PG 111Basil of Neopatras
Basil, Metropolitan of Neopatras
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 411–412page 1 of 3
Prologus interpretationis SS. XII Prophetarum
PG 111:411διανέπαυε· πέμπει δὲ καὶ πρέσβεις προς Ούγγρους, ἵνα ἔλθοιεν καὶ κτήσωνται τὴν γῆν Ρωμαίων· οἱ ἐλθόντες πᾶσαν τὴν Τουσκίαν κατέδραμον, καὶ παῖ δας καὶ γυναῖκας, καὶ εἴ τι ἕτερον φέρειν ἡδύναντο, λαβόντες εἰς Οὐγγρίαν ἀπήγαγον. Διδ οι Ρωμαίοι ταραχθέντες ἐπὶ τούτῳ τὸν εἰρημένον Μαρκίωνα διαχρήσαντο. Οἱ μέν τοι Ούγγροι ὕστερον εκάστη έτει κατά πολλοὺς δὲ χρόνους ληστεύοντες Ρωμαίους κακῶς διέθεντο· Ἰωάννης δὲ ὁ εἰρημένος πάπας, ὑπὸ στρατιωτών συλληφθείς, καὶ εἰς φυλακὴν βλη θεὶς, ἐκεῖ ὕστερον διαφθείρεται. Αντεισάγεται δὲ εἰς τὸν τούτου τόπου ἕτερος Ἰωάννης· ἐπεὶ δὲ κακῶς τὴν ἀρχὴν εἰσῆλθεν, εὐ τίκα δὲ καὶ ἐξεβλήθη· διὰ τοῦτο καὶ ἐν τῷ καταλόγῳ τῶν ἀρχιερέων οὐ τίθεται. ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΒΑΣΙΛΕΙΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΝΕΩΝ ΠΑΤΡΩΝ ΠΡΟΛΟΓΟΣ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΩΝ ΑΓΙΩΝ ΙΒ' ΠΡΟΦΗΤΩΝ α'. 'Δ μὲν ή θεία χάρις ἄνωθεν φρυκτωρούσε θείῳ Πνεύματι τοῖσδε ἐν τοῖς θεολήπτοις και μακαριωτάτοις προὔφηνε προφήταις, αὐτὴ δὲ ἡ ὄντως καὶ αὖ θεία Θεοῦ ἐν ἁγίῳ Πνεύματι χάρις ἡμῖν τοῖς ταπεινοῖς ἐπιλάμψασα διεσάφησε θεῖο μυστήρια, οὐκ ὀκνητέον γέγονεν εἰς τοὐμφανές ἀνσημήνασθαι. Ὅσον γὰρ τὸ καθ' ἡμᾶς μετρίῳ λόγῳ, μᾶλλον δὲ τἀληθὲς εἰπεῖν, ὅσον τῇ συνεργείς Χριστοῦ τοῦ Θεοῦ καὶ ἀγαθοῦ Σωτῆρος ἡμῶν ἐδόθη ἡμῖν, ἐν ἐπιγνώσει λαβόντες, ταῦτα καὶ ἡρμηνεύσαμεν καὶ τεθείκαμεν, εἰς περισσοτέραν εἴδησιν καὶ γνῶσιν τῶν καθ' ἡμᾶς ἐντευξομένων. Ασυμφωνή γὰρ ὄντα καὶ ἀσαφή, ὡς λίαν δὲ δυστέκμαρτα τῶν βλεπόντων τὰ νοήματα, καὶ τοῖς πολλοῖς δύσληπτα ὅτε καὶ ἀκίνητα, ὥσπερ ὑπὸ θείας δυνάμεως, ὡς άτρεκὲς τὸ λεγόμενον, οὕτως ἐνηχηθέντες ἄνωθεν, Ο ὑπερούσιος καὶ ἀνενδεής.
