PG 110Georgius Monachus
George the Monk
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Book I · Chapter ILiber Primus · Caput Primus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput Primus

PG 110:41ΧΡΟΝΙΚΟΝ ΣΥΝΤΟΜΟΝ ΕΚ ΔΙΑΦΟΡΩΝ ΧΡΟΝΟΓΡΑΦΩΝ ΤΕ ΚΑΙ ΕΞΗΓΗΤΩΝ ΣΥΛΛΕΓΕΝ ΚΑΙ ΣΥΝΤΕΘΕΝ ΥΠΟ ΓΕΩΡΓΙΟΥ ΑΜΑΡΤΩΛΩΥ ΜΟΝΑΧΟΥ. 1 Πολλοὶ μὲν τῶν ἔξω φιλόλογοι καὶ λογογράφοι, ἱστορικοί τε καὶ ποιηταὶ καὶ χρονογράφοι τὰς τῶν ἀρχαίων βασιλέων καὶ δυναστῶν καὶ τὰς τῶν ἀνέκαθεν φιλοσόφων καὶ ῥητόρων τε καὶ τῶν ἐπ’ εὐγλωττίᾳ καὶ δεινότητι λόγων καὶ στομυλίᾳ διαθρυλλουμένων, πράξεις καὶ ῥήσεις καὶ μέν τοι καὶ τὸν τρόπον ἐνίοτε τῆς τούτων ἀποβιώσεως δι’ ὑψηγορίας καὶ ἐπιτάσεως λόγων συγγεγραφότες, οὐκ εὐλήπτους καὶ εὐκαταλήπτους τε καὶ εὐκρινεῖς τοῖς πολλοῖς τὰς πραγματείας, ἅτε δι’ ἐπίδειξιν καὶ κρότον ἔσθ’ ὅτε καὶ ἀνάῤῥησιν τοῦτο δεδράκασιν, ἥκιστα πεφροντικότες τῶν τῆς ἀληθείας δογμάτων καὶ διηγημάτων καὶ ἀνθρώποις ὠφελίμων.

Caput II

PG 110:43Ἡμεῖς δὲ πάμπαν οἱ τῶν ἔνδον ἀνάξιοι, δοῦλοι τῶν δούλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀμέτοχοι τῆς τῶν ἔξω φυσιολογίας καὶ τεχνολογίας ἐξ ἐπιμέτρου πέλοντες, οὐ μόνον Ἑλληνικῶν καὶ παλαιῶν ἱστοριῶν, ἀλλὰ καὶ νέων καὶ πολὺ μεταγενεστέρων, καὶ σεμνοπρεπῶν ἀνδρῶν καὶ ἐλλογίμων ἐξηγήσεσι καὶ χρονογραφίαις, ἱστορίαις τε καὶ διδασκαλίαις ψυχωφελέσιν ἐντετυχηκότες, ἀκριβῶς, κατὰ τὸ ἡμῖν ἐφικτὸν καὶ περιεσκεμμένον, ἐν φόβῳ Θεοῦ καὶ πίστει χρονικῇ, τοῦτο δὴ τὸ μικρὸν καὶ πανευτελὲς βιβλιδάριον ἐξεθέμεθα, τὰ πρὸς ὄνησιν ἐκ πολλῶν ὀλίγα συντείνοντα ποσῶς μετὰ πόνου συλλέξαντες 2 καὶ συνθέντες, τότε πᾶσαν μὲν ἀλήθειαν ἄκομψον, καὶ ἀκατάσκευον σφόδρα περιέχον δραματουργίαν, ἀναγκαῖα δὲ πάνυ καὶ χρήσιμα λίαν οἶμαι δι’ ἐπιτομῆς καὶ σαφηνείας ἐναργεστάτης ὑφηγούμενον ὅτι μάλιστα. Κρεῖσσον γὰρ μετὰ ἀληθείας ψελλίζειν ἢ μετὰ ψεύδους πλατωνίζειν.
Οὐχ ὅταν γὰρ ὁ λόγος ῥεῖ καὶ ἔξω τῶν ὅρων φέρεται, θαυμαστός ἐστιν, ἀλλ’ ὅταν βραχὺς μὲν ᾖ τῷ μήκει, πολὺς δὲ τοῖς ἐνθυμήμασι καὶ ἐν τῷ συντόμῳ τὸ ἀπαράλειπτον καὶ ἀτρεκὲς ἔχων τῶν ἀναγκαίων καὶ ὀνησιφόρων, ὑπὸ τοῦ καιροῦ μάλιστα καὶ τῶν βασκανίας καὶ πάσης ἐθελοκακίας ἀπηλλαγμένων ψυχωθεὶς ζητικώτερος ἀναδειχθήσεται. Οἱ γάρ τοι πνευματικῶς τὰ πνευματικὰ συγκρίνοντες καὶ ἀνακρίνοντες καὶ μεταλλεύοντες, ὡς ἐπιστήμονες καὶ δόκιμοι, τὰς ἱερολογίας οὐ λαμπραῖς καὶ γριφώδεσι καὶ τετορνευμέναις λέξεσι καὶ συντάξεσιν ἐντέχνοις καὶ καλλιεπείᾳ, ἐν ᾗ τὸ ψεῦδος πολλάκις διὰ τῆς δεινοτάτης μεθόδου καὶ κατασκευῆς ἐπικρύπτουσιν οἱ δεινοὶ, τοὺς ἀπερισκέπτως καὶ ἀβασανίστως ἀναγινώσκοντας ἐκλανθάνοντες, ἐπιζητοῦσιν, ἀλλὰ τὰς ἀληθείᾳ λαμπρυνομένας ῥήσεις, εἰ καὶ διὰ βαρβαριζούσης καὶ σολοικιζούσης ἐκφωνοῦνται γλώσσης.

Caput XIII - XIV

Εὕροις τοίνυν, ὅγε πιστῶς, νουνεχῶς τε καὶ ἀφθόνως ἅμα καὶ ἀπεριέργως καὶ πάσης διπλόης καὶ ῥᾳδιουργίας ἐλευθέρως ἐντυγχάνων ἐνταῦθα, δι’ ὀλίγων τὰς τῶν εἰδώλων εὑρήσεις καὶ ἀνατροφὰς ἐντέχνως καὶ ἐπιτεταγμένως, τὰς τῶν φιλοσόφων Ἑλλήνων ἐρεσχελίας καὶ μυθοπλασίας καὶ θρησκείας ἢ μᾶλλον εἰπεῖν ἀθεί̈ας καὶ κακονοί̈ας, πῶς τε ἡ τῶν μοναχῶν ἤρξατο διαγωγὴ καὶ τάξις ἀπὸ τοῦ νόμου, καὶ διὰ τῆς Χριστοῦ παναρίστου πολιτείας καὶ διδασκαλίας ὑψηλοτέρα καὶ φαιδροτέρα καὶ πλατυτέρα μάλα εἰκότως ἀναπέφηνε, καὶ ἄλλα πλεῖστα καὶ διάφορα σωτηρίαν ψυχῶν εὐγνωμόνων καὶ ὀρθοδόξων ὠδίνοντα, οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἔκφυλον καὶ θεοστυγῆ τε καὶ παμβέβηλον τῶν Μανιχαίων λύσσαν, ἀφ’ ἧς ὥσπερ ἔκ τινος λυσσῶντος κυνὸς τὴν αἰσχίστην τε καὶ κακίστην μετειληφυῖα νόσον ἀνεφύη ἡ τῶν ἀλιτηρίων καὶ κακοσχόλων εἰκονομάχων ἐμβρόντητος αἵρεσις, καὶ ὅθεν ἀπήρξατο καὶ ποῦ κατέληξεν, ἥτις γε τοὺς προστάτας αὐτῆς καὶ συνίστορας ἀλλοτρίους ἐκ περιουσίας τῆς ὀρθοδόξου πίστεως καταστήσασα σὺν τοῖς ὁμόφροσιν 3 αὐτῶν, ἐκδήλως ἅμα καὶ τὰ τούτων ληρήματα καὶ βληχήματα τῆς ἀδεκάστου δίκης ὑπευθύνους καὶ ἐκδίκους ἀπέδειξεν.
PG 110:45Ὦ τῆς ἀπάτης καὶ παραπληξίας τῶν πεφενακισμένων καὶ ματαιοφρόνων, οἳ ἐνδίκως μάλα τῷ αἰωνίῳ πυρὶ παρεπέμφθησαν, τήν τε τῶν ἀτασθάλων καὶ κακοφρόνων Σαρακηνῶν καταγέλαστον δόξαν καὶ τὴν κτηνήδη ζωὴν καὶ τὴν διδασκαλίαν τοῦ λαοπλάνου ψευδοπροφήτου αὐτῶν καὶ ὅθεν κακῶς ἀναδέδεικται, καὶ πρὸς τούτοις καὶ τὴν τοῦ γέροντος Θωμᾶ νεοτερισθεῖσαν παιδοπρεπῆ ματαιοφροσύνην τε καὶ παράνοιαν καὶ τὴν ἀργαλέαν καταστροφὴν τοῦ παναθλίου καὶ ταλαιπώρου. Καὶ ταῦτα μὲν ἅλις. Τῆς δὲ χρονικῆς πραγματείας τὴν ὑπόθεσιν ὡς ἐν τάξει τμημάτων διὰ τὸ εὐσύνοπτον καὶ εὐμνημόνευτον πεποιήκαμεν. (Α) Ἀπὸ μὲν γὰρ τοῦ Ἀδὰμ ἀρξάμενοι καὶ μέχρι τῆς Ἀλεξάνδρου τελευτῆς ἐλθόντες ἐν συντόμῳ, πάλιν (Β) ἀνάπαλιν ἀπὸ τοῦ Ἀδὰμ κατὰ τὴν αὐτὴν ἐπιχείρησιν καὶ ἔννοιαν δι’ ἐπαναλήψεως τοὺς χρόνους τῆς ζωῆς τῶν ἐφεξῆς καὶ τὰς πράξεις ὡς οἷόν τε διὰ βραχέων ἀπεμνημονεύσαμεν ἕως Ἰησοῦ τοῦ Ναυῆ, εἶτα πάλιν διὰ συντομίας τοὺς κριτὰς μέχρι τοῦ προφήτου Σαμουὴλ καὶ εἶθ’ οὕτως αὐτίκα τοὺς βασιλεῖς τῶν Ἰουδαίων ἀπὸ Σαοὺλ ἕως Σεδεκίου καὶ τῆς ἁλώσεως Ἱερουσαλὴμ, ἐν οἷς καὶ κατὰ Ἰουδαίων ἐκ παρόδου διὰ βραχυλογίας.

Caput XIX - XX

PG 110:47(Γ) Ἔπειτα δὲ τοὺς Ῥωμαίων ἡγεμόνας ὥσπερ δὴ καὶ τοὺς πάλαι Περσῶν καὶ Μακεδόνων, Σελεύκων τε καὶ Ἀντιόχων καὶ Πτολεμαίων ἐν παρεκβάσει διεξήλθομεν ἀρχὰς καὶ δυναστείας, οὕτω δὲ καὶ τοὺς Ῥωμαίων ἐξ Ἑλλήνων καταγομένους καθολικοὺς βασιλέας, ἅμα καὶ τὰς ἐργασίας καὶ τοὺς θανάτους ἀπὸ Ἰουλίου Καίσαρος μέχρι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν ἀνοσίων καὶ χριστομάχων· (Δ) εὐθύς τε Κωνσταντῖνον τὸν εὐσεβέστατον καὶ πρῶτον βασιλέα τῶν Χριστιανῶν καὶ τοὺς καθεξῆς ἕως τελευταίου Μιχαὴλ υἱοῦ Θεοφίλου, ὅστις μειράκιον βασιλεύσας τὴν ὀρθόδοξον αὖ πάλιν διὰ συνόδου θείας ἀνεκήρυξε καὶ κατώρθωσε πίστιν. Τέλος δὲ λόγου τὸ πᾶν ἀκούειν σαφῶς ἡμῖν ὁ Σοφὸς ἐγκελεύεται, ὡς μὴ κάλλεσι συνταγμάτων προστεθηκέναι τὸν ἀναγνώσεσι χαίροντα καὶ θελγόμενον, 4 ἀλλ’ αὐτῷ τῷ σκοπῷ καὶ τῷ τέλει τοῦ λόγου προερεθίζειν τὸ τῆς καρδίας ὄμμα. Ἡ γὰρ τοῦ λόγου κατασκευὴ καὶ ποικιλία ταῖς φιλοκρότοις καὶ φιλοκόμψοις καλλιεπείαις οἱονεὶ μεταμορφουμένη λυμαίνεταί που τὴν προκειμένην θεωρίαν, κλέπτουσα λεληθότως τὴν αἴσθησιν καὶ πρὸς τὴν κατανόησιν τῆς ὑποθέσεως ἐπισκοποῦσα τοὺς ἐντυγχάνοντας.
Ἐκλιπαρῶ δέ γε τοὺς ἐντευξομένους φιλοθέους καὶ φιλολόγους ὑπερεύχεσθαί μου διὰ τὸν Κύριον, τοῦ ταπεινοῦ καὶ ὑπερλίαν ἁμαρτωλοῦ τε καὶ ἀλόγου. Καὶ εἰ μὲν χρήσιμον καὶ ἀποδοχῆς ἄξιον ὀφθείη τὸ πανευτελὲς τουτὶ δραματούργημα, τῷ πάντων αἰτίῳ τῶν καλῶν ἀναθετέον. Εἰ δὲ καὶ παρὰ τὸ προσῆκον ἀσυνάρτητόν τε καὶ περιττὸν, ὡς εἰκὸς, διὰ τὴν ἀλογίαν ἡμῶν εὑρεθείη, συγγνωσθείη μὲν πρὸς τῆς ὄντος καὶ ἀῤῥήτου σοφίας· ἔτι μὴν καὶ παρὰ τῶν τροφίμων ταύτης θεοσόφων καὶ θεηγόρων τε καὶ φερεσβίων, ὡς ἰδιώτῃ πάντως οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει. Ἤδη δὲ λοιπὸν σὺν Θεῷ τῆς ὑποθέσεως τὴν ἀρχὴν ἐντεῦθεν κατὰ τὴν ἐμὴν ποιήσομαι δύναμιν. ΒΙΒΛΟΣ Α. Α. Γενεαλογία τοῦ Ἀδάμ. Βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἔπλασεν ὁ Θεὸς τὸν Ἀδὰμ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. [] Ὁ δὲ Ἀδὰμ ἐγέννησεν υἱοὺς τρεῖς, τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. [] Καὶ ὁ μὲν Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις·
PG 110:49τὸ δὲ ὄνομα αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος Κυρίου εἶπεν αὐτοῖς. [] Καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην ἀδελφὴν αὐτοῦ Ἀζουρὰν, Σὴθ δὲ τὴν δευτέραν Ἀσουάμ. [] Καὶ ὁ μὲν Ἄβελ παρθένος τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ ὧν θυσίας προσενεγκὼν τῷ Θεῷ καὶ δεχθεὶς ἀναιρεῖται, φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. Ὁ δὲ Κάϊν γεωργὸς τυγχάνων, καὶ μετὰ 5 τὴν καταδίκην χειρόνως βιώσας, πρῶτος μέτρα καὶ στάθμια καὶ γῆς ὅρους ἐπενόησεν. [Εἶτα κτίσας ἐν γῇ Ναὶ̈δ πόλιν, κατέναντι Ἐδὲμ, ἐπωνόμασεν αὐτὴν εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνὼς, καὶ εἰς ἓν συνελθεῖν τοὺς οἰκείους αὐτοῦ ἀναγκάσας, εἰς πολέμους ἑαυτὸν ἀπησχόλει.] Μετὰ δὲ ταῦτα, τῆς οἰκίας ἐπ’ αὐτὸν πεσούσης, ἀπέθανεν, ὡς ἔνιοί φασιν, ἕτεροι δὲ, ὅτι Λαμὲχ αὐτὸν ἀπέκτεινεν. [] Ἀλλ’ ὁ μὲν Κάϊν ἐγέννησε τὸν Ἐνὼς, ὁ δὲ Ἐνὼς τὸν Γαϊδὰδ, ὁ δὲ Γαϊδὰδ τὸν Μαλελεὴλ, ὁ δὲ Μαλελεὴλ τὸν Μαθουσάλα, ὁ δὲ Μαθουσάλα τὸν Λαμὲχ, ὃς καὶ δύο γυναῖκας ἀγόμενος, Ἐλδὰν καὶ Σελὰν, ἐγέννησε τὸν Ἰοβὴλ καὶ τὸν Ἰουβὰλ καὶ τὸν Θοβέλ.

Caput XXI - XXIII

[] Ὁ δὲ μὲν Ἰοβὴλ κατέδειξε κτηνοτροφίαν, ὁ δὲ Ἰουβὰλ κατέδειξε ψαλτήριον καὶ κιθάραν, ὁ δὲ Θοβὲλ σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου. Καὶ ὁ μὲν ἐν σκηναῖς κατοικεῖν τε καὶ γεωργεῖν ᾑρετίσατο, ὁ δὲ κιθαρῳδίας καὶ τραγῳδίας τοῖς δαιμονικοῖς ἐπιτηδεύμασι προσεπενόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν εἰς πολέμους ἐμηχανήσατο. Τὸ οὖν γένος Κάϊν μέχρι τούτου ἀξιωθὲν μνήμης, τοῦ ἀριθμοῦ τῶν πατέρων ἀποκρίνεται, ἵνα μήτε τοῖς πρώτοις ᾖ συνταττόμενος, μήτε τῶν ἑξῆς ἀφηγούμενος. [] Τὸ τοίνυν Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει τοιαύτην ἔχει τὴν λύσιν· ἕκαστος μὲν τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται, σὺ δὲ ὁ τοῦ φόνου κατάρξας καὶ τοῖς ἄλλοις ὑφηγητὴς τοῦ ἁμαρτήματος γενόμενος ἑπτὰ ἐκδικούμενα παραλύσεις, τουτέστιν ἑπταπλασίως τιμωρηθήσῃ καὶ πάμπολλα. Σύνηθες γὰρ τῇ Γραφῇ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πολλαπλασίονα κεχρῆσθαι· καὶ ἔστιν ἀδιορίστου πλήθους σημαντικὸν, ὡς τὸ Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα, καὶ τὸ Ἡ στεῖρα ἔτεκεν ἑπτὰ καὶ Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν·
PG 110:51τὸ δὲ ζῇν ἐν φόβῳ καὶ 6 λύπῃ μυρίους ἐπάγει τοὺς ἐν συναισθήσει θανάτους. Τρέμων οὖν καὶ στένων ὁ Κάϊν, ὥσπερ δαίμονι κάτοχος, ἐν ἐπιληψίᾳ πάντα τὸν ἑξῆς διῆγε χρόνον, τοῦτο πρὸς τὸ μὴ ἀναιρεθῆναι ὑπό τινος ἐκ Θεοῦ λαβὼν τὸ σημεῖον. [] Περὶ οὗ μέντοι καὶ ὁ μέγας Βασίλειός φησι· Ἐκδικούμενα δὲ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγεις, εὑρήσεις ἑπτὰ, εἴτε παρὰ τοῦ δικαίου κριτοῦ ἐπ’ αὐτῷ ὁρισθέντα, οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. Ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει Ἄβελ· δεύτερον δόλος, μεθ’ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, ἡ προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι ἀδελφοῦ φόνος· πέμπτον, ὅτι πρῶτος φόνος· ὅτι γονεῦσι πένθος ἐποίησεν, τοῦτο τὸ ἕκτον· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν· Οὐκ οἶδα. Καὶ ταῦτα μὲν τοῦ Κάϊν τὰ ἑπτὰ ἁμαρτήματα. Αἱ δὲ εἰς κόλασιν αὐτοῦ παρὰ τῆς θείας δίκης ἐπενεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται. Πρώτη· Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. Δευτέρα· Ἐργᾷ τὴν γῆν. Τρίτη·
Οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς. Τετάρτη μετὰ τῆς ε συνεζευγμένη· Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Ἕκτη, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ σοῦ καὶ προσώπου σου κρυβήσομαι, ἡ βαρυτάτη κόλασις, ἤτοι ὁ ἀπὸ Θεοῦ χωρισμὸς τοῖς σωφρονοῦσιν. Ἑβδόμη τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσιν προκεκηρύχθαι διὰ τοῦ στεναγμοῦ καὶ τοῦ τρόμου. [] Πᾶς οὖν, φησὶν, ὁ τὸν κατὰ σοῦ φόνον ἀποτολμήσας κακώσει τὰ κατὰ τὸν βίον ἀπαλλάξας, τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν. Διὸ, φησὶν, ἔθετο Κύριος ὁ Θεὸς τῷ Καὶ̈ν σημεῖον τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. 7 [] Ὁ δὲ Ἀδὰμ σλ ἐτῶν ὢν, ἐγέννησε τὸν Σήθ. Οὗτος ὁ Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ τοῖς πέντε πλανήταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον· καὶ τὸν μὲν πρῶτον πλανήτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ β Δίαν, τὸν δὲ τρίτον Ἄρεα, τὸν δὲ δ Ἀφροδίτην, τὸν δὲ ε Ἑρμῆν.
PG 110:53Τοὺς γὰρ δύο φωστῆρας, ἥλιον καὶ σελήνην ἐκάλεσεν ὁ Θεός. [] Σὴθ δὲ ὢν ἐτῶν σε ἐγέννησε τὸν Ἐνὼς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου. [] Μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνὰν ὁ υἱὸς Ἀρφαξὰδ συνέγραψε τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων τὴν ὀνομασίαν καὶ τῶν ἀστέρων, ἐν πλακὶ λιθίνῃ γεγραμμένην. Ἧσαν γὰρ τοῦ Σὴθ ἔγγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τῶν ἀνθρώπων. Καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην [ἐνεκόλαψαν αὐ-] ταῖς τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια πάντα ταῦτα, λογισάμενοι, ὅτι, εἰ μὲν δι’ ὕδατος ὁ κόσμος κατεφθάρη, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα· εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη σωθήσεται πυρουμένη πλεῖον, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος. Β. Περὶ τοῦ Νεβρώδ. Μετὰ δὲ ταῦτα γέγονέ τις γίγας, τοὔνομα Νεβρὼδ, υἱὸς Χοῦς τοῦ Αἰθίοπος, ἐκ φυλῆς Χάμ·

Chapter III-VIICaput III - VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὃς κτίσας τὴν Βαβυλῶνα πόλιν καὶ πρῶτος καταδείξας κυνηγίαν καὶ μαγείαν, Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρολογίαν, τῇ οὐρανίῳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα δῆθεν σημαίνοντα. 8 [] Ἀφ’ ὧν Ἕλληνες τὴν γενεθλιαλογίαν μαθόντες ἤρξαντο τοὺς γενομένους ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν. [] Οὐκοῦν ἀστρονομία καὶ ἀστρολογία τε καὶ μαντεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο. Οἱ γὰρ Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται, οἵ γε τὸν Νεβρὼδ λέγουσιν ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσιν Ὠρίωνα· [] περὶ οὗ φησι Μωυσῆς, ὅτι γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλὰν ἐν γῇ Σεναὰρ, ὅθεν ἐξῆλθον Φιλιστεὶμ ἐκ τῆς φυλῆς τοῦ Σὴμ, τοῦ Ἀσσοὺρ, ἀφ’ οὗ Ἀσσύριοι. [] Καὶ κρατήσας τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς, ἀνεφάνη καὶ ἄλλος υἱός τινος, Οὐρανοῦ λεγομένου, καὶ Ἀφροδίτης γυναικὸς αὐτοῦ, γιγανταῖος, ὀνόματι Κρόνος, κατὰ τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος.
PG 110:55Γενόμενος δὲ καὶ οὗτος δυνατὸς πάνυ, καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀνθρώπων, ὃς καὶ βασιλεύσας πρῶτος Συρίας ἔτη ν, ὑπέταξε πᾶσαν τὴν Περσίδα, ἀρξάμενος ἀπὸ τῆς Συρίας. Ἔχων δὲ γυναῖκα Σεμίραμιν, τὴν Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν υἱοὺς δύο καὶ θυγατέραν μίαν· καὶ τὸν μὲν προσηγόρευσεν Δίαν καὶ Ζεῦ εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος· τὸν δὲ ἐπωνόμασεν Νῖνον, καὶ τὴν θυγατέραν Ἥραν, ἣν καὶ ἔλαβεν εἰς γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν ἀδελφήν. [] Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖνος, ὁ υἱὸς αὐτοῦ ἔτη νβ, ὃς καὶ τὴν ἰδίαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς, διὰ τὸ καὶ τὴν ἰδίαν λαβεῖν αὐτοῦ ἀδελφὴν Ἥραν [ἣν καὶ ἔλαβε γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν ἀδελφὴν Ἥραν.] 9 Γ. Περὶ Νίνου βασιλέως. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας καὶ κτίσας πόλιν μεγίστην σφόδρα, πορείας ἡμερῶν γ, ἣν καὶ ἐκάλεσεν εἰς ὄνομα αὐτοῦ Νινευὴ, καὶ πρῶτος ἐν αὐτῇ βασιλεύει·
[] ἐξ οὗ γένους ἐγένετο καὶ ὁ Ζωροάστρος ὁ περιβόητος καὶ Περσῶν ἀστρονόμος, ὃς μέλλων τελευτᾷν ηὔχετο ὑπ’ οὐρανίου πυρὸς ἀναφθῆναι, εἰπὼν τοῖς Πέρσαις· Ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως οὗ φυλάττητε τὰ ὀστᾶ μου. Καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ πυρὸς ἀνηλώθη. Καὶ λαβόντες οἱ Πέρσαι ἀπὸ τῶν τεφρωθέντων ὀστέων αὐτοῦ ἔχουσι φυλάττοντες ἕως ἄρτι. Δ. Περὶ Θούρα βασιλέως. Μετὰ δὲ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας τις τοὔνομα, ἔτη λ, ὃν καὶ μετωνόμασαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, ᾧτινι Ἄρεϊ πρώτην στήλην ἀναστήσαντες Ἀσσύριοι καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι Περσιστὶ Βάαλ θεὸν, τουτέστι Ἄρης πολεμικὸς, οὗ καὶ Δανιὴλ μέμνηται, ὡς προσκυνουμένου καὶ λατρευομένου. Ε. Περὶ Λάμου βασιλέως. Μετὰ δὲ Ἄρεα ἐβασίλευσεν Λάμης, ἔτη κ 4. Περὶ Σαρδαναπάλου βασιλέως. Μετὰ δὲ Λάμην ἐβασίλευσεν Σαρδανάπαλος ὁ μέγας, ἔτη λε· καὶ ἐσφάγη ὑπὸ τοῦ Περσέως.

Caput II

PG 110:57[] Οἱ δέ γε κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν, ὡς ἐξ αὐτοῦ δῆθεν, τῷ τάφῳ αὐτοῦ τοιάδε· Τός’ ἔχω, ὅς’ ἐφύβρισα καὶ ἔφαγόν τε καὶ ἔπιον .... καὶ μετ’ ἔρωτος τερπνοῦ ἐπολιτευσάμην. Παθόντα καὶ πολλὰ καὶ ὄλβια πάντα λέλειπται. 10 Καὶ γὰρ νῦν σποδός εἰμι, Νίνου μεγάλης [βασιλεύσας. Ἀλλ’ οὖν γε ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν. Οὐ γὰρ ἔχει ὁ τελευτήσας, ὅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ’ εἰς τὴν δυώδην (δυσώδη) φθορὰν ἐκεῖ τὰ πάντα κεκύρηκεν· ἔχει δὲ τοῦ παρανόμου βίου τὴν δυσωδίαν, ἥτις διηνεκῶς τὴν ἐμπαθῆ καὶ ἀθλίαν ψυχὴν ἀλγύνει καὶ ἀνιᾷ, ξυνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνημένη, ὧν παρανόμως καὶ ἀκολάστως εἰργάσατο. Ζ. Περὶ τοῦ Περσέως βασιλέως. Μετὰ δὲ Σαρδανάπαλον ἐβασίλευσε Περσεὺς ὁ υἱὸς Πίκου, τοῦ καὶ Διός· ὅς γε πολεμήσας καὶ νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ καὶ τὴν ἑαυτοῦ στήλην στήσας ἐκάλεσεν αὐτὴν Ἰκονίαν ἐκ τοῦ ἰδίου ἀπεικονίσματος·

Chapter X - XIICaput X - XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὑποτάξας καὶ τὰς ἄλλας χώρας καὶ πρὸς τὴν Ἰσαυρίαν καὶ Κιλικίαν ἐλθὼν καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ, ᾗ καὶ πόλιν κτίσας ἐπωνόμασεν αὐτὴν Ταρσὸν ἐκ τοῦ ἰδίου ποδός. [] Καὶ ὁρμήσας κατ’ Ἀσσυρίων καὶ Σαρδανάπαλον φονεύσας ὑπέταξε καὶ ἐβασίλευσεν ἔτη νγ, ὃς καὶ ἐπ’ ὀνόματι αὐτοῦ Πέρσας ἐκάλεσεν αὐτοὺς, ἀφελόμενος ἀπὸ Ἀσσυρίων τήν τε βασιλείαν καὶ τὴν προσηγορίαν. [] Ἐδίδαξε δὲ αὐτοὺς καὶ τὴν μυσαρὰν τελετὴν καὶ μαγείαν, τὴν λεγομένην Μηδοῦσαν, ἐξ ἧς καὶ τὴν χώραν αὐτῶν ἐπωνόμασεν Μηδείαν, ἀπὸ τοῦ μιαροῦ μαθήματος. Ἐφ’ οὗ καὶ πῦρ ἐκ τοῦ οὐρανοῦ κατῆλθεν ἐν Περσίδι, καὶ θαυμάσας, ἐξ οὗ καὶ ἀνάψας καὶ κτίσας ἱερὸν ἔθηκεν αὐτὸ ἐν αὐτῷ. Καταστήσας δὲ ἄνδρας εὐλαβεῖς διακονεῖν αὐτὸ καὶ φυλάττειν ἄσβεστον, ἐκέλευσε τοὺς μάγους· ὅπερ ἕως ἄρτι ἐν πολλῇ τιμῇ ἔχοντες οἱ Πέρσαι πυρσολατροῦσι κατὰ τὴν παράδοσιν τοῦ βασιλέως αὐτῶν Περσέως. [] Οὐκοῦν πρώτη μέν ἐστιν ἡ βασιλεία ἡ τῶν Ἀσσυρίων ἤτοι Βαβυλωνίων· δευτέρα δὲ καὶ τῶν Περσῶν, ὁμωνύμως Βαβυλώνιοι καὶ Ἀσσύριοι οὗτοι κληθέντες. 11 Η. Περὶ Σώστρου.
PG 110:59Μετὰ δὲ Περσέα καὶ τοὺς μετ’ αὐτὸν χρόνους καὶ βασιλεῖς ἐβασίλευσεν Αἰγυπτίων Σώστρης ἐκ φυλῆς Χὰμ, ἄνθρωπός τις πανοῦργος, ὀνόματι Σέσωστρις, ἔτη κ· [] καὶ πολεμήσας Ἀσσυρίους ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος· ὡσαύτως καὶ τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ τὴν Σκυθίαν ἐκπολεμήσας ὑπέταξεν. [] Ἐφ’ οὗ ἦν Ἑρμῆς ὁ Τρισμέγιστος, ἀνὴρ Αἰγύπτιος, θαυμαστὸς παρ’ Ἕλλησιν ἐν σοφίᾳ. Θ. Περὶ τοῦ Φαραώ. Μετὰ δὲ Σώστρην ἐβασίλευσε τῆς Αἰγύπτου Φαραὼ ὁ καὶ Ναραὼν καλούμενος, ἔτη ν, ἀφ’ οὗ πάντες οἱ Αἰγύπτιοι βασιλεῖς Φαραωνῖται προςηγορεύθησαν. [] Ἐν δὲ τοῖς προειρημένοις τοῦ Πίκου Διὸς χρόνοις ἀναφαίνεταί τις ἐπὶ τὰ δυτικὰ μέρη, ἐκ φυλῆς Ἰάφεδ, ἐν τῇ χώρᾳ τῶν Ἀργείων, τὸ ὄνομα Ἴναχος, ὃς πρῶτος ἐν ἐκείνῃ τῇ χώρα ἐβασίλευσεν· ἐν ᾗ πόλιν εἰς ὄνομα τῆς Σελήνης κτίσας ἐκάλεσεν Ἡλιούπολιν. [] Λιβύη δὲ ἡ θυγάτηρ τοῦ Πίκου Διὸς συναφθεῖσα τινι ὀνόματι Σιδόνι ἔτεκε τὸν Βὴλ καὶ τὸν Ἀγήνωρα.
Καὶ ὁ μὲν Βὴλ ἀπελθὼν εἰς Αἴγυπτον, καὶ λαβὼν τὴν γυναῖκα, ὀνόματι Σίδαν, καὶ γεννήσας υἱὸν ἐκάλεσεν αὐτὸν Αἴγυπτον, ἐξ οὗ καὶ ἡ Αἴγυπτος τὴν ἐπωνυμίαν εἴληφεν, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσεν. Ὁ δὲ Ἀγήνωρ ἐπὶ Φοινίκην ἐλθὼν καὶ γυναῖκα λαβὼν, τοὔνομα Τύρον, καὶ κτίσας πόλιν εἰς ὄνομα αὐτῆς, εἰς ἣν καὶ ἐβασίλευσεν, ἐγέννησε δὲ υἱοὺς τρεῖς καὶ θυγατέρα μίαν, τὸν Φοίνικα, τὸν Σύρον καὶ τὸν Κίλικα καὶ τὴν Εὐρώπην. Ἐφ’ ὧν χρόνων καὶ Ταῦρος, ὁ Κρήτης βασιλεὺς, δορυάλωτον εἰληφὼς καὶ πρὸς τὴν Θρᾴκην, τὴν ἰδίαν χώραν, ἀπαγαγὼν τὴν Εὐρώπην παρθενεύουσαν καὶ εὐπρεπῆ, προσηγόρευσεν ἐκεῖνα τὰ μέρη εἰς ὄνομα αὐτῆς Εὐρώπην. Μέλλων δὲ τελευτᾷν Ἀγήνωρ διετάξατο πᾶσαν, ἣν ὑπέταξε, 12 γῆν μερίσασθαι τοὺς τρεῖς υἱοὺς αὐτοῦ. Καὶ ὁ μὲν Φοῖνιξ λαβὼν τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν, ἐκάλεσεν αὐτὴν Φοίνικα Ὁ δὲ Σύρος τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν ἐκάλεσεν Συρίαν· ἀφ’ οὗ Σύροι μετωνομάσθησαν, οἱ πρώην Ἰουδαῖοι καὶ Παλαιστίνοι καλούμενοι· καὶ Συρία ἡ Ἰουδαία κέκληται. Ὁ δὲ Κίλιξ τὸ ἐπελθὸν αὐτῷ κτῆμα ἐκάλεσεν Κιλικίαν, εἰς τὸ ἴδιον ὄνομα ἕκαστος τὰς χώρας αὐτῶν προςαγορεύσαντες. Ι. Περὶ τῆς κογχύλης εὑρέσεως.
PG 110:61Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος, ὁ καὶ τῆς κογχύλης ἐφευρετής. Μετεωρισμένος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου, εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην. Καὶ τοῦ ποιμένος νομίζοντος ἐκμάσσειν τὸν κύνα, λαβὼν πόκον ἐρίου ἀπὸ τῶν προβάτων καὶ ἐκμάξας τὸ καταφερόμενον ἐκ τοῦ στόματος τοῦ κυνὸς, καὶ βαφέντος τοῦ πόκου, προσέσχεν ὁ Ἡρακλῆς, μὴ εἶναι αὐτὸ αἷμα, ἀλλὰ βαφῆς πρόξενον. [] Ὃ καὶ θαυμάσας, ὡς μέγα δῶρον προσήγαγε τοῦτο τῷ βασιλεῖ Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς ἐκέλευσεν ἀπὸ κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ περιβόλαιον. [] Καὶ οὗτος πρῶτος φορέσας ἐκ πορφύρας ἱμάτιον, πάντες ἐθαύμασαν τὴν ξένην ταύτην ἐσθῆτα, ἣν καὶ ἐθέσπισεν ὁ Φοῖνιξ μηδένα τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τολμᾷν φορεῖν, εἰ μὴ αὐτὸν καὶ τοὺς μετ’ αὐτὸν βασιλεύσαντας τῆς Φοινίκης, πρὸς τὸ γνωρίζεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει ἐκ τῆς τοιαύτης ἐσθῆτος. Πρώην γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι χροιὰς ἱματίων· ὅθεν οὐδὲ ῥᾳδίως ὁ βασιλεὺς ὑπὸ τῶν ὑπηκόων ἐγνωρίζετο. ΙΑ. Περὶ τοῦ Πέλοπος.

Caput VI

Μετὰ δὲ τοὺς χρόνους ἐκείνους καὶ βασιλείας ἐβασίλευσε τῆς Ἑλλάδος Πέλοψ ὁ Λυδὸς, ὃς κτίσας πόλιν ἐκεῖσε προσηγόρευσεν 13 αὐτὴν Πελοπόννησον, ἐκ τοῦ Πέλοπος καὶ τῆς νήσου, ἀφ’ ἧς καὶ Πελοποννήσιοι κέκληνται οἱ Ἑλλαδικοί. ΙΒ. Περὶ Κύρου. Ἐβασίλευσε τοίνυν Ἀσσυρίων Κρόνος καὶ Νῖνος καὶ Σαρδανάπαλος καὶ καθεξῆς ἕως Οὐλεμαροδάχ· εἶτα Ναβουχοδονόσωρ· μετὰ δὲ τούτους καὶ Βαλτάσαρ καὶ Δαρεῖος, υἱὸς αὐτοῦ. [] Ἐβασίλευσε Περσῶν Κῦρος ὁ Πέρσης ἔτη λβ, καὶ ἐσφάγη ἐν Περσίδι. [] Ἐφ’ οὗ καὶ Κροῖσος ὁ Λυδῶν βασιλεὺς ἐπαρθεὶς διὰ τὸ ὑποτάξαι τὰς πλησίον αὐτοῦ χώρας καὶ τὰς πόῤῥωθεν ἐπαρχίας, δηλοῖ Κύρῳ, ἢ παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν Περσῶν ἢ δέξασθαι τὴν παρουσίαν αὐτοῦ ἐν πολέμῳ. [] Ὁ δὲ Κῦρος ἀκούσας ταῦτα καὶ πάνυ φοβηθεὶς καὶ τοὺς ἀπεσταλμένους ἀποπεμψάμενος ἠβουλήθη φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν. Ὅπερ μαθοῦσα ἡ γυνὴ αὐτοῦ λέγει πρὸς αὐτόν· Τί οὕτως ἀθυμεῖς καὶ ἀτονεῖς καὶ ἀβουλήτως τοῦτο πρᾶξαι βούλει; ὁ δέ φησι· Καὶ τίς μοι ὁ εἰς τοῦτο βουλευσάμενος ὠφελήσει ἑταῖρος; ἡ δὲ λέγει αὐτῷ·
Ἐπὶ Δαρείου, τοῦ πρώτου μου ἀνδρὸς, ἦν τις Ἑβραῖος προφήτης, ὀνόματι Δανιὴλ, ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ὃν καὶ ἐν πολλῇ τιμῇ Δαρεῖος ἔχων καὶ βουλευτὴν, μεγάλως ηὐδοκίμει, ὅστις γεγηρακὼς ἄρτι εἰς τὴν Ἰνδικὴν ἰδιάζει χώραν, οὗ καὶ αὐτὸς ὑπακούσας τῆς βουλῆς καλῶς ποιήσεις. Τοῦτο Κῦρος ἀκούσας εὐθὺς ἔπεμψε τοὺς μεγιστάνους αὐτοῦ πρὸς αὐτὸν, ἵνα μετὰ τιμῆς αὐτὸν ἀγάγωσι. Φιλεῖ γὰρ ἐν ἀνάγκαις πολλάκις τὰ γύναια σπουδαιότερον κεχρῆσθαι τῶν ἀνδρῶν τοῖς μηχανήμασι, καὶ ταῖς πρὸς Θεὸν καταφυγαῖς σπουδαιότερον ἀποθέσθαι καὶ θερμότερον. [] Ὁ δὲ Κροῖσος μετὰ τὴν ἐπάνοδον τῶν ὑπ’ αὐτοῦ πρὸς Κῦρον ἀποσταλέντων ἔπεμψεν εἰς τὸ μαντεῖον ἄνδρα πιστὸν, ἐρωτῆσαι διὰ τοῦ ἱερέως τὴν Πυθίαν, εἰ ἐξελθὼν κατὰ Κύρου νικήσει τοῦτον· καὶ εἰσελθὼν ὁ ἱερεὺς καὶ εὐξάμενος ἔλαβε χρησμὸν παρὰ τῆς Πυθίας· Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει· 14 ὅνπερ καὶ γράψας ἐν χάρτῃ δέδωκε τοῖς ἀποσταλεῖσι πρὸς Κροίσου. [] Τοῦ δὲ θείου Δανιὴλ ἐλθόντος πρὸς Κῦρον, εἶπεν αὐτῷ Κῦρος·

Chapter XIII - XIVCaput XIII - XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Λέγε μοι, σοφώτατε, εἰ νικήσω Κροῖσον τὸν ἅρπαγα καὶ ὑπερήφανον; Καί φησιν ὁ Δανιήλ· Θάρσει, ὅτι νικήσεις τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν αἰχμάλωτον. Περὶ σοῦ γὰρ εἶπεν Ἠσαί̈ας ὁ προφήτης· Οὕτω λέγει Κύριος τῷ χριστῷ Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη· καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, εἶπε Κύριος Σαβαώθ. Ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἔπεσε πρὸς τοὺς πόδας Δανιὴλ, φάσκων· Ζῇ Κύριος ὁ Θεός σου· ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ ἐκ τῆς γῆς μου, ἵνα λατρεύσωσι τῷ Θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ. [] Καὶ ὁπλισάμενος παρετάξατο Κροίσῳ. Ὁ οὖν Κροῖσος ἀκούσας τοῦ χρησμοῦ τὴν ἀπόκρισιν, ὥρμησε κατὰ Κύρου μετὰ πολλῆς δυνάμεως· καὶ διαβὰς τὸν Ἅλυν ποταμὸν καὶ συμβαλὼν τῷ Κύρῳ, χειμῶνος ὄντος μεγάλου, ἡττήθη. Ἠβουλήθη οὖν φυγεῖν μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ τοῦ ποταμοῦ πλημμυροῦντος, οὐκ ἠδυνήθη περάσαι. Τούτου ἕνεκα ἐλήφθη αἰχμάλωτος, καὶ ἀπώλοντο τὰ πλήθη αὐτοῦ, χιλιάδες υ. Τοὺς δὲ περιλειφθέντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος·
PG 110:63τὸν δὲ Κροῖσον ἀναρτήσας ἐπὶ ξύλου δεδεμένον καὶ θριαμβεύσας αὐτὸν τῷ στρατῷ αὐτοῦ καταγαγὼν, καὶ ἀπαγαγὼν ἐν Περσίδι θανάτῳ παρέδωκε, τὸν τὰ ἀλλότρια καὶ ὑπὲρ δύναμιν ἐφιέμενον, καὶ αὐτὸν τὰ ἴδια προσαπολέσαντα διὰ πολλὴν ἀπληστίαν. [] Τοὺς δὲ υἱοὺς Ἰσραὴλ πάντας ἐλευθερώσας μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν Ἱερουσαλήμ. [] Καὶ οὕτως τῶν Λυδῶν κατελύθη ἡ βασιλεία ἀπὸ Κύρου, διαρκέσασα ἔτη σλβ. ΙΓ. Περὶ Καμβύσου. Μετὰ δὲ Κῦρον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Καμβύσης, ἔτη κ. [] Μετὰ δὲ Καμβύσην καὶ ἑτέρους ἐβασίλευσεν Ἀρταξέρξης, ὁ Μνήμων λεγόμενος, ἔτη κ. [] Ἐφ’ οὗ ἦν τις ἐν Ἰταλίᾳ ἰθύνων ἐπαρχίαν, 15 ὀνόματι Πάλας, ὃς κτίσας οἶκον μέγαν πάνυ, οἷον οὐκ εἶχεν ἡ περίχωρος ἐκείνη, ἐκάλεσεν αὐτὸν Παλάτιον· ἐξ οὗ τὸ βασιλικὸν κατοικητήριον Παλάτιον προσαγορεύεται. ΙΔ. Περὶ Ῥώμου καὶ Ῥήμου. Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ῥῶμος, ὁ κτίσας τὴν Ῥώμην, καὶ Ῥῆμος, ὁ ἀδελφὸς αὐτοῦ, οἵτινες ἀνενέωσαν καὶ προσῳκοδόμησαν τὸ λεγόμενον Παλάτιον [ἤτοι τὸν βασιλικὸν τοῦ Παλατίου οἶκον]· καὶ ναὸν μέγιστον τῷ Διὶ ἀνεγείραντες, ἐπωνόμασαν αὐτὸ Καπετώλιον Ῥώμης, ὅ ἐστι Ῥωμαϊστὶ, κεφαλὴ τῆς πόλεως.

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Ἐν δὲ τῷ βασιλεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ φονεύσας Ῥῶμος τὸν Ῥῆμον ἐβασίλευσε μόνος. [] Εἶτα πληρώσας τὰ τείχη καὶ κοσμήσας τὴν πόλιν, καὶ τῷ Ἄρεϊ ναὸν κτίσας, καὶ ἐν τῷ Μαρτίῳ μηνὶ τοῦτον ἐγκαινίσας, ἐκάλεσε καὶ τὸν μῆνα Μάρτιον, τὸν πρώην λεγόμενον Πρίμον, ὅ ἐστιν Ἄρεως, ἥνπερ Ῥωμαῖοι ἑορτὴν κατ’ ἔτος ἐπιτελοῦντες ὀνομάζουσι τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτιον ἐν Κάμπῳ. [] Ἔκτισε δὲ καὶ ἱππικὸν, θέλων διασκεδᾶσαι τὸ πλῆθος τοῦ δήμου τῶν Ῥωμαίων, ὅτι στασιάζοντες ἐπήρχοντο αὐτῷ διὰ τὸν φόνον τοῦ ἀδελφοῦ αὐτοῦ· καὶ ἐπετέλεσε πρῶτος ἱπποδρομίαν ἐν Ῥώμῃ εἰς ἑορτὴν (φησὶ) τοῦ ἡλίου καὶ εἰς τιμὴν τῶν τεσσάρων στοιχείων, γῆς, ἀέρος, πυρός τε καὶ ὕδατος· καὶ προσηγόρευσε, τὸ μὲν πράσινον, τὸ δὲ λευκὸν, [τὸ δὲ] ῥούσιον, τὸ δὲ βένετον, ὑποθέμενος αὐτοῖς, ὡς εὐτυχῶς οἱ τῶν Περσῶν βασιλεῖς φέροντες πρὸς τοὺς πολέμους τιμῶντες τὰ τέσσαρα ταῦτα στοιχεῖα. Καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες, εἰς τὰ μέρη ταῦτα διαμερισθέντες καὶ ἀντιποιούμενοι ἑκάστου στοιχείου. Καὶ ἐν τούτοις ἀσχολούμενος καὶ ἁμιλλώμενος ἐδόκει τὸν στασιασμὸν παῦσαι.

Caput VII

PG 110:65Ἀλλ’ ὁ μὲν, εἰ καὶ ταῦτα Ῥῶμος ἐπενόησεν, ἀλλ’ οὐκ ἐπαύσατο πᾶσα ἡ πόλις Ῥωμαίων σειομένη καὶ οἱ δῆμοι αὐτῶν καθ’ ἑαυτοὺς στασιάζειν, ἐξ οὗ 16 τε τὸν ἴδιον ἀδελφὸν ἀνεῖλεν. Ὅθεν ἀπορήσας καὶ εἰς τὸ μαντεῖον ἀπελθὼν καὶ ἐπερωτήσας, δι’ ἣν αἰτίαν διηνεκὴς γίνεται σεισμὸς, ἐῤῥέθη αὐτῷ παρὰ τῆς Πυθίας οὕτως· Εἰ μὴ συγκαθήσει σοι ὁ ἀδελφός σου ἐν τῷ βασιλικῷ θρόνῳ, οὐ μὴ παύσῃ τοῦ σείεσθαι ἡ πόλις ἐν ταῖς ἡμέραις σου, οὐδὲ δῆμος ἡσυχάσει τοῦ στασιάζειν. Καὶ ποιήσας χρυσοῦν στηθάριον ἐκτύπωμα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ θεὶς ὑπὸ τὸν θρόνον, ἔνθα ἐκάθητο πλησίον ὁ ἀδελφὸς αὐτοῦ, ἔπαυσεν ὁ σεισμὸς αὐτίκα, καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. Καὶ οὕτως ἐβασίλευσε, συγκαθημένου αὐτῷ τοῦ χρυσοῦ ἐκτυπώματος τοῦ ἀδελφοῦ αὐτοῦ Ῥωμύλου. Καὶ εἴ τι ἂν ἐκέλευσε, θεσπίζων ἔλεγεν ὡς ἀφ’ ἑαυτοῦ· Ἐκελεύσαμεν, ἐθεσπίσαμεν. ΙΕ. Περὶ τῶν Βρουμαλίων. Ὁ αὐτὸς Ῥῶμος καὶ τὰ λεγόμενα Βρουμάλια ἐπενόησε διὰ τοιαύτην αἰτίαν. Φασὶ γὰρ αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ διδύμους ἐκ πορνείας τεχθῆναι καὶ ῥιφῆναι ἐν ἀλσώδει τόπῳ, καὶ ὑπό τινος ἀγροικικῆς γυναικὸς πρόβατα νεμούσης εὑρεθέντας ἀνατραφῆναι.

Chapter XVI-XVIIICaput XVI - XVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὄνειδος δὲ ὑπῆρχε παρὰ Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων ἐκτρέφεσθαί τινα· διὸ καὶ ἐν τοῖς συμποσίοις ἕκαστος τὸ ἴδιον βρῶμα καὶ πόμα κομίζων καὶ εἰς τὸ κοινὸν τὰ πάντα παρατιθέμενοι ἤσθιον, τὸ ὄνειδος ἐκφεύγοντες, μὴ ἀκούειν ἀλλοτριοφάγοι, οὗ δὲ χάριν ἐπενόησε Ῥῶμος τὰ Βρουμάλια, εἰρηκὼς, ἀναγκαῖον εἶναι τρέφειν τὸν βασιλέα τὴν ἑαυτοῦ σύγκλητον ὡς ἐν τῷ χειμῶνι, ὅταν ἠρεμοῦσιν ἐκ τοῦ πολέμου· καὶ ἤρξατο καλεῖν τοὺς ἀπὸ ἄλφα ἔχοντας ὄνομα, καὶ ἀκολούθως ἕως τοῦ ω· κελεύσας καὶ τὴν σύγκλητον καλεῖν τῷ αὐτῷ σχήματι, καὶ ἐκτρέφειν τὸν στρατὸν ἅπαντα. Ὅθεν οἱ στρατιῶται εἰς τοὺς οἴκους ἀπιόντες τῶν καλεσάντων αὐτοὺς ἐπ’ ἀρίστῳ, ἀφ’ ἑσπέρας ηὔλουν καὶ ἐχόρευον πρὸς τὸ γνῶναι πάντας, ὅτι παρ’ αὐτῷ αὔριον τραφήσονται. Τοῦτο οὖν πεποίηκε Ῥῶμος, ὡς εἴρηται, πρὸς τὸ ἀπαλλαγῆναι τῆς ὕβρεως αὐτοῦ, καλέσας τὸ ὄνομα τοῦ ἀρίστου Βρωμαλιοὺμ, ὅ ἐστι Ῥωμαϊστὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι. [] Ἡ δὲ θεία δίκη τοῦτον μετὰ ταῦτα διὰ τὴν 17 τοῦ ἀδελφοῦ ἀναίρεσιν μετῆλθε. Καὶ αὐτὸς ἀναιρεῖται μεληδὸν κατατμηθεὶς ἐν τῷ τῆς Ῥώμης βουλευτηρίῳ, βασιλεύσας ἔτι λζ.
PG 110:67[] Μετὰ δὲ Ῥῶμον συνέβη τὴν Ῥώμην ὑπὸ ὑπάτων διοικεῖσθαι καὶ στρατηγῶν ἔτη υξ· ἐξ ὧν γέγονέ τις στρατηγὸς, ὀνόματι Μάλιος· καὶ φθονηθεὶς διὰ τὴν ἀνδρείαν αὐτοῦ ὑπό τινος συγκλητικοῦ, ὀνόματι Φεβρουαρίου, παρεσκεύασε τοὺς συγκλητικοὺς ἐκδιῶξαι ἐκ τῆς πόλεως τὸν Μάλιον. Εἶτα ἀπελθόντες οἱ Γάλλοι παρέλαβον νυκτὸς τὴν Ῥώμην, καὶ πολλοὺς κατέσφαξαν τῇ εἰκάδι τοῦ λεγομένου Σεξτιλίου μηνός. Οἱ δὲ συγκλητικοὶ γνόντες τὴν παράληψιν τῆς πόλεως καὶ φυγόντες προσκαλοῦσι πάλιν μετὰ παρακλήσεως τὸν στρατηγὸν Μάλιον εἰς ἐπικουρίαν· καὶ συναγαγὼν πλῆθος στρατοῦ, καὶ παραλαβὼν τοὺς ἄλλους ἀνεῖλε πάντας. Καὶ κρατήσας αὖθις τὴν Ῥώμην Μάλιος καὶ λυπηθεὶς διὰ τὴν παράληψιν αὐτῆς ἐν τῷ Σεξτιλίῳ μηνὶ, ἐκολόβωσε τὰς ἡμέρας τοῦ μηνὸς, ὡς δυστυχὴς λεγομένου τῇ Ῥώμῃ, ἀποχαράξας τὸ ὄνομα αὐτοῦ, μηκέτι λέγεσθαι οὕτως. Κατασχὼν δὲ τὸν ἐχθρὸν αὐτοῦ Φεβρουάριον, καὶ ἀφελόμενος αὐτοῦ τὰ ὑπάρχοντα καὶ γυμνὸν ἀποδύσας καὶ περιειλήσας ψιάθιον δρύϊνον καὶ σχοινίῳ περιζώσας, ἐκέλευσε τοῖς ῥαβδούχοις τύπτειν αὐτὸν καὶ λέγειν· Ἔξελθε, Φεβρουάριε. Καὶ οὕτως ἀτίμως ἐκβληθεὶς τῆς πόλεως Ῥώμης ἀνῃρέθη.

Caput VIII

Τὸν δὲ Σεξτίλιον μῆνα Φεβρουάριον ἐκάλεσεν, ὡς ἀξίου ὄντος τοῦ δυστυχοῦς μηνὸς τὸ ὄνομα αὐτοῦ Φεβρουάριον καλεῖσθαι. Ι. Περὶ τῆς βασιλείας Φιλίππου, τοῦ πατρὸς Ἀλεξάνδρου. Μετὰ δὲ τὸν προειρημένον Ἀρταξέρξην ἐβασίλευσεν Ὄχος, ὁ υἱὸς αὐτοῦ. Ὃς πολεμήσας Αἴγυπτον παρέλαβεν αὐτὴν πᾶσαν καὶ ἀπώλεσε, βασιλεύοντος τῶν Αἰγυπτίων τότε Νεκτεναβὼ, τοῦ ποιήσαντος λεκανομαντείαν, καὶ γνόντος τὴν παράληψιν τῆς Αἰγύπτου. [] Ἔφυγε δὲ μόνος εἰς Μακεδονίαν ἀλλάξας τὴν βασιλικὴν ἐσθῆτα. Καὶ δὴ καὶ φαντασίας τινὰς καὶ μαγείας Αἰγυπτιακὰς ἐνδεικνύμενος 18 καὶ προαγορεύων τὰ μέλλοντα, γνώριμος ἐντεῦθεν Φιλίππῳ καὶ Ὀλυμπιάδι τῇ γυναικὶ αὐτοῦ γίνεται, καὶ εἰσοικίζεται. Καὶ οὕτω διὰ μαγγανείας Ὀλυμπιάδι μιγνύμενος ἔτεκε τὸν Ἀλέξανδρον. [] Τῆς δὲ Μακεδονίας βασιλεύσαντος Φιλίππου ἔτη κ, καὶ ἐν τῷ Ἰλλυρικῷ πόλιν κτίσας ἐκάλεσεν αὐτὴν Θεσσαλονίκην· ἔπειτα καὶ Θετταλίαν ὑποτάξας κατεκράτησεν. ΙΖ. Περὶ τῆς βασιλείας Ἀλεξάνδρου. Μετὰ δὲ Φίλιππον ἐβασίλευσε τῆς Μακεδονίας Ἀλέξανδρος ὁ υἱὸς αὐτοῦ· ἐφ’ οὗ καὶ Δαρεῖος ὁ Ἀρσάμου μετὰ Ὄχον βασιλεύσας κατεκυρίευσε πάντων.
PG 110:69[] Τῷ δὲ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐξανέστησεν ὁ Θεὸς τοῖς Ἀσσυρίοις καὶ Πέρσαις καὶ Μήδοις καὶ Πάρθοις Ἀλέξανδρον τὸν Μακεδονίας βασιλέα· [] ὃς καὶ καθοπλισάμενος κατὰ Δαρείου βασιλέως Περσῶν, καὶ ἐλθὼν εἰς Βυζούπολιν τῆς Εὐρώπης καὶ κτίσας ἐκεῖσε τόπον, ἐν ᾧ τὸν λαὸν αὐτοῦ στρατηγήσας ἐκάλεσεν αὐτὴν Στρατήγην. [] Κἀκεῖθεν ἀπάρας ὀλίγον καὶ ἀντιπεράσας καὶ τῷ λαῷ αὐτοῦ διανείμας χρυσὸν πολὺν, καὶ τὸν τόπον Χρυσούπολιν ἐκάλεσεν. [] Ὁρμήσας ὡς πάρδαλις μετὰ δυνάμεως πολλῆς ἐπὶ τὰς τῆς Ἀνατολῆς χώρας καὶ πόλεις καὶ τὴν Τύρον παραλαβὼν, πρέσβεις ἀπέστειλε πρὸς Ἰουδαίους αἰτούμενος κατὰ Περσῶν συμμαχίαν. Οἱ δὲ μὴ καταδεξάμενοι Δαρεῖον δεδοικότες, ὡς ὑποχείριοι καὶ συνθήκας ἔχοντες μὴ πολεμεῖν αὐτὸν, θυμωθεὶς Ἀλέξανδρος ἐπὶ τῇ Ἰουδαίᾳ, ὥρμησεν κατ’ αὐτῆς. [] Ὁ δὲ ἀρχιερεὺς Ἰαδδοῦς τὴν ἱερατικὴν στολὴν ἐνδυσάμενος κατὰ θείαν ἀποκάλυψιν πρὸς ἔκπληξιν καὶ πίστωσιν Ἀλεξάνδρου ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ. ΙΗ. Περὶ τῆς στολῆς τοῦ ἀρχιερέως. Ἧν γὰρ ὁ ἀρχιερεὺς ἐπὶ τοῦ παλαιοῦ τοιαύτῃ στολῇ κοσμούμενος.
Ποδήρη μὲν ἠμφιέννυτο, τοῦτ’ ἔστιν, ἱμάτιον περιχρυσωμένον ἀπὸ κεφαλῆς μέχρι ποδῶν· καὶ ζώνην περιεζώννυτο ἐκ πορφύρας καὶ βύσσου καὶ ὑακινθίνῳ καὶ χρυσῷ πεποικιλμένην περικεκαλλωπισμένην. 19 Περὶ δὲ τὰ κράσπεδα ῥοί̈σκους εἶχεν ἐῤῥαμμένους, καὶ ἀναμεταξὺ αὐτῶν χρυσοῦς κώδωνας ἐκ χρυσίου, καὶ καθαροῦ· ἐπέθηκεν αὐτοὺς ἀναμέσον τῶν ῥοί̈σκων ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ. Ἐπενδύετο δὲ καὶ ἄλλον χιτῶνα, ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ χρυσοῦ καὶ παντοίων χρωμάτων περιωραϊσμένον καὶ καθυφασμένον, μέχρι τῶν μηρῶν κατερχόμενον καὶ ζώνην ὁμοίαν τῇ πρώτῃ κατασφιγγόμενον, ἤπερ ἐπωμὶς καὶ ἐφοὺδ προσαγορεύεται. Διὸ καὶ Ἀκύλας ἐπένδυμα αὐτὸ κέκληκεν, ἐν ᾧ καὶ ἐπεπόρπουν σαρδόνυχες καθ’ ἑκατέρων τῶν ὤμων, χρυσίῳ δοκίμῳ περιεχόμενοι καὶ ἄλλοι ιβ λίθοι, μεγέθει καὶ κάλλει διαφέροντες καὶ ἀνθρώποις δυσπόριστοι, οἵτινες ἐπὶ στίχων δ ἑκατέρωθεν προσκείμενοι καὶ ὡσαύτως χρυσῷ διακρατούμενοι, καὶ τριάδα λίθων τοὺς στίχους ἔχοντας, θαυμάσιόν τι χρῆμα τοῖς ὁρῶσιν ἐξεφαίνοντο. Ὁ μὲν γὰρ πρῶτος στίχος εἶχε σάρδινον, τοπάζιον καὶ σμάραγδον· ὁ δὲ β ἄνθρακα, ἴασπιν, σάπφειρον·
PG 110:71ὁ δὲ γ λίγυρον, ἀμέθυστον, ἀχάτην· ὁ δὲ δ χρυσόλιθον, ὀνύχιον καὶ βηρύλλιον· καὶ ἐν πᾶσι τούτοις τῶν πατριαρχῶν ἐκεκόλαπτο τὰ ὀνόματα, ἑκάστου τοῦ λίθου ἴδιον ἔχοντος ὄνομα φυλάρχου. Συνῆν δὲ τὸ ἐφοὺδ περίτμημα, σπιθαμῆς μὲν τὸ μῆκος καὶ τόσον τὸ εὖρος, τετράγωνον περὶ τὸ στῆθος, τοῖς αὐτοῖς δὲ κάλλεσι διηνθισμένον, ὥσπερ δὴ καὶ αὐτὸ Ἑβραϊστὶ μὲν ἐφοὺδ ὠνομάζετο, Ἑλληνιστὶ δὲ λόγιον· καὶ δήλωσις προςηγορεύετο, δι’ οὗ ὁ Θεὸς μέλλουσι πολεμεῖν νίκην πρόδηλον προέλεγε. Τοσαύτη γὰρ ἐκ τῶν αὐτῶν λίθων ἀπέστιλβεν αὐγὴ, ὡς, εἴποτε τῆς στρατιᾶς κεκινημένης, καὶ μάλιστα τοῦ ἀδαμαντίνου λίθου σημασίαν ποιοῦντος, τῷ πλήθει τοῦ λαοῦ τυγχάνειν γνώριμον, τὸ παρεῖναι τὸν Θεὸν εἰς ἐπικουρίαν αὐτῶν. Ἐν μέσῳ γὰρ εἶχεν ὥσπερ ἀστέρα ὁλόχρυσον, καὶ ἑκατέρωθεν αὐτοῦ σμαράγδους ἔχοντας ἀνὰ ἓξ γεγραμμένας τὰς ιβ φυλὰς τοῦ Ἰσραήλ· ἐν δὲ τῷ μεταξὺ τῶν ιβ σμαράγδων λίθον ἀδαμάντινον. Ἡνίκα οὖν ἔμελλεν ὁ ἱερεὺς ἐπερωτᾷν τὸν Θεὸν, ἐδέσμει αὐτὸν ἐν τῇ ἐπωμίδι κατὰ μέσον τῶν 20 στέρνων καὶ ὑποτιθῶν τὰς χεῖρας ὑποκάτωθεν εὑρίσκετο ἐξηπλωμένον ταῖς παλάμαις αὐτοῦ, καθάπερ πυξίον.

Caput IX

Ὅθεν φησὶν ὁ Σαοὺλ πρὸς τὸν ἱερέα, βουλόμενος θᾶττον εἰς τὸν πόλεμον παρατάξασθαι· Συνάγαγε τὰς χεῖράς σου, καὶ ἆρον τὸν ἐφούδ. Καὶ οὕτω λοιπὸν ἀφορῶν εἰς τὸ ἐφοὺδ ἠρώτα τὸν Θεὸν, τὸ ἐρώτημα προσέχων ἀκριβῶς τε καὶ μᾶλλον τὸν ἀδάμαντα λίθον, ὡς ἐναλλάττων τὴν χροιὰν ἐκ θείας μεταβολῆς καὶ ἀλλοιώσεως ἐδήλου προφανῶς τὰ τῷ λαῷ ἐσόμενα. Μέλας μὲν γὰρ γενόμενος θάνατον, ἐρυθρὸς δὲ σφαγὰς, λευκὸς δὲ διαλλαγὴν τῷ Θεῷ προεσήμαινε. Καὶ πρὸς τούτοις ἦσαν καὶ γράμματα ἐκ χαλκοῦ καθαρωτάτου πεποιημένα καὶ ἐκτετυπωμένα ἑκάστου στοιχείου τοῦ παρ’ Ἑβραίοις ἀλφαβήτου, ἅπερ δὴ προσάγων ὁ ἱερεὺς τῷ Κυρίῳ ἐπετίθει ἐν τῷ Ἐφοὺδ, καὶ οὕτω διερωτῶν, εὐθὺς ἀνωρθοῦντο τὰ στοιχεῖα δηλοῦντα σαφῶς τὴν ἐπίνευσιν τοῦ Θεοῦ ἢ τὴν ἀνάνευσιν. Οἷον, εἰ μὲν ἦν τὸ ἐρώτημα καὶ τὸ πρᾶγμα κατὰ γνώμην Θεοῦ, ἀνωρθοῦντο μόνα τὰ σημαίνοντα τὸ οὔ. Ὡσαύτως γε ἐπὶ τῶν ἄλλων ἀποκρίσεων τοῦ Κυρίου τῶν δι’ αὐτῶν δήλων γινομένων, προδήλως καὶ διαφόρως συνέβαινεν, εἴ γε πάντως εὐδόκιμοι αὐτῷ ὑπῆρχον· εἰ δὲ ὠργισμένος ἦν αὐτοῖς, οὐδὲν αὐτοῖς διὰ τῶν δήλων τούτων ἀπεκρίνετο, οὔτε μὴν διὰ θείων ἀποκαλύψεων ἢ προφητειῶν.
Ὅθεν φησί· Εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησεν διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ ὁ Κύριος καὶ τότε εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· Ζητήσατέ μοι γυναῖκα ἐγγαστριμύθιον. [] Ἐπὶ δὲ τὴν κεφαλὴν ἐφόρει τελαμῶνα χρυσώνυμον ὁ ἀρχιερεὺς ἤτοι μίτραν καὶ κίδαριν λεγομένην, ἐν ᾗ πέταλον χρυσοῦν ἐπέκειτο πρὸς τὸ μέτωπον αὐτοῦ, ἐν ᾧ γράμμασιν ἱεροῖς τοῦ Θεοῦ τὸ ὄνομα ἐντετύπωτο, Μωϋσέα λέγων· Ἐγώ εἰμι ὁ ὤν. [] Τοῦτο δὲ καθὼς αὐτὸς ἐδήλου τὴν ὀνομασίαν ταύτην, πρὸς παρ’ Ἑβραίοις ἄφραστον ὀνομάζεται· ἀπείρητον γὰρ αὐτοῖς τοῦτο διὰ γλώττης προσφέρειν. Γράφεται δὲ διὰ τῶν τεσσάρων 21 στοιχείων, ὅθεν καὶ τετράγραμμον αὐτὸ λέγουσιν. Καλοῦσι δὲ αὐτὸ Σαμαρεῖται μὲν ΙΑΒΕ, Ἰουδαῖοι δὲ ΛΕΙΑ. Τῆς οὖν ἱερατικῆς ἐσθῆτος ἡ τετράριθμος χροιὰ σύμβολον τῶν τεσσάρων ἐτύγχανε στοιχείων, ἐξ ὧν τὰ πάντα συνέστηκεν, ἅπερ ὁ ἀρχιερεὺς μυστικῶς τε καὶ συμβολικῶς περιβαλλόμενος, καὶ εἰς τὰ ἅγια εἰσερχόμενος δι’ αὐτῶν ὑπὲρ τοῦ κόσμου τὸν τοῦ παντὸς Δημιουργόν τε καὶ Κύριον ἐξιλεοῦτο.

Chapter XIX - XXCaput XIX - XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἡ μὲν γὰρ βύσσος ἀντὶ τῆς γῆς, ἡ δὲ ὑάκινθος ἀντὶ τοῦ ἀέρος, ἡ δὲ πορφύρα ἀντὶ τοῦ ὕδατος, τὸ δὲ κόκκινον ἀντὶ τοῦ πυρός. Καὶ ἦσαν ἄλλα μὲν τὰ φαινόμενα, ἄλλα δὲ τὰ νοούμενα. Καὶ μέντοι ἡ σκηνὴ τοῦ μαρτυρίου ἔνδοθεν καὶ ἔξωθεν χρυσίῳ περικεκαλυμμένη ὑπῆρχε, τὸν ὄροφον ἔχουσα ἐξ ὑφασμάτων ποικίλων καὶ διαφόρων χρωμάτων κατεσκευασμένον. Τὸ μὲν γὰρ ἦν ἁλουργὸν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς, τὸ δὲ ὑακινθίνῳ προσεοικὸς, ἥ τε βύσσος τὴν λευκὴν εἶχε χροιάν· ἅπερ δὴ τῶν τεσσάρων ἦν στοιχείων, ὡς ἔφην, αἰνίγματα. Ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικε, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρὶ, τὸ δὲ ἁλουργὸν ἐδήλου τὴν θάλασσανἐκείνη γὰρ τρέφει τὴν κόχλον, ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμαἡ δὲ βύσσος τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι λέγουσι. Καὶ δέῤῥεις δὲ εἶχε τριχίνας ἐπικειμένας καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείργειν καὶ τὸν φλογμόν. Ὁ μέντοι Θεὸς καὶ τοῖς ἱερεῦσι παντοδαπὸν περιέθηκε κόσμον, τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα, ὅπως χρὴ τὴν ψυχὴν ὡραί̈ζειν, καὶ τὸν τῆς ἀρετῆς αὐτῇ κόσμον περιτιθέναι.
PG 110:73[] Οὕτω τοίνυν μετὰ τῆς τοιαύτης στολῆς τε καὶ δόξης μετὰ τῶν λοιπῶν ἱερέων καὶ τοῦ πολιτικοῦ πλήθους ἱεροπρεπῆ διαφέρουσαν τῶν ἄλλων ἐθνῶν ποιησάμενος ὁ ἀρχιερεὺς τὴν ὑπάντησιν Ἀλεξάνδρου, εἰς τόπον ἐπίσημον ἔστη, ἔνθα μάλιστα ἡ περικαλλὴς τοῦ ναοῦ πρόσοψις ἐξεφαίνετο. Καὶ τὸ μὲν πλῆθος πόῤῥωθεν ἰδὼν ὁ Ἀλέξανδρος ἐν λευκαῖς στολαῖς, καὶ τοὺς ἱερεῖς προεστῶτας ἐν βυσσίναις μετὰ πολλῆς εὐταξίας καὶ σεμνότητος, τὸν δὲ ἀρχιερέα ἐν ὑακίνθῳ καὶ διαχρύσῳ κόσμῳ καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν 22 ἔχοντα καὶ τὸ χρυσοῦν ἐπ’ αὐτῆς ἔλασμα, ᾧ τὸ ὄνομα τοῦ Θεοῦ ἐπεγέγραπτο, καθὼς εἴρηται καὶ ἐπὶ τῇ ξένῃ θέᾳ καταπλαγεὶς ὁ Ἀλέξανδρος ἀπὸ τοῦ ἅρματος εὐθὺς καταπηδήσας καὶ προσελθὼν μόνος προσεκύνησε τὸ θεῖον ὄνομα καὶ τὸν ἀρχιερέα ἠσπάσατο, ὃν πάντες οἱ Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῷ ἀρχιερεῖ γνησίως ἠσπάσαντο. Τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν καταπλαγέντων καὶ διεφθάρθαι τὴν διάνοιαν τοῦ βασιλέως Ἀλεξάνδρου ὑπειληφότων καὶ Παρμενίωνος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος καὶ ἀγανακτήσαντος, διότι καθάπερ εἷς τῶν ὑπηκόων προςεκύνησεν, εἶπεν ὁ Ἀλέξανδρος·

Caput X

Οὐ τὸν ἀρχιερέα προσεκύνησα, ἀλλὰ τὸν ὑπ’ αὐτοῦ τιμώμενον Θεὸν κἀμοὶ τὴν βοήθειαν κατὰ τῶν ὑπεναντίων ὑποσχόμενον. Ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διενοούμην στρατείαν, καὶ οὐκ ἐτόλμων διὰ τὸ μέγεθος τῆς δυναστείας αὐτῶν, ὤφθη μοι κατ’ ὄναρ κατὰ τὸ σχῆμα τοῦδε τοῦ ἀρχιερέως ὁ Θεὸς, καὶ θαῤῥεῖν μοι παρεκελεύσατο καὶ τῆς προθυμίας σπουδαίως ἔχεσθαι λέγων· Εἰς σὲ καταλήξω τὴν Περσῶν βασιλείαν. Διὸ, τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ καὶ τῆς κατὰ τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως, εἰκότως προσεκύνησα. Καὶ ταῦτα εἰπὼν πρὸς τὸν οἰκειακὸν Παρμενίωνα καὶ τὸν ἀρχιερέα δεξάμενος, τῶν ἱερέων παρεπομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παρεγένετο, μετὰ πολλῆς τῆς ὑπὸ τῶν Ἰουδαίων δεχθεὶς εὐφροσύνης. [] Οἱ δὲ γραμματεῖς βιβλίον τοῦ Δανιὴλ προσκομίσαντες, τὴν προφητείαν αὐτοῦ διηρμήνευον, ἣν ὁ προφήτης περὶ αὐτοῦ προηγόρευσεν, ὡς δεῖν τινα τῶν Μακεδόνων τὴν Περσῶν χειρώσασθαι βασιλείαν.
Ὃς ἐπὶ τοῦτο μᾶλλον ἡσθεὶς καὶ περιχαρὴς γενόμενος, καὶ ἐπὶ τὸ ἱερὸν ἀνελθὼν θύειν μὲν τῷ Θεῷ κατὰ τὴν τοῦ ἀρχιερέως ἀφήγησιν ἐκέλευσεν, αὐτὸν δὲ τὸν ἀρχιερέα καὶ πάντας τοὺς ἱερεῖς ἀξιοπρεπῶς τιμήσας, καὶ λαμπροῖς καὶ μεγίστοις ἀναθήμασι τὸν ναὸν διακοσμήσας κατὰ Περσῶν ἐκίνησεν. [] Ἰουδαίους δέ τινας πρὸς συμμαχίαν ἔλαβεν, ἐν οἷς ὑπερέχων ἦν τις ὀνόματι Μοσόμαχος, ἄριστος κατὰ ψυχὴν καὶ 23 τοξότης εὐστοχώτατος, ὃς βαδιζόντων αὐτῶν κατὰ τὴν Βαβυλῶνα ὁδὸν, καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπέχοντος, ἠρώτησε τὴν αἰτίαν τῆς παραμονῆς τοῦ λαοῦ. Καὶ ἀποκριθεὶς ὁ μάντις δεικνύων τὸ ὄρνεον λέγων· Ἐὰν μὲν ἀσάλευτος μένῃ, προσμένειν συμφέρον πᾶσιν· ἐὰν δὲ ἀναστὰς εἰς τὰ ἔμπροσθεν πέτηται, προςάγειν· εἰ δὲ ὄπισθεν, ἀναχωρεῖν αὖθις. Ταῦτα Μοσόμαχος ἀκούσας παρὰ τοῦ μάντεως καὶ λάθρα τὸ τόξον ἑλκύσας βάλλει τὴν ὄρνιν, ἐφ’ οἷς ὁ μάντις χαλεπήνας καὶ οἱ τῇ πλάνῃ ταύτῃ δεδουλευμένοι, λαβὼν εἰς χεῖρας τὴν ὄρνιν. Μοσόμαχος τοιάδε ἔφη· Τί μοι μέμφεσθε, κακοδαίμονες; πῶς γὰρ οὗτος μὴ τὴν ἑαυτοῦ σωτηρίαν προγινώσκων, τὸ ὑμέτερον συμφέρον προανήγγειλεν;
PG 110:75εἰ γὰρ ἠδύνατο προειδέναι τὸ μέλλον, οὐκ ἂν εἰς τὸν τόπον τοῦτον ἦλθε, φοβούμενος, μὴ τοξεύσας αὐτὸν ἀποκτείνει Μοσόμαχος. Καὶ ταῦτα εἰπόντος αὐτοῦ κατῃσχύνθησαν σφόδρα. [] Ὁ δὲ Ἀλέξανδρος ἀντιπαραταξάμενος Δαρείῳ ἐν Ἰσσῷ τῇ πόλει Κιλικίας, καὶ τοῦτον χειρωσάμενος καὶ πολλοὺς σὺν αὐτῷ κατασφάξας παρέλαβε πᾶσαν τὴν βασιλείαν αὐτοῦ δίχα τῆς βασιλείας Κανδάκης τῆς χήρας, βασιλευούσης τῶν ἐνδοτέρων Ἰνδῶν, ἥτις καὶ συνέλαβεν αὐτὸν οὕτως. ΙΘ. Περὶ τῆς βασιλίσσης Κανδάκης. Ἔθος εἶχεν Ἀλέξανδρος μετὰ τῶν πεμπομένων ὑπ’ αὐτοῦ πρέσβεων πρὸς τοὺς ἐναντίους βασιλεῖς συνεισέρχεσθαι σχήματι στρατιώτου καὶ ὁρᾷν, ὁποῖός ἐστιν ὁ βασιλεὺς ἐκεῖνος. Ἡ οὖν Κανδάκη τοῦτο μαθοῦσα περιειργάσατο, ὁποίας ἐστὶ θέας, καὶ τί ἔχει σύσσημον. Καὶ μαθοῦσα, ὅτι χθαμαλός ἐστιν, ὀδόντας ἔχων μεγάλους καὶ φαινομένους καὶ τὸν ἕνα μὲν ὀφθαλμὸν γλαυκὸν, τὸν δὲ ἕτερον μέλανα, παρεσημειώσατο καθ’ ἑαυτὴν ταῦτα. Καὶ δὴ εἰσελθόντος πρὸς αὐτὴν ἅμα τοῖς πεμφθεῖσι παρ’ αὐτοῦ πρεσβευταῖς, καὶ γνωρίσασα αὐτὸν ἐκ τῶν συσσήμων, συνέσχεν αὐτὸν, λέγουσα·
Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον ἔλαβες, καὶ γυνή σε παρέλαβεν. 24 Ὁ δὲ εἶπεν αὐτῇ· Διὰ τὸ πανοῦργον καὶ περίεργον τῆς φύσεώς σου ἀβλαβῆ σε καὶ τοὺς υἱούς σου καὶ τὴν βασιλείαν σου διαφυλάξω, καὶ λήψομαί σε καὶ γυναῖκα. Ἣν καὶ λαβὼν καὶ εἰς Αἴγυπτον ἐλθὼν καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν εἰς, τὸ ἴδιον κτίσας ὄνομα, πάλιν ὑπέστρεφεν εἰς Βαβυλῶνα· ἐν ᾗ καὶ τελευτᾷ, ὑπάρχων ἐτῶν λβ, βασιλεύσας ἔτη ιβ. [] Πολλὰ μὲν οὖν καὶ ἄλλα μυρία τρόπαια δυσδιήγητα καὶ λόγον ὑπερβαίνοντα εἰργάσατο. Καὶ διὰ τοῦτο πτηνὴν πάρδαλιν ὁ προφήτης αὐτὸν προβλέπει, τὸ ταχὺ καὶ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης προϋπέφηνε. [] Λέγεται δὲ, ὅτι [φιλοσόφου τινὸς εἰρηκότος ἤκουσεν, ὅτι] κόσμοι ἄπειροί εἰσι. [Ὃς καὶ ἀκούσας] καὶ μέγα στενάξας ἔφη· Καὶ ἀπείρων ὄντων, μηδενὸς ἐγὼ κεκράτηκα. Οὕτως ἦν μεγαλόφρων, μεγαλόψυχος καὶ γενναῖος (ὅθεν καὶ πανταχοῦ ᾔδετο καὶ ἐθαυμάζετο μάλιστα διὰ σωφροσύνην αὐτοῦ καὶ σύνεσιν καὶ πολλὴν ἀγχίνοιάν τε καὶ σοφίαν). Ἀριστοτέλει γὰρ μαθητευθεὶς πᾶσαν λογικὴν ἐπιστήμην εἰς ἄκρον ἐξεπαιδεύθη.

Chapters XXI - XXIIICaput XXI - XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Πολεμικώτατος δὲ καὶ τολμηρότατος ὑπάρχων, ἰδὼν ὁμώνυμον αὐτῷ νεανίσκον τινὰ δειλῶς μαχόμενον εἶπε πρὸς αὐτόν· Νεανίσκε, ἢ τὸν τρόπον ἄλλαξον ἢ τὸ ὄνομα. [] Ἐπεὶ οὖν καὶ σωφροσύνῃ πολλῇ διεκόσμητο, ἐκδηλοτέραν ταύτην ἐποίησε μετὰ τὴν νίκην. Καὶ γὰρ αἰχμαλώτους λαβὼν τὰς θυγατέρας Δαρείου μαρτυρουμένας ἔχειν κάλλος ἀξιοθαύμαστον, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν καὶ λίαν ... ἀποφήνας, τὸν ἄνδρας ἀνδρείως χειρωσάμενον ὑπὸ γυναικῶν ἀθλίως ἡττηθῆναι. Κ. Περὶ τῶν Βραχμάνων. Ὅς γε καὶ μέχρι τῶν ἐνδοτάτων Ἰνδῶν καὶ τοῦ κυκλοῦντος πᾶσαν τὴν γῆν Ὠκεανοῦ, μεγάλου ποταμοῦ, καὶ τῆς μεγίστης νήσου τῶν Βραχμάνων φθάσας καὶ ὑπὲρ ἄνθρωπον βίον καὶ τὴν εἰς τὸν πάντων Θεὸν εὐσέβειάν τε καὶ λατρείαν μεμαθηκὼς ἐξεπλάγη πάνυ 25 καὶ ἠγάσθη τῆς τῶν ἀνδρῶν ἐκείνων ἀκροτάτης φιλοσοφίας. [] Ἐν ᾧ καὶ τόπῳ καὶ στήλην ἔστησεν, ἐπιγράψας· Ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου. [] Ἐν ἐκείνῃ γὰρ τῇ νήσῳ κατοικοῦσιν οἱ Μακρόβιοι. Ζῶσι γὰρ οἱ πλείους αὐτῶν περὶ τὰ ρν ἔτη διὰ τὴν πολλὴν αὐτῶν καθαρότητα καὶ ἐγκράτειαν καὶ εὐκρασίαν ἀέροςἀνεξερεύνητον τοῦ Θεοῦ κρίμα.
PG 110:77ἐν ᾗ πάλιν οὐδέποτε ὀπώρα λείπει τὸν ὅλον χρόνον· ἐπειδὴ γὰρ ἐν ταυτῷ ἡ μὲν ἀνθεῖ, ἡ δὲ ὀμφακίζει, ἡ δὲ τρυγᾶται· καί γε τὰ μέγιστα Ἰνδικὰ κάρυα γίνονται, καὶ τὰ δυσπόριστα ἡμῖν καὶ πανεπέραστα ἀρώματα, καὶ ὁ μαγνήτης λίθος []. Οἱ τοίνυν Βραχμᾶνες ἔθνος ἐστὶν εὐσεβέστατον καὶ βίον ἀκτήμονα σφόδρα κεκτημένοι καὶ τὸν κλῆρον τοῦτον ἐκ τῶν τοῦ Θεοῦ κριμάτων χρησάμενοι, καὶ τὴν τοῦ ποταμοῦ παροικίαν ἐν γυμνότητι φυσικῇ διαζῶσιν, ἀεὶ τὸν Θεὸν δοξάζουσι. Παρ’ οἷς οὐδὲ τετράποδόν ἐστιν, οὐ γεωργία, οὐ σίδηρος, οὐκ οἰκοδομὴ, οὐ πύργος, οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐκ ἄρτος, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν τελούντων ἢ πρὸς ἀπόλαυσιν συντεινόντων· ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἄγαν καὶ κάλλιστον ἀέρα καὶ πάσης ἀῤῥωστίας τε καὶ φθορᾶς ἀπηλλαγμένον· μικράς τε ὀπώρας καὶ διειδέστατα ὕδατα ἀπολαύοντες σέβονται γνησίως τὸν Θεὸν καὶ ἀδιαλείπτως προσεύχονται. [] Καὶ οἱ μὲν ἄνδρες εἰς τὰ μέρη τοῦ ὠκεανοῦ ποταμοῦ παροικοῦσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἔνθεν εἰσὶ τοῦ ποταμοῦ Γάγγου, τοῦ παραῤῥέοντος εἰς τὸν Ὠκεανὸν ἐπὶ τὸ μέρος τῆς Ἰνδίας.

Chapter XXIV - XXVICaput XXIV - XXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οἱ οὖν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰούλιον καὶ Αὔγουστον μῆνα, παρ’ αἷς ὑπάρχουσι ψυχρότερα, τοῦ ἡλίου πρὸς δυσμὰς καὶ πρὸς βοῤῥᾶν ὑψωθέντος, οἵ γε καὶ εὐκρατώτεροι γενόμενοι πρὸς οἶστρον αὐτοὺς κινεῖν λέγουσι. Ὅπερ δὲ καὶ τὸν Νεῖλόν φασιν οὐ κατὰ τὸν αὐτὸν τοῖς πολλοῖς πλημμυρεῖν καιρὸν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε παντὸς ἡλίου τὴν βοῤῥειοτέραν διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν παρενοχλοῦντος ποταμοῖς καὶ σμικρύνοντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. Ποιοῦντες μετὰ τῶν γυναικῶν ἡμέρας μ πάλιν ἀντιπερῶσι. Τῆς δὲ γυναικὸς δύο παῖδας τεκούσης 26 οὐκ ἔτι ὁ ἀνὴρ ἀντιπερᾷ πρὸς αὐτὴν, οὔτε μὴν ἐκείνη πλησιάζει πρὸς ἕτερον ἄνδρα παντελῶς διὰ πολλὴν εὐλάβειαν. Εἰ δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι μέχρι πενταετίας, διαπερᾷ ὁ ἀνὴρ αὐτῆς· καὶ συγγινόμενος αὐτῇ, ἐὰν μὴ τέκῃ, οὐκέτι προσεγγίζει αὐτῇ. Καὶ διὰ τοῦτο οὐδὲ πολυάνθρωπός ἐστιν ἡ χώρα, διά γε τὴν ὀλιγοδεί̈αν καὶ τὴν φυσικὴν ἐγκράτειαν. Καὶ αὕτη μὲν ἡ τῶν Βραχμάνων πολιτεία []. Τὸν δὲ ποταμόν φασιν δυσπεραιότατον εἶναι, καὶ διὰ τὸν λεγόμενον ὀδοντοτύραννον.

Caput XX

PG 110:79Ζῶον γάρ ἐστι τοῦτο ἀμφίβιον μέγιστον, ἐν τῷ ποταμῷ διαιτώμενον καὶ δυνάμενον ἐλέφαντα καταπιεῖν ὁλόκληρον διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους. Ὅστις ἐν ταῖς μ ἡμέραις τῆς περαιώσεως τῶν ἀνδρῶν ἐκείνων ἀφανὴς γίνεται κατὰ θείαν πρόσταξιν. [] Οὐ μὴν ἀλλὰ καὶ δράκοντές εἰσιν ἐν τοῖς ἐρημοτέροις τόποις ἐκείνοις μέγιστοι σφόδρα, ὡς πηχῶν ο τὸ μῆκος, τὸ πᾶχος πολύ τε καὶ φρικωδέστατον· καὶ τὴν σοφίαν τοῦ Δημιουργοῦ καὶ δόξαν φαινομένην προφανῶς ἐκδιηγοῦνται. Καὶ σκορπίοι εὑρίσκονται πηχυαῖοι, καὶ μύρμηκες παλαιστιαῖοι. Διὸ καὶ δυσδιόδευτοί εἰσιν οἱ ἐρημικοὶ τόποι ἐκεῖνοι καὶ ἀοίκητοι διὰ τὰ φοβερώτατα θηρία καὶ ἰοβόλα. Ἐλέφαντες δὲ γίνονται κατὰ τὰς χώρας ἐκείνας πλεῖστοι, ὡς καὶ ἀγεληδὸν παραπορευόμενοι βόσκονται. [] Ἀμέλει γέ τοι καὶ ὁ μέγας Καισάρειος, ὁ ἀδελφὸς τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου, διαφόρων ἐθνῶν καὶ ἠθῶν καὶ τρόπων καὶ νόμων ἐξήγησιν ποιούμενος σύντομον, τοιάδε φησίν· Ἐν γὰρ ἑκάστῃ χώρᾳ καὶ ἔθνεσιν, ἐν τοῖς μὲν ἔγγραφος [νόμος] ἐστὶν, ἐν τοῖς δὲ ἡ συνήθεια. Νόμος γὰρ ἀνόμοις [τὰ] πάτρια δοκεῖ. ΚΑ. Περὶ Σηρῶν.

Chapter XXVII - XXVIIICaput XXVII - XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὧνπερ πρῶτοι Σῆρες, οἳ, τὸ ἄκρον τῆς γῆς οἰκοῦντες, νόμον ἔχουσι τὸ πατρῷον ἔθος, μὴ πορνεύειν καὶ μοιχεύειν, ἢ κλέπτειν, ἢ λοιδορεῖν, ἢ φονεύειν καὶ κακουργεῖν τὸ σύνολον. ΚΒ. Περὶ Βάκτρων. 27 Νόμος δὲ παρὰ Βακτριανοῖς ἤτοι Βραχμάναις [καὶ νησιώταις] ἡ ἐκ προγόνων παιδεία [τε καὶ εὐσέβεια], μὴ κρεωφαγεῖν καὶ οἰνοποτεῖν, ἢ λαγνεύειν, ἣ παντοίαν κακίαν διαπράττεσθαι, διὰ πολὺν φόβον Θεοῦ καὶ πίστιν, καί τοί γε τῶν παρακειμένων αὐτοῖς μιαιφονούντων καὶ αἰσχροπραγούντων ἐμμανῶς τε καὶ ὑπερφυῶς. [] Ἐν δὲ τοῖς ἐσωτέροις μέρεσι τούτων ἀνθρωποβοροῦντες μάλιστα καὶ κατεσθίοντες ἀλλήλους ὡς οἱ κύνες. ΚΓ. Περὶ Χαλδαίων. Ἕτερος νόμος Χαλδαίοις τε καὶ Βαβυλωνίοις, μητρογαμεῖν καὶ ἀδελφοτεκνοφθορεῖν καὶ μιαιφονεῖν καὶ πᾶσαν θεομισῆ πρᾶξιν ὡς ἀρετὴν ἀποτελεῖν, κἂν πόῤῥω τῆς χώρας αὐτῶν γένωνται. [] Ἄλλος παρὰ Γηλαίοις νόμος, γυναῖκα οἰκοδομεῖν καὶ γεωργεῖν καὶ τὰ ἀνδρῶν ἔργα πράττειν, ἀλλὰ καὶ πορνεύειν, ὡς ἂν βούλωνται, μὴ κωλυόμεναι παντελῶς ὑπὸ τῶν ἀνδρῶν ἢ ζηλούμεναι, αἳ ὑπάρχουσαι πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρότερα τῶν θηρίων.
PG 110:81Ἄρχουσι δὲ καὶ τῶν ἰδίων ἀνδρῶν καὶ κυριεύουσιν. ΚΔ. Περὶ Βρετανῶν. Ἐν δὲ Βρετανίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικὶ, καὶ πολλαὶ γυναῖκες ἑταιρίζονται ἀνδρί· καὶ τὸ παράνομον ὡς νόμον καλὸν καὶ πατρῷον πράττουσι, ἀζήλωτον καὶ ἀκώλυτον. ΚΕ. Περὶ Ἀμαζόνων. 28 Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα ζῶα ἅπαξ τοῦ ἐνιαυτοῦ περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται, καὶ μιγνύμεναι τοῖς γειτνιῶσιν ἀνδράσιν ὡς πανήγυρίν τινα καὶ [μεγάλην] ἑορτὴν τὸν καιρὸν ἐκεῖνον ἡγοῦνται, ἐξ ὧν [καὶ] κατὰ γαστρὸς συλλαβοῦσαι πάλιν δραμοῦσιν οἴκαδε πᾶσαι. Τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸ μὲν ἄῤῥεν φονεύουσι, τὸ δὲ θῆλυ ζωογονοῦσι καὶ ἐπιμελῶς ἐκτρέφουσι. Κ. Περὶ τῶν βασιλείων ἀρχῶν. [] Μετὰ δὲ Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βασιλεία αὐτοῦ διῃρέθη. Καὶ Ἀριδαῖος μὲν ὁ ἀδελφὸς, ὁ καὶ Φίλιππος, Μακεδονίας ἀφηγεῖτο. Ἀντίπατρος δὲ Εὐρώπης ἐβασίλευσεν, Αἰγύπτου δὲ Πτολεμαῖος ὁ Λάγου, Φοινίκης δὲ καὶ Κοιλοσυρίας Σέλευκος, Κιλικίας δὲ Φιλώτας, Ἀσίας δὲ Ἀντίγονος, Καρίας δὲ Κάσανδρος, Ἑλληςπόντου δὲ Λεωνᾶς, Παφλαγονίας δὲ Εὐμένης, Θρᾴκης δὲ Λυσίμαχος.

Book II · Chapter ILiber Secundus · Caput Primus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ [οὗτοι μὲν] οὐ διέλιπον ἀεὶ κατ’ ἀλλήλων ἐπανιστάμενοι, ἕως ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσεν. [] Τούτων δὲ οὕτως καὶ ἐπὶ τοσοῦτον εἰρημένων, δεῖν ᾠήθημεν ἐπανάληψιν ποιήσασθαι· καὶ ἀπὸ Ἀδὰμ πάλιν ἀρξάμενοι, καὶ ἑκάστου τῶν ἐπισήμων καὶ ἀναγκαίων ἀνδρῶν τοὺς τῆς ζωῆς χρόνους διὰ βραχέων ἐπισημηνάμενοι, καὶ μέντοι καὶ τοὺς καθεξῆς ἄρχοντάς τε καὶ βασιλεῖς τοῦ Ἰσραὴλ ἐν ἐπιτομῇ ἀπομνημονεύσαντες, οὕτως αὖθις τὴν ἀκολουθίαν τῆς χρονικῆς πραγματείας ἐπισυνάψαι. [] Τὴν δέ γε ἀπαρίθμησιν τῶν χρόνων κατὰ τὸν μέγαν Μωϋσῆν ποιησόμεθα, τὸν καὶ προγενέστερον καὶ ἀληθέστερον καὶ σοφώτερον παρ’ Ἕλλησιν ἀρχαίων πάντων σοφῶν τε καὶ συγγραφέων εἰκότως ἀναφανέντα. 29 [] Πρῶτος γὰρ σοφὸς Μωυσῆς ἀναδέδεικται, ὡς ἱστορεῖ Εὐπόλεμος, καὶ πρῶτος γράμματα Ἑβραίοις παρέδωκεν, ἅπερ ὁ θεῖος Ἀβραὰμ ἀπὸ τῶν Χαλδαίων ἐκόμισε. Λέγει γὰρ Ἰώσηπος, ὅτι πρῶτος Ἀβραὰμ δημιουργὸν τὸν Θεὸν ἀνεκήρυξε, καὶ πρῶτος κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν Αἰγυπτίους ἐδίδαξε. Πρῶτοι γὰρ εὑρεταὶ τούτων οἱ Χαλδαῖοι γεγένηνται.
PG 110:83[] Παρὰ δὲ τῶν Ἑβραίων ἔλαβον Φοίνικες, ἀφ’ ὧν ὁ μὲν Κάδμος ταῦτα μετήγαγεν εἰς τοὺς Ἕλληνας, ὁ δὲ Ἡσίοδος μάλα συντάξας εὐφυῶς Ἕλλησιν. [] Ὁ δὲ Ἰώσηπος ἐν τῷ Ἰουδαϊσμῷ μείνας τυφλώττων, Κλήμης δὲ καὶ Ἀφρικανὸς καὶ Τατιανὸς, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος καὶ Ἰοῦστος κατὰ Ἴναχον ἀκμάσαι τὸν θεσπέσιον Μωϋσῆν ἱστόρησαν, ἰδίως ἕκαστος ἐκ παλαιᾶς ἱστορίας παρασχὼν τὴν ἀπόδειξιν, Κλήμης δὲ ὁ Στρωματεὺς, Ὠριγενιαστὴς ὢν, ὥς τινι τῶν Πατέρων ἀπεκαλύφθη, μὴ ἐν κολάσει Ἰουδαῖος ὤν. ΚΖ. Σχόλιον τῶν ἁγίων Πατέρων. Περὶ τοῦ Παμφίλου Εὐσεβίου, ὅτι ἐν πολλοῖς αὐτοῦ συγγράμμασι δείκνυται Ἀρειανὸς γνήσιος· εἰ δὲ καὶ παραινεῖται παρά τινων ἐκκλησιαστικῶν ἀνδρῶν ὡς πολυμαθὴς καὶ πολυί̈στωρ, καθάπερ καὶ Ὠριγένης καὶ ἄλλοι πολλοὶ τῶν ἔξω τῆς Ἐκκλησίας ὄντων, [οὐδὲν θαυμαστόν]. [] Ὁ δὲ πολυμαθὴς καὶ πολυί̈στωρ Εὐσέβιος, ἀκριβεστάτην τῶν χρόνων ἀναγραφὴν ποιησάμενος, τοῖς χρόνοις μὲν Ἰναχοῦ ἱερὸν Ἰάκωβον εὗρε συνακμάσαντα, Μωσέα δὲ Κέκροπος. [] Χρονικοῦ γὰρ κανόνος σύνταξιν ἐπινοήσας, ἐκ παραλλήλου ἀντιπαρέθηκε τὸν παρ’ ἑκάστῳ ἔτει δυναστεύοντα.
Συνήγαγε δὲ χρόνους τῆς βασιλείας Χαλδαίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων (τῶν πάλαι Κειτιέων λεγομένων), Λατίνων τῶν ἀπὸ Λατίνου βασιλέως αὐτῶν καὶ Ἰταλῶν ἔκ τινος ἡγεμονεύσαντος αὐτῶν προσαγορευθέντων καὶ ὕστερον ἐπικληθέντων Ῥωμαίων ἀπὸ Ῥώμου 30 καὶ Ῥήμου· καὶ τούτων τοὺς χρόνους ἐπὶ τὸ αὐτὸ συναρτήσας, ἑκάστου ἔθνους τῶν βασιλέων συνέκρινε τοὺς χρόνους, ἀντιπαραθεὶς τὰ ἔτη τῆς βασιλείας τῇ Ἀσσυρίων βασιλείᾳ, τοῦτ’ ἔστι τῆς Σεμιράμεως τοῖς Ἀβραὰμ ἔτεσι. [] Κατὰ γὰρ τὴν Σεμίραμιν Ἀβραὰμ ἐγνωρίζετο, καὶ Ἰακὼβ κατὰ Ἰναχὸν, καὶ Μωϋσῆς κατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτον βασιλέα τῆς Ἀττικῆς Ἕλληνες ἱστόρησαν· ὡς εἶναι τῶν παρ’ Ἕλλησιν ἀρχαίων σοφῶν Μωϋσέα πρεσβύτερον, Ὁμήρου λέγω καὶ Ἡσιόδου, καὶ τῶν Τρωϊκῶν, Ἡρακλέους τε καὶ Μουσαίου, Λίνου τε καὶ Ὀρφέως καὶ Διοσκόρων, Ἀσκληπιοῦ καὶ Διονύσου καὶ Ἑρμοῦ, Ἀπόλλωνός τε καὶ τῶν Ἑλληνικῶν μυστηρίων καὶ τελετῶν, καὶ αὐτῶν τῶν τοῦ Διὸς πράξεων· ὅθεν καί τινες τῶν παρὰ τῶν προκρίτων φαίνονται ἐκ τῶν αὐτοῦ συγγραμμάτων σφετερισάμενοι.
Πάντες μὲν οὗτοι μετὰ τὸν Κέκροπα γεγόνασιν, ὧν πολὺ Ὅμηρος καὶ Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν. ΚΗ. Τοῦ ἁγίου Βασιλείου. Οὗτός γέ τοι Μωϋσῆς τῶν σοφῶν πάντων διδάσκαλος πέφηνε, τῶν ἀποῤῥήτων ἐξηγητὴς γενόμενος, καὶ τῆς ἀληθείας ὑφηγητὴς θειότατος. Τὴν γὰρ σοφίαν τῶν Αἰγυπτίων διαπτύσας ἄριστα, περὶ δὲ τῆς τοῦ κόσμου ἐξῆλθε συντάξεως, ὑπ’ αὐτοῦ δῆλον ὅτι ἐπὶ πάντων Θεοῦ καὶ Δημιουργοῦ πάσης κτίσεως ἐμπνευσθεὶς τὴν ἀλήθειαν. [] Λέγει γάρ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ πολλοὶ τῶν παρ’ Ἕλλησι τἀναντία τούτων τολμήσαντες διεξιέναι εἰς βυθὸν ἀγνωσίας καὶ ἀσεβείας κατηνέχθησαν· καὶ εἰκότως. Τὰ ἐξ ἀνθρωπίνης διανοίας προσφερόμενα δόγματα σαθρὰ τυγχάνει καὶ ἀνάρμοστα· διόπερ οὐδεὶς παρ’ αὐτοῖς ἔστηκε λόγος ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τοῦ πρὸ αὐτοῦ καταβάλλοντος, ὥστε μηδὲν ἡμῖν ἔργον εἶναι τὰ ἐκείνων ἐλέγχειν. [] Ἀρκοῦσι γὰρ ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. Οἱ γὰρ Θεὸν ἀγνοήσαντες αἰτίαν ἔμφρονα προεστάναι τῆς γενέσεως τῶν ὅλων οὐ συνεχώρησαν, ἀλλ’ οἰκεῖα τῆς ἐξ ἀρχῆς ἀγνοίᾳ τὰ ἐφεξῆς συνεπέραναν.
PG 110:85Διὰ τοῦτο 31 οἱ μὲν εἰς τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον τοῖς τοῦ κόσμου στοιχείοις τὴν αἰτίαν τοῦ παντὸς ἀναθέντες· οἱ δὲ ἄτομα καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν. Νῦν μὲν γὰρ καὶ συνιόντων ἀλλήλοις τῶν ἀμερῶν σωμάτων, νῦν δὲ μετασυγκρινομένων, τὰς γενέσεις καὶ τὰς φθορὰς ἐπιγίγνεσθαι, καὶ (ἐπὶ) τῶν διαρκεστέρων σωμάτων τὴν ἰσχυροτέραν τῶν ἀτόμων ἀντεμπλοκὴν τῆς διαμονῆς τὴν αἰτίαν παρέχειν. Ἀλλ’ ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν οἱ ταῦτα γράφοντες, οἱ οὕτω λεπτὰς καὶ ἀνυποστάτους ἀρχὰς οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης ἀνοήτως ὑποτιθέμενοι. Οὐ γὰρ ᾔδεσαν εἰπεῖν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Β. ΑΡΧΗ ΧΡΟΝΙΚΟΥ ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ. ι Περὶ γενεαλογίας Ἀδὰμ καὶ τῶν υἱῶν αὐτοῦ. Ἀδὰμ τοίνυν, κατὰ τὸν σοφώτατον καὶ θεῖον ὑποφήτην Μωϋσῆν, γενόμενος ἐτῶν σλ ἐγέννησε τὸν Σήθ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη λ καὶ ἀπέθανεν. Ὃς καὶ λέγεται πρῶτος εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη, ταφῆναι· καὶ μνῆμα αὐτῷ κατὰ τὴν τῶν Ἱεροσολύμων γεγονέναι γῆν, Ἑβραϊκή τις ἱστορεῖ παράδοσις, ὥς φησιν Ἰώσηπος.

