PG 115Symeon Metaphrastes
Month of March
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Day 12Die 12

col. 11–12page 1 of 34
PG 115:11Β΄. Ἐπεὶ τοίνυν ἡ μνήμη τοῦ δικαίου μετ᾽ ἐγκωμίων, μή μου μέμνησθε τῆς προπετείας, ὡς προτοῦ βίου ἐγκωμιάζοντα. Τότε γὰρ ἁρμόδιον πέφυκε· ἀλλ᾽ ἐπειδή τισι σοφοῖς καὶ μακαρίοις ἀνδράσι πονήσασι, καὶ τὴν τοῦ Μακαρίου ἐξ αὐτῆς γεννήσεως ἀναστροφήν τε καὶ διαγωγήν, καὶ τὴν πρὸς θεῖον ζῆλον κίνησιν, οὐ μὴν ἀλλὰ καὶ τὴν ἐν τῷ μονήρει βίῳ ἄσκησιν, καὶ τὴν καθαρὰν πολιτείαν, καὶ τὴν ἄκραν ταπείνωσιν, καὶ τὴν τῆς ὀρθοδοξίας τράνωσιν, καὶ τὴν πρὸς τὰ δεινὰ καρτερίαν, ἀριδήλως διηγησαμένοις, ἐπὶ χρυσῷ καὶ μαργαρίταις καὶ τιμίοις λίθοις· προσθεῖναι τούτοις οὐχ ἡγησάμην, ἀλλὰ σποράδην ἐκ τῶν αὐτῶν διηγημάτων συλλέξας, ὥσπερ τις λιθολόγος, εἰς μίαν κατασκευὴν ἀθροῖσαι προεθυμήθην. Ὁ γὰρ ἀδυνάτοις ἐπιχειρῶν, τοὐναντίον ἀσχημόνην ἀνθέλκει τὸν τρόπον. Συντόμῳ γοῦν τῇ διηγήσει χρησάμενος, ἀμυδράν τινα τῶν αὐτοῦ κατορθωμάτων ὑπόληψιν καταυλήσω. Γ΄. Ὁ μακάριος οὗτος, Ἀδελφοὶ καὶ Πατέρες, ὁ τῆς Χριστιανικῆς σφραγίδος ἐπώνυμος, εὐγενῶν φονέων καὶ τῶν ἐν ἀξιώμασι περιβλέπτων γέγονε τέκνον, ἐν ἡμέραις Κωνσταντίνου τοῦ Κοπρωνύμου, τῇ ὑποκρυφίῳ δόξῃ ὀρθοδόξως πολιτευσαμένων. Ἔδει γάρ, ἔδει ἐξ αὐτῶν τὸν τῆς Θεοφανείας ἐπώνυμον γεννητικῶς ἀποστέλψαι φωστῆρα· οὐ γὰρ ἂν ἡμῖν ὁ καθαρὸς οὗτος μαργαρίτης προστέθειτο, εἰ ἐν ἡμέραις σκότους διαφανῶς οἱ τούτου γεννήτορες τὴν εὐσέβειαν ἀπέστρεψαν. Μονογενὴς τοιγαροῦν αὐτοῖς ὑπάρχων ὁ μακάριος, ἐκπαιδεύεται νηπιόθεν τὰ ἱερὰ Γράμματα, Γραφήν τε πᾶσαν εἰς ἄκρον μυηθείς, οὐδὲ τῆς ἔξω σοφίας ἡμοίρησε. Ταύτης γοῦν τὸ κάλλιστον ἐπιλεξάμενος ἐν νῷ τεθησαύρικεν, ὅσον δὲ τὸ μυθῶδες μακρὰν χαίρειν εἰπὼν παρελογίσατο πρεπόντως. Νέου δὲ κομιδὴ τοῦ Μακαρίου ὑπάρχοντος, καὶ οὔπω τῆς ἡδικῆς ἡλικίας ἐπιλελημμένου, οἱ αὐτοῦ γονεῖς πρὸς Κύριον ἐξεδήμησαν, καὶ μένει λοιπὸν μόνος ἐν ὑπερβάλλοντι πλούτῳ ὁ ἅγιος τάχα τῆς Προνοίας οὕτως οἰκονομησάσης, ἵνα μὴ ὁ τῶν γονέων πόθος, πρόσκομμα τῆς πρὸς Θεὸν αὐτοῦ τρίβου γεννήσηται. Δ΄. Κωνσταντίνου δὲ τοῦ δυσσεβοῦς αἰσχρῶς τελευτήσαντος, διαδέχεται τὴν βασιλείαν Λέων, ὁ ἐκ μητρικῆς ἐπωνυμίας Χαζάρης ἐπικληθείς. Ἐν δὲ τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἦν τις πατρίκιος
col. 13–14page 2 of 34
PG 115:13ὁμώνυμος αὐτῷ, πάνυ βάρβαρος καὶ θηριώδης τὸν τρόπον, καὶ τοῦ τῆς αἱρέσεως σμήνους σύμφρων τε καὶ ἀντιλήπτωρ· ὃς διὰ τὴν τοιαύτην δυσσέβειαν ὁμοτράπεζος τῷ βασιλεῖ καθεκάστην ὑπῆρχε καὶ φίλος περιδέξιος. Καὶ δὴ μαθὼν τὰ περὶ τῆς οὐσίας τοῦ μακαρίου, κελεύσει βασιλικῇ συνεργῷ χρησάμενος, ζευγνύει τῷ Θεοφάνει τὴν αὐτοῦ θυγατέρα· ὅπερ βίᾳ καὶ μόλις τάχα γε διὰ τὸν τοῦ κρατοῦντος φόβον εἴξαντος τοῦ Θεοφάνους, ἐξήρτυτο τὰ ἐπιτήδεια τῷ γαμικῷ θαλάμῳ. Τῶν οὖν αἰσίων τελεσθέντων, ἑσπέρας καταλαβούσης, μόνους ἐν οἰκίσκῳ τερπνῷ τόν τε εὐσεβῆ νεανίαν καὶ τὴν εὐκλεᾶ κόρην εἰσάγουσιν, ὡς ἂν αὐτοῖς ἐπιτηδείως ἔχοι πρὸς ἡδονῆς τρόπον. Σιγῆς δὲ γενομένης, καὶ πάντων ἀφυπνωσάντων, νυκτός τε βαθείας διαχυθείσης, στραφεὶς ὁ μακάριος, φησὶ τῷ κορασίῳ τάδε· Ε΄. Ὁ μὲν παρὼν βίος, ὦ γύναι, βραχύς, ὡς πᾶσιν εὔδηλον, καὶ ἀδηλίᾳ τοῦ μέλλοντος πλέον κεκρατημένος, καὶ κρίσις ἀδέκαστος τοὺς ἐν τῷδε τῷ βίῳ διαδέξεται εὐθηνοῦντας. Τοιγαροῦν καὶ ὁ γάμος οὐκ ἀπόβλητος παρὰ Θεῷ· ἀλλ᾽ αἱ φροντίδες τοῦ βίου, ἀλλοιοῦσαι τὸν ἔνθεον λογισμόν, οὐκ ἐῶσι καθαρῶς ἀντοφθαλμεῖν πρὸς τὰ μέλλοντα. Ἴσμεν δὲ καὶ τὸν ἐν Εὐαγγελίοις Λάζαρον, διὰ στενοχωρίας τῆς ἐνθένδε τοῦ Ἀβραὰμ τοὺς κόλπους κληρωσάμενον, καὶ τὸν ἐν γεέννῃ φλογιζόμενον πλούσιον, μηδὲ τῆς πρὸς αὐτὸν τοῦ Λαζάρου ἀφίξεως ἀξιούμενον, καὶ σταγόνος ὕδατος ἐστερημένον, καὶ τό, « Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, » ἐγκαλούμενον. Καὶ ὁ Μακαρισμὸς ὑπόσχεσιν ἀγαθῶν οὐ τοῖς ἐν πλούτῳ κομῶσιν ὑπισχνεῖται, ἀλλὰ τοῖς κλαύσασι νῦν ὅτι ἐκεῖ γελάσουσιν, τοῖς πτωχοῖς τῷ πνεύματι, τοῖς δεδιωγμένοις διὰ δικαιοσύνην, τοῖς ὀνειδιζομένοις διὰ Χριστόν· καὶ ἅπαξ ἁπλῶς, στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Οὐκ ἔστιν οὖν ἄνευ θλίψεως ὑπεξελθεῖν· ἡμεῖς μὲν γὰρ ἐν τῷδε τῷ βίῳ χαρμονικῶς διέξομεν, θλῖψις ἐν τῷ μέλλοντι διαδέξεται ἡμᾶς. Ἀλλ᾽ εἰ βούλει, γύναι, μικρὸν τῇ φύσει κοινωνήσαντες διὰ τὴν τοῦ σοῦ πατρὸς αὐθάδειαν, ἀπάρωμεν ἑαυτοὺς τῆς βορβορώδους ταύτης καὶ συρφετῆς διαγωγῆς, καὶ τὴν μονήρη βίου κατασπασώμεθα, ὅπως αἰωνίου εὐμοιρήσωμεν ἀπολαύσεως. ΣΤ΄. Τί οὖν εὐσεβὲς γύναιον; οὐκ ἀνένευσε πρὸς ταῦτα; οὐκ εἶπε τὰ μὴ καθήκοντα· Τί τὸ κάλλος τῆς ἐμῆς νεότητος ἡμαύρωσας; τί μου τὴν τύχην ἀπέκλεισας; τί τὴν ἐμὴν χαρὰν εἰς θρήνον μετήλλαξας; Εἰ οὕτως ᾑρετίσω τὰ κατὰ σαυτόν, οὐκ εἶ μόνος ἐν εὐγενέσι νεώτερος· ἔδει γοῦν σε, πρὸ τοῦ γάμου ἀπαγορεύσαι, καὶ μὴ μαράναι μου τὸ ἐπανθοῦν κάλλος. Οὐδὲν τοιοῦτον· ἀλλὰ τί; Ὥσπερ τις ἀγαθὴ γῆ τὸν σπόρον δεξαμένη πολύχουν βλαστάνει τὸν
col. 15–16page 3 of 34
PG 115:15αινέσει τοῦ μάκαρος στομωθεῖσα, ἀσμένως κατένευσε καί φησιν· Οὐκ ἀμύητος εἰμι, γλυκύτατε ἄνερ, τῶν θείων παραγγελμάτων· καὶ γὰρ ἐν Εὐαγγελίοις ὁ Σωτὴρ ἡμῶν ἀρεδήλως βοᾷ· « Εἴ τις οὐ καταλείψει πατέρα, καὶ μητέρα καὶ γυναῖκα, καὶ τέκνα, καὶ ἀδελφούς, καὶ ἀδελφάς, καὶ οἰκίας, καὶ ἀγρούς, καὶ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσει μοι, οὐκ ἔστι μου ἄξιος. » Οὐκοῦν, οἱ βούλει, καθαροὺς καὶ ἀσπίλους ἑαυτοὺς παραστήσωμεν τῷ οὐρανίῳ νυμφίῳ Χριστῷ, ἀμώμητον καὶ ἀκηλίδωτον τὸν ἔξω ἡμῶν ἄνθρωπον διατηρήσαντες. Τί γὰρ ὄφελος, εἰ πρὸς μικρόν, ὡς ἔφης, συνέλθωμεν; Τίς δὲ καὶ ὁ ἐγγυητὴς ὅτι οὐ τεκνώσομεν ἐν τῷ μικρῷ τούτῳ, καὶ ἵνα μὴ γένηται ἡμῖν εἰς πρόσκομμα τὸ τεχθέν; Καὶ εἰ μὲν ἄρσεν εἴη, μερική τις ἐκκοπή· εἰ δὲ θήλυ, διπλοῦν τὸ κακόν· χρεία γὰρ ἀναμεῖναι καὶ χρόνους γάμου καὶ λοιπῆς προνοίας. Καὶ τὸ τῆς ζωῆς τέλος, ὡς ἔφης, ἐπ᾽ ἀδήλῳ, καὶ αἱ τοῦ βίου παγίδες ἀναρίθμητοι. Λανθανόντως οὖν ἐν ἁγνείᾳ βιωσάντων ἡμῶν, εὖ οἶδα καὶ τὴν ἡμῶν ἔφεσιν τὸν Θεὸν οἰκονομῆσαι. καρπόν, οὕτω καὶ τὸ σεμνὸν γύναιον τῇ καλῇ παρΖ΄. Ἐκπλαγεὶς δὲ ὁ μακάριος ἐπὶ τῇ τῆς κόρης δεξιωτάτῃ γνώμῃ, χαριέντως πρὸς αὐτὴν εἶπε· Κύριος ἡμῖν δηλώσει τὸ συμφέρον. Δι' ὅλης δὲ τῆς νυκτὸς προσευξάμενοι, καὶ τὸν Θεὸν ἐπὶ τῷ συμφέροντι προνοητὴν καὶ κηδεμόνα ἐπικαλεσάμενοι, περὶ αὐτὰς τῆς ἡμέρας συνέβη ἀφυπνῶσαι ἀμφοτέρους, καὶ ἓν καὶ τὸ αὐτὸ ὄναρ θεωρῆσαι· ὁρῶσι γάρ τινα ὡραίως ἐξαστράπτοντα, πρὸς αὐτοὺς πραείᾳ τῇ φωνῇ λέγοντα· Κύριος ὁ Θεὸς τὴν ὑμῶν προαίρεσιν ἀποδεξάμενος, ἀπέστειλέ με σφραγίσαι ὑμᾶς τοῦ ἀκεραίους καὶ ἀμωμήτους αὐτῷ παραστῆναι. Καὶ κατασφραγίσας αὐτοὺς δι᾿ ὅλου τοῦ σώματος, ἄφαντος ἐγένετο. Ἀφυπνισάντων δὲ αὐτῶν, καὶ τὰ τῆς ὀπτασίας ἀπαραλλάκτως ἀλλήλοις διηγησαμένων, καὶ τὸν Θεὸν δοξασάντων τὸν εὑρισκόμενον ῥᾳδίως τοῖς ζητοῦσιν αὐτόν, τὸ λοιπὸν διήγον, σχήματι μὲν ὡς σύζυγοι, πράγματι δὲ ὡς ἀδελφοί. Ὢ τοῦ θαύματος! Ἔγνω Κύριος τοὺς αὐτοῦ· εἰ μόνον ἐξεζήτησαν τὸν Θεόν, εὐθὺς ἐπίκουρος αὐτοῖς καὶ βοηθὸς πρὸς τὴν ἔφεσιν εὑρέθη. Τί τοῦτο τοῦ κατὰ τοὺς τρεῖς παῖδας θαύματος ἀτιμότερον; Ἐκεῖ μὲν γὰρ ἄγγελος τὴν συμφλέγουσαν αὔραν τοῦ πυρὸς εἰς πνεῦμα δρόσου διασυρίζον μεταβαλών, ἀβλαβεῖς τοὺς παῖδας διέσωσε· κἀνταῦθα πάλιν ἄγγελος τὴν ὀξύῤῥοπον καὶ φλογώδη τῆς ἡδονῆς ἀκμὴν εἰς σωφροσύνης δρόσον μεταρρυθμίσας, ἀσινεῖς τοὺς νέους διετήρησε, καὶ πυρὶ χόρτον ἀβλαβῶς συνδυάζειν ἐπιτήδευσεν. Η΄. Ἐπεὶ τοίνυν τὴν ἐκ γεννήσεως τοῦ μακαρίου μέχρι συζυγίας ἀναστροφὴν ἀποχρώντως ἐδηλώσαμεν, φέρε δὴ λοιπὸν καὶ τῶν αὐτοῦ ἀγωνισμάτων μερικήν τινα κατηχήσωμεν ἔμφασιν ταῖς ὑμετέραις
col. 17–18page 4 of 34
PG 115:17ἀκοαῖς, φιλόχριστοι. Τούτων οὕτω θείᾳ νεύσει οἰκονομηθέντων, κατὰ μικρὸν τοῖς πενομένοις τὸν πλοῦτον σκορπίζοντες ἐν ὑποκεκρυμμένῃ ὑπολήψει, μᾶλλον δὲ δι' αὐτῶν ἑαυτοῖς θησαυρίζοντες, λαθεῖν εἰς τέλος τὸν τῆς κόρης οὐκ ἴσχυσαν πατέρα, δεινόν τε ὄντα, καὶ ἀπηνῆ, καὶ ἀπάνθρωπον, καὶ λίαν ἀνελεήμονα. Γνοὺς γὰρ τὴν καλλίστην τῶν νέων ἐμπορίαν ὁ ταλαίπωρος, καὶ ἀποτυχίαν μᾶλλον τὸ γνωσθὲν ἢ εὐσέβειαν ἡγησάμενος, εἰσελθὼν ἐν τοῖς βασιλείοις προσανατίθεται τῷ βασιλεῖ τοιαῦτα φήσας· Δυστυχῶ, βασιλεῦ, ἐπὶ τῷ ἀπράγμονι γαμβρῷ μου· σκορπίσας γὰρ κακῶς κακῶς τὸν ἴδιον πλοῦτον, οὐδὲ τῶν τῆς ἐμῆς θυγατρὸς ἐφείσατο πραγμάτων· ἤδη γὰρ καὶ αὐτῶν τὸ πλεῖστον μέρος ἠφάνισε, καὶ οὐδὲ τέκνου ἡ ἐλεεινή μου θυγάτηρ ἀξιοῦται γονῆς· οἶμαι δὲ διὰ τὸ κατὰ πάντα ταλαίπωρον καὶ ἀπράγμονα εἶναι, ὃν κακῶς ἐγνώρισεν. Ἀλλ' εἰ κελεύει, φησί, τὸ κράτος σου, μικρὸν ἀνανεῦσαι ἐκ τῆς τοιαύτης ῥαθυμίας τὸ ἐμὸν γῆρας, τοῦτον ἐκδημοσίοις ἀπασχολεῖσθαι πράγματι πόρρω που κελεύσοις σταλῆναι, μήπω εἰς τέλος τοῖς λίαν ἐστερημένοις καταριθμήσῃ μου τὸ θυγάτριον. Πόθεν γὰρ διδαχθεὶς τὴν ἀπονενοημένην ταύτην ἐμπορίαν οὐκ ἐπίσταμαι· ὥσπερ τις ἀνδριὰς χαλκοῦς ἀκίνητος μένει πρὸς αἵρεσιν τῶν τερπνῶν, καὶ τὸ δὴ χαλεπώτερον, οἷα συμβαίνει πολλάκις τοῖς ἐξεστηκόσι τὸν νοῦν, πρὸς ὅ τι ἂν αἰτηθῇ τὸ ὑπάρχον αὐτῷ ῥᾷστα παρασχὼν ἀποστερεῖται ὁσημέραι τῆς οἰκείας εὐπορίας, μάλιστα τοῖς ψευδῶς πενίαν προσποιουμένοις. Ἤδη δὲ καὶ τῶν κεράμων αὐτοῦ οὐκ ἀνθέξεται, εἰ μὴ θᾶττον πενίᾳ περιστεχθείς, ἱκανὸς γένηται πρὸς τὴν τῶν οἰκείων πραγμάτων ἐπικράτειαν. Θ΄. Καὶ δὴ θᾶττον κληθέντος τοῦ μακαρίου πρὸς τοῦ βασιλέως, στέλλεται παρ' αὐτοῦ ἐπὶ τὰ μέρη Κυζίκου πρὸς δημοσίων τινῶν πραγμάτων διοίκησιν· ἦν γὰρ καὶ βασιλικοῦ ἀξιώματος, οὐ τῶν ἐν τέλει, ἀλλ' ὑπηρέτης τῶν βασιλικῶν κεκοσμημένων ἵππων, εἰς δὴ στράτωρας καλεῖν ἡ τάξις εἴθισται. Τούτου δὲ τοῦ προστάγματος τῷ μακαρίῳ δοθέντος, καὶ χαρᾶς αὐτῷ οὐ τῆς τυχούσης περιχυθείσης, ὡς ἑτέρας ἀφορμῆς αὐτῷ τῆς ἐκ τοῦ κόσμου ἀναχωρήσεως θεόθεν οἰκονομηθείσης, τὰ πρὸς τὴν ὁδὸν συντόμως εὐτρεπίστο ἐπιτήδεια· καὶ πρόφασιν μαλακίας προσποιησάμενος, τοὺς μὲν αὐτῷ ὑπηρετήσοντας διὰ τοῦ δρόμου πεπομφώς, αὐτὸς ἐν ταχυδρόμῳ πλοίῳ ἐπιβὰς, καταλαμβάνει τὸ τοῦ μεγάλου ποταμοῦ στό
col. 19–20page 5 of 34
PG 115:19καὶ πλησίον λοιπὸν τῆς ἐκεῖθεν γενομενος γῆς, γαληνοδρομίᾳ τὴν πορείαν ἐποιεῖτο, καταμανθάνων τὰ κρημνώδια τοῦ τῆς Σιγριανής όρους παράλια. Κατὰ οὖν θείαν τινά πρόνοιαν καταλαμβάνει τινὰ βαθύκρημνου λόχμην, ἀλσώδη τε καὶ ἀντρώδη· καὶ ἀποβὰς ἐν αὐτῷ ἀπὸ τοῦ πλοίου, μόνος τῇ δυσχέρεια βεβιασμένος ἀνῆλθε, τοῖς ἄλλοις ἐπιτρέψας ἐν τῷ πλοίῳ ἡσυχῆ μένειν. Ι. Διαμαθὼν δὲ τὸν τόπον ἀκριβῶς, καὶ ἡσθείς ἐπιτήδειον εἶναι προς ψυχικὴν ὠφέλειαν, εὐξάμενος δὲ κατ' ἰδίαν, καὶ τὸν Θεὸν τὸ συμφέρον ἱκετεύσας ἀποκαλύψαι, κεκμηκὼς δὲ ἐκ τῆς ἐπὶ πλείστας ὥρας γενομένης ὑπ' αὐτοῦ γονυκλισίας, και μικρὸν καθεσθεὶς, ὡς ἐν ἐκστάσει γέγονε, καὶ ὁρᾷ γρηγορούσιν ὀφθαλμοῖς τὸν προφανέντα αὐτῷ ἐν τῇ παστάδι φωτοειδῆ ἄνδρα, τὴν χεῖρα ἐκτεταμένην ἔχοντα, καὶ τῷ δακτύλῳ τὸν τόπον ὑποδεικνύντα καὶ πρὸς αὐτὸν λέγοντα· Ὁ μὲν σὸς κηδεστής, ἀλλὰ καὶ ὁ σύμφρων αὐτοῦ βασιλεύς, ἐν ὀλίγαις ἡμέραις τῶν τῇδε τελευτήσαντες ἀναχωροῦσιν · καὶ λοιπὸν παῤῥησίᾳ τοῖς πενομένοις, τῶν ὑπαρχόντων σοι τὴν διανομὴν ποιησάμενος, ἐνταῦθα παραγεινάμενος Θεῷ εὐαρεστήσεις. Τοῦ οὖν μακαρίου διὰ τῆς ἐμφανείας τὰ αὐτῷ συντείνοντα πρὸς ὠφέλειαν συνιέντος, καὶ τὰ μέρη Κυζίκου καταλαβόντος, ὡς τάχιστα δὲ τὸ αὐτῷ κελευσθέν περατώσαντος, εὐθεῖα τις συνήργησεν ἐν Κωνσταντινουπόλει παλινδρομία. Καὶ δὴ πρεπόντως ἀπολογησάμενος, τῷ βασιλεῖ περὶ τῶν αὐτῷ ἐρωτωμένων, ὑψηλοτέρῳ δὲ βαθμῷ ἤτοι τῶν σπαθαρίων τῷ καταλόγῳ ὑπὸ τοῦ βασιλέως τιμηθεὶς, διῆγε τὸν λοιπόν (χρόνον) προσμένων τὰ τῆς ὀπτασίας εἰς πέρας ἐληλακέναι, ὅ καὶ γέγονε ΙΑ΄. Μετ᾿ οὐ πολὺ γὰρ ἡμερῶν διάστημα, τελειτοῦ βίου χρησαμένων ἀμφοτέρων, ἤδη λοιπὸν ἀδεῶς τὰ ὑπάρχοντα αὐτοῖς τοῖς πενομένοις διανενεμηκότες, ἐλευθερίᾳ δὲ τοὺς οἰκέτας ἀποπεμψάμενοι, ἐνδύονται λοιπὸν ῥακώδη άμφια, καὶ συνταξάμενοι ἀλλήλοις, νουθεσίαις τε τοῦ μακαρίου καταστηρίξαντος τὴν εὐσεβῆ γυναῖκα, τηρεῖν τὰς θείας ἐντολὰς καὶ ἀγάπην πνευματικὴν ἐν τοῖς πλησίον κεκτῆσθαι, προσευχήν τε εἰλικρινῆ καὶ ἀρέμβαστον, καὶ βίον ἀκαταίσχυντον, καὶ ἄκραν ταπείνωσιν, ἀπέλυσεν αὐτὴν ἐν εἰρήνῃ εἰπών· « Σώζουσα σώζε τὴν ἑαυτῆς ψυχήν. » Αλλοτριοῦνται τοίνυν τῆς πρὸς ἀλλήλους ἀναστροφῆς. Ὁποῖον δὲ βίον ἐξήσκησεν ἡ εὐσεβὴς αύτη γυνὴ, ἴσασι πάντες οἱ τὴν Βιθυνῶν οἰκοῦντες χώραν, όπως εκουσίως ἐπράθη, καὶ δουλικὴν μετήλθε
