PG 110Georgius Monachus
George the Monk
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 110:433Μὴ φάγομαι κρέατα ταύρων, ἢ αἷμα τράγων πίομαι; Ὅθεν ὁ ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου διὰ τὴν ἡμετέραν σωτηρίαν τεχθεὶς ταῦτα καὶ τὰ τοιαῦτα ὥσπερ διερμηνεύων τοῖς. ἀγνοοῦσιν ὅτι ὁ Θεὸς καὶ Πατὴρ πάντων προγινώσκει, ἔλεγεν· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων ἁπάντων, πρὶν αὐτὸν αἰτήσασθαι. Καὶ τοῖς νομίζουσιν ὅτι μὴ πάντα βλέπει, ἔφασκε· Προσεύχεσθε ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατὴρ ὑμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει ἐν τῷ φανερῷ. Καὶ τοῖς οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι, ἐπέπληττε λέγων· Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τοῖς δοκοῦσιν αὐτὸν θυσιῶν ὀρέγεσθαι, διηγόρευσεν ὁ Θεός· Ἔλεον θέλω καὶ οὐ θυσίαν. Καὶ τοῖς ὑπολαμβάνουσι κακὸν αὐτὸν εἶναι παραινῶν ἐβόα· 274 Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Διὰ δὲ τοὺς ἀπατωμένους καὶ ὑπολαμβάνοντας πολλοὺς θεοὺς ὑπάρχειν ἔφη· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καί·
PG 110:435Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Καὶ μέντοι πρὸς τὸν ἐρωτήσαντα Γραμματέα· Ποία ἐστὶ πρώτη πάντων ἐντολῶν; ἀπεκρίθη· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. [] Ὁ δὲ Σίμων συνιδὼν, ὅτι Πέτρος αὐτὸν συνάγει (ἐν) ταῖς Γραφαῖς εἰς τὸν περὶ Θεοῦ λόγον ἐξετασμὸν γενέσθαι μὴ θελήσας, ἀνεχώρησε μετὰ πολλῆς αἰσχύνης καὶ ἥττης· ἦν γὰρ ὁ ἐξάγιστος πολύπειρος μὲν ἐν ταῖς πνευματικαῖς διδασκαλίαις, καὶ γὰρ οὕτως ἦν ἐξησκημένος ἐν ταῖς μαγείαις καὶ μεθοδείας τοῦ Σατᾶν, ὡς οὐκ ἄλλος τις τῶν πρὸ αὐτοῦ, σχεδὸν ἐπὶ ταῖς διαβολικαῖς ἐπινοίαις καὶ κακουργίαις διαβεβοημένοςἀνδριάντας γὰρ ἐποίει περιπατεῖν, (καὶ) εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, εἰς ἀέρα ἵπτατο, καὶ ἐκ λίθων ἄρτους ἐποίησε· δράκων ἐγίνετο, καὶ εἰς ἕτερα ζῶα μετεμορφοῦτο, διπρόςωπος ἐγίνετο, (καὶ) εἰς χρυσὸν μετεβάλετο, θύρας κεκλεισμένας καὶ μεμοχλευμένας ἤνοιγε (καὶ) σιδηρᾶ δεσμὰ διέλυεν· ἐν δείπνοις εἴδωλα παντοδαπῶν εἰδεῶν παρίστα·
τὰ ἐν οἰκίᾳ σκεύη αὐτομάτως φέρεσθαι πρὸς ὑπηρεσίαν, τῶν φερόντων μὴ ὁρωμένων· σκιὰς πολλὰς προηγεῖσθαι [α) αὐτοῦ παρεσκεύαζεν, ἅσπερ ψυχὰς τῶν τεθνεώτων ἔφασκεν εἶναι. Πολλοὺς δὲ γόητα καὶ πλάνον αὐτὸν ἐλέγχειν πειρωμένους, διαλλάξας πρὸς ἑαυτὸν, ἔπειτα προφάσει εὐωχίας βοῦν θύσας καὶ ἑστιάσας αὐτοὺς, διαφόροις καὶ δυσιάτοις νόσοις καὶ δαίμοσιν ὑπέβαλεν· καὶ ἄλλα πλεῖστα εἰργάσατο, καθυπουργούντων αὐτῷ τῶν δαιμόνων. (Κἀντεῦθεν οὐ μόνον ἑαυτὸν εἰς ἑτέρας μορφὰς ἀνθρώπων καὶ ἀλόγων, ὡς 275 ἔφην, μετεσχημάτιζεν, ἀλλὰ καὶ οὓς ἤθελεν οὕτως ἐποίει.) Καὶ γοῦν ποτε ζητούμενος ὑπὸ τοῦ Καίσαρος ὡς πλάνος, ἀπέδρα, τὴν μορφὴν αὐτοῦ περιθεὶς Φαύστῳ μαθητῇ Πέτρου. Οὗτος ἐπανελθὼν πρὸς Πέτρον ἐδιώκετο ὑπὸ πάντων διὰ τὴν ἀνόσιον εἰδέαν, ἣν περιέκειτο. Ἐμβλέψας δὲ ὁ Πέτρος εἰς αὐτὸν καὶ ἰδὼν λυπούμενον καὶ δάκρυσι συνεχόμενον ἔφη· Ὑπὸ Σίμωνος τοῦ μάγου, Φαῦστε, ἡ παραλλαγὴ τῆς μορφῆς σου γέγονεν· ὑπὸ γὰρ Καίσαρος ζητούμενος καὶ φοβηθεὶς ἔφυγε, τὴν ἑαυτοῦ μορφήν σοι περιθεὶς, ἵνα, σοῦ συσχεθέντος καὶ ἀναιρεθέντος, λύπην μεγάλην ἡμῖν προξενήσῃ καὶ θλῖψιν·

Caput Primus - Secundus

PG 110:437ἀλλ’ ὁ Θεὸς τῆς τοῦ λαοπλάνου καὶ ἐχθροῦ τῆς ἀληθείας Σίμωνος ἀπαλλάξας σε μορφῆς τὴν προτέραν ἰδέαν παρέξει τάχιον, ὅπερ δὴ καὶ σὺν τῷ λόγῳ γέγονε, πάντων ἡμῶν θεωρούντων. [] Ταῦτα μέντοι καὶ ἕτερα τοιαῦτα γεγράφηκεν, ὡς ἔφην, Κλήμης λεχθῆναι καὶ πραχθῆναι ἐν Συρίᾳ. Ἐν δὲ τῇ Ῥώμῃ μετὰ τὸ ἐκβληθῆναι ἀπὸ προσώπου Νέρωνος, ὡς εἴρηται, εἶπε Σίμων τῷ Πέτρῳ· Ἔφης ὅτι (ὁ) Χριστὸς καὶ Θεός σου ἀνελήφθη· ἰδοὺ κἀγὼ ἀναλαμβάνομαι. Καὶ ἰδὼν αὐτὸν (ὁ) Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης, ηὔξατο· καὶ εὐθὺς ποσὼν ὁ Σίμων καὶ συντριβεὶς ἀπέθανεν. Ὁ δὲ τόπος ἔκτοτε ὁ δεξάμενος αὐτοῦ τὸ παμβέβηλον καὶ παμμίαρον σῶμα ἐκλήθη Σιμώνιον· περὶ οὗ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ μέγας ἀπόστολος Πέτρος οὕτως φάσκει· Ἡ δὲ καταρχὴ τῶν αἱρέσεων τῶν νέων γέγονεν ἀπὸ Σίμωνος τοῦ μάγου, ὃς καὶ ἐν Συρίᾳ πολλὰ διαπραξάμενος ἄτοπα καὶ ἐν Ῥώμῃ γενόμενος, πολὺ τὴν Ἐκκλησίαν ἐσάλευσε διὰ μαγείας καὶ διαβολικῆς ἐνεργείας καὶ ἐμπειρίας.
Ἐν μὲν γὰρ Καισαρείᾳ τῇ Στράτωνος ἐμοὶ Πέτρῳ συντυχὼν ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ Θεοῦ, συμπαρόντων μοι τῶν ἱερῶν τέκνων, Ζακχαίου τοῦ ποτε τελώνου, 276 καὶ Βαρνάβα (καὶ Νικήτου), καὶ Ἀκύλα, ἀδελφοῦ Κλήμεντος τοῦ Ῥωμαίων ἐπισκόπου τε καὶ πολίτου, μαθητευθέντος [δὲ] καὶ Παύλῳ τῷ συναποστόλῳ ἡμῶν καὶ συνεργῷ ἐν τῷ Εὐαγγελίῳ· καὶ τρίτον ἐπ’ αὐτῶν διαλεχθεὶς αὐτῷ ἐκ τῶν περὶ τῶν προφητῶν λόγων καὶ περὶ Θεοῦ μοναρχίας, ἥττησα αὐτὸν δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς ἀφωνίαν καταβαλὼν, φυγάδα τε αὐτὸν εἰς τὴν Ἰταλίαν κατέστησα. Γενόμενος δὲ, ὡς ἔφην, ἐν Ῥώμῃ, πολὺ τὴν Ἐκκλησίαν ἐτάραξε, πολλοὺς ἀνατρέπων καὶ ἑαυτῷ περιποιούμενος, τὰ δὲ ἔθνη ἐξιστάνων, μαγικῇ τέχνῃ καὶ δαιμόνων ἐνεργείᾳ· ὅς ποτε, μεσούσης ἡμέρας, προσελθὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι’ ἀέρος ἀναπτῆναι. Πάντων δὲ θαυμαζόντων ἐπὶ τούτῳ, ἐγὼ Πέτρος καθ’ ἑαυτὸν ηὐχόμην. Καὶ δὴ μετεωρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο μετάρσιος β) εἰς τὸν ἀέρα, λέγων, εἰς τοὺς οὐρανοὺς ἀνιέναι, κἀκεῖθεν τοῖς λαοῖς τὰ ἀγαθὰ ἐπιχορηγεῖν.
PG 110:439Τῶν δὲ δήμων ἐπευφημούντων αὐτὸν ὡς θεὸν, ἐκτείνας ἐγὼ τὰς χεῖρας εἰς ὕψος, ἱκέτευσα τὸν Θεὸν καταῤῥάξαι τὸν λυμεῶνα (καὶ τὴν ἰσχὺν τῶν δαιμόνων περικόψαι). Ἀτενίσας οὖν εἶπον τῷ Σίμωνι· Εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμι καὶ οὐχὶ πλάνος ὥσπερ σὺ, Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσινἀφεῖναί σε τῆς κρατήσεως. Καὶ ταῦτα εἰπόντος μου, (παραχρῆμα) κατηνέχθη μετὰ ἤχου πολλοῦ καὶ συνετρίβη, τοῦ ὄχλου βοήσαντος· Εἷς Θεὸς, ὃν (ὁ) Πέτρος καταγγέλει. Οὕτως ἡ πρώτη κατελύθη τῶν Σιμωνιανῶν αἵρεσις ἐν Ῥώμῃ καὶ τέλειον ἀπεσβέσθη. [] Διὸ 277 δὴ καὶ τὴν ἡμέραν ἐκείνου τοῦ Σαββάτου, ἐπίσημον ἄγουσιν οἱ Ῥωμαῖοι. Σάββατον γὰρ ἦν ἐν ᾧ ἐτελεῖτο προσευχὴ καὶ νηστεία τοῖς πιστοῖς· ἔθος γὰρ τὸ προσεύχεσθαι τὴν Ἐκκλησίαν ὑπὲρ τῶν διδασκάλων, ὡς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται·
ὅτι Προσευχὴ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Πέτρου. Ὡς οὖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ Σαββάτου γενομένης τῆς Χριστοῦ νίκης καὶ τῆς πτώσεως τοῦ ἀντιχρίστου Σίμωνος ἐπὶ φανεροῖς, Σάββασι τὸ μνημόσυνον ἐκτελοῦντες Ῥωμαῖοι νηστεύουσι καὶ συνάξεις φαιδρὰς ποιοῦσι, μέχρι νῦν τὴν παράδοσιν ἐκείνην φυλάττοντες· καὶ γὰρ καὶ ἄλλαι τινὲς Ἐκκλησίαι διάφορα παραφυλάττουσιν ἔθη, καθὼς οἱ τὰς ἱστορίας ἀνεγράψαντο. Παρὰ Σκύθαις μὲν γὰρ, φησὶν, αἱ πόλεις ἐπίσκοπον ἔχουσιν ἕνα καὶ μόνον· παρὰ δὲ Κυπρίοις καὶ Ἄραψι, καὶ ἐν ταῖς κώμαις εἰσὶν ἐπίσκοποι, ὥσπερ οὖν καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς καὶ Μοντανισταῖς. Καὶ παρὰ μὲν τῇ Ἐκκλησίᾳ Ῥώμης ἑπτὰ μόνοι διάκονοι γίνονται, παρὰ δὲ πᾶσι τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός ἐστιν. Καὶ ἐν Ῥώμῃ πάλιν ἅπαξ τοῦ ἐνιαυτοῦ λέγεται τὸ Ἀλληλούϊα ἐν τῇ α ἡμέρᾳ τοῦ Πάσχα μόνον· καὶ οὐδεὶς εἰς ἐκκλησίαν διδάσκει ποτε, οὐδ’ αὐτὸς ὁ ἐπίσκοπος, ἐν δὲ Ἀλεξανδρείᾳ διδάσκει μὲν ὁ ἐπίσκοπος ἐπ’ ἐκκλησίας· τῶν δὲ Εὐαγγελίων ἀναγινωσκομένων, οὐκ ἀνίσταται τοῦ θρόνου.
PG 110:441Καὶ τὴν μ τῶν νηστειῶν οἱ μὲν ἑβδομάδας 2 νηστεύουσιν ὡς ἐν τῷ Ἰλλυρικῷ, καὶ Λιβύῃ καὶ Αἰγύπτῳ, καὶ πάσῃ τῇ Δύσει, καὶ Παλαιστίνῃ, ἐν δὲ ΚΠ. καὶ πέριξ ἄχρι Φοινίκης, ἑβδομάδας ζ νηστεύουσι, ἄλλοι δὲ τρεῖς μόνας ἡμέρας ἐν ταῖς ἓξ ἢ ἑπτὰ σποράδην νηστεύουσι· ἕτεροι δὲ τρεῖς ἑβδομάδας ἐφεξῆς πρὸ τοῦ Πάσχα συνάπτουσι, ἄλλοι δὲ δύο ὡς οἱ 278 τὰ Μοντανοῦ φρονοῦντες. Ἔν τισι δὲ πόλεσι τῆς Αἰγύπτου, πρὸς ἑσπέραν ἠριστηκότες, τῶν μυστηρίων καταλαμβάνουσι. Ταῦτα μὲν Σωκράτης ἱστόρησεν ὡς εἰκὸς φυλαττόμενα πάντα· νῦν δὲ πλείστως καὶ κατὰ μέρος ἐναλλαγὴ γέγονεν ἐν τοῖς εἰρημένοις ἤθεσιν. ΡΚΒ. Περὶ τοῦ ἁγίου Πέτρου. Ὁ μέντοι Νέρων, ἀκούσας ὅτι πεφόνευται ὑπὸ Πέτρου καὶ ἀγανακτήσας, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. Ὁ δὲ Πέτρος παρακαλέσας τὸν ὕπαρχον, ἵνα μὴ ὄρθιος σταυρωθῇ ὡς ὁ Κύριος (αὐτοῦ), κατὰ κεφαλῆς ἐσταυρώθη (καθὼς ἠξίωσεν ἐκ πολλῆς μετριοφροσύνης). Μετὰ δέ γε τὴν Πέτρου τελευτὴν, ὥς φησιν Εὐσέβιος, Παῦλος ὁ ἀπόστολος κατὰ μὲν τὴν α ἀπολογίαν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας δέσμιος (καὶ) ἀπολογησάμενος Νέρωνι, ἐπὶ τὴν διακονίαν τοῦ κηρύγματος ἐστάλη.
[α) Κἀντεῦθεν, ὡς ἔοικε, τὰς τῶν ἀποστόλων Πράξεις ἐπ’ ἐκεῖνον τὸν χρόνον Λουκᾶς περιέγραψε μέχρις ὅτε συνῆν τῷ Παύλῳ· καθ’ ὃν δὲ καιρὸν ἐμαρτύρησεν, οὐ συμπαρῆν αὐτῷ, τοῦ Ἀποστόλου σαφῶς τοῦτο λέγοντος, ὅτι Οὐδείς μοι ἐν τῇ πρώτῃ ἀπολογίᾳ συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· ἣν δὴ πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν (δεσμοῖς) κατεχόμενος ἔγραψεν ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν πρὸς Νέρωνα, ὃν καὶ λέοντα διὰ τὸ ἀπάνθρωπον καὶ θηριῶδες τοῦ τρόπου καλῶς ὠνόμασε, καὶ τὴν παρὰ πόδας τελείωσιν, ἐπάγει φάσκων· Ἐῤῥύσθην ἐκ στόματος λέοντος, ἀλλὰ καὶ (ἔτι) ῥύσεται Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ὑπεμφαίνων τὸ παραυτίκα μαρτύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προσαγορεύει Γραφῇ λέγων·
PG 110:443Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς 279 τῆς ἀναλύσεως μου ἐφέστηκεν. Ἀπολογησάμενος τοίνυν τὴν πρώτην ἀπολογίαν καὶ αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν στειλάμενος, εἶτα πάλιν τὸ δεύτερον ἐπιβὰς τῇ Ῥώμῃ δέσμιος καὶ ὡσαύτως Νέρωνι παραδοθεὶς τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο μηνὶ Ἰουνίῳ κθ, καθ’ ἣν ἡμέραν καὶ Πέτρος ἐσταυρώθη, καθάπερ καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ, καὶ Ἰάκωβος ὁ ἀδελφόθεος. Ὁ οὖν Λουκᾶς ἐπὶ ἐλαίας καρποφόρου σταυρωθεὶς, μὴ εὑρισκομένου ξύλου ξηροῦ πρὸς τὸ γενέσθαι σταυρὸν ἐν τῷ τόπῳ, λαβών τις τὸ σῶμα καὶ μεταξὺ πολλῶν μνημείων θάψας, ἄδηλον ἐποίησε τὸν τάφον. Τῶν δὲ μαθητῶν ἀναζητούντων μετέπειτα καὶ μὴ εὑρισκόντων αὐτοῦ τὸν τάφον διὰ τὸ πλῆθος τῶν μνημάτων, προσευξαμένων αὐτῶν τῇ νυκτὶ ἐκείνῃ, κολλούρια ἔβρεξεν ὁ Θεὸς ἰατρικὰ ἐπάνω τοῦ τάφου, σύμβολα τῆς ἐπιστήμης αὐτοῦ· καὶ ἐκ τούτου τοῦ σημείου ἐγένετο γνώριμος ὁ τάφος, οὗ τὸ τίμιον καὶ ἅγιον λείψανον (ὕστερον) ἀνακομίσας Κωνστάντιος, ὁ υἱὸς τοῦ Μεγάλου Κωνσταντίνου, κατέθηκεν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. ΡΚΓ. Περὶ Ἰακώβου τοῦ ἀδελφοθέου.
Ὁ δὲ μέγας Ἰάκωβος ὁ ἀδελφόθεος, ἁγνὸς ὑπάρχων ἐκ κοιλίας μητρὸς αὐτοῦ, οἶνον καὶ σίκερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγεν, οὔτε βαλανείῳ ἐχρήσατο· τὰ δὲ γόνατα ἀπεσκληκότα δίκην καμήλων γεγόνασιν ἐκ τοῦ ἀεὶ κάμπτειν ἐπὶ γονάτων καὶ τῷ Θεῷ προσκυνεῖν, 280 ὅθεν διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ καὶ θαυμαστῆς πολιτείας ἐκαλεῖτο δίκαιος καὶ ὠβλίας, ὅ ἐστι περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη. [] Ἐπεὶ οὖν αἰδέσιμος καὶ σεβάσμιος ἦν, καὶ σφόδρα περιβόητος ὁ ἰσάγγελος Ἰάκωβος, ἑορτῆς γενομένης τοῦ Πάσχα καὶ πολλῶν μυριάδων συνελθόντων (ἐν τῷ ναῷ) τῶν Ἰουδαίων, (καὶ) τοῦτον ἀνενέγκαντες οἱ Γραμματεῖς ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, διασκεδάσαι βουλόμενοι τὸ κήρυγμα τοῦ Χριστοῦ, εἶπον μεγάλῃ τῇ φωνῇ· Ἀξιοῦμέν σε, δίκαιε, εἰπεῖν τῷ λαῷ, ἵνα μὴ πλανῶνται ὀπίσω τοῦ λεγομένου Χριστοῦ· σοὶ γὰρ πάντες πειθόμεθα γινώσκοντές σε (εἶναι) δίκαιον καὶ ἀπροσωπόληπτον. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Τί με ἐπερωτᾶτε περὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς καθέζεται ἐν δεξιᾷ τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ· Οἱ δὲ παράνομοι· ἀρχιερεῖς καὶ Φαρισαῖοι ἔκραξαν· Ὤ ὤ καὶ δίκαιος πεπλάνηται. Καὶ (εἶπον πρὸς ἀλλήλους·
PG 110:445Κακῶς ἐποιήσαμεν τοῖς αὐτοῦ μαρτυρίοις καθ’ ἑαυτῶν ὑπὲρ τοῦ Χριστοῦ παρασχόντες, πολλοὺς ποιήσαντες πιστεῦσαι εἰς αὐτόν· καὶ δὴ) μανέντες οἱ ἐξάγιστοι [β) καὶ τοῦτον κατακρημνίσαντες, κλίνας τὰ γόνατα ὑπὲρ αὐτῶν προσηύχετο· καὶ προσεγγίσας τις τῶν υἱῶν Ῥηχὰβ καὶ ἀκούσας αὐτοῦ, λέγει αὐτοῖς· Τί ποιεῖτε; ὁ δίκαιος μᾶλλον ὑπὲρ ἡμῶν εὔχεται· καὶ δραμών τις γναφεὺς ἔδωκεν εἰς τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ ξύλου ἐν ᾧ τὰ ἱμάτια ἐκπιέζειν εἰώθασιν· καὶ παραχρῆμα ἐτελεύτησεν ὁ δίκαιος. Θάψαντες δὲ αὐτὸν ἐν τῷ ναῷ, ἀνήγειραν αὐτοῦ στήλην. [] Μετὰ δὲ (τὸ) μαρτύριον αὐτοῦ παρὰ πόδας Ἱερουσαλὴμ πολιορκεῖται· φησὶ γὰρ Ἰώσηπος ταῦτα συμβεβηκέναι τοῖς Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὅς ἐστιν ἀδελφὸς (τοῦ) Ἰησοῦ, τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον 281 (αὐτὸν) ὄντα Ἰουδαῖοι ἀπέκτειναν.
[] Οἱ τοίνυν Ἰουδαῖοι μετὰ τὴν τοῦ Κυρίου ἀνάληψιν ἀπολέμητοι ἔτη μ διέμειναν (τοῦ Χριστοῦ μακροθυμοῦντος ἐπὶ τῇ παρανομίᾳ καὶ θεομαχίᾳ αὐτῶν), ὅπως γνωσιμαχήσαντες ἐπὶ τῇ τοιαύτῃ αὐτῶν πλημμελείᾳ ἰσχυρὰν ποιήσωνται τὴν μετάνοιαν, ὅθεν αὐτοῖς φοβερὰ σημεῖα ἐπεδείκνυντο, τὴν μέλλουσαν καταλαμβάνειν αὐτοὺς ἅλωσιν προμηνύοντα. Ἐν γὰρ τῇ τῶν Ἀζύμων ἑορτῇ περὶ ὥραν θ τῆς νυκτὸς τοσοῦτον φῶς τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν ἐπὶ ὥραν μίαν, ὡς δοκεῖν ἡμέραν γενέσθαι. Μετὰ τοῦτο ἐφάνη ἄστρον ὑπὲρ τὴν πόλιν, ῥομφαίᾳ παραπλήσιον· καὶ ἄλλοτε ἡ ἀνατολικὴ χαλκῆ πύλη τῆς πόλεως, σιδηροδέτοις κλειομένη μοχλοῖς καὶ μόλις ὑπὸ ἀνδρῶν λ ἀνοιγομένη, ὤφθη περὶ ὥραν η τῆς νυκτὸς ἀνεῳγμένη· (καὶ) πάλιν (ἄλλοτε) ὡράθησαν πρὸ ἡλίου δύσεως ὡσεὶ ἅρματα μετέωρα καὶ στρατόπεδα ἔνοπλα διατρέχοντα περὶ τὸν ἀέρα καὶ τὰς πόλεις περιστοιχίζοντα. Μετὰ δὲ ταῦτα ἐν ταῖς ἡμέραις τῆς Σκηνοπηγίας ἑορτῆς πρὸ δ ἐτῶν τοῦ πολέμου, εἰρηνευούσης καὶ εὐνομούσης τῆς πόλεως, ἄνθρωπός τις Ἰησοῦς τοὔνομα, ἐλθὼν ἐν τῇ ἑορτῇ, ἐξαίφνης ἀνέκραξεν ἐν τῷ ἱερῷ λέγων·
PG 110:447Φωνὴ ἀπὸ δυσμῶν, φωνὴ ἀπὸ ἀνατολῶν, φωνὴ ἀπὸ τῶν δ ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ πάντα τὸν λαόν. Καὶ ταῦτα ἐπὶ πολλαῖς ἡμέραις (καὶ νυξὶ) περιερχόμενος ἐν τῇ πόλει ἀνενδότως ἐβόα, διὸ καί τινες τῶν δημοτῶν ἀγανακτήσαντες μάστιξιν αὐτὸν ᾔκιζον, ἐπὶ πλεῖον κράζοντα μετὰ δακρύων καὶ λέγοντα πρὸς ἑκάστην πληγήν Οὐαὶ, οὐαὶ, Ἱεροσόλυμα 6 Κατὰ δὲ τὴν αὐτὴν ἑορτὴν βοῦς πρὸς θυσίαν ἀχθεῖσα, παραδόξως ἔτεκεν ἄρνα ἐν μέσῳ τοῦ ἱεροῦ, ἥτις, οἶμαι (παρὰ 282 μὲν τοῦ παρὰ φύσιν τοκετοῦ, προεδήλωσε τήν τε ὑπερφυί̈αν καὶ βοὴν τῆς πόλεως, διὰ δὲ τοῦ ἀρνοῦ τὴν πρὸς τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν Χριστὸν ἄρνησιν τῶν Ἰουδαίων), ἐναργῶς ὑπέφηνεν καὶ τὴν γενησομένην αὐτοῖς ἄρδην (καὶ ἀργαλεωτάτην ἀναίρεσίν τε καὶ) πανολεθρίαν. [] Τῶν Ἰουδαίων τοίνυν τὴν πρὸς Ῥωμαίους ὑποταγήν τε καὶ φορολογίαν ἀθετησάντων (καὶ τοῦ Ἀγρίππα φυγόντος ἐν Ῥώμῃ, ἐν θυμῷ καὶ ὀργῇ) ἔγραψε Νέρων (τῷ τῆς ἑῴας στρατηγῷΟὐεσπασιανὸς δὲ τῷ τηνικαῦτα ἦνκελεύων αὐτῷ συνεγεῖραι πᾶσαν τὴν ὑπ’ αὐτὸν στρατιὰν καὶ καταλαμβάνειν τὴν Ἰουδαίων γῆν καὶ ἄρδην) ἀπολέσαι αὐτήν.
Ἐν δὲ ταῖς ἡμέραις τῆς ἑορτῆς τοῦ Πάσχα πάντες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα παρεγένοντο καὶ ὑπὸ Ῥωμαίων ἐν τῇ μητροπόλει κατείρχθησαν μόνοι, προϋπεξελθόντων [α) διὰ θείας ἀποκαλύψεως τῶν εἰς Χριστὸν πιστευόντων, καὶ ἀπομεινάντων ὥσπερ ἐν εἱρκτῇ (τῶν δυσσεβῶν καὶ ἀλιτηρίων κατὰ τοὺς πάλαι ὁμοτρόπους αὐτῶν τρισκαταράτους Σοδομίτας. Καὶ γὰρ περὶ τῶν πάλαι Σοδόμων πρεσβεύων ὁ θεῖος Ἀβραάμ φησι· Μὴ ἀπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; διὸ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπηγγείλατο· Εἰ εὑρεθῶσιν ἐν Σοδόμοις δέκα δίκαιοι, τὴν ἐπ’ αὐτοῖς ὀργὴν καταλήγειν, ἀλλ’ οὐχ εὕρηνται, ὅθεν καὶ ἄρδην ἀπώλοντο. [] Περὶ δὲ τῆς Ἱερουσαλὴμ ἐκλιπαρῶν ὁ θεσπέσιος Ἱερεμίας, ἔφη πρὸς αὐτὸν πάλιν ὁ Θεός· Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς· ἐὰν εὕρητε ἄνδρα καὶ ἔστι ποιῶν κρῖμα, ζητῶν πίστιν, ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. Ἀλλ’ ἄγε καὶ αὕτη τούτων σπανίζουσα, τῆς θεομηνίας ἀπήλαυσε, καὶ οὐκ ἐν ἄλλῳ χρόνῳ, ἀλλ’ ἐν 283 ταῖς τῆς ἑορτῆς ἡμέραις· καὶ μάλα γε δικαίως·
PG 110:449ἐχρῆν γὰρ αὐτοὺς ἐν αἷς ἡμέραις εἰς τὸν Κύριον ἐξήμαρτον, ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα τῆς χριστοκτονίας ὑποστῆναι). [] Ὁ δέ γε Νέρων κραταιουμένης αὐτῷ τῆς ἀρχῆς, εἰς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευσε πράγματα, κιθαρίζων, καὶ τραγῳδῶν, καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων· καὶ πρὸς τούτοις καὶ πάσαις αὐτοῦ ταῖς ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας μῖσος προσέθηκε, διώκτης. πρῶτος γενόμενος τοῦ θείου λόγου. [] Μετὰ δὲ ταῦτα ἐπιβουλῆς κατ’ αὐτοῦ μηνυθείσης αὐτῷ καὶ εἰς ἄκρον μανίας ἐλθὼν, [ἀνεῖλε μὲν] τὴν ἰδίαν μητέρα, καὶ τὴν ἀδελφὴν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ ἄλλους μυρίους τῶν γένει αὐτῷ προσηκόντων, καὶ μέντοι καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους (τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος· καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτηνωθεὶς, εἰς προάστειον ἐξελθὼν, ἑαυτὸν διεχειρίσατο· ἄλλοι δέ φασιν, ὅτι) ἐπέθεντο αὐτῷ τινες ἀναιρήσοντες· ὁ δὲ παρεκάλει τοὺς συνόντας αὐτῷ ἀνελεῖν αὐτόν· ὡς δὲ οὐδεὶς τοῦτο ἠνέσχετο πρᾶξαι· Ἐγὼ μόνος, ἔφη, οὔτε φίλον ἔχω τὸν σώζοντα, οὔτε ἐχθρὸν τὸν ἀναιροῦντά με· ἀποθανεῖν θέλει ἡ ψυχὴ, καὶ ἡ χεὶρ οὐχ ὑπηρετεῖ. Τελευταῖον δὲ εἰπών·
Ὦ Ζεῦ, οἷος τεχνίτης κιθαρῳδὸς ἀπόλλυται, ἑαυτὸν ἀνεῖλεν. [] Ἄλλοι φασὶν, ὅτι ἐν τῇ Ῥώμῃ ἀνῃρέθη ὑπὸ τοῦ λαοῦ. Ἱστοροῦσι δὲ ταῦτα Ἕλληνες οἱ τὰς Ὀλυμπιάδας ἅμα τοῖς κατὰ χρόνους πεπραγμένοις ἀναγράψαντες. 284 ΡΚΔ. Βασιλεία Γάλβα. Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας τῶν εὐπατριδῶν γεγονὼς μῆνας θ, εἶχε δὲ παραδυναστεύοντα τὸν Ὄθωνα, ὃς ἰδὼν τὸν Γάλβαν Λούκιον εἰς υἱοθεσίαν παραλαβόντα, φθονήσας καὶ τὸ στράτευμα κατ’ αὐτοῦ κινήσας, ἀπέκτεινεν αὐτόν· ἀπαιτούμενος δὲ Ὄθων χρήματα παρὰ τῶν στρατιωτῶν, ἔφη· Οὐ δεῖ αὐτοκράτορα ἀναγκάζεσθαι. ΡΚΕ. Βασιλεία Ὄθωνος. Ὄθων ἐβασίλευσε μῆνας γ, ἡμέρας η (εἶτα Λουκίου αὐτῷ ἐπαναστάντος, μανεὶς, ἑαυτὸν ἀπέκτεινεν). [] Ἦν δὲ γένους ἀσήμου· θύων δέ ποτε ἐν τῷ ἱερῷ, τὰ τῆς Ἀφροδίτιδος ᾄσματα τοῖς ἱεροῖς παρέμιξε· καὶ διὰ τοῦτο Βιτελίου αὐτῷ ἐπαναστάντος, ξιφιδίῳ ἑαυτὸν διεχειρίσατο εἰπών· Τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν; [] Γάλβας δὲ, [β) καὶ Ὄθων, καὶ Βιτέλιος, ἐν πολέμοις ὄντες, ὑπὸ στρατιωτῶν ἀνῃρέθησαν, Οὐεσπασιανὸν δὲ τὰ Ἱεροσόλυμα ἐκπορθοῦντα ἡ τῶν Ῥωμαίων σύγκλητος ἀνηγόρευσε βασιλέα. ΡΚ. Βασιλεία Βιτελίου.
PG 110:451Βιτέλιος ἐβασίλευσεν ἔτος α, γένους περιφανοῦς ὤν. Οὗτος ἀστρολόγους καὶ ἀστρονόμους καὶ γόητας (ἀθροίσας, προεῖπον αὐτοῦ τὴν σφαγήν· καὶ) πάντας ἀναχωρῆσαι τῆς Ἰταλίας προσέταξε, οἳ καὶ προγράμματα ἔῤῥιψαν ἐντὸς ἡμέρας ῥητῆς ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου, ὃ δὴ καὶ γέγονε, καὶ ἐσφάγη ὑπὸ στρατιωτῶν. 285 ΡΚΖ. Βασιλεία Οὐεσπασιανοῦ. Μετὰ δὲ Βιτέλιον ἐβασίλευσεν Οὐεσπασιανὸς ἔτη ι, ἡμέρας η (ἦν δὲ γονέων ἀσήμων)· αὐτοκράτωρ τε γεγονὼς ἐν Παλαιστίνῃ, ἔτι (τε) τὰς πόλεις τῶν Ἰουδαίων πολιορκῶν, ὅστις καὶ Ἰώσηπον τὸν συγγραφέα ὑποχείριον ἐποίησεν· ἀνήχθη δὲ ἐν Ῥώμῃ ἀναγορευθεὶς ὑπὸ τοῦ στρατοῦ βασιλεὺς, καταλιπὼν Τίτον, τὸν υἱὸν αὐτοῦ, πολιορκεῖν τὴν Παλαιστίνην. [] Ἐπανελθὼν δὲ εἰς Ῥώμην τοὺς υἱοὺς αὐτοῦ Τίτον καὶ Δομετιανὸν Καίσαρας ἀναδείξας, τὸν μὲν Τίτον πολιορκεῖν τὰ Ἱεροσόλυμα κατέλιπεν, Δομετιανὸν δὲ ἀπέστειλεν εἰς ἐκστρατείαν ἐπὶ τοὺς Βαρβάρους. Ἐγγίζοντος δὲ αὐτοῦ ἐν τῇ Ῥώμῃ, ὁ ἐκεῖσε στρατὸς μετὰ τῆς συγκλήτου ἀνελὼν τὸν ἀντάρτην, σὺν εὐωχίᾳ πολλῇ καὶ κρότοις ὑπήντησεν αὐτῷ. ΡΚΗ. Περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ.
Ὁ δὲ Τίτος πύργον κατασκευάσας ἀνὰ πήχεων ν τὸ ὕψος ἐν Ἱερουσαλὴμ καὶ πολλοὺς καὶ διαφόρους ἑλεπόλεις παραστήσας καὶ διχόθεν τύπτεσθαι τὸ τεῖχος παρασκευάσας, τοὺς Ἰουδαίους ἐκ τοῦ α τείχους τοῖς λιθοβόλοις καὶ τοῖς λοιποῖς ἐξήλασε μηχανήμασιν. Καὶ πρὸς τὸ δεύτερον τεῖχος καταφυγόντες κἀκεῖθεν πάλιν ὁμοίως ἐξελασθέντες μέχρι τοῦ γ τείχους, ἐπολέμησαν ἰσχυρῶς ἐκεῖθεν. Καὶ γενομένης καρτερᾶς μάχης ἔπιπτεν ἐξ ἑκατέρας παρατάξεως πλῆθος ἄπειρον. [] Οἱ δὲ πονηρότεροι τῶν Ἰουδαίων, οἱ καὶ στασιασταὶ κληθέντες, δεινῶς τὴν πόλιν ἅπασαν κατέτρεχον· εἴ που γὰρ κεκλεισμένας θύρας εὗρον, ταύτας συντρίψαντες εἰσεπήδων καὶ ἐκ τῶν φαρύγγων τὸν ψωμὸν ἀναθλίβοντες ἥρπαζον· καὶ γέροντας μὲν 286 ἐβασάνιζον (ἀντεχομένους τροφῆς), γυναῖκας δὲ (ἀπὸ τῆς κόμης) ἐσπάραττον, τὰ νήπια ἐπὶ γῆς ἤρασσον, ὀρόβοις δὲ τοὺς πόρους τῶν αἰδοίων (αὐτῶν) ἐμφράττοντες, ῥάβδοις ὀξείαις τὰς ἕδρας τῶν ἀθλίων διαπερῶντες, ἠνάγκαζον, (πρὸς τὸ) δράκα μίαν ἀλφίτου καταμηνῦσαι κεκρυμμένην.
(Οὕτω γὰρ δεινὸς πάντων κατεκράτησε λιμὸς, ὥστε οἱ μὲν ἀκατέργαστον ἤσθιον τὸν ἄρτον, οἱ δὲ ζύμην ἐπιφλέγοντες ὀλίγῳ τῷ πυρὶ, θᾶττον ἀνήρπαζον.) Οἱ δὲ ἀπορώτεροι χόρτου σπαράγματα διεμασσῶντο, αἱ δὲ γυναῖκες ἐν χερσὶ μαραινόμενα αὐτῶν τὰ βρέφη παρελογίζοντο αὐτὰ διὰ τὴν ὑπερβάλλουσαν βίαν τε καὶ ἀνάγκην τοῦ λιμοῦ. [] Γέροντες δὲ, καὶ νέος, καὶ νήπιοι, ὥσπερ εἴδωλα παρερχόμενοι, καὶ λιμῷ τηκόμενοι, καὶ καταπίπτοντες, τοὺς μὲν καταπατοῦντες οἱ στασιασταὶ ἐφόνευον, τοὺς δὲ ἔτι ἐμπνέοντας καὶ ἐῤῥιμμένους διὰ ξίφους ἀπέκτεινον. Ὁ δὲ Τίτος περὶ τὰς φάραγγας τοὺς Ἰουδαίους ἀγρίαν πόαν εἰς τροφὴν συλλέγοντας συλλαβόμενος, τοὺς μὲν πλησίον τοῦ τείχους ἐκρέμασεν, τοὺς δὲ χειροκοπήσας εἰς τὴν πόλιν ἀπέστειλε, καταπλῆξαι τοὺς στασιαστὰς βουλόμενος. [] Πᾶσα δὲ οἰκία (ἐκ τῆς ἐνδείας) νεκρῶν ἐπληροῦτο ἀπόζουσα, καὶ λοιμὸς τῇ πόλει χαλεπὸς ἐπεκράτησε (ὅθεν οἱ στασιασταὶ τὴν δυσωδίαν μὴ φέροντες, ἔῤῥιπτον ἀπὸ τοῦ τείχους αὐτοὺς ἐπὶ τὰς φάραγγας, ἔτι πολλοὺς αὐτῶν ἐμπνέοντας) [α).
PG 110:453[] Οἱ τοίνυν στασιασταὶ ὑπὸ λιμοῦ πιεζόμενοι λάθρα πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν ἐξώρμησαν, οὓς οἱ Ῥωμαῖοι καταδιώξαντες εἰς φυγὴν ἔτρεψαν. Ῥωμαῖος δέ τις τῶν ἱππέων ὁ δοκιμώτατος τοὺς Ἰουδαίους ὠθουμένους κατὰ τῆς φάραγγος θεασάμενος, ἐκ πλαγίου παρελαύνων τὸν ἵππον, ἁρπάζει τινὰ νεανίαν, τῶν στασιαστῶν φευγόντων, στιβαρὸν κατὰ τὸ σῶμα καὶ ὡπλισμένον, ἐκ τοῦ σφυροῦ δραξάμενος, ἑαυτὸν ἐπικλίνει, τοῦ ἵππου τρέχοντος καὶ τὸν Ἰουδαῖον ἔφιππον 287 καταδιώκοντος· καὶ τοσοῦτον τῆς δεξιᾶς τόνον καὶ τοῦ λοιποῦ σώματος ἐπιδειξάμενος, καὶ τῆς ἱππικῆς τέχνης τὴν ἀρετὴν, ὥσπερ τι κειμήλιον ἧκε τῷ Καίσαρι κομίζων τὸν αἰχμάλωτον. Ὁ δὲ Τίτος ὑπερθαυμάσας τούτου τὴν ἰσχὺν καὶ τῆς δυνάμεως τὸ ἀήττητον, δώροις αὐτὸν ἀμείβει, τὸν δὲ ληφθέντα προσέταξεν ἀναιρεθῆναι. [] Τῆς δέ γε πόλεως ὑπὸ Ῥωμαίων σφοδρῶς πορθουμένης, ὁ λιμὸς τοὺς κατὰ τὴν πόλιν πλείους τοῦ πολέμου διέφθειρεν, διὸ δὴ καὶ ἀδελφοὶ κατὰ ἀδελφῶν, καὶ συγγενεῖς κατὰ συγγενῶν, ξιφήρεις εἰς τοὺς οἴκους ἐχώρουν, τὰς ἀλλήλων τροφὰς ἁρπάζοντες· καὶ μέν γε γυναῖκες ἀνδρῶν καὶ παῖδες πατέρων·
καὶτὸ ἐλεεινότερονμητέρες νηπίων ἥρπαζον ἐξ αὐτῶν τῶν στομάτων τὰς τροφάς. Καὶ παντελῶς τῶν φιλτάτων οὐκ ἐφείδοντο. Καὶ ἄλλοι μὲν ὑπ’ ἐνδείας κεχηνότες ὥσπερ κύνες λυττῶντες ἐφάλλοντο καὶ περιεφέροντο μεθυόντων δίκην, ὡς διὰ σπλάγχνων καὶ μυελῶν τοῦ λιμοῦ χωροῦντος καὶ πρὸς θάνατον βίαιον τὴν ψυχὴν ἐλαύνοντος· ἄλλοι δὲ τῶν ἀθεμίτων ἐφήπτοντο, ὡς οὐδὲ τὰ ῥυπαρὰ τῶν ἀλόγων ἐφείδοντο· τελευταῖον δὲ ζωστῆρας διεμασσῶντο, καὶ ὑποδήματα, καὶ δέρματα τῶν θυρεῶν ἤσθιον ἀπεκδέροντες. [] Γυνὴ δέ τις Μαρία τοὔνομα, γένει καὶ πλούτῳ περιφανὴς καὶ περίβλεπτος, ἐκ τῆς χώρας πρὸς τὴν πόλιν καταφυγοῦσα, πᾶσαν αὐτῆς τὴν ὕπαρξιν καὶ τὰς διατροφὰς οἱ στασιασταὶ καθ’ ἡμέραν εἰσπηδῶντες διήρπαζον καὶ λοιπὸν τροφῆς ἀποροῦσα καὶ παιδίον ὑπομάζιον ἔχουσα, τοῦτο καταθύει καὶ ὀπτήσασα τὸ μὲν ἥμισυ βέβρωκεν, τὸ δὲ λοιπὸν καλύψασα διετήρει. Οἱ δὲ (στασιασταὶ, καθὼς εἰώθασιν, εἰσελθόντες καὶ) τῆς κνίσσης αἰσθόμενοι ἠπείλουν ἀναιρήσειν αὐτὴν, εἰ μὴ ὅπερ ἔκρυψεν, ἐπιδείξειε· ἡ δὲ τὰ λείψανα τοῦ παιδαρίου προαγαγοῦσα·
PG 110:455Τοῦτο δὴ, φησὶν, τὸ ἐμόν ποτε γνήσιον τέκνον καὶ νῦν πανάθλιον, φάγετε καὶ ὑμεῖς, καὶ γὰρ κἀγὼ βέβρωκα, εἰ δὲ ἀποστρέφεσθε, (καὶ) τὸ λοιπὸν ἐμοὶ καταλείψατε. Οἱ δὲ τὰς ὄψεις 288 ἑαυτῶν ἱκανῶς τύψαντες ὑπεξῆλθον τοῦ δωματίου καταπεπληγμένοι καὶ τρέμοντες. Καὶ οὕτως τὸ καλῶς ἐκ κοιλίας ἐξελθὸν βρέφος εἰς τὴν αὐτὴν πάλιν κακῶς ὑπέστρεψε (ἀθλίαν) γαστέραν (ὅπερ ἀκούσαντες οἱ ἐν τῇ πόλει πάντες ἀποθανεῖν ἐν τάχει προσηύχοντο). [] Μενοῦνγε καὶ ἄλλα τοιαῦτα, καὶ χείρονα, καὶ δυσδιήγητα γεγόνασιν ἐν τῇ πόλει τότε· ἐν δὲ τῇ περιχώρῳ καὶ τῷ πολέμῳ γίνεται τοῖς Ἰουδαίοις θύελλα ἐξαίφνης σφοδροτάτη, ἥτις τὰ μὲν εἰς αὐτοὺς παρὰ τῶν Ῥωμαίων πεμπόμενα βέλη εὐστόχως ἔφερεν, τὰ δὲ παρ’ αὐτῶν εἰς ἐκείνους πλάγια παραχρῆμα συνέσυρεν. Οἱ δὲ Ῥωμαῖοι θεασάμενοι τὰς ὄψεις τῶν Ἰουδαίων ἐκ τῆς θυέλλης ἀμαυρωθείσας, λαθραίως αὐτοῖς ἐπαναβαίνοντες εὐτόνως αὐτοὺς κατέκτεινον· κἀντεῦθεν [β) ᾔσθοντο πολλοὶ, ὅτι θεήλατός ἐστιν ἡ πληγὴ, καὶ κατὰ θεομηνίαν ταῦτα πάσχουσιν.
[] Καὶ οὕτως ἐν δυσὶν ἔτεσιν παραλαβὼν ὁ Τίτος τὴν Ἱερουσαλὴμ, πᾶσαν κατέλυσε καὶ ἐνέπρησε μετὰ τοῦ αὐτῆς ναοῦ, κατὰ τὴν τοῦ Κυρίου προαγόρευσιν (καὶ προφητείαν). Εἰπόντων γὰρ τῶν μαθητῶν περὶ τοῦ ἱεροῦ, ὅτι Λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, ἔφη· Ταῦτα, ἃ θεωρεῖτε πάντα, ἐλεύσονται ἡμέραι, ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται. Ὅταν δὲ ἴδητε κυκλουμένην τὴν πόλιν ὑπὸ τῶν στρατοπέδων, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι ῥομφαίας καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη· καὶ ἔσται Ἱερουσαλὴμ 289 πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. Καὶ Ἔσται θλῖψις τοιαύτη, οἵα οὐ γέγονε πώποτε οὐδὲ μὴ γενήσεται. Ταῦτα δὲ πάντα πεπόνθασιν οἱ ἐχθροὶ τῆς ζωῆς αὐτῶν Ἰουδαῖοι, κυριευθέντες ὑπὸ τῶν Ῥωμαίων ὡς ἀπωσάμενοι Χριστὸν, τὸν Βασιλέα τοῦ παντὸς, καὶ τὸν τῶν Ῥωμαίων βασιλέα δυσσεβῶς ἐπισπασάμενοι, κράζοντες· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα, καί·
PG 110:457Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, διὸ μέχρι τῆς συντελείας τὴν εἰς τὰ ἔθνη πάντα διασπορὰν καὶ ταλαιπωρίαν ἕξουσιν αὐτῶν τὰ τέκνα, καθάπερ τινὲς δραπέται (καὶ) μαστιγίαι (τε καὶ παράπληγες) μηδὲν τῶν νομίμων ἐπιτελεῖν δυνάμενοι· ὑποφόρους γὰρ ἔχοντες αὐτοὺς οἱ Ῥωμαῖοι οὐκ ἐῶσι τοῖς ἰδίοις χρᾶσθαι δικαιώμασιν, ἐπειδήπερ ἑκουσίως ἐπεσπάσαντο τὴν δουλείαν εἰπόντες· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα· καί· Ἐὰν μὴ ἀποκτείνωμεν τὸν Χριστὸν, πάντες εἰς αὐτὸν πιστεύσουσι, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσι τὸν τόπον ἡμῶν καὶ τὸ ἔθνος, οἵ γε καὶ ἄκοντες προεφήτευσαν· καὶ γὰρ ἐπίστευσαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ τὴν ἐξουσίαν ὑπὸ Ῥωμαίων ἀφῃρέθησαν, καὶ τῆς νομικῆς λατρείας κεκωλυμένοι εἰσὶ καὶ ἀναιρεῖν οὐ συγχωροῦνται καὶ θύειν ὅτε βούλονται· διὸ καὶ ἐπικατάρατοί εἰσι, μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα·
Ἐπικατάρατος γὰρ, φησὶν, πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Ἀδύνατον δέ ἐστιν, ἐν διασπορᾷ μεταξὺ τῶν ἐθνῶν ὄντας, πάντα αὐτοὺς ἐπιτελεῖν τὰ τοῦ νόμου καὶ τὴν λατρείαν ἐν ἑνὶ τόπῳ περιγεγραμμένην, ὡς ἐν λόγῳ Κυρίου Μωϋσῆς διετάξατο. [] Τί οὖν πρὸς ταῦτά φατε, ὦ Ἰουδαῖοι; καὶ τί τὸ αἴτιον τῶν τοσούτων καὶ τηλικούτων ὑμᾶς κατειληφότων κακῶν; Ἆρά γε συνήκατε, ὅτι οὐκ εἰς ὁμόδουλον, ἀλλ’ εἰς Θεὸν προσκεκρουκότες [εἰκότως ταῦτα πεπόνθατε καὶ ἀσύγνωστα πάσχετε; εἰς αὐτὸν γὰρ ὄντως ἐκεῖνον] 290 τὸν ποιητὴν καὶ εὐεργέτην ἐξημάρτετε, ὦ ἐμβρόντητοι καὶ παράνομοι, καθὼς αὐτὸς διὰ Ἡσαί̈ου ἀναφωνῶν λέγει· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν, καί· Τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καί· Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ποίας δὲ ἀκάνθας λέγει καὶ ποίαν ἀνομίαν καὶ κραυγήν; ἦ δῆλον, ὅτι αἷσπερ ἐστεφανώσατε αὐτὸν ἐπὶ τοῦ πάθους ἀνόμως κράζοντες·
[α) Ἆρον, ἆρον, σταύρωσον αὐτὸν, ὡς καὶ διὰ Ἱερεμίου (περὶ τῆς θεομαχίας καὶ μιαρᾶς ὑμῶν συναγωγῆς πάλιν φησίν)· Ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, καὶ διὰ τοῦτο ἐμίσησα αὐτήν. (Ἣν δὴ βέβηλον συναγωγὴν καὶ θεήλατον ὡς τοῦτο δράσασαν) καὶ Σολομὼν (θριαμβεύων) φάσκει· Ἐξέλθετε, θυγατέρες Σιὼν, καὶ ἴδετε ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ. Μητέρα μὲν οὖν λέγει κατὰ σάρκα τὴν τῶν Ἰουδαίων συναγωγήν· Σάρξ μου γὰρ, φησὶν, ἐξ αὐτῶν· ἡμέραν δὲ νυμφεύσεως αὐτοῦ (δηλοῖ) καθ’ ἣν (ὁ μὲν) τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐνυμφεύσατο· ἡ δὲ (πεφενακισμένη καὶ) ματαιόφρων ἐκείνη συναγωγὴ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ θεῖσα (καὶ ὡς ἐπευφραινομένη καὶ) ἐμπαίζουσα αὐτῷ ἔλεγεν· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, πρὸς οὓς ἀποτεινόμενος Ἡσαί̈ας πληκτικώτερον ἔφη· Ἐν τίνι ἐτρυφήσατε καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν, τέκνα ἀπωλείας καὶ σπέρμα ἄνομον; Ὅθεν αὐτὸς ὁ Κύριος δι’ Ὠσηὲ τοῦ προφήτου σχετλιαστικῶς εἶπεν·
PG 110:459Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ, δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέκαὶ πονηρὰ εἰς ἐμὲ ἐλογίσαντο. Διὰ τοῦτο κατεπόθη Ἰσραὴλ, καὶ εἰς οὐδὲν ἐγένετο, καὶ ἔστιν ὥσπερ σκεῦος ἄχρηστον ἐν 291 τοῖς ἔθνεσιν. (Ὁμοίως δὲ) καὶ διὰ Ἱερεμίου φησίν· Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε, καὶ γνώσῃ, ὅτι πικρόν σοι [τὸ ἐγ]καταλιπεῖν σε ἐμὲ (καὶ οὐκ ηὐδόκησα ἐν σοὶ). Ὁ δέ γε θεῖος Δαυὶ̈δ, ὥσπερ διαπριόμενος καθ’ ὑμῶν, ἐπαρᾶται πρὸς τὸν παροινηθέντα Κύριον λέγων· Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον· ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς· (καὶ) πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν· καί·
Διασκόρπισον αὐτοὺς ἐν τῇ δικαιοσύνῃ σου καὶ κατάβαλε αὐτοὺς, ὁ ὑπερασπιστής μου, Κύριε. Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶνἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσι, καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς· ἐφ’ ᾗ δήπουθεν (καὶ) διασπαρέντες ἐνδίκως ἐπιγνώσονται πάντως, ὅτι (ὁ) Θεός ἐστι Χριστὸς τοῦ πατρὸς αὐτῶν Ἰακὼβ (καὶ κυριεύει τὰ σύμπαντα, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ). Οὕτω γε μὴν καὶ ὁ θεοφάντωρ Μωϋσῆς (προκαθαπτόμενος καὶ) στηλιτεύων ὑμᾶς ὡς βδελυροὺς καὶ ἄφρονας καὶ ἀγνώμονας ἔφη· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κρίῳ ἀνταποδίδωσιν; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός· οὐκ αὐτὸς, οὗτός σου Πατὴρ ἐκτήσατό σε καὶ ἐποίησε καὶ ἔπλασέ σε; Κἀντεῦθεν εἰκότως φησὶν ὁ Θεός· Εἶπον, Διασπερῶ αὐτοὺς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. Καὶ μέντοι καὶ ὁ κλεινὸς Ἱερεμίας μᾶλλον σαφηνίζων τίς οὗτός ἐστιν ὁ ταῦτα πεπονθὼς ἀφ’ ὑμῶν, ἐκβοᾷ λέγων· Πνεῦμα πρὸ προσώπου ὑμῶν, Χριστὸς (ὁ) Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ὑμῶν, περὶ οὗ εἴπαμεν·
PG 110:461Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα. Τοιαῦτα γοῦν καὶ Σολομὼν αὖθις ἐκ [β) προσώπου ὑμῶν τῶν θεομάχων διαῤῥήδην προαγορεύει, φάσκων· Ἐνεδρεύσωμεν 292 τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ καὶ παιδίον Κυρίου ἑαυτὸν ὀνομάζει· ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν [ἡμῶν] καὶ βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ἐστὶν ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ· εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν· μακαρίζει δὲ ἔσχατα δικαίων καὶ ἀλαζονεύεται Πατέρα Θεόν. Ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ εἰσιν ἀληθεῖς καὶ πειράσωμεν τὰ ἐκβάσια αὐτοῦ. Εἰ γάρ ἐστι δίκαιος καὶ Υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτὸν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ· θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτὸν καὶ ἴδωμεν εἰ ἔσται αὐτῷ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ὧν τὴν παράνοιαν καὶ δυσμένειαν εὖ μάλα κατακερτομῶν ἐπήγαγε·
Ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν, ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν· καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ. Οὓς δὴ καὶ ὁ θεσπέσιος Ἡσαί̈ας θρηνῶν συνᾳδόντως λέγει· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Δέδεικται τοίνυν ἐναργέστατα (ὦ θεομάχοι), ἡ αἰτία τῆς ὑμῶν ἀπὸ Θεοῦ ἀλλοτριώσεως καὶ ἐγκαταλείψεως καὶ τῆς διηνεκοῦς καὶ ἀπεράντου ταλαιπωρίας, εἴπερ βούλεσθε ἀκούοντες ἐπιγνῶναι. [] Καὶ περὶ μὲν τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ὑμῶν ὡρισμένους χρόνους εἶπον οἱ προφῆται, καὶ μέν γε τὴν ἐπάνοδον καὶ τὴν οἰκοδομὴν τῆς πόλεως κατήγγειλαν. Ἀκούσατε γὰρ Ἱερεμίου πρὸς ὑμᾶς λέγοντος· Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. Εἰσελθόντες οὖν εἰς Βαβυλῶνα, ἔσεσθε ἐκεῖ ἔτη ο. Μετὰ δὲ τοῦτο ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ’ εἰρήνης, λέγει Κύριος. Καὶ πάλιν·
Δουλεύσουσιν ἐν τοῖς 293 ἔθνεσιν ἔτη ο καὶ ἐν τῷ πληρωθῆναι τὰ ο ἔτη, ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὸν τόπον αὐτοῦ, λέγει Κύριος. Καὶ περὶ τῆς οἰκοδομῆς τῆς πόλεως Ἡσαί̈ας ἔφη· Οὕτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη· Αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει. Περὶ ἧς οἰκοδομῆς καὶ Ἀγγαῖος φάσκει· Τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείουἐλάλησε Κύριοςπρός με λέγων· Εἰπὸν δὴ πρὸς Ζοροβάβελ, καὶ πρὸς Ἰησοῦν τὸν ἱερέα, καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων· Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς νῦν βλέπετε αὐτὸν ὡς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; Καὶ νῦν κατίσχυε, Ζοροβάβελ, καὶ Ἰησοῦ, καὶ πᾶς ὁ λαὸς, καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος. Ὥσπερ τοίνυν Σολομὼν τῆς πρώτης τοῦ ναοῦ οἰκοδομῆς γέγονε δομήτωρ, οὕτω καὶ Ζοροβάβελ ἐθεμελίωσε τὸν οἶκον τοῦτον· καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν. Εἰ μὲν οὖν ἔμελλε πάλιν ἀναστήσεσθαι, εἶπεν ἂν ὁ προφήτης·
PG 110:463Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου [α) ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν. Τῷ δὲ εἰπεῖν ὑπὲρ τὴν πρώτην, τὴν δευτέραν ἐσχάτην ὑπέφηνε καὶ τελευταίαν. Ὡς γὰρ οὐκ ἔστι τῆς πρώτης προτέρα, οὕτως οὐδὲ τῆς ἐσχάτης ἐσχατωτέρα· ὥστε οὖν, εἰ μὲν εἶπεν· Ἡ δευτέρα ὑπὲρ τὴν πρώτην, εἰκὸς ἦν τρίτην οἰκοδομὴν προσδοκᾷν· εἰ δὲ τὴν δευτέραν ἐσχάτην ἐκάλεσε, (τὴν) τελευταίαν ἐκείνην οἰκοδομὴν προφανῶς τῆς πόλεως καὶ τοῦ ναοῦ παρεδήλωσε. [] Καὶ μάτην ἀπατᾶσθε, ὦ Ἰουδαῖοι, τὴν παλιγγενεσίαν τούτων, μετὰ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου καθαίρεσιν, ἀποκαραδοκοῦντες· ἀλλὰ μὴν καὶ ὁ ἱεροψάλτης Δαυὶ̈δ πρὸ τούτων ἐκ προσώπου τῆς αἰχμαλωσίας φησίν· Ἐπὶ τῶν ποταμῶν 294 Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιὼν, ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτίσαντες ἡμᾶς (λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς) ὕμνους. Καὶ ἐπάγει ἑτέρωθι περὶ τῆς πόλεως λέγων· Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Καὶ πάλιν ἐκ προσώπου τοῦ λαοῦ φάσκει·
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. Οὐκοῦν ὑμεῖς πολὺ πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν ἀποκειμένην μυστικὴν καὶ θεόπνευστον (διδασκαλίαν καὶ) πρόῤῥησιν ἐν αὐταῖς. [] Περὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας ταύτης οὔτε χρόνον ὥρισεν ὁ Θεὸς, οὔτε ἀποκατάστασιν ἐδήλωσαν οἱ προφῆται, ἀλλὰ τὴν μὲν αἰχμαλωσίαν, καὶ τῆς βασιλείας ὑμῶν κατάπαυσιν, καὶ τῆς πόλεως ἐρήμωσιν πάντες οἱ προφῆται προανήγγειλαν, τὴν δὲ ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀνόρθωσιν οὐδαμῶς, πλὴν μόνον τὸν παντελῆ ταύτης ἀφανισμὸν καὶ τὸν ὄλεθρον ὑμῶν, καὶ τὴν διηνεκῆ τιμωρίαν καὶ διασπορὰν εἰς τὰ ἔθνη πάντα. Φησὶ γὰρ ὁ ἀρχάγγελος πρὸς τὸν Δανιήλ·
Ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται, καὶ τὴν πόλιν καὶ τὸ Ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ. Καὶ ἀρθήσεται θυσία καὶ σπονδὴ, ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Διὰ μὲν γὰρ τοῦ χρίσματος [τὴν ἱερωσύνην ἐδήλωσε, διὰ δὲ τοῦ κρίματος] τὴν βασιλικὴν καὶ (τὴν) πολιτικὴν κατάστασιν καὶ τῶν ἄλλων ἁπάντων τὴν ἀναίρεσιν ὑπέφηνε, διὰ δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς ἐκκοπῆς καὶ τῆς συντελείας τὴν ἄρδην ἔκπτωσιν καὶ πανωλεθρίαν ἐσήμανεν. [] Ὅταν οὖν ἀκούσῃς, ὦ Ἰουδαῖε τυφλὲ, συντέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; Εἰ δὲ ἀναγινώσκων οὐκ ἐπιγινώσκεις, ὥσπερ οὖν οὐδὲ ἐπιγινώσκεις ὄντως, περὶ τῆς ἀπροσδοκήτου σου 295 ἀνακλήσεως καὶ διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν ἀπομαχόμενος, οὐ νοεῖς· ἄκουσον (οὖν) ἐν παρεκβάσει τὰς φωνὰς τῶν προφητῶν, καὶ παῦσαι τοῦ λοιποῦ φιλονεικῶν καὶ ἀνοηταίνων. Ὁ προφήτης Ὠσηὲ οὕτως λέγει· Καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ· καὶ συντρίψω τόξον Ἰσραήλ· καί·
PG 110:465Οὐ μὴ προσθῶ ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς, λέγει Κύριος· καί· Ἐμίσησα αὐτοὺς διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτοὺς, καὶ οὐ προσθήσω τοῦ ἀγαπῆσαι αὐτοὺς, λέγει Κύριος· ἐπόνεσεν Ἐφραὶ̈μ τὰς ῥίζας αὐτοῦ καὶ ἐξηράνθη καὶ καρπὸν οὐκέτι οὐ μὴ ἐνέγκῃ· καὶ ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ [β) εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν. Ἔφη γοῦν καὶ Μαλαχίας· Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά [μου] δεδόξασται ἐν τοῖς ἔθνεσιν· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρὰ, διότι μέγα τὸ ὄνομά [μου] ἐν τοῖς ἔθνεσιν, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Διὰ τοῦτο δώσω ὑμᾶς ἐξουθενημένους εἰς πάντα τὰ ἔθνη, ἀνθ’ ὧν οὐκ ἐφυλάξατε τὰς ἐντολάς μου. Διό φησι (καὶ) Ἱερεμίας· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ·
εἰ ἔσται τοῦ λοιποῦ ὀνομαζόμενον [τὸ ὄνομά μου] ἐν παντὶ στόματι Ἰούδα. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ ἔφη περιαιρήσειν ἀπὸ Ἰουδαίων, εὔδηλον, ὅτι καὶ τὸν νόμον καὶ τὰς θυσίας. [] Οὐ τοίνυν προηγουμένως κατὰ (τὴν) θείαν γνώμην ἡ περὶ τῶν θυσιῶν ἐδόθη νομοθεσία; Κἀντεῦθεν μετὰ ταῦτα διὰ τῶν προφητῶν ἔφη· Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; καί· Μὴ εὐχαὶ καὶ κρέα ἀφαιροῦσι τὰς ἁμαρτίας σου; καί· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη μ; καί· Ἵνα τί μοι λίβανον 296 ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Διό φησιν· Θυσίαν καὶ προςφορὰν οὐκ ἐθέλησας· καί· Μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ Θεὸς, ἢ τὸ ὑπακούειν αὐτοῦ; καί· Ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν· καί· Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν. Καὶ δὴ καὶ τὰς ἑορτὰς ἐκβάλλων ἐπάγει λέγων· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων (σου) οὐκ εἰσακούσομαι· καί· Ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίανμισεῖ ἡ ψυχή μου· καί· Οὐ τοι αὐτὴν νηστείαν (ἐγὼ) ἐξελεξάμην· καί·
PG 110:467Δώσω ὑμῖν προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσεσθε δι’ αὐτῶν. Ὥστε οὖν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν, καὶ οὐ κατὰ τὴν ἀγαθότητα (αὐτοῦ), ἔδωκεν ὑμῖν τὰ προστάγματα αὐτοῦ ἐκεῖνα πάντως, καὶ ἀλλοίωσις οὐκ ἐστιν. [] Ἐπεὶ οὖν ἀγνώμων (σφόδρα) καὶ λίαν ἀχάριστος ὁ Ἰσραὴλ ἔκπαλαι γενόμενος καὶ καταλείψας τὸν ὄντως ὄντα καὶ προόντα Θεὸν, τὸν ποιήσαντα καὶ εὐεργετήσαντα αὐτὸν πολυμερῶς καὶ πολυτρόπως, καὶ τέλειον ἀποστὰς ἀπὸ Θεοῦ Σωτῆρος αὐτοῦ, ἔθυσε τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας [αὐτοῦ] τοῖς δαιμονίοις· καὶ ἐλάτρευσαν προσκυνήσαντες τῇ κτίσει παρὰ τὸν κτίσαντα, λέγων τῷ ξύλῳ καὶ τῷ λίθῳ· Θεός μου εἶ, καὶ σύ με ἐγέννησας· οὐκ ἔφριξεν ὁ τάλας καὶ ἀπόπληκτος ἀρνήσασθαι τὸν γεννήσαντα αὐτὸν Θεὸν ζῶντα καὶ ἀληθινὸν, καὶ ἐπιλαθέσθαι τοῦ τρέφοντος αὐτὸν Θεοῦ. Διὸ δὴ λοιπὸν ὡς ἀχρήστῳ (καὶ ἀνηκέστῳ) προσώχθισεν αὐτῷ ὁ Θεὸς καὶ ἀπεστράφη (αὐτὸν) παντελῶς, διὰ τοῦ μεγάλου Δαυὶ̈δ φάσκων· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι, [καὶ] ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύεσθαι. Ὡσαύτως καὶ Ζαχαρίας φησίν· Εἶπον·
Οὐ ποιμανῶ αὐτοὺς, ἀλλὰ τὸ ἀποθνῆσκον 297 ἀποθνησκέτω, καὶ τὸ ἀπολλύμενον ἀπολλυέσθω, καὶ τὰ κατάλοιπα κατεσθιέσθω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Καὶ οὕτω μισητὸν καὶ διεφθαρμένον καὶ [α) εἰς ἅπαν ἐβδελλυγμένον διὰ τῶν αἰσχίστων καὶ θεοστυγῶν ἐπιτηδευμάτων ἑαυτὸν ἀποφήνας, εἰκότως εὖ μάλα (καὶ πάνυ δικαίως) εἰς τέλος κατελείφθη καὶ ἀπεβλήθη, καθὼς πάλιν ὁ θεῖος Μαλαχίας φησίν· Ἔπεσεν Ἰσραὴλ καὶ (οὐκέτι) οὐ μὴ προσθήσει τοῦ ἀναστῆναι. Οὕτω καὶ Ἡσαί̈ας φησίν· Τίς φείσεται ἐπὶ σοὶ, Ἱερουσαλὴμ, ἢ τίς ἀνακάμψει σε εἰς εἰρήνην σοι; λέγει Κύριος. Ὀπίσω πορεύσῃ· [καὶ] ἐκτενῶ τὴν χεῖρά μου, καὶ διαφθερῶ σε, καὶ διασπερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. Ἰδοὺ, ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν; ἣν ἔδωκα ὑμῖν, καὶ δώσω ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται. [] Τῆς τοίνυν ἐσχάτης ἁλώσεως ταύτης καὶ τελευταίας τὰ δεινὰ καὶ φοβερὰ διαγορεύοντες, ὅ τε μέγας θεοῤῥήμων πάλιν Μωϋσῆς καὶ οἱ μετ’ αὐτὸν θεηγόροι Ἰεζεκιὴλ [καὶ] Ἱερεμίας, εὐκρινῆ λίαν καὶ σφόδρα δῆλα τοῖς πᾶσι καὶ τοῖς ἄγαν ἰδιώταις αὐτὰ πεποίηνται.
PG 110:469Ὁ μὲν γὰρ Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ φησί· Καὶ ἐπάξει Κύριος ἔθνος ἐπὶ σὲ μακρόθεν ἀπ’ ἐσχάτου τῆς γῆς, ὡσεὶ ὅρμημα ἀετοῦ, ἔθνος ἀναιδὲς προσώπῳ. Καὶ ἐκθλίψει σε ἐν πάσαις ταῖς πόλεσί σου ἕως ἂν καθαιρεθῶσι τὰ τείχη σου τὰ ὑψηλὰ καὶ ὀχυρὰ, ἐν οἷς σὺ πέποιθας ἐν αὐτοῖς. Καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου, διὰ τὸ μὴ καταλελεῖφθαι ὑμῖν μηδὲν ἐν τῇ στενοχωρίᾳ καὶ θλίψει, ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσί σου· καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ [ἡ] τρυφερὰγυνὴ τὸ ἐξελθὸν ἐκ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ὃ ἐὰν τέκῃ, καταφάγεταικρυφῇ διὰ τὴν ἔνδειαν πάντων ἐν τῇ στενοχωρίᾳ καὶ θλίψει. Καὶ ἔσῃ ἐν αἰνίγματι, καὶ ἐν 298 παραβολῇ, καὶ ἐν διηγήματι πᾶσι τοῖς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖἕως ἂν ἐξολοθρεύσῃ σε καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ ἀνθ’ ὧν, ὅτι ἦτε ὠσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφ’ ὑμῖν εὖ ποιῆσαι καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ’ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς.
Καὶ ἐξαρθήσεσθε ἐκ τῆς ἀγαθῆς γῆς ἐκείνης, καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρων αὐτῆςἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσεται, οὐδὲ μὴ γένηται στάσις τῷ ἴχνει τῶν ποδῶν ὑμῶν· καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν, καὶ ἐκλείποντας ὀφθαλμοὺς, καὶ τηκομένην ψυχὴν καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός. Καὶ ἐρεῖς τὸ πρωὶ̈ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου· Πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς· Πῶς ἂν γένοιτο πρωί̈; Ὁ δέ γε Ἐζεκιὴλ ἔφη· Τάδε λέγει Ἀδωναὶ̈ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Ἱερουσαλὴμ, [καὶ] ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν, καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ οὐ μὴ ποιήσω αὐτοῖς ὅμοια ἔτι διὰ τὰ βδελύγματά [σου] πάντα. Διὰ τοῦτο πατέρες φάγονται τέκνα αὐτῶν ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας αὐτῶν· καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασπερῶ πάντας τοὺς καταλοίπους (σου) εἰς πάντα ἄνεμον, ἀνθ’ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς προςοχθίσμασί σου· κἀγὼ ἀπώσομαί σε καὶ οὐ [β) μὴ ἐλεήσω ἔτι·
τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον διασκορπιῶ. Καὶ ὁ μὲν πόλεμος καὶ ἡ ῥομφαία ἔξωθεν, ὁ δὲ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν ὀλοθρεύσει (καὶ ὁ μὲν ἐν τῷ πεδίῳ ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ 299 θάνατος συντελέσει)· οἱ δὲ ἐξ αὐτῶν ἀνασωζόμενοι ἀναλωθήσονται. Καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἐκ ῥομφαίας καὶ λιμοῦ καὶ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται τὰς ἀνομίας αὐτῶν πάσας ἐν τοῖς ἔθνεσι· καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος ὁ τύπτων. Διὰ δὴ τοῦτό φησιν ὁ ἱερὸς Χρυσόστομος· Οὐκ ἀναιρεῖ πάντας ἄρδην, ἀλλὰ σκορπίζει· τοῦτο γὰρ προϋπεμφαίνων ὁ θεῖος Δαυὶ̈δ ἔφη πρὸς αὐτόν· Μήπως ἀποκτείνῃς αὐτοὺς ἤτοι πάντας, ἀλλὰ διασκόρπισον ἐξ αὐτῶν δήπουθεν ἐν τῇ δυνάμει σου. [] Περὶ δὲ τῆς β ἐλεύσεως αὐτοῦ, καὶ φανερώσεως, καὶ πολλῆς καὶ ἀπαραμυθήτου θλίψεως αὐτῶν εἶπε Ζαχαρίας· Τότε ἥξει Κύριος ὁ Θεὸς ἡμῶν, καὶ ἔσται κοπετὸς μέγας ἐν Ἱερουσαλήμ. Ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν (τουτέστιν ἐν οἷς ἥλοις προσήλωσαν·
PG 110:471οὐκ εἶπεν, ὃν ἐξεκέντησαν, ἀλλ’, εἰς ὃν ἐξεκέντησαν). Τί δέ ἐστιν τὸ εἰς ὅν; Σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησαν· πρὸ γὰρ τῆς φοβερᾶς παρουσίας τοῦ Κυρίου καθάπερ βασιλικὸν σημεῖον τὸ λεγόμενον σίγνον κατὰ κοινὴν συνήθειαν προτρέχει τῆς Χριστοῦ παρουσίας ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον καὶ προευαγγελιζόμενον· καὶ φανήσεται ὁ σταυρὸς ἐπὶ τῆς γῆς ἀποκρύπτων τὸν ἥλιον καὶ ἀμβλύνων [τὴν] σελήνην, ὥς φησιν ὁ Κύριος· Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα Ζαχαρίου, τὴν λέξιν αὐτὴν λαβὼν ὁ Χριστὸς μετήγαγεν εἰς ἀληθῆ λέγων· Ὄψονται εἰς ὂν ἐξεκέντησαν. [] Ὁ δέ γε Ἱερεμίας ὁμοίως φάσκει· Τάδε λέγει Κύριος, ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, ἀνθ’ ὧν ἐγκατέλειπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον· καὶ σφάξω τὴν φυλὴν Ἱερουσαλὴμ ἐν 300 τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς·
καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν αἰώνιον, ἵνα πάντες οἱ διαπορευόμενοι δι’ αὐτῆς ἐκστήσωνται, καὶ σκυθρωπάσωσι, καὶ κινήσωσι τὰς κεφαλὰς αὐτῶν ἐπὶ πάσης τῆς πληγῆς αὐτῆς· καί· Ὡς ἄνεμον καὶ καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν, καὶ δείξω αὐτοῖς ἡμέραν ἀπωλείας. Καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν [αὐτῶν] καὶ τῶν θυγατέρων (αὐτῶν), [καὶ] ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδεται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν· καί· Συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δύναται ἰαθῆναι ἔτι· οὕτω ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν. Καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν πάσαις ταῖς βασιλείαις τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν, καὶ εἰς παραβολὴν, καὶ εἰς μῖσος [α), καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἂν ἐξώσω αὐτοὺς ἐκεῖ. [] Τί οὖν λοιπὸν τῶν θείων τούτων ῥημάτων ἐμφαντικώτερον ἢ ἀληθέστερον γένοιτ’ ἄν;
PG 110:473Ὅρα γὰρ, ὦ ἀνόητε καὶ ἀλόγιστε Ἰουδαῖε, εἰ οὐ πεπλήρωται ταῦτα ἀπαραλείπτως κατὰ τὰς ἱερὰς προῤῥήσεις εἰς ὑμᾶς· καὶ μέντοι καὶ τὰ ὑπὸ Χριστοῦ προκατηγγελμένα καὶ προηπειλημένα· φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἐν αὐτῇ ναοῦ, ὅτι Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Ἆρα μεμένηκεν; Οὐδαμῶς. Καί· Ἰδοὺ, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ἆρα οὐκ ἐρήμωται; Καὶ σφόδρα γε. Καί· Ἔσται θλῖψις οἵα οὐ γέγονεν. Ἆρα οὐκ ἐγένετο; Ἀνάγνωθι τὴν ἱστορίαν Ἰωσήπου ἀνδρὸς (ὑμετέρου) Ἰουδαίου καὶ φιλαλήθους· καὶ οὐδὲ ἀναπνεῦσαι λοιπὸν δυνήσῃ, 301 μόνον ἀκούων οἷα ἔπαθον οἱ ἄθλιοι τὸ τότε Ἰουδαῖοι διὰ τὴν [κατὰ] τοῦ Κυρίου μανίαν καὶ λύσσαν. Ἵνα γὰρ μηδεὶς τῶν Ἰουδαίων ἀπιστήσῃ, οὐκ ἀλλόφυλόν τινα, ἀλλ’ ὁμόφυλον, καὶ ὁμόπιστον, καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ ἐλεεινὰ ἐκεῖνα καὶ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη· τοιαύτην γὰρ θεήλατον ὑπέστησαν ἅλωσιν, οἵαν οὐδὲ ὁ σύμπας οἶδε χρόνος, ἀφ’ οὗ γέγονεν ἐπὶ τῆς γῆς ἄνθρωπος, καὶ εἰκότως· ἕως μὲν γὰρ εἰς τοὺς ὁμοδούλους ἡμάρτανον, συγγνώμης ἐτύγχανον· ἡνίκα δὲ εἰς τὸν κοινὸν Δεσπότην ἐξήμαρτον, ἀσυγγνώστως ἐκολάσθησαν.
Ὅτι δὲ ὁ Χριστὸς πεποίηκεν αὐτοῖς ταῦτα, ἄκουσον αὐτοῦ πάλιν καὶ διὰ παραβολῆς φάσκοντος· Τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἐπ’ αὐτοὺς, ἀγάγετε ὧδε καὶ κατασφάξατε. Διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν· Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Καὶ πρὸς μὲν τὴν Ἱερουσαλήμ φησιν· Ἥξουσιν ἐπί σε ἡμέραι, καὶ περιβαλοῦσί σοι οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ συνέξουσί [σε] πάντοθεν, καὶ ἐδαφιοῦσι τὰ τέκνα σου ἐν σοί. Πρὸς δὲ τοὺς ἀπειθεῖς Ἰουδαίους ἐπάγει λέγων· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, ὅπερ οὖν καὶ ὁ θεῖος Δανιὴλ προδηλῶν ἔφη· Τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, τουτέστιν ὁ Θεὸς καὶ Πατὴρ πάντων Ἰουδαίων τὰ σεμνὰ καὶ περίβλεπτα ἀνατρέψει, ἀλλὰ καὶ ὁ Υἱὸς καὶ Χριστὸς, ὁ παρ’ αὐτῶν ὡς λυτρωτὴς προσδοκώμενος καὶ σωτήρ. Οὐ γὰρ εἶπε, Διαφθαρήσεται ἡ πόλις καὶ ὁ ναὸς σὺν τῷ ἡγουμένῳ, καθὼς ἀλόγως οἴονταί τινες, ἀλλὰ. Διαφθερεῖ ὁ Πατὴρ τὸν ναὸν καὶ τὴν πόλιν, συμπράττοντος δηλονότι καὶ τοῦ παροινηθέντος ὑπ’ αὐτῶν ἡγουμένου, περὶ οὗ φησιν Ἰακὼβ πρὸς τὴν Βηθλεέμ·
PG 110:475Ἐκ σοῦ ἐξελεύσεται ἡγούμενος, καὶ τὰ ἑξῆς. Καὶ μέντοι καὶ πρὸς τοὺς ἀποστόλους (ὁ Κύριος) οὕτως διηγόρευσεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως (τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου) ἑστὼς ἐν τόπῳ ἁγίῳὁ ἀναγινώσκων νοείτω, ὃ δὴ καὶ πεπλήρωτο, πρῶτον μὲν κατὰ (τὸν) καιρὸν τῆς ἁλώσεως καὶ ἐρημώσεως, εἴς τε τὸ Ῥωμαϊκὸν 302 στρατόπεδον ἐπεισελθὸν ἐν τῷ ναῷ καὶ τὴν πόλιν ἑλὸν κατὰ τὴν ἐρήμωσιν, ὥς τινες τὸ ῥηθὲν βδέλυγμα οὕτως ἐξειλήφασιν· ἀποτρόπαιοι γὰρ καὶ βδελυκτοὶ κατὰ τὸν νόμον ὑπάρχοντες, εἰκότως προείρηται βδέλυγμα ἐρημώσεως· ἔπειτα δὲ καὶ εἰς ὅπερ (ὕστερον) ἔστησεν Ἀδριανὸς ὁ βασιλεὺς εἴδωλον ἑαυτοῦ καὶ τὴν πόλιν τέλειον ἠρήμωσεν. [] Περὶ ἧς οὖν αἰχμαλωσίας ἐσχάτης τῶν ταλαιπώρων Ἰουδαίων καὶ ἡ θεολόγος ἔφη γλῶττα (στηλιτεύουσα τὴν ἀνήκεστον ἐρήμωσον αὐτῶν διὰ τὴν κατὰ τοῦ [β) Χριστοῦ τόλμαν)· φησὶ γάρ·

Chapter CXXIXCaput CXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην αὐτοὺς συνελαύνοντος ἀπόνοιαν, ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ὑπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαντες καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλουμένην αὐτοῖς, ἐφ’ ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείανκαὶ τὴν τελευταίαν αὐτῶν ἀπαγωγὴν καὶ μετανάστασιν καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν καὶ διασπορὰν, ἥν τε νῦν ἔχουσι καὶ ἣν ἐπὶ πλεῖστον ἕξουσι· πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν· Τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων καὶ λόγον ἐξισοῦν πάθεσι; ποῖαι βίβλοι ταῦτα χωροῦσι;
Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα, καθ’ ἣν διεσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόλις γινωσκόμενον (ἧς τοσοῦτον αὐτοῖς ἐπίβατόν ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε δόξης αὐτῶν, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν). [] Ὁ οὖν Ἰώσηπος ἐν Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε μυριάδας τ ἀνδρῶν ἀπολέσθαι τότε (τοὺς μὲν λιμῷ διαφθαρέντας, τοὺς δὲ ὑπ’ ἀλλήλων ἐν τῷ συγκλεισμῷ ἀποσφαγέντας καὶ τοὺς μὲν ὑπὸ Ῥωμαίων ἀναιρεθέντας, τοὺς δὲ ὑπὸ πυρὸς τεφρωθέντας, τοὺς δὲ ἐν ἀκμῇ τῆς ἡλικίας 303 ὑψηλοτάτους καὶ κάλλει σώματος διαφέροντας τῷ θριάμβῳ ἐν Ῥώμῃ πεμφθῆναι πρὸς θηριομαχίαν· τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ιζ ἔτη, τοὺς μὲν δεσμίους εἰς τὰ κατ’ Αἴγυπτον ἔργα παραπεμφθῆναι, τοὺς δὲ πλείους εἰς τὰς ἐπαρχίας διανεμηθῆναι διαφθαρησομένους ἐν τοῖς θεάτροις σιδήροις καὶ θηρίοις, τοὺς δὲ ἐντὸς τῶν ιζ ἐτῶν, αἰχμαλώτους ἀχθέντας διαπιπράσκεσθαι· τούτων δὲ μόνον τὸν ἀριθμὸν εἰς μυριάδας ἀνδρῶν θ συναχθῆναι. Καὶ δὴ καὶ περὶ τῆς καταστροφῆς Ἱερουσαλὴμ ἔφη.
PG 110:477Τὴν δὲ ἐρήμωσιν τῆς τε πόλεως καὶ τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιὴλ προφητείαν πρὸ υη γενομένην ἐτῶν. Καὶ οὕτω λοιπὸν ἡ γ ἅλωσις γέγονε τῆς Ἱερουσαλὴμ καὶ παντελὴς ἐρήμωσις ἐπὶ Οὐεςπασιανοῦ καὶ Τίτου μετὰ μ ἔτη τῆς τοῦ Κυρίου ἡμῶν ἀναλήψεως). [] Ἅπερ δὴ καὶ ὁ θεῖος Χρυσόστομος ἐπεξεργαστικώτερον ἀναπτύσσων, διελέγχων τούτους εὖ μάλα φάσκει· Εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. Σκόπει γάρ· Κατέβης εἰς Αἴγυπτον, ἀλλ’ ἐγένοντο ἔτη υ, καὶ ταχέως ὁ Θεὸς τῆς δουλείας ἐκείνης ἀπήλλαξε, καίπερ ἀσεβοῦντα καὶ πορνεύοντα πορνείαν τὴν χαλεπωτάτην. Ἀπηλλάγης Αἰγύπτου καὶ προσεκύνησας μόσχῳ, ἔθυσας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου τοῖς δαιμονίοις, τὸν ναὸν ἐμόλυνας, τὴν φύσιν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν μυσαρῶν θυσιῶν ἐπλήρωσας, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶν εἶδος κακίας ἐπῆλθες καὶ πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας·
ἀλλ’ ὅμως, ο ἔτη σε παραδοὺς (τοῖς) Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν, καὶ τὴν πατρίδα καὶ τὸν ναὸν [α) ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας χάρισμα, καὶ πάλιν προφῆται καὶ Πνεύματος ἁγίου χάρις· μᾶλλον δὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας οὐκ ἐγκατελείφθης, ἀλλὰ καὶ Δανιὴλ ἐκεῖ καὶ Ἰεζεκιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ μέντοι καὶ πρὸ τούτων Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ. Καὶ μετ’ ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν 304 καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν ἐπὶ τοῦ ἀσεβοῦς Ἀντιόχου· ἀλλά γε τότε παραδοθέντες Ἀντιόχῳ ἔτη γ, τὰ λαμπρὰ διὰ τῶν Μακκαβαίων αὖθις ἐστήσατε τρόπαια. Ἀλλὰ καὶ τοιοῦτον οὐδὲν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν, ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται καὶ οὐδὲ ἐλπίδα τινὰ μεταβολῆς ἔχει· οὐ γὰρ ο ἔτη μόνον παρῆλθε, ἀλλὰ καὶ πολλῷ πλείονα·

Chapter CXXXCaput CXXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ οὐδὲ σκιὰν ἐλπίδος ἔστιν εὑρεῖν, καὶ ταῦτα οὐδὲ εἰδωλολατρούντων ὑμῶν (νῦν ὡς τότε) οὔτε ἄλλο τι ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτε. [] Ἵνα δὲ σαφέστερον καὶ διεξοδικώτερον [τὰ] περὶ τούτων εἴπωμεν, ἄνωθεν πάλιν ἀρξώμεθα. Τρεῖς οὖν δουλείας ὑπέστησαν οἱ Ἰουδαῖοι χαλεπωτάτας καὶ οὐδεμίαν χωρὶς προῤῥήσεως αὐτοῖς ἐπήγαγεν ἡ θεία δίκη, ἀλλὰ προλεχθῆναι παρεσκεύασεν αὐτοῖς καὶ τόπον, καὶ χρόνον, καὶ κάκωσιν, καὶ τὴν ἐπάνοδον, καὶ τἄλλα πάντα μετὰ πολλῆς (τῆς) ἀκριβείας. Καὶ περὶ μὲν τῆς ἐν Αἰγύπτῳ α διαλεγόμενος ὁ Θεὸς οὕτως ἔφη πρὸς τὸν Ἀβραάμ· Γινώσκων γνῶθι, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν ἔτη υ (τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ εἶπεν ὁ Θεός)· τετάρτῃ δὲ γενεᾷ ἐλεύσονται ὧδε (μετὰ ἀποσκευῆς πολλῆς). [] Περὶ δὲ τῆς β εἶπεν Ἱερεμίας· Οὕτως εἶπε Κύριος· Ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι ο ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω ἐφ’ ὑμᾶς τοὺς ἀγαθοὺς λόγους μου τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον. Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν·
PG 110:479[καὶ] ἀθροίσω ὑμᾶς ἐκ τῶν ἐθνῶν πάντων καὶ ἐκ τῶν τόπων πάντων ὧν διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος· καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. [] Δύο μὲν τοιαύτας δουλείας ὁ λόγος ἀπέδειξεν συντόμως μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως· 304 λείπεται οὖν τὴν γ ἐπαγαγεῖν· εἶτα καὶ περὶ τῆς νῦν τετάρτης κατεχούσης αὐτοὺς εἰπεῖν, καὶ δεῖξαι σαφῶς, ὅπως οὐδὲ εἷς προφήτης ἐπηγγείλατο λύσιν ἔσεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε μὴν ἀπαλλαγὴν τὸ σύνολον. [] Τίς οὖν ἐστιν ἡ τρίτη; Ἡ ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. Ἐπειδὴ γὰρ Ἀλέξανδρος, ὁ Μακεδόνων βασιλεὺς, Δαρεῖον, τὸν βασιλέα Περσῶν, καθελὼν, εἰς ἑαυτὸν περιέστησε τὴν ἀρχὴν, τελευτήσαντος τούτου, δ μετ’ ἐκεῖνον ἐγένοντο βασιλεῖς, εἶτα ἐξ ἑνὸς τῶν δ τούτων γενόμενος ὁ Ἀντίοχος μετὰ πολὺν ὕστερον χρόνον τό τε ἱερὸν ἐνέπρησε, τά τε Ἅγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε, τούς τε Ἰουδαίους ὑπέταξε καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσε πᾶσαν.
Καὶ ταῦτα πάντα μετὰ ἀκριβείας ἁπάσης καὶ μέχρι μιᾶς ἡμέρας προηγορεύετο παρὰ τοῦ Δανιὴλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνι, καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε σαφέστερον [β) ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀνήγγειλε, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα Δαρεῖον, τράγον τε [τὸν] τῶν Ἑλλήνων Ἀλέξανδρον βασιλέα, τὸν Μακεδόνα· τέσσαρα δὲ κέρατα λέγει τοὺς μετ’ ἐκεῖνον ἀναστάντας, ἀφ’ ὧν ὕστερον κέρας αὐτὸς ἔφυ· φησὶ γάρ· Εἶδον ἐν ὁράματι, καὶ ἰδοὺ κριὸς (εἷς) ἑστηκὼς καὶ αὐτῷ κέρατα ὑψηλὰ καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου· καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτων· καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον, καὶ τὰ θηρία πάντα οὐ στήσεται ἐνώπιον αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη· τὴν δύναμιν λέγει τὴν Περσικὴν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου διαλεγόμενός φησιν·
[Καὶ] ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ 305 πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ ἐκείνῳ κέρατα ἐθεωρεῖτο ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶτα λέγων τὴν πρὸς Δαρεῖον συμβολὴν αὐτοῦ γεγενημένην καὶ τὴν κατὰ κράτος νίκην· Ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος. Καὶ ἠγριώθη καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ. Ἔπειτα διηγούμενος τὴν Ἀλεξάνδρου τελευτὴν καὶ τὴν τῶν δ βασιλέων διαδοχὴν ἐπάγει λέγων· Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας τὸ μέγα· καὶ ἀνέβη κέρατα δ’ ὑποκάτωθεν αὐτοῦ εἰς τοὺς δ ἀνέμους τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθὼν, καὶ δεικνὺς, ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν δ ἐστὶν, πάλιν φησί· Καὶ ἐξῆλθεν ἐκ τοῦ ἑνὸς ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περιςσῶς πρὸς νότον καὶ [πρὸς] ἀνατολήν. Καὶ σημαίνων, ὅτι τὴν Ἰουδαϊκὴν πολιτείαν καθελεῖ, φάσκει·
PG 110:481Καὶ δι’ αὐτὸν θυσία ἐταράχθη παραπτώματι καὶ ἐγενήθη καὶ κατευωδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ δοθήσεται ἐπὶ τὴν θυσίαν ἁμαρτία. Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμως· ὅθεν φησίν· 6(Καὶ) ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε, καὶ εὐωδώθη. Εἶτα πάλιν ἐκ δευτέρου τὴν αὐτὴν βασιλείαν Ἀντιόχου (τοῦ) Ἐπιφανοῦς λέγων καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, προστίθησι καὶ τὸν χρόνον. Ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς, αὖθις πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ [τὰ] μεταξὺ πάντα διηγησάμενος ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέλευκοι συῤῥαγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς 306 νίκας, τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας προϊὼν, εἰς Ἀντίοχον τελευτᾷ πάλιν καί φησιν· Βραχίονες ἐξ αὐτοῦ στήσονται καὶ βεβηλώσουσι τὸ ἁγίασμα καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, τὰς συνήθεις λέγων θυσίας καὶ καθημερινὰς, καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα (ἠφανισμένον)·
καὶ τοὺς ἀνομοῦντας διαθήκην, τουτέστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων, ἀπάξουσιν ἐν ὀλισθήμασι μεθ’ ἑαυτῶν καὶ μεταστήσουσι· καὶ λαὸς γινώσκων τὸν Θεὸν αὐτοῦ κατισχύσουσι, τὰ ἐπὶ τῶν Μακκαβαίων λέγων καὶ τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου. Καὶ οἱ συνετοὶ (τοῦ) λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ, [α) τὸν ἐμπρησμὸν τῆς πόλεως ἐξηγούμενος πάλιν. Καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν ἁρπαγῇ ἡμερῶν, καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς, βοηθήσονται βοήθειαν μικρὰν, ἐμφαίνων, ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειληφότων αὐτοὺς κακῶν. Καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι. Καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι, δεικνὺς ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. Εἶτα καὶ τὴν αἰτίαν, δι’ ἣν συνεχώρησεν αὐτοὺς ὁ Θεὸς ἐν τοσούτοις κακοῖς γενέσθαι. Τίς δὲ αὕτη; Τοῦ πυρῶσαι, φησὶν, ἐν αὐτοῖς, καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ λευκᾶναι ἕως καιροῦ πέρας. Ταῦτα γὰρ, φησὶν, ὁ Θεὸς συνεχώρησεν ὥστε αὐτοὺς ἐκκαθᾶραι καὶ δεῖξαι τοὺς ἐν αὐτοῖς δοκίμους. [] Εἶτα διηγούμενος αὐτοῦ ἐκείνου τὴν δύναμιν ἔφη·
PG 110:483Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται, καὶ μεγαλυνθήσεται. Καὶ μέντοι καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην προσέθηκεν, ὅτι Ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρι συντελεσθῆναι τὴν ὀργὴν, δεικνὺς, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει καὶ ἴσχυεν. Εἰπὼν οὖν δι’ ἑτέρων 307 πλειόνων, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον [καὶ] τὴν Παλαιστίνην, καὶ πῶς ἐπανήξει καὶ τίνος καλοῦντος καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν καὶ τὴν μεταβολὴν τῶν πραγμάτων τούτων, καὶ ὅτι δίκην δόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν ἐκείνων βοήθειαν· Ἐν τῷ καιρῷ γὰρ, φησὶν, ἐκείνῳ ἀναστήσεται Μιχαὴλ, ὁ μέγας ἄρχων, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως οἷος οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ, τουτέστιν οἱ (τῆς) σωτηρίας ὄντες ἄξιοι. [] Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται· τί δὲ τοῦτό ἐστιν;
Ὅτι καὶ χρόνους ὥρισεν ἐν τοῖς κακοῖς τούτοις ὥσπερ ἐκεῖ υ καὶ μετὰ ταῦτα ο. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἴ τινα χρόνον ὁρίζει. (Καὶ) ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τοῖς μετὰ ταῦτα λεχθησομένοις· ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακὰ, τὸν ἐμπρησμὸν τῆς πόλεως, τὴν ἀνατροπὴν τοῦ νόμου, τὴν αἰχμαλωσίαν, ἐπιθυμεῖ γὰρ καὶ τὸ τέλος αὐτῶν μαθεῖν καὶ εἴ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή· καὶ διερωτῶν ἔλεγεν οὕτως· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· Δεῦρο, Δανιὴλ, ὅτι ἐμπεφραγμένοι (καὶ ἐσφραγισμένοι) εἰσὶν οἱ λόγοι ἕως καιροῦ πέρας, τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος, εἶτα καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως τῶν κακῶν, ἕως ἂν ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσι πολλοὶ, καὶ ἀνομήσουσιν ἄνομοι, καὶ [οὐ] συνήσουσι πάντες (οἱ) ἀσεβεῖς καὶ (οἱ) νοήμονες συνήσουσιν. Εἶτα τὸν καιρὸν προλέγων, ὅσον μέλλει κατέχειν αὐτοὺς τὰ δεινὰ, φησίν· Ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχές· τὸ δὲ ἐνδελεχὲς τὸ πυκνὸν καὶ συνεχές ἐστιν. Τοῖς γὰρ Ἰουδαίοις ἔθος ἐστὶν καὶ ἐν πρωὶ̈ καὶ ἐν ἑσπέρᾳ καὶ καθ’ ἑκάστην 308 ἡμέραν τῷ Θεῷ θύειν· καὶ διὰ τοῦτο ἡ θυσία ἐκείνη ἐνδελεχισμὸς ἐλέγετο.