col. 413–414page 2 of 3
PG 111:413καὶ τῷ ὄντι εἰπεῖν νοερῶς ἐπιτραπέντες, καὶ όρι σθέντες πρὸς Θεοῦ, ταῦτα εἰς προύπτον λευκότερον ἐσαφηνίσαμεν. Οἱ γὰρ πρὸ ἡμῶν θειότατοι καὶ θεο φόροι Πατέρες, ἐν καταλήψει ταῦτ' ἔχοντες, οὐχ ἅπαντα διηρμήνευσαν, ἔστιν εἰπεῖν, ἢ ὅτι διὰ τὸ πολυπληθὲς τῶν νοημάτων τὰ πολλὰ παρεάσαντες, ἢ ὅτι θεία τις καὶ πρὸς τὸ τέρμα τοῦδε τοῦ κόσμου ταμιεύσασα τετήρηκε θεία χάρις, διὰ τὸ καὶ τὰ καθ' ἡμᾶς ἤδη πέρας ἔχειν, καὶ πρὸς αἰῶνα νεύειν τὸν ἐπερχόμενον. Οὐδὲ γὰρ εἰκῇ τὸν τυχόντα πόνον καὶ ἱδρῶτα τόνδε τὸν ὀνησιφόρον κατεβαλόμεθα, εἰς αέρα μόνον τὸν νοῦν δέροντες. β'. 'Αλλ' ἐπειδὴ ἑωρῶμεν τοὺς ἁλιτηρίους Εβραίους μετὰ τοσαύτας παιδείας καὶ ἐξωκείλαντας τοῦ ἀγα θοῦ, καὶ ἔτι τληπαθοῦντας, καὶ πάνυ γε κερτομούν ται, αθυροστόμους τε βρενθυομένους, καὶ εἴ που τύχοιεν τοὺς ἀφελεστέρους φενακίζοντας, καὶ δει νῶς διατεινομένους, καὶ ἀντιλέγοντας, ὡς εἴπω κατ᾿ αὐτοὺς ὁ Χριστὸς ἦκε, προσδεχομένους τε καὶ καραδοκοῦντας εἰς μάταια τὸν ᾿Αντίχριστον αὐτοῖς ἔσεσθαι τὸ δοκοῦν τὸν δυσσεβῆ καὶ πλάνον· πολλὰ δὲ καὶ ἄλλα δεινότερα κατὰ τῆς ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως βλασφήμως ερεσχελοῦντας, καὶ εἰς κενὸς ἐλπίδας κεχηνότας τοὺς ἄφρονας, ἀλλὰ καὶ τῶν κατ' αὐτοὺς ἀσεβῶν αἱρετικῶν τὰ βλάσφημα στόματα μετ' αὐτῶν τῶν ὁμοίων τῇ Θεοῦ συνεργείᾳ ἐμφράξαι βουλόμενοι, καὶ δεῖξαι, καὶ πεῖ σαι, ὡς ἧκε Χριστὸς καὶ ἔπαθε σαρκοφόρος γενό μενος, καὶ τέθνηκε καὶ ἀνέστη, καὶ ἀνελήφθη πρὸς τὸν Πατέρα εἰς οὐρανοὺς μετὰ σώματος, καὶ ἥξει πάλιν ὁ αὐτὸς ὡς θεάνθρωπος ῶν μετὰ τῆς ἀφθάρε του σαρκὸς αὐτοῦ· καὶ ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ άΐδιος. Ταῦτα δεῖξαι βουλόμενοι εἰς κατάλυσιν τῶν ἀσεβῶν, καὶ εἰς ἀνακαίνισιν τῶν εὐσεβῶν, ὡς ἐν προφήταις ομοφώνως δηλούμενα, ταῦτα διεξήλθομεν, πᾶν νόημα τῆς ἁγίας Γραφῆς κατὰ Παῦλον τὸν μέγαν ἀπόστολον ἐπ' ὠφελείᾳ τῶν ἀκουόντων εἰρημένον εἰς Χριστὸν αἰχμαλωτίζοντες. γ. Καί μοι τὸν νοῦν εὐσεβῶς