col. 21–22page 6 of 34
PG 115:21τάξιν. γνωρισθεῖσα δὲ παρά τινων ἀπέδρα. Τὰ δὲ ἐν Πριγκίπῳ καὶ Καλωνύμῳ αὐτῆς ἀγωνίσματα, τίς ἂν καὶ δυνηθείη γραφή παραδοῦναι, ἥτις καὶ χάριτός τε καὶ δυνάμεων θείων ἠξιώθη; μέρος δὲ τῶν αὐτῆς κατορθωμάτων ἐν τῇ παρὰ Μεθοδίου τοῦ ἁγιωτάτου πατριάρχου συντεθείσῃ περὶ αὐτῆς τε καὶ τοῦ μακαρίου συγγραφῇ πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων ἱστόρηται. ΙΒ΄. Ὁ δὲ ἀληθῶς μακαρίτης Θεοφάνης ἐμβὰς ἐν πλοίῳ, καταλαμβάνει τοῖς Σιγριανῆς παραλίοις, καὶ δὴ ἐξελθὼν ἀπὸ τοῦ πλοίου, βάδην καταλαμβάνει τὸν λοχμώδη κρημνὸν ἐκεῖνον· ἐν ᾧ ἐπὶ πλείστοις τὸ σῶμα καταδαμάσας χρόνοις, καὶ τὸ μοναχικὸν περιβαλλόμενος ἔνδυμα καὶ σχῆμα παρὰ Χριστοφόρου τοῦ διαφανοῦς ἀστέρος, ἤδη λοιπὸν καταφανής ἐγεγόνει· οὐ γὰρ ἠδύνατο πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Ἡμέραν δὲ ἐξ ἡμέρας συρρεόντων ἐπ᾽ αὐτῷ τῶν τῆς ἀγγελικῆς ἐφισμένων πολιτείας, ἀπετέλεσε τὴν ἔρημον ἐκείνην μοναστήριον, ὅπερ ἕως τοῦ αἰῶνος ἐπανθοῦν ταῖς θείαις ἀρεταῖς καὶ δείκνυται καὶ δειχθήσεται. Ἐν αὐτῷ τοίνυν τοὺς πνευματικοὺς διανύσας ἄθλους, μύστης τῆς Τριάδος γνήσιος ἀνεφάνη, καὶ ὀπτασιῶν μεγίστων θεωρητής γέγονεν. Ἦν δὲ αὐτῷ τὸ διαρκοῦν εἰς κοίτην ψιάθιον εὐτελές, καὶ τριχίνιον ἐπικάλυμμα, καὶ πρὸς κεφαλὴν αὐτοῦ λίθος. Οὐκ ἐκαυχήσατο νήτης ἁπαλότητος εἰς περιβολὴν αὐτοῦ, οὐ κναφεὺς ἐπὶ ἐσθῆτι αὐτοῦ μεμόχθηκεν, οὐχ ἵππος ἢ ἡμίονος πρὸς ὑπηρεσίαν αὐτῷ κεχρημάτικεν, οὐ μαγείρων μαγγανεῖαι τὰ ἐπιτήδεια αὐτῷ χορηγοῦσαι, οὐκ εὐώδης οἶνος ἐλίπανεν αὐτοῦ φάρυγγα· ἀλλ᾽ ἦν αὐτῷ βρῶσις καὶ πόσις ἄρτος τραχύτατος καὶ ὕδωρ βραχύ. ΙΓ΄. Τοῦ δὲ βασιλέως τέλει τοῦ βίου χρησαμένου, Εἰρήνης δὲ σὺν υἱῷ Κωνσταντίνῳ εὐσεβῶς τὴν βασιλείαν ἡνιοχούσης, προβάλλεται εἰς ἀρχιερέα Κωνσταντινουπόλεως, παρά τε τῆς βασιλίσσης καὶ πάσης τῆς συγκλήτου καὶ τῶν λογάδων τῆς ὀρθοδόξου δογμάτων ἀκριβείας, μετὰ θάνατον Παύλου τοῦ ἀπὸ πατριαρχῶν μοναχοῦ, Ταράσιος ὁ ἁγιώτατος φωστὴρ τῆς ὀρθοδοξίας, σύνοδός τε οἰκουμενικὴ συνηθροίζετο,
col. 23–24page 7 of 34
PG 115:23ἐπικυροῦσα μὲν τὰς πρὸ αὐτῆς ἐξ ἁγίας συνόδους, ἀναθεματίζουσα δὲ Νικήταν καὶ Κωνσταντῖνον τοὺς αἱρεσιάρχας καὶ δολιόφρονας πατριάρχας, Γερμανόν τε τὸν ἁγιώτατον πατριάρχην τοῖς διπτύχοις ἐγγράφουσα, καὶ τὴν τῶν εἰκονομάχων σοβούσα ματαίαν πλάνην καὶ ὡς ἱστὸν ἀράχνης διαλύουσα. Συνήγοντο γοῦν οἱ πανταχοῦ γῆς Πατέρες καὶ διδάσκαλοι, καὶ οἱ ἀποστολικῶν θρόνων τοποτηρηταὶ, καὶ οἱ τῶν μοναστῶν λογάδες· φημὶ δὴ, Πλάτων ὁ ἀειλαμπέστατος φωστὴρ ἀπὸ τῶν τοῦ Σακουδίονος, Νικήτας καὶ Νικηφόρος οἱ ἀείμνηστοι Πατέρες ἐκ τῆς μονῆς τοῦ Μηδικίου, καὶ ὁ προλεχθεὶς Χριστοφόρος ἐκ τοῦ Μικροῦ ἀγροῦ. Τότε δή, τότε, ὥσπερ διαφανὴς ἀστὴρ, προσκλήσει τῆς πνευματικῆς ταύτης πανηγύρεως, παραγίνεται καὶ ὁ μακάριος Θεοφάνης πρὸς τὴν σύνοδον, βίᾳ μὲν, ὅμως δ' ἀπίησι· καὶ γὰρ εὖ ἀεὶ ἐπιποθῶν καὶ διώκων τὴν ἡσυχίαν, καὶ πρὸς τὰς ὀχλήσεις ἀπεχθῶς ἔχων. ΙΔ΄. Πάντες μὲν οὖν ἤγοντο, ἵπποις, ἡμιόνοις, ἀνδραπόδοις, καὶ βερέθοις ὑπηρετούμενοι· ὁ δὲ Πα-
col. 25–26page 8 of 34
PG 115:25τήρ, οἷα πατὴρ, σὺν τῶ τριχίνῳ ἀμφίῳ καὶ τῇ ποιμαντική βακτηρίᾳ. Καθεσθείσης δε τῆς τιμίας συνόδου, καίτοιγε ἐν εὐτελεῖ προσχήματι τοῦ μα καρίου θεωρουμένου, εὐσεβείᾳ δὲ ὑπὲρ πάντας ἀπο στίλβοντος, οὐ παρελογίσαντο, άλλ' ἐπέτρεψαν πρὸς τὴν τοῦ δόγματος δημηγορίαν· ήδεισαν γὰρ ἀκριβῶς τὸν ἄξιον τοῦ Πνεύματος ἐργάτην. Ὁ δὲ δι ολίγων τὰ πολλὰ ῥητορεύσας, καὶ διὰ φυσικῶν καὶ γραφικῶν καὶ δογματικῶν ἀποδείξεων τοὺς ἀλαξόνας καὶ δυσφήμους Εικονομάχους ἐλέγξας το καὶ ἐπιστομίσας, ἀπέδωκε τὸν κόσμον τῇ Ἐκκλησίᾳ. "Ω τοῦ θαύματος! τί τούτου μεγαλοπρεπέστερον; Όμως τὸ Πνεῦμα τὸ ἅγιον ένθα βούλεται πνεῖ, καὶ ὅσα βού λεται. Τούτων οὕτω τελεσθέντων, καὶ τῶν Πατέρων ἐν τοῖς ἑκάστου τόποις παλινοστησάννων, καταλαμβάνει πάλιν ὁ μακάριος τὸ παρ' αὐτοῦ νεωργηθέν οὐρανομίμητον μοναστήριον. Ωσπερ γὰρ ἐν οὐρανῷ ήλιος σὺν ἄστροις δαδουχεί, τὴν σύμπασαν κατα γλαΐζων τῷ φωτὶ τῆς ἐλλάμψσπεως· τὸν αὐτὸν δὴ τρόπον ἐξ αὐτῆς ὁ μακάριος, σὺν τοῖς κατ᾽ ἐκλογὴν τοῦ Πνεύματος αὐτῷ μονασταῖς καὶ συνασκηταῖς, τὴν οἰκουμένην καταυγάζων, ταῖς μαρμαρυγαῖς τῆς ἱσαγγέλου πολιτείας ἐφαίδρυνεν. ΙΕ΄. Διέλαμπε τοίνυν ἡ τῆς ὀρθοδοξίας ἀκτίς ἐν τοῖς πέρασι. Χρόνων δὲ ἱκανῶν διιππασάντων, ἀνα φύεται κατά συγχώρησιν Θεοῦ ὁ ὁμώνυμος τοῦ προ τέρου Λέων, όστις παρευθὺς τῆς ἀναγορεύσεως αύ τοῦ τὰς τιμίας καθελὼν εἰκόνας, ἠμαύρωσε τὸ τῆς Εκκλησίας κάλλος, ελυμήνατο ὡς τις μονιὸς ἄγριος τὴν τῶν ὀρθοδόξων ὁμήγυριν, καὶ ἦν οἰκεῖον αὐτοῖς τὸ λέγειν· «Ο Θεός, ήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου,» καὶ τὰ ἐξῆς· τοὺς γὰρ τῆς ὀρθοδόξου πίστεως προμάχους τε καὶ ὑπερμάχους Πατέρας πολλαῖς αἰκίαις καὶ θλίψεσι καθυποβαλών, κακιγκά τως ἀπώλεσεν· ἐν οἷς καὶ Θεόδωρον τὸν ὁσιώτατον ἡγούμενον τῶν Στουδίου, ἐλέγξαντα τὴν τούτου μα ταιογνωμίαν, χρονικῶς αἰκισάμενος ἐξορίᾳ παρέ πεμψε. Δολία δε γνώμη χρησάμενος, γράμμασι σωπευτικοῖς πρὸς τὸν μακάριον Θεοφάνην, ήτει συμφωνήσοντα τῇ τούτου κακονοίᾳ πρὸς αὐτὸν ἥκειν. Ο δε μακάριος ἀντιγράφοις ἠμείψατο τοῖσδε 15. Επίγνωθι, βασιλεῦ, τόν σοι τὴν βασιλείαν χαρισάμενον, δι' οὗ βασιλεῖς βασιλεύουσι καὶ τύ ραννοι κρατούσι γῆς, ὡς Θεὸς ὢν ἀπερίγραπτος, περίγραπτος τῷ καθ᾿ ἡμᾶς προσλήψει γενόμενος, ὅμοιος ἡμῖν κατὰ πάντα πλὴν ἁμαρτίας κεχρημάτι- " κεν· ὅπως δε νεκροὺς ἀνέστησε, καὶ τυφλοὺς ὠμμάτωσε, καὶ λεπροὺς ἐκαθάρισε, καὶ τὰ ἄλλα καθεξής τῶν θαυμάτων αὐτοῦ· όπως το Ιουδαϊκή παρα φροσύνη πάθος ὑπέμεινεν έκών, καὶ τριήμερος ανα στὰς, εἰς οὐρανοὺς ἀνελήλυθε, τῆς πρὸς τὸν Πατέρα Ο
col. 27–28page 9 of 34
PG 115:27βίβλου ἡμᾶς ἐκδιδασκούσης, ταύτην περιπτυσσόμεθα, δι' αὐτης τῷ Χριστῷ τὴν τιμὴν ἀπονέμοντες, καὶ εἰ ταύτην περιπτυσσόμενοι οὐκ ἐγκαλούμεθα, ποία ἔγκλησις ἡμῖν τῆς αὐτῆς ἐξηγήσεως τὴν εἰκονικὴν ἀνατύπωσιν μὴ τιμᾶν καὶ ἀσπάζεσθαι, δι' ἧς οἱ ἐκ βαρβάρων κατηχούμενοι ῥᾳδίως παιδεύονται τὴν ἀλήθειαν ; Πόσοι τῶν μὴ εἰδότων γράμματα ὡς ὀφθαλμοῖς τὰ θαύματα βλέποντες, τὸν δι' ἡμᾶς παθόντα δοξάζουσιν, ὧν τὴν σωτηρίαν ἐφθόνησας ; Ποία τῶν συνόδων τοῦτο τὸ δύσφημον ἀνεφώνησεν ἀσέβημα; Οὐκ αὐτὸς ὁ Χριστὸς τὴν οἰκείαν ἀχειροποιήτως εἰκόνα ᾿Αγκάρῳ πέπομψεν ; Οὐ τῆς Θεοτόκου μορφῆς τὴν ἐκτύπωσιν ὁ ἀπόστολος ἡμῖν Λουκᾶς ἱστορήσας παραδέδωκε ; Τί δαὶ φήσοις ἐν ταῖς πατροπαραδότοις διδασκαλίαις; Καὶ γὰρ, φησί, Βασίλειος ὁ τῶν ἀῤῥήτων μύστης, ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. Φησὶ δὲ καὶ τὸ Χρυσοῦν στόμα Ἰωάννης· Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα. Οὐ μὴν ἀλλὰ καὶ ἡ λύρα τοῦ Πνεύματος Κύριλλος οὕτω φησίν· Πολλάκις εἶδον ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρήλθον, καὶ τὰ ἑξῆς. Εἰ οὖν αἱ προλαβοῦσαι ἓξ ἅγιαι σύνοδοι προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας σχετικῶς οὐκ ἀπεκήρυξαν, σὺ σοφώτερος τούτων γίνῃ ; Ἴδιόν σοι, βασιλεῦ, τὸ πρὸς ὑπεναντίους πολεμεῖν· τὸ δὲ τῆς Ἐκκλησίας δόγμα τοῖς Πατράσι μελλήσει. ΙΖ΄. Τούτων ἀντιγράφως τῷ βασιλεῖ παρὰ τοῦ μακαρίου σταλέντων, μὴ ἐνεγκὼν ὁ τύραννος τὴν συνεδρίας μηδέποτε χωρισθείς. Τῆς εὐαγγελικῆς
col. 29–30page 10 of 34
PG 115:29τοσαύτην τοῦ ἀνδρὸς ἔνστασιν, ἀποστείλας τινὰ τῶν ἐν τέλει, τὴν μὲν μονὴν ἕως ἐδάφους πυρίκαυστον πεποίηκε, τοὺς δὲ μοναχούς αἰκισάμενος διεσκόρπισε, τὸν δὲ μακάριον δέσμιον συλλαβόμενος ἦγεν εἰς τὸ Βυζάντιον. Καὶ κελεύσαντος τοῦ τυράννου κατακλεισθῆναι αὐτὸν ἐν σκοτεινῇ φυλακῇ, ἐπὶ πλείστας ἡμέρας διέτριβεν ἐν ὑπονοίᾳ τοιάδε, ὡς ἂν τὸ γνήσιον αὐτοῦ χαυνωθέν, εὐάλωτον ἔσται πρὸς συγκατάθεσιν. Τῇ οὖν προτεραίᾳ ἀγαγὼν ὁ βασιλεὺς τὸν εἰρημένον Θεόδωρον τῶν Στουδίου ὅσιον ἡγούμενον, καὶ ἐπὶ πλείστας ὥρας δείμασί τε καὶ κολάσεων ὑποθέσεσι καταπτήξειν οἰόμενος, τοὐναντίον δὲ ἐλεγχθεὶς παρὰ τοῦ ὁσίου, ὡς μηδὲ τῆς αὐτοῦ καρδίας ἐπισκοπῆς Θεοῦ αἰσθόμενος, αἰσχυνθεὶς ὁ τύραννος τὴν κατ' αὐτοῦ τῆς ἐξορίας ψῆφον ἀπεφήνατο. ΙΗ. Τῷ δὲ ἐπαύριον προσέταξεν ὁ βασιλεὺς ἀχθῆναι αὐτῷ καὶ τὸν μακάριον Θεοφάνην. Κληθεὶς δὲ παρὰ τῶν συμμυστῶν τοιῶσδε φησάντων, ὡς οὐ δεῖ τὸ σὸν κράτος ὑπό τινος τῶν ἀμνημονεύτων ἀντιλέγεσθαι καὶ ἐλέγχεσθαι, καὶ μάλιστα αὐθαδεστέρου τυγχάνοντος παρὰ πάντας τοὺς πρώην τοῦ νῦν ἀχθησομένου, μήπως ὑβρισθῇ τὸ τὸν ἀήττητον κράτος ταῖς ἀντιῤῥητικαῖς αὐτοῦ αὐθαδείαις, καὶ αὐστηρότησι· τοῦθ᾽ ἕνεκεν πρὸς τὴν ὁρμὴν ἐπισχών, ἀποστέλλει ἕνα τῶν ἐν τέλει πρὸς τὸν ἅγιον, προστάξας βουνεύροις τριακοσίοις τά τε στέρνα καὶ τὸν νώτον καταξάναντα ἐᾶσαι πάλιν ἐν τῇ εἱρκτῇ. Τῇ δὲ ἐπαύριον ἡ αὐτὴ πάλιν κόλασις τῷ μακαρίῳ γεγονυῖα, τὸ εὔτονον αὐτοῦ τῆς πρὸς Θεὸν οὐκ ἐχαύνωσεν ἐλπίδος. Ἀπειπὼν δὲ ἤδη πρὸς τὴν τοιαύτὴν ὁρμὴν ὁ πανώλης, ψήφισμα κατὰ τοῦ μακαρίου ἐκπέμπει, ἐξορίᾳ αὐτὸν ἐν Σαμοθράκῃ τῇ νήσῳ ἀποστεῖλαι, ἥτις ἐν τοῖς μέρεσι τοῦ τῆς Μαρωνείας πελάγους ἱδρυται, δεινὴ καὶ αὐχμώδης πᾶσι τοῖς πελάζειν βουλομένοις δεικνυμένη. Ἐν αὐτῇ δὲ λιμῷ καὶ δίψει καὶ καθείρξει πιεσθεὶς ὁ μακάριος, καὶ ἐπί τινας διαδιοὺς χρόνους, τῶν τῇδε μετακεχωρηκὼς πρὸς ἀμείνονα καὶ θειοτέραν εὐκλειαν μεταβέβηκε, τὸ πήλινον σῶμα σὺν τῇ ψυχῇ ἀλώβητον διαφυλάξας. Οὗ ταῖς μακαρίαις εὐχαῖς στηριχθείημεν, ὦ φιλακροάμονες, Χριστῷ τῷ φιλανθρώπῳ Θεῷ ἡμῶν, ἅμα τῷ προανάρχῳ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι, δόξαν καὶ εὐχαριστίαν ἀναπέμποντες, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς σύμπαντας καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Day 16Die 16

col. 31–32page 11 of 34
PG 115:31Τοῦ Θεοῦ Λόγου διὰ τὴν ἐκ τῆς παρακοῆς ἐπενεχθεῖσαν ἡμῖν τῶν ἀγαθῶν ἔκπτωσιν γενέσθαι καθ᾿ ἡμᾶς εὐδοκήσαντος καὶ σταυρὸν ἐκούσιον καὶ θάνατον διὰ τὸν πρὸς ἡμᾶς οἶκτον κατακριθέντος καὶ τοῦ μὲν τῶν μαθητῶν χορού δειλίᾳ τῆς πρὸς Χριστὸν φιλίας ἐκλαθομένων, τῶν δὲ κατ' αὐτοῦ φονώντων Ἰουδαίων ὑπόδικον αὐτὸν ἤδη τῷ θανάτῳ ποιησαμένων, εἷς ἦν καὶ Λογγῖνος τῆς τῶν Ἰουδαίων συναγωγῆς, καί τινος ἑκατόνταρχος στρατιωτικοῦ καθίστατο τάγματος. Ἐπεὶ δὲ πέρας ἡ πονηρὰ ψῆφος ἐδέχετο, καὶ Χριστὸς αὐτὸς ἐπὶ ξύλου προσήλωτο τὴν ἐκ τοῦ ξύλου γεῦσιν ἰώμενος, ὁ θαυμάσιος οὗτος Λογγίνος ἐτύγχανε μὲν τὴν τοῦ σταυροῦ φυλακὴν ἅμα τοῖς ὑπ' αὐτῷ στρατιώταις πεπιστευμένος· τοῖς δὲ περὶ τὸν σταυρὸν σημείοις καὶ τέρασι πρὸς τὴν ἀλήθειαν χειραγωγηθεὶς καὶ πάντα φόβον ἀφ' ἑαυτοῦ ποιησάμενος, ἐλευθέρᾳ γλώττῃ Χριστὸν τὸν καὶ Θεὸν ἐν μέσῳ τῆς τῶν Ἰουδαίων συναγωγῆς ὡμολόγησεν· «Ἀληθῶς, λέγων, Υἱὸς Θεοῦ ἐστι οὗτος.» Ὡς δὲ καὶ τάφῳ τὸ ζωοποιὸν ἐδόθη σῶμα Χριστοῦ, ἵν᾽ ἡμᾶς τῶν τῆς ἁμαρτίας τάφων ἀνακαλέσηται καὶ πρὸς τὴν ἀρχαίαν ἐπαναγάγῃ μακαριότητα, Λογγίνῳ καὶ πάλιν ὑπὸ Πιλάτου προσετέτακτο τὸν τῆς ζωῆς τάφον κουστωδίᾳ στρατιωτῶν ἠσφαλίσθαι· καὶ ὁ μὲν ἐποίει τὸ κελευσθέν, κἂν οὐχὶ καὶ τῆς αὐτῆς Πιλάτῳ περὶ Χριστὸν γνώμης ἦν, ὡς ἐκ τοῦ τέλους ἐμάθομεν. Ἐπεὶ δὲ τὸ μέγα τῆς ἀναστάσεως ἐπραγματεύθη μυστήριον, καὶ οἱ στρατιῶται τὰ ὑπὲρ ἔννοιαν θαύματα τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις τῆς Ἰουδαϊκῆς συμμορίας ἀπήγγελλον, οἱ μὲν τῶν Ἰουδαίων προεστῶτες, αἰσχύνην τὸ πρᾶγμα τιθέμενοι καὶ τὸ θαῦμα σβέσαι βουλόμενοι, πείθουσι χρημάτων τοὺς στρατιώτας τὴν τοῦ Κυρίου συκοφαντῆσαι ἀνάστασιν· καὶ αὐτοὶ τῷ Πιλάτῳ προσελθόντες, ὡς περὶ ψευδοῦς εἰσηγοῦντο τῆς ἀναστάσεως· ἀλλ' οὐχὶ καὶ Λογγίνος οὕτως· ἀλλὰ τοῦ μὲν ψεύδους ἔλεγχος ἀκριβής, ἀληθὴς δὲ τῆς ἀληθείας μάρτυς
