PG 111Gregory the Presbyter of Caesarea
Gregory, Presbyter of Caesarea in Cappadocia
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Life of Saint Gregory of Nazianzus, BishopVita S. Gregorii Nazianz Episc.

Oration on the 318 God-bearing Fathers and Emperor ConstantineOratio in CCCXVIII Deiferos Patres et in Constantinum Imperatorem

col. 419–420page 1 of 10
PG 111:419ΓΡΗΓΟΡΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΛΟΓΟΣ ΕΙΣ ΤΟΥΣ ΟΣΙΟΥΣ ΤΙ ΘΕΟΦΟΡΟΥΣ ΠΑΤΕΡΑΣ, ΚΑΙ ΕΙΣ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΤΟΝ ΕΥΣΕΒΕ ΣΤΑΤΟΝ ΒΑΣΙΛΕΑ. ρ. Πείθεσθαι τοῖς ἡγουμένοις ἐκ τῆς ἀποστολικῆς επιτραπεὶς παραινέσεως, ὦ θεόφιλε, καὶ ὥσπερ τῆς οἰκείας ἐμαυτὸν ἐπιλαθόμενος ἀσθενείας, τό τε τοῦ λόγου ὑπεριδὼν ἀκαλλές, ὑπετάγην τιμίω Πατρί, προβαλλομένῳ μοι συγγράψαι δια βραχέων περὶ τῆς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων κατά Νίκαιαν συνελεύσεως, ἐκδοῦναι τε τῇ κατ' αὐτὸν ἐν Νικαίᾳ ἀγιωτάτη Εκκλησίᾳ· ἵνα ὧν τῆς ἐν σώματι ἀπήλαυσε παρουσίας, τούτων καὶ τῆς πνευματικῆς ἀγωνίας ἀνάγραπτα φέροι τὰ διηγήματα. Καὶ τὰ μὲν ἐμοὶ κατὰ τὴν ἐμὴν εἰρημένα δύναμιν πρὸς τὸ τῆς ἐναρέτου τῶν Πατέρων πολι τείας ὑπέρογκον δρόσου λεπτότητι φαίην ἂν ἐοικέ και πελαγίοις άμιλλωμένῃ κύματι· τῆς ἐκείνου δ' ἂν εἴη τελειότητος μὴ πηλικότητα τῶν ὀνομάτων προσανέχειν τὸν νοῦν, τῷ δὲ προθύμῳ τῆς ὑπο κοῆς τὸ τῆς συμπαθείας αντιμετρῆσαι φιλότιμον. Μαξιμιανοῦ καὶ Λικιννίου καὶ Μαξεντίου τῶν ἐν Ῥώμη δυσσεβῶς βεβασιλευκότων, καὶ πολλοὺς τῆς τῶν Χριστιανῶν πίστεως θύειν άρνησαμένους τοῖς δαίμοσιν, αικισμοῖς καὶ θανάτῳ ὑποβαλόντων, ἀξίαν τε τῆς εἰδωλομανίας τὴν καταστροφὴν τοῦ βίου εὑραμένων, παραδόξως ἐκ τῶν Ἑσπερίων ἀνέ
col. 421–422page 2 of 10
PG 111:421τειλε, δίκην Εωσφόρου, Κωνσταντίνος ὁ φιλοχρι στότατος, ὁ τῆς ὀρθοδόξου πολιτείας ἀρχηγὸς, καὶ τῆς ἀμώμου πίστεως πρόβολος· ὃς ἅμα τῷ τὰ σκήπτρα ἐκ τῶν Εσπερίων ἐπὶ τὴν Εω μετα ποιῆσαι, τῷ θείῳ φωτὶ τὴν ψυχὴν καταυγάζεται καὶ τῇ εὐσεβείᾳ τὴν διάνοιαν ἀλειψάμενος πρῶτον ἀγῶνα πρὸς τὸν διάβολον ἀποδύεται· καὶ τίθησι κατὰ τόπον Χριστιανῶν ἐλευθερίας προγράμματα λύει τὴν ἐκ τῶν ἀνόμων τοῖς πιστοῖς ἐνσκήψασαν κατήφειαν· καταβάλλει τῶν εἰδώλων τα σεβάσματα θριαμβεύει τοῦ ψεύδους τὸ ἀνύπαρκτον· φανεροί της ἀληθείας τὸ κήρυγμα· μεταδίδωσι τιμῆς καὶ παρ ῥησίας τοῖς τετιμηκόσι τὸν Κύριον· ἀναῤῥώννυται σώματα πιστῶν κεκακωμένα ταῖς μάστιξι· στρεβλώσει καὶ ἐξορίαις ὑποβάλλονται οι προσκείμενοι δαίμοσι. Καὶ ἦν ἰδεῖν τῶν τε πιστῶν ἐκ τοῦ διωγμοῦ " τὴν ἀνάκλησιν, καὶ τῶν ἐκ τῆς δαιμονικής πλάνης τὴν ἀνάνηψιν, ὁμοίαν ἀγγελικῇ χοροστασία, πάντων ἐν παρρησίᾳ δοξολογούντων τὸν Κύριον. Ἔχαιρεν οὖν ὁ πιστότατος βασιλεὺς ἐπὶ τῇ καθα ημέραν προσθήκῃ τῶν Χριστιανῶν, συμβαλὼν ἐν τῇ διανοίᾳ αὐτοῦ θείας εἶναι τὸ πᾶν ἐνεργείας, τῆς ἐν ὀλίγῳ τὸ ὑπήκοον αὐτῷ πρὸς τὴν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἔλκυσαμένης ἐπίγνωσιν. Οἷον γὰρ κἀκεῖνο τοῖς φθάσασι συνέδραμε; Τῶν γὰρ παρα κειμένων ἐθνῶν, ἅτε τὰ σπονδῶν [γρ. ἀσπένδων, τεί τὰ σπονδῶν μὴ ἐχόντων] τοῖς πρὸ αὐτοῦ βασιλεῦσι ἐπανισταμένων, καὶ τῶν ἐμφυλίων στά σεων ταῖς ἀλληλοφονίαις μὴ παρεχομένων αὐτοῖς τὴν ἀνάπαυσιν, ἡνίκα Κωνσταντίνος διὰ τοῦ Σωτῆς ρος ἡμῶν Χριστοῦ τὸ τῆς βασιλείας ἀνεδέξατο κράτος, εὐθὺς ὡς ἐκ προστάγματος, καὶ τὰ τῶν Εθνῶν δεινὰ κατελώφησε, καὶ τὸ ὑπήκοον τὴν εἰρή την σπάσατο. Ο δὲ μισόκαλος ἐχθρὸς οὐδὲ ταύτην ἤνεγκε τὴν ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων ἐπί γνωσιν· ἀλλ' ὥσπερ πάλαι τῷ πρωτοπλάστῳ τῆς ἀπόνου ζωῆς διεφθόνησε, καὶ διὰ τοῦ ὄψεως τῇ ἀκοῇ τὴν παρακοὴν τῆς ἐντολῆς ἐνέσπειρεν, οὕτω καὶ τότε σπαραχθεὶς ἐπὶ τῇ τῶν ἐξ εἰδωλολατρείας πρὸς Θεὸν ἐπιστροφῇ, ἐγείρει πνεῦμα Πύθωνος, Αρειος δὲ ἦν οὗτος - Χριστιανὸς μὲν τὴν προσηγορίαν, καὶ τῷ πρεσβυτερίῳ τῆς Ἀλεξανδρέων κλησίας καταλεγόμενος· τήν τε τῶν θείων Γραφών, ὡς οὐκ ὄφελον, πεπιστευμένος ὑφήγησιν· κενού δοξία τε καὶ φιλαργυρία, τοῖς ὅπλοις τοῦ πατρὸς αὐτοῦ τοῦ διαβόλου, κατεχόμενος· ὃς θεασάμενος ὡς μετὰ Πέτρον τὸν ἐν μάρτυσι νικηφόρον, καὶ ἐν ο νίια ἀνύπαρκτον κήρυγμα κήρυγμα ἀνύπαρκτον.
col. 423–424page 3 of 10
PG 111:423διάδοχον, Αλέξανδρος ὁ ἐν προέδροις πάναγνος, καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπέρμαχος, της Αλεξ ανδρέων προέστη Εκκλησίας, ὥσπερ τις ἐοβόλος δράκων τὸν ἐνδομυχοῦντα τῇ καρδίᾳ αὐτοῦ τῆς βασκανίας ἐξέμεσα. Καὶ κατὰ ᾿Αλεξάνδρου μέν, οὐχ οἷός τε ἦν αὐθαδιάσαι· ἀνάλωτος γὰρ κατά τὸν βίον δ' Αλέξανδρος, καὶ πάσης κακίας ἀμέτοχος, κατὰ τὴν τοῦ Ἰὼβ ὑπὸ τοῦ Κυρίου μαρτυρίαν. Τι οὖν ὁ ἀλητήριος μηχανεται; Κατὰ τῶν δογμάτων τοῦ ὁσίου ὁπλίζεται, ὡς διὰ τούτων αὐτοῦ καθα ψόμενος· καὶ οὕτω < τίθησιν εἰς τὸν οὐρανὸν τὸ στόμα αὐτοῦ, καὶ λαλεῖ κατὰ τοῦ Ὑψίστου ἀδικίαν.» Τοῦ γὰρ ὁσίου Αλεξάνδρου ὁμότιμον καὶ ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ καθομολογοῦντος, ἄντικρυς ἀρχιερεῦσιν ἰσαπόστολον, καὶ ᾿Αχιλλῶν τὸν τούτου 5 φρενοβλαβής "Αρειος κτίσμα καὶ ποίημα τὸν Υἱὸν Εληρώδησε· καὶ ὅτι ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ τὰ τούτων ἀσεβέστερα, ἅπερ σιωπῆς ὄντως καὶ λήθης βυθῶν εἰσιν ἄξια. Ο Ἰδὼν οὖν Αλέξανδρος ὁ θεσπέσιος ὡς δίκην ἱερᾶς νόσου ἐπινέμεται τὸ κακόν· ἥψατο γὰρ Δια γύπτου καὶ Θηβαΐδος καὶ Λιβύης τῶν ἔναγχος καὶ δεδοικώς μὴ τοῦ παντὸς τῶν πιστῶν περιδράξηται σώματος, μετὰ πολλὰς τὰς κατὰ πρόσωπον παραινέσεις, ἂς τῷ ἀτιθάσσῳ πατρικῶς προσήν γαγε, μετά ποικίλους τοὺς διὰ τῶν θείων Γραφών ελέγχους οἷς ή τε Παλαιά ή τε Καινὴ ἐναβρύνετα:" γνοὺς τὸν ἀσεβῆ ἔτι τῷ τῆς πλάνης ζόφος κατεχόμενον, ἐπὶ τὸν Ἰησοῦν Χριστὸν τὸν παρὰ ἐκείνου υβριζόμενον καταφεύγει, βοηθὸν αὐτὸν τῷ κοινῷ γενέσθαι κατὰ τῆς θεομάχου ἐγχειρήσεως - νηστείς τε καὶ ἀγρυπνίᾳ καὶ δάκρυσι τὸν τῆς ἀληθείας Επόπτην ἐπικαλεῖται σύμμαχον. Τοῦ δὲ δυσσεβοῦς μᾶλλον ἀγριωμένου καὶ παφλάζοντος, κοινωνούς κ Αλέξανδρος τοῦ κινδύνου προσκαλεῖται πλείονας, καὶ γράμμασι πρὸς τοὺς κατὰ τόπον ἐπισκόπους κέχρηται, καὶ μηνύει τὰ τερατώδη τῆς ᾿Αρείου καρδίας κατὰ τῆς ὀρθοδοξίας κυήματα. Διὸ προς ασφαλίζεται μὲν αὐτῶν τὰς ἀκοὰς πρὸς τὸ μὴ παν ρασυρῆναι τινας ἀπὸ τῆς χαράδρας τῆς ᾿Αρείου φρονήσεως· παροτρύνει δὲ τῷ κοινῷ [σ. κοινῶς] ἀμελλητί ταῦτα τῷ κρατίστῳ γνωρίσαι δεσπότῃ. Τούτων οὖν ὁ καλλίνικος ἐν γνώσει γενόμενος, ὥσπερ κέντρῳ τῇ βεβήλῳ τῶν ἀδήλων, τῇ τε ἀνιαρᾷ τῶν ἀδοκήτων ἀκοῇ πληγεὶς τὴν διάνοιαν, παραχρῆμα θείαις κέχρηται κεραίαις, δι' ὧν τούς τε ἐν τέλει καὶ τοὺς δυνατῶς ἔχοντας τῶν ἐπισκόπων τὴν Νίκαιαν τῶν Βιθυνῶν μητρόπολιν κατα λαμβάνειν [λείπ. προτρέπεται] πρὸς ἐξέτασιν τῶν εἰς αὐτοὺς ἡκόντων, καὶ φανέρωσιν μὲν τῆς ἀλη θοῦς καὶ ἀμέμπτου πίστεως, ἐκτομὴν δὲ καὶ παντελῆ ἀφανισμὸν τῆς δαιμονιώδους τῶν κακοδόξων αἱρέσεως.
