PG 101Photius Patriarch of Constantinople
Fragments on Luke, John, and the Epistle to the Romans
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1219–1220page 1 of 10
PG 101:1219στευσάντων διανοίας, οὐδὲ σκιὰν αὐτοῖς ὑπολιπὼν ἀπο λογίας. Ἀπὸ γὰρ οἰκείας καρδίας καίτοι τοσαῦτα ἔχοντες τὰ δυσωποῦντα αὐτοὺς, ἐφυσιώθησαν· καὶ καρπὸν ὀλέθριον τῆς ἰδίας ψυχῆς, τὴν ἀπιστίαν παρ έστησαν. 17. 2.] Φωτίου. Τὸ ἀνθρώπινον ὑποβάλλων ὡς γὰρ Θεὸς, καὶ ὑπὲρ τὸ μέγα. Τοῦ αὐτοῦ. “Η μέγας ἔσται ὅπερ ἦν, εἰ καὶ τὴν βραχύτητα τῆς σαρκὸς ὑποδύεται. Οὐδὲ γὰρ, οὐδ᾽ ἡ τῆς ἀνθρωπότητος πρόσληψις, τὸ μέγεθος κατασμικρύνει τῆς θεότητος, ἀλλὰ συνυψοῦται μᾶλλον αὐτῇ τὸ ταπεινὸν τῆς ἀνθρωπότητος. Κἂν γοῦν πτωχεύη τὴν σάρκα, ἀλλὰ καὶ οὕτως μέγας ἔσται ὥσπερ ἦν. Τοῦ αὐτοῦ. Οὐκέτι σὺ τὴν κλήσιν ὀνοματοθετή σεις, ἀλλ' ἐκεῖνος κληθήσεται. Παρὰ τίνος, ἢ δηλο νότι παρὰ τοῦ ὁμοουσίου Πατρός; οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· παρ' οὗ δὲ γνῶσις ἀλη θῆς τοῦ γεννήματος, οὗτος ἐπιθεῖναι καὶ κλῆσιν κατ άλληλον ἀξιόπιστος· διὸ καί φησιν· Οὗτός ἐστι ὁ Υἱός μου ὁ ἀγαπητός. Ἔστιν οὖν ἀεὶ, εἰ καὶ νῦν ἡ κλῆσις αὐτῷ εἰς ἡμετέραν διδασκαλίαν πεφανέρωται. Διὰ τοῦτο καὶ κληθήσεται, φησίν, οὐ γενήσεται. Ἦν γὰρ καὶ πρὸ αἰώνων τῷ ὁμοουσίῳ συνεδριάζων Πατρί. Τοῦτον συλλήψῃ, τούτου μήτηρ ἀναδειχθήσῃ, τοῦτον ὁ σὸς παρθενικὸς ὑποδέχεται κόλπος, ὃν οὐρά νιον οὐκ ἐχώρησε αῦτος. 18. α.] Φωτίου. ᾿Αλλὰ τί πρὸς ταῦτα ἡ παν αγία Παρθένος; ἆρα εὐθὺς κατεμαλακίσθη τοῖς λό γοις, ἢ τὰς ἀκοὰς ἡδέως αναπετάσασα τοῖς λογισμοίς ἐφῆκε φέρειν ἀνεξετάστως τὴν συγκατάθεσιν; Ού δαμῶς. [Ρ. 18 Φωτίου. Οίδα, φησὶν, ἐμφανῶς, ὡς σύλο ληψιν καὶ κυοφορίαν, καὶ Υἱόν μοι, καὶ τόκον, λο γογραφεῖς. ᾿Αλλὰ πολλῷ πλέον ηύξησας τὴν ἀπορίαν ὦ ἄγγελε. Τόκος γὰρ ἅπας, ἀνδρὸς κοινωνίᾳ συνίσταται· ἡ δὲ τῆς πρὸς ἄνδρας ὁμιλίας ἀλλοτρίωσις, οὐδὲ τὴν ἀρχὴν εἰς ἀκοὴν κατέρχεται τῆς συλλήψεως. Πώς οὖν ἔσται μοι γέννημα, οὗ γεννήτωρ οὐκ ἐγνώ ρισται; 21 Φωτίου. Ο γὰρ στειρώσεως λύων δεσμά, αὐτὸς καὶ τόκον ἑαυτῷ δύναται κατασκευάσαι, δίχα μεσιτείας ἀνδρός. Ο τὴν ξηρανθεῖσαν ῥίζαν εἰς καρποφόρον στέλεχος ἀνανεώσας, αὐτὸς καὶ τὴν ἄνικμον ἄρουραν εἰς εὔφορον χώραν ἑαυτῷ καινοποιήσει. Αν δὲ βούλῃ καὶ παραδείγμασι τῶν ἀπηγ γελμένων τὴν πίστιν παραδέξασθαι, μικροῖς τὰ μετ γάλα εικάζουσα, καὶ τοῖς φθάσασι πιστουμένη τὰ μέλλοντα, οὕτως συλλήψῃ ἐν γαστρὶ καὶ τάξη υἱὸν, ὡς ἡ ῥάβδος Ααρών ἁγεωργήτως εβλάστησε, τὰ τῶν ἐῤῥιζωμένων ἐνεργήσασα· ὡς ὁ ὑετὸς οὐρα νόθεν ἐπὶ τὸν πόκον φερόμενος, αὐτὸν μόνον ἐπότιζε, τὴν δὲ γῆν οὐκ ἐδρόσιζεν· ὡς ἡ βάτος τὸ πῦρ ὑπὸ εδέχετο, καὶ τὴν φλόγα τρέφουσα, οὐκ ἐφθείρετο· οὕτω καὶ σὺ συλλήψῃ υἱὸν σάρκα δανείζουσα, τροφὴν τῷ άθλῳ πυρὶ παρέχουσα, καὶ τὴν ἀφθαρσίαν ἀνθέλκουσα. Ταῦτα γὰρ τὴν σὴν πόρρωθεν προεξωγράφει κυοφορίαν· ἐκαινοποιήθη ταῦτα καὶ προϋπέστη, ἵνα τοῦ κατὰ σὲ μυστηρίου σκιαγραφήσῃ τὸ ἀκατάληπτον.