col. 33–34page 12 of 34
PG 115:33καθίστατο, συκοφαντήσαι Χριστόν ὡς κλαπέντα μὴ ἀνασχόμενος· ἐλευθερίῳ δὲ μᾶλλον καὶ γλώττῃ καὶ γνώμη αὐτὸν ἀνακηρύξας ἀληθινὸν καὶ ἐκ νεκρῶν ἐγηγέρθαι βεβαιωσάμενος· ὅθεν αὐτός τε Πιλάτος καὶ οἱ τῆς συναγωγῆς Ἰουδαίων ἐξάρχοντες τὸν φθόνον, ὃν πρότερον εἶχον κατὰ Χριστοῦ καὶ ἦν ὤδιον κατ' αὐτοῦ μανίαν, ταύτην εἰς Λογγίνον νῦν μεταφέρουσιν, οὕτως ἀγρίως αὐτῷ χαλεπαίνοντες, ὡς μηδ' ἂν ἤ τι καὶ πάθοι Λογγῖνος ἀξίαν αὐτὸν εἰσαπράξασθαι τιμωρίαν ποιούμενοι. Ἐντεῦθεν εἰς ἀκοὰς ἔχει Λογγίνῳ τὸ πρᾶγμα, καὶ δῆλα τὰ τῆς ὀργῆς ἐγίνοντο, καὶ διὰ τοῦτο παραῤῥιπτεῖσθαι μᾶλλον Χριστῷ ἢ τοῖς τῶν Ἰουδαίων οἰκεῖν σκηνώμασι προθυμούμενος, τῇ τοῦ ἀξιώματος χλαμύδι καὶ ζώνῃ καὶ τὴν στρατείαν αὐτὴν, εὐθὺς ὡς εἶχε συναποδύεται, καὶ δύο τινὰς τὸν ὅμοιον αὐτῷ ζῆλον ὑπὲρ Χριστοῦ καὶ τῆς ἀληθείας ἔχοντας παραλαβὼν στρατιώτας, τὰς κατὰ πλῆθος ἐκκλίνει διατριβάς, καὶ Θεοῦ μόνου καὶ ἑαυτοῦ γίνεται. Γ΄. Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ τὴν Ἱερουσαλὴμ ἀπολιπών, εἰς τὴν Καππαδοκῶν ἀφικνεῖται, κῆρυξ ὁμοῦ καὶ ἀπόστολος τῶν τοῦ Χριστοῦ παραδόξων καὶ θαυμαστῶν ἔργων συνάμα τοῖς δυσὶ στρατιώταις γινόμενος. Ὡς οὖν τούτων οὐδὲν τοὺς Ἰουδαίους ἐλάνθανεν, ἅτε τῆς φήμης εἰς πάντας τὸν Λογγίνον παραπεμπούσης καὶ οἷά τινος ὑποπτέρου πᾶσαν σχεδὸν διατρεχούσης τὴν οἰκουμένην, εἰς ταὐτὸ συνελθόντες, πείθουσι Πιλάτον κατειπεῖν Λογγίνου καὶ σημᾶναι τῷ Καίσαρι, ὅτι τε ἀλλότρια φρονῶν εἴη τῆς Ῥωμαίων βασιλείας, καὶ ὅτι τῶν ὅπλων ἀμελήσας, Χριστόν τινα κηρύσσει βασιλέα τοῖς ἔθνεσι, κἀντεῦθεν πάντας ὑποποιούμενος πρὸς τὴν εἰς ἐκεῖνον πίστιν ἐφέλκεται· τεκμήριον, φασί, τῶν λεγομένων, ὅτι καὶ τὴν Καππαδοκῶν πᾶσαν τῆς τοιαύτης διδασκαλίας πεπλήρωκε. Τούτοις τοῖς γράμμασι καὶ χρήματα συναπέμπουσι, κλέψαι τὰς ἀκοὰς βουλόμενοι Καίσαρος, ὥστε καὶ τὸν Λογγίνου θάνατον εὐκόλως ἀνύσασθαι. Ὃ δὴ καὶ κατὰ τὸ δοκοῦν τοῖς Ἰουδαίοις ἐχώρησε, καὶ ἀπὸ Ῥώμης εὐθὺς τῆς Ἰουδαίας πρὸς Πιλάτον στέλλονται γράμματα Λογγίνου θάνατον καταψηφιζόμενα. Δεξάμενος οὖν ὁ Πιλάτος τὰ γράμματα, ὡς εἶχεν, εὐθέως ἐγχειρίζει ταῦτα τοῖς Ἰουδαίοις καὶ πρὸς τὸν τοῦ μακαρίου φόνον πρόθυμος προθύμους ἐκπέμπει· οἱ δὲ τὴν μεταξὺ πᾶσαν γῆν ἱπτέρῳ τάχει διαδραμόντες τῇ Καππαδοκῶν ἐφίστανται καὶ Λογγίνον ἔν τινι τῶν πατρῴων ἀγρῶν τὸν ἀπράγμονα βίον ἀσκεῖν πυθόμενοι, εὐθὺς ἐν τῷ ἀγρῷ γίνονται, μὴ εἰδότες ἐκεῖνον εἶναι, περὶ οὗ τοὺς μακροὺς ὑπέστησαν πόνους καὶ τὴν πορείαν διήνυον, ὅθεν καὶ αὐτὸν ἐκεῖνον ἠρώτων, τίς ἄρα Λογγίνος εἴη καὶ ποῖος ὁ Λογγίνον ἔχων ἀγρός· τοῖς μὲν γὰρ ἦν ἡ σπουδή, Λογγίνῳ ἀφανῶς ἐπιθέσθαι, δεδιότες, μὴ τὴν σωτηρίαν φυγῇ πραγματεύσηται. Ἠγνόουν δὲ ὅτι μᾶλλον αὐτῷ ἡ σπουδὴ ληφθῆναι ἢ ἐκείνοις λαβεῖν· ἐζήλου γὰρ ἐκείνου τὸν ἑκούσιον θάνατον, ὃν ἰδὼν ἐν σταυρῷ Θεὸν ὡμολόγησεν, καὶ ὥσπερ Χριστὸς δι' ἡμᾶς, οὕτω διὰ Χριστὸν Λογγίνος τὴν σφαγὴν ἐδίψα.
col. 35–36page 13 of 34
PG 115:35Δ΄. Τοῦ Πνεύματος οὖν τῷ ἁγίῳ πάντα κατ' ἐκεῖνο τῆς ὥρας γνωρίσαντος, ηρέμα πρὸς αὐτοὺς ἐπιστραφεὶς· Ἀκολουθεῖτέ μοι, λέγει πραείᾳ φωνῇ, καὶ τὸν ζητούμενον αὐτὸς ὑποδείξω. Τότε οὖν, ὥσπερ ἐνευφραινόμενος ὁ μακάριος ἑαυτῷ καὶ τοῦ μέλλοντος προαπολαύων τῆς ἡδονῆς καὶ πρὸ τοῦ μαρτυρίου τὸν τοῦ μαρτυρίου θάνατον ἀσπαζόμενος, τοιαῦτα πρὸς ἑαυτὸν διελέγετο· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγ γελιζομένων τὰ ἀγαθά ! Νῦν τοὺς οὐρανοὺς ἀνεῳ γμένους ὄψομαι· νῦν ἱστορήσω τὴν δόξαν τοῦ Πα τρός· νῦν ἐπ᾽ ἴσης τῷ πρώτῳ τῶν μαρτύρων Στε φάνῳ· Κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου, καὶ αὐτὸς ἐρῶ, οὗ λαμπροτάτη φωνῇ τὸν θάνατον καλοῦντος ἐφ' ἑαυτὸν ἀκήκοα· νῦν Ἱερουσαλὴμ τῆς ἀνωτάτω, τῆς πατρίδος μὲν τῶν ἀγγέλων, τοῦ δὲ τῶν ἁγίων χοροῦ παντός μητροπόλεως, μετά κρότων ἐπινικίων καὶ περιφανῶν τῶν τροπαίων ἥδιστα ἐπι βήσομαι· νῦν ἀποδύομαι τὸν πήλινον χιτῶνα, καὶ τοὺς πολυστενάκτους τῆς σαρκὸς δεσμούς ἀποτίθεμαι· ἀπαλλάττομαι τῆς φθορᾶς, καὶ τὴν ἀφθαρσίαν χαίρων ἐνδύομαι· ἔξειμι τοῦ προσκαίρου βίου καὶ τοῦ χειμώνος, οὗ μεγάλα τὰ κύματα καὶ χαλεπὰ τὰ ναυάγια, καὶ πρὸς τὸν ἀληθῆ καὶ μόνον ἀφικνούμαι λιμένα, ἐν ᾧ ζωὴ ἄλυπος καὶ αἰώνιος. Εὐφραίνου πρὸς τὸν σὸν ἀπερχομένη, ψυχή, Ποιητήν· δεῖξον φαιδρόν, καιροῦ καλοῦντος, τὸ πρόσωπον· τοὺς προ ξένους σοι τῶν τοσούτων ἀγαθῶν, Λογγίνε, φιλοφρόνως ὑπόδεξαι· τοὺς ἐπὶ τὸ δεῖπνον ἡμᾶς καλοῦντας τὸ βασιλικὸν πολυτελῶς ἐστιάσωμαι. Ε΄. Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγίνος διαλεχθείς, τοὺς ἐπ' αὐτὸν ἐλθόντας εἰς τὸν ἴδιον εὐθὺς οἶκον ἄγει καὶ ξενίσας λαμπρῶς, εἶτα καὶ ἐρωτῶν μετὰ τὸ δεῖπνον ἄρχεται ἐφ᾽ ᾧ τε ἥκοιεν, καὶ τίς ἡ τοσ αύτη Λογγίνου ζήτησις. Οἱ δὲ, μὴ ἄν δημοσιεύσαι τοὺς λόγους μηδὲ τὸν κρυπτόμενον ἐκκαλύψαι, ὅρκον καθάπερ τι ἐνέχυρον, ἀπ᾿ αὐτοῦ λαβόντες, τὰ γρα φέντα Πιλάτῳ παρὰ Καίσαρος λέγουσι, καὶ ὅτι Λογ γίνου συνάμα καὶ δύο στρατιωτῶν τὰς κεφαλὰς ἐκτεμεῖν ἀπηντήκασιν. Ὡς δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα αὐτῷ ἀποθανεῖν μέλλοντες ἐμάνθανον, οἱ τῆς Ἰουδαϊκῆς, φημί, μισθαρνίας προτιμήσαντες τὸν Χριστόν, τάχιστα παρ' αὐτὸν ἥκειν τοὺς ἄνδρας μι κρῷ πρὸ τούτου διαστάντας ἐδήλου· ὥστε τῶν πρώτ ων ἀγαθῶν αὐτῷ κοινωνῆσαι· οὕτω τε μίαν καὶ δευτέραν ἡμέραν τοὺς ὑπὸ Πιλάτου σταλέντας φιλο τίμως ξενίσας, παραλαβών αὐτοὺς εἰς τὴν αὔριον ἐν ἀγρῷ, ἀνέμενεν οὓς μετεστείλατο· ἐγγίσαι δὲ ἤδη τούτους μαθών, εὐθύς· Ἐγὼ ὑμῖν ὁ ζητούμενος εἰμι Λογγίνος, ἀπαγγέλλει τοῖς τοῦ Πιλάτου. Οἱ δὲ πρό τερον μὲν διηπίστουν· πῶς γὰρ ὑπέλαβον αὐτὸν εἶναι τὸν μέλλοντα παθεῖν, οὕτως αὐτὸν ὁρῶντες πε ριχαρῆ πρὸς τὸν κίνδυνον; Ὡς δὲ αὐτὸν ἀκριβῶς ἐμάνθανον εἶναι καὶ οὐδὲν ἀμφίβολον αὐτοῖς ὑπολειφθῇ, βαρέως ἔφερον καὶ πολλὰς ἐδέχοντο τὰς ἀπὸ τοῦ συνειδότος πληγάς· τί μὲν οὐ λέγοντες, τί δὲ οὐ πράττοντες, θερμῆς οὔσης ἔτι τῆς ἀναμνήσεως διὰ τὴν ἀπὸ τῶν ἔνδον κατάκρισιν· ἅτε πολλῶν ἀγαθῶν
col. 37–38page 14 of 34
PG 115:37πονηρὰν ἀμοιβὴν ποιεῖν μέλλοντες; Ὦ δείπνου δυστυχούς! λέγοντες, ὦ χαλεπῆς ξενίας! τί σοι, ὦ φίλε Λογγίνε, τοῦτο ἐδέξατο ἐγχείρημα, ἵνα τοὺς ἐπὶ σὸν φόνον ἐλθόντας ὁ σὸς οἶκος ἐδέχετο; ὦ ἀθλίας καταγωγῆς! ὦ πικρᾶς ἐστιάσεως! θάνατος ἡ ξενία σοι γίνεται καὶ σεαυτὸν ἐπιθύσεις τῇ τραπέζῃ, ληστὰς παραδόξως τοὺς ὑπὸ σοῦ ξενισθέντας εὑρών. Τί ἂν ποιῶν οὕτως ἐλύπεις τοὺς ἐπιθεῖναί σοι τὴν σφαγὴν μέλλοντας; Ἄπιθι τοιγαροῦν, μισθὸν τῆς ξενίας λαβὼν τοῦ θανάτου τὴν ἄφεσιν· οὐ στέργομεν ἐπιθεῖναί σοι τὸ ξίφος, χεῖρα μιαιφόνον ἐπενεγκεῖν τῇ δεξιᾷ δεδοίκαμεν· αἰδούμεθα τοὺς κοινοὺς ἅλας· οὐ θριαμβεύομεν τὴν τράπεζαν, τὸν τῆς ξενίας ἔφορον αἰσχυνόμεθα· ναρκᾷ πρὸς τὸν φόνον ἡ χείρ· ὁ νοῦς ὀκνεῖ τοῦ εὐεργέτου τὸν θάνατον· ῥᾴων ὁ παρὰ Πιλάτῳ κίνδυνος ἡμῖν τῶν ἐκ τοῦ συνειδότος πληγῶν· πάντα παθεῖν ἐσμεν ἕτοιμοι ἢ Λογγίνῳ τοιαύτας ἀντιδοῦναι τὰς χάριτας. Ε΄. Οὕτω τοίνυν οἱ στρατιῶται πρὸς τὸν τοῦ Χριστοῦ μάρτυρα καὶ λίαν περιπαθῶς ἔλεγον. Ἀλλ' οὐχὶ καὶ Λογγίνου ἠδύναντο πείθειν, ἀλλὰ πρὸς αὐτοὺς γενναίως ὁ γενναῖος ἀληθῶς ἀποκρίνεται. Τί μοι φθονεῖτε μεγάλων ἀγαθῶν, ὧν καὶ ἄκοντες ἡμῖν ἀντιδοῦναι μέλλετε; τί μου τὸν θάνατον οὕτω πολυπαθῶς ἀνακλαίεσθε; ἵνα τί κατηφιᾶτε τῷ πάθει; οὐ θάνατος ἐμοὶ τὸ παρόν, ἀλλὰ ζωῆς ἀπαρχή· ἐμοὶ τῷ ὄντι θάνατος μᾶλλον ἡ ἐνταῦθα διαγωγή, ὅτι μὴ τῷ ἐμῷ Δεσπότῃ παρίσταμαι, καὶ τῆς ἐκεῖθεν ἀπολαύω μακαριότητος· τὸ τέλος τῶν κακῶν οὐχὶ καὶ τέλος τῆς ζωῆς προξενήσει μοι, ἀλλὰ πρὸς τὴν ἀληθινὴν διαβιβάσει ἀϊδιότητα καὶ μετασχεῖν τῆς ἐκεῖθεν παρασκευάσει λαμπρότητος· ἔχετε τὴν παραμυθίαν, ὦ φίλοι, παρ' ἑαυτοῖς ἔχετε· ἐγγὺς τὰ τῆς παρηγορίας ὑμῖν· ὃν διὰ τὸ τέλος θρηνεῖτε, τοῦτον μετὰ τὸ τέλος ἥδιστα μακαρίσετε· ἀρκοῦν δὲ τοῦτο πάντως πρὸς εὐθυμίαν μεταβαλεῖν τὸ τὸν φίλον εἰδέναι πολλῶν ἀγαθῶν μέλλοντα κοινωνεῖν, ὥσπερ φθονούντων μᾶλλον ἢ καὶ μισούντων τὸ σπεύδειν ἀποστερεῖν αὐτὸν τῆς λαμπρότητος. Μὴ οὖν ὀδύρεσθε τὸν ἐκλείποντα, ἀλλ' εὐχαριστεῖτε τῷ δεχομένῳ· οὐκ ἂν ζημιώσετε με τὴν δόξαν ἐκείνην, ἣν εἶδον ἐγὼ στοιχεῖα σαλεύουσαν· οὐκ ἂν ἀρνηθείην ὃν ἅπαξ Θεοῦ Υἱὸν ὡμολόγησα· δέδοικα μὴ κατήγορον εὕρω τὴν κτίσιν, ἄπιστος περὶ τοῦτον φανείς, οὗ τῷ πάθει καὶ ὁ οὐρανὸς ἐπεσκοτίσθη, καὶ τὰς ἀκτῖνας συνέστειλεν ὁ ἥλιος, καὶ τὸ τῆς ἡμέρας ἐκαινοτομεῖτο φέγγος, καὶ εἰς νύκτα περιπαθῶς εἵλκετο. Ζ΄. Ἔτι τοῦ Λογγίνου ταῦτα διεξιόντος καὶ τοὺς παρὰ Πιλάτου πεμφθέντας ποιεῖν τὸ κελευσθὲν πείθοντος, οἱ συγκατακριθέντες αὐτῷ τὸν θάνατον στρατιῶται καταλαμβάνουσιν. Ὁ δέ, γαννυμένῳ τῷ προσώπῳ καὶ φαιδρῷ τοὺς ἄνδρας ἰδών, δεξιάν τε αὐτοῖς ἐμβάλλει, καὶ περιβάλλει τὸν τράχηλον, καὶ ὀφθαλμοὺς ἡδέως φιλεῖ, καί· Χαίρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ κληρονόμοι τῆς βασιλείας, φησί, χαίρετε· ἤδη γὰρ ἡ ἐν οὐρανοῖς πύλη ἀνέῳκται, καὶ ἄγγελοι τὰς ἡμετέρας μέλλουσι παραλαμβάνειν ψυχὰς καὶ τῷ μονογενεῖ προσάγειν Υἱῷ· ἰδοὺ καὶ τὰς λαμπάδας ὁρῶ, καὶ τὰ βραβεῖα μοι ὑποφαίνεται,
col. 39–40page 15 of 34
PG 115:39μεθ' ὧν τῷ τοῦ ἀγωνοθέτου παραστησόμεθα βήματι· ἀλλὰ γὰρ εἴ τι καὶ προσετάχθητε, πρὸς τοὺς πεμφθέντας ἔλεγεν, ἐκπληρούτε. Εἶτα καὶ πρὸς τὸν τῆς οἰκίας ἐπιστραφεὶς ἐπίτροπον, στολὴν αὐτῷ καθαρὰν κομισθήναι κελεύει, ὡς ἐπὶ γάμον ἤδη καὶ νυμφώνα κληθέντι καὶ πρὸς αὐτὸν σπεύδοντι. Καὶ δὴ κομισθεῖσαν ἐνδὺς καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἔνθα τεθῆναι τὸ σῶμα ἠβούλετο, εἰς γόνυ μετὰ τῶν σὺν αὐτῷ κλιθείς (ὦ μακαρίου τέλους!) τὸν ἀγῶνα διήνυσε· καὶ τὰς κεφαλὰς ἀποτμηθέντες, χοροῖς μαρτύρων καὶ ἀποστόλων ἐγγράφονται, τῶν μὲν τὴν ἀνδρείαν, τῶν δὲ τὸν ὑπὲρ Χριστοῦ ζῆλον ἐπιδειξάμενοι. Η΄. Τὸ δὲ μετὰ ταῦτα, τί; Τὴν μαρτυρικὴν ἐκείνην Λογγίνου κεφαλὴν εἰς πίστωσιν ἀκριβῆ λαβόντες αὐτίκα οἱ ἀνελόντες ὅτι Λογγίνος τέθνηκε, κομίζουσι τῷ Πιλάτῳ, εἰδότες ὅτι μηδενὶ ἄλλῳ δωρήματι τοσοῦτον, ὡς ἐκείνῳ, τῷ αὐτῷ χαριοῦνται· καὶ ὅς συνεκάλει παραχρῆμα καὶ Ἰουδαίοις τὰ μεγάλα αὐτῷ συνησθησομένοις, ἅτε καὶ αὐτοῖς λίαν τὸν Λογγίνου θάνατον διψῶσι καὶ χρημάτων ὤνιον τοῦτον ποιησαμένοις· οὗ δὴ καὶ ὡς αὐτοῖς φίλον γενομένου προστάττει καὶ αὖθις Πιλάτος, καὶ πρὸ τῆς πύλης ἀτίμως ἡ τιμία κεφαλὴ τῆς πόλεως ἐῤῥίπτο· ἀλλ' ὁ ὑπὲρ ἡμῶν παθεῖν εὐδοκήσας τοῦ δι' αὐτὸν παθόντος οὐδὲ νῦν ἐπελάθετο, ἀλλ' οἷον ἀειφανῆ τινα πυρσόν τοῖς παροῦσι παρεῖχεν ὁρᾶν πρὸ τῆς πόλεως καὶ τῇ κοπρίᾳ κειμένην, ὡς ἐν βασιλικῷ οἴκῳ φυλαττομένην ἀφανῶς ἔσκεπεν, οὐ μόνον οὐδὲν ἀπὸ τῆς κοπρίας ἐάσας παθεῖν, ἀλλὰ καὶ τοῦ πάσχειν ἑτέρους διὰ ταύτης ἐλευθερώσας. Χήρα γάρ τις γυνὴ καὶ θανάτῳ μὲν τὸν ἄνδρα ζημιωθεῖσα, υἱῷ δέ τινι μονογενεῖ καὶ μόνῳ σαλεύουσα καὶ πρὸς τῇ χηρείᾳ καὶ τῶν ὀφθαλμῶν πήρωσιν ὑποστᾶσα, πίστει τὸ πάθος νικήσασα μετὰ τοῦ τέκνου πρὸς τὴν Ἱερουσαλὴμ ἄπεισι, τῇ τῶν ἁγίων ἐν αὐτῇ τόπων ἐπαφῇ τε καὶ προσκυνήσει, οὓς ἀποβέβληκε τοῦ σώματος φωταγωγούς, ἀπολαβεῖν ἐλπίσασα. Ὡς οὖν ὑπὸ τοῦ παιδὸς χειραγωγουμένη τοῦ χοὸς ἐλάμβανε καὶ τῆς κόνεως, καὶ τοῖς ὀφθαλμοῖς ἐπετίθει, προστίθεται τῇ χηρείᾳ καὶ τῇ πηρώσει τῶν ὀφθαλμῶν, οἷα τὰ τοῦ Θεοῦ κρίματα, καὶ ἄλλη χαλεπὴ συμφορά· νόσος γάρ τις καταλαβοῦσα τὸν παῖδα, τὸν ἀντὶ τῆς ζημίας τῶν ὀφθαλμῶν ὀφθαλμὸν ἄλλον αὐτῇ γενόμενον, ἀθρόον, οἴμοι, τῶν ἀγκαλῶν τῆς μητρὸς ἁρπάζει. Θ΄. Εὐθὺς οὖν διπλοῦν αὐτῇ τὸ σκότος ἐπιφοιτᾷ, καὶ τὸ τοῦ βίου φῶς τῷ τῶν ὀμμάτων συναποσβέννυται, καὶ ἦν ὅλως ἀκίνητος ἡ ἀθλία, ὥσπερ σκηπτῷ τινι βληθεῖσα τῇ συμφορᾷ. Μετὰ βραχὺ δὲ νήψασα μικρὸν τοῦ κακοῦ, ἐλεεινὸν ἀποσύρεται καὶ οἰκτρὰς ἠφίει πρὸς τὸν Δεσπότην φωνάς· Ὦ Κύριε, λέγουσα, ἱνατί οὕτως ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκας, καὶ νῦν τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ; Μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; Τὸ τοῦ Ἰὼβ καὶ αὐτὴ ἐρῶ· Ἔθηκάς με παραβολήν, Δέσποτα, καὶ κίνησιν κεφαλῆς ἐν πᾶσι, καὶ ἰσχύνθησαν ἐπ' ἐμὲ οἱ ὑπομέν-