col. 425–426page 4 of 10
PG 111:425Τούτων οὖν οὕτω προβεβηκότων, τίνες εὑρέθησαν Λ οἱ τῷ καιρῷ ἐκείνῳ τῇ προγνώσει του ζωοποιοῦ Πνεύματος τηρηθέντες ἐπίσκοποι, καὶ ἐκ ποίας ἕκαστος τῶν συνελθόντων παροικίας ὥρμητο, ὁ παρ' αὐτῶν ἐκτεθεὶς τόμος συνοδικός παραστήσει, τοῖς φιλοπόνως ἐντυγχάνουσιν. Οἱ μὲν οὖν ἅγιοι Πατέρες, ἅτε μέλισσαί τινες ἐργάτιδες, ὥσπερ ἐκ πολυάνθων λειμώνων, τῶν οἰκείων ἕκαστος ἐκκλησιῶν ἀπα ναστάντες Νίκαιαν τὸ συμβολοποιὸν τῆς ὀρθοδοξίας κατειλήματι χωρίον. Ὁ δὲ θεῖος Κωνσταντίνος, την ἱερὰν καὶ ἀγγέλοις αἰδέσιμον τῶν ἁγίων Πατέρων ἥκειν ἀκούσας παρουσίαν, εὐθὺς ἐκ προπυλαίων, ταῖς πρεπούσαις ἐπιθαυμάζει τιμαῖς, καί τινας τῆς Ιερᾶς συγκλήτου προαποστείλας, διὰ τῆς ἐπιτηδειότητος, καὶ τῇ καταλλήλῳ τῆς χρείας ἐπιδέσει, περιποιεῖται αὐτοὺς [γρ. αὐτοῖς· ἦ, αὐτῶν] τὸ ἀπερίσπαστον. Ἐπεὶ δὲ ἔγνω καλῶς ἔχειν αὐτῷ τὰ τῆς εἰς τοὺς Πατέρας προνοίας, τηνικαῦτα τὴν οἰκείαν τῇ Νικαία παρουσίαν δίδωσι, λογισμό νη φαλέῳ τῶν ἔξωθεν ἑαυτὸν ἀπαγαγών θορύβων, οἷάπερ περὶ θείου πράγματος, καὶ τῆς εἰς ψυχὴν ὁρώσης σωτηρίας, τῷ πρακτικῷ [Ισ. πνευματικῷ] τῶν ἁγίων Πατέρων ἐντευξάμενος συστήματι. Καὶ γὰρ ἦσαν τινες μὲν αὐτῶν ἀποστολικοῖς διαπρέποντες χαρίσμασιν, ἄλλοι δὲ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι αὐτῶν περιφέροντες, ἐξ ὧν ὀλίγα παραθήσω πρὸς τὴν τῶν ἐντυγχανόντων περὶ τοὺς ἁγίου, πληροφορίαν καὶ ψυχικὴν ὠφέλειαν. Ὁ μὲν οὖν ὅσιος Ἰάκωβος ὁ τῆς Νισσιθηνῶν πρόεδρος πολλούς μὲν ἠλευθέρωσε νοσημάτων· μαρτυρεῖται δὲ καὶ νεκροὺς ἀναστῆσαι· δ τε Νεοκαισαρεία; τῆς Εὐφρατησίας ἐπίσκοπος ὅσιος Παῦλος τα γεννητικά τῶν μορίων διὰ πυρὸς ἀπεβάλετο, τῆς Λικινίου μανίας γενόμενος παίγνιον· Παφνούτιος τε ὁ γύπτιος, ἀνὴρ σημειοφόρος, καὶ ἕτεροι πλείονες τῶν ἁγίων τούτων, οἱ μὲν ὀφθαλμοὺς ἐκκέντηντο, ἄλλοι ἀγκύλας διετέτμηντο· ἕτεροι χεῖρας καὶ πό δες ὑπ', δεσμῶν τῶν ἐξ ἡμῶν ἱμάντων ἐβλάβησαν. *Ο δὲ τῶν ἀγαθῶν ἀντίπαλος τὴν εὐράνιον ταύτην τῶν ἁγίων ἐπὶ γῆς θεασάμενος χορείαν, οὐ συνεχώρησε πάντη τῶν οἰκείων κέντρων μένειν ἀπείραστον ἀλλ᾿ ὥσπερ τὴν Ἰούδαν ἐν τοῖς ἀποστόλοις προδότην τοῦ Δεσπότου κατέστησεν, οὕτω καὶ τῷ με ψαίρμα καί τινας τῆς ἱερᾶς συγκλήτου προαποστείλας περιποιεῖται αὐτοῖς τὸ ἀπερίσπαστον Ελευ βησαν εβλάβησαν.