ἐπιστήσατε ὅσοι τῆς μακαρίας ζωῆς ἐν μεθέξει γενέσθαι ἐφίεσθε, ἵν' ἴδητε πῶς οἶδεν ἐν ὀργάνῳ πενιχρῷ ταπεινῷ καὶ σμικρῷ ὁ Θεὸς λαλεῖν τὰ αὐτοῦ· μηδεὶς ἀντίλογος Έστω, φιλόχριστοι οὐχ ἡμέτερον τὸ δράμα, τοῦ Θεοῦ γὰρ ἡ χάρις, ἵνα δείξῃ ὅτι τὰ ἐξουθενημένα καὶ τὰ ταπεινὰ ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ *. τὰ ἰσχυρά. Τις γὰρ ἐγὼ ὁ μικρὸς καὶ πτωχὸς καὶ ἁμαρτωλὸς ἄνθρωπος, ἵνα τὰ αὐτὰ εἰς νοῦν λαβὼν τοῖς ἐμοῦ ἐξείποιμι κρείττοσιν; ὅθεν εἴσεσθε καὶ αὖθις, οὐκ ἐξ ἐμοῦ, ἀλλὰ Θεοῦ τὸ δῶρον. Μὴ οὖν διὰ τὸ ἐλλειπὲς καὶ οὐ πάντη καταληπτὸν τὴν ἀγα Τὴν ταύτην εἴδησίν τις ἐκμυκτηριεῖ· Θεοῦ γάρ ἐστι μόνου τὸ πᾶν ἀπταίστως καταλαμβάνεσθαι. Διδ δυσωπώ, σκοπητέον ἔστω τοῖς φιλοθέοις; μὴ τοῖς ἐναντίοις τι τῶν καλῶν προέσθαι, ἀλλὰ νουνεχῶς το καὶ ἐπιστημονικῶς ἐν ἀκριβείς ταῦτα διαλέγεσθαι, μὴ παραδευτικώς μηδὲ φιλονείκως, ἀφ' οὗ οὐδὲ λυσιτελὴς ἡ ὠφέλεια, ἀλλὰ φιλοθέως καὶ πνευματι
col. 415–416page 3 of 3
PG 111:415κῶς ἐν ἐπιεικείᾳ ταῦτα διαλαμβάνετε, καὶ διεξέρω χεσθε, εἰς τὸ καὶ ὑμᾶς τι πλέον κερδανεῖν, καὶ τοὺς μαθητευομένους καλῶς ὠφελεῖσθαι. Αμέλει περί πολλοῦ μάλιστα σπουδὴν ἀγαθὴν τιθέμενοι, ὅσα μὲν αὐθερμήνευτα τοῖς θεοσόφοις προφήταις· ὅσα δὲ εἰς τίνων ἁπλῶς πραγμάτων ὄντα εύληπτον πρόφασιν βήματα τῷ θεμελίῳ εἶναι ὡς προσῆκεν, ἐάσαμεν ὅσα δὲ εἰς ἀσυμφανῆ τὴν διάγνωσιν, καὶ τοῖς πολύ λοῖς ἀταφῆ, καὶ δυστέκμαρτα ὄντα, ἔτι δὲ καὶ εἰς τὴν κατὰ σάρκα θείαν οἰκονομίαν Χριστοῦ συντείνοντα μυστήρια, ἅτε δὴ ἅτε τῶν λαφυροτέρων τὴν ἔννοιαν εμφανίζοντες, πολυμερῶς τὰ καὶ πολυτρόπως ἐν τῇδε διασαφῆσαι μόνον ἐθέμεθα, πολλῶν νοημάτων ἀθροίσαντες δύναμιν, καὶ εἰς βεβαίωσιν τῶν λαλουμένων διὰ πολλούς τοὺς βασκαίνοντας καὶ ἀντιλέγοντας φθόνῳ, τὰς ἐκ πολλῶν μαρτυρίας χρησάμενοι προτεθείκαμεν, ἔρηρεισμένας καὶ εὐσεβῶς ἡδρασμέν νας τὰς ἑρμηνείας συντάξαντες, ἔκ τε τοῦ παλαιοῦ Μωϋσέως τε καὶ τοῦ Ναυῆ γόνου, Ίώς τε, Δαβίδ τε καὶ Σολομῶντος, ἀποστολικῶν τε καὶ εὐαγγελικῶν θεσπισμάτων