Chapters CXXXI - CXXXIICaput CXXXI - CXXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
(Ἐπεὶ οὖν ἐλθὼν ὁ Ἀντίοχος κατέλυσε τὸ ἔθος τοῦτο) καὶ ἤλλαξε, διὰ τοῦτό φησιν ὁ ἄγγελος, ὅτι Ἀπὸ καιροῦ ἀλλάξεως τοῦ ἐνδελεχισμοῦ, [β) τουτέστιν ἀπὸ τῆς καταλύσεως τῆς θυσίας, εἰσὶ δὲ ἡμέραι α καὶ ς, ὅπερ ἐστὶν ἔτη γ ἥμισυ (τοῦτο ἐπὶ τοῦ Ἀντιχρίστου). Εἶτα δηλῶν ὅτι λύσις τῶν κακῶν τούτων ἔσται καὶ ἀπαλλαγὴ, ἐπήγαγεν (ὁμοίως καὶ τοῦτο ἐπὶ τοῦ ὑπὸ Ἀντιχρίστου ληπτέον· τὰς γὰρ ας ἡμέρας οὐχ ἁρμόττε· τάττειν ἐπὶ τοῦ Ἀντιόχου, ἀλλ’ ἢ τὰς δισχιλίους τ, ἃς εἴρηκεν ὁ αὐτὸς προφήτης Δανιὴλ ἐν τῇ θ ὁράσει, αἵτινες ψηφιζόμεναι ποιοῦσιν ἓξ ἐτῶν ἀριθμὸν καὶ ἓξ μηνῶν κατὰ τὴν τῶν Ἑβραίων ψῆφον)· Μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας ατλε, ταῖς χιλίαις ς με προσθεὶς, ἐπειδὴ ἐν μηνὶ καὶ ἥμισυ μηνὸς τὴν συμβολὴν συνέβη γενέσθαι, ἐν ᾗ γέγονε καθαρὰ ἡ νίκη καὶ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή. Εἰπὼν γάρ· Μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας ατλε, τὴν ἀπαλλαγὴν ἐδήλωσε· καὶ οὐχ ἁπλῶς εἶπεν, ὁ φθάσας· ἐπεὶ γὰρ πολλοὶ τῶν ἀσεβησάντων εἶδον τὴν μεταβολή·
PG 110:485(ἀλλ’) οὐκ ἐκείνους μακαρίζει, ἀλλὰ τοὺς ἐν καιροῖς τῶν κακῶν ὑπομείναντας καὶ μὴ προδόντας τὴν εὐσέβειαν καὶ τῆς ἀνέσεως τυχόντας· Ἆρα τί τούτων σαφέστερον γένοιτ’ ἄν; [] Ὥρα δὴ λοιπὸν ἐπὶ τὸ ζητούμενον ἐλθεῖν καὶ τὴν παροῦσαν αἰχμαλωσίαν καὶ δουλείαν, δι’ ἣν καὶ πάντα κεκινήκαμεν, ἀπαντᾷν. Ὅτι μὲν οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν ἔτη ἔχουσα υ, ἡ δὲ ο, ἡ δὲ ἓξ ἥμισυ, ἱκανῶς ἐντεῦθεν ἡμῖν ὡς οἷόν τε ἀποδέδεκται· φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. Ὅτι δὲ καὶ περὶ τῆς δ αἰχμαλωσίας τῆς ἐσχάτης καὶ τελευταίας προανεφώνησεν ὁ προφήτης οὗτος, αὐτὸν παρέξομεν μάρτυρα Ἰώσηπον, τὸν τὰ ἐκείνων φρονοῦντα. Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τῆς Ἀντιόχου αἰχμαλωσίας καὶ μάρτυρα τὸν προφήτην παρήγαγεν, 309 ἐπάγει καὶ περὶ ταύτης καί φησι· Τὸν αὐτόν γε τρόπον Δανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ’ αὐτῶν ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς καταλυθήσεται. Σὺ δέ μοι σκόπει τὸ φιλάληθες τοῦ ἀνδρὸς, ὃς, εἰ καὶ Ἰουδαῖός ἐστι, ἀλλ’ οὐκ ἠνέσχετο ζηλῶσαι τὴν Ἰουδαϊκὴν φιλονεικίαν τε καὶ ψευδηγορίαν·

Chapter CXXXIIICaput CXXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰπὼν γὰρ, ὅτι ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς, ἔγραψεν· ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως, οὐκέτι προςέθηκεν, ἐπειδὴ οὐδὲ τὸν προφήτην εὗρε τοιοῦτόν τι προστεθέντα. Ποῦ τοίνυν εἶπεν (ὁ) Δανιὴλ, ὅτι ὁ ναὸς ἐρημωθήσεται, ἄκουσον. Ἐπειδὴ τὴν προςευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτὸν καί φησιν· Ο ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν. Ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται, οὐ τῆς αἰχμαλωσίας, ἀλλὰ μεθ’ ὅσον χρόνον ἤμελλεν ἡ αἰχμαλωσία ἀπαντήσεσθαι. Εἶτα πάλιν φησὶν ἀκριβέστερον· Καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζ καὶ ἑβδομάδες ξβ. Ἐνταῦθά μοι νουνεχῶς πρόσεχε· τὸ γὰρ πᾶν ἐνταῦθά ἐστι τὸ ζητούμενον· ἑβδομάδες οὖν ζ καὶ ἑβδομάδες ξβ υπγ ἔτη εἰσίν. Ἑβδομάδας γὰρ οὐχ ἡμερῶν ἐνταῦθα λέγει οὐδὲ μηνῶν, ἀλλ’ ἑβδομάδας ἐνιαυτῶν· ἀπὸ δὲ [α) Κύρου ἐπὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνου ἔτη εἰσὶν τδ.
PG 110:487Εἶτα διδάσκει ἡμᾶς πόθεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου, ἀλλ’ ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι Ἱερουσαλήμ· οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ’ ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μακρόχειρος. Μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ Μάγοι καὶ μετ’ ἐκείνους Δαρεῖος Ὑστάσπου, μεθ’ ὃν Ξέρξης ὁ Δαρείου καὶ Ἀρταβάνης· εἶτα Ἀρταξέρξης ὁ Μακρόχειρ ἐβασίλευσε τῆς Περσίδος. Ἐν (δὲ) τῷ κ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθὼν, τὴν πόλιν ἀνέστησεν, ἅπερ ὁ Ἔσδρας ἀκριβῶς ἡμῖν διηγήσατο. Ἂν τοίνυν ἐντεῦθεν υπ[γ] ἔτη 310 θῶμεν, ἥξομεν πάντως ἐπὶ τὴν κατασκαφὴν ταύτην, ὡς καὶ Ἰώσηπος αὖθις μαρτυρεῖ λέγων· Τὴν δὲ τῆς πόλεως ἐρήμωσιν καὶ τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιὴλ προφητείαν πρὸ υ [καὶ] ὀκτὼ γενομένην ἐτῶν. Διὰ τοῦτό φησιν· Οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος. [] Ἐπειδὰν οὖν ἀναστῇ καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ’ ἐκείνου τὰς ο ἑβδομάδας ἀρίθμει (καὶ ὄψῃ τὴν αἰχμαλωσίαν τὴν οὐκέτι τέλος ἔχουσαν, ὅπερ δηλῶν σαφέστερον, ὅτι οὐχ ἕξει τινὰ λύσιν τὰ κατέχοντα αὐτοὺς κακὰ, οὕτω φησίν)·
Μετὰ δὲ τὰς ο ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται ἐν αὐτῷ (καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ συγκοπήσονται ὡς ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένοι τάξει ἀφανισμοῖς. Καὶ πάλιν τὴν αἰχμαλωσίαν ταύτην λέγων φησί· Ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Βδέλυγμα δὲ λέγει ἐρημώσεως τὸν ἀνδριάντα, ὃν ἔστησεν Ἀδριανὸς ὁ βασιλεὺς ἐν τῷ ναῷ, ὃς καὶ τὴν πόλιν καθεῖλεν ἄρδην). Μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστήσαντες οἱ Ἰουδαῖοι, ἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν οἱ μάταιοι θεομαχοῦντες (καὶ μὴ ἀκούοντες τοῦ προφήτου λέγοντος· Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει, καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Στασιάσαντες οὖν πάλιν ἑαυτοὺς εἰς τέλος ἐρημώσεως κατέστησαν)· χειρωσάμενος γὰρ αὐτοὺς ὁ βασιλεὺς καὶ τὴν πόλιν πᾶσαν καταστρέψας καὶ τὰ λείψανα ἀφανίσας πάντα (ἵνα μηδὲ ἀναισχύντως ἔχωσι λοιπὸν, ἔστησε τὸν ἑαυτοῦ ἀνδριάντα.
Εἶτα συνιδὼν, ὅτι συμβαίνει χρόνον ποτὲ καταπεσεῖν τοῦτον, ὥστε αὐτοῖς ἐνθεῖναι καυτῆρα καὶ πληγὴν ἀνίατον τῆς ἀναισχυντίας ἐκείνης καὶ ἥττης ἔλεγχον) τὸ ἑαυτοῦ ὄνομα τῇ πόλει ἐπέθηκεν. Ἐπειδὴ γὰρ Αἴλιος Ἀδριανὸς ἐχρημάτιζε, οὕτω καὶ τὴν 311 πόλιν ἐνομοθέτησε καλεῖσθαι, διὸ καὶ μέχρι νῦν Αἰλία προσαγορεύεται κατὰ τὴν ἐπωνυμίαν (τοῦ κρατήσαντος αὐτὴν καὶ καθελόντος)· ὅθεν ὁ Χριστὸς μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν καὶ δεικνὺς, ὅτι περὶ αὐτῆς ὁ Δανιὴλ προεῖπεν, φησίν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ ὁ ἀναγινώσκων νοείτω. Ἐπεὶ γὰρ ἅπαν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου βδέλυγμα παρὰ τοῖς Ἰουδαίοις ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ [καὶ] [β) πότε καὶ ὑπὸ τίνος ἡ αἰχμαλωσία ἔσται, προανήγγειλεν. Ὅτι δὲ περὶ τῶν Ῥωμαίων εἴρηται ταῦτα, καὶ Ἰώσηπος μαρτυρεῖ, καθὼς προέφημεν. [] Τίς οὖν αὐτοῖς ὑπολείπεται λοιπὸν λόγος;

Chapter CXXXIVCaput CXXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:489Ὅταν τὰς μὲν (ἄλλας) αἰχμαλωσίας οἱ προφῆται φαίνωνται μετὰ διωρισμένων χρόνων εἰπόντες, ὅτι Μέχρι συντελείας ἔσται ἡ ἐρήμωσις. Ὅτι μὲν (οὖν), εἰ τέλος ἔμελλεν ἡ παροῦσα δουλεία λήψεσθαι, καὶ ταύτην ἂν προεῖπον οἱ προφῆται καὶ οὐκ ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας πάσας μετὰ προῤῥήσεως δείξαντες αὐτοῖς ἐπενεχθείσας (τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπ’ Ἀντιόχου)· ἑκάστης γὰρ τούτων καὶ τόπους καὶ χρόνους προανακηρυχθέντας διὰ τῶν θείων Γραφῶν ἀπεδείξαμεν· τῇ παρούσῃ δὲ οὐδεὶς προφήτης ὥρισε χρόνον, ἀλλ’ ὅτι μὲν ἥξει καὶ ἐρημώσει πάντα καὶ μεταστήσει τὴν πολιτείαν καὶ μετὰ πόσον χρόνον, τῆς ἐκ Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ Δανιήλ· ὅτι δὲ τέλος ἕξει καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτε ἐκεῖνος ἐδήλωσε, οὔτε ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον, ὡς εἴρηται, προεῖπεν. ἕως συντελείας καθέξει αὐτοὺς ἡ ταλαιπωρία αὕτη. Καὶ μάλα εἰκότως. Καὶ γὰρ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ τοσοῦτος γενόμενος χρόνος·
καὶ οὔτε ἴχνος, οὔτε προοίμιον χρηστῆς ἐπαγγελίας ἐνδειξάμενος, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆναι 312 τὸν ναὸν ἐπὶ Ἀδριανοῦ, καὶ Κωνσταντίου, καὶ Ἰουλιανοῦ, καὶ κωλυθέντων, πρῶτον μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ ἐπὶ τοῦ παραβάτου, πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας καὶ παραβάσεως. Ὅθεν τοίνυν λεγέτωσαν ἡμῖν· Τίνος ἕνεκα ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον ἐν κακουχίᾳ, ἐλέους ἐτύχετε, καὶ εἰς Βαβυλῶνα πάλιν ἀπενεχθέντες, αὖθις πρὸς τὸ πρότερον ἐπανήλθετε (σχῆμά τε καὶ) ἀξίωμα, νῦν δὲ οὐδὲν τοιοῦτον γεγένηται, ἀλλὰ φ ἐτῶν ἐξ ἐκείνου διελθόντων, οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμεν οἷον τὸ πρότερον; [] Εἰ δὲ τὰς ἁμαρτίας αὐτῶν προβάλλοιντο καὶ λέγοιεν, ὅτι, Ἐπεὶ ἡμάρτομεν τῷ Θεῷ (καὶ) διὰ τοῦτο οὐκ ἀπολαμβάνομεν τὴν ἰδίαν χώραν, πάλιν δ’ ἂν εἰκότως αὐτοὺς εἰρήσομαι. Διὰ τὰς ἁμαρτίας ὑμῶν, ὦ Ἰουδαῖοι, τῆς Ἱερουσαλὴμ ἔξω διατρίβετε χρόνον τοσοῦτον; καὶ τί τὸ καινὸν καὶ παράδοξον; Μὴ γὰρ νῦν ἐν ἁμαρτίαις ζῆτε μόνον, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν;
PG 110:491οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς (μυρίαις) συνετράφητε παρανομίαις; Οὐχὶ, τῆς θαλάσσης σχιζομένης καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γενομένων, ἐπὶ τῆς ἐρήμου προςεκυνήσατε μόσχῳ; Οὐ τὸν Μωϋσέα λίθοις βαλόντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις, καὶ τὸν Θεὸν παρωργίζετε βλασφημοῦντες; Οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; Οὐ τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε δαιμονίοις, καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; Οὐ πᾶν εἶδος ἁμαρτίας καὶ κακίας ἐπεδείξασθε; Πῶς οὖν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρίας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην προφήτας ἀφῆκεν ἐν ὑμῖν εἶναι διαφόρους, σημεῖα εἰργάσατο καὶ θαύματα παράδοξα; Τίνος οὖν ἕνεκεν τότε μὲν ἀσεβοῦντες 313 καὶ [α) δεινὰ μυρία διαπραττόμενοι τοσαύτης εὐνοίας ἀπηλαύετε παρὰ (τοῦ) Θεοῦ καὶ προστασίας καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦντες οὔτε παιδοκτονοῦντες, ἐν αἰχμαλωσίᾳ (διηνεκεῖ) καὶ ταλαιπωρίᾳ τυγχάνετε; Μὴ γὰρ ἕτερος ὁ Θεὸς ἦν τότε καὶ ἕτερος νῦν; Οὐκ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν καὶ τὰ νῦν ἐργαζόμενος;
Διατί, ὅτε μείζονα μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἦν παρὰ Θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; Ἀλλὰ κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκράξονται. Ἐπειδὴ γὰρ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρθωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία· τότε μὲν γὰρ εἰς δούλους ἦν τὸ τολμώμενον, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν Δεσπότην μανίας, ὅθεν καὶ μειζόνως κολάζεσθε. Καὶ οὐδὲ οὕτως ἀπέχεσθε τῆς πατρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες. Εἰ οὖν πλάνος ἦν ὁ Χριστὸς, ὥς φατε, καὶ παράνομος, ἐχρῆν μᾶλλον ὑμᾶς εὐδοκιμῆσαι, ὅτι αὐτὸν ἀπεκτείνατε· εἰ γὰρ (ὁ) Φινεὲς ἕνα τινὰ παρανομοῦντα ἀνελὼν, ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσενἔστη γὰρ (φησὶν) Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· πολλῷ μᾶλλον ἐφ’ ὑμῶν ἔδει τοῦτο γενέσθαι, εἴ γε παράνομος ἦν ὁ ὑφ’ ὑμῶν σταυρωθείς. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι τέλειον ἀπεστράφη ὑμᾶς ὁ Θεός;

Chapter CXXXVIICaput CXXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:493(Ἀπὸ) τῶν πραγμάτων ὑμῶν βοώντων καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν, διὰ τῆς καταστροφῆς τῆς πόλεως, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, διὰ τῶν ἄλλων ἁπάντων. Ἀλλ’ ἄνθρωποι, φησὶν, ἐπήγαγον (ἡμῖν ταῦτα καὶ) οὐχ ὁ Θεός. Εἰ οὖν ἀνθρώπων ἦν ἔργα ταῦτα καὶ οὐ τῆς ὀργῆς τοῦ Θεοῦ, ἔδει μέχρι τῆς ἁλώσεως τὰ ὑμέτερα στῆναι καὶ μὴ ποῤῥοτέρω προελθεῖν ὑμῖν τὴν ἀτιμίαν τε καὶ (τὴν) κάκωσιν· πλὴν, ἔστω κατὰ τὸν ὑμέτερον λόγον, 314 ὅτι τὰ τείχη κατέστρεψαν (οἱ) ἄνθρωποι, καὶ τὴν πόλιν καθεῖλον, καὶ τὸν βωμὸν ἀνέστρεψαν, μὴ καὶ τοὺς προφήτας ἄνθρωποι κατέπαυσαν; μὴ τὴν τοῦ Πνεύματος χάριν καὶ τἄλλα τὰ σεμνὰ αὐτοὶ κατέλυσαν, τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως δήλωσιν; καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν εἶχε τὰς ἀρχὰς ἁπάσας, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας οὐρανόθεν· οἷον τί λέγω; θυσίας γενέσθαι συγχωρήσας, ὁ μὲν βωμὸς ἦν κάτω, καὶ τὰ ξύλα, καὶ ἡ μάχαιρα, καὶ ὁ ἱερεὺς, τὸ δὲ πῦρ τὸ μέλλον ἐν τοῖς ἀδύτοις ἐκείνοις εἶναι καὶ δαπανᾷν τὰς θυσίας, ἄνωθεν τὴν ἀρχὴν εἶχεν.
Οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσήγαγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα τὴν ἐπὶ τῆς διακονίας ἐπλήρου θυσίαν. Πάλιν εἴ ποτε ἔδει τι μαθεῖν, ἀναμέσον τῶν Χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο καὶ τὰ μέλλοντα προὔλεγε. Ὡσαύτως ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔλλαμψις, καὶ τὰ μέλλοντα προεσήμαινεν. Ὁμοίως (καὶ) ἡνίκα χρίεσθαι ἔδει τινὰ, Πνεύματος ἐφίπτατο χάρις καὶ τὸ ἔλαιον ἀνεπήδα, καὶ προφῆται διηκόνουν τοῖς πράγμασι τούτοις, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. [β) [] Ἵνα τοίνυν μὴ ἀναισχυνθῆτε μηδὲ ἀνθρώποις λογίζησθε τὴν ἐρήμωσιν αὐτῶν, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα (ἅπαντα), ἅπερ ἐκ τῶν οὐρανῶν εἶχον τὰς ἀρχὰς, ἐκποδὼν γενέσθαι πεποίηκε. Τίνος οὖν ἕνεκεν οὐκ ἔχετε νῦν προφήτας, οὐδέ τι τῶν λοιπῶν ἐκείνων (καὶ) θείων; οὐκ εὔδηλον, ὅτι τοῦ Θεοῦ τὰ καθ’ ὑμᾶς ἀποστραφέντος; Καὶ πόθεν τοῦτο δῆλον;
Ἀφ’ ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες ἐπετυγχάνετε πάντως, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῇν μετὰ τὸν σταυρὸν, μείζονα τιμωρίαν ὑπομένετε, καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων, οὔτε μὴν ἀπολήψεσθε, καθὼς αἱ θεῖαι προῤῥήσεις 315 ἐναργῶς δηλοῦσιν. Εἰ δὲ βούλεσθε, καὶ ἑτέρους προφήτας ἐφοπλίσομεν λέγοντας φανερῶς, ὅτι τὰ μὲν ὑμέτερα τέλος λήψεται, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα, καὶ θυσίας ἑτέρας εἰσενεχθήσεται τρόπος, ἐκείνων, τῶν παρ’ ὑμῖν, καταλυθεισῶν· οὐδὲ γὰρ Ἡσαί̈αν παράγω τέως μάρτυρα, οὔτε Ἱερεμίαν, οὔτε τοὺς ἄλλους (τοὺς) πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγητε, ὅτι τὰ δεινὰ ἐκεῖνα, ἃ ἔλεγον, περὶ τῆς αἰχμαλωσίας ἐξέβη, ἀλλὰ Μαλαχίαν, τὸν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν σαφῶς περὶ τῶν πραγμάτων ὑμῶν προφητεύσαντα. Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ᾠκοδόμουν, καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν παντελῆ ταύτην καὶ τελευταίαν ἐρήμωσιν καὶ τὴν ἀναίρεσιν τῶν θυσιῶν προλέγων φησίν· Εἰ λήψομαι ἐκ τῶν θυσιῶν ὑμῶν;
PG 110:495λέγει Κύριος παντοκράτωρ· ὅτι ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι; καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρὰ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Πότε οὖν ταῦτα πεπλήρωται, ὦ Ἰουδαῖε, καὶ πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ καὶ θυσία καθαρά; Οὐκ ἂν ἔχεις εἰπεῖν ἕτερον καιρὸν ἀλλ’ ἢ τοῦτον (δὴ) τὸν μετὰ τὴν Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρὸν, μηδὲ τὴν ἡμετέραν θυσίαν, ἀλλὰ τὴν Ἰουδαϊκὴν, παράνομος ἡ προφητεία. Εἰ γὰρ, τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα τόπον ἀνάγεσθαι θυσίαν, ἀλλ’ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον ἐν Ἱερουσαλὴμ συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγων· Ἐν παντὶ τόπῳ θυμίαμα μέλλει προσάγεσθαι καὶ θυσία καθαρὰ, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσεῖ. Ἀλλὰ μὴ γένοιτο· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε θυσίας, καὶ περὶ ἑτέρας οὗτος. Ἀκούσατε δὴ (καὶ) Σοφωνίου (συμ)φωνοῦντος τὰ αὐτὰ καὶ λέγοντος·

Chapter CXXXVIIICaput CXXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐπιφανήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη 316 καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν. Καίτοι γε τοῦτο οὐκ ἐφεῖτο, ἀλλ’ εἰς ἕνα τόπον ἐθέσπισε Μωϋσῆς λατρεύειν. Ὅταν οὖν ἀκούσητε τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκέτι εἰς μίαν πόλιν οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται (οἱ) ἄνθρωποι πάντοθεν· συνάγεσθαι, ἀλλ’ οἴκοι καθήμενοι ἕκαστος θεραπεύσει τὸ Θεῖον, τίνα ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρὸν ἀλλ’ ἢ τὸν παρόντα τοῦτον, καθ’ ὃν τὰ μὲν ἡμέτερα διαλάμπουσιν εἰς πᾶσαν τὴν οἰκουμένην, τὰ δὲ ὑμέτερα κατεσβέσθησαν, καὶ ἐν σκότει διαπορεύεσθε; [] Ὅτι δὲ πάλιν οὐδὲ παρὰ τὴν ἀρχὴν ὑμῖν [α) δοῦναι τὰς τοιαύτας ἠβούλετο θυσίας, ἀκούσατε τί φησιν Ἡσαί̈ας· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· καί· Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Εἰ γὰρ ταῦτα παρὰ τὴν ἀρχὴν ἐζήτει, καὶ τοὺς παλαιοὺς πάντας, τοὺς παρ’ ὑμῖν λάμψαντας, πρώτους ἂν εἰς τὴν πολιτείαν εἰσήγαγε ταύτην. Πῶς οὖν ταῦτα ἐπέτρεψε; φησί. Τῇ ὑμετέρᾳ συγκαταβαίνων ἀσθενείᾳ·
καὶ καθάπερ ἰατρὸς πυρέττοντα ὁρῶν ἄνθρωπον, δυσάῤῥωστον καὶ ἀκαρτέρητον, ἐπιθυμοῦντα ψυχροποσίας καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, ἑαυτὸν ἀναιρήσειν, βουλόμενος μεῖζον κωλῦσαι κακὸν, τὸ ἔλαττον δίδωσι πρὸς ἀπαλλαγὴν τελευταίας βίας, οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησε. Ἐπειδὴ γὰρ εἶδε μαινομένους, ἀγχομένους, ἐπιθυμοῦντας θυσιῶν καὶ παρεσκευασμένους, εἰ μὴ λάβοιεν, αὐτομολήσειν πρὸς τὰ εἴδωλα, μᾶλλον δὲ οὐ παρεσκευασμένους, ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε τὰς θυσίας. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐντεῦθεν· μετὰ γὰρ τὴν μυσαρὰν ἑορτὴν, ἣν ἐπετέλεσαν τοῖς δαιμονίοις μοσχοποιήσαντες, τότε τὰς θυσίας ἐπέτρεψε, μόνον οὐχὶ λέγων· Μαίνεσθε, βούλεσθε θύειν; οὐκοῦν ἐμοὶ θύετε. Ἀλλ’ ὅμως καὶ τοῦτο ἐπιτρέψας, οὐ μέχρι τέλους ἀφῆκεν, ἀλλὰ διὰ σοφωτάτης 317 μεθόδου πάλιν ἐπήγαγεν·

Chapters CXXXIX - CXLIICaput CXXXIX - CXLII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:497καὶ, ὥσπερ ὁ ἰατρὸς ἐκεῖνος, συγχωρήσας τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, εἶτα φιάλην οἴκοθεν κομίσας κελεύσειεν (ἐν) ταύτῃ μόνῃ τῆς ψυχροποσίας μεταλαμβάνειν καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα τοῖς ἐπιτηδείοις ἐπιτάξειε συντρῖψαι τὴν φιάλην αὐτὴν, ἵνα λανθανόντως καὶ ἀνυπόπτως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης, οὕτω καὶ ὁ Θεὸς ἐποίησε· θύειν ἐπιτρέψας, ἐν οὐδενὶ τόπῳ τῆς οἰκουμένης εἴασε τοῦτο γενέσθαι, ἀλλ’ ἢ ἐν τοῖς Ἱεροσολύμοις μόνον. Ὅθεν φησὶν ὁ Δαυίδ· Σοὶ πρέπει, ὁ Θεὸς, ὕμνος ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Εἶτα ἐπειδὴ χρόνους τινὰς ἔθυσαν, καθεῖλε τὴν πόλιν, καὶ ὥσπερ διὰ τῆς τοῦ σκεύους συντριβῆς, οὕτω καὶ ὁ Θεὸς διὰ τῆς κατὰ τὴν πόλιν καταστροφῆς καὶ ἄκοντας αὐτοὺς ἀπήγαγε τοῦ πράγματος· ἐπειδὴ γὰρ, εἰ φανερῶς εἶπεν· Ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως, διὰ τῆς κατὰ τὸν τόπον ἀνάγκης λανθανόντως αὐτοὺς ἀπήγαγεν τῆς περὶ τὸ πρᾶγμα μανίας. Ἔστω τοίνυν ὁ μὲν ἰατρὸς ὁ Θεὸς, ἡ δὲ φιάλη ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος δῆμος τῶν Ἰουδαίων, ἡ δὲ ψυχροποσία, ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία·
εἰ γὰρ μὴ τοῦτο ἠβούλετο κατασκευάσαι, τίνος ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοιαύτην θυσίαν ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; τίνος χάριν τὴν μὲν λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρὸν, τὸν δὲ καιρὸν εἰς μίαν πόλιν συναγαγὼν, αὐτὴν πάλιν κατέστρεψε τὴν πόλιν; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι πᾶσα μὲν ἡ οἰκουμένη τοῖς Ἰουδαίοις ἀνεῖται, ἔνθα οὐκ ἔστι θύειν, μόνη δὲ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ μόνῃ (θύειν) ἐξῆν, ἄβατος καὶ ἔρημος (αὐτοῖς μόνοις) γέγονεν. [] Περὶ ὧν μέντοι γε ἐν ταῖς ἀποστολικαῖς Διατάξεσί φησιν ὁ θεῖος λόγος· Ἤδη δὲ καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομίας ἐναργῶς ὁ Θεὸς εὖ μάλα παρῃτεῖτο τὰς τῶν Ἰουδαίων θυσίας ἐξαμαρτούντων εἰς 318 αὐτὸν πολλάκις καὶ οἰομένων διὰ θυσίας καὶ οὐ διὰ [β) μετανοίας αὐτὸν ἐξευμενίζεσθαι· φησὶ γὰρ διὰ τῶν προφητῶν. Ἵνα τί μοι φέρετε λίβανον ἐκ Σαβὰ καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν;

Chapter CXLIIICaput CXLIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. Συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, περὶ θυσιῶν καὶ ὁλοκαυτομάτων· καί· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προςθήσεσθε ἔτι· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν· καὶ (ἀλλαχοῦ)· Ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ εἰσακούσομαι· καὶ (πάλιν)· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς· μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως (καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου). Καί·
PG 110:499Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καὶ ἁπλῶς ἐν πάσαις ταῖς Γραφαῖς ὁμοίως τὰς θυσίας ἀπαναίνεται διὰ τὸ ἐξαμαρτάνειν αὐτοὺς εἰς αὐτὸν ἐξ ἄκρας κακίας, ἀπειθείας τε καὶ σκληροκαρδίας· Θυσίαι γὰρ ἀσεβῶν βδέλυγμα τῷ 319 Θεῷ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς· καί· Θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς· καί· Πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθήσονται. Διὸ δὴ καὶ τῷ Σαοὺλ ὁ θεῖος Σαμουὴλ ἔλεγεν· Ἀγαθὸν ἀκοὴ ὑπὲρ θυσίας, καὶ ἀκρόαμα ὑπὲρ στέαρ κριῶν. Ἰδοὺ γὰρ οὐ θέλει Κύριος θυσίας ὡς τὸ ἀκούειν αὐτοῦΕἰ τοίνυν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίας καρδίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσε τὰς δι’ αἱμάτων θυσίας· οὐδὲ πάλιν δεόμενος αὐτῶν, ὡς εἴρηται, ἀλλ’ εἰ βουληθῶσι συγχωρῶν καὶ εἰ ἀπὸ γνώμης ὀρθῆς προσοίσουσιν (ὅθεν φησί)· Εἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θύε. [] Ὁπότε δὲ τούτου ἀμνήμονες ἐγένοντο καὶ μόσχον ἀντὶ Θεοῦ θεὸν ἐπεκαλέσαντο καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύπτου πορείας ἐπεγράψαντο λέγοντες·
PG 110:501Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου, καὶ ἀπαρνησάμενοι Θεὸν, τὸν διὰ Μωϋσέως ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα ἐπὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις διελόντα καὶ διαγαγόντα αὐτοὺς ἐν μέσῳ τοῦ ὕδατος ὡς διὰ ξηρᾶς, τὸν τοὺς ἐχθροὺς αὐτῶν βυθίσαντα, τὸν (εἰς) Μεῤῥὰν τὴν πικρὰν πηγὴν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου ὕδωρ εἰς πλησμονὴν ἀναβλύσαντα, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοὺς διὰ θάλπος ἄμετρον καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς οὐκ εἰδότας ὅθεν πορευθῶσι, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοὺς καὶ ἐκ θαλάσσης κρεωδοτήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς θείας καὶ βροντοφόρου φωνῆς ἠξιώθησαν ἀκοῦσαι· τοῦτον ἀπηρνήσαντο εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς, οἳ 320321 προπορεύσονται ἡμῶν· καὶ ἐμοσχοποίησαν χωνευτὸν, καὶ ἔθυσαν τῷ εἰδώλῳ· κἀντεῦθεν οὖν [α) ὀργισθεὶς ὁ μακρόθυμος Κύριος, ἅτε δὴ ἀχαριστηθεὶς ὑπ’ αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβάσι φορτισμοῦ καὶ σκληρότητι κλοιοῦ· καὶ οὐκέτι εἶπεν·
Ἐὰν (δὲ) ποιήσῃς, ὡς πρὸ τῆς μοσχοποιίας, ἀλλά· Ποίησον θυσιαστήριον καὶ θῦε διηνεκῶς· ἐπιλήσμων γὰρ ὑπάρχεις καὶ ἀχάριστος, ἵνα συνεχῶς ὑπομιμνήσκῃ μου. [] Ἐπεὶ οὖν τῇ ἐξουσίᾳ κακῶς ὑπεχρήσαντο οἱ τάλανες καὶ ἀγνώμονες, ἀνάγκην ἐπέθηκε λοιπὸν θύειν καὶ βρωμάτων ἀπέχεσθαί τινων, καὶ ζώων διαφορὰς, καθαρῶν καὶ ἀκαθάρτων, διέστειλε, καίτοι παντὸς ζώου καθαροῦ τυγχάνοντες· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς καθαρὰ λίαν. Καὶ δὴ ἀφορισμοὺς προσέταξε, καὶ καθαρμοὺς καὶ ῥαντισμοὺς, καὶ ἁγνείας, καὶ ἀργίας διαφόρους, ὧν παρακούοντι τιμωρίαν ὡρίσατο, ἵνα πιεζόμενοι ὑπὸ τοῦ κλοιοῦ καὶ ἀγχόμενοι, τῆς πολυθέου πλάνης ἐκστήσωνται.
Οὐκοῦν διὰ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτοὺς, ὅπως διὰ τοῦ θύειν, καὶ ἀργεῖν, καὶ ἅγνίζεσθαι, [καὶ] τὰ τοιάδε παρατηρεῖσθαι, εἰς ἔννοιαν ἔρχωνται Θεοῦ τοῦ ταῦτα διαταξαμένου αὐτοῖς καὶ νομοθετήσαντος, οἵγε μοχθηρίᾳ τρόπου καὶ γνώμης ἀγνώμονος οὐ διελίμπανον ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τέλους ἐπιλαθόμενοι τοῦ Θεοῦ, καὶ παρατρεπόμενοι προσεκύνουν ἀντὶ τοῦ Κτίστου τὴν κτίσιν, καὶ ποτὲ μὲν, ὡς εἴρηται, μοσχοποιήσαντες, ποτὲ δὲ τῷ Βεελφεγὼρ προσκυνήσαντες, ἄλλοτε δὲ τὸν Βαὰλ, καὶ τὸν Θαμοὺζ, καὶ τὴν Σιδωνίαν Ἀστάρτην, καὶ τὸν Μολὸχ, καὶ τὸν Χαμὼς, ποτὲ μὲν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἃ ὁ Θεὸς εἰς φαῦσιν ἀνθρώπων πεποίηκεν καὶ οὐκ εἰς προσκύνησιν, ποτὲ δὲ καὶ τὰ ἄλογα ζῶα, ὡς παρ’ Αἰγυπτίοις τὸν Ἆπιν βοῦν, καὶ τὸν Μενδήσιον τράγον, καὶ 322 θεοὺς ἀργυροῦς καὶ χρυσοῦς ἐν τῇ Ἰουδαίᾳ. Ταύτῃ τοι προδήλως ἀπειλῶν αὐτοῖς ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου·
PG 110:503Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, ποιεῖν τὰ βδελύγματα ταῦτα, ἃ ἐποίησαν; Ὅτι ἐνέπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με. Διὸ τοίνυν εἰκότως ἐξωλοθρεύθησαν ὡς τὸν Θεὸν παροργίσαντες καὶ τὴν ἁγίαν γῆν ἐκείνην καταμιάναντες ἀπ’ ἀρχῆς ἕως τῆς ἐσχάτης καὶ τελευταίας ἁλώσεως ταύτης ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου. [] Καὶ γὰρ διαφόρων ταύτην ἑλόντων, φησὶν Θεοδώρητος, πάλιν εἰς τὸ ἀρχαῖον ὁ Θεὸς ἀπεκατέστησεν ἀξίωμα καὶ σχῆμα· ἀλλὰ νῦν οὐκέτι. Πρῶτος μὲν γὰρ Θειγλαφαλάσαρ δορυάλωτον ἔλαβε τῶν ι φυλῶν τὸ πλεῖστον. Δεύτερος δὲ Σαλμανασὰρ (καὶ) τὴν Σαμάρειαν καὶ τὰς περὶ αὐτὴν ἐξηνδραπόδισε πόλεις. Τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους· ἐπιστρατεύσας δὲ τοῖς Ἱεροσολύμοις ἀλαζονικῶς τε καὶ δυσσεβῶς, ἐκομίσατο δικαίως τῆς βλασφημίας τὰ ἐπίχειρα, θεηλάτου πληγῆς τὴν στρατιὰν ἀπολεσάσης· καὶ μετ’ αἰσχύνης ἀναζεύξας ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεῖται.
Μετὰ δὲ τοῦτον Ναβουχοδονόσορ ἐν τῷ γ ἔτει τῆς βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου, μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἀφικόμενος, καὶ πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλοὺς καὶ μέρος ἐκ τῶν ἱερῶν σκευῶν, ὑπέστρεψε δασμὸν ἐπιθεὶς (τῷ λαῷ)· καὶ μετ’ ὀλίγον χρόνον ὁ μὲν Ἰωακεὶμ τὸν φόρον ἠθέτησεν [β), ὁ δὲ Ναβουχοδονόσορ τῷ ι ἔτει τῆς αὐτοῦ βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει τοῖς Ἱεροσολύμοις καὶ τὸν μὲν Ἰωακεὶμ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας, ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον περὶ οὗ φησιν Ἱερεμίας· Τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, 323 υἱὸν Ἰωσίου, βασιλέως· Ἰούδα· Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψονται αὐτὸν, ὦ ἀδελφὲ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι, Κύριε, οἴμοι, ἀδελφέ· ἀλλὰ τάφον οὐ ταφήσεται καὶ συμψηφισθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ. Τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν καὶ τοῖς ὑπολειφθεῖσι χειροτονήσας βασιλέα Ἰεχωνίαν, υἱὸν Ἐλιακεὶμ, ἀπῆρεν εἰς Βαβυλῶνα.
Εἶτα καὶ τοῦτον μαθὼν στασιάσαντα, μετὰ μῆνας γ πάλιν ἐπέρχεται, καὶ τοῦτον πεδήσας μετὰ πολλῶν νεωτέρων δορυάλωτον ἀπάγει, καταστήσας ἀντ’ αὐτοῦ βασιλεύειν τῶν ὑπολοίπων Σεδεκίαν πατράδελφον αὐτοῦ, ὅρκοις κατὰ Θεοῦ περὶ τοῦ μὴ ἀναστῆναι καταδεσμήσας. Ἀλλὰ καὶ τούτου παραβάντος τοὺς ὅρκους καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος μήτε μὴν εὔνοιαν φυλάξαντος, ἀλλ’ Αἰγυπτίοις προφυγόντος, αὖθις παρεγένετο· καὶ τὸν Σεδεκίαν χειρωσάμενος ἐκτυφλοῖ καὶ τὴν πόλιν αὔτανδρον εἰληφὼς, τά τε θεμέλια καὶ τὸν θεῖον ναὸν καὶ πᾶσαν ἐμπρήσας οἰκίαν, αἰχμαλώτους ἀπήγαγε τοὺς διασωθέντας ἔκ (τε) τοῦ λιμοῦ καὶ τοῦ πολέμου, καὶ τὰ διαφέροντα σκεύη τοῦ ναοῦ Κυρίου. Τὸ πλῆθος τοίνυν τῶν συμφορῶν αὐτῶν καὶ Ἰωὴλ διηγούμενος πρώτην μὲν ἐπελεύσεσθαι κάμπην λέγει, τὰ δὲ ὑπ’ αὐτῆς μὴ διαφθαρέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι, ὅσα δὲ ταύτην διαφεύξεται, δαπανήσειν τὸν βροῦχον, ἐσχάτην δὲ τὴν ἐρυσίβην ἐπαχθεῖσαν μηδὲν παντελῶς καταλείψειν ἀλώβητον. Φησὶ γάρ·
PG 110:505Τὰ κατάλοιπα τῆς κάμπης καταφάγεται ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος καταφάγεται ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου καταφάγεται ἡ ἐρυσίβη. Ταῦτα γὰρ τροπικῶς εἴς (τε) τὸν Ἀσσύριον καὶ Βαβυλώνιον ἐκληπτέον· κάμπην μὲν τὸν Θειγλαφαλάσαρ ὀνομάζων, ἀκρίδα δὲ τὸν Σαλμανασὰρ, βροῦχον δὲ τὸν Σεναχηρεὶμ, ἐρυσίβην δὲ τὸν Ναβουχοδονόσορ τελευταῖον ἐπιστρατεύσαντα καὶ τὴν Ἰουδαίαν ἄρδην δῃώσαντα καὶ τοὺς τὸν θάνατον διαφυγόντας αἰχμαλωτεύσαντα, καθὼς εἴρηται. 324 [] Πλειστάκις μὲν οὖν συμβέβηκεν ἁλῶναι τὴν Ἰουδαίαν, ὥς φησι πάλιν ὁ μέγας Κύριλλος, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων, Σύρων τε καὶ Μωαβιτῶν, Ἰδουμαίων (δὲ) καὶ τῶν λεγομένων Φυλιστεὶμ, τουτέστι Παλαιστινῶν· ἀλλ’ ὀλίγα παθοῦσαν καὶ συμμέτροις ἔσθ’ ὅτε περιπεσοῦσαν συμφοραῖς, πάλιν ἀνῆκεν, ἐπαμύναντος Θεοῦ τοῦ καὶ παιδεύσαντος. Ἀπόλωλε δὲ νῦν ὁλοσχερῶς μετὰ τὴν τοῦ Κυρίου σταύρωσιν. [] Ὥσπερ τοίνυν ἡ μὲν τῶν Ἀσσυρίων βασιλεία κατελύθη ὑπὸ Βαβυλωνίων, ἡ δὲ τῶν Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ δὲ τῶν Περσῶν ὑπὸ Μακεδόνων, ἡ δὲ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτω;
ἡ Ῥωμαίων ὑπὸ Ἀντιχρίστου καταλυθήσεται καὶ ἡ τοῦ Ἀντιχρίστου ὑπὸ Χριστοῦ διαφθαρήσεται· διὰ μὲν οὖν τῶν δ ἀνέμων τὰς μεγάλας δ βασιλείας ὁ μέγας διδάσκει Ζαχαρίας, τῶν Χαλδαίων, καὶ τὴν Περσῶν καὶ τὴν Μακεδόνων καὶ τὴν Ῥωμαίων, τὰ δὲ δύο ὄρη τὰ β κλίματα τῆς οἰκουμένης [α) φησίν· εἰς δύο γὰρ τέμνεται, εἰς Ἀσίαν τε καὶ Εὐρώπην· καὶ οἱ μὲν πυῤῥοὶ ἵπποι τὸ μιαιφόνον τῶν Χαλδαίων δηλοῦσι, οἱ δὲ μέλανες τὸν ἐπενεχθέντα παρὰ Περσῶν καὶ Μήδων τοῖς Βαβυλωνίοις θάνατον, οἱ δὲ λευκοὶ τὸ σαφὲς τῆς δόξης τῶν Μακεδόνων. Οὐ γὰρ ὥσπερ αἱ ἄλλαι βασιλεῖαι, καὶ αὕτη· οἱ δὲ ψαροὶ καὶ ποικίλοι τὸ ἰσχυρὸν καὶ εὔτονον τῆς Ῥωμαίων βασιλείας δηλοῦσιν. Ἐπειδὴ δὲ κατεστρατεύοντο Πέρσαι καὶ Μῆδοι κατὰ Βαβυλωνίων, τούτου χάριν πορευόμενοι καὶ διαναπαῦσαι λέγονται τὸν θυμὸν Κυρίου· ἐπεὶ γὰρ σκληροὶ γεγόνασι κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας Κύρου τοῦ Πέρσου. Τὸ δὲ καὶ τοὺς λευκοὺς ἵππους, τουτέστι τοὺς Μακεδόνας κατόπισθεν τῶν μελάνων πορεύεσθαι σημαίνει, ὡς καὶ οἱ Μακεδόνες τὴν Περσῶν βασιλείαν χειρώσονται·

Chapters CXLV - CXLVIIICaput CXLV - CXLVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τὸ δὲ τοὺς ψαροὺς ἐπὶ νότον ἔρχεσθαι, δῆλοι ὡς ἔμελλον οἱ Ῥωμαῖοι στρατεύειν κατὰ τῆς Ἰερουσαλήμ· ἐν γὰρ τῷ νότῳ ἡ πόλις κεῖται, τὸ δὲ προσταχθέντας 325 αὐτοὺς περιοδεῦσαι τὴν γῆν, διδάσκει πάλιν ὡς διὰ τοῦ Θεοῦ πᾶσα βασιλεία συνίσταται. ΡΚΘ. Περὶ ἀριθμῶν χρόνων ἀπὸ Ἀδὰμ μέχρι Ἀλεξάνδρου καὶ τῶν καθεξῆς βασιλευσάντων. Γίνονται οὖν ἀπὸ (μὲν) τοῦ Ἀδὰμ ἕως τῆς ἐσχάτης ἁλώσεως Ἱερουσαλὴμ ἔτη εφοε, ἀπὸ δὲ τῆς α οἰκοδομῆς τοῦ Σολομοντίου ναοῦ καὶ τῆς πόλεως ἔτη απη, ἀπὸ δὲ τῆς β οἰκοδομῆς ἔτη φβ, ἀπὸ δὲ τῆς κατὰ Ἀντίοχον πολιορκίας σμη, ἀπὸ δὲ τῆς ἀναλήψεως τοῦ Χριστοῦ μβ. [] Ὁ τοίνυν πολυμαθὴς Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι περὶ τῶν Ἀντιόχων καὶ Σελεύκων καὶ Πτολεμαίων καὶ τῶν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησαμένων ἀρχιερέων διεξιὼν ἐν ἐπιτομῇ τοιάδε φησίν· Ὁ οὖν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, ἕκτον ἄγων ἔτος τῆς βασιλείας, Δαρεῖον τὸν Ἀρσάμου χειρωσάμενος, καθεῖλε τὴν Περσῶν βασιλείαν διαρκέσασαν ἀπὸ Κύρου μέχρι Δαρείου ἔτη σνβ.
PG 110:507Τῆς δὲ τῶν Μακεδόνων βασιλείας κατασχούσης ἀπὸ Κραναοῦ ἕως Ἀλεξάνδρου ἔτη φιη καὶ τούτου τελευτήσαντος ἐν Βαβυλῶνι, διαδέχεται τὴν ἀρχὴν τῆς Μακεδονίας Φίλιππος, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου, τῆς δὲ Συρίας Σέλευκος. [] Καὶ οἱ μὲν τῆς Συρίας βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οὗτοι· Σέλευκος ὁ Νικάνωρ, Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτὴρ, Ἀντίοχος ὁ Νόθος, Σέλευκος ὁ Καλλίνικος, Σέλευκος Ἀλέξανδρος, Ἀντίοχος ὁ Ἐπιφανὴς, ὁ Κεραυνὸς, Ἀντίοχος ὁ Μέγας, Σέλευκος ὁ Φιλοπάτωρ, Ἀντίοχος, ὃς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων 326 παύσας τῆς ἱερωσύνης ὡρμήθη μεταστῆσαι τὸ πᾶν ἔθνος τῆς πατρῴου θρησκείας, καὶ τὸ μὲν ἱερὸν μιάνας, Ὀλυμπίου ναὸν προσηγόρευσε, τῷ δὲ ἔθνει κολάσεις ἀνηκέστους ἐπαγαγὼν, ἑλληνίζειν ἠνάγκαζεν· ἐφ’ οὗ καὶ οἱ Μακκαβαῖοι ἐμαρτύρησαν· τὸ δὲ ἱερὸν ἔτεσι τρισὶ μολυνθὲν Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος, καθάρας τῶν ἀσεβειῶν τὴν χώραν, ἀνενεώσατο.
Εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπάτωρ, Δημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλᾶ, Δημήτριος ὁ Νικάνωρ, Ἀντίοχος καὶ Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδήτης, Ἀντίοχος ὁ Γρυπὸς, Ἀντίοχος ὁ Κυζικηνὸς, Σέλευκος ὁ τοῦ Γρυποῦ, ἐφ’ οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σν. [] Οἱ δὲ τῆς Αἰγύπτου βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οἴδε· Πτολεμαῖος ὁ Λάγου, ἐφ’ οὗ Μένανδρος ὁ κωμῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφραστος ὁ φιλόσοφος [β), Πτολεμαῖος ὁ Φιλάδελφος, ἐφ’ οὗ οἱ Ἑβραίων σοφοὶ τὸν νόμον ἡρμήνευσαν, Πτολεμαῖος ὁ Εὐεργέτης, ἐφ’ οὗ ὁ τὴν πανάρετον Σοφίαν συντάξας Ἑβραίοις Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ Φιλοπάτωρ (ὁ υἱὸς αὐτοῦ), ἐφ’ οὗ ὁ τῶν Ἑβραίων λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύπτῳ τοιοῦτόν τι πέπονθε· προστάξας γὰρ οὗτος τοῖς ἑαυτοῦ ὑπασπισταῖς ἐλέφαντας φ εὐτρεπίσαι, καὶ τούτους ποτίσαι οἶνον λιβανωτὸν, ἵνα μεθυσθέντες τοὺς Ἰουδαίους ἀποκτείνωσιν, τῶν δὲ προσευξαμένων, οἱ ἐλέφαντες εἰς τοὺς ἑαυτοῦ στρατιώτας καὶ δήμους ἐξορμήσαντες, πολὺν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθειραν·
PG 110:509καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισωθέντες, ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια, τῷ εὐεργέτῃ Θεῷ εὐχαριστοῦντες. Εἶτα βασιλεύει Πτολεμαῖος ὁ Ἐπιφανὴς, υἱὸς αὐτοῦ, Πτολεμαῖος ὁ Φιλομήτωρ, υἱὸς αὐτοῦ, Πτολεμαῖος ὁ β Εὐεργέτης, ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ Φύσκων, Πτολεμαῖος ὁ (καὶ) Ἀλέξανδρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος 327 ὁ Διονύσιος, Κλεοπάτρα, ἡ θυγάτηρ αὐτοῦ, ἣν Αὔγουστος ἀνελὼν ἐν ἔτει ιδ ἑαυτοῦ βασιλείας, ἐκράτησε τῆς Αἰγύπτου, καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων, διαρκέσασαν ἔτη ς. [] Οἱ δὲ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησάμενοι ἀρχιερεῖς εἰσιν οὗτοι· Ἰησοῦς (ὁ υἱὸς) Ἰωσεδὲκ ἅμα Ζοροβάβελ, Ἰάκιμος υἱὸς Ἰησοῦ, Ἐλιάσιμος Ἰακίμου, Ἰωδαὲ Ἰασίμου, Ἰωάννης ὁ τοῦ Ἰωδαὲ, Ἰαδδοῦς ἐφ’ οὗ Ἀλέξανδρος εἰς Ἱερουσαλὴμ τῷ Θεῷ προσεκύνησε (καὶ τὴν Ἀλεξάνδρειαν ἔκτισε), Ἰωνίας Ἰαδδοῦ, Ἐλεάζαρος, Ἰωνίας, Σίμων, Ἰωανὰς, Σίμων, Ἰαννῆς ὁ καὶ Ὑρκανὸς, Ἀριστόβουλος, ὃς πρῶτος ἐπέθετο διάδημα βασιλικὸν πρὸς τῇ ἀρχιερωσύνῃ, Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς·

Chapters CXLIX - CLICaput CXLIX - CLI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
μέχρι τούτου οἱ ἀπὸ Κύρου χριστοὶ ἡγούμενοι, διαρκέσαντες ἔτη υπγ, ἅ εἰσιν ἑβδομάδες ἐτῶν ξθ, καθὼς ἔφη Δανιήλ· Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζ καὶ ἑβδομάδες ξβ. ΡΛ. Ἀρχὴ τῆς βασιλείας Τίτου. Μετὰ (δὲ) Οὐεσπασιανὸν ἐβασίλευσε Τῖτος, υἱὸς αὐτοῦ, ἔτη γ. [] Καὶ ὥρᾳ θερινῇ πανήμερον ὁδοιπορήσας καὶ αἱμοῤῥαγήσας διὰ τῶν μυκτήρων, ὑπὸ (τοῦ) ἡλίου συμφλεχθεὶς καὶ πάνυ λειποθυμήσας, ἔτι ἐμπνέοντα αὐτὸν ἐνέβαλεν εἰς τὸν τάφον Δομετιανὸς, ὁ ἀδελφὸς αὐτοῦ (κατ’ ἐπιτροπὴν τῆς γυναικὸς αὐτοῦ). [] Ὁ οὖν θαυμάσιος (οὗτο,) Τῖτος φιλοσοφώτατος καὶ εὐγλωττότατός (τε) καὶ πολεμικώτατος (ἅμα) καὶ μέτριος ἄγαν ὑπάρχων καὶ ἀγαθουργίᾳ πολλῇ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φρονήσει κοσμούμενος, 328 ἐκδηλοτέραν ἅπασι πεποίηκε τὴν ἑαυτοῦ συμπάθειαν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλήμ·
PG 110:511σφόδρα γὰρ ἐπένθησε τοὺς θεηλάτους Ἰουδαίους τότε, καὶ μᾶλλον τὸν θεῖον ναὸν ὁρῶν πυρπολούμενον ἐδάκρυσε καὶ τὸν Θεὸν ἐδυσώπησε τυχεῖν ἐλέους καὶ συγγνώμης, ὡς οὐ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ταῦτα γεγόνασιν, ἀλλὰ διὰ τὴν ἐκείνων θεοστυγῆ δυστροπίαν, ὅθεν δὴ μετὰ τὴν ἅλωσιν πρὸς τοὺς ἀνακηρύττοντας αὐτὸν νικητὴν καὶ τροπαιοῦχον διωθεῖτο τὰς ἀναῤῥήσεις, ὡς οὐκ αὐτὸς εἴργασθαι τοῦτο σαφήσας, ἀλλὰ θεηλάτῳ καὶ θείᾳ ὀργῇ καθυπουργῆσαι καὶ τὰς χεῖρας ἐπιδεδωκέναι. [] Κἀντεῦθεν τοίνυν διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ταπεινοφροσύνην παγγέραστος καὶ πανεπέραστος γενόμενος, οὕτως ἐτελεύτησε. [α) Τοσοῦτον δὲ θρῆνος ἐν τῇ τελευτῇ αὐτοῦ κατέσχε τὴν Ῥώμην, ὡς ἐν χρόνῳ πολλῷ τοῦτον ἀπομνημονεύοντες καὶ τὰς ἀρετὰς αὐτοῦ διαλογιζόμενοι δημοσίᾳ καὶ κατ’ οἴκους κατέκλαιον ὥσπερ οἰκείῳ πάθει κατεχόμενοι ἕκαστος. [] Ἐφ’ οὗ τὸ Βέσβιον ὄρος ἐν τῇ δύσει, κατὰ κορυφῆς ῥαγὲν, πῦρ ἀνέβλυσεν τοσοῦτον, ὡς καταφλέξαι τὴν παρακειμένην χώραν σὺν ταῖς πόλεσιν· ὅπερ θεασάμενοι οἱ Ἕλληνες καὶ σφόδρα καταπλαγέντες ἠρώτησάν τινας [τῶν] ἐλλογίμων Χριστιανῶν πῶς καὶ πόθεν ἐξῆλθε τὸ πῦρ ἐκ τῶν μυχαιτάτων τῆς γῆς.
Οἱ δέ φασιν· Ἐξ ἑτοιμασμένης τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πᾶσι τοῖς ἁμαρτωλοῖς καὶ ἀσεβέσιν ἀνθρώποις (ἐκ) τῆς γεέννης ἀνεδόθη πρὸς σωφρονισμὸν καὶ ἐπίγνωσιν τῶν ἁμαρτανόντων· καὶ δῆλον ἐξ ὧν ὁ περιβόητος ὑμῶν διδάσκαλος Πλάτων ἔφη, διεξερχόμενος ἐν τῷ Φαίδωνι περὶ τῶν λήξεων καὶ ἀποπληρώσεων τῶν ψυχῶν, ὅτι οἱ 329 κακῶς βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ, καὶ ἐν Πυριφλεγέθοντι, καὶ ἐν τῷ Ταρτάρῳ, ἅτινά εἰσιν ἐν τῷ τῆς γῆς βάθει· καὶ ταῦτα μὲν ἐκεῖνοι πρὸς τοὺς κατ’ ἐκεῖνο καιροῦ διαποροῦντας Ἕλληνας. [] Ὁ δέ (γε) θεῖος Πατρίκιος, ὁ Προύσης τῆς πόλεως ἐπίσκοπος καὶ μάρτυς, πρὸς τὸν δικαστὴν ἀνθύπατον ἐρωτηθεὶς ἐπὶ δήμου καὶ λαοῦ περὶ τῶν αὐτοφυῶν (θερμῶν ὑδάτων) πόθεν ἀνάγονται, οὕτως ἀπεκρίθη· Ὁ κτίσας Θεὸς πῦρ καὶ ὕδωρ ἐξ οὐκ ὄντων οὐσιῶν, ἐκ μὲν τοῦ πυρὸς φῶς, ἥλιον καὶ λοιποὺς φωστῆρας ἐποίησε καὶ κατεσκεύασε λόγῳ (μόνῳ καὶ) προσέταξεν αὐτοὺς ἡμέρας καὶ νύκτας δᾳδουχεῖν· τοσαύτη γὰρ αὐτοῦ ἡ δύναμις ὅσον καὶ τὸ θέλημα.
Ἐκ δὲ τοῦ ὕδατος τὸ στερέωμα τοῦ οὐρανοῦ συμπήξας καὶ (τὴν) γῆν ἐπάνω τῶν ὑδάτων ἑδράσας ἐποίησε τὰ ἐν αὐτοῖς πάντα προγνωστικῇ ἐνεργείᾳ, ἵνα ὁ μέλλων δι’ αὐτοῦ ἀναπλάττεσθαι ἄνθρωπος μηδενὸς τῶν ἀναγκαίων καὶ συμφερόντων εἰς χρῆσιν ἐπιδέηται· ἐν οἷς δύο τόπους εὐτρεπίσας πάλιν ἀϊδίους, τὸν μὲν φωτὶ καταλάμπεσθαι καὶ ἀπεράντων ἀγαθῶν ἔμπλεον κατεσκεύασε, τὸ δὲ σκότους καὶ κολαστικοῦ πυρὸς αἰωνίου πεποίηκεν, ὅπως οἱ μὲν εὐαρεστήσαντες αὐτῷ καὶ πρὸς τὴν τοῦ διαβόλου μὴ κατολισθήσαντες ἀπάτην τὸν τῶν φωσφόρων ἀγαθῶν μετὰ τὴν ἀνάστασιν ἀπολαύοντες τόπον, αἰωνίως συμβασιλεύσωσιν, οἱ δὲ παροργίσαντες αὐτὸν καὶ τῷ κοινῷ ἐχθρῷ ἐξακολουθήσαντες, σὺν αὐτῷ τὸν σκοτεινοφόρον κολαστηρίου χῶρον ἀπειληφότες (αἰωνίως καὶ) ἀτελευτήτως ἀπολαύσωσι. Διαχωρίσας δέ (γε) τὸ πῦρ καὶ τὸ ὕδωρ ὥσπερ τὸ φῶς καὶ τὸ σκότος, κατεκερμάτισε ταῦτα κατὰ πάσης αὐτοῦ τῆς κτίσεως· καὶ ἔστιν ὕδωρ (καὶ πῦρ) ὑπεράνω τοῦ στερεώματος, ὅ ἐστιν αἰθήρ· καὶ ἔστιν ὕδωρ καὶ πῦρ ὑποκάτω τῆς γῆς· καὶ τὸ μὲν ἐπάνω τῆς γῆς ὕδωρ συναχθὲν εἰς συναγωγὴν μίαν 330 θάλασσα προςηγορεύθη·

Chapter CLII - CLVCaput CLII - CLV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:513τὸ δὲ ὑποκάτω τῆς γῆς ἀπομεῖναν ἄβυςσος ἐκλήθη, ἐξ οὗ καθάπερ σίφωνές τινες ἀναπέμπονται πρὸς ζωὴν ἡμῶν αἱ πηγαὶ καὶ παντὸς ζώου, ἀφ’ οὗ καὶ τὰ θερμὰ (ὕδατα) ἀνάγονται· καὶ τὰ μὲν ποῤῥωτέρω τοῦ κάτω πυρὸς ἀπέχοντα, προνοίᾳ Θεοῦ ἀναδίδονται ψυχρότερα, τὰ δὲ πλησίον τοῦ πυρὸς, ἐκεῖθεν ἐκπυρούμενα, [β) ζέοντα λίαν ἀναφέρονται· ὅσα δὲ οὐ πλησιάζουσι (τῷ πυρὶ ὕδατα,) χλιαρὰ ἔν τισι τόποις ἐξάλλονται. Καὶ τὸ μὲν ὑποκάτω τῆς γῆς πῦρ κολαστήριόν ἐστι δαιμόνων καὶ ἁμαρτωλῶν ἀνθρώπων· τὸ δὲ κατώτατον ὕδωρ, ψυχρότατον ὂν καὶ εἰς βώλους κρυστάλλου πεπηγὸς, ὃ καὶ Τάρταρος λέγεται, βασανιστήριόν ἐστιν ὡσαύτως καὶ τοῦτο τῶν μὴ φυλαξάντων τὰς ἐντολὰς Κυρίου. Ὅτι δὲ πῦρ ἔστιν ὑποκάτω τῆς γῆς, πειθέτω σε τὸ ἐν Σικελίᾳ πῦρ, καὶ ἐν Λυκίᾳ προφανῶς ἀναδιδόμενον, καὶ μέντοι καὶ ἄλλοι τόποι διάφοροι ὁμοίως παραδεικνύμενοι πῦρ, εἰς τὴν φοβερὰν γέενναν προδήλως πάντας κατακαῖον ὅσοι τὰ τοῦ πυρὸς ἔργα πεπράχασιν, περὶ οὗ καὶ ὁ μέγας Μωϋσῆς ἐκ προσώπου τοῦ Θεοῦ φησιν ὅτι, Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου καὶ καυθήσεται ἕως ᾅδου κατωτάτου· καταφάγεται γῆν καὶ τὰ γεννήματα αὐτῆς·
φλέξει θεμέλια ὀρέων. Οὕτω δὲ καὶ Ἡσαί̈ας προφαίνων διαῤῥήδην τοῖς ἁμαρτωλοῖς τὴν ἐσομένην καὶ ἡτοιμασμένην αὐτοῖς διὰ τοῦ πυρὸς κόλασιν ἐκβοᾷ· Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται, καὶ τίς ἀναγγελεῖ ὑμῖν τόπον αἰώνιον; Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοὶ, λέγει Κύριος· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Καὶ δὴ καὶ ὁ θεηγόρος Χρυσόστομός φησιν· Ὅρα παράδοξον ἕτερον αὖθις, ἐναντίας φύσεις συνιούσας· οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον οὔτε ὕδατος ψυχρότερον, ἀλλ’ ὅμως ἀναμίγνυται, καὶ οὐ συγχεῖται οὐδὲ κεράννυται, 331 ἀλλὰ τοὺς οἰκείους ἕκαστον διατηρεῖ ὅρους, τὸ πῦρ ἐν τῷ ὕδατι καὶ τὸ ὕδωρ ἐν τῷ πυρί· καὶ οὔτε τοῦτο ἐκεῖνο ἀνεξήρανεν, οὔτε ἐκεῖνο τοῦτο κατέσβεσεν, καίτοι ἡ ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον καὶ φανότερον (καὶ τομώτερον). Καὶ μαρτυροῦσιν αἱ ὄψεις αἱ ταῖς ἀκτῖσι διηνεκῶς καταλαμπόμεναι, ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ὑπομεῖναι ἢ ὑπενεγκεῖν.

Chapter CLVI - CLVIICaput CLVI - CLVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:515Καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέρας διατρέχει τὸν οὐρανὸν, αὕτη δὲ μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν, ὡς καὶ (ὁ) Χριστὸς μαρτυρεῖ λέγων· Ὥσπερ ἡ ἀστραπὴ ἐξ ἀνατολῶν πορεύεται καὶ φαίνεται ἕως δυσμῶν. Εἶτά φησιν· Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Αὕτη πάλιν ἑτέρα φύσις, οὐ μικρὰν ἡμῖν παρέχουσα χρείαν, ἀλλὰ τοσαύτην ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῶν συντελεῖν κεκμηκότας ἀνακτᾶσθαι τὰ σώματα· τοῦτο γὰρ ἔργον ἀνέμων, ἀναῤῥιπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα φθείρεσθαι, πεπαίνειν τε τοὺς καρποὺς καὶ τρέφειν τὰ σώματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν καὶ τοὺς καιροὺς, καθὼς τεταγμένως ἐφίστανται καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; [καὶ] ὁ μὲν παρέπεμψεν, ὁ δὲ διεδέξατο, καὶ ἐναντίας ὁδεύουσιν ὁδοὺς, καὶ διακονοῦνται, καὶ ἡ μάχη αὐτῶν πάλιν τῷ βίῳ γίνεται χρήσιμος. Καὶ μυρία (ἕτερα) ἄν τις εἴποι τῶν [α) ἀνέμων ἔργα. Ἀλλ’ ὅμως ταῦτα πάντα παραδραμὼν ὁ προφήτης καὶ καταλιπὼν (τὸν ἀκροατὴν) ἀναλέγεσθαι, αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησεν·
τὸ γὰρ εἰπεῖν, ἐκ θησαυρῶν αὐτοῦ, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιτάττοντος καὶ 332 ἕτοιμον τῆς βουλῆς καὶ παρεσκευασμένον. Ὥσπερ γὰρ ὁ ἔχων θησαυρὸν μετὰ ἀδείας ἐξάγει πάντα καὶ, ὅτε βούλεται, πάλιν εἰσάγει, οὕτω (καὶ) ὁ τοῦ παντὸς Δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ [τῇ] φύσει παρέδωκε. Εἶδες πόση καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι, καὶ ἐν πυρὶ πολλαὶ (αἱ) ἐναλλαγαί. Καὶ γὰρ τοῦ ὕδατος τὸ μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ ὑπερουράνιον, τὸ δὲ ὑπόγειον, ἀφ’ οὗ καὶ τὰ θερμὰ ὕδατα [ἐν] διαφόροις τόποις ἀνάγονται, διὰ τοῦ ὑπογείου πυρὸς θερμανθέντα παραδόξως.
PG 110:517Καὶ τοῦ πυρὸς τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δὲ ἐν σελήνῃ, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς τὸ λυχνιαῖον, τὸ δὲ ἀπὸ γῆςκαὶ γὰρ ἔστι πολλαχοῦ τοιοῦτο ἀπὸ γῆς ἀναδιδόμενον ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτωνκαὶ τὸ μὲν ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς, (τὸ δὲ) ἐκ τοῦ ἀέρος, τὸ δὲ ἐξ ὑδάτων καὶ ὑέλων διαυγεστάτων καὶ καθαρωτάτων ἐξάλλεσθαι πέφυκεν. Καὶ ἐν ἀέρι πάλιν· ὁ μέν ἐστι παχύτερος ὁ περὶ ἡμᾶς καὶ φθοροποιὸς καὶ νοσημάτων ποικίλων γενητικὸς, [ὁ δὲ λεπτότερος] καὶ σωμάτων εὐκρασίας καὶ εὐρωστίας πρόξενος, ὁ δὲ ἀνώτερος, πυρωδέστερος· ὥσπερ καὶ τῶν ἀνέμων πολλαὶ διαφοραί. Ὁ μὲν γάρ ἐστι λεπτότερος, ὁ δὲ παχύτερος, (καὶ) ὁ μὲν ψυχρότερος, ὁ δὲ θερμότερος, ὁ μὲν ὑγρότερος, ὁ δὲ ξηρότερος. Ὅθεν οὖν ὁ προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν τοιούτων εὐεργετημάτων, ἐν οἷς ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία δείκνυται, καὶ ἰδὼν τὸ ἀχανὲς πέλαγος, ἀπεπήδησε μέγα βοήσας· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας καὶ ἐνέπλησας σοφίας τὰ ἄψυχα καὶ τὰ ἔμψυχα. ΡΛΑ. Περὶ τῆς βασιλείας Δομετιανοῦ.
333 Μετὰ δὲ Τῖτον ἐβασίλευσε Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιε, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης, κατ’ ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. Οὗτος γὰρ διάδοχος τοῦ ἰδίου ἀδελφοῦ γενόμενος, οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἀρίστην πολιτείαν, ἀλλὰ τὴν τοῦ Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. Καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν, μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος, ἑαυτὸν ὁ ἄθλιος τελευταῖον ἀπεθέωσεν· κἀντεῦθεν (οὖν) ἔχθιστον ἅπασι καὶ ἀπόβλητον, διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης, ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος, αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον κατέστρεφε βίον, ὡς εἴρηται. [] Ἐφ’ οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρησαν, καὶ Ἰωάννης ὁ (Θεολόγος καὶ) εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξορίζεται. ΡΛΒ. Περὶ Ἀπολλωνίου τοῦ Τυανέως. Καὶ Ἀπολλώνιος ὁ Τυανεὺς (ἐγνωρίζετο περιπολῶν [β) καὶ πανταχοῦ ποιῶν εἰς τὰς πόλεις καὶ χώρας δαιμονικὰ ἀποτελέσματα)·

Chapter CLVIII - CLXIICaput CLVIII - CLXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:519ἀπὸ Ῥώμης (δὲ) ἐλθὼν πρὸς τὸ Βυζάντιον καὶ παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐποίησε ταῦτα, φυγαδεύσας τὸ πλῆθος τῶν 334 ὄφεων καὶ σκορπίων ἐκ τῆς πόλεως, ὥστε μὴ ἀδικεῖσθαι ὑπ’ αὐτῶν τοὺς ἀνθρώπους, καὶ τῶν ἵππων τὴν ἀταξίαν χαλινώσας ἐν ταῖς συνελεύσεσι τῶν ἀρχόντων. [] Ὡσαύτως (δὲ) καὶ εἰς Ἀντιόχειαν παραγενόμενος ἐποίησε· τυραννούμενοι γὰρ οἱ Ἀντιοχεῖς ὑπὸ τῶν σκορπίων καὶ (τῶν) κωνώπωνποιήσας χαλκοῦν σκορπίον καὶ χώσας αὐτὸν ἐν τῇ γῇ καὶ μικρὸν ἐπιστήσας ἐπάνω κίονα, προσέταξε καλάμους βαστάζειν τὸν λαὸν καὶ περιερχομένους κράζειν τοὺς καλάμους ἐπισείοντας· Ἀκώνωπα τῇ πόλει· καὶ οὕτως ἐξηφανίσθησαν ἐκ τῆς πόλεως οἵ τε σκορπίοι καὶ οἱ κώνωπες. Αἰτηθεὶς δὲ καὶ περὶ τῶν σεισμῶν τῶν ἐπικειμένων τῇ πόλει καὶ στενάξας ἔγραψεν ἐν διπτύχῳ ταῦτα· Οὐαί σοι, τάλαινα πόλις, ὅτι σεισμοῖς πολλοῖς καὶ πυρσοῖς κατενεχθείης· κλαύσεται δέ σε καὶ ὁ παρ’ αἰγιαλοῖς Ὀρόντης. [] Περὶ οὗ μέντοι καὶ ὁ μέγας Ἀναστάσιος Θεουπόλεώς φησιν·
Ἀπολλωνίου μέχρι νῦν ἔν τισι τόποις ἐνεργοῦσι τὰ ἀποτελέσματα ἱστάμενα, τὰ μὲν εἰς ἀποτροπὴν ζώων τετραπόδων καὶ πετεινῶν βλάπτειν δυναμένων ἀνθρώπους, τὰ δὲ εἰς ἐποχὴν ῥευμάτων ποταμῶν ἀτάκτως φερομένων, καὶ ἄλλα εἰς ἕτερά (τινα) ἐπὶ φθορᾷ καὶ βλάβῃ ἀνθρώπων ὑπάρχοντα ἀποτρόπαια ἵστανται. Καὶ (γοῦν) οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ταῦτα καὶ τὰ ὅμοια εἰργάσαντο οἱ δαίμονες δι’ αὐτοῦ, ἀλλά γε καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ παραμένοντες τῷ μνήματι αὐτοῦ, σημεῖά τινα ἐπετέλεσαν ἐξ ὀνόματος αὐτοῦ πρὸς ἀπάτην τῶν ἐλεεινῶν ἀνθρώπων τῶν εὐκόλως ὑποκλεπτομένων εἰς τὰ τοιαῦτα ὑπὸ τοῦ διαβόλου. ΡΛΓ. Περὶ τοῦ Μανέθωνος Μάγου καὶ τῶν μαγικῶν αὐτοῦ ἔργων. Τί ἄν τις εἴποι περὶ τῶν κατὰ Νέρωνα μαγικῶν ἔργων; ὃς τοιοῦτος ἄκρος γέγονε τῇ μαγικῇ ἀπάτῃ, ὅτι ἀεὶ ἔσκωπτε προδήλως 335 τὸν Ἀπολλώνιον ὡς μὴ ἀκριβῆ τὴν κατ’ αὐτοῦ φιλοσοφικὴν ἐμπειρίαν ἐσχηκότα· ἔδει γὰρ αὐτὸν, φησὶν, ὥσπερ ἐγὼ, λόγῳ μόνῳ ποιεῖν ἅπερ ἐβούλετο, καὶ μὴ ἀποτελέσμασιν ἐπιτρέπειν τὰ παρ’ αὐτοῦ πραττόμενα.
[] Ταῦτα δὲ πάντα συγχωρήσει τοῦ Θεοῦ καὶ ἐνεργείᾳ (τῶν) δαιμόνων γίνονται πρὸς τὸ διὰ τῶν τοιούτων πραγμάτων δοκιμάζεσθαι τὴν ἡμετέραν ὀρθόδοξον πίστιν, εἰ ἑδραία ἐστὶ καὶ παγία προσμένουσα τῷ Κυρίῳ, μὴ ὑποσυρομένη διὰ τοῦ ἐχθροῦ ὑπὸ τῶν φαντασιωδῶν τεράτων καὶ σατανικῶν ἔργων τῶν πραττομένων ὑπὸ τῶν δούλων καὶ ὑπηρετῶν τῆς κακίας. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὸ ὄνομα Κυρίου προεφήτευσάν τινες, ὡς Βαλαὰμ, Σαοὺλ καὶ Καϊάφας, καὶ δαιμόνια πάλιν ἐξέβαλον, ὡς ὁ Ἰούδας καὶ οἱ υἱοὶ Σκεύα. [] Οὐκοῦν καὶ εἰς ἀναξίους ἡ χάρις ἐνεργεῖ πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ· καὶ γὰρ Βαλαὰμ ἀμφοτέρων ἀλλότριος ἦν, βίου ἀρίστου καὶ πίστεως· ἀλλ’ ὅμως ἐνήργησεν εἰς αὐτὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονομίαν. Καὶ Φαραὼ τοιοῦτος ἦν· ἀλλὰ κἀκείνῳ τὰ μέλλοντα προέδειξε. Καὶ ὁ Ναβουχοδονόσορ παρανομώτερος· ἀλλά γε καὶ τούτῳ (πάλιν) τὰ (μέλλοντα πολλῷ) ὕστερον μετὰ πολλὰς γενεὰς γενήσεσθαι, ἀπεκάλυψεν· ὅθεν δῆλον, ὅτι πολλοὶ τῶν ἐναντίον ἐχόντων φρόνημα, ἐπὶ τῷ προσχήματι τοῦ Χριστοῦ τεράστια [α) ποιοῦσιν ἑτέρᾳ τέχνῃ τινὶ πρὸς ἀπάτην ἀνθρώπων ἀπειροκάλων·
PG 110:521οἷος ἐγένετο Σίμων ὁ Μάγος, καὶ Μένανδρος μετ’ ἐκεῖνον, καὶ ἄλλοι τοιοῦτοι, δι’ οὓς εἰκότως ἔφη μὴ θαύμασιν ἀπατᾶσθαι προσήκειν, μήτε μὴν ἐπαγγελίᾳ ψιλῇ, δοκιμάζειν δὲ τῶν λεγομένων τὴν ἀλήθειαν. ΡΛΔ. Βασιλεία Νερβᾶ. Μετὰ Δομετιανὸν ἐβασίλευσε Νερβᾶς ἔτος ἕν. Σώφρων (δὲ) ὢν καὶ ἐπιεικὴς ἀνακαλεσάμενος Ἰωάννην τὸν Θεολόγον 336 ἐκ τῆς νήσου ἧς ἦν ἐξόριστος, ἀπέλυσεν αὐτὸν ἐν Ἐφέσῳ· μόνος περιὼν ἐν τῷ βίῳ ἐκ τῶν ιβ μαθητῶν καὶ συγγραψάμενος τὸ κατ’ αὐτὸν Εὐαγγέλιον, ἐν εἰρήνῃ ἀνεπαύσατο. [] Περὶ οὗ, ὁ πολυί̈στωρ Εὐσέβιος ἐν τῇ Ἐκκλησιαστικῇ Ἱστορίᾳ φησί· Θωμᾶς μὲν τὴν Παρθίαν εἴληχεν, Ἰωάννης δὲ τὴν Ἀσίαν, πρὸς ἣν καὶ διατρίψας ἐτελεύτησεν ἐν Ἐφέσῳ, [] Πάλιν· Ἐπὶ τούτοις ὢν καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Ἐφέσῳ τῆς Ἀσίας τελευτᾷ καὶ θάπτεται πρὸς τῶν αὐτόθι πιστῶν. Ὁμοίως δὲ καὶ Φίλιππος, ὁ ἐκ τῶν ζ διακόνων, ἐν Ἱεραπόλει τελειοῦται καὶ θάπτεται μετὰ τῶν θυγατέρων αὐτοῦ. Περὶ ὧν καὶ Πολύκαρπος, ὁ τῆς ἐν Σμύρνῃ Ἐκκλησίας ἐπίσκοπος, Οὐίκτορι, τῷ ἐπισκόπω Ῥώμης, γράφων οὕτως φάσκει·

Chapter CLXVCaput CLXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηνται, ἅτινα ἀναστήσονται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας Κυρίου· Ἰωάννης ὁ ἐπιστήθιος Χριστοῦ, ὃς καὶ τὸ πέταλον πεφορηκὼς καὶ διδάσκαλος ἐν Ἐφέσῳ γενόμενος κεκοίμηται· καὶ Φίλιππος, ὁ ἐκ τῶν ζ διακόνων, ἐν Ἱεραπόλει τελειοῦται· οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας καὶ τὸν Σίμωνα κατηχήσας. [] Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ θεῖος Ἱππόλυτος Ῥώμης περὶ τοῦ κηρύγματος καὶ τῆς τελειώσεως τῶν ἀποστόλων διεξιὼν ἔφη· Ἰωάννης (δὲ), ὁ ἀδελφὸς Ἰακώβου, κηρύσσων ἐν τῇ Ἀσίᾳ τὸν λόγον (τοῦ Εὐαγγελίου), ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ βασιλέως Ῥώμης, κἀκεῖθεν πάλιν εἰς Ἔφεσον ἐκ τῆς ἐξορίας ἀνακληθεὶς ὑπὸ Νερβᾶ, καὶ τὸ κατ’ αὐτὸν Εὐαγγέλιον συγγραψάμενος, ἔνθα καὶ τὴν Ἀποκάλυψιν θεασάμενος, ἐτελεύτησε, οὗ τὸ λείψανον ζητηθὲν οὐχ εὑρέθη. [] Ὁ δὲ τοῦ μεγάλου Γρηγορίου ἀδελφὸς 337 Καισάρειος ἐπὶ σεκρέτου ἐν Κωνσταντινουπόλει ἐρωτηθεὶς περὶ τούτου ἀπεκρίνατο λέγων· Αὐτὸς Ἰωάννης ἐν τῷ κατ’ αὐτὸν Εὐαγγελίῳ πρὸς τῷ τέλει διεσάφησε τοῦτο φάσκων· Καὶ τοῦτο εἰπὼν ὁ Ἰησοῦς λέγει αὐτῷ, τουτέστι τῷ Πέτρῳ· Ἀκολούθει μοι.
PG 110:523Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντακαί φησι· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχωμαι, τί πρὸς σέ; (ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκειἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχωμαι, τί πρός σε;) Ἐπεὶ οὖν ἁλιεύοντας αὐτοὺς κατείληφε, τῷ Πέτρῳ μόνῳ προςέταξεν ἕπεσθαι αὐτῷ· ὁ δὲ καὶ τὸν Ἰωάννην συμπορεύεσθαι βουλόμενος ἔφη· Κύριε, οὗτος δὲ τί; Ὃν θεσπίσας ὁ Ἰησοῦς προσμένειν ἐπὶ τῆς ἁλείας φησίν· Ἐὰν θέλω αὐτὸν μένειν ἐνταῦθα καὶ ἁλιεύειν ἕως ἂν ὑποστρέψας ἔρχωμαι πάλιν ὧδε, τί πρὸς σέ; [] Ὥστε οὖν ἄριστα διορθούμενος τὴν ἐσφαλμένην αὐτῶν ὑπόνοιαν, εἰκότως ἔφη· Καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει. Καὶ γὰρ ἐν πολλοῖς πολλάκις διεσφάλλοντο πρὸς τὰς πεύσεις Χριστοῦ καὶ ἀποκρίσεις, ὡς καὶ [β) ἀκούειν ἀσυνέτους καὶ βραδεῖς τῇ καρδίᾳ, ἕως ἐλθὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐδίδαξεν αὐτοὺς καὶ ὡδήγησεν εἰς πᾶσαν τὴν ἀλήθειαν, κατὰ τὸν λόγον τοῦ Κυρίου.
Εἰ δέ τινες ἐριστικῶς (τε) καὶ προπετῶς ἀποκρουόμενοι τὰς ἱερὰς ταύτας φωνὰς καὶ μαρτυρίας ἀκαίρως δῆθεν συλλογιζόμενοι εἴπωσι πρὸς τὸ καταγγεῖλαι τὴν δευτέραν Χριστοῦ παρουσίαν· Κατελείφθη ζῶν ἐν σαρκὶ μετὰ Ἐνὼχ καὶ Ἡλία, ἀκουέτωσαν, ὅτιπερ μόνους (τοὺς δύο) διὰ τῆς ἀποκαλύψεως αὐτὸς οὕτως φησὶν, ἐκ προςώπου Κυρίου λέγων, τοὺς δύο μάρτυρας γενήσεσθαι Ἐνὼχ καὶ Ἡλίαν, τοιάδε φάσκων· Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας ασξ, περιβεβλημένους 338 σάκκους. Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι (αἱ ἐνώπιον Κυρίου πάσης τῆς γῆς ἑστῶτες. Καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι), πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, ποιήσει τὸ ἀναβαῖνον θηρίον ἐκ τῆς ἀβύσσου πόλεμον μετ’ αὐτῶν, καὶ νικήσει, καὶ ἀποκτενεῖ αὐτούς.
Καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς μεγάλης πόλεως ἔσονται ἄταφα γ ἡμέρας ὅπου ὁ Κύριος αὐτῶν ἐσταυρώθη. Μάτην οὖν παραληροῦσί τινες φάσκοντες αὐτὸν ἔτι ζῇν ἐν σαρκὶ, μὴ νοοῦντες μήτε ἃ λέγουσι τῷ ὄντι μήτε περὶ τίνων διαβεβαιοῦνται, οἴκοθεν τοῦτο καὶ οὐκ ἔκ τινων ἱερῶν ἐξηγητῶν ῥιψοκινδύνως τε καὶ τολμηρῶς ὄντως τερατευόμενοι. [] Οὗτος ὁ Νερβᾶς ἐκ Παιονίας ἀγγελίας ἐπινικίων ἀκούσας παρὰ Τραϊανοῦ, ἀνελθὼν ἐν τῷ Καπετωλίῳ καὶ λιβανωτὸν θύσας, στὰς ἐπὶ βήματος, μεγάλα βοῶν, τῆς τε βουλῆς καὶ τοῦ δήμου Ῥωμαίων παρόντων ἔφη· Ἀγαθῇ τυχῇ· (Μάρκος) Νερβᾶς Τραϊανὸν υἱοποιοῦμαι. [] Οὗτος ἀπηγόρευσε τοῦ ἐκτέμνειν [τινῶν] τὰ αἰδοῖα ἐν Ῥώμῃ, καὶ νόσῳ τελευτᾷ ΡΛΕ. Βασιλεία Τραϊανοῦ Μετὰ δὲ Νερβᾶν ἐβασίλευσε Τραϊανὸς ἔτη κ, καὶ ὑδεριάσας ἀπέθανεν. (Οὗτος διωγμὸν ἐπὶ πολὺ κατὰ Χριστιανῶν κινήσας μάρτυρας πολλοὺς ἐφόνευσε, ἀλλ’ ὕστερον ἔπαυσε τὸν διωγμόν. [] Ὅστις ἀγαθὸς, καὶ μισοπόνηρος, καὶ φιλοδίκαιος τοσοῦτος ὑπῆρχε, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐνώπιον τῶν μεγιστάνων ἐπέδωκε τῷ ἐπάρχῳ 339 λέγων·
PG 110:525Δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλῶς πράττω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μὴ καλῶς, κατ’ ἐμοῦ αὐτῷ χρῆσαι. [] Προεχειρίσθη δὲ ὑπὸ Νερβᾶ διὰ τὴν ἀρετὴν αὐτοῦ ὡς πολεμικώτατος, καὶ πολλὰ κατορθώματα ἔν τε Ῥώμῃ καὶ πανταχοῦ πεποιηκώς. [] Φίλου δέ τινος αὐτῷ ποτε διαβληθέντος ὡς ἐπιβούλου καὶ τούς τε ὀφθαλμοὺς (αὐτοῦ) ἐκκεντηθέντος καὶ τὸ γένειον ἀποκειραμένου, ἐπεὶ τυφλὸς πρὸς Τραϊανὸν εἰσήχθη, πολλὰ λυπηθεὶς ἐπὶ τούτῳ Τραϊανὸς, πόλιν κτίσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν νῦν Τραϊανούπολιν (ὀνομαζομένην καὶ) τοῦτον κατοικίσας ἐν αὐτῇ ὡς δεσπότην ταύτης, ἐκεῖσε ἀπέστειλεν ἕως τῆς τελευτῆς αὐτοῦ. [] Θνήσκει δὲ Ἀδριανὸν προχειρισάμενος βασιλέα. [] Ἐπὶ αὐτοῦ Συμεὼν ὁ τοῦ Κλεόπα ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος καὶ Ἰγνάτιος ὁ θεοφόρος ἐμαρτύρησαν. [] Καὶ Βασιλείδης, καὶ Μένανδρος, καὶ Κήρινθος, καὶ [α) Νικόλαος, εἷς τῶν ζ διακόνων, οἱ αἱρεσιάρχαι, ἐχθροὶ τῆς ἀληθείας ἐγνωρίζοντο. (Ὁ ῥηθεὶς Νικόλαος ὁ εἷς τῶν ζ διακόνων καὶ Ἐβιωναῖος.) ΡΛ. Βασιλεία Ἀδριανοῦ. Μετὰ δὲ Τραϊανὸν ἐβασίλευσεν Ἀδριανὸς (γαμβρὸς αὐτοῦ) ἔτη κ·
PG 110:527ἦν δὲ [Ἄφρος τῷ γένει] φιλολόγος, ἐπιτήδειος ἔν [τε] 340 τῷ πεζῷ λόγῳ καὶ τῷ συμμέτρῳ, συγγενὴς καὶ υἱοπεποιημένος Τραϊανῷ (καὶ ὑδεριάσας ἀπέθανεν). [] Οὗτος ἐν Μυσίᾳ ἔνθα ἐθήρασεν, ᾠκοδόμησε πόλιν καὶ ἐκάλεσεν αὐτὴν Ἀδριανούπολιν, καὶ ἑτέραν ἐν (τῇ) Θρᾴκῃ καὶ ἐπωνόμασε καὶ αὐτὴν Ἀδριανούπολιν. [] Ἐφ’ οὗ στασιάσαντες Ἰουδαῖοι καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκοδομῆσαι βουληθέντες, ὀργίζεται κατ’ αὐτῶν σφόδρα (σημεῖον δὲ γέγονε πρὸ τῆς ἁλώσεως αὐτῶν ὡς τὸ τοῦ Σολομῶντος μνημεῖον αὐτόματον διανοιχθῆναι)· πολέμου δὲ γενομένου μεταξὺ, ἀνεῖλεν ἐξ αὐτῶν ἐν ἡμέρᾳ μιᾷ μυριάδας ιη (καὶ παραλαβὼν αὐτοὺς μετὰ θυμοῦ τοὺς ὑπολειφθέντας πάντας, καὶ καταγαγὼν αὐτοὺς ἐν τῇ πανηγύρει τῇ ἐν Χεβρὼν γενομένῃ, ἐπώλησεν αὐτοὺς ἀνὰ δ’ εἰς μόδιον κριθῆς). Καὶ τὰ μὲν παλαιὰ λείψανα τῆς πόλεως καὶ τὸν ναὸν κατερειπώσας, κτίζει τὸ δεύτερον τὴν ἁγίαν πόλιν, ἣν δὴ καὶ μετωνόμασεν Αἰλίαν (εἰς τὸ ἴδιον ὄνομα διὰ τὸ εἶναι αὐτὸν καὶ λωβὸν, ὅπως εὕρῃ ἔλεον)· καὶ στήσας τὸ ἑαυτοῦ εἴδωλον ἐν τῷ ναῷ, οἰκεῖν Ἕλληνας ἐν τῇ πόλει προσέταξε.

Chapter CLXVI - CLXVIICaput CLXVI - CLXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Κτίσας δὲ ναὸν ἐν Κυζίκῳ καὶ πόλιν ἐν τῇ Θρᾴκη προσηγόρευσεν αὐτὴν Ἀδριανούπολιν. [] Ἐφ’ οὗ (Κέρδων, καὶ Οὐαλεντῖνος, καὶ Μαρκίων, καὶ Μοντανὸς, καὶ) Σατορνῖλος, καὶ Καρποκράτης, οἱ αἱρεσιάρχαι (καὶ Ἀκύλας) ἐγνωρίζοντο. 341 [] Ἐπὶ τούτου Πλούταρχος ὁ Χαιρονεὺς καὶ Φλέγων ὁ χρονογράφος ἐγνωρίζοντο. [] Θνήσκει δὲ Ἀδριανὸς Ἀντωνῖνον προχειρισάμενος. [] Οὗτος Ἀδριανὸς εἶχεν ἄνδρα τινὰ ὀνόματι Σίμιλον, ἔν τε φρονήσει, καὶ (ἀνδρείᾳ, καὶ) ἐπιεικείᾳ, καὶ ἀρεταῖς πολλαῖς κεκοσμημένον, καὶ πάνυ αὐτὸν ἐτίμα καὶ ἐν μεγάλῃ ἀρχῇ κατέστησεν· ἀλλ’ ἐπ’ ὀλίγον τῆς ἀρχῆς κρατήσας, δεηθεὶς ἐξέστη αὐτῆς καὶ ἐν ἀγρῷ ἑπτὰ ἔτη διατρίψας, ἐτελεύτησεν, ἐπιγραφὴν προστάξας ἐν τῷ μνήματι αὐτοῦ περιέχουσαν οὕτως· Σίμιλος ἐνταῦθα κατάκειται, βιώσας μὲν ἔτη πολλὰ, ζήσας δὲ ἔτη ἑπτά. [] Ὁ δὲ Ἀδριανὸς βίᾳ ἀπέθανεν (ὑπὸ) τῆς νόσου κράζων· Ὦ Ζεῦ, πόσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν καὶ μὴ τυγχάνοντα. ΡΛΖ. Βασιλεία Ἀντωνίνου. Μετὰ Ἀδριανὸν ἐβασίλευσεν Ἀντωνῖνος ὁ Εὐσεβὴς ἔτη κβ, υἱοποιηθεὶς τῷ Ἀδριανῷ, καὶ πρῶτος τῶν αὐτοκρατόρων Εὐσεβὴς ἐπεκλήθη.
PG 110:529[] Θνήσκει δὲ προβαλὼν εἰς βασιλέα Μάρκον Ἀντωνῖνον, τὸν ἴδιον γαμβρόν. [] Ἐφ’ οὗ Πολύκαρπος, ὁ μαθητὴς Ἰωάννου τοῦ Θεολόγου καὶ Ἰουστῖνος ὁ φιλόσοφος, καὶ Διονύσιος [ὁ] ἐπίσκοπος Κορίνθου, ἐμαρτύρησαν. 342 [] Καὶ Τατιανὸς καὶ Βαρδισάνης (οἱ αἱρετικοὶ), καὶ Πρισκίλλα καὶ Μαξιμῖνα αἱ ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. [] Ἐπὶ τούτου Γαληνὸς ὁ ἰατρὸς ἐθαυμάζετο καὶ Βαρδισάνης τις Σύρος διαλεκτικώτατος καὶ σοφὸς ἦν. [] Ἐπὶ αὐτοῦ Οὐαλεντῖνος, καὶ Κέρδων, καὶ Μαρκίων ἐπὶ τῆς Ῥώμης αἱρεσιάρχαι ἐγνωρίζοντο. [] Πολύκαρπος δὲ, (ὁ) ἐπίσκοπος Σμύρνης, εἷς ὄψιν ἐλθὼν Μαρκίωνι, πρὸς αὐτόν φησιν ὁ [β) Μαρκίων. Ἐπιγινώσκεις ἡμᾶς, ὦ καλὲ Πολύκαρπε; Ὁ δέ· Ἐπιγινώσκω σὲ, ἔφη, τὸν πρωτότοκον υἱὸν τοῦ Σατανᾶ. ΡΛΗ. Βασιλεία Μάρκου. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μάρκος ὁ υἱὸς αὐτοῦ ἔτη ιθ. [] Διωγμοῦ δὲ κινηθέντος πολλοὶ γεγόνασι μάρτυρες. [] Αὐρηλιανὸς ὁ Βῆρος ὁ καὶ Ἀντωνῖνος, ὁ υἱὸς αὐτοῦ, σὺν καὶ Λουκίῳ ἀδελφῷ αὐτοῦ. [] Ἐφ’ ὧν πῦρ ἀπ’ οὐρανοῦ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς φερόμενον ὤφθη.

Chapter CLXVIII - CLXXIICaput CLXVIII - CLXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Ἐπὶ τούτου Ὀπιανὸς ὁ τὴν Ἁλιευτικὴν συγγεγραφὼς (καὶ Σέκστος ἤκμαζον). 343 [] Τοῦτόν φασι πεφονευκέναι λέοντας ιβ ἐν μιᾷ ἡμέρᾳ. [] Οὗτος ὁ Μάρκος σοφὸς ἦν καὶ ἐνάρετος, καὶ τὴν Ῥώμην ἐκ πολλῶν πολέμων διασωσάμενος καὶ ἀγαπηθεὶς ὑπὸ τῶν πολιτῶν σφόδρα, ἀπέθανε φαρμακευθεὶς ὑπὸ Κομόδου τοῦ ἰδίου υἱοῦ. Τὴν δὲ μνήμην τῆς ἀρετῆς αὐτοῦ ἡ βουλὴ ἔχουσα μετὰ τὴν αὐτοῦ τελευτὴν χρυσῷ ἀνδριάντι αὐτὸν ἐτίμησεν. [] Πολεμοῦντος (αὐτοῦ ποτε) Γερμανοὺς καὶ Σαυρομάτας, δίψει τῆς στρατιᾶς πιεζομένης καὶ διὰ τοῦτο κινδυνευούσης, τοὺς ἐπὶ [τῆς] Μελιτινῆς οὕτω καλουμένης λεγεῶνος Χριστιανοὺς ὄντας, δι’ εὐχῆς ἐκτενοῦς πρὸς Θεὸν γενομένης, τοὺς μὲν πολεμίους κεραυνῷ βαλεῖν, ὄμβρῳ δὲ τοὺς Ῥωμαίους παραμυθήσασθαι. Ὅπερ (ὥς φασι) σφοδρῶς καταπλῆξαν τὸν Μάρκον, γράφει τιμᾶσθαι Χριστιανοὺς, τὴν δὲ λεγεῶνα Κεραυνοβόλον προσαγορεῦσαι. ΡΛΘ. Βασιλεία Βήρου. Μετὰ δὲ Μάρκον ἐβασίλευσε Βῆρος, ὁ υἱὸς αὐτοῦ, ἔτη η, καὶ ἐσφάγη ἐν προκένσῳ. ΡΜ. Βασιλεία Κομόδου. Μετὰ Βῆρον ἐβασίλευσε Κόμοδος (ὁ ἀδελφὸς αὐτοῦ) ἔτη [ι]β.
PG 110:531[] Γέγονε δὲ ποδαλγὸς καὶ καταβαρὴς (καὶ ὑπὸ ἀναγωγῆς αἵματος καὶ χολῆς ἀθρόως ἀπέθνησκε). 344 [] Νάρκισσος δέ τις τῶν οἰκείων αὐτοῦ ἀπέπνιξεν αὐτὸν ἐν τῷ λουτρῷ. [] Ἐφ’ οὗ Θεόδοτος, ὁ καὶ πρῶτος τῆς κατὰ Παῦλον τὸν Σαμοσατέα καὶ Νεστόριον πλάνης ἀρξάμενος, καὶ Θεοδοτίων, οἱ αἱρεσιάρχαι, ἐγνωρίζοντο. [] Καὶ Κλήμης ὁ Στρωματεὺς ἐν Ἀλεξανδρείᾳ ἦν. [] Κλήμεντος δὲ φοιτητὴς Ὠριγένης ἐγένετο. [] Ἀλλὰ καὶ Μοντανὸς αἱρεσιάρχης τότε ἦν, ὃς ἑαυτὸν Παράκλητον ἔλεγεν εἶναι. [] Ἦν δὲ (Κόμοδος) φιλοκύνηγος· τοῦτόν φασιν ἐν μιᾷ ἡμέρᾳ (τοὺς) ιβ λέοντας πεφονευκέναι (καὶ οὐχὶ Μάρκον, ὡς προεγράφη). ΡΜΑ. Βασιλεία Περτίνακος. Μετὰ Κόμοδον ἐβασίλευσε Περτίναξ (Ἑλώϊος) μῆνας 2, μήτε τὴν γυναῖκα μήτε τὰ τέκνα εἰσαγαγὼν εἰς τὸ παλάτιον, ἀλλ’ ἐάσας παρὰ τῷ πάππῳ διαιτᾶσθαι. [] Καὶ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν. [] Ἐπὶ αὐτοῦ Σύμμαχος, εἷς τῶν ἑρμηνευτῶν, ἦν Ἑβραῖος, καὶ Πορφύριος φιλόσοφος, ὁ κατὰ Χριστιανῶν γράψας. ΡΜΒ. Βασιλεία Διδίου. Μετὰ δὲ Περτίνακα ἐβασίλευσε Δίδιος μῆνας δ.
PG 110:533[] Καὶ ἐσφάγη ὑπὸ κουβικουλαρίων εἰς τὴν πηγὴν τοῦ παλατίου, 345 θεωρῶν τοὺς ἰχθύας, ψήφῳ τῆς βουλῆς, μεγάλα ἐπιβοώμενος· Τί γὰρ δεινὸν ἐποίησα; [] Οὗτος ἦν φαυλότατος τοῖς ἔργοις καὶ τρόποις, καὶ ἀνοσιουργὸς, καὶ χρημάτων ἐραστής. [] Ἐπὶ τούτου ἐμαρτύρησαν Εὐγένιος καὶ Μακάριος. [] Καὶ Σαβέλλιος ὁ Λιβυκὸς καὶ ἀθεώτατος αἱρετικὸς ἦν. ΡΜΓ. Βασιλεία Σεβήρου. Μετὰ τοῦτον ἐβασίλευσε Σευῆρος (ὁ Σεπτίμιος) ἔτη ιζ. [] Ὃς τὸν ἐν Βρετταννίᾳ νικήσας πόλεμον, ἀπὸ θαλάσσης ἕως θαλάσσης περιετείχισε τὴν νῆσον σταδίοις α· καὶ τὸ Βυζάντιον παραλαβὼν, τὰ τείχη αὐτοῦ καθεῖλεν· εἶχε δὲ πύργους ζ, ἐκ τῶν Θρᾳκικῶν πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν θάλασσαν καθήκοντας, ὧν [α) εἴ τις ἐν ἑνὶ τῶν πύργων προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγίνετο· εἰ δὲ ἐν τῷ πρώτῳ πύργῳ ἐνεβόησεν ἢ λίθον ἐσάλευσεν, αὐτός τε ἤχει καὶ τοῖς λοιποῖς ἅπασι μετεδίδου τῆς ἠχῆς. [] Οὗτος καὶ τὸ Ζεύξιππον λουτρὸν ἔκτισε Βυζαντίοις, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρόμῳ παρέδωκε, καὶ κυνήγιον καὶ θέατρον αὐτοῖς κατεσκεύασεν.
[] Ἐπὶ τούτου Λεωνίδης, ὁ πατὴρ Ὠριγένους, ἐμαρτύρησεν (ἐπίσκοπος ὤν). [] Καὶ Ὠριγένης ἐγνωρίζετο, ὅστις 346 (Ὠριγένης) εἰς Ἀλεξάνδρειαν ἀκμάζων μεγίστην εἰς τὸν θεῖον λόγον σπουδὴν καταβαλλόμενος, οὐ μόνον τοῖς πιστοῖς πρόξενος ὠφελείας ἐγίνετο μεγάλης, ἀλλὰ καὶ τῶν αἱρετικῶν οὐκ ὀλίγοις· ὑπ’ αὐτοῦ γὰρ τὰ ὑγιῆ τῆς πίστεως παραλαβόντες δόγματα, ζηλωταὶ τῆς ἀληθείας ἐγίνοντο· ἐξ ὧν ὑπῆρχε διαφερόντως Ἀμβρώσιος, ἀνὴρ ἐπισήμων καὶ φιλόλογος, ὃς εἰς γνῶσιν τοῦ ἀνδρὸς ἀφικέσθαι σπουδάσας, ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως, πεῖραν τῆς ἐνθέου παιδείας αὐτοῦ ἀρκοῦσαν κτησάμενος. Πλεῖστοι δὲ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες, μεγίστην καὶ αὐτοὶ πρὸς τὰ οἰκεῖα μαθήματα τὴν ὠφέλειαν ἐκαρπώσαντο, μέγας γὰρ παρ’ αὐτοῖς ἐγνωρίζετοπαραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν, καὶ τἄλλα προπαιδεύματα· διόπερ οὐκ ὀλίγοι τῶν παρ’ Ἕλλησι σοφῶν μαρτυροῦσιν αὐτῷ, μνήμην ἐν τοῖς ἰδίοις ποιούμενοι συγγράμμασιν ὡς διδασκάλου·
PG 110:535καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς ἄγαν, οὗ ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας Γραφῆς βούλημα πυνθανομένου, ὡς βαθύτερα διανοουμένου, ἐπέπληττεν ὁ πατὴρ (αὐτοῦ), μηδὲν ὑπὲρ ἡλικίαν παρ’ ἑτέρων ζητεῖν· (νύκτωρ δὲ ἐπιστὰς, εὕδοντος τὰ στέρνα ὡς θείου Πνεύματος ἔνδον ἐν αὐτοῖς ἱερωμένου, κατεφίλει) καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. Ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοῖς δ μόνον πρὸς διατροφὴν καθ’ ἑκάστην ἡμέραν ἀρκούμενος· καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει· καὶ ἐπὶ ἐδάφους καὶ ψιαθίου ἐκάθευδεν, καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος, τὸ πλεῖον ἀεὶ μελέτην τῶν ἱερῶν λογίων διήνυεν· (καὶ) ἐν τούτοις ἐπεκτεινόμενος, ἐπί τε ἀσιτίᾳ, καὶ ἀγρυπνίᾳ, καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον 347 κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκότα. Οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος, ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν· ἔνθεν τοί γε διαβόητος γενόμενος ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, (καὶ) πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι παρασκευάσας.
Πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συῤῥεόντων, οὐ μόνον Ἕλληνας φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς (τὴν) εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. Ὃν ὁ προλεχθεὶς Ἀμβρώσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ, καὶ ταχυγράφους μὲν παραστήσας αὐτῷ ζ, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας Γραφὰς αὐτὸν πεποίηκε· καὶ ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν· ὁ δὲ ἐπὶ σχολῆς γενόμενος, ὑπηγόρευε τοῖς ταχυγράφοις· καὶ οἱ καλλιγράφοι σὺν γυναιξὶν ἔγραφον, (οἱ ἐπὶ τῷ) καλλιγραφεῖν ἐξησκημένοι, πᾶσάν τε θείαν [β) Γραφὴν ἑρμήνευσεν ἐπὶ ἔτη ιη. Λέγεται δὲ ὅτι ἑξάκις χιλίας βίβλους συνέταξεν. Τοσοῦτον γὰρ ζῆλον εἰς τὴν ἐξήγησιν τῶν θείων Βιβλίων ὁ Ἀμβρώσιος ἐπεδείκνυτο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων·

Chapter CLXXVCaput CLXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ ἱερὸς Ἀμβρώσιος ὁ τῷ Θεῷ γνησίως ἀνακείμενος πολλὰ προσαγορεύει σε, ὅστις νομίζων με φιλόπονον εἶναι καὶ πάνυ διψᾷν τοῦ θείου λόγου, ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ ἅγια μαθήματα ἔρωτι, ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾷν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ δειπνῆσαι ἔστιν εἰ μὴ ἀντιβάλλοντας, οὔτε δειπνήσαντι ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον· ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ τῆς ἑσπέρας φιλολογίαις παρατείνοντες. Ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς θ, ἔσθ’ ὅτε 348 καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασιν. Πᾶσαν τοίνυν ἑρμηνεύσας τὴν θείαν Γραφὴν, ἐτελεύτησεν ἐτῶν ξθ. [] Περὶ οὗ καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις λέγει·
PG 110:537Τοῦ μὲν Ἀμβρωσίου τὰ πρὸς τροφὰς αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις καὶ τοῖς ὑπηρετοῦσιν ἐπαρκοῦντος, χάρτας τε καὶ τἄλλα ἀναλώματα, τοῦ δὲ Ὠριγένους ἔν τε ἀγρυπνίαις καὶ πολιτείᾳ ὑπερβαλλούσῃ καὶ σχολῇ μεγίστῃ τὸν περὶ τῆς Γραφῆς διανύοντος κάματον, καὶ πᾶσαν τὴν καλουμένην τῶν Ἑξαπλῶν πραγματείαν καὶ τῶν λοιπῶν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμητο. Οὐ μόνον γὰρ τὰς ἐπισήμους (δ) ἐκδόσεις κατ’ αὐτὸν συνήγαγεν, ἀλλὰ ε καὶ ἒξ, κατὰ τοὺς χρόνους τούτους ἐν Ἱεριχὼ περιτυχὼν ἔν τινι πίθῳ, ταῦτα συνέταξεν. Ἐπὶ ταὐτὸ οὖν πᾶσαν συναγαγὼν, διελὼν δὲ καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ (καὶ) αὐτῆς τῆς Ἑβραίων σημειώσεως, τὰ τῶν λεγομένων Ἑξαπλῶν ἀντίγραφα, εὐφυῶς μάλα καὶ ἐπιστημόνως ἐκ πολυπειρίας κατεσκεύασεν. Ἀλλ’ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινεν· συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονεν.
Βουλόμενος γὰρ μηδὲν τῆς θείας Γραφῆς ἐᾶσαι ἀνερμήνευτον, εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας, καὶ θανάσιμα ῥήματα ἐξηγήσατο. Ἐξ αὐτοῦ γὰρ Ἄρειος τὰς ἀφορμὰς εἴληχεν καὶ οἱ καθ’ ἑξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι, καὶ οἱ λοιποὶ πάντες. Φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχὴν, ὅτι ὁ μονογενὴς Υἱὸς ὁρᾷν τὸν Πατέρα οὐ δύναται, 349 οὔτε τὸ Πνεῦμα τὸ ἅγιον (τὸν Υἱὸν), οὔτε οἱ ἄγγελοι τὸ Πνεῦμα, οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. Καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς οὐ θέλει εἶναι τὸν Υἱὸν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν λέγεσθαι Υἱὸν, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. Πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην Γραφὴν καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων εἰς ἤθη τε καὶ φύσεις ζώων τε καὶ ἀλόγων εἴρηκε μέσος φερόμενος, πολλάκις χαρίεντα τὰ [α) διηγήματα· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται.
PG 110:539Ἔδοξε δὲ (αὐτῷ) ἀσκητικὸν βίον ἐπανηρῆσθαι (τοιοῦτον, διὸ) τὸν θώρακα αὐτοῦ δι’ ὑπερβολῆς ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι), ἐπινενοηκέναι δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ τῇ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιτεθῆναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι· ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν, ὡς ὅτι [καὶ] βοτάνην ἰατρικὴν εὗρε μνήμης ἕνεκα. Οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ (τοῦ) Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ Ἐκκλησίᾳ ἀνατεθραμμένος. Φθόνῳ δὲ διαβληθεὶς (ὑπὸ τοῦ διωγμοῦ) πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας, κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα, φησὶν, ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. Ὁ 350 δὲ μὴ φέρων τὴν τοιαύτην τολμηρὰν ἐπίνοιαν, ἔῤῥηξε φωνὴν, ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων. Ἐπεὶ δὲ τοῦτο καθωμολόγησε θῦσαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λιβανωτὸν, εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε·

Chapter CLXXVICaput CLXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ οὕτω τοῦ μαρτυρίου ἀποκριθεὶς ἀπελύθη καὶ τῆς Ἐκκλησίας ἐξεώσθη. Τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸ ὄνειδος, τὴν Ἰουδαίαν κατέλαβεν. Ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα, ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τῆς ἱερατείαςἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτερος γὰρ ἦν· καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς (καὶ ἀναπτύξας τὸ βιβλίον) καὶ μόνον τοῦτο εὑρών· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ καὶ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. [] Εἰσὶ δὲ πολλὰ καὶ ἕτερα περὶ αὐτοῦ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ σοφωτάτου Σολομῶντος φάσκοντος· Υἱὲ, φύλαξον τοῦ ποιῆσαι βιβλία πολλὰ, καὶ, Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ (ἡ) καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον ἀπὸ προςώπου τοῦ Θεοῦ, ὅτι ὁ Θεὸς ἐν (τῷ) οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ [τῆς] γῆς κάτω· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. Εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα· καί·
PG 110:541Μὴ γίνου δίκαιος πολύ. Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ· καί· Μὴ σοφίζου περισσὰ, μήποτε ἀσεβήσῃς. Ταύτας 351 τοίνυν παραγραψάμενος τὰς ἱερὰς παραινέσεις καὶ παραγκωνισάμενος οὐδὲ τοῦ χριστοφόρου προσέσχε τῇ ἐννοίᾳ τε καὶ συνέσει ἐν τοῖς συντάγμασιν· ὁ γὰρ θεσπέσιος Παῦλος ἐν παρασκευῇ λόγων παντοίων (δυνατώτατος ὢν, νοήμασί τε ἱκανώτατος γεγονὼς, ὃς) οὐ πλεῖον τῶν βραχυτάτων ἐπιστολῶν γραφῇ παραδέδωκεν, καίτοι μυρία ἀπόῤῥητα λέγειν ἔχων, ἄχρις τῶν μέχρις οὐρανοῦ τρίτου φθάσας θεωρήματα, ἐπ’ αὐτὸν δὲ τὸν θεοπρεπῆ παράδεισον ἁρπασθεὶς καὶ τῶν ἐκεῖσε ῥημάτων ἀνεκφράστων ἀξιωθεὶς ἀκοῦσαι. Καὶ μέντοι οὐδ’ οἱ λοιποὶ τοῦ Χριστοῦ φοιτηταὶ, ιβ μὲν ἀπόστολοι, ο δὲ μαθηταὶ, καὶ ἄλλοι πρὸ τούτων μυρίου, οὐκ ἄπειροι [β) λόγων ἐτύγχανον· καὶ ὅμως οὖν ἐξ ἁπάντων τούτων τοῦ Κυρίου διατριβῶν ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὸ γράφειν ἐλθεῖν ἔχει λόγος, ὥσπερ (δὴ) καὶ Μάρκον καὶ Λουκᾶν ὕστερον. Διό φησιν ὁ μέγας Μάξιμος·
Ὁ λόγους συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν ἑτέρων, ἢ καὶ ἄμφω, ἢ (καὶ) πρὸς βλάβην τινῶν, ἢ ἐπίδειξιν, ἢ ἐξ ἀνάγκης. [] Νοσηλευθεὶς δὲ Σευῆρος ἐτελεύτησεν. [] Ἐπὶ Σευήρου Παῦλος ὁ Σαμοσατεὺς τὴν Ἀρτέμωνος αἵρεσιν ἀνενεώσατο. ΡΜΔ. Βασιλεία Καρακαλλᾶ. Μετὰ Σευῆρον (τὸν Σεπτίμιον) ἐβασίλευσεν Ἀντωνῖνος, ὁ υἱὸς αὐτοῦ, ὁ Καρακαλλᾶς, καὶ Γέτας ὁ ἀδελφὸς αὐτοῦ. [] Καὶ σφάξας (τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὴν μητρυιὰν λαβὼν εἰς γυναῖκα, καὶ κρατήσας ἔτη ζ, ἀνταναιρεῖται ὑπὸ τῶν ἰδίων, 352 αὐτὸς) τὸν ἴδιον ἀδελφὸν ἐν τῷ κόλπῳ τῆς μητρὸς κατέσφαξεν. [] Σαραπίων δέ τις μαθηματικὸς ἔλεγεν, ὡς τεθνήξαντα Ἀντωνῖνον καὶ Μακρῖνον αὐτὸν διαδέχεσθαι, καὶ ἔδειξεν αὐτὸν δακτύλῳ παρεστῶτα μετὰ τῆς συγκλήτου. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, οὐ συνῆκε τῷ προσώπῳ Μακρίνου, ἀλλ’ ἕτερον τὸν πλησίον ἐκέλευσεν ἀποκτανθῆναι. Ὁ δὲ Μακρῖνος ἐσπούδαζε τὸν Ἀντωνῖνον προκαταλαβεῖν, καὶ τοῦ Ἀντωνίνου ἀπὸ τοῦ ἵππου κατελθόντος ἐν κυνηγίῳ εἰς ἀπόπατον, ἑκατόνταρχον ἀποστείλας, τοῦτον τῷ ξίφει ἀνεῖλεν, εἰπὼν πρὸς αὐτόν·
PG 110:543Ὡς σὺ τὸν ἀδελφὸν ἀπέσφαξας, οὕτως κἀγώ σε. [] Ἐπὶ αὐτοῦ Ὠριγένης διάφορα συγγράμματα καταλέλοιπε μετὰ καὶ τῆς τῶν Ἑβραίων σημειώσεως, τὰ λεγόμενα Ἑξαπλᾶ. ΡΜΕ. Βασιλεία Μακρίνου. Μετὰ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος ἔτος α, μῆνας β. [] Εὐτυχιανὸς δέ τις προλαβὼν τὸν Ἀβῖτον ὡς Ἀντωνίνου υἱὸν μοίχειον, περιέθηκε διάδημα καὶ αὐτοκράτορα ἀνηγόρευσεν· καὶ δοὺς χρυσίον τοῖς στρατιώταις συνέβαλε πόλεμον μετὰ Μακρίνου· καὶ ἡττηθεὶς Μακρῖνος ἔφυγε καὶ ἀπεσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ. 353 ΡΜ. Βασιλεία Ἀβίτου. Μετὰ Μακρῖνον ἐβασίλευσεν Ἀβῖτος ὁ Ἡλιογάβαλος ἔτη γ, μῆνας θ. [] Οὗτος γυναικώδης ἦν, ὥστε Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. [] Ἐσφάγη δὲ διὰ τὰς ἀκαθαρσίας αὐτοῦ, καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἐξάδελφος αὐτοῦ. [] Ἀβῖτος τὸν ἰατρὸν παρεκάλεσε διφυῆ αὐτὸν δι’ ἀνατομῆς ποιεῖν ἐμπροσθίου. ΡΜΖ. Βασιλεία Ἀλεξάνδρου. Μετὰ δὲ Ἀντωνῖνον τὸν καὶ Ἀβῖτον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας ἔτη [ι]γ, μῆνας η, καὶ ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ (Μαμαίᾳ ἐξ ἐπιβουλῆς Μαξίμου στρατηγοῦ). [] Ἐπὶ αὐτοῦ γέγονε λιμὸς ἐν Ῥώμῃ, ὥστε κρεῶν ἀνθρωπίνων αὐτοὺς ἅψασθαι.
[] Οὗτος στρατεύσας κατὰ Περσῶν ἡττήθη κατὰ κράτος καὶ καταφρονηθεὶς ἐσφάγη (καὶ προεβάλοντο οἱ στρατιῶται Μαξιμῖνον). [] Μαμμαία, ἡ Ἀλεξάνδρου μήτηρ, θεοσεβὴς ἐτύγχανε, καὶ τὸν Ὀριγένην ἐν Ἀντιοχείᾳ διατρίβουσα μετεπέμψατο πρὸς ἑαυτὴν, τοῦ διδαχθῆναι τὸ κατὰ Χριστὸν μυστήριον. (Διὸ καὶ εἰρήνη πολλὴ ὑπῆρχε ταῖς ἁγίαις Ἐκκλησίαις δι’ αὐτῆς.) 354 [] Ἐφ’ οὗ Νάρκισσος, ἐπίσκοπος Ἱεροσολύμων, ἐν τῷ βαπτίζειν, ἐλαίου τοῦ χρίσματος λείψαντος, ἐκέλευσε ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ εὐξάμενος ἔλαιον πεποίηκεν. ΡΜΗ. Βασιλεία Μαξιμίνου. Μετὰ Ἀλέξανδρον ἐβασίλευσε Μαξιμῖνος ἔτη 2. Οὗτος ποιμὴν ὢν καὶ μετὰ ταῦτα στρατιώτης γεγονὼς, ὑπὸ τοῦ δήμου καὶ τῆς βουλῆς [α) προεβλήθη βασιλεύς. [] Μετὰ δὲ ταῦτα ἐσφάγη δολίως παρὰ (Πουπίνου) Μαξίμου καὶ Βαλβίνου. [] Οὗτος κακῶς τῷ Ἀλεξάνδρου οἴκῳ χρησάμενος, διὰ τὸ τοὺς Χριστιανοὺς τιμᾷν ὁ Ἀλέξανδρος, διωγμὸν μέγαν κατὰ τῶν Χριστιανῶν ἤγειρεν. [] Ἐφ’ οὗ Λαυρέντιος καὶ Κυπριανὸς, Βαλβῖνος, Εὐλάμπιος καὶ Εὐλαμπία, καὶ ὁ ἅγιος Σώζων, ἐμαρτύρησαν. ΡΜΘ. Βασιλεία Πουπίνου.
PG 110:545Μετὰ Μαξιμῖνον ἐβασίλευσε Πουπῖνος Πουπλιανὸς μῆνας γ. [] Τῷ αὐτῷ δὲ τρόπῳ ἀπεσφάγησαν καὶ οὗτοι ὑπὸ τῶν στρατιωτῶν. [] Ὁμοίως καὶ Γορδιανὸς, ὁ γεγονὼς Καῖσαρ παρὰ Μαξιμίνου, καὶ αὐτὸς βασιλεύσας ἀνῃρέθη, ὡς κωλύσαντος Φιλίππου τοῦ ἐπάρχου τὸν σῖτον διακομισθῆναι τῷ στρατῷ. 355 Οὗτος δὲ (ὁ Φίλιππος) ἦν (ὁ) πατὴρ τῆς ἁγίας Εὐγενίας. [] Ἐπὶ Μαξίμου καὶ Γορδιανοῦ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο. ΡΝ. Βασιλεία Βαλβίνου. Μετὰ δὲ Πούπλιον ἐβασίλευσε Βαλβῖνος Ἰουνίωρ μῆνας γ, ὃς πρῶτος ἐποίησε κανδιδάτους καὶ προτήκτορας· καὶ τὸ τάγμα τῶν σχολαρίων συστησάμενος ἐκάλεσεν αὐτὸ Ἰουνιώρων εἰς τὸ ἴδιον ὄνομα. ΡΝΑ. Βασιλεία Γορδιανοῦ. Μετὰ δὲ Βαλβῖνον ἐβασίλευσε Γορδιανὸς, υἱὸς αὐτοῦ, ἔτη 2, καὶ ἐν (τῷ) πολέμῳ συμπεσὼν τῷ ἵππῳ καὶ μηροκλασθεὶς ἀπέθανεν. [] Μετὰ Γορδιανὸν ἐβασίλευσε Ἰουνίωρ, ὁ υἱὸς αὐτοῦ, ἔτη β, καὶ ὑδεριάσας ἀπέθανε.
[] Ἐφ’ οὗ Ἑβραῖός τις Χριστιανοῖς συνοδοιπορῶν ἐν ἐρήμῳ τόπῳ (ἐν Συρίᾳ) καὶ ἀῤῥωστήσας, ὥστε μὴ δύνασθαι αὐτὸν κινεῖσθαι παντελῶς, συνεβουλεύσαντο οἱ σὺν αὐτῷ Χριστιανοὶ μετὰ πολλῶν δακρύων καταλεῖψαι αὐτὸν, ὑφορώμενοι μὴ καὶ αὐτοὶ συνδιαφθαρῶσιν ἐκ τῆς ἀνυδρίας τοῦ τόπου καὶ ἐρημίας. Οὓς ἰδὼν ἀπιέναι μέλλοντας ὁ Ἰουδαῖος ἤρξατο μετὰ κλαυθμοῦ πρὸς αὐτοὺς λέγειν· Ὁρκίζω ὑμᾶς τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ κατελθόντα ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, καὶ μέλλοντα κρῖναι ζῶντας καὶ νεκροὺς, μὴ ἐάσητέ με ἀποθανεῖν Ἑβραῖον, ἀλλὰ βαπτίσατέ με, 356 καὶ οὕτως ἀπέλθατε. Οἱ δέ φασιν· Οὐκ ἔξεστιν ἡμῖν τοῦτο ποιῆσαι κοσμικοῖς οὖσι καὶ χειροτονίαν μὴ ἔχουσιν, ἀλλ’ οὐδὲ πάλιν ὕδωρ ἔστιν ἐνταῦθα, καθὼς ὁρᾷς. Ὁ δὲ μᾶλλον ἐπέμενε τοῖς αὐτοῖς ὅρκοις ἐκβιαζόμενος αὐτοὺς καὶ κατακρίνων. Ἐν πολλῇ οὖν ἀπορίᾳ γενόμενοι, εἶπεν εἷς ἐξ αὐτῶν πρὸς τοὺς λοιπούς· Ἐγείρατε αὐτὸν καὶ ἐκδύσατε. Καὶ μετὰ πολλοῦ κόπου τοῦτον ὀρθώσαντες καὶ ἀποδύσαντες, ἐκεῖνος τὰς χεῖρας αὐτοῦ ψάμμου πλήσας, κατέχεεν ἐπὶ τῆς κεφαλῆς τοῦ Ἰουδαίου λέγων ἐκ τρίτου·
PG 110:547Βαπτίζεται Θεόδωρος εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος (ἀποκρινομένων τῶν ἄλλων καθ’ ἕκαστον ὄνομα τὸ Ἀμήν). Καὶ παραχρῆμα τοσοῦτον ἐνίσχυσεν ὥστε σὺν πολλῇ προθυμίᾳ καὶ εὐῤῥωστίᾳ βαδίζειν μετ’ αὐτῶν. Ἐλθόντων δὲ αὐτῶν ἐν Ἀλεξανδρείᾳ, καὶ ταῦτα διηγησάντων τῷ ἀρχιεπισκόπῳ Διονυσίῳ καὶ τοῦτον ἐκθαμβησάντων, εὐθὺς πάντα τὸν κλῆρον συναθροίζει καὶ ἀνατίθεται αὐτοῖς τὸ πρᾶγμα, εἴτε ἄρα ἐλογίσθη τῷ Ἰουδαίῳ εἰς βάπτισμα ἡ τῆς ψάμμου ἐπίχυσις, εἴτε οὔ. Καὶ οἱ μὲν ἔλεγον· Ἐλογίσθη, μαρτυρούσης τῆς ἀθρόας αὐτοῦ ὑγιείας. Οἱ δὲ οὐ παρεδέχοντο διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν Ἐκκλησίαν παράδοσιν, καὶ μάλιστά γε τοῦ Κυρίου πρὸς τὸν Νικόδημον εἰρηκότος Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, [β) οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τούτων τοίνυν καὶ ἑτέρων λαληθέντων, ἔδοξε τῷ ἁγίῳ Διονυσίῳ βαπτισθῆναι αὐτὸν, καὶ ἀποστείλας αὐτὸν εἰς τὸν Ἰορδάνην ποταμὸν ἐβάπτισεν· τὸν δὲ προβαπτίσαντα αὐτὸν διὰ τῆς ψάμμου, ἄξιον αὐτὸν ὑπάρχοντα, διάκονον ἐχειροτόνησεν. Εἰκότως οὖν καὶ ὁ μέγας Γρηγόριος ἀπαριθμήσας τὰ βαπτίσματα πάντα φησίν·