Caput XXI

Θνήσκει δὲ κατὰ τὴν παραβάσεως ἡμέραν χιλιονταετίας τῆς τοῦ Θεοῦ ἡμέρας ἐχούσης τὸ διάστημα, λ ἔτη μόνον ζήσας τελευτᾷ. Τοῦτον λέγεται πρῶτον εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ταφῆναι. Ἀφανὲς γάρ φασι τὸ τοῦ Ἄβελ σῶμα γενέσθαι, τοῖς μετέπειτα δικαίοις ἀγαθὰς ἀποφαίνων ἐλπίδας. [] Σὴθ δὲ γενόμενος ἐτῶν σε ἐγέννησε Ἐνὼς, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψζ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ιβ Περὶ οὗ εἴρηται· Εἰσῆλθον οἱ υἱοὶ τοῦ 32 Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, ἤτοι τὰς ἀπὸ τοῦ Καί̈ν. Θεὸν γὰρ αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρεῖν τὰ Ἰουδαϊκὰ γράμματα καὶ τὰς τῶν ἀστέρων ὀνομασίας, καὶ πρὸς τούτοις καὶ τὴν πολλὴν αὐτοῦ εὐσέβειαν θαυμάσαντες· ὅς γε καὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι θεὸς καὶ ὀνομάζειν, καθὰ δὴ καὶ τῷ Μωϋσῆ λέγει Κύριος· Θεὸν δέδωκά σε τῷ Φαραώ. Καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη·
PG 110:87Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εἰκότως οἱ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ Θεοῦ καὶ υἱοὶ τῶν θεῶν κατὰ τὸν Σύμμαχον νοείσθωσαν, οἵ τινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Καὶ̈ν εἰσῆλθον, ἐξ ὧν οἱ τῆς κατ’ ἀλλήλου μιαιγαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον Σὴθ ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον Καὶ̈ν πονηροὶ καὶ κάκιστοι. [] Ἐνὼς δὲ γενόμενος ἐτῶν ρ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψιε καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ε. [] Μαλελεὴλ δὲ γενόμενος ἐτῶν ρξε ἐγέννησε τὸν Ἰάρεδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψλ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ωε. [] Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβ ἐγέννησε τὸν Ἐνὼχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ω, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ξβ. [] Ἐνὼχ δὲ γενόμενος ἐτῶν ρξε, ἐγέννησε τὸν Μαθουσάλα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ς, καὶ μετετέθη ζήσας τὰ πάντα ἔτη τξε. [] Μαθουσάλα δὲ γενόμενος ἐτῶν ρξζ ἐγέννησε τὸν Λαμὲχ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωβ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ξθ.
[] Λαμὲχ δὲ γενόμενος ἐτῶν ρπη ἐγέννησε τὸν Νῶε, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φξε, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ψνγ. Δύο τοίνυν Λαμὲχ ἡ Γραφὴ μνημονεύει, ἕνα μὲν τὸν ἀπὸ Καὶ̈ν, ἐκ δὲ τοῦ πατρὸς Νῶε. Γεγέννηται γὰρ Νῶε διὰ Λαμὲχ, οὐκ ἐκ τοῦ ἀπὸ Καὶ̈ν καὶ πεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ’ ἐκ μεταγενεστέρου καὶ ἐξ ὁμωνύμου τοῦ ἀπὸ Σήθ. Ἐκεῖνος γὰρ λέγει· Ἄνδρα 33 ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἴληφεν, Ἐλδὰν καὶ Σελὰν, ἑαυτὸν καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως, ὅτι ἐκ Καὶ̈ν μὲν, φησὶν, ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λαμὲχ ἑβδομηκοντάκις ἑπτά. Καὶ διὰ τί μειζόνως κολάζεται; Διότι τῇ πτώσει τοῦ προημαρτηκότος οὐκ ἐσωφρονίσθη. Ὁρᾷς, πῶς τὸ πρὸ ἡμῶν ἁμαρτάνειν αὔξει καὶ τὴν κόλασιν ἡμῖν; Τοῖς οὐδ’ οὕτως σωφρονιζομένοις καὶ ἀσύγγνωστον ποιεῖ τὴν τιμωρίαν, ὥσπερ οὖν καὶ ὁ Λαμὲχ οὕτω πέπονθεν. Τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε, τοῦ πίστει διὰ τοῦτο προσευξαμένου, μὴ ἰδεῖν τοιοῦτον θάνατον, ἀκουσθεὶς μετετέθη.
PG 110:89Ἦν δὲ Ἐνὼχ ἐκ τοῦ δικαίου Σὴθ, ἐξ οὗ Χριστὸς κατάγεται γενεαλογούμενος ἀπὸ τοῦ Ἀδὰμ ὑπὸ τοῦ Λουκᾶ ἕως τοῦ Σὴθ, καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ, τὸ μὲν κατὰ σάρκα ἐξ αὐτῶν, τὸ δὲ κατὰ πνεῦμα ἐκ τοῦ Θεοῦ. Πνεῦμα γὰρ ὁ Θεός. Ἐσπούδαζε γὰρ τῶν ἀσεβῶν σπέρμα τῶν δικαίων ἐξᾶραι τὸ γένος, ἐπειδὴ γὰρ βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια· καὶ γὰρ τὸ γένος καὶ σπέρμα τοῦ Καὶ̈ν κατηράθη, τοῦ δὲ Σὴθ εὐλογήθη· καὶ οὐκ ἐβούλετο ὁ Θεὸς ἐπιμιξίαν γενέσθαι τῶν δικαίων τὸ γένος πρὸς τῶν ἀσεβῶν, ἀλλ’ ἐξαλειφθῆναι. Ἐπεὶ οὖν ἐφόνευον καὶ ἐλάμβανον τὰς γυναῖκας αὐτῶν, ἐξαίσια τέρατα ἐτίκτοντο οἱ γίγαντες, δι’ οὓς καὶ ὁ κατακλυσμὸς ἐλθὼν πάντας ἄρδην ἀπώλεσεν. Καὶ μόνος εὑρίσκεται ὁ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ· διὸ καὶ ἐφυλάχθη. [] Νῶε δὲ γενόμενος ἐτῶν φ ἐγέννησεν υἱοὺς γ, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Μετὰ δὲ ἔτη ρ τοῦ τεχθῆναι τοὺς υἱοὺς αὐτοῦ εἰσῆλθε τὴν κιβωτὸν, ὑπάρχων ἐτῶν χ καὶ γίνεται ὁ κατακλυσμός. Καὶ ἐν τῷ ἑνὶ καὶ χ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ. Καὶ μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη τν, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ν.
Τοῦ δὲ κατακλυσμοῦ γενομένου ἐπὶ ἡμέρας μ, πᾶσα μὲν ἡ γῆ ἐκαλύφθη ἐπὶ ἡμέρας ρκ. Παντὸς δὲ ὄρους ὑψηλοτάτου τὸ ὕδωρ ὑπὲρ ἄνω γέγονε πήχεων ιε. Τῆς δὲ κιβωτοῦ τὰ λείψανα ἕως ἄρτι πρὸς ἀπόδειξιν τῶν γεγενημένων δείκνυται ἐν τῷ ὄρει Ἀραρὰτ ἀναμέσον τῆς Ἀρμενίας καὶ τῆς Παρθικῆς χώρας καὶ 34 τῆς τῶν Διαβηνῶν χώρας. Ἐκ γὰρ ξύλων ἀσήπτων ἢ κεδρίνων ἐστὶ κατασκευασμένη. Φησὶ γάρ· Καὶ εἶπεν Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται αἱ ἡμέραι αὐτῶν ρκ ἔτη. Καὶ ἐπάγει ἡ Γραφὴ λέγουσα· Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν· καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Πλὴν οὐ εἶναι τὴν ζωὴν αὐτῶν περιώρισεν ρκ ἔτη, ἀλλὰ πλημμυροῦσαν τὴν ἁμαρτίαν ἰδὼν καὶ αὔξουσαν οὐκ ἀνέμεινε τὴν κυρείαν, ἀλλὰ τὴν προσθεσμίαν συντεμὼν τῶν ρ ἐτῶν, πᾶσιν ἐπήγαγε τὸν κατακλυσμόν. Ὅθεν φησί· Ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων ἀσήπτων· νοσσιὰς ποιήσεις καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν τῇ ἀσφάλτῳ, καὶ οὕτω ποιήσεις αὐτὴν τ πήχεων τὸ μῆκος καὶ ν τὸ πλάτος καὶ λ τὸ ὕψος.

Chapter IICaput II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπισυναγαγὼν ποιήσεις αὐτὴν, συντελέσεις αὐτὴν ἄνωθεν. Τὴν δὲ θύραν ἐκπλαγίου διώροφα, καὶ τριώροφα ποιήσεις αὐτήν. [] Ἀλλ’ οὖν γέ τινες τῶν Ἑλλήνων ἐπιλαμβανόμενοι τὸ ῥητὸν ἔφασαν, ὡς ἀδύνατον ἦν χωρῆσαι τοσαῦτα πολυειδῆ καὶ ἄπειρα γένη τῶν ζώων πήχεις τριακοσίας καὶ μόνον. Καὶ οὐκ ἴσασιν οἱ δῆθεν σοφοὶ καὶ ἀπερισκέπτως καὶ ἀμαθῶς τὰ θεῖα λόγια πολυπραγμονοῦντες, ὅτι περ ὁ συγγραφεὺς, γεωμέτρης ὑπάρχων Αἰγύπτουἐπαιδεύθη γὰρ, φησὶ, Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίωνὅτι γεωμετρικὴν πῆχυν ἔφη, ἥτις ὀργυιὰν μεγίστην ἔχει. Τὴν γάρ τοί γε γεωμετρίαν Αἰγύπτιοι, φασὶν, ἐφεῦρον, ἐκ τοῦ ἀπλέτου τῆς γῆς τὴν διαίρεσιν διδαχθέντες καὶ γράψαντες, ἀφ’ ὧν ἕτεροι μετέλαβον· Ὅθεν σοφοὺς ἄγαν καὶ φρονίμους αὐτοὺς ἀπεκάλεσε διὰ τὴν θαυμαστὴν ἐπιστήμην ταύτην καὶ σοφίαν.

Caput XXIII

Caput XXIV - XXVIII

PG 110:91Καὶ πρὸς τούτοις ἔτι καὶ ἄλλῃ μαρτυρία εὐαπόδεκτος περὶ τοῦ κατακλυσμοῦ, ὥς φησιν Ἰώσηπος. Ἔσω γὰρ ἐφ’ ὑψηλοτάτοις ὄρεσι καὶ δυσβάτοις γῆς καὶ θαλάσσης λείψανα εὑρίσκεται κοχλίαι καὶ ὀστρέων κελύφαι καὶ τὰ 35 τούτοις ὅμοια, κηρύττοντα τὸ φοβερὸν ἐκεῖνο καὶ παγκόσμιον ναυάγιον ἐπὶ τοῦ δικαίου τούτου γενόμενον, καὶ πολλῆς ἀθυμίας καὶ λύπης κόπου τε περιστάσεως αἴτιον τοῦτο πεφηνότα. Περὶ οὗ καὶ θεῖος Χρυσόστομός φησι· Πάντων διεφθαρμένων μόνος εὐηρέστησε τῷ Θεῷ, τῶν ἄλλων πάντων προσκεκρουκότων. Καὶ ἄλλας μυρίας θλίψεις ὑπέμενε πολλὰς καὶ κακάς. Ἐνιαυτὸν γὰρ ὅλον δεσμωτήριον ξένον καὶ φοβερὸν ᾤκησεν [οὐδὲν ἄμεινον τῶν ἐν μετάλλοις πιεζομένων διακείμενος]. Ἵνα γὰρ τὸ πλῆθος ἐάσω τῶν θηρίων καὶ τῶν ἑρπετῶν, οἷς τοσοῦτον ἔζησε χρόνον, εἰς τοιαύτην ἀπειλημμένος στενοχωρίαν· τί οἴει πάσχειν αὐτὸν ὑπὸ τοῦ πατάγου τῶν βροντῶν καὶ ὑπὸ τοῦ ψόφου τῶν ὑετῶν; Ἄβυσσος γὰρ ἡ μὲν κάτωθεν ἀνεῤῥήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο· ἔνδον ἐκάθητο μετὰ τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαῤῥεῖν, ἀλλὰ τῇ τῶν γινομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει.

Chapter IIICaput III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὄπου γὰρ ἡμεῖς, οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως, ὅταν ἴδωμεν κατενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετὸν, καταπίπτομεν καὶ συστελλόμεθα· τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος, ἔνδον ὢν καὶ τὴν φρικωδεστάτην ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγομένων τὰ διάφορα γένη; Ἱκανὸν μὲν οὖν καὶ τὴν πόλιν μίαν ἢ οἰκίαν ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασιν, ἐκπλῆξαι τὴν ψυχήν. Τὸ δὲ τὴν οἰκουμένην ἅπασαν τοῦτο παθεῖν, οὐδὲ ἔστιν εἰπεῖν, πῶς διέθηκε τὸν ἐν μέσῳ περιφερόμενον τῷ κλυδωνίῳ. [] Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνείχετο δέει. Ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπὸν, ἐπετείνατο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ σφόδρα. Καὶ τὸ προφητικὸν ἔπασχεν, ὃ περὶ τῆς ἡμέρας Κυρίου φησὶν Ἀμώς·

Caput XXXII - XXXV

PG 110:93Ὃν τρόπον ἐὰν ἐκφύγῃ ἄνθρωπος ἀπὸ προσώπου λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος καὶ 36 εἰσέλθοι εἰς τὴν οἰκίαν αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις.] Καὶ γὰρ τῆς κιβωτοῦ προκύψαντα [καὶ τῆς δυσώδους καὶ ἐστενοχωρημένης εἱρκτῆς ἀπαλλαγέντα] χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων ὁρῶντα τὴν πολλὴν ἐρημίαν, τὸν βίαιον θάνατον ἐκεῖνον καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ καὶ πάντας ὁμοῦ ἀνθρώπους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη μιᾷ τῇ ἐλεεινοτάτῃ ταφῇ κατασχέντας, μᾶλλον δὲ εἰπεῖν καταχωσθέντας. Εἰ γὰρ καὶ σφόδρα ὑπῆρχον ἁμαρτωλοὶ οἱ ταῦτα πεπονθότες, ἀλλ’ ὅμως ἄνθρωπος ὁ Νῶε καὶ ἔπασχέ τι πρὸς τὸ ὁμόφυλον ἐπὶ μὲν τοῦ κατακλυσμοῦ τῷ πλήθει τῶν ὑδάτων συνεχόμενος τῇ μονώσει καὶ τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τὸ ἄπειρον τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ. Πρὸ δὲ τούτων κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδροτέρων αἱ τῶν πονηρῶν ἀνθρώπων ἐπιβουλαὶ προεῤῥήγνυντο.

Chapter IVCaput IV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μόνος γὰρ εἰς τοσοῦτον πλῆθος ἀπολειφθεὶς μοχθηρῶν ἀνθρώπων καὶ μιαρῶν, πολὺν τὸν γέλωτα, πολλὰ σκώμματα [καὶ τὰς χλευασίας] ἔφερεν ὁ δίκαιος, μάλιστα ὅτε περὶ τῆς κιβωτοῦ καὶ τῆς μελλούσης αὐτοῖς διελέγετο συμφορᾶς καὶ πανωλεθρίας, ἐν ἔτεσιν ρ τῆς κιβωτοῦ τεκταινομένης καὶ αὐτοῦ διαῤῥήδην καθ’ ἑκάστην ἡμέραν βοῶντος, οὐδεὶς ἐπίστευεν. Β. Περὶ τῆς οἰκοδομῆς τοῦ Πύργου. Σὴμ δὲ μετὰ δύο ἔτη τοῦ κατακλυσμοῦ γενόμενος ἐτῶν ρβ ἐγέννησε τὸν Ἀρφαξὰδ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη χβ. [] Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλβ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φλβ. [] Καϊνᾶν δὲ γενόμενος ἐτῶν ρλ ἐγέννησε τὸν Σαλὰ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη τλ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη υξ. Τὸν δὲ Σαλὰ ὁ πατὴρ αὐξηθέντα γράμματα ἐξεπαίδευσεν. Καὶ δήποτε ὁ Σαλὰ πορευθεὶς ἀποικίαν κατασκέψασθαι, ἐλθὼν κατὰ τὴν γῆν Χαλδαίων, 37 γράμματα ἐπί τινων διακεχαραγμένα πετρῶν, τὰ δὴ ἦν ἄρα τῶν Ἐγρηγόρων παράδοσις· ταῦτα δὲ ἐκγραψάμενος ὁ Σαλὰ, αὐτός τε ἐν αὐτοῖς ἐξημάρτανε, καὶ τοῖς ἄλλοις τὴν αὐτὴν ἀτοπίαν ἐξεπαίδευσεν.

Caput XXXVI

PG 110:97[] Σαλὰ δὲ γενόμενος ἐτῶν ρλ ἐγέννησε τὸν Ἕβερ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υλ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη φξ. [] Ἕβερ δὲ γενόμενος ἐτῶν ρλδ, ἐγέννησε τὸν Ἰεκτὰν καὶ τὸν Φαλέκ. Ἐπὶ τοῦ Ἕβερ πάλιν οἱ ἄνθρωποι εἰς ἄπειρον πληθυνθέντες καὶ εἰς ἄκρον πονηρίας ἐλάσαντες πύργον ἐννοοῦσι κατασκευάσαι οὐρανομήκη, πρὸς ἀποφυγὴν τοῦ κατακλυσμοῦ, ὡς τοῦ Θεοῦ ἐπιβουλεύοντος αὐτοῖς. Ἦσαν δὲ πάντες μία φωνή. Νεβρὼδ γὰρ ὁ γίγας, Χουσὲ τοῦ Αἰθίοπος υἱὸς, προσέτασσε, καὶ εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῶα. Ὁ δὲ Ἕβερ, ὁ τοῦ Σαλὰ υἱὸς, ἐπείγειν ἐνεκεχείριστο τὴν οἰκοδομὴν τοῦ πύργου καὶ τῆς Βαβυλῶνος, ὅ ἐστι σύγχυσις· ὧν τὸ ἔργον κατέῤῥιπτο, ματαίαν τὴν ἀνάβασιν ἐπικεχειρηκότων. Οἵ γε καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ σαφῶς εἰδότες, πρῶτοι ναῦς ποιεῖν ἐν τοῖς ὕδασι καὶ πλέειν ἐπενοήσαντο. Τῶν δὲ πάντων ἐπὶ τὴν τοῦ πύργου καὶ τῆς πόλεως ὁρμησάντων οἰκοδομήν, ἀρχηγοὺς εἶχον οβ. Μόνος δὲ ὁ Ἔβερ οὐ συνέθετο τῇ τούτων ἀλογίστῳ ἐργασίᾳ, Διὸ καὶ πάντων αἱ γλῶσσαι συνεχύθησαν, τῶν συντεθειμένων εἰς οβ γλώσσας διαιρεθέντων κατὰ τὸν ἀριθμὸν τῶν ἀρχόντων αὐτῶν.
PG 110:99Καὶ εἰς ἀλληλογλωςσίαν 38 ὑπὸ τοῦ πνεύματος καὶ τῆς δικαίας ὀργῆς ἐλαυνομένων καὶ διασπασθέντων, τοῦτο μόνῳ Θεὸς οὐκ ἐστήρησε τὴν ἀρχαίαν φωνήν. Ὅθεν οἱ ἀπομείναντες ἐν τῇ προτέρᾳ γλώσσῃ, Ἑβραὶ̈ς αὐτὴν ἐπωνόμασαν κατὰ τὴν τοῦ κρατήσαντος αὐτὴν ἐπωνυμίαν, Ἕβερ εἰς τὸ γένος τῶν Ἑβραίων, οἵτινες πατρωνυμικῶς καὶ φερωνύμως Ἑβραῖοι καλοῦνται. ιιι. Ὅτι ὁποία ἦν ἡ α γλῶσσα. Ὅτι τῇ τῶν Ἑβραίων γλώσσῃ ἐχρῶντο οἱ ἀπὸ τοῦ Ἀδὰμ, δῆλον μὲν, καὶ ἀπὸ τούτου καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τὸν Νῶε καταγομένους καὶ χρωμένους· δῆλον δὲ καὶ ἀπὸ τοῦ, τὸν δεύτερον Ἀδὰμ τὸν Χριστὸν τῇ τῶν Ἑβραίων φωνῇ κατὰ τὸν πρῶτον πάντως Ἀδὰμ χρώμενον, ὡς τὸ Ἐφφαθὰ, καὶ ταλιθὰ κοῦμι καὶ λαμὰ σαβαχθανὶ καὶ τὰ ὅμοια. Καὶ μέντοι πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι. φωνὴν τὴν πρὸ τῆς συγχύσεως. Ἐφ’ ὧν γὰρ κατ’ οὐδεμίαν ἐστὶ γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, καὶ ταύτῃ τὸ ζητούμενον ἑρμηνεύεται. Οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγορίαι, δι’ ἑτέρας οὐδεμιᾶς ἑρμηνεύεται εἰ μὴ διὰ τῆς Ἑβραϊκῆς καὶ μόνης.
Εἰ δέ τινες ἀμαθῶς ἀντιλέγουσιν, οὐ τὴν Ἑβραϊκὴν, ἀλλὰ τὴν Συριακὴν πρώτην εἶναι γλῶσσαν, ἀκουέτωσαν τῆς ἑρμηνείας τοῦ σοφωτάτου καὶ πολυμαθοῦς Ὠριγένους εἰς τὴν ἱστορίαν τοῦ Ἰὼβ ἣ, φησὶν, οὕτως ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου καὶ ἑξῆς, Συριακὴν εἶπεν τὴν Ἑβραϊκὴν διάλεκτον, ἐπειδὴ γὰρ Συρίαν τὴν Ἰουδαίαν καὶ Σύρους οἱ παλαιοὶ τοὺς Παλαιστινοὺς ὠνόμαζον. [] Ὁ μὲν οὖν πύργος ᾠκοδομήθη ἐν ἔτεσι τεσσαράκοντα, ἔμεινεν ἡμιτελὴς μετὰ τὴν σύγχυσιν. Ὁ δέ γε Θεὸς ἀνέμῳ βιαίῳ τοῦτον ἀνατρέπει, καὶ ἔστιν ἀναμέσον Ἀσσοὺρ καὶ Βαβυλῶνος εἰσέτι 39 φυλασσόμενα τὰ ἴχνη αὐτοῦ. [] Φαλὲκ δὲ γενόμενος ἐτῶν ρλ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθ καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη τλθ. [] Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη βσμβ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποί̈ας καὶ τῆς τελευτῆς Φαλὲκ, ὅ ἐστι μερισμὸς, ἔτη ωξη, καὶ γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων. Διὸ καὶ μέροπες ἐκλήθησαν ἀπό τε τῆς μεμερισμένης φωνῆς, ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς.
[] Ὁ μέντοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ τὸν Ἀσοὺρ καὶ τὸν Ἀρφαξὰδ καὶ τὸν Λουδί· ὁ δὲ Χὰμ τὸν Χοῦς καὶ τὸν Μεσρὲμ καὶ τὸν Χαναάν· ὁ δὲ Ἰάφεθ τὸν Χάμερ, τὸν Μαγὼγ καὶ τὸν Θήραν καὶ τὸν Ἰυωυίαν καὶ τὸν Ἐλισσὰν καὶ τὸν Θόβελ καὶ τὸν Μοσὸχ καὶ τὸν Μαδαὶ, ἀφ’ οὗ Μῆδοι γενόμενοι καὶ τῶν Βαβυλωνίων κρατήσαντες, ἡ χώρα Μηδία προσηγορεύθη κυρίως καὶ φερωνύμως. [] Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μεταστέλλονται οἱ γ υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν γενομένους, καὶ διδοάσιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, ὅπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασι, καὶ λαγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόπον καὶ κλίματα καὶ χώρας καὶ νήσους καὶ ποταμοὺς κατὰ τὴν ὑποκειμένην ἔκθεσιν. Δ. Περὶ τοῦ τῆς γῆς διαμερισμοῦ. Καὶ κατακληροῦται τῷ μὲν πρωτοτόκῳ υἱῷ Νῶε Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκουρούρων τὰ πρὸς ἀνατολήν· τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νῶτον· τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βοῤῥᾶν. [] Αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ εἰσὶν αὗται·
Περσὶς, Βακτριανὴ, Ὑρκανία, Βαβυλωνία, Κόρδυνα, Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, 40 Ἐλυμαὶ̈ς, Ἰνδικὴ, Ἀραβία ἡ Εὐδαίμων, Κοιλησυρία, Κομμαγήνη καὶ Φοινίκη πᾶσα καὶ ποταμὸς Εὐφράτης. [] Τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατ’ Ἰνδοὺς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν Αἰθιόπων, Ἐρυθρὰ βλέπουσα κατὰ ἀνατολὰς, Θηβαὶ̈ς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρὶς, Σύρτις, Λιβύη ἄλλη, Νουμιδία, Μασσυρὶς, Μαυριτανία ἡ κατέναντι Γαδείρων. Ἐν δὲ τοῖς κατὰ βοῤῥᾶν τὰ παραθαλάσσια ἔχει, Κιλικίαν, Παμφυλίαν, Πισσιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καβαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν· καὶ νήσους πάλιν ἔχει, Σαρδινίαν, Κρήτην, Κύπρον καὶ ποταμὸν τὸν καὶ Νεῖλον καλούμενον. [] Τῷ δὲ Ἰάφεθ Μηδία, Ἀλβανία, Ἀρμενία μικρὰ καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία, Γαλατία, Κολχὶς, Βόσπορος, Μαιῶτις, Δερβὶς, Σαρματὶς, Ταυριανὶς, Μολοσσὴ, Θεσσαλία. Λοκρὶς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαί̈α, Πελλήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλλυρὶς, Λυχνῖτις, Ἀδριακὴ, ἐξ ἧς τὸ Ἀδριακὸν πέλαγος.
Ἔχει καὶ νήσους, Βρετανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χῖον, Λέσβον, Κυθήρην, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην, Κόρκυραν καὶ μέρος τι τῆς Ἀσίας, τὴν καλουμένην Ἰωνίαν, καὶ ποταμὸν Τίγριν, τὸν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. [] Τούτων οὖν κληροδοτηθέντων, ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν, ὅτι ἀγαθή τε καὶ εὔφορος καὶ κατὰ πολὺ 41 τῆς ἑαυτοῦ διαλλάττουσα γῆς, τυραννικῶς καθήρπασεν αὐτὴν καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐξήλασεν, καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσαγορεύεται. Κἀντεῦθεν τοίνυν ὁ δίκαιος κριτὴς μετὰ ταῦτα τοῖς ἐκ τοῦ Σὴμ υἱοῖς ἀπέδωκεν αὐτὴν διὰ Ἰησοῦ τοῦ Ναυὴ, καθὼς καὶ τῷ Ἀβραὰμ προεπηγγείλατο. Δίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησεν. Ῥαγαῦ δὲ γενόμενος ἐτῶν ρλβ ἐγέννησε τὸν Σεροὺχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σζ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη τλθ.

Caput XXXIX

[] Σεροὺχ δὲ γενόμενος ἐτῶν ρλ, ἐγέννησε τὸν Ναχὼρ, καὶ μετὰ τοῦτο ἔζησε ἔτη ς, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη τλ, ὃς πρῶτος ἤρξατο τοῦ Ἑλληνικοῦ δόγματος διὰ τοὺς πάλαι γενομένους πολεμιστὰς καὶ ἡγεμόνας καὶ πράξαντάς τι ἀνδρεῖον, ἀρετῆς καὶ μνήμης ἄξιον, οὓς καὶ ἀνδριάσι στηλῶν ἐτίμησαν, ὡς ἀγαθόν τι πεπραχότας. Οἱ δὲ μετὰ ταῦτα ἄνθρωποι ἀγνοοῦντες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπάτορας καὶ ἀγαθῶν πραγμάτων ἐπινοητὰς ἐτίμησαν μνήμης μόνον χάριν, οὗτοι ὡς θεοὺς ἐτίμησαν, καὶ ἔθυον αὐτοῖς, καὶ οὐχ ὡς ἀνθρώπους θνητοὺς γενομένους· ὧν τὴν ἀσέβειαν Σολομῶν στηλιτεύει, φάσκων· Τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν εἰς σέβασμα ἐλογίσαντο. [] Σαφέστερον δὲ καὶ διεξοδικώτερον τὴν παράνοιαν τούτων καὶ ἀθεί̈αν ἐλέγχων ὁ μέγας Ἀθανάσιος τοιάδε φησί· Σαθρᾶς τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς διαγνώσεως. Οὔτε γὰρ τὸ κακὸν παρὰ Θεοῦ, οὔτε ἐν τῷ Θεῷ· οὔτε μὴ οὐσία τις ἔστιν, ἀλλ’ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας ἐπινοεῖν ἤρξαντο, καὶ ἅμα πράττειν τὰ οὐκ ὄντα καὶ ἅπερ ἐβούλοντο.
PG 110:101Ὥσπερ γὰρ ἄν τις, ἡλίου φαίνοντος, καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἐπινοεῖ, καὶ λοιπὸν ἐν σκότει πλανώμενος καὶ περιπατῶν προσκόπτει, 42 πολλάκις κατὰ μικρὸν ὑπάγει, νομίζων, μὴ εἶναι σκότος, ἀλλὰ φῶς, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμμύουσα τὸν νοητὸν ὀφθαλμὸν, δι’ οὗ τὸν Θεὸν ὁρᾷν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησε. Γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾷν τὸν Θεὸν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὐτὴ δὲ ἀντὶ τοῦ ἀφθάρτου Θεοῦ φθαρτὰ τὰ τοῦ σκότους ἔργα ἐπεζήτησε, καθὼς γέγραπται, ὅτι Ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ· αὐτὸς δὲ ἐπεζήτησε λογισμοὺς πολλούς. [] Ἐπεὶ οὖν ὥσπερ μανέντες οἱ ἄνθρωποι τὴν οὐκ οὖσαν κακίαν ἐπενόησαν, οὕτω καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. Ὡς γὰρ πάλιν εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέπει τὸ φῶς μήτε τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα καὶ τὴν τοῦ ὕδατος ἐπίχυσιν, μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζει μηδὲν εἶναι πλέον ἐκείνων·
οὕτω δὴ καὶ οἱ πάλαι τῶν ἀνθρώπων καταδύντες εἰς τὰς τῆς σαρκὸς ἐπιθυμίας καὶ φαντασίας, κἀντεῦθεν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ ἐννοίας τε καὶ δόξης, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Καὶ ὥσπερ, κατὰ τὸ λεχθὲν παράδειγμα, οἱ εἰς βυθὸν καταδυόμενοι, ὅσον ἐπικαταβαίνουσι, τοσούτῳ μᾶλλον τὰ σκοτεινότερα καὶ βαθύτατα βλέπουσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος. Οὐ γὰρ ἁπλῆν ἔσχε τὴν πλάνην καὶ τὴν εἰδωλολατρίαν, οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις διέμειναν· ἀλλ’ ὅσον τοῖς προτέροις ἐνεχείριζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον τὰς δεισιδαιμονίας, μηδὲν ἄκορον τῶν πρώτων κακῶν λαμβάνοντες. [] Ἐπικαταβαίνοντες γὰρ λοιπὸν ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι, οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις τὴν τοῦ Θεοῦ τιμήν τε καὶ δόξαν ἀνέθησαν. Εἶτα πάλιν τοῖς σκοτεινοῖς λογισμοῖς ἐπικαταβαίνοντες, αἰθέρα καὶ ἀέρα καὶ τὰ ἐν τῷ ἀέρι θεοὺς προσηγόρευσαν. Προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τοῦ σώματος ἡμῶν συστάσεως, τὴν θερμὴν καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν.
PG 110:103[] Οἱ δέ γε τελειότεροι τὴν ἀσέβειαν καὶ ἀνθρώπους τοὺς μὲν ἔτι 43 ζῶντας, τοὺς δὲ καὶ μετὰ θάνατον θεοὺς ἐκάλεσαν. [] Καὶ οὐ μόνον εἰς ἀνθρώπους καὶ κτήνη καὶ ἑρπετὰ, χερσαῖά τε καὶ ἔνυδρα, τὴν τοῦ Θεοῦ προσηγορίαν μετήγαγον, ἀλλὰ καὶ εἰς τὰ μηδ’ ὅλως ὄντα ἣ φαινόμενα τὴν αὐτὴν δυσσέβειαν ἐξωκείλαντες ἐπεδείξαντο· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀνόμοια τῇ φύσει ἐνειράντες ὡς θεοὺς ἐδόξασαν. Οἷοί εἰσιν οἱ παρ’ Αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι [καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ Λίβυσι κριοκέφαλος], καὶ παρὰ τοῖς μυθίοις τὰ λεγόμενα πλάσματα, ἡ Σκύλλα καὶ ἡ Χάρυβδις καὶ ἱπποκένταυρος, καὶ τραγέλαφος, ἐπιτείνοντες τὴν ἀσέβειαν, καὶ τὴν ἡδονήν τε καὶ ἐπιθυμίαν θεοποιήσαντες, ἣν δὴ καὶ Ἀφροδίτην καλέσαντες προσεκύνησαν. [] Καὶ μέντοι καὶ τοὺς παρ’ αὐτῶν ἄρχοντας διὰ τιμὴν τῶν ἀρξάντων ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος ὡς θεοὺς ἐτίμησαν· ὥσπερ ὁ ἐν Κρήτῃ Ζεὺς τετίμηται, καὶ ὁ ἐν Ἀρκαδίᾳ Ἑρμῆς, καὶ ὁ ἐν Ἰνδίᾳ Διόνυσος, καὶ ἡ ἐν Αἰγύπτῳ Ἴσις καὶ Ὄσιρις, καὶ ὁ νῦν Ἀδριανοῦ τοῦ Ῥωμαίων βασιλέως παῖς Ἀντίνοος.
Ἐπιδημήσας γὰρ [Ἀδριανὸς] ἐν Αἰγύπτῳ καὶ τελευτήσαντα ἰδὼν τὸν τῆς ἡδονῆς ὑπηρέτην Ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι τοῦτον, ἅτε δὴ καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς, δι’ ὑπερβάλλουσαν ἀσέβειάν τε καὶ οἰστρηλασίαν. Καὶ γὰρ οἱ παρ’ Ἕλλησι διαβεβοημένοι θεοὶ, Ζεύς τε καὶ Ποσειδῶν καὶ Ἀπόλλων καὶ Ἥφαιστος καὶ Ἑρμῆς, καὶ ἐν θηλείαις Ἥρη καὶ Δήμητρα καὶ Ἀθηνᾶ καὶ Ἄρτεμις διαταγαῖς ἐκρίθησαν θεοποιεῖσθαι. [] Διὸ δὴ ταύτας καὶ εἰδωλομανίας καὶ ἐφευρέσεις ἡ θεία Γραφὴ θριαμβεύουσα οὕτω φάσκει· Ἀρχὴ πονηρίας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. Οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. Κενοδοξίᾳ δὲ ἀνθρώπων εἰσῆλθεν εἰς τὸν κόσμον. Διὰ τοῦτο καὶ σύντομον αὐτῶν ἐπενοήθη τὸ τέλος. Ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ, τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας τόν ποτε νεκρὸν ἄνθρωπον νῦν ὡς ζῶντα ἐτίμησε καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς.
Εἶτα χρόνῳ κρατηθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος διεφυλάχθη καὶ 44 τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά. Καὶ τοῦτο γέγονε τῷ βίῳ ὡς ἔνεδρον, ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν. [] Εἶτα τοίνυν καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις ποιηταί τε καὶ συγγραφεῖς οὐχ ἁπλῶς εἶναι θεοὺς μόνον ἔγραψαν, ἀλλὰ μὴν καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχόν τε ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀνέγραψαν. Καὶ γὰρ τοὺς ἀκολάστους ἔρωτας καὶ ἀσελγείας τοῦ Διὸς καὶ παιδοφθορίας καὶ τῶν ἄλλων ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν, καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας οὐδέτερον, καὶ ἑαυτοὺς ἐλέγχουσιν, ὡς οὐ μόνον περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ σεμνῶν ἀνθρώπων. Ἐκ μὲν γὰρ Διὸς τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν, ἐκ δὲ Ἀφροδίτης τὴν πορνείαν· καὶ ἐκ μὲν Ῥέας τὴν ἀσέλγειαν· ἐκ δὲ Ἄρεως τοὺς φόνους, ἐκ Διονύσου τὴν οἰνοφλυγίαν καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτά φασι τὴν ἀρχὴν εἰληφέναι. Ἀλλ’ οὐκ ἄδηλον τοῖς νοῦν ἔχουσιν, ὅτι παρὰ γνώμην εἰρήκασι τὰ τούτων πάθη καὶ τὰς αἰσχίστας πράξεις.
PG 110:105Ἐπειδὴ γὰρ τὴν τοῦ Θεοῦ ἀκοινώνητον προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσιν θεοῖς, ἀλλ’ ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι, τούτου χάριν καὶ ἄκοντες ἀπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων παθήματα πρὸς ἔλεγχον τοῦ μὴ θεοὺς αὐτοὺς εἶναι, ἀλλ’ ἐμπαθεῖς ἀνθρώπους. Ἀλλὰ φασὶν οἱ τῇ πλάνῃ δεδουλωμένοι· Διὰ τοῦτο θεοὺς αὐτοὺς ἡγούμεθα, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι. Ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐξευρηκέναι, Ποσειδῶν δὲ κυβερνητικὴν, Ἥφαιστος μὲν τὴν χαλκευτικὴν, Ἀσκληπιὸς δὲ τὴν ἰατρικὴν, καὶ Ἀπόλλων τὴν μουσικὴν, καὶ Ἀθηνᾶ μὲν τὴν ὑφαντικὴν, Ἄρτεμις δὲ τὴν κυνηγητικὴν, καὶ Ἥρα μὲν στολισμὸν, Δημήτηρ δὲ γεωργίαν καὶ ἄλλοι ἄλλας. [ ) Οὐκοῦν εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι, δέον καὶ τοὺς 45 τῶν ἄλλων τεχνῶν εὑρετὰς οὕτως ὀνομάζεσθαι; Γράμματα μὲν γὰρ Φοίνικες εὗρον, ποίησιν δὲ ἡρωϊκὴν Ὅμηρος, καὶ διαλεκτικὴν μὲν Ζήνων ὁ Ἐλεάτης, ῥητορικὴν δὲ Κόραξ ὁ Συρακούσιος, καὶ μελισσῶν μὲν καρπὸν ὁ Ἀριστοτέλης, σίτου δὲ σπόρον καὶ κριθῆς Τριπτόλεμος·

Chapter VCaput V

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ νόμους μὲν Λυκοῦργος ὁ Σπαρτιάτης καὶ Σόλων ὁ Ἀθηναῖος, τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμὸν καὶ μέτρα καὶ σταθμία Παλαμήδης ἐφεῦρε, καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἐπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν. [] Ἀλλ’ εὔδηλος ἡ τούτων παράνοια, ὅτιπερ οὐ μόνον ἀνθρώποις φθαρτοῖς προσῆψαν τὴν τοῦ Θεοῦ τιμὴν καὶ δόξαν, ἀλλὰ καὶ πετεινοῖς, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τὴν ποικιλίαν τῶν παθῶν αὐτῶν καὶ μανιώδη λύσσαν. [] Περὶ ὧν φησιν ὁ Ἀπόστολος· Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθος ἀτιμίας. [] Καὶ ὅλως τῶν ἐν εἰδώλοις μανέντων πάντων διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία, καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται. Καὶ εἰκότως· τοῦτο γὰρ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς αὐτῶν ἀθεότητος· διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ χώραν θεῶν, τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου θεὸν ἀναιροῦντος, οἱ πάντες ἀναιροῦνται·
PG 110:107καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ τῶν παρ’ ἄλλων λεγομένων θεῶν γίνονται σπονδαὶ καὶ θυσίαι. Αἰγύπτιοι μὲν τὸν Ἆπιν βοῦν μόσχον ὄντα σέβουσι καὶ τὸν Μενδήσιον τράγον, τούτους δὲ ἄλλοι τῷ Διὶ̈ θύουσιν. Λίβυες δὲ προβατοθεοποιοῦντες, καὶ τοῦτο παρ’ ἑτέρων εἰς θυσίαν σφάττεται. Ἰνδοὶ δὲ τὸν Διόνυσον θρησκεύουσι, συμβολικῶς αὐτὸν οἶνον ὀνομάζοντες. Καὶ ἄλλοι τοῦτον σπένδουσι, ἕτεροι δὲ ποταμοὺς καὶ πηγάς· καὶ πάντων μᾶλλον Αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι καὶ θεὸν ἀνηγόρευσαν. [] Ἐν οἷς καὶ τοσοῦτον ὑπερεπλεόνασεν ἡ εἰδωλομανία παρὰ τὰ ἔθνη πάντα, ὡς οὐ μόνον βόας τε καὶ τράγους καὶ κύνας καὶ πιθήκους θεραπεῦσαι, ἀλλὰ 46 καὶ σκόροδα καὶ κρόμυα καὶ πολλὰ τῶν εὐτελῶν λαχάνων θεοὺς ὀνομάσαι καὶ προσκυνῆσαι διὰ τὸν πλοῦτον τῆς ἀσεβείας. Καὶ τὸ μὲν ὕδωρ τοῦ Νείλου ἐσέβοντο ὡς τὴν χώραν [β) αὐτῶν ἀρδεῦον· τὸν δὲ βοῦν ἐθεοποίουν ὡς τὴν γεωργίαν ἐπιτελοῦντα καὶ τὴν τροφὴν πορίζοντα, τὸν δὲ τράγον καὶ τὰ πρόβατα διὰ τὴν ἐξ αὐτῶν χρῆσιν·
τὰ δὲ λοιπὰ βδελύγματα, κύνας τε καὶ πιθήκους καὶ κνώδαλα καὶ τὴν λοιπὴν ἀπρέπειαν τῶν ζώων τε καὶ λαχάνων ἐθεράπευον, καθότι πρόφασις αὐτοῖς αἱ περὶ ταῦτα χρεῖαι γεγόνασι, δῆθεν αἴτια σωτηρίας ἐν τῷ καιρῷ τῆς τοῦ Φαραὼ πανολεθρίας. Ἡνίκα γὰρ ἐκεῖνος τὸν Ἰσραὴλ διώκων κατεποντίσθη, ἕκαστος περὶ ᾧ ἀπησχολίσθη, μὴ ἐξακολουθήσας τῷ Φαραῷ καὶ περισωθεὶς, τοῦτο ἐθεοποίησε λέγων· Θεός μου γέγονας σήμερον μάλιστα, δι’ οὗ καὶ σωθεὶς οὐ συναπωλόμην τῷ Φαραῷ, κωλυθεὶς διὰ τῆς τούτου προνοίας. [] Ὑπὲρ χρόνον δὲ τοίνυν καὶ κατὰ περίοδόν τινα τοῖς Αἰγυπτίοις ἐγεννᾶτο βοῦς ἔχων σημεῖά τινα περὶ τὴν γλῶσσαν καὶ τὴν κέρκον, ἐξ ὧν ἐγνωρίζετο, ὅτι Ἆπίς ἐστιν, ἤγουν θεὸς, ὅθεν καὶ ἑορτὴν ἐποίουν, ὡς θεοῦ αὐτοῖς ἐνδημήσαντος, καὶ παρατιθέασι τῷ βοὶ̈ πανδαισίαν ἐν τῇ φάτνῃ πολλὴν, ὡς ἂν εἰ εὐωχοῦντες τὸν θεὸν αὐτῶν. Ὡσαύτως δὲ καὶ τὸν τράγον σεβόμενοι Μένδην λεγόμενον καὶ κατὰ τὴν ἑαυτῶν γλῶσσαν ὡς ἀνακείμενον ἔφασκον τῇ γονίμῳ δυνάμει, οὗτινος τράγου καὶ ἱερὸν ὑπῆρχεν ἐν ᾧ ἦν τραγοσκελὴς ὄρθιον τὸ αἰδοῖον ἔχων.

Caput XL

PG 110:109Ἔτι μὴν καὶ τοὺς κροκοδείλους, καὶ τοὺς ὄφεις, καὶ τοὺς αἰλούρους, καὶ τοὺς ἰχθύας τιμῶντες, ἐξ ἀλόγου τιμῆς ἀτιμίαν ἑαυτοῖς περιποιοῦνται. [] Ἤδη δέ τινες εἰς τοσαύτην ἀσθένειαν καὶ παραφροσύνην ἐξήχθησαν, ὡς καὶ ἀνθρώπους τοῖς παρ’ αὐτῶν ψευδοθέοις κατασφάττειν καὶ εἰς θυσίαν προσάγειν. [] Ὅθεν προασφαλιζόμενος ἄνωθεν ὁ θεῖος λόγος τὸν ἐκ τοιαύτης· πλάνης ἀπαλλαγέντα λαὸν ἔφασκεν· Οὐ ποιήσῃς σεαυτῷ εἴδωλον οὐδὲ πᾶν ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ οὐ προσκυνήσῃς αὐτοῖς, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς. Ὡς οὖν διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος, εἰκότως 47 εἶπεν· Οὐ ποιήσῃς σεαυτῷ εἴδωλον οὐδὲ ὁμοίωμα· τὸ μὲν γὰρ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δὲ ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα. Ἐπειδὴ τοίνυν Ἕλληνες ἀναπλάττουσι τὰς οὐχ ὑφεστώσας μορφὰς, Σφίγγας, καὶ Τρίτωνας, καὶ Κενταύρους, καὶ Αἰγύπτιοι Κυνοπρόσωπον καὶ Βουκέφαλον, εἴδωλα καλεῖ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου, σελήνης, ἄστρων, ἀνθρώπων, θηρίων, ἑρπετῶν καὶ τῶν τοιούτοις παραπλησίων·

Chapter VICaput VI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τούτοις δὲ κελεύων μὴ προσκυνεῖν μηδὲ λατρεύειν, οὐχ ἁπλῶς ἀπαγορεύει [] ἀμφότερα· ἀλλ’ ἐπειδὴ σημαίνει τινὰς προσκυνῆσαι μὲν ἀμφότερα διὰ φόβον ἀνθρώπινον, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχὴν, ἐδίδαξεν ὡς ἑκάτερον ἀσεβὲς καὶ θεοστυγὲς καὶ λίαν ἀπόβλητον. Ε. Περὶ τῶν τεσσάρων στοιχείων. Διὰ δὴ τοῦτο πάλιν, ἵνα μή τινες ὡς οὗτοι, τῷ κάλλει τῶν κτισμάτων ἀποβλέψαντες, οὐχ ὡς ἔργον Θεοῦ, ἀλλ’ ὡς θεοὺς τιμήσωσιν, εἰσάγει προσφόρως ἡ Γραφὴ λέγουσα· Καὶ μὴ ἀναβλέψῃς τοῖς ὀφθαλμοῖς ἰδεῖν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, (καὶ) πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσιν, ἀπένειμε δὲ οὐχὶ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς ταῦτα, ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν πάντων δημιουργὸν καὶ Κύριον· ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, καὶ τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελεῖ τὸ στερέωμα, καθὰ γέγραπται.
PG 110:111[] Ὁ μὲν οὖν κτίστης Θεὸς τέλειός ἐστι καὶ προτέλειος, ἀνενδεὴς κατὰ πάντα τρόπον· τὰ δὲ κτίσματα λαβών τις, οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον καὶ σελήνην, γῆν τε αὖ καὶ ἄστρα καὶ τὴν θερμὴν καὶ τὴν ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν, διαιρῶν ἀπὸ τῆς πρὸς 48 ἀλλήλας συναφείας, καὶ ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸν καὶ ἰδίᾳ θεωρήσειεν, εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ, ἀλλὰ τῆς ἀλλήλων χρείας ἐπιδεόμενα καὶ ταῖς παρ’ ἀλλήλων ἐπικουρίαις συνιστάμενα· ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ περιστρέφεται καὶ ἐμπεριέχεται, καὶ σκότος ἄνευ τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ ἄστρα μαρτυροῦσι τὴν παρὰ ἡλίου γενομένην αὐτοῖς φωταυγίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας οὐκ ἂν ἐπὶ τῆς γῆς καταβαίνουσιν· ἀλλ’ οὐδὲν ἔφυ χωρὶς τοῦ ἀέρος, καὶ ὁ ἀὴρ οὐχ ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται, ὑπὸ δὲ ἡλίου καταλαμπόμενος λαμπρύνεται. Καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐχ ὑφ’ ἑαυτῆς ἐρήρεισται·
ἀλλ’ ἐπὶ μὲν τῆς τῶν ὑδάτων οὐσίας συνέστηκεν, ἐμπεριέχεται δὲ καὶ αὐτὴ κατὰ τὸ μέσον τοῦ παντὸς συνδεθεῖσα, ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιῤῥέων σύμπασαν τὴν γῆν μέγας Ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται ὅπου δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήξῃ βία. Καὶ αὖ πάλιν οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος, ἐν αὐτῷ τῷ ἀέρι συνίστανται, καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσιν. [] Περὶ γὰρ τῶν δ στοιχείων, ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχρὰν, ξηράν τε καὶ ὑγράν οὐσίαν, τίς ἂν [] οὐκ οἶδεν, ὡς ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται, διαιρούμενα δὲ καθ’ ἑαυτὰ γινόμενα λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά; Τὸ γὰρ θερμὸν ὑπὸ τοῦ ψυχροῦ ἀναιρεῖται, καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ ἀφανίζεται, καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ ξηραίνεται· Πῶς οὖν ταῦτ’ ἂν εἶεν θεοὶ, δεόμενα τῆς παρ’ ἑτέρων ἐπικουρίας καὶ ἀλλήλοις μαχόμενα, καὶ θεοὺς ἀναγορεύειν ἄξιον;

Caput XLI - XLII

Πῶς δὲ πάλιν οἱ τὴν κτίσιν θεοποιοῦντες οὐχ ὁρῶσιν ἥλιον μὲν ὑπὸ τὴν γῆν γινόμενον, καὶ τὸ φῶς αὐτοῦ μὴ ὁρᾶσθαι ὑπ’ αὐτοῦ συγχωρούμενον; σελήνην δὲ ἥλιος κρύπτει μεθ’ ἡμέραν τῇ τοῦ φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς 49 καρποὺς χάλαζα πολλάκις βλάπτει, τὸ δὲ πῦρ, πλημμυροῦντος ὕδατος, σβέννυται; εἴπερ ἦσαν θεοὶ, ἔδει τούτους μηδ’ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι, ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν. Ὅθεν εἰκότως οὔτε ἥλιος, οὔτε σελήνη, οὔτε μὴν ἄλλο τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον οὔτε τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα, οὐδ’ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι Ζεὺς καὶ Ἀπόλλων, καὶ οἱ λοιποὶ εἶεν ἀληθῶς θεοὶ, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς εἰσι, τὰ δὲ ἄψυχα τυγχάνει, τὰ δὲ μόνον ἄνθρωποι θνητοὶ γεγόνασιν ἢ ὑπάρχουσιν.
PG 110:113[] Εἰ τοίνυν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ἀποδέδεικται, ἀνάγκη πᾶσα, τούτων ἀναιρουμένων, παρ’ ἡμῖν εἶναι λοιπὸν τὴν θεοσέβειαν καὶ τὸν παρ’ ἡμῖν [προσκυνούμενον καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι Θεὸν ἀληθινὸν καὶ πάσης κτίσεως] δημιουργὸν, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ λατρευόμενον, ὃς καὶ καθόλου τοὺς ἀνθρώπους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀπάγων, καὶ πρὸς τὴν ἑαυτοῦ θείαν γνῶσιν ἐπανάγων. Αὖθίς φησι· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, καὶ, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· καὶ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. [] Οὕτως οὖν τῇ ἑαυτοῦ σοφίᾳ καὶ δυνάμει πάντα συνέχων καὶ τὰς ἀρχὰς διαφυλάττων πάσης αἰσθητῆς οὐσίας, ἅπερ εἰσὶ θερμὰ, καὶ ψυχρὰ, καὶ ξηρὰ, καὶ ὑγρὰ, εἰς ἓν συγκεραννύων σύμφωνα, ἀποτελοῦσιν ἁρμονίαν·

Caput XLIII

καὶ οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ ἀντιτάσσεται, ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα, τὰ ἐναντία συνελθόντα τε καὶ φαινόμενα ζωογονοῦσι καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται, καὶ οὕτως αὐτῷ πάντα πειθόμενα, τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς συνίσταται. Καὶ ἡ μὲν θάλασσα πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς, ὑπείκουσα τῷ θείῳ προστάγματι. [] Τὴν δέ γε δημιουργίαν τοῦ κόσμου καὶ τὴν πᾶσαν κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ 50 ὡς ἕκαστος αὐτῶν ἠθέλησεν, οὕτω καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως καὶ ὡς ἔτυχε τὰ πάντα γεγενῆσθαι λέγουσιν, ἐξ ὧν εἰσιν οἱ Ἐπικούρειοι καὶ τὴν τῶν ὅλων πρόνοιαν πε [α) ρὶ αὐτῶν οὐκ εἶναι μυθολογοῦσιν· οἱ δὲ, ἐν οἷς ἐστι καὶ ὁ περιβόητος οὗτος Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν Θεὸν τὰ πάντα διηγοῦνται, 4. Περὶ μαγείας καὶ γοητείας. Οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερβάντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασιν.
PG 110:115Πόλεις γὰρ κατὰ πόλεων ἐπολέμουν, ἔθνη κατὰ ἐθνῶν ἠγείροντο, καὶ διῄρητο πᾶσα ἡ οἰκουμένη εἰς μάχην, ἕκαστος φιλονεικοῦντες ἐν τῷ παρανομεῖν καὶ πράττειν ἄθεσμα πρὸς λύπην Θεοῦ καὶ θεραπείαν τοῦ διαβόλου. Τοσοῦτον γὰρ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον καὶ θεοὺς αὐτοὺς ἀνηγόρευον καὶ θυσίας αὐτοῖς διὰ ἀλόγων ζώων καὶ ἀνθρώπων σφαγὰς προσήγαγον, ὡς εἴρηται. [] Διὸ καὶ μαγεῖαι παρ’ αὐτοῖς ἐδιδάσκοντο, καὶ μαντεῖαι καὶ φαρμακεῖαι, καὶ μέντοι καὶ τὴν γένεσιν αὐτῶν καὶ τὴν αἰτίαν πάσης πολιτείας τε καὶ συμβάσεως τύχῃ καὶ ἄστροις ἀνετίθουν, μηδὲν τῶν φαινομένων πλέον λογιζόμενοι. Καὶ ὅλως ἦν πάντα παρανομίας καὶ ἀσεβείας ἔμπλεα, καὶ πανταχοῦ τῆς ἀπάτης τῶν μάντεων ἐπεπλήρωτο. [] Καὶ γὰρ τὰ ἐν Δελφοῖς καὶ τὰ ἐν Δοδώνῃ, καὶ τὰ ἐν Βοιωτίᾳ καὶ Λυκίᾳ, καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καλαυρίοις μαντεύμασιν· ἡ Πυθία ἐθαυμάζοντο μὲν τότε ὑπὸ τῶν ἀνθρώπων τῇ φαντασίᾳ, Νῦν δὲ, ἀφ’ οὗ Χριστὸς, ὁ Θεὸς Λόγος, ἡ τοῦ Θεοῦ σοφία καὶ δύναμις καταγγέλλεται, πέπαυται ταῦτα καὶ ἡ τούτων δαιμονιώδης μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος.
Καὶ πάλαι μὲν ἐφαντασιοσκόπουν δαίμονες τοὺς ἀνθρώπους, προκαταλαμβάνοντες πηγὰς, ἢ ποταμοὺς, ἢ Ξύλα ἢ λίθους, καὶ οὕτω ταῖς μαγείαις ἔπληττον τοὺς ἄφρονας· νῦν δὲ, τῆς θείας ἐπιφανείας τοῦ Θεοῦ Λόγου γενομένης, ἠφάνισται τούτων ἡ φαντασία. [] Καὶ πάλαι μὲν τοὺς 51 παρὰ ποιηταῖς λεγομένους θεοὺς Δία, καὶ Κρόνον, καὶ Ἀπόλλωνα, καὶ ἥρωας, νομίζοντες οἱ ἄνθρωποι θεοὺς ὑπάρχειν, ἐπλανῶντο σέβοντες· καὶ μέντοι καὶ ἀλληγορικῶς τινας αὐτῶν ἐκλαμβάνοντες προσεκύνουν, οἷον τὸν Ποσειδῶνα ὕδωρ, καὶ τὸν Ἥφαιστον πῦρ, καὶ τὴν Ἥραν ἀέρα, καὶ τὴν Δήμητραν γῆν καὶ καρποὺς, καὶ Δία ὑετόν. Ἀντὶ μὲν ἐκείνοις ἐγνώσθησαν ἄνθρωποι θνητοί· μόνος δὲ Χριστὸς ἐν ἀνθρώποις ἐπεγνώσθη Θεὸς ἀληθινὸς, ἀληθινοῦ Θεοῦ Θεὸς Λόγος. [] Οἱ τοίνυν ποιηταὶ εἰρήκασιν, ὅτι Ζεύς ἐστιν ὁ ὕων· ἀλλ’ οἱ αὐτοὶ πάλιν εἶπον, ὅτι μοιχός ἐστι, καὶ παιδοφθόρος, καὶ πατραλῴας καὶ ἕτερα τούτων οὐκ ἔλαττον ἐγκλήματα· ἀλλ’ οὐκ ἔστι, φημὶ, ἀληθῶς, οὐκοῦν οὐδὲ τὸ ὕειν. Εἰ γὰρ ταῦτα δέχῃ, κἀκεῖνά σε ἀνάγκη δέξασθαι· εἰ δὲ ἐκεῖνα ἐκβάλλεις, καὶ ταῦτα μετ’ ἐκείνων.
[] Εἰ δὲ ἀφεὶς τοὺς ποιητὰς ὡς πλαστολόγους, καὶ ἐπὶ τὰς ἀλληγορίας δράμοις, ἐκεῖνό σε ἐρήσομαι, τί ποτέ ἐστιν ὁ Ζεὺς, ἡ ζέουσα, φημὶ, οὐσία καὶ τὸ ὑπὲρ τὸν ἀέρα ὄμβρος, ὃ αἰθὴρ λέγεται παρὰ τὸ ζέον καὶ καῖον. Οὐκοῦν οὐκ ἔστι λογική τις καὶ διακριτικὴ, ἀλλὰ ἄλογος· ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις ἄλογός ἐστι παντί που δῆλον. Εἰ γὰρ ἀήρ ἐστιν ὁ Ζεὺς, ἄλογός ἐστι καὶ ἀναίσθητος· κἀντεῦθεν ὁ μῦθος οἰχήσεται· ὁ γὰρ ἀὴρ οὔτε πατὴρ ἐγένετό τινος, οὔτε τινὰ ἔτεκεν οὐσίαν οἵαν ἀναπλάττουσιν οἱ μυθολόγοι καὶ μυθοπλάσται τὸν Ἥλιον, ὃν καὶ Ἀπόλλωνα καλοῦσιν, υἱὸν αὐτοῦ λέγουσιν εἶναι· οὔτε γὰρ ὁ ἥλιος λογισμὸν ἔχει, οὔτε διάνοιαν ἢ νοῦν, ἀλλὰ καὶ αὐτὸ φυσικόν ἐστι τὸ ἔργον, ἀγόμενον καὶ περιφερόμενον τῷ νόμῳ, ᾧ πάλαι τὴν ἀρχὴν αὐτῷ ἔταξεν ὁ Θεός· ἀλλὰ ὥστε οὐδὲ τὸ ὕειν τοῦ, αἰθέρος ἐστὶν, ἀλλὰ τῶν νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάσσης, ἢ ἄνωθεν φερομένων τῶν ναμάτων, ἢ τῶν ὑπὲρ τὸν οὐρανὸν ὑδάτων, ὡς ἡ ὄντως Ἀλήθεια διὰ τῶν θείων προφητῶν ἔφη.
PG 110:117[] Καὶ ὥσπερ οὖν ἡλίου φαίνοντος ἀπελαύνεται σκότος, οὕτως τῆς θείας ἐπιφανείας γενομένης, ἀπελήλατο τῆς εἰδωλομανίας τὸ σκότος, καὶ πᾶσα ἡ τῶν φιλοσόφων πιθανολογία μωρία καὶ φλυαρία φανερῶς ἀπεδείχθη, καθὼς γέγραπται. Περὶ μὲν γὰρ τῆς τῶν εἰδώλων ἄρδην καταλύσεως, Καὶ ἔσται, φησὶν, ἐν 52 ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος Σαβαὼθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔσται αὐτῶν ἔτι μνεία. Περὶ δὲ τῆς τῶν φιλοσόφων ματαιολογίας, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, καὶ, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. [] Καὶ πάλαι μὲν εἰδωλολατροῦντες Ἕλληνες καὶ βάρβαροι κατ’ ἀλλήλων ἐπολέμουν, ὡς εἴρηται, καὶ ὠμοὶ καὶ ἀπηνεῖς πρὸς τοὺς συγγενεῖς ἐτύγχανον· οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν ἄοπλον διαβῆναι διὰ τὴν πρὸς ἀλλήλους ἀκατάλλακτον μάχην· καὶ ἁπλῶς πᾶσα ἡ τούτων ζωὴ καὶ διαγωγὴ δι’ ὅπλων ἐγένετο, καὶ ξίφος ἦν αὐτοῖς διὰ βακτηρίας καὶ παντὸς βοηθήματος ἔρεισμα.

Chapter VIICaput VII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XLIV - XLVII

Νῦν δὲ, ὅτε εἰς τὴν τοῦ εἰρηνοποιοῦ Χριστοῦ διδασκαλίαν καταβεβήκασι, τότε δὴ παραδόξως τῷ ὄντι κατὰ διάνοιαν κατανυγέντες τὴν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκέτι πολέμια φρονοῦσιν, ἀλλὰ κατὰ δαιμόνων τὸν πόλεμον διὰ τῶν ἀρίστων τρόπων καὶ τῶν κατ’ ἀρετὴν πράξεων ἐτρέψαντο καὶ προδήλως ἀντιπαρετάξαντο. Περὶ ὧν καὶ γέγραπται, ὅτι Συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ τὰ ἑξῆς. [] Περὶ τούτων μέν τοι καὶ Θεοδώρητος τάδε φησίν· Εἰ τοίνυν Ἕλληνες ἀνέγνωσαν ἀκριβῶς τὰς Ἑλληνικὰς ἱστορίας, ἔγνωσαν δήπουθεν ὡς καὶ τὰς περιφανεῖς ἐπιστήμας καὶ τῶν τεχνῶν τὰς πλείστας παρ’ Ἐβραίοις ἐπαιδεύθησαν Ἕλληνες· γεωμετρίαν γὰρ Αἰγυπτίους εὑρηκέναι φασὶν, ἀστρολογία δὲ καὶ γενεθλιαλογία Χαλδαίων εὕρημα λέγεται, Ἄραβες δὲ καὶ Φρύγες οἰωνοσκοπίαν ἐπενόησαν εἶναι· καὶ πρῶτοι θύειν θεοῖς, Χαλδαῖοι δὲ ἐξεῦρον ἤτοι Κύπριοι, διαφοροῦνται γὰρ ἔθνος Περσικὸν ὑπάρχοντες [α)·
PG 110:119τὴν δὲ ἀστρονομίαν ἐφευρηκέναι πρῶτοι Βαβυλώνιοι διὰ Ζωροάστρου, ἐξ ὧν δεύτεροι παρειλήφασιν Αἰγύπτιοι, τὴν γεωμετρίαν ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες· καὶ εἶθ’ οὕτω γράψαντες, ἕτεροι μετέλαβον. [] Τὴν δὲ 53 μαγείαν καὶ γοητείαν καὶ φαρμακείαν Μῆδοι μὲν ἐφεῦρον καὶ Πέρσαι, διαφέρουσι δὲ πρὸς ἀλλήλους· ἡ μὲν γὰρ μαγεία ἐπίκλησίς ἐστι δαιμόνων, ἀγαθοποιῶν δῆθεν πρὸς ἀγαθοῦ σύστασίν τινος, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπίσματα δι’ ἀγαθῶν γεγόνασιν· ἡ δὲ γοητεία ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους τελουμένη ἐπὶ κακοῦ τινος σύστασιν· ὅθεν καὶ γοητεία κέκληται ἀπὸ τῶν γοῶν καὶ τῶν θρήνων τῶν περὶ τοὺς τάφους γινομένων· φαρμακεία δὲ ὅταν διά τινος σκευασίας θανατοφόρου πρὸς φίλτρον δοθῇ τινι διὰ στόματος. [] Ὁμοίως δὲ καὶ τῆς οἰωνικῆς τὸ μέν ἐστι ὀρνεοσκοπικὸν, τὸ δὲ οἰκοσκοπικὸν, τὸ δὲ ἐνόδιον, τὸ δὲ χειροσκοπικὸν, τὸ δὲ παλματαῖον. Καὶ ὀρνεοσκοπικὸν μέν ἐστι, ὅταν, πετομένου τοῦδε ἢ τοῦδε ὄρνιθος ἔμπροσθεν ἢ ὄπισθεν, ἢ δεξιὰ ἢ ἀριστερὰ νεύοντος, εἴπωσι· Τόδε ἢ τόδε συμβαίνει·
περὶ δὲ ἁλματικὸν τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον, οἷον ἐπάλθη ὁ δεξιὸς ἢ ὁ ἀριστερὸς ὀφθαλμὸς, ἢ ὁ ὦμος, ἢ μηρὸς, ἢ κνημὶς, ἢ κνισμὸς ἐν τῷ ποδὶ γέγονεν, ἢ πρὸς τὸ οὖς ἦχος ἐγένετο, Τὸ δὲ, φησὶ, συμβαίνει ἢ συμβήσεται· οἰκοσκοπικὸν δὲ, ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα εἴπῃ τις· Τόδε συμβαίνει· οἷον ἐν τῇ στέγῃ φανεῖ γαλῆ, ἢ ὄφις, ἢ μῦς, ἢ ἐκκενωθῇ ἔλαιον, ἢ μέλι, ἢ οἶνος, ἢ τέφρα, ἢ τρισμὸς γένηται ξύλου ἢ ἄλλο τι· Τόδε προμηνύει· ἐνόδιον δὲ, ὅταν ἐξηγήσεταί τις τὰ ἐν τῇ ὁδῷ ὑπαντῶντα λέγων· Ἐάν σοι ὑπαντήσει τοιοῦτος ἄνθρωπος ἢ τόδε βαστάζων, τόδε σοι συμβήσεται· χειροσκοπικὸν δὲ, ὅταν διὰ τῆς ἐκτάσεως τῶν χειρῶν διατεινόμενοι εἴπωσι· Τόδε αὐτῷ γενήσεται. [] Καὶ τὰ μὲν γράμματα Φοίνικας εὐρηκέναι φασὶν Ἕλληνες, καὶ τὸν Κάδμον ταῦτα πρὸς τὴν Ἐλλάδα κομίσαι, ἰατρικῆς δὲ τὸν Αἰγύπτιον Ἆπιν ἔλεξαν ἄρξαι καὶ τὸν Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην, ὧν πάντων Ἑβραῖοι προγενέστεροι. [] Οὕτω καὶ περὶ τῶν δογμάτων διαφερόμενοι διαφόρως ἐδογμάτισαν. Οἱ μὲν γὰρ τὰ ὁρώμενα γενητὰ, οἱ δὲ ἀγένητα καὶ ἐκ ταὐτομάτων γενέσθαι·
PG 110:121καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον ἔφασαν. Ἀναξαγόρας γὰρ καὶ Πυθαγόρας, εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων 54 αὐτόθι σοφοῖς προσομιλήσαντες, τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὥσπερ δὴ μετὰ ταῦτα καὶ Πλάτων ἐμυήθη μᾶλλον, καθὼς ἐν τοῖς Παραλλήλοις ἔφη Πλούταρχος. [] Οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τῶν ἄλλων τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν, καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἶσιν· ἅτε οὖν ὁρῶντες αὐτοὺς ἰόντας δρόμῳ καὶ θέοντας, θεοὺς αὐτοὺς ἐκ τοῦ θέειν ἀνηγόρευσάν τε καὶ ἔθυσαν. Καὶ τὸ μὲν πῦρ Ἥφαιστον, Δήμητραν δὲ τὴν γῆν, καὶ τὴν ὑγρὰν οὐσίαν Ὠκεανὸν ἐπέθεσαν· καὶ τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην καὶ Ἔρωτα κεκλήκασιν, Ἄρεα δὲ τὸν θυμὸν, καὶ τὴν μέθην Διόνυσον, τὴν δὲ κλοπὴν Ἑρμῆν, καὶ τὴν φρόνησιν Ἀθηνᾶν, καὶ πάλιν Ἥφαιστον τὰς τέχνας, ὡς πυρὶ συνεργὸν κεχρημένον· τοσοῦτον γὰρ ταῖς αἰσχραῖς ἐδουλώθησαν ἡδοναῖς, ὡς καὶ τὸν τράγον διὰ τὴν εἰς τὰς μίξεις μανίαν θεὸν ὁμολογῆσαι καὶ θῦσαι. Μενδήσιοι δὲ τοῦτον διαφερόντως ἐτίμησαν, ὡς καὶ τοῖς ἄλλοις ζώοις αἱ ἄλλαι πόλεις θεολογίας τινὰς ἀνέφερον.

Chapter VIIICaput VIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔσεβον δὲ καὶ Μεμφῖται τὸν ταῦρον, καὶ Λυκοπολῖται τὸν λύκον, καὶ Κυνοπολῖται τὸν κύνα, καὶ ἄλλοι τὸν αἴλουρον, καὶ ἕτεροι τὸν κροκόδειλον. [] Οὐκοῦν πρῶτοι θεοὺς ὠνόμασαν οἱ Αἰγύπτιοι καὶ Φοίνικες, ὑφ’ ὧν Ἕλληνες παρειλήφασιν ἥλιον καὶ σελήνην, ἀστέρας τε καὶ οὐρανὸν, καὶ γῆν, καὶ τὰ ἄλλα στοιχεῖα προσκυνήσαντες, ὡς θεοὺς ἐλάτρευσαν. Χρόνῳ δὲ ὕστερον καὶ τοὺς εὖ τι δεδρακότας ἢ ἐν πολέμοις ἀνδραγαθήσαντας ὡς τὸν Ἡρακλέα γενναῖον καὶ ἀνδρεῖον ἐθεοποίησαν Ἕλληνες, καὶ τὸν Ἀσκληπιὸν διὰ τὴν ἰατρικὴν ἐπιστήμην θεὸν τελευτήσαντα προσηγόρευσαν· καὶ οὐ μόνον τοὺς ἀγαθόν τι δράσαντας, ἀλλὰ καὶ τοὺς ἀσελγείαις καὶ μυσαραῖς πράξεσιν ἁλόντας ἄνδρας τε καὶ γυναῖκας ἐσεβάσθησαν καὶ ἐλάτρευσαν. Ζ. Περὶ τῶν θεοποιησάντων Ῥωμαίων. Ἐξ ὧν Ῥωμαῖοι μεμαθηκότες τοὺς ἰδίους βασιλεῖς μετὰ θάνατον ἐθεοποίησαν, καὶ οὐ μόνον τοὺς ἐννόμως βεβασιλευκότας καὶ 55 τοῦ δικαίου πεφροντικότας, ἀλλὰ καὶ τοὺς τυραννικῶς καὶ ἀδίκως τε καὶ παρανόμως τὴν ἀρχὴν ἰθύναντας.
Καὶ γὰρ Νέρωνα πᾶσαν ἰδέαν ἀκολασίας καὶ παρανομίας κατὰ κόρον μετεληλυθότα, καὶ Δομιτιανὸν, καὶ Κόμοδον καί γε ἄλλους μιαιφόνους καὶ λαγνιστάτους ἄνδρας τῷ τῶν σφετέρων θεῶν καταλόγῳ συνέταξαν. [] Οὐ μὴν δὲ, ἀλλὰ καὶ τοὺς παμπονήρους δαίμονας ἐθεοποίησαν, παρ’ ὧν καὶ τὰς γοητείας καὶ μαγγανείας μεμαθηκότες, πονηραῖς κακοτεχνίαις, θυσίαις καὶ τελεταῖς αὐτοὺς ἐτίμησαν, οὓς ἡμεῖς ἐκ διαμέτρου βδελυττόμεθα δικαίως ἄγαν ὡς θεομισεῖς καὶ τῆς αἰωνίου κολάσεως προξένους. Ἐπειδὴ δὲ καὶ δαιμόνων ἐμνήσθην, προὔργου οἶμαι καὶ περὶ τούτου, ἄγε δὴ δοξαζομένων παρὰ τῶν ἐλεεινῶν καὶ τοῦ ἀσβέστου πυρὸς ἀξίων διασαφῆσαι. Τὸν γὰρ τούτων ἄρχοντα Σατανᾶν τὰ θεῖα προσαγορεύουσι λόγια, δηλοῖ δὲ τοὔνομα τὸν ἀποστάτην κατὰ τὴν φωνὴν τῶν Ἑβραίων, ὀνομάζει δὲ αὐτὸν Διάβολον ὡς τὸν Θεὸν πρὸς τοὺς ἀνθρώπους συκοφαντοῦντα καὶ αὐτοῖς δὲ [α) τοῖς ἀνθρώποις ἔριν πρὸς ἀλλήλους καὶ μάχην ἐμβάλλοντα.
PG 110:123Τούτους ἡμεῖς οὐ πονηροὺς ἐξ ἀρχῆς παρὰ τοῦ Θεοῦ τῶν ὅλων δημιουργηθῆναι φαμὲν, οὐδὲ τοιάνδε ἕξιν λαχεῖν, ἀλλὰ τῇ παρατροπῇ τῆς γνώμης ἀπὸ τῶν ἀμεινόνων εἰς τὰ χείρονα πεσεῖν αὐθαιρέτως καὶ αὐτεξουσίως, καὶ τοῖς παρὰ τοῦ πεποιηκότος παρασχεθεῖσι οὐκ ἀρκεσθέντες, ἀλλὰ μειζόνως ὀρεχθέντες, εἰσδέξασθαι μὲν τοῦ τύφου τὸ πάθος, ἐκπεσεῖν δὲ τῆς ἀρχῆθεν δοθείσης τιμῆς· εἶτα κατὰ τῶν ἀνθρώπων ὡς εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι καὶ τὸν κατ’ αὐτῶν ἀναδέξασθαι πόλεμον· τὸν δὲ ποιητὴν τῇ μὲν τῶν ἁγίων ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τῶν ἀνθρώπων τὸ γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος ἀοράτως ἐπιὼν, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς διαφθείρῃ· τὴν δὲ ἀγωνιστικὴν οὐκ ἐκώλυε μάχην, ἵνα δείξῃ τοὺς ἀρίστους ἡ πάλη καὶ γένωνται ἀνδραγαθιῶν ἀρχέτυπα· οὗ δὴ εἵνεκα τὴν βιαίαν ἐκείνου προσβολὴν ὡς ὀλέθριον διακωλύσας τῇ τῶν ἀγγέλων φρουρᾷ, τῇ τῶν λογισμῶν συνεχώρησεν ἀγωνίᾳ, ὅπως τοὺς ἀξιονίκους ἀποφήνῃ ἀξίους τῶν στεφάνων, οὐκ αὐτὸς ἐκεῖνον εἰς ἀντιπάλου τάξιν ἀποκληρώσας, ἀλλ’ 56 εἰς δέον τῇ ἐκείνου πονηρίᾳ χρησάμενος, ὥσπερ οἱ ἰατροὶ ταῖς ἐχίδναις εἰς ἀπαλλαγὴν νοσημάτων.
[] Ἐπεὶ οὖν βαρβαροφώνους Ἕλληνες τοὺς ἀποστόλους καὶ ἡμᾶς ἀποκαλοῦσιν, ἴστωσαν ὡς καὶ ἡμῖν πάντες Ἕλληνες σκυθίζουσιν· τοῦτο γὰρ ὁ Παῦλος ἐδήλωσε φάσκων· Ἐὰν μὴ γνῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος· τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλλησιν Ἰλλύριοι, καὶ Παίονες, καὶ ἄλλοι βαρβαρίζειν δοκοῦσιν, οὕτως ἐκείνοις καὶ τοῖς τοιούτοις ὅσοι τῆς Ἑλλάδος καὶ τῆς Ἑλληνικῆς τεχνολογίας καὶ στωμυλίας ἐπαί̈ειν οὐ δύνανται, βάρβαροι δοκοῦσιν εἶναι. Ὅτι δὲ τὴν αὐτὴν ἔχει πᾶσα γλῶσσα διάνοιαν, μία γὰρ ἡ πάντων ἀνθρώπων φύσις, καὶ ἡ πεῖρα διδάσκαλος. Ἔστι γὰρ εὑρεῖν καὶ παρὰ τοῖς βαρβάροις τέχνας καὶ ἐπιστήμας καὶ τὰς ἐν πολέμοις ἀνδραγαθίας ἐκ περιουσίας, ἔνιοι δὲ τούτων καὶ σοφωτέραν τὴν Ἑλλήνων παιδείαν καὶ πολυλογίαν βραχυλογίᾳ νικῶντες. [] Τοῦτο γὰρ δὴ καὶ Πέρσαι μαρτυροῦσι καὶ οἱ παλαιοὶ συγγραφεῖς, καὶ εἴ τις νῦν πρεσβευτῶν ἢ στρατηγῶν ἢ ἐμπορίαν τινὰ μετιὼν συνεγένετο, καὶ πεπείρατο καλῶς τῆς ἐκείνων ἀγχινοίας καὶ πανουργίας. Φασὶ γὰρ αὐτοὺς ὀξέως νοεῖν τὰς τῶν λόγων πλοκάς τε καὶ κλοπὰς καὶ ἐπικρύψεις, καὶ ὀλίγα φθεγγομένους νικᾷν τοὺς προδιαλεγομένους·
PG 110:125καί γε ξυλλογιστικοὺς ἄγαν εἶναι διαβεβαιοῦνται, καὶ διαλύειν ἱκανοὺς τὰ παρ’ ἑτέρων πλεκόμενα ῥᾳδίως, καὶ παροιμίαις κεχρῆσθαι σοφωτάταις καὶ αἰνίγμασιν· οὐ γὰρ δήπου φιλοσοφικοῖς ἢ ῥητορικοῖς ἐνετρύφησαν λόγοις, ἀλλὰ τὴν φύσιν μόνην εἶχον διδάσκαλον. [] Τοὺς δὲ Γίνδεις καὶ τούτων πολλῷ σοφωτέρους λέγουσιν εἶναι καὶ ἐντρεχεστέρους. [] Καὶ [β) οἱ παρ’ ἡμῖν δὲ νομάδες καὶ πρόχωροι, τοὺς Ἰσμαηλίτας φημὶ, τοὺς ἐν ταῖς ἐρήμοις βιοτεύοντας καὶ μηδὲν τῶν Ἑλληνικῶν ξυγγραμμάτων ἐπισταμένους, ἀγχινοίᾳ πολλῇ, συνέσει τε καὶ πολυπειρίᾳ κοσμοῦνται, καὶ διάνοιαν ἔχουσι καὶ πανουργίαν ὀξυτάτην, ὅτι μάλιστα ξυνιδεῖν τἀληθὲς δυνάμενοι καὶ διελέγξαι τὸ ψεῦδος καὶ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. [] Περὶ δὲ τῶν Αἰγυπτίων περιττὸν οἶμαι λέγειν· καὶ γὰρ αὐτοὶ τῶν φιλοσόφων οἱ πρῶτοι κρείττους εἶναι τούτους ἔφασαν 57 τῶν ὀνομαστοτάτων γεγενημένων παρ’ Ἕλλησιν. [] Ῥωμαῖοι δὲ καὶ ποιητὰς ἔσχον καὶ συγγραφέας καὶ ῥήτορας, ὡς φασὶν οἱ ταύτην κἀκείνην ἠσκημένοι τὴν γλῶτταν·

Caput LX

καὶ πυκνότερα καὶ δεινότερα τῶν Ἑλληνικῶν εἶναι τὰ τούτων ἐνθυμήματα καὶ συντομωτέρας ἅμα καὶ βαθυτέρας τὰς γνῶμας. [] Ταῦτα λέγων, οὐ τὴν Ἑλλάδα σμικρύνων φωνὴν, οὐδὲ ἐναντία γε αὐτῇ παραδείγματα παρέχων, ἀλλὰ τῶν ἐπὶ ταύτῃ μεγαλαυχούντων συστέλλων τὴν γνάθον καὶ τὴν ὀφρὺν κατασπῶν, καὶ διδάσκων μὴ κωμῳδεῖν γλῶςσαν ἀληθείᾳ λαμπρυνομένην, μηδὲ βρενθύεσθαι μὲν ἐπὶ λόγοις κομψοτικῇ τέχνῃ πεποικιλμένοις, ἀλλὰ τῇ ἀληθείᾳ γεγυμνασμένοις. Η. Περὶ Πλάτωνος τοῦ φιλοσόφου. Καὶ γὰρ ἐντεῦθεν οἱ μὲν ἄτομά τε καὶ ἀμερῆ σώματα προσηγόρευσαν διὰ τὸ ἀπαθὲς ἢ σμικρὸν ἄγαν, ἅτε μὴν νῦν τομὴν καὶ διαίρεσιν δέξασθαι μὴ δυνάμενον. Οὕτω γὰρ καλοῦσιν ἐκεῖνοι τὰ λεπτότατα καὶ σμικρότατα σώματα, ἃ διὰ τῶν φωταγωγῶν εἰσβάλλων ὁ ἥλιος, δείκνυσιν ἑαυτὸν ἄνω καὶ κάτω παλλόμενον. Οἱ δὲ τύχην καὶ εἱμαρμένην ἐδόξασαν· καὶ τὴν μὲν εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι καὶ τῆς ὕλης κινητικὴν, τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν ἔφη κατὰ συμβεβηκὸς γινομένην ἢ ξύμπτωμα φύσεως ἢ προαιρέσεως. [] Καὶ γοῦν Δημόκριτος περὶ τούτου οὕτως εἶπεν·
Καὶ γὰρ τὰ μὲν ἐκ Θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρμένης καὶ τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων, καὶ προδήλως φερομένων, ἄνω καὶ κάτω παλλομένων καὶ περιπλεκομένων τε καὶ διισταμένων καὶ περιφερομένων ἐξ ἀνάγκης, ἀφ’ ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν, καὶ ὑγίειαν, καὶ νόσον, καὶ δουλείαν, [καὶ] ἐλευθερίαν, καὶ πόλεμον, καὶ εἰρήνην διανέμειν, ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφη. [] Καὶ πρὸς ἀλλήλους ἄλλας δοξάζονται ἀντιπαρατάξαντες διὰ τὸ ἀσύμφωνον καὶ ἀκατάλληλον 58 τῶν τηνικαῦτα δογμάτων καὶ πρὸς τὰς ἀλλήλων μαχεσάμενοι δόξας, εἰκότως καταλελύκασιν ὡς ψευδεπιπλάστους· ἐπειδὴ τὸ μὲν ψεῦδος οὐ μόνον τῇ ἀληθείᾳ πολέμιον, ἀλλὰ καὶ αὐτὸ αὐτοῦ πέφυκεν, ἡ δὲ ἀλήθεια ξύμφωνον ἑαυτῇ, καὶ μόνον ἔχουσα τὸ ψεῦδος ἀντικείμενον. Ὅθεν οἱ μὲν αὐτοκράτορα τὸν νοῦν εἶπον εἶναι καὶ ἄγαν δύνασθαι [α) κατ’ ἐξουσίαν τὰ πάθη θεραπεύειν, οἱ δὲ ἀνάγκης αὐτὸν καὶ εἱμαρμένης ἀπέφηναν δοῦλον· καὶ [ἐκ] τῆς τοῦ οὐρανοῦ περιδινήσεως καὶ τῆς τῶν ἄστρων ξυνόδου τὰς τούτου πράξεις καὶ ἐνεργείας ἠρτῆσθαι.

Caput LXI

PG 110:127[] Ὁ δέ γε Πλάτων τὴν ἐναντίαν τούτου περὶ ψυχῆς ἐξεπαίδευσε δόξαν, ἐλευθέραν αὐτὴν καὶ δέσποιναν τῶν παθῶν εἶναι φήσας, ὥσπερ δηλῶν ἐν τοῖς Νόμοις ἔφῃ· Τὸ μὲν νικᾷν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. Ἴσμεν γὰρ, ὅτι τὰ πάθη ταῦτα ἐν ἡμῖν, οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπομένων ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. Ἀποδέδεικται οὖν ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμεν ὁ ποιητὴς τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν καὶ ἁπλῶς ἔριν καὶ μάχην ἔχοντες. Καὶ ὁ μὲν ταῦτα. [] Οἱ δὲ ἐκεῖνα πρεσβεύοντες ἐναντίαν δόξαν ὤδινον· οὐ γὰρ τἀληθὲς μαθεῖν ἐπεθύμησαν, ἀλλὰ κενοδοξίᾳ καὶ φιλοτιμίᾳ δουλεύσαντες καινῶν εὑρεταὶ κληθῆναι δογμάτων ἐπεπόθησαν, ὅθεν καὶ τὴν πολλὴν ὑπέστησαν πλάνην, τῶν ὕστερον ἐπιγενομένων ἀνατρεπόντων ἀναιδῶς τῶν πρεσβυτέρων τὰς δόξας.
Καὶ γὰρ Ἀριστοτέλης ὁ τάλας ἔτι ζῶντι Πλάτωνι προφανῶς τε καὶ ἀναισχύντως ἀντιπαρετάξατο καὶ τὸν τῆς Ἀκαδημίας ἀνεδέξατο πόλεμον· καὶ οὔτε τὴν διδασκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπέλαυσεν, οὔτε τοῦ πολυθρυλλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος, οὔτε 59 τὸ ἐν λόγοις ἔδεισε κράτος, ἀλλὰ ὑπερηφάνως καὶ ἀπηρυθριασμένως ὁ ἐμβρόντιστος πρὸς αὐτὸν ἀντέστη, οὐκ ἀμείνοσιν ἐκείνῳ, ἀλλὰ πολλῷ χείροσι χρησάμενος δόγμασιν. Καὶ γὰρ δὴ τὴν ψυχὴν ἐκείνου εἰπόντος τριμερῆ καὶ ἀθάνατόν τε καὶ θεοειδῆ, αὐτὸς θνητὴν ἔφη καὶ ἐπίκαιρον· καὶ τὸν Θεὸν εἰρηκότος ἐκείνου προμηθεῖσθαι τῶν πάντων, οὗτος τὴν γῆν, ὅσον ἧκεν εἰς λόγους, τῆς θείας κηδεμονίας ἐστέρησε· τὰ γὰρ δὴ μέχρι σελήνης ἰθύνειν ἔφη τὸν Θεὸν, τὰ δέ γε ἄλλα ὑπὸ τὴν εἱμαρμένην τετάχθαι καὶ τύχην καὶ κατὰ τὴν βιαίαν ἀνάγκην ἐφίστησιν ἑκάστῳ. Καὶ ταύτῃ παραγνώμῃ ποιῶν τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ πόρνους, τὰ τῆς παρανομίας εἴδη, καὶ ἄλλα δὲ πάμπολλα πρὸς ἀνατροπὴν ὁ δείλαιος τοῦ διδασκάλου δυσσεβῶς τε καὶ τολμηρῶς ἐτερατολόγησεν. [] Ὁ τοίνυν σοφώτατος Πλάτων θεολογῶν ἔφη·
PG 110:129Τί τὸ ὃν (μὲν) ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὸ γιγνόμενον μὲν ἀεὶ, ὂν δὲ οὐδέποτε; Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ, κατὰ τὸ αὐτὸ ὂν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν, [β) γιγνόμενον μὲν καὶ ἀπογιγνόμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ταῦτα δὲ πάντα μέρος χρόνου, τὸ ἦν καὶ ἔσται· ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀί̈διον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή· ὃ ἦν, ἔστι τε καὶ ἔσται, τί δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ καὶ καθ’ αὑτὸν ὂν ἀνακινήτως, οὔτε νεώτερον οὔτε πρεσβύτερον προςήκει λέγεσθαι· καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γενόμενον καὶ ἀλλοιώσεις πολλὰς δεχόμενον, εἰκότως ἔφησεν οὐδέποτε εἶναι. Καὶ πάλιν ὁ Πλάτων φησίν· Ἀγαθὸς μὲν ὁ Θεὸς τῷ ὄντι γε καὶ λεκτέον, αἴτιος τῶν ἀγαθῶν, τῶν δὲ κακῶν ἁπάντων ἀναίτιος. Ταῦτα οὖν περὶ τοῦ πεποιηκότος Θεοῦ καὶ περὶ τῆς ἡμῶν αὐτεξουσιότητος ἐδίδαξε καλῶς ὁ Πλάτων φρονεῖν καὶ δοξάζειν·
καὶ τοὺς κακῶν αἴτιον τὸν Θεὸν λέγοντας ἐξελαύνειν ἐκέλευσε, καὶ ἀνόσιον εἶναι τόνδε τὸν λόγον φησὶ καὶ ἀξύμφορον ἡμῖν καὶ ἀσύμφωνον ἑαυτῷ. Οὐκοῦν εἰ ἀγαθὸς ὁ Θεὸς, ὥσπερ 60 δὴ καὶ ἀγαθὸς, οὐκ ἂν ἄρα κακῶν αἴτιος γένοιτ’ ἄν. Εἰ δὲ ἀναίτιος τῶν γενομένων κακῶν, κακὰ δὲ κυρίως ὀνομαζόμενα οὐ τὰ παρὰ πολλῶν ὀνομάζειν φίλον τισὶν, ἀλλὰ κακίαν, ἀκολασίαν καὶ τὰς ἄλλας παρανομίας τὰς ὑφ’ ἡμῶν αὐτεξουσίως τολμωμένας· ἡμεῖς γὰρ τούτων ἄρα αἴτιοι, καὶ οὐχ ὁ τἀναντία νομοθετήσας Θεός· ὅπερ δηλοῖ αὖθις ὁ Πλάτων ἐν τοῖς Νόμοις, καὶ δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν, τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον, φησίν· Ὁ μὲν δὴ Θεὸς, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μεσότητα τῶν ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ ὀρθίου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινῶς κεκοσμημένος·
PG 110:131ὁ δέ τις ἐξαρθεὶς, ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος Θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάνθ’ ἅμα· καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τι, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε [καὶ] οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. Διὰ τοῦτο ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπὶ τινῶν ἐσκόπει μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐσύστερον αὐτοῖς ἐπιφερομένην πανολεθρίαν. Ἐν δὲ τῷ Γοργίᾳ καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένῳ ἢ βέλτιον γίνεσθαι καὶ ὠνήσασθαι ἢ παράδειγμα ἄλλοις γίνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβούμενοι [α) βελτίους γίγνωνται.
Εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ Θεοῦ καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν, ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ 61 ὠφέλεια, κἀνθάδε καὶ ἐν Ἅδου· οὐ γὰρ οἷόντε ἄλλως ἀπαλλάττεσθαι· οἱ δὲ, ἐὰν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐνταῦθα τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες· ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς μεγίστας ἁμαρτίας καὶ ὀδυνηρότερα καὶ φοβερώτερα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα. [] Ταῦτα δὲ ἔοικεν ὁ σοφώτατος Πλάτων ἐκ τῶν θείων σεσυληκέναι λόγων· ἤκουσε γὰρ πάντως τὰ διὰ Μωϋσέως ἐπὶ Θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· τό· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Παμπονήρῳ γάρ τοι γεγενημένῳ ἐκείνῳ παντοδαπὰς καὶ κολάσεις ἐπήγαγεν αὐτῷ ὁ Θεὸς, οὐχ ὥστε ἀποφῆναι βελτίοναᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστονἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα.

Caput LXVIII

PG 110:133Καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δημίους, ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς ἄλλως παρανομοῦντας κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις, οἷα δημίους τινὰς γενέσθαι συγχωρεῖ τοὺς τυράννους, ὥστε διὰ τούτων ποινὴν τοὺς παρανομοῦντας καὶ ἀσεβοῦντας εἰσπράττειν· ὕστερον δὲ καὶ αὐτοὶ παραδοθήσονται τιμωρίαις, ἐπειδήπερ οὐχ ὡς Θεῷ διακονοῦντες, ἀλλ’ οἰκείᾳ πονηρίᾳ δουλεύοντες, τὰ δεινὰ δεδράκασιν ἐκεῖνα. Οὕτως ἡμαρτηκότα τὸν Ἰσραὴλ τῇ τῶν Ἀσσυρίων ὠμότητι παρέδωκε, καὶ ἐπειδὴ δὲ τὸν τοιοῦτον οὐκ ἔγνωσαν σκοπὸν, καὶ τούτων καταλύσας τὴν δυναστείαν, ἑτέροις δουλεύειν ἠνάγκασεν, ὡς διαῤῥήδην οἱ προφῆται διδάσκουσι, παρ’ ὧν ὁ Πλάτων τὰς ἀφορμὰς κεκλοφὼς τοιάδε ἔφη τοὺς ἀνιάτως διακειμένους εἰς ὠφέλειαν ἑτέρων παιδεύεσθαι. [] Καὶ μέν τοί γε καὶ περὶ τῶν λήξεων καὶ ἀποκληρώσεως τῶν ψυχῶν ὁ σοφώτατος ἐν 62 τῷ Φαίδωνι πάλιν φησίν· Ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς Ἅδην ἀφικόμενος ἐν βορβόρῳ κείσεται·

Chapter IXCaput IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖσε μεταχωρήσας μετὰ Θεοῦ οἰκειώσει· τὸν μὲν γὰρ δικαίως τὸν βίον μετεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσει, εἰς Μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτὸς, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι καὶ οὕτω γυμνὸν, ἔπειτα κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ [β) δὴ κρίνεσθαι, ἵνα δικαία ἡ κρίσις τοῦ κριτοῦ γένηται. Οὕτως ὁ Πλάτων ἀκριβῶς ἐπίστευσεν εἶναι τὰ ἐν Ἅδου κριτήρια. [] Ἐντυχὼν γὰρ Ἑβραίοις ἐν Αἰγύπτῳ, τῶν προφητικῶν λογίων ἀσπασίως ἤκουσε καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἔμαθεν, ὃν ὁ μέγας ἐθεάσατο Δανιὴλ, καὶ τοὺς Ἡσαί̈ου τοῦ θειοτάτου μεμύηται λόγους, ἐν οἷς φησι περὶ τῶν ἁμαρτωλῶν· Ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ· Τίς ἀναγγελεῖ ὑμῖν τὸν αἰώνιον τόπον; Ὥστε οὖν Πλάτων, ὁ τῶν Ἑλλήνων πάντων σοφώτερος καὶ ὑπέρτερός τε καὶ διαβόητος, ἐν Αἰγύπτῳ πρὸς τοὺς φρονίμους καὶ σοφοὺς τῶν Αἰγυπτίων ἀφίκετο, πολυπειρίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθησόμενος, ὡς Ἕλληνες ἱστοροῦσιν·
ἔμαθε δὲ παρ’ Ἐβραίοις καὶ θεολογίαν, εἰ καὶ μὴ σαφεστάτην καὶ ἀκραιφνῆ, καθὼς παρειλήφει διὰ τὴν προκατέχουσαν αὐτὸν δεινὴν ἀθεί̈αν καὶ χαλεπὴν ἔτι πλάνην ἀκμάζουσαν, ἀλλ’ οὖν ἐξηγήσατο· καὶ γὰρ τὰ Μωσαϊκὰ σφετερισάμενος ἱερὰ πάμπολλα καὶ μεταφράσας λόγια, ταύτῃ τοι πειρᾶται λεληθότως αἰνιγματωδῶς ποιεῖσθαι τὴν ἀφήγησιν· ὅθεν καὶ πρός τινα τοῦτο δὴ παρυπεμφαίνων εὖ μάλα ἔφη· Φραστέον δή σοι δι’ αἰνιγμάτων, ἵν’ ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ· ὧδε γὰρ ἔχει· Περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου εἵνεκα πάντα, καὶ ἐκεῖνο πάντων τῶν καλῶν αἴτιον, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. [] Καὶ ἁπλῶς, ἵνα συλλήβδην περὶ τῶν αὐτῶν αὖθις κεφαλαιωδῶς εἴπω καὶ περιληπτικῶς, πολλὰ μὲν οὖν καὶ παντοδαπὰ 63 τῶν δυσσεβῶν αἱρουμένων τὰ στίφη καὶ διαφόρα τῆς βλασφημίας τὰ βέλη, πολυσχιδὲς δὲ καὶ ποικίλον τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κεράσασα καὶ οἷον κυκεῶνα κατασκευάσασα, τῆς πολυθέου πλάνης τὴν μέθην τοῖς ἀνθρώποις προσήνεγκεν·

Caput LXXVI - LXXVII

PG 110:135ἡ δὲ σοφιστικὴ ἐν τρίβωνι λευκῷ καὶ πώγωνι μακρῷ καὶ κόμῃ κεφαλῆς τὴν φιλοσοφίαν ὁριζομένη, τῆς ποιητικῆς θεολογίας τὸ καταγέλαστον ὁρῶσα, ἑτέρας πλάνης ἐνενόησεν ἀτραποὺς, εἰς αὐτὸ τὸ ποιητικὸν ἐκεῖνο βάραθρον ἀπαγούσας. Οἱ μὲν γὰρ τῇ κομψείᾳ τοῦ λόγου καὶ τῇ τῶν ἐνθυμημάτων δεινότητι τῇ ποιητικῇ τὴν περὶ τῶν θεῶν αἰσχρουργίαν καὶ αἰσχρολογίαν ἐκάλυψαν· οἱ δὲ τοῖς πάθεσι τὴν θείαν προσηγορίαν ἔθεσαν, καὶ τὴν μὲν ἡδονὴν, ὡς ἔφην, Ἀφροδίτην ὠνόμασαν, Ἄρεα δὲ τὸν θυμὸν, τὴν δὲ μέθην Διόνυσον, Ἑρμῆν δὲ τὴν κλοπὴν, τὴν δὲ φρόνησιν Ἀθηνᾶν, καὶ τοιαῦτά τινα μετὰ ἀλαζονικῆς ὀφρύος καὶ τῆς Ἀττικῆς στωμυλίας τερατευόμενοι, τοὺς πολλοὺς τῶν ἀνθρώπων εἰς ἑτέραν εἴδους ἀπάτην μετήγαγον· καὶ οἱ φιλοσοφεῖν ὑπισχνούμενοι καὶ τὴν ἀπὸ τοῦ σχήματος τιμὴν παρὰ πάντων δρεπόμενοι [α) καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμενοι προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἀνέπεισαν, καὶ τὸν αὐτοκράτορα νοῦν τῶν παθῶν καὶ ἡνίοχον θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν, ἀνοήτως πεπείκασιν.

