PG 105Nicetas the Paphlagonian
Panegyric and Festive Orations
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Oration IOratio I

col. 15–16page 1 of 261
PG 105:15τεινόμενος πρὸς ἑκάστην υπόθεσιν τῶν ἐμμέτρων ἐπῶν τοῦ Θεολόγου τὴν ἁρμόζουσαν ἐξήγησιν ἀνατάξασθαι, ὁμοῦ μὲν ἐμαυτῷ χαριζόμενος, ἐγκαλλωπιζομένῳ τοῖς τῆς ἐκείνου μεγαλονοίας θεωρήμασιν καὶ θεολο γήμασιν ὁμοῦ δὲ καὶ τοῖς ὄπισθεν ἰοῦσιν ὠφέλειαν ταῖς περὶ τούτων ἀδελεσχίαις προμηθούμενος· ἄλλης δὲ βασι λικῆς ὑπομνησθεὶς καὶ πατρικῆς ἐντολῆς, Υιέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά, παραγγελλούσης, καὶ τὸ αἴτιον ἐπαγαγούσης, τοῦ μὴ εἶναι περασμὸν ἢ συντέλειαν τῶν συνταγμάτων τῆς ἀπείρου σοφίας τοῦ Θεοῦ, καὶ κόπωσιν μὲν λεγούσης ψυχῆς καὶ σαρκὸς τὴν ἀμετρίαν ὑπάρχειν τῆς μελέτης, τὴν ἀπ' αὐτῆς δὲ ὠφέλειαν, καὶ πάσης θεοπνεύστου Γραφής δύναμιν εἰς τὸν τοῦ Θεοῦ φόβον, καὶ τῆς ἐντολῆς τήρησιν συγκεφα λαιουμένους ἐξεῖναι λαβεῖν· τοιγαροῦν τῆς παραγγελίας ταύτης ἀκροασάμενος, ἐφυλαξάμην ἐπὶ πλεῖστον τῆς ἐξηγήσεως μετὰ τὴν τῶν ἀποῤῥήτων ἐπίσκεψιν ἰέναι· τελευταίαν δὲ τῶν τετραστίχων τούτων τὴν ὁμολογίαν ἀποχρώντως ἡμᾶς οἰκοδομούσης πρός τε θεωρίαν καὶ πρᾶξιν ἐξηγησάμενος καταπαύσω ΝΙΚΗΤΑ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ ΤΩΝ ΠΑΝΥ ΑΠΟΣΤΟΛΩΝ ΕΓΚΩΜΙΑΣΤΙΚΟΙ ΛΟΓΟΙ ΑΛΛΟΙ ΤΕ ΤΙΝΕΣ ΕΟΡΤΑΣΤΙΚΟΙ. ΛΟΓΟΣ Α'. Εἰς τὸ γενέσιον τῆς ὑπεραγίας Θεοτόκου ᾿Αγαλλιάσεως ἡμέρα καὶ εὐφροσύνης ἀρχή. Απο θώμεθα τὴν κατήφειαν, καὶ τὴν λαμπρότητα περι θώμεθα. Εἴπωμεν τὰς δυναστείας τοῦ Κυρίου, ἀκου στὰς ποιήσωμεν πάσας τὰς αἰνέσεις αὐτοῦ ἐν ταῖς τύλαις τῆς θυγατρός Σιών. Αγαλλιασώμεθα ἐπὶ τῷ Τοῦ λαμπροτάτου φιλοσόφου καὶ ῥήτορος Νικήτα, τοῦ καὶ Δαβίδ.
col. 17–18page 2 of 261
PG 105:17θεοπάτωρ Δαυΐδ τὸ ἀειθαλὲς καὶ μετάρσιον. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων Νικήτα φιλοσόφου τοῦ Παφλαγόνος, Γνώμαι Γρηγορίου δίστιχος εὐεπίη, ἐσθλὸν ἄθυρμα νέοις, Νικήτα τοῦ καὶ Δαυΐδ τοῦ φιλοσόφου, Νικήτα φιλοσόφου ἐπισκόπου Δαδύβρων, νεία εἰς τὰ τετράστιχα τοῦ μεγάλου Πατρὸς Γρηγορίου τοῦ Ναζιανζηνοῦ εἰς τὰ μονόστιχα, εἰς τὰ ἐπιγράμματα τὰ εἰς τὸν μέγαν Βασίλειον παράφρασις. Τοῦ φιλοσόφου κυροῦ Νικήτα ἐπισκόπου Δαδύβρων ἐξήγησις τῶν ἐπῶν τοῦ μεγάλου Γρηγορίου τοῦ Θεοῦ λόγου Οἱ μὲν παρ' Ἕλλησι φιλοσοφώτατοι εἶναι δόξαντες. Γ.: Οἱ τῆς κοσμικῆς σοφίας τὴν ἀκροτάτην καταλαβεῖν. Περὶ ἀρχῶν λόγος α'. Οἶδα μὲν, φησὶν ἡ θεόληπτος τοῦ λόγου φωνή. Περὶ Υἱοῦ λόγος β'.: Εκθέμενος περὶ ἀρχῶν, ἢ ἀρχῆς· ταυτὸν δὲ εἰπεῖν. Περὶ τοῦ ἁγίου Πνεύματος λόγος γ'. Ρ.: Θεολογήσας ὁ θεοληπτότατος περὶ Πατρὸς καὶ Υἱοῦ. Περὶ κόσμου λόγος δ. Ρ.: ἱκανῶς διὰ τῶν προειληφότων ἐπῶν. Περί Προνοίας λόγος ε'. Ρ.: Φιλοσοφήσας περὶ τῶν δύο κόσμων, πρώτου, φημί. Περὶ νοερῶν οὐσιῶν λόγος ς'.: Διειληφώς περὶ διττοῦ κόσμου, νοητοῦ λέγω καὶ αἰσθητοῦ. Περὶ ψυχῆς λόγος ζ. Ἑπομένως μετὰ τὴν τῶν οὐρανίων καὶ λογικῶν. Περὶ διαθηκῶν, καὶ ἐπιφανείας Χριστοῦ λόγος η'. Ρ.: Συντελέσας τους δογματικούς λόγους ἑπτά. Περὶ ἀρετῆς ἀνθρωπίνης λόγος θ'. Θεολογικώτατον καὶ φιλος σοφώτατον. Περὶ φύσεως ἀνθρωπίνης λόγος ι'. Φιλοσοφήσας ὁ θεοσοφώ τατος περὶ τῆς ἀνθρωπίνης ἀρετῆς. Περὶ εὐτελείας τοῦ ἐκτὸς ἀνθρώπου, καὶ τῆς τῶν παρόντων ματαιότητος λόγος ια'. Περὶ τῆς ἀνθρωπίνης φύσεως. Περὶ τῶν φθασάντων μακαρισμοὶ καὶ ὅροι πνευματικοῦ βίου λόγος ιβ'. Ταλανίσας καὶ κατασμικρύνας τὰ ἀνθρώπινα, καὶ τὰ τοῦ αἰῶνος τούτου. Γνωμολογία δίστιχος, ἧς ἡ ἀκροστιχίς αύτη. Γνῶμαι Γρηγορίου, Γνωμολογία τετράστιχος. Γρηγορίου πόνος εἰμί,: Εβουλόμην μακροτέρας λόγων πραγματείας. Εβουλόμην μακροτέρας λόγων πραγματείας κατα
col. 19–20page 3 of 261
PG 105:19σωτηρίῳ αὐτοῦ. Καὶ γὰρ ἤγειρε κέρας σωτηρίας ἡμῖν σήμερον, ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ καὶ καθὼς ἐλάλησε διά στόματος τῶν ἁγίων προφη τῶν αὐτοῦ, ἀνέστησεν ἡμῖν φυτὸν εἰρήνης, τὴν ῥίζαν τοῦ Ἰεσσαὶ, ἐξ ἧς ἡ ῥάβδος ἡ τὸ ἀμάραντον ἄνθος ἀναδοῦσα Χριστόν. Τίς οὐκ ἀγαλλιᾶται τῇ καρδίᾳ; Τίς οὐκ εὐφραίνεται πνεύματι; Τίς οὐ μυστικῶς κατατέρπεται; Τίς οὐ πανηγυρίζει πνευματικῶς, τὴν ἐν τῷ Θεῷ προωρισμένην, καὶ διὰ στομάτων προφητικών προηγγελμένην σωτηρίαν, εἰς ἐκβασιν ἄρτι σαφῆ προϊοῦσαν καθορῶν; Πᾶσα ἡ κτίσις χορευέτω· πᾶσα ἡ γῆ μετ' εὐφροσύνης βοάτω καὶ σκιρτάτω, ὅτι τὸ τῆς ἀρχεγόνου λύπης ἀναιρετικὸν φάρμακον ἐβλάστησεν ἄρτι· ὅτι τῆς προγονικῆς ἀρᾶς, ᾗ πᾶν τε βρότειον ὑποπεπτώ και γένος, διὰ τῆς μεγάλης τοῦ Θεοῦ κηδεμονίας περὶ ἡμῶν, ἡ ἀφάνισις πάρεστι· καὶ τοιαύτη σήμερον ἡμῖν ἄνωθεν ἐπιβραβεύεται δωρεὰ, ὡς μὴ μόνην ἐκείνην ἐξαναιρεῖσθαι τὴν ἀρὰν, ἀλλὰ καὶ σύμπασαν ἡμῖν εὐλογεῖσθαι τὴν φύσιν· καὶ καταργεῖσθαι μὲν τὸ τῆς παλαιᾶς ἔχθρας μεσότοιχον, ἀγάπην δὲ μεταξὺ Θεοῦ καὶ ἀνθρώπων καὶ εἰρήνην ἐξανίσχειν. Ἱερεμίας μὲν ὁ τῶν προφητῶν συμπαθέστατος καὶ θειότατος ὕδωρ αἰτεῖ τῇ κεφαλῇ, καὶ πηγὴν δα κρύων τοῖς ὀφθαλμοῖς, ὥστε κατ' αξίαν θρηνήσαι δυστυχοῦντα τὸν Ἰσραήλ. Ἐμοὶ δὲ τίς δώσει τῇ καρδίᾳ πηγὴν ἐννοιῶν θείων, καὶ τοῖς λόγοις ποτα μῶν εὕροιαν ἀγαθὴν, ὥστε τὸ μέγα κλέος ἐξαγγείλαι τῆς παρούσης χαρᾶς, καὶ τὴν ὑπερβολὴν τῆς θείας μεγαλοδωρεᾶς αἰνέσαι; οὐ κατ᾽ ἀξίαν (ἀνέφικτον γὰρ οὕτως ὑμνεῖν), ἀλλ᾽ ὅσον εἰπεῖν ἐμοί τε θεμιτόν, καὶ τοῖς ἀκούουσι χωρητόν. Γενέθλια ή πανήγυρις, ὦ φίλοι· γενέσια Μαρίας, τῆς τὸν Χριστὸν ἡμῖν μετὰ ταῦτα τὸν Θεὸν γεννησαμένης· τῆς ἀσπόρως, ἀχράντως τὸν ὑπερούσιον Λόγον καὶ ἀπερίληπτον καὶ ἀσώματον, τῇ σωματικῇ καὶ ἡμετέρα καταμι ξάσης μορφή. Ταύτης την γέννησιν σήμερον ἑορτάσαι συνήλθομεν, ἵνα τῶν μεγαλείων αὐτῆς αἰνέσω μὲν τὴν ἀρχὴν, ὧν εὐδόκησε ποιεῖν ὁ δυνατὸς ἐν αύτη. Πολλῶν γὰρ καὶ ἀπείρων, οὐμενοῦν ὅσον εἰπεῖν δυνατόν, ἀποκαλυπτομένων μεγαλουργιῶν ἐν αὐτῇ, τοῦτο πρῶτον καὶ θαυμασιώτατον, τὸν ὑπερφυοῦς τῆς γεννήσεως τρόπον ὑπερφυῶς προκατεβάλλετο. "Ανω θεν γὰρ ἡ σοφία πρὸ αἰώνων τὰς τῶν γινομένων εκε βάσεις προορῶσα, ἀναλόγως τοῖς τέλεσιν ὑποβάλλει καὶ τὰς ἀρχάς. Ἐπειδὴ οὖν ἔμελλεν οὐ μήτηρ μόνον χρηματίσαι Θεοῦ, ἀλλὰ καὶ θυγάτηρ κατὰ πνεῦμα υἱοθεσίας, ἀλλὰ καὶ βασιλὶς καὶ κυρία τῶν ὅλων ἀναῤῥηθήσεσθαι, διὰ τῆς ὑπεραγνώστου πρὸς τὸν Υἱὸν ὑψώσεως καὶ ἀναγωγῆς, διὰ τοῦτο καὶ ἡ σύλλη μας εὐθὺς ξένη, καὶ ἡ πρὸς τὸν βίον αὐτῆς εἴσοδος καινοπρεπής· διὰ τῶν ἡττόνων πρὸς τὴν τῶν μει ζόνων αὐτὴν ὁδοποιοῦσα πίστιν. Έδει γὰρ οἴκοθεν ἔχουσα τῆς τοῦ Θεοῦ δυνάμεω; τὰ ὑποδείγματα, καὶ
col. 21–22page 4 of 261
PG 105:21πρὸς τὴν στειρωτικήν τῆς μητρός γέννησιν ὁρῶσαν μηδὲ τὴν εὐαγγελιζομένην υστερον αὐτῇ παρθενίαν ἀπιστεῖν. Αλλ' ίδωμεν τίνες αὐτῆς οἱ κατὰ σάρκα τοκεῖς, καὶ ὁποῖοι τὴν ἀρετὴν, καὶ ὅπως τὴν τοῦ Ια κώβ καλλονήν, ἣν ἠγάπησεν ὁ Κύριος, αὐτοὶ κατα ηξιώθησαν ἐκτεκεῖν. Τίς οὐκ οἶδεν Ἰωακεὶμ καὶ ᾿Ανναν, γεννήτορας ὄντας τῆς θεόπαιδος, τὴν τιμίαν ξυνωρίδα καὶ θεο φιλῆ; καὶ τίς οὕτω βραδύς, τίς οὕτω τῶν θείων Γραφῶν ἀνεπίσκεπτος, ὥστ᾽ ἀγνοεῖν ὅτι πάσης εύσε βείας καὶ δικαιοσύνης κατὰ τὴν ἑαυτῶν γενεὰν τὸ ἀκρότατον οἱ τρισμάκαρες ἀπηνέγκαντο; Καὶ τοῦτο δήλον, οὐκ ἐκ τοῦ καρποῦ μόνον, ὃν οὐχ ἧττον διὰ προσευχῆς ἢ φύσεως ἐβλάστησαν, ἀλλὰ καὶ ἐκ τῆς περὶ αὐτῶν ἱστορίας, ἄμεμπτον πολιτείαν καὶ εὐάρεσ στον τῷ Θεῷ βίον βιοῦν αὐτοῖς ἀναγραφούσης· εἰς Δαβὶδ μὲν καὶ Ἰούδαν τὸ γένος ἀναφέροντας, εύγε νείᾳ δὲ τρόπων καὶ ἠθῶν καλοκαγαθίᾳ, καὶ τῶν προσταγμάτων τοῦ Θεοῦ φυλακῇ, ὅλον ἐξευγενίζοντας τὸν Ἰσραήλ. Οὗτοι τὸν πλοῦτον, ὡς εἴρηται, πλουτοῦντες τῆς ἀρετῆς, βρίθοντες δὲ καὶ τοῖς ἀπὸ τῆς ἀγαθοῖς, ποι μνίοις καὶ βουκολίοις καὶ πᾶσιν ἄλλοις αὐταρκούμε ναι περιουσιασμοῖς, ἑνὶ τούτῳ μόνῳ τῆς τελείας μα καριωσύνης ὑπώπτευον ἀστοχεῖν· ἄτεκνοι γὰρ τὸν βίον κατεγήρων· καὶ πάντα λύπης μεστὰ ἦν, καὶ ἀθυμίας αὐτοῖς τὰ πάντα πεπλήρωτο· ὅτι τῇ Αννα μὲν κατὰ τὴν παλαιὰν Σάῤῥαν ἐξέλιπον τὰ γυναικεῖα· τῷ δὲ διάδοχος οὐκ ἦν, καὶ ὁ τοῦ γένους οὐχ ὡρᾶτο σπινθήρ. Καὶ πρὸς τούτοις ὁ ἐκ γειτόνων ὑπο σμύχων ὀνειδισμός, οὐκ ἔστιν ὅσον εἰπεῖν ὑπεξέκαις την δυσθυμίαν. Καὶ προσέφερε μὲν Ἰωακεὶμ Κυρίῳ τὰ δῶρα διπλᾶ· τούτοις τυχὸν δεξιούμενος, καὶ τὸ τῆς ἀπαιδίας ὄνειδος υπολογιζόμενος φυγεῖν· ἔμενε δὲ καὶ οὕτως οὐδὲν ἧττον ἐν τοῖς ὁμοίοις τῆς ἀκαρπίας ὀνειδισμοῖς, ἕως εἰς τέλος ὁ δίκαιος ἀπορούμενος καὶ ταπεινούμενος, τῶν μὲν σαρκικῶν θυσιῶν, καὶ οἷς οἱ ἀτελεῖς ἀτελῶς χαρίζεσθαι νομίζουσιν, ἀμελεῖ, καὶ ὡς οὐ πάνυ θελητῶν ὄντων ὑπερορᾷ· θυσίαν δὲ τῷ Θεῷ, πνεῦμα συντετριμμένον καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην διεγνώκει καρποφορεῖν· καὶ δι' ἐγκρατείας καὶ προσευχῆς τοῦ ποθουμένου πιστεύει καταδράττεσθαι, Τὸν γὰρ τοῦ παναγίου Πνεύματος μέλλοντα τὸ ἁγιώτατον κειμήλιον ἐκτεκεῖν, ἔδει τοῦ Πνεύματος αὐτοῦ πρῶτον τῶν θείων πληρούμενον ἐνεργειῶν, ἐξ ἱερᾶς τε καὶ πνευματικῆς πρὸς τὴν κύησιν διαθερμανθῆναι προθυμίας. Πῶς οὖν τοῦτο ποιεί; 'ἀνακοινοῦται μὲν τῇ συζύγῳ τὸν ἔνθεον λογισμόν· κοινὴ γὰρ ἀμφοῖν, ὥσπερ ἡ στείρωσις, οὕτω καὶ τῆς παιδογονίας ή φροντίς· καὶ πάντων ἀμελεῖν τῶν ἄλλων παρεγγυά· νηστείᾳ δὲ καὶ ἐξομολογήσει καὶ προσευχῇ προσκαρτερεῖν, ἄχρις ἂν ἐξ ἡμῶν, φησί, περιέλῃ
col. 23–24page 5 of 261
PG 105:23τὴν ἀτεκνίαν ὁ Θεός. Ἑαυτῷ μὲν ὁ μακάριος ὑπό δειγμα προθέμενος ᾿Αβραάμ· τῇ συνεύνῳ δὲ πρὸς τὴν ὁμώνυμον Ανναν συνταξάμενος ἀφορᾷν, καὶ ἐφ' ὁμοίοις ἐκείνῃ πρὸς τὸν Ὕψιστον ἀδιατρέπτως βοᾷν, αὐτὸς ὄρος καὶ ἔρημον κατειλήφει σπουδῇ, ὅπου δὴ πλείοσιν ἡμέραις τῶν βιωτικῶν ἐνοχλήσεων ἀνακα θηράμενος τὸν νοῦν, καὶ καθ᾽ ἡσυχίαν ἑαυτῷ μόνῳ συγγινόμενος καὶ Θεῷ ὧδε· Κύριε Σαβαώθ, ἐβόα, Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν, κατά την Γραφὴν, οὐκ ἔστιν ἀριθμός. Ὁ ἐντειλάμενος ταῖς πέτραις, καὶ ὑδάτων ἐξέβλυσαν ποταμοί, Ταμα δίψης, τῷ ἐν ἐρήμῳ δεδιψηκότι λαῷ· καὶ ἐντειλάμενος τῇ ῥάβδῳ, καὶ ἀνθήσασα ἐξήνεγκε κάρυα, σφραγίδα ἱερωσύνης καὶ πίστωσιν τῷ λα μών· Κύριε ὁ Θεός μου, ὁ Θεὸς τοῦ ᾽Αβραὰμ καὶ Ἰσαὰκ καὶ ᾿Ιακώβ· ὁ παρ' ἡλικίαν ἐκεῖ πρώτον γόνιμον τὴν Σάῤῥαν ἀπεργασάμενος· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῇ Ρεβέκκᾳ μετ' αὐτὴν, καὶ τῇ Ραχήλ στειρευούσαις ὡς ἠθέλησας καρπὸν δε δωκώς· ἔπιδε, Κύριε· πρόσχες, Κύριε, ἐξ ὕψους ἁγίου σου, καὶ κατανόησον τὸν ἡμέτερον Ολιμ μόν· καὶ ἔντειλαι τῇ φύσει καρπὸν ἐνεγκεῖν, ὁ Εντελλόμενος τὰς σωτηρίας Ἰακώβ. Εὐδόκησον, ὁ Θεὸς, τῇ δυνάμει σου ἀναστῆσαι καμοὶ σπέρμα ἐν τῷ Ἰσραήλ· καὶ ἔσται ὁ καρπὸς σοὶ καὶ τῷ οἴκῳ σου τῷ ἁγίῳ ἀφιερωμένος εἰς τοὺς αἰῶνας. Ἰωακεὶμ μὲν οὕτως. Αννα δὲ καὶ αὐτῇ, τὸ τῆς εὐσεβείας ὑπόδειγμα, τὸ τῆς σωφροσύνης τέμενος, τὸ πάσης ἀρετῆς κατ αγώγιον, τὸ πάσης ἁγιότητος ὄχημα. "Αννα, ἡ χάρις, οὐ τῷ ὀνόματι μόνον, πολὺ δὲ μᾶλλον τῷ πράγματι, καὶ πάσης Θεοῦ χάριτος ταμιεῖον, ὡς τὴν πηγὴν τῶν χαρίτων ἀναβλύσασα· καὶ χειμάρρους μὲν ἐν αὐτῇ τῆς κακίας ἀναστείλασα, εὐωδίας δὲ ποταμούς ἐπὶ πᾶσαν πλημμυροῦσα τὴν γῆν. "Αννα, πάσης θηλείας σεμνολόγημα καὶ καλλώπισμα καὶ ἥδυσμα· καὶ αὕτη τοίνυν νηστεία:ς οἴκοι σχολάζουσα, καὶ τὴν σάρκα ἐκτήκουσα· προσευχαῖς δὲ διηνεκέσι τὴν διάνοιαν εἰς οὐρανοὺς ἀνατείνασα, καὶ ὅλον αὐτῆς τὸν νοῦν παρο ιστάνουσα τῷ Θεῷ τοιοίσδε λόγοις τὴν ὑπεράπειρον ἀγαθωσύνην ἐκδυσώπει. Επὶ σοι, Κύριε, εὔσπλαγχνε, μακρόθυμε καὶ οἰκτίρμον, δίκαις καὶ ἀληθινέ, ὅλην ἐμαυτὴν ἀποδοῦσα, πρὸς σὲ μόνον τὸ ὄμμα τῆς ἐμῆς ἐρείδω ψυχῆς· πρὸς μόνην τὴν σὴν ῥοπὴν ιθύνω τὸν λογισμόν. «Ως ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖ ρας τῆς κυρίας αὐτῆς, οὕτως οἰὀφθαλμοί μου πρὸς σε, Κύριε Θεός μου, ἕως ἂν οἰκτειρήσῃς με, καὶ περιέλῃς ἀπ' ἐμοῦ ὄνειδος, καὶ στειρώσεως έξου δένωσιν· ὅτι πᾶσα ἡ κτίσις, ἣν ἐποίησας, καρποφορεῖ ἐναντίον σου, Κύριε· καὶ πᾶν ζῶον γεννᾷ τι ὅμοιον αὐτῷ· καὶ πᾶσα φύσις φυτῶν τὸν οἰκεῖον προβάλλει καρπόν. Ἐγὼ δὲ πάντων ἐνώπιόν σου λογισθεῖσα ὡς ξύλον ἄκαρπον, τα μιεύομαι τῷ πυρί. Αλλ' οὐκ ἀπογνώσομαι, οὐδὲ
col. 25–26page 6 of 261
PG 105:25τῆς ἀμέτρου φιλανθρωπίας ἐπιλήσομαι· οἶδα γὰρ ο ὅτι καὶ ἄλλαις πρὸ ἐμοῦ τὰ ἴσα παθούσαις, καὶ ἰσχυρῶς ἐπικαλεσαμέναις, εὐμενες προσέσχες, καὶ καρπογόνους απέδειξας παραυτά. Οίδα καὶ ἄλλην Ανναν ὀνειδισμόν ατεκνίας δραπετεύσασαν, ἵνα μόνον βοήσῃ πρὸς σέ. Καὶ νῦν, Κύριε ὁ Θεός μου, «Σὺ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐλλείπουσιν, καὶ τὰ ἐλέησον οὐκ ἐλαττονοῦσι, καὶ τὰ πανάγαθά σου δῶρα τοῖς ἀξίως αἰτοῦσιν ἑτοίμως ἐπιχορηγοῦνται· αὐτὸς καὶ τὴν ἐμὴν ἀτεκνίαν, τὴν ἐμὴν περίελε στείρωσιν, ἵνα καὶ ἐν ἐμοὶ δοξασθῇς. Οὐ γὰρ ἐμοὶ τὸ τικτόμενον, ἀλλὰ τῷ σῷ ὀνόματι καὶ τῷ ἁγίῳ σου οἴκῳ προσ αναθήσομαι τούτῳ δοτόν. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν, τί δὲ ὁ πανοικτίρμων, Κύριος, ὁ ποιῶν πάντα καὶ μετασκευάζων ἐπὶ τὸ βέλτιον, ὁ ὑπερεκπερισσοῦ τὰ αἰτήματα τῶν ἁγίων αὐτοῦ καὶ τὰ νοήματα ποιῶν; ἆρα παρείδε τῶν δια καίων τὴν ἱκετηρίαν; ἢ προσέσχε μὲν τῇ κραυγῇ, ὑπερέθετο δὲ εἰς χρόνους τὴν δωρεάν; ἢ δωρείται μὲν εὐθὺς, τοιαύτην δὲ οἵαν ᾐτοῦντο δόσιν ἐπεβρά δευσεν; Οὐδαμῶς· ἀλλὰ χρηματίζει μὲν αὐτίκα δι' ἀγγέλου φωνῆς ἁγίου, τῆς Θεόπαιδος τὴν σύλληψιν καὶ τὴν ἀπότεξιν· χρηματίζει δὲ αὐτὴν ὀνομαστὴν γενήσεσθαι ἄχρι τερμάτων τῆς γῆς. "Ω τῆς ἰσχύος τῆς πίστεως! ὢ τῆς Ὑψίστου μεγαλοδωρεᾶς! οἱ μὲν ἀπογνόντες τῆς φύσεως, τὰ ὑπὲρ φύσιν ἐξαιτοῦνται ὁ δὲ δίδωσι χάριν, τὸ ἐκείνοις ἔλλειμα διορθουμένην. Καὶ οἱ μὲν τέκνον ἁπλῶς αιτοῦσι, τὸ τῆς ἀπαιδίας όνειδος ἀφαιρούμενον· ὁ δὲ τὴν ἰδίαν αὐτοῖς χαρίζεται Μητέρα· οὐ τῶν τεκόντων μόνον τὴν θλίψιν έως μένην, ἀλλ' ὅλην τῶν ἀνθρώπων τὴν φύσιν πνευματ τικῆς καὶ ἀληθοῦς πληροῦσαν χαρᾶς. Αὕτη τῷ ῥήματι τῆς ἐπαγγελίας τοῦ Θεοῦ μᾶλλον, ἢ τῷ λόγῳ τῆς φύσεως ἐν τῇ στειρωτικῇ συλληφθεῖσα καὶ κυοφορηθεῖσα γαστρὶ, σήμερον οἷα σελήνη πλησιφαὴς, τῶν θαλάμων ἐξανατέλλει τῶν μητρικῶν. Σήμερον ἐναργῶς ἔστιν ὁρᾷν, κατὰ τὴν προφητικὴν θεηγορίαν, ἀλήθειαν μὲν ἀνατέλλουσαν ἐκ τῆς γῆς, ἐκ τοῦ οὐρανοῦ δὲ τὴν δικαιοσύνην διακύπτουσαν. Καὶ γὰρ ὁ Κύριος ἄνωθεν τὴν αὐτοῦ δικαιοσύνην ἐπιδεικνύμενος τοῖς ἀξίως αἰτήσασιν, ἔδωκε χρηστότητα, τὸ ῥῆμα τῆς θείας ἐπαγγελίας χρηματίζων 'Αννα δὲ πίστει τοῦτο καταδεξαμένη, ὥσπερ ἐκ γῆς τῆς οἰκείας μήτρας την χρησμῳδοθεῖσαν ἀλήθειαν ἀνίσχει, καὶ ταύτην πᾶσιν ἀνθρώποις ἔμψυχον καὶ ζῶντα προβάλλει καρπόν. Σήμερον ἡ Μήτηρ μὲν Θεοῦ κατὰ σάρκα, θυγάτηρ δὲ κατὰ πνεῦμα ἁγιωσύνης ἐσομένη, τὴν κατὰ φύσιν προσίεται γέννησιν, καὶ θυγάτηρ ἀνθρώπου γνωρίζεται ἡ θυγάτηρ τοῦ Βασι λέως τοῦ μεγάλου· καὶ ἡ ἐκ δεξιῶν τοῦ Παμβασιλέως ἐν τοῖς οὐρανοῖς στήσεσθαι μέλλουσα βασίλισσα, ἐπὶ γῆς ἄρτι λοχεύεται, μαιεύεται· ὕδασι σμήχεται, ῥά κεσι σπαργανοῦται· καὶ τῆς προσηκούσης νηπίοις ἐπιμελείας ἀξιοῦται, καὶ ἡ παρθενικαῖς ἀγκάλαις τὸν τοῦ οὐρανοῦ συνεχέα καὶ Θεὸν ἐναγκαλίσασθαι προσδοκωμένη, γηραλέαις ωλέναις περιλαμβάνεται
col. 583–584page 7 of 261
Oratio IIOratio IIIOratio IVOratio VOratio VIOratio VIIOratio VIIIOratio IXOratio XOratio XIOratio XIIOratio XIIIOratio XIVOratio XVOratio XVIOratio XVIIMonitum Combefisii ad Orationem de EustathioOratio XVIIIOratio XIXOratio XXVita sancti Ignatii archiepiscopi CPFragmenta expositionis in Lucæ EvangeliumExegesis carminum arcanorum Gregorii Theologi
PG 105:583τῶν Πατρικῶν εὐλογιῶν κληρονόμοι καὶ αὐτοὶ παταδείκνυνται. Διὸ καὶ ἡμεῖς οἱ πάντων ἔσχατοι καὶ μικρότεροι, πρὸς τὸν ὑπὲρ πάντας τοὺς πρεσβυτέρους καὶ διδασκάλους τετιμημένον ἡμῖν Γρηγόριον τὸν Θεολόγον τὸν νοῦν ἐπερείδοντες, ὡς τῆς ἡμετέρας καθηγεμόνα ψυχῆς, καὶ ὡς περισσοτέρως ἐκ τῶν αὐτοῦ θεολογιῶν οἰκοδομούμενοι, ὀλίγους τινὰς ἐκ τῶν αὐτοῦ δυσφράστων καὶ δυσθεωρήτων λόγων, ἤτοι θεοφράστων ἐπῶν, τὰ ἀποῤῥητότερα καὶ τοῖς πολ λοῖς ἀνεπίοπτα εἰς ἐξήγησιν προθήκαμεν ἑαυτοῖς ὁμοῦ μὲν τὸν θεῖον Πατέρα ταῖς ἱεραῖς τιμῶντες μνημοσύναις, ὁμοῦ δὲ καὶ πρὸς τὸν ἐκείνου θεόσοφον νοῦν τὸν οἰκεῖον διὰ τῆς ἑρμηνείας τῆς λέξεω; ἐξ ἀνάγκης παρενείραντες ή παρεκτείναντες νοῦν, εἰ καὶ ἀληθῶς τὸ ἐγχείρημα τολμηρόν· καὶ δι᾿ αὐτοῦ πρὸς τὸ πλάτος τῆς κατ' αὐτὸν ἀληθογνωσίας κατ ευθυνόμενοι, οὕτω δ᾽ ἂν καὶ ἄλλοις τῶν πεπαιδευμένων οὐ μικρὰν ἴσως τὴν ὠφέλειαν διὰ τῆς τῶν θεολογικῶν δογμάτων ἐξηγήσεως προξενήσομεν. Πρόκειται δὲ πρῶτον ἡμῖν ἔπος εἰς ἐπίσκεψιν Περὶ ἀρχῶν. Οἱ τῆς κοσμικῆς σοφίας τὴν ἀκροτάτην καταλαβεῖν κατοιόμενοι περιωπήν, πάντα τὰ ὄντα καὶ τὰ γινόμενα εἰς τρεῖς τὰς κυριωτάτας καὶ πρωτίστας αἰτίας καὶ ἀρχὰς ἀναφέροντες ἐκκορυφοῦνται ταύτας δὲ νοῦν, καὶ ὕλην, καὶ εἶδος καλοῦντες, συν ανάρχους και συναιτίους τῶν πάντων ὑποτίθενται, κατ' οὐδεμιᾶς τρόπον ἐννοίας ἢ ἀρχὴν ἢ τέλος δεδέ ξεσθαι πώποτε δυναμένας ἢ δυνησομένας· τὸν νοῦν μὲν καὶ Θεὸν κατωνομάκασιν, ὡς διὰ πάντων χω ροῦντα, καὶ καταθεώμενον τὰ πάντα· ὕλην δέ φασι τῶν καλουμένων στοιχείων τὴν τετρακτύν· πρὸς δὲ καὶ πέμπτον ἔτι σῶμα τὸ οὐράνιον· εἶδος δὲ τὴν ιδιότροπον ἑκάστου καὶ συμπληρωτικὴν τῆς οὐσίας Ιδιότητα, ἣν οἱ μὲν οὐσιώδη ποιότητα, οἱ δὲ ἰδέαν ὠνομάκασι· τρεῖς οὖν ταύτας τῶν ὄντων καὶ τῶν γινομένων αἰτίας συνανάρχους ἀεὶ ἑστώσας καὶ συν αἰδίου;, μήτ' ἀρχὴν μήτε τέλος ἐχούσας διῃρημένως καθ᾿ ἑαυτὰς θεωρεῖσθαι διορίζουσιν· ἐξ ὧν ἐκ ποιητικοῦ ὑλικοῦ τε καὶ ἰδικοῦ αἰτίου, ἀνθρώπους τε καὶ ζῶα πάντα, καὶ τὰ ἐπὶ μέρους φυτὰ πάντα, ἄλλοτε ἄλλα διὰ γενέσεως εἰς τὸν κόσμον ἀεὶ παρ αγόμενα, καὶ διὰ φθορᾶς ἀποιχόμενα, κατὰ συντυχικὴν τινα καὶ ἄπειρον καὶ αόριστον ἐκ διαδοχῆς ἀνα κύκλησιν· οὕτως ἀνάρχως καὶ ἀτελευτήτως ἐς τὸ διηνεκὲς ἀποτελεῖσθαι. Τοιαύτη μὲν ἡ τῶν οἰκ[πι]σό φων ματαιότης, ὡς δι᾿ ὀλίγων ὑπομνήσαι, ἄξια τῷ ὄντι τῆς αὐτῶν ἀθεότητος ἀναρχίας τε καὶ ἀταξίας ὑποτιθεμένη· καὶ τῇ ἀρχηγικωτάτῃ τῶν ὅλων ἀρχῇ καὶ αἰτία τὸ ἀνίδεον αίσχος τὴν ὕλην, καὶ τὸ ἀνυποστά τον εἶδος όμοσθενῶς ἀεὶ συνυπάρχειν δογματίζουσα· ὧν τῆς παραλόγου ματαιοσοφίας τὸ αἴσχιστον καὶ παράλογον ἱκανῶς τοῖς θεολόγοις ἐξεληλεγμένον παρέντες ἡμεῖς τῇ τοῦ μεγάλου θώμεθα Γρηγορίου ἀληθοσοφία, κ. τ. λ.

Oration IIOratio II

col. 27–28page 8 of 261
PG 105:27νῦν· καὶ πρεσβυτικὴν ἄρτι θηλὴν καὶ μητρικὴν ἐκμυζᾷ, ἡ τὸν τρέφοντα πᾶν ζῶον, ὑπερφυῶς μετά ταῦτα γαλακτοτροφήσασα. Καὶ ἐπὶ τούτοις χαίρει μὲν 'Αννα, καὶ τέρπεται σφόδρα, καὶ ἐναγκαλίζεται τῷ γεννήματι, καὶ τῷ καινῷ τόκῳ ἐγκαλλωπίζεται· συγκαλεῖ δὲ νεάνιδας, καὶ πρεσβύτιδας μεταστέλλεται· καὶ ταῖς ὁμοφύλοις πάσαις συγχαίρειν παρακαλεῖ καὶ συνήδεσθαι, καὶ πᾶσιν εἰς ἡδονὴν καὶ θαῦμα κινεῖ τοῖς προσανέχουσιν αὐτῇ· χαριστηρίοις μὲν τὸν εὐεργέτην ἀμοιβομένη καὶ, Τίς είμι, λέγουσα, Κύριέ μου, Κύριε, ὅτι τῆς ἐμῆς οὕτω δεήσεως ἐπακήκοας· ὅτι περιεῖλες τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα· ὅτι πλεῖον ἢ κατὰ τὴν ἐμὴν αἴτησιν παρέσχες; Τέκνον γὰρ ἁπλῶς ᾐτησάμην ἐγώ, σύ δέ μοι πρὸς τούτῳ καὶ τὴν ἐλπίδα τῆς σωτηρίας ἐδωρήσω τῷ Ἰσραήλ. Ορῶ γὰρ ὡς ἐν τεκμηρίοις τὸ μέλλον· ὡς ἐν αἰ τίγμασι, ταῖς ἐνθεωρουμέναις τῇ θυγατρὶ χάρισι, τὴν σωτήριόν σου κατολίγον προαυγάζομαι χά ριν, καί μοι τεκμηριοῦσαν δι' αὐτῆς ἐκφανθήσε σθαι τὸν τοῖς προφήταις προκηρυττόμενον. Καὶ τίς εἰμι ἐγὼ τοσαύτης ἀγαθοδωρίας ἀναφανῆναι ῥίζα, τοσαύτης χάριτος μήτηρ, καὶ τηλικούτων ἀγαθῶν χρηματίσαι πηγή; Αλλ' οὐ νοσφίζομαι τὸ σόν· οὐ κρύψω παρ' ἐμαυτῇ, ὦ Δέσποτα, τὸ δῶ ρον τὸ σύν. Απογαλακτισθὲν δὲ, τῷ ἁγιάσματί σου προσανοίσω, καὶ τοῖς τῶν ἁγίων Ἁγίοις ἀφιερώσομαι δωρεάν. Καὶ ἡ μὲν ταῦτα. Ἰωακεὶμ δὲ καὶ αὐτὸς τοῖς οἰκείοις συγχαίρων, τοῖς φυλέταις συνεορτάζων, καὶ τῇ γερουσίᾳ μὲν τὰς φιλοτιμίας, τοῖς ἱερεῦσι δὲ τὰ ὀφειλόμενα μετά πλείονος προσαγόμενος ἀφθονίας καὶ φιλοτιμίας, χαρμονικῶς ἀπεδίδου τῷ Σωτῆρι τὴν εὐχαριστίαν, Κύριε, λέγων, ὁ Θεός μου, ὑμνήσω σε, δοξάσω τὸ όνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βου λὴν ἀρχαίαν, ἀληθινὴν, καὶ ἠξίωσας ἐφ' ἡμῖν ἀληθεύοντα δεῖξαι τὸν ἱερόν σου προφήτην Ησαΐαν καὶ ἔστιν ὁρᾷν ἄρτιστεῖραν τὴν οὐχὶ τίκτουσαν, εὐφραινομένην· καὶ τὴν οὐκ ὠδίνουσαν, ἐπὶ τέκνῳ βοῶσαν καὶ ἀγαλλιωμένην. Καὶ εἰς ὁ ὕμνος, τίς ὁ αἶνος, τίς ἐπὶ τοῖς παροῦσιν ἡ με γαλοπρεπής εὐχαριστία; Οὐδεὶς γὰρ ἡμῖν ὁ λό τος, οὐδὲ σύνεσις, τὸ μέγεθος τῆς εὐεργεσίας καὶ τῆς Δεσποτικῆς δωρεᾶς τὸ τέλειον αινέσαι. Οὐ γὰρ κατὰ φύσιν μόνον ἡ τοῦ τέκνου δόσις ἡμῖν· οὐ κατὰ φύσιν τῆς καλλίπαιδος ἢ γέν νησις· πολλῷ δὲ μᾶλλον ἐκ δυνάμεως ῥήματος Θεοῦ. Διὸ καὶ τὸ δώρημα, τέλειον καὶ ἀξιέραστον, ὡς ἄνωθεν ἐφ' ἡμῖν ἧκεν ἐκ σοῦ τοῦ τῶν φώτων Πατρὸς, καὶ ὡς ἠρέμα δηλοῦν τὴν ὕστε μον ἐν αὐτῷ φανερωθησομένην δόξαν. Η γὰρ ἐπὶ] τὸ βέλτιον τῆς ἀνθρωπίνης φύσεως καινοτομία, ἔργον ὁμολογουμένως οὖσα τῆς παντοδυνάμου χειρός, μέγα τι καὶ ἀγαθὸν οἶον, ἐν οἷς γίνεται προαγορεύει. Οὕτω μὲν οἱ πανόλβιοι τῆς θεόπαιδος γονεῖς, καὶ μετὰ τοιαύτης αὐτὴν πίστεως ἐκτεκόντες καὶ σπου δῆς, μετὰ πλείονος καὶ θερμοτέρας ἀνέτρεφον τῆς Ει,
col. 29–30page 9 of 261
PG 105:29προθυμίας· ἕως αὐτὴν τριετίζουσαν, καθὼς ηύξαντο, δῶρον ἀνάγοντες ἐκαρποφόρησαν τῷ Θεῷ. Ἡμεῖς δὲ τιμήσωμεν τῆς Θεοτόκου τὴν γέννησιν σήμερον, καὶ μᾶλλον ἐκείνων ἀγαλλιώμεθα, πνευματικῶς ἑορ τάζοντες καὶ εὐφραινόμενοι, ὅσῳ καὶ πλείονος ἐξ αὐτῆς μετέσχομεν τῆς ὠφελείας, ὅσῳ νῦν μᾶλλον ἢ τότε, λαμπρότερόν τε καὶ τελεώτερον ἡ χάρις διά τῆς Θεομήτορος υπερεκλάμπει. Τιμήσωμεν δὲ, μὴ μόνον τὴν ἐκ τῆς στείρας κατά σάρκα πρόοδον, πολλῷ δὲ μᾶλλον τὴν ἐκ τῆς ἄνωθεν χάριτος κατά πνεῦμα γέννησιν αὐτῆς, ἀναθεωροῦντες μὲν τῷ νοῖ και σεβόμενοι, κροτοῦντες δὲ τοῖς ὕμνοις καὶ μεγαλύνοντες καὶ δοξάζοντες· καθ᾿ ἣν ὅλον ἡ πάναγνος ἀπεκδυθεῖσα τὸν νῦν αἰῶνα, καὶ τῷ ὑπερουρανίῳ Νυμφίῳ προσεγγίσασα, καὶ εἰς τὴν ἱερωτάτην αὐτῷ παστάδα καὶ πανακήρατον συνεισελθοῦσα καὶ συμ βασιλεύουσα, τὴν ἡμετέραν πρεσβεύει σωτηρίαν, καὶ συνεργεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Αμήν. ΛΟΓΟΣ Β'. Εἰς ὕψωσιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Τὸν σταυρὸν τιμῶν, ὁμολογουμένως τὸν σταυρωθέντα τιμῶ· τὸν σταυρωθέντα δὲ τιμῶν, ἀναντιρρήτως προσκυνῶ τὸν σταυρόν· δι' ἀλλήλων γὰρ ἀμ φοτέροις ἡ δόξα συγκροτεῖται καὶ ἡ προσκύνησις. Οὔτε γὰρ σταυρὸς πρὸ τῆς ἐπιφανείας δεδόξασται τοῦ Χριστοῦ· ὄργανον γὰρ θανάτου, καὶ ἀτίμου, καθ ίστατο· καὶ, Ὁ Ἰησοῦς οὐδέπω; φησίν, ἐδου ξάσθη, ὅτι μήπω ἦν τότε τῷ σταυρῷ προσωμιληκώς. Ἐπαινέσωμεν τοιγαροῦν τὸν τρισόλβιον τοῦ Κυρίου σταυρὸν, καὶ προσκυνήσωμεν καὶ δοξάσω μεν, ἵνα καὶ τὸν τῆς δόξης Θεὸν ἐν αὐτῷ συνεπαι νέσωμέν τε καὶ συνυψώσωμεν. Ἐπαινέσωμεν δὲ πῶς; Μὴ κραιπάλαις καὶ μέθαις καταφθειρόμενοι, ἀλλ᾽ ἐγκρατείᾳ καὶ προσευχαῖς ἀγνιζόμενοι. Μὴ μερίμναις καὶ τύρβαις βιωτικαίς συμπνιγόμενοι· ἀλλ' ἐλπίδι καὶ πίστει τοῦ Κυρίου φωτιζόμενοι· μὴ τὴν καρδίαν εἰς πλεονεξίαν τιθώμεθα, ἀλλ᾽ εἰς θεολογίαν καὶ ἀληθογνωσίαν ἐμπλατυνώμεθα· ὁλικῶς δὲ τῷ ἀν αγώγῳ ἔρωτι ἁγιαζώμεθα τοῦ Χριστοῦ, μὴ πονηρίας προλήψεσι, μὴ μνησικακίας κακότητι, μὴ ὑπερηφανίας αὐχήματι, μὴ δοξομανίας ματαιότητι· μηδ' ἄλλῃ μηδεμιᾷ κακίᾳ, συνόλως εἰπεῖν, τὸν ἐντὸς ἄν θρωπον ἀχρειώσωμενχράνωμεν. Μὴ εὐτραπελίαις μετεωριζώμεθα, μὴ αἰσχρολογίαις τὴν γλῶσσαν καταῤῥυπαινώμεθα· μηδὲ λοιδορίαις ἢ ψεύδεσι τὸ συνειδὸς μιαινώμεθα· μήτ' οὖν ὅρκωμα μάτην κατεθιζώμεθα, δι᾿ οὗ πρὸς ἐπιος κίαν, εἴτ' οὖν ἄρνησιν Θεοῦ, καταπίπτομεν· ἀλλὰ ταῦτα μὲν ἔθνεσιν ἀσεβέσι καὶ ἀπίστοις παρῶμεν, πονηρῷ νηπιόθεν δεδουλωμένοις ἔθει· καὶ ὡς φυσικά, ταῦτα μετιοῦσι τὰ πάθη διὰ τὴν τοῦ χρόνου συν ήθειαν· καὶ οὐδ' αὐτὸ τοῦτο εἰδόσιν, ὡς ἁμαρτάνουσιν. Ἡμεῖς δὲ οἷς ὁ ἐσταυρωμένος καὶ ὁ τούτου σταυρός ἐστι τὸ προσκυνούμενον καὶ σεβόμενον, εἰ ἀληθῶς ἄρα προσκυνεῖν ἐθέλοιμεν, παντὸς μολυσμοῦ
col. 31–32page 10 of 261
PG 105:31σαρκὸς καὶ πνεύματος πρότερον ἑαυτοὺς διὰ πνευ ματικῆς ἀγάπης εκκαθηράμενοι, καὶ ὅλον τὸν Χρι στὸν διὰ πάσης εἰσοικίσαντες ἀρετῆς, οὕτως πνεύ κατι προσκυνῶμεν καὶ ἀληθείᾳ. Πνεῦμα γάρ, φη σίν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ ὥσπερ ὁ προσκυνούμενος σταυρὸς ἔχει μέν τι καὶ σωματικὸν, τὴν ἀπὸ τῆς γῆς δηλαδὴ λαμβανομένην ὕλην πρὸς αὐτοῦ κατασκευήν· πᾶσα δὲ ἡ δόξα καὶ ἡ μετ γαλοπρέπεια τῆς αὐτοῦ δυνάμεως ἔσωθεν ἀπὸ τοῦ Πνεύματος ἐπιχορηγεῖται τοῦ ἐσταυρωμένου· οὕτω χρὴ καὶ ἡμᾶς διττὴν αὐτῷ τὴν προσκύνησιν ἀπο νέμειν, καὶ τὴν τιμήν· προηγουμένως μὲν, τὴν ἐν πνεύματι κατά δεύτερον δὲ λόγον, καὶ τὴν σωματ τιχήν. Αποδῶμεν τοιγαροῦν τὸ τῆς προσκυνήσεως χρέος τῷ σταυρῷ τοῦ Χριστοῦ. Κάμψωμεν αὐτῷ γόνυ τοῦ σώματος· κάμψωμεν πολὺ πρότερον τὸν ἀκαμπῆ τῆς καρδίας αὐχένα, τὸν μὴ δυνάμενον ὑποταγῆναι τῷ νόμῳ τοῦ Θεοῦ· τὸν αὐθάδη λέγω καὶ ἀλαζόνα τῆς φιλαυτίας λογισμόν. Τοῦτον κλίνωμεν πρότερον, καὶ κατακάμψωμεν τῷ σταυρῷ, τὸν ζυγὸν εὐμαρῶς ὑποδεχόμενοι τῆς ὑποταγῆς τοῦ Χριστοῦ· καὶ οὔτ τως ἡμῖν καὶ τῶν γονάτων ἡ κλίσις δεκτή. Οὕτως προσκυνήσωμεν καὶ προσπέσωμεν, ὡς αὐτῷ προσ πίπτοντες τῷ ἐσταυρωμένῳ ὑπὲρ ἡμῶν· καὶ δι ξάσωμεν ταῖς αἰνέσεσιν, καὶ τοῖς ὕμνοις ὑψώσω μεν. Υψώσωμεν αὐτὸν ἐν τοῖς ἔθνεσιν· ὑψώσω μὲν αὐτὸν ἐν τῇ γῇ. Μᾶλλον δὲ καθ᾿ ἑκάστην αὐτ τὴν ὑψοῦντες καὶ προσκυνοῦντες μὴ παυσώμεθα, ἄχρις ἂν ὑπ' αὐτοῦ κυβερνώμενοι καὶ ποιμαινόμενοι, τὸν πονηρὸν τοῦτον αἰῶνα καὶ τὰς αὐτοῦ δυσχερείας διαβῆναι δυνηθώμεν. Ωσπερ γὰρ οὐκ ἔνι χωρὶς τοῦ ἡλιακοῦ τοῦδε φωτός βιωτὸν γενέσθαι τὸν βίον ἡμῖν, οὕτως οὐδὲ ψυχὴν ἀνθρώπου δυνατὸν ἄνευ τῶν νος τῶν ἀπαυγασμάτων σταυροῦ τοῦ Χριστοῦ διαδιῶναι κατὰ Χριστόν. Καὶ ὥσπερ ἀναγκαία τοῖς ζῶσιν ἡ τοῦ ἀέρος ἀναπνοή, οὕτως Χριστιανοῖς ἀπαραίτητος ἡ σημείωσις τοῦ σταυροῦ. Σταυρὸς τὸ σημεῖον ἐστι τοῦ Υἱοῦ τοῦ Θεοῦ, δόξα Χριστοῦ, ὕψωσις Ἰησοῦ, σκῆπτρον τῆς βασιλείας τῶν οὐρανῶν, βακτηρία Θεοῦ, ῥάβδος εὐθύτητος, μάθδος δυνάμεως, ῥάβδος ἣν μάλα σαφῶς ἡ Μωσαϊκὴ ἐκείνη προεικόνισε ῥάβδος. Οὐκ ἂν ὁ Ἰσραὴλ ἐκεῖνος τοῦ τε Φαραὼ καὶ τῶν Αἰγυπτίων τότε τῆς πικρᾶς ἐκείνης δουλοσύνης καὶ ταλαιπωρίας ἀπήλο λακτο· οὐκ ἂν τὴν θάλασσαν ἀνακοπεῖσαν αὐτῷ, ὡς διὰ χλοη φόρου διέβαινε πεδίου, εἰ μὴ ἡ ῥάβδος ἐκείνη ἐν χειρὶ Μωϋσῆ τὰ στοιχεῖα μετεσκεύασεν, καὶ τοὺς ἀδικοῦντας ἀπώλεσεν. Καὶ οὐκ ἂν ἡμεῖς τοῦ νοητοῦ Φαραώ, καὶ τῶν ὑπ' αὐτῷ στρατηγουμένων δαιμόνων τῆς τυραννίδος ἀπηλλάγμεθα· οὐδ᾽ ἂν, τῆς εἰ δωλολατρείας ὡς Ἐρυθραίας ἡμῖν ῥαγείσης, πρὸς τὴν τῶν πατέρων κληρονομίαν, ήτοι τὴν τοῦ Θεοῦ πίστιν καὶ ἀλήθειαν διέβημεν, εἰ μὴ ὁ τοῦ Κυρίου
col. 33–34page 11 of 261
PG 105:33σταυρὸς τὸν πονηρὸν ἄρχοντα καταλέλυκε τοῦ κόσμου, καὶ τὴν πρὸς οὐρανὸν ἄνοδον, ἄβατον οὖσαν, εἰργάσατο τοῖς βουλομένοις βατήν. Σταυρὸς τῆς καθολικῆς Ἐκκλησίας ὁ λαμπρυσμός τε καὶ στολισμός· τῶν ἀποστόλων ὁ καλλωπισμός τῶν ἱερέων ὁ ἁγιασμός· τῶν μαρτύρων ὁ ἀγλαϊσμὸς, καὶ ἡ πρὸς τοὺς πονηροὺς ἀνένδοτος ὑπομονή· τῶν ὁσίων ὁ στηριγμός, καὶ πάντων τῶν δικαίων ἡ πίστις καὶ ἡ ἐλπὶς, καὶ πάντων ἁγίων χαρὰ καὶ στέφανος καυχήσεως. Οὐδὲ ὁ νόμος ἄμοιρος τῆς δυνάμεως τοῦ σταυροῦ· οὐδὲ οἱ πρὸ τῆς χάριτος ἅγιοι τούτου χωρὶς θαυμαστοί· ἀλλὰ καὶ ἐν ἐκείνοις ἠρέμα σκιαγραφούμενος, τὴν ἰδίαν δόξαν ὑπέφαινε καὶ ἰσχύν. Επει καὶ Μωσῆς ὁ μέγας ποτέ σταυροειδῶς τὰς χεῖρας πρὸς οὐρανὸν ἐκτεινόμενος τὸν ᾿Αμαλήκ ἐτροπώσατο. Σταυρός, ὅπλον Χριστιανοῖς πᾶσιν ἄθραυστον καὶ ἀπρόσμαχον· τεῖχος χαλκοῦν, πάσαις ἐφόδοις λῃστρικαῖς ἀνεπίβατον· πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθρῶν. Βασιλικὴ σφραγὶς ἀπαράτρωτος καὶ ἀπαραποίητος· τόπος ὀχυρὸς τοῖς διωκομένοις εἰς σωτη ρίαν· οἶκος καταφυγῆς, τοῖς ἐξ ἁμαρτίας πολεμουμένοις· ζωῆς φάρμακον, τοῖς εἰς θάνατον κινδυνεύουσιν. Σταυρὸν ἐτύπου Μωσῆς, ὀρθίῳ ξύλῳ καθάπερ ἱστῷ χαλκοῦν ὄφιν ἐγκάρσιον ἐπὶ τῆς ἐρήμου τὸ πρὶν ἐκδεδωκώς· καὶ εἴ τι θανατηφόρον τὸν ὄφις ἐναπο ήμεσε δακών, ἐκείνῃ προσβλέπειν εὐθὺς τῇ στήλη παρήγγελτο. Άμα τοίνυν τῷ τύπῳ τοῦ σταυροῦ προσεῖχε, καὶ τὸ ἰοβόλον ἡμβλύνετο δῆγμα, καὶ τὸ όλεθροτόκον ελύετο πῆμα· καὶ ἄμισθον αὐτίκα τὴν ἴασιν ὁ δηχθεὶς ἐκομίζετο. Εἰ δὲ ὁ τοῦ σταυροῦ τύ πος ζωοποιὸν οὕτω παρείχεν ενέργειαν, πολλῷ μᾶλ λον ὁ σταυρὸς αὐτός· εἰ γὰρ ἡ σκιὰ τοῦ Πέτρου τους ἀσθενοῦντας ἰᾶσθαι καὶ μεμαρτύρηται καὶ πεπί στευται, πολύ πρῶτον ὁ Πέτρος αὐτός. Σταυρὸς τῆς ἱερωσύνης ή τελείωσις καὶ σφραγίς". τῆς βασιλείας ἡ κραταίωσις καὶ κρηπίς· ἡ δύναμις τῶν δυναστῶν, ἡ πανοπλία τῶν στρατηγῶν, ἡ νίκη τῶν στρατιωτῶν καὶ τῆς νίκης τὸ τρόπαιον· τῶν ἀρχόντων ἡ ἀσφάλεια τῆς ἀρχῆς, τῶν ἀρχομένων ή εὐταξία τε καὶ εὐστάθεια. Σταυρὸς τῶν πεπαιδευμένων ἡ σοφία, τῶν ἀσόφων ἡ παίδευσις, τῶν πλου σίων ἔρεισμα καὶ κραταίωμα, τῶν πενήτων καύχημά Ο τε καὶ παρηγόρημα, τῶν ἐν θλίψεσιν χαρμοσύνη καὶ ἀγαλλίασις, τῶν ἐν νοσήμασιν ἴασις καὶ ἀνάψυξις, τῶν ἐν πᾶσιν ἐξεταζομένων τοῦ βίου κακοῖς οἰκοδομὴ καὶ παράκλησις καὶ παραμυθία. Σταυρὸς τῶν ἁγίων ἀγγέλων πάντων τὸ ἀγαλ λίαμα καὶ στεφάνωμα, τῶν δαιμόνων ἁπάντων θραῦσμα καὶ συντριμμὸς, τῶν Ἰουδαίων πρόσκομμα καὶ θλιμμὸς, τῶν ἀπίστων ἔλεγξις καὶ κατάκρισις, τῶν πιστῶν συντήρησις καὶ δικαίωσις, τῶν κατα πιπτόντων ἀνάστασις, τῶν καταρρηγνυμένων ἀνό θωσις. Σταυρὸς ζωὴ τεθανατωμένων, ἐλπὶς τῶν ἀπεγνω
col. 35–36page 12 of 261
PG 105:35ρυγμένον βάθεσιν, διὰ τῆς πανολβίας αὐτοῦ μητρός, Η τῆς κοσμιωτάτης Ελένης λέγω, φιλοπόνως ανερευ νησάμενος εὗρεν· καὶ εὑρὼν, φιλοθέως ετίμησεν τε καὶ ὕψωσεν ἐπὶ τοσοῦτον, ὡς τὴν αὐτοῦ δόξαν εἰς πᾶσαν ὑπερπερισσεύειν τὴν γῆν. Καὶ τὶς τῶν εἰς αὐτὸν ἠλπικότων οὐκ ἀπαντά πρὸς τὴν τούτου προσκύνησιν; Τίς οὐχ ὑψοῖ καὶ προσκυνεῖ τῷ ὑποποδίῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅτι ἅγιός ἐστιν; Τίς οὐ δοξάζει και μεγαλύνει τὸν ἐκ θανάτου καὶ ἀπωλείας ᾅδου, τὴν ἡμετέραν ἀνυψώ σαντα καὶ ζωώσαντα νέκρωσιν; Νῦν ἄγγελοι χαί ρουσι, καὶ σκιρτῶσιν ἀρχάγγελοι, Αρχαί τε σὺν τούτοις ὑπερκόσμιας καὶ Εξουσίαι, καὶ πᾶσαι τῶν οὐρανῶν αἱ Δυνάμεις χορεύουσι, καὶ ἀοράτως παρ εστῶσαι, καὶ τὸν σωτήριον ἐν πάσῃ τῇ γῇ προσκυνούμενον καὶ ὑψούμενον ὁρῶται σταυρὸν, ταῖς ἐκκλησίαις συνευφραίνονται τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἐστιν ἄλλη τοῖς ἀγαθοῖς ἀγγέλοις οὕτως ἑορτῇ τε καὶ χαρμονή, ὡς ἡ ἐπὶ σωτηρίᾳ τελουμένη τῶν ἀνθρωπίνων ψυχῶν. Νῦν ἀπόστολοι ἐλλαμπρύνονται, καὶ προφῆται τοῖς παροῦσιν ἐναγλαΐζονται. Νῦν οἱ μάρτυρες και τατέρπονται, καὶ οἱ ἱερεῖς ὡραῖζονται. Νῦν πάντες ὁσίων καὶ ἁγίων ἑορτάζουσι καὶ γεγήθασιν οἱ χοροί, τὸν ὑπ' αὐτῶν δεδοξασμένον, καὶ αὐτοὺς δοξάσαντα, βλέποντες σταυρὸν ἱερῶς δοξαζόμενον, καὶ ἀπὸ γῆς ἱεραῖς χερσὶν εἰς ὕψος αιρόμενον· καὶ αὐτῷ συν επαιρόμενοι, τῷ παναγάθῳ τῶν ὅλων Σωτῆρι τὸν χαριστήριον ἀκαταπαύστοις καὶ μυστικαῖς ἀναμέλπουσι ταῖς φωναίς. "Αρτι μὲν Ἐκκλησία πᾶσα φαιδρύνεται καὶ καλλύνεται· καὶ ὥσπερ τι δῶρον οὐράνιον, ὡς ἄλσον ἀκή ρατον, ὡς κειμήλιον ἄψαυστον, οὕτως ἐγκολπίζεται τὸν σταυρὸν, καὶ τοῦτον ταῖς ἁπάντων ὄψεσιν εἰς θεωρίαν τε ἅμα καὶ ὕψωσιν καὶ προσκύνησιν προτιθεῖσα, τοῖς τέκνοις αὐτῆς στεῤῥῶς ἐπιβοωμένοις τὸν Κύριον, δι' αὐτοῦ τὸν ἐλεόν τε πλουσίως καὶ τὸν ἁγιασμὸν ἐπιχορηγεῖ καὶ τὸν φωτισμόν. ᾿Αρτι δὲ πάντα τὰ ἔθνη, ὅσα ἐποίησεν ὁ Κύριος, ήκοντα, και τῷ ζωοποιῷ ξύλῳ καὶ τρισολβίῳ προσπίπτοντα, προσκυνοῦσιν ἐνώπιον αὐτοῦ· καὶ διὰ τοῦ σταυροῦ τὸ τοῦ ἐσταυρωμένου δοξάζουσιν ὄνομα, ὅτι μέγας ἐστὶ τῷ ὄντι καὶ ποιῶν θαυμάσια μόνος. Αρτι δὲ πᾶσα τῶν δαιμόνων ἐνάερος στρατιὰ καὶ πομπὴ τῷ νικοποιῷ ῥαπίζεται ξύλῳ, καὶ θλᾶται καὶ ῥήγνυται, καὶ τῶν οὐρανίων ενδίκως οἰκητηρίων κατασπαται πᾶσαι δὲ τῶν ἁγίων αἱ ἐκκλησίαι καὶ ὁμηγύρεις τῶν εὐσεβῶν, ὡς κλίμακι γῆθεν ὑψουμένῃ πρὸς οὐρανὸν συνυψούμεναι, ὡς ῥάβδῳ ἰσχύος επερειδό μεναι, ὡς σκήπτρῳ βασιλικῷ προϊόντι, τῷ τοῦ παμ βασιλέως σήμερον συνεπόμεναι σταυρῷ, τὸν οὐρά νιον διαμείβονται χῶρον· ἀντὶ γηίνων οὐράνιοι, καὶ ἀντὶ θνητῶν ἀθάνατοι καθιστάμενοι· καὶ τὴν φλογί την ρομφαίαν τῷ τροπαιοφόρῳ παριόντες ξύλῳ, πρὸς τὸν ἄνω παράδεισον καὶ τὸ ξύλον κατευθύνονται τῆς ζωῆς.
col. 37–38page 13 of 261
PG 105:37σμένων, τῶν κατορθούντων κλίμαξ ὑψοῦσα πρὸς οὐρανὸν, τῶν διεστώτων συναγωγεύς, τῶν ὀρθοποδούντων εὐθυδρομία καὶ συντονία, τῶν ἐκκλινόντων διόρθωσις καὶ χειραγωγία, τῶν μετανοούντων ἀνα πείνωσις καὶ ἀναγωγία. Σταυρός, τῶν ὅλων τοῦ θείου Πνεύματος χαρι σμάτων βραβεὺς καὶ δοτήρ. Οσα γὰρ ἐν τῷ Χριστῷ μένοντα τοῖς ἀξίοις ἐπιχορηγείται, διὰ πίστεως καὶ δυνάμεως ἐπιχορηγείται τοῦ σταυροῦ. Σταυρός, φό των νυχτερινών, βελῶν ἡμερινῶν, καὶ παντὸς πρά γματος ἐν σκότει διαπορευομένου, καὶ συμπτώμα τις παντὸς καὶ δαιμονίου παντός, οὐ μεσημβρινοῦ μόνον, τοῖς καλῶς αὐτὸν ὑπλισμένοις, ήτοι σεση μειωμένοις, ἀναιρετικός τέ ἐστι καὶ ἀποτρόπαιος. Σταυρός, τί δεῖ μακρηγορεῖν; τῶν παναγάθων τοῦ Θεοῦ δωρεῶν, ὧν ἐξ αἰῶνος ἀνθρώποις ἐδωρήσατο, τὸ θεοπρεπέστατον καὶ τελειότατον. Οὗτος τὸν ὅλι σθον τοῦ προπάτορος ἀνεκαλέσατο, καὶ τὴν ἀρχαίαν ὑπήνοιξεν τοῦ παραδείσου τρυφήν. Οὗτος τὴν διά τοῦ ξύλου κατάραν, εἰς εὐλογίαν· τὴν φθοράν, εἰς ἀφθαρσίαν· τὴν πικρίαν, εἰς γλυκύτητα· καὶ τὴν ὑπερορίαν, εἰς βασιλείαν· καὶ τὸν θάνατον μετα εσκεύασεν εἰς ζωήν. Οὗτος, οὐ μόνον πρὸς τὸν ἄνω παράδεισον εἴσοδος καὶ εἰσαγωγεύς, ἀλλὰ καὶ ζωῆς ὄντως ξύλον, ὥσπερ τῷ λῃστῇ πρότερον, οὕτω καὶ πάτι καθίσταται τοῖς τὴν πίστιν ἐκείνου μιμουμένοις. Τοῦτον ὁ μέγας Πέτρος κρατῶν τῇ χειρὶ, καὶ ὡς ῥάβδη ποιμαντικῇ τούτῳ σκηριπτόμενος, ἀπεδου κόλησε μὲν τῆς Ἐκκλησίας ὡς ἐπίβουλον Σίμωνα τὸν Μάγον, καὶ τοὺς λύκους ἐξέτριψε της Αρα βίας· ἐν αὐτῷ δὲ τὰ πρόβατα προθύμως ἐποίμανεν καὶ ποιμαίνει Χριστοῦ. Λήψομαι, φησὶν ὁ θεσπέσιος Ζαχαρίας, τὴν ῥάβδον μου τὴν καλὴν (τὸν σταυρὸν ἐμοὶ δοκεῖν λέγων), καὶ ρίψω αὐτὴν ἐναν τίον τῶν ἐχθρῶν, καὶ ποιμανῶ τὰ πρόβατά μου, καὶ διασκεδάσω τὴν δίπι. αὐτὴν τοῦ διασκευάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· ἐν τῷ σταυρῷ γὰρ, τὸ γράμμα μὲν διασκέδασται, ἀνέβαλε δὲ καὶ παρρησιάζεται τὸ πνεῦμα. Τοῦτον καὶ ὁ οὐρανοφοίτης Παύλος ἄριστα περι φραχθείς, πᾶσαν περιώδευσεν τὴν οἰκουμένην, λογι σμοὺς ἐν αὐτῷ καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Τὸν σταυρὸν καὶ πάντες ἀπόστολοι καὶ πάντες μάρτυρες, ἱερεῖς τε Κυρίου πάντες, καὶ πάντες ὅσιοι νοητῶς καθοπλιζόμενοι· οἱ μὲν κατὰ τῆς εἰδω λολατρείας λαμπρῶς ἀριστεύοντες· οἱ δὲ κατὰ πάσης ἀνομίας, ποικίλοις τροπαίοις νίκης τὸν ἐσταυρωμέν νον διὰ τῆς δυνάμεως δοξάζουσιν τοῦ σταυροῦ. Τὸν σταυρὸν καὶ Κωνσταντίνος πρώην ὁ μέγας φωτὶ μορφαζόμενον ἐν οὐρανῷ κατιδών, καὶ τὴν αὐτοῦ δύναμιν διὰ τοῦ τύπου συνείς, ὕστερον καὶ αὐτὸ ἐκεῖνο τὸ πρωτότυπον τοῦ σταυροῦ ξύλου, ἐν ᾧ προσηλούμενος κατετάθη Χριστὸς, γῆς κατορω

Oration IIIOratio III

col. 39–40page 14 of 261
PG 105:39τεκτονίᾳ τοῦ πανευαγούς αὐτῶν πνεύματος ἁρμός ζοντες, εἰς ὕμνησιν μὲν καὶ δόξαν Θεοῦ, ἔπαινον δὲ καὶ τιμὴν τῆς οἰκείας μεγαλοπρεπείας συγκροτοῦσιν. δόξαν τοῖς λογιωτάτοις προσάξωμεν τοῦ Λόγου φί Οὐκοῦν ἠχήσωμεν τοῦ ἐνηχοῦντος ἡμῖν Πνεύματος ἐπάξια· σαλπίσωμεν σάλπιγγι ἐν Σιών· κηρύξωμεν ἐν ὄρει ἁγίῳ, τῇ Ἐκκλησίᾳ ταύτῃ, τῇ μυστικῇ καὶ ἀγαπητῇ τοῦ Θεοῦ πόλει καὶ ἱερὰς συστησάμενοι χοροστασίας, τὰς τῶν ἱερῶν θεολόγων πανιέρως κροτήσωμεν ὑμνολογίας. Κροτήσωμεν δὲ πῶς; Οὐ σοφιστῶν ἑπόμενοι νόμοις· οὐ τῷ λόγῳ τὰς κάτω σεμνύνοντες πατρίδας; οὐ τὸ ἀπὸ γῆς μεγαλαυχοῦντες γένος· οὐ γεννήσεως, οὐκ ἀνα στροφῆς ἀστειότητα διεξιόντες. Τις γὰρ ἐκ τούτων αἶνος, τοῖς Πατέρα μὲν, τὸν τῶν ὅλων σχοῦσι Θεόν πατρίδα δὲ, τὴν ἄνω Ἱερουσαλήμ γένος δὲ λα χοῦσι, τὸν μακάριον πατριάρχην 'Αβραάμ μάλ λον δὲ, τὴν ἐκείνου πίστιν καὶ δικαιοσύνην, οἷς αὐτῷ καὶ παντάπασιν ὡμοίωνται· ἀναστροφὴν δὲ τὴν ἀρετὴν, καὶ τὴν πρὸς Χριστὸν διὰ νόμου παιδ αγωγίαν τε καὶ προκατάρτισιν; Ἀλλ᾿ οὐδὲ πάσας ἑξῆς τὰς ὑπὲρ τοῦ Θεοῦ Λόγου κατωρθωμένας αὐτ τοῖς μεγαλουργίας κατ᾽ εἶδος ἐξυμνήσωμεν· οὕτω γὰρ πρὸς τῷ ἀνεφίκτῳ τῆς ἐγχειρήσεως, καὶ τὸν τῆς συμμετρίας ἂν νόμον παραβαίημεν. Ἐπαινετὸς δὲ καὶ οὗτος, εἴπερ ἄλλος τις, ὥσπερ ἐνεργείαις πά σαις καὶ πάθεσι καὶ πράξεσιν, οὕτω δὴ καὶ τοῖς λόγοις αὐτοῖς ἐνθεωρούμενος. ᾿Αλλὰ τὰ μὲν ἑτέρῳ τεταμιεύσθω καιρῷ καὶ λόγῳ· τὰ δὲ νῦν αἶνον καὶ Σχιν, λοις· καὶ πρὸς αὐτοὺς τὸν ὕμνον ἀποτείναντες, Τὰ τέκνα Σιών, χαίρετε, μετὰ τοῦ προφήτου, προσ φθεγγώμεθα. Χαίρετε, τῆς πατρικῆς θεαρχίας διαπρύσιοι κή ρυχες· τῆς τοῦ Υἱοῦ θεουργίας ιεροφάντορες θειό τατοι· τῆς ζωαρχίας τοῦ Πνεύματος ὄργανα ζῶντα καὶ πολυαρμόνια· τὰ φθόγγοις ἡδίστοις καὶ μέλεσι παναρμονίοις, τὴν οἰκουμένην ὁμοῦ πᾶσαν, ἑνὶ λόγῳ καὶ Θεῷ παραστησάμενα, καὶ τούτῳ πνεύματι καὶ ἀληθείᾳ λατρεύειν συμβιβάσαντα. Χαίροις, Πέτρε, ὁ τῆς τῶν οὐρανῶν βασιλείας τὰς κλεῖς πεπιστευμένος· ἐφ᾽ ᾧ τὴν ἰδίαν ὁ Χριστὸς Εκκλησίαν ἐστηρίξατο· δν καὶ ποιμένα, πρὸς τὸν Ο ἑαυτοῦ Πατέρα μεταβαίνων, ἐπὶ τῶν αὐτοῦ προβά των κατεστήσατο. Χαίροις, Παῦλε, ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος τῆς τοῦ Πατρὸς ἀποδειχθεὶς οἰκίας· δι' δ καὶ ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καθεσταμένος· ὁ ἔτι σώματι ζῶν, πρὸς τὸν τρίτον ἁρπαγείς οὐρανὸν, καὶ τὸν νοητὸν παράδεισον τεθεαμένος, καὶ ῥημάτων ἀῤῥήτων αυτήκοος γεγενημένος. Χαίροις, Πέτρε, ὁ πρότερον μὲν ἀλόγων ἰχθύων σαγηνευτής· Επειτα σαγήνη θεόπλοκος διὰ Χριστοῦ γενόμενος αὐτὸς, καὶ εἰς τὴν κοσμικὴν θάλασσαν ἐμβεβλημένος, καὶ ἐκ παντὸς γένους τῶν λογικῶν πνι,
col. 41–42page 15 of 261
PG 105:41'Αλλ', ὦ σταυρὲ τίμιε, καὶ ὑπέρτιμε σωτηρίας καὶ ζωῆς χορηγές ὡς ἐμψύχω γάρ σοι καὶ ζῶντι διὰ τὴν ζῶσαν προσλαλῶ χάριν· τὸ μέγα καὶ καλὸν τῶν ψυχῶν φυλακτήριον· τὸ παντὸς εὐσεβοῦς νοὸς ἔλα στήριον, καὶ πάσης καρδίας καὶ διανοίας ὀρθῆς φωτ τιστήριον καὶ ἁγιαστήριον. Ο σταυρέ, πάντων Ὑπερασπιστὰ τῶν πιστῶν, πασῶν οἰκιῶν οἰκιστά, καὶ συνοικιστὰ τῶν χωρῶν· πασῶν πόλεων πολιστά, καὶ εἰρηνευτὰ τῶν ἐθνῶν. Ο σταυρὲ, τοῦ κόσμου παν τὰς συναγωγὲ καὶ ἐνοποιὲ, οὗ τὸ ὕψος καὶ βάθος, μῆκος τε τοῦ παντὸς καὶ πλάτος ταῖς οἰκείαις κεραίαις διαγράφων, καὶ τὴν τετραπέρατον κτίσιν ἐν ἑαυτῷ διαζωγραφῶν καὶ συγκρατῶν, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον ἡμᾶς, καὶ ἔπαρον ἡμᾶς ἕως τοῦ αἰώνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Ι. Εἰς τοὺς ἁγίους καὶ κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον Τίς ὁ τερπνὸς οὗτος ἦχος; Τίς ὁ τῶν ἑορταζόν των εὔσημος κρότος; Τίς ἡ θαυμαστὴ καὶ περιφανής αὕτη λαμπροφορία καὶ φωταγωγία; Ὑμεῖς ὁ περιούσιος τοῦ Θεοῦ λαός· ὁ τῇ Χριστωνύμῳ τετιμημένος κλήσει, ὁ καὶ παντὸς γένους καὶ βίου καὶ πολιτείας καὶ ἡλικίας, ζέσει πίστεως κεκινημένος, καὶ τὸν περιώνυμον τοῦτον τῶν ἀποστόλων σηκὸν πεπληρωκὼς. Τίς ὁ δρόμος; τίς ἡ σπουδὴ τὴν ἱερὰν ταύ την καταλαβεῖν αὐλήν; πόθεν ὑμῖν ὥσπερ ἐξ ἑνὸς συνθήματος, ἀφ' ἑσπέρας αὐτῆς ἐγηγερμένοις, τὰς ἰδίας μὲν οἰκίας εκκενῶσαι, τὸν θεῖον δὲ πληρῶσαι ναόν; καὶ ἑαυτῶν μὲν ὥσπερ ἐξεστάναι δοκεῖν ἀλλήλων δὲ συμπνοίᾳ γεγενῆσθαι, γνώμης και πίστεως ὁμοφροσύνῃ, καὶ γλώσσης συμφωνία, μου νοειδῆ καὶ ἐναρμόνιον ὥσπερ ἐξ εὐρύθμων ὀργάνων τὸν τῆς δοξολογίας ἀνακροῦσαι φθόγγον; Τίς ὁ τὸν ἱερώτατον τοῦτον σύλλογον ἢ θίασον οὕτω παναρ μονίως συγκροτῶν; Η δῆλον ὡς Πέτρος καὶ Παῦλος, ἡ κορυφαία καὶ πρεσβυτάτη τῶν ἀποστόλων ἀκρό της - Πέτρος, ἡ τῆς Χριστοῦ πίστεως ἀρχή· Παῦ λος, ἡ τῆς ἀγάπης τελειότης - Πέτρος, ἡ ἀμετακίνητος τῆς Ἐκκλησίας πέτρα· Παῦλος, ὁ τὸν θεμέ λιον ταύτης ἀσφαλῶς καταβαλόμενος. Οὗτοι δὴ σήμερον οἷα νόες υπόπτεροι τῶν ὑπερ φώτων καὶ οὐρανίων ὑποκαταβάντες χώρων, καὶ τοῖς ἐν γενέσει και φθορᾷ ζῶσιν ἔτι νοερώς τε καὶ φιλανθρώπως συγγινόμενοι· οξέως τε διατρέχοντες, καὶ ἐμπεριπατοῦντες ἐν ἡμῖν, πρὸς ὑπέρλαμπρον ἐκκαλοῦνται θυμηδίαν· καὶ ἄλλον ἀλλαχόθεν ἡσυχίῳ καὶ ὑψηλῷ συγκαλούμενοι κηρύγματι, καὶ καθά περ μέλη πλείω τοὺς πάντας εἰς ἓν σῶμα τῇ ἀρχι ο Ο
col. 43–44page 16 of 261
PG 105:43συνειλεχώς ἰχθύων καὶ τῇ Δεσποτικῇ τραπέζη πολυτελέστατον παρασκευαζόμενος ἐψώνιον. Χαίροις, Παῦλε, ὁ πρότερον μὲν τῷ ζήλῳ τοῦ νόμου καταφλεγείς· ἔπειτα τῇ τῆς χάριτος ἀγάπῃ πυρποληθείς· καὶ φυγὰς μὲν, ἀντὶ διώκτου· ἀντὶ βλασφήμου δὲ καὶ ὑβριστοῦ, δοκιμώτατος εὐαγγελιστὴς γεγενημένος· καὶ χερσὶ μὲν δέῤῥεις ἀψύχους συρράπτων πρὸς σκηνοποιίαν· Πνεύματι δὲ θείῳ λογικὰς συνδέων καρδίας καὶ νοεράς, καὶ σκηνὴν ταύτας ἀκήρατον, καὶ οὐράνιον πρὸς τὴν τοῦ Ὑψ στου κατοίκησιν ἀπεργαζόμενος. Ὑμεῖς, εἰ καὶ κατὰ χρόνον τὸν ἴδιον ἑκάτερος τῆς ἐν σαρκὶ γεννήσεως ἐτύχετε, ἀλλὰ προαιωνίως ἐν Θεῷ Πατρὶ προεγνωσμένοι, καὶ τῆς τοῦ Μονογενοῦς δόξης σύμμορφοι γενέσθαι προωρισμένοι, ὅτε ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, καὶ Λόγος σάρξ ἐγένετο, πρώτως αὐτοὶ τοῦτον ἐπιγνόντες καὶ λαβόντες καὶ πρῶτοι τῆς ἐξ αὐτοῦ γεννήσεως ἠξιωμένοι, καὶ πρῶτοι τοῦτον ἑαυτοῖς εὐμοιρήσαντες ἐσκηνωκότα, αὐτὸ τὸ Πνεῦμα τοῦ Θεοῦ συμμαρτυροῦν ἐσχήκατε τῷ πνεύματι ὑμῶν, ὅτι ἐστὲ τέκνα τοῦ Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι • κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Ὑμεῖς, οὐ τῆς ἐπουρανίου κλήσεως μέτοχοι μό τον, ἀλλὰ καὶ ἐκλογῆς υἱοὶ κεχρηματίκατε· καὶ οὐκ ἐξελέγητε μόνον, ἀλλὰ καὶ ἐδικαιώθητε, ἀλλὰ καὶ ἐδοξάσθητε. Ὑμεῖς οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος διὰ δὲ τοῦ ἐν οὐρανοῖς Πατρὸς τὸν αὐτοῦ Χριστὸν ἀπαυγασθέντες, καὶ ἐν τῷ μεγάλῳ φωτὶ τὸ μέγα φῶς τεθεαμένοι, καὶ τούτῳ σαφῶς πεπιστευκότες, καὶ Μοῦν ἐν αὐτῷ καταστραφθέντες, καὶ ψυχήν καταλαμφθέντες· μᾶλλον δὲ φῶτα λαμπρὰ καὶ θεαυγῆ γεγενημένοι, εἰς φῶς ἐθνῶν ἀπεστάλητε, εἰς σωτη ρίαν ἐσχάτου τέθεισθε τῆς γῆς. Ὑμῶν τὴν πίστιν, ὁ μακάριος καὶ μόνος δυνά στης πρώτος έμακάρισεν, ἄγγελοι ύμνησαν, δαίμονες ἔπτηξαν, ἡ κτίσις ἐδόξασεν. Ὑμῶν τὴν ἐλπίδα, οὐ πυκναὶ βροχα, καὶ συνεχεῖς λογισμῶν ἐκτόπων παρεσάλευσαν· οὐ πονηροτάτων καταιγίδες γλωσσῶν καὶ βαρύτητες, ὡς ποταμοὶ προσπίπτοντες διέλυσαν οὐ κινδύνων καὶ θανάτων ἐσμός, ὡς ἀνέμων βία προσρήσσουσα κατέῤῥαξεν. Ὑμῶν τὴν ἀγάπην, οὐκ Αρχαί, οὐχ Εξουσίαι, οὔτε ζωή, οὔτε θάνατος, ἀλλ' οὐδὲ πᾶς ὁ κόσμος ἐταμώτατα συγκινηθείς, τῆς οἰκείας αὐτὴν βεβαιότητος μετεκίνησε καὶ μονι μότητος. Ὑμῖν πρώτως καὶ εἰλικρινῶς καὶ σαφῶς δέδοται γνῶναι τα μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· τοῖς Τότε πρώτως αὐτοί. θεαυγή φώτα.
col. 45–46page 17 of 261
PG 105:45δὲ λοιποῖς, κατὰ τὸν θεῖον Λόγον, ἐν παραβολαῖς, ἀναλόγως τῆς πρὸς τὸν Λόγον ἑκάστων οικειότητος. Υμῖν ὑψηλή τε καὶ θεία καὶ προσεχὴς ἐν ὑψηλοῖς περὶ τὸν ἀπρόσιτον θρόνον ήτοιμάσθη προεδρία, κατὰ τὴν πρὸς τὸν θεαρχικώτατον Λόγον οἰκείωσιν ἀξιοπρεπῶς ἀποκεκληρωμένη. Ὑμῖν οὐ τολμηρὸν οἶμαι φάναι τὴν ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων τοῦ Παμβασιλέως καθέδραν ὑπὸ τοῦ Πατρὸς προητοιμάσθαι. Ὑμᾶς, ἡ γῆ μὲν ὡς ἀλήθειαν, κατὰ τὸ ἱερώτατον μέλος, ἐξανέτειλεν· ὁ οὐρανὸς δὲ δικαιοσύνης κήρυ κας ἐξέφανεν. Καὶ γὰρ ἡ γῆ μὲν, ὡς ὡραῖον προ ΐσχετο καρπόν· ὑμῖν δὲ ὁ Κύριος τὴν οἰκείαν ἐνιδρυσάμενος χρηστότητα, ταῖς ἐξαλλομέναις ὑμῶν ἀκτῖσι πᾶσαν ἀγαθουργεῖ τὴν κτίσιν. Ὑμᾶς πρώτους ἐλέους σκεύη, καὶ ταμιεία τίμια τῶν αὐτοῦ χαρίτων κατασκευασάμενος, καὶ ἐκ τοῦ πληρώματος τῶν τελεταρχικῶν αὐτοῦ δωρεῶν πετ πληρωκώς, ἐκ τοῦ ἡμετέρου πάλιν πληρώματος, τὰς ὅλας ἑξῆς γενεὰς τῶν ἐθνῶν εὐεργετεῖ· καὶ ὥσπερ τὸν τοῦ γράμματος πρώην ὑποφήτην, τοῦ ἐκείνῳ προσήκοντος πνεύματος πεπληρωκώς, ἐξ αὐτοῦ τοῖς ὑπ' αὐτῷ μεταδίδωσι νομιζομένοις· εἴπερ ἀπόδειξις τούτου σαφὴς, ἡ τῶν Ἑβδομήκοντα πρόσκλησις πρεσβυτέρων, κατὰ τὴν Γραφήν· καὶ πνεῦμα τοῦ Μωσαϊκοῦ μὲν ἀφαιρούμενον, αὐτοῖς δὲ ἐπιμετρούν μενον· οὕτω καὶ ὑμῖν ὕστερον τοῖς κορυφαίοις τῆς χάριτος μυσταγωγοῖς καὶ διακόνοις, οὐκ ἐκ μέτρου τὸ Πνεῦμα τῆς υἱοθεσίας· ἀλλ᾿ ὅλον ὡς οἰκειοτά τοις ἐκχεάμενος, ὡς ἐξ ἀκενώτου πηγῆς τῆς ὑμετέρας πληρότητος, τὰ τέκνα πάντα τῆς χάριτος ἀγαθύνει καὶ θεουργεί. Ὑμᾶς ὁ πᾶς κόσμος ζηλώσας οὐ καλῶς, καὶ βυθοῖς ἀπωλείας καταχώσειν βιασάμενος, οὕτως ἔλαβε τῶν ἐλπίδων ἀποτυχών, ὥστε μᾶλλον δεσπότας ιδίους ἐπιγνῶναι καὶ βασιλεῖς· βασιλεῖς οὐχ ἁρπαγμῷ βα σίλειον εἰληφότας καταργούμενον· ἀλλ᾽ ἀκατάλυτον δόξαν καὶ διαιωνίζουσαν ἡμφιεσμένους βασιλείαν. Καὶ γὰρ ἡ γῆ μὲν πᾶσα καὶ θάλασσα, τὰς ἐκτεθηριω μένας καὶ πολυγλώσσους ἀγέλας τῶν ἐθνῶν, καθά περ ὑδάτων βίαν ἀνυπόστατον, κατὰ τῶν ἱερῶν τού των θεολόγων κατεγείρουσα, τῶν σεμνῶν, τῶν μετ κρῶν, τῶν βραχεῖ ῥάκει τὸ σῶμα σκεπομένων· ἄλλο δὲ καθάπαξ τοῦ νῦν αἰῶνος οὐδὲν ἐφόλκιον ἐπαγομένων· καὶ τούτοις ὀλέσαι μὲν σῶμα, σβέσαι δὲ λόγον· νοῦν δὲ καὶ πίστιν οὕτως ὁλόριζον ἐκτῖλαι, ὡς μηδὲ μνήμης ίχνος τῷ βίῳ καταλιπεῖν μηχανωμένη· οὕτως ἀντέστραπτα: τῆς κακίας, καὶ τῶν ἀτόπων ἐγχειρημάτων ἀνακέκοπτο, ὡς τὸ θεῖον ἐκεῖνο λόγιον ἐνεργούμενον ὁρᾷν· τῷ λόγῳ μὲν αὐτῶν τῆς καταιγίδος ἐπιτεταγμένης, εἰς πραείαν δὲ αὖραν ἱσταμένης· καὶ τῶν κυμάτων μὲν αὐτῆς και τασιγαζομένων· εὐφραινομένων δὲ πάντων ἐπὶ τῇ ἡσυχίᾳ, καὶ ἐπὶ λιμένα τοῦ θείου θελήματος ὁδηγουμένων. Χ.Χ.
col. 47–48page 18 of 261
PG 105:47ἣν ὁρᾶν ἐκεῖ τότε πᾶσαν μὲν ἀνθρώπων φυλήν πᾶσαν δὲ γλῶσσαν, τὴν ἰδίαν διάλεκτον ἀκούουσαν, τῷ Παρακλήτῳ διὰ ἀποστόλων λαλουμένην· καὶ γόνο μὲν ψυχῆς τῷ θεολογουμένῳ λόγῳ κατακάμπτου σαν· χείλη δὲ καὶ γλῶσσαν πρὸς τὴν τριαδικήν κατευθύνουσαν δοξολογίαν· καὶ ὥσπερ εἰδώλων τε πλάνης καὶ τῶν δαιμονίων πρώην έμεμέστωτο, οὔ τως ύστερον χάριτος ζώσης τοῦ ζωαρχικοῦ Πνεύμα της πεπλήρωτο. Καὶ οἷον ἀλσὶ δραστηρίοις ταῖς τούτων θεηγορίαις καταρτυομένη, τὴν ὑγρὰν ἀπερ ρύπτετο καὶ δυσώδη τῆς ἁμαρτίας σηπεδόνα. Τῶν μικρῶν γὰρ ὀργίων καὶ ἐθῶν καὶ τελετῶν, οἷς χρο νέω; εμμείνασα δυσαπόνιπτον ἔσχε τὴν κηλίδα, τούτων ὕδατι ῥυπτομένη καθαρῷ, καὶ μυστηρίων θείων θεουργουμένῃ μετουσίᾳ, κοινωνὸς οὐρανίων αναπέφηνε μεγαλοδωρεῶν. Ἀλλ᾿ οὐχ ἡ σωματική κτίσις μόνον, οὕτω τῆς Πέτρου καὶ Παύλου μεγαλοφυΐας καὶ στεῤῥότητος, ἤτοι χάριτος ήττήθη· καὶ αὐτοὶ δὲ αἱ ἀσώματοι πᾶται καὶ ἀποστατικαὶ Δυνάμεις, δυσμαχώτατα πόλεμον κατ' αὐτῶν ἀνῃρημένοι, οὕτως ἐξουδένωνται καὶ κατανενίκηνται, ὡς εἰκὸς ἦν ἐξουδενού. σθαι τοὺς κατὰ τῶν Ἰησοῦ πιστοτάτων ὁπλιζομένους ὀπαδῶν. Καὶ γὰρ ὥσπερ πρῶτος ἐκεῖνος τὴν ἀνθρωπότητα περιποιούμενος, καὶ διὰ ταύτην τῷ κοσμοκράτορι πάλῃ συμπλακείς, νοητῶς ἀπεξεδύσατο καὶ παρρησίᾳ θριαμβεύσας αὐτὸν, τῷ σταυρῷ παρεδειγμάτισεν· οὕτω δὴ Πέτρος καὶ Παῦ λος, οἱ γνήσιοι τῆς ἐκείνου πείρας και νίκης μιμη ταί, πάσαι; Αρχαῖς καὶ Εξουσίαις ὑπὲρ τῶν ἐθνῶν, καὶ κοσμοκρατορίαις ἀπάσαις συμπλεκόμενοι, καὶ ταύτας ἀραχνίων τρόπον νημάτων ἀπημάντως ἐν ἐκείνῳ διεκδύνοντες· καὶ τοῖς παθήμασι μὲν είδο κούντες, τοῖς καθημερινοῖς δὲ θανάτοις ἐγκαυχώμενοι, εἶτα τὸ τοῦ διδασκάλου ποτήριον ἐκπεπωκότες, ἐν αὐτῷ τὸν ἀντίπαλον κατακράτος καθαιροῦσιν· καὶ τοὺς ὑπ' ἐκείνῳ κρατουμένους ᾐχμαλωτικότες Χρι στῷ, τοῖς τῆς δικαιοσύνης καὶ νίκης ἐστεφανώθησαν στεφάνοις. Ει Καὶ Πέτρος μὲν τῷ σταυρῷ τὰς ἱεράς τε καὶ πρεσβυτικὰς παλάμας ἐκπεπετασμένος· καὶ κάτω μὲν πρὸς τῇ γῇ τὴν κεφαλήν· ἄνω δὲ πρὸς οὐρανὸν τοὺς πόδας ἀπῃωρημένος, ὡς ἂν καὶ τῇ ὁμοιότητι τοῦ πάθους, καὶ τῇ ἀνομοιότητι τὸν διδάσκαλον δοξά σειεν. Παῦλος δὲ, τὴν ὑπέρτιμον κάραν ἀποτμηθεὶς, καὶ τὸ στέρημα ταύτῃ τῶν παθημάτων Χριστοῦ πεπληρωκώς, οὕτω νενικήκασι τὸν κόσμον. Οὕτως το π, Νοητῶς ἀπεξεδύσατο. νοητῶς
col. 49–50page 19 of 261
PG 105:49ή θεία δύναμις ἐν τῇ ἀσθενείᾳ τούτων τετελείωται καὶ οὕτω τὸν ὀλετῆρα θραύσαντες, λαμπρού λαμ πρῶς τῷ νικοποιῷ Χριστῷ πρὸς οὐρανοὺς συναν ελήφθησαν. Καὶ ὥσπερ ἐκεῖνος πρῶτος νενικηκώς, ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης πρῶτος ἐκάθισεν ἐν ὑψηλοῖς· οὕτω καὶ οὗτοι κατὰ τὴν πρὸς ἐκεῖνον ὁμοίωσιν νενικηκότες, τῆς ἐκ δεξιῶν τούτου δευτέρας καταξιοῦνται καθιζήσεως. Ὁ τῆς ὑπερφυούς μιμήσεως τῶν ἀμιμήτων! ὢ τῆς πρὸς τὸν Ὕψιστον τῶν ταπεινοφρόνων ἀνυψώσεως! οἱ ἐπίγειοι, καὶ οὐράνιοι· οἱ θνητοί, καὶ ἀθάνατοι· οἱ μικροί, καὶ τρισμέγιστοι· καὶ οἱ περικάθαρμα τῷ κόσμῳ παντὶ καὶ περίφημα κείμενοι, αἰδέσιμοι καθώ εστήκασι τοῖς Σεραφείμ· καὶ οἱ πείνῃ δὲ καὶ δίψῃ καὶ γυμνότητι ταλαιπωρούμενοι, τῶν ἀγαθῶν & ὀφθαλμὸς οὐκ εἶδεν, οἷς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· εἰς ἃ καὶ ἄγγελοι, κατ' αὐτοὺς εἰπεῖν, ἐπιθυμοῦσι παρακύψαι, τούτων οὗτοι ταμίαι, καὶ πρυτάνεις ἁγίοις προεστήκασι. Τί τὸ περὶ ὑμᾶς τοῦτο τῆς ἀγαθότητος μυστήριον; Πῶς οἱ αὐτοὶ καὶ υἱοὶ ἀνθρώπων καὶ Θεοῦ κεχρηματίκατε; Τὸ μὲν, διὰ τὴν φύσιν, τὸ δὲ, διὰ τὴν υἱοθεσίαν. Πῶς τὸ παραυτίκα τῆς θλίψεως, καὶ ἐλαφρὸν, οὕτως ὑμῖν βάρος δόξης αἰώνιον εἰργάσατο; Σάρκα μὲν γεγονέναι τὸν Θεὸν Λόγον καὶ ἐν ἡμῖν ἐσκηνωκέναι, ἐκ τῆς ὑμετέρας μεμνήμεθα μύστε αγωγίας· ὑμεῖς δὲ σῶμα τῷ ὄντι, καὶ μέλη τίμια τῷ σεσαρκωμένῳ καθεστήκατε. Σώμα πάγκαλον, θεοειδὲς, θεαυγές, πάσης κηλίδος καὶ ῥύπων καὶ μώμων ἀνεπίδεκτον. Οἷα γὰρ ὀφθαλμοὶ δύο φωτοφανέστα τοι καὶ χαριέστατοι του Δεσποτικοῦ σώματος προς βέβλησθε, οἷς ὅλον αὐτοῦ φωτίζεται τὸ σῶμα· δι' ὧν ὁ Κύριος τὰς καθ᾽ ὅλην τὴν γῆν ἐκκλησίας ἐφ ορῶν, οἰκοδομεῖ καὶ καταρτίζει. Καὶ ὦτα δὲ τρανὰ καὶ σαφῆ, καὶ τῆς θείας ὄντες ευήκοα φωνῆς· τὸ ῥῆμα τοῦ Θεοῦ τὸ πάνσοφον, τὸ παντοδύναμον, τὸ τῆς Οἰκονομίας, φημί, πρῶτον μυστήριον ἐνωτισθέντες, ταῖς ἀκοαῖς αὐτὸ πάσαις δευτέρως ένα ηχήσατε. Ὑμεῖς καὶ μυκτήρες εὐοσμότατοι, καὶ σιαγόνες ἐστὲ μυστικαί. Μυκτῆρες ἱεροὶ τῆς ἱερᾶς τῶν Χρι στοῦ μύρων εὐωδίας ἄγαν ἡδέως ὀσφραινόμενοι, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ παντὶ τόπῳ φανε ρούντες. Σιαγόνες δὲ, καθάπερ φιάλαι τοῦ ἀρώ ματος, ὥσπερ ἀπὸ πηγῆς τῆς θεολόγου γλώσσης, φύουσαι (κατὰ τὸ μυστικώτατον λόγιον), μυρεψικά, τὰς μυστικὰς εὐωδίας (ήτοι διδασκαλίας τοῦ Πνεύ ματος) τοῖς ἀξίοις προβαλλόμενοι. Ὑμεῖς καὶ χεῖρες ἐνεργεῖς καὶ δραστήριοι πιστεύε σθε, οὐκ ἐν λιθίναις τὰ θεῖα λόγια πλαξὶν, ἀλλὰ σαρκίναις· οὐ μέλανι, ἀλλὰ Θεοῦ Πνεύματι ζώντι μια στικῶς καλλιγραφοῦσαι. Χεῖρες, οὐ θεμέλιον μόνον ἀσφαλῆ, τὸν τῆς πίστεως καταπηγνύουσαι, ἀλλὰ καὶ ἔργα τῆς πίστεως ἄξια εποικοδομοῦσαι. Οὐ ξύ λοις γάρ, οὐ καλάμῃ καὶ χόρτῳ, χρυσῷ δὲ καὶ ἀργύρω καὶ λίθων τοῖς τιμιωτάτοις, εἴτ' οὖν λόγοις καὶ πράξεσι Θεοτερπέσι, την νοεράν Ἐκκλησίαν καὶ ζῶσαν καταρ
col. 51–52page 20 of 261
PG 105:51τίζετε Θεῷ. Χείρες μυστηρίων ἱερουργοί θείων ὑπερφυῶν τεραστίων αὐτουργοί· ἀφῇ μόνῃ νόσους Κώμεναι, δαίμονας ἐλαύνουσαι, παραλελυμένους σφίγγουσαι, λεπρούς καθαίρουσαι, παγκεκυφότας ἀνορθοῦσαι, νεκροὺς ἀνιστῶσαι, καὶ τυφλοῖς μὲν τὴν ὄψιν, κωφοῖς δὲ τὴν ἀκοὴν, μογιλάλοις δὲ τὴν γλῶσσαν διατρανοῦσαι καὶ διασαφοῦσαι· καὶ πᾶσαν σώμα τος λώβην, καὶ πᾶσαν ψυχῆς λύμην ἀφράστως καὶ ἀχρόνως θεραπεύουσαι. Ὑμεῖς καὶ δύο ὦμοι καὶ μαζοὶ δύο τῆς Ἰησοῦ πεφήνατε μεγαλειότητος· οἱ μὲν τὸν σταυρὸν αἴροντες, καὶ αὐτῷ συνεπαιρόμενοι· καὶ ὡς κεφαλῇ ἰδίᾳ, τῷ ἐσταυρωμένῳ προθύμως έφεπόμενοι. Ωμοι, τὸν χρηστὸν αἴροντες Χριστοῦ ζυγὸν, καὶ τὸν ἐλα φρὸν ἐλαφρῶς κουφίζοντες φόρεον τοῦ Εὐαγγελίου, καὶ τοῖς ἀξίοις αὐτὸν ἐπιφορτίζοντες· ναὶ δὴ, καὶ τὰ τῶν προβάτων ἀναλαμβάνοντες πλανώμενα, καὶ της μένουσιν συναριθμοῦντες, καὶ μάνδραις ταῖς ἄνω κατασφαλιζόμενοι, καὶ ὑπὲρ αὐτῶν σταυρῷ καὶ θανάτῳ κατά μίμησιν ἁγιαζόμενοι Δεσποτικήν. Μαζοὶ δὲ, οὐκ αἰσθητῷ γάλακτι, νοητῷ δὲ τρέφοντες τὴν Ἐκκλησίαν· καὶ οὐδὲ γάλα μόνον, τὸν εἰσαγωγικὸν τε λόγον καὶ τοῖς εἰπαγομένοις κατάλληλον ἀναλαμβάνοντες, ἀλλὰ καὶ οἶνον, τὴν στερεὰν τῶν δογμάτων εστιατορίαν, καὶ τοῖς τελείοις πρέπουσαν ἐπινάοντες θεολογίαν. Ὑμᾶς, καὶ σπλάγχνα καὶ νεφρούς τις εἰπὼν διδύμους· μηρούς τε καὶ σκέλη καὶ πόδας τῆς τοῦ σαρκωθέντος ύπερουσιότητος, οὐκ ἂν, οἶμαι, τοῦ πρέποντος ἀποσφαλείη. Καὶ γὰρ παρ' ὑμῖν ζωτική, ποιότης καὶ ἄρρευστος τῆς θεοπρεπούς, ἤτοι θεοτε λοῦς ἀγάπης ἐνθεωρουμένη, καὶ ὥσπερ ἐκ διδύμου καὶ ζώσης πηγῆς τῶν ὑμετέρων κρυφίως ἐξαλλομένη σπλάγχνων, πισταῖς ἐπαρδομένη ψυχαῖς, γονίμους αὐτὰς ἀποδεικνύει Θεῷ. Κνῆμαι δὲ καὶ πόδες, εὐλό γως, οἶμαι, τοῦ Λόγου τεθεώρησθε, ὅτι πᾶσαν τὴν γῆν διαθέων ἐν ὑμῖν, καὶ πᾶσαν βροτῶν διάνοιαν ἐπιών, πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν δι' ὑμῶν χειραγωγεί. Ὑμεῖς ὄντως ἐστέ, κατὰ τὸν ἱερὸν Ζαχαρίαν, οἱ δύο τῶν ἐλαιῶν κλάδοι, ἐκ δεξιῶν τε καὶ εὐωνύμων τῇ χρυσή λυχνία, τῇ Ἐκκλησίᾳ δὴ λέγω, καὶ τῷ ἐπ' αὐτῆς λαμπαδίῳ Χριστῷ παρεστηκότες· οἱ δύο, κατ᾽ αὐτὸν εἰπεῖν, τῆς πιότητος υἱοὶ τῷ Κυρίῳ πάσης παρίστασθε τῆς γῆς. Ὑμᾶς καὶ αἱ δύο ῥάβδοι, ὡς ἑαυτῷ λήψεσθαί φησιν ὁ Κύριος, παρὰ τῷ αὐτῷ, προϋπογράφουσιν. Τῶν τὴν μὲν κάλλος, διὰ τὸ τῆς ψυχῆς περικαλλέστατον σχοίνισμα δὲ τὴν ἑτέραν, ὡς ἰδίαν μερίδα κατωνόμασεν· ἐν αἷς καὶ τὰ πρόβατα ποιμαίνει, καὶ τὴν διαθήκην, ἣν πρὸς τοὺς λαούς διέθετο, διασκεδάσειν ἐπαγγέλλεται· δῆλον ὅτι τὸν νόμον τοῦ γράμματος, διὰ τὸν τοῦ πνεύματος νόμον ἀθετῶν. Καὶ γὰρ ὅ τῇ κατὰ νόμον λατρείᾳ καὶ τοῖς τύποις Μωϋσῆς πεφήνασι καὶ Ααρών, παιδαγωγοί πρὸς Χριστὸν τοῖς ἀτελέσι γεγονότες, τοῦτό γε δη Πέτρος ο
col. 53–54page 21 of 261
PG 105:53και Παῦλος γεγόνασι τῷ πνεύματι· καὶ τὸ τῆς χάριτος Εὐαγγέλιον ἱερουργοῦντες, τὰ σκιώδη τοῦ νόμου καὶ τυπικά παραγγέλματα διασκεδάζουσιν ἐν αὐτῷ καὶ καταργοῦσιν. ᾿Αλλὰ τί ταῦτα πρὸς ἔπαινον δόξης τῆς ὑμῶν ἐστι μεγαλωσύνης; Πείθομαι γὰρ, οὐ μόνον λογο γράφων τε πάσης περινοίας καὶ ῥητόρων δυνάμεως, τὴν ὑμετέραν ὑπερῆρθαι δόξαν, ἀλλὰ καὶ τοὺς παρ' ἡμῖν ἀκροτάτους θεολόγους, μηδὲν εἰπεῖν ἄξιον δύ νασθαι τῆς ὑμετέρας τελειότητος. Ωσπερ γὰρ οὐκ ἔστι λόγος επάξιος τῆς ὑπερεχούσης ἐκφαντορικὸς δόξης· καὶ γὰρ οὐ λόγου μόνον, ἀλλὰ καὶ διανοίας οὐκ ἀνθρωπικῆς μόνον, ἀλλὰ καὶ Σεραφικῆς, ἡ θεία μεγαλειότης ὑπερίδρυται· οὕτω καὶ τῶν παρ' αὐτῇ γνησίως ἱδρυμένων, καὶ τῆς ἀνωτάτω τιμῆς εὐμοιρηκότων, ἀνέκφραστος τέ ἐστι καὶ ἀπερινόητος ἡ δόξα· καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ μᾶλλον τῇ πρὸς τὸν ὑπερούσιον ἐγγύτητι τὴν ὅλην ὑπεραναβαίνει κτίσιν. Τοιγαροῦν, ἐπειδὴ πᾶσα γηγενής γλώσσα τῆς κατ' ἀξίαν αἰνέσεως] ὑφεῖται, μικρὰ λοιπὸν ἔτι προσειπόντες, καὶ τῷ πνεύματι μυστικώτερον κατ ασπασάμενοι, σιγῇ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ὑμετέρας θείημεν ἁγιωσύνης. Χαίρετε, τῆς τριαδικής συμφυΐας ἢ συνθεΐας, τῆς δι' ὑμῶν κατ αγγελείσης, καὶ πάσῃ τῇ κτίσει γνωσθείσης, ἱερώτατοι κήρυκες καὶ ἀπόστολοι καὶ μάρτυρες. Χαίρετε, ἵπποι λογικοὶ καὶ νοεροί, ἐπίλεκτοι καὶ θεόλεκτοι, οὐχ ώς τινες λέγονται, τὴν χρόαν τοῦ σώματος λευκότεροι χιόνας· ἀλλ' ὑπὲρ χιόνα, τῇ τῆς ψυχῆς διαλάμποντες καθαρότητι· οὐδὲ τὸν δρόμον ἀνέμοις παραπλήσιοι· ἀλλ' ὑπὲρ ἀνέμων πτήσιν, ὀξύτεροι τῇ τοῦ νοῦ ταχύτητι καὶ θεότητι· οὐδ᾽ ὅσον ὀφθαλμὸς ἀπὸ σκοπιᾶς ὁρᾷ, τοσοῦτον ἀθρόως ἐπι θρώσκοντες, κατὰ τὴν ποίησιν· ἀλλ᾽ ὅσον ὁ ἥλιος οὗτος τῷ μεγάλῳ φωτὶ περιλαμβάνει, κτίσιν πᾶσαν ἀστραπῆς τρόπον τῷ λόγῳ διατρέχοντες· ἐφ᾽ οἷς ὁ Θεὸς Λόγος, κατὰ τὸν θεῖον ἐπιβὰς Αμβακούμ, καὶ εἰς τὴν νοητὴν ταύτην θάλασσαν ἐπιβιβάσας, ἐν ὑμῖν ὕδατα πολλά, τὰς τῶν ἐθνῶν διανοίας διετάραξεν ἱππασία δὲ τούτου σωτηρία τῶν ταραττομένων ἐγενήθη. Χαίρετε, λίθοι τίμιοι, οἱ μετὰ τὸν ἀκρογωνιαῖον, εἰς τὰ τῆς νοητῆς τεθειμένοι θεμέλια Σιών. Χαίρετε, τοῦ Θεοῦ σεπτοὶ δοῦλοι, τοῦ Χριστοῦ πιστοί φίλοι, τοῦ Κυρίου Πνεύματος ἱερὰ τέκνα, τῶν Ἀγγέλων δόξα, τῶν Ἀρχαγγέλων ἔπαινος, τῶν ᾿Αρχῶν ὕψω μα, τῶν Εξουσιῶν καύχημα, τῶν Δυνάμεων θυμα ηδία, τῶν Κυριοτήτων ἀγαλλίαμα, τῶν Θρόνων τιμή, τῶν Χερουβείμ τερπωλή, τῶν Σεραφείμ καλλονὴ. Χαίρετε, διαβόλου καθαιρέται, ἀνθρώπων εὐεργέται, πλάνης ἀντίδικοι, ἀληθείας συνήγοροι, εἰδώλων καθαίρεσις, Τριάδος ἀνάῤῥησις, αἱρέσεων ἀφανισμός, ἁμαρτιῶν ἱλασμός, τῶν παλαιουμένων καταστροφή, τῶν ἀνακαινουμένων επιστροφή, τοῦ γράμματος ἀθετηταί, τοῦ πνεύματος κυρωτα