col. 1221–1222page 2 of 10
PG 101:122122 Φωτίου. Επεί μοι, φησὶ; Πνεῦμα ἅγιον ἐπελεύσεσθαι διετράνωσας, οὐκέτι ἀντιπίπτω, οὐδὲ ἀντιλέγω. Γενηθήτω μοι κατὰ τὸ ῥῆμά σου. Εἰ ἀξία τῷ Δεσπότῃ κρίνομαι, ὑπουργήσω χαίρουσα τῷ θελήματι· εἰ ὁ Πλάστης τῷ πλάσματι ἀναπαύεται, οἰκοδομείτω τὸν οἶκον αὐτὸς ἑαυτῷ, ὡς εὐδό κησε ζωοπλαστείτω ἐν ἐμοὶ τὴν σάρκα τὴν ἑαυτοῦ, ὡς οἶδεν αὐτὸς καὶ ὡς βούλεται· γένοιτό μοι τὰ σὰ ῥήματα περατούμενα πράγματι. [ρ. 27. Φωτίου. ῾Ο ἀσπασμὸς, ἄνωθεν· ἡ σύλο ληψις ἄσπορος· ἡ κύησις, ἄφραστος· ὠδῖνες, ἀλόχευ τοι· σφραγὶς τῆς παρθενίας, ἡ τῶν ὠδίνων διάλυσις ὁ τόκος, ἄφθορος· καὶ ἡ τεκοῦσα, παρθένος καὶ μετὰ γέννησιν. Θεὸς ἐν σαρκί, τὸ τικτόμενον χορὸς ἀγγέλων, ᾆσμα τὸ θαῦμα ποιούμενοι. Ενθα τοσούτων καὶ τηλικούτων συνδρομή, πῶς ἄν τις διαμφισβητήσεις, κἂν πάντα ἀσεβεῖν ἔθετο μελέ την, ὅτι μὴ οὐχὶ ταρθένος ἡ Παρθένος και μέχριτέλους διέμεινεν; ὥστε ἡ τῶν ἀχράντων λόγων ἀλή θεια τὸ μὲν παράδοξον καὶ ὑπερφυὲς καὶ ὑπὲρ κατά ληψιν, ἠβουλήθη παραστῆσαι, όπερ ἐστὶ τόκος ἄνευ ἀνδρὸς ἐπιγνώσεως· τὸ δὲ μετὰ ταῦτα, νοεῖν κατ ἔλιπεν ὡς ἀκόλουθον. Τὸ γὰρ τὴν ἐν τόπῳ παρθενεύουσαν, καὶ τὸ λοιπὸν διὰ βίου παρθενεύειν, οὔτε και νὸν ὅλως ἢ παράδοξον, ἀλλὰ καὶ τοῖς προηγησαμέν νοις ἐξ ἀναγκαίου μᾶλλον ἐπόμενον. "Αλλως τε καὶ τῶν Ἰουδαίων τέως επιστομίζειν ὁ εὐαγγελιστής Εγνω τὸ βλάσφημον, οἱ ἐκ πορνείας τὸν ἄσπορον τό χον διέσυρον. Διὸ καὶ πρὸς τὴν ἐκείνων ἵσταται κακή. νοιαν, δι' ὧν τρανοί τῆς τεκούσης τὸ ἀνέπαφον ἀλλὰ καὶ τὸ ἕως, ἐνίοτε μὲν πρὸς ἀντιδιαστολὴν τοῦ ἐφεξῆς χρόνου, ὡς εἴρηται, παραλαμβάνεται, ενίοτε δὲ ἐπὶ δηλώσει μεγάλων ἔργων καὶ θεοπρεπῶν, καθά περ νῦν, οὐ μὴν πρὸς ἀντιδιαστολὴν ἑτέρου χρόν νου τινὸς, ἀλλὰ καὶ τοὐναντίον εἰς ὑποδήλωσιν ἀπε ράντου διαστήματος. Καὶ ἀνατελεῖ γὰρ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· και, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ, Μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας. Δῆλον γὰρ ὡς ἐν ταῦθα τὸ ἕως οὗ χρονικόν τι μεθόριον, καὶ πέρας παρεισάγει, μέγεθος δὲ θείων πραγμάτων ἡ λέξις παραδηλοῦσα, εἰς ἀπεριόριστον παράτασιν τὸν νοῦν τῶν ἐντυγχανόντων ἀναπέμπει. Καὶ ἄλλα δὲ μυρία ἔστιν εὑρεῖν, δι' ὧν δῆλον καθίσταται, ὡς ἀντὶ τοῦ διηνεκῶς καὶ εἰς τὸν αἰῶνα, ἡ λέξις παραλαμβάνε. ται. Οταν οὖν δείξωσιν οἱ πάντα θρασείς, μετὰ τὴν τῆς σελήνης ἀνταναίρεσιν, τὴν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν δικαιοσύνην εἰς τὸ μὴ ὂν καταδύουσαν, καὶ μετά γε τὸ ὑποτεθῆναι τοὺς ἐχθροὺς αὐτοῦ τῆς ἐκ δεξιῶν καθέδρας τοῦ Πατρὸς παρακινούμενον, ἢ καὶ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος, ὅτε μᾶλλον αὐτοῖς ἡ οἰκείωσις τῶν μαθητῶν ἀφιστάμενον, τότε διαπο ρείτωσαν καὶ εἰ μετὰ τὸν ἄῤῥητον τόκον ἀνδρὸς ἡμι λίας ἡ Παρθένος ἐμελέτησεν. 39, Φωτίου. Συντελέσας ὁ πρεσβύτης τὴν εἰς τὸ θεῖον δοξολογίαν, τρέπεται λοιπὸν ἐπὶ
col. 1223–1224page 3 of 10
PG 101:1223τὴν εὐλογίαν τῶν ἀγαγόντων τὸ βρέφος· εἶτα ἐκεῖ θεν πρὸς μόνην τὴν μητέρα ἀποστρέφει τὸν λόγον. Τῆς μὲν γὰρ εὐλογίας ἀμφοῖν μεταδίδωσι, τὴν δὲ πρόῤῥησιν τῶν ἀποῤῥητοτέρων, τῇ μητρὶ προσάγει μόνῃ, ἵνα διὰ μὲν τῆς κοινῆς εὐλογίας τοῦ σχήματος τῶν γεννητόρων, μὴ ἀπογυμνώσῃ τὸν Ἰωσήφ· διὰ δὲ τῶν πρὸς τὴν μητέρα λόγων, την Παρθένον ἐκείνου διαστείλας, τὴν ὡς ἀληθῶς ἀνακηρύξῃ μητέρα, Αν καὶ εὐλογεῖ ὡς ὑπηρετήσασαν θείᾳ βουλῇ. Εἶτα καὶ διαλέγεται πρὸς αὐτήν· Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ ᾿Ισραήλ. Ορᾷς ὅπως δλην τοῦ μυστηρίου τὴν οἰκονομίαν πρὸς τὴν Παρ θένον ἀναφέρει, κἀκείνῃ ποιεῖται τὴν τούτου διήγησιν; καὶ πτῶσιν μὲν λέγει ἐνταῦθα, τῶν ἐκπεπτωκότων τῆς εἰς Χριστὸν πίστεως καὶ εὐσεβεία; ἀνά. στασιν δὲ, τῶν ἐπεγνωκότων τὸν Σωτῆρα. 