Chapter CLXXVIICaput CLXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐβάπτισε Μωϋσῆς (ἀλλ’) ἐν ὕδατι, καὶ πρὸ τούτου ἐν νεφέλῃ καὶ (ἐν) θαλάσσῃ. Ἐβάπτισε καὶ Ἰωάννης, οὐκέτι μὲν ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν. Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ’ ἐν Πνεύματι· τοῦτο ἡ τελειότης. Οἶδα δὲ καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος· οἶδα καὶ ε (ἔτι), τὸ διὰ δακρύων. Οὐκοῦν 357 δικαίως οὐ παρεδέξαντο καὶ λίαν ἁρμοδίως ἐκεῖνο τὸ βάπτισμα. (Ποῖον γὰρ ἐνταῦθα ἐβαπτίσατο, ἵνα ὡς βέβαιον καὶ θεῖον κυρωθῇ; Ποῦ νῦν εἰσιν οἱ κοσμικούς τινας καὶ γυναῖκας λέγοντες βαπτίσαι ποτὲ κατὰ περίστασιν, μὴ παρόντος ἱερέως, καὶ εἰς βάπτισμα θεῖον καὶ τέλειον αὐτοῖς φιλονεικοῦντες, μᾶλλον δὲ τερατολογοῦντες καὶ βλασφημοῦντες ἐκ πολλῆς ἀγνωσίας καὶ αὐθαδείας, μηδὲ τῆς ἱερᾶς τῶν ἀποστόλων διδασκαλίας καὶ παραγγελίας ἀκούοντες τῆς λεγούσης· Οὐκ ἐπιτρέπομεν λαϊκὸν ποιεῖν τι τῶν ἱερατικῶν, οἷον θυσίας, ἢ βάπτισμα, ἢ χειροθεσίαν, ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην· καί· Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ Θεοῦ· διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου δίδοται ἡ τοιαύτη ἀξία.
PG 110:549Ὁ δὲ μὴ ἐγχειρισθεὶς ταύτην, ἀλλ’ ἁρπάσας καὶ τυραννήσας αὐτὴν ἑαυτῷ, τὴν ἁμαρτίαν καὶ τὴν τιμωρίαν τοῦ Σαοὺλ καὶ Ὀζίου ὑποστήσεται. Οὐ μὴν δὲ, ἀλλ’ οὐδὲ τοῖς λοιποῖς κληρικοῖς ἐπιτρέπομεν βαπτίζειν, οἷον διακόνοις, ἢ ἀναγνώσταις, ἢ ψάλταις, ἢ ὑπηρέταις, ἀλλ’ ἢ μόνοις ἐπισκόποις καὶ πρεσβυτέροις, ἐξυπηρετουμένων αὐτοῖς τῶν διακόνων· οἱ δὲ τολμῶντες τοῦτο, τῶν Κορητῶν ὑποίσουσι τὴν δίκην· καὶ μέντοι οὐδὲ πρεσβυτέροις χειροτονεῖν διάκονον, ἢ διακόνισσαν, ἢ ἀναγνώστας, ἢ ὑπηρέτας, ἢ πυλωροὺς, ἀλλ’ ἢ μόνοις τοῖς ἐπισκόποις. Αὕτη γάρ ἐστιν ἡ τάξις ἡ ἔννομος ἐκκλησιαστικὴ καὶ θεάρεστος ἁρμονία καὶ κατάστασις. Μάτην οὖν ἐρεσχελοῦσιν ἢ, τόγε ἀληθέστερον εἰπεῖν, θεομαχοῦσιν οἱ τὰ τῆς ἱερωσύνης χαρίσματα καὶ ἐνεργήματα κοσμικοῖς ἀνδράσι καὶ γυναιξὶν ἀπονέμοντες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθόμενοι τῇ ματαιολογίᾳ καὶ φλυαρίᾳ τῶν μηδὲ ὅτι ποτέ ἐστιν ἱερωσύνη καὶ διαφορὰ κοσμικοῦ τε καὶ ἱερέως πάμπαν εἰδότες.) ΡΝΒ. Βασιλεία Ἰουστιλλιανοῦ. Μετὰ Ἰούνωρον ἐβασίλευσε Ἰουστιλλιανὸς ἔτη β, καὶ φλεβοτομηθεὶς ἐξεχύθη τὸ αἷμα αὐτοῦ ἐν τῷ καθεύδειν καὶ λειποθυμήσας ἀπέθανε. ΡΝΓ.
Βασιλεία Φιλίππου. 358 Μετὰ Ἰουστιλλιανὸν ἐβασίλευσε Φίλιππος (σὺν υἱῷ αὐτοῦ) ἔτη ε. Οὗτος γνησίως ἐπίστευσεν εἰς τὸν Χριστὸν, συνέσει καὶ ἐπιεικείᾳ κεκοσμημένος· ὡρμᾶτο δὲ ἀπὸ Βόστρων. [] Κτίσας δὲ πόλιν ἐν τῇ Εὐρώπῃ ἐκάλεσεν αὐτὴν ἐπὶ τῷ ἰδίῳ ὀνόματι Φιλιππούπολιν. [] Οὗτος σπονδὰς εἰρηνικὰς [α) ἐποίησε μετὰ Σαπώρου, τοῦ Περσῶν βασιλέως, [ὃς ἐθαυμάζετο ἐπὶ] μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου οὐκ ἦν ἄνθρωπος τοιοῦτος φ[ανερωθείς]. [] Ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ (ὁ Φίλιππος) ἀγωνιζόμενος ὑπὲρ Χριστιανῶν ὑπὸ Δε[κίου], (ὃς καὶ κατέσχε τὴν βασιλείαν ἔτη β. [] Ἐπὶ τούτου διωγμοῦ μεγάλου [γεγονότος], πολλοὶ ἐμαρτύρησαν. [] Τοῦτον διαδέχεται Γάλλος καὶ Βολοσιανὸς ἔτη β. ΡΝΔ. Βασιλεία Οὐαλεριανοῦ. Τούτους Οὐαλεριανὸς καὶ Γαλλιανὸς διαδέχονται ἔτη ιε. Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Οὐαλεριανὸς ἔτος α καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ. ΡΝΕ. Περὶ τῆς λοιμικῆς νόσου. Ἐφ’ οὗ ἐπὶ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ ὀργὴν μεγάλην ἐκπέμψαντος, λοιμώδης νόσος τὸ ἀνθρώπινον γένος διέφθειρεν (εἰς 359 ἐξάλειψιν)· ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνῄεσαν·
PG 110:551καὶ πρὸς τούτοις ἄνεμοι καὶ αὖραι τῶν ποταμῶν καὶ λιμνῶν ἀνιμήσεις ἀνέπνεον, ὡς νομίζειν νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. Συνεχῶς οὖν ἐκ τοῦ τοιούτου λοιμοῦ τὴν γῆν συνεῖχε βαρέα καὶ ἀνίατα νοσήματα, ὡς ἄπειρον καὶ ἀναρίθμητον γενέσθαι τῶν ἀνθρώπων τὸν ὄλεθρον· θρῆνοί τε καὶ οἰμωγαὶ διὰ τὸ πλῆθος τῶν ὀλλυμένων ἐγίνετο πανταχοῦ καὶ, οὐδὲν τῶν ἐπὶ θανάτου τῶν πρωτοτόκων Αἰγύπτου ἀπολειπόμενον· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν τεθνηκὼς ἀπόζων· καὶ οἱ μὲν τῶν ἐθνῶν ἀπηνεῖς ἄνθρωποι τὴν τοῦ νοσήματος ἐκτρεπόμενοι βλάβην καὶ τὴν τοῦ θανάτους μετάδοσιν, ἀτάφους καὶ ἡμιθανεῖς ἔῤῥιπτον τοὺς ἀνθρώπους, οὐ συγγενῶν, οὐ φίλων, οὐκ ἄλλων τινῶν ἐγγυτέρων φειδόμενοι, εἰ καὶ τὴν ὀργὴν καὶ τὸν ὄλεθρον οὐκ ἐξέφυγον. Οἱ δὲ πλεῖστοι τῶν φοβουμένων τὸν Κύριον, ἀπαραφυλάκτως τοὺς νοσοῦντας θεραπεύοντες (καὶ τοῦ πάθους μεταλαμβάνοντες. τοῦ βίου ἀπηλλάττοντο· ἄλλοι δὲ ἑτέρους νοσοκομίσαντες καὶ ἀνεθῆναι τῆς νόσου ποιήσαντες, ἀπεγένοντο) εἰς αὐτοὺς τὸν ἐκείνων θάνατον ἐπισπασάμενοι. ΡΝ. Βασιλεία Γάλλου. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος υἱὸς αὐτοῦ, μῆνα ἕνα·
[] καὶ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός. ΡΝΖ. Βασιλεία Δεκίου. Μετὰ δὲ Γάλλον ἐβασίλευσε Δέκιος ἔτη β, καὶ ἐσφάγη (ἐν τῷ πολέμῳ σὺν τοῖς αὐτοῦ παισὶν) ὑπὸ Σκυθῶν ὑποθήκαις 360 Γάλλου (καὶ Βολοσιανοῦ) ἐν τέλματι ἀποπνιγέντες, ἀξίαν τιμωρίαν τῆς ἑαυτῶν θηριωδίας εὑρόντες, ὡς μηδὲ μέρος τι τῶν σωμάτων αὐτῶν εὑρεθῆναι. [] Ἐπὶ τούτου ἦν Κλήμης ὁ Στρωματεὺς, Ἀφρικανὸς, καὶ Γρηγόριος ὁ Θαυματουργὸς καὶ Ναυάτος πρεσβύτερος, ὃς τοὺς ἐπιθύσαντας καὶ μετανοοῦντας οὐκ ἐδέχετο. [] Ἐπὶ Δεκίου ὁ ἅγιος Κυπριανὸς ἐμαρτύρησε, καὶ οἱ ζ παῖδες οἱ ἐν Ἐφέσῳ, καὶ (οἱ δ ἐν Κρήτῃ), Βαβύλας Ἀντιοχείας, καὶ Φλαυιανὸς Ῥώμης, καὶ Ἀλέξανδρος Ἱεροσολύμων, καὶ Διονύσιος Ἀλεξανδρείας, ἐμαρτύρησαν (καὶ ἄλλοι ἀναρίθμητοι)· καὶ Ἐλκεσαῖος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. [] Οὗτος (ὁ Δέκιος) ἐθέσπισεν ἐν Ῥώμῃ τὰς Χριστιανὰς γυναῖκας μὴ ἐξεῖναι κατακαλύπτεσθαι τὴν κεφαλὴν, οἰόμενος διὰ τῆς νομιζομένης αἰσχύνης ταύτης εἰς εἰδωλολατρείαν (αὐτὰς) ἑλκύσαι·
PG 110:553αἱ δὲ μᾶλλον (προθύμως) ἀκατακάλυπτοι προῄεσαν [β) ὅθεν ἄχρι τοῦ νῦν αἱ [μὲν ἀκριβεῖς Χριστιανῶν γυναῖκες ἀκατακάλυπτοι προέρχονται, αἱ δὲ] Ἰουδαῖαι καὶ ἄπιστοι κατακαλύπτονται. ΡΝΗ. Βασιλεία Αἰμιλιανοῦ. Μετὰ δὲ Δέκιον ἐβασίλευσεν [Αἰμιλιανὸς ἔτος α], καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. ΡΝΘ. Βασιλεία Γαλλιηνοῦ καὶ Οὐαλεριανοῦ. Μετὰ Αἰμιλιανὸν ἐβασίλευσε [Γαλλιηνὸς ἔτη ιε], καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. 361 [] Ἐφ’ οὗ Ἀρτέμων καὶ Συνέπων οἱ αἱρεσι[άρχαι ἐγνωρίζ]οντο, καὶ Γρηγόριος ὁ Θαυματουργὸς (καὶ μαθητὴς Ὠριγένους) διέπρεπεν. ΡΞ. Βασιλεία Κλαυδίου. [Μετὰ Οὐαλερια]νὸν ἐβασίλευσε Κλαύδιος ἔτη β. Οὗτος πάππος γέγονε Κωνσταντίου, [τοῦ] πατρὸς Κωνσταντίνου τοῦ Μεγάλου. [] Ἐπὶ αὐτοῦ οἱ Σκύθαι περάσαντες καὶ τὰς πόλεις πορθήσαντες, [ἀ]πελθόντες εἰς Ἀθήνας παρέλαβον αὐτὰς, καὶ συναγαγόντες πάντα τὰ βιβλία ἐβούλοντο καῦσαι· ὡς φρονῶν δέ τις ἐξ αὐτῶν ἐκώλυσεν αὐτοὺς, εἰπὼν, ὅτι περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες τῶν πολέμων ἀμελοῦσιν. [] Οὗτος Αὐρηλιανὸν εἰς τὴν βασιλείαν προαγαγὼν (νόσῳ) τελευτᾷ.
[] Ἐπὶ Κλαυδίου ἐμαρτύρησαν οἱ ἅγιοι Μάμας, Ἀειθαλεὺς, καὶ Ἰουλία, καὶ Φίλιππος. ΡΞΑ. Βασιλεία Κυντιλιανοῦ. Μετὰ Κλαύδιον ἐβασίλευσε Κυντιλιανὸς ἡμέρας ζ. ΡΞΒ. Βασιλεία Αὐρηλιανοῦ. (Μετὰ τοῦτον) ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη 2, ἀνῃρέθη δὲ ὑπὸ στρατιωτῶν μεταξὺ Ἡρακλείας καὶ Βυζαντίου ἐν τῷ καλουμένῳ Καινῷ Φρουρίῳ, καὶ ἐκεῖ ἐτάφη. Αὐρηλιανὸς 362 γὰρ ὠτακουστὴν ἔσχεν ἀναφέροντα αὐτῷ πάντα τὰ γενόμενα καὶ λεγόμενα, ὃς ἀπειληθείς ποτε παρ’ αὐτοῦ διά τινα αἰτίαν καὶ φοβηθεὶς, ἐμιμήσατο τὴν χεῖρα τοῦ βασιλέως καὶ ἐν γραφῇ ποιησάμενος ὀνομασίας δυναστῶν ὡς ἐπὶ θάνατον ἀχθησομένων, οἳ φοβηθέντες ἀνεῖλον αὐτόν. [] Ἐπὶ τούτου ὁ ἅγιος Χαρίτων ὡμολόγησε, καὶ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ Πνεῦμα ἅγιον (ὁ δαιμονιώδης) μορφαζόμενος, (διὸ καὶ μαθητὰς ιβ ὡς ὁ Χριστὸς ἐπαγόμενος), καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισάμενος, ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ Θεοῦ συγχώρησιν εἰσέφρησεν.
PG 110:555Οὗτος οὖν ὁ μεμηνὼς Μάνης, ὁ καὶ Σκυθιανὸς λεγόμενος, Βραχμάνης ὢν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βουδᾶν τὸν πρώην καλούμενον Τερέβινθον, ὃς (καὶ) παιδευθεὶς ὑπὸ Σκυθιανοῦ τὰ Ἑλλήνων δοξάζοντος, τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλοις. Εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι· καὶ συγγραψάμενος βιβλία δ, τὸ μὲν ἐπωνόμασε Μυστήριον, τὸ δὲ Εὐαγγέλιον, τὸ δὲ Θησαυρὸν, τὸ δὲ Κεφαλήν. Καὶ ὁ μὲν Βουδᾶν οὗτος ὁ καὶ Τερέβινθος ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο· γυνὴ δέ τις, παρ’ ᾗ (καὶ) κατέλυσε καὶ κατελύθη, τὰ χρήματα καὶ τὰς βεβήλους βίβλους (αὐτοῦ ἐξαγίστους) κληρονομήσασα, ὠνεῖται παιδάριον ἐτῶν ζ, τοὔνομα Κούρβικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον τῶν ἑαυτῆς πάντων καθίστησιν. Ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδᾶ καὶ τὰ χρήματα, διήρχετο τὴν Περσίδα Μάνην ἑαυτὸν ὀνομάζων (κατὰ τὴν τῶν Περσῶν γλῶσσαν, οἱονεί τινα διαλεκτικόν)· καὶ τῆς πλάνης τοῦ Βουδᾶ συνίστωρ γενόμενος, καὶ τὰ βίβλια πονήματα ἴδια ἔλεγεν εἶναι.
363 Ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα ὡς θανάτου γενόμενον αἴτιον τοῦ υἱοῦ αὐτοῦ. Τοῦ γὰρ βασιλικοῦ παιδὸς νοσοῦντος καὶ πολλῆς ἰατρικῆς ἐπιμελείας ἀπολαύοντος, ἐπηγγείλατο Μάνης χωρὶς ἰα [α) τρείας ἀναστῆσαι τοῦτον· καὶ οὕτω τοὺς ἰατροὺς ἀποστήσας ἐθανάτωσε τὸ παιδίον (τῇ) ἀμελείᾳ καὶ τερατολογίᾳ· ὑπὲρ δὲ τούτου μισθὸν ἐπάξιον εἰκότως κομίζεται τὴν ἐκδορὰν τοῦ παναθλίου αὐτοῦ σώματος. (Τούτου δὲ μαθηταὶ γεγόνασι τρεῖς· Θωμᾶς, καὶ Βουδδᾶς, καὶ Ἑρμᾶς, ἐξ ὧν οὗτος ὁ Θωμᾶς βίβλον ἐξέδωκε λεγομένην Εὐαγγέλιον κατὰ Θωμᾶν· μηδεὶς τοίνυν ἀναγινωσκέτω τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον. Οὐ γάρ ἐστιν ἑνὸς τῶν ιβ, ἀλλ’ ἑνὸς τῶν τριῶν κακῶν τοῦ Μάνη μαθητῶν). Ὁ τοίνυν ἐμβρόντητος οὗτος Μάνης ἀποβαλλόμενος τὴν Παλαιὰν Διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν, οὐκ ἀγαθοῦ τινος γεγονέ[ναι Θεοῦ] βλασφημῶν ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται Θεοῦ, καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι τερατεύεται·
PG 110:557καὶ πρὸς τούτοις καταδύσεις τινὰς ἐναγεῖς, καὶ νυκτερινὰς τελευτὰς, καὶ παρανόμους ἐπιτηδεύσας μίξεις, καὶ ἀῤῥητοποιίας, καὶ εἱμαρμένην, καὶ μετενσωματώσεις, καὶ ἄλλα πλεῖστα φλυαρήσας (καὶ δράσας,) καὶ διδάξας, τὰ τῶν Ἑλλήνων πονηρὰ καὶ ἄθεα δόγματα κρατύνειν ἐσπούδαζεν ὁ θεομισὴς καὶ θεήλατος. [] Περὶ οὗ φησι καὶ Θεόδωρος πρεσβύτερος ὁ τῆς Ῥαϊθοῦ· Μάνης ὁ τοῦ ἀντιθέτου σκότους ἐφευρέτης, μᾶλλον δὲ τῆς ἐξουσίας τοῦ σκότους ἀνάπλασμα, φαντασίᾳ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν Κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν· ὥστε, φησὶ, πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν ἅπερ ἔδρα καὶ πέπονθε καθ’ ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι 364 ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανετράφθαι νενόμισται. Διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται λέγειν περὶ τοῦ Κυρίου, ἀλλὰ μίαν τῆς θεότητος. [] Παῦλος δέ τις τῷ Μάνεντι τούτῳ σύγχρονος γεγονὼς, τὸ γένος μὲν Σαμοσατεὺς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψιλὸν εἶναι ἄνθρωπον τὸν Κύριον ἐδυσφήμησεν·

Book IV · Chapter CLXXVIIILiber Quartus · Caput CLXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ Θεοῦ Λόγου τὴν οἴκησιν· ἔνθεν καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παντάπασιν ἐν Χριστῷ, ὡς ἄλλου ὄντος αὐτοῦ τοῦ Χριστοῦ, καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντος Θεοῦ Λόγου. Αὗται μὲν οὖν αἱ πρῶται φωναὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστοῦ λέγεσθαι, τὸ μὲν ἐπ’ ἀναιρέσει τῆς θεότητος, τὸ δὲ ἀνθρωπότητος. ΡΞΓ. Περὶ Ἀπολλιναρίου. Ἐν δὲ τοῖς ἑξῆς χρόνοις Ἀπολλινάριός τις ἀνεφύη, πρόεδρος Λαοδικείας τῆς Συρίας, ματαιοφροσύνης ἑτέρας ἡγησάμενος· τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ Κυρίου σάρκα, αὐτὸς ἔφη, ὅτι σάρκα μὲν ἐμψυχωμένη ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ Κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο, μηδὲ γὰρ δεηθῆναί φησιν ἐκείνην ἀνθρωπείου νοὸς, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος Θεοῦ Λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτὴν ἄλλην νοερὰν δύναμιν παρὰ τὴν θείαν. Ταῦτα ὑποθέμενος διατείνεται μίαν φύσιν εἶναι τοῦ Λόγου [καὶ] τῆς σαρκὸς, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο μὴ ἀξίαν φύσιν ὀνομάζεσθαι. ΡΞΔ.
PG 110:559Περὶ Θεοδώρου Μοψουεστίας. 365 Μεθ’ ὃν ἀναφαίνεταί τις Θεόδωρος, τῆς Μομψουεστίας, πόλεως ἐν τῇ Κιλικίᾳ, τὴν ἡγεμονίαν λαχών· [β) καὶ ἐκ διαμέτρου τῷ Ἀπολλιναρίῳ φερόμενος ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέει τοῦ Δεσπότου Χριστοῦ, ἄνθρωπον ἕνα τῶν καθ’ ἡμᾶς καὶ κοινὸν ἀποκαλῶν, ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ Θεοῦ, Θεὸν ὀνομάζεσθαι, καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτίσματος ἀξιωθῆναι τῆς τοῦ ἁγίου Πνεύματος δωρεᾶς, ἐν πρώτοις εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτισθέντα, τὸν δὲ Θεὸν Λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτοῦ κατ’ εὐδοκίαν [ἑαυτοῦ κατοικήσαντα μεταδοῦναι τῆς θεϊκῆς ἀξίας] αὐτῷ καὶ προσκυνήσεως εἰς ὕστερον μετὰ τὴν τελείωσιν. Ταῦτα καὶ ἕτερα πολλὰ τοιαῦτα δυσφημήσας, δύο φύσεις ἰδιοπεριορίστως ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις οἰκειωμένας· δευτέρα καὶ αὕτη βλάστησις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι. [] Μετὰ δὲ τούτους γέγονέ τις Νεστόριος ὀνόματι, ἀπὸ Γερμαν[ικ]είας τῆς Συρίας, τοῦ θρόνου Κωνσταντινουπόλεως δραξάμενος·
ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀπεχρήσατο, Παύλῳ καὶ Θεοδώρῳ, τοῖς ἑαυτοῦ προγόνοις, ἑπόμενος· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως· καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν Παρθένον ἄσπονδον ἤρατο πόλεμον, ἐξαρνούμενος τὸν ἑαυτοῦ Κύριον καὶ ἀτιμάζων τὴν ἑαυτοῦ Δέσποιναν, ὁ δείλαιος δοῦλος καὶ ἀναίσχυντος. Οὗτος οὖν ὁ δεινὸς Νεστόριος (τρίτος) πρωτοστάτης γέγονε τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως, ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν Θεὸν Λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε. ΡΞΕ. Περὶ Εὐτυχοῦς. 366 Τῆς δὲ κατὰ Μάνην καὶ Ἀπολλινάριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐτυχὴς, ἡγούμενος μοναστηρίου Κωνσταντινουπόλεως, ἀνεδείχθη, ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ Κυρίου διομολογεῖν, ἀπηρνήσατο, σώζεσθαι λέγων ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεως καὶ συμφυιίας·
οὐ μὴν δὲ, ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατιέναι τὸ σῶμα τοῦ Κυρίου, καὶ, ὡς διὰ σωλῆνος τῆς Παρθένου, παραδραμεῖν τὸν Θεὸν Λόγον, οὐρανόθεν τοῦτο ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς, καίπερ μὴ γεγενημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευσεν. [] Εἶτα Σευῆρός τις λεγόμενος, ἁρπάσας τὸν θρόνον Ἀντιοχείας, τὴν κατὰ Μάνην αὖθις, Ἀπολλινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν, ὅση δύναμις αὐτῷ, τὴν τῆς Ἐκκλησίας εἰρήνην. Ἐξελαθεὶς δὲ τῆς Ἀντιοχέων ὡς στασιώδης καὶ ταραξίας, τὴν Ἀλεξανδρέων κουφοτάτην, λαίλαπος καὶ θυέλλης δίκην, ἐνέσκηψεν· ἔνθα καὶ ἑτέρας καταιγῖδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ, συνέχεε πάντας καὶ ἐθορύβησε. [] Διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασσοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος.

Chapter CLXXIXCaput CLXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:561Σευήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι τὸν Χριστὸν καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σευῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφορὰν, αἴτιοι πάσης ταραχῆς [α) καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, μὴ νοοῦντες, κατὰ τὸ δὴ λεγόμενον, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται, [οἵτινες πρὸς ἡμᾶς διαμάχονται] 367 λαμβάνοντας εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καί φασιν· Οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις; [] Ἀλλ’ ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅτι δύο φύσεις ἡμεῖς λέγομεν, οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε μὴν Θεοῦ καὶ ψυχῆς, ἀλλὰ Θεοῦ καὶ ἀνθρώπου· οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις ἡ τοῦ μέρους φύσις· μέρη μὲν γὰρ ἀνθρώπου, ψυχὴ καὶ σῶμα, μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτῶν διαιρέσεις τε καὶ ὑποδιαιρέσεις· καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα θεότης καὶ ἀνθρωπότης, ψυχὴ δὲ καὶ σῶμα (οὐ μέρη Χριστοῦ), ἀλλὰ μέρη τοῦ μέρους· μέρη μὲν τῶν μερῶν τοῦ ἀνθρώπου ἐπὶ μὲν ψυχῆς, οὐσία λογικὴ καὶ ποιότης ἀσώματος, ὧν τὸ μὲν ἡγεμονικὸν, τὸ δὲ θυμικὸν, τὸ δὲ ἐπιθυμητικόν·
(καὶ) τούτων τὸ μὲν ἐννοηματικὸν (καὶ) διανοητικὸν, μνημονευτικόν τε καὶ βουλευτικὸν, τὸ δὲ ὀρεκτικὸν καὶ ἑλκτικὸν, τὸ δὲ ἀμυντικόν· καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθω (δὲ) τὰ νῦν ζητεῖν πότερον ὡς μέρη ταῦτά εἰσιν ἐν τῇ ψυχῇ ἢ ὡς(εὶ) δυνάμεις· ἐπὶ δὲ τοῦ σώματος πάλιν διαιρέσεις γίνονται ἰσομοιρῆ, καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ ταῦτα εἰς ὀστέα καὶ σάρκα καὶ νεῦρα, καὶ ταῦτα εἰς δ στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. Πολλὰ δὲ [καὶ] ἕτερα φιλοσοφοῦσιν ἰατρῶν παῖδες περὶ δυνάμεων φυσικῶν, ὧν τὴν μὲν ἑλκτικὴν (τὴν δὲ καθεκτικὴν), τὴν δὲ ἀλλοιωτικὴν, τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσιν, πολλὰ δὲ περὶ αἰσθήσεως καὶ φαντασίας καὶ τοῦ συνέχοντος τὸ ζῶον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύματος ἑτέρου παρὰ τὸ λογικὸν, ὥς φασιν, ὑπάρχοντος. Ὥσπερ τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τὸ σάρκα εἰπεῖν ἢ σῶμα ἀνθρώπου· καὶ ἀπόχρη πάλιν διὰ τῆς λογικῆς ψυχῆς τὸ, εἰς ἃ διαιρεῖται μέρη, δηλῶσαι· (οὕτως ἀπόχρη ἄνθρωπον ἢ φύσιν ἀνθρώπου εἰρηκότα, πάντα δηλῶσαί) τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστηκε (καὶ) ἐν οἷς γνωρίζεται.
PG 110:563Οἱ δὲ οὐχ ἵνα τὸν ἄνθρωπον τέλειον ἀποφήνωσιν, ἀλλ’ ἵνα τὸν Κύριον συκοφαντήσωσι καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ 368 μὴ εἰληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον ἢ μὴ σῶον φυλάξαντα ὅπερ ἔσχε παρ’ ἡμῶν. Ταῦτα καὶ τὰ τοιαῦτα σοφιζόμενοι καὶ παρὰ τὸ παράδειγμα κακουργοῦντες, εἰς ἀφύκτους καὶ ἀδιεξοδεύτους καταπεπτώκασι λαβυρίνθους. Ἀμέλει γέ τοι καὶ Θεοδώρητος ἔφη περὶ τούτων καὶ τῶν τοιούτων ἀνοσίων οὕτως· Εἰσὶ μέντοι γέ τινες οἱ καὶ Χριστιανῶν μὲν προσηγορίαν ἔχοντες, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν· (α) οἱ μὲν γὰρ τὸ ἀγέννητον εἰς τρία τέμνουσι, καὶ τὸ μὲν καλοῦσιν ἀγαθὸν, τὸ δὲ κακὸν, τὸ δὲ δίκαιον· (β) οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι τῷ λόγῳ ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου· (γ) ἄλλοι μὲν τοῖς ἀσεβέσι τούτοις πολεμεῖν ἐπαγγέλλονται δόγμασιν, ἑτέραν [β) δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν· τὸν γὰρ τοῦ Θεοῦ Μονογενῆ, Λόγον ὁμολογοῦντες Υἱὸν, ὡς ποίημα τῇ κτίσει συναριθμοῦσι, καὶ (δ) τὸν Κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως, καὶ (ε) τὸ ἅγιον Πνεῦμα τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως.
Ἄλλοι δὲ ἄλλως τὴν θείαν ὁδὸν ἀπολέσαντες, πόῤῥω που τῆς ἀληθείας ἐγένοντο· [] καὶ οἱ μὲν τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν παντελῶς ἀπηρνήσαντο· (ζ) οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν Θεὸν Λόγον, σῶμα δὲ μόνον ἀνειληφέναι. (η) Οἱ δὲ ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ τὴν λογικήν τε καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχὴν, ἴσως τὴν οἰκείαν ἄνοιαν τούτου τεκμήριον ἔχοντες· ἡμετέραν δὲ ἀνθρώπου ψυχὴν οὐδεμίαν ἴσμεν ἑτέραν ἢ τὴν λογικὴν καὶ ἀθάνατον. (θ) Καὶ ἄλλοι δὲ πάλιν εἰς δύο τὸν ἕνα Χριστὸν διατέμνουσιν, ἕτερον εἶναι διατεινόμενοι τὸν ἐκ Παρθένου τεχθέντα τέλειον ἄνθρωπον, ἕτερον δὲ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· καὶ τὸν μὲν ὡς ἄνθρωπον, ἰδίᾳ τιθέντες καὶ ἀνὰ μέρος, τὸν δὲ ὡς Θεὸν φύσει τε καὶ ἀληθείᾳ Υἱὸν ὀνομάζουσιν. (ι) 369 Ἄλλοι δὲ παρατετράφθαι φασὶν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν. ΡΞ. Βασιλεία Τακίτου. Μετὰ Αὐρηλιανὸν ἐβασίλευσε Τάκιτος ἔτη β. Οὗτος Μαξιμῖνον συγγενῆ αὐτοῦ (ὄντα) ἐπέστησε τῇ Ἀσσυρίων·
PG 110:565[] ὃν διὰ τὰς ὑπ’ αὐτοῦ γενομένας ἀδικίας ἀνελόντες οἱ στρατιῶται, φοβηθέντες μὴ ἐκδικήσῃ αὐτὸν ὁ Τάκιτος, ἀπέκτειναν αὐτόν· καὶ γεγόνασι δύο βασιλεῖς, Πρόβος καὶ Φλωριανός. ΡΞΖ. Βασιλεία Φλωριανοῦ. Μετὰ Τάκιτον ἐβασίλευσαν Πρόβος καὶ Φλωριανὸς ἔτη β, μῆνας β. [] Οὗτος (οὖν) ὁ Πρόβος παράφρονα ἑαυτὸν ποιήσας ἀνεῖλε τὸν Φλωριανόν. ΡΞΗ Βασιλεία Πρόβου. Ἐπὶ αὐτοῦ βροχῆς γεγονυίας, σῖτος κατηνέχθη πολὺς, ὅν (καὶ) συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν· ὡσαύτως καὶ (ἐπὶ Αὐρηλιανοῦ, ὡς εἴρηται, ἄνωθεν) ψεκάδας ἀργυρᾶς κατενεχθῆναί φασι. [] Βικτωρῖνος δὲ φίλος τοῦ Πρόβου ᾔτησε φίλον αὐτοῦ γενέσθαι ἄρχοντα εἰς Βρεττανίαν· ὁ δὲ ἀπελθὼν ἀντῆρεν. 370 Ὀνειδιζόμενος οὖν ὁ Βικτωρῖνος ἀπεστάλη παῦσαι τὴν ἀνταρσίαν. Προσποιησάμενος οὖν (ὡς) ἀπὸ προσώπου φεύγειν τοῦ βασιλέως (ὁ Βικτωρῖνος), φίλος ὢν τοῦ ἀντάρτου, ἀπεδέχθη (ὑπ’ αὐτοῦ, ὃς) καὶ ἀνεῖλεν αὐτόν. Ὑποστρέψας δὲ, ὡς ἐξῄει τοῦ πλοίου, λύσας τὴν ζώνην ἔῤῥιψεν εἰς τὴν θάλασσαν, καὶ εἰσῆλθε λυσίζωνος πρὸς τὸν βασιλέα. Ὁ δὲ ὠργίσθη, νομίζων ὑφ’ ἑτέρου αὐτὸν τοῦτο πεπονθέναι.
Βικτωρῖνος δὲ ἔφη, ὑφ’ ἑαυτοῦ τοῦτο γενέσθαι, δεηθεὶς μηκέτι ἄρξαι πράγματος· ἀρχὴ γὰρ πᾶσα μετὰ κινδύνων καὶ κλιμακτήρων. Ὁ δὲ καὶ ἡσυχίαν αὐτῷ ἐχαρίσατο καὶ δωρεὰς πολλὰς παρέσχεν. [] Ἀπέκτεινε δὲ πάντας τοὺς ἀποκτείναντας Τάκιτον καὶ Αὐρηλιανὸν, ἐν τῇ Πειρίνθῳ ἐπὶ ἄριστον αὐτοὺς καλέσας. [] Ἀνῃρέθη δὲ καὶ αὐτὸς (ὑπὸ τῶν περὶ αὐτὸν, καὶ βασιλεύει Κάρος, Καρῖνος καὶ Νουμεριανός). ΡΞΘ. Βασιλεία Κάρου. Μετὰ δὲ τούτους ἐβασίλευσαν Κάρος, καὶ Καρῖνος, καὶ Νουμεριανὸς ἔτη β. [] Οὗτος ὁ Κάρος τὴν Περσίδος Κτησιφῶντα παρέλαβε, τούτων ἤδη τέταρτον ἁλωθέντων ὑπὸ Τραϊανοῦ (καὶ) ὑπὸ [Οὐήρου], Σευήρου καὶ Κάρου. [] Τελευτήσαντος δὲ Κάρου ὑπὸ λοιμικῆς καὶ Νουμεριανοῦ τυφλωθέντος, ἀνεῖλεν αὐτὸν Ἄπρος· καὶ ἐβασίλευσε Καρῖνος. 371 ΡΟ. Βασιλεία Κυρίνου. Ἐπὶ Καρίνου [α) ἐμαρτύρησαν Χρύσανθος καὶ Δαρεῖα, Θαλλέλαιος, Ἰουλιανὸς καὶ οἱ ἐν Ῥώμῃ ἅγιοι ἀνάργυροι. ΡΟΑ. Βασιλεία Νουμεριανοῦ. Μετὰ τοῦτον ἐβασίλευσε Νουμεριανὸς, ἀδελφὸς Καρίνου, ἔτος α, καὶ πολεμήσας Πέρσας καὶ ἡττηθεὶς, τοῦτον χειρωσάμενοι ἐξέδειραν ζῶντα. ΡΟΒ. Βασιλεία Διοκλητιανοῦ.
PG 110:567Μετὰ δὲ Νουμεριανὸν ἐβασίλευσεν (ὁ υἱὸς τοῦ Σατανᾶ) Διοκλητιανὸς ἔτη κ. [] (Μὴ) περιγενόμενος δὲ τῶν πραγμάτων προβάλλεται (βασιλέα) Μαξιμιανὸν Ἑρκούλιον, γαμβρὸν καὶ φίλον αὐτοῦ ὄντα. [] Ὑφ’ ὧν μέγας διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη (καὶ φρικωδέστατος)· προσέταξαν γὰρ κατὰ πόλιν καὶ χώραν τὰς μὲν ἐκκλησίας τῶν Χριστιανῶν καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν Γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς ἀναγκάζεσθαι θύειν τοῖς δαίμοσι. [] Τὸ τοιοῦτον συνιδόντες διάταγμα Διοκλητιανὸς μὲν ἀπὸ τῆς Ἰταλίας τὴν ἐπ’ Αἴγυπτον πορείαν ἐποιήσατο· ἐκάλει γὰρ αὐτὸν ἡ τότε συμβᾶσα ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον στάσις· Μαξιμιανὸν δὲ εἰς τὰ ἐπέκεινα τῶν Ἄλπεων ἔθνη ἐκπέμπει παύσοντα τοὺς ἐκεῖσε θορύβους. 372 [] Δεῖσθαι ἐπὶ μείζονος προνοίας τὰ πράγματα κρίνας, Καίσαρας ἀναδείκνυσι β, Μαξιμιανὸν τὸν ἐπίκλην Γαλέριον καὶ Κωνστάντιον, τὸν τοῦ Μεγάλου Κωνσταντίνου πατέρα, ὃς ἀπὸ τῆς Κλαυδίου θυγατρὸς ἐτύγχανεν.
[] Κατεγγυᾶται Κωνσταντίῳ μὲν Θεοδώραν τῆς τοῦ Ἑρκουλίου Μαξιμιανοῦ γαμετῆς θυγατέρα, Μαξιμιανῷ δὲ, τῷ καὶ Γαλερίῳ καλουμένῳ, Βαλερίαν τὴν αὐτοῦ θυγατέρα, ἀπωσαμένους τὰς προτέρας αὐτῶν γαμετάς. [] Καὶ ταῦτα διαθεὶς κατὰ Περσῶν μὲν ἐκπέμπει Μαξιμιανὸν τὸν Γαλέριον, αὐτὸς δὲ τὰς δυνάμεις αὐτοῦ ἀναλαβὼν πρὸς Αἴγυπτον παραγίνεται καὶ Ἀχιλλέα τροπωσάμενος τὸν ἀντάρτην καὶ τοὺς αὐτοῦ πάντας ἀπέκτεινε καὶ τὴν τυραννίδα διέλυσεν. [] Διὸ καὶ πολλοὶ τὸν τῆς ἀθλήσεως ἀνεδήσαντο στέφανον, ἐξ ὧν εἰσι Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας, Προκόπιος καὶ Γεώργιος οἱ ἀοίδιμοι μάρτυρες. [] Καὶ οἱ τρεῖς χίλιοι ἐν Νικομηδείᾳ, Σαβιανὸς καὶ Ἀλέξανδρος, Διονύσιος καὶ Ἀρτέμιος, Ἀθηνόδωρος, Διόδωρος, Ῥωδιανὸς, Ἀκυλῖνος, Φεβρωνία, Ὀνήσιμος, Ἀθηνόγνωτος, Μαρῖνος ὁ γέρων, Φώτιος, Ἀνίκητος, Διομήδης, Φιλονίδης, Κλήμης καὶ Ἀγαθάγγελος, Μηνᾶς, Καλλίστρατος, Γρηγόριος Ἀρμενίας, Ῥιψιμία, Γαιάνης ὑπὸ τοῦ βασιλέως Τιριδάτου τοῦ Ἀρμηνίας.
PG 110:569[] Καὶ γυνή τις γένει, καὶ πλούτῳ, καὶ κάλλει σώματος, σὺν δυσὶ θυγατράσι παρθένοις μετὰ πολλὰς καταφυγὰς κατασχεθεῖσαι, φόβῳ τοῦ μὴ διαφθαρῆναι τὴν παρθενίαν αὐτῶν, εἰς ῥεῖθρον 373 τοῦ ποταμοῦ ἑαυτὰς ἔῤῥιψαν, περὶ ὧν ζητητέον εἰ ἀριθμοῦνται εἰς μάρτυρας. ΡΟΙ. Περὶ τῆς σώφρονος γυναικός. Καὶ ἑτέρα δὲ πάλιν ἱερά τις γυνὴ καὶ θαυμασία τὸν βίον ἀεὶ παρθένος καὶ ὡραία πάνυ, κατασχεθεῖσα, καὶ πολλαῖς μηχαναῖς θῦσαι τῶν τυράννων ἀναγκαζόντων, μὴ ἡττηθεῖσα, προσέταξαν δοθῆναι στρατιώτῃ πρὸς αἰσχρὰν μῖξιν, καὶ μηδ’ οὕτως πειθομένην ὑποβαλέσθαι κεφαλικῇ τιμωρίᾳ, (ἢ) καὶ περιστατηθεῖσα λίαν, ἐδεῖτο τοῦ (ἁγίου) Ἀνθίμου Νικομηδείας μήπω τελειωθέντος διὰ μαρτυρίου, συμβουλεῦσαι αὐτῇ τί ἂν αἱρήσοιτο. Ὁ δὲ χρηστὸς ὄντως ἀνὴρ καὶ οἰκονόμος πιστὸς ἐν κρίσει τὰ λόγια Κυρίου ταμιευόμενός φησι· Καλὸν μὲν, ὦ τέκνον, καὶ θεοπρεπὲς τὸ κατόρθωμα τῆς ἁγνείας, μείζων δὲ ἡ τῆς [β) πίστεως ἐντολὴ, κρηπὶς ὑπάρχουσα τῶν καλῶν τῆς εὐσεβείας. Μὴ οὖν προ [β) κρίνῃς τῶν κρειττόνων τὰ δεύτερα·
ὥσπερ γὰρ ἐν περιστάσει τινὰ γενόμενον αἱρετώτερόν ἐστιν ὑπὲρ τοῦ σώματος διαρπαγῆναι τὸ ἱμάτιον, οὕτως ἐστὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἄσπιλον τηρήσαντα τὴν ψυχὴν, προδοῦναι τὴν σάρκα τοῖς παντοίως ἐνυβρίσαι ἐθέλουσιν ἢ ἀπολέσαι τῆς ψυχῆς τὴν εὐγένειαν. Ἡ δὲ τοῦτο ἀκούσασα ἀπῄει ταλαντευομένη τὸν νοῦν, ὡς δύο καλῶν ἀντιποιουμένη· ἀλλ’ ἡ θεία χάρις (ἡ ἐν τοῖς ἀμηχάνοις πρόφασιν ἐπικουρίας παρέχουσα ἐφεῦρεν αὐτῇ σωτηρίαν· καὶ πῶς, ἄκουε διὰ ποίας ἐπινοίας σοφώτατον ἄσυλον) τὴν σωφροσύνην ἐφύλαξε. Ὡς γὰρ ὑφ’ ἑνὸς οἴκου συνεκλείσθη, κατασοφίζεται τὸν στρατιώτην λέγουσα· Μηδὲν ἄτοπον εἰς ἐμὲ πράξῃς, ἄνθρωπε, καὶ παρέξω σοι μισθὸν (τῆς εὐεργεσίας ταύτης) ἐπάξιον· δώσω γάρ σοι φάρμακον, οὖσα φαρμακὶς, ἀθανασίας 374 πρόξενον, ὅπερ ὅλον τὸ σῶμα χριόμενος ἐν τοῖς πολεμίοις ὑπάρξεις ἄτρωτος. Εἰ δὲ θέλεις ἄρτι πεῖραν λαβεῖν, ἐπίτρεψόν με τοῦτο κατασκευάσαι. Τοῦ δὲ μετὰ πολλῆς χαρᾶς ἐπιτρέψαντος, λαβοῦσα ἡ γυνὴ κηρὸν καὶ ἐλαίῳ συμμίξασα καὶ ἐπὶ πολὺ ταῖς χερσὶ διαμαλάξασα καὶ τὸν ἑαυτῆς αὐχένα περιχρίσασα·
Πάταξον, ὡς δύνῃ (καὶ ὄψει τὴν δύναμιν τῆς ἀλοιφῆς, φησὶ τῷ στρατιώτῃ, καὶ ὅτι οὔτε πλήξεις οὔτε θανατώσεις με. Ὁ δὲ εἰς ὕψος ἐπάρας τὸ ξίφος καὶ κατ’ αὐτῆς ἐπενεγκὼν ἀπέτεμεν εὐθέως τὴν τιμίαν αὐτῆς κεφαλήν· καὶ οὕτω νικήσασα τῶν δυσμενῶν τὴν κακουργίαν διπλοῦν τὸν στέφανον τοῦ (τε) μαρτυρίου καὶ τῆς ἁγνείας ἀνεδήσατο. ΡΟΔ. Περὶ ἑτέρας παρθένου. Ὡσαύτως δὲ καὶ ἄλλη τις εὐπρεπεστάτη κόρη παρθενίαν ἀσκοῦσα, διεβλήθη ὡς βλασφημοῦσα τοὺς βασιλεῖς καὶ τὰ εἴδωλα, ἣν (καὶ) συλλαβόμενοι καὶ (πολλὰ) μαστιγώσαντες, μὴ ὑπακούσασαν τῇ τούτων δυσσεβείᾳ, παρέδωκαν εἰς πορνεῖον, ἐντειλάμενοι τῷ ταύτην νέμοντι (δέξασθαι αὐτὴν καὶ) κομίζειν ὑπὲρ αὐτῆς καθ’ ἡμέραν νομίσματα γ. Ὁ δὲ (ὡς μέλλων εἰσπράττεσθαι τὸ χρυσίον) ἔκδοτον αὐτὴν ἔστησε τοῖς βουλομένοις· (ὅπερ γνόντες οἱ γυναικομανεῖς παρήδρευον τῷ ἐργαστηρίῳ τῆς ἀνομίας) πρὸς αὐτὴν εἰσπηδῶντες (καὶ τὸ ἀργύριον ἀποδιδόντες)· οὓς παρακαλοῦσα ἔλεγεν· Ἕλκος ἔχω (δυσῶδες) εἰς τὸν κεκρυμμένον τόπον καὶ δέδοικα μὴ καὶ ὑμᾶς τῆς νόσου μεταδώσω·
PG 110:571ἀλλὰ ἀναμείνατε ὀλίγας ἡμέρας ἕως ὑγιάνω καὶ ἐξουσίαν μου ἔχετε πάντοτε. Οὕτως οὖν τούτους ἀποβουκολήσασα, δεήσει τὸν Θεὸν ἱκέτευεν (ἀπαλλαγῆναι τοῦ τοιούτου μύσους καὶ) ἄσπιλον τὴν παρθενίαν αὐτῆς φυλάξαι. Καὶ 375 δὴ ὑπακούσας ὁ Θεὸς τῆς δεήσεως αὐτῆς, ἔρχεται νεανίσκος τις περιφανὴς καὶ λίαν εὐσεβὴς πρὸς τὸν πορνοβοσκὸν ἑσπέρας βαθείας καὶ δίδωσιν αὐτῷ νομίσματα ε λέγων· Ἔασόν μοι ταύτην τὴν κόρην (ἕως πρωί̈. Καὶ εἰςελθὼν εἰς τὸν ἀπόκρυφον τόπον λέγει πρὸς αὐτήν· Ἀνάστα καὶ πορεύου εἰς εἰρήνην. Καὶ ἐνδύσας αὐτὴν) τὰ ἱμάτια αὐτοῦ καὶ περικαλύψας τὴν κεφαλὴν αὐτῆς, ἐξῆλθεν ἄφθορος καὶ ἀνέπαφος ἡ γυνὴ καὶ διεσώθη ἐκ τοῦ αἰσχροῦ μύσους. Ἡμέρας δὲ γενομένης [α) καὶ τοῦ δράματος γνωσθέντος, ἐκρίθη ὁ νεανίας ἀναιρεθῆναι· καὶ τούτου γενομένου ἐπλήρωσε τὸ Κυριακὸν λόγιον τὸ φάσκον· Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ΡΟΕ. Περὶ τοῦ μονάζοντος.
Ὁμοίως καὶ ἄλλος τις μονάζων κατασχεθεὶς ὑπὸ τῶν (ἀνοσίων ἐκείνων καὶ) ἀσεβῶν, μετὰ πολλῶν ποινῶν καὶ μαστίγων, τελευταῖον ἐπενόησαν πονηρὰν ἐπίνοιαν εἰς φθορὰν τῆς σωφροσύνης τοῦ δικαίου (τοιάνδε)· Κλίνην γὰρ ἔν τινι κήπῳ στρώσαντες καὶ τὸν ἅγιον ἐν αὐτῇ δεσμήσαντες ἐπαφῆκαν αὐτῷ γύναιον ἄσεμνον, ὡς ἂν (ἐκ τῆς τοῦ τόπου ἡδύτητος καὶ μονότητος) ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπιχείρησιν (τοῦ ἀκολάστου γυναίου) διαφυγεῖν (πανταχόθεν) καὶ ἄκων πρὸς τὴν παράνομον καθελκυσθείη πρᾶξιν. (Ἀλλ’ ὅγε θεῖος ἀνὴρ) τοῦ γυναίου διὰ φιλημάτων (ἤδη καὶ ῥημάτων αἰσχρῶν καὶ ἐπιτηδευμάτων) περιπλεκομένου (καὶ τὴν αἰδὼ τοῦ ἁγίου μιαραῖς χερσὶν ἁπτομένου καὶ τὰς ἡδονὰς ἀναφλέγον, μὴ ἔχων ὁ ἅγιος πῶς ἀμύνηται τὸ κατάρατον καὶ ἀναιδὲς ἐκεῖνο γύναιον), τὴν ἑαυτοῦ γλῶσσαν τοῖς ὀδοῦσιν ἀποτεμὼν, προσέπτυσεν εἰς τὸ πρόσωπον 376 αὐτῆς, καὶ ἑαυτῷ μὲν πόνους καὶ ἀλγηδόνας ἀντὶ ἡδονῶν ἐπεισήγαγεν, ἐκείνην δὲ σφόδρα κατέπληξεν καὶ ἀηδίας ἐνέπλησε τῷ ῥεύματι τοῦ αἵματος. Οἱ δὲ Ἕλληνες ταῦτα μεμαθηκότες ἐθαύμασαν τῶν μοναζόντων τὴν σωφροσύνην. ΡΟ#4. Βασιλεία Κωνσταντίου.
PG 110:573Ἡττηθέντες οὖν οἱ δυσσεβεῖς τύραννοι Διοκλητιανὸς καὶ Μαξιμιανὸς τῷ πλήθει τῶν ἀναιρουμένων (Χριστιανῶν), ἐξέθεντο δόγμα, ὥστε τοὺς εὑρισκομένους Χριστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν ὀφθαλμὸν, οὐ μόνον διὰ τὸ ὀδυνηρὸν, ἀλλὰ καὶ διὰ τὸ ἄτιμόν (τε) καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον. [] Οὓς ἡ θεία δίκη ἐνδίκως μετελθοῦσα δικαίως ἐξέκοψε. Καὶ ὁ μὲν ὑπὸ νόσῳ δεινῇ περιπεσὼν καὶ ὀγκωθεὶς ἀπέθανεν· ὁ δὲ ἀπήγξατο. Τὸν γὰρ Διοκλητιανὸν, φασὶν, ἐν Δαλματίᾳ διάγοντα κατέλαβε θεήλατος ὀργὴ, καὶ ὀγκωθεὶς τὸ σῶμα εἰς πολλὰ διαῤῥήγνυτο· τῆς δὲ βλασφήμου αὐτοῦ γλώσσης σαπείσης ἐν τῷ λάρυγγι αὐτοῦ καὶ πλῆθος σκωλήκων ἀναβρασάσης, (οὕτως) ἀπέῤῥηξε τὸ πνεῦμα. Ὁ δὲ Ἑρκούλιος Μαξιμιανὸς ἐν Ταρσῷ τῆς Κιλικίας κατέστρεψε τὸν βίον. [] Ὁ δὲ Κωνσταντῖνος, ὁ υἱὸς Κωνσταντίου, ἔτι παῖς ὑπάρχων παρὰ τῷ τῆς Ἑῴας τυράννῳ ἐτρέφετο τῷ Διοκλητιανῷ (ἀποστείλαντι παρὰ τοῦ πατρὸς αὐτοῦ διάγειν αὐτόθι, διὰ τὸ μὴ δολοφονηθῆναι παρὰ τῆς μητρυϊᾶς, παιδευομένῳ τὴν Ἑλληνικὴν σοφίαν· ὅθεν αὐτῷ ἐν Παλαιστίνῃ ὄντι καὶ ὁρῶντι ὅσα πάσχουσιν οἱ τοῦ Χριστοῦ δοῦλοι, ἐδάκνετο τὴν ψυχήν·

Chapter CLXXXCaput CLXXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἦν γὰρ μισοπόνηρος ἐκ παιδόθεν). 377 Βλέπων δὲ τὸν παῖδα Κωνσταντῖνον ὁ Διοκλητιανὸς εἰς μέγεθος ἡλικίας καὶ συνέσει κεκοσμημένον καὶ ὑποπτεύσας, μᾶλλον δὲ μαντευσάμενος καταλύτην (μέλλειν) ἔσεσθαι τῆς τυραννίδος αὐτοῦ, δόλῳ αὐτὸν θανατῶσαι διενοεῖτο· ἀλλὰ θείᾳ προμηθείᾳ (μαθὼν ὁ νέος τὸν δόλον, ὡς ὁ Δαυὶ̈δ) φυγῇ τὴν σωτηρίαν ἐπορίσατο, διασωθεὶς πρὸς τὸν ἑαυτοῦ πατέρα. [] Ὁ γὰρ πατὴρ αὐτοῦ ἐστάλη πρὸς Πέρσας πολεμήσων αὐτοὺς, οὓς καὶ νικήσας πρὸς Διοκλητιανὸν εἰσῆλθε, βαλάντια [β) πεπληρωμένα φέρων λίθων τιμίων καὶ μαργαριτῶν, ἀφ’ ὧν πρῶτος Διοκλητιανὸς ἐσθῆτι καὶ ὑποδήμασι λίθοις τιμίοις καὶ χρυσῷ κεκοσμημένοις ἐχρήσατο, προσκυνεῖσθαί τε αὐτὸν παρὰ τὸ ἔθος ἐκέλευσε καὶ θρίαμβον ἀπετέλεσεν· ὠνομάσθη δὲ θρίαμβος διὰ τὴν (παρὰ) τῶν ποιητῶν λεγομένην θρίασιν, ἤγουν μανίαν, ἢ ἀπὸ τοῦ θρία τὰ φύλλα τῆς συκῆς ὀνομάζεσθαι. [] Τῷ δὲ κ ἔτει τῆς αὐτοῦ βασιλείας Διοκλητιανὸς καὶ Μαξιμιανὸς ἐν μιᾷ ἡμέρᾳ τὴν βασιλείαν ἀπέθεντο, προφάσει θεοποιίας·
PG 110:575ὡς δὲ ἱστορεῖ ὁ Εὐσέβιος, Διοκλητιανὸς παράφρων γενόμενος καὶ σὺν αὐτῷ Ἑρκούλιος τὴν βασιλείαν ἀποθέμενοι, ἰδιωτικὸν ἀνέλαβον βίον· καὶ ὁ μὲν ἀγχόνῃ τὸν βίον κατέστρεψε, Διοκλητιανὸς δὲ θεηλάτου ὀργῆς πειραθεὶς καὶ αὐτὸς τὸν βίον κατέλυσε. 378 [] Γελάσιος δὲ ὁ Καισαρείας φησὶ, ὅτι μεταμεληθέντες καὶ πάλιν λαβεῖν τὴν βασιλείαν βουληθέντες ψήφῳ τῆς συγκλήτου ἀναιροῦνται. [] Θεότεκνος δέ τις ὑποθήκῃ Μαξιμιανοῦ τὰ ἐπὶ Χριστοῦ δῆθεν παρὰ Πιλάτου πραχθέντα πλασάμενος ὑπομνήματα πάσης βλασφημίας ἀνάπλεα, κατὰ πόλιν καὶ κώμην ἔσταλκεν, Μαξιμιανοῦ προςτάξαντος τοῖς γραμματοδιδασκάλοις ταῦτα τοὺς παῖδας ἐκδιδάσκειν, ὡς ἂν διαγελῶσι τὸ καθ’ ἡμᾶς μυστήριον. [] Μετὰ δὲ Διοκλητιανὸν καὶ Μαξιμιανὸν τὸν Ἑρκούλιον ἐβασίλευσε κατὰ τοὺς αὐτοὺς χρόνους Ῥωμαίων καὶ Ἑλλήνων Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ Μεγάλου Κωνσταντίνου πατὴρ, ὃς ἐξ Ἑλένης αὐτῷ ἐγεννήθη περὶ τὴν τῆς Δακίας πόλιν.
[] Συνεβασίλευον δὲ αὐτῷ Σευῆρος καὶ Μαξιμιανὸς ὁ λεγόμενος Γαλέριος σὺν τῷ υἱῷ Μαξιμίνῳ καὶ Μαξέντιος, ὁ υἱὸς Ἑρκουλίου, ἀδελφὸς δὲ Θεοδώρας γαμετῆς Κωνσταντίου τοῦ πατρὸς Κωνσταντίνου τοῦ Μεγάλου, τούτου δὲ θεῖος. [] Καὶ ὁ μὲν Κωνσταντῖνος καὶ Σευῆρος τὴν Γαλλίαν καὶ Βρεττανίαν ἐκράτησαν, ὁ δὲ Μαξέντιος καὶ Μαξιμῖνος τὴν Ῥώμην, ὁ δὲ Μαξιμιανὸς ὁ Γαλέριος τὴν Ἑῴαν, ὃς πολλὰ μιαρά τε καὶ ἄτοπα καθ’ ὑπερβολὴν διαπραξάμενος, γυναικομανοῦς γενομένου αὐτοῦ, ἀγῶνα ἔσχον οἱ ὑπ’ αὐτὸν τελοῦντες ποῦ κρύψωσι τὰς ἰδίας γαμετὰς καὶ τὰς θυγατέρας αὐτῶν ἀπὸ προσώπου τοῦ τυράννου, οὐ μόνον διὰ τὴν ἀσέβειαν αὐτοῦ, ἀλλὰ καὶ διὰ τὸ ἁρπάζειν τὰ ὑπάρχοντα αὐτῶν· καὶ πρὸς τούτοις διωγμὸν ἀπηνῆ καὶ ἀπάνθρωπον 379 κατὰ πᾶσαν τὴν ἀνατολὴν εἰς τοὺς Χριστιανοὺς ἐνδειξάμενος, καθ’ ὃν καὶ πλεῖστοι τῶν εὐδοκίμων ἐμαρτύρησαν. [] Ἄξια δὲ τῆς δυσσεβείας αὐτοῦ καὶ προοίμια τῆς μελλούσης αὐτὸν διαδέχεσθαι κολάσεως εἰκότως πέπονθε· νόσῳ γὰρ δεινοτάτῃ περιπεσὼν, (καὶ ἕλκος αὐτῷ χαλεπὸν κατὰ τῶν τῆς ἀκολασίας αὐτοῦ κρυπτῶν μορίων ἀναφυὲν, κρείττονα πάσης τέχνης σῆψιν ἐπήγαγε·
PG 110:577σκωλήκων γὰρ πλῆθος ἀναδιδόμενονἦν γὰρ καὶ πολύσαρκος ὁ δείλαιος)ἀλγηδόνας ἰσχυρὰς τὴν σάρκα πᾶσαν ἐλυμαίνοντο. Καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς (ἐνδομυχούσης) σφοδροτάτης φλογός· ἡ δὲ σὰρξ πᾶσα κηροῦ δίκην ἐξετήκετο· λαβροτέρως δὲ φλογιζόμενος καὶ τηγανιζόμενος, καὶ αὐτὰ συνεφρύγη τὰ ὀστᾶ, ὥστε ἐξαλειφῆναι τὸν χαρακτῆρα τῆς ἀνθρωπίνης μορφῆς· κἀντεῦθεν ἐλεεινῶς διαφθειρόμενος καὶ δεινῶς κατασηπόμενος τοσαύτην δυσωδίαν ἐξέπεμπεν ὡς οὐδὲν τῶν ἐν (τοῖς) τάφοις διαλυθέντων νεκρῶν διαφέρειν. [α) Ὁ δὲ ἐν τούτοις ἐμπνέων, βαθὺ στενάξας θάνατον ἐπεκαλεῖτο· καὶ πρὸς τῷ τέλει ἐγγίζοντα αὐτὸν ὁ ἀλιτήριος γνοὺς τοιάδε φησί· Οἴμοι τῷ ἐλεεινῷ καὶ θρήνων ἀξίῳ, ὁποίαν εἰς τοὺς Χριστιανούς μοι τετολμημένων ἀσεβειῶν ἀξίαν ὑπέχω τὴν τιμωρίαν 6 [] Καὶ ταῦτα μετὰ πολλῆς ὀδύνης εἰπὼν, εὐθέως κατέπεμψε προστάγματα κατὰ πᾶσαν πόλιν ἀπολύεσθαι τοὺς Χριστιανοὺς, παρακαλεῖν τε αὐτοὺς εὔχεσθαι ὑπὲρ τοῦ αὐτοκράτορος.
Καὶ εὐθέως ἡ θεία φιλανθρωπία ἐδείκνυτο, καὶ ὁ ἐν ἐσχάταις ἀναπνοαῖς γεγονὼς αὖθις ὑγιὴς καὶ ῥωμαλέος ὑπῆρχε, τοῦ χαλεπωτάτου ἐκείνου ἕλκους τῇ εὐχῇ τῶν Χριστιανῶν παραδόξως ὑγιασθέντος. Ἀλλὰ μήπω τοῦ τραύματος καλῶς συνουλώσαντος, εἰς μειζοτέραν μανίαν 380 κινηθεὶς, προστάγματα ἔγραψεν ἀπάνθρωπα, ἐν οἷς ἐκέλευσε μὴ ζῇν Χριστιανοὺς μήτε οἰκεῖν ἐν πάσῃ τῇ οἰκουμένῃ. Ἀλλ’ ὁ ἀγαθὸς Θεὸς οὐδέπω ἐπελάθετο τῶν δούλων αὐτοῦ· ἦν γὰρ ἰδεῖν ἀγεληδὸν συρομένους Χριστιανοὺς πάντας πανδημεῖ σὺν γυναιξὶ καὶ τέκνοις ἐπὶ τὸν θάνατον· ἀλλ’ ἡ θεία δίκη ἐπελθοῦσα τὰς βουλὰς τῶν ἀνόμων διεσκέδασεν. [] Διὰ γὰρ τὴν ἄπειρον κακουργίαν αὐτοῦ, λιμὸς αὐτοῦ τῇ χώρᾳ δεινὸς ἐνέσκηπτε καὶ λοιμὸς, καί τινος ἑτέρου [νο]σήματος μοῖρα· ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἄνθρακος λεγόμενον, καθ’ ὅλον μὲν ἕρπον τὸ σῶμα, σφαλεροὺς δὲ τοῖς πεπονθόσι ἐπόνει κινδύνους· οὐ μὴν δὲ, ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν ἐξαιρέτως ἐπὶ πλεῖστον γενόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς ἀπειργάσατο· καὶ σὺν τούτοις ἐπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος·
PG 110:579ἀθρόως ὑφ’ ἕνα καὶ τὸν αὐτὸν συῤῥεύσαντα καιρὸν, τῆς τοῦ δυσσεβοῦς θρασύτητος τὴν κατὰ τοῦ Θεοῦ μεγαλαυχίαν (διήλεγξεν), ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα σπουδῆς αὐτοῦ καὶ τῆς καθ’ ἡμῶν ἕνεκα πολιορκίας, μὴ λιμὸν μηδὲ λοιμὸν, μήτε μὴν πόλεμον ἐπὶ τῶν αὐτοῦ συμβῆναι καιρῶν ἐναμβρύνετο. Ταῦτα δ’ οὖν ἅμα κατ’ αὐτὸν ἐπῆλθε καὶ τῆς κατ’ αὐτὸν καταστροφῆς περιειλήφει τὰ προοίμια· τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ’ αὐτὸν πόλεις καὶ χώρας οἰκούντων δεινῶς ὁ λιμός (τε) ἅμα καὶ ὁ λοιμὸς κατέτρυχε· καὶ μυρίοι μὲν ὑπῆρχον οἱ κατὰ πόλεις θνήσκοντες, πλεῖστοι δὲ οἱ κατὰ ἀγροὺς καὶ κώμας, ἁπάντων σχεδὸν τροφῆς ἐνδείᾳ καὶ λοιμώδει νόσῳ διεφθαρμένων. Καὶ γὰρ οἱ μὲν χόρτον διαμασσώμενοι καὶ τὴν ἕξιν λυμαινόμενοι διώλλυντο οἱ δὲ ἀπεσκληκότες ὥσπερ εἴδωλα νεκρὰ, ὧδε κἀκεῖσε ψυχοῤῥαγοῦντες, ἐνσειόμενοί τε καὶ περιολισθαίνοντες κατέπιπτον ἐν ταῖς πλατείαις, ὅθεν νεκρὰ καὶ γυμνὰ σώματα ἐφ’ ἡμέρας πλείονας ἄταφα διεῤῥιμμένα, 381 θέαν οἰκτράν (τε) καὶ ἐλεεινὴν τοῖς ὁρῶσι παρεῖχεν· ἤδη δέ τοι καὶ κυνῶν τινες ἐγένοντο βρῶμα. Οὐχ ἥκιστα δὲ ὁ λοιμὸς πάντας οἴκους ἐπενέμετο.

Chapter CLXXXICaput CLXXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Τοιαῦτα τοίνυν τῆς Μαξιμιανοῦ μεγαλαυχίας τὰ ἐπίχειρα, καὶ τοιοῦτον αὐτοῦ τὸ δύσμορον τέλος· ἐν στήλῃ γὰρ καθ’ ἡμῶν ἀνέγραψεν, ὡς Χριστιανῶν πάντων ἀναιρεθέντων (ὡς ᾤετο), πάσης εὐθηνίας (τε) καὶ εὐκρασίας ἡ Ῥωμαίων πολιτεία πλησθήσεται. [] Διὸ καὶ (ταῦτα συνέβη, ὅ τε) λιμὸς καὶ λοιμὸς καὶ αὐχμοί· καὶ τὰ λοιπὰ κακὰ κατείληφε τοὺς ἀνθρώπους, (κεραυνοί τε καὶ φόβητρα ἐπέμποντο, ὥστε ἕκαστον τὰ ἑαυτοῦ μόνον μεριμνᾷν· [β) καὶ οὕτως ἄπρακτα ἔμειναν τὰ προςτάγματα τοῦ τυράννου). [] Κωνστάντιος δὲ ὁ ἐπικληθεὶς Χλωρὸς διὰ τὴν ὠχρότητα τοῦ προσώπουἦν γὰρ εὐσεβὴς καὶ τὸν υἱὸν Κωνσταντῖνον ὁμοίως ἐπαίδευσε καὶ τῷ καθ’ ἡμῶν διωγμῷ οὐδαμῶς ἐκοινώνει, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτὸν χριστιανίζειν (βουλομένους) ἀδεῶς καὶ ἀκωλύτως ἐπέτρεπεν, (Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ Σεβαστὸν καὶ βασιλέα ζῶν ἀνέδειξεν, ὃν ἐκ πορνείας γεγενῆσθαί τινες τοῦτον εἶπον, οἱ καὶ ἐλέγχονται σαφῶς ὑπὸ διαφόρων ἐξηγητῶν ὡς ψευδολόγοι καὶ ματαιόφρονες).
PG 110:581[] Ὡσαύτως οὖν καὶ Σευήρου τεθνηκότος Λικίννιος ὁ γαμβρὸς Κωνσταντίνου ἀντεισάγεται, μήπω λαβὼν αὐτὴν, καὶ στέφεται Καῖσαρ ὑπὸ τῆς συγκλήτου, οἷα δὴ μέλλοντος γενέσθαι γαμβροῦ, τῷ μεγάλῳ Κωνσταντίνῳ, ὑποκρινόμενος δόλῳ τὴν καθ’ ἡμᾶς εὐσέβειαν. 382 ΡΟΖ. Περὶ τοῦ ἁγίου Κωνσταντίνου. Τὸν δὲ Κωνσταντῖνον μετὰ τὴν τοῦ πατρὸς τελευτὴν καὶ κατάλυσιν Μαξεντίου καὶ εἰσέλευσιν τῆς πόλεως Ῥώμης συνέβη νοσῆσαι, ὥστε μήτε μάγων πρόγνωσις καὶ μυθολογία μήτε ἰατρῶν ἐπιστῆμαι ἢ σκευασίαι βοηθημάτων δύνασθαι τὸ πάθος αὐτοῦ θεραπεῦσαι· πρὸς ὃν οἱ τῶν εἰδώλων ἱερεῖς ἐλθόντες, ὑπέθεντο κολυμβήθραν τινὰ πλησθεῖσαν αἵματος παιδίων ἀφθόρων καὶ θερμῷ τῷ αἵματι καὶ ἀφρίζοντι βαπτισθέντα αὐτὸν ὑγιᾶναι. Συναχθέντων οὖν τῶν παιδίων ἐκ πάσης ἐπαρχίας διὰ βασιλικῶν προσταγμάτων καὶ τοῦ βασιλέως ἔξω παραπορευομένου, προσυπήντησαν αὐτῷ πᾶσαι τῶν πόλεων ἐκείνων τῶν παιδίων αἱ μητέρες διαλελυμένων τῶν πλοκάμων καὶ τῶν μαζῶν γεγυμνωμένων μετὰ πολλῶν ὀδυρμῶν καὶ δακρύων, περὶ ὧν ὁ βασιλεὺς διερωτήσας καὶ μαθὼν, ὅτι αἱ μητέρες εἰσὶ τῶν μελλόντων ἀναιρεῖσθαι παιδίων, δακρύσας εἶπε·
PG 110:583Καλόν μοι μᾶλλόν ἐστιν ὑπὲρ τῆς σωτηρίας τῶν ἀναιτίων ἀποθανεῖν παιδίων ἢ ἐκ τῆς ἐκείνων ὠμοτάτης σφαγῆς ὠμοτάτην καὶ ἀπάνθρωπον ζωὴν ἐπιλέξασθαι, καὶ μάλιστα τῆς ἐκ τούτων ὑγιείας ἀμφιβαλλομένης. Καὶ ταῦτα πρὸς τὴν σύγκλητον εἰρηκὼς εἰσῆλθεν εἰς τὸ παλάτιον, καὶ οὐ μόνον τοὺς παῖδας ταῖς οἰκείαις μητράσι ἐκέλευσεν ἀποδοῦναι, ἀλλὰ καὶ ὀχήματα καὶ ἀναλώματα προσέταξε δοθῆναι αὐταῖς ἐν τῷ ὑποστρέφειν. [] Τούτου δὲ γενομένου, ἐν αὐτῇ τῇ νυκτὶ ὄναρ ἐθεάσατο ὁ βασιλεὺς, ἐν ᾧ ὤφθησαν αὐτῷ οἱ τοῦ Χριστοῦ ἀπόστολοι λέγοντες· Ἡμεῖς ἐσμεν Πέτρος καὶ Παῦλος ἀποσταλέντες παρὰ Θεοῦ παρασχεῖν 383 σοι ὑγείαν καὶ σωτηρίαν διὰ τὴν πρὸς τοὺς παῖδας ἐλεημοσύνην τε καὶ συμπάθειαν. Πέμψον οὖν, μετακάλεσαι Σίλβεστρον ἐκ τοῦ Σεραπείου ὄρους, καὶ ὑποδείξει σοι τὴν ὄντως θείαν καὶ σωτήριον πηγὴν, ἐν ᾗ λουσάμενος οὐ μόνον σωματικὴν ἕξεις ὑγείαν, ἀλλὰ ψυχικὴν ὅτι μάλιστα. Ἡμέρας δὲ γενομένης ἀποστείλας πρὸς τὸν θεῖον Σίλβεστρον, μετὰ πολλῆς τιμῆς ἤγαγεν αὐτὸν ἐν τῷ παλατίῳ· καὶ ἀναστὰς ὁ βασιλεὺς προσεκύνησεν αὐτὸν λέγων· Καλῶς ἦλθες, Σίλβεστρε. Καὶ ὁ ἐπίσκοπος εἶπε·
Εἰρήνη σοι καὶ σωτηρία παρασχεθείη ὑπὸ Θεοῦ. Καί φησιν ὁ βασιλεύς· Παρακαλῶ σε εἰπεῖν μοι εἰ ἔχετέ τινας θεοὺς Πέτρον καὶ Παῦλον καλουμένους. Καὶ ὁ ἐπίσκοπος ἔφη· Ἡμεῖς ἕνα Θεὸν ἔχομεν ποιητὴν οὐρανοῦ καὶ γῆς, οὗ Πέτρος καὶ Παῦλος δοῦλοι γνήσιοι τυγχάνουσιν. Ὁ δὲ βασιλεὺς ἔφη· Δύνασαι, ὦ ἐπίσκοπε, φανερῶσαί μοι τὰς ὄψεις αὐτῶν διά τινος ζωγραφίας [α), ὅπως ἐπιγνῶ σαφέστερον εἰ αὐτοί εἰσιν οἱ ἀποσταλέντες ἀπὸ Θεοῦ πρός με· Καὶ παραχρῆμα κελεύσας ὁ ἐπίσκοπος τῷ ἰδίῳ διακόνῳ ἐπενεγκεῖν τὰ στηθάρια τῶν ὁμοιωμάτων ἐν σανίσιν, ἠνέχθη· καὶ θεασάμενος ὁ βασιλεὺς ἀνέκραξε φωνῇ μεγάλῃ λέγων· Οὗτοί εἰσιν ἀληθῶς οἱ κατ’ ὄναρ ὀφθέντες μοι καὶ παρακελευσάμενοί με ἀνακαλέσασθαί σε, ὦ Σίλβεστρε. Καὶ νῦν δεῖξόν μοι τὴν πηγὴν, ἣν ἔφησαν, δι’ ἧς ψυχῇ καὶ σώματι σωθήσομαι. Καὶ ὁ ἐπίσκοπος αὐτίκα προστάξας κολυμβήθραν ὕδατος γενέσθαι, ἐβάπτισε τὸν βασιλέα. Καὶ αὐτίκα ἐξῆλθεν ἐκ τῆς κολυμβήθρας ὅλος ὑγιὴς, καταλιπὼν τὰ τοῦ σώματος ἕλκη ἐν τῷ ὕδατι καθάπερ λεπίδας ἰχθύων. [] Ὃν ἡ σύγκλητος ἰδοῦσα καὶ πᾶς ὁ δῆμος (ἀπολαβόντα τὴν ὑγείαν) ἐξεβόησαν (λέγοντες)·
Εἷς Θεὸς, ὁ τῶν Χριστιανῶν, μέγας καὶ φοβερός· καὶ πάντες ἀπὸ τοῦ νῦν πιστεύομεν καὶ βαπτιζόμεθα, 384 ὅτι εἴδομεν σήμερον μεγάλα θαυμάσια. Πρὸς οὕς φησιν ὁ βασιλεύς· Τὰ μὲν ἀνθρώπινα ἀναγκαστὰ, τὰ δὲ θεῖα προαιρετικὰ τυγχάνει. Ὁ μέντοι Θεὸς ἀγαθῇ προαιρέσει καὶ διαθέσει θρησκεύεται· ὅθεν οὐκ ἐξ ἀνάγκης, ἀλλὰ κρίσει ἐλευθερίας βουλόμεθα γίνεσθαι Χριστιανοὺς τοὺς θέλοντας καὶ μὴ φόβῳ ἀνθρωπίνῳ προσάγεσθαι τῇ τοῦ Θεοῦ λατρείᾳ. Καὶ ταῦτα πάντες ἀκούσαντες πρὸς τὴν πίστιν πόθῳ ἐξήφθησαν, μᾶλλον ἀποδεξάμενοι τὴν τοῦ βασιλέως ἐπιείκειαν καὶ τὴν τοῦ δόγματος καθαρότητα. Αὐτίκα γοῦν σὺν αὐτῷ ἐβαπτίσθη καὶ Κρίσπος ὁ (πρῶτος) αὐτοῦ υἱὸς (ὃν καί φασι ὕστερον κατηγορηθέντα ψευδῶς ὑπὸ τῆς μητρυιᾶς, ἀποκτανθῆναι παρὰ τοῦ πατρὸς ὡς βουλευσάμενον κοιμηθῆναι μετ’ αὐτῆς· ὕστερον δὲ μαθὼν ὁ βασιλεὺς ψεῦδος εἶναι τοῦτο, καὶ αὐτὴν ἀπέκτεινεν ὡς συκοφαντήσασαν τὸν ἀναίτιον. Ἐβαπτίσθη δὲ καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη καὶ οἱ τοῦ βασιλέως συγγενεῖς τε καὶ φίλοι). [] Ἐν τῷ Καπετωλίῳ Ῥώμης ἐφάνη δράκων παμμεγέθης· εἶτα Σίλβεστρος τοῦτον ἀπέκτεινεν.
PG 110:585[] Συνήθροισε δὲ ὁ βασιλεὺς ἱερεῖς καὶ Γραμματεῖς τῶν Ἰουδαίων διαλεχθῆναι τῷ ἁγίῳ Σιλβέστρῳ περὶ τοῦ Χριστοῦ, οὓς καὶ εἰς τέλος ἐνίκησεν ὁ ἅγιος, δυνάμει Χριστοῦ ἀπελέγξας αὐτοὺς, ἔτι τε τῶν προφητῶν καὶ λοιπῶν ἀποδείξεων τῆς ἑαυτῶν Γραφῆς. [] Ὁ δὲ Μαξέντιος, πονηρότατος πάντων τῶν πρὸ αὐτοῦ, γεγονὼς τοὺς τὴν Ῥώμην οἰκοῦντας ἐπέτριβε καὶ μάλιστα τοὺς Χριστιανούς· πολλοὺς γοῦν τῶν πρώτων ἐφόνευσε καὶ ἄλλους ἐξορίσας τὰς οὐσίας αὐτῶν διήρπαζεν· τῇ δὲ τοῦ Γαλερίου χρώμενος ἀκολασίᾳ πολλὰς τῶν ἐλευθέρων γυναικῶν ἐμίανεν, ἑτέρας τε μυρίας ἀνοσιουργίας καὶ ἀῤῥητοποιίας ἐπιτηδεύων, ἀφόρητος τοῖς πᾶσιν ὑπῆρχε γοητικαῖς κακομαγγανείαις χρώμενος. [] Τοῦ δὲ Μεγάλου Κωνσταντίνου τὰ βόρεια καὶ δυτικὰ μέρη ἕως τοῦ Ὠκεανοῦ ὑποτάξαντος ἐν εἰρήνῃ πολλῇ καὶ εὐμενίᾳ καὶ καταστάσει ἐν ὅλῃ τῇ κατ’ αὐτὸν οἰκουμένῃ), οἱ δὲ Ῥωμαῖοι οἰκήτορες 385 δέησιν πρὸς αὐτὸν ἐστείλαντο μὴ παριδεῖν τὴν μητέρα τῶν βασιλειῶν ὑπὸ ἀπεινοῦς τυράννου, μᾶλλον δὲ σαρκοβόρου θηρίου ἀπολλυμένην. Ταῦτα ἀκούσας ὁ μέγιστος Κωνσταντῖνος ἐφρόντιζε τοῦ ἐλευθερῶσαι αὐτοὺς ἐκ τῆς τούτου δουλείας·

Chapter CLXXXIICaput CLXXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐδεδίει δὲ τοῦτο διὰ τὰς γοητικὰς αὐτοῦ κακογνωμίας· ἤδη γὰρ πολλοὺς ἀνέτεμε παῖδας προφάσει τῆς ἀθεμίτου γοητείας. Ἐν πολλῇ οὖν σκέψει καὶ φροντίδι ὑπάρχοντι ὤφθη αὐτῷ [β) ἐν Κάμπῳ διάγοντι μετὰ τῶν στρατιωτῶν περὶ μεσημβρίαν στυλοειδὴς σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, ἐν ᾧ ἐπεγέγραπτο· Ἐν τούτῳ νίκα. (Ἔμφοβος δὲ γενόμενος ὁ βασιλεὺς ἠρώτησεν τοὺς σὺν αὐτῷ, εἰ καὶ αὐτοί τι ἐθεάσαντο. Οἱ δὲ ὡμολόγησαν τὴν αὐτὴν αὐτῷ ἑωρακέναι ὀπτασίαν. Τότε ὁ βασιλεὺς ἀναῤῥωσθεὶς τῷ φρονήματι καὶ θάρσους καὶ προθυμίας ἀνάπλεως ἦν.) Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ· Χρῆσαι τῷ δειχθέντι σοι σημείῳ εἰς βοήθειαν, καὶ ἔσῃ νικῶν πάντας τοὺς ἐχθρούς σου. Ἡμέρας δὲ γενομένης, (ἀμελλητὶ) σχεδιάσας σταυρὸν, ὅστις μέχρι τῆς σήμερον ἐν τοῖς βασιλείοις φυλάττεται, ἐκέλευσε προάγεσθαι αὐτὸν εἰς τὸν πόλεμον. Ὁ δὲ δυσσεβὴς τύραννος, θαῤῥήσας τοῖς δαίμοσιν αὐτοῦ καὶ γεφυρώσας τὸν παραῤῥέοντα ποταμὸν, (πολλαῖς) ναυσὶν ἐξῆλθεν εἰς παράταξιν τοῦ πολέμου.
PG 110:587Συμβολῆς δὲ γενομένης, συνετρίβησαν ὑπὸ τῆς τοῦ σταυροῦ δυνάμεως οἱ ὑπεναντίοι καὶ κατακοπέντες οἱ πλεῖστοι, οἱ λοιποὶ σὺν τῷ τυράννῳ ἐπὶ τὴν πόλιν ἔφευγον. Τῆς δὲ γεφύρας κρείττονι δυνάμει διαῤῥαγείσης, κατεποντίσθη ἐν τῷ ποταμῷ (κατὰ τὸν Φαραὼ, πανστρατεὶ ὁ τύραννος. Καὶ ἦν ἰδεῖν τὸν ποταμὸν ὅλον πεπληρωμένον ἵππων σὺν ἀναβάταις). Οἱ δὲ πολῖται τῆς πόλεως 386 στεφανώσαντες τὴν πόλιν εἰσεδέξαντο αὐτὸν μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν σταυρὸν καὶ τὸν νικηφόρον βασιλέα σωτῆρα ἐπεκαλοῦντο. [] Τότε ὁ βασιλεὺς ἐκέλευσε συναχθῆναι τὰ λείψανα τῶν ἁγίων μαρτύρων καὶ ὁσίᾳ ταφῇ παραδοθῆναι, καὶ τὰς οὐσίας τοῖς ἀδικηθεῖσι ἀποδοθῆναι. (Καὶ ἦσαν ἄγοντες ἐπινίκιον ἑορτὴν ζ ἡμέρας, γεραίροντες τὸν σταυρὸν τοῦ Χριστοῦ.) Τοῦτο ἦν ἕβδομος ἐνιαυτὸς τῆς βασιλείας Κωνσταντίνου· τότε δὲ καὶ λεπρωθεὶς ἐβαπτίσθη ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ. [] Ταῦτα ἀκούσας ὁ Γαλέριος Μαξιμιανὸς ἐξεληλύθειἐξεδέχετο γὰρ καὶ αὐτὸς τὸν αὐτὸν μόρονκαὶ μικρὸν ἀπέστη τῆς κατὰ Χριστιανῶν ἀπειλῆς.

Chapter CLXXXIIICaput CLXXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Ὁ δὲ μέγιστος Κωνσταντῖνος θαῤῥῶν τῷ ἀνικήτῳ ὅπλῳ τοῦ σταυροῦ ὥρμησεν ἐπ’ αὐτὸν, εἶχε δὲ καὶ Λικίνιον Καίσαρα τηνικαῦτα συμπολεμοῦντα αὐτῷ (κατὰ τῶν τυράννων), προσποιούμενον χαίρεσθαι τοῖς Χριστιανῶν δόγμασιν. Ὁ δὲ τύραννος ταῖς γοητείαις καὶ μαντείαις καὶ ἀπάταις ἐπερειδόμενος παρατάξασθαι τὴν εὐσεβῆ βασιλείαν ἐξελήλυθεν, τῷ ἀναριθμήτῳ πλήθει τῶν στρατοπέδων φανταζόμενος. Γενομένης δὲ συμβολῆς, καὶ τοῦ τιμίου σταυροῦ φανέντος, οἱ τοῦ τυράννου ὑπασπισταὶ τὴν προσβολὴν μὴ ὑπενεγκόντες ἐτράπησαν (εἰς φυγήν· καὶ οἱ μὲν ἔφυγον κατὰ τάχος, οἱ δὲ ἀκρατῶς ἐδίωκον)· πολλῶν δὲ χιλιάδων καταπεσόντων (οἱ λοιποὶ καταλιπόντες τὸν τύραννον προσεχώρησαν τῷ αὐτοκράτορι). Ὁ δὲ (δυσσεβὴς) ῥίψας τὸ βασίλειον (ὡς ἂν μὴ ἐπιγνωσθῇ, εἷς ἦν τοῦ στρατοῦ), περιερχόμενος δὲ ἀπὸ κώμης εἰς χώραν (καὶ κρυπταζόμενος) μετὰ ὀλίγων τῶν εὐνουστάτων διεσώθη (γυμνός). (Συναγαγὼν 387 δὲ) τοὺς ἱερεῖς τῶν λεγομένων θεῶν, καὶ προφήτας, καὶ τοὺς μάντεις (καὶ τοὺς ἐπὶ μαντείᾳ βεβοημένους, οὓς πρώην ἀγαπῶν ἐτίμα), ὡς ἀπατεῶνας (καὶ πλάνους καὶ ἐπιβούλους τῆς αὐτοῦ βασιλείας) κατέσφαξε.
PG 110:589[] Μέλλων δὲ εἰς τὰς χεῖρας τῶν τοῦ αὐτοκράτορος ἐμπεσεῖν (ἐπέκειτο γὰρ αὐτῷ ἔτι ὁ πόλεμος), προλαβοῦσα θεήλατος ὀργὴ (οὕτως) αὐτὸν διέθηκεν (ὡς κεῖσθαι αὐτὸν πρηνῆ ἐπὶ τοῦ ἐδάφους δεόμενον ἐπικουρίας καὶ μὴ τυγχάνοντα)· φλὸξ δὲ ἐκ βάθους σπλάγχνων καὶ μυελῶν αὐτοῦ ἀναφθεῖσα (ἀνυποίστους αὐτῷ τὰς ὀδύνας ἀσθμαίνοντι, καὶ ὧδε κἀκεῖσε περιστρεφο [α) μένῳ, ὥστε καὶ) ἀμφότερα τὰ ὄμματα αὐτοῦ ἐκπηδῆσαι (ἐπὶ τὴν γῆν καὶ καταλιπεῖν αὐτὸν τυφλόν· τῇ δὲ ἔνδον φλογὶ εἰς ἄπειρον ἐξαπτόμεναι) αἱ σάρκες αὐτοῦ συνεσάπησαν καὶ τῶν ὀστέων διεχωρίζοντο (ὥστε αὐτὸν ἐφ’ ἑαυτὸν ἐπικαλεῖσθαι τὸν θάνατον)· οὕτως δὲ κατασαπείσης δι’ ὅλου, ἐπέῤῥηξε τὴν ψυχήν. [] Ταῦτα ἀκούσας καὶ τὰ περὶ Μαξεντίου γενόμενα ἐν Ῥώμῃ χαλεπά τε καὶ ἄτοπα, περὶ οὗ καὶ πρεσβείαν δεξάμενος ἐστράτευσε κατ’ αὐτοῦ καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐν οὐρανῷ φωτοειδὲς θεασάμενος ἐπιγράφοντος·
Ἐν τούτῳ νίκα, παρευθὺ χρυσοκολλήτοις ἐκτυπώσας λίθοις καὶ ἐπὶ δόρατος ἀναρτήσας καθηγεῖσθαι τῇ ἑαυτοῦ στρατιᾷ προσέταξεν, δι’ οὗ καὶ τροπωσάμενος Μαξέντιον ἐν τῷ ποταμῷ, οὕτως εἰσῆλθε καὶ τῆς Ῥώμης ἐκράτησεν, ἀποπνιγέντος Μαξεντίου ἐν τῷ ποταμῷ, περὶ οὗ καὶ ὁ πολυί̈στωρ Εὐσέβιος ἔφη· Εὐθὺς αὖθις καὶ πεπλήρωται σαφῶς τὸ ῥητόν· Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν·
PG 110:591ἐπιλέκτους ἀναβάτας, τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ θαλάσσῃ, πόντῳ ἐκάλυψεν αὐτούς. Οὕτως γὰρ καὶ Μαξέντιος καὶ οἱ περὶ αὐτὸν ὁπλῖται 388 καὶ δορυφόροι κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος, ὁπηνίκα, δοὺς νῶτα τῇ ἐκ Θεοῦ μετὰ Κωνσταντίνου δυνάμει καὶ πρὸς τὸν ποταμὸν, ὃν αὐτὸς μηχανικῶς ζεύξας καὶ γεφυρώσας, μηχανὴν ὀλέθριον ἑαυτοῦ συνεστήσατο, καὶ εἰς λάκκον, ὃν ὤρυξεν εἰσπέπτωκεν, καὶ Ἐπέστρεψεν ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ κατῆλθε. Καὶ οὕτως μὲν ὁ δυσσεβὴς καὶ οἱ ὅμοιοι αὐτοῦ ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῶς. Ὁ δὲ θεῖος Κωνσταντῖνος Θεὸν τοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμην μετ’ ἐπινικίων εἰσελαύνει, πάντων ἀθρόως αὐτὸν ἅμα γυναιξὶ καὶ κομιδῇ νηπίων καὶ σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν οἷα λυτρωτὴν καὶ σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων.
Ὁ δὲ ὥσπερ ἔμφυτον τὴν εἰς Θεὸν εὐσέβειαν κεκτημένος μηδ’ ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος μηδὲ τοῖς ἐπαίνοις ἐπαιρόμενος, εὖ μάλα τῆς ἐκ Θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τοῦ σωτηρίου πάθους τὸ τρόπαιον ὑπὸ χειρὸς ἰδίας ἐπὶ κίονος ἀνατεθῆναι προστάττει, καὶ τὴν Παρασκευὴν καὶ τὴν Κυριακὴν τιμᾶσθαι προσέταξεν, τὴν μὲν διὰ τὸν σταυρὸν, τὴν δὲ διὰ τὴν ἀνάστασιν καὶ σταυρῷ μηκέτι καταδικάζεσθαι ἄνθρωπον. ΒΙΒΛΟΣ Δ. ΑΡΧΗ ΣΥΝ ΘΕΩ ΤΗΣ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΚΑΙ ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ. 389 ΡΟΗ. Βασιλεία Κωνσταντίνου τοῦ Μεγάλου. Μετὰ Μαξέντιον ἐβασίλευσε Κωνσταντῖνος ὁ Μέγας ἔτη λα, ὃς εὐθέως διατάγματα εἰς πᾶσαν τὴν οἰκουμένην ἐξέπεμψε τοὺς ἐν ἐξορίᾳ Χριστιανοὺς μετὰ τιμῆς ἐπανέρχεσθαι εἰς τὰ ἴδια (καὶ) τοὺς μὲν ναοὺς τῶν εἰδώλων καταστρέφεσθαι, τὰς δὲ τοῦ Χριστοῦ ἐκκλησίας οἰκοδομεῖσθαι καὶ τοὺς ἔτι εἰδωλολατροῦντας κεφαλικαῖς ὑποκεῖσθαι τιμωρίαις.
PG 110:593[] (Καὶ πρὸς τούτοις ἐξέθετο [καὶ] νόμους καθολικοὺς, ὥστε) ἀποδίδοσθαι τοὺς τῶν εἰδώλων ναοὺς καὶ τὰς τούτων προσόδους τοῖς τῷ Χριστῷ ἱερωμένοις, καὶ Χριστιανοὺς μόνους ἄρχειν καὶ στρατεύεσθαι (καὶ τετράδα καὶ παρασκευὴν πάντας νηστεύειν καὶ τὴν Κυριακὴν ἀργεῖν καὶ τιμᾷν, τὰς μὲν διὰ τὸ πάθος, τὴν δὲ διὰ τὴν ἀνάστασιν τοῦ Κυρίου) καὶ ἀπράκτους εἶναι τὰς δύο (τῆς) πασχαλίας ἑβδομάδας, μίαν πρὸ τῆς ἑορτῆς καὶ ἄλλην μετὰ τὴν ἑορτὴν, [β) τὴν μὲν διὰ τοῦ Κυρίου τὸ πάθος καὶ τὸν σταυρὸν, τὴν δὲ διὰ τὴν ἀνάστασιν, 390 καὶ Ἰουδαίους οἰκέτας μὴ ὠνᾶσθαι μήτε θυσίας προδήλους ποιεῖσθαι, καὶ σταυρῷ μηκέτι καταδικάζεσθαί τινα διὰ τὸν σταυρὸν τοῦ Κυρίου, τοῖς τε νομίσμασιν αὐτοῦ τὴν τοῦ Χριστοῦ εἰκόνα καὶ τὸν τοῦ σταυροῦ τύπον συνεκτυποῦσθαι πάντοτε.
[] Γυναῖκα δὲ εἶχε Μαξιμίναν θυγατέρα Διοκλητιανοῦ, ἐξ ἧς ἐγέννησεν υἱοὺς γ, Κωνσταντῖνον, καὶ Κώνσταντα, καὶ Κωνστάντιον [ἀδελφοὺς δὲ δύο, Δαλμάτιον καὶ Κωνστάντιον], καὶ μίαν ἀδελφὴν Κωνσταντίαν, τὴν γυναῖκα Λικινίου, γεννηθέντας ἐκ (τῆς πρώτης γαμετῆς τοῦ πατρὸς αὐτοῦ Κωνσταντίου, τῆς) Θεοδώρας, θυγατρὸς (γεγονυίας Μαξιμιανοῦ τοῦ) Ἑρκουλίου. [] Ὁ δὲ Κωνσταντῖνος μόνος γεννᾶται ἐξ Ἑλένης, οἱ δὲ ἀδελφοὶ αὐτοῦ ἔσχον υἱοὺς, Δαλμάτιος μὲν ἄλλον Δαλμάτιον, Κῶνστας δὲ Γάλλον καὶ Ἰουλιανόν. ΡΟΘ. Ἐκ τοῦ βίου τοῦ ἁγίου Σιλβέστρου. Ἐν δὲ τῷ Καπετωλίῳ Ῥώμης ἔν τινι καταδύσει βαθμοὺς ἐχούσῃ τξε δράκων ἦν παμμεγέθης, ὃς ἐξαίφνης πολλάκις (παρακύπτων 391 τῆς καταδύσεως) ἐλυμαίνετο σφόδρα τοὺς ἐν τῇ πόλει (τῷ φυσήματι καὶ μάλιστα τοὺς παῖδας, περὶ οὗ τινες τῶν ἑλληνιζόντων ἀξιώσαντες τὸν θεῖον Σίλβεστρον εἶπον·
PG 110:595Κάτελθε, ὦ ἐπίσκοπε, πρὸς τὸν δράκοντα καὶ ποίησον εἰς τὸ ὄνομα τοῦ Θεοῦ σου σχολάσαι αὐτὸν ἐπὶ χρόνον ἕνα τῆς φθορᾶς τῶν ἀνθρώπων, καὶ πιστεύομεν πάντες καὶ βαπτιζόμεθα). Ὁ δὲ Σίλβεστρος κατελθὼν καὶ οἰκίσκον μικρὸν εὑρὼν ἔχοντα θύραν χαλκῆν, ἔνθα ὁ δράκων ὑπῆρχε, καὶ ταύτην ἐπὶ τῷ ὀνόματι Χριστοῦ κλείσας καὶ ἀπελθὼν, οὐκέτι ἐξῆλθεν ὁ δράκων. Διελθόντων δὲ χρόνων β, πάντες οἱ πρώην διὰ θυσιῶν τὸν δράκοντα θεραπεύοντες καὶ ἄλλοι πολλοὶ προσελθόντες τῷ ἁγίῳ Σιλβέστρῳ ἐβαπτίζοντο. [] Τοῦ δὲ θείου Κωνσταντίνου συναθροίσαντος Ἰουδαίους, ἱερεῖς τε καὶ γραμματεῖς ρκ πρὸς τὸ διαλεχθῆναι μετὰ Σιλβέστρου εἰς τελείαν φανέρωσιν τῆς ἀληθείας καὶ ἀνατροπὴν τῆς Ἰουδαϊκῆς ἀναισχυντίας καὶ φλυαρίας, συνῆλθε πᾶσα σχεδὸν ἡ πόλις ἔμπροσθεν τοῦ βασιλέως, ἀκοῦσαι τῆς διαλέξεως ἀμφοτέρων περὶ τῆς Χριστοῦ πίστεως. Καὶ οἱ μὲν Ἰουδαῖοι ἀπήρξαντο πρὸς Σίλβεστρον λέγειν οὕτως· Ποία Γραφὴ περὶ τοῦ Υἱοῦ τῆς Μαρίας προεῖπε, καὶ ποῖος αὐτὸν προφήτης Θεὸν ἐκ Μαρίας γεννησόμενον προανήγγειλε; Ὁ δὲ Σίλβεστρος ἀποκριθεὶς εἶπε·

Chapter CLXXXVCaput CLXXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[Πάνυ πλανᾶσθε μὴ εἰδότες ἀληθῶς τὰς Γραφὰς μήτε τὴν ἐν αὐταῖς ἐγκειμένην μυστικὴν διδασκαλίαν.) περὶ γὰρ τίνος εἶπεν ὁ μέγας Ἡσαί̈ας· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλὅ ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός· καί· Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται 392 δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων; Καὶ ἄλλος· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ συντρίψει τοὺς ἄρχοντας Μωάβ· καί· Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν. [α) Ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, διὰ τούτων προκαταγγέλλεται, ὅτι δὲ Κύριος πάντων, προσημαίνουσι πάλιν φάσκοντες· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον· [καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου·] καί· Ἰδοὺ Κύριος, ὁ Θεὸς ἡμῶν, ἥξει καὶ σώσει ἡμᾶς, καὶ τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, καὶ ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Ἡ μὲν οὖν προφητεία Θεὸν ἐπιδημεῖν (προ)λέγει·
PG 110:597τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει. Τότε γὰρ ταῦτα πεπλήρωνται, ἅπερ οὐδέποτε γεγόνασι πρότερον (ὑπό τινος) ἐν τῷ Ἰσραήλ. Περὶ δὲ τοῦ πάθους αὐτοῦ πάλιν φησίν· Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίανἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· καί· Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Καὶ Μωσῆς· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε. Καὶ Δαυὶ̈δ λέγει ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καί. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ τὰ ἑξῆς. 393 Ὅτι δὲ καὶ τῶν ἐθνῶν ἐλπὶς ἦν, ὁ μὲν Ἰακὼβ (προ)εῖπεν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προςδοκία ἔθνων· [ὁ δὲ Ἡσαί̈ας ἔφη·
Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν.] ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Καὶ ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων· πᾶσα δὲ Γραφὴ πέπλησται διελέγχουσα τὴν ὑμετέραν ἀπιστίαν. Τίς γὰρ (πώ)ποτε τῶν ἐν ταῖς θείαις Γραφαῖς ἱστορηθέντων δικαίων καὶ προφητῶν ἁγίων ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος σύστασιν; Τίνος δὲ τῆς γεννήσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς καὶ τὸν γεννηθέντα διεσήμανε τῇ οἰκουμένῃ; Τίς πάλιν βασιλεὺς πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα, ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφε; Τίς ἄρα γέγονε βασιλεὺς Ἰσραὴλ, ἐφ’ ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται καὶ οὐχὶ μᾶλλον αὐτοῖς ἠναντιοῦντο πανταχόθεν; ἕως γὰρ συνίστατο Ἱερουσαλὴμ, πόλεμος ἄσπονδος ἦν αὐτοῖς, καὶ διεμάχοντο πρὸς τὸν Ἰσραὴλ, Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, (Βαβυλώνιοι κατατρύχοντες, Σύροι δὲ ἀντι)πολεμοῦντες. Ἣ οὐχ ὁ μὲν Δαυὶ̈δ τοὺς Μωαβίτας (καὶ τοὺς Σύρους) ἐπολέμει καὶ ἐπολεμεῖτο, ὁ δὲ Ἰωσίας τοὺς πλησίον παρεφυλάττετο; Καὶ μέντοι καὶ Ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχειρίμ·
PG 110:599καὶ τῷ μὲν Ἰησοῦ οἱ Χαναναῖοι ἠναντιοῦντο, τῷ δὲ Μωσεῖ Ἀμαλὴκ κατεστρατεύετο. Καὶ ὅλως ἄσπονδον ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἰσραὴλ τὰ τῆς φιλίας, ὡς μέχρι νῦν μαρτυροῦσι τὰ πράγματα. Τότε ἀποκριθέντες οἱ Γραμματεῖς εἶπον· Οὐκ ἀρνούμεθα ὡς 394 ταῦτα γέγραπται· προσδοκῶμεν δὲ τὸν μηδέπω παραγενόμενον Θεὸν Λόγον. Ὁ δὲ Σίλβεστρος ἔφη· Καὶ πῶς οὐκ ἠκούσατε τοῦ Δανιὴλ προλέγοντος φανερῶς καὶ τὸν καιρὸν καὶ τὴν θείαν τοῦ Σωτῆρος ἐπιδημίαν; φησὶ γὰρ ὁ προσδιαλεγόμενος αὐτῷ ἄγγελος· Ο ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν, καὶ τοῦ σφραγῖσαι [ἁμαρτίας καὶ ἀπαλεῖψαι ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγῖσαι] ὅρασιν καὶ τοῦ χρῖσαι [Ἅγιον] ἁγίων. [β) Καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζ καὶ ἑβδομάδες ξβ. Καὶ πρὸς μὲν τοῖς ἄλλοις ἴσως προφασιζόμενοι εἰς μέλλοντα χρόνον ἀναβάλλεσθε τὰ γεγραμμένα.
Τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὄντως ἀντωπῆσαι δύνασθε, ὅπου γε καὶ ὁ χρίων δηλοῦται καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος, ἀλλὰ Ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἱερουσαλὴμ συνίστατο, (ἀπὸ δὲ τῆς παρουσίας Χριστοῦ κατελύθη) καὶ λοιπὸν ἅπας προφήτης πέπαυται καὶ ὁράσις ἐν τῷ Ἰσραήλ; Ἐχρίσθησαν μέντοι πάλαι Δαυὶ̈δ, καὶ Σολομῶν, καὶ Ἐζεκίας· ἀλλ’ Ἱερουσαλὴμ καὶ ὁ τόπος συνεστήκει, καὶ οἱ προφῆται προεφήτευον· ἄλλως δὲ καὶ αὐτοὶ οἱ χρισθέντες ἅγιοι ἄνθρωποι, καὶ οὐχ ἅγιοι ἁγίων ἐκλήθησαν. Πότε δὲ καὶ προφήτης ἐπαύσατο καὶ ὅρασις ἀπὸ τοῦ Ἰσραὴλ, εἰ μὴ νῦν, ὅτε ὁ προφητευόμενος 395 καὶ Ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; Σημεῖον οὖν ὄντως μέγα πρόδηλον τῆς τοῦ Θεοῦ Λόγου καὶ τῆς αὐτοῦ παρουσίας τὸ μηκέτι τὴν Ἱερουσαλὴμ ἑστάναι μήτε προφήτην ἐγερθῆναι μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις· εἰκότως. Ἐλθόντος γὰρ τοῦ σημαινομένου καὶ προφητευομένου, τίς ἡ χρεία τῶν σημαινόντων καὶ προφητευόντων; Διὰ γὰρ τοῦτο προεφήτευον ἕως οὗ ἔλθῃ ὁ προφητευόμενος καὶ λυτρούμενος τὰς ἁμαρτίας πάντων.
PG 110:601Ποῖος τοίνυν ἡγούμενοςἐξῆλθεν ἐκ Βηθλεέμκαὶ τὸν Ἰσραὴλ ἐποίμανεν, οὗ ἡ ἔξοδος ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· καί· Πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καί· Ἀνεκδιήγητος ἡ γενεὰ, καθὼς γέγραπται; Τῶν γὰρ ἁγίων πάντων ἴσμεν τὴν γενεὰν ἱστορουμένην καὶ τῶν ἀρξάντων τοῦ Ἰσραὴλ παριστῶσαν τὴν γένεσιν καὶ τὸν θάνατον. [] Διαλεχθέντες οὖν ἐπὶ πολλὰς ὥρας, καὶ τοῦ Σιλβέστρου μετὰ πολλῆς ἀκριβείας ἐκ τῶν θείων Γραφῶν ἀποδείξαντος τὰ περὶ Χριστοῦ, καὶ τῶν Ἰουδαίων μεγάλως ἡττηθέντων, ἔφη τις ἐξ αὐτῶν ὀνόματι Ζαμβρῆς πρὸς τοὺς λοιποὺς Ἰουδαίους· Εἰ Σιλβέστρου λόγοις προσέχετε, ἀνάγκη τοὺς πατρῴους νόμους καταλιπεῖν καὶ ἀκολουθεῖν ἀνθρώπῳ ματαίῳ, ὃν οἱ πατέρες ἡμῶν κατεδίκασαν. Ἀλλ’ ἀκουσάτω μου ὁ βασιλεὺς καὶ ἐνεχθήτω ταῦρος ἄγριος, ὥστε με δεῖξαι σήμερον ἐνώπιον αὐτοῦ τὴν δύναμιν τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν· οὐ θέλω γὰρ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων 396 δεῖξαι τὴν ἀλήθειαν. Ὁ δὲ Σίλβεστρος παρακαλέσας (τὸν βασιλέα) τοιοῦτον ἐνεχθῆναι ταῦρον, ἠρώτησε μεταξὺ τὸν Ζαμβρῆ· Τίνος ἕνεκεν ἐπιζητεῖς τὸν ταῦρον; Καί φησιν·
Ἐπειδὴ τὸ ὄνομα τοῦ ἡμετέρου Θεοῦ οὐδεμία κτιστὴ φύσις ἀκούσασα ζήσεται, βούλομαι διὰ τοῦ ταύρου τὴν ἰσχὺν (τούτου) σαφῶς ἀποδεῖξαι. Πρὸς ὃν ὁ Σίλβεστρος ἔφη· Καὶ σὺ ποίῳ τρόπῳ τὸ ὄνομα τοῦτο μεμάθηκας; ἆρα παρά τινος ἀκούσας ἢ ἀναγνούς; Ὁ δὲ εἶπεν· Οὔτε χάρτης, οὔτε ξύλον, οὔτε λίθος ὑποδέξασθαι τὸ ὄνομα τοῦτο δύναται· ἐγὼ γὰρ νηστεύσας καὶ εἰς λεκάνην ὕδωρ βαλὼν, ἐκεῖ τοῦτο μεμάθηκα. Καὶ τούτων λεγομένων, ἰδοὺ καὶ ὁ ταῦρος ἦλθεν ὑπὸ πολλῶν ἀνδρῶν ἑλκόμενος, σχοινίοις πάντοθεν δεδεμένος καὶ ἀγριώτατος καὶ μέγας ὑπάρχων. Καὶ ὁ Ζαμβρῆς ἐπιγαυρῶν τῷ Σιλβέστρῳ εἶπε· Νῦν τὰ ῥήματα καὶ αἱ ὑποθέσεις τῶν λόγων σου πέρας ἕξουσιν· εἰ μὲν οὖν θαῤῥεῖς εἰς τὸ ὄνομα τοῦ Θεοῦ σου, εἰπὲ τοῦτο κατὰ τὴν ἀκοὴν τοῦ ταύρου καὶ δειχθήσῃ Παντοκράτορι πιστεύων· εἰ δὲ μήγε, λέξω ἐγὼ, καὶ πάντες τῇ ἐμῇ πίστει συνδραμοῦσιν. Τῶν δὲ Ἰουδαίων [α) καὶ τῶν ἄλλων παρορμησάντων εἰπεῖν τὸν Ζαμβρῆ τὸ ὄνομα ὑπὸ τὴν ἀκοὴν τοῦ ταύρου, καὶ τούτου εἰπόντος, εὐθὺς ὁ ταῦρος μυκηθμὸν ἀποτελέσας μέγαν καὶ τῶν ὀφθαλμῶν αὐτοῦ ἐξελθόντων ἀπέθανεν.
PG 110:603Ἀνασκιρτώντων οὖν τῶν Ἰουδαίων καὶ μεγαλαυχούντων κατὰ Σιλβέστρου, καὶ τῶν Χριστιανῶν λυπουμένων σφόδρα, παρακαλεῖ τὸν βασιλέα ὁ Σίλβεστρος κελεῦσαι τῷ λαῷ ἡσυχάσαι. Καὶ τούτου γενομένου, ἐφ’ ὑψηλοῦ τόπου ἀνελθόντος 397 τοῦ Σιλβέστρου, εἶπε φωνῇ μεγάλῃ· Ἀκούσατέ μου, οἱ μεγιστᾶνες καὶ πάντες οἱ νῦν θαυμάσαντες Χριστιανοὶ τὸν θάνατον τοῦ ταύρου. Ἐγὼ τὸν Δεσπότην μου Χριστὸν, ὃν ὑμῖν εὐηγγελισάμην, ἔγνων τυφλοὺς ἀναβλέψαι ποιήσαντα, κωφοὺς ἀκοῦσαι, ἀλάλους λαλῆσαι, νεκροὺς ἐγεῖραι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· κἀντεῦθεν οὖν φανερόν ἐστι πᾶσιν ὡς διαβόλου ἐστὶν ὄνομα τὸ θανατῶσαι τὸν ταῦρον, ὅνπερ ἀναστῆσαι οὐ δύναται. Καὶ τοῦτο ἀκούσας ὁ Ζαμβρῆς καὶ τὰ ἱμάτια διαῤῥήξας, ἔφη πρὸς τὸν βασιλέα· Ἐγὼ, δέσποτα, ἐπὶ τῷ ὀνόματι τοῦ παντοκράτορος Θεοῦ ταῦρον ἐθανάτωσα, καὶ οὗτος βλασφημῶν ἐν λόγοις μόνον κομπάζει· διὸ δὴ πρέπον ἐστὶ μηκέτι δίδοσθαι αὐτῷ χώραν τοῦ λέγειν. Ὁ δὲ Σίλβεστρος εἶπεν· Ἄκουσον, ὦ Ἰουδαῖε, τῶν σῶν Γραφῶν (καὶ ἐξ αὐτῶν ἐπιστομίζου πάλιν)· γέγραπται Κύριος θανατοῖ καὶ ζωογονεῖ· καί·

Chapter CLXXXVICaput CLXXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω. Τοίνυν ἐπικάλεσαι πάλιν εἰς τὴν ἀκοὴν τοῦ βοὸς ἐκεῖνο τὸ ὄνομα, καὶ εἰ ζήσεται, γνωσόμεθα πάντες εἰς τὸ ὄνομα τοῦτο πιστεύειν· εἰ δὲ μὴ, ἐγὼ τὸν Δεσπότην μου Χριστὸν ἐπικαλέσομαι, καὶ ἀναστήσω αὐτόν. Καὶ ὁ Ζαμβρῆς φησιν· Εἰ τοῦτο ποιήσεις, μὰ τὴν κεφαλὴν τοῦ βασιλέως, 398 ἅπαντες οἱ Ἰουδαῖοι καταλείψαντες τὸν νόμον τῇ τῶν Χριστιανῶν θρησκείᾳ προσδραμούμεθα. Τότε δὴ ὁ Σίλβεστρος ἐκτείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας καὶ μετὰ δακρύων εὐχὴν ποιήσας καὶ πρὸς τὸν ταῦρον ἀπελθὼν, εἶπε μετὰ φωνῆς μεγάλης· Ἐγὼ τὸ ὄνομά σου ἐπὶ πάντων ἐπικαλοῦμαι, Δέσποτα Χριστὲ, (μετὰ κραυγῆς) ἵνα μάθῃ (πᾶς) ὁ λαὸς οὗτος, ὅτι διαβόλου μὲν ὄνομα ἐφόνευσε τὸν ταῦρον, τῇ δὲ τοῦ ἁγίου καὶ φανερωτάτου σου ὀνόματος ἐπικλήσει ἐζωοποιήθη. Καὶ πλησιάσας τῷ ταύρῳ λέγει μετὰ κραυγῆς μεγάλης· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν οἱ [παράνομοι] Ἰουδαῖοι ἐσταύρωσαν, ἀνάστηθι μετὰ σεμνότητος. Καὶ εὐθὺς ἑαυτὸν ὁ ταῦρος κινήσας καὶ ἐγερθεὶς, ἔλυσεν αὐτοῦ τὰ δεσμὰ Σίλβεστρος καὶ ἀπέλυσε λέγων·
PG 110:605Πορεύου ὅθεν ἐξῆλθες, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀδικήσῃς. Ὅπερ μέγα θαῦμα οἱ Ἰουδαῖοι θεασάμενοι καὶ σφόδρα καταπλαγέντες, αὐτίκα προσέπεσον εἰς τοὺς πόδας τοῦ θείου Σιλβέστρου πάντες, αἰτούμενοι τὸ ἅγιον βάπτισμα. Καὶ γέγονε χαρὰ μεγάλη τῷ βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας β κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. ΡΠ. Περὶ Κωνσταντινουπόλεως. Μετὰ ταῦτα βουλόμενος ὁ Μέγας Κωνσταντῖνος κτίσαι εἰς ἴδιον ὄνομα ἐν τῷ πρὸ τοῦ Ἰλίου πεδίῳ ὑπὲρ τὸν Αἴαντος 399 τάφον, ἔνθα φασὶ τὸν ναύσταθμον τοὺς ἐπὶ Τροίαν στρατεύσαντας Ἕλληνας, κατ’ ὄναρ ὁ Θεὸς [αὐτῷ] ἐπέτρεψεν ἐν τῷ Βυζαντίῳ κτίσαι. Καὶ τῷ ιβ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Ῥώμῃ ποιήσας Κωνστάντιον καὶ Κῶνσταν, τοὺς υἱοὺς αὐτοῦ, Καίσαρας, Κωνσταντῖνον μὲν τὸν πρεσβύτατον ἄρχειν ἐθέσπισε πρὸς δυόμενον ἥλιον, τὸν δὲ Κῶνσταν ἐν Ῥώμῃ, καὶ Δαλμάτιον, ἀνεψιὸν αὐτοῦ, ἐν Βρεττανίᾳ, καταλείψας αὐτοῖς τὰ δυτικὰ μέρη, ἀνῆλθεν εἰς Βυζάντιον σὺν τῇ μητρὶ Ἑλένῃ, καὶ υἱῷ Κωνσταντίῳ, καὶ Λικινίῳ, γαμβρῷ, ἐπὶ ἀδελφῇ αὐτοῦ.
[β) Καὶ ἀνανεώσας τὸ πρώην ὑπὸ Βυζαντίου, τοῦ βασιλέως τῆς Θρᾴκης, τεῖχος κτισθὲν καὶ προςθεὶς ἄλλο διάστημα, προσηγόρευσεν αὐτὴν εἰς τὸ ἴδιον ὄνομα Κωνσταντινούπολιν. Ὀλίγους δὲ τοὺς οἰκήτορας πρὸς τὸ μέγεθος πόλεως ὁρῶν, ἀπό τε Ῥώμης τοὺς ἀξιολογωτέρους ἐκλεξάμενος, ἀπό τε τόπων ἑτέρων συναθροίσας καὶ οἴκους μεγίστους οἰκοδομήσας αὐτοῖς καὶ χαρισάμενος οἰκεῖν τὴν πόλιν ἐποίησεν. 400 [] Κτίσας δὲ παλάτιον καὶ ἱππικὸν καὶ τοὺς β μεγάλους ἐμβόλους καὶ τὸν φόρον ἐν ᾧ τόπῳ τὴν κόρτην αὐτοῦ ἵστησιν ἐπανελθὼν ἀπὸ Ῥώμης, ἐν ᾧ καὶ κίονα μονόλιθον καὶ ὁλοπόρφυρον στήσας, ὃν ἀπὸ Ῥώμης ἐκόμιζε ἀξιάγαστον σφόδρα, ἵδρυσεν ἐπάνω αὐτοῦ ἀνδριάντα, ὃν ἤνεγκεν ἀπὸ Ἡλιουπόλεως τῆς Φρυγίας ἔχοντα ἐπὶ τὴν κεφαλὴν ἀκτῖνας ζ· τὸν δὲ κίονα τρισὶν ἔτεσι πλωϊζόμενον ἤγαγε διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τοῦ βάρους· ἀπὸ δὲ τῆς θαλάσσης μέχρι τοῦ φόρου δι’ ἐνιαυτοῦ ἦλθε, καίπερ τοῦ βασιλέως συνεχῶς φοιτῶντος καὶ χρυσίον ἄπειρον τῷ πλήθει διανέμοντος.
PG 110:607Εἶτα θέμενος εἰς τὰ θεμέλια τοὺς ιβ κοφίνους, οὒς ὁ Χριστὸς ηὐλόγησε, καὶ ξύλα τίμια καὶ ἅγια λείψανα πρὸς στηριγμὸν καὶ φυλακὴν, ἔστησεν αὐτὸν διὰ πολλῆς τέχνης, δυνάμεώς τε καὶ σοφίας ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ τὸν πανθαύμαστον μονόλιθον κίονα· ἐξεπάτησαν δέ τινας τῶν ἀφελεστέρων καὶ ἰδιωτῶν ἢ μᾶλλον εἰπεῖν τῶν ἀλογωτέρων, μὴ εἶναι τοῦτον μονόλιθον αἱ πρὸς διακόσμησιν καὶ εὐπρέπειαν αὐτοῦ χαλκαῖ ζῶναι καὶ οἱ πλεῖστοι λῶροι. Καὶ πρὸς τούτοις ἔκτισε ναοὺς τῶν τε Ἁγίων Ἀποστόλων, 401 καὶ τῆς ἁγίας Εἰρήνης, καὶ τοῦ ἁγίου Μωκίου, καὶ τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐν τῷ Ἀνάπλῳ. Πρὸς τούτοις κτίζει καὶ τὴν Ἁγίαν Σοφίαν [α) (πλησίον τῆς Ἁγίας Εἰρήνης, ἐκκλησίαν περικαλλῆ, ἀλλ’ οὐ κατὰ τὸ νῦν ὁρώμενον σχῆμα, καὶ κάλλος, καὶ μέγεθος. Καὶ ταύτης τὰ ἐγκαίνια ποιεῖ ἐπὶ Εὐδοξίου πατριάρχου, μαθητοῦ Εὐνομίου, μηνὶ Μαίῳ ια ἐγκαινισθεῖσα παρὰ τῆς α συνόδου τῶν τιη ἁγίων θεοφόρων Πατέρων.
PG 110:609Εἶτα ποιήσας Καίσαρα Κωνστάντιον, υἱὸν αὐτοῦ, ἐν Κωνσταντινουπόλει, καὶ Λικίνιον, [τὸν] γαμβρὸν αὐτοῦ, ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, κατὰ Περσῶν ἐστράτευσε, ὑφ’ ὧν παρακληθεὶς ὑποφόρους αὐτοὺς ἐποίησεν καὶ ὑπέστρεψε. Καὶ μαθὼν ἐν Νικομηδείᾳ, ὅτι Λικίνιος τιμωρῶν ἐφόνευσε τοὺς Χριστιανοὺς, συγχυθεὶς τῇ λύπῃ ἔγραφεν αὐτῷ παρακελεύων 402 ἀποστῆναι αὐτὸν τῆς κατὰ τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ μανίας. Ὁ δὲ καταφρονήσας μανικωτέρῳ τῷ διωγμῷ ἐχρήσατο καὶ (λοιπὸν κρυπτῶς) κατὰ τοῦ εὐεργέτου ἐπιβουλὰς ἐπενόει· ὕστερον δὲ καὶ δημόσιον πόλεμον ἐπεκρότει κατὰ τοῦ ὑπὸ θείας δυνάμεως φρουρουμένου. Καὶ συμβολῆς γενομένης κατὰ τὰ μέρη τῆς Βιθυνίας (καὶ τοῦ ἐνδόξου σταυροῦ προάγοντος), Κωνσταντίνῳ ὑποχείριος γέγονεν ὁ δείλαιος ζῶν συλληφθείς. (Φιλανθρωπίᾳ δὲ χρησάμενος ὁ κατὰ πάντας πραότατος βασιλεὺς τῷ δυσμενεῖ), ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλονίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἐφησυχάσας, ἐφωράθη βαρβάρους τινὰς μισθωσάμενος πρὸς τὸ αὖθις ἀναμαχήσασθαι. Καὶ μαθὼν τοῦτο ὁ Κωνσταντῖνος ἐκέλευσε κεφαλικὴν αὐτὸν ὑποστῆναι τιμωρίαν.
[] Ἡ δὲ μακαρία Ἑλένη εἰς Ἱερουσαλὴμ ἀπελθοῦσα πρὸς ἀναζήτησιν τοῦ τιμίου σταυροῦ, καὶ τοῦτον εὑροῦσα, ἔκτισεν ἐκκλησίας θαυμασίας, καταλύσασα τὸν ἐπὶ τῷ Δεσποτικῷ τάφῳ κτισθέντα ναὸν ὑπὸ τῶν ἀθέων τῇ Ἀφροδίτῃ. Καὶ ὑποστρέψασα καὶ πολλὰ τῷ υἱῷ περὶ τῆς εἰς Χριστὸν πίστεως ἐντειλαμένη, ἐτελεύτησεν ἐτῶν 403 π, ἣν ἔθαψαν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Πάσαις τοίνυν ἀρεταῖς ἡ μακαρία κεκοσμημένη εἶχε καὶ τὴν χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μὲν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναχῶν σχῆμα. Τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδων κατακλίνουσα, αὐτὴ δι’ ἑαυτῆς καθυπούργει, ὄψα παρατιθεῖσα, καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα, θεραπαίνης ἔργον ἐπλήρου. Οὕτω δὲ καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξεπαίδευσεν, ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπιμελεῖσθαι, δουλεύειν τῷ Θεῷ, κατὰ τὴν Γραφὴν, μετὰ φόβου καὶ τρόμου, [β) ὃς (καὶ αὐτὸς) φυλάττων ἀκριβῶς τὰς αὐτῆς ἐντολὰς ἐκαρποφόρει ἑκατονταπλασίως.
PG 110:611Ἐπὶ τούτου γὰρ τοῦ μακαρίου οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες προσῆλθον τῷ ἁγίῳ βαπτίσματι· καὶ οἱ Ἀρμένιοι ἐπίστευσαν τελείως μετὰ τοῦ βασιλέως αὐτῶν Τηριδάτου διὰ τοῦ πολυάθλου μάρτυρος καὶ μεγάλου Γρηγορίου ἀρχιεπισκόπου αὐτῶν. [] Ἐγένετο δὲ καὶ σεισμὸς ἐν Καμπανίᾳ, καὶ κατέπεσαν πόλεις ιγ· καὶ ἔκλειψις ἡλίου γέγονεν ὥρᾳ γ τῆς ἡμέρας, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. 404 [] Καὶ περὶ τὴν Μελιτινὴν χώραν ὄφεων παντοῖον γένος, ἐκτείναντες ἐπὶ διαστήματα ε· καὶ μαχεσάμενοι κατέκτειναν ἀλλήλους ὡς καὶ τὴν χώραν (ἐκ τῶν σωμάτων αὐτῶν) ἀποζέσαι. [] Καὶ οἱ Ἰουδαῖοι στασιάσαντες πρὸς τὸ οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις ναὸν, πολλοὺς ὁ θεῖος Κωνσταντῖνος τιμωρησάμενος διεσκόρπισεν (ἐν οἷς καὶ τὰ ὦτα αὐτῶν ἀποτεμὼν καὶ τὸ τῆς προπετείας ἐνθεὶς αὐτοῖς τῷ σώματι σύμβολον, περιῆγε πανταχοῦ σωφρονίζων καὶ τοὺς ἄλλους πάντας μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν πράγμασιν). ΡΠΑ. Περὶ τῆς α συνόδου. Καὶ ἡ ἐν Νικαίᾳ σύνοδος [τῶν τιη ἁγίων Πατέρων] ἐγένετο διὰ προφάσεως τοιᾶσδε.
Ὁρῶν ὁ μέγας οὗτος βασιλεὺς [Κωνσταντῖνος] τὴν Ἐκκλησίαν ὑπὸ Ἀρείου ταραττομένην, σύνοδον οἰκουμενικὴν συνεκρότησε. [] Καὶ τοὺς μὲν ἐπισκόπους πανταχόθεν δημοσίοις ἵπποις καὶ ἡμιόνοις εἰς τὴν ἔλευσιν τῆς συνόδου χρήσασθαι ἐκέλευσεν, αὐτὸς δὲ εἰς τὴν Νίκαιαν ἀφίκετο, ἰδεῖν ἐφιέμενος τὴν πληθὺν τῶν ἀρχιερέων (καὶ τὴν ὁμόνοιαν αὐτοῖς πρυτανεῦσαι). 405 [] Συνεληλυθότων οὖν πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις ἐκέλευσεν εὐτρεπισθῆναι, καὶ θρόνους ἐν αὐτῷ τεθῆναι, καὶ οὕτως εἰσελθεῖν αὐτοὺς ἐπέτρεψεν· εἰσελθόντος δὲ αὐτοῦ ἔσχατον σὺν ὀλίγοις καὶ ἑστῶτος ἐν τῷ μέσῳ, προετρέψατο πάντας καθίσαι. Εἶτα θρόνου μικροῦ τεθέντος, κελευσθεὶς ὑπ’ αὐτῶν ἐκάθισε (καὶ αὐτὸς) ἔσχατον πάντων· τοσαύτη τις εὐλάβεια καὶ αἰδὼς τῶν ἀνδρῶν κατεῖχε τὸν βασιλέα. Καὶ οἱ μὲν τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν κεφαλὴν αὐτοῦ στεφανώσαντες, τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψαντο. Ὁ δὲ τοὺς περὶ τὴν ὁμόνοιαν καὶ συμφωνίαν προσαγαγὼν λόγους, πολλοὺς μὲν ἐσωφρονήσατο καὶ λόγοις καὶ δώροις· πολλὰς [δὲ] στιβάδας εὐτρεπισθῆναι προστάξας, ἐπὶ τὸ αὐτὸ πάντας ἑστίασε·
PG 110:613τοὺς μὲν ἀξιωτέρους ὁμοτραπέζους λαβὼν, τοὺς δὲ λοιποὺς εἰς τὰς ἄλλας τραπέζας διεῖλεν. [] Θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθὼν ὡς ὑπὸ Μαξιμιανοῦ καὶ Διοκλητιανοῦ διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ ὁμολογίαν τοῦτο πεπόνθασι, τὰ χείλη τοῖς τραύμασι προσενήνοχε κατασπαζόμενος, ἑλκύσειν ἐκεῖθεν εὐλογίαν τῷ φιλήματι πιστεύων. Οὕτως ἦν ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ εὐλαβείᾳ καὶ πίστει καὶ μετριοφροσύνῃ λελαμπρυσμένος. [] Τῇ δὲ ἐπαύριον οἱ ἐπίσκοποι καὶ ὁ βασιλεὺς εἰς ἕνα τόπον συνελθόντες καλοῦσι τὸν Ἄρειον σὺν τοῖς ὁμόφροσιν αὐτοῦ εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς οἰκείοις δόγμασιν. Ἦν δὲ τὰ δόγματα τοῦ ἀσεβοῦς καὶ τρισκαταράτου τοιαῦτα· Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλ’ ἦν ὅτε ὁ Θεὸς Πατὴρ οὐκ ἦν· οὐκ ἀεὶ δὲ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ ἐξ οὐκ [α) ὄντων γέγονεν· ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε· διὸ ἦν ποτὲ, ὅτε οὐκ 406 ἦν· κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ Υἱός· οὔτε δὲ ὅμοιός ἐστιν ὁ Υἱὸς κατ’ οὐσίαν τῷ Πατρὶ, οὔτε δὴ [ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε] ἀληθινὴ σοφία αὐτοῦ ἐστιν·
ἀλλ’ εἷς μὲν τῶν ποιημάτων καὶ γεννητός ἐστι, καταχρηστικῶς δὲ λέγεται Λόγος καὶ Σοφία [γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ καὶ ἐν τῷ Θεῷ σοφίᾳ], ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός· διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά· ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς (τοῦ) Θεοῦ οὐσίας, καὶ ἀόρατός (ἐστιν) ὁ Πατὴρ τῷ Υἱῷ· οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν αὐτὸν δύναται· καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ εἶδε· δι’ ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι’ αὐτοῦ ὡς δι’ ὀργάνου κτίσῃ ὁ Θεός· καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ἠθέλησεν ὁ Θεὸς ποιῆσαι. Ἠρώτησεν οὖν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι ὡς ἐτράπη ὁ διάβολος; καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι Ναὶ, δύναται τραπῆναι· τρεπτῆς γάρ ἐστι φύσεως, γεννητὸς καὶ κτιστὸς ὑπάρχων. [] Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαῦμα οὐ δίκαιον σιωπῇ παραπέμψασθαι·

