PG 122Georgii Cedrenus (Continuatio) et al.
Compendium of Histories (Continuation)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 9–10page 1 of 174
PG 122:9[Ρ. ] Τοῦτον μεν τὸν τρόπον, ὃν εἴπομεν, αποθανόντος Αλεξάνδρου εἰς Κωςταντῖνον τὸν υἱὸν Λέοντος, ἑβδομον τῆς ἡλικίας ἄγοντα ἔτος, τὸ Βαςί λειον περιελήλυθε κράτος, ὑπὸ ἐπιτρόπους τελοῦντα τοὺς ἄνωθεν ἠριθμημένους. Λαβόμενος οὖν τῆς ἐξουσίας Νικόλαος ὁ πατριάρχης ὡς καὶ αὐτὸς ἐπίσ τροπος ὤν, συνάμα τοῖς ἄλλοις, ἐπηδαλιούχες τὰ τοῦ κοινοῦ. Τῶν δὲ πραγμάτων οὕτως ἐχόντων, καὶ τῆς βασιλείας, ὡς εἴπομεν, παρὰ τῶν ἐπιτρόπων Ιθυνομένης, Κωνστατῖνος ὁ τοῦ Δουκὸς ᾿Ανδρονί και υἱός, δομέστικος τῶν σχολῶν τυγχάνων καὶ δυναστείαν περιβεβλημένος μεγίστην, γράμμασι τῶν ἐν τῇ βασιλίδι φίλων καὶ συγγενῶν αὐτοῦ παρακινηθείς, γεγραφότων ακέφαλον εἶναι τὴν βασι λείαν καὶ κακῶς διεξάγεσθαι καὶ μικρὸν ὅσον κιν δυνεύειν ὀλεθρίῳ κινδύνῳ ὑποπεσεῖν, αὐτὸν τε ἀνα καλουμένων ὡς ἐχέφρονα καὶ ἀνδρεῖον καὶ μόνον δυνάμενον ἐπαξίως κυβερνῆσαι τὴν περιβόητον τῶν Ρωμαίων ἀρχὴν, προσθεμένων δ᾽ ὅτι καὶ ἡ σύγ κλητος αὐτὸν ἀσπάζεται καὶ ὁ πολιτικὸς ὄχλος, καὶ ἐπισπευδόντων ὡς τάχος καταλαβεῖν, συνειδότος, ὡς φασι, καὶ τοῦ πατριάρχου Νικολάου καὶ τοῖς γραφεῖσι συνευδοκοῦντος διὰ τὸ μήπω τὰς διαθήκας Αλεξάνδρου ἀναγνωσθῆναι μηδὲ γνωσθῆναι αὐτῷ ὡς ἐπίτροπος γέγραπται καὶ αὐτὸς τοῦ παιδὸς, Αρτα βάσου πρὸς τοῦτο διακονήσαντος καὶ παρὰ τοῦτο πρώτου τῶν ἱερέων τῆς Μεγάλης Εκκλησίας μετέπειτα γενομένου. Πατὴρ δ᾽ ὁ ᾿Αρτάβασδος ἦν ᾿Ανδρέου τοῦ ἐπὶ ζωγραφικῇ τέχνῃ λάμψαντος. Ὁ Κωνσταντῖνος δὲ καὶ πρότερον ὀνειροπολῶν τὴν βα τελείαν καὶ διὰ παντὸς αὐτῆς ἐφιέμενος, καὶ μηδέ τοτε ἄλλοσέ πη, ἀλλ᾽ ἢ πρὸς τὴν τοιαύτην όρεξιν τετραμμένον ἔχων τὸν νοῦν, δεξάμενος τὰ γράμ μετα ταχύ τε ἐπείσθη καὶ ταχὺ τὴν βασιλίδα κατέλαβεν, ἑπομένους ἔχων τοὺς των στρατευμά των ἐκκρίτους. Καὶ τῶν νυκτῶν ἀωρὶ διὰ πυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαὴλ, πλησίον οὕ της τῆς ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ μαγίστρου Γρηγορᾶ τοῦ Ἰβηρίτζη (πενθερὸς δὲ ὁ Γρηγορᾶς τοῦ Κωνσταντίνου) παρεγένετο, ἐν ή διανυκτερεύουν μετὰ τῶν σὺν αὐτῷ διετέλει. Νικήτας δὲ ἀσηκρή τις τὴν ἔλετσιν αἰσθόμενος τοῦ Κωνσταντίνου τῷ πατρικίῳ Κωνσταντίνῳ τῷ Βλαδικῷ τυγχάνοντι μονικῷ θάττον ἐμήνυσε, καὶ παρειληφὼς αὐτὸν Πρωτοϊερεύς, πρωτοπαπᾶς, τῶν ἱερέων ὁ πρῶτος