Caput LXXXIX

[] Ἄλλοι δὲ πάλιν οὐδὲν ὑπὲρ τὰ ὁρώμενα νοῆσαι δυνηθέντες, ἀλλὰ τοῖς αἰσθητοῖς τὸν νοῦν ἐγκαθείρξαντες, τὰ τοῖς ὀφθαλμοῖς εἰς θέαν προκείμενα, θεοὺς προσηγόρευσαν, καὶ τὸ σεπτὸν ὄνομα καὶ φρίκην ἐμποιοῦν τοῖς ἀκούουσιν οἱ μὲν τοῖς στοιχείοις, οἱ δὲ τοῖς μέρεσι τούτων ἐπέθηκαν· καὶ οἱ μὲν ἀπὸ ταὐτομάτου γεγενῆσθαι τὸν κόσμον, οἱ δὲ πολλοὺς θεοὺς ἀνθ’ ἑνὸς ἐφαντάσθησαν· καὶ οἱ μὲν μὴ εἶναι παντελῶς τὸ Θεῖον, οἱ δὲ εἶναι μὲν, οὐδενὸς δὲ τῶν ὄντων ἐπιμελεῖσθαι· οἱ δὲ ἐπιμελεῖσθαι μὲν ἔφασαν, σμικρῷ λόγῳ δὲ τοῦτο ποιεῖν καὶ τῇ σελήνῃ περιορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος, ὡς ἔτυχε, φέρεσθαι τῇ τῆς Εἱμαρμένης ἀνάγκῃ δουλεύειν βεβιασμένον. [] Διὰ δὴ τούτων καὶ τῶν τοιούτων σαφῶς ἔγνωμεν, ὡς οὐ μόνον ἀλλήλους, ἀλλά 64 γε καὶ σφίσιν αὐτοῖς περὶ τῶν αὐτῶν ἐναντία γεγράφασι καὶ μεγίστων διαφωνίαν φιλοδοξίᾳ τε καὶ κακουργίᾳ πιεζόμενοι πρὸς ἀλλήλους εἰργάσαντο καὶ τὴν οἰκουμένην ἐτάραξαν καὶ σὺν ἑαυτοῖς πολλοὺς ἀπώλεσαν. [] Τοσαύτη γοῦν πάλαι πλάνη κατεῖχε τὸν κόσμον· ἀλλὰ ταύτην ἄρδην ἠφάνισε καὶ πάμπαν ἐξήλασε προδήλως ὁ παρ’ ἡμῶν προσκυνούμενος Κύριος.
PG 110:137Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ τε καὶ θάλασσα, τῆς προτέρας ἀγνοίας καὶ δυσσεβείας ἀπηλλαγμέναι, πεπαυμένης τῶν εἰδώλων τῆς πλάνης, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ φωτὸς τῆς γνώσεως αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνές τε καὶ Ῥωμαῖοι καὶ Βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι μόνῃ λατρεύοντες, τὰ δὲ τῶν δαιμόνων τεμένη ἄρδην ἀπολλύοντες· οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχοῦ δεδομημέναι, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ἐσχατιαῖς μαρτύρων καὶ ὁσίων σηκοὶ ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρῶν κορυφὰς ἁγιάζουσιν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ θεοπρεπὲς ἐπιδεικνύει κατόρθωμα, κενὴν ἅπασαν τῶν φιλοσόφων ἐρεσχελίαν καταλειπόντων τοῖς τῶν ἁλιέων καὶ ἰδιωτῶν ἐντρυφῶσι μαθήμασι. [] Διέμεινε τοίνυν ἡ παλαιὰ τῶν εἰδώλων πλάνη ἀπὸ Σεροὺχ ἕως τῶν χρόνων Θάῤῥα τοῦ πατρὸς Ἀβραάμ. Ναχὼρ δὲ γενόμενος ἐτῶν οθ, ἐγέννησε τὸν Θάῤῥα (καὶ μετὰ τοῦτο ἔζησεν [β) ἔτη ρκβ καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη σβ). Θ. Περὶ τῆς γεννήσεως Ἀβραάμ.
Θάῤῥα δὲ γενόμενος ἐτῶν ο ἐγέννησε τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἄραν, τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάῤῥα, καὶ μετὰ τοῦτο ἔζησεν ὁ Θάῤῥα ἔτη ρλε καὶ 65 ἀπέθανε, ζήσας τὰ πάντα ἔτη σε· ἦν δὲ οὗτος ἀγαλματοποιὸς ἀπὸ λίθων καὶ ξύλων θεοὺς πλαστουργῶν καὶ πικράσκων. Περιέστη μέντοι ὁ αἰὼν εἰς εἰκοστὴν γενεὰν ἕως τούτου ἐτῶν γτκβ, καὶ οὐδεὶς πώποτε τῶν προγενεστέρων ἀνθρώπων φαίνεται υἱὸς πρὸ πατρὸς τελευτήσας, ἀλλὰ πατέρες πρὸ παίδων, τοὺς υἱοὺς διαδόχους τῶν πραγμάτων αὐτῶν καταλιμπάνοντες. Καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ ἰδίῳ θανάτῳ τέθνηκεν, ἀλλὰ βιαίῳ· ἐξ ὅτε γὰρ Θάῤῥα ἀντίζηλον τῷ Θεῷ παρεστήσατο διὰ τῆς οἰκείας πλαστουργίας τεχνασάμενος εἴδωλα, τὰ ὅμοια οἷς ἔπραξεν ἐκ τῆς δίκης ἀπείληφεν καὶ αὐτὸς παραζηλωθεὶς ἀπὸ τοῦ ἰδίου τέκνου. Ἀπέθανε γὰρ ὁ Ἄραν ἐν τῷ ἐμπυρισμῷ, ᾧ ἐνεπύρησεν Ἄβραμ καῦσαι τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ· ἐν γὰρ τῷ εἰσελθεῖν Ἄραν ἐξελέσθαι αὐτὰ, συνεφλέχθη καὶ ἀπέθανεν· διὸ καὶ θαυμάσασα ἡ θεία Γραφὴ ἐπεσημήνατο λέγουσα·
PG 110:139Καὶ ἀπέθανεν Ἄραν ἐνώπιον Θάῤῥα τοῦ πατρὸς αὐτοῦ. [] Ὁ γὰρ Ἄβραμ, ὑπάρχων ἐτῶν ιδ καὶ θεογνωσίας ἀξιωθεὶς, ἐνουθέτει τὸν πατέρα αὐτοῦ λέγων· Τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος ἐπιζήμιον; Οὐκ ἔστιν ἄλλος Θεὸς εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ καὶ πάντα τὸν κόσμον ποιήσας· οὕτως λέγεται τῆς θεογνωσίας ἀξιωθῆναι· ὁρῶν γὰρ τοὺς ἀνθρώπους πάντας κτισματολατροῦντας καὶ διαφόρους θεοὺς τὰ φαινόμενα προσαγορεύοντας καὶ προσκυνοῦντας, περιήρχετο καθ’ ἑκάστην ἡμέραν διαπονούμενος καὶ τὸν ὄντως ὄντα Θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίας· καὶ οὕτω βλέπων οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ σκοτεινὸν, ἔλεγεν ἐν ἑαυτῷ· Οὐκ ἔστιν οὗτος Θεός· ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην, τὸν μὲν ἀποκρυπτόμενον ἢ ἀμαυρούμενον πολλάκις, τὴν δὲ φθίνουσαν καὶ ἀπολήγουσαν, ἔφασκεν·
Οὐδ’ οὗτοί εἰσι θεοί· καὶ μέντοι τὴν τῶν ἄστρων φοράν τε καὶ κίνησιν πολυπραγμονῶνἦν γὰρ ἀστρονόμος ἄκρος ἐκ τοῦ πατρὸς πεπαιδευμένοςκαὶ μήτε διὰ τούτου μήτε μὴν δι’ ἄλλων τινῶν ὁρωμένων εὑρίσκων τὸν τούτων δημιουργὸν, ἐδυσχέρηνε σφόδρα καὶ ἠθύμει, οὗ τὸν πόθον καὶ τὴν ἐπιθυμίαν ἰδὼν ὁ πλάσας καταμόνας 66 τὰς καρδίας ἡμῶν καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτοῦ, ὤφθη αὐτῷ καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας πορείαν παρεκελεύσατο λέγων ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. [] Καὶ δὴ παραχρῆμα λαβὼν τὰ εἴδωλα καὶ τὰ μὲν κλάσας, τὰ δὲ ἐμπυρήσας ἀνεχώρει μετὰ τοῦ πατρὸς αὐτοῦ ἐκ γῆς Χαλδαίων, καὶ [α) ἐλθὼν εἰς Χαῤῥὰν ἐτελεύτησεν ὁ πατὴρ αὐτοῦ. Καὶ ἐξελθὼν ἐκεῖθεν πάλιν ἐν λόγῳ Κυρίου ἦλθε σὺν τῇ γυναικὶ αὐτοῦ Σάῤῥᾳ καὶ τῷ ἀνεψιῷ αὐτοῦ Λὼτ μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς εἰς τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι τυραννικῶς ᾤκησαν, πολεμικῇ χρησάμενοι βίᾳ. [] Περὶ οὗ μέντοι καὶ Κλήμης ὁ Ῥωμαῖος καὶ σοφώτατος καὶ μαθητὴς Πέτρου τοῦ μεγάλου γνήσιος οὕτως ἔφη·

Chapter XCaput X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Λιμοῦ δὲ γενομένου καταλιπὼν Ἀβρὰμ τὴν Χαναναίαν γῆν, εἰς Αἴγυπτον ἀπῄει, οὗ τὴν γυναῖκα Σάῤῥαν Ἀβιμέλεχ ἁρπάσας ὁ βασιλεὺς, αὐτίκα τοῦτον ὁ Θεὸς, ἐτάσας καὶ λίαν ἐκδειματώσας, ἅμα καὶ πάρεσιν τῶν μελῶν ἐπάξας· Ἀπόδος, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσεις· εἰ δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ τὰ σὰ πάντα. Καὶ οὕτως ἀπολαβὼν ὁ Ἄβραμ τὴν Σάῤῥαν ἀμίαντον καὶ προσευξάμενος, ἰάθη τῆς παρέσεως ὅ τε Ἀβιμέλεχ καὶ πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ ἐκ τῆς θεηλάτου πληγῆς. [] Ὅθεν δὴ λοιπὸν ὡς δίκαιον ἔκτοτε καὶ τοῦ Θεοῦ δοῦλον τιμῶν αὐτὸν ὁ βασιλεὺς καὶ προσέχων τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, διδάσκαλος εὐσεβείας καὶ πολυπειρίας Αἰγυπτίοις ἐγένετο. Πρῶτος γὰρ, ὥς φησι Ἰώσηπος, Ἄβραμ δημιουργὸν τὸν Θεὸν ἀνεκήρυξεν, καὶ πρῶτος κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν αὐτοὺς ἐδίδαξε, κἀντεῦθεν ἐπέραστος καὶ παγγέραστος γενόμενος, ἠξίωσεν ὁ βασιλεὺς ὑπ’ αὐτοῦ γυμνασθῆναι τὰ περὶ ἀστρολογίας καὶ μαγείας ἅτε πολυπείρῳ καὶ Χαλδαίῳ τυγχάνοντι· ἀστρολογία γὰρ καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο·
PG 110:141οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὠνομάζοντο. 67 Καὶ δὴ τῶν ἀστρολόγων καὶ μάγων συναθροισθέντων, ὁ βασιλεὺς ἅμα τῷ Ἄβραμ καὶ τοῖς συνήθεσι ἐκαθέσθη. Καὶ ἡσυχίας γενομένης, ὁ Ἄβραμ ἔφη· Μαθεῖν βούλομαι παρ’ ὑμῶν τῶν σοφῶν, εἰ δύναται γένεσις καὶ μαγεία βλάψαι τινὰ ἢ ὠφελῆσαι κατὰ τὴν ὑμετέραν δόξαν· ἀφ’ ὧν ἀποκριθεὶς Αἰγύπτιος ἀστρολόγος καὶ μάγος εἶπεν· Μεγάλων ἡμῖν καὶ ἀναγκαίων ζητημάτων ἀγαθὴ πρόφασις, ὦ διδάσκαλε, γίνῃ· καὶ ἄξιόν ἐστι μηδὲν ἀποκρύψασθαί σε τῶν παρ’ ἡμῖν ἀποῤῥήτων, πάντας οἴομεν ἀνθρώπους γενέσει καὶ εἱμαρμένῃ δουλεύειν· ἀδύνατον γάρ ἐστιν ἄνθρωπον φονευθῆναι ἢ τελευτῆσαι παρὰ γένεσιν. Ὁ δὲ Ἄβραμ ἔφη· Ἠπατήθης ὄντως εἰπεῖν τοῦτο, μὴ εἰδὼς ὅτι ἐπὶ κριτοῦ βασιλέως ἔφης, ὃς ἀνθρώπων τὴν ἐξουσίαν ἔχει. Καὶ ὁ βασιλεὺς ἀγανακτήσας ἔφη πρὸς τὸν ἀστρολόγον· Νῦν οὖν, ἐὰν μεταπέμψωμεν τῶν ὑπηκόων ἀνθρώπων ἕνα, καὶ σκεψάμενος ἐφ’ ἡμῶν εἴπῃς, ζωῆς αὐτὸν χρόνον ἔχειν ἢ μὴ ἔχειν, ἐγὼ τοὐναντίον πρὸς τοῦτον ποιήσω γενέσθαι, οὐ σαφῶς ἐλήλεγξαι ψεύστης ὑπάρχειν; Καὶ γὰρ ἐὰν εἴπῃς αὐτὸν ἔτι χρόνον ἔχειν ζωῆς, εὐθὺς κελεύσω αὐτὸν ἀναιρεθῆναι·

Chapter XIIICaput XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰ δὲ μὴ ἔχειν αὐτὸν χρόνους λειπομένους [β) λέξῃς πλὴν τὴν συνεστῶσαν ὥραν, αὐτὸν μὲν τῆς καταδίκης ἀπολύσω, σὲ δὲ παρευθὺ ὡς ψευδολόγον τοῦ ζῇν προεκκόψω, ἵνα λοιπὸν ὁ θάνατός σου πείσῃ πάντας αὐτίκα μηδεμίαν ἀληθείας ἔμφασιν ἔχειν τὰ περὶ τῆς ἀστρολογίας σου μυθολογούμενα. Ταῦτα δὲ τοῦ βασιλέως εἰπόντος, ὁ Αἰγύπτιος ἔντρομος γενόμενος ἔπεσε πρηνὴς, δεόμενος ἐλέους τυχεῖν, αὐτός τε καὶ οἱ ὁμόφρονες αὐτοῦ. Καὶ ὁ βασιλεὺς τῷ Ἄβραμ χαριζόμενος ὡς διδασκάλῳ καὶ τὴν πλάνην ἐναργῶς φανερώσαντι δι’ ἐπινοίας καὶ ὑπὲρ τῶν ματαιολόγων συνικετεύσαντι συνεχώρησεν αὐτοὺς, ἐπὶ πλεῖον κωμῳδήσας τὴν ἄλογον αὐτῶν δόξαν ὡς ἀνίσχυρον καὶ λαοπλάνον. Καὶ δὴ κελεύσας ὡς ἐξ ὑποβολῆς Ἄβραμ ἀχθῆναί τινα προκαταδικασθέντα πυρίκαυστον γενέσθαι, προσέταξεν ἐπὶ πάντων εὑρεθῆναι τὴν γέννησιν αὐτοῦ καὶ τὸν θάνατον, καὶ διασκεψαμένους εἰπεῖν τὸν τρόπον τοῦ θανάτου. Τῶν δὲ νουνεχῶς ἐπὶ πολὺ διασκεψαμένων καὶ εἰπόντων, ὅτι 68 πυρποληθεὶς ἀποθανεῖται, τῆς γενέσεως ἐπαγούσης καὶ διαγορευούσης τοῦτο σαφῶς, ἀλλὰ νῦν ἔτι χρόνον ἔχει ζωῆς, καὶ οὔπω ἐλήλυθεν ὁ χρόνος τοῦ θανάτου, φησὶν ὁ βασιλεύς·
PG 110:143Ἐγὼ σήμερον τοῦτον ἀπαλλάξω τοῦ διὰ πυρὸς θανάτου, κελεύσας ὕδατι αὐτὸν ἀναιρεθῆναι, ἵνα ὑμῖν ἔργῳ παραστήσω προδήλως, ὅτι δύναταί τι παρὰ γένεσιν γενέσθαι· καὶ οὕτως ἤλεγξεν αὐτῶν εὖ μάλα τὴν περὶ τῶν χρόνων περὶ τῆς ζωῆς πρόῤῥησιν καὶ τῆς τελευτῆς ἀπόφασιν. Ἡσυχασάντων οὖν πάντων, ὁ Ἄβραμ τοῦ λέγειν ἤρξατο· Μέγιστε καὶ φιλαληθέστατε βασιλεῦ, ἐπειδὴ ὁρῶ σε φροντίζοντα σφόδρα τῆς προκειμένης ζητήσεως, τὸ ἀληθέστερον ἐγώ σοι παρέξω δι’ ἐπιτομῆς, ἀληθεύων ἐν πᾶσιν, ὡς τῆς ἀληθείας ὄντως δοῦλος. Τοῦ δὲ βασιλέως εἰπόντος· Μεγάλην μοι ταύτην ποιήσεις χάριν, φησὶν ὁ Ἄβραμ· Οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὰ ἄλογα ζῶα γενέσει ὑπόκεινται· οἱ μέντοι ἄνθρωποι ἔχουσί τι ἐν ἑαυτοῖς ἐλεύθερον, γενέσει μὴ ὑποκείμενον, καθότι τῆς γενέσεως ἐκεῖνο πρεσβύτερον, ὅπερ ἐστὶν ἐν ἀνθρώποις αὐτεξουσιότης, ἥτις ἐκ Θεοῦ δοθεῖσα ἡμῖν, ὅθεν τῶν ἀλόγων κρείττους ὄντες καὶ κατ’ ἐξουσίαν ἀναιρεῖν μὲν ἡμεῖς αὐτὰ πεφύκαμεν· ἡμῶν δὲ τὴν ἐξουσίαν αὐτῶν ἐχόντων, σὺ πάλιν κρείττων ὑπάρχεις, ἡμῶν ἔχων τὴν ἐξουσίαν.
Ὡς οὖν ἡμεῖς καταλογικώτερον τῶν ἀλόγων ζώων, ἄμεινον ὄντες, ἄρχομεν, οὕτως ἡμῶν σὺ, βασιλεῦ, κρείττων ὑπάρχων, κατὰ τὸν τῆς ἀρχῆς λόγον τὴν ἐξουσίαν ἔχεις, ὥσπερ δὴ καὶ σοῦ κρείττων οὐκ ἄνθρωπος, ἀλλ’ ὁ Θεὸς ὁ ἀόρατος καὶ ποιητὴς πάντων καὶ δεσπότης, παρ’ οὗ καὶ τὸ συμφέρον αἰτεῖσθαι προσήκει. Πολλὰ δέ γε τοιαῦτα λέξας ὁ Ἄβραμ εἰς τὸν τῆς ἀστρολογίας σκοπὸν τῷ βασιλεῖ χαριζόμενος, πολλοὺς τῶν Αἰγυπτίων ἐπεσπάσατο εἰς θεοσέβειαν, καὶ τὴν ἐσφαλμένην [α) αὐτῶν γνῶσιν καὶ παιδείαν περὶ ἀστρολογίας καὶ μαγείας διωρθώσατο φάσκων· Πολλή τις, ὦ ἄνδρες, ἡ διαφορά ἐστιν ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη πάντως εὑρίσκεται, τὸ δὲ ἔθος ὁποῖον ἂν παραληφθῇ εἴτε ἀληθῶς, εἴτε ψευδῶς, ἀκρίτως ὑφ’ ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀληθεῖ αὐτῷ ἥδεται ὁ παραλαβὼν, 69 οὔτε ὡς ψευδὲς ἄχθεται· οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε γνώμῃ τῶν πρὸ αὐτοῦ, ἐπ’ ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. Καὶ οὐκέτι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολὴν, κἂν πάνυ αὐτῷ δείκνυται μωρία καὶ καταγέλαστος οὖσα.
PG 110:145Αὐτίκα οὖν ἐγὼ τὴν παρ’ Ἑλλήνων παιδείαν καὶ φληναφίαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω· οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο καὶ τούτους φαύλους καὶ παντοπαθεῖς, ἵνα ὁ τὰ ὅμοια πράττειν ἐθέλων μηδὲ αἰδῆται, ὅπερ ἴδιον ἀνθρώπου, παράδειγμα τῶν μυθολογουμένων θεῶν ἔχων τοὺς κακίστους καὶ ἀσέμνους βίους, τῷ δὲ μὴ αἰδεῖσθαι οὐδὲ μετανοίας ἐλπίδα πάντως ὁ τοιοῦτος ἐμφαίνει· οἱ δὲ, Εἱμαρμένης πλάσαντες πλάνην, ἑτέραν τὴν λεγομένην γένεσιν, ἧς χωρὶς μηδὲν πάσχειν ἢ ποιεῖν τι δύνασθαί τινα τερατολογοῦσιν· καὶ τῇ αὐτῇ πλάνῃ καὶ δυσσεβείᾳ περιπίπτουσι· νομίσας γάρ τις, ὅτι παρὰ γένεσιν ἤγουν Εἱμαρμένην οὐδεὶς οὔτε ποιεῖν τι οὔτε πάσχειν ἐξουσίαν ἔχει, ῥᾳδίως λοιπὸν ὡς κτηνώδης ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται. Καὶ ἁμαρτὼν οὐ μεταμελεῖται παντελῶς ἐφ’ οἷς ἠσέβησεν, ἀπολογίαν ἄλογον φέρων, ὡς ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηνάγκαστο. Καὶ ὁ τὴν γένεσιν ἄλλως κατορθῶσαι μὴ δυνάμενος οὐδὲ τὸ αἰδεῖσθαι ἔχει ἐφ’ οἷς ἐξαμαρτάνει. Ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται καὶ αὐτόματον τὸ πᾶν συνεστάναι τε καὶ φέρεσθαι, οὐδενὸς ἐφεστηκότος κυρίου καὶ δεσπότου.

Chapter XIVCaput XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput XCV - XCVII

Διὸ δὴ τοίνυν οὐδὲ ῥᾳδίως ἢ τάχα οὐδ’ ὅλως οἱ τὰ τοιαῦτα φοροῦντες παντελῶς βελτιοῦνται καὶ σωφρονίζονται. Ἐφ’ οἷς ὁ βασιλεὺς ἄγαν ἐπαινέσας αὐτὸν καὶ ὑπὸ πάντων ἰδὼν θαυμασθέντα πολλοῖς δώροις καὶ μεγάλοις αὐτὸν τιμήσας ἐπὶ πάντων καὶ τῆς διδασκαλίας τὴν ὠφέλειαν ὁμολογήσας, μετὰ παίδων καὶ παιδισκῶν ἐπανελθεῖν οἴκαδε σπεύδοντα προὔπεμψεν, ὑπερεκπληττόμενος τὴν ἄκραν σύνεσιν αὐτοῦ καὶ σοφίαν καὶ θεοσέβειαν εἰς πάντα τὰ ὑπ’ αὐτοῦ ἑρμηνευθέντα. Ι Περὶ Σίδου καὶ Μελχισεδέκ. Γίνονται οὖν ἀπὸ τοῦ διαμερισμοῦ τῆς συγχύσεως ἕως οὗ ἦλθεν Ἄβραμ ἐκ Μεσοποταμίας, ἐκ πόλεως Χαρὰν καὶ τοῦ 70 οἴκου τοῦ πατρὸς αὐτοῦ κατὰ κέλευσιν Θεοῦ εἰς γῆν Χαναὰν ἢ ἐπὶ Παλαιστίνην, ἔτη αιζ· ὑπῆρχε δὲ [β) ἐτῶν οε. Διατρίψας δὲ εἰς Χαναὰν ἔτη κε, ἐγέννησε τὸν Ἰσαὰκ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ο καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ρο. [] Ὃς καὶ τῆς εὐλογίας τοῦ θεσπεσίου Μελχισεδὲκ βασιλέως Σαλὴμ ἠξιώθη μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολαγομὼρ καὶ λυτρωσάμενος τὸν ἀδελφιδοῦν ἐκ τῆς αἰχμαλωσίας. Καὶ Μελχισεδὲκ, φησὶν, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον·
ἦν δὲ ἱερεὺς τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογημένος ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην Ἀβραὰμ ἀπὸ πάντων. [] Περὶ οὗ καὶ ὁ Ἀπόστολος ἔφη· Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραὰμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφομοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν τῶν υἱῶν Λευὶ̈ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ηὐλόγησεν.
PG 110:147Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. [] Ἀνὴρ γὰρ ἦν δίκαιος καὶ θεοσεβὴς, ἐθνικῶς καταγόμενος· ἐφ’ ὅσον γὰρ λέγεται, φυλῆς ἑτέρας μετέσχηκεν, ἐκ τοῦ γένους Σίδου, υἱοῦ βασιλέως Αἰγύπτου, ἐξ οὗ Αἰγύπτιος ὠνόμασται, ὡς καὶ πρόσθεν εἴρηται, ὅστις Σίδος ἐξελθὼν ἐξ Αἰγύπτου καὶ τὴν χώραν τῶν 71 Χαναναίων παραλαβὼν, τὴν νῦν Παλαιστίνην καλουμένην, εἰς ἣν οἰκήσας καὶ πόλιν κτίσας, ἐκάλεσεν αὐτὴν Σιδόνα εἰς τὸ ἴδιον ὄνομα, καὶ λοιπὸν ἐκ τοῦ γένους Σίδου κατῆλθεν Μελχὶ ὁ πατὴρ τοῦ Σεδὲκ, ὅστις, Σεδὲκ γενόμενος ἱερεὺς καὶ βασιλεὺς, ἐπεκλήθη Μελχισεδὲκ πατρωνυμικῶς. ΙΑ Περὶ τῆς κτίσεως τοῦ Μελχισεδέκ. Οὗτος ὑπάρχων ἱερεὺς τοῦ Θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων καὶ κτίσας πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν, ἐπωνόμασεν αὐτὴν Σαλὴμ, ὅ ἐστι πόλις εἰρήνης, ἐν ᾗ καὶ βασιλεύσας ἔτη ριγ ἐτελεύτησε δίκαιος καὶ παρθένος, ὥς φησιν Ἰώσηπος, ᾧ καὶ συνᾴδουσι Ἰωάννης καὶ Κύριλλος.
[] Ἀγενεαλόγητος δὲ εἴρηται Μελχισεδὲκ, παρὰ τὸ μὴ ὑπάρχειν μὲν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως, μηδὲ ὑπὸ Μωσέως γενεαλογεῖσθαι τοπαράπαν, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπ [] αράτου σπορᾶς ὁρμώμενον, ὅθεν οὐδὲ γενεαλογίας ἠξίωτο· οὐδὲ γὰρ πρεπωδέστερον ἦν, τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας γένει· [] διὸ καὶ ἀμήτορα καὶ ἀπάτορα τυγχάνειν, οὐκ ἀξίους ἡγούμενος τοὺς προγόνους τῆς ἀρετῆς τοῦ δικαίου ἀνδρὸς καὶ σώφρονος· [] ὅτι γὰρ Χαναναῖος ἦν τὸ γένος, εὔδηλον καὶ ἀφ’ ὧν ἐκράτει καὶ ἐβασίλευσε κλιμάτων τῶν Χαναναίων καὶ οἷς ἐπλησίαζε πονηροτάτοις Σοδόμοις· ΙΒ Περὶ τῆς Σαλήμ. Καὶ μέντοι καὶ ἡ Σαλὴμ ἧς ὑπῆρχε βασιλεὺς, ἡ πολυθρύλλητος Ἱερουσαλὴμ, ἐκ προσθήκης δὲ τὴν τοῦ ἱεροῦ μετὰ τῆς Σαλὴμ συλλαμβάνουσα συλλαβὴν καὶ κατὰ συνάφειαν ὀνομασθεῖσα φερωνύμως Ἱερουσαλὴμ, πῆ μὲν διὰ τὴν ἱερουργίαν τοῦ Μελχισεδὲκ, πῆ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευὴν, εἴληφε τὴν προσθήκην 72 τῶν συλλαβῶν ὕστερον. [] Περὶ οὗ μέντοι καὶ Μάρκος ὁ θεῖος ὕστερον, ὁ καὶ τοῦ Χρυσοστόμου φοιτητὴς, ἔφη.

Chapter XVCaput XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:149Ἐπειδὴ γὰρ ἐν τῇ γενεαλογίᾳ οὐκ ἐκφέρεται τίνος πατρὸς ἢ ποίας μητρός ἐστιν ἢ πότε ἀπέθανε, διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν εἴρηται· οὐ γὰρ ἠδύνατο γενεαλογηθῆναι ἐκ τῶν παραλειφθέντων ἐθνῶν καταγόμενος, καθὼς ἐκ τῆς κατοικίας αὐτὸν ἡ Γραφὴ παρεδήλωσε, περὶ οὗ καὶ ὁ Ἀπόστολος εἶπεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης. ΙΓ Περὶ τῆς κλήσεως Ἱερουσαλήμ. Ἡ μὲν γὰρ νῦν Ἱερουσαλὴμ Ἰεβοὺς ἐκαλεῖτο πρώην, ὅθεν μανθάνομεν, ὅτι ἐκ τῶν καθαιρεθέντων ἑπτὰ ἐθνῶν ὁ Μελχισεδὲκ Ἰεβουσαῖος πρῶτον ἐτύγχανεν· [] ὕστερον δὲ μετὰ τὴν ἐκβολὴν τῶν ἐθνῶν καὶ κατοίκησιν τοῦ λαοῦ, ἀπεκλήρωσεν αὐτὴν ὁ Θεὸς τοῖς ἱερεῦσι τοῦ ἐκεῖ ἀναφέρεσθαι τὰς θυσίας ἐκ παντὸς τόπου τῶν Ἰουδαίων. [] Διὸ καὶ μετὰ τὸ καταπαῦσαι ἀπὸ τῶν πολέμων, μετωνόμασε τὴν πόλιν Σαλὴμ, ὅ ἐστιν εἰρήνη· Ἱερουσαλὴμ γὰρ ἑρμηνεύεται, ὄρος εἰρήνης, οὗ δὴ χάριν ὁ Μελχισεδὲκ βασιλεὺς εἰρήνης ἑρμηνεύεται βασιλεύσας ἐν αὐτῇ πρότερον.
[] Τὸ δὲ βασιλεὺς δικαιοσύνης πάλιν τοῦ ἰδίου ἐστὶν ὀνόματος ἑρμηνεία, τουτέστι Μελχισεδὲκ γλώςσῃ τῇ Χαναί̈τιδι. [] Ὅταν οὖν ἀναγινώσκῃς, ὦ οὗτος, καὶ εὕρῃς τι περὶ τοῦ Μελχισεδὲκ γεγραμμένον ὑπὲρ ἄνθρωπον, ἀναμνήσθητι παρ’ αὐτίκα τοῦ Ἀποστόλου φάσκοντος· Ἐφ’ ὅσον λέγεται ταῦτα, φυλῆς ἑτέρας μετεσχηκέναι, καὶ οὐδέποτε πλανηθήσῃ. [] Ἐματαιώθησαν τοίνυν ἐκ διαμέτρου οἱ ἀπόπληκτοι καὶ δυσώδεις Μελχισεδεκιανοὶ, θεὸν φύσει τοῦτον πιστεύοντες εἶναι καὶ οὐ θνητὸν ἄνθρωπον· ὅθεν δικαίως καταδικασθήσονται παρὰ τῆς ἀδεκάστου δίκης ὡς ἀνθρωπολάτραι τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύσαντες διὰ πολλὴν καὶ ἐσχάτην ἄνοιαν, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν, διὰ κτηνωδίαν τε καὶ δυσσέβειαν. [] [] Εἰκότως 73 οὖν περὶ τῶν τοιούτων ὁ μὲν Ἀπόστολος ἔλεγεν· Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι [εἰκόνος] φθαρτοῦ ἀνθρώπου.
Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀδόκιμον νοῦν καὶ εἰς πάθη ἀτιμίας, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. [] Ὁ δὲ Σολομῶν ὡσαύτως ἔφη· Μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς πάρεστιν ἀγνωσία τοῦ Θεοῦ, καὶ, Σποδὸς ἡ καρδία αὐτῶν καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτῶν, ὅτι ἠγνόησαν τὸν ποιήσαντα αὐτοὺς καὶ τὸν ἐμπνεύσαντα αὐτοῖς πνεῦμα ζωτικόν. [] Ἐφ’ ὧν χρόνων πῦρ κατὰ τῆς Πενταπόλεως Σοδόμων καὶ Γομόῤῥων ὁ Θεὸς ὑετίζει καὶ ἀναλίσκει μὲν ἅπαν τὸ γένος τῶν ἀνθρώπων παρεκτὸς Λὼτ ἀνεψιοῦ Ἄβραμ καὶ τῶν δύο θυγατέρων αὐτοῦ, διαφθείρει δὲ καὶ ἅπαν τῆς γῆς τὸ ἀνάστημα, καὶ τῆς παρακειμένης θαλάσσης νεκροῦται τὰ ὕδατα. Ὁ μὲν οὖν Λὼτ ἐγέννησεν υἱοὺς δύο ἐκ τῶν δύο θυγατέρων αὐτοῦ, τὸν Μωὰβ καὶ τὸν Ἀμμανὸν, ἐξ ὧν Μωαβῖται καὶ Ἀμμανῖται. [] Ὁ δὲ Ἄβραμ ἔτεκε τὸν Ἰσμαὴλ ἐκ τῆς Αἰγυπτίας αὐτοῦ παιδίσκης Ἄγαρ, καὶ τὸν Ἰσαὰκ ἐκ τῆς Σάῤῥας, ἀφ’ ὧν Ἰσμαηλῖται καὶ Ἰσραηλῖται.
PG 110:151Τῆς τοίνυν Ἄγαρ ἐκ τοῦ Ἄβραμ συλλαβούσης καὶ κακουμένης ὑπὸ τῆς Σάῤῥας καὶ ἀποδρασάσης, Εὗρε, φησὶν, αὐτὴν ἄγγελος Κυρίου ἐν τῇ ἐρήμῳ, καὶ εἶπεν αὐτῇ· Πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· Ἀπὸ προσώπου τῆς κυρίας μου Σάῤῥας ἀποδιδράςκω· καί φησιν ὁ ἄγγελος Κυρίου· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους· ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ 74 ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτὸν, καὶ κατὰ προσώπου τῶν ἀδελφῶν πάντων κατοικήσει. Καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος αὐτῇ· Σὺ ὁ Θεὸς ἐπιδών με. Τεχθέντος τοῦ Ἰσμαὴλ, φησὶν Ἄβραμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου. Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ· Ναὶ, ἰδοὺ Σάῤῥα, ἡ γυνή σου, τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν.

Chapter XVIICaput XVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ὑπήκουσά σου καὶ εὐλόγησα αὐτὸν, καὶ πληθυνῶ αὐτὸν σφόδρα, καὶ ιβ ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα. Εἶτα πάλιν ἡ [α) Γραφὴ περὶ τῶν ἐξ Ἰσμαὴλ τεχθέντων· Πρωτότοκος υἱὸς Ἰσμαὴλ Ναβεὼθ καὶ Κεδὰρ καὶ Ναβεὴλ καὶ Μασισὰν καὶ Μασμὰ καὶ Μασὴ καὶ Χοδὰδ καὶ Θεμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά. Οὗτοί εἰσιν υἱοὶ Ἰσμαὴλ, ἄρχοντες ιβ κατὰ ἔθνος αὐτῶν. Κατῴκησε δὲ Ἰσμαὴλ ἀπὸ Εἰλὰτ ἕως Σοὺρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς τοὺς Ἀσσυρίους. Κατὰ πρόσωπον τῶν ἀδελφῶν αὐτοῦ πάντων κατῴκησεν. ΙΔ Ἀρχὴ Ἀβραάμ. Περὶ τοῦ Ἰσαάκ. Ἀβραὰμ δὲ ὢν ἐτῶν οε ἐγέννησεν ἐκ τῆς Σάῤῥας τὸν Ἰσαάκ. Ὀλίγῳ δὲ ὕστερον ἀπὸ τῆς κατὰ Μαμβρὴ δρυὸς μεταναστὰς ὁ Ἀβραὰμ, ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου, ἑαυτῷ τε ἰδία καὶ τοῖς οἰκέταις κατὰ συγγένειαν πηξάμενος σκηνήν. Τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ζ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτὴν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰσραὴλ ἑορτάζει σκηνοπηγῶν. [] Κε δὲ, φασὶν, ἐτῶν ἦν ὁ Ἰσαὰκ, ὅτε πρὸς θυσίαν ἀνήχθη·
PG 110:153εἰς ἐκεῖνον δὲ τὸν τόπον τὸ θυσιαστήριον 75 ᾠκοδόμησεν Ἀβραὰμ, ἔνθα ὕστερον Δαυὶ̈δ τὸ ἱερὸν ἱδρύσατο. ΙΕ. Περὶ τοῦ Ἡσαῦ καὶ Ἰακώβ. Ὁ δὲ Ἰσαὰκ, γεννήσας τὸν Ἡσαῦ καὶ τὸν Ἰακὼβ ἐκ τῆς Ῥεβέκκας, τὸν μὲν Ἰακὼβ εὐλόγησεν κλέψαντα τὴν εὐλογίαν τοῦ ἀδελφοῦ, λέγων· Δώσει σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος. [] Πρὸς δὲ τὸν Ἡσαῦ φησιν· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοικία σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν· ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς ἑλκύσαι τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσας πλημμέλιαν θανάτου. [] Ἀλλ’ αἱ μὲν εὐλογίαι πρὸς τὸν Ἰακὼβ ἐῤῥήθησαν, ἐφ’ ἑτέρους δὲ ἐκεκλήρωντο, καθάπερ καὶ τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευὶ̈ παρὰ τοῦ Ἰακὼβ εἰρημένον ἔστιν ἰδεῖν·
Διαμεριῶ γὰρ, φησὶν, αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραὴλ, καίτοι γε οὐκ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, ἀλλ’ ἐπὶ τῶν ἐγγόνων. Καὶ μέντοι οὐκ ἐπὶ τοῦ Χαναὰν τὰ ὑπὸ τοῦ Νῶε λεχθέντα εἰς τοὺς ἐγγόνους ἐξέβη Γαβαωνίτας. Οὕτω δὴ κἀνταῦθα οὐκ ἐπὶ τοῦ Ἰακὼβ τέλος ἔσχεν πῶς γὰρ τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις τὸν ἀδελφὸν αὐτοῦ προσκυνοῦντος; ἀλλ’ ἐπὶ τῶν ἐγγόνων αὐτοῦ. Τοιγαροῦν ἐκ μὲν τοῦ Ἰσμαὴλ ἀνεφύησαν οἱ Ἰσμαηλῖται, οἱ νῦν Ἀγαρηνοί τε καὶ Σαρακηνοὶ λεγόμενοι, διὰ μὲν τῆς Αἰγυπτίας Ἄγαρ, ὡς εἴρηται, Ἀγαρηνοὶ, διὰ δὲ τῆς Σάῤῥας Σαρακηνοί. Ἐκ δὲ Ἰσαὰκ Ἡσαῦ ὁ καὶ Ἐδὼμ καὶ Ἰακὼβ ἀνεβλάστησαν διὰ τῆς Ῥεβέκκας· [β) καὶ ἐκ μὲν τοῦ Ἡσαῦ Ἐδὼμ ἐτέχθη υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλὴκ, ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται· ἐκ δὲ τοῦ Ἰακὼβ τοῦ 76 καὶ Ἰσραὴλ Ἰούδας, ἀφ’ οὗ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν γενόμενοι προσηγορεύθησαν· καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πατρὸς Ἰακώβ τε καὶ Ἰσραὴλ, Ἰουδαῖοι δὲ ἐκ τοῦ ἐπισημοτέρου αὐτῶν ἀδελφοῦ Ἰούδα φερωνύμως κέκληνται.
PG 110:155[] Ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναικὸς Χεττούρας ε, ἀφ’ ὧν ἐστι Μαδιὰμ, ἐξ οὗ Μαδιανῖται, καὶ Ἄφαρ, ἐξ οὗ Ἀφρικὴ, ἐν ᾗ παρῴκησε, καὶ ἡ χώρα προσωνομάσθη πατρωνύμως, ὥσπερ καὶ Αὐσῖτις ὁ τόπος τοῦ Ἡσαῦ, ἐν ᾧ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰὼβ, ὃν ἐγκωμιάζων ὁ θεῖος Χρυσόστομος λέγει· Ἄνθρωπός τις ἦν ἐν τῇ χώρα τῇ Αὐσίτιδι· κηρύττει, φησὶν, αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵνα ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζῃς, ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτω μαθὼν καὶ τὴν χώραν, ἐξ ἧς ὁ τοσοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῆς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν· ἦν γὰρ τῆς Αὐσίτιδος χώρας τοῦ Ἡσαῦ, ἐξ οὗπερ Αὐσῖτις ὠνόμασται, ἐκ τοῦ πόρνου καὶ βεβήλου, ὅπως θαυμάζῃς ἐκ ποίας πατρίδος καὶ ῥίζης κακῆς ἐβλάστησε καρπὸς ὡραιότατος. Ἀπόγονος γάρ ἐστι τοῦ διαβαλλομένου, καθὼς ἡ Γραφὴ πέμπτον ἀπὸ τοῦ Ἀβραάμ· Ἀβραὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἡσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ καὶ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ.

Chapters XVIII - XIXCaput XVIII - XIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔχων οὖν τὴν διαδοχὴν ἀπὸ τοῦ Ἀβραὰμ εἰς αὐτὸν κατερχομένην διὰ τοῦ Ἠσαῦ, δείκνυσι τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς· ὅτι ὁ μὲν πόρνος ἦν καὶ βέβηλος, ὁ δὲ σώφρων καὶ σεμνὸς, λέγων οὕτως· Εἰ δὲ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ καὶ· Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου. Οὐ μὴν δὲ ἀλλὰ καὶ θυσίας ὑπὲρ τῶν ἰδίων τέκνων προσήγαγε καθ’ ἡμέραν φάσκων· Μήποτε κακὰ ἐνενόησαν οἱ υἱοί μου πρὸς τὸν Θεόν. Εἰκότως οὖν ἔφη· Καὶ ἦν ἄνθρωπος ἐκεῖνος θεοσεβὴς, ἄμεμπτος, καὶ τὰ ἑξῆς. Οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον τοῦ ἀνθρώπου δηλοῦντές 77 φασιν· Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν· ἡ δὲ θεία Γραφὴ οὐχ οὕτως, ἀλλ’· Ἄνθρωπός ἐστιν ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματοςὡς ὅ γε τούτοις μὴ μεμαρτυρημένος οὐδὲ ἄνθρωπος, ἀλλὰ κτῆνος. Ἐὰν γὰρ ἔχῃ τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσετε παρὰ τοῦ προφήτου· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὥσπερ τοίνυν ἐπὶ τῆς κοινῆς συνηθείας ἐπειδάν τις τὸν ἑαυτοῦ υἱὸν ἢ οἰκέτην ἀποστέλλῃ ἐπί τινα πρᾶξιν.

Caput CXIV

PG 110:157παρακελεύεται λέγων· ὡς ἄνθρωπος πρᾶξαι τὰ τῆς πράξεως, καὶ τὸ κοινὸν ὄνομα ἰδιοποιεῖται· οὕτως, εἰ καὶ πάντες ἄνθρωποι λέγονται, μόνος ἀληθὴς ἐκεῖνός ἐστιν ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρωτότυπον [α) κάλλος μὴ ἀφανίζων. Εἶπεν οὖν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς φύσεως τὴν πρόθεσιν ἐπαινέσῃς· εἶτα δὲ αὐτὸν καὶ ἀπὸ τῆς Αὐσίτιδος χώρας, ὅπως ἐκ τῆς κομώσης γῆς τῇ ἀσεβείᾳ τὸν καρπὸν ἀνυμνήσῃς, ὃν ὁ ἀρχέκακος ὁρῶν καὶ φθόνῳ βαλλόμενος, αἰτεῖται παρὰ τοῦ Θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμὸν, ἵνα σὺ θάρσος λάβῃς καὶ μάθῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ θεοσεβοῦς ὄντως Χριστιανοῦ καὶ φοβουμένου τὸν Θεὸν, ἐὰν μὴ ἐπιτροπὴ γένηται ἄνωθεν ἢ διὰ παιδείαν, ἢ διὰ συγχώρησιν, Ὅταν γὰρ ἐπάγει ὁ Θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἁμαρτημάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων, τότε παραδιδοῖ αὐτὸν τῷ πονηρῷ· οὐ γὰρ ἠδυνήθη πολεμῆσαι ἕως ἐπετράπη· καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς Εὐαγγελίοις ἤκουσας. Οἱ μὲν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀνθρώπων σωτηρίαις·
Πάντες γὰρ, φησὶ, λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οἱ δὲ πονηροὶ δαίμονες εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίας· Ἐξαπέστειλας γὰρ, φησὶν, εἰς αὐτοὺς θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολῇ δι’ ἀγγέλων πονηρῶν. Οἱ τοίνυν δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ’ ὑπὸ ζυγὸν κεῖνται τῆς δουλείας 78 καὶ κελεύονται πρᾶξαι ὡς οἱ δήμιοι τὰ προσταττόμενα παρὰ τοῦ Θεοῦ καὶ τῶν ἁγίων. Καὶ δηλοῖ Παῦλος περί τινων λέγων· Οὓς καὶ παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημῆσαι· ἵνα γὰρ μὴ νομισθῶσιν οἱ δαίμονες, ὅτι πάντα κατ’ αὐθεντίαν πράττουσιν, κελεύονται ἄκοντες ποιεῖν τὰ προσταττόμενα. Καὶ τοῖς μὲν ἁγίοις ἀποστέλλει ὁ Θεὸς διακόνους ἀγγέλους ἁγίους εἰς σωτηρίαν, τοῖς δὲ ἁμαρτωλοῖς ἐπιτρέπει δαίμονας εἰς τιμωρίαν· καὶ γὰρ ὅτε κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς ἀπεφήνατο λέγων· Τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται; ἀπεκρίθη πνεῦμα πονηρόν· Ἰδοὺ ἐγὼ, πάντως γινῶσκον, ὅτι εἰς τοῦτο τέτακται.
Καὶ ἀποστέλλονται μὲν ἰδικῶς εἰσπράξασθαι τιμωρίαν ἐπὶ τῶν πονηρῶν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ’ ἵνα πειράσωσιν· ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται· οὐδὲ γὰρ ὁ Θεὸς κελεύει τὸ ἀπρεπὲς πρᾶγμα ἀγγέλῳ θείῳδιὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· Ἀνήχθη γὰρ, φησὶν, ὁ πάντων Δεσπότης ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Εἰ τοίνυν τὸν τοῦ παντὸς Κύριον ὁ διάβολος ἐπείρασε, τί θαυμάζεις, εἰ καὶ ἐπὶ τοὺς δικαίους εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; Ἀποστέλλεται δὲ, οὐ Θεοῦ κελεύοντος αὐτὸν, ἀλλὰ παραχωροῦντος· σχηματίζει γὰρ τὸν λόγον ἡ Γραφὴ ὡς ἐν προσωποποιίᾳ, ὡς ὅταν λέγῃ, Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός. Ι. Περὶ τοῦ Ἰακώβ. Ἰσαὰκ δὲ γενόμενος ἐτῶν ξ ἐγέννησε τὸν Ἰακὼβ, καὶ μετὰ τοῦτο ἔζησε [β) ρκ ἔτη, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ρπ ἔτη. [] Ἰακὼβ δὲ, γενόμενος ἐτῶν πε, ἐγέννησε τὸν Λευὶ̈, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ξθ, καὶ ἀπέθανεν εἰς Αἴγυπτον, ποιήσας ἐκεῖ ἔτη ιζ, ζήσας τὰ πάντα ἔτη ρμζ.

Chapter XXCaput XX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:159[] Ὃς, ὑπάρχων ἐτῶν οε, καὶ φυγὼν Ἠσαῦ τὸν ἀδελφὸν αὐτοῦ, κατήντησεν εἰς 79 Χαῤῥὰν τῆς Μεσοποταμίας πρὸς Λάβαν, τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας, οὗ καὶ τῶν προβάτων νομεὺς γενόμενος ἔτη κ, καὶ τὰς β θυγατέρας αὐτοῦ Λέαν καὶ Ῥαχὴλ εἰς γυναῖκας λαβὼν, ἔσχεν υἱοὺς ιβ καὶ θυγατέρα μίαν ἀπό τε τῶν θεραπαινίδων Βάλλας καὶ Ζελφᾶς· ἐκ μὲν γὰρ Λέας, τῆς γυναικὸς αὐτοῦ, ἐγέννησε τὸν Ῥουβὴμ καὶ Συμεῶνα καὶ τὸν Λευὶ̈ καὶ τὸν Ἰούδαν, τὸν Ἰσάχαρ καὶ τὸν Ζαβουλὼν καὶ τὴν Δεῖνα, ἐκ δὲ Ῥαχὴλ τὸν Ἰωσὴφ, ὕστερον δὲ καὶ τὸν Βενιαμὶν μετὰ τὴν ἐπάνοδον, ἐκ Βάλλας τὸν Δᾶν καὶ τὸν Νεφθαλὶμ, ἐκ δὲ Ζελφᾶς τὸν Γὰδ καὶ τὸν Ἀσήρ.
[] Μετὰ δὲ τὸν κ χρόνον τῆς ἀποφυγῆς τε καὶ δουλείας, [καὶ μετὰ] τὴν ἐκ Μεσοποταμίας καὶ πρὸς γῆν Χαναὰν ὑποστροφὴν καὶ τὴν παλαίστραν μετὰ τοῦ Θεοῦ, δι’ ἧς καὶ Ἰσραὴλ ὠνομάσθη δι’ ὀπτασίας, εἶδε πάλιν ὅραμα ἐν Βεθὴλ καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας, καὶ ἀριθμήσας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος, ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευὶ̈ ἐλθὼν, ὃν δέκατον εὑρὼν, τῷ Θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ τέκνα καὶ πάντα ὅσα ἦν αὐτῷ, καθὼς καὶ προϋποσχόμενος εἶπε τῷ Θεῷ ἐν τῷ ἀποδιδράσκειν, ὅτι Πάντων, ὅσα ἄν μοι δῷς, δεκάτην ἀποδεκατῶ σοι αὐτά. Καὶ εὐθὺς ἐνδύσας τὸν Λευὶ̈ στολὴν ἱερατικὴν, δι’ αὐτοῦ θυσίας προσήνεγκε τῷ Θεῷ ἐν Βεθὴλ, κἀντεῦθεν οἱ μὴ τῇ κατανόμῳ θυσίᾳ τε καὶ λειτουργίᾳ προσεδρεύοντες Λευῖ̈ται κέκληνται, οἱ δὲ τὴν κατὰ τῆς θείας χάριτος ἱερουργίαν κληρικοὶ προσαγορεύονται, διὰ τὸ γεγράφθαι· Οὐ κεῖται τοῖς Λευί̈- ταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ὁ γὰρ Κύριος μερὶς αὐτῶν καὶ κλῆρος. ΙΖ. Περὶ θανάτου Ἠσαῦ.
Ὁ δέ γε Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα μετὰ τὴν τοῦ Ἰακὼβ ἐπάνοδον, προσκαλεσάμενοι τόν τε Ἰακὼβ καὶ τὸν Ἡσαῦ, καὶ παρακαλέσαντες 80 αὐτοὺς ἅμα καὶ ἐνορκισάμενοι εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τῆς ἀδελφικῆς οἰκειότητος ἀσπάζεσθαι τὴν διάθεσιν, τελευτῶσι, προτέρα μὲν ἡ Ῥεβέκκα, μετ’ οὐ πολὺ δὲ καὶ Ἰσαὰκ, τῷ Ἰακὼβ τῆς πρωτοτοκυίας καταλιπόντες τὰ γέρα. [] Μετὰ δὲ ταῦτα παρωξύνθη Ἡσαῦ ὑπὸ Ἀμαλὴκ, τοῦ ἐκ παλλακίδος υἱοῦ αὐτοῦ, καὶ συναγαγὼν ἔθνη ὥρμησε κατὰ τοῦ Ἰακὼβ, ὥς φησιν Ἰώσηπος· ὁ δὲ, τὰς πύλας ἀποκλείσας τῆς πόλεως εἰς ἣν κατέφυγε, ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν. Τοῦ δὲ μὴ ἀνασχομένου, ἀλλὰ μᾶλλον ὑβρίζοντος καὶ ὀνειδίζοντος [] καὶ ὀλοθρεύσειν αὐτὸν ἀπειλοῦντος, ἐντείνας ὁ Ἰακὼβ τὸ τόξον, κατέβαλεν Ἡσαῦ κατὰ τοῦ δεξιοῦ μαστοῦ, καὶ πλήξας ἀνεῖλεν. Οἱ δὲ υἱοὶ Ἰακὼβ, αὐτίκα ὑπεξελθόντες, σχεδὸν πάντας ἀνεῖλον. Καὶ τότε ἐπληρώθη τοῦ Ἰσαὰκ ἡ πρόῤῥησις ἡ λέγουσα πρὸς τὸν Ἡσαῦ· Ἐὰν καθέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσεις πλημμέλειαν θανάτου. ΙΗ. Περὶ τῆς γεννήσεως Μωϋσέως.

Caput CXVII

PG 110:161Τῷ δὲ δευτέρῳ ἔτει τῆς τοῦ Ἰσραὴλ ἐν Αἰγύπτῳ παροικίας ἱερογραμματέα δεινὸν προειπεῖν, ὅτι τὸ τικτόμενον παιδίον ἐν τῷδε τῷ χρόνῳ τοῖς Ἑβραίοις τὴν Αἰγυπτίων καταλύσει βασιλείαν, καὶ διὰ τοῦτο Φαραὼ προσέταξε φονεύειν τὰ τικτόμενα ἄῤῥενα τῶν Ἑβραίων παιδία. [] Λευὶ̈ δὲ, γενόμενος ἐτῶν με, ἐγέννησε τὸν Καὰθ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη 1, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ρλ. Καὰθ δὲ, γενόμενος ἐτῶν ξγ, γεννᾷ τὸν Ἄμραμ. [] Ἄμραμ δὲ, γενόμενος ἐτῶν ο, γεννᾷ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών. [] Τὸν δὲ Ἄμραμ φασὶ τὸν πατέρα Μωϋσέως εὔξασθαι τῷ Θεῷ μὴ περιιδεῖν ἀπολλύμενον τὸ γένος τῶν Ἑβραίων· χρηματισθεὶς δὲ κατ’ ὄναρ περὶ τῆς γεννήσεως καὶ δυνάμεως τοῦ 81 παιδίου Μωϋσέως, οὗ τεχθέντος καὶ ἐκθέτου γενομένου, Θερμοῦθις, ἡ τοῦ Φαραὼ θυγάτηρ, ἀνείλετο· τοσοῦτον δὲ ἦν ἀστεῖον τὸ παιδίον Μωϋσῆς, ὡς τοὺς ὁρῶντας αὐτὸ ἀμεταστρεπτὶ θαυμάζοντας ἐνορᾷν· ὃς καὶ ἐγενήθη εἰς υἱὸν τῇ θυγατρὶ τοῦ Φαραώ.
[] Λέγεται δὲ ἔτι νήπιον ὄντα εἰσαχθῆναι πρὸς Φαραὼ τὸν πατέρα αὐτῆς, ἀστεῖον ὄντα τῇ ὄψει καὶ χαριέστατον, λαβέσθαι τῆς γενειάδος αὐτοῦ, καὶ διὰ τοῦτο προστάξαντος ἀναιρεθῆναι αὐτὸ, προνοίᾳ δὲ Θεοῦ ἐπισχεθῆναι τὸν Φαραὼ τοῦ μὴ ἀνελεῖν αὐτὸν τρόπῳ τοιῷδε· Ἄνθρακας ἀναφθέντας ἐν τῇ γῇ κατατεθῆναι καὶ χρυσίου σωρὸν ὑποθήκῃ τινῶν τῶν ὑπ’ αὐτῶν σοφῶν· καὶ εἰ μὲν ἅψαιτο ὁ παῖς, φησὶ, τοῦ χρυσοῦ καὶ τούτου λάβοι, κακοήθως ἐδράξατο τῆς γενειάδος αὐτοῦ, εἰ δὲ θίξοι τῶν καιομένων ἀνθράκων, ἀπανούργως καὶ ὡς ἀφελὲς παιδίον τοῦτο εἰργάσατο, καὶ οὐ χρὴ μάτην ἀναιρεθῆναι· ὃ καὶ γενόμενον, ἔστησε τὴν ἀπόφασιν· ἀφέμενος γὰρ τοῦ χρυσοῦ, προσέδραμε τοῖς ἄνθραξι, καὶ τούτων ἕνα λαβὼν, κατὰ τὸ ἠθισμένον ὡς τὰ πολλὰ τοῖς παισὶ, τῷ στόματι προσήνεγκε, καὶ ψαύσαντος αὐτοῦ τῇ γλώσσῃ, βραδύγλωσσος γέγονε καὶ δύσηχος τοῦ λαλεῖν. ΙΘ. Ὅτι υἱοὶ Ἰσραὴλ ἐξῆλθον ἐκ τῆς Αἰγύπτου. Ἐν δὲ τῷ ὀγδοηκοστῷ ἔτει τοῦ Μωϋσέως ἐξῆλθον υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ παρῴκησαν ἔτη σιε.
PG 110:163Πῶς οὖν φησιν ὁ Θεὸς τῷ Ἀβραὰμ, Ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἔτη υ; Ἀλλὰ δῆλον, ὅτι ἀπὸ τῆς ἀναβάσεως Ἀβραὰμ ἐκ Χαῤῥὰν δεῖ τὴν τοῦ λαοῦ παροικίαν ἀριθμεῖν· οὐ γὰρ ἐν Αἰγύπτῳ μόνον γέγονεν ἡ παροικία, ἀλλὰ καὶ ἐν γῇ Χαναὰν, καθὼς μαρτυρεῖ Μωϋσῆς λέγων· [] Ἡ δὲ παροίκησις τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰγύπτῳ ἔτη υλ. Καί ἐστι τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆς ἐν Χαῤῥὰν ἀναβάσεως μέχρι τοῦ Ἰσαὰκ γεννήσεως 82 ἔτη κε, τοῦ δὲ Ἰσαὰκ μέχρι Ἰακὼβ ξ ἔτη, τοῦ δὲ Ἰακὼβ μέχρι Λευὶ̈ ἔτη πζ, τοῦ δὲ Λευὶ̈ μέχρι Καὰθ ἔτη με, τοῦ δὲ Καὰθ μέχρι Ἄμραμ ἔτη ξγ, τοῦ δὲ Ἄμραμ μέχρι Μωϋσέως ἔτη ο, τοῦ δὲ Μωϋσέως μέχρι τῆς ἐξόδου ἔτη π. [] Καὶ οὕτως ἐξελθὼν Ἰσραὴλ, ἐπιφερόμενος τὰ ὀστᾶ Ἰωσὴφ, ἐποίησεν ἐν τῇ ἐρήμῳ ἔτη μ· φησὶ γάρ· Πέμπτῃ γενεᾷ ἀνέβησαν υἱοὶ Ἰσραὴλ ἀπὸ τῆς Αἰγύπτου, καὶ ἔλαβε Μωϋσῆς τὰ ὀστᾶ Ἰωσὴφ μετ’ αὐτοῦ·
ὁρκώσας γὰρ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ’ ὑμῶν· ὃς ὑπάρχων ἐτῶν ιζ φθονηθεὶς ὑπὸ τῶν ἀδελφῶν ἐπράθη, καὶ γενόμενος ἐτῶν λ, ἄρχων πάσης Αἰγύπτου καθίσταται, ἐν ᾗ γεννήσας υἱοὺς β, τὸν Ἐφραὶ̈μ καὶ τὸν Μανασσῆ, ἀπέθανεν ἐτῶν ρι. [] Ἐπεὶ οὖν, ὅτε παρέστη Μωϋσῆς τῷ Φαραὼ, ἦν ἐτῶν π, ἔμεινε δὲ ἄλλα μ ἔτη ἐν τῇ ἐρήμῳ, δῆλον οὖν ἐστιν, ὅτι ἐν ὅλαις μ ἡμέραις γεγόνασιν αἱ κατ’ Αἴγυπτον πληγαὶ, ἃς ἡμέρας ἀριθμοῦμεν μετὰ τῶν μ ἐτῶν τῆς ἐρήμου· ἀναγνοὺς γὰρ μετὰ ἀκριβείας ἐσημειωσάμην τὰς μ ἡμέρας γενέσθαι οὕτως· α, ἀφ’ ἧς ἡμέρας συνέτυχε τῷ Φαραώ· δευτέρᾳ δὲ, τῇ ἐπιούσῃ διεσπάρη ὁ λαὸς ἄχυρα συλλέξαι καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς αὐτῶν, μὴ ποιησάντων τὸ τῆς ἡμέρας ἔργον· τρίτῃ γὰρ, τῇ ἑξῆς καταβοῶντες υἱοὶ Ἰσραὴλ διὰ τὸ ἀπαιτεῖσθαι ἄχυρον, εἰσῆλθε πρὸς Φαραώ. Τετάρτῃ δὲ εὐξάμενος ἐν λόγῳ Κυρίου εἶπε τῷ Ἰσραὴλ, ὅτι Ἐξάξει ὑμᾶς ἐξ Αἰγύπτου ὁ Θεός· καὶ οὐ προσέσχον ἐκ πολλῆς ὀλιγωρίας. Πέμπτῃ δὲ, εἰσῆλθε πρὸς Φαραὼ καὶ τὴν ῥάβδον ὄφιν ἐποίησεν· ἕκτῃ δὲ τὸ ὕδωρ εἰς αἷμα μετέβαλεν.
Εἶτα ἀνελάβοντο μέχρι τῆς γ, καὶ ι ἡμέρας, καὶ ἀνέβη ὁ βάτραχος. Τεσσαρεσκαιδεκάτῃ ἀπέθανον οἱ βάτραχοι· ιε σκνῖπες γεγόνασι· ι συνέτυχε τῷ Φαραὼ, ὅτι αὔριον μέλλει γίγνεσθαι κυνόμυια, ιζ ἦλθεν ἡ κυνόμυια· ιη ἀπέστη ἡ κυνόμυια, ἐν ᾗ καὶ ἠπειλήθη τῶν κτηνῶν ὁ θάνατος· 83 ιθ ἀπέθανον τὰ κτήνη· κ δὲ φλυκτίδες ἀναζέουσαι γεγόνασιν· κα δὲ ἀπειλὴ τῆς ἐσομένης τῇ ἐπαύριον χαλάζης ἐξηνέχθη· κβ ἦλθεν ἡ χάλαζα· κγ δὲ ἡ ἀκρὶς ἐπῆλθε, ἐν ᾗ καὶ διὰ προσευχῆς ἤρθη· κδ δὲ μέχρι κε τὸ τριήμερον ἐγίνετο σκότος· καὶ μετὰ τὰς γ ἡμέρας διελύθη. Εἶτα μεθ’ ἡμέρας θ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν διαταξάμενος περὶ τοῦ Πάσχα· Οὗτός ἐστιν ὁ πρῶτος μὴν, ὁ παρ’ Ἑβραίοις μὲν Νισὰν λεγόμενος, παρ’ ἡμῖν δὲ Μάρτιος, ὥς φησιν ὁ Κύριος· Ὁ μὴν οὗτος ἀρχὴ μηνῶν ὑμῖν ἐστι πρῶτος· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον, ἥτις ἐστὶ λ ἡμέρα.
PG 110:165Εἶτα μετὰ δ ἡμέρας ἐσφάγη τὰ πρόβατα, καὶ πασχάσαντες ἐξῆλθον, ὡς εἶναι τὴν [α) μ ἡμέραν, καθ’ ἣν ἐθανατώθησαν τὰ πρωτότοκα Αἰγύπτου περὶ τὸ μεσονύκτιον, ὥστε καὶ τὰ ἄζυμα βαστάσαντες ἐξῆλθον διὰ τῆς μεσιτείας καὶ ὁδηγίας τοῦ ἀοιδίμου καὶ τερατουργοῦ Μωϋσέως. Κ. Περὶ τῆς δοθείσης πλακὸς Μωϋσεῖ. Οὗτος ἐκεῖνός ἐστιν ὁ μέγας θεοφάντωρ καὶ θεοφιλέστατος σημαντὴρ, πρὸς ὃν εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκά σε θεὸν Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται προφήτης· σὺ δὲ λάλησον πάντα ὅσα ἐντέλλομαί σοι. Οὗτος, πατάξας τοὺς Αἰγυπτίους διὰ τῆς δεκαπληγίας καὶ διὰ τῆς θαλάσσης ὀλοθρεύσας, ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς σιδηρᾶς καμίνου ἐν σημείοις καὶ τέρασι μεγάλοις, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθώς φησι καὶ 84 Δαυί̈δ. Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις καὶ τὰ λοιπά. [] Οὐ γὰρ μία γέγονεν ὁδὸς, καθὼς ὁ Χρυσόστομος ὁ θεόσοφος λέγει, ἀλλὰ καθ’ ἑκάστην φυλὴν τὸ ὕδωρ ἐσχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις τοῦ λαοῦ, ἵνα μὴ φύσεως ἔργον τοῦτο νομισθῇ, ἀλλὰ Θεοῦ τοῦ πᾶσαν φύσιν δημιουργήσαντος καὶ κυριεύοντος.
Ὅθεν ἐν βραχείᾳ καιροῦ ῥοπῇ τἀναντία εἰργάζετο· καὶ οὐ καθ’ ἓν ἐτέμνετο μέρος τὸ ὕδωρ, κορυφουμένων τῶν ὑδάτων, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπάντων· καθ’ ἕκαστον γὰρ τῶν σημείων τοῦτο μάλιστα ἦν περισπούδαστον τῷ Θεῷ, ἐπεὶ διὰ τῶν στοιχείων τὰ θαύματα ἐγίνετο, ὅπως μὴ φυσικῆς τινος ἀκολουθίας ἢ συντυχίας εἶναι τὰ γινόμενα νομισθῇ, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς τὰ συμβαίνοντα παραδοξοποιούσης διὰ Μωσέως εἰς τοὺς υἱοὺς Ἰσραήλ. [] Οὕς περ καὶ ὁδηγήσας ἐν τῇ ἐρήμῳ ἐν στύλῳ πυρὸς καὶ νεφέλης, καὶ ἄρτῳ διαθρέψας οὐρανίῳ, τοὺς ἐχθροὺς αὐτῶν Ἀμαληκίτας χειρῶν ἐκτάσει κατετροπώσατο. Οὗτος ἤκουσε παρὰ Κυρίου λέγοντος· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ πυρὸς καὶ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ πιστεύσωσί σοι εἰς τὸν αἰῶνα. [] Καὶ τῇ τρίτῃ ἡμέρᾳ, φησὶν, ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους Σινὰ, καὶ φωνὴ σάλπιγγος ἤχει μέγα. Καὶ ἐπτοήθη ὁ λαός. Τὸ δὲ ὄρος ὅλον ἐκαπνίζετο διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐν αὐτῷ ἐν πυρὶ, καὶ ἀνέβαινεν ἡ ἀτμὶς ὡσεὶ καπνὸς καμίνου, καὶ πᾶς ὁ λαὸς ἐξέστη σφόδρα·

Chapter XXICaput XXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CXIX

PG 110:167ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρῶς σφόδρα. Καὶ πᾶς ὁ λαὸς εἱστήκει μακρόθεν, ἀκούων τὰς φωνὰς, καὶ τὸ ὄρος ὅλον καπνιζόμενον ὁρῶντες καὶ πλησιάσαι μὴ τολμῶντες, ἀλλὰ προσκυνῆσαι πόῤῥωθεν κελευσθέντες· Κἂν θηρίον, φησὶ, θίγῃ, λιθοβοληθήσεται, καὶ φοβερὸν ἦν τὸ φανταζόμενον. Φοβηθεὶς δὲ πᾶς ὁ λαὸς εἶπε πρὸς Μωσῆν· Λάλησον ἡμῖν σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν. Καὶ ἐκάλεσε Κύριος [] τὸν Μωϋσῆν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους· Καὶ 85 ἀναβὰς ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος, καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος, καὶ ἐκάλυψεν αὐτὸν ἡ νεφέλη ἡμέρας 2· τὸ δὲ εἶδος τῆς δόξης Κυρίου ὠσεὶ πῦρ φλέγον, ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ· εἰσελθὼν δὲ Μωϋσῆς εἰς τὸ μέσον τῆς νεφέλης ἐπὶ τοῦ ὄρους, ἦν ἐκεῖ ἡμέρας μ ἐνώπιον τοῦ Θεοῦ ἑστηκώς· ἄρτον οὐκ ἔφαγεν, ὕδωρ οὐκ ἔπιεν. Καὶ ἄλλοτε πάλιν· Ἀνέβη Μωϋσῆς καὶ Ἀαρὼν καὶ πρεσβύτεροι ο, καὶ εἶδον τὸν τόπον οὗ εἰστήκει ὁ Θεὸς καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἔργον λίθου σαπφείρου καὶ ὡς εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. [] Καὶ αὖθίς φησιν·
Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐνώπιον ἐνωπίῳ ὡς εἴ τις λαλήσει πρὸς ἑαυτοῦ φίλον, καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον· Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σαυτὸν γνωστὸς, ὡς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου, καὶ ἐνδοξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ ἐνώπιόν μου χάριν· καὶ οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ’ ἐμοὶ, ἀλλ’ οὐ δυνήσει ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται· καὶ ἰδοὺ τόπος παρ’ ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς πέτρας καὶ σκεπάσω σε τῇ χειρί μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. [] Εἶτα μέλλων τὸ Δευτερονόμιον δέχεσθαι, πάλιν φησίν· Καὶ ἀνέβη Μωϋσῆς εἰς τὸ ὄρος τὸ Σινὰ, καθὼς συνέταξεν αὐτῷ Κύριος. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ. Καὶ παρέστη αὐτῷ ἐκεῖ ἡμέρας μ καὶ νύκτας μ· ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιε, καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα τῆς διαθήκης, τοὺς ι λόγους.
PG 110:169Καὶ λαβὼν τὰς πλάκας καὶ καταβὰς ἀπὸ τοῦ ὄρους δεδοξασμένος, εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόςωπον Μωϋσέως, καὶ ἦν δεδοξασμένον, καὶ ἐφοβήθησαν αὐτῷ προσεγγίσαι. Καὶ εἰκότως· νηστεύσας γὰρ ἡμέρας π Κυρίῳ παρεστηκὼς καὶ τὰς θεογράφους πλάκας δεξάμενος καὶ τὸ θεόσδοτον Δευτερονόμιον εἰληφὼς, τοσοῦτον αὐτοῦ τὸ πρόσωπον 86 ἐκ τῆς θεοπτίας ἐδοξάσθη, ὥστε μὴ δύνασθαι τὸν λαὸν ἀτενίσαι πρὸς τὴν ἐκεῖθεν φερομένην θείαν αὐγήν τε καὶ δόξαν. Καὶ διὰ τοῦτο κάλυμμα ἐπετέθη ἡνίκα πρὸς αὐτοὺς ὡμίλει· ἀκτῖνας γὰρ ἐκπέμπων σελασφόρους καὶ ἀπαστράπτων σφόδρα, τὰς ὄψεις ἐπέστρεψε τῶν ὁρώντων, ὥσπερ τις ἡλιακὴ αὐγὴ τοῖς ὀφθαλμοῖς προσπίπτουσα. [] Μετὰ γὰρ ἡμέρας μ κατελθὼν καὶ διὰ τὴν μοσχοποιίαν θυμωθεὶς εὐθέως τὰς πλάκας συντρίψας, εἰς τὸ ὄρος πάλιν ἀνέδραμε, τοσαύτας ἄλλας ἐνδιατρίψας ἐν τῷ ὄρει ἡμέρας προσφιλοσοφῶν τῷ Θεῷ, πάσης [α) ἀνθρωπίνης τροφῆς ὡς καὶ ἐν ταῖς προτέραις ἡμέραις γενόμενος ἄγευστος. Οὕτως τὰς δευτέρας πλάκας λαβὼν πρὸς τὸν λαὸν κατῆλθε.
[] Ποῖος οὖν λογισμὸς ἀνθρώπινος τὸ ὑπέρογκον τοῦδε τοῦ θαύματος παραστῆσαι δυνήσεται, πῶς ἡ ῥοώδης τοῦ σώματος φύσις τοσοῦτον κινουμένη διήρκεσεν, οὐδενὸς ἀνεκπληροῦντος τὸ καθ’ ἡμέραν διαπνέον καὶ ἐξωθούμενον τῆς δυνάμεως; Λύει δὲ τὸ ἄπορον τοῦτο πρᾶγμα καὶ θαυμάσιον ὁ θεῖος λόγος, ὡς ὅταν λέγῃ· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ ἐκ στόματος Θεοῦ. Οὐκοῦν εὔδηλον πᾶσιν ἐντεῦθεν, ὡς μηδὲν τὸν ἄγγελον τοῦτον βεβρωκέναι παντελῶς ἐν ᾗ καὶ κατῆλθεν ἡμέρᾳ, σπεύδων ἐν λόγῳ Κυρίου, καὶ τῇ ἐπαύριον ἐν τῷ ὄρει ἀνῆλθεν, ὥστε δικαίως τῷ δικαίῳ θυμῷ χρησάμενον, τὰς ἐν λίθῳ σαπφείρῳ δακτύλοις Θεοῦ γραφείσας θείας ῥήσεις, μὴ φέρων τὴν ἐπάρατον ἐργασίαν τε καὶ θεοστυγῆ πρᾶξιν τῶν ἀνοσίων ἐκείνων καὶ βεβήλων, συνέτριψεν, τοῦτο μὲν ἀνάξιον πάμπαν εὖ μάλα κρίνας τοιαύτης θεουργίας καὶ εὐεργεσίας ἀπολαῦσαι τοὺς θεομισεῖς καὶ ἐμβροντήτους, τοῦτο δὲ μᾶλλον εἰδὼς τὴν κατ’ αὐτῶν ἔνδικον τοῦ Θεοῦ ἀγανάκτησιν, καὶ διὰ τοῦτο παντί που δῆλον κελεύσας, εἰ καὶ μὴ πάντας, ἀλλὰ τοὺς παρατυγχάνοντας ἀναιρεθῆναι.

Chapter XXIICaput XXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:171Πῶς οὖν ὁ τοιαύτης καὶ τοσαύτης ἐγκρατείας καὶ νηστείας ἐργάτης καὶ χάριτος θείας ἔμπλεος ἐκ διαμέτρου καὶ θείῳ ζήλῳ πυρπολούμενος ἅμα καὶ ἰλιγγιῶν καὶ ἀδημονῶν καὶ ἀθυμῶν σφόδρα καὶ λυπούμενος καθ’ ὑπερβολὴν ἐπὶ τῇ φοβερᾷ τῶν ἀχαρίστων ἁμαρτίᾳ, τῶν ἀστόργων καὶ 87 ἀσπόνδων, ἠνέσχετο βρώσεως ἢ πόσεως μετασχεῖν ἐν ἡμέρᾳ μιᾷ, πικρίας καὶ θυμοῦ πεπληρωμένος καὶ στενοχωρίας ἐν λαῷ κακούργῳ καὶ πονηροτάτῳ καὶ μυσαροτάτῳ, μὴ πρότερον ὑπὲρ ἑαυτοῦ ἐξιλεωσάμενος δι’ ἐπιτεταγμένης ἐστὶ νηστείας καὶ κατανύξεως, ἧς οὐδὲν φίλον Θεῷ πέφυκεν, εὖ εἰδὼς εἰ καί τις ἄλλος; [] Ὅτι γὰρ μία γέγονεν ἡμέρα μεταξὺ τῆς ἀπὸ τοῦ ὄρους καταβάσεως αὐτοῦ καὶ ἀναβάσεως, ἐν ᾗ τάς τε πλάκας συντρίψας καὶ τὸν μόσχον ἐξαφανίσας καὶ τοὺς τρισχιλίους αἰσχίστους καὶ κακίστους ἄνδρας ὀλοθρεύσας, βουλόμενος, ὡς οἴονται, καταπαῦσαι τὴν ὀργὴν τοῦ Θεοῦ μικρὸν καὶ τὸν ἄκρατον θυμὸν, αὐτίκα τῇ ἐπιούσῃ θᾶττον ἀνῆλθεν εἰς τὸ ὄρος πρὸς Κύριον, δυσωπήσων ὑπὲρ αὐτῶν, ἄκουσον τί φησιν ἡ Γραφὴ διαῤῥήδην· Καὶ ἐγένετο μετὰ τὴν αὔριον καὶ εἶπε Μωϋσῆς πρὸς τὸν λαόν·
Ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην, καὶ νῦν ἀναμνήσομαι πρὸς τὸν Θεὸν, ἵνα ἐξιλεώσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν. Εἶτα ἐπήγαγεν εὐθέως· Ἐπέστρεψε δὲ Μωσῆς πρὸς τὸν Κύριον καὶ εἶπε· Δέομαι, ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν [β) ἑαυτοῖς θεοὺς, καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτῶν τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου ἦς ἔγραψας· καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Εἴ τις ἥμαρτεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου· νῦν δὲ βάδιζε καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἴρηκά σοι. Καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου μου, ᾗ δ’ ἂν ἡμέρᾳ ἐπισκέψωμαι, ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν. Καὶ ἐπάταξε Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ἀαρών. [] Ἴδε τοίνυν χρηστότητος καὶ ἀποτομίας Θεοῦ κατὰ τὸν χριστοφόρον· καὶ γνῶθι σαφῶς, ὅτι φοβερὸν ὄντως τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος καὶ ἀμήχανον ἐκφυγεῖν τοὺς ἐπταικότας ἀμετανόητα δήπουθεν τὴν ἔνδικον καὶ ἀδέκαστον θείαν δίκην, εἰ καὶ παραχρῆμα ταύτην οὐκ ἐπήγαγε, καθὼς ἐναργεστάτως διὰ βραχυλογίας ἀποδέδεικται.
[] Ὥστε λοιπὸν ἀναμφήριστόν ἐστιν, ὡς π ἡμέρας ἐφεξῆς ἀπόσιτος ἔμεινε θεοφορούμενος ὁ θεσπέσιος οὗτος ἀνὴρ καὶ ἐνισχυόμενος ἐν ἐκείνῃ τῇ πολλῇ προεδρίᾳ 88 καὶ παραστάσει Θεοῦ, Θεὸς καὶ θεοφάντωρ ἤδη γενόμενος καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην καρτερίαν καὶ εὐτονίαν ἐπιδειξάμενος, εἴτε ἐν σώματι πέλων, εἴτε ἐκτὸς τοῦ σώματος, ὁ Θεὸς οἶδεν ὁ τοῦτον οὕτως ἀποφήνας καὶ ὑπερφυῶς δοξάσας. [] Εἶτα πάλιν φησίν· Ἡνίκα δ’ ἂν ἐπορεύετο Μωϋσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ὁ Θεὸς ἐπὶ τὴν σκηνήν. Ὁ δὲ λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, καὶ προσεκύνουν ἕκαστος ἐκ τῆς σκηνῆς αὐτοῦ· καὶ οὕτως ἐλάλει Κύριος μετὰ Μωϋσέως ἐνώπιον τοῦ λαοῦ. [] Καὶ τὸν μὲν λαὸν ἐκ τῆς ὀργῆς Κυρίου διαφόρως ἐπαγωνιζόμενος ἐξελέσθαι, τοσοῦτον ὑπὲρ αὐτῶν ἤλγησε τῆς οἰκείας σωτηρίας, ὡς καὶ ἐν τῇ θραύσει τοῦ Θεοῦ κατὰ τὸν Δαυὶ̈δ στῆναι φάναι· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου ἧς ἐγράψας· εἶπε γὰρ, φησὶ, τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωϋσῆς, ὁ ἐκλεκτὸς αὐτοῦ, ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς.
PG 110:173Ὅσοι δὲ κατεξανέστησαν αὐτῷ, οἱ μὲν κατεπόθησαν εἰς ᾅδου ζῶντες, οἱ δὲ θείου πυρὸς γεγόνασι παρανάλωμα· φησὶ γάρ· Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει χιλιάδες ιδ χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ. [] Οὐ μὴν δὲ, ἀλλὰ καὶ Μαρία ἡ προφῆτις καὶ ἀδελφὴ αὐτοῦ, λαλήσασα κατ’ αὐτοῦ, δίκην δέδωκε. Καὶ ἐλάλησαν, φησὶν, Μαρία καὶ Ἀαρὼν κατὰ Μωϋσέως ἕνεκεν τῆς γυναικὸς αὐτοῦ Αἰθιοπίσσης, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν· καὶ εἶπαν· Μὴ Μωϋσεῖ μόνῳ λελάληκεν ὁ Θεός; Καὶ ἤκουσε Κύριος. Καὶ ὁ ἄνθρωπος Μωϋσῆς πραὺ̈ς σφόδρα παρὰ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ εἶπε πρὸς Ἀαρὼν καὶ Μαρίαν. Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ· οὐχ οὕτως ὁ θεράπων μου Μωϋσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου [α) πιστός ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν μου εἶδε· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσέως; καὶ ὀργὴ θυμοῦ Κυρίου, καὶ ἀπῆλθεν.
Καὶ ἰδοὺ Μαρία λεπρώσασα ὡσεὶ χιών. Ἀλλ’ οὖν γε 89 δυσωπήσας Μωϋσῆς δι’ αὐτὴν, καὶ ἀφορισθεῖσα ἐκ τοῦ λαοῦ ἡμέρας ζ, ἰάθη κατὰ τὸν λόγον Κυρίου. Καὶ μετὰ ταῦτα Μαρία ἐτελεύτησε. [] Καὶ οὐκ ἦν ὕδωρ ἐν τῇ συναγωγῇ, καὶ ἐλοιδόρει ὁ λαὸς τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Λάβε τὴν ῥάβδον ταύτην, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς. Καὶ ἔλαβε Μωϋσῆς τὴν ἀπέναντι Κυρίου ῥάβδον, καὶ ἐκκλησίασε Μωϋσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπον πρὸς αὐτούς· Ἀκούσατε ἡμῶν, οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ; Καὶ ἐπάρας Μωϋσῆς τὴν χεῖρα αὐτοῦ, καὶ πατάξας τὴν πέτραν τῇ ῥάβδῳ, εὐθὺς ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ὁ λαὸς τῆς συναγωγῆς καὶ τὰ κτήνη αὐτῶν. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών·
PG 110:175Ἀνθ’ ὧν οὐκ ἐπιστεύσατε ἁγιᾶσαί με ἐναντίον τοῦ λαοῦ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Διὸ προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ (καὶ ἀποθανείτω), ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἐκείνην, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας καὶ λοιδορίας τοῦ λαοῦ. Καὶ ἀνεβίβασε Μωϋσῆς τὸν Ἀαρὼν εἰς τὸ ὄρος, καθὰ συνέταξε Κύριος, ἐναντίον πάσης συναγωγῆς καὶ ἐξέδυσεν αὐτὸν τὰ ἱερατικὰ ἱμάτια, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐν τῷ μ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ζήσας ἔτη, ρκγ. Καὶ εἶδε πᾶσα ἡ συναγωγὴ, ὅτι ἀπελύθη Ἀαρὼν, καὶ ἔκλαυσαν αὐτὸν ἡμέρας λ. ΚΑ. Περὶ τῆς τελευτῆς Μωϋσέως. Καὶ μετὰ ταῦτα εἶπε Κύριος πρὸς Μωϋσῆν· Ἀνάβηθι εἰς τὸ ὄροςτὸ Ναβαὺ, καὶ ἴδε τὴν γῆν ἣν δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τελεύταἐκεῖ ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός 90 σου ἐν τῷ ὄρειδιότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος (τῆς) ἀντιλογίας Κάδης, καὶ οὐχ ἡγιάσατέ με ἐν τῷ λαῷ·
ὅτι ἀπέναντι ὄψει τὴν γῆν ἐκείνην, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. [] Τοῦ δὲ Μωϋσέως πολλάκις δεηθέντος τοῦ Θεοῦ περὶ τούτου καὶ λέγοντος· Διαβὰς οὖν ὡδέποτε, Κύριε, τὸν Ἰορδάνην, ὄψομαι τὴν ἀγαθὴν γῆν ἐκείνην καὶ τὸ ἅγιον ὄρος καὶ τὸν Ἀντιλίβανον. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Ἱκανούσθω σοι· ὅρα μὴ προσέλθῃς μοι ἔτι λαλῆσαι περὶ τούτου, ἀλλ’ ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἴδε κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ λίβα καὶ ἀνατολὰς τὴν ἀγαθὴν γῆν ἐκείνην καὶ τὸ ἅγιον ὄρος, ὅτι τοῖς ὀφθαλμοῖς σου ὄψει αὐτὴν [β), καὶ ἐκεῖ οὐκ εἰσελεύσει. [] Καὶ γράψας ἐκ προστάγματος Κυρίου τὴν ᾠδὴν τὴν μεγάλην καὶ διαθήκην, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ ἀνέβη εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ, ὅ ἐστι Ναβαὺ, καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας, καὶ εἶπε πρὸς αὐτόν· Αὕτη ἡ γῆ ἣν ὤμοσα πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ λέγων· Τῷ σπέρματί σου δώσω αὐτήν· ἔδειξα τοῖς ὀφθαλμοῖς σου· ἐκεῖ δὲ οὐκ εἰσελεύσῃ. Καὶ ἐτελεύτησε Μωϋσῆς ἐκεῖ, διὰ ῥήματος, Κυρίου, ζήσας ἔτη ρκ.
PG 110:177Καὶ θάψας αὐτὸν ὁ λαὸς, καὶ κλαύσας ἡμέρας μ, οὐδεὶς εἶδε τὴν ταφὴν αὐτοῦ. [] Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς, ὃς ἔγνω αὐτὸν πρόσωπον πρὸς πρόςωπον ἐν πᾶσι τέρασι καὶ σημείοις. Μεθ’ ὃν οὐδεὶς ὑπὲρ τὰ ρκ ἔτη ἔζησεν. [] Καὶ τῷ μὲν μ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, τῇ νουμηνίᾳ, φησὶν Ἰώσηπος, τοῦ πρώτου μηνὸς Νισὰν, ἐτελεύτησε Μαρία, καὶ ἐτάφη ἐν Ὢρ τῷ ὄρει· καὶ τῇ νουμηνίᾳ τοῦ ε μηνὸς Ἂβ τοῦ αὐτοῦ ἔτους, ἐτελεύτησεν Ἀαρὼν, καὶ ἐτάφη καὶ αὐτὸς ἐν αὐτῷ τῷ ὄρει Ὤρ. Καὶ τῇ νουμηνίᾳ τοῦ ιβ μηνὸς Ἄδαρ τοῦ αὐτοῦ ἔτους, ἐτελεύτησε Μωϋσῆς ἐν ὄρει τῷ Ἀβαρὶμ, ἐν ᾧ καὶ ἐτάφη, καί τινα λοιπὸν φωτοειδῆ νεφέλην γεγεννῆσθαι 91 κατὰ τὸν τόπον ἐκεῖνον ἀμαυροῦσαν καὶ ἀποτειχίζουσαν τὰς ὄψεις τῶν ὁρώντων, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὸν τάφον εἰς τὸν αἰῶνα. [] Προσεκτέον οὖν ὅπως τὸν Νισὰν πρῶτον μῆνα λέγει, ὅνπερ ἡμεῖς ὀνομάζομεν Μάρτιον καὶ οὐχὶ Ἀπρίλιον, ὡς τινὲς οἴονται, ὅτι μὲν πρῶτος μήν ἐστι παρ’ Ἑβραίοις ὁ Νισὰν, ὡς καὶ αὐτὴ δηλοῖ τοῦ ὀνόματος ἡ προσηγορία καὶ ἡ ἑρμηνεία, Ἑβραϊστὶ λεγομένη Νισὰν, ὅς ἐστι πρῶτος μὴν ὁ παρ’ ἡμῖν λεγόμενος Μάρτιος.
Καὶ μάρτυς μὲν οὗτος ὁ σοφώτατος καὶ νομοδιδάσκαλος Ἰώσηπος, τὸν Νισὰν πρῶτον εἰπὼν μῆνα καὶ τὸν Ἀβὶ πέμπτον καὶ τὸν Ἄδαρ δωδέκατον· μάρτυς δὲ μᾶλλον θεῖος καὶ ἀξιόχρεως ὁ προφήτης Ζαχαρίας περὶ τοῦ θ’ καὶ ι μηνὸς λέγων· Τῇ δ καὶ ι τοῦ θ μηνὸς, ὅς ἐστι Σαβάτ. Καὶ γὰρ οὗτος καὶ παρ’ ἡμῖν, εἰ πρῶτος ὁ Μάρτιος ἀπηριθμήθη, ὄγδοος ὁ Ὀκτώβριος εὑρίσκεται, καὶ δέκατος ὁ Δεκέμβριος. Καὶ μέντοι τὸ ἔαρ ἀπὸ τοῦ αὐτοῦ πρωτοκτίστου μηνὸς ἄρχεται Μαρτίου καὶ ἡ γῆ βλαστάνει, κατὰ τὴν θείαν πρόστασιν, βοτάνην χόρτον· καὶ οἱ τοῦ ἐνιαυτοῦ καιροὶ τέσσαρες, ἀνὰ τρεῖς μῆνας ἔχοντες ἀριθμοῦνται. Καὶ λέγεται ὁ ψῆφος αὐτῶν· ἔαρ, θέρος, φθινόπωρον καὶ χειμών. [] Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ πολυμαθὴς καὶ πολυί̈στωρ Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι φησί· Οἱ οὖν Ἰουδαῖοι τὴν τοῦ ἔτους νεομηνίαν τοῦ παρ’ αὐτοῖς λεγομένου Νισὰν, ἤτοι τῇ κε τοῦ Μαρτίου μηνὸς ἔχουσι πάντοτε, ἥτις ἐστὶ πρωτόκτιστος ἡμέρα, ἐν ᾗ τόδε τὸ πᾶν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεός. Κατὰ τὴν εὐδοκίαν τοῦ Πατρὸς καὶ συνεργίαν τοῦ ἁγίου Πνεύματος ἐνοικήσας ἐν τῇ ἁγίᾳ Παρθένῳ, τῷ αὐτῷ ἔτει ἐνηνθρώπησε·

Caput CXX - CXXI

[α) καὶ κατ’ αὐτὴν ἐκ τάφου ἀνέστη καὶ γέγονε τὸ λεγόμενον κύριον Πάσχα. Αὕτη τοίνυν ἡμῖν κατὰ τὴν τοῦ Θεοῦ ἁγίαν Ἐκκλησίαν ἀρχὴ ἔτους ἐστὶ πάντοτε καθὸ καὶ τὸ ἅγιον Πάσχα εὑρίσκοντες εἰς Κυριακὴν ἐμπίπτον μετὰ τὴν ιδ τῆς σελήνης τοῦδε τοῦ μηνὸς Μαρτίου τοῦ καὶ Νισὰν προσαγορευομένου, οὐκ Ἰουδαϊκῶς, ἀλλ’ ἀποστολικῶς ἐκτελοῦμεν κατὰ φυσικὴν θεοπαράδοτον μέθοδον. 92 ΚΒ. Ἔτι περὶ τοῦ Μωϋσέως. Οὕτως οὖν ὁ θαυμάσιος οὗτος Μωϋσῆς διαπρέψας καὶ τερατουργὸς ἀναδειχθεὶς τοὐναντίον πάλιν μετὰ πολλῆς ὀδύνης καὶ θλίψεως διεπέρανε τὸν βίον. Καὶ γὰρ ἀποδυρόμενος τὴν στέρησιν τῆς ἐπηγγελμένης ἁγίας γῆς ἔλεγε πρὸς τοὺς Ἰσραηλίτας· Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ’ ὑμῶν, καὶ ὤμοσεν, ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην, καὶ εἰσέλθω εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν ἐν κλήρῳ. Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην· ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομεῖτε τὴν ἀγαθὴν γῆν ταύτην. Ποίαν τοίνυν ἄρα λιθίνην καρδίαν οὐ συνέτριψεν ἡ τοῦ δικαίου θλῖψις τότε;
PG 110:179Ποίαν ψυχὴν ἀμείλικτον καὶ δυσπαράκλητον οὐ κατεμάλαξεν καὶ εἰς οἶκτον ἤγαγεν ταῦτα μετὰ δακρύων φθεγγόμενα; Τίνα οὐκ ἔπληξε καὶ ἐφόβησε, καὶ πρὸς δάκρυα καὶ θρῆνον ἀκατάσχετον οὐκ ἐκίνησεν; [] Ὄντως ἀληθῶς, πολλαὶ αἱ θλίψεις τῶν δικαίων· ἰδοὺ γὰρ ὁ ἐκ βρέφους ἀστεῖος ὁρώμενος καὶ θείας χάριτος ἔμπλεος, οὗτος ὁ ἀοίδιμος καὶ ἐξοχώτατος δίκαιος ἀπὸ τῆς πρώτης ἡλικίας ἀρξάμενος θλίβεσθαι καὶ ὀδυνᾶσθαι καὶ ἀδημονεῖν, μετὰ τῆς αὐτῆς ἀθυμίας τὸν βίον κατέλυσε. Ἵνα γὰρ τὰς ἐν Αἰγύπτῳ θλίψεις αὐτοῦ πολλὰς καὶ κακὰς παρῶμεν, καὶ τὰς ἐν ἐρήμῳ διασκοπήσωμεν, ἔνθα μηκέτι φέρων τοῦ πολλάκις λιθοβολήσαντος λαοῦ τὴν ἀγνωμοσύνην καὶ θρασύτητά τε καὶ ἀγριότητα καὶ παραιτούμενος τὴν πρόστασιν ἐκ πολλῆς ἀθυμίας καὶ θάνατον αἰτούμενος. Ἄκουσον καὶ γνῶθι τὸν πολὺν θόρυβον καὶ φοβερὸν ἴλιγγα τῆς ψυχῆς αὐτοῦ δι’ ὀλίγων ῥημάτων, φησὶ γάρ· Ἐβαρυθύμησεν Μωϋσῆς σφόδρα καὶ εἶπε πρὸς Κύριον· Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναί μοι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου; μικρὸν λιθοβολήσουσί με. Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον τὸν λαὸν τοῦτον; ἢ ἐγὼ ἔτεκον αὐτούς;
ὅτι λέγεις μοι· ἆρον 93 αὐτοὺς εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν; Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοὶ λέγοντες· Δὸς ἡμῖν κρέα ἵνα φάγωμεν· οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν [β) τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο. Εἰ δὲ οὕτω σὺ ποιεῖς, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου. Τί οὖν λοιπὸν τῶν ῥημάτων τούτων γένηται ὀδυνηρότερον, καὶ τί τῆς ζωῆς ταύτης δυσαχθέστερον; [] Καὶ αὐτὸς μὲν εὐεργετῶν αὐτοὺς διετέλει καὶ προκινδυνεύων αὐτῶν. Ἐπεὶ γὰρ διαφόρως εἶπεν ὁ Θεὸς πρὸς αὐτὸν ἐξολοθρεῦσαι τούτους, λέγων· Ἔασόν με, καὶ θυμωθεὶς ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ τούτῳ πρεσβευόμενος ἔλεγεν· Εἰ μὲν ἀφεῖς τὴν ἁμαρτίαν αὐτοῖς, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ἐκεῖνοι δὲ συνεχῶς καὶ ἐπανίσταντο κατ’ αὐτοῦ μέχρις ἂν καὶ εἰς ἔσχατον αὐτὸν κίνδυνον ἤγαγον. καὶ τῆς ἐπαγγελίας ἀπεστέρησαν.
PG 110:181Καὶ τοῦτο δηλῶν πρὸς αὐτοὺς πάλιν καὶ τραγῳδικώτερον τὴν ἑαυτοῦ συμφορὰν διηγούμενος ἔφη· Καὶ ἐμοὶ Κύριος ἐθυμώθη δι’ ὑμᾶς, καὶ ὑπερεῖδέ με ἕνεκεν ὑμῶν, καὶ οὐκ ἤκουσέ μου τῆς δεήσεως, λέγων· Οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ. Διό φησιν ὁ Δαυί̈δ· Καὶ παρώργισαν αὐτὸν ἐφ’ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι’ αὐτοὺς, ὅτι παρεπίκραναν, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ· ἀθυμοῦντι γὰρ διὰ τὴν τῆς ἀδελφῆς τελευτὴν, ἐπέκειντο δίψει πιεζόμενοι. [] Δυσχεραίνων τοίνυν τὴν πολλὴν ἀκρασίαν τε καὶ αὐθάδειαν, ἀνθρώπινόν τι πέπονθε, καὶ ὥσπερ διὰ θεῖον ζῆλον ἐπὶ τῆς μοσχοποιί̈ας αὐτῶν ἐξ ὑπερβολῆς ἀθυμίας ὁ πραότατος πέπονθε, τοῦτο καὶ ἐπὶ τῆς ἀντιλογίας, ὃ δὴ καὶ ὁ πρᾶος Δαυὶ̈δ πάσχων ἔλεγε· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου, καὶ, Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὸν νόμον σου οὐκ ἐφυλάξαντο. Οὐ γὰρ ἂν, εἰ μὴ 94 σφόδρα αὐτὸν ἐσκότωσαν ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν, ἔστρεψεν ὁ τῆς ἀθυμίας ἐκείνης τάραχος, τὰς θεογράφους πλάκας ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἐν αἷς ὑπῆρχε γεγραμμένα ταῦτα· α.

Caput CXXIV - CXXVI

Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὃς ἐξήγαγόν σε ἐκ τῆς Αἰγύπτου, οἴκου δουλείας· οὐκ ἔσται σοι θεὸς ἕτερος πλὴν ἐμοῦ. β. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον παντὸς ὁμοιώματος, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προςκυνήσεις αὐτοῖς. γ. Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. δ. Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. ε. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. 2 Οὐ μοιχεύσεις. ζ. Οὐ κλέψεις. η. Οὐ φονεύσεις. θ. Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον μαρτυρίαν ψευδῆ. ι. Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ τὴν οἰκίαν αὐτοῦ, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ τὸν παῖδα αὐτοῦ [β), οὐδὲ τὴν παιδίσκην αὐτοῦ, οὐδὲ τὸν βοῦν αὐτοῦ, οὐδὲ τὸ ὑποζύγιον αὐτοῦ, οὐδ’ ὅσα τῷ πλησίον σου εἰσίν. [] Ἐννόησον δέ γε πρὸς τούτοις οἷον πῦρ τὴν ψυχὴν αὐτοῦ ἀνῆψεν καὶ ἀκατάπαυστον φλόγα ἤγειρεν καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ, οἷον καυστῆρα διηνεκῆ τε καὶ ἀθεράπευτον ὁ ταύτης ἐνέθηκε τρόπος, οἷον γὰρ εἰκὸς πάσχειν ὑπὸ τῆς φυσικῆς φιλοστοργίας.

Chapter XXIIICaput XXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:183Πρῶτον μὲν γὰρ εἰς τὸ ὄρος αὐτὸν ἀγαγὼν, διὰ θείας ὀργῆς τελευτῆσαι· δεύτερον δὲ, ἡνίκα τὴν ἀρχιερατικὴν στολὴν ἀμφιάζων καὶ βλέπων αὐτὸν κατώδυνον σφόδρα καὶ συγκεχυμένον καὶ παρειμένον δάκρυσί τε καὶ συνεχόμενον καὶ ἀγωνιῶντα· τρίτον δὲ, τὸν ἀπ’ ἀλλήλων αἰφνίδιον χωρισμὸν καὶ τὴν ἐπ’ αὐτοῦ ἐκ τῆς ἀδελφικῆς γλυκυτάτης ὁμιλίας τε καὶ συνουσίας ἐρημίαν καὶ μόνωσιν. Εἰ γὰρ ὁ λαὸς ἐπένθησεν αὐτὸν ἡμέρας λ, πόσῳ μᾶλλον οὗτος οὐ διέλιπε θρηνῶν αὐτὸν ἀκατασχέτως μέχρι τέλους ζωῆς αὐτοῦ, φλεγόμενος πάνυ καὶ σφαδάζων ὑπὸ τῆς φυσικῆς τυραννίδος [] Καὶ τὸ δὴ πάντων θαυμαστότερον, ὅτι καὶ τὴν περιπόθητον γῆν, ὑπὲρ ἧς τε πολλοὺς καὶ φοβεροὺς ἀνέτλη πόνους, ἰδὼν μακρόθεν καὶ μειζόνως τρωθεὶς, ἀπῆλθε μὴ τυχὼν, ὁ θαυμάσιος 95 καὶ πανάρετος ποιμὴν, τοῦ σπουδαζομένου διὰ τὴν ἀπείθειαν καὶ σκληροκαρδίαν καὶ δυστροπίαν τῶν σπουδαζομένων. Ποῦ οὖν εἰσιν οἱ ἐνάρετοι ποιμένες; Ἴσως καὶ λαὸν ἀπειθῆ καὶ σκληροτράχηλον καὶ δυσάγωγον ἅμα καὶ ἀντίλογον ποιμαίνοντες καὶ μηδὲν ἐκ τῆς ἐκείνων φαυλότητος οἰόμενοι κινδυνῶδες πάσχειν ἐκ παγκάκου λήθης.
Εἰ γὰρ εἰς ἔννοιαν εἶχον ἀεὶ τὸν ἀοίδιμον ἄνδρα τοῦτον καὶ τὸν δίκαιον ἀρχιερέα Ἠλὶ, καὶ ὅπως ἑκάτερος αὐτῶν ὁσίως καὶ ἀμέμπτως βιοῦντες καὶ προστατεύοντες ἐκ τῆς τῶν προστατευομένων ἐκινδύνευσαν κακίας, οὐκ ἂν ἐπαύσαντο θρηνοῦντες καὶ φρίττοντες εἰκότως καὶ τὴν ἑτέρων προστασίαν ἢ παραιτούμενοι, ἢ μετὰ πολλοῦ φόβου καὶ τρόμου καθηγεῖσθαι, καὶ διηνεκῶς πενθεῖν καὶ φροντίζειν περὶ τῆς ἐκείνων ἀπολογίας κατὰ τὴν περὶ τῶν ἀμφοτέρων ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες. [] Εἰ τοίνυν οἱ τοιοῦτοι καὶ τηλικοῦτοι καθηγηταὶ διὰ τὴν τῶν καθηγουμένων ὑποχειρίων ἐκινδύνευσαν, ὡς προείρηται, μοχθηρίαν, τίς ὑπὲρ τούτου καυχήσηται φανταζόμενος ἢ ἀλαζονευόμενος καὶ ἀκινδύνως τὴν ἡγεμονίαν μεγαλαυχῶν καὶ ματαιολογήσει φανερῶς, ἀμνημονήσας, ὅτι πολλοὶ πολλοὺς ἀφελεστέρους καὶ δυσπειθεῖς διασῶσαι πειραθέντες ὑπὲρ τὴν ἰσχὺν αὐτῶν, καὶ ἑαυτοὺς προσαπώλεσαν οἴμοι τῷ ἐλεεινῷ ἔσθ’ ὅτε καὶ αἴσχιστον καὶ κάκιστον βίον βιοῦντες; Ἄλλος μὲν γὰρ ἔφη τῶν ὁσίων ἀνδρῶν·
οὐ πάντες ἀπαιτούμεθα σῶσαι ἑτέρους, ἑαυτοὺς δὲ πάντες, ὅθεν οὖν λοιπὸν καὶ τῷ μαθητῇ αὐτοῦ ὁ Χριστοφόρος τῷ [β) τοιούτῳ δυνατῷ ἔργῳ καὶ λόγῳ παραγγέλλων καὶ ἀσφαλιζόμενος ἔφασκε· Μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει, διότι ὑπὲρ ἑαυτοῦ λόγον δώσεις τῷ Θεῷ. Καὶ μάλα γε εἰκότως ἔφη τοῦτο καὶ λίαν προσφόρως· ᾔδει γὰρ, ὅτι ἡ Γραφὴ τουτὶ προμεμαρτύρηκε σαφέστατα λέγουσα· Σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν, ἕκαστος δήπουθεν· καὶ ἀλλοίως οὐκ ἔστιν.
[] Ἄξιον τοίνυν ἀληθῶς, σφόδρα θαυμάσαι καὶ μᾶλλον φρίξαι, ὅτι καὶ προφήτης καὶ νομοθέτης καὶ θεόπτης 96 καὶ οὐρανομύστης καὶ πολλῶν θείων χαρισμάτων ἀξιωθεὶς καὶ διαφόρων τεραστείων ὑπηρέτης γενόμενος καὶ μέντοι καὶ τῷ λαῷ τοῦ Θεοῦ κατὰ τὸ εἰρημένον ἑλόμενος συγκακουχεῖσθαι τοσαῦτα ἔτη ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, εἶτα μετὰ τοὺς πολλοὺς ἐκείνους διαύλους, καὶ πόνους, καὶ κόπους, καὶ ἀγῶνας, καὶ ἱδρῶτας, καὶ πειρασμοὺς καὶ θλίψεις, διὰ μικρὰν πλημμέλειαν διήμαρτε, ὁ πάσης ἀρετῆς ἐνθέου κεκοσμημένος καὶ λελαμπρυσμένος καὶ ἔργῳ καὶ λόγῳ, τῆς ἐπηγγελμένης ἐλπίδος, καὶ τῆς διὰ τῶν τοσούτων χρόνων ἀποκαραδοκουμένης καὶ βλεπομένης ἐφέσεως καθέστησε ξένος. Βαβαὶ τοῦ θαύματος καὶ τῆς τοῦ Θεοῦ τὰ περὶ τῆς τῶν ἁγίων πράξεις καὶ ῥήσεις ἀκριβολογίας καὶ ἐξετάσεως·
PG 110:185ἀληθὲς γὰρ, ὅτι Ὀλίγοι οἱ σωζόμενοι καὶ Βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ Βιασταὶ ἁρπάζουσιν αὐτήν· ἐπείπερ οὐδὲ ὄφελον τῆς προειργασμένης δικαιοσύνης καὶ τῆς προλαβούσης πρὸς Θεὸν οἰκειώσεως τοῦ δικαίου παῤῥησίας, εἰ μὴ σύμφωνον τῆς ἀρετῆς καὶ κατάλληλον ἀπαντήσει τὸ τέλος ὡς ὁ μέγας οὗτος καὶ ἀξιάγαστος θεράπων καὶ ὑπὲρ ἄνθρωπον δίκαιος ἐναργῶς ἀπέδειξεν. Κἀντεῦθεν, ὡς ἔοικεν, ὁ δίκαιος κριτὴς εἰκότως ἔφη διὰ τοῦ προφήτου· Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀδικίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται· καὶ δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ. Ὅρα γὰρ ὅπως οὔτε τὰ ἐν τοσούτοις ἔτεσι τοῦ Μωϋσέως πλεῖστα καὶ διάφορα καὶ ὑπὲρ λόγον ἀριστεύματα καὶ αἱ συνεχεῖς μετὰ ταῦτα δεήσεις καὶ ἱκετηρίαι τὸν Θεὸν ἐδυσώπησαν· οὔτε μὴν ἡ προλαβοῦσα τηλικαύτη καὶ τοσαύτη δόξα τε καὶ οἰκείωσις καὶ προςεδρία εἰς οἶκτον καὶ συγγνώμην τοῦ σφάλματος ἐπισπάσασθαι τὸν Θεὸν τηνικαῦτα δεδύνηται διὰ τὸ μέγεθος τοῦ ἀξιώματος.
Εὔδηλον ὅτι κατὰ τὸν Σολομῶντα κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. καὶ τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα. [] Διδάσκει δέ γε διὰ τούτων ἡμᾶς ὁ Θεὸς ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἀκρίβειαν ἀπαιτεῖ, 97 καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις [α) ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης· Ὅθεν ὁ μὲν Σολομὼν αὖθίς φησιν· Ὁ μὲν γὰρ ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται· ὁ δὲ Κύριος· Ὧ μὲν γὰρ ὀλίγον ἐδόθη, φησὶν, ὀλίγον ἀπαιτήσουσι παρ’ αὐτοῦ· ᾧ δὲ πολὺ, πολὺ καὶ ἀπαιτήσουσι παρ’ αὐτοῦ. Οὐκοῦν εὔκαιρον εἰπεῖν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ Καὶ, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Καὶ Φοβερὸν τὸ, πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά. Διότι Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ. Ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτοῦ, καὶ Ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. Καὶ διὰ τοῦτο πάντως, Οὐδὲ ἀγγέλων ἁμαρτησάντων ἐφείσατο, καθὼς γέγραπται.