τὰς συμφώνους ὁμολογίας παρατιθέμενοι 4. δ. Τοσοῦτον οὖν ἔχοντες συνασπισμόν, μᾶλλον δὲ τἀληθὲς εἰπεῖν ὑπερασπισμόν, μὴ ὀκνήσωμεν, ἀγα πητοί, τῶν ἀσεβῶν καταβροντῆσαι τὰ ὦτα· πάσης εὐηθείας αὐτῶν καταγνῶμεν, καὶ σπεύσωμεν νου θετικώτερον αὐτοὺς διαλαβεῖν, καὶ εἰς Χριστὸν ἐπι σπάσασθαι. Οὕτω γὰρ οἱ αἰχμαλωτίζοντες ἔθνη ἀλό γιστα ἀνδρεῖοι στρατηγοὶ ὄντες, ὀργάνοις ἀμυντηρίοις καὶ ξίφεσι χρώμενοι, καὶ οὓς μὲν λαφυραγωγοῦντες, σκύλα τε λαμβάνοντες τοὺς ὄλβους ἐπιστών. ο ται, τοὺς ὑποκύπτοντας ἐφ' ἑαυτοὺς λαμβάνοντες, ἄγουσι τῷ βασιλεῖ, καὶ ἐπαινετοί καθεστήκασι· τοὺς ἀντιστατοῦντας δὲ, ἢ καὶ κακῶς καὶ δεινῶς μαχα μένους θᾶττον ἀναιροῦντες. Τοῦτο καὶ ἡμεῖς ἤδη ποιήσομεν, πόλεμον πνευματικὸν τοῖς ἀντιδίκοις ἐπιδειξόμεθα. Ἔχομεν τὰ ὅπλα τὰ θεοχάλκουτα, ἐξ καὶ δέκα ἅγια αμυντήρια ὑπὲρ μυριάδας ἀσπίδας, καὶ θυρεούς φάσγανά τε καὶ δόρατα καὶ τόξα καὶ βέλη· καὶ πρὸς αὐτοὺς καὶ ἄλλοις πλείοσι χρησόμεθα· μᾶλλον δὲ τὸ τριλαμπὲς καὶ ἑνιαῖον φῶς εἰς συμμαχίαν ἔχοντες, αὐτοὺς προνομεύσομεν· οἷς μὲν ήπιογνώμως ὑποκύψαντας ίδοιμεν, φεισώμεθα, μὴ ἀνελῶμεν ἀκρασίᾳ, ὦ ἀνδρειότατον θεῖον στρά τευμα - λάβωμεν δὲ ζωοψυχοσώμως, καὶ Χριστῷ τῷ παμβασιλεῖ ἄξωμεν ὑπὸ πόδας, ἵνα καὶ δοξασθῶμεν ὑπ' αὐτοῦ, καὶ ἐπ' αὐτῷ σωθησώμεθα. Οὓς δὲ ἀντι μαχούντας ἴδοιμεν, καὶ μὴ ὑπείκοντας καλῶς, ἀνέ λωμεν, πατάξωμεν αὐτούς, ὡς καὶ τοὺς Μαδιαναίους τῇ θείᾳ παραξιφίδι του Πνεύματος. Σπουδάσωμεν οὖν τὸ μᾶλλον, ἀγαπητοί, τοῦ θηρεῦσαι θήραν εὐσεβῶς τῷ Θεῷ εὐάρεστον καὶ ἐράσμιον τὰς τῶν σωζομένων ψυχάς. Εἰ δέ γε τοῦτο ἀλυσιτελὲς ἄλλοις παραφθῇ, καὶ οὐχ οἷόν τέ ἐστι λαβεῖν τι τῶν μὴ βουλομένων σώζεσθαι ἐπὶ Θεῷ· κἂν ἑαυτοὺς γοῦν συντηρήσωμεν τῇ θείᾳ πίστει φραξάμενοι, καὶ εὐτ σεβῶς καὶ χρηστῶς πολιτευσώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἔχει δὲ οὕτως ἡ δήλωσις. Τὸ ὕψος ἅπαν μετὰ ἑρμηνείας μας. ι Καὶ εἶπε Κύριος πρὸς Ωσηέ - Λάβε σεαυτῷ γυναῖκα, ο κ. τ. λ.
Page scan enlarged

Notebook

Full View