40. Φωτίου. Τῆς παναγίας καὶ ἀει παρο θένου Μαρίας τὴν ψυχὴν ρομφαία διῆλθε, κατ' αὐτ τὸ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος, οὐκ ἐπιδιστά ζουσι λογισμοῖς βαλλομένης, οὐκ ἀπιστίας βέλεσι τιτρωσκομένης· οὐκ ἐφ᾽ οἷς ἔχαιρε, τὴν λύπην αλλασ σομένης, ἀλλὰ μητρικά σπλάγχνα διδούσης, πρὸς τὴν ἔμφυτον συμπάθειαν, ανασκολοπιζομένου τοῦ Υἱοῦ, πράττειν τὰ οἰκεῖα. Τί γὰρ μήτηρ οὐκ ἂν πά θοι βλέπουσα τὸν Υἱὸν καὶ μάλιστα τῆς ἀνθρωπίνης φύσεως πολιτευόμενον κρείττον, τὰς τῶν κακούργων ὑπέχοντα δίκας; Τοῦτο γέγονε τῇ παναχράντῳ Μητρι τοῦ Λόγου, πικρότερον καὶ δριμύτερον ρομφαίας ἁπάσης τὸ πάθος. Εἰ γὰρ καὶ πολλὰς ὑποθέσεις είχε Θεὸν εἰδέναι τὸν Υἱὸν σεσαρκωμένον, ἀλλ' οὖν οὐκ ἐπὶ πάντων ἔλυε τοὺς τῆς φύσεως νόμους, ἐνεδίδου δὲ καὶ τῇ φύσει, τοῖς οἰκείοις ἐνδιαπρέπειν ὅροις. Διὸ καὶ πάθος φρικτὸν ὁρῶσα μητρικοῖς ὀφθαλμοῖς, προκείμενον θέαμα, κατὰ πληγὴν ρομφαίας, την ψυχὴν ἑτέμνετό τε καὶ κατεμερίζετο. 49 Φωτίου καὶ Κυρίλλου Ἱεροσολύμων. Εξεστι δὲ ἴσως φρονεῖν τε καὶ λέγειν, ὡς παρείχε μὲν ἁμαρτημάτων ἄφεσιν καὶ τὸ τοῦ Προδρόμου βάπτισμα· οὐ πάντων δέ· ὥσπερ οὐδ᾽ αἱ νομικαὶ τελεταὶ καὶ θυσίαι. Οὐδὲ γὰρ τῶν ἐκ προνοίας φόνων, οὐδ᾽ εἴ τις ἀλλοτρίους γάμους διώρυξεν, οὐδ' ὅσα τὸ φρικτὸν ἐκεῖνο καὶ οὐράνιον πῦρ τοῖς ἐνόχοις ζημίας ἐπέβαλλον, οὐδ᾽ ἄλλων πολλῶν ἐξαγίστων καὶ παρα πλησίων ἔργων τὴν κάθαρσιν, οὔτε ὁ νόμος οὔτε τὸ Ιωάννου διεπράττετο βάπτισμα· ἀλλὰ τούτων ἀπάν των ὁ μὲν νόμος ὅσα μὴ προλαβὼν ὁ πρῶτος νομο θέτης εἰσεπράττετο δικαστὴν τὸ ξίφος εκάθιζε. Το δὲ Ἰωάννου βάπτισμα εἰς τὸ κοινὸν καὶ σωτήριον, ὡς πολλῷ μεῖζον ὑπάρχον τῆς ἰδίας ισχύος, παρ έπεμπε. Παρείχε μὲν οὖν καὶ τὸ τοῦ Προδρόμου βά πτισμα, ὥσπερ εἴρηται, τῶν ἁμαρτημάτων ἄφεσιν· οὐ πάντων δέ τοῦτο γὰρ τοῦ Δεσποτικοῦ τὸ ἐξαίρε τον· παρείχε δὲ, προευτρεπίζον τῷ σωτηρίῳ τὴν τελειότητα· καὶ λουτρὸν ἦν πρὸ λουτροῦ· καὶ ἄφεσις ἐκ μέρους, πρὸ τῆς παντελοῦς ἀφέσεως· καὶ ἀτελής κάθαρσις προοιμιαζομένη τὴν τελειοποιόν· καὶ και
col. 1225–1226page 4 of 10
PG 101:1225θαῖρον μὲν τὰ φθάσαντα τῶν ἁμαρτημάτων, οὐδὲν δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐχέγγυον περὶ τῶν μελλόντων χαρι ζόμενον. Τὸ Δεσποτικὸν δὲ καὶ σωτήριον πάντων μὲν τῶν προλαβόντων ῥύσιον, ρώμης δὲ παρεκτικόν καὶ ἰσχύος, μὴ κατὰ τὰς πρώτας ὀλισθήσεις ἔτι πρὸς τὰ πάθη κατασύρεσθαι· καὶ τὸ μὲν, εἰς τὴν τῶν εὐρανῶν ἀναφέρει βασιλείαν, καὶ τὸ μεῖζον πάντων, υιοθεσίαν χαρίζεται· τὸ δὲ τινῶν μὲν ἄφεσιν παρ έχει, οὔτε δὲ κληρουχίαν οὐρανῶν βασιλείας, οὐδὲ πολλῷ μᾶλλον πρὸς υἱοθεσίας αναβιβάζει ἀξίωμα τ ἐντελέστερον δὲ περὶ τούτων ἐν τῷ Ἰωάννῃ καὶ τῷ Ματθαίῳ εἴρηται. Ἐκεῖσε οὖν τοὺς φιλολόγους παρα πέμψαντες, ἡμεῖς ἐπὶ τὰ ἐχόμενα ίωμεν. Φωτίου. Οὐκ οἶδε σύνοδον ἀλλήλων πλεονεξία καὶ φιλανθρωπία - μακρὰν ἀπέχει ἀνὴρ ἐλεήμων τῆς τῶν πλουτούντων μισαδελφίας. Διὰ τοῦτο, καὶ μέγα χάσμα εστήρικται μεταξύ γεέννης καὶ βασιλείας. 228. Φωτίου. Ηλοι τὰς Δεσποτικὰς δια περονῶσι παλάμας, καὶ τοὺς τῆς κακίας ἡμῶν τοῖς μέλεσι παρεμφύντας όζους, ὑφ' ὧν ἐξερημοῦτο καὶ ἐκακύνετο τὸ ἀνθρώπινον, αὐταῖς ἀνασπῶσι ῥίζαις. Στέφανος ἐξ ἀκανθῶν τῇ κεφαλῇ περισφίγγεται, καὶ ὁ πολυώδυνος τῆς παλαιᾶς κατάρας κλοιὸς ἀπαυ χενίζεται· λόγχῃ πλευρὰ διορύσσεται, καὶ ἡ τῆς σωτηρίας ἡμῶν ἀναστομοῦται πηγή. Φωτίου. Μᾶλλον δὲ ῥήγνυται καταπέτασμα τοῦ ναοῦ, ξύλῳ τοῦ Δεσπότου κρεμαμένου, διὰ πολλὰς, οἶμαι, τὰς αἰτίας. Τὸ μὲν γὰρ τὴν γῆν κλόνῳ μικροῦ δεῖν συγκατενεχθῆναι, δυνατόν ἐστι τοῖς άγνω μονοῦσι καὶ εἰς τὰ κατὰ φύσιν ἀνάγειν τῶν στοιχείων πάθη. Τὸ δὲ ῥαγῆναι τὸ καταπέτασμα, μηδενὸς μάλιστα διασπῶντος, ἀπὸ ἄνωθεν ἕως κάτω, θεομηνίαν