Chapter XXIV - XXVIIICaput XXIV - XXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:187[] Τί οὖν ἂν λοιπὸν ἐροῦμεν ἡμεῖς, οἱ μυρίων γέμοντες κακῶν, καὶ τοσοῦτον ἀποδέοντες τῆς ἐκείνου ἀρετῆς ὅσον γῆ τοῦ οὐρανοῦ, καὶ τὸν Θεὸν καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν δι’ ἔργων καὶ λόγων παροργίζοντες; Μηδεὶς τοίνυν ἀρετάς τινας ἔχων ἢ δοκῶν ἔχειν, καυχάσθω ἢ ἀμερίμνως διακείσθω, ὡς ἤδη τοὺς τῶν ἀρετῶν αὐτοῦ πόνους καὶ τὰς ἐπικαρπίας ἐν χερσὶν ἔχων ἢ πάντως ἀναντιῤῥήτως τοὺς στεφάνους ἀποληψόμενος· ἀλλὰ μᾶλλον ἀεὶ νηφέτω καὶ ταπεινούσθω μέχρι θανάτου, καὶ ἑαυτὸν ὡς μηδεμίαν ἐντολὴν Θεοῦ φυλάξαντα λογιζέσθω, κἂν πάσας τὰς ἀρετὰς συλλήβδην κέκτηται, κἂν εἰς αὐτὴν ἀναβέβηκε τὴν τῶν ἀγαθῶν κορωνίδα. Εἰ γὰρ ὁ θεοφιλὴς καὶ ἱεροφάντης ἐκεῖνος καὶ τῆς οἰκουμένης ἀντίῤῥοπος, μᾶλλον δὲ καὶ μείζων, οὗ οὐκ ἔστιν ἄξιος ὁ κόσμος, κατὰ τὸ εἰρημένον, ᾧ ὁ Θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον· ᾧ εἶπεν·
Οἶδά σε παρὰ πάντας, ᾧ κατὰ πρόσωπον ὡμίλει, καὶ οὐ δι’ ἀδήλων ἢ ἐνυπνίων ἢ αἰνιγμάτων, μετὰ τοσούτων κατορθωμάτων ὄγκον καὶ τοιαύτης φιλοσοφίας καὶ νήψεως, 98 μικρὸν ἀπονυστάξας οὐκ ἔτυχε συγγνώμης, πῶς ἡμεῖς, οἱ μηδὲ ἴχνος τοιαύτης ἀρετῆς ἔμφασιν κεκτημένοι, μὴ διηνεκῶς γρηγορήσωμεν καὶ πενθήσωμεν καὶ κλαύσωμεν ἑαυτοὺς διαπαντὸς καὶ δούλους ἀχρείους εἶναι ἀναλογισώμεθα; [] Διὰ δὴ τοῦτο προασφαλιζόμενος ἡμᾶς ὁ Κύριος ἔλεγεν· Ὅταν πάντα τὰ διατεταγμένα ὑμῖν πράξητε, τότε λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοι ἐσμὲν, ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Καὶ τοῦτο εἰδὼς ὁ θεῖος Ἡσαί̈ας φησίν· Πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης ἐνώπιον σοῦ, Κύριε· ὡσαύτως καὶ ὁ ἱεροφάντωρ καὶ πανάρετος Δαυί̈δ· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις, ὅθεν καὶ παραινεῖ λέγων· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ. Τοιαῦτα [β) γοῦν καὶ ὁ θεηγόρος Παῦλος παραγγέλλων φησί·

Chapter XXIX - XXXICaput XXIX - XXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· καὶ ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. [] Τοῦτο οὖν ἕκαστος ᾐνίξατο δι’ ὧν εἴρηκεν, ὡς μὴ πεποιθέναι τῇ οἰκείᾳ ὁσιότητι, κἂν πάνυ τῶν εὐδοκίμων ὑπάρχῃ, μήτε μὴν καθυφῆναι πάμπαν τοῦ νήφειν καὶ ταπεινοῦσθαι καὶ δεδοικέναι λίαν ἄχρι σιωπῆς ὑστάτης, διότι καὶ μέχρι ψιλοῦ ῥήματος καὶ ἐνθυμήματος λόγον εἰσπραττόμεθα καὶ ἐκ τῶν λόγων ἡμῶν δικαιούμεθά τε καὶ κατακρινόμεθα, καθὰ καὶ ἡ κατὰ τὸν Φαρισαῖον καὶ Τελώνην παραβολὴ σαφῶς διαδείκνυσιν, ἑκάτερον καθ’ ἑαυτὸν καὶ ἐν καρδίᾳ φθεγγόμενον καὶ τὸν μὲν καταδεδικασμένον ἀποφαίνουσα, τὸν δὲ μᾶλλον δεδικαιωμένον. Ὅτι γὰρ τοὺς λογισμοὺς καὶ τὰς πονηρὰς ἐνθυμήσεις κρινεῖ Κύριος, ἄκουε τί φησιν ὁ Θεὸς διὰ Ἡσαί̈ου· Κἀγὼ τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. Καὶ δὲ καὶ ὁ Δαυὶ̈δ ἔλεγεν· Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει, δήπουθεν τὰ πλημμελήματά μου· ὥστε πάντως ἐρεῖ πρὸς αὐτὸν εἰκότως· ἐλέγξω 99 σε καὶ παραστήσω κατὰ πρόςωπόν σου τὰς ἁμαρτίας σου. [] Καὶ γοῦν πρὸς τοῦτόν φησιν ἡ Γραφή·
PG 110:189Ἰδὼν Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ εἶπεν· Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ὅτι ἐνεθυμήθην ποιήσας αὐτόν. Εἶτα μετὰ τὸν κατακλυσμὸν σπλαγχνισθεὶς ὁ φιλάνθρωπος Θεός, ἐπήγαγεν ἡ Γραφὴ λέγουσα· Καὶ εἶπε Κύριος ὁ Θεός· Διανοηθεὶς ἔτι οὐ μὴ προσθήσω τοῦ καταρᾶσθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. [] Ὥσπερ οὖν αἱ γυναῖκες ἀπὸ συνουσίας τίκτουσιν, κἂν μὲν ὑγιηνὰ τὰ σώματα· τοιαῦτα καὶ τὰ τικτόμενα· εἰ δὲ διεφθαρμένα, μιμοῦνται τὴν τῶν γονέων φύσιν, οὕτω δὴ καὶ ἐπὶ τῶν λογισμῶν· ἂν μὲν ἀγαθοῖς συγγίνῃ, τοιαῦτα ἔσται καὶ τὰ ἔγγονα, ἂν δὲ πονηροῖς, πολλὴν ἐκεῖθεν λήψῃ τὴν λοίμην, ὦ οὗτος. Καὶ ἄκουσον τί φησιν ὁ προφήτης περὶ τῶν καλὰ διαλογιζομένων· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Περὶ δὲ τῶν φαύλων·
Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. Ταῦτ’ οὖν ἐννοοῦντες, ἀγαπητοὶ, γνωσιμαχήσωμεν καὶ περὶ τοῦ τέλους ἡμῶν φροντίσωμεν ὅτι μάλιστα, καὶ μὴ παυσώμεθα τὰ περὶ τοῦ ἀοιδίμου ἐκείνου καὶ θεσπεσίου ἀνδρὸς νουνεχῶς ὑπομνημονεύοντες [] Καὶ γὰρ καὶ ὁ μέγας Βασίλειος τοῦτον μᾶλλον ὑπερεκπληττόμενος οὕτω φάσκει. Ὅταν ἴδω Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρὰ τοῦ Θεοῦ τιμῆς, οὕτω δὲ πολλάκις ὑπ’ αὐτοῦ μαρτυρηθέντα ὡς ἀκοῦσαι Ἔγνων σε παρὰ πάντας; καὶ, Εὕρηκας χάριν ἐνώπιόν μου· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος [] τῆς ἀντιλογίας οὐδενὸς ἕνεκεν ἄλλου ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δὶ’ ἀπορίαν ὕδατος· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν 100 γῆν τῆς ἐπαγγελίας μὴ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον· ὅταν ἴδω τοῦτον παρακαλοῦντα καὶ μὴ συγχωρούμενον·
PG 110:191ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμενον, ὁρῶ Θεοῦ ἀποτομίαν κατὰ τὸν Ἀπόστολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πείθομαι, τὸ, εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; [] Περὶ οὗ μέντοι καὶ ὁ θεῖος Ἰσίδωρος πρὸς τινά φησι· Εἰπὲ τῷ πρός σε διενεχθέντι Ἰουδαίῳ καὶ μηδὲν μὲν γενναῖον μηδὲ νεανικὸν φράσαντι, ἀγυρτικὰς δὲ λογοποιί̈ας ἐμέσαντι καὶ φήσαντι περὶ τοῦ παιδὸς Ναυῆ εἰρῆσθαι τό· Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, ὅτι κατὰ πολλὰ πλημμελεῖς, μὴ νοῶν τὰ λεγόμενα καλῶς, μήτε μὴν τὸ ἐπαγόμενον, Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐντέλληται ὑμῖν· ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς· Πρῶτον μὲν γὰρ μετὰ τὴν χειροτονίαν ἐκείνου, ταῦτα Μωϋσῆς ἔνθους γενόμενος ἐθέσπισεν, β δὲ, ὅτι εἰ μὲν ὁ τοῦ Ναυῆ παῖς ὑπερέβη τὸν Μωϋσέα, πιθανὸν μὲν λεγόμενον, οὐκ ἀληθὲς δέ· εἰ δὲ πολὺ αὐτοῦ καταδεέστερος ἦν, ἀδρανὴς αὕτη ἡ ἔννοια φαίνεται· γ δὲ οὐδὲ προσέθηκέ τι τῷ νόμῳ, ἀλλὰ τοῖς ἐκείνου ἐπολιτεύσατο θεσμοῖς·

Chapters XXXII-XXXVCaput XXXII - XXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
δ δὲ, ἐχρῆν, εἴγε περὶ αὐτοῦ ὁ λόγος, εἰπεῖν οὐκ Ἀναστήσει, ἀλλ’ ἀνέστησε· ε δὲ, ἔδει φράσαι· Ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου, τῷ δὲ εἰπεῖν ἐκείνου, τοῦτον παρεγράψατο· 2 δὲ, πῶς πρὸς τὸν Ἰωάννην μετὰ γενεὰς πολλὰς τεχθέντα ἀπέστειλαν πευσόμενοι, εἰ αὐτὸς εἴη ὁ προφήτης; πρὸς οὓς ἔφη· Οὐκ εἰμὶ ἐγώ· προφήτης γὰρ ἦν, ὁ προφήτης δὲ, ὁ μέλλων ἔρχεσθαι· ζ δὲ, πῶς τοῦ Χριστοῦ παραγενομένου, οἱ τὰ θαύματα θεώμενοι ἔλεγον· οὗτός ἐστιν ἀληθῶς 101 ὁ προφήτης; Συνοράτω οὖν πόσα αὐτῷ ἐναντιοῦται καὶ τὸν ἀληθῆ προγνώτην τε καὶ βασιλέα (καὶ δημιουργὸν) προσκυνείτω. ΚΓ. Περὶ Ἰησοῦ τοῦ Ναυῆ. Μετὰ δὲ Μωϋσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ περάσας τὸν Ἰορδάνην καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβ, πολεμῶν καὶ κατακληροδοτῶν αὐτὴν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπέθανε ζήσας ἔτη ρι.
PG 110:193[] Καὶ ὁ μὲν Μωσῆς, πατάξας τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, κατοικῶν ἐν τῇ Ῥαφαὶ̈ν ἐν Ἀσταρὼθ, ὄντα τοῦ Ῥαφαὶ̈ν ἀπόγονον, οὗ καὶ ἡ κλίνη σιδηρᾶ ὑπῆρχε, τὸ μῆκος ἔχουσα πήχεις θ, τὸ πλάτος δ, ἀφείλατο πᾶσαν τὴν γῆν αὐτῶν. [] Ὁ δὲ Ἰησοῦς χειρωσάμενος τοὺς Χαναναίους, καὶ Φερεζαίους, καὶ Γεργεσαίους, καὶ Ἰεβουσαίους, καὶ Ἀμοῤῥαίους [β), καὶ Εὐαίους, καὶ πάντας αὐτῶν τοὺς βασιλεῖς, ὄντας τὸν ἀριθμὸν λβ, πᾶσαν τὴν γῆν αὐτῶν δέδωκεν, ὡς εἴρηται, τοῖς υἱοῖς Ἰσραήλ. Ἐν γὰρ τῷ φεύγειν αὐτοὺς, φησὶν, ἀπὸ προσώπου υἱῶν Ἰσραὴλ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ (ἐν πολέμῳ)6. [] Στρατηγοῦντος οὖν Ἰησοῦ, ὅς γε μέγας, καὶ τερατουργὸς, καὶ θεοφιλὴς πάνυ καὶ οὗτος ἀναδειχθεὶς, οὐκ ἄμοιρος λύπης καὶ πειρασμῶν διαφόρων ἐγένετο, περὶ οὗ καὶ ὁ θεοῤῥήμων Χρυσόστομος ἔφη· Ἐννόησον ὅσον ἐστὶ δίκαιος ἄνθρωπος· εἶπεν Ἰησοῦς (τοῦ Ναυῆ)· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ·
καὶ ἐγένετο· φησὶ γάρ· Ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ εἰς τέλος ἡμέρας μιᾶς, καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη πρότερον καὶ ἔμπροσθεν, ὥστε ὑπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι συνεπολέμει τῷ Ἰσραήλ. Τοῦτο τοῦ Μωϋσέως μεῖζον. (Τί δήποτε; οὐ γάρ ἐστιν 102 ἴσον θαλάττῃ ἐπιτάξαι καὶ τοῖς κατ’ οὐρανόν· μέγα μὲν οὖν κἀκεῖνο καὶ σφόδρα μέγιστον, πλὴν ἀλλ’ οὐδὲν ἴσον.) Εἰ τοίνυν ἐνταῦθα τοιαῦτα ἐργάζονται οἱ ἅγιοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι μετ’ ἀλλήλων λαμπρότητα καὶ παῤῥησίαν [] Ἀλλά γε καὶ οὗτος δὴ ὁ θαυμαστὸς καὶ τερατουργὸς διαδεξάμενος τὸν Μωϋσῆν, συναπέλαυσεν αὐτῷ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἀνιαρῶν εἰ δέ τι διὰ τὸ νέον τῆς ἡλικίας ἐξέφυγε, τοῦτο μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεπλήρωσεν· οὔτε γὰρ μόνον, ὅτε ἔζη Μωϋσῆ, τὰ ἱμάτια διέῤῥηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος (πάλιν) εἰς (τὴν αὐτὴν πάλιν, μᾶλλον δὲ καὶ) χείρονα κατέστη ταύτης ἀνάγκην, δι’ ὅλης ἡμέρας πρηνὴς κείμενος ἐπὶ τῆς γῆς διὰ τὴν ἁμαρτίαν Ἄχαρ καὶ τὴν τοῦ λαοῦ ἧτταν (μετὰ τὸ στῆσαι τὸν Ἰορδάνην, καὶ τὸν λαὸν διαβιβάσαι, καὶ τὴν πόλιν Ἱεριχὼ καταστρέψαι.
Καὶ ἄκουσον αὐτοῦ καὶ τῶν ῥημάτων καὶ τῶν ὀδυρμῶν)· φησὶ γάρ· Καὶ διέῤῥηξεν ὁ Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐνώπιον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ, καὶ ἐπέβαλον χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἶπεν Ἰησοῦς· Δέομαι, Κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν Ἰσραὴλ τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ, ἀπολέσαι ἡμᾶς; Καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἀπὸ τῆς γῆς. Ὁρᾷς ὅπως καὶ οὗτος οὐχ ἧττον Μωσέως ἀδημονεῖ καὶ θορυβεῖται δεδοικὼς τὴν τοῦ λαοῦ πανολεθρίαν; καί που τάχα καὶ αὐτὸς ὁμοίως τὴν ζωὴν [α) ἐξ ἀπορίας ἀπελέγετο καὶ περιστάσεως. Ἐῶ δὲ λέγειν τοὺς διαφόρους πολέμους καὶ μάχας καὶ φροντίδας καὶ τῶν Γαβαωνιτῶν τὴν ἀπάτην. Καὶ μέντοι καὶ ἡ τῶν κλήρων διανομὴ, πολὺν μὲν τὸν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας καὶ θλίψεις.
PG 110:195(Καὶ τοῦτο ἴσασιν, ὅσοι καὶ τὴν τυχοῦσαν διανεῖμαι προσετάχθησαν οὐσίαν ἀδελφοί τε καὶ κληρονόμοι, 103 καὶ τὸ δυσπειθὲς ἑκατέρων καὶ δυσάρεστον.) Οὕτω τοίνυν ἅπαντες, ὅσοι τῷ Θεῷ εὐηρέστησαν μεγάλως, διὰ θλίψεων καὶ πειρασμῶν δοκιμασθέντες, τῆς πρὸς Θεὸν ἀγάπης καὶ παῤῥησίας ἐπέτυχον καὶ ὅλως, εἰ βούλοιτό τις ἐξαριθμῆσαι ἅπαντα, πολλὰ ἂν εὕροι τὰ κέρδη τῶν πειρασμῶν. Καὶ οὔκ ἔστιν οὐδεὶς, ᾧ πολὺς παρὰ Θεῷ λόγος, θλίψεως ἐκτὸς, κἂν ἡμεῖς ἀγνοῶμεν τοῦτο καὶ τὰ τοῦ Θεοῦ περὶ αὐτῶν κρίματα. ΚΔ. Περὶ τῶν Κριτῶν. Μετὰ Ἰησοῦν διὰ τῶν Κριτῶν ἔσωζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν καταλειφθέντων ἀλλοφύλων. ΚΕ. Περὶ Ἰούδα. Ἐν οἷς ὑπῆρχε πρώτιστος Ἰούδας καλούμενος, καὶ ἔκρινε τὸν λαὸν ἔτη ζ, χειρωσάμενος καὶ τὸν Ἀδονιβεζὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας, εἶπεν Ἀδονιβεζέκ· Ἑβδομήκοντα βασιλεῖς ἦσαν, τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν ἀποκεκομμένα συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. ΚΖ. Περὶ Γοθονιήλ.
PG 110:197Μετὰ δὲ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη ν, πατάξας καὶ τὸν Χουσαραθὲμ βασιλέα Συρίας, θλίψαντα τὸν λαὸν ἔτη η. ΚΗ. Περὶ Ἀώδ. Μετὰ δὲ Γοθονιὴλ γέγονε κριτὴς Ἀὼδ ὁ ἀμφοτεροδέξιος ἔτη ν, πατάξας καὶ τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐν μαχαίρᾳ 104 διστόμῳ, δρακὸς ἐχούσῃ τὸ πλάτος, θλίψαντα τὸν Ἰσραὴλ ἔτη ιη· ἀμφοτεροδέξιος δὲ ἐκλήθη διὰ τὸ ὁμοίως ἐν παντὶ πράγματι καὶ τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ ὥσπερ καὶ τῇ δεξιᾷ. ΚΘ. Περὶ Σαμεγάρ. Μετὰ δὲ Ἀὼδ γέγονε κριτὴς Σαμεγὰρ ἔτη ζ, πατάξας ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ, ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, ἄνδρας χ. Κ. Περὶ Βαράκ. Μετὰ δὲ Σαμεγὰρ γέγονε κριτὴς Βαράκ, μεθ’ οὗ καὶ Δεβῶρα ἡ προφῆτις (καὶ γυνὴ Λαφφιδὼθ ἔτη μ, πολεμήσας τὸν Ἰαβεὶμ καὶ τὸν Σισάρα, θλίψαντα τὸν Ἰσραὴλ ἔτη κ, ὅτε καὶ τὸν Σισάρα ἡ Ἰαὴλ ἀπέκτεινε πασσάλῳ, γυνὴ Χαβὲρ τοῦ Κινέου· διψήσαντος γὰρ τοῦ Σισάρα καὶ προσελθόντος τῇ Ἰαὴλ, πρόβατα νεμούσῃ, γάλα αὐτῷ ἐπιδοῦσα, καὶ εἰς κόρον πιὼν καὶ εἰς ὕπνον τραπεὶς, πασσάλου τῆς σκηνῆς λαβομένη καὶ τοῖς ὠσὶν αὐτοῦ ἀνδρείως ἐμπήξασα, τῷ θανάτῳ παρέπεμψε, καὶ σωτηρίαν τοῦ λαοῦ τῶν Ἰουδαίων εἰργάσατο).
Ἐν ταύταις δὲ ταῖς ἡμέραις καὶ Προμηθεὺς, καὶ Ὀρφεὺς ὁ Θρᾲξ, οἱ σοφώτατοι παρ’ Ἕλλησιν, καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς, καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων, ἐγνωρίζοντο. Λ. Περὶ Γεδεών. Μετὰ δὲ Βαρὰκ γέγονε κριτὴς Γεδεὼν, ὁ καὶ Ἱεροβοὰμ, ἔτη μ, πατάξας [β) καὶ τὴν Μαδιὰμ μετὰ τ τῶν λαψάντων (τῇ γλώττῃ ἐν τῷ πίνειν, καὶ τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, τοὺς ἄρχοντας αὐτῶν, τὸν δὲ πύργον Φανουὴλ κατέστρεψε), καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζ. 105 ΛΑ. Περὶ Ἀβιμέλεχ. Μετὰ δὲ Γεδεὼν γέγονε κριτὴς Ἀβιμέλεχ, υἱὸς αὐτοῦ, ἔτη γ, πατάξας τοὺς ἀδελφοὺς αὐτοῦ, ἐκ τῶν ἐλευθέρων, ἄνδρας ο ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐ κατελείφθη πλὴν Ἰωάθαμ τοῦ νεωτέρου διαδράντος, ὃς καὶ (παραπορευομένου τοῦ Ἀβιμελὲχ μετὰ τοῦ λαοῦ) ἀνῆλθε Ἰωάθαμ ἐπὶ (τὴν κορυφὴν) τοῦ ὄρους (καὶ ἐπάρας τὴν φωνὴν αὐτοῦ) φησὶ (πρὸς αὐτὸν) παραβολὴν τοιαύτην· Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσει ὑμῶν ὁ Θεός· πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι βασιλέα ἐφ’ ἑαυτῶν· καὶ εἶπον τῇ ἐλαίᾳ· Βασίλευε ἐφ’ ἡμᾶς. Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία·
PG 110:199Μὴ καταλείψασα τὴν πιότητά μου, ἣν ἐδοξασέ με ὁ Θεὸς καὶ οἱ ἄνθρωποι, πορεύσομαι ἄρχειν ξύλων; Καὶ εἶπον τῇ συκῇ· Βασίλευσον ἐφ’ ἡμῶν. Καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· Μὴ παρεάσασα τὴν γλυκύτητά μου, πορεύσομαι ἄρχειν τῶν ξύλων; Καὶ εἶπον τῇ ἀμπέλῳ· Βασίλευσον ἐφ’ ἡμῶν. Καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· Μὴ καταλείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα τοὺς ἀνθρώπους, πορεύσομαι ἄρχειν ξύλων; Καὶ εἶπον τὰ ξύλα τῇ ῥάμνῳ· Δεῦρο σὺ, βασίλευσον ἐφ’ ἡμῶν. Καὶ εἶπεν ἡ ῥάμνος· Εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς βασιλέα ἐφ’ ὑμᾶς, δεῦτε, ὑπόστητε ἐν τῇ σκιᾷ μου, καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπ’ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου. Καὶ νῦν εἰ ἐν ἀληθείᾳ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ υἱὸν τῆς παλλακῆς τοῦ πατρός μου, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων, καὶ ἐξέλθῃ πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ καταφάγοι τὸν Ἀβιμέλεχ. Καὶ ταῦτα εἰπὼν Ἰωάθαμ, εὐθὺς ἀπέδρα. Καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀναμέσον Ἀβιμέλεχ καὶ ἀναμέσον ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν οἱ ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν καὶ τὸ αἷμα τῶν ο υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ.
Καὶ γὰρ ἀπελθὼν πολεμῆσαι πόλιν καὶ προσεγγίσας τῇ θύρᾳ τοῦ πύργου ἐμπρῆσαι αὐτὴν, ἔῤῥιψε γυνὴ κλάσμα 106 μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ συνέτριψε τὸ κρανίον αὐτοῦ, καὶ ἐπιβοήσας ταχὺ εἶπε πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· Σπάσαι τὴν ῥομφαίαν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσι· Γυνὴ αὐτὸν ἀπέκτεινε. Καὶ ἐκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀνεῖλε· καὶ ἐπέτρεψεν ὁ Θεὸς τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ, ἀποκτείνας τοὺς ο υἱοὺς τοῦ πατρὸς αὐτοῦ, ἀδελφοὺς δὲ ἑαυτοῦ, καὶ πᾶσαν τὴν πονηρίαν τῶν ἀνδρῶν Σικιμίτων ἐπέτρεψεν ὁ Θεὸς ἐπὶ τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παραβολὴν Ἰωάθαν υἱοῦ Ἰεροβάαλ. [] Ἰστέον οὖν, φησὶν ὁ ἀοίδιμος Χρυσόστομος, ὡς πολυσήμαντόν ἐστι τὸ ὄνομα τῆς παραβολῆς· [α) Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδειγμα, καὶ ὀνειδισμὸς, ὡς ὅταν λέγῃ Δαυί̈δ·
Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἔτι γὰρ παραβολὴ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον τι, οὐκ αὐτόθεν δὲ δῆλον πάντως ἀπὸ τῶν ῥημάτων, ἀλλ’ ἔχον ἐντὸς ἐγκεκρυμμένην διάνοιαν, ὡς ὅταν ὁ Σαμψὼν ἔλεγεν Ἐξῆλθε ἀπὸ στόματος ἰσχυροῦ γλυκὺ, καὶ ὁ Σολομὼν ἔφη· Τότε νοήσεις παραβολὴν καὶ σκοτεινὸν λόγον. Λέγεται δὲ παραβολὴ καὶ ὁμοίωσις· Καὶ ἄλλην γὰρ παραβολὴν παρέθηκεν αὐτοῖς λέγων. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπόρον. Λέγεται δὲ παραβολὴ καὶ ἡ τροπολογία, οἷον ἐστὶ τό· Υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύτην· Ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος. Παραβολὴ λέγεται καὶ ὁ τύπος καὶ ἡ εἰκὼν ὡς ὁ Παῦλος ἔφη. Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν τὰς ἐπαγγελίας ἀποδεξάμενος, ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο, τουτέστιν ἐν τύπῳ καὶ εἰκόνι. Παραβολή ἐστι λόγος παραβάλλων τὰ νοητὰ πρὸς τὰ αἰσθητὰ καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ ἀόρατα.

Chapter XXXVICaput XXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:201Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος 107 καὶ αἰνιγματώδης, κατὰ τὸ εἰρημένον, Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Πρόβλημά ἐστι θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. Παράδειγμα δέ ἐστι λόγος ἀπὸ τοῦ καθ’ ἕκαστα ἄγων ἐπὶ τὸ καθόλου, ἡ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου. Παροιμία δέ ἐστι λόγος ἀπόκρυφος δι’ ἑτέρου προδήλου σημαινόμενος. ΛΒ. Περὶ Θωλᾶς. Μετὰ δὲ Ἀβιμέλεχ γέγονε κριτὴς Θωλᾶ ἔτη κγ. ΛΓ. Περὶ Ἰαήρ. Μετὰ τοῦτον γέγονε κριτὴς Ἰαὴρ ἔτη κβ. ΛΔ. Περὶ Ἰεφθάε. Μετὰ Ἰαὴρ γέγονε κριτὴς Ἰεφθάε ὁ Γαλααδίτης ἔτη ζ, πατάξας τοὺς Ἀμμανίτας καὶ τοὺς Φιλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιη. [] Μετὰ δὲ Ἰεφθάε γέγονε κριτὴς Σεβὼν ὁ Βηθλεεμίτης ἔτη κ. [] Μετὰ δὲ Σεβὼν γέγονε κριτὴς Ἐγλὼν Ζαροῦ ἔτη ιβ. [] Μετὰ τοῦτον γέγονε κριτὴς Ἀβδὼν Φαραθωνίτης ἔτη η. ΛΕ. Περὶ Σαμψῶνος.
Μετὰ δὲ Ἀβδὼν γέγονε κριτὴς Σαμψὼν ἔτη κ, πατάξας καὶ τοὺς Φιλιστιεὶμ ἐν σιαγόνι ὄνου, καὶ ἐν ῥάβδῳ, καὶ ἐν ἀλώπηξι, καὶ 108 ἐν συμπτώματι οἴκου, θλίψαντας τὸν Ἰσραὴλ ἔτη μ, οὗ τὴν ἰσχὺν καὶ ἀνδρείαν δεικνύουσι μὲν καὶ ταῦτα, δηλοῦσι δὲ καὶ τὰ διάφορα ἰσχυρώτατα δεσμὰ διαλυόμενα ῥᾳδίως ἀπὸ τῶν χειρῶν αὐτοῦ καὶ πύλαι πόλεως ἀνασπώμεναι· φησὶ γάρ· Εἰσῆλθε Σαμψὼν εἰς Γάζαν τὴν πόλιν πρός τινα πόρνην, καὶ γνόντες οἱ Γαζαῖοι ἐνήδρευσαν ἀφ’ ἑσπέρας κλείσαντες τὴν πόλιν, βουλόμενοι αὐτὸν ἀνελεῖν τῇ ἐπαύριον. Ὁ δὲ μεσούσης τῆς νυκτὸς ἀναστὰς καὶ ἐπιλαβόμενος τὰς πύλας τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀναβαστάσας αὐτὴν σὺν τοῖς μοχλοῖς, καὶ ἐπιθεὶς ἐπὶ τῶν ὤμων αὐτοῦ ἐξῆλθε, ἔθηκε δὲ αὐτὰς ἐπὶ τὴν κορυφὴν τοῦ κατὰ προσώπου ὄρους [β) τῆς πόλεως. Ἐφ’ οὗ καὶ Ἡρακλῆς ὁ παρ’ Ἕλλησι διαβόητος ἐγνωρίζετο ὁ τοὺς ιβ ἄθλους ἀνύσας. Οὗτός ἐστι καὶ ὁ τῆς κογχύλης εὑρέτης, καὶ οὐκ ἄλλος. [] Περὶ δὲ Σαμψὼν καλῶς παραινεῖ ὁ προφήτης λέγων·
PG 110:203Μὴ καταπιστεύετε ἐν φίλοιςκαὶ ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι αὐτῇ. Παρενοχλήθη γὰρ ὁ δίκαιος οὗτος ὑπὸ τῆς πρώτης αὐτοῦ γυναικὸς, καὶ ἀναγγείλας αὐτῇ τὸ πρόβλημα, γέγονε αὐτῷ λύπης μεγίστης ὑπόθεσις· ὡσαύτως δὲ καὶ ἡ δευτέρα Δαλιδὰς ἔργοις ἀπατηλοῖς δελεάσασα τὸν ὅσιον, ἐπίχαρμον τοῦτον ἐποίησε τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ὁ ἐξ ἐπαγγελίας συλληφθεὶς καὶ τὸν Ἰσραὴλ κρίνας ἔτη κ καὶ ταῖς παλάμαις ἀνασχίσας τὸ στόμα τοῦ λέοντος, καὶ ἐν σιαγόνι ὄνου χιλίους ἀποκτείνας ἄνδρας, καὶ ὕδωρ ἐκ σιαγόνος πιὼν, καὶ δι’ ὑπερβολῆς ἰσχύος τὰς πύλας τῆς πόλεως ἀνασπάσας, ὡς εἴρηται, καὶ ἁπλῶς ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθεὶς, ὑπὸ γυναικὸς, οἴμοι, δελεασθεὶς οὐ μόνον τὴν τοσαύτην θείαν χάριν καὶ τηλικαύτην ἰσχὺν ἀπώλεσε, ἀλλά γε καὶ τὰ ὄμματα ἐξορυχθεὶς, παίγνιον τοῖς παιδαρίοις τῶν ἀλλοφύλων γέγονεν καὶ σὺν αὐτοῖς τὸν βίον αἰσχίστῳ μόρῳ κατέστρεψε, ἑαυτὸν ἀποφήνας τοῖς ἐχθροῖς κωμῳδίαν, τοῖς δὲ φίλοις θρηνῳδίαν. [] Μετὰ δὲ Σαμψὼν ἐγένετο ἀναρχία ἔτη μ, καὶ ἕκαστος ἔπραττεν ὅπερ ἠβούλετο, ὅθεν ἡ Γραφὴ τὴν αἰτίαν ἐμφαίνουσα 109 τῆς παρανομίας λέγει·

Caput CXXIX

Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ’ ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίειτοσαύτης πρόξενος βλάβης ἡ ἀναρχία καὶ κατ’ ἀλλήλων συνανιστάμενοι συνωλοθρεύοντο, μάλιστα δὲ ὁπόταν εἰς τὴν παλλακίδα τοῦ ὁδοιπόρου οἱ τῆς φυλῆς Βενϊαμὶν ἐκπορνεύσαντες καὶ ταύτην ἐξ ὑπερβολῆς ἀκολασίας ἀνελόντες, αἱ δέκα φυλαὶ τὴν μίαν φυλὴν ἐπολέμησαν· ἀλλ’ ἐπειδὴ καὶ οὗτοι εἰς τὰ εἴδωλα ἐξεπόρνευσαν, ὑπὸ τῆς μιᾶς φυλῆς αἱ ἕνδεκα ἐνικήθησαν φυλαὶ καὶ ἅπαξ καὶ δίς· ἔπειτα κἀκεῖνοι ἐξωλοθρεύθησαν, κατὰ τὸ εἰρημένον· Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Δικαίῳ γὰρ χρησάμενοι κατὰ τῶν ἐν Γαβαᾷ παρανενομηκότων εἰς τὴν κόρην θυμῷ, τετρακοσίας χιλιάδας ἐξώπλισαν. Παιδεῦσαι δὲ ὁ Θεὸς αὐτοὺς βουληθεὶς ὡς τὰ ὅμοια δρῶντας καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλοντας, καὶ ἅπαξ καὶ δὶς ἡττηθῆναι συνεχώρησε, καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι.
Ἐπειδὴ δὲ εἶδε καὶ τὴν παιδείαν δεξαμένους καὶ τῷ δικαίῳ θυμῷ ἐπιμένοντας, ὀλοφυρομένους τε καὶ πολλὰ προχέοντας δάκρυα, συνήργησε τῷ σκοπῷ αὐτῶν, καὶ τὴν παράνομον φυλὴν ἄρδην ἀπώλεσεν πλὴν ὀλίγων εὐαριθμήτων, στρατηγοῦντος Φινεὲς υἱοῦ Ἐλεάζαρ· φησὶ γάρ· Καὶ ἐπερώτησαν υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ· καὶ ἐκεῖ ἡ κιβωτὸς τῆς διαθήκης ἐν ταῖς ἡμέραις Κυρίου, καὶ Φινεὲς [α), υἱὸς Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν, παρεστηκὼς ἐνώπιον τῆς κιβωτοῦ λέγει· Εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον υἱῶν Βενιαμὶν τοῦ ἀδελφοῦ ἡμῶν ἢ κοπάσω; Καὶ εἶπεν Κύριος· Ἀνάβηθι, ὅτι αὔριον ἀποδώσω αὐτοὺς ἐν τῇ χειρί σου· ὅπερ δὴ καὶ γέγονεν. Πολεμήσαντες γὰρ αὐτοὺς, ἀνεῖλον ἐξ αὐτῶν χιλιάδας κε καὶ πᾶσαν τὴν πόλιν αὐτῶν κατέσφαξαν ἐν στόματι μαχαίρας· καὶ γὰρ τῶν ἀκολάστων χείρους οἱ ἐκείνων προκινδυνεύοντες· ἐξαιτοῦντες γὰρ τῶν ὁμοφύλων τοὺς τὴν παρανομίαν τετολμηκότας, οὐ μόνον [οὐκ] ἐξέδωκαν, ἀλλὰ καὶ προθύμως ὑπερήσπισαν, οὗ δὲ χάριν κοινὸν ὑπέστησαν ὄλεθρον· καὶ διὰ προφάσεως, καιροῦ καλοῦντος, 110 ὑπὸ τῆς θείας δίκης ἐνδίκως ἐπαιδεύθησαν, ᾗ φησιν·
PG 110:205Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Καιρὸν δὲ λέγει τὸν ἐκ τοῦ πλήθους τῶν ἁμαρτημάτων συναγόμενόν τε καὶ συναριθμούμενον παρὰ Θεοῦ, καὶ προσκαλούμενον τὴν ἐκδίκησιν καὶ τὴν ἀνταπόδοσιν, καθὼς γέγραπται ἐν ᾠδῇ Μωυσέως· [] Οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου, ἐν ἡμέρᾳ ἐκδικήσεως καὶ ἀνταποδώσεως ἐν καιρῷ ὅταν σφάλῃ ὁ ποῦς αὐτῶν, καὶ τὰ ἑξῆς. Οὕτως γε μὴν καὶ ὅτε ἔστη ἐν τῇ θραύσει αὐτοῦ πρεσβευόμενος τοῦ ἐξολοθρεῦσαι τὸν ἀγνώμονα λαὸν καὶ φιλαμαρτήμονα, παρακληθεὶς τέως, ἔφη πρὸς αὐτόν· Νῦν βάδιζε πρὸς τὸ παρὸν διὰ τὴν παράκλησίν σου, καὶ ὁδήγησον τὸν λαόν· ᾖ δ’ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω εἰς αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν. Καὶ ἐπάγει λέγουσα ἡ Γραφή· Καὶ ἐπάταξε Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου· ὥστε οὖν ἀμήχανον ὄντως καὶ ἀνέφικτον διαδρᾶναι τὴν θεήλατον δίκην, εἰ καὶ παρὰ πόδας οὐκ ἐπάγει τοῖς ἁμαρτάνουσι ταύτην, μακροθυμῶν, ὡς ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ τὴν ἐπιστροφὴν ἐκδεχόμενος, ἢ τὴν ἐπὶ τὰ χείρω πρόβασίν τε καὶ δυστροπίαν, ὡς διὰ βραχέων σαφέως ἀποδέδεικται. [] Καὶ γοῦν ὁ μέγας ἔφη Κύριλλος·

Chapter XXXVII - XXXVIIICaput XXXVII - XXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CXXX

Μετροῦνται δὲ τῶν ἀνὰ πᾶσαν τὴν γῆν ἀνθρώπων τὰ κατὰ καιροὺς πλημμελήματα, ἃ καὶ μέχρι ποσότητός τινος ἐκδήλου τῆς ἁμαρτίας ἡμῶν οὐκ οὔσης· ἐπάγει δὲ τηνικαῦτα τὰς δίκας λελυμένῳ ὁ νομοθέτης Κύριος· διακαρτερεῖ δὲ ἐξ ἐμφύτου φιλανθρωπίας, ἔσθ’ ὅτε καὶ πλημμελούντων ἀνέχεται, οὐκ εἰς ἅπαν ἀγανακτῶν· καὶ γὰρ ἔφη πρὸς τὸν Ἀβραάμ· Οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Πρὸς δέ γε τοὺς Φαρισαίους ἀκαθέκτως λελυπηκότας φησίν· Ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Οὐκοῦν εἰ βούλοιτό τις διαβιῶναι μὲν ὀρθῶς, εὐβουλεστάτας δὲ καὶ ἐπιεικεστάτας ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι τὰς διατριβὰς, ὀρθοποδήσει καὶ διανύξεται τὰ δεινὰ, γνώμης ἐχόμενος ὀρθῆς καὶ ἀδιαστρόφου, τὸ μὴ ἐναλῶναι μὲν κακοῖς; Ἀτρεκὴς ὁ λόγος· ἐφ’ ἡμῖν 111 γάρ ἐστι τὸ ἐπ’ ἄμφω βλέπειν, πρός τε τἀγαθὰ, φημὶ, καὶ τοὐναντίον.
[β) Καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι τὸ θαυμάζεσθαι πεφυκὼς, ἐν καλῷ γενήσονται τῆς ἀρετῆς, οἱ δ’ ἀποκλίναντες εἰς τοὐναντίον καὶ τῶν ἀμεινόνων προθέντες τὸ ἀδικοῦν, τὴν οἰκείαν καταφθείραντες ζωὴν, ἀλλοῖεν ἂν αὐθένται, καὶ ὀλετῆρες δεινοὶ κατὰ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξελελεγμένοι. [] Ταύτῃ τοίνυν φησὶ καὶ ὁ ἱερὸς Ἰσίδωρος· Ἡ τῶν ἁμαρτημάτων ἐπίτασις ἀναγκάζει, ὥσπερ τὴν θείαν καὶ ἄϋλον φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος εἰς τὴν παρὰ φύσιν χωρεῖν ὀργήν· ὅθεν καὶ Ἰουδαίοις ἔφη Χριστός· Πολλάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ἐπειδὴ γὰρ, φησὶν, οὐ δέχεσθε τὴν φιλανθρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν τῆς τιμωρίας. Ὅταν γὰρ ἴδῃ ὁ Θεὸς εἰς ἄκρον κακίας ἐκκλίναντα τὸν ἄνθρωπον, ἀπαίρει τὴν ἑαυτοῦ χάριν ἐξ αὐτοῦ, ἧς ὁ ἄνθρωπος στερούμενος, ἐπὶ πλεῖον τραχύνεται, ἐκ τοῦ διαβόλου ἐρεθιζόμενος, καὶ μὴ ἔχων τὸν Θεὸν ἐν ἑαυτῷ συμβούλευτον ἀποσχέσθαι ἀπὸ κακοῦ, καὶ διὰ τοῦτο καταλαμβάνει αὐτὸν ἡ ὀργή. [] Οὕτω τοίνυν προφανῶς ἡ ψῆφος τῆς ἀδεκάστου καὶ θείας κρίσεως, διαδειχθεῖσα ἐν ἐπιτόμῳ·
PG 110:207Ὄψονται εὐθεῖς, καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει στόμα αὐτῆς. Καὶ μάλα εἰκότως· Πρὸς γὰρ τοὺς σκολιοὺς, σκολιὰς ὁδοὺς ἀποστελεῖ Κύριος, καί· Οὐκ ἀδίκως ἐκτείνονται δίκτυα πτερωτοῖς. Οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοί εἰσι τοῦ ἐκχέειν αἷμα. Διό φησιν ὁ Ἀπόστολος· Ἦ ἀγνοεῖς, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ. Καὶ γὰρ πάντα, φησὶ, τὰ ἔργα Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. [] Οἱ τοίνυν παρανομοῦντες καὶ παραπικραίνοντες, εὐωδούμενοι πολλάκις τῇ μακροθυμίᾳ τοῦ Θεοῦ καὶ μηδὲν πάσχοντες δεινὸν, ἀλλ’ εὐθηνοῦντες καὶ πάσης εὐπραγίας καὶ εὐημερίας καὶ εὐῤῥωστίας καὶ πολυζωί̈ας ἀπολαύοντες, 112 Οὕτως, φασὶν οἱ ἀγνώμονες, εὐαρεστεῖται ὁ Θεὸς καὶ χαίρει. Καὶ, διὰ τοῦτο Ποιήσωμεν τὰ κακὰ ἵνα πλεῖον ἔλθῃ τὰ ἀγαθὰ, ὧν τὸ κρῖμα ἔνδικόν ἐστι. Περὶ ὧν καὶ Δαυὶδ ἔλεγε· Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται·
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν· καί· Διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς, καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεός; καί· Εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; Οἷς διὰ τὰς δολιότητας αὐτῶν ὁ Θεὸς ἔθετο αὐτοῖς κακὰ, κατέβαλεν αὐτοὺς ἐν τῷ ἐπαρθῆναι, καὶ ἐγένοντο εἰς ἐρήμωσιν, ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν· ὅθεν· Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε· καὶ τοῖς ἁμαρτάνουσιν [α)· Μὴ ὑψοῦτε κέραςκαὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὅτι ὁ Θεὸς κριτής ἐστι· καί· Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ· ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν· Ὅτι, ὡσεὶ χόρτος, ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ ἀποπεσοῦνται· δίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. [] Δεῖ τοίνυν, εἰ πάντως δοῦλοι εὐγνώμονες τυγχάνομεν καὶ ἀνυπόκριτοι, μὴ βασιλεία προσδοκίᾳ μηδ’ ἄλλῃ τινὶ μελλόντων ἀγαθῶν ἐλπίδι τὴν ἀρετὴν πράττειν, ἀλλὰ δι’ αὐτὸν τῶν ἁπάντων Δεσπότην Θεὸν πάντα ὑπομένειν.

Caput CXXXI - CXXXII

PG 110:209Ἀλλ’ εἰσὶ ἀναπεπτωκότες πολλοὶ καὶ νωθροὶ, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται. Καὶ ὁ μὲν Θεὸς βασιλείαν ἐπαγγελλόμενος οὐκ ἀκούεται, ὁ δὲ διάβολος γέενναν προξενῶν, φιλεῖται· καὶ τί τῆς μανίας ταύτης χαλεπώτερον καὶ λυσσωδέστερον; καὶ τί λέγω γέενναν, καὶ πρὸ τῆς γεέννης, ὀδύνην ἐνταῦθα, καὶ αἰσχύνην, καὶ γέλωτα προσεπανάγων, καὶ μυρίας κολάσεις, καὶ θανάτους πολλοὺς ἔχειν τοὺς πειθομένους καὶ προστρέχοντας αὐτῷ. Λ. Περὶ Ἡλεὶ τοῦ ἀρχιερέως. 113 Μετὰ δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ὁ ἀρχιερεὺς Ἡλεὶ ἔτη κ. Καὶ τῇ παροινίᾳ τε καὶ ἀταξίᾳ τῶν υἱῶν αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἐπὶ τῶν θυσιῶν, ἑκατέρους μετῆλθε πάλιν ἡ θεία δίκη· οἱ μὲν γὰρ ἐν τῷ πολέμῳ δεινῶς ἀνῃρέθησαν· ὁ δὲ τῆς θείας ἀκούσας φωνῆς τῆς λεγούσης· Εἶπα· Ὁ οἶκός σου διελεύσεται ἐνώπιόν μου ἕως τοῦ αἰῶνος· καὶ νῦν οὐχ οὕτως, ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου ἐκ τοῦ θυσιαστηρίου μου· καὶ πάλιν·

Caput CXXXV - CXXXVI

Ἰδοὺ ἐγὼ, φησὶν, ἐκδικῶ τὸν οἶκον Ἡλεὶ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ· μεθ’ ὧν καὶ τὴν παράληψιν τῆς κιβωτοῦ διαγνοὺς μετὰ ταῦτα, ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπίσθιος, καὶ συντριβεὶς ὁ νῶτος αὐτοῦ, ἀπέθανεν ἐτῶν 1. [] Περὶ ὧν φησιν ὁ Χρυσόστομος· Ἱερεύς τις ἦν παρὰ Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικὴς, Ἡλεὶ τοὔνομα, ὃς γενόμενος δύο παίδων πατὴρ, καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας, οὐ κατεῖχε οὐδὲ διεκώλυε μετὰ σπουδῆς καὶ σφοδρότητος· τὰ δὲ τῶν παίδων ἐγκλήματα, πορνεία τε ἦν καὶ γαστριμαργία· Ἐκοιμῶντο γὰρ, φησὶ, μετὰ τῶν γυναικῶν τῶν παρεστηκότων παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἤσθιον πρὸ τοῦ ἡγιασθῆναι τὰ κρέα καὶ τὴν θυσίαν ἐνεχθῆναι· ἅπερ ἀκούων ὁ πατὴρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκεν, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης αὐτοὺς ἀπαγαγεῖν, λέγων· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν τοῦ[τον] μὴ λατρεύειν τῷ Κυρίῳ. Ἐὰν γὰρ ἁμαρτὼν ἄνθρωπος ἁμάρτῃ, προσεύξεται περὶ αὐτοῦ πρὸς Κύριον·
PG 110:211ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ἐπεὶ οὖν μὴ πᾶν, ὅσον ἐχρῆν, ἐπεδείξατο, καὶ αὐτὸς μετ’ ἐκείνων ἀπώλετο· καὶ γὰρ ἀπειλὰς ἔδει προσθεῖναι καὶ 114 μάστιγας ἐπιθεῖναι καὶ τῆς ὄψεως αὐτοῦ ἐξελάσαι καὶ μὴ παντελῶς φείσασθαι· ἀλλ’ ἐπειδὴ φεισάμενος αὐτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀπώλεσε. Ἄκουσον γὰρ τί φησιν πρὸς αὐτὸν ὁ Θεὸς, μᾶλλον δὲ [β) οὐ πρὸς αὐτόν· οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν ὡς προσκεκρουκότα, ἀλλὰ δι’ ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά. Διό φησιν διὰ τοῦ μαθητοῦ αὐτοῦ Σαμουήλ· Ἔγνω, ὅτι κακολογοῦνται οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ μὴν ἐνουθέτησε, ἀλλ’ οὐδὲν νουθεσία ἐκείνη λελόγισται, μὴ ἔχουσα τὸ σφοδρὸν καὶ ἐπιτεταμένον. Εἰπὼν δὴ τὸ ἔγκλημα ἐπάγει καὶ τὴν κόλασιν μετὰ πολλῆς τῆς ὀργῆς φάσκων·
Ὤμοσα τῷ οἴκῳ Ἡλεὶ, εἰ ἐξιλασθήσεται ἁμαρτία τῷ οἴκῳ αὐτοῦ ἢ ἐν θυμιάματι ἢ ἐν θυσίᾳ ἕως τοῦ αἰῶνος. Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην καὶ ἀσύγγνωστον κόλασιν καὶ ἀσυγχώρητον εἰς ὅλον αὐτοῦ τὸ γένος καὶ τὸν οἶκον, καίτοι τοῦ μὲν ἰδίου βίου ἕνεκα οὐδὲν ᾐτιάθη ποτὲ, οὐδὲ κατεγκαλεῖν εἶχεν ὁ Θεὸς ἕτερόν τι τῷ πρεσβύτῃ. ἀλλ’ ἦν τἄλλα πάντα θαυμαστὸς καὶ τὴν φιλοσοφίαν, οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν παρὰ τὴν συμφορὰν συμβάντων ἔστιν ἰδεῖν. Ἐπειδὴ γὰρ ταῦτα πάντα ἤκουσε καὶ πρὸς ἔσχατον τιμωρίας εἶδεν αὐτὸν ἐλθόντα, οὐκ ἀπεδυςπέτησε, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι οἷον εἰκὸς τοὺς πολλοὺς λέγειν· Μὴ γὰρ ἐγὼ τῆς ἑτέρων γνώμης κύριός εἰμι; καί· Τῶν ἐκείνων ἁμαρτημάτων ὀφλήσω δίκας; αὐτοὶ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ δίκαιόν ἐστι κολάζεσθαι μόνον· ἀλλ’ οὐδὲν τοιοῦτον εἶπεν οὐδὲ ἐνόησεν, ἀλλ’ ὥσπερ οἰκέτης εὐγνώμων ἀπεκρίθη λέγων·

Chapter XXXIXCaput XXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κύριος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιείτω. Εἰ τοίνυν τὸν ἀρχιερέα τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν ἔτη κ προστάντα καὶ ἀμέμπτως τῷ Θεῷ δουλεύσαντα, οὐδὲν ἴσχυσε τοῦτον ἐξελέσθαι τῆς ὀργῆς τοῦ Θεοῦ καὶ ἀπειλῆς, ἀλλὰ διὰ τὰς ἑτέρων ἁμαρτίας 115 ἀπώλετο, καὶ τὸν ἐν τοσούτοις ἔτεσι τοσαῦτα κατορθωκότα, ἃ τὸν Θεὸν οὐκ ἐδυσώπησαν, ποίαν ἡμεῖς ἕξομεν συγγνώμην, οἱ τῆς ἀρετῆς ἐκείνου τοσοῦτον ἀποδέοντες, καὶ ἑτέροις ἁμαρτάνουσιν ἐφησυχάζοντες, καὶ παραχωροῦντες, καὶ προδυνάμενοι κωλύειν αὐτοὺς καὶ ἀναστέλλειν, τοὐναντίον μᾶλλον μετερχόμεθα ἀνεγκλήτους αὐτοὺς ἐῶντες καὶ ἀτιμωρήτους; Καὶ μηδεὶς λεγέτω, ὅτι πολλοὶ μειζόνως τοῦ Ἡλεὶ τῶν ἰδίων ἀμελήσαντες παίδων, οὐδὲν ἔπαθον οἷον ἐκεῖνος. Ἔπαθον οὖν πολλοὶ πολλάκις καὶ χαλεπώτερα τούτων, κἂν ἡμεῖς ἀγνοῶμεν, ἐκ πολλῆς ἀναισθησίας τῶν τε ἡμετέρων συμφορῶν καὶ συμβάσεων, καὶ τὰς τῶν πέλας. Πόθεν γὰρ ἄωροι θάνατοι; Πόθεν αἱ χαλεπαὶ καὶ συνεχεῖς νόσοι καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς; Πόθεν ζημίαι, καὶ περιστάσεις, καὶ ἐπήρειαι; Πόθεν τὰ μυρία κακὰ καὶ ποικίλα; Οὐκ ἐκ τοῦ μοχθηροὺς ὄντας τοὺς παῖδας περιορᾷν;
PG 110:213Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, μάρτυς μὲν καὶ ὁ πρεσβύτης οὗτος, μάρτυς δὲ καὶ ὁ σοφὸς λέγων· Μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν, καί· Εἰ μή ἐστι μετ’ αὐτῶν φόβος Θεοῦ, μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, ι καί· Στενάξεις πένθει ἀώρῳ· καὶ ἐξάπινα τὴν ἐξ αὐτῶν συντέλειαν γνώσῃ. Πολλοὶ μὲν οὖν, ὡς ἔφην, πολλὰ τοιαῦτα πεπόνθασιν· εἰ δέ τινες καὶ διέφυγον, ἀλλ’ οὐκ [α) εἰς τέλος ἐκφεύξονται, ἀλλ’ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς· ἀπελθόντες δὲ ἐκεῖ πικροτέραν τίσουσι δίκην. Ὅπερ εἰδὼς ὁ Ἀπόστολος παραινεῖ φάσκων· Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Καὶ μὴν ἐπισφαλὲς καὶ λίαν ἐπικίνδυνον ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν, καθὼς αἱ Γραφαὶ διαγορεύουσιν. Ἰδοὺ γὰρ ὁ μὲν Ἄχαρ ἡνίκα τὴν χρυσῆν γλῶτταν ἔκλεψε καὶ τὴν ψιλὴν ἐσθῆτα, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ἡ ὀργὴ τοῦ Κυρίου, καίτοιγε μὴ εἰδότα τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα μέχρις οὗ ἐφανερώθη ὁ κλέπτης καὶ τὸν φοβερὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς 116 ἰδίοις ὑπέστη ὄλεθρον.
Ὁ δὲ Ἡλεὶ, καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς καὶ λοιμοῖς, ὡς εἴρηται, ἀλλὰ καὶ λόγῳ πλείονα κατασκευάσας, τῆς τε ἁμαρτίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφυκτον, ὅτι μὴ ὅλως ἐμβριθέστερον ἐξεδίκησε, τοσοῦτον παρώξυνε τὴν ὀργὴν τοῦ Θεοῦ, ὡς καὶ τὸν λαὸν σὺν τοῖς υἱοῖς αὐτοῦ μαχαίρᾳ πεσεῖν καὶ τὴν κιβωτὸν ἐκείνην τὴν φοβερὰν καὶ ὀλίγοις ληπτὴν, ὑπὸ χειρῶν ἀλλοφύλων ἄγεσθαι, ὅπου ἂν βούλοιντο· καὶ αὐτὸν ἐκεῖνον, τὸν μέγαν ἱερέα λέγω, οἰκτρῷ τέλει τὸν βίον καταστρέψαι. Εἰ δέ τοι κατὰ τοῦ μὴ ἁμαρτήσαντος καὶ κωλύσαντος καὶ διαμαρτυρομένου τοῖς ἁμαρτήσασι τοιαύτη ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; οἵτινες ἐὰν μὴ δέξωνται τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας; ἀνάγκη καὶ αὐτοὺς ἐκείνους ἀπόλλυσθαι· ὥστε κινδυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες, τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι ἢ χείρονα· Ἑπτάκις μὲν γὰρ ἐκδικεῖται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ (τὰ ὅμοια ὁ ἁμαρτὼν) ἑβδομηκοντάκις ἑπτά. Διὰ τί δὲ πάλιν οἱ μὲν τῶν ἀνθρώπων ἁμαρτάνοντες κολάζονται, οἱ δὲ οὐ κολάζονται;
PG 110:215Πῶς γὰρ τῶν Ἰουδαίων μοσχοποιησάντων ἁπάντων, οἱ μὲν ἐκολάζοντο, αἱ δὲ οὐκ ἐκολάζοντο; Ἢ πάντως οἱ μὲν, εὔδηλον, ὅτι μετενόησαν καὶ τὴν φύσιν αὐτῶν ἠγνόησαν διὰ τὴν εὐλάβειαν, οἱ δὲ τῇ κακίᾳ ἐνέμειναν, ὡς τὸ μὲν ἁμάρτημα ἴσον ἦν, τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα; Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχὶ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; Ὅτι οὐκ ἦν ἴσον τὸ ὑπὸ γυναικὸς ἀπατηθῆναι καὶ ὑπὸ ὄφεως· διὸ οὐδὲ ἀπάτην ἐκεῖνο Παῦλος ἐκάλεσε, οὕτω λέγων· Ὁ μὲν Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε. Τίνος δὲ ἕνεκεν ὁ τὰ ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; Ὅτι πολλῆς παρανομίας ἦν τὸ γινόμενον ἀνάμεστον· ἐκ προοιμίων αὐτῶν παραβῆναι πρόσταγμα Θεοῦ, καὶ ὅπως τοῖς ἄλλοις γένηται παίδευμα μὴ καταφρονεῖν Θεοῦ ἐντολήν. Τοῦτο καὶ ἐπὶ Σαπφείρας καὶ Ἀνανία γέγονεν. Καὶ ἡμεῖς 117 οὖν ὅταν ἁμαρτήσωμεν, σκοπήσωμεν, εἰ ἄξιοι ἐλέους ἐσμὲν καὶ εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν [β) γνησίως, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν ἐκ τῶν πονηρῶν ἡμῶν ἔργων· Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. ΛΖ. Περὶ Σαμουήλ.

Caput CLII - CLV

Μετὰ δὲ Ἡλεὶ ἔκρινε τὸν λαὸν Σαμουὴλ ὁ ἱερεὺς καὶ προφήτης ἔτη λ. Καὶ οἱ υἱοὶ αὐτοῦ Ἰωὴλ καὶ Ἀβιὰ, μὴ πορευόμενοι κατὰ τὴν ὁδὸν αὐτοῦ καὶ ἀρετὴν, ἀλλὰ τὸ δίκαιον ἀπεμπολοῦντες, συναθροί̈ζεται πρὸς αὐτὸν ὁ λαὸς εἰς Ἀρμαθὲμ αἰτούμενοι βασιλέα κατὰ τὴν συνήθειαν τῶν ἐθνῶν. Ὁ δὲ σφόδρα λυπηθεὶς, εἶπεν ὁ Θεὸς πρὸς αὐτόν· Ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξουθενώκασι, ἀλλ’ ἐμὲ, τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτούς. ΛΗ. Ἀρχὴ τῆς βασιλείας Σαούλ. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς ἐκ φυλῆς Βενιαμὶν, χρίσας αὐτὸν εἰς βασιλέα, ἀγαθὸν ἄνδρα καὶ εὐμεγέθη ὑπερωμίαν καὶ ἐπάνω ὑψηλότερον ὑπὲρ τὴν γῆν πᾶσαν. Καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλέων. [] Μετὰ δὲ Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μ, ὃς τολμήσας πρότερον μὲν θυμιάσαι τῷ Θεῷ, ἔπειτα δὲ παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ κατὰ τοὺς Ἀμαληκίτας, ζωογονήσας Ἀγὰγ τὸν βασιλέα αὐτῶν, ἤκουσε παρὰ τοῦ προφήτου· Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος, καὶ ἡτοίμασε τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ· καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου·
ἀλλ’ ἐζήτησε Κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ. [] Μετὰ δὲ ταῦτα χρίσας τὸν Δαυὶ̈δ ὁ Σαμουὴλ ἐν λόγῳ Κυρίου, 118 εἶτα γηράσας καὶ τελευτήσας, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν Κύριον, ὅθεν καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπ’ αὐτοῦ καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν, οὗ δὴ ἕνεκα Δαυὶ̈δ ἄγεται πρὸς αὐτὸν εἰς παρηγορίαν τοῦ πάθους. Καὶ ἐγένετο, φησὶν, ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, καὶ λαμβάνων Δαυὶ̈δ τὴν κινύραν, ἔψαλλεν, καὶ ἀφίστατο ἀπ’ αὐτοῦ τὸ πονηρὸν πνεῦμα. [] Ἀλλ’ οὖν γε πατάξας τὸν ἀλλόφυλον Γολιὰθ, ὃς ἦν τῇ ἡλικίᾳ πήχεων τὸ ὕψος δ καὶ σπιθαμῆς, καὶ περικεφαλαία χαλκῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἁλυσιδωτὸν θώρακα περιβέβληται χιλιάδας ἔχοντα ε σίκλων χαλκοῦ καὶ σιδήρου, κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων· καὶ ἡ ἐπ’ αὐτῷ λόγχη, ἑξακοσίων σίκλων σιδήρου, καὶ ἀσπὶς χαλκῆ ἀναμέσον τῶν ὤμων αὐτοῦ· καὶ διὰ τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαοὺλ ὁ Δαυὶ̈δ, ἐφθονήθη προφάσει τῶν χορευτριῶν ἕνεκεν τῆς εὐφημίας ἧς ἐπῇδον αὐτῷ λέγουσαι·
PG 110:217Ἐνίκησε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυὶδ ἐν μυριάσιν. [] Καὶ ἀποδιδράσκει Δαυὶδ ἀπ’ αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους ἔφαγε τῆς προθέσεως ἐκ χειρὸς Ἀβιμέλεχ τοῦ ἀρχιερέως, περὶ οὗ Σαοὺλ θυμωθεὶς καὶ ἀγανακτήσας ἀνεῖλε τὸν Ἀβιμέλεχ, διὰ χειρὸς Δοὴκ τοῦ Σύρου, καὶ πάντας τοὺς μετ’ αὐτοῦ ἱερεῖς Κυρίου ἄνδρες υν, οὐ μὴν δὲ καὶ πᾶσαν τὴν πόλιν τῶν ἱερέων Νομβὰν ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, καὶ νηπίου θηλάζοντος, καὶ μόσχου, καὶ ὄνου, καὶ προβάτων· οὐ κατελείφθη αὐτῶν οὐδὲ εἷς, πλὴν Ἀβιάθαρ υἱὸς Ἀβιμέλεχ φυγὼν πρὸς τὸν Δαυίδ. [] Αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πάντων τῶν ἄλλων ἁμαρτημάτων δυσσεβεστέρα· τοῦ μὲν γὰρ Θεοῦ προστεταχότος [α) ἄρδην ἐξολοθρεῦσαι τὸν Ἀμαλὴκ, οὐ μόνον τὸν Ἄγαγ διέσωσεν, ἀλλὰ καὶ ὅσα ἦν αὐτοῦ ἀξιόκτητα· τοῦ δὲ θυμοῦ κεκινηκότος, οὐ μόνον τοὺς ἱερεῖς κατέκτεινεν, ἀλλὰ καὶ τὴν πόλιν αὐτῶν διέφθειρεν αὔτανδρον. [] Καταδιώκων δὲ τὸν Δαυὶδ, καὶ ἅπαξ καὶ δὶς, ἐμπεσὼν εἰς χεῖρας τοῦ μακαρίου, καὶ μηδὲν ἀποδοὺς αὐτῷ κακὸν ἀντὶ κακοῦ, ἔφη Δαυὶδ 119 ὁ πραότατος πρὸς Σαοὺλ τὸν ἀπανθρωπότατον·
Ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, λαβεῖν τὴν ψυχήν μου; Δικάσει Κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσει με ἐκ χειρός σου· ἡ δὲ χείρ μου οὐκ ἔστιν ἐπὶ σὲ, καθὼς λέγεται ἐν τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. Καὶ ὁ μὲν οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. [] Εἶτα τῶν ἀλλοφύλων πρὸς Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγγαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως εἰσῆλθεν εἰς τὸν πόλεμον, καὶ τοξευθεὶς εἰς τὰ ὑποχόνδρια, εἶπε πρὸς τὸν αἴροντα αὐτοῦ τὰ σκεύη· Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με, μήποτε παίξουσιν εἰς ἐμὲ οἱ ἀπερίτμητοι οὗτοι. Τοῦ δὲ φοβηθέντος καὶ μὴ ὑπακούσαντος, ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἔπεσεν ἐπ’ αὐτὴν, ἐφ’ ἣν καὶ ὁ σκευοφόρος ἐπιπεσὼν ἀναιρεῖται καὶ αὐτὸς διὰ τῆς αὐτῆς ῥομφαίας. Καὶ οὕτως ἀπέθανε Σαοὺλ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ (αἷς ἠνόμησε τῷ Θεῷ, διότι οὐκ ἐφύλαξε τὸν λόγον Κυρίου· καὶ ὅτι ἐπεζήτησε τῇ ἐγγαστριμύθῳ, καὶ ἀπεκρίθη αὐτῷ Σαμουὴλ ὁ προφήτης, καὶ οὐκ ἐζήτησε Κύριον·
PG 110:219καὶ ἀπέκτεινεν αὐτὸν, καὶ ἀφαιρεθεῖσα ἡ βασιλεία ἐκ τοῦ γένους αὐτοῦ, μετηνέχθη εἰς Δαυὶδ καὶ τὸ γένος αὐτοῦ). [] Τί τοίνυν τὸν Σαοὺλ ὤνησε τὸ μέγεθος αὐτοῦ καὶ τὸ ὕψος τοῦ σώματος; ἣ τί τὸν Δαυὶδ ἔβλαψε τὸ σμικρὸν καὶ εὐτελὲς τῆς ἡλικίας; Ὁ μὲν γὰρ ὥσπερ τις δρῦς ὑψηλόκομος καρπὸν κακίας ἔφερε καὶ τροφὴν χοίρων· ὁ δὲ, οἷάπερ ἄμπελος εὐκληματοῦσα καὶ καρποφοροῦσα ταῖς παντοδαπαῖς ἀρεταῖς, οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπων ἐβλάστανεν. Ἀρετῆς γὰρ, φησὶν ὁ μέγας Ἰσίδωρος, ἀπούσης, οὐδὲν ὄφελος τῆς τοῦ σώματος κατασκευῆς· ὅθεν φησὶν ὁ Θεὸς πρὸς τὸν Σαμουήλ· Μὴ βλέψῃς ἐπὶ τὴν ὄψιν τοῦ α υἱοῦ Ἰεσσαὶ, μηδὲ τὴν ἕξιν τοῦ μεγέθους αὐτοῦ καταπλαγῇς, διότι ἐξουδένωκα αὐτόν· διότι οὐχ ὡς βλέψῃ ἄνθρωπος, ὄψεται Θεός·
ὁ μὲν γὰρ ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Οὐ δεῖ τοίνυν οὐδὲ ἐν τῷ τοῦ σώματος ὕψει φαντάζεσθαι 120 καὶ μεγαλοφρονεῖν, ἀλλ’ ἐν μόνῃ τῇ ἀρετῇ καὶ ταῖς ἐντολαῖς τοῦ Θεοῦ σεμνύνεσθαι· ἐπεὶ καὶ Νεβρὼδ ὁ γίγας πολλοὺς ὑπερίπτατο, καὶ οἱ Ἀσταρὼθ γίγαντες (καὶ ὁ Ὢγ βασιλεὺς τῆς Βασὰν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων καὶ κατοικῶν ἐν τῇ Ῥαφαὶ̈ν ἐν Ἀσταρὼθ, ὤν τε τῶν Ῥαφαὶ̈ν ἀπόγονος, οὗ καὶ ἡ κλίνη σιδηρᾶ, τὸ μῆκος ἔχουσα πήχεων θ, καὶ τὸ πλάτος δ), καὶ Γωλιὰδ ὁ ἀλλόφυλος· ὁμοίως Σαοὺλ, ὁ παντὸς Ἰσραὴλ ὑπερώμιος· ἀλλ’ οὐδὲν αὐτὸν ὤνησε τὸ μέγεθος (τοῦ σώματος μετὰ τῆς πολλῆς ἐκείνης ἰσχύος, ἀρετῆς ἐρήμου ὑπάρχοντος καὶ) τῆς θείας ἐπιεικείας φρονήσαντος ὑψηλότερα. [] Ὅτι δὲ οὐκ ἀνήγαγεν ἀληθῶς τὸν Σαμουὴλ ἡ ἐγγαστρίμυθος, ὡς οἴονταί τινες, διὰ τὸ τὴν ἱστορίαν ἐν τούτῳ φάναι, [β) οὕτως ἀδιαφόρως ἀναγαγεῖν ὀνομάσαι· πρῶτον μὲν δῆλον, τὸ μὴ φέρειν δαίμονα προσβολὴν ἁγίου· εἰ γὰρ ἔτι ἐν σαρκὶ περιόντι δέδοικε, πῶς ἀσωμάτους ἰδεῖν καρτερήσειεν; β δὲ ὅτι οὐκ αὐτὸν ἀνήγαγεν, ἀλλὰ φάσματος ἰδέαν·
ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος, οὗτός ἐστι Σαμουὴλ, ὡς καὶ ὁλοσώματον εἶδεν αὐτὸν καὶ ὁ Σαούλ· γ δὲ ἡ πρόῤῥησις ψευδής ἐστιν ἡ λέγουσα, ὅτι Αὔριον σὺ καὶ υἱοί σου πεσοῦνται· μετὰ γὰρ ἡμέρας δ ἀπέθανε Σαοὺλ, ὑποστρέψαντος τοῦ Δαυὶδ ἐκ [τοῦ μετὰ] τῶν Ἀμαληκιτῶν πολέμου· φησὶ γάρ· Καὶ ὤρθρισε Δαυὶδ τοῦ ἀπελθεῖν πρωὶ̈ καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων· καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν ἐπὶ Ἰσραήλ. Καὶ ἐλθόντος τοῦ Δαυὶδ εἰς τὴν γῆν ἐκείνην τῇ τρίτῃ ἡμέρᾳ, καὶ καταδιώξαντος τοὺς Ἀμαληκίτας, καὶ μετὰ νίκης ὑποστρέψαντος τῇ δ ἡμέρᾳ, ἐπάγει λέγουσα ἡ θεία Γραφή· Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐν Ἰσραὴλ, καὶ ἔφυγον ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει Γελβουέ. Καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαοὺλ καὶ τοξεύεται εἰς τὰ ὑποχόνδρια. Εἰ δὲ καὶ ἠλήθευσεν ἡ ἐγγαστρίμυθος, ὥς τινες νομίζουσιν, οὐ μέγα τοῦτο· ὁ γὰρ Θεὸς καὶ τὸν δαίμονα ἐν σχήματι φανέντα εἰπεῖν ἄκοντα τὴν ἀλήθειαν κατηνάγκασεν, 121 ὥσπερ καὶ τὸν Βαλαὰμ εὐλογῆσαι τὸν Ἰσραὴλ ἄκοντα πεποίηκεν· ἔφη γάρ·

Caput CLXVI - CLXVII

PG 110:221Κἂν ἀπέλθῃς πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαί σοι. Τοῦ δέ γε Σαοὺλ ἀναιρεθέντος, καταλιπὼν Δαυὶδ Ἀγχοὺς τὸν βασιλέα τῶν ἀλλοφύλων, καὶ ἐλθὼν εἰς τὴν Ἰουδαίαν πρὸς τὸν ὁμόφυλον Ἰσραὴλ, βασιλεύει κατὰ θείαν εὐδοκίαν. Πῶς οὖν, φησὶν ὁ μέγας Βασίλειος, ἐν μὲν τῇ ἐπιγραφῇ τοῦ λγ ψαλμοῦ Ἀβιμέλεχ ὀνομάζεται; (Φησὶ γάρ· Ψαλμὸς τῷ Δαυὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσιν αὐτόν.)6 Ἡ δὲ ἱστορία Ἀγχοὺς αὐτὸν προσηγόρευσεν. Καί φαμεν, ὥς τινα τοιοῦτον λόγον φθάσαντα εἰς ἡμᾶς ἐκ παραδόσεως, ὅτι οἱ βασιλεῖς τῶν ἀλλοφύλων κοινὰ μὲν εἶχον ὀνόματα, τὸ Ἀβιμέλεχ, ἴδιον δὲ ἕκαστος ὃ προσηγορεύετο, ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστιν ἰδεῖν βασιλείας, Καίσαρας μὲν λεγομένους κοινῶς καὶ Αὐγούστους, ἄλλα δὲ τὰ κύρια αὐτῶν ὀνόματα, ὥσπερ καὶ παρ’ Αἰγυπτίοις τὸ Φαραώ ἐστιν. Φαίνεται γὰρ καὶ ἐπὶ Ἰωσὴφ καὶ ὁ ἐπὶ Μωϋσέως Φαραὼ μετὰ γενεὰς δ ἐγερθεὶς βασιλεὺς Αἰγύπτου καὶ ἐπὶ Σολομῶντος Φαραώ. Ἔλαβε γὰρ, φησὶ, τὴν θυγατέρα Φαραώ. Καὶ ὁ ἐπὶ Ἱερεμίου πάλιν βασιλεὺς τῆς Αἰγύπτου Φαραὼ προσηγορεύετο.
Οὕτω δὴ καὶ Ἀβιμέλεχ καὶ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ, καὶ ὁ ἐν ταῖς ἡμέραις Ἰσαάκ· καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν χρόνων Δαυίδ. Ἀβιμέλεχ εἴρηται ἐν τῇ ἐπιγραφῇ, τὸ κοινὸν μὲν τῆς ἱστορίας λέλεκται, ὅπερ ἰδίως ἦν αὐτῷ ἐκ γενετῆς ἐπικείμενον. ΛΘ. Ἀρχὴ τῆς βασιλείας Δαυί̈δ. Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαυὶ̈δ ἐκ φυλῆς Ἰούδα ἔτη μ, ὃς ἐποίησε τὰ θελήματα τοῦ Κυρίου πάντα κατὰ τὸ εἰρημένον· 122 Εὗρον Δαυὶ̈δ, τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Εὗρον Δαυὶ̈δ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου [α) ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν· οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν· καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι· καὶ ἡ ἀλήθειά μου καὶ ὁ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Διὸ δὴ τὸ θεῖον περὶ αὐτοῦ καὶ δι’ αὐτοῦ φησιν·
PG 110:223Ἐξελέξατο Δαυὶ̈δ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ, ὃς καὶ μετ’ ἐπιστήμης θείας καὶ εὐσεβείας ἡτοίμασεν αὐτοὺς, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Ὅθεν ἐπήγαγεν ἡ Γραφὴ λέγουσα· Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην. [] Οὗτος τοίνυν πατάξας Μολχὸμ βασιλέα τῶν Σύρων καὶ λαβὼν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν μέγαν ἔχοντα λίθους τιμίους· καὶ φορέσας αὐτὸν ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κόσμος εὐπρεπής· ὅπερ δηλῶν πάλιν ἔφη· Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιασθήσεται σφόδρα· τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν, ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου· ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ· μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου·
δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν. [] Καὶ οὕτως ἐνισχύσας ὁ μακάριος καὶ κραταιωθεὶς τῆς συμμαχίας τοῦ κρείττονος πεπλήρωκε καὶ τοῦ Ἰσαὰκ τὴν προσηγορίαν καὶ τὴν πρὸς Ἰακὼβ δοθεῖσαν εὐλογίαν, ὥς φησιν Θεοδώρητος, ὅτι Γίνου κύριος τοῦ ἀδελφοῦ σου Ἡσαῦ, καὶ πατάξας 123 τὴν Ἰδουμαίαν, καὶ γενόμενοι πάντες οἱ ἐκ τοῦ Ἡσαῦ Ἰδουμαῖοι δοῦλοι τῷ Δαυὶ̈δ, ἐπέθηκε τῇ προῤῥήσει τὸ τέλος ψάλλων· Ἐπὶ Ἰδουμαίαν ἐπιβαλῶ ὑπόδημά μου· ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν· οἱ γάρ τοι Ἰδουμαῖοι πρόγονον ἔχοντες τὸν Ἡσαῦ ἐξ οὗ καὶ τὴν προσηγορίαν ἐσχήκασιν (Ἐδὼμ γὰρ ὠνομάσθη, ὅτι τῶν πρωτοτοκίων τὸν φακὸν προτιμήσας), οὐ τῆς προσηγορίας μόνον, ἀλλὰ καὶ τῆς μνησικακίας τοῦ προπάτορος ἐγένοντο κληρονόμοι· καὶ ὥσπερ ἐκεῖνος ἐπίμονον ἔσχε κατὰ τοῦ Ἰακὼβ τὴν ὀργὴν ἐπὶ πλεῖστον, ὡς καὶ διαῤῥήδην εἰπεῖν·
Ἠγγισάτωσαν αἱ ἡμέραι τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου, οὕτω καὶ οὗτοι τοὺς ἐξ Ἰακὼβ διηνεκῶς φθονοῦντες ἐπιβουλαῖς κατ’ αὐτῶν ἐχρῶντο μυρίαις, καὶ ἡνίκα μὲν τῆς Αἰγυπτιακῆς ἀπαλλαγέντες δουλείας καὶ ἐλθεῖν εἰς τὴν ἐπηγγελμένην ἠβουλήθησαν γῆν, τοῦ Μωϋσέως ἡγουμένου καὶ προστατοῦντος, οὐ μόνον οὐχ ὑπεδέξαντο φιλοφρόνως, ἀλλ’ οὐδὲ διελθεῖν τὴν ἰδίαν συνεχώρησαν χώραν. Καὶ ταῦτα τοῦ θείου Μωϋσέως διὰ [β) πρεσβευτῶν παρακαλοῦντος καὶ ὑποσχομένου, ὡς οὐκ ἐκκλίνουσι δεξιὰ ἢ ἀριστερὰ, ἀλλ’ ὁδῷ βασιλικῇ βαδιοῦνται, καὶ αὐτοῦ τοῦ ὕδατος τὴν χρείαν ὠνούμενοι. Καὶ μετὰ ταῦτα δὲ συνεχῶς τὴν οἰκείαν δυσμένειαν ἐπεδείκνυντο, ποτὲ μὲν μόνοι κατ’ αὐτῶν στρατεύειν ἐπιχειροῦντες, ποτὲ δὲ τοῖς πολεμοῦσιν αὐτοὺς ἐπαμύνοντες προθύμως. Καὶ μέντοι καὶ ἡνίκα πάλιν Ἀσσύριοι καὶ Βαβυλώνιοι ταῖς κατ’ αὐτῶν ἐχρήσαντο προσβολαῖς, μυρία ἔδρασαν εἰς αὐτοὺς δεινὰ, οὐ συμπαρατάττοντες μόνον τοῖς πολεμίοις, ἀλλὰ καὶ λόγους καθίζοντες, καὶ τοὺς φεύγειν πειρωμένους θηρεύοντες, τοὺς δὲ τοῖς ἐχθροῖς παραδιδόντες, ὅπερ δὴ καὶ αὐτὸς οὗτος ὁ θεσπέσιος Δαυὶδ προθεωρῶν ἐναργῶς ὑπέφηνεν·

Caput CLXXIII - CLXXIV

PG 110:225εἰπὼν γὰρ προφητικῶς περὶ τῆς αἰχμαλωσίας ἐκ προσώπου τοῦ λαοῦ· Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών· φάσκει καὶ περὶ τῆς καταληψομένης τοὺς πολεμήσαντας τὸν λαὸν συμφορᾶς· Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς· περὶ ὧν καὶ Ἡσαί̈ας εἰπών· Ὅρασις ἣν εἶδεν Ἠσαί̈ας, υἱὸς Ἀμὼς, κατὰ Βαβυλῶνος ἐπάγει τὰ ἐλεεινὰ πάθη 124 τῶν ἐξανδραποδιζομένων. Καὶ οἵτινες συνηγμένοι εἰσὶ, μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν. Τίνες μετὰ ταῦτα δράσουσι, πάλιν λέγει· Ἰδοὺ ἐγερῶ ὑμῖν τοὺς Μήδους, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ ἔσται Βαβυλὼν ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψε Κύριος Σόδομα καὶ Γόμοῤῥα, λέγει Κύριος. Ὡσαύτως δὲ καὶ περὶ τῆς ἐρημώσεως Βαβυλῶνος ἔφη σχετλιαστικῶς· Πῶς συνεκλάσθη, καὶ πῶς συνετρίβη (Βαβυλὼν) ἡ σφῦρα πάσης τῆς γῆς; Ἡ μὲν οὖν προφητεία αὕτη οὐ πρὸ πολλῶν γενεῶν ἔστι τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας·
πάλιν δὲ μετὰ πολλοῖς ὕστερον ἔτεσιν, φαίνονται οἱ Μῆδοι ἐπιστρατεύσοντες τοῖς Ἀσσυρίοις· παραμυθία οὖν τῶν αἰχμαλωτιζομένων ἡ προσδοκία τῆς ἐκδικήσεως τῆς μετὰ πολὺ καταληψομένης τὸν λαὸν τὸν κακώσαντα τὸν Ἰσραήλ. Ταύτην γάρ τοι προβλέπων τὴν ἡμέραν τῆς ἀνταποδόσεως ὁ Δαυὶ̈δ, καθ’ ἣν οἱ ἀπὸ τοῦ Μαδαὴ Μῆδοι κρατήσαντες τῶν Βαβυλωνίων καὶ μηδὲ τοῖς νηπίοις αὐτῶν φείσονται, εἰκότως ἔψαλλε· Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. [] Εἶτα πάλιν φησί· Καὶ ἐπορεύθη ὁ Δαυὶ̈δ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ’ αὐτοῦ, εἶχε δὲ καὶ δυνατοὺς ἄνδρας λζ τοιούτους ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ρ, τὸν δὲ μέγαν πρὸς α, ἐξ ὧν αὐτῶν τὰ ὀνόματα ταῦτα· Σεβοχᾶ· οὗτος ἐπάταξε τὸν Σὲφ, τὸν τοῦ Ῥαφᾶ ἀπόγονον τῶν γιγάντων. Ἐλεανᾶν· οὗτος [α) ἀνεῖλεν ἄνδρα δυνατὸν παμμεγέθη, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος ὡς ἀντίον ὑφαίνοντος. Ἰωάθαμ· οὗτος ἀπέκτεινεν ἄνδρα δυνατὸν Χετταῖον, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶ δακτύλους ἀνὰ ἓξ, τοὺς πάντας κδ. Ἀδινών· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ψ στρατιώτας εἰς μίαν παρεμβολήν. Ἰσπεβαδᾶ·

Chapter XLCaput XL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:227οὗτος ἐσπάσατο 125 τὴν μάχαιραν αὐτοῦ ἐν καίρῳ ἑνὶ ἐπὶ στρατιώτας τ. Μαρᾶ· οὗτος τῶν ἀλλοφύλων ἐλθόντων καὶ βουλομένων ἁρπάσαι τὴν μερίδα τοῦ ἀγροῦ, πλήρη οὖσαν φακοῦ, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἔστη καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν. Ἐλεάζαρ· οὗτος μερίδος οὔσης κριθῆς, τῶν ἀλλοφύλων ἐπελθόντων καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἐστηλώθη καὶ τοὺς μὲν ἀλλοφύλους ἔτρεψε, τὴν δὲ κριθὴν διέσωσεν· τοσοῦτον γὰρ ἐπάταξε τοὺς ἀλλοφύλους, ἕως ἡ χεὶρ αὐτοῦ κοπιάσασα, προσεκολλήθη τῇ μαχαίρᾳ καὶ ὁ λαὸς ἐπέτρεψεν ὀπίσω αὐτοῦ εἰς τὸ σκυλεύειν. Βαναίας· οὗτος πολλὰ μὲν ἐποίησεν ἔργα, ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωὰβ, καὶ καταβὰς ἐν ἡμέρᾳ χειμῶνος εἰς λάκκον, ἀπέκτεινε λέοντα, ἀνεῖλε δὲ καὶ ἄνδρα Αἰγύπτιον, ἑπτὰ πήχεις ἔχοντα δόρυ ὡς ξύλον διαβάθρας· ἁρπάσας γὰρ ἀπ’ αὐτοῦ τὸ δόρυ, ἐν αὐτῷ ἀπέκτεινεν αὐτόν. Ἀβεσσὰ, ὁ ἀδελφὸς Ἰωὰβ, ἐπάταξεν ἄνδρας χκαὶ τὸν Ἰεσβὶ θέλοντα φονεῦσαι τὸν Δαυί̈δ· ἦν δὲ Ἰεσβὶ ἔγγονος τοῦ Ῥαφᾶ δόρυ ἔχοντος σταθμῶν σίκλων τ. Ἡνίκα δὲ ἔτρεχεν ὁ Ἀβεσσὰ, ἦν ὡς δορκὰς ἐν τοῖς ὄρεσιν.
Τρεῖς δὲ ἀπὸ τῶν λοιπῶν δυνατοὶ, περικυκλωσάντων ποτὲ τῶν ἀλλοφύλων τὴν Βηθλεὲμ, καὶ τοῦ Δαυὶ̈δ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ φρέατος τῆς Βηθλεὲμ, διέβησαν οἱ γ καὶ διαῤῥήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, ὑδρεύσαντο ἐκ τοῦ φρέατος καὶ ἤνεγκαν ὕδωρ τῷ Δαυί̈δ· ὁ δὲ θαυμάσας αὐτῶν τὴν δύναμιν καὶ τὴν τόλμην, ἔλαβε τὸ ὕδωρ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ λέγων· Ἵλεώς μοι, Κύριε, εἰ αἷμα ἀνθρώπων τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι. Ὁμοίως δὲ καὶ οἱ λοιποὶ στρατιῶται ὑπῆρχον ἄνδρες δυνατώτατοι, καὶ ἀκαταγώνιστοι, καὶ πρὸς τοὺς ἐναντίους φοβερώτατοι, θυρεοὺς αἴροντες καὶ δόρατα μέγιστα, καὶ κοῦφοι τοῖς ποσὶν ὡς δορκάδες ἐπὶ τῶν ὀρέων ὑπάρχοντες, καὶ ἡ κατασκευὴ αὐτῶν πάνυ ἔκπληκτος, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα λεόντων. 126 [] Τοὺς δέ γε πολεμιστὰς, οὓς εἶχε πάλιν ὁ Δαυὶδ, ἦν ὁ ἀριθμὸς μυριάδες σλδ, καθὼς ἠριθμήθησαν παρὰ Ἰωὰβ τοῦ ἀρχιστρατήγου· φησὶ γάρ· Καὶ προσέθετο ὀργῇ Κύριος ἐκκαῆναι ἐν Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· Πορεύθητι καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ τὸν ἄρχοντα τῆς ἰσχύος τῆς μετ’ αὐτοῦ·
PG 110:229Διέλθε τὰς φυλὰς πάσας Ἰσραὴλ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὸν λαὸν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. Καὶ εἶπεν Ἰωάβ· Προσθείη Κύριος ὁ Θεὸς ἐπὶ τὸν λαόν σου. Καὶ ἵνα τί ὁ κύριός μου βούλεται ἐν τῷ λόγῳ τούτῳ; Καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως, καὶ ἀπῆλθε Ἰωὰβ ἐπισκέψασθαι τὸν λαόν. Καὶ δὴ ἐπισκεψάμενος δέδωκε [β) τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τοῦ Δαυίδ. Καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι καὶ ρ χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν· καὶ Ἰούδας χιλιάδας υπ ἀνδρῶν ἐσπασμένων μάχαιραν· τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησε, ὅτι προσώχθησεν ὁ λόγος τοῦ βασιλέως τῷ Ἰωάβ. Καὶ πονηρὸν ἐφάνη ἐναντίου τοῦ Θεοῦ τοῦτο. Καὶ ἐπάταξε καρδία Δαυὶ̈δ αὐτὸν ἐν τῷ ἀριθμῆσαι τὸν λαόν. [] Καὶ ἀπέστειλε Κύριος Γὰδ τὸν προφήτην πρὸς Δαυὶ̈δ καὶ εἶπε· Τάδε λέγει Κύριος· Ἔκλεξαι σεαυτῷ γενέσθαι σοι, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου τῶν ἐχθρῶν σου, ἢ γ ἡμέρας θάνατον ἐν τῇ γῇ σου. Καὶ εἶπε Δαυὶ̈δ πρὸς Γάδ· Στενά μοι πάντοθέν ἐστι καὶ τὰ τρία, πλὴν ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ·

Caput CLXXVII

Caput CLXXVIII

εἰς δὲ χεῖρας ἀνθρώπων μὴ ἐμπέσω. Καὶ ἐξελέξατο Δαυὶ̈δ τὸν θάνατον· καὶ ἡμέραι θέρους πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρώϊθεν ἕως ἀρίστου· καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ χιλιάδες ο. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ ἄγγελος Κυρίου ἐν Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεὸν ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ· Ἰδοὺ, ἐγὼ ἡμάρτηκα, καὶ 127 ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας· καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, Κύριε, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ παρακληθεὶς ὁ Κύριος εἶπε πρὸς τὸν ἄγγελον· Ἄνες τὴν χεῖρά σου. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον Δαυὶ̈δ καὶ ἀνήνεγκεν εὐθὺς ὁλοκαυτώσεις· καὶ ἐπήκουσεν αὐτοῦ ὁ Κύριος καὶ συνεσχέθη ἐπάνω Ἰσραὴλ ἡ θραῦσις. [] Ταῦτα δέ φησι πάλιν Θεοδώρητος οὐκ ἀπεικῶς συμβεβηκέναι, ἀλλ’ οἰκείας παρανομίας ἔτισε δίκας ὁ λαὸς ἐπὶ προφάσει· καταλιπὼν γὰρ τὸν εὐσεβῆ καὶ θεῖον βασιλέα, τυράννῳ καὶ πατραλῴῃ παιδὶ συνεστράτευσεν. Οὕτω δὲ καὶ διὰ τὴν τοῦ Σαοὺλ εἰς τοὺς Γαβαωνίτας ἀναίρεσιν ἐπαιδεύθη διὰ λιμοῦ μετὰ τὴν ἐκείνου τελευτήν·
ὁ μὲν γὰρ λαὸς ἅπας καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, πεποίηκε τὰς πρὸς ἐκείνους συνθήκας τοὺς Γαβαωνίτας· ἐκοινώνησε δὲ τῶν ὅρκων καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς. Ἔδει τοίνυν τοὺς ἀπογόνους τῶν ὠμωμοκότων μὴ παραβῆναι τὸν ὅρκον καὶ τὰς σπονδὰς, ἀλλὰ πεῖσαι μᾶλλον τὸν παρανομοῦντα βασιλέα τὰς πρὸς αὐτοὺς φυλάξαι συνθήκας· πληροῦται δὲ εἰς αὐτοὺς τὸ παρὰ τοῦ Νῶε πρὸς τὸν προπάτορα αὐτῶν Χαναὰν εἰρημένον· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Διό φησι πρὸς αὐτοὺς Ἰησοῦς μετὰ τὴν φανέρωσιν τῆς πανουργίας αὐτῶν· Καὶ νῦν ἐπικατάρατοί ἐστε·
οὐ μὴ ἐκλείπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος καὶ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου, καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ. Διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ καὶ πάλιν τῇ συναγωγῇ ἕως τῆς ἡμέρας ταύτης καὶ εἰς [α) τὸν τόπον οὗ ἂν ἐκλέξεται Κύριος. Ἐπεὶ οὖν ταῦτα παρελογίσαντο, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπέστησαν τὴν διὰ τοῦ λιμοῦ παιδείαν, διδάσκει οὖν ἡμᾶς ὁ λόγος μὴ παραβαίνειν τὰς ἐπὶ Θεοῦ γενομένας μεθ’ ὅρκων συνθήκας, κἂν εἰς ἄλλων ὠφέλειαν ἡ παράβασις γίνηται. Ἀγνοῶν δὲ τὴν αἰτίαν 128 τῆς θεηλάτου ὀργῆς ὁ Δαυὶ̈δ καὶ τῆς πληγῆς τοῦ λιμοῦ τὸν Θεὸν ἠρώτησε, καὶ μαθὼν ὡς ἕνεκεν τῆς τῶν Γαβαωνιτῶν ἀδίκου ἀναιρέσεως εὐθύνας ἐπράττετο, καὶ τοῖς ἐκείνοις ἐχρήσατο κριταῖς τοῖς ἠδικημένοις λέγων· Τί ποιήσω ὑμῖν; καὶ ἐν τίνι ἐξιλάσωμαι; Καί φασιν· Οὐκ ἔστιν ἡμῖν ἀργύριον οὐδὲ χρυσίον μετὰ Σαοὺλ καὶ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ·
PG 110:231ἀλλ’ ὁ ἀνὴρ ὁ διώξας ἡμᾶς καὶ συντελέσας, καὶ ὡς παρελογίσατο ἡμᾶς ἐξολοθρεῦσαι, ἀφανίσαι ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἀντικαθίστασθαι παντὶ ὁρίῳ Ἰσραὴλ, καὶ δοθήτωσαν ἡμῖν ἄνδρες ζ ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασόμεθα ἐν αὐτοῖς Κυρίῳ ἐν τῷ βουνῷ τοῦ Σαούλ. Ἐν ἐκείνῳ οὖν τῷ χωρίῳ τοὺς ἐκδοθέντας αὐτοῖς ἀνεσκολόπισαν ἄνδρας, ἐν ᾧ τὰς παρανομίας ἐκείνας ἐτόλμησε μιαιφονίας. Οὗτοι δὲ ἦσαν τοῦ Σαοὺλ δύο μὲν υἱοὶ νόθοι, πέντε δὲ υἱῶν αὐτοῦ ὑστέρων. Τῆς οὖν τιμωρίας γεγενημένης, ἵλεως ὁ Δεσπότης ἐγένετο, καὶ ἡ γῆ τὸν ἐξ ἔθους καρπὸν ἔδωκεν. [] Ἡμεῖς δὲ μανθάνομεν διὰ τούτων, ὡς γένους ὁ Θεὸς οὐκ οἶδε διαφορὰν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως, εἰ καὶ παρὰ πόδας οὐκ ἀπαιτεῖ δίκην. Ἀμέλει γὰρ καὶ τότε μακροθυμήσας ἔτη μ, οὕτω τὰς εὐθύνας εἰσπράττεται νῦν ἐπὶ τοῦ Δαυί̈δ· αὔξει δὲ αὐτῶν τὴν κατηγορίαν τὸ τὸν μὲν Σαοὺλ καταψηφισθέντα καὶ τῆς θείας χάριτος γυμνωθέντα μὴ καταλιπεῖν μέχρι τέλους ζωῆς αὐτοῦ· τὸν δὲ μυρίων αὐτοῖς ἀγαθῶν γενόμενον πρόξενον καὶ τὸ τῶν ἀλλοφύλων καταλύσαντα θράσος καὶ τὸν Ἀμαλὴκ πανολεθρίᾳ μὲν παραδώσαντα·
Ἰδουμαίους δὲ, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ Ἀσσυρίους ἑκατέρους χειρωσάμενον, καὶ δουλωσάμενον, καὶ φόρους ἀναγκάσαντα φέρειν, καὶ προφητικῆς χάριτος ἀπολαύσαντα, οὐ μόνον καταλιπεῖν, ἀλλὰ καὶ ἀντιπαρατάξασθαι καὶ δρᾶσαι τὰ πολεμίων καὶ συμπράξαι μιαιφόνῳ καὶ παρανόμῳ τέκνῳ. Ὅθεν ὁ δίκαιος κριτὴς αὐτοὺς δίκας εἰσεπράξατο διὰ τῆς ὑποθέσεως Δαυί̈δ. Καὶ γὰρ αὐτὸν ἠδίκησαν, καθὼς δηλοῖ καὶ ἡ ἱστορία λέγουσα· Καὶ προσέθετο ὀργῇ Κύριος ἐκκαῆναι 129 τὸν Ἰσραήλ. [] Οὐ μὴν δὲ, ἀλλὰ καὶ αὐτὸς διὰ τῆς ἐπαναστάσεως τοῦ υἱοῦ δίκας ἐναργεῖς ἔτισε τοῦ φόνου καὶ τῆς μοιχείας κατὰ τὴν θείαν πρόῤῥησιν· φησὶ γάρ· Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐγερῶ κακὰ ἐπὶ σὲ ἐκ τοῦ οἴκου σου, καὶ τὰ ἑξῆς. Ὅσον τοίνυν ὀνίνησι θλῖψις καὶ συμφορὰ καὶ μέριμνα, ἐκ ταύτης τῆς ἱστορίας μανθάνομεν. Διωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ καὶ Ἀβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ ὁ θεῖος οὗτος ἀνὴρ [β) τὸν Δαυὶ̈δ λέγωπᾶσαν κατώρθου φιλοσοφίαν· καὶ ταῖς φροντίσι τῶν πολεμίων ἐνασχολῶν τὴν διάνοιαν, κατὰ τοὺς ἱεροὺς ἐπολιτεύετο νόμους· ἀνακωχῆς δὲ τυχὼν ὀλίγης, τὸν ὄλισθον ἐκεῖνον ὑπέμεινεν.
PG 110:233[] Ἐγένετο δὲ ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαυὶ̈δ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δόματος τοῦ οἴκου τῶν βασιλείων, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δόματος, καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα. Πολὺς ὁ πόλεμος καὶ σφοδρὸς, ἄνεσις, καὶ τρυφὴ, καὶ βασιλείας ἐξουσία, καὶ σώματος ὥρα, καὶ μετὰ κόρον τρυφῆς ἡ προσβολὴ, ὅτε καὶ τοῖς μὴ βουλομένοις ὁ σπινθὴρ ὑποτύφεται, οἷον εἰς συμμαχίαν καὶ ἀνδρείαν τὴν τρυφὴν δεχόμενος. Δῆλος δέ ἐστιν, ὅτι σφοδρότερον κατὰ φύσιν εἶχε τῆς ἐπιθυμίας τὸ πάθος· οὐ γὰρ ἂν πλείοσιν ἐχρήσατο γυναιξὶν, εἰ μὴ τῆς φύσεως τοῦτο δρᾶσαι βιασαμένης, ὅθεν φησὶν ὁ μέγας Ἀναστάσιος Θεουπόλεως· Ἰστέον, ὅτι πολλὰ καὶ διάφορά εἰσι παρὰ τῷ δικαιοκρίτῃ Θεῷ τὰ κρίματα καὶ αἱ ἀνταποδόσεις, ἃς μέλλει ποιεῖν ἐπὶ τῶν εἰς τὸ σῶμα ἁμαρτανόντων καὶ ἀκρατῶς τε καὶ ἀφειδῶς ἐξοιστρωμένων καὶ λαγνευόντων· εἰσὶ γὰρ καὶ χῶραι θερμαί τινες, αἷς πεφύκασιν ἐκ θερμότητος ἀέρων, ἢ καὶ ὑδάτων καὶ τροφῶν, τὰ σώματα διεγείρειν πρὸς ἀκρατεῖς μίξεις, καθάπερ Αἴγυπτος, καὶ Αἰθιοπία, καὶ Ἱεριχὼ, Γομοῤῥίτης ἐνορία, καὶ ἡ Περσικὴ χώρα.
Εἰσὶ δὲ πάλιν καὶ γένη πρὸς ἀσέλγειαν καὶ ἀκολασίαν εὐρίπιστα μᾶλλον, ἃ καὶ ἐκ συνηθείας ἢ καὶ ἐξ ἑτέρας αἰτίας ῥυπαρώτερα καὶ ἀκολαστότερα ὑπάρχουσιν, ὡς τὰ τῶν Περσῶν καὶ Ἀσσυρίων. 130 Ἀλλ’ εἰ καὶ οὗτος ὁ κατὰ Θεὸν ζῶν ἄνθρωπος ἐφέλκεται καὶ διὰ τοιαύτην αἰτίαν πρὸς ἁμαρτίαν, ἀλλὰ δεῖ τὴν φύσιν ἐκβιάζεσθαι κατὰ πάντα τρόπον· Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτὴν, καὶ χρὴ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀνταγωνίζεσθαι· Οὐδεὶς γὰρ, φησὶ, στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. [] (Διακύψας τοίνυν ἁπλοϊκῶς, οὐ περιέργως) καὶ ἰδὼν τὸ γύναιον λουόμενον, οὐκ ἔφυγε τὴν θέαν ὡς ὀλεθρίαν, ἀλλὰ καθελχθεὶς τῷ τῆς ὥρας δελέατι, τῷ τῆς ἁμαρτίας περιέπεσεν ἀγκίστρῳ. Ὅμως οὐκ ἐκ πονηρᾶς γνώμης τε καὶ συνηθείας, ἀλλ’ ἐκ περιστάσεως καὶ συναρπαγῆς τὴν ἄγραν τε καὶ πληγὴν ἐδέξατο. Καὶ ἑτέρου πάθους χείρονος ἴαμα τάχα γέγονεν, ἐπάρσεως, ὅπερ δὴ καὶ αὐτὸς ὑπεμφαίνων ἔλεγεν· Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξεπορήθην. Καὶ, Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα·

Chapter XLI - XLIICaput XLI - XLII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CLXXXI

ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος· ἀλλ’ ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματα. [] Τὰ γάρ τοι σφάλματα καὶ ἐλαττώματα τῶν εὐλαβῶν γίνονται πολλάκις κατ’ οἰκονομίαν πρὸς τὸ συμφέρον, τοῦ Θεοῦ συγχωροῦντος ἐνίοτε ὀλισθῆσαι εἰς θεραπείαν ἐπάρσεως προλαβούσης· οἷόν ἐστι τὸ ὑπὸ τοῦ μεγάλου Πέτρου εἰρημένον καὶ ἐπ’ αὐτοῦ γεγενημένον, καὶ ἁπλῆς [α) ῥᾳθυμίας ἦν, οὐ κακοηθείας ἡ ἁμαρτία, ἥτις αὐτὸν συγγνώμης μετασχεῖν παρεσκεύασεν. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἀπὸ κακίστης ἕξεως καὶ συνηθείας ἁμαρτάνουσιν· οἱ δὲ κατὰ συναρπαγὴν καὶ παρὰ προαίρεσιν, ὥς φησιν ὁ Σοφός· Ἔστιν ὀλισθαίνων, καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἥμαρτεν; [] Διὸ τὰς χαλεπὰς ἀπειλεῖ τιμωρίας ὁ τῶν ψυχῶν ἰατρὸς καὶ ἐπάγει αὐτὰς, αἵτινες λαμπρότερον ἔδειξαν τοῦ θαυμαστοῦ Βασιλέως τὸ κλέος· αἱ γὰρ θεήλατοι πληγαὶ τὴν νόσον ἐκείνην ἐξήλασαν καὶ τὴν προτέραν ὑγίειαν ἀπέδωκαν. Καὶ γὰρ παντοδαπαῖς αὐτὸν, οἷα δὴ πάνσοφος ἰατρὸς, παιδείαις ἀπέδωκεν μετὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας· εἰρηκὼς γὰρ ὁ προφήτης· Οὐ μὴ ἀποθάνῃς, ἐπήγαγε·
PG 110:235Πλὴν παροργίζων παρώργισας 131 ἐν τοῖς ὑπεναντίοις τὸν Κύριον. Καὶ πρῶτον μέντοι τὸ μοιχαλίδος παιδίον ἐπάταξεν ὁ Θεὸς, ἔπειτα δὲ καὶ τὴν τοῦ υἱοῦ Ἀβεσαλὼμ κατ’ αὐτοῦ ἐπανάστασιν παραδηλῶν φησι· Καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου. Εἰκότως οὖν ἔλεγε· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. [] Ὅταν τοίνυν ἴδῃς ἁμαρτωλόν τινα πλουτοῦντα καὶ εὐημεροῦντα, ὑγιαίνοντα καὶ μηδὲν κακὸν πάσχοντα, στέναξον, δάκρυσον, πένθησον αὐτὸν, ὡς προσθήκῃ εἰς κόλασιν ταῦτα αὐτῷ συμβαίνοντα. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ μετανοοῦντες θησαυρίζουσιν ἑαυτοῖς ὀργῆς θησαυρὸν, οὕτως οἱ μετὰ τὸ μηδὲν κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες μείζονα τὴν τιμωρίαν ὑποστήσονται. Καὶ δῆλον, οὐκ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου τὸ ὑπόδειγμα. Ὁ γάρ τοι Δαυὶ̈δ οὗτος μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἐνεκαλεῖτο σφοδρότερον ὡς πολλῆς ἀπολαύσας ἀδείας καὶ τοιοῦτος γενόμενος·
φησὶ γὰρ, Ὀνειδίζων αὐτὸν ὁ Θεὸς διὰ Νάθαν τοῦ προφήτου λέγει οὕτως Ἐγὼ ἔχρισά σε βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐῤῥυσάμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου, καὶ τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα, καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι καὶ πάντα ταῦτα. Καὶ τί ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου; Τότε γοῦν ἀκούσονται καὶ οἱ εὐημεροῦντες νῦν καὶ τὰς ἐντολὰς Κυρίου μὴ φυλάττοντες· Ἀμὴν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (Καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεκβατικῶς εἴρηται.) [] Ὁ δὲ μακάριος Δαυὶ̈δ πρὸ τῆς τελευτῆς αὐτοῦ καλέσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα, εἶπεν αὐτῷ· Σολομὼν, τέκνον μου, ἐμοὶ ἐγένετο ἐπὶ ψυχὴν τοῦ οἰκοδομῆσαι οἶκον Κυρίου τοῦ Θεοῦ, καὶ ἐγένετο λόγος Κυρίου ἐπ’ ἐμὲ λέγων· Αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους ἐποίησας μεγάλους καὶ οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου. Ἰδοὺ, υἱὸς τίκτεταί σοι, καὶ ἀναπαύσω αὐτὸν ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν ὄντων 132 κυκλόθεν, ὅτι Σολομὼν ὄνομα αὐτῷ. Καὶ οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου. Καὶ νῦν ἀνδρίζου καὶ ἴσχυε.