Chapter CLXXXVIICaput CLXXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:615πρὸς γὰρ τὸ παράδοξον τοῦ βασιλικοῦ διατάγματος καὶ φιλόσοφοι καὶ ῥήτορες ἐν τῇ συνόδῳ παρῆσαν διαλεκτικῆς ἐμπειρότατοι, ἐν οἷς ὑπῆρχέ τις Ἕλλην, καὶ αὐτὸς παρὰ πάντων θαυμαζόμενος, ὥστε μεγάλην ἀκρόασιν ἐκ τῆς συμβολῆς γενέσθαι, πλήθους ἐπισυντρέχοντος. Οὐδὲ γὰρ οἷοί τε ἦσαν οἱ ἐπίσκοποι τὸν φιλόσοφόν τε καὶ ῥήτορα περιτρέψαι τέως διαλεγόμενον, ὅτι πᾶσι τοῖς ἐπαγομένοις ῥᾷστα προσεφέρετο ἐπιλύων εὐφυῶς τὰ προτεινόμενα καὶ δίκην ἐγχέλους ἀκατάσχετος εὑρισκόμενος (καὶ μηδενὶ λόγῳ κρατούμενος)· ἐν οἷς γὰρ ἐδόκει συνέχεσθαι, διολισθαίνων 407 ἐπικρατέστερος ἀνεφαίνετο τῇ τῶν νοημάτων δεινότητι καὶ ῥημάτων εὐγλωττίᾳ τε καὶ στωμυλίᾳ. Ἀλλ’ ἵνα δείξῃ ὁ Θεὸς, ὅτι οὐκ ἐν λόγοις ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ’ ἐν δυνάμει, ἄνθρωπός τις ἐκ τῶν ἁγίων (Κύπριος μὲν τῷ γένει καὶ τῆς πόλεως Τριμιθούντων ἐπίσκοπος) ὀνόματι Σπυριδίων, ἁπλούστατος δὲ τὴν φύσιν καὶ ἰδιώτης τὸν λόγον (σφόδρα), αἰτεῖται χώραν αὐτῷ διαλέξεως ἐπιδοθῆναι πρὸς τὸν φιλόσοφον. Οἱ δὲ Πατέρες τὸ ἁπλοῦν τε καὶ ἰδιωτικὸν τοῦ ἀνδρὸς εἰδότες ἐκώλυον αὐτὸν (μήποτε παρὰ τοῖς μοχθηροῖς καταγελασθῶσι).
Τοῦ δὲ μὴ ἀνεχομένου, πρόσεισι τῷ ἀνδρὶ καί φησιν· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἄκουσον, ὦ φιλόσοφε, τὰ τῆς ἀληθείας δόγματα. (Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Ὃ ἐὰν εἴπῃς ἀκούω. Κἀκεῖνος εἶπε· Γίνωσκε ὅτι) Θεὸς εἷς ἐστιν ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ καὶ (τὸν) ἄνθρωπον ἐκ γῆς διαπλάσας καὶ τὰ ὁρατὰ πάντα καὶ ἀόρατα τῷ Λόγῳ αὐτοῦ καὶ τῷ Πνεύματι συστησάμενος. Τοῦτον (οὖν) τὸν Λόγον ἡμεῖς Υἱὸν Θεοῦ εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν σωτηρίαν ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου τεχθῆναι καὶ διὰ σταυροῦ, καὶ θανάτου, καὶ ἀναστάσεως (αὐτοῦ) ἐλευθερωκέναι τὸ γένος τῶν ἀνθρώπων, ὃν καὶ ἐλπίζομεν ἐλθόντα κρῖναι πάντας ἐν δικαιοσύνῃ. Πιστεύεις τοῦτο, φιλόσοφε; Ὁ δὲ ὡς ἄν τις πεῖραν λόγων μηδέποτε ἔχων εἰς ἀντίθεσιν, ἀπηνεώθη καὶ ὡς κωφὸς καὶ ἄλαλος ἀποσιωπήσας, τοῦτο μόνον ἐφθέγξατο, ὅτι Ταῦτα κἀμοὶ οὕτως ἔχειν δοκεῖ. Καὶ ὁ γέρων [β) φησίν· Οὐκοῦν ἀναστὰς ἀκολούθει μοι πρὸς τὴν ἐκκλησίαν καὶ λήψῃ τὸ σημεῖον [τῆς πίστεως] ταύτης. Ὁ δὲ φιλόσοφος ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ἀκούσατέ μου, ὦ ἄνδρες·
PG 110:617ἕως ὅτε λόγων ἐποιησάμην σπουδὴν, λόγους 408 λόγοις ἀντετίθουν καὶ τὰ προσφερόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον. Ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις ἐξῆλθεν ἐκ τοῦ στόματος τοῦδε τοῦ γέροντος, οὐκ ἴσχυσαν οἱ λόγοι τὴν δύναμιν ἀντιτάξασθαι· οὐδὲ γὰρ οἷός τε ἐστὶν ἄνθρωπος ἀντιστῆναι Θεῷ. Διά τοι τοῦτο, εἴ τις ὑμῶν δύναται συνιέναι ὡς κἀγὼ νενόηκα, πιστεύσει εἰς τὸν Χριστὸν καὶ ἀκολουθείτω σὺν ἐμοὶ τῷ γέροντι τούτῳ, [ἐν] ᾧ ἐλάλησεν ὁ Θεός. Τούτω οὖν τῷ τρόπῳ γενόμενος ὁ φιλόσοφος Χριστιανὸς, ἔχαιρεν ἡττηθεὶς ὑπὸ τοῦ γέροντος. [] Παρῆν δὲ τηνικαῦτα καὶ ὁ θεῖος Παφνούτιος (ἀνὴρ Αἰγύπτιος) καὶ θαυματουργὸς καὶ ὁμολογητὴς, οὗ τὸν δεξιὸν ὀφθαλμὸν Μαξιμιανὸς ἐξώρυξεν, ὃς (καὶ), τῆς συνόδου κανονίσαι θελούσης, ὥστε κληρικὸν μὴ συνέρχεσθαι (τῇ) πρὸς γάμον (αὐτοῦ) γυναικὶ, ὡς βαρὺν τὸν λόγον ἀνέτρεψε [καὶ μόνοις ἐπισκόποις ἐτύπωσε τοῦτο παραφυλάττεσθαι].
[] Μετὰ γοῦν πολλὴν (τὴν) τῆς σκέψεως ἀκρίβειαν, ἔδοξε πᾶσιν ὁμοῦ δεῖν ὁρίσασθαι τὸ ὁμοούσιον ἐπὶ τῆς ὀρθοδόξου πίστεως, τουτέστι τῆς αὐτῆς [οὐσίας καὶ] φύσεως τῷ Πατρὶ καὶ τὸν Υἱὸν ὁμολογεῖν, ἣν δὴ καὶ κατὰ κράτος καὶ συμφώνως ἐβεβαίωσαν παρεκτὸς Ἀρείου τοῦ ἀσεβοῦς καὶ ἄλλων ἓξ ὁμοφρόνων αὐτῷ, οὓς ἀναθεματίσαντες οἱ θεῖοι Πατέρες οἱ τιη, ὁ βασιλεὺς ἐξώρισεν. ΡΠΒ. Περὶ τοῦ μὴ κατακρίνειν ἱερέα. Μετὰ δὲ ταῦτα φιλαπεχθήμονες ἄνδρες κατά τινων ἐπισκόπων ἐγγράφους ἐπέδωκαν τῷ βασιλεῖ κατηγορίας. Ὁ δὲ ταύτας 409 δεξάμενος καὶ δεσμήσας καὶ τῷ δακτυλίῳ σημηνάμενος, ἐκέλευσε φυλάττεσθαι. Εἶτα πρὸς εἰρήνην αὐτοὺς καὶ ὁμόνοιαν συμβιβάσας, ταύτας (κομίσας), ἐνώπιον πάντων κατέκαυσεν, ὅρκῳ πληροφορήσας αὐτοὺς μηδὲν ἀναγνῶναι τῶν ἐν αὐτοῖς γεγραμμένων· οὐδὲ γὰρ ἔφη χρῆναι τὰ πλημμελήματα τῶν ἱερέων δῆλα γενέσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες, ἀδεῶς ἁμαρτάνωσιν· ἐγὼ δὲ, εἰ αὐτόπτης ἐγενόμην ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος, συνεκάλυψα ἂν τῇ πορφυρίδι μου ταύτῃ τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψειε τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις.
Οὕτω τοίνυν τοὺς μὲν εὖ λέγοντας ἀνακηρύττων, τοὺς δὲ ἀντιλέγοντας παρακλητικῶς εἰς ὁμόνοιαν ἐλαύνων, τοὺς πάντας ὁμογνώμονας ἐποίησε καὶ ὁμοδόξους (ἐπὶ) τοῖς ἀμφισβητουμένοις ἅπασι. Καὶ οὕτῳ παραινέσας ἅπαντας καὶ πολλῆς τιμῆς τε καὶ δωρεᾶς ἀξιώσας, ἕκαστον παρηγγύησε καταλαβεῖν τὴν ἰδίαν ποίμνην [α) ΡΠΓ. Περὶ τῆς εὑρέσεως τοῦ σταυροῦ. Μετὰ γοῦν τὸ συναθροισθῆναι τὴν ἐν Νικαίᾳ σύνοδον καὶ πάντων τῶν ἁγίων ἐπισκόπων εἰς ἓν δεδραμηκότων καὶ τὰ κατὰ Ἄρειον 410 ἐπράχθη, παρεκελεύσατο ὁ βασιλεὺς τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μακαρίῳ παρόντι ἐν τῇ συνόδῳ καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι ἀναζητῆσαι καὶ τὸν ζωοποιὸν σταυρὸν καὶ τὸ θεοδόχον μνῆμα καὶ πάντας τοὺς ἁγίους τόπους· ἦν δὲ ἔννατος καὶ δέκατος ἐνιαυτὸς τῆς βασιλείας αὐτοῦ, ὅτε ἐγένετο ἡ ἐν Νικαίᾳ σύνοδος.
PG 110:619[] Μετὰ δὲ ταῦτα ἀπέστειλεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ μητέρα Ἑλένην εἰς Ἱεροσόλυμα μετὰ γραμμάτων καὶ χρημάτων ἀφθονίας πρὸς τὸν φερώνυμον Μακάριον, τὸν τῆς Αἰλίας ἐπίσκοπον, ἐπὶ ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου τοῦ ἐνδόξου σταυροῦ καὶ οἰκοδομῇ τῶν ἁγίων τόπων αὐτῆς, τοῦτο αἰτησαμένης τῆς βασιλίδος, φασκούσης ὀπτασίαν τινὰ θείαν ἑωρακέναι, κελεύουσαν αὐτὴν τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ τοὺς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπὸ τῶν ἀνόμων καὶ ἀφανεῖς γενομένους ἐπὶ τοσούτου χρόνου. Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς δεούσης τιμῆς ὑπήντησεν αὐτῇ. Εὐθέως δὲ παρεκέλευσε τοὺς ἐπισκόπους τὴν ζήτησιν τοῦ ποθεινοῦ ξύλου ποιήσασθαι. Ἀπορούντων δὲ πάντων περὶ τούτου καὶ ἄλλου ἄλλα ἐξ ὑποψίας διηγουμένου, ὁ τῆς πόλεως ἐπίσκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν καὶ σπουδαιοτέραν εὐχὴν ὑπὲρ τούτου τῷ Θεῷ προσφέρειν. Τούτου δὲ γενομένου, εὐθέως ἐδείχθη ὁ τόπος θεόθεν τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τῆς ἀκαθάρτου δαίμονος Ἀφροδίτης ὁ ναὸς καὶ τὸ ἄγαλμα.
Τότε ἡ βασίλισσα τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη, συναγαγοῦσα πλῆθος πολὺ τεχνιτῶν καὶ ἐργατῶν, ἐκέλευσεν ἐκ βάθρων ἀνατραπῆναι τὸ μυσαρὸν οἰκοδόμημα καὶ τὸν χοῦν πόῤῥω που ἀποῤῥιφῆναι. Τούτου δὲ γεναμένου, ἀνεφάνη τὸ θεῖον μνῆμα καὶ ὁ τόπος τοῦ κρανίου καὶ οὐ μηκόθεν 411 τρεῖς σταυροὶ ἐχωσμένοι. Ἐπιμελῶς δὲ διερευνήσαντες, εὗρον καὶ τοὺς ἥλους. Ἐκεῖθεν λοιπὸν ἀμηχανία πολλὴ καὶ θλῖψις κατέλαβε τὴν βασίλισσαν ἐπιζητοῦσαν ποῖος ἄρα εἴη ὁ Δεσποτικὸς σταυρός. Ὁ δὲ ἐπίσκοπος μετὰ πίστεως τὴν διάκρισιν ἔλυσεν· γυναικὶ γὰρ ἀῤῥωστούσῃ τῶν ἐπιφανῶν καὶ ἀπεγνωσμένῃ ὑπὸ πάντων, καὶ τὰ τελευταῖα πνεούσῃ προσαγαγὼν ἑκάτερον τῶν σταυρῶν, τὸ ζητούμενον εὗρε· μόνον γὰρ ἤγγισεν ἡ σκιὰ τοῦ σωτηρίου σταυροῦ τῇ ἀσθενούσῃ, εὐθὺς ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησε μεγάλῃ φωνῇ βοῶσα καὶ δοξάζουσα τὸν Θεόν. Ἡ δὲ βασίλισσα Ἑλένη μετὰ χαρᾶς μεγάλης καὶ φόβου ἀνελομένη τὸν σταυρὸν, μέρος μέντοι σὺν τοῖς ἥλοις, ἀνεκομίσατο πρὸς τὸν παῖδα·
PG 110:621τὸ δὲ λοιπὸν, γλωσσόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε τῷ ἐπισκόπῳ τῆς πόλεως εἰς μνημόσυνον πάσαις γενεαῖς καὶ θεσπίσασα ἐκκλησίας γενέσθαι ἐν τῷ ζωοποιῷ μνήματι καὶ ἐν τῷ ἁγίῳ Γολγοθᾷ καὶ ἐν τῇ Βηθλεὲμ ἐν τῷ σπηλαίῳ, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε, καὶ ἐν τῷ ὄρει τῶν ἐλαιῶν, [β) ἔνθα εὐλογήσας τοὺς μαθητὰς ἀνελήφθη. Καὶ ἄλλα καλὰ καὶ ἀξιέπαινα ποιήσασα ἐν Ἱεροσολύμοις ἀνέστρεψε πρὸς τὸν παῖδα. [] Ὁ δὲ μετὰ χαρᾶς αὐτὴν ὑποδεξάμενος τὴν μὲν τοῦ τιμίου σταυροῦ μερίδα χρυσῇ θήκῃ ἀποθέμενος, παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἐνιαυσιαίαις μνήμαις ἑορτάζειν τὴν ἀνάδειξιν τοῦ σταυροῦ προστάξας. Τῶν δὲ ἥλων τοὺς μὲν εἰς τὴν ἰδίαν περικεφαλαίαν ἐχάλκευσε, τοὺς δὲ ἀνέμιξε τῷ σαλβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου Ζαχαρίου διὰ τοῦ Κυρίου λέγοντος· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τῷ χαλινῷ τοῦ ἵππου τοῦ βασιλέως ἅγιον τῷ Κυρίῳ παντοκράτορι. 412 [] Ὁ δὲ βασιλεὺς ἐκέλευσε τῷ ἐπισκόπῳ Κωνσταντινουπόλεως καταλαβεῖν τὴν Αἰλίαν καὶ συγκροτῆσαι σύνοδον πλειόνων ἐπισκόπων καὶ ἐγκαινίσαι τοὺς ἁγίους τόπους.
Οὗτος δὲ ἦν Εὐσέβιος ὁ Νικομηδείας ὁ τῶν Ἀρειανικῶν δογμάτων γενόμενος πρόμαχος· οὗτος ἀναθεματισθεὶς ἐν τῇ Νικαέων μετὰ τῶν συμφρόνων αὐτοῦ καὶ ἐξορισθεὶς, μετὰ χρόνον τὴν φιλανθρωπίαν τοῦ βασιλέως εἰς ἔφοδον ἐξ ἀπάτης λαβόντες, χαρτίον δεητικὸν ἀνήνεγκαν τῷ βασιλεῖ ὀμνύοντες, ὅτι περ Ὑπογράφομεν τῇ ἐκθέσει τῆς πίστεως καὶ ἐν πᾶσιν ἀκολουθοῦμεν τοῖς ἁγίοις Πατράσι. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας καὶ τιμῆς μάλιστα πλείστης ἠξίωσε. Σχολάζοντος δὲ τοῦ Κωνσταντινουπόλεως θρόνου, ταῖς οἰκείαις κακομηχανίαις χρώμενος τυραννικῶς, κατέσχε τὸν θρόνον τῆς βασιλευούσης πόλεως ὁ Εὐσέβιος. Ἐπιλαβόμενος δὲ τῆς μείζονος ἐξουσίας τοὺς σύμφρονας αὐτοῦ κατέστησε ταῖς οἰκείαις παροικίαις, ἐξεώσας τοὺς χειροτονηθέντας ἀντ’ αὐτῶν. [] Τούτου δὲ γεναμένου, κατὰ Ἀθανασίου λοιπὸν τοῦ Ἀλεξανδρείας ἐσχόλαζον πολλὰς κατ’ αὐτοῦ σκαιωρίας ἐπινοοῦντες. Ὁ δὲ βασιλεὺς δίκαιον ἡγήσατο καὶ Ἀθανάσιον καλέσαι εἰς τὰ ἐγκαίνια τῶν ἁγίων τόπων.
PG 110:623Κελεύει οὖν πρῶτον ἐν Τύρῳ συνελθεῖν τὴν σύνοδον καὶ τὰ κατὰ Ἀθανάσιον διασκέψασθαι καὶ οὕτως δίχα πάσης διχονοίας ὁρμήσασθαι πάντας εἰς τὴν ἑορτήν. Ἀπέστειλε δὲ καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ Δαλμάτιον ἐπόπτην γενέσθαι τῆς συναθροιζομένης συνόδου τὴν κατάστασιν. [] Συνελθόντων δὲ τῶν ἐπισκόπων ἐν Τύρω, παρῆν σὺν αὐτοῖς καὶ ὁ Αἰλίας ἐπίσκοπος Μαξιμονᾶς ἀγνοῶν παντάπασι τὰ κατὰ Ἀθανασίου τυρευόμενα. Ὡς δὲ εἰσῆλθεν Ἀθανάσιος εἰς τὸ συνέδριον, περιέστησαν αὐτῷ οἱ κατήγοροι, μεγάλα καὶ βαρέα ἐγκλήματα 413 φέροντες κατ’ αὐτοῦ, ἅπερ ὑπέθεντο αὐτοῖς οἱ παρόντες δικασταὶ, Εὐσέβιος Νικομηδείας, καὶ οἱ περὶ αὐτὸν, ἀλλ’ οὐκ ἴσχυσαν ἀποδεῖξαι, Ἀθανασίου ἀπολογουμένου καὶ ἀράχνης δίκην διασπῶντος τὰς συκοφαντίας αὐτῶν Εἰς μανίαν δὲ τραπέντες οἱ κατήγοροι, συνέχεον ἅπαν τὸ συνέδριον βοῶντες· Ἄρατε τὸν γόητα· γοητείᾳ γάρ τινι χρησάμενος πάντας ἐφίμωσε. Καὶ ἐφονεύθη ἂν Ἀθανάσιος, εἰ μὴ ὁ ἀνεψιὸς τοῦ βασιλέως ἐξήγαγεν αὐτὸν διὰ στρατιωτῶν ἐκ τῶν χειρῶν αὐτῶν.
[] Λόγος δὲ κρατεῖ, ὅτι Ἀθανάσιος ἐκεῖθεν φυγὼν ἀνῆλθεν εἰς τὴν ἁγίαν πόλιν καὶ ποιήσας εὐχὴν καὶ τῷ ἁγίῳ μύρῳ χρίσας τοὺς εὐκτηρίους τόπους πρὸ τῆς τῶν λοιπῶν ἐπισκόπων παρουσίας, οὕτω κατέλαβε τὸν βασιλέα καὶ πάντα τὰ κατ’ αὐτὸν ἀνεδίδαξεν αὐτόν. Ὁ δὲ ἀκούσας καὶ θαυμάσας τῶν ἀντιδίκων αὐτοῦ τὴν πονηρίαν καὶ μεγίστης [α) τιμῆς ἀξιώσας αὐτὸν, μετὰ γραμμάτων εὐμενῶν ἀπέστειλεν ἐπὶ τὴν Ἀλεξάνδρειαν· ἦν δὲ τριακοστὸν ἔτος τῆς βασιλείας Κωνσταντίνου. [] Τὴν γοῦν σεβάσμιον ἡμέραν τῶν ἐγκαινίων τῶν ἁγίων τόπων καὶ τῆς ὑψώσεως τοῦ τιμίου σταυροῦ ὡρίσαντο οἱ Πατέρες μετὰ βασιλικοῦ προςτάγματος γίνεσθαι ἀνὰ ἕκαστον ἔτος τῇ ιδ τοῦ Σεπτεμβρίου μηνός. [] Ἡ δὲ α σύνοδος γέγονεν ἐν Νικαίᾳ τῇ μητροπόλει συνελθόντων τιη ἁγίων (θεοφόρων) Πατέρων, ἔτει τῆς βασιλείας Κωνσταντίνου 414 κ.
PG 110:625Ταύτης ἡγοῦντο Σιλβέστρου τοῦ τῆς πρεσβυτέρας Ῥώμης τοποτηρηταὶ Βίτων καὶ Βικέντιος πρεςβύτεροι, Μητροφάνης τοῦ Βυζαντίου, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος Ἱεροσολύμων, κατὰ Ἀρείου πρεσβυτέρου γεγονότος Ἀλεξανδρείας, βλασφημοῦντος (δὲ) τὸν Θεὸν Λόγον κτίσμα καὶ ἑτεροούσιον τοῦ Πατρὸς, [καὶ] ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, δοξάζοντος. Ὃν καθελοῦσα ἀνεθεμάτισε σὺν τοῖς ὁμόφροσιν αὐτοῦ, τὸν δὲ Υἱὸν ὁμοούσιον καὶ συνάναρχον τῷ Πατρὶ καὶ Θεὸν ἀληθινὸν καὶ κτίστην πάντων (ὀρθοδόξως) ἐδογμάτισε (κατὰ τὸν Προφήτην τὸν λέγοντα· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε). [] Ἐτύπωσε δὲ καὶ τὸ ἅγιον Πάσχα ἑορτάζειν ἡμᾶς κατὰ τὴν κρατοῦσαν συνήθειαν· τινὲς γὰρ τῶν πρώην κατὰ τὴν ιδ τῆς σελήνης ἑώρταζον. [] Μετὰ δέ τινα χρόνον παρακληθεὶς ὁ Κωνσταντῖνος ὑπὸ τῆς ἀδελφῆς Κωνσταντίας, ἀνῆκε τὸν Ἄρειον ἐκ τῆς ἐξορίας, ὡς δῆθεν μετανοήσαντα· οὗ παραγενομένου καὶ ἐρωτηθέντος ὑπὸ τοῦ βασιλέως εἰ στοιχεῖ τοῖς ὅροις καὶ τῇ ἐκθέσει τῆς ἐν Νικαίᾳ συνόδου, παρευθὺ κατέθετο πιστεύειν οὕτως. Ὁ δὲ θαυμάσας καὶ ὅρκον ἀπῄτησε.
Καὶ ὁ Ἄρειος τοῦτον σοφιζόμενος, ὡς ἐνόμιζε, καὶ τὸν ὅρκον ἀποκρουόμενος ἔφη· Οὕτω φρονῶ ὡς καὶ ἐγγράφως. Ἦν γὰρ ὁ ἄθλιος καταγράψας τὴν ἑαυτοῦ αἵρεσιν ἐν χάρτῃ, καὶ 415 ἐν κόλπῳ φέρων ὤμνυεν ἀληθῶς οὕτω φρονεῖν ὡς καὶ ἐγγράφως εἴη δηλαδὴ πεποιηκώς. Ὀμόσαντα δὲ μὴ φρονεῖν ἐναντία τῇ συνόδῳ ἀπέλυσεν αὐτὸν ὁ βασιλεὺς εἰρηκώς· Εἰ μὲν ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας, εἰ δὲ ἀσεβὴς καὶ διεστραμμένη, κρινεῖ Κύριος ὁ Θεὸς τὰ κατὰ σὲ θᾶττον. ΡΠΔ. Περὶ πάντων τῶν κριτῶν. (Ὁ δὲ μέγας Κωνσταντῖνος, ὡς εἴρηται, πεισθεὶς τῇ ὑποκρίσει αὐτοῦ καὶ τῷ ὅρκῳ προσέταξε δεχθῆναι αὐτὸν, ἀλλὰ) καὶ τὸν μέγαν Ἀθανάσιον δέξασθαι αὐτὸν εἰς κοινωνίαν ἐκέλευσεν ὡς ἅτε μετανοήσαντα. Τοῦ δὲ μὴ καταδεχομένου, γινώσκοντος ἀκριβῶς τὴν Ἀρείου δυστροπίαν, ἐξορίζει (τοῦ θρόνου) τὸν ἅγιον, πιστεύσας καὶ τὰς κατ’ αὐτοῦ γενομένας ὑπὸ τῶν Ἀρειανῶν λοιδορίας. [β) [] Καὶ οὐ θαῦμα·
PG 110:627πολλάκις γὰρ καὶ θεῖοι ἄνδρες κατά τινων εὐσεβῶν διαβολὰς ἀκρίτως παραδεξάμενοι παρετράπησαν τῆς ἀληθείας καὶ τοὺς εὐσεβεῖς παρέβλαψάν τε καὶ [παρ]ελύπησαν, ὥσπερ [οὖν] καὶ ὁ θεσπέσιος Δαυὶ̈δ ἐξαπατηθεὶς ὑπὸ τοῦ οἰκέτου Σιβᾷ 416 κατὰ τοῦ δεσπότου Μεμφιβοσὲθ ὡς συμφωνήσαντος μετὰ τοῦ Ἀβεσαλὼμ τοῦ ἀντάρτου, τοῦτον παρέβλαψε καὶ τῶν ἰδίων ἀποστερήσας τῷ οἰκέτῃ προσεκλήρωσεν. [] Ὅθεν χρὴ μετὰ πολλῆς ἀκριβείας καὶ σκέψεως ἐρευνᾷν τὰς κατηγορίας καὶ μὴ ὡς ἔτυχε τοῖς κατηγοροῦσι πιστεύειν, κἂν ἄγαν ὦσιν ἀξιόχρεοι· διὸ δὴ καὶ Νικόδημος πρὸς τοὺς παρανόμους Ἰουδαίους καταφορικῶς τε καὶ ἐντρεπτικῶς ἔφη· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; [] Ἀμέλει γέ τοι καὶ οἱ τῶν ἔξω σοφοὶ τοῦτο προδήλως ὑπεμφαίνοντες οὕτω φασίν· Ἡ μὲν ἀμφισβήτησις κρίσεις ἀναρτάσθω· ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω· ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω· ὁ δὲ ὅρος γεγράφθω· τὰ δὲ γεγραμμένα κυρούσθω· τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. ΡΠΕ. Περὶ τοῦ πῶς ὀφείλει εἶναι τὸν κριτήν.

Chapter CLXXXVIIICaput CLXXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὐκοῦν οὐ δεῖ ἀπερισκέπτως καὶ ἀβασανίστως λέγειν ἢ καταψηφίζεσθαι καὶ ῥιψοκινδύνως ἐκφέρειν τὰς ἀποφάσεις κατὰ τῶν κατηγορουμένων, ἀλλὰ μετὰ πλείστης ἐρεύνης καὶ ζητήσεως ἀκριβεστάτης. [] Ὡς ἐν ταῖς ἀποστολικαῖς Διατάξεσί φησιν ὁ λόγος· Ἔστω δὲ ὁ κριτὴς ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων 417 παρὰ τὸ προσῆκον, μήτε πένητος φειδόμενος· Οὐ λήψῃ γὰρ, φησὶ, πρόσωπον δυνάστου, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει· ὅτι τοῦ Κυρίου ἡ κρίσις, καὶ δικαίως τὸ δίκαιον διώξεται, καί· Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον. Ὅθεν οὐ δεῖ πιστεύειν, ὡς ἔτυχε, τοῖς κατηγοροῦσιν ἀκρίτως καὶ ἀβασανίστως· ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι κατηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι κατὰ Σωσάννης καὶ ἡ Αἰγυπτία ἐπὶ τοῦ Ἰωσήφ. Σὺ οὖν, ὡς Θεοῦ ἄνθρωπος, τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, ἵνα μὴ ἀνέλῃς τὸν ἀθῶον καὶ ἀποκτείνῃς τὸν δίκαιον. Ἀθῶον γὰρ καὶ δίκαιον οὐκ ἀποκτενεῖ,) οὐδὲ λήψῃ δῶρα ψυχὴν πατάξαι·
PG 110:629τὰ γὰρ δῶρα ἐκτυφλοῦσιν ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνονται ῥήματα δίκαια. Εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώσεσθε τὸν κατηγοροῦντα κατὰ τοῦ πλησίον αὐτοῦ μαρτυρίαν ψευδῆ· καὶ ἀποδείξαντες αὐτὸν συκοφάντην (καὶ ψευδολόγον) ποιήσατε αὐτῷ καθ’ ὃν τρόπον ἐπονηρεύσατο τῷ πλησίον, καὶ Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν (κατὰ [α) τὸν θεῖον νόμον Κυρίου)· ὅσον γὰρ ἐπ’ αὐτῷ, ἐφονεύσατο τὸν ἀδελφὸν προλαβὼν τὰ ὦτα τοῦ κριτοῦ· γέγραπται γάρ· Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος ἐκείνου ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ (καί· Ἐξαρεῖς τὸ ἀναίτιον ἀπὸ σοῦ αἷμα. Οὐκοῦν ἐρευνᾶτε μετὰ πολλῆς ἀκριβείας περὶ τῶν ἐνεχομένων, καὶ πρῶτον περὶ τοῦ κατηγοροῦντος ὁποία τίς ἐστιν ἡ ἀναστροφὴ αὐτοῦ), καὶ ἐὰν εὐσυνείδητος καὶ ἀξιόπιστος εὑρεθῇ, μὴ πιστευέσθω μόνος· (παράνομον γὰρ τὸ τοιοῦτον· ἀλλ’ ἐχέτω καὶ ἑτέρους μάρτυρας εὐλαβεῖς καὶ ὁμοτρόπους, ἵνα) ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἀξιοχρέων σταθήσεται πᾶν ῥῆμα. 418 [] Διὰ τί δὲ εἴπομεν τὸν τρόπον αὐτῶν ζητεῖσθαι;
Διότι πολλάκις ἐγχωρεῖ καὶ τοὺς δύο καὶ τοὺς πλείονας ἐπὶ κακῷ μαρτυρῆσαι καὶ συμφρόνως ψευδηγορῆσαι ὡς τοὺς δύο πρεσβυτέρους κατὰ Σωσάννης ἐν Βαβυλῶνι, καὶ τοὺς υἱοὺς τῶν παρανόμων κατὰ Ναβουθὲ ἐν Σαμαρείᾳ, καὶ τὸ πλῆθος τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου ἐν Ἱερουσαλὴμ καὶ κατὰ Στεφάνου τοῦ πρωτομάρτυρος αὐτοῦ. Ἔστωσαν οὖν οἱ μάρτυρες πραεῖς, ἀόργητοι, ἐπιεικεῖς, ἀγαπητικοὶ, σώφρονες, ἐγκρατεῖς, ἀπερίεργοι, θεοσεβεῖς· ἡ γὰρ τῶν τοιούτων μαρτυρία βεβαία πάντως ὑπάρχει· τῶν δὲ μὴ τοιούτων μὴ παραδέχεσθε τὰς μαρτυρίας, κἂν συμφωνεῖν δοκῶσιν ἐπὶ τῇ μαρτυρίᾳ· προστέτακται γὰρ ἐν τοῖς νόμοις· Οὐκ ἔσῃ μετὰ πολλῶν ἐν κακίᾳ· οὐ παραδέξῃ ἀκοὴν ματαίαν· οὐ συγκαταθήσῃ μετὰ πλήθους ἐκκλῖναι τὸ δίκαιον. Ἐν μέρει δὲ καὶ τὸν κρινόμενον εἰδέναι ὀφείλετε ὁποῖός ἐστι τῇ τοῦ βίου συνηθείᾳ καὶ ἀναστροφῇ, εἰ μεμαρτυρημένος τὸν βίον, εἰ ἀνέγκλητος καὶ ἀδιάβλητος, εἰ ὅσιος καὶ φιλόξενος καὶ φιλόπτωχος, εἰ σώφρων καὶ ψεύδους καθαρὸς, εἰ ἀπεχόμενος παντὸς πονηροῦ πράγματος. Μακάριος γὰρ ὁ τοιοῦτος ἐὰν πειρασθῇ, καὶ δόκιμος φανῇ· Ἀνὴρ γὰρ, φησὶν, ἀπείραστος, ἀδόκιμος παρὰ Θεῷ·
PG 110:631καὶ οὕτω δοκιμασθεὶς ἐπὶ ψεύσματι λέγει καὶ αὐτὸς εἰκότως· Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. [] Ἴδετε καὶ τὰ κοσμικὰ δικαστήρια, ὧν τῇ ἐξουσίᾳ ὁρῶμεν ἀγομένους φονεῖς, μοιχοὺς, φαρμακοὺς, τυμβωρύχους, λῃστὰς καὶ τὰς ἀνακρίσεις αὐτῶν λαμβάνοντες ὑπὸ τῶν προσαγόντων· οἱ ἡγούμενοι λέγουσι τῷ κακούργω· Εἰ ταῦτα οὕτως ἔχει; Κἀκείνου συγκατατιθεμένου καὶ ὁμολογοῦντος, οὐκ εὐθέως ἐπὶ τὴν κόλασιν αὐτὸν ἐκπέμπουσιν, ἀλλὰ πλείοσιν ἡμέραις τὴν ἐξέτασιν αὐτοῦ 419 ποιοῦνται μετὰ συμβουλίας καὶ σκέψεως καὶ πολλῆς ζητήσεως. Καὶ οὕτω τελευταῖον ὅρον καὶ ψῆφον θανάτου ὁ μέλλων ἐκφέρειν κατ’ αὐτοῦ, πρὸς τὸν ἥλιον ἐπάρας τὰς χεῖρας ἐπὶ πάντων διαμαρτύρεται, ἀθῶος ὑπάρχειν τοῦ αἵματος τοῦ ἀνθρώπου· καίτοι ὄντες ἐθνικοὶ καὶ ἄθεοι, καὶ μόνην ἔχοντες τὴν φύσιν διδάσκαλον [] Ὑμεῖς δὲ γινώσκοντες Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς καὶ συνιόντα εἰς πάντα τὰ ἔργα ἡμῶν, πόσῳ μᾶλλον ὀφείλετε μετὰ πολλῆς ἐρεύνης τὴν δικαίαν κρίσιν κρίνειν;

Chapter CLXXXIXCaput CLXXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὅτι τοῦ Κυρίου ἡ κρίσις τοῦ μέλλοντος ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διὰ δὴ τοῦτο [β) παραινεῖ καὶ προμαρτύρεται διαῤῥήδην Σολομῶν λέγων· Ἀκούσατε καὶ ἐνωτίσασθε. οἱ κρατοῦντες πλήθους, ὅτι παρὰ τοῦ Κυρίου ἐδόθη ἡ κράτησις ὑμῶν, καὶ ἡ δύναμις παρὰ Ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει· ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε, φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ἔρευνα, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. Ὁ γὰρ ἐλάχιστος, σύγγνωστός ἐστι ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Καὶ ὁ Κύριός φησιν· Ὧ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον ἀπαιτήσουσι παρ’ αὐτοῦ, ᾧ δὲ πολύ, πολὺ καὶ ἀπαιτήσουσι παρ’ αὐτοῦ. [] Καὶ μέντοι ὁ μέγας Ἰσίδωρος ἔφη· Χρὴ τοὺς τῶν πραγμάτων κριτὰς ὀξυτάτους εἶναι καὶ περιεσκεμμένους [ἄγαν περὶ τὸ νοεῖν καὶ ἀνακρίνειν καὶ διακρίνειν ἀπαθῶς καὶ ἀπροσωπολήπτως]· τοῦ γὰρ Κυρίου ἡ κρίσις·
PG 110:633ἵνα καὶ τὴν τῶν λεγόντων δεινότητα καὶ τὴν τῶν λόγων πιθανότητα 420 παρέντες, εἰς αὐτὸ τὸ βάθος τῶν νοημάτων χωρῆσαι δυνηθεῖεν κἀκεῖθεν μετὰ πολλῆς ἐξετάσεως καὶ περιόδου καὶ μὴ θᾶττον κατὰ συναρπαγὴν, ἀλλὰ μετὰ πλείστης μακροθυμίας καὶ ἀνεξικακίας θηρεύσαντες ἀνιμήσασθαι τὴν ἀλήθειαν. [] Οἱ μὲν γὰρ τῶν ἀνθρώπων διὰ βραδύτητα νοῦ τοῦ δικαίου καλῶς οὐκ ἐφικνοῦνται· οἱ δὲ δι’ ὀξύτητα μὲν ἐφικνοῦνται, διὰ δὲ φιλοχρηματίαν καπηλεύουσι χρυσῷ προπίνοντες τὴν ψῆφον καὶ τὸν τῆς δικαιοσύνης ζυγὸν λήμματι παρασαλεύοντες. Εἰσὶ δὲ ἕτεροι, οἱ καὶ αἰδοῖ καὶ κολακείᾳ καὶ φόβῳ καὶ φιλίᾳ ἢ ἔχθρᾳ διαφθείροντες τοῦτο. Διὰ δὴ ταῦτα χρὴ τὸν κριτὴν συνετὸν εἶναι καὶ ἀδέκαστον καὶ χρημάτων καὶ αἰδοῦς καὶ κολακείας καὶ φόβου καὶ φιλίας καὶ ἔχθρας κρείττονα· εἰ γὰρ ὁποτέρῳ τῶν τοιούτων παθῶν χειρωθείη, τὰ πάντα διαφθείρει καὶ ἀπόλλυσιν.
Εἰ τοίνυν τὸ μὲν εὑρεῖν τὸ δίκαιον, ἔργον, τὸ δὲ μὴ διαφθείρειν εὑρόντας ἐργωδέστερον, οὐ δεῖ ἐπιῤῥίπτειν τινὰ ἑαυτὸν τῷ κρίνειν. [] Τότε γοῦν ὁ ὀρθὸς ὅρος τῆς δικαιοσύνης σώζεται, ὅταν τῇ μὲν αἰτίᾳ ἡ κρίσις, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος ἡ πρὸς (τὴν) ποιότητα τοῦ ἁμαρτήματος [τὴν] τιμωρίαν ὁρίζουσα. ΡΠ. Περὶ τοῦ ἁγίου Ἀθανασίου. Ὁ τοίνυν μέγας Ἀθανάσιος οὐ μόνον ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου διὰ τὰς τῶν Ἀρειανῶν κακουργίας ἐξωρίσθη, ἀλλά γε 421 καὶ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίου καὶ διαδόχου τῆς βασιλείας αὐτοῦ· φησὶ γὰρ ὁ μέγας Ἀθανάσιος, γνοὺς πάλιν καὶ τὸν βασιλέα Κωνστάντιον τὰ τῶν Ἀρειανῶν κρατύνειν βουλόμενον, καὶ τοὺς Ἀρειανοὺς συσκευαζομένους ἀθέμιτα αὐτοῦ κατηγορεῖν ἐπὶ διεφθαρμένου δικαστηρίου, μηδενὶ θαῤῥήσας, αἰφνίδιον ἐν μεσαιτάτῃ [νυκτὶ] ζητούμενος, κατέφυγε πρός τινα παρθένον ἁγίαν, ἥτις ἐπὶ τῷ πράγματι ξενισθεῖσα διηπόρει τὴν ἄφιξιν. Ὁ δὲ μακάριος λέγει πρὸς αὐτήν· Ἐπιζητοῦμαι παρὰ τῶν Ἀρειανῶν καὶ ἀθέμιτα λοιδοροῦμαι· ἵνα δὲ μὴ κἀγὼ δόξαν ἀπενεγκόμενος εἰς τιμωρίαν ἐμβάλω τοὺς τιμωρήσασθαί με βουλομένους, φυγεῖν ἐνεθυμήθην·
PG 110:635ἀπεκάλυψεν οὖν μοι ὁ Θεὸς ταύτῃ τῇ νυκτὶ λέγων· Παρ’ οὐδενὶ σωθῆναι μέλλεις εἰ μὴ παρ’ ἐκείνῃ τῇ παρθένῳ. Καὶ γὰρ ἀεὶ τὰς κατ’ αὐτοῦ γινώσκων ἐπιβουλὰς ἐκ θείας ἀποκαλύψεως ὁ θεοφόρος οὗτος ἀπεδίδρασκεν, ὅθεν ὡς γόητα καὶ φαρμακὸν αὐτὸν οἱ τῆς ἀληθείας ἐχθροὶ διέβαλλον· Ἡ οὖν παρθένος ἀπωσαμένη πάντα [α) λογισμὸν ὡς ἐκ Θεοῦ πεμφθέντα κατέκρυψεν αὐτὸν ἔτη 2· μέχρι τῆς Κωνσταντίου ζωῆς, ἥτις καὶ μόνη περινίπτουσα τοὺς πόδας αὐτοῦ καὶ τὰ περιττώματα διακονοῦσα καὶ τὰς χρείας αὐτῷ πάσας οἰκονομοῦσα καὶ βιβλία κιχρωμένη καὶ παρέχουσα διετέλεσε. Καὶ οὐδεὶς ἀνθρώπων Ἀλεξανδρείας πάσης ἐν τοῖς ἓξ ἔτεσιν ἔγνω ποῦ ἔστιν ὁ πατριάρχης. [] Ἰουλιανοῦ δὲ τὸ κράτος περιθεμένου καὶ σπουδάζοντος τὰ παρὰ Κωνσταντίου διαπραχθέντα ἀνατρέπειν, τοὺς ἐξορισθέντας ἅπαντας ἀνεκαλέσατο, ὅπερ γνοὺς ὁ μέγας Ἀθανάσιος καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου τῆς παρθένου πάλιν ἐν νυκτὶ πρὸς τὴν ἐκκλησίαν παρεγένετο, ὃν οἱ Ἀλεξανδρεῖς θεασάμενοι καὶ τὸν Θεὸν δοξάσαντες, ὡς ἐκ νεκρῶν ἐδέξαντο ζῶντα. Καὶ δὴ τοῖς γνησίοις αὐτοῦ φίλοις 422 ἀπελογήσατο λέγων·
Τούτου χάριν πρὸς ὑμᾶς οὐ κατέφυγον, ὅπως εὔορκον ὑμῶν καὶ ἀτάραχον ποιήσω τὴν ὑποχώρησίν μου· διὸ πρὸς ἐκείνην ἀπῆλθον, πρὸς ἣν ὑποψίας ἀφορμὴν οὐδεὶς ἐλάμβανε, δύο μνηστευσάμενος, τὴν σωτηρίαν ἐκείνης, ὠφέλησα γὰρ αὐτὴν σφόδρα, καὶ τὴν ἐμὴν δόξαν. [] Ὁ δέ γε Ἰουλιανὸς ἐπιτερπόμενος τοῖς εἰδώλοις αὖθις τὴν Ἐκκλησίαν ἐτάραττε, τὰ τῶν εἰδώλων ἀνοίγων ἱερὰ καὶ θυσίας ἐπιτελῶν τῇ ἐν Κωνσταντινουπόλει Τύχῃ δημοσίᾳ ἐν τῇ βασιλικῇ, ἔνθα τῆς αὐτῆς κακῆς Τύχης τὸ ἄγαλμα ἵστατο· κἀντεῦθεν οἱ τῇ πλάνῃ τῶν εἰδώλων δεδουλωμένοι βουλὴν εἰσηγήσαντο πρὸς τὸν Ἰουλιανὸν ὡς οὐκ ἄλλως περιέσεσθαι τῶν Χριστιανῶν, εἰ μὴ Ἀθανασίου ἀπαλλαγεῖεν, ἅτε δὴ θεμελίου ὄντος τῆς κατ’ αὐτῶν Ἐκκλησίας. Διὰ τοῦτο γοῦν πάλιν δικαστῶν κινήσεις, πάλιν λαοὶ, πάλιν στρατιῶται, πάλιν βουλαὶ καὶ δῆμοι ἐκμαινόμενοι καὶ ταρασσόμενοι Ἀθανάσιον ἀπαιτούμενοι. Διὸ δὴ πάλιν νύκτωρ ἀποδράσας καὶ περὶ τὸν Νεῖλον γενόμενος, μέλλοντα εἰς πλοῖον εἰσέρχεσθαι παραστάντες οἱ γνήσιοι φίλοι μετὰ δακρύων πρὸς αὐτὸν ἔλεγον·
Ποῦ πάλιν ἀναχωρεῖς, ὁ ποιμὴν ὁ καλὸς, καὶ [τίνι] καταλιμπάνεις ἡμᾶς, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα; Πρὸς οὕς φησιν ὁ μέγας· Μὴ κλαίετε, τέκνα, μὴ κλαίετε· νεφίδιόν ἐστι φθινοπωρινὸν οὗτος ὁ τάραχος, πρὸς ὀλίγον μὲν φαινόμενος, ὀξέως δὲ διαλυόμενος· μὴ ῥᾳθυμεῖτε, τέκνα· τάχιον ἐλεύσομαι πρὸς ὑμᾶς, Θεοῦ θέλοντος. Ὅπερ δὴ καὶ γέγονε. Μετὰ γὰρ ὀλίγον χρόνον, τῶν Ἑλλήνων ὁρώντων κορώνας περιιπταμένας ἐπὶ τὸν ναὸν τοῦ Σεράπιδος ἐν Ἀλεξανδρείᾳ καὶ κρωζούσας σφοδρῶς, ἔλεγον οἱ Ἕλληνες ἐμπαικτικῶς πρὸς τὸν ἅγιον· Εἰπὲ ἡμῖν, κακόγηρε, τί κρώζουσιν αἱ κορῶναι; 423 Ὁ δὲ ἅγιος πρὸς αὐτούς· Αἱ κορῶναι φωνοῦσι κρὰ, κρά· τὸ δὲ κρὰ τῇ Αὐσονίων φωνῇ αὔριον ἐστὶν, ὅθεν αὔριον ὄψεσθε τὴν τοῦ Θεοῦ πρόνοιαν καὶ τὴν ἡμετέραν δόξαν. Καὶ τῇ ἐπαύριον ἠγγέλθη ὁ θάνατος τοῦ ἀποστάτου Ἰουλιανοῦ· ἐπανῆλθε γὰρ ἐκ Περσίδος νεκρὸς ἐβδελυγμένος, μήτε ἐλεούμενος, μήτε οἰκτειρόμενος, ὡς δὲ πολλοῖς διαῤῥήδην ἡ φήμη, μήτε τῷ τάφῳ προσδεχόμενος, καὶ πολλῆς ταραχῆς καὶ θορύβου ἐπλήρωσε τοὺς Ἕλληνας. [] Τὸν μέντοι μέγαν Ἀθανάσιον οὐκ ἔλιπε ἐξορία, καὶ φυγὴ καὶ βάσανος·

Chapter CXCCaput CXC

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:637μικρὸν γοῦν ἀναπνεύσας ἐκ τούτου [β) πάλιν ὁ τοῦ Οὐάλεντος ἐπέστη αὐτῷ πόλεμος, ὅθεν καὶ τοῦτον τροπωσάμενος διὰ τῆς καλῆς φυγῆς, ὡς πληρωθῆναι μῆνας δ τὴν φυγὴν αὐτῷ, τοῦ βίου ὑπεξέρχεται, διαρκέσας ἐπὶ τῆς ἱερωσύνης ἔτη μ, πολλὰ πρὸ θανάτου εἰρηκὼς, μᾶλλον δὲ προγνωστικῶς προαγορεύσας Παύλῳ, τῷ μετ’ αὐτὸν ἐπισκόπῳ, οἷα καὶ ὅσα παρὰ τῶν Ἀρειανῶν ὑποστήσεται. [] Περὶ δὲ τῶν ἑαυτοῦ ποικίλων καὶ διαφόρων ἀγώνων, φυγῶν τε καὶ ἀποκρύψεων ἀναριθμήτων ἀπολογούμενος, ἄκουσον οἷα γράφει ὁ μακάριος· Εἰ γὰρ λοιδοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιήσωσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφὸν, τὸν δὲ Μωϋσῆν ἐν Μαδιὰμ ὑποχωρήσαντα διὰ τὸν Φαραώ; Τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ Δαυὶ̈δ ἀποδιδράσκοντι τῷ Σαοὺλ καὶ κρυπτομένῳ τοῦτον ἐν τῷ σπηλαίῳ, ἀλλοιοῦντι δὲ τὸ πρόσωπον ἑαυτοῦ ἕως ἂν παρέλθῃ τὸν Ἀγχοῦς καὶ τὴν 424 ἐπιβουλὴν ἐκκλίνῃ;
Τί δ’ ἂν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς καὶ πάντα λίθον, κατὰ τὸ δὴ λεγόμενον, κινοῦντες, τὸν Ἠλίαν τὸν μέγαν κρυπτόμενον τὸν Ἀχαὰβ καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἰεζάβελ; Καὶ μέντοι καὶ οἱ υἱοὶ τῶν προφητῶν ζητούμενοι τότε ἐκρύπτοντο λανθάνοντες ἐν τῷ σπηλαίῳ παρὰ τῷ Ἀβδιοῦ. Ποίαν οὖν καὶ πρὸς Ἡσαί̈αν ἐπινοοῦσιν ἀντίθεσιν παρακελευόμενοι ἕκαστον ὑπὲρ εὐσεβείας διωκόμενον κατὰ Θεοῦ συγχώρησιν λέγοντα· Ἀποκρύβηθι μικρὸν ὅσον ὅσον ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Καὶ γὰρ οἱ μὲν εὐσεβῶς ζῶντες ἐν Χριστῷ, διωχθήσονται, ἀδίκως δηλονότι· οἱ δὲ ἄνομοι, δικαίως ἐκ προσώπου Κυρίου ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. Οὕτω δὲ καὶ οἱ τῆς χάριτος τρόφιμοι διὰ τὸν φόβον τῶν Ἰουδαίων ὑπανεχώρουν κρυπτόμενοι· καὶ ὁ μὲν Πέτρος ἐκ τῆς φυλακῆς ἀποδράσας ἐξέφυγε τὰς χεῖρας Ἡρώδου καὶ τὰς προσδοκίας τῶν Ἰουδαίων. Ὁ δὲ Παῦλος ἐν Δαμασκῷ παρὰ τοῦ ἐθνάρχου ζητούμενος, ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται καὶ διέφυγε τοῦ ζητοῦντος τὴν μανίαν.

Chapter CXCICaput CXCI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:639Τῆς τοίνυν Γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἄρα πρόφασιν τῆς ἑαυτῶν προπετείας καὶ περὶ τῆς Γραφῶν ἀγνοίας ἐξευρεῖν οἱ φιλοσκῶπται δυνήσονται; Ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν ἀφορισθῆναι πόλεις φυγαδευτηρίους ὑπὲρ τοὺς ζητουμένους εἰς θάνατον, ὅπως δήποτε δύνασθαι διασώζεσθαι· ἐπ’ ἐσχάτων δὲ παραγενόμενος ὁ πάλαι τῷ Μωσεῖ χρηματίσας ἐκεῖνα Θεὸς Λόγος αὖθις ἐντολὴν δίδωσι λέγων· Ὅταν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς ἑτέραν· καί· Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβήτω 425 ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστραφέτω ἆραι τὰ ἱμάτια αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Θεὸς Λόγος ἄνθρωπος γενόμενος κατηξίωσε ζητούμενος, ὡς ἡμεῖς, κρυβῆναι καὶ πάλιν διωκόμενος [φεύγειν] καὶ τὴν ἐπιβουλὴν ἐκκλῖναι τῶν ἐναντίων, ἡμᾶς διδάσκων μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς εἰς κινδύνους. Διὰ δὴ τοῦτο καὶ οἱ θεῖοι μάρτυρες ἐν τοῖς διωγμοῖς διωκόμενοι μὲν ἔφευγον, εὑρι [α) σκόμενοι δὲ ἐμαρτύρουν. [] Ἀλλ’ εἴποι δ’ ἄν τις· Ὁ μέγας καὶ ἀποστολικὸς Διονύσιος φησίν·
Οὐκ ἔστι δίκαιον, ὁσίους ἄνδρας ἐᾷν ἀβοηθήτους ὑπὸ τῶν φαύλων ἐκτρυχομένους· πρὸς ὃν ῥητέον· Ὅσοι μὲν ἀγαπῶσιν, οὕς φησιν ἁγίους, τὰ ἐπὶ γῆς ὑπὸ τῶν προςύλων ζηλούμενα, τοῦ θείου πάντως ἐκπεπτώκασιν ἔρωτος· οὐκ οἶδ’ ὅπως ὅσιοι κληθήσονται ἀδικοῦντες τὰ ὄντως ἐραστὰ καὶ θεῖα τοῖς ἀζηλώτοις καὶ ἀνεράστοις ὑπ’ αὐτῶν οὐκ εὐαγῶς [παρευδοκιμούμενα· εἰ δὲ τῶν ὄντως ὄντων ἐρῶσιν, εὐφραίνεσθαι χρὴ τούς τινων] ἐφιεμένους, ἡνίκα τῶν ἐφετῶν τυγχάνουσιν· ἢ οὐκ ἐν τούτῳ μᾶλλον πλησιάζουσι ταῖς εὐαγγελικαῖς ἀρεταῖς, ὅταν, ὡς δυνατὸν, ἀφέσει τῶν θείων ἀναχωροῦσι τῆς τῶν ὑλικῶν προςπαθείας, ἐγυμνασμένοι πρὸς τοῦτο λίαν ἀνδρικῶς ἐν ταῖς ὑπὲρ τοῦ καλοῦ περιστάσεσιν· ὥστε οὖν ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο μᾶλλόν ἐστι τῆς θείας δικαιοσύνης ἴδιον τὸ μὴ θέλγειν καὶ ἀπολλύειν τῶν ἀρίστων τὴν ἀριστότητα ταῖς τῶν ὑλικῶν δόσεσι, μηδὲ, εἴ τις ἐπιχειροίη τοῦτο ποιεῖν, ἐᾷν ἀβοηθήτους, ἀλλ’ ἐνιδρύειν αὐτοὺς ἐν τῇ καλῇ καὶ ἀμειλίκτῳ στάσει καὶ ἀπονέμειν αὐτοῖς τοιούτοις οὖσι τὰ κατ’ ἀξίαν.
PG 110:641426 [] Κωνσταντίνου δὲ τοῦ Μεγάλου ὑπὸ Ἑλλήνων φιλοσόφων ὀνειδισθέντος εἰς τὸ Βυζάντιον, ὡς οὐ πράττοι καλῶς παρὰ τὰ ἔθη τῶν παρὰ Ῥωμαίοις βασιλευσάντων διαγενόμενος, ἀλλὰ νεωτερίζων τὴν θρησκείαν μεταθέμενος, ἔδοξεν ἕνα τῶν φιλοσόφων διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ Βυζαντίου περὶ τῆς πίστεως. Λόγων δὲ ἄπειρος ὢν ὁ Ἀλέξανδρος, ἀλλὰ θεῖος ὢν, ἐν τῇ ἡμέρᾳ τῆς διαλέξεως εἶπε τῷ διαλεκτικῷ φιλοσόφῳ· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ μου ἐπιτάττω σοι σιωπᾷ καὶ μὴ φθέγγεσθαι. Ἅμα δὲ τῷ λόγῳ ἐφιμώθη καὶ διέμεινεν ἄλαλος. ΡΠΖ. Περὶ τοῦ ἁγίου Ἀντωνίου. Ἐν τοῖς χρόνοις αὐτοῦ Ἀντώνιος ὁ μέγας ἦν ἐν πολλαῖς ἀρεταῖς καὶ μεγάλαις διαπρέπων· καὶ ἀκουστὸς ἐγένετο τῷ βασιλεῖ, καὶ γράφει αὐτῷ παρακλητικὴν ἐπιστολὴν, [τοῦ] σκυλλῆναι 427 αὐτὸν ἕως Κωνσταντινουπόλεως, ὅπως τῶν εὐχῶν αὐτοῦ ἀπολαύσῃ. Ὁ δὲ ἅγιος γενόμενος ἐν πολλῇ φροντίδι λέγει τῷ μαθητῇ αὐτοῦ Παύλῳ· Τί λέγεις, τέκνον, ἀπέρχομαι πρὸς τὸν βασιλέα κατὰ τὴν παράκλησιν αὐτοῦ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐὰν ἀπέλθῃς, Ἀντώνιος ὑπάρχεις· ἐὰν δὲ μὴ ἀπέλθῃς, ἀββᾶς Ἀντώνιος. Καὶ ὁ ἅγιος ἔφη·
Οὐκοῦν διὰ τῆς δόξης ταύτης, ἐὰν μὴ λέγωμαι ἀββᾶς, ὄντως οὐκ ἀπέρχομαι. Καὶ τοῦτο μαθὼν ὁ διακριτικώτατος βασιλεὺς, ὠφελήθη μᾶλλον εἰς τὸ μέτριον καὶ ἀφιλόδοξον. [] Περὶ οὗ καὶ ὁ μέγας Ἀθανάσιος ἔφη· Ἔφθασε καὶ μέχρι βασιλέων ἡ ἐνάρετος πολιτεία Ἀντωνίου· καὶ μαθόντες Κωνσταντῖνος ὁ μέγας, καὶ Κωνστάντιος καὶ Κώνστας οἱ Αὔγουστοι, ἔγραφον αὐτῷ ὡς πατρὶ καὶ ἠξίουν ἀντιγραφὰς [β) παρ’ αὐτοῦ δέχεσθαι· ἀλλ’ οὔτε γράμματα δεχόμενος λόγον τινὸς ἢ φροντίδα ἐποιεῖτο· οὔτε μὴν, ὡς οἱ πολλοὶ, ἐπὶ ταῖς ἐπιστολαῖς ἐγεγήθει. Ὅτε οὖν ἐκομίζετο αὐτῷ γράμματα, ἐκάλει τοὺς μοναχοὺς καὶ ἔλεγε· Μὴ θαυμάζετε, εἰ βασιλεὺς γράφει πρὸς ἡμᾶς· ἄνθρωπος γάρ ἐστι καὶ αὐτὸς, ἀλλὰ θαυμάζετε, ὅτι ὁ Θεὸς τὸν νόμον ἔγραψε καὶ διὰ τοῦ ἰδίου Υἱοῦ ἐλάλησεν ἡμῖν. Βουλομένου οὖν αὐτοῦ μὴ δέχεσθαι τὰς ἐπιστολὰς, ἐκωλύθη παρὰ τῶν μοναχῶν λεγόντων αὐτῷ, ὅτι Χριστιανοί εἰσιν οἱ βασιλεῖς, καὶ μὴ ὡς ἀποῤῥιφέντες σκανδαλισθῶσιν.
PG 110:643Ἐπέτρεπεν οὖν ἀναγινώσκεσθαι τὰς ἐπιστολὰς καὶ ἀντέγραφεν ἀποδεχόμενος αὐτοὺς, ὅτι τὸν Χριστὸν προσκυνοῦσι, συνεβούλευε δὲ τὰ πρὸς σωτηρίαν καὶ μὴ μεγάλα τὰ παρόντα ἡγεῖσθαι, ἀλλὰ μνημονεύειν ἀεὶ τοῦ θανάτου καὶ τῆς μελλούσης κρίσεως καὶ ἀνταποδόσεως καὶ εἰδέναι μόνον Θεὸν ἀληθινὸν, βασιλέα αἰώνιον· φιλανθρώπους τε εἶναι [αὐτοὺς] ἠξίου καὶ τοῦ δικαίου φροντίζειν καὶ τῶν πτωχῶν ὡς μέλλοντας περὶ τῆς ἀρχῆς αὐτῶν 428 δοῦναι λόγον τῷ Θεῷ· ἅπερ οἱ βασιλεῖς δεχόμενοι λίαν ἔχαιρον ἐπὶ τῇ παραινέσει τοῦ δικαίου. [] Τοῦ οὖν θείου Κωνσταντίνου βασιλεύσαντος ἐν Ῥώμῃ ἔτη ιβ καὶ ἐν Κωνσταντινουπόλει ἔτη κ καὶ ἐν προαστείῳ τινὶ βασιλικῷ Νικομηδείας ὀλίγον χρόνον ἀῤῥωστήσας ἐτελεύτησε, καταλιπὼν κληρονόμους τῆς βασιλείας αὐτοῦ τοὺς γ παῖδας αὐτοῦ, Κώνσταν, Κωνστάντιον καὶ Κωνσταντῖνον τὸν νεώτερον, καταλείψας καὶ μίαν θυγατέρα ὀνόματι Ἑλένην, γαμετὴν γεναμένην Ἰουλιανοῦ τοῦ Παραβάτου, ἣν ἔσχεν ἐκ Φαύστης ἀνεψιᾶς, θυγατρὸς Ἑρκουλίου.
PG 110:645429 [] [Οὗτοι οἱ τρεῖς υἱοὶ αὐτοῦ ἐκράτησαν τῶν βασιλικῶν σκήπτρων], τῆς μὲν ἀνατολῆς Κωνστάντιος, τῆς δὲ δύσεως Κωνσταντῖνος καὶ Κώνστας, ὃς καὶ φονεύσας τὸν ἀδελφὸν αὐτοῦ Κωνστάντιον καὶ βασιλεύσας μόνος ἔτη κ ἐσφάγη καὶ αὐτὸς ὑπὸ τοῦ δήμου. [] Ἐματαιώθησαν τοίνυν οἱ καταψευδόμενοι τοῦ μεγάλου Κωνσταντίνου καὶ φάσκοντες, ὅτι ἐν τῇ τελευτῇ ἐβαπτίσθη καὶ μέχρι τότε ἀβάπτιστος ὑπῆρχε. Πῶς γὰρ ἂν ὁ τοιοῦτος ἀνὴρ, θεοσεβὴς, καὶ φιλόχριστος, καὶ περὶ τὴν πίστιν θερμότατος, ἠνέσχετο χρόνους τοσούτους κεχωρίσθαι τῆς θείας μεταλήψεως τῶν μυστηρίων, καὶ μάλιστά γε τοιούτοις Πατράσιν ἁγίοις συνδιαιτώμενος καὶ τῆς ἱερᾶς αὐτῶν διδασκαλίας καὶ νουθεσίας ἑπόμενος ἀσπασίως καὶ γνησίως; Πῶς δὲ καὶ τοῖς ἀπίστοις ἐφαίνετο Χριστιανὸς τέλειος μήπω τελειωθεὶς διὰ τοῦ βαπτίσματος; Πῶς δὲ καὶ ὁ κατεπείγων καὶ ἀναγκάζων τοὺς ἄλλους ἅπαντας ἀπίστους δηλονότι πιστεῦσαι, καὶ βαπτισθῆναι, καὶ τὴν ἁγίαν Τριάδα ὁμολογῆσαι καθαρότερόν τε καὶ τηλαυγέστερον, αὐτὸς ἐν τοσούτῳ σκότῳ ἐτύγχανεν;
Ἀληθῶς ψεῦδος τοῦτο ὑπάρχει καὶ ἀνάπλασμα τῆς Ἀρειανικῆς καὶ ἀθέου αἱρέσεως καὶ τῆς αὐτῶν ἀπιστίας καὶ ἀσεβείας κακούργημα βουλομένων 430 τῆς οἰκείας αἱρέσεως ὑπασπιστὴν ἀποδεῖξαι τὸν μέγαν Κωνσταντῖνον καὶ ὑπὸ Ἀρειανῶν δῆθεν αὐτὸν βαπτισθῆναι ἀναπλαττόντων. [] Καὶ γάρ τοι καὶ ὁ μέγας Ἰσίδωρος τοιάδε φησί· Δεῖ τοίνυν ἀκολουθεῖν καὶ πειθαρχεῖν τῇ συγκροτηθείσῃ μεγάλῃ καὶ ἁγίᾳ συνόδῳ ἐν Νικαίᾳ κατὰ Ἀρείου τοῦ δυσσεβοῦς τῶν τιη ἁγίων Πατέρων· ἐκείνη γὰρ θεόθεν ἐμπνευσθεῖσα τἀληθὲς ἐδογμάτισεν. [] Ἰστέον τοίνυν ὡς ἐν τῇ Παλαιᾷ Διαθήκῃ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος μυστικῶς ἡ διδασκαλία ἐγκατέσπαρται, ὡς καὶ Φίλωνα, καίτοι Ἰουδαῖον ἄνδρα ὑπάρχοντα καὶ ζηλωτὴν, δι’ ὧν καταλέλοιπε συγγραμμάτων, ἀπομάχεσθαι τῇ οἰκείᾳ θρησκείᾳ. Βασανίζων γὰρ τὸ εἰρημένον· Ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον, ἠναγκάσθη ὑπὸ τῆς ἀληθείας, καὶ ἐξεβιάσθη καὶ τὸν τοῦ Θεοῦ Λόγον θεολογῆσαι. Τί γάρ; Εἰ καὶ δεύτερον τὸν συναί̈διον τῷ Πατρὶ καὶ ἀριθμοῦ καὶ χρόνων ἀνώτερον ὄντα καλεῖ, τῆς ἀληθείας μὴ ἐφικνούμενος, ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προςώπου.
PG 110:647Οὐκ ἐνταῦθα δὲ μόνον ἔπαθε τοῦτο, ἀλλὰ καὶ τό· Θεὸς καὶ τό· Κύριος, ἑρμηνεῦσαι πειρώμενος, τῆς βασιλικωτάτης Τριάδος ἔννοιαν ἔσχε. Φάσκων γὰρ, ὅτι εἷς ἐστιν ὁ Θεὸς, οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς ἁγίας Τριάδος, τὸ τῶν μὲν πάντη διαιρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον· καὶ οὕτω κατὰ κράτος εἷλεν αὐτοῦ τὴν ψυχὴν, ὡς ἀναγκασθῆναι διαῤῥήδην τοῦτο (καὶ) φάναι καὶ ἐν γράμμασι 431 καταλεῖψαι. Δύο μὲν γὰρ (εἶπεν) εἶναι τὰς τοῦ ὄντως ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ τιμωρητικὴ Κύριος, οὐ Θεὸς, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ Κύριος, οὐ πόῤῥω βαίνων τοῦ φήσαντος· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, δύναμις οὐκ ἀνυπόστατος, ἀλλ’ ἐνυπόστατος, καὶ παντοδύναμος, καὶ ὑποστάσεως δημιουργὸς, καὶ ἰσοσθενὴς ἐκείνου, οὗ δύναμίς ἐστι. Καὶ πάλιν ὁ αὐτὸς Φίλων περὶ τοῦ θεάματος, οὗ εἶδε Μωϋσῆς, ἐκράζων ἔφη· Θέαμα ἐκπληκτικώτατον ὁρᾷ·
εἶτα μετ’ ὀλίγον κατὰ μέσην τὴν φλόγα μορφήν τινα περικαλλεστάτην ἐμφερῆ οὐδενὶ τῶν ὁρατῶν, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσαν, ἣν ἐάν τις ὑπετόπησεν εἰκόνα τοῦ ὄντως εἶναι, καλῶς ὑπείληφεν. Εἰ δέ τις περὶ τῆς εἰκόνος ἀκριβῶς μαθεῖν βούλεται. ἀκουέτω Παύλου φράζοντος περὶ τοῦ Υἱοῦ· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Οὐκοῦν κἀκεῖνος θεολογίας ὀρθοδόξου ἅπτεται; μὴ γὰρ τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ κατοπτεῦσαι τὴν ἀλήθειαν καὶ τῇ οἰκείᾳ θρησκείᾳ ἀπομάχεσθαι· ἀλλ’ ἐκεῖνο ἐννόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεολογίαν ὡς οἱ ἀπαίδευτοι τῶν Ἰουδαίων καθηγηταὶ, προλήψει τινὶ κατεχόμενοι, δογματίζουσιν. Οὐκ ἐκ τούτων δὲ [μόνον πληκτικωτάτων] ὄντων, εἰς τοσαύτην προήχθη, ὥς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐκ τοῦ· Ἔβρεξε Κύριος [πῦρ] παρὰ Κυρίου· καὶ ἐκ τοῦ· Ἐκάλεσε Κύριος ἐν ὀνόματι Κυρίου καὶ 432 ἐκ τοῦ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου· καὶ ἐκ τοῦ·
PG 110:649Ἐν σοὶ [ὁ] Θεὸς, καὶ σὺ εἶ [ὁ] Θεός. Τοὺς γὰρ λέγοντας, ὅτι μυριάκις ἐστὶν ἅγιος ὁ Θεὸς, καὶ τό· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαὼθ, παρερμηνεῦσαι τολμῶντας λαμπρῶς ἐλέγχει τό· Ἐξεζήτησα τὸ πρόσωπόν σου, Κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπον ἀπ’ ἐμοῦ. Εἰ μὴ γὰρ τὴν ἁγίαν Τριάδα ἀνεκήρυττεν, ὁ φράσας περιττολογίας δίκαιος ἂν εἴη ἀπαιτηθῆναι δίκας· οὐ μόνον δὲ ἐν τούτῳ, χρῆναι γὰρ οἶμαι ἐπὶ σαφέστερον ὁρμῆσαι ῥητόν· ἀλλὰ καὶ ἐν τῷ· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Εἰ μὴ γὰρ ἡ Τριὰς ἐνταῦθα σαφῶς ἐκηρύττετο, ἐχρῆν ῥηθῆναι· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος αὐτῷ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαι αὐτὸν ἐν ἡμέρᾳ θλίψεώς σου, [καὶ] ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν. Ἀλλ’ οὕτω μὲν οὐκ ἐῤῥέθη· εἴρηται δὲ ὡς εἴρηται.

Chapter CXCIICaput CXCII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Σαφῶς διὰ τούτων καὶ δι’ ἄλλων πολλῶν (ἅπερ, ἵνα μὴ μακρὸν ποιήσω τὸν λόγον, νῦν παραλείψω τοῖς ἀκούειν δυναμένοις) κηρύττει ἡ Παλαιὰ Διαθήκη, ὅτι οὐχ ἑνὸς προσώπου σημαίνει δεσποτείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων, μιᾶς δὲ οὐσίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύσῃ τὴν ὡς ἐφ’ ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν, οἷς καὶ Σαβέλλιος ἠκολούθησεν, ἴσως ἐκ τῆς ἄγαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος, εἰς τὸ μίαν ὑπόστασιν δογματίσαι νευρωθεὶς καὶ Ἑλλήνων ἐξοστρακίσαι τὴν πολυθείαν, ὧν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι φοιτηταὶ, τὴν τῶν ὑποστάσεων διαφορὰν εἰς τὴν οὐσίαν παραλόγως ἑλκύσαντες. Εἰ δέ τις φαίη· Διὰ τί γὰρ μὴ σαφῶς καὶ διαῤῥήδην 433 ἐξ ἀρχῆς ταῦτα κεκήρυκται; φαίην ὅτι μάλιστα μὲν τοῖς συνετῶς ἀκούουσιν λαμπρά ἐστιν αὕτη καὶ ἀπόδειξις καὶ διδασκαλία, ὡς καὶ τῷ σοφῷ ἔδοξε Φίλωνι.
PG 110:651Εἰ δὲ καὶ συνεσκιασμένως ἐῤῥέθη, ἐκεῖνο λογίζεσθαι χρὴ, ὅτι Ἰουδαίοις τοῖς εἰς πολυθεί̈αν ῥέπουσι νομοθετῶν οὐκ ἐδοκίμασε διαφορὰν προσώπων εἰσαγαγεῖν, ἵνα καὶ μὴ διάφορον [α) φύσιν ἐν ταῖς ὑποστάσεσιν εἶναι δογματίσαντες, εἰς εἰδωλολατρίαν ἑλκυσθῶσιν, ἀλλὰ τῆς μοναρχίας ἐξ ἀρχῆς μαθόντες μάθημα, κατὰ μικρὸν [τὸ τῶν ὑποστάσεων ἀναδιδαχθῶσι δόγμα, τὸ πάλιν εἰς ἑνότητα φύσεως ἀνατρέχον, ὡς εἶναι τὰ μὲν ἑνικῶς λεγόμενα τῆς ταυτότητος τῆς φύσεως παραστατικὰ, τὰ δὲ ὑπερβαίνοντα τὸν ἑνικὸν ἀριθμὸν], τῆς τῶν ὑποστάσεων ἰδιότητος τῆς εἰς μίαν [οὐσίαν] συναγομένης· τὸ μὲν γὰρ διαφόρους φύσεις ὑποτίθεσθαι, Ἑλληνικόν· τὸ δὲ ἓν πρόσωπον ἤγουν μίαν ὑπόστασιν, Ἰουδαϊκόν· τὸ δὲ πλατύνοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα ὑποστάσεις εἰς μίαν οὐσίαν συνάγειν, ὀρθότατόν ἐστι καὶ ἀληθινὸν τὸ δόγμα. [] Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, ὅτι οὐκ ἔστι φυσικῇ ἀποδείξει κατὰ πάντα παραστῆσαι τῶν ὑπὲρ φύσιν πραγμάτων.
Εἰ γὰρ καὶ σὰρξ ἀληθὴς ὁ Λόγος ἐγένετο, ἀλλ’ οὐ φιλὸς ἄνθρωπος Χριστὸς ὁ ἐνανθρωπήσας, μᾶλλον δὲ Θεὸς ἐξ ἑκατέρων τῶν φύσεων εἷς ὑπάρχων Υἱὸς Θεοῦ, Θεὸς ὑπερούσιος, εἰ καὶ διαῤῥήγνυνται οἱ τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ συγκρίνοντες, ἑτερούσιον τοῦ Πατρὸς τὸν Υἱὸν καὶ ἀνόμοιον δογματίζοντες· 434 οὐ γὰρ ἴσασιν, ὡς ἔοικεν, ὅτι μεῖζον καὶ ἔλαττον ἐπὶ τῶν ὁμογενῶν ζητεῖται καὶ κρίνεται, ὡς ἄνθρωπος ἀνθρώπου μείζων, καὶ βοῦς βοὸς, καὶ ἵππος ἵππου, καὶ ἅπαξ ἁπλῶς ὁ κανὼν τῆς συγκρίσεως τοῖς ὁμογενέσιν ἁρμόζει. Ὁ τοίνυν τὰ τοῦ Θεοῦ τολμηρῶς περιεργαζόμενος καὶ μείζονα λέγων τοῦ Υἱοῦ τὸν Πατέρα, τὴν σύγκρισιν ὡς ὁμοούσιον προσίεται, κἂν μὴ βούληται· ἑτερούσια γὰρ ἀλλήλοις συγκρίνεσθαι οὐ δύναται, οὔτε λέγεται μείζων ἄνθρωπος βοὸς, ἢ μείζων ἵππος καμήλου, ἢ μείζων ὄνος ἰχθύος. Τὰ μέντοι γε τὸν ἑνικὸν ἀριθμὸν ὑπερβαίνοντα ἐν τῇ θείᾳ Γραφῇ τῆς τῶν ὑποστάσεών εἰσι διαφορᾶς παραστατικά· τὰ δὲ γενικῶς ἐξενηνεγμένα, τῆς ταυτότητος τῆς φύσεως. Τὰ μὲν γὰρ εἴρηται, ἵνα Σαβέλλιος καὶ Ἰουδαῖοι ἐπιστομισθῶσι, τὰ δὲ, ἵνα Ἄρειος καὶ Εὐνόμιος καὶ Ἕλληνες στηλιτευθῶσιν.
Οἱ γὰρ πλατύνοντες μὲν εἰς τὴν ἁγίαν Τριάδα τὸν τῶν ἰδιοτήτων ἀριθμὸν, συστέλλοντες δὲ εἰς μίαν οὐσίαν, ὀρθότητα δογματίζουσιν καὶ ταῖς τῶν οὐρανίων χρησμῶν ἕπονται διδασκαλίαις, μήτε εἰς πολυθεί̈αν διὰ τὴν τῆς φύσεως διαφορὰν ἐκπίπτοντες, μήτε εἰς Ἰουδαϊσμὸν διὰ τὴν τοῦ ἑνὸς προσώπου σύστασιν ὀλισθαίνοντες. Πῶς δὲ οὐκ ἐρυθριῶσιν οἱ κτίσμασι προσκυνοῦντες καὶ ταῖς ἑαυτῶν μαχόμενοι ψήφοις; Ἀπαγορεύοντες γὰρ τὸ μὴ τῇ κτίσει προσκυνεῖν ὡς Ἑλληνικὸν, αὐτοὶ τοῦτο δρῶντες ἑαυτοὺς λανθάνουσι. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐ τὰ αὐτὰ ὀνόματα πάντως καὶ τὰ αὐτὰ μηνύει πράγματα, οὔτε ἡ ὁμωνυμία συνωνυμίαν ἐκ παντὸς τρόπου ἐμφαίνει· ἐπὶ μὲν γὰρ τοῦ Υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τὼν κτισμάτων καταχρηστικῶς· ἐπ’ ἐκείνου μὲν, τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος, ἐπὶ δὲ τούτων, τιμῆς χάριν καὶ υἱοθεσίας·

Chapter CXCIIICaput CXCIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:653Βουληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. Μὴ τοίνυν [ἡ] ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ καταχρηστικῶς εἰρημένα κυρίως λελέχθαι 435 νομιζέσθω, ἐπεὶ καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν καὶ τὰ ἄλλα πάντα τὰ τῇ θείᾳ μὴ πρέποντα φύσει καταχρηστικῶς λελεγμένα, οὐκ ἄν τις εὖ φρονῶν κυρίως περιπεφράσθαι φαίη· δῆλον γάρ ἐστιν, ὅτι ἑκάστῳ [β) χωρίῳ καὶ ἑκάστῃ λέξει ἡ προςήκουσα καὶ ἁρμόζουσα διασάφησις προσαγομένη τὴν ἀλήθειαν ὠδίνει. [] Εἰπάτωσαν δέ γε καὶ οἱ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημοῦντες καὶ τῆς θείας οὐσίας αὐτὸ χωρίζοντες, πῶς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἐνανθρωπήσας παρέδωκε συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος τὸ πανάγιον Πνεῦμα, καὶ [ἐν] τῇ ἐπικλήσει τοῦ θείου βαπτίσματος σὺν Πατρὶ καὶ Υἱῷ ὡς ἐλευθεροῦν τῶν ἁμαρτημάτων τοὺς ἀνθρώπους ἀριθμούμενον, καὶ ἐπὶ τῆς μυστικῆς τραπέζης τὸ σῶμα ἰδικὸν τῆς τοῦ Υἱοῦ σαρκώσεως ἀποφαῖνον, πῶς ἂν εἴη ποιητὸν ἢ κτιστὸν ἢ τῆς δουλικῆς φύσεως, ἀλλ’ οὐ τῆς Δεσποτικῆς καὶ δημιουργοῦ καὶ βασιλίδος οὐσίας συγγενὲς καὶ ὁμοούσιον τὸ ἅγιον Πνεῦμα; Εἰ γὰρ δοῦλον, μὴ συναριθμείσθω (μετὰ τοῦ Δεσπότου·
εἰ δὲ κτίσμα, μὴ συναριθμείσθω) τῷ Κτίστῃ· ἥνωται γὰρ καὶ συνηρίθμηται, ἐπειδὴ τῷ ἀκριβεῖ τῶν τοιούτων δογματιστῇ Χριστῷ πείθεσθαι προσήκει βεβαίως καὶ ἀσφαλῶς τὰ περὶ τῆς οἰκείας οὐσίας διδάσκοντι· εἰ καὶ τοῖς πνευματομάχοις δοκεῖ σοφωτέροις εἶναι, καὶ τὰ οὐράνια πλέον εἰδέναι Θεοῦ, κομπάζοντας ἢ μᾶλλον τολμηρῶς τε καὶ δυσσεβῶς ῥητορεύοντας. Εἰ οὖν ὁ θεῖος Δανιὴλ ἄγγελον θεασάμενος καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ὀφθέντος πρηνὴς ἔπεσεν, ἐκπλαγεὶς τὸ παράδοξον τῆς θέας, ποίαν ἕξουσιν ἀπολογίαν οἱ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι μεσιτεύειν τολμῶντες καὶ τὴν ἄῤῥητον φύσιν λόγοις ζυγοστατεῖν ἐπιχειροῦντες καὶ φυσιολογοῦντες; Τὴν τοίνυν ἄχρονον καὶ ἀί̈διον καὶ ἀμεσίτευτον καὶ παντὸς λόγου καὶ νοῦ κρείττονα πρόοδον τοῦ Υἱοῦ ἀπὸ τοῦ Πατρὸς γέννησιν καλοῦσιν αἱ Γραφαὶ, οὐχ ἵνα πάθος ὑπογράψωσιν, ἀλλ’ ἵνα τὸ ὁμοούσιον ὑποδείξωσιν· ὁμοούσια γὰρ τῷ ὄντι τὰ τικτόμενα 436 τοῖς τίκτουσιν. Ἵνα δὲ μὴ φαντασίαν πάθους ἐπικομίσῃ, Λόγον προσαγορεύουσιν, καὶ ἵνα μὴ νεώτερος ἐπινοηθῇ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος φησί· εἶτα καὶ τὴν πρὸς τὸν Πατέρα σχέσιν κηρύττουσαι·

Chapter CXCIVCaput CXCIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:655Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· εἶτα καὶ τὴν ἀξίαν· [Καὶ] Θεὸς ἦν ὁ Λόγος· ἐκ μὲν τοῦ Υἱοῦ τὸ ὁμοούσιον, ἐκ δὲ τοῦ Λόγου τὸ ἀπαθὲς, καὶ ἐκ μὲν τοῦ ἐν ἀρχῇ εἶναι τὸ συναί̈διον, ἐκ δὲ τοῦ πρὸς τὸν Πατέρα εἶναι τὴν πρὸς αὐτὸν οἰκειότητα, διὰ δὲ τοῦ Θεοῦ εἶναι τὴν ἀξίαν αὐτοῦ καταμαθόντες, καὶ ἐξ ἑκάστου ὀνόματος τὸ μὴ ἐφορμοῦν καὶ ἀπρεπὲς ἀποπεμψάμενοι, οἷον ἀπὸ μὲν τοῦ Υἱοῦ τὸ νεώτερον, ἀπὸ δὲ τοῦ Λόγου τὸ ἀνυπόστατον Θεὸν ἀί̈διον, ὁμοούσιον ἀπαθῶς καὶ ἀχρόνως ἐκ τοῦ Πατρὸς προελθόντα, εἰδείημέν τε καὶ προσκυνήσαιμεν. ΡΠΗ. Περὶ τῆς βασιλείας Κωνσταντίου υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου. Μετὰ δὲ Κωνσταντῖνον τὸν Μέγαν ἐβασίλευσε Κωνστάντιος, ὁ υἱὸς αὐτοῦ, ἐν Κωνσταντινουπόλει ἔτη κα, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν εἰς τὸ Ἀρειανικὸν φρόνημα παρασυρεὶς, ὑπὸ Εὐσεβίου τοῦ Παμφίλου διδαχθεὶς, κατεβιάζετο τὸν θεῖον Ἀλέξανδρον Κωνσταντινουπόλεως δέξασθαι τὸν Ἄρειον εἰς κοινωνίαν. Τοῦ δὲ μηδὲ ὅλως ἀνεχομένου, ἀλλὰ φάσκοντος· Ἐγὼ, βασιλεῦ, τὸν ὑπὸ τῶν τιη Πατέρων κατακριθέντα καὶ ἀναθεματισθέντα δέξασθαι οὐ δύναμαι, ἔφη ὁ βασιλεύς· Ὅρα, ὦ ἐπίσκοπε, μὴ [καὶ] ἄκων δέξῃ αὐτόν·
[α) ἰδοὺ γὰρ καὶ σύνοδον ἐκέλευσα γενέσθαι πρὸς τὸ γυμνασθῆναι τὰ παρ’ ἑκατέρων ὑμῶν ἀκριβέστερον. Ὁ δὲ ἅγιος 437 Ἀλέξανδρος ὁ ἐπίσκοπος ἀνέστη εὐθὺς καὶ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ βασιλέως, λέγων· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. Καὶ ἐλθὼν εἰς τὴν ἐκκλησίαν καὶ ἐπιπεσὼν τῷ ἁγίῳ θυσιαστηρίῳ δι’ ὅλης τῆς νυκτὸς ἐβόα πρὸς τὸν Θεὸν μετὰ δακρύων λέγων· Κύριε ὁ Θεὸς, μὴ συγχωρήσῃς τῷ ἀναιδεῖ λύκῳ καὶ ἅρπαγι εἰσελθεῖν εἰς τὴν ἁγίαν Ἐκκλησίαν σου, ἀλλὰ δίκασον ἐνδίκως τὸν ἄδικον ἐν τάχει. Τῇ δὲ ἐπαύριον τῆς συνόδου συγκροτηθείσης ἐν τῇ ἐκκλησίᾳ, ὁ Ἄρειος ἐρχόμενος μετὰ πάντων τῶν ὁμοφρόνων αὐτοῦ, εἰσῆλθεν ὡς διὰ χρείαν τῆς γαστρὸς εἰς οἶκόν τινος ὄπισθεν τοῦ φόρου, ἐν ᾧ δὴ τόπῳ, κατὰ τὸ ᾀδόμενον, πρηνὴς γενόμενος, ἐξελάκησε καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ ἀμφοτέρων διήμαρτεν ὁ δείλαιος, τῆς τε κοινωνίας καὶ τῆς παρούσης ζωῆς. Καὶ ὁ μὲν Ἄρειος οὕτω κατέστρεψε τὸν βίον· οἱ δὲ ὁμόφρονες αὐτοῦ μεγάλως ᾐσχύνθησαν καὶ διεσκορπίσθησαν. Ὁ δὲ ποιμὴν ὁ καλὸς, ὁ μακαρίτης Ἀλέξανδρος, τῆς Ἐκκλησίας χαιρούσης, τὴν ἁγίαν σύναξιν ἐπετέλεσεν.

Chapter CXCVCaput CXCV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Οἱ δὲ τοῦ Μεγάλου Κωνσταντίνου ἀνεψιοὶ, Γάλλος καὶ Ἰουλιανὸς, ἀναγνῶσται γεγόνασιν ἐν Ἀντιοχείᾳ· ἐκκλησίαν δὲ τῷ μάρτυρι Μάμαντι κτίσαι προθυμηθέντων, ἐν ᾧ μέρει κτίζειν Ἰουλιανὸς ἔλαχεν, ἡ γῆ τοῦτο οὐκ ἐδέχετο· πανημέριος γὰρ οἰκοδομὴ ἐδαφισμένη τῇ ἐπιούσῃ ηὑρίσκετο, καὶ τὴν διαστροφὴν τῆς γνώμης τοῦ ταλαιπώρου ἡ ἄψυχος ὕλη προεδήλου. [] Ὃς καὶ τὴν κόμην ἀποκειράμενος καὶ μοναδικὴν ἄσκησιν ὑποκρινάμενος εἰς Ἀθήνας κατῆλθε, τῆς βασιλείας ἐφιέμενος καὶ τὴν Ἑλλάδα περιερχόμενος, μάντεις ἐπεζήτει καὶ χρησμολόγους εἰ τεύξεται τοῦ ποθουμένου. Καὶ δὴ περιτυγχάνει ἀνθρώπῳ δυσσεβεῖ 438 ταῦτα προλέγειν ὑπισχνουμένῳ, ὃς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν καταδύσεων καταγαγὼν, τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας· ἐκείνων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον ὁ φόβος ἐπιθεῖναι τῷ μετώπῳ τὸ τοῦ σταυροῦ σημεῖον, ὅπερ ἰδόντες ἀφανεῖς ἐγένοντο. Συνεὶς οὖν ὁ γόης ἐκεῖνος τῆς φυγῆς αὐτῶν τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ λέγω·
PG 110:657Οὐ φοβηθέντες, ὡς σὺ νομίζεις, ἀλλὰ βδελυξάμενοι τὸ παρὰ σοῦ γενόμενον ἀνεχώρησαν. Οὕτω βουκολήσας τὸν αἰχμάλωτον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησε· αἵμασι γὰρ μυσαροῖς ἀπολουσάμενον τὸ θεῖον βάπτισμα καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν ἄθλιον. [] Εἶτα Κωνστάντιος τοῦτον μεταστειλάμενος καὶ ἀναγορεύσας τοῦτον Καίσαρα σὺν αὐτῷ κατὰ Περσῶν ἐξώρμησε· ὑποστρέφων τοῦτον αὐτοκράτορα καταλείψας, ἀπέθανεν ἐν Κιλικίᾳ. [] Ἐφ’ οὗ Εὐνόμιος καὶ Φωτεινὸς καὶ Μακεδόνιος καὶ Ἀπολλινάριος, οἱ αἱρεσιάρχαι, ἐγνωρίζοντο. [] Καὶ τὰ λείψανα τῶν ἁγίων ἀποστόλων Ἀνδρέου, καὶ Λουκᾶ, καὶ Τιμοθέου ἀνεκομίσθησαν ἐν Κωνσταντινουπόλει. [] Καὶ Φλαβιανὸς Ἀντιοχείας διχῇ τοὺς τῶν ψαλλόντων χοροὺς διελὼν, ἐκ διαδοχῆς τὴν Δαυϊδικὴν ἐδίδαξε πρῶτος ᾄδειν μελῳδίαν (ὅπερ ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον παντόσε διέδραμε τῆς οἰκουμένης τὰ πέρατα). [] Καὶ ἡ ἐν Σαρδικῇ καὶ ἡ ἐν Γάγγραις ἐγένοντο σύνοδοι, ἡ μὲν κατὰ Μαρκέλλου καὶ Φωτεινοῦ, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν βλασφημοῦντος, ἡ δὲ κατὰ τῶν μαθητῶν Εὐσταθίου τοῦ Σεβαστείας, οἱ καὶ Μα [β) σαλιανοὶ λεγόμενοι.
439 [] Καὶ ὁ μέγας Ἐφραὶ̈μ ἔργῳ καὶ λόγῳ διέπρεπε, ὃς καὶ πολλὰ συγγράμματα καταλέλοιπε, ἐν οἷς, φασι, καὶ τριακοσίας μυριάδας ἐκδέδωκε στίχων εἰς τὸ ψάλλειν Συριστὶ καὶ τοὺς ἐκ τῆς πλάνης τοῦ Βαρδησιανοῦ προσεπισπάσασθαι διὰ τοῦ μέλους καὶ τῆς ἡδυτάτης συμφωνίας· ἐκβιασθεὶς δὲ [καὶ] πρεσβύτερος ἐχειροτονήθη ὑπὸ τοῦ μεγάλου Βασιλείου. ὃς καὶ ἐποίησεν αὐτὸν δι’ αἰτήσεως λαλῆσαι τὴν Ἑλληνίδα γλῶτταν ἀκωλύτως. [] Καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐφάνη ἐν τῷ οὐρανῷ, ἀπὸ τοῦ τόπου τοῦ ἁγίου Κρανίου μέχρι τοῦ ὄρους τῶν Ἐλαιῶν διῆκον, περὶ οὗ καὶ φέρεται πρὸς Κωνστάντιον ὑπὸ Κυρίλλου Ἱεροσολύμων ἀναφορά. ΡΠΘ. Περὶ τῆς τῶν Μασσαλιανῶν αἱρέσεως. Οἱ τοίνυν Μασσαλιανοὶ, τουτέστιν Εὐχῖται καὶ Ἐνθουσιασταὶ λεγόμενοι ἀπὸ Ἀδελφίου, καὶ Δαδώη καὶ Σάβα καὶ Συμεῶνος καὶ Ἑρμᾶ, τῶν αἱρεσιαρχῶν (τὴν πονηρὰν καὶ ψυχώλεθρον αἵρεσιν ταύτην μετέλαβον)· ἀφ’ ὧν ὁ μέγας Φλαβιανὸς Ἀντιοχείας ἐπίσκοπος (ἐπὶ τὸ αὐτὸ) μοναχοὺς συναθροίσας πολλοὺς τὴν αἵρεσιν ἐξαρνουμένους, τόνδε τρόπον διήλεγξε.
PG 110:659Ἐπίσημον γάρ τινα παρ’ αὐτοῖς γέροντα, ὀνόματι Ἀδέλφιον παραλαβὼν κατ’ ἰδίαν, ἔφη πρὸς αὐτὸν μετὰ πανουργίας· Ἡμεῖς μὲν, ὦ πρεσβῦτα, τὸν πλεῖον βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν. καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν εὖ μάλα μηχανήματα· πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν· οὗτοι δὲ νέοι 440 ὄντες καὶ τούτων ἀκριβῶς οὐδὲν ἐπιστάμενοι πνευματικώτερον ἐπακοῦσαι λόγον οὐ φέρουσιν· οὐκοῦν εἰπέ μοι, πῶς φατε καὶ τὸ ἐναντίον πνεῦμα ὑποχωρεῖν καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐπιφοιτᾷν διὰ τῆς ὑμετέρας εὐχῆς καὶ ἐπιτηδεύσεως; Ὁ δὲ τοῖς λόγοις τούτοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰὸν καὶ ψυχοφθόρον, καί φησιν· Οὐδεμίαν μὲν ἐκ τοῦ βαπτίσματος ἴσμεν ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν ἔνοικον καὶ συνουσιωμένον δαίμονα ἐξελαύνειν· ἕλκει γὰρ ἕκαστος τῶν τικτομένων ἐκ τοῦ πρωπάτορος (ἔλεγεν), ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν, ὧν ὑπὸ τῆς σπουδαίας εὐχῆς ἐλαυνομένων ἐπιφοιτᾷ λοιπὸν τὸ ἅγιον Πνεῦμα ὁρατῶς καὶ αἰσθητῶς καὶ τὴν οἰκείαν παρουσίαν φανερώτατα σημαῖνον.
Καὶ τὸ μὲν σῶμα τῆς ἐμπαθοῦς κινήσεως εὐθὺς ἐλευθεροῦται παντελῶς· ἡ δὲ ψυχὴς τῆς ἐπὶ τὸ χείρω τροπῆς τέλειον ἀπαλλάττεται, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης τὴν ψυχὴν καὶ τὸν νοῦν (καὶ βαίνειν εὔτακτα παιδευούσης ἀπὸ πάσης ἐνεργείας πονηρᾶς καὶ ἐνθυμήσεως· οὐ μόνον δὲ ὁ τῶν τοιούτων τετυχηκὼς, τῶν τοῦ σώματος καὶ τῆς ψυχῆς [ὁ τοιοῦτος] ἀπαλλάττεται παθῶν καὶ αἰσχίστων σκιρτημάτων, ἀλλὰ καὶ τὰ μέλλοντα σαφῶς προβλέπει καὶ τὴν ἁγίαν Τριάδα ὀφθαλμοφανῶς θεωρεῖ καὶ θεολογίας καὶ θείων μυστηρίων ἀξιοῦται. Οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν (μυσαροτάτην καὶ) δαιμονιώδη αἵρεσιν ἀνορύξας (καὶ γυμνώσας) ἔφη πρὸς τὸν δυσσεβέστατον γέροντα·
PG 110:661Πεπαλαιωμένε [] κακῶν ἡμερῶν, ἤλεγξέ σε τὸ σὸν μιαρώτατον στόμα, καὶ οὐκ ἐγὼ, καὶ τὰ σὰ διεφθαρμένα καὶ ἀκάθαρτα χείλη καταμαρτυροῦσί σου. Φανερωθείσης δὲ τῆς σατανικῆς καὶ βδελυρᾶς ἀπάτης καὶ αἱρέσεως ταύτης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν, καὶ ταύτην τῆς λώβης ἐπλήρωσαν 441 [] Ἐν δὲ ταῖς ἡμέραις Κωνσταντίου ἦν τάραχος οὐκ ὀλίγος ἐν ὅλῃ τῇ οἰκουμένῃ διὰ τὸ βουληθῆναι περιαιρεῖν τὸ Ὁμοούσιον ἐκ τοῦ συμβόλου τῆς πίστεως. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν θαῦμα γέγονεν ἐν Ἱεροσολύμοις πάντα λόγον ὑπερβαῖνον. Ἐπειδὴ γὰρ ἐν τῇ τῶν δογμάτων διαφωνίᾳ ἐκκοπὴ γέγονε τῶν προσερχομένων τῇ πίστει σκανδαλιζομένων ἐπὶ τῇ τῶν ἱερέων διαφωνίᾳ καὶ φιλονεικίᾳ, οὐρανόθεν ἔδειξεν ὁ τῶν θαυμασίων Θεὸς, ὅτι οὐχ ὁ λόγος τῆς εἰς αὐτὸν πίστεως αἴτιος τῶν σκανδάλων, ἀλλὰ τῶν ἀδοκίμων ἱερέων ἡ σκαιότης καὶ τῆς κακίας τῆς αὐτῶν γνώμης ἡ ἀδιακρισία·

Chapter CXCVICaput CXCVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τοιγαροῦν φαίνεται ἐπάνω τοῦ ἁγίου Γολγοθᾶ, ἡμέρας μὲν οὔσης [καὶ τῆς Πεντηκοστῆς περὶ τρίτην ὥραν], παμμεγέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, καλύπτων τὴν τοῦ ἡλίου λαμπρότητα τῇ ὑπερβολῇ τοῦ φωτὸς, ἐν ὀφθαλμοῖς πάντων τῶν τὴν πόλιν οἰκούντων, μικρῶν τε καὶ μεγάλων, πιστῶν τε καὶ ἀπίστων. Κύριλλος δὲ ἦν ὁ σοφώτατος τηνικαῦτα τῆς Αἰλίας ἐπίσκοπος, τὸν ὁμολογητὴν Μάξιμον διαδεξάμενος. Τούτου σώζονται κατηχήσεις ιη εὐδοκίμως συγγεγραμμέναι, ἐν αἷς τὸ σύμβολον τῶν ἁγίων Πατέρων κατὰ λέξιν συνετῶς ἑρμηνεύσας, μνήμην τῆς τοῦ ὁμοουσίου λέξεως οὐκ ἐποιήσατο, τῶν παραδυναστευόντων τότε τὰς ἀφορμὰς ὑφορώμενος· ἔμεινε δὲ ὅμως ἐκ τῶν ἀγράφων συνηγορῶν τῇ ὀρθοδοξίᾳ. Οὗτος ἔγραψε τῷ βασιλεῖ Κωνσταντίῳ περὶ τοῦ γενομένου σημείου. Ἄμεινον δὲ τὰ περὶ τούτου διδάξει αὐτὰ τοῦ ἐπισκόπου τὰ γράμματα ἔχοντα τάδε·
Ἐπὶ μὲν γὰρ τοῦ θεοφιλεστάτουΚωνσταντίνου, τοῦ σοῦ πατρὸς, τὸ σωτήριον τοῦ σταυροῦ ξύλον ἐν Ἱεροσολύμοις ηὕρηταιἐπὶ δὲ σοῦ, δέσποτα πανευσεβέστατε, οὐκ ἐκ γῆς λοιπὸν, ἀλλ’ ἐξ οὐρανοῦ τὰ θαυματουργήματα καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τὸ 442 κατὰ τοῦ θανάτου τρόπαιον, ὁ μακάριος, λέγω, σταυρὸς, φωτὸς μαρμαρυγαῖς ἀπαστράπτων ἐν Ἱεροσολύμοις ὤφθη.
PG 110:663Ἐν γὰρ ταῖς ἁγίαις ἡμέραις ταύταις τῆς ἁγίας Πεντηκοστῆς, νώναις Μαί̈αις, περὶ τρίτην ὥραν παμμεγέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος ἐν οὐρανῷ ὑπεράνω τοῦ ἁγίου Γολγοθᾶ μέχρι τοῦ ἁγίου ὄρους τῶν ἐλαιῶν ἐκτεινόμενος ἐφαίνετο, οὐχ ἑνὶ καὶ δευτέρῳ μόνῳ φανεὶς, ἀλλὰ παντὶ τῷ τῆς πόλεως πλήθει φανερώτατος δειχθεὶς, οὐδ’ ὡς ἄν τις νομίσειεν, ὀξέως, κατὰ φαντασίαν παραδραμὼν, ἀλλ’ ἐπὶ πλείοσιν ὥραις ὑπὲρ γῆν ὀφθαλμοφανῶς θεωρούμενος καὶ ταῖς ἀπαστραπτούσαις μαρμαρυγαῖς τὰς ἡλιακὰς ἀκτίνας νικήσας οὐ γὰρ ἂν ὑπ’ αὐτοῦ νικώμενος ἐκαλύπτετο, εἰ μὴ δυνατωτέρας ἡλίου τοῖς ὁρῶσιν παρεῖχε τὰς λαμπηδόνας, ὡς ἅπαντας μὲν ἐξαυτῆς εἰς τὴν ἁγίαν ἐκκλησίαν συνδραμεῖν τὴν πόλιν τῷ τῆς θεοπτίας φόβῳ, νέων τε ἅμα καὶ πρεσβυτέρων, ἀνδρῶν [β) τε καὶ γυναικῶν ἐκ πάσης ἡλικίας καὶ μέχρις αὐτῶν ἤδη τῶν θαλαμευομένων νεανίδων, ἐντοπίων τε καὶ ξένων, Χριστιανῶν τε καὶ Ἑλλήνων καὶ ἀλλαχόθεν ἐπιδημούντων ἐθνικῶν, ὁμοθυμαδόν τε πάντων ὡς ἐξ ἑνὸς στόματος Ἰησοῦν Χριστὸν τὸν Κύριον ἀνυμνούντων, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν θαυματοποιὸν, ἔργῳ τε καὶ πείρᾳ παραλαβόντες, ὅτι τὸ Χριστιανῶν δόγμα οὐκ ἐν πειθοῖς σοφίας ἐστὶ λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, οὐχ ὑπ’ ἀνθρώπων 443 μόνον καταγγελλόμενον, ἀλλ’ ἐξ οὐρανοῦ θεόθεν μαρτυρούμενον. Καὶ ταῦτα μὲν ὁ ἐπίσκοπος·
ἐκ δὲ ταύτης τῆς παραδοξοποιίας πολλαὶ χιλιάδες προσετέθησαν τῷ λόγῳ τῆς πίστεως. Ρ. Βασιλεία Ἰουλιανοῦ τοῦ Παραβάτου . Μετὰ δὲ Κωνστάντιον ἐβασίλευσεν Ἰουλιανὸς ἔτη β, Καῖσαρ δὲ γέγονεν ἔτη δ καὶ μῆνας 2, ἐξάδελφος ὢν Κωνσταντίου, ὃς ἐτράφη ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου. Ἦν δὲ βραχὺς τὸ σῶμα, καὶ ὕπνου μὲν, καὶ τροφῆς, καὶ ἀφροδισίων ὅτι μάλιστα ἐγκρατὴς, τῷ δὲ ἄλλῳ τρόπῳ [σκαιὸς] καὶ πρὸς εὐσέβειαν πονηρός· (τοῖς γὰρ Χριστιανῶν μυηθεὶς μυστηρίοις, ὕστερον αὐτὰ παριδὼν) τὸ τῶν Ἑλλήνων προείλετο καὶ τὸ ἅγιον βάπτισμα αἵματι θυσιῶν ἀπεπλύνατο (ὃς κατὰ συγχώρησιν Θεοῦ παραλαβὼν τὴν βασιλείαν) ἐποίει καὶ τὰ λοιπὰ ὅσα οἱ (τοῦτον κινοῦντες) δαίμονες ἐθεραπεύοντο (ὅθεν οἱ τῶν εἰδώλων ὑπασπισταὶ ἀναθαῤῥήσαντες, ἀνέῳξαν μὲν τοὺς εἰδώλων ναοὺς καὶ τὰς μυσαρὰς ἐπετέλεσαν τελετὰς, τοὺς δὲ θείους ναοὺς κατέστρεψαν καὶ τοὺς Χριστιανοὺς δεινῶς ἐμάστιζον). [] Ἐφ’ ὧν χρόνων καὶ Πορφύριος ὁ Τύριος ὑπάρχων πολλὰ κατὰ τῆς πίστεως ἡμῶν ἐμμανεὶς, ἐλύττησε·

Chapter CXCVIICaput CXCVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:665Χριστιανὸς γὰρ γενόμενος 444 καὶ τυφθεὶς ὑπό τινος Χριστιανοῦ ἐν Παλαιστίνῃ, θυμωθεὶς ἀπῆλθε πάλιν εἰς τὸν Ἑλληνισμὸν, ὁ τάλας, καὶ κατὰ τῆς πίστεως ἐδογμάτισεν. [] Ὁποῖα τοίνυν καὶ ὅσα κατ’ ἐκεῖνον ἐτολμήθη τὸν καιρὸν καὶ ἐπράχθη ὑπὸ τῶν τοῦ ἀσεβοῦς ὑπηρετῶν καὶ ὁμοφρόνων, πάμπολλα μέν ἐστι καὶ συγγραφῆς ἰδίας ἐπιδεόμενα· ἡμεῖς δὲ ἐκ πολλῶν ὀλίγα διηγησόμεθα. Ἐν Ἀσκαλῶνι μὲν καὶ Γαζῇ ἀνδρῶν ἱερῶν καὶ γυναικῶν ἁγίων διὰ βίου τὴν παρθενίαν ἐπειλημμένων ἀναῤῥήξαντες τὰς γαστέρας καὶ κριθῶν ἐμπλήσαντες προὔθηκαν χοίροις βορὰν (ὡς καὶ τῶν ἡπάτων καὶ τῶν αἱμάτων ἀπεγεύσαντο παράνομοι). [] Ἐν δὲ τῇ Σεβαστείᾳ πόλει τοῦ Προδρόμου τὴν θήκην ἀνοίξαντες πυρὶ παρέδωκαν τὰ λείψανα, καὶ τὴν κόνιν εἰς ἀέρα ἐλίκμησαν. ΡΑ. Περὶ τῆς αἱμοῤῥοούσης. Ἐν δὲ Καισαρείᾳ τῆς Φιλίππου τῇ νῦν Πανεάδι ἀνδριὰς ἦν τοῦ Κυρίου, ὃν ἡ αἱμόῤῥους εὐχαριστήριον πρὸ τοῦ οἴκου αὐτῆς ἔστησεν·
βοτάνη δέ τις ἐφύετο ἐν τῇ βάσει, ἐν ᾗ πρότερον ὁ χαλκοῦς ἀνδριὰς ἵστατο τοῦ Χριστοῦ, πᾶσι μὲν ἀνθρώποις ἄγνωστος πέλουσα, παντὸς δὲ πάθους ἀλεξητήριος τυγχάνουσα, ὅνπερ ἀνδριάντα Ἰουλιανὸς ὁ ἀσεβὴς καταγαγεῖν πρὸς ἐμπαιγμὸν δῆθεν καὶ συρῆναι προστάξας, ἴδιον ἀντ’ ἐκείνου ξόανον ἵδρυσε· πῦρ δὲ 445 κατελθὸν οὐρανόθεν τοῦτο κατέκαυσε. (Τὸν δὲ τοῦ Κυρίου ἀνδριάντα ὑφ’ Ἑλλήνων τότε συντριβέντα οἱ Χριστιανοὶ συλλέξαντες ἐπιμελῶς εἰς ἐκκλησίαν ἀπέθεντο.) [] Ὁ δὲ ἐμβρόντητος Ἰουλιανὸς προφανῶς λοιπὸν καὶ ἀναιδῶς κατὰ [α) τῆς εὐσεβείας ὡπλίζετο· καὶ πρῶτον μὲν τὰς ἐν τῇ πόλει καὶ τὰς ἐν Δάφνῃ πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν, ὅπως ἕκαστος μεταλαμβάνων τοῦ νάματος, μεταλαγχάνῃ καὶ τοῦ μύσους· ἔπειτα δὲ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐμπίπλησι· περιεῤῥαίνοντο γὰρ ἄρτοι, καὶ κρέα, καὶ ὀπῶραι, καὶ λάχανα, καὶ τὰ ἄλλα ὅσα ἐδώδιμα. Ταῦτ’ οὖν ὁρῶντες οἱ Χριστιανοὶ ἔστενον μὲν καὶ ὠλόλυζον ἐπὶ τοῖς γενομένοις, μετελάμβανον δ’ ὅμως, ἀποστολικῷ νόμῳ πειθόμενοι τῷ φάσκοντι·
PG 110:667Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. [] Ἔτι μὴν καὶ ἕτερον ἐξεῦρε κατὰ τῆς εὐσεβείας μηχάνημα· τοῖς γὰρ στρατιωτικοῖς καταλόγοις χρυσίον διανέμων κατὰ τὸ παλαιὸν ἔθος καθιστάμενος αὐτὸς ἐπὶ θρόνου βασιλικοῦ, προὔθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη καὶ λιβανωτὸν ἐπὶ τῆς κατὰ πρόσωπον αὐτοῦ τραπέζης, προσέταξε δὲ τὸν τὸ χρυσίον κομιζόμενον ἕκαστον πρότερον ἐπιβάλλειν τῷ βωμῷ τὸν λιβανωτὸν, εἶτα προσέρχεσθαι καὶ τὸ χρυσίον παρὰ τῆς χειρὸς αὐτοῦ δέχεσθαι. [] Καὶ πρὸς τούτοις ἐκέλευσε καὶ ταῖς μυσαραῖς εἰκόσιν αὐτοῦ συγγράφεσθαι Δία καὶ Ἄρεα (καὶ οὕτως ὁ ἀνόσιος ἔσπευδε καταμιαίνειν πάντας). [] Ἐξέθετο δὲ κανόνας ὥστε Χριστιανοὺς μὴ στρατεύεσθαι μήτε ποιητικῶν, ἢ ῥητορικῶν, ἢ φιλοσοφικῶν ἅπτεσθαι μαθημάτων· 446 Ἐκ γὰρ τῶν ἡμετέρων, φησὶν, ὁπλιζόμενοι γραμμάτων, τὸν καθ’ ἡμῶν ἀναδέχονται πόλεμον. [] Ὃν Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος εὖ μάλα στηλιτεύων φάσκει· Σὸν τὸ ἑλληνίζειν; εἰπέ μοι· τί δέ; οὐ Φοινίκων τὰ γράμματα;
ὡς δέ τινες, Αἰγυπτίων ἢ τῶν ἐπὶ τούτων σοφωτέρων Ἑβραίων, οἳ καὶ πλαξὶ θεοχαράκτοις ἐγγραφῆναι τὸν νόμον παρὰ Θεοῦ πιστεύουσιν. Σὸν τὸ ἀττικίζειν, τὸ ἀριθμεῖν ἢ καὶ λογίζεσθαι δακτύλοις, μέτρα τε καὶ στάθμα; οὐκ Εὐβοιέων, εἴπερ Εὐβοιεὺς ὁ Παλαμήδης ὁ πολλῶν εὑρετὴς [καὶ] διὰ τοῦτο ἐπίφθονος; Σὰ τὰ ποιήματα; τί δέ; οὐ τῆς γραὸς μᾶλλον ἐκείνης, ἣ τὸν ὦμον σεισθεῖσα παρά τινος συντόνως, ὡς λόγος, εἶτα ἐνυβρίζουσα τῷ σφοδρῷ τῆς ὁρμῆς ἔπος ἐφθέγξατο, καὶ τοῦτο ἀρέσαν τῷ νεανίᾳ λίαν καὶ φιλοπονώτερον μετρηθὲν τὴν θαυμασίαν σου ταύτην ἐδημιούργησε ποίησιν; Αὐτὸ δὲ πόθεν σοι τὸ μυεῖσθαι, καὶ μυεῖν, καὶ θρησκεύειν; οὐ παρὰ Θρᾳκῶν; [καὶ] ἡ κλῆσις πειθέτω σε. Τὸ δὲ θύειν οὐ παρὰ Χαλδαίων ἢ τῶν Κυπρίων; τὸ δὲ γεωμετρεῖν οὐκ Αἰγυπτίων; τὸ δὲ μαγεύειν οὐ Περσικόν; Τὴν δὲ ὀνείρων μαντικὴν τίνων ἢ Τελμησέων ἀκούεις; τὴν οἰωνιστικὴν δὲ ποίων; οὐκ ἄλλων ἢ Φρυγῶν τῶν πρῶτον περιεργασαμένων ὀρνίθων πτῆσίν τε καὶ κινήματα. Καὶ ἵνα μὴ μακρολογῶ, πόθεν σοι τὸ καθ’ ἕκαστον; οὐχ ἓν ἐξ ἑκάστου, ὧν ἁπάντων εἰς αὐτὸ συνελθόντων ἓν δεισιδαιμονίας μυστήριον συνέστη; Τί οὖν;
PG 110:669δεξόμεθα, πάντων ἀποχωρησάντων εἰς τοὺς πρώτους εὑραμένους. μηδὲν ἕτερον ἔχειν πλὴν 447 τῆς κακίας καὶ τῆς περὶ τὸ Θεῖον ταύτης καινοτομίας; ἡ γὰρ τοῦ λόγου δύναμις τοῖς μὲν ἐπιεικέσιν ὅπλον, τοῖς δὲ μοχθηροῖς πέντρον κακίας γίνεται. [] Καὶ μέντοι καὶ τοὺς Ἰουδαίους κατὰ τῶν Χριστιανῶν ἐξοπλίζων ἤρετο τούτους· Διὰ τί, θύειν τοῦ νόμου κελεύοντος, οὐ θύετε; Τῶν δὲ τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ τὴν ἐκεῖσε περιγεγραμμένην αὐτῶν λατρείαν προβαλλομένων, αὐτίκα προς [β) έταξεν ὁ θεομάχος ἀνεγεῖραι τὸν κατ’ ὀργὴν καὶ γνώμην Θεοῦ ναὸν καταλυθέντα· καὶ τοῦτο μετὰ πολλῆς χαρᾶς ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. Καὶ οἱ μὲν πανταχόθεν συνέτρεχον καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ προεισφέροντες· ὁ δὲ Παραβάτης συναπέστειλεν αὐτοῖς καὶ ἄρχοντας καὶ πολλὴν παῤῥησίαν καὶ συνδρομήν· σκαπάνας γὰρ καὶ ἄμμας ἀργυρᾶς κατασκευάσας συνέπεμψε τοῖς ἀθέοις Ἰουδαίοις.
Καὶ ἐπεὶ ὀρύττειν κατήρξαντο (καὶ τὸν χοῦν ἐκφορεῖν πολλαὶ μυριάδες), ἐξαπίνης ἄνεμοι (ῥαγδαῖοι) βίαιοί (τε καὶ στρόβιλοι) πνεύσαντες ἀθρόως ἅπαντας διεσκέδασαν. (Ἐκείνων δὲ μεμηνότων ἔτι καὶ τῇ θείᾳ μακροθυμίᾳ μὴ σωφρονιζομένων, ἀλλὰ τοῦ ἔργου πάλιν ἁπτομένων, πρῶτον μὲν σεισμὸς γέγονε μέγιστος καὶ φοβερώτατος, ἔπειτα δὲ) πῦρ ἐκ τῶν ὀρυττομένων θεμελίων ἀναδραμὸν κατέκαυσε πλείστους. Κατὰ δὲ τὴν αὐτὴν νύκτα (καὶ τὴν μετ’ αὐτὴν) ὤφθη ἐν τῷ οὐρανῷ τοῦ σταυροῦ τὸ σχῆμα πᾶσαν φωτοειδῶς καταυγάζον τὴν γῆν ἐκείνην· (ὅπερ οἱ ματαιόφρονες θεασάμενοι καὶ τὴν κατ’ αὐτῶν θεομηνίαν ἐναργέστερον ἐπαισθόμενοι, πρὸς τὰ ἴδια μετ’ αἰσχύνης ἀπέδρασαν.) 448 [] Ὁ δὲ βαρυκάρδιος Ἰουλιανὸς ταῦτα μεμαθηκὼς παραπλησίως καὶ αὐτὸς τῷ Φαραὼ τὴν καρδίαν ἐσκλήρυνε. Μετὰ δὲ ταῦτα Πέρσαι κατὰ τὴν Ῥωμαίων ἐξελθόντες γῆν, ἔδοξεν αὐτῷ τούτοις παρατάξασθαι· καὶ τοὺς μάντεις ἐπερωτήσας, ἐκέλευον αὐτῷ καὶ ὑπισχνοῦντο τὴν νίκην, ὡς παρὰ τῶν δαιμόνων εἰληφότες, ὅθεν καὶ χρησμὸν τῷ δυσσεβεῖ ἐπανεγίνωσκον ἔχοντα τάδε· Νῦν πάντες ὁρμώμεθα θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ.