col. 41–42page 16 of 34
PG 115:41νοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων μὴ μόνη οὕτως ἥμαρτον ἐγὼ καὶ μόνη οὕτω κολάζομαι, ότι καὶ φωτός ἐμὲ καὶ τοῦ μονογενούς ἄρτι τοῦ ἴσα καὶ φωτὸς ἐμοὶ φαίνοντος ἀπεστέρησας ; Ποία μοι λοιπὸν σωτηρίας ἐλπίς ; ποία μοι παραμυθίας ὁδός ; Οίμοι, φίλτατε, πότε μοι παρηγορήσεις τὸ πάθος ; πότε κουφίσεις τῶν ὀμμάτων τὴν συμφοράν, ἐπὶ σωτηρίου με χειραγωγῶν; Ἔλαθες, ὦ παῖ, καὶ μείζονι ἄλλα συμπτώματι τῷ σῷ ζημιώσας. Οίχῃ μοι φυτόν ἥδιστον πρὸ ὥρας, μόνην ἐμὲ τὴν ἀθλίαν ἀπολιπών. Ἀλλ' οὕτω μὲν ἡ μήτηρ καὶ τί γὰρ ἡ μήτηρ, καὶ μήτερ μονογενούς ; Καὶ οὕτως ἐλεεινῶς ἔχουσαν ὑποστηρίζει οὕτως. Ι΄. Μεταξύ δε πρὸς ὕπνον κατενεχθείση ὁ θεῖος Λογγίνος αὐτῇ ἐφίσταται καὶ πάντα λέγει τὰ κατ' αὐτὸν, τὴν ἐπὶ σταυροῦ τοῦ Σωτῆρος ἡμῶν ὁμολογίαν, τὸν παρὰ Καίσαρος αὐτῷ καὶ Πιλάτου καταψηφισθέντα θάνατον, τὴν ἐκτομὴν τῆς κεφαλῆς καὶ τἆλλα, ὅσα διὰ Χριστὸν ὁ μάρτυς φιλοτίμως ὑπέστη, καὶ ὅτι Σοὶ τὴν ἐμὴν πρὸς θεραπείαν ἔδει τῶν σῶν ὀφθαλμῶν φυλάττεσθαι κεφαλὴν, πολλῇ τῇ κοπρίᾳ καλυπτομένην ἵν' ἁψαμένη σοι τὸ φῶς εὐθέως ἀκολουθήσῃ καὶ τὸν παῖδα δέ σοι μετὰ δόξης παραστήσαιμι τὸ ἐπ' αὐτῷ πάθος ψυχαγωγήσαντα. Τούτοις ἡ γυνὴ τοῖς λόγοις παρακληθεῖσά τε τὴν ψυχὴν καὶ τὸ σῶμα ἱκανῶς νευρωθεῖσα, πρὸς τὸ ἔργον ἐπείγετο. Ἐπεὶ δὲ καὶ τὸν τόπον, ἔνθα τὴν κεφαλὴν ἐμάνθανεν ἀποκεῖσθαι, χειραγωγουμένη ἤδη κατείληφε, προθύμως διώρυττε ταῖς χερσὶ καὶ ὥσπερ τινὰ θησαυρὸν ἀνευροῦσα τὴν κεφαλὴν ἅμα τῷ ταύτης εὑρέσει καὶ τὸ ἴδιον ἐξευρίσκει φῶς, καὶ βλέπει τὸν ἥλιον ἢ καὶ αὐτὴν φάναι τὴν κεφαλὴν ὡς νοητὸν ἀστέρα ὑπὸ γῆν δύνασαν καθορᾷ. Εἶτα καὶ περιπτυξαμένη θερμῶς καθηραμένη τε τῆς κόπρου καὶ μύροις ἐντίμως ἀλείψασα, ἐπάνεισι πάλιν πρὸς τὸν ξενίσαντα, τὸν πολύτιμον ἐκεῖνον κομίζουσα μαργαρίτην. ΙΑ΄. Τῆς δ' ἐπιούσης νυκτός, αὖθις ὁ θεῖος ἐφίσταται Λογγίνος φαιδρὸν ὑπομειδιώντα καὶ νυμφικοῖς ὥσπερ τοῖς περιβλήμασι διαλάμποντα τὸν υἱὸν αὐτῆς ἐπαγόμενος, ἡδέως τι αὐτὸν καὶ πατρικῶς ὑπαγκαλιζόμενος καί φησι πρὸς αὐτήν· ἴδε ὅν ἐπένθεις, ὦ γύναι, ὃν ἐπένθεις υἱὸν · ἴδε, ὅπως ἔχει νῦν εὐκλείας, καὶ παρακλήθητι · Θεὸς γὰρ αὐτὸν εἰς τὴν οἰκείαν ἐστράτευσε βασιλείαν κἀγὼ τοῦτον παρ' ἐμοὶ ἔχω λαβὼν παρὰ τοῦ Σωτῆρος καὶ δεξιᾶς οὔποτε τῆς ἐμῆς ἀποστήσεται. Λαβοῦσα τοίνυν τὴν ἐμὴν κεφαλὴν καὶ τὸ σοῦ σῶμα παιδός, τῇ αὐτῇ λάρνακι θάψον καὶ μηκέτι θρήνει σου τὸν μονογενῆ, μηδὲ τυπτέτω σε ἡ καρδία σου, μεγάλη γὰρ αὐτῷ δόξα καὶ εὐφροσύνη πολυύμνητοί τε χορείαι, καὶ πάνδημοι πανηγύρεις παρὰ τοῦ προσλαβόντος Θεοῦ δεδώρηνται. Τούτων ἡ τοῦ παιδὸς ἀκούσασα μήτηρ εὐθέως ἀνίσταται, καὶ λαβοῦσα τὴν τοῦ μάρτυρος κεφαλὴν τῇ πατρίδι τοῦ μάρτυρος ἀποδίδωσι (Σανδιάλη τῇ κώμῃ τὸ ὄνομα)· καὶ τὸν τοῦ παιδὸς νεκρὸν ἡ ἀσμένως παραθεῖσα τῇ τοῦ μάρτυρος κεφαλῇ, ἐν τόπῳ τε ἐπισήμῳ σεμνώς περιστείλασα, τοιαῦτα

Day 16Die 16

col. 43–44page 17 of 34
PG 115:43πρὸς ἑαυτὴν ἐπεφώνει Νῦν οἶδα, λέγουσα, τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα πρὸς τὸ ἀγαθὸν συλλαμβάνεται ὀφθαλμοὺς ἐζήτουν σαρκός, ἐγὼ δὲ καὶ τοὺς τοῦ πνεύματος ἔλαβον Ελύπει με ζημία τέκνου, ἀλλ᾽ ἔχω τὸν κληρονόμον, ἰδού, μετὰ βασιλικῆς τῆς δόξης τῷ Θεῷ παριστάμενον καὶ νῦν ἡμερόν μοι, τῇ μητρί, προσγελά νύκτωρ καὶ μεθ' ἡμέραν, προφη τῶν τιμαῖς καὶ μαρτύρων συνδοξαζόμενος· μετά Λογγίνου τε σταυροφορῶν καὶ τὸ λαμπρὸν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιφερόμενος τρόπαιον μεταξύ τῶν ἀγγέλων, ὡς Λογγίνου φθέγγεται μαθητής, ἀφίησι καὶ αὐτὸς φωνὴν ἱερὰν ὑμνολόγον, μυστικήν, ἐπινίκιον ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος, καὶ ἔστι, καὶ ἔσται· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ δεσποτεία αὐτοῦ εἰς τὸν αἰῶνα παραμένει· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ᾿Αμήν. ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΒΡΑΜΙΟΥ Α΄. ᾿Ανδρῶν φιλαρέτων βίος καὶ ἡ τῆς αὐτῶν πολιτείας διήγησις καὶ πᾶσι μὲν τοῖς εὐσεβῶς τὴν προηρημένοις ποθειναί τε καὶ περισπούδαστοι, μάλιστα δὲ τοῖς ἀρετῆς μεταποιουμένοις καὶ ὅσοι τὴν μακαρίαν ἐκείνην τρίβον τῶν τοῦ Θεοῦ ἐντολῶν ὁδεῦσαι προείλοντο γίγνονται γὰρ αὐτοῖς οἰονεί τινες ὁδηγοὶ τῆς τοιαύτης πορείας, οἷα προδιανύσαντες ταύτην καὶ αὐτῇ πείρᾳ καὶ πράγμασι τοῖς ἑπομένοις ὑποδεικνύειν ἔχοντες, ὅπου μὲν γενομένους μικρόν τι διαναπαύσαι χρὴ τῆς ὁδοιπορείας τὸ σύντονον, ὁποὺ δὲ πάλιν ἐπισπεῦσαι, καὶ κατατεῖναι, καὶ συντονωτέραν ποιήσασθαι, καὶ οὕτως ἀπλανῆ τὴν ὁδὸν τοῖς μετιοῦσι καὶ ῥᾳδίαν ἐργάζονται. Ἐπεὶ οὖν ἐπισημότατος τούτων ᾿Αβράμιος, οὐ μόνον ἔτι περιών, ἀλλὰ καὶ νῦν ὥσπερ ἐν εἰκόνι τῷ λόγῳ διατυπούμενος, διηγητέον ὡς οἷόν τε τὰ τοῦ ἀνδρὸς καὶ
col. 45–46page 18 of 34
PG 115:45ἡμῖν καὶ κατ᾽ ἴχνος αὐτῷ τῆς ἀρετῆς πορευτέον καὶ μιμητέον εἰς δύναμιν. Β΄. Οὗτος τοίνυν ο δεύτερος ᾿Αβραὰμ καὶ τῷ πρώτῳ παράμιλλος, ἐξ εὐγενοῦς μὲν τῆς ρίζης εὐγενής ἐβλάστησε κλάδος πατέρες γὰρ αὐτῷ λαμπροί μὲν τὸ γένος, λαμπροὶ δὲ τὸν βίον καὶ πλούτῳ καὶ δόξη τῇ κατὰ κόσμον ἐπιεικώς σεμνυνόμενοι. Ορῶντες δε τὸν παῖδα πᾶσαν ἐκ τῆς πρώτης ηλικίας ἀρετὴν μετιόντα, σφοδρῷ πάν, πυρὶ τοῦ πρὸς αὐτὸν κατείχοντο πόθου· τοιαῦτα γὰρ τὰ τῶν γεγεννηκότων σπλάγχνα καὶ πέφυκεν οὕτως ἀρετὴ παίδων, μεί ζονα τῆς φυσικῆς στοργῆς τε καὶ διαθέσεως αὐτοῖς τὴν πυρὰν ὑπανάπτειν, διὸ δὴ καὶ λίαν ἀκορέστως αὐτοῦ καὶ περικαῶς ἔχοντες, ἐπόθουν καλοῦ τοιούτου βλαστοῦ καὶ καρποὺς ἰδεῖν, ὅπως, καὶ ὡς εἰκόνας τοῦ υἱοῦ τὰ ἔγγονα βλέποντες, τὸ πολὺ τοῦ πρὸς αὐτ τον φίλτρου διαναπνέωσι, καὶ ἅμα τοιαύτην βουλόμε και τῇ διαδοχῇ τοῦ γένους ὑποθεῖναι κρηπίδα τοιού του θεμέλιον, ἀμέλει καὶ ἀγαγέσθαι νύμφην ἐσπού δαξον τῷ υἱῷ καὶ γάμου δῆσαι δεσμοῖς καὶ τῶν κοσμικῶν ἀξιωμάτων ἐπὶ τὰ μείζω προσαγαγείν αὐτὸν καὶ περιφανέστερα. ᾿Αβραμίῳ δὲ ἄρα ταῦτα φροντὶς οὐδεμία, τἀναντία δὲ καθάπαξ τῆς τῶν γονέων προήρητο γνώμης καὶ τὴν μεν Εχ κλησίαν. οἷά τινα νύμφην, ἑαυτῷ ἐμνηστεύετο, προσ εδρεύων αὐτῇ κατὰ τοὺς θερμοὺς τῶν νυμφίων νύκτα καὶ μεθ᾿ ἡμέραν, καὶ ψυχὴν ἅμα καὶ ἀκοὴν τοῖς ἐν αὐτῷ πρὸς τὸν Θεὸν ὕμνοις καὶ ταῖς μελωδίαις θελω γόμενος· μίαν δε τιμὴν ἀληθῆ τὴν κατὰ Θεὸν ἐνό μιζε προκοπήν· ἀρχὰς δέ, καὶ δυναστείας, καὶ τιμῶν ύψη, καὶ μεγέθη ἀξιωμάτων, καὶ εἴ τι ἄλλο κοσμικὸν καὶ περίγειον, παίγνιον ἡγεῖτο πάντα καὶ σκη δέν καὶ ὑπόκρισιν, ὀνείρατος οὐδὲν ἄμεινον καὶ σκιᾶς διακείμενα. Γ'. Ἐπεὶ δὲ οἱ τεκόντες ἐνέκειντο καὶ μετὰ πολ τῆς αὐτὸν τῆς σφοδρότητος ὁμιλῆσαι γάμοις ἠνάγκα. του, ἡ δὲ μήτηρ ἀναβαλλόμενον ὁρῶσα καὶ δάκρυα πολλάκις ἐφίει τῶν ὀφθαλμῶν, τὰ τῆς ἔσω φλογὸς ἀψευδή σύμβολα, καὶ ὡς οὐδὲν ἄλλο ψυχὴν υἱοῦ και τα κλάσαι δυνάμενα, οὐκ ἔχων ο καλός ᾿Αβράμιος ὅτι καὶ πάθοι, μητρός τε λιταῖς καὶ πατρὸς εἶκει κελεύσμασι, καὶ τὸν τοῦ γάμου ζυγὸν καταδέχεται, μίαν τῶν ἐντολῶν καὶ τοῦτο εἰδὼς τὸ καὶ πατρὶ καὶ μη τρὶ πείθεσθαι· ἐπεὶ καὶ πρὸς ἐκεῖνον ᾔδει τὴν τιμὴν διαβαίνειν, παρ' οὗ καὶ ἡ ἐντολὴ, καὶ ὡς ἔστι κοινός ἁπάντων, καὶ πρῶτος πατήρ, καὶ δημιουργὸς, καὶ τοῦ εἶναι καὶ τοῦ ζῆν αιτιώτατος. ᾿Αλλὰ μοι διαναστήτω ἀκοὴ πᾶσα πρὸς τὴν ἀκρόασιν· ήδη γάρ Επίσχειν ἐπὶ τὴν ᾿Αβραμίου ψυχὴν αἱ τῆς χάριτος ἱατίνες ἐπάρχονται· ἐτελεῖτο μέν ἔκτην ἡμέραν ἡ ευωχία, καὶ τὰ γαμήλια ἐκροτεῖτο, καὶ ὑμέναιοι ξδοντο· κατὰ δὲ τὴν ἑβδόμην, ἐν ᾧ καὶ λελύσθαι ἤδη αὐτοῖς ἔμελλε τὰ τῶν γάμων, θαυματουργεῖται τι πράγμα, μηδε ὀφθαλμοῖς πιστευόμενον. Εκάθητο μὲν γὰρ μετὰ τῆς νύμφης μάλα λαμπρὸς ὁ ᾿Αβρά βιος, ὡς νυμφίος ἀληθῶς ἐπὶ τοῦ παστοῦ αὐτοῦ θορύβου δὲ καὶ κρότου τὸν οἶκον, ὡς εἰκὸς, κατεχόν των, καὶ περὶ τὴν τράπεζαν πάντων καὶ τοὺς δαιτυ
col. 47–48page 19 of 34
PG 115:47μόνας ασχολουμένων, ὁ κρυπτὸς τῆς σωτηρίας ἡμῶν ἐραστὴς ὁ νοητὸς τῶν ψυχῶν νυμφαγωγός τε καὶ νυμφίος Χριστὸς ὅσαι δηλονότι καὶ τῶν ἐκείνου νυμφώνων άξιαι, ἀκτῖνά τινα γλυκεῖαν τῆς ἀνωτάτω περί αὐτὸν ἐκείνης καὶ ἀποῤῥήτου λαμπρότητος ηρέμα πως επαφεὶς τῇ παστάδι φῶς οἷον έπαγαγόντι καὶ ἥδιστον τάς ᾿Αβραμίου περιηύγαζεν όψεις, μετακαλῶν οἱονεὶ πρὸς ἑαυτὸν καὶ διὰ τοῦ φωτός αὐτὸν ἐφελκόμενος· ἦρα γὰρ τοῦ κάλλους περιφανῶς τῆς ἐκείνου ψυχῆς καὶ κρείττοσιν εἰσοικίσασθαι τούτον παρὰ πολὺ καὶ παστάσι καὶ θαλάμοις ἐβούλετο. Δ΄. Αλοὺς δὲ κατάκρας τῇ τοῦ φωτὸς ἐκείνου γλυκύτητι καὶ ᾿Αβράμιος, καθάπερ αὐτῷ διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν καταρρεύσαντος καὶ τῆς ἀφάτου φαιδρότητος ἐκείνης αὐτοῦ καὶ τῆς αἴγλης τὴν καρδίαν ὑποπλησθεὶς, οὐκέτι οὔτε σίτα οὔτε ποτὸν αἱρεῖσθαι ήθελεν, ἀλλ' ἐπάγησαν αὐτῷ ακλονεῖς οἱ ὀφθαλμοὶ πρὸς τὴν φαντασίαν ἐκείνου τοῦ φωτός ἐνορῶντες· ἴστη γὰρ τὸν τύπον αὐτῷ πρὸ τῶν ὀμμάτων ὁ λογισμὸς καὶ ταχὺ λυθῆναι καθ᾿ ἑαυτὸν εὔχετο τὴν ἱστίασιν· ἧς καί, ὡς ἐπόθει, λυθείσης καὶ οἴκαδε τῶν δαιτυμόνων ἐκάστου ἀφικομένων, ὑπέξεισι ἡσύχῳ ποδὶ τοῦ οἴκου, μηδέ τῳ ἄλλῳ ὅτι μὲ μόνῳ τῷ καλοῦντι Θεῷ βλεπόμενος· καὶ σταδίους ἀποσχών ὡσεὶ δύο τῆς πόλεως, καταλαμβάνεται τὸ κελλίον ἡσυχίας ἐν καλῷ τόπῳ κείμενον καὶ τοῦτο πῶς ἂν εἴποις ἡδέως εἰσῆλθε· παρέδειξε γάρ τι καὶ ἡ φανεῖσα ὄψις αὐτῷ πρὸς τὴν τούτου κατοίκησιν. Εἶτα, ὥσπερ ἐν τούτοις φιλεῖ, ἐπειδὴ πολὺ ἀνὰ τὸν οἶκον τὸ του νυμφίου ἦν ὄνομα καὶ περὶ τὴν ἐκείνου θεραπείαν πάντες ησχόληντο, παρῆν δὲ αὐτὸς οὐδαμῶς, εὐθέως οἱ γονεῖς τῆς προτέρας τοῦ παιδὸς ἀνεμιμνήσκοντο γνώμης καὶ τοῦ κατὰ Θεὸν ἐκείνου σκοποῦ καὶ τῆς πολλῆς περὶ τὸν γάμον ἐνστάσεως· καὶ οὐδὲν ἔτερον εἶχον, ὅτι μὴ σαφῆ τὸ πρᾶγμα καλεῖν ἀναχωρήσων· ταύτῃ τοι καὶ ἀνηρευνῶντο οὐ θέατρα και αγοραὶ καὶ βασίλεια καὶ φίλων οἰκίαι καὶ νέων διατριβαί, ἀλλ' ἐρημίαι, καὶ ὄρη, καὶ μοναχών καταγώγια, καὶ εἴ πού τι χωρίον ἦν ἀνακεχωρηκὸς καὶ φιλήσυχον. "Αλλων τοίνυν ἀλλαχοῦ κατὰ ζήτησιν ᾿Αβραμίου περιιόντων, εβδομη καὶ δεκάτη μετὰ τὴν ἀναχώρησιν ἡμέρᾳ ἐν τῷ εἰρημένῳ κελλίω εὑρίσκεται, μηδένα σύνοικον ἔχων, ἀλλὰ μόνος αὐτὸς κατακεκλεισμένος. Τοὺς μὲν οὖν εὑρόντας αὐτὸν ἔκπληξις ἡδονῇ λαμβάνει καὶ λύπη σύμμικτος· ἡσθέντας μὲν τῇ τοῦ παιδὸς ἀνευρέσει, ἐκπλαγέντας δε τὴν οὕτως ἀθρόαν μεταβολὴν καὶ τὸ ἐρημικὸν ἐκ προοιμίων εὐθὺς ἐκεῖνο τοῦ βίου καὶ ἀκοινώνητον· ἀνιασθέντας δὲ τῇ τοῦ ᾿Αβραμίου ζημίᾳ, ὅτι τοιοῦτος νεανίσκος οὕτω πρὸ ὥρας βίου καὶ τῶν τοῦ βίου πραγμάτων ἀπέστησεν ἑαυτόν. Ε΄. Ὁ δὲ οὕτως αὐτοὺς ἔχοντας ἰδὼν καὶ προσηνῶς ἄγαν καὶ ηπίως προσαγορεύσας, Οὔτε λυπεῖσθαι χρή, φησίν, οὔτε θαυμάζειν, Θεῷ δὲ μᾶλλον εὐχαριστεῖν καὶ τῇ ἀφάτῳ τούτου χρηστότητι καὶ φιλανθρωπίᾳ, ὅστις με σοφῇ τινι καὶ ἀποῤῥήτῳ οἰκονομία τῆς βιωτικῆς ὑπεξήγαγε μοχθηρίας. Εὔχεσθε τοιγαροῦν ἐμοὶ, φίλοι καὶ ἀδελφοί, λοιπόν εύχεσθε, ὥστε τὸν χρηστὸν αὐτοῦ ζυγὸν ἕως τέλους βαστάσαι
col. 49–50page 20 of 34