Caput CLXXXII

PG 110:237Καὶ ἰδοὺ ἐγὼ κατὰ πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου [β) χρυσίου τάλαντα χιλιάδας ρ, καὶ ἀργυρίου τάλαντα χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ ἔστιν ἀριθμός. Καὶ πρὸς ταῦτα πρόσθες εἰς οἰκοδομὴν ναοῦ Κυρίου. Καὶ ὁ Δαυὶ̈δ πρεσβύτης καὶ πλήρης ἡμερῶν. Καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα πάλιν εἶπε πρὸς αὐτὸν ἐνώπιον τοῦ λαοῦ· Ἰδοὺ ἡτοίμασα εἰς οἶκον τοῦ Θεοῦ χρυσίον, ἄργυρον, χαλκὸν, σίδηρον, λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ πρὸς τούτοις δέδωκα ἐκτὸς ὧν ἡτοίμασα εἰς τὸν οἶκον τὸν ἅγιον τάλαντα τρισχίλια τοῦ ἐκ Σουφὴρ καὶ ἑπτάκις χίλια τάλαντα ἀργύρου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ. Οἱ δὲ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου τοῦ Θεοῦ χρυσίου τάλαντα ἑπτάκις χίλια, καὶ ἀργύριον, καὶ λίθους τιμίους, καὶ χαλκὸν ἄπειρον. Καὶ εὐλογήσας τὸν λαὸν ὁ Δαυὶ̈δ καὶ ἀποστείλας, αὖθις τὸν υἱὸν αὐτοῦ προσκαλεσάμενος λέγει· Καὶ νῦν, τέκνον Σολομὼν, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ ζεούσῃ, ὅτι καρδίας πάσας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει·

Chapter XLIIICaput XLIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, εἰς τέλος καταλείψεταί σε. Καὶ ἔδωκε Δαυὶ̈δ Σολομὼν, τῷ υἱῷ αὐτοῦ, παράδειγμα τοῦ ναοῦ παντὸς καὶ τῶν Χερουβὶμ τῶν διαπετασμένων ταῖς πτέρυξιν σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου, πάντα ἐν γραφῇ Κυρίου δέδωκε Δαυὶ̈δ Σολομὼν, τῷ υἱῷ αὐτοῦ, λέγων Ἴσχυε καὶ ἀνδρίζου, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ. Καὶ μετὰ ταῦτα ἐτελεύτησε Δαυὶ̈δ ἐν γήρει καλῷ καὶ πλήρης ἡμερῶν, πλούτῳ, καὶ δόξῃ, καὶ εὐσεβείᾳ, ἐτῶν ο. Φησὶ γάρ· Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν τὸν Σαοὺλ, καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας ἐν Χεβρὼν, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα ἐπὶ πάντα τὸν Ἰσραὴλ, ὃς ἦν ἐτῶν λ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἐβασίλευσεν 133 ἔτη μ. Ἀλλὰ τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη· τὰ δὲ τοῦ λαοῦ, ἀναγόρευσις, καθὼς ἡ ἱστορία χρίσεις διαφόρους ὠνόμασε.
[] Τελευτήσας τοίνυν ἐτάφη ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος αὐτοῦ υἱὸς Σολομὼν ἀντρῶδες ἔχον τὸ σχῆμα διὰ βάθους μεμηχανημένον πρὸς τὸ μὴ φαίνεσθαι, τὴν Σολομώντιον δηλοῦν σοφίαν καὶ πολυτέλειαν, ἐν ᾧ δὴ καὶ συγκατώρυξε τῷ πατρὶ πολλὰς μυριάδας ταλάντων χρυσίου, καθώς φησι Ἰώσηπος, ὃ καὶ δῆλον ἐκ τῶν εἰς ὕστερον γενομένων. Ὁ γάρ τοι ἀρχιερεὺς Ὑρκανὸς, πολιορκουμένης τῆς πόλεως ὑπ’ Ἀντιόχου τοῦ Δημητρίου παιδὸς, ἀνοίξας τὸ μνῆμα τάλαντα τριςχίλια ἐκεῖθεν ἐξεφόρησεν· μεθ’ ὃν Ἡρώδης, γνοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε καὶ αὐτὸς τὸν τάφον καὶ χρήματα μὲν οὐχ εὗρεν, κόσμον δὲ χρύσιον καὶ κειμήλια πάμπολλα ἀνείλατο. Πειραθέντος δὲ αὐτοῦ ἐνδότερον χωρεῖν, οὗ τὰ σώματα Δαυὶ̈δ καὶ Σολομῶνος ἐτέθησαν, πῦρ ἐξελθὸν, δύο τῶν δορυφόρων αὐτοῦ διέφθειρεν. Μ. Περὶ τῆς βασιλείας Σολομῶντος. Μετὰ γοῦν Δαυὶ̈δ ἐβασίλευσε Σολομὼν, ὁ υἱὸς αὐτοῦ, ἔτη μ, ὁ τὴν πανθαύμαστον [α) καὶ θεόσδοτον σοφίαν τὴν ὑπὲρ ἄνθρωπον ὁ θαυμάσιος οὗτος δεξάμενος.
PG 110:239[] Καὶ ἐν τῷ τετρακοσιοστῷ καὶ μ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ δ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐν τῷ α μηνὶ Νισὰν, ὑπάρχων ἐτῶν λγ συνήγαγεν ἐργάτας, χιλιάδας π, καὶ λατόμους, χιλιάδας υ ἐν τῷ Λιβάνῳ ὄρει, καὶ ἐπιστάτας χ προστησάμενος, ἀπήρξατο τῆς οἰκοδομῆς ἐν ὄρει οὗ ὤφθη Κύριος Δαυὶ̈δ, τῷ πατρὶ αὐτοῦ, ἐν ἅλῳ Ὀρνᾶ τοῦ Ἰεβουσαίου, ἐν ᾧ καὶ πρότερον Ἀβραὰμ θυσιαστήριον ᾠκοδόμησεν. 134 Καὶ δὴ λίθους ἀκροτόμους καὶ ἀπελεκήτους ἤτοι ἀδαμαντίους καὶ παμμεγέθεις λίαν εἰς τὰ θεμέλια θέμενος, ἔχοντας πήχεις ι τὸ πάχος, καὶ πάσης ὁμοῦ τῆς δομήσεως τοῦ τοίχου τοῦ ναοῦ, ᾠκοδόμησε τὴν πόλιν καὶ τὸν ναὸν Κυρίου ἐν ἔτεσιν ζ, μῆκος πήχεων ξ, εὖρος πήχεων κ, καὶ ὕψος πήχεων ρκ· διόροφον γὰρ ἦν, ὥς φησιν Ἰώσηπος, ὅπερ οὖν καὶ ἡ τῶν Παραλειπομένων βίβλος δεδήλωκεν. [] Μηδεὶς δὲ νομιζέτω τήνδε τὴν βίβλον πρὸς τὰς Βασιλείας διαφωνεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἐνταῦθα μὲν εὑρίσκομεν πήχεων ξ, ἐκεῖ δὲ μ· εὑρήσεις δὲ πρὸς τοῖς μ, ἄλλας κ τοῦ καλουμένου Δαβὶρ, τούτεστι τοῦ Ἁγίου τῶν ἁγίων·

Caput CLXXXIV

οὕτω πάλιν ἐκεῖ μὲν τὸ ὕψος πήχεων κε, ἐνταῦθα δὲ ρκ, ἀμέλει γε καὶ ἐν τῷ παραδείγματι προϋπέφηνεν ὁ θεῖος Δαυὶ̈δ πρὸς τὸν υἱὸν λέγων· Καὶ τὰ ὑπερῷα ποιήσεις. Καὶ γὰρ ἡ ἱστορία διδάσκει τῶν Βασιλειῶν, ὅτι οὐ μόνον διόροφα, ἀλλὰ καὶ τριόροφα εἶχεν ὁ οἶκος ὑπερῷα· Ἑλικτὴ γὰρ, φησὶν, ἡ ἀνάβασις ἦν εἰς τὴν μέσην καὶ ἐπὶ τῆς μέσης εἰς τὰ τριόροφα. Εὐρύτατος γὰρ ὑπάρχων ὁ τοῖχος, κοχλιοειδῆ τὴν ἀνάβασιν εἶχεν. [] Καὶ κατεχρύσωσε τὸ ὑπερῷον ὅλον καὶ πᾶν τὸ ἔδαφος, καὶ τοῖς τοίχοις ποιήσας πλίνθους χρυσᾶς πενταπήχεις, ἐφ’ ἑκάστης πλίνθου καθήλωσε τέσσαρας, καὶ Χερουβὶμ ἐπὶ τὸν τοῖχον ὅλον ἔγλυψεν. [] Κατακοσμήσας οὖν λίθοις τιμίοις καὶ χρυσίῳ τῷ ἐκ Σουφὴρ καταχρυσώσας τὸν οἶκον, ὡς εἴρηται, καὶ τοὺς τοίχους, καὶ τὰ ὀροφώματα, καὶ τοὺς πυλῶνας, καὶ τὰ θυρώματα, κεραμίσι χαλκαῖς κεχρυσωμέναις τοῦτον ἐσκέπασε. [] Καὶ διαχωρίσας ἔνδοθεν τοῦ ναοῦ μέσον τοποτεθῆναι τὴν κιβωτὸν ἐκεῖ διαθήκης Κυρίου, πήχεων κ τὸ μῆκος, καὶ τὸ πλάτος πήχεων κ, καὶ τὸ ὕψος αὐτοῦ πήχεων κ, περιέσχεν αὐτὸν καὶ τὴν θύραν αὐτοῦ χρυσίῳ συγκεκλεισμένῳ, ὃ καὶ Ἅγια ἁγίων καὶ Δαβὶρ ἐκαλεῖτο.

Caput CLXXXVI

PG 110:241[] Καὶ δύο Χερουβὶμ κατασκευάσας ἐκ ξύλων ἀσήπτων, ἀνὰ πήχεων ι τὸ μέγεθος καὶ ἀνὰ πήχεων ε τὰ πτερύγια ἔχοντας, πτέρυγος πτέρυξ ἥπτετο· καὶ 135 ἀμφοτέρων αἱ λοιπαὶ δύο πτέρυγες, τοῦ τοίχου τοῦ οἴκου καὶ αἱ πτέρυγες αὐτῶν διαπετασμέναι πήχεων κ, ἃ καὶ περιχρυσώσας ἔστησεν ἑκατέρωθεν, μέσον δὲ τοῦ ἐσωτάτου οἴκου πρὸς τὸ τὴν κιβωτὸν συγκαλύπτειν, οὗ καὶ κατὰ πρόσωπον ἐποίησε θυσιαστήριον χρυσοῦν ἐσώτερον τοῦ καταπετάσματος, ἐν ᾧ τῆς προθέσεως ἄρτοι ἔκειντο· τὸ δὲ καταπέτασμα ποιήσας ἐξ ὑακίνθου, καὶ κοκκίνου, καὶ βύσσου, καὶ πορφύρας, ἐξύφανεν αὐτὸ χερουβίμ. [] Τῷ δὲ ναῷ συνῳκοδόμησε πλευρὰς κυκλόθεν ἔξω ἀπὸ πήχεων, ἃς καὶ μέλαθρα κέκληκεν, ὥστε τὴν οἰκοδομίαν συνέχειν, καὶ μηδένα τῶν Λευϊτῶν [β) προσψαύειν τοῖς τοῦ ναοῦ τοίχοις· Ὅτι διάστημα, φησὶν, δέδωκα τῷ οἴκῳ, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου μόνοις γὰρ ἱερεῦσιν εἰσιτὸς ἦν ὁ πρῶτος ναὸς ὁ καλούμενος Ἅγια· εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων οὐδὲ τούτοις ἐπεμβαίνειν ἐξῆν, ἀλλὰ μόνος ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ.
[] Πάντα μὲν χρυσὸς συνεκάλυπτεν, καὶ τὰ χερουβὶμ καὶ τοὺς τοίχους καὶ θύρας, ὥστε μηδεμίαν σχεδὸν ἑτέραν ὕλην ἔνδοθεν ὁρᾶσθαι· ὅτι δὲ καὶ μαρμάροις καλλίστοις ὁ ναὸς ἐπεποίκιλτο, δηλοῖ πάλιν ἡ ἱστορία λέγουσα· Ὄνυχος καὶ λίθου πληρώσας πολυτελοῦς, λίθους ποικίλους καὶ πάντα λίθον τίμιον εἰς πλῆθος. [] Δύο δὲ στύλους ποιήσας χαλκοῦς ἀνὰ πήχεων λε τὸ ὕψος καὶ τὰς κεφαλὰς ἔχοντας ἀνὰ πήχεων ε καὶ σπαρτίον δεκάπηχυν περικυκλῶν, ἑκάστῳ στύλῳ τὸ πάχος, καὶ χρυσοπετάλην, ἐκ δακτύλων τὸ πάχος, περικαλύψας, ἔστησεν αὐτοὺς κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καλέσας τὸ ὄνομα τοῦ μὲν Κατόρθωσις, τοῦ δὲ Ἰσχύς.
Ἐπὶ δὲ τῶν κεφαλῶν ἐποίησεν ἔργον κρεμαστὸν δεδικτυωμένον ἐκ χρυσοῦ καὶ κώδωνας χρυσοῦς υ εἰς τὰ β δίκτυα καὶ δύο γένη ῥοί̈σκων ἐν τοῖς δικτύοις, ἅ ἐστιν ἐπάνω τοῦ στύλου. Καὶ ποιήσας χαλκοῦν δίκτυον ἐκ δακτυλίων, καὶ κώδωνας ω χαλκοῦς ταλαντιαίους ἐπ’ αὐτοῦ ἐξαρτήσας, ἐπέθηκεν αὐτῷ ἐπὶ μηχανημάτων ὑψηλῶν, ἐξεχόντων τοῦ ναοῦ πήχεις κ, ὅπως ἐπισκιάζοι 136 τὸ ἔργον καὶ ἀποσοβοῖ τὰ ὄρνεα ἐφιζάνοντα καὶ ἐκκρίνοντα, μολύνειν μέλλοντα, τῷ κτύπῳ τῶν κωδώνων ἀεὶ κινουμένων καὶ ἀναριπιζομένων. [] Καὶ ἐποίησε θυσιαστήριον χαλκοῦν, πήχεων κ τὸ μῆκος, καὶ πήχεων κ τὸ πλάτος, καὶ πήχεων ι τὸ ὕψος, ὡσαύτως καὶ θάλασσαν ποιήσας χαλκῆν χυτὴν στρογγύλην, καὶ τὰ ὑποστηρίγματα αὐτῆς, ἔχουσαν τὸ μὲν ὕψος πήχεων ε, τὸ δὲ κύκλωμα πήχεων λγ, τὸ πάχος παλαιστὴς, χωροῦσαν τρισχιλίους μετρητὰς, ἔστησεν ὑποκάτω αὐτῆς μόσχους ιβ χυτοὺς μεγάλους, πρὸς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ. [] Ποιήσας βάσιν χαλκῆν πήχεων ε τὸ μῆκος, καὶ ε τὸ πλάτος, καὶ γ πήχεων τὸ ὕψος αὐτῆς, καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ.
PG 110:243[] Καὶ ἐποίησε τραπέζας χαλκᾶς ι, καὶ λουτῆρας ι, καὶ λυχνίας χρυσᾶς ι μεγάλας, καὶ ἔθηκεν ἀνὰ ε ἐκ δεξιῶν τοῦ ναοῦ καὶ ἀνὰ ε ἐξ ἀριστερῶν. [] Ἐποίησε δὲ φιάλας χρυσᾶς ρ, καὶ θυί̈σκας, καὶ πυρεῖα, καὶ σκεύη εἰς πλῆθος, ὅτι οὐκ ἐξέλειπεν ἡ ὁλκὴ τοῦ χρυσίου. [] Ἐπεὶ οὖν συνετελέσθη πᾶν ἔργον, εἰσήγαγον οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου εἰςτὰ Ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβὶμ, καὶ ἀρξαμένων ἐξομολογῆσαι τῷ Κυρίῳ ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις, ἐπλήσθη νεφέλης ὁ οἶκος Κυρίου καὶ δόξης πολλῆς. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι καὶ λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης. Ὁ δὲ βασιλεὺς Σολομὼν, ἀναβὰς ἐπὶ τὴν χαλκῆν βάσιν καὶ τῷ Θεῷ προσκυνήσας, διεπέτασε τὰς χεῖρας εἰς τὸν οὐρανὸν λέγων· Κύριε, ὁ Θεὸς Ἰσραὴλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ τὰ ἑξῆς τῆς εὐχῆς. Καὶ ὡς συνετέλεσεν εὐχόμενος, κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε [α) τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἐπλήρωσε τὸν οἶκον. Καὶ πάντες υἱοὶ Ἰσραὴλ ἐθεώρουν τὸ πῦρ·

Caput CLXXXVII

καὶ ἡ δόξα Κυρίου ἐπὶ 137 τὸν οἶκον, καὶ ἔπεσαν ἐπὶ πρόσωπον εἰς τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον προσκυνοῦντες καὶ αἰνοῦντες Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. [] Καὶ τότε Σολομὼν ἐνεκαίνισε τὸν ναὸν, θύσας μόσχων χιλιάδας κβ καὶ προβάτων χιλιάδας ρκ, ποιήσας ἑορτὴν μεγάλην. Καὶ πᾶς Ἰσραὴλ μετ’ αὐτοῦ ἐν τῷ ναῷ ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου ἡμέρας ζ, τῇ δὲ η ἡμέρᾳ, εὐλογήσας τὸν λαὸν ἀπέστειλε. [] Καὶ μετὰ τὸ προσεύξασθαι αὐτὸν ὑπὲρ τοῦ ναοῦ καὶ τοῦ λαοῦ, ὤφθη αὐτῷ ὁ Κύριος λέγων· Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα. Καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. Καὶ σὺ, ἐὰν πορευθῇς ἐνώπιόν μου, καθὼς ἐπορεύθη Δαυὶ̈δ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας αὐτοῦ καὶ εὐθύτητι, τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς, ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα τῷ πατρί σου λέγων·
PG 110:245Οὐκ ἐξαρθήσεται ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ. Ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ’ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου, καὶ πορευθῆτε, καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτῷ, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα ἐν ὀνόματί μου, ἀποῤῥίψω ἀπὸ προσώπου μου. Καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς τὰ ἔθνη πάντα· καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς καὶ μέγας, ἔσται πᾶς ὁ διαπορευόμενος δι’ αὐτοῦ, ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν· Ἀνθ’ ὧν ἐγκατέλιπον Κύριον τὸν Θεὸν αὐτῶν καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων, διὰ τοῦτο ἐπήγαγε Κύριος τὴν κακίαν ταύτην. [] Τὸν μέντοι ναὸν ὁ Σολομὼν μέσον τῆς πόλεως δειμάμενος κατὰ νῶτον τετραμμένον καὶ τὰ ὄπισθεν πρὸς βοῤῥᾶν ἔχοντα, λιθίνῳ περιβόλῳ τοῦτον συνέκλεισε. [] Τὴν δὲ πόλιν μεγίστην καὶ περικαλλῆ καταρτίσας ἐκ λίθων λευκῶν καὶ ὅλην καταστρώσας 138 καὶ τὸ περίμετρον αὐτῆς ποιήσας ἀπὸ τείχους εἰς τεῖχος, μεταξὺ τὸ διάστημα ἔχουσαν στάδια μ, μίλια ἓξ ἥμισυ, δυσάλωτον ταύτην πάντοθεν κατεσκεύασε.
Περιτειχίσας γὰρ αὐτὴν τρισὶ τείχεσι καὶ φάραγξιν ἀπεῤῥογυίαις κατάῤῥυτον ὕδασιν ὅλην ἐποίησεν, ὥστε ἐκ τῆς ἀποῤῥοίας τοὺς κήπους αὐτῶν καταρδεύεσθαι· (ἔκειτο γὰρ ἡ πόλις ἐπὶ μετεώρου καὶ τραχέως τόπου, ἐν ᾧ ὑπῆρχε πηγή τις πολύῤῥυτος ἀεννάως ἐπιῤῥέουσα. Πολλὰ δὲ καὶ ἄλλα ὕδατα ἔβρυον ἐν αὐτῇ πότιμα [καὶ] ἀδιάλειπτα). [] Ὁ δέ γε λαμπρὸς καὶ περιώνυμος ναὸς ἐκεῖνος, ἀξιάγαστος ὢν ἀληθῶς καὶ περίδοξος πάνυ καὶ τῆς Σολομῶντος σοφίας ἐνάρετος κήρυξ, μᾶλλον δὲ τοῦ προστεταχότος γενεσιουργοῦ πάντων Θεοῦ καὶ συνεργήσαντος. Οὐ γὰρ γέγονε τοιοῦτος ναὸς ἐπὶ τῆς γῆς, ὅθεν καὶ Ἰουδαῖοι ἐπὶ τῇ μεγαλουργίᾳ τούτου καὶ πολυολβίᾳ σεμνυνόμενοι ἔλεγον· Ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου. Καὶ γὰρ ὁ διαταξάμενος ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐφέποντο. Καὶ οὐκ ἐν τούτοις μόνον σεμνὸς ἦν, ἀλλὰ καὶ ἐν τῷ εἶναι καὶ μόνον ἐν τῷ κόσμῳ· οἱ γὰρ [β) ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖσε ἤρχοντο καὶ μάλιστα μετὰ τοὺς μετέπειτα χρόνους· καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἔλεγεν.
PG 110:247Ἦσαν ἐκεῖ Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οἱ οὖν πανταχοῦ τῆς οἰκουμένης ἐκεῖ συνήγοντο, καὶ πολυθρύλλητον ἄγαν καὶ διαβόητον ἐτύγχανε τοῦ ναοῦ τὸ ὄνομα. Κἂν διαφόρως κατελύθη, καὶ πάλιν ᾠκοδομήθη μέχρι τῆς ἐσχάτης αὐτοῦ καταπτώσεως. Καὶ ἁπλῶς ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία, τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται σαφῶς μετὰ τὴν καταστροφὴν τῆς πόλεως καὶ τοῦ ναοῦ, τὴν εἰς Βαβυλῶνα τοῦ λαοῦ αἰχμαλωσίαν. [] Ὁ τοίνυν Σολομὼν ποιήσας ἐλεφάντινον θρόνον ἐκ μεγάλων ὀδόντων, ἔχοντα σταθμοὺς 2 καὶ προτομὰς μόσχων ἐκ τῶν 139 ὀπίσω αὐτοῦ ἔνθεν καὶ ἔνθεν καὶ λέοντας ιβ παρὰ τὰς χεῖρας ἑστηκότας, καὶ ἄλλους ιβ λέοντας ἑστῶτας ἐπὶ τῶν ἔξω ἀναβαθμῶν (ἑκατέρωθεν περιεχρύσωσεν αὐτοὺς χρυσίῳ δοκίμῳ, ὅπερ οὐ γέγονεν οὕτω πάσῃ βασιλείᾳ πώποτε, ἐφ’ ᾧ καθεζόμενος μετὰ λαμπρᾶς καὶ πολυτελοῦς ἐσθῆτος ὁ θαυμάσιος καὶ πάνσοφος ἀνὴρ ἐκεῖνος, τὰς τοῦ θείου Πνεύματος χάριτας διηγόρευσεν. Διό φησιν ὁ Κύριος·
Οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων, ὑπεμφαίνων ὡς ὑπέρτερος ἦν καὶ περιφανέστερος βασιλέων πάντων ἔν τε πλούτῳ καὶ δόξῃ). [] Καὶ σὺν τούτοις ἐποίησε θυρεοὺς χρυσοῦς ἐλατοὺς ω μεγάλους, καὶ δόρατα τ, καὶ ἕτερα ὅπλα χρυσᾶ πλεῖστα. Καὶ μέντοι καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ καὶ οἱ λουτῆρες χρυσᾶ πάντα ὑπῆρχον. Καὶ οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ταῖς ἡμέραις αὐτοῦ, ὅτι ναῦς αὐτοῦ ἐπορεύετο εἰς Θαρσὶς καὶ διὰ χρόνων γ ἤρχετο φέρουσα χρυσίον πολὺ, καὶ ἀργύριον, καὶ λίθους τορνευτοὺς, καὶ ὀδόντας ἐλεφάντων, καὶ πιθήκους. Καὶ ἔδωκε Σολομὼν τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθον, καὶ τὰς κέδρους ὡς συκαμίνους εἰς πλῆθος. (Τὰς γάρ τοι κέδρους ἐκείνας ἀσήπτους ἔφη Θεοδώρητος εἶναι, καθάπερ δὴ καὶ τὰς κυπαρίσσους τὰς πεύκας δυσφθάρτους, καὶ λευκοτάτας, καὶ ταῖς παρ’ ἡμῖν ἀνομοίας ὑπαρχούσας.) ΜΑ. Περὶ τοῦ ἀρίστου Σολομῶντος.
Τὸ δέ γε ἄριστον αὐτοῦ ἦν καθ’ ἡμέραν κόροι σεμιδάλεως λ, καὶ κόροι ἀλεύρου κεκοπανισμένου ξ, καὶ μόσχοι ἐκλεκτοὶ ι, καὶ πρόβατα ρ ἐκτὸς ἐλάφων καὶ δορκάδων, ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν. (Καὶ ὁ μὲν κόρος ἐπότει μοδίους λ, ὁμοῦ γενόμενα μοδίους ρψ. Οἱ δὲ χορηγοῦντες αὐτὰ ἐξ Αἰγύπτου καθ’ ἕκαστον μῆνα ἄρχοντες ἦσαν ιβ.) ΜΒ. Περὶ τῆς βασιλείας. 140 Περὶ δὲ τῆς πολλῆς φρονήσεως αὐτοῦ καὶ σοφίας ἧς ἔλαβε παρὰ τοῦ Θεοῦ, ἄκουσον πάλιν τί φησιν ὁ Θεὸς πρὸς αὐτόν· Ἰδοὺ, δέδωκά σοι καρδίαν φρόνιμον καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροςθεν, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι· καὶ πλοῦτον, καὶ χρήματα καὶ δόξαν δώσω σοι· ὡς σὺ οὐκ ἐγεννήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσιν, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται. Τοῦτο δηλοῦσα ἡ Γραφὴ ἐπάγει λέγουσα·

Chapter XLIV-XLVIICaput XLIV - XLVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:249Καὶ ἔδωκεν ὁ Θεὸς τῷ Σολομῶντι φρόνησιν καὶ σοφίαν πολλὴν σφόδρα, καὶ χύμα σοφίας ὠσεὶ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, καὶ ἐπληθύνθη [α) ἡ φρόνησις αὐτοῦ ὑπὲρ πᾶσαν φρόνησιν πάντων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. [] Δεῖξαι γοῦν βουλόμενος τὴν σοφίαν αὐτοῦ εἰκότως ἐκ τῶν παραλλήλων, καὶ τῶν πάλαι γεγενημένην ἀρίστων σοφῶν ἐμνήσθη· καὶ τοὺς Αἰγυπτίους προσέθηκεν ὡς δοκοῦντας παρὰ πάντας εἶναι σοφωτέρους καὶ φρονιμωτέρους. Καὶ γὰρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύριος, καὶ Πυθαγόρας ὁ Σάμιος, καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ Πλάτων ὁ Ἀθηναῖος πρὸς τούτους ἐξεδήμησαν, θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσεσθαι παρ’ αὐτῶν ἐλπίσαντες. Καὶ δὴ καὶ περὶ τοῦ Μωϋσέως διεξιὼν ὁ θεῖος λόγος ἔφη, ὅτι Ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων. [] Τούτους, φησὶν, ἅπαντας ὁ Σολομὼν ἀπέκρυψεν, ἅτε θεόθεν τῆς σοφίας τὰ δῶρα δεξάμενος, ὅθεν ἐπήγαγεν· Καὶ ἐσοφίσθη ὑπὲρ πάντα ἄνθρωπον, καὶ ἐλάλησε τρισχιλίας παραβολὰς, καὶ ἦσαν αἱ ᾠδαὶ αὐτοῦ ε, καὶ ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου.
Καὶ ἐλάλησε περὶ τῶν κτηνῶν, καὶ περὶ τῶν ἑρπετῶν, καὶ περὶ τῶν πετεινῶν, καὶ περὶ τῶν ἰχθύων. [] (Τὴν δὲ τούτων ἀπόλαυσιν ὁ πολυί̈στωρ Εὐσέβιος οὕτως ἔφη· Τὰς γάρ τοι βίβλους τοῦ Σολομῶντος τὰς περὶ τῶν Παραβολῶν 141 καὶ Ὠδῶν, ἐν αἷς περὶ τῶν φυτῶν καὶ παντοίων ζώων φυσιολογήσας, χερσαίων, πετεινῶν, καὶ πνικτῶν καὶ ἰαμάτων πάθους παντὸς γραφείσας αὐτῷ) ἀφ’ ὧν οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερισάμενοι καὶ τὰς ἀφορμὰς εἰληφότες [τὰς οἰκείας συνεστήσαντο τέχνας· ταύτας], ἀφανεῖς ἐποίησεν Ἐζεκίας ὁ βασιλεὺς, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς, περιώρα τὰς ἰάσεις αὐτῶν παρὰ τοῦ Θεοῦ. (Καὶ μέντοι καὶ Ἰώσηπος τούτων πολλῶν μέμνηται πονημάτων ἐγγράφως πεποιημένων, ὡς ὅτι καὶ ἐπῳδὰς κατὰ δαιμόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς φησιν διαχρώμενον Ἐλεάζαρον τὸν Ἰουδαῖον ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου δακτύλιον τιθεὶς ἐν τῇ ῥινὶ τοῦ πάσχοντος ἐν σφραγίδι ῥίζαν ἔχοντα, ἐξ ὧν Σολομὼν ὑπέδειξε·

Chapter XLVIII-LCaput XLVIII - L

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CLXXXVIII

καὶ ὀσφραινόμενον τὸ δαιμόνιον εὐθὺς ἐξέλκεσθαι, σημείου ὑπὸ τοῦ Ἐλεαζάρου τιθεμένου ποτηρίου μεστοῦ ὕδατος ἢ ποδονιπτῆρος, ὃ καὶ συνέτριβε τὸ δαιμόνιον φεῦγον.) [] Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν ἰδεῖν τὸ πρόσωπον αὐτοῦ καὶ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ. Καὶ παρεγένοντο φέροντες ἑκάστοτε κατ’ ἐνιαυτὸν τὰ δῶρα αὐτῶν, σκεύη χρυσᾶ, καὶ ἱματισμοὺς, καὶ ἡδύσματα καὶ ἵππους, καὶ ἡμιόνους· καὶ ἦσαν αὐτῷ ατ ἅρματα καὶ ἵπποι α, τοκάδες δὲ χιλιάδες μ, καὶ ἵπποι εἰς ἅρματα χιλιάδες ιβ. Καὶ ἦν ἡγούμενος τῶν βασιλέων πάντων τῶν ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως γῆς ἀλλοφύλων καὶ ἕως τῶν ὁρίων Αἰγύπτου. ΜΙ. Περὶ τῆς βασιλίσσης Αἰθιόπων Σιβύλλης. Καὶ βασίλισσα Σαβᾶ, ἥτις ἐλέγετο Σίβυλλα παρ’ Ἑλλήνων, ἀκούσασα τὸ ὄνομα αὐτοῦ ἦλθεν εἰς Ἱερουσαλὴμ, πειράσαι αὐτὸν ἐν αἰνίγματι. Καὶ κάμηλοι αἴρουσαι ἡδύσματα πολλά τε καὶ ἐξαίρετα, [β) καὶ χρυσὸν, καὶ λίθους τιμίους, καὶ ἐν δυνάμει βαρείᾳ 142 σφόδρα.

Caput CXC

PG 110:251Καὶ εἰσελθοῦσα πρὸς αὐτὸν καὶ λαλήσασα πρὸς τοῦτον πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ πάντα διαλύσας αὐτῇ ἐν συντάξει λόγων καὶ ἑρμηνείᾳ γλυκυτάτῃ, προσέθετο αὐτὸν πειράσαι καὶ ἐν τούτῳ. Εὐόπτους γὰρ παῖδας ἄῤῥενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ περικαλλωπίσασα παρέστησεν αὐτῷ, ζητοῦσα ἑκατέρου γένους αὐτῶν διάκρισιν ποιήσασθαι. Ἦν γὰρ καὶ αὐτὴ ἡ Σίβυλλα πάνυ ἐπ’ ἀγχινοίᾳ τε καὶ σοφίᾳ καὶ πολυπειρίᾳ διαβόητος. Ὁ δὲ βασιλεὺς νίψασθαι τούτους προστάξας τὸ πρόσωπον, τὴν φύσιν ἑκατέρων διέγνωκεν, τῶν μὲν γὰρ ἀῤῥένων εὐτόνως καὶ ἀνδρικῶς τὰς ὄψεις καταψυχόντων, τῶν δὲ θηλειῶν ἁπαλῶς καὶ ἀπειρημένως, ὡς τὴν βασίλισσαν καταπλαγεῖσαν πάνυ· καὶ μέντοι καὶ πᾶσαν αὐτοῦ τήν τε φρόνησιν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν ἰδοῦσα, καὶ τὴν καθέδραν, καὶ τὴν στολὴν αὐτοῦ τε καὶ τῶν ὑπουργῶν αὐτοῦ, καὶ ἐξ ἑαυτῆς γενομένη εἶπεν· Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τούτων πάντων, καὶ οὐκ ἐπίστευον. Ἰδοὺ οὐκ ἔστι τὸ ἥμισυ καθὼς ἀπηγγέλη μοι, ὅτι πλείονα ἑώρακα ὧν ἤκουσα.

Chapter LI-LIICaput LI - LII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μακάριαι γοῦν αἱ γυναῖκες καὶ οἱ παῖδές σου οἱ παρεστηκότες οὗτοι ἐνώπιόν σου καὶ ἀκούοντες τοὺς λόγους τῆς φρονήσεώς σου. Καὶ δοῦσα αὐτῷ τάλαντα χρυσίου ρκ, καὶ ἡδύσματα πολλὰ σφόδρα, καὶ λίθους τιμίους, καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν (ἀφ’ οὗ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχε, ὡς φησὶν Ἰώσηπος), ὑπέστρεψεν εἰς τὴν γῆν αὐτῆς ὑπερεκπληττομένη λίαν. Περὶ ἧς καὶ ὁ Κύριος ἔφη· Βασίλισσα Νότου ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶντος. [] Πρὸς ὃν μέντοι γε καὶ Σιρὰχ τραγικώτερον ἔλεγε· Σολομὼν, ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως· γῆν ἐπεκάλυψεν ἡ σοφία σου, καὶ ἐνέπλησας ἐν παραβολῇ αἰνίγματα· εἰς 143 νήσους πόῤῥω (καὶ μακρὰς χώρας) ἀφίκετό σου τὸ μνημόσυνον, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου, ᾗ κατέπαυσεν ὁ Θεὸς κυκλόθεν· ἐν ᾠδαῖς, καὶ παροιμίαις καὶ παραβολαῖς ἐθαυμαστώθης, καὶ συνήγαγες ὡς κασσίτηρον τὸ χρυσίον καὶ ὡς μόλιβδον ἐπλήθυνας ἄργυρον. Ἀλλὰ παρέκλινας τὰς λαγόνας σου γυναιξὶ, καὶ ἐξουσιάσθης ἐν τῷ σώματί σου·
PG 110:253καὶ ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου. [] Οὐ μὴν δὲ, ἀλλὰ καὶ αὐτὸς δι’ ἑαυτοῦ σαφέστατα περὶ τῆς ἰδίας σοφίας καὶ τοῦ πλούτου σαφηνίζει· Ἐμοὶ δῴη ὁ Θεὸς κατὰ γνώμην εἰπεῖν καὶ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων, ὅτι αὐτὸς (ὁ Κύριος) καὶ τῆς σοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορθωτής· ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν· αὐτὸς γάρ μοι δέδωκε τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων (τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς χρόνων), ἐνιαυτῶν κύκλους, ἀστέρων θέσεις, φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας, καὶ διαλογισμοὺς ἀνθρώπων, καὶ [α) διαφορὰς φυτῶν, δυνάμεις ῥιζῶν, ὅσα τέ ἐστι κρυπτὰ ἐμφανῆ, ἔγνων.
Ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με, ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ τῶν γενομένων πάντων ὑπὸ τὸν οὐρανόν. [] Καὶ ἰδοὺ ἐγὼ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμκαὶ ἡ καρδία μου εἶδε πολλὴν σοφίαν καὶ γνῶσιν (καὶ ἔγνων) παραβολὰς καὶ ἐπιστήμην· καὶ Ἐμεγάλυνα τὰ ποιήματά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας καὶ ἐποίησά μοι κήπους καὶ παραδείσους· ἐν αὐτοῖς ἐφύτευσα ξύλον πάγκαρπον, ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ’ αὐτῶν δρυμὸν πλαστῶντα ξύλα. Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς 144 ἐγένοντό μοι· καίγε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἰερουσαλήμ. Καὶ συνήγαγον καί γε ἀργύριον καί γε χρυσίον καίγε περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν. Ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν (τῶν) ἀνθρώπων, οἰνοχόους καὶ οἰνοχόας. Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλὴμ, καίγε σοφία μου ἐστάθη μοι.
Καὶ πᾶν ὃ (ἂν) ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ’ αὐτῶν· καὶ Οὐκ ἐκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης· καὶ γὰρ πολλῆς εἰρήνης καὶ πολυολβίας ἀπήλαυσεν, ἀδείας τε καὶ τρυφῆς. [] Ἀλλ’ ὕστερον εἰς πικρίαν ἡ σπατάλη καὶ ἡ ἡδονὴ γέγονεν αὐτῷ καὶ ἀκολασίας ὑπόθεσις, ὅθεν φησίν· Ἐμίσησα σύμπασαν τὴν ζωὴν καὶ πάντα τὸν μόχθον, ὅτι πάντα ματαιότης. (Ἐξ ἧς προφάσεως καὶ παρατροπῆς ὁ γενναῖος οἴμοι πρὸς τὴν ἀσέβειαν ἐξώκειλεν, ὅπερ καὶ αὐτὸς δηλῶν αὖθις διὰ τοῦ πρὸς γυναῖκας ὀλίσθου, ἐπήγαγε φάσκων·) Εὗρον πικρότερον ὑπὲρ τὸν θάνατον τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα, καὶ σαγῆναι καρδία. Ταύτῃ τοί φησιν· Καὶ ὁ βασιλεὺς ἦν φιλογύναιος· καὶ ἦσαν αὐτῷ ἄρχουσαι ψ καὶ παλλακαὶ τ, καὶ ἔλαβε γυναῖκας Μωαβίτιδας καὶ Ἀμμωνίτιδας. Σύρας, Ἰδουμαίας, Χετταίας καὶ Ἀμοῤῥαίας ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ. Καὶ ἐγένετο ἐν καιρῷ γήρως αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ μετὰ Κυρίου τοῦ Θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυὶ̈δ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν αἱ ἀλλότριαι γυναῖκες τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.

Chapter LIVCaput LIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:255Καὶ τότε ᾠκοδόμησε Σολομὼν τῷ Χαμὼς εἰδώλῳ Μωὰβκαὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ οὕτως ἐποίησε ταῖς ἀλλοτρίαις γυναιξὶν αὐτοῦ πάσαις, αἵ (τινες) ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. Καὶ ἐποίησε Σολομὼν τὸ πονηρὸν 145 ἐνώπιον Κυρίου (καὶ) οὐκ ἐπορεύθη ὀπίσω Κυρίου (καθ)ὼς Δαυὶ̈δ ὁ πατὴρ αὐτοῦ. Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομὼν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς καὶ ἐντειλαμένου αὐτῷμὴ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων παράπαν. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Ἀνθ’ ὧν οὐκ ἐφύλαξας τὰς ἐντολὰς καὶ τὰ προστάγματα, ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ τῶν χειρῶν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. Πλὴν [β) ἐν ταῖς ἡμέραις σου τοῦτο οὐ ποιήσω διὰ Δαυὶ̈δ τὸν δοῦλόν μου καὶ πατέρα σου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν (μου) ἣν ἐξελεξάμην. Καὶ ἤγειρε Κύριος τῷ Σολομῶντι σατὰν Ἄδερ τὸν Ἰδουμαῖον, καὶ τὸν Ἀδραζὰρ βασιλέα Σοβᾶ, καὶ ἦσαν τῷ Ἰσραὴλ σατὰν πάσας τὰς ἡμέρας Σολομῶντος. Καὶ ἀπέθανε Σολομὼν ἐτῶν ογ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ. [] Ἐντεῦθεν τοίνυν καὶ Θεοδώρητός φησιν·
Ἐδιδάχθημεν ὅσον ὀνίνησιν ἡ τῶν προγόνων εὐσέβεια· ἀνέχεται γὰρ πονηρῶν ὁ φιλάνθρωπος Κύριος τῆς τῶν κατοιχομένων ἀρετῆς μεμνημένος, πλὴν οὖν ἐδρέψατο μερικῶς καὶ τοὺς τῆς ἀσεβείας καρποὺς ἐνδίκως παρὰ τῆς θείας δίκης. [] Ἕως μὲν τῆς ἄνωθεν ἀπήλαυε προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε, πάντας ἔχων ὑποκειμένους καὶ δασμὸν κομίζοντας ὅτι μάλιστα. Ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσμενέσιν ἐπιχείρητος γέγονε· ἀληθῶς ὄντως φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ὥσπερ γὰρ ἔλεος αὐτοῦ ἄῤῥητος, οὕτω καὶ ἡ κόλασις ἀνυπόστατος. Ὅτι δὲ τοῖς εἰδώλοις ἐλάτρευσε καταλείψας τὸν ὄντως ὄντα Θεὸν τοῦ πατρὸς αὐτοῦ Δαυὶ̈δ, [εὔδηλον] ἐξ ὧν καὶ Ἀχίας ὁ προφήτης φησὶ πρὸς τὸν Ἰεροβοὰμ (οὕτως)· Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν Σολομῶντος, καὶ δώσω σοι τὰ ι σκῆπτρα·

Caput CXCII

PG 110:257καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαυὶ̈δ τὸν δοῦλόν μου καὶ Ἱερουσαλὴμ τὴν 146 πόλιν μου, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραὴλ, ἀνθ’ ὧν ἐγκατέλειπέ με καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ, βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, εἰδώλῳ Μωὰβ, καὶ τῷ Μελχὼμ, προσοχθίσματι υἱῶν Ἀμών. [] Ἡ μὲν οὖν Ἀστάρτη ἐστὶν ἡ παρ’ Ἕλλησιν Ἀφροδίτη λεγομένη (ἐκ τοῦ ἄστρου τὴν ἐπωνυμίαν πεποιηκόσιν· αὐτῆς γὰρ εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσιν). Ὁ δὲ Χαμὼς θεὸς ἦν Τυρίων. [Τῷ δὲ Μελχὼμ προσοχθίσματι εἴδωλον ἦν καὶ τοῦτο· προσοχθίσματα γὰρ καὶ βδελύγματα τὰ εἴδωλα προςαγορεύειν εἰώθει ἡ Γραφὴ, ὅπερ δηλοῖ τὸ μύσος καὶ τὸ ἀπόβλητον.) [] Θαυμάσει μέν τις μάλα εἰκότως, ὥσπερ ἐπὶ τοῦ Θειοτάτου Μωϋσέως, οὕτω καὶ ἐπὶ [τοῦδε] τοῦ σοφωτάτου Σολομῶντος, πῶς ἑκάτερος αὐτῶν τοσαύτης πάλαι θείας δόξης καὶ προμηθείας ἀξιωθεὶς, ὕστερον ὁ μὲν εἰς ἀγανάκτησιν καὶ λύπην τὸν Θεὸν κινήσας, τῆς ἐπαγγελίας ἐξέπεσεν, ὁ δὲ εἰς ὀργὴν καὶ θυμὸν αὐτὸν διεγείρας, τούς τε προειργασμένους ἀρίστους πόνους ἄρδην ἐζημίωτο καὶ τὴν ψυχὴν προσαπώλεσεν.

Caput CXCVII

Ποῦ γὰρ ἡ τοιαύτη πρὸς Θεὸν οἰκείωσις καὶ παῤῥησία, [καὶ] οἱ τοσοῦτοι καὶ τηλικοῦτοι πόνοι, καὶ κόποι, καὶ ἀγῶνες τοῦ θεσπεσίου Μωϋσέως; οἵτινες [διὰ] τὴν ἀπὸ τοῦ ὕδατος τῆς ἀντιλογίας ἁμαρτίαν παροραθέντες, τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον ἀθρόως ὁ δίκαιος καὶ ἀσυγχωρήτως ἀπεστέρητο, καθὼς καὶ πρόσθεν εἴρηται. Ποῦ δὲ καὶ ἡ πρὸς τὸν Σολομῶντα θεία φιλοστοργία καὶ ἡ τοσαύτη χάρις τε καὶ σοφία; καὶ τίς ἡ ὠφέλεια τῆς πολλῆς ἐκείνης φρονήσεως καὶ συνέσεως, καὶ ἡ προλαβοῦσα τοιαύτη νηφαλεωτάτη ἔννοια καὶ (σοφία), θεολογία (τε) καὶ φυσιολογία, ἔσχατον ἐκ γυναικομανίας εἰς εἰδωλομανίαν ἐκπεπτωκότος, ὡς σαφῶς δεδήλωται; Τῷ ὄντι γὰρ οὐδὲν ὄφελος ἐναρξάμενον πνεύματι, καὶ σαρκὶ ἐπιτελέσαι. [] Διὸ καὶ προασφαλιζόμενος Ἰωάννης φησί·

Chapter LV-LIXCaput LV - LIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[α) Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολείπητε ἃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε· οὐ γὰρ ὁ καλῶς ἀρχόμενος καὶ κακῶς μετερχόμενος, οὗτος τέλειος, ἀλλ’ ὁ καλῶς ἀποθέμενος καὶ θεαρέστως διαπεράνας, ἐπείπερ Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Κἀντεῦθεν, ὡς ἔοικεν, 147 εἰκότως διδασκόμεθα μὴ μακαρίζειν ἄνθρωπον κυρίως πρὸς τελευτῆς αὐτοῦ, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως καὶ συμπληρώσεως· τοὺς γὰρ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν· πολλοὶ γὰρ εὐδρομοῦντες ἐνάρετοι καὶ ἐπὶ μεγίστοις κατορθώμασι θαυμαζόμενοι, προσκόψαντες ἐξάπινα πεπτώκασι πτῶμα δεινὸν καὶ ἐξαίσιον. [] Οἷος ἦν καὶ ὁ μοναχὸς ἐκεῖνος, πρὸς ὃν ὁ μέγας Βασίλειος ἔγραφε λέγων· Οἴμοι τί γράψω; ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος; ἐὰν γὰρ ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε περιέῤῥει ὁ πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω, ἡνίκα ἥπτετό σοι κολάκων πλῆθος καὶ τρυφὴ καὶ ἀπόλαυσις πρόσκαιρος.
PG 110:259Ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν περιουσίαν, οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος, ὅλως δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ τόπους ἀμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδομαδικοῖς κύκλοις νῆστις διατελῶν, Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων ἀποφεύγων συντυχίας, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἐφαρμόσας σεαυτῷ, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινες, σάκκῳ τε τραχεῖ τὸ σῶμά σου διανύττων καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφὺν περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες, λαγόνας τε ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νοτιαίων μερῶν ὑπεχαύνωσας καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω· ἔνδοθεν δὲ τὰς λαπάρας σικύου δίκην ὑφελκύσας, τοῖς νεφριτικοῖς χωρίοις ἐβιάζου προσκολλᾶσθαι·
ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις τήξας, τὰ πλευριτικὰ μέρη ὥσπερ τινὰ στέγης ἐξοχὴν τοῖς τοῦ ὀμφαλοῦ μέρεσιν ἐπεσκίαζες καὶ συνεσταλμένῳ ὅλῳ τῷ σώματι, τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς ἔμβρυχον τὴν 148 γενειάδα καθωμάλιζες. Καὶ τί δεῖ καταλέγειν ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω· ὅσα ἱερὰ σώματα περιεπτύξω· ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον; ὅσοι δοῦλοι τοῦ Θεοῦ τοῖς γόνασί σου περιεπλέκοντο. Καὶ τί τούτων τὸ τέλος; Μοιχικῆς φήμης διαβολὴ βέλους ὀξύτερον διιπταμένη τιτρώσκει ἡμῶν τὰς ἀκοὰς καὶ τὴν καρδίαν. Ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; Οἴχεται. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα [β)· ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα ἐχθρῶν μὲν τραγῳδία, φίλων δὲ θρηνῳδία· διέτεμες φρόνημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἐνέβαλες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας·
PG 110:261ἠθέτησας ὅσον ἐπὶ σοὶ τὸ τοῦ Χριστοῦ καύχημα, Θαρσεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα· ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας· ὄντως εἰς ἔργον ἤγαγες τὴν παροιμίαν ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. [] Ὅθεν ἀλλαχοῦ κοινῶς παραινεῖ λέγων· Δεῖ οὖν ἡμᾶς πολὺν καὶ ποικίλον τὸν οὐράνων πλοῦτον συναγαγεῖν, εἰ μὴ μέλλοιμεν καταισχύνεσθαι ἐν τῇ ἐπιδείξει τῶν ἔργων [ὡς] οἱ λαβόντες τὸ τάλαντον, μηδὲ ἀκούειν· Δοῦλε πονηρὲ καὶ ὀκνηρὲ, ἐνθεμένους δὲ τὰ ἀγώγιμα, ἀσφαλῶς πειρᾶσθαι τὴν ζωὴν ταύτην διαπερᾷν. Πολλοὶ γὰρ πολλὰ συναθροίσαντες ἐκ νεότητος καὶ περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπαναστάντος αὐτοῖς πειρασμοῦ ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι· διὸ καὶ πάντων ἐκείνων ζημίαν ὑπήνεγκαν, ὅθεν οἱ μὲν περὶ τὴν πίστιν ἐναυάγησαν, ἄλλοι δὲ σωφροσύνην, ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος 149 τινὸς τῆς πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν.
Ἐλεεινότατον θέαμα μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν κ που ἢ λ, διὰ ἀπροσεξίαν ψυχῆς καὶ χαύνωσιν καὶ ἀμέλειαν, γυμνὸν ἁπάντων ἀποδειχθῆναι καὶ παραπλήσιον γενέσθαι τῶν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνουμένων, ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλόμενος, ἐξουρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς τοῖς λιμέσιν αὐτοῖς διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἀθρόως ἔρημος ἀπεδείχθη· ἐὰν γὰρ καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτισθέντα μιᾷ ῥοπῇ καὶ μικρᾷ προσβολῇ δαιμόνων ἀπολέσῃ, καθάπερ τινὶ ἀγρίᾳ λαίλαπι τῇ ἁμαρτίᾳ βυθισθεὶς, πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. [] Ὡσαύτως καὶ ὁ θεῖος Χρυσόστομός φησι·

Caput CXCVIII

Καὶ γὰρ ὅταν ὁ διάβολος ἴδῃ πολλὰ συναγηοχότας, νηστείαν, εὐχὰς, ἐλεημοσύνην, παρθενίαν, τὴν ἄλλην ἅπασαν ἀρετὴν, ὅταν ἴδῃ γέμον τὸ πλοῖον ἡμῶν τῶν πολυτελῶν τῆς εὐσεβείας ἀριστευμάτων, τότε προσβάλλει, πάντοθεν διορύττων καὶ ἐπιβουλεύων τὸν θησαυρὸν, ὥστε παρ’ αὐτὸ τοῦ λιμένος τὸ στόμα καταδῦσαι τὸ σκάφος, καὶ γυμνοὺς καὶ ἐρήμους ἀποφῆναι μηδὲ ῥᾳδίως ἀναστῆναι δυναμένους. Καὶ γὰρ, μετὰ τοιαύτην πτῶσιν, δυσανάπλητος ἡ ἀνάστασις γίνεται· καταφρονεῖ λοιπὸν ὡς εἰς κακῶν ἐλθὼν βάθος. Καὶ τῷ μὲν ἐν ἀρχῇ πεσόντι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀπειρίαν, τὸν δὲ μετὰ πολλοὺς διαύλους ὑποσκελισθέντα, οὐκ ἂν ῥᾳδίως ἀξιώσειεν συγγνώμης, ὡς ἐξ ἀμελείας τε καὶ ῥᾳθυμίας καταβληθέντα. Καὶ οὐ τοῦτο μόνον ἐστὶ [α) τὸ δεινὸν ἀλλ’ ὅτι καὶ πολλῶν σκανδαλισθέντων καὶ ῥᾳθυμωτέρων πολλάκις γινομένων, αὐτὸς ὑπεύθυνος 150 γίνεται καὶ ἀναπολόγητος. Ταῦτ’ οὖν εἰδότες εἰς τὸ τέλος μὴ διαφθείρωμεν (ὡς παραγγέλλει Δαυὶ̈δ φάσκων· Εἰς τὸ τέλος μὴ διαφθείρῃς). Ἐν τῷ ἀποστρέψαι, φησὶ, δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσι·
PG 110:263ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται· καὶ δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ. [] Ὅπερ οὖν εἰδὼς ὁ Ἀπόστολος ἔλεγεν· Ἐὰν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Διὸ τὴν ἀρχομένην σπουδήν τε καὶ προθυμίαν ἐν φόβῳ Θεοῦ καὶ πίστει μέχρι θανάτου δεῖ καθάπερ τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, ἵνα μὴ τὸ πᾶν εἰς τὸ τέλος ἀπολέσωμεν. Μηδεὶς οὖν ἐνάρετος νυσταζέτω διὰ τὸ ἄδηλον τῆς μεταβολῆς. Τίς γὰρ τοῦ Δαυὶ̈δ ὑψηλότερος; ἀλλὰ μικρὸν ἀπονυστάξας, ἔπεσε. Τίς δὲ τοῦ Σολομῶντος μακαριώτερος; ἀλλ’ ἐν τῷ γήρει καὶ τῷ τέλει πεσὼν, ἀπώλετο. Τίς τοῦ Ἰούδα περιφανέστερος; ἀλλὰ προδότης γενόμενος ἀπήγξατο. Τίς τοῦ Πέτρου ζηλωτότερος· ἀλλ’ ἐξάπινα πέπτωκε πτώμα ἐξαίσιον. Πόσας τοιαύτας μεταβολὰς ἔστιν ἰδεῖν πάλαι γεγενημένας καὶ νῦν γινομένας καθ’ ἑκάστην ἡμέραν; Καὶ διὰ τοῦτο, φησὶν, ἄνω καὶ κάτω προδιαμαρτύρεται καὶ προασφαλίζεται καὶ διεγείρει πρὸς νῆψιν ἡ θεία Γραφὴ λέγουσα· Ὁ δοκῶν ἑστάναι, [βλεπέτω] μὴ πέσῃ. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεκβατικῶς εἴρηται. ΜΔ. Βασιλεία Ῥοβοάμ.
Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ἐκ τοσούτων γυναικῶν υἱὸς αὐτοῦ ἔτη ιζ, ἐφ’ οὗ διῃρέθη ἡ βασιλεία εἰς δύο. Καταλείψας γὰρ τὴν βουλὴν τῶν πρεσβυτέρων καὶ κατὰ τὴν συμβουλὴν τῶν συνεκτραφέντων καὶ παρεστηκότων αὐτῷ λαλήσας τῷ λαῷ σκληρὰ, ἀπέστη ὁ Ἰσραὴλ ἀπ’ αὐτοῦ καὶ ἀπῆλθε. Καὶ αἱ μὲν β φυλαὶ, Ἰούδας καὶ Βενιαμὶν, ἔμειναν μετ’ αὐτοῦ ἐν Ἰερουσαλὴμ, αἱ δὲ 151 λοιπαὶ δέκα ἀπῆλθον ἐν Σαμαρίᾳ καὶ ἐβασίλευσαν ἐπ’ αὐτοὺς Ἱεροβοὰμ, τὸν δοῦλον Σολομῶντος. Κἀντεῦθεν αἱ δύο φυλαὶ προσηγορεύθησαν Ἰούδας διὰ τὴν μεγάλην βασιλικὴν φυλὴν Ἰούδα, αἱ δὲ λοιπαὶ ι Ἰσραὴλ καὶ Ἐφραὶ̈μ, διά τε τὸ πλῆθος καὶ διὰ τὸ τὸν Ἱεροβοὰμ ἐκ τῆς φυλῆς Ἐφραὶ̈μ τυγχάνειν, υἱοῦ Ἰωσήφ. [] Καὶ ἐποίησε Ῥοβοὰμ, υἱὸς Σολομῶντος, τὸ πονηρὸν ἐνώπιον Κυρίου ὡς ὁ πατὴρ αὐτοῦ καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. [] Ἐφ’ οὗ Σουσακεὶμ ὁ Αἰγυπτίων βασιλεὺς τὴν Ἱερουσαλὴμ ἑλὼν, ἀφείλατο τὰ ἐν τῷ ναῷ καὶ ἐν τοῖς βασιλείοις χρήματα, καὶ χρυσᾶ δόρατα, καὶ τοὺς χρυσοῦς θυρεοὺς, ἀνθ’ ὧν ἐγένοντο χαλκοῖ. ΜΕ. Βασιλεία Ἀβιά.
PG 110:265Μετὰ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβιὰ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη 2. Ὃς πολεμήσας Ἱεροβοὰμ [καὶ] τὰς ι φυλὰς τοῦ Ἰσραὴλ, ἀνεῖλεν ἐξ αὐτῶν ἄνδρας δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ θείαν ὀργὴν χιλιάδας φ. Μ. Βασιλεία Ἀσάφ. Μετὰ Ἀβιὰ ἐβασίλευσεν Ἀσὰφ, ὁ υἱὸς αὐτοῦ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου πρότερον, εἶτα μικρὸν ἀπὸ τῆς εὐθείας ῥᾳθυμήσας, ἠῤῥώστησε τοὺς πόδας· καὶ τοῖς ἰατροῖς χρησάμενος, τῷ Θεῷ μὴ προσέχων, οὕτως ἀπέθανε, βασιλεύσας ἔτη ιζ. ΜΖ. Βασιλεία Ἰωσαφάτ. Μετὰ Ἀσὰφ ἐβασίλευσεν Ἰωσαφὰτ, υἱὸς αὐτοῦ, [β) καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου καὶ ἐτελεύτησε βασιλεύσας ἔτη κε. [] Ὃς διὰ τὴν πρὸς τὸν Ἀχαὰβ φιλοστοργίαν τε καὶ ἀγχιστείαν, ἔφη 152 πρὸς αὐτὸν ὁ προφήτης Ἰηοῦ ὁ τοῦ Ἀνανή· Βασιλεῦ Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ εἶ βοηθὸς, εἰ μισουμένῳ ὑπὸ Κυρίου σὺ φιλιάζεις, διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ Κυρίου, εἰ μὴ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοὶ καὶ ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ γῆς Ἰούδα καὶ κατεύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον, καὶ εὑρέθη ἡ καρδία σου τελεία πρὸς Κύριον.

Caput CXCIX

Διὰ τοῦτο ἐφείσατό σου Κύριος, πλὴν ὅτι διεκόπη τὰ ἔργα σου, καὶ συνετρίβησαν τὰ πλοῖά σου. [] Κἀντεῦθεν διδασκόμεθα, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασιν ἐκείνοις ἀντιμετρῶν, οὕτως ἐκφέρει τὴν ψῆφον. Προσήκει τοίνυν ταῦτα μεμαθηκότες φεύγειν τῶν θεοστυγῶν καὶ τὴν φιλίαν καὶ τὴν συγγένειαν· οὐδὲ γὰρ μία κοινωνία φωτὶ πρὸς σκότος, οὔτε μὴν ἀρετῇ καὶ κακίᾳ, καὶ οὔτε κλέπτῃ δεῖ συμμετέχειν οὔτε μετὰ μοιχῶν τὴν μερίδα τιθέναι· διό φησι· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι· καὶ παρανομίαν ἐμίσησα, καὶ οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Καὶ μέντοι γε καὶ ὅτι πταίοντες ὡς ἄνθρωποι οἱ τοῦ Θεοῦ δοῦλοι, φιλανθρωπίας ἀξιοῦνται πολλάκις, διὰ τὰς προειργασμένας ἀρετὰς, εἰς δὲ τὰ κτήματα καὶ τὰ ὑπάρχοντα αὐτοῖς ἡ θεία δίκη ἀνταποδίδωσιν ὑπὲρ τῶν πταισμάτων αὐτῶν λεληθότως·
οὐ μὴν δὲ ἀλλὰ καὶ ἑτέρων ἁμαρτωλῶν συνόντων δικαίοις, τοῦτο διὰ τὴν τοῦ δικαίου δικαιοσύνην ὁ φιλάνθρωπος Κύριος ποιεῖν εἴωθε, ὅπερ ἤδη καὶ ἐπὶ Ἰωσαφὰτ καὶ Παύλου σαφῶς ἐδήλωσε καὶ τῆς τοῦ πλοίου συντριβῆς τε καὶ ἀπωλείας· ὅθεν οὖν πρὸς τοὺς ἐν τῷ πλοίῳ χειμαζομένους μετ’ αὐτοῦ Παῦλός φησι· Ἔδει μὲν οὖν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμιᾶς ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου. ΜΗ. Βασιλεία Ἰωράμ. Μετὰ Ἰωσαφὰτ ἐβασίλευσε Ἰωρὰμ, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· πρὸς δὲ καὶ τοὺς ἒξ ἀδέλφους 153 αὐτοῦ ἀποκτείνας ἀπέθανε δυσεντερικὸς, βασιλεύσας ἔτη η. ΜΘ. Βασιλεία Ὀχοζίου. Μετὰ τοῦτον ἐβασίλευσεν Ὀχοζίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀνεῖλεν αὐτὸν Ἰηοῦ, βασιλεύσαντα ἔτος α. Ν. Βασιλεία Γοθολίας. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία, ἡ μήτηρ αὐτοῦ, καὶ ἀποκτείνασα πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς νηπίου ἑνὸς διασωθέντος παραδόξως ὑπὸ τῆς γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως·

Caput CC

PG 110:267αἰφνίδιον τὸ ἀποκεκρυμμένον παιδίον Ἰωὰς ἀναγορεύεται βασιλεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως καὶ τοῦ λαοῦ παντὸς, ὑπάρχον ἐτῶν ζ. Καὶ ὁ μὲν λαὸς ἅπας ηὐφράνθη καὶ ἡ πόλις ἡσύχασεν· τὴν δὲ Γοθολίαν ἀπέκτειναν ἐν οἴκῳ τοῦ βασιλέως, βασιλεύσασαν ἔτη 2. ΝΑ. Βασιλεία Ἰωᾶ. Μετὰ δὲ Γοθολίαν ἐβασίλευσεν Ἰωὰς Ὀχοζίου ἑπταετὴς καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου πρότερον· εἶτα παρατραπεὶς, ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ, βασιλεύσας ἔτη μ. [] Ἕως μὲν γὰρ ἦν φωτιζόμενος ὑπὸ Ἰωδαὲ, τοῦ ἱερέως τοῦ καὶ βιώσαντος διὰ τὴν πολλὴν αὐτοῦ [] εὐσέβειαν ἔτη ρλ. καλῶς ἐπολιτεύετο. [] Μετὰ δὲ τὴν τελευτὴν τοῦ θείου ἱερέως πρὸς ἀσέβειαν ἀποκλίνας, ἀπέκτεινε Ζαχαρίαν, τὸν προφήτην καὶ υἱὸν τοῦ διδασκάλου αὐτοῦ, φησὶ γάρ· Καὶ πνεῦμα Κυρίου ἐνέδυσε Ζαχαρίαν τὸν τοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἀνέστη κατὰ πρόσωπον τοῦ λαοῦ καὶ εἶπε· Τάδε λέγει Κύριος· Ἵνα τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου καὶ οὐκ εὐοδωθήσεσθε; 154 Ὅτι ἐγκατελείπατε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς· καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι’ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου.

Chapter LXCaput LX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησεν Ἰωδαὲ, ὁ πατὴρ αὐτοῦ, μετ’ αὐτοῦ, ἀλλ’ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. Καὶ ὡς ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος καὶ κρινάτω. Καὶ μετὰ ταῦτα ἐπέθεντο οἱ παῖδες αὐτοῦ ἐν αἵματι Ἰωδαὲ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ. [] Ἐφ’ οὗ καὶ Σίβυλλα ἡ Κυμαῖα ἐγνωρίζετο, καὶ Λυκοῦργος Λακεδαιμονίων ἐνομοθέτει, καὶ Ἴφιτος τὰς Ὀλυμπιάδας συνέστησεν. ΝΒ. Περὶ ἐλεημοσύνης. Καὶ ἄνθρωπός τις ἦν ἐν τῷ Ἰσραὴλ πλούσιός τε καὶ ἐλεήμων, ὃς ἐλθὼν πρός τινα τῶν διδασκάλων καὶ ἀναπτύξας τὴν Σοφίαν Σολομῶντος εὗρεν εὐθύς· Ὁ ἐλεῶν πτωχοὺς δανείζει Θεῷ· καὶ εἰς ἑαυτὸν γενόμενος καὶ κατανυγεὶς, ἀπελθὼν πέπρακε πάντα καὶ διένειμε πτωχοῖς μηδὲν ἑαυτῷ καταλείψας πλὴν νομισμάτων δύο· καὶ πτωχεύσας πάνυ καὶ ὑπὸ μηδενὸς ἐκ θείας δοκιμασίας ἐλεούμενος, ὕστερον ἐν ἑαυτῷ λέγει μικροψυχήσας· Ἀπελεύσομαι εἰς Ἱερουσαλὴμ καὶ διακρινοῦμαι τῷ Θεῷ, ὅτι ἐπλάνησέ με, διασκορπίσας τὰ ὑπάρχοντά μου. Πορευομένου δὲ αὐτοῦ, εἶδεν ἄνδρας δύο μαχομένους πρὸς ἀλλήλους, εὑρόντας λίθον τίμιον. Καί φησι πρὸς αὐτούς· Ἵνα τί, ἀδελφοὶ, μάχεσθε;
PG 110:269δότε μοι αὐτὸν καὶ λάβετε νομίσματα β. Τῶν δὲ μετὰ χαρᾶς τοῦτον παρασχόντωνοὐ γὰρ ᾔδεσαν τοῦ λίθου τὸ ὑπερτίμιονἀπῆλθεν οὖν εἰς Ἱερουσαλὴμ τὸν λίθον ἐπιφερόμενος καὶ δείξας αὐτὸν χρυσοχόῳ, παραχρῆμα τὸν λίθον ἐκεῖνος ἰδὼν, ἀναστὰς προςεκύνησεν. Καὶ ἐκθάμβος γενόμενος ἐπυνθάνετο ποῦ τὸν θεῖον λίθον τοῦτον τὸν πολύτιμον 155 καὶ ἅγιον εὗρεν. Ἰδοὺ γὰρ ἔτη γ σήμερον, Ἱερουσαλὴμ δονεῖται καὶ ἀκαταστατεῖ διὰ τὸν περιβόητον λίθον τοῦτον· ἀλλ’ ἀπελθὼν δὸς αὐτὸν τῷ ἀρχιερεῖ καὶ σφόδρα πλουτήσεις. Τούτου δὲ ἀπερχομένου, ἄγγελος Κυρίου εἶπε πρὸς τὸν ἀρχιερέα· Νῦν ἐλεύσεται ἄνθρωπος πρὸς σὲ φέρων τὸν ἀπολεσθέντα πολυθρύλλητον λίθον ἐκ τῆς διπλοί̈δος Ἀαρὼν τοῦ ἀρχιερέως ἔχων· λαβὼν αὐτὸν δὸς τῷ ἐνέγκαντι χρυσίον πολὺν καὶ ἀργύριον, ἅμα δὲ καὶ ῥαπίσας αὐτὸν μετρίως εἰπέ· Μὴ δίσταζε ἐν τῇ καρδίᾳ σου μηδὲ ἀπίστει τῷ Θεῷ σου διὰ τῆς Γραφῆς λέγοντι· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ἰδοὺ γὰρ ἐν τῷ νῦν αἰῶνι ἐξεπλήρωσά σοι πολλαπλασίονα ὑπὲρ ὧν ἐδάνεισάς μοι·
καὶ εἰ πιστεύσεις, λήψῃ καὶ ἐν τῷ μέλλοντι πλοῦτον ἀνυπέρβλητον. Καὶ ὁ μὲν ἀρχιερεὺς πάντα τὰ διατεταγμένα πεποίηκεν πρὸς τὸν ἄνθρωπον καὶ ἐλάλησεν. Ὁ δὲ ἀκούσας καὶ ἔντρομος γενόμενος, πάντα ἐάσας ἐν τῷ ναῷ ἐξῆλθεν εὐχαριστῶν καὶ πιστεύων τῷ Κυρίῳ καὶ τὰ ἐν τῇ θείᾳ Γραφῇ πάντα διηγορευμένα. ΝΓ. Βασιλεία Ἀμεσίου. Μετὰ Ἰωὰς ἐβασίλευσεν Ἀμεσίας ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐπάταξε μὲν τοὺς φονεύσαντας τὸν πατέρα αὐτοῦ, τοὺς δὲ υἱοὺς αὐτῶν οὐκ ἐθανάτωσεν διὰ τὸ γεγράφθαι· Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὔτε υἱοὶ ὑπὲρ πατέρων, ἀλλ’ ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. Καὶ ἐσφάγη ἐν τῷ πολέμῳ, βασιλεύσας ἔτη κθ. [] Διό φησιν ὁ θεῖος λόγος ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν· Ἕκαστος ὑπὲρ αὐτοῦ ἀπολογήσεται, καὶ οὐ μὴ συναπολέσῃ ὁ Θεὸς τὸν δίκαιον μετὰ ἀδίκου· ἐπεί περ παρ’ αὐτῷ τὸ ἀναμάρτητον ἀτιμώρητον· οὔτε γὰρ τὸν Νῶε κατέκλυσεν, οὔτε τὸν Λὼτ κατέφλεξεν, οὔτε μὴν τὴν Ῥαὰβ συναπόλεσε. Εἰ δὲ βούλεσθε γνῶναι τὰ ἐφ’ ἡμῶν γενόμενα, οὐκ ἀποκρύψομεν.
Ἰούδας σὺν ἡμῖν ὢν, ἔλαβε τὸν κλῆρον τῆς διακονίας, ὃν καὶ ἡμεῖς ἐλάβομεν, καὶ Σίμων ὁ Μάγος τὴν ἐν Χριστῷ 156 σφραγίδα· ἀλλ’ ἑκάτερος αὐτῶν ἀναφανεὶς φαῦλος, ὁ μὲν ἀπήγξατο, ὁ δὲ παρὰ φύσιν ἱπτάμενος συνετρίβη· καὶ ἐν τῇ κιβωτῷ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ ὑπῆρχον· ἀλλὰ πονηρὸς ὁ Χὰμ εὑρεθεὶς, μόνος τὴν τιμωρίαν ἐδέξατο. Εἰ δὲ πατέρες ὑπὲρ παίδων οὐ τιμωροῦνται, οὔτε υἱοὶ ὑπὲρ πατέρων, δῆλον ὡς οὐδὲ γυναῖκες ὑπὲρ ἀνδρῶν, οὐδὲ οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ’ ἕκαστος ὑπὲρ τοῦ ἰδίου ἔργου τὸν λόγον ἀπαιτηθήσεται. Οὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου καὶ σὺν τῷ κόσμῳ κατεκλύσθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ Ἱεριχουντίων ἐσφάγη, οὔτε Ἰσραὴλ ὑπὲρ Αἰγυπτίων κατεποντώθηοὐ γὰρ ἡ συνοίκησις καταδικάζει, ἀλλ’ ἡ τῆς γνώμης ὁμόνοια. Οὐ τοίνυν ἕτερος ὑπὲρ ἑτέρου ἀποθανεῖται, ἀλλὰ σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· καί· Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· καί· Δικαιοσύνη δικαίου ἐπ’ αὐτὸν ἔσται. Ἕκαστον κατὰ τὴν ὁδὸν ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός· καί·
PG 110:271Τί ὑμεῖς λέγετε τὴν παραβολὴν ταύτην; Οἱ πατέρες ἔφαγον τοὺς ὄμφακας καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; Ζῶ ἐγὼ, λέγει Ἀδοναὶ̈ Κύριος, εἴ ἐστιν ἐν ὑμῖν ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν Ἰσραὴλ, ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτως ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. ΝΔΝΕ. Βασιλεία Ὀζίου. Μετὰ δὲ Ἀμεσίαν ἐβασίλευσεν Ὀζίας ὁ καὶ Ἀζαρίας, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου καὶ εὐοδούμενος ἐπήρθη καὶ ἠθέλησε θυμιάσαι τῷ Θεῷ αὐτὸς δι’ ἑαυτοῦ, ὅπερ μόνοις 157 ἔξεστι τοῖς ἱερεῦσιν· καὶ δὴ θυμιάσας ἐν τῷ ναῷ εὐθὺς ἐλεπρώθη καὶ οὕτως ἐτελεύτησε, βασιλεύσας ἔτη νβ· [] Περὶ οὗ καὶ ὁ Χρυσόστομός φησιν· Ὁ οὖν Ὀζίας ἡνίκα ἴσχυσεν, οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ’ ὥσπερ ἐξ ἀδηφαγίας μὲν γίνεται φλεγμονὴ, ἐκ δὲ φλεγμονῆς τίκτεται πυρετὸς, εἶτα θάνατος ἐκεῖθεν πολλάκις· οὕτω κἀνταῦθα ἀπὸ τῆς τῶν [α) πραγμάτων ὑπερβολῆς, ἀπόνοια γέγονεν· ὅπερ γὰρ ἐπὶ τῶν σωμάτων φλεγμονὴ, τοῦτο ἐπὶ τῆς ψυχῆς ἀπόνοια, εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων ἐπακολουθεῖν εἴωθεν.
Οὕτως οὖν λοιπὸν ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἔμεινεν ἔνδον ἡ ἀπόνοια οὐδὲ ἀπεσβέσθη, ἀλλ’ ἐξώκειλεν καὶ πρὸς ἔργον ἐλθοῦσα πονηρὸν, πᾶσαν αὐτοῦ τὴν ἀρετὴν διέφθειρεν· φησὶ γάρ· Καὶ ὡς κατίσχυσεν ὑψώθη ἡ καρδία αὐτοῦ καταφθεῖραι καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος· εἰσῆλθεν ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς καὶ μετ’ αὐτοῦ ἱερεῖς Κυρίου π λέγοντες· Οὐ σοί ἐστιν, Ὀζία, θυμιάσαι τῷ Θεῷ, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις· ἔξελθε οὖν ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ Ἰσραήλ. Καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ τὸ θυμιατήριον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξανέτειλεν ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου· καὶ κατέσπασαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ Κύριος. Καὶ ἦν λεπρὸς καθήμενος ἐν τῷ οἴκῳ αὐτοῦ μέχρι τελευτῆς, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου. [] Ἐφ’ οὗ σεισμὸς μέγας ἐκεῖσε, καὶ διαῤῥαγέντος ὄρους μεγίστου, κατεκυλίσθη πρὸς τὴν πεδιάδα σταδίους μ. Ν.

Chapter LXICaput LXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CCI

PG 110:273Βασιλεία Ἰωάθαμ. 158 Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαμ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη ιζ. ΝΖ. Βασιλεία Ἄχαζ. Μετὰ δὲ Ἰωάθαμ ἐβασίλευσεν Ἄχαζ ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη ι. [] Ὃν καὶ πολεμήσας Φακεὲ βασιλεὺς Ἰσραὴλ, ἀνεῖλεν ἄνδρας μὲν δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ χιλιάδας ρ, γυναῖκας δὲ καὶ παῖδας ᾐχμαλώτευσε χιλιάδας τ. ΝΗ. Βασιλεία Ἐζεκίου. Μετὰ δὲ Ἄχαζ ἐβασίλευσεν Ἐζεκίας ὁ υἱὸς αὐτοῦ ἔτη ν, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησεν. [] Ἐφ’ οὗ ἦν ὁ Μωσαϊκὸς χαλκοῦς ὄφις· ἔτι γὰρ αὐτῷ οἱ Ἰουδαῖοι μετὰ τῶν ἄλλων βδελλυγμάτων ἐθυμίων, ὃν καὶ ἠφάνισεν Ἐζεκίας ὥσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος περὶ τῶν παραβολῶν καὶ ᾠδῶν, ἐν αἷς περὶ φυτῶν καὶ παντοίων ζώων φυσιολογίας (ὡς προείρηται). [] Ἐφ’ ὧν χρόνων Ῥῶμος καὶ Ῥῆμος ἐβασίλευσαν ἐν Ῥώμῃ, καὶ Σίβυλλα ἡ Ἐρυθραία ἐγνωρίζετο, καὶ Σαλμανᾶς, ὁ τῶν Ἀσσυρίων βασιλεὺς, παραλαβὼν τὴν ἐν Σαμαρείᾳ βασιλείαν Ἰσραὴλ, τὰς ὑπ’ αὐτὴν ι φυλὰς ᾐχμαλώτευσεν.
[] Κατὰ δὲ Ἐζεκίου ἀνέβη Σεναχειρὶμ, ὁ διάδοχος Σαλμανάσαρ, καὶ πλεῖστα μεγαλοῤῥημονήσας κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ λαοῦ, παρεκλήθη ὁ διασκεδάζων 159 βουλὰς ἐθνῶν καὶ ἀθετῶν λογισμοὺς λαῶν καὶ βουλὰς ἀρχόντων (καὶ φρονήματα ἀποστρέφων εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων)· καὶ ἀποστείλας ἄγγελον, ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ρπε χιλιάδας· καὶ οὕτως μετ’ αἰσχύνης καὶ λύπης ὁ Σεναχειρὶμ ἀναζεύξας εἰς Νινευὶ̈, δεινῶς ἀνῄρει τοὺς αἰχμαλωτισθέντας ὑπὸ Σαλμανάσαρ ἀπὸ Σαμαρείας τοῦ Ἰσραὴλ, ὃν αὐτίκα (ἡ) θεία δίκη μετελθοῦσα ..... [β) καὶ ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθεὶς ἐπαύθη τῆς αἰχμαλωσίας ἄδικος σφαγὴ διὰ τῆς ἐνδίκου ἀναιρέσεως. ΝΘ. Περὶ τοῦ Τωβὶτ καὶ Ἀγγέλου. Ἐξ ἧς αἰχμαλωσίας ὑπῆρχέ τις ἐλεήμων ἄνθρωπος τοὔνομα Τωβὶτ πολλὴν ἔχων σπουδὴν εἰς τὸ θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων, περὶ ὧν διαβληθεὶς τῷ βασιλεῖ καὶ φυγὼν ἐκοιμήθη ἔξω τοῦ τείχους· καὶ, ὡς εἴωθεν πολλάκις γίνεσθαι, κοιμώμενος καὶ τοὺς ὀφθαλμοὺς ἀνεῳγμένους ἔχων, στρουθίον ἀφοδεῦσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ λευκόμματον πεποίηκεν.
PG 110:275[] Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις κόρη συγγενὴς αὐτοῦ, ἥτις ἑπτὰ ἄνδρας λαβοῦσα καὶ πάντων ὑπὸ δαίμονος ἀναιρουμένων πρὸ τοῦ γνῶναι ταύτην, ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς τὸν ἄγγελον Ῥαφαήλ. [] Ὁ οὖν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαχεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυλῆς τοῦ γένους αὐτοῦ, κατὰ τὸν νόμον, δίδωσιν αὐτῷ χειρόγραφον περὶ ταλάντων ι χρυσίου, ἃ καὶ παρέθετο ἐν τῇ Μηδίᾳ, πρὸς τὸ ἀπελθεῖν καὶ λαβεῖν αὐτὰ διὰ τάχους. [] Τοῦ δὲ παιδίου ζητοῦντος συνοδοιπόρον ὡς τὴν ὁδὸν ἀγνοοῦντος, εὑρίσκει, Θεοῦ προνοίᾳ, τὸν ἄγγελον Ῥαφαὴλ ὡς ἄνθρωπον ἑστῶτα, ὃν μισθωσάμενος, εἰδέναι τὴν ὁδὸν λέγοντα καὶ Ἀζαρίαν ὀνομαζόμενον, συνοδεύει τούτῳ. [] Καὶ δὴ ἐλθόντων αὐτῶν εἰς τὸν ποταμὸν Τίγριν καὶ τοῦ παιδὸς εἰσελθόντος λούσασθαι, ἰχθύος αὐτῷ 160 μεγάλου ἐπιπηδήσαντος, εἶπεν αὐτῷ ὁ ἄγγελος ἐπιλαβέσθαι τοῦ ἰχθύος, καὶ τεμεῖν αὐτοῦ τὴν γαστέρα, καὶ λαβεῖν τό τε ἧπαρ, καὶ καρδίαν, καὶ τὴν χολὴν, καὶ φυλάττειν. Τοῦ δὲ πυνθανομένου τὸ χρήσιμον αὐτῶν, Τὸ μὲν ἧπαρ, φησὶ, καὶ ἡ καρδία θυμιώμενα διώκει δαίμονας· ἡ δὲ χολὴ καθαρίζει λευκόμματον.
[] Εἶτα ὁ παῖς λαμβάνει τὴν ἐκ τοῦ γένους αὐτοῦ προλεχθεῖσαν κόρην εἰς γυναῖκα, τῇ συμβουλῇ καὶ συνεργείᾳ τοῦ ἀγγέλου διωχθέντος τοῦ πονηροῦ δαίμονος ἐν τῷ θυμιάματι τούτῳ. [] Ὁ δὲ ἄγγελος ὁ καὶ Ἀζαρίας ἀπελθὼν εἰς τὴν Μηδίαν καὶ τὰ ι τάλαντα λαβὼν ὑποστρέφει μετὰ τῆς γυναικὸς καὶ τοῦ παιδὸς πρὸς τὸν πατέρα Τωβὶτ, οὗ τοὺς ὀφθαλμοὺς ὁ παῖς τῇ χολῇ τοῦ ἰχθύος ἐπιχρίσας, καὶ παρευθὺς ὁ Τωβὶτ ἀναβλέψας ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ παρὰ Θεοῦ ἄγγελος ἀπεστάλη πρὸς βοήθειαν αὐτοῖς τε καὶ τῇ κόρῃ Σάῤῥα, διὰ τὴν αὐτῶν εὐσέβειαν, λέγων πρὸς αὐτούς· Μυστήριον βασιλέως κρύπτειν καλὸν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνυμνεῖν ἐνδόξως ἀγαθόν. [] Ὅθεν φησὶν ὁ Χρυσόστομος· Οὐκοῦν Ἀγγέλους ἐγκωμιάζειν χρὴ, καὶ γὰρ αὐτοὶ τὸν Δημιουργὸν ἀσίγητον ὑμνοῦντες ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρασκευάζουσιν·

Chapter LXIICaput LXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CCIV - CCV

PG 110:277ἀγγέλους δέ φημι, τοὺς ὑμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας, ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ, πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρχοντα Περσῶν ὑπὲρ τῆς ἐλευθερίας τοῦ λαοῦ ἀνθιστάμενος· προστάγματι γὰρ Θεοῦ τὴν πᾶσαν κτίσιν διαλαχόντες καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπιστατοῦντες [α), τὸν μὲν Γαβριὴλ τοὺς Πέρσας ἐφορᾷν ἐδικαίωσεν, τὸν δὲ Μιχαὴλ τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν ἐκέλευσεν, ἀλλὰ κατὰ θεῖον τινὰ καὶ ἀπόῤῥητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος καὶ συνεχῶς τὰς ἱκεσίας τῷ Θεῷ προςάγοντος καὶ λέγοντος· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς παρεῖδες τοῦτο 161 ἑβδομηκοστὸν ἔτος; Ὃν εἶδεν ἐν τῇ ὁράσει Δανιὴλ πετόμενον, Καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὅρασις ἀστραπῆς, φησὶ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὄχλου. Ὧν ἐστιν ὁ τὴν ὄνον ἀποστρέφων καὶ Βαλαὰμ τῆς ἀποτόμου μαντείας εἴργων·
ὧν ἐστιν ὁ τὴν μάχαιραν σπασάμενος καὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμίοις διὰ τοῦ σχήματος προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς ρπε χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ πατάξας καὶ τῷ ὕπνῳ τῶν Βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν προφήτην Ἀμβακοὺμ ἀερίῳ μετακομίσας πηδήματι, ἵνα τὸν προφήτην Δανιὴλ μέσον τῶν λεόντων διαθρέψῃ. Οὗτοι μὲν οὖν οὗτοι καὶ οἱ τοιοῦτοι κατὰ ἐχθρῶν ἀριστεύουσιν· ὁποῖος ἦν ὁ θεσπέσιος Ῥαφαὴλ δι’ ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἰασάμενος καὶ τυφλὸν γέροντα τὸν ἥλιον βλέπειν τεχνησάμενος. Ἆρ’ οὖν μεγίστης ἄξιοι τιμῆς οἱ τὴν ἡμετέραν ζωὴν διαφυλάττοντες· οὐ γὰρ μόνον φρουροὶ ἐτάχθησαν ἄγγελοι ἐθνῶν κατὰ τὸ εἰρημένον· Ὅτε διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ἀλλὰ καὶ τῶν πιστῶν ἀνθρώπων ἑκάστῳ ἔλαχεν ἄγγελος. Τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελλούσης τοῖς ἀποστόλοις πρὸ (τῶν) θυρῶν ἑστάναι Πέτρον τὸ (τοῦ) Ἡρώδου δεσμωτήριον διαδράντα, ἔλεγον ἀπιστοῦντες· Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ἐπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ Κύριος λέγων·

Chapters LXIII - LXIVCaput LXIII - LXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ μέντοι καὶ καθ’ ἑκάστην Ἐκκλησίαν φύλακας ἀγγέλους ἐπέστησεν ὁ Χριστὸς, καθὼς ἀποκαλύπτων Ἰωάννῃ φησί· Εἰπὲ τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας 162 Σμύρνης· Οἶδά σου τὴν πενίαν καὶ τὴν θλῖψιν· ἀλλὰ πλούσιος εἶ. Καλὸν οὖν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια, πτωχοὺς τρέφοντας, ξένους ξενίζοντας, καὶ τῆς καλλίστης εὐχῆς μὴ ἀμελεῖν ποτε, ἅπερ θεωροῦντες ἄγγελοι ἐπὶ τὸν δίκαιον Κριτὴν καὶ Μισθαποδότην ἀναφέρουσιν ὡς καὶ προστάτας λέγειν αὐτοὺς τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν (ὡς λέγει πρὸς Κορνήλιον)· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ. [] Εἰκότως οὖν τοὺς ἀγαπῶντας ἡμᾶς ἀγγέλους γεραίρομεν ὡς ὑπὲρ ἡμῶν [β) τῷ Δεσπότῃ πρεσβεύοντας.

Caput CCVI

PG 110:279Καὶ γὰρ Λειτουργικὰ πνεύματά εἰσι, κατὰ τὸν Ἀπόστολον, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομῆσαι σωτηρίαν, οἷς καὶ ὑπερμαχοῦσι καὶ συμμαχοῦσι, καθὼς ἀρτίως ἤκουσας τοῦ Δανιὴλ, πῶς φέρει τὸν ἀρχάγγελον Μιχαὴλ, τῷ πασῶν ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἡμῶν ἐλευθερίας. Ὁ μὲν γὰρ τὸν λαὸν δουλεύειν τοῖς Πέρσαις ἠνάγκαζεν, ὡς εἴρηται· ὁ δὲ λῦσαι τὴν αἰχμαλωσίαν ἐσπούδαζεν. Καὶ νικᾷ Μιχαὴλ τὸν ἀντίπαλον· καὶ τὸν Εὐφράτην Ἰουδαῖοι περάσαντες, τὴν πατρῷαν πάλιν ἑστίαν ἀπέλαβον καὶ τὴν πόλιν, καὶ τὸν ναὸν ᾠκοδόμησαν. [] Ὁμοίως δὲ καὶ ὁ μέγας Ἐπιφάνιος ἔφη· Ἑκάστῳ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡ θεία Γραφή. Ὁ γὰρ τῷ Δανιὴλ προσλεγόμενος ἄγγελος καὶ ἄρχοντα Περσῶν εἴρηκεν, καὶ ἄρχοντα Ἑλλήνων, καὶ τὸν Μιχαὴλ ἄρχοντα τῶν Ἰουδαίων λέγει. Καὶ Μωϋσῆς· Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Διὸ καὶ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει φάσκει· Λῦσον τοὺς δ ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου ἐφισταμένους· δῆλον ὅτι καὶ ἐπεχομένους ἐπιτρέπειν ἔθνεσιν εἰς πόλεμον ἕως καιροῦ μακροθυμίας Κυρίου· καὶ προστάσσει δι’ αὐτῶν ἐκδικίαν γίνεσθαι τῶν ἁγίων αὐτῶν.

Chapters LXV - LXVICaput LXV - LXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CCX - CCXII

Κρατοῦντες γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ θείου Πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοῖς τὴν δίκην, τοῦ τὰ λοιπὰ 163 ἔθνη λύεσθαι, τῆς εἰς τοὺς ἁγίους ὕβρεως ἕνεκα· λύονται γὰρ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, καθώς φησιν Ἰωάννης καὶ οἱ προφῆται, καὶ κινούμενοι κινοῦσιν εἰς ὁρμὴν ἐκδικίας τὰ ἔθνη. [] Καὶ μέντοι γε ὁ θαυμάσιος Νικηφόρος Κωνσταντινουπόλεως ἔφη· Ἴσμεν δὲ καὶ πιστεύομεν τὰς πρὸς Θεὸν δοξολογίας ἡμῶν διὰ τῶν ἁγίων ἀγγέλων προσάγεσθαι, εἴπερ ἐστὶν ἀληθὲς τό· Οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόςωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, τί πράττοντες ἢ τί λέγοντες ἢ πάντως γε τὰς αἰτήσεις ἡμῶν εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσάγοντες, ἵλεον ἡμῖν αὐτὸν ἐπὶ τοῖς πεπραγμένοις παρασκευάζουσιν.
[] Ὅθεν δὴ λοιπὸν εἰς τιμὴν αὐτῶν καὶ ναοὺς ἐγείρομεν καὶ πνευματικῶς ἑορτάζοντες, δοξολογοῦμεν Θεὸν τὸν δοξάσαντα αὐτούς τε καὶ τοὺς ἁγίους πάντας, ὧν τὴν τάξιν γέ τοι καὶ στάσιν ἅμα καὶ τὴν ὑπεροχὴν τοῦ θείου φωτισμοῦ καὶ ὅπως ὑπερεχόντως μεταδιδόασιν τοῦ τε φωτισμοῦ καὶ τῆς γνώσεως, παρὰ τοῦ χριστοφόρου μυηθεὶς ὁ ἀποστολικὸς Διονύσιος οὕτως ἔφη· Πάσας ἡ θεολογία τὰς οὐρανίας δυνάμεις ἐννέα κέκληκεν ἐκφαντορικαῖς ἐπωνυμίαις καὶ εἰς τρεῖς διαφορίζει τριαδικὰς διακοσμήσεις. Καὶ πρώτην μὲν εἶναί φησι τὴν περὶ Θεὸν Οὐσίαν ἀεὶ καὶ προσεχῶς αὐτῷ καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνῶσθαι παραδεδομένην, [β] τούς τε γὰρ ἁγιωτάτους Θρόνους, [γ] καὶ τὰ πολυόμματα καὶ τὰ πολύπτερα Χερουβὶμ, τῇ Ἑβραίων φωνῇ καὶ Σεραφὶμ ὠνομασμένα. Καὶ ἀμέσως ἱδρύεσθαί φησι, παραδιδόναι τὴν τῶν ἱερῶν λογίων ἐκφαντορίαν. Τὸν τριαδικὸν οὖν τοῦτον διάκοσμον ὡς ἕνα, καὶ ὁμοταγῆ, καὶ ὄντως πρώτην ἱεραρχίαν, ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμὼν, ἧς οὐκ ἔστιν ἑτέρα θεοειδεστέρα καὶ [τοῖς] πρωτουργοῖς τῆς θεαρχίας [α) ἐλλάμψεσιν ἀμέσως προσεχεστέρα.

Chapter LXVIICaput LXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:281Δευτέραν δὲ εἶναι τὴν [ὑπὸ] τῶν Ἐξουσιῶν, καὶ Κυριοτήτων, καὶ Δυνάμεων συμπληρουμένην, καὶ τρίτην ἐπ’ ἐσχάτων τῶν οὐρανίων ἱεραρχιῶν τὴν τῶν Ἀρχῶν καὶ 164 ἀγγέλων διακόσμησιν. [] Ἰστέον οὖν ὡς οὐκ ἄλλου τινὸς ἀγγέλου προσηγορίαν ἐδήλωσεν ἡ Γραφὴ παντελῶς ἢ μόνον τῶν τριῶν τούτων, Μιχαὴλ, Γαβριὴλ καὶ Ῥαφαήλ. Οὐκοῦν ἐματαιώθησαν ἐκ διαμέτρου καὶ πεπλάνηνται λίαν οἱ πλαστουργοῦντες καὶ παρεισφέροντες ἑτέρας ὀνομασίας ἀγγέλων ἐπ’ ὀλέθρῳ τῆς ἀνοσίου καὶ παναθλίου αὐτῶν ψυχῆς καὶ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθομένων τῇ θεοστυγεῖ πλάνῃ τῶν δυσωνύμων καὶ πλαστωνύμων αἱρετικῶν; Ἀμέλει γέ τοι καὶ τοιοῦτοί εἰσι καὶ τηλικαύτης δόξης ἐκ τῆς θείας προσεδρίας ἠξιώθησαν, ἀλλ’ οὐδὲν τῶν μελλόντων ἴσασι πρὶν ἂν τύχωσι θείας ἀποκαλύψεως παρὰ τοῦ τὰ πάντα προγινώσκοντος φύσει καὶ προλέγοντος Θεοῦ καὶ διαῤῥήδην εὖ μάλα φάσκοντος· Οὐκ ἔστιν ὁ ἀναγγέλλων τὰ ἐπερχόμενα πλὴν ἐμοῦ. Καὶ τοῦτο δηλῶν ὁ ἀρχάγγελος ἔφη· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰουδαίας ἃς ὑπερεῖδες; ὡς ἀγνοῶν δήπουθεν τῆς ἐλευθερίας τὸν χρόνον, ἔφασκε ταῦτα·
καὶ ἀλλοίως οὐκ ἔστιν. Καὶ δὴ περὶ τῆς ἐσχάτης ἡμέρας καὶ συντελείας ἐναργῶς ὑπεμφαίνων ὁ Κύριος τὴν τούτων ἄγνοιαν· Οὐδὲ οἱ ἄγγελοι γινώσκουσιν· καντεῦθεν λοιπὸν οὐδὲ τὸ μυστήριον τῆς ἐνσάρκου θείας οἰκονομίας εἴδεσαν τὸ ἀποκεκρυμμένον, ἀλλ’ ἢ ἐν τῷ Θεῷ μόνῳ, ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, φησὶ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Μετὰ δὲ τῆς σωτηριώδους ἐνανθρωπήσεως ἐγνώσθη, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία· μόνος γάρ ἐστι τῇ φύσει σοφὸς, καὶ προγνώστης, καὶ προφήτης, ἅμα καὶ τὸν νοῦν τῶν ἀνθρώπων ἀκριβῶς ἐπιστάμενος ὡς καρδιογνώστης. Τὰ δὲ αὐτοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα αὐτοῦ. Διό φησι· Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Παρακύψας γὰρ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Παῦλος εἰς τὸ ἀκατάληπτον καὶ ἀχανὲς πέλαγος τῶν ἀδήλων τοῦ Θεοῦ καὶ ἀποῤῥήτων κριμάτων, καὶ μυστηρίων καὶ ὑπερεκπλαγεὶς σφόδρα καὶ λίαν ἰλιγγιάσας, ἐξεβόησε 165 τὴν ἀοίδιμον φωνὴν ἐκείνην λέγων·

Caput CCXIII

PG 110:283Ὦ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀνέκφραστα πάντα εἰσὶ καὶ ἀδιάγνωστα πᾶσι τὰ τοῦ Θεοῦ· οὐδὲ γὰρ τὰ τοῦ ἀνθρώπου οἶδέ τις, εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου· εἰ γὰρ μόνος ὁ Θεὸς καρδιογνώστης καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, εὔδηλον ὡς οὐδὲ νοῦν ἀνθρώπου καὶ βούλημα καὶ ἐνθύμιον κεκρυμμένον ἄγγελος οἶδεν, μήτι γε Θεοῦ μυστήριον ἕτερον, εἰ μὴ σαφῶς ὑπ’ αὐτοῦ [β) καὶ ἐξ αὐτοῦ δεδηλωμένον οἰκονομικῶς πρὸς τὸ συμφέρον, ὅθεν τοίνυν ἄδηλον ἐποίησε τὴν ἔνσαρκον οἰκονομίαν καὶ τοὺς πολλοὺς κρύπτων διὰ τὴν ἀσάφειαν καὶ λανθάνειν μέχρι πολλοῦ. Καὶ τί λέγω τοὺς πολλούς; Ὅπου γε οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει τοῦ μυστηρίου τὸ ἀπόῤῥητον, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸν τὸν διάβολον ἐλάνθανεν· εἰ γὰρ καὶ τὰς προφητείας τὰς περὶ τούτου ἤκουεν, ἀλλὰ τὸν τρόπον ἠγνόει· οὐδὲ γὰρ, εἴπερ ᾔδει, ἠρώτα αὐτὸν μετὰ τοσοῦτον χρόνον λέγων αὐτῷ· Ὁ Υἱὸς εἶ τοῦ Θεοῦ, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον.

Caput CCXIV

[] Ὁ δέ γε Μαροδὰχ, ὁ καὶ διάδοχος Σεναχειρὶμ, θεασάμενος τὴν ἐπιστροφὴν τοῦ ἡλίου ἐπὶ τῇ ῥώσει Ἐζεκίου (πάσῃ γὰρ τῇ οἰκουμένῃ γέγονεν ἡ ἀναστροφὴ τοῦ ἡλίου γνώριμος), οὗ δὴ χάριν καὶ οὗτος ὁ τῶν Βαβυλωνίων βασιλεὺς καὶ τὸν ὄλεθρον τοῦ πρὸ αὐτοῦ βασιλέως ἐγνωκὼς καὶ τὰ κατὰ τὸν ἥλιον παραδόξως γεγενημένα μεμαθηκὼς διὰ τὴν τοῦ Ἐζεκίου εὐσέβειαν, πρέσβεις αὐτῷ εἰρήνης καὶ δῶρα ἀπέστειλεν· ὅτι γὰρ διὰ τὸ ἀναστρέψαι τὸν ἥλιον ἀναβαθμοὺς ιε πρὸς αὐτὸν ἀπέστειλεν ὁ βασιλεὺς Βαβυλῶνος, φησὶ πάλιν ἡ ἱστορία· Καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

Chapter LXVIIICaput LXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ οὕτως (ἐν) τοῖς πρεσβευταῖςΒαβυλῶνος, τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ’ αὐτοῦ τὸ πέρας, ὃ γέγονεν ἐπὶ τῆς γῆς, καὶ ἐγκατέλειπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτὸν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ. Δείξας γὰρ τοῖς πρεσβευταῖς ὅλον 166 τὸν οἶκον αὐτοῦ καὶ τοὺς θησαυροὺς, εἶπεν Ἡσαί̈ας πρὸς αὐτὸν ἐν λόγῳ Κυρίου Ἀνθ’ ὧν ἔδειξας αὐτοῖς πάντα, ἰδοὺ ἡμέραι ἔρχονται καὶ ληφθήσονται τὰ ἐν τῷ οἴκῳ σου πάντα, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἀπενεχθήσονται εἰς Βαβυλῶνα, καὶ ἐκ τῶν υἱῶν σου λήψονται, καὶ ἔσονται ἐπᾴδοντες εὐνοῦχοι τοῦ βασιλέως Βαβυλῶνος. Δεῖ τοίνυν τὸν ἐχέφρονα καὶ χαρᾶς καὶ λύπης ὑψηλότερον εἶναι καὶ μετρίως καὶ ἐπιστημόνως τῶν ἑκατέρων φέρειν τὴν ἔφοδον.
PG 110:285Καὶ γὰρ αὐτὸς Ἐζεκίας, ἡνίκα εἶδε τρόπαιον κατὰ τῶν Περσῶν ἐγειρόμενον καὶ θαύματος κρεῖττον καὶ πάσης ἀνθρωπίνης ῥώμης καὶ ἐλπίδος ὑπέρτερον, καὶ λίαν ὑπὸ τῆς χαρᾶς φυσιωθεὶς, καὶ μεῖζον ἢ κατὰ ἄνθρωπον φρονήσας, τότε δὴ, τότε νόσῳ βάλλεται, ἵνα τὰ σκιρτήματα τῆς ψυχῆς χαλινοῦ ἀξιωθέντα, μὴ ἔξω τοῦ δέοντος αὐτὸν ἀναγκάσωσι περιπεσεῖν καὶ τὴν τῆς νίκης ὑπόθεσιν ἀλαζονείας διαδέξηται πόλεμος, ὅπερ καὶ πέπονθε μικρὸν ὕστερον. Περιχαρεὶς γὰρ μάλα γενόμενος ἐπὶ τῇ παρὰ προσδοκίαν εὐῤῥωστίᾳ καὶ ἐπὶ τῇ τῶν πρεσβευτῶν παρουσίᾳ, τοσοῦτον ὡς καὶ τοὺς θησαυροὺς Κυρίου ἐκ πολλῆς μεγαλοφροσύνης θριαμβεῦσαι, δέχεται τὸ ῥηθὲν εἰκότως ἐπιτίμιον, ὅθεν φησίν· Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ Κύριος ὁ Θεὸς, ἀνταπέδωκεν [α) Ἐζεκίας, ἀλλ’ ὑψώθη ἡ καρδία αὐτοῦ, ἐπιλαθόμενος τοῦ πατρὸς αὐτοῦ Δαυὶ̈δ φάσκοντος· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου· δηλαδὴ πρότερον, ἀλλ’ ὕστερον ὑψωθεὶς ἐταπεινώθην καὶ ἐξηπορεύθην· καί·
Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Καὶ ἐγένετο ἐπ’ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κάτοικοι Ἱερουσαλήμ. Ἀμέλει γέ τοι καὶ Σεναχειρὶμ, ἐπειδὴ μείζονα δυνάμεως ἀνθρωπίνης ἠπείλησε τῷ Ἐζεκίᾳ, τούτου χάριν ἔγνω τῆς οἰκείας ἀσθενείας τὴν οὐθενότητα· ὁ γὰρ ἐπιδρομῆς καὶ αὐτοβοῆς προσδοκήσας ὅλην τὴν Ἱερουσαλὴμ, πᾶσαν τὴν στρατιὰν σχεδὸν ἄνευ πολέμου καὶ μάχης ἀποβαλὼν, ἀγαθὸν ἡγήσατο διασωθῆναι μόνος καὶ διαφυγὼν οἴκαδε ὑπὸ τῶν 167 οἰκείων ἀνῃρέθη, ὅπως καὶ τὴν οἰκείαν ἀσθένειαν γνοίη καὶ μὴ διαδράσῃ τὴν δίκην. Οὕτω γε μὴν καὶ Ναβουχοδονόσωρ, ὁπόταν ἐπέκεινα τῆς ἀνθρωπίνης φύσεως καὶ φρονήσας καὶ πράξας ἐφωράθη, τότε τῆς τῶν ἀνθρώπων μὲν ἐξηλάθη συνουσίας τε καὶ τιμῆς, τοῖς δὲ θηρίοις συνέστιος καὶ σύνοικος γέγονεν. Ἡνίκα δὲ τὴν προσήκουσαν ἔσχε περὶ Θεοῦ δόξαν, τότε τὴν οἰκείαν δόξαν ἀπέλαβεν καὶ τῆς ἀνθρωπίνης φύσεως τὰ μέτρα διέγνωκεν· τῆς γὰρ συμφορὰς ἦν ὅρος ἡ τοῦ κρείττονος ἐπίγνωσις. Ὅτι δὲ ἀπὸ χαρᾶς αἴρονται πάντως αἱ ψυχαὶ, ἔδειξαν οἱ Ἰουδαῖοι·
ὅτε γὰρ ἀπηλλάγησαν τῶν Αἰγυπτίων καὶ εἶδον τὸν βυθὸν τάφον γεγενημένον, τότε εἰς εἰδωλολατρείαν ἐτράπησαν, καὶ τὴν θάλαςσαν διαβάντες ἀκινδύνως, εἰς τὴν γῆν ἐναυάγησαν, ὅθεν ὁ Θηβαίων στρατηγὸς Ἐπαμεινόνδας, ἄριστα τοῦτο εἰδὼς, Λακεδαιμονίους νικήσας, τῇ ἑξῆς ὤφθη τοῖς φίλοις κατηφὴς κοὶ στυγνός· τῶν δὲ ἐρωτησάντων· Μή τι λυπηρὸν συνέβη; ἀπεκρίνατο· Οὐχὶ, φησὶ, ἀλλὰ χθὲς ᾐσθόμην ἑαυτὸν μεῖζον ἢ καλῶς ἔχειν φρονήσαντα· διὸ σήμερον τὴν ἀμετρίαν κολάζω τῆς χαρᾶς καὶ νίκης ἑκουσίως, μήπως ἐκ ταύτης εἰς λύπην καὶ ἥτταν ἀκούσιον καταντήσω. Καὶ γὰρ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ξ. Βασιλεία Μανασσῆ. Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς, (ὁ) υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη νε. [] Ὃς παρανομώτατος ὑπὲρ πάντας τοὺς ἔμπροσθεν βασιλεῖς ὑπάρχων ἐπὶ εἰδωλομανίᾳ τε καὶ αἱματεκχυσίᾳ, καὶ τὸν μέγαν Ἡσαί̈αν πρίσας, καὶ τὴν Ἱερουσαλὴμ αἵματι ἀθώων πληρώσας, οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμοῤῥαίων.