Chapter CXCVIIICaput CXCVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῶν δ’ ἐγὼ ἡγεμονεὺς θοῦρος πολεμόκλονος Ἄρης. Τούτοις πεισθεὶς ὁ πεφενακισμένος, καὶ πολλὰ, καὶ μεγάλα, καὶ δυσδιήγητα κατὰ Χριστιανῶν ποιήσας, καὶ ἄλλα πλείονα ποιεῖν μετὰ τὸν πόλεμον καὶ τὴν νίκην ἐπα[γγει]λάμενος, κατὰ Περσῶν ἐκίνησε, καὶ διαβὰς τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων χώραν, καὶ ὑπό τινος ἀπατηθεὶς Περσικοῦ λέγοντος ὡς ἐν τρισὶν ἡμέραις παραδώσειν αὐτῷ τὴν Βαβυλῶνα καὶ μὴ χρήζειν πολλῶν ἀναλωμάτων, εὐθὺς τὰς μὲν τὴν τροφὴν κομιζούσας ναῦς ἐνέπρησεν, αὐτὸς δὲ διὰ γῆς ἀπῄει δυσβάτου ποδηγούμενος ὑπὸ τοῦ ἀπατεῶνος Πέρσου, ὃς ἐξαίφνης ἀποδράσας κατέλιπε τὸν εὐρίπιστον καὶ κουφότατον, πλανώμενον μετὰ τοῦ λαοῦ καὶ τρυχόμενον ὑπό τε τῆς ἐρημίας καὶ τῆς τῶν τροφῶν ἀπορίας· τοσαύτη γὰρ ἔνδεια περιέσχεν αὐτοὺς ὡς καὶ ἵππων καὶ ἡμιόνων ἀπογεύσασθαι. Πλανώμενος οὖν ὁ λαὸς καὶ σφόδρα διαφθειρόμενος εὗρον ἐξάπινα κείμενον τὸν θεήλατον· ἐξ ἀφανοῦς γὰρ ἀκόντιον φέρεται κατ’ αὐτοῦ, καὶ διὰ τοῦ βραχίονος εἰς τὴν πλευρὰν διαδραμὸν εἰσέδυ, ἐξ ἧς πληγῆς τὸν βίον κατέστρεψεν, ἀδήλου τοῦ ἀνελόντος αὐτὸν γενομένου.
PG 110:671Καὶ τὸν μὲν τὴν δικαίαν ἐκείνην ἐπενεγκόντα πληγὴν οὐδεὶς 449 ἔγνω μέχρι καὶ τήμερον· ὅμως δὲ, εἴτε ἄνθρωπος, εἴτε ἄγγελος τοῦτο δέδρακε, τοῦ θείου νεύματος ὑπηρέτης γέγονεν· ἐκεῖνον δέ φασι δεξάμενον τὴν πληγὴν, εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος καὶ ῥίψαι εἰς τὸν ἀ ([α) έρα καὶ φάναι· Ἐνίκησας, Γαλιλαῖε· ἀρκέσθητι, Ναζαρηνέ. [] Καὶ ἀνακομισθὲν τὸ μιαρὸν αὐτοῦ σῶμα ἐν Ταρσῷ καὶ ταφὲν ἀνεβράσθη ἀπὸ τῆς γῆς καὶ ἀπεῤῥίφη, καθὼς ἔφη πάλιν Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος· Μικρὸν τὸ ἐν μέσῳ· καὶ Πέρσαις μὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον, ἐκεῖ δικάζει καὶνεκρὸν ἐπανάγει μὴ ἐλεούμενον, ὡς δὲ ἐγώ τινος ἤκουσα, μηδὲ τῷ τάφῳ προσδεχόμενον, ἀλλ’ ὑπὸ τῆς σεισθείσης δι’ αὐτὸν γῆς ἀποσειόμενον καὶ ἀναβρασσόμενον, προοίμιον οἶμαι τῆς ἐκεῖσε κολάσεως. Μετὰ δὲ ταῦτα ἐφωράθησαν αἱ τῆς ἐκείνου γοητείας μαγγανεῖαι. [] Ἐν μὲν γὰρ τῇ Περσίδι τυγχάνων, πέμψας δαίμονα πρὸς τὴν δύσιν πρὸς τὸ ἐνεγκεῖν ἐκεῖθεν ἀπόκρισιν διὰ τάχους, ἐκωλύθη τῆς πρόσω πορείας ὑπό τινος μονάζοντος, ἐπὶ ἡμέρας ι μὴ δυνάμενος προβῆναι·
ὑποστρέψας δὲ πρὸς τὸν ἀποστάτην καὶ τὴν αἰτίαν τῆς βραδύτητος ἐρωτηθεὶς ἀπεκρίνατο· Καὶ ἐβράδυνα καὶ ἄπρακτος ἐπανῆλθον· ἐκδεχόμενος γὰρ Πούπλιον μονάζοντα, εἴ πως παύσηται τῆς προσευχῆς, καὶ μὴ παυσαμένου αὐτοῦ ἡμέρας ι, διεκώλυσέ με ποιῆσαι τὸ θέλημά σου. Καὶ τοῦτο ἀκούσας Ἰουλιανὸς 450 καὶ ἀγανακτήσας σφόδρα, προσηπείλησε μετὰ τὴν ἐπιστροφὴν ἐξολοθρεῦσαι τὸ τῶν μοναχῶν γένος, ὅπερ μαθών τις τῶν μεγιστάνων αὐτοῦ καὶ θαυμάσας, ἐπανελθὼν, διένειμε τὰ ὑπάρχοντα αὐτοῦ πένησι καὶ ἀπῆλθε πρὸς τὸν γέροντα, καὶ γενόμενος δόκιμος μοναχὸς πᾶσιν ἔλεγε τὴν ἰσχὺν τῶν μοναζόντων, ἣν ἔλαβον κατὰ τῶν σκοτεινομόρφων δαιμόνων.
PG 110:673[] Ἐν δὲ Κάραις, τῇ παρὰ Κάρου βασιλέως κτισθείσῃ πόλει, τὴν πρὸς Πέρσας ποιούμενος πορείαν, ἐξελθὼν καὶ ἔν τινι καταδύσει θυσίας ἀκαθάρτους ποιῶν, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καὶ φύλακας ἐπέστησε, μηδένα ἔσω τῶν θυρῶν κελεύσας γενέσθαι μέχρι τῆς αὐτοῦ ἐπανόδου, ἥνπερ ἀνοίξαντες μετὰ τὴν ἐκείνου πτῶσιν, εὗρον γύναιον ἐκ τῶν τριχῶν κρεμάμενον καὶ ἐκτεταμένας ἔχον τὰς χεῖρας, ἧς ἀνασχίσας ὁ ἄσπλαγχνος τὴν γαστέρα τὴν κατὰ Περσῶν δήπουθεν ἔγνω διὰ τοῦ ἥπατος νίκην. [] Ἐν δὲ Ἀντιοχείᾳ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν ἀνθρώπων πεπληρωμένας, πολλὰ δὲ φρέατα νεκρῶν σωμάτων εὗρον πεπληρωμένα· καὶ γὰρ μυρίας [μὲν] γυναῖκας ἐν γαστρὶ ἐχούσας ἀνατεμὼν καὶ ἐν τοῖς ἐμβρύοις ἡπατοσκοπῶν καὶ πολλοὺς παῖδας κατασφάξας ὑπὸ τὰ εἴδωλα κατώρυξεν ὁ φιλείδωλος εἰδωλιανός. Πολλὴν δὲ καὶ ἄλλην λογικὴν ἀγέλην ἐκ ποικίλων ἡλικιῶν διαφόροις ὑπέβαλε θανάτοις ἐπ’ ὀνόματι Ποσειδῶνος καὶ τῶν λοιπῶν δαιμόνων ὁ δαιμονιώδης καὶ θεομίσητος· οὐ μὴν δὲ, ἀλλὰ καὶ ἵππους λευκούς τε καὶ πυῤῥοὺς ἔθυε, τοὺς μὲν τῷ ἡλίῳ, τοὺς δὲ τῷ πυρὶ καὶ τοῖς ἀνέμοις·
καὶ πρὸς τούτοις κύνας, καὶ πιθήκους, καὶ κόρακας, καὶ πᾶν σχεδὸν ἑρπετῶν εἶδος καὶ τετραπόδων, θηρίων τε καὶ τῶν ἄλλων πτηνῶν καὶ νηκτῶν οὐ διέλειπε κατασφάττων καὶ τελετὰς παντοίας ἐπινοῶν, πλείους καὶ χείρους τῶν 451 παρ’ Ἕλλησι νενομισμένων, πρὸς τὸ πάντας τοὺς πρὸ αὐτοῦ [β) Ἕλληνας ὑπερακοντίσαι, διὰ τῶν τοιούτων οἰόμενος ὁ ἄθεος ἀποθεωθῆναι καὶ θεὸς νομισθῆναι. [] Τοιαῦτα τῶν δυσωνύμων θεῶν καὶ ἀκαθάρτων δαιμόνων τὰ ἐπιτάγματα καὶ μαντεύματα, καὶ τοιαῦτα τοῦ ματαιόφρονος καὶ ἀποστάτου καὶ θεηλάτου τὰ ἀποτελέσματα. Καὶ τούτων μὲν ἡ ψευδομαντεία τε καὶ ἀπάτη πεφώραται· ἐκεῖνος δὲ τῇ τούτων πλάνῃ δεδουλωμένος ἀπώλετο ψυχῇ καὶ σώματι, ἐτῶν ὑπάρχων λ, καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτοῦ καὶ τὰ ἔτη αὐτοῦ μετὰ σπουδῆς, καὶ ἀπώλετο διὰ τὴν ἀνομίαν αὐτοῦ· πολλὴν γὰρ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησεν καὶ ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ, καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς, ὡς γέγραπται.
PG 110:675Καὶ πάνδεινα καὶ δυσεξήγητα πράξας, καὶ μεγάλα μεγαλαυχήσας, τὴν ἑαυτοῦ προτέραν πίστιν καὶ τάξιν μὴ τηρήσας, πέπτωκε πτῶμα ἐξαίσιον καὶ δυσεξήγητον, ὥσπερ καὶ ὁ τοῦτον ἀπατήσας καὶ ἀπολέσας παγκάκιστος διάβολος. ΡΒ. Βασιλεία Ἰοβιανοῦ. Μετὰ δὲ τοῦτον ἐβασίλευσε Ἰοβιανὸς μῆνας η. (Μετὰ τὴν Ἰουλιανοῦ σφαγὴν μόλις ποτὲ πρᾶον ἡμῖν τὸ βασίλειον τὸ Ἰοβιανοῦ ἀνενεώθη· οὗτος γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ βασιλεὺς καὶ ὁμολογητὴς καὶ τῆς κακῶς ἐπενεχθείσης πλάνης ὠθητὴς ἀπεφάνθη· ἐπειδὴ γὰρ ἐν τοῖς ὅπλοις ὁ στρατὸς ἐτύγχανε καὶ ὁ βάρβαρος ἐπέκειτο, οἱ ἡμέτεροι στρατηγοὶ περὶ τῶν ἄκρων βουλευόμενοι πραγμάτων, Ἰοβιανῷ τὴν ψῆφον δεδώκασιν)· ἐκεῖνος δὲ (κατασχεθεὶς εἰς τὸ ὑποδέξασθαι τὰ τῆς βασιλείας σύμβολα, πρὸς τὸ στρατόπεδον τὸ μολυνθὲν ταῖς Ἰουλιανοῦ ἱεροσυλίαις) λέγεται εἰρηκέναι, μὴ δύνασθαι αὐτὸν βασιλεύειν τούτων, ἐπειδὴ Χριστιανὸς αὐτὸς ἦν· 452 τότε πάντας ὁμοῦ τῇ αὐτῇ φωνῇ ἀποκριθῆναι λέγοντας (ὅτι Καὶ ἡμεῖς) Χριστιανοί ἐσμεν· (πρὶν δὲ ἀκοῦσαι τὴν φωνὴν ταύτην, οὐκ ἠνέσχετο ἐφησυχάσαι τοῦ δέξασθαι τὴν βασιλείαν).
[] Τοιγαροῦν αὐτῷ θεῖά τις φιλανθρωπία παρεγένετο, καὶ, παρ’ ἐλπίδα πᾶσαν, συγκειμένης τῶν ἡμετέρων πανταχόθεν παρὰ τῶν πολεμίων τῆς φάλαγγος, καὶ μηδεμιᾶς προσδοκίας οὔσης τοῦ διαφυγεῖν, ἄφνω πρεσβευταὶ πεμφθέντες παρὰ τῶν βαρβάρων παραγίνονται καὶ ἐξαιτοῦσιν εἰρήνην, καὶ τῷ στρατοπέδῳ ἤδη ὑπὸ τοῦ λιμοῦ καταναλωθέντι τροφὰς καὶ τὰ ἀναγκαῖα καὶ τὰ λοιπὰ συναλλάττειν ἐπαγγέλλονται, καὶ πάσῃ φιλανθρωπίᾳ τὴν ἡμετέραν διορθοῦσι προπέτειαν. [] Κθ δὲ ἔτη συνθέμενος εἰρήνην εἰς τὴν Ῥωμαίων ἐπανῆλθε γῆν σὺν τοῖς στρατεύμασιν· ἠναγκάσθη δὲ καὶ τὴν Νίσιβιν πόλιν μεγίστην οὖσαν Πέρσαις παραχωρῆσαι. [] Οὗτος πολλὴν φροντίδα καὶ ἐπιμέλειαν τῶν ἐκκλησιῶν ποιούμενος τοὺς ἐν ἐξορίαις ἐπισκόπους πάντας ἀνεκαλέσατο· τῷ δὲ μεγάλῳ Ἀθανασίῳ ἀπέστειλε τῆς ἀμωμήτου πίστεως αὐτῷ ἐγγράφως σημᾶναι τὴν ἀκρίβειαν, ὅπερ καὶ πέπραχεν Ἀθανάσιοςκαὶ γέγραφεν Ἰοβιανῷ ἐπιστολὴν πλήρη ὀρθοδοξίας.
PG 110:677[] Ἀλλ’ ὁ οὕτως εὐσεβὴς καὶ θαυμάσιος μετὰ η μῆνας τῆς αὐτοῦ βασιλείας (ἐν τῇ Κιλικίᾳ) μύκητα πεφαρμαγμένον φαγὼν, ἐτελεύτησεν ἐν χωρίῳ Δαδαστα[νᾶ] τῆς Γαλατίας, μέγα πένθος καταλείψας τῇ Ἐκκλησίᾳ καὶ λαοῖς πᾶσιν. [] Οὗτος γὰρ γνωστὸς ὢν τῷ Ἰουλιανῷ καὶ ἐν τῷ στρατῷ Χριστιανὸν ἑαυτὸν ὡμολόγει· ποτὲ δὲ ὄπισθεν Ἰουλιανοῦ 453 περιπατῶν, τὴν χλαμύδα αὐτοῦ πεπάτηκε, πρὸς ὅνπερ ἐπιστραφεὶς Ἰουλιανὸς καὶ ἰδὼν οὐκ ἄλλον, ἀλλὰ αὐτὸν, εἶπε τὴν βασιλείαν διαδέξασθαι, Εἴθε γοῦν ἄνθρωπος· ἦν δὲ [α) εὐσεβὴς, καὶ πραὺ̈ς, καὶ ἐπιεικής. ΡΓ. Βασιλεία Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος. Μετὰ δὲ Ἰοβιανὸν ἐβασίλευσεν Οὐαλεντινιανὸς ἔτη ι, ἀναγορευθεὶς ἐν Νικαίᾳ τῆς Βιθυνίας, ὅστις ὑπὲρ τῆς ἡμετέρας πίστεως παρὰ Ἰουλιανοῦ ἐτύγχανε τῆς στρατιᾶς ἐκβληθείς· (ἀλλ’ ἐπλήρωσεν ἐν αὐτῷ ὁ Θεὸς, ὅπερ ὑπέσχετο, ὑπὲρ τὰ ἑκατονταπλασίονα ἐν τῷ παρόντι αἰῶνι ἀποδεδωκὼς αὐτῷ· ἐπειδὴ γὰρ ὑπὲρ τῆς πίστεως τὴν στρατιὰν καταλέλοιπε, καὶ τὴν βασιλείαν ἐδέξατο). [] Οὗτος εἰς τὴν βασιλείαν κοινωνὸν προεβάλετο μετὰ λ ἡμέρας τῆς ἑαυτοῦ ἀναγορεύσεως τὸν ἑαυτοῦ ἀδελφὸν Οὐάλεντα·
εἰσελθὼν γὰρ ἐν Κωνσταντινουπόλει, μεταπεμψάμενος αὐτὸν ἐκ Παιωνίας πόλεως Κιβαλῆςἐκεῖθεν γὰρ ὥρμητο κοινωνὸν αὐτὸν τῆς βασιλείας προσελάβετο, καὶ ἑαυτῷ μὲν τὰ τῆς δύσεως ἐπελέξατο μέρη, ἐκείνῳ δὲ τὰ τῆς ἀνατολῆς κατέλιπε. Οὐάλης δὲ συγκροτῶν τοὺς αἱρετικοὺς εἰς τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο· καὶ γὰρ ἐπισκόπους εἰς ἐξορίαν ἔπεμψεν, καὶ πρεσβυτέρους, καὶ μοναχοὺς, Τατιανοῦ τότε ἄρχοντος τῆς Ἀλεξανδρείας, ἐπὶ τοσοῦτον, ὥστε καί τινας εἰς βασάνους ἀγαγεῖν καὶ τῷ πυρὶ παραδοῦναι καὶ πλεῖστα ἀθέμιτα καὶ ὠμότατα κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας μηχανήσασθαι. Ταῦτα πάντα μετὰ τελευτὴν Ἀθανασίου διεπράττετο· ὥσπερ γὰρ θείᾳ τῇ αὐτοῦ 454 κωλυθεὶς ἀρετῇ, καίτοι κατὰ τῶν ἄλλων βακχεύων, οὐδὲν κατ’ ἐκείνου λυπηρὸν ἐτόλμησεν.
[] Οἱ δὲ (ἐν Κωνσταντινουπόλει) ὀρθόδοξοι (ἐλεεῖσθαι νομίσαντες ὑπὸ Οὐάλεντος) πρεσβείαν ἔστειλαν πρὸς αὐτὸν (ἐν Νικομηδείᾳ πέμψαντες) ὀγδοήκοντα ἱερατικοὺς ἄνδρας (ὧν ἡγοῦντο Θεόδωρος καὶ Οὐρβανὸς καὶ Βενέδημος), οὓς ἅπαντας σὺν αὐτῷ τῷ πλοίῳ ὑφαφθῆναι προστάξας, πάντες σὺν τῇ νηὶ̈ κατεφλέχθησαν, μέχρι Δακιβύζων πλοίου διαρκέσαντος κἀκεῖσε διαλυθέντος.) [] Οὐάλης δὲ πᾶσαν Ἐκκλησίαν πορθήσας καὶ εἰς Καισάρειαν ἀπὸ ἀνατολῆς κατὰ Βασιλείου τοῦ μεγάλου κινούμενος, τότε καὶ τὰ κατὰ τὸν υἱὸν αὐτοῦ ἐγένετο, καθώς φησιν ὁ Θεολόγος Γρηγόριος. [] Δημοσθένους, ἑνὸς τῶν ὀψοποιῶν τοῦ Οὐάλεντος, ἐν τῇ πρὸς Οὐάλεντα συντυχίᾳ καταδραμόντος Βασιλείῳ καὶ βαρβαρίσαντος, μικρὸν μειδιάσας ὁ ἅγιος ἔφη· Ἰδοὺ, ἐθεασάμεθα καὶ Δημοσθένην ἀγράμματον. [] Οἱ δὲ Γότθοι τότε κακῶς ἐχρῶντο Οὐάλεντι· ὁ δὲ αἰτεῖ τὸν θεῖον Οὐαλεντινιανὸν, τὸν ἀδελφὸν αὐτοῦ, πέμψαι αὐτῷ στρατιὰν εἰς βοήθειαν· αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτῷ, ἀλλὰ καὶ ἐπωνείδισεν ὡς αἱρετικὸν καὶ κακόφρονα, εἰπὼν, ὅτι οὐ χρὴ ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι Θεῷ.
PG 110:679[] Ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ μετὰ μ ἔτη τῆς ἱερωσύνης Ἀθανασίου τοῦ μεγάλου, μετὰ πολλοὺς ἀγῶνας καὶ πολλοὺς τῆς ἐγκρατείας στεφάνους Ἀθανάσιος ἐκοιμήθη, Πέτρον αὐτὸν διαδέξασθαι προειπὼν τὸν κοινωνήσαντα αὐτῷ τῶν θλίψεων. (Λούκιος δὲ ἐπίσκοπος ὢν τῆς τῶν Ἀρειανῶν αἱρέσεως παραχρῆμα ὡς λύκος 455 ἐπὶ πρόβατα ὥρμησε. Καὶ ὁ μὲν Πέτρος εὐθέως εἰς τὴν Ῥώμην ἀπέφυγε, Λούκιος δὲ οὕτως εἰς τὸ αἷμα τῶν ἀνθρώπων ἐπορεύετο, ὡς μηδὲ σχῆμα τῆς θρησκείας δοκεῖν φυλάττειν.) ΡΔ. Περὶ μοναχῶν τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ ἀρχῇ δὲ τῆς ἐπιβάσεως αὐτοῦ, τοσαῦτα καὶ οὗτος αἰσχρὰ κατὰ τῶν παρθένων τῆς Ἐκκλησίας καὶ τῶν ἐγκρατευομένων ἐποίησεν, οἷα οὐδὲ ἐν τοῖς διωγμοῖς τῶν Ἑλλήνων γενέσθαι μνημονεύεται. [] Οὐ μόνον δὲ [β), ἀλλὰ καὶ τὴν ἔρημον ἐπόρθει καὶ πόλεμον τοῖς ἡσυχάζουσιν ἐπήγαγεν· τρεῖς γὰρ χιλιάδας ὁμοῦ κατὰ τὴν ἔρημον ἀπέστειλε τοὺς μοναχοὺς πολεμεῖν. Οἱ δὲ ἐρχόμενοι καινὸν εἶδος πολέμου ἑώρων· οἱ γὰρ ἀντίπαλοι καθὼς ἐπέβαινον, οἱ ἅγιοι τοὺς αὐχένας αὐτῶν τοῖς ξίφεσι προέτεινον καὶ οὐδὲν ἄλλο ἤκουον εἰ μὴ τοῦτο·
Ὦ φίλε, δι’ ὃ παρεγένου; [] Κατ’ αὐτὸν γὰρ τὸν καιρὸν οἱ τῶν μοναχῶν Πατέρες τῷ βίῳ καὶ τῇ ἀξίᾳ τῆς ἀρχαιότητος Μακάριος, καὶ Ἰσίδωρος, καὶ Μακάριος ἕτερος, καὶ Ἡρακλείδης, καὶ Παμμῶ, Ἀντωνίου μαθηταὶ, κατὰ τὴν Αἴγυπτον ἤκμαζον· καὶ μάλιστα ἐν τοῖς ἐρήμοις τόποις τῆς Νιτρίας ὑπῆρχον ἄνδρες, οἵτινες τὴν κοινωνίαν εἶχον τῆς ζωῆς καὶ τῆς πράξεως, οὐδ’ εἰς τῶν ἄλλων ἀνθρώπων [τὸν τρόπον], ἀλλὰ μετὰ τῶν οὐρανίων ἀγγέλων πιστεύοντες, ἅπερ παρὼν ἑώρακα ἤδη ἐγὼ, καὶ ταύτας τὰς πράξεις ἀναφέρω, ὧν καὶ τοῖς πάθεσι κοινωνὸς εἶναι κατηξιώθην. [] Οὗτοι ἐν τοῖς ἰδίοις οἰκήμασι κείμενοι καὶ εὐχόμενοι ἐξεδέχοντο τοὺς ἑαυτῶν φονευτάς. Ἐπηνέχθη δὲ αὐτοῖς ἄνθρωπος ἐκ πολλοῦ τὰ μέλη παντὸς τοῦ σώματος καὶ μάλιστα τοὺς πόδας ξηροὺς ἔχων· ἐλαίῳ δὲ χρίσαντες αὐτὸν εἶπον· Ἐν ὀνόματι Ἰησοῦ 456 Χριστοῦ, ὃν διώκει Λούκιος. ἀνάστα καὶ περιπάτει τοῖς ποσὶν, ὃς παραχρῆμα ἀναστὰς, εὐχαριστῶν τῷ Θεῷ ἀπῆλθε εἰς τὸν οἶκον αὐτοῦ. [] Πρὸ ὀλίγου δὲ χρόνου τυφλὸς ἠξίωσεν ἀπενεχθῆναι εἰς τὸ οἰκίδιον Μακαρίου, ὅπερ ἦν ἐν τῇ ἐρήμῳ ἀπὸ ἡμερῶν τριῶν.

Chapter CXCIXCaput CXCIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:681Ἐλθὼν δὲ ἐκεῖσε ὁ τυφλὸς πολλῷ καμάτῳ τῶν ἀγόντων αὐτὸν, καὶ τὸν Μακάριον μὴ εὑρὼν ἐν τῇ οἰκίᾳ, πάνυ ἀθυμήσας ἐλυπεῖτο· τῆς πίστεως δὲ τῇ ὑπερβολῇ ἐκθερμανθεὶς ἔφη τοῖς ἄγουσιν· Παρακαλῶ ὑμᾶς, ἀγάγετέ με ἐν τῷ μέρει τῆς κέλλης τοῦ τοίχου ἐν ᾧ εἰώθει καθεύδειν ὁ γέρων. Ὅτε δὲ προσηνέχθη, μικρὸν ἐκ τοῦ ξηροῦ πηλοῦ λαβὼν, ὅθεν ὁ τοῖχος ἐκέχριστο, ταῖς ἰδίαις ἐπέθηκε χερσὶ, καὶ παρεκάλεσε ὥστε καὶ ὕδωρ ἀντληθῆναι ἐκ τοῦ φρέατος, ἀφ’ οὗπερ ἔπιεν ὁ πρεσβύτης. Ἐκείνῳ δὲ τῷ ὕδατι τὸν πηλὸν ἀναλύσας καὶ τούτῳ ἐπιχρίσας τοὺς ὀφθαλμοὺς καὶ ἀποπλύνων ἐκ τοῦ ἀντληθέντος ὕδατος, ἐξαίφνης τὴν θέαν ἀπέλαβεν οὕτως, ὥστε μηδενὸς χρῄζειν ὑπηρέτου, καὶ εἰς τὰ ἴδια ἐπανῆλθε χαίρων, ὃς μετὰ ταῦτα σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ ἐπανελθὼν πρὸς τὸν γέροντα καὶ τῷ Θεῷ χάριν ὡμολόγει καὶ τὸ πρᾶγμα ὡς ἐγένετο ἀπεμνημόνευεν. [] Ὁ αὐτὸς δὲ οὗτος Μακάριος σπήλαιον εἶχε πλησίον ὑαίνης. Ἔν τινι δὲ ἡμέρᾳ τοὺς σκύλακας αὐτῆς τυφλοὺς ὑπάρχοντας ἀπήνεγκε τὸ θηρίον καὶ πρὸς τοὺς πόδας αὐτοῦ ἔθηκε.
Νοήσας δὲ ἐκεῖνος, ὅτι περὶ τῆς τυφλώσεως τῶν σκυλάκων τὸ θηρίον παρεκάλει, ἠξίωσε τὸν Δεσπότην Θεὸν, ἵνα τὸ βλέπειν αὐτοῖς ἀποδῷ· ἀποδοθείσης δὲ αὐτοῖς, ἐπανῆλθον ἀκολουθοῦντες ἐπὶ τὸ σπήλαιον τῇ μητρί· καὶ μετ’ ὀλίγον αὕτη μετὰ τῶν ἰδίων σκυλάκων ὑποδῶρα ὑπὲρ τῆς εἰς αὐτοὺς χάριτος ἀπήγαγε τῷ γέροντι, τοῖς ὀδοῦσι τὰς δορὰς βαστάζουσα καὶ ταύτας πρὸ τῶν θυρῶν θεμένη ἀνεχώρησεν. [] Τούτους τοὺς θείους Πατέρας Λούκιος εἰς νῆσον τῶν τῆς Αἰγύπτου λιμνῶν ἐξώρισεν, ἔνθα οὐδεὶς Χριστιανῶν κατοικεῖ. Τοῦ δὲ πλοίου τῇ νήσῳ μετὰ τῶν μοναχῶν [α) προσεγγίσαντος, ἡ θυγάτηρ τοῦ ἱερέως τῶν εἰδώλων τῆς χώρας ἐκείνης ὑπὸ δαίμονος 457 ἐλαυνομένη, δι’ ἀνέμων ἁρπαζομένη ἔρχεται ἕως τοῦ πλοίου κράζουσα βοαῖς ἀτάκτοις οἷα δαιμονῶσα. Ἐπιτιμήσαντες δὲ τῷ πνεύματι τῷ ἀκαθάρτῳ τὴν μὲν παῖδα ὑγιῆ τοῖς γονεῦσιν ἀπέδωκαν, τοὺς δὲ τὸν τόπον οἰκοῦντας Χριστιανοὺς πάντας θερμοὺς καὶ διαπύρους ἐποίησαν. Τοῦτο μαθὼν Λούκιος καὶ φοβηθεὶς μὴ πάντας ὀρθοδόξους ποιήσωσιν, λάθρα αὐτοὺς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα ἐν ταῖς ἰδίαις σκηναῖς ἐν τῇ ἐρήμῳ ἐποίησεν. ΡΕ.
PG 110:683Περὶ τοῦ Μαβία καὶ τῶν ὀρθοδόξων. [] Μετὰ ταῦτα Μαυί̈ας, ὁ τῶν Σαρακηνῶν βασιλεὺς, Χριστιανὸς ἦν ἐκ γένους Ῥωμαίων, καὶ ληφθεὶς αἰχμάλωτος ἤρεσε διὰ κάλλος τῷ βασιλεῖ τῶν Σαρακηνῶν· καὶ τῷ χρόνῳ εἰς βασιλέα προκόψας πολλὰ κακὰ τοῖς Ῥωμαίοις ἔδρασε, ὥστε καὶ τὸν στρατὸν ἐκτρίψαι σφοδροτάτῳ πολέμῳ, καὶ πόλεις πολλὰς ἐν Παλαιστίνῃ καὶ Ἀραβίᾳ πορθῆσαι. Παρακληθεὶς οὖν εἰρήνην ποιήσασθαι· Οὐκ ἄλλως, ἔφη, τοῦτο γενήσεται εἰ μὴ Μωϋσῆς τις τῷ ὀνόματι μοναχὸς τῷ ἔθνει αὐτοῦ χειροτονηθῇ ἐπίσκοπος, ὃς ἐν τῇ Ῥώμῃ τοῖς γειτνιάζουσιν τοῖς μέρεσιν αὐτῆς διάγων, ταῖς ἀρεταῖς καὶ τοῖς θαύμασιν ἐξήστραψεν. Τούτου ἡ αἴτησις ἐμηνύθη τῷ βασιλεῖ τῶν Ῥωμαίων, ὃς κελεύει τοῖς στρατηγοῖς μετὰ πολλοῦ τοῦ τάχους τοῦτο ποιῆσαι. Ἀγαγόντες δὲ αὐτὸν ἐν Ἀλεξανδρείᾳ χειροτονῆσαι ὑπὸ Λουκίου, αὐτὸς οὐ κατεδέξατο εἰπὼν, ὅτι Λούκιος τὰς χεῖρας αὐτοῦ οὐκ ἐπιβαλεῖ μοι· πεφυρμέναι γάρ εἰσι τοῖς τῶν ἁγίων αἵμασι. Καταισχυνθέντος δὲ τοῦ ἀσεβοῦς Λουκίου, τῆς δημοσίας χρείας ἐπικειμένης, ἠναγκάσθη ἡσυχάσαι, ἵνα παρὰ τῶν ἐπισκόπων τῶν ὑπ’ αὐτοῦ ἐξορισθέντων Μωϋσῆς τὴν χειροτονίαν δέξηται, ὅπερ καὶ γέγονε·
καὶ οὕτως χειροτονηθεὶς ἐδόθη Μαυί̈ᾳ καὶ πολλοὺς τοῦ φύλου Χριστιανοὺς πεποίηκε· ἱστορεῖ δὲ πολλὰ περὶ τοῦ 458 ἔθνους ὅθεν τε ἤρξατο καὶ ὅθεν ἐπονομάζεται καὶ ὅτι ιγ ἐτῶν περιτέμνονται ἐν Ἐδέσσῃ τῆς Μεσοποταμίας, ἔνθα Θωμᾶς ὁ ἀπόστολος ἐδίδαξεν. [] Ἐλθὼν δὲ ὁ βασιλεὺς Οὐάλης καὶ ἰδὼν τοὺς ὄχλους τῶν ὀρθοδόξων τοὺς ἐκβληθέντας καὶ ἐν τῷ πεδίῳ ποιουμένους τὴν σύναξιν, εἰς τοσαύτην ὀργὴν ἀνήφθη, ὥστε οἰκείαις χερσὶ τυπτῆσαι τὸν ἔπαρχον κατὰ τοῦ προσώπου, ἐπειδήπερ οὐκ ἐδιώχθησαν κἀκεῖθεν οἱ ὄχλοι, καθάπερ αὐτὸς προσέταξεν. Ἐκεῖνος δὲ, καίπερ Ἕλλην ὢν καὶ παρὰ τοῦ βασιλέως ὑβρισθεὶς, ὅμως σκοπῷ φιλανθρωπίας τῇ ἑξῆς μέλλων ἐπὶ πόρθησιν τῶν Χριστιανῶν ἐξιέναι, τοῦτο αὐτὸς δῆλον τοῖς πολίταις πεποίηκε διὰ λαθραίων μηνυμάτων, ὥστε μὴ ἀπελθεῖν εἰς τὴν σύναξιν. Ἕωθεν δὲ προϊὼν μεγίστῳ φόβῳ ὑπὲρ τοῦ ἔθνους διὰ τῆς αὐτοῦ τάξεως ἑστῶτος, καὶ πάντα ἐποίει ὥστε μηδένα κινδυνεῦσαι τοῦ λαοῦ· ἑώρα δὲ ὅμως τὸ πλῆθος τοῦ λαοῦ πλεῖον τῆς συνηθείας ἐπὶ τὸν τόπον ἐκεῖνον πορεύεσθαι καὶ συντρέχειν καὶ πολλοὺς ἐπιταχύνειν ὡσανεὶ φοβουμένους μήτις ἐκ τῆς ἀπειλῆς τοῦ θανάτου ἀπολειφθείη·
ἐν δὲ τῷ μεταξὺ καί τι γύναιον ὁρᾷ οὕτως ἐπιταχύνον καὶ σπεῦδον ὡς μηδὲ, ἐξιὸν τῆς οἰκίας, προσκλεῖσαι τὰς θύρας μήτε περιμεῖναι εὐπρεπῶς τὸ σχῆμα τῶν γυναικῶν περιβαλέσθαι, καθάπερ ἐχρῆν [β) ἐπιμελῶς. Ἔφερε καὶ μεθ’ ἑαυτῆς ἡ γυνὴ καὶ παιδίον νήπιον σφοδροτάτῳ δρόμῳ τὴν τάξιν τοῦ ὑπάτου διαῤῥήξασα ἔσπευδεν. Ἐκεῖνος δὲ λοιπὸν οὐ φέρων· Κατάσχετε, ἔφη, τὸ γύναιον καὶ ἐνταῦθα ἀγάγετε. Ὡς δὲ κατασχεθεῖσα ἠνέχθη πρὸς τὸν ἔπαρχον· Ποῦ, φησὶν, ὦ δυστυχὲς γύναιον, ἐπιταχύνουσα σπεύδεις; Ἡ δέ· Εἰς τὸ πεδίον, ἔφη, ἔνθα ὁ τῶν καθολικῶν ὄχλος συνάγεται. Οὐκ ἀκούεις, ἔφη, ὅτι ὁ ὕπαρχος ἐκεῖσε πορεύεται, ἵνα πάντας ἀνελεῖ, οὓς ἂν εὕρῃ; Ἡ δὲ εἶπεν· Ἀκήκοα καὶ διὰ τοῦτο σπεύδω, ἵνα ἐκεῖ εὑρεθῶ. Τουτὶ δὲ τὸ παιδίον ποῦ ἕλκεις; ἐκεῖνος ἔφη. Ἡ δὲ ἀπεκρίνατο· Ἵνα καὶ αὐτὸ μαρτυρίου ἀξιωθῇ. Ταῦτα δὲ οὕτως ἀκούσας ἐπανελθεῖν ἐκέλευσε τὴν τάξιν καὶ τὸ ὄχημα εἰς τὸ παλάτιον ὑποστρέψαι· 459 εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα εἶπεν· Ὦ βασιλεῦ, ἀποθανεῖν μὲν, εἰ προστάττεις, ἕτοιμός εἰμι·
PG 110:685τὸ δὲ ἔργον ὅπερ ἐκέλευσας, οὐ δύναμαι ἐκπληρῶσαι. Διδάξας δὲ πάντα καὶ τὰ περὶ τῆς γυναικὸς κατέσχε τὴν τοῦ βασιλέως ὁρμήν. [] Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν οἱ πόλεμοι τοῦ ἀσεβοῦς βασιλέως Οὐάλεντος, οὓς κατὰ τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν ἐπήγαγε, κατὰ τῶν πολεμίων ἐστράφησαν. Τῶν γὰρ Γότθων ἐκ τῶν ἰδίων τόπων ἐξελθόντων, διὰ πάσης ὁμοῦ τῆς Θρᾴκης ἐξέχεαν ἑαυτοὺς καὶ τοῖς ὅπλοις τὰς πόλεις καὶ τοὺς ἀγροὺς πορθεῖν ἀγρίως ἤρξαντο. [] Τότε κατὰ τοῦ Οὐάλεντος ῥήμασιν αἰσχροῖς οἱ πολῖται ἐχρῶντο καὶ ὕβρεσι χαλεπαῖς μὴ ἐξιόντος εἰς πόλεμον. [] Ἐξερχομένου δὲ αὐτοῦ, Ἰσαάκιος ὁ ἱερὸς κρατήσας τοῦ χαλινοῦ τοῦ ἵππου αὐτοῦ ἔφη πρὸς αὐτόν· Ποῦ βαδίζεις, ὦ βασιλεῦ, κατὰ Θεοῦ στρατευόμενος καὶ Θεὸν ἔχων ἀντίπαλον; Πρὸς ὃν ὀργισθεὶς Οὐάλης φρουρεῖσθαι προσέταξεν ἀπειλήσας (αὐτῷ) θάνατον, εἰ ἐπανέλθοι (καθάπερ Ἀχαὰβ τῷ Μιχαίᾳ. Ὁ δὲ τῆς αὐτῆς προφητικῆς χάριτος πλησθεὶς ὁμοίως ἐκείνῳ τὴν ἀντίφρασιν ἐπὶ παντὸς τοῦ λαοῦ δέδωκεν εἰπών· Ὅτι ἐπιστρέφων ἐπιστρέψεις, οὐ λελάληκεν ἐν ἐμοὶ ὁ Θεός).
[] Εἶτα συμβολῆς γενομένης ἐν Ἀδριανουπόλει καὶ ἡττηθεὶς κατὰ κράτος φεύγει σὺν ὀλίγοις εἰς οἴκημα, ὅπερ αἰσθόμενοι οἱ πολέμιοι κατέκαυσαν αὐτὸν σὺν τοῖς συνοῦσιν αὐτῷ σὺν αὐτῷ τῷ οἰκήματι (βασιλεύσαντος ἀνοσίως ἔτη ιδ). [] Οὐαλεντινιανὸς δὲ ὁ μέγας τῇ πίστει καὶ τῇ εὐσεβείᾳ τέλειος καὶ ἀκέραιος τῇ παλαιᾷ τῆς τῶν Ῥωμαίων βασιλείας αὐθεντίᾳ τὴν πολιτείαν ἐκυβέρνα καλῶς· σύνοδον γὰρ ἐν τῷ Ἰλλυρικῷ 460 ἐκέλευσε γενέσθαι, ἥτις τὴν ἐν Νικαίᾳ πίστιν ἐβεβαίωσεν· ἴνδικτον δὲ γράψας τοῖς ἐν Ἀσίᾳ καὶ Καρίᾳ ἐπισκόποις ἐμμένειν τοῖς δόξασι παρεγγύησε, κοινωνὸν ἐν τῷ ἰνδίκτῳ προσλαβόμενος τὸν ἀδελφὸν αὐτοῦ Οὐάλεντα καὶ Γρατιανὸν τὸν υἱὸν αὐτοῦ. [] Ἔγραψε δὲ καὶ τὰ ὅμοια καὶ ἐν τῷ Ἰλλυρικῷ. Συνελθόντων οὖν ἐπισκόπων ἐν Ἰταλίᾳ, ἀποθανόντος ἐν Μεδιολάνῳ Αὐξεντίου, τοῦ τῶν αἱρετικῶν ἐπισκόπου, οἱ ἑκατέρου μέρους ὄχλοι ὑπὸ διαφόρου σπουδὴν ἐποιοῦντο· καὶ ἦν τις αὐτοῖς μεγίστη διχόνοια καὶ ἐπικίνδυνος στάσις· καὶ ἑκάτερον μέρος ὄλεθρον τῇ ἰδίᾳ παρεσκεύαζε πόλει, εἰ μή γε ἡ αὐτοῦ κρατήσειε γνώμη καὶ εἰς ἔργον ἀγάγοι τὸ βούλημα, καίτοι ἐναντίων τῶν προθέσεων αὐτοῖς οὐσῶν.
PG 110:687Τότε δὲ τῆς ἐπαρχίας ἐκείνης Ἀμβρόσιός τις τὴν ἀρχὴν διίθυνεν, ἀνὴρ ἀξιέπαινος ἐν τῇ τῶν Ῥωμαίων [α) συγκλήτῳ ἐν πλείστοις ἀξιώμασι διαπρέψας, ὃς καὶ τὴν ἡγεμονίαν ἐπεπίστευτο πάσης τῆς Ἰταλίας παρὰ τῶν ἀσεβῶν βασιλέων Κωνσταντίου καὶ Κώνσταντος, υἱῶν τοῦ μεγάλου Κωνσταντίνου, οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῦ εὐσεβοῦς βασιλέως Οὐαλεντινιανοῦ, ὃς καὶ παραχρῆμα εἰς τὴν ἐκκλησίαν εἰσῆλθε κωλύων τὴν στάσιν. Ὁ δὲ δῆμος τῆς πρὸς ἀλλήλους ἀφέμενος ἔριδος μιᾷ φωνῇ τὸν Ἀμβρόσιον ἐπεζήτησαν, κατηχούμενον ὄντα, μεγάλως λέγοντες ἑνωθήσεσθαι καὶ μίαν ἀμφοτέροις τοῖς μέρεσι τὴν πίστιν ἔσεσθαι, εἰ Ἀμβρόσιος ἐπίσκοπος αὐτοῖς δοθείη [] Ὅπερ γνοὺς ὁ θεοσεβὴς Οὐαλεντινιανὸς ἐκέλευσε μυηθῆναι καὶ χειροτονηθῆναι Ἀμβρόσιον, πολλὰ περὶ ἀρετῆς μαρτυρήσας αὐτόν. Χειροτονηθέντος δὲ αὐτοῦ, τοῦτον τὸν ὕμνον ὁ βασιλεὺς τῷ Θεῷ ἀναπέμψαι· Χάρις σοι, Δέσποτα παντοκράτορ καὶ Σῶτερ ἡμέτερε, 461 ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν σώματα, σὺ δὲ ψυχὰς ἐνεχείρισας καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας. [] Φασὶ δὲ, ὅτι τοὺς ἄρχοντας ἀδικοῦντας γενναίως Ἀμβρόσιος ἐπὶ τοῦ βασιλέως διήλεγχεν.

Chapter CCCaput CC

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Ἐν δὲ τῷ μεταξὺ, ἐπὶ τῶν πολέμων τῶν Σαυρομάτων, Οὐαλεντινιανὸς ὁ μέγας ἐκ τῶν μερῶν τῆς Γαλλίας εἰς τὸ Ἰλλυρικὸν ἐλθεῖν βουλόμενος καὶ τοῦ πολέμου ἀρχὴν λαβόντος, ἀῤῥωστίᾳ αἰφνιδίῳ συσχεθεὶς ἐτελεύτησε. Πρέσβεις γὰρ Σαυρομάται ἐξαπέστειλαν ἐξαιτούμενοι εἰρήνην· οὓς Οὐαλεντινιανὸς θεασάμενος ἤρετο εἰ πάντες Σαυρομάται τοιοῦτοι τυγχάνουσιν ὄντες τὰ σώματα· τῶν δὲ εἰπόντων, ὅτι τοὺς παρ’ αὐτοῖς ἀρίστους ἀπέστειλαν, ἀνακράξας μέγα, δεινὰ τὴν βασιλείαν Ῥωμαίων ὑπομένειν, εἰ Σαυρομάτων οἱ ἄριστοι τοιοῦτοι Ῥωμαίους τολμᾶσθαι πολεμεῖν. Ἐκ δὲ τῆς διατάσεως τοῦ θυμοῦ φλεβὸς ῥαγείσης καὶ αἵματος πολλοῦ ἐκχυθέντος, τελευτῆσαι αὐτὸν ἔν τινι φρουρίῳ Γαλλίας. Ρ. Βασιλεία Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν υἱῶν τοῦ Μεγάλου Οὐαλεντινιανοῦ.
PG 110:689[] Ὀρθοδοξότατος ὢν καὶ δοῦλος Κυρίου κληρονόμους καταλείπει τῆς βασιλείας αὐτοῦ Γρατιανὸν, τὸν υἱὸν αὐτοῦ, Αὔγουστον ὄντα, καὶ Οὐαλεντινιανὸν, νέον κομιδῇ τυγχάνοντα καὶ μήπω τῶν βασιλικῶν συμβόλων καταξιωθέντα, ὃν ἡ ἀνάγκη τῶν ἐπιχειρούντων τὸν τόπον τῆς βασιλείας ἀφαρπάζειν, ὡς σχολάζοντα, παρεσκεύασεν αὐτὸν καὶ, ἀπόντος τοῦ ἀδελφοῦ, τὴν πορφύραν ἐνδύσασθαι, Πρόβου τῷ τηνικαῦτα πιστῶς τὸ πρᾶγμα μεταχειρισαμένου. 462 [] Ὅστις ἐβασίλευσεν ἔτη γ καὶ μετὰ Θεοδοσίου ἔτη γ· οὗτος γὰρ τὸν μέγαν Θεοδόσιον προεχειρίσατο βασιλέα ἐν Βυζαντίῳ, ἀγαγὼν ἐξ Ἱσπανίας πρὸς τὸ πολεμεῖν τοὺς Σκύθας· αὐτὸς δὲ ἐν Ῥώμῃ διέτριβεν. [] Μάξιμος δέ τις Βρετανὸς δυσανασχετῶν, ὅτι Θεοδόσιος ὑπὸ Γρατιανοῦ βασιλείας ἠξίωται, ὡς μηδεμιᾶς τυχὼν τιμῆς, διήγειρε τοὺς ἐν Βρετανίᾳ ἀντᾶραι Γρατιανῷ, ὅντινα καὶ ἀνεῖλε. Μετετέθη δὲ ὑπὸ Θεοδοσίου Γρατιανὸς εἰς τοὺς βασιλικοὺς τάφους, ὅστις τοσοῦτον εὐστόχως ἐπὶ πολὺ ἐτόξευεν, ὡς λέγειν τινὰς τὰ Γρατιανοῦ βέλη φρένας ἔχειν.
[] Κατ’ ἐκείνους δὲ τοὺς καιροὺς σεισμὸς (μέγας καὶ φοβερώτατος) γέγονεν, ὡς ἐν Ἀλεξανδρείᾳ ὑποχωρῆσαι (μὲν) τὴν θάλασσαν ἐπὶ πολὺ, τὰ δὲ πλοῖα ὡς ἐπὶ ξηρᾶς εὑρεθῆναι κείμενα. Πλήθους δὲ λαοῦ συνδραμόντος εἰς θέαν τοῦ παραδόξου θαύματος καὶ τοῦ ὕδατος πάλιν ὑποστρέψαντος [β) καὶ ἐκβεβληκότος μακρότερον τοῦ συνήθους τόπου, κατεποντίσθησαν ἀνθρώπων μυριάδες ε· (καὶ τὰς μὲν ἐκεῖθεν προσορμιζούσας ναῦς τὸ ὕδωρ κατεκάλυψεν, τὰς δὲ ἐν τῷ ποταμῷ Νείλῳ εὑρεθείσας ἀπέῤῥιψεν ὁ ποταμὸς εἰς ξηρὰν μετὰ πολλῆς τῆς ῥύμης μέχρι σταδίων ρπ· ἀλλὰ μὴν) καὶ τῆς Κρήτης καὶ τῆς Ἀχαί̈ας καὶ τῆς Βοιωτίας καὶ τῆς Ἠπείρου καὶ Σικελίας τὰ πλεῖστα μέρη (συνέβη τότε) ἀπολεσθῆναι, τῆς θαλάσσης ἀνελθούσης· καὶ πολλὰ πλοῖα, ὑψωθέντος τοῦ ὕδατος, ἐπὶ ὀρέων ἐῤῥίφη ἄχρι σταδίων ρ (τάς τε Βρετανικὰς νήσους καὶ τῆς Ἀφρικῆς τὰ αὐτὰ καὶ χείρονα ὑποστῆναι· καὶ σχεδὸν πάσης 463 τῆς οἰκουμένης τὰ πρὸς τῇ θαλάσσῃ τὰ μὲν ὑπὸ τῶν σεισμῶν, τὰ δὲ ὑπὸ τῆς θαλάσσης κατεποντίσθη·
καὶ μέντοι ἐν τοῖς βυθοῖς καὶ ἐν τοῖς μεγάλοις πελάγεσι τὰ ἀμφὶ τὸ Ἀδρίαν καὶ Αἰγαῖον πέλαγος καὶ ἄλλα πλεῖστα ὑπεχώρησε καὶ διέστη ὡσεὶ τεῖχος ἔνθεν καὶ ἔνθεν τὰ ὕδατα, καὶ ἐφάνη ἡ ξηρά· καὶ πολλὰ τότε πλοῖα εὑρέθησαν πλέοντα καὶ εἰς τὸν πυθμένα καθίσαντα καὶ πάλιν ἀνήχθησαν τῇ τοῦ ὕδατος καταστάσει. Συνεχῶν δὲ καὶ ἐπαλλήλων τῶν σεισμῶν γενομένων, ἡ μὲν Νίκαια τῆς Βιθυνίας πόλις πᾶσα συνέπεσε καὶ τὰ κύκλῳ τῶν προαστείων ἀγροὶ καὶ ἔργα πλεῖστα. Ἡ δὲ Γέρμη καλουμένη πόλις τοῦ Ἑλλησπόντου πᾶσα ἐκ θεμελίων κατεποντίσθη· καὶ πρὸς τούτοις χάσματα πολλὰ κατὰ διαφόρους τόπους ἐγένοντο, ὡς ἐκ τοῦ φόβου ἐν τοῖς ὄρεσι μένειν τοὺς ἀνθρώπους· ἐκ δὲ τῆς ἀβροχίας πολλὰ ζῶά τε καὶ ἄνθρωποι διεφθάρησαν). [] Ὁ δὲ προειρημένος Γρατιανὸς ἐβασίλευσεν ἔτη 2· ὁ δὲ Οὐαλεντινιανὸς ἐβασίλευσεν ἔτη γ καὶ ἀπέθανε. ΡΖ. Βασιλεία Θεοδοσίου τοῦ Μεγάλου. [] Μετὰ δὲ τοῦτον ἐβασίλευσε Θεοδόσιος ὁ Μέγας ἔτη ι. Τότε ὁ πατὴρ Θεοδοσίου, καὶ αὐτὸς Θεοδόσιος καλούμενος, τοῖς τῶν μεγάλων τροπαίοις περιπνέων, τῇ ἐκκοπῇ τῶν βαρβαρικῶν ἐθνῶν, τοὺς Ῥωμαίων ὅρους εὐπορωτέρους ἐποίησεν.
PG 110:691Ὁρῶν δὲ τὸν ἑαυτοῦ υἱὸν τῇ μὲν ἐλπίδι μέγαν, τῷ δὲ χρόνῳ μικρόν, μόλις γὰρ ἦν τοῦ βαθμοῦ τῆς νεότητος ἐπιβεβηκώς, συγκλητικῷ τινι ἀμαξοβίῳ, κοινωνῷ αὐτοῦ τυγχάνοντι τῆς γνώμης καὶ τῶν πόνων, παρέδωκεν ἐκπαιδεύειν, ὅστις ἀμαξόβιος ἐγχειρισθέντα αὐτῷ τὸν νέον πραϋτάτῃ διδασκαλίᾳ καὶ αὐστηροτέρᾳ κολακείᾳ εἰς λαμπρὰν ἄσκησιν τῆς ζωῆς ἐστερέωσεν, Ἐκεῖσε τοίνυν ὄντος Θεοδοσίου, καθ’ ὕπνους ἑαυτὸν εἰδέναι λέγεται βασιλικῇ χλαμύδι καὶ πορφύρᾳ κεκοσμημένον. 464 Οὐαλεντινιανοῦ δὲ τοῦ γέροντος τελευτήσαντος, Μάξιμος ὁ δήμιος τὴν ὑπαρχότητα τῶν Γαλλιῶν εἰς μανίαν ἔτρεψε καί τινα συσκευὴν πεποιηκὼς Θεοδόσιον τὸν πρεσβύτερον τροπαίοις κεκορεσμένον σφαγῆναι προςέταξε, ὃς πρὶν τελευτῆσαι τὸ θεῖον βάπτισμα δεξάμενος καὶ εἰς τὴν ἀθανασίαν ἀναγεννηθεὶς ἐτελεύτησε. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὁ νεώτερος Θεοδόσιος ἐν τῇ τοῦ δουκὸς ἀξίᾳ ἐτύγχανε· τῷ δὲ αὐτῷ βέλει τοῦ φθόνου, ὅπερ καὶ ὁ πατὴρ, διὰ Μάξιμον ὁμοίως ἀδίκως ὑπέπιπτεν·
[α) ἀλλ’ ὁ Θεὸς αὐτὸν διεσώσατο, μεινάσης παρ’ αὐτῷ τῆς ἀξίας καὶ τῆς οὐσίας ἀναδοθείσης, εἰς τὴν πατρῴαν γῆν τῶν Σπανίων, ἐν ᾗ ἐγεννήθη, ἐφοίτησε προστάγματι βασιλικῷ, ἐκεῖσε ἡσύχως καὶ πράως τὸν βίον διάγων. Πλακίλλαν δὲ τὴν γενομένην Αὐγούσταν ἠγάγετο τότε, καὶ βασιλέας ἐξ αὐτῆς ποιήσας, ἥτις τὴν φύσιν τῷ λογισμῷ καὶ τὴν φήμην τοῖς ἐγκωμίοις ἐνίκα. [] Ἐν δὲ τῷ μεταξὺ Οὐάλης γράμματα ἐκπέμπει πρὸς τὸν βασιλέα Γρατιανὸν προστάξας Θεοδόσιον ἀποσταλῆναι πρὸς αὐτόν. Ἀρξάμενος δὲ τῆς ὁδοιπορίας Θεοδόσιος, καὶ γνοὺς τὴν Οὐάλεντος τελευτὴν ἔρχεται εἰς πόλιν καλουμένην Σέρμιον. Τῶν δὲ Γότθων πᾶσαν πόλιν καὶ χώραν ἀφειδῶς λυμαινομένων καὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων φευγόντων ἀπὸ προσώπου αὐτῶν, τότε Θεοδόσιον ἐν τῷ Σερμίῳ διάγοντα Γρατιανὸς προσκαλεῖται βουλῇ τῆς συγκλήτου Ῥωμαίων φθονούσης αὐτῷ, ἣ σὺν ὀλίγοις στρατιώταις εἰς τοσοῦτον ὠμὸν πόλεμον ἀποσταλῆναι Θεοδόσιον πείθει, ἐπικινδύνῳ ἀξιώματι τιμηθέντα στρατηλάτου ἀξίᾳ, τὸν βασιλέα παρέπεισε. Καὶ ὁ μὲν βασιλεὺς τῶν ἐπιβουλῶν καὶ τοῦ φθόνου οὐδὲν ἔγνω·
PG 110:693κατὰ κράτος δὲ τοὺς νομιζομένους ἀηττήτους εἶναι Γότθους νικήσας Θεοδόσιος σὺν τάχει πολλῷ, τῷ βασιλεῖ τροπαιοφόρος παραστὰς θείᾳ ψήφῳ 465 τὸ βασιλικὸν διάδημα περιβάλλεται. Γρατιανοῦ χειροτονοῦντος αὐτὸν, καινῇ τινι καὶ θαυμαστῇ περιεβλήθη πορφύρᾳ ὡς ἀρχαῖος βασιλεύς· καὶ ἐπειδὴ τοὺς ὤμους αὐτοῦ ὑπὲρ ἄνθρωπον ὑψηλοὺς ὄντας διαφόροις βασιλικοῖς χλαμύσιν ἐνδύειν οὐκ ἠδύνατο, πάντας γὰρ ὑπερεῖχε τῷ μεγέθει· πᾶσαν ἐσθῆτα διὰ τὸ ὕψος μικρὰν ἀπέφηνεν, τέλος Κωνσταντίνου τοῦ εὐσεβεστάτου βασιλέως τῇ πορφύρᾳ κοσμηθεὶς ἐξέλαμψεν, ἐκ τετραγώνου ἁρμοσάσης αὐτῷ. [] Οὗτος Γρατιανὸς τὰ τῆς Δύσεως μέρη ἐπ’ αὐτῷ καὶ τῷ ἀδελφῷ διεφύλαξεν, Θεοδοσίῳ δὲ τὴν τῆς Ἀνατολῆς φροντίδα ἐπέτρεψεν. Πολλὰ δὲ εὐσεβῶς καὶ γενναίως κατορθώσας ὁ Γρατιανὸς παρὰ Μαξίμου τοῦ τυράννου [ἐν] ταῖς Βρεττανίαις ἐπαναστάντος, δι’ Ἀνδραγαθίου τοῦ δουκὸς ἐν Λουγδούνῳ παρὰ τῶν ἰδίων προδοθεὶς, μᾶλλον δὲ βίᾳ τῶν πολεμίων συσχεθεὶς, ἀνῃρέθη.
[] Οὐαλεντινιανὸς δὲ ὁ νεώτερος τούτου ἀδελφὸς ἐν Ἰταλίᾳ διάγων ὑπὸ τῆς σφαγῆς τοῦ ἀδελφοῦ καὶ τοῦ φόβου πολέμου πτοηθεὶς, εἰρήνης αὐτῷ καθ’ ὑπόκρισιν προταθείσης παρὰ Μαξίμου, καὶ αὐτὸς ὑποκρινάμενος ἡδέως ἐδέξατο. [] Ἰουστῖνα δὲ τότε ἡ μήτηρ αὐτοῦ τῆς Ἀρειανῶν αἱρέσεως τὰ φάρμακα τῆς ἀσεβείας, ἃ περιόντος τοῦ ἀνδρὸς ἔκρυπτεν, εὐμαρῶς ἀπατηθέντι τῷ υἱῷ μετὰ θάρσους ἀπεκάλυψε καὶ πείθει αὐτὸν διὰ στρατιωτικῆς χειρὸς τὸν μὲν Ἀμβρόσιον ἀνθιστάμενον αὐτῷ τῷ ὀρθῷ λόγῳ τῆς ἐκκλησίας Μεδιολάνων ἐξῶσαι καὶ εἰς ἐξορίαν πέμψαι, τὴν ἐκκλησίαν δὲ διαῤῥῆξαι καὶ πολεμεῖν τὰ ἅγια. Βενίβολος δὲ τότε ἐν ἀξιώματι ταῖς ὑποσχέσεσι τῆς βασιλίδος μὴ εἴξας, τῆς στρατιωτικῆς ζώνης καὶ τῶν ἀξιωμάτων τὴν ὀρθόδοξον πίστιν προκρίνας τοῖς ποσὶ τῶν βασιλέων τὴν [β) ἑαυτοῦ ζώνην ἀπέῤῥιψεν. [] Μάξιμος δὲ ὁ τύραννος θέλων τὸ τοῦ τυράννου ἄτιμον ὄνομα ἐκδύσασθαι καὶ νόμιμον ἐπιδείξασθαι ἑαυτὸν βασιλέα, γράμματα 466 ἐκπέμψας τὸ ἀσεβὲς ἐπὶ τῆς Ἰουστίνης ἀπεφαύλιζε καὶ τὸ πολεμεῖσθαι τὴν πίστιν τοῦ Θεοῦ καὶ τὴν κατάστασιν τῆς καθολικῆς Ἐκκλησίας ἀνατρέπεσθαι ἀπηγόρευσεν·
PG 110:695καὶ οὕτω πλησιάζειν τῆς Ἰταλίας ἤρξατο. [] Τοῦτο δὲ Ἰουστῖνα μαθοῦσα, τοῦ τε πολεμίου ἅμα καὶ τῆς συνειδήσεως τῆς ἀσεβοῦς ἐπικειμένων αὐτῇ, εἰς φυγὴν τραπεῖσα, πρώτη τὴν ἐξορίαν ἐκληρώσατο, ἣν τοῖς ἱερεῦσιν αὐτὴ ἡτοίμασεν. Τοιγαροῦν μετὰ τῆς ἀθεμίτου μητρὸς πεφευγὼς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁ νέος τῆς Ἰταλίας ἐστερήθη καὶ τῆς οἰκείας ἐξεβλήθη βασιλείας. [] Ἐλθὼν οὖν ἐν τῇ Ἀνατολῇ οὕτως ἐπεδέχθη παρὰ τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου, ὥστε δοκεῖν αὐτὸν μᾶλλον τῶν μερῶν ἐκείνων βασιλεύειν ἢ ἐν ἐξορίᾳ διάγειν. Παραχρῆμα δὲ διὰ Θεοδοσίου καθαρθεὶς ἀπὸ τῆς φαυλότητος τῆς αἱρέσεως τῆς ἀκαθάρτου τὸν ἰὸν ἐξέχεεν, ἐν ᾧπερ αὐτὸν ἡ ἀνόητος ἔβλαψε μήτηρ, καὶ τὸν Χριστὸν ἀνεδέξατο πιστοτάτῃ προτροπῇ Θεοδοσίου. Πολλάκις γὰρ εἰς τὴν ἐλπίδα τῆς πίστεως διὰ Θεοδοσίου ἐκπαιδευθεὶς, ἔμαθε τὴν βασιλικὴν παράταξιν οὐ δι’ ὅπλων ἑστάναι, ἀλλ’ ἐξ ἀγαθῶν προφάσεων. Τοιοῦτος δὲ ἦν ὁ λόγος ὁ παρὰ Θεοδοσίου πρὸς τὸν Οὐαλεντινιανόν·
Οἶδα, φησὶν, πολλάκις, Οὐαλεντινιανὲ, παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ἡσυχάζοντος τοῦ στρατοπέδου, τὴν νίκην κατορθωθεῖσαν καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γενέσθαι τοῦ προλαβόντος κινδύνου· οὕτως ὁ ἔνθεος Κωνσταντῖνος ταῖς βοηθείαις τοῦ Θεοῦ ἀνορθωθεὶς καὶ Λικίνιον τὸν τοῦ Θεοῦ τύραννον ἐν ναυαγίῳ διέφθειρεν· οὕτως ὁ ἔνδοξος Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ εὐτυχέστερον τὴν βασιλείαν ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτελεύτησε, τοῦ Θεοῦ ἐκδικοῦντος αὐτὸν καὶ μάχας ἀναριθμήτους καὶ νίκας ἀνεδείξατο, πολλοὺς βαρβάρους καὶ διαφόρους ἀνελών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τῷ Θεῷ ἀντιπαρατάττων ἐμίανε τὴν Ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφαγῆς τῶν ἁγίων καὶ τῆς ἐξορίας τῶν ἱερέων, ὃς τῇ τοῦ Θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορκηθεὶς καὶ ἡττηθεὶς ἐκαύθη. Σὺ οὖν αἱρετικοῦ ὄνομα λαβεῖν ἀνέξῃ ἀπιὼν εἰς πόλεμον; ὀρθῶς τὸν Χριστὸν σέβεται ὁ ἀδίκως σε ἐκβαλών· ἡ σὴ ἀπιστία εὐκαιρίαν Μαξίμῳ συνεισήνεγκεν· ἐκεῖνος μόνον 467 τοῦ βασιλεύειν ἐστὶ τύραννος, σὺ δὲ πολέμιος ἤρξω τοῦ Θεοῦ καθεστάναι· δώσω σοι στρατὸν καὶ παρέξω σοι βοήθειαν·
ἀλλ’ εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσωμεν μαχόμενοι; Ταῦτα καὶ τὰ τούτων πλείονα νουθετήσας Θεοδόσιος Οὐαλεντινιανὸν εἰς τὴν ὀρθόδοξον πίστιν μετήγαγεν. [] Ἐν δὲ τῷ μέσῳ τῆς μητρὸς αὐτοῦ τελευτησάσης, Θεοδόσιος διὰ τὴν πίστιν καὶ τὴν χρηστότητα τοῦ βασιλέως Γρατιανοῦ, καὶ τῶν εὐεργεσιῶν αὐτοῦ μεμνημένος εἰς ἄμυναν πάσας τὰς τῆς Ἀνατολικῆς δυνάμεις ἐξάξας, ἐξεδίκησε τὸ δίκαιον αἷμα καὶ τὸν Οὐαλεντινιανὸν κατέστησεν ἐπὶ τὴν βασιλείαν, ἐκβαλὼν τὴν τυραννίδα [α). [] Αὐτὸς δὲ μετὰ ταῦτα εἰσελθὼν εἰς τὴν Ῥώμην καὶ θριαμβεύσας τὴν νίκην εἰς τὴν βασιλίδα ἐπανῆλθε τῶν πόλεων. ΡΗ. Περὶ τοῦ ἁγίου Ἀρσενίου. [] Ἐν ταῖς ἡμέραις οὖν, ἐν αἷς ὁ ἀγαθὸς Θεὸς ἐξήγειρε Θεοδόσιον βασιλέα τὸν Μέγαν καὶ ἐνεπίστευσεν αὐτῷ τὸν θρόνον τῆς βασιλείας Ῥωμαίων, ἠγάγετο εἰς γυναῖκα τὴν θυγατέρα τοῦ πρὸ αὐτοῦ βασιλέως, Πλακίλλαν ὀνόματι, καὶ ἔτεκεν ἐξ αὐτῆς δύο υἱοὺς Ἀρκάδιον καὶ Ὀνώριον. [] Αὐξησάντων δὲ τῶν παίδων, ἦλθον εἰς ἡλικίαν τοῦ ἐκμανθάνειν γράμματα·
PG 110:697καὶ ἐξαπέστειλεν εἰς πᾶσαν τὴν ὑπ’ αὐτὸν βασιλείαν ζητῆσαι ἄνδρα ἐλλόγιμον καὶ ἀσκητὴν, κεκοσμημένον ἐν ἀληθείᾳ τὸν φόβον τοῦ Θεοῦ, ἔχοντα θεογνωσίαν εἰς ἄκρον, ὡς ὀφείλων παραδοῦναι αὐτῷ τοὺς υἱοὺς αὐτοῦ. Οὐκ ἠβούλετο γὰρ εἰς σχολεῖον αὐτοὺς ἐμβαλεῖν ἢ ὑπὸ ἀτάκτων διδασκάλων παιδευθῆναι, ἵνα μὴ μάθωσιν ὑπὸ ἄλλων παιδίων, ἃ ὁ Θεὸς οὐ θέλει, καὶ τυπωθῶσιν ἐν λόγοις ἀνωφελέσιν. Ταῦτα ὁ βασιλεὺς λογισάμενος σπουδὴν πᾶσαν 468 ἐποιεῖτο τοῦ εὑρεῖν ἄνδρα τοιοῦτον· καὶ τῶν διαταγμάτων ἐκπεμφθέντων κατὰ πᾶσαν τὴν ὑπ’ αὐτὸν βασιλείαν οὐκ ἠδυνήθησαν εὑρεῖν τινα τοιοῦτον κατὰ τὸν ἐνιστάμενον αὐτῷ λογισμὸν, ἀλλὰ ποτὲ μὲν ἄνδρα φιλόσοφον, ἀλλ’ οὐ φιλόθεον, ποτὲ δὲ πάλιν φιλόθεον, ἀλλ’ οὐ φιλόσοφον· ηὔξησαν δὲ οἱ παῖδες· καὶ οὐκ ἠνέσχετο εἰς σχολεῖον ἐκδοῦναι αὐτοὺς δι’ ὃν εἴρηται τρόπον.
[] Καὶ μὴ εὑρὼν καθὼς ἐζήτει, ἀπέστειλεν ἐν τῇ Ῥώμῃ πρὸς τὸν ἐν αὐτῇ βασιλέα τοῦ εὑρεῖν παρ’ αὐτοῦ τοιοῦτον ἄνδρα, γράψας αὐτῷ, ὅτι Μεγάλως μοι χαρίζῃ τοῦτο ποιῶν. Ὁ οὖν βασιλεὺς προσκαλεσάμενος τὸν πάπαν δείκνυσιν αὐτῷ τὰ γράμματα Θεοδοσίου τοῦ βασιλέως εἰπὼν, ὅτι Ἀνένδεκτόν ἐστι μὴ ποιῆσαι τῷ συμβασιλεύοντι ἡμῖν τὴν αἴτησιν ταύτην· αἰσχύνη γάρ ἐστι τοῦ ἡμετέρου κράτους μὴ εὑρεθῆναι ἐν τῇ μεγίστῃ Ῥώμῃ ἄνθρωπον τοιοῦτον. Καὶ ἐρευνήσαντες καὶ ἐπιζητήσαντες οὐχ εὗρον. Ἐπὶ πολὺ οὖν διερευνώντων αὐτῶν, καὶ διὰ λογιζομένων, καὶ ἀδολεσχούντων περὶ τούτου, εἶπεν ὁ πάπας τῷ βασιλεῖ· Ἔστι παρ’ ἡμῖν διάκονός τις παρθένος μετὰ τῆς ἰδίας ἀδελφῆς ὀνόματι Ἀρσένιος· ὅμοιος γὰρ αὐτῷ ἄλλος οὐκ ἔστιν ὁ ὀφείλων, καθὼς ἐπιθυμεῖ ὁ βασιλεὺς Θεοδόσιος, παιδεῦσαί τε τὰ τέκνα αὐτοῦ πάσῃ γνώσει θείᾳ τε καὶ ἀνθρωπίνῃ· ἀλλ’ οὐκ οἶδα εἰ καταδέξηται, διότι ἔχει καιρὸν ἀποταξάμενος τῆς ἐγκυκλίου παιδεύσεως· ἀλλ’ ἴσως, ἐὰν κελεύσῃ τὸ ὑμέτερον κράτος, καλέσομεν αὐτὸν καὶ πληροφοροῦμεν αὐτὸν περὶ τούτου. Ταῦτα ἀκούσας ὁ βασιλεὺς ἐχάρη λίαν· καὶ πέμψαντες μετεστείλαντο τὸν Ἀρσένιον.
Εἰσελθόντος δὲ αὐτοῦ λέγει πρὸς αὐτὸν ὁ βασιλεύς· Οὐ λέληθε τὸ ἡμέτερον κράτος ἡ κατὰ Θεόν σου πολιτεία καὶ ὁ ἐνάρετός σου βίος· ἀλλὰ διηνεκῶς ἀκούοντες τὴν καλήν σου ἀναστροφὴν, πάνυ εὐφραινόμεθα ἐπὶ τούτοις· ἐπεὶ δὲ ὁ συμβασιλεὺς ἡμῶν Θεοδόσιος ἀπέστειλεν ἡμῖν πρεσβείαν αἰτούμενος στεῖλαι αὐτῷ ἄνθρωπον τοιοῦτον δυνάμενον παιδεῦσαι τὰ τέκνα αὐτοῦ ἐν πάσῃ θεοσεβείᾳ καὶ φιλοσοφίᾳ, τούτου χάριν μετεστειλάμεθά σε ὡς κατὰ Θεὸν ὄντα. ἵνα ἀπέλθῃς πρὸς αὐτὸν καὶ τὴν χάριν τὴν δοθεῖσάν σοι ἐκ Θεοῦ παιδεύσῃς αὐτούς· [β) οὐ γὰρ ἐκρίναμεν ἁπλῶς καὶ ὡς ἔτυχεν ἐγχειρίσαι τοῦτο τὸ πρᾶγμά τινι εἰ 469 μὴ τῇ σῇ εὐλαβείᾳ. Ὁ δὲ Ἀρσένιος εἶπε τῷ βασιλεῖ· Οὐκ ἀγνοεῖ, θεοσεβέστατε βασιλεῦ, ὁ ἁγιώτατος Πατὴρ ἡμῶν πάπας τὴν ἐμὴν εὐτέλειαν, ὅτι ἔχω καιρὸν μὴ παρελθὼν διὰ τῆς ἔξω φιλοσοφίας, ἐξαιρέτως δὲ ἀφ’ οὗ τὴν χειροτονίαν ταύτην ὁ ἀνάξιος ἐδεξάμην, οὔτε εἰς βιβλίον ἐνέκυψα τῶν τοιούτων ἐπιστημῶν. Ὑπολαβὼν δὲ ὁ πάπας εἶπε πρὸς αὐτὸν, ὅτι μὲν Ἀληθῆ εἰσι τὰ παρὰ σοῦ λεγόμενα, ἐπιστάμεθα ταῦτα οὕτως ἔχειν· πάνυ γὰρ ἐπῃνέσαμεν τὴν ἐνάρετόν σου πολιτείαν ἐν τούτῳ·

Chapter CCICaput CCI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:699ἀλλ’ ἐπειδὴ θεία καὶ βασιλικὴ κέλευσίς ἐστι, καὶ θεάρεστόν ἐστι τὸ πραγματευόμενον, ἐκλιπαροῦμέν σε ἐπιδοῦναι ἑαυτὸν εἰς τὸ τοιοῦτον ἀγαθὸν ἐπιχείρημα. Δύνῃ γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης σοι εὐσεβῶς καὶ θεαρέστως αὐτοὺς παιδεῦσαι· οὐ μὴν, ἀλλὰ καὶ ἐπὶ τῇ φιλοσοφίᾳ μεγάλως αὐτοὺς ὠφελῆσαι δεικνύων αὐτοῖς τὰς πομπὰς καὶ αἰσχρότητας τῶν δυσσεβῶν εἰδώλων, οὓς θεοὺς ἀποκαλοῦσιν οἱ ἀλιτήριοι Ἕλληνες, καὶ τοῦ μὴ πιστεύειν, τοῖς παρ’ αὐτῶν μυθευομένοις, ἀλλὰ δαίμονας αὐτοὺς ἀποκαλεῖν, καὶ θρησκεύειν τὰ μιάσματα αὐτῶν καὶ φαντάσματα. [] Τούτοις καὶ τοῖς τοιούτοις λόγοις πείσαντες Ἀρσένιον ἀπέστειλαν πρὸς τὸν βασιλέα μετὰ πάσης δόξης καὶ τιμῆς, γράψαντες αὐτῷ, ὅ τε βασιλεὺς καὶ ὁ πάπας, ὅτι Κατὰ τὴν κέλευσιν ὑμῶν ἀπεστείλαμεν ὑμῖν ἄνθρωπον, ὃς δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἀνάξαι τὰ φίλτατα τέκνα τῆς ὑμῶν γαληνότητος ἐν πάσῃ σοφίᾳ καὶ ἀρετῇ. Ὁ οὖν Ἀρσένιος, παραδοὺς τὴν ἀδελφὴν εἰς παρθενῶνα, ἀπῆλθεν ἐν Κωνσταντινουπόλει.
Δεξάμενος δὲ ὁ βασιλεὺς Θεοδόσιος τὰ γράμματα καὶ ἀναγνοὺς, προσκαλεσάμενός τε τὸν Ἀρσένιον, σχῆμά τε καὶ ἦθος εὐλαβὲς θεασάμενος ἐν αὐτῷ, σεμνὸν μὲν ἔχοντα τὸ σχῆμα, ὠχρὸν τὸ χρῶμα, εὔτακτον τὸ βλέμμα, ταπεινὸν τὸ φρόνημα, τὴν λαλιὰν σύμμετρον καὶ περὶ τὰ θεῖα καὶ ἀνθρώπινα σοφώτατον καὶ ἁπλῶς εἰπεῖν πάσῃ τῇ κατὰ Θεὸν ἀρετῇ κεκοσμημένον, ἐχάρη χαρὰν μεγάλην καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς· Δηλοῖς μὲν διὰ τοῦ σχήματος, ἤθους τε καὶ ἀπολογίας, ἐνάρετόν σε καὶ θεοσεβῆ εἶναι, καὶ, καθὼς γεγραφήκασιν ἡμῖν ὅ τε 470 συμβασιλεὺς ἡμῶν καὶ ὁ τῆς Ῥωμαίων ἁγιώτατος πάπας, οὕτω καὶ εἴδομεν· ἀληθῇ γὰρ ἔγραψαν. Νῦν οὖν πάντως οὐκ ἀγνοεῖς δι’ ἣν αἰτίαν ἔστειλάν σε πρὸς ἡμᾶς· ἀλλὰ καὶ τὸ ἡμέτερον κράτος αὐτοψὶ διαλεχθήσεταί σοι, ὅτι χάριν τῶν ἡμετέρων τέκνων, ἵνα πάσῃ θεοσεβείᾳ καὶ φόβῳ Θεοῦ τούτους ἐκπαιδεύσῃς, ἔτι μὴν καὶ τὴν φιλοσοφίαν πᾶσαν εἰς ἄκρον αὐτοὺς διδάξῃς.

Chapter CCIICaput CCII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:701Ἀλλὰ μὴ ὑποσταλῇς μηδὲ διακριθῇς πρὸς αὐτοὺς ὑπονοῶν, ὅτι τέκνα ἡμῶν ὑπάρχουσιν, μήτε πάλιν ὡς βασιλεῦσιν αὐτοῖς προσχῇς ἢ τιμήσεις, ἀλλ’ ὡς τέκνα καὶ μαθητὰς ἔχε αὐτοὺς καὶ ὅτε παραπέσωσιν, ἐπέξελθε αὐτοῖς. Καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς Θεοδόσιος καὶ ἐνέγκας τόν τε Ἀρκάδιον καὶ Ὁνώριον παραδίδωσιν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ, [α) λέγων· Ἰδοὺ, ἀπὸ τῆς σήμερον, οὗτός ἐστιν ἐμοῦ τε καὶ ὑμῶν πατὴρ καὶ διδάσκαλος. Ὑπακούσατε αὐτῷ ὡς πατρὶ καὶ μὴ παρακούσητε αὐτοῦ μήτε ἀντιτάξησθε· παρήγγειλα γὰρ αὐτῷ, ἵνα ἐὰν παρακούσητε αὐτῷ ἢ παραπέσειέ τις ἐξ ὑμῶν, ἐπεξέλθῃ αὐτῷ ὡς μαθητῇ. [] Καὶ ταῦτα εἰπὼν ἀφορίζει αὐτοῖς πλησίον τοῦ βασιλικοῦ κοιτῶνος τρικλίνιον μέγα καὶ ἐν αὐτῷ διάγειν παρακελεύεται. Τοῦτο δὲ ἐπενόησεν ὁ βασιλεὺς, ἵνα συχνότερον ἐπισκέπτηται αὐτούς· μεγάλως δὲ τιμήσας τὸν Ἀρσένιον ἐποίησεν αὐτὸν μεῖζον πάντων τῶν ἐν τῷ παλατίῳ, ὥστε μὴ εἶναί τινα τῶν ἐκεῖσε λαμπροτέραν αὐτοῦ ἐσθῆτα περικείμενον· καὶ, ἁπλῶς εἰπεῖν, ἦν πατὴρ τοῦ βασιλέως καὶ τῶν τέκνων αὐτοῦ.
[] Ὁ οὖν Ἀρσένιος παραλαβὼν τοὺς υἱοὺς τοῦ βασιλέως τόν τε Ὁνώριον καὶ Ἀρκάδιον ἀνῆγεν αὐτοὺς θεοσεβῶς, διδάσκων πᾶσαν σοφίαν θείαν τε καὶ ἀνθρωπίνην. Ταπεινόφρων δὲ ὑπάρχων ὁ ἐν ἁγίοις Ἀρσένιος οὐκ ἐχρᾶτο αὐτοῖς ὡς μαθηταῖς, ἀλλ’ ὡς βασιλεῦσι· καθίζων γὰρ αὐτοὺς ἐπὶ δύο θρόνων, αὐτὸς παριστάμενος ἐδίδασκεν αὐτούς. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἰσελθόντος τοῦ βασιλέως ἄφνω πρὸς αὐτοὺς, ὁρᾷ Ἀρσένιον μὲν ἱστάμενον, τὰ δὲ τέκνα αὐτοῦ καθεζόμενα· καὶ ἐλυπήθη σφόδρα κατὰ Ἀρσενίου καὶ λέγει πρὸς αὐτόν· Οὕτως παρήγγειλα ὑμῖν, ἵνα βασιλικῶς καὶ μὴ μᾶλλον ὡς μαθηταῖς χρήσῃ τοῖς παιδίοις; καὶ τί τοῦτο πεποίηκας; πάνυ γὰρ 471 ἐλύπησας τὸ ἡμέτερον κράτος ἐν τούτῳ. Ὁ δὲ Ἀρσένιος πρὸς τὸν βασιλέα φησίν· Οὐχ ἡγησάμην πρέπον εἶναι, θεοστήρικτε βασιλεῦ, ἐμὲ καθέζεσθαι, βασιλεῖς δὲ παραστήκειν μοι. Ὁ δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τῷ λόγῳ τούτῳ ἀπεκρίθη βλοσυρῷ τῷ βλέμματι πρὸς Ἀρσένιον λέγων· Σὺ καθιστᾷς αὐτοὺς βασιλεῖς· οὐχ ὡς δούλους παρέδωκά σοι αὐτούς;
ἵνα τί ταῦτα φθέγγῃ; Καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς παραχρῆμα ἐπάρας τὰ διαδήματα, ἅπερ εἶχον ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ῥίψας αὐτὰ εἰς τὴν γῆν, ποιεῖ αὐτοὺς εἰς τοὺς πόδας αὐτοῦ προσκυνῆσαι, καὶ καθίσας τὸν Ἀρσένιον ἐπὶ θρόνου, ἐκείνους παρίστασθαι αὐτῷ ἐκέλευσεν, εἰπὼν, ὅτι Εἰ μὲν φοβηθῶσι τὸν Θεὸν καὶ ἐν τῷ νόμῳ αὐτοῦ θελήσωσι πορεύεσθαι καὶ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, δύνατός ἐστιν ὁ παμβασιλεὺς τῶν αἰώνων, εἴπερ θέλημα αὐτοῦ ἐστιν, παρασχεῖν αὐτοῖς τὴν ἀξίαν ταύτην· εἰ δὲ μὴ ἔχωσι τὸν φόβον τοῦ Θεοῦ, εὔχομαι αὐτῷ, μᾶλλον ἐκριζωθῆναι αὐτοὺς νηπιόθεν· κρεῖσσον ἡγοῦμαι τεθνάναι αὐτοὺς εὐσεβῶς ἢ βασιλεύειν ἀσεβῶς. Ταῦτα εἰπὼν ὁ βασιλεὺς εἰσῆλθεν εἰς τὸν κοιτῶνα αὐτοῦ. [] Ἐκ τότε οὖν ὁ Ἀρσένιος δεδιὼς τὸν βασιλέα οὐκέτι ἐποίει αὐτοὺς καθεσθῆναι, ἀλλὰ μᾶλλον παρίστασθαι αὐτῷ καὶ ἐκμανθάνειν. Ἐν τούτοις οὖν διάγων ὁ ἡγιασμένος Ἀρσένιος πάνυ ἐδυσφόρει καὶ ἐλυπεῖτο· ἦν γὰρ μισόδοξος καὶ φιλόθεοςκαὶ ἐπεθύμησε μᾶλλον τὸν μονήρη βίον καὶ ἡσύχιον μετελθεῖν, ὥστε παρακαλεῖν τὸν Θεὸν συχνῶς ὑπὲρ τούτου μετὰ δακρύων, ποιῆσαι τρόπον τοῦ ἰδιάσαι αὐτὸν ἐκ τοῦ κόσμου.
PG 110:703[] Ἐν μιᾷ οὖν τῶν ἡμερῶν εὑρὼν ὁ ἅγιος Ἀρσένιος τὸν Ἀρκάδιον περιπεσόντα εἰς παι [β) - δικὸν πταῖσμα, ἐνέγκας καὶ ἐμβριμησάμενος ἐπιτίθησιν αὐτῷ δεινὴν πληγὴν, ὥστε σχεδὸν ἕως θανάτου τοὺς τύπους τῶν πληγῶν φέρειν ἐν τῷ σώματι αὐτοῦ. Ὁ οὖν Ἀρκάδιος ἀφ’ ἧς ἡμέρας ἐδάρη, ἔμεινεν ἔχων κατὰ Ἀρσενίου κακίαν πολλὴν καὶ προσκαλεσάμενος τὸν σπαθάριον αὐτοῦ ἐπιτρέπει αὐτῷ κατ’ ἰδίαν λέγων· Ὁποίῳ τρόπῳ δυνηθῇς ἀπόκτεινόν μοι τὸν Ἀρσένιον, μηδενὸς γινώσκοντος. Ὁ δὲ σπαθάριος ἀκούσας τὴν ἐλεεινὴ 472 ἀπόφασιν ταύτην καὶ φόβον τοῦ Θεοῦ ἐν καρδίᾳ ἔχων, θαῤῥεῖ τῷ Ἀρσενίῳ τὴν μιαιφόνον τοῦ Ἀρκαδίου ἐπιτροπήν. Ὁ δὲ Ἀρσένιος λύπῃ τε καὶ φόβῳ συσχεθεὶς παρεκάλει τὸν Θεὸν λέγων· Κύριε, ὁδήγησόν με πῶς σωθῶ· καὶ μετεμελήσατο ἐπὶ τῇ πληγῇ ᾗ ἦν τύψας τὸν Ἀρκάδιον. Εἶτα ὀλίγων ἡμερῶν διελθουσῶν καὶ τοῦ Ἀρσενίου κατεπείγοντος τὸν σπαθάριον τοῦ δι’ οἵου δήποτε τρόπου σῶσαι αὐτὸν καὶ τούτου ἀδιαλείπτως εὐχομένου, ἦλθεν αὐτῷ φωνὴ λέγουσα·
Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ. [] Ταύτης οὖν τῆς φωνῆς ἀκούσας μηδενὶ μηδὲν εἰρηκὼς, ἀλλ’ ἐσθῆτα εὐτελῆ ἐνδυσάμενος κατῆλθεν εἰς τὸν λιμένα καὶ κατ’ οἰκονομίαν Θεοῦ, εὑρὼν ἐκεῖσε πλοῖον, ἐμβὰς ἐν αὐτῷ ἦλθεν ἐν Ἀλεξανδρείᾳ καὶ ἀποθρηξάμενος ὥρμησεν εἰς τὴν ἔρημον τῆς σκήτεως καὶ ἐκεῖ διέπρεπεν ἐν διαφόροις κατορθώμασιν· ἤκουσε δὲ πάλιν φωνὴν λέγουσαν αὐτῷ· Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, αὗται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας. [] Ὁ δὲ βασιλεὺς Θεοδόσιος πάνυ λυπηθεὶς ἐπὶ τῇ ἀναχωρήσει Ἀρσενίου ἔγραψε παντὶ καὶ πανταχοῦ ἀναζητῆσαι αὐτὸν, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν εὑρεῖν ἄχρι τῆς τελευτῆς αὐτοῦ. Βασιλευσάντων δὲ Ἀρκαδίου καὶ Ὁνωρίου, ἐγνώσθη αὐτοῖς, ὅτι Ἀρσένιος ἐν Αἰγύπτῳ διάγει τὸν μονήρη βίον καλῶς πολιτευόμενος· καὶ ἔγραψαν αὐτῷ πλείστας ἐπιστολὰς παρακαλοῦντες αὐτὸν ὥστε εὔχεσθαι ὑπὲρ τῶν ἰδίων μαθητῶν καὶ τέκνων.
Ἔγραψε δὲ αὐτῷ πάλιν Ἀρκάδιος δυσωπῶν αὐτὸν ὥστε συγχωρῆσαι αὐτῷ τὸ πταῖσμα, ὃ ἥμαρτεν εἰς Ἀρσένιον ἀνελεῖν αὐτὸν βουληθεὶς, ὥς τε θέλων αὐτὸν πληροφορῆσαι γράφει αὐτῷ ἐν ὠμότητι λαβεῖν παρὰ τοῦ ὑπάρχου Ἀλεξανδρείας αὐγουσταλίου τὰ δημόσια τῆς Αἰγύπτου καὶ ταῦτα διανεῖμαι ὅπου ἂν κελεύῃ, καὶ μόνον συγχωρήσῃ αὐτῷ καὶ εὔξηται ὑπὲρ τῆς βασιλείας αὐτοῦ τε καὶ Ὁνωρίου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀντιγράψαι αὐτοῖς κἂν ἅπαξ. Ὁ δὲ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἀρσένιος γράψαι αὐτοῖς οὐκ ἠνέσχετο, δηλοῖ δὲ αὐτοῖς οὕτως· Ὁ Θεὸς, τέκνα, πᾶσιν ὑμῖν συγχωρήσει καὶ ἀξιώσει ποιεῖν τὰ θεῖα αὐτοῦ 473 θελήματα· περὶ δὲ ὧν γεγραφήκατε χρημάτων, ἐγὼ ἤδη τῷ κόσμῳ ἀπέθανον· μηδὲν λογίσητέ με ὅλως εἶναι εἰς τοὺς ζῶντας. [] Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις Θεοδόσιος μέγας βασιλεὺς ἐδήλωσε Δημοφίλῳ ἢ τῆς Ἀρείου πλάνης ἀποστῆναι ἢ τῶν ἐκκλησιῶν ἐκστῆναι· ἐξῆλθεν οὖν, μ ἔτη τῶν Ἀρειανῶν κατασχόντων τὰς ἐκκλησίας.
PG 110:705Ἡ σύνοδος οὖν καὶ ὁ βασιλεὺς Γρηγορίῳ τῷ Θεολόγῳ τὴν ἐπισκοπὴν ἐκύρωσαν Κωνσταντινουπόλεως καὶ μὴ θέλοντα τοῦτον τῷ θρόνῳ ἐνίδρυσαν βιασάμενοι ὡς πολλὰ καμόντα καὶ τῆς πλάνης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντα. [] Εὑρὼν γὰρ μόνην τὴν ἁγίαν Ἀναστασίαν σμικροτάτην οὖσαν καὶ ὑπὸ τῶν ὀρθοδόξων κρατουμένην, [α) ἐκεῖσε τὰς συνάξεις ποιῶν καὶ τὴν ὀρθόδοξον πίστιν διδάσκων, πάντας μετέστρεψεν ἀπὸ τῆς αἱρέσεως· ὕστερον δὲ ὑπὸ Μαρκιανοῦ οἰκονόμου τῆς Μεγάλης Ἐκκλησίας εἰς ὃ νῦν ὁρᾶται μέγεθος ἀνεδομήθη καὶ Ἁγία Ἀναστασία μετωνομάσθη ἢ διὰ τὸ γυναῖκα (ἔγγονον) ἐκ τῶν ἄνωθεν καταπεσοῦσαν καὶ ἀποθανεῖν, κοινῆς δὲ γενομένης ὑπὸ τῶν ὀρθοδόξων εὐχῆς (καὶ) ταύτην ἀναστῆναι, μήτε τοῦ ἐμβρύου θανέντοςἢ καὶ διὰ τῆς ὀρθοδοξίας τὴν ἀνάστασιν ἐν αὐτῇ γενέσθαι. [] Μετὰ δὲ τὸ ἐνιδρυθῆναι τὸν Θεολόγον ἐπὶ τοῦ θρόνου, ὡς εἴρηται, Κωνσταντινουπόλεως, μαθὼν παρ’ Αἰγυπτίων τῷ λόγῳ φθονηθῆναι, τὸν συντακτήριον λόγον σχεδιάσας καὶ ἀναγνοὺς, ἑκουσίως τῆς ἐκκλησίας καὶ τοῦ θρόνου ἀποταξάμενος, ὑπεχώρησε.
474 [] Νεκτάριον δὲ ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζεται πατριάρχην, Ταρσέα μὲν τῷ γένει, τὴν τοῦ πραίτορος ἀρχὴν τότε διέποντα, ἀβάπτιστον δὲ μέχρι τότε ὑπάρχοντα, σεμνὸς δὲ καὶ εὐλαβὴς καὶ περὶ τὸν βίον θαυμάσιος. [] Ὁ δὲ μέγας Γρηγόριος πρὸς Ναζιανζὸν τὸ χωρίον Καππαδοκίας ἐπανελθὼν, ὅπερ ἐκέκτητο ἐκ πατρικοῦ κλήρου, ἠρεμήσας ἐν αὐτῷ καὶ ἡσυχάσας τινὰ χρόνον καὶ ἐν θεωρίᾳ μειζόνων γενόμενος τὸν βίον μεταλλάττει πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ πάσης ἀρετῆς ἔμπλεως γενόμενος. ΡΘ. Περὶ τῆς β συνόδου. [] Ἡ δὲ δευτέρα σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει τὸ α τῶν ρν ἁγίων Πατέρων (ἐπὶ Θεοδοσίου τοῦ Μεγάλου), ἐπὶ Δαμάσου πάπα Ῥώμης, ἧς ἡγοῦντο Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων, Γρηγόριος ὁ Θεολόγος, κατὰ Μακεδονίου γεγονότος ἐπισκόπου Κωνσταντινουπόλεως, ὃς ἔτι περιὼν ὡσαύτως τῷ Ἀρείῳ ἐβλασφήμει, ὁμοίως δὲ τὸ Πνεῦμα τὸ ἅγιον, μὴ εἶναι Θεὸν ἀληθινὸν, ἀλλὰ κτίσμα καὶ αὐτὸ ὑπελάμβανεν.

Chapter CCIIICaput CCIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:707[] Αὕτη συνελθοῦσα χειροτονεῖ μὲν ἐν Κωνσταντινουπόλει τὸν συγκλητικὸν Νεκτάριον, Μακεδόνιον δὲ ἀναθεματίζει καὶ σὺν αὐτῷ Σαβέλλιον τὸν Λίβυν, ἓν πρόσωπον ἐπὶ τῆς ἁγίας Τριάδος δοξάζοντα, ἔτι δὲ καὶ Ἀπολινάριον τὸν Λαοδικείας, λέγοντα τὸν ἐνανθρωπήσαντα Λόγον ἄνουν εἶναι, ἀντὶ δὲ νοῦ τὸν λόγον ἐν τῇ ψυχῇ γεγενῆσθαι. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Θεὸν εἶναι ζωοποιὸν καὶ ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐκήρυξε προστεθηκυῖα [εἰς] τὸ 475 ἐκτεθὲν παρὰ τῶν ἐν Νικαίᾳ ἁγίων Πατέρων Σύμβολον τὸ Κύριον καὶ τὸ ζωοποιὸν καὶ τὰ ἑξῆς. [] Τότε (δὲ) ὁ μέγας Ἀμφιλόχιος παρακαλεῖ τὸν βασιλέα τοὺς Ἀρειανοὺς ἐκ πασῶν τῶν πόλεων ἐξελθεῖν· ὁ δὲ ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν οὐχ ὑπήκουσεν αὐτῷ· καὶ ὁ σοφώτατος Ἀμφιλόχιος τότε μὲν ἐσίγησε, ἐξεῦρε δὲ ὕστερον ὑπόθεσιν ἀξιομνημόνευτον. Ἐντὸς γὰρ πάλιν τῶν βασιλειῶν γενόμενος (καὶ τῷ βασιλεῖ συγκαθήμενον τὸν υἱὸν Ἀρκάδιον θεασάμενος) τὸν μὲν πατέρα ἠσπάσατο, τὸν δὲ υἱὸν κατέλιπεν ἀπροσκύνητον· καὶ ὁ βασιλεὺς νομίσας ἐπιλησθῆναι τὸν Ἀμφιλόχιον ἀσπάσασθαι τὸν υἱὸν προσέταξεν.
Ὁ δὲ ἀποχρῆν ἔφη τὴν αὐτῷ προσενεχθεῖσαν τιμὴν (καὶ μὴ ἐπιζητεῖν καὶ τοῦ υἱοῦ ὡς ἐν διαιρέσει· πρὸς) ὃν ὁ βασιλεὺς χαλεπήνας οἰκείαν ἐκάλει παροινίαν τὴν τοῦ υἱοῦ ἀτιμίαν. Καὶ ὁ Ἀμφιλόχιος ἐξεβόησε (πρὸς τὸν βασιλέα λέγων)· Ὁρᾷς, ὦ βασιλεῦ, πῶς οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν· πίστευσον (δὴ) οὖν καὶ τὸν Θεὸν τοὺς τὸν Υἱὸν αὐτοῦ βλασφημοῦντας βδελύττεσθαι καὶ ἀποστρέφεσθαι. Τοῦτο ἀκούσας [β) ὁ βασιλεὺς καὶ σφόδρα θαυμάσας νόμον εὐθέως ἔγραψε τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντα. [] Τούτῳ τῷ ἀγαθῷ φθονήσας ὁ μισόκαλος δαίμων ὠμόν τι καὶ ἀπάνθρωπον παρεσκεύασε γενέσθαι· ἀπὸ γὰρ Κωνσταντινουπόλεως ἐξελθὼν ὁ βασιλεὺς ἐπὶ Ῥώμην τὴν ὁδοιπορίαν ἐποιεῖτο· ἐν δὲ τῇ Θεσσαλονίκῃ γενόμενος κατὰ πάροδον καὶ τῶν στρατιωτῶν αὐτοῦ παραταξάντων τῇ πόλει διὰ μιτάτα, ἐστασίασαν οἱ Θεσσαλονικεῖς 476 καὶ τὸν βασιλέα μὲν ὕβρισαν, τινὰς δὲ τῶν ἀρχόντων αὐτοῦ ἐλιθοβόλησαν.
PG 110:709Ὁ δὲ ὑπὸ τῶν ἀγγελθέντων ἐξαφθεὶς καὶ μὴ ἐνεγκὼν τοῦ θυμοῦ τὴν ῥύμην, τῷ ὑπάρχῳ τῆς πόλεως ἐκείνης τὴν ψῆφον τῆς τιμωρίας (ἐξενεγκεῖν) ἐπέτρεψεν, ὃς τοιαύτην ἐξουσίαν λαβὼν, οἷα δὴ αὐτόνομος (καὶ) τύραννος, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινε χιλιάδας ζ. [] Ταύτην (οὖν) τὴν συμφορὰν μαθὼν Ἀμβρόσιος ὁ ἐπίσκοπος Μεδιολάνων· πόλις δὲ αὕτη τῆς Ἰταλίας· εἰς ἣν ἀφικομένου τοῦ βασιλέως καὶ συνήθως εἰς τὸν ναὸν βουληθέντος εἰσελθεῖν, ὑπαντήσας ἔξω τῶν θυρῶν διεκώλυσεν αὐτὸν μετὰ παῤῥησίας βοῶν· Οὐκ οἶσθα, ὡς ἔοικεν, ὦ βασιλεῦ, τῆς γενομένης μιαιφονίας τὸ μέγεθος· οὐκ ἐᾷ γάρ σε τῆς βασιλείας ἡ δυναστεία τὴν ἁμαρτίαν ἐπιγινώσκειν· ὑπὸ τῆς ἁλουργίδος ἀπατώμενος ἀγνοεῖς τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν· ἀλλ’ ἴσθι, ὡς φθαρτὸς ὢν καὶ ῥευστὸς, φθαρτόν σου καὶ ῥευστὸν ὑπάρχει τὸ κράτος καὶ ἡ δυναστεία, περὶ ἧς μικρὸν ὕστερον λόγον ἀποδώσεις τῷ βασιλεῖ τῶν βασιλευόντων. Ποίοις τοίνυν ὀφθαλμοῖς ὄψῃ τὸν τοῦ κοινοῦ Δεσπότου ναόν; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον;
πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; [πῶς δὲ καὶ τοιαύταις ὑποδέξῃ χερσὶ τὸ ἄχραντον τοῦ Δεσπότου σῶμα; πῶς δὲ καὶ τῷ στόματι παροίσεις τὸ τίμιον αἷμα] τοσοῦτον διὰ τοῦ θυμοῦ ἐκχέαντι παράνομον αἷμα; λοιπὸν ἄπιθι καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν, οὗ ὁ Θεὸς ἄνωθεν γίνεται σύμψηφος. Τούτοις οὖν εἴξας ὁ 477 βασιλεὺς τοῖς λόγοις ὑπέστρεψεν εἰς τὰ βασίλεια δακρύων καὶ στένων. [] Διελθόντων δὲ μηνῶν η καὶ τοῦ βασιλέως μὴ ἐξελθόντος, ἀλλὰ σφοδρῶς μετανοοῦντος, κατέλαβεν ἡ τοῦ Κυρίου γενέθλιος ἑορτή· καὶ θεασάμενος Ῥουφῖνος ὁ μάγιστρος, ὅτι οὐδὲ τὴν συνήθη προέλευσιν ποιῆσαι βούλεται ὁ βασιλεὺς, λέγει πρὸς αὐτόν· Δραμοῦμαι, δέσποτα, καὶ τὸν ἀρχιεπίσκοπον πείσω λῦσαί σε τοῦ δεσμοῦ, εἰ κελεύεις. Ὁ δέ φησιν· Οἶδα ἐγὼ τὴν Ἀμβροσίου ἀκρίβειαν (ὅτι οὐ πεισθήσεται). Ἐπεὶ δὲ πλείοσι λόγοις χρησάμενος ὁ Ῥουφῖνος πείθειν ὑπέσχετο (τὸν Ἀμβρόσιον), ἀπελθεῖν (αὐτὸν) ἐκέλευσεν· ὑπὸ δὲ τῆς ἐλπίδος θαῤῥήσας ἠκολούθησεν αὐτὸς μετ’ ὀλίγον. Αὐτίκα δὲ τὸν Ῥουφῖνον ἰδὼν ὁ Ἀμβρόσιος·

Chapter CCIV - CCVCaput CCIV - CCV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τὴν κυνῶν, εἶπεν, ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς, τοσαύτης μιαιφονίας γενόμενος μέτοχός τε καὶ σύμβουλος· ἀλλ’ ἐγὼ οὐκ ἐάσω αὐτὸν τῶν ἱερῶν ἐπιβῆναι προθύρων. Ταῦτα ἀκούσας (ὁ) Ῥουφῖνος ἐμήνυσε διὰ ταχυδρόμου τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς κατὰ μέσην μαθὼν τὴν ὁδόν· Ἀπέλθω, φησὶ, καὶ τὰς δικαίας δέξομαι παροινίας. Εἶτα παραγενόμενος εἰς τὴν ἐκκλησίαν, ἐδυσώπει τὸν ἀρχιερέα τοῦ δεσμοῦ λυθῆναι. Καὶ ὁ μὲν τυραννικὴν ἀπεκάλει τὴν παρουσίαν (ἐκείνην) καὶ κατὰ Θεοῦ μεμηνέναι. [α) Ὁ δὲ μετὰ σκυθρωπότητος καὶ πολλῆς κατανύξεως· Οὐ θρασυνόμενος, ἔφη, κατὰ τῶν ἁγίων κανόνων, ἀλλὰ λῦσαί με τῶν δεσμῶν δεηθῆναι ἐλήλυθα. Καὶ ποίαν, φησὶ, μετάνοιαν ἀνέδειξας μετὰ παρανομίαν τοσαύτην; ἢ ποίοις ἀξίως φαρμάκοις ἐθεράπευσας τὰ δυσίατα τραύματα; Καὶ ὁ βασιλεὺς (ἀπεκρίνατο)· Σὸν ἔργον τὸ δεῖξαι μὲν καὶ κεράσαι τὰ φάρμακα· ἐμὸν δὲ τὸ δέξασθαι (προσφερόμενα). Τότε Ἀμβρόσιος λέγει·
PG 110:711Ἐπειδὴ τῷ θυμῷ δικάζειν ἐπιτρέπεις, 478 γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς εἶναι, καὶ ἐν ἡμέραις λ αἱ φονικαί τε καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐν γράμματι, τὴν τοῦ ὀρθοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν. Ὡς εὐθὺς ὁ βασιλεὺς γραφῆναι κελεύσας καὶ διὰ τῆς οἰκείας χειρὸς βεβαιώσας, διέλυσε τὸν δεσμὸν Ἀμβρόσιος καὶ εἰσελθεῖν αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἐπέτρεψεν. Ὁ δὲ εἰσελθὼν (οὐκέτι ἑστὼς ἐδέετο τοῦ Θεοῦ οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ) πρηνὴς ἐπ’ ἐδάφους κείμενος ἐβόα μετὰ κραυγῆς· Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, Κύριε· καὶ ταῖς χερσὶ τίλλων τὰς τρίχας τῆς κεφαλῆς (καὶ τοῦ πώγωνος), καὶ τὸ μέτωπον τύπτων, καὶ δάκρυσι τὴν γῆν βρέχων (ὡς τοὺς ὁρῶντας μεγάλως ὠφελεῖσθαι καὶ συμπενθεῖν αὐτῷ), καὶ οὐ διέλιπεν οὕτως δυςωπεῖν τὸν Θεὸν μέχρις ὥρας τῆς κοινωνίας. Καὶ τότε διαναστὰς καὶ πλησίον τῶν κιγκλίδων ἐλθὼν, βουλόμενος εἰσελθεῖν ἐκωλύθη παρὰ Ἀμβροσίου δηλώσαντος αὐτῷ· Ἴσθι, βασιλεῦ, ὡς μόνοις τοῖς ἱερεῦσιν ὑπάρχουσι τὰ ἔνδον [εἰσιτητὰ], τοῖς δ’ ἄλλοις ἅπασιν ἄθηκτά τε καὶ ἄψαυστα· ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως·
ἁλουργὶς γὰρ βασιλεῖς, οὐχ ἱερεῖς ποιεῖν εἴωθεν. Ὁ δὲ καὶ τοῦτο δεξόμενος ἀσμένως ἀντεδήλωσεν· Οὐκ αὐθαδείᾳ χρώμενος τοῦτο πεποίηκα, ἀλλ’ ἐν Κωνσταντινουπόλει τὸ ἔθος εἶναι τοῦτο μεμάθηκα· χάριν δὲ ὀφείλω καὶ τῆσδε τῆς ἰατρείας. Τοσαύτῃ γοῦν καὶ τηλικαύτῃ διέλαμπον ἀρετῇ ὅ τε βασιλεὺς καὶ ὁ ἀρχιερεύς. [] Ἀπελθὼν δὲ ὁ βασιλεὺς ἐν Κωνσταντινουπόλει καὶ ἑορτῆς γενομένης καὶ εἰς τὸ θυσιαστήριον μὴ εἰσελθόντος αὐτοῦ, Νεκταρίου 479 τοῦ πατριάρχου δεδηλωκότος μαθεῖν τὴν αἰτίαν· Μόγις ἔφη, βασιλέως καὶ ἱερέως διαφορὰν ἐδιδάχθην· Ἀμβρόσιον γὰρ μόνον οἶδα ἐπίσκοπον καλούμενον. (Ἐν Κωνσταντινουπόλει ἐλθὼν ἐτύπωσε τοῦτο, πρὸ τούτου τῶν βασιλέων ἔνδοθεν τοῦ θυσιαστηρίου ἱσταμένων, μὴ ἵστασθαι.) Σ. Περὶ τῶν ἀνδριάντων καταστραφέντων ἐν Ἀντιοχείᾳ. Ἐν ταύταις δὲ ταῖς ἡμέραις ἐν Ἀντιοχείᾳ κατεσύρη ἡ τῆς γυναικὸς τοῦ βασιλέως Θεοδοσίου Πλακίλλης εἰκὼν φόρων ἕνεκα πλείστων· δι’ ἣν ὀργισθεὶς ὁ βασιλεὺς ὄλεθρον ἄρδην ἠπείλησε τῇ πόλει· ἐκεκώλυτο δὲ διὰ τὸν τοῦ θυμοῦ νόμον, ὃν Ἀμβρόσιος γράψαι πεποίηκε τοῦτον.
PG 110:713[] Τότε καὶ Ἰωάννης ὁ Χρυσόστομος πρεσβύτερος ἐν Ἀντιοχείᾳ ὢν τοὺς ἀνδριάντας ἔγραψε. [] Ἐν δὲ ταύταις ταῖς ἡμέραις παράνομοί τινες ἄνδρες ἐν Ἀντιοχείᾳ τοὺς βασιλικοὺς ἀνδριάντας καταστρεψάμενοι εἰς μεγάλην ὀργὴν ἐκίνησαν τὸν βασιλέα· καὶ θυμωθεὶς ἀπέστειλεν ἄρχοντας πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐν τῇ πόλει, ὧν τὴν ἔφοδον οἱ τῆς πόλεως αἰσθόμενοι καὶ φυγῇ χρησάμενοι, κατῆλθον ἐκ τῶν [β) ὀρέων οἱ μοναχοὶ καὶ τὸν θυμὸν εἰς οἶκτον μετέβαλον. [] Περὶ ὧν καὶ ὁ Χρυσόστομος ταῦτα φάσκει ὁ Ἐπειδή τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους κατεπατήσαντο, τὸ ἔσχατον καθεῖλον τοὺς ἀνδριάντας καὶ πᾶσαν πόλιν ἐπεκρότησαν κινδύνου. Ὅτε (καὶ) οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τῇ τῶν γεγενημένων ἐξετάσει τὸ φοβερὸν ἐκεῖνο συνεκρότησαν δικαστήριον καὶ πάντας ἐπὶ τὰς εὐθύνας τῶν τετολμημένων ἐκάλουν, καὶ θανάτων διαφόρων προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρέων κατοικοῦντες 480 μοναχοὶ τὴν οἰκείαν (ἑαυτῶν) ἐπεδείξαντο φιλοσοφίαν.