PG 115:49με καὶ μὴ τὸ φορτίον αὐτοῦ τὸ ἐλαφρὸν ἀποῤῥίψαι, ἀλλ' ἀεὶ τῷ νόμῳ καὶ ταῖς ἐντολαῖς ἐκείνου καὶ τοῖς θελήμασιν ἔπεσθαι. Εἶτα καὶ ἠξίου μάλα θερμῶς τοῦ μὴ συνεχῶς ἐκεῖσε ἀφικνουμένους τὴν ποθουμένην ἡσυχίαν ἐπιταράττειν καὶ ὥσπερ ἐμποδὼν αὐτῷ τῆς ἐπὶ τὰ κρείττω γίνεσθαι προκοπῆς. Ταῦτα ἐκεῖνοι μὲν ἀκούσαντες καὶ ἰδόντες, ἀνέστρεφον· ὁ δὲ τὴν τοῦ οἰκίσκου εἴσοδον ἀποφράξας καί τινα θυρίδα βραχεῖαν καταλιπών, δι' ἧς ἂν ἄρτος αὐτῷ μόνον καὶ ὕδωρ παρέχοιτο, εὐχῇ τοῦ λοιποῦ καὶ νηστείᾳ προσέκειτο. Ἐν τούτοις δὲ ὄντος Ἀβραμίου, καὶ ἀγωγὴν τοιαύτην φιλόσοφον μετιόντος, πολὺς παν ταχοῦ λόγος ἐφοίτα περὶ αὐτοῦ καὶ πολύ τι πλῆθος ἀνθρώπων ἐπὶ τὴν ἐκείνου θέων συνέῤῥει, τυχεῖν τινος παρ' ἐκείνου τῆς εὐλογίας ποθούντες. Δεκάτῳ δὲ μετὰ τὴν ἀναχώρησιν ἔτει τελευτῶσι μὲν οἱ τού του γονεῖς· ὁδεύει δὲ πρὸς αὐτὸν ὁ ἐκείνων πλοῦτος καὶ κληρονόμος ἁπάσης τῆς πατρικῆς οὐσίας καθ ίσταται ὁ Ἀβράμιος· ὁ δὲ πάλαι ταῖς τοιαύταις φροντίσι χαίρειν εἰπών, τινὶ τῶν αὐτοῦ φίλων τὴν τοῦ τοιούτου κλήρου πιστεύει πρόνοιαν, ἀναλωθῆναι τὸ πλεῖον αὐτοῦ μέρος εἰς ἐνδεεῖς ἐπισκήψας· οὗ δὴ κατὰ τὰς ἐκείνου ἐντολὰς γενομένου καὶ τοῦ πλούτου καλῶς αὐτῷ κενωθέντος καὶ τῶν πενήνων πολλαῖς ἐπαρκέσαντος, φροντίδος ἀπολέλυτο πάσης, ὁ Ἀβρα μιος· ἐπεὶ καὶ τοῦτο φροντὶς ἐκείνῳ μᾶλλον διηνεκὴς, ὅπως ἄν μηδενὶ τὴν ψυχὴν τῶν βιωτικῶν τε καὶ γείνων ἀπολειφθείη, ἀλλὰ πᾶσαν αὐτὴν ἔχοι πρὸς τὸν οὐρανὸν τεταμένην καὶ κουφὴν ἀεὶ πρὸς τὰ πνευματικὰ καὶ μετέωρον. 5. Ποθήσας τοίνυν ὡς τιμιώτατον κτῆμα τὴν ἀκτησίαν, οὐδὲν ἕτερον ἔχειν ἠνέσχετο, πλὴν μόνον τῶν ἀναγκαίως ἐχόντων τῷ σώματι, τὰ δὲ ἦν πάλ λιον καὶ ῥάκος τι τρίχινον, ἃ περιέκειτο, ψιάθιόν τε πρὸς κατάκλισιν βραχεῖαν τοῦ σώματος καὶ ποτή ριον, ᾧ τοῦ μεμετρημένου ἐκείνου μετελάμβανεν ὕδατος· ἀλλ' ὅσῳ τῶν περὶ τὸ σῶμα ἐπιτηδείων ἐπόρει, τοσούτῳ τοῖς τῆς ψυχῆς καλοῖς ἔθαλλε καὶ ἀκόμα ἐκλάμπουσαν ἀεὶ τοῦ περὶ αὐτὸν κύκλου τῶν ἀρετῶν, τὴν ταπείνωσιν ἔχων καὶ τὴν ἀγάπην, ἃς δὴ καὶ μητέρας ἀγαθοῦ παντὸς ὁρίζονται εἶναι. Ἐν τεῦθεν ὁμότιμον μὲν τὴν ἀγάπην κοινῇ πρὸς ἅπαν τας ἐπεδείκνυτο, τὴν δὲ τοῦ πλησίον ἀεὶ σωτηρίαν τῆς ἑαυτοῦ προστίθει. Τὰ δὲ τῶν αὐτοῦ χειλέων ἐκπορευόμενα, ποίας οὐχ ἱκανὰ ψυχὰς καταθέλξαι καὶ ὑφελκύσαι καὶ πρὸς ἀρετὴν ἐπισπάσασθαι; Ἐπένειμε γὰρ καὶ λίαν παιδευτικῶς, ἐπετίμα δὲ πατρικῶς τε καὶ φιλοστόργως· ἡ τε πραότης αὐτῷ πανταχοῦ καὶ ἡ χάρις ἐπήνθει, τὴν ἔνδον τῆς ψυχῆς κατάστασιν ἀκριβῶς διαφαίνουσαι. Θαυμάσειε δ' ἂν τις εἰκότως καὶ τὸ πρὸς τοὺς ἀγῶνας τοῦ ἀνδρὸς καρτερικόν τε καὶ σύντονον· πεντηκοστὸν γὰρ ἔτος ἐν ἀσκήσει διατελέσας, οὐδέποτε μαλακόν εἰς τοὺς πόνους οὐδὲ ῥάθυμον ἔβλεψεν οὐδὲ καθυφῆκε τι τοῦ παραδεδομένου τὴν ἀρχὴν αὐτῷ τῆς ἐγκρατείας κανόνος· ἀλλ' ὥσπερ ἄρτι πνευματικῶν ἱδρώτων ἁπτόμενος, οὕτως ἦν καθ' ἑκάστην πρὸς ἀγῶνας ἐπι διδοὺς καὶ αὐτὸς ἑαυτὸν ὑπερβάλλων τῇ καρτερίᾳ· οὐκ ἦν δὲ πρὸς Θεοῦ, πάντως τοιοῦτον ὄντα καὶ οὕτως οἷα πόλιν περιφανῆ καὶ λαμπράν, καθάπερ
col. 51–52page 21 of 34
PG 115:51ἐπί τινος ὄρους τῶν μεγίστων κατορθωμάτων κείμενον ὑπὸ μοδίῳ καὶ κλίνῃ καλύπτεσθαι. Οὔκουν οὐδὲ κεκάλυπται· ἀλλ' ὥσπερ πρώην τοῖς μαθηταῖς, οὕτως καὶ νῦν τῷ ἐκείνων μιμητῇ Χριστὸς ἄνωθεν ἀποστολικὴν ἐγχειρίζει διακονίαν τήν τε τοῦ ἀνδρὸς ἀρετὴν ἱερωσύνης τιμᾷ χρίσματι καὶ κόποις ἀσκητικοῖς ἀθλητικοὺς εἰκότως πόνους ἐπισυνάπτει καὶ στεφάνοις ἐγκρατείας στεφάνους παραδόξως ἐπιτίθησι μαρτυρίας· ὅπως δὲ ἄρα καὶ τίνα τὸν τρόπον τὰ τοῦ λόγου δηλώσει μοι. Ζ΄. Ἐν τῇ Λαμψάκῳ, τῇ πρὸς Ἑλλήσποντον κώμη τις ἦν μεγάλη καὶ πολυάνθρωπος καλουμένη Ταινία· ἐπεὶ δὲ οἱ τὴν τοιαύτην κώμην οἰκοῦντες τῇ χαλεπῇ τῶν Ἑλλήνων ἦσαν ἀπάτῃ κατειλημμένοι, πολὺ μὲν ἑκάστοτε πλῆθος αὐτοῖς ἱερέων καὶ διακόνων ὑπὸ τοῦ τῆς ἐπισκοπῆς προεστῶτος ἐπέμπετο· πολλοὶ δὲ τῶν τὸν μονήρη βίον ἀνηρημένων διδάσκαλοι παρ' αὐτοῦ τῇ κώμῃ καθίσταντο· τούτων δὲ ὅμως οὐδεὶς μεταβαλεῖν αὐτοὺς τῆς ἀπάτης ἠδύνατο· ἀλλὰ καὶ βάσανοι μᾶλλον κατὰ τῶν εὐσεβῶν καὶ τιμωρίαι παρ' ἐκείνων ἠπείληντο καὶ κολάσεως εἶδος οὐδὲν ὅλως ἦν, ὁ μὴ τούτοις φοβερῶς ἐπεσείετο. Ἀπορουμένου τοίνυν τοῦ τῆς ἐπισκοπῆς προεστῶτος, τί ἂν δέοι ποιεῖν πρὸς τὴν τῶν πεπλανημένων ἐπίγνωσιν, καὶ δήποτε τὸ πρᾶγμα τοῖς περὶ αὐτὸν κοινουμένου, μνήμη τις παρεμπίπτει μεταξὺ τοῦ θαυμαστοῦ Ἀβραμίου· καὶ τὰς παρὰ τῶν ἄλλων αὐτὸς μαρτυρίας οὐκ ἀναμείνας, πρῶτος εὐθὺς τὰς οἰκείας περὶ αὐτοῦ πίστεις παρέσχετο· Πιστεύσατέ μοι, τέκνα, εἰπὼν, ὑπὸ μάρτυρι μέλλοντι λέγειν τῇ ἀληθείᾳ, ὡς οὐδέποτέ μοι διὰ πάσης ἐγένετο τῆς ζωῆς τοιοῦτον ἄνδρα ἰδεῖν καὶ οὕτως ἐν ἀρετῇ τοσαύτῃ ζῶντα καὶ εὐλαβείᾳ. Τῶν δὲ τὰ παρ' αὐτοῦ εἰρημένα φωνῇ μιᾷ ἐπισφραγισάντων, πάλιν αὐτός· Ἔννοιά μέ τις ἦλθε, φησί· θειοτέρας δὲ οἶμαι καὶ προνοίας αὕτη καὶ οἰκονομίας, τῷ τῆς ἱερωσύνης αὐτὸν χρίσματι τελειῶσαι καὶ τὴν κώμην αὐτῷ τὴν πρὸς Ἑλλήσποντον ἐγχειρίσαι· ἴσως δυνήσεται, συναιρομένης αὐτῷ καὶ τῆς ἄνωθεν χάριτος, εἰς ἐπίγνωσιν τῆς ἀληθείας τοὺς πολλοὺς ὁδηγῆσαι. Ταῦτα ἔφη, καὶ ὡς εἶχεν εὐθὺς ὁ ἐπίσκοπος τῆς καθέδρας ἐξαναστάς, ἅμα τῷ κλήρῳ παντὶ πρὸς τὸν μακάριον ἄπεισι· καὶ τῆς συνήθους εὐχῆς ἤδη γεγενημένης μετὰ τὸν ἐν Χριστῷ ἀσπασμόν, τὰ περὶ τῆς κώμης ἅπαντα πρὸς αὐτὸν διεξῄει· πρὸς δὲ καὶ ἠξίου μάλα θερμῶς τοῦ τὴν ἐκείνων ἀναδέξασθαι προστασίαν· ὁ δὲ πρῶτα μὲν τὴν ἐπισκόπου δυσχεράνας ἐπιδημίαν, καθάπερ οὐχ ἱκανὸν ἑαυτὸν ἀνδρὸς τηλικούτου παρουσίας οἰόμενος, ἔπειτα δὲ καὶ βαρέως τοὺς παρ' αὐτοῦ δεξάμενος λόγους διὰ τὴν πολλὴν ἐκείνην συντριβὴν τῆς καρδίας, καὶ μετριότητα, καὶ τὸ τοῦ μηδενὸς ἄξιον ἑαυτὸν ἡγεῖσθαι, τὰ καὶ βίῳ τοιούτῳ καὶ ταπεινώσει τοσαύτῃ προσήκοντα, πρὸς αὐτὸν ἀπεκρίνατο· Τίς εἰμὶ ἐγώ, Κύριέ μου, Κύριε, λέγων, ὥστε τηλικούτου ἱερωσύνης μέγεθος ὑπελθεῖν καὶ λαοῦ βαρέως διδασκαλίαν ἐγχειρισθῆναι; Ἔασον διὰ Χριστόν, ἔασον πικρῶς ἀποκλαῦσαι τὰς ἐμαυτοῦ πλημμελείας. Η΄. Πρὸς ἣν ὁ ἐπίσκοπος αὖθις τὸν λόγον ἀναλαβών· Οἶδα σαφῶς, οἶδα, τέκνον ποθεινόν, Ἀβράμιε, εἶπεν, ὡς τῷ δεδομένῃ σοι παρὰ τοῦ Πνεύματος χά
col. 53–54page 22 of 34
PG 115:53ριτι δυνατὸς εἶ καὶ λόγοις καὶ πράγμασι· μὴ οὖν ἀποκνήσης ἔργῳ καθεῖναι σαυτόν, τοσαύτης μεν ψυχῶν ὠφελείας αἰτίῳ, μεγάλας δε καί σοι παρὰ Θεοῦ προξενοῦντι τὰς ἀντιδόσεις. Ὁ δὲ τοῖς προτέροις ἐπιμένων καὶ ἔτι· Ἔασον, αὖθις παρακαλώ, κα σον, ἔλεγε, τὰ οἰκεῖα θρηνῆσαι κακά. Καὶ ὅς ὑπολαβών δριμυτέροις αὐτὸν ἀμείβετο λόγοις· Ἰδοὺ δὴ κόσμον, λέγων, καὶ τὰ τοῦ κόσμου καταλιπών, καὶ τί μὲν οὐκ ἀσκήσας ἐπαινετὸν, ποίας δὲ τῶν τοῦ Θεοῦ ἐντολῶν μὴ φύλαξ ἀναφανεὶς ἀκριβέστατος, τὸ κεφάλαιον οὐκ οἶδ' ὅπως ἔλάθες παραλιπὼν τὴν ὑπακοήν. Τούτων ἀκούσας ὁ μακάριος, τοὺς ὀφθαλμοὺς δακρύων ὑποπλησθεὶς καὶ δὴ τι στενάξας βαθὺ καὶ ὑποθερμου· Καὶ τίς εἰμι ἐγώ, κύριέ μου, κύριε, φησί, ἵνα καὶ αὖθις ἀναλάβω τὰ εἰρημένα, ὅτι τοιούτοις ἔσχες περὶ ἐμοῦ λογισμοὺς καὶ οὕτως ὅλαις χερσὶν ἀνελκύσαι με φιλονεικεῖς πρὸς τηλικούτον ὕψος ἀρχῆς, τὸν εὐτελῆ καὶ ἀπεῤῥιμένον; Καὶ ὁ ἐπίσκοπος· Διότι, φησίν, ὁ μὲν ἑαυτῷ μόνῳ ζῶν καὶ μόνα καλῶς ὅπως ἔχοι τὰ καθ᾿ ἑαυτὸν μεριμνῶν, ἑαυτῷ μόνῳ περιποιεῖ τὴν ὠφέλειαν· Τὸ δὲ καὶ τὰ τῶν ἄλλων ἐπανορθοῦν καὶ ψυχῶν ἐπιμέλειαν πεπιστεῦσθαι, ὅσον ἔχει τὸ κέρδος καὶ ὁποῖον ἀγάπης δεῖγμα τῆς πρὸς Θεόν, καὶ ὅπως ἁπάσης ἐστὶ μείζον τῆς πρὸς αὐτὸν θεραπείας, αὐτὸν ἐκεῖνον σοι τούτου παρέξομαι μάρτυρα· «Εἰ γὰρ φιλεῖς με, Πέτρε, φησί, ποίμαινε τὰ πρόβατά μου.» Ὥστε τοσοῦτον μέλει Θεῷ τῆς τῶν ποιμνίων ἐπιμελείας, ὡς καὶ μέγιστον τῆς εἰς αὐτὸν ἀγάπης σημεῖον τὴν περὶ ταῦτα τιθέναι κηδεμονίαν. Τοιαύταις συμβουλαῖς τε καὶ ὑποθήκαις, τοιούτοις ὑποφωνήμασι, πεισθεὶς ὁ Ἀβράμιος, ἠκολούθει πρὸς τὴν πόλιν τῷ ἐπισκόπῳ, κἀκείνου τελέσαντος ἐπ' αὐτῷ τὰ εἰκότα καὶ οὕτω τέλειον αὐτὸν ἀναδείξαντος ἱερέα, εἶτα καὶ σὺν ἅμα τῷ κλήρῳ παντὶ καὶ τῷ λαῷ τοῦτον προπέμψαντος, τὴν προσκειμένην ἐκεῖθεν ὁδὸν ἤρχετο, πολλὰ μεταξὺ δάκρυα χέων καὶ τὴν ἄνωθεν ῥοπήν τε καὶ συμμαχίαν ἐπικαλούμενος. Θ΄. Γενόμενος δὲ κατὰ τὴν κώμην καὶ ταύτην ὑπὸ βαθεῖ σκότῳ τῆς ἀσεβείας κειμένην καταλαβών, καὶ φησι ὁ θεῖος Παῦλος, «Τὴν τοῦ Μονογενοῦς δόξαν ἐν ὁμοιώματι γλυπτοῦ ἀλλαξαμένην,» τοιαῦτα τῷ Θεῷ ἐν συντριβῇ καρδίας προσηύχετο· Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεός, ὁ μόνος ἀγαθός, ὁ μόνος ἀνεξίκακος, ὁ μόνος ἐλεήμων, ὁ τὸν ἄνθρωπον ἀφάτῳ εὐσπλαγχνίᾳ δημιουργήσας, ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ καρδίας καὶ νεφροὺς ἐτάζων καὶ γινώσκων τοὺς διαλογισμοὺς αὐτοῦ, μὴ παρίδης τὸ σὸν πλάσμα, τὸ τῆς σῆς χειρὸς δημιούργημα κακῶς ὑπὸ τοῦ νοητοῦ θηρὸς ἀπολλύμενον· ἀλλ' ἐξελοῦ αὐτοὺς τῆς τοῦ ἐχθροῦ τυραννίδος καὶ δὸς αὐτοῖς τὴν τῆς σῆς ἀληθείας ἐπίγνωσιν· σὺ γὰρ οἶδας, ὅτι οὐ δόξης ἕνεκεν ἀνθρωπίνης, ἀλλὰ σωτηρίας ψυχῶν, τὴν φροντίδα ταύτην καὶ τὴν διακονίαν ἐπεδεξάμην. Ταῦτα τοιγαροῦν προσευξάμενος καὶ τινα τῶν ὑπολειφθέντων αὐτοῦ χρημάτων παρὰ τοῦ φίλου, ᾧ τὴν τούτων ἀνέθετο πρόνοιαν, κομισάμενος, οἶκον δι' αὐτῶν εὐκτήριον ἀνεγείρει ἐπιτερπέστατον
col. 55–56page 23 of 34
PG 115:55δομίας, τὰς ἀναιμάκτους θυσίας ἐν αὐτῷ προσήγε Θεῷ καὶ τὰς ὁμοίας καὶ πάλιν προσευχὰς ἐποιεῖτο· Συνάγαγε, Κύριε, τὰ πεπλανημένα σου πρόβατα, λέγων, εἰς τὴν νεόκτιστόν σου ταύτην μάνδραν, ἀνοιγὼν αὐτοῖς εἴσοδον σωτηρίας διὰ τῆς σῆς ἐπιγνώσεως, εἰς δόξαν τοῦ σοῦ ὀνόματος· σὺ γὰρ εἶ Θεός μόνος ἐλέους καὶ οἰκτιρμῶν, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ταύτας οὖν αὐτῷ τὰς δεήσεις προσενεγκών, εἶτα καὶ τὴν καρδίαν ὁ σοφὸς ἐπιῤῥώσας, ζήλου τε καὶ ὁρμῆς ἔμπλεως γεγονὼς καὶ τὰ τῶν δαιμόνων ἀγάλματα περιελθὼν καθαιρεῖ πάντα καὶ εἰς ἔδαφος ἀνατρέπει, τὰ γῆς ἀληθῶς ἄξια καὶ σποδοῦ μόνης καὶ κόνεως. Ι΄. Μετὰ δὲ ταῦτα παραγενόμενοί τινες τῶν ἀπίστων τοῦ καὶ θύσαι τοῖς τοιούτοις ἀγάλμασι καὶ προσεύξασθαι, καὶ πτῶμα κείμενον χαλεπὸν ἰδόντες, οὐκ ἠγνόησαν τὸν πολέμιον· δῆλον γὰρ ἤ τε ἀρετὴ καὶ ὁ ζῆλος ἐποίουν πανταχοῦ τὸν Ἀβράμιον· καὶ ξύλα καὶ λίθους εὐθὺς ἁρπάσαντες ἔθεον ἀθρόοι κατὰ τοῦ ἁγίου καὶ οὐκ ἀνῆκαν βάλλοντες αὐτὸν καὶ ὠμότατα παίοντες, ἕως παντελῶς ἀπαγορεύσαντα εἶδον καὶ πρὸς αὐταῖς ἤδη ταῖς ἐσχάταις ἀναπνοαῖς γενόμενον· οἱ μὲν γὰρ οὐκ εἰς μακρὰν αὐτὸν ἀποθανεῖσθαι νομίσαντες ἀπηλλάγησαν. Ὁ δὲ περὶ μέσσας νύκτας τῶν ἀφορήτων ὀδυνῶν ἐκείνων ἀνενεγκών, μόλις ὡς εἶχεν ὑπαναστὰς εἰσῆλθεν εἰς τὸν ναὸν καὶ πρηνῆ καταβαλὼν ἑαυτὸν καὶ πικρὸν κάτωθεν ἀνοιμώζων καὶ τῷ μετώπῳ τύπτων τὸ ἔδαφος, τῇ θερμότητι ταύτῃ καὶ τῇ σπουδῇ τῶν εὐχῶν ὑπὲρ τῆς ἐκείνων ἐκέχρητο σωτηρίας, ὥστε τὸ κατέχον αὐτοὺς τῆς ἀσεβείας ἀποσείσασθαι νέφος καὶ καθαρῶς πρὸς τὰς αὐτὰς διαβλέψαι τῆς ἀληθείας· ἑωθὲν δὲ κἀκεῖνοι τῷ ναῷ ἐπιστάντες, οὐ προσευχῆς χάριν (πῶς γὰρ ἔτι τῷ σάλῳ τῆς ἀπιστίας τὰς ψυχὰς κυμαινόμενοι;) ἀλλὰ κατὰ θέαν τῆς τῶν οἰκοδομημάτων κατασκευῆς (ἦν γὰρ ὁ ναὸς σχήματος εὖ ἔχων καὶ συμμετρίας, καὶ ψυχὴν ἅμα καὶ ὀφθαλμοὺς ἱκανῶς εὐφραίνειν δυνάμενος)· ἐν τῷ ναῷ τοίνυν γενόμενοι, καὶ τὸν ἅγιον εὐχόμενον ἐν αὐτῷ καταλαβόντες, τὴν προτέραν αὖθις ὠμότητα καὶ λύσσαν εἰς αὐτὸν ἐπεδείξαντο, καὶ πολυτρόπως τὸν ἄνδρα πάλιν καὶ σφοδρῶς αἰκισάμενοι, δεσμοῖς τε πάντοθεν καὶ σχοινίοις ἀπολαβόντες, διὰ μέσης εἷλκον τῆς κώμης καὶ λίθους ἐπ' αὐτὸν πανταχόθεν νιφετῷ παραπλησίους ἠφίεσαν ἀγνοοῦντες ἡλίκης οἱ μάταιοι χάριτος, οἷας ὑπὲρ αὐτῶν εὐχῆς, οἷας ἀμοιβὰς ἀπεδίδοσαν. Ἐκεῖνος τοίνυν τότε μὲν ἡμιθανὴς ὑπ' αὐτῶν κατελείφθη, ἐκλελυμένος ὑπὸ τῶν πληγῶν ἤδη καὶ καταῤῥέων ἐπὶ τὴν γῆν. Ἐπεὶ δὲ ἦν ἐκ μέσων νυκτῶν ἀνανήψας καὶ ὥσπερ ἐν ἑαυτῷ γενόμενος· Ἕως πότε, Κύριε, ἔλεγεν, ἐπιλήσῃ μου εἰς τέλος, ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; ἕως τίνος τὰ ἔργα τῶν σῶν χειρῶν περιορᾷς ἀπολλυμένα; Ταῦτα ἔλεγε πρὸς τὸν Θεὸν καὶ δάκρυσιν ἐκίρνα τὰ ῥήματα. Ἔπειτα μέντοι καὶ ὑπανίσταται τοῦ ἐδάφους σχολῇ καὶ σὺν χρόνῳ, καθάπερ ἂν εἴ τις ὑπὸ τραύμασι καὶ πληγαῖς τοσαύταις κατειργασμένος καὶ εἰς τὸν εἰρημένον αὖθις ναὸν εἰσέρχεται.