col. 427–428page 5 of 10
PG 111:427θιάσῳ τῶν ἁγίων συνεισήνεγκε λύκους Αραβες για δοραῖς προβάτων εγκεκρυμμένους· Μηνόφαντα φημι τὸν Ἐφέσιον, και Πατρόφιλον τὸν ἀπὸ Σκυλοπό λεως, καὶ Θεωνᾶν τὸν ἐκ τῆς Μαρμαρικῆς σὺν ετέροις ὀλίγοι; μαθηταῖς τῆς Ἀρείου ἀφροσύνης, περὶ ὧν ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ἐπεὶ δὲ τὸ κυῆσαν τὴν αλήθειαν ἐδεῖτο ζητήσεως, καὶ τόπος ἐσκοπεῖτο πρὸς συνέλευσιν ἐπιτήδειος, ἀποτεμὼν ὁ κράτιστος βασιλεὺς τοῦ ἐκεῖσε παλατίου οἶκον παμμεγέθη, τὸν ὀφθαλμὸν ὡς εἰπεῖν τῶν βασιλικῶν κοιτώνων, οὗ τὸ περικαλλὲς καὶ κόσμον μέχρις ἡμῶν τῇ σκέπη τῶν ὁσίων Πατέρων τετήρηται, τοῦτον ὥσπερ απαρχὴν τῶν βασιλείων τῇ ἁγίᾳ ἀπέθετο συνόδε Ενθα θώκους ισαρίθμους προτεθῆναι τοῖς Πατράσιν ἐκέλευσε· τοῦ τε γήρως τὴν ἀνάπαυσιν, καὶ τῆς Ιερωσύνης στέργων τὸ τίμιον. Προβαλοῦσι γοῦν αὐτοῖς ὁ κράτιστος επεισέρχεται βασιλεύς· οὐ σου βαρῷ τινι καὶ ὑπερκειμένῳ καὶ βασιλικῷ βλέπων νεύματι, ἀλλ᾽ ὀφρύ συνεσταλμένῃ, καὶ πράῳ τῷ βήματι πρόσεισι· καὶ τοὺς ἁγίους ὑπαντώντας ἀσπάζεται, καὶ χαριέντως προσομιλεῖο καὶ ἠρεμαίω τινὶ μειδιάματι τὸ τῆς ἐπιεικείας ἄνθος προβαλλόμενος, φαιδρὰν ἐπὶ τῇ τῶν ἁγίων συστάσει δείκνυτ τῆς ψυχῆς τὴν κατάστασιν. Δηλώσει δὲ τό τε πρὸς τοὺς Πατέρας τῆς συγκαταβάσεως ὑψηλὸν, τὸ μεταξύ τῶν ἐπισκοπικῶν δίφρων ὑποβεβηκὲς ἐντεῦθεν αὐτῷ σκιμπόδιον. Τῶν τῶν ὁσίων καὶ τοῦ θεοσεβοῦς βασιλέως ίδρυ μένων, Εὐστάθιος ὁ τῆς Ἀντιοχέων· τούτῳ γὰρ τοὺς πρὸς τὸν βασιλές λόγους ποιεῖσθαι ἡ ἁγία ἐπένευσε σύνοδος Εὐχαριστοῦμεν, ἔφη, Θεῷ, κρά τεστε βασιλεῦ, τῷ τὴν ἐπίγειον συνιθύνοντί σοι βα σιλείαν· τῷ τὴν πλάνην τῶν εἰδώλων διὰ σοῦ καταργήσαντι, καὶ τῶν πιστῶν καταστήσαντι ἐν παρρησίᾳ τὸ εὔθυμον. Πέπαυται ανίστα δαιμόνων καταλέλυται πολυθείας Ἑλληνικῆς τὰ σεβάσματα Τὸ τῆς ἀγνωσίας ἀπελαύνεται σκότος· τῷ τῆς θεογνωσία; φωτὶ ἡ οἰκουμένη καταυγάζεται. Πε τὴρ δοξολογείται· Υίλ; συμπροσκυνείται· τὸ Πνεῦμα τὸ ἅγιον καταγγέλλεται. Τριὰς ὁμοούσιος, μία θεά της ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι κηρύττεται Ταύτη τειχίζεται, βασιλεῦ, τὸ τῆς εὐσεβείας σου κράτο;· ταύτην ἡμῖν ἄτυλον διαφύλαττε. Μηδείς αἱρετικός υποδὺς τὴν Ἐκκλησίαν ἐν τι Τριάδος αφαιρείτω, καταλιμπάνων τὸ λειπόμενον άτιμον. Αρειος ἡμῖν ὁ τῆς μανίας ἐπώνυμος, τοῦ λόγου καὶ τῆς συνελεύσεω; αἴτιος· ὅς, ὡς οὐκ ἴσμεν όπως τῷ πρεσβυτερίῳ τῆς ᾿Αλεξανδρέων ἐγκαταλεγείς Εκκλησίας, ελάνθανεν ἡμᾶς, τῆς τῶν τρισμακαρίων προφητῶν καὶ ἀποστόλων διδασκαλίας ὑπάρχων ἀλλότριας. Τὸν γὰρ μονογενῆ Υἱὸν καὶ λόγον τοῦ Πατρὸς ἀποστερεῖν τῆς ὁμοουσιότητος τοῦ πατρὸςοὐκ ἐντρέπεται, καὶ τῇ χτίσει τὸν Κείστηνάτιστο λέτρης, συναριθμεῖν· ἐπείγεται. Τοῦτον ἂν πει σειας, αὐτοκράτορ, μεταφρονοῦντα, τοῖς ἀπόστο
col. 429–430page 6 of 10
