλλου τινὸς δικαίου ἀσπαζόμενον, ἀγανακτεῖς, καὶ εὐθέως βλασφημῶν ἀποπηδᾷς, καὶ εἰδωλολάτρας ἡμᾶς ἀποκαλεῖς. Εἶτα οὐκ αἰσχύνῃ, εἰπέ μοι; οὐ φρίσσεις; οὐ τρέμεις; οὐκ ἐρυθριᾷς, ὁρῶν με καθ᾿ ἡμέσ ραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύον τα, καὶ ναούς μαρτύρων οἰκοδομούντα; Εἰ τὰ εἴδωλα προσεκύνουν, διὰ τί λοιπὸν τιμῶ τοὺς μάρτυρας, τοὺς τὰ εἴδωλα καταλύσαντας; Εἰ τὰ ξύλα ὡς θεούς τιμῶ καὶ δοξάζω, πῶς τιμῶ καὶ δοξάζω τους μάρτυρας, τοὺς τὰ ξύλινα ξόανα καταλύοντας; Εἰ τοὺς λίθους ὡς θεοὺς δοξάζω, πῶς τιμῶ καὶ προσκυνῶ τοὺς μάρτυρας καὶ ἀποστόλους, τους συντρίψαντας καὶ ἀπολέσαντας τὰ λίθινα ζώδια; Πῶς τιμῶ, καὶ ἐπαινῶ, καὶ ναοὺς ἐγείρω, καὶ ἑορτὰς ἐπιτελῶ τοῖς τρισὶ παισὶ, τοῖς ἐν Βαβυλῶνι τῇ χρυσῇ μὴ προσκυ νήσασιν; Οντως πολλὴ τῶν ἀνόμων ἡ πώρωσις, ἀληθῶς πολλὴ τῶν Ἰουδαίων ή τύφλωσις, πολλὴ ἡ ἀπέ Γεια. Αδικείται ὑπ' αὐτῶν ἡ ἀλήθεια. Θεὸς ὑβρί ζεται ὑπὸ γλώσσης ἀχαρίστων Ἰουδαίων. Ἐκ λει ψάνων πολλάκις μαρτύρων καὶ εἰκόνων ἐλαύνονται δαίμονες· καὶ ταῦτα ἐνυβρίζοντες άνθρωποι μιαροί διαστρέφουσι, καὶ διαπαίζουσι, καὶ διαγελῶσι. Πόσ σαι, είπέ μοι, ἐπισκιάσεις, πόσαι ἀναβλύσεις, πολλάκις δὲ καὶ αἱμάτων ῥύσεις ἐξ εἰκόνων καὶ λειψάνων μαρτύρων γεγόνασι; Καὶ οἱ ἀσύνετοι τῇ καρδία ἐρῶντες οὐ πείθονται, ἀλλὰ μύθους ταῦτα καὶ λήρους λογίζονται· ὁρῶντες οὕτως τὸ καθ᾽ ἡμέραν ἐν πάσῃ τῇ οἰκουμένῃ σχεδὸν ἄνδρας ἀσεβεῖς καὶ παρανόμους, εἰδωλολάτρας, καὶ φονεῖς, πόρνους, καὶ λῃστὰς ἐξαι φνης διὰ τὸν Χριστὸν καὶ τὸν σταυρὸν αὐτοῦ κατα φυσσομένους, καὶ κόσμου παντὸς ἀποτασσομένους, καὶ πᾶσαν ἀρετὴν ἐργαζομένους. Εἰπέ μοι, πως ἐσμεν εἰδωλολάτραι, οἱ καὶ αὐτὰ τὰ ὀστᾶ, καὶ τὴν κένιν, καὶ τὰ ῥάκη, καὶ τὸ αἷμα, καὶ τὴν σορὸν τῶν
col. 1603–1604page 23 of 27
PG 93:1603μαρτύρων προσκυνοῦντες καὶ τιμῶντες, διὰ τὸ μὴ θῦσαι αὐτοὺς τοῖς εἰδώλοις; Ο Ἰουδαῖος ἔφη· Καὶ πῶς διὰ πάσης τῆς Γραφῆς παραγγέλλει ὁ Θεὸς μὴ προσκυνῆσαι παντί κτίσμα. τι; Ο Χριστιανὸς ἔφη· Εἰπέ μοι, ἡ γῆ καὶ τὰ ὄρη, κτίσματά εἰσι τοῦ Θεοῦ; Ο δὲ ἔφη· ο Δηλονότι. Ο Χριστιανός· Πῶς οὖν διδάσκει· Υψοῦτε Κύριον του Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν παντ αὐτοῦ, ὅτι ἅγιός ἐστι. Καὶ προσκυνεῖτε εἰς ὄρος ἄγιν αὐτοῦ;» Καὶ πάλιν αὐτός φησιν· ο Ο οὐρανός μας θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Ο δαῖος ἔφη· 'Αλλ' οὐχ ὡς θεούς, ἀλλὰ δι' αὐτὸν δὲ αὐτῶν [.] τὸν ποιήσαντα προσκυνείς. ῾Ο Χριστικές ἔφη· Πιστὸς ὁ λόγος. Οὐκοῦν γνῶθι, ὅτι κἀγὼ ε οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης, καὶ ξύλων, καὶ μία θων, καὶ λειψάνων, καὶ ναῶν, καὶ σταυροῦ, καὶ δ' ἀγγέλων, καὶ ἀνθρώπων, καὶ διὰ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου, τῷ πάντων Δημιουργώ και Δεσπότῃ καὶ Ποιητῇ μόνῳ τὴν προσκύνησιν καὶ τὴ σέβας προσάγω. Οὐ γὰρ δι' ἑαυτῆς ἀμέσως ἡ κοίτη τῷ Ποιητῇ προσκυνεῖ, ἀλλὰ δι᾿ ἐμοῦ οἱ οὐρανοὶ ἂν ηγοῦνται δόξαν Θεοῦ, δι' ἐμοῦ προσκυνεῖ θεὸν ἡ σελή νη, δι' ἐμοῦ δοξάζει Θεὸν τὰ ἄστρα, δι' ἐμοῦ κατα ὄμβροι, δρόσοι, καὶ πᾶτα κτίσις, δι᾿ ἐμοῦ προσενεί καὶ δοξάζει Θεόν. Καὶ ὥσπερ βασιλέως τινὸς ἀγαθοῦ στέφανον τον κίλον καὶ πολύτιμον ἑαυτῷ ἰδιοχείρως κατασκευάστη τος, πάντες οἱ γνησίως προσκείμενοι τῷ βασιλεῖ ἀσπάζονται καὶ τιμῶσι τὸν στέφανον· οὐ τὴν χρυσής ἢ τὸν μαργαρίτην τιμῶντες, ἀλλὰ τὴν κορυφὴν το βασιλέως ἐκείνου τιμῶντες, καὶ τὰς πανσόφους απ τοῦ χεῖρας τὰς τὸν στέφανον κατασκευασάσις· ούτως, ὦ ἄνθρωπε, οἱ Χριστιανῶν λαοὶ ὅσους ἐὰν τύπους σταυροῦ καὶ εἰκόνων ἀσπάζονται, οὐκ αὐτοῖς τὸ σίδης τοῖς ξύλοις ἢ τοῖς λίθοις προσάγουσιν, ἢ τῷ χρυσά, ἢ τῇ φθαρτῇ εἰκόνι, ἢ τῇ λάρνακι, ἢ τοῖς λειμένα, ἀλλὰ δι' αὐτῶν τῷ Θεῷ τῷ καὶ αὐτῶν καὶ πάντο ποιητῇ τὴν δόξαν καὶ τὸν ἀσπασμὸν καὶ τὸ πέρα; προσφέρουσιν. Η γὰρ εἰς τοὺς ἁγίους αὐτοῦ τιμή. εἰς αὐτὸν ἀνατρέχει. Ποσάκις τινὲς εἰκόνας βασι κὰς ἀφανίσαντες καὶ ἐνυβρίσαντες, ἐσχάτη τιμωρία κατεδικάσθησαν, ὡς αὐτὸν τὸν βασιλέα ἐνυβρίσαντες καὶ οὐ τὴν σανίδα! Εἰκὼν τοῦ Θεοῦ ἐστιν ὁ κατ' εξα κόνα τοῦ Θεοῦ γεγονώς ἄνθρωπος, καὶ μάλιστα ἐν Πνεύματος ἁγίου ἐνοίκησιν δεξάμενος. Δικαίως ε τὴν εἰκόνα τῶν τοῦ Θεοῦ δούλων τιμῶ καὶ προσεκ καὶ τὸν οἶκον τοῦ ἁγίου Πνεύματος διξάζω. Επι κήσω γὰρ ἐν αὐτοῖς, φησὶ, καὶ ἐμπεριπατής. αἰσχυνέσθωσαν οἱ Ἰουδαῖοι, οἱ βασιλεῦσιν ἰδίας καὶ ἀλλοτρίοις προσκυνήσαντες, είπερ Χριστιακό καταγγέλλουσιν εἰδωλολάτρας. Ἡμεῖς δὲ οἱ Χριστι νοὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν, καὶ κατὰ κάτ ἡμέρας καὶ ὥρας, κατὰ τῶν εἰδώλων ὁπλιζόμεν κατὰ εἰδώλων ψάλλομεν, κατὰ εἰδώλων συγγράφο κατὰ εἰδώλων καὶ δαιμόνων εὐχόμεθα. Καὶ πῶς δωλολάτρας ἡμᾶς καλοῦσιν οἱ Ἰουδαῖοι; Που ν εἰσιν αἱ προσαγόμεναι τοῖς εἰδώλοις ὑπ' αὐτῶν θεί