col. 57–58page 24 of 34
PG 115:57ΙΔ΄. Εἰς δὲ τὴν ἐπιοῦσαν καὶ οἱ χριστομάχοι θῆρες ἐκεῖνοι πάλιν ἐν αὐτῷ γενόμενοι, καὶ τοῦτον εὐχῆς εὑρόντες ἐκεῖ καὶ ὕμνων εὐχόμενον, οὐκ ἔτι πράως ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ πληγάς τε αὐτῷ τὰς προτέρας ἢ πολλῷ καὶ μείζονας ἐπιθέντες, δεσμοῖς τε τοῖς ὁμοίοις ὑποβαλόντες, πόῤῥω που τῆς κώμης φέροντες ἔῤῥιψαν. Τούτοις οὖν τρίτον ἐξῆς ἐν καρτέρει χρόνον Ἀβράμιος, οὐκ ὀκλάσας, οὐ καθυφείς, οὐ καθευξάμενος οὐδενὸς, ἀλλὰ τῷ μίσει προστιθεὶς τὴν ἀγάπην, τῷ θυμῷ τὴν πραότητα, ταῖς λοιδορίαις τὰς εὐλογίας, νουθετῶν, συμβουλεύων, παρακαλῶν τοὺς πρεσβύτας, τοὺς νέους, πᾶσαν ἁπλῶς ἡλικίαν, ὡς πατέρας, ὡς τέκνα, ὡς ἀδελφούς, οὐδὲν ὅλως ἀγεννὲς οὐδὲ μικρόψυχον ἐνδεικνύμενος, ἀλλ᾽ ἔργῳ τὸ τοῦ θείου Δαυὶδ ἐκπληρῶν, καὶ ἀναγνὼν μεταξὺ καὶ θλίψεων τὰς ἐντολὰς Κυρίου μελέτην ποιούμενος· διὰ ταῦτα δὴ καὶ ἐξήνθησεν ἐπ᾽ αὐτὸν τὸ ἁγίασμα αὐτοῦ καὶ συνεληλυθότες ἀθρόον οἱ πρώην ἀσεβεῖς ἐκεῖνοι καὶ ἄπιστοι· Θεοῦ δὲ τοῦτο πάντως τοῦ παιδεύοντος ἄνθρωπον γνῶσιν καὶ τῆς ἐκείνου περὶ τὸν Ἀβράμιον χάριτος· συναχθέντες οὖν πάντες οἱ τὴν κώμην ἐκείνην οἰκοῦντες, καὶ οἷα εἰκὸς ἐν συναγωγῇ πλήθους ὁμιλίας τε πολλῆς καὶ λόγων πάντοθεν κινουμένων τὰ τοῦ ἀνδρὸς εἰς μέσον παρήγετο, καὶ θαῦμα τὰς ἁπάντων ἐπλήρου ψυχὰς, καὶ δεινῶς ὑπὸ τῆς ἐκπλήξεως ἀπορούμενοι· ὁρᾶτε, πρὸς ἀλλήλους ἔλεγον, οἷα κατὰ τοῦ Ἀβραμίου ἡμῖν εἰργάσται· ὁ δὲ πρὸς ἡμᾶς ὅπως χρηστῶς ἔχει καὶ φιλανθρώπως, καὶ μεθ᾽ ὅσης εὐψυχίας καὶ γενναιότητος τὴν τοσαύτην ὑπήνεγκεν ἐπιφορὰν τῶν δεινῶν· Πάντως εἰ μή τις ἦν Θεὸς ἀΐδιος ἀληθῶς καὶ ἀθάνατος ἀξίας τῶν πόνων καὶ ἀμοιβὰς ἀποδιδόναι δυνάμενος, οὐκ ἂν τηλικαύτην δι᾽ αὐτὸν ὑπομονὴν ἐπεδείξατο. Καὶ τὰ θεῶν δὲ ἡμετέρων ἀγάλματα εἴδετε ὡς ἀπονητὶ πάντα καὶ ῥᾳδίως κατέστρεψε καὶ οὐδεὶς ἠδυνήθη τῶν τοιούτων θεῶν οὐδὲ κἂν αὐτὸς ἑαυτῷ ἐπαμῦναι τὴν ὕβριν; ΙΒ΄. Ταῦτα ἐκεῖνοι μὲν πρὸς ἀλλήλους ἔλεγον. Θεὸς δὲ τέλος τοῖς ῥήμασιν ἐπέθηκε δεξιὸν, καὶ τὰς ψυχὰς εὐθὺς διαθερμανθέντες· Δεῦτε πάντες, τῷ χρηστῷ ἀνδρὶ τούτῳ προσπέσωμεν, εἶπον, συνθέμενοι τῷ ὑπ᾽ αὐτοῦ κηρυσσομένῳ Θεῷ. Καὶ ἅμα τῷ λόγῳ συντρέχουσιν αὐτίκα πρὸς τὸν ναὸν, καθάπερ ὑπὸ μιᾷ τῇ γλώττῃ καὶ τῇ ψυχῇ κράζοντες. Δόξα σοι, τῷ πέμψαντι τὸν δοῦλον αὐτοῦ Ἀβράμιον Θεῷ τοῦ οὐρανοῦ· ἐξελεῖν ἡμᾶς τῆς τῶν εἰδώλων ἀχλύος. Ὅπερ ὁ μακάριος ἐκεῖνος παρ᾽ ἐλπίδα πᾶσαν ἰδὼν, καί τινος ἀφάτου τὴν καρδίαν πληρωθεὶς εὐφροσύνης, ἁρπάζει παραχρῆμα τὸν καιρὸν καί· Ὦ πατέρες ἐν Κυρίῳ, καὶ τέκνα, καὶ ἀδελφοί, φησὶ, δεῦτε, κοινῇ ἀποδῶμεν δόξαν Θεῷ τῷ θαυμαστῶς οὕτω καὶ ἀποῤῥήτως τὰ τῆς ψυχῆς ὑμῶν φωτίσαντι ὄμματα, καὶ λάβετε τὴν σφραγῖδα τοῦ Πνεύματος· προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Τούτοις τοῖς λόγοις καὶ τὴν τῆς πίστεως συνείρει διδασκαλίαν, καὶ ὅπως χρὴ πιστεύειν διεξελθὼν, τῆς διὰ τοῦ βαπτίσματος υἱοθεσίας ἠξίωσεν αὐτούς,
col. 59–60page 25 of 34
PG 115:59πτίσματος αὐτοὺς υἱοθεσίας καταξιοί περί που χιλίους τὸν ἀριθμὸν ὑπάρχοντας· καὶ τὸ ἀπ' ἐκείνου πολὺς ἦν παραινῶν καθ᾿ ἑκάστην, καὶ διδάσκων αὐτοὺς, καὶ διαλεγόμενος. Οἱ δὲ, ὥσπερ ἀγαθή τις γῆ, καὶ πίων, καὶ εύυδρος, πολλαπλασίους τῶν θείων σπερμάτων τοὺς καρποὺς ἀπεδίδοσαν. Ενιαυτὸν μὲν οὖν ἐν τούτοις τῷ ᾿Αβραμίῳ ἡνύετο. ΙΓ΄. Ἔπειτα δείσας μὴ ἐν μέσῃ κωμη καὶ φροντίσι καὶ θορύβοις στρεφόμενος προσηλωθῇ τινι τῶν βιωτικών, άλλως δὲ καὶ τὴν ποίμνην ἤδη ταῖς θείαις ἐντολαῖς κατηρτισμένην ἔδων, εἰς τὴν προτέραν ἔγνω καὶ πάλιν ἐπανελθεῖν ἐρημίαν. Νυκτός τουγαροῦν ἀναστάς· Κύριε ὁ μόνος ἀγαθός, ὁ μόνος ἀμνησίκακος, ἔλεγεν, ὁ τὴν νιόλεκτον ταύτην πληθὺν τῶν τοῦ ἀντικειμένου λύσας δεσμῶν, καὶ διὰ τῆς εἰς σε πίστεως πόθῷ συνδείσας τῷ σῷ αὐτὸς ἐπεδουλαῖς δαιμόνων ἀνάλωτον, τὸ μικρόν σου τουτί συντήρησον ποίμνιον· τείχισον αὐτοὺς ὡς ὅπλῳ τῇ σκεπη σου, καὶ τῇ κραταιᾷ σου δυναστείᾳ περίξωσον· εὐμενή δέ σε καὶ ὁ ταλαίπωρος ἐγὼ εὕροιμι, ὅτε θήσεις κρίσιν εἰς ἐλπίδα καὶ τὴν ἐλεημοσύνην σου εἰς σταθμούς· μηδὲν ἁμαρτήματος λόγῳ τῷ τῆς ὑποχωρήσεως ταύτης παρὰ τῇ σῇ χρηστότητι λογισθείη μοι· σὺ γὰρ εἴ γνώστης κρυφίων καὶ καρδιῶν ἐξεταστῆς, καὶ σὺ συνήκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, ὅτι διὰ σὲ καὶ τὸ σὸν φίλτρον τὴν ἀποδημίαν ταύτην ειλόμην· καὶ τῶν βιωτικῶς ἰδοὺ πάντων ἐμαυτὸν ὑπεξάγω, μή πού τινι τούτων οἷα σκοπέλῳ προσράξας, ἐν πελάγει μέσῳ τῶν κοσμικῶν φροντίδων ὑποστῶ τὸν ναυάγιον. Εἶχε μὲν οὖν αὐτῷ τέλος τὰ τῆς εὐχῆς, καὶ τρὶς τῷ Δεσποτικῷ σημείῳ τὴν κώμην διασφραγίσας καὶ ταύτην Θεῷ παραθεὶς, ἐξόδῳ τινὶ λαθραία κλέπτει τὴν ὑποχώρησιν. ΙΔ΄. Εωθεν οὖν τοὺς τῆς κώμης τὸ κυριακὸν, ὡς ἔθος, καταλαβόντας, ὥστε τῆς παρὰ τοῦ ποιμένος εὐλογίας ἀξιωθῆναι, καὶ τοῦτον ἐν αὐτῷ μὴ εὑρόντας, σύγχυσις εἶχε, καὶ λύπη, καὶ ἀθυμία· ἔρευναν τοίνυν τοῦ ἀνδρὸς ἀκριβῆ ποιησάμενοι, μέρος τε γῆς οὐκ ὀλίγον κατὰ ζήτησιν ἐκείνου περιελθόντες καὶ κεναῖς χερσὶν ὑποστρέψαντες, προσέρχονται μετά θερμῶν δακρύων τῷ τῆς ἐπισκοπῆς προεστῶτι καὶ τὴν τοῦ ἰδίου ποιμένος στέρησιν πρὸς αὐτὸν ἀποδύρονται. Ὁ δὲ τοῖς ἴσοις τῆς ἀθυμίας καὶ αὐτός τρωθεὶς βέλεσιν, ἴσην αὐτοῦ ποιεῖται καὶ ζήτησιν. Ἐπεὶ δὲ καὶ οὗτος ἀνήνυτα ἔγνω πονῶν (εκρύπτετο γὰρ ἀσφαλῶς ἐπιθυμίᾳ τοῦ τῆς ἡσυχίας καλοῦ ᾿Αβράμιος), μέρος τοῦ ὑπ' αὐτὸν κλήρου τηνικαῦτα παραλαβὼν καὶ εἰς τὴν κώμην γενόμενος, πρῶτα μὲν ἱκανῶς παραμυθεῖται τὰς ἐκείνων ψυχὰς ὁδυνήρως ἄγαν ἐχούσας τῇ τοῦ ποιμένος ἀποδημία, ἔπειτα τοὺς δι' ἀρετὴν ἐπιφανεστέρους ἀπολεξάμενος, τοὺς μὲν πρεσβυτέρους, τοὺς δὲ διακόνους καὶ ἄλλους ἄλλοις τῶν ἱερῶν ἐγκαταλέξας βαθμῶν, καὶ τούτοις οἱονεί τινα παραδούς κανόνα καὶ τύπον τῆς κατὰ τὴν ᾿Εκκλησίαν δοξολογίας καὶ ζωὴν αὐτοῖς εἰρηνικήν τε καὶ ἄλυπον ἐπευξάμενος, ἀπαλλάττεται. Απερ οὖν οὐδὲ τὸν θεῖον ᾿Αβράμιον ἐλελήθει, ἀλλὰ καὶ αὐτὸς ἐν ᾧ κέκρυπτο τόπῳ τὰ τοιαῦτα
col. 61–62page 26 of 34
PG 115:61μαθὼν καὶ τῶν περὶ τῆς κώμης ἐκείνης φροντίδων τὴν ψυχὴν ἀπολύσας (εἰ γὰρ τῷ τῆς ἐρημίας ἥττητο ἔρωτι, ἀλλὰ καὶ ταῖς περὶ τοῦ ποιμνίου φροντίσι πάλιν δεσμοῖς τισιν ἀλύτοις ἐδέδετο), τὴν ψυχὴν τοίνυν ἐπὶ τούτοις διαναπαύσας, Θεῷ τε τὰ εἰκότα εὐχαριστήσας, εἰς τὸ παλαιὸν ἐκεῖνο καὶ πάλιν ἐπάνεισιν οἰκητήριον ἐχόμενά τε αὐτοῦ οἰκίσκον ἕτερον ἐποικοδομήσας καὶ τὴν εἴσοδον ἀποφράξας, τῷ προτέρᾳ δίδωσι καὶ αὖθις ἑαυτὸν ἐρημίᾳ. Τίνα δὲ τὰ ἐντεῦθεν καὶ ὁποίας αὐτῷ τίθησι παγίδας ὁ τοῖς τοιούτοις ἀεὶ βασκαίνων ἐχθρός, μὴ παραλιπεῖν ἄξιον. Μέσαι μὲν δὴ νύχτες ἦσαν τὰς συνήθεις εὐχὰς ποιουμένῳ τῷ Ἀβραμίῳ καὶ ὁ τοῦ σκότους προστάτης προσωπεῖον φωτὸς ὑποδὺς καὶ αὐτὸ τοῦτο φῶς εἶναι ὑποκρινάμενος, φωνὴν πρὸς αὐτὸν ὡς ἀπὸ πλήθους δῆθεν ἠφίει πολλοῦ· Μακάριος εἶ, γέρον Ἀβράμε, λέγουσαν, ὄντως μακάριος εἶ, καὶ οὐδεὶς οὕτω τὰ θεῖα τέλειος ἐγένετο κατὰ σέ. Ὁ δὲ τὸ πρᾶγμα μὴ ἀγνοήσας, ἀλλὰ τοῦτον ἐκεῖνον εἶναι ὑπονοήσας, τὸν καὶ πρώην ἰσοθείας ὑποβολῇ τὸν ἄνθρωπον ἀπατήσαντα καὶ τὸ φῶς τοῦτο πάλιν οἱονεί τι δέλεαρ εἶναι κενοδοξίας ὑπολαβών· Πεφίμωσο, ἔλεγεν· ἐπιτιμᾷ σοι Χριστὸς ὁ Θεός, πονηρέ· ἀφίστασο θάττον ἀπ' ἐμοῦ, ὑποχώρει μοι· οὐδὲν γὰρ ἂν ἕτερον ἐμαυτὸν ἔγωγε οἰηθείην, ὅτι μὴ γῆν καὶ σποδόν. Ταῦτα εἶπε, καὶ εἰς καπνὸν εὐθὺς ἡ φαντασία τοῦ φωτὸς διελύθη, καὶ τὸ δράμα ἠλέγχθη, καὶ ἡ σκηνὴ τὸ προσωπεῖον ἀπέρριψεν. Οὕτω τοιγαροῦν αἰσχυνθείς, διὰ τῶν ἐναντίων προσβάλλει, ὥσπερ ἐκεῖ διὰ κολακείας, οὕτως ἐνταῦθα διὰ δέους ὑποσκελίσαι πειρώμενος. ΙΕ΄. Οὐ πολὺ γὰρ τὸ ἐν μέσῳ καὶ ὁρᾶται νύκτωρ αὐτῷ πάλιν ἀξίνην κατέχων τῇ δεξιᾷ καὶ μέσην μὲν οἰκὼς τὴν τῆς στέγης δοκὸν διατέμνειν, συσσείων δὲ δεινῶς καὶ κλονῶν τὸν οἰκίσκον, πλήθη τε κατὰ τοῦ Ἀβραμίου μετὰ σπουδῆς οἱονεὶ συγκαλῶν καὶ ὅλως θορυβῶν τὸν ἄνδρα καὶ ἐκταράττων. Ὁ δὲ κἀνταῦθα πάλιν ὁ αὐτὸς ἦν, οὐκ ἀγνοῶν τὸν πολέμιον· ἀμέλει καὶ πρὸς τὴν ὄψιν οὐδὲν διαταραχθείς· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,» ἠρέμα καθ' ἑαυτὸν ὑπεψιθύριζεν, «καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Τοιαύταις κατ' ἐχθροῦ ἐπῳδαῖς ὁ Ἀβράμιος, τοιούτοις ὅπλοις ἐκέχρητο. Τί οὖν ἐκεῖνος; Ἐπιστρατεύει καὶ αὖθις αὐτῷ μετὰ ταῦτα, σφοδρῷ πάνυ πυρὶ καταπιμπρᾶν δοκῶν τὸ ψιάθιον· καὶ ὃς οὐδὲν πρὸς τὴν φλόγα παθὼν ἐκείνην, ἀταράχῳ ψυχῆς ἐπέβαινεν αὐτῆς καταστήματι· «Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» Εἶτα καταλαμβάνει λοιπὸν ἡ τῆς τροφῆς προθεσμία καὶ ὁ μὲν ὕδωρ μόνον ἑαυτῷ παρατίθεται· μεταβαλὼν δὲ εἰς νεανίσκον ὁ πονηρός, τῇ χειρὶ ψαύει τοῦ ποτηρίου, ἀνατρέψαι τοῦτο πειρώμενος. Ἀβράμιος δὲ ὁ θεῖος μηδὲν ὑποδειλιάσας μετὰ καταστάσεως ὑγιοῦς τὸ ὕδωρ προσίετο· καὶ ὅρα μοι τοῦ πονηροῦ τὴν ἀναίδειαν καὶ ὅπως πολλάκις ἀποκρουσθεὶς οὐδὲ οὕτως ἀφίστατο· ἀλλ' εἰς ἕνα τῶν ὑπηρετουμένων τῷ ἁγίῳ καὶ στολῇ καὶ μορφῇ ἑαυτὸν διαμείψας, λυχνίαν τε παρετίθει·
col. 63–64page 27 of 34