col. 11–12page 2 of 174
PG 122:11κατὰ τὴν αὐτὴν νύκτα πεφοιτήκασι πρὸς τὸν Δοῦκα. Βουλὴν δὲ ποιησάμενοι, μήπω τῆς ἡμέρας κατα λαμπούσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνοντες Κωνσταντῖνον ἀνευφήμουν αὐτοκράτορα. Τῶν δὲ ἔνδον εὐσθενῶς ἀντεχομένων καὶ μὴ ἀνοιγνύντων τὰς πύλας, ὁ τοῦ Κωνσταντίνου πρωτοστράτωρ, ἐπ' ἀνδρίᾳ μέγα φρονων και βιαιότερον ἢ μᾶλλον εἰπεῖν ἀτακτότερον τῇ ἀνοίξει ἐπιχειρῶν τῶν πο λῶν, λογχεύεται παρά τινος τῶν εἴσω διὰ τῆς ἁρμογῆς τῶν θυρῶν. Καὶ θνήσκει μὲν οὗτος εύθυς, ὁ Κωνσταντῖνος δὲ ἀποκρουσθεὶς ἐκεῖθεν καὶ τῷ τῆς βασιλείας ἔρωτι οἷα τινι μεθῇ κάτοχος ὢν καὶ μὴ καθεστῶτας ἔχων τοὺς λογισμούς, ἄρας ἐκεῖθεν εἰς τὸ ἱπποδρόμιον παραγίνεται (44)ς κακὸν οἰωνὸν τὴν τοῦ πρωτοστράτορος ἔχων σφαγὴν, ὅμως δὲ τῶν δεδογμένων οὐκ ἀφιστάμενος. [Ρ ] Ἐκεῖθεν οὖν εὐφημούμενος κατέλαβε τὴν λεγομένην Χαλκῆν, καὶ δι' αὐτῆς εἰσελθὼν ἔφθασεν ἄχρι τῶν ἐξκουβίτων. Ὁ δὲ μάγιστρος Ἰωάννης ὁ Ἐλαδάς, εἷς υπάρχων τῶν ἐπιτρόπων, ἐκλογὴν ὡς ὁ καιρὸς ἐδίδου τῶν ἐλατῶν καὶ τῶν ἑταιρειῶν ποιησάμενος, καὶ καθοπλίσας όπως ποτὲ ἕκαστος ἅρματος ηύτ πόρει, ἀπέστειλε κατὰ τοῦ Δούκα· οἵτινες φθάσαντες τοὺς περὶ αὐτὸν συμπλέκονται, καὶ γίνεται φόνος πολὺς ἑκατέρωθεν. Επεσε δὲ καὶ Γρηγορᾶς ὁ τοῦ Δουκὸς υἱὸς, καὶ Μιχαὴλ ὁ ἀνεψιὸς αὐτοῦ, καὶ Κουρτίκιος ὁ ᾿Αρμένιος. Ταῦτα ταραχῆς οὐ μικρᾶς τὸν Κωνσταντῖνον ἐμπίμπλησι. Σπεύδων οὖν ἐπιῤῥῶσαι τὸ ἑαυτοῦ μέρος, τὸν ἵππον ἐλάσας ἠπείγετο συμμίξαι τοῖς ἔμπροσθεν. Ὁ δ᾽ ἵππος ταῖς ἐκεῖσε ἐπεστρωμέναις κατολισθήσας πλαξὶν εἰς γῆν τόν ἐπιβάτην κατέβπλε, καὶ τις αὐτὸν κατὰ γῆς ἐῤῥιμμένον καὶ μεμονωμένον καταλαβὼν (οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαντες) ξίφει τὴν τούτου ἀπέτεμε κεφαλὴν καὶ δρομαίως τῷ βασιλεῖ ἀπήνεγκε Κων