col. 1605–1606page 24 of 27
PG 93:1605τῶν προβάτων, καὶ βοῶν, καὶ τέκνων; Ποῦ αἱ κνίσσαι, ποῦ οἱ βωμοὶ καὶ προσχύσεις τῶν αἱμάτων; Ημεῖς δὲ οἱ Χριστιανοί, οὔτε βωμὸν, οὔτε θυσίαν πῶς ἢ τί ἐστιν, ἐπιστάμεθα. Οἱ μὲν γὰρ "Ελληνες μοιχοῖς ἀνθρώποις καὶ φονευταῖς καὶ ἀκαθάρτοις καὶ μικροῖς τοὺς ναούς ὠνόμαζον καὶ τὰ εἴδωλα, καὶ αὐ τοὺς ἐθεοποίουν, οὐ μέντοι γε προφητῶν ἢ ἁγίων μαρτύρων ναὸν ἢ βωμὸν ὠνόμασαν. "Ωσπερ γὰρ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται εἶχον ὄργανα καὶ κιθάρας καὶ ἕτερά τινα, καθὼς καὶ οἱ Βαβυλώνιοι· καὶ τὰ μὲν εἰς δόξαν Θεοῦ, τὰ δὲ εἰς θεραπείαν δαιμόνων οὕτω καὶ ἐπὶ εἰκόνων Ελληνικῶν καὶ Χριστιανικῶν νοήσωμεν, ὅτι ἐκεῖνοι μὲν εἰς λατρείαν τοῦ διαβόλου, ἡμεῖς δὲ εἰς δόξαν Θεοῦ καὶ ὑπόμνησιν. Πλὴν καὶ πολλὰ θαυμάσια ὁ Θεὸς διὰ ξύλον ἀκούειν πεποίηκε, ξύλον ζωῆς, ξύλον γνώσεως ὀνομάσας· καὶ ἄλλο φυ τὸν ὀνομάσας Σαβέκ, συγχωρήσεως τίθησιν. Εἶτα ῥάβδω τὸν Φαραὼ ἐκάλυψε, θάλασσαν ἔσχισεν, ὕδωρ ἐγλύκανεν, ὄφιν ύψωσε, πέτραν διέρρηξεν, ὕδωρ ἐξήγαγε, ξύλον βλαστῆσαν τῇ σκηνῇ τὴν Ααρών ἱερωσύνην ἐκύρωσεν. Οὕτω καὶ Σολομών φησιν Εὐλογεῖτε ξύλον, δι' οὗ γίνεται δικαιοσύνη. Οὕτω καὶ Ελισσαίος ξύλον ἀποῤῥίψας ἐν Ἰορδάνῃ, τὸν εἰς τύπον τοῦ ᾿Αδάμ σίδηρον ὡς ἐξ ᾅδου ἀνήγαγεν. Οὕτω προστάσσει τῷ ἑαυτοῦ παιδὶ διὰ τῆς ῥάβδου ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος. Ο οὖν διὰ τοσούτων ξύλων θαυματουργήσας Θεὸς οὐ δύναται, είπέ μοι, θαυματουργεῖν καὶ διὰ τοῦ τιμίου ξύλου τοῦ ἁγίου . σταυροῦ; Εἰ ἀσεβές ἐστι τιμᾷν τὰ ὀστᾶ, πῶς μετά πάσης τιμῆς μετεκομίσαντο τὰ ὀστᾶ Ἰωσὴφ ἐξ Αἰ γύπτου; Πῶς νεκρὸς ἄνθρωπος τῶν ὀστέων Ἐλισσαίου ἀψάμενος ἀνέστη; Εἰ δὲ δι' ἐστέων θαυματουργεῖ Θεὸς, εὔδηλον ὅτι δύναται καὶ δι' εἰκόνων, καὶ διὰ λίθων, καὶ δι᾽ ἑτέρων πολλῶν. Ἐπεὶ καὶ ᾿Αβραμ οὐ κατεδέξατο θάψαι τὸ σῶμα Σάββας ἐν μνήματι ἀλλοτρίῳ, ἀλλ' ἐν ἰδίῳ τάφῳ, τιμῆς χάριν. Ἐπεὶ καὶ Ἰακὼβ τιμᾷ διὰ λίθου Θεόν, στήσας καὶ χρίσας αύτ τὸν εἰ; τύπον Χριστοῦ τοῦ ἀκρογωνιαίου λίθου. Καὶ πάλιν βουνὸν λίθων ἐπὶ τοῦ Λαβὰς ὠνόμασε μάρτυρα. Μαρτυρεῖ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ δώδεκα λίθους στήσας εἰς