Oration IVOratio IV

col. 55–56page 22 of 261
PG 105:55Χαίρετε, τῶν Ἐκκλησιῶν ἀνάστασις, τῶν κατερ βαγμένων ἀνάκτησις, τῶν ἀπηλπισμένων ἀνάκλησις, τῶν ἐν τόνοις παρηγορία, τῶν ἐν πάθεσι θεραπεία, τῶν ἐν πένθει παραμυθία, τῶν χειμαζομένων λιμὴν ἀσφαλῆς, τῶν πενομένων πλοῦτος ἀνελλιπής, τῶν πλουτούντων ἀντίληψις ἀψευδής, τῶν ὀφειλόντων ἐγγυηταί, τῶν σωζομένων προασπισταί. Χαίρετε καὶ εὐφραίνεσθε, οὐρανοὶ, ἅμα τῷ ὑμῖν οἷα θρόνῳ θεοπρεπῶς ἐποχουμένῳ· οὐρανοὶ θεῖοι καὶ νοητοὶ, καὶ τῆς ἐν οὐρανοῖς Ἐκκλησίας μυστικώτα τον στερέωμα οἱ τὴν Θεοῦ δόξαν μαγαλοφώνως διηγούμενοι, καὶ τὴν τῶν χειρῶν αὐτοῦ ποίησιν ἀεννάως ἀναγγέλλοντες· ὧν ὁ φθόγγος εἰς πᾶσαν λαμπρῶς ἐξελήλυθε τὴν γῆν, καὶ τῶν ῥημάτων ἡ δύναμις εἰς τὰ πέρατα διέδραμε τῆς οἰκουμένης. Ὥσπερ οὖν ἀφ' ὑμῶν, ἢ δι᾽ ὑμῶν ἡ θεαρχική χάρις τοῖς πέρασιν ἐξήχηται, οὕτω καὶ δεξιὸν τέλος ὑμεῖς τῇ δεξιᾷ καταβάλλετε ἀρχῇ, καὶ τὸν θεῖον λόγον τοῖς πᾶσιν ἔθνεσι κρατύνοντες, τὴν ἱερὰν πί στιν ἐν τούτῳ βεβαιώσατε· τοὺς πλανωμένους ἐπισ στρέψατε, τοὺς ἀμφιβόλους στηρίξατε, τοὺς ἀναιδῶς ἀθετοῦντας διορθώσατε ἢ ἐκτίλατε· καὶ τοὺς μὲν τῷ ὑμετέρῳ κανόνι στοιχοῦντας, ἑδραίους, ἀμετακλινεῖς ταῖς ἱεραῖς συντηρήσατε θεσμοθεσίαις· τάς ὅλας δὲ τῶν πιστῶν ὁμηγύρεις τῇ ὁλοκληρίᾳ τοῦ θείου σώ ματος ἐν ἁγίῳ Πνεύματι συνδέοντες, τὸ πλήρωμα τῆς Ἐκκλησίας ὅλον εἰς ἕνα καινὸν ἄνθρωπον, οὗ ἡ κεφαλὴ Χριστός, καταρτίσατε καὶ συναρμόσατε πόλεμον δὲ καὶ ὅπλα πάντα πρεσβείαις ὑμῶν δεκταῖς ἀντανελόντες, καὶ τροπαίοις νίκης ἐνθέοις τὸν ἀλη θῶς εὐσεβῆ βασιλέα καταστέφοντες, εἰρήνης θείας εὐσταθοῦς τε καὶ γαληναίας ζωῆς πληρώσατε τὴν γῆν· ἤρεμον δὲ βίον καὶ φιλευσεβῆ, καὶ τῆς ἐν Χρι στῷ Ἰησοῦ δικαιοσύνης καὶ χαρμοσύνης ἐπίμεστον τῇ Χριστωνύμῳ παρεσχηκότες πολιτεία, καὶ πρὸς τὴν ἄνω Ἱερουσαλήμ, ἧς ὑμεῖς πρωτότοκα τέκνα καὶ πολισταὶ γεγένησθε καὶ πολιοῦχοι, διακυβερνῶντες, εἰς τὴν τοῦ Θεοῦ πάντας εἰσάγοντες καταπαύσετε κατάπαυσιν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ Δ'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Ανδρέας Πᾶσι μὲν τοῖς τοῦ Θεοῦ Λόγου φίλοις καὶ μαθη ταῖς, ἡ διὰ τῶν λόγων αἴνεσις, ὥσπερ οὖν καὶ ἡ διὰ τῶν ἔργων μίμησις, κατὰ δύναμιν ὀφείλεται τούτων δὲ μάλιστα τους κορυφαίοις τε καὶ πρεσβυτάτοις· οὐ μόνον ὅτι καθ᾿ ἑαυτὸν ὁ τῶν θείων ἀνδρῶν ἔπαινος ἐπαινετόν τι χρήμα Θεῷ, καὶ τοῖς ἐπαινουμένοις αὐτοῖς ἐραστόν· ἀλλ' ὅτι καὶ τοῖς αἰσίως ἐπαινεῖν εἰδόσι, σωτήριος· καὶ τοῖς συναινούσιν ὠφέλιμος· καὶ πᾶσι τοῖς συνετῶς πρωτό. κάη τον
col. 57–58page 23 of 261
PG 105:57; ἡ ἀκροωμένοις, τελεωτέρας γίνεται πρόξενον οἰκο δομής. Οὐκοῦν διαναστῶμεν, ὦ ἄνδρες! πρὸς τὸν προ κείμενον ἡμῖν ἀγῶνα· κοινὸς γὰρ ἅπασι πρόκειται σήμερον ὁ ἀγών· ἐμοὶ μὲν, τὴν κορωνίδα τῶν μαθητῶν, τῶν ἀποστόλων τὴν κορυφήν, τὸν τῆς ἀνδρίας επώνυμον Ανδρέαν, τοῖς ἐπαίνοις τῶν λόγων, ὡς ἄνθεσι ῥόδων ἀναδῆσαι, καὶ τῆς μνήμης κατατρυφῆσαι· καὶ ὥσπερ αὐτῷ παρόντι καὶ ὁρω μένῳ προσλαλῆσαι· καὶ τοῖς περὶ αὐτοῦ διηγήμασιν ἐγκαλλωπίσασθαι· ὑμῖν δὲ, τῆς ἀγωνίας ἐμοὶ κοινωνεῖν, καὶ ὅση δύναμις συνεργεῖν, τῷ προσευχαῖς ἀλαλήτοις κάμνοντι τὸν νοῦν, συμ πονεῖν, καὶ πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος τὸν λόγον ἐκλάζοντι, διὰ βαθείας σιγῆς παραθαῤῥύνειν καὶ προσοχῆς. Αποδῶμεν τοίνυν προθύμως τὴν ὀφειλήν· ὁ μὲν, τὴν εὐφημίαν, οἱ δὲ, τὴν ἀκρόασιν· καὶ καρποφορῶμεν· ὁ μὲν πρᾶξιν εὔλογον· ὁ δὲ λόγον έμε πρακτον· ὁ μὲν τὸν ὕμνον· ὁ δὲ τὸν πόθον· ὁ μὲν κατάνυξιν· ὁ δὲ προσευχήν· ἄλλος πίστιν εἰλικρινή, ἄλλος ἀγάπην χριστοφιλή. Εἰσφερέτω τις· ὁ μὲν, λόγον σοφίας· ἄλλος δὲ, λόγον γνώσεως ὁ μὲν, πραείαν καρδίαν καὶ ἥσυχον· ὁ δὲ, μνήμην ἄληκτον καὶ ἀένναον Ἰησοῦ· ὁ μέν, ἀνέκλειπτον κατὰ νοῦν προσευχήν· ἡ δὲ καθαρὰν Χριστοῦ φαν τασίαν καὶ φωτοφανή. Πάντες φόβον Θεοῦ, πάντες έγκράτειαν, ταπεινοφροσύνην πάντες, καὶ τοῖς πρὸς εὐσέβειαν δι' ὑπομονῆς ἐπεκτείνεσθαι. Οὕτω γὰρ ὁ μέγας Απόστολος ἐν ἡμῖν δοξασθήσεται, ἄλλου πρὸς ἄλλο τι τῶν ἐκείνου κατορθουμένου καλῶν, καὶ πάντων ὁμοῦ τρανεστέραν τὴν πρὸς αὐτὸν ἐπιδεικνυμένων ὁμοιότητα· καὶ ὥσπερ τι δῶρον ἑόρτιον τὴν μίμησιν αὐτῷ καρποφορούντων τῆς ἀρετῆς. Οὕτω καὶ Χριστὸς αὐτὸς, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, καὶ δοξαζόμενος ἐν δοξαζομένοις, παρ' οὗ πᾶσα πρὸς ἀρετὴν κίνησις, καὶ ὅς ἐστι πάσης πράξεως ἀγαθῆς ἀρχὴ καὶ μεσότης καὶ τε λευτή. Ἐπεὶ δὲ τῷ λόγῳ τὸ θέατρον, ὡς ἑνὸν, προκατ ηρτισάμεθα, φέρε λοιπὸν αὐτῶν τῶν ἀγώνων ἁψώ μεθα, καὶ τῶν ἀποστολικῶν ὕμνων τῷ ὕψει προσο ῆναι πειραθῶμεν· οὐ τολμηρῶς ἀνεφίκτοις ἔγ ; χειροῦντες, ἀλλὰ φόβῳ τοῖς ἀπροσίτοις προσιόντες. Προσευχαῖς ἀλαλήτοις. 26, στεναγμοῖς ἀλαλήτοις, Οὐδὲ θράσει τῶν ἀψαύστων κατατολμῶντες· αἰδοῖ δὲ καὶ εὐλαβείᾳ πάσῃ τόν τε νοῦν πρὸς τὰ ὑπὲρ λόγον ἀνατείνοντες, τόν τε λόγον πρὸς τὰ ὑπὲρ νοῦν ἀναβιβάζοντες, ἐπὶ τὸν ἀκένωτον πλοῦτον τῶν τοῦ Πνεύματος ἐλπίσωμεν θησαυρῶν· ἐξ οὗ βραχείας ἀποῤῥοῆς, ήτοι σταγόνος χάριτος, διὰ τῆς τοῦ ὑμε νουμένου σήμερον καταξιούμενοι πρεσβείας, πρῶτον μὲν τὴν αὐτοῦ πρὸς τὴν χάριν ἀπὸ τοῦ νόμου μετ ἐν πειρασμοῖς ἡμετέροις,
col. 59–60page 24 of 261
PG 105:59τάθεσιν ἐπαινεσόμεθα· ἔπειτα δὲ, την ἐν τῷ Εὐαγ γελίῳ τούτου συντεμόντες εὐδοκίμησιν, τὴν τιμίαν οὕτω καὶ Χριστοπρεπή προσοίσομεν τελευτήν. Ανδρέας τοίνυν (τὸ τιμιώτατον θεῷ πρᾶγμα καὶ όνομα), ὁ πιστὸς καὶ φρόνιμος τοῦ Πατρὸς τῶν φώτων οἰκονόμος, ὁ μέγας τοῦ Θεοῦ Λόγου κήρυξ καὶ δοκιμώτατος ὁμιλητής· ὁ τοῦ ἁγίου Πνεύματος Αγιώτατος ὑπηρέτης καὶ θεραπευτής· οὗτος ἀεὶ τῷ θεῷ προεγνωσμένος, ὡς ἀγαθῆς τε ψυχῆς καὶ γνώ μης ἐσόμενος ὅτι μάλιστα δεξιᾶς ἀεὶ, διὰ τοῦτο καὶ προώριστο σύμμορφος ἔσεσθαι τοῦ Θεοῦ τῷ Μονογενεῖ. Ἐπεὶ οὖν ὁ τῆς οἰκονομίας τοῦ Λόγου, καὶ τῆς ἀναδείξεως ἐνέστη καιρός, ἔδει πάντως καὶ τοὺς οἰκείους αὐτῷ συναναδείκνυσθαι. Εδε: τοῦ βασι λέως παρόντος, καὶ τοὺς αὐτοῦ παρεῖναι δορυφόρους. ᾿Αλλὰ τί τὸ σημεῖον τῆς τοῦ βασιλέως φανερώσεως; Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Φωνὴ πρὸ προσώπου τοῦ Λόγου προϊοῦσα, καὶ τὰς ὁδοὺς αὐτοῦ κατα σκευάζουσα, τὰ ἀνεῤῥωγότα πληροῦσα, τὰ ὑψηλὰ ταπεινοῦσα, καὶ τὰ σκυλιὰ μὲν κατευθύνουσα, τὰ τραχέα δὲ καταλεαίνουσα τῶν ἠθῶν. Καὶ οὐ ψιλή φωνή μόνη τὸ τεκμήριον, ἀλλὰ καὶ βάπτισμα με τανοίας· καὶ ὁ μὲν Βαπτιστὴς ἐπὶ τοῦ ὕδατος, καὶ ὁ Βασιλεὺς κατὰ πόδας εὐθὺς ἐπὶ τὸ βαπτίζεσθαι παρών· καὶ ἡ ἀνάῤῥησις, ὡς θεοπρεπής! οὐρανῶν γὰρ αὐτῷ βαπτιζομένῳ γέγονεν ἀνάπτυ Ει;, Πνεύματος επέλευσις, φωνή τε Κυρίου βρον τῶντος, ἐπὶ τῶν ὑδάτων, οἷα δακτύλῳ, τῇ περιστερᾷ τὸν ἀγαπητὸν ἄνωθεν ἐπιδεικνύντος. Οὕτω τοῦ οὐρανίου Βασιλέως, τῆς Ἰωάννου μείζω τὴν ἀπὸ τοῦ Πατρὸς ἐσχηκότος μαρτυρίαν· αὐτός τε πρῶτος ὁ Βαπτιστής, και μετ' αὐτὸν εὐθὺς, ὦ μακαριώτατε σύ, τῇ τοῦ Πνεύματος συνεκράθης τῷ μαρτυρουμένῳ στοργῇ. Καὶ γὰρ οὐκ ἀμέσως τῷ θεαρχικωτάτῳ προσελήλυθας· οὐδὲ ἐξ αὐτῆς, ὡς εἰπεῖν, τῆς πρώτης τοῦ βίου βαλβίδος ἐπιδέ δηκας τῆς τελειότητος· πῶς γάρ; Εδει δὲ τῷ νόμῳ τοῦ γράμματος προπαιδαγωγηθέντα τῷ τοῦ Πνεύματος οὕτω περιτυχεῖν· καὶ ταῖς τῶν ἐντολῶν ἀτελέσι προστοιχειωθέντα, οὕτω τοῦ Εὐαγγελίου τῇ τελειότητι προσχωρεῖν, ὡς ἑδραίαν ἐν αὐτῇ καὶ ἀμετάθετον τὴν ἵδρυσιν ἔχειν. Εδει τῷ προδρόμῳ λύχνῳ, τὰς τῆς καρδίας προκατασκευασθέντας κάτ ρας, τὸ ὑπέρλαμπρον οὕτω καὶ μέγα καταδέξασθαι φῶς· διὰ τοῦτο, ὡς μόνον τὴν φωνὴν ἐν ἐρήμῳ βοῦσαν ἐπακήκοας, οὐχ ὡς εἰκῆ φωνοῦσαν ἀπεσείσω κατὰ τοὺς ἀσεβεῖς· οὐδ᾽ ἀξιάκουστον μὲν ἡγήσω, τῇ τοῦ βίου δὲ ματαιότητι κατατεινόμενος, την ἀκρόασιν παρητήσω κατὰ τοὺς πολλούς· οὐδ᾽ ἐγέ του μὲν πλησίον αὐτῆς, βαρέως δὲ κατὰ τοὺς ἁψι κύρους ἀκηκοώς, εὐθὺς εἰς τὰ ὀπίσω παλινοστεῖς ἀλλὰ πρῶτον μὲν τὸν τῆς γεννήσεως τρόπον, τῆς ἀνατροφῆς, τῆς διαίτης, καὶ τῆς ὅλης τοῦ κήρυκος
col. 61–62page 25 of 261
PG 105:61τοῦ κηρύγματος δυνάμει προσεσχηκώς, καὶ ὡς θεῖόν τι τὸ ῥῆμα, καὶ τῶν ὅλων εἴη σωτήριον, ἐπιστήσας τὸν νοῦν, ἐξίστασαι μὲν γονέων καὶ ἀδελ φῶν, ἐξίστασα: συγγενῶν· ὅλος δὲ τῆς ἐκείνου γενόμενος φιλοσοφίας, ὑπερείδες μὲν κλήρου πα τρῴου, καὶ ἀλείας καὶ ναυτιλίας· ὑπερείδες δὲ καὶ τῶν ὅσα καταθέλγει, καὶ πρὸς φιληδονίαν και τασύρει τὸν νοῦν. Κρεῖττον δὲ λοιπόν, ἢ κατὰ ἄνθρωπον φρονῶν, τὴν ἔρημον μεν, τῶν ἐν πόλεσιν Αλλάξω διατριβῶν· θορύβων δέ, τὴν ἡσυχίαν· του φῆς δὲ, τὴν ἐγκράτειαν· περιουσίας δὲ, τὴν λιτότητα· καὶ τὴν μετὰ τοῦ Βαπτιστοῦ συνοίκησιν, βασιλείων ἡγούμενος προτιμοτέραν, ὅλην ἐν βραχεῖ τοῦ διδασκάλου διὰ μιμήσεως έπεσπάσω τὴν ἀρετὴν, καὶ τοῦ λόγου τὸ ἀκριβές, καὶ τοῦ τρόπου τὸ εὐσταθὲς, καὶ τὸ τοῦ ἤθους σεμνὸν, καὶ τὸ τοῦ βίου λαμπρόν, καὶ τῶν ἐπιγείων τὴν ὑπεροψίαν, καὶ τὴν πρὸς τὰ οὐράνια συντονίαν, καὶ πᾶσαν αὐτοῦ τὴν θεο ἀγωγῆς τὸ ὑπερφυὲς ἐκτεθαυμακώς· ἔπειτα τη πρέπειαν καθάπαξ εἰπεῖν, τῷ ἀγαθοειδεῖ ἐναπεμάξω τοῦ νοῦ. (ο Ἐπειδὴ δὲ ὁ ἐρχόμενος παρῆν, καὶ μετὰ τῶν δούλων ὁ Δεσπότης· καὶ ὁ τῶν οὐρανῶν Βασιλεὺς, ἐν ὁμοιώματι πένητος τοῖς πένησιν ἐπεχωρίαζεν ἐνταῦθα σου τὸ μέγα προτέρημα καθορᾶται τῆς ἀρετῆς. Ὡς μόνον γὰρ τοῦ καθηγεμόνος ἐπακήκοας, ε ἀμνὸς τοῦ Θεοῦ, περὶ τοῦ Ἰησοῦ λαλοῦντος, οὐκ ἐδίστασας τῇ φωνῇ, οὐ διεκρίθης πρὸς τὴν μαρτυρίαν· οὐδ' αὖ τεκμηρίῳ τινὶ πιστωθῆναι κατά τοὺς ὀλιγοπίστους ἀπῃτήσω· ὁμοῦ δὲ τῷ λόγῳ πρὸς τὸν Λόγον μετετίθετο· καὶ τὸν νυμφαγωγὸν κατα λιπών, νοερώτατα τῷ Νυμφίῳ προσεψύου· οἷα μὲν νύμφην ἄμωμον, τὴν διάνοιαν προσάγων αὐτῷ, καὶ μυστικῶς προσαρμοζόμενος· προσάγων δὲ καὶ τὸ σῶμα, καὶ παρ' αὐτῷ μένειν ζητῶν καὶ μαθητιῶν (ὢ τῆς πίστεως 1), καὶ αὐτῷ δι' αἰῶνος συνεῖναι καὶ διακονεῖσθαι παρακαλῶν. Τί σου πρῶτον ἐπαινεσόμεθα; τί δὲ μᾶλλον, ὦ θαυμασιώτατε, θαυμασόμεθα; τὸ τῆς πίστεως ἀκραιφνὲς, τὸ τῆς ἀγάπης εἰλικρινές, ἢ τὸ μέτριον τοῦ φρονήματος καὶ ἄγαν ἐπιεικές; Τὸ γὰρ μόνης του Βαπτιστοῦ τῆς φωνῆς ἀκηκοότα, αὐτὸν μὲν αὐτίκα λιπεῖν, τῷ Ἰησοῦ δὲ προσδραμείν, πάσης ἀρετῆς ἀπόδειξις εναργής. Η οὐ πραύτητος ἔργον ὁμοῦ καὶ ταπεινοφροσύνης, τὴν περιώνυμον μὲν ἐκεῖνον καὶ τὴν δόξαν ὑπέρλαμπρον καταλιπεῖν, τῷ πραεῖ δὲ τῇ καρδίᾳ καὶ ταπεινῷ, καὶ οὕτω δεδοξασμένῳ κολλᾶσθαι ζητεῖν; Η οὐχὶ καὶ πίστεως τοῦτο τῆς τελειοτάτης, καὶ ἀγάπης Θεοῦ τεκμήριον τῆς ἀκροτάτης; Τὸν γὰρ πρῶτον τῷ λόγῳ μαθη τευθῆναι προσιόντα, καὶ πρῶτον ἐν μετοχῇ τῆς θεαρχικῆς οἰκειότητος μέλλοντα καθίστασθαι, ἔδει μέτοχόν τε εἶναι τοῦ Πνεύματος ἐκείνου, καὶ σπέρ Πᾶσαν αὐτοῦ τὴν θεοπρέπειαν. τὸ θεοπρεπές το θεοπρό πο; θεωρός θεοπροπία,
col. 63–64page 26 of 261
PG 105:63ματα προέχειν τῶν ἀρετῶν. "Οθεν οἰκείως ἔχων κατὰ φύσιν αὐτῷ, πρῶτος μετὰ τὸν Βαπτιστήν ἐπέγνω Μεσσίαν εἶναι, τὸν ὑπὸ τῶν προφητῶν μαρτυρούμενον Χριστόν· καὶ πρῶτος τῶν ἀποστόλων αὐτομάτοις ποσί, τὸ τοῦ λόγου φερόμενον, προσχωρεῖ καὶ τούτῳ συνοικίζεται. Οὐδὲ γὰρ ἀνέχεται τινας πρὸ αὐτοῦ φοιτῶντας ὁρᾷν, καὶ παρευδοκιμεῖσθαι τῷ ἀγαθῷ· δειλῶν μᾶλλον, ἢ περιεσκεμμένων τὸ πάθος λογιζόμενος οὐδὲ τὴν παρ' ἐκείνου κλῆσιν κατὰ τοὺς ἄλλους ἀναμένει· ὀξύτητι δὲ νοῦ καὶ ἀγχινοίᾳ τὸν ζητούμενον εὑρὼν, θερμότητι τούτῳ πίστεως εὐθέως συμφύεται. Τρόπῳ δὲ φιλαγαθος κεχρημένος, οὐκ ἀνέχεται μόνος τοῦ ἀγαθοῦ κατατρυφᾷν· ὥσπερ δὲ θησαυρόν τινα μέγαν τὸν Ἰησοῦν εὑρηκώς, τρέχει καὶ Σίμωνι τοῦτον παραδεῖξαι· Σίμωνι, ἀδελφῷ τὴν φύσιν, ἀδελφῷ τὴν γνώμην· τὴν τέχνην ὁμοτίμῳ· ἄμφω γὰρ ἁλιεῖς· τὸν τρόπον ὁμοζήλῳ νομομαθεῖς γὰρ ἄμφω, καὶ τῆς αὐτῆς ἀληθείας ὁμοίως συζητηταὶ καὶ ἐρασταί. Τοῦτον πρῶτον ὁ. Ανδρέας εὑρών, Ευρήκαμεν, ἔφη, τὸν Μεσσίαν. Περιχαρείας γέμων ὁ λόγος, καὶ θαυμασίας ἡδονῆς. Οὐδὲν γὰρ οὕτως εὐφραίνειν οἶδε ψυχὴν, ὡς τὸ μετὰ πόνου καὶ πλείστης Ερεύνης εὑρισκόμενον· οἷς γὰρ ἂν ἐκ τοῦ ἀδοκήτου περι τύχοιμεν, κἂν μεγάλα δοκῇ, οὐ μετὰ τοσαύτης προσηκάμεθα τῆς σπουδῆς· καὶ διὰ τοῦτο μόνιμά τε τῷ κεκτημένῳ καθίσταται καὶ βεβαιότερα. Διὸ καὶ οὗτος ψυχῇ μὲν φιλοπόνῳ, φιλολόγῳ δὲ διανοίᾳ προσέχων ταῖς Γραφαῖς, ᾔδει μὲν τὸν Χριστὸν εἰς σωτηρίαν ἀνθρώπων ἐλευσόμενον, κάτ μων μή κάμνων] δὲ τῇ ἐλπίδι, περὶ τὴν τοῦ προσδοκωμένου εὕρεσιν ἐπίνει. Καὶ ἐπειδὴ πρῶτος πάντων εὑρεῖν κατηξιοῦτο, εἰς τε ὄψιν αὐτῷ καὶ λόγους ἧκε βραχεῖς, ἀναθάλλει μὲν τῇ καρδίᾳ τῷ φίλτρῳ τοῦ ἀγαθοῦ· τῷ φωτὶ δὲ τῆς γνώσεως τὸν νοῦν ἀναφθεὶς, πλήρης Θεοῦ γίνεται χαρᾶς· ἧς μόνος οὐ φέρων κατατρυφάν, καὶ Πέτρον ἠπείγετο, ὥσπερ εἶχεν πρῶτον τῆς ζητήσεως, οὕτω καὶ τῆς εὑρέσεως λαβεῖν κοινωνόν· διὸ λέγει· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς Ἰησοῦν. Τούτους πρώτους, καθάπερ ἐκλεκτούς λίθους, τιμίους, δοκίμους, ὁ ἀκρογωνιαίος οἰκοδομῶν ἐφ' ἑαυτὸν, καὶ τῷ τῆς ἀγάπης συν δέσμῳ καταδεσμούμενος καὶ συναρμολογούμενος, ἐπ' αὐτοῖς καὶ τὸν ὅλον ἑξῆς ἱερὸν μαθητῶν ἐποι κοδομεί χορόν. Εἶεν, τὸ μὲν δὴ μέχρι τούτων ιδιοτρόπως ἡμῖν ὑπογράφει τὸν πρωτόκλητον ὁ λόγος· ἐντεῦθεν δὲ, κοινὸς πᾶσιν ὁ τρόπος τῆς κατὰ τὸ Εὐαγγέλιον εὐ δικιμήσεως. "Η τε γὰρ πίστις, καὶ ἡ πρὸς τὸν διο δάσκαλον ἀγαπητική διάθεσις κοινή· ὁμοῖς τοῖς ἀπο στόλοις πᾶσιν ἥ τε κλήσις, καὶ ἡ ἐκλογὴ, καὶ ἡ ἀκου λούθησις τοῦ Χριστοῦ· καί γε τῶν θαυμασίων έργων ἡ ὅρασις, καὶ τῶν ὑψηλῶν μυστηρίων ἡ ἀκρόασις.
col. 65–66page 27 of 261
PG 105:65Καὶ πάντες ὁμοίως, ὥσπερ ἑαυτῶν ἐξεστῶτες, οὔτ τως ὅλοι τῆς τοῦ διδασκάλου φιλίας καθεστῶτες, καὶ τοῖς ὀνειδισμοῖς καλλωπιζόμενοι, καὶ τοῖς ὑπὲρ αὐτοῦ διωγμοῖς καὶ ταῖς ἀτιμίαις καὶ θλίψεσιν ἐγκαυχώμενοι· καὶ πάσχοντι δὲ συμπάσχοντες, καὶ σταυρωθέντι συσταυρωθέντες, εἰς καινότητα τούτῳ συνανέστησαν ζωῆς. Καὶ ὥσπερ τοῦ Θεοῦ Λόγου δι᾿ ἀγάπης καὶ πίστεως, οὕτω καὶ τοῦ τῆς ζωῆς Πνεύματος, πάντες Ομοτίμως γεγένηντο κοινωνοι. Μερικῶς μὲν πρὸ τοῦ πάθους· ἐνεργέστερον δὲ, μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· θειότερον δὲ, μετὰ τὴν ἀνάληψιν, καὶ τελεώτερον, πᾶσιν ὁμοίως οὐρανόθεν ἐν ἤχῳ πνοῆς βιαίας τῆς θεαρχίας τοῦ Παρακλήτου καταπτάσης, καὶ ἕκαστον αὐτῶν πληρωσάσης· καὶ μάρτυρας αὐ τοὺς, ὧν ἀκηκόασιν, εὐαγγελιστάς τε καὶ κήρυκας, ἐπὶ πᾶσαν καταστησάσης τὴν γῆν. Κατὰ ταῦτα τοίνυν οὐκ ἔστιν ἕτερον ἑτέρου προ τιμῆσαι τῶν θεοπτῶν· πάντων οἷα μαργαριτῶν πολυτίμων μιᾷ χάριτι κατηρτισμένων ή λίθων τι μίων ισοτίμως εἰς ἕνα στέφανον δόξης ὑπέρτιμον. τῷ τῶν οὐρανῶν διαπλεκομένων Βασιλεῖ· ἐπειδὴ δὲ τὸ Πνεῦμα τὸ ἅγιον, οἷα κριοί τέλειοι τῶν τοῦ Ἀρο χιποίμενος προβάτων ἡγούμενοι, πάντες ὁμοίως κατὰ τὸν θεάρχιον λόγον ἐνεδύσαντο, ἄλλως μὲν ἐν τεῦθεν ἄλλο μέρος διαλαγχάνοντες τῆς οἰκουμένης, πρὸς τὸν οἰκεῖον τῆς ἀποστολῆς κλῆρον, τῷ εὐαγγελίῳ διακονήσαντες ἐξῄεσαν. Σὺ δέ μοι, σεβασμιώτατε Ανδρέα, ἀξιόθεον πρᾶγ μα, τὸ τῆς ἀληθινῆς ἀνδρίας ὑπόδειγμα, ὁ τῆς καρ τερίας ἀδάμας, ὁ τῆς ὑπομονῆς ἀνδριάς, ἡ μετὰ τὴν πέτραν πέτρα· ἡ μετὰ τὸν Χριστὸν εὐτ θὺς ἀῤῥαγὴς τῆς Ἐκκλησίας κρηπις, τον βορράν κληρωθεὶς, Ιβηρας καὶ Σαυρομάτας, Ταύρους καὶ Σκύθας, καὶ πᾶσαν χώραν καὶ πόλιν, ὅσαι τε πρὸς ἄρχτον Ευξείνου του Πόντου, καὶ ὅσαι πρὸς νότον διάκεινται περιιών, έδραμες ἐν δίψει δοξάζων την Ἰησοῦν. Ἔδραμες ὡραίοις ποσὶν εὐαγγελιούμενος Χριστόν· ὡς πλήρης φωτὸς, καὶ αὐτοφῶς ὤν, πρὸς τοὺς σκοτεινοτάτους· ὡς πραΰτατος, πρὸς τοὺς μανικωτάτους· καὶ ὡς τῷ ὄντι χρηστότατος, πρὸς τοὺς ἀτεράμονας καὶ σκληροτάτους. Κατὰ τοσοῦτον γὰρ ἡ μεγαλοπρέπεια τῆς σῆς ἀρετῆς, καὶ ἡ δόξα Περὶ οὐ σίας οι ἐνεργείας) Ἕτερον ἑτέρου προτιμῆσαι. ισοτιμίαν προνόμια, συναγωγή
col. 67–68page 28 of 261
PG 105:67τῆς ἁγιωσύνης ὑπερφερής, καθ' ὅσον καὶ ἡ τῶν ἐθνῶν ἰτε μήτης τούτων, καὶ ἡ θηριωδία περιφανής. Εγνω γάρ, φησί Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ τοὺς πρὸς ἑκάστην διακονίαν ἐπιτηδείους εἰδὼς, καὶ ἅμα τῇ πρώτη πλάσει τούτοις ἀθεωρήτως συνεισιών, ἀναλόγως τε τῆς ἑκάστου προθέσεως τὴν παρ' ἑαυ τοῦ χαριζόμενος ροπήν, πρὸς τὴν κατ' αὐτὸν ἕκα στον κατευθύνει τελειότητα. Ἐκεῖνος καὶ μετὰ σοῦ τοῖς ἀπηλλοτριωμένοις καὶ ζοφερωτάτοις ἐπιδεδημηκὼς, νοητὰς αὐτοῖς ἐπαφῆκε μαρμαρυγάς. Ολα γὰρ νεφέλῃ φωτός, νεφέλῃ κούφῃ καὶ μυστικῇ τῇ δια νοίᾳ ἐποχούμενος, καὶ τοῖς ἀλαμπέσιν ἐκείνοις ἔθνεσιν ἐπιφοιτῶν, σύμμετρον αὐτοῖς, καὶ ὡς ἦν θεμιτόν, τὴν τῆς θεογνωσίας ἀκτῖνα παρεγύμνωσε διὰ σοῦ. Ἀλλὰ τὶς ὁ τρόπος τῆς τοῦ φιλανθρωποτάτου πρὸς τοὺς ἀπανθρωποτάτους συνουσίας; Πρῶτον μὲν τῷ ὁμογλώσσῳ πρὸς ἑαυτὸν ἐπεσπάσατο τὴν ἀν ἡμερον ἀκοήν· τῷ ὁμοίῳ γὰρ φύσει τὸ ὅμοιον εφέπει ται. Διὰ τοῦτο καὶ γλωσσῶν ἐν εἴδει τὸ Πνεῦμα τοῖς ἀποστόλοις ἐπεφοίτα· καὶ πρὸ τῶν ἄλλων σημείων, ὁ μερισμὸς αὐτοῖς ἐνήργητο τῶν γλωσσῶν, ὡς τῇ κοινωνίᾳ τοῦ λόγου μᾶλλον, ἢ τοῖς ἄλλοις ἅπασι θαύ μασι τῶν ἀτιθάσων ἡμερουμένων ψυχῶν. Τῷ ταυτῷ τοίνυν τοῦ φθέγματος, τὸ ἀγαθοειδές του τρόπου μιγνύς, καὶ ἤπιον, καὶ πραῦ, καὶ τὸ τραχὺ τούτων καὶ ἄγριον ἐν τούτοις καταμαλάσσων καὶ ἀπηνὲς, κατ' ὀλίγον αὐτοὺς ὑπεποιεῖτο. Εἶτα, φίλιον ἑαυτῷ καὶ προσήγορον τῇ συνηθεία τὸ δυσμενὲς καταστησάμενος, οὕτως εὐκαίρως πρὸς ἐπίγνωσιν ὡδήγει Θεοῦ. Καὶ γὰρ τὸ ἐξαίφνης ἅψα σθαι τῆς ὑψηλῆς θεολογίας, οὐ μόνον οὐκ ὤνησεν ἂν τοὺς ἄφρονας καὶ παχεῖς, ἀλλὰ καὶ ὀργῆς πολλάκις καὶ κακίας μείζονος ἀνῆψε πυρκαϊάν. Τὸ δὲ ταῖς κοιναῖς ὁμιλίαις πρότερον τοῖς ἀσεβέσιν ἐθιζόμενον, καὶ ὁμοιότητι τούτοις ἀνομοίῳ φιλιούμενον, φυσικοῖς τε καὶ συντρόφοις υποδείγμασι χρώμενον, οὕτω κατὰ μικρὸν συμβιβάζειν πρὸς εὐσέβειαν, ἀρίστην είναι τάξιν διδασκαλίας καὶ ἔργον ἀποστολικῆς οἶμαι φρε Οὕτως ὁ μέγας ἀπόστολος, τὰ πλευρά του Βορρά μετιών, δρη κατέστησε Σιών. Καὶ γὰρ ὅσοις ίχνος εὐθύτητος μετῆν, ὅσοις μοίρα λογικῆς φρενός και η διανοίας, ἄνθρωπον ὁρῶντες, τῇ τε τοῦ λόγου λαμ πρότητι, τῇ τε τοῦ βίου τελειότητι κατὰ τοσοῦτον ἐκείνους ὑπεραίροντα, καθ᾽ ὅσον αὐτοὶ τῶν θηρίων καὶ τῶν κτηνῶν ὑπερέχειν ὑπελάμβανον, καὶ τούτου παντάπασιν ἡττώμενοι τῆς ἀρετῆς, ὑπεκατέκλινον μὲν τῇ διανοία, προῄεσαν δὲ τῷ δι' αὐτοῦ κηρυττομένῳ φωτί· καὶ τῷ λόγῳ τῆς χάριτος φωτι ζόμενοι, καὶ τῷ τῆς ἀναγεννήσεως ὕδατι καθαιρόμενοι, καὶ τῷ τῆς υἱοθεσίας Πνεύματι τελειούμενος, εἰς Ἐκκλησίας ἁγίας τῷ Ὑπεραγίῳ κατ ηρτίζοντο. ΧΙΧ, Σ.
col. 69–70page 29 of 261
PG 105:69Ωραῖον μὲν τὴν κατασκευήν. πολίχνιον Καὶ οὐ χωρὶς αἵματος τούτοις τὸ μέγα τῆς πίστεως ἐκρατύνετο μυστήριον· ὥσπερ δὲ τὸν Διδάσκαλον καὶ Κύριον τῷ ἰδίῳ αἵματι τὴν αὐτοῦ σφραγίσα διαθήκην, οὕτως ἔδει καὶ τὸν δοκιμώτατον μαθητὴν οὐ ψιλοῖς λόγοις μόνον τὸ τοῦ Θεοῦ σωτήριον εὐαγγελίζεσθαι, ἀλλὰ καὶ οἰκείῳ αἵματι τὴν αὐτοῦ βεβαιῶσαι διδαχήν. Επειδή οὖν πάντας ἄρδην οὐκ ἦν τῇ ἀληθείᾳ συγκαταθέσθαι· ὥσπερ Ἰουδαϊκὴ κατὰ τοῦ Ἰησοῦ πρότερον ἐπῆρτο χεὶρ, οὕτως κατὰ τοῦ ᾿Αν δρέου παρεσκεύαστο Σκυθική· καὶ θυμὸς βασιλέων προπετῆς, καὶ φονώδης ἀρχόντων ὁρμὴ, καὶ θηριώδης επισύστασις λαῶν· καὶ εἱρκταὶ, καὶ μάστιγες ἐντεῦθεν, ελκυσμοί τε καὶ μελῶν σπαραγμοί. Ναὶ δὴ καὶ ξύλα καὶ λίθοι καὶ μάχαιραι, καὶ πᾶν τὸ ἐπιτυχὸν ταῖς μιαιφόνοις χερσίν, ὅπλον κατὰ τῆς τιμίας εφέρετο κεφαλῆς. Καὶ τὸ θύμα πρόθυμον, προθύμως ὑπὲρ τῶν θυομένων αὐτὸν ἱερουργούμενον· καὶ ὡς ὀφείλημα τῷ ὑπὲρ αὐτοῦ τεθυμένῳ πρότερον τὸ οἰ κεῖον ἐπισπένδον αἷμα· καὶ (ὦ τῆς θεομιμησίας!) ὑπὲρ τῶν ἀναιρούντων προσάγων εἰς ἐξίλασμα. Καὶ τί ὁ ᾿Αρχιερεὺς ὁ μέγας; Προσιέμενος μὲν τὴν θυσίαν ἀσμενέστατα, καὶ ὀσμὴν εὐωδίας τὴν τελειότητα τῆς προθέσεως ὀσφρώμενος· ἄρτιον δὲ καὶ ὁλόκληρον αὖθις τὸ λογικὸν ἱερεῖον ἀποκαθιστῶν, καὶ ἐπὶ μείζοσι τοῦτο δόξαις καὶ ἀγωνίσμασι τα μιευόμενος. Οὕτως ὁ μέγας Ανδρέας, τῶν ἀντιτεταγμένων περιῆν, καὶ οὕτως συσταυρούμενος τῷ Χριστῷ, ἐν πᾶσιν ὑπερενίκα διὰ τοῦ ἡγαπηκότος αὐτόν. Πάντα τοιγαροῦν τὰ κλίματα τοῦ βοῤῥᾶ, καὶ πᾶ σαν τοῦ Πόντου τὴν παράλιον, ἐν δυνάμει λόγου σου φίας καὶ συνέσεως, ἐν δυνάμει σημείων καὶ τεράτων τῷ Εὐαγγελίῳ περιλαβών· πανταχοῦ τε θυσιαστήρια, ἱερεῖς τε καὶ ἱεράρχας τοῖς πιστεύουσι καθα ιστών πανταχού, τούτῳ δὴ τῷ περιωνύμῳ Βυζαντίῳ προσεπέλασεν. Ενταῦθα κατὰ πάροδον ὁ θαυμάσιος γεγονώς, καὶ ναὸν παρὰ τῇ ἀκροπόλει τῇ Θεομήτορι δειμάμενος, ναὸν ὡραῖον μὲν τὴν κατασκευήν ἀναλογοῦντα δὲ τὸ μέγεθος τῇ τῶν ἐν ἀρχῇ τότε πε πιστευκότων ὀλιγότητι· καὶ ποιμένα δὲ ἄξιον τῆς προεδρία, της προεδρίας αντάρτῃ πρόεδρον
col. 71–72page 30 of 261
PG 105:71Ἐκκλησίας τὴν μέγαν Στάχυν ἐγκεκληρωχώς, έδει ξεν τὴν εἰς ὕστερον ἐν τῇ πόλει ταύτῃ φανησομένην δαψιλή τοῦ Πνεύματος καρπογονίαν. Οἷα γάρ σίτος κόκκου ὁ ἱερὸς ἐκεῖνος Στάχυς πεσὼν ἐν αὐτῇ, καὶ ταῖς οὐρανίαις ἀρδείαις δροσούμενος· καὶ τῇ ἐπιτηδειότητι τῶν ὑποκειμένων αὐτῷ ψυχῶν καὶ διανοιῶν ἐμπλατυνόμενος καὶ αὐξανόμενος, ἑκατονταπλασίω τὸν τῆς ἁγίας τελεσφορεί πίστεως ἄχρι καὶ τήμερον καρπόν. Διὰ τοῦ Βυζαντίου δὲ Θρᾴκην ὁ θειότατος ἀνὴρ ἐπιών, ἵνα τὰ μεταξύ συντέμω, διὰ Μακεδονίας καὶ Θεσσαλονίκης τοῖς Πελοποννησίοις, καὶ τελευταῖον ταῖς Πάτραις τῆς ᾿Αχαΐας προσχωρεί· ὅπου δή γενό μενος, καὶ ἱερῶς τοὺς ἐγγίζοντας ὁ θεόσοφος ἐκκλη παζόμενος· "Αρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, ὦ ἄν δρες 'Αχαιοί, παρεκάλει, πρὸς οὐρανόν· ῆλιόν τε καὶ σελήνην καὶ ἀστέρας, καὶ πᾶσαν τῶν νοουβ μένων κτίσιν διδασκαλεῖον οὖσαν τοῦ Κτίσαντος ἐπίγνωτε. Ος, ἀεὶ ὧν ὁμοίως ἄναρχος καὶ ἀθάνατος, ἄπειρος καὶ ἀσώματος, ἄληπτος καὶ ἀπρόσε ιτος, πρῶτον μὲν νοερὸν κόσμον καὶ ἄθλον, καὶ οἰκεῖον ἑαυτῷ εἰς δόξαν ὑπεστήσατο· δεύτερον δὲ τὸν αἰσθητὸν τοῦτον καὶ φθαρτὸν καὶ σωμα τικὸν, τὸν ἐξ οὐρανοῦ καὶ γῆς συνεστῶτα, καὶ πάντων τῶν ἐν αὐτοῖς, κατεσκευάσατο. Ιδίαις δὲ τὸν ἄνθρωπον μόνον τῶν ζώων διαπλάσας χερσί, καὶ λόγῳ τοῦτον τετιμηκώς, καὶ νοῦ καὶ σοφίας ἠξιωκώς, τῆς οἰκείας εικόνα μεγαλειότητος ειργάσατο. Τοῦτον ἐν παραδείσῳ θέμενος κατ' ἀρχὰς, τῶν ἐπὶ τῆς γῆς ἐπέταξεν πάντων ἡγεμονεῖν. Φθόνῳ δὲ τοῦ διαβόλου καὶ ἀπροσεξίᾳ ἰδίᾳ τὴν ἐντολὴν τοῦ Θεοῦ παραβὰς, καὶ διὰ τοῦτο τοῦ παραδείσου πεσὼν, καὶ τοῖς κτήνεσι τοῖς ἀνοήτοις παρασυμβληθεὶς καὶ ὁμοιωθεὶς, αὐτοῦ μὲν ἧκεν εἰς λήθην ὁλοτελῆ· τῇ κτίσει δὲ λοιπὸν καὶ τοῖς ὁρωμένοις ἐναπερείδων τὸν νοῦν, καί γε τὸ καλὸν τοῖς ὀφθαλμοῖς νομισθὲν ἀθέως θεοποιῶν, τοῦ ὄντως ὄντος ἀπολισθαίνει Θεοῦ· καὶ οὕτως ἀνθρώποις αὐτοῖς ὁ νοῦς, τοῦ ἑνὸς καὶ ἀληθοῦς τῆς φιλίας ἀποῤῥαγείς, μυρίαις όσαις εἰδώλων καὶ πλάνης περιηνέχθη συμφοραῖς. Διὰ τοῦτο Θεὸς ἄνθρωπος γίνεται· Θεὸς αιών γιος, ἢ ὑπεραιώνιος· Θεὸς ἀπροσδεὴς, τέλειος, μόνος τὴν φύσιν ἀγαθὸς καὶ ὑπεράγαθος· μόνος δυνατὸς τὴν ἰσχὺν καὶ ὑπερδύναμος. Οὗτος οἴκτῳ χρησάμενος, τὸν μονογενῆ, τὸν ἰσοσθενῆ καὶ συνάναρχον αὐτοῦ λόγον, εὐδόκησε δοῦναι τοῖς ἡμαρτηκόσιν ιλαστήριον, ὃς Παρθένον ἁγίαν ἀπειρόγαμον ὑποδὺς, καὶ Θεὸς καὶ ἄνθρωπος ὑπερουσίως ὁ αὐτὸς ἡμῖν γεννηθείς· ἔπειτα μετὰ λαμπρᾶς καὶ θεοπρεπούς τῆς ἐκ λόγων καὶ ἔργων μαρτυρίας αναδειχθείς· ἔπειτα τοῖς ὑπὲρ ἡμῶν σωτηρίοις παθήμασι, καὶ τῷ θείῳ σταυρῷ προσ. μιληκώς, καὶ ἐκ τῶν νεκρῶν τριήμερος ἀναστάς, καὶ ἔμπροσθεν ἡμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν, οι
col. 73–74page 31 of 261
PG 105:73ἡ ἐν δεξιᾷ κεκάθικε τοῦ Θεοῦ· ὃς καὶ τὸ Πνεῦμα φωτίσθητε νοῦν, καὶ οὕτως τῆς ἐναγούς τῶν γενήσεσθε ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ. (11') Μαξίμιλλαν ἀνθυπάτου τὴν γαμετήν. αὐτοῦ τὸ ἅγιον, μετὰ ταῦτα πλουσίως ἐξέχεεν ἐφ' ἡμᾶς, οὗ τῇ δυνάμει καὶ τῇ ἐπικλήσει, και ὡς ὁρᾶτε, δαίμονες τῶν ἀνθρωπίνων σωμάτων ἐξελαύνονται, νόσοι δραπετεύουσι, τυφλοὶ ἀνα βλέπουσι, κωφοὶ ἀκούουσι· καὶ ἀναῤῥώννυνται μὲν χωλοὶ, ἀνίστανται δὲ νεκροὶ, καὶ πάθη πάντα ψυχῶν καὶ σωμάτων ανίατα, μόνῳ καταργείται τῷ ὀνόματι τοῦ Χριστοῦ. Τοίνυν παραγγέλλομεν ὑμῖν, ὦ ἄνδρες σοφώ τατοι, καὶ παραινοῦμεν, μὴ ἀποστραφῆναι τὴν λόγον τῆς ζωῆς ταύτης, τὸν δι' ἡμῶν ἐν ὑμῖν καταγγελλόμενον· ἀλλὰ ταῖς ποικίλαις ταύταις βεβαιούμενοι δυνάμεσι, πιστεύσατε ἐνὶ Θεῷ ζῶντι, καὶ τῷ τούτου Μονογενεῖ τῷ ὑπὲρ ἡμῶν ἀνθρωπισθέντι καὶ σταυρωθέντι καὶ ἀναστάντι, καὶ εἰς οὐρανοὺς ἀνελθόντι, καὶ ἐρχομένῳ πάλιν μετὰ δόξης ἐκ τῶν οὐρανῶν, κρίσιν ποιήσασθαι ζώνε των καὶ τῶν νεκρῶν, καὶ ἀποδοῦναι ἑκάστῳ κατά τὴν πρᾶξιν αὐτοῦ. Τούτῳ πιστεύοντες, βαπτίσθητε ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος λαμβάνοντες, φωτίσθητε ψυχήν, δαιμόνων ἀποκαθαιρόμενοι τελετής, κληρονόμοι Τοιαύταις ἀεὶ διδαχαῖς, τηλικούτοις δὲ τέρασιν πᾶσαν ἐπὶ πολὺ τὴν ᾿Αχαΐδα γῆν, ὁ θαυμασιώτατος ἐξιστῶν, ὑπεξῆγε μὲν τῆς τῶν εἰδώλων πλάνης κατὰ μικρόν· προσήγετο δὲ τῇ ἀληθείᾳ, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, γέροντας, νήπια, ἄρχοντας, ιδιώτας, σου φούς τε καὶ ἀμαθεῖς, πλουσίους καὶ πένητας. Επι τοσοῦτον δὲ τὸν λόγον αὐξάνεσθαι καὶ κραταιοῦσθαι, ὥστε καὶ Μαξίμιλλαν ἀνθυπάτου την γαμετήν (11'), καὶ Στρατοκλέα δὲ τὸν αὐτοῦ σύγγονον, τῷ τῆς ἀλη θείας καταθέσθαι Θεῷ· καὶ βαπτισθέντας, τῇ τοῦ Αποστόλου προσκαρτερεῖν διδαχῇ. Οὕτως εἰδωλολατρεία πᾶσα τῶν Ἑλλήνων καὶ βαρβάρων· καὶ δει μόνων ἐφρὺς οὕτω πᾶσα, διὰ τῆς ἐν τῷ ᾿Ανδρέᾳ τοῦ Ἰησοῦ δυνάμεως ἐμειοῦτο καταργούμενα· καὶ οὕτως αἱ Ἐκκλησίαι τοῦ Κυρίου ἡμέραν ἐξ ἡμέρας ὑψοῦντο, τῇ πίστει στερεούμεναι. Ἐπεὶ δὲ τοῦτον ἐπὶ πολὺ τὸν τρόπον ὁ μακαριώ γυναικὸς ἡστόχει καὶ ἀδελφοῦ,
col. 75–76page 32 of 261
PG 105:75τατος βεβιωκώς, τὸ ἔργον τετελείωκε τοῦ Χριστοῦ καὶ αὐτὸς μὲν ἐσχάτῳ γήρει τὸ σῶμα πεπονηκὼς ἐπίθει τὴν ἀνάλυσιν, ἐκάλει δὲ τοῦτον ἄνωθεν ὁ ὑπερ ουράνιος Νυμφίος πρὸς ἑαυτόν· καὶ ὁ Πατὴρ δὲ ὁ ὑπέρθεος τὰς ἀγκάλας ὑφηπλωκώς, εἰς τοὺς γάμους προσεδέχετο τοῦ Μονογενούς, καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὠδοποιει τούτῳ τὴν ἄνοδον καὶ κατίθυνε τ τε νυμφὼν αὐτῷ ὡς πανάγνῳ παγκάλως διηνέψατο, καὶ οἱ Σεραφεὶμ μὲν κύκλωθεν ἑστῶτες τὴν τρισάγιον αίνεσιν ἡρμόζοντο· οἱ Χερουβεὶμ δὲ, τῷ ἐπὶ τοῦ θρόνου τὴν δόξαν εὐλογημένην ἀνεβάλλοντο, καὶ οἱ θρόνοι πρὸς ὑποδοχήν, καὶ πᾶσαι δὲ τῶν οὐρανίων αἱ Δυνάμεις τῷ τιμιωτάτῳ τοῦ Θεοῦ παιδὶ πρὸς δεξίω τιν παρεσκευάζοντο· καὶ οἱ μὲν τῶν ἱερῶν νέων ἐπ' αὐτὸν οὐρανόθεν ἐκεῖ καταβαίνοντες, οἱ δὲ ἀναβαίνοντες, λείαν αὐτῷ καὶ ἄγαν εὔπορον τὴν ἀνάβασιν ἡτοιμάζοντο, ἔδει λοιπὸν αὐτὸν κάτω τὸ τοῦ σώματος Ευτρον ἀφέντα, πρὸς τὸν ὑπερούσιον ἀσωμάτως ἀναπτῆναι· καὶ τοῦ τῆς σαρκὸς πάχους ραγέντα, γυμνῷ τῷ Πνεύματι πρὸς τὸ Πνεῦμα καθαρῶς ἐνδημεῖν. Εδει μεἶναι τὴν γῆν ἐπὶ γῆς, εἰς ἁγιασμὸν ἐσομένην τῇ γῇ, καὶ τῆς αὐτοῦ πίστεως ενέχυρον, τὸ ἱερὸν σκήνος καταλιπεῖν τοῖς πιστοῖς, αὐτὸν δὲ τοῦτον ἀρθῆναι πρὸς οὐρανὸν, τῷ ὑπερουρανίῳ συν εσόμενον.. Ἀλλὰ τί τὸ τῆς ἀναλύσεως ὄργανον; Σταυρός, τὸ σημεῖον τοῦ ἐσταυρωμένου, τὸ σκήπτρον τοῦ Παμ βασιλέως, ἡ δόξα τοῦ Χριστοῦ, τὸ ἄθραυστον πάντων τῶν ἁγίων ὅπλον. Σταυρός, ὥσπερ ὄργανον μὲν πρόσ τερον θανατικὸν τῷ Ἰησοῦ πρὸς τῶν Ἰουδαίων κατα σκευασθείς, σύμβολον δὲ ζωῆς παρ' αὐτοῦ τοῖς ἁγίοις πάτι δοθείς· οὕτω καὶ τῷ πιστοτάτῳ τοῦ ἐσταυρωμένου Χριστοῦ μαθητῇ, τοῦ θανάτου μὲν ὄργανον πρὸς τοῦ Αἰγεάτου καταπηχθείς, καὶ τὸ αἴτιον, ὅτι ὴ γυναικὸς ἡστόχει καὶ ἀδελφοῦ, τῆς ᾿Ανδρέου πίσ στεως καὶ θεηγορίας ηρτημένων· ζωῆς δὲ ξύλον, οὐ Μαξιμίλλῃ, καὶ τῷ Στρατοκλεί μόνον, ἀλλὰ καὶ πά στις ὁμοῦ ταῖς Πάτραις, καὶ τῇ ᾿Αχαΐα σωτηρίας ὑπόθεσις γεγονώς. Καὶ γὰρ ὑψωθεὶς ὁ πρεσβύτατος ἐπὶ τοῦ ξύλου καὶ οὐ προσηλωμένος, ἀλλ' ἐφ' ἡμέραις αὐτῷ προσ δεδεμένος τρισὶν, ὥσπερ ἀπὸ σκοπιᾶς τινος ἢ ἀκρω ρείας τοὺς παρεστώτας αὐτῷ λαοὺς ἐφορῶν, καὶ τὰ της μυσταγωγίας ῥήματα παρατιθείς, σαρκὸς μὲν παρήνει παραμελεῖν· ἡδονῆς τε σώματος ἡττᾶσθαι μηδεμιᾶς, μηδέ τι τῶν ὁρωμένων ἢ λυομένων ἄξιον ἡγεῖσθαι σπουδῆς· μόνης δὲ ψυχῆς καὶ τῆς κατ' αυτ τὴν ἐνεργείας, τῆς κατὰ πίστιν ἀληθείας φημί, τῆς πρὸς τὸ τῶν ἐφετῶν ἀκρότατον ἐκστατικῆς ἀναγωγῆς, καὶ κοινωνικῆς ὁμοιότητος καὶ συναφείας θεο λογικῆς, πάσῃ σπουδή, πάσῃ μηχανῇ καὶ παντὶ σθέ νει χρεὼν ἔλεγεν ὁ θεόληπτος ἐπιμελεῖσθαι. Ο ὑπέρθεος. υπέρο Θεος,
col. 77–78page 33 of 261
PG 105:77Τούτου μόνου φροντίζειν ὅτι μάλιστα δεῖν, ὡς ἔργου καθεστῶτος Θεοῦ, καὶ περὶ τοῦτο προηγουμέν νως πονεῖν· κτήσεως δὲ γηΐνης πάσης, ὡς θεούσης, ὑπερορᾷν· εὐπαθείας σώματος, ὡς οὐ μενούσης, ὑπερφρονεῖν· καὶ ψυχῆς δὲ ὑπὲρ ἀρετῆς πονούσης, ἀνδρίζεσθαι παρήγγελλε, καὶ μὴ ἐκκακεῖν· θάνατον δὲ μόνον εἰδέναι φιλόσοφον, τὴν ἁμαρτίαν καὶ ἀσέ βειαν. θάνατον τοῦτον ἀληθῆ, τὴν ἀληθῆ ζωὴν ἀγνοεῖν, καὶ μυωπάζειν τοὺς τῆς καρδίας ὀφθαλμούς, ὡς μὴ ταῖς ἀκτῖσι τῆς πίστεως καταυγασθῆναι Χρι στοῦ. Τοῦτο θάνατον ἔφασκεν εἶναι φρικτὸν καὶ πι κρόν· τὸν παρὰ τῶν ἀπίστων δὲ ἐπαγόμενον, πάσης ἡδίω τρυφῆς καὶ ζωῆς αἴτιον ἡγεῖσθαι, ὡς αὐτῇ προσάγοντα τῇ αὐτοζωᾖ, τῷ αὐτοφωτὶ, καὶ τῷ φώτων Πατρί· τῷ πάσης καλλοποιῷ καλλονῆς, τῷ πάσης ἀγαθότητος ἀγαθοποιῷ. Μὴ οὖν ἐπὶ τοῖς ἀναιροῦσιν, ὦ τέκνα, δυσχεραίνειν. Ακοντες γὰρ ζωοποιοῦσι· καὶ κακοῦν νο μίζοντες, εὐεργετοῦσι· καὶ ἀτιμοῦν οἰόμενοι, τι μῶσι· καὶ θλίβειν ἡγούμενοι, πρὸς τὴν ἀληθινὴν καὶ ἄρρευστον παραπέμπουσι χαράν. Ούκουν ἐμοὶ δυσθυμίας, οὐκ ἀνίας, οὐδὲ λύπης αἰτία, ἡ ἄδικος αὕτη νομιζομένη κρίσις. Ἦν ἄν μοι, φησὶν, σφό δρα λυπηρά, καὶ ὄντως θανάτου πρόξενος, είπερ ἔνδικος ἦν· εἰ κακουργοῦντες εάλωμεν· εἰ ἀξίου ἑαυτοὺς θανάτου τῷ Αιγεάτῃ παρεστήσαμεν είν δὲ ζωὴν ἀληθῆ, ζωὴν μένουσαν ἄῤῥητον, ἦν τοῖς ὀφθαλμοῖς ἑωράκαμεν, ταῖς χερσὶν ἐψηλαφήσα μεν· ἧς διὰ πείρας ἐγνώκαμεν τὴν δύναμιν, ταύτ την ευαγγελιζόμενοι, καὶ βουλόμενοι πάντας ὅσον ἐφ' ἡμῖν, τοῦ ἀγαθοῦ λαβεῖν κοινωνούς, καὶ τοι ούτοις περιπίπτοντες δι' αὐτὴν, οὐ τιμωρούμεθα, δοξαζόμεθα δέ· οὐ κολαζόμεθα, σωζόμεθα δέ οὐδ᾽ ὡς ἄν τις υπολάβοι, θανατούμεθα, ζωούμεθα δέ. Τί γὰρ τὸ ὑπὲρ ἀρετῆς ἀδικεῖσθαι καὶ τιμωρεῖσθαι ὁ ἀνδρειότατος ἐφιλοσόφει, ἀλλ' ἡ δικαιοῦσθαι καὶ στεφανοῦσθαι; Τί δὲ τὸ ὑπὲρ τῆς Ἰησοῦ δόξης σταυροῦσθαι καὶ νεκροῦσθαι, ἀλλ' ἡ ζωοποιεῖσθαι καὶ θεοῦσθαι· καὶ ὥσπερ τῇ ὁμοιότητι τοῦ πάθους, οὕτω καὶ τῇ κοινωνίᾳ τῆς δόξης συμφύεσθαι, καὶ συμ βασιλεύειν αὐτῷ εἰς τοὺς αἰῶνας; Καὶ ταῦτα μὲν πρὸς τὸ πλῆθος· ἑαυτοῦ δὲ πάλιν ὁ τῷ ὄντι φιλοσοφώτατος γινόμενος, καὶ πρὸς τὸν ἐν αὐτῷ μένοντα τὸν λόγον ποιούμενο;, Εὐχαριστῶ σοι, φησί, τὸ ἐμὸν ἐντρύφημα καὶ καλλώπισμα, τὸ ἐμὸν ἀγαλλίαμα καὶ ὕψωμα, τὸ ἐμὸν φῶς, τὸ ἐμὸν κράτος, τὸ στεφάνωμα τὸ ἐμὸν, ἡ ἐμοῦ περι ουσία, ἡ ἐμὴ δόξα, ἡ χάρις ἡ ἐμὴ, τὸ ἐπιπόθητον ὄνομα, τὸ θεάργιον όνομα. Εὐχαριστῶ σοι, Ἰησοῦ, τῇ ζωῇ μου, τῇ ἀνα πνοῇ μου, τῷ γαυριάματι τῆς καρδίας μου, τῷ καυχήματι τῆς διανοίας μου, οὗ ἐρῶ Θεοῦ ἔρωτι, οὗ ἀναίμην αἰωνίῳ τρυφῇ, ὃν ἔχω, δν διψώ, ζω, καὶ ᾧ δέδεμαι, καὶ πρὸς ὅν ἐπείγομαι καὶ ἀνάγομαι, καὶ συντεταμένως ἀνατείνομαι.