σταντίνῳ. Τὸ δὲ τοιαύτην αὐτὸν καταλήψεσθαι τύχην προεσνωσμένον ἦν τοῖς ἐπιτρόποις καὶ ἐξ ἑτέρας αἰτίας. Νικόλαος τις δημοσιώνης τῶν ἐν Χαλδία εἰσπράξεων, τὰς συντελείας κατασπαθήσας καὶ μὴ ἔχων ὅθεν ἀποδῷ τὸ δημόσιον ἔφλημα, φυγὰς εἰς Συρίαν ᾤχετο, ἐξομοσάμενος τὴν καθ' ἡμᾶς εὐσεβῆ θρησκείαν, καὶ ἀστρολογίας ἀντεποιεῖτο. Οὗτος ἐν ὀθόνη μελαίνῃ γράμματα γράψας ἀπεστάλκει τῷ λογοθέτῃ Θωμά, καὶ τῆς ὀθόνης ῥυφθείσης δι' ύδατος φανερὰ τὰ γράμματα γέγονεν. Ἂν δὲ ὁ νοῦς τῶν γεγραμμένων τοιοῦτος «Μὴ φοβηθῆτε ἀπὸ τοῦ πυῤῥοῦ πετεινοῦ τοῦ Δουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλοθρευθήσεται.» Πλωΐμους ἑταιρεῖαι, Τοιοῦτον δὲ τέλος λαβούσης τῆς ἀποστάσεως, παραυνίκα μὲν ὁ μάγιστρος Γγήγορᾶς καὶ πενθερός τοῦ Δουκὸς μετὰ Λέοντος πατρικίου τοῦ Χοιροσφάκτου τῷ θείῳ τεμένει τῆς τοῦ Θεοῦ Σοφίας προσ ἔδραμον· οὕς ἐκεῖθεν ἀποσπάσαντες οἱ ἐπίτροποι ἀπέκειραν μοναχοὺς ἐν τῇ των Στουδίου μονῇ. Κων. σταντῖνον δὲ τὸν πατρίκιον τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες ἀφειδῶς διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν καὶ ἐν τῇ μονῇ τῶν Δαλμάτου ἀπέκλεισαν. Λέοντα δὲ πατρίκιον τὸν Κατακαλίτζην και Ἀβεσσαλὼμ πατρίκιον τὸν τοῦ ᾿Αροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν. Κωσταντῖνον δὲ τὸν τοῦ Εὐ Εἰ ἔχει ἄνδρας εὐειδεῖς, καὶ γενναίους καὶ τὴν βασιλικὴν ἐρέττειν ἐπιτηδείους τριήρη. "Αρματος Χαλδία
col. 13–14page 3 of 174
PG 122:13λαμπίου καὶ ἕτερους σὺν αὐτῷ Φιλόθεος ὁ ἔπαρ χος ἐν τῇ ἱππικῇ σφενδόνῃ ἀπέτεμε. Νικήτας δὲ ὁ ἀσηκρῆτις καὶ Κωνσταντῖνος ὁ Λὶψ, καίπερ ἀναζητηθέντες πολλὰ, οὐχ εὑρέθησαν. Τὸν δὲ πα τρίκιον Αἰγίδην τὸν ἐπ' ἀνδρίᾳ περιβόητον, και τινας τὸν αὐτῷ στρατηγοὺς οὐκ ἀσήμους, ἀπὸ τῆς ἐν Χρυσοπόλει δαμάλεως και μέχρι τοῦ τόπου τοῦ λεγομένου Λευκακτίου ανεσκολόπισαν. Πολλοὶ δὲ καὶ άλλοι ἀπωλώλεισαν τῶν συγκλητικῶν παρὰ τῶν λε νομένων ἐπιτρόπων ἀνηλεώς τε καὶ ἀναιτίως, Ρ. ] εἰ μή τινες παῤῥησιασάμενοι τῶν δικα τῶν τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, φάμενοι, ὡς παιδὸς ὄντος τοῦ βασιλέως καὶ μὴ νοοῦντος τὰ περ πραγμένα πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τολμᾶτε τὰ τοιαῦτα διαπράττεσθαι; Οἱ δὲ ἐπίτροποι καὶ τὴν τοῦ Δοῦκα ἀποκείραντες γυναῖκα εἰς τὸν ἐν τῇ Πασλαγονίᾳ τον ταύτης υἱόν. οἶκον αὐτῆς ἐξαπέστειλαν. Εξέτεμον δὲ καὶ Στέφανον ᾿Αλλὰ τούτων κατὰ τὴν πόλιν πραττομένων, Συ μεὼν ὁ Βουλγαρίας ἄρχων μετὰ βαρείας δυνάμεως εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, καὶ τὴν βασι είδα φθάσας χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Χρυσῆς πόρτης, καὶ μετέωρος ἦν ταῖς ἐλπίσι ῥᾳδίως ταύτην ἐλεῖν Κατα μαθὼν δὲ τὴν ὀχυρότητα τῶν τειχῶν καὶ τὸ πλῆθος τῶν τειχοφυλακούντων καὶ τὴν τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων δαψίλειαν, ἀφέμενος τῶν ἐλπί των ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς ἐξαιτούμενος. Τῶν δ' ἐπιτρόπων ἀσμενέστατα δεξα μένων τὸν λόγον, ἀποστέλλει ὁ Συμεὼν τὸν ἐαυτοῦ μέγιστρον Θεόδωρον ὁμιλῆσαι περὶ εἰρήνης· οὗ παραγενομένου και λίγων κινηθέντων πολλῶν, ὁ πατριάρχης ἅμα τοῖς λοιποῖς ἐπιτρόποις ἀναλαβόντες τὸν βασιλέα ἐν τῷ παλατίῳ ἦλθον τῶν Βλα χερνῶν, καὶ ὁμήρους δόντες ἀξιολόγους εισήγαγον " τὴν Συμεὼν ἐν τῷ παλατίῳ, καὶ συνειστιάθη τῷ βασιλεῖ, τοῦ Συμεὼν ὑποκλίναντος τῷ πατριάρχῃ τὴν πριλὴν καὶ εὐχὴν δεξαμένου παρ' αὐτοῦ, ἐπιθέντος, ὡς φασι, τῇ τοῦ Βαρβάρου κεφαλῇ ἀντὶ στεφάνου τὸ Στον ἐπιῤῥιπτάριον Μετὰ δὲ τὴν ἑστίασιν, ἀσυμβάτων γενομένων περὶ τῆς εἰρήνης δώροις 8 τε Συμεὼν καὶ οἱ τούτου παῖδες φιλοφρονηθέντες εἰς τὴν ἰδίαν ἀπηλλαγησαν χώραν. Καὶ ταῦτα μὲν ἐπράττετο τῇδε. Τοῦ δὲ βασιλέως Κωνσταντίνου διὰ παντὸς ὁδυ συμένου καὶ τὴν ἑαυτοῦ ἀνακαλουμένου μητέρα τὴν γὰρ αὐτὴν κατήγαγε τοῦ παλατίου 'Αλέξανδρος), 1,16.βάζουσι καὶ ἄκοντες πάλιν αὐτήν. ᾿Ανελθοῦσα εῖν καὶ ἐγκρατής γενομένη τῆς βασιλείας προσλαμβάνεται τὸν παρακοιμώμενον Κωνσταντίνον, καὶ Ἀναστάσιον, καὶ Κωνσταντῖνον, τοὺς ἀδελφοὺς τοὺς τὴν ἐπωνυμίαν Γογγυλίους. Συμβουλεύσαντος δὲ καὶ κατὰ τὴν ἀντιπέραν ἐν τῷ καν: ἱσταμένην λιθίνην δάμαλιν, παρὰ τὸ ἐπιβρίπτειν. Χτι. ἐπιρριπτέον,
col. 15–16page 4 of 174