Θεοῦ ἀνάμνησιν. Εἰ γὰρ ἦσάν σοι, ὦ Ιου δαῖε, ἐν τῷ σῷ ναῷ τὰ δύο Χερουβὶμ ἐκεῖνα τὰ κατα σκιάζοντα τὸ ἱλαστήριον, τὰ γλυπτά, εἰσῆλθε δέ τις Ἕλλην εἰδωλολάτρης ἐν τῷ ναῷ σου, καὶ θεασάμενος ταῦτα ἐμέμψατο τοῖς Ἰουδαίοις, ὡς καὶ αὐτῶν εἴδωλα προσκυνούντων, τι ἂν εἶχες, εἰπέ μοι, ἀπολογήσασθαι αὐτῷ περὶ τῶν δύο Χερουβὶμ τῶν χωνευτῶν, καὶ τῶν βεῶν, καὶ φοινίκων, καὶ λεόντων τῶν ὄντων τότε ἐν τῷ ναῷ γλυπτών; Οὐδὲν εἶχες πρὸς αὐτὸν ἀληθὲς λέγειν, εἰ μὴ τοῦτο, ὅτι οὐχ ὡς θεοὺς ἔχομεν αὐτὰ ἐν τῷ ναῷ, ἀλλ᾽ εἰς ἀνάμνησιν Θεοῦ καὶ δόξαν τὰ Χε ρουβὶμ ταῦτα ἔχομεν ἐν τῷ ναῷ. Εἰ οὖν ταῦτα οὕτως, πῶς ἐμοὶ περὶ εἰκόνων ἐγκαλεῖς; Αλλ ἐρεῖς μοι, ὅτι ὁ Θεὸς τῷ Μωϋσῇ προσέταξε ποιῆσαι ἐν τῷ ναῷ τα γλυπτά. Κἀγὼ τοῦτο λέγω· ἀλλ' ὁ Σολομὼν ἐκεῖ Δεν ὁδηγηθεὶς καὶ πλείονα ἐν τῷ ναῷ κατεσκεύασεν, Επερ οὐδὲ ὁ θεὸς αὐτῷ προσέταξεν, οὐδὲ ἡ σκηνὴ ἡ τοῦ
col. 1607–1608page 25 of 27
PG 93:1607μαρτυρίου ἔσχεν, οὔτε ὁ ναός ὃν Ἰεζεκιήλ ἐκ θεοῦ ἑώρακε· καὶ οὐ κατεγνώθη ἐν τούτῳ Σολομών. Ε; δόξαν γὰρ Θεοῦ μορφές κατεσκεύασεν, ὥσπερ καὶ ἡμεῖς. Εἶχες δὲ σὺ, ὦ Ἰουδαῖς, καὶ ἕτερά τινα εἰς μνήμ καὶ δόξαν Θεοῦ, τὴν ῥάβδον Μωσέως, τὰς θεστεί. στους πλάκας, τὴν ἄφλεκτον βάτον, τὴν ξηρένυδροι πέτραν, τὴν μαγνοφόρων στάμνον, τὴν κιβωτόν, το θυσιαστήριον, τὴ θεώνυμον πέταλον, τὸ θεεοηίον ἐφούς, τὴν θεόσκηνον σκηνήν. Εἶθε καὶ τὸ πρώην τούτοις ἐσχόλαζες προσκυνῶν, καὶ ἐπικαλούμενος τὸν ἐπὶ πάντων Θεὸν, καὶ αὐτοῦ ἐμνημόνευες διά των μικρῶν τούτων εἰκόνων καὶ τύπων, καὶ μὴ τὸν μέσ σχον καὶ τὰς μυίας κατείχες ὑπὲρ τὰς θεοτεύκτος πλάκας. Είθε καὶ τὸ ἅγιον χρυσούν θυσιαστήρι ἐπέθεις καὶ σὺ, καὶ μὴ τὰς δαμάλεις τῆς Σαμαρείας. Είθε καὶ τὴν βλαστήσασαν ράβδον, καὶ μὴ τὴν Αστάρτην ἐρημώσασάν σου τὴν πόλιν. Είθε τὴν όλ βρόθεον ἡσπάσω πέτραν, καὶ μὴ Βαέλ τόν Θεόν σου. Ἀλλὰ διὰ τοῦτο αὐτὰ πάντα οὐ προσκυνεῖς, ὁ τέλι Ἰσραὴλ, ἐπειδὴ οὐκ ἠγάπησας τὸν Θεὸν ἐξ ὅλης τῆς καρδίας σου· ὁ γὰρ ἀγαπῶν τὸν ἑαυτοῦ φίλον, ἡ βα σιλέα, καὶ μάλιστα ευεργέτην, κἂν υἱὸν αὐτοῦ θεί σηται, και βάβδον, κἂν θρόνον, κἂν στέφανον, κα οἶκον, κἂν δοῦλον, κρατεῖ, ἀσπάζεται, καὶ τιμῇ δια τούτων τὴν εὐεργέτην, καὶ μάλιστα τὸν Θεόν. Όταν οὖν ἴδῃς Χριστιανούς προσκυνοῦντας τὸν σταυρόν, γνῶθι ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησαν προσάγουσι, καὶ οὐ τῷ ξύλῳ. Ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ Ειση προσεκύνουν, ὥσπερ καὶ σύ ποτε ὁ Ἰσραὴλ προσεκ νεις τούτοις, λέγων τῷ δένδρῳ καὶ τῷ ξύλῳ· Σύ μου εἶ Θεός, καὶ σύ με ἐγέννησας. Πάλιν δὲ ούχ οὕτως λέγομεν ἡμεῖς τῷ σταυρῷ, οὐδὲ ταῖς μορφαίς τῶν ἁγίων Θεοὶ ἡμῶν ἐστε· οὐ γὰρ εἰσι θεοὶ ἡμῶν, ἀλλ' ὁμοιώματα καὶ εἰκόνες Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ, πρὸς ἀνάμνησιν, καὶ τιμὴν, καὶ εὐπρέπειαν ἐκκλησιῶν προκείμενα και προσκυνούμενα· ὁ γὰρ τιμῶν τὸν μάρτυρα, τὸν Θεὸν τιμῇ· καὶ ὁ τῇ Μητεί αὐτοῦ προσκυνῶν, αὐτῷ τὴν τιμήν προσάγει. Καὶ ὁ τὴν ἀπόστολον τιμῶν, τὸν ἀποστείλαντα τιμά είδε καὶ σὺ Μωσαϊκάς εἰκόνας ἐποίεις και προφητικές. καὶ καθ᾿ ἑκάστην ἡμέραν δι' αὐτῶν προσεκύνεις το Θεῷ καὶ Δεσπότῃ αὐτῶν, καὶ μὴ τῇ εἰκόνι τῇ χρυσῇ Ει Ναβουχοδονόσορ· καὶ πῶς οὐκ αἰσχύνῃ κατ᾿ ἐμοῦ κινούμενος, καὶ κατεπαιρόμενος κατὰ τῶν εἰκόνων καὶ τοῦ σταυροῦ ἐγκαλῶν, εἰ ᾿Αβραάμ τους είδους λάτραις προσεκύνησεν, εἰ Μωσῆς τὸν Ἰοθόρ εἰδωλολάτρην προσεκύνησεν, καὶ Ἰακώβ τὸν Φαραώ, και Δανιήλ τὸν Ναβουχοδονόσορ; Εἰ οὗτοι προφῆται κα δίκαιοι ὄντες, διά τινας εὐεργεσίας προσεκύνουν τ τοῖς ἐπὶ τὴν γῆν εἰδωλολάτραις οὖσιν, ἐμοῦ κατετε. τῇ προσκυνοῦντος σταυρῷ καὶ χαρακτῆρσιν ἁγίων, ἐξ ὧν μυρία ἀγαθὰ παρὰ Θεοῦ δι' αὐτῶν κομίζομαι. Ογὰρ τὸν βασιλέα φοβούμενος, οὐκ ἀτιμάζει τὸν Υἱὸν αὐτοῦ· καὶ ὁ Θεὸν φοβούμενος, τιμᾷ πάνους καὶ σέβει καὶ προσκυνεῖ ὡς Υἱὸν Θεοῦ Χριστὸν τ
col. 1609–1610page 26 of 27
PG 93:1609Θεὸν ἡμῶν, καὶ τὸν τύπον τοῦ σταυροῦ αὐτοῦ, καὶ τοὺς χαρακτῆρας τῶν ἁγίων αὐτοῦ. "Οτι αὐτῷ πρέ πει δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν (*). ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου εἶπεν· Οὗτος ὁ ἀναγνωσθεὶς Πατὴρ ἐν μιᾷ τῶν πόλεων τῆς Κύπρου ἱεροπρεπῶς διέπρεψε. Καὶ πολλὰ ἐγκώμια καὶ πανηγυρικούς λόγους αὐτοῦ ἔχομεν, μεθ' ὧν καὶ εἰς τὴν μεταμόρφωσιν τοῦ Σωτῆρος ἡμῶν. Συνεγράψατο δὲ καὶ τὸν βίον τοῦ ἁγίου Ἰωάννου ἀρχιεπισκόπου ᾿Αλεξανδρείας τοῦ Ἐλεήμονος· ἔτι μὴν καὶ τοῦ ὁσίου Συμεὼν τοῦ Σαλοῦ, καὶ ἕτερά τινα· καὶ ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ ὀρθόδοξος γνωρίζεται. Ηκμαζε δὲ κατὰ τοὺς χρόνους Μαυρικίου τοῦ βασιλέως κῷ σχέσιν, καὶ συμφωνίαν αὐτῷ,