Chapters LXIX - LXXVCaput LXIX - LXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:287Καὶ (μέντοι καὶ) τὸν οἶκον Κυρίου καταμολύνας καὶ τετραπρόσωπον εἴδωλον τοῦ Διὸς ἐν αὐτῷ στήσας, οὐ διέλιπεν οἰωνιζόμενος καὶ φαρμακεύων καὶ 168 αἰσχρουργῶν καὶ πᾶν εἶδος κακίας δι’ ὑπερβολῆς μανίας [β) διαπραττόμενος. [] Διὸ καὶ κατὰ (τὴν) θείαν ὀργὴν συλληφθεὶς ὑπὸ Μαροδὰχ, βασιλέως (Ἀσσυρίων), δέσμιος εἰς Νινευὶ (τὴν πόλιν αἰχμάλωτος) ἀπήχθη. [] (Περὶ οὗ φησι καὶ Ἰώσηπος, ὅτι συλληφθεὶς ὑπὸ τοῦ βασιλέως Ἀσσυρίων) καὶ χαλκοῖς δεσμοῖς αὐτὸν ὑποβαλὼν (αἰχμάλωτον ἀπήγαγεν· καὶ συνεὶς ἐπὶ τοῖς πλημμελήμασιν ἀξίαν εἰληφέναι τὴν τιμωρίαν καὶ) δι’ εἰλικρινοῦς μετανοίας δεηθεὶς τοῦ Θεοῦ, (παραχρῆμα) τὸν βασιλέα (ὁ Θεὸς) ἠγάθυνε, εἰς Ἱερουσαλὴμ αὐτὸν ἐξέπεμψεν· ὁ δὲ ἐπανελθὼν, πᾶσαν μὲν εἰδωλικὴν κατέστρεψε σκηνὴν, τὸ δὲ ἱερὸν τοῦ Θεοῦ ἥγνισε, καὶ τὸν νόμον ἐφύλαξε, καὶ εὐσεβῶς ἐβίωσεν. [] Ὡσαύτως δὲ ἐν ταῖς Διατάξεσι τῶν ἀποστόλων οὕτως γέγραπται· Μανασσῆς, υἱὸς Ἐζεκίου, ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ, καθά·

Caput CCXVI

φησιν ἡ Γραφὴ, ἐπήγαγεν ἐπ’ αὐτὸν Κύριος τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως, καὶ δήσαντες αὐτὸν ἐν πέδαις χαλκαῖς, ἀπήγαγον εἰς Βαβυλῶνα. Καὶ ἦν δεδεμένος καὶ σιδηρωμένος ἐν οἴκῳ φυλακῆς, καὶ ἐδίδοτο αὐτῷ ἐκ πιτύρων ἄρτος βραχὺς καὶ ὕδωρ ὀλίγον σὺν ὄξει ἐν μέτρῳ πρὸς τὸ ζῇν αὐτὸν καὶ μόνον. Συνεχόμενος δὲ σφόδρα καὶ ὀδυνώμενος ἐζήτησε τὸ πρόσωπον Κυρίου τοῦ Θεοῦκαὶ προσηύξατο λέγων· Κύριε παντοκράτωρ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν τοῦ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ τὰ ἑξῆς. Καὶ ἐπακούσας ὁ Θεὸς τῆς φωνῆς αὐτοῦ, καὶ διαλύσας τὰ δεσμὰ αὐτοῦ, ἀπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ. Καὶ λατρεύσας Κυρίῳ τῷ Θεῷ μόνῳ ἐξ ὅλης καρδίας αὐτοῦ, ἐλογίσθη δίκαιος. [] Ὦ φιλανθρωπίας Θεοῦ, ὅτι μεῖζον 169 εἰδωλολατρείας οὐκ ἔστιν ἁμαρτία· εἰς Θεὸν γάρ ἐστιν ἡ δυσσέβεια, ἀλλ’ ὅμως καὶ αὕτη διὰ γνησίας καὶ ὁλοψύχου μετανοίας συγκεχώρηται. Καὶ γὰρ ἄξιον θαυμάσαι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς τὸν τοσαῦτα καὶ τηλικαῦτα πλημμεληκότα χρόνοις τοςούτοις, ἐν μιᾷ καιροῦ ῥοπῇ συγγνώμης ἠξίωσεν. Ἔτι γὰρ πᾶν εἶδος κακίας μετῆλθεν· ἄκουσον τί φησιν ἡ Γραφή·

Caput CCXVIII

PG 110:289Καὶ ᾠκοδόμησε Μανασσῆς τὰ ὑψηλὰ, ἃ κατέστρεψεν Ἐζεκίας, ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ, ὁ βασιλεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς, καὶ ἐποίησεν ἐγγαστριμύθους, καὶ γνώστας ἐπλήθυνεν καὶ ἐκληδονίζετο· στρατιὰν μὲν λέγει τοῦ οὐρανοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, κληδονισμὸν δὲ τὰς διὰ τῶν λόγων παρατηρήσεις, γαστριμυθίαν δὲ τὰς διὰ τῆς γαστρὸς ψευδομαντείας, οἰωνισμὸν δὲ τὰς διὰ τῶν πτηνῶν περιεργείας, γνώστας δὲ τοὺς δι’ ἥπατος ἢ ἄλλως πῶς μαντευομένους καὶ προφητεύοντας δαιμονίως, περὶ ὧν εἶπεν ὁ Θεὸς πρὸς Ἱερεμίαν· Ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν [α) αὐτοὶ προφητεύουσιν. [] Τῶν γὰρ προφητειῶν, ὥς φησιν ὁ μέγας Χρυσόστομος, ἡ μέν ἐστι πνευματικὴ, ἡ δὲ διαβολική· λέγονται γὰρ παρ’ ἐκείνοις ὁμωνύμως προφητεῖαι· ἡ δὲ μέση τούτων, φυσική τις ἣ τεχνική, ἡ δὲ κοινὴ καὶ δημώδης.

Caput CCXIX

Τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστιν, δι’ οἰκονομίας δὲ τοῖς μὴ τοιούτοις ὡς τῷ Φαραὼ, καὶ Βαλαὰμ, καὶ Ναβουχοδονόσωρ, καὶ Καϊάφα, τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοῦ γὰρ οἱ ἀλευρομάντεις καὶ κριθομάντεις, καὶ ἡ διὰ τῶν μωρίων τὰ θεῖα μαντευομένη Πυθία, καὶ ἡ διὰ δρυὸς, καὶ ἡ Δοδώνης ἱέρεια· καὶ μέντοι καὶ ἡ διὰ σπλάγχνων καὶ πτήσεων ὀρνέων καὶ κλαγγῶν, συμβόλων τε καὶ πταρμῶν, κληδόνων καὶ βροντῆς, μυῶν τε καὶ γαλῆς, καὶ τρισμῶν ξύλου, καὶ ὤτων ἤχου, καὶ παλμῶν σώματος, καὶ δι’ ὀνόματος νεκρῶν, καὶ μυρίων τοιούτων· ἡ γὰρ δι’ ὀνείρων καὶ παρ’ ἡμῖν διὰ κατοχῆς 170 μὲν καὶ αὐτὴ, ἡ δὲ πρόγνωσις αὐτοῖς, οὐ δι’ ἀρετῆς ὡς ἡμῖν, ἀλλὰ διά τινος κακοτεχνίας· καὶ ὁ μὲν Θεὸς προλέγων καὶ λύσιν ὑποτίθεται, καὶ τὸ πέρας μετὰ πάσης ἀκριβείας γίνεται· ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀληθεύσαντες, ἐν τοῖς πλείοσι διήμαρτον. Καὶ τοιαύτη μὲν ἥ τε θεία καὶ διαβολικὴ προφητεία. Φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ γερανοὶ καὶ μύρμηκες ἐπίοντος χειμῶνος αἰσθάνονται, ἔχινοί τε καὶ ἀλκύονες, φύσει τοῦτο κτησάμενοι.

Chapters LXXVI - LXXVIICaput LXXVI - LXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς καὶ συμβόλοις καὶ κυβερνήταις· οἱ μὲν γὰρ ἀῤῥωστείας καὶ τὰς λύσεις τούτων προλέγουσιν· οἱ δὲ πνευμάτων μεταβολὴν, οἱ δὲ τοῦ μέλλοντος συνέπειν καταστοχάζοντες. Ἡ δὲ κοινὴ καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ μῆνας γ ὁ χειμὼν γίνεται· πάντες γὰρ ἔχουσι τὰς περιόδων προτηρήσεις· οὐδὲν γὰρ, εἰ καὶ δαίμονες πρόγνωσιν ἔχοιεν ὅπου γε καὶ μύρμηκες ἔχουσι· καὶ δεινοὶ ἄνθρωποι τοῦ μέλλοντος καταστοχασταί εἰσιν, ἀλλ’ οὐχ ὡς πάντως πάντα εἰδέναι, ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσεν εἰπών· Τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, καὶ ἐγένετο. Καὶ πάλιν ὁ Βαλαὰμ προεῖπεν, ὅτι Πόρνους στῆσον, καὶ προδοθήσεται δι’ αὐτῶν Ἰερουσαλὴμ, καὶ ἐγένετο οὕτως, ὅπερ στοχασμός ἐστι μᾶλλον ἢ πρόῤῥησις· καὶ οὐδὲν παράδοξον αἱ τοιαῦται προφητεῖαι ἔχουσιν. ΞΑ. Βασιλεία Ἀμώς. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς, (ὁ) υἱὸς αὐτοῦ, (καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ, βασιλεύσας) ἔτη β [].
PG 110:291Κατὰ τούτους τοὺς χρόνους Μίδας ὁ Φρύγιος ἐγνωρίζετο (ὅστις διέλαβέ ποτε τὸ ἑαυτοῦ ἅρμα καὶ ἐλθὼν εἴς τινα τόπον, καὶ τὸ ἅρμα περαιτέρω μὴ προβαῖνον, ἔστη τοῦ δρόμου, καὶ κτίσας ἐκεῖσε πόλιν, ἐκάλεσεν αὐτὴν Ἄγκυραν, 171 ἄγκυρα γὰρ, σιδήριον πλοίου ποταμίου, ἐπισχὸν [β) τὸ ἅρμα, ἔστησε τὸν Μίδαν), ὅντινα ὦτα ἔχειν ὄνου ἔλεγον. [] Ἄξιον τοίνυν ἐπαπορῆσαι τί δήποτε τὸν Ναβουχοδονόσωρ καὶ τὸν Μανασσῆν ὁ Θεὸς παιδεύσας, εἰς τὴν βασιλείαν πάλιν αὐτοὺς ἐπανήγαγε, τὸν δὲ Βαλτάσαρ καὶ τὸν Ἀμὼς αὐτίκα τῆς βασιλείας καὶ τῆς ζωῆς αἰσχίστως καὶ ἀσυγγνώστως ἀπεστέρησεν. Ἀλλ’ εὔδηλον διὰ τὸ τὴν πατρικὴν ἀσέβειαν καὶ κακουργίαν αὐτοὺς μιμήσασθαι καὶ μὴ σωφρονισθέντας ἐκ τῆς ἐκείνων παιδείας καὶ τιμωρίας, τὴν δὲ μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν μὴ ζηλώσαντας· εἰκότως οὖν ὁ δίκαιος Κριτὴς ἐπ’ ἐκείνους μὲν ῥητῷ χρόνῳ τὴν βασιλείαν περιώρισεν, τούτους δὲ οὐδεμιᾶς ἠξίωσε συγγνώμης·
ἀλλ’ ὥστε δὲ καὶ πάντα προορῶν ὁ Θεὸς τὰ ἑπόμενα, γινώσκει ἑκάστου καὶ τὸν τρόπον καὶ τὴν γνώμην, ἐτάζων καρδίας καὶ νεφροὺς, καὶ συνιὼν εἰς πάντα τὰ ἔργα ἡμῶν, διὰ τοῦτο πάντων ἐκείνων μὲν προειδὼς τὴν μεταμέλειαν, οὕτως τὰ κατ’ αὐτοὺς ᾠκονόμησεν, τούτων δὲ προβλέπων τὴν μέχρι τέλους ἀσέβειαν, τῷ θανάτῳ καταλύει τῆς κακουργίας καὶ σκληροκαρδίας καὶ δυστροπίας τὴν αὔξησιν. [] Ὅπερ οὖν καὶ ἐν ταῖς ἀποστολικαῖς Διατάξεσιν ὑπεμφαίνων ὁ θεῖος λόγος, οὕτω πώς φησιν· Ἐὰν δέ τις ἐκ παρατάξεως ἁμαρτάνων πειράζει τὸν Θεὸν, ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος ἄφεσιν οὐχ ἕξει· κἂν λέγῃ παρ’ ἑαυτῷ· Ὅσιά μοι γένοντο, ὅτι πορεύσομαι ἐν τῇ ἀναστροφῇ τῆς πονηρᾶς μου καρδίας (καὶ τότε μετανοήσω)· τοιοῦτος γὰρ ἐγένετο Ἀμὼς, ὁ τοῦ Μανασσῆ υἱός· φησὶ γὰρ ἡ Γραφή· Καὶ παρελογίσατο Ἀμὼς (ὁ τοῦ Μανασσῆ υἱὸς) λογισμὸν παραβάσεως καὶ εἶπεν· Ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρενόμησε καὶ ἐν γήρει μετενόησεν καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς Κύριον.

Caput CCXX

Καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου, ἐξωλόθρευσεν αὐτὸν ἐν 172 τάχει [] Διὸ δὴ λοιπὸν ὄντως ἀληθῶς εἰπεῖν· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Τίς γὰρ, φησὶν ὁ προφήτης, σκληρὸς γενόμενος, ἐναντίον Κυρίου ὑπέμεινεν; Ὅθεν ἐκβοᾷ Δαυὶ̈δ σαφέστατα λέγων. Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνετε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, ὅπερ εὐλόγως ἑρμηνεύων ὁ Ἀπόστολός φησιν· Βλέπετε, ἀδελφοὶ, μήποτε ἔσται ἕν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν μέχρις ἂν τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας ΞΒ. Βασιλεία Ἰωσίου. Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας, υἱὸς αὐτοῦ, ἐτῶν ὑπάρχων ὀκτὼ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε τοξευθεὶς ἐν τῷ πολέμῳ, βασιλεύσας ἔτη λα. [] Ὁ γὰρ Νεχαὼ, βασιλεὺς Αἰγύπτου, κατὰ τῶν Ἀσσυρίων στρατεύσας, ἐπικουρῆσαι τοῖς Ἀσσυρίοις οὗτος ἐσπούδαζεν, ὅθεν φησὶν Ἔσδρας· Καὶ εἶπεν [α) βασιλεὺς Αἰγύπτου πρὸς Ἰωσίαν· Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ τῆς Ἰουδαίας;

Chapters LXXVIII - LXXXCaput LXXVIII - LXXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:293Οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι τοῦ ποιῆσαι πόλεμον, ἀλλ’ ἐπὶ τοῦ Εὐφράτου. Καὶ νῦν Κύριος μετ’ ἐμοῦ ἐστιν. Ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. Καὶ οὐκ ἀπέστρεψεν ἀπ’ αὐτοῦ Ἰωσίας, ἀλλὰ (πολεμεῖν αὐτὸν ἐπεχείρησεν, οὐ προσέχων ῥήματι Ἱερεμίου τοῦ προφήτου λαλοῦντος ἐκ στόματος Κυρίου· καὶ) συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ παρὰ γνώμην Θεοῦ, καὶ τοξευθεὶς ὑπὸ τῶν πολεμίων εἶπε τοῖς παισὶν αὐτοῦ· Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. Καὶ εὐθέως ἀποστρέψαντος αὐτοῦ εἰς Ἱερουσαλὴμ, καὶ τὸν βίον καταλλάξαντος, ἐγένετο πένθος 173 μέγα κατὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μᾶλλον Ἱερεμίας ἐθρήνησεν ὑπὲρ Ἰωσίου. [] Ὃς καὶ δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλέας γέγονεν. Καὶ τοῦ νόμου Κυρίου ἀναγινωσκομένου ἀκριβῶς, ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι καταπατούμενον τὰ ἱμάτια διαῤῥήξας καὶ ἔμφοβος γενόμενος, ἀπέστειλε πρὸς Ὄλδαν τὴν προφῆτιν πυνθανόμενος, τί βούλεται Κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. Ἡ δέ φησι· Τάδε λέγει Κύριος·
Ἀνθ’ ὧν [ὅτι] ἡπαλύνθη ἡ καρδία [σου] καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον. Ὅθεν ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἴδωλά τε καὶ σεβάσματα συνέτριψεν ἐκ βάθρων, ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας, τοὺς μὲν ἔτι ζῶντας, ἐξωλόθρευσεν, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσεν. Καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἶπε· Τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω; Καί φασιν οἱ ἄνδρες τῆς πόλεως· Ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐστιν ὁ προφητεύσας τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ. Καὶ εἶπεν· Ἄφετε αὐτὸν, μηδεὶς κινήσει αὐτοῦ τὰ ἀστᾶ. Καὶ μέντοι καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ψευδοπροφήτας, καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῇρεν·

Chapters LXXXI - LXXXVIICaput LXXXI - LXXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:295καὶ ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωυσέως· διὸ δὴ καὶ τὸ Πάσχα τοιοῦτον ἐποίησε οἷον οὐ γέγονεν ἀπὸ χρόνου Ἰησοῦ τοῦ Ναυῆ καὶ Σαμουήλ· ἐν ᾧ βόας μὲν ἔθυσε χιλιάδας ιβ, πρόβατα χιλιάδας λη· Καὶ κατωρθώθη, φησὶν, τὰ ἔργα Ἰωσίου ἐνώπιον Κυρίου ἐν καρδίᾳ πλήρει εὐσεβείας. Καὶ γὰρ ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ 174 καὶ οὐκ ἀνέστη ὅμοιος αὐτῷ, πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδα ἐπὶ τοὺς παροργισμοὺς, οὒς παρώργισεν αὐτὸν Μανασσῆς. [] Ἐπὶ τούτων τῶν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου, βασιλέως τῆς Θρᾴκης, ἐκτίσθη καὶ τῶν Μεγαρέων, καὶ Σίβυλλα ἡ Σάμιος ἐγνωρίζετο [β). ΞΓ. Βασιλεία Ἰωάχας. Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσε Ἰωάχαζ, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼ, βασιλέως Αἰγύπτου, ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανεν βασιλεύσας μῆνας γ.
[] Ἐφ’ οὗ οἱ Ἰσραηλῖται, καθώς φησιν Ἰώσηπος, ἐκ τοῦ περικρατῆσαι τὴν τοῦ Ἰούδα φυλὴν καὶ κατοικῆσαι τὴν πόλιν Ἱερουσαλὴμ, οὗτοι μὲν ἐκλήθησαν Ἰουδαῖοι, ἡ δὲ πόλις, ἡ καὶ Σιὼν, Ἰουδαία, ἥτις πάλαι μὲν Ἰεβοὺς ἐλέγετο, διὰ τὸ τὸν Ἰεβουσαὶ κατοικῆσαι τὸν τόπον ἐκεῖνον, Δαυὶ̈δ δὲ Ἰερουσαλὴμ προσηγόρευσε διὰ τοῦ συμβεβηκότος ὀνόματος τεχνασάμενος· ἐν ὄρει γάρ ἐστιν ὑψηλοτάτῳ κατοικοδομουμένη, ἐν ᾧ Κύριος ὤφθη τῷ Δαυὶδ ἐν ἅλωνι Ἐρνὰ τοῦ Ἰεβουσαίου ἐν τῇ θραύσει τοῦ λαοῦ διὰ τὴν ἄλογον ἀπαρίθμησιν· καὶ τὸ μὲν ὄρος τῇ Ἑβραί̈δι φωνῇ λεγέται Ἄρ, ἡ δὲ πόλις Σαλήμ. Ὁ οὖν Δαυὶδ νέον τόπον εἰς βασίλειον κατασκευάζων, Ἀρσαλὴμ ὠνόμασε, ὅ ἐστιν ὄρος εἰρήνης, Ἱερουσαλὴμ εἰς τὸ Ἑλληνικὸν παρενηνεγμένη διὰ τὴν καλλιφωνίαν. ΞΔ. Βασιλεία Ἰωακείμ. Μετὰ Ἰωάχαζ ἐβασίλευσε Ἰωακεὶμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐλθὼν Ναβουχοδονόσωρ, ὁ διάδοχος Μαροδὰχ, καὶ 175 πολιορκήσας τὴν Ἰουδαίαν, ὑπόφορον αὐτὴν ἐποίησεν.

Chapter LXXXVIIICaput LXXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:297[] Ἀθετήσαντος δὲ τὴν φορολογίαν Ἰωακεὶμ, ἦλθε πάλιν εἰς Ἰερουσαλὴμ Ναβουχοδονόσωρ καὶ τοῦτον χειρωσάμενός τε, καὶ ἀνελὼν, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας, ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον, βασιλεύσαντα ἔτη ια. [] Περὶ οὗ φησιν Ἱερεμίας· Τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, υἱὸν Ἄχαζ, βασιλέα Ἰούδα· Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτὸν, ὦ ἀδελφὲ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι, Κύριε, καὶ οἴμοι, ἀδελφὲ, ἀλλὰ ταφὴν ὄνου ταφήσεται καὶ συμψηφισθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πόλεως Ἱερουσαλήμ. [] Τότε καὶ Δανιὴλ ἀπήχθη καὶ οἱ γ παῖδες, καὶ ἄλλοι τοῦ λαοῦ πλεῖστοι, καὶ μέρος τῶν σκευῶν Κυρίου, εἰς Βαβυλῶνα. ΞΕ. Βασιλεία Ἰεχονίου. Μετὰ Ἰωακεὶμ ἐβασίλευσε Ἰεχονίας, υἱὸς αὐτοῦ ὁ καὶ Ἰωακεὶμ, διὰ προστάγματος Ναβουχοδονόσωρ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ, ἦλθε Ναβουχοδονόσωρ εἰς τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν.
Πρὸς ὃν Ἰεχονίας ἐξελθὼν σὺν μητρὶ, καὶ τέκνοις, καὶ τοῖς ἄρχουσιν αὐτοῦ, εἰσῆλθον οἱ μεγιστᾶνες Ναβουχοδονόσωρ εἰς τὴν πόλιν καὶ ἐξήνεγκαν τοὺς θησαυροὺς Κυρίου καὶ τοῦ βασιλέως, τὰ χρυσᾶ σκεύη πάντα, ἃ ἐποίησε Σολομὼν ἐν ναῷ Κυρίου. Τὸν δὲ Σεδεκίαν ἀντὶ Ἰεχονίου καταστήσας, ἀπῴκισε Ἰεχονίαν εἰς Βαβυλῶνα, καὶ τὴν μητέρα, καὶ τοὺς ἄρχοντας αὐτοῦ, βασιλεύσαντα μῆνας γ. [] Περὶ οὗ πάλιν Ἱερεμίας ἔλεγεν· Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔτι χρεία αὐτοῦ, ὅτι ἀπεῤῥίφη καὶ ἐξεῤῥίφη εἰς γῆν, ἣν οὐκ ᾔδει, λέγει Κύριος. Γῆ, γῆ, ἄκουσον λόγον Κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶ̈δ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ. Ξ. Βασιλεία Σεδεκίου. 176 Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας, πατράδελφος [α) αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ, ἦλθε πάλιν Ναβουχοδονόσωρ εἰς Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτὴν ἔτη β. [] Καὶ προφητεύσας Ἱερεμίας τὴν ἅλωσιν τῆς πόλεως, δέσμιος ἐβλήθη ὑπὸ Σεδεκίου ἐν λάκκῳ.
Μετὰ δὲ τὸ θυσιαστήριον καὶ τὴν τράπεζαν, καὶ τὴν λυχνίαν τοῦ ναοῦ ἐν λόγῳ Κυρίου, μέλλουσαν τὴν πόλιν ἤδη παραλαμβάνεσθαι, κατέκρυψεν ἐν ἀδήλῳ τόπῳ καὶ οὐχ εὑρέθη ἔτι. Φησὶ γὰρ ἡ τῶν Μακκαβαίων βίβλος· Ἐξῆλθεν Ἱερεμίας, χρηματισμοῦ γενηθέντος αὐτῷ, εἰς τὸ ὄρος οὗ Μωϋσῆς ἐθεάσατο τὴν τοῦ Θεοῦ κληρονομίαν, καὶ ἐλθὼν εἰς τόπον, καὶ εὑρὼν οἶκον ἀντρώδη, εἰςήνεγκε τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, καὶ τὴν θύραν ἀνέφραξε· καὶ προσελθόντες τινὲς τὼν συνακολουθούντων αὐτῷ ὥστε τὴν ὁδὸν ἐπισημήνασθαι, οὐκ ἠδυνήθησαν εὑρεῖν. Ὡς δὲ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοὺς εἶπεν· Ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγῃ ὁ Θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· καὶ τότε ὁ Κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου καὶ ἡ νεφέλη καθὼς ἐπὶ Μωϋσέως ἐδηλοῦτο. [] Ὁ δέ γε Ναβουχοδονόσωρ παραλαβὼν τὴν πόλιν, ἐνέπρησεν αὐτὴν πᾶσαν, τὸν δὲ Σεδεκίαν χειρωσάμενος, τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ, ἐν ὀφθαλμοῖς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθείρξας, εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγε, βασιλεύσαντα ἔτη γ. [] Περὶ οὗ Ἰερεμίας αὖθίς φησιν·

Caput CCXXI - CCXXII

PG 110:299Ἰδοὺ, δίδωμι αὐτὸν εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτόν. Καὶ λήψοντα ἐπ’ αὐτὸν κατάραν λέγοντες· Ποιήσαι σε Κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ δι’ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἱερουσαλὴμ καὶ ἐμοίχευον τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου, ὃν οὐ προςέταξα αὐτοῖς, φησὶν ὁ Κύριος. ΞΖ. Περὶ τῆς α αἰχμαλωσίας Ἱερουσαλὴμ τῆς ἐν Βαβυλῶνι, ἥτις ἐστὶ δευτέρα τῆς παροικίας Αἰγύπτου. 177 Ἐν δὲ τῷ γ ἔτει τῆς αἰχμαλωσίας ἀπέστειλε Ναβουχοδονόσωρ τὸν Ναβουζαρδᾶν ἀρχιμάγειρον αὐτοῦ εἰς Ἱερουσαλὴμ, καὶ τὸν μὲν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τοὺς περιλειφθέντας ἐν τῇ πόλει ἐνέπρησε, διαρκέσαντα τὸν θεῖον οἶκον ἀπὸ τῆς α οἰκοδομῆς ἔτη υμβ, τοὺς δὲ χαλκοῦς μεγάλους στύλους, καὶ τὴν χαλκῆν θάλασσαν καὶ τοὺς ὑποκάτω αὐτῆς ιβ μόσχους, καὶ τὰ ὑποστηρίγματα, καὶ πάντα τὸν ἐν τῷ ναῷ τοῦ Κυρίου χαλκὸν συντρίψας ἀπήγαγεν εἰς Βαβυλῶνα· καὶ μέντοι καὶ τοὺς Λευί̈τας, καὶ τὰς θυί̈σκας, καὶ τὰ πυρεῖα, καὶ τὰς χρυσᾶς φιάλας, καὶ τὰς ἀργυρᾶς καὶ τὰς χαλκᾶς·
οὐκ ἦν γὰρ σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν πάντων ὧν ἔλαβεν ὁ ἀρχιμάγειρος Ναβουζαρδᾶν. Τῶν δὲ ἐπιλοίπων Ἰουδαίων τοὺς ἐπισήμους ἀπαγαγὼν πρὸς Ναβουχοδονόσωρ, τοὺς μὲν ἐθανάτωσε, τοὺς δὲ δούλους παρέδωκε τοῖς ἄρχουσιν αὐτοῦ. Τὸν δὲ Σεδεκίαν ἐπὶ σκότει κατακλείσας μυλωθρεῖν κατεδίκασε [β) ἐφ’ οὗ γέγονεν ἡ παντελὴς καὶ πρώτη ἅλωσις Ἱερουσαλὴμ, οὐκέτι βασιλευθείσης ὑπὸ Ἰουδαίων, ἀλλ’ ὑπὸ τῶν Χαλδαίων κρατηθείσης. [] Τοιγαροῦν τρίτον Ναβουχοδονόσωρ ἐπόρθησε τὴν Ἱερουσαλὴμ, ὡς εἴρηται· πρῶτον μὲν ἐπὶ Ἰωακεὶμ, μεθ’ οὗ ᾐχμαλωτίσθη καὶ Δανιὴλ ὁ προφήτης καὶ οἱ τρεῖς παῖδες (ὑφ’ οὗ προεφήτευον Ἱερεμίας, καὶ Βουζῆ, καὶ Οὐρίας, ὁ τοῦ Σαμέου, ὃν καὶ φυγόντα εἰς Αἴγυπτον Ἰωακεὶμ συλλαβόμενος ἀναιρεῖ)· β δὲ αἰχμαλωσία ἐπὶ Ἰεχονίου· τρίτον δὲ παραγενόμενος ἐπὶ Σεδεκίου, ὅτε καὶ τὸν ναὸν ἐνέπρησε, τὸν δὲ Σεδεκίαν ἐξετύφλωσε, τοὺς δὲ υἱοὺς αὐτοῦ σὺν ἑτέροις πολλοῖς κατέσφαξε καὶ τὸ λοιπὸν ᾐχμαλώτευσε πλῆθος. [] Περὶ ὧν καὶ ὁ μέγας Γρηγόριος ὁ Θεολόγος μνημονεύσας τάδε φησίν·
PG 110:301Καὶ ἵνα παρῶ δήμους, καὶ πόλεις, καὶ βασιλείας, 178 ἔτι δὲ καὶ χώρους καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς ἐρήσομαι τί τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμόνοιαν· οὐχ ἕως μὲν εἰρήνην εἶχον πρὸς ἀλλήλους καὶ πρὸς τὸν Θεὸν, Αἰγύπτῳ, τῇ σιδηρᾷ καμίνῳ, πιεζόμενοι καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συναγόμενοι (Ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλῖψις;) Λαὸς περιούσιος ἤκουον καὶ Μερὶς Κυρίου, καὶ Βασίλειον ἱεράτευμα, καὶ Ἔθνος ἅγιον. Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως, ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας. Καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι’ εὐχῆς ἐγείρουσα τρόπαια καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν· καὶ στοιχεῖα ἵστατο·

Chapter XCCaput XC

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας καὶ Θεοῦ φωνὰς ἐξ ὄρους κατακουομένας καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν; Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο καὶ κατὰ τοῦ Θεοῦ καὶ κατ’ ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλὰτί γίνεται καὶ τί πεπόνθασιν; Θρηνεῖ μὲν τούτους Ἱερεμίας εἰκότως ἐπὶ τοῖς ἀνηκέστοις πάθεσι καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως θρήνων ἄξια· πῶς δὲ οὔ; Τῶν μεγίστων τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες, οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ καὶ τῶν ἀψαύστων [α) κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβύτεροι μὴ ἐλεούμενοι, παρθένοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον 179 καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζιραῖοι κατασυρόμενοι, καὶ ἵνα ἐξ αὐτῶν εἴπω τι τῶν τοῦ Ἱερεμίου θρήνων, υἱοὶ Σιὼν οἱ τίμιοι καὶ ἀντιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες·

Caput CCXXVI

PG 110:303καὶ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας. Καὶ μικρὸν πρὸ τούτων· Χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τροφὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ’ ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον, τὰ ἐξ αὐτῶν ποιούμεναι προσφιλέστατα. Πῶς οὐ δεινὰ ταῦτα καὶ πέρα δεινῶν, οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ τοῖς νῦν ἀκούουσιν; Καὶ ταῦτα μὲν ὧδε. ΞΗ. Ἀριθμὸς τῶν ἐτῶν τῶν ἐν Ἱεροσολύμοις βασιλέων. Γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱεροσολύμοις βασιλευσάντων ἀπὸ Δαυὶ̈δ ἕως Σεδεκίου ἔτη υζ, οἱ δὲ βασιλεῖς ὑπῆρχον τὸν ἀριθμὸν κβ· πάντες δὲ ἐξ ἑνὸς ἐγένοντο γένους τοῦ Δαυὶ̈δ []. Ἐφ’ ὧν ὑπῆρχον καὶ προφῆται οἵδε· ἐπὶ μὲν Σαοὺλ, Δαυὶ̈δ καὶ Σαμουήλ· ἐπὶ Δαυὶ̈δ, Γὰδ, Ναθὰν, Ἀσσάφατ· ἐπὶ Σολομῶντος καὶ τῶν μετ’ αὐτὸν, Ἀχιὰ ὁ Σηλωνίτης, Σαμαίας ὁ Ἀδδώ· ἐπὶ δὲ Ἰωσαφὰτ καὶ τῶν μετ’ αὐτὸν, Μιχαίας, Ἠλίας, Ἑλισαῖος, Ἀβδίας, Ἰηοῦ ὁ Ζωὴλ, Ἐλεάζαρ, Ἀζαρίας· ἐπὶ Ἐζεκίου καὶ τῶν μετ’ αὐτὸν [Ὠσεὲ, Ἀμμὼς, Ἡσαί̈ας, Ἰωνᾶ· ἐπὶ δὲ Ἰωσίου καὶ τῶν μετ’ αὐτὸν], Ἱερεμίας, Σοφωνίας, Ὄλδα, Βαρούχ· ἐπὶ Σεδεκίου πάλιν, Ἱερεμίας καὶ Ἀμβακούμ·
μετὰ δὲ τὴν αἰχμαλωσίαν, ἐπὶ Ἰησοὺ τοῦ ἱερέως Ἰωσέδεκ προφητεύουσιν Ἀγγαῖος, καὶ Ζαχαρίας, καὶ τελευταῖοι προφῆται. Δανιὴλ γὰρ καὶ Ἐζεκιὴλ προεφήτευσαν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι. 180 [] Συνάγεται τοίνυν ἀπὸ πρώτου ἔτους Ἄχαζ καὶ πρώτης Ὀλυμπιάδος μέχρι τῆς μετοικεσίας τῆς εἰς Βαβυλῶνα, ὅτε καὶ Δανιὴλ καὶ οἱ γ παῖδες ἀπήχθησαν, ἔτη ρμδ· ἀπὸ δὲ Σαοὺλ, τοῦ πρώτου βασιλεύσαντος Ἑβραίων, ἔτη ζ· ἀπὸ δὲ τῆς τελευτῆς Ἰησοῦ τοῦ Ναυῆ, ἔτη αρ· ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ, ἔτη βχι· ἀπὸ δὲ Ἀδὰμ ἔτη δωοβ. [] Φυλαττομένης δὲ ἡμῖν τῆς τῶν χρόνων ἀκολουθίας διὰ τῆς τῶν ἐκ Δαυὶ̈δ ἡγεμονίας, οὐκ ἄτοπον οἶμαι τῶν ἐπὶ Σαμάρειαν ἡγησαμένων ἐν παρεξόδῳ τοὺς χρόνους παραδραμεῖν. Τελευτήσαντος γὰρ τοῦ (βασιλέως) Σολομῶντος, Ῥοβοὰμ, ὁ τούτου παῖς, ἀνέρχεται εἰς Σίκιμα· ἐκεῖ γὰρ ὁ λαὸς συνηθρόϊστο, ὥστε καταστῆναι ὑπ’ αὐτῶν βασιλέα. Μέλλοντι δὲ αὐτῷ χρίεσθαι προσῆλθεν ὁ λαὸς παρακαλῶν ἀπὸ τοῦ πλήθους κουφισθῆναι τῶν τελεσμάτων, ὧν ὁ πατὴρ αὐτοῦ Σολομὼν ἐφορολόγησε τὸν λαόν.

Caput CCXXVII

PG 110:305Ὁ δὲ τρεῖς ἡμέρας πρὸς διάσκεψιν δοῦναι καὶ τὴν τοῦ μέλλοντος ἀπόκρισιν λαβὼν, παρὰ μὲν τῶν πρεσβυτέρων ἀκούσας κουφίσαι τὸν λαὸν, παρὰ δὲ τῶν ὁμηλίκων ἐπιφορτίσαι, μᾶλλον τούτοις πεισθεὶς [β) κατὰ τὴν γ ἡμέραν τὴν τῶν νεωτέρων συμβουλὴν πρὸς τὸν λαὸν ἀποκρίνεται· οἱ δὲ ἀναχωροῦσιν ἀποταξάμενοι τῇ αὐτοῦ ἀρχῇ. Καὶ αἱ μὲν ι φυλαὶ καθιστῶσιν ἐφ’ ἑαυτῶν τὸν Ἱεροβοὰμ, τὸν τοῦ Ναβὰτ καὶ Σαρίρας, γυναικὸς ἑταίρας, υἱὸν, ἐκ φυλῆς ὁρμώμενον τῆς Ἐφραὶ̈μ, βασιλέα, παραμένουσι δὲ τῷ Ῥοβοὰμ ἡ τοῦ Ἰούδα καὶ Βενιαμὶν φυλή. Ἐξ ἐκείνου διαιρεθεὶς ὁ λαὸς, 181 ἴδιον ἕκαστον μέρος καὶ τὸ ὄνομα καὶ τὸν τῆς βασιλείας οἶκον ἐκέκτητο. καθὼς καὶ ἀνωτέρω εἰρήκαμεν. ΞΘ. Ἀρχὴ τῶν ἐν Σαμαρείᾳ βασιλέων. Ἀρχὴ τῆς βασιλείας Ἱεροβοάμ. Μετὰ δὲ τὴν διαίρεσιν τῶν ι σκήπτρων, ἐβασίλευσεν Ἱεροβοὰμ, ὡς εἴρηται, υἱὸς Ναβὰτ, ἐκ φυλῆς Ἐφραὶ̈μ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης, ἀποστήσαντος τοῦ Ἰσραὴλ ἐν Σαμαρείᾳ· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπάταξεν αὐτὸν ὁ Θεὸς, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, βασιλεύσας ἔτη μβ.

Chapter XCIIICaput XCIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CCXXVIII

[] Ποιήσας γὰρ δαμάλεις χρυσᾶς β καὶ τὴν μὲν στήσας ἐν Βαιθὴλ, τὴν δὲ ἐν Δὰν, ἔφη πρὸς τὸν λαόν· Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου· καὶ ἐξήμαρτεν αὐτοῖς ἁμαρτίαν μεγάλην, καὶ ἐπορεύθησαν υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ Ἱεροβοὰμ, καὶ ἐλάτρευσαν καὶ προσεκύνησαν τοῖς ματαίοις ἕως οὗ μετέστησεν αὐτοὺς ὁ Κύριος ἀπὸ προσώπου αὐτοῦ εἰς Ἀσσυρίους. Ο. Βασιλεία Ναβάτ. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Βαασὰ, βασιλεύσας ἔτη β. ΟΑ. Βασιλεία Βαασά. Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ, βασιλεύσας ἔτη κδ. ΟΒ. Βασιλεία Ἠλά. 182 Μετὰ δὲ Βαασὰ ἐβασίλευσεν Ἠλὰ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ζαμβρὶ, βασιλεύσας ἔτη β. ΟΓ. Βασιλεία Ζαμβρί. Μετὰ δὲ Ἠλὰ ἐβασίλευσε Ζαμβρὶ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐκαύθη ἐν οἴκῳ προσφυγὼν ὑπὸ τῶν πολεμίων, βασιλεύσας ἔτη ιβ. ΟΔ. Βασιλεία Ἀχαάβ.
PG 110:307Μετὰ δὲ Ζαμβρὶ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, βασιλεύσας ἔτη κβ. ΟΕ. Περὶ τῆς Ἰεζάβελ καὶ περὶ τοῦ Ἠλίου προφήτου. Τῆς γὰρ γυναικὸς αὐτοῦ Ἰεζάβελ ἀποκτεινάσης τὸν Ναβουθὲ, καὶ οὕτως αὐτοῦ τὸν ἀμπελῶνα λαβούσης, εἶπεν Ἠλίας ὁ προφήτης πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ἐφόνευσας καὶ ἐκληρονόμησαςἐν τῷ τόπῳ ᾧ ἔλειξαν κύνες τὸ αἷμα Ναβουθὲ, ἐκεῖ λείξουσι κύνες τὸ αἷμά σου, καὶ τὴν Ἰεζάβελ καταφαγῶνται κύνες ἐν τῷ προτειχίσματι. Καὶ ἐξολοθρεύσω τὸν Ἀχαὰβ καὶ πάντα οὐροῦντα πρὸς τοῖχον. [] Ὁ τοίνυν Ἀχαὰβ κτίσας 183 πόλεις μεγάλας καὶ ἰσχυρὰς καὶ οἶκον ἐλεφάντινον ἐν Σαμαρείᾳ θαυμάσιον σφόδρα καὶ μετὰ ταῦτα ποιήσας πόλεμον πρὸς τοὺς Σύρους, ἀφ’ ὧν πατάξας ἐν ἡμέρᾳ μιᾷ μυριάδας ιβ, ἤτοι χιλιάδας ρκ, καὶ τὸν βασιλέα τούτων Ἄδερ συλλαβὼν, ὃν καὶ περιποιησάμενος καὶ ἀποστείλας παρὰ γνώμην Θεοῦ, ἐλέγχεται σαφῶς ὑπὸ Μιχαίου τοῦ προφήτου λέγοντος· Τάδε λέγει Κύριος· Ἐξαπέστειλας ἄνδρα ὀλέθριον ἐκ χειρός σου· ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός [α) σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
Τοῦτο ἀκούσας ἀπῆλθε συγκεχυμένος καὶ λελυμένος πάνυ. [] Ἐν τῷ γ ἔτει πάλιν ἐξελθὼν εἰς πόλεμον κατὰ τοῦ ἀγνωμονήσαντος καὶ παρασπονδήσαντος βασιλέως Συρίας, καὶ τοῦ Μιχαίου διακωλύοντος αὐτὸν, εἶπε μετ’ ὀργῆς πρὸς τοὺς περὶ αὐτὸν, συλλαβόντας ἀποθέσθαι τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον ὀδύνης καὶ πινέτω ὕδωρ θλίψεως ἕως οὗ ἐπιστρέψωμαι μετ’ εἰρήνης. Καί φησι Μιχαίας· Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς μετ’ εἰρήνης, οὐ λελάληκε Κύριος ἐν ἐμοί. Καὶ εἰσελθὼν ἐν τῷ πολέμῳ, καὶ τοξευθεὶς ἀναμέσον τοῦ θώρακος καὶ τοῦ πνεύμονος καὶ ὑποστρέψας διὰ τοῦ ἅρματος, καὶ θανὼν, ἔλειξαν οἱ κύνες τὸ αἷμα αὐτοῦ ἐκεῖ εἰς τὸν τόπον ὅπου καὶ Ναβοὺθ, κατὰ τὸ ῥῆμα ὃ ἐλάλησεν ὁ Κύριος ἐν χειρὶ Ἠλιοῦ τοῦ προφήτου. [] Περὶ οὗ καὶ Θεοδώρητός φησιν· Ἄξιον ὄντως διαπορῆσαι τίνος ἕνεκεν ὁ θεῖος προφήτης καὶ ζηλωτὴς διάπυρος καὶ τηλικοῦτος τερατουργὸς τὸν μὲν Ἀχαὰβ παῤῥησιαστικῶς καὶ ἀνενδοιάστως κατὰ πρόσωπον διήλεγχεν, τῆς δὲ γυναικὸς αὐτοῦ Ἰεζάβελ οὐδὲ ψιλὴν ἀπειλὴν ἐνεγκὼν, ὁδὸν ἀπέδρα μ ἡμερῶν·
ἀλλὰ δῆλον, ὅτι εἰ καὶ τοιοῦτος ἦν ὁ πανοίδιμος ἐν ταῖς ὑπὲρ ἄνθρωπον θαυματουργίαις, ἀλλ’ ἄνθρωπος ὑπῆρχεν, οὐκ ἄμοιρος τῆς φυσικῆς ἀσθενείας, ἄλλως τε δὲ καὶ τῆς θείας οἰκονομίας ἦν τὸ δέος· ἵνα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις 184 τῇ φύσει τὴν δειλίαν ἐνδείξασθαι, πρὸς ἐπίγνωσιν τῆς ἀνθρωπίνης ἀσθενείας. Τούτου χάριν αὐτῷ καὶ δεδήλωκεν ὁ Δεσπότης· Μὴ καυχῶ, Ἠλία· ἑπτὰ χιλιάδες εἰσὶν, αἳ οὐκ ἐμιάνθησαν τῇ ἀσεβείᾳ. Πρὸς δὲ τούτοις ἐδίδαξεν ὡς ἡμερότητι καὶ μακροθυμίᾳ πρυτανεύειν εὐδόκησεν τὸ τῶν ἀνθρώπων γένος, καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονίσαι τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἐπαφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην πάντας διωλέσαι· διό φησιν· Καὶ πνεῦμα μέγα, κραταιὸν, διαλύον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου· οὐκ ἐν τῷ πνεύματι Κύριος. Καὶ μετ’ αὐτὸ πνεῦμα συςσεισμός· καὶ οὐκ ἐν τῷ συσσεισμῷ Κύριος. [Καὶ μετὰ τὸν συσσεισμὸν πῦρ· οὐκ ἐν τῷ πυρὶ Κύριος]. Καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς·

Chapter XCIVCaput XCIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:309καὶ ἐκεῖ Κύριος. Διὰ γὰρ τούτων ἔδειξεν, ὅτι μακροθυμία καὶ φιλανθρωπία μόνη φίλη Θεῷ· ἕκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τὴν δικαίαν ὀργὴν ἐφέλκεται. Τίνος δὲ χάριν πάλιν διὰ κόρακος τρέφεται, ἄκουσον· ἐπειδὴ γὰρ ὁ Θεὸς τὴν δικαίαν τοῦ δικαίου ζηλωτοῦ κατὰ τῶν παρανόμων Ἰουδαίων ἀγανάκτησιν ἐκμαλάξαι βουλόμενος, παρεσκεύασεν αὐτὸν διὰ μισοτέκνου ὀρνέου τρέφεσθαι, καὶ τίκτοντος μὲν, οὐ τρέφοντος δέ. Ὁμοίως καὶ Δαυὶ̈δ, καίτοι πάσης τῆς κτίσεως φυσικῷ λόγῳ πρὸς τὸν Δημιουργὸν ἀποβλεπούσης· Οἱ ὀφθαλμοὶ γὰρ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ, [β) καὶ κοράκων ἐμνήσθη κατ’ ἐξοχὴν λέγων· Τῷ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Μάλιστα μὲν γὰρ πάντα ἡ θεία Πρόνοια, φησὶ, τρέφει, διαφερόντως δὲ τοὺς νεοςσοὺς τῶν κοράκων τοὺς παρὰ τῶν τεκόντων ἀνελομένους· ζωύ̈φια γὰρ μικρὰ ταῖς καλιαῖς περιιπτάμενα, τροφὴ αὐτοῖς γίνεται.

Caput CCXXXII

Μόνον οὐχὶ τούτοις συνεβούλευσεν ὁ Θεὸς τῷ Ἠλίᾳ ἐπὶ τῆς δικαίας εὐδίας τοῦ λαοῦ μὴ σφοδρωτάτῃ ἀγανακτήσει χρήσασθαι μηδὲ τῆς τοῦ μισοτέκνου πετεινοῦ φιλανθρωπίας καὶ ὑπηρεσίας ἀπάνθρωπον ὤφθη καὶ ἀμείλικτον; Τὸ μὲν γὰρ διὰ τὴν ἐμήν σε πρόστασιν 185 τρέφει, σὺ δὲ τῆς ἀγανακτήσεως ὅλως γενόμενος τιθήνιος, τὰ τῆς φιλανθρωπίας ὑπερεῖδες δίκαια. Ο. Βασιλεία Ὀχοζίου. Μετὰ Ἀχαὰβ ἐβασίλευσεν Ὀχοζίας ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ πεσὼν ἐκ τοῦ ὑπερῴου τοῦ οἴκου αὐτοῦ, ἀῤῥωστήσας ἀπέθανε, βασιλεύσας ἔτη β. ΟΖ. Βασιλεία Ἰωράμ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Ἰωρὰμ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ἰηοῦ, βασιλεύσας ἔτη ιβ, ὃς ὑποτάξας τὸν Βασὰ βασιλέα Μωὰβ, ἦν λαμβάνων ἐξ αὐτοῦ φόρους κατ’ ἐνιαυτὸν ἀρνῶν χιλιάδας ρ καὶ κριῶν χιλιάδας ρ. [] Ἐφ’ οὗ Ἠλίας ὁ μέγας ἀνελήφθη, χρίσας τὸν Ἑλισσεὲ ἀντ’ αὐτοῦ εἰς προφήτην. [] Ἄδερ, βασιλεὺς Συρίας, ἦλθε καὶ παρακαθίσας εἰς Σαμάρειαν, γέγονε λιμὸς μέγας, ὥστε πραθῆναι κεφαλὴν ὄνου ἀργυρίων λ. Καὶ ἦν Ἰωρὰμ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνή τις ἐβόησε πρὸς αὐτόν·
PG 110:311Σῶσον, κύριε βασιλεῦ. Καὶ ἀποκριθεὶς εἶπε· Μὴ σώσαι σε Κύριος; πόθεν σῶσαι; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ; Καί φησιν ἡ γυνή· Οὐχὶ, βασιλεῦ, ἀλλ’ ἡ γυνὴ αὕτη εἶπέ μοι· Δὸς τὸν υἱόν σου, φαγώμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου αὔριον, καὶ ἑψήσαντες αὐτὸν χθὲς ἐφάγομεν, καὶ σήμερον τὸν υἱὸν αὐτῆς ἔκρυψεν. Ὅπερ ἀκούσας ὁ βασιλεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν καὶ ἀποκριθεὶς εἶπεν· Τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἑλισαίου σήμερον ἐπ’ αὐτῷ. Καὶ ἀποστείλας τὸν τριστάτην ἐφ’ ὃν ἐπανεπαύετο εἶπε πρὸς αὐτὸν ὁ προφήτης· Τάδε λέγει Κύριος· Αὔριον 186 ὡσεὶ ὥρα αὕτη σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου ἐν ταῖς πύλαις Σαμαρείας. Καὶ εἶπεν ὁ τριστάτης· Εἰ καταράκτας ποιήσαι Κύριος, οὐ μὴ ἔσται τοῦτο. Ὁ δὲ Ἐλισσαῖός φησι· Ἰδοὺ, ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ Καὶ ἄνδρες λεπροὶ δ παρὰ τὴν πύλην τῆς πόλεως καθήμενοι καὶ τὸν λιμὸν οὐ φέροντες, ἐβουλεύσαντο πρὸς τοὺς ἐναντίους αὐτομολῆσαι. Καὶ δὴ ἀναστάντες ἐν τῷ σκότει ἦλθον εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἦν ἀνὴρ ἐκεῖ.
ὅτι Κύριος ἀκουστὴν ἐποίησε τὴν παρεμβολὴν Συρίας φωνὴν ἁρμάτων καὶ [α) ἵππων καὶ δύναμιν μεγάλην, καὶ ἀπέδρασαν ἐν τῷ σκότει πάντες καταλείψαντες ἅπαντα· τῶν δὲ λεπρῶν πάντα διασαφησάντων ἐν τῇ πόλει, ἀπέστειλεν ὁ βασιλεὺς γνῶναι, εἰ ἀληθὴς ὁ λόγος, καὶ πορευθέντες ὀπίσω τοῦ βασιλέως Συρίας ἕως τοῦ Ἰορδάνου, ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔῤῥιψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς. Καὶ ὑποστρεψάντων τῶν ἀπεσταλμένων, ἐξῆλθεν ὁ λαὸς τῆς πόλεως καὶ διήρπασε τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου κατὰ τὸ ῥῆμα Κυρίου. Τοῦ δὲ βασιλέως καταστήσαντος τὸν τριστάτην ἐπὶ τῆς πύλης, συνεπάτησεν αὐτὸν ὁ λαὸς, καὶ ἀπέθανε μὴ φαγὼν ἐκ τοῦ σίτου κατὰ τὸ ῥῆμα τοῦ προφήτου [] Καὶ μέντοι καὶ τὰ Ἱεριχούντια ὕδατα διὰ προςευχῆς ἰάσατο, πικρὸν γὰρ ἦν φύσει, καὶ δύσποτον, καὶ πρὸς τεκνογονίαν ἐμπόδιόν τε καὶ θανατηφόρον, ἔσθ’ ὅτε καὶ πρὸς ἀρδείαν ἀνεπιτήδειον, ὅπερ εἰς εὐχρηστίαν ἀνθρώποις καὶ κτήνεσι μεταβαλὼν, εὐκαρπίας μάλιστα πολλῆς καὶ σωτηρίας ὑπῆρξε τῇ χώρᾳ πρόξενον·
PG 110:313ἄχρι γὰρ δεῦρο πλημμυρῶν μεγίστην πιαίνει πεδιάδα καὶ τρέφει παραδείσους καὶ φοινίκων γένη διάφορα μελιτοφόρα, ὧν οἱ πλεῖστοι πατούμενοι καὶ ἀποθλιβόμενοι μέλι πολὺ ἐκχέουσιν· ἔστι γὰρ μελιτοφόρος καὶ ἀρωματοφόρος ἡ χώρα πάνυ, φέρουσα κίτρον, καὶ μυροβάλανον, καὶ ὀποβάλσαμον ὅτι πλεῖστον, ἥτις δι’ ὀλίγων καρπῶν καὶ ἀνθρώποις ἐπιθυμητῶν εὖ μάλα τῷ παραδείσῳ ποσῶς παρεικάζεται. [] Περὶ οὗ φησιν ὁ μέγας Ἀναστάσιος Θεουπόλεως· Καὶ οἱ ἀκριβεῖς τοῦ κόσμου χρονογράφοι 187 ὅτι περ ἀνατολικώτερος πάσης τῆς οἰκουμένης καὶ ὥσπερ θυσιαστήριον αὐτῆς ὑπάρχει ὁ παράδεισος, οὗ αἱ χῶραι τῶν ἐσωτέρων Ἰνδῶν πλησιάζουσαι, πάντες σχεδὸν οἱ καρποὶ εὐωδέστατοί εἰσι καὶ ἀρωματώδεις. Διὰ γὰρ τῆς αὔρας τῶν ἀνέμων καταυγαζομένης καὶ ἀποδιδομένης αὐτοῖς τῆς εὐωδίας ἐκ τῶν τοῦ παραδείσου φυτῶν συλλαμβάνουσιν, καὶ ὥσπερ τὰ τῶν ἀλλήλοις πλησιαζόντων φοινίκων καὶ μεταδιδόντων διὰ τῶν ἀνέμων ἀλλήλοις ἐκ τῶν ἀῤῥένων τὸ σπερμολόγον ἄνθος.
Πᾶσα τοίνυν εὐωδία καὶ μάλιστα ἡ τῶν Ἰνδικῶν ἀρωμάτων χωρίς τινος ὑγρᾶς ἐλαίου ἢ ἄλλων τινῶν σκευαζομένων, ὑγιοπονὴς καὶ συγκρατικὴ τοῦ ἀνθρωπίνου σώματός ἐστιν ὥσπερ καὶ τὸ ἔμπαλαι φθοροποιὸς καὶ λοιμώδης ἡ δυσωδία, ὅθεν δὴ καί τις τῶν ἰατροσοφιστῶν ἀκριβὴς ἄγαν ἔφη, ὅτι εἰ καταλάβοι τὸν τελευτῶντα πρὸ τοῦ παρατραπῆναι τὸν νοῦν, δύνασθαι διά τινος αὐτὸν κατασκευῆς ἀρωμάτων ἐπὶ ὥραν ποιῆσαι νηφαλέον τὸν λογισμὸν αὐτοῦ ἔχειν καὶ τὸ καθ’ ἑαυτὸν ἐκλαλῆσαι καὶ διαθέσθαι, ὅπερ οὖν καὶ ἡμεῖς εἰς πεῖραν τούτου παρειλήφαμεν καὶ αὐτόπται γεγόναμεν· μαρτυροῦσι δὲ [η) καὶ ἄλλοι πλεῖστοι μέχρι τῆς δεῦρο τοῦτο γενόμενον βλέποντες ὑπὸ τῶν ἀκριβῶς καὶ περιεσκεμμένως τὴν ἐπιστήμην ἐξησκημένων. ΟΗ. Βασιλεία Ἰηοῦ. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ, υἱὸς Σαφὰτ τοῦ Ναμεσίου· αὐτὸν γὰρ τὸν βασιλέα Ἰωρὰμ εὑρὼν ἰατρευόμενον τὰ τραύματα, κατετόξευσεν Ἰηοῦ, καὶ εἰσερχομένου αὐτοῦ ἐν τῇ πόλει Σαμαρείας παρέκυψε Ἰεζάβελ διὰ τῆς θυρίδος περικεκαλλωπισμένη· καὶ προσέταξε τοῖς εὐνούχοις αὐτῆς κατακρημνίσαι αὐτὴν, καὶ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ ἐβρώθη ὑπὸ τῶν κυνῶν·
πατάξας καὶ ο υἱοὺς Ἀχαὰβ καὶ τοὺς περιλειφθέντας αὐτοῦ ἐν Σαμαρείᾳ, κατὰ τὸ ῥῆμα Ἠλιοῦ. [] Συναθροίσας δὲ ἅπαν τὸ πλῆθος τοῦ λαοῦ ἔφη πρὸς αὐτοὺς μετὰ πανουργίας· Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγον, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. Καὶ νῦν πάντας καλέσατε 188 πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ· πᾶς γὰρ ὃς ἂν ἀπολείψει, οὐ ζήσεται. Συναθροϊσθέντες οὖν πάντες καὶ τοῦ εἰδωλίου πλησθέντος στόμα πρὸς στόμα, φησὶν ὁ βασιλεὺς τοῖς δούλοις τοῦ Βάαλ· Ἐρευνήσατε ἀκριβῶς, εἴ ἐστι μεθ’ ὑμῶν τῶν δούλων Κυρίου τις. Καὶ μηδενὸς εὑρεθέντος, ἐκέλευσε τοῖς ὑπουργοῖς αὐτοῦ, καὶ ἐπάταξαν πάντας ἐν στόματι ῥομφαίας. Καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησεν. [] Πλὴν οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ βασιλεύσας ἔτη κη. ΟΘ. Βασιλεία Ἰωάχας. Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσε Ἰωάχας υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη [ι]ζ. Π. Βασιλεία Ἰωάς. Μετὰ δὲ Ἰωάχας ἐβασίλευσε Ἰωὰς υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε, βασιλεύσας ἔτη ιδ.
PG 110:315[] Ἐφ’ οὗ Ἑλισαῖος ἐτελεύτησε, προφητεύσας τῷ Ἰωὰς τὴν προτέραν διὰ συμβούλων κατὰ Σύρων νίκην, ἐπιτρέψας αὐτῷ ἐπὶ τὴν γῆν τοξεῦσαι πεντάκις· καὶ τὸ μὲν τρίτον, εὐστόχως ἔῤῥιψεν, τὸ δὲ τέταρτον ἠστόχησεν, καὶ προφητεύει αὐτῷ ἕως τρὶς συμβαλεῖν καὶ νικῆσαι τοὺς Ἀσσυρίους, τὰς δὲ ἑτέρας ἡττηθῆναι· εἰ γὰρ ἄχρις τῶν ε εὐστόχως ἐπὶ τῆς γῆς ἐβεβλήκει, πεντάκις ἂν παραταξάμενος τὴν Σύρων ἀρχὴν κατέλυσεν. [] Ὅστις ἀξιάγαστος προφήτης τελευτήσας καὶ ταφεὶς ἐν τῷ μνήματι, μονόζωνοι Μωαβιτῶν νεκρὸν θάψαντες, καὶ τοῖς ὀστέοις τοῦ μακαρίου προφήτου πλησιάσας, ἀνέστη. ΠΑ. Βασιλεία Ἰεροβοάμ. 189 Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἱεροβοὰμ, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη λδ. ΠΒ. Βασιλεία Ἀζαρίου. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Σελοὺμ, βασιλεύσας μῆνας 2. ΠΓ. Βασιλεία Σελούμ. Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσε Σελοὺμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Μαναεὶμ, βασιλεύσας μῆνα ἕνα. ΠΔ. Βασιλεία Μαναείμ.

Caput CCXXXIII

Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναεὶμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Φακεσίου βασιλεύσας ἔτη ι. ΠΕ. Βασιλεία Φακεσίου. Μετὰ δὲ Μαναεὶμ ἐβασίλευσε Φακεσίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Φακεὲ, βασιλεύσας ἔτη β. Π. Βασιλεία Φακεέ. Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ, [α) καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ὠσηὲ, βασιλεύσας ἔτη κ. 190 [] Ἐντεῦθεν διδασκόμεθα ὡς τοὺς ἐν πονηρίᾳ συζῶντας δι’ ἀλλήλων ὁ Θεὸς κολάζειν εἴωθεν, καὶ τὸν πονηρότερον τῷ πονηρῷ παραδίδωσιν, οἷόν τισι δημίοις αὐτοῖς κεχρημένος. ΠΖ. Βασιλεία Ὠσηέ. Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὠσηὲ ἔτη θ, καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου, ἦλθε Σαλμανάσαρ, βασιλεὺς Ἀσσυρίων, ἐπὶ Σαμάρειαν καὶ ἀπῴκισεν αὐτὴν διὰ τὰς ἁμαρτίας αὐτῶν τὰς μεγάλας. Καὶ γὰρ ἐποίησαν δύο χρυσᾶς δαμάλεις καὶ προςεκύνησαν, καὶ ἐλάτρευσαν αὐταῖς καὶ τῷ Βάαλ, καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τῷ πυρὶ καὶ ἐμαντεύοντο, καὶ οἰωνίζοντο, καὶ ἐφαρμακεύοντο, καὶ ἀπώσατο αὐτοὺς Κύριος ἀπὸ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη·
PG 110:317καίγε Ἰούδας οὐκ ἐφύλαξε τὰς ὁδοὺς Κυρίου, ἀλλ’ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις Ἰσραήλ. Καὶ ἔδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἁρπαζόντων αὐτούς. [] Καὶ ἀπῳκίσθησαν εἰς Ἀσσυρίους· καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ἔθνη δ, τοὺς Κουδιαίους, καὶ Κουθιαίους, καὶ Σεφαρουαίους καὶ Ἀναγαβαίους, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας. [] Καὶ πέμψας Κύριος ἐπ’ αὐτοὺς λέοντας, ἀνήλισκον αὐτοὺς, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Ἀσσυρίων, ὅτι, Τὰ ἔθνη, ἃ ἐκάθισαν ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς ἐκείνης, καὶ ἀπέστειλεν ἐπ’ αὐτοὺς λέοντας, καὶ ὠλοθρεύοντο· καί φησιν ὁ βασιλεύς· Ἀπαγάγετε ἐκεῖ τινας καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρῖμα τοῦ Θεοῦ.

Chapter XCVIIICaput XCVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ ἀποστείλας ἔνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐδίδασκεν αὐτοὺς ὁ ἱερεὺς φοβεῖσθαι τὸν Κύριον, καὶ ἐφοβοῦντο τὸν Κύριον, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. 191 [] Ἐπανελθόντες οὖν οἱ Ἰουδαῖοι ζηλοτύπως εἶχον πρὸς αὐτοὺς, ἅτε ἀλλοφύλους, καὶ οὐ συνεχρῶντο αὐτοῖς, ἀλλὰ ἀπὸ τοῦ Σομὸρ, τοῦ ὄρους, ἐκάλουν αὐτοὺς Σαμαρείτας, οἵγε τὰ Μωϋσέως μόνον δεχόμενοι βιβλία, τῶν λοιπῶν Γραφῶν οὐ πολὺν ἐποιοῦντο λόγον· κἀντεῦθεν πρὸς τοὺς Ἰουδαίους φιλονείκως διακείμενοι, πατέρα τὸν Ἀβραὰμ ἐπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὁρμώμενον, ἀφ’ ἧς καὶ αὐτοὶ γεγόνασι, διὸ δὴ καὶ ἡ Σαμαρεῖτις πρὸς τὸν Κύριον ἔλεγεν· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, τοὺς περὶ τὸν Ἀβραὰμ ὑπεμφαίνουσα, ἔνθα τὸν υἱὸν εἰς ὁλοκάρπωσιν ἀνήνεγκεν. [] Οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύσαντες ὑπῆρχον τὸν ἀριθμὸν ιη ἀπὸ Ἱεροβοὰμ ἕως τοῦ εἰρημένου Ὠσηὲ, ἐφ’ οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια, καὶ Ἀσσύριοι κατῴκισαν ἐκεῖ, ὡς εἴρηται, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδουκαῖοι πεφήνασι. Γίνονται οὖν τὰ πάντα ἔτη σνγ· καὶ ἐκ διαφόρων μὲν ἐγένοντο γενεῶν·

Caput CCXXXVI

ἅπαντες δὲ τὸ πονηρὸν ἐποίησαν ἐνώπιον Κυρίου κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. ΠΗ. Περὶ τῆς Βασιλείας Βαβυλῶνος. Ἀρχὴ τῆς βασιλείας Ναβουχοδονόσωρ βασιλέως Βαβυλῶνος. Μετὰ δὲ τοὺς προειρημένους Ἀσσυρίων βασιλεῖς ἐβασίλευσε Ναβουχοδονόσωρ ἔτη κδ. Ὃς καὶ τὴν Ἱερουσαλὴμ ἐκράτησεν ἔτη ζ, καὶ ἔδωκεν ὁ Θεὸς ἐν χειρὶ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ πάντα τὰ σκεύη οἴκου Θεοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ [β) Θεοῦ αὐτοῦ. [] Οὗτος πόλιν μεγίστην εἰς Βαβυλῶνα κτίσας ἐξ ὀπτῆς πλίνθου καὶ λίθων λελαξευμένων, ἐχόντων ἀνὰ πήχεων γ τὸ πλάτος, τὸ δὲ μῆκος ἀνὰ πήχεων 2, τὸ μὲν περίμετρον αὐτῆς ἐποίησε στάδια μ, γινόμενα μίλια 2, τὸ ὕψος τοῦ τείχους πήχεων π καὶ τὸ πλάτος πήχεων λ, καὶ τοὺς πύργους ἔστησεν ἐπὶ ταῖς πύλαις ἀνὰ πήχεων ρ τὸ ὕψος, τὸ δὲ πλάτος ἀνὰ πήχεων ξ, καὶ ἐποίησε τὰς 192 πύλας αὐτῆς χαλκᾶς καὶ διεγειρομένας εἰς ὕψος ἀνὰ πήχεων ν καὶ τὸ πλάτος πήχεων κ, εἰς ἐξόδους καὶ εἰσόδους λαοῦ αὐτοῦ· πλησίον δὲ τῆς πόλεως ὤρυξε κινστέρναν καὶ ᾠκοδόμησε καὶ περιετείχισεν αὐτὴν ἀξιολόγως, τὸ περίμετρον αὐτῆς ἔχον στάδια μ, τὸ βάθος ὀργυιὰς μ·
PG 110:319ὡσαύτως κατεσκεύασε καὶ ἄλλο ἔργον ἀξιοθαύμαστον· ἐγείρας γὰρ ἀναλήμματα λίθινα ὑψηλότατα σφόδρα καὶ παντοδαπὰ, καταφυτεύσας ὕπερθεν δένδρα καρποφόρα ὡς ὅμοια δασυτάτοις ὄρεσιν, κρεμαστὸν παράδεισον αὐτὸν ἐπωνόμασεν, εἰς ὃν ἡ γυνὴ αὐτοῦ περιπολοῦσα καὶ πᾶσαν τὴν γῆν ἐκείνην ἐποπτεύουσα κατετέρπετο ὑπ’ οὐδενὸς ὁρωμένη. [] Αὕτη ἐστὶν ἡ πόλις, περὶ ἧς διαπορευόμενος ἔφη μετ’ ἐπάρσεως πολλῆς καὶ ἀλαζονείας· Οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου, ᾠκοδόμησα; Καὶ ἔτι τοῦ λόγου ἐν τῷ στόματι αὐτοῦ ὄντος, φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐγένετο· Σοὶ λέγεται, Ναβουχοδονόσωρ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ζ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν.
Καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσωρ, καὶ ἀπὸ ἀνθρώπων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λέοντος ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέου. [] Μετὰ δὲ ταῦτα πάλιν φησὶν ὁ αὐτὸς περὶ τῆς αὐτοῦ ἀποκαταστάσεως. Ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρένες μου ἐπεστράφησαν ἐπ’ ἐμὲ, καὶ εἰς τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφὴ ἐπέστρεψεν ἐπ’ ἐμὲ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ (ἡ) μεγαλωσύνη μου προσετέθη μοι περισσοτέρα. Νῦν οὖν ἐγὼ Ναβουχοδονόσωρ αἰνῷ, 193 καὶ ὑπερυψῶ, καὶ δοξάζω τὸν Βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινοῦν. [] Τὴν τοίνυν ἐκ Θεοῦ δοθεῖσαν (αὐτῷ) πολυολβίαν, ῥώμην τε καὶ περιφάνειαν ὁ θεῖος λόγος ὑπεμφαίνων διὰ Ἱερεμίου φάσκει· Τάδε λέγει Κύριος· Ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν τῷ Ναβουχοδονόσωρ [βασιλεῖ] Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ·

Chapter CICaput CI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:321καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν αὐτοῦ, ἐν μαχαίρᾳ καὶ [α) ἐν λιμῷ ἐπισκέψομαι αὐτοὺς, ἕως ἂν ἐκλείπωσιν ἐν χειρὶ αὐτοῦ. Καὶ ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφ’ ἵπποις πολλοῖς καὶ ἅρμασι παρατάξει ὡς πῦρ εἰς πόλεμον ἐπὶ σὲ, θύγατερ Σιών. Καὶ ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ καὶ ἀπὸ τῶν ὅπλων τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων καὶ ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπιστραφήσονται πατέρες ἐπὶ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν· καί· Ἐκ Δὰν ἀκουσθήσεται φωνὴ ὀξύτητος ἵππων αὐτοῦ καὶ ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας αὐτοῦ σεισθήσεται πᾶσα ἡ γῆ ἐκείνη· καὶ ἥξει καὶ φάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλεις καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας. [] Ὡσαύτως καὶ δι’ Ἐζεκιὴλ οὕτω λέγει· Ἰδοὺ ἐπάγω ἐπὶ Σὸρ τὸν Ναβουχοδονόσωρ, βασιλέα Βαβυλῶνος, ὅς ἐστι βασιλεὺς βασιλέων μεθ’ ἵππων καὶ ἁρμάτων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα. Καὶ περιβαλεῖ σοι τάφρον καὶ οἰκοδομήσει κύκλῳ χάρακα καὶ περιστάσεις ὅπλων· καὶ τὰς λόγκας αὐτῶν ἀπέναντί σου δώσει. Τὰ τείχη σου καὶ τοὺς πύργους καθελεῖ ἐν τοῖς ὅπλοις αὐτοῦ.

Caput CCXXXVII - CCXXXVIII

Ἀπὸ δὲ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ καλύψει σε κονιορτὸς αὐτῶν. Καὶ πάλιν· Τάδε λέγει Κύριος Ἀδοναί̈· Ἰδοὺ, ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσωρ τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς, καὶ σκυλεύσει τὰ σκύβαλα αὐτῆς καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς. Ἀντὶ τῆς λειτουργίας ἧς ἐδούλευσεν ἐπὶ (τὴν) Τύρον, 194 δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου. Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσωρ· ἐν μαχαίραις γιγάντων αὐτοῦ, καταβαλῶ τὴν ἰσχὺν αὐτῶν. Καὶ μετὰ ταῦτα Ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις, καὶ ἐκκαύσουσι, καὶ ἀνάψουσιν ἐν τοῖς ὅπλοις, καὶ θυρεοῖς, καὶ πέλταις, καὶ δόρασι, καὶ τόξοις, καὶ βέλεσι, καὶ βακτηρίαις χειρῶν, καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐταῖς πῦρ ἐν ἔτεσι ζ. Καὶ οὐ μὴ λήψονται ξύλα ἐκ τοῦ ἀγροῦ οὐδὲ μὴ κόψουσιν ἐκ τῶν δρυμῶν ἀλλ’, ἢ τὰ ὅπλα καύσουσιν. [] Εἰκότως οὖν ἔλεγε πρὸς αὐτὸν ὁ Δανιήλ· Σὺ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς βασιλείαν ἰσχυράν τε καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων, θηρία τε τοῦ ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέ σε κύριον πάντων·
σὺ εἶ ἡ χρυσῆ κεφαλὴτῆς εἰκόνος. Καὶ. Τὸ δένδρον, ὃ εἶδες τὸ μέγα, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσα ἐπ’ αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν πετεινά. σὺ βασιλεῦ, ὅτι ἐμεγαλύνθης, καὶ ὑπερίσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἔφθασεν εἰς τὸν οὐρανὸν [β), καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς. ΠΘ. Περὶ τῆς βασιλείας Οὐλεμαροδάχ. Μετὰ δὲ Ναβουχοδονόσωρ ἐβασίλευσεν Οὐλεμαροδὰχ, ὁ υἱὸς αὐτοῦ, ἔτη ε, ὃς τὸν Ἰεχονίαν λύσας τῶν δεσμῶν ἐποίησε συνεστιάτορα αὐτοῦ. [] Περὶ οὗ καὶ ἡ τῶν Βασιλειῶν ἱστορία καὶ ὁ θεῖος Ἱερεμίας ἔφη·

Caput CCXXXIX

PG 110:323Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ζ ἔτει, ἀποικισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα ἐν τῷ ι μηνὶ, ἐν τῇ ιδ τοῦ μηνὸς, ἔλαβεν Εὐί̈λαδ Οὐλεμαροδὰχ, βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ οὗ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ 195 ἐξήγαγεν αὐτὸν ἐκ τοῦ οἴκου οὗ ἐφυλάσσετο καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιε διὰ παντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησεν. [] Ἰωακεὶμ δὲ οὗτός ἐστιν (ὁ) καὶ Ἰεχονίας. Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, ἐφ’ οὗ καὶ Δανιὴλ ᾐχμαλωτίσθη, Ναβουχοδονόσωρ ἀνελὼν ἐν Ἱερουσαλὴμ, ἔῤῥιψεν ἔξω τοῦ τείχους. 1. Περὶ Βαλτάσαρ. Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ, ὁ ἀδελφὸς αὐτοῦ, ἔτη γ, ὃς ἐποίησε δεῖπνον τοῖς μεγιστᾶσιν αὐτοῦ· μιάνας τὰ ἱερὰ σκεύη τοῦ Θεοῦ ἐν τῷ συμποσίῳ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσωρ ἐξ Ἱερουσαλὴμ ἀνῃρέθη κατὰ θείαν ὀργήν· [] φησὶ γὰρ τηνικαῦτα Δανιὴλ πρὸς αὐτόν· Ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσωρ, τῷ πατρί σου·

Chapter CIICaput CII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ πάντες οἱ λαοὶ καὶ γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ, καὶ οὓς ἐβούλετο ἀνῄρει, καὶ οὓς ἤθελεν ἔσωσεν· καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κατήχθη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ ἔγνωσεν, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν· καὶ σὺ οὖν, ὁ υἱὸς αὐτοῦ, Βαλτάσαρ, οὐκ ἐταπείνωσας τὴν καρδίαν σου· καὶ οἱ μεγιστᾶνες, καὶ οἱ παράκοιτοι, καὶ αἱ παλλακαί σου, οἶνον ἐπίνετε ἐν τοῖς ἁγίοις σκεύεσι· διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ, καὶ τὴν γραφὴν ταύτην ἐνέδειξε ὄντως· ΜΑΝΗ, ΘΕΚΕΛ, ΦΑΡΕΣ. Τοῦτο Μανῆ· ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν. Θεκέλ· ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα. Φαρὲς δέ· διῄρηται 196 ἡ βασιλεία σου Μήδοις καὶ Πέρσαις. Καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ Χαλδαῖος, καὶ Δαρεῖος παρέλαβε τὴν βασιλείαν. [] Μὴ νομίσῃ, φησὶν, [ὅτι] οἰκείᾳ ῥώμῃ χρησάμενος Ναβουχοδονόσωρ πᾶσαν ὑπέταξε τὴν γῆν·
PG 110:325ὁ γὰρ Θεὸς ἐπιφέρων ἀνθρώποις ἁμαρτωλοῖς τιμωρίαν, ὥσπερ τισὶν ὀργάνοις κέχρηται, προδήλως ἐπιτηδείοις καὶ πονηροῖς εἰς πονηρίαν τῆς κατ’ αὐτῶν θείας ὀργῆς· ὅθεν φησὶν διὰ Ἡσαί̈ου· Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Οὕτως ἐάν τις ἄρῃ ῥάβδον ἣ ξύλον. Ὥσπερ γὰρ, φησὶν, ἀδύνατον ἀξίνην αὐτομάτως ἢ πρίονα, ἢ ῥάβδον κινηθῆναι, τότε γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα [α) ἄν τις τῇ χειρὶ χρησάμενος κινῆσαι θελήσειεν, οὕτω δὴ κἀγὼ τοῖς πονηροῖς κατὰ τῶν πονηρῶν ἀνθρώπων κέχρημαι. Ταύτῃ τοίνυν καὶ Ἱερεμίας φησίν· Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐγὼ ἐποίησα τὴν γῆν τῇ μεγάλῃ ἰσχύ̈ι μου καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. Καὶ ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονόσωρ, βασιλεῖ Βαβυλῶνος, τῷ δούλῳ μου, δουλεύειν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς· [καὶ τοῦ θείου κρίματος καὶ τῆς ἀῤῥήτου δικαιοκρισίας καὶ μακροθυμίας καταφρονήσας] ἐπειράθη λοιπὸν ἐνδίκως παρὰ θείας ὀργῆς τὸ ἀδέκαστόν τε καὶ ἀναπόδραστον. Α. Βασιλεία Δαρείου.

Chapter CIII - CIVCaput CIII - CIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CCXL

Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε Δαρεῖος ὁ Μῆδος, ὁ καὶ Ἀστυάγης, ὁ Ἀρταξέρξης λεγόμενος, ἔτη ιβ, ὃς εἶχε γυναῖκα τοῦ Μαρδοχαίου Ἐσθὴρ, ἐπιλεχθεῖσαν διὰ κάλλος [ἐκ τῶν] Ἑβραϊκῶν νεανίδων, ἥτις καὶ τὸν ἴδιον λαὸν Ἰουδαϊκὸν ἀναιρεῖσθαι μέλλοντα ἐξ ἐπιβουλῆς Ἀμὰν τοῦ ἀρχιστρατήγου λυτρωσαμένη, παρεσκεύασεν ἐκεῖνον ἀνασκολοπισθῆναι εἰς ὅπερ ξύλον ἐβουλεύσατο Μαρδοχέον τὸν ἑαυτῆς ἀνασκολοπίσαι θεῖον, μὴ τιμῶντα αὐτὸν καὶ προσκυνοῦντα· [] ἐν οἷς εἰκότως πεπλήρωται ἡ Γραφὴ ἡ λέγουσα· Ὃς 197 δ’ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ’ αὐτῆς· καί· Ὃς παρασκευάζεται δίκτυον ἐπὶ πρόσωπον τοῦ πλησίον, περιβαλεῖ αὐτὸ τοῖς ἑαυτοῦ ποσί. Καί· Ὁ ποιῶν πονηρὸν, εἰς αὐτὸ ἐγκυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ. Καί· Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται. Καί· Δι’ ὧν τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. [] Φησὶ γάρ τις τῶν μεγιστάνων· Ἰδοὺ ξύλον ἔστησεν Ἀμὰν τῷ Μαρδοχαίῳ πηχῶν ν. Καὶ ἐγένετο οὕτως κατὰ τὴν κέλευσιν βασιλέως Ἀρταξέρξου.

Caput CCXLI

[] Ἐφ’ οὗ καὶ τῷ Δανιὴλ ὡράθησαν καὶ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας, ὅστις καὶ φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως, ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων καὶ διεφυλάχθη ἀσινής. Β. Βασιλεία Κύρου. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λβ, ὃς ἀνελὼν Κροῖσον, πάσης ἐκράτησε τῆς γῆς (τῆς τε τῶν Χαλδαίων, καὶ Ἀσσυρίων, καὶ Περσῶν, Παλαιστίνην τε καὶ πᾶσαν τὴν Ἀσίαν, καὶ τὴν Λυδῶν βασιλείαν ὑπέταξε, ἀνελὼν Κροῖσον ὡς προείρηται). [] Ἐφ’ οὗ Κύρου Δανιὴλ ἐπιφανέστερος ὑπάρχων, ἔτι καὶ τὸν Βὴλ συντρίψας, καὶ δράκοντα φονεύσας, καὶ τὰ σεβάσματα Περσῶν, ἐβλήθη πάλιν ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας 2, ἐν ᾧ λέοντες ἦσαν ζ. Ἐδίδοτο αὐτοῖς τὸ καθ’ ἡμέραν σώματα β καὶ πρόβατα β. Τότε δὲ οὐκ ἐδόθη αὐτοῖς οὐδὲν, ἵνα τὸν Δανιὴλ καταφάγωσι. Καὶ ἦν Ἀμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ ἥψησεν ἑψήματα, καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην, καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου πρὸς αὐτόν·

Book III · Chapters CV - CVILiber Tertius · Caput CV - CVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:327Ἀπένεγκε τὸ ἄριστον τοῦτο εἰς Βαβυλῶνα τῷ Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων. Ὁ δέ φησι· Βαβυλὼν οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστιν. 198 Καὶ ἐπιλαβόμενος ὁ ἄγγελος τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. Καὶ ἐβόησεν Ἀμβακοὺμ λέγων· Δανιὴλ, Δανιὴλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι Κύριος. Καὶ εἶπε Δανιήλ· Ἐμνήσθης γάρ μου, ὁ Θεὸς, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε, Κύριε. Καὶ ἀναστὰς Δανιὴλ ἔφαγε, καὶ πάλιν εὐθὺς ὁ ἄγγελος ἀπεκατέστησε τὸν Ἀμβακοὺμ ἐπὶ τὸν τόπον αὐτοῦ. Ὁ δὲ βασιλεὺς τῇ ζ ἡμέρᾳ ἐλθὼν ἐπὶ τὸν λάκκον καὶ εὑρὼν αὐτὸν μηδὲν ὑπὸ τῶν λεόντων ἀδικηθέντα, καὶ τὸν σεσωκότα Θεὸν δοξάσας, τὸν μὲν Δανιὴλ εὐθὺς ἀνήγαγεν ἐκ τοῦ λάκκου, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ κατήγαγον εἰς τὸν λάκκον, καὶ παραχρῆμα κατεβρώθησαν ὑπὸ τῶν λεόντων ἐνώπιον αὐτοῦ. [] Ὑφ’ οὗ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἀνεκλήθησαν οἱ Ἰουδαῖοι, ἄφεσιν αὐτοῖς προσφωνήσαντος αὐτοῦ καὶ τὴν πρὸς Ἱερουσαλὴμ [β) ἐπάνοδον ἐπιτρέψαντος, ἐπληρώθη ὁ ἑβδομηκονταετὴς χρόνος τῆς αἰχμαλωσίας αὐτῶν κατὰ τὸν θεῖον ὅρον.
Τοῦ δὲ Υἱοῦ Ζοροβάβελ Σαλαθιὴλ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐλθόντων εἰς Ἱερουσαλὴμ καὶ τὸν ναὸν οἰκοδομεῖν ὡς ἐξ ἐπιτροπῆς Κυρίου καὶ φιλοτιμίας ἀρξαμένων, ἐκωλύθησαν ὑπὸ τῶν περιοίκων διαβεβληκότων αὐτοὺς πρὸς τὸν βασιλέα. Ι. Βασιλεία Καμβύσου. Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσης, ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονόσωρ κληθεὶς, ἔτη 2. [] Ὃς πόλεμον ἔχων πρὸς Ἀρφαξὰδ, βασιλέα Μήδων, καὶ συμμαχίαν αἰτήσας παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου, καὶ μὴ δεδωκότων αὐτῷ, ἀλλὰ καὶ ἀντιῤῥηκότων, πόλεμον ἔθετο μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφαξὰδ κατὰ τῶν μὴ δεδωκότων. Καὶ δὴ ὑποστρέψας μετὰ νίκης, ἀπέστειλε τὸν αὐτοῦ ἀρχιστράτηγον Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ’ αὐτῶν. Καὶ παντὸς ἔθνους κυριεύσας ὁ Ὀλοφέρνης 199 καὶ τὰ εἴδωλα τούτων συντρίψας, πρὸς Βετιλούαν τὴν πόλιν ἦλθεν ἐν χιλιάσιν ὁπλιτῶν ρκ. Καὶ ὁ μὲν Ὀλοφέρνης εἰς πόλεμον παρετάσσετο, κατεσφαλισμένων ἐν τῇ πόλει τῶν υἱῶν Ἰσραήλ. Ὁ δὲ στρατηγὸς αὐτοῦ Ἀχιὼρ συνεβούλευσεν αὐτῷ μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν.

Chapter CVIICaput CVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:329Καὶ ὀργισθεὶς ὁ Ὀλοφέρνης ἀπέστειλεν αὐτὸν ἐν τῇ πόλει ἀπειλήσας ἀναιρεῖν αὐτὸν εἰ ταύτης περιγένοιτο. Καὶ ὁ μὲν Ἀχιὼρ ἦν ἐν τῇ πόλει Βετιλούᾳ· ὁ δὲ Ὀλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα. Τοῦ δὲ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος καὶ μέλλοντος ἐκδοῦναι τὴν πόλιν, Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρεύσεως ἱμάτιαἐπένθει γὰρ τὸν ἄνδρα καὶ δι’ ὅλου ἔμενε νηστεύουσα, ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην καὶ πολλὰ τοὺς ἄρχοντας καὶ ὀλιγοψύχους ἐλέγξασα καὶ νουθετήσασα καὶ παραγγείλασα μὴ ἐκδοῦναι τὴν πόλιν μέχρι ἡμερῶν ε, ὑπεξῆλθε πρὸς τὸν Ὀλοφέρνην, καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ καὶ τῇ ἑαυτῆς σοφίᾳ τοῦτον ἀπατήσασα, ἀποκεφαλίσασα τῇ τρίτῃ ἡμέρᾳ, πρὸς τὴν πόλιν ὑποστρέψασα νυκτὸς, τὴν κεφαλὴν ἔδειξεν Ὀλοφέρνου. Καὶ μὲν Ἰουδαῖοι ἐφοβήθησαν, καὶ σφόδρα θαυμάσαντες, καὶ τῷ συνεργήσαντι καὶ [α) σοφίσαντι Θεῷ τὴν δόξαν ἀναπέμψαντες, προθυμίαν πολλὴν ἔλαβον.

Caput CCXLIV - CCXLV

Ὁ δὲ στρατηγὸς Ἀχιὼρ μᾶλλον ὑπερεκπλαγεὶς τὴν μεγάλην καὶ ἰσχυρῶς κραταιὰν βοήθειαν τοῦ Κυρίου, αὐτίκα περιτμηθεὶς ἐπίστευσε Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ, καὶ οὕτω λοιπὸν οἱ μὲν Ἀσσύριοι πρωί̈ας γενομένης, ἑωρακότες τὴν κεφαλὴν Ὀλοφέρνου κοντευθεῖσαν, δεινῶς κατῃσχύνθησαν φυγόντες. Οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες καὶ τοὺς πολεμίους συγκόψαντες, καὶ λαφυραγωγήσαντες, δέδωκαν τῇ Ἰουδὶθ τὰ τοῦ Ὀλοφέρνου πάντα· ἡ δὲ ἀπελθοῦσα εἰς Ἱερουσαλὴμ πάντα τῷ Κυρίῳ ἀναθεμένη, ὑπέστρεψεν ἐν τῷ οἴκῳ αὐτῆς, καὶ τὴν αὐτὴν ἀρετήν τε καὶ ἄσκησιν ἔχουσα, ἐτελεύτησε χήρα ἐτῶν ρε, [] Ταύτην οὖν τὴν ἱστορίαν ᾠήθησάν τινες ἐπὶ τοῦ Ναβουχοδονόσωρ συμβῆναι, πεπλάνηνται δὲ διὰ τὴν ὁμωνυμίαν, ἀγνοοῦντες ὡς μετὰ τὴν αἰχμαλωσίαν τοῦτο γέγονεν. Ὁ γὰρ πρῶτος Ναβουχοδονόσωρ ἐν τῷ τῆς αἰχμαλωσίας χρόνῳ προτετελεύκει. [] Καθ’ ὃν καιρὸν 200 Ἀναξαγόραν καὶ Πυθαγόραν τὸν Σάμιον φιλόσοφον ἀκμάσαι λόγος. Δ. Βασιλεία Σμερδίου. Μετὰ δὲ Καμβύσην βασιλεύει Σμέρδιος ὁ μάγος (ἔτος ἓν καὶ) μῆνας ζ. Ε. Βασιλεία Δαρείου.
Μετὰ δὲ Σμέρδιον ἐβασίλευσε Δαρεῖος Ὑστάσπου ἔτη μβ, ἐφ’ οὗ πάλιν Ζοροβάβελ καὶ Ἰησοῦς ἐπιτραπέντες ἐτελείωσαν τὴν οἰκοδομὴν τοῦ ναοῦ πρότερον ἀμεληθεῖσαν ἔτη μ· ὅθεν Ἰουδαῖοι κατὰ τοῦτον πρὸς τὸν Κύριον ἔλεγον· Τεσσαράκοντα καὶ 2 ἔτεσιν ὁ ναὸς ᾠκοδομήθη, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν· Κῦρος μὲν γὰρ τοῖς Ἰουδαίοις ἐλευθερίαν ἔδωκεν καὶ συγχωρίαν τῆς οἰκοδομῆς τοῦ ναοῦ καὶ τῆς πόλεως, ὡς εἴρηται. Ὑπὸ δὲ τῶν Σαμαριτῶν κωλυθέντες, ὡς εἴρηται, ἔτη μ, καὶ μετὰ τοῦτο ἄλλοθεν εἰς τὸ 2 ἔτος τῆς Δαρείου βασιλείας περαιούσης, οὐκοῦν ἡ ἐπάνοδος τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς Ἰερουσαλὴμ γέγονεν ἐκ προστάγματος Κύρου πρότερον, ἔπειτα Δαρείου κελεύσαντος ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ, καὶ Νεμεσίου εὐνούχου Ἰουδαίου. [] Ἡ πρόφασις τῆς ἐπανόδου οὕτω γέγονε. Στρατιωτῶν γ τὸν βασιλέα φυλαττόντων, ἐν οἷς ἦν Ζοροβάβελ, εἴρησαν ἐν προβλήματι, τεθείσης ἐπαγγελίας αἰτῆσαι τὸν νικῶντα ὅπερ ἂν θελήσειε παρὰ τοῦ βασιλέως. Τοῦ οὖν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, τοῦ ἑτέρου φήσαντος νικᾷν τὸν βασιλέα·

Caput CCXLVI - CCXLVIII

PG 110:331ὁ Ζοροβάβελ ἔφη νικᾷν τὰς γυναῖκας καὶ ὑπὲρ πάντων τὴν ἀλήθειαν, καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς ἐνίκησε καὶ ἐπέτραπτο αἰτήσασθαι ὃ βούλεται, 201 ἠξίωσεν ἀφεθῆναι τὴν αἰχμαλωσίαν καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ· ὅπερ καὶ γέγονεν. Καὶ τότε πεπλήρωται εἰς τέλος τὸ τῆς αἰχμαλωσίας καὶ ὀργῆς ἔτει ο. [] Ὁ δὲ ἀρχιερεὺς καὶ γραμματεὺς Ἔσδρας ἦν διδάσκων τὸν λαὸν τὸν νόμον καὶ διερμηνεύων, ὡς εὐφυέστατος πάντων, ὃς καὶ τὰς ἱερὰς βίβλους ἀποκατέστησε διαφθαρείσας ὑπὸ τῶν πολέμων. Οἱ γάρ τοι Χαλδαῖοι μετὰ τὴν ἅλωσιν τῆς Ἰερουσαλὴμ ἐμπρήσαντες πάσας, ἐνέπνευσεν ὁ Θεὸς τούτῳ ὥστε αὐτὰς ἐκθέσθαι. [] Γίνονται οὖν ἀπὸ τῆς α οἰκοδομῆς [β) τοῦ ναοῦ ἕως τῆς β ἔτη φια. [] Τὸ τοίνυν σχῆμα καὶ εἶδος τῆς β οἰκοδομῆς καὶ τοῦ ναοῦ καὶ τῆς πόλεως Ἱερουσαλὴμ ἦν οὕτως. Ἡ μὲν οὖν πόλις τρισὶ τείχεσιν ὀχυρωμένη καὶ δυσάλωτος ὑπῆρχε· τοῦ δὲ τείχους οἱ πύργοι τετράγωνοι ὄντες, εἶχον τὸ πλάτος καὶ τὸ ὕψος ἀνὰ πήχεων ν, ἕκαστος λίθος τῆς δομήσεως ἦν εἰκοσάπηχυς· ἐφ’ ὃν ἦσαν οἶκοι πολυτελεῖς, καὶ ὑπερῷα, καὶ δεξαμεναὶ πρὸς ὑποδοχὴν ὀμβριμαίων ὑδάτων.

Chapter CXCaput CX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἶχε δὲ παράπυργα ὀκτάγωνα καὶ παμμεγέθη ἀνὰ πήχεων ς τὸ ὕψος ἔχοντα, ὡς τὴν Ἀραβίαν ἐκεῖθεν ἡλίου ἀνίσχοντος ὁρᾶσθαι. Καὶ τὸ μὲν μέτρον τῆς πόλεως καὶ περίμετρον ἀπ’ ἄκρων εἰς ἄκρον εἶχε στάδια ν καὶ τὸ ὕψος πήχεις μ· οἱ δὲ λίθοι τῆς οἰκοδομῆς εἶχον ἀνὰ πήχεων κ τὸ μῆκος, τὸ δὲ πλάτος ἀνὰ ι ποδῶν, ὡς κάτω, καὶ τὸ πάχος. Καὶ οὕτως ἐν τῇ δομήσει οἱ λίθοι ἀλλήλοις ἥνωνται ὡς δοκεῖν μίαν εἶναι πέτραν, μηδαμοῦ τῆς συναφείας τῆς ἁρμονίας διαφαινομένης. Τὸ δὲ ἱερὸν ἐπὶ λόφου καρτερῶς δεδομημένον καὶ τετράσι περιβόλοις κυκλούμενον, εἶχε λίθους ἡ οἰκοδομὴ αὐτοῦ λευκοὺς καὶ ξεστοὺς ἀνὰ ποδῶν μ τὸ μέγεθος ἑκάστου λίθου. Μέσον δὲ τῆς πόλεως ἦν ὁ ναός· δωδεκάβαθμος ὁ ἀναβάτης ὑπῆρχε. Καὶ τὸ μὲν κατὰ πρόσωπον αὐτοῦ ὕψος ἦν πήχεων ρ, τὸ δὲ κατόπισθεν μ· κατάῤῥοπον γὰρ ἐτύγχανεν τὸ ἓν μέρος τῆς πόλεως, τὸ δὲ ἕτερον ὑπόλοφον κατὰ τὸ ὅρος·

Caput CCXLIX

PG 110:333ἡ δὲ πρώτη πύλη τοῦ ναοῦ, τὸ μὲν ὕψος, εἶχε πήχεων ο, τὸ δὲ εὖρος κ Κορινθίῳ χαλκῷ κεκαλυμμένη ὡς ὑπεράγειν τῇ καλλονῇ τὰς διαχρύσους καὶ περιαργύρους πύλας, ἀνὰ πήχεων μ τὸ μέγεθος, ἐπὶ πάχος πολὺ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου κεκοσμημένας, 202 ὥστε καταστράπτεσθαι τὰ πάντα. Ὁ οὖν πρῶτος οἶκος εἶχεν ἐντὸς ὑπερῷα, τὸ μὲν ὕψος ἔχοντα πήχεων 1, τὸ δὲ μῆκος ν. Ἡ δὲ πύλη τοῦ οἴκου κεχρυσωμένη οὖσα καὶ χρυσᾶς ὑπὲρ αὐτῆς ἀμπέλους ἔχουσα, κατεκρέμαντο βότρυες ἀνδρομήκεις. Μετὰ δὲ τὸ εἰσελθεῖν τὸ ἐπίπεδον τοῦ ναοῦ, ἄλλος ἦν οἶκος τοῦ ἐνδοτάτου, οὗπερ τὸ μὲν ὕψος ἦν πήχεων ξ, τὸ δὲ πλάτος κ, ἐν ᾧ λυχνία, τράπεζα καὶ θυμιατήριον ἔκειντο. Διείργετο δὲ καταπετάσματι πρὸς τὸ ἔξωθεν, ἐν ᾧ οὐδὲν ἔκειτο, ἀλλ’ ἦν ἄβατόν τε καὶ ἄχραντον, ὅθεν ἁγίων Ἅγια ἐλέγετο· τὸ δὲ ἄνω καὶ ἔξωθεν τοῦ ἀχράντου ναοῦ τούτου μεγίστην παρεῖχε τοῖς ὁρῶσιν ἔκπληξιν, πλαξὶ γὰρ χρυσαῖς στιβαρωτάταις κεκαλλωπισμένα ὑπὸ τὰς πρώτας ἀνατολὰς τοῦ ἡλίου πυρωδεστάτην αὐγὴν ἀνέπεμψεν καὶ τὰς ὄψεις τῶν ὁρώντων ἀπέστρεφεν, ὥσπερ τις ἡλιακὴ αὐγὴ τοῖς ὀφθαλμοῖς προσπίπτουσα.
Διὸ τοῖς ἀφικνουμένοις ξένοις πόῤῥωθεν ὁ ναὸς ὁρώμενος, ὄμβρος χιόνος ἐπ’ ὄρους ὑψηλοῦ κειμένη ἐξεφαίνετο διὰ τὸ ἐκ λευκοτάτου μαρμάρου συνεστηκέναι καὶ ἐπὶ λόφου δεδομεῖσθαι. Ἐπὶ δὲ τῆς κορυφῆς εἶχεν ἑστῶτας χρυσοῦς καὶ τεθηγμένας ὀβελοὺς, ἀνὰ πήχεων μ τὸ ὕψος καὶ ἀνὰ ἓξ τὸ πλάτος, πρὸς τὸ κωλύειν ἐφιζάνειν τὰ πετεινὰ καὶ ἐκρεύσει τὸν ναὸν μολύνειν. Τῶν δὲ κυκλούντων περιβόλων τεσσάρων τὸ ἱερὸν ἰδίας ἕκαστον παρατηρήσεως κατὰ τὸν νόμον ἠξίωτο. Εἰς μὲν γὰρ τὸ πρῶτον [α) καὶ ἐξώτατον πᾶσιν ἐγχωρίοις τε καὶ ἀλλοφύλοις εἰσελθεῖν ἐπετέτραπτο, εἰς δὲ τὸ δεύτερον Ἰουδαίοις ἠφίετο εἰσιέναι, εἰς δὲ τὸ τρίτον μόνοις τοῖς ἀρχιερεῦσι τῶν Ἰουδαίων καθαροῖς καὶ ἁγνοῖς ὑπάρχουσιν, εἰς δὲ τὸ δ ἱερεῦσι μόνον ἁγνεύουσιν, εἰς δὲ μετὰ τὸν ναὸν, τοῖς ἀμώμοις ἱερεῦσιν, στολὰς ἱερατικὰς ἠμφιεσμένοις, εἰς δὲ τὰ ἄδυτα, ἔνθα ἦν ὁ βωμὸς, ἡ τράπεζα καὶ τὸ θυμιαστήριον καὶ ἡ ἄσβεστος λυχνία, μόνῳ τῷ ἀρχιερεῖ συγκεχώρηται ἅπαξ τοῦ ἐνιαυτοῦ. Εἰκότως ἔλεγεν ὁ προφήτης· Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος.
Καὶ γὰρ ἡ β οἰκοδομὴ αὕτη τοῦ ναοῦ λαμπροτέρα γέγονε τῆς πρώτης εἴς τε κάλλος καὶ μέγεθος καὶ τὰ λοιπὰ πάντα. Καὶ ταῦτα μὲν οὕτως. 203 [] Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Δαρεῖος ἐπιστρατεύσας μετὰ διαφόρων ἐθνῶν, Συρίαν μὲν καὶ Φοινίκην καὶ τὴν παραλίαν πᾶσαν ἐσκύλευσε. Τῇ δὲ Ἱερουσαλὴμ ἐπανελθὼν κατεβλήθη καὶ διόλωλε παμπληθεὶ, τοῦ Θεοῦ θεηλάτοις αὐτὸν πληγαῖς καὶ σκηπτοῖς πατάξαντος καὶ τὰς σὺν αὐτῷ μυριάδας. Κἀντεῦθεν μὲν νίκην παράδοξον ἔδωκεν ὁ Θεὸς τὴν ἐν Ἱερουσαλὴμ, ὅπλων καὶ μάχης ἐκτὸς, πλούτου δὲ καὶ λαφύρων ἀπείρων ἔπλησεν, ἄρχοντος τοῦ Ζοροβάβελ τότε, μεθ’ ὧν οὐκέτι ἕτερος ἐκ τοῦ Ἰούδα ἦρξεν, ἀλλ’ οἱ ἀρχιερεῖς ἡγεμόνευον. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκέτι βασιλεῖς, ἀλλ’ ἀρχιερεῖς αὐτῶν ἦρχον. [] Διό φησιν ὁ μέγας Βασίλειος· Καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσωρ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ τὸ πρότερον, ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαυί̈δ.