Chapter CCVICaput CCVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοσούτοις γὰρ ἔτεσιν ἐν ταῖς ἑαυτῶν συγκεκλεισμένοι καλύβαις, οὐδενὸς παρακελεύσαντος ἢ συμβουλεύσαντος, ἐπειδὴ τοσοῦτον νέφος εἶδον τὴν πόλιν περιιστάμενον, καὶ λοιπὸν λιπόντες αὐτῶν τὰ σπήλαια καὶ τὰς σκηνὰς, πάντοθεν συνέῤῥευσαν, ὡς ἐξ οὐρανοῦ τινες ἄγγελοι παραγενόμενοι· καὶ ἦν ἰδεῖν τὴν πόλιν ἐοικυῖαν οὐρανῷ, τότε πανταχοῦ τῶν ἁγίων φαινομένων ἐκείνων καὶ ἀπὸ τῆς ὄψεως μόνον παρακαλοῦντας τοὺς ὀδυνωμένους, καὶ πρὸς πᾶσαν ὑπεροψίαν συμφορᾶς ἀγόντων. Τίς γὰρ ἰδὼν ἐκείνους οὐκ ἂν εὐθὺς κατεφρόνησε θανάτου καὶ τῆς ζωῆς ὑπερεῖδεν; Οἳ καὶ τοῖς ἄρχουσι μετὰ παῤῥησίας διελέχθησαν ὑπὲρ τῶν ὑπευθύνων τὸ ἑαυτῶν αἷμα παρασκευασθέντες ἐκχέειν, ὥστε τοὺς ἁλόντας ἐξαρπάσαι τῶν προσδοκωμένων δεινῶν, ὅπερ καὶ γέγονε.
PG 110:715Ποῦ (τοί) νυν εἰσὶν οἱ τοὺς τρίβωνας ἀναβεβλημένοι καὶ (τὸ) βαθὺ γένειον δεικνύντες καὶ ῥόπαλον τῇ δεξιᾷ φέροντες ψευδώνυμοι φιλόσοφοι, τὰ κυνικὰ καθάρματα, οἱ τῶν ἐπιτραπεζίων κυνῶν ἀθλιώτερον διακείμενοι καὶ γαστρὸς ἕνεκα πάντα ποιοῦντες; Οἱ γὰρ τῆς πόλεως ἅπαντες εἰς τὰς ἐρήμους ἀποφυγόντες καὶ κατακρυβέντες, οὗτοι μόνοι διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἀπεδείξαντο καὶ πάντων δεδεικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν οὐκ ἐν πολλαῖς ἡμέραις· ἀλλ’ ἐν μιᾷ καταβάντες καὶ διαλεχθέντες καὶ τὴν συμφορὰν λύσαντες πρὸς τὰ ἴδια (πάλιν) ἀνέβησαν καταγώγια. Τοσοῦτόν ἐστιν ἡ παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις δειχθεῖσα φιλοσοφία. [] Ἐπὶ Θεοδοσίου τὸ σῶμα Παύλου τοῦ ὁμολογητοῦ εἰς τὴν πόλιν εἰσήχθη καὶ ἐν τῇ Παύλου ὀνομαζομένῃ ἐκκλησίᾳ ἀπετέθη, ἣν ᾠκοδόμησε Μακεδόνιος Παύλῳ ἐπιβουλεύων. [] Ἐπὶ τούτου Ἡλιόδωρος ὁ γράψας τὰ Αἰθιοπικὰ 481 ἐπίσκοπος ἦν Τρίκκης· γράφει δὲ καὶ διὰ στίχων ἰάμβων τὴν τοῦ χρυσοῦ ποίησιν πρὸς τὸν αὐτὸν Θεοδόσιον.
[] Καὶ τὰ λείψανα τῶν ἁγίων μαρτύρων Τερεντίου [καὶ] Ἀφρικανοῦ διεκομίσθησαν καὶ ἀπετέθησαν εἰς τὴν ἁγίαν Εὐφημίαν ἐν τῇ πέτρᾳ. [] Καὶ ἡ τιμία κεφαλὴ τοῦ Βαπτιστοῦ Ἰωάννου ἐν Κωνσταντινουπόλει διεκομίσθη, εὑρεθεῖσα μὲν πρότερον παρά τισι μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως, οἵτινες ἐξ Ἱεροσολύμων ἐλθόντες εἰς Κιλικίαν διέτριψαν. Μαρδονίου δὲ τοῦ εὐνούχου τοῦτο μαθόντος καὶ μηνύσαντος Οὐάλεντι, μετεκομίζετο ἐκ προστάξεως αὐτοῦ ἐν Κωνσταντινουπόλει. Ὡς δὲ οἱ εἰς τοῦτο σταλέντες ἐπιθέντες ὀχήματι ἦλθον εἰς πανδοχεῖον, καὶ οὐκ ἔτι μετῆλθον τὸν τόπον αἱ τὸ ὄχημα ἕλκουσαι ἡμίονοι, καίπερ πολλὰ μαστιγούμεναι [α). Καὶ τότε μὲν οὖν ἀπετέθη ἡ ἁγία κεφαλὴ ἐν Κοσιλάου κώμῃ, μὴ κρίναντος τοῦ Θεοῦ τοιούτου δώρου ἀξιωθῆναι τὸν Ἀρειανὸν Οὐάλεντα· Θεοδόσιον δὲ τῆς εὐσεβείας ὁ Θεὸς ἀμειβόμενος μεταγαγεῖν αὐτὴν τῷ βασιλεῖ συνεχώρησεν· καὶ ἐν τῷ Ἑβδόμῳ αὐτὴν ἀπέθετο, ναὸν περικαλλῆ καὶ μέγιστον τῷ Προδρόμῳ οἰκοδομήσας.
[] Τὸ δὲ ἐν Ἀλεξανδρείᾳ ἱερὸν τῶν Ἑλλήνων Θεόφιλος ὁ ἀρχιεπίσκοπος αἰτήσας Θεοδόσιον ἐξεκάθηρε (καὶ εἰς ἐκκλησίαν μετεσκεύασε καὶ τὰ τῶν Ἑλλήνων ἐδημοσίευσεν ὄργια, φαλλοὺς καὶ εἴ τι τούτων ἀσελγέστερόν τε καὶ βέβηλον, ὅπερ καταπλαγέντες τὸ πλῆθος τῶν Ἑλλήνων μυρίους φόνους εἰργάσαντο. Τοῦτο δὲ μαθὼν ὁ Θεοδόσιος τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ἐμακάρισεν ὡς ὑπὲρ εὐσεβείας ἀναιρεθέντας, τοῖς δὲ Ἕλλησι παραχωρεῖν ἐπηγγείλατο, εἰ Χριστιανοὶ γένωνται)· τὰ μέντοι ἱερὰ τὰ Ἑλληνικὰ καθαιρεθῆναι 482 προςέταξε καὶ τοὺς θεοὺς χωνευθῆναι καὶ εἰς δαπάνην δοθῆναι πένησιν. [] Καὶ τοῦ ναοῦ τοῦ Σεράπιδος λυομένου, γράμματα ἱερογλυφικὰ εὑρέθη σταυροῦ ἔχοντα τύπους, ἅπερ θεασάμενοι οἱ ἐξ Ἑλλήνων χριστιανήσαντες ἔφασαν σημαίνειν τὸν σταυρὸν παρὰ τοῖς ἱερογλυφικὰ γινώσκουσιν γράμματα ζωὴν ἐπερχομένην.
PG 110:717[] Περὶ δὲ τοῦ ναοῦ Σεράπιδος (οὗ καθεῖλε Θεόφιλος ὁ ἀρχιεπίσκοπος σὺν τῷ ξοάνῳ αὐτοῦ) τοῦτο οἱ μὲν Δία ἔφασκον εἶναι, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ πῆχυν (ἐν τῇ χειρὶ ἤτοι τὸ τοῦ ὕδατος μέτρον, ἄλλοι δὲ τὸν ἡμέτερον Ἰωσὴφ), ἕτεροι δὲ Ἆπίν τινα γεγονέναι ἄνθρωπον ἔμπορον ἤγουν βασιλέα ἐν Μεμφίτιδι πόλει τῆς Αἰγύπτου. Λιμοῦ γὰρ γενομένου τοῖς Ἀλεξανδρεῦσι πολίταις ἐκ τῶν ἰδίων τροφὴν παρεῖχε· τελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέστησαν, ἐν ᾧ ναῷ βοῦς ἐτρέφετο σύμβολον φέρων τοῦ γεωργοῦ (καί τινα ἔχων ἐν τῇ χροιᾷ ἐπίσημα)· ὅστις ἐκ τῆς προσηγορίας αὐτοῦ καὶ αὐτὸς Ἆπις ἐκαλεῖτο. (Τὴν δὲ σωρὸν τούτου τοῦ Ἄπιδος, ἐν ᾗ τὸ σῶμα ἔκειτο αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν καὶ ἀπὸ τῆς σωροῦ καὶ τοῦ Ἄπιδος σύνθετον ὄνομα πεποιηκότες) ἐκάλουν αὐτὸν (Σώραπιν, οἱ δὲ μετὰ ταῦτα) Σέραπιν. [] (Τούτου ναὸς ἦν ὑπὸ Ἀλεξανδρέων κτισθεὶς παμμεγέθης καὶ ὑπὸ κιόνων πολυτιμήτων καὶ μαρμάρου ἔσωθεν καὶ ἔξωθεν πάνυ λαμπρῶς κεκαλλωπισμένος).
Ἐν τῷ μέσῳ δὲ τοῦ ναοῦ τὸ 483 ἄγαλμα αὐτοῦ ὑπῆρχε μέγα καὶ φοβερὸν, ὥστε τῇ μὲν δεξιᾷ χειρὶ τὸν ἕνα τοῖχον, τῇ δὲ ἀριστερᾷ τὸν ἕτερον συνέχειν, ὅπερ τέρας ἀπὸ παντὸς γένους καὶ ὕλης, ἀπὸ χρυσῶν πετάλων καὶ ἀργυρῶν ὑπῆρχεν ἐνδεδυμένον, ἐν ᾧ (πλάνης ἕτερον εἶδος ἐτύγχανεν κακουργηθὲν τοιοῦτον· λίθος τίς ἐστι μαγνήτης λεγόμενος, ὃς ἔχει φυσικὴν ἐνέργειαν ἕλκειν πρὸς ἑαυτὸν τὸν σίδηρον)· ξόανον (δὲ) κατασκευάσαντες ἐκ χαλκοῦ [οὐ] μέγα καὶ ἐν τῇ κεφαλῇ σίδηρον ἔνδοθεν καθηλώσαντες τὸν λίθον τοῦτον ἐν τοῖς φατνώμασιν ἄνωθεν τῆς στέγης ἔπηξαν ἀπὸ διαμέτρου· τὸ δὲ ὑπὸ τῆς φυσικῆς βίας ἀνελκόμενον τοῦ λίθουμετέωρον γὰρ ἐκρέματο διὰ πολλὴν τέχνηνκαὶ ἐκρατεῖτο μέσον ἐδάφους καὶ ὀρόφου θαυμαζόμενον καὶ μὴ παντελῶς κατασπώμενον. [] Τούτου καταλυθέντος [β) καὶ ἐδαφισθέντος καὶ τοῦ Νείλου κατὰ τὸ εἰωθὸς μὴ ἀνελθόντος, ἔχαιρον Ἕλληνες λέγοντες διὰ ταύτην τὴν αἰτίαν μὴ ἀναβαίνειν τὸν ποταμόν. Ὅπερ μαθὼν ὁ βασιλεὺς Θεοδόσιος εὐσεβῶς ἀπεκρίνατο·

Chapter CCVIICaput CCVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:719Μὴ γένοιτο ποταμὸν (ναοῖς δαιμόνων καὶ) θυσίαις χαίροντα καὶ ἐπὶ τὴν γῆν ποτε ὕδωρ ἀνάγειν. Θεὸς δὲ τούτου τὴν πίστιν ἀποδεξάμενος ὑπὲρ τὸ δέον ἐκέλευσε πλημμυρῆσαι, ὅπερ εἰς φόβον ἤγαγε οὐ τὸν τυχόντα τὴν Αἴγυπτον, μὴ καὶ τὴν Ἀλεξάνδρειαν αὐτὴν κατακλύσῃ τὸ ὕδωρ. [] Ὅπερ δὴ καὶ περὶ τῆς Ἀρτέμιδος πρός τινάς φησιν ὁ μέγας Ἰσίδωρος· Ἐπειδήπερ ἠθέλησας μαθεῖν τό· Τίς οὐκ οἶδε τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; ἴσθι, ὅτι οὐκ ἔστι τῆς Γραφῆς ὁ λόγος, ἀλλὰ τοῦ γραμματέως τῆς Ἐφεσίων· περιττὸν οὖν ἡγοῦμαι λογοποιίας ἀγυρτικὰς 484 ἑρμηνεύειν· περὶ ὧν οἶμαι καὶ τὸν ἱεροψάλτην Δαυὶ̈δ εἰρηκέναι· Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε. [] Ἐπεὶ οὖν φιλομαθὴς ὢν, πολυμαθὴς ἐθέλεις εἶναι, καὶ τοῦτο φράσω σοι· οἱ παρ’ Ἕλλησι τὰ ξόανα κατασκευάσαντες (καὶ) φόβον βουλόμενοι ποιῆσαι τοῖς ὁρῶσιν ἔφασκον, ὅτι (τὸ ἄγαλμα) ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸς ἐπέμφθη καὶ κατέπτη κρεῖττον ὑπάρχον πάσης ἀνθρωπίνης χειρὸς καὶ ἀνάλωτον, ὅθεν καὶ Διοπετὲς καὶ οὐράνιον βρέτας ἐκάλουν· βρέτας δὲ παρὰ τὸ βροτῷ ἐοικέναι·
ὅπερ οὐχ οὕτως ἦν [ὡς] ἡ περὶ τῶν ἀγαλμάτων ματαίως δόξα πεπλανημένων δόξα· ἀλλὰ τοὺς ἀγαλματοποιοὺς ἢ ἀποκτείνοντες ἢ φυγαδεύοντες, ἵνα μηδεὶς εἰπεῖν ἔχοι, ὅτι χειροποίητόν ἐστι τὸ ξόανον ἣν δὴ φήμην πλάσαντες ἐν ταῖς ἀκοαῖς τῶν (πεφενακισμένων) ἀνθρώπων ἠφίεσαν, ἥτις καὶ τὴν Ἐφεσίων ἐπλάνα πόλιν. Ὅτι ἀληθές ἐστιν, ὅτι ἀπέκτεινον τοὺς ἀγαλματοποιοὺς, μαρτυρεῖ τὸ χθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγενημένον. Πτολεμαῖος γὰρ συναγαγὼν τεχνίτας ὥστε τὸν τῆς Ἀρτέμιδος ἀνδριάντα ποιῆσαι, μετὰ τὸ ἔργον βόθρον μέγαν ὀρύξας καὶ τὸν δόλον κρύψας ἐκέλευσε τοὺς τεχνίτας ἐν αὐτῷ δειπνῆσαι, οἵτινες δειπνοῦντες ἐκεῖσε κατεχώσθησαν καὶ ἀπέθανον, ἄξιον μισθὸν τῆς κακουργίας κομισάμενοι· πλὴν οὓς ἐκεῖνος βουλόμενος ἀφανίσαι τεχνίτας, ἵνα δόξῃ ἀχειροποίητος [ὀνομαζόμενος Θεὸς, ὃν καὶ ἀχειρομίαντον] κέκληκε, τοῦτο δέδρακεν. Ἀλλ’ ὁ ἡμέτερος Δεσπότης καὶ Θεὸς ἐν τάξει ἐφανέρωσε τὴν παμβέβηλον αὐτοῦ μιαιφονίαν· σκηπτοῦ γὰρ καὶ σεισμοῦ γεγονότος μεγάλου, καὶ τοῦ ναοῦ καταπεσόντος ἅμα καὶ τοῦ βόθρου ἀναβοθρευθέντος, ἐφοράθη τὰ τῆς ἀπάτης κατασκευάσματα.

Chapter CCVIIICaput CCVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:721485 [] Ἐν δὲ τῷ Κανώπῳ μᾶλλον τῆς ὅλης Αἰγύπτου κατειδώλῳ ὄντι φασὶ τεράστειόν τι εἶναι τοιοῦτον· Ποτὲ Χαλδαῖοι τὸν ἴδιον θεὸν, ὅπερ ἐστὶ τὸ πῦρ ἀποσεμνύνοντες, πανταχοῦ περιέφερον, ὥστε τοῖς θεοῖς πασῶν τῶν ἐπαρχιῶν συμβεβληκέναι καὶ τὸν νικῶντα ἐκεῖνον παρὰ πάντων νομίζεσθαι θεόν. Τῶν οὖν ἄλλων ἐπαρχιῶν οἱ θεοὶ, ἢ ἀπὸ χαλκοῦ, ἢ ἀπὸ χρυσοῦ, ἢ ἀργύρου, ἢ ξύλου, ἢ λίθου, ἢ ἄλλης τοιαύτης ὕλης [ἀν]αμφιβόλως εὐχερῶς διὰ τοῦ πυρὸς ἐφθείρετο, ὥστε πανταχοῦ τὸ πῦρ ἀναγκαίως νικᾷν. Τοῦτο ἀκηκοὼς ὁ τοῦ Κανώπου ἱερεὺς [α) πανοῦργόν τι τοιοῦτον ἐνεθυμήθη· Ὑδρίαι ἐν τοῖς μέρεσιν Αἰγύπτου εἰώθασι γίνεσθαι ὀστράκιναι, τρήσεις ἔχουσαι λεπτὰς καὶ συνεχεῖς, ὥστε διὰ τῶν τρήσεων ἐκείνων τὸ τεθολωμένον ὕδωρ διυλιζόμενον ἀποδίδοσθαι καθαρώτερον. Ἐκ τούτων τῶν ὑδριῶν μίαν λαβὼν ὁ ἱερεὺς τοῦ Κάνωπος καὶ τὰς τρήσεις ἐκείνας ἀναφράξας κηρῷ καὶ διαφόροις ζωγραφήσας χρώμασι, πληρώσας τε ὕδατος, ἔστησεν ὡς θεόν· καὶ ἀποτεμὼν παλαιοῦ ἀγάλματος τὴν κεφαλὴν, ὅπερ ἐλέγετο Ἐλάου τινὸς κυβερνήτου γεγενῆσθαι, ἐπιμελῶς ἐπιθεὶς ἥρμοσεν αὐτὴν τῷ ἀγάλματι.
Παρεγένοντο δὲ μετὰ ταῦτα οἱ Χαλδαῖοι, καὶ ἀνήφθη παρὰ τὴν ὑδρίαν τὸ πῦρ καὶ ὁ κηρὸς, δι’ οὗ αἱ τρήσεις ἐτύγχανον πεφραγμέναι, διελύετο· τῆς δὲ ὑδρίας ἱδρούσης καὶ τὸ ὕδωρ διὰ τῶν τρήσεων ἐκβαλλούσης, ἐσβέννυτο τὸ πῦρ· οὕτω τε τῇ πανουργίᾳ τοῦ ἱερέως ὁ Κάνωπος τῶν Χαλδαίων νικητὴς ἀνεδείχθη καὶ ἀπὸ τότε λοιπὸν ἐτιμᾶτο ὡς θεὸς πάντων νικητὴς ὁ Κάνωπος. [] Νῦν δὲ παραγενομένου Θεοφίλου τοῦ ἀρχιερέως τοῦ πάντων Θεοῦ, οὐδὲ εἷς ὠφέλησεν ἱδρὼς, οὐδὲ ἡ ἀπὸ κηροῦ κατασκευασθεῖσα πανουργία συνεβάλετό τι αὐτῷ· ἀλλὰ πάντα τὰ αὐτῶν ἐπορθήθη καὶ εἰς ἔδαφος κατηνέχθη. Ὅτε δὲ ταῦτα οὕτως γενέσθαι ἀπηγγέλη τῷ εὐσεβεστάτῳ βασιλεῖ, ὅτι τὰ εἴδωλα τῆς Αἰγύπτου κατηνέχθη 486 καὶ ἐκκλησίαι ἀντ’ αὐτῶν ᾠκοδομήθησαν, ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν· Εὐχαριστῶ, Δέσποτα Χριστὲ, ὁ Θεός μου, ὅτι, χωρὶς ἀπωλείας τῆς πόλεως ἐκείνης τῆς μεγάλης, ἡ οὕτως παλαιὰ κατεσβέσθη πλάνη. [] Ἐν δὲ τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς Δύσεως μέρεσι τὴν πολιτείαν διοικῶν, βρόχῳ χρησάμενος τὸ τέλος ἐπλήρωσε τοῦ βίου, δι’ ἣν αἰτίαν, μέχρι τοῦ παρόντος οὐκ ἴσμεν.
PG 110:723Τινὲς μὲν γὰρ ἔλεγον ἐπιβουλῇ τοῦ στρατηγοῦ Ἀρβογάστου γεγενῆσθαι τοῦτο· καὶ τοιαύτη παρὰ πᾶσιν ἐκράτει ὑπόληψις· ἄλλοι μέν[τοι] ἀθῶον εἶναι τὸν στρατηγὸν ἀπὸ τοῦ τοιούτου μύσους ἔλεγον, αἰτίαν δὲ παρεσχηκέναι τούτου νεανίαν ἀγανακτήσαντα εἰς τοῦτο πραχθῆναι, ἐπείπερ, φασὶν, οὐ συνεχωρεῖτο παρ’ αὐτοῦ ὡς νεώτερος, εἰ μηδέπω βεβηκὼς κατ’ ἐξουσίαν διὰ πάντων τὴν βασιλείαν διοικεῖν. [] Θεοδόσιος δὲ οὐδὲν ἧττον ἀναφθεὶς ὅπλα κατὰ Εὐγενίου τοῦ εἰς τὸν τόπον αὐτοῦ καταστάντος εἰς ἐκδίκησιν ἥρπασε, τὴν τούτου γνώμην διὰ Ἰωάννου μοναχοῦ ἡσυχαστοῦ Αἰγυπτίου μεμαθηκώς. Ὁ γάρ τοι θεῖος οὗτος ἀνὴρ ἐνενηκονταετὴς πέλων τὴν ἡλικίαν ἐν σπηλαίῳ κατέμενε μόνος, μήτε αὐτὸς ἐξερχόμενος τῆς κέλλης, μήτε ἄλλον εἰσδεχόμενος ἔνδον· ηὐλόγει γὰρ μόνον διὰ θυρίδος καὶ ἠσπάζετο τοὺς πρὸς αὐτὸν παραβάλλοντας· καὶ τούτους οὐ διαπαντὸς, ἀλλὰ δὶς τῆς ἑβδομάδος, Σαββάτῳ καὶ Κυριακῇ· τὰς δὲ λοιπὰς ἡμέρας ἀπρόϊτος ὑπῆρχε παντὶ ἀνθρώπῳ, νηστείαις καὶ ἀγρυπνίαις καὶ προςευχαῖς σχολάζων. Καὶ ἦν ἰδεῖν τὸν μακάριον ὅλον εἶναι ἐκτετηγμένον τῷ σώματι δι’ ἄκραν σκληραγωγίαν·
καὶ γὰρ ἤσθιεν οὐδὲν ἕτερον ἢ λάχανα καὶ ὀλίγας ὀπώρας [β) μετὰ δύσιν ἡλίου· περὶ γὰρ ἄρτου οἴνου τε καὶ ἐλαίου καὶ τῶν λοιπῶν ὅσα διὰ πυρὸς ἔχει τὴν χρῆσιν, περιττόν ἐστι καὶ λέγειν. Τούτοις καὶ τοῖς τοιούτοις θείοις κατορθώμασι διανυκτερεύων καὶ διημερεύων 487 ὁ ὅσιος ἔκδηλος ἐγένετο καὶ προφητικῶν χαρισμάτων ἔμπλεως, προσημαίνων ἔσθ’ ὅτε τὰ μέλλοντα καὶ τὰ κρυφίως ἑκάστῳ πεπραγμένα καὶ διανοούμενα. Καὶ μέντοι καὶ περὶ τοῦ Νείλου καὶ τῆς εὐφορίας αὐτοῦ, ἢ καὶ ἀφορίας τοῦ χρόνου, ἢ ἀπειλὴν, ἢ ἑτέραν ἐπέρχεσθαι μέλλουσαν παρὰ Θεοῦ προηγόρευε καὶ τοὺς ἁμαρτάνοντας παρῤῥησίᾳ διήλεγχεν. Καὶ τί δὴ πολλὰ λέγειν; ἀδυνατεῖ γὰρ στόμα καὶ νοῦς ἀνθρώπων ἀριθμεῖν τῶν θαυμάτων αὐτοῦ ἢ τῶν ἀρετῶν τὸ πέλαγος. Πρὸς τοῦτον οὖν τὸν θεοφόρον ἀπέστειλεν ὁ βασιλεὺς Θεοδόσιος σκυλῆναι αὐτὸν παρακαλῶν καὶ ἐκδυσωπῶν ἕως αὐτοῦ, ὅπως ταῖς ἐκείνου προσευχαῖς ἐφοδιαζόμενος τῆς πρὸς τοὺς ἀντιπάλους κατάρξειε μάχης.
Ὁ δὲ τὴν παρουσίαν μὲν ὑπὲρ εὐλαβείας ἀνεβάλετο, εὐχὴν δὲ ἐπὶ τῇ βακτηρίᾳ ἐφ’ ᾗ ἐπεστήρικτο καὶ τῷ περιβολαίῳ, ὃ περιαυχένιον ἔφερε, ποιησάμενος, ταῦτα πρὸς αὐτὸν ἐκπέμπει, παραγγείλας, ἵνα τὸ μὲν περιβόλαιον ἀντὶ κόρυθος ἐπὶ τὴν κεφαλὴν περιβαλεῖται, τῇ δὲ βακτηρίᾳ ἀντὶ δόρατος τῇ δεξιᾷ χειρὶ χρήσηται καὶ πρῶτος τοῦ στρατιωτικοῦ αὐτοῦ προπορεύσηται. Ὁ δὲ βασιλεὺς Θεοδόσιος πιστῶς καὶ εὐλαβῶς τὰ παρὰ τοῦ ἁγίου σταλέντα δεξάμενος εἰς τὸν πόλεμον παρασκευάζεται, οὐχ οὕτως τῇ τῶν ὅπλων καὶ τῶν βελῶν καὶ τοῦ λαοῦ τῷ πλήθει ὅσον τῇ τῶν νηστειῶν καὶ τῇ τῶν εὐχῶν τοῦ ἁγίου πεποιθώς· οὗτος γὰρ καινὴν ἐπηγγείλατο αὐτῷ τὴν νίκην, ἀναίμακτον προβήσεσθαι εἰς τὸ κατ’ αὐτὸν, καὶ ἀπὸ ἑκατέρου μέρους πλεῖστον ἐκχεῖσθαι μέλλειν αἷμα. Περιήρχετο δὲ μετὰ ἐπισκόπων καὶ μετὰ πλήθους πάντας τοὺς τῶν εὐχῶν τόπους καὶ ἔῤῥιπτεν ἑαυτὸν πρὸ τῶν θυρῶν τῶν Μαρτύρων καὶ τῶν Ἁγίων Ἀποστόλων ἐπὶ κιλικίου, ἐξαπλῶν ἑαυτὸν, καὶ τῇ πρεσβείᾳ τῶν ἁγίων πιστοτάτην αὐτῷ παρὰ Θεοῦ βοήθειαν ἐζήτει.
PG 110:725Οἱ δὲ Ἕλληνες κατὰ τὴν Ῥώμην θύειν ἤρξαντο καὶ σπλαγχνοκοπίας ἀπὸ θρεμμάτων ποιεῖσθαι, νίκην ἀφροντὶ ἀπαγγέλοντες Εὐγενίῳ, Φλαβιανοῦ τότε τοῦ ὑπάρχου σπουδαιότερον τῶν ἄλλων ταῦτα πράττοντος, καὶ πάντας ἔπειθεν Εὐγένιον νικητὴν ἀποφανεῖσθαι, πολλὴν ἔχων φρονήσεως 488 οἴησιν. Ὅτε δὲ Θεοδόσιος ὁ ἀληθῶς τῇ ἀληθείᾳ τῆς εὐσεβείας πεποιθὼς τὰ στόμια τῶν Ἄλπεων κατέλαβεν, πρῶτοι ἐκεῖνοι οἱ δαίμονες εἰς φυγὴν ἐτράπησαν ὑπὸ φαύλου συνειδότος πτοηθέντες· στὰς γὰρ ἐφ’ ὑψηλῆς πέτρας Θεοδόσιος, ὅθεν καὶ ὁρᾷν καὶ ὁρᾶσθαι παρ’ ἑκατέρου στρατοπέδου ἠδύνατο, ἐπὶ τὴν ἐξ ἔθους ἐπέτρεψεν ἑαυτὸν βοήθειαν καὶ ἁπλώσας ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ· Θεὲ παντοκράτωρ, ἔφη, σὺ οἶδας, ὅτι ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ καὶ Υἱοῦ σου ἐκδικήσεώς μου ἕνεκα δικαίας τὸν πόλεμον τοῦτον ἀνεδεξάμην· καὶ εἰ μὲν ψεύδομαι, τιμώρησόν με· εἰ δὲ μετὰ δικαίας αἰτίας καὶ σοὶ πεποιθὼς ἦλθον ἐνταῦθα, ἔκτεινον τὴν δεξιάν σου τοῖς σοῖς, μήποτε [α) εἴπωσι τὰ ἔθνη·

Chapter CCIXCaput CCIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἥντινα εὐχὴν τοῦ πιστοτάτου βασιλέως πιστευθέντες οἱ στρατηγοὶ παρὰ Θεοῦ προσδεδέχθαι, εἰς τὸν πόλεμον ἀνεψυχώθησαν, ἐξαιρέτως δὲ Βακούριος, ἀνὴρ τῇ πίστει, καὶ τῇ εὐσεβείᾳ, καὶ τῇ ἀρετῇ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔνδοξος παρὰ πάντας τοὺς πλησίον τυγχάνοντας, τούτῳ μὲν τῷ κόντῳ, τούτῳ δὲ τοῖς βέλεσιν, ἔστι δ’ ὅτε καὶ τῷ ξίφει ἐστρώννυε καὶ τὰ τάγματα τῶν πολεμίων συνεζευγμένα καὶ συγκεκροτημένα διέῤῥηξε καὶ διὰ μέσου τοῦ πλήθους τῶν πεπτωκότων τὰς τάξεις διασχίσας καὶ τοὺς σωροὺς τῶν νεκρῶν παριὼν πρὸς αὐτὸν ἐπορεύετο τὸν τύραννον· καὶ τοῦ πολέμου σφοδροῦ γενομένου, Εὐγένιος πρὸς τοὺς πόδας τοῦ βασιλέως ὀπίσω δεδεμένων αὐτοῦ τῶν χειρῶν ἤχθη· κἀκεῖσε τῆς αὐτοῦ ζωῆς καὶ τοῦ πολέμου τὸ τέλος ἐγένετο. [] Τότε τοίνυν ὡς τὰ μέλλοντα προειδὼς ὁ βασιλεὺς καὶ φροντίζων, ὥστε τὴν πολιτείαν διατυπῶσαι, εἰ τὰ τῆς Ἑῴας μέρη παραχρῆμα ἀπέστειλεν, ὅπου τὰ ἑαυτοῦ παρέθετο τέκνα φυλακῇ ἀσφαλεστάτῃ μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι· καὶ ἐν μὲν τῇ Ἀνατολῇ τὸν βασιλέα Ἀρκάδιον προσέταξε τὴν πάλαι παραδοθεῖσαν αὐτῷ βασιλείαν φυλάττειν·
Ὁνώριον δὲ τῇ αὐτῇ τιμήσας ἀξίᾳ ἐπὶ τὴν τῆς Δύσεως βασιλείαν κατελθεῖν ταχέως προσέταξε, Ἐλθόντα δὲ αὐτὸν περιπτυξάμενος καὶ φιλήσας, παρέδωκεν αὐτῷ τὰ σκῆπτρα 489 τῆς βασιλείας τῆς Δύσεως, αὐτὸς ἐπὶ δέκα καὶ ζ καιροὺς διιθύνας τὴν βασιλείαν εὐτυχῶς εἰς τὸν βελτίονα μετῆλθε βίον μετὰ τῶν εὐσεβῶν βασιλέων ἀποληψόμενος τὰ γέρα τῶν ἄθλων, ἐν Μεδιολάνῳ τελευτήσαντος καὶ τοῦ σώματος αὐτοῦ παρὰ Ἀρκαδίου υἱοῦ αὐτοῦ ἐν τῇ πόλει ἀποκομισθέντος. ΣΑ. Βασιλεία Ἀρκαδίου. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσεν Ἀρκάδιος, ὁ υἱὸς αὐτοῦ, ἔτη ιγ, βασιλεύσας ἐν τῇ Ῥώμῃ Ὁνώριος. [] Ὃς τὸν κίονα τοῦ Ξηρολόφου στήσας, αὐτὸς ἑαυτοῦ καθίδρυσεν ἀνδριάντα. [] Καὶ πόλιν ἐν τῇ Θρᾴκῃ κτίσας ἐκάλεσεν αὐτὴν Ἀρκαδιούπολιν. [] Ἐφ’ οὗ ἡ γῆ ἐμυκήσατο σφόδρα ἐπὶ ἡμέρας ζ, καὶ σεισμὸς ἐγένετο μέγας καὶ παγκόσμιος. ΣΒ. Περὶ τοῦ μεγάλου Ἰωάννου τοῦ Χρυσοστόμου. Νεκταρίου δὲ τοῦ ἀρχιεπισκόπου ΚΠ. τετελευτηκότος, κοινῇ ψήφῳ Ἀρκάδιος ἐκ τῆς Ἀντιοχέων πόλεως Ἰωάννην τὸν Χρυσόστομον μεταστειλάμενος χειροτονηθῆναι παρεσκεύασεν ἐπίσκοπον ΚΠ.
PG 110:727[] Συνέβη δὲ καὶ Θεόφιλον Ἀλεξανδρείας ἐνδημεῖν, ὃς ἦν βαθυνοήμων καὶ δεινὸς πάνυ, καὶ δυνάμενος ἐκ τῆς φανερᾶς ὄψεως τὸ ἀφανὲς ἀνθρώπου βούλημά τε καὶ ἰδίωμα συνιδεῖν ὅτι μάλιστα. [] Καὶ τὴν μὲν Ἰωάννου χειροτονίαν κωλῦσαι ἐσπούδαζεν, Ἰσίδωρόν τινα πρεσβύτερον ἑαυτοῦ καὶ ξενοδόχον Ἀλεξανδρείας θέλων προβαλέσθαι, Ἰσίδωρον δὲ, οὐ τὸν ἀσκητὴν καὶ Πηλουσιώτην, 490 μαθητὴν γεγονότα ποτὲ τοῦ Χρυσοστόμου, καθὼς οἴονταί τινες, ἀλλὰ τὸν προειρημένον ξενοδόχον. [] Ὁ οὖν Ἰωάννης τῶν εὐγενῶν Ἀντιοχέων ὑπῆρχεν, υἱὸς Σεκούνδου στρατηλάτου καὶ μητρὸς Ἀνθούσης, ἐλλόγιμός τε ἦν ἄγαν καὶ πολὺς περὶ τὸ λέγειν, ᾧ καὶ Λιβάνιος ὁ σοφιστὴς καὶ διδάσκαλος αὐτοῦ προσεμαρτύρησε· ἐρωτηθεὶς γὰρ παρὰ τῶν προσηκόντων, τίνα ἀνθ’ ἑαυτοῦ προβάλλεται διδάσκαλον·
Ἰωάννην, ἔλεγεν, εἰ μὴ τοῦτον οἱ Χριστιανοὶ ἡμῶν ἀπεσύλησαν. [] Ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν ἡλικίαν, ἀφηνίασεν ἀπ’ αὐτοῦ [β) καὶ ὑπὸ Μελετίου, πατριάρχου Ἀντιοχείας, βαπτισθεὶς, χειροτονηθεὶς (δὲ) ἀναγνώστης καὶ παραμείνας τῇ ἐκκλησίᾳ ἔτη γ καὶ ἀναχωρήσας ἀπῆλθε πρός τινα μοναχὸν καὶ ἡγούμενον τοὔνομα Καρτέριον, καὶ προσμείνας αὐτῷ ἔτη δ, γίνεται ὑπ’ αὐτοῦ μοναχός. [] Καὶ τὰς θείας Γραφὰς ὑπ’ αὐτοῦ παιδευθεὶς καὶ τῆς μοναχικῆς πολιτείας τὴν ἀκρίβειαν, χρόνον τινὰ ἀνεχώρησεν ἐν σπηλαίῳ μόνος ἔτη δύο, πόθῳ τῆς ἡσυχίας· μὴ ἀναπεσὼν δὲ τὸν τῆς ἡσυχίας χρόνον, μήτε νύκτωρ, μήτε μεθημερίαν, νεκροῦται τὰ ὑπογάστρια, πληγεὶς ὑπὸ τοῦ κρύους, καὶ τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. [] Οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν, πάλιν καταλαμβάνει τὴν ἐκκλησίαν ἐκ θείας προμηθείας εἰς πολλῶν σωτηρίαν· ἐντεῦθεν χειροτονεῖται διάκονος διὰ Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ ἔτη ε. [] Ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης, πρεσβύτερος χειροτονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου·

Chapter CCX - CCXIICaput CCX - CCXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:729καὶ διατρίψας 491 δ ἔτη ἐν τῇ Ἀντιοχέων ἐκκλησίᾳ ἀποσεμνύνει τὸ ἐκεῖ ἱερατεῖον τῷ βίῳ τῆς ἀκριβείας. [] Ἦν δὲ ἀσκητὴς εἰς ἄκρον καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν, καὶ διὰ ζῆλον σωφροσύνης εὐπαῤῥησίαστος καὶ ἀκρόχολος καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο· καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρῳ ἐκέχρητο. Καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς (αὐτὸν) ἀγνοοῦσιν. [] Διὸ [καὶ ἐπὶ] τὴν ἐπισκοπὴν προβληθεὶς, μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν· καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων, οὐ τοίνυν, εἰ μή τις [εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομίζει, οὐδ’ αὖ πάλιν εἰ] κόλαξ ἢ ἀγεννὴς, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν (τῇ) προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλόψυχον γὰρ εἶναι προσήκει τὸν διδάσκαλον, οὐχ ὑπερήφανον, ἀνδρεῖον, οὐ θρασὺν, ἐπιεικῆ, οὐ δουλοπρεπῆ, μετριόφρονα, οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλεύθερον, οὐκ ἀνδράποδον, ὥσπερ δὴ καὶ αὐτὸς οὗτος ὁ χρυσοῦς τὴν γλῶτταν λέγει οὕτως.
[] Διὰ τοῦ ποικίλον εἶναι δεῖ τὸν διδάσκαλον καὶ ποιμένα· [ποικίλον δὲ] λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστὴν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παῤῥησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις ἀπαιτῇ τοῦτο, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν· οὐ γὰρ ἑνὶ τρόπῳ χρήσασθαι τοῖς ἀρχομένοις ἅπασι δέον· ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλὸν μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. Ἐννόησον τοίνυν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα 492 πρὸς τὸ γενέσθαι τοῖς πᾶσι τὰ πάντα, ἵνα πάντας κερδήσῃ. Καὶ γὰρ σεμνὸν δεῖ εἶναι τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχικὸν [καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν] καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα [πρὸς] ταῦτα εὐκόλως [μάχεσθαι] δύνηται.
Οὐκοῦν δεῖ τὸν ἐνάρετον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, καὶ μήτε ἀλαζονικὸν [α) εἶναι μήτε κόλακα, ἀλλ’ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν καὶ ἐλεύθερον εἶναι, μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. Πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν χρὴ, πρὸς δὲ θρασεῖς ὑψηλόν· ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην δέον προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ θρασύτητος δόξαν, ἵνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα. [] Ὅπερ οὖν καὶ ὁ μέγας Βασίλειος δηλῶν ἔλεγε· Τοῦ σοφωτάτου Σολομῶντος φήσαντος·
PG 110:731Καιρὸς τῷ παντὶ πράγματι, εἰδέναι χρὴ, ὅτι καὶ ταπεινότητος, καὶ ἐξουσίας, καὶ ἐλέγχου, καὶ παρακλήσεως, καὶ φειδοῦς, καὶ παῤῥησίας, καὶ χρηστότητος, καὶ ἀποτομίας, καὶ ἅπαξ ἁπλῶς παντὸς πράγματος καιρός ἐστιν ἴδιος, ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι τῇ ταπεινώσει τὰ παιδία κατὰ τὴν Κυριακὴν φωνὴν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι ἣν ἔδωκεν ὁ Θεὸς εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν· καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι· λογισμοὶ γὰρ δικαίων κρίματα. [] Καὶ δὴ καὶ ὁ θεοφόρος Ἰσίδωρος καὶ τοῦ μακαρίου φοιτητής ποτε λέγει· Τὸν ἄρχοντα δὲ καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερὸν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαῤῥοῖεν, οἱ δ’ ἁμαρτάνοντες ὀκνοῖεν· θάτερον γὰρ θατέρου χωρὶς, ἀναρχίας μᾶλλόν ἐστιν ἢ ἀρχῆς. Εἰ 493 μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης, εἰ δὲ φιλαμαρτήμονες, φόβου·
ἐπειδὴ δὲ καὶ ἀγαθοὺς καὶ πονηροὺς ἀνάγκη ἐν τοῖς ἀρχομένοις εἶναι, ἀμφότερα μεταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ, ἵνα ἡ μὲν ἀγαθότης στηρίζῃ τοὺς ἀγαθοὺς καὶ σώφρονας, ὁ δὲ φόβος προαναστέλλῃ τῶν κακίστων τὰ πταίσματα. [] Ταῦτα τοίνυν, ὡς ἔοικεν, ἀγνοοῦντες καὶ τὰ τούτων ὅμοια μὴ καλῶς ἐπιστάμενοι διακρίνειν καὶ συγκρίνειν οἱ ἐχθροὶ τοῦ θεσπεσίου Ἰωάννου ἀλόγως καὶ ἀνοήτως ἐμίσουν αὐτὸν καὶ διέβαλλον ὡς τραχύν τινα καὶ ὀργῖλον. Διὸ δὴ καὶ κατὰ γυναικῶν ὁ μακάριος Ἰωάννης ἐπ’ ἐκκλησίας λόγον ἐπεδείξατο, ὃν οἱ δυσμενεῖς κατ’ Εὐδοξίας εἰρῆσθαι θρυλλήσαντες, ταύτῃ τὸν λόγον εἰσήγαγον. Ἡ δὲ πρὸς Ἀρκάδιον δεινῶς πεπονθέναι λέγουσα κατὰ Ἰωάννου τοῦτον παρώτρυνεν· παρασκευάζει δὲ μετασταλῆναι Θεόφιλον ὡς πρόδηλον ἐχθρὸν τοῦ Ἰωάννου ὑπάρχοντα. Ὃς παραγενόμενος ἐν τῇ Δρυὶ̈ τῇ ἐν Ῥουφινιαναῖς τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν κατειργάσατο (καὶ τοῦτον κατέκρινεν ἐν ἐξορίᾳ στεῖλαι), ὅπερ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε μὴ συγχωρῶν αὐτῷ ἐκβληθῆναι τῆς πόλεως.
PG 110:733[] Ἐπικαμφθεῖσα Εὐδοξία τοῖς ὀδυρμοῖς τοῦ λαοῦ (παρεκάλεσεν ὑπὲρ Ἰωάννου τὸν Ἀρκάδιον, καὶ) πέμψασα Βρίσσωνα τὸν εὐνοῦχον ἀπὸ Πραινέτου τὸν Ἰωάννην εἰσήγαγεν, ὥστε Θεόφιλον καὶ τοὺς σὺν αὐτῷ φοβηθέντας φυγῇ χρήσασθαι· ἑξήκοντα δὲ ἐπίσκοποι εὑρεθέντες συνῆλθον καὶ ἄκυρα [β) τὰ ἐν τῇ Δρυὶ̈ πραχθέντα ἅπαντα ψηφισάμενοι, Ἰωάννῃ τὴν ἐπισκοπὴν δικαίως ἐκύρωσαν. [] Ἐπισυνέβη δὲ αὖθις τὰ κατὰ τὴν ἀργυρᾶν στήλην τῆς Εὐδοξίας τόν τε ἀμπελῶνα τῆς χήρας· πάλιν μῖσος καὶ πάλιν ὀργή, πάλιν ἔχθρα καὶ λόγου ἐπίδειξις, οὗ ἡ ἀρχή· Πάλιν Ἡρωδιὰς μαίνεται. Κἀντεῦθεν οἱ τοῦ μέρους αὐτοῦ ἐπίσκοποι τὴν ἐξορίαν 494 αὐτοῦ μέλλειν ἔσεσθαι βλέποντες, συναθροίζονται πρὸς αὐτὸν μετὰ πολλῶν δακρύων λέγοντες· Ἐπάναγκες ἡμῖν, ὦ δέσποτα, τὰς ἐκκλησίας κατέχοντας ἀναγκασθῆναι, καὶ κοινωνῆσαι, καὶ ὑπογράψαι. Ὁ δὲ μακάριος πρὸς αὐτούς· Κοινωνήσατε μὲν, ἵνα μὴ σχίσητε τὴν Ἐκκλησίαν· μὴ ὑπογράψητε δέ·

Chapter CCXIIICaput CCXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως. [] Εἶχε δὲ μαθητὰς ἐπισκόπους μὲν Πρόκλον, καὶ Παλλάδιον, καὶ Βρίσσωνα, καὶ Θεοδώρητον, ἀσκητὰς δὲ Μάρκον, καὶ Νεῖλον, καὶ Ἰσίδωρον τὸν Πηλουσιώτην. [] Ὁ δὲ μέγας Ἐπιφάνιος Κύπρου ἐν τῷ Ἑβδόμῳ ἐλθὼν, χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου ἐποίησε γνώμην. Καὶ τοῦ Ἰωάννου τοῦτο συγχωρῆσαι θελήσαντος καὶ προτρεψαμένου αὐτὸν συμβῆναι αὐτῷ ἐν τῷ ἐπισκοπικῷ καταγωγείῳ, οὐχ εἵλατο τοῦτο ποιῆσαι Ἐπιφάνιος· ταῖς [γὰρ] τοῦ Θεοφίλου διαβολαῖς προκατείληπτο. [] Ἰωάννου τοῦ Χρυσοστόμου ἐπισκοποῦντος, ἀνήρ τις [ἦν] Μακεδονιανὸς γυναῖκα ἔχων ὁμόφρονα αὐτοῦ· καὶ ὁ μὲν ἀνὴρ πεισθεὶς τῇ διδασκαλίᾳ Ἰωάννου, τῇ καθολικῇ Ἐκκλησίᾳ προσελθὼν ἐκοινώνησεν· ὁμοίως δὲ καὶ τῇ γυναικὶ κοινωνῆσαι παρῄνει· ἡ δὲ ὑποκριθεῖσα πείθεσθαι τῷ ἀνδρὶ, ἦλθεν ἐν τῇ ἐκκλησίᾳ· παιδίσκη δὲ αὐτῆς γνησία κοινωνίαν ἐκ τῆς Μακεδονίου φέρουσα αἱρέσεως δέδωκεν αὐτῇ·
δεξαμένη δὲ ὑπὸ Ἰωάννου τὴν κοινωνίαν, ὑποκριθεῖσα (συγκύπτειν καὶ) ταύτης μεταλαμβάνειν, (ἣν μὲν εἶχε) δέδωκε τῇ παιδίσκῃ (αὐτῆς), ἔλαβε δὲ ἐξ αὐτῆς ἣν ἔφερεν ἡ παιδίσκη τῆς τῶν Μακεδονιανῶν, ἣν καὶ προσαγαγοῦσα τῷ στόματι, εὗρεν αὐτὴν λίθον γεγενημένην· (καὶ τούτου φανερωθέντος) ὑπότρομος προσελθοῦσα 495 τοῖς Ἰωάννου ποσὶν, τὸ γεγονὸς ἐξήγγειλε καὶ τῇ Ἐκκλησίᾳ προσῆλθε κατὰ ἀλήθειαν· (ὁ δὲ λίθος ἐν τῷ σκευοφυλακίῳ ἐτέθη φυλάττεσθαι). [] Ὁ οὖν ἀοίδιμος Ἰωάννης ἐπισκοπεύσας ἔτη ε, ἐξωρίσθη εἰς Κουκουσὸν, κἀκεῖθεν μετὰ ἔτη γ καὶ μῆνας β μετηνέχθη εἰς Πιτυοῦντα. Καὶ γενόμενος κατὰ πάροδον ἐν Κομάνοις ἐτελεύτησεν ἐν πολλῇ θλίψει καὶ κακώσει ὑπάρχων, ἐτῶν νβ. ΣΓ. Περὶ τῆς ἐπιστολῆς πάπα Ῥώμης πρὸς τὸν Ἀρκάδιον τὸν βασιλέα. Ὁ τοίνυν πάπας Ῥώμης Ἰννοκέντιος, ἀκούσας τὴν ἐν ἐξορία τελευτὴν αὐτοῦ, γράφει πρὸς Ἀρκάδιον τοιάδε· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν Θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Καί̈ν.
PG 110:735Καὶ πάντως ἐκδικηθήσεται παντοιοτρόπως, ὅτι διωγμὸν ἄδικον κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω ἐξέωσας τὸν μέγαν τῆς Ἐκκλησίας φωστῆρά τε καὶ διδάσκαλον ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ παρανόμως τε καὶ ἀκρίτως συνεκδιώξας αὐτῷ καὶ τὸν Χριστόν. [] Τελευτήσαντος δὲ Ἰωάννου, χειροτονεῖται πατριάρχης Ἀρσάκιος. [] Ἡ δὲ νέα Δαλιλὰς Εὐδοξία κατὰ μικρὸν τῷ ξυρῷ τῆς ἀπάτης [α) ξυρήσασα, κατάραν ἐπήγαγεν ἑαυτῇ ἔνδικόν τε καὶ ἀνεξάλειπτον, δεσμεύσασα φορτίον ἁμαρτημάτων δυσβάστακτον, 496 καὶ προσθεῖσα τοῖς πρώην αὐτῆς δεινοῖς καὶ πολλοῖς ἁμαρτήμασιν. [] Ὁ δέ (γε) μέγας Ἰσίδωρος πρός τινα γράφων, οὕτως φησίν· Ἐρωτᾷς τὴν περὶ τὸν θεσπέσιον Ἰωάννην τραγῳδίαν· ἀλλὰ φράσαι ταύτην ἀπορῶ· νικᾷ γὰρ τὸν νοῦν ἡ μέθη τοῦ πράγματος.
Μικρὰ δὲ μάνθανε, ἅπερ ἡ Αἴγυπτος ἠγνόησε, Μωσέα μὲν παραιτουμένη, τὸν δὲ Φαραὼ οἰκειουμένη, τοὺς ταπεινοὺς μαστίζουσα καὶ τοὺς κοπουμένους θλίβουσα, πόλεις οἰκοδομοῦσα καὶ τοὺς μισθοὺς ἀποστεροῦσα καὶ μέχρι (τοῦ) νῦν τούτοις ἐμμελετῶσα, τὸν λιθομανῆ καὶ χρυσολάτρην προβαλλομένη Θεόφιλον, τέσσαρσι συνεργοῖς καὶ συναποστάταις ὀχυρωθέντα, τὸν θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρωπον, τὴν περὶ τὸν ἐμοὶ ὁμώνυμον ἀπέχθειαν καὶ δυσμένειαν ὁρμητήριον τῆς οἰκείας εὑρηκότα σκληρότητος· ἀλλ’ Ὁ μὲν οἶκος Δαυὶ̈δ κραταιοῦται καὶ πορεύεται· ὁ δὲ οἶκος Σαοὺλ ἀσθενεῖ, καὶ καταισχύνεται, καὶ συμποδίζεται, καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ στεφανίτης καὶ νικηφόρος, καὶ πρὸς τὴν ἄνω γαλήνην μετεχώρησεν. [] Ὑποστρέφοντι δὲ Ἐπιφανίῳ ἐν Κύπρῳ τὴν ἑαυτοῦ τελευτὴν παρὰ Θεοῦ μεμαθηκὼς πλησιάζουσαν, λέγεται εἰρηκέναι τοῖς αὐτὸν παραπέμπουσιν· Σπεύδω ἐγώ· ἀφίημι δὲ ὑμῖν τὰ βασίλεια, καὶ τὴν πόλιν, καὶ τὴν ὑπόκρισιν. Ὅς γε καὶ Ἰωάννου τὴν ἐν ἐξορίᾳ τελευτὴν καὶ νίκην ἐδήλωσε, καὶ Ἰωάννης ὁμοίως Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ κοίμησιν·

Chapter CCXIVCaput CCXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:737ἐκ θείας ἐπιπνοίας ταῦτα προμυήθησαν οἱ μακάριοι, ἵνα μή τις ἔχθραν [ἔχειν] αὐτοὺς ὑποπτεύσειε κατ’ ἀλλήλων· οὐ γὰρ ἂν οἱ τοιοῦτοι θεηγόροι καὶ θεοφιλεῖς διδάσκαλοι, καὶ τοῦ εἰρηνοποιοῦ Χριστοῦ μαθηταὶ γνήσιοι, τοῦ φάσκοντος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ 497 μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις, ἔχθραν ἔχοντες ἐτελεύτησαν· ἄπαγε Εἰ γὰρ καὶ μικρὸν σκάνδαλον τὸ προῤῥηθὲν γέγονε μεταξὺ, τὴν ἀνθρωπίνην ἀσθένειαν ἐλέγχον πρὸς ὀλίγον, ἀλλ’ οὖν γε θᾶττον εἰς τὴν κορυφὴν τῶν ἀρετῶν (αὖθις) ἀνήχθησαν, τὴν ἀγάπην, περὶ ἧς λέγει Παῦλος ὁ ἀπόστολος· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, καὶ ὅτι Ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει. [] Μετὰ δὲ τὴν Ἰωάννου τελευτὴν ἐπίσκοπός τις ἅγιος, Ἀδελφιὸς τοὔνομα, ἔλεγεν, ὅτι· Λύπην εἶχον ἀφόρητον, διότι ὁ τοιοῦτος ἀνὴρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἔξω τοῦ θρόνου ἐκοιμήθη. Ἐδεόμην οὖν τοῦ Θεοῦ μετὰ πολλῶν δακρύων, ἵνα δείξῃ μοι αὐτὸν ἐν ποίᾳ καταστάσει ἐστὶ καὶ εἰ μετὰ τῶν πατριαρχῶν ἐτάγη.
Ἐπὶ πολὺν οὖν χρόνον τοῦτο εὐχόμενος, ἐν μιᾷ γίνομαι ἐν ἐκστάσει, καὶ θεωρῶ ἄνδρα πάνυ εὐειδῆ κρατήσαντά με τῆς δεξιᾶς χειρὸς, ὃς ἀπαγαγών με εἰς τόπον λαμπρὸν καὶ ὑπερένδοξον, ἐδείκνυέ μοι τοὺς τῆς Ἐκκλησίας διδασκάλους. Ἐγὼ δὲ, φησὶ, περιεσκόπουν ἰδεῖν ὃν καταθυμίως εἶχον, τὸν μέγαν Ἰωάννην, τὸν ἐμὸν ἀγαπητόν· ὡς οὖν ἔδειξέ μοι πάντας καὶ ἑκάστου τὸ ὄνομα ἐγνώρισε, κρατήσας με πάλιν τῆς χειρὸς, ἐξήγαγέ με ἔξω. Ἐγὼ δὲ λελυπημένος ἠκολούθουν αὐτῷ [β) μὴ ἑωρακὼς μετὰ τῶν Πατέρων τὸν ἐν ἁγίοις Ἰωάννην (τὸν Χρυσόστομον). Ὡς οὖν ἐξηρχόμην, ὁ ἐφεστὼς τῇ θύρᾳ κατασχών με λέγει μοι· [Τί ἔχεις; τί λελύπησαι; Ἐμοῦ δὲ μὴ ἀποκριθέντος, πάλιν λέγει μοι·) Οὐδεὶς [εἰς]ερχόμενος ὧδε, λυπούμενος ἔνθεν ἐξέρχεται. Τότε λέγω αὐτῷ· Αὕτη μοί ἐστιν (ἡ) λύπη, ὅτι τὸν ἐμὸν προσφιλέστατον Ἰωάννην τὸν ἐπίσκοπον ΚΠ. οὐχ ἑώρακα μετὰ τῶν ἄλλων τῆς Ἐκκλησίας διδασκάλων. Ὁ δὲ πάλιν λέγει μοι· Ἄνθρωπος 498 ἐκεῖνον ἐν σαρκὶ ὢν ἰδεῖν οὐ δύναται· ἐκεῖ γὰρ παρίσταται ὅπου ὁ θρόνος ὁ Δεσποτικός. [] Ἐπὶ Ἀρκαδίου ἀντῆραν οἱ Ἴσαυροι πραιδεύοντες ἕως Καππαδοκίας.
PG 110:739[] Ἐπὶ αὐτοῦ εἰσῆλθε καὶ τὰ λείψανα τοῦ ἁγίου προφήτου Σαμουὴλ καὶ ἀπετέθη ἐν τῷ ναῷ αὐτοῦ πλησίον τοῦ Ἑβδόμου. [] Ἀῤῥωστήσας δὲ ὁ αὐτὸς βασιλεὺς τελευτᾷ. ΣΔ. Βασιλεία Θεοδοσίου τοῦ Μικροῦ. Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος, ὁ υἱὸς αὐτοῦ, ἔτη μβ. Καὶ ἐξελθὼν ἱππασθῆναι (ἐν τῷ Κάμπῳ), συμπεσὼν τῷ ἵππῳ ἐτελεύτησεν. [] Οὗτος ἐν τοῖς Χαλκοπρατίοις ναὸν ἔκτισε τῆς Θεοτόκου, πρότερον ὄντα συναγωγὴν Ἰουδαίων. [] Καὶ τὸ χερσαῖον τεῖχος τῆς πόλεως καταλύει καὶ προσθεὶς ἄλλα δύο διαστήματα, ᾠκοδόμησεν ἕτερον τεῖχος δι’ ἡμερῶν ξ. [] Ἐπὶ αὐτοῦ καὶ οἱ ἐν Ἐφέσῳ μαρτυρήσαντες παῖδες ζ ἐπὶ Δεκίου, ἀνέστησαν μετὰ ἔτη τοβ. [] Καὶ σεισμὸς μέγας ἐγένετο ἐν ΚΠ. καὶ φοβερώτατος, ὥστε πεσεῖν τὰ τείχη τῆς πόλεως καὶ τὸ πλεῖστον μέρος αὐτῆς 499 ἐν διαφόροις τόποις· καὶ μέντοι καὶ κώμας καὶ χώρας τῆς τε Θρᾴκης καὶ Πόντου, Βιθυνίας, καὶ Φρυγίας, καὶ Γαλατίας, καὶ ἐπεκράτησεν ὁ σεισμὸς ἐπὶ μῆνας γ· διὸ καὶ ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ Πρόκλῳ καὶ παντὶ τῷ πλήθει τῆς πόλεως ἀνυπόδητος ἐλιτάνευεν ἐπὶ πολλὰς ἡμέρας.
[] Ἐν αἷς, λιτανευόντων αὐτῶν, συνέβη παιδίον ἁρπαγῆναι ἐκ τοῦ λαοῦ εἰς τὸν ἀέρα καὶ μυηθῆναι ὑπ’ ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον ὕμνον. Τοῦ δὲ παιδὸς ἀπολυθέντος καὶ τὸ μυηθὲν ἀπαγγείλαντος, καὶ τοῦτο μετ’ αὐτοῦ μελῳδησάντων τῶν ὄχλων, παραυτίκα ἐκόπασεν ἡ τοῦ σεισμοῦ ἀπώλεια (καὶ τὸ παιδίον ἀπέθανεν). [] Ἐπὶ Θεοδοσίου Ἄσπαρ καὶ Ἀρδαβούριος προχειρίζονται δομέστικοι Ἀνατολῆς τε καὶ Δύσεως. [] Ἀττικοῦ δὲ πατριαρχοῦντος Ἰουδαῖόν τινα παράλυτον νουθετήσας, εἶτα βαπτίσας, ὑγιῆ (παραδόξως) ἐκ τῆς κολυμβήθρας ἀνήγαγε. ΣΕ. Περὶ τῆς γ Συνόδου. Καὶ ἡ γ γέγονε σύνοδος τῶν ἐν Ἐφέσῳ ς Πατέρων, συνελθοῦσα τὸ πρότερον ἐν ἔτει ιγ τῆς Θεοδοσίου τοῦ Μικροῦ βασιλείας, υἱοῦ Ἀρκαδίου. [] Ἧς ἡγοῦντο Κύριλλος Ἀλεξανδρείας, διέπων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων (Ἰωάννης Ἀντιοχείας, κατὰ Νεστορίου ἐπισκόπου ΚΠ.

Chapter CCXVCaput CCXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:741παρόντος καὶ αὐτοῦ ἐν Ἐφέσῳ), λέγοντος μὴ λέγειν Θεοτόκον τὴν (ἁγίαν) 500 Θεοτόκον (Μαρίαν), ἀλλὰ Χριστοτόκον (καὶ Κυριοτόκον), καὶ δύο υἱοὺς ἐπὶ Χριστοῦ τοῦ Θεοῦ μυθολογοῦντος καὶ δύο ὑποστάσεις, καὶ ἄλλον μὲν εἶναι τὸν Λόγον τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα, ὕστερον δὲ τὸν ἐκ Μαρίας τεχθέντα ἄνθρωπον, κατὰ σχέσιν δὲ ἑνωθέντα τῷ Θεοῦ Λόγῳ, καὶ ὁμωνύμως αὐτῷ Υἱὸν λεγόμενον. [] Τοῦτον προσκληθέντα παρὰ τῆς συνόδου καὶ μὴ ἀπαντήσαντα ἐκκλησιαστικῶς καθελοῦσα ὡς μὴ θελήσαντα τοῖς ὀρθοῖς δόγμασι συνθέσθαι, ἀνεθεμάτισε, μίαν δὲ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν καθ’ [α) ἕνωσιν ὑπόστασιν καὶ δύο φύσεις σαφῶς ἐδογμάτισε, τὸν αὐτὸν εἶναι (καὶ) Θεὸν καὶ ἄνθρωπον καὶ τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς Θεοτόκον. [] Ἰωάννης δὲ Ἀντιοχείας ἐπίσκοπος μετὰ τὴν Νεστορίου καθαίρεσιν καταλαμβάνει· καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νεστόριος, παραλαβὼν τοὺς συνελθόντας αὐτῷ ἐπισκόπους, ἐν οἷς ἦν καὶ Θεοδώρητος ὁ Κύρου ἐπίσκοπος καὶ Ἴβας Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφεσίων ἐπισκόπου ὡς παρὰ τὸν κανόνα τῆς Ἐκκλησίας ποιησάντων τὴν σύνοδον.
Οἱ δὲ περὶ Κύριλλον μέμφονται ὡς ἄθεσμα καὶ ἄτοπα τὰ παρ’ αὐτῶν γενόμενα. Καὶ οὕτως ἀπὸ τῆς Ἐφεσίων διαφερόμενοι ἀλλήλοις διέστησαν, οἵ τε Ἀνατολικοὶ καὶ [οἱ] Αἰγύπτιοι. [] Μετὰ δὲ ταῦτα σπουδῇ τοῦ βασιλέως ἡνώθησαν, συμφρονήσαντες καὶ οἱ Ἀνατολικοὶ τῇ ἐκτεθείσῃ ἐν Ἐφέσῳ ὀρθοδόξῳ πίστει καὶ τῇ κατὰ Νεστορίου καθαιρέσει ἔγγραφον ἐπιστολὴν τοῖς Ἀλεξανδρεῦσι διὰ Παύλου τοῦ ἐπισκόπου Ἐμέςσης ἀποστείλαντες. [] Νεστόριος δὲ ἐξωρίσθη εἰς Ὄασιν. [] Ἀττικοῦ δὲ τελευτήσαντος, Σισίνιος πατριάρχης προχειρίζεται· τούτου δὲ τελευτήσαντος, ὁ Νεστόριος· τούτου δὲ καθαιρεθέντος, Πρόκλος ἀντ’ αὐτοῦ χειροτονεῖται, 501 ὅτε καὶ τὸ λείψανον τοῦ Χρυσοστόμου ἐν τῇ πόλει μετεκομίσθη. Ὡσαύτως καὶ τὰ λείψανα Στεφάνου καὶ Λαυρεντίου. [] Ὁ δὲ τῶν Περσῶν φύλαρχος ἦλθε πολεμῆσαι Θεοδοσίῳ· ὁ δὲ βασιλεὺς ἀπέστειλε κατ’ αὐτοῦ πατρίκιον καὶ στρατὸν ἔνοπλον. Τοῦ δὲ παραταξαμένου εἰς πόλεμον, δηλοῖ αὐτῷ ὁ φύλαρχος λέγων· Εἰ ἔτι ἔχεις ἕνα δυνατὸν ἐκ τοῦ λαοῦ σου ἰσχύοντα μονομαχῆσαι καὶ νικῆσαι ἕνα Πέρσην μονομάχον, εὐθέως ποιῶ τὰ πάκτα τῆς εἰρήνης ἐπὶ χρόνους ν·
PG 110:743εἰ δὲ ἡττηθείη, λαμβάνειν με κεντηνάρια ν. Καὶ οὕτως ὁ μὲν Πέρσης κατάφρακτον, ὁ δὲ Γότθος κόμητα ἔνοπλον μεταξὺ τοῦ πλήθους παραστήσαντες εἰς μονομαχίαν, πρῶτος ὁ Πέρσης ὁρμήσας δορυφόρος· ὁ δὲ Γότθος δεξιὸν πλαγιάσας ἐσώκισεν αὐτὸν κατὰ τὸ Γοτθικὸν ἔθος, καὶ τοῦτον ἐκ τοῦ ἵππου καταγαγὼν, αὐτίκα ἀνεῖλεν. Καὶ τούτου γεγονότος, ἐποίησεν ὁ Περσῶν φύλαρχος εἰρήνης πάκτα κατὰ τὴν ὑπόσχεσιν αὐτοῦ. [] Τοῦ δὲ βασιλέως κυνηγῆσαι ἐξελθόντος, τοὺς σὺν αὐτῷ πάντας διαλαθὼν, ἦλθε διὰ μακρᾶς ὁδοῦ πρός τινα μοναχὸν ἐν κελλίῳ καθεζόμενον πλησίον τῶν προαστείων ΚΠ. [] Ὃν ὁ γέρων ἐπέγνω μὲν, ἐδέξατο δὲ ὡς ἕνα τῶν στρατιωτῶν. Τοῦ δὲ βασιλέως ἐκ τῆς ὁδοῦ καὶ τοῦ καύσωνος ὀλιγωρήσαντος, ἔβρεξεν ἄρτους ὁ γέρων καὶ βαλὼν ὄξος καὶ ἔλαιον, ἔφαγεν ὁ βασιλεὺς καὶ ἔπιεν ὕδωρ. [] Καί φησι πρὸς τὸν μοναχόν· Οἶδας τίς εἰμι, Πάτερ; Ὁ δὲ μοναχὸς εἶπεν· Ὁ Θεὸς οἶδέ σε. Καὶ ὁ βασιλεὺς ἔφη· Ἐγώ εἰμι Θεοδόσιος ὁ βασιλεύς. Καὶ ἀναστὰς ὁ γέρων προσεκύνησεν αὐτόν. Εἶπεν οὖν ὁ βασιλεύς· Μακάριοί ἐστε ὄντως ὑμεῖς οἱ 502 μοναχοὶ καὶ ἀμέριμνοι τοῦ κόσμου·
ἐπ’ ἀληθείας γὰρ λέγω σοι, Πάτερ, ἐν τῷ παλατίῳ ἐγεννήθην καὶ οὐδέποτε μεθ’ ἡδονῆς ἀπήλαυσα βρώσεως (τοιαύτης) καὶ πόσεως, καθὼς σήμερον. [] Τοῦ δὲ λαοῦ φθάσαντος, καὶ ἐνώπιον πάντων ἀξιοπρεπῶς τιμήσαντος τὸν γέροντα καὶ πάντας ἀξιωθῆναι τῆς εὐχῆς αὐτοῦ τοῦ βασιλέως προστάξαντος, ἀνεχώρησεν εἰς τὴν ὁδὸν αὐτοῦ μετ’ εἰρήνης· Καὶ ἀπὸ τότε [β) ἐτίμα αὐτὸν ὁ βασιλεὺς (μεγάλως). Ὁ δὲ γέρων ἀναστὰς ἔφυγε καὶ πάλιν ἦλθεν εἰς Αἴγυπτον. Σ. Περὶ τῆς Ἀνακομιδῆς τοῦ Χρυσοστόμου. Ὁ αὐτὸς βασιλεὺς ἀποστείλας ἀνεκόμισε τὸ λείψανον τοῦ Χρυσοστόμου ἐκ Κομάνης ὅπου ἦν τελευτήσας ἐξορισθεὶς ὑπὸ Εὐδοξίας τῆς μητρὸς αὐτοῦ, πολλὰ δεηθεὶς τοῦ βασιλέως ὁ Πρόκλος ὁ τότε τὸν τῆς ΚΠ. ἰθάνων θρόνον, τοῦ ἀνακομίσαι αὐτὸ, ὃ δὴ καὶ γέγονε· καὶ ἀπέθετο αὐτὸν ἐντίμως ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. [] Περὶ δὲ τῆς γυναικὸς Θεοδοσίου τοῦ βασιλέως Εὐδοκίας οὕτω συμβέβηκε· Φιλόσοφος ἐν ταῖς ἐν Ἑλλάδι Ἀθήναις, ἔχων υἱοὺς γ καὶ θυγατέρα μίαν τελευτῶν, τοῖς μὲν υἱοῖς κατέλειπε κληρονομίαν καὶ τὴν περιουσίαν αὐτοῦ πᾶσαν· τῇ δὲ θυγατρὶ νομίσματα ρ, οὕτως εἰρηκὼς ἐν τῇ διαθήκῃ·

Chapter CCXVIICaput CCXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:745Ἀθηναί̈δι τῇ ποθεινοτάτῃ θυγατρὶ θέλω δοθῆναι νομίσματα ρ, καὶ μόνον. Ἀρκεῖ γὰρ αὐτῇ ἡ αὐτῆς τύχη. [] Ἥτις μετὰ τὴν τοῦ πατρὸς τελευτὴν μηδὲν λαβοῦσα παρὰ τῶν ἀδελφῶν, ἦλθε πρὸς τὴν Πουλχερίαν τὴν ἀδελφὴν Θεοδοσίου, 503 κατεγκαλοῦσα τοὺς ἀδελφούς. Ἡ δὲ θεασαμένη τὸ εὐπρεπὲς καὶ ἐλλόγιμον αὐτῆς, καὶ μαθοῦσα παρὰ τῆς θείας αὐτῆς, ὅτι παρθένος ἐστὶν, βαπτίζει ταύτην· ἦν γὰρ Ἑλληνὶς, καὶ Εὐδοκίαν μετωνόμασε. [] Καὶ συνῆψεν αὐτὴν τῷ ἰδίῳ ἀδελφῷ πρὸς γάμον (συνευδοκοῦντος καὶ τοῦ προσφιλεστάτου Παυλίνου, ὃς γενόμενος μάγιστρος ἐτιμήθη μειζόνως ὡς συνεργὸς καὶ παράνυμφος. Καὶ μέντοι καὶ τοὺς ἀδελφοὺς αὐτῆς μεταστειλάμενος, ἀξιωματικοὺς ἐποίησε). [] Μετὰ ταῦτα συνέβη προελθεῖν τὸν Βασιλέα κατὰ τὴν ἡμέραν τῶν Θεοφανίων καὶ Παυλῖνον ἀηδισθέντα μὴ εὑρεθῆναι μετὰ τοῦ βασιλέως· καὶ ἐπέδωκέ τις πένης τῷ βασιλεῖ μῆλον φρυγιατικὸν μέγα σφόδρα, ὅπερ δεξάμενος ὁ βασιλεὺς καὶ θαυμάσας καὶ πᾶσα ἡ σύγκλητος, ἔδωκε τῷ πένητι νομίσματα ρ, τὸ δὲ μῆλον ἀπέστειλε τῇ βασιλίσσῃ, ἡ δὲ τῷ Παυλίνῳ, ὁ δὲ τῷ βασιλεῖ εἰσερχομένῳ ἐν τῷ παλατίῳ.
Ὁ δὲ βασιλεὺς λαβὼν τοῦτο καὶ ἐπιγνοὺς ἐζήτει αὐτὸ παρὰ τῆς βασιλίσσης· ἡ δὲ εἶπεν ὅτι Ἔφαγον αὐτό; καὶ ὁρκίσας αὐτὴν κατὰ τῆς ἑαυτοῦ σωτηρίας, ἠρνήσατο ἐμμενώτερον. Τότε ὑπέδειξεν αὐτῇ τὸ μῆλον. Ἡ δὲ ἰδοῦσα αὐτὸ κατῃσχύνθη καὶ ἔμεινεν ἄφωνος. Ὁ δὲ βασιλεὺς ὀργισθεὶς κατ’ αὐτῆς καὶ ὅτι ἐρῶσα τοῦ Παυλίνου τὸ μῆλον ἔπεμψεν αὐτῷ καὶ διὰ τοῦτο ἠρνήσατο. Καὶ παραυτίκα τὸν Παυλῖνον ἀνεῖλε. [] Ἡ δὲ βασίλισσα Εὐδοκία ἐπὶ τοῦτο λυπηθεῖσα, τὸν βασιλέα παρεκάλει εἰς Ἱεροσόλυμα αὐτὴν ἀποσταλῆναι εὐχῆς χάριν. Ὁ δὲ εἴξας τῇ αὐτῆς αἰτήσει, τὴν ἐπιθυμίαν αὐτῆς ἐξεπλήρωσεν. 504 [] Τῆς δὲ παραγενομένης, πολλὰ καὶ μεγάλα κατορθώματα πεποίηκεν, ἀνανεώσασα τὰ τείχη Ἱερουσαλήμ. [] Εἰς λόγους δέ τινας ἐρχομένης αὐτῆς πρός τινας, τοῦτο ἔλεγεν, ὅτι Περὶ ἐμοῦ Δαυὶ̈δ εἴρηκεν· Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών· καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. [] Ἐν δὲ τῷ μέλλειν αὐτὴν τελευτᾷν, ἐξωμολογήσατο μὴ συνειδέναι τι κατὰ τῆς Παυλίνου κατηγορίας. [] Πρόκλου δὲ τελευτήσαντος, Φλαβιανὸς ἀνὴρ ἱερώτατος τῆς Ἐκκλησίας προέστη.
PG 110:747[] Καὶ ἐκ τῶν Γότθων ἔθνη γεγόνασι δ, οἵ τε Ὑπόγοτθοι, Γήπεδες καὶ Οὐάνδαλοι, ἐξ ὧν Ἄραβες, καὶ ἤρξαντο διαπερᾷν ἐν τῇ Ῥωμαίων γῇ. ΣΖ. Βασιλεία Μαρκιανοῦ. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Μαρκιανός, ὁ γαμβρὸς αὐτοῦ, ἔτη 2. [α) Τοῦ γὰρ Θεοδοσίου τελευτήσαντος καὶ μήπω τοῦτο γνωσθέντος τινί, μεταστειλαμένη τοῦτον Πουλχερία ἡ τοῦ βασιλέως ἀδελφὴ στρατιώτην ὄντα καὶ γέροντα καὶ ἐν σωφροσύνῃ καὶ σεμνότητι βίου διαπρέποντα, φησὶ πρὸς αὐτόν· Ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δὲ ἐξελεξάμην σε ἐκ πάσης τῆς συγκλήτου ὡς ἐνάρετον, δός μοι λόγον, ὅτι φυλάσσῃ (μου) τὴν παρθενίαν (ἄσυλον) ἣν τῷ Θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε βασιλέα. Τοῦ δὲ συνθεμένου τοῦτο μεθ’ ὅρκου, προσκαλεῖται τὸν πατριάρχην Ἀνατόλιον καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐτὸν βασιλέα. [] Πολλὰ οὖν, ποιήσασα κατορθώματα καὶ πολλοὺς εὐκτηρίους 505 οἴκους ἀνεγείρασα, καὶ πτωχοτροφεῖα, καὶ ξενῶνας, καὶ ξενοτάφια, καὶ μοναστήρια, ἐν οἷς καὶ τὸν τοῦ Ἁγίου Λαυρεντίου ναὸν ᾠκοδόμησεν, καὶ ἐτελεύτησε παρθένος καταλείπουσα Μαρκιανὸν βασιλεύειν. [] Καὶ γὰρ ἦν αὕτη πάσῃ ἀρετῇ κεκοσμημένη·
αὕτη γὰρ καὶ τὸν ἀδελφὸν Θεοδόσιον ἐξεπαίδευσεν εἰς πάντα, οἷον ἦθός τε καὶ λόγον, βάδισμά τε καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσιν· προηγουμένως δὲ τὴν εἰς τὸ Θεῖον εὐσέβειαν ἐπιμελῶς αὐτὸν ἐδίδαξεν. [] Ὁ δὲ φύσει νωθρός τις καὶ ἀπερίσκοπος ὑπῆρχεν εἰς πάντα, μάλιστα εἰς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας, ἀπαραναγνώστως ὑπέγραφεν, ὅπερ ἡ σοφωτάτη ποτὲ γνοῦσα, σοφῶς ὑπῆλθεν αὐτῷ, δωρεὰν ὑποβάλλουσα δῆθεν πρὸς δουλείαν ὑποχωροῦσαν τὴν ἑαυτοῦ γαμετὴν τὴν Εὐδοκίαν, ἣν καὶ καθυπογράψας μὴ πρότερον ἀναγνοὺς, ὕστερον πικρῶς ὀνειδίζεται παρὰ τῆς ἰδίας ἀδελφῆς Πουλχερίας. [] Ὁ δέ γε Μαρκιανὸς εὐσεβὴς ἄγαν καὶ δικαιοκριτὴς ὑπάρχων, ταῦτα περὶ αὐτοῦ γέγραπται, ὅτι ἔτι στρατιώτης ὢν, στυφθεὶς τοὺς πόδας καὶ νοσήσας κατελείφθη ἐν πόλει Συδίμα. Ἀναῤῥωσθεὶς οὖν ᾠκειώθη δυσὶν εὐπόροις ἀδελφοῖς. 506 Ἅμα δὲ αὐτοῖς ἐπὶ θήραν ἐξιὼν μεσημβρίαν ἀναπαυσάμενος ὕπνωσεν· ἔξυπνοι δὲ γενόμενοι οἱ αὐτάδελφοι ὁρῶσιν ὑπνοῦντα αὐτὸν ἐν ἡλίῳ, ὑπὸ ἀετοῦ δὲ περισκεπόμενον. Ἐκπλαγέντες οὖν, διυπνισθέντι λέγουσιν αὐτῷ·
PG 110:749Εἰ βασιλεύσεις, τί ἡμῖν χαριεῖς; Ὁ δὲ διαπιστῶν ὅμως ἔφη, ἀντὶ πατρὸς ἔχειν ὑμᾶς. Δόντες οὖν αὐτῷ νομίσματα ς ἀπέστειλαν ἐν τῇ πόλει, φήσαντες· Μέμνησο ἡμῶν ἐν τῇ βασιλείᾳ σου. [] Ὁ δὲ εἰσελθὼν προσεκολλήθη Ἄσπαρι καὶ Ἀρδαβουρίῳ)· εἶθ’ οὕτως (μετὰ Ἄσπαρος) εἰς Ἀφρικὴν ἐλθὼν ἐζωγρήθη. Ὑπνοῦντος δὲ ἐν τῇ αὐλῇ Γιζερὶχ, ἀετὸς αὖθις κατελθὼν ἐπεσκέπ[ας]εν αὐτόν. Ὁραθεὶς δὲ παρὰ Γιζερὶχ, τοῦτον ἀνελεῖν ᾠήθη ὡς βασιλεύειν μέλλοντα. Λογισάμενος δὲ ὡς τὴν τοῦ Θεοῦ βουλὴν κωλύειν οὐ δύναται, σπονδὰς εἰρηνικὰς μετ’ αὐτοῦ ποιήσας ἀπέλυσεν αὐτόν. [] Φλαβιανοῦ τελευτήσαντος, Ἀνατόλιος χειροτονεῖται πατριάρχης. [] Ὁ οὖν Μαρκιανὸς τῆς βασιλείας αὐτοκράτωρ καὶ μόνος καταλειφθεὶς ἐκέλευσεν ἄρχοντα ἐπὶ δόσει χρημάτων μὴ γίνεσθαι· οὐ μὴν δὲ ἀλλὰ καὶ πολλῆς ἐλεημοσύνης ἀνάπλεος ἦν. [] Ἐν δὲ ταῖς γινομέναις ἐν τῷ Κάμπῳ λιταῖς πεζὸς ἐξήρχετο σὺν τῷ πατριάρχῃ Ἀνατολίῳ, πολλὰς δωρεὰς τοῖς πένησι παρεχόμενος. [] Ἐφ’ οὗ ἔπεσον ἐκ τοῦ οὐρανοῦ λίθοι τρεῖς ἐν τῇ Θρᾴκῃ παμμεγέθεις. ΣΗ. Περὶ τῆς δ Συνόδου.
Καὶ ἡ δ γέγονε σύνοδος τῶν χλ Πατέρων ἐν Καλχηδόνι ἔτει τῆς Μαρκιανοῦ [β) βασιλείας πρώτῳ, ἧς ἡγοῦντο Λέοντος 507 μὲν τοῦ ἁγιωτάτου πάπα Ῥώμης, [τοποτηρηταὶ] Πασχάσιος καὶ Λουκίνσιος ἐπίσκοποι, καὶ Βονεφάτιος πρεσβύτερος, Ἀνατόλιος ΚΠ., Ἰουβενάλιος Ἱεροσολύμων, (Μάξιμος Ἀντιοχείας, ἔχοντες συναθλοῦσαν καὶ Εὐφημίαν τὴν μάρτυρα, τὴν μέχρι τῆς σήμερον ὑπερμαχοῦσαν τῇ πίστει, οἳ καὶ συνήχθησαν) κατὰ Εὐτυχοῦς (τοῦ δυστυχοῦς, πρεσβυτέρου γεγονότος καὶ ἀρχιμανδρίτου) καὶ Διοσκόρου (γεγονότος ἐπισκόπου Ἀλεξανδρείας, τότε ὑπ’ αὐτῆς καθαιρεθέντων ὡς ἀντενεχθέντων τοῖς ὀρθῶς παρ’ αὐτῶν ἐκφωνουμένοις) καὶ λεγόντων, μὴ εἶναι τὴν σάρκα τοῦ Κυρίου ὁμοούσιον ἡμῖν, ἀλλ’ ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, καὶ ὡς ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι τὸν Κύριον μυθολογούντων καὶ τῇ θεότητι πάθος προςνεμόντων. [] Οὓς καθελόντες ὡς βλασφήμους ἀνεθεμάτισαν, ἐξεφώνησάν τε τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἐν δύο φύσεσιν ἀσυγχύτως (καὶ) ἀδιαιρέτως τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν·

Chapter CCXVIIICaput CCXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:751δύο δὲ εἰρήκασι φύσεις τῷ λόγῳ τῆς διαφορᾶς οὐ τῷ λόγῳ τῆς διαιρέσεως, τήν τε τοῦ Ῥώμης ἐπιστολὴν πάπα Λέοντος πρὸς Φλαβιανὸν γραφεῖσαν ὡς στήλην ὀρθοδοξίας ἐδέξαντο. [] Ἐπικυροῦσι δὲ καὶ [τὴν Νεστορίου καθαίρεσιν, ἐδέξαντο δὲ] Θεοδώρητον καὶ Ἴβαν ὡς ἀναθεματίσαντας Νεστόριον. [] Ἐπὶ τούτου Συμεὼν ὁ θαυμάσιος ἐπιβὰς τῷ στύλῳ (ἡ σύνοδος ἐπιμεμψαμένη, πρῶτος γὰρ τοῦτο ἐπενόησεν, ἀκοινωνησίαν αὐτῷ ἔπεμψεν. Εἶτα μαθόντες οἱ θεῖοι Πατέρες τὸν βίον καὶ τὸ ἄτυφον τοῦ ἀνδρὸς, πάλιν αὐτῷ ἐκοινώνησαν. Πρὸς ὃν ὁ βασιλεὺς Μαρκιανὸς ἐν ἰδιωτικῷ σχήματι παραγενόμενος, τῆς ἱερᾶς εὐχῆς αὐτοῦ καὶ θέας κατηξίωται). 508 [] Περὶ οὗ καὶ Θεοδώρητος φησίν· Ἐπειδὴ τοίνυν ἀριθμῷ κρείττονες οἱ ἀφικνούμενοι, προσψαύειν δὲ πάντες ἐπεθύμουν καί τινα εὐλογίαν ἐπεχείρουν τρυγᾷν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων· (πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερβάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πράγματος τὸ ἐπίπονον δυσχεραίνων, τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν, ὃν) πρῶτον μὲν ἐκέλευσε γενέσθαι πήχεων 2, εἶτα ιβ (καὶ) μετὰ ταῦτα κβ, νῦν δὲ λ.
Ἐγὼ δὲ οὐδὲ τῆς θείας οἰκονομίας ἄνευ ταύτην λαμβάνω τὴν στάσιν (οὗπερ ἕνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶςσαν καὶ ῥιψοκινδύνως μὴ φέρεσθαι καὶ σκοπεῖν ὡς πολλάκις τὰ τοιαῦτα ὁ Θεὸς) τῶν ῥᾳθυμοτέρων ἕνεκα ὠφελείας (ἐμηχανήσατο)· καὶ γὰρ τὸν Ἡσαί̈αν γυμνὸν καὶ ἀνυπόδητον βαδίσαι προσέταξε καὶ τὸν Ἱερεμίαν περίζωμα τῇ ὀσφύ̈ι περιθεῖναι καὶ οὕτω τοῖς ἀπειθοῦσι προσφέρειν τὴν προφητείαν, καὶ ἄλλοτε (δὲ) κλοιοὺς ξυλίνους καὶ σιδηροῦς μετὰ ταῦτα περιβαλεῖν τῷ τραχήλῳ, καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν καὶ πάλιν ἀγαπῆσαι γυναῖκα μοιχαλίδα, καὶ τῷ Ἰεζεκιὴλ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ (κεῖσθαι) ἡμέρας μ καὶ ἐπὶ τοῦ ἀριστεροῦ (ἡμέρας) ρν κατακλιθῆναι καὶ αὖθις διορύξαι τὸν τοῖχον καὶ φυγόντα ἐξελθεῖν καὶ αἰχμαλωσίαν ἑαυτῷ διαγράψαι, καὶ ἄλλοτε ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξυρᾶσθαι τούτῳ τὴν κεφαλὴν καὶ τετραχῆ τὰς τρίχας διελεῖν καὶ (ἀπονεῖμαι [α), τὰ μὲν εἰς τόδε, τὰ δὲ εἰς τόδε), ὡς ἂν μὴ πάντα λέγω·
PG 110:753γίνεσθαι τούτων ἕκαστον προσέταξεν ὁ τῶν ὅλων Πρύτανις, τοὺς λόγῳ μὴ πειθομένους (μηδὲ προφητείαις ἐπαί̈ειν ἀνεχομένους), τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων (καὶ τῶν θεσπισμάτων ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα ὁρῶν; τίς δὲ οὐκ ἂν ἤρετο τί 509 δήποτε συνοικεῖν ὁ προφήτης πόρνῃ γυναικὶ ἀνέχεται;
Ὥσπερ οὖν ἐκείνων ἕκαστον ὁ Θεὸς γενέσθαι προσέταξεν τῆς τῶν ἀμελῶς συζώντων διορθούμενος ὠφέλειαν, οὕτω δὴ καὶ τὸν καινὸν τοῦτον καὶ παράδοξον τρόπον ἐπρυτάνευσε θέαμα τῷ παραδόξῳ καὶ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν καὶ πειθανάγκην τοῖς ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν.) Τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεω γίνεται τοῦ διδάγματος (καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ θεῖα παιδευθεὶς ἐπανέρχεται). Καθάπερ γὰρ ἐπί (τινος λυχνίας τεθεὶς ὁ φανότατος οὗτος λύχνος, ἡλίου δίκην πάντοθεν τὰς ἀκτῖνας ἐξέπεμψεν, καὶ ἔστιν ἰδεῖν (καὶ) Ἴβηρας, καὶ Ἀρμενίους, καὶ Πέρσας ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας (Ἰσμαηλῖται δὲ κατὰ συμμορίαν παραγινόμενοι διακόσιοι κατ’ αὐτὸ καὶ τριακόσιοι, ἔστι δ’ ὅτε καὶ χίλιοι)· καὶ ἀρνοῦντες μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ φωνῆς καὶ τὰ ὑπ’ ἐκείνων σκευασθέντα εἴδωλα, πρὸ τοῦ θείου κίονος ἐκείνου συντρίβουσιν (καὶ τοῖς ὀργίοις Ἀφροδίτης ἀποταττόμενοι· τούτου γὰρ ἀνέκαθεν τοῦ δαίμονος κατεδέξαντο τὴν λατρείαν)·
τῶν θείων ἀπολαύουσι μυστηρίων, νόμους δὲ παρὰ τῆς ἱερᾶς ἐκείνης γλώττης, (τοῖς πατρῴοις ἤθεσι χαίρειν φράζουσι καὶ τῶν ἀγρίων ὄνων καὶ καμήλων τὴν βρῶσιν ἀποτασσόμενοι. Καὶ τούτων αὐτόπτης ἐγενόμην ἐγὼ καὶ ἀκήκοα αὐτῶν τὴν πάτριον ἀσέβειαν ἀρνουμένων καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντεθεμένων. Τοσαύτην οὖν ὑπὸ τῶν φιλοψόγων ὁ κίων ψεγόμενος ὠφέλειαν ἀνέβλυσε καὶ τοσαύτην ἀκτῖνα θεογνωσίας εἰς τὰς Βαρβάρων διανοίας κατέλαμψεν)6 [] Εἰκότως οὖν ἔλεγεν ὁ Κύριος· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει (ἧς ἐπαγγελίας τὸ τέλος ἐναργῶς 510 ἐθεασάμεθα. Τῆς γὰρ τοῦ Κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης, ἡ τοῦ μεγάλου Πέτρου σκιὰ θάνατον ἔλυσε, καὶ νόσους ἐξήλασε, καὶ δαίμονας ἐφυγάδευσεν· ἀλλ’ ὁ ἐκεῖνα καὶ τὰ τοιαῦτα διὰ τῶν ἀποστόλων αὐτοῦ δράσας τέρατα τότε), καὶ νῦν ὁ αὐτὸς διὰ τοῦ θεράποντος Συμεὼν ἐνεργεῖ θαύματα τῇ τοῦ ἁγίου Πνεύματος αἴγλῃ καταλαμπόμενος καὶ πανταχοῦ τὰς τῆς χάριτος ἀκτῖνας ἐκπέμπων, κατὰ τὸν μέγαν Βασίλειον [] Φησὶ γάρ·
PG 110:755Ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων, ἀκτῖνος αὐτοῖς ἐμπεσούσης, αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν (ἀφ’ ἑαυτῶν) ἀποστίλβει, οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὐταὶ ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν μελλόντων προγνώσεις, μυστηρίων σύνεσις, κεκρυμμένων ἀποκάλυψις, [β) χαρισμάτων διανομὴ, τὸ οὐράνιον πολίτευμα, ἡ μετ’ ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ [ἐν Θεῷ διαμονὴ, ἡ] πρὸς Θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν ὀρεκτῶν, Θεὸν γενέσθαι. [] Ἐπὶ Μαρκιανοῦ εἰσῆλθε τὰ λείψανα Ἠσαί̈ου ἐνεχθέντα ἀπὸ Πανεάδος καὶ κατετέθη εἰς τὸν ἅγιον Λαυρέντιον. [] Τῷ δὲ τρίτῳ ἔτει τῆς αὐτοῦ βασιλείας Πουλχερία ἡ εὐσεβὴς ἐτελεύτησε παρθένος, ἥτις ἔκτισε τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου, τὰ Χαλκοπράτεια, καὶ τὸν ἐν Βλαχέρναις. [] Στυφθεὶς δὲ τοὺς πόδας αὐτοῦ καὶ ἀῤῥωστήσας ἐπὶ μῆνας ε ὁ βασιλεὺς Μαρκιανὸς ἐτελεύτησεν. ΣΘ. Βασιλεία Λέοντος. Μετὰ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ Μέγας ὁ Μακέλλης ἔτη ιη·
καὶ ἀπέθανε δυσεντεριάσας, ὃν ἡ σύγκλητος προεβάλετο 511 διὰ τὸ αὐτοῦ ὀρθόδοξον, Ἄσπαρος καὶ Ἀρδαβουρίου βουληθέντων κρατῆσαι τῆς βασιλείας, Ἀρειανοὺς ὄντας ἡ σύγκλητος οὐκ ἐδέξατο· οὕσπερ καὶ ὁ βασιλεὺς ὁρῶν μὴ ὀρθῶς ἔχειν πρὸς αὐτὸν, ἀνεῖλεν αὐτούς· καὶ ἐκ τότε ἐκλήθη Μάκελ, ὅ ἐστι Ῥωμαϊστὶ ὁ σφαγεύς. [] Ἐφ’ οὗ (σημεῖον) ἐφάνη ἐν τῷ οὐρανῷ νεφέλη σαλπιγγοειδὴς ἐπὶ ἡμέρας μ, καὶ σποδὸν ἔβρεξε ἐν ΚΠ. Σπιθαμῆς τὸ πάχος· τῶν γὰρ νεφῶν ὡς πῦρ ὁρωμένων, ἐδόκει πῦρ ῥέειν. Διὰ τοῦτο πάντων λιτανευόντων, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ ἐσβέσθη καὶ εἰς κόνιν μετεβλήθη. [] Ζωγράφου δέ τινος γράψαι τὸν Χριστὸν καθ’ ὁμοιότητα τοῦ Διὸς τολμήσαντος, παραυτίκα ἡ χεὶρ αὐτοῦ ἐξηράνθη. Ἰάσατο δὲ αὐτὸν Γεννάδιος ὁ πατριάρχης. Φασὶ δέ τινες τῶν ἱστορικῶν, ὅτι τὸ οὖλον καὶ ὀλιγότριχον ἐπὶ τοῦ Χριστοῦ σχῆμα οἰκειότερόν ἐστιν. [] Ὁ δέ γε θεῖος Γεννάδιος Ἐλευθερίῳ τῷ μάρτυρι δι’ ἕνα κληρικὸν τοῦ ναοῦ μὴ καλῶς διάγοντα ἐδήλωσε τάδε· Ἅγιε τοῦ Θεοῦ Ἐλευθέριε· ὁ στρατιώτης σου ἀτακτεῖ· καὶ ἢ διόρθωσον τοῦτον ἢ ἔκκοψον. Ὁ δὲ εὐθὺς ἐτελεύτησεν.
PG 110:757[] Ὁ αὐτὸς Γεννάδιος νυκτὸς ἐλθὼν εἰς τὸ ἅγιον θυσιαστήριον εὔξασθαι, εἶδέ τι φάσμα δαιμόνιον, ᾧ ἐπιτιμήσας ἤκουσε κράζοντος· Ἐνδίδωμί σοι, ὕστερον δὲ κρατήσας πάντως τῆς Ἐκκλησίας (ὅπερ δείσας Γεννάδιος, πολλὰ τὸν Θεὸν ἱκετεύσας μετὰ μικρὸν ἐτελεύτησεν). 512 [] Ἐπὶ Δέοντος, Ἀνατολίου τελευτήσαντος, Γεννάδιος προεχειρίσθη πατριάρχης· προεβάλετο δὲ Μαρκιανὸν οἰκονόμον, τῆς τῶν Καθαρῶν ὄντα θρησκείας, εἰς δὲ τὴν ἐκκλησίαν μετελθόντα, ὃς ἔκτισε τὴν Ἁγίαν Ἀναστασίαν, ἣν καὶ ἀπὸ τοῦ ἐμπρησμοῦ ἐῤῥύσατο δι’ εὐχῆς· γέγονε γὰρ τότε μέγας ἐμπρησμὸς ἀπὸ τοῦ Νεωρίου λιμένος ἕως τοῦ Ἁγίου Θωμᾶ κατελθών. Εἰς τοὺς κεράμους οὖν ἀνελθὼν τῆς Ἁγίας Ἀναστασίας ἔχων τὸ Εὐαγγέλιον ἐπὶ χεῖρας, ἀβλαβῆ τὸν ναὸν διεσώσατο. [] Ἐπὶ τούτου Στούδης ἔκτισε τὸν ναὸν τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου καὶ μοναχοὺς ἐκ τῶν Ἀκοιμήτων ἐγκατέστησε. [] Καὶ τὸ τοῦ προφήτου Ἐλισσαίου σῶμα μετετέθη ἐν Ἀλεξανδρείᾳ ἐν τῇ μονῇ Παύλου τοῦ λεπροῦ· λεπρὸν γὰρ ἰάσατο, λεπρὸν ἐποίησε καὶ εἰς (τὸ) τοῦ λεπροῦ ἐτέθη. [] Καὶ τὰ λείψανα τῆς ἁγίας Ἀναστασίας κατετέθη ἐν τῷ ναῷ αὐτῆς.
PG 110:759[] Καὶ Δανιὴλ ὁ θαυμάσιος (ἐκ τῆς μάνδρας ἐλθὼν τοῦ Ἁγίου Συμεὼν) ἐν τῷ Ἀνάπλῳ ἐπέβη τῷ στύλῳ. [] Καὶ τῆς ὑπεραγίας Θεοτόκου ἡ ἐσθὴς εὑρεθεῖσα ἐν Ἱεροσολύμοις παρά τινι εὐλαβεστάτῃ γυναικὶ Ἰουδαίᾳ καὶ παρθένῳ (ἱερῶς διαφυλαττομένη· καὶ ἐν ΚΠ. ἀποκομισθεῖσα ἐν Βλαχέρναις [α) ἀπετέθη, ἔνθα ὁ βασιλεὺς ναὸν ᾠκοδόμησε τῇ Θεομήτορι καὶ σωρὸν ἐκ χρυσοῦ καὶ ἀργυρίου κατασκευάσας κατέθετο 513 ταύτην, ἥτις ἐξ ἐρίων ἀφθάρτως ἐξυφασμένη, καὶ ὁ στήμων, καὶ ἡ κρόκη, καὶ ὁμοειδὴς, καὶ ὁλόχροος, ἀδιάφθορός ἐστι καὶ ἀλώβητος, μέχρι νῦν τὸ θαῦμα τῆς Ἀειπαρθένου κηρύττουσα). [] Ἐπὶ αὐτοῦ Ἰσοκάσιος κοαίστωρ Ἕλλην διαβληθεὶς, εἰσήχθη πρὸς τὸν ὕπαρχον τῆς πόλεως δεδεμένος ὀπισθάγκωνα. Ἔφη οὖν αὐτῷ Ποσαῖος ὁ ὕπαρχος· Ὁρᾷς (ἑαυτὸν), Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας; Ὁ δὲ εἶπεν· Ὁρῶ καὶ οὐ ξενίζομαι· [ἄνθρωπος γὰρ ὢν] ἀνθρωπίναις περιέπεσον συμφοραῖς· ἀλλὰ δίκασον ἐπ’ ἐμοὶ ὡς ἐδίκαζες σὺν ἐμοί. Ταῦτα μαθὼν ὁ βασιλεὺς, σπλαγχνισθεὶς ἐπὶ τούτῳ, ἐλεύθερον εἴασεν. ΣΙ. Βασιλεία Λέοντος τοῦ Μικροῦ. Λέων ὁ Μικρὸς, ὁ ἔγγονος αὐτοῦ ἐβασίλευσεν ἔτος α. ΣΙΑ. Βασιλεία Ζήνωνος.
Μετὰ τοῦτον ἐβασίλευσε Ζήνων, ὁ γαμβρὸς Λέοντος τοῦ Μεγάλου, πατὴρ δὲ Λέοντος τοῦ Μικροῦ, ἔτη ιζ καὶ ἀπέθανε δυσεντερικός. [] Ὃς εὐθὺς μετὰ τὸ βασιλεῦσαι ὑποβουλευθεὶς ὑπὸ Βηρίνης, πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ Μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσας, ἔφυγε πρὸς τὴν ἰδίαν πατρίδα μετὰ τῆς γυναικὸς αὐτοῦ Ἀριάδνης. Ἡ δὲ Βηρίνα στέψασα Βασιλίσκον τὸν ἀδελφὸν 514 αὐτῆς, ἐβασίλευσεν ἔτη β, ἅπερ ἐτάγησαν εἰς τοὺς χρόνους Ζήνωνος. Καὶ κτίσας παλάτιον ἐν ΚΠ., καὶ ἐκάλεσεν αὐτὸ ἴδιον ὄνομα τὰ Βασιλίσκου. [] Μετὰ ταῦτα Ζήνων ὑποστρέψας καὶ εἰςελθὼν ἐν ΚΠ., καὶ τούτων χειρωσάμενος ἐν τῇ ἐκκλησίᾳ προσφυγόντων ἐξώρισεν ἅμα γυναιξὶ καὶ τέκνοις εἰς τὸ φρούριον Καππαδοκίας, ἐν ᾧ βληθέντος ἐν πύργῳ καὶ τῆς θύρας ἀναφραγείσης ἐτελεύτησε. [] Ἐπὶ τούτου γέγονε σεισμὸς φοβερὸς ἐν ΚΠ. καὶ ἔπεσον ἐκκλησίαι πολλαὶ, καὶ οἰκείαι καὶ ἔμβολοι ἕως ἐδάφους· (τὸ αὐτὸ ἔπαθε καὶ ἡ Νικομήδεια) [] Ὁ αὐτὸς Βηρίνην τὴν ἰδίαν πενθερὰν ἐξώρισε βουλῇ Ἴλλου μαγίστρου· ἡ δὲ γυνὴ Ζήνωνος, θυγάτηρ Βηρίνης, Ἀριάδνη παρεγγύησεν Οὐρβικίῳ τοῦ ἀνελεῖν τὸν Ἴλλον.
PG 110:761Καὶ ἀνερχομένου ἐν τῷ ἱππικῷ, μετὰ τοῦ ξίφους λαβὼν ἀπετμήθη τὸ δεξιὸν οὖς. Ἐκ τούτου ἀνταρσίαν ἐμελέτησε κατὰ Ζήνωνος τοῦ ἀκεφάλου. ΣΙΒ. Περὶ Πέτρου τοῦ Κναφέως. Ἐπὶ Ζήνωνος Μαρτύριος Ἀντιοχείας, διὰ τὴν τοῦ Ζήνωνος περὶ τὴν ὀρθόδοξον πίστιν διαστροφὴν, ἀποταξάμενος τῆς ἐπισκοπίας, ἐπ’ ἐκκλησίᾳ ἔφη· Κλήρῳ ἀνυποτάκτῳ καὶ λαῷ ἀπειθεῖ καὶ ἐκκλησίᾳ ῥερυπωμένῃ ἀποτάσσομαι, φυλάττων ἐμαυτῷ τὸ τῆς ἱερωσύνης ἀξίωμα. [] Ὃς πρῶτος ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι καὶ τὴν ἐπὶ τῶν ὑδάτων ἐν τοῖς Θεοφανίοις ἐπίκλησιν ἑσπέρας γίνεσθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν Θεοτόκον ὀνομάζεσθαι, καὶ ἐν πάσῃ συνάξει τὸ σύμβολον τῆς 515 πίστεως λέγεσθαι, πρὸ τούτου μὴ λεγόμενον εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ τῇ μεγάλῃ παρασκευῇ. [] Τούτου, ὡς εἴρηται, τοῦ θρόνου ἀναχωρήσαντος, Πέτρος ὁ Κναφεὺς τῷ θρόνῳ τυραννικῶς ἐπεδήμησε, ὡς τὰ Εὐτυχίου φρονῶν.
[] Καὶ τῷ θρόνῳ Ἀντιοχείας ἐκ δευτέρου τυραννικῷ τρόπῳ κρατήσαντος καὶ ὑπὸ τοῦ ἐκκλησιαστικοῦ θεσμοῦ ἐκβληθέντος καὶ πάλιν ἐκ τρίτου μετὰ τὴν ἐν Ἰσαυρίᾳ γεγενημένην τοῦ Βασιλίσκου τυραννίδα, ἐπὶ τῆς βασιλείας Ζήνωνος, Βασιλίσκου αὐθεντίᾳ τοῦ αὐτοῦ θρόνου κρατήσαντος ἀθέσμως, μὴ λυθέντων τῶν κατ’ αὐτοῦ γεγονότων ἀναθεμάτων καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐκταράξαντος, ὑπὸ τοῦ πάπα Ῥώμης [β) Φήλικος ἀναθεματίζεται διά τε τὴν ἑτεροδοξίαν καὶ τὴν ἐν τῷ Τρισαγίῳ προςθήκην. [] Ἐπὶ τῆς αὐτῆς βασιλείας Ζήνωνος, Βαρνάβα τοῦ ἀποστόλου τὸ λείψανον εὑρεθὲν ἐξ ἀποκαλύψεως ἐν Κύπρῳ (ἐν πόλει Κωνσταντίᾳ) ὑπὸ δένδρον κερατέαν, ἔχον ἐπὶ στήθους τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα. [] Ἐξ ἧς προφάσεως τῇ ἀποκαλύψει καὶ εἰςηγήσει τοῦ ἀποστόλου περιγεγόνασι Κύπριοι τῷ Κναφεῖ Πέτρῳ φιλονεικοῦντι, ὑπὸ Ἀντιόχειαν τελεῖν τὰς κατὰ τὴν Κύπρον ἐκκλησίας, καὶ αὐτοκέφαλον εἶναι τὴν κατὰ Κύπρον μητρόπολιν. [] Ὅπερ Εὐαγγέλιον τὸ εὑρεθὲν ἀποθέμενος Ζήνων ἐν τῷ παλατίῳ ἐν τῷ ναῷ τοῦ Ἁγίου Στεφάνου, (κατ’ ἐνιαυτὸν ἀναγινώσκεται τῇ ἁγίᾳ καὶ μεγάλῃ ε).