PG 122:15Ἰωάννου τοῦ Ελαδα καταβιβάζουσι τοὺς οἰκείους Αλεκάνδρου, Ιωάννην τὸν φαίκτωρα, τον Γαβριηλόπουλον, τὸν Βασιλίτζην καὶ τοὺς λοιπούς. προβάλλεται δὲ καὶ Ζωὴ Αὐγοῦστα Δομίνικον ἐταιρειάρχη διαστήριον δοκοῦντα καὶ τοῖς αὐτῆς προσκείμενον προστάγμασιν, οὗ τῇ συμβουλῇ καταβιβάζεται δ πατριάρχης τοῦ παλατίου. Καὶ ὁ μάγιστρος δὲ Ἰωάννης ὁ Ἐλαβᾶς κατῆλθεν ἑκουσίως, νόσῳ λη φθεὶς, δ' ἧς καὶ ἀπεβίω. Κωνσταντῖνος δὲ ὁ παρα κοιμώμενος ἀφ' ἑαυτὸν ἀγαγεῖν τὴν ἅπασαν τῆς βασιλείας ἡνίαν βουλόμενος καὶ μηδένα ἔχειν τὸν ἐμποδίζοντα. [Ρ. ] διαβάλλει τὸν ἑταιρειάρχην εἰς τὴν Αὐγοῦσταν ὡς σφετεριζόμενον τὴν βασιλείαν εἰς τὸν ἑαυτοῦ ἀδελφόν· οὗ τοῖς λόγοις πεισθεῖσα πα τρίκιον αὐτὸν τιμῷ, καὶ κατελθόντα, ὡς ἔθος, λαβεῖν εὐχὴν οἴκοι μένειν προσέταξε. Προχειρίζεται δὲ ἀντ᾽ αὐτοῦ Ἰωάννην τὸν Γαριδᾶν ἑταιρειάρχην, καὶ Δαμιανὸν εὐνοῦχον ἀρτιφανῆ τῆς βίγλας δρουγγάριον δελεασθεὶς προὔδωκεν αὐτὴν τῷ Συμεών. Μετ' ὀλίγον δὲ ὁ ἐπὶ τοῦ κανικλείου καὶ Νικήτας Ελαδικὸς, καὶ χρυσίῳ Αγοντος δὲ καὶ φέροντος τοῦ Συμεὼν τὰ Θρακία μέρη, καὶ τῆς Αὐγούστης φροντίζούσης μετὰ τῶν ἐν τέλει ὅπως αὐτοῦ παύσωσι τὰς ἐπιδρομάς, Ιωάννης ὁ Βογᾶς ὑπέσχετο πατρίκιος τιμηθείς ἀγαγεῖν κατ᾿ αὐτοῦ Πατζινάκους, καὶ τυχὼν τῆς αἰτήσεως, δῶρα λαβὼν ἔπεισιν εἰς Πατζινακίαν. Καὶ σπεισάμενος καὶ ὀμήρους εἰληφὼς ἐπάνεισιν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων τὸν Ίστρον περαιώσασθαι καὶ Βουλγάροις πολεμεῖν. Ηὐτομόλησε δὲ τότε καὶ ᾿Ασώτης ἀνὴρ ὁνομαστός, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων. Ελέγετο δὲ οὗτος ῥάβδον σιδηρᾶν ἀμφοτέραις χερσὶ τῶν ἄκρῶν λαμβάνων περικλαν τῇ τῶν χειρῶν βίᾳ καὶ κάμπτειν, τῆς ἀντιτύπου τοῦ σιδήρου βίας ὑπεκούσης τῇ τῶν χειρῶν ἰσχύν· ὅν φιλοφρόνως ἡ δέσποινα δεξαμένη οἴκαδε πάλιν ὑπο νοστῆσαι πεποίηκε. Πολιορκοῦντος δὲ τοῦ Συμεών τὴν Ἀδριανούπολιν ἐφ' ἡμέρας ἱκανὰς καὶ μηδὲν ἀνύοντος, Παγκρατούκας τις γένος ὢν Αρμένιος καὶ εἷς τῶν φυλάττειν τεταγμένων τὴν πόλιν, χρυσίῳ ἀπεστάλη παρὰ τῆς Αὐγούστης ὁ πατρίκιος βασίλειος καὶ χρήμασι πλείστοις πάλιν αὐτὴν ἀνεκτήσαντο. Τούτῳ τῷ ἔτει καὶ Δαμιανὸς