τὸ τέ ρας δείκνυσιν. "Ην δὲ καὶ σύμβολον καὶ προμήνυμα τῆς ἀεὶ καταστροφῆς τε καὶ ἐξερημώσεως τοῦ τε περιωνύμου ναοῦ Ἰουδαϊκῶν τελετῶν. Καὶ τρίτον, ὡς οὐκέτι μέρει τινὶ τῆς οἰκουμένης ἡ εὐσέβεια συγκλεισθήσεται· ἀλλ᾽ ἅπαντα τὰ πέρατα, τῶν ἀποῤῥή των ἐν ἀπολαύσει γενήσεται. Έτι ἡ κιβωτὸς καὶ τὰ ἐν αὐτῇ, κατὰ τὸν τύπον γέγονε τοῦ ἀνθρώπου καὶ τῶν ὑπὸ τὸν οὐρανὸν, αὕτη δὲ διείργετο τῷ κατα πετάσματι, καὶ ἀπεκρύπτετο· ἐδήλου δὲ τὴν εἰς οὐρανοὺς εἴσοδον, ἀνθρώποις ἄβατον συντετηρῆσθαι τέως. Ρήγνυται οὖν τὸ καταπέτασμα Χριστοῦ σταυ ρουμένου, τὴν εἰς οὐρανὸν εἴσοδον πᾶσιν ἡμῖν ὑπο σαλπίζον καὶ εὐαγγελιζόμενον. Φωτίου. Ην ποτε κρύφιος φίλος ὁ Ἰωσήφ, καὶ νυχτερινός Χριστοῦ μαθητής· ἀλλ᾽ ὕστερον τους δεσμοὺς ἀπορρήξας τῆς δειλίας, τῶν εἰς τὸ φανερὸν φιλούντων θερμότερός τε καὶ θαῤῥαλεώτερος γέγονε καὶ τὸ Δεσποτικὸν ἐν ὕβρει κρεμάμενον σῶμα τοῦ ξύλου καθελών, τῆς δυνατῆς θεραπείας οὐκ ἠμέλησε, ῥημάτων μετριότητι, τὸν πολυτελή μαργαρίτην ἐμπορευόμενος, καὶ κρύπτων τούτων τὸ σπουδαζόμενον. Οὐδὲ γὰρ ὡς δή τι μέγα φρονῶν ἢ φθεγα ΝΟΤΑ.
col. 1227–1228page 5 of 10
PG 101:1227γόμενος, οὕτως τὸ σῶμα ἐπιζητεῖ, ἀλλ' ὡς ἂν ἐλαίῳ τήσεως. Τούτοις τὴν τοῦ Πιλάτου κατεπάδων ψυχήν, σῶμα τοῦ Ἰησοῦ, καὶ τῆς συνήθους ἀξιοῖ φροντίδος. καὶ φιλανθρωπίᾳ διδούς, εἰς ταφὴν αἰτεῖται τὸν νε κρόν· καὶ πρόσεισι μὲν τῷ Πιλάτῳ, ἄκνον ἅπαντα καὶ φόβον ἀποῤῥιψάμενος, οἷα δὲ βουλῆς κοινωνῶν, κατενεχθῆναι τὸ σῶμα τοῦ τεθνηκότος συμβουλεύει. Ηδη γὰρ τῆς παρασκευῆς ταῖς τοῦ ἡλίου δυσμαῖς συνυποληγούσης, καὶ ὁ τοῦ Σαββάτου νόμος τῇ ἐπιού σε συνανεφαίνετο· καὶ πιθανώτερος ἐδόκει, καὶ τὸν νόμον ἴσως ὑποφαίνων, δι᾿ ὃν οὐκ ἐχρῆν μετέωρα μένειν ἔτι τὰ σώματα τῶν ἀνῃρημένων. Τὰ μὲν γὰρ ἄλλα τῶν Ἰουδαίων ἐκθέσμως πραττόντων, καὶ ἀπερικαλύπτῳ τῇ κεφαλῇ τῶν πατρίων ἐκδιαιτωμένων, ἐν οἷς οὐδὲν ἀντίπαλον τοῦ θελήματος ἀπήντα, καὶ ῥᾷστον ἦν ἐκτελέσαι, ἡ περὶ τοὺς νόμους εὐλάβεια κατεσπούδαζε. Καὶ δός μοι, φησὶν ὁ Ἰωσήφ, εἰ βού λει, θάψαι τὸν νεκρὸν τοῦ Ἰησοῦ, ὅν οἱ γνωστοί πάνω τες ᾤχοντο καταλιπόντες, οὗ πολλοὶ μὲν συνέρρεαν ἐπὶ τῷ πάθει θεαταὶ νῦν δ᾽ οὐδεὶς ὑπέμεινεν, οὐδὲ τῶν φίλων, ἐνταφιαστής. "Απεστί σοι φόβος βασι λείας· τέθνηκεν ὁ τὸ κράτος μὲν τῆς ἐξουσίας ἁρπά σαι κατηγορούμενος, μέχρι δὲ καὶ αὐτῆς προφάσεως ἀθῶος ὀφθεὶς παντὸς ἀδικήματος· ὃν προφητοκτόνος γλῶσσα καὶ φωνὴ καὶ χεῖρες, σοῦ δοκοῦντος φέρειν φιλανθρωποτέραν ψῆφον, ὑπὸ κρίσιν ήγαγον θανά του. Δός μοι χάριν ὁμολογεῖν, δι' ἧς ἑτέρους οὐδὲν ζημιοῖς. Οὐδὲ γὰρ, οὐδ᾽ ὁ τῶν Ἰουδαίων ὄχλος ἀνιά σεται γῇ μαθόντες τὸν ἐχθρὸν καλυπτόμενον. Μάλλον μὲν οὖν δυσχεραίνουσι καὶ νεκρὸν τὸν ὑπ' αὐτῶν μετ σούμενον βλέποντες· τοῦτο μὲν τὴν αὐτῶν μιαιφονίαν τῷ σταυρῷ θριαμβεύοντα, τοῦτο δὲ τῶν ὁρών των τὸν ἔλεον ἕλκοντα, καὶ τῶν σταυρωσάντων ἐκκα λούμενον μυσάττεσθαι τὴν ὠμότητα· οὐδὲ τὴν Καί σαρος ἐπισείσουσι φιλίαν, Οὐκ εἶ φίλος, λέγοντες. τοῦ Καίσαρος, εἰ νεκρὸν δίδως τῇ γῇ κατορύττεσθαι. ᾿Απροφάσιστος, εἰ βούλει μόνον, ἡ πλήρωσις τῆς εἰσ συγχάνει τοῦ σκοποῦ, καὶ λαμβάνει καθαιρεθὲν τὸ Τοῦ αὐτοῦ. Σμύρνης οὖν ἐπιπλάσσων καὶ ἀλόης τὸ σῶμα τὸ Δεσποτικὸν, ὅ τοῖς τελευτῶσι παρά γε τοῖς Ἰουδαίοις τιμὴ τελευταία, καὶ τοῖς νεκροστολίοις περιελίσσων οθονίοις, πρὸς τῷ καινῷ κατατίθησι μνημείῳ· καινὸν δὲ τὸ μνημεῖον παρεσκεύαστο, αὐτ τῷ τε τῷ Δεσπότῃ τὸν δυνατόν τρόπον τοῦ Ἰωσὴφ τιμὴν ἐξευρίσκοντος· τάφος γὰρ καινὸς καὶ ἴδιος, έι ἀλλὰ μὴ κοινὸς καὶ πολλοῖς ἐκλελυμασμένος σώμασι, τὴν ὡς ἐν νεκροῖς τῷ θαπτομένῳ προσνέμει σεμνότη τα· καὶ διπλῆς ἄλλης οικονομουμένης αιτίας ἕνεκα, μιᾶς μὲν, ἵνα μὴ τοῦ τῆς ἀναστάσεως ἐπιτελουμέν νου θαύματος τοῖς πάντα τολμῶσι καὶ ἀναισχυντοῦσιν Ιουδαίοις, ἄλλος τις τῶν συντεθαμμένων ἐπιφημισθῇ, οὐχ ὁ παρ' αὐτῶν τῷ σταυρῷ καταδεδικασμένος, τῶν νεκρῶν ἀνιστάμενος, ἀλλ᾽ ἵνα αὐτοῖς παν ταχόθεν ᾗ πᾶσα ψευδολογίας καὶ θεομαχίας περικε κομμένη πρόφασις· ἑτέρας δὲ, τοῦ μὴ δόξαι τισὶν ἐκεῖνα μόνα τῶν σωμάτων ἐξαναστῆναι τοῦ τάφου, οἷς τὸ Δεσποτικὸν ἐπεχωρίαζε σῶμα καὶ ἐπλησίαζεν ὃν καί τινος τῶν ἁγίων πάλαι καὶ ζῶντος ἔτι δι επέπρακτο, καὶ αὖ τελευτήσαντος· ἀλλὰ ἵν᾿ ὥσπερ ὑπὲρ πάντων εἴη τὸ κατὰ τοῦ ᾅδου κράτος ὁ Δεσπό