Chapter CCXIXCaput CCXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:763[] Μαριανὸς δέ τις προεῖπε τῷ βασιλεῖ, ὅτι καὶ τὴν βασιλείαν καὶ τὴν γυναῖκά σου διαδέχεται ἀπὸ σιλεντιαρίων. 516 Πελάγιον δέ τινα ὑπὸ σιλεντιαρίων, ὄντα πατρίκιον, ἄνδρα σοφώτατον, ἐκέλευσε φυλάττεσθαι ἐν εἱρκτῇ, ὃν οἱ φυλάσσοντες νυκτὶ ἀπέπνιξαν κατὰ κέλευσιν Ζήνωνος. [] Ἐπὶ αὐτοῦ Περόζης ὁ Πέρσης ἡττηθεὶς ἐν πολέμῳ ὑπὸ Οὔννων τὸν, μάργαρον, ὃν ἐφόρει λευκότατον καὶ μέγαν καθ’ ὑπερβολὴν, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔῤῥιψεν ὅπως μήτις αὐτὸν ὀπίσω φορέσει. [] Ἐπὶ δὲ τοῦ γεγονότος σεισμοῦ, ἔπεσε καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ Φόρου καὶ ἡ στήλη τοῦ μεγάλου Θεοδοσίου εἰς τὸν κίονα τοῦ Ταύρου. [] Ζήνων δὲ δυσεντεριάσας ἐτελεύτησε τῇ τῶν Ἀκεφάλων αἱρέσει. ΣΙΓ. Βασιλεία Ἀναστασίου τοῦ Δυῤῥαχίτου. Μετὰ δὲ Ζήνωνα ἐβασίλευσεν Ἀναστάσιος ὁ δίκορος ὁ Δυῤῥαχίτης ἔτη κζ. Λέγεται δὲ περὶ αὐτοῦ, ὅτι Δυῤῥαχίτης ὢν, υἱὸς πρεσβυτέρου, καὶ χρεώσας λίτρας χρυσίου ρ διὰ τὸ ναυαγῆσαι αὐτὸν γ, ὁ δὲ στρατηγὸς ὁ ὢν ἐν τῷ Δυῤῥαχίῳ διὰ τὰ νομίσματα βουλόμενος λαβεῖν τὴν γυναῖκα τοῦ πρεςβυτέρου, τοῦ συγγενέσθαι μετ’ αὐτῆς, διεκωλύθη παρὰ θείας ὀπτασίας·
ἔλαβε δὲ τὸ παιδίον τοῦ πρεσβυτέρου, καὶ ἀνῆλθεν ἐν τῷ παλατίῳ. [] Καὶ μετὰ τελευτὴν Ζήνωνος Ἀριάδνη ἡ γυνὴ αὐτοῦ προχειρίζεται Ἀναστάσιον βασιλέα. [] Λέγεται δὲ ἐκκλησίαν κτίσαι ἐν τῷ Δυῤῥαχίῳ τοῖς ἁγίοις Ἀναργύροις καὶ τὰ ζώδια, ἅπερ εἰσὶν ἐν τῇ πόρτῃ. [] Τὸ πρῶτον μὲν ὀρθόδοξος ὢν, ὕστερον ἐξέκλινεν εἰς μοναρχίαν, καὶ ἀπέθανεν ἀπὸ ἀστραπῆς, ἐξοριάσας καὶ τὸν πατριάρχην Ἱεροσολύμων, ὄντα ὀρθόδοξον καὶ ἅγιον. 517 [] Ἐπὶ αὐτοῦ Βιταλιανὸς ὁ Θρᾲξ ἀντάρας καὶ παραλαβὼν τὴν Θρᾴκην ἅμα Σκύθαις καὶ Μυσίοις ἦλθεν ἕως τοῦ Ἀνάπλου πραιδεύων· ἀλλὰ ναυμαχήσαντος αὐτῷ Μαρίνου τοῦ ἐπάρχου μετὰ τοῦ Μηδικοῦ πυρὸς καὶ θείου ἀπύρου, ὃ κατεσκεύασε Πρόκλος ὁ φιλόσοφος, κατέφλεξε τὰς ναῦς τῶν βαρβάρων. Βυθισθέντων δὲ πάντων σχεδὸν, Οὔννων, καὶ Γότθων, καὶ Βουλγάρων, καὶ τοῦ λοιποῦ στρατοῦ ἐν τῷ ῥεύματι, Βιταλιανὸς ἔφυγε μετὰ τῶν ὑπολειφθέντων ὀλίγων. [] Καὶ πῦρ ἐν τῷ οὐρανῷ ἐφάνη, καὶ γέγονε δημοτικὴ ἐπανάστασις περὶ τοῦ ὀρθοδόξου δόγματος ἐν ΚΠ. ὡς βουληθέντος τοῦ βασιλέως προσθεῖναι εἰς Τρισάγιον τό·
PG 110:765Ὁ σταυρωθεὶς δι’ ἡμᾶς, ἐλέησον ἡμᾶς. Τοῦ γὰρ λογοθέτου καὶ τοῦ ἐπάρχου ἀνελθόντων ἐν τῷ ἄμβωνι τῆς Μεγάλης ἐκκλησίας καὶ τὴν αἵρεσιν ἀρξαμένων ἐκ βασιλικῆς ἐπιτροπῆς κηρύττειν, ἐπῆλθεν ὁ δῆμος καὶ πᾶν τὸ πλῆθος τῆς πόλεως κατ’ [α) αὐτῶν· καὶ μόλις ἐξέφυγον. Καὶ γέγονε τοιαύτη στάσις καὶ ταραχὴ κραζόντων· Ἄλλον βασιλέα θέλομεν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄρχοντας φεύγειν καὶ ἀποκρύπτεσθαι τὴν ὁρμὴν τοῦ λαοῦ. Συναθροισθέντες δὲ οἱ στασιασταὶ εἰς τὸν οἶκον τοῦ λογοθέτου καὶ τοῦ ἐπάρχου καταδραμόντες καὶ πάντα διαρπάσαντες, ἐνέπρησαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς εὑρεθέντας ἐκεῖ κατέσφαξαν. Εἶτα γενομένης ταραχῆς καὶ στάσεως μεγάλης ἐμπρησμοὺς οἴκων πολλῶν ἐποιήσαντο καὶ φόνους μυρίους εἰργάσαντο καὶ ἄλλα τοιαῦτα φοβερά τε καὶ ἐξαίσια κατετόλμησαν, ὑβρίζοντες Ἀναστάσιον μετὰ κραυγῆς μεγάλης καὶ Βιταλιανὸν εὐφημοῦντες. Καὶ οὕτως ἐλθόντες πλησίον τῆς ὑπ’ αὐτοῦ κτισθείσης κινστέρνης τοῦ Ἁγίου Μωκίου, εὗρον τὸν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ἡγούμενον μοναστηρίου τοῦ Ἁγίου Φιλίππου, ὃν καὶ φονεύσαντες καὶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες ἔκραζον·
Οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας 518 Τριάδος. Ἐκβαλόντες δὲ καὶ γυναῖκα ἐγκλειστὴν οὖσαν πλησίον τῆς ξηροκέρκου πόρτης, εἰς ἣν ὁ βασιλεὺς εἶχε πίστιν καὶ ταύτην ἀνεῖλον. Τὸ δὲ σῶμα αὐτῆς συνδήσαντες μετὰ τοῦ προλεχθέντος ἡγουμένου καὶ σύραντες, ἔκαυσαν εἰς τὰ Στουδίου. [] Ἐφ’ ὧν χρόνων καὶ Μούνδαρος ὁ τῶν Σαρακηνῶν φύλαρχος βαπτισθεὶς ὑπὸ τῶν ὀρθοδόξων ἐν Συρίᾳ, Σευῆρος ἐπισκόπους ἀπέστειλε πρὸς τὸν βασιλέα θέλων αὐτῷ μεταδοῦναι τῆς οἰκείας αἱρέσεως, ὧν τοῦ δόγματος αἰσθόμενος, ἔφη μετὰ πανουργίας· Ἐδεξάμην γράμματα σήμερον, ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος ἐτελεύτησε. Τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο, ἀπεκρίθη· Καὶ πῶς, φησὶν, Θεὸς γυμνὸς ἐσταυρώθη καὶ ὑμᾶς, εἰ μὴ ἐκ δύο φύσεων ἦν ὁ Χριστὸς, εἴγε μηδὲ ἄγγελος ἀποθνήσκει; Ὅπερ ἀκούσαντες καὶ σφόδρα καταπλαγέντες ἀνεχώρησαν μετ’ αἰσχύνης. [] Ἀναστάσιος δὲ εἶδε καθ’ ὕπνους φοβερόν τινα τῇ χειρὶ κατέχοντα κώδικα (γεγραμμένον καὶ ἀναγινώσκοντα). Καὶ ἀναπτύξας (ε φῦλλα τοῦ κώδικος) ἀναγνοὺς τὸ ὄνομα τοῦ βασιλέως εἶπεν αὐτῷ·
Ἰδοὺ, διὰ τὴν ἀπιστίαν σου ἀπαλείφω ιδ ἔτη (τῆς ζωῆς σου). Καὶ (τῷ ἰδίῳ δακτύλῳ) ἀπήλειψε. [] Καὶ μετὰ δύο ἡμέρας βροντῶν καὶ ἀστραπῶν ἐν τῷ παλατίῳ γενομένων καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ ἀπὸ τόπου εἰς τόπον [φεύγοντος], ἐν ἑνὶ τῶν κοιτωνίσκων τῷ λεγομένῳ Ὡᾶτον ἀπελάβετο τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ ῥίψασα αὐτὸν κατέῤῥηξεν, ὥστε αἰφνίδιον εὑρεθῆναι νεκρόν. [] Φασὶ δὲ αὐτὸν μετὰ τὸ ταφῆναι, μεθ’ ἡμέρας τινὰς βοᾷν· Ἐλεήσατέ με, καὶ ἀνοίξατε. Τῶν (μνημοραλίων) δὲ εἰπόντων, ὅτι ἄλλος βασιλεύει, ἔφη (ἐκεῖνος)· Οὐδέν μοι μέλει· 519 εἰς μοναστήριον ἀπαγάγετέ με· Οἱ δὲ εἴασαν αὐτόν. Λέγεται δὲ μετ’ οὐ πολὺ τὸ μνῆμα ἀνοιγῆναι καὶ εὑρεθῆναι αὐτὸν [ὑπὸ πείνης] φαγόντα τὰς σάρκας τῶν βραχιόνων αὐτοῦ καὶ τὰ καλίγια ἃ ἐφόρει. [] Ἐν δὲ Ἀλεξανδρείᾳ πλεῖστοι ἄνδρες καὶ γυναῖκες καὶ παῖδες πληγέντες ὑπὸ δαιμόνων, ἀθρόως ὑλάκτουν. [] Ἔτι περιὼν τῷ βίῳ, εἶδε καθ’ ὕπνους φοβερὸν λέγοντα (αὐτῷ)·
PG 110:767Διὰ τοὺς ἀναθεματισμοὺς τῆς συνόδου ταῦτα πάσχουσι δίκαιοι. [] Καὶ Οὔννοι καὶ οἱ λεγόμενοι Ἴβηρες περάσαντες τὰς Κασπίας πύλας, πᾶσαν [β) τὴν Ἀρμενίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν καὶ Πόντον ἐξήλειψαν. [] Ἐν Νεοκαισαρείᾳ δὲ σεισμοῦ γενέσθαι μέλλοντος ἄνθρωπός τις ὁδεύων (ἐπὶ τὴν πόλιν) εἶδε στρατιώτας προάγοντας καὶ ἕτερον ὄπισθεν κράζοντα· Τὸν οἶκον τοῦ θαυματουργοῦ Γρηγορίου φυλάξατε. Καὶ τοῦ σεισμοῦ γενομένου, τὸ μὲν πλεῖστον τῆς πόλεως ἔπεσεν, ὁ δὲ ναὸς τοῦ ἁγίου ἐσώθη. [] Καὶ ἐν Ἀντιοχείᾳ χρυσοχόος ἐφάνη τις πλάνος ὑποδεικνύων τοῖς ἀργυροπράταις χεῖρας χρυσᾶς ἀνδριάντων καὶ πόδας καὶ ἄλλα τινὰ σκεύη λέγων, ὅτι· Θησαυρὸν εὗρον μεστὸν τοιούτων. Καὶ πολλοὺς ἀπατήσας καὶ χρήματα πλεῖστα λαβὼν, ἦλθεν ἐν ΚΠ. φεύγων, ἐν ᾗ πολλοὺς ὡσαύτως δειλιάσας, 520 προσῆλθε καὶ τῷ βασιλεῖ ὁλόχρυσον καὶ διάλιθον χαλινὸν προσκομίσας, ὃν ὁ βασιλεὺς λαβὼν ἔφη πρὸς αὐτόν· Ὄντως ἐμὲ οὐκ ἀπατᾷς. Καὶ (μαστιγώσας αὐτὸν πολλὰ, δέσμιον) εἰς (τὴν Πέτραν εἰς τὸ τῆς Ἀσίας) φρούριον ἐξώρισεν, ἐν ᾧ καὶ ἐτελεύτησε. ΣΙΔ. Περὶ τῆς βασιλείας Κωάδου.

Chapter CCXXCaput CCXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ Κωάδης ὁ βασιλεὺς Περσῶν ἔν τινι φρουρίῳ τῶν ἐκεῖσε μαθὼν ὡς λίθους τιμίους ἀποκεῖσθαι ἐν αὐτῷ, βουλόμενος αὐτοὺς ἀνελέσθαι, ἐκωλύετο παρὰ τῶν αὐτόθι οἰκούντων δαιμόνων. Πᾶσαν τοίνυν μαγείαν ἐπιδειξαμένων τῶν θεραπευτῶν αὐτοῦ καὶ μηδὲν ἰσχυσάντων, ἦλθε διὰ τῶν Ἰουδαίων· ἀποτυχὼν κἀκεῖθεν συνεβουλεύθη διὰ τῶν χριστιανῶν καταργῆσαι τοὺς δαίμονας· ὁ δὲ τῶν ἐν Περσίδι Χριστιανῶν ἐπίσκοπος ἐπὶ τὸ αὐτὸ σύναξιν ἐπιτελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβὼν (καὶ τοῖς συνοῦσι χριστιανοῖς μεταδοὺς καὶ τῷ σημείῳ τοῦ σταυροῦ διώξας τοὺς δαίμονας) τῷ Κωάδῃ τὸ φρούριον ἀπέδωκεν. [] Ὃς καταπλαγεὶς (πάνυ καὶ φοβηθεὶς) προκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Ἰουδαίων καὶ Μανιχαίων προτιμωμένων, καὶ ἄδειαν δέδωκε τοῖς χριστιανοῖς καὶ τοῖς χριστιανίζειν ἐθέλουσι (καὶ μέντοι καὶ τοὺς χριστιανοὺς ἀγαπήσας ἔκτοτε μεγάλως. 521 ΣΙΕ. Περὶ τοῦ Εὐφημίου τοῦ πρεσβυτέρου.
PG 110:769Εὐφήμιος δέ τις πρεσβύτερος καὶ πτωχοτρόφος Νεαπόλεως τῆς κειμένης ἐν τῷ Ἀνάπλῳ προχειρίζεται ἐπίσκοπος ΚΠ ὃς ἅμα τῇ χειροτονίᾳ, πρὶν ἢ ἀνελθεῖν εἰς τὸ σύνθρονον, ἐκ τῶν ἱερέων διπτύχων ἀπήλειψε Πέτρου τοῦ Μογγοῦ τὸ ὄνομα ταῖς ἰδίαις χερσίν· καὶ οὕτως εἰς τὸν ἐπισκοπικὸν θρόνον ἐκάθισεν. Οὗτος δὲ ὁ Μογγὸς Ἀλεξανδρείας μὲν ἦν ἐπίσκοπος, αἱρετικὸς δὲ ὢν διάπυρος. [] Εὐφήμιος δὲ ζηλωτὴς ἦν τῆς ὀρθοδόξου πίςτεως καὶ τοὺς ἐναντίους ἐδίωκεν, ὧν πρῶτος ἦν Ἀναστάσιος ὁ τότε σιλεντιάριος, ὕστερον δὲ βασιλεὺς γενόμενος, ὃν τὰ Εὐτυχοῦς μαθὼν φρονοῦντα καὶ ὀχλοποιοῦντα, ἰδὼν τὴν καθέδραν αὐτοῦ τὴν ἐν τῇ ἐκκλησίᾳ ἀνέτρεψεν καὶ αὐτῷ χαλεπῶς ἀπειλῶν ἐδήλωσε, εἰ μὴ τὰ τῆς ἡσυχίας ἄγοι, τὴν κεφαλὴν ἀποκείρειν καὶ τοῖς δήμοις θριαμβεύειν· καὶ βασιλεῖ δὲ τὰ κατ’ αὐτὸν ἐγνώρισεν καὶ ἐξουσίαν τὴν κατ’ αὐτοῦ ἔλαβεν. [] Ὡς δὲ Ζήνων ὁ βασιλεὺς ἐτελεύτησεν, ἀναγορεύεται εἰς βασιλέα ὑπὸ Ἀριάδνης τῆς Αὐγούστης Ἀναστάσιος ὁ σιλεντιάριος, περὶ οὗ ἀντέστη Εὐφήμιος ὁ ἐπίσκοπος, αἱρετικὸν καλῶν καὶ τῶν Χριστιανῶν ἀνάξιον.
Ἀριάδνης [α) δὲ καὶ τῶν τῆς συγκλήτου συναινεῖν ἀναγκαζόντων Εὐφήμιον, οὐκ ἄλλως τοῦτο ποιῆσαι ἠνέσχετο εἰ μὴ ὁμολογίαν ἔγγραφον παρ’ αὐτοῦ ἐκομίσατο, ὡς εἰς ὅρον πίστεως δέχεται τὰ ἐν Καλχηδόνι δογματισθέντα. [] Τῇ δὲ ὁμολογίᾳ αὐτοῦ βεβαίως τὸν Εὐφήμιον ἠπάτησε βασιλεύς. Μανιχαῖοι δὲ καὶ Ἀρειανοὶ ἔχαιρον Ἀναστασίῳ, Μανιχαῖοι 522 μὲν ὡς τῆς μητρὸς αὐτοῦ ζηλωτρίας οὔσης αὐτῶν, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον τὸν θεῖον πρὸς μητρὸς Ἀναστασίου ὁμόδοξον ἔχοντες. [] Πολλὰ δὲ τῶν Ἰσαύρων ἄτοπα καὶ ἀπανθρώπινα τολμώντων ἐν ΚΠ., Ἀναστάσιος ἅπαντας τῆς βασιλίδος ἐξέβαλε· οἱ δὲ ἐξελθόντες πρὸς τυραννίδα ὥρμησαν καὶ ἕως τοῦ Κοτυαίου ἐξέδραμον, καθ’ ὧν ὁ βασιλεὺς στρατὸν ἐξέπεμψε καὶ Ἰωάννην τὸν κυρτὸν ἀνεῖλεν. [] Τοῦ δὲ πολέμου ἐπὶ ε ἔτη κρατήσαντος, Ἀναστάσιος ἀποκαμὼν ἐθάῤῥησεν Εὐφημίῳ τῷ ἐπισκόπῳ, ὡς εἰρήνης ἐφίεται, καὶ συναγαγεῖν τοὺς ἐνδημοῦντας τῶν ἐπισκόπων προσέταξεν ὑπὲρ τῶν Ἰσαύρων παρακαλεῖν. Εὐφήμιος δὲ ἐξήγαγε τὸ λεχθὲν πρὸς Ἰωάννην πατρίκιον ἀδελφὸν Ἀθηνοδώρου, ἑνὸς τῶν ἐξάρχων τῶν Ἰσαύρων.
PG 110:771[] Ὁ δὲ δραμὼν πάντα ἀπαγγέλλει τῷ βασιλεῖ, ὅπερ εἰς ἔχθραν τὸν βασιλέα κατὰ Εὐφημίου ἐξώπλισε μείζονα. [] Ἀναστάσιος δὲ βασιλικώτερον κινηθεὶς κατὰ τῶν Ἰσαύρων, τούτους κατὰ κράτος ἐνίκησε, καὶ πέμψας πρὸς Εὐφήμιον Εὐσέβιον τὸν μάγιστρον αὐτοῦ δηλοῖ αὐτῷ· Αἱ εὐχαί σου, κύριε ὁ μέγας, τοὺς φίλους σου ἠσβόλωσαν. [] Ἀναστάσιος δὲ ὁ βασιλεὺς ἐπιβουλὰς τῶν Ἰσαύρων ἐπιγράψας Εὐφημίῳ καὶ ὡς εἴη γράμματα πεπομφὼς τοῖς τυράννοις, συνήγαγε τοὺς ἐπιδημοῦντας ἐπισκόπους, οἵτινες βασιλεῖ χαριζόμενοι, ἀκοινωνησίᾳ καὶ καθαιρέσει τὸν ἄνδρα ἠμείψαντο. [] Καὶ προχειρίζεται εἰς ἐπίσκοπον ὁ βασιλεὺς Μακεδόνιον πρεσβύτερον τῆς ἐκκλησίας καὶ σκευοφύλακα. [] Οἱ μέντοι λαοὶ δι’ Εὐφήμιον ἐστασίαζον, ἐν οἷς εἰς τὸν ἰππόδρομον ἔδραμον λιτανεύοντες· ἀλλ’ οὐδὲν ὤνησαν· τοῦ γὰρ βασιλέως ἐνίκα ἡ ἔνστασις. 523 [] Εὐφήμιον δὲ ὁ βασιλεὺς εἰς Εὐχάϊτας περιορισθῆναι προσέταξεν. Ὁ δὲ λόγον ᾔτησε διὰ Μακεδονίου λαβεῖν ἀπαθείας, ὡς ἐπιβουλῆς χωρὶς κατὰ τὸν τόπον ἀπάγεται.
Ἐπιτραπεὶς δὲ τὸν λόγον δοῦναι, ὁ Μακεδόνιος ἐπαινετόν τι σκεψάμενος, ἐν τῷ βαπτιστηρίῳ τοῦ Εὐφημίου ὄντος, τὸ ὠμοφόριον τὸ ἐπισκοπικὸν αὐτοῦ ἀφαιρεθῆναι προςέταξε. Καὶ οὕτως εἰσελθὼν πρὸς τὸν Εὐφήμιον, δανεισάμενος δὲ χρήματα, παρέσχε τῷ Εὐφημίῳ καὶ τοῖς σὺν αὐτῷ. [] Μακεδόνιος δὲ ἀσκητὴς ἦν ἱερὸς, ὡς ὑπὸ Γενναδίου τραφεὶς, οὗ καὶ ἀδελφιδοῦς ἐτύγχανε. [] Διὰ γοῦν τὸ μὴ ὑπακούειν τῇ αἱρέσει τοῦ βασιλέως, πολλὰ δεινὰ ἐνεδείξατο· φασὶ γὰρ τελευτήσαντος Μακεδονίου ἐν ἐξορίᾳ φοβερόν τι συμβῆναι· νεκρὸν γὰρ ὄντα [καὶ ἐν κραββάτῳ τεθειμένον, βλεπόντων πάντων] σφραγίσασθαι τῷ σταυρῷ. [] Ἐπὶ αὐτοῦ εἰσῆλθεν ὁ μέγας Σάβας ἐν ΚΠ. τὸ πρῶτον, καὶ τὸ δεύτερον ἐπὶ Ἰουστινιανοῦ. [] Ἐπὶ τοῦ αὐτοῦ βασιλέως Ἀναστασίου Δευτέριος ἐπίσκοπος Βυζαντίου Ἀρειανὸς, Βάρβαρόν τινα βαπτίζων, ἐτόλμησεν εἰπεῖν· Βαπτίζεται ὁ δεῖνα εἰς ὄνομα Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Καὶ ἐξηράνθη εὐθέως ἡ κολυμβήθρα. Ὁ δὲ Βάρβαρος ἔμφοβος γενόμενος (γυμνὸς) ἔφυγεν, ὡς ἐξ αὐτοῦ πᾶσι γνωσθῆναι τὸ θαῦμα.
PG 110:773[] Καὶ δύο πάλιν ἐπισκόπων [β) ἀμφισβητούντων ἐπὶ Ἀναστασίου, ὀρθοδόξου καὶ Ἀρειανοῦ, καὶ τοῦ Ἀρειανοῦ διαλεκτικοῦ ὄντος, τοῦ δὲ ὀρθοδόξου θεοσεβοῦς καὶ πιστοῦ, ὁ ὀρθόδοξος προὔτεινεν ὥστε, ἀφειμένους τῶν λόγων, εἰς πυρὰν εἰσελθεῖν, καὶ οὕτως δειχθῆναι τὸν εὐσεβέστερον. Τοῦ δὲ Ἀρειανοῦ παραιτησαμένου, αὐτὸς εἰσελθὼν ἀπὸ τοῦ πυρὸς διελέγετο καὶ ἀπαθὴς ἐφυλάττετο. 524 ΣΙ. Βασιλεία Ἰουστίνου τοῦ Θρᾳκός. Μετὰ Ἀναστάσιον ἐβασίλευσεν Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θ, ἄριστος ἐν πολέμῳ καὶ ζηλωτὴς θερμὸς τῆς ὀρθοδόξου πίστεως. [] Οὗτος καὶ Βιταλιανὸν τὸν προῤῥηθέντα ᾠκειώσατο καὶ στρατηλάτην ἐτίμησεν καὶ παῤῥησίαν ἔχειν πρὸς αὐτὸν ἐποίησεν. [] Ἐδολοφονήθη δὲ Βιταλιανὸς παρὰ τῶν Βυζαντίων μηνιώντων διὰ προειρημένης ἐπαναστάσεως. [] Ἀμάντιον δὲ τὸν πραιπόσιτον (ὃς τὸν ναὸν τοῦ Ἁγίου Θωμᾶ ᾠκοδόμησε καὶ ἐκόσμησε, λέγεται χρήματα δεδωκέναι αὐτῷ τῷ Ἰουστίνῳ, ὄντι κόμητι ἐξκουβιτόρων ἐπὶ Ἀναστασίου, ὅπως Θεόκριτον τὸν ἀνεψιὸν αὐτοῦ ἀναγορεύσῃ εἰς βασιλέα. Τοῦτον) ἀνεῖλεν Ἰουστῖνος καὶ τοὺς τὴν ἀνταρσίαν σὺν αὐτῷ μελετήσαντας καὶ τὴν βασιλείαν αὐτὸς κατέσχεν.
[] Ἐπὶ αὐτοῦ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν (καὶ τοὺς) ἐν Νέγρᾳ τῇ πόλει ἐπράχθη καὶ τὰ κατὰ τῶν Ὁμηριτῶν δι’ Ἐλεσβαὰν τοῦ βασιλέως τῶν Αἰθιόπων. [] Ἐτυπώθη δὲ ἐπὶ αὐτοῦ τὸ ἑορτάζειν ἡμᾶς τὴν τῆς Ὑπαπαντῆς ἑορτήν. [] Καὶ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης φαίνων ἐπὶ ἡμέρας καὶ νύκτας κζ. [] Γέγονε δὲ καὶ σεισμὸς φοβερώτατος· καὶ ἡ μὲν ΚΠ. ἐν διαφόροις τόποις ἀπέλαβεν, ἡ δὲ μεγάλη Ἀντιόχεια 525 πάθος ἔπαθεν ἀνεκδιήγητον ὡς καταποθῆναι πᾶσαν σχεδὸν τὴν πόλιν καὶ τάφον γενέσθαι τῶν οἰκητόρων. Τινὲς δὲ καταχωσθέντες καὶ ἔτι ζῶντες ὑπὸ τὴν γῆν ἔκραζον. Καὶ ἐξελθὸν πῦρ ἀπὸ τῆς γῆς τούτους κατέφλεξε. (Ὁμοίως) καὶ ἕτερον πῦρ ἐκ τοῦ οὐρανοῦ κατήρχετο καθάπερ σπινθῆρες, καὶ κατέκαιεν ὥσπερ ἀστραπὴ τὸν εὑρισκόμενον. [] Ἡ δὲ Πομπηιούπολις τῆς Μυσίας διαῤῥαγεῖσα μέσον, καὶ τὸ ἥμισυ καταποθὲν μετὰ τῶν οἰκητόρων, ἔκραζον ὑπὸ τὴν γῆν ἐλεηθῆναι ζητοῦντες· καὶ διέμεινεν ἡ γῆ σειομένη ἐνιαυτὸν ὅλον.
PG 110:775[] Καὶ γυνή τις ἀνεφάνη γιγαντιαῖα ἐκ Κιλικίας οὖσα, ὑπερέχουσα τῇ ἡλικίᾳ ἅπαντα ἄνθρωπον μακρὸν πῆχυν ἕνα καὶ πλατεῖα (ἦν) σφόδρα, ὥστε θαυμάζειν τοὺς ὁρῶντας αὐτήν· καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ οἴκοις ἐδίδουν αὐτῇ ἀνὰ ὀβολοῦ. [] Ὁ αὐτὸς βασιλεὺς πολλὰ ἐφιλοφρονήσατο τὴν πόλιν Ἀντιόχειαν πρὸς οἰκοδομὴν καὶ τοὺς ἐν αὐτῇ ζῶντας ὑπολειφθέντας. Τοσοῦτον δὲ ἐπ’ αὐτὴν ἤλγησεν, ὡς καὶ τὸ διάδημα ἀποθεῖναι καὶ τὴν πορφύραν καὶ σάκκον καὶ σποδὸν περιβαλέσθαι καὶ πενθῆσαι ἐπὶ πολλὰς ἡμέρας. [] Ἐτελεύτησε δὲ καταλιπὼν τὴν βασιλείαν Ἰουστινιανῷ τῷ ἀνεψιῷ. [] Ἰουστῖνος ἀνεκαλέσατο πάντας (ἱερεῖς καὶ ἄνδρας 526 εὐσεβεῖς καὶ ὀρθοδόξους) οὓς Ἀναστάσιος ἀδίκως ἐξώρισεν. [] Ἐπὶ αὐτοῦ Ἔδεσα πόλις, Σκιρτοῦ ποταμοῦ μέσον αὐτῆς διερχομένου καὶ πλοῦτον καὶ τέρψιν αὐτῇ παρεχομένου, πλημμυρήσας ταύτην σὺν τοῖς συνοίκοις ἐπόντισεν. Μετὰ δὲ τὸ παύσασθαι τὰ ὕδατα [α) πλὰξ λιθίνη εὑρέθη ἐν τῇ τοῦ ποταμοῦ ὄχθῃ ἱερογλυφικοῖς γράμμασιν ἐγκεκολαμμένη περιέχουσιν οὕτως·
Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα (πόλει καὶ) πολίταις. [] Εὐλαλίου τινὸς ἀπὸ πλουσίων πένητος τελευτήσαντος καὶ γράψαντος ἐν διαθήκῃ Ἰουστῖνον κληρονόμον καὶ παρακελευσαμένου ὥστε τὰς γ θυγατέρας αὐτοῦ μικρὰς καταλειφθείσας ἀναθρέψαι καὶ ἐκπροικίσαι τὸν βασιλέα καὶ πάντα αὐτοῦ τὰ χρέα δοῦναι τοῖς χρεωφειλέταις καὶ τὰ γραμματεῖα (αὐτοῦ) ἀναῤῥύσασθαι, ἅπερ πάντα βασιλικῶς Ἰουστῖνος ἐξέστειλε, καταπλήξας ἐν τούτῳ ἅπαντα ἀκούσαντα ἄνθρωπον. ΣΙΖ. Βασιλεία Ἰουστινιανοῦ. Μετὰ Ἰουστῖνον ἐβασίλευσεν Ἰουστινιανὸς ὁ ἀνεψιὸς αὐτοῦ, ἔτη λθ· ὃς ἀνακαινίσας τὴν Μεγάλην ἐκκλησίαν τὴν Ἁγίαν Σοφίαν εἰς κάλλος καὶ μέγεθος, πρότερον κτισθεῖσαν ὑπὸ Κωνσταντίου, υἱοῦ Κωνσταντίνου τοῦ Μεγάλου, παρέδωκε καὶ τροπάριον ἐν τῇ ἐκκλησίᾳ ψάλλεσθαι, οὗ ἡ ἀρχή· Ὁ μονογενὴς Υἱὸς καὶ λόγος τοῦ Θεοῦ. 527 Οὗτος ἐποίησε καὶ τὰς νεαρὰς διατάξεις, ἐκφωνήσας καὶ τύπον περί τε ἐπισκόπων καὶ ξενοδόχων καὶ οἰκονόμων καὶ ὀρφανοτρόφων, ὥστε μὴ κληρονομεῖσθαι πλὴν ἃ πρὸ τοῦ γενέσθαι ἐκέκτηντο.
PG 110:777[] Ἡ δὲ Ἀντιόχεια σειομένη οὐκ ἐπαύετο μέχρις οὗ ἐφάνη θεοσεβεῖ ἀνθρώπῳ γράψαι εἰς τὰ πρόθυρα τῶν φλιῶν· Χριστὸς μεθ’ ἡμῶν· στῆτε. Ἔστη δὲ ἡ ὀργὴ τοῦ Θεοῦ, καὶ ἔκτοτε ἐκλήθη ἡ πόλις Θεούπολις. [] Καὶ ἡ Ὑπαπαντὴ μετηνέχθη καὶ ἔλαβεν ἀρχὴν ἑορτάζεσθαι Φεβρουαρίῳ μηνὶ εἰς τὴν β, γενομένη πρότερον τῇ ιδ τοῦ αὐτοῦ μηνὸς, ἥτις οὐκ ἔστιν ἐναριθμουμένη ταῖς Δεσποτικαῖς ἑορταῖς. Ὁ γὰρ θεῖος Χρυσόστομος οὕτω λέγει· Ἐποίησεν ὁ Θεὸς τὰ ἔργα αὐτοῦ πάντα, καθὼς γέγραπται, τῇ δὲ ζ κατέπαυσεν· διὸ καὶ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ὁ τοῦ Θεοῦ Λόγος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς εὐδόκησεν καὶ ἐνανθρωπήσας τὸν αὐτὸν τρόπον κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν τῆς κοσμοποιίας τὰς ἑορτὰς παρέδωκεν ἡμῖν τῆς αὐτοῦ οἰκονομίας· καὶ πρώτη μέν ἐστι καὶ ῥίζα τῶν ἑορτῶν τοῦ Χριστοῦ ἡ κατὰ σάρκα ἐκ τῆς Παρθένου Μαρίας μετὰ τὴν σύλληψιν Γέννησις· δευτέρα δὲ ἡ Ἐπιφάνεια, τρίτη δὲ ἡ τοῦ σωτηρίου Πάθους ἡμέρα, τετάρτη ἡ ὑπερένδοξος Ἀνάστασις, καθ’ ἣν ἐν τοῖς καταχθονίοις γενόμενος ὁ Σωτὴρ καὶ Λυτρωτὴς πάντων συνανέστησεν ἑαυτῷ τοὺς δικαίους καὶ τοὺς πιστεύσαντας·
ε δὲ ἡ πρὸς οὐρανοὺς Ἀνάληψις αὐτοῦ ὡς καὶ ἐν ε τῆς ἑβδομάδος ἐγένετο ἡμέρᾳ· 2 ἡ τῆς ἐπιφοιτήσεως ἡμέρα τοῦ ἁγίου Πνεύματος, ζ δὲ ἡ προσδοκωμένη τῆς καθολικῆς ἀναστάσεως τῶν νεκρῶν μεγάλη καὶ ἀδιάδοχος ἡμέρα. Τότε γὰρ ἑορτάσουσιν ὄντως μετὰ πολλῆς χαρᾶς καὶ εὐφροσύνης οἱ μέλλοντες 528 κληρονομεῖν ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ταῦτα μὲν ὁ Χρυσόστομος. [] Μετὰ δὲ ταῦτα ἐπὶ τῆς βασιλείας Ἰουστινιανοῦ ἐξελθοῦσα ἡ θάλασσα ἐκ τῶν ὁρίων αὐτῆς ἐπὶ μίλια γ πρὸς τὰ μέρη τῆς Θρᾴκης χωρία πολλὰ καὶ προάστεια ἐξαφανίσασα, ἀνθρώπους δὲ ἀναριθμήτους ἀποπνίξασα, πάλιν ὑπέστρεψε. [] Καὶ ὁ δῆμος ἀντάρας τὸ λεγόμενον πρασινοβένετον καὶ πολλὴν ἀταξίαν καὶ ἁρπαγὴν καὶ σφαγὴν καὶ ἐμπρησμὸν ἐν τῇ πόλει ποιήσαντες, [β) ἀναγορεύουσι βασιλέα Ὑπάτιον ἐν τῷ ἱππικῷ. Πολλοῦ δὲ λαοῦ συνδραμόντος καὶ τοῦ ἱππικοῦ πληρωθέντος, προσέταξεν Ἰουστινιανὸς τὸν λαὸν αὐτοῦ καὶ τὸν στρατόν.
PG 110:779Καὶ οἱ μὲν ἄνωθεν, οἱ δὲ κάτωθεν τοῦ καθίσματος τοξεύοντες, ἀπέκτειναν χιλιάδας λ, ἐν οἷς καὶ τὸν Ὑπάτιον χειρωσάμενος ἀνεῖλεν ὡς βασιλικὸν διάδημα φορέσαντα. ΣΙΗ. Περὶ τῆς ε συνόδου. Καὶ ἡ ε γέγονε σύνοδος τῶν ρξε Πατέρων ἔτει τῆς αὐτοῦ βασιλείας Ἰουστινιανοῦ φημὶ τοῦ Μεγάλου κ ἐπὶ Βιγιλίου τοῦ ἁγιωτάτου. πάπα Ῥώμης διὰ λιβέλλου τὴν ὀρθὴν πίστιν κυροῦντος, ἧς ἡγοῦντο Εὐτύχιος ΚΠ, Ἀπολινάριος Ἀλεξανδρείας, Δόμνος Ἀντιοχείας, (Στέφανος ἐπίσκοπος Ῥαφίας, Γεώργιος ἐπίσκοπος τῆς Τιβεριωτῶν πόλεως), τοποτηρητήσαντες δὲ Εὐτυχίου Ἱεροσολύμων, κατ’ Ὠριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δόγματα διαδεξαμένων, Διδύμου καὶ Εὐαγρίου τῶν πάλαι ἀκμασάντων 529 καὶ τῶν ἐκτεθέντων παρ’ αὐτοῖς κεφαλαίων, ἐν οἷς ἐληρώδουν προϋπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἐξ Ἑλληνικῶν ὁρμώμενοι δογμάτων, τὴν μετεμψύχωσιν δοξάζοντες καὶ τέλος εἶναι τῆς κολάσεως καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστασθαι τὰ αὐτὰ ἐν τῇ ἀναστάσει, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, τὸν παράδεισον ἀλληγοροῦντες καὶ μή (τε) γεγενῆσθαι μήτε εἶναι ἀπὸ Θεοῦ αἰσθητὸν παράδεισον, μήτε (δὲ) ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ·
ἅτινα δόγματα ἕως χρόνου τὸ πλέον ἐκρύπτετο, εἰς πλῆθος δὲ ἐπιδιδόντα καὶ πολλὰ τὴν Ἐκκλησίαν λυμαινόμενα, τηνικαῦτα στηλιτευθέντα ἀνεθεματίσθησαν. [] Ἔτι δὲ καὶ κατὰ Θεοδώρου τοῦ Μόψου ἑστίας, διδασκάλου γεγονότος Νεστορίου τοῦ ἰουδαιόφρονος ἀνεθεμάτισαν μετὰ τῆς λεγομένης Ἴβα ἐπιστολῆς, καί τινων συγγραμμάτων Θεοδωρήτου τοῦ ἐπισκόπου Κύρου συγγραφέντων κατὰ τῶν ιβ κεφαλαίων τοῦ μακαρίου Κυρίλλου. [] Τὸ δὲ γράμμα τοῦ βασιλέως πρὸς τὴν σύνοδον περιεῖχεν οὕτως· Περὶ μὲν οὖν Ὠριγένους καὶ τῶν ὁμοφρόνων αὐτοῦ σπουδὴ γέγονεν ἡμῖν καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ Θεοῦ (καθολικὴν) καὶ ἀποστολικὴν Ἐκκλησίαν διαφυλάττεσθαι καὶ τὰ ὅπως οὖν ἀναφυόμενα τῇ ὀρθοδόξῳ πίστει ἐναντία κατακρίνεσθαι. Ἐπεὶ τοίνυν διέγνωσται ἡμῖν ὥς τινες ἐν Ἱεροσολύμοις εἰσὶ μοναχοὶ δήπουθεν Πυθαγόρᾳ, καὶ Πλάτωνι, καὶ Ὠριγένει τῷ (καὶ) Ἀδαμαντίῳ, καὶ τῇ τούτων δυσσεβείᾳ καὶ πλάνῃ κατακολουθοῦντες καὶ διδάσκοντες, δεῖν ᾠήθημεν φροντίδα καὶ ζήτησιν ποιήσασθαι περὶ τούτων, ἵνα μὴ τέλειον διὰ τῆς Ἑλληνικῆς καὶ Μανιχαϊκῆς ἀπάτης αὐτῶν πολλοὺς ἀπολέσωσι·
PG 110:781λέγουσι γὰρ, ἵνα ἐκ τῶν πολλῶν ὀλίγα μνημονεύσωμεν, ὅτι νόες ἦσαν δίχα παντὸς ἀριθμοῦ τε καὶ ὀνόματος, ὡς ἑνάδα πάντων εἶναι τῶν λογικῶν τῇ ταυτότητι τῆς οὐσίας καὶ ἐνεργείας καὶ τῇ δυνάμει τῇ πρὸς Θεὸν Λόγον ἑνώσει τε καὶ γνώσει· καὶ ὡς κόρον αὐτῶν λαβόντων τῆς θείας ἀγάπης καὶ θεωρίας, 530 κατ’ ἀναλογίαν τῆς ἐπὶ τὸ χεῖρον ἑκάστου τροπῆς λεπτομερῆ τε ἢ παχύτερα σώματα ἀμφιάσασθαι καὶ ὀνόματα κληρώσασθαι, κἀντεῦθεν τὰς οὐρανίους καὶ λειτουργικὰς ὑποστῆναι δυνάμεις· ἀλλὰ μὴν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας καὶ αὐτὰ τῆς αὐτῆς τῶν [α) λογικῶν ἑνάδος ὄντα, [ἐκ τῆς] ἐπὶ τὸ χεῖρον τροπῆς τοῦτο γεγονέναι ὅπερ εἰσί· τὰ δὲ ἐπὶ πλεῖον τῆς θείας (ἀγάπης) ἀποψυγέντα λογικὰ ψυχὰς ὀνομασθῆναι καὶ σώμασι παχυτέροις τοῖς καθ’ ἡμᾶς ἐμβληθῆναι· τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδοθῆναι σώμασι, καὶ δαίμονας γεγονέναι τε καὶ ὀνομασθῆναι· καὶ ὅτι ἐξ ἀγγελικῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κατάστασις, ἐκ τῆς ψυχικῆς δαιμονιώδης τε καὶ ἀνθρωπίνη·
ἕνα δὲ νοῦν ἐκ πάσης τῆς ἑνάδος τῶν λογικῶν ἀκλόνητον μεῖναι καὶ ἀκίνητον τῆς θείας ἀγάπης καὶ θεωρίας, ὡς καὶ (ὁ) Χριστὸς βασιλεὺς καὶ ἄνθρωπος γεγονέναι· καὶ ὅτι παντελὴς ἔσται τῶν σωμάτων ἀναίρεσις, αὐτοῦ τοῦ Κυρίου πρώτου ἀποτιθεμένου τὸ ἴδιον σῶμα καὶ τῶν λοιπῶν ἁπάντων, καὶ ὅτι ἀνακομίζονται πάλιν ἅπαντες εἰς τὴν ἑαυτῶν ἑνάδα καὶ γίνονται νόες, καθὰ καὶ ἐν τῇ προϋπάρξει ἐτύγχανον, ἀποκαθισταμένων δηλονότι καὶ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν λοιπῶν δαιμόνων εἰς τὴν αὐτὴν ἑνάδα καὶ τῶν ἀσεβῶν καὶ ἀθέων ἀνθρώπων μετὰ τῶν θείων καὶ θεοφόρων ἀνδρῶν καὶ τῶν οὐρανίων δυνάμεων καὶ τὴν αὐτὴν ἑξόντων ἕνωσιν πρὸς τὸν Θεὸν ὁποίαν ἔχει καὶ ὁ Χριστὸς, καθὼς καὶ προϋπῆρχον, ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ Χριστῷ πρὸς τὰ λοιπὰ λογικὰ παντελῶς, οὔτε τῇ οὐσίᾳ, οὔτε τῇ γνώσει, οὔτε τῇ δυνάμει, οὔτε τῇ ἐνεργείᾳ.
Ὁ γὰρ Πυθαγόρας ἀρχὴν τῶν πάντων ἔφησεν εἶναι τὴν μονάδα, καὶ πάλιν Πυθαγόρας καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσωμάτων εἰπόντες καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν, ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα ἐκάλεσεν, ὡς ἐν τούτῳ τῆς ψυχῆς δεδεμένης καὶ τεθαμμένης· (σῆμα γὰρ τὸ μνῆμα). Εἶτα 531 περὶ τῆς ἐσομένης κρίσεως καὶ ἀνταποδόσεως τῶν ψυχῶν αὖθίς φησιν· Ἡ μὲν παιδεραστήσαντος καὶ κακῶς βιώσαντος μετὰ φιλοσοφίας ψυχὴτρίτῃ περιόδῳ τῇ χιλιετεῖ ἐᾶται κολασθεῖσα καὶ οὕτω πτερωθεῖσα τῷ χιλιοστῷ ἔτει (ἐκβάλλεται καὶ) ἀπέρχεται· αἱ δὲ ἄλλαι ὁπόταν τόνδε τὸν βίον τελέσωσιν, αἱ μὲν εἰς τὰ ὑπὸ τῆς γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην ἅμα καὶ λόγον τίσουσιν· αἱ δὲ εἰς τὸν οὐρανὸν τινὰ τρόπον κουφισθήσονται καὶ ὑπὸ τῆς δίκης διάξουσιν καθὼς ἐβίωσαν. Οὗ τὴν ἀτοπίαν τοῦ λόγου καταμαθεῖν ῥᾴδιον· τίς γὰρ αὐτὸν ἐδίδαξε τὰς τῶν ἐτῶν περιόδους καὶ χιλιάδας; καὶ ὅτι χιλίων διεληλυθότων ἐτῶν, τότε τῶν ψυχῶν ἑκάστη εἰς ἴδιον ἀπέρχεται χῶρον; τὰ δὲ μεταξὺ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν, μήτοιγε φιλοσόφῳ τοιούτῳ.

Chapter CCXXI - CCXXIICaput CCXXI - CCXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:783Τοῖς γὰρ τὴν ἀκραιφνῆ πολιτείαν κατορθωκόσι τοὺς ἀκολάστους [καὶ] παιδεράστας συνέζευξε, καὶ τούτους κἀκείνους τῶν αὐτῶν (ἄθλων) ἔφησεν ἀπολαύσεσθαι. Πυθαγόρας τοίνυν, καὶ Πλάτων, καὶ Πλωτῖνος, καὶ οἱ τῆς ἐκείνων συμμορίας ἀθανάτους εἶναι τὰς ψυχὰς συνομολογήσαντες, προϋπάρχειν ἔφησαν τῶν σωμάτων, καὶ δῆμον εἶναι ψυχῶν καὶ τὰς πλημμελούσας εἰς σώματα καταπίπτειν, ὡς ἔφην, καὶ τοὺς μὲν πικροὺς καὶ πονηροὺς [εἰς λύκους], τοὺς δὲ δολεροὺς εἰς ἀλώπεκας, τοὺς δὲ θηλυμανεῖς εἰς ἵππους. [β) Ἡ δὲ ἁγία Ἐκκλησία τοῖς θείοις ἑπομένη λόγοις φάσκει τὴν ψυχὴν συνδημιουργηθῆναι τῷ σώματι· καὶ οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον κατὰ τὴν Ὠριγένους φρενοβλάβειαν. Διὰ ταῦτα οὖν τὰ πονηρὰ καὶ ὀλέθρια δόγματα, μᾶλλον δὲ ληρήματα, προτρέπομεν τοὺς ὁσιωτάτους ὑμᾶς εἰς ἓν συνηγμένους ἐπιμελῶς ἐντυχεῖν τῇ ὑποτεταγμένῃ ἐκθέσει καὶ ἕκαστον τῶν αὐτῶν κεφαλαίων κατακρῖναί 532 τε καὶ ἀναθεματίσαι μετὰ τοῦ δυσσεβοῦς Ὠριγένους καὶ πάντων τῶν τὰ τοιαῦτα φρονούντων ἢ φρονησάντων εἰς τέλος. [] Ἅπερ δὴ λοιπὸν ἡ σύνοδος ἀκούσασα, καὶ πάντα βασανίσαντες οἱ θεῖοι Πατέρες ἐξεβόησαν.
Ἀναθεματίζομεν ὅλα ταῦτα καὶ πάντας τοὺς τὰ τοιαῦτα φρονοῦντας ἢ φρονήσοντας μέχρι τέλους. [] Ὡσαύτως δὲ καὶ [περὶ] Θεοδώρου [τοῦ] Μόμψου ἑστίας καὶ τῶν λοιπῶν οὕτω πάλιν φησὶν ὁ βασιλικὸς τύπος· Σπουδὴ γέγονε τοῖς ὀρθοδόξως καὶ εὐσεβῶς προβεβασιλευκόσι τοῖς ἡμετέροις Πατράσι τὰς κατὰ καιρὸν ἀναφυομένας αἱρέσεις διὰ συνόδων ὁσιωτάτων ἱερέων ἐκκόπτειν καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυττομένης, ἐν εἰρήνῃ τὴν τοῦ Θεοῦ ἁγίαν Ἐκκλησίαν διαφυλάττειν· διόπερ καὶ Κωνσταντῖνος ὁ Μέγας, Ἀρείου βλασφημοῦντος καὶ λέγοντος μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ, ἀλλὰ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τιη Πατέρας καὶ αὐτὸς ἐκεῖ παραγενόμενος καὶ τοῦ Ἀρείου καταδικασθέντος, καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθόδοξον πίστιν κρατῦναι· δι’ ἧς ὁμολογήσαντες οἱ θεῖοι Πατέρες ὁμοούσιον εἶναι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν (καὶ τὸ ἅγιον Πνεῦμα) καὶ μέχρι νῦν ᾄδεται (καὶ πιστεύεται).

Chapter CCXXIIICaput CCXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:785Καὶ Θεοδόσιος δὲ ὁ πρεσβύτης, Μακεδονίου ἀρνουμένου τὴν θεότητα τοῦ ἁγίου Πνεύματος καὶ Ἀπολλιναρίου τοῦ μαθητοῦ αὐτοῦ βλασφημοῦντος εἰς τὴν οἰκονομίαν τοῦ Θεοῦ Λόγου καὶ φάσκοντος νοῦν ἀνθρώπινον μὴ εἰληφέναι τὸν Θεοῦ Λόγον, ἀλλὰ σαρκὶ ἑνωθῆναι ψυχὴν ἄλογον ἐχούσῃ, συναγαγὼν ἐν Κωνσταντινουπόλει τοὺς ρν Πατέρας καὶ μετασχὼν καὶ αὐτὸς τῆς συνόδου, καὶ τῶν εἰρημένων καθαιρεθέντων καὶ ἀναθεματισθέντων αἱρετικῶν μετὰ καὶ τῶν δυσσεβῶν αὐτῶν δογμάτων καὶ ὁμοφρόνων, παρεσκεύασε κηρύττεσθαι (τὸ ὁμοούσιον καὶ) τὴν ὀρθόδοξον πίστιν (ἐτράνωσε). Θεοδόσιος 533 δὲ ὁ Νέος, τοῦ ἀσεβοῦς Νεστορίου λέγοντος ἄλλον εἶναι τὸν Θεὸν Λόγον καὶ ἄλλον τὸν Χριστὸν, καὶ τὸν μὲν φύσει Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν δὲ χάριτι [Υἱὸν] ἀσεβῶς [εἰσάγοντος καὶ τὴν ἁγίαν Μαρίαν εἶναι Θεοτόκον ἀρνουμένου], συναγαγὼν τὴν προτέραν ἐν Ἐφέσῳ τῶν ἁγίων ς Πατέρων σύνοδον καὶ ἀποστείλας ἄρχοντας παρεῖναι ὀφείλοντας τῇ συνόδῳ [προσέταξε καὶ τὸν Νεστόριον παραγενέσθαι καὶ κρίσιν ἐπ’ αὐτὸν γενέσθαι· καὶ δὴ] γενομένης ἀκριβοῦς ἐξετάσεως, κατεδίκασαν Νεστόριον καὶ ἀναθεμάτισαν σὺν τοῖς ὁμόφροσιν αὐτοῦ.
Τούτων δὲ οὕτω προελθόντων, ἐπαναστάντες Κυρίλλῳ τῷ ὁσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστορίου μερίδος, ἐσπούδασαν τόγε ἐπ’ αὐτοῖς ἀνατρέψαι τὴν κατὰ Νεστορίου γενομένην κρίσιν. Ἀλλ’ οὖν γε Θεοδόσιος ὁ βασιλεὺς ἀντιλαμβανόμενος τῶν ὀρθῶς κατὰ Νεστορίου [α) καὶ τῶν πονηρῶν αὐτοῦ δογμάτων κριθέντων, παρεσκεύασε κρατεῖν δικαίως καὶ βεβαίως τὴν ἐπ’ αὐτῷ γενομένην κρίσιν. Καὶ γὰρ πρὸς τούτοις καὶ ἄλλα τινὰ κατὰ τοῦ θείου Κυρίλλου πρὸς τὸν βασιλέα καταφλυαρήσαντος γράφει πρὸς αὐτὸν Κύριλλος τοιάδε· Ἐπειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεῦ, τῶν φιλοψογεῖν εἰωθότων τινὰς ἀγρίων σφηκῶν δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ’ ἐμοῦ λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὔτι ἐκ τῆς ἁγίας Παρθένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ μέντοι δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυάρησαν, δεῖν ᾠήθημεν ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως· Ὦ ἀνόητοι καὶ μόνον εἰδότες συκοφαντεῖν, πῶς εἰς τοῦτο παρήχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε μωρίαν;

Chapter CCXXIVCaput CCXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἔδει γὰρ, (ἔδει) σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότητο διαβεβαιουμένοις, ὅτι Θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία· ἀλλ’ ἐπείπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ θεῖον γεγεννῆσθαι σῶμα λέγομεν, ὥς φατε, πῶς ἂν νοοῖτο Θεοτόκος; Τίνα γὰρ ὅλως τέτοκεν εἰ μή ἐστιν ἀληθὲς, ὅτι γεγέννηκε κατὰ σάρκα 534 τὸν Ἐμμανουήλ; Γελάσθωσαν τοίνυν οἱ κατ’ ἐμοῦ τοιαῦτα πεφλυαρηκότες. Οὐ γὰρ ψεύδεται λέγων ὁ θεσπέσιος Ἡσαί̈ας· Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ [Ἐμμανουὴλ ὅ ἐστι μεθ’ ἡμῶν ὁ Θεός. Ἀληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρθένον εἰπών· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ] Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ὅταν δὲ λέγωμεν ἄνωθεν ἐξ οὐρανοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐχ, ὡς ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς, ταῦτά φαμεν, ἀλλ’ ὡς ἑπόμενοι τῷ ἁγίῳ Παύλῳ φάσκοντι·
PG 110:787Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος (ἄνθρωπος) ὁ Κύριος ἐξ οὐρανοῦ. Μεμνήμεθα καὶ τοῦ Κυρίου λέγοντος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, καίτοι γεγέννηται (ὡς εἴρηται) σάρκα ἐκ τῆς ἁγίας Παρθένου λαβών. Ἐπειδὴ δὲ ὁ ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσας Θεὸς Λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ κεχρημάτικεν ἀνθρώπου Υἱὸς μετὰ τοῦ μεῖναι ὃ ἦν, τουτέστι Θεός, ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν, ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέγεται κατελθεῖν. Ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι, καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος, εἷς γὰρ Κύριος Χριστός, κἂν τῶν φύσεων ἡ διαφορὰ μὴ ἀγνοῆται, ὡς ἐξ ὧν τὴν ἀπόῤῥητον ἕνωσίν φαμεν πεπρᾶχθαι·

Chapter CCXXVCaput CCXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τοιγαροῦν ὁμολογοῦμεν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ (καὶ) Λόγον Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρωπότητα, [ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα]· 535 δύο γὰρ φύσεων (ἡ) ἕνωσις γέγονεν, ὅθεν ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ γοῦν τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον ἀληθῶς Θεοτόκον, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν· καὶ εἰ δοκεῖ, δεξώμεθα εἰς παράδειγμα τὴν καθ’ ἡμᾶς αὐτοῦ σύνθεσιν καθ’ ἥν ἐσμεν ἄνθρωποι· συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος καὶ ὁρῶμεν φύσεις δύο, ἑτέραν μὲν τοῦ σώματος, ἑτέραν δὲ τῆς ψυχῆς·
PG 110:789ἀλλ’ εἷς ἐξ ἀμφοῖν [β) καθ’ ἕνωσιν ἄνθρωπος, καὶ οὐχὶ τῷ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο ἀνθρώπους, τὸν ἕνα νοεῖσθαι παρασκευάζει, ἀλλ’ ἕνα τὸν ἄνθρωπον κατὰ (τὴν) σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος· ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστὸς, ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ δι’ ἐναντίας· Εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα; Τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω σου ἡ θεοσέβεια τούτους προδήλως ἐπιστομίζειν. Μετὰ ταῦτα, Κυρίλλου τελευτήσαντος, ἐπιφύεται μοναχός τις ἀρχιμανδρίτης Εὐτυχὴς ὀνομαζόμενος καὶ ἀποσπᾷ κατ’ ὄπιν μέρος οὐκ ὀλίγον τοῦ λαοῦ κυρῶν κατὰ Νεστορίου καὶ τὸ ἑαυτοῦ πονηρὸν δόγμα, φάσκων μὴ εἶναι τὸ σῶμα τοῦ Κυρίου ἡμῖν ὁμοούσιον. Καὶ δὴ πάλιν μετ’ ὀλίγον διὰ βασιλικῆς χειρὸς ἑτέρα σύνοδος λῃστρικὴ ἐν Ἐφέσῳ καὶ οὐχ ὁσία γίνεται, παραπεμφθέντος ἐκεῖσε Φλαβιανοῦ Κωνσταντινουπόλεως, τὴν πᾶσαν ἐξουσίαν Διοσκόρου Ἀλεξανδρείας ἔχοντος·
καὶ φονεύεται μὲν Φλαβιανὸς ὁ θεῖος, ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνατρέπεται δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, ὑπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπισκόπων, ἐξ ὧν ὑπῆρχε Βασίλειος ὁ Σελευκείας. Κἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ Διοσκόρου καὶ Εὐτυχοῦς δημοσιευομένων πονηρῶν 536 δογμάτων καὶ πολλῆς ταραχῆς γενομένης καὶ ζάλης μεγίστης ἐν τῇ Ἀνατολῇ, φονεύεται Προτέριος ὁ μέγας ἱερεὺς καὶ ἕτεροι πλεῖστοι. Τούτων οὖν οὕτως ἐχόντων, ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ βασιλεὺς συναγαγὼν ἐν Χαλκηδόνι τὴν τῶν χλ Πατέρων σύνοδον, παρόντος Διοσκόρου καὶ Εὐτυχοῦς, μεθ’ ὧν καὶ αὐτὸς πορευθεὶς, καταδικάζονται μὲν Διόσκορος, καὶ Εὐτυχὴς, καὶ Νεστόριος, καὶ πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ καὶ Ἴβαν καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθυπογράψαντας· καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης, εἰς μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι Πατέρες.
Τούτων δὲ τῶν δ συνόδων οὕτω γενομένων καὶ ἐπιβεβαιωθεισῶν καὶ κρατουσῶν ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπούδασαν αὖθις τὴν αἵρεσιν αὐτῶν κρατῦναι (διὰ) τῆς Θεοδώρου τοῦ Μόμψου ἑστίας ἀφορμῆς, πολλῷ χείρονα τοῦ αὐτοῦ μαθητοῦ Νεστορίου βλασφημήσαντος. Ὅθεν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ἡμετέροις Πατράσι καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώβητον διαφυλάττεσθαι, προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντες, κατ’ αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀποφήνασθαι·
πρὸς γὰρ ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ βλασφημίαις (ταῖς) εἰς τὸν Χριστὸν καὶ Θεὸν γινομέναις, ἄλλον εἶναι τὸν Θεὸν Λόγον (ἔφη) καὶ ἄλλον τὸν Χριστὸν, ὑπὸ τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν ἀφιστάμενον, πρὸς τὰ κρείττονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέναι, τῇ ἀρίστῃ πολιτείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου Πνεύματος εἰληφέναι καὶ υἱοθεσίας ἠξιῶσθαι [καὶ] καθ’ ὁμοίωσιν βασιλικῆς εἰκόνος εἰς πρωτότυπον τοῦ Θεοῦ Λόγου προσκυνεῖσθαι [α) καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον γεγενῆσθαι· [καὶ πρὸς τούτοις εἶπε τοιαύτην γεγενῆσθαι] τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὸν Χριστὸν, ὁποῖαν ὁ Ἀπόστολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· Ἔσονται οἱ 537 δύο εἰς σάρκα μίαν. Ἔτι δὲ προτρέπομεν ὑμᾶς ἐξετάσαι [καὶ] τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἴβα κατὰ τῆς ἐν Ἐφέσῳ συνόδου πρώτης καὶ ὁμοίως τὰ κατ’ αὐτῶν ἀποφήνασθαι.
PG 110:791[] Καὶ ταῦτα πάλιν ὡσαύτως οἱ θεῖοι πολυπραγμονήσαντες Πατέρες ἀπεκρίθησαν· Ἡ μὲν ἐν Χαλκηδόνι θεία σύνοδος Θεοδώρητον καὶ Ἴβαν πολλὰ καταβοήσαντας οὐκ ἄλλως αὐτοὺς ἐδέξατο εἰ μὴ πρότερον ἀνεθεμάτισαν τὰ ἴδια πονηρὰ συγγράμματα καὶ Θεόδωρον καὶ Νεστόριον. Ἡμεῖς δὲ κατακρίνομεν καὶ ἀναθεματίζομεν πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσιν ὑπὸ τῶν εἰρημένων ἁγίων δ συνόδων Θεόδωρον (τὸν) γενόμενον ἐπίσκοπον Μόμψου ἑστίας καὶ τὰ δυσσεβῆ συγγράμματα αὐτοῦ, καὶ μέντοι καὶ τὰ κακῶς παρὰ Θεοδωρήτου συγγραφέντα κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν ιβ κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἱερᾶς συνόδου καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται.
Πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὴν Πέρσην, τὴν ἀρνουμένην τὸν Θεὸν Λόγον (καὶ) ἐκ τῆς ἁγίας Μαρίας τῆς Θεοτόκου σαρκωθέντα ἄνθρωπον γεγενῆσθαι καὶ τὸν θεσπέσιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ σύνοδον τὴν ἁγίαν καὶ πρώτην ὡς χωρὶς κρίσεως καὶ ζητήσεως Νεστόριον καθελοῦσαν καὶ τὰ ιβ κεφάλαια τοῦ μακαρίου Κυρίλλου διαπτύουσαν, ἐκδικοῦσαν δὲ Νεστόριον καὶ Θεόδωρον καὶ τὰ θεοστυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγματα. Διὸ δὴ τοίνυν τὰς μὲν τῶν αἱρετικῶν τούτων πάντων ἀθυροστόμους γλώσσας καὶ τὰς τούτων ἀσεβεστάτας συγγραφὰς, αὐτούς τε τοὺς αἱρετικοὺς τοὺς μέχρι τέλους ἐμμείναντας τῇ οἰκείᾳ κακοδοξίᾳ καὶ πονηρίᾳ μετὰ (τοῦ) πατρὸς τοῦ ψεύδους τοῦ διαβόλου συναριθμοῦντες, ἐροῦμεν· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. 538 ΣΙΘ. Περὶ θανατικῶν, σεισμῶν, ἀστέρων καὶ φόνων. Ἐπὶ τῆς αὐτοῦ βασιλείας θανατικὸν ἀνθρώπων γέγονεν ἐν ΚΠ.
PG 110:793ὥστε μένειν ἀτάφους τοὺς ἀποθνήσκοντας ἐπὶ ἡμέρας γ διὰ τὸ μὴ ἐξαρκεῖν τοὺς κραβάτους τῶν ἐκκλησιῶν καὶ τῶν οἴκων πρὸς τὸ ἐκφέρειν τοὺς τελευτῶντας· ὅθεν ποιήσας ὁ βασιλεὺς (Ἰουστινιανὸς) κραβάτους χιλίους, καὶ μηδ’ οὕτως ἐξαρκούντων, ἁμάξας προσέταξε πλείστας εὐτρεπισθῆναι καὶ ἄλογα καὶ ἐπιστιβάζοντες ἐν αὐτοῖς τοὺς νεκροὺς ἐξωδίαζον. Ἐπιτεινομένης δὲ τῆς θνήσεως, ἔῤῥιπτον τοὺς πλείονας εἰς τὸν αἰγιαλόν· καὶ ἔμενον ἄταφοι ἕως ἡμερῶν 2 διὰ τὸ μηδὲ τὰ πλοῖα ἐξαρκεῖν διαπερᾷν καὶ θάπτειν (οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν τοῖς οἴκοις καὶ ἐμβόλοις καὶ ἐκκλησίαις, καὶ οὐκ ἦν τόπος, ἐν ᾧ οὐ κατέκειντο νεκροί. Πολλοὶ ἀπόζοντες, πολλοὶ δὲ καὶ ἀδιάθετοι τελευτῶντες, εἰς πρόσωπα ξένα τὰ ἑαυτῶν ἤρχοντο, διὰ τὸ πάντας ἄρδην τελευτᾷν τοὺς συγγενεῖς καὶ τοὺς οἰκείους). [] Ἐκράτησεν οὖν ἡ θνῆσις αὕτη μῆνας β, Ἰούλιον καὶ Αὔγουστον. Ἐγένοντο δὲ βρονταὶ μεγάλαι σφόδρα καὶ ἀστραπαὶ φοβεραὶ λίαν, ὡς καὶ ἀνθρώπους [β) καθεύδοντας ἐκ τῶν ἀστραπῶν καυθῆναι.

Chapter CCXXVICaput CCXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
[] Καὶ μέντοι καὶ σεισμὸς γέγονε μέγιστος καὶ παγκόσμιος, ὥστε πᾶσαν τὴν οἰκουμένην σχεδὸν πτοηθῆναι καὶ τὴν θάλασσαν ἀναῤῥιχάναι μίλια β καὶ ἀπολέσθαι πλοῖα ἐν τῇ τοῦ ὕδατος ἀναχαιτίσει (διαπλέοντα πάμπολλα καὶ ἀναρίθμητα) καὶ ἐν μὲν τῇ Ἀραβίᾳ, καὶ Παλαιστίνῃ, καὶ Μεσοποταμίᾳ, 539 καὶ Ἀντιοχείᾳ κατεπόθησαν πόλεις πολλαὶ καὶ κῶμαι. Καὶ συνελήφθησαν ἀνθρώπων πλήθη καὶ ἀλόγων, ἐν δὲ ΚΠ. ἐκκλησίαι καὶ οἶκοι πολλοὶ πεπτώκασι καὶ τὸ πλεῖστον μέρος τοῦ τείχους τῆς πόλεως. Καὶ ἀπέθανεν ἐν τοῖς συμπτώμασι πλῆθος ἄπειρον. Καὶ ἐπεκράτησεν ὁ σεισμὸς ἡμέρας (καὶ νύκτας) μ. [] Καὶ πῦρ ἐφάνη ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης ἀπὸ ἄρκτου ἐπὶ δυσμὰς ἕλκον. [] Καὶ γέγονε σεισμὸς πάλιν, ὥστε πεσεῖν τὰ β τείχη τῆς πόλεως Κωνσταντίνου τὸ ἀνατολικὸν καὶ [τὸ] δυτικὸν, καὶ πολλαὶ ἐκκλησίαι καὶ οἶκοι ἕως ἐδάφους κατέπεσον, ἀλλὰ μὴν καὶ τὰ προάστεια καὶ τὸ ῥήγιον (ἠφανίσθησαν καὶ πολλοὶ ἀπώλοντο καὶ διεφθάρησαν τόποι) ὡς μηδὲ γνωρίζεσθαι (αὐτοὺς εὐχερῶς). Καὶ ἐπεκράτησεν ἡ γῆ σειομένη διηνεκῶς ἡμέρας καὶ νύκτας ι.
Διὸ καὶ λυπούμενος ὁ βασιλεὺς εἰς τὰ Γενέθλια καὶ (τὰ) Θεοφάνια χωρὶς (τοῦ) στέμματος προῆλθε καὶ τὰ ἐξ ἔθους ἀριστόδειπνα τῆς δωδεκαημέρου οὐκ ἐποίησεν, ἀλλὰ πάντα πτωχοῖς διένειμε. [] Ἔτι μὴν αὖθις ἐπεγένετο θανατικὸν ἐκ νοσήματος τοῦ λεγομένου βουβῶνος μῆνας δ καὶ οὐχ ἧττον διέφθειρε τοῦ προτέρου θανατικοῦ πᾶσαν τὴν πόλιν καὶ τὰ πόῤῥω ταύτης. [] Ἐν δὲ τῇ Ἀντιοχείᾳ, γενομένου σεισμοῦ μεγάλου ἐπὶ ὥραν μίαν ἠκούσθη βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερώτατος, καὶ ἀπέθανον ἐν τῇ συμπτώσει χιλιάδες ε. [] Λιτανευόντων δὲ πάντων καὶ τρεμόντων, ἐφάνη ἐν ὁράματι ἀνθρώπῳ τινὶ, ὥστε εἰπεῖν τοῖς ἐν τῇ πόλει, ἵνα γράψωσιν εἰς τὰ ὑπέρθυρα αὐτῶν· Χριστὸς μεθ’ ἡμῶν· στῆτε. Καὶ τούτου γενομένου ἔστη παρευθὺς ὁ κλόνος τῆς γῆς καὶ ἡ ὀργὴ τοῦ Θεοῦ κατέπαυσε. Καὶ ἔκτοτε ἐκλήθη ἡ Ἀντιόχεια Θεούπολις. 540 [] Καὶ ἀστὴρ ἐφάνη μέγας εἰς τὸ δυτικὸν μέρος κομήτης ἐπὶ τὰ ἄνω πέμπων τὰς ἀκτῖνας, ὃν ἔλεγον Λαμπαδίαν, καὶ διέμεινεν ἐπὶ ἡμέρας καὶ νύκτας κ φαίνων.
PG 110:795[] Οὕτως ἐγένοντο κοσμικαὶ δημοκρατίαι καὶ φόνοι πολλοὶ, καὶ μετὰ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ’ ἑσπέρας ἕως πρωὶ̈ ὥστε πάντας ὑπερεκπλήττεσθαι καὶ λέγειν, ὅτι πίπτουσιν οἱ ἀστέρες. Καὶ μετ’ ὀλίγον πάλιν ὁ ἥλιος χωρὶς ἀκτίνων ἐφαίνετο ὥσπερ καὶ ἡ σελήνη· πόλεμοι δὲ, καὶ νόσοι, καὶ θάνατοι τοὺς ἀνθρώπους οὐ διέλιπον. ΣΚ. Περὶ τοῦ κωμοδρόμου καὶ τοῦ κυνός. Ἦλθε δὲ καὶ ἐκ τῆς Δύσεως ἄνθρωπος κωμοδρόμος ἐν ΚΠ. ἔχων κύνα ξανθὸν καὶ τυφλὸν, ὅστις (κελευόμενος ὑπὸ τοῦ κωμοδρόμου) ἐποίει τέρατα (παράδοξα). Παρεστῶτος ὄχλου παμπόλλου καὶ τοῦ κωμοδρόμου λαμβάνοντος δακτυλίδια χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ σιδηρᾶ, καὶ χαλκᾶ, καὶ πάντα σμίγων καὶ περισκέπων χώματι καὶ τῷ κυνὶ ἐπιτρέπων, ἐλάμβανε διὰ τοῦ στόματος καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. [] Ὡσαύτως καὶ νομίσματα παρεῖχε κατ’ ὄνομα. [] Καὶ πρὸς τούτοις ἐπερωτώμενος ὑπεδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας νομίμως καὶ τὰς παρανόμως καὶ τοὺς μοιχοὺς καὶ τὰς πόρνας, τοὺς εὐπροαιρέτους καὶ ἐλεήμονας, τοὺς ἀδιακρίτους 541 καὶ ἀνελεήμονας μετὰ ἀληθείας πάντας κατεμήνυσεν [ὅθεν ἔλεγον ὅτι πνεῦμα Πύθωνος ἔχει.
PG 110:797[] Γέγονε δὲ καὶ διὰ [β) στροφὴ περὶ τοῦ Πάσχα· καὶ ὁ μὲν πλεῖστος λαὸς ἐποίησε τὴν ἀπόκρεων πρὸ τοῦ βασιλέως· ὁ δὲ βασιλεὺς προςέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα, καὶ πάντες οἱ κρεωπῶλαι σφάξαντες οὐδεὶς ἠγόραζεν οὐ γὰρ ἤσθιον· τὸ δὲ Πάσχα γέγονεν ὡς ὁ βασιλεὺς ἐκέλευσεν, καὶ ηὑρέθη νηστεύων ὁ λαὸς ἑβδομάδα περισσοτέραν. [] Τινὲς δὲ διαβληθέντες ὡς ἀῤῥενοφθόροι, διάταξιν ἐξεφώνησε τοὺς εὑρισκομένους οὕτω· τοὺς μὲν καυλοτομεῖσθαι, τοὺς δὲ καλάμους ὀξεῖς εἰς τοὺς πόρους ἐμβάλλεσθαι τῶν αἰδοίων αὐτῶν· διὸ πολλοὶ καὶ τῶν ἀρχιερέων καὶ οὕτω τιμωρηθέντες περιαγόμενοι δεινῶς ἐτελεύτησαν· καὶ γενόμενος φόβος μέγας ἐσωφρόνησε τοὺς λοιποὺς καὶ μάλα εἰκότως. [] Ὀλολυζέτω γὰρ, φησὶ, πίτυς, ὅτι πέπτωκε κέδρος, τουτέστι τῶν ἰσχυρῶν καὶ μεγάλων πιπτόντων τὰ ἀσθενέστερα παιδευέσθωσαν· οὕτω γε μὴν καὶ ὁ σοφὸς λέγει· Τῶν ἀσεβῶν πιπτόντων δίκαιοι κατάφοβοι γίνονται καί·

Chapter CCXXVIICaput CCXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργότερος γίνεται· πανοῦργος δὲ ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται. Ἡ τοίνυν μυσαρωτάτη καὶ λυσσώδης αὕτη καὶ παρὰ φύσιν ἁμαρτία πρώην ὑπὸ τῶν Σοδόμων 542 διαπραττομένη καὶ ὥσπερ τις φωνὴ ἀνερχομένη καὶ βοῶσα τὸ μέγεθος τῆς ἀσεβείας εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ, ἔφασκεν ὁ πολλὰ πρῶτον μακροθυμήσας καὶ ὕστερον διὰ τὸ ἀμετανόητον αὐτῶν καὶ ἀνεπίστροφον τῆς ἀδικρίτου καὶ ἀκολάστου γνώμης ἐπάξας μάλα δικαίως τὴν τιμωρίαν· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα καὶ ἐπάγει λέγουσα ἡ Γραφή·
Καὶ ἔβρεξε Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥακαὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσιν. Ἄξιον οὖν ὄντως θαυμᾶσαι [α), καὶ λίαν ἐκπλαγῆναι, καὶ φρίξαι τὴν φοβερὰν, καὶ θείαν, καὶ πυρφόρον ἀπειλὴν, ὅπως ἐπελθοῦσα προσηκόντως οὐ μόνον ἅπαν τὸ γένος τῶν ἐλεεινῶν ἀνθρώπων ἐκείνων ἀναλίσκει καὶ ἅπαν τῆς γῆς τὸ ἀνάστημα, ἀλλά γε καὶ τῆς προκειμένης θαλάσσης νεκροῦνται τὰ ὕδατα φλογισθέντα καὶ ὑπερκαυθέντα διὰ τὴν ὑπερβάλλουσαν ἔκκαυσιν καὶ πύρωσίν τε καὶ ἀκρασίαν τῆς μιαρᾶς σαρκὸς τῶν ἀθλίων ἐκείνων καὶ εἰς τὸν αἰῶνα στηλιτευομένων· ὅθεν εἰκότως πυρὶ τὰς δίκας εἰσπράττονται καὶ μέχρι νῦν πόλεις Σοδόμων καὶ Γομόῥῥας τεφρωθεῖσαι· πάλαι μὲν γὰρ διὰ τῆς λαγνείας καὶ παρὰ φύσιν ἀκολασίας καὶ αὐτὸν μιαίνοντες τὸν ἀέρα καὶ τὴν γῆν· νῦν δὲ τῆς δυσπραγίας ἐκείνης, καὶ παρανομίας, καὶ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως μάρτυς ἡ γῆ καὶ ὁ ἀὴρ ἕως ἄρτι παχυνόμενος ἐκεῖθεν ἐλέγχει καὶ τὴν ἐκείνων αἰσχρουργίαν καὶ τὴν τῶν ἐκείνων ἰχνηλατούντων καὶ ἐργαζομένων θεοστυγῆ πρᾶξιν·
PG 110:799καὶ μέντοι καὶ τῶν τὴν μέλλουσαν ἀπιστούντων κρίσιν προδήλως τὴν παράνοιάν τε καὶ πόρωσιν, ἵνα διὰ τῶν πάλαι τὰς δίκας εἰσπραττομένων ἡμεῖς τὴν ὄψιν καὶ τὴν πεῖραν τῶν θείων κολαστηρίων ἐκφύγωμεν. Εἰ δέ τις τῶν μὴ τὴν γῆν ἐκείνην ἑωρακότων ἀπιστοίη μὴ οὕτως ἔχειν ἀκουέτω τῆς θείας Γραφῆς διηγουμένης περὶ τῆς σοφίας καὶ λεγούσης· Αὕτη δίκαιον, ἐξαπολλυμένων ἀσεβῶν, ἐῤῥύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως· ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε 543 χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά· ὡσαύτως δὲ καὶ Ἰούδα Ἰακώβου φάσκοντος· Ὡς Σόδομα καὶ Γόμοῤῥα καὶ [αἱ] περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι· καί· Οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται. [] Λέγει δὲ καὶ ὁ θεῖος Χρυσόστομος· Ἀπιστεῖ τις τῇ γεέννῃ, τὰ Σόδομα διαλογιζέσθω, τὰ Γόμοῤῥα ἐννοείτω, τὴν γεγενημένην τιμωρίαν καὶ ἔτι μένουσαν καὶ τοῦ διαιωνίζειν τὴν κόλασιν ἐναργὲς τεκμήριον παριστῶσαν·
καὶ γὰρ [β) οὐ μόνον ἡ γῆ, ἀλλὰ καὶ αὐτὸς ὁ ἀὴρ καὶ τὰ ὕδατα μετέσχε τῆς συμφορᾶς, καὶ καθάπερ σώματος ἐμπρησθέντος τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει καὶ ὁ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι· οὕτω δὴ κἀκεῖσε γῆν ἔστιν ἰδεῖν, ἀλλ’ οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ πάντα τέφρα· δένδρα καὶ καρποὺς, ἀλλ’ οὐδὲν δένδρων οὐδὲ καρπῶν· ἀέρα καὶ ὕδωρ, ἀλλ’ οὐδὲν ὕδατος οὐδὲ ἀέρος· ἐπειδὴ γὰρ καὶ ταῦτα τετέφρωνται· τοιγαροῦν οὐδὲν ἕτερον ἢ κάμινός ἐστιν ὁ ἀήρ, κάμινος τὸ ὕδωρ, πάντα ἄκαρπα, πάντα ἄγονα, πάντα πρὸς τιμωρίαν τῆς προλαβούσης ὀργῆς καὶ εἰκόνες τῆς μελλούσης κολάσεως· ἐννόησον τοίνυν ἡλίκον ἐστὶ τὸ ἁμάρτημα ὡς βιάσασθαι πρὸ καιροῦ τὴν γέενναν φανῆναι· καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος· ἐπειδὴ καὶ παρὰ φύσιν καὶ παράνομος ἡ μίξις· καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ χαλεπὴ καὶ ἐπάρατος ἐπιθυμία·
ἀλλ’, ὦ τῆς παραπληξίας τῶν τοῦτο κατεργαζομένων καὶ τῆς ταλαιπωρίας καὶ κακονοίας τῶν ἐλεεινῶν καὶ ἀθλίως τοῦτο πασχόντων ἑκουσίως μάλιστα καὶ φθειρομένων ὑπὸ τῶν διεφθαρμένων καὶ βεβήλων τε καὶ ἀκαθάρτων ψυχῇ καὶ σώματι καὶ χοίρων χείρους ἑαυτοὺς ἀποφαίνοντες, οἵτε φθείροντες καὶ οἱ φθειρόμενοι ἀφόβως καὶ ἀναισχύντως· οἵ γε καὶ ἀλόγων ἀνοητότεροι καὶ κυνῶν ἀναιδέστεροι· οὐδαμοῦ γὰρ τοιαύτη μίξις παρ’ ἐκείνοις ἀλλ’ ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις. Τούτους ἐγὼ καὶ ἀνδροφόνων χείρους εἶναι λέγω καὶ ὅπερ ἂν εἴπῃς ἁμάρτημα· οὐδὲν ἴσον ἐρεῖς 544 τῆς παρανομίας ταύτης· ὁ μὲν γὰρ ἀνδροφόνος τὴν ψυχὴν ἀπὸ τοῦ σώματος ἐχώρησεν· οὗτος δὲ τὴν ψυχὴν μετὰ τοῦ σώματος ἀπώλεσεν. Πόθεν οὖν ἐτέχθη τὸ μέγα τοῦτο κακόν; Ἀπὸ τρυφῆς καὶ σπατάλης καὶ ἐγκαταλείψεως Θεοῦ καὶ ἀπὸ τοῦ μὴ φοβεῖσθαι αὐτὸν καὶ τὴν μέλλουσαν κρίσιν·
PG 110:801ὅταν γὰρ ἐκβάλωσί τινες τὸν τοιοῦτον φόβον ἐκ τῆς καρδίας αὐτῶν, ἐγκαταλιμπά [α) - νονται εἰς τέλος καὶ οὕτως ἔρχονται εἰς ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς καὶ εἰς πάθη ἀτιμίας· ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυμίαν ἀφέντες γῆν σιτοῦνται καὶ λίθους μικράς· καὶ ἕτεροι δὲ ὑπὸ δίψους κατεχόμενοι σφοδροῦ καὶ βορβόρου πολλάκις ἐπιθυμοῦσιν· οὕτω κἀκεῖνοι καταλειφθέντες διὰ τὰς προειρημένας αἰτίας πρὸς τὸν ἄθεσμον τούτων ἐξεκαύθησαν ἔρωτα καὶ πρὸς τὴν μιαρὰν ὄρεξιν μανίαν τε καὶ λύσσαν· εἰ δὲ οὐκ αἰσθάνονται, ἀλλ’ ἥδονται, μὴ θαυμάσῃς· καὶ γὰρ οἱ μαινόμενοι καὶ φρενίτιδι κατεχόμενοι νόσῳ πολλὰ ἑαυτοὺς ἀδικοῦντες καὶ ἐλεεινὰ πράσσοντες ἐφ’ οἷς αὐτοὺς ἕτεροι δακρύουσι, γελῶσι καὶ τοῖς λεγομένοις αὐτοῖς ἐντρυφῶσι. Πόσαι λοιπὸν γέενναι τοὺς τοιούτους ἀρκέσωσι καὶ πόσα κολαστήρια; Εἰ δὲ καταγελᾷς γεέννης ἀκούων καὶ ἀπιστεῖς ἐκείνῳ τῷ πυρὶ, ἀναμνήσθητι πάλιν τὸν ἐν Σοδόμοις θεῖον ἐμπυρισμὸν καὶ τὴν φοβερὰν ἐκείνην φλόγωσιν. Εἰ οὖν τοιαῦτα πράττων καὶ σὺ δίκην οὐ δίδως, μὴ θαυμάσῃς· ἐκεῖνοι μὲν γὰρ ὡς μὴ τὴν γέενναν εἰδότες ἐκολάσθησαν παρὰ πόδας·
σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς ἐνταῦθα, ἐκεῖ πάντα χαλεπωτέρως ἀποτίσῃ καὶ κολασθήσει· διατί; Ὅτι πλείονος ἀπηλαύσαμεν χάριτος· ὅταν δὲ καὶ πλείονα καὶ μείζονα πταίωμεν ἐκείνων, ποίας συγγνώμης τύχωμεν ἐκ προγόνων τὰ σωτηριώδη παραλαβόντες διδάγματα, ἅπερ ἐκεῖνοι παντελῶς οὔτε ἤκουσαν οὔτε ἔμαθον, ὥστε διὰ τοῦτο μειζόνως κολασθησόμεθα, κἄν τε μικρὰν δίκην ἐνταῦθα δῶμεν κἄν τε μὴ δῶμεν. Οὐκοῦν μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας θορυβείσθω· οὐ γάρ ἐστιν ἐνταῦθα ἡ ἀνταπόδοσις οὔτε τῆς ἀρετῆς οὔτε τῆς πονηρίας· εἰ δὲ σοῦ καὶ γίνεται τῆς ἀρετῆς καὶ τῆς πονηρίας, ἀλλ’ οὐχὶ κατ’ ἀξίαν ἀλλ’ ἁπλῶς ὡσανεὶ γεῦμα τῆς κρίσεως, 545 ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, τοῖς γοῦν ἐνταῦθα σωφρονίζωνται· ὅταν οὖν εὐπραγῇ ὁ πονηρὸς, ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς· [β) ἵνα γὰρ ὧν ἔπραξεν ἴσως] [α) ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν ἴσως ἐκεῖ πλεῖον κολασθήσηται ὅταν δὲ πάσχῃ ὁ ἀγαθὸς, μακάριος ὄντως ἐστὶν, ἵνα γὰρ ἀποθέμενος πάντα καὶ τὰ μικρὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος.
PG 110:803Ἐκεῖ γάρ εἰσιν οἱ τέλειοι στέφανοι τῶν ἀγαθῶν, καὶ ἐκεῖ αἱ σφοδρότεραι καὶ ἀπέραντοι κολάσεις τῶν πονηρῶν· ὥσπερ καὶ ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀῤῥωστεῖ καὶ τότε μᾶλλον ἐν κακοῖς, ὅταν μὴ τέμνηται· οὕτως καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος. Καὶ καθάπερ οἱ σπλῆνα καὶ ὑδερὸν ἔχοντες, ὅταν ἀπολαύσωσι τραπέζης δαψιλῆς καὶ ψυχροποσίας καὶ πολυτελῶν ἐδεσμάτων καὶ καρυκευμάτων, τὸ λοιπὸν μάλιστά εἰσι πάντων ἐλεεινότεροι, τῇ τρυφῇ τὸ νόσημα προσαύξοντες· ἂν δὲ ἄγχωνται λιμῷ καὶ δίψει κατὰ τοὺς ἰατρικοὺς νόμους, ἐλπίδα τινὰ σωτηρίας ἔχουσιν· οὕτω καὶ οἱ ζῶντες ἐν πονηρίᾳ, εἰ μὲν κολάζονται χρηστὰς ἔχουσι τὰς ἐλπίδας· εἰ δὲ μετὰ τῆς πονηρίας ἀπολαύουσι τροφῆς καὶ ἀδείας, τῶν ἐν ὑδέρῳ γαστριζομένων ἐλεεινότεροι σφόδρα ἂν εἶεν, καὶ τοσούτῳ πλεῖον, ὅσον ψυχὴ σώματος βελτίων.

Chapter CCXXVIIICaput CCXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἰ τοίνυν ἐκεῖνοι μήτε νόμον ἔχοντες τὸν κωλύοντα αὐτοὺς τῆς ἀθεμίτου πράξεως μήτε προφήτας εἰδότες, οὐδεμιᾶς ἔτυχον συγγνώμης, ἀλλὰ πυρὸς καὶ θείου παραναλώματα γεγόνασιν, πόσῳ μᾶλλον ἡμεῖς ἄξιοί ἐσμεν τιμωρίας καὶ χαλεπωτέρας ὑπεύθυνοι καταδίκης, οἱ νόμον, καὶ προφήτας, καὶ εὐαγγελιστὰς, καὶ διδασκάλους ἀναγινώσκοντες, καὶ χείρονα ποιοῦντες; Τίνος δὲ ἕνεκα τοιαῦτα δρώντων ἡμῶν, οὐκ ἐπάγει καὶ ἡμῖν ὁ Θεὸς τοιαύτην πανωλεθρίαν, ἐπειδὴ ἄλλη κόλασις ἀργαλεωτέρα καὶ ἀτελεύτητος, καὶ ἕτερον πῦρ ἄσβεστον ἡμᾶς ἐκδέχεται δεινότερον καὶ σφοδρότερον; Ὁ σκώληξ γὰρ, φησὶν, αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Διὰ δὴ τοῦτο καὶ ὁ παλαιὸς καὶ θεῖος νόμος ἀναστέλλων τὴν ἐξάγιστον αἰσχρουργίαν ταύτην καὶ ὀλεθρίαν ἔφασκεν· Οὐ κοιμηθήσῃ μετὰ 546 ἄῤῥενος κοίτην γυναικείαν· βδέλυγμα γάρ ἐστιν. Καὶ ὃς [ἂν] κοιμηθῇ μετὰ ἄῤῥενος κοίτην γυναικὸς, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἐπικατάρατος γὰρ ὁ τοιοῦτος· λίθοις λιθοβολήσατε αὐτούς.
[] Ταύτην τοίνυν τὴν ἀκόλαστον καὶ ἀκάθαρτον γνώμην καὶ παράνομον πρᾶξιν τῶν αὐθαιρέτως πασχόντων θριαμβεύειν εὖ μάλα καὶ στηλιτεύων ὁ μέγας Κύριλλος οὕτως φάσκει· Ἀκολασίας γὰρ ἕνεκεν οἱ τάλανες τοῦτο δρῶσι, τὰ τῶν γυναικῶν πάσχειν, ἄνδρες ὄντες βουλόμενοι· οὐδενὸς γὰρ χρησίμου χάριν τὴν φύσιν μετατιθέντες, ἀσελγείας ἕνεκα τὴν θεόπλαστον ἀνδροπρεπῆ μορφὴν διαφθείρουσιν ἑκουσίως πολλάκις ἢ ὑπὸ ἄλλων ὑπομένειν ἀναγκάζονται τοῦτο, ὡς λοιμοὶ τῆς φύσεως καὶ τοῦ γένους πολέμιοι καὶ σπίλοι πολιτείας καὶ ζωῆς ἐφύβριστοι γίνονται· δίκην Μαινάδων πορνευομένων πορνευθέντες ἀμέτρως ἐν τοῖς αἰσχίστοις ὀρχοῦνται πάθεσι, μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν συγκεράσαντες· ἀμφίβολα καὶ μεμισημένα πρόσωπα περιφέρουσι καὶ γράμμα νενοθευμένον· ἱερῶν περιβόλων μακρὰν ἀποιχέσθωσαν καὶ ἁγίων συνόδων ὡς βδελυγμένον ἄγος καὶ θεοστυγὲς ἐλαυνέσθωσαν·

Chapter CCXXIXCaput CCXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:805ἐπειδὴ γὰρ αἰσχίστῃ καὶ κακίστῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰς τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντες καὶ μεταποιήσαντες τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει λειτουργεῖν [β) ἀναγκάσαντες, οὐ μόνον ἄξιον νομικῆς ψήφου τιμωρίαν λαμβάνειν, ἀλλὰ καὶ ἐξ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀποφάσεως εἰς τὸ λεγόμενον σκότος τὸ ἐξώτερον ἀπελαύνεσθαι. Περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋσῆς· Θλαδίας καὶ ἀπόκοπος οὐκ εἰσελεύσεται εἰς τὸν οἶκον Κυρίου. Ἔτι γοῦν πεπληρωμένων οἴκων τῶν μεγιστάνων τοιούτων τερατομόρφων προσώπων, χρυσοῦς μηνίσκους ἐπὶ τραχήλων, φύσιν μὲν ἄῤῥενος, θηλείας δὲ ὄψιν ἔχοντες καὶ κεκλασμένως βαδίζοντες καὶ τεθρυμμένως φθεγγόμενοι ὥσπερ ἑταιρίδες ἀπρεπεῖς ὧδε κἀκεῖσε τὴν κεφαλὴν περισείουσαι· καὶ γελῶσιν ἀκρατῶς τε καὶ ἀναιδῶς, οἰστρηλασίαν πρόδηλον ὑπεμφαίνοντες, ὅθεν μετ’ ἀνδρῶν μὲν ὡς γυναῖκες μαλακῶς εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται· μετὰ 547 γυναικῶν ὡς φύλακες ἅμα καὶ σωφροσύνης δῆθεν ἰνδάλματα καθεύδοντες ἀναισχύντως ἀπηρυθριασμένως αἰσχροπραγοῦσιν.
Καὶ οὗτοι μὲν οὕτως ὑπ’ ἀνδρῶν ἀνοσίων καὶ βεβήλων φθειρόμενοι μαλακίζονται καὶ καταμιαίνονται διὰ τῆς παρὰ φύσιν ἀνοσιουργίας καὶ βδελυρίας· αὐτοὶ δὲ γυναικάρια ταλαίπωρα καὶ σεσωρευμένα, κατὰ τὸ εἰρημένον, (ἐφ’) ἁμαρτίαις καταμολύνουσι καὶ καταβλάπτουσιν οἷα λυσσώδεις κύνες. Καὶ τὸ δὴ χαλεπώτερον καὶ ἐλεεινότερον, αἴτιοι ἐντεῦθεν γίνονται καὶ πρόξενοί τε καὶ μέτοχοι τῆς ἀπεράντου κολάσεως, οἵ τε φθείροντες καὶ οἱ φθειρόμενοι. Ἀλλ’, ὦ τῆς ἀφροσύνης, ὦ τῆς ἀπάτης καὶ παραπληξίας τούτους γὰρ ἄνθρωποι μάλιστα προὔχοντες, ὡς σώφρονας παραδεχόμενοι πιστεύουσιν καὶ εἰσοικίζουσιν, οἵ γε εἰσοικιζόμενοι καὶ παῤῥησίας τυγχάνοντες τοὺς ὄντως δικαίως ἀρετῆς ἐπιμελουμένους σώφρονας ἄνδρας κατὰ μικρὸν δελεάσαντες εἰς τὸ τῶν Σοδόμων βάραθρον κατηκόντισαν ἐλεεινῶς· διὸ δὴ λοιπὸν καὶ ἀραρώτερον, πάνυ γε καὶ νόμος εὐαγγελικὸς καὶ ἄριστος βίος καὶ εὐσεβὴς πολιτεία βδελύττεται τούτους ὡς θεομισεῖς καὶ ἀκαθάρτους. Οὗτοι γὰρ τοιαύτην ἐξάγιστον ζωὴν προτιμήσαντες καὶ ποθήσαντες ὅσον ἧκεν ἐπ’ αὐτοὺς, πόλεις μὲν ἠφάνισαν, τοὺς σπερματικοὺς τῆς φύσεως λόγους παραφθείροντες καὶ φθειρόμενοι·
εὐανδροῦσαν δὲ Ῥώμην ἀνδρῶν, καὶ ἡλικίαν καὶ τὴν ἀῤῥενοπρεπῆ γενναίως ἰσχὺν δεινῶς ἐξανήλωσαν καὶ ἁπλῶς τὴν σύντονον καὶ σφριγῶσαν ἀκμὴν τῆς νεότητος λυμηνάμενοι φανερῶς ἀθλίους καὶ καταγελάστους ἐποίησαν τοὺς ἁλόντας, οὓς φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκως τοὺς ψυχοκτόνους καὶ σωματοφθόρους καὶ ἐναγεῖς ὄντας καὶ τῆς φύσεως παραχαρακτάς· οὐδὲν γὰρ ἀληθῶς μυσαρώτερον ἢ ἀκαθαρτώτερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων· εἰώθασι γὰρ, ὡς ἀληθῶς καὶ ἀκριβῶς μεμαθήκαμεν, οὐ μόνον οἱ σπάδονες καὶ τὰ μόρια τῆς αἰσχρουργίας ποσῶς ἔχοντες ἀσελγαίνειν ἀμέτρως καὶ ἀκολασταίνειν ἀκορέστως, ἀλλὰ καὶ οἱ τέλειον ἀπόκοποι καὶ ἐκτετμημένοι· καθάπερ οὖν καὶ οἱ ἐκ γενετῆς ἐστερημένοι ταῦτα, φεῦ τῆς ἐσχάτης ἀτοπίας καὶ φρενοβλαβείας διὰ χειρὸς καὶ δακτύλων φθείρειν 548 τὰς ἀθλίας γυναῖκας κατὰ τὴν ἀνοσιουργίαν αὐτῶν, οὕτως ἐμμανῶς οἱ ἀνόσιοι κατεργάζεσθαι. [β) Καὶ τοῦτο δηλῶν ὁ σοφὸς ἀριδήλως ἔφη.
PG 110:807Μακάριος εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, καὶ παρθένος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. Εἰκότως οὖν ἄθηλοι, ἄνανδροι, ἀνδρόγυνοι, σιδηροκατάδικοι καὶ γυναικομανεῖς προςαγορευέσθωσαν. Ἀκουέτωσαν τοίνυν οἱ καθαροὶ, καὶ σώφρονες τούτους ὑποτοπαζέτωσαν, καὶ μὴ πιστευέτωσαν τῷ ψεύδει ἀλλὰ τῇ κατισχυμμένῃ καθαρότητι καὶ σωφροσύνῃ· ἀπὸ γὰρ ἀκαθάρτου τί καθαρισθήσεται καὶ ἀπὸ ψεύδους τί ἀληθεύσει; [] Ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς πάμπολλα κτίσματα ποιήσας θαυμαστὰ καὶ τὴν πενταγέφυραν τοῦ Σαγάρου, ἅπερ Προκόπιος ὁ ἱστορικὸς ἐν ὀκτὼ λόγοις συνεγράψατο. [] Εἰς δὲ τὰ τέλη αὐτοῦ τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου κινήσας δόγμα, ἀλλότριος τῆς εὐσεβείας Θεοῦ ἐτελεύτησε (προβαλλόμενος Ἰουστῖνον ἀνεψιὸν αὐτοῦ εἰς βασιλέα, κουροπαλάτην τότε ὄντα). [] Γελίμερ Βελισάριον ἐκφεύγων [εἰς ὄρος ὀχυρὸν κατέφυγεν ἔθνους τῶν Μαυρουσίων].

Chapter CCXXXCaput CCXXX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὗτος γὰρ ὁ Βελισάριος στρατηγὸς ἦν, ὅστις καὶ μετὰ πλήθους ἀναριθμήτου καὶ πλοίων καὶ χρυσοῦ πολλοῦ (σταλεὶς παρὰ Ἰουστινιανοῦ) πολεμῆσαι Οὐανδάλους καὶ Ἀφρικὴν ἐκπορθῆσαι, ὃς ἀγχινοίᾳ καὶ φρονήσει πάντα ληϊσάμενος καὶ Γελίμερον κρατήσας ἀνήγαγεν ἐν τῇ πόλει μετὰ πλούτου πολλοῦ καὶ ἐθριάμβευσεν 549 ἐν τῷ Ἱππικῷ ὑπατείαν ποιήσας ἐν τῇ πόλει, ὥστε Ἰουστινιανὸν ἐν μὲν τῷ ἑνὶ μέρει τοῦ νομίσματος ἑαυτὸν ἐγχαράξαι, ἐν δὲ τῷ ἑτέρῳ Βελισάριος ἔνοπλον καὶ ἐπιγράψαι Βελισάριος ἡ δόξα τῶν Ῥωμαίων. [] Ἀλλ’ οἷα τὰ τοῦ φθόνου ἐν μεγάλῃ εὐδαιμονίᾳ εἰώθει ποιεῖν, ὤδινε καὶ εἰς Βελισάριον. Διαβληθεὶς γὰρ μετέστη τῆς ἀρχῆς καὶ τῆς δόξης καὶ Σολομὼν ἀντ’ αὐτοῦ στρατηγὸς ἐπέμφθη, ὃς τὰ κτηθέντα παρὰ Βελισαρίου φυλάξασθαι μὴ δυνηθεὶς, τοῖς Οὐανδάλοις πάντα παρεχώρησεν. [] Οὗτος γὰρ ὁ [Γελίμερ] Βελισάριον εἰς ὄρος ἐκφεύγων, ὡς εἴρηται, ὀχυρὸν ἔθνους τῶν Μαυρουσίων παρ’ αὐτοῖς δὲ οὔτε ἄρτος, οὔτε οἶνος, οὔτε ἔλαιον γεωργεῖται, ἀλλὰ κριθὰς καὶ ὀλύρας ὡς ἄλογα ζῶα ἑφθὰ σιτίζονται.
Γράφει οὖν πρὸς Φαρὰν Γελίμερ, ὃν Βελισάριος κατέλιπε φυλάσσοντα αὐτὸν, πεμφθῆναι αὐτῷ ἄρτον, καὶ σπόγγον, καὶ κιθάραν. Ὁ δὲ Φαρὰς διηπόρει περὶ τούτων, ἕως (ἂν) ὁ τὴν ἐπιστολὴν κομίσας ἔφη, ὅτι ἄρτον μὲν ἐπιθυμεῖ γεύσασθαι καὶ ἰδεῖν, σπόγγον δὲ διὰ τὰ δάκρυα καὶ τὴν ἀλουσίαν, παραμυθήσασθαι τοὺς ὀφθαλμοὺς, κιθάραν δὲ ὅπως τὰς συμφορὰς αὐτοῦ ἐκτραγῳδοίη. Ταῦτα Φαρὰς ἀκούσας, περιαλγήσας τε καὶ τὴν ἀνθρωπεῖαν φύσιν ἐκμυκτηρίσας πάντα ἔπεμψεν (ὅσα ἔχρῃζεν.) [] Χοσρόου δὲ τοῦ Πέρσου τὴν ἅπασαν Ἀνατολὴν ληϊζομένου, Ἰουστινιανὸς Βελισάριον ἐκ τῆς Δύσεως ἀγαγὼν καὶ στρατηγὸν Ἀνατολῆς ποιήσας, κατὰ Περσῶν ἐξαπέστειλεν. 550 Ὁ δὲ καθοπλισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας τοσοῦτον τοὺς πρέσβεις Δαρείου τῇ καθοπλίσει καὶ στρατείᾳ ἐξέπληξεν, ὡς ἐπὶ θήραν δῆθεν ἐξιὼν αὐτοῖς ὀφθεὶς, ὥστε ἀφικόμενον πρὸς Χοσρόην ὑπόσπονδον αὐτὸν Ῥωμαίοις [ποιῆσαι· τοσοῦτον δὲ Βελισάριος ἐθαυμάσθη παρὰ Πέρσαις καὶ Ῥωμαίοις] καὶ εὐδοκίμησεν ἢ ὅτε Γελίμερα δορυάλωτον καὶ Οὐττήγην τοὺς δύο βασιλεῖς ἐν Βυζαντίῳ ἤγαγεν.
PG 110:809[] Πάλιν οὖν κατηγορηθεὶς ὡς ἐπιβουλεύων τῷ βασιλεῖ Ἰουστινιανῷ ἐκ θλίψεως τελευτᾷ, δημευθείσης ἁπάσης αὐτοῦ τῆς ὑποστάσεως. ΣΚΑ. Βασιλεία Ἰουστίνου. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσεν [α) Ἰουστῖνος, ὁ ἀνεψιὸς αὐτοῦ, ἔτη ιγ, ὃς ἔκτισε παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν τῇ πόλει· τὸν μὲν ἐκάλεσε Σοφιανὰς, τὸ δὲ Σοφιανῶν εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ Σοφίας. ΣΚΒ. Περί τινος Ἰουδαίου παιδός. Ἐφ’ οὗ καὶ Ἰουδαῖός τις ἐν ΚΠ. ὑελοψικὴν τέχνην ἔχων, παιδίον ἐκέκτητο μονογενὲς, ὃ καὶ παρέδωκε μανθάνειν γράμματα πλησίον τῆς Μεγάλης ἐκκλησίας, ἧς ὁ σκευοφύλαξ, ἔχων λείψανα πολλὰ τῆς ἁγίας τραπέζης ἐξ ἱκανοῦ χρόνου, προσεκαλέσατο παῖδας πρὸς τὸ δαπανῆσαι αὐτά· εἰσῆλθεν ὁμοίως καὶ τὸ Ἰουδαϊκὸν παιδίον καὶ μετέλαβε καὶ αὐτὸ μετὰ τῶν λοιπῶν Χριστιανῶν παιδίων. Ἀπολυθὲν δὲ καὶ πρὸς τοὺς γονεῖς ἐλθὸν, ἠρωτᾶτο παρὰ τοῦ πατρὸς αὐτοῦ· Ἵνα τί ἐβράδυνας, τέκνον; Ὁ δὲ παῖς ἀπεκρίθη·
PG 110:811Μετὰ τῶν Χριστιανῶν παιδίων (ἀπελθὼν) εἰς τὴν Μεγάλην ἐκκλησίαν 551 ἔφαγον κἀγὼ, πάτερ (καὶ διὰ τοῦτο ἐβράδυνα). Ὁ δὲ δόλιος ἐκεῖνος θὴρ (ἢ πατὴρ) σφόδρα μανεὶς (ἔσχε παρ’ ἑαυτῷ τὸ πρᾶγμα καὶ) μετὰ τὸ ἄριστον συμπαραλαβὼν μεθ’ ἑαυτοῦ τὸν υἱὸν αὐτοῦ καὶ πρὸς τὸ ἐργαστήριον ἀπελθὼν, ἔῤῥιψεν αὐτὸν εἰς τὴν κάμινον καὶ κλείσας τὴν θύραν ἀνεχώρησεν. Ἡ δὲ γυνὴ αὐτοῦ γινώσκουσα τὴν τοῦ πατρὸς μανίαν τὴν κατὰ τοῦ παιδὸς, εἰς τὸ ἐργαστήριον σπουδῇ παρεγένετο καὶ παρακύψασα διὰ τῆς ὀπῆς τῆς θύρας ἤκουσε τὴν φωνὴν τοῦ παιδὸς ἔσω ἐν τῇ καμίνῳ· καὶ τὴν θύραν πατάξασα καὶ εἰσελθοῦσα, ἐξέβαλε τὸν υἱὸν αὐτῆς ἄφλεκτον ἐκ τῆς καμίνου. Λεγούσης δὲ αὐτῆς· Τίς ἐνέβαλέ σε, τέκνον, εἰς τὴν κάμινον, καὶ πῶς οὐκ ἐφλέχθης; φησὶν ὁ παῖς· Ὁ μὲν πατήρ μου ἐνέβαλέ με, γυνὴ δὲ πορφυροῦσα ἦλθε καὶ τὴν φλόγα κατέσβεσε λέγουσα· Μὴ φοβοῦ, παιδίον. Ἡ δὲ μήτηρ αὐτοῦ ταῦτα ἀκούσασα, καὶ καταπλαγεῖσα καὶ τὸν υἱὸν παραλαβοῦσα, πρὸς τὸν πατριάρχην Μηνᾶν ἔφθασε καὶ πάντα ἀναγγείλασα (αὐτῷ) παρεκάλει Χριστιανὴ γενέσθαι (μετὰ τοῦ παιδίου αὐτῆς).