col. 1611–1612page 27 of 27

Aliter etiam, qui vivunt secundum Christum, ma num injiciunt dæmonibus, cum signum crucis in ferentes eis non sinunt inhabitantes nocere eis, quos obsident. Quod autem bestias sive feras vocal gentes sæpe numero Scriptura, ait Deus per Oseam Disponam testamentum in die illa cum bestiis agri, et cum volucribus cœli, cum serpentibus terra', ge neraliore sermone bestias quidem agri nominat fe rinos, et immanes; volucres vero elatiores, serpen tes vero humiliores, aut volucres quidem delites astrologiæ; serpentes vero sordidatos passionibes, et rursus per Isaiam: Benedicite me, omnes bestie agri et iterum per Jeremiam: Dedi omnem ter ram Nabuchodonosor regi Babylonis, ut serviret ei, et bestias agri, ut operarentur ei 3; et in Ezechiele; Delebo malas bestias de terra *; ut omittamus nune, quæ sunt apud Danielem, et illud: Comparatus enim, inquit, est jumentis insipientibus homo mente præditus, et assimilatus est illis ". vero eum, quem facile est vexare, et calumniari; rum, quorum partus, et soboles, sunt passiones. pardum vero tòv noixidóyvwµov,id est, versipellem, hædum autem simplicem; vitulum mansuetum, taurum vero audacem, leonem superbum, quos du cet, inquit, et pascet homo prudentia quidem se nex, innocentia vero et humilitate puer, ac magnus quidem virtute, parvus autem vilitate quæ apparet, et tenuitate. Hujusmodi sunt præsides Ecclesiarum, a quibus qui moribus differunt, temperantur, et 1 coaptantur. Ac rursus bovem quidem vocat opera rium, ursum vero voracem; item leonem quidem principem, et ductorem, bovem vero sub jugo servi tutis viventem ac subjectum, paleas vilem et tenuem cibum ejus, qui sub jugo est. Comedet enim cum subjecto is qui subjicit, propter unitatem fidei. Puer autem parvus est unusquisque præsul, sicut dictum est, malitia parvulus, cujus doctrina propter mul tam expeditionem manus vocatur, quæ admovetur, et injicitur infidelibus, qui sunt foramina, et lu stra, accubilia, et domicilia aspidum spiritualium, id est, dæmonum venenatorum, et mortifero ⚫ Osee II, 18. 7 Isa. XLIII, 20. * Jerem. xxviii, 44. Ezech. xxxiv, 25. 10 Psal. XLVIII, 13.

Page scan enlarged

Notebook

Full View