col. 1229–1230page 6 of 10
PG 101:1229της ἀναδεδεγμένος, οὕτω καὶ τῶν πανταχοῦ γῆς καὶ θαλάσσης διερριμμένων σωμάτων, καὶ πυρὶ καὶ ἀέρι διεσκεδασμένων, λαμπρῶς ἐπιγνωσθῇ τῷ οἰκείῳ πά θει διαπεπραγμένος τὴν ἀνάστασιν· οἷς γὰρ τινῶν μὲν οὐ συνετέθαπτο σώμασι, πολλοὶ δὲ τῶν ἁγίων. ἀναστάντες, ἄλλοθί που καὶ ἄλλοθι καὶ σποράδην καὶ οὐ κατὰ τὸ Δεσποτικὸν μνῆμα κείμενοι, πολλοῖς ἦλ θον εἰς ἐμφάνειαν· διὰ τούτων μᾶλλον τρανῶς ἐπι δείκνυται, μὴ τῶν μὲν, τῶν δὲ μὴ, ἀλλ᾽ ὑπὲρ πάνω των τῷ Δεσπότῃ ὅ τε θάνατος γεγενημένος καὶ ἡ ἀνά στασις· διὰ ταῦτα γὰρ οὖν καὶ τοιαῦτα, καινὸς ὁ Δε σποτικὸς τάφος τῷ Ἰωσὴφ ἐλάξευτο· ἐκείνου μὲν μὴ, συνορῶντος ἴσως ἅπαντα, ἀλλὰ πρὸς ἔν γε, τὴν τι μὴν, ἀποβλέποντος· τῆς θείας δὲ καὶ ταῦτα προκατα αρτιζούσης και συνοικονομούσης προγνώσεως. 316. Φωτίου. Οὐ μὴν ὑποληπτέον ὅτι ἡ παρά βασις τοὺς ὀφθαλμοὺς ἐκείνων διήνοιξεν, άπαγε. Οὐδὲ γὰρ, οὐδ' ἐν αὐτῇ παραβάσει γέγραπται τοὺς ὀφθαλμοὺς αὐτῶν διηνοίχθαι, ἀλλὰ μετὰ τὴν παράβασιν. Ὅπερ τοιοῦτόν ἐστι. Μετὰ τὴν ἁμαρτίαν ὡς τὰ πολλὰ ἐπίγνωσις τοῦ ἁμαρτήματος γίνεται, καὶ τὸ μέγεθος τοῦ τολμήματος τότε μᾶλλον ἐπιγινώσκεται. Του γὰρ ἐπιπροσθοῦντος πάθους καὶ κινοῦντος οίστρου πρὸς τὴν ἁμαρτίαν, μετὰ τὴν ἔκθεσμον πρᾶξιν πεπαυμένου, τότε ὥσπερ διακύψας τῆς πολλῆς ἐκείνης ἀχλύος ὁ λογισμὸς καὶ ἀνανήψας ἐφορᾷ τὰ πεπραγμένα καὶ εἰς οἵαν κατάστασιν ἐξ οἵας μετηνέχθη, μᾶλλον λαμβάνει τὴν συναίσθησιν, καὶ τὸ συνειδός τιτρώσκον αὐτὸν καὶ διεγεῖρον ἔχον, διαβλέπει τρα νῶς & τοῦ πάθους ἐπιπροσθοῦντος, οὐχ ὁμοίως ἔβλεπεν· ἄλλως δὲ πρὸς τὴν ἁμαρτίαν ἕκαστος χωρῶν, οἷς ὁ πονηρὸς διαγαργαλίζων τε καὶ ὑποθέλγων ἡμᾶς ἐκθηλύνει, καὶ γνόφου πληροί, κεκαρωμένους ὥσπερ φέρει τοὺς λογισμούς, καὶ πεπηρωμένον τὸ ὀπτικὴν τῆς διακρίσεως. Μετὰ δὲ τὴν πρᾶξιν ὑπ' ὄψιν ἄγει τὸ τολμηθὲν, καὶ ἀνακαλύπτει πικρῶς, ο πρότερον πολ λαῖς μηχαναίς συνεκάλυπτεν· εἶτα, δι᾽ ὧν κατάφωρον τὸν ὄγκον ἀποτελεῖ τοῦ τολμήματος, πρὸς ἀπό γνωσιν ὠθεῖν πειρᾶται τὸν ἁμαρτήσαντα. Τὸ γοῦν, Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, οὐ πρὸς τὸν ἔμπροσθεν χρόνον, οὐδὲ πρὶν ἢ τῆς ἐντολῆς αὐτοὺς ἐκπεσεῖν, παραληπτέον. Τότε γὰρ ἡνεωγμένους εἶχον μᾶλλον, μήπω τοῦ όφεως τοῖς ψιθυρισμοῖς ὑποκλαπέντες, καὶ συνορᾷν τὸ πρακτέον, ἐγρήγορον ἔφερον τὴν διάνοιαν. Οὐκοῦν τὸ βλέπειν οὐκ ἔχοντες, ἐπὶ τῆς ἁμαρ τίας ἀνέλαβον· τοὐναντίον δὲ τὴν ἁμαρτίαν ἐν τῷ πράττειν τυφλώττοντες, πεπαυμένης τὴν ὅρασιν ἀνεκτήσαντο· ἐνταῦθα μέντοι τό, Διηνοίχθησαν οἱ ὀφθαλμοί, ἀντὶ τοῦ, τὸ βλέμμα αὐτῶν ὠξύνθη πρὸς ἐπίγνωσιν· ᾠκονόμει γὰρ τέως ὁ Κύριος τὸ μὴ γνω σθῆναι αὐτοῖς, μέχρι τῆς τοῦ ἄρτου κλάσεως. 317 Τοῦ αὐτοῦ. Συντέμνει τὴν ὑπόσχεσιν, διὰ τὴν ὀλιγοψυχίαν τῶν μαθητῶν· καὶ διὰ τοῦτο πρὸ τῆς Γαλιλαίας ἐν αὐτοῖς Ἱεροσολύμοις, αὐτοῖς ἐμφανίζεται, καὶ οὐ δήπου τοῦτο τῆς ἐπαγγελίας παράδα σις. Ταχεῖα δὲ μᾶλλον ἐκ πολλῆς φιλανθρωπίας ἐκε πλήρωσις· ὤφθη δὲ μετὰ ταῦτα καὶ ἐν τῇ Γαλιλαία, ὅτι ἀπῆλθον ἐκεῖ· Ἀπελθόντες γὰρ, φησίν, ὄψεσθέ με.
col. 1231–1232page 7 of 10