Oration VOratio V

col. 79–80page 34 of 261
PG 105:79Εὐχαριστῶ σοι. Χριστέ, τῷ Κυρίῳ μου καὶ Θεῷ μου καὶ Βασιλεῖ μου, ὅτι με πρὸς τοῖς ἄλλοις, καὶ τῇ κοινωνίᾳ τετίμηκας τοῦ σοῦ πάθους· ὅτι με τὸν δρόμον τελέσαι καλῶς, τὸν ἀγῶνα νομίμως ἀγωνίσασθαι, καὶ τὴν πίστιν ἐνίσχυσας βεβαίαν τηρῆσαι. Καὶ νῦν διὰ τοῦ σταυροῦ τούτου ύψους μενον, πρὸς σὲ χαρμοσύνως ὑπόλαβε, φιλοφρό της δεξίωσαι, πατρικῶς εναγκάλισαι· καί γε παρὰ σοὶ μένειν, ἐν σοὶ ζῆν, ἀγαλλιᾶσθαι δι' αιώνος ἐν σοὶ, κατατέρπεσθαι καταξίωσον ἐν σοὶ, καὶ τῆς σῆς ὡραιότητος, τῆς σῆς βασιλείας κατατρυφᾷν, ἧς οὐδέν μοι τῶν ἐπὶ γῆς κατ' οὐδένα προτετιμῆσθαι καιρόν. ᾿Αλλὰ καὶ τὰς τῶν ἐκκλησιῶν ἀπαρχὰς, τὰς συναγωγὰς τῶν πιστῶν, τὰ τῶν ἐμῶν ἀκροθήνια πόνων, τὰ δράγματα της γεωργίας τῆς ἐμῆς, ὁ τῷ τῷ περιπεποίημαι Πνεύματι, φυλασσέ μοι, Χρι στέ, καὶ τήρει, καὶ σκέπε τῆς βασκανίας τοῦ που νηροῦ. Μεγάλυνον σου τὸ ποίμνιον, ἀγαθέ, κρα ταίωσον, ἰσχυρέ· σθένωσον, πολλαπλασίασον, ὥστε πᾶσαν ψυχὴν ἀνθρώπου τῆς ἀπάτης έλευ θερουμένην τοῦ δυσμενούς, πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου καθορμισθῆναι· ὥστε τῆς σῆς πλησθῆναι τὴν γῆν. Τοιούτοις ρήμασι, καὶ ἔτι πολλῷ πλείοσι καὶ κρείττοσιν, ὦ τρισμακαριώτατε μαθητά, τῷ διδασκάλῳ καθομιλῶν, καὶ ὅλος ἐν τῷ Θεῷ ἐξεστώς, εἶδες μὲν ἀνεργότας σοι κρυφίως τοὺς οὐρανούς· εἶδες δὲ καὶ τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ὑπέσχετο, μυστικῶς ἐμφανισθέντα σοι, καὶ νοερωτάτοις καρδίας όμμασιν ὑψηλῶς καὶ θεοπρεπῶς αὐτῷ προσβαλών, καὶ ἀῤῥήτῳ τινὶ καὶ μυστικῇ θυμηδίᾳ καὶ τερπνότητι συνδεόμενος καὶ ἐφεπόμενος, συνανελήφθης μετὰ παρρησίας καὶ ἀγαλλιάσεως εἰς τοὺς οὐρανούς· καὶ οἷα χιτῶνα τὸ ἱερώτατον σκήνος τῷ ξύλῳ καταδεδεμένον ἀφεὶς, αὐτὸς ἐπήρθης τῷ πνεύματι, καὶ σύμμορφος ὄντως ὤφθης ἐν ὑψίστοις, τῷ σώματι τῆς δόξης Χριστοῦ. Χαῖρέ μοι τοιγαροῦν, ὦ πρωτόκλητε καὶ προβά θμις τῶν ἀποστόλων καὶ ἀρχηγέ· ὁ μετὰ τὸν σύγγονον μὲν τὴν τάξιν εὐθὺς, τὴν κλῆσιν δὲ πρὸ αὐτοῦ· τῆς εἰς τὸν Σωτῆρα δὲ πίστεως καὶ μαθητείας, οὐ τῷ Πέτρῳ μόνον, ἀλλὰ καὶ τοῖς ὅλοις γενόμενος ἀπαρχὴ μαθηταῖς. Χαῖρε, ὅτι τῷ προδρόμῳ λύχνῳ προκαταυγασθείς, δι' αὐτοῦ πρὸς τὸν Ἥλιον τῆς δικαιοσύνης έχειραγω γέθης· ὅτι πρῶτος τὸν Ἀμνὸν τοῦ Θεοῦ καὶ καλὸν Παμένα τῶν προβάτων ἐπεγνωκώς, ὡς ἀρνίον ἄκα κον, ἄχρι θανάτου, θανάτου δὲ σταυροῦ, τούτῳ σαφῶς ἐπηκολούθησας· διὸ καὶ πρὸς τὸν οὐράνιον γεννήτορα συνυψούμενος, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος συνειδιών, τοῦ ὑπερτάτου πάντων ὀνόματος κατηξιώθης. Χαῖρε, ὅτι τὸν ἀληθῆ τῶν ψυχῶν Νυμφίον, πρῶτ Καὶ προβάθμιε. ἐπιγνώσεως καὶ δόξης σύμπασαν, ὡς τάχιστα, προβάθμιος,
col. 81–82page 35 of 261
PG 105:81τος τοῦ νυμφαγωγοῦ ταῖς μαρτυρίαις ἐπεγνωκώς, καὶ τοῖς τῆς ἀγάπης μέτροις εὐθὺς ὅλος κατατρωθείς, καὶ κατακράτος τῆς αὐτοῦ γλυκύτητος ήττηθείς, καὶ αὐτῷ τρόπον ἐλάφου διψητικώτατα προσδραμών, καὶ τῶν ζωηρῶν ναμάτων ἀναπλησθείς τε καὶ μεθυσθείς, ἐκ τοῦ περισσεύματος τῆς ἐν σοὶ πιότητος ἐμέθυσας πολλούς· καὶ χειμάρρους τρυφῆς ἔθνεσι γέγονας πολλοῖς, οἷς ὥσπερ ὕδωρ πολὺ κατακαλύπτον θαλά σας, τὴν γνῶσιν κατακόρως ἐναπηρεύξω Χριστοῦ. Χαῖρε, ὅτι τῆς αὐτοπροσώπου θέας τοῦ Ἰησοῦ καταξιωθεὶς, τήν τε νοητὴν θάλασσαν, καὶ τὴν αἰ σθητὴν ὑπ' αὐτῷ κυβερνήτῃ διαπλεῖς, καὶ τοῖς ὠμο φάγοις τῶν ἀνθρώπων ἐπιδημῶν, οὐ κατεβρώθης ὑπ' αὐτῶν, ἀλλ' ἐζώγρησας τῷ Χριστῷ· οὐ κατηναλώ θης, τὸν ἐμφωλεύοντα δὲ τούτοις δράκοντα ἀνεῖλες αὐτοὺς δὲ, θαυμασίοις ἔργοις έκστήσας, καὶ τῷ Κυ ρίῳ πιστεύειν ἀναγκάσας, ἐκκλησίας ανεστήσω Χρι στῷ. Χαῖρέ μοι, ἐσταυρωμένε τοῦ ἐσταυρωμένου· εὐλογημένε τοῦ εὐλογημένου· Αγαπημένε τοῦ ἠγαπημένου, μαθητὰ καὶ κήρυξ καὶ ἀπόστολε, καὶ θειότατε λειτουργέ· τὸ τῶν ἀγγέλων ὡράϊσμα, τὸ τῶν ἀπο στόλων ίδρυμα, τῶν ἁγίων στήριγμα, καὶ τῆς Ἐχε κλησίας ἑδραίωμα καὶ καλλώπισμα. Χαῖρε καὶ ἀγαλλία σφόδρα ἐν Χριστῷ Ἰησοῦ, τῷ ὥσπερ ἐν ἅρματι Χερουβείμ ἐπαναπαυομένῳ ἐν σοί καὶ ὡς τοῦ καθ' ἡμᾶς ἔθνους ἀπόστολος, καὶ προγο νικὸς ὑπερασπιστής, καὶ ὡς πατρικὸς ἀντιλήπτωρ καὶ κηδεμών,εὐσπλάγχνως δέομαί σου καὶ οἰκτιρμόνως καὶ τῆς ἡμετέρας ταπεινότητος μέμνησο, καὶ τὸν ἀγαθόν σου Πατέρα καὶ Θεὸν δυσωπῶν, κατεύθυνον ἡμῖν τὴν ὁδὸν πρὸς αὐτὸν, ἵνα κατὰ τὸν λόγον αὐτοῦ, καὶ τὰ κρίματα τῆς δικαιοσύνης ἀμώμως ἐπὶ τῆς γῆς πολιτευσάμενοι, καταξιωθῶμεν τῷ παμβασιλεί διὰ σοῦ προσενεχθῆναι μετὰ δόξης, Χριστῷ· ᾧ πρέ πει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶν νας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Ε'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Ιάκω βον τὸν τοῦ Ζεβεδαίου Πρώην μὲν ἡμᾶς ἡ ζῶσα τῆς ἀληθινῆς θεολογίας πηγή, ἡ μυστικὴ τοῦ Παρακλήτου βροντή, ἡ ἐναρ
col. 83–84page 36 of 261
PG 105:83πρῶτος τοῦ Θεοῦ Λόγου Θεολόγος, πρὸς ὕμνησιν τῶν μικρός, όμωνυμίας αὐτοῦ θαυμασίων ἀγαθοπρεπῶς ξεναγαγών, πολυ πατὴρ τοῦ Θεολόγου ὁ Ζεβεδαῖος ἦν· ἡ δὲ μήτηρ, Σαλώμη, θυγάτηρ Ιωσήφ τοῦ μνηστευσαμένου τὴν Θεοτόκον. 'Ο δὲ Ἰωσὴφ υἱοὺς ἔσχε τέσσαρας, Μά χώδον, Συμεών. Ἰούδαν καὶ Ἰωσή· καὶ θυγατέρας τρεῖς· τήν τε Εσθήρ, την Μάρθαν καὶ τὴν Σαλώ μην, ή τις ἦν γυνή Ζεβεδαίου. Εντεῦθεν ὁ Σωτὴρ, θεῖος ἦν Ἰωάννου, ὡς ἀδελφὸς Σαλώμης της θυγα δύο θυγατέρες, Μαρία, καὶ ἡ Σαλώμη καλου Τί δὲ διάκονοι, ἀλλ' ἡ μιμηταὶ τῶν ἀγγελικών δυνάμεων, λειτουργοῦντες αὐτῷ λειτουργίαν καθαρὰν καὶ ἄμωμον; ὡς στέφανος ὁ ἅγιος Ἰακώβῳ τῷ μακαρίῳ, καὶ Τιμόθεος καὶ Λίνος Παύλῳ, καὶ ᾿Ανέγκλητος καὶ Κλήμης Πέτρῳ. ἀδελφοθέῳ
col. 87–88page 37 of 261
PG 105:87τελῆ μὲν ἡμῖν τράπεζαν σεπτῶν ἐννοιῶν· ἡδεῖαν δὲ ότι μάλιστα παρεσκευάσατο φιλοτησίαν· οὗ τῆς ἀφθόνου καὶ ζωηρᾶς κατατρυφῶντες εστιατορίας, καὶ τῇ δαψιλείᾳ τῆς χάριτος πληρούμενοι καὶ θερμαινόμενοι, οίά τινα μικρὰν ἐκ καρδίας τῶν λόγων αὐτῷ προσενηνέγκαμεν ἐρυγήν· τῆς μὲν εὐεργεσίας άξιον προσενεγκεῖν ἔχοντες οὐδέν· ὡς ἂν δὲ μὴ ἀχαριστίας δεινὴν ἀποισώμεθα γραφήν, κατὰ δύναμιν τὸν ἔπαι νον εἰσενεγκόντες. Νυνὶ δὲ μετ' αὐτὸν, ἄλλη μυστική διαδέδεκται τράπεζα, καὶ ἄλλος ἡμῖν ζωηρύτου πόματος μετ μεστωμένος προεβήθη κρατήρ· καὶ ὁ ἑστιάτωρ ὡς φιλότιμός τε καὶ δαψιλής, οὐδὲν ἐκείνου τῆς μεγα λοπρεπείας λειπόμενος· πάντα δὲ τρόπον ἐξισούμενος, ἀδελφὸς τὴν φύσιν, ἀδελφὸς τὴν πίστιν. Ἑνὸς γὰρ ἑκάτεροι πατρὸς, ὥσπερ τοῦ Ζεβεδαίου κάτω, οὕτως ἄνω τοῦ Θεοῦ· ὀνόμασι μόνοις Ιωάννης καὶ Ἰάκωβος διενηνόχασι, μικροῦ τοῖς πράγμασι συν απτόμενοι· ίσοι τὴν γνώμην, ἴσοι τὴν χάριν, ἴσοι τὴν ἀρετὴν καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν. ἂν ἀληθῶς Κύριος εἷς, ὁμοίως δρώμενός τε καὶ πιστευόμενος, ὁμοίως προσκυνούμενός τε καὶ λατρευόμενος· μία κλῆσις, μία πρόθεσις, ἐλπὶς μία, ὥσπερ καὶ βά πτισμα εν. Ομότιμοι τὴν ἐν γράμματι λατρείαν, ὁμότιμοι τὴν πρὸς τὸ πνεῦμα μετάθεσιν. Ομόφρονες τήν ἐπίγνωσιν τοῦ Πατρός, ὁμόφρονες τὴν εἰς τὸν Μονο γενῆ καὶ ἀγάπησιν· οὐ μόνον δὲ, ἀλλὰ καὶ πρὸς τὴν τοῦ Πνεύματος συγκατάθεσιν καὶ ὑποταγὴν οἱ αὐ τοί. Διὸ καὶ Βοανεργές, δ ἐστιν υἱοὶ βροντῆς, ἄμφω πρὸς αὐτῆς κέκληνται τῆς ἀληθείας, ὡς ἑνὶ καὶ τῷ αὐτῷ Πνεύματι πρὸς τὴν τοῦ Εὐαγγελίου μεγαλοφωνίαν καταρτιζόμενοι καὶ κροτούμενοι· ὀφθαλμοὶ δύο τῆς ἁγιοπρεπείας Ἰησοῦ, τὴν ἀνωτάτω τοῦ Δεσποτικοῦ σώματος κατέχοντες σκοπιάν· καὶ πρῶ τοῦ τῶν θεαρχικῶν ἀκτίνων ὁμοίως, ὡς ἁπλοῖ καὶ διειδεῖς καὶ φωτοφανεῖς ἀποπληρούμενοι· καὶ ἀγαθοπρεπῶς ὅλον δι᾿ ἑαυτῶν καταλάμποντες τὸ σῶμα. Κορυφαίοι τὴν τάξιν ὡσαύτως, ώς τῇ κορυφαίᾳ τῶν ἀρετῶν ἀγάπῃ πάντων μᾶλλον τῷ τοῦ Θεοῦ προσ ψκειωμένοι ἀγαπητῷ. Διὸ καὶ πρωτόθρονοι, καὶ ἰσή τιμοι καὶ πάντων μικροῦ φάναι πρόκριτοι, ὡς τῆς ἴσης καὶ πρώτης παρὰ τῷ Παμβασιλεῖ κατηξιωμένοι τιμής. Τοῦτον οἱ τῆς βροντῆς υἱοὶ τὸν τρόπον ἐνούμενοι καὶ ταυτιζόμενοι, πῶς οὐ τὸν αὐτὸν τῆς εὐφημίας προσοίσονται λόγον; αν γὰρ οἱ ἀγῶνες ἴσοι, καὶ αἱ ἀναῤῥήσεις αἱ αὐταί· ὧν δὲ κοινὴ τῆς ἀρετῆς ἡ κτή σις, κοινοὶ δῆλον ὅτι οἱ στέφανοι. Τίς οὖν τὰ ἀδιαί μετα διελεῖν, καὶ τὰ κατὰ φύσιν καὶ γνώμην ήνω ἐξοχὴν
col. 89–90page 38 of 261
PG 105:89ἡμῖν ἑκατέρῳ τὸν αἶνον ἰδίᾳ διαπλέκοιμεν; & γὰρ ἂν τις εἴποι περὶ τοῦ ἑνὸς, ταῦτά γε τυχὸν καὶ τῷ ἑτέρῳ ἐφαρμόσειεν. Η, τὰ μὲν ἄλλα, καθάπερ είρηται, ταυτιζομένους, τῷ τρόπῳ δὲ τῆς πρὸς τὸν Χριστὸν διαφορουμένους ἀναλύσεως· κοινοποιητέον μὲν κατ' ἐκεῖνα· διαιρετέον δὲ τὸν λόγον κατὰ ταῦτα. μένα πειράσαιτο διιστᾷν; Πῶς δὲ τῶν προκειμένων Καὶ γὰρ τὴν ἐξ ἀνθρώπων γέννησιν πρῶτον καὶ ανατροφήν λαχόντες τὴν αὐτὴν, καὶ ὑπὸ τοῖς αὐτοῖς ἤθεσι καὶ μαθήμασι παιδοτριβούμενοι, καὶ τῇ παρ τρικῇ τέχνῃ τῆς ἁλείας προσασχολούμενοι, καὶ τὰ πολλὰ τῇ θαλάσσῃ προσέχοντες, καὶ ἄγκιστρον καθιέντες, καὶ δίκτυον χαλῶντες, καὶ αὖθις ἀνακαι θαίροντες· μετὰ ταῦτα δὲ τῆς αὐτῆς ὁμοίως προς τοῦ θεαρχικωτάτου κλήσεως ἀξιωθέντες· ὥσπερ μια μὲν ψυχῇ, δυσὶ δὲ σώματι χρώμενοι, μίαν ἀμφότεροι τὴν τῆς θεογνωσίας περιελάμφθησαν ἀκτῖνα. Καὶ καθάπερ ἀστραπῆς ἄνωθεν διαλαμψάσης, μίαν τὴν ἀπ' αὐτῆς αὐγὴν πάντες ὁμοίως οι προσέχοντες ἐνα απαστράπτονται, οὕτω δὴ καὶ οὗτοι τῆς Δεσποτικῆς κλήσεως ἠξιωμένοι, ἕπεσθαι μὲν αὐτῷ παρεγγυώσης ἀνθρώπων δὲ ἁλιεῖς ποιεῖν ὑπισχνουμένης, οὐκ ένα εδίασαν τῷ ξενίζοντι τοῦ ῥήματος, οὐκ ἀπορίᾳ τὴν κλῆσιν διεκρούσαντο, οὐδ' ὥσπερ 'Αθηναῖοι τὸν Παῦ λον εἰς τὴν ἑξῆς ὑπερετίθεντο· ὁμοῦ δὲ τῷ λόγῳ περιαστραφθέντες τὸν νοῦν, καὶ ὥσπερ ύλης ἐπιτηδειότητι, τῇ τῆς διανοίας ευθύτητι τὸ οὐράνιον και ταδεξάμενοι πῦρ, ἐπελάθοντο μὲν εὐθὺς ἑαυτων ἐπελάθοντο δὲ οικειότητος φυσικῆς· καὶ τὸν πατέρα μετὰ τοῦ πλοίου καταλιπόντες, καὶ συγγενείας ὑπερ ιδόντες, καὶ τῆς συνήθους διαγωγής εκστάντες, καὶ πάσης τέρψεως καὶ πάσης σαρκίνης παραμελήσαντες ἡδονῆς, μόνου γεγένηντο τοῦ ἔρωτος τοῦ Ἰησοῦ. Μιᾶς ταύτης ἁγίας καὶ ὑψηλῆς ἐπιθυμίας, πᾶσαν ἠλλάξαντο τὴν ἀπόλαυσιν τῶν γεηρῶν· καὶ οὐ τῆς κατὰ τὸ σῶμα φυσικῆς σχέσεως μόνον μεγαλοφυΐα φρονήματος υπερανέβησαν, τῷ γράμματι δὲ τοῦ νόμου καὶ ταῖς Μωσαϊκαῖς παραδόσεσι πλέον ἢ ἔδει κρατούμενοι, πρὸς τὸ πνεῦμα νωθέστερον έχώρουν οὐδὲ συντόνως μὲν καὶ πιστῶς προσίεσαν τῷ πνεύ ματι, τοῦ καινοῦ δὲ ὑπερεφρόνουν νομοθέτου ἐτίμων μὲν, ἴσα δὲ Μωσέως, ή τινος ἄλλου τῶν προ φητῶν· πάντων δὲ τῶν ἐξ αἰῶνος ἁγίων Θεὸν καὶ Κύριον καὶ Υἱὸν Θεοῦ ζῶντος, καὶ τὸν προκατηγγελμένον προφήτην ταῖς Γραφαῖς, καὶ Χριστὸν εἶ ναι τὸν ἐρχόμενον πεπιστευκότες τὸν Ἰησοῦν, οὕτως αὐτῷ θερμότητι πίστεως ἐπηκολούθουν, οὐ τῷ ὁρω μένῳ προσκόπτοντες, ἀλλὰ τῷ νοουμένῳ κατευθυνόμενοι τοῦ Πνεύματος. Οὐ γὰρ λίθος αὐτοῖς προσκόμματος, ὥσπερ τοῖς τὸν νοῦν σκολιοῖς, οὐδὲ πέτρα τέ θείται σκανδάλου, ἀλλὰ λίθος ἐκλεκτές, ἀκρογωνιαῖος, ἔντιμος, τοῖς θεμελίοις ὑποβεβλημένος Σιών. Τοῦτον τὸν λίθον Ἰάκωβος καὶ Ἰωάννης, τὴν τῶν ἐν τῷ πνεύματι σκάψαντες διάνοιαν καὶ τὴν καρδίαν
col. 91–92page 39 of 261
PG 105:91βαθύναντες, καὶ τὸν νοῦν μεταλλεύσαντες καὶ εὑρη κότες, καὶ ἐν αὐτῷ τῆς αὐτῶν πίστεως τα θεμέλια καταπηξάμενοι, κραταιοί τινες καὶ ἀνένδοτοι πρός τε τοὺς νοουμένους ὁμοίως καὶ τοὺς ὁρωμένους γεω γένηντο πειρασμούς· ὅθεν τῆς κορυφαίας ἅμα τῷ μεγάλῳ Πέτρῳ καὶ ἀκροτάτης παρ' αὐτῷ καταξιοῦνται τιμῆς, καὶ τὴν ἀπὸ τοῦ θεαρχικοῦ σώματος ἐπὶ τοῦ ὄρους ἀστράψασαν, ὡς πιστοτάτοις παραδεικνύει μορφήν. Τούτοις καὶ τὴν κατὰ τὸ πάθος τῆς ἀνθρωπίνης ἐν αὐτῷ φύσεως ἀγωνίαν καὶ ἀδημονίαν, ὡς οἰκειοτάτοις ἀνατίθησιν· καὶ μετὰ τὸ δεῖπνον εὐ θύς, συλλήπτορας αὐτοὺς παρειλήφει τῆς προσευχῆς· εἰ καὶ τὸ πολὺ τῆς λύπης ἀπέκναις, καὶ ὕπνῳ τούτοις κατενάρκα τὸν λογισμόν. Καὶ κατὰ πᾶσαν δὲ τῶν δύο τούτων τοῦ Θεοῦ παί δων τὴν μετὰ τοῦ Κυρίου τὴν συναναστροφὴν, καὶ τοῦ ζήλου τὴν θερμότητα, καὶ τῆς πίστεως τὴν δου κιμότητα, καὶ τῆς ἀγάπης τὴν τελειότητα· καὶ δὴ καὶ κατὰ τὴν τοῦ Πνεύματος ἄνωθεν ἐπέλευσιν καὶ τὸν τῶν γλωσσῶν μερισμὸν καὶ τὴν διανομὴν τῶν δωρεῶν, οὐδὲν ἔτερον ἡγοῦμαι τοῦ ἑτέρου διενεγκεῖν. Οθεν εἷς ἀμφοτέρων καὶ κοινὸς ἄχρι τούτων αὐ τοῖς ὁ αἶνος, μια Χριστοῦ μεμορφωμένοις μορφή, καὶ ἑνὶ τῷ αὐτῷ Πνεύματι, τὸν ἴσον τρόπον κατηρτισμένοις καὶ χαρακτηριζομένοις. Ἐπεὶ δὲ ἴδιος ἑκατέρῳ τῆς μεταστάσεως ὅ τε χρόνος υπάρχει καὶ ὁ τρόπος, ἰδίᾳ λοιπὸν καὶ τὸν λόγον τῶν ἐγκωμίων ἀποδῶμεν. Τῷ μὲν οὖν Εὐαγγελιστῇ πρότερον ἀφωσίωται κατὰ δύναμιν ἡ αἴνεσις· καὶ πνευματικῶς αὐτοῦ τῆς με γάλης κατατρυφῶντες ἀρετῆς, καθώς οἷοί τε ἦμεν, ἀπετίσαμεν μετρίως τὴν ὀφειλήν. Νῦν δέ μοι, ὦ ἄριστε καὶ δοκιμώτατε Χριστοῦ μαθητά, δεῦρο καὶ σὺ σήμερον, Ἰάκωβε, ὁ τῶν ὑψηλῶν τοῦ Θεοῦ Λόγου θεατὴς καὶ ποιητὴς ἔργων· καὶ τῶν ἀποῤῥήτων μύ στης καὶ μυσταγωγός λόγων. Η κινύρα τοῦ Πνεύ ματος, ἡ ἡδύφωνος καὶ καλλίφωνος· ἡ εὐμελῆ καὶ ευάρμοστον τοῖς εὐθέσι τὸν νοῦν, τὴν τῆς θεολογίας ἀνακρουομένη φωνήν· ἡ μεγάλη τοῦ Θεοῦ Λόγου βροντή, ἡ ὑψηγόρως, ἡ μεγαληγόρως τὴν ἀνάστασιν τοῦ Ἰησοῦ, ταῖς Ἰουδαϊκαῖς διανοίαις ἐνηχήσασα, καὶ τὴν σκληρότητα τῆς αὐτῶν καρδίας καταθραύ σατα· τὴν ἔρημον δὲ τέως ἐκκλησίαν συσσείσασα τῶν ἐθνῶν, καὶ ἠρέμα πρὸς αἴσθησιν τοῦ κηρυττομένου Λόγου προσάγουσα, καὶ τῇ ἀποβολῇ τῆς ἁγνώ μονος Συναγωγῆς τὴν εὐγνώμονα μνηστευομένη Χριστῷ. Δευρό μοι, μακαριώτατε Ἰάκωβε, ὁ τῷ ἁπλάστῳ τοῦ ἤθους καὶ ἀγαθοειδεῖ καὶ μονοτρόπῳ, τῷ ἑνὶ καὶ ἀγαθῷ μόνῳ τὴν φύσιν ἀγαπηθείς, καὶ τῶν πατρι τῶν εὐλογιῶν κληρονόμος ἀποδειχθεὶς, καὶ ταύτῃ τὸν πρὸ γεννήσεως μεμισημένον Ἡσαῦ ἑπτερνικὼς καὶ παρευδοκιμηκώς, ὡς τῶν πρωτοτοκίων τῆς κατὰ πνεῦμα γεννήσεως ἠξιωμένος. Ὁ τῷ ἀληθινῷ Ἰσαὰκ, τὴν ἀληθῶς φίλην αὐτῷ τῆς πίστεως προεισενεγκά μένος τροφὴν, καὶ διὰ τοῦτο κατέναντι τοῦ πατρὸς εὐηρεστηκώς, καὶ διὰ τοῦτο τελέως εὐλογηθείς· καὶ
col. 93–94page 40 of 261
PG 105:93ἀντὶ σίτου καὶ οἴνου, τῷ σώματι καὶ αἵματι το Μονογενούς στηριχθείς· καὶ κύριος καὶ κριτὴς τῶν ὁμογενῶν ὑπ' αὐτοῦ καταστάς. Δεῦρό μοι, πρόσαγε τὸ θεηγόρον στόμα, υψηγόρον φθέγμα, καὶ θεόφθογγον ἐνιεὶς λαλιὰν, ἔμπνευσαν ῥῆμα πιστὸν καὶ ἀληθινὸν, ῥῆμα τῆς ὑμετέρας ἀπο στολῆς, εἴτ᾿ οὖν ἀθλήσεως ἄξιον· οὐ γάρ μοι θέμις ἐγχειρεῖν τοῖς ὑπὲρ ἐμέ· Βροτὸς "Ανθρωπος] γὰρ ἄλλως νήχεται λόγοις, κατὰ τὴν Γραφήν πνοὴ δέ, φησίν, παντοκράτορος ἡ διδάσκουσά με. Αρτι γὰρ τοῦ θεαρχικωτάτου Λόγου, ὥσπερ ἀεὶ τῇ θεότητι, οὕτω καὶ κατὰ τὴν νοερὰν αὐτοῦ ψυχὴν καὶ ὁμόθεον, τὸ πάντα πληροῦν ἐπειγομένου· καὶ τὰ ὑποχθόνια μὲν κατὰ τὴν ἐκεῖσε διὰ τοῦ σταυροῦ κάθοδον αὐτοῦ τε πληροῦντος, καὶ πρὸς ἑαυτὸν ἀνα κεφαλαιοῦντος· τὰ ἐπουράνια δὲ αὖθις, διὰ τῆς ἐπὶ τοὺς οὐρανοὺς ὑψώσεως, τῆς οἰκείας εμπιπλώντας δόξης, τοῦ συμφυοῦς δὲ Πνεύματος ἄνωθεν, ὥσπερ βιαίας πνοῆς ἐπὶ τοὺς μαθητὰς ἰόντος, καὶ πᾶσαν αὐτοῖς αἴσθησιν, πᾶν τε μέλος τοῦ σώματος καὶ πᾶ σαν κίνησιν, καὶ πᾶσαν ἐνέργειαν κατορθοῦντος πρὸς εὐσέβειαν· ἡνίκα τούτοις ὅρασις μὲν ταῖς πο ρίναις γλώσσαις λαμπρυνομένη κατηστράπτετο ἀκοὴ δὲ τῷ ῥοιζήματι τῆς θείας ἠχῆς καθηγιάζετο καὶ ἔσφρησις μὲν, ταῖς μυστικαῖς ἀκτῖσι τῆς χάρι τος, οἷα μυριπνόοις ἀνέβαλλε εὐωδεστάτοις ὀσμαῖς γλῶσσαι δὲ τούτοις ὑπερφυῶς θεοφορούμεναι καὶ κρείττονος εμφορούμεναι θεολογίας, οὕτω πρὸς πα σαν ἐθνῶν διάλεκτον μεθηρμόζοντο τῷ πνεύματι, ὥστε καὶ μέθην τοῖς ἀμύτοις αὐτῶν καταγινώσκεσθαι· δι᾿ ἀφῆς δὲ πάσης, καὶ πάσης λογικῆς δυ νάμεως καὶ νοερᾶς ἡ θεία καταδεδωκυία χάρις, και ὅλους δι' ὅλου τούτους ἀκραιφνῶς πληροῦσα· καὶ ἔξω μὲν ἑαυτῶν, ἔξω δὲ τοῦ κόσμου καθιστῶσα παν τός" ("Ο μακαρίας εκστάσεως καὶ ζηλωτής! ὢ τῆς ἐπαινετῆς ἐκείνης ἀλλοιώσεως, ἐντὸς καθίστη Θεοῦ!; ἡνίκα τῶν ὑπὸ Χριστοῦ πρῶτον πρὸς αὐτοὺς εἰρη μένων καὶ ἀμυδρῶς ἀκουομένων, ἔλεγχος ἦν τὰ παρ όντα σαφής· καὶ ὧν ἀμαυροῖς ἴχνεσι πίστεως ἐν λογισμοῖς ἐνετύπουν τὴν σκιαγραφίαν, τούτων ἐκεῖ τότε φανήν τε καὶ εὔδηλον καταθεασάμενοι τὴν πλή ρωσιν, καὶ τῶν λογισμῶν τὴν διάκρισιν ἀποβαλόντες καὶ τὴν διψυχίαν ἀφέντες, καὶ τὸν φόβον ἀποσκευασάμενοι, καὶ πᾶσαν δειλίαν καὶ πᾶν πάθος ἀποκαθηράμενοι τῆς ψυχῆς, τῆς οὐρανίας λοιπὸν ἦσαν ἐν συναισθήσει ζωῆς· ὅτε δὴ λαμπρὸν ὄντι μάλιστα τὸν ἀῤῥαβῶνα δεξάμενοι τῆς τελειότητος, ἀξιολογωτά της ἐντεῦθεν ἐλπίδος καὶ θεοτελεστάτης κατεδράξαντο. Τότε δή, τότε ζῆλος μὲν πάλιν οὐχ ἧττον τοῦ πρώ του, τὸν ἀπαίδευτον ειλήφει λαόν· πῦρ δὲ τοὺς ὑπο εναντίους κατεσθίον, εἰς ἀντίπαλον καὶ θεομάχον μοίραν, κατὰ τῆς ἀποστολικῆς ἤτοι θεαρχικῆς ἐξῆπτε πίστεως καὶ βουλῆς. Ωσπερ δὲ τὴν ἀρχὴν ὁ δυσμενὴς καθαιρουμένην αὐτοῦ τὴν τυραννίδα διὰ τῆς ἐπι φανείας αἰσθόμενος τοῦ Ἰησοῦ, Ἰούδαν μὲν ἤγειρεν εἰς προδοσίαν· πάντα δὲ τὸν ἀσύνθετον οχλαγωγής σας δῆμον, εἰς ἐπισύστασιν ἐξέμηνεν· ἀρχιερεῖς τε
col. 95–96page 41 of 261
PG 105:95καὶ γραμματεῖς πάντας ἐξῆπτε πρὸς θεοκτονίαν καὶ ὁ Πιλάτος τὸν ἀθῶον ἐξεδίδου, καὶ οἱ στρατιῶται κατέπαιζον· καὶ ὁ σταυρὸς ὕψωτο, καὶ ὁ δίκαιος τοῖς ἀνόμοις συνεσταύρωτο· κἀντεῦθεν ἐδόκει μὲν τὸ χρήμα κατὰ νοῦν τοῖς ἀσεβέσι χωρεῖν, καὶ τεθνάναι τὸν Ἰησοῦν, καὶ τὴν αὐτοῦ καταπαύσασθαι διδαχὴν, καὶ διεσκορπίσθαι τοὺς μαθητάς· ἐλάνθανον δὲ διὰ τῆς αὐτῶν κακουργίας, δόξαν μὲν ὁδοποιοῦντες Χρι στῷ αἰσχύνην δὲ καὶ ὄλεθρον αἰώνιον ἑαυτοῖς περι ποιούμενοι. Ὥσπερ οὖν πρὸ τοῦ Πνεύματος ταῦτα, οὕτω καὶ μετὰ τὸ Πνεῦμα, ἐπειδὴ τὸ ἔργον Ἰησοῦ πάλιν ἐν τῆς ἀποστόλοις διὰ τοῦ Πνεύματος ἀνενδοῦτο, καὶ ὁ τῆς χάριτος λόγος επαῤῥησιάζετο, καὶ τὸ μέγα θεῦμα τῆς ἀναστάσεως μεγαλοπρεπῶς ἀνεκηρύττετο. Οἱ πρὸς μικροῦ δὲ φυγάδες καὶ δεδιότες καὶ τρέμοντες, σὺν μεγάλῃ παρρησιαζόμενοι δυνάμει τὸ μαρ τύριον ἀπεδίδουν τῷ Θεῷ· καὶ ὁ ἐπὶ τῇ ὡραίᾳ τοῦ ἱεροῦ πύλῃ καθήμενος ανώρθωτο χωλός, καὶ ἐκ νε κρῶν ἀνίστατο Ταβυθὰ, καὶ πᾶσα νόσος καὶ πᾶσα μαλακία οὐ προσευχή μόνον, καὶ χειρὸς ὁσίας ἀφῇ, ἀλλὰ καὶ τῇ σκιᾷ μόνῃ τῶν μαθητῶν ἐθεραπεύετο καὶ πάντα συνόλως φάναι τὰ ἔργα τοῦ Χριστοῦ, καὶ μείζονα ὧν ἐκεῖνος πεποίηκεν, ὡς ἡ ἐπαγγελία, τῷ ὀνόματι τοῦ διδασκάλου κατειργάζοντο. Ἐπειδὴ οὖν ταῦτα τοῦτον ὡρατο γινόμενα τὸν τρόπον, ἐκμαίνεται μὲν αὖθις ὁ τῶν φόνων πατήρ· ἐκμαίνεται δὲ καὶ πᾶσα ἡ ὑπ' ἐκείνῳ στρατηγουμένη Συναγωγή καὶ ἡ μάχαιρα στιλβοῦται, καὶ τείνεται τὸ τόξον, κλησίας. Πρῶτον μὲν οὖν, παραγγελίαις, ἀπειλεῖς, φυλα καῖς, πληγαίς, τοὺς ἱεροὺς τοῦ Λόγου θεολόγους οἰομένη φοβεῖν, ἀναστέλλειν αὐτῶν (ὢ τῆς ἀσεβείας! ὦ τῆς σκαιότητος!) ἐπειρᾶτο τὴν θεολογίαν. Ἐπεὶ δὲ τούτοις εἰς μάτην ησθάνετο πονοῦσα· οὐ γὰρ μενίπις ἀφρόνων τὸ θεῖον περιτρέπεται· οὐδὲ οἱ ἀληθεῖς τούτου ῥᾷον ὑπείκουσι συνήγοροι· οἷα δὲ άργυρος τῇ πυρώσει καθαιρόμενοι, εὐφωνοτέραν τῆς πίστεως οίδασιν ἀποδιδόναι τὴν φθογγήν· διὰ τοῦτο τὴν συνήθη λοιπὸν εἰς ὑπόμνησιν είληφε μια φωνίαν· καὶ δὴ ζήλῳ προφητοκτόνῳ διαθερμανθεῖσα, πρῶτον μὲν λίθοις κατέλευσε τὸν Στέφανον, οἷα δε στὸν καλλιέρημα τοῦτον μιαιφόνοις ἱερουργοῦσα χερσὶν, τὴν ὑπὲρ τῶν θυομένων χριστοπρεπῶς ἀνα φέροντα προσευχήν. καὶ ῥομφαία καὶ πόλεμος ἐῤῥιπίζετο κατὰ τῆς Ἐκ Γευσαμένη δὲ τοῦ ἀποστολικοῦ αἵματος ἡ ἐναγής, καὶ ἡσθεῖσα κομιδῇ, οἷα ἐκείνη ἀεὶ τοῖς τοιούτοις επιτερπομένη, ἐμελέτα μὲν πάντας, εἴ γε δυνατόν, ἐπὶ τῷ ὁμοιώματι διαχειρίσασθαι Στεφάνου, οὐκ εἶχεν δὲ ὅπως τὴν αὐτῆς μελέτην συντελέσαι, ὁρῶσα μὴ καθ᾿ ἕνα τῷ λόγῳ τοὺς πιστεύοντας προστιθεμένους, ἀλλὰ κατὰ χιλίους τε καὶ μυρίους τὴν Ἐκε κλησίαν διὰ τῶν προστατῶν τοῦ λόγου συγκροτουμένην καὶ πληθυνομένην. Τί οὖν ποιεῖ; ἆρα γὰρ ἡττήθη τῆς τῶν σημείων θεοπρεπότητος; ἆρ᾽ ἔδεισε τὸν ὑπερηφάνοις ἀντι τασσόμενον, ταπεινοῖς δὲ χάριν ἐπιμετροῦντα; τὸν (ο
col. 97–98page 42 of 261
PG 105:97κραταιὸν ἐν πολέμοις; τὸν δεδοξασμένον ἐν ἁγίοις, τὸν θαυμαστὸν ἐν δόξαις, οὗ πολλὰ τῆς δυνάμεως εἴληφεν ὑποδείγματα, καὶ τοῦ θεομαχεῖν ὑπανεχώρησεν; Οὐδαμῶς· ὥσπερ δὲ τῷ Πιλάτῳ προσιοῦσα πρώην, σταυρόν τε καὶ θάνατον ἐν κραυγαῖς Σοδό μων καὶ Γομόρρας κατὰ τοῦ Θεοῦ Λόγου παρητείτο, οὕτω μετὰ ταῦτα τῳ Ηρώδῃ προσπίπτουσα, τὴν κατὰ τῶν ἀποστόλων αὐτοῦ κατελιπάρει σφαγήν. Οὐδεμία, λέγουσα, τῷ ἔθνει σου, κράτιστε βα σιλεῦ, οὐδεμία σωτηρίας ἐλπίς. Διαπεπτώκαμεν, άπολώλαμεν. Κινδυνεύομεν οἰχήσεσθαι τέλεον καὶ διαφθαρήσεσθαι, ἀπὸ προσώπου των μαθη τῶν τοῦ Ἰησοῦ. Οὐκ ἀπέχρησεν ἐκεῖνος ἔτι ζων ὀπίσω αὐτοῦ τὸν λαὸν ὑποπλανᾷν· νῦν δὲ τὴν ἐκείνου διδαχὴν οἱ ὡμιληκότες αὐτῷ διαδεξάμενοι, ἐξέστησαν τὸ ἔθνος ἡμῶν· ἀπώλεσαν τὸ δωδεκάφυλον ἡμῶν. Ολίγον δεῖν πάντας έπει σπάσαντο τοὺς λαούς. Αποστασίαν ἀπὸ Καίσαρος ἐκδιδάσκουσιν. Πρὸς τὴν σὴν βασιλείας ἐξυβρίζουσιν, τὸν πατρῷον ἀθετοῦσι νόμον. Καὶ οὐ μόνον, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν τῶν πατέρων ἀσεβοῦσι Θεόν, τὸν ἐσταυρωμένον ἐκεῖνον θεο ποιοῦντες Ἰησοῦν. Είπερ οὖν μὴ θᾶττον αὐτοῖς τὴν ἀξίαν δίκην, ὦ μέγιστε βασιλεῦ, ἐπιβαλεῖς, εἰς περίοπτον τὸ χρῆμα τοῦτο καταλήξει κακόν. Τί οὖν διανοηθῶμεν Ηρώδην, ὡς εἰκὸς, φάναι; Τί δὲ ποιητέον ἡμῖν; πῶς δὲ κατὰ τοσούτου πρὸς σφαγάς ὄχλου χωροῦντες, οὐ μείζω τὴν βλάβην καὶ ἀργαλεώτερον ἀπεργασαίμεθα τὸ κακόν, Αλλ' οὐ κατὰ πάντων άρδην, φασί, τὸ ὑμέτερον κράτος διαναστῆναι παραινούμεν· καὶ γὰρ πρὸς τῷ δυσχερεῖ τοῦ πράγματος, οὐδ᾽ αὐτῷ ἂν ἀρέ σαι τῷ Καίσαρι τοσούτοις αἵμασι τὴν πόλιν μιαίνειν καὶ ἀχρειοῦν· τοὺς ἐπισήμους δὲ τῶν αὐτοῦ μαθητῶν. Δώδεκα δὲ τὸν ἀριθμὸν οὗτοι, οἷς καὶ ὁ πᾶς ὄχλος επόμενος ἀποπλανᾶται τούτους, ὦ λαμπρότατε βασιλεῦ, εἰ ἀπαγάγοις, ἕξεις μὲν τὸν Θεὸν εὐμενῇ· ὅλῳ δὲ τῷ ἔθνει ειρηναίαν ζωὴν χαριῇ· καί σοι τῆς εὐεργεσίας ταύτης μεγίστην ειδότες χάριν, αξιόχρεων είσε οίσομεν ἀμοιβήν. Άμα τοίνυν τῇ πονηρᾷ βουλῇ, καὶ Ἡρώδης ὤδινε τὴν ἀδικίαν. Συλλαμβάνει δὲ πόνον, ἀνυ μίαν δὲ τίκτει· καὶ οἱ στρατιῶται παρηγγέλλοντο, καὶ ὁ λόχος ἡτοιμάζετο, καὶ τὸ ἔνεδρον κατεσκευάζετο. Τὸ πλῆθος μὲν οὖν τῶν μαθητῶν, διὰ τὴν ἐπὶ τῷ Στεφάνῳ θλίψιν, τὴν Ἱερουσαλήμ καταλιπόντες, καὶ πρὸς τὰς ἔξω πόλεις καὶ κώμας ἄλλοι διασπαρέντες ἀλλαχοῦ, τὸν λόγον τῆς ἀληθείας ἐπεκηρυκεύοντο· Ἰάκωβος δὲ ὁ μέγας, ἐπειδὴ καθ' ὅλην τὴν Ἰουδαίαν τε καὶ Γαλιλαίαν, ὡς βροντῆς υἱὸς ἀληθῶς τὸ τοῦ Θεοῦ Εὐαγγέλιον ἐμβροντήσας γεγωνότερον, τὴν ἐν Ἱεροσολύμοις αὖθις ἐπισκεψόμενος ἐκκλησίαν ἐπανῆγεν· συναρπάζεται μὲν ἐξαπίνης χειρὶ στρατιωτικῇ τῷ Ηρώδου δὲ βήματι προσάγεται ὃς καὶ ὕβρεσι βαλλόμενος, καὶ ὀνείδεσι πλυνόμενος, καὶ μάστιξιν ἐταζόμενος, καὶ παραγγελλόμενος παραγγελία παντάπασιν ἐξόμνυσθαι τὸν Χριστὸν, ἢ θάνα

Oration VIOratio VI

col. 99–100page 43 of 261
PG 105:99τον επηρτῆσθαι τὴν ζημίαν, Αμήχανον, ἐξεδίη σεν, άνδρα σώφρονος μετέχοντα λογισμοῦ, ἐλέ σθαι μὲν ἐν συγκρίσει τὸν σκότον ὑπὲρ τὸ φῶς θάνατον δὲ θέσθαι προτιμότερον τῆς ζωῆς. 'ἀδυνατώτερον δὲ πολλῷ, τὸν ἐν συναισθήσει τῆς Ἰησοῦ τοῦ Χριστοῦ θειότητος καὶ μακαριότητος γενόμενον, ἄλλο τι τῶν πάντων ἐκείνου σεβασμιώτερον, ἡ τῆς εἰς αὐτὸν ἀγάπης καὶ πίστεως ἀξιοθεώτερον ἡγήσασθαι. Ούκουν ὅς γε πεπίστευκεν ἐκ Θεοῦ τε γενέσθαι τόδε τὸ πᾶν, καὶ παρ' αὐτοῦ δεδόσθαι προφήτας καὶ νόμον ἐν Ἰσραὴλ, τὸν ἀγαπητὶν δύναιτ' ἂν ἀρνεῖσθαι καὶ συμφυῆ καὶ μονογενῆ, δι' οὗ πάντα γέγονεν, ὁ τῆς δόξης πεποίηκε Πατὴρ, καὶ ἐν ᾧ συνέστηκε τὰ πάντα. Τοῦτο μόνον λυπηρόν, ὦ βασιλεῦ, τοῦτο θλίψεως ἡμῖν αἴτιον, ὅτι ἅπαξ μόνον, ἀλλ' οὐ μυριάκις ὑπὲρ τῆς Ἰησοῦ θεό τητος καὶ δόξης ἀποθανεῖν δυνατόν. Τούτοις τὸν μιαρώτατον ἐμβροντηθέντα καὶ μα νέντα, παρευθὺ κελεῦσαι τοῦτον ἀπαγαγεῖν, καὶ τὴν πανολβίαν κάραν μαχαίρα τεμεῖν. Οὐ θαυμαστὸν δὲ εἰ ὁ τῆς ἀδικίας πυθμήν, ὁ ὁδοποιὸς τοῦ ᾿Αντι χρίστου, ὁ τῆς ἀσεβείας πληρωτής, οὐ θαυμαστὸν εἰ τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους ἐπιβαλὼν, τὸν δεξιὸν ἀνεῖλε τῆς Ἐκκλησίας ὀφθαλμόν· ἀλλ' ἐκεῖνο θαυμασιώτερον, εἰ μὴ εἰς οἰκοδομὴν τοῦτο μείζω, καὶ νίκην αὐτῆς περιφανεστέραν ᾠκονόμητο· καὶ οὐδὲ τοῦτο τοσούτῳ θαυμαστὸν, ὅσον εἰ μὴ τοῖς Χριστοῦ διώκταις ἐντεῦθεν ἡ πανωλεθρία ἐπισέσει σται. Ἰάκωβος μὲν οὖν ὁ μακαριώτατος, ὡς ἀρνίονἄκακον, ὡς πρόβατον ἄμωμον, ὀπίσω τοῦ ἀμνοῦ τοῦ Θεοῦ σφαγιασθείς, καὶ διὰ τοῦ ἀρχιερέως τοῦ μεγά λου θυσία ζώσα, λογική τε καὶ θελητὴ τῷ ζῶντι Θεῷ προσενεχθεῖσα, ἐπρέσβευσε μὲν ὑπὲρ τῶν ἀποστόλων, ἐπρέσβευσε δὲ ὑπὲρ τῆς Ἐκκλησίας τοῖς μὲν, τὸ ἔργον εὐοδοῦσθαι τῆς ἀποστολῆς· τὴν δὲ, τῆς Ἰουδαϊκῆς ἀπαλλάττεσθαι μιαιφονίας· καὶ ῥήγνυσθαι μὲν τοὺς τῷ Εὐαγγελίῳ μαχομένους λυτροῦσθαι δὲ τοὺς εὐδοκοῦντας αὐτῷ. Ταύτης ἀποτέλεσμα τῆς ἱκεσίας, ἡ παρ' ἐλπίδα του Πέτρου σωτηρία· τῶν τε δεσμῶν καὶ τῆς εἰρατῆς καὶ τῆς ἀπαγωγῆς, ἦν αὐτὸν ἔμελλεν Ἡρώδης ἀπ αγαγεῖν εὐθὺς μετὰ τὸ Πάσχα, δι' ἀγγέλου χειρὸς ἀπαλλαγή. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἡ αὐτοῦ Ἡρώδου θεήλατος πληγή, δι᾿ ἣν αὐτίκα τοῦ μικροῦ σώματος σκώληκας ἐξέμψαντος, βιαίως ἀπέρρηξε τὴν ψυχήν. Ἐντεῦθεν δὲ καὶ ἡ χάρις τὰ ἔθνη μετιοῦσα, τοῖς Ἰουδαίοις τὸν οἶκον εἰς ἐρήμωσιν ἡφίει. 'Αλλ', ὦ κήρυξ θερμότατε τῆς ἀληθείας τοῦ Εὐαγγελίου! ὁ μετὰ Πέτρου καὶ Ἰωάννου τὴν ἀνω κάτω τάξιν καὶ τὴν κορυφὴν τῆς ἀποστολικῆς και θέδρας διειληχώς· χαῖρε, ὡς τὸ ποτήριον Χριστοῦ τοῖς συμμαθηταῖς προπιών, καὶ τὸ σωτήριον βά πτισμα, κατὰ τὴν ὑπόσχεσιν βαπτισθείς· καὶ διπλῷ στεφάνω, τῆς ἀποστολῆς καὶ τῆς μαρτυρίας, κατα κοσμηθείς. Χαῖρε, ὅτι νήπιος ὧν ἔτι τὴν πνευματικήν ήλι
col. 101–102page 44 of 261
PG 105:101κίαν, βασιλείας ἐπιγείου προτίμησιν ήτησας οὐδὲ γὰρ ἀνέχεται ποτε ψυχή μεγαλοφυής, μικροπρεπὲς τι ποθεῖν· εἰς ἄνδρα δὲ τελειούμενος, τῆς Εγγιστα παρὰ τῷ Βασιλεῖ τῆς δόξης πρωτοκαθεδρίας ἠξιώθης. Χαῖρε, μάκαρ αὐτόπτα τοῦ Λόγου καὶ θεόπτα, ὅτι τῆς ἁλείας ἀλείαν, τῆς ἐπιθυμίας ἐπιθυμίαν, καὶ τῆς κληρονομίας κληρονομίαν ἀμειψάμενος, τοῖς ἀβεβαίοις τὰ μένοντα, καὶ τοῖς κάτω καὶ ῥέουσι τὰ οὐράνια κατακτήσω, καὶ μὴ μεταπίπτοντα. Χαῖρε, ὥσπερ μετὰ σώματος ἀμέσως τῷ Θεαν Ορώπῳ προσωμίλεις πρὶν ἐπὶ γῆς, οὕτω νῦν τῷ αὐτῷ προσεχῶς ἐν τῷ πνεύματι συμφυόμενος, πρόσωπον πρὸς πρόσωπον ἐντυγχάνεις ἐν τοῖς οὐρα νοῖς. Χαῖρε καὶ κατευφραίνου ἐν Κυρίῳ τῷ Θεῷ σου καὶ βασιλεῖ σου· καὶ ἡμᾶς ἐποπτεύοις ἄνωθεν ἵλεως ἄσπιλον δὲ καὶ ἄμωμον ἡμῖν, ὦ τρισμακαριώτατε τῶν ἀποστόλων, καὶ τῆς τοῦ νῦν αἰῶνος κακίας ἀνεπίβουλον [ἀνεπιβούλευτον] διατετηρηκὼς τὴν ψυχήν, ἁμίαντον παραστήσαις τῷ δεσπότη Χριστῷ, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Γ'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον καὶ εὐαγγελιστὴν Ἰωάννην τὸν Θεολόγος. Ο τὸν μέγαν τῆς βροντῆς γόνον προτρεπόμενος ἐπαινεῖν, αὐτό μοι δοκεῖ τὸ μέγα τοῦ Θεοῦ Πνεῦμα παραινεῖν ἐπαινεῖν· ᾧ ῥυθμιζόμενος ἐκεῖνος καὶ εναρμονίως κροτούμενος, πρὸς τὸν οἰκεῖον τὴν οἰ κουμένην ἐπέστρεψε φθόγγον. Τὸ δὲ τοσούτῳ τοῦ ἡμετέρου λόγου τὴν δύναμιν ὑπερβάλλει, ὅσῳ καὶ τὴν ἀνθρωπίνην ὑπεραίρει κατάληψιν. Εἰ γὰρ τὸν αἰσθήσει ληπτὸν τοῦτον ἦχον, οὐ πρόχειρον κατα νοεῖν, πῶς ἄν τις ἐφίκοιτο τοῦ νοουμένου καὶ πᾶσαν σώματος αἴσθησιν ὑπερβαίνοντος; Καὶ εἰ τὴν ἐγγι νομένην τοῖς νέφεσι, τῇ κατὰ φύσιν κινήσει τοῦ πνεύματος βροντήν, οὐχ οἷοί τέ ἐσμεν ἀκριβεῖ διασαφῆσαι λόγω, πῶς ἂν τῆς ὑπερφυοῦς, καὶ μόνῳ τῷ Κυρίῳ προσκροτηθείσης ή γεννηθείσης, τῶν ὑμνήσεων κατατολμήσαιμεν; Τίς οὕτω τὰ θεῖα που λύς, οὕτω τὴν καρδίαν βαθύς; Τίς οὕτω τῶν γηίνων ὑπερανώκισται, οὕτω τοῖς οὐρανίοις συνυψωται; Τίς ἐπὶ τοσοῦτον ἑαυτοῦ ἔξω γενόμενος, ἔνδον Θεοῦ κατ είληπται, ὥστε στόμα διᾶραι τολμᾷν, καὶ γλῶσσαν εἰς ἔπαινον κινεῖν τῶν τοῦ Θεοῦ μαθητῶν; Τίς ἱκα νός, μὴ ὅτι γε πάντων ὑφ᾽ ἕν, ἑνὸς γοῦν αὐτῶν, τὴν τῆς ἀρετῆς μεγαλοπρέπειαν, τυπωθῆναί τε κατ' ἀξίαν τῷ νῷ, καὶ ἑρμηνεῦσαι τῷ λόγῳ δυνηθῆναι; Ποῖος, ἵνα συνελών εἴπω, νοῦς, ποῖος δὲ λόγος τῆς Ἰωάννου μεγαλοφυΐας, μᾶλλον δὲ θεοειδέστατης ψυχῆς καὶ διανοίας τοῖς ἐγκωμίοις προσεγγίσαι, εἰ μὴ αὐτὸς ἐκεῖνος τῶν οὐρανίων ἀδύτων ὑποκαταβὰς, καὶ θεομιμήτῳ χρηστότητι τοῖς ταπεινοῖς ἡγγικώς, καὶ τὸ θεολογικώτατον στόμα τοῖς ἡμετέροις ὠσὶ παρασκευάσας, τὸν οἰκεῖον ἔπαινον, εἰς τὴν
col. 103–104page 45 of 261
PG 105:103τοῦ Πατρὸς δόξαν, ὡς ἐφικτὸν ἡμῖν, ἐμβροντήσειεν ἡμῖν; Ελθὲ τοιγαροῦν, ὦ θεσπέσιε θεολόγε καὶ εὐαγγελιστά, ἡ οὐρανία τοῦ Λόγου σάλπιγξ, ἡ εὐη χος, ἡ ἐναρμόνιος, ἡ τοῖς μελιειδέσι τῆς ἀληθείας φθόγγοις, πᾶσαν εἰκαιομυθίαν ἑλληνικὴν κατασι γάσασα· πάντα δὲ ῥητόρων καὶ φιλοσόφων όργανα πολυαρμόνια τῷ βροντοφώνῳ τῆς θεολογίας σου κατακοιμίσασα· πᾶσαν δὲ ψυχὴν ἀξίαν τοῦ Λόγου τρὸς ἑαυτὴν ἐφελκομένη· καὶ οὐκ ἀνθρώπων μόνων, ἀλλὰ καὶ αὐτῶν, τολμῶ φάναι, τῶν οὐρανίων Δυνά μεων, τὴν ὑπερφυεστάτην επισπωμένη πρὸς ἑαυ τὴν ἀκοήν. Ο τοῦ Πατρὸς τῶν φώτων ἀξιώτατος υποφήτης καὶ γραμματεύς· τὸ στόμα τοῦ Χριστοῦ, ἡ γλῶσσα τοῦ Πνεύματος, ἐλθέ μοι τῷ πνεύματι, Πνεῦμα καὶ αὐτὸς θεῖον ὤν, ὡς ἐκ Θεοῦ Πνεύματος γεγεννημέ νας. Ἰδοὺ κίχρημί σοι καρδίαν πραείαν καὶ ἡσύχιον, καὶ οἷα δὴ νοερὸν κῆπον καὶ μυστικὸν, διάνοιαν ὑπέχω ταπεινήν τε καὶ ὁμαλή. Εξεγείρου, βοῤῥᾶ, καὶ ἔρ χου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Προσλαλείτω γάρ σοι καὶ Σολομών· σὺ γὰρ βοῤῥᾶς μὲν, ὡς τοῖς καθαρωτάτοις τῆς θεολογίας φθέγμασιν, οἷα λαμπραῖς καὶ ζωογόνοις ἀναψύχων πνοαῖς· καὶ τὸ τῆς πολυθείας πνῖγος, καὶ τὸν τῶν αἱρέσεων διαχέων φλογμόν· καὶ τὰς πιεζομένας ἐν τούτοις καρδίας ψυχαγωγῶν καὶ ανακτώμενος. Νότος δὲ, ὡς τοῖς τῆς ἀγάπης δια θερμαίνων λόγοις, καὶ τοὺς ἀναισθησίᾳ νοῦ καὶ σκληρότητι θείας ἐστερημένους ἐπιρροῆς, ἀγόνους τε διὰ ταῦτα καὶ κατεψυγμένους καθεστῶτας, ἀνα θάλπων καὶ ἀναζωπυρῶν, καὶ ζωτικῆς ἱκμάδος πληρῶν καὶ καρποφόρους ἀποτελῶν. Τοιαύταις πνοαίς, τοιούτοις βοιζήμασιν ἀεὶ δια πνέων ἡμᾶς, ὦ μακάριε, ὥσπερ τινὰ ποικίλην ἐκ ποικίλων ἀρωμάτων εὐωδίας ὀσμὴν, τὴν ἐκ τῶν λό γων σοι αίνεσιν παρασκεύασον ἐνεγκεῖν. Πάντως δὲ, οὐδεμιᾶς ἡμῖν μακρηγορίας χρεών, τὸν πρῶτον ἐν θεολόγοις προθεμένοις ὑμνεῖν. ὡς γὰρ ἀεὶ τὸ θεῖον ἔν τε τοῖς ἄλλοις πᾶσι, καὶ πολὺ πλέον τοῖς λόγοις, τὸ γοργὸν καὶ συντετριμμένον [συντετμημένον] φιλεῖ φίλον δὲ τοῦτο, καὶ τοῖς ἐν αὐτῷ θεολογεῖν εἰδόσιν, οὕτω προσήκειν ἡγοῦμαι καὶ τῷ νῦν ἐπαινουμένῳ, ἀπέριττόν τε καὶ σύμμετρον, ὡς οἷόν τε, τὸν λόγον καρποφορεῖν. Οθεν οὐκ ἀπὸ τῶν ἔξω καὶ γῆθεν αὐ τῷ παρεπομένων, γένους, φημί, καὶ πατρίδος, ή τινος εὐκληρίας βίου, τὸν οὐράνιον ἄνδρα γνωριούμενο περιττὴ γὰρ, καὶ οὐχ ὅπως τῷ ὑψηλοτάτῳ τῆς ἀληθείας εὐτ αγγελιστῇ· ἀλλ' οὐδὲ τοῖς πολλῷ λειπομένοις τῆς ἀρετ τῆς ἁγίοις, οἰκεία ἢ θελητή, ἡ ἀπὸ τῶν τοιούτων εὐφη μία. Ἀλλὰ τὰ ἀπὸ γῆς μὲν τίμια τοῖς ἀπὸ γῆς ἐναβρύνεσθαι παρῶμεν· οἷς δὲ ἡ γέννησις οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος γέγονεν ἀνδρός· ἀλλ' ὁ Πατήρ μὲν οὐράνιος ἄνωθεν προεγνωκώς, συμμόρφους κατὰ καιρὸν ἐξελέξατο τῷ Μονογενεῖ· τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὡς ἁγίοις ἐπαναπαυσάμενον, καὶ καινὸν ἐν αὐτοῖς ἄνθρωπον καὶ θεοειδὴ τῷ τῆς ἀληθείας λόγῳ γεγεννηκώς, υἱοθετήσατο τῷ Θεῷ, τούτους ἐντεῦθεν
col. 105–106page 46 of 261
PG 105:105ὑμνεῖσθαι καὶ θαυμάζεσθαι, ἐν τῷ Κυρίῳ, κατὰ λό για, ψυχὴν ἐπαινουμένους, καὶ ὡς ἥδιστα τῷ οὐρα νίῳ συνδοξαζομένους Πατρί. Ἐντεῦθεν πᾶσι μὲν ἁγίοις προσήκων ὁ ἔπαινος, ὡς ἐξ ἑνὸς τοῦ τῶν φώτων γεννωμένοις Πατρός· οὐχ ἥκιστα δὲ τοῖς κορυφαίοις καὶ πρεσβυτάτοις τοῦ Λόγου θεολόγοις· ὧν Πέτρος μὲν, ὡς τῆς ἱερᾶς πίσ στεως πέτρα καὶ ἀῤῥαγής προετιμήθη κρηπίς Ἰάκωβος δὲ, ὡς πρῶτος τῶν ἀποστόλων τῷ ποτη ρίῳ καὶ τῷ τοῦ πάθους βαπτίσματι κοινωνεῖν μέλλων Χριστῷ, καὶ βάσις ἁγίας ἐλπίδος τοῖς ἁγίοις ἐσόμενος. Σὺ δὲ, ὦ μάκαρ, τὴν ἄκραν τῆς ἀποστολικῆς μεγαλοπρεπείας κατέλαβες κορυφήν, ὡς τὴν ἀκρο τάτην τῶν ἀρετῶν, τὴν ἀγάπην δὴ λέγω, παρὰ τοὺς μετόχους αὐτῆς πάντας Αγαπηκώς, καὶ ὑπερβαλλόντως ᾑρετικώς, καὶ ἄκρως κατωρθωκώς, καὶ ἐν αὐτῇ τῷ ὄντως ἀγαπητῷ Θεῷ λόγῳ καὶ τοῦ Θεοῦ προσ ῳκειωμένος Μονογενεῖ. Τοῦτό σοι καὶ ἀρχὴ τῆς πρὸς τὸν Θεὸν ὑπῆρξε κινήσεως καὶ ἀναγωγῆς. Τοῦτο καὶ γνώρισμα της μακαριότητος ὑμῶν κάλλιστόν τε καὶ ἰδιαίτατον, καὶ καύχημα εξαίρετον, οἷον τῶν πάντων μᾶλλον ἁγίων ἀποκληρούμενον, ἡ ἀγάπη τοῦ Ἰησοῦ, δι' ἧς ἡ ὑπερβολὴ τῆς νοερᾶς ὑμῶν εὐπρεπείας ἢ θεοειδείας παραδείκνυται. Ωσπερ γὰρ οὐδὲν ὡραιότερον τοῦ ὡραίου κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀν θρώπων, οὐδὲ τῇ ἐπινοίᾳ δυνατὸν λαβεῖν· οὕτω καὶ ὃν ἐξαιρέτως ἐφίλησεν ἐκεῖνος, τὰ πρεσβεία δηλαδη πρὸς τοὺς ἄλλους τῆς νοερᾶς ἀποίσεται καλλονῆς. Οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἠγάπητο, ὡς καὶ ἀπ' αὐτ τῆς μόνης σχεδὸν τῆς ἀγάπης χαρακτηρίζεσθαι, εἰ μὴ περιουσία χρηστότητος καὶ θεομιμησίας, οἰκείως εἶχε πρὸς τὸν ἀγαπῶντα, καὶ τὴν παρ' ἑαυτοῦ φι λίαν ἀναλόγως εἰσηνέγκατο. Τοὺς γὰρ φιλοῦντας αὐτὴν ἀγαπᾷν, ἡ τοῦ Θεοῦ διαρρήδην ἀποφαίνεται σοφία. Πᾶσαν τοίνυν πρᾶξιν θεοτελῆ καὶ θεωρίαν ὑπερ φυᾶ πᾶσαν, καθάπερ ἔκ τινος ῥίζης, τῆς ἐν αὐτῷ βλαστάνειν ἀγάπης Χριστοῦ· καὶ πᾶν τὸ δι' αὐτοῦ γινόμενον ἢ λεγόμενον, ἀγάπης εἶναι καρπόν, καθ' ἣν ἐκεῖνος ἐξεστὼς ὅλος καὶ διαπαντὸς ἐκδημῶν, ἀεὶ μὲν ἑώρα τὸν Θεὸν ἐν αὐτῇ· ταύτην δὲ ᾔδει πλήρωμα νόμου Θεοῦ, καὶ Θεὸν οὖσαν καὶ θεοποιοῦσαν, τὰ ἔσχατα ταύτης ἀπαθείᾳ τελειοτάτῃ καὶ νῷ καθαρωτάτῳ κατειληφώς. Αλλ' ίδωμεν, ὅθεν τὴν ἀρχὴν κινηθείς, καὶ δι' ἧς ἀναγόμενος καὶ προκύπτων ὁδοῦ, ταύτην ἐπήρθη τῆς τελειότητος τὴν περιωπήν. Αρτι γὰρ τοῦ μετ γάλου καὶ ἀληθινοῦ φωτὸς, τοῖς ἐν σκότει καθημένοις ἀνίσχοντος· καὶ ἄνωθεν μὲν ἐξ οὐρανῶν τοῦ Πατρὸς τῆς δόξης ἀγαπητὸν Υἱὸν εἶναι τὸν βαπτιζόμενον ἐμβροντήσαντος· κάτωθεν δὲ τοῦ βαπτίζου τος, Ἀμνὸν εἶναι τοῦ Θεοῦ τοῦτον μαρτυρήσαντος ει*
col. 107–108page 47 of 261
PG 105:107καὶ τοῦ Πνεύματος δὲ περιστερᾶς εἴδει κατιόντος, καὶ τὴν μαρτυρίαν ἀμφοῖν ἐπισφραγίζοντος, οἷά τις ἡλιακὴ πρὸς τοῖς ἄλλοις τοῦ Λόγου μύσταις, καὶ τοῖς υἱοῖς Ζεβεδαίου προσέπεσε μαρμαρυγή· καὶ καθάπερ τινὰ σπινθῆρα γνώσεως ἐλλαμφθέντες τοῦ μαρτυρουμένου, ἐπειδὴ μετ' ὀλίγον αὐτοὺς ὁ θεαρχι χώτατος εκάλεσε παραστάς, οὐδὲ βραχὺ γοῦν πρὸς τὴν κλῆσιν ἀνεβάλοντο· οὐ συνηθείας οἰκείων, οὐ φί λων, οὐχ ὁμηλίκων, οὔθ᾽ ὅλως συγγενικῆς φιλίας, καὶ ἑταιρίας ἐπεσχέθησαν τοῖς δεσμοῖς· ἀλλὰ καὶ τὰ προσόντα πάντα, καὶ τὴν ἑστίαν τὴν πατρικήν· ναὶ δὴ καὶ αὐτὸν τὸν πατέρα μετὰ τοῦ πλοίου καὶ τῆς ἁλιευτικῆς ἀφέντες (ὢ τῆς πίστεως 1) ἀκολουθοῦσι τῷ Ἰησοῦ· ἐν ἀληθινῇ καὶ γνησίᾳ καρδίας συμφυό μενοι στοργή. Καὶ ταῖς μὲν ἀκτῖσι τῶν λόγων τῆς χάριτος τῶν ἐκ τοῦ θεαρχικοῦ στόματος ἐξαλλομένων, περιλαμπόμενοι τε τὸν νοῦν, καὶ εἰς καινὸν ἄνθρωπον καὶ θεοειδή μεταμορφούμενοι· τοῖς τῶν ἔργων δὲ θαυ μασίοις τὴν πίστιν κραταιούμενοι, καὶ ἡμέραν ἑξ ἡμέρας τὸν τῆς ἀγάπης ἀναζωπυροῦντες πυρσόν καὶ καθάπερ τὰ τῶν φυτῶν εὐγενέστερα ἢ εὐθαλέστερα, γῆς τε πίονος καὶ καλῆς λαχόντα τῆς ὑπου κειμένης· ἱκανῶς δὲ καὶ τῆς παρὰ τῶν φυτοκόμων ἀξιούμενα κομιδῆς· θᾶττόν τε πρὸς ὕψος ἀναδίδοται, καὶ βαθείας καθιέντα ῥίζας, ἀδρύνεται τε κατὰ τὰ χος, καὶ πολὺν, ὡς εἰκὸς, ἀποδίδωσι τὸν καρπόν οὕτως οἱ τοῦ Λόγου δοκιμώτατοι μαθηταί, καλής ὅτι μάλιστα καὶ ἀγαθῆς ὄντες διανοίας, οἷς μὲν τῶν ἱερῶν τῆς σοφίας ὀργίων κατηξίωντο, τὴν καρδίαν βαθυνόμενοι· οἷς δὲ τῶν ἔργων Χριστοῦ τὴν μεγα λοπρέπειαν κατεθεῶντο, πρὸς οὐράνιον ὕψος πίστεως τὸν νοῦν ἀνατεινόμενοι, εὐγενῆ καὶ ὤριμον τὸν τῆς ἀγάπης ἀπεδίδουν καρπόν. Οθεν αὐτοῖς περὶ τὰ ἥττω φανεῖσι πιστοῖς, καὶ περὶ τὰ μείζω λογισθῆναι πιστοῖς· καὶ τῶν ἔργων Ἰησοῦ τὴν λαμπρότητα πίστεως ὑποσχόντες τελειότητι, καὶ τῆς ὑπερουσίου θεότητος, ὡς ἐφικτόν ἀν θρωπίνῃ κατηξιοῦντο φύσει. Καὶ γὰρ οὐ τοῖς πολύ λοῖς ἑαυτὸν ἐνεπίστευεν ὁ ὑπερούσιος, σαφῶς ἑκά στου τὰ κρύφια τῆς καρδίας καταθεωρῶν· οὐδὲ πα σιν ἐξαπίνης τοῖς μαθηταῖς· ἀλλ' οὓς ἀξιωτέρους ᾔδει, καὶ μᾶλλον τῶν ἄλλων πιστοτέρους παραλα δών· καὶ τῷ Θαβωρίῳ προσαναγαγών, τὴν αὐτοῦ δόξαν ηρέμα μεταμορφούμενος ὑπέδειξεν. Τοῦτο μὲν οὖν, οὐ τοῦ Ἰωάννου μόνον, ἀλλὰ καὶ Ἰακώβου καὶ Πέτρου τῆς πίστεως ἀπόδειξις έναρ γῆς· τεκμήριον δὲ τῆς κατὰ τὴν ἀγάπην τελειότητος, ἡ κατὰ τὸ μυστικὸν δεῖπνον ἐπὶ τὸ ζωαρχικώ τατον στῆθος ἀνάκλισις τοῦ Θεολόγου. Ἐπεὶ γὰρ ἕνα τῶν συνεστιωμένων παραδώσειν αὐτὸν προειρηκέναι, θορύβου μὲν, ὡς εἰκὸς, τὰς καρδίας τῶν μαθη τῶν καὶ λύπης ἀγωνιώσας ὑποπίμπλασθαι· οὐδένα δὲ παρρησίᾳ τολμᾶν ἐρωτᾷν, εἰ μὴ τὸν κατὰ τὴν ἱερὰν ἀγάπην ὑπερβαλλόντως τετελειωμένον, ὃς ἐχό μενα κατακείμενος τῷ διδασκάλῳ· προσαναβὰς δὲ, (ο
col. 111–112page 48 of 261
PG 105:111πᾶσαν ἄρχοντες καταστάντες τὴν γῆν· ἄλλοι μὲν ἄλ. λου τῆς οἰκουμένης μέρους τὴν ἀποστολικὴν ἀρ τὴν διακληρούμενοι, τὴν κατ᾽ αὐτὸν ἱπείη ἕκαστος Ἡ μεγάλη δὲ τοῦ Θεοῦ Λόγου βροντή, ὁ με μεστω μένος τῆς ἄνω θεολογίας κρατήρ, ὁ τῶν ἀποστόλων ὀφθαλμός, Ἰωάννης ὁ πάνυ, κατακληρούται την Ασίαν, ὡς δυνατὸς ἐν λόγοις, δυνατὸς ἐν ἔργοις ο τὴν πόλεσι μὲν ἄγαν καὶ δυναταῖς, λαοῖς δὲ θρασυ τέτοις κομῶσαν καὶ πονηροτάτοις· λαοίς πολλῷ πλού τῳ, καὶ δόξαις γαυρουμένοις κεναῖς· καὶ σοφίᾳ μὲν Ἑλλήνων ὑπεραιρομένοις· τῇ περὶ τοὺς θεοὺς δὲ πλάνη σφοδρότερον ἐνισχημένοις. Τούτοις ὁ μέγας ἀπόστολος ἐπιδεδημηκώς, καὶ πᾶσαν μὲν τῶν ἀνθρώπων καρδίαν τῷ τῆς δεισιδαιμονίας ζόφῳ πεπαχυμένην ιδών· πᾶσαν δὲ ψυχὴν ἐζωγρημένην τῷ διαβόλῳ, καὶ πρὸς τὸ αὐτοῦ θέλη μα συντεταμένην τῷ πνεύματι κατανενοηκώς, οὐκ ἀνεβάλετο τοῦ Πνεύματος τὴν ἐπιταγήν· οὐ τῷ ἐρ γώδει τοῦ ἐγχειρήματος ἀπεκναίσθη τὸν νοῦν, οὔτ᾽ οὖν διψυχίας περιπέπτωκε λογισμοῖς. Πρὸς τὸν δὲ ἐν αὐτῷ μένοντα Χριστὸν ἀφορῶν, οὐ κατὰ τῶν ἀνθρώ ἀλλὰ κατὰ τῶν δαιμόνων· οὐδὲ κατὰ τῶν αἰ χμαλώτων, ἀλλὰ κατὰ τοῦ τυράννου πρῶτον αὐτοῦ, τῇ νοητῇ παντευχία παρατέτακτο τοῦ Πνεύματος των, Καὶ τοῦτον ἐν ὁμοιώματι Χριστοῦ καὶ δυνάμει πρῶτον διανοείται δῆσαι καὶ οὕτω τὴν αὐτοῦ πανω οπλίαν ἆραι· καὶ οὕτω τὴν αἰχμαλωσίαν αἰχμαλωτίσαι· καὶ τῇ ὡραιότητι τοῦ οἴκου Κυρίου, τῇ Ἐκκληη σία λέγω, διελέσθαι σκύλα. Αρ' οὖν διανενόηται μὲν Χριστοπρεπῶς οὕτως, ἀγεννέστερον δὲ συνεῤῥάγη τῷ δυσμενεί; ἢ συμπλέκεται μὲν νεανικῶς, είτ' οὖν εὐαγγελικῶς, ἡμιτελῆ δὲ τὸν ἀγῶνα καταλέλοιπεν; ἢ τέλειον μὲν, οὐχ ὥστε δὲ παντάπασιν ἀφομοιοῦσθαι τῷ Ἰησοῦ; Ούμενουν· ὥσπερ δὲ τὸν Χρι στὸν οὐκ ἐκ μέρους, ἀλλ' ὅλον ἐν ἑαυτῷ προκατ ῳκίσατο, καὶ διὰ τοῦτο πάσαις ἅμα ταῖς ἐνεργείαις τοῦ θείου Πνεύματος δορυφορεῖτο καὶ συνεκροτεῖτο, οὕτω καὶ τὸ τῆς σωτηριώδους διακονία; ἔργον, ἐν τελείᾳ τῇ πρὸς αὐτὸν ὁμοιότητι, τέλειον ἐπληροφόρησε τῷ Θεῷ· καὶ καθάπερ αὐτὸς πρῶτος ὁ τῶν οὐ ρανῶν βασιλεύς, οὔτε περιουσίᾳ δυνάμεις μόνῃ τὸν ἀρχηγὸν τῆς κακίας χειρώσασθαι βεβούληται, ἀλλὰ καὶ ἐν σοφίᾳ, ἀλλὰ καὶ ἐν δικαιοσύνῃ, ὡς ἅμα τὰ πάντα, καὶ δυνατὸς, καὶ δίκαιος, καὶ σοφός· μᾶλλον δὲ αὐτοσοφία καὶ δικαιοσύνη καὶ δύναμις ὢν· καὶ ἵνα περιφανῆ μὲν ἑαυτῷ τὴν νίκην περιφανῆ δὲ καὶ βεβαιοτέραν τὴν πτῶσιν τῷ ἀντιπάλῳ κατεργάσηται, τὴν αὐτὴν τοῖς ἠδικημένοις μορφὴν εἰληφώς, καὶ ἐν σοφίᾳ τοῖς ἀνθρώποις καὶ ἐν δικαιοσύνη συναναστραφείς, ὑπὸ τῆς τοῦ πονηροῦ κακίας μάτην διώκεται, καὶ εἰς θάνατον ἐπιβουλεύεται. Διὸ καὶ οἷς ἀδίκως ἐκεῖνος ἐπέθετο, δικαίως περιπαρείς, καὶ ἐν τοῖς ἔργοις τῶν αὐτοῦ χειρῶν συλληφθεὶς ἑάλω· καὶ καὶ τακριθεὶς, οὕτως ἐν χειρὶ Θεοῦ τῆς τυραννώδους ἐκβέβληται ἀρχῆς. Οὕτως καὶ ὁ ἀγαπητός τοῦ Λόγου η
col. 113–114page 49 of 261
PG 105:113Ασίαν καταλαβών, εἰς μίαν δὲ πρῶτον τῶν ἐν αὐτῇ μητροπόλεων, τὴν μεγίστην Εφεσον γενόμενος, οὐχ εθορύβησε τῇ παρουσίᾳ παραχρῆμα τὴν πόλιν· οὐ τὰς τῶν πολιτῶν διανοίας εὐθὺς τῷ μεγαλοφυεί τοῦ Εὐαγγελίου διετάραξεν· ἀλλ' ἐν σοφίᾳ πρὸς τοὺς έξω περιπατῶν, καὶ ὡς πονηρὸν ἐξαγοραζόμενος τὸν καιρόν, τῷ μὲν ἀγαθοπρεπεῖ τοῦ ἤθους, καὶ τῷ μετρίῳ τοῦ σχήματος, καὶ τῷ προσηνεῖ τῆς ἐντεύξεως, πᾶσιν ἑαυτὸν εὐπρόσιτον καθίστη καὶ εὐμενῆ, τῷ τρόπῳ δὲ τοῦ βίου, καὶ τῷ ποικίλῳ καὶ ἀπεξε σμένῳ τῆς ἀρετῆς, ἀπρόσιτον ἅμα καὶ θαυμαστόν. Θεολόγος, ἐν σωτηρίᾳ τῶν ὑποδεξομένων αὐτὸν τὴν Καὶ αὐτὸς μὲν τῇ ἐπιτεταμένῃ ἐγκρατείς, υπου μονῇ ἀνενδότῳ, προσευχῇ ἀνεκλείπτῳ, μετὰ ἡσυ χίας νοὸς καὶ πραύτητος πνεύματος ἐλάτρευε τῷ Πρωτοευαγγελίῳ ἀδελφοθέου, Θεῷ ὁ ἄρχων δὲ τῆς κακίας, ὁρῶν ἄνθρωπον τὸ φαινόμενον, ἄγγελον τὸ νοούμενον· κάτω μὲν τῇ σαρκὶ μετρίως ἀπτόμενον τῆς γῆς ἄνω δὲ, τῷ νῷ διαβαίνοντα τοὺς οὐρανούς· καὶ θεοὺς μὲν πάντας καὶ δαίμονας ἀποσειόμενον, ηρέμα δὲ τέως τοῦ Ἰησοῦ τὴν δόξαν τοῖς ἐγγίζουσι παρατιθέμενον ζήλῳ μὲν ἀνῆπται παραχρήμα πικρῷ, τὴν οἰκείαν ἐντεῦθεν κατάλυσιν ὑποβλεπόμενος. Οἷα δὲ πυρφόροις βολίσι τῷ φθόνῳ πυρπολούμενος, ἐπεγείρει μὲν ποικίλους τῷ Χριστοῦ μαθητῇ πειρασμούς· ἐξάπτει δὲ κατ' αὐτοῦ, πρῶτον μὲν γυναικάριον ζηλοτυπού καὶ θρασὺ, πρῶτον ἐκείνης τῆς πόλεως ὁ 'Ηγαπημένος, ὁ Ἐπιστήθιος, Νεστόριος, ὁ τῆς δυσσεβοῦς αἱρέσεως ἀνακαινιστής, φθάσας ἐν τῇ Εφεσίων, ἔνθα ὁ Θεολόγος Ιωάννης καὶ ἡ Θεοτόκος ἡ ἁγία Μαρία.
col. 115–116page 50 of 261
PG 105:115νομιζόμενον· ἔπειτα καὶ τῶν ἐκ τοῦ δήμου καὶ τῶν προεχόντων Εφέσου τους πονηροτάτους. Καὶ γλώσ σαι; μὲν ὡς ξυρὸν ἠκονημέναις, γλώσσαις δολίαις θορυβῶν, ὡς ᾤετο, καὶ φοβῶν· τραύμασι δὲ καὶ εἰρ κταῖς καὶ πληγαῖς ἐκθλίβων καὶ ἀνιῶν· ὡς ἂν, εἴ γε δύναιτο, στερῆσαι καὶ τῆς ζωῆς· εἰ δ᾽ οὖν, ἀλλὰ τῶν ἰδίων μετακινῆσαι τόπων. Ἐπειδὴ οὖν τούτοις τὸν δίκαιον ἀδικεῖν ὁ ἄδικος ἐπέθετο, καθ' ἑαυτοῦ λοιπὸν τοῦτον ἐξεγείρει· μᾶλ λον δὲ, τὴν ἐν αὐτῷ πανσθενῆ χεῖρα, δείλαιος, κατά τῆς ἰδίας ἐξαναστήσας κεφαλῆς· αὐτὸς μὲν ἐκτίλλε τας καὶ τῆς τυραννικῆς ἐξουσίας ἐνδίκως και θαιρείται· σειραῖς δὲ ταρταρούμενος ζόφου, πρὸς τὸν αὐτοῦ καταῤῥήγνυται πατέρα. Εντεῦθεν κατευθύνεται μὲν ὁ δίκαιος· ὁ δὲ τῶν δικαίων ὑψοῦται Θεός καὶ ἀφαιρεῖται μὲν τῶν ἀνθρωπίνων διανοιῶν ἡ αχλύς· τὸ μέγα δὲ φῶς ἐξανατείλαν ἐν τῷ Ἰωάννῃ, πᾶσαν εὐθεῖαν ἐπισπᾶται ψυχήν. Οὕτως ὁ τῆς ἀπωλείας τοῦ ἔθνους ἐπιστατῶν, οὐκ ἐν δυνάμει Θεοῦ μόνον, ἀλλὰ καὶ σοφίᾳ καὶ δι καιοσύνῃ τοῦ ᾿Αποστόλου κατακινηθείς, ἐῤῥίφη· οἱ ὑπ' αὐτοῦ δὲ πρώην ἀγόμενοι, ἄλλος ἐπ᾽ ἄλλον καθάπερ κυμάτων ἐπανάστασις επεγειρόμενοι· καὶ τῷ τοῦ μεγάλου φωτός Υἱῷ προσερχόμενοι, καὶ τοῖς τῆς ἀληθείας διδάγμασι καθαιρόμενοι καὶ προτελού μενοι, τὸν ζόφον μὲν τῆς ἀπάτης καὶ πλάνης ἀπε δύοντο· τὸ μέγα δὲ φῶς τῆς ἀληθογνωσίας διὰ λου τροῦ παλιγγενεσίας ἐνεδύοντο. Εστήκει δὲ κήρυξ διαπρύσιον τοῖς ἔθνεσι καὶ σωτήριον βροντήν ἐνηχῶν, Ανδρες, λέγων, ὅσων τὸ Πνεῦμα τὸ ἅγιον τῆς καρδίας ἐπελάβετο, δεῦτε πρός με, καὶ ἴδετε ἔργα Θεοῦ καὶ ἀληθείας, καὶ τὴν ὄψιν τῆς δια Γοίας καταυγάσθητε· ἀκούσατε ῥημάτων σοφίας ἀληθινῆς, καὶ τὴν ἀκοὴν φωτιζόμενοι, σύνετε καὶ γνῶτα τὸν ὄντως ὄντα Θεόν. Ιστε τοίνυν, ὅτι κατὰ τὴν ὀγδόην καὶ εἰκάδα τοῦ Παυνὶ μηνός, ἡ ἁγία σύνοδος γέγονεν ἐν τῇ Ἐφέσῳ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῆς πόλεως, ἥτις καλείται Μαρία Θεο τόκος. συνεισάκτους καὶ ἀγαπητὰς κατ' οίκονομίαν Καίτοι γε τοῦ Ἰωάννου περὶ τὴν Ασίαν ἐνστειλα μένου τὴν πορείαν καὶ οὐδαμοῦ λέγει, ὅτι ἐπηγάγετο μεθ᾿ ἑαυτοῦ τὴν ἁγίαν Παρθένον. μέχρι τῆς κοιμήσεως, Αὐτὸς μὲν ἐκτίλλεται.
col. 117–118page 51 of 261
PG 105:117Γνῶτε Θεὸν Πατέρα παντοκράτορα, πάντων ἀοράτων κτισμάτων καὶ ὁρατῶν ποιητήν. Γνώτε Θεόν Λόγον πρὸ τῶν αἰώνων ὑπὲρ λόγον γεννώμενον ἐξ αὐτοῦ, δι' οὗ πεποίηκε τὰ πάντα. Γνώ το Πνεῦμα τὸ ἅγιον, τοῦ Πατρὸς ἀχρόνως ἀνεκφοιτήτως το προϊόν, καὶ τῷ Υἱῷ συνδημιουργούν τὰ πάντα, καὶ πάντα κατ' οὐσίαν πληροῦν. Σύν στε Θεὸν ἕνα τὰ τρία, καὶ φύσιν μίαν καὶ δύνα μιν καὶ βασιλείαν· καὶ τὸν ἕνα Κύριον, ἐν όμο τίμοις προσώποις προσκυνεῖτε τρισίν. Σύνετε, καὶ τὴν πατροπαράδοτον πλάνησιν ἀφέντες, προσέλθετε τῷ ἀληθινῷ φωτί. Προσέλθετε καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυν Ιδετε, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἀσκήνω σεν ἐν ἡμῖν· ὁ μονογενὴς Υἱὸς, ὁ ἐν τοῖς πόλε ποις ὢν ἀεὶ τοῦ Πατρὸς, ἄνθρωπος ἀληθῶς ὑπὲρ ἀνθρώπων ἐξ ἁγίας Παρθένου καὶ ἀπειρογάμου γίνεται Μαρίας, καὶ κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἡμῖν ἐξομοιοῦται· καὶ ἄφεσιν ἁμαρτιῶν διὰ βα πτίσματος χαρισάμενος, διὰ σταυροῦ τε καὶ ἀνα στάσεως, θανάτου καὶ φθορᾶς λυτρωσάμενος, κατήλλαξε τῷ Πατρί. Οὗτος καὶ νῦν ἐν ἡμῖν, τὸ ἴδιον ἔργον, τὸν τῆς καταλλαγῆς λόγον θέμενος, ἀπέστειλεν, τὴν σωτηρίαν ταύτην εὐαγγελιουμένους ὑμῖν. Απόστητε τοίνυν πάσης δαιμόνων ματαιότητος, πάσης ειδωλολατρείας, πάσης κακίας καὶ ἀνομίας τὴν ὀλέθριον ἀπορρίψατε συνήθειαν τῷ νόμῳ δὲ τῆς πίστεως, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ νόμῳ τοῦ Πνεύματος τῆς ἁγιότητος αὐτοῦ πολιτευόμενοι, ῥυσθήσεσθε μὲν ἀπὸ τῆς ἐπερ χομένης ἐξ οὐρανοῦ τοῖς ἀσεβέσιν ὀργῆς αφθάρτου δὲ δόξης καὶ αἰωνίου καταξιωθήσεσθε ζωῆς. Ἵνα δὲ μὴ κενοῖς ῥήμασιν ἐξηπατήσθαι νομίζητε παρ' ἡμῶν, προσάγετέ μοι τοὺς ἐν ὑμῖν λελωβημένους καὶ θεραπείας ἐπιδεομένους, ἴν' ἰδῆτε, ὡς οὐκ ἐν λόγῳ πρὸς ὑμᾶς μόνον, ἀλλὰ καὶ ἐν δυνάμει πολὺ μᾶλλον ἡ βασιλεία ἐγγίζει τοῦ Θεοῦ. Αὐτίκα τοίνυν ἦν ὁρᾶν ἐκεῖ, δαιμόνια λόγῳ τοῦ Θεολόγου μόνῳ τῶν δαιμονώντων δραπετεύοντα, χω λοὺς ἀνορθουμένους, τυφλούς φωτιζομένους, κωφούς ἀκούοντας, καὶ μογιλάλους τρανῶς λαλεῖν παιδευομένους. Ην ὁρᾶν διὰ προσευχῆς ἀνισταμένους νεο χρούς, καθαιρομένους λεπρούς, καὶ πᾶσαν νόσον καὶ πᾶσαν σώματος λώβην, ἀφῇ μόνη χειρὸς ὁσίας τω μένην. Καὶ πᾶσαν μὲν γοητικὴν τέχνην καὶ μαγι κὴν, πᾶσαν δὲ κακοτεχνίαν καὶ δαιμονίων κακομηχανίαν, διὰ τῆς ἐν αὐτῷ τοῦ Χριστοῦ δυνάμεως καταργουμένην· πᾶσαν δὲ μυσταγωγίαν φωτιστικὴν καὶ καθαρτικήν· πᾶσαν δὲ χάριν καὶ γνῶσιν τελετουργικὴν, καὶ Θεουργικὴν, ταῖς καρδίαις ἐνεργουμένην τῶν πιστῶν. Ολον γὰρ τὸν Χριστὸν διὰ τοῦ Κυρίου Πνεύματος ὁ τοῦ Πνεύματος κράτιστος περιβεβλημένος οἰκονόμος, ἀπρόσιτα μὲν πανταχόθεν καὶ ἀνεπίβατα κατεσκεύαζε τῷ ἐχθρῷ· πᾶσαν δὲ ψυχὴν εὐθεῖαν καὶ ἀγαθοειδῆ διὰ τοῦ Πνεύματος παρακαλῶν, εἰς τὴν δι αὐτὸν πρεσβευομένην ἀλήθειαν προσῳκειοῦτο.
col. 119–120page 52 of 261
PG 105:119Οὕτως ὁ μέγας "Ηλιος τοῦ Εὐαγγελίου, οὐ τὴν προκαθεζομένην τῆς Ασίας μόνον, ἀλλὰ καὶ πᾶσαν ἐφεξῆς χώραν καὶ πόλιν, τὸν εἰρημένον τύπον ἐπιών, κατήργει μὲν πᾶσαν δαιμόνων θυσίαν καὶ τελετήν· ποιμένας δὲ καὶ ἱερεῖς καθιστῶν, Εκ κλησίας κατὰ τόπον ανέστη Χριστῷ. Κάλλιστα μὲν οὖν τῷ ἁγίῳ Πνεύματι καὶ θαυμασιώτατα διακονούμενος· καὶ μεγάλῃ μὲν λόγων σοφίᾳ, μείζονι δὲ ἔρ των δυνάμει· καὶ ἔτεσι δὲ πολλοῖς ἤδη τὴν ᾿Ασίαν πᾶσαν, καὶ πᾶσαν τὴν Ἑαν φωτίζων Χρι στῷ· καὶ θλίψεσι μὲν ὑπερβαλλούσαις ὅσαις ὑπὲρ τοῦ Εὐαγγελίου περιπεσών - μυρίας δὲ καὶ ἐπιβουλὰς τοῖς τοῦ ψεύδους υπασπισταῖς ὑποσχών· ἔτι μὴν καὶ ἐξορίαν κατὰ Πάτμον τὴν νῆσον ὑπὸ τῆς Ἀνατολῆς Εξορίαν κατὰ Πάτμον. Πάντων δὲ τῶν τὴν νῆσον ἐπει κούντων πειθηνίων τῷ εὐαγγελικῷ κηρύγματι γε νομένων· καὶ τῷ Χριστῷ διὰ τῆς πίστεως προσελ
col. 121–122page 53 of 261
PG 105:121βασιλέων ἀδίκων κατακριθείς, ἐπειδὴ συνεχόμενον θόντων, ὡς μηδένα σχεδὸν ἀπολειφθῆναι, κοινή παρά πάντων πρὸς τὸν ἀπόστολον παράκλησις γίνεται ἐγγράφως τούτοις ἅπαν ἐκθέσθαι τὸ σωτήριον κή ρυγμα. ἂν τὸν πόθον ἀποδεξάμενος, πείθεται τῇ αὐτῶν παρακλήσει· καὶ εἰς' τι μετὰ τοῦ μαθητού Προχώρου δρος γενόμενος, τρεῖς ἡμέρας διῆγεν ἐν αὐτῷ ἄσιτος, δεόμενος τοῦ Θεοῦ περὶ τούτου· καὶ μετὰ τρεῖς ἡμέρας, ἀστραπῆς γενομένης μεγάλης καὶ βροντῆς, ὥστε σαλευθῆναι τὸ ὄρος, ἔπεσεν ὁ Πρόχωρος ἐπὶ γῆς, καὶ γέγονεν ὡσεὶ νεκρός. Ο δὲ Ιωάννης ἀναστήσας αὐτὸν καὶ καθίσας ἐκ δεξιῶν αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ήρξατο λέγειν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» κ. τ. έ. Καὶ συμπεράνας τὸ ἱερώτατον καὶ πάνσεπτον Εὐαγγέλιον, παρέδωκε τοῦτο αὐτοῖς· κακεῖθεν εἰς ἅπαντα διεδόθη τὰ τοῦ ἐπὶ Ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται· Ἰωάννης τε νήσῳ παραδίδοται. ἑαυτὸν ὁ μακαριώτατος ἕωρα, καὶ τὴν πρὸς τὸν κατέχει λόγος, τὸν ἀπόστολον ἅμα καὶ εὐαγγελιστὴν Ιωάννην, ἔτι τῷ βίῳ ἐνδιατρίβοντα, τῆς εἰς τὸν θεῖον Λόγον ἕνεκεν μαρτυρίας Πάτμον οἰκεῖν κατα νης ὁ ἀδελφὸς Ἰακώβου, κηρύσσων ἐν τῇ Ἀσίᾳ τὸν λόγον, ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ, κἀκεῖθεν πάν λιν εἰς Ἔφεσον ἐκ τῆς ἐξορίας ἀνακληθεὶς ὑπὸ Νε ρούα, τελευτῇ ἐκεῖσε, οὗ τὸ λείψανον παρὰ τῶν ἐποίκων τῆς πόλεως πιστῶν ζητηθέν, οὐχ εὑρέθη. εἰς τὴν λιτήν· Τὴν τῶν ἀποστόλων ακρό τητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικὸν στρατηγόν· τὸν τὴν οἰκουμένην Θεῷ καθοπο τάξαντα, δεῦτε, οἱ πιστοί, μακαρίσωμεν Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον καὶ γῆς οὐκ ἀφι στάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν.
col. 123–124page 54 of 261
PG 105:123Κύριον εἴσοδον ἐγγίζουσαν· συνιδὼν δὲ καὶ τὸν χρό νον ώς δεινότατον ὄντα λήθης βυθοῖς ἀμαυροῦν τὰ καλὰ, κινεῖται μὲν ἀγαθοειδῶς, τὸ τῆς αὐτοαγαθός τητος ἔσοπτρον, ὑπὲρ τῆς ἱερᾶς τοῦ Εὐαγγελίου γρα φῆς· κινεῖται δὲ πρὸς ἔρωτα θεολογίας ὑπερφυοῦς, ὑπό τε τοῦ ἐνοικοῦντος Θεοῦ Λόγου, καὶ τῶν πιστοτάτων τῆς Ἐκκλησίας λιπαρούμενος. Ἐντυχὼν δὲ τοῖς πρὸ αὐτοῦ τρισὶν Εὐαγγελίοις, καὶ περὶ τῷ σωματικῷ τοῦ Χριστοῦ μᾶλλον προσ ησχολημένην αὐτῶν τὴν διήγησιν ἰδὼν, αὐτὸς τοῖς ὑψηλοτέροις τῶν λόγων καὶ θειοτέροις ἐπεκτείνεται. Καὶ πᾶσαν μὲν τὴν ὁρωμένην κτίσιν ἀφείς· πᾶσαν δὲ τὴν νοητὴν καὶ ὑπερκόσμιον ὀξύτητι νοῦ καθαρωτάτου διὰ τοῦ Πνεύματος υπεραναδάς· καὶ τὰ Χε ρουβείμ λιπών, καὶ τὰ Σεραφεὶμ παρελθών, ἀκραιφνῶς αὐτῷ καὶ ἀμέσως ἐγγίζει τῷ ἀγαπητῷ· κἀκεῖ δὴ νοερῶς, καὶ κρειττόνως ἢ πρώην, τὸ νοερώτατον στῆθος, τῷ θεαρχικωτάτῳ προσερείσας, καὶ οἷς εύ σύνετον τῷ τῆς Σοφίας αὐτῆς στόματι παραβαλών, οἷά τινα πηγὴν ζῶσαν ἐκεῖθεν ὑψηλῆς ἀναστόμωσε καὶ θεωτικῆς θεολογίας. Ης ἐν προοιμίοις, θεολογεῖ μὲν τοῦ Λόγου τὴν ἐν ἀρχῇ πρὸς τὸν Πατέρα καὶ προάναρχον ὑπερούσιον συνύπαρξιν. Θεολογεῖ δὲ αὐτοῦ καὶ τὴν σάρκωσιν, ἐν ὀλίγοις καὶ θεοφθόγγοις ῥήμασιν πᾶσαν ὑψηλῶς καὶ μεγαλοφυῶς ὥσπερ ἐξ οὐρανοῦ σαλπίσας τὴν περὶ αὐτοῦ θεηγορίαν. Εἶτα, υπομιμνήσκεται μὲν ἐν τῷ Πνεύματι, τῶν τε λόγων Χριστοῦ καὶ τῶν ἔργων τὰ ὑψηλότατά τε καὶ παραδοξότατα, ὅσα τοὺς πρὸ αὐτοῦ παραλιπεῖν εὐαγγελιστάς. Καὶ πάντα θεσπεσίαις Ιερολογίαις ἀνατεταχώς, καὶ πάντα Θεοῦ φωναῖς συν τετελεκώς, καὶ ἐν δικαιοσύνῃ (κατὰ Ησαΐαν) συν τετμηκώς, εἰς τὰ πέρατα τοῦτο δὴ τὸ κατ' αὐτὸν Εὐαγγέλιον εβρόντησε τῆς γῆς· πάσης ήδη φανεί πάσης ήδη φανε! σης ἢ φανησομένης αἱρέσεως εξαναλωτικὴν καὶ πρηστήριον ἀστραπὴν· πάσης δὲ θεογνωσίας καὶ θεολογίας δρον ἀληθείας, καὶ ἀπαρεγχείρητον γνώ μονα διαθέμενος· καὶ τοῦτο τῇ καθόλου Εκκλησίᾳ Χριστοῦ καινὴν διαθήκην ἐκ στόματος γραφείσαν παραδοὺς τοῦ Χριστοῦ· τοσούτῳ τῆς ἐν πλαξὶ πάλαι τῷ Μωσεί γεγραμμένης σεβασμιωτέραν τε καὶ θεοπρεπεστέραν, ὅσῳ τὴν παλαιὰν μὲν ἡ καινὴ, τὸν νόμον δὲ τοῦ γράμματος ὁ τοῦ πνεύματος καὶ τῆς ἀληθείας παρευδοκιμεῖ. Καὶ τὰ μὲν ἐπὶ τοσοῦτον. Ἐπεὶ δὲ τὴν τοῦ Πνεύματος διακονίαν καὶ ἱερουμε γίαν τοῦ Εὐαγγελίου, τὸ ἔργον τῆς ὑψηλῆς ἀποστο τῆς, ὡς πιστὸς τῷ ὄντι καὶ φρόνιμος οἰκονόμος τε τελειωκώς, καὶ εἰς πίον ἤδη γῆρας ἐληλαχώς, επόθει τὴν ἀνάλυσιν, κρεῖττον δὲ φάναι, τοῦ σώματος τὴν ἐπὶ τὸ ἄφθαρτον μετασχημάτισιν· ἀεὶ γὰρ καὶ νοῦν καὶ διάνοιαν ἐν οὐρανοῖς συνηνωμένος Χριστῷ, τὸ σῶμα μόνον καὶ τὸ δρώμενον ἦν ἐπὶ γῆς.
col. 125–126page 55 of 261
PG 105:125Ἐπειδὴ οὖν ἡ ἡμέρα τῆς τελειώσεως παρῆν, (ο ΧΧΙ, Κατὰ τὸν ἄνω παράδεισον.Supernum Σῶμα καὶ ψυχὴν καὶ νοῦν κεκαθαρμένος, εὐηγγελίσω τὸ οὐράνιον Χριστού Εὐαγγέλιον· καὶ ἀγγέλοις ὁμοδίαιτος ἐν οὐρανοῖς γενόμενος κράζεις νῦν, Εὐλογεῖτε. παραλαμβάνει μὲν ὁ μακάριος τοὺς πιστοτάτους τῶν μαθητῶν, μικρὸν δὲ τῆς Ἐφέσου προελθών, καὶ γεωλόφῳ τινὶ προσβάς, τάφον ὀρύξειν ἐνετείλατο ὁ δὲ τὸ ὄμμα πρὸς Κύριον καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεταπώς, δῆλος ἦν ἐκδεδημηκὼς ὅλος, καὶ ταῖς προσευχαῖς ἐξεστηκώς τῷ Θεῷ. Ἐπεὶ δὲ κατέπαυσεν, ἐπιστραφεὶς, καὶ θείων ἐκφαντορίαις μυστηρίων, καὶ παραινέσεσι καλλίσταις καὶ νουθεσίαις ἐναρέτοις τοὺς παρόντας αὐτῷ καταρτισάμενος, εἴσεισιν ἔνδον τοῦ ὀρύγματος εὐθὺς, ἀνακλίνεται δέ· οἱ δὲ καλύπτουσι μὲν τὸν τάφον πλαξί, τῇ ἑξῆς δὲ κατὰ τὴν ἐντολὴν παραγενόμενοι, καὶ τὰς πλάκας ἀφελόμενοι (ὦ τῶν θαυμασίων!) αὐτὸν μὲν εὑρίσκουσιν οὐδαμῶς, σαφῶς ἐνδεδημηκότα πρὸς τὸν Θεόν. Μαρτύριον δὲ τῆς μεταστάσεως, είτ' οὖν ἀναστάσεως αὐτοῦ, τὰ ἱμάτια κατείληπται. Οὔτε οὖν ἐν θνητῷ σώματι ζῆν αὐτὸν ἔτι καθάπερ Ηλίαν προσῆκεν ὑπονοεῖν. Οὐ γὰρ εἶπεν αὐτῷ, φησὶν, ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· οὔτε καθ᾿ ὁμοιότητα τῶν ἄλλων θανεῖν, τὴν ἐσχάτην ἡμέραν ὑπομένοντα· ἀλλὰ τὸ παρθενικὸν ἐκεῖνο σκῆνος καὶ ἅγιον, τῇ πρὸς τὸν ὑπερουράνιον εἰσόδῳ τοσοῦτον λιπών, ὅσον θανάτου πεῖραν λαβεῖν· εὐθὺς δὲ τῆς ἀληθινῆς ἐν Χριστῷ ζωῆς καταδραξάμενος, τοῦτο δῶρον καὶ οἷόν τι γέρας ἐξαίρετον τῆς καθ᾽ ὑπερ βολὴν εἴληφεν ἀγάπης, τὸ καὶ τῷ σώματι ζῆσαι τὴν ἄφθαρτον ζωήν· καὶ τῇ Θεοτόκῳ, οἷα μητρὶ κατὰ τὸν ἄνω παράδεισον ἐν ἀγαλλιάσει συνοικεῖν Ο πανάγαθος Θεὸς καὶ φιλάνθρωπος Κύριος ἡμῶν, οὐ μόνον τοὺς ὑπὲρ αὐτοῦ προθύμως ἀγωνισαμένους ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους, προφήτας καὶ μάρτυρας, καὶ πάντας τοὺς εὐαρεστήσαντας αὐτῷ, βασιλείας οὐρανῶν καὶ τῶν αἰωνίων ἠξίωσεν ἀγαθῶν, ἀλλὰ καὶ τοὺς τόπους ἐν οἷς διέπρεψαν καὶ ἐτάφησαν, πλήρεις χαρίτων ὑποδείξας, πολλοῖς ἐλάμπρυνε θαύμασι. Καὶ γὰρ ὁ τάφος, ἐν ᾧ ὁ μέγας ἀπόστολος καὶ εὐαγγελιστής Ἰωάννης ὁ Θεολόγος μέλλων μετατεθῆναι ἐτάφη, κόνιν ἁγίαν, ἣν οἱ ἐγχώριοι μάννα μετονομάζουσιν, ἐπινεύσει Πνεύματος ἁγίου κατὰ τὴν ὀγδόην τοῦ Μαΐου μηνός έτησίως ἐξαίφνης ἀναβρύει καὶ ἀνα δίδωσιν· ἣν οι προσερχόμενοι λαμβάνοντες, χρῶν ται εἰς παντοίων παθῶν ἀπολύτρωσιν, εἰς θεραπείας ψυχῶν, εἰς ῥῶσιν σώματος, Θεὸν δοξολογοῦντες, καὶ τὸν αὐτοῦ θεράποντα Ιωάννην γεραίροντες.