PG 111:429λικοῖς μὴ ἀντιτείνειν διδαγμασιν, ἢ τοῖς ἐν οἷς ὁ βάλω κακοδοξίας ἐγκείμενον ἀσεβήμασιν, άρδην τῆς Χριστοῦ καὶ ἡμῶν ἀφανίσειας ἐπαύλεως, ὡς ἂν μὴ τῆς θολερᾶς αὐτοῦ λογοθωπείας, τὰς τῶν απλουστέρων ψυχὰς ἐργάσηται θήραμα. Ο δὲ γαληνότατος Κωνσταντίνος, τῷ τάχει τῆς συνελεύσεως αὐτῶν τὴν περὶ τὴν πίστιν θερμότητα συμβαλών, καὶ τοὺς τῆς ὁμονοίας λόγους, εἷα Πατράσιν υἱὸς φιλοπάτωρ προσαγαγών· ι Άγιοι [ρ. άγετε,] Πατέρες, ἔφη, όπως πάσῃ σπουδή τε καὶ συντονία τὴν τῆς ἀληθείας ἐξίσωσίν τε καὶ κατά ληψιν, διὰ τῶν προφητικών προβλήσεων καὶ ἀπο στολικῶν ποιησώμεθα παραδόσεων, πάσης ἀπρεσ ποῦ; μισαδελφίας καὶ κενοδοξίας ἐκτός. Δεινὸν γὰρ εἰ τῆς πολυθέου καταλυθείσης ἀσεβείας, καὶ τῶν πολεμίων ἡμῖν ὑποταγέντων, πεπαυμένων δὲ τῶν Εμφυλίων πολέμων, οὐ ξίφεσιν ἀλλήλους οἱ πιστοί, ἀλλὰ δόγμασι βάλλομεν, καὶ τὴν εὐαγγελικὴν δι δασκαλίαν ἁπλῆν οὖσαν καὶ ἄτεχνον, καὶ οὐκ ἐν λόγοις, ἔργοις δὲ τὴν δύναμιν ἔχουσαν, παιδευμά των αδολεσχίᾳ, καὶ ποικιλία ῥημάτων παρατρέπειν πειρώμεθα. Τοίνυν τῷ Θεῷ καὶ Πατρί, καὶ τῷ μου νογενεῖ Υἱῷ τοῦ Πατρὸς, καὶ τῷ ζωοποιῷ Πνεύματι, τῶν νῦν ἡμῖν ἑταζομένων τὴν ἀποκάλυψιν ἐπιτρέποντες, ἐχώμεθα τῆς ζητήσεως. Καὶ γὰρ ἡμᾶς αὐτοὺς συμπαρεῖναι καὶ συμμετασχεῖν ὑμῖν τῶν ἀγώνων, μέχρις τῆς εἰς τέλος τῶν ἀληθῶν ἀποκαλύψεως, προθύμως παρέξομεν. Πιστεύομεν γάρ, καὶ τὴν τοῦ ζωοποιοῦ Πνεύματος εὐτυχεῖν ἐπι φοίτησιν, δι' ἧς ἡ σωτήριος ἡμῶν πίστις ἕξει τὸ βέβαιον, πόσης αἱρετικῆς ὑπολήψεως ἄληπτος, καὶ πονηρᾶς πρὸς τὸ θεῖον ἐννοίας ἀμέτοχος. Ο Ἐντεῦθεν ἡ τῶν ἀοιδίμων Πατέρων πληθύς, τῷ συνέντι ζωοποιῷ κρατυνομένη Πνεύματι, ὁμονοϊκῶς ἐπὶ τὴν τῆς ὀρθοδόξου πίστεως χωροῦσι ζήτησίν τε και σε φήνειαν· καὶ πολλαῖς τὸν "Αρειον διὰ τῆς ἐν τῇ Παλαιά τε καὶ Νέᾳ Διαθήκη, περὶ τοῦ ὁμοού στον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ μαρτυρίαις, ἄκους ἐξύτητα βαλόντες, ἔξω τῆς ὑγιοῦς πίστεως, καὶ τῆς ἁγίας αὐτὸν ὁρίζουσιν Ἐκκλησίας, ἀναθέματι τοῦ τὸν ὑποβαλόντες, σὺν τοῖς πονήμασιν αὐτοῦ καὶ τοῖς βήμασιν. Οὕτω τε τὴν τοῦ θείου ὄντως συμβάν λου, πάσῃ αἱρετική κακονοίᾳ την παρείσδυσιν ἀπο κλείοντες, συνυφαίνουσιν ἔκθεσιν, δι᾿ ἑκάστου ῥητοῦ τὸ παρ' ἑκάστης αἱρέσεως ἀντικείμενον καταργής σαντες. φρόνημα· ὡς πᾶσιν εὔδηλον, ἐκ τῆς ἐν τῷ παλατίῳ τῶν πραχθέντων τῇ συνόδῳ ἐξηγήσεως. τὸ τῶν νῦν ἡμῖν ἑταζομέ
col. 431–432page 7 of 10
PG 111:431Ἐπεὶ δὲ λειπόμενον αὐτοῖς τὸ τῆς κυρίας τῶν ἡμερῶν ἐφαίνετο ζήτημα, πολλοῖς μέχρις ἐκείνων τελουμένης αόριστα, ὡς ἐντεῦθεν τοὺς μὲν ἐν προ θύρεις εἶναι τῆς ἁγίας τῶν νηστειῶν τῆς τεσσαρακοστῆς ἡμέρας· τοὺς δὲ τὰ μέσα τῶν ἀγώνων τῆς εγκρατείας ἀνύειν· ἑτέρους δὲ αὐτὰ ποὺ τὰ τῆς σωτηριώδους ἀναστάσεως ἐπιτελεῖ, σύμβολα· καὶ τοὺς μὲν ἐν κατηφείς καὶ δακρύων ἐκχύσει, καὶ βρωμάτων ἀποχῇ κατεσκληκέναι, τοὺς δὲ ταῖς Δε σποτικαῖς ἐναβρύνεσθαι νίκαις, δι' ὧν καταλέλυται ᾅδης, καὶ κατήργηται θάνατος, "Αδάμ ἀνέστη, καὶ ὁ Σατανᾶς ἐδεσμεύθη· καὶ περὶ τούτου τῷ ζωοποιῷ Πνεύματι καταρτισθέντες οι θεοφόροι Πατέρες, και νὴν ἄγειν ἅπαντας τὴν ἁγίαν τῆς ἀναστάσεως ἡμέ ραν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σὺν τῷ κρατίστῳ Η Κωνσταντίνῳ, τὸ τῶν Χριστιανῶν ἐθέσπισαν φύλον Ο ἐφ᾽ ᾧ, τῆς τε προσευχῆς καὶ ἐγκρατείας, τῆς τε φαιδρότητος, καὶ χορεία; τὴν κοινὸν οἶκον τὴν ἀπαν ταχῆ καθολικὴν Ἐκκλησίαν ἑαυτῇ περισώσαιεν. Ετέρων τε ἐκκλησιαστικών ζητημάτων καὶ θείων κανόνων έκδοσιν ποιησάμενοι, τὸν τῆς