PG 101:1231Απεκρίθη ὁ ᾿Ιησοῦς, καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα. Φωτίου. Λεγούσης αὐτῆς, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; Οὐκ εἶπεν, Καὶ μείζων εἰμι ἔδοξε γὰρ ἂν κομπάζειν μόνον, τῆς ἀποδείξεως μὴ φαινομένης. Δι' ὧν δὲ λέγει, τοῦτο κατασκευάζει. Οὐ γὰρ ἁπλῶς εἶπεν, Δώσω σοι ὕδωρ, ἀλλὰ πρότερον ἀμελῶν τὸ τοῦ Ἰακώβ, τότε επαίρει τὸ ἑαυτοῦ, ἀπὸ τῆς τῶν δωρεῶν φύσεως, τὸ διάφορον τῶν διδομένων παραστῆσαι βουλόμενος, καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὸν πατριάρχην. Εἰ γὰρ θαυμάζεις, φησί, τὸν Ἰακώβ, ὅτι τοῦτο ἔδωκε τὸ ὕδωρ, πολὺ τούτου βελτίω δώσω σος. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Φωτίου. Οἱ Ἰουδαῖοι παχυτέρας ἔτι τὰς περὶ τῆς θείας τε καὶ ἀσωμάτου φύσεως διαλήψεις δεχόμενοι, ἐν μόνοις τοῖς Ἱεροσολύμοις χρῆναι προσκυνεῖσθαι τὸν ἐπὶ πάντας Θεόν διετείνοντο, ὡς ἅπαξ ὅλης τῆς ἀῤῥήτου καὶ ἀκαταλήπτου φύσεως καταλυούσης ἐκεῖ, καὶ περιγραφομένης. Διὸ δὴ καὶ λίαν ἀσυνετοῦντες ἐπὶ τούτῳ διὰ τῆς τῶν προφητῶν ἠλέγχοντο φωνῆς, τοῦ Θεοῦ λέγοντος· Ο ουρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οίκο δομήσετέ μοι, λέγει Κύριος; "Η τὶς ὁ τόπος τῆς ? καταπαύσεώς μου; Σαμαρεῖται δὲ πάλιν οὐ πόλεω τῆς Ἰουδαίων ἀμαθίας κείμενοι, χώραν τε ὁμοῦ καὶ ἀπαιδευσίαν ὅμορον ἔχοντες, ἐν ὄρει τῷ Γαριζειν, οὕτω καλουμένῳ, καὶ προσεύχεσθαι δεῖν καὶ προσ κυνεῖν οἰόμενοι, τὸ γελᾶσθαι δικαίως οὐ διαφεύγουσι. Γέγονε δὲ καὶ αὐτοῖς τῆς ἀνοίας ή πρόφασις, τὸ δεδόσθαι τὴν εὐλογίαν ἐν ὄρει Γαριζειν, καθὼς ἐν Δευτερονομίῳ γεγραμμένον εὑρίσκομεν. Ταύτην ἡ γυνὴ τῷ Σωτῆρι τήν ζήτησιν, ὡς δυσκατάληπτον πρόβλημα προϊσχεται, λέγουσα, ὅτι οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ τὰ ἑξῆς. Πρὸς 8 δ φησιν ὁ Σωτὴρ, οὐκέτι ζητήσεται τόπος ἐν ᾧ δὴ κυρίως οιήσονται κατοικεῖν τὸν Θεὸν, ἀλλ' ὡς πάντα πληροῦντι, καὶ συνέχειν ἰσχύοντι, προσκυνήσωσι τῷ Κυρίῳ, ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, καθάπερ τίς φησι τῶν ἁγίων προφητῶν. Ὅραν δὲ καὶ καιρὸν τῆς τῶν τοιούτων ἐθῶν μεταστάσεως, τὴν ἑαυτοῦ μετὰ σώματος ἐπιδημίαν ἐν κόσμῳ φησίν. .....: Εἰπὼν, Ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην, ἐδήλωσεν σαφῶς ὅτι θέλων αὐτοὺς ἀπὸ τῆς πολλῆς ἀνακτήσασθαι θλίψεως, τὰ προειρημένα ελα
col. 1233–1234page 8 of 10
PG 101:1233λησεν, διὸ καὶ πρὸς τὴν ἐκείνων συγκαταβαίνων διά νοιαν (παραμυθεῖσθαι γὰρ αὐτοὺς ἀλλ᾽ οὐ διδάσκειν νῦν τὴν τῆς θεολογίας ἀκρίβειαν ἐβούλετο ), ἀνθρωπινώτερον, καὶ ὡς ἐκεῖνοι ἠδύναντο παραμυθεῖσθαι, διαλέγεται, Τήρησον αὐτοὺς, λέγων, καὶ, Ἐν τῷ ὀνόματί σου· καὶ, Ὅτε μην ἐν τῷ κόσμῳ, ἐτήρουν αὐτοὺς, καὶ τὰ ὅμοια. Χαρὰν δὲ τὴν ἐμὴν, φησὶν, οἷον τὴν πνευματικὴν, τὴν στηρίζουσαν ψυχάς, ἀλλ' οὐχὶ τοιαύτην οἷαν ὁ κόσμος ἔχει, διὰ τρυφῆς καὶ ἡδονῶν καὶ σωματικῶν εὐπαθείας συνισταμένην. Αλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι 14. Μωϋσέως. Φωτίου. Τρία ἐστὶν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθείσιν, ὁμοιότης τις, ἐναντιότης, ὑπερβολή. Κατὰ τὴν ὁμοιότητα ἐναντιότης μὲν, ἁμαρτία, ἀναμάρτητον· ἔχθρα πρὸς Θεὸν, καταλλαγή πρὸς Θεόν· κατάκριμα, δικαίωμα· ἀπώλεια καὶ πτώ μα καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. Η μὲν οὖν ἐναντιότης ἐν τούτοις· ἡ δὲ ὁμοιότης, ὥσπερ δι᾽ ἑνὸς τοῖς πᾶσιν ἐπιγέγονεν· ἡ δὲ ὑπερβολὴ, ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν, τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν ἀμεινόνων οὐδεὶς, συνέπραξεν ἀλλὰ μόνον τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν. Ὥστε οὐχ ὁμοίως καὶ Επίσης, ἀλλὰ καθ᾽ ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης. Πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εισαχθέν των, οὐκ ἀνῃρέθη μόνον ταῦτα, ὅπερ ὡς ἐναντίοις ὅμοιον καὶ ἀνάλογον, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χρι στοῦ τὰ ἀμείνω· ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνός, κ. τ. λ. Φωτίου. Εἰπὼν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χρι στοῦ· τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου. Ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις ο θανάτου, οὕτως ὁ Χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως. Εἰπὼν οὖν, ὡς ἔφη μεν, ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ· ἐπειδὴ μέλ λων αὐτὸ κατασκευάζειν, οὐ μόνον τὴν ὁμοιότητα και τασκευάζει καὶ τύπον, ἀλλὰ καὶ τὴν ἐν τῷ τύπῳ καὶ ὁμοιότητι ὑπεροχὴν καὶ περισσείαν. Τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν, ἀλλ᾽ οὐχ ὡς τὸ παρά πτωμα· καὶ πάλιν, καὶ οὐχ ὡς ἑνὸς ἁμαρτήσαντος. Ἐπεὶ οὖν σύνθετον αὐτῷ πως γέγονε τὸ ἐπιχείρημα, ἀνομοιότητά πως ἐν ὁμοιότητι διαπλέκοντι· νῦν άνθρωπος, γρ. ἀνθρώποις.
col. 1235–1236page 9 of 10
PG 101:1235επαναλαμβάνεται μὲν τὸ αὐτὸ, καθαρῶς δὲ τὴν ὁμοιότητα δείκνυσι· καὶ οὐκέτι πλέκων ὅσον ἀπὸ τῆς λέ ξεώς τινα ανομοιότητος μάχην· εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος, ὅτι ὥσπερ δι᾽ ἑνὸς ἐβασίλευσεν ὁ θάνατος, πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσει δι ἑνὸς Χριστοῦ, ἐπάγει ὥσπερ συμπεραινόμενος, καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον, καί φησιν· «Αρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους τὸ κατά κριμα,» καὶ τὰ ἑξῆς. Εἶτα καὶ ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι, καὶ ἐν τῷ δεν τέρῳ καὶ διακεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ· καὶ ἐν τῷ ὥσπερ συμπεράσματι ἐπενεχθέντι. παραπτώματος μὲν καὶ χαρίσματος και κατακρίματος καὶ δωρήματος καὶ δικαιώματος καὶ τοιούτων μνημονεύει· ὅθεν καὶ τὴν ἀρχὴν εἴληφεν· ἑκάτερα των ἐναντίων ἡ συστοιχία αὕτη οὐδέπω επεσημήνατο. Νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύπτει, καὶ φησιν, ὅτι τὰ μὲν ἐκ παρακοῆς ἐῤῥύη, τὰ δὲ ἐξ ὑπο ακοής ήνθησεν· ὥστε κατασκευαστικὸν ἂν εἴη τοῦτο τοῦ ἐπιχειρήματος τοῦ κατασκευάζοντος τὸν τύπον καὶ τὴν ὁμοιότητα, οἷον τοῦ, Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος,» καὶ ἐξῆς. Οὐ ταυτολογεῖ τοίνυν, ὡς ἄν τις οιηθείη, ὁ θεῖος Απόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν· ἔστι μὲν οὖν τὸ μὲν, 'Αλλ' οὐχ ὡς τὸ παράπτωμα, καὶ ἑξῆς, ἕως τοῦ, ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα, επιχείρημα μὲν, ὡς Εφημεν, δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιότητος. Ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρσεως. Τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα, ἐπαναλαμβάνον τὸ προ ειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἀπαγγέλλον· ἀλλ᾽ ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα, καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον. Οὐδὲ τοῦτο παρορά, ἀλλ᾿ ὥσπερ συμπεραινόμενος, καὶ τῇ τοῦ λόγου θαρ ρῶν ἀληθείᾳ, μετὰ βεβαιώσεως ἀποφαίνεται· "Αρα οὖν ὡς δι' ἑνὸς παραπτώματος, καὶ τὰ ἑξῆς. Εἶτα, ἐπεὶ οὖν ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ και τάκριμα, οὐδὲ τοῦτο παρορᾷ, ἀλλὰ τίθησι λέγων, 'Ωσπερ γὰρ διὰ τῆς παρακοῆς, καὶ ἑξῆς. Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. Φωτίου. Ἡ μὲν ἁμαρτία νεκρά· ἐγὼ δὲ ἐν ζωῇ, ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος, μηδὲ νεκρούμενος ὑπ' αὐτῆς. Πῶς οὖν ἀνέζησεν ἐκείνη διὰ τοῦ νόμου; Τίνα τρόπον; ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸς ἐπίθεσιν παρωξύνθη, καὶ οἷον ἐπηρεάσαι ώρμησεν ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξαντα τὴν ἐντολὴν ὑπολογιζομένη, καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα. Καὶ ἐγὼ πάλιν γνούς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν, ὡς ἐν γνώσει πράττων & φεύγειν ἔδει, μᾶλλον κατὰ τοῦτο ἡμάρτανον· καὶ μᾶλλον αὐτὴν κατ᾽ ἐμαυτοῦ ἐπερώννυον, ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτόπου πράξεως ἐπιχορηγών, καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν. Ἡ δὲ ζήσασα ἐμὲ ἐνέκρωσε. Πρό δὲ τοῦ ἀναζῆσαι ἐκείνην, ἐγὼ ἔξων μᾶλλον. Τοῦτο δὲ ἦν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς· ὥστε εἰ καὶ