Oration VIIOratio VII

col. 127–128page 56 of 261
PG 105:127καὶ οὕτω μένειν αὐτὸν οἶμαι πιστέον, κατὰ τὴν εὐ αγγελικὴν βήσιν, τὴν τοῦ Κυρίου παρουσίαν. Ενταῦθα τοῦ λόγου γενόμενοι, καὶ τὸ ἀνέφικτον ὕψος τῆς Ιωάννου θεότητος καὶ μεγαλοπρεπείας ὑπερεκπλαγέντες, καὶ τὴν ἀσύγκριτον τῆς ἁγιότης της εκθαυμάσαντες ὑπερβολὴν, τῷ ἀπροσίτῳ τῶν ὕμνων ἀναγκαζόμεθα σιγαν. Μικρὰ γοῦν ὅμως τὴν Αγαπημένην Θεῷ καὶ τιμίαν προσηγορηκότες ψυχήν, καταπαύσομεν τὸν λόγον. Χαῖρε, ἀληθῶς ἡγαπημένε τῷ ἀγαπητῷ· χαῖρε, τῷ μόνῳ καλλοποιῷ καὶ ὑπερκάλῳ Χριστῷ λίαν περ φιλημένε, ὡς ὡραιότητι ψυχῆς, ὡραιότητι πνεύμα. τος, νοῦ τε καὶ διανοίας εὐπρεπείᾳ καὶ εὐθύτητι πάντας αὐτοῦ παρευδοκιμῶν τοὺς ἀγαπητούς. Χαῖρε, κάλλος ἅψαυστον καὶ νοερόν, οὐράνιον καὶ μυστικὸν, ἀπρόσιτον καὶ ὑπερφυές. Χαῖρε, Παρθένε τὸ σῶμα, τῷ μηδεμίαν σοι πώποτε κηλίδα σαρκίνης ἐπιθυμίας προστριβήναι. Παρθένε τὴν ψυχήν, τῷ μὴ καταῤῥεμβευθῆναί ποτε κάλλει σώματος, μηδὲ κατὰ νοῦν· παρθένε τὸ πνεῦμα, ὡς τὴν καρδίαν καθαρὰν καθαρός· ὡς τρόπον νύμφης ἁγνῆς γνη σίως τὸν οὐράνιον Νυμφίον επεγνωκώς, καὶ παν άγνως Αγαπηκὼς καὶ συγκραθείς, είπερ Ο κολλώμενος τῷ Κυρίῳ, ἐν πνεῦμά ἐστιν. Μνήμη τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου ήγουν ὁ βοδισμὸς, καὶ ἡ τοῦ μάννα συγκομιδή, ήτις ἐκ τοῦ τάφου αὐτοῦ ἀναπέμπεται. ροδίζειν Λατινόφρονος, ή Ὡς δὴ καὶ ἡ τοῦ σεβασμίου χοὺς ἀπο στολή, ἂν ὁ θεῖος τοῦ παρθένου πηγάζει τάφος, τίνος τῶν μεγίστων οὐκ ἂν εἴη τεκμήριον; ποίας ἀγάπης οὐκ ἂν ἔχοι ἀπόδειξιν; Επέμφθη γὰρ εἰς εὐλογίαν οὗτος ἡμῖν, εἰς ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν τῆς ἐκ τοῦ ἀντικειμένου ἐπιβουλῆς, εἰς δ τι κάλλιστον καὶ σωτήριον· καὶ ἡμεῖς αὐτὸν μετά πίστεως τοῦ ταῦτα εἰς ἡμᾶς ἐνεργεῖν δύνασθαι ἐδε ξάμεθα, καὶ εἴη οὕτως ἡμῖν νῦν τε καὶ εἰς τὸν ἐπίσ λοιπον βίον.
col. 129–130page 57 of 261
PG 105:129Ταῖς ἐπιστολαῖς σου συνέτισον. εἴτε καὶ ἑτέρου ὁμωνύμου ἐκείνῳ. Χαῖρε, γνήσιε καὶ πιστὲ τοῦ Θεοῦ Λόγου μύστα, καὶ ἐραστὰ, καὶ θεραπευτά· ὅτι παρὰ τοῦ Πατρὸς εληλυθὼς ἐκεῖνος, μονὴν ἀληθῶς πεποίηται παρὰ σοί· ὅτι τὰς ἐντολὰς αὐτοῦ τετηρηκώς, ἔμεινας ἐν αὐτῷ, καὶ αὐτὸν ἔχεις μένοντα δι' αἰῶνος ἐν σοὶ, τὴν θεαρχικήν σοι δόξαν ἀνακεκαλυμμένως εμφανίζοντα. Χαῖρε, τέκνον Θεοῦ καὶ κληρονόμε· ἀδελφὲ δὲ καὶ συγκληρονόμε Θεοῦ· ὁ πάντα τῆς τοῦ Θεοῦ βα σιλείας τὰ μυστήρια με μυσταγωγημένος. καὶ πάντα σαφῶς τὰ ἐσύμενα δι' ἀποκαλύψεως τεθεαμένος, καὶ κατεσφραγισμένα ταῖς Ἐκκλησίαις παραδούς. Χαῖρε, τὸν παράδεισον μόνος νῦν μετὰ σώματος ἅμα τῇ μητρὶ θεομήτορι κατοικῶν, κἀκεῖθεν τῷ πνεύματι τὴν ὅλην γῆν καταθεωρῶν, ἵλεως ἡμᾶς εποπτεύοις, ὦ τρισμακάριε Θεολόγε καὶ εὐαγγελιστὰ! καὶ ταῖς ἐπιστολαῖς σου συνέτισον καὶ ταῖς θεολογίαις σου στήριξον, καὶ ταῖς ἐντολαῖς σου κατάρτισαι, καὶ ποίμενον ἡμᾶς, καὶ ἔπαρον ἡμᾶς, καὶ ἕως αἰῶνος παράστησον τῷ Θεῷ, εἰς δόξαν Πα τρὸς, καὶ γιοῦ, καὶ ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας. ΛΟΓΟΣ Ζ'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Θωμᾶν. Επαινετὸς ὁ ὑπὲρ τῶν ἁγίων πόθος· ἀξιεπαινε Τιμόθεος μὲν ὑπὸ Παύλου· Ιωάννης δὲ, ὑπ' ἐμοῦ
col. 131–132page 58 of 261
PG 105:131τώτερος δὲ πάντων μᾶλλον ὁ ὑπὲρ τῶν ἀποστόλων τοῖς ἀξίοις ἐγγινόμενος· καὶ τοσούτῳ πλέον, ὅτῳ καὶ αὐτοὶ πάντων τῶν ἁγίων, ἁγιότητος υπερβολῇ ἀκραιφνέστερον τῷ ὑπεραγίῳ προσῳκείωνται. Επι ποθήσωμεν τοίνυν τοὺς τῶν ἁγίων ἀξιοποιήτους χου ρούς, καὶ τούτων μάλιστα, τὸν ὑπεραναβεβηκότα τοὺς ὅλους τῇ θεοειδείᾳ, καὶ συνεχῶς τῷ ὑπερουσίῳ συνεχειωμένον· τὴν ὑπερφερῆ λέγω ἀξιεραστοτά την τῶν ὑψηλῶν ἀποστόλων δωδεκάδα. Ταύτην ἐπιποθήσωμεν, ταύτην ζηλώσωμεν· καὶ διὰ μιμήσεως τῆς ἡμῖν ἐφικτῆς, ταύτης γενέσθαι σπουδάσωμεν κοινωνοί. Οὕτω γὰρ δι' αὐτῶν, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, τῷ ἐγκατῳκισμένῳ τούτοις ἐγγιοῦμεν Χριστῷ· μακάριοι τε τῷ ὄντι κατὰ τὸ ἱερὸν ἐσόμεθα λόγιον, πληροῦντες τὴν ἐπιθυμίαν ἡμῶν ἐξ αὐτῶν, καὶ μὴ αἰσχυνόμενοι, ἡνίκ᾽ ἂν πρὸς ταῖς τοῦ βίου πύλαις γενόμενοι, τοῖς ἑαυτῶν ἀντι βαλῶμεν έχθροῖς. Ἀλλὰ μὴ ἄκαρπόν τινα καὶ φιλὴν ἔφεσιν πρὸς αὐτοὺς ἐπαγγελώμεθα· ἐνεργή δὲ καὶ ἔμπρακτον εἰσφέρωμεν· καὶ βίῳ μὲν τελείῳ, τὴν τρανεστέραν ὁμοίωσιν, ὡς δυνατόν, ἀφοσιούμενοι· λόγῳ δὲ, τὴν καθήκουσαν αἴνεσιν αὐτοῖς ἀφιερούμενοι, δι᾿ ἀμφοῖν τὸν ἐν αὐτοῖς ἁγιάζωμεν ἐνδοξαζόμενον Θεόν. Εστι μὲν οὖν ὥσπερ εἷς ὁμοίως τῶν δώδεκα Πα τὴρ ὁ Θεὸς, διδάσκαλός τε καὶ Κύριος καὶ καθηγη τῆς ὁ Χριστός· μία τε πίστις καὶ χάρις καὶ δύναμις τοῦ Πνεύματος· ή τε διακονία τῆς ἀποστολῆς, καὶ ἀμοιβὴ δὲ τῶν γερῶν ἡ αὐτή, οὕτω καὶ ἔπαινος ὁ αὐτ τὸς τῶν μαθητῶν ἁπάντων ἐστίν. Ἀλλ᾿ ὡς κατ᾿ ἄλλοντρόπον τὴν ἀπὸ τοῦ σώματος μὲν ἐκδημίαν, πρὸς Κύριον δὲ ποποιημένων ἐνδημίαν, ἀναγκαίως ἐκά καὶ ἡ αἴνεσις ἰδιοτρόπως αποδίδοται. στη Τίς οὖν τὸν ἱερὸν σύλλογον τοῦτον ἢ θίασον σήμε ρον συνιστῶν, καὶ προθυμίας ἀναπιμπλῶν, καὶ ἡδο νῆς θαυμασίας, καὶ φαιδρότητος τὰς Εκκλησίας ἀναπληρῶν, καὶ πρὸς δοξολογίαν θείαν συναγείρων καὶ συγκροτῶν; "Η πᾶσι καταφανής ἡ αἰτία τῆς ἑοp τῆς; Θωμᾶς γὰρ ὁ μέγας τοῦ Εὐαγγελίου λαμπτήρ, οὐ πρὸς αἴσθησιν σωματικὴν, ἀλλὰ νοερὰν ἐξανίσχων ἡμῖν, καὶ φανωτάτας τῆς αὐτοῦ μνήμης τὰς μαρμαρυγὰς ἐνιείς, πρὸς τὴν οἰκείαν συγκαλεί δόξαν. Θω μᾶς ὁ τίμιος λίθος, καὶ σεπτὸς καὶ ἐκλεκτός· ὁ τῷ στεφάνῳ τῆς δόξης τῷ τῇ ἐπουρανίῳ πλακέντι Σιών, πρὸς τοῖς ἔνδεκα συνηρτημένος· ὁ μαργαρίτης ὁ ὁλολαμπής. Ο γνώμης απλότητι, καὶ νοὸς καθαρότητι καὶ φανότητι ὅλον τὸ ἁπλοῦν φῶς καὶ θεαρχικὸν εἰσο δεδεγμένος, καὶ μεγαλοπρεπεῖς ἀφ' ἑαυτοῦ τοῖς ἐζο φωμένοις ἔθνεσι τὰς ἀντανακλάσεις ἀποπέμπων τῶν φωτισμών. Θωμᾶς, ὁ καὶ Δίδυμος· τοῦτο γὰρ τοῦ Αντιβολώμεν. ἀντιβαλῶμεν, ἀντιβαλεῖν ἀντιβαλεῖν,
col. 133–134page 59 of 261
PG 105:133ὀνόματος ή δήλωσις· Δίδυμος δὲ κεκλῆσθαι, τῷ μὴ μόνον, μεθ' ἑτέρου δὲ τοῦτον ἐκ μιᾶς ἀποτεχθῆναι γαστρός. Οὗτος ώσπερ εἰς οὐρανὸν ἐπίγειον τὸν αὐτοῦ ναόν ἐκκλησιάζων τὰ συστήματα τῶν πιστῶν, καὶ πνευματικὴν πανδαισίαν τὰ οἰκεῖα θαύματα καὶ κατορθώματα προτιθεὶς, πᾶσαν ἐστιᾷ φιλοτίμως καὶ κατατέρπει ψυχήν· οὐ τῷ σώματι καθορώμενος, ἀλλὰ τῷ πνεύματι πιστευόμενος· οὐδ᾽ ἑνὶ τόπῳ περιγραφόμενος, ὡς τὰ σώματα· ταῖς ἀπανταχοῦ δὲ τῆς οἰκουμένης Εκκλησίαις, ἅτε πνεῦμα ὢν θεῖον, ὡς Πνεύματι Θεοῦ γεννηθείς, τὴν νοητὴν ἡλιοβολῶν χά ριν, καὶ πάσης θυμηδίας πληρῶν, καὶ διὰ τῆς τῶν ἰδίων ἔργων ἐκλάμψεως ἢ ὑμνήσεως δοξάζων τὸν Πατέρα τὴν ἐν τοῖς οὐρανοῖς. Καὶ εἰ περιὼν ἔτι τῷ βίῳ καὶ τῷ σαρκίῳ, οὐκ ἄλλο τι ἡ δόξαν ἔν τε λόγοι; καὶ ἔργοις κατειργάζετο τῷ Πατρὶ, πολλῷ μᾶλλον τοῦ σώματος ἀπολυθεῖς, καὶ τῷ πνεύματι θεῷ συγ κραθεὶς, ἀκαμάτως τε καὶ ἀχρόνως, οἷά τις οὐράνιος νοῦς, τὴν οἰκουμένην διιών, καὶ ἄνωθεν πάντας άμα καταθεωρῶν· πρὸς ἔπαινόν τε καὶ δόξαν, διὰ τῆς τῶν οἰκείων ἔργων καὶ παθῶν μνήμης, αναπτερώσαι Θεοῦ. Οὗτος γὰρ πρὸ τῆς τοῦ κόσμου καταβολής, σύμ μορφος ἔσεσθαι τῆς εἰκόνος τοῦ Μονογενοῦς ἐγνω σμένος καὶ προωρισμένος, ἐπειδὴ τῆς ἐπιφανείας δ χρόνος παρῆν, καὶ ὁ τῆς τῶν ἀποστόλων ἐκλογῆς παρειστήκει καιρός, μετὰ τῶν ἄλλων καὶ αὐτὸς, εἰς τὴν ἱερὰν ἐκείνην ἀπήντησε κλῆσιν· καὶ κληθεὶς, οὐ παρητήσατο κατὰ τοὺς βαθύμους τὸν κεκληκότα οὐδ᾽ ἐπήκουσε μὲν, ἄχρι δὲ καιροῦ παραμείνας, εἰ; τὰ ὀπίσω κατὰ τοὺς ὀλιγοπίστους παλινοστεῖ· οὐδ Τὸν αὐτοῦ ναόν.
col. 135–136page 60 of 261
PG 105:135ἐμμένει μὲν ἄχρι τέλους, ἐλάττονος δὲ χάριτος ἢ δόξης τῶν κορυφαίων τινὸς, παρὰ τῷ παμβασιλεί καταξιοῦται· ὥσπερ δὲ τῆς κλήσεως, τῆς ἐκλογῆς, τῆς ἀκολουθήσεως, τῆς αὐτοπροσώπου θέας, τοῦ τε Θεοῦ Λόγου, καὶ τῶν δι' αὐτοῦ γεγενημένων, τῆς αὐτηκόου τῶν ὑψηλών μυστηρίων ἀκροάσεως, τῆς τῶν ζωοποιῶν παθημάτων κοινωνίας, τοῦ μυστικοῦ νιπτήρος, τοῦ ἄρτου, τοῦ σταυροῦ, τῆς ταφῆς, τῆς ἀναστάσεως, τῆς μετὰ τὴν ἀνάστασιν ἐμφανίσεως. καὶ ἀναλήψεως τοῦ Υἱοῦ πρὸς τὸν Γεννήτορα, και τῆς δι' αὐτοῦ μετὰ ταῦτα μεταλήψεως τοῦ Πνεύματος, ὁμοίως τοῖς πρωτοαποστόλοις μέτοχος ἦν· καὶ δὴ καὶ τῆς ἐπὶ τὰ ἔθνη λαμπρᾶς ἀποστολῆς, τῶν τε σημείων καὶ τεράτων, καὶ τῆς τοῦ Εὐαγγελίου μεγαλοφωνίας. Ὥσπερ οὖν ἐν τούτοις, οὐδὲν ᾿Ανδρέου καὶ Πέτρου, καὶ τῶν υἱῶν Ζεβεδαίου ἀπελείφθη Θωμᾶς, οὕτω καὶ τοῦ τέλους συστοίχου τοῖς πρώτοις επιτετυχώς, ἀκολούθως καὶ δόξης ἐκείνοις τῆς αὐτῆς, καὶ ἴσης παρὰ τῷ διδασκάλῳ καὶ Θεῷ τετυχήκει τιμῆς· εἰ μή τις αὐτοῦ τὴν μετὰ τὸν σταυρὸν, καὶ τὴν ἀνάστασιν ἀμφιβολίαν ἢ διψυχίαν, ὑφέσεως τρόπον ὑπολάβοι, κακῶς ὑπονοῶν, καὶ οὐκ ἐν συνέσει τὰ θεῖα διακρίνειν εἰδώς. Ωσπερ γὰρ ὑπερβολῇ θερμότητος χρωμένας ὁ Πέτρος, ἀρνήσασθαι συνεχωρήθη, ὡς ἂν αὐτός τε μετριώτερος ἑαυτοῦ γένηται καὶ ἀσφαλέστερος ἀσφαλείας δὲ καὶ τοῖς ἄλλοις ὑπόθεσις ή τριπλή τού του μετὰ τὴν ἄρνησιν ὁμολογία καταστῇ· κοινὸν γὰρ ὥσπερ τὸ ἥττημα, οὕτω πάντων ἐγίνετο καὶ τὸ προς τέρημα· οὕτω καὶ ὁ Δίδυμος, πλείονα τὴν θέρμην καὶ τὴν περὶ τὸν διδάσκαλον προθυμίαν ἔχων, περι πέπτωκεν ἀμφιβολίᾳ, καὶ μᾶλλον τῶν ἄλλων τοῖς λο γισμοῖς διεκρίθη περὶ τὴν ἀνάστασιν, ὡς ἂν καὶ αὐ τὸς ἑαυτοῦ πραύτερος καταστῇ, καὶ διὰ τῆς ἐνστάσεως ἀκριβέστερον βεβαιωθείς, βεβαιοτέραν καὶ τοῖς ἄλλοις εμποιήσεις πίστιν. Καὶ γὰρ ἔδει τυχὸν ἐκεῖ πρῶτον πολυπραγμονη θῆναι τὸ μυστήριον· καὶ δοκιμασθεῖσαν οὕτω τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν, ἀναμφίλεκτον τοῖς ἔθνεσι παραδοθῆναι. Ηρέμα μὲν οὖν διχόνοια καὶ τῶν λοι τῶν τὰς καρδίας διικνουμένη μαθητῶν, οὐκ εὐαγεῖς ἀνεκίνει λογισμούς· καὶ φαντασίαν εἶναι τὸ ὁρώμε τον ὑπέβαλεν. 'Αλλ' οἱ μὲν δειλίᾳ τὴν ἀκριβολογίαν παρακλέπτοντες, ήνείχοντο πυρπολεῖσθαί τε καὶ μετ ρίζεσθαι τὸν νοῦν. Σὺ δὲ, ὦ γενναιότατε και θερμότατε τῆς ἀληθείας ερευνητά, οὐ ψιλοῖς τῶν ἐπαγγελ λόντων λόγοις παραδέξασθαι δεῖν ᾠήθης τὴν ἀνάστασιν· σφαλερόν γάρ οὐδ᾽ ὄψει μόνη καταπιστεῦσαι τὸ μυστήριον· ὑποπτον γάρ, ὡς καὶ ἀγγέλων τινῶν εἰς εἶδος τοῦ ποθουμένου μορφοῦσθαι πολλάκις δυ ναμένων· ὥσπερ δὲ τὸν θάνατον καὶ τὴν ταφὴν τοῦ Ἰησοῦ, δι' αὐτῆς ὄψεως καὶ πείρας ἔγνως, οὕτω δὴ καὶ τὴν ἀνάστασιν ἀναντίῤῥητον ἑαυτῷ τε πρῶτον, καὶ πᾶσι κατασκευάσασθαι βουλόμενος, τὴν διὰ τῆς πείρας ἀπῄτησας πληροφορίαν· καὶ τοὺς ἐν χερσὶ καὶ ποσὶ τύπους τῶν ἤλων, καὶ τῆς πανολβίας πλευ ρας τὴν νυγήν, τοῦ παθόντος σώματος ὡς ἀληθῶς νι.
col. 137–138page 61 of 261
PG 105:137ἀναστάντος τεκμήρια τιθέμενος, την μακαρίαν εκεί Ο την μετὰ τὴν ψηλάφησιν εὐθὺς ἀνηρεύξω φωνήν ο Ὁ Κύριός μου, ἀποκρινόμενος, καὶ ὁ Θεός μου! Ο φωνῆς ἁγίας, ἁγίῳ Πνεύματι παναγίως φωνη θείσης, καὶ τὰς ἀποστολικὰς διανοίας στηριξάσης, καὶ θεραπευσάσης τὴν ἀμφιβολίαν, καὶ πρὸς βεβαίαν τοὺς πάντας κατορθωσάσης πίστιν! " φωνῆς βρα χείας, μεγάλην ἐν αὐτῇ δύναμιν ἐχούσης, τῶν αἱρε τικῶν μὲν ἀφανιστικὴν ὀρθοδοξίας δὲ πάσης οὖσαν φωτιστικήν! Ο Κύριός μου, καὶ ὁ Θεός μου! Ούκ ἄλλος ὁ Κύριος, καὶ ἄλλος ὁ Θεός. Οὐκ ἄλλος ὁ ψηλαφώμενος, καὶ ἄλλος ὁ ἀναφής· ἀλλ᾽ ὁ τῷ προσ λήμματι ληπτός Κύριος, αὐτὸς οὗτός μου Θεὸς ἀκρά τητος τῇ θεότητι καὶ ἄληπτος· μοναδικῶς τὴν ὑπό στασιν, δυϊκῶς τὴν φύσιν δρώμενος καὶ πιστευόμενος. Οὕτως εἰδέναι τὸν Χριστὸν ὁ θεῖος παρεγγυάσθω Θωμᾶς· καὶ ὥσπερ ο Πέτρος πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως, οὕτω μετὰ τὴν ἀνάστασιν οὗτος, τὸ ἐνοειδὲς καὶ διπλοῦν ἀνεκήρυττε τοῦ Χριστοῦ, ὧν τὸ τῆς ὁμολογίας ὁ Κύριος ἐπισφραγιζόμενος ἀκριβὲς, ἐπ' αὐτῷ τὴν ἰδίαν Ἐκκλησίαν ἀνεστηρί ξατο. δυσχεραίνοντι τῶν ἐθνῶν, ἐγγύθεν ἡ λύσις παρέστη Ἐπεὶ δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ πατρόθεν κατὰ τὴν ἀνέκαθεν ἐπαγγελίαν ἐξεχείτο· καὶ πλήρεις μὲν τῆς ἐκείνου δυνάμεως οἱ μαθηταί, πλήρεις δὲ γενόμενοι τῆς ἐνεργείας, οὐχ οἷοί τε ἦσαν τὴν ὠδῖνα τῆς χάριτος ἐν ἑαυτοῖς κατασχεῖν ἀλλ᾽ εἰ μὴ κατὰ τὴν οἰκουμένην διασπαρέντες ὅλην, καὶ ἄλλος ἄλλο τι μέρος τῶν ἐπ' αὐτῆς ἐθνῶν δια λαβόντες, τῆς θεαρχικῆς μεταδοίεν ἀγαθότητος, οὔτε τῷ ἀποστέλλοντι Θεῷ φίλα, οὔτε τῆς Ἰησοῦ φιλανθρωπίας επάξια πράξειν καὶ διαταγῆς ἡγοῦντο ἄλλοι μὲν οὖν ἀλλαγὴ τῶν ἀποστόλων, καθὼς αὐτοὺς ὁ ἀποστέλλων διέστελλε δήπουθεν ἐξαπεστέλλοντο τῷ δοκιμωτάτῳ δὲ τούτῳ καὶ τρισμεγίστῳ τοῦ Λόγου μαθητῇ, Πάρθων καὶ Μήδων, καὶ τῶν ἐπέκεινα τούτοις Αιθιόπων τὴν ἀποστολὴν λαχόντι, καὶ πῶς ἂν αὐτοῖς ἐπίοι, καὶ τίνι τρόπῳ τοῖς ἀπευκτοῖς μὲν τὴν ὄψιν, χαλεπωτέροις δὲ τὸν τῆς ψυχῆς τρόπον ἐπιδεδημηκὼς, εἰς τε λόγους καὶ ὁμιλίας τὰς ὑπὲρ εύ σεβείας ἔλθοι· ηρέμα δὲ καὶ πρὸς τὸ βάρος εκείνων, Εμπόρῳ τινί... προσελθών. τῶν ἠπορημένων. Αὐτὸς γὰρ ὁ θεαρχικώτατος Τη σοῦς, ὁ ἀπερίληπτος, ὁ ἀπεριόριστος, ἄνω παρὰ τῷ Πατρὶ ὢν ἀδιαστάτως ἀεὶ, καὶ κάτω δὲ παρὰ τοῖς οἰκείοις ἀμερίστως μένων ἀεί· οὗτος ἀνδρὶ τὸ μέτ γεθος, τήν τε φύσιν καὶ τὴν μορφὴν ἐοικώς, ἐμπόρω τινὶ προσεληλύθει, τῆς Ἰνδικῆς μὲν ὁρμωμένῳ, ἄρτι δὲ τῶν Ἱεροσολύμων ἐξιόντι, καὶ πρὸς τὴν ἰδίαν παλινοστοῦντι γῆν, τούτῳ προσελθών αὐτοῦ Περιόδων,
col. 139–140page 62 of 261
PG 105:139σύνης οἰκέτου οἷα δοῦλον οἰκεῖον πιπράσκει τὸν Οὗτος Μήδοις καὶ Πάρ θοις, Πέρσαις καὶ Ἰνδοῖς τὸν λόγον τοῦ Θεοῦ κηρύξας φρουρείται παρὰ Σμιδαίου βασιλέως, διὰ τὸ πιστεῦσαι καὶ βαπτισθῆναι ὑπ' αὐτοῦ Οὐαζάνην τὸν υἱὸν αὐτοῦ, καὶ τὴν γυναῖκα Τερτίαν, καὶ Μιγδονίαν, καὶ Νάρκαν. Διὸ καὶ παραδίδοται πέντε στρατιώταις, οι τοῦτον ἐπὶ τὸ ὄρος αναβιβάσαντες, λόγχαις κατο έτρωσαν, καὶ οὕτω πρὸς Κύριον ἐξεδήμησεν. διαπρέπων, αὐτόπτα, καὶ θαύμασι, τῶν Ἰνδιῶν τὸ δυσειδὲς φωτὶ τῷ θείῳ κατηύγασας πίστει, καὶ ἐφαίδρυνας τούτων τὴν ζόφωσιν. ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν
col. 141–142page 63 of 261
PG 105:141Λ μαθητὴν, καὶ τῷ πεπραμένῳ συνέρχεται, καὶ κρυ φίω; ἀεὶ προσλαλεῖ, καὶ μυστικαῖς ὁμιλίαις παρα καλεῖ, καὶ θεοῤῥημοσύναις ἀῤῥήτοις παρασκευάζει θαῤῥεῖν. Καὶ μὴν καὶ ἐν πάσαις αὐτῷ ταῖς ὁδοῖς ἀοράτως εφεπόμενος, καὶ παντὸς κινδύνου καὶ παν τὸς συμπτώματος ἀπολυτρούμενος· καὶ οὗ μὲν θεο λογεῖν χρεών, καὶ βήμασι θεοσοφίας τοὺς ἀκούοντας εἰς εὐσέβειαν παρακαλεῖν, λόγον ἐν αὐτῷ πηγάζων ζωῆς· οὗ δὲ καὶ τεράτων ενέργειαν ἐκφαίνειν ἔδει, παρὼν τὰ θαυμασιώτατα πρὸς ἔκπληξιν τε τῶν ὁρώντων, καὶ πίστιν χαρίζεται δράν. Οὕτως εἰς Ἰνδοὺς ὁ μέγας ἀπήχθη Θωμᾶς. Εν τεῦθεν καὶ τοῖς τῶν Αιθιόπων βασιλεῦσιν ὡς θαυ μασίων ἔργων ἐργάτης, καὶ πᾶσι τοῖς κρατοῦσι τῆς γῆς ἐκείνης, ἐπίσημος καθίσταται· καὶ ὥσπερ δ Χριστὸς αὐτὸς Ἰησοῦς, ὑπήκοος τῷ αὐτοῦ γενόμενος Γεννήτορι, μορφήν είληφε δουλικὴν, καὶ δι' οίκο νομίαν ἑαυτὸν τεταπεινωκώς, καὶ μέχρι θανάτου τὴν ὑποταγὴν δειξάμενος, ὑπερύψεται διὰ τοῦ Πατρὸς, καὶ τοῦ ὑπερτάτου πάντων ὀνόματος ᾗ ἂν θρωπος ἠξιωμένος, ἐν δεξιᾷ κεκάθικε τῆς μεγα λοσύνης· οὕτως ο γνήσιος μαθητής, καὶ τῆς υἱοῦ τάξεως ἐπήβολος, πρὸς τὴν Δεσποτικὴν ταπείνωσιν ἀφορῶν, οὐ τὸ πρόσχημα τῆς δουλείας ἐδυσχέρανεν οὐκ ἀπεδυσπέτησεν ὑπὲρ ἀσεβῶν ἀπε μπωλούμενος οὐ δυσθυμίαν, ἀλλὰ προθυμίαν· οὐκ ἀτιμίαν, ἀλλὰ τιμήν· οὐδ᾽ αἰσχύνην ή λύπην, δόξαν δὲ καὶ εὐφροσύνην τὴν πρόσκαιρον δούλωσιν ἡγούμενος, καὶ ταύτῃ σαφῆ τὴν πρὸς τὸν διδάσκαλον μίμησιν καὶ ἀγάπησιν ἐπιδειξάμενος, οὐ μόνος αὐτὸς τῆς ἀληθοῦς ελευθερίας καὶ ὑψηλοτέρας υἱότητος κατηξιοῦτο ἀλλὰ καὶ μυρίους ὅσους τῷ σκότῳ τῆς ἀπιστίας καὶ ἁμαρτίας καταδεδουλωμένους ἠλευθέρου· καὶ τῷ τῆς χάριτος πνεύματι, καὶ τῷ τοῦ βαπτίσματος ὕδατι μυστικῶς ἀναγεννών, άμωμα τέκνα καὶ φωτὸς πλήρεις τούτους, τῷ ἀληθινῷ καὶ μεγάλῳ παρίστησε φωτί. Πάντα μὲν οὖν καθ᾽ ἂν διεξιέναι πειράσθαι λόγῳ, ὅσα τῷ τρισμακαριωτάτῳ κατώρθωται μυσταγωγῷ καὶ πᾶσαν δὲ τῶν τε λόγων αὐτοῦ καὶ ἔργων τὴν περίοδον, οἷς Παρθίαν τε πᾶσαν καὶ Υρκανίαν καὶ Βακτριανὴν εὐαγγελιζόμενος προσήγαγε τῷ Χριστῷ, ταυτὸν ἂν εἴη καὶ ὑετοῦ σταγόνας ἐπιχειρεῖν ἀρι θμεῖν. "Ιν' οὖν τὰ ἐν μέσῳ συνέλω πάντα, τὴν πρὸς τὸν βασιλέα τῆς Ἰνδικῆς τοῦ ἱεροῦ κήρυκος εἰσαγωγὴν, τῆς οἰκοδομῆς τῶν βασιλείων τὴν ὑπόσχεσιν, τὴν εἰς τοὺς μετρίους τῶν βασιλικῶν χρημάτων ἀνάλωσιν, τοὺς διὰ ταῦτα κινδύνους, τὰς ἀπειλὰς, τὰς μάστιγας, τὰς εἰρκτάς, καὶ τὴν διὰ προνοίας κρείττονος τῶν δυσχερῶν ἁπάντων ἀπαλλαγήν· καὶ ἵνα μὴ μακρὸν ἀποτείναιμι λόγον, ἄβυσσον ἐξηγούμενος θαυμάτων· ὅσοις ἀῤῥωστοῦσι παρέσχε τὴν
col. 143–144page 64 of 261
PG 105:143ἴασιν, ὅσοις τυφλοίς δρασιν, και κωφοῖς ἀποκαθίστη τὴν ἀκοήν· καὶ ὅσους μὲν παρειμένους ἀνωρθώσατο, ὅσοις δὲ λελωβημένοις τὸ σῶμα, καὶ καθ᾿ ὄντιν᾽ οὖν πεπηρωμένοις τρόπον, ή συμπτώματι φύσεως κεκακωμένοις, ή πνεύματος ἀκαθάρτου βα σανιζομένοις ἐπηρείᾳ, τὴν ἄπονόν τε καὶ ἄμισθον Ιατρείαν τῷ τοῦ Ἰησοῦ ὀνόματι δεδώρηται. Ιν' οὖν ταῦτα παρῶμεν ἱστορίας ἔργον, καὶ οὐ τοῦ παρόντος ὄντα σκοποῦ ἵνα δὲ καὶ τὸ πέλαγος τῆς ἀποστολι τῆς συνέλωμεν θεοσοφίας, καὶ ὅπως τὸν λόγον ἐθεολόγει τῆς ζωῆς, ἐν ἀρχῇ ὄντα, πρὸς τὸν Πατέρα ἀεὶ ὄντα, καὶ σάρκα γενόμενον ὑπὲρ ἡμῶν, καὶ ὑπὲρ "; ἡμῶν σταυρῷ καὶ θανάτῳ, καὶ τριημέρη προσωμιληκότα ταφῇ· εἶτα, ἀναστάντα μὲν ἐκ νεκρῶν, καὶ ἀπὸ γῆς ἀναληφθέντα εἰς οὐρανόν· ήξοντα δὲ μετὰ τῆς αὐτοῦ δόξης αὖθις ἐκεῖθεν, καὶ προσάξοντα σύμπαν τὸ πλάσμα κριθησόμενον καὶ λόγον ὑφέξον τῶν βεβιωμένων· καὶ ὅτι τούτῳ πιστεύοντας, ὕδατι καὶ Πνεύματι καθαίρεσθαι δεῖν, καὶ πάσης πλάνης δαίμονος, καὶ πάσης βίου κακίας καὶ πονηρίας ἀπαλλαττομένους, μόνης τῆς βασιλείας Θεοῦ καὶ τῆς δικαιοσύνης ἐρᾶν ἐν Χριστῷ Ἰησοῦ. Ἵν᾿ οὖν τὴν ἄβυσσον ταύτην τῶν θεολογιῶν καὶ τῶν πράξεων τοῦ τοῦ βίου, τὸ τέλος ἐπιβάλωμεν τοῦ λόγου. ᾿Αποστόλου ταῖς ἱστορίαις καταλίπωμεν, τῷ τέλει Ἐπεὶ γὰρ τὸν θεῖον ὁ μακαριώτατος δρόμον ἐξ ανύων, καὶ τοῖς εἰρημένοις ἔθνεσι πᾶσιν, οἷα σπό ρον οὐράνιον τὸν τοῦ Θεοῦ κατασπείρας λόγον, ἀναριθμήτους μὲν πεπιστευκότας δι' αὐτοῦ καρποφορεί τῷ Χριστῷ, καθαρτηρίῳ δὲ τῆς παλιγγενεσίας ἀπο αμήχει λουτρῷ· παντὶ δὲ λόγῳ σοφίας καὶ χάριτος φωταγωγῶν καὶ τελετουργῶν, τοὺς μὲν ποιμένας καθίστη καὶ διδασκάλους, ὅσοις θερμότητι πίστεως καὶ εὐθύτητι ψυχῆς μᾶλλον εὐδοκεῖν τὸν Θεόν· τοὺς δὲ ποιμαίνεσθαι καὶ ἄρχεσθαι, κατὰ τὴν ἁγίοις πρέ πουσαν εὐθυμοσύνην καὶ τάξιν ἱερῶς διαταττόμενος, εκκλησίας καλλίστας καὶ πλείστας ἀνεστήσατο τῷ Χριστῷ· ἔδει τοῦτον ἔσχατον ὑπὲρ ἁπάντων κατὰ τὴν τοῦ διδασκάλου μίμησιν θεἶναι τὴν ψυχήν τοῦτο γὰρ εἶναι τῆς τελείας ἀγάπης τὸ τεκμήριον διὸ καὶ ὑπὸ τῶν ἐμμενόντων ἔτι τῇ πλάνῃ σαφῶς ἐπιβουλεύεται· καὶ λόγχαις τὰς πλευρὰς ὁ θαυμασιώτατος ἐκκεντηθείς, τὴν ἁγίαν ψυχὴν καὶ μακα ρίαν, καὶ ὄντως Χριστοειδῆ καὶ Χριστοφιλῆ, τῷ ὑπὲρ αὐτοῦ σταυρωθέντι καὶ λογχευθέντι παρατίθεται Οὐδὲ γὰρ εἶναι δίκαιον, τὸν ὅλον ἔχοντα τὸν Χρι στὸν ἐν ἑαυτῷ, καὶ τούτῳ θαυματουργίαις ύπερ φυεστάταις, διδαχαῖς θεολογικωτάταις καὶ πᾶσι τῆς ἀρετῆς τοῖς τρόποις ἐξωμοιωμένον, μὴ καὶ κατὰ τὸ πάθος κοινωνεῖν. Καὶ ὦ τῆς προνοίας! @ τῆς οίκο νομικῆς ἐκείνης ἀμφιβολίας τοῦ Θωμᾶ καὶ ψηλαφήσεως, ἢ τὸ Χριστομίμητον αὐτῷ πάθος ηρέμα παρ εσήμανεν! Ότι γὰρ τὸν τύπον τῆς λόγχης καὶ τῆς Δεσποτικῆς άψασθαι τότε κατηξιώθη πλευρᾶς, ὥσπερ τινὰ μισθὸν τῆς πανολβίας ἐκείνης ἀφῆς, τὴν ὑπὲρ
col. 145–146page 65 of 261
PG 105:145τοῦ ψηλαφηθέντος ἐπὶ τῆς πλευρᾶς ἐκκέντησιν ὕστερον ὑπέσχεν, καὶ τῷ τοῦ Κυρίου πάθει τὸ ἴδιον ἐπὶ τέλει προσηρμοκώς, καί οἱ πάντα τρόπον ἐξ ωμοιωμένος, εἰς τὴν αὐτὴν ὁμολογουμένως δόξαν καὶ άΐδιον ἀνελήφθη βασιλείαν. Ταύτην ἔφριξαν δαίμονες τὴν πλευρὰν, καὶ φόβος καὶ τρόμος ἐπελάβετο αὐτούς· καὶ ἦν ζήλῳ φονώδει πυρπολούμενοι, καὶ διὰ τῶν ἀξίων αὐτοῖς ὑπουργῶν ώς ήδιστα καταδραμόντες εξεκέντησαν, ταύτην εξ θὺς ὑπὸ νοερῶν καὶ θείων Δυνάμεων περιεπομένην καθορῶντες, εἰς χάος καὶ Τάρταρον ἀπεφοίτησαν όλο φυρόμενοι. Ταύτην ᾐδέσθησαν ἄγγελοι, ὡς ἀντιτύπου τῆς πλευρᾶς τοῦ Ἰησοῦ· καὶ τὰς ἀποῤῥεούσας αὐτῆς ῥανίδας τοῦ αἵματος, οἷα σπονδὴν ἱερὰν ἀναφέρουσι Κυρίῳ. Ταύτην ἀρχάγγελοι ᾔνεσαν καὶ ἐτί μησαν· μᾶλλον δὲ, διὰ τῆς τρώσεως ταύτης, την παναγίαν ψυχὴν ἐκρότησαν ἀναλαβόντες. ᾿Αρχαὶ δὲ, ἐδόξασασαν· Ἐξουσίαι δὲ, ὕψωσαν· Δυνάμεις δὲ, ἐμεγάλυναν· καὶ αἱ Κυριότητες μὲν ἐδεξιώσαντο οἱ παναγέστατοι δὲ Χερουβὶμ καὶ Σεραφίμ, μετά τινος ἐμμελοῦς αἰνέσεως καὶ θεοπρεπεστάτης ύμνο ῳδίας, τῷ Κυρίῳ Σαβαώθ εὐφραινομένην, τῷ τῆς δόξης παρέστησαν ὑπερφυῶς ἀγαλλιωμένην βα σιλεῖ. Ταύτην καὶ ἡ Ἐκκλησία προσκυνεῖ τὴν πλευράν, καὶ ἐν ταῖς σταγόσιν αὐτῆς εὐφραίνεται ἀνατέλλουσα. Ο πλευρά, τῷ οἰκείῳ τραύματι τραυματίζουσα τὸν τετρωκότα· καὶ τῷ τοῦ πάθους μιμήματι, δοξάζουσα τὸν λελογχευμένον ὑπὲρ σοῦ! Πλευρά, οὐκ ἀφορμὴ παραβάσεως τῷ παλαιῷ Ἀδάμ, ἀλλὰ δικαιοσύνης ὑπόθεσις τῷ καινῷ γεγενημένη! Ο λόγχη! τὸ ὁρώμενον μέν, θάνατον ἐργαζομένη τὸ νοούμενον δὲ, τὸν θανόντα πρὸς τὴν αἰώνιον ὁδοποιοῦσα καὶ δορυφοροῦσα ζωήν· οἷς καὶ πικρὰ μὲν δοκεῖς τοῖς ἀναξίοις· ἡδίων δὲ μέλιτος, τῷ ὑπὲρ τοῦ νυγέντος κεντηθῆναι κατηξιωμένῳ Λόγου. Λόγχη, θύραν μὲν τῆς ἀπὸ τοῦ σώματος ἐξόδου τῇ θεομιμή τῳ τεκταινομένη ψυχῇ· τὴν θύραν δὲ ταύτῃ τοῦ παραδείσου διανοίγουσα, καὶ τὴν φλογίνην ρομφαίον ἐκκρούσασα· καὶ διὰ τῶν Χερουβεὶμ ἀκωλύτως εἰσε άγουσα, καὶ τῷ ἐπὶ τῶν Χερουβείμ μετὰ παρρησίας ἀφράστου καὶ ἀγαλλιάσεως προσάγουσα. Τοιγαροῦν προσαγορεύω σε, τὴν διὰ τῆς λόγχης δορυφορουμένην, καὶ μετὰ δόξης τῷ Χριστῷ προσέ αναφερομένην ψυχήν. Χαῖρε, τοῦ Λόγου λογιώτατε μαθητὰ, καὶ τῶν ἔργων αὐτοῦ πρακτικώτατε μια μητά· καὶ τοῦ Εὐαγγελίου θερμότατε πληρωτὰ, καὶ τῆς ἐντολῆς δοκιμώτατε τελειωτά. Χαῖρε, ὅτι ἐπεθύμησας τῷ διδασκάλῳ συναποθανεῖν· καὶ οὐκ ἐπεθύμησας μόνον, ἀλλὰ καὶ τοὺς μαθητὲς εἰς τοῦτο μετ γαλοφώνως προέτρεψας και παρώτρυνας· καὶ οὐ λόγοις μόνον, ἀλλὰ μετὰ πολλοὺς ὑπὲρ ἐκείνου πό νους καὶ κινδύνους, ὕστερον καὶ τοῖς ἔργοις ἐκτετέ λεκας τὴν προθυμίαν. Χαῖρε, ὅτι καὶ τὴν ἀνάστασιν ὑπὲρ τοὺς ἄλλους πολυπραγμονεῖς· οὐ μᾶλλον ἑαυτῷ, ἢ τοῖς συμμα

Oration VIIIOratio VIII

col. 147–148page 66 of 261
PG 105:147θηταῖς· οὐδὲ τούτοις μᾶλλον, ἢ πᾶσιν ἔθνεσιν, τὸ & μέγα τουτο μυστήριον τῇ πολυπραγμοσύνῃ βεβαιούμενος· καὶ τὴν ὑπόνοιαν τῆς φαντασίας διορθούμενος, καὶ τῶν Ἰουδαίων τὴν ἀπείθειαν ἐπιβραπίζων, καὶ τὴν τῶν αἱρετικῶν ἐπικόπτων φρενοβλάβειαν, καὶ πᾶσι τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν ἀναμφί λεπτον οδοποιῶν. Χαῖρε, ὅτι μεγαλοφυΐα ψυχῆς, καὶ περιουσίᾳ πνεύ ματος δυνάμεως, τοῖς μέλασι μὲν τὸ σῶμα, μελανο τέροις δὲ ζόφου τὴν ψυχὴν προσεγγίσαι κατετόλμησας καὶ τούτοις, τὸ σῶμα μὲν οὐκ ἐλεύκανας· διατί γάρ; ἡλίου δὲ λευκοτέραν ἢ φωτοειδεστέραν ἀπέφηνας τὴν ψυχὴν· ἧς δῆλον ὅτι μόνης χρεία τῷ Σωτῆρι. Οὐ γὰρ σωμάτων εὐπρεπείας (φθαρτὰ γὰρ), ἀλλὰ ψυχῶν ὡραιότητος (ἄφθαρτος γὰρ ), ο φιλόψυχος νυμφίος ἐρᾷ. ἂν αὐτὸς, ὦ νυμφοστόλε καὶ ἀρμοστὰ τοῦ Λόγου, τῇ μαχαίρᾳ τοῦ Πνεύματος τὴν ψυχικήν ἀμορφίαν καὶ μελανίαν ἀποξύσας, ταῖς ἀκτῖσι δὲ τῆς χάριτος περιαυγάσας· καὶ οἷα δευσοποιῷ βαφή τῇ πίστει Χριστοῦ καὶ τῇ ἀγάπῃ καταχρώσας, καὶ νοερῶς καταλευκάνας, εὐπρέπειάν τινα τούτοις, καὶ διὰ τῶν ἀρετῶν μυστικὴν ἐνεμόρφωσας καλλονήν καὶ τοσοῦτον αὐτοῖς τὴν νοερὰν εὐμορφίαν ἐφιλο τιμήσω ταῖς διὰ τοῦ Πνεύματος επιμελείαις, ὡς καὶ εἰς Ἐκκλησίας αμώμους, ἁγίας καὶ ἀγαπητὰς κατα στῆναι Χριστῷ. Χαῖρέ μοι, καὶ σκίρτα, καὶ χόρευε, τρισμακαριώ τατε Θωμᾶ, τῶν ἁγίων τὸ ἐγκαλλώπισμα, τῶν ἀπο στόλων τὸ γλύκασμα, τὸ ὡράϊσμα τῶν οὐρανίων ο νέων, τὸ τῆς Ἐκκλησίας περιπόθητον άκουσμα, περ ρίπυστον λάλημα. Χαῖρε, τοῦ Κυρίου Πνεύματος τὸ παναγέστατον σκήνωμα, τοῦ Χριστοῦ Ἰησοῦ τὸ φύτευμα, καὶ τῆς βασιλείας διάδημα· τοῦ Θεοῦ καὶ Πατρὸς τὸ εὐλογημένον καὶ σπέρμα καὶ τέκνον, καὶ ὅλης κληρονόμον τῆς ἀγαθότητος· ἧς καὶ ἡμᾶς, ὦ τῆς ἀξιαρχικῆς Τριάδος ἁγιοπρεπέστατον ἁγιαστήριον, μετόχους κατασκευασάμενος, καὶ κοινωνούς παραλαβών, σὺν σοὶ δοξάζειν καὶ αἰνεῖν καταξίωσον τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Η'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Ἰάκω βον τὸν τοῦ ᾿Αλφαίου Χθὲς καὶ πρώην ὁ μακαριώτατος τῶν ἀποστόλων Θωμᾶς, τῶν αὐτοῦ παθημάτων καὶ τῆς ἀναλύσεως οι Θεάδελφος ἀδελφό Θεος) παῤῥησίαν
col. 151–152page 67 of 261
PG 105:151τοῖς ἱεροῖς ἀνακηρυττόμενος Εὐαγγελίοις. Οὗτος ἡμᾶς ὁ νῦν ἐπὶ τὴν αὐτοῦ μνήμην ξεναγῶν, καὶ τοὺς συν γνοὺς ὑπὲρ τοῦ διδασκάλου πόνους, καὶ τοὺς ἱεροὺς ἀγῶνας, καὶ τὸν ὑπὲρ τοῦ ἐσταυρωμένου προβαλλόμενος σταυρόν, λαμπροτάτην ψυχαῖς εὐωχίαν καὶ πολυτελεστάτην συγκροτεί· καὶ οὐ τοὺς κάτω μόν νον ἀνθρώπους πρὸς τὴν κατ' αὐτὸν χαρμοσύνην συγκαλεί, πολλῷ δὲ μᾶλλον τὰς ὅλας χοροστασίας τῶν ἁγίων· καὶ οὐ τούτων μόνον, ἀλλὰ καὶ τὰς ὑπερκοσμίους ταξιαρχίας πάσας τῶν ἱερῶν καὶ νοερῶν νέων· καὶ μὴν καὶ αὐτὸν τὸν τῶν ὅλων Δεσπό την υπερκοσμίως ἐπευδοκοῦντα τοῖς τελουμένοις συνεπάγεται. Οὕτως οὐδὲν τῆς ἀποστολικῆς τελειότητος περιφανέστερον, καὶ οὐδὲν οὕτως εὐφραίνει και δὲν τοὺς οὐρανοὺς ὁμοῦ καὶ τὴν γῆν, ὡς ἑνὸς τῶν δώ δεκα τοῦ Θεοῦ τέκνων ἱερῶν ἐκτελουμένη μνήμη. ᾿Αλλὰ καρποφορήσωμεν καὶ ἡμεῖς τῷ μεγάλῳ τοῦ Λόγου μαθητῇ, μεῖζον ὧν ἔχομεν πάντων, τὸν λόγον καὶ μὴ τοσοῦτον ἀχαριστήσωμεν ἢ ἁγνωμονήσω μεν, ὥστε καὶ τῶν ἀψύχων αὐτῶν καὶ τῶν ἀλόγων χείρους εἶναι δοκεῖν. Ἐπεὶ καὶ γῆν ἀρουμένην, ἢ καὶ περισκαπτομένην καὶ γεωργικῆς ἁπάσης τυγχάνουσαν ἐπιμελείας, πολλαπλασίους ἀποδιδόναι τῷ γεωρ γῷ τοὺς καρπούς· καὶ ξύλον δὲ φυτοκομίας, καὶ τῆς καθηκούσης επιτυχὸν φιλοπονίας, οἶδεν τῷ παρ' ἑαυτοῦ τὸν ἀνακαθαίροντα δεξιοῦσθαι καρπῷ· και που καὶ τῶν ἀλόγων ἕκαστα, οὐκ εἰκῆ τῆς παρὰ τῶν κτησαμένων ή θρεψαμένων ἀπέλαυσε κομιδής οἶδεν δὲ καὶ αὐτὰ τὸν εὐεργέτην ευκαίρως, κατὰ τὴν αὐτῶν δύναμιν, ἀμείβεσθαι· πολλῷ δήπου μάλ δεν προσήκειν ἡγοῦμαι τοῖς τετιμημένοις λόγῳ, τοῖς αὐτῶν διδασκάλοις τὸν τῆς εὐγνωμοσύνης καρ τὸν ἀφοσιοῦσθαι. Πᾶσι μὲν, μάλιστα δὲ τοῖς τοῦ Λόγου μὲν μαθηταῖς, ἡμῶν δὲ παιδευταῖς, τὴν κρείτω τω καὶ εἰς ἀεὶ μένουσαν παίδευσιν· τοῖς τῇ παιδείᾳ τοῦ Κυρίου καὶ θεοτελεῖ διδαχῇ τὰ ὦτα μὲν ἡμῖν τῆς καρδίας διανοίξασι, τοὺς ὀφθαλμοὺς δὲ καταφωτίσα σιν, ὡς ἀκοῦσαι καὶ γνῶναι τῆς εὐσεβείας τὸ μέγα μυστήριον· καὶ τὸν σκότον μὲν ἀσεβείας καὶ ματαιότητος ἀπολιπεῖν, τῷ ἀληθινῷ δὲ τῆς δικαιοσύνης φωτί προσδραμεῖν. Οὗτος τοίνυν ὁ μέγας Ιάκωβος καὶ θαυμαστός ὁ τῆς μαθήσεως, Αποδῶμεν τοιγαροῦν καταχρέως τοῦ λόγου τὴν ὀφειλὴν τοῖς ἱεροῖς ἀρόταις τοῦ Λόγου, καὶ τῆς ἡμε τέρας καρδίας γεωργοίς, καὶ τοῖς σωτηρίας ἱερουργοῖς. Ἀποδῶμεν τοῖς τ᾿ ἄλλοις πᾶσι, καὶ μετ' αὐτῶν καὶ τῷ σήμερον εἰς αἴνεσιν καὶ δόξαν μνημονευομένῳ· καὶ καρποφορῶμεν, οἱ μὲν, τὸν τῆς ἱερᾶς αινέσεως καὶ δοξολογίας φθόγγον ἀνακρούοντες οἱ δὲ, προθέσεως τελειότητα καὶ ἀένναον κατὰ νοῦν προσάγοντες προσευχήν· οἱ μὲν πίστιν ἀνόθευτον καὶ εἰλικρινή, οἱ δὲ, πόθον διάπυρον καὶ θεοπρεπῆ· καὶ οἱ μὲν αἰσίως καὶ δεξιῶς τὸν μέγαν Απόστολον κατὰ τὴν παρ' αὐτοῦ χορηγουμένην τοῦ Λόγου χάριν ἐπαινοῦντες, οἱ δὲ, συνετῶς καὶ πιστῶς τὸ ἐγκώμιον κατ ακούοντες, ὡς ἂν αὐτῷ πᾶσι τρόποις ἐπικοινωνοῦν
col. 155–156page 68 of 261
PG 105:155ἀπαρνείσθαι μὲν πᾶσαν τὴν παρεπομένην έξωθεν περιουσίαν· ἀπαρνεῖσθαι δὲ καὶ πᾶσαν τὴν κατὰ σάρκα φιλότητα τοῦ συγγενούς· πρὸς δὲ, καὶ τοῦ οἰκείου θελήματος ἀπηλλοτριώσθαι τῆς ψυχῆς. Μετ λις γὰρ ἂν οὕτω δύνασθαι συχνοῖς ὅτι μάλιστα πό νοις, καὶ γνησίᾳ τῇ τῶν θείων μελέτῃ καὶ φιλοπονία τῷ ἀγαθῷ τοῦ Θεοῦ θελήματι σχολάσαι, καὶ ἐν αὐτῷ κατορθωθῆναι, καὶ τῷ ἐπιθυμουμένῳ τῆς τῶν οὐρανῶν βασιλείας δι' αὐτοῦ προσορμίσαι καταντή ματι. Ἐπειδὴ οὖν τοῦτον εἶναι τὸν νόμον τοῦ πνεύ ματος ὁ θεῖος Ἰάκωβος πρὸς αὐτῆς ἐπακήκος τῆς ἀληθείας, οὐκ ἀπεκναίσθη τὴν ἀκοήν· οὐκ ἐβαρύνθη τὴν καρδίαν· οὐ πρὸς τὸ ὕψος ἐλιγγίασε τῆς ἐντολῆς ἐμφύτῳ δὲ πόθῳ πρὸς τὸν ἐντελλόμενον τὰ σωτήρια ἀναπτερωθεὶς ἐξίσταται μὲν εὐθὺς παντὸς κτήματος καὶ χρήματος, ὅτα τούτῳ προσῆν· ἐξίσταται δὲ οἰκείων, γονέων, ἀδελφῶν, συγγενών, φίλων, καὶ πάντων ὅσοι τούτῳ κατὰ σῶμα προσήκοντες· καὶ τέ λος, τὴν ἰδίαν ἀπηρνημένος ψυχὴν, καὶ παντὸς χαμαιζήλου καὶ πεζίου θελήματος ἀλλοτριούμενος, μόνον ἀνέπνει τὸν Ἰησοῦν, μόνον ἔζη τὸν Ἰησοῦν. Πρὸς Χριστὸν μόνον ἀπώρητο, πρὸς Χριστὸν ἀν ετείνετο τὸν νοῦν. Ὅλος ἐπέστραπτο πρὸς Χριστόν αὐτοῦ ὅλος ἦν, καὶ οὐχ ἑαυτοῦ. Αὐτὸν εἶχε Θεὸν, Κύ ριον, διδάσκαλον, βασιλέα, ποιμένα, Πατέρα, Σωτή ρα καὶ καθηγεμόνα. Αὐτὸν τῆς οἰκείας ἐπίστευε ψυχῆς εἶναι φῶς καὶ ζωὴν, ἁγιασμὸν καὶ ἀπολύτρωσιν, σωτηρίαν καὶ δικαίωσιν. Αὐτὸν εἶχεν ἐξουσίαν καὶ κεφαλήν· ὅθεν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ διηνεκῶς ἐν αὐτῷ. Νοερῶς γὰρ αὐτὸν καὶ ἀδιαλείπτως ἐν ωπτρίζετο. Τοῦτο γὰρ οἶμαι καὶ τὸν Ἐκκλησιαστὴν παραδηλοῦν, τοῦ σοφοῦ, λέγοντα, τοὺς ὀφθαλμοὺς εἶναι ἐν τῇ αὐτοῦ κεφαλῇ, τὸν ἄφρονα τὰ πορεύεσθαι ἐν σκότει. Ὥσπερ οὖν τῶν σωμάτων τὰ διαφανέστατα, όλα δι' ὅλου τῆς ἡλιακῆς ἀκτῖνος, αὐτά τε κατά βάθος πληρούμενα, καὶ τοῖς πλησίον μεταδιδοῦσι τοῦ φωτι σμοῦ, οὕτω καὶ αὐτὸς, ὦ θεόπτα, ταῖς ἀκτῖσι τοῦ νοη τοῦ τῆς δικαιοσύνη; 'Ηλίου προσεσχηκώς, καὶ τῆς αὐ τοῦ χάριτος ὅλος δι' ὅλου πλησθείς, καὶ διειδεστάτῃ διανοίᾳ κατὰ βάθος, ὅλον τὸ θεαρχικόν φέγγος σημειωθείς, καὶ αὐτόχρημα φῶς κατὰ μέθεξιν ὑπερο φυλ γεγονώς, πᾶσιν ἔθνεσι ἐχρημάτισας φωτισμός. Τοίνυν μακαρίζω σου τὸ σῶμα, τὸ ἱερὸν σκήνωμα δόξης τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἁγιότευκτον ἀγια στήριον τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος ὄργανον παναρμόνιον καθεστώς. Ὑμνῶ τὴν ψυχὴν, ἐν ᾗ εὐδόκησεν ὁ Πατήρ, ἣν ᾑρέτισεν ὁ Μονογενής, εφ' Η τὸ Πνεῦμα τὸ ἅγιον θαυμαστῶς ἐπανεπαύσατο. Δοξάζω τὸν πολύφωτον, τὸν πανθέωρον τὸν οὐράνιον νοῦν τὸν τῆς ὑπεραγνώστου καὶ ὑπερφανούς Αγιότευκτον ἁγιαστήριον. νεότευκτος, τευχτός κατασκεύαστος. Τον πολυφωτον, τὸν πανθέωρον. τὸ πολύφωτον πολύφω τος, πανθέωρος,
col. 157–158page 69 of 261
PG 105:157τε και τριφανοῦς θεαρχίας υψηλότατον όμιλητὴν (ο καὶ θεωρητήν. Μεγαλύνω σου πρὸς τούτοις, ὦ τρισ μακαριώτατε, καὶ προσκυνῶ καὶ ἀσπάζομαι τὸ πνεῦμα, ὅτι τοῦ Κυρίου Πνεύματος κατακόρως ανα πλησθείς, καὶ ἐν αὐτῷ μυστικῶς ἀνατεχθείς, καὶ πνεῦμα νοερὸν ἅγιον κατὰ τὴν ὁμοίωσιν τοῦ γε γεννηκότος γεγενημένος, ἐν αὐτῷ τὸν ὑπερούσιον ὑπερουσίως ἐπέγνως, καθὼς καὶ ἐπεγνώσθης· καὶ τῇ πρὸς αὐτὸν οἰκειότητι, τῶν ὅλων ὑπεραναβὰς, καὶ τῆς ὑπερκοσμίου καταστάσεως ἀξιούμενος, καὶ τῆς θεαρχικῆς ὁμιλίας ἀμέσως ἐμφορούμενος, τῆς Δεσποτικής τραπέζης ὡς ἀγαπητὸς Υἱὸς κατηξιώθης καὶ πατρικῆς, μετὰ τοῦ πρώτως καὶ ὄντως ἀγαπ πητοῦ καὶ φύσει κατακλινόμενος Υἱοῦ. Καὶ ὥσπερ κατὰ τὴν ἐν τῷ θνητῷ σώματι συν αναστροφήν πρότερον ἐπὶ γῆς συναλιζόμενος, συν διαιτώμενος καὶ πάντα τρόπον συνδιάγων αὐτῷ καὶ συνών, καὶ τῶν ὑψηλῶν μυστηρίων καταξιούμενος, τῶν θαυμασίων ἔργων ἦσθα θεωρητὴς, καὶ τῶν λόγων πιστότατος ἀκροατής, καὶ τῶν ὀνειδισμῶν καὶ τοῦ σταυροῦ καὶ τῶν σωτηρίων παθῶν κοινωνός, καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως, καὶ τοῦ θεαρχικωτάτου Πνεύματος μέτοχος ἴσα Πέτρου καὶ Ανδρέου, καὶ τῶν τῆς βροντῆς κεχρημάτικας υἱῶν οὕτως ὕστερον πάλιν μετὰ τοὺς μακροὺς ὑπὲρ Εὐαγ γελίου πόνους, μετὰ τὰς παντοδαπὰς ἀγωνίας και ταλαιπωρίας, μετὰ τὰς κατὰ γῆν καὶ θάλασσαν περιόδους καὶ περιφοράς, τὰς τῶν Ἰουδαίων διώξεις, τὰς τῶν ἐθνῶν ἐπαναστάσεις, τὰς ἐπηρείας, τὰς αἰκίας, καὶ πάσας τῶν εὐσεβῶν τὰς ἐπιβουλάς· καὶ μετὰ τὸν ὑπὲρ τοῦ ἐσταυρωμένου σταυρόν, τῇ γῇ μὲν ἁγιασμὸν τὸ ἡγιασμένον σῶμα λιπών· τῷ πνεύ ματι δὲ γῆθεν ἀναληφθεὶς, μετὰ δόξης καὶ δορυ φορίας ἀγγέλων πρὸς τὸν Θεὸν, καὶ ἀκραιφνώς τῷ Κυρίῳ σου καὶ Θεῷ σου καὶ Βασιλεῖ σου (ὼ τῆς μακαριότητος! ὢ τῆς τερπνότητος!) προσωμιληκώς, τῆς ἀκηράτου καὶ ἀφράστου δόξης ἐντὸς, καὶ τῆς αἰωνίου μετ' αὐτοῦ κατηξιώθης ζωῆς καὶ τιμῆς. στο Υπερφανοῦς καὶ τριφανοῦς θεαρχίας. τῷ, ὑπεραγνώστου. ὑπεράγνωστος, Συναλιζόμενος, συνδιαιτώμενος. συνηυλίζε το, τουτέστι, κοινωνῶν ἁλῶν καὶ κοινωνών τραπέζης,
col. 159–160page 70 of 261
PG 105:159᾿Αλλὰ γὰρ ἔλαβεν ὁ λόγος, ὥσπερ ίππος ὠκύτατος τὸν ἀναβάτην συνηρπακώς· καὶ πρὸ τῶν ἀγώνων ὑπαγορεύων τοὺς στεφάνους. ᾿Αλλὰ μὴ θαυμάσητε τῆς ταχύτητος. Τρόπον γὰρ ἀστραπῆς ἐξάπινα τὴν ολο κουμένην περιαυγαζούσης όλην, καὶ πρὸς ἑαυτὴν θάτο τον ανακαμπτούσης λόγου, οὕτως ἡ ἀποστολικὴ χάρις, ἀθρόως τὰς τῶν ἐθνῶν καρδίας περιλάμπουσα, καὶ ἐχρόνως τὴν αὐτῆς δύναμιν ἀπαστράπτουσα, τρόποντινὰ ἑαυτῆς τε ἔξω γίνεται, καὶ εἰς ἑαυτὴν αὖθις ἀνακύπτει. Καθὼς οὖν οἷός τέ ἐστι, καὶ ὁ περὶ τῶν θείων λόγος, τῇ τῶν ὑμνουμένων ὑπ' αὐτοῦ πραγ μάτων ἐξομοιοῦσθαι γοργότητι, ήτοι θειότητι πειρά και· καὶ ὥσπερ αἱ ὁδοὶ τῆς τοῦ Θεοῦ σοφίας ἐν θα λάσσῃ, καὶ αἱ τρίβοι αὐτῆς ἐν ὕδασι διὰ τὸ ἀκατάληπτον ὕμνηνται πολλοῖς, καὶ τὰ ἴχνη οὐκ ἐπιγινώ σχονται οὕτω καὶ τῶν τῆς σοφίας τέκνων, τῶν πανολβίων, λέγω, Χριστοῦ μαθητών, δυσθεώρητοι μὲν αἱ ὁδοῖ, ἀνεπίγνωστοι δὲ πρὸς ἀκρίβειαν αἱ πράξεις· καὶ πάντα νοῦν, καὶ πάντα λόγον ἀνθρώ πεινον αἱ τούτων υπερεκβαίνουσι μεγαλουργίας. Οθεν καὶ ἡμῖν ὁ λόγος τῷ τῆς ὑποθέσεως ἀνεφίκτῳ συστελλόμενος, μακράν χαίρειν τῇ μακρηγορία φησίν. Αμμον γὰρ, ὡς τὰ λόγιά φησιν, θαλασσών, ἢ ὑστοῦ σταγόνας, ἡ ἡμέρας αἰῶνος, τὶς ἐξαρι Ομήσει; "Αβυσσον δὲ θαυμάτων, καὶ τοῦ θεοπτικων τάτου σοφίαν Ἰακώβου, διδασκαλίας τε οὐρανίας, καὶ Θεολογίας βυθούς, τίς ἐξιχνιάσει; τίς τῶν δαιμόνων τὴν καθαίρεσιν καὶ ἀποδίωξιν, τῶν ἀνθρωπί των παθῶν καὶ νόσων τὴν ἴασιν καὶ ἀφαίρεσιν, τῶν νεκρῶν τὴν ἀνάστασιν, τῶν χωλῶν τὴν ἀνάρρωσιν, τῶν τυφλῶν τὴν ἀνάβλεψιν, καὶ πάσης πηρώσεως σώματος τὰς ἐν ὀνόματι Ἰησοῦ θεραπείας αναγράψαι; Τίς τὰς μακρὰς ὁδοιπορίας, τὰς ἀκαταστασίας τοὺς κινδύνους, τὰς πολυτρόπους επαναστάσεις καὶ επαγωγὰς τῶν Ἑλληνιστῶν; ὅσα ἐν Ἐλευθεροπόλει παρὰ τῶν τῆς ἀσεβείας ἀνέσχεν ὑπασπιστῶν ὅσα ἐν Γάζῃ καὶ Τύρῳ, καὶ ταῖς ἐχομέναις τῶν ἀλλο φύλων κωμοπόλεσιν, ἐν οἷς ὁ τρισμακαριώτατος εὐηγγελίζετο τὸν Χριστόν; Τίς τὰ πλήθη τῶν δι' αὐτοῦ Χριστῷ προσαγομένων, καὶ ὕδατι καὶ Πνεύ ματι καθαιρομένων καὶ φωτιζομένων· καὶ διὰ τῶν ὑπ' αὐτοῦ ἱερέων καθισταμένων καὶ ἀρχιερέων εἰς ἐκκλησίας τῷ Ὑπεραγίῳ καταρτιζομένων; Τίς ταῦτα, καὶ τὰ τούτοις επόμενα τῆς ἀληθογνωσίας ήτοι θεοσεβείας βήματα καὶ πράγματα διασαφήσαι λόγος; Οὐδὲ μιᾶς ἡμέρας ἀποστολικὴν θεολογίαν καὶ πράξιν θεοτελῆ δύναιτ' ἂν λόγος εἰς ἀκρίβειαν διειπεῖν, μὴ ὅτι γε πάντα καθεξῆς ὑμνῆσαι, ὅσα μακροῖς ἔτεσιν ἐν τῷ Παρακλήτῳ κατειργάσατο. Τὰς ἀκαταστασίας. 1 χιν, 35: Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλ᾽ εἰρήνης. ἀκαταστασίαι, ἀκατάστατος,
col. 161–162page 71 of 261
PG 105:161Δείφωτον και παμφωτον. Qυα ἀείφωτον, ἄδυτον άσβεστον, πάμφωτον, ᾿Αλλὰ ταῦτα μὲν τῷ τὰ πάντα κατεργαζομένῳ και εἰδότι παρεὶς, ὑμνῶ σου, θεομαχάριστε, τὸν σταυρόν. Τοῦτον γὰρ καλλίστην επέθηκας τοῖς μακροῖς σου πόνοις, καὶ ἀγωνίσμασι τὴν κορωνίδα. Ὑμνῶ τὸν σταυρὸν, ᾧ τὰς τιμίας χεῖρας καὶ ἱερὰς ἐκτετακώς, τὸν Θεόν σου καὶ Κύριον ἐδόξασας. Ὑμνῶ τὸν σταυρὸν, ὅτι σο: κλίμαξ ἀπὸ γῆς ἐπάγη πρὸς οὐρανὸν εὐθυδό λως ἀναπέμπουσα· ὃς καὶ ἅρματος πυρὸς θᾶττον, καὶ φλογερῶν ὀχημάτων οξύτερον καὶ ἐνθεώτερον, σφόδρα μὲν ἐπῆρε τῆς γῆς, ὑπηνέμιον δέ σε φερόμενον τῷ Ὑπερουρανίῳ προσεπέλασε και προσήρμοσεν. Καὶ γὰρ τὴν Αἴγυπτον ἐπιών, καὶ τὰ σκηνώματα κατασκηνώσας Κηδάρ, καὶ ἐπὶ πολὺ παρὰ τοῖς Δι γυπτίοις ὁ ἀληθινός Ισραηλίτης, καὶ παρὰ τοῖς εσκοτισμένοις ὁ πεφωτισμένος παρωχηκώς· καὶ ὅσους ἀξίους ἐν αὐτοῖς εὗρεν, υἱοὺς φωτὸς καὶ ἡμέ ρας ἐργασάμενος, οὕτως ὑπὲρ πάντων ἀνῆλθεν ἐπὶ σταυροῦ· ἐν μιᾷ μὲν τῶν κατ' Αἴγυπτον πόλεων (Όστρακίνῃ καλουμένη) ὡς ἀμνὸς καταθυόμενος πάσαις δὲ χώραις καὶ πόλεσιν τοῖς οἰκείοις παθή μασιν εὐλατευόμενος τὸν Χριστόν· καὶ οὐχ ὡς δει νόν τι πάσχων, οὐδ᾽ ὡς ἀλγυνόμενος τὴν ψυχὴν, ἐδυσχέραινε τοῖς σταυρωταῖς· ἀλλ' ὡς εὐεργετούμενος μᾶλλον αὐτοῖς προσελάσει, καὶ προσεμειδία, σωθῆναι παρακαλῶν· καὶ ἀνανεῦσαι μὲν τῆς Αἰγυ πτιακῆς ἀπάτης και δεισιδαιμονίας παραινών· τὸν τοῦ οὐρανοῦ δὲ καὶ τῆς γῆς Δεσπότην ἐπιγνῶναι παρεγγυών. Χάριν οὖν ὥσπερ αὐτοῖς τῆς εὐεργεσίας ἀποτιννὺς, ὅτι καθαρῶς αὐτὸν κἀν τούτῳ μιμητὴν ἀπ εδείκνυσαν τοῦ Χριστοῦ, ὅτι ῥᾴστην αὐτῷ καὶ ἐπίσ τομον οἷμον διὰ τοῦ σταυροῦ, καὶ τρίβον εὔθετον ὡδοποιουν πρὸς οὐρανὸν, παρεκάλει νουθετῶν πάν τας εἰδέναι Χριστόν. Εἰδέναι τὸν Ἰησοῦν, τὸ φῶς τὸ ἀληθινὸν, τὸ ἡδὺ, τὸ μακάριον, τὸ ἅγιον, τὸ ἄχραντον, τὸ ἄχρονον, τὸ νέφει μὴ κρατούμενον, τὸ νυκτὶ μὴ διακοπτόμενον, τὸ σώματι μὴ ἐπιπροσθούμενον, τὸ τόπῳ μὴ περιειργόμενον, τὸ μόνον ἄξιον τοῦ ζηλοῦσθαι καὶ ποθεῖσθαι· τὸ μόνον ἄξιον τοῦ πιστεύεσθαι καὶ ἀγαπᾶσθαι· τὸ ἀείφωτον καὶ πάμφωτον τὸ ἄδυτον καὶ άσβεστον φῶς. Τοῦτο Θεὸν εἰδέναι, τοῦτο ἐφί εσθαι, τοῦτο ζητεῖν διὰ πάσης πράξεως θεο τελοῦς, διὰ πάσης θεωρίας υπερφαοῦς, ὡς ὄν τως δν, καὶ ἐκ τοῦ ὄντως ὄντος ανάρχως ἀπαυ γαζόμενον. Πατρός. Τοῦτον δεῖ σέβειν ἐν Πνεύ ματι Θεοῦ, ὡς λόγον τοῦ Θεοῦ καὶ Θεὸν ἀληθῆ εὐλαβεῖσθαι δὲ καὶ ὑμνεῖν αὐτοῦ καὶ τὴν ἔνσαρκον οικονομίαν, τὴν ἐκ Παρθένου φημὶ γέννησιν, τὴν δι' ἡμῶν, ἐν ὑμῖν ἤδη πλατύτερον 8 Θεοτελούς πράξεως. υπερφαούς θεωρίας.

Oration IXOratio IX

col. 163–164page 72 of 261
PG 105:163πτίων· καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς· καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αιγυπτίοις· καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσιν. Χαῖρε, ὅτι καὶ ἐν σοὶ ὡς κρατίστῳ, καὶ ὡς μερίδι τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ κρατίστης κληρονομίας και θεστῶτι, τὰ σχοινία, κατὰ τὸ ἱερώτατον λόγιον, ἐπέπεσεν αὐτῷ· ἄτινα δὴ ταῦτα νοητέον σχοινία· οι μαι δὲ τῆς ἀγάπης τοῦ Πνεύματος τους δεσμούς, οἷς καὶ σὲ, μετὰ τῶν ἄλλων τοῦ νοητοῦ νυμφώνος υἱῶν, ἀναδησάμενος συνανείλκυσεν· ὁμέστιόν τε καὶ ὁμοτράπεζον κατὰ τὴν ὑπερτάτην και μυστικὴν ἀνέλαβε παστάδα· οὐκ αἰσθητῶς, ἀλλὰ νοητῶς· οὐ προσκαίρως, ἀλλ᾽ αἰωνίως· οὐδὲ ῥεούσης ἡδονῆς, ἀλλὰ μενούσης χαράς· οὐκ εὐφροσύνης χάριν, οίας ἂν καὶ ἀνθρώπινος ἀναπλάσαι λογισμός, ἀλλ᾽ ἧς οὔτε ὄψις, οὔτε ἀκοή ποτε τῆς πείρας ἐπήσθετο, οὔτ᾽ οὖν διάνοια ἐνενοήθη βροτοῦ. Χαῖρε, ὅτι οὐ χάριν μόνον, ἀλλὰ καὶ μισθόν, εἴτ' οὖν ἔπαθλον ἀξιόνικον τῶν μακρῶν ἀγώνων καὶ πό νων, τὴν οὐράνιον βασιλείαν ἀπηνέγκω· καὶ πάσαις Θεοῦ ἀρεταῖς, καὶ πᾶσιν ἔργοις ἀληθείας καὶ εὐσε βείας καὶ δικαιοσύνης· ἔτι δὲ καὶ κατὰ τὴν σταύρωσιν ἐξωμοιωμένος τῷ Σωτῆρι, καὶ διὰ ταῦτα παῤῥησίας πλείονος ήξιωμένος, ἱκανῶς ἔχεις ὑπὲρ τῆς Εκκλησίας τῷ Βασιλεῖ ἐντυγχάνειν καὶ Θεῷ· ἱκα νῶς ἔχεις, ὦ φιλαγαθώτατε καὶ βασιλικώτατε τοῦ Θεοῦ παῖ, καὶ τῆς ἡμετέρας μεμνήσθαι μετριότης τος, καὶ ἔντευξιν ἱκετήριον τῷ Δεσπότῃ προσαγαγεῖν ὡς ἂν καὶ ἡμεῖς ἀξίως τοῦ Δεσποτικού θελήματος πολιτευσάμενοι, τῆς ὑμετέρας γενώμεθα μερίδος, καὶ τῶν οὐρανίων σὺν ὑμῖν ἀπολαύσας καταξιωθώ μεν τοῦ Θεοῦ ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ Πατρὶ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Αμήν. ΛΟΓΟΣ Θ. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Φίλιπο που Αντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πης τῶν Σωτηρίου, ὁ τῶν προφητών μεγαλοφωνότατος ομωνυμία κατ' ἐξοχὴν εὐαγγελιστής εὐαγγελιστών "Η καὶ τοὺς ἀποστόλους αποδοκιμάσουσι; Πέτρος μὲν γὰρ καὶ Φίλιππος ἐπαιδοποιήσαντο. Φίλιππος δὲ καὶ τὰς θυγατέρας ἀνδράσιν ἐξέδωκε. Καὶ ἦγε Παῦλος οὐκ ὀκνεῖ ἔν τινι ἐπιστολῆ τὴν αὑτοῦ προσαγορεῦσαι σύζυγον, ἣν οὐ περιεκόμιζε, διὰ τὸ τῆς ὑπηρεσίας ευσταλές. Απ
col. 167–168page 73 of 261
PG 105:167ἡμῖν ἐμβον. Τίνας δὴ λέγων τοῦ Σωτηρίου πηγὰς, ή τοὺς δώδεκα τοῦ Σωτῆρος μαθητάς, οὓς κἀκεῖναι Φίλιππον τὸν τῶν δώ Φίλιππος εἷς τῶν ἑπτὰ διακόνων, τῶν δώδεκα αποστόλων τοῦ ἁγίου ἀποστόλου Φιλίππου ἑνὸς τῶν ἑπτὰ διακόνων, Ἰωάννου τοῦ Φλόγου,
col. 171–172page 74 of 261
PG 105:171πρὸς τὴν ἄνω καὶ μυστικὴν ἠπείγετο αὐλήν· δι' οὗ καὶ σωθεὶς μετὰ ταῦτα, τῶν ἀειζώων ἐπέβη καὶ να μῶν καὶ μονῶν Τοῦτο Φιλίππου τῆς μαθητείας ἀρχή. Αὕτη τῆς αὐτοῦ κλήσεως καὶ ἐκλογῆς ἡ ὑπόθεσις. Εντεῦθεν ὅλῳ σταυρούμενος τῷ κόσμῳ, μόνῳ συνεσταυροῦτο Χριστῷ. Καὶ τοῖς τῶν μαθητῶν κορυφαίοις, ὡς ὁμότιμος συντεταγμένος, πρὸς μόνην ἑαυτὸν τοῦ διδασκάλου συνέτεινε τὴν ροπήν, μόνῳ τούτου τῷ πόθῳ φων νύμενος, καὶ πρὸς τὸ τῆς ἀρετῆς κάλλος τυπούμενος, καὶ τῶν τῆς βασιλείας μυστηρίων καταξιούμενος, καὶ τῷ μυσταγωγῷ λόγῳ κατὰ τὸ ἐφικτὸν ἐνούμενος καὶ ἐξομοιούμενος. Καὶ οὐκ αὐτὸς μὲν οὕτω κατετρύφα τοῦ ἀγαθοῦ, ἀπὸ δὲ τῶν πλησίον αὐτὸ παρεκαλύψατο· ἀγαθὸς δὲ κομιδῇ τὴν τῆς ψυχῆς πρόθεσιν ὤν, καὶ πρὸς ἄλλους κοινοποιεῖται τὸ ἀγαθόν· καὶ πρῶτον εὑρηκὼς τὸν Ναθαναήλ, τὴν παρουσίαν εὐηγγελίσατο τοῦ ἐρχο μένου. Οὐκέτι, φησὶν, ἐν ἐλπίσιν τῷ Ἰσραὴλ ή σωτηρία. Οὐκέτι τὸ μήπω παρόν, ὡς ἐσόμενον αμυδρῶς ταῖς ἐννοίαις φανταζόμεθα. Πάρεστι γάρ, καὶ, Ὃν πάλαι Μωσῆς ὁ μέγας καὶ οἱ προ φῆται τῷ πνεύματι προείδοσαν, καὶ ἐπ' ἐσχάτων Σωτῆρα τῷ Ἰσραὴλ ἀναστήσεσθαι προείπεσαν, τοῦτον εὑρόντες ἡμεῖς, τὸν ἀπὸ Ναζαρέτ Ἰησοῦν, καὶ τῷ τῶν ἔργων αὐτοῦ πεπιστευκότες ὑπερ φυεῖ, τὴν μετ' αὐτοῦ τρισάσμενοι πεποιήμεθα συνοίκησιν. Τούτοις κατακράτος τοῖς λόγοις ἐλών, ὥσπερ θήραμα κάλλιστον, προσάγει τῷ Ἰησοῦ τὸν ἄνδρα· καὶ τοῦτο πρῶτον εὐνοίας ἐνέχυρον ἀληθινῆς, καὶ γνώρισμα πίστεως εἰλικρινούς παρέσχε τῷ Χριστῷ, τὸν ἀληθινὸν ἐκεῖνον Ισραηλίτην καρποφορῶν. Πᾶσιν οὖν καθεξῆς τοῖς λόγοις τῆς χάριτος ὑπο έχων τὸ οὖς· αὐτόπτης δὲ καὶ τῶν θαυμασίων πάν των καθεστώς, ταῖς ἱεραῖς μὲν διδαχαῖς πάσης μειωτικῆς ὑφέσεως ἀνεκαθαίρετο· καὶ πάσης ἀγνοίας αποσκευαζόμενος τὴν ἀχλύν, φωτὶ θείῳ γνώσεως καὶ οὐρανίας σοφίας προκόπτων κατελάμπετο. Τοῖς παραδόξοις δὲ τῶν ἔργων τὴν πίστιν βεβαιούμενοςdrοσημέραι δὲ καὶ τὸν ἐντὸς
col. 175–176page 75 of 261
PG 105:175τὸν λόγον εὐαγγελιζόμενος τῆς ζωῆς· πάντας δὲ τοὺς εἰς ζωὴν τεταγμένους, τῇ ἀληθινῇ διὰ πίστεως προσάγων ζωῇ· καὶ πάντας μὲν ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου, καὶ μυρίαις ἀπάταις καὶ πλάναις ἐξ απολωλότας, λόγοις σοφίας Θεοῦ καὶ παραινέσεσιν αἰχμαλωτίζων, καὶ τῷ τῆς παλιγγενεσίας ὕδατι και θαίρων, καὶ τῷ τῆς χάριτος πνεύματι φωτίζων καὶ τελετουργούμενος, οὕτω δὴ τῷ ἐν τοῖς οὐρανοῖς υἱοθε τεῖτο Πατρί. Πάντας δὲ τοὺς ὑπὸ ποικίλων ἐξεταζομένους παθῶν ἢ νόσων πειραζομένους, ἢ δαιμονίων παρενοχλουμένους, ἢ ὅτῳ οὖν πονηρῷ κακουμένους συναντήματι, λόγῳ μόνῳ καὶ χειρὸς ἱερᾶς ἐθεράπευεν ἐπαφῇ. Καὶ νοητῶς μὲν, τῶν ἀοράτων τὰ πρόσωπα ῥαπίζων κατέῤῥασσεν ἐχθρῶν· αἰσθητῶς δὲ, τοὺς ὑπ' ἐκείνων πλανωμένους, ἐλέγχων, νουθετῶν, παρακαλῶν, τῇ μεγαληγορίᾳ τοῦ κηρύγματος καὶ ταῖς τῶν τεράτων μεγαλουργίαις ἐξιστῶν, εἰς ἐπίσ γνωσιν ἦγε κατὰ μικρὸν τῆς ἀληθείας. Ἱερεῖς δὲ καὶ ἱεράρχας τοῖς πιστοῖς καθιστῶν, καὶ θυσιαστή μια δὲ κατὰ τόπους Κυρίῳ κατασκευαζόμενος, καὶ τὴν ἱερὰν τῶν ἁγίων μυστηρίων παραδιδοὺς τελε τουργίαν· καὶ τὸν εὐαγγελικὸν νόμον ὡς θεμι τὸν αὐτοῖς διατιθέμενος, οὕτω διπλῆς αἴτιος εύερ γεσίας, σωματικῆς τε καὶ ψυχικῆς, ὁ μακαριώτατος τοῖς πιστεύουσι καθίστατο. Ὥσπερ δὲ σαγήνη μεγάλη καθιεμένη τῇ θαλάσσῃ, ὅσῳ πλέον ἐγχρονίζει τοῖς ὕδασι, τοσούτῳ πλείω καὶ τὴν ἀπὸ τῶν ἰχθύων εφέλκεται περιουσίαν οὕτως ὁ μέγας Απόστολος ἐπὶ χρόνοις πλείοσι πολ λοῖς ἔθνεσιν ἐμβεβλημένος, πολὺν ὅτι μάλιστα δι' αὐτοῦ Χριστῷ πιστευόντων ἐπεσπάσατο περιουσιασμὸν. Εδει δὲ τοῦτον οἷα σαγήνην ὄντα τοῦ Πνεύ ματος, χερσὶν ἀγγέλων ἁγίων ὥσπερ ἐκ θαλάττης εἰς αἰγιαλόν, τὸν οὐράνιον χῶρον ἀναβιβαζόμενον, ἀποτίθεσθαι μὲν, εἴ τι τῆς Δεσποτικής τραπέζης ἀνάξιον επηκολούθησεν· ὅσον δὲ καλόν τε καὶ τίμιον, μετὰ τιμῆς τῷ τῆς δόξης προσφέρεσθαι Βασιλεῖ. 'Αλλά τις ο τῆς ἀναλύσεως τοῦ ᾿Αποστόλου τρό πος; Ἔστι πόλις κατὰ τὴν Φρυγίαν μεγάλη καὶ περιφανής, πλούτου περιουσίᾳ καὶ δόξης καυχήματι γαυρουμένη πολλῷ· Ιεράπολις ὄνομα τῇ πόλει, Ισχύος καὶ πολυανθρωπίας τότε μάλιστα, οὐδεμια τυχὸν τῶν κατὰ τὴν ἀνατολὴν μητροπόλεων παρα χωροῦσα τὰ πρεσβεῖα. Εἰς ταύτην ὁ μέγας Φίλιππος μετὰ τὰς μακράς περιόδους, μετὰ τοὺς παντο Τὴν ἱερὰν τῶν ἁγίων τελετουργίαν.
col. 177–178page 76 of 261
PG 105:177Οι τοίνυν ἱεροὶ καὶ μεγάλοι τοῦ Λόγου μαθηταί, ξένοι μὲν πάσης φιλίας τοῦ κόσμου καθεστώτες, οι χεῖοι δὲ καὶ φίλοι τοῦ οὐρανίου Πατρός· καὶ πάσης μὲν τοῦ νῦν αἰῶνος ἐρωτικής διαθέσεως ἑαυτοὺς ἀλε λοτριοῦντες, μόνης δὲ τῆς ἀγάπης τοῦ θεαρχικωτάτου Νυμφίου τετρωμένοι, καὶ αὐτῷ συνενούμενοι διὰ τοῦ Πνεύματος, τῆς ὑψηλῆς εὐμοιρήκασιν υἱότητος. Οθεν αὐτοῖς καὶ Πνεῦμα ἅγιον, πρότερον μὲν ὡς ἀτελέσιν, ἀτελῶς τε καὶ ἀμυδρῶς ἐνεργοῦν· ὕστε ρον δὲ, μετὰ τὴν εἰς οὐρανοὺς τοῦ Μονογενοῦς ἀπο κατάστασιν, τελετουργικώς ώς τελείοις ἐπιδημοῦν καὶ θεοῦν, ἄρχοντας αὐτοὺς ἐπὶ πᾶσαν καθ ιστάνει τὴν γῆν· οὐκ ἐπιχήροις τιμῶν ἀρχαῖς, οὐδὲ βασιλείαν ἐπίζηλον καὶ περιτρεπομένην· ἀκατάλυτον δὲ δόξαν, καὶ μὴ μεταπίπτουσαν χαριζόμενον άρο χήν. Επρεπε γὰρ τοὺς γεννωμένους ἄνωθεν, ἀνάλογον τῇ τοῦ Πνεύματος ἀϊδιότητι καὶ τὴν κληρονομίαν λαχεῖν· καὶ τοὺς συμμόρφους τῆς δόξης τοῦ Μονογενούς καθισταμένους, κατὰ τὴν πρὸς ἐκεῖνον ὁμοίωσιν, καὶ τῆς ἀκηράτου κατασχέσεως μετα σχεῖν. Πᾶσαν τοιγαροῦν ἐξουσίαν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς λαβόντος Χριστοῦ, πᾶσαν δι' αὐτοῦ τὴν οἰκουμένην οἱ ἱεροὶ θεολόγοι τούτου κληρωσάμενοι, οἱ μὲν τὰς ἄρας λήξεις, οἱ δὲ τὰς ἑσπερίους διαλαγχάνοντες ἐπῄεσαν· καὶ οἱ μὲν τὸ βόρειον, οἱ δὲ τὸ νότιον κλίμα διέθεον εὐαγγελιζόμενοι τῆς γῆς. Φίλιππος δὲ ὁ μέ γας τοῦ Θεοῦ παῖς, ὁ τοῦ Πατρὸς τῶν φώτων φωτοο φανὴς καὶ γνήσιος κατά μέθεξιν υἱός· ὁ τοῦ Μονο γενούς φίλος πιστὸς καὶ κατὰ χάριν ἀδελφός· τὸ τίμιον λόχευμα τοῦ Παρακλήτου, τὸ σκήνωμα τῆς ἁγιωσύνης τοῦ Ὑπεραγίου, τὸ στεφάνωμα τῆς Ἐκε κλησίας, τὸ καλλώπισμα τῶν ἀποστόλων, τὸ ἐντρύφημα τῶν ἀσωμάτων· οὗτος τῆς Ασίας τὰ κλίμα τα περιιών, καὶ πάσαις μὲν χώραις καὶ πόλεσι οι Τελετουργικώς. άτε λῶς τε καὶ ἀμυδρώς. τελετή τελετουργός δύναμις τελετουργία, τελετουργών Τῆς Ἀσίας τὰ κλίματα.
col. 179–180page 77 of 261
PG 105:179αναμαρτήτως ἀνθρωπιζόμενον παρέσχετο. Ὃς ἐν ὁμοιώματι ἀνθρώπων ἐπιφανεὶς, λόγοις αλη θείας καὶ ἔργοις δυνάμεως, τὴν πατρικὴν αὐτοῦ δόξαν καὶ γνῶσιν, ἐνέλαμψεν ἡμῖν· καὶ πάθεσιν ὁ ἀπαθὴς, καὶ σταυρῷ καὶ θανάτῳ προσωμιληκώς ὑπὲρ ἡμῶν ἄνθρωπος γὰρ ἦν), ἀνέστη τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἐνεφάνισεν ἡμῖν ἑαυτόν καὶ βλεπόντων ἡμῶν, ἀνελήφθη εἰς τὸν οὐρανὸν (Θεὸς γὰρ ἦν). "Ον καὶ προσδοκῶμεν ἥξειν αὖ θις, ὡς εἶπεν, ἐκ τῶν οὐρανῶν, τοῦ ἀναστῆσαι σύμπαν τὸ πλάσμα, καὶ κρῖναι καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τοῦτον ἐπίγνωτε, παραινοῦμεν. Τοῦτον σεβάσθητε, παρακαλούμενο καὶ ἐν τῷ ὀνόματι τούτου βαπτιζόμενοι, καθαρισθήσεσθε μὲν πάσης ἐναγούς και μιαρᾶς τελε τῆς πάσης δὲ χάριτος μέτοχοι, καὶ κοινωνοί τῆς αὐτοῦ γενόμενοι αγιωσύνης, κληρονόμοι ζωῆς αἰωνίου καὶ βασιλείας καταξιωθήσεσθε, ἐν Χριστῷ Ἰησοῦ. ᾿Αμήν. Τοιαύταις ὁ μακαριώτατος θεηγορίαις νουθετῶν, παραινών, ἰδίᾳ τε καὶ δημοσίᾳ τὸν λόγον πρεσβεύων τῆς δικαιοσύνης, αναριθμήτους μὲν πείθων προσ ήγετο τῇ ἀληθείᾳ· δι᾽ ὕδατος δὲ καὶ Πνεύματος τού τους ἀναγεννῶν, καὶ τοὺς συνετωτέρους ἐν αὐτοῖς, καὶ χάριτος μείζονος ἠξιωμένους, εἰς ἀρχιερέας, ὡς θέμις, καὶ ἱερέας προβαλλόμενος, Ἐκκλησίαν ἁγίαν, ἄμωμον ἀνέστη Χριστῷ. Ἀλλ᾽ οὐκ ἤνεγκε βλεπων οὕτως εὐοδουμένην τὴν αλήθειαν, ὁ ταύτης ἐχθρός· τοὺς δυνατωτάτους δὲ καὶ πρώτους ἐκείνης τῆς πόλεως ὑποδὺς, καὶ τὸν ζῆλον ἐν αὐτοῖς ἀναφλέξας ὡς πῦρ, συναρπάζει μὲν αὐτὸν ἐξάπινα χειρὶ στρατιωτικῇ· μαστιγοῖ δὲ πι χρῶς, καθείργνυσι δὲ δεινῶς· μετὰ ταῦτα δὲ σχοι νίοις ἐξάψαντες κατὰ τῶν ἀστραγάλων ἐπὶ μετεώρου τὸν δίκαιον εκκρεμῶσι κατὰ κεφαλῆς. Καὶ ἦν τοῦτον ὁρᾷν καθάπερ ἄμωμον ἀρνίον, διὰ τοῦ ἀέρος ἀπῃωρημένον· καὶ ἄνω μὲν τοὺς πόδας, κάτω δὲ τὴν σεβασμίαν ἔχοντα κεφαλήν· καὶ τῷ τοιῷδε σχήματι τὴν ἰθυτενῆ πρὸς τὰ ἄνω τοῦ νοῦ πορείαν καὶ θεωρίαν ὑπογράφοντα. Αλλ' οὐκ ἀφῆκεν αὐτὸν ὁ Κύριος απαρηγόρητον ο οἰκονομίᾳ δὲ κρείττονι καὶ Βαρθολομαῖος ὁ θεῖος ἀπόστολος τούτῳ συνεσταύρωτο. Ἐκεῖσε γὰρ αὐτὸν ἐνδημεῖν, καὶ ὥσπερ τοῦ Εὐαγγελίου κοινωνὸς, οὕτω Σχοινίοις ἐξάψαντες κατὰ τῶν ἀστραγάλων. Ἐπὶ τῆς πλατείας συρεὶς, εἶτα τοὺς ἀστραγάλους τρυπηθείς, ἐπὶ τοῦ ξύλου ἀνηρ τήθη· καὶ οὕτως εὐξάμενος, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο δὴ καὶ τοῦ πάθους ἐγνωρίζετο. Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτὴ Μαριάμ ἡ Φιλίππου ἀδελφή ἀδελφὴ τὴν Αὐτὴ Μαριάμ, ἡ Φιλίππου ἀδελφή. Μαριάμνην,
col. 181–182page 78 of 261
PG 105:181δαπούς κινδύνους, τους πόνους, τους κόπους, μετὰ τὰς ποικίλας ὑπὲρ τοῦ Εὐαγγελίου βασάνους καὶ θλίψεις, καὶ εἰς ταύτην τὸν Χριστὸν Ἰησοῦν εὐαγγε λιούμενος ήγετο τῷ Πνεύματι. Ἰδὼν δὲ τὴν πόλιν, οὐ κατείδωλον οὖσαν μόνον, ξοάνοις τε κωφοῖς καὶ δαιμονίων σεβάσμασι μεμιασμένην· ἀλλὰ δὴ καὶ ἰοβόλοις ερπετοῖς, καὶ ἐχίδνη τινί τερατώδες καὶ ἀπευκτῇ (ὦ τῆς τῶν κακῶν ὑπερβολῆς!) ὡς Θεῷ τε προσανέχουσαν καὶ θυσίαις ἐξιλασκομένην, ζήλῳ μὲν θείῳ καταπίμπραται την ψυχήν προσευχαῖς δὲ συντονωτάταις, καὶ ῥήματι παραγγελίας Θεοῦ ζῶντος, καὶ τῇ ἐπικλήσει τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, τὴν ὀλεθροτόκον ἔχιδναν ἐκείνην ἀπεκτονώς, πᾶσιν ἐπιεικῶς ὁ θαυμάσιος παρήνει, καὶ συνεβούλευεν εἰς οὐρανὸν ἀνανεύοντας, τὸν τοῦ οὐρανοῦ Δεσπότην ἐπιγνῶναι. Ος, ὢν ἀεὶ Θεὸς τέλειος, ἄναρχος, ἀσώματος, ἀκατάληπτος βουληθεὶς δὲ μετὰ τὸν ἀόρατον, καὶ τὸν ὁρώμενον τοῦτον κόσμον δι' ἀγαθότητος ὑπερβολὴν παραγαγεῖν, οὐρανὸν μὲν ἔξωθεν πάντων, ολά τινα σφαῖραν αεικίνητον τῶν ὅλων σωμάτων περιεκτικὴν κατεσκευάσατο· γῆν δὲ μεσαιτάτην τῶν ὅλων, ὥσπερ τι κέντρον τοῦ παντὸς ἐν ἀκινήτῳ ἱδρύσει καὶ ισορροπίᾳ κατεστήσατο. Καὶ τὸ ἀβύσσιον μὲν καὶ στοιχειῶδες ὕδωρ περὶ τὴν γῆν, τὴν γῆν δὲ περὶ τὸ ὕδωρ στερεῶν, δι' ἀλ λήλων άμφω ταυτὶ τὰ στοιχεῖα ἐστηρίξατο, εἰς μίαν τινὰ δύναμιν ἄῤῥητον, τὴν κατὰ τὸ μεσαίτατον τοῦ παντὸς ἑστῶσαν ὑπερφυῶς ἐκκορυ φούμενα· ἑπομένως δὲ τούτοις, τὸν πολύκενον πανταχόθεν υπερχεάμενος αέρα, ὑπὲρ αὐτὸν αὖθις ἐχόμενα, τὸ αἰθέριον κῦτος περιήγαγεν ἐξ ὧν φυτὰ πάντα καὶ ζῶα, κατὰ ιδιότροπον ἕκαστον φύσιν ἐποίησε καὶ μορφήν. Μόνον δὲ τὸν ἄνθρωπον, τῆς ἰδίας πλάσας μεγαλειότητος εἰκόνα, τοῦ παραδείσου πεποίηκεν οικήτορα· δν τὴν Δεσποτικὴν ἐντολὴν ἠθετηκότα, καὶ διὰ τοῦτο τῆς πρὸς αὐτὸν οἰκειότητος ὠλισθηκότα, θάνατος καὶ φθορὰ, τὰ ὀψώνια τῆς ἁμαρτίας, διεδέξατο· ἀλλ' οὐκ εἰς τέλος ὁ ἀγα θὰς ὠργίσθη, οὐδὲ τὸ οἰκεῖον παρεῖδεν εἰς τὸν αιώνα πλάσμα· διὰ νόμου δὲ καὶ προφητῶν πρῶτον ἁγίων παιδαγωγήσας πρὸς εὐσέβειαν νῦν δὲ κατὰ τὴν τῶν αἰώνων συντέλειαν, τὸν μονογενῆ, τὸν ἰσοσθενῆ καὶ ὁμοφυᾶ Λόγον, ὑπερ ουσίως ἡμῖν ἐκ παρθένου σεμνῆς, καὶ ἁγίας Καὶ ἐχίδνη τινὶ τερατώδει.
col. 183–184page 79 of 261
PG 105:183φύσιν, ἀδελφὴ τὴν πίστιν· τὸν ζῆλον, ὁμότροπος τὴν ἀγάπην, ὁμόγνωμος· παρθένος την ψυχήν, παρθένος τὸ σῶμα, ὅλη τετρωμένη τῆς ἀγάπης Χριστοῦ. Μαριάμ, γνησία Χριστοῦ θεραπαινίς, ἀξία Θεοῦ θυγάτηρ, ὅλη τοῦ παναγίου Πνεύματος μεμεστωμένη, πιστὴ τοῦ Εὐαγγελίου μαθήτρια, σπουδαία τῶν ἀποστόλων διάκονος, καὶ θερμοτάτη πρὸς τὰς Ἑλληνίδας τοῦ Ἰησοῦ εὐαγγελίστρια. "Ανωθεν αὕτη προσεκαρτέρει τῷ Φιλίππῳ, ἐξ οὗ τὸν κλῆρον είληφε τῆς ἀποστολῆς· καὶ τοῦτον, ὡς ἀδελφὸν μὲν τὸ σῶμα, πατέρα δὲ τὸ πνεῦμα τιμῶσα, καὶ ὡς δρα στήριος υπηρετουμένη θεράπαινα, πλήρης τῆς ἀπο στολικῆς καὶ αὐτὴ δυνάμεως ἦν. "Οθεν εὐαγγελιζομένῳ συνεργοῦσα, καθειργνυμένῳ συμπαρομαρτούσα, καὶ τότε δὴ κρεμαμένῳ συνανιωμένη τε καὶ συν οδυνωμένη, πάντα τρόπον συνέπασχεν ἡ μακαριωτάτῃ Χριστῷ. Γίνεται δὲ τότε θέαμα ξένον, φρίκης τε πάσης καὶ ἀγωνίας γέμον, Σείεται μὲν ἐξαίφνης ἡ γῆ καὶ ὅλος ὁ χορὸς ἐκεῖνος ἐκτιναχθείς, εἰς βάθος ὑπενόστει, ἐν ᾧ πᾶσα μικροῦ δεῖν ἡ πόλις ἐκείνη συναγη γερμένη, θέατρον ἐποιεῖτο τοὺς ἀνθρώπους τοῦ Ἰησ σου· συγκατεσπᾶτο δὲ τῷ ἐδάφει πᾶς ὁ λαὸς, καὶ δεινῶς ἀπολέσθαι κινδυνεύοντες, τοὺς περὶ τὸν Φίλιππον ἐπεβοῶντο· καὶ ταύτῃ γε τῆς πλάνης μὲν ἀπο στήσεσθαι, τῷ τῆς ἀληθείας δὲ πιστεῦσαι καθυπο ισχνοῦντο Θεῷ. Τοὺς δὲ ἱκετηρίαις μὲν ἐκτενέσιν ἐξευμενίζεσθαι τὸν Θεὸν, ἀθρόως δὲ τὸν Κύριον προσευχομένοις αὐτοῖς ἐπιφανῆναι· καὶ στηριχθῆναι μὲν εὐθέως τὴν γῆν τῆς ἐπὶ τὸ κάταντες ὑποχωρήσεως δύναμιν δὲ θείαν κλίμακος τρόπον τοῖς ἀπολλυμένοις ὑποτεινομένην, πρὸς σωτηρίαν ὁδοποιεῖν. Αΰ τη γίνεται πίστεως τοῖς ἀπίστοις ἀφορμή. Τοῦτο δη τὸ θαυμάσιον τὴν πόλιν ἐκείνην ὀλίγου δεῖν πᾶσαν τῷ τοῦ Φιλίππου προσήγε Θεῷ. Εντεῦθεν λύειν μὲν τοὺς Χριστοῦ δεσμίους οι σεσωσμένοι, καὶ τοῦ ξύ λου καθεῖναι προσῄεσαν σπουδῇ· ἐπείχοντο δὲ, τὴν περὶ αὐτῶν γενομένην άνωθεν έγνωκότες βουλήν. Σὺ μὲν γὰρ, ὦ τρισμακαριώτατε τῶν ἀποστόλων, ἀνεθῆναι μὴ καταδεξάμενος τῶν δεσμῶν, ἐπισκήψας δὲ τῇ τε πόλει τὰ δέοντα, καὶ τοῖς ἀδελφοῖς πᾶσι προσμένειν τῇ πίστει τοῦ Ἰησοῦ, καὶ ταῖς ἐντολαῖς παρεγγυησάμενος προσλιπαρεῖν· εἶτα, δέησιν ἱκετήριον τε ἅμα καὶ εὐχαριστήριον, εμφανιζομένῳ σοι νοερῶς καὶ ὑπερκοσμίως τῷ Θεῷ σου καὶ βασιλεῖ σου προσλαλήσας Χριστῷ, εἰς χεῖρας αὐτῷ τὴν παν Ολβίαν ἀπέδου ψυχήν· καὶ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἂν ἤχῳ ἑορταζόντων νοερῶν καὶ θείων Δυνάμεων, πρὸς τὰς οὐρανίας αὐτῷ καὶ ὑπερ φυεστάτας συνανελήφθης μονάς. τοῦ Ἰησοῦ εὐαγελίστριαν πρὸς τὰς Ελληνίδας,
col. 185–186page 80 of 261
PG 105:185ο Βαρθολομαίος δε τοῦ ξύλου καθαιρεθείς, καὶ ἅμα τη σοφωτάτῃ Μαριάμ, τὸ Χριστοφόρον σεβασμίως κεκηδευκότες σκηνος, καὶ τὴν Ἐκκλησίαν στηρίξαντες, καὶ τοὺς προσιόντας φωτίσαντες, καὶ εἴ τι λεῖπον τῆς ἱερουργίας τοῦ Εὐαγγελίου συντετελεκότες, οὕ τω πρὸς τὴν κατ' αὐτοὺς ἐχώρουν οδόν. Σὺ δέ μοι, παναοίδιμε καὶ θεσπέσιε τοῦ Θεοῦ παί, τὰς οὐρανίας ἐστίας χοροβατῶν, καὶ τῷ διδασκάλῳ δι' αἰῶνος καὶ Κυρίῳ συνών, χαῖρε, καὶ κατατέρπου ὡς υἱὸς Θεοῦ θέσει, τῷ κατὰ φύσιν Υἱῷ συμβασιλεύειν λαχών, καὶ συζῶν καὶ συνευφραινόμενος άλη κτα καὶ συνομιλῶν. Χαῖρε, ὅτι τὸν Πατέρα τῶν φώτων ἐπεθύμησας κατιδεῖν, καὶ τοῦτον ὁρῶν, ἐδιδάχθης ἐν τῷ Υἱῷ καὶ ὡς ἐν εἰκόνι τὸ ἀρχέτυπον· καὶ ὡς ἐν ἀπαυ γάσματι, τὸν ἥλιον· ἐν τῷ Μονογενεῖ, τὸν γεννή τερα κατανοῶν, πλήρης εἴ φωτὸς ἀληθοῦς, ὡς υἱὸς ρωτὸς, καὶ αὐτοφῶς πεφηνώς. Χαῖρε, ἵππε Χριστοῦ θερμότατε καὶ ταχύτατε, ὃν ἐπιβὰς ἐκεῖνος, καὶ εἰς τὴν νοητὴν θάλασσαν ἐπι βιβῶν, καὶ θαυμασίως ἡνιοχῶν, ὕδατα πολλὰ διὰ σοῦ, τὰ ἄτοπα νοήματα συνετάραξεν τῶν ἐθνῶν. Χαίρε, οτι τῶν νοητῶν τοῦ Θεοῦ ἵππων, εἴτ᾿ οὖν ἀγγελικῶν δυνάμεων τὴν πτηνὴν φύσιν καὶ γορ γὴν, καὶ δραστήριον ἐζηλωκώς καὶ πεφιληκώς, εἰκότως Φίλιππος προσηγορεύθης, καὶ ἅρμα Θεοῦ μυριοπλάσιον ἀνεδείχθης, κατὰ τὴν Γραφήν, ἐν ᾧ χιλιάδες τῶν διὰ σοῦ Χριστῷ πιστευσάντων, αἱ κλησίαι εὐθηνοῦσαι, δόξαν ἀνακρούονται τῷ Θεῷ Σαβαώθ. Χαῖρέ μοι καὶ σκίρτα και χόρευε, θρόνου δόξης ἐν μέσῳ τῶν κορυφαίων εὐμοιρηκώς, καὶ τοῖς πρώ τοις τῶν ἀποστόλων συνηριθμημένος, καὶ τῆς πρώτης παρὰ τῷ Παμβασιλεί κατηξιωμένος τιμῆς. Χαῖρε, ἀλλὰ καὶ ἡμῖν θλιβομένοις ἀγαλλίασις γίνου καὶ εὐφροσύνη καὶ χαρά. Τοῖς πένησιν, ἐπι κούφισον τὰς δυσχερείας· ταῖς Ἐκκλησίαις ἀποκατάστησον τὴν εἰρήνην καὶ τὴν εὐνομίαν· καὶ ἡμῶν τὴν ὀλίγην ταύτην αἴνεσιν ἀποδεξάμενος, πλήρωσον, ὦ τρισόλβις καὶ θεομακάριστε, τὴν κατὰ Χριστὸν ἐπιθυμίαν· καὶ πρὸς τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον θέλημα τοῦ Δεσπότου συμβιβάσας, ἀκαταίσχυντον παράστησον τῷ Θεῷ· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῷ νας τῶν αἰώνων. Αμήν. Ἐκ τῶν θαυμάτων τοῦ ἀποστόλου Οὗτος ὁ φαεινότατος ἀστὴρ καὶ μέγας τοῦ Κυ ρίου ἀπόστολος, ὡς ἐπ᾿ αὐτὴν ᾔει τὴν Γαλιλαίαν
col. 187–188page 81 of 261
PG 105:187κηρύσσων, ἔτι τῷ βίῳ περιών, γύναιον αὐτῷ προς υπαντᾷ, ἐκκομίζον παιδίον τεθνηκός· καὶ οἷα μή τρ, ἀμέτρως ἐκόπτετο. Ταύτην ὁ κηρύσσων κατ οικτείρας, καὶ τὴν δεξιάν τῷ τεθνηκότι προτείνας, Έγειρε, κελεύει σοι ὁ ὑπ' ἐμοῦ κηρυττόμενος, ἔφησεν, Ἰησοῦς ὁ Χριστός· καὶ ὁ λόγος ζωτικήν αὐτῷ ἔδωκεν ἀνέγερσιν, καὶ τῇ πενθούσῃ βακτηρίαν τὸν ἀναστάντα γενέσθαι πρὸς τὴν οἰκίαν παρεσκεύασεν. Ἡ δὲ, τῶν ἴχνων τοῦ θαυματουργοῦ δραξαμένη, 'Ον ἀνέστησας, ἔλεγε, δι' ὕδατος ἀναγέννησον σὺν ἐμοί. Καὶ τυχοῦσα τῆς χάριτος, ἀπόστολος ἐγεγόνει, πᾶσιν εὐαγγελιζομένη τοῦ υἱοῦ αὐτῆς τὴν ἀνάστασιν. Ηγε δὲ τοῦτον καὶ ἐπ' ᾿Αθήνῃσιν. Ενθα τὸ ἁπλοῦν τοῦ λόγου και ευτελίζειν οἱ ᾿Αθηναῖοι ἐβού λοντο, ἢ πρᾶξις τῶν παραδόξων τούτοις ἀντεπισχεῖν " ἔπειθε. Καὶ λοιπὸν, Τί δὴ πράττειν ὀφείλομεν, Βλεγον, ἡμεῖς οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τούτου τοῖς λόγοις ἡττώμενοι; Καὶ γὰρ, ὡς ὁρᾶτε, ἄγροικος οὗτος καὶ ἀπολις, ἐν δὲ τοῖς ἔργοις ἡμῶν ἐγκρατὴς καὶ περιφανὴς ἐνδείκνυται. Τοιγαροῦν δι' ἐπιστολῆς σημανοῦμεν τῷ ἀρχιγραμματεῖ τῶν Ἰουδαίων ἐν Ἱερουσαλήμ καὶ τὸ δόξαν οὗτοι κρατύναντες, ἱκανὸν πρὸς τὸ λέ γειν ἐξαποστέλλουσιν. Ο γοῦν ἀποσταλεὶς, ἔσω τῆς Ἱερουσαλήμ γεγονώς, μετὰ τὴν ἐπίδοσιν τῆς γρα φῆς, διὰ λόγων τοῖς ἄρχουσιν ἐπετράνωσε τὰ τῆς γραφής, λέγων· Τοὔνομα Φίλιππος ἐκ τῶν ὧδέ τις λέγων εἶναι, ἀφίκετο πρὸς ἡμᾶς· ὃς ἄγροικον μὲν ἐπιφέρεται τὸν λόγον, οὐ μικρὸν δὲ τὴν ἡμῶν ἐπισείοντα τὴν καρδίαν καὶ πατρίδα, και τὸν διαγγέλλων ὄνομα, Ἰησοῦν, ᾧ καὶ χρώμενος ἐπὶ γλώττης, ἀποτρόπαιον ἔχει δαιμόνων καὶ νοσημάτων παντοδαπών. Αλλά γε σὺν τούτοις, καὶ τὸ κατέπραξεν. Ἀπολιπών τις τὸν βίον, καὶ πρὸς τὸν χῶρον των τεθνεώτων μεταχωρήσας, τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ ἀνέστησε. Λείπεται του γαροῦν οίχεσθαι τὰ ἡμῶν, καὶ τὰ τούτου αυξά νεσθαι, εἰ μὴ τάχιόν τις πρὸς ἡμᾶς ἐξ ὑμῶν παραγένοιτο. Καὶ δὴ ἐξαυτῆς μετὰ σοβαρᾶς καὶ ἀλαζονικῆς φαντασίας τὴν Ἑλλάδα ὁ ἀρχιγραμματεὺς καταλαμβάνει, κατὰ Φιλίππου σφόδρα χαλεπαίνων· καὶ μήτε ἄρτου γευσάμενος μήτε τινὸς ἄλλου τῶν σώματι ἀρχιερεὺς εἰ ἀρχιγραμματεὺς ἀπόστολον ἔξαρχον,
col. 189–190page 82 of 261
PG 105:189χαριζομένων, ὑψηλὸν αὐτῷ γενέσθαι βῆμα παρηγγυᾶτο· καὶ τὴν ἐξαλλον τῆς ἀρχιερατικής χλαμύδα περιβαλών, εἰς τὸν δικαστικὸν πεφυσιωμένος άνεισι θρόνον, πάντων τῶν ἐλλογίμων τῆς πατρίδος, καὶ τῶν σὺν αὐτῷ παραγενομένων, μετὰ δέους παρτ εστηκότων. Όμως προσκληθεὶς ὁ ἀπόστολος, μέσον, τῷ ἀρχιερεῖ ἀπολογησόμενος ἵστατο· καὶ πρὸς τὸν ἀπόστολον ὁ ἀρχιερεὺς οὕτω προσήρετο· Οὐχ ἱκα νῶς ἔχειν ἔδοξε, τὸ μοχθηρῶς ὑπεισελθεῖν σε, αθλιώτατε πάντων ἀνθρώπων, τῇ Ἰουδαίᾳ καὶ Γαλιλαίᾳ καὶ Σαμαρείᾳ, καὶ τοὺς ἐπ' αὐταῖς ἀσφαλεστέρους ἀποπλανῆσαι, ἀλλὰ καὶ τοὺς σοφοὺς τῶν Ἀθηνῶν ὑπενοήσω, μεμελετηκώς τὴν ἀπάτην, πεπυκνωμένους άνδρας οιόμενος ἀπατᾷν. Καὶ ὡς ἠπατημένου, καταφρονῶ σου τὸ παρόν· ἐπὶ δὲ τοὺς σοφούς, διδάσκων τὰ κατὰ σέ, τὸν λόγον ποιήσομαι. Ο τούτου διδάσκαλος, ὦ ἄνδρες, ἐπὶ παρα τροπῇ τοῦ Μωσαϊκοῦ νόμου γενόμενος, ὑφ' ἡμῶν σταυρῷ τεθνάναι εὐλόγῳ νόμῳ κατεκρίθη· καὶ γυμνὸς τῷ ξύλῳ ἀπωρημένος καταλειφθείς, διὰ τὸ τῆς ἡμέρας ἐπίσημον, τοῦ Πιλάτου, Ιω σήφ τινος πλουσίου ἱκετηρίᾳ ἐπικαμφθέντος, τάφῳ συγκεχώρηται. Καὶ νόμῳ φιλίας οἱ τούτου κρατούμενοι μαθηταί, λαθραίως ἀωρὶ τοῦτον ἀπο συλοῦσιν, εἰς πολλῶν ἀπάτην, ἐπιτεχνευσάμενοι τοῦτο· καὶ πανταχοῦ ἐπισπείραντες ἐκ νεκρῶν έγηγέρθαι, τὸν ἑαυτῶν ἐπιφημίζουσι διδάσκαλον. Ἐξ αὐτῶν εἰς ἐστι καὶ ὁ Φίλιππος οὗτος, οὗ περικρατὴς ὁ βασιλεὺς ἐπιθυμεῖ γενέσθαι ᾿Αρχέλαος, εἰς πολλῶν ἐκδίκησιν ἀπολέσων αὐτόν· ὅνπερ εἰ βούλεσθε, πρὸς αὐτὸν τὸ τάχος δέσμιον εἰς Ἱερουσαλὴμ ἀπαγάγετε. Καὶ δὴ τοῦ ἀρχιερέως παύσαντος τοῦ λόγου, οἱ παρεστῶτες ἐνητένιζον τῷ Φιλίππῳ, τί πρὸς αὐτὸν ἀντερεῖ. Ἡρέμα δέ πως τοῖς χείλεσιν ὑπανοίξας δ Φίλιππος τῷ ἀρχιερεῖ ἔφησεν οὕτωσί· Υἱὲ ἀνθρώπου, ἵνα τί ἀγαπᾷς ματαιότητα, καὶ λαλεῖς ψεῦδος; Ἵνα τί ἐπὶ ματαίῳ τὴν καρδίαν σου βαρύνεις; Οὐ χρυσοῦ σὺ τῶν φυλάκων τὰς χεῖρας ἔπλησας, εἰς τὸ πλάσασθαι τῆς ἐγέρσεως συκο φαντίαν; οὐκ οἶδας ἃς ἐναπέθου σφραγίδας τῷ μνήματι; αὗταί σου ἐν ἡμέρᾳ ὀργῆς στηλιτεύσουσι τὸ ἀνόμημα. Ταῦτα τὸν ἀρχιερέα μεγάλως ετάραξαν· θυμικῶς δὲ διορμήσας διαχειρίσασθαι τὸν ἀπόστολον, οὐκ ηδυνήθη. Παρευθὺ γὰρ αἱ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ἀπημαυρώθησαν, καὶ τὸ περίλοιπον σῶμα ἄχρηστον ἐγεγόνει. Τότε τοῖς παρατυχοῦσι τὸ γε γονὸς γοητεία προσεδοκᾶτο. Όμως κατὰ τοῦ ἀπο στόλου ὁρμήσαντες, καὶ αὐτοὶ τῆς αὐτῆς πηρώσεως πεῖραν ἔλαβον. Αλλ' ἐπεὶ οὐκ ἠγνοεῖτο τῷ ἀποστόλῳ ἡ ἀπιστία καὶ ἡ ἄγνοια, ὅτι ἐπικράτεια δαιμόνων ἔνεστι τούτοις, ἐπὶ τούτῳ οἰμώξας μέγα, δυσωπήθητι ὑπὸ τῆς σῆς ἀγαθότητος, Κύριε, ἔλεγε, καὶ ἀμφοτέρων ἴασαι τὰ συντρίμματα, καὶ πρὸς τὴν σὴν ἐπίγνωσιν αὐτοὺς μεταποίησον. Κάτωθεν οὖν τοῦ ἀποστόλου τὴν εὐχὴν ποιοῦντος, οὐρανόθεν ἡ ῥῶσις τοῖς πληγεῖσιν ἐχαρίζετο
col. 191–192page 83 of 261
PG 105:191καὶ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἀναβλέψαντες, τὴν νοητὴν τῆς ψυχῆς ἐπεζήτουν ὑγείωσιν. Αλλ' ἐπεὶ πολλάκις τῶν ἀστηρίκτων εὐμετάβολον την γνώ μὴν οἶδεν ὁ ἀπόστολος εἶναι τὸ φώτισμα τούτοις οὐκ ἐπένευσεν. Ἐκτενέστερον δὲ τοῦ ἀποστόλου προσευξαμένου, θεία δύναμις ἐκ τοῦ οὐρανοῦ κατ ιοῦσα, τὰ ἀφιδρύματα τούτων πάντα κατέῤῥαξε, καὶ τοὺς ἐμφωλεύοντας άρδην ἀπώλεσε δαί μονας. Καὶ κλόνος βίαιος τότε τὴν γῆν κατεῖχε, καὶ πάντες καταφυγὴν τὸν ἀπόστολον ἐτίθουν, μεγάλῃ κράζοντες τῇ φωνῇ, Ἰσχυρὸς Θεός ἐστιν, ὁ ὑπὸ τοῦ κηρυττόμενος, καὶ τούτῳ ἀδιστάκτως πιο στεύομεν, καὶ χαίροντες τὸ λουτρόν κομιούμεθα. Καὶ ἀρξάμενος, πάντας εβάπτισε. Μόνος δὲ ἀρχιερεὺς ἀποσπασθέντας ὡς εἶδε τοὺς ὑπ' αὐτὸν, τῇ τοῦ δολίου ὑποβολῇ κατὰ τοῦ Πλάστου δύσφημα Η ἐβλασφήμει βήματα. Καὶ τούτου μὴ φερομένη τὴν παράνοιαν ἡ γῆ, πάντων ὁρώντων, ὡς ἐπὶ Δαθαν καὶ ᾿Αβειρών, βιαίως τοῦτον ἔνδον αὐτῆς κατασχεθῆναι ζῶντα συνώθησε. Τότε τους φωτισθέντας υποστηρίξας, καὶ Νάρκισον τινα τούτοις ἐπίσκοπον καταστήσας, οὗ ἐν τῇ πρὸς Ρωμαίους ὁ ἀπόστολος Παῦλος μέμνηται, αὐτὸς πρὸς Πάρθους ἀφίκετο καὶ κλίνας γόνυ, ἐπίσκεψιν οὐρανόθεν εζήτει. Καὶ αὐτίκα σχῆμα αὐτῷ ἐδείκνυτο ἀετοῦ, ὑπὸ χρυσᾶς πτέρυγας τὸν Χριστὸν εἰκονίζουσα ἐσταυρωμένον. Ὅθεν ἀναῤῥωσθεὶς, πάλιν εἴχετο τοῦ κηρύγματος, καὶ τῶν Κανδάκων πόλεις διαδραμών, ἐπ' Ὁ δὲ Νάρκισσος διαφόρως βασανισθείς παρέδωκε καὶ αὐτὸς τὴν ψυχὴν τῷ Θεῷ, δι᾿ ἂν καὶ τὸ αἷμα αὐτοῦ προθύμως ἐξέχεε Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ.
col. 193–194page 84 of 261
PG 105:193Αζωτον ἔπλει νηὸς ἐπιβάς· καὶ σφοδρᾶς καταιγίδος κλυδωνιζούσης την ναῦν, φωτοφανής αὐτίκα σταυ ροῦ τύπος ὑπ' [ἀπ'] αὐτῆς τῆς ὁλκάδος τῆς νυκτὸς τὸ ζοφῶδες ἐπέλαμψε· καὶ ἀποβάντες τοῦ πλοίου, ὑπ' Αζωτίδος τινὸς ἐν μεσογαίῳ οἰκήματι καταχθείς ὁ ἀπόστολος, τῆς ἡμέρας ἤδη πρὸς ἑσπέραν διαλη γούσης, τὴν εὐχὴν παρέτεινε. Τὸ γοῦν θυγάτριον τοῦ ξενοδόχου ἐν χρῷ τῆς σύνεγγυς θυρίδος καθιστάμενον, ὠδυνᾶτο τὸν ὀφθαλμόν. Οὕτω δὲ τοῖς λόγοις τοῦ ἀποστόλου ἡδύνετο, ὡς καὶ τὸ τῆς ὀδύνης ἐπι λαθέσθαι. Εἶτα προσελθοῦσα τῷ οἰκείῳ πατρί, τοῦ ὀφθαλμοῦ τὴν αἰσχύνην σὺν τῇ ὀδύνῃ, ὡς ἀμεληθεῖσα προσενεκάλει. 'Ο δὲ πρὸς αὐτὴν, Ὑπὲρ σοῦ τάχα, τέκνον, ἔφη, προθύμως ἂν καὶ τὴν ψυχὴν προτέ μην, εἰ τοῦ σοῦ ὀφθαλμοῦ τὸ δυσειδές ἠδυνατό τις διορθώσασθαι. Καὶ ἡ παῖς χαριεντιζομένη, Εστιν, πάτερ, εἰ βούλει, ὁ τῆς ὀδύνης καὶ τοῦ πάθους θεραπευτής. Καὶ ποῦ τέκνον, ἔφη; Εν τῷ μεσογαίῳ οἰκήματι, ἡ παῖς ἀντεπάγει, δν ἐκ τοῦ πλοίου τῇ χθὲς ὀψιαθέντα καθυπεδέξω. Καὶ παρευθὺ τὸν ἀπόστολον προσκληθῆναι κελεύει. Καὶ τούτοις τὸν ἡδὺν τῆς ἀληθείας ὁ προσκληθεὶς ἐνει ράμενος λόγον, πανοικὶ καταθέλξας εβάπτισε. Της δὲ κόρης, τοῦ ὀφθαλμοῦ ἐπιζητοῦντος τὴν ἴασιν τοῦ πατρὸς αὐτῆς, ἔφη ὁ ἀπόστολος· Σοὶ τὴν ἐπι στήμην τῆς ὑγείας χαρίσομαι καὶ πᾶσι τοῖς προσδεξαμένοις τὸ χάρισμα τοῦ βαπτίσματος. Πρωΐας ἀναστάσα, ὦ κόρη, τῷ πάσχοντι ὀρ θαλμῷ τὸν Χριστὸν ὀνομάσασα τὴν χεῖρα ἐπί θες, καὶ ἄρτιος ὁ βεβλημμένος ὀφθαλμὸς γενή σεται. Οὕτως ἡ μαθήτρια ποιήσασα ὡς ὁ διδάσκαλος ὑπέθετο, τὸ οἰκεῖον ἐθεράπευσε πάθος. Καὶ ἔκτοτε ἡ σοφὴ Χαριτίνα, συνεργείᾳ τοῦ πατρὸς αὐτῆς Νικολείδους, οπαδὸς τοῦ ἀποστόλου ἐγένετο, δοξάζουσα σὺν αὐτῷ καὶ εὐλογοῦσα τὸν Θεόν. Τὴν δὲ Ἱεράπολιν καταλαβὼν ὁ ἀπόστολος Φίλιππος, ἐδίδασκε τοὺς συνεπομένους αὐτῷ μὴ ἐκκακεῖν τοῖς πειρασμοῖς. Καὶ ἐπὶ τούτῳ οἱ ἐγχώριοι δολοφονῆσαι τοῦτον ἐβούλοντο ὡς ἀπατεῶνα, προφάσει μὴ καὶ τὰς αὐτῶν γυναῖκας ἀπατηθῆναι, ὥσπερ καὶ ἄλλων πολλῶν. "Ηρως δέ τις, τῶν πολιτῶν τὴν τύ την αιδεσιμώτερος, ἐξᾶραι θέλων τοῦ λιθασμοῦ τὸν ἀπόστολον, πρὸς τοὺς σὺν αὐτῷ πιθανολογούμενος, οὕτω πως ἔφη· "Ανδρες πολῖται, τὸ ὑπ' ἐμοῦ βου λευόμενον μάθετε. Μηδὲν ἡμῖν ἄδικον καὶ τῷ ξένῳ ἀνδρί· ἀλλ᾽ εἰ δοκεῖ, τὴν αὐτοῦ διδασκαλίαν δοκιμάσωμεν, εἴγε εἰς ψυχικὴν περιποίησιν ἔσται. Καὶ ὡς ἐπισήμῳ τῷ Ηρωῖ ἀντειπεῖν οὐκ ἐτέλμησαν, καὶ αὐτὸς πρῶτος τῶν ποδῶν τοῦ ἀποστόλου δραξάμενος, ἐδυσώπει τὸν ἅγιον εἰς τὴν οἰκίαν αὐτοῦ καταλῦσαι. Καὶ ἀμφοτέρων ἀφικομένων, Μάρκελλα ἡ τοῦ "Ηρωος γαμετὴ ἐδυσφόρει κατὰ τοῦ συνεύνου, λύσιν τοῦ συνοικεσίου ζητοῦσα Λύσιν τοῦ συνοικεσίου ζητοῦσα.