ὀρθοδοξίας συνεστήσαντο τόμον. Τούτου τοίνυν γεγονότος, συν εἶδεν ὁ κράτιστος βασιλεὺς, ταῖς ἑκάστου τῶν Πατέ ρων υπογραφεῖς, τὸν ἅγιον κρατύνεσθαι τόμον. Μετά γοῦν τὴν ἔκθεσιν καὶ δημοσίαν ἀνάγνωσιν τοῦ τόμου, ἤδη πάντων σχεδὸν ὑπογραψάντων, θαυματοποιεῖται τι μνήμης άξιον, εἰς καύχημα μὲν τῶν πιστευσάντων, πρὸς ἐντροπὴν δὲ τῶν ἀπιστούντων. Δύο γὰρ τῶν ὁσίων ἐπισκόπων, Χρυσάνθου και Μουσωνίου, μήπω τῷ τόμῳ τὰς οἰκείας υπογραφὰς ἄνθε μένων, συνέβη προνοίᾳ Θεοῦ, τῶν ἀνθρωπίνων μετα στῆναι. Οἱ οὖν θεοφόροι Πατέρες, ἐλθόντες ἐπὶ τὸ κοιτ νὲν τῆς κοιμήσεως αὐτῶν χωρίον, ὥσπερ συνοῦσιν αὐτοῖς, καὶ τοῖς λεγομένοις ὑπακούουσιν, εν Πατέ ρες, εἶπον, καὶ ἀδελφοί, τὸν καλὸν ἀγῶνα σὺν ἡμῖν ηγωνίσασθε· τὸν δρόμον τετελεύκατε· τὴν πίστιν τετηρήκατε. Εἰ τοίνυν κεκρίκατε φίλον Θεῷ τὸ γενόμενον· νῦν γὰρ καθαρώτερον εποπτεύετε μή τι κώλυμα γέγονε, τοῦ μὴ καὶ ὑμᾶς τῷ νόμῳ συν υποσημείνασθαι;» Ταῦτα ὁμοῦ τε ἔφασαν, καὶ τὸν τόμον ἐσφραγισμένον τῇ σορῷ τῶν ὁσίων παραθέμενοι, πᾶσαν ἐκείνην ἐν ἀγρύπνῳ προσευχή διατα λοῦσι τὴν νύχτα· καὶ τῇ ἑξῆς μέχρι τῆς σορού γενόμενοι, καὶ τῶν σφραγίδων ἐπικειμένων σώων ἀνελίξαντο τὸν ἅγιον τόμον, καὶ εὗρον τῶν ὁσίων επισκόπων ἐνταγείσας αὐτῷ τὰς ὑπογραφάς· ὡς ἀδικάστως ὁμολογεῖσθαι παρ' ἑκάστῳ, καὶ τῶν Εξωθεν, παρουσίᾳ καὶ συνεργία τῆς ὁμοουσία. Τριάδος, τὸν ἅγιον ἐκεῖνον τῶν ὁσίων Πατέρων συγκ εστάναι χορόν. Επ
col. 433–434page 8 of 10
PG 111:433Ἀλλ' ὅπερ ἐν τοῖς ἔμπροσθεν παρελείπομεν, τῆς Αρείου τοῦ θεομάχου βλασφημίας παρὰ τῇ ἁγίᾳ συνόδωι θριαμβευομένης ἐπέβαλε τῆς Ἑλληνικῆς θρησκείας, φιλόσοφος· ἀντιποιούμενος δῆθεν φιλο νείκως καὶ οὐ φιλαλήθως, τῆς ᾿Αρείου καχονοίας ὅτε καὶ Μηνόφαντος, Πατρόφιλής τε καὶ Θεωνᾶς, καὶ ἕτεροι περὶ ὧν ἀνωτέρω εἴρηται, τοῖς συλλογισμοῖς τοῦ φιλοσόφου αναπτερωθέντες, ἀνεκάλυψαν τὸ δυσώδες τραῦμα τῆς ᾿Αρείου βδελυρίας, καὶ τῷ φιλοσόφῳ προστίθενται κατὰ τῆς ἀληθείας θρα συνέμεναι. Αλλ' ὁ τῶν ἁλιέων ἁλιεῖς, καὶ τοῦ διώκτου Σωτήρ, καινοποιεῖ τι κἐνταῦθα τῶν ἰδίων τεραστίων ἄξιον. Τοῦ γὰρ φιλοσόφου τῶν προτάσεων τὸ δύσερι τῇ τοῦ λόγου σιωπῇ καταλυθήναι θαυ ματουργεί· καί τινα τῶν ἁγίων, οὐ τῇ τοῦ κόσμου σοφίᾳ, ἀλλὰ τῇ ἀγγελικῇ πολιτεία κεκοσμημένον, χειροτονεί, τῷ τῆς Ἑλληνικῆς ἀθεΐας καὶ αἱρετικής βλασφημίας συνηγόρῳ, ἀντίπαλον. Οὗτος, τὴν Δε σπιτικὴν ἀπειλὴν μιμησάμενος, ᾗ κατὰ τῶν δαι μόνων καὶ τῆς θαλάσσης ο Κύριος φαίνεται χρη σάμενος, ὁμοῦ τε προσάζει τῷ φιλοσόφῳ προσειπών, Σιώπα, περίμωσο, ο καὶ τῷ λόγῳ τὸν πολύλογον ἀπέδειξεν ἄλογον· ὡς παραυτίκα τὴν ἀφωνίαν αὐτὸν ὑπελθόντα, τρόμῳ καὶ δέει προσελθεῖν τῷ χορῷ τῶν ἁγίων, αἰτεῖν τε τοῦ δεσμοῦ τὴν λύσιν, καὶ τὴν τοῦ ἁγίου βαπτίσματος δωρεάν. Οὕτως ὁ τῶν σημείων Κύριος πανοικὶ τὸν φιλόσοφον ἐπὶ τὴν σωτηρίαν ἐκάλεσε· καὶ τὸν χθὲς τῆς ὀρθοδοξίας κατήγορον, συνήγορον τῆς ἀληθείας ἀνέδειξε. Τούτῳ καὶ τοὺς περὶ ληνόξαντα ἐκπλαγέντας τῷ θαύματι, λόγος ἐχοντὶ δόξαι συναινεῖν τῇ ἁγίᾳ συνόδῳ, ἐπὶ τῷ ἀνα θεματισμῷ τοῦ δυσσεβοῦς Αρείου, καὶ τῶν ἐκείνου δογμάτων· μετὰ δὲ ταῦτα, κατὰ τοὺς λυττῶντας τῶν κυνῶν, ἐπὶ τὸν ἴδιον