Chapter CXICaput CXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:335Ἐπανελθόντες δὲ οἱ περὶ τὸν Ζοροβάβελ καὶ τὸν Σαλαθιὴλ δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλὴν, ὅθεν ὁ κύριος καὶ βασιλεὺς καὶ ἀρχιερεὺς εἰς τὰ πρὸς Θεόν. Καὶ οὐκ ἐξέλιπεν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς Χριστοῦ παρουσίας, οὐ μὴν δὲ ἀλλὰ καὶ καθῆκεν ἔτι ἐπὶ θρόνου Δαυὶ̈δ τὸ σπέρμα Ἰεχονίου· θρόνος γὰρ δηλονότι τὸ βασιλικὸν ἀξίωμα λέγεται· πάντως γὰρ τῆς ἱστορίας μέμνησθε, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαυὶ̈δ πᾶσα Ἰουδαία καὶ Ἰδουμαία χώρα, καὶ ἡ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρὸς Χωρὸν καὶ ποῤῥωτέρω μέχρι τῆς μέσης τῶν ποταμῶν, καὶ καθ’ ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. Εἰ οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετ’ αὐτὸν, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου Ἰερεμίου λόγος, ὅτι Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία, καὶ Ὅτι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦκαθήμενος ἐπὶ θρόνου Δαυὶ̈δ, ἄρχων ἐν τῷ 204 Ἰούδα; Οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης καὶ τῆς δυναστείας ἐπειλημμένος τῶν ἐξ αὐτοῦ.
Οὐ μέντοι ἐξέλιπεν ἡ Ἰούδα φυλὴ ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκάθισεν ἐπὶ τοῦ σωματικοῦ θρόνου· μεταπεσούσης γὰρ τῆς Ἰουδαϊκῆς [β) βασιλείας ἐπὶ τὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς ἀρχὰς δ κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ σύμπαν τῆς Ῥωμαϊκῆς κράτος ἔχοντος Τιβερίου Καίσαρος. Ἀλλὰ θρόνον Δαυὶ̈δ λέγει ἐφ’ ὃν ὁ Κύριος ἐκάθισεν, τὴν ἀκαθαίρετον καὶ αἰώνιον βασιλείαν· αὐτὸς γάρ ἐστι προςδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης. Ἔσται γὰρ, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. Καί Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Καί· Θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Οὕτως οὖν καὶ βασιλεὺς διέμεινε, [εἰ] καὶ [μὴ] τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ἐστιν ὁ Θεὸς, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη·
Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν. [] Ἵνα δὲ σαφέστερον γένηται πῶς ἱερατεία ἐμίγη τῇ βασιλείᾳ, λέξομεν οὕτως· Ὁ μὲν Ἰούδας ἐγέννησε τὸν Φαρὲς, ὁ δὲ Φαρὲς Ἐσρὼμ, [ὁ δὲ Ἐσρὼμ] τὸν Ἀρὰμ, ὁ δὲ Ἀρὰμ τὸν Ἀμιναδὰμ, ὁ δὲ Ἀμιναδὰμ τὸν Ναασσὼν, ὁ δὲ Ναασσὼν τὸν Σαλμὼν, ὁ δὲ Σαλμὼν τὸν Βοὸζ, ὁ δὲ Βοὸς τὸν Ὠβὴδ, ὁ δὲ Ὠβὴδ τὸν Ἰεσσαὶ, ὁ δὲ Ἰεσσαὶ Δαυὶ̈δ τὸν βασιλέα. Ἐπεὶ οὖν ὁ Ναασσὼν υἱὸς ἦν τοῦ Ἀμιναδὰμ, τούτου τὴν ἀδελφὴν γυναῖκα ἠγάγετο ὁ μέγας ἀρχιερεὺς Ἀαρὼν, ἀδελφὸς ὑπάρχων Μωυσέως ἐκ φυλῆς Λευί· καὶ μέντοι καὶ ὁ θεσπέσιος ἱεράρχης Ἰωδαὲ, φυλῆς ὢν τῆς Λευϊτικῆς, 205 ἠγάγετο γυναῖκα τὴν ἀδελφὴν Ὀχοζίου, φυλῆς οὖσαν τοῦ Ἰούδα. Κἀντεῦθεν λοιπὸν ἡ βασιλικὴ φυλὴ συνεμίγη μετὰ τῆς Λευϊτικῆς.
PG 110:337Μάλα γε εἰκότως ὁ Κύριος ἐκ Μαρίας, τῆς Παρθένου καὶ κατὰ σάρκα μητρὸς αὐτοῦ, γενεαλογούμενος, οὕτω βασιλεὺς καὶ ἱερεὺς εἰς τὰ πρὸς τὸν Θεὸν, ὡς ἔφην, ἀνθρώποις ἀναδέδεικται καὶ προδήλως κηρύττεται βασιλεὺς αἰώνιος καὶ ἀδιάφθορος (καὶ τὴν γενεὰν αὐτοῦ, δηλαδὴ τὴν ἀκατάληπτον καὶ ὑπερούσιον καὶ ἄναρχον τῇ θεότητι, τίς διηγήσεται;6) 14. Βασιλεία Ἀρταξέρξου τοῦ Μακρόχειρος. Εἶτα ἐβασίλευσε Ξέρξης, ὁ Δαρείου υἱὸς ὁ μέγας, ἔτος ἓν καὶ μῆνας ζ. [] Μετὰ δὲ τοῦτον ἐβασίλευσε Ἀρταξέρξης ὁ Μακρόχειρ, ἔτη μ. Εἰκοστῷ δὲ ἔτει τῆς αὐτοῦ βασιλείας Νεεμίας ἀνελθὼν τὴν πόλιν Ἱερουσαλὴμ ἀνίστησι, καθώς φησιν Ἔσδρας. [] Ἐφ’ οὗ Σοφοκλῆς, καὶ Ἡράκλειτος, καὶ Διονύσιος, καὶ Εὐσέβιος, καὶ Θουκυδίδης, καὶ Εὐριπίδης, καὶ Ἀρίσταρχος, καὶ Ἱπποκράτης ὁ ἰατρὸς, καὶ Παρμενίδης, καὶ Δημοσθένης ἐγνωρίζοντο, καὶ Δημόκριτος ὁ Ἀβδηρίτης, καὶ Σωκράτης ὁ Ἀθηναῖος ἄμφω φιλόσοφοι. Οὗτος δὲ ὁ σφαλήσας τοὺς νόμους τῶν Ἑλλήνων θανατοῦται, κώνιον πιὼν ἐν τῷ δεσμωτηρίῳ. Ζ. Βασιλεία ἑτέρου Ἀρταξέρξου.
Μετὰ δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης ἄλλος καὶ οἱ καθεξῆς ἕως Δαρείου Ἀρσάμου, ὃν ἀνεῖλεν Ἀλέξανδρος ὁ Μακεδὼν, καὶ τὴν Περσῶν βασιλείαν καταλύσας καὶ πάσης τῆς γῆς κρατήσας, διαιροῦνται τὴν βασιλείαν οἱ παῖδες [α) αὐτοῦ, ὡς καὶ πρόσθεν εἴρηται. [] Οἱ τοίνυν Περσῶν βασιλεῖς μετὰ Ναβουχοδονόσωρ καὶ τοὺς υἱοὺς αὐτοῦ εἰσιν οἵδε· Δαρεῖος ὁ Ἀστυάγης, ὁ καὶ Ἀρταξέρξης, 206 ἐβασίλευσεν ἔτη ιζ, Κῦρος λβ, Καμβύσης 2, Σμέρδιος ὁ μάγος β, Δαρεῖος Ὑστάσπου ἔτη μβ, Ξέρξης, ὁ υἱὸς αὐτοῦ, ἔτη κα, Ἀρτάβανος μῆνας ζ, Ἀρταξέρξης ὁ Μακρόχειρ μα, Ἀρταξέρξης ὁ Β, ι, Σογδάνης ιγ, Δαρεῖος ὁ Νόθος ἔτη ιθ, Ἀρταξέρξης ὁ υἱὸς αὐτοῦ ὁ Μήμνων, ἔτη μἐπὶ τούτου κατελύθη ἡ βασιλεία τῶν Ῥωμαίων καὶ διῳκεῖτο ὑπὸ ὑπάτων ἕως ἸουλλίουἈρταξέρξης, ὁ καὶ Ὦχος, ἔτη κζ, Ἄρσης Ὤχου ἔτη δ, Δαρεῖος ὁ Ἀρσάμου ἔτη 2, ὃν Ἀλέξανδρος ἀνελὼν, ὡς ἔφην, καθεῖλε τὴν βασιλείαν Περσῶν, διαρκέσασαν ἔτεσιν σμζ. [] Ἐφ’ οὗ καὶ Πλάτων καὶ Ἀριστοτέλης οἱ φιλόσοφοι ἤκμαζον, καὶ Σπεύσιππος, καὶ Ξενοκράτης, καὶ Φιλιστίων (Εὐσέβειος).
PG 110:339Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον, τῆς δὲ προτέρας ἀκολουθίας, ὡς ὑπεσχόμεθα, πάλιν ἁψώμεθα. [] Οἱ οὖν παῖδες καὶ οἱ μεγιστᾶνες Ἀλεξάνδρου τὴν βασιλείαν αὐτοῦ διελόμενοι, τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσε, ὁ Λάγου ὁ πρεσβύτης, καὶ οἱ καθ’ ἑξῆς Πτολεμαῖοι δέκα ἕως Κλεοπάτρας, θυγατρὸς Διονυσίου. [] Τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος ἐκράτησε, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ἐβασίλευσεν ὁ Νικάνωρ, ὃς πόλεις β κτίσας, εἰς τὰ μέρη Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ, τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν, εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς αὐτοῦ Λαοδικείας. Ἐφ’ οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα τοῦ Ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσσὸν, ἀφ’ οὗ καὶ αὐτοὶ Κολοσσεῖς ὠνομάσθησαν. [] Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος ὁ υἱὸς αὐτοῦ, καὶ ἄλλοι ε· εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὑφ’ οὗ γέγονεν ἡ β ἅλωσις τῆς Ἱερουσαλήμ· καὶ τὰ κατὰ τῶν Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύνθη. 207 [] Περὶ ἧς ἁλώσεως οὕτω πως γέγραπται·
Καὶ ἐγένετο μετὰ τὸ ὑποτάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, Δαρεῖον βασιλέα τῶν Περσῶν καὶ Μήδων, καὶ βασιλεῦσαι ἀντ’ αὐτοῦ, καὶ πολλοὺς ποιῆσαι πολέμους, καὶ κρατῆσαι ὀχυρώματα μεγάλα, καὶ σφάξαι βασιλεῖς πολλοὺς, τοπάρχας τε καὶ στρατηγοὺς, καὶ σατράπας, καὶ τυράννους, καὶ φθάσαι ἕως ἄκρων τῆς γῆς, καὶ πλοῦτον ἄπειρον συλλέξαι, μηδενὸς ἀνθεστηκότος, ὑψώθη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἦρξε χωρῶν, ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. Καὶ μετὰ ταῦτα πεσὼν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ γνοὺς ὅτι ἀποθνήσκει, προσεκαλέσατο τοὺς ἐνδόξους καὶ συνεκτρόφους αὐτοῦ· καὶ διελὼν αὐτοῖς τὴν βασιλείαν ἀπέθανε, βασιλεύσας ἔτη ιβ. Καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. Καὶ περιθέμενοι οἱ παῖδες αὐτοῦ ἕκαστος διαδήματα καὶ βασιλεύσαντες ἐπλήθυναν τὰ κακὰ, ἀφ’ ὧν [β) ἐξῆλθε ῥίζα ἁμαρτωλός. Η. Βασιλεία Ἀντιόχου τοῦ Φιλομήτορος. Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλομήτορος, ὃς ὑπάρχων δεινὸς ἀνὴρ, καὶ πλεονέκτης, καὶ πολλὰς ἁρπαγὰς καὶ λεηλασίας ποιήσας, συνήγαγεν ἀργύριον καὶ χρυσίον, πλῆθος ἀμύθητον·
PG 110:341καὶ πρὸς τούτῳ ἐκ πολλῆς ἀκολασίας καὶ οἰστρηλασίας εἰς τοὺς μίμους ἑαυτὸν καθεὶς ἐν ὄψει πάντων ἀναιδῶς ταῖς γυναιξὶν ἐπεμαίνετο, ᾧ καὶ κατὰ πρόσωπον τῆς βασιλείας χωρούσης, κρατῆσαι τῆς Αἰγύπτου προσώρμησεν, ὅπως μίαν βασιλείαν ποιῇ, τήν τε Ἀντιόχειαν καὶ τὴν Αἴγυπτον. [] Καὶ δὴ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, καὶ ἅρμασι, καὶ ἐλέφασι, καὶ στόλῳ μεγάλῳ, συνάπτει μάχην πρὸς Πτολεμαῖον, βασιλέα Αἰγύπτου, καὶ, τρέψας αὐτὸν, κατεκράτησε τὰς Αἰγύπτου πόλεις καὶ πάσας ἐσκύλευσε. Θ. Περὶ τῆς β ἁλώσεως τῆς Ἱερουσαλήμ. 208 Τῆς δὲ ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, διὰ τὴν τοῦ ἀρχιερέως Ὀνίου μισοπονηρίαν τε καὶ εὐσέβειαν, συνέβη καθ’ ὅλην τὴν πόλιν σχεδὸν ἐφ’ ἡμέραις μ φαίνεσθαι διὰ τοῦ ἀέρος ἱππεῖς τρέχοντας ἐν ὅπλοις, (καὶ) διαχρύσους στολὰς ἔχοντας, καὶ προσβολὰς (ἐξ) ἑκατέρων γινομένας, καὶ ὅπλων κινήσεις, καὶ χρυσέων κόσμων ἐκλάμψεις, παντοίοις εἴδεσιν ἀμφιάσεων τεθωρακισμένους· διὸ πάντες ἠξίουν ἐπ’ ἀγαθῷ γενέσθαι τὴν ἐπιφάνειαν, ἥτις καὶ προεδήλου τὴν πονηρὰν ἔφοδον Ἀντιόχου.
[] Τέλος δὲ ἀναζεύξας μετὰ νίκης πολλῆς καὶ τεθηριωμένος τὴν ψυχὴν (ἐξ ἄκρας ἀπονοίας τε καὶ ἀλαζονείας) παρέλαβε τὴν πόλιν δορυάλωτον. Εἶτα προστάξας τοὺς στρατιώτας ἀφειδῶς τύπτειν τοὺς παρατυγχάνοντας, ἀνῃρέθησαν μυριάδες ιη. Κατατολμήσας οὖν καὶ εἰς τὸν ἁγιασμὸν εἰσελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ, καὶ στήσας βωμὸν καὶ εἴδωλον, βδέλυγμα ἐρημώσεως, καὶ τὸν ναὸν μιάνας δι’ ἀκαθάρτων θυσιῶν, ἱερὸν Διὸς Ὀλυμπίου προσηγόρευσεν. Ρ. Περὶ Ἐλεάζαρ καὶ τῶν ζ παίδων τῶν Μακκαβαίων καὶ τῆς αὐτῶν μητρός. Οὗτος ἐφ’ ὑψηλοῦ τόπου καθίσας (τῶν στρατευμάτων αὐτῷ παρεστηκότων κύκλοθεν ἐνόπλων) ἐκέλευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον ἐπισπᾶσθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι· εἰ δέ τινες μὴ θέλοιεν (μιαροφαγῆσαι), τούτους (τροχισθέντας) ἀναιρεῖσθαι. [] Πολλῶν δὲ συναρπασθέντων, ἐξ ὧν Ἐλεάζαρ τις, τῶν πρωτευόντων Γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν, ἠναγκάζετο μιαροφαγῆσαι. Ὁ δὲ τὸν μετ’ 209 εὐκλείας θάνατον μᾶλλον ἢ τὸν κατὰ τοῦ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως πρὸς τύμπανον ἤγετο·
PG 110:343καὶ οὕτως μετὰ πολλῶν πρῶτον αἰκισμῶν καὶ μαστίγων ὑπαλλάξας τὸν βίον, οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς προβεβηκόσι τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος, μνημόσυνον ἀρετῆς κατέλιπε ταῦτα. [] Μεθ’ ὃν καὶ ἄλλοι τινὲς ζ ἀδελφοὶ σὺν τῇ μητρὶ ἑαυτῶν διαφόρως βασανισθέντες τὸν τοῦ μαρτυρίου στέφανον ὡσαύτως ἀνεδήσαντο []. Περὶ ὧν ὁ μέγας Γρηγόριός φησιν· Οὕτως ἀπέλαυσε τῆς ἱερωσύνης ὁ θεῖος Ἐλεάζαρ μυηθεὶς καὶ μυήσας τὰ ἐπουράνια καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ ἁγιάσας, ἀλλ’ οἰκείοις αἵμασι, καὶ ποιήσας τὴν τελευτὴν τελευταῖον μυστήριον. Οὕτω καὶ οἱ νέοι παῖδες οὐχ ἡδοναῖς δουλεύσαντες, ἀλλὰ τῶν παθῶν κυριεύσαντες καὶ τὸ σῶμα [α) καθαγνίσαντες, πρὸς τὴν ἀπαθῆ ζωὴν μετέστησαν. Οὕτως ἀπέλαυσε τῆς πολυτεκνίας ἡ μήτηρ, ὥς φησί τις, οὕτως καὶ ζῶσιν ἐκαλλωπίσατο, καὶ ἀπελθοῦσα συνανεπαύσατο καὶ οὒς ἐγέννησε κόσμῳ, Θεῷ παραστήσασα. Ἠγάσθη δὲ καὶ Ἀντίοχος οὕτω μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν.
Ἴσασι γὰρ θαυμάζειν ἀρετὴν ἀνδρῶν καὶ πολέμιοι, ὅταν, τοῦ θυμοῦ λήξαντος, ἐφ’ ἑαυτῆς ἡ πρᾶξις δοκιμάζηται, ὥστε καὶ ἀπῆλθεν ἄπρακτος καὶ ἀπληροφόρητος. [] Ὑφ’ ὧν (τοίνυν) ὁ τύραννος καταισχυνθεὶς καὶ μᾶλλον ἐκμανεὶς (καὶ) τὰ ἱερὰ σκεύη πάντα λαβὼν, χρυσόν τε καὶ ἄργυρον ἄπειρον καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ πολλὴν φονοκτονίαν ποιήσας καὶ μεγαλοῤῥημονήσας, ἀνεχώρησεν εἰς Ἀντιόχειαν (μέγα πένθος καταλείψας τοῖς υἱοῖς Ἰσραήλ). Καὶ μετὰ β ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας, ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὰς πόλεις Ἱερουσαλὴμ, ὃς παραγενόμενος μετὰ πολλῆς δυνάμεως καὶ λαλήσας εἰρηνικοὺς λόγους, μετὰ δόλου πρὸς τὴν πόλιν Ἱερουσαλὴμ εἰσελθὼν ἐπάταξεν αὐτοὺς πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη, πᾶσαν (αὐτὴν) ἐνέπρησε 210 (καὶ κατέστρεψε), καὶ τὸ μὲν ἱερὸν (ἀσωτίαις καὶ) μιαραῖς θυσίαις ἀνεπλήρωσεν, τοὺς δὲ μὴ προσαιρουμένους τῶν Ἰουδαίων μεταβαίνειν εἰς τὰ Ἑλληνικὰ καὶ τῶν ἀθεμίτων ἀπογεύεσθαι, ἀφειδῶς κατέκτεινεν.
Πολλοὺς οὖν (ἄνδρας καὶ γυναῖκας καὶ παῖδας μετὰ πολλῶν καὶ χαλεπῶν κολάσεων) ἀνελὼν (καὶ ἄλλους αἰχμαλωτεύσας) ἀπῆλθε, ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰουδαίους. ΡΑ. Περὶ τοῦ Ματθατθίου ἱερέως. Ματθίας δέ τις ἱερεὺς, ἔχων υἱοὺς ε, ἀφ’ ὧν Ἰούδας ὁ Μακκαβαῖος ἐτύγχανεν, ζήλου πλησθεὶς καὶ ὁρμήσας κατὰ τοῦ ἄρχοντος, ἀνεῖλεν αὐτὸν καὶ συναγαγὼν ἅπαντας τοὺς περὶ αὐτὸν, ἐπέρχεται καὶ κατασκάπτει τοὺς ἀκαθάρτους βωμοὺς τῶν Ἑλλήνων, καὶ τοὺς ἀποστατοῦντας τοῦ νόμου ἀναιρεῖ. [] Ὁ δέ γε Ἀντίοχος ἀκόσμως τε καὶ ἡττημένος ἐκ τῶν κατὰ Περσίδος τόπων τὴν ἀνάζευξιν ποιούμενος, (καὶ) ἐκ πολλῆς ἀθυμίας ἀῤῥωστήσας ἔφη πρὸς τοὺς ἑαυτοῦ μεγιστᾶνας· Ἀφίσταται [ὁ] ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα ἀπὸ τῆς μερίμνης. νῦν οὖν μνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ἱερουσαλήμ· ἔγνων, ὅτι χάριν τούτων εὗρον τὰ κακὰ ταῦτα. Ἰδοὺ ἀπόλλυμαι ἐν γῇ ἀλλοτρίᾳ. [] Καὶ συνέταξε τὸν ἁρματηλάτην αὐτοῦ ἀνενδότως ἐλαύνοντα κατανύειν τὴν πορείαν, ἐπαισθανόμενος ἐναργῶς τῆς ἄνωθεν κρίσεως τὴν τιμωρίαν· συνέσχε γὰρ αὐτὸν ἀνήκεστος ἀλγηδὼν τὰ σπλάγχνα καὶ πικραὶ τῶν ἔνδον βάσανοι.

Caput CCLIV

PG 110:345Συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος ῥοίζῳ φερόμενον καὶ δυσχερεῖ πτώματι περιπεσόντα, παντὸς τοῦ σώματος ἀποστρεβλοῦσθαι τὰ μέλη. Ἡ δὲ νόσος τοσοῦτον ἐπέτεινεν, ὥστε καὶ σκώληκας ἐκβράσαι, καὶ ἐν ὀδύναις μεγίσταις καταπίπτειν αὐτοῦ τὰς σάρκας, καὶ μέντοι καὶ ὑπὸ τῆς δυσωδίας τοῦ ἀθλίου αὐτοῦ καὶ δυστήνου σώματος πᾶν τὸ στράτευμα 211 βαρύνεσθαι μεγάλως, καὶ ὁ πολλὰ μεγαλαυχήσας καὶ πάνδεινα πράξας, οὕτως αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης καταστρέφειν. (Καὶ ἐνταῦθα μὲν ἐνδίκως ὁ ἄδικος κατε[τε]τιμώρητο, θανὼν δὲ οἰκτρῶς ἐκεῖθεν [β) μᾶλλον αἰωνίως κολάζεται.) πβ. Βασιλεία Ἀντιόχου τοῦ Εὐπάτορος. Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπάτωρ, υἱὸς αὐτοῦ, ἐφ’ οὗ Ἰούδας ὁ Μακκαβαῖος τοὺς φρουράρχους Ἀντιοχείας τροπωσάμενος, ἐπέρχεται αὐτῷ Ἀντίοχος μετὰ χιλιάδων ἱππέων κ καὶ πεζῶν χιλιάδων ρ, ἁρμάτων τ, ἐλεφάντων νε γεγυμνασμένων πρὸς πόλεμον·

Caput CCLVIII

καὶ διελὼν τοὺς ἐλέφαντας εἰς φάλαγγας, παρέστησε ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἱππεῖς ἐκλεκτοὶ φ διατεταγμένοι ἑκάστῳ θηρίῳ διὰ μηχανῆς, καὶ ἐφ’ ἑκάστῳ ἄνδρες δυνάμεως ἔνοπλοι λβ. Ὡς δὲ κατέλαμπεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς ἀσπίδας καὶ ἅρματα, ἔστιλβε τὰ ὄρη ἀπ’ αὐτῶν (καὶ κατηύγαζον ὡς λαμπάδες πυρός. Κἀντεῦθεν ἐσαλεύοντο πάντες οἱ ὁρῶντες καὶ ἀκούοντες τὴν φωνὴν τοῦ πλήθους καὶ τὸν συγκρουσμὸν τῶν ἁρμάτων)· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη, ἰσχυρὰ λίαν (καὶ ὁ λαὸς ἐπίμικτος, ἄπειρος, ἔνοπλος). [] Καὶ ὡς ἐπέτεινεν ἡ μάχη, θεασάμενος Ἐλεάζαρ, ὁ ἀδελφὸς Ἰούδα, πεπυρωμένους τοὺς ἐλέφαντας καὶ τοξότας ἐπ’ αὐτῶν φερομένους, ἕνα δὲ ἰδὼν ὑψηλότερον τῶν ἄλλων, βασιλικοῖς θώραξι καθωπλισμένον, καὶ νομίσας ἐπ’ αὐτὸν φέρεσθαι τὸν βασιλέα, ἐκπηδήσας τῆς παρατάξεως, ἐπιπλέκεται τῷ τῶν πολεμίων ἀθροίσματι, καὶ πολλοὺς ἀποκτείνας τῶν περὶ τὸν ἐλέφαντα, ὑποκάτωθεν αὐτοῦ ὑπέδυ·

Chapter CXIICaput CXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ πατάξας εἰς τὴν γαστέρα τὸν ἐλέφαντα, πέπτωκεν εὐθὺς τὸ θηρίον ἐπάνω αὐτοῦ καὶ τοῦτον συνέτριψεν, ὅπερ Ἰούδας θεασάμενος καὶ κραταιότερον τὸν πόλεμον αἰσθόμενος, εἰς Ἱερουσαλὴμ ἔφυγε. 212 [] Καὶ ἐπιδιώξας Ἀντίοχος ἐπολιόρκει ταύτην· εἶτα λόγους εἰρηνικοὺς μεθ’ ὅρκων ποιησάμενος, δέχεται αὐτὸν Ἰούδας ἔνδον τῆς πόλεως. Ὁ δὲ εἰσελθὼν, καὶ τῶν ὅρκων παρασπονδήσας καὶ τὸ τεῖχος τέλειον καταστρέψας, καὶ τοὺς οἰκήτορας σκυλεύσας, εἰς Ἀντιόχειαν ὑπέστρεψε. ΡΓ. Περὶ Ἰούδα τοῦ Μακκαβαίου. Μετὰ δὲ ταῦτα Ἰούδας τρισὶν ἔτεσι τὴν θρησκείαν ὀλιγωρηθεῖσαν τὴν πάτριον ἀνεκτήσατο, καὶ πολλοὺς ἐπιδειξάμενος καὶ τοὺς τῆς χώρας ἅπαντας ἀπελάσας τοῦ Ἀντιόχου καὶ τὸν ναὸν ἐκκαθάρας, αὐτῷ πᾶς ὁ τῶν Ἰουδαίων λαὸς τὴν ἀρχιερωσύνην παρέδωκεν· [] Ἐφ’ οὗ Ἰησοῦς ὁ τοῦ Σιρὰχ, ὁ σοφὸς καὶ πολυμαθὴς, καὶ τὴν πανάρετον σοφίαν συντάξας, παρ’ Ἑβραίοις ἐγνωρίζετο. ΡΔ. Περὶ Ῥωμαίων. Τί ἐστι Καῖσαρ. Τὰ δὲ Ῥωμαίων πράγματα ἐδιῳκεῖτο πρώην ὑπὸ ὑπάτων ἀπὸ Ῥώμου καὶ Ῥήμου ἐπὶ ἔτη τξδ ἕως Ἰουλίου Καίσαρος.
PG 110:347Τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θ μηνὶ, ταύτην ἀνασχίσαντες ἐξέβαλον αὐτὸν, ὅθεν καὶ λέγεται Καῖσαρ, ἀφ’ οὗ Καίσαρες οἱ Ῥωμαίων βασιλεῖς προσηγορεύθησαν, ὅ ἐστιν ἀνατομὴ κατὰ τὴν Ῥωμαίων γλῶσσαν. [] Τῆς θείας Γραφῆς ἑρμηνευθείσης ἐν τοῖς χρόνοις Πτολεμαίου καὶ ἀναγνωσθείσης, ἐκπλαγῆναί τε τὸν βασιλέα ἐπὶ τῷ κάλλει τῶν θείων λογίων καὶ πάντας [α) τοὺς ἐν τέλει· παρόντος οὖν Μενεδήμου φιλοσόφου καὶ Δημητρίου Φαληρέως καὶ θαυμαζόντων τὴν δύναμιν τῶν λόγων, ἠρώτα ὁ βασιλεὺς, ὅτι τοιούτων ὄντων τῶν θείων λόγων, 213 πῶς οὐδεὶς ἱστορικῶν ἢ ποιητῶν ἐμνήσθη αὐτῶν; καὶ ἀπεκρίθη Δημήτριος, ὅτι Οὐδείς ποτε ἐτόλμησε τούτων ἅψασθαι, διὰ τὸ καὶ Θεόπεμπτον θελήσαντα ἱστορῆσαι περὶ αὐτῶν παραφροσύνῃ κρατηθῆναι καὶ ὄναρ ἰδεῖν, ὅτι τοῦτο αὐτῷ συμβέβηκε περιεργασμένῳ τὰ θεῖα. Καὶ Θεόδεκτον τὸν τῶν τραγῳδιῶν ποιητὴν ἐν ἑνὶ δράματι μνησθέντα τῶν ἱερῶν τούτων βιβλίων τυφλωθῆναι· ἑκατέρους δὲ ἀποσχομένους τοῦ τολμήματος καὶ τὸ θεῖον ἐξευμενιζομένους ὑγιεῖς γενέσθαι.
[] Τούτῳ τῷ Ἰουλίῳ ἐτέχθη ἵππος ἀντὶ ὁπλῆς χηλὰς ἔχων καὶ μηδένα ἕτερον ἀναβάτην δεχόμενος ἢ αὐτὸν, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. [] Τούτῳ μέλλοντί (ποτε) τὴν αὔλειον ἐξιέναι θύραν ἀπερχομένῳ ἐπὶ τὸ βουλευτήριον, εἰκὼν αὐτοῦ πρὸ τῶν θυρῶν ἑστῶσα, αὐτομάτως κατέπεσεν· καὶ πρὸς τούτῳ χάρτην αὐτῷ τις ἐπιδέδωκεν ἔχοντα πᾶσαν τὴν κατ’ αὐτοῦ μελετωμένην ἐπιβουλήν. Καὶ νομίσας ἄλλο τι εἶναι, μὴ ἐντυχὼν, ἀλλὰ δεδωκὼς ἑτέρῳ φυλάττειν, ἐσφάγη ὑπὸ Βρούτου καὶ Κασσίου ἐν τῷ βουλευτηρίῳ. [] Αὐτὸς Ἰούλιος μεγίστους ἀγῶνας ἐνεδείξατο, Γερμανοὺς, καὶ Γάλλους, καὶ Βρεττανοὺς χειρωσάμενος, ὑποφόρους τοῖς Ῥωμαίοις φ πόλεις οἰκουμένας κατεστήσατο. ΒΙΒΛΙΟΝ Γ. ΑΡΧΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΡΩΜΑΙΩΝ. ΡΕ. Βασιλεία Ἰουλίου Καίσαρος. Μετὰ δὲ ταῦτα βασιλεύσας Ἰούλιος Καῖσαρ πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαϊκῶν σκήπτρων μετὰ πολλῆς ὑπερηφανίας καὶ 214 ἀλαζονείας, ὅθεν καὶ δικτάτωρ ἐκαλεῖτο, ὅ ἐστι μονάρχης· δικτατωρία δέ ἐστιν ἀρχὴ ἀνυπέρθετος. [] Πάντων δὲ κρατήσας, ἐν ἰταμότητι καὶ τυραννίδι ἐπὶ ἔτη ιη, ἀνῃρέθη ἐπὶ συγκλήτου.

Caput CCLX - CCLXI

PG 110:349[] Ὃς καὶ νόμους Ῥωμαίων ἔδωκεν καὶ τὰς ἰνδίκτους, [καὶ] τὸν βίσεξτον ἐξευρὼν, καὶ τὸν μῆνα Ἰούλιον ὀνομάσας, πρότερον Κυιντίλιον καλούμενον, ὡς ἐν τούτῳ αὐτοῦ μοναρχήσαντος. [] Ἐφ’ οὗ ἦν καὶ Ἰούδας ὁ Γαλιλαῖος, ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, καὶ Ἀντίπατρος, ὁ Ἡρώδου πατὴρ, βασιλεὺς τῆς Ἰουδαίας κατέστη. Ρ. Βασιλεία Αὐγούστου. Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγουστος Καῖσαρ, ἀνεψιὸς αὐτοῦ, Ὀκταβίου υἱὸς, ὁ καὶ Σεβαστὸς, ἔτη νζ, ἀφ’ οὗ Σεβαστοὶ καὶ Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥωμαίων βασιλεῖς. [] Καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, ὅ ἐστι Σεβαστὸς, πρότερον Σεξτίλιος ὀνομαζόμενος. [] Οὗτος οὖν Αὔγουστος Κλεοπάτραν τῷ [ι] δ ἔτει τῆς βασιλείας αὐτοῦ χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας, καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἔτη ς καὶ πάσης τῆς γῆς κυριεύσας καὶ τὰς τοπαρχίας καταλύσας, ἀνεῖλε τοὺς φονεύσαντας αὐτοῦ τὸν θεῖον Ἰούλιον.

Chapter CXIIICaput CXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:351[] Κτίσας δὲ καὶ πόλεις γ, μίαν ἐν τῷ Πόντῳ καὶ ἄλλην ἐν τῇ Ἀῤῥαβίᾳ καὶ ἑτέραν 215 ἐν Κύπρῳ Συρίας, καταπεσούσης ὑπὸ θεομηνίας ὀνόματι [β) Σαλαμίνην ἀνεγείρας ἐκάλεσε καὶ τὴν μὲν Ἄγκυραν ὠνόμασε διὰ τὸ μέσην εἶναι αὐτὴν τῶν β θαλασσῶν, τῆς τε Ποντικῆς καὶ τῆς Ἀσιανῆς, ἥτις ἐστὶν Ἄγκυρα Γαλατίας, τὴν δὲ Διόσπολιν. ΡΖ. Περὶ τῆς δ βασιλείας, ἣν ὁ Δανιὴλ ἐθεάσατο. Ἐντεῦθεν τοίνυν ἄρχεται ἡ τετάρτη βασιλεία, ἣν ὁ Δανιὴλ ἐν τῇ τῶν δ θηρίων ὀπτασίᾳ τέταρτον θηρίον διαφέρον τῶν ἄλλων τροπικῶς ὀνομάζει· ἐφ’ οὗ καὶ ὁ τῶν πρώτων δ στοιχείων δημιουργὸς καὶ τὸν τετραπέρατον κόσμον συνδήσας, ἐν τούτοις Ἰησοῦς Χριστὸς ἐσαρκώθη διὰ τὴν ἡμετέραν σωτηρίαν· ὅθεν εἰκότως μέγας βασιλεὺς καὶ ἐπίσημος ἐπὶ πάντων ὁ Αὔγουστος καὶ δυνατὸς γενόμενος, ὑπέταξε τὰς μερικὰς βασιλείας πάσας διὰ τὸν ἐν ταῖς ἡμέραις αὐτοῦ βασιλέα τοῦ παντὸς καὶ κύριον τεχθέντα κατὰ τὴν Ἡσαί̈ου προφητείαν. [] Φησὶ γάρ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ἐπὶ νῶτον βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸν πάντα τὰ ἔθνη·
καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀναμέσον ἐθνῶν πολλῶν καὶ ἐλέγξει λαὸν πολύν. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. [] Ἰουδαῖοι δέ φασι, Θεοδωτίωνι πλανώμενοι, περὶ τῆς ἐκ Βαβυλῶνος ἐπανόδου ἐῤῥῆσθαι τοῦτο. Καὶ οὐ θαῦμα· ὡς γὰρ ἐν ταῖς λοιπαῖς διασφάλλονται προφητείαις, οὕτω κἀνταῦθα. [] Ποῖα γὰρ ἔθνη πελάζοντα καὶ πόῤῥωθεν ἀπῳκισμένα νόμον καὶ τὸν ἐκεῖθεν ἐκπορευόμενον ἠγαπήσαντο λόγον καὶ οὐχὶ μᾶλλον 216 αὐτοὺς ἐναντιοῦντο; Μετὰ γὰρ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον συνέδραμον εἰς τὸν Ἰουδαῖον ναὸν τῶν ἐκείνων ἀσπασάμενα πλεῖστα τῶν ἐθνῶν, ἐπεστράτευσαν Ἰουδαίοις· οἱ περίοικοι δὲ πάντες αὐτοὺς πολεμοῦντες διετέλεσαν· ἔνθεν μὲν Ἰδουμαῖοι, καὶ Ἀμανῖται, καὶ Μωαβῖται, ἐκεῖθεν δὲ ἀλλόφυλοι καὶ Σαμαρεῖται·
PG 110:353καὶ ὀλίγου δὲ χρόνου διελθόντος, τὰ Μακεδονικὰ αὐτοὺς ἐπέστη κακὰ, ἃ τῶν Μακκαβαίων αἱ συγγραφαὶ περιέχουσιν· ἐνταῦθα δὲ ὁ προφητικὸς λόγος εἰρήνην ὑπέσχετο βαθεῖαν. [] Ὅτι δὲ τὸν μετὰ τὴν τοῦ Κυρίου παρουσίαν προσημαίνει ταῦτα καιρὸν, πάλιν τὰ πράγματα σαφῶς μαρτυροῦσι· πρὸ μὲν γὰρ τῆς Ῥωμαίων βασιλείας συχναὶ τῶν ἐθνῶν κατ’ ἀλλήλων ἐπαναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ’ ἕκαστον ἔθνος τῆς βασιλείας μεμερισμένης· πάσης δὲ ἡγεμονίας εἰς Ῥωμαίους μετατεθείσης (καὶ τῆς καθ’ ἕκαστον ἐθνῶν βασιλείας ἐπὶ τῆς Χριστοῦ παρουσίας καταλυθείσης), εἰρήνη βαθεῖα κατέσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατ’ ἔθνους ἐπιστρατεύειν (καὶ μερικὰς βασιλείας καθαρπάζειν), ἀλλὰ τῇ γεωργίᾳ προσέχειν. Οὐκοῦν μάλα δείκνυται σαφῶς τὸ τῆς προῤῥήσεως τέλος. [] Ἢ οὐχ ὁρᾶτε τῆς Ἐκκλησίας τὸ ὕψος καὶ πάντας ὑποκύπτοντας καὶ ταύτῃ τὸ σέβας προσφέροντας [α), καὶ τοὺς μὲν πλείστους ἑκόντως καὶ εὐγνωμόνως, τοὺς δὲ παραγνώμως δουλεύοντας καὶ μάτην ἀντιλέγοντας ἐξοστρακιζομένους κακῶς;
Οὐχ ὁρᾶτε τῶν ὀρέων τὰς κορυφὰς, ὦ Ἰουδαῖοι καὶ Ἕλληνες, τοῦ ὑμετέρου μύσους ἀπηλλαγμένας καὶ ταῖς τῶν ἀσκητῶν καταγωγαῖς κοσμουμένας, πάντας συῤῥέοντας καὶ τὸν ἐν τῇ σιγῇ ἐπιφανέντα λόγον θεολογοῦντας καὶ τὸν ἐκεῖθεν προελθόντα νόμον ἀσπαζομένους, τοὺς μὲν πολέμους πεπαυμένους ἀντὶ τῶν πολεμικῶν ὅπλων; Ἢ οὐκ ἴστε, ὡς ὁπηνίκα ταῦτα ὁ προφήτης ἐθέσπιζεν, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐβασίλευεν, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἄλλος Ἰδουμαίων, καὶ ἕτερος Μωαβιτῶν, καὶ αὖ πάλιν ἄλλος Ἀμμανιτῶν, καὶ ἄλλος Ἀράβων; καὶ Μαδιναῖοι μὲν καὶ Ἀμαληκῖται ὑπ’ ἄλλοις ἡγεμόσιν ἐτέλουν, Γάζα δὲ καὶ Ἀσκαλὼν, καὶ Ἄζωτος. Καὶ μέντοι καὶ Σιδὼν, καὶ Τύρος, καὶ Δαμασκὸς ὑπὸ διαφόρων ἀρχόντων ἰθύνοντο. 217 ΡΗ. Περὶ τῆς ἐν σαρκὶ οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος, εὐθὺς Αὔγουστος Καῖσαρ ἐκράτησε πάντων καὶ τὰς τοπαρχίας πάσας καὶ μερικὰς βασιλείας καταλύσας (ὡς ἔφην) τοῖς Ῥωμαίοις οἴαξι πάντας ὑπέταξεν. [] Ὥσπερ καὶ Δαυὶ̈δ προθεωρῶν καὶ προαναφωνῶν ἔψαλλε·

Chapter CXIVCaput CXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. [] Ναὶ μὴν αἱ τοπαρχίαι καὶ αἱ μερικαὶ βασιλεῖαι κατελύθησαν, δι’ ἃς οὐδὲ βραχείας εἰρήνης ἀπέλαβον οἱ ἄνθρωποι, ἀλλὰ πᾶσα χώρα καὶ πόλις ἔνοπλος τὰς ἐξαπίνως γενομένας ἐφόδους δειμαίνουσα. [] Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Δαυὶ̈δ πάλιν λέγει· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. [] (Τοιγαροῦν ἡ Ῥωμαίων βασιλεία τὰς μερικὰς βασιλείας, ὡς καὶ πολλάκις ἔφην, καταλύσασα καὶ μάχας) εἰρήνη βαθεῖα πανταχοῦ γέγονε (καὶ τὰς τῶν ἀνθρώπων ἀκοὰς εὐτρεπίσας τοῖς κηρύττουσι τὸν τῆς εἰρήνης πρύτανιν, ἀδεῶς λοιπὸν, ὡς ἐν μιᾷ βασιλείᾳ, διέδραμον καὶ τὴν σωτήριον διδασκαλίαν τοῖς ἀνθρώποις προσήνεγκαν). [] Κατὰ μὲν οὖν τὴν ἱστορίαν οὕτως ἐκβέβηκε τὸ ἀνταναιρῶν πολέμους καὶ τὰ ἑξῆς· τροπικώτερον δὲ εἴ τις θέλει νοῆσαι, ὄψεται τοῦ κατὰ τῆς Ἐκκλησίας πολέμου τὴν παῦλαν. Φησὶ γάρ· Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·
PG 110:355ἔδωκεν φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. [] Τῆς θείας γὰρ βοηθείας ἐπιφανείσης, νῶτα δέδωκαν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν 218 αὐχένα καὶ τὸν σωτήριον λόγον ὑπεδέξαντο. Τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ (καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις), οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος ὑπέδειξε (καὶ δέους αὐτῶν τὰς ψυχὰς ἐπλήρωσεν). [] Προειδὼς τοίνυν ὁ προφητικὸς λόγος τὴν Ἰουδαίαν περὶ τὰς θείας Γραφὰς παρερμηνείαν. ἀπόνοιάν τε καὶ ἀθέτησιν, ἔφη ὡς ἐκ προσώπου τοῦ προφητευομένου, ὥσπερ προασφαλιζόμενος αὐτοὺς καὶ λέγων· Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἡμῖν δὲ παραδηλῶν τίς οὗτός ἐστιν, καὶ ὥσπερ συνευφραινόμενος, ἐπάγει· Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ [β) ἡμῶν ὁ Θεὸς Ἰακώβ. Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ’ ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν.
Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, μεταβολὴν κἀνταῦθα τῶν ἐθνῶν προθεσπίζων, εἰκότως τὸν [τοῦ] Ἰακὼβ Θεὸν, τοῦ ταῦτα προειρηκότος, ἔφη ταῦτα κατορθωκέναι. Ὡσαύτως δὲ καὶ ὁ Χρυσόστομός φησιν· Οὐδὲν οὖν τῆς ἀνθρωπίνης θηριωδείας χεῖρον ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέμιοι πάντες πρὸς ἀλλήλους διακείμενοι, τοὺς ἑαυτῶν παῖδας ἔσφαζον, πατέρες καὶ μητέρες παισὶν ἐπεμαίνοντο· οὐδὲν ἦν ἑστηκὼς, οὐ φυσικὸς, οὐ γραπτὸς νόμος, ἀλλ’ ἀνατέτραπτο πάντα μοιχεῖαι γὰρ διηνεκεῖς καὶ φόνοι καὶ κλοπαὶ καὶ πᾶν εἶδος κακίας διεπράττετο καὶ εἰς ἀρετὴν ἐλογίζετο, πόλεμοι δὲ συνεχεῖς ἐπάλληλοι κατὰ τόπους καὶ χώραν, καὶ κώμην, καὶ οἰκίαν ἐγίνοντο, καὶ εἰς ἀνδρείαν καὶ κλέος ἀνεκηρύττοντο. Καὶ μέντοι καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις θύοντες καὶ μαντευόμενοι, φαρμακεύοντες καὶ εἰδωλολατρεύοντες θεοσεβεῖν ἐνόμιζον. Τοῦ δὲ Κυρίου ἡμῶν ἐληλυθότος, ἀπηλέγχθησαν ταῦτα πάντα, ὡς θεοστυγῆ σαφέστατα, καὶ εἰρήνη βαθεῖα καὶ ἀρετὴ πλατεῖα ἐν τῷ κόσμῳ ἐμπολιτεύεται. 219 ΡΘ.
PG 110:357Περὶ τῆς καταπαύσεως τῶν ἐνθέσμως ἱερατευσάντων τοῦ Ἰούδα φυλῆς. Τοιγαροῦν ἐν τῷ μα ἔτει τῆς Αὐγούστου βασιλείας, ἐν τῷ εφ ἔτει ἀπὸ κτίσεως κόσμου, ἤρχθη ὁ κατὰ Ἀντιόχειαν τῶν ἐτῶν ἀριθμός· καὶ Ἡρώδου μὲν ἐξ ἐθνῶν ἤδη βασιλέως τῆς Ἰουδαίας ἀνηγορευμένου, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος, καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον μεταλλάξαντος, πεπλήρωται τό· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται (καὶ αὐτὸς προσδοκία ἐθνῶν), ὅς ἐστιν ὁ Χριστός. Ἐπειδὴ γὰρ αὐτὸς ὁ Ἡρώδης, ἀλλόφυλος ὢν (καὶ) περιτμηθεὶς, ἦρξε τῶν Ἰουδαίων καὶ ἀρχιερέα κατέστησεν ἀλλογενῆ τὸν Ἀνάνιλον, εὐθὺς ἐπαύθη, κατὰ τὴν θείαν πρόῤῥησιν, ἡ ἐξ Ἰούδα ἀρχὴ μέχρι τότε κρατήσασα· οἱ γὰρ ἱερεῖς προεστήκασι τῶν πραγμάτων ἄχρις οὗ Πομπήϊος, ὁ Ῥωμαίων στρατηγὸς, ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει δὲ τὰ ἅγια (ἄχρι τῶν ἀδύτων εἰσελθὼν τοῦ ἱεροῦ). Τῶν δὲ ἐκ τῆς προγόνων διαδοχῆς μέχρις ἐκείνου καιροῦ διαρκεσάντων, βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα Ἀριστόβουλον, δέσμιον εἰς Ῥώμην ἐκπέμψας, Ὑρκανὸν, τὸν Ἀριστοβούλου ἀδελφὸν, ἀνέδειξεν ἀρχιερέα.

Chapter CXVCaput CXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Οὗτος δὲ φιλίαν εἶχε πρὸς Ἀντίπατρόν τινα Ἀσκαλωνίτην, τὸν πατέρα Ἡρώδου, ὃν κατέστησεν ἐπίτροπον τῆς χώρας. Ἦν δὲ Ἡρώδης, ὁ υἱὸς αὐτοῦ, ἱκανὸς πρὸς πράγματα, καὶ πολλοὺς λῃστάρχας κατέστειλε. [] Τοῦ δὲ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος, καὶ Ἀντιπάτρου δολοφονηθέντος, καὶ μηδενὸς ὄντος τοῦ ἀντεχομένου τῶν πραγμάτων, ἐπεπήδησε τῇ ἀρχῇ ὁ Ἡρώδης παῖς, πολλὰ χρήματα δοὺς τοῖς Ῥωμαίοις ὑπὸ σπονδῶν αὐτῶν γενόμενος. 220 ΡΙ. Αὔγουστος ὁ βασιλεὺς ἀπάρας εἰς Αἴγυπτον. Αὐγούστου γὰρ Καίσαρος ἀπάραντος εἰς Αἴγυπτον μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης εἰς τὸν κατὰ Κλεοπάτρας [α) πόλεμον, εἰς ἣν περιέστη τὰ τῆς ἀρχῆς Αἰγύπτου, γένους μὲν οὖσαν τῶν Πτολεμαίων, ὑπήντησεν αὐτῷ Ἡρώδης παρέχων αὐτῷ οὐ τὴν τυχοῦσαν λειτουργίαν ἐν τοῖς στρατεύμασι καὶ ἀναλώμασι. Χειρωσάμενος δὲ τὴν Κλεοπάτραν τῷ ιδ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐπανερχόμενος ἐπὶ τὴν Ῥώμην ὡς εὐνοήσαντα τὸν Ἡρώδην μετὰ τῆς ὅλης συγκλήτου ἀναδείκνυσι βασιλέα τῆς Ἰουδαίας, περιθεὶς αὐτῷ τὸ διάδημα.

Caput CCLXIII

Οὕτως ἐπιβὰς τοῖς Ἱεροσολύμοις, καὶ τῶν Ἰουδαίων μὴ βουλομένων δέξασθαι αὐτὸν ὡς ἀλλόφυλον, πολλοὺς ἐξ αὐτῶν κατέσφαξε, λαφυραγωγήσας τὴν πόλιν καὶ τὸ ἱερὸν, πονηρῶς δὲ χρησάμενος τῇ ἐξουσίᾳ, πάσας τῶν φυλῶν καὶ τῶν γενεῶν ἀναγραφὰς τὰς ἀπὸ τοῦ Ἔσδρα ἀποκειμένας, πυρὶ κατέκαυσε πρὸς τὸ μηκέτι γνωσθῆναι τοὺς Ἰουδαίους ἐκ ποίας πατρίδος εἰσὶν οἱ αὐτόχθονες καὶ τίνες οἱ λεγόμενοι γηῶρες· καὶ τὴν ἱερατικὴν δὲ στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα ἀπέθετο. Καὶ λοιπὸν ἀδεῶς ἀσήμοις τισὶν ἐπὶ χρήμασιν ἱκανοῖς τὴν ἀρχιερωσύνην ἐπίπρατο. [] Ἔτους δὲ μβ Καίσαρος Αὐγούστου ἐξῆλθε παρ’ αὐτοῦ δόγμα ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην (αὐτὴν δὲ τὴν φορολογίαν, ὡς εὐνούστατος, καὶ μεγίστῳ τῆς συγκλήτου ἐνεχείρισε Κυρήνῳ, ὃν καὶ κατέστησεν ἡγούμενον Συρίας ἤτοι τῆς Ἰουδαίας, τὸ πᾶν Ἰουδαίων ἔθνος Ῥωμαίοις ὑπόφορον κατέστησεν). [] Καὶ οὕτω πρῶτος ἀλλόφυλος Ἡρώδης, ὡς ἔφη, τὸ τῶν Ἰουδαίων ἔθνος ἐγχειρίζεται καθ’ [ὃν καιρὸν] ἐναργῶς, τῆς Χριστοῦ παρουσίας ἐνστάσης, ἐξέλιπον (εἰκότως) οἱ τῶν Ἰουδαίων ἀρχιερεῖς (τε) καὶ ἡγούμενοι (κατὰ τὴν ἱερὰν χρησμολογίαν).

Chapter CXVICaput CXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:359[] Καὶ γὰρ οἱ ἱερεῖς ἐξ Ἰουδαίων ἦσαν κατὰ μητέρα, ἐπείπερ ὁ μέγας Ἀαρὼν 221 τὴν τοῦ Ἀμιναδὰμ θυγατέρα ἠγάγετο γυναῖκα. Καὶ κατὰ τοσοῦτον συγγενεῖς ὑπῆρχον οἱ ἐξ Ἰούδα καὶ Λευὶ̈ (ὅθεν ἐκ τοῦ Ἀαρὼν Ἐλισάβετ συγγενὴς εἴρηται, τῆς Θεοτόκου Μαρίας). [] Ἐκλειπόντων οὖν τῶν παρὰ Ἰουδαίοις ἀρχιερέων, Ἡρώδης ἀλλόφυλος τυγχάνων, βασιλεὺς, ὡς εἴρηται τῶν Ἰουδαίων καθίσταται, καθὼς, τῆς Χριστοῦ γεννήσεως πλησιαζούσης, ἡ ἐκ προγόνων τῆς ἀρχιερωσύνης κατελύθη διαδοχὴ, καὶ ὁ προφητευόμενος παρὰ τῷ Δανιὴλ ἡγούμενος λαμβάνει τέλος. Χριστοὶ γὰρ ἡγούμενοι ἤτοι ἀρχιερεῖς ἦσαν μέχρις Ἡρώδου, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ Δαρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ, λήξαντες δὲ ἐπὶ Ὑρκανὸν ἔτεσι υπγ. [] Ὡς καὶ Δανιὴλ θεσπίζει λέγων· Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ζ καὶ ἑβδομάδες ξβ. [] Τοσοῦτον γὰρ αἱ ο ἑβδομάδες ποιοῦσι χρόνον, ἡμέρας ἑκάστης εἰς ἐνιαυτὸν λαμβανομένης.
Καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος, καὶ ἐκκενωθήσονται οἱ καιροί. [] Αἱ (γὰρ ἑβδομάδες) συμπληροῦσιν ἔτη υπγ, ὅσα τὰ τῆς ἀρχῆς ὑπάρχει τῶν χριστῶν ἡγουμένων, ὧν τελευταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος, Ἡρώδης ἀπ’ Αὐγούστου παραλαμβάνει τὴν βασιλείαν, μεθ’ ὃν οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. Οὐκέτι γὰρ ἐκ διαδοχῆς [β) τοῦ ἀρχιερατικοῦ γένους τῶν Ἰουδαίων καὶ Ἀσαμωναίων ἤτοι Μακκαβαίων, ὥς φησιν Ἰώσηπος, ἱερῶνται τῷ Θεῷ οὐδ’ αὖ πάλιν οἱ διὰ ἐνιαύσιοι, οἱ δὲ ἐπ’ ὀλίγῳ παρὰ τῶν Ῥωμαίων τὴν ἱερωσύνην ὠνούμενοι. Διὸ καὶ Δανιὴλ προφητεύει λέγων· Καὶ μετὰ τὰς ζ καὶ τὰς ξβ ἡμέρας ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται, καὶ τὰ ἑξῆς. [] Διέλυσε δὲ τὰς ο ἑβδομάδας οὕτως· τὰς μὲν ζ μετὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας ἕως τῆς οἰκοδομῆς τοῦ ναοῦ, τὰς δὲ 222 ξβ συναπτομένας ταῖς ζ εἰς τὸν χρόνον, ὃν κατέσχον οἱ χριστοὶ ἡγούμενοι· (διὸ καὶ ἐξολοθρευθήσεται χρίσμα).
PG 110:361Τὴν δὲ μίαν ἑβδομάδα, καθ’ ἣν ὁ Κύριος ἐκήρυξε τὴν Καινὴν Διαθήκην, ἧς ἑβδομᾶδος ἐν τῷ ἡμίσει ἦλθεν ἐπὶ τὸ σωτήριον πάθος καὶ ἤρθη ἐκ μέσου ἡ διὰ Μωϋσέως παραδεδομένη διαθήκη. [] Καὶ ταῦτα μὲν Εὐσέβιος. Ὁ δὲ Θεοδώρητος αὖθις ἔφη ἐν τῇ αὐτοῦ ἑρμηνείᾳ τῇ περὶ τοῦ Δανιήλ· Αὕτη δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία. Καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεώς ἐστιν. [] Ἐν γὰρ ταύτῃ ἡ Καινὴ Διαθήκη δέδοται τοῖς πιστεύουσιν, καὶ δυνάμεως πάσης αὐτοὺς ἐπλήρωσε, ἐπείπερ, μεσούσης τῆς ἑβδομάδος ταύτης, ἡ κατὰ νόμον ἤρθη θυσία τῆς ἀληθινῆς προσφερομένης (καὶ οὐ μόνον ἡ θυσία ἐκείνη παυθήσεται) σημεῖον τῆς ἐρημώσεως ὑπέφηνε (γενέσθαι, εἰκόνες τινὲς ἀπηγορευμέναι τῷ νόμῳ εἰς τοῦτο εἰσκομιζόμεναι. Καὶ γὰρ τοῦτο πεποίηκε Πιλάτος, νύκτωρ εἰς τὸν ναὸν τὰς βασιλικὰς εἰσκομίσας εἰκόνας παρὰ τὸν νόμον, ὅπερ δὴ καὶ) ὁ Κύριος εἶπεν·
Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ τοῦ προφήτου Δανιὴλ γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. (Ταῦτα δὲ λέγων ἐσήμαινε τὸ τέλος τῆς καταλειψομένης αὐτοὺς ἐρημώσεώς τε καὶ πανολεθρίας.) Καὶ ἵνα μὴ νομίσωσιν οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν ναὸν καὶ τὴν πόλιν (καὶ τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν), ἐπήγαγε· Καὶ ἕως συντελείας καιροῦ, συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ἕως γὰρ, φησὶ, τῆς τοῦ κόσμου συντελείας, ἡ τῆς ἐρημώσεως συντέλεια μένει, μεταβολὴν οὐ δεχομένη. Τοῦτο καὶ Δαυὶ̈δ ἔφη· Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσιν καὶ γνώσονται, ὅτι (ὁ Θεὸς) δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς. Οἵ γε μᾶλλον γνώσονται, ὅταν ἴδωσι τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. (Τότε γὰρ ὄψονται 223 κατὰ φυλὰς φυλὰς, τότε ὄψονται εἰς ὃν ἐκέντησαν). [] Ἰστέον δὲ ὡς Ἑβραῖοι κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν, ἡμέρας ια περισσοτέρας ἀποφαίνουσιν, ἃς ἡμεῖς ἐμβολίμους καλοῦμεν· ὁ γὰρ τῆς σελήνης δρόμος ἐν ἡμέραις κθ καὶ ὥραις 2 συμπληροῦται· οὕτω δὲ καὶ οἱ ἀριθμοῦντες ἡμερῶν τνδ ποιοῦσι τὸν ἐνιαυτόν.

Chapter CXVIICaput CXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput CCLXIV

(Ἐπεὶ οὖν ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τῷ μακαρίῳ Δανιὴλ διαλεγόμενος ἀνδρὶ Ἑβραίῳ καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν διδάσκων, τὸν συνήθη πάντως ἀριθμὸν ἔλεγεν, ἀναγκαίως οὖν δεῖ προσθεῖναι τὰ ἀπὸ τῶν ἐμβολίμων ἔτη συναγόμενα. Τούτων γὰρ προστιθεμένων, υπγ ἔτη εὑρεθήσονται κατὰ τὸν Ἰουδαϊκὸν ἀριθμόν.) [] Τοσαῦτα δὲ συνάγουσιν αἱ ζ καὶ ξβ ἑβδομάδες· διεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς, ἀλλὰ πραγμάτων τινῶν προσημαίνων μεταβολήν· οὐκοῦν ἀπὸ μὲν τῆς οἰκοδομῆς Ἱερουσαλὴμ, [α) ἥτις ἐγένετο ἐπὶ Νεεμίου [α) καὶ Ἔσδρου, μέχρις Ὑρκανοῦ τοῦ τελευταίου ἀρχιερέως ἐκ τῶν Ἀσαμωναίων ἤγουν Μακκαβαίων, ὃν Ἡρώδης ἀνεῖλεν, ὁ τῶν ξβ ἑβδομάδων ἀριθμὸς συμπληροῦται· ἀπὸ δὲ τῆς Ἰούδα σφαγῆς μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας καὶ τῆς πρὸς Ἡρώδην τῶν Μάγων ἀφίξεως αἱ λοιπαὶ ζ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν, ἐν ᾧ χρόνῳ, μετὰ τὴν ἀναίρεσιν Ὑρκανοῦ φημι, μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας παρανόμως λοιπὸν οἱ ἀρχιερεῖς ἐγίνοντο·
PG 110:363τοῦ γὰρ νόμου κελεύοντος διὰ βίου παντὸς τοὺς ἀρχιερεῖς ἱερατεύειν καὶ μετὰ τελευτὴν διαδόχων τοὺς διαδόχους, λαμβάνει Ἡρώδης καὶ οἱ μετ’ ἐκεῖνον Ῥωμαῖοι, ὧν οἱ τὰς ἀρχιερωσύνας ποιησάμενοις συχνὰς αὐτῶν ἐποίουν τὰς διαδοχὰς, ἐνίους δὲ οὐδὲ ἐκ τοῦ Ἑβραϊκοῦ γένους καταγομένους ἀρχιερεῖς προεχειρίζοντο. [] Καὶ τοῦτο δηλῶν Ἰώσηπος ἔφη· Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τῶν Ἀσαμωναίου γένουςοὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοικαθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ μόνον ἐξ ἱερέων οὖσι τὴν ἀρχιερωσύνην ἀπένειμε. [] Καὶ μετὰ τὰς ξβ ἑβδομάδας, φησὶν, ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. Ὡς δῆλον εἶναι ὅτι τὰς ξβ ἑβδομάδας πρότερον 224 τέταχε, καὶ μετὰ ταῦτα τὰς ζ, ἐν αἷς ἔφησαν· Ἐξολοθρευθήσεται χρίσμα, τουτέστι τὴν ἐπανθοῦσαν χάριν τοῖς ἀρχιερεῦσι· καὶ ἐπειδὴ καὶ οἱ παρανόμως χριόμενοι ἀρχιερεῖς ὀνομάζονται, εἰκότως ἐπήγαγε· Καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. Εἰ γὰρ καὶ ἐχρίοντο, φησὶν, ἀλλὰ παρανόμως καὶ παρ’ ἀξίαν· (καὶ ἀνωτέρως δὲ δῆλον πεποίηκε, ὡς τὰς ζ ἑβδομάδας τελευταίας τέταχεν·
Ἕως γὰρ, φησὶ, Χριστοῦ ἡγουμένου ἑβδομάδες ζ καὶ ἑβδομάδες ξβ.] Τῷ γὰρ ἡγουμένῳ Χριστῷ καὶ Σωτῆρι τὰς ζ πολλαπλησιαζούσας ἑβδομάδας τέθεικε, ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ Χριστοῦ καὶ ἐπὶ τὰ ἄνω ἀριθμεῖν βουλόμενοι, τὰς ζ πρότερον ἑβδομάδας εὑρήσωμεν καὶ τότε τὰς ξβ. Εἶτα λέγει καὶ τὴν μέλλουσαν ἐρήμωσιν τῆς πόλεως καὶ τὴν παράνομον ἀρχιερωσύνην φάσκων· Καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· ἡγούμενον γὰρ ἐρχόμενον τὴν ἀλλόφυλον ἔφη βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην. [] Οὕτω γε μὴν καὶ ὁ θεῖος Κύριλλος Ἱεροσολύμων ἔφη· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, φησὶν, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Σημεῖον οὖν ἔδωκε τῆς Χριστοῦ παρουσίας τὸ παύσασθαι τὴν ἀρχὴν τῶν Ἰουδαίων· εἰ γὰρ μὴ νῦν ὑπὸ Ῥωμαίους εἰσὶν, οὔπω ἦλθεν ὁ Χριστός· εἰ ἔχουσι τὴν ἐκ γένους Ἰούδα καὶ Δαυὶδ εἰς ἄρχοντα, οὔπω ἦλθεν ὁ προςδοκώμενος, ὁ δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ κατὰ τὸν θεῖον Ζαχαρίαν. Ἐκλειπόντων τοίνυν τῶν ἐξ Ἰούδαὁ ἀλλόφυλος Ἡρώδης βασιλεύει·
PG 110:365λέγει γὰρ καὶ ὁ προσδιαλεγόμενος ἄγγελος τῷ Δανιήλ Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζ καὶ ἑβδομάδες ξβ· ἑξήκοντα τοίνυν καὶ θ ἑβδομάδες ἐτῶν συνάγουσιν ἔτη υπγ. Εἶπεν οὖν, μετὰ τὸ οἰκοδομηθῆναι Ἱερουσαλὴμ υπγ ἔτη διῆλθον, καὶ τῶν ἀρχόντων ἐκλιπόντων, ἄρχεταί τις ἀλλόφυλος βασιλεὺς, [β) ἐφ’ οὗ γεννᾶται Χριστός. Δαρεῖος γοῦν ὁ Μῆδος 225 [β) ἐκέλευσε τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι ἕκτῳ ἔτει τῆς ἑαυτοῦ βασιλείας καὶ α ἔτει τῆς καθ’ Ἕλληνας ξ Ὀλυμπιάδος. Ὀλυμπιὰς δὲ παρ’ Ἕλλησι καλεῖται ὁ κατὰ δ ἔτη συντελούμενος ἀγὼν διὰ τὴν κατὰ τετραετίαν τῶν τοῦ Ἡλίου δρόμων ἐκ τῶν κατ’ ἔτος τριῶν ὡρῶν συμπληρουμένην ἡμέραν. Ἡρώδης δὲ βασιλεύει ἐν τῇ ρπγ Ὀλυμπιάδι, τετάρτῳ ἔτει ταύτης. Ἀπὸ οὖν τῆς ξ εἰς τὴν ρπγ γίνονται μεταξὺ ρκ Ὀλυμπιάδες καὶ ὀλίγον τι. Συνάγονται τοίνυν τῶν ρκ Ὀλυμπιάδων ἔτη υπ· τὰ γὰρ γ ἔτη λοιπὸν, ἴσως ἐν τοῖς μεταξὺ τοῦ πρώτου καὶ τοῦ δ ἀναλαμβάνεται. Αἱ τοίνυν ο ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς.

Chapter CXVIIICaput CXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Ἐκεῖνοι γὰρ κατὰ τὸν σεληνιακὸν δρόμον τοὺς ἐνιαυτοὺς ἀριθμοῦσιν, ὡς ἔτι πρόχειρον εἰπεῖν τὸν τελευταῖον μῆνα εἶναι παρ’ αὐτοῖς ἡμερῶν κθ καὶ τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τξε, τοῦ δὲ σεληνιακοῦ τνδ, ὡς τῷ ἡλιακῷ παραλλάσσειν ἐνιαυτῷ ἡμέρας ια, τὸν δὲ σεληνιακὸν ἐνιαυτὸν, ὅθεν Ἕλληνες καὶ Ἰουδαῖοι μῆνας γ ἐμβολιμαίους ἔτεσιν ὀκτὼ παραβάλλουσιν. [] Καὶ πάλιν ἔφη ὁ μακάριος Κύριλλος· Εἰ τοίνυν ζητεῖς τὸ αἴτιον τῆς Χριστοῦ παρουσίας, ἀνάδραμε ἐπὶ τὸ πρῶτον τῶν Γραφῶν βιβλίον· Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον, ἀλλ’ ὁ κόσμος διὰ τὸν ἄνθρωπον· τῇ 2 ἡμέρᾳ τὸν ἄνθρωπον· εἶτα ἔθηκεν αὐτὸν ἐν παραδείσῳ· εἶτα τοῦτον ἐξέβαλε φθόνῳ διαβολικῷ. Μὴ τολμήσας αὐτῷ διὰ τὸ ἰσχυρὸν προσελθεῖν, προσῆλθε τῇ γυναικὶ, ὡς ἀσθενεστέρᾳ, ἔτι παρθένῳ οὔσῃ. Μετὰ γὰρ τὴν ἐκ παραδείσου ἀπόπτωσιν, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ δεύτεροι γεγόνασι διάδοχοι τῆς ἀνθρώπων γενεᾶς Κάϊν καὶ Ἄβελ· καὶ Κάϊν ἀνθρωποκτόνος πρῶτος. Καὶ κατακλυσμὸς ἐπεχύθη ὕστερον 226 διὰ τὴν πολλὴν τῶν ἀνθρώπων πονηρίαν, καὶ πῦρ οὐρανόθεν κατῆλθεν ἐπὶ Σοδομιτῶν αἰσχρουργίᾳ.
PG 110:367Ἐξελέξατο μετὰ χρόνους ὁ Θεὸς τὸν Ἰσραὴλ, ἀλλὰ καὶ οὗτος διεστράφη καὶ ἐτραυματίσθη. Ἀπεστάλησαν προφῆται μετὰ Μωυσέα θεραπεῦσαι τοῦτο, ἀλλ’ ἰατρεύσαντες ἀπεθρήνουν, μὴ περιγενόμενοι τοῦ πάθους, ὥστε λέγειν αὐτῶν τινα· Οἴμοι, ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκέτι. Καὶ πάλιν· Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Καὶ πάλιν· Ἀρὰ καὶ κλοπὴ, καὶ μοιχεία, καὶ φόνος ἐκκέχυται ἐπὶ τῆς γῆς. Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις. Οἰωνίζοντο καὶ ἐφαρμακεύοντο. Καὶ ἁπλῶς μέγιστον ἦν τὸ θραῦμα τῆς ἀνθρωπότητος ἀπὸ ποδῶν ἕως κεφαλῆς· οὐκ ἦν μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον οὔτε καταδέσμους. Εἶτα οἱ προφῆται δεινῶς ἀποκλαιόμενοι καὶ ἀποροῦντες ἔλεγον· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Καὶ πάλιν· Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι· ὑπερβαίνει γὰρ τὴν ἡμετέραν ἰατρείαν τὰ τῆς ἀνθρωπότητος τραύματα. Τοὺς προφήτας σου [α) ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· ἀδιόρθωτον ἡμῖν τὸ κακόν. Σοῦ λοιπὸν δεῖται τοῦ διορθωτοῦ καὶ σωτῆρος.
Ἐπακούσας οὖν τῆς δεήσεως τῶν προφητῶν ὁ Κύριος κατῆλθε φάσκων· Ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ ὑμῶν. [] Καὶ ἔσομαι πάντων Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις καὶ ἀδικίαις αὐτῶν. [] Ὁ δέ γε πρῶτος Ἡρώδης, ὁ υἱὸς Ἀντιπάτρου, ἔσχεν υἱοὺς δ, Ἀρχέλαον, καὶ Ἡρώδην, καὶ Φίλιππον, καὶ Λυσανίαν, οἱ τετράρχαι, διὰ τὸ ἕκαστον αὐτῶν ἔχειν τὸ οἰκεῖον μέρος τῆς βασιλείας. [] Ἦν δὲ Ἡρώδης κατ’ ἐκεῖνον τὸν τὸν καιρὸν ἐκβαλὼν τὴν ἰδίαν 227 γυναῖκα, θυγατέραν οὖσαν Ἀρέτα τοῦ βασιλέως Ἀραβίας, περὶ οὗ ὁ Παῦλος ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ μνήμην ἐποιήσατο, καὶ λαβὼν Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, δι’ ἣν καὶ τὸν Πρόδρομον ἀνεῖλεν, ἀλλ’ οὐκ εἰς μακρὰν, τὴν δίκην εἰσεπράξατο τῶν τολμηθέντων. Ἡ γὰρ γυνὴ αὐτοῦ ἀτίμως διωχθεῖσα ἐπορεύθη πρὸς Ἀρέταν τὸν πατέρα αὐτῆς, καὶ τὴν βίαν ἀπεδύρατο.

Caput CCLXV

Ὁ δὲ ἐξαυτῆς, ὡς ὑβρισμένης τῆς θυγατρὸς αὐτοῦ, συναγαγὼν ἅπαντα τὸν λαὸν αὐτοῦ, ἐπῆλθε πρὸς αὐτὸν εἰς πόλεμον καὶ κατέκοψε πάντα τὰ στρατεύματα αὐτοῦ, καὶ τὴν χώραν αὐτοῦ πυρὶ παραδοὺς ᾐχμαλώτευσεν. Ἀλλ’ οὐδὲ οὕτως ἐπαύσατο Ἡρώδης τῆς πονηρίας αὐτοῦ, ἀλλ’ ὕστερον δέσμιος εἰς Ῥώμην ἀχθεὶς μετὰ τῆς μοιχαλίδος αὐτοῦ ἐξόριστος ἐπέμφθη ὑπὸ Τιβερίου ἐν τοῖς μέρεσι τῆς Ἱσπανίας κἀκεῖσε τὸν βίον χαλεπῶς κατέστρεψεν. [] Ὁ δέ γε μέγας Ἡρώδης ὁ τὰ νήπια ἀνελὼν, ἔσχεν υἱοὺς ὁμωνύμους αὐτοῦ καὶ διωνύμους τρεῖς, Ἡρώδην Ἀρχέλαον καὶ Ἡρώδην Φίλιππον, τὸν καὶ τὸν Πρόδρομον ἀνελόντα, ἐφ’ οὗ καὶ ὁ Κύριος ἐσταυρώθη, καὶ Ἡρώδην Ἀγρίππαν, τὸν καὶ Ἰάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου, (καὶ Λυσανίαν, πρὸς ὃν Ἡρώδην τοῦ δήμου ἐπιφωνοῦντος τότε. Φωνὴν Θεοῦ καὶ οὐκ ἀνθρώπου διέδωκεν αὐτίκα· στολὴν γὰρ ἐξ ἀργύρου πεποιημένην περιθέμενος καὶ εἰς τὸ θέατρον ἐλθὼν καὶ ἐφ’ ὑψηλοῦ βήματος καθίσας ἐδημηγόρει· τῆς δὲ ἡλιακῆς ἀκτῖνος προσπεσούσης τῷ ἐνδύματι καὶ λαμπηδὸν τῇ αὐγῇ τῆς ἐσθῆτος ἀναβρασθεὶς, τὰς ὄψεις τῶν περιεστώτων κατήστραπτε.
PG 110:369Καὶ ἀωρηθέντων ἐπὶ τοῦτο καὶ ὡς θεὸν αὐτὸν εὐφημησάντων, ἐπαίρεται πλέον ὁ δείλαιος, ὃν εὐθὺς ἄγγελος Κυρίου ἐπάταξεν εὐθέως, καὶ ἀνεπήδησε τῆς καθέδρας ἐκ τοῦ σπαράττεσθαι δεινῶς τὴν γαστέρα αὐτοῦ. [] Τὸν δὲ θεῖον Ἰάκωβον ἰδὼν ἀπαγόμενον τὴν ὁδὸν τὴν ἐπὶ θάνατον ὁ κατήγορος αὐτοῦ καὶ μεταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων· Συγχώρησόν μοι, ἄνθρωπε τοῦ Θεοῦ, ὅτι 228 μεταμέλημαι ἐφ’ οἷς ἐλάλησα κατὰ σοῦ. Ὁ δὲ μακάριος παραυτίκα τοῦτον καταφιλήσας εἶπεν αὐτῷ· Εἰρήνη σοι, τέκνον, εἰρήνη σοι, εἰρήνη σοι καὶ συγχώρησις τοῦ πταίσματος. Ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐθέως ἑαυτὸν Χριστιανὸν ἐπὶ πάντων ἀνηγόρευσεν, καὶ οὕτω συγκαταριθμηθεὶς τῷ ὑπ’ αὐτοῦ [β) κατηγορηθέντι, σὺν αὐτῷ καὶ τὸ βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο). [] Ὁ δὲ ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώληκας ἐκβράζων, ἐλεεινῶς τὸν βίον κατέλυσε, ὥσπερ καὶ ὁ δυσσεβέστατος αὐτοῦ πατήρ.

Caput CCLXVIII

Καὶ γὰρ κἀκεῖνος τὰ ἐπίχειρα τῆς κατὰ Χριστοῦ καὶ τῶν ὁμηλίκων αὐτοῦ τολμήσας, ἔτι περιὼν τῷ βίῳ κομισάμενος, αἰσχίστῳ μόρῳ τὸν βίον κατέστρεψε, ὅνπερ ἐνδίκως ὡς ἄδικον ἡ δίκη μετελθοῦσα, τὰ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν διαδεξόμενα τὸν ταλαίπωρον κολαστήρια διεδείκνυ φανερῶς προοίμια· εὐθὺς γὰρ καταλαβοῦσα τοῦτον θεήλατος καὶ ὀλέθριος μάστιξ, εἰς θάνατον ἀργαλέως συνέλασεν. [] Ἔνθεν γὰρ, φησὶν Ἰώσηπος, αὐτοῦ τὸ σῶμα ἡ νόσος διαλαβοῦσα ποικίλῳ πάθει ἐμέριζεν· πυρετὸς μὲν γὰρ λάβρος ἦν, κνισμὸς δὲ ἀφόρητος τῆς ἐπιφανείας ὅλης, καὶ σκώληκες, συνεχεῖς ἀλγηδόνες καὶ περὶ τοὺς πόδας οἰδήματα δυσωδίας, τοῦ τε ἤτρου φλεγμονὴ καὶ αἰδοίου σῆψις σκώληκας γεννῶσα· καὶ πρὸς τοῦτο ὀρθόπνοια καὶ διάπνοια καὶ σπασμοὶ τῶν μελῶν ἁπάντων αὐτοῦ καθεστήκασιν· ἀειδὴς δὲ ἀποφορὰ ἐκ τοῦ συνεχοῦς ἄσθματος ἐξεπορεύετο, ὡς τοὺς ἐπιθειάζοντας ποινὴν θεήλατον εἶναι λέγειν. Τούτοις δὴ οὖν καὶ τοῖς τοιούτοις πάθεσι ἐπὶ πλείονα χρόνον περιαντλούμενος τοσοῦτον εἶχε τὸν πόνον ἀνύποιστον ὡς καὶ αὐτόχειρα αὐτοῦ γενέσθαι κατατολμήσαντα.
PG 110:371[] Αἰτήσας γὰρ μῆλον ὁμοῦ καὶ μάχαιραν, ὡς δῆθεν ἐπιθυμῶν αὐτὸς δι’ ἑαυτοῦ ἀπογεύσασθαι, καὶ λαβὼν, ἀνέτεινε τὴν μάχαιραν κατὰ τοῦ λαιμοῦ πλῆξαι βουλόμενος· καὶ ἔπληξεν ἂν, εἰ μή τις τῶν θεραπόντων θεασάμενος, ταχέως τὴν μάχαιραν ἐκ τῶν χειρῶν αὐτοῦ μόλις ἀπέσπασεν. [] Ἐπὶ πλεῖον δὲ ταῖς ὀδύναις βασανιζόμενος καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλέξανδρον προσκαλεσάμενος, ὑπέθετο 229 αὐτοῖς, ὥστε τοὺς τῶν Ἰουδαίων ἐξάρχους καθεῖρξαι εἰς τὸν Ἱππόδρομον· καὶ τελευτήσαντος αὐτοῦ, παραχρῆμα τούτους ὑπὸ τοῦ στρατοῦ κακῶς ἀναιρεῖσθαι, ἵνα μὴ τοῦ θανάτου αὐτοῦ ἡ ἡμέρα χαρὰ τοῖς Ἰουδαίοις, ἀλλὰ πένθους πρόξενος γένηται. [] Καὶ ταῦτα διαταξάμενος, καὶ λίαν ὑδεριάσας, καὶ μετὰ πολλῶν ἀλγηδόνων τὴν ψυχὴν ἀποῤῥήξας, εὐθὺς ἡ Σαλώμη πάντα διαπραξαμένη τοὺς Ἰουδαίους εἰς μέγα πένθος καὶ θρῆνον ἐνέβαλεν.

Caput II

[] Ὅσαις μὲν οὖν, πρὸς ταῖς λοιπαῖς αὐτοῦ κακουργίαις, τὰς κατὰ τὴν βασιλείαν αὐτονομισθείσας εὐπραγίας, ταῖς κατὰ τὸν οἶκον ἐπαλλήλοις ἠμαύρωσε συμφοραῖς γυναικῶν καὶ τέκνων, καὶ τῶν λοιπῶν τῶν μάλιστα πρὸς γένους ἀναγκαιοτάτων τε καὶ φιλτάτων μιαιφονίαις, οὐδὲν οἷόν τε νῦν καταλέγειν, τραγικὴν ἅπασαν δραματουργίαν ἐπισκιαζούσης τῆς περὶ τούτου ὑποθέσεως, ἣν πλάτος ἐν ταῖς κατ’ αὐτὸν Ἱστορίαις Ἰώσηπος διελήλυθεν. ΡΙΒ. Βασιλεία Τιβερίου. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος Καῖσαρ, ὁ υἱὸς αὐτοῦ, ὁ κτίσας πόλιν ἐν τῇ Ἰουδαίων χώρᾳ (παρὰ τὴν λίμνην, ἐκάλεσε δὲ αὐτὴν εἰς ἑαυτοῦ ὄνομα) Τιβεριάδα. [] Ἐφ’ οὗ μέγας σεισμὸς γενόμενος, κατήνεγκε πόλεις ἕως ἐδάφους ιγ, Ἔφεσον, Μαγνησίαν, Σάρδην, Μοστίνην, Λιγάην, Ἱεροκαισάρειαν, Φιλαδελφίαν, Τμόλον, Κύμην, Μύριναν, Ἀπολλωνίαν, Δίαν, Ὑρκανείαν. [] Καὶ ἐν μὲν τῷ ιε ἔτει τῆς αὐτοῦ βασιλείας ὁ Κύριος ἡμῶν βαπτισθεὶς, τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπήρξατο.

Chapter CXIXCaput CXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:373[] Ἐν δὲ τῷ ιη ἔτει τῆς βασιλείας αὐτοῦ σταυρωθεὶς ὁ Κύριος [α) ἀνίσταται (τῇ κθ τοῦ Φαμενὼθ μηνὸς ἤτοι) Μαρτίου 230 (τοῦ πρωτοκτίστου μηνὸς, Νισὰν παρ’ Ἑβραίοις λεγομένου) κε, ἐπιφωσκούσης Κυριακῆς μιᾶς Σαββάτων, τῆς πρώτης καὶ ἀρχῆς καὶ τιμιωτάτης τῶν ἡμερῶν ἡμέρας, περὶ ἧς ἔφη Μωυσῆς· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καί· Αὕτη ἡ βίβλος γενέσεως οὐρανῶν τε καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεός. Διό φησιν ὁ Δαυίδ· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ἥτις ἐστὶ τὸ Κυριακὸν Πάσχα, Μαρτίου κε, ὡς εἴρηται. ΡΙΓ. Διὰ τί ἡ τοῦ Χριστοῦ ἀνάστασις ὀγδόη ὠνόμασται. Περὶ ἧς γέ τοι ὁ μέγας ἔφη Χρυσόστομος· Εἰ οὖν ἐν τῇ γ ἡμέρᾳ ἀνέστη ὁ Χριστὸς, ὡς αὐτὸς ἔλεγε, Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι, καὶ ἀποκτανθῆναι, καὶ τῇ γ ἡμέρᾳ ἀναστῆναι, διὰ τί ἡ ὀγδόη ἀνάστασις λέγεται τοῦ Κυρίου; Καὶ τρίτη μὲν εἴρηται ὡς ἀπὸ τοῦ πάθους καὶ τοῦ σταυροῦ, ὀγδόη δὲ ὡς ἀπὸ τῆς δημιουργίας καὶ τῆς ἀναστάσεως.

Caput III

Ἐπεὶ οὖν τῇ Κυριακῇ ἀνέστη ὁ Χριστὸς, ἐν ᾗ ἡ ἀρχὴ τοῦ φαινομένου κόσμου γέγονε, ἥτις ὑπάρχει τὸ φῶς ἀπὸ τοῦ κόσμου λάμψαν ἐν αὐτῇ, καὶ τὸ νοητὸν φῶς καὶ ἀληθινὸν ὁ Χριστὸς ἐκ τάφου ἀνέτειλεν· διὸ καὶ ἀπὸ τοῦ τάφου καὶ θανάτου ὁ κόσμος ἐγήγερτο. Ἀπὸ Κυριακῆς οὖν εἰς Κυριακὴν ἡ ὀγδόη ἀπαντᾷ· καὶ δὲ τρίτη καὶ ἡ αὕτη, τρίτη ἀφ’ οὗ ἔπαθε, ὀγδόη ἀφ’ οὗ ὁ κόσμος ἐγένετο. [] Ἔστι δὲ καὶ ἄλλη αἰτία τῆς η καὶ τῆς γ, διὰ τί ἀνάστασις ἑκάστη ὠνόμασται· ἐν γὰρ τῇ ζ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἔστιν ἡ κατάπαυσις τέλος, συντέλεια ἔργων ἀπηρτισμένων. τέλος δὲ καὶ κατάπαυσις λέγεται καὶ ἡ τοῦ λόγου συντέλεια, ὅτε μέλλει παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ Θεός. Ἐπειδὴ οὖν ἁμαρτιῶν ὁ κόσμος ἔγεμεν καὶ ἠπείλει τῷ κόσμῳ συντέλειαν, ὁ δὲ Χριστὸς ἐπὶ συντελείας τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἦλθε, καὶ ἔπαθε, καὶ ἐτάφη, καὶ 231 ἀνέστη, καὶ τὸν κόσμον ἀνέστησε, καὶ ἡ πρώτη ἐνδημιούργησις ὀγδόῃ ἐν τῇ παλιγγενεσίᾳ γέγονεν. Τῇ 2 ἐπὶ ξύλου σταυροῦται διὰ τὸν ἐν τῇ 2 γενόμενον ἄνθρωπον·
διὰ τοῦτο οὖν ἐν τῇ 2 ἐσταύρωται ἡμέρᾳ, ἵνα πάντες μάθωμεν ὅτι ἐν τῇ 2 δημιουργήσας τὸν ἄνθρωπον, αὐτὸς ἐκεῖνος ἐν τῇ 2 ἐσταυρώθη διὰ τὸν ἄνθρωπον. [] Καὶ οὐ μόνον ἐν ἡμέρᾳ 2, ἀλλὰ καὶ ἐν ὥρᾳ 2 ἐπὶ ξύλου ἐκρέμαται, ἐπειδὴ ἀρχὴ ἁμαρτίας ὥρᾳ 2 ἀπὸ τοῦ ξύλου γέγονεν, ὅτε Ἀδὰμ τὸν θάνατον ἠρίστησε, ὅθεν λοιπὸν τότε καὶ λογχευθεὶς ἐξέβλυσεν αἷμα καὶ ὕδωρ, οἱ δύο μάρτυρες τῶν κυριοκτόνων, τὸ μὲν αἷμα ἵνα Ἰουδαίους ἐλέγξῃ εἰπόντας· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· τὸ δὲ ὕδωρ, ἵνα τοῦ Πιλάτου κατηγορήσῃ, ὅτι λαβὼν ὕδωρ καὶ νιψάμενος ὡς ἀθῶος, τὸν ἀθῶον καὶ δίκαιον φραγγελώσας ἐσταύρωσεν. [] Ἐπεὶ οὖν, ὡς πολλάκις ἔφην, ἡ ὀγδόη καὶ ἡ τῶν νεκρῶν ἔγερσις βοᾷ τὴν τοῦ κόσμου συντέλειαν, ἰστέον, ὅτε πάντως ἡ τοῦ κόσμου γένηται συντέλεια, τότε οἱ ὅσιοι καὶ εὐσεβεῖς ἐκλείψουσιν ἀπὸ τῆς γῆς. Καὶ τούτου μάρτυς ὁ Χριστὸς εἰπών· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Καὶ ὁ Ἀπόστολός φησιν.

Caput IV

PG 110:375Ἐὰν μὴ ἔλθῃ πρῶτον ἡ ἀπόστασις, ὅτε ἀποστήσονται τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται· καὶ ὥσπερ [β) κυβερνητῶν ἀπώλεια τῶν πλοίων ἐστὶ ναυαγία, καὶ ποιμένων ἀπουσία προβάτων ὄλεθρος, καὶ γεωργῶν ἀμέλεια χωρίων ἀφανισμὸς, οὕτω καὶ τῶν ὁσίων ἡ ἔκλειψις τοῦ κόσμου κατάλυσις· ὁσιότης δέ ἐστιν ἡ πρὸς Θεὸν καθοσίωσις. Καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καὶ ἔργων ἀγαθῶν καθοσιώσας καὶ τῷ Θεῷ ἀφιερώσας, ὅθεν τοὺς Θεὸν καταλιμπάνοντας καὶ ἀρνουμένους τὰς πρὸς αὐτὸν συνθήκας ἔλεγεν ὁ Μωϋσῆς· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ὅσιά μοι γένηται ἐν τῷ ἀποστῆναι ἀπὸ Κυρίου. Καθάπερ ὁ τοῦ Θεοῦ ἀποστάτης καὶ κακοῦργος ἀνόσιος λέγεται, οὕτως ὁ τῷ Θεῷ διὰ πίστεως καὶ ἀγαθοεργίας οἰκειωθεὶς, ὅσιος καὶ δίκαιος εἰκότως ὀνομάζεται. 232 [] Διὰ ξύλου τοίνυν θάνατος καὶ διὰ ξύλου ἡ ζωή. Τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων· τῇ ζ ἐν τῷ τάφῳ τὸ σῶμα ἀνέπαυσεν. Τελείαν γὰρ ἡμέραν τὴν ἑβδόμην ἔμεινεν· τῇ η ἀνέστη καὶ τὸν κόσμον ἤγειρεν. Καὶ ἔστιν ἡ Κυρίου καὶ τρίτη καὶ η·
τρίτη μὲν διὰ τὴν τοῦ Κυρίου ἀνάστασιν, ὀγδόη δὲ, οὐ μόνον διὰ τὴν τοῦ Κυρίου, ἀλλὰ καὶ διὰ τὴν τοῦ κόσμου ἔγερσιν. Οὐκοῦν, ἀγαπητὲ, ἄκουσον, θαυμαστὸν καὶ μέγα μυστήριον· Διὰ τί ἡ τοῦ Κυρίου ἀνάστασις ὀγδόη ὠνόμασται; Ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ Γραφῇ, καὶ μετὰ τοὺς ζ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος ὁ ἐγείρας τοὺς ζ. Πρὸ γὰρ τῆς Χριστοῦ ἀναστάσεως ἑπτὰ μόναι ἀναστάσεις νεκρῶν ἐγένοντο· (Καὶ) α μὲν ἐν τῇ Παλαιᾷ· ἡ τοῦ υἱοῦ τῆς χήρας, ὃν Ἠλίας ἐν Σαράφθοις ἀνέστησε· β ἡ τοῦ υἱοῦ τῆς Συναμίτιδος, ὃν Ἐλισσαῖος ἤγειρε· γ (δὲ) ἡ τοῦ στρατιώτου, ὃν ἐγγὺς Ἐλισσαίου θάψαντες (καὶ τῶν ὀστέων τοῦ προφήτου ὁ νεκρὸς ἁψάμενος) ὡς ἀπὸ πυρὸς ἐξεπήδησεν· δ δὲ (ὃ) ἐν τῇ Καινῇ, ἡ τοῦ ἀρχισυναγώγου τῆς θυγατρός· ε (δὲ) ἡ τοῦ υἱοῦ τῆς χήρας· 2 (δὲ) ἡ τοῦ Λαζάρου, ζ (δὲ) ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη· η δὲ ἡ τοῦ Κυρίου Ἀνάστασις μετὰ τὸ σωτήριον πάθος, καθ’ ὃν καιρὸν τοῦ πάθους (καὶ τοῦ) γενομένου σεισμοῦ ἐν πολλοῖς (μὲν) εὑρέθη Ἑλληνικοῖς ὑπομνήμασιν, ὅτι σεισμὸς ἐγένετο μέγας καὶ σκότος, ὥστε καὶ ἀστέρας φανῆναι.
[] Κατὰ δὲ τοὺς χρόνους τούτους καὶ Ἰώσηπος ἱστορεῖ ἐν ἡμέρᾳ τῆς ν κινήσεως καὶ κτύπου τοὺς ἱερεῖς ἀντιλαμβάνεσθαι πρότερον, ἔπειτα φωνῆς ἀθρόας, ἀγγελικῆς δηλονότι, ἔνδοθεν ἀπὸ τοῦ ἱεροῦ ἀκούειν· Καταβαίνωμεν ἐντεῦθεν. [] Καὶ μέντοι καὶ ἕτερον παραδοξώτερον ἐξηγεῖται, χρησμόν τινα ἐν (τοῖς) ἱεροῖς γράμμασιν εὑρεθῆναι περιέχοντα (οὕτως)· ὡς κατὰ (τὸν) καιρὸν ἐκεῖνον ἀπὸ τῆς αὐτῆς χώρας ἄρξῃ τις ἄνθρωπος τῆς οἰκουμένης ἁπάσης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανοῦ ἐξείληφε 233 πεπληρῶσθαι, διήμαρτε δὲ τῆς ἑρμηνείας ἐκ διαμέτρου· οὐ γὰρ πάσης οὗτος ἦρξεν (ἢ μόνης τῆς Ῥώμης). Λείπεται δὴ οὖν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦτο πληροῦσθαι, πρὸς ὅν φησιν ὁ Πατήρ· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ὅθεν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν (διαῤῥήδην κηρύττων αὐτοῦ τὴν ἀί̈διον ἀρχήν τε καὶ βασιλείαν [α) αἰώνιον).
PG 110:377[] Ἐπεὶ κατὰ τὸν καιρὸν τοῦτον ὁ Θεὸς τὴν κτίσιν ἐδημιούργησεν, καὶ μαρτυρεῖ τῶν δένδρων ἡ βλάστησις (κατὰ τὴν θείαν ἀπόφασιν, μέχρι νῦν ἀρχομένου τοῦ ἔαρος· Ἡ γῆ βλαστάνει βοτάνην χόρτου, καὶ οἱ λειμῶνες ἀνθοῦσι, καὶ τὰ δένδρα φύει καρπόν)· διὰ τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τὸν καιρὸν τοῦτον ἠλευθέρωσε τῆς Αἰγυπτιακῆς δουλείας καὶ τὴν Παρθένον Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελίσατο· εἰκότως οὖν κατὰ τὸν αὐτὸν καιρὸν καὶ ὁ Χριστὸς ὑπέμεινε τὸ σωτήριον πάθος. Ὁ τοίνυν Πιλάτος μετὰ τὴν (τοῦ) Χριστοῦ σταύρωσιν εἰκόνας τοῦ Καίσαρος (προτομὰς) εἰς τὸ ἱερὸν νύκτωρ ἀνέθηκεν. Ὄρθρου δὲ γενομένου, οἱ Ἰουδαῖοι θεασάμενοι τοσοῦτον ἐταράχθησαν, ὥστε Πιλάτος ἐκδειματωθεὶς, ἀλλαχοῦ ταῦτα [] μετέθηκεν. Καὶ δὴ καὶ τὸν ἱερὸν θησαυρὸν τὸν καλούμενον Κορβανᾶν διαφθείρας, αἴτιος ἀναιρέσεως πολλῆς καὶ συγχύσεως καὶ τοῖς Ἰουδαίοις μισητὸς 234 γέγονε· τὴν γὰρ ἐπανάστασιν αὐτῶν ὑφορώμενος, πρὸ τοῦ βήματος αὐτοῦ στρατιώτας παρέστησεν, ἔνδοθεν μὲν ὅπλα φοροῦντας αὐτοὺς, ἔξωθεν δὲ ἰδιωτῶν ἐσθῆτας πρὸς τὸ ἀνυπονόητον.
Ὡς οὖν ὥρμησαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι στασιάζοντες, ἐπαφῆκε τοὺς στρατιώτας ἐπ’ αὐτῶν, οἵ γε ξύλοις καὶ λίθοις αὐτοὺς παίοντες, τραυματίσαντες ἀπέλυσαν, τινὰς δὲ αὐτῶν καὶ ἀπέκτειναν. Πολλοὶ δὲ τῶν Ἰουδαίων ὑπ’ ἀλλήλων ὠθούμενοι, συμπατηθέντες ἀπώλοντο, οὓς καὶ ἀριθμήσαντες εὗρον λαὸν ἄπειρον. ΡΙΔ. Περὶ Ἰούδα τοῦ Γαλιλαίου. Ἔμιξε δὲ καί τινων αὐτῶν μετὰ τῶν θυσιῶν τὸ αἷμα τρόπῳ τοιούτῳ. Οἱ Γαλιλαῖοι τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μέμνηται, κενοφωνίαν καὶ πλάνην ἔμαθον ἐξ αὐτοῦ, καθώς φησιν Ἰώσηπος·

Caput V

PG 110:379προφάσει γὰρ εὐσεβείας δῆθεν Κύριον μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινα λέγειν, μήτε κατὰ τιμὴν, μήτε (κατὰ) φιλοφροσύνην, καὶ τὴν Θεῷ μόνῳ πρέπουσαν τιμὴν καὶ δόξαν ἀνθρώποις ἀπονέμειν, ὅθεν καὶ πολλοὶ αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν (τὸν) Καίσαρα κύριον καὶ δεσπότην, χαλεπὰς αἰκίας ὑπέστησαν, οἵτινες λοιπὸν ἐδίδασκον μηδὲν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας ἀναφέρεσθαι τῷ Θεῷ, κἀντεῦθεν τοίνυν κωλύοντες τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδιδομένας γίνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας· εἰκότως ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους Πιλάτον κελεῦσαι παρὰ ταῖς θυσίαις, ἃς ἐδόκουν κατὰ τὸν νόμον προσφέρειν, ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσφερόντων. [] Ὁ δέ γε Τιβέριος πρὸς τοῖς λοιποῖς αὐτοῦ πλεονεκτήμασι καὶ τοῦτο ἐκέκτητο· τοὺς εἰς ἀξίαν αὐτοῦ προσαγομένους θᾶττον οὐκ 235 ἤμειβεν, ἀλλ’ ἢ πολὺν χρόνον ἢ ἕως τέλους τοῦ βίου κατέχειν αὐτοὺς τὴν ἀρχὴν παρεσκεύαζεν. Ἐρωτηθεὶς οὖν ποτε τὴν αἰτίαν ὑπὸ τῶν φίλων αὐτοῦ ἔφη·
Ἀεὶ πᾶσα ἡγεμονία τοῦ πλεονεκτεῖν ἐφίεται φύσει, καὶ εἰ ἐπὶ πλέον κρατοῖεν, ἀμβλυτέρως τῇ πλεονεξίᾳ κέχρηνται· [β) εἰ δὲ ἐπ’ ὀλίγῳ, μειζόνως ἐπικλοπαὶ παροξύνονται, ἐν ἀδήλῳ τὴν διαδοχὴν ἔχοντες· λέξω δὲ ὑμῖν καὶ ἐναργὲς παράδειγμα τοῦτο· Τραυματίας τις ἔκειτο, καὶ πλῆθος μυιῶν ὄντων, τὰ ἕλκη αὐτοῦ ἐνέμοντο· παριὼν δέ τις, νομίσας αὐτὸν μὴ δύνασθαι τὰς μυίας ἀποσοβεῖν, προσελθὼν ἀπεδίωκεν· ὁ δὲ τραυματίας φησίν· Δέομαι, παῦσον καὶ μὴ ἀποσόβει· μειζόνως γάρ με βλάπτεις· αἱ γὰρ κορεσθεῖσαι τοῦ αἵματος οὐ πάνυ μοι τὴν δῆξιν ὀδυνηρὰν παρέχουσιν· εἰ δὲ ἀποδιώκονται, ἕτεραι προσελθοῦσαι, λιμῷ τὰς ὀδύνας μοι παρέξωσι μειζοτέρας ὥστε καὶ τοῦ ζῇν ἀποστερῆσαι. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ὑπὸ πολλῶν κλοπῶν τοὺς ἡγεμόνας διεφθαρμένους ἰδὼν, συνεχῶς οὐκ ἀμείβω. [] Φροντίζων γέ τοι λίαν τοῦ δικαίου ἔγραψεν ἀεὶ ταῖς ὑπ’ αὐτὸν πόλεσι λέγων·
Ἐάν τι γράψω παρὰ τοὺς νόμους προστάσσων γίνεσθαι, μὴ προςέχειν ὡς ἠγνοηκότι. [] Διὸ καὶ Πιλάτος εἰδὼς αὐτοῦ τὸ φιλάληθες καὶ φιλοδίκαιον, τὰ τεραστεῖα Χριστοῦ πάντα καὶ τὰ τῆς εὐσεβείας (αὐτοῦ) δόγματα δι’ ἐπιτομῆς διεκοινώσατο αὐτῷ, καθὼς ἱστορεῖ Τερτυλιανὸς (ὁ τῶν Ῥωμαϊκῶν νόμων ἐπιστήμων) ἐν τῇ ὑπὲρ Χριστιανῶν Ἀπολογίᾳ (διεξιὼν) καὶ ὅτι μετὰ θάνατον ἀνεβίωσε καὶ ἤδη παρὰ πᾶσι Θεὸς εἶναι πιστεύεται· καὶ ὅτι Τιβέριος καταπλαγεὶς ἀνήγγειλε πάντα ἐπὶ τῆς συγκλήτου· ἡ δὲ οὐ προςήκατο, πειθαρχεῖν νόμῳ παλαιῷ λέγουσα, μὴ πρότερον θεοποιεῖσθαί τινα, εἰ μὴ ψήφῳ καὶ δόγματι παρ’ 236 αὐτοῖς κριθείη. Ὁ δὲ τὸν νόμον τοῦτον ἐδέξατο· ἐκέλευσε δὲ μηδένα ἐμποδίζειν τοῦ Χριστοῦ τῷ κηρύγματι, καὶ μέν γε θάνατον προσηπείλησε τοῖς κατηγορεῖν τολμῶσι τοῦ κηρύγματος. ΡΙΕ. Περὶ Αὐγάρου.
PG 110:381Οὕτω γοῦν τῇ θείᾳ τοῦ Χριστοῦ δυνάμει ἀθρόως ἡ σύμπασα οἰκουμένη τῆς ἱερᾶς τοῦ κηρύγματος διὰ τῆς τῶν ἀποστόλων διδασκαλίας πεπλήρωται, ἐξ ὧν, Θαδδαίου ἐν Ἐδέσῃ τῇ πόλει κηρύξαντος λόγον, καὶ ὁ ἐκεῖσε τοπάρχης Αὔγαρος τὸ σῶμα δεινῷ πάθει κατεχόμενος καὶ φθειρόμενος, ἀκούσας τὸ ὄνομα Χριστοῦ καὶ τὰς δυνάμεις συμφώνως ὑπὸ πάντων μαρτυρουμένας, ἱκέτης Χριστοῦ διὰ γραμματηφόρου γίνεται, ἀξιῶν τῆς νόσου λύσιν εὕρασθαι, γράψας διά τινος Ἀνανίου ταχυδρόμου τάδε· Αὔγαρος τοπάρχης Ἰησοῦ Σωτῆρι ἀγαθῷ, ἀναφανέντι ἐν Ἱερουσαλὴμ, χαίρειν. Ἤκουσταί μοι τὰ περί σου καὶ τῶν σῶν ἰαμάτων, ὡς ἄνευ φαρμάκων καὶ βοτανῶν ὑπὸ σοῦ γενομένων, ὡς γὰρ λόγῳ τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν, (καὶ) λεπροὺς καθαρίζεις, καὶ ἀκάθαρτα πνεύματα ἐκβάλλεις, καὶ τοὺς ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις· ἅπερ ἀκούσας, κατὰ νοῦν ἐθέμην (τῶν δύο τὸ ἕτερον, ἢ) ὅτι σὺ εἶ ὁ Θεὸς ὁ ἀπ’ οὐρανοῦ καταβὰς, ἢ Υἱὸς ὑπάρχεις τοῦ Θεοῦ, ποιῶν ταῦτα. Διὰ τοῦτο νῦν γράψας, ἀξιῶ ἐλθεῖν σε πρός με καὶ τὸ συνεχόμενον πάθος θεραπεῦσαι·
καὶ γὰρ ἤκουσα, ὅτι καταγογγύζουσιν οἱ Ἰουδαῖοι καὶ βούλονταί σε κακῶσαι· πόλις δέ μοι σμικροτάτη ἐστὶν, ἥτις ἐξαρκέσει 237 ἀμφοτέροις. [] Ὁ δὲ Κύριος ἀναγνοὺς ταῦτα ἀντιγράφει πρὸς αὐτὸν οὕτως· Μακάριος εἶ πιστεύσας ἐπ’ ἐμὲ, μὴ ἑωρακώς με. [α) Περὶ δὲ οὗ ἔγραψας, ἐλθεῖν (με) πρός σε, δέον ἐστὶ πληρῶσαι πάντα δι’ ἃ ἀπεστάλην (ἐνταῦθα), καὶ ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με. Καὶ οὕτως ἀποστελῶ σοί τινα τῶν μαθητῶν μου, καὶ ἰάσεταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ τοῖς ἐν σοὶ παρέξει. [] Ταύταις οὖν ταῖς ἐπιστολαῖς ἔτι καὶ ταῦτα συνῆπτο τῇ τῶν Σύρων φωνῇ, Θαδδαίου πράξαντος μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου· Ὁ τοίνυν Αὔγαρος ἀκούσας τὴν ἐπιστολὴν τοῦ Κυρίου, μᾶλλον εἰς πόθον καὶ πίστιν ἐξήφθη μείζονα, κἂν ἐν εἰκόνι τὸν Χριστὸν μόνον θεάσασθαι· καὶ ἀποστέλλει ζωγράφον, ὥστε τὸ θεῖον εἶδος ἐκεῖνο διαχαράξαντα πρὸς αὐτὸν κομίζειν ὡς τάχιστα.