Oration XOratio X

col. 195–196page 85 of 261
PG 105:195καὶ τὴν ἀντιστροφὴν τῆς προικός, εἰ μὴ τῆς οἰκίας Ο Έξω βάλλει τὸν Φίλιππον. Ἐπεὶ δὲ ἐναγώνιον ὁ ἀπό στολος τον Ηρωα ἑωράκει, αὐτὸν παρεθάρρυνεν ἐπιμένειν τῇ πίστει. Αὐτὸς δὲ γονυκλίνας καὶ προσ ευξάμενος, τὴν πρὸ μικροῦ χαλεπαίνουσαν, ἱκέτιν τοῦ ταύτης ἀνδρὸς παρεσκεύασεν, ῾Ο ἄνερ γλυκύτατε, λέγουσα, πόθεν ὁ θαυμαστὸς οὗτος ἐγένετο ἄνθρωπος; Ως ἡδὺς ὁ τούτου λόγος καὶ ἡ τῶν ἠθῶν κατάστασις! Μεγάλου Θεοῦ, ὁ Ηρως ἔφησε, καταγγελεύς οὗτος, ὦ γύναι, καὶ αἰωνίου βασι λείας προξενητής· καὶ εἰ δοκεῖ, ἀνενδοιάστως προσέλθωμεν τῷ τούτου Θεῷ· καὶ ἄμφω προσπεσόντες ἀποστόλῳ, πανοικὶ λαμβάνουσι τὴν ἐξ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν. Ἐκ δὲ τούτου, πολλοί τῆς περιοικίδος πρὸς Κύριον μετετάξαντο. δ Ἀλλ᾿ ὁ τῆς κακίας ἐφευρετής, ὡς ἑαυτὸν ἡττώ μενον εἶδε, καὶ τοὺς ἑαυτοῦ ὑπὸ τοῦ ἀποστόλου ἔζω γρημένους, πυρπολῆσαι τὴν οἰκίαν τοῦ Ἥρωος ἤγειρε. Καὶ γνοὺς τῷ πνεύματι ὁ ἀπόστολος, ἀτρόμως ἔξεισι πρὸς αὐτούς· ὃν ἀνημέρως ἐπικαυχῶν τες, εἰς τὸ δικαστικὸν βουλευτήριον ἤγαγον. ἐμβριθῶς δὲ τῷ ἀποστόλῳ Αρίσταρχος ὁ ἔξαρχος τοῦ βουλευτηρίου προσχών, Οιδά σε ταῖς μαγείαις ἐν αβρυνόμενον, έλεγε· ἀλλ' εἰ μὴ ἀποθέμενος ταύ τας ἔσῃ, λιθασμῷ πικρῷ σε ἀπολέσω. Τὰ γὰρ περὶ τοῦ σταυρωθέντος Θεοῦ σου εὐκαίρως ἐπιο ζητήσομεν, λέγει, καὶ τῆς ἀποστολικῆς δραξάμενος κόμης, ὠθῶν αὐτὸν προσεπηλάκιζεν. ᾿Αριστάρχου δὲ τὸ ἄτακτον ἐπιτεχνευσάμενο; σωφρονῆσαι ὁ μας κάριος Φίλιππος, ἴσως καὶ διὰ τοὺς παρατυγχάνοντας, ἵνα γνῶσιν ὅτι δυνατοῦ Θεοῦ ἐστιν ὑπηρέτης, εἰς ἐπήκοον πάντων οὕτω πως ἐξεφώνησεν, Ο τὰς καρ δίας ἡμῶν πλάσας καταμόνας, καὶ τὰς κινήσεις αὐτῶν πρὸς ὁπωσανοῦν τρεπόμενος, τὸν ἐκ τῆς ἐμῆς καρδίας ὡς ὀργῆς ἀμέτοχον ἀναγόμενον λόγον ἔργῳ πλήρωσον, Κύριε, καὶ γενέσθω πᾶσι σωφρονισμός. Η προταθεῖσα χεὶρ ἐπὶ τὴν κό μην, ἧς ἡγίασας κεφαλῆς, παρεθήτω. ἐπηκολούθει δὲ τῷ λόγῳ ἡ τοῦ ἀτάκτου διαστροφὴ τῶν μελῶν. Παρευθὺ γὰρ ἡ τούτου ἀπεξηράνθη χεὶρ καὶ ὁ πρὸς αὐτὴν ὀφθαλμὸς ἀπετύφλωτο, καὶ κατ᾽ ἄμφω κεκώφωτο τοῖς ὠσί. Τοῦτο τοὺς συνειλεγμένους ἐξ έστησε, καὶ μετὰ δέους ἱκέτευον δοῦναι συγγνώμην τῷ πλημμελήσαντι. Καὶ ὁ ἀπόστολος πρὸς αὐτούς Αἱ τῶν μελῶν· διαστροφαί ἀνθρωπίνης βοηθείας η ἐπαποροῦσιν. Ο γὰρ τούτων διορθωτής εἰς ἐ στιν, ὁ ἐκ χοὺς καταρχας διαρθρώσας τὸν ἀνθρώπου. Ως εἰ μὴ προσέλθητε, καὶ αὐτὸς ὁ παθών, οὐ τεύξετε τῆς ἰάσεως. Καὶ πρὸς τούτῳ, τεθνεώς τις ἐξεκομίζετο πρὸς ταφήν· καὶ κατασχόντες την κλίνην οἱ συμπαρόντες
col. 197–198page 86 of 261
PG 105:197"Αριστάρχω, χλευάζοντες ἔλεγον τῷ ἀποστόλῳ· Εἰ τοῦτον ἐγερεῖς, πάντες σὺν 'Αριστάρχω προσκυ τῆς κατηχήσεως εὐμαρῶς τὸν λόγον δεξάμενος, εἰς βεβαίαν τῆς ἑαυτοῦ πίστεως ἔνδειξιν, τοὺς ὑπ' αὐτ νήσομεν τῷ Θεῷ σου. Ὁ δὲ ἅγιος πρὸς οὐρανὸν τοὺς ὀφθαλμοὺς ἀτενίσας, προσηύξατο ἐπὶ ἱκανόν καὶ πρὸς τὸν βεβλημένον τῇ κλίνῃ, πραείᾳ τῇ φωνῇ λέγει, Θεόφιλε. Καὶ εὐθὺς ἀνεκάθισε, καὶ τοὺς ὀφε θαλμοὺς ὑπανέωξε. Καὶ προσθεὶς ὁ ἀπόστολος, εἶπεν· 'Ο Χριστός σοι κελεύει· Ἀνάστηθι, καὶ ἀκωλύτως προσομίλει. Ὁ δὲ ἀποβὰς τῆς κλίνης, τῷ ἀποστόλῳ προσέπεσε, λέγων· Εὐχαριστῶ σοι, ἅγιε τοῦ Θεοῦ, ὅτι ἐκ πολλῶν κακῶν ἐῤῥύσω με τῇ ὥρᾳ ταύτῃ. Υπὸ δύο γὰρ ζεζοφωμένων καὶ δυσειδῶν καὶ ἀσπλάγχνων ἐξελκόμενος βιαίως, ἔτι μικρὸν, εἰ οὐκ ἔφθασας, ἀπερρίφην ἂν εἰς τάρταρον δυσειδῆ καὶ ὀλέθριον. Τότε τὸ παρά δοξον τοῦτο ἐξέστησε πάντας λέγοντας· Πῶς δν οὐδέ ποτε εἶδεν, ἐξ ὀνόματος φωνήσας ἀνέστησεν; Επ' ἀληθείας δν ἰσχυρὸν καὶ λέγει καὶ κηρύτα τει καὶ θεὸν καταγγέλλει, δυνατὸς καὶ ἀληθής ἐστι, καὶ ἡμεῖς ἀδιστάκτως προστρέχωμεν καὶ πιστεύωμεν. Καὶ τῇ χειρὶ ὁ ἀπόστολος κατασιγήσας τὸν θόρυβον, διακελεύεται τῷ Πρωΐ· Ἐπὶ ᾿Αρι στάρχῳ τῇ χειρί σου σταυρού τύπον ἐπιχαράξας, τῷ τῆς ἁγίας Τριάδος ὀνόματι, τῶν μελῶν τὰ βλαβέντα ἐκ τῆς αὐτοῦ ἀφελείας ανόρθωσον· καὶ τοῦτο ποιή σας ὁ Ηρως, τὸν ᾿Αρίσταρχον ἀπετέλεσεν ἄρτιον. Ἐπὶ τούτῳ πάντες τῷ ἀποστόλῳ προσπίπτουσιν, ἐν οἷς καὶ πρέφεκτος, ὁ τοῦ ἐκ νεκρῶν ἀναστάντος γενέτης, τὰ πρῶτα ἐπὶ πᾶσι φέρων τοῖς συνειλεγμένοις, σὺν τῇ γαμετῇ προσῆλθε τῷ ἀποστόλῳ, καὶ τοῦ σεβομένους δώδεκα χρυσέους θεοὺς τῶν ἐνδεῶν εἰς διανομὴν τῷ ἀποστόλῳ γενέσθαι προτίθησιν. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ περιλειφθέντα καλῶς οἰκονομήσας, τῆς ὀρθῆς ἀδιστάκτως είχετο πίστεως. Καταρτίσας δὲ ὁ ἀπόστολος τοὺς ἐκεῖσε πάντας πρὸς τὴν ὀρθόδοξον πίστιν, τὸν Ηρωα τούτοις χει ροτονήσας ἐπίσκοπον, καὶ πρεσβυτέρους καὶ διακόνους ἐξ αὐτῶν· ἔτι δὲ καὶ ναούς προστάξας γενέ σθαι, καὶ τούτους καθιδρύσας, καὶ πάντας κατ ηχήσας καὶ ἐπευξάμενος, αὐτὸς ἐν Φρυγίᾳ προσ έβαλε ἅμα τῇ Λυκαονίᾳ καὶ τῇ Ἀσίᾳ, κηρύττων καὶ εὐαγγελιζόμενος τὸν Χριστόν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ι'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Βαρθολομαῖον Θερμὸς ὁ πόθος, ἀλλ' ἀδρανής ὁ νοῦς· ζέων ὁ Ερως, ἀλλ᾽ εὐτελῆς ὁ λόγος· καὶ γὰρ προθυμεῖται
col. 199–200page 87 of 261
PG 105:199μὲν τὸ πνεῦμα καὶ ἴεται, καὶ σφύζει τῶν ἀποστόλων ἑκάστῳ τὴν ὀφειλὴν ἀποδοῦναι τῆς ὑμνήσεως· ἀνεῖ ἀληθινὸν τοῦτον Ισραηλίτην Βαρθολομαίον, 86, διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις, καὶ ἅμα βουλόμενοι θεάσασθαι τὴν ἀλείαν, καὶ τὴν σχολὴν εὖ θέσθαι, τῶν οβ'. διὰ τὸ Χριστοειδές,
col. 201–202page 88 of 261
PG 105:201ται δὲ ὁ νοῦς, οὐκ ἔχων ὅθεν ἀξίαν ἔννοιαν τῆς ὑπο θέσεως πορίσαιτο· παρεῖται δὲ καὶ ὁ λόγος, έφε ικέσθαι τῶν ὑμνουμένων ἀπορούμενος. Καὶ ὅταν μὲν ἀτενίζει πρὸς τὸ μέγεθος τῆς ὑποθέσεως, χεῖρα τί θησι τῷ στόματι, καὶ ὥσπερ τι ἄλλο τῶν εὐλογω τάτων, τὴν κώφευσιν ἑαυτῷ παρεγγυᾷ. Οταν δὲ τῇ ζέσει τοῦ πνεύματος, ὡς ἀπὸ πυρὸς ἔνδον καταφλέ γηται, τῆς οἰκείας ὥσπερ ἀδρανείας ἐπιλελησμένος, οὐκ ἀνέχεται μὴ οὐχὶ πρὸς τὸν ἐνδιδόμενον αἶνον διεγείρεσθαι. Τίς οὖν ταύτης ἡ λύσις τῆς ἀμηχανίας, εἰ μὴ τὴν ἀπὸ τῶν ἐπαινουμένων αὐτῶν συνεργίαν εξαιτησαίμεθα τῷ λόγῳ; Ἐπὶ τῶν ἄλλων μὲν γὰρ ὑποθέσεων, οὐδεμία παρ' αὐτῶν ἐφήκει βοήθεια, εί μὴ οἴκοθεν ὁ λέγων ἀποχρώντως ἥκοι παρεσκευασμένος· ἐπὶ τῶν ἱερῶν δὲ καὶ ἁγίων τοῦ Θεοῦ τέκνων, ἔμπαλιν ὁρᾶται. Ἐξηπορῆσθαι γὰρ καὶ τὸν φιλοσοφώτατον νοῦν, καὶ τὸν ῥητορικώτατον ἀμη χανεῖν λόγον, εἰ μὴ παρ' αὐτοῦ δαψιλῶς ἡ χάρις ἐπιβραβεύοιτο ἐπαινουμένου. Οὐκοῦν ἐπειδὴ Βαρθολομαῖος ἡμᾶς σήμερον δ μέγας, πρὸς ἔπαινον δόξης τῆς αὐτοῦ χάριτος, κατά τὴν ἐτήσιον μνήμην συνεκάλεσεν, καὶ τῆς ἁγιω σύνης αὐτοῦ τὴν θεοπρέπειαν, καὶ τὰ ποικίλα θαύ ματα καὶ παθήματα, καὶ τὸν ὑπὲρ τοῦ ἑσταυρωμένου προβαλόμενος σταυρὸν, ἀνέκαυσεν μὲν ἡμῶν τὸ φίλτρον τὸ πρὸς αὐτόν· ἀνάπτει δὲ καὶ πρὸς τὴν τῶν αὐτοῦ θαυμασίων ἀνακήρυξιν, ἐπικαλεσώμεθα τὴν ἀπ' αὐτοῦ τῆς χάριτος ἔλλαμψιν, καὶ τὴν ἀπὸ τοῦ πνεύματος αὐτοῦ δύναμιν δι' εἰλικρινούς πίστεως καὶ συντεταμένης ἐπισπασώμεθα προσευχῆς· καὶ οὕτω πανευαγῶς τὴν ἱερὰν ἐκείνην καὶ Χριστοπρεπῆ τοῖς ἐπαίνοις ὡς ἄνθεσιν ἀναδησά Θεολογίαν πολλὴν εἶναι καὶ ἐλαχίστην· καὶ τὸ Εὐαγγέλιον πλατὺ καὶ μέγα, καὶ αὖθις συντετμημένον χρήσεις, ; εἰ νῦν παραπλησίως τοῦ θείου Βαρθολομαίου χρῆσιν ἄγει, ὡς δηλοῖ τὸ, φησίν. Εἰ ἀγράφω; ἦν δι δάξας, εἰρήκει ἂν, Εφη. Μετὰ ταῦτα, καὶ ἀγράφως παραδοθεῖσαν χρῆσιν τοῦ ἁγίου ἀποστόλου Βαρθολομαίου τίθησι, πολλὴν καὶ ἐλαχίστην τὴν θεολογίαν λέγοντος. Χρήσ σιν ἄγραφον ἄγει, ώς δηλοῖ τό, φησίν. Εἰ γὰρ ἐγ γράφως ἦν διδάξας, εἰρήκει ἂν, Εφη. τό, φησί, ἔφη φησί) γράφει, γράφει, φησίν, Γράφει δὲ καὶ ὁ θεῖος Ἰγνάτιος, «Ὁ ἐμὸς ἔρως ἐσταύρωται.»
col. 203–204page 89 of 261
PG 105:203μενος κεφαλήν, μετρίως ἂν οὕτως, οἶμαι, παραμυ θησαίμεθα τὸν πόθον. Οὐδενὶ γὰρ οὕτω ὁ θεῖος τῶν θείων ἔρως, ὡς ἐπαίνῳ τῶν ἐπιθυμημένων καὶ πα ρακαλεῖται καὶ παραμυθεῖται. Δεῦρο δὴ οὖν, ὦ σεβασμιώτατε καὶ λαμπρότατε δεῦρό μοι, πάρεση πνεύματι, ὡς πνεῦμα καθαρώτατον καὶ παναγέστατον ὤν, καὶ τοῦ ἁγίου καὶ θεαρχικοῦ Πνεύματος γέννημα καὶ ὁμοίωμα. Εμ πνευσον νοῦν, ἔμπνευσον λόγον· νοῦν, θεωρητικὸν τῆς σῆς ἁγιοπρεπείας καὶ θεότητος· λόγον, τῆς ὑμε τέρας ἐκφαντορικὸν θαυμασιότητος, ἵν᾿ ἀμφότερα καὶ νοῦς καὶ λόγος ἡμῖν ἁγιάζηται καὶ λαμπρύνη τα:, τὰ σὰ θαυμάσια καὶ διανοουμένοις καὶ διηγουμένοις· ἐπεὶ καὶ τὸ ἐπὶ μνήμης μόνον λαβεῖν, ἁγιασμός τε καὶ φωτισμός, οὐχ ἧττον ἡμῖν τοῖς μόν νῳ κατοπτριζομένοις τῷ πνεύματι, ἢ τοῖς πρὶν μετὰ τοῦ ἱεροῦ σκήνους ὁρῶσιν ἀναστρεφόμενον ἐπὶ γῆς. Καὶ γὰρ νηπιόθεν ὅλος ἀφιερωμένος τῷ Θεῷ, καὶ σχήματι εὐλαβείας καὶ πράγματι θεοσεβείας καὶ τοῦ νόμου μελέτῃ καὶ τῶν ἐντολῶν φυλακῇ, πρὸς τὴν τελειοτέραν προπαρασκευαζόμενος θεογνωσίαν εἶδεν γὰρ Κύριος ἀπὸ γαστρὸς ἁγιάζειν τοὺς οἱ κείους, καὶ ἅμα τῇ πρώτῃ συνεισιέναι πλάσει καὶ ἀοράτως ἐφέπεσθαι, καὶ πρὸς ἑαυτὸν κατευθύνειν καὶ ποδηγεῖν, ἐπειδὴ ὁ τῆς πίστεως ἀρχηγὸς καὶ τελειωτής ἐπεφάνη Χριστὸς, καὶ πᾶσαν μὲν τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἐπεφοίτα, τὴν τῶν οὐρανῶν βασιλείαν εὐαγγελιζόμενος· καὶ θαυμασίοις μὲν λόγοις, θαυμασιωτέροις δὲ ἔργοις, τὴν τῶν εὐαγγελίων ἀλήθειαν πιστούμενος, τὰ ἀπολωλότα πρόβατα πρὸς ἑαυτὸν ἐπισυνῆγε τοῦ Ἰσραήλ· τότε δή, τότε καὶ τὸν ἀληθινὸν τοῦτον Ἰσραηλίτην ἐκάλεσεν Βαρθολομαῖον. Τί οὖν οὗτος; "Αρ' ἀπηνήνατο τὸν κεκληκότα; ἢ πιστεύει μὲν, οὐχ ἕπεται δέ; ἢ ἔπεται μὲν, ἄχρι καιροῦ δέ; ἢ μέχρι μὲν τέλους, ὡς εἴς δὲ τοῦ πλή θους καὶ τῶν πιστῶν; ἢ τοῖς μαθηταῖς μὲν συνηριθμεῖτο, τῆς δευτέρας δὲ τάξεως παρὰ τῷ διδασκάλῳ καθεστῶσιν; Οὐδαμῶς. Ὁμοῦ δὲ τὸν ποιμένα τὸν καλὸν εἶδεν, καὶ οὗτος αὐτὸν κατὰ τὸ βάθος ἐπέγνω διανοίας, ἐπεγνώσθη τε παρ' αὐτοῦ, ὡς τῆς ἀνω τάτω καὶ πρώτης ἐκλογῆς κατηξιῶσθαι, καὶ τοῖς κορυφαίοις τῶν ἀποστόλων συντετάχθαι, καὶ τὴν δε μὲν καὶ τιμίαν δυοδεκάδα συμπληροῦν· ἐντεῦθεν ὅλην ἀπανηνάμενος τὴν κτῆσιν τῶν ἐπὶ γῆς, πατρίδι, γονείς, συγγενείς, φίλους, πᾶν ὅ τι καλὸν ἀνθρώ πεις καὶ περισπούδαστον· ἔτι δὲ καὶ τὴν αὐτοῦ ψυ χὴν ὁ θαυμάσιος ἀπηρνημένος· πᾶσαν τοῦ σώματος ἐπιθυμίαν, καὶ πᾶσαν θέλησιν τῆς ἰδίας καρδίας ἀπεῤῥίψατο, ἵνα τῆς Ἰησοῦ φιλίας, καὶ τελειοτέρας γνώσεως ἐν μετουσίᾳ καταστῇ. Εντεῦθεν κατὰ σκοπὸν διώκων καὶ καταλαμβάνων, ἅτε πνεύματι ζῶν ἀκραιφνῶς, καὶ πνεύματι
col. 205–206page 90 of 261
PG 105:205λοιχῶν καὶ περιπατῶν, φίλος μὲν Θεοῦ καὶ θέσει υἱὸς, ἀδελφὸς δὲ τῇ χάριτι καθειστήκει τοῦ μονογενοῦς· καὶ πῶς οὐκ ἂν ὁμοδίαιτος ὑπῆρχε Χριστῷ καὶ ὁμόροφος, συσσιτος, συνόμιλος, τῆς αὐτῆς ὁδοῦ καὶ ἀγωγῆς τῆς αὐτῆς· κοινωνός πάντων ρητέων καὶ ἀποῤῥήτων μυστηρίων· κοινωνὸς ἔργων Θεοῦ καὶ λόγων, ὧν εὐδόκησεν ἐκφᾶναι τοῖς βροτοῖς ὁ τῶν φώτων Πατήρ; χερσὶν υπηρετούμενος, κατὰ τὸ εἰκὸς, ἐγγίζων ἐπ ελάβου· καὶ ὅλας δι' ὅλου τὰς αἰσθήσεις, τῷ ὑπὲρ πᾶσαν αἴσθησιν πελάζων, καὶ σώματι συναναστρεφόμενος, καθηγιάσθης. Τοίνυν μακαρίζω σου τὴν δρασιν, ὦ αὐτόπτα τοῦ Λόγου καὶ μύστα, καὶ θεηγόρε μαθητά, ὅτι τοῦ ἀπροσ (του κάλλους τῆς ὑπερουρανίας ἀγλαΐας, τοῦ ὡραίου κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τῆς θέας κατο ετρύφησας. Μακαρίζω σου τὴν ἀκοὴν, ὅτι φωνῶν στόματος Θεοῦ, καὶ μυστικῆς ἀκροάσεως καὶ ὁμιλίας ἀμέσως ενεπλήσθης Χριστοῦ. Περιπτύσσομαι σου τῷ πνεύματι τὰ μακαριώτατα χείλη καὶ στόμα ἀσπάζομαι καὶ τὰς σιαγόνας καὶ τὴν γλῶσσαν, ὡς τὸν θεαρχικώτατον πλεονάκις ἀσπασάμενα, καὶ τῆς ἐκείνου τερπνότητος εμπεπλησμένα, καὶ τῆς ἁγιό τητος ἠξιωμένα. Μακαρίζω σου τὴν γεῦσιν καὶ τὴν ἔσφρησιν καὶ τὴν ἀφήν· τὸν μὲν, ὅτι τραπέζης τῷ Λόγῳ κεκοινώνηκας τῆς αὐτῆς, καὶ ἁλῶν τῶν αὐτῶν αἰσθητῆς τε καὶ νοητῆς ἑστιατορίας, οὐκ ἔστιν ὁσά κις εἰπεῖν, τῆς αὐτῆς ἐνεφορήθης τῷ Σωτῆρι· τὴν δὲ, ὅτι τῶν ἀχράντων μύρων καὶ τῆς νοητῆς εὐ ωδίας τῆς γνώσεως τοῦ Παμβασιλέως ὑπερενεπλήσθης τὴν ἀφὴν δὲ, ὅτι πλεονάκις τοῦ παναχράντου σώμα τος ἀχράντως ήψω· καὶ τὸ φρικτὸν μὲν τοῖς χερουβεὶμ, αἰδέσιμον δὲ σφόδρα τοῖς Σεραφίμ, ταῖς ἰδίαις Ἔτι δὲ μᾶλλον ζηλῶ καὶ μακαρίζω σε, ὅτι οὐκ ὤκλασας τὸν νοῦν, οὐ τὴν ψυχὴν διεκρίθης ἐν τοῖς πειρασμοῖς, οὐδὲ τὴν διάνοιαν ἐδίστασας· ἀλλ' ἀπερίτρεπτος μετὰ τοῦ διδασκάλου μένεις, καὶ τὸν ἴσον ὀνειδισμὸν ὑφέξεις· καὶ κατακρινομένῳ τῆς κατα κρίσεως κοινωνεῖς· καὶ πάσχοντι συμπαθεῖς· καὶ αλγυνομένῳ συναλγείς. Καὶ γὰρ σταυρουμένῳ τρό που τινὰ τῇ διανοία συνεσταύρωσαι· καὶ θανόντε συναπέθανες· και με προθέσει ψυχῆς συνετάφης θαπτομένῳ· ὅθεν καὶ ἀνισταμένω συνανέστης καὶ συνέζησας. Καὶ ἡ διαθήκη τούτου μετὰ σοῦ, συν έστιον μετὰ τῶν κορυφαίων εἰς τὴν τῶν οὐρανῶν βασιλείαν· ναὶ δὴ καὶ συγκαθεδρον ἅμα τούτοις, ἐν τῇ παλιγγενεσία προσληφθήσεσθαι. Ὥσπερ οὖν τοῦ τε πάθους Ἰησοῦ καὶ τῆς ἀνα στάσεως καὶ ἀναλήψεως, ἅμα τοῖς πρώτοις αὐτό πτης ἐγένου καὶ κοινωνός, οὕτω μετ' αὐτῶν ὁμοίως καὶ τῆς ζωαρχικῆς τοῦ Παρακλήτου πεπλήρωσαι δωρεᾶς. Καὶ γὰρ τῷ λόγῳ Κυρίου πρότερον οία δὴ νοερὸς καὶ ὑπερκόσμιος στερεωθεὶς οὐρανὸς, καὶ τὸ σῶμα διαίτῃ ἁγιοπρεπεί καθαρθείς, καὶ τὴν ψυχὴν καθαραῖς ἐμφάσεσιν ὑπερφυῶς φωτισθεὶς, καὶ τὸν νοῦν θειοτέραις ἐλλάμψεσι ὑπερουσίως θεωθείς· καὶ οἷά τινα θρόνον δόξης ὑπερφερῆ, καὶ ἁγιότητος και τάπαυσιν τὸν ἐντὸς ἄνθρωπον κατασκευασθεὶς, οὕτω
col. 207–208page 91 of 261
PG 105:207δὴ τὸ Πνεῦμα τὸ ἅγιον οὐρανόθεν κατιὸν ἐν εἴδει πυρίνων ὑπεδέξω γλωσσῶν· καὶ σὲ ὅλον δι' όλου πεπληρωκός, καὶ τῶν Θεουργικῶν αὐτοῦ χαρισμάτ των υπερβαλλόντως μεταδεδωκός, καὶ ἐν σοὶ καθεσθέν τε καὶ ἱδρυθὲν, όργανόν τε τῆς οἰκείας δυνά μεως εναρμόνιον, καὶ θεολόγον στόμα καὶ γλῶσσαν ἑαυτοῦ θεοῤῥήμονα κατηρτισμένον· καὶ ὥσπερ τι σκεῦος ἱερόν τε καὶ τίμιον ἐξ ἔθνους εἰς ἔθνος μετ ἄγον καὶ μετατιθὲν, τὸν τῆς οἰκονομίας λόγον, την Ἰησοῦ σωτηριώδη σάρκωσιν καὶ ἀνάστασιν καὶ βα σιλείαν, μεγαλοφωνότατα τοῖς πᾶσιν ενεφθέγξατο διὰ σου. Τίς οὖν τὴν πηγαίαν τοῦ ἐν σοὶ Πνεύματος δύνα μιν ὑμνήσειεν; Τίς δὲ τὴν πλημμύραν τῆς θεολογίας ἀνατάξαιτο; Τίς μὲν τὴν παρεπομένην ἀρετὴν καὶ κοσμιότητα; Τίς δὲ τὴν ἐν τῷ κεκρυμμένῳ τῆς σῆς διανοίας ἀξιοπρεπώς αἰνέσαι τελειότητα; Τίς τῶν λόγων τὸ ὑψηλόν; Τίς τῶν ἔργων τὸ ὑπερφερές; Τίς τὸ προσηνὲς τοῦ ἤθους καὶ μείλιχον καὶ Χρι στοειδές; Τίς δὲ τὸ τοῦ πνεύματος ἀπρόσιτον καὶ φοβερὸν καὶ θεοειδές; Πῶς δ᾽ ἄν τις εἰδείη τὴν ἀπὸ τῶν Ἱεροσολύμων καὶ τῆς Ἰουδαίας ἔξοδον ἐπὶ τὰ ἔθνη, τοῦ τῆς θείας εἰρήνης εὐαγγελιστοῦ, καὶ τὰς ἐπὶ πᾶσαν χώραν καὶ πόλιν ἀκαταστασίας ὑπὲρ τοῦ Εὐαγγελίου καὶ περι φοράς; Τίς τὰς περιόδους ἀριθμήσαι, τὰς ὁδοιπορίας, τοὺς κινδύνους, τους κόπους, τὰς φυγάς, τὰς πληγὰς, τὰς φυλακάς, τους ραβδισμούς, τοὺς λιθασμοὺς, τοὺς ὀνειδισμούς; Τίς τὰς ἐπὶ τῶν ἀρχῶν ἀνα γωγάς, τὰς ἐπὶ τῶν ἐξουσιῶν ἐνοχάς, τὰς κατὰ τῆς ἐδῶ τῶν πιστῶν διαβολάς, τὰς λοιδορίας, τὰς και χώσεις, τὰς πυρώσεις, τὰς αἰκίας, τὰς μάστιγας, τοὺς ἑλκυσμούς τε καὶ σπαραγμούς; Οτα καὶ οἷα μετὰ Φιλίππου κατὰ τὴν Ἱεράπολιν ἀνέτλη, καὶ τὴν ἐπὶ τοῦ σταυροῦ πρώτην ἀνάρτησιν· καὶ πᾶσαν ἐκεῖ τῶν ἀπίστων τὴν ἐπισύστασιν καὶ καταδρομὴν, καὶ πᾶσαν ὀδύνην καὶ πόνον καὶ ταλαιπωρίαν; Ποῖος δὲ νοῦς ἐννοηθείη, ποῖος δὲ λό γος τῶν ἀντιλήψεων Χριστοῦ τὸ πλῆθος, τῶν οὐρα νίων ἐλλάμψεων, τῶν φωτισμῶν, τῶν στηριγμῶν τὴν ἄβυσσον ἐκφράσαι; Τίς ἱκανὸς τῆς θεωρίας τὸ μέγεθος, τῆς θεολογίας τὸ ὕψος, καὶ τίς τὸ ἄπλετον πλάτος τῆς θεοσοφίας ἐξιχνιάσαι τοῦ Βαρθολομαίου; Ὁ γὰρ οὐσιωδῶς αὐτὴν τοῦ Θεοῦ τὴν Σοφίαν, τὴν ἄπειρον, τὴν τελείαν, τὴν θεαρχικωτάτην ἐγκάρδιον ἐνιδρυμένην ἔχων, πάντα μὲν ἐρευνᾷ τῷ Πνεύματι, καὶ τὰ βάθη τοῦ Θεοῦ· ὑπ᾽ οὐδενὸς δὲ τῶν ἐπὶ γῆς κατανοεῖται. Καὶ αὐτὸς μὲν ἀνακρίνει πάντα πνευ ματικὸς γάρ᾽ ἀνακρίνεται δὲ ὑπ᾽ οὐδενός· νοῖ γὰρ ἄγεται Χριστοῦ. Καὶ, Τίς ἔγνω νοῦν Κυρίου, δς συμβιβάζει αὐτόν; Τίς δὲ τῶν δι' αὐτοῦ γενομένων τεράτων ἀνα γράψαι τὰς μεγαλουργίας, ὅσα δακτύλῳ Θεοῦ ὁρῶν, πρὸς ἐπιστροφὴν καὶ γνῶσιν Θεοῦ τοὺς ἀπηλλοτριω
col. 209–210page 92 of 261
PG 105:209μένους ἐδυσώπει; "Αραψι γὰρ τοῖς καλουμένοις Εὐ δαίμοσιν ὁ μακαριώτατος επιδεδημηκώς· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς Ἰνδοῖς μετὰ ταῦτα, καὶ τοῖς έψοις Αιθίοψιν, λόγος Θεοῦ, καὶ φῶς γνώσεως καὶ ζωῆς αἰωνίου διδασκαλία καὶ ὑποτύπωσις ἀποσταλείς, ταῖς αὐτῶν διαλέκτοις μεγαλοφώνως εὐηγγελίσατο τὸν Χριστόν. Καὶ πᾶσαν μὲν δαιμόνιον ἀποδιώκων κατ' ἀνθρώπων ἐπιφοράν· πᾶσαν δὲ νόσον, καὶ πᾶ σαν μαλακίαν ἐν ὀνόματι θεραπεύων τοῦ Ἰησοῦ· καὶ νεκροῖς δὲ οὐκ ὀλίγοις τῇ αὐτῇ τοῦ ὀνόματος δυνά μει χαρισάμενος τὴν ζωήν, μυρίους ὅσους ἡμέραν καθ' ἡμέραν πιστεύοντας κατηχῶν προσῆγε Χριστῷ οὓς τῷ τῆς παλιγγενεσίας ἀνακαθαίρων λουτρῷ, καὶ τῷ Πνεύματι τούτων τὰς καρδίας ἀποσμήχων θεουρ γικῷ, τοὺς ἀξιωτέρους ἐν αὐτοῖς καὶ τελειοτέρας χάριτος ἠξιωμένους, εἰς ἀρχιερέας τε καὶ ἱερέας, ὁ θαυμασιώτατος ἱεροτελεστής τελετουργει· καὶ πά σαις θεσμοθεσίαις κατακοσμῶν ἱεραῖς, καὶ τῶν λο γίων τὴν μύησιν καὶ τῶν μυστηρίων τὴν παράδοσιν, καθὼς ἐχώρουν, παρατιθέμενος αὐτοῖς, Ἐκκλησίας ἀμώμους κατὰ χώρας καὶ πόλεις διερχόμενος ἀνίστη Χριστῷ. Τοιαῦτα τοῦ Βαρθολομαίου τὰ κατορθώματα τοιαῦτα τοῦ μεγάλου τῆς Ἐκκλησίας κήρυκος τὰ προτερήματα· καὶ οὕτως ἐν χρόνοις πλείοσι τοῖς ἀπηνεστάτοις ἐπιχωριάζων ἔθνεσιν, οὐκ αὐτός τι μετέσχε τῆς αὐτῶν θηριωδίας, ἀλλὰ τῆς οἰκείας μετέδωκε φιλανθρωπίας· οὐδὲ τῆς ἀγνοίας όλως ἢ τῆς κακίας ἐκείνων κἂν τὸν βραχύτατον σπίλον τῇ κατ' αὐτὸν πολιτεία προσετρίψατο· μᾶλλον μὲν οὖν, ὑπερβολῇ χρηστότητος καὶ θεομιμησίας τὸ πλεῖστον τῆς ἀσεβείας ἐκείνων καὶ σκαιότητος διέλυσεν, ὥσπερ ἥλιος κατὰ βορβόρου τὰς ἀκτῖνας ἄνωθεν ἰείς· καὶ οὐκ αὐτὸς ῥυπαινόμενος, ἐκτήκων δὲ μᾶλλον τὴν δυσωδίαν, καὶ ἀφανίζων καὶ μειών. Ἐπεὶ δὲ τὸν δρόμον ἄριστα τετελεκὼς καὶ τὴν πίσ στιν τετηρηκώς, ἀναριθμήτους μὲν ἐπέστρεψεν ἐπὶ τὸν Κύριον, πολλοῖς δὲ σωτηρίας γέγονεν ὁδὸς, ἐπεθύμει λοιπὸν καὶ τὸ τέλος ἄξιον ἀπενέγκασθαι τῶν πόνων, ἤδη γήρει πίονι τὸ σῶμα πεπονηκώς, καὶ τῆς πρὸς τὸν Χριστὸν ἀναλύσεως, καὶ τῆς τοῦ Θεοῦ καταπαύσεως, ἀπληρώτως ἐφιέμενος. Καὶ οὐκ ἡμέλησεν ὁ Κύριος τῆς ἐπιθυμίας τοῦ δικαίου· οὐδ᾽ εἰσήκουσε μὲν, ἔλαττον δὲ ἢ κατὰ τὴν αὐτοῦ παρο ὁ θεομακαριστότατος ἀνὴρ ὤν, Χριστοπρεπῶς οὕτως ἐβίωσεν, ὡς ἄλλον ἐκεῖνον τοῖς ὀρθῶς ὁρῶσι καὶ εἶ ναι καὶ πολιτεύεσθαι, οὕτως ἔδει καὶ τέλος ἀνάλογον ὅλῳ τῷ βίῳ παρακολουθῆσαι. έσχετο προσευχὴν· ὥσπερ δὲ τὰ πάντα Χριστοειδής Τίς οὖν ἡ τελειώσεως αφορμή· καὶ εἰδῶμεν ὡς Χριστοπρεπής· πόλει γάρ τινι τῆς μεγάλης Αρμε νίας ὁ ἱερὸς ἐπετέλει Θεολόγος ἐνδημῶν. Ουρβανόπου λιν δὲ ταύτην εἶναι· ἐν ᾗ μεγαληγόρως ή θεηγόρως, ὡς ἔθος αὐτῷ, θεολογῶν τὸν Θεόν· καὶ πάντας μὲν θεοὺς, πάντας δὲ δαίμονας ἐξουδενῶν, μόνον δὲ
col. 211–212page 93 of 261
PG 105:211σέβεσθαι παρεγγυώμενος τὸν Ἰησοῦν, μόνον ἠξίου τοῦτον εἰδέναι Θεὸν ἀληθῆ· Θεὸν τέλειον, μόνον ἅγιον, ἄχρονον, αἰώνιον, ἀκατάληπτον, φῶς ἀἴδιον ἐξ ἀἰδίου γεννώμενον, εἶτ᾽ οὖν ἀπαυγαζόμενον Θεοῦ τοῦ Πατρός· φῶς ἀναρχον, καὶ συν άναρχον τῆς ἀφράστως καὶ ὑπὲρ λόγον πάντα καὶ νοῦν ἀπαυγαζούσης ἀρχῆς. Οὗτος, τὸ ἡμέτερον ὅλον προσειληφώς, καὶ άνθρωπος ὁμοίως ἡμῖν ἐκ Παρθένου ἁγίας καὶ σεμνῆς, ὡς ἡ καθ' ἡμᾶς ἀλήθεια, γεγονώς, καὶ ἐπὶ τριετῆ χρόνον ἐν λόγοις θεοπρεπεστάτοις καὶ ἔργοις ὑπερφυεστάτοις ἡμῖν συναναστραφείς, εἶτα σταυρῷ δι' οἰκονομίαν καὶ θανάτῳ προσομι ληκώς· εἶτα τριήμερος ἀναστὰς καὶ ἀναληφθείς, ἡμῶν πρὸς αὐτὸν βλεπόντων, εἰς τὸν οὐρανὸν, ἐν δεξιᾷ κεκάθικε τοῦ Θεοῦ· ὃς καὶ ἔρχεται κρῖ ναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδοῦ και ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Εξ αὐτοῦ καὶ ἡμεῖς, φησίν, ἀποσταλέντες, παραινούμεν καὶ παρακαλοῦμεν ὑμᾶς, ἀδελφοὶ, πιστεύσατε καὶ βαπτίσθητε ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος λαβόντες, κληρονόμοι ζωῆς αἰωνίου καὶ βασιλείας ἀφθάρτου με νήσεσθε, ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Τοιαῦτα τοῦ ἱεροῦ Βαρθολομαίου, καὶ πολλῷ πλείω καὶ θειότερα τοῖς παρεστῶσι τῶν ὄχλων κατά τὴν ἐκείνων διάλεκτον προσηνεῖ καὶ ἠπίῳ τῷ φθέγματι βοῶντος, καὶ τινῶν μὲν πειθομένων, καὶ τῷ λόγῳ τῆς ἀληθείας τιθεμένων, τινῶν δὲ σκληρυνομένων, καὶ δαιμονιώδει κατ' αὐτοῦ ζήλῳ κινουμένων, ἐξαπίνης οἱ πονηρότατοι τὸν θεοπρεπέστατον συναρπάζουσιν πρεσβύτην, καὶ ἀνακραγόντες τοῖς πρώτ της κατ' αὐτοῦ τῆς πόλεως ἐμφανίζουσιν. Οι γε τοῦτον Ιταμῶς ἄγαν ἀνακρίναντες, καὶ τὸν πρεσβευόμενον λόγον ἐπακούσαντες· ὅτι τε Θεὸς ὢν προαιώνιος, ἄνθρωπος γέγονεν ἐγχρόνιος· καὶ ὅτι ἐσταύρωται, καὶ ὅτι τριήμερος ἐκ τῶν νεκρῶν ἀνέστη· καὶ ὅτι ἀνελήφθη εἰς τοὺς οὐρανούς, καὶ ὅτι Έρχεται πάλιν κρῖναι ζῶντας καὶ νεκρούς. Ὡς οὖν οὕτως ἤκουσαν οἱ δυσσεβεῖς, τῷ καινοπρεπεῖ τοῦ βήματος ἐμβροντηθέντες, καὶ πρὸς τὸν ἐσταυρωμένον δυσχεράναντες, αὐτίκα δὴ τὸν αὐτοῦ κήρυκα μαστιγοῦσι, καὶ ἀνασταυροῦσιν, ἄξιον ἐπιφωνοῦντες τὸν τοῦ ἐσταυρωμένου μύστην σταυρὸν τὴν ζημίαν ὑπισχεῖν. Καὶ ὃς εὐθύμως προσῄει τῷ ξύλω, μετὰ πλείστης ὅσης προσηλοῦτο χαρᾶς· ἐντεῦθεν ἄγγελοι μὲν οὐ ρανόθεν ἐπ' αὐτὸν καταβαίνοντες καὶ ἀναβαίνοντες, ὑπερφυεστάτην ἀνάβασιν ὡδοποιουν. Διηνέψατο δὲ ὁ οὐρανὸς ἄνωθεν αὐτῷ, καὶ πᾶσαι δὲ τῶν οὐρανίων Δυνάμεων ιεραρχίαι, πρὸς ὑποδοχὴν καὶ δεξίωσιν τῷ φιλτάτῳ τοῦ Κυρίου παρεσκευάζοντο μαθητή. Ο δὲ χαριστήριον ὁμοῦ καὶ ἱκέσιον πρότερον, ὥσπερ εὐῶδες θυμίαμα προαναπέμψας τὴν ἐξομολόγησιν τῷ Πατρί· ἔπειτα, προσηνῶς μὲν καὶ ἀσμένως τῶν ἐνδέσμων ῥηγνύμενος τῆς σαρκὸς, Πνεύματι δὲ Θεοῦ Μ'
col. 213–214page 94 of 261
PG 105:213συνδεόμενος καὶ συναρμολογούμενος, τῷ τοῦτον ἀναλαμβανομένῳ πρὸς τὸν οὐρανὸν ἀπὸ γῆς, οὕτω τε λέως ἀφίπταται μὲν τοῦ σώματος, ἐνδημεῖ δὲ μετά δόξης πρὸς τὸν Θεόν· καὶ ὡς ἀληθῶς τέκνον τῷ ύπερουρανίῳ Πατρὶ ἀνεκλαλήτῳ προσεληλυθὼς ἀγαλλιάματι, τῆς ἀμιάντου κληρονομίας καὶ μακραίωνος, τῆς θεοτελεστάτης τερπνότητος, καὶ τῆς ἀνω τάτω καὶ πρώτης μετὰ Πέτρου καὶ Παύλου παρὰ τῷ Παμβασιλεῖ καταξιοῦται τιμής. Προσαγορεύω σε τοιγαροῦν, τὴν τιμιωτάτην τῷ Θεῷ καὶ παναγεστάτην κεφαλήν. Χαίρε, ὁ λίθος ὁ τίμιος, ὁ εἷς τῶν δώδεκα, ὁ ἄξιος τοῦ ἀκρογωνιαίου, ἄξιος τοῦ πολυτίμου μαργαρίτου, ὡς αὐτῷ προσ εχῶς ἡγγικὼς καὶ συναραρὼς καὶ συνυφασμένος καὶ συνωκοδομημένος, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Χαῖρε, ἀστὴρ φωτοφανέστατε καὶ περίοπτε, περι καλλέστατε καὶ περίβλεπτε· ὁ τοῖς ἕνδεκα συνηρμοσμένος, καὶ εἰς τὸν στέφανον τὸν πλακέντα τῆς δόξης συγκαταστεριζόμενος καὶ συνταττόμενος, ἂν ὁ οὐράνιος νυμφίος, κατὰ τὸ μυστικώτατον λόγιον, τῇ τῆς νύμφης ἐφήρμοσε κεφαλῇ. Χαῖρε, τῶν ᾿Αγγέλων ἡ θυμηδία, τῶν 'ἀρχαγγέλων ἡ θεραπεία, τῶν Ἀρχῶν ἡ εὐωδία· καὶ τῶν ή Ἐξουσιῶν μὲν ἡ λαμπρότης, τῶν Κυριοτήτων δὲ ἡ κοσμιότης· ὁ τῶν Θρόνων σύνθρονος, καὶ τῶν Χε ρουβείμ συνόμιλος, καὶ ὁμοδίαιτος τῶν Σεραφείμ. Χαῖρε, τῶν ᾿Αποστόλων ὁ καλλωπισμός· τῶν Μαρ τύρων ὁ φωτισμὸς, καὶ πάντων Αγίων ἁγιασμὸς καὶ ἀγλαϊσμός· τὸ ἀξιόθεον πράγμα, τὸ ἀξιοπόθητον ὄνομα· ὁ ἀξιώνυμος καὶ θεώνυμος Βαρθολομαῖος Ὁ ἀληθῶς ὕδατα κρεμάσας υἱός· τοῦτο γὰρ ἡ ση μασία τοῦ ὀνόματος. Χαῖρε, ὅτι θεομιμήτως καὶ αὐτὸς, καθάπερ ὁ τοῦ Θεοῦ Υἱός, λόγῳ τὰ ὕδατα διαέρια μετεωρίζει καὶ κουφίζει τῆς γῆς, οἷς καὶ τὰ ὑπερῷα αὐτοῦ, κατὰ τὴν ἱερὰν, στεγάζει, Γραφήν· οὕτω καὶ αὐτὸς ὕδατα πολλὰ, τὸς χαμερπεῖς διανοίας τῶν διὰ σοῦ Χριστῷ πιστευόντων, τῷ Εὐαγγελίῳ σου μετεωρίζεις· καὶ τοῦ γηίνου φρονήματος τοὺς πνευματικωτέρους παντ άπασι κρεμάσας, καὶ τελεώτερον επάρας πρὸς τὸν Θεόν, ἐν αὐτοῖς τὰς δευτέρας τάξεως οὖσας, καὶ ὑπερῴων λόγον ἐπεχούσας, τῶν πιστῶν σκεπάζει; Η ψυχάς. Χαῖρε, μάκαρ, ἀοίδιμα καὶ θεσπέσιε· ὁ μέγα και μικρόν, πολύ καὶ ὀλίγον τὸ σωτήριον θεολογήσας Εὐαγγέλιον. Μέγα μὲν, τῷ πάσης λογικῆς διανοίας καὶ φύσεως ὑπεραναβεβηκέναι τὴν κατάληψιν· μια κρὸν δὲ, διὰ τὴν συγκατάβασιν καὶ τὴν πρὸς τοὺς γηγενεῖς τοῦ ὑπερουρανίου ταπεινότητα καὶ ὁμοιότη τα. Η, μέγα μὲν, διὰ τὸ τῆς θεότητος μεγαλοπρεπὲς· μικρὸν δὲ, διὰ τὸ μικροπρεπὲς τῆς ἀνθρωπίνης ἐσχατιάς, ὧν ή καινὴ μίξις καὶ κρᾶσις, τὸ κε φάλαιον τοῦ Εὐαγγελίου χρηματίζει· καὶ πολὺ μὲν, τῷ πολὺν ἐν ἑαυτῷ καὶ ἀμέτρητον ἔχειν συνέσεως καὶ σοφίας ἐν ἀποῤῥήτοις βυθόν· ὀλίγον δὲ πάλιν,
col. 215–216page 95 of 261
PG 105:215ὡς ὀλίγην αὐτὸ καὶ σύντομον συγκεφαλαιούμενον θεολογίαν. Χαῖρε, καὶ κατατέρπον, λαμπρότατε καὶ βασιλι χώτατε τοῦ Θεοῦ παῖ, ὅτι σοι θρόνος ἐν οὐρανοῖς παρὰ τῷ Βασιλεῖ τῆς δόξης ήτοιμάσθη Χριστῷ· ἐν ᾧ καὶ καθιεῖς μετὰ τῶν πρεσβυτάτων τοῦ Λόγου καὶ κορυφαίων ὀπαδῶν, κρίνων, ὡς ἡ θεία τῆς ἀληθείας ὑπόσχεσις, τὸν Ισραήλ. Χαῖρε, ἀλλὰ καὶ ἡμᾶς θειοτέραις ἐπισκεπτόμενος ἐπιδημίαις, πάσης θλίψεως καὶ καταιγίδος ῥῦσαι, καὶ ὀδύνης καρδίας καὶ πειρασμῶν· καὶ ἀπὸ προσ όπου μὲν ἐχθροῦ πύργος ἡμῖν ἰσχύος γενοῦ· γενοῦ δὲ μεσίτης καὶ διαλλακτὴς ἀγαθὸς πρὸς Χριστόν, ἀκαταισχύντους αὐτῷ προσάγων, καὶ προσοικειῶν τῷ Παμβασιλεῖ· εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Σταυρῷ παραδοθεὶς ἐν Ἀρβανουπόλει τελειοῦται ἐνδό ξως, καὶ ἐν μολυβδίνῳ λάρνακι τεθεὶς τῇ θαλάσσῃ ἐναπορρίπτεται. Ὑπὸ δὲ θείας προνοίας μέχρι Σικελίας, ἐν Λιπάρῃ τινὶ νήσῳ κομισθεὶς καὶ φανερωθεὶς, ἐκεῖσε θάπτεται Ἡ ἐπάνοδος τοῦ λειψάνου τοῦ ἁγίου ἀποστόλου Βαρθολομαίου. Ὣς θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ! Εὐκαιρόν ἐστι καμοὶ νῦν ἀναβοῆσαι, διηγήσασθαι προαιρουμένῳ ἐξαίσιόν τι καὶ φρικώδες τερατούρκ γημα. Ο γὰρ ἅγιος ἀπόστολος Βαρθολομαῖος ἐν δια φόροις τόποις τὸ τοῦ Κυρίου ὄνομα φανερὸν τοῖς ἀνθρώποις ἀνακηρύξας, σταυροῦται ἐν τῇ μεγάλῃ Αρμενία τῆς ᾿Ανατολῆς τοῦτον καταθέντες ἐν λάρνακι λιθίνῃ ἐν τῷ τέλει αὐτοῦ πιστοὶ εὑρε θέντες, ἀπέθεντο ἐν Ουρβανουπόλει. ὡς δὲ ἡ λάρναξ ἐκείνη ἀεννάους τὰς βάσεις βλυστάνουσα ἦν, προσ έτρεχον οἱ λαοὶ, καὶ ἀπηλλάσσοντο τῶν ἐνοχλούντων Της Ανατολῆς. της Ινδι χῆ; ἡ ᾿Ανατολή, Ἐν λάρνακι λιθίνη. μολυβδίνην
col. 217–218page 96 of 261
PG 105:217παθῶν. Ταῦτα οὖν βλέποντες οἱ τοῦ διαβόλου ὑπουρ Παππιανόν. Βουρκάνος. γοί, ἐμαίνοντο κατὰ τῆς λάρνακος ἐκείνης· καὶ σκευ ψάμενοί ποτε, ἀπέρριψαν ταύτην, συνέχουσαν καὶ τὸ ἅγιον σῶμα τοῦ ἀποστόλου ἐν τῇ θαλάσσῃ, σὺν ἑτέ ραις λάρναξιν ἁγίων μαρτύρων τέσσαρσι. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα καὶ ἡ τοσαύτη θάλασσα ἣν διῆλθον, ἁγιασθῇ δι' αὐτῶν· καὶ οἱ τόποι καθ' οὓς ἡ θεία χά ρις αὐτοὺς διεμέρισεν, εὐλογηθῶσι. Τοὺς γὰρ μεγάλους του Πόντου ὑποπλεύσας κόλ πους ὁ ἀπόστολος, καὶ τὰ στενά τοῦ Ἑλλησπόντου παραδραμὼν βάθη, τὸ Αἰγαῖόν τε καὶ τὸ τοῦ ᾿Αδρίου κατέλαβε πέλαγος· καὶ τὴν τῶν Σικελῶν περιφανή τε καὶ μεγίστην ἐν εὐωνύμοις καταλιπών νῆσον, έχων συνεπομένους αὐτῷ καὶ τοὺς ἐν ταῖς ἑτέραις λάρναξι καλλινίκους μάρτυρας, Παππιανὸν, Λουκιανὸν, Γρηγόριον καὶ Ἀκάκιον, νήσῳ τῇ οὕτω καλουμένη Λιπάρᾳ, προσωρμίσθη. Ως θαυμάσια τὰ ἔργα σου, Κύριε! καὶ τίς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου; Καὶ οἱ μὲν καλλίνικοι μάρτυρες, οἷά τινα βασιλέα ἐν ᾧ ἂν ᾑρετίσαντο ἀναπαύσασθαι τὸν μέγαν καταλιπόντες ἀπόστολον, αὐτίκα ἀνθυπο ενόστησαν, ἔνθα ἂν ἕκαστον ἡ θεία κατασκηνώσαι εὐο δόκησε πρόνοια· Παππιανὸν μὲν εἰς ᾿Αμυλλαν πόλιν Σικελίας • Λουκιανὸν δὲ ἐν Μεσήνῃ· Γρηγόριον ἐν Κολύμνη πόλει Καλαβρίας, καὶ ᾿Ακάκιον εἰς Ασκάλους πόλιν οὕτω καλουμένην. Τότε Αγάθωνι τῷ θείῳ ἑαυτὸν καταμηνύει ὁ ἀπό στολος. Καὶ παρευθὺς ὁ ἐπίσκοπος σπεύσας, τὸ μέγα καὶ φρικώδες ὡς εἶδε τεράστιον, θάμβους πλησθεὶς, Πόθεν σοι οὗτος, ὦ Λιπάρα, ἀπεφθέγγετο, ὁ που Αὺς προσεγένετο πλοῦτος; Όντως ἐμεγαλύνθης ὑπερβαλλόντως καὶ ἐδοξάσθης. Χόρευσαν, σκίρτησον. Υπόδεξαι χερσὶν οἰκείαις καὶ βόησον πρὸς αὐτὸν, Καλῶς παραγέγονας, ὁ τοῦ Κυρίου ἀπόστολος. Ταῦτα καὶ ἕτερα οὐκ ὀλίγα ὁ ἐπίσκοπος εἰπὼν, καὶ ἐγκωμιάσας τόν τε ἀπόστολον καὶ τὴν νῆσον, κατέπαυσε τὸν λόγον. Ἐπεὶ δὲ ἔδει ἀποκαταστῆναι τὴν λάρνακα καὶ ἐν τόπῳ ἐπισήμῳ, ἐν ᾧ καὶ θεῖος σηκὸς ἔμελλεν ἀν εγείρεσθαι εἰς δόξαν τοῦ πανευφήμου ἀποστόλου, ὡς μὲν ἔλκοντες πολλοί, ὑπήκουε δὲ οὐδαμῶς, ἕως ἀπο καλύψει θείᾳ ὁ μακάριος ᾿Αγάθων ζεῦγος ἀγαγὼν δαμάλεων, καὶ λεπτοῖς ἀποδήσας καλωδίοις, τὴν παμμεγέθη εκείνην λάρνακα, τῇ τοῦ ἐνοικοῦντος Ο δυνάμει, εὐκόλως ἦξε, ὅπου τὸ τοῦ ἀποστόλου ὑπῆρξε θέλημα. Θαῦμά τι δὲ θαύμασι συνείπετο μέγιστον, καὶ πολ λοῖς ἴσως τῶν ἀμυήτων τῶν θείων τερατουργιῶν ἄπι στον. Νησίδιον γὰρ Βουρκάνος ὀνομαζόμενον, αμύητος τῶν θείων τερατουργιῶν,

Oration XIOratio XI

col. 219–220page 97 of 261
PG 105:219καὶ πηγὴν ἔχον νυκτὸς καὶ ἡμέρας ἀναβράζουσαν, ὡς μόνον τὴν τοῦ ἀποστόλου παρουσίαν ᾔσθετο, ἐπειδὴ τῇ ἐγγύτητι τὴν Λιπάραν κατέβλαπτε, θείᾳ δυνάμει εὐθέως ἀποσυρὲν, ἑπτὰ σταδίους μακρὰν ᾤχετο, τοῦ παρασυρμού ὥσπερ ποταμίου ρεύματος μέχρι τῆς σήμερον τὸ θαῦμα ἀνακηρύττοντος. "Ω παραδόξων θαυμασίων! ὦ ὑπερβαλλόντων τερατουργημάτων! ποῦ τοιαῦτα ἐν πάσῃ τῇ ὑφ' ἥλιον διέγνωσται; Επει δὴ δὲ ἀνήγειρε καὶ περικαλλή ναὸν ὁ ἐπίσκοπος τῷ ἀποστόλῳ, καὶ ἐν αὐτῷ ὡς πολύτιμον θησαυρὸν τὸ μακάριον ἐκεῖνο καὶ σεβάσμιον κατέθετο λείψανον σὺν τῇ λάρνακι, τίς δύναται ἐξειπεῖν τὰ ἐκεῖσε ὁσημέ και γινόμενα θαύματα; Ἐτῶν οὖν πλείστων παραδραμόντων, ἐν ἐσχάτοις καιροῖς, ἐν ταῖς ἡμέραις Θεοφίλου τοῦ βασιλέως τοῦ φρουρίου ἐν ᾧ ἅγιος ἀπόστολος κατέκειτο διὰ τὸ πληθυνθῆναι τὰς ἀνομίας ἡμῶν ὑπὸ τῶν ᾿Αγαρηνῶν συλληφθέντος, καὶ πάσης τῆς νήσου Λιπάρας ἀοική του διαμεινάσης, ὁ τῆς πόλεως Βενένδου ἄρχων τὰ ἀποστολικὰ θαύματα ἀναμαθών, πίστει ζεούσῃ πρὸς τὸν ἅγιον κινηθεὶς, ἐκ τῆς Ἀμαλφινών πόλεως ἄνδρας τινὰς ναυσιπόρους προσκαλεσάμενος, καὶ τούτοις χρήματα ἱκανὰ δοῦναι ἐπαγγειλάμενος, ἠξίωσεν ἀπελθεῖν, καὶ τὸν πολύτιμον ἐκεῖνον πρὸς αὐτὸν ἀνα κομίσαι θησαυρόν. Ο καὶ ἐγένετο. Ὁ γοῦν ῥηθεὶς ἄρχων ἐκ πολλοῦ διαστήματος τῆς θαλάσσης ὤν, τόν τε τοῦ τόπου ἐπίσκοπον καὶ πολ λοὺς ἄλλους τοῦ τε κλήρου καὶ τοῦ πλείστου λαοῦ συγκινήσας, πρὸς ὑπαντὴν ἐξῆλθεν τοῦ ἀποστόλου οὗ καὶ τὸ ἅγιον λείψανον ἐν τῇ πόλει Βενένδου αγα γῶν, ἐν σεβασμίῳ τόπῳ κατέθετο. Ενθα καὶ ἰάσεις ἐπιτελῶν ὁ μέγας ἀπόστολος, πᾶσι τοῖς ἐκεῖσε ἐδεί χνυτο, εἰς δόξαν τοῦ ὑπεραγάθου Θεοῦ ἡμῶν. ΛΟΓΟΣ ΙΔ'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον καὶ εὐαγγελιστὴν Ματθαῖον Ματθαίου δὲ μνήμης τι ἂν γένοιτο χαριέστερον; Δι' ὅτι οὐ ψιλὸν ἡμῖν τὸν ἀπόστολον, κατὰ τοὺς ἄλ Ἐν ταῖς ἡμέραις Θεοφίλου τοῦ βασιλέως.
col. 221–222page 98 of 261
PG 105:221λους, ἡ τοῦ ὀνόματος κλῆσις υπογράφει, ἀλλὰ καὶ τὸ μὲν τὴν Πάρθων ἀποστολὴν ὑπεδέχετο· Ματθαῖος δὲ τὴν Αἰθιοπίαν· Βαρθολομαῖος δὲ ἐκληροῦτο τὴν συν ημμένην ταύτῃ Ινδίαν ἀξίωμα τοῦ εὐαγγελιστοῦ συνεπάγεται. Εὐαγγελιστοῦ Οὗτος λέγεται τεθάφθαι ἅμα τῷ ὑπ' αὐτοῦ γραφέντι κατὰ Μάρκον Εὐαγγελίῳ, τῷ ἐσω ύστερον εὑρεθέντι μετὰ τοῦ ἀποστολικοῦ σώματος ὅθεν καὶ προνόμιον ἔλαβον οἱ πιστοὶ μὴ ὑποκεῖσθαι ὑπό τινα τῶν ἄλλων ἐπισκόπων ταύτην τὴν νῆσον ἀλλ' ἀπὸ τοῦ ἰδίου ἐπισκόπου χειροτονεῖσθαι τῶν ἐνδημούντων Ιδιόγραφον αὐτοῦ τοῦ ἀποστόλου Βαρνάβα· ἐξ ἧς προφάσεως ἔκτοτε γέγονε μητρόπολις ἡ Κύπρος, καὶ τοῦ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν, ἀλλ' ὑπὸ Κωνσταντινούπολιν. προεδρείας οι προσ
col. 223–224page 99 of 261
PG 105:223δὲ μνήμη εὐθυβόλως εἰς ἔννοιαν ἄγει τοῦ εὐαγγελίου. Τούτου δὲ ἡ ὑπόμνησις τῷ ἐν αὐτῷ δοξαζομένη συνάγει Χριστῷ. Μνημόνευσον γνησίως τοῦ εὐαγγελιστοῦ, ἵνα μνημονεύσῃς ἀληθῶς Ἰησοῦ Χρι στοῦ, καὶ ἀναθεωρήσῃς αὐτοῦ τὴν δόξαν ἑνοειδῶς τε καὶ συνεπτυγμένως, τὸ μυστήριον ὅλον τῆς οἰκονομίας διὰ τοῦ σεπτοῦ ὀνόματος νοερώς μυσταγωγούμενος. Αξιον μὲν οὖν καὶ πάντας καλεῖν εὐαγγελιστὰς τοῦ Σωτῆρος τοὺς μαθητάς, ὡς τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην Θεοῦ, τοῖς ἔθνεσιν εὐαγγελισαμένους, καὶ διδαχαῖς ἐνθέοις καὶ χριστομιμήτοις παθήμασι, τὸ τοῦ Θεοῦ σωτήριον ἐμφθεγξαμένους τῇ γῇ· οὐχ ἥκιστα δὲ τοὺς τέσσαρας τούτῳ δὴ τῷ ὀνό ματι καλεῖσθαι πρεπωδέστατον, ὡς οὐκ ἀγράφως μόνον, ἀλλὰ καὶ ἐγγράφως εὐαγγελισαμένους Χρι στόν· οὐδὲ ταῖς κατ᾿ αὐτοὺς γενεαῖς μόνον, ἀλλὰ καὶ ταῖς ἐπιούσαις ὁμοῦ πάσαις, τὰ τοῦ Θεοῦ μυστήρια παραδόντας διὰ τῆς Γραφῆς. "Ων πρῶτος ὁ ἱερώτα κατάβασις, κρύφιον άκραιφνές. τοῦ, τὸ λεἶπον τῇ αὐτοῦ παρουσία, τοῖς ἀφ᾽ ὧν ἐστέλλετο, διὰ τῆς γραφῆς ἀποπληρούν
col. 225–226page 100 of 261
PG 105:225τος Ματθαῖος ἐπὶ τὴν ἱερὰν τοῦ Εὐαγγελίου ἧκε συγ της γραφήν, πρῶτος ἡμῖν τὴν Καινὴν Διαθήκην εἰσηγήσατο· καὶ ὥσπερ Μωσῆς ἐκεῖνος τὸ παλαιὸν, ἄνωθεν τὴν κοσμογένειαν, καὶ ἑξῆς τῶν ὅλων ἔργων Θεοῦ τὰ μεγαλοπρεπέστερα λογογραφῶν· οὕτω δὴ καὶ οὗτος την γένεσιν θεολογῶν τοῦ Χριστοῦ, καὶ πάντων ἑξῆς τῶν αὐτοῦ θαυμάτων τὴν μεγαλωσύνην, ταῖς ἐγγράφοις θεοῤῥημοσύναις παραδιδούς· Ματθαῖος, δ πιστὸς καὶ φρόνιμος οἰκονόμος τοῦ Πατρὸς, ὁ σοφὸς τοῦ Λόγου καὶ μέγας εὐαγγελιστής· ὁ λαμπρὸς τοῦ Παρακλήτου κήρυξ καὶ ὀξυγράφος γραμματεύς. Ματθαῖος, ὁ δεδωρημένος ερμηνευόμενος· ὃς ἐκ τοῦ κόσμου μὲν οἷά τις ἀπαρχὴ καλλίστη δεδώρηται Χριστῷ, Πνεύματι δὲ θείῳ γεννηθείς, καὶ Λόγῳ ἀληθείας καταρτισθείς, αὖθις τοῖς ἔθνεσιν εἰς + φῶς παρ' αὐτοῦ καὶ σωτηρίαν ἕως ἐσχά του δεδώρηται τῆς γῆς. Οὗτος ἡμᾶς σήμερον συγκαλῶν, καὶ λαμπροτάτης ἑορτῆς ὑπόθεσιν, τὴν αὐτοῦ παναγή μνήμην ποιούμενος, φαιδρὰν ὅτι μάλιστα καὶ θαυμασίαν ὑπέτεινε φιλοτησίαν· στερεὰν μὲν καὶ τελείαν τροφὴν, τὸ κατ' αὐτὸν Εὐαγγέλιον προτιθείς τὸν λόγον δὲ τῆς χάριτος, τὸν διὰ τοῦ στόματος αὐτοῦ πορευόμενον, οἷά τινα κρατήρα μυστικώτατον ἐγκερ νῶν, καὶ πάσας καρδίας εὐφραίνων Χριστοφιλεῖς. Αλλ' ίδωμεν οίου βίου, καὶ οἷας πρότερον ὁ μακό ριος πολιτείας τετυχηκώς, εἰς οἷον καταντᾷ τέλος τ καὶ τὸ τῆς μεταβολῆς ὑπερβάλλον, καὶ τὸ καινο πρεπέστατον τῆς ἐπὶ τὸ κρεῖττον ἐκτεθαυμακότες ἀλλοιώσεως, τὸν θαυμαστὸν ἐν δικαιοσύνῃ, θαυμαστὸν ἐν χρηστότητι μεγαλύνωμεν Θεόν. Τελώνης ἦν πρότερον, ὁ Χριστοῦ μαθητής ὕστερον καὶ χρημάτων λογιστής, ὁ τοῦ Εὐαγγελίου ὑφηγητής. Τελώνης, τὸ ἀπευκτότατον τοῖς εὐσεβέσι, τὸ ἁμαρ τητικώτατον τοῖς εὐλαβέσιν ἐπιτήδευμα νομισθέν. Τί γὰρ τοῦ χρήματα πράττειν βιαιότερον ἢ τυραννικώτερον; τί δὲ πρὸς τὴν κατὰ τὸ Εὐαγγέλιον εναντιώ τερον ζωὴν, τοῦ χηρῶν κατάρχειν, καὶ σύρειν καὶ θλίβειν πενήτων ψυχὰς ἀδίκως, εἴτ᾿ οὖν δικαίως, ὡς ἡ ὑπόληψις; Εκατέρως γὰρ ἔστι κατὰ τὸ φύσει δί καιον ἀληθῶς ἀδικεῖν, εἰ καὶ νόμος ἀνθρώπων ἄνω θεν ἐπισφραγιζόμενος τὴν τυραννίδα, τὸ ἀνεύθυνον τῆς πράξεως ὑπαγορεύει. Οὐ γὰρ τοῦ Θεοῦ τοῦτο νόμος, οὐ φύσεως, τοὺς μὲν τυραννεῖν, τοὺς δὲ τυραννεῖσθαι· καὶ τοὺς μὲν κατωφρυῶσθαι τῶν ταπεινοτέρων καὶ ὑπεραίρεσθαι, τοὺς δὲ καταδουλοῦσθαι καὶ κατατρίβεσθαι· καὶ τοὺς μὲν ὑπερμαζαν καὶ μεθύειν κατατρυφῶντας τῶν πτωχικῶν καὶ δημοσίας πρόφασιν ὀφειλῆς, τὴν ἐσχάτην ἀποστερεῖν τῆς ζωῆς ἀφορμὴν· τοὺς δὲ κατακάμπτεσθαι καὶ μαστιγοῦσθαι, μέχρις ἂν καὶ τὸν ἔσχατον ἀποδοῖεν οβολόν ὥσπερ τὴν ἀναπνοήν, οὕτω καὶ τὴν τοῦ τέλους ἀπό δοσιν εἰσπραττομένους· οὐχ οὕτω Θεὸς ἀπ᾿ ἀρχῆς, οὐχ οὕτως ἀνθρώποις ἄνωθεν ἐνομοθέτησεν· ὥσπερ δὲ πλάστης ἁπάντων εἷς, οὕτω καὶ φύσις μία, καὶ ὄρος καὶ νόμος ζωῆς ἅπασιν ὁ αὐτός· ἐλευθερία τε
col. 227–228page 101 of 261
PG 105:227πᾶσιν ὁμοίως, καὶ κατάστασις καὶ πολιτεία ἡ αὐτὴ ἡ; διατέτακται τὴν ἀρχήν. ! Αφ' οὗ δὲ λογισμὸς ἀγέρωχος, καὶ τῶν ὑπὲρ φύσιν Αλόγιστος ἐπιθυμία, καὶ όφεως μὲν ἐπίβουλος συμ βουλή, ἐντολῆς δὲ ἁγίας ἀθέτησις καὶ παρακοὴ τῆς φύσεως καταδραμόντα, διέστησε μὲν καὶ μακρὰν ὦσεν Θεοῦ, τῷ βασκάνῳ δὲ προσεγγίσαι παρεσκεύασεν, ἐντεῦθεν τὸ συγγενὲς καὶ ὁμόφυλον εἰς ἀλλοτριότητα γνώμης καὶ βίου κατεμερίσθη τομήν. Εντεῦθεν τὸ δυναστεῦον, καὶ τὸ δυναστευόμενον· τὸ τυραννούν, καὶ τὸ τυραννούμενον· καὶ τὸ μὲν ἀπαιτεῖν φόρους, τὸ δ᾽ ἀπαιτεῖσθαι· καὶ τὸ μὲν ὑπερῆρθαι θράσει, καὶ τῶν ὁμοτίμων ὡς δούλων κατεξανίστασθαι, τὸ δὲ καταπτήσσειν τὴν τυραννίδα, καὶ ὡς ἀπαραίτητον τὸ ἐτήσιον τέλος, καὶ τὴν δουλείαν ἀποτιννύειν ὡς ὀφει λήν. Ταύτης ἀεὶ πράκτορες της κακῆς ἐπιτιμήσεως οἱ θερμότεροι μὲν τὴν φύσιν καὶ ὀξύτεροι· τουτέστιν, συνιέναι καὶ λογίσασθαι τὴν δασμοφορίαν ικανώτατοι ἀσυμπαθέστεροι δὲ πάντων, καὶ τὴν γνώμην ἐπίπαν Ιταμώτεροι, ώστε μηδενὶ τῶν ὀφειλόντων παραχωρεῖν ἔχειν μηδέν. Ταύτης Ματθαῖος ἐπήβολος τῆς πολιτείας πρότερον ἦν. Τούτου βίου, ἅτε φύσεως ἀγχινοίᾳ καὶ νοὸς ἐντρεχείᾳ κατευμεγεθῶν, τὴν πρώ τὴν ἐν τελώναις ἐπεῖχε τάξιν. Ἐπειδὴ τοίνυν δι' αὐτοῦ παράγων ὁ Κύριος, τῷ τῆς καρδίας βάθει προσέβλεψεν, καὶ κεκρύφθαι μὲν ἐν αὐτῷ τῆς ἀρετῆς θησαυρὸν, ἔξωθεν δὲ κατὰ σύμ βασιν τῇ πονηρίᾳ διοχλεῖσθαι τῇ κοσμικῇ· καὶ τὸ μὲν, ἑκούσιον εἶναι καὶ ἔμφυτον ἀγαθόν· τὸ δὲ τύ χης ἐπήρειαν μᾶλλον, ἢ γνώμης εκουσιότητα κατα νενόηκεν, καλεῖ μὲν αὐτὸν, ἐντελλόμενος ἀκολουθεῖν ὁ δὲ ἀναστὰς, εὐθὺς ἐπηκολούθησε. Οὐ μακρῶν ἐδέησε λόγων τῷ Κυρίῳ, οὐ χρόνου τριβῆς, οὐ τε λεωτέρας συνουσίας· ἀλλ᾽ οὔτε θεολογίας συχνῆς, οὐ συμβουλίας πιθανῆς, οὔτε δὲ θαυμάτων ἐπιδείξεως, ὥστε τὸν ἀρχιτελώνην τῆς κατ' αὐτὸν ἀφαρπάσθαι σχολῆς, παριὼν δὲ, καὶ μιᾷ μόνῃ καλέσας, ἐπεσπάσατο φωνῇ· 'Ακολούθει μοι. Ὁ δὲ οὐκ ἀπήρεισε πρὸς τὰ χρήματα τὸν λογισμόν· οὐ τὴν ἀπὸ τοῦ κέρδους ἐνενόησεν ἡδονήν· οὐ πρὸς τὴν δόξαν τῶν συγκαθημένων αὐτῷ διατραπείς, τὴν κλῆσιν ἀπὸ εσείσατο· ὁμοῦ δὲ τῇ φωνῇ τοῦ πεφωνηκότος γεγο νὼς ὅλος, καὶ ὥσπερ ἀστραπῆς ἀθρός λαμπρότητι τὴν καρδίαν καταλαμφθείς· καὶ τῶν ἐν χερσὶ μὲν χρημάτων καὶ πραγμάτων εὐθὺς ἀλλοτριωθείς, τῆς θείας δὲ κλήσεως (ὢ τῆς πίστεως!) ηττηθεὶς, κατα λείπει μὲν τοὺς συμπράκτορας, καταλείπει δὲ τὸ τε λώνιον, καὶ πᾶσαν τὴν ἐν αὐτῷ πραττομένην ἀπο ρίπτεται φορολογίαν· χρυσοῦ δὲ παντὸς καὶ ἀργύρου τὴν πολύτιμον ἀντωνεῖται μαργαρίτην· καὶ τῶν γηίνων τὴν ἁρπαγὴν ἀφεὶς, τὴν οὐράνιον τρέχει διαρ πάσων βασιλείαν· μᾶλλον δὲ, χρυσοῦ μὲν καὶ ἀργύ ρου παντός τιμαλφεστέραν ἔχων ψυχήν, οἷα δὲ λίθον τίμιον καὶ ἀξιέραστον Θεῷ προϊσχων τὸν νοῦν, ἀλί σκεται τούτῳ καὶ ποθεῖται καὶ ζητεῖται· καὶ πρὸς (ο
col. 229–230page 102 of 261
PG 105:229τὰ ἄφθαρτα βασίλεια καὶ μακαριώτατα κληθείς τε καὶ ἐκλεγείς, ἐπὶ τέλους ἀνελήφθη. Οὕτως Λευῖς θαυμασίως τὸν τρόπων μεταποιηθείς, εἰς Ματθαῖον καὶ τὴν προσηγορίαν μετηλλάξατο καὶ ὥσπερ ἐτελώνησε πρότερον τὸν χρυσόν, τῷ βασιλεῖ τοῦ ἔθνους τὸ ὑπήκοον φορολογούμενος, οὕτως ἐτελώνησεν ὕστερον τὸν Χριστόν· ἑπόμενος μὲν πρὸς τὴν πνευματικὴν πανδαισίαν τῶν λόγων καλοῦντι καὶ μυστικήν· καλῶν δὲ καὶ αὐτὸς αὖθις αὐτὸν εἰς τὴν οἰκίαν, καὶ φιλοφροσύνῃ δεξιούμενος, εδέσμασί τε θεραπεύων διττοῖς· ὡς ἄνθρωπον μὲν, τοῖς τοῦ σώματος ἐπιτηδείοις· ὡς Θεὸν δὲ, Ιλεούμενος τῇ μετ τανοίᾳ, καὶ πίστιν προσάγων ενεργουμένην δι' ἀγά πης, τὸ κάλλιστον, ὧν ἐκεῖνος αἰτεῖ παρ' ἡμῶν. Διδ καὶ τελωνεῖται προθύμως, ἑαυτὸν τοῖς πεινῶσιν ὁ μεγαλόδωρος διδούς· πεινῶν τὸ πεινᾶσθαι, καὶ τρέ φων τοὺς ἐστιᾷν νομίζοντας. Ολον οὖν ἑαυτὸν ὁ μακάριος τῆς τελωνικής πράξεως ἀνακαθάρας, πρὸς ὑποδοχὴν εὔθετον κατεσκευάσατο τοῦ Χριστοῦ· ἀποβαλόμενος μὲν τὸ πνεῦμα τοῦ κόσ σμου, προσλαβόμενος δὲ τὸ τοῦ Θεοῦ. Ἐντεῦθεν σταυ ροῦται μὲν κόσμῳ παντὶ, καὶ πάσαις ταῖς κοσμικαῖς ἐπιθυμίαις, καὶ ἀνακενοῦται καὶ καθαίρεται· καὶ τῶν τῆς ματαιότητος παντάπασιν ἀποδιυλίζεται λογισμῶν μόνῳ δὲ τῷ Ἰησοῦ ζῶν, καὶ τούτῳ κατ᾽ ἴχνος ἀκο λουθῶν, ὅλην μὲν τὴν ἐκ φύσεως ἀγχίνοιαν καὶ τῆς διανοίας τὴν ἐντρέχειαν καὶ τὴν ὀξυωπίαν τοῦ νοῦ, πρὸς ὅρασιν τῆς κατ' αὐτὸν ἀληθείας ἀπησχόλει πάσαις δὲ ταῖς ἱεραῖς αὐτοῦ θεολογίαις καὶ μυστικαῖς συνετὸν παραβάλλων καὶ εὐήκοον οἷς· καὶ ταῖς θαυμασίοις δὲ τῶν ἔργων Χριστοῦ πᾶσιν ἁπλοῦν ὀφθαλμὸν ἐπιβάλλων καὶ φωτολαμπῇ· καὶ πρὸς τούς τοις τῶν σωτηρίων παθῶν, τοῦ σταυροῦ, τοῦ θανά του, τῆς ταφῆς, τῆς ἀναστάσεως, καὶ τῶν ἑπομένων αὐτοῖς πάντων αὐτόπτης καὶ κοινωνός γεγενημένος, ἐξίστασαι μὲν ἑαυτοῦ θαυμασίως, (ὦ θαυμασιώτατε τῶν ἀθεωρήτων θεωρητά!) ὅλος δὲ τοῦ ἐξιστῶντος γίνῃ Θεοῦ· καὶ Θεοῦ Πνεύματι γεννώμενος, πνεῦμα θεῖον ἀτεχνῶς γίνῃ· οἷς δὴ καὶ ὁ Παράκλητος ἄνω θεν ἐκχεθεὶς, ὡς οἰκείῳ γεννήματι προσομιλεῖ· καὶ κατ' οὐσίαν ἐμφιλοχωρῶν, καὶ τῶν θεαρχικῶν ἐλλάμψεων καὶ δωρεῶν ἐμπιπλῶν, πληροῖ μὲν σοφίας καὶ συνέσεως, πληροῖ δὲ ἰσχύος καὶ γνώσεως· ἐν σημείων δὲ καὶ τεράτων δυνάμεσιν, ἴσα τοῖς κορυ φαίοις καὶ πρεσβυτάτοις ἐφιλοτιμήσατο. Τί οὖν; "Αρα τὸ Πνεῦμα μὲν ἐν εἴδει πυρὸς οὐ ρανόθεν καθιέμενον ὁμοίως τοῖς ἄλλοις ὑπεδέξατο, οὐχ ὁμοίως δὲ τὴν ἀπ' αὐτοῦ χάριν τοῖς ἔθνεσιν ἀπήγγειλεν; ἢ Πέτρου καὶ Παύλου τῆς ἀποστολικῆς Θεοσοφίας, ήτοι μεγαλοφωνίας, ἀπελείφθη; Οὐδα μῶς. Καὶ γὰρ, τῶν μὲν κατὰ πᾶν ἔθνος καὶ πᾶν κλίμα τῆς γῆς διατρεχόντων, ὡς ἔλαχεν ἕκαστος, ή ὡς ἀφώριζεν ὁ Παράκλητος, καὶ τὸν τῆς ζωῆς λόγον τοῖς παρατυγχάνουσι διὰ στόματος ἐξηγουμένων, οὗ τος, ζήλου Θεοῦ πυρπολούμενος θερμότητι, εσφά δαζε μὲν καὶ κατετρύχετο καὶ ἤσχαλλε, τὴν ὠδῖνα τῆς καρδίας ὑπέχειν οὐχ οἷός τε ὤν· καὶ πᾶσαν τὴν
col. 231–232page 103 of 261
PG 105:231οἰκουμένην, ὅσον εἰς τὴν αὐτοῦ πρόθεσιν ήκον, τοῦ & τῆς χάριτος λόγου πληρῶσαι προθυμούμενος. Ανακοπτόμενος δὲ τῆς ἱερᾶς ἐπιθυμίας φυσική τοῦ ἁγίου σώματος ἀδυναμίᾳ, οὐκ ἀναπέπτωκε τῇ ῥαθυμίᾳ· οὐ ῥαστώνῃ ἑαυτὸν ἀπέδοτο καὶ τρυφῇ οὐδὲ σωματικαῖς ἀνεκλήθη διαίταις καὶ ἀνέσεσιν ἀλλὰ δευτέραν ἦλθεν ὁδὸν, ἐπίτομον καὶ ἄμοχθον, καὶ πάσαις ἀνθρώπων σωτηριώδη γενεαίς. Συν αγαγὼν ἑαυτὸν ὡς οἷόν τε ἦν, καὶ τὴν θεανδρικὴν τοῦ Λόγου πρὸς ἀνθρώπους ἐπιφάνειαν καὶ πᾶσαν τὴν θεουργὸν οἰκονομίαν διὰ μνήμης σαφούς ἀνατυπωσάμενος τῇ διανοίᾳ, καὶ οἷον ὑπ' ὄψιν λαβών, λογογραφεῖ τὴν εὐσέβειαν· καὶ ἅπερ ἀγράφως τοῖς ἔθνεσι διὰ γλώσσης οἱ ἄλλοι παρεδίδοσαν, ταῦτα Ματθαῖος ὁ μέγας διὰ συγγραφικής θεωρίας συγκεφαλαιούμε. νος, ὅλον τοῦ Λόγου τὸ μυστήριον ἱεραῖς ἀνατέταχε θεηγορίαις. ᾿Ανωθεν γὰρ τῆς γενεαλογίας ἀπὸ ᾽Αβραὰμ την ἀρχὴν καταβαλόμενος, καὶ καθεξής, προϊών, τὴν κατὰ σάρκα γέννησιν εὐαγγελίζεται τοῦ Χρι στοῦ· εἶτα, τὴν ἀνάδειξιν, τὴν βάπτισιν αὐτοῦ καὶ τὸν πειρασμόν· εἶτα, τῶν ἀποστόλων τὴν ἐκε λογὴν, τὰς ἱερὰς μυσταγωγίας, ὅσας τε διὰ πα ραβολῶν, καὶ ὅσας ὁ Κύριος ἐν παῤῥησία τοῖς ὄχλοις ώμίλει καὶ τοῖς μαθηταῖς· εἶτα, τὰς ὑπερ φυείς θαυματουργίας, τὰς τῶν νοσούντων θεραπείας, τῶν δαιμόνων τὰς καθάρσεις, τῶν πολυτρόπως πα σχόντων τὰς ἰάσεις, τὴν τῶν ἄρτων εὐλόγησιν, τὸν ἐν θαλάσσῃ περίπατον, τὴν ἐπὶ τοῦ ὄρους ἀλλοίωσιν. Καὶ πᾶσαν ἁπλῶς τερατουργίαν ὑπερφυᾶ, καὶ πᾶ σαν πράξιν τοῦ Ἰησοῦ, καὶ πᾶσαν ἐνέργειαν ἀξιολογωτάτην, Θεοῦ φωναῖς, ὁ τοῦ Πνεύματος ἄριστος μυστογράφος ύφηγεῖται. Ναὶ δὴ καὶ τὰ τῆς δευτέρας αὐτοῦ παρουσίας, εξέφρασε μυστήρια· πρὸς δὲ, καὶ τὴν ἐπὶ τοῦ πώλου καθίζησιν, καὶ τῶν παίδων τὴν ὕμνησιν, καὶ τῶν Ἰουδαίων τὴν βασκανίαν· καὶ τὸν δεῖπνον τὸν μυστικὸν, καὶ τὴν Ἰούδα προδοσίαν, καὶ τὴν ὑποκεκριμένην του Πιλάτου κρίσιν καὶ κατά χρισιν· τὸν κάλαμον, τὸν στέφανον, τὸν ἐμπαιγμόν, τὸν σταυρὸν, τὴν ταφήν, τὴν τριήμερον ἀνάστασιν καὶ ἐμφάνισιν. Καὶ πᾶσαν συνόλως φάναι τοῦ Λόγου τὴν οἰκονομίαν, ὁ τοῦ Λόγου λογιώτατος ἐν γραφῇ διηγησάμενος ὑπογραφεύς, κοινὸν προὔθηκε πᾶσιν ἔθνεσιν πρόγραμμα· θεοσεβείας, ἐχέγγυον πίστεως, ἀγάπης ἐμπύρευμα, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀπόδειξιν, τῆς βασιλείας ἀνακήρυξιν, τῆς οἰκονομίας βεβαίωσιν, ἀληθείας στηριγμόν, ψυχῶν φωτισμόν, ἀρχὴν ἤτοι πηγὴν ἁγιασμοῦ καὶ ἀκραιφνοῦς σω τηρίας ὑπόθεσιν, τὸ κατ᾽ αὐτὸν Εὐαγγέλιον τοῖς πέρασιν ἐκδεδωκώς. Οὕτως οὐχ ἑνὶ μὲν ἔθνει Ματθαῖος ἐπιδημεῖ· τῶν ἄλλων δὲ κατὰ σώματος ἀναγκαίαν περιγραφὴν καὶ ἀδυναμίαν φύσεως ἀπολείπεται· οὐδὲ πᾶσι μὲν ἔθνεσ σιν ἐπιφοιτῇ· ὀλίγοις δὲ τῶν ἀνθρώπων ὁμιλῶν, τὸν τῆς θεογνωσίας ἐπιλάμπει πυρσόν· οὐδὲ πᾶσι μὲν ὁμιλεῖ, μόνοις δὲ τοῖς κατὰ τὴν αὐτοῦ περιοῦσι γε νεάν· ἡ πάσαις μὲν ἐφεξῆς γενεαῖς τὸν Ἰησοῦν, καὶ τὴν αὐτοῦ βασιλείαν καὶ τὴν σάρκωσιν εὐαγγελίζεται