ἔμετον ἀνακάμψαι. Τῆς οὖν ἁγίας συνόδου των τριακοσίων δέκα και ὀκτὼ ἁγίων Πατέρων, πέρας ἐφ᾽ ᾧ συνήθροιστο δεξαμένης, καὶ τοῦ χρόνου πρὸς τὴν ἐπάνοδον αυτ τοὺς ἐπείγοντος, ὁ εὐσεβῆς Κωνσταντίνο; ὁμοτραπέζους ἀμοιβαδὸν αὐτοὺς ποιησάμενος, καὶ λόγεις παραιγετικοῖς χρησάμενος, τότε τῶν ἐκκλησιῶν αὐτῶν ἐνδιὲς θεραπεύσας, νοσοκομείων τε καὶ πτωχοτροφείων σιτηρέσεις ἑκασταχοῦ δωρησάμενος, τοῖς ἐξιτηρίοις τὸ κοινὸν αὐτῶν λόγοις ἐδεξιώσατο Οράτε εἰπὼν, τὴν ἐμὴν περὶ τὸ θεῖον ταῖς ὑμετ τέραις κατηχήσεσι λατρείαν, καὶ ὅπως ἐκθύμως” τὴν μὲν τῶν εἰδώλων κατάλυσιν εἰργασμαι, τὴν δὲ τῶν Χριστιανῶν πίστιν πανταχοῦ καταγγέλλεσθαι διεσπούδασα, ὡς μηδεμίαν ἑτερόδοξον θρησκείας ἰδέαν ἡμῖν ἀπολείπεσθαι, ἢ μόνους Χριστιανοὺς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα προσκυνεῖν τε καὶ ἀσπάζεσθαι. Ταύτην ὑμῖν σήμερον εἰλικρινή παρα δίδωμι. Τῆς δὲ ὑμετέρας εὐχῆς εἴη καὶ μελέτης, πρὸς τὴν καθ' ἡμέραν τοῦ Κυρίου συνεργοῦντος ἀναγωγὴν [Ισ. ἀναγαγεῖν] καὶ ἐπαύξησιν.» Ταῦτα καὶ τὰ τούτοις εοικότα προσειπών, καὶ τοὺς μὲν αὐτῶν ὀφθαλμοκόπους ἰδὼν, τινὰς δὲ χειρῶν ἀπο ναρκώσεις υπομείναντας, ἄλλους σπασμῷ τῶν νεύ
col. 435–436page 9 of 10
PG 111:435ρων συγκεκαμμένους, ἑτέρους τῶν γεννητικών μορίων ἀποτομαῖς ἐναθλήσαντας, καὶ μαθὼν ὡς ἐν τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς ἐγκαρτερήσαντες, τῷ κινδύνῳ τῆς ὁμολογίας λείψανα τῶν ἐπαχθέντων αὐτοῖς αἰκισμῶν τὰ ὁρώμενα σώζουσι, προσεκύνει τῶν ἀθλοφόρων τὰς ἀπειλάς· ἡσπάζετο τῶν μελῶν τὰς ἀποναρκώσεις· τοῖς πετονθύσι μέλεσι, ποτέ μὲν τὰ μέλη τοῦ οἰκείου σώματος, ποτὲ δὲ τὴν βασ σιλικὴν προσῆπτεν αλουργίδα, πιστεύων τούτοις αὐτὸν ἁγιάζεσθαι. Ος καὶ τοῖς ἐκκομμένοις ὀφθαλμοῖς τὰς κόρας τῶν ἰδίων ὄψεων παρετίθετο, ἐπέχων ἐκεῖθεν τὸν τῆς διανοίας αὐτοῦ φωτίζεσθαι ὀφθαλ μέν· οὕτω τοὺς ἁγίους ἀσπασάμενος, ἐπὶ τὴν νέαν ἐπανέζευξε Ῥώμην, τῷ ὀρθῷ τῆς πίστεως ἐπαγγελόμενος (γρ. ἐπαγγελλόμενος] κηρύγματα. εὐχαριστίαις καὶ ταῖς εὐλογίαις ἀμειψάμενοι, δι' ὧν εἰρήνης αἰτεῖται πλατυσμὸς, καὶ βασιλείας κρατ ταίωσις, τῶν ἐπισκόπων ἡ σύστασις, καὶ πολεμίων ὑπόπτωσις, ἀπάραντες καὶ αὐτοὶ τῆς Νικαίας, τὸ τῆς ξενίας φιλότιμον ταῖς προσευχαῖς ὑπήρεισάν τε καὶ ἐκραταίωσαν. Καὶ μαρτυρεῖ τὸ παραυτίκα γε γονὸς ἐπὶ τούτῳ σημείον. Μελλόντων γὰρ αὐτῶν τῇ ὑστεραίᾳ, τῷ Σωτῆρι τῶν ὅλων, ὑπέρ τε τῆς ἐπὶ τὰ οἴκοι πορείας, σωτηρίας τε τῆς ὑποδεξαμένης πόλεως ἀναπέμπειν εὐχής, συνέβη κατὰ τὸν λεγό μενον μεσόμφαλον τῆς ἀνατολικῆς εἰσόδου, ἐλαίου πηγὰς ἀναβλύσαι περὶ τὸ τῆς ἁψίδος μεσαίτατον. περὶ ἦν καὶ ὁ τῶν ἁγίων συνειστήκει χορός - ἥτις μέχρις ἡμῶν φαινομένη, δείκνυσι τῶν τότε προσω ευχών έγκαρπα τὰ ἀποτελέσματα. Καὶ νῦν παρὰ τοσούτοις άδεται καὶ ὀνομάζεται Νίκαια, παρ' ὅσοις ή τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ Πατέρων τετίμηται σύνοδος. Τεκμηριώσει δὲ τὴν ἐκείνων ὑπὲρ αὐτῆς ἀγωνίαν τε καὶ πρόνοιαν, καὶ τὸ κατά τὴν ἡμετέραν γενεὰν ἐπ' αὐτῆς γενόμενον παράδοξον. Τῶν γὰρ Ασσυρίων τρόπῳ χρησαμένων ἁγνώ μονι, καὶ δι' ἧς ἐσώθησαν τῶν Ῥωμαίων βασιλείας, ταύτην λυμηναμένων, καὶ πάντα, τί