Caput VI

PG 110:383Τοῦ δὲ διαμαρτῶντος τοῦ σκοποῦ διὰ τὴν ὑπερβάλλουσαν τοῦ προσώπου χάριν τε καὶ λαμπρότητα, αὐτὸς τῷ οἰκείῳ προσώπῳ ὀθόνην ἐπιθεὶς ἐναπομάττει τὸ ἑαυτοῦ ὁμοίωμα καὶ πέμπει τῷ ἐρῶντι τὸ ποθούμενον. [] Καὶ μέντοι καὶ πρὸ τούτου πάλιν, ὡς αὐτὸς ἱστορεῖται, ὅτι περ, Κυρίου τεχθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὁ τῶν Περσῶν βασιλεὺς εὐφυῆ τινα ζωγράφον ἐξέπεμψεν, ὃς τὴν τοῦ τεχθέντος καὶ τῆς τεκούσης εἰκόνα διαγράψας πρὸς αὐτὸν ἤγαγεν. Εἰ δὲ οὐ πάντα κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν ἀναγέγραπται, οὐ παρὰ τοῦτο καὶ ἄπιστα· οὐδὲ γὰρ τὰ ἄλλα σημεῖα, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἀπετετέλεστο, πολλά γε ὄντα, ὡς μηδὲ χωρεῖν τὸν κόσμον καθ’ ἓν γραφόμενα, ἐπειδὴ οὐκ ἀναγέγραπται, φησὶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης. [] Ὁ οὖν Τιβέριος τοιοῦτος ὑπάρχων ἄριστος ἐν νεότητι καὶ λόγοις φιλοσόφοις καὶ ῥητορικοῖς 238 καὶ βελτίστοις ἔργοις κομῶν ὁ γεννάδας, αἰφνίδιον εἰς τὴν χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν καὶ μιαιφονίαν τε καὶ οἰστρηλασίαν·
καὶ οὐ μόνον ἐν τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν ἑαυτὸν ἐβεβήλωσε καθ’ ὑπερβολὴν, ἀλλὰ καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. Οὕτως οὖν τὴν ἀρχὴν διοικήσας καὶ ἐξ ἀγαθοεργίας εἰς κακουργίαν κατενεχθεὶς, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ [δὲ] πλεονεξίᾳ καὶ αἰσχρουργίᾳ καταστρέφει τὸν βίον, ἀναιρεθεὶς ὑπὸ Γαί̈ου. Νοσοῦντος γὰρ αὐτοῦ, ἱμάτια πολλὰ ἐπιθεὶς, αὐτὸν ἀπέπνιξεν, μηδὲ ἐκ τῆς προλαβούσης καλοκἀγαθίας καὶ ἀριστείας ὠφεληθεὶς, ἀλλὰ καὶ μᾶλλον ὑπὸ πάντων μισηθεὶς ὡς ἐν τέλει τὸ πᾶν ἐξυβρίσας καὶ διαφθείρας καὶ εἰς αἰώνιον κόλασιν μετὰ τῶν ὁμοίων ἀσεβῶν κατενεχθείς· τοὺς γὰρ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Εἰκότως οὖν ὁ μὲν Ἀπόστολος ἔλεγεν· Ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, καὶ ἐπιτελέσει. Ὁ δὲ Κύριός φησιν· Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ΡΙ. Βασιλεία Γαί̈ου. Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Γάϊος Καῖσαρ, ἀνεψιὸς αὐτοῦ, ὁ Καλλιγουλᾶς, ἔτη δ, ὃς τὸ μὲν πρῶτον μεγαλοφρόνως διέπων τῆς βασιλείας τὰ πράγματα, πᾶσι τοῖς ὑπηκόοις καθηκόντως ἐκέχρητο.
PG 110:385[] Ὕστερον δὲ μετὰ β χρόνους ἐκστὰς τῆς ἀνθρωπίνης φρονήσεως, κατὰ μίμησιν τοῦ θείου ἑαυτὸν ἀπεθέωσεν καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς, ναὸν θεσπίσας νέου [β) 239 Γαί̈ου ἱερὸν, προσέταξεν ὀνομάζεσθαι. [] Καὶ οὐ μόνον Ἰουδαίους ἐτυράννησε, ἀλλὰ καὶ πάντας τοὺς ἐν Ῥώμῃ ἐπισήμους ἀναιρῶν, ἐλάμβανεν αὐτῶν τὰς οὐσίας· πρὸς τούτου δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τις συνίδῃ ἐν αὐτοῖς πλημμέλημα· κἀντεῦθεν δεινὴ συμφορὰ κατείληφε τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τοὺς δεσπότας· ἕκαςτος γὰρ αὐτῶν ἀμύνασθαι τὸν ἴδιον δεσπότην ἐσπούδαζεν ὑπὲρ ὧν πρὸς αὐτοῦ βασάνων προέπασχεν. [] Οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς μανίαν ἐκτραπεὶς ἄθεσμον, στολὰς γυναικείας ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοις καὶ πλοκί τινι περιστέλλων, καὶ γυναικιζόμενος καὶ πᾶσαν αἰσχρουργίαν διαπραττόμενος, τελετὰς ἐπενόει καὶ ξένα μυστήρια ἐπετέλει. [] Καὶ δὴ λαβών ποτε τὴν οἰκείαν θυγατέρα καὶ εἰς τοὺς κόλπους τοῦ ἀγάλματος αὐτὴν θέμενος οὕτως ἔφη·
Σὺ ταύτην γεγέννηκας καὶ πατὴρ αὐτῆς ἔννομος ὑπάρχεις. [] Ταῦτα τοίνυν στρατιῶται θεωροῦντες αὐτὸν ποιοῦντα καὶ μὴ ὑποφέροντες, διεχειρίσαντο αὐτὸν ἐν τῷ βαλανείῳ λουόμενον. [] Ἐφ’ οὗ Θευδᾶς ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μνημονευόμενος πλάνος, ἀναπείσας πολλοὺς, ἐπηγγείλατο τεμεῖν τὸν Ἰορδάνην καὶ δίοδον ποιῆσαι τῷ λαῷ. Καὶ διαμαρτήσας ἀνῃρέθη καὶ οἱ μετ’ αὐτοῦ πάντες. [] Καὶ ὁ πύργος ἔπεσε, τοῦ Σιλωὰμ ἐπὶ τοὺς ιη ἄνδρας. [] Καὶ Στέφανος ὁ πρωτομάρτυς ἐμαρτυρήθη. 240 [] Καὶ Παῦλος ἐπίστευσε. [] Καὶ Φίλων καὶ Ἰώσηπος, οἱ ἐξ Ἑβραίων σοφοὶ, ἐγνωρίζοντο, ὅστις Ἰώσηπος, φιλαληθὴς ὑπάρχων, μέμνηται Ἰωάννην τὸν πρόδρομον καὶ τὸν Χριστόν. Καὶ περὶ μὲν Ἰωάννου λέγει τάδε· Τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει διολωλέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ Θεοῦ, καὶ μάλα δικαίως τιννυμένους δίκην διὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου Βαπτιστοῦ. Τοῦτον γὰρ Ἡρώδης κτείνει, ἀγαθὸν ἄνδρα, τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκεῖν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνην, καὶ πρὸς τὸν Θεὸν εὐσεβείᾳ χρωμένους, βαπτισμῷ συνιέναι. Περὶ δὲ τοῦ Χριστοῦ πάλιν ἔφη.
PG 110:387Γίνεται δὲ κατὰ τὸν χρόνον τοῦτον Ἰησοῦς, ἀνὴρ σοφὸς, εἴγε ἄνδρα λέγειν αὐτὸν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητὴς καὶ διδάσκαλος ἀνθρώπων τῶν ἐν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ ἀπὸ τοῦ Ἑλληνισμοῦ ἀπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν, ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν, σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ πρὸ τοῦ κτείνειν ἀγαπήσαντες. Ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια προειρηκότων. Εἰσέτι καὶ νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον. [] Ταῦτα τοῦ ἐξ Ἑβραίων συγγραφέως διεξελθόντος, ποίαν ἀπολογίαν ἢ συγγνώμην ἔχουσιν ἀνοηταίνοντες οἱ ἐμβρόντητοι Ἰουδαῖοι; Τοιγαροῦν ὁ Χρυσόστομός φησι·
Πολλῷ μείζονα τοῦ Χριστοῦ τὸν Ἰωάννην ἐνόμιζον εἶναι, διὰ τὸ τὸν μὲν ἐν ἐρημίᾳ τραφῆναι τὸν ἅπαντα χρόνον, καὶ υἱὸν ἀρχιερέως, καὶ τοιαύτην στολὴν περικεῖσθαι, καὶ πάντας ἐπὶ τὸ βάπτισμα καλεῖν, καὶ ἀπὸ στείρας 241 τεχθῆναι, τὸν δὲ Χριστὸν καὶ διὰ τὸ ἐξ εὐτελοῦς [α) κόρης εἶναιὁ γὰρ ἐκ Παρθένου τόκος οὐδέπω κατάδηλος ἦν πᾶσινκαὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆναι, καὶ μετὰ πάντων ἀναστρέφεσθαι, καὶ τὴν κοινὴν ταύτην ἐσθῆτα περιβάλλεσθαι, ἔλαττον αὐτοῦ ὑπώπτευον εἶναι, οὐδὲν οὐδέπω τῶν ἀποῤῥήτων εἰδότες ἐκείνων. Συνέβη δὲ καὶ βαπτισθῆναι αὐτὸν παρὰ Ἰωάννου, ὅπερ μᾶλλον ἐβεβαίου τὴν ὑπόνοιαν ταύτην. Ἐννόησον οὖν ἡλίκον ἦν ἰδεῖν· ἄνθρωπον μετὰ ἔτη λ φοβερὸν ἀπὸ τῆς ἐρήμου καταβαίνοντα, βαθεῖαν μὲν τὴν ὑπήνην ἔχοντα, μειζοτέραν δὲ τὴν κόμην καὶ τρίχας καμήλου ἠμφιεσμένον καὶ τῶν ἀνθρωπίνων μηδέποτε δεηθέντα. [] Καὶ γὰρ ἦν θαυμαστὸν ἄγαν καὶ παράδοξον, ἐν ἀνθρωπίνῳ σώματι καρτερίαν τοσαύτην ἰδεῖν, ὃ δὴ καὶ τοὺς Ἰουδαίους ἐφείλκετο μᾶλλον, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας καὶ πρὸς τὴν ἐκείνου μνήμην παραπεμπομένους ἐκ τῶν ὁρωμένων τότε, μᾶλλον δὲ καὶ πρὸς ἔκπληξιν μείζονα.
PG 110:389Ἐκεῖνος μὲν γὰρ ἐν πόλεσι καὶ ἐν οἰκείαις ἐτρέφετο πολλάκις τὴν κοινὴν τροφὴν ταύτην. Οὗτος δὲ τὴν ἔρημον ᾤκησεν ἐκ σπαργάνων αὐτῶν, δι’ ὅλου τῶν ἀνθρωπίνων βρωμάτων τε καὶ πομάτων ἀπηλλαγμένος, ὅθεν φησὶν ὁ Κύριος· Ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, μήτε ἐσθίων, μήτε πίνων. ΡΙΖ. Περὶ τῆς βασιλείας Κλαυδίου. Μετὰ δὲ Γάϊον ἐβασίλευσε Κλαύδιος ἔτη ιδ· καὶ φονεύσας τοὺς φονεῖς Γαί̈ου, ἀνῃρέθη ὑπὸ τῆς ἰδίας γυναικὰς φαρμάκῳ. [] Ἐφ’ ᾧ χρόνῳ Ἰάκωβος ὁ Ζεβεδαίου ἐμαρτύρησε, καὶ Σίμων ὁ μάγος ἀντιτασσόμενος Πέτρῳ δεινότητι λόγου καὶ μαγείας ἀπάτῃ χρώμενος ἀντεφέρετο γενναῖος τοῖς ὑπὸ τοῦ ἀποστόλου λεγομένοις λόγοις. Ἀντετάσσετο δὲ τῷ ἀσεβεῖ Σίμωνι καὶ Κλήμης ὁ Ῥωμαῖος, Πέτρου μαθητὴς, λόγῳ πεπαιδευμένῳ ἄκρῳ Ἑλληνικῷ τε καὶ Ῥωμαϊκῷ. 242 [] Περιῆν δὲ ἐπὶ Κλαυδίου καὶ ὁ ἐν ταῖς Πράξεσιν ἐμφερόμενος Αἰγύπτιος λῃστὴς, ὁ ἐξαγαγὼν τοὺς σικαρίους εἰς τὴν ἔρημον, οὓς καὶ μετῆλθε Φῆλιξ· σικαρίους δὲ αὐτοὺς ἐκάλουν διὰ τῶν μαχαιρῶν ὧν ἔφερον· μακρὰς γὰρ μαχαίρας ἐπιφερόμενοι, σικάρια ταῦτα προσαγορεύσαντες, λαθραίως τοὺς παρατυγχάνοντας ἔπληττον.
[] Καθ’ ὃν χρόνον μεταξὺ Θήρας καὶ Θηρασίας νῆσος ἀνεφυσήθη ἀπὸ σταδίων λ. [] Καὶ λιμὸς ἐνέσκηψε μέγας τε καὶ παγκόσμιος κατὰ τὴν προφητείαν Ἀγάβου. ΡΙΗ. Περὶ ἀσκητῶν βίου. Καὶ Μάρκος ὁ εὐαγγελιστὴς ἐν Αἰγύπτῳ πρῶτος Ἐκκλησίαν πηξάμενος, πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύθησαν. (Τὰ γὰρ μέχρι δεῦρο ἐν ἐκείνῃ τῇ χώρᾳ μέγιστα μοναστήρια τυγχάνοντα, οὗτος καὶ πρῶτος ἐξ ἀρχῆς συνεστήσατο), καθὼς καὶ Εὐσέβιος ὁ Παμφίλου δηλῶν οὕτω φάσκει []· Μάρκον πρῶτον ἴσμεν ἐν Αἰγύπτῳ τὸ Εὐαγγέλιον συγγεγραφέναι καὶ Ἐκκλησίαν πρῶτον ἐπ’ αὐτῆς Ἀλεξανδρείας συνίστασθαι. Τοσαύτη δὲ (καὶ) τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέστη δι’ ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτάτης, ὡς καὶ συγγραφῆς (αὐτὸν) ἀξιῶσαι, τὰς διατριβάς τε καὶ συνελεύσεις καὶ πᾶσαν ἄλλην τοῦ ἀρίστου βίου 243 διαγωγὴν, Φίλωνα, τὸν σοφώτατον καὶ αὐτόπτην Πέτρου τοῦ ἀποστόλου, καὶ αὐτήκοον, καὶ συνόμιλον ἐν Ῥώμῃ γενόμενον.
Τῶν γὰρ [β) παρ’ ἡμῖν ἀσκητῶν ἀποδεχόμενος τὸν βίον, ἐκθειάζει σφόδρα καὶ σεμνύνει τοὺς κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων, ὡς ἔοικε, γεγονότας, καὶ τῶν Ἐσσαίων τὴν ἄσκησιν καὶ πολιτείαν εὖ μάλα προακουσθέντων, ἥτις γε τῶν Φαρισαίων καὶ Γραμματέων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διηνέστηκε· ἀπόγονοι γὰρ ἦσαν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ, καθώς φησιν· Ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων· Οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος· καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ἀλλ’ ἐν σκηναῖς κατασκηνώσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε πολλὰς ἡμέρας ἐπὶ τῆς γῆς ἐφ’ ἧς διατρίβετε. Καὶ εἰσηκούσαμεν τῆς φωνῆς Ἰωναδὰβ, τοῦ πατρὸς ἡμῶν, τοῦ φυλάξαι ταῦτα πάνταδιό φησιν ὁ Θεός·
PG 110:391Ἐπειδὴ ἤκουσαν οἱ υἱοὶ Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ποιεῖν ὅσα ἐνετείλατο αὐτοῖς, οὐ μὴ ἐκλείπῃ ἀνὴρ τῶν υἱῶν Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς. [] Ἐκ τῶν δικαίων οὖν τούτων καταχθέντες (οἱ Ἐσσαῖοι) οὗτοι (καὶ θαυμάσιοι μᾶλλον ἐπηύξησαν καὶ προσέθεσάν τε καὶ) ἐπέτειναν τήν (τε πανάγαστον καὶ) πανάρεστον ἀκτημοσύνην καὶ τὴν θεοφιλῆ καὶ θεοπρεπῆ σκληραγωγίαν καὶ ἀνυπέρβλητον ἁγιωσύνην, ὡς ἔστιν ἀκοῦσαι τὰ περὶ αὐτῶν ἐναργῶς ὧδε· [] Ἐσσαῖοι (ὥς φησιν Ἰώσηπος) Ἰουδαῖοι μέν εἰσι τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων εὐλαβεῖς πλέον· οἳ τὴν μὲν ἡδονὴν ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ τὸ 244 μὴ τοῖς πάθεσιν ὑποπίπτειν, ἀρετὴν ὑπολαμβάνουσιν. Καὶ γάμος μὲν παρ’ αὐτοῖς ὑπερορᾶται, τοὺς δὲ ἀλλοτρίους παῖδας νέους ἔτι προσλαμβανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσιν. Καὶ τὸν μὲν ἔννομον καὶ σώφρονα γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν ἀποδέχονται, τὰς δὲ παρανόμους καὶ θεοστυγεῖς μίξεις καὶ ἀσελγείας τέλειον ἀποστρέφονται καὶ ἀποβάλλονται.
Καταφρονεῖται δὲ καὶ παρ’ αὐτοῖς πλοῦτος καὶ πολυκτησία, καὶ τὴν ἀκτημοσύνην ὡς ἀπέριττον καὶ ἐνάρετον ἀσπάζονται. Καὶ πρὶν μὲν ἀνίσχειν τὸν ἥλιον οὐδὲν ἀργὸν φθέγγονται, προσευχὰς δὲ καὶ ψαλμῳδίας πρὸς τὸν Θεὸν ἐκ μέσης νυκτὸς μέχρις αὐγῆς ἀναφέρουσιν μετ’ εὐλαβείας καὶ σεμνότητος· καὶ οὕτω πρὸς ἣν ἔχει ἕκαστος τέχνην ὑπὸ τοῦ προεστῶτος ἀποστέλλεται· καὶ μέχρι 2 ὥρας ἐργασάμενοι συντόνως, μετὰ νήψεως καὶ θεολογίας, οὕτως ἐπὶ τὸ δειπνητήριον συναθροίζονται μετὰ εὐλαβείας καὶ ἡσυχίας πολλῆς. Καὶ ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος πάντοτε προσάγει· προκατεύχεται δὲ τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς ὁ ἱερεύς· ἀθέμιτον γὰρ πρὸ τῆς εὐχῆς ἡγοῦνται γεύσασθαί τι. Καὶ πάλιν ἀριστησάντων ὁ ἱερεὺς ἐπεύχεται καὶ ἁπλῶς ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν Θεὸν ἀδιαλείπτως.
PG 110:393Καὶ αὖθις ἐπ’ ἔργα μέχρις ἑσπέρας διακαρτερήσαντες, μετὰ τῆς συνήθους σιωπῆς καὶ [α) σεμνοπρεποῦς καταστάσεως, ἐπὶ τὰς εὐχὰς πάλιν ἐπὶ τὸ αὐτὸ εἰσέρχονται, καὶ τοὺς βραχυτάτους ὕπνους καὶ κουφοτάτους, οὗπερ ἐστὶν αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι 245 παρ’ αὐτοῖς τροφὴν καὶ πόσιν, λιτὴν καὶ ἀπερίεργον καὶ σπανίζουσαν. Οὐδεὶς γὰρ παρ’ αὐτοῖς κόρος καὶ χορτασία κοιλίας, ἀλλ’ ἔνδεια πολλὴ καὶ ὀλιγοδεί̈α. Τὸν δὲ προσερχόμενον ζηλῶσαι τὸν βίον οὐκ εὐθὺς ἀδοκιμάστως καὶ ἀγυμνάστως παραδέχονται, ἀλλ’ ἐνιαυτὸν ἔξω μένοντι, τὴν αὐτὴν ὑποτίθενται δίαιταν καὶ κατάστασιν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ πενιχρὸν ἱμάτιον, γυμνάζουσιν ἐπ’ ἔργοις ἀρίστοις καὶ λόγοις.

Caput IX - X

Εἶτα μετὰ τὴν τῆς καρτερίας ἐπίδειξιν, δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος καὶ τὸ ἐν πᾶσι ὑπήκοον δοκιμάζεται, καὶ φανεὶς ἄξιος καὶ δόκιμος, οὕτως εἰς τὸν ἱερὸν ὅμιλον ἐγκρίνεται, καὶ πρό γε πάντων ὅρκους φρικώδεις καὶ ἀπαιτοῦσιν, πρῶτος μὲν εὐσεβεῖν καὶ θεραπεύειν ἐξ ὅλης ψυχῆς, καθαρᾶς καρδίας καὶ σώματος τὸ Θεῖον, ἔπειτα δὲ καὶ πρὸς ἀνθρώπους δίκαια φυλάττειν ἅπαντα καὶ ἀπροσωπόληπτον, μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτε μὴν συγκοινωνεῖν ἀδίκοις, ἀλλὰ κατὰ δύναμιν τοῦ δικαίου φροντίζειν καὶ βιάζεσθαι πάντοτεκαὶ τὸν ἐνήδονον καὶ περιττὸν καὶ ὑγρὸν ἀποστρέφεσθαι βίον μέχρι θανάτου. Πρὸς δὲ τούτοις ὀμνύουσι πάλιν μηδενὶ μηδὲν τὸ παράπαν μεταδοῦναι τῶν δογμάτων καὶ (τὰ) τῶν ἁγιοπρεπῶν τούτων ἐπιτηδευμάτων ἢ ὡς αὐτὸς ἀκριβῶς παρέλαβεν, ἀπέχεσθαι δὲ πάσης ἐναντίας δόξης καὶ λατρείας καὶ ταύτῃ μόνῃ προσανέχειν τῇ θείᾳ μέχρις αἵματος θρησκείᾳ καὶ καταστάσει.
[] Τοσαύτη δέ ἐστιν ἡ περὶ τὴν δίαιταν λιτότης καὶ ὀλιγότης τῶν θαυμαστῶν ἀνδρῶν ἐκείνων, ὡς ὅλῃ τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἐξ ἧς ἀσκήσεως τοσαύτης πεποίηνται σφοδρὰν τὴν καρτερίαν, ὥστε καὶ πόη φαγεῖν ὀλίγα, καὶ μόνον ἀρκεῖσθαι 246 πολλάκις, κἀντεῦθεν εἰκότως ἐν αὐτοῖς πολλοὺς τὰ μέλλοντα προγινώσκειν ἐκ θείας ἐπιπνοίας καὶ χάριτος καὶ ἀκαταπαύστου μελέτης προφητῶν καὶ [λοιπῶν] ἱερῶν λογίων καὶ προσευχῆς ἐμπαιδοτριβουμένους. [] Ταύτην οὖν Ἰώσηφος ἄκρως ἀσκήσας τὴν φιλοσοφίαν ἐπὶ μεῖζόν τι προκόπτειν ἔσπευσεν. Ἀκούσας γάρ τινα διαφερόντως ἀσκοῦντα κατὰ τὴν ἔρημον Ἀββᾶν ὀνομαζόμενον, ἐσθῆτι μὲν ἀπὸ δένδρων ἀποκαλυπτόμενον, τροφῇ δὲ αὐτομάτως φυομένῃ χρώμενον, καὶ τὴν ἄκραν ἄσκησιν αὐτοῦ ζηλώσας, πρὸς αὐτὸν ἀφίκετο, καὶ τρεῖς παρ’ αὐτῷ φιλοσοφήσας ἐνιαυτοὺς εἰς τὴν πόλιν ὑπέστρεψε καὶ τῇ τῶν Φαρισαίων ἐπολιτεύετο δικαιοσύνῃ.
PG 110:395[] Ὁ δέ γε Φίλων, ὡς εἴρηται, περὶ τῶν ἐξ Ἑβραίων ἡμετέρων ἀσκητῶν ἀναφανέντων μέμνηται σαφῶς ἐν τῷ λόγῳ, ἐν ᾧ ἐπέγραψε περὶ θεωρητικοῦ βίου, οὓς θεραπευτὰς, καὶ τὰς ὁμοιοσχήμους καὶ ὁμοτρόπους γυναῖκας καὶ θεραπευτρίδας ὠνόμασε. Καὶ θεραπευταὶ μὲν, φησὶ, κέκληνται ἢ παρὰ τὸ [τὰς ψυχὰς] τῶν προσιόντων αὐτοῖς ἀπὸ κακίας παθῶν, ἰατρῶν δίκην ἀπαλλάττοντας θεραπεύειν, ἢ τῆς περὶ τὸ Θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας ἕνεκα. Ταύτην γοῦν τὴν προσηγορίαν εἴτε αὐτὸς [β) ἐξευρὼν ἔγραψεν, εἴτε κατ’ ἀρχὰς οἱ πρῶτοι τῶν οὕτω βιούντων ἐκαλοῦντο. Εἶτα, φησὶ, ἀρχόμενοι φιλοσοφεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μοναγρίοις καὶ κήποις ἣ ἐν ὄρεσι τὰς διατριβὰς ποιοῦνται, τὰς ἐκ τῶν ἀνομιῶν 247 ἀναμιξίας ἀλυσιτελεῖς τε καὶ βλαβερὰς εἰδότες, τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον.
Οὕτω πολλαχοῦ μὲν τῆς οἰκουμένης ἐστὶ τὸ γένοςἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρονἐν Αἰγύπτῳ δὲ πλεονάζει, καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερὸν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι, τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζων, μὴ πότον, μὴ σίτον, μηδέ τι τῶν ἄλλων, ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ λόγους καὶ νόμους θεσπισθέντας διὰ προφητῶν καὶ ὕμνους καὶ τἄλλα εἰς ἐπιστήμην καὶ εὐσέβειαν συναύξονται καὶ τελειοῦνται. Τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι, φιλοσφοῦσι τὴν πάτριον φιλοσοφίαν. Ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῇ ψυχῇ, τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς· σιτίον γὰρ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδήπερ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς εἶναι κρίνουσιν, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. Ἔνιοι δὲ καὶ δι’ ἡμερῶν τριῶν ὑπομιμνήσκονται τροφῆς, οἷς πλείων ὁ πόθος τῆς ἐπιστήμης ἐνίδρυται.
PG 110:397Τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι, πλουσίως καὶ ἀφθόνως τῷ σώματι χωρηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν, μόγις δι’ ἡμερῶν ἓξ ἀπογεύεσθαι τροφῆς (ἀναγκαίας) ἐθισθέντας. Αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις· πᾶσα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζώῳ ἐοικέναι καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. Ὡσαύτως δὲ τῆς αὐτῆς εἰσιν ἱερᾶς πολιτείας καὶ καταστάσεως καὶ γυναῖκες, 248 ὧν αἱ πλεῖσται γηραλέαι τυγχάνουσι καὶ παρθένοι καὶ τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, φυλάξασαι διὰ πρόσκαιρον ἔπαινον, ἀλλ’ ἑκουσίως καὶ ἐκ προαιρέσεως ἀγαθῆς ὀρεχθεῖσαι τὰ μέλλοντα ἀγαθὰ καὶ αἰώνια. [] Ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ἔγραψε ταῦτα, παντί που δῆλον.
(Πολύς γε μὴν τῷ λόγῳ καὶ πλατὺς ταῖς διανοίαις, ὑψηλός τε ὢν καὶ μετέωρος ἐν ταῖς θεωρίαις τῆς θείας Γραφῆς, ποικίλος καὶ πολύτροπος τῶν ἱερῶν λογίων τὴν ὑφήγησιν πεποίηται.6) Καὶ ταῦτα μὲν Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ διεξῆλθε, ἐν δὲ τοῖς πρὸς Μαρῖνον τοιάδε πάλιν φησίν. ΡΙΘ. Περὶ μοναδικῆς πολιτείας. Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους, τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς [α) καὶ ἀνθρωπίνης οὐσίας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιί̈ας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενον, ἀλλ’ ὅλον δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνον τῇ τοῦ Θεοῦ θεραπείᾳ προσοικειωμένον καθ’ ὑπερβολὴν ἔρωτος οὐρανίου· οἱ γὰρ τόνδε μετριῶντες τὸν τρόπον, τεθνᾶναι δοκοῦντες τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενενηγμένοι, οἷά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ὑφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων Θεῷ, οὐ βοοθυσίαις καὶ αἵμασιν οὐδὲ σπονδαῖς καὶ κνίσσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσεβείας, καὶ ψυχῆς διάθεσιν κεκαθαρμένοι·
καὶ προσέτι τοῖς κατ’ ἀρετὴν ἔργοις τε καὶ λόγοις, οἷς τὸ Θεῖον ἐξιλεούμενοι 249 τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν. Καὶ ὁ μὲν ἀτελὴς καὶ πρῶτος τῆς κατὰ Χριστιανισμὸν πολιτείας τρόπος τοιόσδε καθέστηκεν. Ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς ἀνθρωπινώτερος καὶ τοῦ πρώτου λίαν ἀσύγκριτος. ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομία τε τοῖς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, στρατευόμενοί τε καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ, μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφορίσθησαν· καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. [] Ὡσαύτως καὶ ὁ θεῖος Ἀθανάσιος ἔφη·

Chapters CXX - CXXICaput CXX - CXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:399Δύο γὰρ ὁδῶν καὶ πολιτειῶν οὐσῶν ἐν τῷ βίῳ, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ γάμου λέγω, ἑτέρας δὲ ἀγγελικῆς, ἀποστολικῆς τε καὶ ἀνυπερβλήτου, τῆς παρθενίας ἤτοι τῆς μοναδικῆς πολιτείας, εἰ μέν τις τὴν κοσμικὴν, τουτέστι τὸν γάμον ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεταιλήψεται γὰρ ἐπειδὴ φέρει καὶ αὐτὸς [καρπὸν] τὸν τριάκοντα· εἰ δὲ τὴν ἁγνὴν καὶ ὑπερκόσμιον ἀσπάσοιτό τις, εἰ καὶ τραχεῖα περὶ τὴν ἀρχὴν μάλιστα καὶ δυσκατόρθωτος φαίνεται, ἀλλ’ ἔχει, μετὰ τὴν ἔννομον ἄθλησιν καὶ καρτερίαν, χαρίσματα θαυμασιώτερα καὶ ἔνδοξα· τὸν γὰρ τέλειον καὶ πληρέστατον καρπὸν, τὴν ἑκατοντάδα λέγω, φαιδρὸν καὶ ἁγιοπρεπῆ φανερῶς πάντως ἐβλάστησε.
Οὐκοῦν ὥσπερ ὁ παλαιὸς νόμος εἰς δύο βίους ἦν διῃρημένος, εἴς τε τὸν Φαρισαϊκὸν καὶ ὑψηλὸν, καὶ εἰς τὸν ἐπιδεέστερον κοσμικὸν, οὕτω δὴ καὶ ὁ κατὰ Χριστιανισμὸν νέος θεσμὸς εἰς μοναδικὸν ὑπερφερῆ καὶ βιωτικόν. [] Φαρισαῖοι τοίνυν οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι καὶ μεμερισμένοι, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῶν ἄλλων ἁπάντων, ἐλέγοντο εἴς τε τὸ καθαρώτατον τοῦ βίου καὶ ἀκριβέστατον, 250 καὶ εἰς τὰ τοῦ νόμου ἐντάλματα. Τὸν δ’ αὐτὸν βίον μετήρχοντο καὶ οἱ Γραμματεῖς, παρ’ οἷς καὶ πολιτεία ἡ αὐτὴ, ἐγκράτειά τε καὶ παρθενία, καὶ νηστεία δὶς τοῦ Σαββάτου, ξεστῶν καὶ πινάκων, καὶ ποτηρίων καθαρισμοὶ, ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ τὰ λοιπὰ πάντα, ὑπεξαιρουμένων [β) δηλονότι τῶν θαυμασίων Ἐςσαίων ὡς ὑπερτέρων σφόδρα καὶ λίαν ὑπερκειμένων. Ἣν δὴ Φαρισαϊκὴν, ὡς ἄριστον πολιτείαν, ὁ Παῦλος ζηλώσας, εὖ μάλα σεμνύνεται φάσκων· Ἰσραηλίτης εἰμὶ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος. Ὅθεν εἰκότως καὶ ὁ Κύριος ἡμῶν τὸν τελειότερον καὶ εὐαγγελικὸν ὑποτιθέμενος ἐναργῶς βίον, ἔφασκε πρὸς τοὺς ἐραστὰς τῆς οὐρανίου κληρουχίας·
PG 110:401Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Φαρισαίων καὶ Γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. [] Ἔνθεν γέ τοι καὶ ὁ ἀποστολικὸς Διονύσιος, (ὡς ἔοικεν) ἀποσεμνύνων τὴν ἱερὰν τῶν μοναχῶν τάξιν, οὕτω φάσκει· Ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις, ἡ τῶν μοναχῶν, ἐστὶν ἱερὰ διακόσμησις, πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι (πάσης δὲ ὅσης θεμιτὸν θεωρεῖν αὐτὴν ἱερουργίαν, ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱερουργικαῖς παραδόσεσιν ἐκδιδασκομένη καὶ τὰς ἐποπτευθείσας τῶν κατ’ αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας, καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπιστήμης, ἀναλόγως εἰς τελειοτάτην ἀναγομένη τελείωσιν). Ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν (καὶ) οἱ μὲν θεραπευτὰς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ Θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας (καὶ) τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνοποιούσης αὐτοὺς ἐν ταῖς τῶν ἀρετῶν ἱεραῖς συμπτύξεσιν εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν·

Caput XI

δι’ ὃν καὶ τελεστικὴν 251 αὐτὴν ἱερᾷ θεσμοθεσίᾳ χάριν ἐκάλεσε καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερωτικῆς ἐπικλήσεως, οὐχὶ θεραπευτικῆς· ἐκείνη γὰρ ἐπὶ μόναις ἐκείναις γίνεται ταῖς ἱερατικαῖς τάξεσιν, ἀλλ’ ἱερουργικῆς ὑπὸ τῶν ὁσίων ἀρχιερέων τῇ ἱεραρχικῇ τελειουργίᾳ δευτέρως ἱερουργουμένης. [] Ταῦτα (δὲ) ἐκ πολλῶν ἐρευνησάμενος ὀλίγα, ἀναγκαίως, οἶμαι, συντέθεικα διὰ τοὺς ἐπαποροῦντας πῶς καὶ ποῦ καὶ πόθεν ἡ τῶν μοναχῶν ἤρξατο διαγωγή τε καὶ ἄσκησις, καὶ τάξις, ποῦ τοίνυν εἰσὶν οἱ τὴν μοναδικὴν πολιτείαν μετὰ τῶν ἄλλων τῆς ἀποστολικῆς Ἐκκλησίας θείων παραδόσεών τε καὶ θεσμῶν, εἰκονομάχοι δυσσεβῶς καὶ ἀνοήτως ἀποβαλλόμενοι καὶ διαπτύοντες, ἀρτιφανεῖς Ἰουδαῖοι καὶ κατὰ τὸν ἀσεβῆ καὶ θεοστυγῆ μυσταγωγὸν αὐτῶν Κοπρώνυμον, νέον καὶ πρόσφατον δογματίζοντες ἐξ ἄκρας ἀπονοίας τε καὶ ἀμελείας, καὶ ἀβελτηρίας, μὴ νοοῦντες ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἡμεῖς δὲ ταῖς διδασκαλίαις τῶν ἁγίων Πατέρων ἑπόμενοι καὶ ἀρχαίαν ταύτην καὶ παλαιὰν πιστεύομεν ὑπάρχειν. [] Καὶ οὐ θαυμαστὸν περὶ τῆς μοναδικῆς οὐσίας, ὅτι λέγουσιν πολλῷ μᾶλλον περὶ τῶν λοιπῶν ἁπάντων·
δυσωπείτω οὖν αὐτοὺς, εἰ καὶ μὴ ὁ θεσπέσιος καὶ ἀποστολικὸς Διονύσιος, ἀλλά γε κἂν οὗτος ὁ μέγας καὶ ἀποστολικὸς Εὐσέβιος μάλα περὶ αὐτῆς δι’ ἀκριβείας ἐξηγούμενος· καὶ παυσάσθωσαν οἱ ἀνοηταίνοντες, οἱ ἅμα καὶ ἀλόγιστοι. Ἰδοὺ γὰρ προφανῶς ἐκ περιουσίας διαβεβαιοῦται καὶ Φίλωνα προάγει μάρτυρα φιλαληθῆ τε καὶ ἀξιόχρεον, ὡς ἀποστολικὴ [α) τάξις ὑπάρχει καὶ παράδοσις ἀρχαιοτάτη καὶ θεοφιλεστάτη· ἰσχυραὶ γὰρ αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι πεφύκασι, βεβαιοῦσαι τὴν παρ’ ἡμῶν ἀλήθειαν, μηδαμῶς τὸ ἀμφήριστον ὑποδέχεσθαι· ἀκουέτωσαν δέ γε, πρὸς τοῖς παλαιοῖς τούτοις ἐξηγηταῖς, οἱ πανάθλιοι καὶ παλαιοὶ τὴν κακίαν, καὶ ἄλλων μεταγενεστέρων θείων Πατέρων περὶ τῶν αὐτῶν ἐν ἐπιτόμῳ διεξιόντων καὶ συμφωνούντων ἐκείνοις, ἵνα κἂν οὕτως δυνηθῶσι τάχα μικρὸν ἀνεθῆναι τῆς πολλῆς μανίας καὶ λύσεως. 252 [] Ὁ γάρ τοι μέγας Βασίλειος περὶ τῆς ἀποταγῆς καὶ μοναδικῆς πολιτείας διεξιὼν, οὕτως ἔφη·
PG 110:403Διὰ τοῦτο ὁ φιλάνθρωπος Κύριος, κηδόμενος ἡμῶν τῆς σωτηρίας, εἰς δύο βίους διεῖλε τὰ τῶν ἀνθρώπων, συζυγίαν καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας καὶ ἀσκήσεως ἆθλον ἔλθῃ εἰς συνοίκησιν γυναικὸς, ἐκεῖνο εἰδὼς ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ καὶ τῆς πρὸς [τοὺς] ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως· (οἷος ἦν ἐν μὲν τῇ Παλαῖᾳ Διαθήκῃ Ἀβραὰμ, ὃς τῇ τοῦ Θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀπαθῶς, ἐμεγαλαύχει καὶ τὰς τῆς σκηνῆς αὐτοῦ θύρας διαπεπετασμένας εἶχε πρὸς ὑποδοχὴν τῶν ἐπιξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. Εἰ γὰρ ἤκουσεν· Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς τοῖς πτωχοῖς, καὶ τὰ μείζονα τούτων ἐπεδείξατο Ἀβραὰμ, καὶ Ἰὼβ, καὶ Σαμουὴλ, καὶ Δαυὶδ, καὶ ἕτεροι πλεῖστοι· ἐν δὲ τῇ νέᾳ Διαθήκῃ Πέτρος καὶ οἱ λοιποὶ τῶν ἀποστόλων. Ἀπαιτηθήσεται γὰρ πᾶς τοὺς καρποὺς τῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον καὶ τῆς παρατροπῆς τῶν ἐντολῶν τούτων· φησὶ γὰρ ὁ Κύριος· Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καί·
Ὃς οὐ μισεῖ τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Ἆρά σοι οὐ δοκεῖ καὶ ὑπογυναίοις τεθῆναι τὰ Εὐαγγέλια; ἰδοὺ σεσαφήνισταί σοι ὡς) ἅπαντες ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ Εὐαγγέλιον ὑπακοὴν, μοναχοί τε καὶ οἱ ἐν συζυγίᾳ· ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας· τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαίνουσιν. (Καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦ Πατρὸς ἐντάλματα, τοῖς ἐν τῷ κόσμῳ διελέγετο·) εἰ δέ που συνέβη αὐτὸν 253 καὶ κατ’ ἰδίαν ἐπερωτηθέντα τοῖς ἑαυτοῦ μαθηταῖς ἀποκρίνεσθαι, διεμαρτύρετο λέγων· Ὃ δὲ ὑμῖν λέγω, πᾶσι λέγων (Μὴ τοίνυν ἀποπέσῃς, ὦ οὗτος, ὁ πρὸς κοινωνίαν γυναικὸς προῃρημένος, ὡς ὑπ’ ἐξουσίας ἔχων τὸν κόσμον περιβάλλεσθαι·
PG 110:405πλειόνων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν, ἅτε δὴ καὶ ἐν μέσῳ παγίδων καὶ τοῦ κράτους τῶν ἀποστατικῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ καὶ τοὺς ἐρεθισμοὺς τῶν ἁμαρτιῶν ἐπ’ ὄψιν ἔχοντι καὶ πρὸς τὴν αὐτῶν ἐπιθυμίαν νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἐκμεμοχλευμένῳ πάσας σου τὰς αἰσθήσεις. Γίνωσκε οὖν ὡς οὐκ ἀποδράσεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευ πόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶν διδαγμάτων. [] Καὶ ταῦτα μὲν ἐν παραδρόμῳ πρὸς τοὺς ἐν συζυγίᾳ ἀκινδύνως τὴν τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακὴν καταμελοῦντας εἰρήσθω. Σὺ δὲ [β) ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς, καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς, καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυμῶν, τόνωσον σεαυτὸν πρὸς ὑπομονὴν θλίψεων, κἂν ἀνδρείως προσέλθῃς τῇ συγκλήτῳ τῶν μοναχῶν, ἰδοὺ τοίνυν, καὶ ὁ θεῖος διδάσκαλος εἰς δύο βίους τὸν Χριστὸν διελέσθαι τὰ τῶν ἀνθρώπων φάσκει· καὶ τὸν μὲν κόσμιον καὶ γεώδη, τὸν δὲ οὐράνιον, ἀγγελικόν τε καὶ ἀποστολικόν· ὡς καὶ ἑτερόθεν πάλιν φησί·
Μάθε, διδάχθητι ἀποστολικὴν πολιτείαν, τουτέστιν ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν· ἀγγαρευόμενος πρόςστηθι, ἀποστερούμενος μὴ δικάζου, μισούμενος ἀγάπησον, διωκόμενος ἀνέχου, βλασφημούμενος παρακάλει, νεκρώθητι τῇ ἁμαρτίᾳ, συσταυρώθητι τῷ Χριστῷ, ὅλην τὴν ἀγάπην μετάθες ἐπὶ τὸν Κύριον. Ἀλλὰ χαλεπὰ ταῦτα· τί τῶν ἀγαθῶν εὐκολώτερον; τίς καθεύδων τρόπαιον ἕστηκεν; τίς τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς καρτερίας κατεκοσμήθη στεφάνοις; Οὐδεὶς 254 μὴ δραμὼν ἀνεῖλε τὸ βραβεῖον· πόνοι γεννῶσι δόξαν· κάματοι προξενοῦσι στέφανον. Διὰ πολλῶν θλίψεων δεῖ ὑμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. φημὶ κἀγὼ, ἀλλὰ τὰς μὲν θλίψεις ταύτας ἡ βασιλεία τῶν οὐρανῶν καὶ μακαριότης ἐκδέχεται, τοὺς δὲ τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυθρωπὸν πῦρ ἄσβεστον ἀναμένει. Ταύτῃ τοι καὶ ὁ θεηγόρος Νεῖλος ἔφη· Φιλοσοφεῖν ἐπετήδευσαν μὲν Ἑλλήνων καὶ Ἰουδαίων οὐκ ὀλίγοι, μόνοι δὲ τὴν ἀληθινὴν σοφίαν ἐζήλωσαν οἱ Χριστοῦ μαθηταὶ, ἐπεὶ καὶ μόνοι τὴν ὄντως σοφίαν ἔσχον διδάσκαλον.
Οἱ μὲν γὰρ πρότεροι καθάπερ ἐν σκηνῆ δρᾶμα ὑποκρινόμενοι, ἀλλοτρίῳ ἑαυτοὺς κατεκόσμησαν προσωπείῳ, ὄνομα κενὸν ὑποδύντες, ἀληθοῦς φιλοσοφίας ἐστερημένοι· ἐν μὲν τῷ τρίβωνι, καὶ τῇ ὑπήνῃ, καὶ τῇ βακτηρίᾳ τὸν φιλόσοφον ἐνδεικνύμενοι, περιέποντες καὶ τὸ σῶμα, καὶ ταῖς ἐπιθυμίαις ὡς δεσποίναις ὑπηρετούμενοι, γαστρὸς ὄντες δοῦλοι, καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὡς φύσεως ἔργον ἀποδεχόμενοι, ταῖς λαμπραῖς τραπέζαις κυνιδίων δίκην λίχνων ἐφαλλόμενοι, οὐκ εἰδότες ὅτι πρὸ πάντων ἐλεύθερον δεῖ εἶναι τὸν φιλόσοφον καὶ μᾶλλον φεύγειν τὸ δοῦλον εἶναι παθῶν ἢ ἀργυρόνητον καὶ οἰκότριβα· τὸ γὰρ ἀνθρώπων εἶναι δοῦλον οὐδὲν ἴσως ἔβλαψε τὸν ὀρθῶς βεβιωκότα, τὸ δὲ πάθεσιν ὡς δεσπόταις χρώμενον ὑπηρετεῖν ταῖς ἡδοναῖς, αἰσχύνην ἤνεγκεν καὶ γέλωτα πολύν.
PG 110:407Εἰσὶ μὲν οὖν παρ’ αὐτοῖς καθόλου τῆς πράξεως ἠμεληκότες, λογικὴν δὲ φιλοσοφίαν, ὡς δοκοῦσιν, ἐπανῃρημένοι, μετεωρολέσχαι τινὲς ὄντες καὶ τῶν ἀναποδείκτων ἐξηγηταὶ, μέγεθος οὐρανοῦ καὶ ἡλίου μέτρα καὶ ἀστέρων ἐνέργειαν εἰδέναι κατεπαγγελλόμενοι, ἔστι δ’ ὅτε καὶ θεολογεῖν μὲν ἐπιχειροῦντες, ὅπου καὶ ἡ ἀλήθεια ἀνέφικτος καὶ ὁ στοχασμὸς ἐπικίνδυνος, ζῶντες δὲ τῶν ἐν βορβόρῳ κυλινδουμένων χοίρων ἀτιμότεροι. Εἰ δὲ καί τινες ἐγένοντο πρακτικοὶ, τούτων ἐγένοντο χείρους, δόξαις τε καὶ ἐπαίνοις τοὺς [α) πόνους πεπραχότες· οὐδενὸς γὰρ ἑτέρου χάριν ἢ ἐπιδείξεως καὶ φιλοδοξίας ἐπετήδευον οἱ δείλαιοι τὰ πολλά· μισθὸν εὐτελῆ καὶ 255 εὔωνον τῆς τοιαύτης καταλλαττόμενοι ταλαιπωρίας· τὸ γὰρ σιωπῆσαι διὰ παντὸς κατὰ τὴν Πυθαγορικὴν νομοθεσίαν καὶ χόρτῳ τρέφεσθαι, τριχίνοις ῥακίοις σκεπάζεσθαι καὶ ἐν πίθῳ κατακεκλεῖσθαι καὶ διαβιῶναι μηδεμίαν ἀμοιβὴν μετὰ θάνατον προσδοκᾷν, πάσης ἀνοίας ἐστὶν ἐπέκεινα, τῷ βίῳ τούτῳ συγκαταλύειν τῆς ἀρετῆς τὰ ἔπαθλα. [] Ἰουδαῖοι δὲ ὅσοι τοῦτον ἐτίμησαν τὸν βίον, εἰσὶ μὲν τοῦ Ἰωναδὰβ ἀπόγονοι·
πάντας δὲ τοὺς ὡσαύτως βιοῦν ἐθέλοντας προίεμεν εἰς τὴν αὐτὴν ἐνάγουσαν πολιτείαν, οἵτινες ἐν σκηναῖς κατοικοῦσι διαπαντὸς, οἴνου τε καὶ τῶν πρὸς τὸ ἁβροδίαιτον πάντων ἀπεχόμενοι καὶ δίαιταν ἔχοντες εὐτελῆ καὶ τὴν χρείαν συμμεμετρημένην τοῦ σώματος· καὶ σφόδρα μὲν οὖν ἐπιμελοῦντες τῆς ἠθικῆς ἕξεως, θεωρίᾳ δὲ τὰ πολλὰ προσμένουσιν· ἔνθεν γὰρ καὶ Ἐσσαῖοι καλοῦνται, τοῦτο δηλοῦντος τοῦ ὀνόματος, καὶ ἁπλῶς ἐστιν αὐτοῖς πάντοθεν κατορθούμενος ὁ τῆς φιλοσοφίας σκοπὸς, οὐδαμοῦ τῶν πραγμάτων διαμαχομένων τῷ ἐπαγγέλματι. Ἀλλὰ τί τῶν ἀγώνων ὄφελος αὐτοῖς καὶ τῆς ἐπιπόνου ἀθλήσεως τὸν ἀγωνοθέτην Χριστὸν ἀνῃρηκόσι; καὶ τούτων γὰρ ὁμοίως ὁ τῶν πόνων οἴχεται μισθὸς, ἀρνησαμένων τὸν τῶν ἐπάθλων διανομέα· καὶ τῆς ἀληθοῦς ζωῆς καὶ φιλοσοφίας ἀπεσφάλησαν. [] Φιλοσοφία γάρ ἐστιν ἠθῶν κατόρθωσις μετὰ δόξης τῆς περὶ τοῦ ὄντος γνώσεως ἀληθοῦς· ταύτης δὲ ἀπεσφάλησαν ἄμφω καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, τὴν ἀπ’ οὐρανοῦ παραγενομένην σοφίαν παραιτησάμενοι καὶ χωρὶς Χριστοῦ φιλοσοφεῖν ἐπιχειρήσαντες, τοῦ μόνου παραδείξαντος ἔργῳ καὶ λόγῳ τὴν ἀληθῆ φιλοσοφίαν.
Οὗτος γὰρ πρῶτος καὶ μόνος ἔτεμε τῷ βίῳ, τὴν ταύτης πολιτείαν ἐπιδειξάμενος καθαρὰν, ἀνωτέραν ἀεὶ φέρων τὴν ψυχὴν τῶν παθῶν τοῦ σώματος· ἔσχατον δὲ καὶ αὐτῆς καταφρονήσας, ὅτε ἡ παρ’ αὐτοῦ οἰκονομουμένη σωτηρία τῶν ἀνθρώπων ἀπῄτει θάνατον, διδάσκων διὰ τούτου, ὅτι δεῖ τὸν φιλόσοφον ὀρθῶς προαιρούμενον ἀρνήσασθαι μὲν τὰ ἡδέα πάντα τοῦ βίου, πόνων δὲ καὶ παθῶν εὖ μάλα ἐπικρατεῖν, καταφρονοῦντα τοῦ σώματος, ἔχειν δὲ μηδὲ τὴν ψυχὴν τιμίαν, ἀλλὰ καὶ ταύτην προθύμως προέσθαι, ὅταν δι’ ἀρετῆς ἀπόδειξιν ἀποθέσθαι 256 δέοι. Καὶ ταύτην παραλαβόντες οἱ ἀπόστολοι αὐτοῦ καὶ μαθηταὶ γνησίως τὴν διαγωγὴν ἐμιμήσαντο· ἅμα γὰρ τῷ κληθῆναι ἀποταξάμενοι μὲν τῷ βίῳ καὶ ὑπεριδόντες πατρίδος καὶ γένους καὶ ὑπάρξεως πρὸς τὸν σκληρὸν καὶ ἐπίπονον εὐθὺς μετετάξαντο βίον, διὰ πάντων χωρήσαντες τῶν δυσχερῶν καὶ τεθλιμμένων, διωκόμενοι, κακουχούμενοι, ὑστερούμενοι, ἐλαυνόμενοι, γυμνητεύοντες, ὑβριζόμενοι, ἐμπτυόμενοι, αὐτῶν τῶν ἀναγκαίων ἐνδεεῖς· ὕστερον δὲ καὶ θανάτου κατεφρόνησαν καλῶς διὰ πάντων μιμησάμενοι τὸν διδάσκαλον, τῷ βίῳ καταλιπόντες πολιτείας ἀρίστης εἰκόνα.
PG 110:409Ἀλλὰ ἐπειδὴ γράφειν ἀπὸ [β) τῆς εἰκόνος ταύτης πάντες Χριστιανοὶ τὸν ἑαυτῶν βίον ὀφείλονται, ἢ οὐκ ἠβουλήθησαν, ἢ ἠτόνησαν πρὸς τὴν μίμησιν· ὀλίγοι δέ τινες ἠδυνήθησαν τὰς κοσμικὰς ὑπερκύψαι ταραχὰς καὶ φυγεῖν τὴν ἐν ταῖς πόλεσι ζάλην καὶ τὴν τοῦ ματαίου βίου φροντίδα τε καὶ προσπάθειαν· καὶ οὕτως ἔξω γενόμενοι τῶν κοσμικῶν θορύβων, τὸν μοναδικὸν ἀσπασάμενοι βίον, ἐκμαγεῖον τῆς ἀποστολικῆς ἀρετῆς ἐποιήσαντο, τοῦ μὲν κεκτῆσθαι τὴν ἀκτημοσύνην προκρίναντες διὰ τὸ ἀπερίσπαστον, τροφῆς δὲ κεκαρυκευμένης τὴν ἐσχεδιασμένην προτιμήσαντες, διὰ τὰς τῶν παθῶν ἐπαναστάσεις τῇ παρατυχούσῃ τροφῇ τὴν χρείαν τοῦ σώματος ἐκπληροῦντες, ἐνδυμάτων τε μαλακῶν καὶ τῆς χρείας ἔξω, ὡς ἀνθρωπίνης χλιδῆς ἐπίνοιαν ἀλογήσαντες, λιτῇ καὶ ἀπεριέργῳ στολῇ διὰ τὴν τοῦ σώματος ἀνάγκην ἐχρήσαντο. [] Καὶ γὰρ ὁ Κύριος τῷ πλουσίῳ τὴν τελειοτάτην τοῦ κατὰ Θεὸν ἀκροτάτου βίου τούτου σαφέστατα ὑποτιθέμενος πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς, καὶ οὕτως ἀμερίμνως καὶ ἀπερισπάστως ἀκολουθεῖν τὸν σταυρὸν ἄραντα προσέταξε, καὶ τὸν τοῦτο μὴ ποιοῦντα ἀνάξιον ἑαυτοῦ ἔκρινεν·
Ὅστις γὰρ, φησὶν, οὐκ ἀφήσει πατέρα ἢ μητέρα, ἢ ἀδελφοὺς ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου καὶ ἀρεῖ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσει μοι, οὐκ ἔστι μου ἄξιος. Τοιγαροῦν οὐκ ἔστιν ἄλλως τῆς ἀξίας ταύτης καὶ τῆς τελειότητος ἐπιτυχεῖν εἰ μὴ καθ’ ὃν τρόπον ὁ ὑπερτελὴς καὶ προτέλειος ἐδίδαξε 257 Κύριος. Θαυμαστέον τοιγαροῦν ἡμῖν καὶ σφόδρα τιμητέον, τοὺς ἀπαρνησαμένους πᾶσαν πρόσκαιρον ἡδονήν τε καὶ προσπάθειαν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν μεταχωρήσαντας καὶ πᾶσαν τὴν γῆν πληρώσανταςκαὶ γὰρ μεμέστωται τούτων Αἴγυπτος, καὶ Λιβύη, καὶ Αἰθιόπεια, καὶ Ἰνδία, Μαυριτανία τε καὶ αἱ Θηβαί̈δες· τούτων Συρία πλήρης, καὶ Κιλικία, καὶ Γαλατία, Πόντος τε καὶ Ἀρμενία, Μεσοποταμία, καὶ ἡ Περσὶς ἅπασα τούτων ἀνάπλεως, Παλαιστίνη καὶ Ἀραβία καὶ Κύπρος, Ἀσία τε καὶ αἱ Κυκλάδες νῆσοι, καὶ ἡ Ἑλλὰς πᾶσα, καὶ μὴν καὶ Ῥώμη, καὶ Ἱσπανία, καὶ Γαλατία μέχρι τοῦ πέρατος τῆς γῆς πέπλησται μοναστηρίων καὶ ἀσκητῶν, καὶ πᾶσα ἡ γῆ κατευλόγηται καὶ ἁγιάζεται προδήλως ταῖς τούτων χοροστασίαις τε καὶ ψαλμῳδίαις.

Caput XII

[] Καὶ δὴ Γρηγόριος ὁ πάνσοφος καὶ τῆς Θεολόγου ἐπωνυμίας ἀποσεμνύνων αὐτὸς λέγει Οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν ταῖς λάρυγξι φέροντες·
PG 110:411καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας [α) καὶ ἀνέσεως καὶ ἡ δι’ ἀμφοτέρων μίξις καὶ κράσις. Καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία, εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἐρχομένων τὰ κατὰ Θεὸν γεννήματα, οἱ τρυφῶντες τὸ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τὸν κόσμον, οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, 258 ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν καὶ διὰ πτωχείαν βασιλεύοντες· οὗτοί με καὶ παρόντες λαμπρὸν ποιοῦσιν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἐντρύφημα, καὶ ἀπόντες συστέλλουσι. Τίνες δέ εἰσιν οὗτοι;

Caput XIII

Οἱ κόσμῳ χωρήσαντες ἑαυτοὺς καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες· καὶ τὴν ἔρημον ἀσπαζόμενοι ζῶσι Θεῷ πάντων μᾶλλον τῶν στρεφομένων ἐν σώματι· λέγω δὴ τοὺς καθ’ ἡμᾶς Ναζηραίους οἱ μὲν τὸν πάντη μοναδικὸν καὶ ἄμικτον διαθλοῦντες βίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ Θεῷ οἱ δὲ ἀγάπαις μόνον τῇ κοινωνίᾳ στέργοντες, ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες· καὶ τοῦτον μόνον κόσμον εἰδότες ὡς τῇ ἐρήμῳ γνωρίζουσιν, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμασιν, ὅσα ἐν μέσῳ περιφθείρεται, στροβοῦντά τε καὶ στροβούμενοι καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ἀλλήλοις τε κόσμος ὄντες καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες. Καὶ ταῦτα μὲν Γρηγόριος. Ὁ δὲ θεοῤῥήμων Χρυσόστομος ἐν τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ περὶ τῶν ἐν Αἰγύπτῳ μοναχῶν φησιν· Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου τὰς σκηνὰς πάντοθεν ἡμῖν τῶν μοναχῶν δεικνύουσα, οἵτινες τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι, πρὸς οὐρανὸν ἀθρόοι μεθωρμήσαντο καὶ θερμότεροι τῶν ἄλλων ὄντες πρὸς εὐσέβειαν, τὰς ἀσωμάτους δυνάμεις τῇτῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται.

Chapter CXXIIICaput CXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:413Καὶ εἴ τις ἐν τῇ χώρᾳ γέγονεν, οἶδεν ἃ λέγω· εἰ δέ τις οὐκ ἐπέβη τῶν ἁγίων σκηνῶν ἐκείνων, ἐννοείτω τὸν μέχρι νῦν ἐν τοῖς ἁπάντων στόμασιν ᾀδόμενον, ὃν μετὰ τοὺς ἀποστόλους ἡ Αἴγυπτος ἤνεγκεν, τὸν μέγαν καὶ μακάριον Ἀντώνιον, καὶ οἵων ὄψεων θείων ἠξιώθη καὶ βίον θεοπρεπῆ τε καὶ ἀγγελικὸν ἐπεδείξατο. Καὶ τοῦτο εἴσεταί τις ἀναγνοὺς 259 αὐτοῦ τὸν βίον μετὰ ἀκριβείας, ἐν ᾧ καὶ πολλὴν ὄψεται τὴν προφητείαν. Καὶ γὰρ τῶν περὶ τὰ Ἀρείου νοσούντων, προανεφώνησέ τε καὶ εἶπεν τὴν ἐκείνοις μέλλουσαν γίνεσθαι βλάβην, τοῦ Θεοῦ δείξαντος αὐτῷ καὶ πρὸ τῶν ὀφθαλμῶν τὰ μέλλονταἈληθείας ἐστὶν ἀπόδειξις, τὸ μηδένα τῶν αἱρετικῶν ἄνδρα τοιοῦτον ἔχειν. [] Διὸ δὴ καὶ θαυμάζω σφόδρα καὶ τελείαν ἐπαινῶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς τῶν τε ἄλλων ἀρετῶν ἕνεκα καὶ τὴν μεταβολὴν τῆς ἐσθῆτος· βούλει γὰρ, σοὶ δείξω τοὺς ὄντας ἐστολισμένους καὶ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντας, τοῦ γάμου ἐκείνου, καὶ ὡς ἐν οὐρανῷ ἐν γῇ διατρίβοντας· οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια χεῖρον τῶν οὐρανῶν διάκεινται· καὶ γὰρ ἄγγελοι κατάγονται πρὸς αὐτοὺς καὶ ὁ τῶν ἀγγέλων Δεσπότης·

Caput Primus

εἰ γὰρ πρὸς τὸν Ἀβραὰμ ἦλθον, ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία διατρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον, ὅταν πολλῷ πλείονα εὕρωσιν ἀρετὴν καὶ ἄνθρωπον σώματος καταφρονοῦντα καὶ σαρκὶ σαρκὸς ὑπερορῶντα, πολλῷ μᾶλλον ἐνταῦθα διατρίβουσι καὶ χορεύουσι τὴν αὐτὴν πρέπουσαν χορείαν· καὶ γὰρ τράπεζα [β) παρ’ ἐκείνοις πάσης πλεονεξίας καθαρὰ καὶ φιλοσοφίας μεστή· οὐχ αἵματος χείμαῤῥοι παρ’ αὐτοῖς, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ καρυκεῖαι καὶ κνίσεις ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς, καὶ δρόμοι καὶ θόρυβοι, καὶ ταραχαὶ, καὶ κραυγαὶ ἐπαχθεῖς, ἀλλ’ ἄρτος καὶ ὕδωρ, τὸ μὲν ἐκ πηγῆς καθαρᾶς, τὸ δὲ ἀπὸ δικαίων πόνων. Εἰ δέ που καὶ φιλοτιμώτερον ἑστιᾶσθαι βουληθεῖεν, ἀκρόδρυα ἡ φιλοτιμία γίνεται, καὶ μείζων ἐνταῦθα ἡ ἡδονὴ ἢ ἐν ταῖς βασιλικαῖς τραπέζαις. Ταύτην καὶ ἄγγελοι τὴν τράπεζαν ἐκ τοῦ οὐρανοῦ θεωροῦντες κατατρέπονται καὶ ἥδονται· εἰ γὰρ ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσούτοις μιμουμένοις αὐτοὺς τί οὐκ ἐργάσονται; Καὶ ἡμεῖς μὲν τῶν θηρίων χείρους ἐσμὲν καὶ τῶν ἀλόγων, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐνταῦθα ὄντες·
PG 110:415καὶ πάντα αὐτοῖς ἐνήλλακται τὰ πρὸς ἡμᾶς, καὶ ἔνδυμα, καὶ τρόπος, καὶ οἴκημα, καὶ ὑπόδημα, καὶ ὁμιλία· καὶ εἴ τις ἐκείνων ἤκουσε διαλεγομένων 260 καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι· Ἴδωμεν δὲ καὶ τὰς ἐκ τῆς τρυφῆς ἡμῶν ἐπιθυμίας, τὰς ἐκ τῶν ὀψοποιῶν, τῶν μαγείρων, τῶν τραπεζοποιῶν, τῶν πλακουντοποιῶν καὶ τὴν περὶ τῶν τοιούτων ἅμιλλαν· καὶ ὑπὲρ ποιότητος καὶ ὑπὲρ τάξεως καὶ ὑπὲρ πλήθους, ὅπερ οὐδὲν τοιοῦτον παρὰ τοῖς ἀγγέλοις ἐκείνοις· οὐ γὰρ εἰς πλησμονὴν καὶ τρυφὴν, ἀλλ’ εἰς χρείαν αὐτοῖς ἡ τροφὴ καὶ μέτρῳ καὶ καιρῷ κανονισμένη· μονοσιτία γὰρ παρ’ αὐτοῖς ἐστι πάντοτε, καὶ ἄριστον οὐδέποτε εἴ ἐστιν ἴσασιν, ἀλλὰ δεῖπνον γινώσκοντες, ὅτι πένθος ὁ παρὼν βίος καὶ νηστείας καὶ ἀγῶνος, πληροῦντες ἐν τούτῳ καὶ τὸ πρὸς τὸν προφήτην Ἰεζεκιὴλ εἰρημένον ἀπὸ τοῦ Θεοῦ· Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ’ ὀδύνης φάγει καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίει· καὶ τὸ βρῶμά σου ἐν σταθμῷ φάγεσαι ἀπὸ καιροῦ ἕως καιροῦ·

Caput III

καὶ τὸ πόμα σου μετὰ ἐντροπῆς πίεσαι τῆς ἡμέρας. Ἀνάῤῥηξον οὖν τῷ λόγῳ τὴν γαστέρα τῶν ἐκεῖνα τὰ πολλὰ σιτουμένων καὶ ὄψει τὸν πολὺν φόρτον καὶ τὸν ἀκάθαρτον ὀχετὸν καὶ τὸν κεκονιαμένον καὶ σαπρὸν τάφον· τὰ δὲ μετὰ ταῦτα αἰσχύνομαι καὶ εἰπεῖν, τὰς ἀειδεῖς καὶ δυσώδεις ἐρυγὰς, τοὺς ἐμετοὺς, τὴν ζάλην, τὴν σκότωσιν τῆς ψυχῆς καὶ τὸ βάρος τοῦ σώματος, τὰς κάτωθέν τε καὶ ἄνωθεν ἐκρήσεις, καὶ τοὺς ἐπὶ τούτοις σφοδροτέρους τῶν ἀφροδισίων ἔρωτας. Κἀκείνη μὲν ἡ τράπεζα, εἰς οὐρανοὺς τοὺς ἀγγέλους παραπέμπει· αὕτη δὲ εἰς γέενναν πυρὸς ἕλκει τοὺς κοιλιοδούλους, ὥσπερ καὶ τὸν πλούσιον ἐκεῖνον· καὶ τὴν μὲν ὕπνος θανάτῳ προσεοικυῖα διαδέχεται, τὴν δὲ νῆψις καὶ ἀγρυπνία, καὶ τὴν μὲν κόλασις, τὴν [δὲ] οὐρανῶν βασιλεία· μετὰ γὰρ τὴν ἅπαξ ἑστίασιν καὶ τὴν εὐχαριστίαν πολλῆς ἐμπλησθέντες κατανύξεως καὶ θερμῶν δακρύων, οὕτω πρὸς ὕπνον βαδίζουσιν, τοσοῦτον αὐτοῦ μεταλαγχάνονται ὅσον μικρὸν ἀναπαύσασθαι· καὶ πάλιν τὰς νύκτας ἡμέρας ποιοῦσιν, ἐν εὐχαριστίᾳ καὶ ψαλμῳδίᾳ ἀεὶ διάγοντες. Ἄπελθε τοίνυν πρὸς τοὺς ἁγίους τούτους καὶ μάθε τι παρ’ αὐτῶν χρήσιμον καὶ φωτίσθητι·
λύχνοι γάρ εἰσιν ὄντως καὶ φωστῆρες, λόγον ζωῆς ἐπέχοντες, καὶ πανταχοῦ 261 τῆς οἰκουμένης ὄντες καὶ πᾶσιν τὴν γῆν καταλαμπρύνοντες. Οὐκοῦν βάδιζε συνεχῶς πρὸς αὐτοὺς, ἵνα τὰς ἐν σοὶ κηλίδας [α) ἐκκαθάρας ταῖς ἐκείνων εὐχαῖς καὶ παραινέσεσιν, ἄριστον ἀναδείξῃ τοῦ λοιποῦ βίον καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃς. [] Οὐ μὴν δὲ ἀλλὰ καὶ Θεοδώρητος οὕτως ἔφη· Τὴν γὰρ δὴ τῶν ἀγγέλων ἐκμιμοῦντες προδήλως πολιτείαν ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπάσαντο, οἵτινες ἔφυγον μὲν τὴν τοῦ σώματος ἀνάπαυσιν καὶ τὴν ἔννομον κοινωνίαν ὡς τῶν θείων ἀφέλκουσαν καὶ τῶν ἐπουρανίων ἀοράτων τρυφημάτων, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος ἅμα καὶ πλοῦτον, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσιν τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμὸς εἰς οὐρανὸν ἀναπτῆναι. Τούτων πλήρεις καὶ πόλεις, καὶ κῶμαι, καὶ αἱ τῶν ὀρέων ἀκρωρίαι καὶ φάραγγες. [] Ἀφ’ οὗ γὰρ ὁ Χριστὸς τὴν παρθενίαν ἐτίμησεν, ὑπὸ παρθένου τεχθεὶς, τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις ἐβλάστησε καὶ τὰ εὐώδη τῶν μοναχῶν ἄνθη καὶ ἀμάραντα προσφέρει τῷ Ποιητῇ καὶ Δεσπότῃ.
PG 110:417Καὶ γὰρ πανταχοῦ μοναστήρια γεγόνασιν, οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ ἐν Συρίᾳ πάσῃ, καὶ Παλαιστίνῃ καὶ ἐν Κιλικίᾳ, καὶ ἐν Μεσοποταμίᾳ· ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ ε χιλιάδας ἀνδρῶν ἔχειν ἔνια φροντιστήρια, μεταξὺ τὸν Θεὸν ὑμνούντων ἐν προσευχαῖς καὶ ψαλμῳδίαις ἀγρυπνοῦντες, καὶ μετὰ σκληραγωγίας πολλῆς ζώντων, καὶ τὴν ὄντως Χριστοῦ φιλοσοφίαν εἰς ἄκρον ἀναδεικνυμένων. Καὶ οἱ μὲν κατὰ συμμορίαν, ὡς ἔφην, οἰκοῦντες, δημιουργοῦσιν ἐν ταῖς ψυχαῖς τὰ τῆς φιλοσοφίας ἀγάλματα, οἱ δὲ καὶ δύο καὶ τρεῖς διάγοντες, οἱ δὲ καὶ μόνοι καθειργμένοι καὶ ἡσυχάζοντες καὶ τὸν ὀφθαλμὸν τῷ κάλλει τῶν ὁρωμένων ἐπιτέρπεσθαι κωλύοντες, σχολὴν τῷ νῷ παρέχουσιν ἐπεντρυφᾷν τῇ θεωρίᾳ τῶν νοητῶν μετὰ φρονήσεως καὶ γνώσεως· μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ γνῶσις· οὐκ ἀπόχρη δὲ τέλειον ἀποφῆναι τὸν ταύτης ἠξιωμένον· δεῖ γάρ που τὴν ἀγαθὴν πρᾶξιν συναφθῆναι τῇ γνώσει· 262 ὅπερ γάρ ἐστι δένδρων ῥίζα καὶ ὀφθαλμὸς σώματος, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις, ἐξ ἧς ἡ βεβαία καὶ ὀρθόδοξος γίνεται πίστις.
Χρὴ τοίνυν οὐ μόνον εἰδέναι τί προσήκει περὶ Θεοῦ δοξάζειν, ἀλλά γε καὶ κατὰ τοὺς ἐκείνου καλῶς καὶ ἁπλῶς πολιτεύεσθαι νόμους· δεῖ γὰρ τοὺς τῆς εὐσεβείας ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν ἐκπαιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρετῆς ἐκμανθάνειν ἀκριβεῖς νόμους· ὥστε οὖν ἡ γνῶσις δεῖται τῆς πρακτικῆς, ὡς καὶ ἡ πρακτικὴ τῆς γνώσεως. Ὅθεν φησὶν ὁ Κύριος· Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οὐκ εἶπεν· Ὃς ἂν ποιήσῃ μόνον, ἀλλὰ καὶ διδάξῃ· εἰ γὰρ ἤρκει πρὸς τελειότητα τὸ ποιῆσαι μόνον καὶ χωρὶς τοῦ διδάξαι ἢ τὸ διδάξαι μόνον ἄνευ τοῦ ποιήσαι μέγαν, οὐκ ἂν ἄμφω συνέζευξε λέγων· Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ· ἅπερ δὴ κατορθώσας αὐτὸς ἀραρότως κἀν τούτῳ προσφόρως ἡμῖν ὑπογραμμὸς καὶ τύπος ἄριστος γενόμενος, ἐμαρτύρησεν ὁ μαθητὴς αὐτοῦ λέγων ἐναργῶς· Ὧν ἤρξατο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ὁ γὰρ δὴ οὕτω ῥυθμίζων καὶ διαμορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς χαρακτῆρας [β) ἐκμάττει, ἀλλὰ καὶ τοῦ νομοθέτου ζῶσά τις εἰκὼν γίνεται. Κἀντεῦθέν φησιν ὁ μὲν Ἀπόστολος· Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, ὁ δὲ Κύριος·
Γίνεσθε μιμηταὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· καί· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Φαρισαίων καὶ Γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. [] Εἰκότως οὖν Πλάτων ὑπεμφαίνων τῶν τελείων τὸ σπάνιον ἔφασκεν· Οὔ μοι δοκεῖ δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων· μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· ναρθηκοφόροι μὲν γὰρ πολλοὶ, φιλόσοφοι δὲ σπάνιοι καὶ ὀλίγοι. Κάλλιον δὲ πίστις καὶ πρᾶξις τελευτήσαντος τυχεῖν 263 πάντων· ὅθεν ἐπήγαγεν ἄνδρα ἁπλοῦν καὶ γενναῖον κατ’ Αἴσχυλον (οὐ δοκεῖν ἀλλ’ εἶναι ἀγαθὸν ἐθέλοντα· ἀφαιρετέον δὲ τὸ δοκεῖν. Εἰ γὰρ δόξει δίκαιος εἶναι) ἔσονται τιμαὶ αὐτῷ καὶ δωρεαὶ δοκοῦντι τοιοῦτον εἶναι· ἄδηλον οὖν, εἴτε τοῦ δικαίου, εἴτε [τῶν] δωρεῶν καὶ τιμῶν εἵνεκα τοιοῦτος εἴη·

Chapters CXXIV - CXXVICaput CXXIV - CXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:419γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ μηδὲν γὰρ ἔχων δόξαν ἐχέτω μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τὸ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας ἢ φιλοδοξίας καὶ ὑπ’ αὐτῆς γιγνομένων, ἀλλ’ ἔστω ἀμετάστατος μέχρι θανάτου δοκῶν ἄδικος εἶναι διὰ βίου. Καὶ δὴ καὶ Σωκράτης, ὁ διδάσκαλος αὐτοῦ, πρὸς αὐτὸν ἔφη· Πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι ταύτην ἢ τὴν τοῦ ἑνὸς, εἴ τις ἔστιν ἐπαί̈ων ὃν δεῖ καὶ φοβεῖσθαι καὶ αἰσχύνεσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν, δεινῶς λωβησόμεθα· οὐκ ἄρα γε, ὦ βέλτιστε, φροντιστέον ἡμῖν τί ἐροῦσιν ἡμᾶς οἱ πολλοὶ, ἀλλὰ τί τὸ ἐπαί̈ον τῷ δικαίῳ καὶ ἀδίκῳ, ἥτις ἐστὶν ἡ ἀλήθεια. Ταῦτα δὲ φανερῶς ἐοίκασιν τοῖς ἡμετέροις μᾶλλον ἱεροῖς καὶ ἀποστολικοῖς λόγοις, ἐν οἷς φησιν ὁ Χριστοφόρος· Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς.
ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. Τοιαύτην μὲν οὖν περὶ δικαιοσύνης καὶ θεαρέστου πολιτείας πάνυ Σωκράτης καὶ Πλάτων διδασκαλίαν ἐποιήσαντο, θαυμαστὴν ὄντως καὶ ἀξιέπαινον τῇ φύσει τῇ λογικῇ τῶν ἀνθρώπων συμβαίνουσαν· τὰ γὰρ ἠθικὰ μαθήματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσεν· διαπλάσας γὰρ ἀνθρώπων γένος 264 ὁ Θεὸς ἐνέθηκε τῇ φύσει τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν, ὁ καὶ παιδεύων ἔθνη καὶ διδάσκων ἄνθρωπον γνῶσιν. Διόπερ οὐ μόνον Σωκράτης καὶ Πλάτων καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ (ἄλλοι) πολλοὶ τῶν βαρβάρων· καὶ γὰρ τοὺς Ὑπερβορέους οἰκεῖν μὲν ἐπὶ τὰ Ῥίπαια ὄρη φασὶν, ἀσκεῖν δὲ δικαιοσύνην μὴ κρεωφαγοῦντας, ἀλλὰ ἀκροδρύοις καὶ ὕδατι χρωμένους, καὶ τοὺς Βραχμᾶνας ἐν ταῖς ὕλαις διάγειν, φύλλοις τὸ σῶμα καλύπτοντας καὶ ὑπὲρ ἄνθρωπον ἀσκοῦντας.

127-128CXXVII - CXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.

Caput V

PG 110:421Καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην, φιλόσοφον [α) γεγενῆσθαι λέγουσιν, καὶ οὕτως αὐτὸν ὁ τῆς φιλοσοφίας ἐνεπύρωσεν ἔρως, ὡς ὀνομαστότερον διὰ πολλὴν ἄσκησιν καὶ σωφροσύνην γενέσθαι· οὐ γὰρ μόνον γρηγορῶν πρὸς τὰ τῆς ψυχῆς ἠγωνίζετο πάθη σιωπῶν καὶ ἡσυχάζων, ἀλλὰ καὶ καθεύδων τὰ τῆς ἐγκρατείας καὶ σωφροσύνης ἐδήλου σημεῖα· εἰώθει γὰρ τῇ μὲν λαιᾷ χειρὶ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη συνέχειν, ὑπεμφαίνων ὡς πολλῷ μείζων ἐστὶν ἡ ἀγωνία τῆς γλώττης καὶ πλείονος ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται. [] Καὶ τὸν Χείρωνα δὲ κένταυρον ἱστοροῦσιν Ἕλληνες δικαιοσύνης καὶ ἁγνείας γενέσθαι διδάσκαλον, ὡς καὶ Ὅμηρος μαρτυρεῖ τοῦτον δικαιότατον πεφηνέναι κενταύρων, διὰ πολλὴν δήπουθεν καρτερίαν καὶ ἐγκράτειαν, καὶ σώματος δουλαγωγίαν, καὶ σύμμετρον ἐπιμέλειαν· ὅθεν δὴ Πλάτων αὖθις ἐναργῶς διδάσκων φησίν· Ἐπιμελεῖσθαι σῶμα δεῖ ψυχῆς εἵνεκεν ἁρμονίας, δι’ οὗ βιοῦν τε ἔστιν καὶ ὀρθῶς βιοῦν καὶ καταγγέλλειν τῆς ἀληθείας τὸ κήρυγμα. Τοῦτο δὲ ὁ θεῖος ἔφη Παῦλος·
Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· τουτέστι πρὸς ἄσκησιν καὶ σύστασιν αὐτὸ μετ’ ἐπιστήμης καὶ φρονήσεως γυμνάζω πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, οὐ πρὸς ἀσέλγειαν προνοοῦμαι. (Ταύτῃ τοίνυν καὶ παραινεῖ φάσκων· Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε εἰς ἐπιθυμίαν· οὐ τὴν σύμμετρον καὶ ἀναγκαίαν 265 ἐπιμέλειαν τὴν πρὸς σύστασιν ἀπηγόρευσεν, ἀλλὰ τὴν ἀκολασίας μητέρα γαστριμαργίαν, ἐπήγαγεν εἰς ἐπιθυμίας δηλαδὴ βλαβερὰς καὶ ἀνοήτους· οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρει θεραπείαν ὡς κατασκιρτᾷν τῆς ψυχῆς, ἀλλ’ ἵνα συνεργῇ καὶ καθυπουργῇ τοῖς ἐκείνοις ἀρίστοις ἐπιτηδεύμασιν.) Συμπεφώνηκε τοίνυν κἀν τούτοις ὁ Πλάτων εὖ μάλα τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν καὶ δέουσαν ἐπιμέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος· ὑπέδειξε πάλιν καὶ διεσάφησεν (καὶ) ὅπως ἄρχεται καὶ αὔξεται τῆς φαύλης ἐπιθυμίας καὶ κακίστης συνηθείας τὸ πάθος, φάσκων οὕτως· Ἀρχὴ μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπὶς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια· διὸ καὶ Σωκράτης τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν εὐμόρφων ὡς χαλεπώτερον σκορπίων [καὶ ὄψεων] ἰὸν ἐνιέναι ἀποφεύγειν ἐδίδασκεν.
PG 110:423Ὅθεν ἰδών τινα φιλήσαντα νέιν εὔοπτον· Οὗτος, ἔφη, ῥᾳδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσειεν καὶ εἰς πῦρ ἐμπέσειεν, ὁ τοσαύτην δηλονότι πυρὰν ἐν αὐτῷ κατατολμήσας ἀνάψαι. Διογένης δὲ θεασάμενος μειράκιον ἀσελγέστερον ἢ κατὰ ἄνδρα κεκοσμημένον, εἶπεν· Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. Θηρῶσι διὰ τοῦ καλλωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας καὶ οἱ ἀνδρόγυνοι τοὺς ἄνδρας· καὶ μέντοι καὶ Ἀρκεσίλαος εὐμόρφου ἤρα παιδὸς καὶ βουλόμενος αὐτὸν φιλῆσαι, διεκώλυεν ἑαυτὸν φεύγων τὴν βλάβην. Ὁ δὲ Ἀλέξανδρος οὐδὲ ἰδεῖν τὰς Δαρείου θυγατέρας ἠνέσχετο εὐειδεῖς ἄγαν καὶ παρθένους οὔσας, αἰσχρὸν εἰπὼν εἶναι καὶ λίαν ἄτοπον τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. Καὶ Κῦρος, ὁ Περσῶν βασιλεὺς, οὐδὲ θεάσασθαι κόρην τινὰ θαυμασίαν ἀφορισθεῖσαν αὐτῷ καὶ ἀμήχανον κάλλος [β) ἔχειν μαρτυρουμένην κατεδέξατο, ἀλλά γε καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν ἐκ τούτου πάσχειν δεινὸν λέγοντι παρῄνει μήτε λέγειν τοῦτο μήτε πράττειν. Τὸ μὲν γὰρ πῦρ φησιν τοὺς πλησίον ὄντας καίειν, τὸ 266 δὲ κάλλος καὶ τοὺς πόῤῥωθεν ἑστῶτας.
Ἐπεὶ οὖν ἐκ τοῦ ὁρᾷν τὸ ἐρᾷν τίκτεται, καὶ ἐκ τοῦ ἐρᾷν ἡ συγκατάθεσις γίνεται, καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις τελεῖται, διὰ τοῦτο ὁ Χριστὸς τὸν ἀκολάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν, οὐ τὴν πρᾶξιν μόνον, ἀλλὰ καὶ ἔννοιαν ἀναστέλλων. (Ὅπερ οὖν Ἀμβακοὺμ αἰνιττόμενος ἔλεγε· Καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους ὀδύνης.6) Ἔτι δὲ πάλιν Σωκράτης φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρασίαν διδάσκων ἔφη, μὴ πεινῶντας λίαν ἐσθίειν καὶ μὴ διψῶντας πολλὰ πίνειν. Καὶ γὰρ ὁ Κύριος ἐμακάρισε τοὺς τοιούτους (φάσκων· Μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πεινῶντες νῦν καὶ διψῶντες, ὅτι χορτασθήσεσθε· καὶ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε). [] Ποῦ τοίνυν εἰσὶν οἱ τὸν ἁβροδίαιτον καὶ τρυφηλόν τε καὶ ἀνειμένον μεταδιώκοντες βίον, καὶ ὥσπερ ἐπ’ ἐξουσίας τὸν κόσμον ἔχοντες ἀδεῶς πάντα, λοιπὸν μεθ’ ἡδονῆς, καὶ γέλωτος, καὶ αἰσχρολογίας, καὶ διαχύσεως, καὶ ἀφοβίας Θεοῦ χρῶνται πρὸς κόρον, καὶ τρυφῆς αὐτοῖς καιρὸς ἅπας, τῇ γὰρ ὀρέξει τὸν καιρὸν ὁρίζονται·

Caput X - XI

κἂν ἕωθεν ἡ πείνα προσβάλλῃ, παραυτίκα τὴν τροφὴν προσφέρουσιν· οὐ γὰρ ὥρισται τοῦτο μὲν ἐσθίειν, ἐκεῖνο δὲ παραιτεῖσθαι, ἀλλὰ πάντων ἀκρατῶς καὶ ἀδιαφόρως καὶ ἀπερισκέπτως ἀπολαύσουσιν ὡς τραπεζολάτραι καὶ κοιλιόδουλοι, ἥτις γε τράπεζα εἰκότως ἂν κληθείη κυρίως καθέδρα λοιμῶν καὶ ἀλόγων φάτνη. Εἰ γὰρ μὴ ἐκ πολλῆς ἀλογίας καὶ ἀπροσεξίας ἀπεκτηνώθησαν, ἐπιλαθόμενοι τὸν συνιόντα εἰς πάντα τὰ ἔργα ἡμῶν καὶ μέχρι ψιλοῦ ῥήματος καὶ ἐνθυμήματος δίκας εἰςπράττειν, οὐκ ἂν δήπουθεν μετὰ φλυαριῶν, καὶ κακονοίας, καὶ γέλωτος, καὶ βλασφημίας τὴν θεόσδοτον τροφὴν μετελάμβανον, ἀμνημονήσαντες τοῦ λέγοντος, ὅτι καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον δώσομεν ἐν ἡμέρᾳ κρίσεως καὶ ἀπολογίας, καὶ ἐκ τῶν λόγων ἡμῶν τῶν φαύλων κατακριθησόμεθα· καί· Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. 267 [] Οὐκοῦν ἐματαιώθησαν ἐξ ἐπιμέτρου σφόδρα τινὲς τῶν ἀφελεστέρων κοσμικῶν, φάσκοντες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθομένων αὐτοῖς, ὅτι φησὶ, Μοναχοῖς μόνοις ὁ ἀπεχθέστερος καὶ βαρύτερος μὲν δέδοται ζυγὸς, κοσμικοῖς δὲ ὁ ἐλαφρότατος καὶ ἀνειμένος·
PG 110:425ἔδει γὰρ τοὺς ἀσυνέτους συνιδεῖν ὅπερ καὶ ὁ παλαιὸς νόμος τοῖς πάλαι Ἰουδαίοις ἀδιαστόλως ἐνομοθέτησεν, μικροῖς τε καὶ μείζοσιν, καὶ ἡ παράβασις ἐπικίνδυνος ἄγαν καὶ ὀλέθριος· διό φησιν ὁ Δαυίδ· Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, Κύριε. Καὶ ὁ τῆς χάριτος ὁμοίως ἐξ ἴσου τεθέσπισται καὶ ἄρχουσι καὶ ἰδιώταις, πλουσίοις καὶ πένησι, καὶ ἁπλῶς κοσμικοῖς τε πᾶσι καὶ μοναχοῖς, τοῦ οὖν Κυρίου καὶ Θεοῦ ἡμῶν λέγοντος· Μακάριοι οἱ πεινῶντες ὅτι χορτασθήσεσθε, καί· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται, καί· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν [α) ὑμῶν, καί. Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε, καὶ· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐκ ἔστι μου ἄξιος· καί· Πᾶς ὃς οὐκ ἀποτάσσεται πᾶσι ταῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής· καὶ· Σπουδάσατε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς· καί·
Τί στενὴ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ταῦτα δὴ, ταῦτα καὶ τὰ τούτοις παραπλήσια πάντα οὐ πρὸς μοναχοὺς εἴρηται, ἀλλὰ καὶ πρὸς κοσμικοὺς, καὶ βιωτικοὺς, καὶ τὸν πρόσυλον καὶ γεώδη βίον ἐπανῃρημένους· ἐπεὶ ἂν ἄρα πρὸς μοναχοὺς καὶ μόνον ἐῤῥέθη, ἐλεεινότεροι πάντων ἀνθρώπων εἰσὶν οἱ κοσμικοὶ, τοιούτων μακαρισμῶν καὶ θείων ἐντολῶν ἀπεστερημένοι· εἰ δέ γε κοινὸς ὁ νόμος καὶ ὁ ζυγὸς, κοινὸς καὶ ὁ μακαρισμὸς, καὶ ὁ ταλανισμὸς, καὶ ὁ βασανισμὸς, εὔδηλον ὅτι οἱ καὶ ἀναγινώσκοντες οὐκ ἐπιγινώσκουσιν τὸ παράπαν, ἐπεὶ οὐκ ἂν τοὺς 268 ἀναιτίους καὶ θεοφιλεῖς μοναχοὺς κατεδίκαζον ἐπ’ ὀλέθρῳ τῆς καὶ γνώμης ἀγνώμονος. [] Ἐπὶ Κλαυδίου Ἀγρίππας ὁ καὶ Ἡρώδης ἀνεῖλε Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, καὶ Πέτρον ἔθετο ἐν φυλακῇ ὡς ἀναιρήσων αὐτόν. [] Σίμων δὲ ὁ μάγος τὸν Χριστιανισμὸν ἀποβαλλόμενος καὶ μάγοις προσομιλήσας, ἐν Ῥώμῃ κατελθὼν ὡς θεὸς ἐτιμᾶτο καὶ ἐσέβετο διὰ τὰς ὑπ’ αὐτοῦ γοητείας. [] Πέτρου δὲ διὰ ταῦτα ἐπιδημήσαντος τῇ Ῥώμῃ, ἡ μὲν τοῦ Σίμωνος κατελύθη καὶ ἀπέσβη καὶ παραχρῆμα σὺν αὐτῷ καταλέλυται δύναμις·
PG 110:427παρακλήσει δὲ ἁπάντων Μάρκον προετρέψατο Πέτρος [ἐκ] τῆς διὰ λόγου διδαχῆς Ῥωμαίοις τὸ Εὐαγγέλιον γράψαι· ὁ δὴ Μάρκος καὶ ἐν τῇ Αἰγύπτῳ στείλας, πρῶτος ἐπίσκοπος καὶ κήρυξ Ἀλεξανδρείας καθίσταται. [] Ἀγρίππας δὲ λαμπρὰν καὶ χρυσοϋφῆ ἐσθῆτα περιβαλλόμενος καὶ δημηγορήσας Ἰουδαίοις, τῶν δὲ φησάντων· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου, ἡσθεὶς ἐπὶ τούτῳ, αὐτίκα παρ’ ἀγγέλου ῥομφαίᾳ πληγεὶς τελειοῦται. ΡΚ. Βασιλεία Νέρωνος. [] Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων, υἱὸς αὐτοῦ, ἔτη ιδ, ὃς τὴν μητέρα καὶ τὴν μνηστὴν ἀνελὼν, εὐνοῦχον ἔγημεν. Οὗτος ἀνεῖλε τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον, πολλοὺς δὲ τῶν πρὸς γένους καὶ ἑτέρους πολλοὺς τῶν 269 πρώτων τῆς συγκλήτου ἀπώλεσε. ΡΚΑ. Περὶ τοῦ κυνὸς Σίμωνος. [] Ἐφ’ οὗ Σίμων ὁ μάγος ἐν Ῥώμῃ πολλὰ σημεῖα διὰ γοητείας (καὶ φαντασίας τινὸς) ἐκτελῶν καὶ ἑαυτὸν θεὸν ὀνομάζων, καὶ τοῦ μεγάλου ἀποστόλου Πέτρου τὴν Ῥώμην καταλαβόντος, εὗρε κύνα παμμεγέθη δεδεμένον ἁλύσεσιν ἐν τῷ πυλῶνι, ὃν ὁ Σίμων δεσμεύσας, ἐκώλυε πάντας οὓς οὐκ ἤθελε, πρὸς αὐτὸν εἰσιέναι. Καὶ τοῦτο ἦν πρῶτον θαῦμα Πέτρου ἐν τῷ μέλλειν πρὸς Σίμωνα εἰσέρχεσθαι.

Caput XVI

Ὁ γὰρ Πέτρος ἰδὼν τὸν κύνα οὕτω μέγαν καὶ ἀπηγριωμένον, καὶ μαθὼν ὅτι πολλοὺς ἀνεῖλεν ἐπιχειρήσαντας εἰσελθεῖν πρὸ τῆς ἐπιτροπῆς Σίμωνος, κρατήσας ἔλυσεν αὐτὸν λέγων· Εἴσελθε πρὸς Σίμωνα καὶ εἰπὲ αὐτῷ ἀνθρωπίνῃ φωνῇ· Πέτρος, ὁ δοῦλος Χριστοῦ, εἰσελθεῖν πρὸς σὲ θέλει. Καὶ τοῦ κυνὸς δρομαίως [β) εἰσελθόντος καὶ οὕτως λαλήσαντος κατεπλάγησαν οἱ μετὰ Σίμωνος λέγοντες· Τίς ἐστι Πέτρος, καὶ τίς ἡ τοσαύτη δύναμις αὐτοῦ; Πρὸς οὕς φησιν ὁ Σίμων· Τοῦτο ὑμᾶς μὴ ξενιζέτω, ὅπερ κἀγὼ ποιήσω. Καὶ προςκαλεσάμενος τὸν κύνα καὶ ὡσαύτως προστάξας εἰπεῖν ἀνθρωπίνῃ φωνῇ τῷ Πέτρῳ εἰσελθεῖν, καὶ τοῦτο ποιήσας πάλιν ὁ κύων, εἰσῆλθε Πέτρος πρὸς Σίμωνα. Καὶ συμβαλὼν μετ’ αὐτοῦ Σίμων εἰς θαυματουργίαν, ἐνίκησε Πέτρος ἰάσεις ποιῶν· καὶ πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν. Καὶ ἦν ἐν τῇ Ῥώμῃ ταραχὴ πολλὴ καὶ σύγχυσις ἕνεκα Πέτρου καὶ Σίμωνος, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαῦμα. Ἅπερ (μαθὼν Ἀγρίππας) ὁ ὕπαρχος ἀνήγαγε τῷ βασιλεῖ Νέρωνι λέγων· Δύο τινές εἰσιν ἄνδρες ἐν τῇ πόλει θαυματοποιοῦντες ἀπέναντι ἀλλήλων.
PG 110:429Καὶ ὁ μὲν λέγει ἑαυτὸν εἶναι τὸν Χριστὸν, ὁ δὲ ἄλλον εἶναι, τὸν ἐσταυρωμένον Ἰησοῦν, οὗ καὶ μαθητὴν εἶναι ἑαυτὸν διισχυρίζεται. Οὓς κελεύσας ὁ Νέρων ἀχθῆναι κατενώπιον αὐτοῦ, λέγει πρὸς Σίμωνα· Σὺ εἶ ὃν λέγουσι Χριστόν; Ὁ δέ φησιν· Ἐγώ εἰμι. Ὁμοίως δὲ καὶ τὸν Πέτρον ἐπερωτήσαντος, εἰ 270 ἀληθῶς ἐστιν ὁ Χριστός· Οὐκ ἔστιν οὗτος· μὴ γένοιτο, ἀπεκρίθη Πέτρος· ἐγὼ γάρ εἰμι ἐκείνου μαθητὴς τοῦ σταυρωθέντος καὶ ἀναστάντος, καὶ εἰς οὐρανοὺς ἀναληφθέντος. Ὁ δὲ Νέρων ὡς τερατολόγους ἀμφοτέρους εὐθὺς ἀτίμως αὐτοὺς ἐκ προσώπου αὐτοῦ θᾶττον ἐξήλασεν, οἳ καὶ διάγοντες ἐν Ῥώμῃ ἐποίουν θαύματα κατέναντι ἀλλήλων. Μιᾷ γοῦν τῶν ἡμερῶν προστάξαντος τοῦ Σίμωνος ἀχθῆναι αὐτῷ ταῦρον παμμεγέθη, ἐλάλησεν εἰς τὸ οὖς αὐτοῦ, καὶ παρευθὺ τέθνηκεν ὁ ταῦρος. Ὁ δὲ Πέτρος εὐξάμενος ἀνέστησεν αὐτόν. Οἱ δὲ λαοὶ ἰδόντες ἐθαύμασαν λέγοντες·
Ἀληθῶς τὸ ζωογονῆσαι ὑπὲρ τὸ θανατῶσαι μεῖζόν ἐστι θαῦμα. Καὶ μέντοι καὶ ἄλλα σημεῖα πολλὰ ἐποίησαν (καὶ λόγους δογματικοὺς ἐλάλησαν ἀπέναντι ἀλλήλων) οὐ μόνον ἐν Ῥώμῃ, ἀλλὰ καὶ ἐν Συρίᾳ πρότερον, ἅτινα Κλήμης ὁ Ῥωμαῖος καὶ πάνσοφος μαθητὴς Πέτρου καὶ συνέκδημος (ἐπεξεργαστικοτέρως) διηγήσατο οὕτως λέγων· [] Τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου διδάσκοντος τὸν λαὸν σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐπὶ πάντων μόνον Θεὸν ἀληθινὸν, ὁ Σίμων ἔξω τοῦ ὄχλου ἑστὼς ἐξεβόησεν· Τί ψευδόμενος ἀπατᾷν θέλεις (τοὺς ἀνθρώπους καὶ) τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν, θεοὺς μήτε νομίζειν μήτε εἶναι, καίπερ τῶν παρ’ Ἑβραίοις βίβλων λεγουσῶν πολλοὺς θεοὺς εἶναι; Πλὴν οὖν περὶ οὗ ἔφης Θεοῦ δείξας ἐγὼ μὴ αὐτὸν εἶναι τὸν ἀνωτάτω καὶ παντοδύναμιν Θεὸν, καθὸ ἀπρόγνωστός ἐστι, καὶ ἀτελὴς καὶ ἐνδεὴς, καὶ οὐκ ἀγαθὸς καὶ πολλοῖς ὑποκείμενος πάθεσι, κατὰ τὴν ὑμετέραν Γραφὴν, ἕτερος πάντως περιλείπεται προγνωστικὸς, τέλειος, ἀνενδεὴς, ἀγαθὸς καὶ παντὸς πάθους ἀπηλλαγμένος, ὃν δὲ σὺ φὴς 271 δημιουργὸν καὶ ὑπέρθεον, τοῖς ἐναντίοις ἀντικείμενος εὑρίσκεται.
PG 110:431Αὐτίκα γοῦν ὁ καθ’ ὁμοίωσιν αὐτοῦ γενόμενος Ἀδὰμ καὶ τυφλὸς κτίζεται, καὶ γνῶσιν ἀγαθοῦ ἢ κατοῦ μὴ ἔχων, παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται, καὶ θανάτῳ καταδικάζεται, ὁμοίως τε ὁ πλάσας αὐτὸν ἐπεὶ μὴ πανταχοῦ παρῇ, ἐπὶ τῇ τῶν Σοδόμων καταστροφῇ λέγει· Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μὴ, ἵνα γνῶ· καὶ ἑαυτὸν ἀγνοοῦντα δείκνυσιν. Καὶ τὸ εἰπεῖν περὶ τοῦ Ἀδάμ· Ἐκβάλωμεν αὐτὸν, μήπως ἐκτείνας [α) τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φαγὼν ζήσεται εἰς τὸν αἰῶνα· ἀγνοοῦντος καὶ φθονοῦντός ἐστι σύμβολον, ὥσπερ καὶ τό· Ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον, μεταμελείας ἐστὶ καὶ ἀγνοίας τεκμήριον τῶν μελλόντων. Καὶ τό· Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστι σημεῖον, ὡς καὶ τὸ πειράζειν τὸν Ἀβραὰμ καὶ ἄλλους, οὐκ ἀγαθοῦ ἐστιν ἀπόδειξις καὶ τὸ τέλος τῆς ὑπομονῆς (μὴ) προειδότος. Ὁ δὲ Πέτρος ἔφη πρὸς τὸν Σίμωνα· Εἰ τυφλὸς ἐπλάσθη ὁ Ἀδὰμ, ὡς λέγεις, πῶς ἐντελλόμενος αὐτῷ ὁ Θεὸς ἐδείκνυεν αὐτῷ λέγων· Ἀπὸ δὲ τοῦ [ξύλου τοῦ] γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε. Καὶ ὁ Σίμων φησί·
Τυφλὸς ἦν ὁ νοῦς αὐτοῦ. Καὶ ὁ Πέτρος· Πῶς τὸν νοῦν τυφλὸς ἦν ὁ, πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ, προσφόρως πᾶσι τοῖς ζώοις ἐπιθεὶς ὀνόματα; ὅτι γὰρ καὶ τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος ὀφθαλμοὺς εἶχεν ἀνεῳγμένους, καὶ βλέποντες ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, δῆλον. Ἰδοῦσα γὰρ, φησὶν, ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον (ἐστὶ) τοῦ κατανοῆσαι, λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς (μετ’ αὐτῆς). Εἰ οὖν καλὸν θεασάμενοι τὸ δένδρον καὶ τὸν 272 καρπὸν ἔφαγον, εὔδηλον ὅτι καὶ πρὸ τῆς τοῦ καρποῦ βρώσεως, γνῶσιν μὲν εἶχον καλοῦ τε καὶ κακοῦ, καὶ ὄψιν ὀξυδερκεστάτην ὁρᾷν ἕκαστα δυναμένην. Οὐκοῦν ὡς μετὰ τὴν βρῶσιν καὶ τὴν παράβασιν ἀναβλεψάντων, εἴρηται τό· Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί· δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες, ὡς ἔφην· ἀλλ’, ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, ὃ καὶ τὴν γνῶσιν ἀδιάφορον παρέσχεν, ἐῤῥέθη, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί· πέφυκε γὰρ ὁ ὀφθαλμὸς ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει, διότι σύνεσιν αὐτὸς καθ’ ἑαυτὸν οὐκ ἔχει·
κἀντεῦθεν πολλάκις πρὸς ἕτερα, τῆς διανοίας ἀσχολουμένης, τυφλοῦ δίκην ἔσθ’ ὅτε παρερχόμεθα καὶ τὰ πάνυ γνώριμα, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπολογούμεθα· οὕτω καὶ ὁ Ἀδὰμ καὶ ἡ Εὖα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν· τὸ γὰρ, Διηνοίχθησαν (αὐτῶν) οἱ ὀφθαλμοὶ καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, ἀποκάλυψιν δηλοῖ τὴν ἐγγενομένην τῷ λογισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμοῦ, ὥστε τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω κέκληκεν ἡ Γραφή· παρευθὺ γὰρ μετὰ τὴν ἁμαρτίαν τὸ συνειδὸς πλήττεται. Καὶ ὁ Σίμων φησίν· Εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διὰ τί οὐ προέγνω τὴν διὰ τοῦ ὄφεως καὶ τῆς γυναικὸς ἀπάτην; Καὶ ὁ Πέτρος· Εἰ πρόγνωσιν οὐκ εἶχεν, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἑπομένας πράξεις, ἅμα τῷ γεννηθῆναι, ἐπέθηκεν ὀνόματα; Τὸν γὰρ πρωτότοκον ὠνόμασε Κάϊν, ὅ ἐστι ζῆλος, ὃς [καὶ] ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ’ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς. Εἰ δὲ Ἀδὰμ, ἔργον Θεοῦ καὶ ποίημα, πρόγνωσιν εἶχεν, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν Θεός· ὅτι γὰρ ὄντως προγινώσκει ὁ Θεὸς, φησὶ πρὸς τὸν Ἀβραάμ·
PG 110:433Γινώσκων γίνωσκε, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ ἔτη υ, τὸ δὲ ἔθνος, ᾧ ἐὰν [β) δουλεύσωσι, κρινῶ ἐγώ. Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ 273 ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Τί δέ; οὐχὶ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ καὶ τὴν ἀπείθειαν αὐτοῦ (τὴν) πρὸς τὸν Χριστὸν καὶ εἰς τὰ ἔθνη πάντα διασπορὰν αὐτοῦ προεδήλωσαν; Εἰ δὲ Μωϋσῆς καὶ οἱ ἄλλοι προφῆται ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ μέλλοντα προεγίνωσκον, πῶς αὐτὸς ὁ ἐν αὐτοῖς λαλήσας Θεὸς οὐ προγινώσκει τὰ μέλλοντα; Ὥστε οὖν οἰκονομικῶς εἴρηται τὸ, Ἐνεθυμήθη, τουτέστιν μετεμελήθη, καὶ τὸ, Καταβὰς ὄψομαι, καὶ μέν γε καὶ τὸ, Ἐπείραζε τὸν Ἀβραὰμ, καὶ, Ὠσφράνθη, καὶ ὅσα τοιαῦτα, συγκαταβατικῶς διὰ τὴν ἀσθένειαν ἡμῶν λέλεκται, ἐκεὶ ὅτι γε θυσιῶν οὐκ ὀρέγεται, διὰ τοῦ προφήτου Δαυὶδ ὑπεμφαίνει λέγων·
Page scan enlarged

Notebook

Full View