PG 105PG 105 (anthology)
Historical and Literary Noticeapparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 11–12page 1 of 2
Notitia historica et litteraria
PG 105:11Ο γὰρ Δαφνοπάτης Θεόδωρος, Νικήτας ὁ Παφλαγών, Ἰωσὴφ Γενέσιος, καὶ Μανουὴλ οἱ Βυζάντιοι, Νικηφόρος διά πονος Φρύξ, καὶ τὰ ἑξῆς. xιν, Νικήτας Παφλαγονίας, Νικήτα τοῦ καὶ Δαυΐδ, Δαδύδρων, Νικήτα τοῦ καὶ Δαυΐδ τοῦ φιλοσόφου. Νικήτα του φιλοσόφου, ὑπάτου τῶν φιλοσόφων Εἰ δὲ καὶ πρὸς τοῖς ἐσχάτοις, καὶ τοῖς καθ ἡμᾶς τούτοις ἐγγίζοντες τύχοιεν καιροῖς, πολλῷ μᾶλλον ἀξιομνημονευτότατοι ἂν εἶεν ἁπάντων, καὶ ἀξι επαίνετοι, ὡς πολύ πλέον οἰκοδομεῖν τῇ ἐγγύτητι δυνάμενοι τὴν Ἐκκλησίαν· τὸ γὰρ ἀρχαῖον καὶ πάμπολυ κατὰ χρόνον διεστὼς, εἰ καὶ πιστεύεται τῇ ἀξιοπιστίᾳ τῆς Γραφῆς, ἀλλὰ καὶ θᾶττον ἂν τοῖς πολλοῖς πρὸς τὴν μίμησιν ἀπογινώσκοιτο, λογιζομένοις ὡς κρεῖττον, ἢ κατὰ τὴν παροῦσαν, τῶν πρεσβυτέρων ἐκείνων δυναμένων κατορθοῦν γενεάν· ὅσα δ' ἂν τοῖς καθ᾿ ἡμᾶς κατορθοῦσθαι πιστεύοιτο καιροῖς, μᾶλλον ἂν οἶμαι ταῦτα παρακνίζειν τοὺς εὐσεβεστέρους, καὶ πρὸς τὸν ἴσον τῆς ἀρετῆς διερεθίζειν ζῆλον· διὰ ταῦτά μοι τοῦτον ἐνστήσασθαι νῦν τῷ λόγῳ τὸν ἀγῶνα· καί μοι σφοδρός πόθος κατακάρδιος ἀληθινοῖς διηγήμασι καὶ πάσης προλήψεως ἀπηλλαγμένοις ψεύδους, τὸν μέγαν ἱεράρχην, καὶ ποιμένα τῆς βασιλίδος Ιγνάτιον ὑπό γε Θεῷ πνεύματι τῆς ἀληθείας ὑφηγητῇ, καὶ συλλήπτορι τοῖς ἀγνοοῦσι, ὁποῖος τις ἦν, ἐκ τῆς κατ' αὐτὸν πολιτείας
col. 13–14page 2 of 2
PG 105:13ἀποδεῖξαι· Ἰγνάτιον, φημί, τοῦτον τὸν ὕστερον μὲν τῷ χρόνῳ καὶ πρὸ τῆς καθ' ἡμᾶς ταύτης ἀναδειχθέντα γενεάς, οὐδενὸς δὲ τῶν πρὸ αὐτοῦ τιμίων ἱεραρχῶν τὴν πίστιν καὶ τὴν ὁμολογίαν ἀπολειπόμενον· εἰ Ἐν ἀποκρύφῳ ἱστορίᾳ εὐρὼν Νικήτα φιλοσόφου τοῦ καὶ Δαυΐδ, καὶ ἄλλων, καὶ αὐτὸς δεῖν ἔγνων ἐν τῇ παρούσῃ ἱστορίᾳ ἐντάξαι, ὡς ἂν μή τινι ἀμφιβάλλειν γένοιτο, πῶς οἱ τοσοῦτοι φωστῆρες δι' ἔχθρας ἀλλήλοις ἰόντες ἁγιωσύνης καὶ ἄμφω εἰς ἄκρον ἧκον, καὶ τῆς Ἐκκλησίας θεμέλιοι ἐχρημάτισαν, μηδαμῶς τὸ τῆς ἔχθρας μέγα τὴν κρατοῦσαν δόξαν λυμήνασθαι δυνηθείσης 4. Ρ.: Ο τὸν μέγαν τῆς βροντῆς γόνον προτρεπόμενος ἐπαινεῖν. Ρ. "Ωσπερ οὐκ ἔστι συνεχόμενον τῷ Κυρίῳ Ἰουδαῖον. 3. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, φησιν ο μέγας. 4. Ρ.: Θερμὸς ὁ πόθος, ἀλλ' ἀδρανής ὁ νοῦς, ζέων δ' Έρως. 5. Ρ.: "Ωσπερ οὐχ ὅμοιαι τῶν σωμάτων πάντων αἱ μορφαί. 6. Πρώην μὲν ἡμᾶς ἡ ζῶσα τῆς ἀληθινῆς θεολογίας πηγή. Τίς ὁ τερπνὸς οὗτος ἦχος; τίς ὁ τῶν ἑορταζόντων,κτλ. 8. Ρ.: Τί καλὴ τῆς Ἐκκλησίας ἡ τάξις! τί τερπνὴ τῶν ἐπ' αὐτῆς, κτλ. Ρ.: Ο Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. 11. Νικήτα ρήτορος του Παφλαγόνος ἐγκώμιον εἰς τὴν μέγαν Νικόλαον τὸν Μυρο Ελύτην καὶ θαυματουργὸν ἀρχιεπίσκοπον Μύρων τῆς Λυκίας
Page scan enlarged

Notebook

Full View