Chapter CCXXXICaput CCXXXI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὃς αὐτίκα τῷ βασιλεῖ ἀγαγὼν ἀμφοτέρους, ἐκέλευσεν ὁ βασιλεὺς παραστῆναι καὶ τὸν πατέρα τοῦ παιδίου καὶ (τοῦτον) μετὰ τὴν ἐξέτασιν πολλὰ παραινέσας καὶ παρακαλέσας Χριστιανὸν γενέσθαι, οὐκ ἔπεισε, ὅθεν προσέταξεν ἀνασκολοπισθῆναι αὐτὸν ὡς φονέα τοῦ ἰδίου παιδὸς γενόμενον, τὴν δὲ γυναῖκα βαπτίσας ἐποίησεν ἀσκήτριαν, τὸν δὲ παῖδα ἀναγνώστην. ΣΚΓ. Βασιλεία Τιβερίου. Τιβέριος μετὰ Ἰουστῖνον ἐβασίλευσεν ἔτη δ. Τούτου ἀνελθόντος ἐπὶ ἱπποδρόμιον, ἔκραξαν τὰ μέρη· Ἴδωμεν, 552 ἴδωμεν τὴν Αὐγοῦσταν Ῥωμαίων. Ὁ δὲ ἐδήλωσεν· Ἡ ἀντικρὺ τοῦ δημοσίου λουτροῦ Διηγιστέως ἐκκλησία (οὖσα) 553 ὁμώνυμος τῇ Αὐγούστῃ. Εὐφήμησαν οὖν τὰ μέρη· Ἀναστασίας Αὐγούστης πολλὰ τὰ ἔτη. [] Ἡ δὲ Σοφία, ἡ τοῦ Ἰουστίνου γυνὴ, ἐπλήγη τὴν ψυχήν· οὐ γὰρ ᾔδει ἔχειν αὐτὸν γυναῖκα καὶ διὰ τοῦτο προσεφιλιώθη αὐτῷ ἐπὶ Ἰουστίνου, πείσασα αὐτὸν προβαλέσθαι εἰς βασιλέα Τιβέριον, βουλομένη γῆμαι αὐτὸν καὶ μεῖναι Αὐγοῦσταν. [] Ταύτην δὲ κατήγαγε Τιβέριος εἰς τὸ παλάτιον τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι, κελεύσας κουβικουλαρίους καὶ ἑτέρας τινὰς εἶναι εἰς ὑπηρεσίαν αὐτῆς καὶ διατηρεῖν αὐτήν·
PG 110:813ἐτίμα δὲ αὐτὴν ὡς μητέρα, ποιῶν πᾶσαν θεραπείαν αὐτῆς. [] Οὗτος ἔκτισε καὶ τὸ δημόσιον Βλαχερνῶν λουτρὸν καὶ πολλὰς ἐκκλησίας καὶ ξενῶνας ἀνενεώσατο. [] Οὗτος Μαυρίκιον καὶ Ναρσῆν κατὰ Περσῶν ἀπέστειλε· Μαυρικίου δὲ ὑποστρέψαντος μετὰ νίκης μεγάλης, ἐδέξατο αὐτὸν ὁ βασιλεὺς μετὰ τιμῆς πολλῆς καὶ γαμβρὸν αὐτὸν εἰσεποιήσατο, ὡσαύτως καὶ Γερμανὸν ἐν τῇ ἑτέρᾳ θυγατρὶ, ἀμφοτέρους ποιήσας Καίσαρας. 554 [] Φαγὼν δὲ κώμωρα πρώϊμα ἀξιοθέατα πεφαρμακωμένα καὶ μέλλων τελευτᾷν Μαυρίκιον βασιλέα ἀνηγόρευσεν. ΣΚΔ. Βασιλεία Μαυρικίου. Μετὰ Τιβέριον ἐβασίλευσε Μαυρίκιος, ὁ γαμβρὸς αὐτοῦ ὁ Ἀρμένιος, ἔτη κ, ὃς ἔσχε γαμβρὸν ὀνόματι Φιλιππικὸν, ὃς ἔκτισε μονὴν ἐν Χρυσοπόλει ἐπ’ ὀνόματι αὐτοῦ. [] Στρατηλάτης δὲ παρὰ Μαυρικίου προχειρισθεὶς καὶ ἀναλαβὼν τὰ στρατεύματα, κατὰ Περσῶν ἐχώρει, [β) πολλὰς ἀνδραγαθίας κατ’ αὐτῶν ἐνδεικνύμενος ἅμα Ἡρακλείῳ στρατηγῷ. [] Κτίζει δὲ ὁ Μαυρίκιος τὰ Καριανοῦ καὶ τὸν ἐν αὐτῷ ἔμβολον, ὑπογράψας ἐν αὐτῷ τὰς αὐτοῦ πράξεις (καὶ τὸν ναὸν τῶν Ἁγίων μ ὄντα πλησίον τοῦ Σωτηρίου).
[] Καὶ τὴν λιτὴν δὲ τὴν ἐν Βλαχέρναις τελεισθεῖσαν τῆς ὑπεραγίας Θεοτόκου διετύπωσε, καὶ τὴν προέλευσιν ἀπαρτήσας, καὶ τὸ ἐν αὐταῖς δημόσιον λουτρόν. [] Ἐπὶ τούτου Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς τὰς σπονδὰς διαλύσας, ἐπὶ τὴν Θρᾴκην χωρεῖ καὶ πολλὰ στρατεύματα τῶν Ῥωμαίων ἀναιρεῖ. [] Τοῦ δὲ βασιλέως κατ’ αὐτοῦ ἐξιόντος καὶ ἐν τῷ Δαονίῳ γενομένου, τῇ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ οἰκτρὰς φωνὰς ἠφίει. Ὁ δὲ βασιλεὺς ἀπέστειλε μαθεῖν τὸ συμβὰν, καὶ εἶδον παιδίον γεννηθὲν ἄνευ ὀφθαλμῶν καὶ βλεφάρων, μήτε χεῖρας μήτε βραχίονας ἔχον· 555 πρὸς δὲ τὸ ἴσχιον (καὶ) ἰχθύος οὐρὰ προσπεφυκυῖα ὑπῆρχεν αὐτῷ. [] Ἀλλὰ καὶ εἰς τὰ ἔξωθεν τοῦ Βυζαντίου χωρία ἐτέχθησαν δύο παιδία, ἓν μὲν τετράπουν, καὶ ἕτερον δικόρυφον. Οἱ δὲ τὰς ἱστορίας γράψαντες λέγουσι μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς τοιαῦτα τίκτονται. [] Τῇ (δὲ) αὐτῇ ἡμέρᾳ καὶ ὁ ἵππος τοῦ βασιλέως διεῤῥάγη πεσών. [] Ὁ δὲ τούτοις οὐκ εἰς καλὸν οἰωνισάμενος, ὑπέστρεψεν ἐν τῇ πόλει. [] Ἀλλὰ καὶ κύων ἑξάπους κεφαλὴν ἔχων λεοντώδη ἐγεννήθη παμμεγέθης σφόδρα. ΣΚΕ. Περὶ τῶν Σειρήνων, κροκοδείλων· καὶ ὕδρεων.
PG 110:815Καὶ ἐν τῷ Νείλῳ ποταμῷ ἐφάνησαν ἡλίου ἀνατέλλοντος ἀνθρωπόμορφα δύο ζῶα, ἀνὴρ καὶ γυνὴ (ἅπερ Σειρῆνες προσαγορεύονται, ἡδύφθογγα πάνυ καὶ θανατηφόρα· τὴν δὲ μορφὴν ἔχουσιν, ἀπὸ κεφαλῆς ἕως ὀμφαλοῦ, ἀνθρώπου, τὸ δὲ λοιπὸν πετεινοῦ), καὶ ὁ μὲν ἀνὴρ εὔστερνος (ἦν καὶ) κατάπληκτος, ἡ δὲ γυνὴ τὴν ὄψιν καὶ τὴν κόμην ξανθὴν (ὁμοίως καὶ ὁ ἀνὴρ τούς τε μαστοὺς εἶχε καὶ τὴν ὄψιν ἄτριχον καὶ τὴν κόμην βαθεῖαν. Ὁ δὲ λαὸς μετὰ τοῦ ὑπάρχου θαυμάζοντες ὅρκοις ἔβαλλον ἐκεῖνο τὸ ἀνδρόγυνον μὴ ἀναχωρῆσαι πρὶν ἅπαντες ἐμφορηθῶσι τῆς θέας ταύτης παραδόξου). Καὶ (δὴ) μέχρις ὥρας θ πᾶς ὁ λαὸς ἐθαύμαζε θεωρῶν τὰ ζῶα ταῦτα. Καὶ οὕτω πάλιν εἰς τὸν ποταμὸν κατέδυσαν. 556 [] Τούτων δὲ καταδυσάντων κροκόδειλοι ἀνέδυσαν (καὶ ἐκπηδήσαντες πολλοὺς τῶν ἀνθρώπων διέφθειραν). Ὁ (γάρ τοι) κροκόδειλος θηρίον μέγα ἐστὶν ὁμοῦ καὶ ἰχθὺς ἀπὸ κεφαλῆς μέχρι οὐρᾶς, καὶ ἡ μὲν χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ προςέοικε, ἡ δὲ γαστὴρ λευκή· καὶ πόδες αὐτῶν εἰσι δ καὶ οὐρὰ μεγίστη, τραχεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή·

Chapter CCXXXIICaput CCXXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ἐντέτμηται εἰς ἀκάνθας [α) ὥσπερ αἱ τῶν πριόνων (ὁρμαὶ καὶ) ἀκμαὶ, καὶ τύπτει μετ’ αὐτῆς πρὸς οὓς ἂν μάχηται, καὶ πολλὰ ποιεῖ τραύματα· ἡ δὲ κεφαλὴ αὐτοῦ προσήρμοσται τοῖς ὤμοις ἐξισουμένη ἐφ’ ὅσον μὲν οὐ κέχηνε θηρίου ἐστὶ κεφαλή· ἐπὰν δὲ χάνῃ, ὅλη γίνεται στόμα μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα. [] Ἀναιρεῖ δὲ τοῦτο πολλάκις ἡ λεγομένη ὕδρις ἐν τῷ αὐτῷ ποταμῷ ὑπάρχουσα, μορφὴν ἔχουσα κυνὸς τοιούτῳ τρόπῳ. Τὸ γὰρ στόμα διανοίγων ὁ κροκόδειλος καὶ οὕτως καθεύδων, ἡ ὕδρις ἐγκυλισαμένη εἰς πηλὸν καὶ διὰ τοῦ στόματος αὐτοῦ πρὸς τὴν γαστέρα χωροῦσα καὶ ταύτην διαῤῥήξασα, (θᾶττον) ἐξέρχεται διὰ τῆς ἕδρας, νεκρὸν αὐτὸν καταλιμπάνουσα. Καὶ ταῦτα μὲν ὧδε· πρὸς τὰ ἑξῆς ὁ λόγος βαδισάτω. [] Πρίσκον ὁ βασιλεὺς, τὸν ἴδιον γαμβρὸν, ἀποστείλας κατὰ Σκυθῶν μετὰ παντὸς τοῦ στρατοῦ, οἳ τοὺς Σκύθας νικήσαντες ἀντῆραν κατὰ τοῦ βασιλέως. Μηνιῶν δὲ αὐτοῖς ὁ βασιλεὺς, πολέμου συγκροτηθέντος μεταξὺ Ῥωμαίων καὶ βαρβάρων, ὑπέθετο Μαυρίκιος ὁ βασιλεὺς τῷ στρατηγῷ καταπιστευθέντι τὸ στράτευμα προδοῦναι τούτους τοῖς πολεμίοις, δι’ ἣν ἀνταρσίαν κατ’ αὐτοῦ ἐμελέτησαν, ὅπερ καὶ γέγονε.
PG 110:817557 [] Συνελήφθη οὖν πλῆθος πολὺ, καὶ ἤγαγεν αὐτοὺς ὁ Σκύθης ἐξωνηθῆναι παρὰ Ῥωμαίων. Ἐδήλωσε δὲ ὁ βασιλεὺς τῷ Χαγάνῳ δωρεὰν αὐτῷ πάντας ἀπολυθῆναι. Ὁ δὲ ἀντεδήλωσεν· Ἀποδίδωμι πάντας, κατὰ ψυχὴν νόμισμα κομιζόμενος. Τοῦ δὲ βασιλέως μὴ ἀνασχομένου δοῦναι, ἀνὰ ἥμισυ νομίσματος ἠξίωσε λαβεῖν ὁ βάρβαρος. Καὶ μηδὲ τοῦτο καταδεξάμενος ὁ βασιλεὺς, θυμωθεὶς ὁ βάρβαρος ἀπέκτεινε χιλιάδας ιβ ἐν τῷ κάμπῳ τοῦ τριβουναλίου. [] Ὅθεν ἐκ τούτου ἐμισήθη Μαυρίκιος ὑπὸ πάντων, καὶ ἐλοιδόρουν αὐτὸν καὶ κατηρῶντο. Ὁ δὲ μεταμεληθεὶς καὶ τὸ μέλλον κριτήριον ἐννοήσας, εἵλετο μᾶλλον τὴν ἁμαρτίαν ἐνταῦθα ἀπολαβεῖν καὶ μὴ ἐπὶ τοῦ φοβεροῦ κριτηρίου. Καὶ ποιήσας δεήσεις ἐγγράφους ἐπέστειλεν εἴς τε τοὺς πατριαρχικοὺς θρόνους καὶ εἰς ἀσκητήρια καὶ μοναστήρια μετὰ δώρων πολλῶν, ὅπως εὔξωνται περὶ αὐτοῦ, ἵνα τὴν ἁμαρτίαν ἐνταῦθα ἀπολάβῃ. [] Προεσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικὸν, τὸν γαμβρὸν αὐτοῦ, διὰ τὸ Φῖ γράμμα. Οὕτω γὰρ εἶπον τῷ Μαυρικίῳ, ὅτι Φῖ αὐτὸν διαδέξεται. Ὃς δι’ ὅρκων πολλῶν ἐπληροφόρει Μαυρίκιον καθαρὸς εἶναι τῆς τοιαύτης ὑποψίας.
Τοῦ δὲ Μαυρικίου τὸν Θεὸν ἱκετεύοντος ῥυσθῆναι τῆς ἁμαρτίας ταύτης, εἶδεν ἐνύπνιον τοιοῦτο, ὡς ὅτι λαοῦ πλείστου παρεστῶτος τῇ εἰκόνι τοῦ Χριστοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλατίου, φωνὴ ἐκ τῆς εἰκόνος ἐγένετο λέγουσα· Ἀγάγετέ μοι Μαυρίκιον. Ὃν ἀγαγόντες παρέστησαν. Καί φησιν ἡ θεία φωνή· Ποῦ θέλεις (ὦ Μαυρίκιε) ἀποδώσω σοι, ἐνταῦθα 558 [ἢ] ἐν τῷ μέλλοντι αἰῶνι; Ὁ δὲ γενόμενος ἔντρομος ἀποκριθεὶς εἶπεν· Ὧδε καὶ μὴ ἐκεῖθεν. Καὶ εὐθέως ἐκέλευσεν ἐκδοθῆναι αὐτὸν, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ πᾶσαν τὴν συγγένειαν (αὐτοῦ) Φωκᾶ τῷ στρατιώτῃ. Διυπνισθεὶς οὖν ἀπέστειλεν εὐθὺς τὸν παρακοιμώμενον αὐτοῦ ἀγαγεῖν Φιλιππικὸν, ὃς ἐν τῇ αὐτῇ ὥρᾳ ἰδὼν τὸν παρακοιμώμενον καὶ τῆς ἑαυτοῦ ζωῆς ἀπογνοὺς, ᾐτήσατο κοινωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα, καταλιπὼν τὴν γυναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ [β) θρηνοῦσαν. Ἐλθὼν δὲ πρὸς τὸν βασιλέα, ἔπεσεν ἐν τοῖς ποσὶν αὐτοῦ. Ὁ δὲ βασιλεὺς ἐκέλευσε τὸν παρακοιμώμενον ἐξελθεῖν, καὶ αὐτὸς ἔπεσε πρὸς τοὺς πόδας Φιλιππικοῦ λέγων· Συγχώρησόν μοι, ἀδελφὲ, ὅτι ἥμαρτόν σοι πολλά. Σὲ γὰρ ὑπενόουν τῇ ζωῇ μου ἐπιβουλεῦσαι·
PG 110:819ἀλλὰ νῦν ἔγνων ἀθῶον εἶναί (σε). Παρακαλῶ οὖν σε εἰπεῖν μοι, εἰ γινώσκεις ἐν τοῖς τάγμασι Φωκᾶν τινα στρατιώτην. Ὁ δὲ Φιλιππικὸς ἔφη· Ἕνα γινώσκω, ὃς πρὸ καιροῦ πεμφθεὶς ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου. Καὶ ὁ βασιλεὺς ἔφη· Ποίας ἐστὶ γνώμης; Δειλὸς καὶ θρασύς. Ὁ δὲ βασιλεὺς ἔφη· Εἰ δειλὸς, καὶ φονεύς. Καὶ διηγήσατο ὁ βασιλεὺς αὐτῷ τὸ ἐνύπνιον. Ὁ δὲ εἶπεν· Ἴδε πῶς γράμμα τῷ Θεῷ οὐ λείπει, δέσποτα (ᾧ θέλει δοῦναι τὴν βασιλείαν). [] Ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐφάνη ἀστὴρ κομήτης. [] Καὶ τῇ ἐπαύριον ἔφθασεν ὁ ἀποσταλεὶς μαγιστριανὸς φέρων ἀπόκρισιν ἐκ τῶν ἁγίων, ὅτι Ὁ Θεὸς τὴν μὲν ψυχήν σου σώζει, δεξάμενος τὴν μετάνοιάν σου, τῆς δὲ παρούσης ζωῆς 559 μετὰ πολλῆς θλίψεως καὶ κινδύνων ἐκπίπτεις. Ἅπερ ἀκούσας Μαυρίκιος ἐκ ψυχῆς ηὐχαρίστησε τῷ Κυρίῳ μεγάλως. [] Κατεσκεύασε δὲ στέμμα Σοφία, ἡ τοῦ Ἰουστίνου γυνὴ, Μαυρικίῳ τῷ βασιλεῖ ὑπερφυὲς καὶ ὑπερτίμιον. Ὁ δὲ τοῦτο θεασάμενος καὶ θαυμάσας τῇ ἡμέρᾳ τοῦ ἁγίου Πάσχα ἀπέθετο ἐν τῇ ἐκκλησίᾳ καὶ τοῦτο ἀνέθηκε τῷ Θεῷ.
[] Τοῦ μετοπώρου δὲ καταλαβόντος καὶ τοῦ βασιλέως γράψαντος Πέτρῳ τῷ στρατηγῷ παραχειμάσαι ἐν τῇ τῶν Σκλάβων χώρᾳ, ἀντεῖπεν ὁ λαός· ὅθεν οἱ ἄρχοντες εἰς ἓν τὰ πλήθη συναθροίσαντες, προβάλλονται εἰς βασιλέα Φωκᾶν τὸν στρατιώτην. [] Τοῦ δὲ Πέτρου καὶ τῶν λοιπῶν ἀρχόντων ἐν τῇ πόλει παραγενομένων καὶ τοῦτο τῷ βασιλεῖ εἰπόντων, Μαυρίκιος τὸ κατ’ αὐτοῦ μῖσος τοῦ λαοῦ εἰδὼς, μεσούσης νυκτὸς ἀποδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις, φεύγων τὴν ἐπανάστασιν τοῦ λαοῦ. [] Καὶ μετὰ κινδύνου εἰς τὸν ἅγιον Αὐτονόμον διασωθεὶς, βουλόμενος εἴς τι φρούριον ὀχυρὸν καταφυγεῖν, οὐκ ἴσχυσεν· αἴφνης γὰρ ἐπιτίθενται αὐτῷ σφοδρώτατοι πόνοι καὶ ἀρθρίτιδες, ὥστε κεῖσθαι αὐτὸν ἀμετακίνητον. [] Ὁ δὲ Φωκᾶς ὑπὸ τοῦ λαοῦ δεχθεὶς εἰσῆλθεν ἐν τῇ πόλει καὶ εἰς τὰ βασίλεια. 560 [] Τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον ἀπέστειλε πρὸς Χοσρόην τὸν βασιλέα Περσῶν ἀναμνῆσαι αὐτὸν τὰς εἰς αὐτὸν εὐεργεσίας καὶ ὡς δι’ αὐτοῦ τὴν βασιλείαν Περσῶν ἐκράτησε. Χοσρόης τὴν τῶν Περσῶν ἀθροίσας χώραν κατὰ Ῥωμαίων ἐχώρησεν ἐπὶ Φωκᾶ καὶ πολλὰς πόλεις καὶ χώρας τῶν Ῥωμαίων ἐπόρθησεν.
PG 110:821ΣΚ. Βασιλεία Φωκᾶ τοῦ τυράννου. Μετὰ Μαυρίκιον ἐβασίλευσε Φωκᾶς ὁ Καππαδόκης τύραννος ἔτη η, στέψας καὶ Λεοντὼ τὴν γυναῖκα αὐτοῦ εἰς Αὐγοῦσταν. [] Εἰς δὲ τὸ Ἱππικὸν ἀνελθόντος καὶ στάσεως γενομένης περὶ προτιμήσεως τόπου τοῖς μέρεσιν, ἔκραξαν οἱ δῆμοι· Ὁ Μαυρίκιος οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ· ἐρωτηθήτω. Ὁ δὲ ἀλάστωρ κινεῖται πρὸς [τὸν] φόνον Μαυρικίου. Καὶ εἰσῆλθε Μαυρίκιος δέσμιος εἰς τὸν Εὐτροπίου λιμένα· προκολάζων δὲ αὐτὸν ὁ μιαιφόνος τῇ θεωρίᾳ, τοὺς πέντε ἄῤῥενας υἱοὺς αὐτοῦ ἔμπροσθεν αὐτοῦ σφαγῆναι προστάττει. Ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τῷ δυςτυχήματι, συνεχῶς ἀπεφθέγγετο· Δίκαιος εἶ, Κύριε, καὶ δικαία ἡ κρίσις σου. Τῆς δὲ τιθήνης ὑποκλεψάσης ἓν (ἐκ) τῶν (ε) βασιλικῶν παιδίων καὶ τὸ ἴδιον αὐτῆς πρὸς ἀναίρεσιν ἀντιδοῦσα, ὁ Μαυρίκιος [α) οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν 561 ἐλθεῖν καὶ αὐτὸ ἀναιρεθῆναι. Οὕτω τοίνυν καὶ νόμων φύσεως (καὶ τρόπων κρείττονι καὶ ἀκροτάτῃ μετανοίᾳ) ὑψηλότερος γεγονὼς (Μαυρίκιος ὁ βασιλεὺς) ἀπαλλάττει καὶ αὐτὸς ὁμοίως τὸν βίον (μετὰ πολλῆς ὑπομονῆς καὶ εὐχαριστίας, ὅθεν καὶ κληρονόμος γέγονε τῶν αἰωνίων ἀγαθῶν).
[] Τοῦ δὲ ἀθλίου Φωκᾶ προστάξαντος τεθῆναι τὰς τούτων κεφαλὰς ἐν τῷ κάμπῳ τοῦ τριβουναλίου, ἐξήρχοντο οἱ τῆς πόλεως καὶ ἐθεώρουν αὐτὰς ἕως ἐπώζεσαν. Καὶ τότε συνεχώρησεν αὐτὰς ὁ ἀλιτήριος τοῖς ποθοῦσιν ἀποδοθῆναι. Οἱ δὲ δεξάμενοι κατέθεντο αὐτὰς ἐν τοῖς πρέπουσι τόποις. [] Τὴν δὲ Μαυρικίου γυναῖκα σὺν ταῖς τρισὶν θυγατράσιν αὐτῆς ἐν μοναστηρίῳ καθεῖρξεν. [] Καλλιγράφος δέ τις εὐλαβὴς ἐν Ἀλεξανδρείᾳ ἐκ παννυχίδος οἴκαδε πορευόμενος μέσης νυκτὸς, καθ’ ἣν ἡμέραν ἀνῃρέθη Μαυρίκιος, ὁρᾷ τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν καθελκυσθέντας καὶ βοῶντας· Ἀνῃρέθη Μαυρίκιος καὶ τὰ τέκνα αὐτοῦ, ὅπερ σημειωσάμενος ὁ καλλιγράφος, ἦλθεν ἄνθρωπος μεθ’ ἡμέρας δέκα μηνύων τὴν Μαυρικίου τελευτήν. [] Ὁ δέ γε ἀλάστωρ Φωκᾶς μετ’ ὀλίγον χρόνον καὶ τὴν γυναῖκα Μαυρικίου ἅμα ταῖς τρισὶ θυγατράσιν αὐτῆς ἀνεῖλεν ἐν τῷ μόλῳ (τοῦ) Εὐτροπίου (οὐ μὴν δὲ ἀλλὰ) καὶ πᾶσαν τὴν συγγένειαν Μαυρικίου διώλεσεν ὁ παράνομος εἰς πλείονα τῶν Χριστιανῶν ὄλεθρον· οὐ γὰρ διέλιπε τὴν τῶν Ῥωμαίων ἔκτοτε βασιλείαν δυστυχήματα ποικίλα τε καὶ ἐπάλληλα.
PG 110:823562 [] Ὅ τε γὰρ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεὺς, τὴν εἰρήνην διέλυσε, καὶ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν, καὶ ἄμφω τὰ στρατεύματα τῶν Ῥωμαίων διέφθειραν καὶ ἐξήλειψαν διὰ τὸ τὸν ἀνόσιον καὶ βέβηλον προτιμῆσαι τοῦ ἐννόμου καὶ εὐσεβοῦς βασιλέως. [] Πρὸ δὲ τούτων καὶ θνῆσις ἀνθρώπων τε καὶ κτηνῶν καὶ ἀφορία τῆς γῆς πολλὴ γέγονε καὶ χειμὼν βαρύτατος ὥστε παγῆναι τὴν θάλασσαν καὶ πολλοὺς ἰχθύας τεθνάναι. [] Ὁ οὖν δόλιος Φωκᾶς μετὰ πάντων αὐτοῦ τῶν ἀμέτρων κακῶν προσέθηκε καὶ τὸ τελευταῖον τοῦτο· ποιήσας γὰρ ἱππικὸν ἢ τάκτησιν, τῶν δὲ δήμων τοῦτον μὴ καταδεξαμένων, ἔκραξαν ὑβρίζοντες αὐτόν· Ἀνάτειλον, Φωκᾶ, πάλιν (εἰς) τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας· ἐφ’ οἷς μανεὶς (ὁ θεομάχος) πολλοὺς (μὲν) ἠκρωτηρίασε, καὶ τὰ μέλη αὐτῶν ἐν τῇ σφενδόνῃ ἐκρέμασε, πολλοὺς δὲ ἀπεκεφάλισε καὶ ἄλλους ἐσάκησε. Τὸν δὲ πλείονα λαὸν τῷ ὑπάρχῳ ἐπέτρεψεν ἀποκλεῖσαι αὐτοὺς, ὅπως μεθ’ ἡμέρας τινὰς παραδώσῃ αὐτοὺς τῷ θανάτῳ. Οἱ δὲ ὄχλοι ἐπισυναχθέντες καὶ πῦρ εἰς τὸ πραιτώριον βάλοντες, ἐξῆλθον οἱ δέσμιοι πάντες καὶ ἔφυγον.
PG 110:825[] (Μετὰ δὲ ταῦτα ἔφθασεν ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ ἀσεβοῦς Φωκᾶ ἀνθ’ ὧν ἔδρασεν ἀναριθμήτων κακῶν. Ὁ γὰρ γαμβρὸς αὐτοῦ) Κρίσπος ὁ πατρίκιος, μὴ ὑποφέρων ὁρᾷν τοὺς ἀδίκους φόνους καὶ τὰ δεινὰ τὰ ὑπὸ τοῦ Φωκᾶ γενόμενα, ἔγραψε πρὸς Ἡράκλειον στρατηγὸν Ἀφρικῆς, 563 πλοῖα πολλὰ ὁπλίσαντα ἀνελθεῖν κατὰ τοῦ τυράννου Φωκᾶ. [] Ὁ δὲ αὐτὸς Ἡράκλειος πλοῖα πολλὰ ἐξοπλίσας καὶ στρατὸν ἄπειρον ἐξ Ἀφρικῆς καὶ Μαυριτανίας ἐπισυνάξας, τὴν ΚΠ. κατέλαβεν, ἐπιφερόμενος καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ Κυρίου (ὥς φησι Γεώργιος ὁ Πισίδιος). [] Καὶ πολέμου συγκροτηθέντος μεταξὺ Φωκᾶ καὶ Ἡρακλείου εἰς τὸν Σοφίας λιμένα, ἐνίκησεν ὁ Ἡράκλειος [β) τῇ τοῦ Χριστοῦ βοηθείᾳ Φωκᾶν τὸν ἀλιτήριον·
οὗτινος ἡττηθέντος, Φωτεινός τις (ἐκ τῶν μεγιστάνων) ἀδικηθεὶς (καὶ προεπιβουλευθεὶς) ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον, εἰσῆλθεν (ἀθρόως) μετὰ (πλήθους) στρατιωτῶν εἰς τὸ παλάτιον (καὶ τὸν ἄθλιον Φωκᾶν) ἀτίμως (ἐκ) τοῦ θρόνου ἀναστήσας, τῆς βασιλικῆς ἐσθῆτος ἀπεγύμνωσε καὶ ἐνδύσας (αὐτὸν) μέλανα (χιτωνίσκον) καὶ κλοιὰ (τῷ τραχήλῳ αὐτοῦ) περιθεὶς, ἄτιμον (καὶ ἐλεεινὸν) πρὸς Ἡράκλειον ἀπήγαγεν. Ὃν (ὁ Ἡράκλειος) θεασάμενος εἶπε (πρὸς αὐτόν)· Οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας; Ὁ δὲ ἀπεγνωσμένος ὢν ἀντέφη· Σὺ κάλλιον ἔχεις διοικῆσαι; Καὶ πρῶτον μὲν ἐκέλευσεν Ἡράκλειος αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναι καὶ μετὰ τοῦτο 564 ἐκ τῶν ὤμων ἀκρωτηριάζεσθαι, καὶ τὰ αἰδοῖα (ἐκτμηθῆναι, καὶ κοντοῖς ἀναρτασθῆναι διὰ τὰς ἀμέτρους ὕβρεις, ἃς ἔπραξεν), ἔπειτα (δὲ) τὴν κεφαλὴν (μαχαίρᾳ) τμηθῆναι, τὸ δὲ κατεσκελετωμένον σῶμα τοῦ δυσωνύμου κατὰ τὴν [τοῦ] Βοὸς λεγομένην ἀγορὰν πυρὶ παραδοθῆναι. ΣΚΖ. Βασιλεία Ἡρακλείου.
PG 110:827Μετὰ Φωκᾶν ἐβασίλευσεν Ἡράκλειος ἔτη λ, ὃν Σέργιος ὁ πατριάρχης στέψας ἐν τῷ εὐκτηρίῳ τοῦ Ἁγίου Στεφάνου ἐν τῷ παλατίῳἐστέφθη δὲ ἅμα αὐτῷ καὶ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία Αὐγοῦστα, τοῖς στεφάνοις τοῦ γάμου ὁμοῦ αὐτοκράτωρ καὶ νυμφίος ἀναδειχθεὶς, ἀναγορευθεὶς καὶ ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ ὑπὸ παντὸς τοῦ λαοῦ βασιλεύς. Ἀπὸ δὲ τῆς Μεγάλης ἐκκλησίας αὐτὸν παραλαβόντες, εὐφημοῦντες, κροτοῦντες, δοξάζοντες εἰς τὰ βασίλεια εἰσήγαγον. [] Συνέπραττε δὲ τούτοις καὶ συνηυδόκει πλέον Κρίσπος ὁ ἔπαρχος καὶ γαμβρὸς τοῦ Φωκᾶ. Μετὰ δέ τινα χρόνον στρατηγὸν αὐτὸν ποιήσας Καππαδοκίας, ὁ βασιλεὺς ἀπέστειλε. Ἐκεῖ τοίνυν ἀπελθὼν, ἐλοιδόρει Ἡράκλειον καὶ ἀνταρσίαν ἐμελέτα κατ’ αὐτοῦ. Μετ’ οὐ πολὺ δὲ ἐν ΚΠ. 565 γενόμενον, τὰ κατ’ αὐτοῦ γεγραμμένα κρατῶν ἐπὶ χάρτου καὶ κρούσας ἐν τῇ κεφαλῇ αὐτοῦ, ἔφη (πρὸς αὐτὸν) ἐπὶ τῆς συγκλήτου ὁ βασιλεύς· Γαμβρὸν οὐκ ἐποίησας, ταλαίπωρε· καὶ πῶς ἂν φίλον ποιήσειας; Εἶτα κληρικὸν αὐτὸν καταστήσας ἐν τῇ μονῇ τῆς Χώρας περιώρισεν, ἐν ᾗ μετ’ ὀλίγον τὸ πέρας τοῦ βίου ἐδέξατο.
[] Μετὰ δὲ ταῦτα Χοσρόης, ἀποστείλας κατὰ Ῥωμαίων ἡγεμόνα Σαί̈την καλούμενον μετὰ πολλῆς δυνάμεως, πᾶσαν τὴν Ἀνατολὴν ἠφάνισεν. Ἐλθὼν δὲ ἐν ΚΠ., ἱκανὸν χρόνον ἐν Χαλκηδόνι ἐκάθισεν, ὃς τὸν Ἡράκλειον μεθ’ ὑποκρίσεως εἰρηνικῶς προσκαλεσάμενος τὰ πρὸς ἀγάπην ὡμίλησε. Τοῖς δὲ ἀπατηλοῖς αὐτοῦ καὶ δολίοις λόγοις πιστεύσας ὁ βασιλεὺς ἐκπέμπει πρὸς αὐτὸν πρέσβεις εἰρήνης μεγιστάνας ο, οὓς παραλαβὼν Σάϊτος ἐκ Χαλκηδόνος καὶ τὴν Ῥωμαϊκὴν ἀρχὴν διελθὼν, ἀτίμως (ἅμα) καὶ δεσμίους ἀπήγαγε. Ὁ δὲ Χοςρόης τὸν μὲν Σάϊτον, ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα, ἀποδαρῆναι ἐκέλευσε, τοὺς δὲ πρεσβευτὰς ἐν φρουραῖς καὶ μεγίσταις κακουχίαις κατεδίκασε, περὶ ὧν ἀθυμία πολλὴ καὶ θλῖψις [α) εἶχε τὸν βασιλέα καὶ πᾶσαν τὴν πόλιν. [] Ἐγένετο δὲ καὶ λιμὸς ἰσχυρὸς καὶ θανατικὸν μέγα, καὶ ὁ ἥλιος ἠμαυρώθη καὶ ἔβρεξε κόνιν. [] Καὶ οἱ Ἀβάρεις πρὸς τὸν βασιλέα ἦλθον, εἰρήνην δῆθεν αἰτούμενοι, οὓς δεξάμενος πρόκενσον πρὸς τὴν Ἡράκλειαν ποιησάμενος, 566 τοὺς ἀποκρισιαρίους ἀνέπαυεν. Οἱ δὲ τὸ κακὸν ἐν ταῖς καρδίαις αὐτῶν ἔχοντες, τοῖς ὁμοφύλοις ἐδήλωσαν τάχιστα φθάσαι·
PG 110:829Ἰδοὺ γὰρ ὁ βασιλεὺς καὶ ὁ πλοῦτος αὐτοῦ παρ’ ἡμῖν ἐστι. Τῶν δὲ μηδ’ ὅλως ἀμελησάντων, τὸν τόπον κατέλαβον. Τότε τῇ προμηθείᾳ τοῦ φιλανθρώπου Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ, μόλις εἰς τὸ Βυζάντιον διαλαθὼν ἔφυγεν καὶ αὐτοὺς ἀποκαθίστατο. Οἱ δὲ τοῦτον ἐπιδιώξαντες ἕως τόπου πολλοῦ καὶ μὴ φθάσαντες, πᾶσαν τὴν ὑπηρεσίαν αὐτοῦ εἰληφότες, τὰ δὲ Θρᾳκῶα μέρη διώξαντες, ᾐχμαλώτευσαν ἄνδρας τε καὶ γυναῖκας χιλιάδας ο καὶ ὑπέστρεψαν εἰς τοὺς τόπους αὐτῶν. [] Ὁ δὲ δυσσεβὴς Χοσρόης, ἀποστείλας ἕτερον ἄρχοντα κατὰ τῶν Ῥωμαίων, ὀνόματι Σάρβαρον, μετὰ πλείστης δυνάμεως, καὶ παρέλαβε τὴν Καππαδοκίαν καὶ τὴν Δαμασκὸν, τὴν Παλαιστίνην σὺν τῇ ἁγίᾳ πόλει, καὶ πολλὰς μυριάδας Χριστιανῶν διὰ χειρὸς τῶν Ἰουδαίων ἀνεῖλεν. [] Ἠχμαλώτευσε καὶ Ζαχαρίαν τὸν πατριάρχην Ἱεροσολύμων, καὶ τὰ τίμια ξύλα ἐν Περσίδι ἀπήγαγον. [] Ὡσαύτως παρέλαβον Αἴγυπτον καὶ Λιβύην καὶ ἕως Αἰθιοπίας· ἦλθον δὲ καὶ ἕως Καλχηδόνος καὶ ταύτην παρέλαβον. [] Ὁ δέ γε βασιλεὺς Ἡράκλειος τὴν ἁγίαν ἑορτὴν 567 τοῦ Πάσχα τελέσας (κατὰ Περσίδος ἠβούλετο χωρῆσαι.
[] Χρήματα δὲ τῶν ἐναγῶν οἴκων καὶ σκεύη τῶν ἐκκλησιῶν λαβὼν, ἐχάραξε νομίσματα. Καὶ μικρὸν ὅτε βουλόμενος ἀποκινῆσαι) τάδε πρὸς τὸν πατριάρχην ἔφη· Εἰς χεῖρας τῆς Θεομήτορος ἀφίημι τὴν πόλιν ταύτην καὶ τὸν υἱόν μου. [] Καὶ εἰσελθὼν εἰς τὴν Μεγάλην ἐκκλησίαν μέλανα ὑποδήματα περιβαλόμενος [καὶ πρηνὴς πεσὼν] ηὔξατο· ὃν ἰδὼν Γεώργιος ὁ Πισίδης μετὰ τοσαύτης ταπεινώσεως, ἔφη· Ὦ βασιλεῦ, Μελαμβαφὲς πέδιλον εἵλιξας πόδας, Βάψεις ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων. [] Λαβὼν οὖν τὴν θεανδρικὴν μετὰ χεῖρας ἀχειροποίητον μορφὴν, κατὰ Περσῶν ἐστράτευσε. Καὶ δὴ πλῆθος Τούρκων ἄρας, ἐξώρμησε κατὰ Περσῶν ἐν δυνάμει βαρείᾳ σφόδρα διὰ τοῦ Εὐξείνου πόντου. [] Προαπέστειλε δὲ ὁ βασιλεὺς Ἡράκλειος πρέσβεις πρὸς Χοσρόην, αἰτούμενος εἰρηνήν· ὁ δὲ τούτους ἀπεπέμψατο εἰρηκώς· Εἰ ἀρνήσεται ὁ βασιλεὺς ὑμῶν τὸν ἐσταυρωμένον καὶ προσκυνήσει τῷ ἡλίῳ, ποιῶ εἰρήνην. [] Οἱ δὲ Ἀβάρεις τὰς σπονδὰς διαλύσαντες, ἅσπερ 568 Ἡράκλειος δώροις πρὸς αὐτοὺς ἐβεβαίωσεμετὰ γὰρ τὸ αἰχμαλωτῆσαι αὐτοὺς τὴν Θρᾴκην καὶ λαβεῖν ο χιλιάδας κατωνείδισεν αὐτοὺς ὡς μὴ φυλάξαντας τὰς συνθήκας·

Chapter CCXXXIIICaput CCXXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:831οἱ δὲ αἰσχυνθέντες συνέθεντο φυλάττεινμαθόντες δὲ τὴν τοῦ βασιλέως ἐκστρατείαν, κατέλαβον τὴν Θρᾴκην καὶ χείρονα τῶν πρώην εἰργάσαντο. [] Ὅθεν διαπονηθέντες οἱ πολῖται καὶ ἀπελπίσαντες, πρὸς τοὺς βαρβάρους πόλεμον συνῆψαν καὶ πολλὰς χιλιάδας ἐξ αὐτῶν κατασφάξαντες, πρὸς τὴν ἰδίαν γῆν αὐτοὺς ἐξήλασαν. [] Ὁ δὲ Χοσρόης μαθὼν τὴν Ἡρακλείου μεγίστην ἔφοδον καὶ σατράπην ἕνα ἐν χιλιάσιν ὁπλιτῶν λ κατ’ αὐτοῦ ἐκπέμψας, καὶ συμβολῆς γεναμένης ἀνῃρέθησαν πάντες. [] Τῶν ὑπολειφθέντων δὲ Περσῶν [β) κατὰ Χοσρόου μανέντων, ἐφ’ ἑνὶ τῶν βασιλικῶν οἴκων τοῦτον κατέκλεισαν (προὔθηκάν τε αὐτῷ χρυσίον καὶ ἀργύριον, καὶ λίθους, εἰπόντες πρὸς αὐτόν· Ἀπόλαυε τούτων δι’ ὧν τοὺς Ῥωμαίους καθ’ ἡμῶν ἤγαγες. Καὶ οὕτω λιμῷ καὶ δίψῃ τιμωρήσαντες αὐτὸν, αἰσχρῶς ἀνεῖλον. [] Ἡράκλειος δὲ ὁ βασιλεὺς εἰς τὴν Περσίδα εἰσβαλὼν, τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα διέστρεφεν, ἐφ’ ὧν εὑρέθη Χοσρόου [τὸ] μυσαρὸν ἐκτύπωμα, ἐν τῇ τοῦ οἴκου στέγῃ ὥσπερ ἐν οὐρανῷ καθήμενον·
ἑαυτὸν γὰρ ὁ ἄθεος ἀποθεώσας, 569 οὕτως ἀνεστήλωσεν, ἐν ᾧ ἄστρα καὶ ἥλιον καὶ σελήνην κατασκευάσας, ἀγγέλους περιεστῶτας αὐτῷ σκηπτούχους καὶ βροντὴν διὰ μηχανῆς γίνεσθαι καὶ βρέχειν ὁπότε θελήσειεν ἐτεχνάσατο, ὅπερ βδέλυγμα θεασάμενος ὁ [βασιλεὺς] Ἡράκλειος εἰς γῆν κατέστρεψε καὶ εἰς κόνιν διέλυσε. [] Ταῦτα δὲ Σάρβαρος ἀκούσας γράφει πρὸς Ἡράκλειον ἀπολογίαν ὡς ὅτι οὐχ ἑκὼν, ἀλλὰ γνώμῃ Χοσρόου διέπραττεν ἅπερ εἰς τοὺς Ῥωμαίους πεποίηκεν. Ὃν ὁ βασιλεὺς διὰ γραμμάτων εἰρηνικῶν προσκαλεσάμενος, ἧκε πρὸς αὐτὸν ἐν Περσίδι. [] Ἀναζητήσας οὖν Ἡράκλειος τοὺς πρεσβευτὰς καὶ μαθὼν, ὡς ὑπὸ Χοσρόου δεινῶς ἀνῃρέθησαν, θυμοῦ πλησθεὶς οὐκ ἐφείσατο πυρπολῶν καὶ καταστρέφων πᾶσαν τὴν Περσίδα ἐν ἔτεσιν 2. [] Τῷ δὲ ζ ἔτει τὰ ζωοποιὰ ξύλα τοῦ πανσέπτου σταυροῦ ἀναλαβὼν καὶ εἰς Ἱερουσαλὴμ παραγενόμενος καὶ ταῦτα ὑψώσας μετὰ χαρᾶς πολλῆς καὶ εἰρήνης ὑπέστρεψεν ἐν ΚΠ.
PG 110:833[] Εἰς τὸ χρονικὸν βιβλίον τοῦ Ἀλεξανδρέως ἐξηγητοῦ πῶς οἱ ἐνοικοῦντες Ἑβραῖοι ἐν Ἱερουσαλὴμ ζήλῳ φερόμενοι τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ Χριστιανοὺς πάντας ἀπέκτειναν, καθὰ καὶ πρόσθεν εἴρηται, ὅτε ἡ ἅλωσις τῆς Ἱερουσαλὴμ ὑπὸ τῶν Περσῶν ἐγένετο καὶ τὰ τίμια ξύλα σὺν τῷ πατριάρχῃ εἰς Περσίδα ἤχθησαν. Μετὰ γοῦν τὸ ποιῆσαι Ἡράκλειον τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸ μέγα καὶ ἀξιοθαύμαστον νῖκος, καὶ τὸν μὲν πατριάρχην εὗρε τελευτήσαντα, τὰ δὲ τίμια ξύλα ἀναλαβὼν, ὡς εἴρηται, εἰς Ἱερουσαλὴμ ἐπανῆκεν. Οἱ δὲ προλεχθέντες ἄθεοι Ἰουδαῖοι, οἱ τοὺς Χριστιανοὺς 570 ἀνελόντες, φοβηθέντες καὶ δῶρα λαβόντες πρὸς ὑπαντὴν ἐξῆλθον τοῦ βασιλέως καὶ μετὰ δόλου τοῦτον εἰς ὅρκον κρατήσαντες· ἠρώτησε τούτους ὁ βασιλεὺς πόθεν καὶ τίνες εἰσί· οἱ δέ· Δοῦλοι τῆς βασιλείας σου, πένητες Ἑβραῖοι οἱ κατοικοῦντες Ἱερουσαλὴμ, ἀπεκρίναντο. Ὁ δὲ ὤμοσεν μὴ ἀδικῆσαι αὐτοὺς, μὴ γνοὺς τὰ γενόμενα. Ἐλθὼν εἰς Ἱεροσόλυμα μόλις εὗρεν ὀλίγους Χριστιανοὺς ἐν ὄρεσι καὶ σπηλαίοις κρυπτομένους. Ὁ δὲ βασιλεὺς ἐρωτώμενος αὐτοὺς εἰ ἄλλοι οὐκ εἰσὶ Χριστιανοὶ, ἔμαθε τὰ παρὰ τῶν Ἑβραίων πραχθέντα εἰς τοὺς Χριστιανούς.
Γνοὺς οὖν ὁ βασιλεὺς τῶν Ἰουδαίων τὸν δόλον, λέγει τοῖς Χριστιανοῖς· Τί ἀρεστόν ἐστιν ὑμῖν; ποιήσω. Οἱ δὲ ᾐτήσαντο παθεῖν αὐτοὺς ὡς αὐτοὶ ἔπραξαν. Ὁ δὲ βασιλεὺς, τὸν ὅρκον φοβηθεὶς, οὐκ ἤθελε τοῦτο πρᾶξαι. Οἱ δὲ Χριστιανοὶ θέλοντες τούτου τυχεῖν, ἐτύπωσαν τὴν ἑβδομάδα νηστεύειν ὑπὲρ τῆς τοῦ ὅρκου παραβάσεως· ἕως ὧδε περὶ τούτου. [] Ὁ δὲ βασιλεὺς πλησιάσας τῇ ΚΠ. μυστικήν τινα θεωρίαν ἐκ πληρώσεως Θεοῦ συνειργάσατο. Ὥσπερ γὰρ ὁ Θεὸς ἐν ἡμέραις 2 τὴν πᾶσαν κτίσιν δημιουργήσας, τὴν ζ ἀναπαύσεως ἡμέραν ἐκάλεσε, οὕτω δὴ καὶ οὗτος ἐν τοῖς 2 χρόνοις πολλοὺς διανύσας πολέμους καὶ κοπιάσας, ἐν τῷ ζ ἔτει μετ’ εἰρήνης ἀνεπαύσατο. [] Οἱ γοῦν τῆς πόλεως τὴν ἔλευσιν [α) αὐτοῦ γνόντες, ἀκατασχέτῳ πόθῳ πάντες ἐν τοῖς παλατίοις τῆς Ἱερείας ἐξῆλθον σὺν τῷ πατριάρχῃ καὶ Κωνσταντίνῳ τῷ υἱῷ Ἡρακλείου, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας, εὐφημοῦντες αὐτὸν μετὰ πολλῆς εὐφροσύνης. Καὶ ὁ μὲν υἱὸς αὐτοῦ προσελθὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ.

Chapter CCXXXIVCaput CCXXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:835ὁ δὲ 571 περιπλακεὶς αὐτῷ, κατέβρεξαν ἀμφότεροι τὴν γῆν τοῖς δάκρυσιν, ὅπερ θεασάμενος ὁ λαὸς, εὐχαριστηρίους ὕμνους τῷ Θεῷ σὺν δάκρυσιν ἀνέπεμπον· καὶ οὕτω λαβόντες τὸν βασιλέα χαίροντες, κροτοῦντες, εὐφημοῦντες εἰσῆλθον εἰς τὸ παλάτιον. [] Τοῦ δὲ Ἡρακλείου ὑπὸ Ἀθανασίου ἀρχηγοῦ τῶν Ἰακωβιτῶν καὶ Σεργίου τοῦ Σύρου ΚΠ. ἀπατηθέντος εἰς τὴν αἵρεσιν τῶν Μονοθελητῶν ἐξεκυλίσθη. Καὶ δὴ μετὰ ταῦτα νόσῳ περιπεσὼν ὑδερικῇ, δι’ ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμωρεῖτο· ἐπὶ τοσοῦτον γὰρ τὸ πάθος ἐπεκτάθη ὡς, ἡνίκα οὐρεῖν ἔμελλε, σανίδα κατὰ τοῦ ἴτρου ἐτίθει διὰ τὸ στρέφεσθαι τὸ αἰδοῖον αὐτοῦ καὶ κατὰ τοῦ προσώπου τὰ οὖρα ἐκπέμπειν. Ἔλεγχος δὲ ἦν τοῦτο τῆς ἑαυτοῦ παρανομίας ἕνεκεν τοῦ εἰς τὴν ἰδίαν ἀνεψιὰν παρανομωτάτου γάμου. [] Ἐπὶ τῆς αὐτῆς βασιλείας Μωάμεθ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐκ τῆς Αἰθρίβου ἐξελθὼν καὶ τῷ βασιλεῖ ὑπαντήσας μετὰ πλήθους, καὶ τόπον αἰτησάμενος εἰς κατοίκησιν, ἑαύτου καὶ ἔτυχεν. ΣΚΗ. Βασιλεία Κωνσταντίνου υἱοῦ Ἡρακλείου. Μετὰ Ἡράκλειον ἐβασίλευσε Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, ὁ λεγόμενος Ἡρακλονᾶς, Μονοθελητὴς καὶ αὐτὸς, ἔτος α, καὶ φαρμάκῳ ὑπὸ τῶν οἰκείων ἀνῃρέθη.
ΣΚΘ. Περὶ τοῦ πλουσίου τοῦ δώσαντος τὴν ἐλεημοσύνην. 572 Ἐφ’ οὗ πλούσιός τις ἐν ΚΠ. νοσήσας καὶ τὸν θάνατον δειλιάσας, ἔδωκε τοῖς πένησι χρυσίου λίτρας λ· καὶ παρὰ προσδοκίαν ὑγιάνας, μεταμεληθεὶς ἐκ διαβολικῆς ἀπάτης, θαῤῥεῖ φίλῳ αὐτοῦ τοῦτο (ὄντι καὶ αὐτῷ) πλουσίῳ καὶ (πάνυ) γνησίῳ (φίλῳ). Ὁδὲ λέγει αὐτῷ· Μηδαμῶς, ἀδελφὲ, παραδέξῃ τὸν λογισμὸν τοῦτον, δαιμονιώδης γάρ ἐστιν· καὶ λυπήσεις τὸν Θεὸν τὸν ἐλεήσαντά σε διὰ τῆς τοιαύτης σου ἐλεημοσύνης καὶ ἀναστήσαντά σε (ἐκ θανάτου, μὴ καὶ αἰφνιδίως πάλιν ἐπάξει σοι τὸν θάνατον, καὶ ἀπέλθῃς ἀμετανόητος. Τοῦ δὲ μὴ πειθομένου, ἀλλὰ μᾶλλον καὶ ἀποδυσπετοῦντος, ἔφη πρὸς αὐτὸν ὁ φίλος· Ἐπεὶ, συμβουλεύοντός μου, τὰ πρὸς σωτηρίαν σου οὐ καταδέχῃ, εἴπω σοι ἑτέραν βουλήν. Ὁ δέ φησι· Ποίαν ταύτην; Ὁ δὲ ἀληθῶς ἐλεήμων ἀπεκρίνατο· Δεῦρο εἰς τὴν ἐκκλησίαν καὶ εἰπέ· Οὐκ εἰμὶ ἐγὼ, Κύριε, ὁ ποιήσας τὴν ἐλεημοσύνην ἐκείνην, ἀλλ’ οὗτός ἐστι·

Chapter CCXXXVCaput CCXXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:837καὶ παρέξω σοι τὰς λ λίτρας. Ὁ δὲ ταλαίπωρος ἐκεῖνος ἄνθρωπος συνθέμενος τοῦτο καὶ πρὸς τὴν ἐκκλησίαν ἀπελθὼν, τὸ χρυσίον ἐν χερσὶ λαβὼν καὶ τὸ συμφωνηθὲν λαλήσας, ἐν τῷ ἐξέρχεσθαι αὐτὸν τὴν πύλην τῆς ἐκκλησίας πεσὼν ἀπέθανεν. Πάντων οὖν τῶν εὑρεθέντων τὸν δίκαιον Κριτὴν καὶ ἀπαραλόγιστον Θεὸν ὑμνολογησάντων, τῶν δὲ κληρικῶν προτρεπομένων τὸν κύριον τῶν νομισμάτων λαβεῖν τὰ ἴδια, οὐ κατεδέξατο εἰπών· (Μή μοι γένοιτο τοῦτο κἂν εἰς ἔννοιαν ἐλθεῖν· ἐξότε γὰρ δέδωκα αὐτὰ κατ’ ὄνομα δῶρα τῷ Κυρίῳ, αὐτοῦ εἰσι καὶ εἰς τὰ ἄνω βραβεῖα ἐγράφη, καὶ οὐκ ἔχω αὐτῶν ἐξουσίαν· ὅπερ Ἀνανίας 573 καὶ Σαμπφῆρα ἀγνοήσαντες καὶ ἐκ τῶν ἀφιερωθέντων τῷ Κυρίῳ πάλιν ὡς ἐξ οἰκείων λαβόντες, αἰφνιδίῳ θανάτῳ ὥσπερ καὶ οὗτος ὑπέστησαν)· Θεὸς γὰρ οὐ μυκτηρίζεται· (Οἱ δὲ ἀκούσαντες ταῦτα μεγάλως ὠφελήθησαν, κατανοήσαντες τοῦ ἀνδρὸς τὸ σταθερὸν καὶ βέβαιον καὶ τὸ πρὸς τὴν πίστιν ἀσάλευτον. Ἐκρίθησαν οὖν αἱ λ λίτραι δοθῆναι πτωχοῖς. Εἰκότως οὖν ἔλεγεν ὁ μέγας Ἀθανάσιος [β) ὅτι περ πᾶν ὅπερ ἐπαγγελλόμεθα τῷ Θεῷ, οὐκέτι λοιπὸν ἡμῶν ἐστιν, ἀλλὰ τοῦ Θεοῦ·
διὸ τοίνυν ἐκ τούτων ὑποσυρόμενοι, οὐχ ὡς τὰ ἑαυτῶν ἐσμὲν λαμβάνοντες, ἀλλ’ ὡς παρὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες κριθησόμεθα· ἐπὶ μικρῷ γὰρ καὶ μείζονι πταίσματι ἡ παράβασις κρίνεται· καὶ γοῦν οἱ προπάτορες ξύλου γεύσει θανάτῳ καὶ φθορᾷ κατεδικάσθησαν καὶ ὁ ἐν Σαββάτῳ ξύλα συλλέξας λιθοβοληθήσεται. Ἡ δὲ ἐπαγγελία οὐ μέχρι μόνον χρημάτων, ἀλλὰ μέχρι καὶ λόγου φθάνει καὶ προαιρέσεως (ἀμέλει· τὸ μέγα καὶ θεῖον ὄντως μυστήριον ἡμῶν οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν κατὰ Θεὸν πίστιν καὶ ὑπόσχεσιν, ἀλλ’ ἐπὶ προαιρέσει τελείᾳ καὶ τῇ κατὰ Θεὸν πίστει. Πάντες γὰρ ἐπηγγειλάμεθα καὶ πάντες ἐπαγγελίας ἐσμὲν ὑπεύθυνοι). Ἀνάγκη τοίνυν ἀποδιδόναι τὴν μὲν παρθένον τὴν παρθενίαν ὁποίαν ἐπηγγείλατο, τὸν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τοὺς δὲ ἐν γάμῳ τὴν σωφροσύνην καὶ τὴν πρὸς ἀλλήλους τιμήν τε καὶ ἀγάπην· καὶ τέλος πάντας τὴν εἰς Θεὸν πίστιν, καὶ εὐλάβειαν, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν. ΣΛ. Περὶ τοῦ ἐπισκόπου καὶ τοῦ φιλοσόφου. Ἐγένετο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ τι τοιοῦτον.
PG 110:839Ἐπίσκοπός τις εὐλαβὴς πάνυ, πλησίον ἔχων τινὰ φιλόσοφον Εὐάγριον καλούμενον, ἑταῖρον αὐτοῦ γενόμενον ἐν τοῖς παιδευτηρίοις, Ἕλληνα δὲ τὴν θρησκείαν, ὃν ὁ ἐπίσκοπος μεταθεῖναι βουλόμενος [ἐκ τῆς εἰδωλομανίας] πρὸς τὴν πίστιν τοῦ Χριστοῦ συνεχῶς προσεκαλεῖτο καὶ διελέγετο. 574 Τοῦ δὲ μὴ πειθομένου, ἀλλὰ καὶ σφόδρα δυσχεραίνοντος, εἰπεῖν λέγεται ἐν μιᾷ πρὸς τὸν ἐπίσκοπον· Ὄντως, κύριε ἐπίσκοπε, μετὰ πάντων, καὶ τοῦτό μοι ἀπαρέσκει, ὃ λέγετε οἱ Χριστιανοὶ, ὅτι συντέλεια τοῦ κόσμου γίνεται, καὶ τῶν σωμάτων ἀνάστασις, καὶ ἀνταπόδοσις τῶν βεβιωμένων, καὶ ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ καὶ ἑκατονταπλασίονα μετὰ ζωῆς αἰωνίου ἀπολήψεται (ἅπερ ἅπαντά μοι χλεύη καὶ μύθος τὰ λεγόμενα φαίνεται). Καὶ τοῦ ἐπισκόπου διαβεβαιουμένου μηδὲν ψεῦδος ἢ χλεύην ἐν τοῖς Χριστιανῶν δόγμασιν εἶναι, ἀνεχώρει Εὐάγριος, πολλὴν συζήτησιν ἐν ἑαυτῷ ἔχων Μετὰ δέ τινα χρόνον, Θεοῦ συνεργοῦντος τῇ τοῦ ἐπισκόπου διδασκαλίᾳ, πιστεύσας ὁ φιλόσοφος ἐβαπτίσθη, ὃς αὐτίκα παρασχὼν τῷ ἐπισκόπῳ χρυσίου λίτρας τἦν γὰρ πλούσιος σφόδραλέγει·
Δέξαι ταῦτα, ὦ ἐπίσκοπε, καὶ διαδοὺς πτωχοῖς ποίησόν μοι (ἔγγραφον) ἰδιόχειρον, ὅτι λήψομαι αὐτὰ παρὰ τοῦ Θεοῦ. Τοῦ δὲ ἐπισκόπου δεξαμένου προθύμως καὶ τὸ γράμμα ποιήσαντος, διένειμε πάντα τοῖς πένησιν. Ἐπιζήσας οὖν χρόνον τινὰ ὁ φιλόσοφος ἐν εὐσεβείᾳ καὶ ἀρετῇ μεγάλῃ, παρήγγειλε τοῖς τέκνοις αὐτοῦ τελευτῶν ἐνθεῖναι τὸν χάρτην τῇ χειρὶ αὐτοῦ καὶ οὕτως ταφῆναι. Καὶ τούτου γενομένου, μετὰ τρίτην ἡμέραν ἐπιφαίνεται κατ’ ὄναρ ὁ φιλόσοφος τῷ ἐπισκόπῳ λέγων· Ἐλθὲ εἰς τὸν τάφον μου, ὦ ἐπίσκοπε, καὶ λάβε τὸ ἰδιόχειρόν σου· ἀπέλαβον γὰρ τὸ χρέος ἑκατονταπλάσιον καὶ οὐδένα λόγον ἔχω πρὸς σέ· ἀλλὰ πρὸς τελείαν σου πληροφορίαν καὶ ἰδιόχειρον ἐν αὐτῇ καθυπέγραψα. Τοῦ δὲ ἐπισκόπου (ἀγνοοῦντος, ὅτι συνετάφη αὐτῷ φιλοσόφῳ τὸ ἰδιόχειρον), πρωὶ̈ μεταστέλλεται τοὺς υἱοὺς τοῦ φιλοσόφου. Καὶ τοῦτο μαθὼν ἀπέρχεται εἰς τὸν τάφον μετὰ τῶν κληρικῶν τῆς πόλεως. Καὶ τοῦτον ἀνοίξαντες εὑρίσκουσι [α) τὸν φιλόσοφον καθήμενον καὶ τὴν 575 χεῖρα μετὰ τοῦ γράμματος προτείνοντα.
PG 110:841Τῶν δὲ κληρικῶν βουλομένων τὸν χάρτην λαβεῖν, οὐδεὶς ἴσχυσεν ἀποσπᾶσαι ἐκ τῆς χειρὸς αὐτοῦ, ἕως ἂν ἦλθεν ἡ χεὶρ τοῦ ἐπισκόπου. Καὶ παραχρῆμα τὸν χάρτην ἐπιδοὺς ἀπέπεσε πάλιν· ὅντινα (χάρτην) ἀνοίξας ὁ ἐπίσκοπος, εὗρε νεωστὶ ἐπιγεγραμμένον τῇ χειρὶ τοῦ φιλοσόφου οὕτως. Ἐγὼ, Εὐάγριος φιλόσοφος, σοὶ, τῷ ὁσιωτάτῳ ἐπισκόπῳ ἐν Κυρίῳ χαίρειν. Ἴσθι, Πάτερ, ὡς ἔλαβον τὸ χρέος ἑκατονταπλάσιον καὶ οὐδένα πρὸς σὲ λόγον ἔχω. Τούτων ἀναγνωσθέντων καὶ πάντων ἀκουσάντων τῶν γραμμάτων καταπλαγέντων, σφόδρα καὶ ἐπὶ ὥραν ἱκάνην κραξάντων τό· Κύριε, ἐλέησον (καὶ τό· Δόξα τῷ Θεῷ ἡμῶν Κυρίῳ Ἰησοῦ Χριστῷ), ἐκέλευσεν ὁ ἐπίσκοπος τὸ ἰδιόχειρον ἐν τῷ σκευοφυλακίῳ τηρεῖσθαι. ΣΛΑ. Περὶ στρατιώτου τοῦ ἐμπεσόντος εἰς γεωργοῦ γυναῖκα. Καὶ ἐν Καρθαγένῃ τῆς Ἀφρικῆς ὑπῆρχέ τις στρατιώτης ἄσωτος λίαν, ὃς ἐκ λοιμικῆς νόσου τῆς πόλεως διαφθειρόμενος, ἐλθὼν εἰς κατάνυξιν, καταλείψας τὴν πόλιν, ἰδίασε μετὰ τῆς γυναικὸς αὐτοῦ ἐν προαστείῳ, ἐν ᾧ πάλιν ἐκ δαιμονικῆς ἐνεργείας, ἔπεσεν εἰς τὴν γυναῖκα τοῦ γεωργοῦ. Οὗτος ἄφνω τελευτήσας θάπτεται πλησίον τοῦ προαστείου ἐν μοναστηρίῳ.
Τῇ δὲ ἐπαύριον, τῶν μοναχῶν ψαλλόντων τὴν γ ὥραν, φωνὴ γέγονεν ἐκ βάθους τοῦ τάφου· Ἐλεήσατε, λέγουσα, δοῦλοι τοῦ Θεοῦ, ἐλεήσατε. Οἱ δὲ τὸν τάφον εὐθέως ἀνοίξαντες εὗρον τὸν στρατιώτην καθεζόμενον καὶ κράζοντα, καὶ θᾶττον ἐξαγαγόντες αὐτὸν καὶ τὰ δεσμὰ διαλύσαντες, ἠρώτησαν τὴν αἰτίαν τοῦ τοιούτου θαύματος. Ὁ δὲ παρακαλέσας αὐτοὺς 576 ἀπενεγκεῖν αὐτὸν πρὸς τὸν δοῦλον τοῦ Θεοῦ Θαλάςσιον τὸν ἐπίσκοπον. Παρακαλέσας αὐτὸν λέγει· Διήγησον ἡμῖν τί τὸ συμβὰν εἰς σὲ, ἀδελφὲ, ὅπως καὶ ἡμεῖς δοξάσωμεν τὸν Θεόν. Ὁ δὲ διηγήσατο αὐτῷ πάντα μετὰ πολλῶν δακρύων, λέγων· Ἐγὼ ὁ ταπεινὸς, καὶ ἄθλιος καὶ ταλαίπωρος, ὧδε, Πάτερ, ἐν ἁμαρτίᾳ τελευτῶν ἐθεώρουν τινὰς Αἰθίοπας ἑστῶτας πλησίον μου, ὧν καὶ αὐτὴ ἡ θεωρία μόνη χαλεπωτέρα πάσης ὑπάρχει κολάσεως, οὕστινας ὁρῶν, ἡ ἁμαρτωλός μου ψυχὴ ταράττεται πρὸς ἑαυτὴν καὶ συστέλλεται.
Παρισταμένων δέ μοι τῶν τοιούτων φοβερῶν Αἰθιόπων, θεωρῶ νεανίσκους δύο λευχειμονοῦντας εὐειδεῖς ἄγαν, οἵτινες τὴν ψυχήν μου παραλαβόντες καὶ ἀπὸ τῆς γῆς αὐτίκα πρὸς οὐρανὸν ἀνυψούμενοι, εὑρίσκομεν τελώνια φυλάττοντα μετὰ πολλῆς ἀκριβείας τὴν ἄνοδον καὶ κωλύοντα τὰς ἀνερχομένας ψυχὰς, καὶ λογοθετοῦντα καθ’ ἕκαστον τελώνιον τὴν οἰκείαν ἁμαρτίαν, τὸ μὲν γὰρ τοῦ ψεύδους, τὸ δὲ τοῦ φθόνου, τὸ δὲ τῆς λοιδορίας· καὶ ἁπλῶς οὕτως καθ’ ἑξῆς ἕκαστον πάθος ἰδίους ἔχει τελωνάρχας καὶ δικολόγους, ὑφ’ ὧν κρατούμενος ἐθεώρουν τοὺς ὁδηγοῦντάς με νεανίσκους βαστάζοντας ὡς ἐν βαλαντίῳ τινὶ τὰς καλάς μου πράξεις, ἀφ’ οὗ λαμβάνοντες καὶ ἀντισταθμίζοντες τοῖς πονηροῖς ἔργοις μου, οἷς προσέφερον ἀκριβολογοῦντες οἱ πονηροὶ ζυγοστάται καὶ τῆς ἀεροπορίας ὁδοστάται, μόλις ἀπελυόμεθα· ἐκδαπανηθέντων δὲ πάντων τῶν ἀγαθῶν μου ἔργων καὶ πρὸς τὴν πύλην τοῦ οὐρανοῦ φθάσαντες ἐν ᾗ τὸ τελώνιον τῆς πορνείας ἦν, συσχεθεὶς ὑπὸ τῶν ζοφερῶν ἐκείνων Αἰθιόπων, προσέφερον πᾶσάν μου πορνείαν [β) καὶ σωματικὴν ἁμαρτίαν, ἣν ἀπὸ δεκαετοῦς χρόνου τῆς ἡλικίας μου διεπραξάμην ὁ ἄθλιος.
PG 110:843Ἀπολογουμένων δὲ τῶν νεανίσκων ἐκείνων ὑπὲρ ἐμοῦ καὶ λεγόντων, ὅτι τὰ ἐν τῇ πόλει ἁμαρτήματα συγκεχώρημαι μετανοήσας Ἀλλὰ, φασὶν οἱ δεινοὶ κατήγοροι, μετανοήσας ἔπεσε πάλιν εἰς μοιχείαν ἔξω τῆς πόλεως καὶ οὕτως ἀπέθανεν, ὅπερ ἀκούσαντες οἱ ἄγγελοι ἀνεχώρησαν ἐάσαντές με ἀναπολόγητον ὡς μηδὲν ἔργον ἀγαθὸν ἔχοντα. Καὶ ἁρπάσαντές με οἱ Αἰθίοπες ἐκεῖνοι, τύπτοντές με κατήγαγόν με εἰς τὴν γῆν αὖθις. 577 Καὶ κατῆλθον διά τινων στενωπῶν καὶ σκοτεινῶν, δυσωδεστάτων πάνυ καὶ φρικοδεστάτων καταδύσεων μέχρι τῶν καταχθονίων ἐν τοῖς δεσμωτηρίοις τοῦ ᾅδου, ἔνθα εἰσὶν αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν ἀποκεκλεισμέναι εἰς γῆν σκοτεινὴν καὶ φοβερὰν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκέτι φέγγος οὐδὲ ὁρᾷν βροτῶν ζωὴν, ὡς γέγραπται, ἀλλ’ ὀδύνη καὶ θλῖψις αἰώνιος καὶ ἀπαραμύθητος καὶ στεναγμὸς ἀσίγητος·
ἕκαστος γὰρ τῶν ἐκεῖσε μνημονεύων τὰς πονηρὰς αὐτοῦ πράξεις καὶ ἐννοῶν πῶς ἀπολογήσεται τῷ ἀδεκάστῳ κριτῇ, καὶ πῶς τὴν ἀπέραντον κόλασιν ὑποστήσηται, δεινῶς τῷ συνειδότι προβασανίζεται καὶ πρὸς τοῦτο ἀναλογιζόμενος τὸν ἀπὸ Θεοῦ χωρισμὸν καὶ τῆς δόξης τῶν ἁγίων αὐτοῦ καὶ τὴν μετὰ τοῦ διαβόλου καταδίκην καὶ τῶν δαιμόνων ἄπαυστον καὶ ἀπαρηγόρητον, λυπεῖται καὶ στενάζει. Μεθ’ ὧν γέ τοι κἀγὼ συγκατακλεισθεὶς καὶ πενθῶν ὁρῶ τοὺς δύο νεανίσκους ἐκείνους ἐλθόντας ἐκεῖσε πάλιν, οὓς παρακαλέσας ἐξαγαγεῖν τῆς φοβερᾶς ἐκείνης φυλακῆς τε καὶ ἀνάγκης ὅπως μετανοήσω, οἳ καί φασιν πρός με· Μάτην παρακαλεῖς· οὐδεὶς γὰρ ἐξέρχεται τῶν ἐνταῦθα μέχρι τῆς κοινῆς ἀναστάσεως. Ἐπιμένοντος δέ μου τῇ δεήσει καὶ βοῶντος· Ἐλεήσατέ με·
οὐ γὰρ ᾔδειν, ὅτι ταῦτά μοι συμβήσεται καὶ διὰ τοῦτο γνησίως ἀπὸ τοῦ νῦν μετανοῶ καὶ γενήσομαι πρὸς ὠφέλειαν πολλῶν, εἰ πρὸς τὴν ἐπὶ γῆς ζωὴν αὖθις ἐπανήξω. Καὶ δυσωπηθέντες οἱ ἄγγελοι ἄγουσί με πρὸς τὸ σῶμα καὶ τὴν μὲν ἰδίαν φύσιν τῆς ψυχῆς ἔβλεπον ὥσπερ μαργαρίτην ἀστράπτουσαν, τὸ δὲ σῶμα δυσῶδες καὶ ἠμαυρωμένον, ὅθεν δυσχεραίνοντός μου καὶ λέγοντος μὴ δύνασθαι εἰσελθεῖν ἐν αὐτῷ διὰ τὴν ζόφωσιν αὐτοῦ καὶ τὴν δυσωδίαν, οἱ δὲ προσηπείλησάν μοι λέγοντες· Εἰ μὴ εἰσέλθῃς, πάλιν ἀπάγομέν σε εἰς ἐκείνην τὴν καταδίκην· οὐκοῦν εἰσέλθῃς, ἵνα καὶ αὐτὸς σωθῇς καὶ ἄλλους ὠφελήσῃς, ὡς τῷ Κυρίῳ ἔδοξεν. Τότε εἶδον ὡς διὰ τοῦ στόματος εἰσελθὼν καὶ τὸ σῶμα διαναστήσας ἠρξάμην κράζειν· Ἐλεήσατέ με. Πάντων δὲ ὠφεληθέντων λίαν καὶ μᾶλλον φοβηθέντων ἐπὶ τῇ φοβερᾷ ταύτῃ διηγήσει, ἕκαστος τὰ ἑαυτοῦ ἐθρήνει πλημμελήματα· τὸν δὲ ἄνθρωπον βλέποντες καταπεπονημένον καὶ πολύδακρυν παρεκάλουν γεύσασθαι τροφῆς. Ὁ δὲ παντελῶς οὐχ ὑπήκουσεν, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, διήρχετο τὰς ἐκκλησίας 578 καὶ ῥίπτων ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους ἐβόα μετὰ φωνῆς ἰσχυρᾶς καὶ δακρύων πολλῶν·
PG 110:845Οὐαὶ, οὐαὶ τοῖς ἁμαρτάνουσιν ἀμετανοήτως ποία φοβερὰ κόλασις καὶ ἐξέτασις ἀκριβὴς αὐτοὺς περιμένει 6 Ποιήσας οὖν [α) οὕτως ἡμέρας μ νηστεύων, καὶ ἀγρυπνῶν, καὶ κηρύσσων, καὶ πολλοὺς ἐπιστρέφων πρὸς μετάνοιαν, ἐτελειώθη ἐν Κυρίῳ προγνοὺς τὸν ἑαυτοῦ θάνατον πρὸ ιβ ἡμερῶν. ΣΛΒ. Περὶ τῶν κεκοιμημένων διαφόρων ἁγίων . Συμφωνεῖ δὲ τῷ θαύματι τούτῳ, λέγω δὴ τὸ περὶ τῆς τῶν ψυχῶν πρὸς τὴν τῶν οὐρανῶν ἄνοδον μετὰ τὴν ἐνθένδε μεταχώρησιν, καὶ ὁ θεομύστης Χρυσόστομος διεξιῶν περὶ τῶν κεκοιμημένων οὕτως· Ταῦτα καὶ τὰ τούτων ἀποῤῥητότερα προθεωροῦντες οἱ τελευτῶντες, οἱ μὲν ἐν τῇ κλίνῃ ταράςσονται φυγεῖν βουλόμενοι, μὴ δυνάμενοι δὲ, οἱ δὲ τοὺς ὀδόντας βρύχουσι καὶ ἄλλοι τὰς σιαγόνας κόπτουσι καὶ ἕτεροι τοὺς ὀφθαλμοὺς ἐλεεινῶς περιστρέφουσι καὶ τὰς χεῖρας συστέλλουσι, κατὰ μικρὸν τῆς δυνάμεως τοῦ σώματος ληγούσης καὶ τῆς γλώττης δεινῶς φλεγομένης· ὁρῶσι γὰρ τότε τοὺς μὲν θείους ἀγγέλους φοβερῶς τε καὶ ὀξέως τὴν ψυχὴν ἀπαιτοῦντας, τοὺς δὲ πονηροὺς δαίμονας παρισταμένους, καὶ λογοθετοῦντας, καὶ κατηγοροῦντας εὐτόνως, καὶ ἁρπάσαι πρὸς ἑαυτοὺς ἐπιχειροῦντας·
εἶτα καὶ τὸν κλέπτην αἰφνιδίως εἰσελθόντα καὶ τὴν ψυχὴν τοῦ σώματος ἀποῤῥήξαντος, πορεύεται μετὰ σκυθρωπότητος πολλῆς εἰς τόπους ξένους καὶ πάμπαν ἀγνοουμένους. Πολλῶν οὖν ἡμῶν, ἀδελφοὶ, τότε δεῖ τῶν εὐχῶν, πολλῶν τῶν ἀγαθῶν ἔργων, πολλῆς ἡμῖν τότε χρείας τῆς τῶν ἀγγέλων βοηθείας, πολλῆς ἡμῖν τότε τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειραγωγίας καὶ συμμαχίας. Εἰ γὰρ εἰς μακρὰν χώραν καὶ ξένην πόλιν ἐνταῦθα πορευόμενοι δεόμεθα τοῦ χειραγωγοῦντος καὶ ὁδηγοῦντος, πόσων ἡμῖν δεῖ τῶν βοηθῶν μᾶλλον καὶ χειραγωγῶν τοῦ διασῶσαι καὶ διαπεράσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς ὁδοστάτας τοῦ ἀέρος καὶ δικαιολόγους, οὓς τελώνας καὶ φορολόγους ἡ θεία προσαγορεύει Γραφή; Διὸ δὴ προφθάσωμεν τὸ πρόσωπον τοῦ Θεοῦ ἐν ἐξομολογήσει, προφθάσωμεν 579 πρὸ τοῦ φθασθῆναι, δράμωμεν πρὸ τοῦ καταληφθῆναι· ὁ γὰρ βίος βραχὺς, ἡ δὲ κρίσις μακρά· τὸ δὲ τέλος ἐγγὺς καὶ ὁ φόβος πολὺς καὶ ὁ ἐλεῶν οὐδείς·

Chapter CCXXXVICaput CCXXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:847ἐννόησον γὰρ ὅπως εἰσὶν αἱ ψυχαὶ διότι κατεφρόνησαν τοῦ φόβου τοῦ Θεοῦ καὶ τῶν ἐντολῶν αὐτοῦ, μικρᾶς ἀνέσεως παρακαλοῦσαι τυχεῖν καὶ μὴ τυγχάνουσαι, ἀλλ’ εἰς τὰ καταχθόνια τῆς γῆς θρηνοῦσαι τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς καὶ τὰς πορνείας αὐτῶν καὶ τὰς λοιπὰς κακουργίας, ἀνόνητα μετανοοῦσιν ἐφ’ οἷς κακοῖς διεπράξαντο καὶ πενθοῦσιν ἀπαρηγόρητοι. Διά τοι τοῦτο μάλιστα μακαρίζομεν τοὺς δικαίους καὶ τοὺς νηπίους ἀποθνήσκοντας, ἐπειδὴ τὸ παρ’ ἡμῖν ποτήριον τοῦ θανάτου ἐπικίνδυνον, παρ’ ἐκείνοις ἐστὶ σωτήριον καὶ τὸ παρὰ πᾶσι φρικτὸν, παρ’ ἐκείνοις ἐπιθυμητόν· καὶ ὅπερ ἡμεῖς ἔχομεν ἐκεῖθεν ἀρχὴν τιμωρίας, παρ’ ἐκείνοις ἐστὶν ἀρχὴ σωτηρίας· μόνον οὐχὶ λέγοντες· Ἡμᾶς ἄγγελοι εἰρηνικοὶ διεχώρισαν ἐκ τοῦ σώματος· ἡμεῖς ἀλύπως καὶ ἀνεμποδίστως παρήλθομεν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ ἀέρος, ἀγαθοὺς ὁδηγοὺς ἔχοντες· οὐ γὰρ εὗρον ἐν ἡμῖν ὅπερ ἐζήτουν ἢ ἤλπιζον· εἶδον ἀμίαντον καὶ καθαρὸν τὸ σῶμα καὶ ᾐσχύνθησαν· εἶδον ἄφθορον καὶ λαμπρὰν τὴν ψυχὴν καὶ ἐνετράπησαν· εἶδον τὴν γλῶσσαν ἄσπιλον καὶ ἄδολον καὶ ἐφιμώθησαν· παρήλθομεν καὶ ηὐτελίσαμεν αὐτούς·
διέβημεν δι’ αὐτῶν καὶ κατεψάλομεν αὐτῶν φάσκοντες· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν· ὅθεν καὶ οἱ προσαπατῶντες ἄγγελοι ἔχαιρον [β), δίκαιοι κατησπάζοντο, ὅσιοι συνετέρποντο λέγοντες· Καλῶς ἦλθον οἱ φίλοι τοῦ Χριστοῦ καὶ τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι. [] Καὶ μέντοι καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἐν τῷ ἐπιταφίῳ τοῦ ἀδελφοῦ Καισαρείου φάσκει· Πείθομαι σοφῶν λόγοις, ὅτι πᾶσα ψυχὴ καλή τε καὶ θεοφιλὴς, ἐπειδὰν τοῦ συνδέσμου λυθεῖσα σώματος, (τῶν) ἐνθένδε ἀπαλλαγῇ, εὐθὺς ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὴν καλοῦ γίνεται, ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακαθαρθέντος ἢ ἀποτεθέντοςοὐκ οἶδ’ ὅτι καὶ λέγειν χρὴ θαυμασίαν τινὰ ἡδονὴν ἥδεται καὶ ἀγάλλεται καὶ ἵλεως 580 χωρεῖ πρὸς τὸν ἑαυτῆς δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀπολιποῦσα καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας, ὑφ’ ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην μακαριότητα. [] Ὁμοίως δὲ καὶ ὁ μέγας Ἀθανάσιος ἐν τῷ βίῳ τοῦ ἁγίου Ἀντωνίου λέγει·
PG 110:849Ἀναστὰς εἰς προσευχὴν περὶ ὥραν θ ἤσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ· καὶ παραδόξως ἑστὼς ἔβλεπεν ἑαυτὸν ὥσπερ ἔξωθεν ἑαυτοῦ γενόμενον καὶ ὡς εἰς τὸν ἀέρα ἀφοδηγούμενον ὑπό τινων, εἶτα πικροὺς καὶ δεινοὺς ἑστῶτας ἐν τῷ ἀέρι καὶ θέλοντας αὐτὸν κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων διαμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη· βουλομένων οὖν αὐτῶν συνάραι λόγον ἀπὸ τῆς γεννήσεως αὐτοῦ, οὐ συνεχώρουν οἱ τὸν Ἀντώνιον ὁδηγοῦντες· Τὰ μὲν ἀπὸ τῆς γεννήσεως αὐτοῦ, λέγοντες, ὁ Κύριος ἀπήλειψεν· ἀφ’ οὗ δὲ γέγονε μοναχὸς καὶ τῷ Θεῷ συνέθετο, ἐξέστω ποιῆσαι λόγον. (Καὶ δὴ) τότε κατηγορούντων (αὐτοῦ) καὶ μὴ ἐλεγχόντων, ἐλευθέρα γέγονεν ἡ ὁδὸς αὐτῷ καὶ ἀκώλυτος. Καὶ εὐθὺς εἶδεν ἑαυτὸν ὥςπερ ἐρχόμενον εἰς ἑαυτὸν καὶ τοῦ μὲν φαγεῖν ἐπελάθετο, ἔμεινε (δὲ) τὸ λοιπὸν τῆς ἡμέρας καὶ ὅλης τῆς νυκτὸς εὐχόμενος καὶ στενάζων. Ἐθαύμαζε δὲ λογιζόμενος πρὸς ποίους ἐστὶν ἡ πάλη καὶ διὰ πόσων πόνων ἔχει τις διαβῆναι τὸν ἀέρα καὶ ἐμνημόνευσεν ὅτι τοῦτό ἐστιν, ὃ ἔλεγεν ἀπόστολος κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος·
ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν ἐν τῷ μάχεσθαι καὶ πειρᾶσθαι διακωλύειν τοὺς διερχομένους, ὅθεν μάλιστα παρῄνει λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα (δυνηθῆτε ἀντιστῆναι τῇ ἡμέρᾳ τῇ πονηρᾷ, ὅπως) μηδὲν ἔχων ὁ ἐχθρὸς λέγειν περὶ ἡμῶν φαῦλον καταισχυνθῇ· Διὸ τοίνυν ἀνενδότως ἐπιμένωμεν τῇ ἀσκήσει γινώσκοντες ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν 581 καθ’ ἡμῶν ὁ Θεὸς ἀγανακτήσει μᾶλλον. Οὕτω γὰρ ἐν τῷ Ἰεζεκιὴλ ἠκούσαμεν· οὕτω καὶ Ἰούδας ἀπώλεσε διὰ νύκτα μίαν ὅλου τοῦ παρελθόντος χρόνου τὸν κάματον· οὐδὲ γὰρ ὁ ἐχθρὸς ἡμῶν ἀμελεῖ τῆς καθ’ ἡμέραν φροντίζων ἀπωλείας πάντοτε, καὶ ἐὰν ἀμελοῦντας ἡμᾶς εὑρήσει, σφοδροτέρως ἐπιτίθεται· εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς, καλὸν τὸ ἀποστολικὸν ῥητὸν ἀεὶ μελετᾷν· Καθ’ ἡμέραν ἀποθνήσκω. Ἂν γὰρ ἡμεῖς ὡς ἀποθνήσκοντες καθ’ ἡμέραν οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· Ἵνα καθ’ ἡμέραν ἐγειρόμενοι μὴ νομίζωμεν φθάνειν τὴν ἑσπέραν καὶ πάλιν μέλλοντες ἀνακλίνεσθαι [α) μὴ ἐγείρεσθαι.
Μετὰ δὲ ταῦτα διαλέξεως αὐτῷ ποτε γενομένης πρός τινας περὶ τῆς διαγωγῆς τῆς ψυχῆς καὶ ποῖος μετὰ τὴν ἀναχώρησιν ἔσται αὐτῇ τόπος, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν λέγων· Ἔξελθε, Ἀντώνιε, καὶ βλέπε. Καὶ δὴ ἐξελθὼν καὶ ἀναβλέψας εἶδέ τινα μακρὸν τῷ εἴδει καὶ φοβερὸν ἑστῶτα, ἀναβαίνοντας δέ τινας ὥσπερ ἐπτερωμένους, κἀκεῖνον ἐκτείνοντα τὰς χεῖρας καὶ τοὺς μὲν κωλυομένους παρ’ αὐτοῦ, τοὺς δὲ ὑπεριπτωμένους καὶ ἀμερίμνως λοιπὸν ἀναγομένους· καὶ ἐπὶ μὲν τοῖς τοιούτοις ἔτριζε τοὺς ὀδόντας ὁ μακρὸς ἐκεῖνος, ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν ἔχαιρεν καὶ ἐγένετο φωνὴ λέγουσα. Νόει τὸ βλεπόμενον (Ἀντώνιε). Καὶ διανοιχθείσης αὐτῷ τῆς διανοίας, ἔγνω ψυχῶν εἶναι τὴν πάροδον. Καὶ τὸν ἑστῶτα μακρὸν τὸν ἐχθρὸν τοῦ γένους ἡμῶν διάβολον καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατοῦντα καὶ κωλύοντα διελθεῖν, τοὺς δὲ ἀνευθύνους μὴ δυνάμενον κατέχειν. [] Διὰ δὴ τοῦτο καὶ ὁ μέγας καὶ πολύαθλος Εὐστράτιος μέλλων, καίπερ διὰ μαρτυρίου, τελειοῦσθαι, προσηύξατο λέγων·
PG 110:851Μεγαλύνων μεγαλυνῶ σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου 582 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν καὶ ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου· καὶ νῦν σκεπασάτω με ἡ χεῖρ σου, καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ σώματος τούτου, μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου βούλησις συναντήσῃ αὐτῇ καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας· ἵλεός μοι γένου, Δέσποτα, καὶ μὴ ἴδοι ἡ ψυχή μου τὴν ζεζοφωμένην ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα· ἐν τῷ κρίνεσθαί με μὴ καταλάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπᾶσαί με τὸν ἁμαρτωλὸν εἰς βύθος ᾅδου. [] Τοιγάρ τοι καὶ ὁ μέγας ἀπόστολος Ἰούδας ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ ταῦτα παραδηλοῖ λέγων· Ὁ δὲ ἀρχάγγελος Μιχαὴλ, ὅτε τῷ διαβόλῳ, φησὶν, διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν·
Ἐπιτιμήσει σοι Κύριος διάβολος· βουλόμενος γὰρ παραστῆσαι τὴν ἐν τῷ ἀφανεῖ τοῦ διαβόλου περὶ τῶν ἀνθρωπίνων ψυχῶν τυραννίδα, ἣν ἔσχεν εἰς τὴν ταφὴν τοῦ σώματος Μωϋσέως ἀντιστῆναι, ἵνα μάθωμεν, ὅτι πρὸς τοὺς τόπους τῆς ἀναπαύσεως ὁ διάβολος μετὰ τῶν σὺν αὐτῷ πονηρῶν καὶ ἀποστατικῶν δυνάμεων, εἴργει πορεύεσθαι τὰς ψυχὰς τῆς ἄνω πορείας, διὸ καὶ ἄγγελοι παραλαμβάνουσιν αὐτὰς ἐξιούσας ἀπὸ τοῦ σώματος. [] Οὕτω δὲ καὶ ὁ Μαρτύριος Ἀντιοχείας ἐν τῇ αὐτῇ ἐπιστολῇ φησιν·
PG 110:853Ἐπειδὴ γὰρ, τῆς ψυχῆς ἀπὸ σώματος χωριζομένης μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, εὐθὺς προσαπαντῶσιν αὐτῇ ἀγγελικαὶ δυνάμεις ἀγαθαὶ καὶ δαιμόνων στῖφος πονηροτάτων ἵνα πρὸς τὴν ποιότητα τῶν ἔργων ὧν ἔπραξαν πονηρῶν καὶ ἀγαθῶν, ἐπὶ τοὺς ἀξίους τόπους ἢ οὗτοι ἢ ἐκεῖνοι, ταύτην ἀποκομίσωσιν φυλαχθησομένην ἕως τῆς τελευταίας κρίσεως, καθ’ ἣν εἰς κρίσιν παραστησόμεθα 583 πάντες, εἰς τὴν αἰώνιον ζωήν τε καὶ ἀνάπαυσιν ἢ εἰς τὴν ἀπέραντον φλόγα [β) τοῦ πυρὸς ἀπαχθησόμεθα, ὅπερ ὁ Θεὸς βουλόμενος ὑποδεῖξαι διά τινος τύπου σωματικοῦ, παρεσκεύασεν ἐν τῇ τοῦ Μωϋσέως τελευτῇ φανῆναι τὸν ἀρχάγγελον Μιχαὴλ διακρινόμενον περὶ τοῦ σώματος αὐτοῦ καὶ τὸν πονηρὸν ἀντιπράττοντα δαίμονα καὶ τούτῳ τὸν Μιχαὴλ ἀγαθὸν ἄγγελον ὄντα προσυπαντῆσαι καὶ ἀποσοβῆσαι, ἀλλὰ τῷ Κυρίῳ τῶν ὅλων παραχωρῆσαι τῆς κατ’ ἐκείνου κρίσεως·
ὅπως διὰ τούτου μάθωμεν, ὡς ἔστι τις ἀγωνία τῆς ψυχῆς μετὰ τὴν ἔξοδον καὶ ὅτι χρὴ διὰ τῶν ἀγαθῶν ἔργων ἑτοιμαζέσθαι πρὸς τὸ τῆς εὐαγγελικῆς ἡμᾶς ἐπιτυχεῖν συμμαχίας, τῶν δαιμόνων καθ’ ἡμῶν ἐπιτριζόντων φθονερῶς καὶ πικρῶς εἰς ἅπαν. [] Λέγει οὖν καὶ ὁ μέγας ὁμολογητὴς Μάξιμος πρὸς Ἰωάννην κουβικουλάριον· Τίς, ἀγαπητὲ, τῶν κατ’ ἐμὲ ῥύποις ἁμαρτημάτων κατεστιγμένος οὐ φοβεῖται τὴν τῶν ἁγίων ἀγγέλων ἐπίστασιν, ὑφ’ ὧν κατὰ θείαν ψῆφον τῆς ζωῆς τὸ πέρας δεχόμενος, βίᾳ τοῦ σώματος μετ’ ὀργῆς ἐξωθεῖται καὶ μὴ βουλόμενος;
τίς κεκηληδωμένην ἑαυτῷ συνεπιστάμενος τὴν συνείδησιν, οὐ δέδοικε τὴν ὠμοτάτην τῶν πονηρῶν δαιμόνων βαρβαρώδη ὑπάντησιν, ἑκάστου τούτων κατὰ τὸν ἀέρα μετὰ τὴν ἔξοδον πρὸς ἑαυτὸν ἀφειδῶς τὴν ἀθλίαν ψυχὴν ἕλκοντος καὶ τῷ ἐλέγχῳ τῶν αὐτῇ πεπραγμένων καταισχύνοντος καὶ πάσης ἐμποιοῦντος αὐτῇ τοῖς ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἐλπίδος ἐλεεινὴν ἀπόγνωσιν; Μετὰ δὲ τὴν γινομένην κατὰ τὸν ἀέρα πρὸς τὰ πνευματικὰ τῆς πονηρίας διάγνωσίν τε καὶ λογοθέτησιν ἡ πρὸς τὸν ᾅδην κατάπτωσις διαδέχεται καὶ παροίκησις, ἐν ᾧ σκότῳ βαθεῖ [διάγουσι] καὶ βαρυτάτῃ σιγῇ, τροφὴν ἔχουσαι αἱ ἐκεῖσε καταδεδικασμέναι ψυχαὶ τοὺς δριμυτάτους στεναγμοὺς καὶ τὰ πικρότατα δάκρυα καὶ τὴν ἐπὶ τοῖς δεινοῖς κατήφειαν, ἐκδεχόμεναι διὰ πατὸς οὐδὲν ἄλλο ἢ μόνην τὴν ἐπὶ 584 τῇ δικαίᾳ ψήφῳ δικαίαν ἀνταπόδοσιν.

Chapter CCXXXVII - CCXXXVIIICaput CCXXXVII - CCXXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:855Ταύτην οὖν συνίστησιν αὐτοῖς τὴν ἄπαυστον λύπην καὶ ὀδύνην ἡ τῆς ἀναστάσεως ἐλπὶς, ἡ τῆς φοβερᾶς ἡμέρας Χριστοῦ παρουσίας ἡμέρα, ἡ φρικωδεστάτη παράστασις καὶ περὶ τῶν βεβιωμένων πάντων ἀπολογία, καθ’ ἣν οἱ μὲν ἐκ δεξιῶν τοῦ κριτοῦ σταθήσονται καὶ λήψονται τῶν ἀποῤῥήτων ἀγαθῶν τὰς ἐπαγγελίας, οἱ δὲ τὴν ἀριστερὰν στάσιν λαχόντες, τὸ πῦρ τὸ αἰώνιον, τὸ ἐξώτερον σκότος [καὶ τὸν ἀκοίμητον σκώληκα] τόν τε βρυγμὸν τῶν ὀδόντων καὶ τὸ διηνεκὲς δάκρυον, καὶ τὴν ἀπέραντον αἰσχυνήν τε καὶ κόλασιν. Ταῦτα δὴ ταῦτα προεννοοῦσαι καὶ διαλογιζόμεναι, εἰκότως πενθοῦσι καὶ ἀποδύρονται ὡς κατακεκριμέναι καὶ ἀναπολόγητοι καὶ μηδὲ τοῦ σοφοῦ τὴν διδασκαλίαν ἀκούσαντες λέγοντος· Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὅση σοι δύναμις, ποίησον, ὅτι οὔκ ἐστι ποίημα, καὶ λογισμὸς, καὶ γνῶσις, καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ· ἐπείπερ Οὔκ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Καὶ γὰρ οὔκ ἐστιν ἐκεῖ ὁ μνημονεύων τοῦ Θεοῦ καὶ λέγων μετ’ εὐφροσύνης·
Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην, οὔτε ἐξομολογούμενος καὶ σωζόμενος, διότι ἀπέκλεισε Κύριος κατ’ αὐτῶν πᾶσαν ἐξομολόγησιν καὶ διόρθωσιν. [] Ὅθεν καὶ ὁ μακάριος Νεῖλος παρεγγυᾷ φάσκων· Μνήσθητι δὲ καὶ τῆς ἐν ᾅδῃ καταστάσεως καὶ λογίζου πῶς ἄρα εἰσὶν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ πικρότητι σιωπῆς, ἐν ποίᾳ δεινότητι στεναγμοῦ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ, ἢ τίνι προσδοκίᾳ τὴν ἄπαυστον ὀδύνην ἐκδεχόμεναι, καὶ τὸ ψύχος ἔχουσαι, καὶ ἀπέραντον ἐκεῖνο δάκρυον. [] Οὐ μὴν δὲ, ἀλλὰ Γρηγόριος ὁ κλεινὸς πάπας Ῥώμης ἐν τῷ πρὸς Πέτρον διαλόγῳ φησίν·
Εἰ γὰρ τὰς τῶν ἁγίων ψυχὰς ἐν οὐρανῷ πιςτεύομεν εἶναι, πάντως καὶ [α) τὰς τῶν ἁμαρτωλῶν ἐν 585 τῷ ᾅδῃ τυγχάνειν ὁμολογήσομεν. Καὶ καθάπερ τοὺς ἁγίους ἡ μακαριότης εὐφραίνει καὶ θυμηδίας ἀποπληροῖ διηνεκοῦς, οὕτω πιστεύειν χρὴ, ὅτι τοὺς ἁμαρτωλοὺς ἐν ᾅδῃ λύπη καὶ στενοχωρία τε καὶ ὀδύνη συνέχει διαπαντὸς ὥσπερ καμίνου φλὸξ τὰς ψυχὰς αὐτῶν φλογίζουσα, οἷα δὴ καὶ τὰ κατὰ τὸν πλούσιον καὶ τὸν Λάζαρον. [] Ὅτι δὲ τελευτῶν ἕκαστος αἴσθησίν τινα καὶ πληροφορίαν ἀπ’ ἐντεῦθεν ἤδη λαμβάνει τῶν μελλόντων ὑφ’ ὧν ἔπραξε, φησὶν ὁ ἀποστολικὸς Διονύσιος ἐν τοῖς περὶ τῶν ἱερῶς κεκοιμημένων· Ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῇδε βίου, τὴν [εἰς] ἀφθαρσίαν αὐτῶν ὁδὸν ὡς ἐγγυτέραν ἤδη γεγεννημένην ἐμφανέστερον ὁρῶσι καὶ τὰς δωρεὰς τῆς θείας χάριτος, καὶ θεαρχίας ὑμνοῦσι, καὶ θείας ἡδονῆς ἀποπληροῦνται, τὴν ἐπὶ τὰ χείρω τροπὴν οὐκ ἔτι δεδοικότες, ἀλλ’ εὖ εἰδότες, ὅτι τὰ κτισθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν·
PG 110:857οἱ δὲ μολυσμοῦ ἀνάπλεοι καὶ ἀνιέρων κηλίδων, εἴπερ ἱερᾶς τινος τετυχήκασι μυήσεως, αὐτοὶ δὲ ταύτην ἐκ τοῦ οἰκείου νοὸς ὀλεθρίως ἀποῤῥαπίσαντες ἐπὶ τὰς φθοροποιοὺς ηὐτομόλησαν ἐπιθυμίας, ὅταν ἐπὶ τὸ τέλος ἔρχωνται τῆς ἐνθάδε ζωῆς, οὐκέτι ὁμοίως αὐτοῖς εὐκαταφρόνητος φανεῖται τῶν θείων λογίων ἡ θεσμοθεσία, τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασι, μακαρίσαντες, ἐλεεινῶς καὶ ἀβουλήτως ἀποχωρίζονται τοῦ τῇδε βίου, πρὸς οὐδεμίαν ἱερὰν ἐλπίδα χειραγωγούμενοι διὰ τὴν χειρίστην ζωήν. Τούτων δὲ οὐδενὸς γινομένου κατὰ τὰς κοιμήσεις τῶν ἱερῶν ἀνδρῶν, ἀφ’ ὧν ὁ πρὸς τὸ πέρας ἐρχόμενος, τῶν οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦται καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας. [] Ὅπερ οὖν καὶ ὁ θεῖος Διάδοχος δηλῶν φάσκει· Ἐὰν οὖν μὴ πρεπόντως μετανοήσωμεν καὶ περὶ τῶν ἁμαρτιῶν ἡμῶν πάντων 586 ἐξομολογησώμεθα, δειλίαν τινὰ ἄδηλον ἐν τῷ καιρῷ τῆς ἐξόδου ἐν ἑαυτοῖς εὑρήσομεν. Χρὴ δὲ ἡμᾶς εὔχεσθαι τοὺς ἀγαπῶντας τὸν Κύριον καὶ ἐκτὸς παντὸς εὑρίσκεσθαι φόβου·
ὁ γὰρ ἐν φόβῳ εὑρισκόμενος, εὔδηλος ὅτι πρὸς ταρταρίους ἄρχοντας ἀπελεύσεται· ἡ δὲ ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ἀγαλλιωμένη ψυχὴ ἐντῇ ὥρᾳ τῆς ἀναλύσεως, ἐπάνω τῶν σκοτεινῶν πράξεων πάντων εὑρισκομένη, πρὸς τοὺς ἀγγέλους τῆς εἰρήνης ἔσπευδε μετὰ χαρᾶς καὶ φέρεται. [] Καί γε Νεῖλος αὖθις ἱερός φησιν· Ὄντως φοβερώτατον τὸ τοῦ θανάτου μυστήριον, ὅτε τῶν ἀπαιτούντων τὴν ψυχὴν ἐπιστασία φοβερὰ συνέχει φρίττουσαν αὐτὴν πρὸς τὴν ἔξοδον, καὶ δείματα καὶ σχήματα φοβερώτατα, ὅτε δαίμονες ὀνειδίζοντες τὴν ἁμαρτίαν καὶ πρὸς ἑαυτοὺς ἕλκουσιν ἀπειλοῦντες εἰς ἀνηδῆ καὶ σκυθρωπὰ χωρία, ὡς πρὸ τῆς βασάνου τὴν κατάπληξιν ἱκανὴν εἶναι πρὸς κόλασιν, ὅτε ἡ συνείδησις ἐπιτρέφουσα [β) πρὸς τὰ πλημμελήματα τρέμει τὴν πρὸς ἀξίαν τῶν ἡμαρτημένων παραμένουσαν κόλασιν. Ἔνθεν γὰρ ἱδρῶτι κεῖται τὸ σῶμα διάβροχον, σημεῖα δεικνῦν τοῦ ἔνδον καμάτου, καὶ τῆς ἀδήλου ταραχῆς τὰ ὁρώμενα παρέχεται πρόδηλα τεκμήρια.
Ἐντεῦθεν, καθάπερ οἱ τῶν πικρῶν ἀπογευόμενοι φαρμάκων ἀποστύφουσι τῇ ἀειδείᾳ τὸ πρόσωπον τῆς ψυχῆς, πρὸς ἣν ἔσχον ἐκ τῶν ὀφθέντων ἐκεῖ χαλεπὴν διάθεσιν, τυπωσάσης τὸν χαρακτῆρα τῆς ὄψεως τῷ σχήματι τοῦ φαινομένου τὴν ἑαυτῆς φανερώσασαν κεκρυμμένην ἀνίαν. [] Οὕτω γε μὴν καὶ ὁ Χρυσόστομος ἔφη πάλιν· Οὐκ ἴστε πῶς ἐν τῇ τελευταίᾳ ἡμέρᾳ συστρέφει ψυχὴν ἁμαρτήματα; πῶς κάτωθεν τὴν καρδίαν ἀνακινεῖ; Ὅθεν δείματα πολλά ἐστιν ἀκούειν τότε διηγουμένη καὶ ὄψεις φοβερὰς, ὧν οὐδὲ τὴν θεωρίαν λοιπὸν φέροντες οἱ ἀπιόντες, καὶ τὴν κλίνην αὐτὴν μετὰ πολλῆς τῆς ῥύμης τινάσσουσι καὶ φοβερὸν ἐνορῶσι τοῖς παροῦσιν, τῆς ψυχῆς ἔνδον ἑαυτῆς ὠθούσης καὶ μὴ θελούσης ἀποῤῥαγῆναι τοῦ σώματος· εἰ γὰρ ἀνθρώπους φοβεροὺς ἐνορῶντες δεδιττόμεθα, ἀγγέλους ἀπειληφόρους καὶ δυνάμεις ἀποτόμους τῶν παραπεμπομένων βλέποντες, 587 τί οὐ πεισόμεθα, ἑλκομένων ἡμῶν ἀπὸ τοῦ σώματος καὶ χωριζομένης τῆς ψυχῆς, πολλὰ ἀποδυρομένης ἐκεῖ καὶ μάτην; [] Καὶ μέντοι καὶ ὁ μέγας Βασίλειος παραινεῖ λέγων·
PG 110:859Μὴ τοίνυν ἀνάβαλλε ἡμέραν ἐξ ἡμέρας, ἵνα μὴ ἐμπέσῃς εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα μὲν ἀπολείπωσί σε αἱ τοῦ ζῇν ἀφορμαὶ, ἀπορία δὲ πάντοθεν καὶ θλῖψις ἀπαραμύθητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων, ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ τὰ ἔνδον μυχῶντος, στενάξῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσῃς καὶ φθέγξῃ μέντοι γε λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔστιν· πᾶν δὲ τὸ λαλούμενον παρά σου ὡς παραφροσύνη καταφρονεῖται. Μηδεὶς οὖν ἐξαπατάτω σε κενοῖς λόγοις καὶ ματαίοις· ἐπιστήσεται γάρ σοι ἀφνίδιος ὄλεθρος καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρεῖ· ἥξει γὰρ ἄγγελος κατηφὴς ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος· ὦ πόσα σπαράξεις σεαυτὸν, ὦ πόσα στενάξεις ἄπρακτα, μετανοῶν ἐπὶ τοῖς κακῶς βουλευθεῖσι καὶ πραχθεῖσιν. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου·
Αἶ, αἶ με, μὴ ἀποῤῥίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας αἷ με τὰς κηλίδας μὴ ἀποπλύνασθαι, ὦ τῶν πονηρῶν βουλευμάτων καὶ συναλλαγμάτων διὰ γὰρ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, αἰώνιον βασανίζομαι· διὰ σαρκὸς ἡδονὴν καὶ πύρωσιν τῷ αἰωνίῳ πυρὶ παραδίδομαι· δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην καὶ οὐχ ὑπήκουον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιόμενος σεαυτὸν ἂν, προαναρπασθεὶς τῆς μετανοίας. Οὐκοῦν ἐλέησον σεαυτὸν καὶ λάβε δὴ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν, τὴν ὄντως φρικωδεστάτην καὶ ἐλεεινοτέραν τῆς ἐξόδου, [α) καὶ συνοχὴν, καὶ πνιγμὸν, καὶ ψυχωῤῥαγίας ὥραν καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην, καὶ ἰλιγγιῶσαν καὶ τρέμουσαν σφόδρα καὶ ἀποροῦσαν, καὶ ἀνόνητον μετανοοῦσαν ὅτε ὄφελος οὐδέν. ΣΛΓ. Βασιλεία Ἡρακλωνᾶ. 588 Μετὰ Κωνσταντῖνον, υἱὸν Ἡρακλείου, ἐβασίλευσεν Ἡρακλωνᾶς ἅμα Μαρτίνῃ μητρὶ αὐτοῦ μῆνας δ. [] Ἡ δὲ σύγκλητος ἀπώσατο Ἡρακλωνᾶν, ῥινοκοπήσαντες αὐτὸν καὶ Μαρτῖναν γλωσσοτομήσαντες, καὶ ἐξώρισαν αὐτούς.

Chapter CCXXXIXCaput CCXXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:861[] Ἀνεβίβασαν δὲ (ἐπὶ τὴν βασιλείαν) Κώνσταν, υἱὸν Κωνσταντίνου, ἔγγονον Ἡρακλείου. ΣΛΔ. Βασιλεία Κώνστα ἐγγόνου Ἡρακλείου. Μετὰ δὲ Ἡρακλωνᾶν ἐβασίλευσε Κώνστας ἔτη κζ, ὃς ἔφη ἐπὶ σιλεντίου πρὸς τὴν σύγκλητον· Τοῦ ἐμοῦ πατρὸς Κωνσταντίνου, ἐπὶ ζωῆς τοῦ ἰδίου πατρὸς, ἐμοῦ δὲ πάππου Ἡρακλείου, ἱκανὸν σὺν τῷ πατρὶ βασιλεύσαντος, μετὰ δὲ τοῦτον λίαν βραχύ ὁ γὰρ Μαρτίνης φθόνος τῆς αὐτοῦ μητρυιᾶς τοῦ ζῇν αὐτὸν ἀπήλλαξε διὰ Ἡρακλωνᾶν τὸν ἐξ αὐτῆς ἀθέσμως γεγεννημένονταύτην μετὰ τέκνου ἡ ὑμετέρα σὺν Θεῷ ψῆφος ἐξήγαγε πρὸς τὸ μὴ τὸν ἀθέσμως καὶ ἐκνόμως γεννηθέντα βασιλεύεσθαι τὴν βασιλείαν Ῥωμαίων. Ἐγὼ δὲ παρακαλῶ συμβούλους ἔχειν ὑμᾶς καὶ φίλους καὶ γνώμονας τῆς ἐμῆς βασιλείας. Καὶ φιλοτιμησάμενος αὐτοὺς δώροις ἀπέλυσεν. [] Ἐφ’ οὗ γέγονε βίαιος ἄνεμος καὶ πολλὰ δένδρα ἀνέσπασε, καὶ κίονας μοναχῶν κατέβαλε, καὶ πλοῖα συνέτριψε. 589 [] Ἀλλὰ καὶ Μαυί̈ας (ὁ τῶν Ἀῤῥάβων ἀρχηγὸς) τὴν Ῥόδον καταλαβὼν (καὶ παραλαβὼν) τὸν κολοσσὸν (Ῥόδου) μετὰ, ατξ ἔτη τῆς ἱδρύσεως καθεῖλεν· (ὃν Ἰουδαῖός τις) ἔμπορος ὠνησάμενος ἑπτακοσίους καμήλους ἐφόρτωσε τῷ χαλκῷ (κολοσσοῦ).
[] Μαυί̈ας δὲ μετὰ πλοίων ἦλθεν ἐν Φοινίκῃ, ἔνθα ἦν ὁ βασιλεὺς (Κώνστας) μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ναυμαχεῖν μέλλων μετ’ αὐτοῦ. Τῇ δὲ νυκτὶ εἶδε κατ’ ὄναρ ὁ βασιλεὺς ἑαυτὸν ὑπάρχοντα ἐν Θεσσαλονίκῃ. Καὶ τοῦτο παραυτίκα γνωστικῷ τινι διηγησάμενος, ἔφη· Ὦ βασιλεῦ, εἴθε μὴ ὕπνωσας τῇ νυκτὶ ταύτῃ μήτε ὄνειρον ἐθεάσω τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ θὲς ἄλλῳ τὴν νίκην παρασημαίνει τουτέστι, σοῦ ἡττηθέντος, ἡ νίκη πρὸς τὸν ἐχθρὸν τεθήσεται. Ἡμέρας οὖν γενομένης καὶ ἀλλήλοις συμβαλόντων, ἡττᾶται ὁ βασιλεὺς καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. [] Ἐπιβουλῆς δὲ μηνυθείσης τῷ βασιλεῖ, ἀνακοινοῦνται ταύτην γνησίῳ τινὶ τῶν ὑπηκόων φίλῳ αὐτοῦ, ᾧ καὶ τὴν ἰδίαν ἐσθῆτα κατὰ τὴν ἐκείνου συμβουλὴν ἐνδύσας καὶ εἰς πενιχρὸν πλοῖον εἰσελθὼν σὺν ὀλίγοις ἀπέπλευσε διὰ τῆς νυκτὸς ἐν ΚΠ., σωθεὶς παραδόξως. Τῇ δὲ ἐπαύριον τὴν βασιλικὴν ἐσθῆτα περιβεβλημένος ὁ φίλος τοῦ βασιλέως, ἐπιστὰς τῇ βασιλικῇ νηὶ̈ συνάπτεται πόλεμον, ὃν οἱ πολέμιοι περικυκλώσαντες, δοκοῦντες αὐτὸν εἶναι τὸν βασιλέα, ἰσχυρῶς ἐπολέμουν.
PG 110:863Ὁ δὲ πολλοὺς ἐξ αὐτῶν ἀνδρείως ἀνελὼν, Μαυί̈α καὶ αὐτοῦ καιρίως πληγέντος, ἐτελεύτησε, πληρώσας τὸ γεγραμμένον· Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τοῦ φίλου αὐτοῦ. 590 [] Ὁ δέ γε Κώνστας ἐν τῇ πόλει τὸν ἴδιον ἀδελφὸν Θεοδόσιον ἀνεῖλε. Καὶ ἀπῆλθεν ἐν Σικελίᾳ, βουλόμενος ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι. [] Σφόδρα γὰρ ἐμισήθη παρὰ τῶν πολιτῶν οὐ μόνον διὰ τὴν ἀναίρεσιν τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλ’ ὅτι καὶ Μαρτῖνον τὸν πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν ΚΠ. ἐξώρισεν εἰς Χερσῶνα. Καὶ Μαξίμου τοῦ σοφωτάτου καὶ τῶν β μαθητῶν αὐτοῦ τὰς ἱερὰς γλώσσας καὶ τὰς δεξιὰς ἀπέτεμε χεῖρας, Καὶ μέντοι καὶ πολλοὺς ὀρθοδόξους αἰκίαις καὶ δημεύσεσι καὶ ἐξορίαις κατεδίκαζε διὰ τὸ μὴ θέλειν αὐτοὺς τῇ τῶν Μονοθελητῶν αἱρέσει συνθέσθαι. [] Εἶτα πέμψας ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς (γ) υἱοὺς αὐτοῦ (Κωνσταντῖνον, καὶ Ἡράκλειον, καὶ Τιβέριον), οἱ Βυζάντιοι τούτους οὐκ ἀπέστειλαν. [] Ποιήσας οὖν ἐν Σικελίᾳ ἔτη 2, ἀναιρεῖται ἐν Συρακούσῃ λουόμενος, [β) κατὰ κεφαλῆς λαβῶν μετὰ κάδου καιρίως πληγὴν ὑπό τινος τῶν παρισταμένων.
[] Ὁ δὲ λαὸς ἰδὼν τὸν βασιλέα τελευτήσαντα, πορευθεὶς ἀναγορεύουσι βασιλέα Νίζιζόν τινα οὕτω λεγόμενον, Ἀρμενογενῆ εὐπρεπῆ ὄντα καὶ ὡραιότατον. [] Ὅπερ ἀκούσας Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, κατέλαβε τὴν Σικελίαν μετὰ πλείστης ναυμαχίας καὶ χειρωσάμενος Νίζιζον, τὸν φονέα τοῦ πατρὸς αὐτοῦ, ἀνεῖλε σὺν τοῖς στασιάσασι. Καὶ οὕτως ἀνελθὼν ἐν Κ Π. ἐδέχθη παρὰ πάντων εὐφημούμενος. Ἀλλ’ 591 ὁ περὶ τούτου λόγος ἀναμεινάτω· ἔτι δὲ περὶ τῶν γεγενημένων ἐπὶ τῶν ἡμερῶν τοῦ πατρὸς αὐτοῦ τοῦ ἀναιρεθέντος ἐν Σικελίᾳ ἐνδιατρίψομαι. ΣΛΕ. Περὶ τοῦ ἀρχηγοῦ τῶν Σαρακηνῶν Μωάμεθ τοῦ καὶ Μουχούμετ. Καὶ γὰρ ἐπὶ αὐτοῦ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης Μουχούμετ ἐκ μιᾶς φυλῆς γενικωτάτης Ἰσμαὴλ, υἱοῦ Ἀβραὰμ, καταγόμενος ἀνεφάνη. Ἀναγκαῖον δὲ ἡγοῦμαι τῆς περὶ τούτου μυσαρᾶς καὶ παμμιαρᾶς αἱρέσεως διηγήσασθαι. [] Νίζαρος γὰρ ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πατὴρ αὐτῶν ἀναγορεύεται πάντων. Οὗτος οὖν γεννᾷ υἱοὺς δύο, Μούνδαρον καὶ Ἀραβίαν·
PG 110:865ὁ δὲ Μούνδαρος τίκτει Κούσαρον, καὶ Κάϊτον, καὶ Θεμίμην, καὶ Ἄσαδον καὶ ἄλλους τινὰς ἀνωνύμους, οἳ τὴν Μαδιανίτην ἔρημον κληρωσάμενοι ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες· εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων, οὐκ ἐκ τῆς φυλῆς αὐτῶν, ἀλλ’ ἐκ τοῦ Ἰεκτὰν, οἱ λεγόμενοι Ὁμηρῖται τουτέστιν Ἀμμανῖται. [] Ἀπόρου δὲ ὄντος τοῦ (προλεχθέντος Μουχούμετ ἤτοι) Μωάμεθ, εἰσῆλθε πρός τινα γυναῖκα πλουσίαν (μισθωτεῦσαι αὐτῇ), συγγενίδα αὐτοῦ οὖσαν, καλουμένην Χαδιγᾶ, πρὸς τὸ καμηλεύειν καὶ πραγματεύεσθαι (μετὰ τῶν ὁμοφύλων αὐτοῦ. Εἶτα) κατὰ μικρὸν παῤῥησιασάμενος καὶ ἐπελθὼν τῇ γυναικὶ χήρᾳ οὔσῃ, λαμβάνει αὐτὴν (εἰς) γυναῖκα καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρξιν ταύτης· καὶ ἐπιχωριάζων ἐν Παλαιστίνῃ συνανεστρέφετο Ἰουδαίοις καὶ Χριστιανοῖς καὶ 592 ἐθηρᾶτο λόγους καὶ γραφικάς τινας ῥήσεις. Ἔσχε δὲ τὸ πάθος τῆς ἐπιληψίας. Ἡ οὖν γυνὴ αὐτοῦ διὰ τοῦτο ἐλυπεῖτο σφόδρα ὡς περιφανὴς καὶ πλουσία, καὶ τοιούτῳ ἀνδρὶ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ, ἀλλὰ καὶ ἐπιληπτικῷ. Ἣν τροπωσάμενος ἔφασκε·
Ὅτι (φοβερὰν) ὀπτασίαν ἀγγέλου θεωρῶ Γαβριὴλ ὀνόματι, (καὶ μὴ ὑποφέρων αὐτοῦ τὴν θεωρίαν ὀλιγωρῶ) καὶ πίπτω. [] Ἐπισταθεὶς δὲ ἀπὸ ψευδομαρτυροῦντος αὐτῷ μοναχοῦ τινὸς Ἀρειανοῦ ψευδωνύμου, διὰ τὴν κακοπιστίαν αὐτοῦ ἐξορισθέντος ἀπὸ ΚΠ. ἐκ τῆς μονῆς τῶν Καλλιστράτου, οὗτος ὁ μιαρὸς ἀπεπλάνησεν αὐτὴν καὶ τὰς λοιπὰς γυναῖκας οὕτω λέγων ὅτι ὀπτασίᾳ τινὰ ἄγγελον λεγόμενον Γαβριὴλ θεωρεῖ καὶ μὴ φέρων τὴν θέαν καταπίπτει. Οὗτος γὰρ ὁ ἄγγελος εἰς πάντας τοὺς προφήτας ἀποστέλλεται. Αὕτη οὖν ἡ γυνὴ καὶ αἱ λοιπαὶ τοῖς λόγοις τοῦ ψευδαββᾶ πεισθεῖσαι προφήτην αὐτὸν εἶναι, ἐκήρυξαν πανταχοῦ προφήτην αὐτὸν ὑπάρχειν. [] Καὶ ἐκράτησεν ἡ αἵρεσις αὕτη τὰ μέρη τῆς Αἰθρίβου. Προῆλθεν δὲ ὁ λόγος τῆς πλάνης ταύτης καὶ εἰς ἄνδρα φύλαρχον τοὔνομα Βουβάχαρ. Ἡ οὖν γυνὴ [α) θανοῦσα τοῦτον διάδοχον καὶ κληρονόμον κατέλιπεν. Ἐκ τούτου οὖν ἐγένετο περιφανὴς ἄγαν ὡς περιούσιος.
PG 110:867[] Οὗτος ὁ θεομισὴς καὶ ἄθεος περιτυχὼν Ἑβραίοις καὶ (Χριστιανοῖς δῆθεν) Ἀρειανοῖς (τε) καὶ Νεστοριανοῖς, καὶ πανταχόθεν ἐρανισάμενος, ἐξ Ἰουδαίων μὲν μοναρχίαν, ἐξ Ἀρειανῶν δὲ λόγον καὶ πνεῦμα κτιστὰ, ἀπὸ δὲ Νεστοριανῶν ἀνθρωπολατρείαν, ἑαυτῷ θρησκείαν περιποιεῖται, καὶ προφάσει θεογνωσίας εἰσποιησάμενος τὸ ἔθνος ἐδίδαξεν αὐτοὺς περιτέμνεσθαι, καὶ ἄνδρας καὶ γυναῖκας, καὶ ἕνα μόνον προσκυνεῖν Θεὸν καὶ τὸν Χριστὸν τιμᾷν ὡς 593 Λόγον (τοῦ) Θεοῦ (μὲν), οὐχ Υἱὸν δὲ, καὶ Πνεῦμα προφορικὸν καὶ εἰς ἀέρα χεόμενον ὑπονοεῖν, οὐκ ἐνυπόστατα, οὐδὲ τῷ Πατρὶ ὁμοούσια, τὴν δὲ ἁγίαν Παρθένον Μαρίαν μὴ λέγειν Θεοτόκον, ἀλλὰ τὴν Ἀαρὼν καὶ Μωσέως ἀδελφὴν (ὑπολαμβάνειν εἶναι), μηδὲ βαπτίζεσθαι, μηδὲ σαββατίζειν (αὐτοὺς ἐδίδαξεν), μηδὲ τοῖς νομικοῖς ἢ εὐαγγελικοῖς ἔθεσιν ἐπακολουθεῖν, ἀλλὰ βδελύττεσθαι τὸν σταυρὸν καὶ τὴν σκιὰν ἐσταυρῶσθαι τοῦ Σωτῆρος ὁμολογεῖν. Παρηγγυήσατο δὲ αὐτοῖς καὶ [τῶν] καθόλου τῷ νόμῳ ἀπηγορευμένων μετασχεῖν πλὴν ὑῶν κρεῶν, οἴνῳ δὲ παντάπασι μὴ χρῆσθαι.
[] Τοιοῦτόν τι μυθευσάμενος ἑαυτὸν κλειδοῦχον φησὶ γεγενῆσθαι τοῦ παραδείσου, διόπερ κατὰ τὴν ἡμέραν τῆς κρίσεως μετὰ τὸ παραστῆναι τὸν Μωϋσέα σὺν τοῖς Ἰσραηλίταις καὶ ὡς παραβάτας τοῦ νόμου τῇ κολάσει τοῦ πυρὸς παραδοθῆναι, αὖθίς (τε) Ἰησοῦν παραστῆναι ἔμπροσθεν (τοῦ) Θεοῦ, τοὺς δὲ Χριστιανοὺς ὡς τοιοῦτον τολμήσαντας προστρῖψαι τῷ Χριστῷ ὄνομα καὶ Θεὸν αὐτὸν καὶ Υἱὸν Θεοῦ καὶ Λόγον σεσαρκωμένον καὶ σταυρωθέντα δογματίσαντας, τῇ τοῦ πυρὸς γεέννῃ παραδοθῆναι· εἶτα ἑαυτόν φησιν ὑπὸ τοῦ Θεοῦ κεκλῆσθαι μάλα θεοσεβῆ ὡς τοῦ παντὸς αὐτῶν ἔθνους αἴτιον θεοσεβείας ὑπάρξαντα ἐπαινεῖσθαι καὶ τούτου χάριν κλειδοῦχον τοῦ παραδείσου γεγενῆσθαι·

Chapter CCXLCaput CCXL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καί γε μετὰ τὸ ὑπ’ αὐτοῦ τὸν παράδεισον ἀνεῳχθῆναι, συν[εις]ελθεῖν αὐτῷ (πάντως καὶ ἀναντιῤῥήτως) ο χιλιάδας (φησὶν) τοὺς δυναμένους ἐφορμῆσαι πρὸς τοῦτο, τοὺς δὲ λοιποὺς κριθήσεσθαι φάσκει, καὶ τοὺς μὲν δικαίους ἀμφιβόλως τῆς τρυφῆς ἀπολαῦσαι, τοὺς δὲ εὑρισκομένους ἁμαρτωλοὺς, πιττάκια ἐν τοῖς τραχήλοις περιέχοντας δεδεμένα, εἰς τὸν παράδεισον αὐτοὺς εἰσελθεῖν καὶ τούτους ἐπονομάζεσθαι ἀπελευθέρους τοῦ Θεοῦ καὶ τοῦ Μουχούμετ, εἶναι δὲ γ ποταμοὺς ἐν 594 τῷ παραδείσῳ φησὶν, ἕνα μέλιτος, καὶ ἄλλον γάλακτος, καὶ ὕστερον οἴνου, πρὸς τὸ ἐπ’ ἐξουσίαν (ἔχειν ἕκαστον ὅθεν βούλεται μετέχειν καὶ) ἐμπιμπλᾶσθαι, τὰς δὲ γυναῖκας αὐτοῖς συνεῖναι καὶ φιλοκαλεῖν αὐτῶν τὰς κόμας καὶ (παντοίως) θεραπεύειν (αὐτῶν) τὰ φιλήδονα σώματα (ὁ σαρκόφρων καὶ ἐμπαθὴς καὶ δοῦλος τῆς ἁμαρτίας)· τοὺς δὲ Ἰουδαίους καὶ Χριστιανοὺς ξύλα τοῦ πυρὸς γενομένους, ὑπολειφθῆναι·
Page scan enlarged

Notebook

Full View