Oration XIIOratio XII

col. 233–234page 104 of 261
PG 105:233οὐχ ὁμοίως δὲ πάσαις τὰς τῆς ἀληθογνωσίας έπαι ο γάζει μαρμαρυγάς· ἡλίου δὲ τρόπον τὰς φωτοβόλους ἀκτίνας τοῦ Εὐαγγελίου κατὰ πᾶσαν ὁμοῦ τὴν οἰκουμένην, καὶ πᾶσαν ἐθνῶν διάλεκτον ἐπαφιείς· καὶ πᾶ σαν ἀνθρώπων διάνοιαν κατὰ γενεὰν καὶ γενεὰν πρὸς τὸ οἰκεῖον τῆς θεολογίας ἐπισπώμενος φῶς, ὁμοτίμως τοῖς πᾶσιν ἐπιβλύζει τὴν εὐεργεσίαν· τοῖς μὲν ἁπλοῦν αὐτῶν καὶ πιστὸν τὸν ὀφθαλμὸν τῆς καρδίας ἐπιβάλλουσιν, ἀληθινὸν καὶ σωτήριον γινόμενος φῶς τοῖς σκολιῶς δὲ καὶ οὐκ ἐν πίστει πρὸς αὐτὸν ἀτενίζουσι, πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως καθε ιστάμενος. Τοῦτο τοὺς Λυκούργου νόμους καὶ Σόλωνος βαττολογίαν ἀπέφηνεν. Τοῦτο Πλάτωνος τὰς ἀνυποστάτους πολιτείας, καὶ τὰς μακράς κατεσίγασεν αδολεσχίας· καὶ πάσης Αριστοτελικῆς ἀσαφείας καὶ απεραντολογίας, καὶ πάσης τῶν παρ' Έλλησι φιλολογωτάτων συγγραφῆς κατὰ τοσοῦτον ἐνθεώτερόν τε καὶ φιλοσοφώτερον, ὅσῳ τῆς μὲν οὐρανὸς ὑψηλότερος, ἥλιος δὲ τοῦ παρ' ἡμῖν λύχνου φανότερος και περιλαμπέστερος· εἰ βούλει δὲ, καὶ ὅσῳ Θεὸς ἀνθρώπου τιμιώτερος, καὶ ἀλήθεια ἐκτυπώτερα σκιάς. Ηρκεσε γὰρ ἀντὶ πάντων ὁ τρισμακαριώτατος τε λώνης τῇ οἰκουμένῃ πρὸς παίδευσιν· ήρκεσε τοῖς εὐσεβεῖν ἐθέλουσι, πρὸς εὐσέβειαν· πρὸς σοφίαν καὶ γνῶσιν, τοῖς γνώσεως καὶ σοφίας ἐρασταῖς· καὶ τοῖς πρακτικοῖς μὲν, πρὸς νομοθεσίαν· τοῖς θεωρητικοῖς δὲ καὶ τῆς ἄνω Θεοῦ λαμπρότητος εφιεμένοις, πρὸς θεολογίαν καὶ ἀναγωγὴν ἀπλανῆ· τοῖς πᾶσιν ἔθνεσιν ήρκεσεν, ἀντὶ τῆς Ἑλληνικῆς πολυλογίας, τῷ συν τετμημένῳ τοῦ Εὐαγγελίου λόγῳ πρός τε φιλοσοφίαν τὴν ἀνωτάτω καὶ διδασκαλίαν καὶ φωτισμόν. Εντεῦθεν ἡμέληνται μὲν αἱ ἀκαδημίας, καὶ στοαὶ καὶ περίπατοι· ἡμέληνται δὲ ᾿Αθῆναι καὶ θῆ βαι, τῶν φιλοσοφείν οἰομένων αἱ διατριβαί· καὶ ἡ καταγέλαστος όφρύς, καὶ ἡ κατάπτυστος οίησις τῶν κατοιομένων περιεώραται, δι' ἣν καὶ τῆς ἀληθινῆς σοφίας ἁμαρτάνοντες, μύσται καὶ μυσταγωγοί θεῶν ἀθέων ἀθέως, ἐκφαντορές τε καὶ τελετουργοί μυστηρίων κατέστησαν ἐναγῶν· αἰσχρὸν αἰσχρᾶς ἐπιθυμίας τρυγώντες καρπὸν, καὶ τὴν ἀντιμισθίαν ἀξίαν Ο τῆς πλάνης κομιζόμενοι. Πάντα ταῦτα κατήργηται καὶ ἡφάνισται, καὶ ὡς καπνὸς ἐλύθη, καὶ ὡς κονιορτὸς ἐξήρθη, ἀφ' οὗ σύ, ὦ μάκαρ, ἀκηράτῳ ψυχῇ, καὶ γῆθεν εἰς οὐρανὸν ἐκ τεταμένη διανοίᾳ, οἷα σάλπιγγι ἐλατῇ, σάλπιγγι κε ρατίνῃ, τὸ κατὰ σὲ θεόφθογγον Εὐαγγέλιον σαλ πίζεις. Τοῦτο τῆς σῆς ἀπωνάμεθα σοφίας. Τοῦτον δρεπόμεθα τῶν σῶν πόνων ἀείμνηστον καὶ ἀνέκλειπτον καρπὸν, ὃν ἐν τῇ ἀληθινῇ μένων ἀμπέλῳ, καὶ πρὸς τοῦ νοητοῦ καθαιρόμενος γεωργού, καθάπερ εὔφορον κλῆμα, πολυπλάσιον ἐκαρποφόρησας· καὶ τούτου πληρούμενοι, ἀποτιθέμεθα μὲν τὸν σκότον τοῦ θανάτου· ἐνδυόμεθα δὲ τὸ φῶς τῆς ζωῆς.
col. 235–236page 105 of 261
PG 105:235τες φωτίζωνται, καὶ πάντες παιδεύωνται καὶ πρὸς θεοσέβειαν παρακαλῶνται. Χαῖρε, ὅτι καὶ τῶν μετὰ σὲ εὐαγγελιστῶν ἀρ χέτυπον γέγονας ἀγαθόν· καὶ ὁ ἐκ σοῦ ζῆλος κἀκείνους πρὸς τὴν ἱερὰν τοῦ Εὐαγγελίου κεκίνηκε γρα φὴν, καὶ πρὸς οἰκοδομὴν τῶν ὅλων ἠρέθισεν ἐκκλησιῶν. Χαῖρε καὶ ἀγαλλία, φίλε Θεοῦ πιστότατε, ὑπηρέτα τοῦ Λόγου δοκιμώτατε, καὶ τοῦ Παρακλήτου μυστι κώτατε γραμματεῦ· καὶ μεμνημένος τῶν μεμνημένων σου, καὶ τοὺς εὐλογοῦντας σε εὐλογῶν, καὶ ἁγιάζων τοὺς ἁγιάζοντας, οδηγήσαις ἡμᾶς, ὦ μα κάρις, καὶ κατευθύναις ἐν Χριστῷ Ἰησοῦ· καὶ ἀμώμους τῷ Παρακλήτω παραστήσαις, τῇ μοναρχικὴ καὶ ἁγιαρχικῇ καὶ ζωαρχικῇ Τριάδι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΙΒ'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Σίμωνα τὸν Ζηλωτὴν Τί φαιδρὰ σήμερον ἡ ἡμέρα, καὶ εὔσημος ἑορτὴ, καὶ θυμηδίας μεστή· καὶ γὰρ πᾶσαι μὲν ἡμέραι,
col. 239–240page 106 of 261
PG 105:239ἑορταί Κυρίου, καὶ πᾶσαι πλήρεις ἀγαλλιάσεως καὶ; πνευματικῆς χαρᾶς αίτιας, τοῖς Πνεύματι θεού ἀγομένοις· πάσαις γὰρ ἡ σοφία τὰς τῶν ἁγίων αὐτῆς επιμερισμένη μνήμας, καὶ τούτοις ώσπερ άστρων ἐπιτελεῖς τὸν ὅλον τοῦ ἐνιαυτοῦ στέφανον εὐλογοῦσα καὶ κατακοσμοῦσα, πάσης ὅσαι ἡμέραι τερπνότητος, καὶ χαρμοσύνης τὰς τῶν εὐσεβῶν ἀναπίμπλησι ψυχάς μάλιστα δὲ τῶν ἡμερῶν αὗται φαιδραὶ, καὶ χαρίεσσαν ἐνιεῖσαι τοῖς φιλοθέοις την τερπωλὴν, καθ᾽ ἂς τῶν ὑψηλῶν ἀποστόλων ἕκαστος τὴν γῆν ἀφεὶς, ἀνέπτη πρὸς τὸν οὐρανόν· καὶ τῶν ὑπὲρ τοῦ διδασκάλου πό των ἀπαλλαγεῖς καὶ τοῦ θανάτου, πρὸς τὴν ἀνώδυ τον καὶ τὴν μακαρίαν ἐν αὐτῷ μετέστη ζωήν. Ὥσπερ γὰρ οἱ κατ' οὐρανὸν ἀστέρες, πάντες μὲν λαμπροὶ τὴν φύσιν καὶ διαυγείς, οὐ πάντες δὲ ὁμοίως φωτὶ λάμπουσιν· Αστὴρ γὰρ, φησὶν, ἀστέρος δια φέρει ἐν δόξῃ· οὕτω δὴ καὶ αἱ ἡμέραι πᾶσαι μὲν επίσημοι καὶ εὐφρόσυνοι, διὰ τοὺς μνημονευομένους ἐν αὐταῖς ἁγίους· οὐ τῆς ἴσης δὲ πᾶσαι χάριτός εἰσι μεταδοτικαί. Κατὰ τοσοῦτον δὲ τῶν ἄλλων αἱ τῶν δώδεκα μνῆμα τοῦ Χριστοῦ μαθητῶν, τῷ τε μεγέ θει τῆς δόξης καὶ τῇ τῆς λαμπρότητος ὑπερβαλλούση περιουσίᾳ, καθόσον καὶ αὐτοὶ τῶν ὅλων ἁγίων τῇ μεγαλειότητι τῆς ἁγιότητος ὑπερανέβησαν. Οὐκοῦν ἀγαλλιασώμεθα σήμερον καὶ εὐφρανθώ μεν, καὶ τῆς ἀποστολικῆς μνήμης καὶ χάριτος και τατρυφῶντες, τῆς ἡμέρας πνευματικὴν ἑορτὴν συν στησώμεθα καὶ δημοτελή· καὶ πᾶσαν μὲν ἐργασίαν σωματικὴν, πάσαν δὲ μέριμναν καὶ βιοτικὴν ἀφέ μενοι φροντίδα σχολάσωμεν καὶ γνῶμεν τίς ὁ τῆς ἡμέρας ταύτης φωστήρ καὶ τῆς θαυμασίας χάριτος ἀρχηγός· γνῶμεν τίς ὁ τῆς ἑορτῆς ἔξαρχος, καὶ ἐν τιν σήμερον ὁ τῆς δόξης εὐδόκησεν ἐνδοξασθῆναι Θεός. Βούλεσθε ἀνακηρύξω τὸν ἡμᾶς ἐπὶ τὴν αὐτοῦ ξε ναγωγούνται μνήμην; ἢ πᾶσι καταφανές, ότι Σίμων ὁ μέγας ἀπόστολος, ὑπόθεσιν ἑαυτὸν λαμπροτάτης πανηγύρεως ταῖς Ἐκκλησίαις παρασχόμενος, τῆς πνευματικῆς ἡμῖν εὐφροσύνης καθηγεῖται καὶ χαρ μονῆς. Σίμων, ὁ τῆς ὑψηλῆς δωδεκάδος τῶν μαθη τῶν εἶς. Ο πᾶσαν μὲν τῶν κορυφαίων ἀρετὴν, πα σαν δὲ χάριν τοῦ Πνεύματος ὁμοίως ἐκείνοις καὶ
col. 241–242page 107 of 261
PG 105:241ἀπαραλλάκτως καταπλουτῶν, ἀπὸ μιᾶς θὰ ἦν ἐκεῖνος τῶν πάντων περισσοτέρως κατωρθώσατο γνωριζόμενος. Σίμων ὁ καλούμενος Ζηλωτής· ἐπίσης μὲν τοῖς πρώτοις τῇ εἰς τὸν Κύριον εὐσεβεία σεμνυνόμενος ο πλείονι δὲ τῶν ἄλλων θερμότητι κοσμούμενος, εὐστόχως κέκληται Ζηλωτής· τοῦτο γὰρ ζῆλος, θερμότης κατὰ εὐλογιστίας ὑπὲρ τῆς τοῦ Θεοῦ τιμῆς ἀναπτομένη, καὶ τῇ πίστει τὸ ἀσφαλὲς παρεχομένη. Οὗτος ἡμᾶς σήμερον διαπρυσίῳ κηρύγματι καὶ ἡσυχία πρὸς μυστικὴν πανδαισίαν συγκαλεῖ· ἑαυτὸν δὲ που λυτελῆ καὶ νοερὰν τράπεζαν προτιθείς· τὸν αὐτοῦ δὲ σταυρὸν, καὶ τὰ ὑπὲρ τοῦ ἐσταυρωμένου παθήματα καὶ ἀνδραγαθήματα ὥσπερ ἀκήρατα προβαλλόμενος ἐδέσματα, ἐν τούτοις τοὺς αὐτοῦ δαιτύμονας λαμ πρῶς ὅτι μάλιστα δεξιοῦται καὶ φιλοτιμεῖται. Τίς οὖν οὐκ ἀπαντήσει πρὸς τὴν πανήγυριν; Τίς οὕτω ράθυμος, οὕτως ἀμελής τε καὶ ὑπεροπτικός; τίς δὲ ᾽χαῦνος οὕτω καὶ ἐκλελυμένος, ὡς τοιαύτης τρυφῆς, τοιαύτης τερπνότητος καὶ ἐστιάτορος τοιού του παραμελεῖν; ὅς Υἱὸς ὢν ἀνθρώπου, καὶ ψυχῆς λαχὼν ἀγαθῆς, ἐπὶ τοσοῦτον ἑαυτὸν δι' ἐπιμελείας έξησκήσατο, καὶ τοῦ νόμου τοῖς παραγγέλμασι, καὶ τοῖς τῆς χάριτος δόγμασι κατήρτιστο, ὡς Υἱὸν κατα στῆναι καὶ λογισθῆναι Θεοῦ. Βούλεσθε καὶ τὸν τρόπον τῆς ἀναγωγικῆς αὐτοῦ πρὸς τὸν Πατέρα πολιτείας μαθεῖν; Έτοιμος ἐπι τεμεῖν ἐγώ· καί μοι συνετόν οἷς καὶ διάνοιαν ὑπου σχεῖν. Ἐκεῖνος ἀκοῇ μὲν εὐπειθεῖ, διανοίᾳ δὲ πιστή, τὰ ἔνθεα λόγια τοῦ Κυρίου συνιείς, καὶ νηπιόθεν αὐτὰ συμβάλλων τῇ καρδίᾳ, τέως μὲν ἐστοιχειοῦτο τῷ νόμῳ, καὶ τοῖς τῆς σαρκὸς δικαιώμασι παιδοτριβούμενος, καὶ τῇ ἀτελείᾳ τοῦ γράμματος ἐγγυμναζόμενος, πρὸς τὴν τῆς χάριτος τελειότητα παρ εσκευάζετο. Ἐπειδὴ δὲ ὁ τοῦ γράμματος ἀθετητὴς καὶ τοῦ πνεύματος ἧκε τελειωτής· καὶ τῷ λύχνῳ μὲν ὁ τοῦ φαίνειν ἐξήκει καιρὸς, ὁ Ἥλιος δὲ τῆς δικαιοσύνης επεφάνη· καὶ ἡ κατήφεια μὲν ὑπεχώρει τῆς νυκτός, ή ανατολὴ δὲ ἤδη τὰς ἀκρωρείας κατεφώτιζεν, οὐκέτι τοῖς τύποις ἠνείχετο προσμένειν καὶ ταῖς σκιαῖς οὐκέτι τῷ παιδαγωγῷ προσλιπαρείν ᾤετο δεῖν· τὸν δὲ βαρὺν ἐκείνου ζυγὸν τῶν οἰκείων ὤμων ἀπωθούμενος, τὸν τοῦ διδασκάλου χρηστὸν ἐπεφορτίζετο καὶ τὸ δύσοιστον ἄχθος τῆς περιτομῆς ὑπεριδῶν, τὸ ἐλαφρὸν τῆς χάριτος ᾑρέτισεν· καὶ τὸν Μωσήν και ταλιπών, ὀπίσω τοῦ Ἰησοῦ καλοῦντος ἠκολούθει. Ὅς, αὐτοῦ τῇ καρδίᾳ τὴν οἰκείαν εναστρέψας χάριν, καὶ τῆς ἰδίας δόξης αὐτῷ καὶ μεγαλειότητος αίσθησιν ἐνθέμενος, καὶ τῷ ἀναγωγῷ ἔρωτι πτερώσας, καὶ τῇ ἀδιακρίτῳ πίστει βεβαιώσας, καὶ τῇ ἐλπίδι τῆς κηρυσσομένης συντείνων βασιλείας, ἑαυτοῦ ὅλον ἐποιήσατο καὶ κατεδήσατο, νοερωτάταις αὐτὸν ἀν αγωγίαις καὶ μυστικωτάταις ἑαυτῷ θεωρίαις μνη στευόμενος καὶ ἀρμοζόμενος. Διχῆ δὲ λοιπὸν ὁ μακαριώτατος προσέχων αὐτῷ, καὶ σώματι μὲν καὶ τὸ δρώμενον, υἱὸν ἀληθῶς ἀγ
col. 243–244page 108 of 261
PG 105:243θρώπου, πνεύματι δὲ καὶ τὸ νοούμενον, Υἱὸν Θεοῦ κατὰ φύσιν ὁρῶν· τὴν διπλόην δὲ τῶν φύσεων τῇ τῶν ἐνεργειῶν διπλήῃ τεκμαιρόμενος· καὶ διὰ πιο στεως μὲν τὴν ὑψηλὴν θεωρίαν ταύτην βεβαιούμενος, διὰ θεωρίας δὲ πάλιν τὴν πίστιν κρατυνόμενος, ζωτικῇ δέ τινι συμπαθείᾳ καὶ νοερά φιλότητε τῷ θεωρουμένῳ συμφυόμενος καὶ συνδεόμενος, καὶ τῷ νῷ λεληθότως συνενούμενος, κατ' οὐδένα λοιπόν τούτου διηρεῖτο τρόπον· οὔτε τὸν νοῦν τῆς ἀγαπητι τῆς μνημοσύνης ἀποσπώμενος, οὔτε δὲ τὴν σωματι τὴν ὄψιν ἀπολείπεσθαι, ὅτι μὴ πᾶσα ἀνάγκη κατ αξιῶν τοῦ ποθουμένου. Αμα γοῦν ἀρχὴν τῆς ἄνωθεν κλήσεως καὶ ἀπο στολικῆς ἐκλογῆς κατηξιοῦτο, καὶ τῶν λόγων τῆς χάριτος ᾔσθετο, καὶ τὴν τῶν ἔργων δύναμιν τεθέατο, νεκροῦται μὲν αὐτίκα τῷ κόσμῳ παντί, μόνῳ δὲ ζωονται Χριστῷ. Νεκροῦται γονεῦσι, οἰκείοις, φί λοις, κτήμασι, χρήμασι, καὶ παντὶ συνελόντα φάναι τῷ αἰῶνι τῷδε, καὶ τοῖς ἐν αὐτῷ σταυρωθείς· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑαυτοῦ ἀλλοτριωθείς, καὶ ὅλον τὸ φρόνημα τῆς αὐτοῦ σαρκὸς ἀπολωλεκώς, μόνου γίνε και Χριστοῦ Ἰησοῦ, μόνης αὐτοῦ τῆς ὑπεραῤῥήτου καὶ μυστικωτάτης γενόμενος καλλονῆς καὶ ἀγλαΐας μόνον ἀναπνέων αὐτὸν, μόνον ὑπερτιμῶν καὶ δοξά ζων καὶ ὑπερευλογῶν, πῶς οὐκ ἔμελλες τῆς ἀνω τάτω καὶ πρώτης παρ' αὐτῷ κατηξιώσθαι τιμής; οἷς δὴ καὶ τῆς ἀκροτάτης τάξεως τῶν ἀποστόλων κατηξιωμένος, γέγονας αὐτῷ τῶν ὑψηλών μυστηρίων ἀκροατὴς, καὶ τῶν θεοτελῶν ἔργων θεατής γέγονας αὐτῷ δοῦλος πιστότατος καὶ φρονιμώτατος, διάκονος ἐνεργέστατος καὶ δραστικώτατος, μᾶλλον δὲ φίλος ἀληθέστατος καὶ δοκιμώτατος· καὶ τῇ χάριτι μὲν τοῦ Πνεύματος, συνέσει τε καὶ σοφίᾳ καὶ ταῖς ἄλη λεις ἱεροτελεστίαις καὶ δυνάμεσιν, οὐδενὸς ἀπ ελείπου τῶν μαθητῶν· κοινὴ γὰρ καὶ ἡ αὐτὴ τοῖς δώδεκα πρὸς τοῦ Πατρὸς τῶν φώτων ἐπέλαμπε φως ταγωγία, ἀμέσως αὐτοῖς καὶ κατ' ισομοιρίαν τὰς ἐγαθουργούς δωρεὰς ἐπιβραβεύουσα. Σοὶ δὲ μᾶλλον ὁ ὑπὲρ τοῦ διδασκάλου πόθος και ζῆλος κατὰ τοσοῦτον πεπλεόνακεν, καθόσον καὶ εἰς ἐπωνυμίαν ἡ ἀρετὴ κατέστη. Ὡς γὰρ τῷ Σίμωνε μὲν ἡ τοῦ Πέτρου προστέθειται προσηγορία, διὰ τὸ τῆς πίστεως έδραῖον καὶ ἀκλινές· τοῖς υἱοῖς δὲ Ζεβεδαίου βροντῆς ἀκοῦσαι διὰ τὸ μεγαλόφωνον υἱοῖς οὕτω καὶ σοὶ ἡ τοῦ Ζηλωτοῦ ἐπωνυμία διὰ τὴν τοῦ θείου ζήλου περιουσίαν προσετέθη. Ασπάζομαί σου τὸ θεοειδέστατον πρόσωπον, σεβασμιώτατε, καὶ προσκυνῶ, ᾧ εὐμενῶς ἐνέβλεψεν ὁ Κύριος· ὁ εὗρεν ἀληθῶς χάριν κατέναντι τοῦ προσ ώπου τοῦ Θεοῦ. Ασπάζομαι νοερῶς καὶ πανευλα δῶς τὰ σεπτότατα χείλη καὶ τὴν γλῶσσαν· τὰ μὲν, ὡς ἀεὶ τοῖς θεαρχικοῖς χείλεσιν ἐφηρμοσμένα τῷ πνεύματι, καὶ ἀσπασμῶν θεωτέρων κατηξιωμένα, καὶ τὴν ἀπὸ τοῦ ἀσπαζομένου θεουργικήν προσειληφότα χάριν· τὴν δὲ, ὡς γραφίδα τοῦ Πνεύματος,
col. 245–246page 109 of 261
PG 105:245ὡς ὄργανον λογίων Θεοῦ, ὡς ἐπαινέτιν Χριστοῦ, καὶ ὡς ἐπαινετὴν τῷ ὄντι καὶ θελητήν· δι' ἧς ἐκεῖνος ὑψώθη ἐν ἔθνεσιν, ὑψώθη ἐν γῇ. Φιλῶ σου τὰς τιμιωτάτας χεῖρας· περιπτύσσομαι καὶ τοὺς ὡραιοτάτους πόδας· χεῖρας, τὰς εὐφυῶς καὶ αἰσίως ὑπηρετησαμένας τῷ Κυρίῳ· τὰς τῷ Εὐαγγελίῳ τῆς χάριτος διακονησαμένας· τὰς τὸν τῆς ζωῆς πεπιστευμένας Λόγον· Λόγον, ὃν ἠρεύνης σαν, ἐν ἐψηλάφησαν καὶ εὗρον Λόγον όντα ζωής ᾧ συμφυόμεναι, καὶ Πνεύματι θείῳ συναρμολογούμεναι, χεῖρες ἐκείνου γενέσθαι κατηξίωνται· χεῖρες, ἔργων ὑπερφυῶν αὐτουργοί - θαυμασίων Θεοῦ θελη μάτων τελεσιουργοί. Προσκυνῶ καὶ τους πόδας, ὡς ἁρμα Χερουβικόν ὡς ὀχοῦντας ἐφ᾽ ἑαυτοῖς τὸν οὐρανοὺς πληροῦντα καὶ γῆν, τὸν ἐν τῷ παντὶ τῷδε καὶ τοῦ παντὸς ἔξω καθεστώτα· πόδας, τοὺς πᾶσαν μικροῦ διαδραμόντας τὴν γῆν, τοὺς ἰθυτενεῖς καὶ ἀνωφόρους, τοὺς πτερωτούς καὶ πτηνούς, οἷοι τῶν Χερουβείμ τοὺς ἀστραπῆς δίκην θέοντας, καὶ ἀμηχάνῳ ταχύ τητι περιοδεύοντας τὴν γῆν, καὶ ἐν εὐλογίαις χρη στότητος προφθάνοντας τους πιστούς. Ασπάζομαι, καὶ λίαν τιμῶν περιπτύσσομαι καὶ σὲ ὅλον, ὅλος δι᾿ ὅλου τῇ διανοίᾳ περιφύς· καὶ τῷ πνεύματι κατοπτριζόμενος, καὶ τῇ μνήμῃ περιλαμπόμενος, οἷα υπερῷ καὶ ἀχράντῳ καὶ ἄλλῳ φωτί, τῷ προσώπῳ τῆς ὑμετέρας περιαυγάζομαι θεοπρε πείας. 'Αλλ' ίδωμεν, ὡς ἐφικτόν, καὶ τὴν κατὰ τὸ Εὐαγ γέλιον εὐδοκίμησιν τοῦ Ζηλωτοῦ· καὶ γὰρ ὡς ἀλη θῶς τῷ ἀληθινῷ μαθητεύσας φωτί, καὶ τὸ θεαρχικόν φῶς ὅλον διειδεστάτῃ δεδεγμένος διανοίᾳ, καὶ φωτοφανής όλος, καὶ υἱὸς φωτὸς καὶ φῶς αὐτόχρημα γεγονώς, μετὰ τὴν τοῦ ἀρχιφώτου φωτὸς ἐπὶ τοῦ σταυροῦ δύσιν, μετὰ τὴν ἐξ ᾅδου τριέσπερον ἀνα τολήν, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν· εἴτ᾿ οὖν ὑπεράῤῥητον τοῦ αὐτοῦ ἀποκρυφήν· μετὰ τὴν τε λειοτέραν τοῦ Παρακλήτου παρουσίαν, ἡνίκα δὴ τοῖς μεγάλοις τοῦ Λόγου καὶ πρώτοις ἐν ὑπερῴῳ συγ καθήμενος ὁμιληταῖς, ἐν γλώσσαις πυροειδώς όρω μέναις, καὶ βιαίας ἤχῳ πνοῆς, τὸ Πνεῦμα πατρόθεν κατιόν, ἀγαθοειδεῖ καρδίᾳ καὶ βασιλικωτάτη κατα δέδεκται· τότε δὴ καὶ σοφίας τελείας πληρωθεὶς, καὶ θεοπρεπεστάτων σημείων καὶ τεράτων ἐξουσίαν καὶ δύναμιν ἄνωθεν ἐνδυθεὶς, καταλείπεις μὲν Τψαν, πρὸς τὰ Ἑσπέρια δὲ, διὰ τοῦ Πνεύματος ὁδηγούμενος, μέγας ἥλιος καὶ ὑπερφαής, τῇ τε Λιβύη πά σῃ, Αφρικῇ τε καὶ Μαυριτανίᾳ, καὶ πᾶσι δὲ τοῖς τὴν Εσπερίαν οἰκεῖν λαχοῦσιν ἐξανέτειλες γῆν. Τίς οὖν ἐννοηθῆναι νοι, τίς δὲ ἱκανὸς διασκευάσαι λόγῳ τοὺς πόνους, τους κόπους, τους φόβους, τους ὑπὲρ τῆς ὁδοῦ κινδύνους· τὰς ἀγρυπνίας, τὰς φρον τίδας, τὰς ὀδύνας, τὰς ἀκαταστασίας, τὰς παρὰ τῶν βαρβάρων ἀπίστων καταδρομάς, τὰς ἐνέδρας, τὰς πληγὰς, τὰς εἰρητὰς, τὰς ἐπαναστάσεις καὶ ἐπισυστάσεις· τὰς ἀντιλογίας καὶ συκοφαντίας· τὰς
col. 247–248page 110 of 261
PG 105:247αἰκίας καὶ λοιδορίας, καὶ αὐτοῦ πάσας τὰς ὑπὲρ τοῦ Εὐαγγελίου περιόδους· καὶ πάσας τὰς θλί ψεις, ἃς ἡμέραν ἐξ ἡμέρας ὁ μακαριώτατος που λιορκούμενος ὑπομένων ὑπέμενε τὸν Κύριον, ἕως αὐτῷ προσχών, καὶ τῆς δεήσεως εἰσακηκοώς, θύραν " πίστεως ήνοιξε τοῖς ἔθνεσιν· ἕως οἰκτείρας ἀνήγαγεν αὐτὸν ἐκ λάκκου ταλαιπωρίας, καὶ ὥσπερ θαλάσσης κλύδωνι, τῇ κατ' αὐτοῦ τῶν ἀσεβῶν ἐπιτετιμηκὼς ἐπαναστάσει, καὶ τὸ φλεγμαῖνον τῆς αὐτῶν διανοίας κατευνάσας, καὶ τὸ δαιμονιώδες όρμημα πραΰνας, καὶ πρὸς τὸν θεῖον φόβον ἐν σημείοις καὶ τέρασι μεταβαλὼν φοβεροῖς· καὶ οὕτως αὐτοὺς πρὸς συγ κατάθεσιν καὶ πίστιν τῆς ἀληθείας τοῦ Εὐαγγελίου μεταγαγών, ἐῤῥύσατο μὲν τὸν αὐτοῦ κήρυκα τῆς καταιγίδος τῶν φονευτῶν· τοὺς δὲ καθάπερ ἐκ πε λάγους, τῆς ποικίλης αὐτῶν ἀσεβείας ἐκλυτρούμενος, ὡς ἐπὶ λιμένα σωτήριον, τὸν μέγιστον Σίμωνα προσώρμιζεν· οἱ καὶ τῇ πέτρᾳ τῆς ἀκλινοῦς αὐτοῦ πίσ στεως επερειδόμενοι, καὶ τῷ ὕδατι καθαιρόμενοι καὶ τῷ Πνεύματι φωτιζόμενοι, καὶ τοῖς ἱεροῖς δι' αὐτοῦ μυστηρίοις τελεσιουργούμενοι, εἰς Ἐκκλησίας ἀμώ μους τῷ ὑπεραμώμῳ κατηρτίζοντο. Οὕτως ὁ θεομακαριστότατος Ζηλωτής, τῆς ἀντιτεταγμένης αὐτῷ περιγέγονε δυνάμεως· καὶ οὕτω τοὺς ἐχμαλωτισμένους ὑπ' αὐτῆς αἰχμαλωτίζων, ἡμέραν καθ' ἡμέραν τῇ Ἐκκλησίᾳ τοὺς σωζομένους προσετίθει. Καὶ γὰρ ἦν ὁρᾶν ἀκραιφνὴ τοῦ Θεοῦ ἐν αὐτῷ τὴν ὁμοιότητα· ἦν ὁρᾷν ἁπλοῦν καὶ που λυειδὴ τὸν αὐτόν. Καὶ δν τρόπον ὁ ἥλιος εἷς μὲν τὴν φύσιν, τῷ μονοειδεῖ τοῦ φωτὸς, ποικίλος δὲ δείκνυ καὶ ταῖς ἐνεργείαις· οὕτω καὶ ὁ μέγας ἀπόστολος, ἀναμνὴς μὲν ἤτοι χριστοειδής, τῷ περὶ πάντας ἀγα θοπρεπεῖ τῆς συνειδήσεως, ποικίλος δὲ ταῖς προς νοίαις καὶ ταῖς περὶ τὰς Ἐκκλησίας φροντίσι καθ φράτο· καὶ νῦν μὲν σιωπὴν εὐλογον, νῦν δὲ λόγον καίριον ενδεικνύμενος· νῦν μὲν ἀνθρωποπρεπέστε ρον τοῖς ἐντυγχάνουσιν ὁμιλῶν, καὶ τὰ ὑψηλότερα τοῦ Εὐαγγελίου παρακαλυπτόμενος, νῦν δὲ τὴν ἀλή θειαν παρρησιαζόμενος, καὶ τὸν ὑπ' αὐτοῦ κηρυσ σάμενον Ἰησοῦν, Θεὸν εἶναι προαιώνιον, τέλειον, ἄναρχον, ἀτελεύτητον διαμαρτυρόμενος· Θεὸν ἀλη θῆ καὶ ζῶντα, ἐξ ἀληθινοῦ καὶ ζῶντος ἀεὶ τοῦ ἰδίου γεννώμενον Πατρός· ἀσώματον ἀσωμάτου· ἅγιον ἁγίου· φῶς ἐκ φωτός, ζωὴν ἐκ ζωῆς, ὁμότιμον καὶ ὁμόθεον καὶ ὁμοάγαθον· δι᾿ οὗ οὐρανός τε καὶ γῆ παρήχθη, καὶ ὁ σύμπας διακοσμήθη κόσμος. Τοῦτον νῦν σάρκα γενέσθαι, τὴν ἡμετέραν εὐτέ λειαν ὑπὲρ ἡμῶν ἐκ παρθενικῆς καὶ ἁγίας νηδύος ὑποδύντα· καὶ σταυρῷ καὶ πάθεσι καὶ θανάτῳ προσωμιληκότα, ἀπάθειαν ἡμῖν καὶ ζωὴν αἰώνιον διὰ τῆς ἐκ νεκρῶν τριημέρου αναστάσεως παρα σχεῖν· ὅν καὶ ἀναληφθῆναι βλεπόντων ἡμῶν εἰς τὸν οὐρανὸν, καὶ ἥξειν ἐμφανῶς αὖθις ἐκεῖθεν προσδοκῶμεν, εἰς κρίσιν ἅπαν τὸ πλάσμα παραστήσοντα. Καὶ νῦν μὲν ἐλέγχων τὴν ἄνοιαν, τὴν ἀσέβειαν τῶν μὴ ἐπεγνωκότων τὸν Θεὸν, τὸν οἰκεῖον πλά
col. 249–250page 111 of 261
PG 105:249στην καὶ δημιουργὸν τοῦ παντός νῦν δὲ παρακαλῶν, νουθετῶν· φυσικοῖς ἐνθυμήμασιν πρὸς τὸν εὐ. εργέτην τοὺς ἀγνώμονας ὁδηγῶν· αἰσχρὸν εἶναι λέγων καὶ ἱκανῶς ἄλογον, μηδ' ἴσα τοῖς ἀλόγοις κτήνεσι τὸν εὐεργέτην εἰδέναι· τὸν καὶ κτίσαντα τὴν ἀρχὴν, καὶ αὖθις ἡμᾶς τοῦ ἰδίου αἵματος κατακτη σάμενον· ἄρτι μὲν ἐπὶ συναγωγὰς ἁρπάζεται καὶ δικαστήρια καὶ πονηροτάτους κριτάς, καὶ τῷ Εύαγ γελίῳ παρρησιάζεται· καὶ ὑπὸ μὲν τῶν μυκτηρίζεται καὶ χλευάζεται· ὑπὸ δὲ τῶν ἐπαινεῖται καὶ θαυ μάζεται· ἄρτι δὲ τὸν νῶτον αἰκίζεται, καὶ ξύλοις συγκόπτεται, καὶ εἱρκταῖς συγκλείεται, καὶ ἀλύ σεσιν ἔστιν ὅτε καλλωπίζεται καὶ σεμνύνεται. Κα! ποτὲ μὲν ἐπιφανείας Χριστοῦ κρείττονος καὶ ἀντιλήψεως, καὶ θαυμασίας τῶν λυπούντων ἀπαλλαγῆς καταξιοῦται· ποτὲ δὲ θαυματουργεῖ τῷ πνεύματι Κατὰ ποταμῶν καὶ ἐλῶν. Σίμων θαυμάσιος, τῶν ἀποστόλων τὸ καύχημα, ὡς βολὺς ἐξαστράπτουσα διῆλθε τὰ πέρατα εκδιώ των ζόφον τῆς πολυθείας, σωτηριώδεσιν αὐτοῦ καὶ φωτοβόλοις θείοις διδάγμασι, καὶ πάντας κατερών η εισε μίαν δοξάζειν θεότητα ἐν τρισὶν ὑποστάσεσιν ἀδιαίρετον, άτμητον. Σίμων ὁ θαυμάσιος διαδραμὼν εἰς τὰ πέρατα ὡς τροχός κυλιόμενος, πᾶσαν γῆν κατέφλεξεν εἰδωλο μανοῦσαν, καὶ τῇ εὐσεβείᾳ πυρσεύσας, τηλαυγείς πυρσοὺς ἀνῆψε πιστοῖς πανένθεα· πάντας γὰρ κατ εφώτισε, κ. τ. έ. Σίμων ὁ θαυμάσιος ὁ παμφαὴς καὶ ὑπέρτιμος τῶν ἐθνῶν ὁ διδάσκαλος, σαγήνη ἡ ἔνθεος ἐκ τῆς ἀπο ωλείας τοῦ βύθου ζωγροῦσα, θεολογίας υψηλῆς ὁ ἀληθέστατος κήρυξ, ἅπαντας Χριστοῦ πρὸς τὴν ἐπίσ γνωσιν, νῦν δεξιῶς εἰστιᾶτο, τὰ αὐτοῦ κατορθώματα προτιθεὶς πανδαισίαν τερπνήν. τὰ παραδοξότατα, καὶ νεκροὺς ἀνίστησι, καὶ χωλούς αναβώννυσι, καὶ παραλελυμένους τῇ ἐπικλήσει στεῤῥοποιεῖ τοῦ Ἰησοῦ· ἤδη δὲ καὶ τυφλοῖς ὁρᾷν, καὶ κωφοῖς ἀκούειν, καὶ ἀφώνοις επιτρέπει λαλεῖν. Εῶ λέγειν ὅσας κατὰ ποταμῶν καὶ ἐλῶν τῇ αὐτῇ δυνάμει παρέδειξαν καινοτομίας· τοὺς μὲν τῆς "Αθλησις τοῦ ἁγίου απο στόλου Σίμωνος τοῦ Ζηλωτού. Οὗτος ὁ ἀπόστολος εἷς τῶν σ' ὢν (τῶν ιβ') καὶ τοῖς ἀποστόλοις ἐν τῷ ὑπερῴῳ συνών, ὅτε πυρίνων εἴδει γλωσσῶν τὸ ἅγιον Πνεῦμα ἐπεφοίτησεν, καὶ τούτου πλησθείς, καὶ τὴν γῆν σχεδὸν ἅπασαν διαδραμών, πᾶσαν κατέφλεξε τῆς πολυθείας ἀπάτην. Μαυριτανίαν γὰρ καὶ τὴν ᾿Αφρῶν χώραν διαδραμών, ὕστερον ἐν Βρεταννία γενόμενος, καὶ πολλοὺς διδάξας καὶ φωτίσας, σταυρῷ ὑπὸ τῶν απίστων προσπήγνυται, καὶ τὸ σῶμα αὐτοῦ ἐκεί θάπτεται. Οὗτός ἐστι Σίμων ο Ναθαναήλ, ὃς ζήλῳ διάπυρος ζηλῶν Θεῷ παντοκράτορι, κλήσιν τὸν τρό που εκτήσατο.
col. 251–252page 112 of 261
PG 105:251Αεροφόρου ανακόπτων φορᾶς, καὶ τοῖς καθήκουσι χώροις ἐπιέναι τῆς διαβάσεως ἐν ὀνόματι παραγγέλ των Χριστοῦ· τὰ δὲ τῷ αὐτῷ ὀνόματι ξηραίνων, ὡς τὰ πρὶν ἄβατα βάσιμα τοῖς προσοίκοις καθεστάναι ἐῶ ταῦτα, καὶ ὅσα ἄλλα κατά των στοιχείων ὁ θαυμασιώτατος επιδεικνύμενος· καὶ ὅσα πρὸς εὐεργεσίαν τῶν ἀνθρώπων τερατουργῶν, καὶ τούτοις χώ ρας όλας καὶ πόλεις πρὸς τὴν ὑπερφυά τοῦ Ἰησοῦ διδαχὴν ἐξιστῶν, τῇ πίστες κατασφραγίζει, καὶ τῆς κακῆς συνηθείας καὶ πλάνης καὶ δεισιδαιμονίας άφι στῶν, διὰ τοῦ Χριστοῦ προσοικειον τῷ Θεῷ· καὶ νῦν μὲν τοῖς προκατηχημένοις τὸν λόγον, νῦν δὲ τοῖς ἀν ηκόοις ἐπιδημεῖ· πάλιν ἠπείρου μακράς, πάλιν μα προτέραν κατατομα πελαγών· αὖθις ἀγωνιά, σφα δάζει καὶ τρύχεται, ἔθνεσι δεινοτάτοις καὶ σκληροτά τοις περιτυχών· αὖθις δὲ χαίρει καὶ ἀγαλλιᾶται καὶ ήδεται, εἰς γαλήνην τὸν χειμῶνα μεταβεβλημένον ὁρῶν, καὶ τὴν ἀγριότητα καὶ ἀπιστίαν εἰς ἡμερότητα τε καὶ πίστιν μεταποιουμένην. Έστι μὲν ὅτε καθ' ένα φωτίζει τους παρατυγχάνοντας· ἔστι δ' ὅτε καὶ πλείοσι κατὰ ταὐτὸν ἀνδράσι καὶ γυναιξί, πλουσίοις καὶ πένησιν, ἄρχουσι τε καὶ ἰδιώταις νομοθετών, κοινὸς πάντων διδάσκαλος, ποιμήν τε καὶ σωτὴρ ἀγαθὸς, κατὰ τὴν ὁμοιότητα δείκνυται Χριστοῦ. Τοιοῦτος ὁ τοῦ ἀποστόλου βίας καὶ τρόπος· καὶ ταύτην εἶναι βραχείαν ὑπόμνησιν τῶν πολυχρονίων αὐτοῦ πόνων καὶ κικροτάτων περι όδων Ἐντεῦθεν πολλὴν μὲν ἤπειρον, πολλὴν δὲ παρ ἄλιον, καὶ νήσους δὲ οὐκ ὀλίγας τῷ κηρύγματι περι λαβών· Ἐκκλησίας τε πλείστας, ἱερέας τε καὶ ἀρχιερέας ἀφιερωσάμενος Κυρίῳ· καὶ ἤδη τὸ ἔργον τῆς ἱερουργίας τοῦ λόγου περαινόμενος, καὶ αὐτῶν ἤδη τῶν στεφάνων πλησίον γινόμενος διαπλεῖ μὲν τὸν ἑσπέριον Ὠκεανὸν, πρὸς ταῖς Βρετανικαῖς δὲ καλουμέναις καταίρει νήσοις· &ς τῆς ὅλης οίκους μένης τέλος φασίν· μηδὲ γὰρ ἐπέκεινα γῆν εἶναι, μήτ' οὖν τὸ πέλαγος μετ' αὐτὰς περατόν. Ἐκεῖ Σίμων ο τρισμακαριώτατος γενόμενος, καὶ τὸν λόγον τῆς ἀληθείας εὐαγγελισάμενος· καὶ πολλοὺς μὲν πιστεύσαντας τῷ λόγῳ τῆς χάριτος σφραγισάμενος, πλείστας δὲ καὶ παρὰ τῶν ἀντιλεγόντων τῇ ἀληθείᾳ ἐπιβουλὰς ὑποσχών· τέλος ὑπὸ τῶν τῆς ἀσεβείας συναρπασθεὶς υπασπιστών, προσε ηλοῦται σταυρῷ· τέλος ἄξιον τῆς ἐπιθυμίας, καὶ τῶν ὑπὲρ τοῦ ἐσταυρωμένου πόνων, τὸν ὑπὲρ ἐκείνου δεξάμενος σταυρόν· καὶ τῇ ὁμοιότητι τοῦ πάθους δοξάζων αὐτὸν καὶ δοξαζόμενος ἐν αὐτῷ. Τοίνυν ἐπὶ τοῦ σταυροῦ καθάπερ ἄλλος ἐσταυρωμένος Ἰησοῦς, μετὰ τὰς μακρὰς πρὸς τοὺς παρόντας τῶν ὄχλων ὁμιλίας, μετὰ τὰς συντεταμένας προς Κύριον προσευχάς, τὰς ὑπὲρ τῶν πιστῶν, τὰς ὑπὲρ τῶν ἀπίστων· τῶν μὲν, ὅπως ἐμμένοιεν ἀπαρακίνη τοῦ τῇ ἀληθείᾳ, τῶν δὲ, ὅπως ἐπιστραφεῖεν πρὸς τὸν Θεὸν τὴν ἰσχυρὸν, τὸν ζῶντα, καὶ πιστεύσαντες σω
col. 253–254page 113 of 261
PG 105:253θῶσιν· μετὰ ταῦτα γοῦν, τοῦ κόσμου μὲν τέλεον καὶ τοῦ σώματος ἐξιστάμενος, πρὸς ἑαυτὸν δὲ συννενευκὼς ὅλος, καὶ δι' ἑαυτοῦ πρὸς τὸν, ἐν ᾧ διὰ πίστεως ἦν ἀεὶ μεθιστάμενος, ἀποδιυλίζεται μὲν καθάπερ τοῦ σώματος, πάλαι τὸ σάρκινον φόρημα νενεκρωμένος οἷα δὲ πτερῷ κούφῳ καὶ οὐρανοπόρῳ τῷ πνεύματι διαιρόμενος εἰς οὐρανοὺς, ὁρᾷ μὲν τὰς οὐρανίας ἀνα πεπταμένας αὐτῷ πύλας· ὁρᾷ δὲ καθαρῶς τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ δεξιῶν τῆς Πατρώας μεγαλωσύνης ίδρυ μένον· καὶ αὐτὸς ὑπὸ πάσης νοερᾶς καὶ ἁγίας δορυ φορούμενος ταξιαρχίας, πρόσεισι μυστικῶς καὶ ἀ ῥήτως τῷ τῆς δόξης ἐν ἀγαλλιάσει Παμβασιλεῖ· καὶ αὐτῷ πρόσωπον πρὸς πρόσωπον ἐντετυχηκὼς καὶ ὑπερφυῶς αὐτὸν ὑμνηκώς· καὶ τῷ στεφάνῳ τῆς δι καιοσύνης παρὰ τῆς δεξιᾶς ἐστεφανωμένος τοῦ Ἰη σοῦ· καὶ ἀῤῥήτου δεξιώσεως καὶ τιμῆς καταξιωθείς. τοῖς ἀνωτάτω καὶ πρώτοις τοῦ Θεοῦ συναρμόζεται καὶ συνενοῦται παισίν. Τοῦτό σοι, θεσπέσιε τοῦ Λόγου και λογιώτατε μα θητά· τοῦτο τῶν μακρῶν ὑπὲρ τοῦ διδασκάλου πόνων τὸ γέρας αντάξιον, αὐτῷ ἐκείνῳ συναφθῆναι· καὶ ὥσπερ ἐδόξασας αὐτὸν ἐπὶ τῆς γῆς, οὕτως ἐν οὐρα νοῖς αὐτῷ συνδοξασθῆναι· καὶ ὥσπερ τῶν παθημά των ὑπερβαλλόντως ἐκοινώνησας, οὕτω καὶ τῆς αὐ τῆς αὐτῷ βασιλείας συμμετασχεῖν. Χαῖρε τοίνυν, ὦ θεομακαριστότατε καὶ τιμιώτατε Σίμων, τὸ τῆς ὑπακοῆς ὄνομα· τοῦτο γὰρ ἡ σημα σία· τὸ ἀξιεπαίνετον Θεῷ πράγμα καὶ ἀξιοπόθητον καὶ ἀγγέλοις μὲν ζηλωτόν, δαίμοσι δὲ φρικτόν καὶ πιστοῖς μὲν αἰδέσιμον καὶ ἐράσμιον, ἀπίστοις δὲ βαρύ τε καὶ ἀποτρόπαιον. Χαῖρε, Χριστοῦ ζηλωτὰ θερμότατε καὶ δραστήρια τοσούτῳ τῷ θείῳ ζήλῳ τὸν Φινεές ἐκεῖνον, τὸν Ἠλίαν, τὸν Ἑλισσαῖον, καὶ τοὺς ἐπὶ τούτῳ μαχα ριζομένους ὑπερβάλλων τῶν προφητῶν, ὅσῳ τῷ μα θητεῦσαι Χριστῷ πλείονος θεογνωσίας καὶ θερμοτέρας τῆς πίστεως εὐμοιρηκώς, θερμοτέραν καὶ τὴν ὑπὲρ τοῦ ἀγαθοῦ προθυμίαν κατενήνοχας καὶ σπου δήν. Χαῖρε, ὅτι δι' ἑαυτοῦ σεμνύνας τὴν πατρίδα τὴν ἐπὶ γῆς, τῆς μὲν τέλεον ὑπερανέστης, τὸν οὐρανὸν δὲ, ὡς οὐράνιος ᾤκησας παῖς· καὶ Σιών, Θεοῦ τὴν μητρόπολιν, πατρίδα ἀληθῆ ἐγνωκώς, Σιωνίτης μᾶλ λον ή Κανανίτης ἀξίως προσηγόρευσαι· ὥσπερ πατέρα μὲν πατρός, κλῆρον δὲ κλήρου, ἀδελφοὺς δὲ ἀδελφῶν, οὕτω καὶ πατρίδα τῆς πατρίδος, τὰ ἐπίσ κηρα καὶ λυόμενα τῶν ἑστώτων καὶ ἀκηράτων έχε φρόνως αμειψάμενος. Χαῖρε, τοῦ Πατρὸς μὲν ὑπηρέτα, οἰκονόμε δὲ μυ στηρίων τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος λειτουργό Αν τοῦ μὲν κήρυξ καὶ διάκονε· τοῦ δὲ μάρτυ; καὶ ἀπό τ στολε· τοῦ δὲ μύστα· καὶ γραμματεῦ· τῆς μιᾶς

Oration XIIIOratio XIII

col. 255–256page 114 of 261
PG 105:255Θεότητος δοξαστά· τῶν τριῶν ὑποστάσεων μυστολέκτα καὶ θεωρητά. Χαῖρε καὶ κατατέρπου, ότι συμβασιλεύσεις εἰς αιώνας Χριστῷ, καὶ ἐπὶ θρόνου δόξης σὺν αὐτῷ καθιῇ, τιμῆς ἀφάτου πληρούμενος καὶ λαμπρότητος ἀλλὰ μηδὲ τῆς ἡμῶν βραχύτητος ἐπιλέλησο· μέμνησο δὲ τῆς ὀλίγης ταύτης, ὦ τρισμακαριώτατε, προσλαλιᾶς, καὶ ὡς τοῦ ὑπεραγάθου Θεοῦ μιμητής, πλουσίᾳ χειρὶ τῆς προθέσεως ἀντάμειψαι· καὶ τῇ εὐθείᾳ τοῦ Υψίστου συμβίβασον ὁδῷ· καὶ ταῖς ἱκετηρίαις σου, κατεύθυνον ἐν αὐτῇ, καὶ ταῖς ἐπισκιάσεσι κατάρτι και κατ' αὐτὴν, καὶ τελείοις Θεοῦ θελήμασι, καὶ ἀγαθοῖς ἐνευδοκιμηκότας πρόσδεξαι ἡμᾶς ἐπὶ τέλους, θαυμάσιε Ζηλωτά! εἰς τὰς μακαρίας τοῦ Πατρὸς ἐν ἀγαλλιάσει μονάς· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΙΓ'. Εἰς τὸν ἅγιον καὶ παντεύφημον ἀπόστολον Ιού δαν τὸν Θαδδαίον Ὁ μὲν μακάριος Ἰακὼβ ἐκεῖνος ὁ καὶ Ἰσραὴλ, ἐπὶ τέλει ποτὲ τοῦ βίου γενόμενος, καὶ τοὺς υἱοὺς βαῖος ὁ ἐπικληθείς Θαδδαίος, τοῦ τετραγραμμάτου ὁ τοῦ Ἰακώβου, ἀδελφὸς δὲ Ἰακώβου
col. 257–258page 115 of 261
PG 105:257εὐλογῶν· μᾶλλον δὲ πρόῤῥησιν τῶν κατὰ φυλὴν ἑκά 19 Οὗτος ἐν μὲν τῷ κατ' αὐτὸν εὐαγγελίῳ καὶ ταῖς Πράξεσιν, Ἰούδας επονομάζεται. ἐν τῷ κατὰ Λουκᾶν. τοῦ ἁγίου ἀποστόλου Ιούδα, ἀδελφοῦ κατὰ σάρκα χρηματίζοντος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὃς ἦν υἱὸς Ἰωσὴφ τοῦ μνήστορος, καὶ ἀδελφὸς Ἰα κώβου τοῦ ἀδελφοθέου γνήσιος κατὰ φύσιν. Οὗτος παρ' αὐτοῦ τοῦ Χριστοῦ εἰς τὸν σύμπαντα κόσμον πεμφθείς, τὴν σωτηρίαν καταγγέλλει τοῖς ἔθνεσι, καὶ πολλούς τόπους διαμειψάμενος, καὶ πολλὰς πόλεις καὶ λαοὺς εἰς τὴν τοῦ Χριστοῦ χειραγωγήσας πίστιν, εἰς τὴν Μέσην τῶν ποταμῶν παραγίνεται, ἐκκλησίας ἐκεῖθεν καταφυτεύσας, καὶ τοῖς ὁμόροις ἔθνεσι τὸ Εὐαγγέλιον κηρύξας, καὶ τὴν Ἔδεσσινών καταλαμβάνει, καὶ τῷ Αὐγάρῳ περιτυχών, καὶ τοῦ συνέχοντος πάθους ἐλευθερώσας αὐτὸν ὑπὸ τῶν ἀπίστων αναρ τηθεὶς ἐν 'Αρὰτ τῇ πόλει θνήσκει. Ο; ἔτι περιών ἅπασιν ἀνθρώποις θεόπνευστον καὶ πολλῶν δογμά των έμπλεων επιστολὴν ἐπιστείλας, πλείους θανών ἢ ζῶν δι' αὐτῆς ἐπιστρέφει προς θεοσέβειαν. στην ἀποβησομένων τῷ πνεύματι ποιούμενος, Ιούδα! σὲ αἰνέσαισαν, προηγόρευσεν, οἱ ἀδελφοί σου.
col. 259–260page 116 of 261
PG 105:259Δι χειρός σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου προσ κυνήσουσί σοι υἱοὶ τοῦ πατρός σου, καὶ ὅσα τῆς εὐλογίας ἑξῆς. "Α πάντα κατ' οὐδὲν, ἢ μικρός ἐκείνῳ συνέβαινεν· ἐναργῆ δὲ τὴν ἔκβασιν καὶ τρι νεστάτην, ἐπὶ τῷ ἐξ Ἰούδα μέλλοντι φύναι Χριστῷ, τὰ τῆς προφητείας καταδέδεκται. Οὗτος γὰρ ὁ ἀληθινὸς Ἰούδας, ὁ τῷ Πατρὶ, τῷ ἐν τοῖς οὐρανοῖς, κατὰ τὴν τοῦ ὀνόματος σημασίαν, ἐξω ομολογούμενος· οὐ μόνον δὲ, ἀλλὰ καὶ ὅσοι τούτῳ γνησίως καὶ πιστῶς μαθητιώσιν. Οὐ γὰρ ὅσοι ψιλῆς μεταποιούνται τῆς προσηγορίας, ἀξιοπρεπῶς ἂν κληθείεν Ἰουδαῖοι. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, φη σίν, Ἰουδαῖος, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ. Ὥσπερ οὐδὲ πάντες οἱ ἐξ Ισραήλ, οὗτοι Ισραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Αβραάμ, πάντες τέκνα· ἀλλ' οἱ πρὸς μόνην Θεοῦ τὴν ἐλπίδα διὰ πίστεως ἀνατεινόμενοι (τοῦτο γὰρ τὸ ἔργον τοῦ ᾿Αβραάμ)· καὶ Θεὸν, ὡς ἐφικτόν, ὁρᾷν ἀξιούμενοι· τοῦτο γὰρ Ισραήλ. Οὗτοι καὶ νόμον τηροῦσι τῆς περιτομῆς· οὐ τὸν ἐν γράμ ματι καὶ σκια, ἀλλὰ τὸν ἐν πνεύματι καὶ ἀληθείς, ἐν τῇ τοῦ παλαιοῦ ἀνθρώπου ἀπεκδύσει ή νεκρώσει. Οὗτοι νόμῳ στοιχοῦντες, καὶ ἀδιαλείπτως ἐξομολογήσει καὶ προσευχή προσκαρτερούντες, ἐν τῇ τοῦ καινοῦ ἀνθρώπου ἀναλήψει ἢ ἀνακαινώσει. Ὥσπερ οὖν πάσης ενεργείας θεοτελοῦς, πάσης ἀρετῆς, πάσης χάριτος ρίζα καὶ πηγαία πέφυκεν αιτία Χριστός - δευτέρως δὲ κατ' αναλογίαν τῆς πρὸς αὐτὸν ὁμοιότητος, καὶ οἱ ἐξ αὐτοῦ κοινωνοὶ καθεστασι τῶν αὐτῶν· οὕτω καὶ ἡ δύναμις τῆς ἐξομολογήσεως προηγουμένως μὲν τῷ διδασκάλῳ, κατὰ τὴν ἐξ – ἐκείνου δὲ μέθεξιν καὶ τοῖς μαθηταῖς ἐνθεωρεῖται τοῖς τ' ἄλλοις πᾶσι, καὶ πρὸ αὐτῶν τῷ καὶ προσηγορίαν προνοία κρείττονι τὴν πρᾶξιν αὐτὴν κληρωσαμένη. Αἰνέσωμεν τοιγαροῦν Ἰούδαν, κατὰ τὴν τοῦ πα τριάρχου προφητείαν· τὸν τῆς ἐξομολογήσεως ἐπώνυμον. Αινέσωμεν καὶ προσκυνήσωμεν τὸν ἀξίως τοῦ ἱεροῦ ὀνόματος πολιτευσάμενον· τὸν ὥσπερ τῶν ἄλλων ἀρετῶν, οὕτω καὶ ταύτης υπερβαλλόντως και κοινωκότα Χριστῷ· τὸν θερμότατον τὴν πίστιν, καὶ τὴν ἀγάπην δοκιμώτατον, καὶ τὴν γνῶσιν τε λειότατον μαθητήν· τὸν τῆς ὑψηλῆς τῶν ἀποστόλων καὶ ἱερᾶς δωδεκάδος συμπληρωτήν. Αινέσωμεν, οὐ τὸν Ἰσκαριώτην· μακρὰν γὰρ ἐκεῖνος ἀπὸ τῆς εὐ λογίας, ὅτι ἠγάπησαν κατάραν, καὶ ἦλθεν αὐτῷ ἀλλὰ Ἰούδαν, τὸν ἀμφοτέρωθεν περίβλεπτόν τε καὶ εὐγενέστατον· καὶ τοῖς φυσικοῖς, καὶ τοῖς ὑπὲρ φύσιν πλεονεκτήμασιν ὑπερφυῶς λαμπρυνόμενον καὶ καλλωπιζόμενον· τὸν κάτω μὲν ἐπὶ γῆς, ἔκγονον μὲν Ἰωσήφ, Ἰακώβου δὲ ἀδελφόν· ἄνω δὲ, παῖδα μὲν Θεοῦ, σύγγονον δὲ Χριστοῦ. Τὸν ἀπόγονον μὲν τοῦ βασιλέως Δαβίδ· συγγενέα δὲ κατὰ σάρκα Χριστοῦ· εἴπερ δὴ καὶ Ἰωσὴφ αὐτὸς ὁ πατὴρ, συγ γενὴς τῇ μνηστῇ καθίστατο Μαριάμ. Τὸν ἐγγὺς μὲν περιφανῆ, καὶ λαμπρὰ κεκτημένον τὰ τῆς δικαιοσύν της υποδείγματα· οὕτω δὲ παρευδοκιμηκότα και
col. 261–262page 117 of 261
PG 105:261αποκωρίς περιουσίᾳ τῆς ἀρετῆς ὑπερβαλόντα, ὡς ἐκείνους ἐκ τοῦδε πολὺ μᾶλλον ἢ τοῦτον ἐξ ἐκείνων γνωρίζεσθαι καὶ λαμπρύνεσθαι. Τοῦτον ἡγοῦμαι καὶ εἰς τύπον τῆς ἐξ Ἰουδαίων ἁγίας Εκκλησίας παρειλήφθαι. Ἐπειδὴ γὰρ ἔμελλε διχῇ τὸ Ἰουδαίων μερισθέν γένος, τὸ μὲν οἰκειωθῆ και Θεῷ, τὸ δ' ἀποτεθῆναι τὸ μὲν διὰ πίστεως δικαιούμενον, τὸ δὲ δι' ἀπείθειαν κατακρινόμενον· καὶ τὸ μὲν ἐποικοδομηθῆναι τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, τὸ δὲ τρόπῳ κλάδων ξηρῶν καὶ ἀκάρπων τῆς ἁγίας ἐκκλασθῆναι ρίζης· τύπος μὲν τῆς ἐκας κομμένης Συναγωγῆς ἐκεῖνος ὁ δυσώνυμος ἀπελήλεγκτο προδότης· τύπος δὲ τοῦ σεσωσμένου τῆς ἱερᾶς Ἐκκλησίας καταλείμματος, ὁ μακαριώτατος Ἰούδας, ὁ νῦν ἐπαινούμενος ἐδείκνυτο καὶ ὥσπερ ΑΧΑΙΣ, η ἐκεῖνος δι᾽ ἁμαρτίας ἄκρας οἰκειωθείς τῷ διαβόλῳ, εἰς ἀπώλειαν τῶν ἑπομένων καθηγεῖται, οὕτω δια τῆς τελείας δικαιοσύνης οὗτος τῷ Χριστῷ συναφθείς, πρὸς ὑπερτελή σωτηρίαν τοὺς ἀκολοθοῦντας αὐτῷ χειραγωγεί. Ἐπειδὴ οὖν τὴν ὁμωνυμίαν διεστειλάμεθα, καὶ τὸ ἀπεοικὸς δοκοῦν τοῖς πολλοῖς καὶ ἀμαθέσι διὰ τῆς τοῦ ὀνόματος δηλώσεως ἀνεκαθήραμεν, φέρε τὰ κατά τὸν ἱερὸν τοῦτον Ἰούδαν, ὡς ἂν αὐτὸς ἡμῖν οὐρανόθεν ἐλλάμψειεν, θεωρήσωμεν· τὴν μὲν ἐπὶ λεπτῷ τῆς αὐτοῦ πολιτείας ἀφήγησιν, καὶ τὴν ἀποστολικὴν περίοδον, καὶ τὰ κηρύγματα καὶ τὰ θαύματα παρέντες, ὅτι μηδ' ὑπομνήμασιν ἡμῖν ἐξεγένετο μέχρι τοῦ δεῦρο περιτυχεῖν· ἀποστολικοῖς δὲ τοῦτον ἐπαί νοις ὡς ἄνθεσι ρόδων κατὰ τὴν πρὸς τοὺς ἄλλους ὁμοίωσιν ἀναδησάμενοι, αὐτῷ τε κεχαρισμένα δρά σαιμεν ἂν, φίλα τε ἄγαν καὶ εὐαπόδεκτα τοῖς φιλαλήθη προτείνουσιν ἀκοήν· ὡς ἐκ τῶν κοινῶν καὶ ὡμολογημένων ἐννοιῶν, τὴν εὐφημίαν τῷ τῆς ἀλη θείας διασκευαζόμενοι μαθητῇ. Ἡ μὲν οὖν ἐξ ἀρχῆς αὐτοῦ βίωσις καὶ ἀναγωγή, ὁμολογουμένως ἁγία καὶ δικαία καὶ ἀγαθή. Αγαθῆς γὰρ ῥίζης ἀγαθοφυὴς βλαστὸς ἐκδοθείς· καὶ ὑπὸ δικαίῳ πατρὶ καὶ σώφρονι, σωφρονικῶς καὶ δικαίως, ὁ δίκαιος ἐπαιδεύετο καὶ ἀνήγετο παῖς. Ὅθεν πάσας μὲν τοῦ βίου ματαιότητας και μανίας παρητείτο ψευδεῖς, μὴ καταξιῶν τὸ εὐγενὲς τῆς αὐτοῦ ψυχῆς καὶ μεγαλοφυές, τῇ φιλοπαθεῖ τῶν ἐπικήρων κατα φθαρῆναι σχολῇ· πρὸς ἑαυτὸν δὲ συννενευκώς όλος, καὶ τῇ μελέτῃ τοῦ νόμου παιδοτριβούμενος, καὶ ταῖς παραγγελίαις τῶν ἐντολῶν ἐξασκούμενος, καὶ μεγα λοφυῶς προγυμναζόμενος, οὕτως οὐχ ἧττον τῆς σω ματικῆς ἡλικίας, τῆς διανοίας τὴν ἕξιν ἡμέραν καθ' ἡμέραν αὐξάνων, ἐπεδίδου ταῖς προκοπαῖς. Ἐπεὶ γοῦν αὐτὸς μὲν τῆς τε σωματικῆς, τῆς τε κατὰ ψυχὴν ἡλικίας εἰς μέτρον ὑπὸ τῷ παιδαγωγῷ νόμῳ τέως φρουρούμενος προβέβηκεν· τὸ μέγα δὲ τῆς χάριτος φῶς, ὁ Ἥλιος τῆς δικαιοσύνης, ὁ μονο γενὴς τῆς πατρικῆς ὑποστάσεως χαρακτήρ, ἤδη τὸ
col. 263–264page 118 of 261
PG 105:263βρότειον φύραμα διὰ τῆς πανάγνου καὶ παρθενικῆς ἀπειληφώς Μαριάμ, καὶ ὑπὸ τῷ ἐκείνου πατρὶ τῷ Ἰωσήφ, δες μνηστῆρι τῆς Παρθένου τὴν σωματικὴν ἡλικίαν ἀναγόμενος· ἐπειδὴ ταῖς Ἰωάννου μαρτυρίαις, καὶ πολὺ μᾶλλον ταῖς τοῦ οὐρανίου Πατρός ἐπὶ τοῦ ὕδατος ἀπεκαλύπτετο, καὶ τοῖς ὑπερφυεστά τοῖς εὐθὺς τῶν ἔργων, ἠρέμα τὸ μεγαλοπρεπές τῆς οἰκείας ἐπέφαινε θεότητος, οὐ κατὰ τοὺς ψευδωνύμους οὗτος Ἰουδαίους τὰ τῆς καρδίας νοήματα πεπωρωμέ νης, βασκάνοις τὸν εὐεργέτην ἀνέβλεψεν ὀφθαλμοῖςοὐδ' ἠγάπησε μὲν, φυσικῇ· δὲ μόνη φιλοστοργία, καὶ συγγενείας οἰκειότητι τούτῳ συνδεόμενος, τῆς σωτη ριώδους πίστεως κατὰ τοὺς πλείους τῶν συγγενών ἔρημος ἦν· οὐδὲ πίστει μὲν ἐχρῆτο βεβαίᾳ, τῆς δὲ ἁγίας ἀγάπης τὰ δεύτερά τινος τῶν τῷ Χριστῷ τότε καθητιώντων ἀπεφέρετο· ὁμοῦ δὲ συνδεδραμηκότων ἐπ' αὐτῷ τῆς κατὰ τὸ σῶμα συγγενείας, τῆς φυσικῆς προσπαθείας, εἴτ' οὖν φιλίας, τῆς ἀγάπης τοῦ Πνεύ ματος· τῆς οὐχ ἧττον διὰ τὸν τοῦ βίου τρόπον, ἢ τὰ μεγάλα θαύματα πίστεως, καθ᾽ ἂν καὶ συνανατέ θραπτο, καὶ συνανῆκτο τῷ Ἰησοῦ, ὡς τῷ αὐτῷ νομι ζόμενος κεχρῆσθαι πατρί· διὰ ταῦτα τοίνυν τῆς ἀκροτάτης πρὸς αὐτὸν εὐθὺς οἰκειότητος, ἤτοι φι λότητος ὁ μακαριώτατος ευμοιρηκώς· ὁμοῦ τε τό Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας τοῦ κηρύγματος ἐδέξατο τὴν ἀρχὴν, καὶ αὐτὸς τοῦ Εὐαγγελίου καθ ίσταται μαθητής· καὶ τῇ συγγενικῇ φιλία τὴν κατά Θεὸν προστιθείς· καὶ τῇ παιδαριώδει γνώσει την τελείαν ἐξευρηκώς· καὶ τῷ παιδαγωγῷ νόμῳ πρὸς τὸν νόμον τοῦ Πνεύματος ῥᾷστα συμβιβασθείς, καὶ τὸν διδάσκαλον εὐθύτητι νοῦ διανοούμενος, δικαιό κατα τῆς πρώτης τῶν τοῦ Ἰησοῦ φίλων τάξεως, καὶ τῆς ἱερᾶς ἐναρίθμιος δείκνυται τῶν ὑψηλῶν ἀπο στόλων δωδεκάδος. Εντεῦθεν αὐτήκοος μὲν μυστηρίων κρυφίων Θεοῦ, αὐτόπτης δὲ ἔργων χρηματίζει Θεοῦ· μᾶλλον δὲ κοινωνὸς μὲν καὶ μύστης ὀργίων θεουργικῶν· αὐτ τουργὸς δὲ καθίσταται θαυμάτων θεοτελῶν. Όσα γὰρ ὁ Πατὴρ ἐνήργει διὰ τοῦ Μονογενοῦς, ταῦθ᾽ οὗ της αὖθις ἀποστέλλων τοὺς δώδεκα, πρὸς τὰ ἀπολωλότα πρόβατα Ἰσραὴλ, καὶ πρὸς τὴν μεγάλην αὐτοὺς τῶν ἐθνῶν προγυμνάζων ἀποστολὴν, καὶ μετ᾿ αὐτῶν δὲ τῷ πνεύματι πορευόμενος ενήργει· μεθ' ὧν καὶ αὐτὸς, ὦ τρισμακαριώτατε! πεμπόμενος, καὶ τὴν αὐτὴν τοῖς κορυφαίοις καὶ πρώτοις ἐξουσίαν, ὡς οὐ δὲν αὐτῶν κατὰ πνεῦμα ἀγιωσύνης ἐλαττούμενος, εἰληφώς, δαίμονας μὲν ἐξέβαλλες, ὡς ὑπὸ πυρὸς τῆς ἐνεργούσης ἐν σοὶ χάριτος ἐκπιμπραμένους καὶ διωκομένους· λεπρούς ἐκαθάριζες, λόγῳ μόνῳ καὶ ἐπικλήσει τοῦ πέμψαντος τῆς λέπρας εκκαθαιρομέν νης· νεκροὺς δὲ δι' ἀφῆς χειρὸς μόνης και προσευχῆς ἀνιστῶν, καὶ τυφλοὺς ὁμματῶν, καὶ χωλούς ἀνορθῶν, καὶ πᾶσαν νόσον καὶ πᾶσαν σώματος πά θην ἐξιώμενος, ὅλον ἐν σοὶ τὸν τῆς ζωῆς μένειν λόγον τοῖς θαυμασίοις πιστούμενος ἐνεργήμασιν ἐδείκνυες. Τοῦτον ἀρραβῶτα πρῶτον τοῦ Πνεύματος καὶ τῆς χάριτος ἀπαρχήν, τῶν τοιούτων σημείων τὴν ἐπίσ
col. 265–266page 119 of 261
PG 105:265δειξιν ειληφώς· μετὰ ταῦτα δὲ τὸν ὀνειδισμὸν ὑπο Σάγιο, σχὼν τοῦ Χριστοῦ, καί τινά οἱ τρόπον σταυρουμένῳ συσταυρωθείς· καὶ τὴ ζωαρχικώτατον πασχόν το πάθος συμπεπονθώς· καὶ ἀνισταμένῳ συν αναστάς, της μείζονος καὶ τελεωτέρας τοῦ Πνεύματ της τῷ ἐμφυσήματι τετύχηκας δωρεάς. Μετὰ ταῦτα δὲ, τῆς γῆς μὲν ἐπαιρόμενον, τοῦ οὐ ρανοῦ δὲ τῶν ἁψίδων ἐπιλαμβανόμενον, καὶ πρὸς τὸν οὐράνιον Πατέρα τὸν Υἱὸν μετὰ δόξης ἀναλαμβανόμενον τεθεαμένος· εἶτα, τὴν ἐπαγγελίαν τοῦ ἀψευ δοῦς ἐκδεδεγμένος, τὴν τελείαν τοῦ Πνεύματος ενέργειαν, ἐν ὑπερώῳ τοῖς ἕνδεκα συγκαθεζόμενος, οὐρανόθεν ἐφαλλομένην ὑπεδέξω· οἷα γὰρ θρόνον δόξης ἐπηρμένον καὶ ὑψηλὸν ἢ θεῖον ἀνάκτορον, μυστικὸν ἄδυτον, ἢ ἅγιον ἁγίων, τὴν φωτοειδῆ καρ δίαν, ἤτοι θοειδῆ προπαρασκευασάμενος, οὕτως ετοί μως ἰάντα παρὰ σὲ τὸν θεαρχικώτατον Παράκλητον καὶ τῇ μὲν βιαίᾳ τούτου τῆς παρουσίας ἠχῇ τονωθείς, ταῖς πυρίναις δὲ γλώσσαις καθαρθείς τε καὶ σοφι σθεὶς, καὶ πλήρης ἀληθείας καὶ χάριτος γεγονώς, οὕτω καὶ αὐτὸς πρὸς τὸν ἀφωρισμένον σοι κλῆρον τῆς ἀποστολῆς δραμες ἐν δίψει. Εδραμες, ὥστε τοῦ ἀγαθοῦ παραλαβεῖν κοινωνούς ὥστε τοῖς ἀμοίροις τῆς ἐν σοὶ πηγαζούσης χάριτος υπερβολῇ μεταδοῦναι φιλανθρωπίας καὶ χρηστότητος. Καθάπερ γὰρ ἐμβροτόκος νεφέλη τοῦ ὕδατος μεμετ στωμένη, καὶ τὸ βάρος διανέχειν ἐπὶ πολὺ μὴ δυνα μένη, τῷ συνέχοντι δὲ πνεύματι φερομένη και συν θλιβομένη, τον δετὸν ἀποστάζει τοῖς ἐπὶ τῆς γῆς οὕτω καὶ ὁ μέγας ἀπόστολος Ιούδας, τῆς οὐρανίας ἐκείνης πλημμύρας τοῦ Πνεύματος, καὶ τῶν νοητῶν βείθρων ὑπερφυῶς μεθυσθείς, οὐχ οἷός τε ἦν ἐπὶ πλεῖον ἐγκυμονοῦσαν τὴν διάνοιαν κατασχεῖν. οι ᾿Αλλὰ τὴν ἐπίγειον εὐθὺς Ἱερουσαλὴμ διὰ τὴν οὐράνιον Σ:ὼν ἐξελθών, καὶ πρὸς Βοῤῥᾶν τε καὶ Ἕω διὰ τοῦ ἄγοντος αὐτὸν Κυρίου φερόμενος Πνεύματος καὶ πᾶσαν Συρίαν καὶ τὴν Μεσοποταμίαν διαβάς, ἐπινάει μὲν αὐτοῖς τὰς ζωοπαρόχους τοῦ λόγου καὶ ζωογόνους διδαχάς· οὐ κατὰ ψεκάδας δὲ καὶ δροσ ώδεις, ὡς εἰπεῖν, σταγόνας, τὸν οὐράνιον ὄμβρον ἐπισ νάει, ποταμηδὸν δὲ, ὡς τῷ ὄντι ποταμὸς ὢν ὑδάτων Θεοῦ πεπληρωμένος· λόγοις μὲν θείοις τὰς τῶν ἐθνῶν ἀκοὰς ἐξιστῶν, ἔργοις δὲ θαυμασίοις τὰς δρά σεις ἐκπλήττων καὶ ἐκθαμβῶν· καὶ τῇ ἀληθείᾳ μὲν τῶν λόγων τὴν τῶν ἔργων μεγαλειότητα πιστουμένας, τῇ λαμπρότητι δὲ τῶν ἔργων τὸ εἰλικρινὲς τῶν λόγων βεβαιούμενος· ἡ λόγοις μὲν τὸ τοῦ λόγου τῆς ἀληθείας, καινοπρεπὲς καὶ θεοπρεπές, ἔργοις δὲ παραδόξοις τὰ τῶν ἔργων ὑπερφυή πληροφορῶν, δι' ἀμφοτέρων τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου τοῖς ἔθνεσι πιστοτάτην παρεδίδου· καὶ τῇ φύσει μὲν τῶν ὄντων πρὸς τὴν τῶν ὑπὲρ φύσιν γνῶσιν καὶ πίστιν χρώμενος ὁδηγῷ, καὶ ἐν ὑποδείγμασι τοῖς ὁρωμένοις πρὸς τὴν τοῦ ἀοράτου Θεοῦ κατανόησιν χειραγωγών· εἰ κίνα δὲ ἑαυτὸν πρὸς τὴν τοῦ κηρυττομένου πίστιν προβαλλόμενος Χριστοῦ, οὕτω κατὰ μικρὸν πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν τοὺς ἀναισθήτους ηγε· πείθων
col. 267–268page 120 of 261
PG 105:267οὐρανὸν μὲν καὶ ἥλιον καὶ τοὺς ἀστέρας· ἀέρα τε τοῦτον, καὶ τὸν ὑπὲρ αὐτὸν αἰθέρα· γῆν τε καὶ θάλασσαν, καὶ ὅσα γε τούτοις ἐμπέφυκε φυτὰ καὶ ζῶα, πάντα κτιστά τε καὶ δοῦλα καθεστάναι τοῦ τὰ πάντα δημιουργήσαντος Θεοῦ· Θεὸν δὲ τούτων οίεσθαι μηδέν, ὅτι ἀλλοιωτὰ ταῦτα καὶ φθαρτά, καὶ ὑπηρετικὰ τῆς ἐν κόσμῳ τῷ ἀνθρώπῳ δέδοται ζωῆς· καὶ τοῦ ἀνθρώπου κατὰ φύσιν ήττω, ότι τε λόγου ἄμοιρα, καὶ ὅτι δι' ἐκεῖνον· εἰ οὖν ἐκεῖνος οὐ Θεός, πολλοῦ δεῖ τὰ χείρω τούτου θεοὺς προσειπεῖν· οὗτος δὲ μόνος ἀληθῶς Θεός, ὁ μὴ ὑπό τινος γινόμενος, ἀεὶ δὲ ὤν· ὁ μὴ δη μιουργούμενος, τὰ πάντα ποιῶν δέ· ὁ μὴ ἀλλοιούμενος ἢ τρεπόμενος, ὧν ὁ αὐτὸς ἀεὶ δὲ καὶ πάντα κινῶν, καὶ ἀλλοιῶν, καὶ μετασκευάζων. Τοῦτον Θεὸν εἰδέναι δεῖ μόνον καὶ προσκυνεῖν μόνος γὰρ ἅγιος φύσει, μόνος ἀγαθὸς καὶ δίκαιος καὶ σοφός, ἐξ οὗ πᾶσα σοφία καὶ δικαιοσύνη, καὶ πᾶσα πηγάζει χρηστότης καὶ ἁγιωσύνη· μόν τος οὗτος δυνατός, ὡς παντὶ θελήματι συνδρόμου δύναμιν καταπλουτῶν· ἐλεήμων τε καὶ οἰκτίρμων μόνος, ὃς τὸν μονογενῆ, τὸν ὁμοφυᾶ, τὸν ὁμόθεον καὶ ὀμάγαθον Υιόν, ὑπὲρ τῆς ἀν θρωπότητος ἁμαρτησάσης, καὶ εἰς ᾅδου καὶ ἀπ αλείας βάραθρον ολισθησάσης ἀνθρωπιζόμενον δωρεῖται, καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενον καὶ ὑπὲρ αὐτῶν σταυρούμενον, θαπτόμενον, τρι ήμερον ἀνιστάμενον, τεσσαρακονθήμερον ἀνα λαμβανόμενον, καὶ πρὸς τὸν Πατέρα μετὰ δόξης, ἡμῶν βλεπόντων, ἀναφερόμενον. Ὃς τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν· ὑπερουσίως τε. Ο τελεκώς, καὶ ἐν δεξιᾷ τοῦ θρόνου λοιπὸν τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς κεκαθικώς, ἀπ έστειλεν ἡμᾶς εὐαγγελιζομένους ὑμῖν εἰρήνην καὶ πᾶν ἀγαθόν· ἵνα τούτῳ πιστεύσαντες βαπτίσθητε, καὶ πληρωθῆτε εἰς πᾶν πλήρωμα τοῦ Θεοῦ ἵνα ἀπολουσάμενοι καὶ ἀποκαθηράμενοι τὸν ἐν τὸς ἄνθρωπον ἀπὸ πάσης ἀσεβείας καὶ πονηρίας. πληρωθῆτε μὲν Πνεύματος αγίου, κληρονόμοι δε γένησθε κατ' ἐπαγγελίαν ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Τοιαύται, ἀεὶ διδαχαῖς ὁ ἀξιομνημονευτότατος Ιού δες πᾶσαν Συρίαν, καὶ τὰς τῆς Ἑψας πόλεις καὶ χώρας, νουθετῶν, διαλεγόμενος, παρακαλῶν καὶ πᾶσι τρόποις θεομιμησίας ἐγκείμενος καὶ χρηστότητος, πάσαις ἐπινοίαις Θεοῦ φρονήσεως αὐτοὺς μετῄει, καὶ ποτὲ μὲν πειρασμοῖς ἐξαισίοις καὶ αἰκίαις καὶ μάστιξι, καὶ θανάτου κινδύνοις περιπίπτων, διὰ προ νοίας τοῦ ἐν αὐτῷ μένοντος ἀπηλλάττετο Χριστοῦ ποτὲ δὲ τοῦ Παρακλήτου μυστικωτέραις ἐλλάμψεσι καὶ ἱερωτάταις ἐπισκιάσεσι παρεκαλεῖτο· καὶ νῦν μὲν ἀποκαλύψεων θειοτέρων καὶ τῶν κρυφίων Θεοῦ καταξιούμενος, νῦν δὲ θαυμασίων ἔργων ὑπερβολαῖς, καὶ ἐνεργείαις τεράτων Θεοῦ καὶ σημείων δοξα ζόμενος καὶ μεγαλυνόμενος, οὕτως ἐμεγάλυνεν τὸν
col. 269–270page 121 of 261
PG 105:269Κύριον Ἰησοῦν, οὕτως τὸ Εξαγγέλιον ἐπληροφόρει Χριστοῦ. Οὕτω πρὸς τοῖς ἄλλοις, καὶ Ἔδεσσαν μεγίστην ούσαν της Συρίας μητρόπολιν καταλαβών, καὶ ἐν αὐτῇ τὸν Χριστὸν οὐκ ἀπόνως εὐαγγελισάμενος, πᾶσάν τε τῷ διαβόλῳ προσανακειμένην ἀφαρπάσας, ἔν τε λόγοις ὅτι μάλιστα θειοτάτοις καὶ ἔργοις ὑπερφυεστάτοις, καὶ διὰ πίστεως τῷ Ἰησοῦ προσοικειώσας, καὶ Ἐκ κλησίαν ἁγίαν τῷ ὑπεραγίῳ ταύτην ἀφιερωσάμενος, καὶ μετὰ ταῦτά τε μαρτύριον καθαρόν τε καὶ ἀξιό θεον ἀποπεπληρωκώς τῷ Θεῷ, χαίρων οὕτω πρὸς αὐτὸν ἀνέπτη, πάσας μὲν ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους, καὶ πάντα τὰ πνεύ ματα τῆς πονηρίας, ὡς ὀνείρατα παρελθών, τοῖς ἱεροῖς δὲ καὶ θείοις ἀγγέλοις τῶν οὐρανίων νοητῶς ἀναπεπετασμένων πυλῶν παρεμβαλών, καὶ τοῖς ἀρχαγγέλοις ἀντιβολῶν, καὶ ταῖς τιμίαις ἀρχαῖς τυχών, καὶ διὰ πάσης ἐξουσίας ἁγίας καὶ δυνάμεως καὶ κυ ριότητος ἐν ἀῤῥήτῳ φαιδρότητι καὶ ἀγαλλιάσει παρ ιών· καὶ δὴ καὶ διὰ τῶν ὑπερκοσμίων θρόνων αὐ τῶν, καὶ διὰ μέσων τῶν ὑψηλοτάτων καὶ σεπτοτάτων καὶ Χερουβείμ τε καὶ Σεραφεὶμ προσιὼν τῷ ἐπὶ θρόνου δόξης τῆς αὐτοῦ βασιλείας ὑμνουμένῳ, ὡς ἀγαπητός καὶ τίμιος ενεφανίσθης οιὸς, καὶ ὡς νενικηκώς, καὶ ὡς τετηρηκώς ἄχρι τέλους τὰ ἔργα τοῦ Χριστοῦ, τὴν ἐπὶ τῶν ἐθνῶν αὖθις ἐνθεώτερόν τε καὶ ὑψηλότερον παρ' αὐτοῦ λαμβάνεις ἐξουσίαν· καὶ αὐτῷ κατὰ τὴν ὑπόσχεσιν συνεδριάζεις καὶ συμποιμαίνεις, καὶ συμ ποιμανεῖς δὲ τὰ ἔθνη, ὡς σκεύη ταῦτα συντρίβων κεραμικά· καὶ ἀπὸ τοῦ ξύλου δὲ τῆς ζωῆς τοῦ ὄντος ἐν μέσῳ τῷ παραδείσῳ λαβὼν καὶ φαγών, τῆς ὑψη λοτάτης ἀγαπήσεως καὶ θεώσεως· καὶ τῶν πρώτων Θεοῦ τεκνίων τῆς ἀκρασίας, καὶ τῆς μακραίωνος ἐπιβέβηκας τρυφῆς καὶ τιμῆς. Τίς ἂν οὖν γένοιτο λόγος τῆς ὑμετέρας ἐκφαντορικός μεγαλειότητος; τίς δὲ ἐπὶ τοσοῦτον θεολογίας ή θεωρίας ὕψους ἀφίκετο, ὡς τὴν καθ' ὑμᾶς δόξαν καὶ μεγαλοπρέπειαν τῆς ἁγιότητος ἐκφράσαι τολμᾷν; "Ωσπερ γὰρ ἀμήχανον τὸν ἔτι σώματι χρώμενον γεηρῷ τὴν ὑμετέραν μακαριωσύνην καὶ θειότητα καθορᾷν, οὕτως αὐτὴν καὶ τοῖς διὰ τῶν λόγων ὕμνοις ἀξίως ἀδύνατον εὐφημεῖν. "Αξιον τοιγαροῦν τὴν σεπτοτάτην καὶ ἀξιομακαριστοτάτην προσαγορεύοντας κεφαλὴν, οὕτω φάναι Χαῖρε, ὦ μάκαρ αὐτόπτα, καὶ ὑπηρέτα γνήσιε και δραστήρια τοῦ Θεοῦ Λόγου· χαῖρε, Ἰούδα τίμιε, καὶ ἄξιε τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ Θεοῦ, καὶ Θεὸν ἀλη θῶς ὁρῶντος Ἰησοῦ Χριστοῦ παι! ὅτι καὶ σὲ ή εσαν ὄντως, καὶ ἐν ὁμοιώματι τοῦ τετοκότος, οἱ ἐν πνεύ ματι ἀδελφοί σου προσεκύνησαν καὶ προσκυνοῦσιν ὅτι καθάπερ ἐκ τοῦ Πατρὸς ἐκεῖνος, οὕτως ἐξ αὐτοῦ σὺ θεόφυτος βλαστός, ὡς ἐκ λέοντος σκύμνος ἀνεδόθης· καὶ ὥσπερ λέων ἀναμέσον τοῦ κλήρου σου ἐκοι μήθης ἀναπεσών· καὶ οὐδεὶς ὁ ἀνιστῶν, ἤτοι τῆς πνευματικῆς μεθιστῶν κληρονομίας, ὅτι τὸν ὄνον σου