γὰρ ἄλλο η βαρβαρικών δαπανώντων φρυάγματι, αύτη πάσης τετήρηται Βαβυλωνικῆς ἐπηρείας ἀπείραστος· οὐ διὰ πυρὸς ἢ μαχαίρας, ἀνδρῶν, ἡ γυναικῶν, ἡ νησ πίων δεξαμένη ἅλωσιν, πολλάκις ἐφεστώτων αὐτῇ λάθρα καὶ κατὰ φανερόν. Λέγεται δὲ, καὶ τὸν ἀλα Οἱ δὲ πανάγιοι Πατέρες, ὡς ἔδει, τὸν κράτιστον μεσόμφαλος. η ζῶνα τοῦ στρατοῦ αὐτῶν ταξίαρχον ἀναισχύντῳ φρονήματι κατατολμήσαι τοῦ ναοῦ τῶν αὐτῶν ἁγίων· ὁρμῆσαι δὲ καὶ τῆς μαγείας ἐκεῖ τελέσαι τὰ βδελυκτά μιάσματα, καὶ ἀπειλεῖσθαι πικρῶς, διά τε νυχτερινής όψεως, καὶ τῶν μεθ᾿ ἡμέραν αὐτῷ καὶ Ατσυρίων, Αγαρηνών, Σαββακηνών, ηπίδας
col. 437–438page 10 of 10
PG 111:437μόνῳ δεικνυμένων δειμάτων· ὡς μεταβαλόντα τὸν ἀλητήριον, τὸν μὲν ναόν, μᾶλλον δὲ τὸν οικήτορα τοῦ ναοῦ Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν τιμῶν, καὶ λυχνιναίοις ἐξιλεώσασθαι ἐξ ἐκείνου δὲ ἀπο κλεῖται τὴν εἴσοδον παντὶ τῷ Βαβυλωνίῳ στρατῷ, τοῦ ἁγίου τεμένους· ξένην τε ἡμερότητα καὶ βαρ βαρικῇ μὴ συναίνουσαν θρασύτητι τοῖς ἐν αὐτῇ διαιτωμένοις ἐπιδείξαι· ἡ τοῖς πολλοῖς καὶ τῶν ἀλη λοδαπών σωτηρίας ἐγένετο πρόξενος. Εἰ γάρ τις κάνω παρ' αὐτῶν, μόνον ἐν προσποιήσει Νικαίας εἶναι αὐχήσας, τὸν ὁπωσοῦν ἡρτημένον αὐτῷ παρ' αὐτῶν ἀπερρίψατο κίνδυνον. πουρακισμε Ταῦτα τῶν Πατέρων τῆς ξενίας τὰ χαρίσματα, καὶ τοῖς ἐσομένοις αἰῶσι τὴν ὑπὲρ Νικαίας αὐτῶν προμήθειαν παραστῆσαι δυνάμενα. Οὗτοι καθάπερ ποταμοὶ διαυγεῖς ἐκ μιᾶς κρήνης τῆς Νικαίας διαι ρεθέντες, τὸ οἰκεῖον κατειλήφασι ποίμνιον καρπόν τῆς μακαρίας ἀποδημίας τὸ τοῦ κόσμου σωτήριον επιφερόμενοι σύμβολον. Ἐν μέρει τε λιπαρῷ, καὶ τῇ προκοπῇ τῆς κατ' ἀρετὴν πολιτείας τὸν τῆς παροικίας καταλαμπρύναντες δόλιχον, τῆς μακαρίας ἠξιώθησαν λήξεως. Ο δὲ φιλάνθρωπος θεὸς καὶ φιλόδουλος εὐεργέτης, ε ὁ δοξάζων τους δοξάζοντας αὐτὸν, κ τῶν ἐν οὐρανοῖς ἀποκειμένων τὰς ψυχὰς αὐτῶν ἀξιώσας ἀπολαύσεων, οὐκ ἀφῆκεν αὐτῶν ἀγέραστα καὶ τὰ πάναγνα σώματα· ἀλλὰ παραδόξῳ θαύματι, καὶ διὰ τούτων, ὡς οἰκείους ἐτίμησε λει τουργούς. Τὸν γὰρ κοινὸν θάνατον, ὡς φυσικὸν αὐτ τοῖς ὕπνον ἐπήγαγεν· ὅθεν μεμενήκασι μέχρι τοῦδε τὰ θεολόχα τῶν Πατέρων τούτων σώματα, κατὰ τὴν ἑκάστου παροικίαν ἀδιάλυτα. Μάρτυρες δὲ τούτων, άλλοι πολλοί τυχόν, κατά τόπους αὐτόπται του λεγομένου γενόμενοι, καὶ τῶν ἁγίων [σ. τοὺς ἁγίους] οἷον ὕπνῳ κατά τινα καιρὸν ἀνοιγομένων αὐτῶν σορῶν, αὐτοὺς ἐν αὐταῖς ἀσπατάμενοι. Καὶ ἡμεῖς δὲ, τοῦ τοιούτου θεάματος μάρτυρες ἀψευδείς. Τοῦ γὰρ ἐπαγγέλου Λεοντίου τοῦ τῆς Καισαρέων Εκκλησίας ἁγιωτάτου προέδρου, οἱ πολλοὶ μὲν καὶ πρὸ τῆς ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ παρουσίας ἱδρῶτες τῆς πίστεως ἕνεκα καταβέβληνται· πολλοί δὲ δι' αὐτοῦ μάρτυρές τε καὶ ἀθλοφόροι, τὸν ἀντί παλον κατεπάλαισαν· πολλοί τε τῷ τούτου βίῳ δια δισκαλίῳ χρησάμενοι, οὐρανοπολῖται γεγόνασι, Τούτων γὰρ εἷς ἐστι καὶ Γρηγόριος ὁ μέγας ἐν ἀθλο. φέρεις, ἡ τῶν λειψάνων τῶν ἁγίων μαρτύρων Τι παροικία, κατὰ τὴν ἑκάστου παροικίαν· τπ εκα τὸ παν μοιχίας, δόλιχον δόλιχος παροικία θετ δίχα. για
Continue reading PG 111: Anonymus →≣ entire volume
Page scan enlarged

Notebook

Full View