col. 1237–1238page 10 of 10
PG 101:1237μὴ ὁ νόμος ἁμαρτία, ἀλλ᾽ οὖν ἐκείνου δοθέντος, κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν, αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν ἀνακινηθείσης· καὶ διεγερθεί. σης, καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτόπῳ πράξει ένα ισχυσάντων αὐτήν· καὶ τὴν καθ' ἡμῶν ἐπιβουλὴν σὺν παρρησίᾳ παρασχομένην. Αλλ' ἐκείνῃ μὲν ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Η γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα. ᾿Ανωτέρω εἰπὼν ὅτι, 'Αφορμὴν λαβοῦσα ἡ ἁμαρτία, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, ἐπάγει ὅτι, Οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο, ἀλλὰ καὶ ἐθανάτωσέ με. Αὕτη γέγονεν εἰς θάνατον. Εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικύναι καὶ τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησί πως· κατειργάσατο πᾶσαν ἐπιθυμίαν καί φησιν, "Οτι ἀφορμὴν λαβοῦσα ἐξ ηπάτησέ με. Εἶτα ἀφῆκε τὸ προῤῥηθὲν νοεῖν ἐνταῦθα, " ὅτι Ἐκ τούτου δὲ εἰργάσατο τὴν ἐπιθυμίαν, καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει τὸ τέλος, καὶ ἀπέκτεινεν Εν ᾗ κατὰ συνέχειαν, εἴ τις ἀναλάβοι, οὕτως αὐτῷ εἰρημένον 'Αφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειρα γάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· τὴν δὲ ἐπιθυμίαν κατειργάσατο ἀπατήσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. "Εστιν οὖν ἀπάτη αἰτία τῆς ἐπιθυμίας. Ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς, διὰ τοῦ ἀγα θοῦ τὸ κάκιστον εργαζομένης. Φωτίου. Ἐκ δευτέρου δὲ ἔφη τὸν λαβοῦσα ἡ ἁμαρτία ἀφορμὴ διὰ τῆς ἐντολῆς· τὰ αὐτὰ ποικίλως κατασκευάζων· καὶ εἰκότως· μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος. Δείκνυσιν οὖν αὐτὸν μηδὲν ὠφελοῦντα, ἀλλ' ἐκ περιστάσεως καὶ βλάψαντα· ἵνα εὐπαράδεκτος γένηται, κηρύσσων τὸ ἀφεῖναι μὲν αὐτὸν, προσδραμεῖν δὲ τῇ πίστει Χριστοῦ. Ὥστε ὁ μὲν νόμος ἅγιος, κ. τ. λ. Φωτίου. Σὺ δὲ ἁπλῶς δύνασαι ἅγιον τὸν νόμον εἰπεῖν· ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιον, ὅτι τοὺς μὲν κατορθοῦντας, ἡμείβετο δωρεαῖς· τοῖς δὲ παραβαίνουσιν, ἐπετίθει τὰς τιμωρίας. Ἀγαθὸν, ὅτι οὐχ ἡδόμενος ταῖς τιμω ρίαις ἡ ὀργῇ χρώμενος εκόλαζεν· ἀλλὰ τῆς αὐτῶν ἕνεκεν σωτηρίας. Καὶ ἔτι ὅτι μικρά κατορθοῦσι με γάλα ἐχαρίζετο· καὶ ἁμαρτάνοντας περιεἶπε· καὶ οὐ κατ᾽ ἀξίαν τῶν πλημμελημάτων εκόλαζεν. Αὐτὸς δὲ ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἢ τὴν ἐντο λήν. Ἐξ ἑνὸς μὲν, ὅτι ἐδίδαξε με τήν ἁμαρτίαν καὶ ἐπέταξε φυγεῖν αὐτήν. Ἐξ ἑτέρου δὲ, ὅτι κη δίμενος καὶ φροντίζων τοῦτο ἐποίησεν. "Αγιος οὖν, ὅτι ἐδίδαξε, καὶ ἐπέταξε φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας. Δίκαιος, ὅτι διδάξας οὕτω, τὴν τιμωρίαν τοὺς ἁμαρ τάνοντας ἀπαιτεῖ· ἀγαθὸς δὲ, ὅτι καὶ ζωήν μοι προ νεούμενος ταῦτα ἐπετέλει. Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος. Φωτίου. Τὸ μέγεθος δὲ ἠθέλησε δεῖξαι τῆς ἁμαρ τίας· καὶ ἐπειδὴ ταύτης εἰς κακίαν μεῖζον οὐκ ἦν εὑρεῖν· δι' αὐτῆς ταύτης ενδεικνύμενος τὸ μέγεθος φησίν· "Ινα φανῇ ἁμαρτία· τουτέστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος, καὶ ἡ ἰσχὺς αὐτῆς
Page scan enlarged

Notebook

Full View