Oration XIVOratio XIV

col. 271–272page 122 of 261
PG 105:271καὶ τὸν πωλόν σου, τὰ διὰ σοῦ πεπιστευκότα τῶν ἐθνῶν πλήθη, τῇ τῶν λόγων ἔλικι πρὸς τὴν ἄμπελον ἐδέσμευσας τὴν ἀληθινήν· ὅτι καὶ αὐτὸς ὡς ἐν οἴνῳ τῷ σῷ αἵματι τὴν ἱερὰν τοῦ σώματος ἔπλυνας στο λήν· καὶ χαροποὺς μὲν ἔσχες, ἤτοι χαρίεσσαν ἀποστέλ βοντας αίγλην, τοὺς τῆς καρδίας ὀφθαλμούς· λευ κοὺς δὲ ὑπὲρ γάλα τοὺς ὀδόντας, τῷ Πνεύματι περ φωτισμένους τῷ ἁγίῳ, καὶ καθαρὸν τὸ τῆς θεολογίας προϊέντας νάμα. Χαῖρε, ὅτι οὐ πνεύματι μόνον κατὰ τὴν ἄνω γένε νησιν, ὥσπερ οἱ ἄλλοι μαθηταί, ἀλλὰ καὶ σώματι κατὰ συγγένειαν ἀδελφὸς ἐχρημάτισας Θεοῦ· καὶ τῇ κατὰ φύσιν, τὴν ὑπὲρ φύσιν, καὶ τῇ κατὰ σῶμα οἰκειότητι, τὴν κατὰ πνεῦμα προσλαβόμενος, δι' ἀμφοῖν ἰσχυροτάτην τε ἅμα καὶ δραστικωτάτην τὴν πρὸς τὸν μόνον ἀγαπητὸν ἀγάπην ἐπεδείξω· δι' ἧς συνήφθης καὶ υἱοθετήθη; Θεῷ· κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ γενόμενος. Χαῖρε καὶ εὐφραίνου, ὅτι ὑμῖν ἡ δόξα καὶ ἡ βασι λεία καὶ ἡ ἀληθὴς ἡτοιμάσθη χαρά, ἡ ἀκατάληκτος, ἡ ὑπέρφωτος, ἡ ἀπρόσιτος· ἧς καὶ ἡμᾶς, ὦ τρισόλ 5:ε, δέομαί σου, πρέσβευσον μετασχεῖν σὺν ὑμῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΙΔ'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Μαθίαν Πῶς δαὶ ἄρα τὸν ἱερὸν Μαθίαν ὑπερίδωμεν; πῶς καὶ ἧττονος λόγου παρὰ τοὺς ἕνδεκα καταξιώσωμεν; Εἰ γὰρ μιᾷ καὶ τῇ αὐτῇ ἐκείνοις μεμορφωμένος πίν Εκήρυξε δὲ τὸ εὐαγγέλιον ἐν τῇ ἔξω Αιθιοπίᾳ, καὶ πολλαῖς καθυποβληθεὶς τιμωρίαις, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. εκήρυξε δὲ τὸ εὐαγγέλιον ἐν τῇ ἔξω Αιθιοπίᾳ, καὶ πολλαῖς τιμωρίαις ὑπ' αὐτῶν αἰκισθεὶς, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. ἀκολουθία πάρεργον
col. 273–274page 123 of 261
PG 105:273στει, μιᾷ τοῦ Χριστοῦ διδαχῇ, μιᾷ χάριτι καὶ πνεύ ματι τῷ αὐτῷ κατηρτισμένος, καὶ τῆς μακαριωτά της τῶν ἀποστόλων δυοκαιδεκάδος ὕστερον ἀναδέδεικται συμπληρωτής, πῶς οὐ τῶν ἴσων γερῶν καὶ τιμῶν, ἔν τε τοῖς οὐρανοῖς παρὰ τῷ Βασιλεῖ τῆς δόξης, καὶ τῶν ἐπάθλων δικαιοτάτῳ βραβευτῇ· καὶ ἐπὶ γῆς παρά γε τοῖς οὐκ ἀδίκοις τοῦ λόγου διαιτηταῖς κατα αξιοῖτ' ἄν; Αἰνέσωμεν τοιγαροῦν Μαθίαν, τὸ σεβάσμιον ὄνομα, τὸ μακάριον, τὸ τίμιον, τὸ κατὰ τὸ ὄνομα, τὸ πράγμα νοούμενον καὶ αἰνούμενον· τὸ ἀληθῶς δόμα Θεοῦ, δηλαδὴ τοῖς λαμβάνουσι· τοῦτο γὰρ ἡ προσο ηγορία βούλεται· αἰνέσωμεν μετ' ᾠδῆς, καὶ ἀποστολικοῖς ἐπαίνοις, ὡς ἐφικτὸν ἡμῖν, μεγαλύνωμεν, τὸν τῇ μεγαλοφυΐα τῆς ἀρετῆς πᾶσαν ἐπαίνων ὑπεραναβάντα λαμπρότητα· καὶ μὴ τοῖς λόγοις μόνον ὑψώ σωμεν τὸν γνήσιον τοῦ Ἰησοῦ μαθητήν, ἀλλὰ καὶ λαμπροῖς ὅτι μάλιστα δώροις καὶ θεοτερπέσι τὴν μνήμην αὐτοῦ καταπυκάσωμεν. Τίνα τοίνυν τὰ δῶρα, οἷς ὁ μέγας καὶ ἱερὸς ἀπό στολος χαίρει φιλοτιμούμενος; Οὐ χρυσὸν λέγω καὶ ἄργυρον, οὐδὲ λίθων λαμπρότητας, οὐδὲ τῶν ἐσθημάτων τὰς τιμιότητας, γῆς ὄντας καρπὸν, καὶ κατὰ γῆς ῥέοντα καὶ ὀλλύμενα· ἀλλὰ δωροφορήσωμεν την τῶν γηΐνων ἀπόθεσιν, τῶν οὐρανίων τὴν ἄφεσιν, τῶν σαρκικῶν τὴν ὑπεροψίαν καὶ τὴν ἀμέλειαν, τῶν πνευματικῶν τὴν ἐργασίαν καὶ ἐπιμέλειαν· καὶ ἀντὶ μὲν τῆς βοσκηματώδους καὶ ἀλογωτέρας του σώματος ἡδονῆς, τὴν τῆς ἀρετῆς ἐπιθυμίαν καὶ τὴν σπουδήν ἀντὶ δὲ τῆς περὶ τὴν ἀπολλυμένην βρῶσιν πολυεργίας καὶ φιλοπονίας, τῶν ἱερῶν λογίων καὶ τοῦ νόμου τοῦ Πνεύματος τῆς ζωῆς τὴν καθαρὰν μελέτην καρποφορῶμεν· ταύτῃ γὰρ ἀληθῶς τοῖς γνησίως δοξά ζουσι, καὶ ἡ τῶν ἐπιτηδείων τοῦ σώματος πρὸς τοῦ οὐρανίου Πατρός, ὡς ἐπήγγελται, πάντως έπεται χορ ηγία. Καὶ γὰρ οὐκ εἰκῇ τὴν ἀπὸ τῶν σωματικών έργων ἀργίαν, καὶ μάλιστα κατὰ τὰς ἱερὰς τῶν ἑορτῶν ἡμέρας, ὁ ἱερὸς φαίνεται νόμος συντεταχώς· οὐδ᾽ ὥστε ῥᾳστώνῃ σώματος καὶ ἀνέσεσι σαρκὸς ἐφεῖναι τὴν ψυχὴν ἡδοναῖς· τοὐναντίον μὲν οὖν, καὶ σῶμα καὶ νοῦν καὶ ψυχὴν ἐξείργεσθαι μὲν τῆς κάτω περι φορᾶς, καὶ τῆς περὶ τὰ μάταια μοχθηρίας καὶ ὄχλη ρίας ἀπαλλάττεσθαι διὰ τῆς ἀργίας προμηθεῖται ἀνατείνεσθαι δὲ πρὸς τὸ φύσει καλὸν, τὸ ὄντως δν ἀγαθὸν καὶ ἐπέραστον πάσῃ νοερᾷ καὶ λογικῇ φύσει" καὶ σχολὴν ἀπὸ τῶν βιωτικῶν ἄγοντας μόχθων, παντὶ σθένει τὴν κρείττω καὶ μένουσαν ἐργασίαν τοῦ λόγου καὶ τῆς ἀρετῆς προτιμᾷν· ὕμνοις τε θείοις καὶ ἱεραῖς τῶν λογίων μελέταις καὶ προσευχαῖς ἀεν νάκις τοῦ Κυρίου κατατρυφάν.
col. 275–276page 124 of 261
PG 105:275χρηστὸς, καὶ τὸν τῆς ψυχῆς τρόπον ἐπιεικής, ὡς μόνον ἡ τοῦ Ἰησοῦ φήμη ἀνὰ πάσας τῶν ἀνθρώπων δι ηχεῖτο ἀκοὰς, καὶ τὰ τοῦ Χριστοῦ θαυμάσια ἐν Χρι στῷ ἀπεκαλύπτετο, οὐκ αύταρκες ἤγηται δι' ἀκοῆς μόνης τὸ ῥῆμα καταδέξασθαι· ἀλλὰ καὶ αὐτόπτης τῶν θαυμασίων έδραμε γενέσθαι. Ὡς οὖν εἶδεν, οὐκ ἐδίστασεν ὡς οἱ ἐλιγόπιστοι τῇ διανοίᾳ. Οὐκ ἐβάσκηνεν, ὡς οἱ κακοήθεις Ἰουδαῖοι οὐδὲ ἐῤῥᾳθύμησεν, ὡς οἱ ἀνούστατοι τῶν ἐθνικῶν ἀλλ᾽ ἀναθάλλει τὴν καρδίαν, ἀναζωπυρεῖται τὸ πνεῦμα· καὶ θαυμάζει μὲν τῷ νοῖ, εἰς πόθον δὲ μετατίθησι τὸ θαῦμα· πόθῳ δὲ πόθον προστιθεὶς, εἰς ἔνθεον ἔρωτα προκόπτει· τῷ σφοδρῷ δὲ τοῦ ἀγαθοειδοῦς ἔρωτος καὶ ἐπιτεταμένῳ πᾶσαν τῶν κάτω διακρουσάμενος ἐπιθυμίαν, καὶ πᾶσαν τοῦ νῦν αἰῶν νος ἀποτιναξάμενος σπουδήν· καὶ οἰκείους μὲν πάντ τας ὡς ἀνοικείους υπεριδών, ὡς ἀλλοτρίους δὲ τοὺς φιλτάτους ἀφεὶς, μόνον ἔχειν ἀντὶ πάντων ἐπίθει τὸν Ἰησοῦν. Μόνον Χριστὸν ἐπόθει πλουτεῖν· αὐτῷ ἀκο λουθεῖν διὰ βίου παντός· αὐτοῦ τῶν θεοῤῥημοσυνῶν καταξιοῦσθαι· αὐτοῦ δοῦλος εἶναι, ἢ τῶν πάντων δεσπότην ἐπεθύμει· καὶ αὐτὸν τῆς οἰκείας ζωῆς πα τέρα, ποιμένα καὶ διδάσκαλον μόνον ετίθετο καὶ καθηγητήν. Τί δαὶ ὁ Κύριος; ἆρα παρεῖδε τὸν ζῆλον τοῦ μας θητοῦ; "Η προσέσχε μὲν, τῷ ἀναρίθμῳ δὲ τοῦτον πλήθει συνέταξε τῶν πιστῶν; ἢ τοῖς ὀλίγοις μὲν καὶ εὐαριθμήτοις συνηρίθμησεν, τῆς πρώτης δὲ τάξεως απώσατο; Οὐδαμῶς· ἀλλὰ τῆς δευτέρας μὲν τάξεως τῶν αὐτοῦ μαθητῶν πρῶτον ἠξιωχὼς καὶ τοῖς Εβδο μήκοντα συντεταχὼς, καὶ πάσαις αὐτὸν θεουργικαῖς προκαταρτισάμενος μυσταγωγίαις, οὕτω κατὰ πλ σαν εὐσέβειαν καὶ ἀρετὴν προκεκοφότα, πρὸς τὸν ἀνώτατον τῶν κορυφαίων ἀξιοπρεπῶς ἀνάγει βα θμόν. Τίς δαὶ καὶ τρόπος τῆς μεταθέσεως; Ἐπειδὴ συνετελεῖτο μὲν τῷ Κυρίῳ Ἰησοῦ ἡ ἐπὶ γῆς μετὰ σώματος διατριβὴ, τὸ ἔργον δὲ τῆς σωτηρίου διατετελεκὼς οἰκονομίας, καὶ πᾶσαν τὴν πατρικὴν πε ράνας βουλὴν, ἐπὶ τὸ ζωοποιὸν τοῦ σταυροῦ καὶ μα χάριον ἧκε πάθος· καὶ Ἰούδας μὲν εἷς τῶν δώδεκα τοῖς Ἰουδαίοις τοῦτον ἀργυρίου προέμενος, βρόχον ἠλλάξατο τῆς ἀποστολῆς· οἱ δὲ τοῦτον φραγελώσαν τες κολαφίσαντες (ὢ μακροθυμίας ἀφάτου και καταπαίξαντες ἐσταύρωσαν· ὁ δὲ τὸν θάνατον, καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου πεπατηκώς, τρι ήμερος ἀνίσχεν ἐκ τῶν νεκρῶν, καὶ τρόποις ἑαυτὸν πλείοσιν ἐμφανίσας τοῖς μαθηταῖς, ὁρώντων αὐτῶν ἔσχατον εἰς τὸν οὐρανὸν ἀναλαμβάνεται. Ἐπειδὴ οὖν οὕτω ταῦτα συντετέλεστο, ἀνίσταται μὲν ὁ μέγας Πέτρος εὐθύς· τούτῳ γὰρ τοῦ λόγου τὴν ἡγεμονίαν, καὶ τῆς Ἐκκλησίας ἐγκεχειρίσθαι τὴν ποιμαντικήν ἐν μέσῳ δὲ τῷ πλήθει τῶν ἀποστόλων ἐν τῷ Πνεύ ματι δημηγορῶν, ἀναμιμνήσκει μὲν τὴν Ἰούδα προ δοσίαν, καὶ ῥῆξιν ἣν δι' αὐτὴν ὑπέστη· οὐκ ἄξιον δέ φησι τὴν τῷ Κυρίῳ τετιμημένην δωδεκάδα μειωθεί σαν ὑπεριδεῖν, οὐδὲ τὸν τοῦ παραβεβηκότος τόπον
col. 279–280page 125 of 261
PG 105:279κεκενωμένον ὁρῶντας παραμελεῖν· ἕνα δὲ δεῖν τὸν ἐκ τῆς δευτέρας τάξεως, ἤτοι τῆς ἱερᾶς τῶν ἀπο στόλων ἑβδομηκοντάδος, τῶν ἀπαρχῆς τοῦ εὐαγ γελικοῦ κηρύγματος ἄχρις αὐτῆς ἀναλήψεως τῷ Ἰη σοῦ παρηκολουθηκότων, τὸν δοκιμώτατον κλήρῳ δια γνόντας, εἰς τὸν τοῦ ἀπωλεσθηκότος ἀντικαταστῆσαι κλῆρον. Καὶ οὕτως, ὦ μακαριώτατε σύ, ἐν μέσοις αὐτοῖς ὡς ἐπισημότατος τῶν ἄλλων προβληθείς τε καὶ παρα στὰς, καὶ τῷ ἱερῷ συγκληρωθεὶς Ἰούστῳ· εἶτα, ταῖς τῶν κορυφαίων ἱεραῖς προσευχαῖς, καὶ μᾶλλον τῇ δικαίᾳ τοῦ Θεοῦ ψήφῳ, τοῦ τὰ βάθη τῶν διανοιῶν ὁρῶντος, τοῦ κλήρου πεσόντος ἐπὶ σὲ, ἀναλαμβάνῃ μὲν ἐκ τῶν Ἑβδομήκοντα, τοῖς ἕνδεκα δὲ συγκαταψηφισθεὶς, τὸν τίμιον τῆς δωδεκάδος ἀνέπλησας ἀριθμόν· οὕτως τὴν μυστικὴν τοῦ Θεοῦ παράταξιν ἀνεπλήρωσας, καὶ τὴν ἐπὶ τῷ πεπτωκότι λύπην τοῖς τοῦ λόγου πρωταγωνισταῖς, διὰ τῆς σῆς ἀναστάσεως παρεμυθήσω· καὶ τὴν ἐπισκοπὴν ἐκείνου κατὰ τὸ ἱερὸν λόγιον λαβών, καὶ τοῦ κλήρου τῆς ἀποστολῆς κεκληρονομηκώς· καὶ τῆς ἀποστολικῆς τιμῆς καὶ καθέδρας τέως μὲν τῆς κάτω καὶ κατέναντι τῶν ἐθνῶν, μετὰ ταῦτα δὲ καὶ τῆς ἐν οὐρανοῖς παρὰ τῷ ἐπουρανίῳ συγκαθιζήσεως Βασιλεῖ, ἅμα τοῖς πρεσβυτάτοις κατηξιωμένος, ὀφθήση φαιδρώς, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις, τοῖς ἕνδεκα συγκαθήμενος, καὶ κρίνων τὸν Ἰσραήλ. ᾿Αλλὰ τοῦτο μὲν ὕστερον. Τότε δὲ τοῖς πρώτοις τῶν ἱερῶν θεολόγων ὡς εἷς ῶν αὐτῶν ἐν ἐκείνῳ τῷ ὑπερῴῳ συνεδρεύων, καὶ τὴν τοῦ Πνεύματος ὁμοίως ἐκείνοις ἐπαγγελίαν προσδεχόμενος· ἐπειδὴ τὸ Πνεῦμα τὸ ἅγιον τῆς ἁγίας Πεν τηκοστῆς συμπληρουμένης, οὐρανόθεν ἐν εἴδει πυ ρίνων ἐπεδήμει γλωσσῶν, καὶ ἐφ' ἑνὶ τούτων ἑκάστῳ καθεζόμενον, τῆς ἑαυτοῦ δυνάμεως ἐπλήρου, πλη ροῦσαι μὲν καὶ αὐτὸς χάριτος ζώσης, πληροῦσαι δὲ σοφίας καὶ συνέσεως. Καὶ οὐ τήνδε μὲν ἐνέργειαν τοῦ Παρακλήτου πλουτεῖς, τῆς δὲ λείπῃ· ὥσπερ δὲ ναὸς καθαρὸς καὶ ἅγιος, αὐτῆς τοῦ Θεοῦ Πνεύματος τῆς οὐσίας, τοῖς ἄλλοις ὁμοίως ἀποστόλοις διὰ πάσης γενόμενος ἀρετῆς καὶ βίου καθαρότητος, ὅλην ὑπερο αῤῥήτως καὶ ὑπερουσίως ἐν ἑαυτῷ τὴν θεότητα κατέπαυσας· οὕτω δὲ καὶ τῶν πνευματικῶν ἐνεργημάτων, οὐ τῶν μὲν, τῶν δ᾽ οὗ· πάντων δὲ κατηξιωμένος, καὶ πάσαις θείαις δυνάμεσι τῆς τοῦ Θεοῦ συγκροτούμενος δεξιᾶς, εὐκαίρως καὶ αὐτὸς τοῖς ζου φορωτέροις ἐπιδημεῖς τῶν ἐθνῶν, περιουσίᾳ νοεροῦ κατακαλύψων φωτός. Καὶ γὰρ ὥσπερ ὕλῃ τινὶ παχυτέρᾳ τε καὶ ὑγροτέρᾳ πῦρ ἐμβληθέν, ἀμυδρὸν μὲν ὄν, ἔσβη καὶ μετ μάρανται παραυτά, τῆς παχύτητος ἢ ὑγρότητος ἡττηθέν· λάβρον δ' ὅτι μάλιστα καὶ δραστήριον πε φηνός, παραυτίκα μὲν ἴσως οὐκ ἀνῆψε, τῇ τοῦ ὑπεκ καύματος ἀνεπιτηδειότητι· ἐνδομυχοῦν δὲ κατὰ βά θος, καὶ λεληθότως τὴν ὑποκειμένην ἀναξηραίνον ὕλην, εἰς μεγάλην ἐξαίφνης ἀνεῤῥιπίσθη φλόγα, καὶ
col. 281–282page 126 of 261
PG 105:281καὶ ὁ μέγας οὗτος τοῦ λόγου θεηγόρος, ἐπειδὴ πλή ρης ἐκείνου τοῦ οὐρανίου πυρὸς ἦν, καὶ αὐτόχρημα πῦρ, τὴν κάτω λιπών Ἱερουσαλήμ, καὶ ἐφ' & τοῦτον ἔθνη τὸ κινοῦν Πνεῦμα θεῖον προσκέκληται πορευθεὶς, καὶ τὴν ἐνέργειαν ηρέμα τούτοις τοῦ ἐν αὐτῷ πυρὸς ἐνιεῖς, καὶ θεολογίαις ἀρίσταις καὶ θαυματουργίαις κρατίσταις καταβραχὺ τὴν ἐνεσκιρωμένην ταῖς αὐτῶν καρδίαις ἀσέβειαν λεπτύνων· καὶ τὴν ἐνα τετηγμένην γλισχρότητα, εἴτ᾿ οὖν κηλίδα της δια νοίας ἐξαγελών, καὶ ἐπιτηδείους πρὸς φωτισμὸν πίστεως προπαρασκευαζόμενος, οὕτως ἐξαπίνης αὐτ τοὺς πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνάπτει, καὶ λαμπρύνει τῷ Πνεύματι, καὶ καινίζει τῷ δδπτι· καὶ ἱερῷ χρίσματι σφραγίζει, καὶ βήματι ἁγιάζει Θεοῦ καὶ οὕτως ὅλους δι᾿ ὅλου τοῦ κατ' αὐτὸν οὐρανίου πεπληρωκώς πυρός, ἑαυτῷ ἐξομοιοί. Ταῖς εἰσαγωγικαῖς γὰρ τῶν λογίων διδαχαῖς καθαίρων καὶ στοι χειῶν, τοῖς τελειοτέροις δὲ τῶν δογμάτων φωτίζων καὶ συμβιβῶν· ταῖς ἀνωτάτω δὲ θεολογίαις καταρτίζων αὐτοὺς καὶ τελεσιουργῶν, τέκνα Θεοῦ ἀμώμητα συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα δείκνυσε τοῦ Χριστοῦ· καὶ οὕτω λοιπὸν εἰς ἐκκλησίας ἁγίας Κυρίῳ, καὶ σεπτὰ ποίμνια τῷ μεγάλῳ ἀρχιερεῖ καὶ ἀρχιποίμενι καθιστῶν, ἀπήλλαττε μὲν καὶ ἠλευθέρου τῆς ἐξουσίας τοῦ πονηροῦ· τῷ οὐρανίῳ δὲ τού τους παρίστη Πατρὶ καὶ Παμβασιλεί. ὅλην δι᾿ ὅλου λεπτῦνον, ἑαυτῷ ἐξωμοίωσιν· οὕτω δὴ Οὕτω Μαθίας ἐδόξασε τὸν Κύριον, καὶ οὕτως αὐτ τὸν ἀντεδόξασεν ὁ Κύριος· καὶ ἦν θαυμαστή τις οἷον ἅμιλλα ἐν ἀμφοτέροις. Ὁ μὲν γὰρ προσετίθει τοὺς σωζομένους τῷ Κυρίῳ, πάσῃ μηχανῇ τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν ζητῶν· ὁ δὲ τούτῳ τοὺς δι' αὐτοῦ πιστεύοντας, καυχήσεως στέφανον, ἀγαλλίαμά τε καὶ δόξαν ψυχῆς ἀντεοωρεῖτο. Ἔστι μὲν οὖν πάσας τοῦ μακαριωτάτου τὰς περι όδους ὑπεράγασθαι, καὶ τὰς ἄνδραγαθίας, ὅσας ἐν πᾶσιν ἔθνεσι κατεπράξατο περιιών, ὡς ἀξιολογωτάτας καὶ ἀξιοθεωτάτας· οὐχ ἥκιστα δὲ, ἣν ἐν τοῖς τὴν πρώτην Αιθιοπίαν οἰκοῦσιν ἐπεδείξατο. Τοῖς γὰρ μέλανσιν ἐκείνοις τὸ σῶμα, μελαντέροις δὲ πολύ πλέον τὸν νοῦν καὶ τὴν ψυχὴν, καὶ ὠμοβόρων θηρίων διενηνοχέσιν οὐδὲν, ὁ θαυμάσιος οὗτος άνθρωπος ἐμφιλοχωρῶν τοῦ Ἰησοῦ, καὶ ἐν μέσῳ θηρῶν ἀγρίων ὡς ἄνθρωπος· μᾶλλον δὲ μεταξὺ πονηρῶν ἀνθρώπων οἷα Θεὸς ἀγαθὸς ἐπὶ πολὺ κατοικῶν, οὐ τῆς ἐκείνων ιταμότητος ίχνος ὅλως ἐπεσύρετο, τῆς οἰκείας μετα έδωκε χρηστότητος δέ· οὔτ᾽ οὖν τῆς κακίας σπίλου τῇ χριστοειδεῖ προσετρίψατο ψυχῇ· κρείττονος μετα βολῆς τούτους κατηξίωσε δέ· τῷ ἐναντίῳ γὰρ ἀτεχνώς τοὐναντίον ἐξιώμενος, τὸ σκληρὸν μὲν αὐτῶν τῆς καρ δίας καὶ δυσπειθὲς καὶ ἀγέρωχον, τῷ ἁπαλῷ τε ἤθει καὶ μειλιχίῳ κατεμάλαττε καὶ πραεῖ· τὸ ἀνήμερον δὲ καὶ ὕπουλον καὶ σκαιόν, τῷ ἀγαθοειδεῖ τῆς γνώ μης, ἁπλοϊκῷ τε καὶ προσηνεῖ κατεδυσώπει· καὶ τῷ τῶν λόγων δὲ μελιῤῥύτῳ καὶ τῷ τοῦ τρόπου δὲ ἐνθέῳ, καὶ τῷ τῶν ἔργων δὲ μεγαλοδόξῳ καταπλήττων αὐ

Oration XVOratio XV

col. 283–284page 127 of 261
PG 105:283νίων ἀγγέλων παρεμβολαῖς· καὶ τοὺς διοχλοῦντας ο ἀφεὶς, πρὸς τὸν εὐεργέτην καὶ Σωτῆρα σου χαίρων ἀνελήφθης Χριστόν· καὶ σφόδρα πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα δεδιψηκώς, καὶ ἐν ἐξομολογήσει καὶ ἀγαλλιάσει τῷ προσώπῳ τῆς μεγαλοπρεπούς δύο ξης εμφανισθείς, τῆς ἀφράστου μακαριότητος και γλυκύτητος, καὶ τῆς ἐνδοτάτω κατακλίσεως μετὰ τῶν πρωτοτόκων τοῦ Θεοῦ κατηξιώθης υἱῶν. Χαῖρέ μοι τοιγαροῦν, ὦ σεπτότατε καὶ τελειότατε κήρυξ καὶ μαθητα, ὅτι τῆς ἀνωτάτω καὶ πρώτης τῶν ἁγίων τάξεως δι' ὑπερβολὴν ἁγιότητος κατηξιώθης. Χαῖρε ὅτι ἔστι τοι ἀντίληψις πρὸς Θεόν, οἷς καὶ ἀναβάσεις, ὡς γέγραπται, τῇ καρδίᾳ σου διέθου, καὶ ἐν κοιλάδι τοῦ κλαυθμῶνος, τῇ ταπεινόφρονι καὶ κατανενυγμένῃ διανοίᾳ, τὰς εὐλογίας τοῦ ἐν σοὶ διακ τιθεμένου καὶ νομοθετοῦντος καταδεδεγμένος, ἐκ δυ νάμεως ἐπορεύθης εἰς τὴν ὑπερτάτην τάξιν τῶν ἀποστόλων προσαναβάς· οἷς καὶ ὁ Θεὸς τῶν θεῶν ὡς ἐν ὑψηλῇ καὶ οὐρανίᾳ Σιών, τῇ θεωρητικωτάτη σου ἐμφανίζεται καρδίᾳ. Χαῖρε, Μαθία τίμιε, καὶ ἱερὲ καὶ θαυμάσιε, ὅτι τοῖς. ὠμοβόροις. θηρίων ὠμοτέροις ποτὲ περιπεσών, καὶ εἱρκτῇ κατακλεισθεὶς καὶ σκότῳ, καὶ εἰς κατάβρωμα τούτοις καὶ θοίνην οὐκ εὐαγῆ ταμιευόμενος, οὐ κατ ηναλώθης ἐν αὐτοῖς· ἀγαθῆς δὲ προνοίας πρὸς τοῦ ἀγαθοῦ μόνου καὶ κρείττονος ἐπικουρίας τυχών, πάν σης ἀπηλλάγης δυσχερείας τῶν φονευτῶν. Χαῖρε καὶ ἀγαλλία, ὅτι διὰ πολλῶν τῶν ὑπὲρ τοῦ Εὐαγγελίου ἀκαταστασιῶν καὶ πόνων καὶ θλίψεων, τῆς ἑπτώσης κατεδράξω χαρᾶς· ὅτι διὰ κακοπαθείας, καὶ κόπων μυρίων ὅσων καὶ τῶν ὑπὲρ ἀληθείας ἀναγκῶν, τῆς ἀμεταπτώτου καὶ ἀεὶ ὡσαύτως ἐχούσης εὐφροσύνης ἐπιβέβηκας. Χαῖρέ μοι, καὶ ἔντεινε, καὶ κατευοδού καὶ βασίλευε, ὡς ἀγαθοειδής, καὶ υἱὸς γνήσιος τοῦ Βασιλέως τοῦ μεγάλου. Εὐφραίνου καὶ κατατέρπου και με τῆς ὑμετέρας μερίδος, ὦ μακάριε, τῆς ὑμε τέρας ἀγάπης καὶ χάριτος κοινωνὸν παρειληφώς, εὐπαρρησιάστως ὀφθῆναι παρασκεύασον τῷ Θεῷ· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, κράτος καὶ αἴνεσις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΙΕ'. Εἰς τὸν ἅγιον καὶ πανεύφημον ἀπόστολον Μάρτ σφόδρα σμικρὸς κον τὸν εὐαγγελιστήν Ὥσπερ οὐχ ὅμοιαι τῶν σωμάτων πάντων αἱ μορ φαί, οὕτως οὐδὲ τῶν ψυχῶν ἰδιότητες αἱ αὐταί· καὶ Μάρκος μὲν ἑρμηνευτής Πέτρου γενόμενος, ὅσα ἐμνημόνευσεν, ἀκριβῶς ἔγραψεν. Οὐ μέντοι τάξει τὰ ὑπὸ τοῦ Χριστοῦ ἢ λεχθέντα ἢ πραχθέντα. Οὔτε γὰρ ἤκουσε τοῦ Κυρίου, οὔτε παρηκολούθησεν αὐτῷ. Ὕστερον δὲ, ὡς ἔφην, Πέτρῳ, ὃς πρὸς τὰς χρείας ἐποιεῖτο τὰς διδασκαλίας, ἀλλ' οὐχ ὥσπερ σύνταξιν τῶν Κυριακῶν ποιούμενος λόγων.
col. 287–288page 128 of 261
PG 105:287ὥσπερ πολυειδὴς τῶν ἁγίων ἡ ἀρετή, ἄλλου πρὸς ἄλλον τινὰ βίον ἐν τῷ αὐτῷ Πνεύματι κατορθουμένου, καὶ τῷ περὶ ἕκαστον ὑπερβάλλοντι, ἑκάστου πρὸς τὸ Μάρκον τὸν θεόπτην εύφη μῶν, ἐπικαλούμαι τὴν χάριν τοῦ Πνεύματος, όπως μοι εμπνεύσασα φωτιστικῶς ἀπελάσει τὴν ἄγνοιαν. μετὰ τὴν τούτων ἔξοδον, θεόπνευστος, Συνοδοιπόρος ἐγένου τοῦ σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες ὅλην Μακεδονίαν· ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς ἐν Αἰγύπτῳ, Μάρκε πάνσοφε. Διανοί, τελείᾳ Παύλῳ θείῳ κήρυκι συμπορευόμενος τὸν τοῦ κόσμου γύρον κατεφώτισας· μεθ᾽ οὗ νῦν πρέσβευε κοσμικών
col. 291–292page 129 of 261
PG 105:291τος μὲν πυροειδῶς ἐπ' αὐτοὺς κατιόντος, ἴσως "Οπερ ὁ ἱερὸς Ἰάκωβος. τοῖς κορυφαίοις κατηξίωσεν· κοινωνόν τε πάσης ὁμοίως οὐρανίας ἀπέδειξε δωρεᾶς, ἵνα τὸ λεῖο πον τῆς τάξεως δι' ἑτέρου χαρίσματος ἀναπλησθῇ· πληροί μὲν σοφίας, πληροῖ δὲ χαρίσματος μείζονος καὶ ἀληθείας· ἀνακινεῖ δὲ μνήμην ἐναργή τῆς ὅλης οικονομίας ἐν σοί. "Οθεν ὅλες ἔνθους, όλος ἐξεστώς, ὦ μακάριε Μάρκε, Χριστῷ, καὶ τῷ αὐτοῦ Πνεύματι διαθερμανθείς τε καὶ ἐμπνευσθείς, καὶ ὑπὸ τοῦ μεγάλου δὲ καὶ πρωταποστόλου Πέτρου παρακινηθείς, ὥς γέ φασι, πρὸς τοῦτο καὶ προτραπεὶς, εὐαγγελίζῃ μὲν τὴν βάπτισιν καὶ τὸν πειρασμὸν, ἀρχὴν τῆς κατὰ σὲ θεοπνεύστου Γραφής, τὴν ἀνάδειξιν πρὸς τὸν Ἰσραὴλ ἀναταττόμενος τοῦ Ἰη σοῦ· εὐαγγελίζῃ δὲ τῶν ἀποστόλων τὴν ἐκλογὴν καὶ τὴν ὑψηλὴν νομοθεσίαν, καὶ τὰς παραβολικές θεολογίας· πρὸς δὲ καὶ τὰς παντοδαπας τῶν κακῶς παρ σχόντων θεραπείας, καὶ τὰ ποικίλα θαύματα, καὶ τὴν ἐπὶ τοῦ Θαβωρίου μεταμόρφωσιν τῇ ἱερᾷ ἐπι συνείρεις Γραφῇ· ἐπὶ τούτοις τὴν θαυμασίαν Χρι στοῦ πρὸς τὴν Ἱερουσαλὴμ εἰσοδίαν θεηγορεῖς, καὶ τὴν μετὰ κλάδων ἐλαιῶν, καὶ ἱματίων στρώσεως τῶν ἀπειροκάκων δορυφορίαν καὶ δεξίωσιν. Ἐπὶ τούτοις τὸ δεῖπνον τὸ ἱερὸν, τὴν προδοσίαν, τὴν ἄδικον κρί σεν, τὸν σταυρὸν, τὴν κηδείαν, τὴν ταφὴν, τὴν τρι ήμερον ἀνάστασιν καὶ ἐμφάνισιν καὶ ἀνάληψιν, ἱερο λογίαις θείαις συντεταχώς, οὐκ ἀφῆκας λήθῃ τὰ με γάλα τῆς ἡμῶν σωτηρίας μυστήρια παραῤῥυῆσαι τῇ οἰκουμένῃ δὲ πάσῃ, καὶ πάσαις ἀνθρώπων ψυ χαῖς, ὅσον ἐπὶ σοί, τὸ μέγα τοῦ Εὐαγγελίου ἐνήστρα ψας φῶς· καὶ τῷ ἱερῷ Ματθαίῳ ἐφάμιλλα, καὶ τοῖς ἄλλοις μυσταγωγράφοις τοῦ Πνεύματος, σύστοιχά τε καὶ ὁμοδύναμα τῷ ἴσῳ Πνεύματι διαθέμενος, κοινωνὸν [ αι. κοινὸν] εὐσεβείας καὶ ἀληθογνωσίας πίνακα πᾶσι τὸ κατὰ σὲ προτέθεικας Εὐαγγέλιον. Οὕτω τοῖς πρωταποστόλοις κατηξιώθης τιμῆς, καὶ συγκάθεδρος έχρημάτισας τοῖς αὐτοῖς. Οὕτω τῷ κοι ρυφαίῳ, καὶ τῆς τοῦ Θεοῦ κλειδούχῳ βασιλείας, τὸ μετὰ Χριστὸν εὐθὺς ἀγαθῷ ποιμένι καὶ διαδόχῳ Πέ τρῳ κατακολουθῶν, καὶ τῶν κατὰ πᾶσαν μια κροῦ πόλιν καὶ πᾶν ἔθνος περιόδων, λόγων τε καὶ συλλόγων, σημείων τε καὶ τεράτων αὐτῷ κοινωνῶν, ἐπὶ τοσοῦτον αὐτοῦ τῷ πνεύματι, ταῖς τε ἱερολογίαις τοῦ Εὐαγγελίου, ταῖς τ' ἄλλαις τοῦ Πνεύματος ἱερουργίαις καὶ διακονίαις εὐηρέστησας, ὥστε καὶ εἰς υἱὸν αὐτῷ κατὰ πνεῦμα γενέσθαι καὶ κληθῆναι. Ταῖς αὐτοῦ δὲ προτροπαῖς καὶ προχειρίσεσι καὶ τὴν κατ' Αίγυπτον 'Αλεξάνδρειαν καταλαβών, Έχε κλησίαν ἐν αὐτῇ ἀνεστήσω Χριστῷ· ἄῤῥηκτον μὲν θεμέλιον ἐκεῖνον καταθέμενος· εὐθὺς δὲ μετὰ τὸν Ἰησοῦν ἐποικοδομούμενος αὐτὸς, καὶ ἐφ' ἑαυτῷ πάντα συναρμολογῶν καὶ συμβιβάζων τὰ συστήματα τῶν πιστῶν· καὶ ὅπερ ὁ ἱερὸς Ἰάκωβος τῇ κατὰ Ἱερουσαλὴμ Ἐκκλησίᾳ, καὶ τοῖς ἐκ περιτομής, τοῦτο καὶ αὐτὸς ἐκείνῃ τῇ πόλει, καὶ τῇ Αἰγύπτῳ πάσῃ κεχρημάτικας.
col. 295–296page 130 of 261
PG 105:295Ταῦτα ὁ μὲν, ὡς ἀληθὴς τῷ ὄντι καὶ ἀληθείας εὐαγ γελιστής, ἐγγράφως τε καὶ ἀγράφως παραδιδοὺς τοῖς λαοῖς εὐηγγελίζετο· τῶν δὲ οἱ μὲν ἐτίθεντο τοῖς λογο. μένοις, ὅσοι τὸν νοῦν ἦσαν εὐθεῖς, καὶ ὧν τῆς καρδίας ἀοράτως τὸ Πνεῦμα κατεδράττετο· τούτους τῷ λόγῳ τῆς ἀληθείας προσαγόμενος, καὶ τῷ ὕδατι καθαίρων, καὶ τῷ Πνεύματι φωτίζων, καὶ ἱερομύστοις τελεσιουργῶν θεοπλαστίαις, ἀμώμητα τέκνα διὰ τῆς παλιγγενεσίας ἐσφράγιζε Θεῷ· ὅσοι δὲ σχολιᾶς ὄντες ετύγχανον καρδίας καὶ δυσσεβοῦς, πρὸς τὸν θεῖον λόγον ἐξυβρίζοντες, καὶ ἀλαζόνι φρενὶ καὶ γνώμη σκληρᾷ τοῦ λογιωτάτου κήρυκος ἀπαυθαδιαζόμενοι, Έτριζον μὲν τοὺς ὀδόντας ἐμμαινόμενοι σφοδρῶ; ἐπεβούλευον δέ· τοῦτο μὲν ἀναφανδόν κατ' αὐτοῦ συσκευαζόμενο:, τοῦτο δὲ καὶ κρυφῆ σκαιωρούντες, καὶ τοὺς ἀπὸ τῆς Ἐκκλησίας συναρπάζοντες, καὶ τοῖς πολιτάρχαις προσάγοντες, συκοφαντοῦντες, ζη μιοῦντες, πᾶσι τρόποις ἐπιχειροῦντες, πάσῃ μηχα νῇ κακοῦντες (τοιοῦτος γὰρ ὁ τοῦ διαβόλου ζῆλος), καὶ πάσαις ἐπινοίαις τὸν μακαριώτατον άνδρα δο κοῦντες λυπεῖν. Ὁ δὲ, καθάπερ τις πέτρα πελιός μεγάλη και στε ρεά, εἰς βάθος γῆς, οὐ μὲν οὖν ὅσον εἰπεῖν, ἐρριζωμένη, πάσαις μὲν χυμάτων ἐμπτώσεσι καὶ παλιρροίαις, πάσαις δὲ βίαις πνευμάτων καὶ προσβολαῖς ἄρρηκτό; τε μένει καὶ ἀκλινής, οὕτω δὴ καὶ οὗτος, βαθεία σφόδρα διανοίᾳ τῇ ἀληθινῇ πέτρᾳ καὶ νοητῇ τεθεμελιωμένος, καὶ λογισμοῖς εὐθυτάτοις τε καὶ Ο στελῥοτάτοις ἀκατασείστως έῤῥιζωμένος Χριστῷ, Τὰς ἱερὰς τῶν ἱερῶν μυστηρίων ἱεροτυπίας. η ἔμενεν μὲν ἀραρότως καὶ ἀπαθῶς ἐν αὐτῷ· ἀντείχετο δὲ τοῦ κατὰ τὴν διδαχήν πιστοῦ λόγου, οὐδεμια πτυρόμενος τῶν νομιζόντων φοβεῖν προσβολῇ· ἀκατάπληκτος δὲ μένων πρὸς πᾶσαν τοῦ πειράζοντος πεῖραν καὶ ἀῤῥεπὴς, καὶ τὴν κατ' αὐτοῦ ἀῤῥαγῶς Εκκλησίαν συγκροτῶν, τῆς ἀπὸ τῶν ἐναντίων πνευ μάτων ἐπηρείας ἀνεπηρέαστον ετήρει. Οὕτως ὁ μέγας Μάρκος πρὸς τοὺς ἑλληνίζοντας, τὴν ἐν τοῖς λόγοις, ἔστι δ' ὅτε καὶ τὴν ἐν σημείοι; καὶ τέρασιν, ἀποστολικὴν δύναμιν ἐπιδεικνύμενος, τῶν οἰκείων αὐτῷ κατὰ πίστιν ὡς ἱεράρχης ενθεώ τατος τὴν σωτηρίαν ἱερουργει. Αλλά τίς ὁ τῆς ἱε ρουργίας τρόπος; Λόγοις μὲν θεοσοφίας καὶ διδασκαλίας τοῦ Πνεύματος, τὰς αὐτῶν ὁσημέραι κατεφώτιζε ψυχάς· καὶ τὴν σαρκικὴν μὲν φιλίαν, καὶ τὴ συνήθειαν τῆς ἁμαρτίας επικόπτων, τῷ νόμῳ το Πνεύματος καὶ τῷ φίλτρῳ κατηγγυάτ, Χριστοῦ· πά σης δὲ βλαβερᾶς ἐπιθυμίας εξείργων τῆς ἀλογιστίας τῶν ἐπὶ γῆς, μόνον τῶν οὐρανίων καὶ ἑστώ των, καὶ ὄντως καλῶν τὴν ὄρεξιν ἐνέσταζεν. Ὡς ἐν βραχεῖ μὲν οὖν δὴ εἰπεῖν, οὕτως ἐν το ἱεροῖς λόγοις τὰς πιστῶν ᾠκοδόμει ψυχά; ἔργοις πάλιν τὰς ἱερὰς τῶν ἱερῶν μυστηρίων ἱεροτυπίας (51
col. 297–298page 131 of 261
PG 105:297Δυσὶ γοῦν τοῖς ἀνωτάτω τοῦ Πνεύματος χαρίσμασιν, ἀποστολικῷ τε καὶ ἱεραρχικῷ κατηρτισμένος, τῷ μὲν πρὸς τοὺς ἔξω τῆς πίστεως, τῷ δὲ πρὸς τοὺς δι' αὐτοῦ πιστεύοντας ὁ μακαριώτατος ἐχρῆτο καὶ οἷα μὲν ἀπόστολος, πρὸς τοὺς ἑλληνίζοντας ἔτι παρρησιαζόμενος, παρακαλῶν, νουθετῶν, ἐλέγχων τὴν ἀσέβειαν, διασύρων τὴν ἀσέλγειαν, θριαμβεύων τὴν τῆς θρησκείας ματαιότητα, παραδειγματίζων τῶν σεβασμάτων τὴν σαθρότητα, διαμαρτυρόμενος δὲ τὸν τῶν ὅλων Δημιουργὸν καὶ συνοχέα Θεόν. Δια μαρτυρόμενος πιστεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τῷ αὐτοῦ Λόγῳ ὡς συμφυεῖ καὶ συνανάρχῳ, ὡς πρωτοτόκῳ πάσης κτίσεως, καὶ Μονογενεῖ· εἰδέναι δὲ καὶ Πνεῦμα τὸ ἅγιον ὡς ὁμότιμον τούτοις καὶ σύνθρονον καὶ συμφυές· διδάσκων, καὶ παρακαλῶν πιστεύειν καὶ προσκυνεῖν, Πατέρα μὲν ὡς ἀγέννη τον καὶ τῶν ὅλων αἴτιον, καὶ προάναρχον τῶν ὄντων πάντων ἀρχήν· Υἱὸν δὲ, ὡς ἐκ τοῦ Πατρὸς γεννώμενον προαιωνίως καὶ ὑπερουσίως· καὶ Πνεῦμα δὲ τὸ ἅγιον, ὡς ἐκ τῆς αὐτῆς αἰτίας ὑπερανάρχως ἐξαλλόμενον. Παραινῶν δὲ καὶ παρεγγυώμενος ὅλῃ δυνά μει καὶ τοῦ ἑνὸς τῆς ὑπερουσίου ταύτης καὶ μοναρχικῆς Τριάδος τὴν φιλάνθρωπον κένωσιν ἐπιγνῶναι, καὶ τοῦ Θεοῦ Λόγου την σάρκωσιν μὴ ἀπαναίνεσθαι· ἀλλὰ καὶ τὴν ἐξ ἁγνῆς κόρης γέννησιν, καὶ τὴν διὰ τοῦ Ἰωάννου βάπτισιν, καὶ τὴν εὐαγγελικὴν ειδαχὴν πᾶσαν, ὡς σωτήριον πάντας ἀποδέχεσθαι νόμον καὶ ἀληθείας δόγματα παρεκάλει· πρὸς δὲ, καὶ τὴν ὑπὲρ ἡμῶν σταύρωσιν, καὶ τὸν θάνατον, καὶ τὴν λόγχην, καὶ τὴν ταφὴν μὴ ἐπαισχύνεσθαι ὡς ἀσθενῆ καὶ ἐπονείδιστα· ἀλλὰ τὴν ἐξ ᾅδου τρι ήμερον μετ' ἐξουσίας ἔγερσιν, καὶ τὴν συνεξανάστασιν τῶν νεκρῶν, καὶ τὴν εἰς οὐρανὸν ἀνοδον θεωροῦντας καὶ πιστεύοντας, ἐλλαμπρύνεσθαι μᾶλλον καὶ δοξά ζεσθαι, εἴπερ Θεοῦ δυνάμεως ταῦτα γνωρίσματα σαφῆ προσδοκἂν δὲ καὶ τὴν ἐξ οὐρανοῦ πάλιν δευ τέραν μετὰ δόξης ἐπιφάνειαν, καὶ παντὸς τοῦδε τοῦ κόσμου τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν καὶ μετα ποίησιν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ τῶν δικαίων τὴν ζώωσιν, καὶ τῶν ἁμαρτωλῶν τὴν και τάκρισιν. θεραπευτάς οἱ τὰ πάτρια φιλοσοφοῦντες, εἰ ἀσκοῦντες,
col. 299–300page 132 of 261
PG 105:299πανιέρως διασκευαζόμενος, καὶ προσευχὰς ἐγγρά τους παραδιδούς, καὶ τὴν μυστικὴν καὶ ἀναίμακτον τοῦ ζωαρχικοῦ σώματος καὶ αἵματος ἱεροτελεστίαν τε καὶ λειτουργίαν, θεοτυπώτοις παραδόσεσι, καὶ ἀμώμοις τῷ πνεύματι διατυπούμενος ἀκολουθίαις, τύπον τε τῶν βαπτισμῶν καὶ χειροτονιῶν ἱερῶν, καὶ πᾶσαν ἁπλῶς τὴν ἐκκλησιαστική ιεραρχίαν, εὐχῶν τε μυστικῶν ἱερολογίαις, καὶ συμβολικαῖς θεσμοθεσίαις ἀποστολικῶς διαταξάμενος, οὐ τῇ κατ' αὐτὸν γενεᾷ μόνον, ἀλλὰ καὶ πάσαις ἑξῆς, ἱεροθέ της σωτήριος, καὶ καινῆς διαθήκης άριστος νομο θέτης αναπέφηνεν. Καὶ οὐχ ὥσπερ Μωσῆς ἐκεῖνος ὁ πάνυ, κραταιᾷ χειρὶ τοῖς Αἰγυπτίοις ἐμπεπαιχώς· πρὸς τὴν ἔρη μον δὲ καὶ τὸ ὄρος διαβεβηκώς· ἐδέξατο μὲν ἄνω θεν νόμον, τὸν ἐν γράμματι δέ· καὶ νομοθετεῖ μὲν, μόνῳ τῷ Ἰσραὴλ δέ· ἀλλ᾽ Αἰγυπτίοις μὲν νοητοῖς, ταῖς ἀντιτεταγμέναις δυνάμεσι, καὶ πᾶσι τοῖς ἀσε δέσιν τῶν Αἰγυπτίων συμπλεκόμενος, καὶ κατακράτος τούτους τροπούμενος καὶ καθαιρῶν· τὴν ἀσέ Γειαν δὲ αὐτῶν καὶ ἀσέλγειαν ἀπημάντως ὡς Ἐρυ θρὰν ἐν Χριστῷ Ἰησοῦ διαβὰς, καὶ πρὸς τὴν ήρε μαίαν τοῦ νοῦ κατάστασιν καὶ γαλήνιον, ὡς ἔρημον προσχωρῶν, καὶ τῷ τῆς θεολογίας προσαναβαίνων βρει στόμα κατά στόμα προσλαλεῖ τῷ Θεῷ· καὶ τὸν νόμον ἐκεῖθεν οὐ τοῦ γράμματος, ἀλλὰ τοῦ πνεύμα της νομοθετείται· καὶ ἱερουργίαν, οὐ τὴν ἐν τύποις τε καὶ σκιαῖς, ἀλλὰ τὴν ἐν ἀληθείᾳ καὶ πνεύματι θεωρουμένην μυσταγωγηθείς, οὐ τῇ κατ' αὐτὸν Ἐκε πλησίᾳ μόνον, ἀλλὰ τῇ καθολικῇ νομοθετεῖ. Καὶ οὐχ ἑνὶ μόνον ἔθνει, καὶ τούτῳ μικρῷ καὶ ὁρίοις μικροῖς διειλημμένῳ, τῇ οἰκουμένῃ δὲ πάσῃ, καὶ παντὶ τῷ Χριστωνύμῳ πληρώματι μυστικῶς ἐπιστατεῖ· καὶ διαθήκη καινὴ, καὶ παράδοσις ἀποστολικὴ, καὶ νόμος ἀληθείας, πᾶν τὸ παρ' ἐκείνου λεχθέν, ἢ παραδοθέν, οὐ τοῖς Ἀλεξανδρεῦσι μόνοις, ἀλλὰ καὶ πάσαις καθ όλου ταῖς ἱεραῖς Ἐκκλησίαις χρηματίζει. Ἐπεὶ δὲ πάσαις μὲν ἀποστολικαῖς θεοσημείαις, πάσαις δὲ θείαις χρώμενος ἱερουργίας, τὸ ἔργον εὐ άρεστον Θεῷ καὶ τέλειον τῆς αὐτοῦ παρέστησε δια κονίας, καὶ πολλοὺς μὲν τῷ χρίσματι τῆς ἱερωσύνης τετελειακώς· παμπόλλους δὲ τῆς εἰδωλικῆς ἀπάτης καὶ πλάνης φυσάμενος, διὰ πίστεως προσήγαγε τῷ Χριστῷ, ἄξιον κέκριται μηδὲ τῆς ἀθλοφορικῆς αὐτὸν ἀπολελείφθαι τιμῆς. της Οδηγητρίας εὐταξίαν Μηδὲ τῆς ἀθλοφορικῆς.
col. 301–302page 133 of 261
PG 105:301Ἐπεὶ δὲ τῆς ἀναλύσεως καὶ τῶν στεφάνων ὁ και ρὸς ἤδη παρῆν, ζῆλος μὲν ἐξάπινα τοῖς τῶν ᾿Αλεξανδρέων ἀνάπτεται πονηροτάτοις· ζῆλος δαιμωνι δης, καὶ οὐ καθεκτός· οἱ συμβούλιον κατ' αὐτοῦ λα βόντες, καὶ τὴν οἰκίαν τοῦ μακαρίου πεφθακότες, καὶ τοῦτον τοῦ Κυρίου τὸ ἔργον καταλαβόντες έργα ζόμενον, συναρπάζουσί τε σφοδρῶς, καὶ τῷ τῆς γῆς εδάφει προσπράσσουσιν. Εἶτα καλωδίοις αὐτοῦ τὸν τράχηλον ἐξάψαντες, οἱ μὲν ἔμπροσθεν εἷλκον διὰ μέσης 'Αλεξανδρείας θεατρίζοντες καὶ παίγνιον τι θέντες· οἱ δὲ ξύλοις καὶ λίθοις ἑπόμενοι κατέκλων καὶ θύμα ἱερὸν οὕτω καὶ φίλον Θεῷ καὶ εὐχάριστον ιέρευσαν. Οὕτως, ὦ θαυμασιώτατε τῶν ἀποστόλων, τῶν ἱεραρχῶν ἱεροτελεστικώκατε· τῶν ἀθληφόρων στερ μότατε καὶ γενναιότατε, τὸ σάρκινον έλυτρον μιαι φόνοις ἔτι ρηγνύμενον χερσὶν ἀφεὶς, πρὸς τὸν ἀγωνοθέτην καὶ Σωτήρα στεφανηφορῶν ἀνελήφθης Χρι στόν· καὶ τὸ ἱερὸν δὲ μετὰ ταῦτα σωμάτιον διὰ του ρ'ς ἱερουργούμενος, καὶ οὕτω, διὰ πάντων τῷ ἡγα πηκέτι σε καθιερούμενος, ολοκάρπωμα τέλειον ἄμω μον εἰς ὀσμὴν εὐωδίας ἀνηνέχθης αὐτῷ. Χαῖρε τοίνυν, ὦ θεσπέσιε καὶ θεόφρον εὐαγγελιστὰ. Χαῖρε, ὅτι εἰ καὶ τὴν τάξιν τῆς δωδεκάδος υπου βέβηκας, ἀλλὰ τῇ ἱερουργία τοῦ Εὐαγγελίου καὶ τοῖς τοῦ Παρακλήτου χαρίσμασιν οὐδὲν τῆς ἐκείνων ἐλείφθης τελειότητος. Χαῖρε, ὅτι τοῖς ἀποστόλοις ὡς ἀπόστολος, τοῖς εὐαγγελισταῖς ὡς εὐαγγελιστὴς, καὶ τοῖς πατριάρχαις μὲν ὡς πατριάρχης, ὡς μάρτυς δὲ τοῖς μάρ τυσι συνηριθμημένος καὶ συντεταγμένος, καὶ ποι κίλῳ στεφάνῳ διὰ ταῦτα καθωραϊζόμενος, ἐκ δεξιῶν παραστῆναι τῷ Παμβασιλεί καταξιοῦσαι. Χαῖρε, ὅτι οὐχ ἅπαξ τὴν καλὴν Ἰησοῦ μαρτυρίαν ἐμαρτύρησας, πλεονάκις δέ· οὐδ᾽ ἅπαξ σχοινίοις καταδεθείς διὰ μέσης τῆς πόλεως ειλκύσθης, καὶ τὰς σάρκας κατετρύφθης, καὶ τῷ οἰκείῳ αἷματι ἐβάφης· ἀλλὰ μετὰ τὸν σπαραγμὸν τὸν πρῶτον εἰς εἱρκτὴν ἡμιθανῆς ἐμβληθείς, καὶ δι' ἀγγέλου φω νῆς νυκτὸς ἰαθεὶς καὶ προθυμοποιηθείς· καὶ τῇ ἑξῆς αὖθις ὁμοίως δεθεὶς καὶ κατασυρείς, καὶ οὕτως ἐπιστάντα τὸν Κύριον καὶ εἰρηνικῶς ἀσπαζόμενον τεθεαμένος, μετὰ χαρᾶς ἀφράστου καὶ ἀγαλλιάσεως ἐξεδήμησας πρὸς αὐτόν. Χαῖρε, Μάρκε, ἡ τοῦ Ὑψηλοῦ ἐντολὴ, κατὰ τὴν σημασίαν τοῦ ὀνόματος· καὶ γὰρ ἀληθῶς τρόποντινὰ τοῦ Ὑψίστου γέγονας ἐντολή, δικαιοῦσα μὲν τοὺς ἑπομένους, κατακρίνουσα δὲ τοὺς ἀπειθοῦντας τῷ Εὐαγγελίῳ σου· χαῖρε καὶ εὐφραίνου, καὶ τῶν μεμνημένων σου μεμνημένος, τῆς σῆς δόξης καὶ χάριτος, τῆς σῆς ἐν οὐρανοῖς εὐφροσύνης καὶ λαμ πρότητος προσευξαι μετασχεῖν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, τιμὴ καὶ κράτος αιώνιον. Αμήν.

Oration XVIOratio XVI

col. 303–304page 134 of 261
PG 105:303Λ μενοι, τὸν παρ' αὐτῶν μὲν ἁγιασμὸν ἐφ' ἑαυτοὺς ἐπισπασώμεθα· ἀμοιβὴν δὲ αὐτοῖς ἀξιόχρεων, τὴν ἡμῶν σωτηρίαν ἀφοσιωσώμεθα. Πάντας μὲν οὖν ὑμνεῖν καὶ τιμᾶν τοὺς ἐγγίζοντας τῷ Θεῷ, ὅσιόν τε ὁμοῦ καὶ πρεπωδέστατον· μάλιστα δὲ τοὺς μάλιστα τούτῳ προσῳκειωμένους. Οὐ γὰρ τῆς αὐτῆς εἶναι πάντας τάξεως καὶ στάσεως· ὥσπερ δὴ καὶ παρὰ τοῖς κρατοῦσι γῆς, οὐ μιᾶς οὐδὲ τῆς αὐτῆς πάντες καθέδρας ἢ στάσεως τυγχάνουσιν ἀλλ' οἱ μὲν πρώτης, οἱ δὲ ἐσχάτης· ἄλλοι δὲ τούτων μεταξύ κατ' ἀναλογίαν τῆς ἀρετῆς, ἡ τῆς τοῦ ὑπερ έχοντος πρὸς αὐτοὺς διατάττονται φιλότητος· οὕτως ἡγοῦμαι καν τοῖς οὐρανίοις, τοὺς μὲν ὑπερτέρας, τοὺς δὲ καταδεεστέρας λαχεῖν τάξεως, ἀναλόγως τῆς μειωτικῆς ἀπὸ τῶν πρώτων ὑφέσεως καὶ ὑποδά τοί, πολλῷ πρῶτον οἱ πρῶτοι τὴν τάξιν καὶ τὴν πρὸς τὸν Χριστὸν οἰκείωσιν. σεως. Εἰ δὲ μακαριστοὶ πάντες, καὶ πάντες ἐπαινε Ασκητικοῦ βίου νομοθεσία. σεμνείον ἀσκήτρια, Ποῦ τοίνυν θήσομεν Θέκλαν, τὸ τῆς ἱερᾶς πίστεως ἄγαλμα, τὸ τῆς σεπτῆς παρθενίας κειμήλιον, τὴν ἅψαυστον τοῦ Χριστοῦ νύμφην καὶ ἀνεπίβατον παστάδα; Ποῦ ταύτην, καὶ ἐν ποίῳ θέμενοι τάγματι, τὴν αὐτῇ πρέπουσαν αἴνεσιν προσάξομεν; Ταίς παρθενικῶς καὶ ὁσίως βεβιωκυίαις συντετάξεται, ὡς ἀγνότητος πάσης καὶ ἀσκητικοῦ βίου νομοθεσία τῷ βίῳ γενομένη; 'Αλλ' οὐκ ἂν τῆς ἀθλοφορικῆς ἀπολείπεσθαι τάξεως ἀνάσχοιτο· ἀλλ' οὐδὲ τὰ πρωτοτόκια τῆς μαρτυρίας ἄλλῳ παρεἶναι καταδέξαιτο· πρώτη γυα ναικῶν ἐντόνοις ἀγωνίαις τὸ τῆς θηλείας φύσεως ὄνει δος περιελοῦσα, καὶ πρώτη νοητὸν παγκράτιον διαγω νισαμένη· καὶ ποσὶν ἁπαλοῖς τὸν δράκοντα καταπατήσασα τὸν μέγαν· καὶ στεφηφόρος οἷα βασίλισσα ἐκ δεξιῶν τῷ Παμβασιλεί. Τί ούν; τοῖς ἀθλοφόροις συν τετάξεται; 'Αλλ' αὐτὴ Παύλῳ τοῦ εὐαγγελίου κοινωνήσασα καὶ τῇ μιμήσει τῶν λόγων καὶ τῶν ἔρ γων· καὶ τῇ κοινωνίᾳ τῶν διωγμῶν καὶ πειρασμῶν, ἀπόστολος Ἰησοῦ Χριστοῦ γεγενημένη, οὐκ ἂν ἐθέσ λοι τοῖς μάρτυσι περιωρίσθαι. Πῶς οὖν αὐτὴν ἐπαι νοῦντες, κεχαρισμένα δράσαιμεν ἄν; "Η δῆλον ὡς οὐκ ἐξ ἑνὸς ἢ δευτέρου μόνον προτερήματος· ἐκ πάντων δὲ τῶν ἱερῶν αὐτῆς ἐπιτηδευμάτων, υἷς κατὰ τὸ ἀκρότατον ἐνευδοκιμηκέναι μεμαρτύρηται, ἀγαπῴη ἂν ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι. Τοῦ εὐαγγελίου κοινωνήσασα. ἀπόστολος Ισαπόστολος, Τῆς ἁγίας μεγαλομάρτυρος καὶ ἐσαποστόλου Θέκλης. πρωτομάρτυς ἀπόστολε.
col. 305–306page 135 of 261
PG 105:305ΛΟΓΟΣ 15'. Εἰς τὴν ἁγίαν πρωτομάρτυρα καὶ ἀπόστολον Επαινετὸς ὁ τῆς Ἐκκλησίας θεσμός, ἐπαινεῖν ἀεὶ τοὺς ἀξιεπαίνους προτρεπόμενος· εὐλογεῖν τε καὶ μακαρίζειν, τοὺς ἐγγίζοντας Θεῷ παραινών. Ἵνα γὰρ μὴ ἀποστενούμενον τὸ ἀγαθὸν, εἰς μόνους τοὺς κατορθοῦντας αὐτό περιορίζηται· πλατυνόμενον δὲ καὶ χεόμενον εἰς πλείους ἐκτεῖναι τὴν εὐεργεσίαν, τούτου χάριν εὐλογεῖν τοὺς εὐλογημένους ὑπὸ τοῦ εὐλογητοῦ νενομοθετῆσθαι Θεοῦ. Οὐκοῦν εὐλογῶμεν τοὺς εὐλογημένους, καὶ τοὺς ὑπὸ Κυρίου τετιμημένους, μακαρίσωμεν· οὐχ ἵνα τινὰ τούτοις διὰ τῆς ἡμετέρας προσθῶμεν εὐφημίας (ἑστήκασι γὰρ ἀεὶ τῆς ἐν Κυρίῳ πεπληρωμένοι δόξης, καὶ τῶν ἀπὸ γῆς ἐνδεῶς ἔχοντες οὐδενός)· ἀλλ᾽ ἵν᾿ ἡμεῖς πρὸς 5 αὐτοὺς ἀνατεινόμενοι, καὶ διά τε τῆς μνήμης καὶ τῶν ἐπαίνων νοερώς συναπτόμενοι καὶ συγγινό ᾿Αλλὰ καὶ τῷ ἁγίῳ βαπτίσματι τελετουρ Την Αποκάλυψιν Εσδρᾶ καὶ Ζωσιμᾶ, καὶ τὰ δύο μαρτύρια τοῦ ἁγίου Γεωργίου, καὶ τῶν ἁγίων μαρτύρων Κηρύκου καὶ Ἰουλίττης, καὶ τὴν βίβλον Μάρκου καὶ Διαδόχου, οὐ χρὴ δέχεσθαι· ἀπό βλητα γὰρ καὶ οὐ δεκτά. Μάρκου καὶ Διαδόχου.
col. 307–308page 136 of 261
PG 105:307Πρῶτον μὲν οὖν τὴν παρθενικὴν αὐτῆς ἐκ νεότητος ἀναστροφήν, μᾶλλον δὲ τὴν εἰς Χριστὸν ἀγά πησιν καὶ πίστιν κατὰ δύναμιν ἐπαινώμεθα· δι' *;, ἥ τε παρθενία καὶ ἡ ἄθλησις ὑπερανθήσασα, εἰς τὴν ἀποστολικὴν αὐτὴν προσανύψωσεν κορυφήν Η περιωπήν. "Αρτι γὰρ τοῦ μεγάλου τῆς ἀληθείας εὐαγγελιστοῦ, τῆς οὐρανίας καὶ μεγαλοφωνοτάτης τοῦ Εὐαγγελίου βροντῆς, τῆς ὑπερφωτου τῶν ἔργων Χριστοῦ καὶ λόγων ἀστραπής Παύλου λέγω, τοῦ στόματος Ἰησοῦ, τοῦ ὀργάνου τοῦ Πνεύματος, τῆς εὐηχεστάτης Θεοῦ σάλπιγγος, τῆς τὰ πέρατα συγκαλουμένης· τούτου, τ' ἄλλα τε τῆς οἰκουμένης διόντος μέρη, καὶ τὸν τῆς ζωῆς λόγον ὥσπερ τι θεῖον καταβαλλομένου σπέρμα· ἔτι δὲ πρὸς τοῖς ἄλλοις καὶ Ἰκόνιον κατειληφότος, καὶ παρ' ἀνδρὶ ξεναγωγουμένου πιστῷ· καὶ ἄρτῳ μὲν τῷ ἀπὸ γῆς ὤ; τὸ σωμάτιον στηριζομένου· ἄρτῳ δὲ οὐρανίῳ τῶν ἐπισυναγομένων στηρίζοντος καρδίας· καὶ θεῶν μὲν ἀθέων, καὶ συνηθείας κακῆς, καὶ δεισιδαίμονος ἀγωγῆς τὸ θεοστυγές διασύροντος καὶ μυσαρόν ὑψοῦντος δὲ τὴν δόξαν τοῦ ὑψίστου Θεοῦ, καὶ τὴν ἄῤῥητον σάρκωσιν τοῦ Ἰησοῦ· τό τε ζωοποιόν πά ος καὶ σωτήριον· τήν τε τριήμερον ἀνάστασιν ἐκ νεκρῶν, καὶ τὴν τεσσαρακονθήμερον ἀνάληψιν ἀπὸ γῆς· καὶ τὴν οὐρανόθεν αὖθις ἐπιφάνειαν καὶ κρίσιν καὶ τὴν δικαίαν τῶν βεβιωμένων ἀπόδοσιν φιλοσοφοῦντος, καὶ ῥήμασι χάριτος ὑμνοῦντος μεστοῖς· ναὶ μὴν καὶ τὴν ἡδυπαθῆ μὲν καὶ ἀκόλαστον βίον ἐπιο σκώπτοντος ὡς βδελυκτόν· τὸν ἄμωμον δὲ καὶ ἁγνὸν μακαρίζοντος καὶ παρθενικόν, ὡς οἰκεῖον ὄντα Θεῷ καὶ ἀρεστόν. Ταῦτα τοῦ ὑψηλοῦ κήρυκος τοῖς πρὸς αὐτὸν εἰσ ιοῦσιν ὁμιλοῦντος· καὶ τινῶν μὲν ἡδέως καὶ προς ηνῶς ἀκροωμένων· τινῶν δὲ πρὸς τὸν λόγον ἀνεπαισθήτως διατιθεμένων· ἔ[σ]τι δ᾽ ὧν καὶ ὑποτονθορυζόν των, καὶ πονηρὰ λογιζομένων ἀντὶ ἀγαθῶν, Θέκλα νεάνις, θυγάτηρ μὲν Θεοκλείας, μνηστὴ δὲ Θαμύριο δος, ἐξ ὑπογύου μένουσα τούτοις, καὶ διὰ τῆς θυρί ἕως τὸ οὖς ὑποσχομένη, τῶν Παύλου διδασκαλιών ἐπηκροάτο. Καὶ τὸ πρόσωπον μὲν ὁρᾷν οὐκ εἶχεν οὕτω δὲ τῆς διδαχῆς καὶ τῶν αὐτοῦ λόγων εξήρτητο μυσταγωγίας, ὡς ὅλην δι' ὅλου τῶν παρόντων ἀπὸ αναστάσαν, πρὸς τὸν εὐαγγελιζόμενον ἀρθῆναι Χρι στά. Οὕτως ἐκ πρώτης εὐθὺς ἀκοῆς, ὦ τῆς πίστεως!; ἐξέστη μὲν τῶν οἰκείων· ἐξέστη δὲ αὐτῆς· καὶ μήτε σημείων πεῖραν λαβοῦσα, μήτε χρόνῳ τὸν λόγον τοῦ Εὐαγγελίου δοκιμάσασα, ἀλλὰ μηδὲ τὸν εὐαγγελιστὴν, τὸ παραδοξότατον, όμμασι τεθεαμένη, οὕτω κατέθετο τῇ ἀληθείᾳ, καὶ πρὸς αὐτῆς διὰ πίστεως ἐγένετο, ὡς ἐπὶ τρισὶν ἡμέραις ἀμνηστεῖν αὐτὴν πάντα, καὶ βρώματος, καὶ πόματος. Καὶ μήτηρ μὲν φιλοστόργῳ τινὶ καὶ φιλοψύχω διαθέτει περὶ αὐτὴν εἰσιοῦσα, καὶ στένουσα καὶ δια πονουμένη· καὶ τί γὰρ ἡ μήτηρ; πῆ μὲν κολακεύουσα, καὶ αἱμυλίοις ὑποποιουμένη λόγοις. Τέκνον, ἐδέα, φίλτατον· τέκνον ἥδιστόν γ' οὖν καὶ τερ Τῆς ὑπερφωτου ἀστραπῆς.
col. 309–310page 137 of 261
PG 105:309πνύτατον καὶ ποθεινότατον· τί σοὶ καὶ τῷ ξένῳ τούτῳ ἀνδρὶ καὶ γόητι; καὶ ἵνα τί πρὸς τὴν αὐτ τοῦ λαλιὰν τὴν ἀλλόκοτον ταύτην καὶ ξένην προσέθου τὴν ἀκοήν; Ἵνα τί ἐξέστης ἐξαισίαν ταύτην ἔκστασιν καὶ φρικτήν; Ἵνα τί ὅλῃ ψυχῇ ὀπίσω τῶν λόγων ταύτης απήχθης τῆς πλανήσεως; Επίστρεψον πρὸς τὴν γεννησαμένην σε, τὴν ἀναθρεψαμένην σε· βλέψον πρός με, τέκνον ἐμόν· φθέγξαι πρὸς ἐμὲ λόγον· φθέγξαι, σπλάγχνον ἐμὸν, καὶ ἀποῤῥιψαμένη ταυτηνὶ τὴν παραφορὰν, ἀνάστηθι ἐπὶ βρωτὸν, ὦ θύγατερ ἀνάστηθι ἐπὶ ποτόν· καὶ ἵνα τί οὕτως ἀπονενοη μένη κάθῃ; Πῆ μὲν οὖν οὕτωσὶ παρακαλοῦσα, πῆ δὲ καὶ αὐτ στηρότερον αὐτῇ χρωμένη, Ινα τί, ὡς μία τῶν ἀφρόνων, ἐπέπληττεν, ἑαυτῆς ἀπεγνωκυία, καὶ ὥσπερ ἀπολωλεκυῖα σύνεσιν καὶ βουλὴν παραλόγως ούτωσὶ κάθῃ;. Αἰδέσθητι μητέρα δια τρεπομένην ἐν σοι· αιδέσθητι συγγενείς, φί λους, ομήλικας· αἰσχύνθητι ἐκ προσώπου τῶν σῶν οἰκετῶν. Ποῦ τὸ παρθένοις πρέπον ερύθημα τῆς αἰδοῦς ποῦ τὸ βάδισμα; ποῦ ἡ σεμνότης; ποῦ ἡ τάξις, καὶ ἡ προτέρα κοσμιότης; Οὐκ οι σθα ὡς πρῶτοι τῶν Ικονιέων ἡμεῖς, καὶ ὁ ζῆλος τῆς πόλεως πρὸς ἡμᾶς ὅλος, καὶ τὰ ἡμέτερα λά λημα πᾶσιν, εἶτε δεξιῶς, εἴτε οὖν ἑτέρως ἔχει; Διὰ τί οὖν, χάρμα μὲν τοῖς βασκαίνουσιν, ἔλεγχον δὲ καὶ ὄνειδος τοῖς φίλοις ἐμπαρέχεις σαυτήν; Επ Ιδού σοι καὶ ὁ μνηστήρ. Ἰδοὺ τὸ ἄνθος τῶν πολιτῶν, τὸ κάλλος τῶν ομηλίκων, ὁ τοῦ Ἰκονίου ὀφθαλμός· ἰδοὺ ὁ σις Θάμυρις, Θέκλα ἀνάστηθι, ἄσπασαι αὐτόν. Γνῶθι τὸν νυμφευσά μενον, τὸν κατεγγυησάμενον· μὴ κενὸν τῶν ἐλπί δων, μὴ τῶν σῶν ἄμοιρον χαρίτων, καὶ τῆς σῆς ἀποπέμψῃς ἀστοχοῦντα προσλαλιᾶς. Θάμυρις δὲ παρὼν καὶ αὐτὸς, τί μὲν οὐκ ἔδρα, τί δ᾽ οὐ προσελάλει τῶν ὅτα χαυνοῦν οἶδε καὶ κατα μαλάττειν ψυχήν; Θέκλα, λέγων, ἐμοὶ κεχαρισμένη, ἐμοὶ ἡρμοσμένη, καὶ νυμφοστολουμένη ἐμεί ἐπίστρεψον τὸ βλέμμα πρὸς μνηστήρα τὸν σήμε αιδέσθητι φωνῆς νυμφίου τοῦ σοῦ· γενοῦ πρὸς ἐμοῦ τοῦ πεφιληκότος σε, τοῦ ἠγαπηκέτος σε, καὶ πάντα τὰ ἐμὰ, καὶ πᾶσαν κτῆσιν καὶ ὑπε αρξιν, καὶ ἐμαυτὸν πρὸς τοῖς πᾶσι, ταῖς σαῖς ἐγχειρίζοντος χερσίν. Ἐπίστρεψον, καὶ ἴδε τὸν σὸν Θάμυριν, Θέκλα, καὶ λόγου μετάδος· καὶ ἀλῶν μετάσχωμεν τῶν αὐτῶν· καὶ, εἰ βούλει. αὐτίκα νῦν ᾄδωμεν τὴν ὑμέναιον. Εἰ δ᾽ οὖν οὔτε σοι φίλον τοῦτο, σύνταξον ἐμοὶ, καὶ ἥξω προς σέ· ὡς ἔγωγε τῆς σῆς ὅλος ἀρεσκείας, τοῦ σοῦ θελήματος, καὶ τῆς ἐπιθυμίας ὅλος εἰμὶ τῆς σῆς μόνον ἀκούσω φωνῆς· μόνον τῆς ἡδίστης έμει λαλιᾶς τῆς βουλῆς μόνον αἰσθοίμην τῆς σῆς. Μόνον μὴ χωρὴν τὴν ὡς σὲ εἴσοδον, μὴ κενὴν, μὴ ἀνήνυτον, ὦ φιλτάτη, παρασκευάσης μοι τὴν παρουσίαν. Καὶ οὐ μόνον τούτοις τοῖς ῥήμασιν, ἀλλὰ καὶ νεύ μασι δυσωπητικοῖς ἐπικλίνειν δοκῶν, ἀλλὰ καὶ φιλή.
col. 311–312page 138 of 261
PG 105:311μασι χαυνωτικοῖς· ἡρέμα δὲ καὶ τῆς οθόνης ἐπαφώμενος, καὶ πρὸς ἑαυτὸν ἐφελκόμενος, Εγειραι, φά γωμεν. ἔλεγεν· τάχα γὰρ καὶ ἡ ἀσιτία τὸ πολὺ μέρος ἐξέστησεν· τραπέζης δὲ μετασχοῦσα, καὶ ἀγαθυνθεῖσα τὴν καρδίαν, ἑαυτῆς ἔσῃ, καὶ τὸν γύητα τοῦτον ἄνδρα καὶ πονηρόν, ὡς ἀλήτην και πλάνον ἀποσεισαμένη, οὕτως τελείως ανακάμ ψεις ἡμῖν· καὶ τὸν γαμεταῖς προσήκοντα πόθον πρὸς ἡμᾶς ἀνανεωσαμένη, τῆς νενομισμένης αὐτίκα συγκυρήσεις ὁμιλίας. Τί οὖν ἡ παρθένος; ἆρ᾽ ἐπέβλεψε πρὸς τὴν μη τέρα; ἆρα τῷ μνήστορι προσέσχεν; ἆρά τινος τῶν οἰκείων ἢ φίλων ἡττηθεῖσα, τὸ τῆς ἀκροάσεως ένα τεταμένον ὑπεχάλασεν; Οὐδαμῶς· ὥσπερ δὲ ὀρνέων ἠχὴν, ἡ σωμάτων αψύχων ψόφον τας τοιαύτας ἡγου μένη προσλαλιάς, καὶ ὥσπερ δὲ θάμνος, ή πέτρα βαθύριζος, τοῖς ἕλκουσιν οὐχ ἑπομένη, μόνης τῶν λόγων Παύλου τῆς χάριτος ἐν ἡρεμαίᾳ τοῦ κατα στάσει, καὶ συναισθήσει κατήκους ψυχής. Καὶ ἦν ἄξιον ὄντως τὸ γινόμενον ἐκπλήξεως. Τρυφερὰ κόρη, ἀμυθήτῳ κάλλει καὶ ὡραιότητι σώ ματος πάσας ἀνθρώπων τὰς θυγατέρας παρευδοχι μοῦσα, ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ· καὶ γὰρ ἦν ἐπίγαμος, εἰς ἐφε ους ἤδη τελοῦσα· καὶ αὕτη, μήτε Γραφαῖς προπαι λευθεῖσα, μήτε νόμῳ Θεοῦ καὶ προφήταις παιδαγωγηθεῖσα, ὡς μόνον τῆς εὐαγγελικῆς ἐπᾔσθετο φθογγῆς, καὶ ταύτης οὐ κατ᾽ εὐθεῖαν, ἀλλ' ἐκ πλαγίας ἐπ' αὐτὴν ιούσης, ἐξέστη μὲν στοργής μητρικῆς ἐξ στη δὲ πάσης ἐπιθυμίας σαρκός. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑαυτῆς ἐκστᾶσα τῷ πνεύματι, καὶ διανοία καθαρᾷ καὶ πιστοτάτῳ ναι, τὸν εὐαγγελισθέντα λό γον εὐθὺς εἰσδεξαμένη· ἐν ἑαυτῇ δὲ τοῦτον ἐδρά σασα, καὶ ἑδρασθεῖσα παγίως ἐν αὐτῷ, ὡρᾶτο μὲν ἐπὶ γῆς οὖσα, τοῖς οὗτιν ἐκ γῆς· ἦν δὲ ἐν οὐρανοῖς ἀληθῶς, καὶ τῶν ἱερῶν Παύλου λογίων, ὡς ἐκ τοῦ ὑπερουρανίου Θεοῦ κατακούσασα, οὐδεμιᾶς ἠξίου τοὺς ἀπὸ γῆς φωνοῦντας ἐπιστροφῆς. Καὶ καθάπερ ἡμεῖς περὶ τῶν ἀναγκαίων τινὸς πρὸς τῶν ὑπερ εχόντων ἡμῶν παραγγελλόμενοι, νηπίων ἐνίοτε παραληρούντων ειώθαμεν παραφρονεῖν, ἵνα μὴ τοῦ κρείττονος λόγου διαμάρτωμεν· οὕτως ἡ μακαρία παρθένος, ὅλον ἀκραιφνῶς διὰ θερμοτάτης πίστεως ἐλλαβομένη τὸν Ἰησοῦν, συνετῶς καὶ πανευλαβῶς [ ὑπεἶχε τῷ ἐκείνου κήρυκι τὸ οὖς, ἵνα τοῖς αὐτοῦ λογίας, τὸ τοῦ γνωσθέντος αὐτῇ Θεοῦ θέλημα γνοῦσα, καὶ τοῦτο καταπραξαμένη, βέβαιον ἑαυτῇ καὶ Στρεπτον τὸ οὐράνιον ἀγαθὸν διατηρήσειεν. Σωφροσύνην γοῦν καὶ ἐγκράτειαν, ἀκτησίαν καὶ παρθενίαν, πίστιν τε καὶ ἀγάπην, ὡς βεβαιοῦντα Χριστῷ τὴν ψυχὴν ἐπακούσασα μακαριζόμενα, Ερ γας αὐτίκα καὶ πράξεσιν, τὴν ἱερὰν μετῄει διδα χήν· καὶ τῆς ἐγκρατείας περιείχετο, καὶ τῇ παρο ξενία προσεφύετο, καὶ τὴν ἀκτησίαν ᾑρετίζετο· δι' ὧν εἰς πίστιν τοῦ ἀγαπωμένου κραταιουμένη Χρι στοῦ, ἔκπληκτος μὲν ἐδόκει τοῖς εἰς αὐτὴν ὁρῶσιν, ὅλη δὲ ἄρα ἦν ἐξεστῶσα τῇ θεωρίᾳ τοῦ Θεοῦ.
col. 313–314page 139 of 261
PG 105:313Τί οὖν ὁ Θάμυρις; Ζήλου πικρού, θυμοῦ τε καὶ ὀργῆς ἐντεῦθεν ἀναπίμπλαται· τοιοῦτον γὰρ τὸ φίλο τρον τοῦ σώματος· ἕως μὲν ἂν παρῇ τὸ καταθύμιον, ὡς πῦρ ἀνακαίεται τῇ περὶ τὸ φιλούμενον ἐπιθυμίᾳ ἀστοχῶν δὲ τοῦ ἐπιθυμουμένου, ενήλλαξε τὸ πάθος εὐθὺς, καὶ τὴν φλόγα τῆς ἐπιθυμίας εἰς πῦρ ἀνῆψεν ὀργῆς, κατὰ τοῦ ἀνακόπτειν αὐτοῦ τὴν ἔφεσιν νομι ζομένου· οὕτω κἀκεῖνος, ζηλοτυπεί, μαίνεται, ὑβριοπαθεῖ, ἐξάπτεται, καὶ ὅλον ἐξάπτει τὸ Ικόνιον, καὶ πάντα τὸν δῆμον τῆς πόλεως, καὶ πάντα τὸν ὄχλον, κατὰ τοῦ ὑπονοουμένου λυπεῖν οχλαγωγεῖ όρθρος, καὶ τὸν Ονησιφόρου κατέλαβεν οἶκον ὑδρίζων, ἀπειλῶν, βλασφημῶν, καὶ τοῦ αίσχιστα Παῦλον διαθήσειν διομνύμενος· ἔλκων ἐπὶ τὰς ἀγο ρὰς πρῶτον καὶ τοὺς πολιταρχας, λυμεώνα τοῦτον, φθορέα τῆς πόλεως, ἔτι δὲ καὶ τῆς αὐτῷ καθ ηρμοσμένης, διαλοιδορούμενος· ἐνάγων δὲ μετά ταῦτα καὶ ἐπὶ τὸν ἡγεμόνα· καὶ ἐπειδὴ τὸ δικαστήριον συνεκροτήθη, καὶ ὁ ἡγεμὼν ἐπὶ θρόνου δικα στικοῦ, καὶ οἱ σύνεδροι περὶ αὐτὸν, καὶ πέριξ δ δῆμος, καὶ σιωπὴν ὁ κήρυξ παρήγγελλεν, καὶ ὁ Παῦλος τῷ βήματι παρῆκτο, καὶ ὁ Θάμυρις κατά ηγορῶν ἔφη Οὔτε τὸ ὑμέτερον κράτος, καὶ τὴν μεγαλο φνεστάτην ἀγχίνοιαν τῆς διανοίας, οὔτε δέ τινα τῶν παρόντων ἀγνοεῖν οἶμαι τὰ κατ' ἐμέ. Επί στασθε δὲ, ὅτι καὶ γένος ἐμοὶ λαμπρὸν, καὶ περιουσία σφόδρα πολλὴ, καὶ τιμὴ κατὰ τὸν πλοῦτον. Πρὸς δὲ, καὶ ὥρας έλαχον ἀγαθῆς καὶ πάντα ἐπίσημα, καὶ πάντα περίβλεπτα· καὶ ἵνα μὴ πολυῤῥημονεῖν δοκῶ, πάντα τὰ κατ' ἐμὲ ζηλωτά· μεμνήστευμαι δὲ καὶ γυναῖκα ἐμαυτῷ τήν Θεόκλειαν ἅπαντες οἴδατε· ταύτης προσ εθέμην τῇ θυγατρί· καὶ ἤδη ἕτοιμα πάντα· καὶ ὁ καιρὸς τοῦ γάμου παρῆν, καὶ πάντα πρὸς τοῦτον φιλοτίμως παρεσκεύαστο· ἐξαπίνης δὲ κακῷ δαίμονι ὁ ἄνθρωπος οὗτος, ὄλεθρος ἀνδράσι, καὶ πρὸ πάντων ἐμοὶ (λογυδρίοις γὰρ κεκομψευμένοις τὰς γυναῖκας συλαγωγῶν, τὰς παρθένους ἐξαπατῶν· τὰς μὲν οὐκ ἐᾷ καθ' δ θέμις ἀνδράσι γαμηθῆναι· τὰς δὲ συνεύνων ὑπερορᾷν παρα σκευάζει), μετὰ πάντων καὶ τὴν ἐμὴν διέφθειρεν Θέκλαν· τὴν ἐμοὶ καθηρμοσμένην ἐξέστησε θέ κλαν. Εἰ οὖν ἐαθείη ζῇν οὗτος, πόλιν, ὦ κράτιστε ηγεμών, οὐκ ἔχεις· διέφθειρε τὸ Ικόνιον· ώλετο Τὸν Ονησιφόρου κατέλαβεν οἶκον. Τόν δέ Ονησιφόρον, ὃν ἐν τῇ πρὸς Τιμόθεον Επιστολῇ ὁ ᾿Απόστολος παρ καὶ πᾶσω περιοικίς· καὶ οὐ μόνον, ἀλλὰ καὶ πᾶσα χώρα καὶ πόλις, εἴ γε δὴ κατὰ τὸν αὐτοῦ νόμον ἀνάσχοιτο βιοῦν, οὐκ ἂν φθάνοιεν χρόνῳ δι' ατεκνίας ἐξαπολωλότες. Καὶ γὰρ εἰ ὁ γάμος ἀειζωίας τοῦ γένους ἀφορμὴ, καὶ αἴτιος ἀνθρώποις γενέσεως· καὶ τῆς ἐξ ἄλλων εἰς ἄλλους ἐφεξῆς διαδοχῆς! ἀπαιδίας ἂν εἴη, καὶ καθόλου τοῦ γένους ἀναιρέσεως, ἡ ἀγαμία δηλαδή. εισάγει, Κολοφωνίας ἐπίσκοπον εύρομεν γεγο νότα· δεξιὸν ἐν τοῖς λόγοις καὶ ἀλκιμώτατον μέχρις αἵματος αὐτοῦ τὴν πίστιν κρατύναντα.
col. 315–316page 140 of 261
PG 105:315Ἐνδοθέντος δὲ καὶ τῷ Παύλῳ τὰ κατ' αὐτὸν ἀπο λογεῖσθαι, Ἐγὼ μέν εἰμι ἄνθρωπος Ἰουδαῖος, ἀπο εκρίνατο, τῷ τοῦ οὐρανοῦ καὶ τῆς γῆς Θεῷ νηπιόθεν ἀνακείμενος· καὶ διὰ τοῦτο, νόμῳ Θεοῦ παιδαγωγηθείς, καὶ ταῖς ἐντολαῖς προπαιδευθεὶς, δεκτῷ καιρῷ θειοτέρας κατηξίωμαι μυστ αγωγίας· καὶ ἐν ἡμέρᾳ ποτὲ μέση εἶδον, ὦ λαμπρότατε ἡγεμὼν, οὐρανόθεν περιαστράψαν με φῶς ὑπὲρ τὸν ἥλιον· καὶ φωνῆς ἤκουσα ζώσης καὶ διατρανούσης ἐν ἐμοὶ Χριστὴν Ἰησοῦν Χρι στὸν ἐκεῖνον, ὃν ἀγνοῶν πρότερον ἐδίωκον ἐν ἀπιστία· ἐπεγνωκὼς δὲ διὰ κρείττονος ἀποκαλύψεως, ὡς αὐτός ἐστιν ὄντως ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, ὃς καὶ υἱὸς ἀνθρώπου διὰ φιλανθρωπίαν υπερουσίως κεχρημάτικεν, ἵνα τὴν ἡμετέραν ἐσχατιὰν ἀνακαλέσηται· καὶ πᾶσαν, ἵνα μὴ μακρηγορώ, τὴν τοῦ Θεοῦ βουλήν μεμυσταγωγημένος κρείττοσι λόγοις δι' αὐτοῦ, παρ' αὐτοῦ 57; τοῖς ἔθνεσιν ἐξαπεστάλην, διδάσκων πάντα άν θρωπον, καὶ νουθετῶν ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· καὶ παρακλήσει πάντα ἄνθρωπον παρακαλῶν, πᾶσαν μὲν ἀνομίαν καὶ ἀδικίαν ἀποστρέφεσθαι· δικαιοσύνην δὲ πᾶσαν καὶ ἁγιωσύνην ἐν φόβῳ κατεργάζεσθαι τοῦ Θεοῦ εἰδότας, ὅτι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει πᾶσαν ναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Καὶ οὗ μοι σκοπός, ὦ δικαιότατε δικαστά, καθ ἀπαξ τὸν γάμον ἀναιρεῖν· αὕτη σαφής καθ' ἡμῶν ἐστι συκοφαντία· ἀλλὰ πορνείαν μὲν πᾶς σαν καὶ μοιχείαν, καὶ πᾶσαν ἀκαθαρσίαν καὶ ἐπιθυμίαν κακήν· καὶ πᾶν πάθος ἐκκλίνειν παρ αινῶ· γάμον δὲ τὸν ἔννομον καὶ ἔνθεσμον, ὡς ἁμίαντον ἀποδέχομαι καὶ τιμῶ. Εἰ δέ τις ψυχή πρασία καὶ ἐπιεικής, διά βίου παντὸς ἀγαμίαν καὶ παρθενίαν ελομένη, μόνῳ μόνη σχολάζειν τῷ Κυρίῳ, καὶ ταῖς προσευχαῖς ἀπερισπάστως αἱρε τίσαι, τοῦτο κάλλιστον ἐγὼ κρίνω, καὶ τοῦ ἐπαι νέτου ἀξιεπαινετώτερον, καὶ τοῦ τιμίου γάμου τιμώτερον, ώς οἰκεῖον ὄντως δν καὶ μᾶλλον ἀρε στὸν τῷ Θεῷ· ὡς ἄϋλον καὶ νεερὰν θυσίαν, άλλως καὶ θελητῶς τῷ ὑπεραθλῳ προσαγομένην. ἑαυτῷ τὴν ἀνθρωπότητα παριστάν, καὶ ἀποδιδό Τούτων ἐκεῖνος ὡς ήκουσε τῶν φωνῶν, ἐπειδὴ κρίνειν οὐκ ᾔδει τὴν δύναμιν τῆς ἀληθείας (ψυχὴ γὰρ πᾶσα, τῷ νῦν αἰῶνι καὶ ταῖς ἀπάταις τοῦ βίου στο δρότερον ἐμπεφυρμένη, οὐκ οἶδεν ασκαρδαμυκτί πρὸς τὰς τῆς ἀληθείας αὐτὰς ἀντωπεῖν·) δι᾿ ὁ καὶ αὐτὸς, μήτ' ἀντιτείνειν ἔχων, μήτε δὲ συντίθεσθαι τοῖς ὑπὸ τοῦ Παύλου λαλουμένοις, ἀσχολίαν τε προφασίζεται, καὶ τοῦτον δεσμεύσας, καθείργνυσιν εἰρο κτή. Τί οὖν ἡ Θέκλα; "Αρ' ὑπεστάλη φρίξασα πρὸς τὴν τοῦ κήρυκος ἀπαγωγήν; ἢ μικρόν γοῦν καθυφῆκε τῆς προθέσεως; ἢ διανοίας βάθεσι τέως τὴν αὐτῆς πίστιν ἐγκατέκρυψεν; ἢ οὐ σφόδρα ταύτην ἐθριάμβευσε περιφανῶ;; ἢ θριαμβεύει μὲν, οὐ συνετῶς δέ;
col. 317–318page 141 of 261
PG 105:317? Οὐμενοῦν. 'Αλλὰ τί ποιεί; Ανίσταται κατὰ μέσας νύκ β κτας ἡσυχῇ· ἐπικαλεῖται τὸν Παύλου Θεὸν εἰς συνό οδίαν· ἐξουθενεῖ τὰ κόσμια, τὰ ἐνώτια, τὰ κάτοπτρα, τὰ θέλγητρα πάντα τῆς νεότητος· καὶ κατὰ τὸν εὐαγγελικὸν ἐκεῖνον ἔμπορον, τὸν πολύτιμον εύρη κυῖα μαργαρίτην, πάντων ὧν εἶχεν ἐπρίατο αὐτόν καὶ κατὰ τὸν αὐτῆς διδάσκαλον, ἅτινα ἦν αὐτῇ κέρδη ο διὰ τὸν Χριστὸν ζημίαν ἡγησαμένη, ἃ μὲν ἐδίδου τῷ πυλωρῷ, ἃ δὲ τῷ δεσμοφύλακι· μόνον, ὥστε παρα χωρῆσαι ταύτῃ τὸν Παῦλον ἰδεῖν, καὶ τῆς εἰρκτῆς αὐτῷ καὶ τοῦ ἐδάφους κοινωνῆσαι καὶ τῶν δεσμῶν, καὶ δὴ καὶ τῆς εὐαγγελικής θεηγορίας τελεώτερον μετασχεῖν. Ην οὖν ἐκεῖ καθορᾷν, τὴν μὲν οἷα διψη τικωτάτην ἔλαφον δρόμῳ τὰ ὕδατα τοῦ Θεοῦ καταλαβοῦσαν· τὸν δὲ, καθάπερ προῤῥέοντα ποταμόν, καὶ κατὰ τοῦ νεροῦ στόματος αὐτῆς τὸ τῆς θεολογίας νάμα δαψιλέστατον ἐπιβλύζοντα. Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις. Αμα δὲ ἔω, καὶ τάραχος μέγας κατειλήφει τους οἰκείους. Εζητεῖτο γὰρ Θέκλα· διελαλεῖτο Θέκλα ἀνηρευνᾶτο παρὰ τοῖς γνωστοῖς, παρὰ τοῖς συγγενέσι, καὶ παρὰ γείτοσιν, ὡς εἰκὸς, καὶ φίλοις. Ο οἰκέται ἠτάζοντο, αἱ θεραπαινίδες δίκας ἐτίννυον καὶ οἱ ἐπὶ τῆς οἰκίας πάντες ἐδονοῦντο. Εγνώσθη δ' οὖν ὅμως, καὶ πρὸς τοῖς Παύλου κυλιομένη κατελήφθη ποσίν· καὶ τὸν χοῦν μὲν τῶν αὐτοῦ, κατὰ τὸν Ησαΐαν, ἔλειχε ποδῶν· αὐτῷ δὲ μετ᾿ εὐλαβείας οὕτω καὶ τρό μου παρίστατο, ὡς υἱῷ Θεοῦ καὶ θεῷ· οὕτω κατ' ἄκρας αὐτὴν εἷλεν ὁ Θεοῦ φόβος, ᾧ λοιπὸν καθηλω μένη καὶ συνεχομένη, οὐδεμίαν δπιν, οὐδεμίαν ἐπι στροφὴν τῶν δι' αὐτὴν θορυβούντων ἢ θορυβουμένων ἐποιεῖτο. Τί δὲ ὁ Θάμυρις; Μαίνεται πάλιν· ταράττεται, πάλιν ἐξάπτεται· ὀχλαγωγεῖ πάλιν, καὶ πολὺ μᾶλλον ἢ πρώην, ὅσῳ καὶ βεβαιοτέραν ὑπείληφε τῆς παρθένου τὴν ἀπάτην. Εμφανίζει αὖθις τῷ ἡγεμόνι κατὰ Παύλου· καὶ ὡς ἄντικρυς ἠδικημένος, δίκην αἰτεῖ λαβεῖν, καὶ ὃς τοῖς κλητήρσιν ἑπόμενος, προθύμως αὖθις ἐπὶ τὸ δικαστήριον ἀνῄει. Ἡ δὲ καὶ αὐτὴ ὡς Παύλου τῷ ὄντι μαθήτρια κλητευομένη, μετὰ πλεί στης ὅσης ἀνῄει μεγαλοψυχίας. Οὐ γὰρ ἐπῃσχύνετο τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· χαρὰ δὲ αὐτῆς ὑπερ φυῶς τὴν καρδίαν, καὶ μυστικὴ διειλήφει ἀγαλλίασις, ὅτι ὑπὲρ Χριστοῦ μετὰ Παύλου θεατρίζειν ἐξιοῦτο. Ἐπεὶ οὖν παρέστησαν ἄμφω τῷ δικαστῇ, τὸν μὲν οὐκ ἀξιοῦσι λόγου, ἤδη τὰ περὶ αὐτοῦ ἀπολελογημέ νον, καὶ ὡς ἐκ τῆς πρώτης εὐθὺς ἀποκρίσεως τὴν κατηγορίαν οὐκ ἀγεννῶς διακρουσάμενον· τὴν δὲ λόγον ἀπαιτοῦσι τῆς ἀγαμίας, καὶ τῆς Θαμύριδος ἀποστροφῆς. Ἡ δὲ λόγου μὲν τούτους ἠξίωσεν οὐδε νός· προσείχεν δὲ Παύλῳ· καὶ σιωπῶσα, τὴν αὐτῆς τοῖς ὁρῶσι γνώμην ἡμίμα καθυπέφαινεν, ὡς οὐ θεμι τὸν διδασκάλου παρόντος δημηγορείν μαθητήν. Απαι δευσίας οὖν, ἢ ἀταξίας τῶν πυνθανομένων αὐτὴν ἡ μεγαλόφρων καταγνοῦσα, έμενεν οὕτω λαλοῦσα μη δέν.
col. 319–320page 142 of 261
PG 105:319Τί οὖν ὁ δικαστής; Τὸν μὲν φραγελώσας, της πό λεως ἀπήλασεν· τὴν δὲ ζῶσαν καῆναι κελεύει πυρί. Τοῦτο γὰρ μὴ πειθομένης αὐτῆς, καὶ ἡ μήτηρ μεγά λαις ἐβόα κραυγαῖς. Ἐνταῦθά μοι τῷ λόγῳ κάμνοντι, καὶ τὸ τοῦ ἀγῶνος μέγεθος ἀμηχανοῦντι παραστῆσαι, συναγωνίσασθέ μοι, παρεγγνῶ, διὰ προσευχῆς τε καὶ προσοχῆς· τῇ μὲν, νοερῶς ἐξαιτούμενοι εὐοδοῦσθαι μοι τὸν λόγον τῆς ἀπαγγελίας· διὰ προσοχῆς δὲ καὶ ἀταραξίας, ὥσπερ ἐν λιμένι τινὶ γαληνῷ, τῷ οἰκείῳ νῷ, τοῦτον γαληναίως ἐγκαθορμιζόμενοι. Πᾶσα ἡ πόλις ἐπὶ τὸ θέατρον ἀνῄει μετὰ σπουδῆς άνδρες πάντες, αὐτόχθονες καὶ ἐπήλυδες, ἀφανεῖς καὶ περιφανεῖς· γυναῖκες πᾶσαι, πρεσβύτεραι καὶ νεώτεραι, άσημοι καὶ ἐπίσημοι· καὶ νήπια δὲ μετὰ τῶν καθεστηκότων ἔτρεχαν ἰδεῖν· καὶ πρὸ πάντων, ὁ τὴν ἄτοπον οὕτω κρίσιν καὶ ἄδικον ἀποφηνάμενος ἡγεμών· καὶ ἐπειδὴ τά τε ξύλα ήτοίμαστο πρὸς ὑπέκ. καυμα, καὶ πάντα έτοιμα ἤδη, καὶ πάντα εὐτρεπῆ τὰ πρὸς τὴν πυράν, προσήχθη καὶ αὐτὴ Θέκλα· καὶ τὸ θαυμάσιον, ὅτι οὐκ ὠχρίασεν πρὸς τὴν τοῦ πυρὸς ἀπειλήν· οὐκ ἐδειλίασεν τὴν ψυχήν· ἀλλὰ τὴν καρ δίαν μὲν ἀνατεταμένη καὶ εὐφραινομένη πρὸς ὄν ἐπίστευσε, Κύριον· θάλλουσα δὲ τὸ πρόσωπον, καὶ ὥσπερ εἰς βαλανεῖον τοῦ λούσασθαι χάριν προθύμως ἀποδυσαμένη· ἢ ὥσπερ ἐπὶ παστάδα χωρούσα παρ Γενικὴν, οὕτως ἑαυτὴν κατασφραγισαμένη, τῶν επρωμένων ἐπιβαίνει ξύλων Τίς οὐ κατεκλάσθη τὴν καρδίαν τοῖς ὀδυρμοῖς; Τίς οὐ παρείθη πάντα τῆς σαρκὸς μέλη; τίνος πα ρειὰ δακρύων οὐ πίμπλατα:; τίς δὲ οὐκ ἀπεδυσπέτησε τοῖς κεκριμένοις, καὶ σφοδρῶς ἐκεῖ τοῦ δικά ζοντος κατείπεν; Πᾶσι γὰρ ἔλεον, οὔμενουν οπόσον εἰπεῖν ἔστιν, ἐνεποίει τὸ γινόμενον, ὁρῶσιν νεάνιν καλὴν μὲν τὸ σῶμα καὶ τρυφεράν· προθυμίᾳ δὲ πνεύματος ἀνυποστάτου κατατολμῶσαν φλογὸς, καὶ αἱρουμένην εἰς τέφραν αὐτίκα δὴ τῷ πυρὶ διαλυθῆναι, ἢ τὴν αὐτῆς προέσθαι παρθενίαν, καὶ τὸν ἁρμοσάμενον καταψεύσασθαι Χριστόν. Ἐκεῖ καὶ πάσας οἶμαι τὰς δυνάμεις τῶν οὐρα νῶν δρώσας, τὸν τοῦ ἀγῶνος ᾠκτειρηκέναι τρόπον. ((3) Τῶν ἐστρωμένων ἐπιβαίνει ξύλων. Πάντων τοιγαροῦν πανταχόθεν ξύλα συμφορησάντων, καὶ τῆς φλογές εἰς αὐτὸν τὸν αιθέρα κορυφωθείσης, ἐπιβῆναι και λεύεται τῇ οὕτως ἐκφλογωθείσῃ πυρᾷ.
col. 321–322page 143 of 261
PG 105:321Ἐκεῖ καὶ αὐτὸς ὁ Κύριος τὸ γινόμενον ἠλέησεν. Καὶ σε Εν ἐπῇ τινι γῆς. ἔξω που τοῦ ἄστεος ἔν τινι τύμβῳ. ἐν μνημείῳ, κατὰ τὴν ὁδὸν τὴν ἀπὸ Ικονίου εἰς Δάφνην φέρουσαν· καία τὴν ἐν Χριστῷ σφραγίδα σφραγίδα εἰ τὸ θεῖον λουτρόν, Την Αντιόχειαν εἰσῄει. πῶς γὰρ οὐκ ἔμελλεν οὗτος ἐλθεῖν τὴν ἄνευ σημείων καὶ τεράτων, διὰ μιᾶς φωνῆς κήρυκος, καὶ τούτου δε σμίου, καὶ τούτου φυγάδος, οὕτως αὐτῷ πεπιστευ κυῖαν, ὥστε μὴ μόνον μητρός, καὶ οἰκείων, καὶ συγ γενῶν, καὶ πλούτου, καὶ γάμου, καὶ πάσης ἡδονῆς καὶ τρυφῆς, ἀλλὰ καὶ αὐτῆς ὑπεριδεῖν δι' αὐτὸν τῆς ψυχῆς; Ἐπεὶ δὲ ὁ τῶν θαυμασίων Θεὸς ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, ἄξιον ἔδει πάντως καὶ τὸ γινόμενον τῆς τοῦ ποιοῦντος ἀποδείκνυσθαι μεγα λειότητος. ᾿Αλλὰ τίς ἡ τοῦ Κυρίου κρίσις; Ὑφῆπται μὲν πέριξ τῆς παρθένου τὸ πῦρ· οὔπω δὲ τοῦ ἀνεπάφου σώματος ἐθίγετο, καὶ ἀθρόως, εὐχομένης αὐτῆς, ἦχος μὲν μέγας γῆθεν ἀνεῤῥάγη· ἄνωθεν δὲ νεφέλη περιστάσα, τοσοῦτον ὕδωρ καὶ χάλαζαν κατέχυσεν, ὥστε πολλοὺς μὲν ἐκεῖ κινδυνεῦσαι· τὸ πῦρ δὲ σᾶς σθῆναι· Θέκλαν δὲ σωθῆναι. Ταῦτα ὁ τῶν ὑψωμάτων Θεός, ὁ θαυμαστὸς ἐν δόξαις, όποιῶν τέρατα. Ταῦτα ὁ τὴν Βαβυλωνίαν κάμινον ἐκτιναξάμενος, καὶ τρεῖς ἐν αὐτῇ παῖδας ὑμνῳδους περισωσάμενος. Εργον τοῦτο τῆς αὐτῆς χειρὸς ἀληθῶς· δροσοβόλον τε κάμι νον ἀποφῆναι, καὶ ἐξαπίνης ἄνωθεν ταύτην ἐπικλύσαι τῷ ὕδατι καὶ κατασβέσαι. Τοῦτο πρῶτον εἶδεν ἡ Θέκλα θαυμάσιον ὑπὲρ αὐ τῆς γεγενημένον, καὶ τῇ πίστει πίστιν, καὶ τῇ τοῦ Θεοῦ ἀγάπῃ τὴν καθ᾽ ὑπερβολὴν προσέθηκεν ἀγάπην. Τοῦτο τὸ ὕδωρ, οὐ μόνον τὸ πῦρ ἐκεῖνο, ἀλλὰ καὶ Θεοκλείας τὴν μανίαν, ἀλλὰ καὶ θαμύρι. δος τὸν ζῆλον, ὡς πῦρ ἐκκαιόμενα, σβέσαν κατεμάρανεν. Πυρὶ γὰρ οὐρανίῳ τὴν καρδίαν ἡ καλλιπάρο θενος εκκαιομένη, τοῦ ἀπὸ γῆς ἔσβεσεν δύναμιν πυρός. Οπως δὲ καὶ λεόντων ενέφραξε στόματα, ἄξιον ἰδεῖν. Ἐπεὶ γὰρ ἐκείνου εῤῥύσθη τοῦ κινδύνου, πάντων ἀπαλλαγεῖσα τῶν οἴκοθεν ὀχληρῶν, κατ' ἴχνος ἐβά διζε τοῦ διδασκάλου· ὃν ἐν ἐπῇ τινι γῆς ὑπὲρ αὐτῆς προσευχόμενον καταλαβοῦσα· λαβοῦτα δὲ δι αὐτοῦ τὴν ἐν Χριστῷ σφραγίδα, σὺν αὐτῷ μετὰ ταῦ τα τὴν ᾿Αντιόχειαν εἰσῄει Εἰσιοῦσα δὲ, νεω
col. 323–324page 144 of 261
PG 105:323τέρῳ τινὶ δέοντι, καὶ τοῦ σώματος τὴν ἀκμὴν σφριγῶν τι περιπίπτει. Ὁ δὲ ἦν Σύρος μὲν τῷ γένει, Αντιοχέων Ο δὲ πρῶτος· ᾿Αλέξανδρος δὲ τοΰνομα· οὗτος δι᾿ ὀφθαλμῶν ἑαλωκὼς τῆς κόρης, καὶ ὅλος τοῦ ἔρωτος γενόμενος (δεινὴ γὰρ νέων ὄψις ἀκόλαστος, τὸ προσπεσὺν αὐ τῇ κάλλος οἷόν τι γλυκερώτατον βέλος τοῖς βάθεσιν ἐγ κατασπείραι τῆς καρδίας), πρῶτον μὲν ἐξελιπάρει Παύλον, μυρία δῶρα, τὰ μὲν αὐτίκα διδοὺς, τὰ δὲ ἐπαγγελλόμενος, εἴ γε τούτῳ γαμετὴν ἐπιτρέψαι λαβεῖν. Τὸν δὲ, μηδεμίαν ἔχειν εἰς αὐτὴν ἐξουσίαν ἀποκρίνασθαι· ἄλλου γὰρ εἶναι, καὶ ἄλλῳ καθηρ μέσθαι. Τί οὖν ὁ νεανίας; Δύσοιστον γὰρ ὁ ἔρως· νεότητος δὲ, καὶ τύφου καὶ ποικίλης τρυφῆς ἐπιτυχών, γίνε ται ἀνύποιστος. Ὥραν οὖν, ὡς ἐνόμιζεν, εὔθετον ἐπιτετηρηκώς, αὐτὸς αὐτῇ ἐν ἀμφόδῳ τινὶ περι επλέκετο. Εκείνη δὲ τί; Πρῶτον μὲν τοῖς λόγοις ἀπημύνετο, καὶ τὴν ἀκρασίαν τοῦ νέου, καὶ τὴν ἀκός λαστον ἀνεχαίτιζε προσβολήν, Μή βιάζου, λέγουσα, τὴν ξένην· μὴ ἀπαιδεύτως ἐπιτίθεσο. Ικονιέων εἰμὶ πρώτη, καὶ γαμηθῆναι τῷ πρώτῳ τῆς πόλεως οὐ βουλομένη, τῶν οἰκείων ἀπῶσμαι· ἀλλ' ἀπόστη. θι, άνθρωπε. Θεοῦ ὑψίστου δούλη εἰμί· Χριστῷ κατεγγύημαι 'Ιησοῦ Χριστῷ μεμνήστευμαι. Μὴ ἐνόχλει τοιγαροῦν. Μὴ πειρῶ θίγειν τοῦ σοὶ μὴ καθώ ήκοντος. Μὴ πειρῶ ψαύειν ἀψαύστου σώματος, μή ποτέ σοι μεταμελήσῃ τῆς ἀναιδοῦς ἐπιχειρήσεως. Καὶ ἡ μὲν ταῦτα. Ὁ δὲ είχετο κατακράτος. Ἡ δὲ τὸν Ἰησ σοῦν ἐπικαλεσαμένη, περισχίζει μὲν αὐτῷ τὴν χλαμύδα· ἀκοντίζει δὲ καὶ τὸν στέφανον ἀπὸ τῆς κεφα λῆς· ὑπεκδύνασα δὲ τῶν χειρῶν τὰς λαβὰς, ἀφῆκεν αὐτὸν εἰς γῆν ἀπωσαμένη. Ο δὲ τὴν αἰσχύνην τῷ φίλτρῳ κερασάμενος, καὶ βαρέως ἐζηλωκώς, τῷ ἡγεμόνι τῆς πόλεως ἐμφανίζει κατ' αὐτῆς. Ἐρωτω μένης δὲ, καὶ ὁμολογούσης οὕτω δεδρακέναι, κατ έκρινε θηρίοις παραβαλείν. Τίς οὐκ ἐπεστέναξε τοῖς κεκριμένοις; Τίς τῷ ἀν οσίῳ τῆς κρίσεως οὐκ ἐπεστύγνατεν; "Ανδρες, γυ ναῖκες, καὶ πολῖται καὶ ξένοι, ἀδικίαν εἶναι τὸ δρώ. μενον ἐβόων· βίαιον τὸ δόγμα· τυραννικὸν τὸ ἐγε χείρημα· βιάζεσθαι παρθένον, καὶ ταῦτα ξένην, καὶ ταῦτα τῶν ἐπιφανῶν, καὶ ταῦτα τῶν ἰδίων τοῦδε εἵνεκεν δεδιωγμένην. Αλλ' ὅμως ὁ μακρόθυμος ἠνείχετο καὶ ὅσα πρὸς δόξαν οἰκείων, πόῤῥωθεν προητοιμάζετο· καὶ ἡ παρθένος οὐ καθυφῆκε τῷ προσώπῳ οὐ πρὸς τὴν τῶν λεόντων ἔκλασεν ἀπειλήν· οὐ πρὸς τὴν ἐξ οὐρανοῦ συμμαχίαν ἐνεδοίασεν· πεποιθυία δὲ μᾶλλον, καὶ πρὸς τὸν ἀμίαντον ἐκ πυρὸς αὐτὴν ἀποβλέπουσα διασωσάμενον, πρῶτον μὲν λεαίνῃ
col. 325–326page 145 of 261
PG 105:325πλήρες ὕδατος ἰδοῦσα καὶ κατασφραγισαμένη. ἀκοντίζει μὲν ἑαυτὴν κατὰ τοῦ ὕδατος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λέγουσα· Τῷ ὕδατι σήμερον βιβ πτίζομαι. "Ην γὰρ ἤδη τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς Παύλου σφραγίδος τελείως ἐγκολπωσαμένη· εὐθὺς δὲ νεφέλη περὶ αὐτὴν πυρὸς πται, ὁμοῦ τήν τε γύμνωσιν περιστέλλουσα τοῦ σώματος, καὶ ἀμίαντον ἀπὸ τῶν ἐν ὕδασι διατηρούσα φωκῶν. Ἐκεῖθεν ἡ καλλίνικος ἀθλοφόρος ἀναδῦτα, ἵνα μᾶλλον ἔτι δοξασθῇ τοῖς οἰκείοις μέλεσιν ἁγιάζουσα Χριστόν, ταύροις ἀγρίοις καὶ σκληροτάτοις προσο εδέδετο· καὶ τῆς βίας αἴτιος, Αλέξανδρος ὁ ἄφρων αὐτῆς ὑπῆρχεν ἐραστής· τούτου γὰρ τῆς μανίας ἀγεννῶς ὁ ἡγεμὼν ἡττᾶτο. Καὶ πάντες μὲν ἄνδρες τοῖς γινομένοις ἐπιμυκτηρίζοντες ἀπεδυσπέτουν πᾶται δὲ γυναῖκες ἀλόλυζον, τὴν βίαν ἀπολοφυρόμε και. Τρύφαιναν δὲ παρὰ τὸ θέατρον μικροῦ δεῖν ἀπο πνεύσασαν ἀνείλαντο. Οἱ δὲ σίδηρα κακομηχάνως πυρώσαντες, καὶ τῶν ταυρικῶν ὄρχεων ἀπαιωρήσαντες, ἐπιπλεῖον αὐτοὺς τῇ τοῦ πυρὸς θίξει συνταράξαι, καὶ τὴν τοῦ Χριστοῦ δεσμίαν βιαίως ἐξανελεῖν ἐμηχανώντο. Νήπιοι! οὐ γὰρ τὴν ὑπερμαχοῦσαν αὐ τῆς κατεθεῶντο χεῖρα· εὐθὺς γὰρ τῶν κάλων περιό φαγέντων τῇ φλογι, οἱ μὲν ἀπέστησαν· ἡ παρθένος δὲ κατὰ χώρας αλώβητος διαμεμένηκεν. Ταῦτα, ὁ τὸν Δανιὴλ λεοντείων φυσάμενος χασμάτων· ὁ στύλῳ πυρὸς καὶ νεφέλης ἐν γῇ καὶ ὕδατι παραδοξάσας τὸν Ἰσραήλ· καὶ θηρίων αὐτοὺς κράτορας, καὶ πονηροτάτων τυράννων ἰσχυροτάτους έργασάμενος. Ἔφριξεν Αντιόχεια ὁρῶσα ταῦτα, καὶ μεγάλῃ φωνῇ τὸν τῆς Θέκλης ήνεσαν Θεόν. Τρόμος ἔλαβεν τὸν ἡγεμόνα, καὶ πρὸς ἑαυτὸν εὐμενῶς ούτωσὶ καὶ πράως τὴν νικηφόρον μετακαλεσάμενος, ἐπύθετο ποία δυνάμει τῶν τοσούτων περιγένοιτο θηρῶν. Τὴν δὲ παῤῥησιασαμένην, καὶ θεολόγον διάβασαν ἐκεῖ στό μα, λαμπροτάτην εξερεύξασθαι τοῦ Ἰησοῦ τὴν μαρ τυρίαν. Καὶ, εἶχε βούλοιο, φησὶν, ὦ ἡγεμών, τὴν ἐν ἐμοὶ δύναμιν ἀκοῦσαι, φθόνος οὐδεὶς φάναι. σε χιν, "Ορυγμα πλήρες ὕδατος ἰδοῦσα. λάκκον μεστόν ὕδατος. κολυμβήθραν καὶ ύδωρ, άτο πως καὶ ὀλέθριος τόλμα, Τῷ ὕδατι σήμερον βαπτίζομαι, Πο Ἐν τῷ ὀνόματί σου, Κύριε, ὑστέρᾳ ἡμέρᾳ βαπτίζομαι. μυστικόν, λουτρόν, ο
col. 329–330page 146 of 261
PG 105:329στίαν προμεταστάν, πρὸς τὴν ἀμείνω διὰ προσευχῆς μεταγαγοῦσαν· καὶ δὴ καὶ ὅλῳ ταύτης τῷ οἴκῳ χαρᾶς ἀφράστου, καὶ σωτηρίας αἰτία γενομένην, αὖθις μετιέναι τὸν καθηγεμόνα· ὃν εὑροῦσαν, καὶ τὴν ἐπ' αὐτῇ συμπεσοῦσαν οἰκονομίαν ὑφηγησαμε νην, αὐτῷ μὲν ὅτι μάλιστα πλείστης παρακλήσεως καὶ εὐφροσύνης, τοῖς πιστοῖς δὲ μεγάλης ἀφορμὴν χρηματίσαι οἰκοδομής. Οὕτως ἡ πανολβία τὴ μαρτύριον ἀφοσιοῦται Θεῷ πρώτη, καθάπερ ὁ μέγας Στέφανος ἀνδράσιν, οὕτως αὐτὴ στάδιον ἀθλητικὸν ὑπερβολῇ πίστεως διανοίξασα γυναιξίν· διὸ καὶ μείζονος πάντων τῆς πρὸς Χρι στοῦ τετύχηκεν ἐπικουρίας, ὅτι πάσαις θηλείαις ἔμελλεν περιφανέστατον ἀρχέτυπον μαρτυρίας ανα δείκνυσθαι. Ἐντεῦθεν πάσης ἀνθρώπων ἐπηρείας ὑπερτέρα διὰ Χριστὸν γεγενημένη, καὶ τοὺς ἀθλοφορικούς ἀγῶνες ὑπερβᾶσα, τὸν ἀποστολικὸν ἄχρι τέλους βίον ἀκραιφνῶς ἐπολιτεύετο· καὶ ποτὲ μὲν πρὸς τὴν οἰ κείαν ἐπανιούσα πόλιν, εἰς οἰκοδομὴν τῶν οἰκείων, καὶ πρὸς Θεὸν ὑποστροφήν· ὡς ἐπίπαν δὲ τὴν Σελεύκειαν αἱμουμένη κατοικείν, μόνον τοῦτο διὰ σπου δῆς ἔργον εἶχεν ἀεὶ, μεγαλύνειν Χριστόν. Μόνον τοῦτο φρόντισμα και καρδίας ἔμμονον μελέτημα, δοξάζειν Χριστόν. Καὶ γὰρ λόγῳ μὲν ἐνουθέτει πάνω τας καὶ πάσας ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, καὶ τὰς πατροπαραδότους και μυσαράς θρησκείας, καὶ πάσας συνηθείας ἐκκλίνοντας πονηράς, μόνης έχεσθαι παρήνει τῆς ἐν Χριστῷ ἀληθείας καὶ πίσ στεως, μόνης τῆς κατὰ τὸ Εὐαγγέλιον ἐπιμελεῖσθαι ζωῆς, καὶ πρὸς ἐν μόνον ὁρᾷν, τὸ ἀρέσκον τῷ Θεῷ. Τοιαῦτα τοῖς λόγοις ή μακαριωτάτη παρθένος καὶ ἀπόστολος διαμαρτυρομένη, ἔργῳ τοὺς ἀρρώστους αὐτῶν δι' ἐπικλήσεως ἐθεράπευε Χριστοῦ· καὶ πά σαν σώματος πήρωσιν, καὶ πᾶσαν δαιμόνων ἐπή ρειαν· καὶ πᾶσαν καθάπαξ εἰπεῖν νόσον καὶ πᾶσαν μαλακίαν ἰωμένη· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῷ ἁγίῳ βαπτίσματι τελετουργοῦσα· ταύτην γὰρ μόνη για ναικῶν εἴληφε τὴν ἐξουσίαν· ἆθλον δηλαδὴ τοῦτο καὶ γέρας ἐξαίρετον οἷον τῆς τελείας ἀθλήσεως καὶ πίσ στεως, πάντας ᾠκοδόμει, καὶ εἰς μίαν ἁγίαν ἐν Χρισ στῷ Ἰησοῦ Ἐκκλησίαν κατηρτίζετο. Ἐπεὶ δὲ τὸν δρόμον καλῶς τετελεκυῖα, εἰς γῆρας 67 ήδη πιον κατήντησε καὶ χρηστόν· ἵνα κάν τούτῳ πλέον ἔχῃ τῶν ἄλλων ἁγίων, τὴν παράδοξον τελευ τὴν καὶ ἀποκρυφήν· ἀνῆπται μὲν φθόνος τοῖς που νηροτάτοις τῆς πόλεως κατ' αὐτῆς· ἀνήπται δὲ μᾶλ λον τοῖς ἰατροῖς. Τὸ δ' αἴτιον, ὅτι παρ' αὐτὴν οἱ νου σοῦντες ιόντες, ἐκείνων παρημέλουν. Συμβούλιον β.
col. 333–334page 147 of 261
PG 105:333τὰς αἰνέσεις, τὰς παρθενικὰς ἀριστείας, τὰς ἀθλοφο ρικὰς ἀνδραγαθίας, τὰς ἀποστολικὰς ὁδοὺς καὶ περι όδους, μόνος ἂν ἐκεῖνος ἀξίως δοξάσαι καὶ σεμνύναι, δν ἠγάπησεν ἡ ψυχή σου, κατὰ τὰ θεόφθεγκτα λόγια, ἐν ἐκαρδίωσας, ὃν ἐδίωξας, ὃν κατέλαβες, ὑφ' οὗ καὶ κατελήφθης, γάμοις αὐτῷ οὐρανίοις καὶ θεοπρεπε στάτες ὑπερφυώς συνενουμένη, Πνεύματι καὶ συναρμολογουμένη τῷ ἁγίῳ. Ἐκεῖνος ἐρεῖ τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, Ὅλη καλὴ εἰ, ἡ πλησίον μου· ὅλη καλή, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί· ὀφθαλμοί σου περιστερα. Τοῦτό σοι καὶ μόνον παρ' αὐτοῦ προσφωνούμενον ἀρέ σει μᾶλλον, ἢ πάντες οἱ ἐξ ἀνθρώπων ἀπὸ γῆς λό γοι. Ἡμῖν δὲ μέγα, κἂν εἰ πόρρω τῆς σῆς ἱστάμενοι μεγαλειότητος, καὶ μόνῃ τῇ τῆς σῆς ἁγίας εἰκόνος εμφερεία προσβλέποντες, τὸν καθήκοντα προσάγοι μεν ἀσπασμόν. Χαῖρε, τὸ τῆς ὑπερουσίου Τριάδος ἐνδιαίτημα καὶ σκήνωμα· τὸ τῶν ὑπερκοσμίων νόων ἐράϊσμα καὶ ἀγαλλίαμα· τὸ τῶν ἀποστόλων καλ λώπισμα· τῶν μαρτύρων στεφάνωμα. Χαῖρε καλλίμαρτυς, παρθενόμαρτυς καὶ πρωτομάρτυς· ὅτι οὐχ ὡς ἕνα τῶν ἀπὸ γῆς ἀνθρώπων, ἀλλ' ὡς ἄγγελον Θεοῦ, ὡς Χριστὸν Ἰησοῦν, τὸν θεῖον δεξαμένη Παῦλον· καὶ ὡς Ἰσραηλίτις ψυχὴ καὶ μεγάλη τὸν ἐν αὐτῷ διηνεκώς καθορῶσα Χριστόν, ἑτοίμως τὴν ὑψηλὴν καὶ ζῶσαν τῆς ἀποστολῆς χάριν εὐθύτητι διανοίας ἐπεσπάσω. Χαῖρε, ὅτι ἀληθῶς ἐν Χριστῷ καὶ αὐτὴ νενίκηκας τὸν κόσμον· διὰ πυρὸς γὰρ ἀκατάφλεκτος, καὶ δι' ὕδατος ἀκατάκλυστος διῆλθες· θῆρας ἡμέρωσας, ταύρους ἐπράϋνας· καὶ συγγενών μανίαν, καὶ ἐρα στῶν οίστρον ἀφρόνων, καὶ ἡγεμόνων ἀδίκων βίαν, καὶ δαιμόνων κρυπτὴν ἐπίθεσιν, καὶ πονηρὰν ἐξου σίαν πᾶσαν ἐξουδένωσας καὶ κατήρῥαξας. Χαῖρε, Θέκλα, θεόκλητε, τὸ χαριέστατον ονομα τὸ τιμιώτατον καὶ σεπτότατον· τὸ φίλτατον Θεῷ καὶ ἀνθρώποις καὶ πρᾶγμα καὶ ὄνομα. Χαῖρε, ὅτι ήνοιξεν σαι τὴν ἀληθινὴν θύραν ὁ θυρωρός· καὶ εἰσελθοῦσα δι' αὐτῆς, ἐσώθης· κἀντεῦθεν εἰσερχομένη πρὸς τὸν ἄνω παράδεισον, καὶ τὰ ἐν αὐτῷ μακαριώτατα τοῦ νοητοῦ Νυμφίου κάλλη καὶ θεάματα· καὶ ἐξερχομένη δὲ πρὸς τὴν θεωρίαν τῆς ἐγκατατεταγμένης τοῖς ὅλοις σοφίας καὶ θείας προνοίας, ὥσπερ ἀγαθὴν ταύτην εὑρίσκεις ἀεὶ καὶ νοεράν νομὴν καὶ τροφήν. Χαῖρε, ὅτι παντί τρόπῳ ἡγιάθης· παντὶ μέρει Θεῷ καθιερώθης· πνεύματι μὲν ἐν οὐρανοῖς τῷ βασ σιλεῖ δεξιόθεν παρεστῶσα, καὶ ἔγγιστα τῇ Θεομήτορ καὶ βασιλίδι τῶν ὅλων συνεστώσα, περιβεβλημένη, πεποικιλμένη τῆς τοῦ ἠγαπημένου λόγου νοεράς ὡραιότητες προσεχῶς κατατρυφᾷς· τῇ ψυχῇ δὲ, τῷ τοῦ Θεοῦ παραδείσῳ μετὰ τοῦ κλεινού διατρίβουσα καθηγεμόνος, τῆς τερπνότητος, ᾗ θέμις, τῶν αὐτοῦ ἀγαθῶν ἀενάως ἀναπίμπλασας· τῷ σώματι δὲ, τῇ το