PG 115:63ᾄδειν τὰ τοιαῦτα ἐδόκει· «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.» Καὶ ὁ μακά ριος ὄντως ἐκεῖνος κωφὸς ἦν πρὸς ταῦτα βύων τὰ ὦτα, ἕως τῆς βραχείας ἐκείνης μετείληφε τροφῆς. Μετὰ δὲ τὴν μικράν ταύτην τοῦ σώματος θεραπείαν τῷ τοῦ σταυροῦ σημείῳ φραξάμενος· Εἰ μακαρίους οἶδας, φησί, τοὺς ἀγαπῶντας τὸν Κύριον, τί δήποτε παρέχων οὐ παύῃ τούτοις ὄχλησεις ἀεὶ καὶ πράγμα τα; Κἀκεῖνος ὑπολαβὼν τὴν ἑαυτοῦ κακίαν καὶ ἄκων ὁμολογεῖ καί φησιν· ὅτιπερ αὐτοὺς ὁρῶ τὸ ἀγαθὸν μετιόντας, καὶ ὁρῶν οὐκ ἀνέχομαι. Ταῦτα εἰπὼν, εὐθὺς ᾤχετο. ΙΣ΄. Οὕτω δὲ πέμπτη μεταξὺ διῆλθεν ἡμέρα καὶ προσβάλλει πάλιν ὁ χαλεπὸς οὗτος τῷ ἁγίῳ πολέμιος μετὰ τοῦ πονηροῦ περὶ αὐτὸν στίφους καὶ τῆς συν ήθους ἐκείνης μηχανῆς καὶ σκαιότητος· ἐδόκουν δὲ σχοινίας πάντοθεν τὸν οἰκίσκον διαλαβόντες, ἕλκειν τε αὐτὸν ὅλαις χερσὶ καὶ ἀλλήλοις ἐπικελεύεσθαι καθάπερ ἐν πλήθει φιλεῖ γίνεσθαι· Ὁρᾶτε, λέγοντες, κατὰ τοῦ παρακειμένου κρημνοῦ ῥίψωμεν τὸν Ἀβράμιον. Ὁ δὲ (ὦ ψυχῆς ἀπτοήτου! ὦ γενναίου φρονήματος!) οὐδὲ πρὸς οὕτω σκαιοτάτην ἐπίνοιαν ἐδεδίει καὶ καταπέπληκτο, ἀλλ'· «Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον,» ἠρέμα ὑπέψαλλε, «καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Ταῦτα ὁ μὲν καθ' ἑαυ τὸν ὑπεφώνει· οἱ δὲ μετὰ πολλοῦ τοῦ δέους ἠλαύνοντο, καθάπερ τινὸς στρατηγοῦ γενναίου, μηδὲ ψιλὴν ἀπειλὴν ὑπομείναντες. Οὕτως μὲν οὖν ὁ ἱερὸς οὗτος Ἀβράμιος καὶ πρὸς τοσοῦτον ὕψος τῆς πνευ ματικῆς ἀνέπτη φιλοσοφίας. ΙΖ΄. Κἀκεῖνα δὲ χρὴ τοῖς περὶ αὐτοῦ λοιπὸν ἐπι σημήνασθαι διηγήμασιν, οὐδενὸς εἰς θαύματος λόγον τῶν προλαβόντων λειπόμενα, ὡς οὐ μόνον ἀκτῖνα πέμποι ἀεὶ φαιδρὰν ἀπὸ τοῦ προσώπου, καίτοι μὴ ἐῤῥωμένως ἔχων τοῦ σώματος, ἀλλ' ὑπὸ τῆς ἄγαν ἐγκρατείας τακερῶς τε καὶ ταλαιπώρως, ἀλλ' ὅτι κἀν τῷ καιρῷ τῆς ἐσχάτης ἐκδημίας καὶ ἀναλύσεως τὸ τοιοῦτον ἐρύθημα τὴν οἰκείαν οὐκ ἠγνόησε φύσιν, ἀλλ' ἀκμαῖον ἔτι καὶ ἀνθηρὸν ταῖς παρειαῖς ἐπεκάθητο· καὶ τὸ δὴ τούτων πολλῷ χαριέστερον, ὅτι καὶ ἃ περιβέβλητο ῥάκη παρ' ὅλον αὐτῷ τὸν ἀσκητικὸν ἐκεῖνον ὑπηρετήσαντα βίον (ἔτος δὲ πεντηκοστὸν ὁ Ἀβράμιος ἤσκητο) οὐκ εἶξε τῷ τοῦ χρόνου μήκει καὶ διεῤῥύη, ἀλλ' ἐν ἴσῃ διὰ παντὸς ἦν ἀκμῇ καὶ νεό τητι, τὸ σῶμα τῷ ἁγίῳ περικαλύπτοντα. Καιρὸς δὲ λοιπὸν ἐπὶ τὸ μέγα καὶ θαυμαστὸν ἐκεῖνο μεταβῆναι διήγημα, καὶ ὁ τοῦ κατὰ Θεὸν ζήλου, καὶ τῶν ἀπο στολικῶν αὐτοῦ σπλάγχνων, καὶ τῆς φιλοστοργίας ἐπὶ τὸ ἐπισημότατον· τοῦτο δὲ καὶ μόνον λεχθέν κατηφείας μὲν ἅμα καὶ πάθους πρότερον τὰς φιλανθρώπους πληρώσει ψυχάς, ἡδονῆς δὲ πάλιν ἀπὸ τοῦ τέλους καὶ εὐθυμίας, καὶ πείσει μὴ ἀπογινώσκειν ἑαυτῶν κἂν εἰς ἔσχατον κακίας κατενεχθῶσιν. Ἔχει δὲ οὕτως· ΙΗ΄. Ἐτελεύτησεν ἀδελφὸς κατὰ σάρκα τῷ Ἀβρα μίῳ· ἐτελεύτησε δὲ ἐπὶ θυγατρὶ καὶ ἡ παῖς κομιδῇ
col. 65–66page 28 of 34
PG 115:65ἐπία καὶ ὀρφανὴ παντάπασι καταλέλειπτο· ἤδη γὰρ ἦν καὶ ἡ μήτηρ προτεθνηκυῖα. Λαβόντες τοιγαροῦν οἱ προσήκοντες αὐτὴν, ἑβδομὸν ἄρτι γεγονυῖαν ἔτος, ἄγουσι παρὰ τὸν πρὸς πατρὸς θεῖον, τὸν θεῖον ὄντως Ἀβράμιον. Ὁ δὲ καὶ τὴν τοῦ ἀδελφοῦ ζημίαν παραμυθούμενος, καὶ τὴν παῖδα τῆς πολλῆς ἐκείνης νεότητος καὶ ὀρφανίας κατελεήσας, ὑποδέχεται χερσὶν ὑπτίαις αὐτὴν, ἀπονέμει τε αὐτῇ τὸν ἔξω τοῦ κελλίου οἰκίσκον, καὶ ἦν τὸ λοιπὸν ἐπ᾿ αὐτὴν ὑπὸ θυρίδι προκύπτων, Γραφάς τε αὐτὴν τὰς ἱερὰς ἐκπαιδεύων, ὁδὸν τε αὐτῇ τὴν ἀρίστην ὑποδεικνύων, ἐπιῤῥωνεύων τε πρὸς τοὺς πνευματικοὺς ἀγῶνας καὶ ὑπαλείφων· καὶ ὅλως καθάπερ τις ἀετὸς ἦν, ἀνέχων τῷ πτερῷ τὸν νεόττιον, συνεπικουφίζων τε, καὶ διαβαστάζων, καὶ τέμνων σὺν αὐτῇ τὸν ἀέρα, καὶ οὕτως πρὸς τὸ τῆς ἀρετῆς ὕψος διδάσκων αὐτὴν ἵπτασθαι. Ἡ δὲ καὶ σφόδρα ἔτι νέα καὶ οὕτως ἄωρος οὖσα, ὅμως ἐπεδίδου πρὸς ταῦτα καὶ μείζονα πολλῷ τῆς ἡλικίας τὴν ἀρετὴν ἐπεδείκνυτο, ἐφ᾽ οἷς ἀγάλλετο μὲν τὰ σπλάγχνα καὶ τὴν καρδίαν Ἀβράμιος, καθάπερ ἐπιγνησίᾳ θυγατρὶ πατὴρ, καὶ ἀπροσκόπως αὐτὴν ἀνύσαι τὸν δρόμον τῆς ἀσκήσεως ηὔχετο. Ἔχαιρον δὲ καὶ πάντες, ὅτι ἐν ἡλικίᾳ τοιαύτη τοσαύτην εἶχε περὶ τὰ πνευματικὰ εὐδοκίμησιν καὶ οὕτως ἦν περὶ αὐτὰ σπουδαία τε καὶ φιλόπονος. ΙΘ΄. Ἐν τούτῳ ἑαυτὴν οὖσαν καὶ οὕτω θαυμαζομένην, ἐπειδὴ καὶ προϊούσαν εἶχε τὴν ἡλικίαν καὶ εἰκοστὸν ἤδη γεγόνει ἔτος, ἀνήρ τις, μοναχὸς μὲν τὸ σχήμα, τὴν δὲ γνώμην φθόρος καὶ μίαρος, κατὰ φιλίας νόμον τῷ μακαρίῳ φοιτῶν, καὶ ὀφθαλμοῖς ἰδὼν αὐτὴν ἀκολάστοις, ἄτοπον, οὐκ οἶδα πῶς, ἔρωτα καὶ αὐτῇ ἐμποιεῖ τῆς πρὸς αὐτὸν ὁμιλίας, τέχνῃ δὲ τοῦτο πάντως καὶ σκαιωρίᾳ τοῦ πονηροῦ, ἵνα καὶ ἀρετὴν τοσαύτην παίγνιον πικρᾶς φιληδονίας ποιήσηται καὶ ψυχῆς πάλιν ἱερᾶς, τῆς Ἀβραμίου φημί, δι' ἀθυμίας οὕτω μεγίστης καὶ συμφορᾶς περιγένηται· ἀναγκαζομένη οὖν ὑπὸ τοῦ ἀκολάστου τούτου ἔρωτος ἡ παρθένος, ἐξάγει διὰ τῆς θυρίδος ἑαυτὴν καὶ συγγενομένη τῷ μικρῷ ἐκείνῳ, καὶ τὴν χαλεπὴν ἐπιθυμίαν πληρώσασα, ἐπλήγη τὴν ψυχὴν εὐθέως καὶ σφοδρῶς ἐπὶ τοῖς τολμηθεῖσι κατανυγεῖσα περιπαθῶς ἄγαν αὐτὴν ὠλοφύρετο· Οὐαί μοι, ἐγὼ ἡ δειλαία, βοώσα, οὐαί μοι, ἡ εἰς τὸν τοῦ Θεοῦ ναὸν ἐνυβρίσασα, ἡ μολύνασα τὴν εἰκόνα τὴν βασιλικὴν, ἡ τὸ τῆς χειρὸς αὐτοῦ πλάσμα μιάνασα· φεῦ μοι τῇ ταλαιπώρῳ· φεῦ τῇ πασῶν ἀθλιωτάτη γυναικῶν, ὅτι πάντα τὸν ἔμπροσθεν τῆς ἀσκήσεως χρόνον βραχυτάτης ἡδονῆς ἀπεδόμην· φεῦ, ὅτι τὰ πρὶν οἰκοδομηθέντα μοι πάντα εἰς κενὰ καὶ μάτην πεπόνηται· ποίοις ὀφθαλμοῖς εἰς τὸν οὐρανὸν ἀτενίσω, τυφλοῦντας αὐτοὺς ἀκολάστοις βλέμμασιν ἔχουσα; ποίᾳ τοῦ Θεοῦ δεηθήσομαι γλώττῃ; χείλη δὲ ποῖα κινήσω πρὸς ἱκεσίαν, ἐν ἡδοναῖς αὐτὰ μεμολυσμένα καὶ ῥήμασι καὶ φιλήμασι φέρουσα; μετὰ ποίας δὲ παῤῥησίας τῇ θυρίδι προσέλθω, θυρίδι ἐκείνῃ, δι' ἧς ἐπέρρει μου τὰ γλυκέα τῷ λάρυγγι λόγια; πῶς δὲ τῷ θείῳ προσομιλήσω, ἡ τὰς ἐκείνου ἐντολὰς παραβᾶσα, καὶ τὰς πρὸς αὐτὸν ψευσαμένη ἐπαγγελίας, ἡ ἐναγής, καὶ φαύλη, καὶ μιαρά, καὶ σώμα ῥυπωθεῖσα καὶ τὴν
col. 67–68page 29 of 34
PG 115:67ψυχήν Οἴμοι, τίς γένωμαι ποῖ τράπωμαι ἱνατί ἔτι περίειμι; ὄφελον ἐπῆλθέ μοι πρὸ τῆς ἐπιθυμίας ὁ θάνατος! ὄφελον προανηρπάσθην τοῦ πτώματος, ἵνα κἂν θανάτου δῶρον εἶχον, τὴν ἀγνείαν τοῦ σώ ματος! Νῦν δὲ ποῖαί μοι πηγαὶ δακρύων τοσοῦτον ἀποπλῦναι ρύπον δυνήσονται; Ταῦτα καὶ τοιαῦτα πικρῶς ἀποδυρομένην προαρπάζει διὰ τοῦ τοιούτου πάθους αὐτὴν ὁ πονηρὸς εἰς ἀπόγνωσιν, καθάπερ οἶμαι δεδοικώς μὴ σφοδροτέρα χρήσηται διὰ τῆς μετ τανοίας τῇ προθυμίᾳ καὶ μεῖζον λάμψη τοῦ προτέρου παρὰ πολὺ καὶ σφοδρότερον. ἀπογνοῦσα τοίνυν τὴν ἑαυτῆς σωτηρίαν, εἰς ᾿Ασόν τινα πόλιν ἀποδιδράσκει, δυεῖν ὁδὸν ἡμερῶν ἀπέχουσαν· καὶ πρός τινι καταλύσασα πανδοχείῳ τὸ σχῆμά τε διαμείψασα καὶ κοσμικὴν ἐσθῆτα μεταβαλούσα, πρόχειρος ἦν τα βουλομένῳ παντί, πικρᾶς ἡδονῆς ὑπηρέτις. Κ΄. Ταύτῃ τοίνυν ἐκείνης ἐχούσης καὶ θήρατρον οὕτω λίχνοις ὀφθαλμοῖς προκειμένης, γίνεται ὄναρ εἰς τὸν ἐνδοτέρω οἰκίσκον ἡσυχάζοντι ᾿Αβραμί τοιοῦτον· ἐδόκει δράκων αὐτῷ μεγέθει μέγιστος καὶ δεινὸν ὑποβλέπων τῶν οἰκείων φωλεῶν ἀνερπύσας καὶ παρὰ τὸν αὐτοῦ οἰκίσκον ἐλθὼν περιστερὰν ἔνδον οὖσαν καταπιεῖν· εἶτα πρὸς χηραμοὺς αὖθις τοὺς ἑαυτοῦ καταδύναι· διυπνισθεὶς οὖν ἐκεῖνος ὑπὸ τοῦ δείγματος, άθυμος ἦν καὶ τεταραγμένος, καὶ τὴν ὄψιν διωγμόν τινα προσημαίνειν κατὰ τῆς Ἐκ κλησίας ὑπολαβών, εὐχῇ τοῦ λοιποῦ συντονωτέρα προσέκειτο, ἐκκαλυφθῆναι σαφῶς δεόμενος αὐτῷ τὰ τῆς ὄψεως· καὶ ἡ ἔκβασις οὐκ ἐβράδυνεν· ἀλλὰ μετὰ τρίτην ἐξ ἐκείνου ἡμέραν ἐδόκει δράκοντα πάλιν ἐκεῖνον ὁρᾷν, ἐχεῖθεν ὅπου κατέδυ πρότερον ένα δύντα καὶ παρ' αὐτὸν ἐρπύσαντα τοῖς αὐτοῦ τε ποσὶ κεφαλὴν ὑποσχόντα, τὸν μὲν αὐτίκα μάλα διαρραγῆναι, τὴν δὲ περιστερὰν, ἣ καταπιεῖν αὐτὸν ὁ προλαβὼν ὑπέδειξεν ὄνειρος, ἄῤῥυπον ὅλην καὶ καθαρὰν ἐκ μέσης αὐτοῦ τῆς γαστρὸς ἀναπτῆναι ταῦτα ἰδὼν καί τινα κρίνας τῆς ἀνεψιᾶς ὄλισβον ψυ χῆς ὑποφαίνειν τὴν θέαν, θορύβου τε καὶ ἀθυμίας εὐθέως υποπλησθεὶς καὶ οὕτως ὡς εἶχε τεταραγμένως τῆς θυρίδος προκύψας - Μαρία μου, Μαρία μου, φησί, τί σοί, ὦ τέκνον, ἐστὶ τὸ ῥᾳθυμία, ἐμ ποιῆσαν τοσαύτην, ὡς παρ' ὅλας δύο ταύτας ἡμέρας μὴ στόμα κινήσαι προς αἴνεσιν, μὴ τὰς συνήθεις ἀποδοῦναι δοξολογίας, μὴ προσελθεῖν τῷ θυρίδι, μὴ διδασκαλίαν αἰτῆσαι, μὴ λογίων ἐκείνων ἀκρόασιν, ἃ καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί σου καθί σταντο; ΚΑ΄. Ταῦτα πρὸς τὴν ἀνεψιάν δῆθεν εἰπὼν καὶ μηδὲν παρ' αὐτῆς ἀκούσας (πῶς γάρ; ἐκείνης ἐν τῷ πανδοχείῳ περὶ ἔρωτας καὶ κώμους ἀσχαλουμέν νης), ἔγνω σαφῶς, τὴν ὄψιν περὶ αὐτῆς ὑπαινίττεσθαι καὶ ὀδυνηρότατα παραχρήμα διατεθεὶς τὰ σπλάγχνα το ὑπεραλγήσας καὶ στεναγμόν, οιονεί τινα καπνὸν τῆς ἔνδοθεν φλογός, ἀναπέμψας, ἐδεῖτο τοῦ Θεοῦ τὸ λοιπὸν, ὥστε ἀνανῆψαι πάλιν αὐτήν, καὶ διαναστῆναι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν εὐδοκίμησιν· εἰ γὰρ καὶ τὸν τρόπον τέως τῆς ἀπο δημίας ήγνόει, καὶ τὸν τόπον, ἐν ᾧ τηνικαῦτα Μαρία διέτριβεν, ἀλλὰ τὸ λεληθὸς τῆς ὑποχωρήσεως καὶ ἡ φανεῖσα ὄψις ἐκείνη οὐκ ἀγαθὰς παρεῖχεν αὐτῷ περὶ
col. 69–70page 30 of 34
PG 115:69αὐτῆς τὰς ἐλπίδας. Ἐπὶ δυσὶ μὲν οὖν ἔτεσιν ἐδεῖτο περὶ αὐτῆς τοῦ Θεοῦ· ἡ γὰρ διπλὴ τοῦ ὀνείρατος ὄψις τὸ τοῦ χρόνου διετές ὑπεσήμαινε· περὶ δὲ τὴν τοῦ δευτέρου ἔτους τελευτὴν ἐπανεισί τις τῶν φίλων, ὃς ἐτύγχανε παρ' αὐτοῦ κατὰ ζήτησιν ἐκείνης ἀπεσταλμένος, ὅποι τε ἡ ἀνεψιά διατρίβει καὶ παρὰ τίνι καὶ ὅπως, σαφῶς πάντα μηνύων τῷ Ἀβραμίῳ· καὶ παραχρῆμα μὴ μελλήσας ἐκεῖνος μηδέν, μηδ' ἀναβαλλόμενος, ἀλλὰ μακρὰ χαίρειν εἰπὼν καὶ γήρᾳ, καὶ ἡσυχίᾳ, καὶ μοναχικῷ καὶ σχήματι καὶ μνήματι, ὅπως ψυχὴν τῶν δικτύων ἐξελκύσῃ τοῦ διαβόλου, καὶ στρατιωτικῇ μὲν χρησάμενος τῇ στολῇ, ἐνθέμενος δὲ τῷ κόλπῳ καὶ νόμισμα ἐν (τοσούτου γάρ ἐτύγχανεν εὐπορῶν), ἵππον τε μισθωσάμενος, καὶ τούτου τὸ τάχος ἐπιβάς, κατὰ τὸν πρῶτον καὶ οὗτος Ἀβραὰμ τῆς ἐπὶ τὸ πανδοχεῖον φερούσης ἥψατο. Ὁ μὲν γὰρ κατὰ τῶν πέντε βασιλέων ἐκστρατεύσας Λὼτ τὸν τούτου ἀδελφιδοῦν ἀνεσώσατο τῆς αἰχμαλωσίας, ὁ δὲ πρὸς πάλην τῷ ἀντικειμένῳ χωρήσας καὶ κατὰ κράτος τοῦτον ἑλών, τὴν οἰκείαν ἀδελφιδὴν ἤγαγεν. ΚΒ΄. Καταλαβών τοίνυν τὸ πανδοχεῖον, οἷά τις ἔμπειρος θηρατὴς καὶ πολλάκις τοιαύτης θήρας τετυχών, παρετήρει τῇδε κἀκεῖσε, εἴ που μικρὸν ὑποβλέψαι δυνηθείη τὸ θήραμα· ἐπεὶ δὲ πολὺς ἐτρίβετο χρόνος αὐτῷ, καὶ οὐκ εἶχεν, ὅπως τὴν ζητουμένην θεάσηται· τοσούτῳ γὰρ ἐκείνη σώφρονας ὀφθαλμοὺς ἐφυλάττετο, ὅσῳ τοὐναντίον λίχνοις καὶ ἀκολάστοις ἐπέτρεχεν· ἐπεὶ τοίνυν οὕτως εἶχε καὶ περὶ τὴν θέαν αὐτῆς ἀδυνάτως, ἐπινοεῖται τι πράγμα, ὃ καὶ μόνον ἱκανὸν παραστῆσαι τὸν πολὺν αὐτοῦ ζῆλον ἐκεῖνον καὶ ὅπως ὑπὲρ τοῦ σῶσαι ψυχὴν οὐδενὸς τὸ παράπαν ἀπείχετο· πλάττεται μὲν γὰρ ἐραστοῦ καὶ σχῆμα καὶ τρόπον, ὁ μικροῦ τῆς τῶν ἀγγέλων παραπτόμενος αὐλίας, ἔρωτά τε σαρκικὸν ἐρῶν ὑποκρίνεται· καὶ ἠρέμα τῷ πανδοχεῖ προσελθών· Ἀκούω κόρην τινὰ παρὰ σοί, φησί, κάλλει περιφανῶς διαπρέπουσαν τοῦ πανδοχείου προϊσταμένην, ἑταιρικῶς τοὺς βουλομένους δέχεσθαι· ταύτης κἀγὼ τοίνυν ἐρῶν ἀφικόμην. Καὶ ὁ πανδοχεὺς πρὸς τὴν πολιὰν βλέψας τοῦ Ἀβραμίου, ἄγνοιαν δὲ τοῦ δράματος ἔχων καὶ οὐκ εἰδὼς τί βουλόμενος ἐρῶν ὑπεκρίνετο, ἐμυσάττετο μὲν αὐτὸν τῇ ψυχῇ καὶ πολλὴν ἀκολασίαν αὐτοῦ καὶ ἀσέλγειαν κατεγίνωσκεν, ὅτι μηδ' ἐν χώρᾳ τοσούτῳ καὶ πολιᾷ σωφρονεῖν ἀνέχοιτο, ἀλλ' οὕτως ἀπᾴδων πολὺ τῆς ἡλικίας ὁ τρόπος. Ὅπως δὲ μὴ τῶν ἐπὶ τῇ κόρῃ μισθῶν ἀποστερηθείς, διερεθίζειν δῆθεν ἐδόκει καὶ ὑποκνίζειν, καὶ εἰς πλείονα τὸν ἅγιον τὴν ἐπιθυμίαν ἐκκαίειν, τὴν κόρην μὴ ἁπλῶς ὡραίαν καὶ καλὴν εἶναι λέγων, ἀλλὰ καὶ τῶν ἄλλων γυναικῶν τοσοῦτον ἀμείνονα, ὅσῳ καὶ τῶν λοιπῶν ἀνθέων τὸ ῥόδον φαιδρότερον· ὄνομα δὲ αὐτῇ Μαρία. ΚΓ΄. Ταῦτα τοῦ πανδοχέως εἰπόντος, ἀκούσας τοῦ ὀνόματος ὁ Ἀβράμιος, ἔγνω ταύτην ἐκείνην εἶναι σαφῶς καὶ οὐκέτι ἐπιδοιάζων ἦν, ἀλλ' ὁ κόλπος εὐθὺς εἶχε τὴν χεῖρα καὶ τὸ νόμισμα τῷ ξενοδόχῳ καταβαλών, δεῖπνόν τε παραθεῖναι καὶ τὴν κόρην ἐπὶ τὸ δεῖπνον ἐξαγαγεῖν ἐπιτρέπει· πολυτελῶς
col. 71–72page 31 of 34
PG 115:71τοίγαροῦν τὸ δεῖπνον ὁ πανδοχεὺς εὐτρεπίσας, ἐξάγει τὴν κόρην ἐπ᾿ αὐτό, θρυπτικῶς εὖ μάλα καὶ ἁβρῶς τε καὶ ἀνειμένως ἔχουσαν, ἣν ἰδὼν οὕτως ἐταιρικῶς διεσκευασμένην Ἀβράμιος, μέσην τιτρώσκεται τὴν καρδίαν καὶ σιγῇ μὲν ἐπέχειν ἐπειρᾶτο τὰ δάκρυα, μὴ φυγαδεύσωσι τὴν κόρην τὸ δράμα μηνύσαντα· τὰ δὲ ὅμως στῆσαι τὴν ῥοὴν οὐκ ἠδύνατο νικώμενα τῇ τοῦ πάθους ἀνάγκῃ, ὅθεν ἐδάκρυεν ἀστακτὶ, τὸ πρόσωπον ἐπὶ θάτερα στρέφων καὶ τὰ δάκρυα τῶν παρειῶν ἀπωθούμενος. Ἵνα δὲ κλέψῃ πᾶσαν ἐπὶ τούτων ὑπόνοιαν, καὶ λόγους αὐτῇ προσῆγεν ἐρωτικοὺς, ἐνένευε τε, καὶ ἡδὺ προσεγέλα, καὶ λίαν ἐπ αγωγὸν ἐμειδία, καὶ τἆλλα πάντα ἐποίει, ὅσαπερ ὑποκνίσαι καὶ ἀναφλέξαι πρὸς ἔρωτα δύναται. Κά κείνη πάλιν ἀντεπῆγεν Ἀβραμίῳ τὸ φίλημα καὶ περιπλακεῖσα προσφυῶς τὸν τράχηλον κατασπάζεται· ἐν τούτῳ δὲ τῆς ἀποζούσης τῶν ἁγνῶν τε καὶ ἀσκη τικῶν μελῶν εὐωδίας ἠρέμα ὑπαισθομένη, τῆς τε προτέρας πολιτείας ἀναμνησθεῖσα καὶ τοῦ τῆς ἁγνείας καλοῦ καὶ οἵων ἡ δυστυχὴς ἐξέπεσεν ἀγα θῶν, ἐδάκρυε μάλα θερμόν, καὶ ὑπέστενε, καὶ, Οὐαί μοι, ἔλεγε, τῇ ἀθλίᾳ· οὐαί μοι, τῇ τοσούτων ἁμαρ τημάτων σχοινία περικειμένῃ· οἴμοι, τί δράσω; πῶς οὐκ ἂν με νῦν ἡ γῆ καταπίοι; Ἐφ᾽ οἷς ὁ πανδοχεὺς ἀπορούμενος, οἷα μηδὲ εἰδὼς τι τῶν προλαβόντων· Μαρία, Μαρία, κυρία, ἔλεγε, διετῆ δὴ τοῦτον ἄρτι συνδιάγων σοι χρόνον, οὐδέποτε σε πρὸς τοσαύτην κατήφειαν καὶ ἀθυμίαν εἶδον κατενεχθεῖσαν· ἐκλύομαι οὖν ὑπὸ τῆς ἀπορίας καὶ τρέμω, πόθεν ἄρα καὶ ὅπως τοιαῦτα λέγειν ἐπῆλθέ σοι. Ἡ δέ, ὥσπερ αὐτῷ γνωρίζουσα τὴν αἰτίαν· Διότι, φησί, μὴ πρὸ δύο τούτων ἐτελεύτησα χρόνων· οὕτω γὰρ ἂν ἤμην πάντως ἐν μακαρίαις. ΚΔ΄. Πρὸς ταῦτα δείσας ὁ ἱερὸς Ἀβράμιος, μὴ καὶ αὐτὸς γένοιτο δῆλος, εἶτα φυγὰς οἴχοιτο ἡ ἀνεψιά, ὑπὸ τῆς πολλῆς ἐκείνης δακνομένη μεταμελείας καὶ μηκέτι φέρουσα βλέπειν αὐτόν, οὗ τὰς ἐντολὰς οἶδε φανερῶς ἀθετήσασα· καὶ οὕτως ἐκ μέσων αὐτὸν χει ρῶν τὸ θήραμα διαφύγοι πρὶν ὅλον καταπίοι τὸ δέλεαρ, καὶ πᾶσαν διὰ τοῦτο βουλόμενος ἀνελεῖν ὑπο ψίαν, εἰς αὐθαδέστερον ἐραστοῦ τρόπον μεταβαλών· Ἔασον, ἔλεγεν, ἐπίσχες τὰ σκυθρωπὰ ταυτὶ ῥή ματα, γύναι· οὐ γὰρ ἐπὶ τούτῳ συνήλθομεν, ὥστε σε τήμερον ἀναμνησθῆναι τῶν πεπραγμένων. Καὶ πρὸς τὸν πανδοχέα λοιπὸν ἐπιστρέψας· Ἑταῖρε, πότον τινὰ καὶ αὖθις ἡμῖν συγκρότησον, ἔφη, ὅπως τῶν ἀμφότεροι συνησθείημεν· πόρρωθεν γάρ, ὡς ὁρᾷς, πάρειμι δι᾿ αὐτήν· τοῦ πότου τοιγαροῦν πολυτελῶς τελεσθέντος, ὁ παρ᾿ ὅλους πεντήκοντα χρόνους μηδὲ γυναικὸς ἀνασχόμενος ὄψιν, μηδὲ ἄρτου ποτὲ μηδὲ ὕδατος τῶν ἀναγκαιοτάτων μετα σχὼν ἄχρι κόρου, οἴνου καὶ κρεῶν κοινωνεῖ καὶ γυ ναικὶ πόρνῃ συνεστιᾶται, ἐπεὶ καὶ ἀγνισάμενον ἔδει ποτὲ καὶ τὸν μακάριον Παῦλον, ἀλλὰ καὶ ξυρῷ πρὸς τῇ κεφαλῇ χρησάμενον, πρὸς ὃν οὗτος ἑώρα καὶ οὗ μιμη τὴς τῶν σπλάγχνων καὶ τοῦ ζήλου καθίστατο, καὶ περι τεμόντα Τιμόθεον καὶ οὕτως Ἰουδαϊσμοῦ μὴ φεισάμενον, ἵνα ψυχὰς ἀπίστους ἑλκύσῃ πρὸς θεοσέβειαν. ΚΕ΄. Οὕτω τοιγαροῦν συνεστιαθέντες, λαβόμενοι
col. 73–74page 32 of 34
PG 115:73τῆς χειρὸς ἀλλήλων εἰς τὸν ἐνδοτάτω οἰκίσκον εἰσέρχονται· ἑστήκει δέ τις ἐν τούτῳ κλίνη, μαλακῶς εὖ μήλα τὸν κατακλιθέντα δυναμένη διαναπαύσαι ἐφ' ἧς καθίσαντος ἁβρῶς Ἀβραμίου, τοῦ στρωμνῇ ἀεὶ τῇ γῇ κεχρημένου· Ἐπίδος, ἡ κόρη φησὶ, ὑπολύσω σου τὰ ὑποδήματα. Ὁ δὲ τὴν θύραν μοχλοῖς ἀσφαλίσασθαι πρότερον ἐπιτάττει, κἀκείνης τὰ ὑποδήματα μᾶλλον ὑπολύσαι σφοδρότερον ἐγκειμένης, ὁ μακάριος οὐκ ἠνείχετο. Πεισθεῖσα τοίνυν ἐκείνη καὶ τὴν θύρεον ἀσφαλῶς ἐπικλεισαμένη, περιπλέκεται προσφυώς τῷ ἁγίῳ. Ἐπεὶ δὲ εἶδεν ἐν ἀφύκτῳ ἐχομένην Ἀβράμιος καὶ οὕτως ἐντὸς ἀρκύων τὸ θήραμα, τότε δὴ τὸ τοῦ ἐραστοῦ προσωπεῖον ἀποβαλὼν καὶ πᾶσαν ἐκείνην τὴν σκηνὴν καὶ τὴν ὑπόκρισιν ῥίψας, τὸν ἔνδον αὐτῇ ἀνακαλύπτει Ἀβράμιον, καὶ τὸν ἐπὶ τῇ κεφαλῇ τῆς ἀνεψιᾶς κόσμον περιελών καί τι βαρὺ καὶ περιπαθὲς ἀνοιμώξας· Σπλάγχνον μου, Μαρία, φησί, οὐκ οἶδας ὅστις ἐγώ; οὐκ ἐπιγνώσκεις τὸν συγγενή; Τί σοι ἄρα, ψυχὴ ἐμὴ, τὸ συμβάν; τίς ὁ πρὸς ἀπώλειαν ὑποσύρας σε; ποῦ νῦν τὸ ἀγγελικὸν ἐκεῖνο σχῆμα τῆς παρθενίας, ποῦ ὁ ἐσταυρωμένος βίος ποῦ τὸ τῆς κατανύξεως δάκρυον; πῶς ἀπὸ τοσούτου τῶν ἀρετῶν ὕψους εἰς ἔσχατον ἀπάτης βάραθρον κατηνέχθης; διατί μή μοι τὴν ἀκήρυκτον ἐκείνην τοῦ ἐχθροῦ μάχην ἐγνώρισας; Διατί μὴ τὸ χαλεπὸν ἐκεῖνο πτώμα παρὰ πόδας εὐθὺς ἐθριάμβευσας; πάντως ἂν ἐγώ σοι καὶ ὁ φίλος Ἐφραίμ δάκρυσι καὶ δεήσεσι τὰ πρὸς τὸν Θεὸν διεπρεσβευσάμεθα· ἐνατί τοσοῦτον ἐμάκρυνας ἀφ᾿ ἡμῶν; καὶ διατί ἐπελήσθην ἀπὸ σοῦ, ὡς ἀπὸ καρδίας νεκρός; Τί τοσοῦτον ἐάλως τῇ ἀπογνώσει, ἥτις ἐστὶ τὸ τοῦ πονηροῦ ἄφυκτον ἄγκιστρον, ὡς μηδὲ φείδεσθαι λοιπὸν ἑαυτῆς, ἀλλὰ τὰ τῶν αἰσχίστων ἀναιδῶς τολμᾷν καὶ ταῖς παρὰ τοῦ ἐχθροῦ πληγαῖς τὰς παρ᾿ αὐτῆς προστιθέναι, δέον διαναστῆναι μᾶλλον καὶ πολλὴν ἐπὶ τοῖς τολμηθεῖσι τὴν μεταμέλειαν ἐπιδείξασθαι; Οὐκ οἶδας τὰ τοῦ Θεοῦ σπλάγχνα περὶ ἡμᾶς καὶ ὅπως ἐστὶ μητρὸς κηδεμονικώτερος, οὕτως ἡμᾶς συνάγειν ἐθέλων (καὶ ταῦτα καταφρονούμενος πολλάκις καὶ παρορώμενος ὑφ᾽ ἡμῶν) καθάπερ τὰ νοσσία ὄρνις ὑπὸ τὰς πτέρυγας; Διὰ ταῦτα γοῦν ἅψαι παρακαλῶ τῆς ἐπὶ τὰ κρείττω φερούσης, καὶ πρὸς τῆς ἐμῆς πολιᾶς, καὶ πρὸς τῶν ἐπὶ σοὶ πόνων καὶ τῶν ἀφορήτων τῆς ψυχῆς ὀδυνῶν ἐκείνων καὶ τῆς πολλῆς ταύτης ἀθυμίας τε καὶ συγχύσεως, ἅψαι τῆς προτέρας διαγωγῆς· καὶ δός μοι μικρὸν ἀναπνεῦσαι καὶ μὴ μετὰ λύπης εἰς ᾅδου τὸ γῆρας τὸ ἐμὸν παραπέμψῃς. Ακʹ. Ταῦτα πρὸς τὴν ἀνεψιὰν λέγων Ἀβράμιος, παρὰ κωφὸν ᾄδειν ἐδόκει· νεύσασα γὰρ κάτω καὶ τὴν φωνὴν ὑπὸ τῆς πολλῆς ἐκείνης αἰσχύνης ἐπισχεθεῖσα, ἑστήκει ὁρῶσα εἰς γῆν καὶ πολλὰ τοῦ προσώπου ἀφιεῖσα χρώματα, ἐξ ὧν ἡ τε ἀγωνία καὶ ἡ ταραχὴ τῆς ψυχῆς ἐδηλοῦτο. ἐφ᾽ οἷς ἐκεῖνος οὕτω συγχυθεῖσαν αὐτὴν ἀνακτώμενος, μετὰ πολλῆς τῆς πραότητος καὶ τῆς ἐπιεικείας Διατί, ὦ τέκνον, οὔτε ἀποκρίνῃ μοι; ἔρη· οὐκ οἶδας, ὅτι διὰ σὲ τὴν τοσαύτην ὁδὸν ἐστειλάμην; οὐκ οἶδας, ὅτι διὰ τὴν σὴν σωτηρίαν ταῦτα πάντα ὑπεκρινάμην, τὸ στρατιωτικὸν τῆς στολῆς, τὸν ἔρωτα, τὴν κρεωφαγίαν, ὃν
col. 75–76page 33 of 34
PG 115:75οὐδέν ; Οὐκ ἔστι τι τῶν ἀνθρωπίνων πραγμάτων, ὅπερ ἀπαγορεύειν προσήκει οὐκ ἔστι τι τῶν τῆς ψυχῆς τραυμάτων οὕτως ἀνίατον, ὁ μὴ τῷ καλῷ τῆς μετανοίας πυρὶ καιόμενον θεραπεύεται. Επ' ἐμὲ ἡ ἀνομία σου, τέκνον ! ἐγὼ τὰς ὑπὲρ σοῦ εὐθύνας ὑφέξω Χριστῷ · μόνον ἐλθε μετ᾿ ἐμοῦ και πρὸς τὸ τῆς ἐρη μίας οικητήριον πάλιν ἐπανέλθωμεν. Πρὸς ταῦτα μόλις ἐκείνη ποτέ ταπεινόν τι καὶ σκυθρωπὸν καὶ οἷον ἀθυμίᾳ τεθνηκὸς ὑποφθέγγεται· Εἰ πρὸς σὲ καὶ τὰς σᾶς ὄψεις οὐδὲ ὀφθαλμοὺς ὁρᾷν δυναμένους ἔχω, τίμιε Πάτερ, άτε ἐν τροπῇ τοσαύτη κεκαλυμμένους, πῶς προσελθεῖν δυνήσομαι τῷ Θεῷ, δεινῶς ὑπὸ τοῦ πονηροῦ τὴν ψυχὴν τετρωμένη καὶ τοσούτοις ἁμαρ τιῶν ἕλκεσι βρύουσα ; Ὁ δὲ καὶ αὖθις ὑπολαβών οἶδας ἀεὶ τοῦ κελλίου καὶ τῆς ἡσυχίας εἰδότα πλέον Επ' ἐμέ, φησί, τέκνον, ἡ ἀνομία σου καὶ φορτίον ἐμῷ τραχήλῳ σαὶ γενήσονται πράξεις · μόνον ἐπὶ τὰς πρότερας ἡμῶν πορευθῶμεν διατριβάς · ἰδοὺ γὰρ καὶ τον θεῖον Εφραίμ, αἰσχύνη διὰ σὲ κατέχει καὶ ἀθυμία· δὸς οὖν ἡμῖν ἀναπνεῦσαι καὶ τῆς χαλεπής ταύτης ἐπὶ σοὶ κατηφείας ἀπαλλαγῆναι. Πρὸς ταῦτα σφοδρῶς ἡ κόρη τὴν ψυχὴν συντριβεῖσα, πίπτει κατὰ τὴν πόρνην καὶ αὕτη πρὸς τοὺς πόδας του διδασκάλου, πικρῶς ὀλοφυρομένη καὶ δακρύων ποταμοῖς αὐτοὺς ἐπι κλύζουσα. ΚΖ΄. Ταύτη τοιγαροῦν ἐχόντων αὐτῶν καὶ τοῦ μὲν τὰς παραινέσεις πρὸς αὐτὴν ποιουμένου καὶ οὕτως εἰς ἀγαθὴν γῆν σπείροντος, τῆς δὲ διὰ τῶν δακρύων ὥσπερ ἀρδούσης τὰ σπέρματα, ἵνα καὶ καρ ποὺς ταχὺ προσενέγκωσι, καὶ τὴν μετάνοιαν ἐντεῦθεν καὶ τὴν συντριβὴν ἐπιδεικνυμένης, ἡ νύξ ἤδη περὶ ὄρθρον ἦν καὶ ὁ μὲν ἔπεσθαι τὴν ἀνεψιάν ἐπε έτρεπε πρὸς τό ὄρος· τῆς δὲ περὶ τῶν ἐσθήτων καὶ τοῦ χρυσοῦ καὶ τῶν ἀργυρωμάτων καὶ τῶν στρα μνῶν πυθομένης, ὅτι λοιπὸν αὐτοῖς χρήσεται · καὶ γὰρ ἦν πολυτελῶς ἔχουσα τούτων καὶ φιλοτίμως, πάντα κατὰ τὴν δεσποτικὴν ἐντολὴν καταλιπεῖν ὁ θεῖος ᾿Αβράμιος ὑποτίθεται καὶ αὐτῷ μόνῳ ἀκολουθεῖν καὶ πρὸς τὸν ἀληθινὸν ἐκεῖνον τῆς μελλούσης ζωῆς ἐπείγεσθαι πλοῦτον. Παραλαβών οὖν αὐτὴν, ὑπέξεισι λάθρα τοῦ πανδοχείου καὶ ταύτην εἰς τὸν ἵππον ἐπιβιβάσας, πεζὸς αὐτὸς προηγεῖτο, τὸν ἵππον διὰ χειρὸς ἐφελκόμενος. Γενόμενος δὲ πρὸς τῷ ὄρει, τὴν τῶν οἰκίσκων ἀμείβουσι τάξιν καὶ τὸν μὲν ἐκτὸς αὐτὸς εἵλετο κατοικεῖν, τῇ ἀνεψιᾷ δὲ ἀπονέμει τὸν ενδοτέρω οὗ δὴ καὶ καθείρξασα ἑαυτὴν καὶ τὰς θύρας ἐπικλεισμένη του δωματίου, διὰ παντὸς ἦν ἐκεῖ δεήσεσι καὶ νηστείαις καὶ δάκρυσι τοὺς τῆς ἁμαρτίας σπίλους τῆς ψυχῆς ἀπαλείφουσα· καὶ γὰρ ὡς ἄρτι τῶν τοῦ σώματος παθῶν ἀνανήψασα, οὕτως αὐτὰ πρὸ τῶν ὀφθαλμῶν εἶχεν ἀεὶ στρέφοντα κάτω θεν τὴν ψυχὴν καὶ σφόδρα πικρῶς τὴν συνείδησιν πλήττοντα, καίτοι τοῦ Θεοῦ τὴν τῶν ἡμαρτημένων ἄφεσιν αὐτῇ πολλάκις παραδεικνύντος, καὶ οὐ τοῦτο δε μόνον, ἀλλὰ καὶ τοσαύτης αὐτῇ μοναδόντος τῆς παῤῥησίας, ὡς καὶ θαύματα συνεχῶς καὶ παθῶν καὶ νόσων ἀπαλλαγὰς δι' αὐτῆς ἐπιδείκνυσθαι· ἐφ' οἷς εὐφραίνετο τὴν καρδίαν ᾿Αβράμιος καὶ ἀπεδίδου Θεῷ τὰ εὐχαριστήρια, ὅτι μὲ διήμαρτεν ἐλπίδων, ἀλλ' οὕτως ἡδίστους τῶν ἐπ' αὐτῇ πόνων τοὺς καρποὺς ἐκομίζετο.
col. 77–78page 34 of 34
PG 115:77ΚΕ΄. Ἐκεῖνος μὲν οὖν εἰς βαθὺ γῆρας ἐλάσας καταλύει τὸν βίον καὶ πρὸς τὰς σκηνάς μεταβαίνει τὰς ἀϊδίους, πολλοῦ περὶ τὴν τοῦ σώματος ἐκφοράν πλήθους συῤῥεύσαντος πανταχόθεν καὶ τῶν αὐτοῦ περιειλημάτων καὶ τῶν ῥακίων παρασπάσασθαί τι μικρὸν ἑκάστου φιλονεικοῦντος εἰς ἀγαθοῦ παντὸς θησαυρόν, εἰς κακῶν ἁπάντων φυγαδευτήριον· πέμπτον δὲ μετὰ τὴν ἐκείνου τελευτὴν ἔτος τελευτᾷ καὶ ἡ ἀνεψιά, ἧς τὴν ψυχὴν τῷ ποθουμένῳ Δεσπότῃ παραθεμένης καὶ νεκρᾶς ἤδη καὶ πρὸς τῇ ταφῇ κειμένης ἡδίστη τις ἐπήνθει ταῖς ὄψεσι χάρις καὶ τις ἐκτὶς ἐκεῖθεν ἀπέστιλβε, σύμβολον ἀκριβὲς τῆς ταύτην ἐχούσης λαμπρότητος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Continue reading PG 115: Mensis Aprilis →≣ entire volume
Page scan enlarged

Notebook

Full View