Oration XVIIOratio XVII

col. 335–336page 148 of 261
PG 105:335οὖν τούτους πεποιῆσθαι, μιαρούς τινας άνδρας ἀφεῖ ο και κατ' αὐτῆς· ιέρειαν γὰρ τῆς Αρτέμιδος υπου τοπάζειν τοὺς ἐναγείς· καὶ ὥστε, φησί, τῆς παρθενίας αὐτῇ λυμανθείσης, μηδεμίαν ἐν αὐτῇ λοιπὸν δύναμιν τὴν θεὸν ἐνεργεῖν. Τοὺς μὲν οὖν ἐκτόπως ταῦτα βουλευσαμένους, τῷ ἱερῷ σεμνείῳ προσεγγίσαι· τὴν δὲ τούτους ἰδοῦσαν, καὶ τῇ ἐχομένῃ πέτρα προσφυγοῦσαν, ἐκτενεστάταις ἐπικαλεῖσθαι τὸν Ἰησοῦν ὑπὲρ ἀπολυτρώσεως προσευχαῖς. Ἧς αὐτίκα χειρὶ διαρ ῥαγείσης Θεοῦ, καὶ τὴν ἱκέτιν, ὦ τοῦ θαύματος! εἰσδεδεγμένης, μόνον ἔξω τὸ τῆς ἐπωμίδος πτερύγιον, εἰς ἐναργὴ τοῖς ὁρῶσιν ἄχρι καὶ τήμερον ἀπηωρῆσθαι πίστιν. Τοῦτο τῆς καλλιπαρθένου Θέκλης τὸ τέλος· αὕτη τῆς ἱερᾶς ἀποστόλου καὶ πρωτομάρτυρος ή κοίμησις, ήτοι μετάστασις, οὐδὲν τῆς Ἐνὼς ἐκείνου τοῦ πά λαι, οὐδὲν τῆς Ἠλιοῦ τοῦ μεγάλου μεταθέσεως άτι μοτέρα. Οἱ μὲν γὰρ, εἰ καὶ τῶν ὀφθαλμῶν τῶν ἀν θρώπων παραδόξως ἀπεκρύβησαν, ἀλλ᾽ ἔτι μετὰ τοῦ θνητοῦ σώματος διαβιοῦντες οὔπω καθαρῶς τῷ ἀκραιφνεστάτῳ προσομιλοῦσι φωτί. Σὺ δὲ, ὦ Θεοῦ θύγατερ, τῆς ὁρατῆς μὲν πέτρας τῷ ἀκηλιδώτῳ σώματι περιῤῥαγείσης καὶ τοῦτο καθάπερ κειμήλιον ἅγιον τίμιον ἄχρι τέλους, ἀόρατόν τε καὶ ἄψαυστον συγκαλυπτούσης· τῇ θεοειδεστάτῃ δὲ ψυ χῇ τῆς νοητῆς πέτρας, Χριστοῦ διανοιγείσης ἐν ταῖς ὑψηλοτάταις ἔνδον καὶ πατρικαῖς καταπαύσασα μπα ναῖς, οὐκ ἔτι διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ εἴδους οὐδ' ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, πρόσωπον δὲ πρὸς πρόσωπον, τῷ μόνῳ ἐφετῷ καὶ ἀγαπητῷ περιτυχοῦσα κάλλει· καὶ ὡς ὡραία, τῷ ὑπερωραίῳ, καὶ ὡς ἄμωμος νύμφη, τῷ ὑπεραμώμῳ Νυμφίῳ συνημμένη, καὶ τῆς αὐτοῦ καλλονῆς καὶ τερπνότητος ἀϊδίως ένα τρυφῶσα, τίνα παρ' ἡμῶν ἕξεις αἶνον ἐπάξιον; Τίς νοῦς τὴν ὑμετέραν ἁγιοπρέπειαν νοεῖν, τίς δὲ λόγος ἱκανὸς ἐξυμνεῖν; Μόνος ἐκεῖνος ἀξιοπρεπῶς αἰνέσαι τὴν σὴν ἀρετὴν, ὃν ἐδόξασας, ὃν ἐμεγάλυνας, ὃν ἐν ποικίλοις πειρασμοῖς καὶ παθήμασιν ἡγίασας· μόνος ἐκεῖνος τὴν ἀξίαν σοι προσάγοι τιμὴν, οὗ οὐδὲν ἡγή σω τῶν ὄντων ἁπάντων τιμιώτερον· ᾧ ὅλην ὁλοτελῶς ἀπέδου σαυτήν· ᾧ ἐκολλήθης πνεύματι, καὶ ἕν πνεῦμα αὐτῷ ἐγένου· ὃν ὕψωσας ἐν τοῖς ἔθνεσιν, ὕψωσας ἐν τῇ γῇ. Μόνος ἐκεῖνος τὰς σὰς ἀγλαΐας, το Τῆς ὁρατῆς πέτρας περιῤῥαγείσης. εἰς πέτραν διανοιγεῖσαν εἰσβῆναι, καὶ ἅμα τὰ πέτρας ἀμφότερα μέρη ἑνωθῆναι καὶ συγκλεισθῆναι. πέτρας φαγείσης καὶ ὑποδεξαμένης αὐτήν, ἀρχαϊκῶς
col. 337–338page 149 of 261
PG 105:337πέτρα σκεπασθεῖσα, καὶ τῇ κατὰ σὲ συνοῦσα ἐκκλη τῶν βασιλέων, καὶ Πρόβου ἡγεμόνος. τῶν ὅλων διεῖπε τὴν ἀρχήν. σίᾳ, εὐλογοῦσά τε τὸν Θεὸν ἄχρι τέλους ἐν αὐτῇ, καὶ ὑπὸ τῶν οἰκείων εὐλογουμένη καὶ δοξαζομένη τέκνων, προσδέχῃ τὸν Θεόν. Χαῖρε, ὅτι μέτοχος εἴ πάντων τῶν φίλων τοῦ Θεοῦ διὸ καὶ μετὰ πάντων οὖσα, πᾶσι συνευφραίνῃ καὶ συνδοξάζῃ πνευματικῶς· τοῖς ὁσίοις, ὡς ἀληθῶς ἐσία, καὶ ὡς ὑποτύπωσις πάσης ὁσιότητος· τοῖς ἀθλοφόροις, ὡς πρώταθλος, καὶ ὡς ἀλεῖπτις πρὸς μαρτυρίαν ἀγαθή· τοῖς ἀποστόλοις, ὡς ἀπόστολος τελεία, καὶ διάκονος τοῦ Εὐαγγελίου πιστὴ καὶ συνεργὸς δεξιά. ᾿Αλλὰ μὴ ἐπιλάθῃς τῆς φωνῆς τῶν σῶν οἰκετῶν μνησθεῖσα δὲ, ὧν ἐπλήθυνεν ἐν σοὶ ὁ ὑπεράγαθος ἀγαθῶν, μνησθεῖσα τῶν οἰκτιρμῶν αὐτοῦ τῶν ἀπλη ρώτων εἰς σέ, σπλαγχνίσθητι, ὦ τρισολβία, καὶ αὐτὴ ἐφ' ἡμῖν, καὶ τὴν πρὸς Θεὸν ὁδὸν κατευόδωσον, καὶ τὴν πίστιν κραταίωσον, καὶ τὴν ἐλπίδα στήριξον· καὶ τὸ γεῦμα τῆς νοερᾶς καὶ ἀκραιφνοῦς ἀγάπης ἐν ἡμῖν τελετουργήσασα, εὐάρεστον ἀπεργασαι τῷ Πα τρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· τῇ μια θεότητι καὶ βασιλείᾳ καὶ δυνάμει, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ ΙΖ. Εἰς τὴν ἁγίαν μεγαλομάρτυρα παρθένον Αναστασίαν Δεδοξασμένα ελαλήθησαν περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, φησὶν ὁ μακαριώτατος Δαβίδ· τίνα δὴ λέ Εἰς Χριστιανοὺς δὲ τοῦτον μεταθήσειν μικρὸν ὅσον τὴν βασιλείαν διαβεβαιούται.
col. 339–340page 150 of 261
PG 105:339γεγραμμένων πρωτοτόκων ἐκκλησίαν τὴν ἐκ πνευ Τῷ αὐτῷ μηνί, εἰκοστῇ δευτέρα, Μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Αναστασίας τῆς φαρμακολυτρίας. Αναστασία φάρμακον πιστοῖς μέγα, Πᾶν φάρμακον λύουσα, καὶ κεκαυμένη. Καύθη Αναστασίη πυρὶ είκάδι δευτέρα λάβριο φαρμακευτρίας φάρμακον, Ως περικαλλέστατα τὰ σὰ, μάρτυς, προτερήματα! ὡς εὐκλεεῖς οἱ ἀγῶνες σου, ὦ περιβόητος, καὶ ὁμολογία! ὡς πολλὰ τὰ θαύματα καὶ ἄπειρα τὰ θεῖα τεράστια, δι᾿ ὧν δοξάζει σε εἰς αἰῶνας ὂν ἐδόξασας ἐναθλοῦσα τοῖς σεπτοῖς σου μέλεσι! Στέργουσα τὴν εὔκλειαν, σεμνή, τῶν ἀθλούντων, ἔσπευσας τούτων τὸν ζῆλον μιμήσασθαι, ὅθεν ὑπήνεγ και πόνους σφοδροτάτους· καὶ θείᾳ χάριτι κουφίζεις πάντα πόνον, πανεύφημε! ἐκ τῶν ψυχῶν ἡμῶν καὶ σωμάτων, τῶν τιμώντων σου τοὺς ἀγῶνας καὶ τα προτερήματα. Πστραψας φαιδρότερον σαφῶς τοῦ ἡλίου, ένδοξε! τὸν σὸν ἀγῶνα τελέσασα, καὶ ταῖς ἀκτῖσί σου τῶν πολλῶν θαυμάτων, πάντων τὰ νοήματα φωτίζεις τῶν πιστῶς προσιόντων σου τῇ θείᾳ λάρνακι, πηγαζούσῃ θεία νάματα, Αναστασία μάρτυς μεγαλώνυμε. Δόξα, τῆς ἁγίας ἰδιόμελον. Τῆς ἀναστάσεως είληφας τὸ δώρημα, Αναστασία πανεύφημε, ἀθληφοροῦσα ἐν τῷ σταδίῳ. Δαιμόνων γὰρ ἐξηφάνισας πληθύν, καὶ πόντῳ παρέδωκας, ἀθιοφόρε μάρτυς ἀξιοθαύμαστε. μάτων δικαίων τετελειωμένων συνεστώσαν. Περὶ ταύ της όντως λελάληται δεδοξασμένα. Πάσα γὰρ μικρού Ἡ ἁγία καὶ γενναιοτάτη μάρτυς Αναστασία ἦν ἐπὶ Διοκλητιανοῦ τοῦ βασι λέως ἐν τῇ Ῥωμαίων πόλει Πραιτεξάτου τινὸς Ελληνος οὖσα θυγάτηρ, μητρὸς δὲ Φαύστης· ὑφ᾽ ἧς προσαχθεῖσα Χρυσογόνῳ ἀνδρὶ θεοπνεύστῳ καὶ εὐ σεβεῖ, τὰ ἱερὰ γράμματα επαιδεύθη, τὴν δὲ εἰς Χρι στὸν πίστιν παρὰ τῆς μητρὸς ἔμαθε, καὶ συνεζεύχθη ἀνδρὶ Ελληνι πρὸς κοινωνίαν γάμου, Πουπλίῳ ὀνόματι· καὶ διὰ τὴν ἀπιστίαν αὐτοῦ ἀστόργως τὴν πρὸς αὐτὸν ὁμιλίαν ἔφερε, νοσεῖν προφασιζομένη, καὶ μὴ καταδεχομένη συνέρχεσθαι αὐτῷ εἰς συν ἀρειαν· μετρίαν δὲ καὶ πενιχρὰν ἐνδυομένη στολήν, προσωμίλει ἀεὶ γυναιξὶ δεομέναις, καὶ λαθραίως τοὺς διὰ Χριστὸν ἐναθλοῦντας ἐθεράπευεν, ἐν ταῖς φυλακαῖς ἐν οἷς ἦσαν εἰσιοῦσα, καὶ τῶν μολυσμῶν ἀπολαύουσα, καὶ ἐλαίῳ ἐπαλείφουσα, καὶ τοὺς ἐνῶ μας αὐτῶν ἀπομάττουσα, καὶ τροφὰς ἐπιτηδείας τούτοις παρέχουσα, μιᾶς μόνης θεραπαινίδος ἑπομένης αὐτῇ. Ἐπὶ τούτοις πρῶτον μὲν ὑπὸ τοῦ ἀνδρὸς ἐφυβρίσθη, ἐπιγνόντος τὰ κατ' αὐτήν. Ἐπεὶ δὲ ἐκεῖ νας διαποντίῳ κλύδωνι γέγονεν, ὑποβρύχιος, ἀδείας αὐτὴ λαβομένη, πάντα τὰ προσόντα αὐτῇ διένειμε τοῖς πτωχοίς. Εἶτα ἀδεέστερον τοὺς ὑπὲρ Χριστοῦ ἀθλοῦντας ἐθεράπευε, καὶ τελειωθέντας συνεκόμιζε καὶ παρεδίδου τῇ ὁσίᾳ ταφῇ. Καὶ πολλοὺς πρὸς τὸ μαρτύριον ὑπαλείψασα, καὶ διαφόροις ἡγεμόσιν ἐξ ετασθεῖσα, καὶ ἐν θαλάσσῃ μεθ' ἑτέρων γυναικών ἀποῤῥιφεῖσα, τελευταίον πάλοις προσδεθεῖσα καὶ πυρὶ βληθεῖσα, τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. Τελεῖται δὲ ἡ αὐτῆς σύναξις ἐν τῷ μαρτυρίῳ αὐτῆς τῷ ὄντι πλησίον ἐν τοῖς Δομνίνου ἐμβόλοις. Δομνίκου. ο
col. 343–344page 151 of 261
PG 105:343φάναι θεία Γραφή, καθάπερ τινὰ σκοπὸν ἀκριβῆ ταύτην τῷ λόγῳ προτιθεῖσα, πῆ μὲν ἀσυμφανῶς καὶ συμβολικῶς, πῆ δὲ ἐναργῶς καὶ λαμπροφανῶς, τὴν μεγαλοπρέπειαν τῆσδε τῆς πόλεως ὑμνεῖ, καὶ τὴν ἐν οὐρανοῖς ἀποκεκρυμμένην αὐτῆς διηγεῖται δόξαν. Εἰ μὲν οὖν τοσαύτη τις καὶ ἡμῖν λόγου χάρις καὶ πνεύματος δύναμις ὑπῆν, ὥστε κατὰ τοὺς ἱερούς θεολόγους καὶ ἡμᾶς προς τοσοῦτον ὑποθέσεως ύψος ἀποχρώντως ἔχειν ἀτενίσαι, εὐλογώτατον ἂν ἴσως ἦν καὶ λυσιτελέστατον ἁπάντων, τὸ τοῦ νοὸς ὄμμα πρὸς μόνην ἐκείνην τὴν ὑπερφυεστάτην επερεισαμένους αἴγλην, πρὸς αὐτὴν καὶ τὸ ῥεῦμα τοῦ λόγου κατεύθυνα:. Ἐπεὶ δὲ τοσοῦτον ἡμῖν ταυτησὶ τῆς δόξης ἀπολείπεσθαι, ὅσῳ καὶ τὸν ὁρώμενον τοῦτον ήλιον ὅλον ὀφθαλμῷ δύνασθαι περιλαβεῖν· τὸν μὲν καθόλου τῆς ἐπουρανίου πόλεως ἔπαινον, ὡς ἀνέφικτον, τό γε παρὸν παρῶμεν, καὶ εὐλαβηθῶμεν ἐκ προσώπου αὐτ τῆς· ἐν δὲ μέρος αὐτῆς τὸ κάλλιστον καὶ τερπνότα τον, φημὶ δὴ τὴν ὑπέρλαμπρον Αναστασίαν, κατά νοῦν λαβόντες, καὶ τῆς γενναιοτάτης μακαρίσαντες ὑπομονῆς καὶ μαρτυρίας· καὶ δεδοξασμένα περὶ αὐτ τῆς λελαληκότες, περὶ τῆς οὐρανίου πόλεως ἐκείνης εἰρηκότες ἂν εἴημεν, τῷ πᾶσαν ὡς ἐν ἀκηλιδώτῳ ταύτῃ κατόπτρῳ θεωρεῖσθαι, καὶ αὐτὴν ὄντως πόλιν Θεοῦ καθεστηκέναι. Διττὰς δὲ ἡμῖν ᾿Αναστασίας οἶδεν ὁ λόγος· περιφανεῖς μὲν, καὶ ἐκ περιφανῶν κατὰ σάρκα τυγχανούσας· περιφανεστέρας δὲ πολλῷ μᾶλλον κατὰ τὴν εἰς Χριστὸν ὁμολογίαν· καὶ ἄμφω μὲν ἐκ τῆς προ σουτέρας Ρώμης ώρμημένας· ἄμφω δὲ ταύτην, τῆς ἀκαταλύτου τῶν ἁγίων πόλεως ἀντικαταλλαξάσας ἀλλ᾽ ἡ μὲν ἀνδρὶ πρότερον οὐκ εὐσεβεῖ, πρὸς βραχὺν ἀφθόρως συζυγεῖτα χρόνον· εἶτα θανάτῳ τῆς αὐτοῦ κακοτρόπου γνώμης ελευθερωθεῖσα, ἐν χηρείᾳ τών φρονι, καὶ πάσῃ δικαιοσύνῃ καὶ ὁσιότητι ζῶσα διο ετέλει. Ἡ δὲ παιδιόθεν ἀποδεδομένη παρθενῶνι, καὶ ψυχὴν ἅμα σώματι καθιερουμένη τῷ Κυρίῳ, ἀμίαν τον ἄχρι τέλους αὐτῷ τὴν ἱερὰν παρθενίαν διετήρη 'Ανα στάσεως, 'Αναστασία ἐν τῷ συντακτηρίῳ, Χαίροις, Αναστασία μοι τῆς εὐσεβείας ἐπώνυμο. Αναστασία, στασις Αναστασία φαρμακολυτρία, Διττὰς δὲ ἡμῖν ᾿Αναστασίας.
col. 347–348page 152 of 261
PG 105:347Ἐπειδὴ τοίνυν ταῦθ' οὕτως ἔχειν καλῶς ὑπεί ληπται, φέρε δὴ καὶ ἡμεῖς, κυβερνήτην μὲν ἐπικαλεσάμενοι τὸν ἀγωνοθέτην Χριστόν· εὐρίῳ δὲ πνεύματι τῷ Παρακλήτῳ κεχρημένοι, τῷ πελάγει δὴ τούτῳ, τῶν τῆς μεγάλης ᾿Αναστασίας ἄθλων τὸν λόγον ἐπ αφῶμεν· τοῦτό γε δι' εὐχῆς ἔχοντες μόνον, ὥστε κατ ευθυνθῆναι μὲν ἡμῖν τὸ σκάφος τοῦ νοῦ πρὸς τὸν τῆς ἀληθείας ἀκινδύνως ὅρμον· τὸν παντοδαπὸν δὲ τῶν ἀγωγίμων, εἴτ' οὖν ἐπαίνων φόρτον, οία δή κεχα. ρισμένα δῶρα καὶ φίλα, τῇ παρθενομάρτυρι προσ ενεγκεῖν. Αλλοις μὲν οὖν πατρίδα τὴν βασιλίδα καὶ μεγα λόπολιν αὐχοῦσι Ῥώμην, καὶ γένους δὲ τῶν παρ' αὐτοῖς λαχοῦσι λαμπροῦ, ἔξεστιν ἴσως μεγαλοφρονεῖν, καί τι πλέον τῶν ἀγενεστέρων ἔχειν δοκεῖν· οἷς οὐδὲν οίκοθεν ἔχουσιν εἰς εὐδοκίμησιν, ἐντεῦθεν εὐκλειά τις προσγίνεσθαι νομίζεται· τῇ δὲ οὐδὲν οἶμαι μέγα Ρώμης πεφυκέναι βλαστόν. Οὐδὲν αὐτῇ τὸ ἐπίσημον, εἰ γενεᾶς οὖσα τυγχάνοι περιφανοῦς· τοὐναντίον μὲν οὖν, μέγα τῇ πόλει Ρωμαίων, τὸ πολίτιν αὐχεῖν Αναστασίαν. Επίσημοι δὲ δι' αὐτὴν, οὐχ οἱ κατὰ σῶμα συγγενεῖς μόνον, πολλῷ δὲ πλέον οἱ διὰ πίστεως αὐτῇ προσοικειούμενοι. Πῶς οὖν πατρίδος ἢ γένους σεμνότητι σεμνύνεσθαι νομίζειν εἰκὸς, τὴν ἁπάσας τῶν πιστῶν γενεὰς δι᾽ ὑπερβολὴν ἁγιότητος εξευγενί ζουσαν; Οὐδεὶς ἔπαινος μάρτυσιν· οὐδὲ καθόλου τοῖς ἄνωθεν γεγεννημένοις, καὶ πρὸς οὐρανὸν τὸ πολίτευμα μεταθεμένοις, ἡ τῶν κάτω λαμπρότης συγγενῶν. Ὅθεν καὶ ἡμεῖς τὰ κάτω παραλιπόντες, ἐκ τῶν οἰκείων ἀνδραγαθημάτων τῇ μάρτυρι τοὺς τῶν ἐπα των ἀναδησώμεθα στεφάνους. Ἡ μὲν οὖν ἐξ ἀρχῆς αὐτῆς βίωσις, εἴτ' οὖν ἀνα στροφή, καλή τε καὶ δεξιά· καὶ οἴαν εἰκὸς ἀνατεθράφθαι, τὴν πρὸς τηλικαύτην ταμιευομένην μαρτυρίαν. Εγκράτειαν μὲν γὰρ ἡ πανάμωμος, οὐχ ὕπνου μόνον, οὐδὲ βρωμάτων καὶ πομάτων, ἀλλὰ καὶ θυμοῦ παντὸς καὶ ἐπιθυμίας αλόγου κατορθοῦσα· καὶ γλῶσ στο χαλινοῦτα, καὶ πᾶσαν αἴσθησιν, καὶ πᾶσαν ψυχῆς κίνησιν παιδαγωγοῦσα καὶ κατακοσμοῦσα " ἀενάῳ δὲ προσευχῇ καὶ μελέτῃ τῶν ἱερῶν σχολάζουσα Γραφών, νεκροῖ μὲν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ζωοποιεῖται δὲ πνεύματι· τούτοις δὲ τῆς ἀρετῆς τοῖς ὅπλοις κατοχυρωθεῖσα· μᾶλλον δὲ Χριστὸν ὅλον διὰ τῶν ἀρετῶν, ὡς θώρακα δικαιοσύνης, ὡς περικεφαλαίαν σωτηρίου, ὡς μάχαιραν δίστομον καθοπλι σθεῖσα· ἐπειδὴ πρὸς τελειοτέραν ἧκεν ἡλικίαν, πρὸς Ισχυροτέραν πάλην τοῦ δράκοντος, τοῦ θάλασσαν μὲν, ὥσπερ ἐξάλειπτρον, κατὰ τὸν Ἰώβ, ἡγησαμένου εἰς περίπατον δὲ τὴν ἄβυσσον λογισαμένου· τοῦ σί δηρον μὲν, ἄχυρα· χαλκὸν δὲ, ὡς ξύλον σαθρὸν νο μίζοντος. Κατὰ τούτου νεάνις ἁπαλὴ καὶ ἀπειρίγα μας, σφόδρα κατευμεγεθεῖν νεανιεύεται. Ὁ δὲ, ταῖς ἀπὸ τῶν λογισμῶν ἐκ νεότητος ἀκίσιν ἐναλλόμενος, καὶ ποικίλως ταῖς ἐπαναστάσεσι διὰ τῶν παθῶν ἐξ βαγείς· ἐπεὶ μὴ οἷό; τε γέγονεν τῆς κόρης καταστρα
col. 351–352page 153 of 261
PG 105:351νὴν, μὴ νομίσῃς ἐγκαταλελεῖφθαι. Μὴ ἐκλυθῇς, ὡς παρεωραμένη· κάμνοντα δὲ τὸν λογισμὸν ἡ ἐἰπὶς διανεχέτω. Μικρὸν γὰρ ὅσον, καὶ σβεσθήσεται μὲν ἡ δριμύτης τῶν ἀλγεινῶν ἀνατελεῖ δὲ παράκλησις, δόξα τε καὶ χάρις. 'Ανατελεί σοι ζωὴ καὶ φῶς, ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αιωνίου. Ἡ δὲ παρθένος, Εὐχῆς ἔργον ἐστὶν, ὦ μήτερο εἶπεν ὑπολαβοῦσα, πλησθῆναι χάριτος ζώσης, ὥστε πρὸς τοσαύτην ἐπίθεσιν τῶν διωκτῶν ἀντι σχεῖν. Οἶσθα γὰρ ὡς τὸ μὲν πνεῦμα, κατὰ τὸν τοῦ Κυρίου λόγον, πρόθυμον, ἡ δὲ σὰρξ ἀσθε νής. Σκευος τι σαθρόν ἐστι τὸ σῶμα, μηδὲ πρὸς τὴν τυχοῦσαν οἷον ἐπήρειαν ἀντιβῆναι. Αν δ' ἄρα τις ἄνωθεν δύναμις ἐπιχορηγηθῇ, νευροῦται μὲν εὐθὺς ἡ ψυχή· στερεοῦται δὲ τὸ σῶμα· καὶ ὁ νοῦς δὲ, ταῖς θείαις περιλαμπόμενος ἀκτῖσι, λογισμοὺς εὐσεβείας καὶ λόγους καρποφορεί θεολογίας, δοξάζων μὲν τὸν ἑαυτοῦ Δεσπότην, καταισχύνων δὲ τοὺς ἀντιδιατιθεμένους αὐτῷ. Ολος γὰρ τοῦ κρείττονος γεγονώς, οὐ μονονοὺκ ἐνδίδωσι πρὸς τὰς κολάσεις, ἀλλὰ καὶ παρ οξύνει πολλάκις τοὺς τιμωρεῖν δοκοῦντας ὥστε συνεργῆσαι τρόπον τινὰ τοῦτο πρὸς τὴν τῆς ἐφέσεως κατάληψιν. Ἀλλὰ τοὺς λόγους μὲν τούτους, ὦ κυρία τι μιωτάτη, πάρες· τοῦτο σαφῶς εἰδυῖα, ὡς ἐμὲ πάλαι τῶν σῶν ἠρτυμένην ἔχεις παραινέσεων, καὶ οὔποτε τῆς ὑμετέρας επιλησομένην συμ βουλίας· ἐπὶ τὸν Κύριον δὲ τὴν δέησιν ἐκ χέουσα, καὶ αὐτῷ τὴν ὑπὲρ ἐμοῦ θλίψιν ἀπαγ γέλλουσα, μᾶλλον ὠφελήσεις, οὐρανόθεν δύνα μιν προστιθεῖσα διὰ προσευχῆς, δι' ἧς ἀντικαταστῆναι δυναίμην τοῖς λυμεῶσι τούτοις Ετι τοῦ ῥήματος ὄντος ἐν τῷ στόματι αὐτῆς, ἐπεισέρχονται μὲν ἀναίδην οἱ ἀναιδεῖς· σίδηρα δὲ περι θέντες, καὶ τρόπον αἱμοβόρων λύκων τὴν ἱερὰν ταύτην ἁρπάσαντες ἀμνάδα, τοῦ ἡγεμόνος κατέναντι παρέστησαν. Εἰστήκει δὲ ἡ παρθένος όλον νοερώς ἐνδεδυμένη Χριστόν· καὶ τῇ μὲν ὑπερφυεῖ τοῦ προσ ώπου καλλονῇ, τὰς τῶν ὁρώντων ὄψεις καταστράπτουσα, τὸν ἀντίπαλον δὲ τῇ τῆς διανοίας τραυ ματίζουσα στερρότητι. "Ωσπερ δὲ τὸ βλεπόμενον κάλλος ἐλύπει τοὺς ὁρῶντας (πᾶς γὰρ ἀστοχῶν τοῦ κατ' αὐτὸν ἡδέος, ἄχθεται δηλαδὴ καὶ δυσχεραίνει), οὕτω δὴ καὶ τὸ κρυπτόμενον, τὸν κρυπτόν αὐτῆς καὶ Ο Ο παγχάλεπον ἀντίζηλον, εἰς πικρότερον ζῆλον καὶ λύσσαν ήρέθιζε χαλεπωτέραν. Πῶς οὖν ἀξίως τὸν ὑπερφυῆ τοῦτον ἀγῶνα τῷ λόγῳ παραστήσαιμι; Τί σοι, φησὶν, ὄνομα, πρῶτον ὁ Πρόδος τὴν μεγαλώνυμον ἀνείρετο. Αναστασία μέν, ἔφη, παρὰ τοῖς ἀνθρώποις ὀνομάζομαι Χρι στιανὴ δέ μοι τὸ ἀληθινὸν ὄνομα καὶ κύριον. Ὁ δὲ, Τοῦ χάριν, αὖθις ἔλεγεν ὑπολαβών, Ανα στασίαν σε καλοῦσιν; Οτι, φησὶν ἡ νεάνις, ἀνίστησί με Κύριος κατὰ πρόσωπον ὑμῶν, ἵνα καὶ σὲ σήμερον, καὶ τὸν πατέρα σου καταισχύνω Σατανᾶν. Ο φωνῆς ζώσης 1 ώ λαμπρᾶς καὶ
col. 353–354page 154 of 261
PG 105:353ται. Ταῦτ᾽ οὖν ἀκηκοότα Πρόβον, ἀσχέτῳ μὲν ἁλῶ και παραυτίκα θυμῷ· πικρῷ δὲ προστάγματι τὴν κόρην εὐθὺς ἄγεσθαι κελεῦσαι. Αὐτίκα τοίνυν τὴν παρθενικὴν ἐστίαν, οἷς ἐπιτέτραπτο, κατειληφότες, πέλυξί τε καὶ λαξευτηρίοις τὰς θύρας καταράξαντες τε καὶ ἐπεισπεσόντες ἐπειδὴ μόνην ἐξεκαλοῦντο τὴν ᾿Αναστασίαν· τὴν ἱερὰν Σοφίαν τούτους παραιτεῖσθαι μικρὸν ἐπι σχεῖν, καὶ τὴν ζητουμένην εὐθέως παρασχείν. Κατα λαβομένην δὲ τῆς παιδὸς, καὶ ἐν ἀποκρύψῳ κατα έναντι τοῦ θυσιαστηρίου στᾶσαν, τοιοίσδε πρὸς αὐτ τὴν βήμασι κεχρῆσθαι Εγώ μέν, ὦ θυγατέρων ἐμοὶ καλλίστη καὶ που θεινοτάτη, τῆς καλῆς ἀνατροφῆς, καὶ τῆς κατὰ Χριστὸν ἀγωγῆς τὴν ἐπιμέλειαν, ὡς οἷα τε ἦν, εἰς τὴν ἐπεδειξάμην χάριν. Λοιπὸν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος καταντήσασα Χριστοῦ, ἄπιθι μετὰ χαρᾶς πρὸς αὐτόν. Αὐτῷ νυμφεύομαι σε μυστικώτερον σήμερον καὶ τελειότερον, τὴν ἐκ βρέφους αὐτῷ καθηρμοσμένην. Αὐτῷ σε νῦν παραδίδωμι φιλοτιμότερον. Πρὸς τὸν οὐράνιον τούτῳ συνανάβαινε νυμφῶνα. Ιδού, ὦ φίλτατον ἐμοὶ τέκνον, ὁ νυμφίος πάρ εστιν ἀῤῥήτως καλῶν. Ὁ νυμφών ευτρεπής· ὁ και τῶν ἀψευδής. Νῦν ἡ βασιλὶς καὶ κυρία καὶ θεογεννήτρια, νοητῶς προπορευθεῖσα, πρὸς τὸν ἄνω ναὸν συνεισάξει σε τοῦ βασιλέως. Νῦν ἀπόστολοι καὶ μάρτυρες, πρὸς τὸ τοῦ μαρτυρίου στάδιον ἀπο δυομένην καθορῶντες, ὑπὲρ σοῦ τὸν Κύριον ἐκλι παροῦσιν, καὶ ἐπὶ τῇ σῇ σταθερότητι προσδο- " κῶσιν ἀγαλλιασθῆναι. Νῦν ἄγγελοι σπεύδουσιν, ἀναβαίνοντες ἐπὶ σὲ καὶ καταβαίνοντες· καὶ φιλοφροσύναις λαμπραῖς, ὡς Χριστοῦ νύμφην, δεξιοῦσθαι κατεπείγονται. Τοίνυν βάδιζε την τεθλιμμένην ὁδὸν καὶ τὴν στενήν κρούουσα μὴ ἐνδῷς πύλην, ἄχρις οὗ προσενεχθῇς τῇ ζωῇ. Νόμος οὗτός ἐστιν τῆς μαρτυρίας, μὴ φείδεσθαι ψυχῆς, μὴ φείδεσθαι σώματος. Ομόσε τοῖς διώκταις χωρεῖν· τοὺς θεοὺς αὐτῶν ἐξουθενεῖν· μόνον Χριστόν ὁμολογεῖν· καλὴν ταύτην μόνην ἀναίδειαν ἡγεῖσθαι, ὑπὲρ Χριστοῦ γυμνοῦσθαι, κατατέμνεσθαι καὶ θανατοῦσθαι. Μνήσθητι, θύγατερ ἐμὴ, καὶ ἴδε, καὶ γνῶθι, ὅτι δίκαιον οὐ παθεῖν ὑπὲρ Χριστοῦ μόνον, ἀλλὰ καὶ πολλάκις ἀποθανεῖν. Εἰ γὰρ ἐκεῖνος ὑπὲρ ἡμῶν, καὶ τί μέγα δούλῳ τὰ ἴσα τῷ Δεσπότῃ παθεῖν; Τοῦτο καὶ λυσιτελέστατον ἂν εἴη, μικρᾶς ἀνίας αἰώνιον ἀγαλλίασιν ὠνή σασθαι· καὶ βραχείας ὀδύνης, εὐφροσύνην ἀένναον καρπώσασθαι· καὶ πρόσκαιρον θάνατον, ζωῆς μὴ ληγούσης ἀνταλλάξασθαι. Τοῦτό τοι καὶ ῥᾴδιον ἔσται, τῇ πίστει κρατυνθείσῃ Χρι στοῦ. Παρέσται σοι Χριστὸς, ὦ φιλτάτη παρ έσται κουφίζων τὰς ὀδύνας τῶν αἰκισμῶν. Εἰ δὲ καὶ μικρὸν ὀδυνᾶσθαι συγχωρήσειεν, ὥστε σου τὸ δόκιμον τῆς πίστεως κατεργάσασθαι ὑπομο
col. 355–356page 155 of 261
PG 105:355τίς σοι λογισμοῦ σώφρονος ἐνέστακται φανίς, τῆς προσπεσούσης ανασφήλασα πεισμονής, καὶ τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἐκριψαμένη, πρόσελθε τῇ τῶν μεγάλων εὐμενείᾳ θεῶν· καὶ τὸ πρὸς αὐτοὺς σέβας ὡς ἐπέραστον κόσμον ἐγκομβωσαμένη, μὴ βουληθῇς κάλλος τοσοῦτον πρόωρον εκθερισθῆναι. Καὶ γὰρ οὐδεὶς ἀπειθοῦ σαν τῆς ἐμῆς ἀπαλλάξαι δύναται χειρός· πᾶν δέ σου μέλος, εὖ ἴσθι, βοράν προθήσομαι θηρ σίν. Ἐμοὶ μὲν, ὦ ἡγεμόν, εἶπεν αὖθις ἡ παρθενό μαρτυς ὑπολαβοῦσα, οὐκ ἀσχημοσύνη των ίμα τίων τούτων ἡ ἀπόθεσις· εὐπρέπεια δὲ μᾶλλον, ὑπὲρ Χριστοῦ γυμνοῦσθαι, καὶ τῇ ἀποβολῇ τοῦ δε τοῦ ἐνδύματος, τὸν παλαιὸν μὲν ἄνθρωπον συναποβάλλεσθαι· σύμβολα γὰρ τὰ βλεπόμενα τῶν νοουμένων· ἐπενδύεσθαι δὲ τὸν καινόν, τὸν κατὰ Θεὸν συγκροτούμενον ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ. Σοὶ δὲ τῷ ὄντι καθέστηκεν ἀσχημοσύνη, ὅτι ὡς ἱμάτιον ἐνεδύσω την κακίαν καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατά σου ἡ ἀσέ βεια, καὶ ἡ πονηρία ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις σου. Σὲ τοίνυν ἐν τούτοις, ἀλλ' οὐκ ἐμὲ, δίκαιον αἰσχύνεσθαι· ὅτι τῷ χιτῶνι τούτῳ τὴν ἀπὸ τῆς σαρκὸς κηλίδα, καὶ τὸ ἀπὸ τῆς συναπεσκευα σμένη βάρος, κούφη λοιπόν καὶ εὐσταλὴς πρὸς οὐρανὸν ἕψομαι Χριστῷ· ὃν ὡς χιτῶνα εὐφροσύ της καὶ ἱμάτιον σωτηρίου κρυφίως κατὰ τὸν ἐντὸς ἄνθρωπον ἐνδεδυμαι. Εμὲ δὲ καὶ ἄλλως ἔδει καθάπερ ἐν σταδίῳ τῷ βήματι τούτῳ γεγυμνωμένην τὸ σῶμα παραστάσαν, οὕτω συμπλέκεσθαι τοῖς ἀντιπάλοις ὑμῖν. Λοιπὸν, ὦδήμιοι, μὴ μέλλετε, μὴ ἀναδύεσθε. Τὸ πῦρ ἐξαπτέσθω, ὁ τροχὸς κατατεινέτω, ἡ μάχαιρα στιλβούσθω, δ ξυρὸς ἀκονηθήτω. Εἰ βούλει δέ, καὶ βόθρος ὀρυτ τέσθω, καὶ πᾶν ὄργανον εὐτρεπιζέσθω θανάτου. Ἔτι δὲ, τῷ τῆς μαρτυρίας έρωτι διαθερμαινομένη, καὶ οἱονεί πως ἡ πάναγνος ἐνθουσιῶσα, καὶ ταῦτα προσετίθει· Μελῶν ἀπειλεῖς, ὡμότατε, τὴν ἐκτο μήν; Ετοίμη πρὸς τοῦτό σοι παρέστηκα. Θανάτῳ ζημιοῦν ὑπισχνῇ; Εἰς τοῦτο παρεσκεύασμαι. Τοῦτό μοι τῶν πάντων θυμηρέστατον, τῇ τῶν μελῶν ἀποβολῇ τούτων, πρὸς τὴν πανακήρατον μεταβῆναι ζωήν. Οφθαλμοὶ τοίνυν ὀρυττέσθω σαν, ὡς ἂν μόνος ἔνδον ὁ νοῦς διαυγέστερον ἐκλάμψας, τὸν Θεὸν καθαρῶς ὁρᾷν καὶ ἀνεπιθολώτως δυνηθῇ. Περιαιρείσθωσαν ὦτα καὶ μυκτήρ ἔστι μοι κρύφιον οὓς ἐγκάρδιον, ᾧ μυστικῶν λο γίων ἀκροῶμαι· ἔστι μοι καὶ μυκτήρ, ᾧ τῶν ἀφράστων τοῦ Θεοῦ μου κατοσφρῶμαι μύρων. Μὴ ταῦτα δύνῃ, μιαρώτατε, τῇ μαχαίρᾳ σου περι ελεῖν; Εξολκέσθω δὲ καὶ γλῶσσα, ὡς ἂν μηκέτι λαλῇ τὰ ἔργα τῶν ἀνθρώπων, ἑαυτῇ δὲ νοερῶς ἡ ψυχὴ συλλαλῇ καὶ Θεῷ. Εκριζούσθωσαν οἱ ὀδόντες· ἐκκοπτέσθωσαν καὶ χείλη· οὐδὲ γὰρ τούτων χρεία, τῷ μηκέτι πηλίνης ἐπιδεῖ τροφῆς μόνῳ δὲ τῷ Θεοῦ ῥήματι κρυφομύστως τρεφο
col. 357–358page 156 of 261
PG 105:357πεπαρρησιασμένης ἀποκρίσεως ἣν Πρόβος μὲν ἀκούσας, συνεχύθη καὶ συνέπεσεν· οὐ γὰρ ἔχειν ἔτι χρηστὰς περὶ αὐτῆς ἐλπίδας· διάβολος δὲ τὴν ὄψιν ἐῤῥαπίσθη. Αγγελοι δὲ ἐκρότησαν· ὁ δὲ Κύριος ἐν οὐρανοῖς ἐπεσφράγισεν. Τί οὖν ὁ σοβαρὸς δικαστής; Πρῶτα μὲν θωπείαι; κατακηλεῖν ἐδόκει, καὶ κολακευτικαῖς λαλιαῖς συλα γωγεῖν τὴν ἀσύλητον ἐπείρα· καὶ, Πείσθητί μοι, συνεβούλευεν, ὦ θύγατερ, καὶ τοῖς μεγάλοις προσ πεσοῦσα θεοῖς, καὶ τῶν ἱερῶν ὀργίων μετασχοῦσα, ζευχθήσῃ μὲν τῶν πρώτων τῆς πόλεως καὶ περιφανεστάτων ενί· προστεθήσεται δέ σοι χρυ σὺς, ἄργυρος, ἱματισμός, ἀνδραπόδων τε καὶ κτηνῶν ἀμύθητος περιουσία. Εσῃ δὲ περίβλεπτος καὶ μακαριωτάτη γυναικῶν, παντοίοις ἀγαθοῖς κομῶσα, καὶ δόξῃ παντοδαπῇ καταγλαϊ ζομένη. Σκέψαι τοιγαροῦν, ὦ κόρη, καὶ κατάλληλα τῇ ὡραιότητι τῆς ὄψεως βουλευσαμένη, τὴν μα ταιότητα μὲν τούτων τῶν λογισμῶν ἀπόθου φρενήρη δὲ διάνοιαν ἐνδυσαμένη, μὴ βουληθῇς πεῖραν τῆς ἡμετέρας ἀγανακτήσεως λαβεῖν μηδὲ κατὰ τοὺς ἄφρονας πείρᾳ μείνῃς μαθεῖν, οἶον κακόν ἐστιν ἀσέβεια. Ἐγὼ, καὶ τῆς φύσεως οἰκτείρων, καὶ τοῦ κάλλους κηδόμενος, ὡς πατὴρ φίλῳ τέχνῳ τὸ συνοῖσον εἰσηγοῦμαι· ἐὰν δὲ μὴ πεισθῇς, ἑτέρως, εὖ ἴσθι, προσενεχθήσομαί σαι. Η δὲ μάρτυς ὡς ἂν ὄφεως τὴν παραίνεσιν ταύ την εκτινάξασα τῆς ἀκοῆς, Ἐμοὶ, φησί, τὸ ζῆν, ὦ άνθρωπε, Χριστός· καὶ κέρδος δέ μοι λαμπρόν ότι μάλιστα, δι' αὐτὸν ἀποθανεῖν· δι' δν οὐ χρυ σίον, οὐκ ἀργύριον, οὐδ᾽ ἄλλο τι τῶν ἐπὶ γῆς ἐπόθησα τερπνῶν· αὐτὸν δὲ μόνον ὡς πολύτιμον ἔχουσα μαργαρίτην ἐν ἐμοὶ, πάντα πηλὸν ἡγοῦ μαι· πάντα σκυβάλων ἀτιμότερα τὰ παρ' ὑμῶν. Βάσανοι δὲ καὶ ξεσμοὶ καὶ μελῶν ἀποκοπαὶ καὶ ὀνύχων σπαραγμοὶ καὶ θηρίων ἀλεσμοί, πρὸς ἡδονὴν μᾶλλον ἐμοὶ δι' ἐκεῖνον, ἢ ἄλγημα τυρ χάνουσιν. "Ωστε μὴ τὸ σωμάτιον ἡμῖν ὡς ἀδρα νὰς οἰκτείρειν ὑποκρίνου, ἀλλὰ τὸ παριστάμενον τῇ ἐξουσίᾳ σου καὶ τῇ τῶν τρόπων ιταμότητι, τοῦτο ποίει μηδὲν ἀναβαλλόμενος· ὡς ἔγωγε ξυλίνοις ξοάνοις καὶ λιθίνοις, οὐκ ἂν προσενέγ καιμι προσκύνησιν εἰς τὸν αἰῶνα. Τούτοις ἡ καλλίστη παρθένος τὴν ὀργὴν ἐξάψασα τοῦ δικαστοῦ, χαλεπὸν δέ τινα καὶ βαρύμηνιν τὸν ἐν αὐτῷ δαίμονα παρασκευάσασα, ὅλην ἐφ' ἑαυτὴν τοῦ ὀλεθρίου θηρὸς ἐπεσπάσατο τὴν λύσσαν. Πρῶτον μὲν οὖν τοῖς ἐπὶ κόρης βαπίσμασι τὴν σεμνὴν ὄψιν ἐκείνην, ὡς φλυαρείν τολμῶσαν κατηκίζετο. Επει τα, τὸν παρθενικὸν ἐπικαταῤῥηγνύειν αὐτῇ προσ έταττε χιτῶνα· καὶ δὴ γυμνὸν ὅλον τὸ καὶ ἀγγέλοις αἰδέσιμον ἐκεῖνο σῶμα παραστησάμενος ὁ ἀναιδής, ἐπιγελῶν δὲ τῷ θεάματι καὶ κατορχούμενο;, Οὕτω σοι, φησὶν, ἀσχημονεῖν πρέπει, κατ' ὀφθαλμοὺς ἁπάντων παρεστώσῃ γυμνῇ, καὶ καταγέλωτα πᾶσι τοῖς ὁρῶσι σε παρεχομένη. Αλλ' εί ο
col. 359–360page 157 of 261
PG 105:359μένεις. Αφαιρείσθωσαν πρὸς τούτοις χεῖρες· ικος ἀφαιρείσθωσαν, εἴ σοι δοκεῖ, καὶ πόδες. Εισί μοι χείρες άληπτοι, αἱ πρακτικαὶ τῆς ψυχῆς δυνά μεις, αἷς ἂν εὐαρεστήσαιμι Θεῷ· εἰσὶ πόδες, τὰς σὰς παγίδας ὑπερβαίνοντες, αἱ πρὸς αὐτὸν εὐθυ νόμεναι διὰ θεωρίας ἀκραιφνούς πορείαι. πρότερον δὲ τοὺς ὄνυχας ἀφέλεσθε, ἵνα μοι πλείους φιλοτιμήσησθε νίκης καὶ στεφάνων ἀφορμάς. Περιττή μοι τυχὸν καὶ τῶν μαζών αὕτη περίκειται ζυγάς· ἵνα τί λίχνοις όμμασιν ἔτι δέλεαρ προκείσονται; 'Απτέσθω καὶ τούτων ὁ ξυρός τρυφή μοι διὰ Χριστόν ἐστι τὰ κολαστήρια· εὐερα γέτας ἡγοῦμαι τοὺς κολαστάς. Είθε γένοιτο πᾶσι μέλεσι δοξάσαι τὸν πλαστουργόν. Είθε μοι καὶ τῷ σώματι καὶ τῷ πνεύματι τοῦτον ἁγιάσαι. Οὕτω γὰρ ἐμαυτὴν ὁλόκληρον αὐτῷ παραστήσασα, ὁλοκλήρως ἂν ἴσως τῆς αὐτοῦ γλυκύτητος ἀναι μην. Σπεύδε τοίνυν, ὦ τύραννε, ἐμοὶ μὲν τῆς καλλίστης ἐφέσεως τὴν ἐπίτευξιν ὁδοποιῶν σαυτῷ δὲ σκότος καὶ κόλασιν θησαυρίζων διηνεκή. Τούτοις Αναστασία τοῖς λόγοις καταπλήξασα τὸ θέατρον, καὶ ἀγγέλους μὲν κατατέρψασα, καὶ τὸν τῶν ἀγγέλων κατευφράνασα Δεσπότην· εὐφροσύνη γὰρ ἄγαν Θεῷ Δεσότῃ, πιστοῦ θεράποντος εὐγνωμοσύνη· δαίμονας δὲ καὶ τὸν αὐτῶν προστάτην συμφύ βασα· αὐτὴ μὲν ἄτρομος ἵστατο, καὶ τὴν γνώμην ἀπερίτρεπτος, πρὸς τὸν Ἰησοῦν μόνον τοῦ νοῦ τὸ βλέμμα προσερείδουσα, καὶ τὴν ἀπ' αὐτοῦ συμμαχίαν ἐπικαλουμένη. Ο δικαστὴς δὲ, ἐπειδὴ τρυφεράν έβλεπε παῖδα, αρρενωπῷ γνώμῃ τῆς κολακείας οὐκ ἐνδιδοῦσαν μαγγανεύμασιν· σταθερῷ δὲ καὶ γαύρῳ τοῦ νοῦ παραστήματι, οὐ μόνον οὐκ ἐκπλησσομένην τὰς ἀπειλάς· ἀλλὰ καὶ τῆς τῶν κολαστηρίων δριμύτητος ὑπερφυῶς ὑπερφρονοῦσαν· μηδενὶ δὲ λοιπόν τρόπῳ τὸν τῆς ἀηττήτου τόνον ἐκμοχλεύειν ἔχων, ἐμαίνετο, ἐκορυφοῦτο θράσει· βαρέως ἄγαν κατὰ τῆς παρεστώσης ἀείπαιδος ὑλάκτει. Πρῶτον μὲν οὖν ἐκ τεσσάρων τανυσθεῖσαν, καὶ πάλεις προσδεθεῖσαν, ηρέμα κουφισθῆναι τῆς γῆς, καὶ κάτωθεν μὲν πῦρ, ἐλαίῳ καὶ πίσσῃ, θείῳ καὶ κληματίσιν ὑφαπτόμενον, τοῖς τιμίοις αὐτῆς ἐκέλευ δεν υποστρωθῆναι σπλάγχνοις. Ἐπὶ πολὺ δὲ τῶν ἀλγηδόνων εὐπετῶς ἀνατλάσης τὴν ὀξύτητα (εἶχε γὰρ ὄντως, εἶχε Χριστὸν ἐπίκουρον ἀληθῆς, καὶ τῶν σπλάγχνων μὲν κάτωθεν ἐξοπτωμένων, συμφρυγομέ νων δὲ καὶ σπωμένων τῶν ἐντέρων τε καὶ τῶν ἐνῶν τοῦ αἵματος δὲ ξηραινομένου, καὶ τεφρουμένων τῶν φλεβών· τῆς ζωτικῆς δὲ δυνάμεως τῶν μὲν ἐμπιμ πραμένων μελῶν ὑπαπιούσης· νεκρὰ δὲ τὰ ὧν ἀφο εστήκοι καταλιμπανούσης· διαῤῥηγνυμένου δὲ καὶ τοῦ νώτου τοῖς μάστιξι και διαῤῥυϊσκομένων τῶν σαρχῶν, οὐδεμία τῇ ἀθλοφόρῳ προσπίπτειν αἴσθησις ἐδόκει· ὅλη δὲ τοῦ συγκρατοῦντος αὐτῇ τὸ πνεῦμα γενομένη, καὶ τῇ πρὸς αὐτὸν ἐκστάσει τὴν αἰσθητι τὴν μικροῦ δύναμιν παρεθεῖσα, οὔτε τῶν ἄνωθεν Παρεστώσης ἀείπαιδος. ἀειπαρθένου
col. 361–362page 158 of 261
PG 105:361καταφερομένων εφρόντιζε πληγῶν· οὔτε δὲ πρὸς τὰς κάτωθεν ἐπεστρέφετο πυρώσεις μόνῳ δὲ προσευχομένη Χριστῷ, καὶ τῶν θαυμασίων αὐτὸν ὑπομιμνήσκουσα, ὧν τε πάλαι κατὰ τὴν Βαβυλωνίαν τρισὶ νεανίαις, καὶ ὧν ἀεὶ τοῖς ὑπὲρ αὐτοῦ κακουμένοις ὑποδείκνυται· καθάπερ δρόσῳ τινὶ τῇ προσευχή καταψυχομένη, εὐμαρῶς ἄγαν ὑπέφερε τὰς ἀλγηδόνας. Τούτοις οὖν ἀποκαμὼν ὁ θὴρ ἐκεῖνος, ἐπὶ τροχοῦ κατατείνεσθαι τὴν ἄσπιλον ενετέλλετο περιστεράνο δεινῶς δὲ τῷ μαγγάνῳ καταπιεσθεῖσα· τῶν ὀστῶν μὲν αὐτῇ συνθλωμένων, ἐντεινομένων δέ γε τῶν νεύρων καὶ μυῶν· καὶ πάσης δὲ σχεδὸν ἁρμονίας τοῦ σώματος ἐξαρθρουμένης· τίνα τρόπον τῆς τοιαύ της τοῦ θανάτου ῥύμης ἀπαλλάττεται; Ικετηρίαν δεκτὴν πρὸς τὸν δυνάμενον σώζειν αὐτὴν ἐκ θανάτου " προσενέγκασα, ἣν ἴσως οὐ περιστὸν προσθεῖναι Θεέ, θεὲ τῶν πνευμάτων, έλεγε, καὶ πάσης σαρ κός· ὁ τῇ σοφίᾳ σου τὰ ὄντα παραγαγών, καὶ τῶν ὀρωμένων τὸ κάλλιστον, ἄνθρωπον, κατ' εἰκόνα στν πεποιηκώς· καὶ τοῦτον πρὸς τὴν οἰκονομίαν τὴν κατὰ τὸν παρόντα βίον, σάρκα περιβαλών καὶ δέρμα· ὀστέοις δὲ καὶ νεύροις ἐγείρας· ζωὴν δὲ παρ' αὐτῷ θέμενος καὶ ἔλεος· σὺ Κύριε φιλο άνθρωπο κηδεμὼν ἐνετείλω διὰ τοῦ προφήτου, Επικάλεσαι με, λέγων, ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαι σε, καὶ δοξάσεις με. Ἰδοὺ δὴ σήμερον τῆς ἀγαθῆς σου ταύτης ἐντολῆς, ἡ ἐλαχίστη σου θεραπαινὶς ὑπομνησθεῖσα, στεῤῥῶς ἐπικαλοῦμαι ἐξελοῦ καὶ ῥύσαι τῆς συνεχούσης βίας· καὶ απάλλαξον τῶν ὀδυνῶν, αἱ με νῦν πιέζουσι· καὶ δεῖξόν μοι τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δώρησαι· ὅπως ἐν σοὶ μέχρι τέλους νομίμως ἀγωνισαμένη, δόξαν ἀναπέμπω σοι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὅτι μόνος εἶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. Ἀμήν. Τοιαῦτα προσευχομένη, λύεται μὲν τοῦ χαλεποῦ μηχανήματος ἐκείνου· χειρὶ δὲ παραυτά κρείττονι, πρὸς τὴν κατὰ φύσιν ἁγίαν επάνεισι. Πάλιν οὖν ὀξέσιν αὐτὴν ὀγκίνοις ὁ δεινὸς ἐκεῖνος δικαστής εἰς τὸν αέρα μετεωρισθεῖσαν, πᾶν σιδηροῖς ὄνυξι τὸ σῶμα κελεύει καταξαίνεσθαι· καὶ πάλιν αὐτὴ Χριστῷ προσευχομένη, καὶ κρείττονος εὐμοιροῦσα προμηθείας, ἐκλύει μὲν τὴν τῶν δημίων εὐτονίαν· κατενεχθεῖσα δὲ, ῥᾳδίως τε τῶν τόνων ἀνεῖτο, καὶ πρὸς τὴν φυσικὴν εὐεξίαν ὀξέως ἐπανῄει. Αλλ' οὐδ' οὕτως ὁ ἀσύνετος ἠβουλήθη συνιέναι ἅμιλλα γὰρ ὄντως ήν, ὥσπερ τὸ βλεπόμενον, Ανα στασίας μεταξὺ καὶ Πρόβου, οὕτω δὴ τὸ νοούμενον, Χριστοῦ καὶ ᾿Αντιχρίστου· τοῦ μὲν, ὅπως τῆς ὀρθῆς ἀποστήσα; διανοίας, εἰδώλων μιάσμασι βεβηλώσῃ πειρωμένου· τοῦ δ', ὅπως ἐκεῖνον ἀποστρέψας, ἀμίαν τον ἑαυτῷ παραστήσῃ τὸ ἴδιον ἐνευδοκοῦντος πλά σμα. Τὰς μὲν δὴ φωλάδας τῶν ἄρκτων, φασίν, ἐπειδ᾽ ἂν ἅπαξ πρὸς τῶν θηρατῶν κατακάρδιον δέξωνται πλη γὴν, ἀφορήτους τε γίνεσθαι, καὶ πᾶν τὸ προσπίπτον ἐξαπιναίως ἀναιρεῖν. Τοιοῦτος ἦν τότε Πρόβος. Ου
col. 363–364page 159 of 261
PG 105:363τως εξοργός τις καὶ βαρόχολος, ὥστ᾽ οὐδὲ πολλοῦ τοῦ τον ἔδει τοῦ θρόνου τε διαναστῆναι, καὶ τοῖς ὁδοῦσιν ἡμῶν τῶν παρθενικῶν ἐνάψασθαι σαρχῶν. Πρῶτον οὖν κατὰ τῶν σεμνῶν καὶ τιμίων ὡπλίτ σατο μαστῶν· καὶ ξυρῷ τούτους ὁ ὠμοφάγος περι ελών, δριμυτάταις ὀδύναι; θανατοῦν ἐμηχανᾶτο. Ἴστε δὲ πάντως, οί γε τὴν κατασκευὴν τοῦ σώματος εἰδότες, ὡς ἐκ σαρχῶν καὶ μυῶν καὶ νεύρων τόδε τὸ μέρος συνεστώς, αἰσθητικώτατόν ἐστιν· ἄτε δὴ καὶ πλησίον τῆς πηγῆς τῶν αἰσθήσεων, τῆς καρδίας, φημί, καθιδρυμένον· καὶ τεμνόμενον, οδυνηροτάτῳ μόρῳ παραδίδωσι· τοῦ ζωτικοῦ καὶ περὶ τὴν καρ δεν αἵματος ἅμα τῷ ψυχικῷ πνεύματι συναπορ ρέοντος. ᾿Αλλ' ἡ τῆς ἀναστάσεως ἐπώνυμος, οὐ τῷ νόμῳ τῆς φύσεως, ἀλλὰ τῆς ἀναστάσεως υποκειμένη, καὶ τοῦ θανάτου περιγέγονε, καὶ τῶν ὠδίνων ἐκείνων ῥᾳδίως ὑπερέσχεν. Ὦ μαστοί, οὐ γάλα τροφὴν προβ ῥέοντες νηπίοις, ἀλλὰ μαρτυρικὸν αἷμα σπένδοντες Χριστῷ 1 Ο μαστοί, καθάπερ δύο νεβροι δίδυμοι δορκάδος διαλλόμενοι τοῦ σώματος! Προσᾳδέτω γάρ τι τούτοις καὶ ὁ Σολομών· μᾶλλον δὲ ὁ Νυμφίος τῇ Νύμφη προσφωνείτω, δι᾿ ἂν αὐτὴ τοὺς μαστοὺς ἐξεθε ρίζεται Τί εκαλλιώθησαν μαστοί σου, αδελφή μου νύμφη! τί ἐκαλλιώθησαν μαστοί σου! οὐκ ἀπὸ οἶνου, ἀλλ' ἀπὸ τοῦ οἰκείου αἷματος! Ἐπὶ τούτοις, κατὰ τῶν ὀνύχων ὁ ἀπηνής διηγωνίσατο· οὓς πάντας ἀπηνῶς ἀναστῶν καὶ ῥιζοτομῶν, ἀνυποίστους αὐτῇ προσάγειν ᾤετο πόνους. Η δὲ, καθάπερ τριχῶν ἀφαίρεσιν, οὕτω λογιζομένη τούτων τὴν ἐκρίζωσιν, ηὐχαρίστει μὲν τῷ πρὸς τὰς ἀλγηδόνας ἐπιῤῥωννύντι Χριστῷ· κατεῤῥητόρευε δὲ τοῦ δια χαστοῦ· θεούς τε ἀναθεματίζουσα καὶ δαίμονας, ψυχῆς βεβήλωσιν τὴν αὐτῶν προσκύνησιν ὠνόμαζεν. Ἡ ὄνυχες, μικροὶ μὲν τὸ μέγεθος, καὶ τὴν τάξιν ἔσχατοι, μεγάλων δὲ καὶ τελείων πρόξενοι στεφάνων γενόμενοι· όνυχες, τῷ τε ὄνυχι καὶ τῇ στακτῇ, καὶ τοῖς ἄλλοις ἀρώμασι προσεοικότες· οἷς Μωσῆς ἐκεῖ νος τὸ τῆς συνθέσεως κατασκευαζόμενος θυμίαμα, θυσίαν ελώδη προσῆγε τῷ Θεῷ. Ο Ο Ο Τοῖς ὄνυξι δὲ, χειρῶν ὁμοῦ καὶ ποδῶν ὁ μιαιφονώ κατος προσετίθει τὴν ἀποκοπήν. Εδει γὰρ ἴσως, μὴ τὰ λεπτότερα μόνον, ἀλλὰ καὶ τὰ τῶν μορίων ἁδρότερα τῆς ὁσιομάρτυρος καλλιερεῖσθαι· καὶ καθάπερ ἄμπελος εὐκληματούσα, όσωπερ ἂν τῶν περιττῶν ἡ τὴν βλάστην ἀποτέμνηται, τοσούτῳ τῆς ἐν αὐτῇ ζωτικῆς δυνάμεως περὶ βραχὺν συναγομένης τόπον, πολὺς μὲν ὁ καρπός· εὐτραφὴς δὲ ὁ βότρυς, καὶ δα ψιλῆς ὁ οἶνος καταῤῥεῖ τῶν ληνῶν· οὕτω δὴ καὶ ἡ παρθένος, ὅσῳ τὰ μέλη κατετέμνετο, τοσοῦτον ἐχύ πριζαν μὲν αὐτῆς τὸ τῆς ὁμολογίας ἄνθος· οἱ τῆς μαρτυρίας δὲ βότρυες πληθυνόμενοι, τὴν τῆς ὑπομο τῆς ἐδίδοσαν ὀσμήν· τὸ αἷμα δὲ τῆς ἀθλήσεως, ὡς Φίνος ρέων εὐώδης καὶ δαψιλής, συνέπνιγε μὲν ὅσον ἀλλότριον καὶ δυσσεβές, κατεύφραινε δὲ ὅσον ἡμέτερον καὶ εὐσεβές. Ἐντεῦθεν λοιπὸν καὶ οἱ ἰδόντες τῆς ἰδίας αὐτῶν
Page scan enlarged

Notebook

Full View