ὁ τῆς Τύρου ἀμηρᾶς μετὰ πολεμικῶν πλοίων καὶ δυνάμεως πολλῆς εἰσβολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, καὶ τὴν Στρόβηλον καταλαβών ἐνεργῶς αὐτὴν ἐπολιόρκει. Καὶ ἐξεπόρθησεν ἄν, εἰ μὴ νοσήσας απεβίω, διὰ κενῆς τῶν Σαρακηνῶν ὑποστρεψάντων. Μὴ φέρουσα δὲ Ζωὴ ἡ βασιλὶς τὰς τοῦ Συμεὼν συνεχεῖς ἐπιδρομάς, καὶ βουλομένη ταύτας ἀνακόψαι, δέον ἐγνώκει μετὰ τῆς συγκλήτου είναι σπείσασθαι τοῖς Σαρακηνοῖς, καὶ πάντα τὸν ἐν τῇ Ἑψα στρατὸν διαπερᾶσαι πρὸς τὴν Εσπέραν, καὶ ἐνωθέντων τῶν τε ἔῴων καὶ τῶν δυτικῶν στρατευμάτων πόλεμον συστήσασθαι κατὰ τῶν Βουλγάρων, καὶ τελέως ἀφανίσαι αὐτούς. Εδοξε τοῦτο, ἀπὸ κοινοῦ προχειρίζεται, εταιρειάρχου ἄρχων ἀρχόντων,
col. 17–18page 5 of 174
PG 122:17εΧΟΙ καὶ πεμφθεὶς εἰς Συρίαν Ἰωάννης πατρίκιος ὁ Ῥαδηκνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς ἐσπείσαντο τοῖς Σαρακηνοῖς. Καὶ δὴ τῆς ἀπ' αὐτῶν ἀπαλλαγεῖσα φροντίδος ἡ βασιλίς, τὴν συνήθη διανομὴν τῆς ῥύγας κελεύσασα γενέσθαι τῶν στρατευμάτων, Λέοντ! το μαγίστρῳ τῷ Φωκᾷ ταῦτα παραδοῦσα, δομεστίκῳ τῶν σχολῶν τυγχάνοντι, ἀπαραι κατὰ Βουλγάρων ἐπέτρεψεν. ᾿Αθροισθέντων δὲ πάντων τῶν θεμάτων καὶ τῶν ταγμάτων κατὰ τὴν Διάβασιν (πεδίον δὲ ἡ Διά βασις μέγα καὶ πρὸς ὑποδοχὴν στρατοῦ ἐπι τήδειον), ἀποσταλεῖς ὁ πρωτοπαπᾶς τοῦ παλα τίου μετὰ τῶν τιμίων ξύλων (Ρ. ] παρεστ κεύασε προσκυνήσαντας πάντας ἐπομόσασθαι κυν αποθνήσκειν ἀλλήλοις. Καὶ τοῦ ὄρκου τελεσθέντος πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. Ἔρχον δὲ τοῦ μὲν τάγματος ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, η ἀνὴρ πολεμικὸς καὶ πολλάκις ἐν μάχαις ἀνδραγαθήσας, τοῦ δὲ ἱκανάτου Ολβιανὸς ὁ Μαρούλης, ἀνὴρ δεδοκιμασμένος. Καὶ Ῥωμανὸς καὶ Λέων οἱ τοῦ ᾿Αργυροῦ παῖδες, καὶ Βάρδας ὁ Φωκᾶς ἑτέρων ταγμάτων ἐξῆρχον· Συνῆ δὲ τούτοις καὶ Μελίας ὁ μάτ γιστρος μετά των ᾿Αρμενίων καὶ ἄλλοι πλεῖστοι στρα τηγοί τῶν θεμάτων. Παρείπετο δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ ὡς τάχα σύμβουλος Λέοντος τοῦ δο μεστίκου τῶν σχολῶν. Κατὰ δὲ τὴν ς' τοῦ Αὐγούσ που μηνός, τῆς πέμπτης ινδικτιώνος, πολέμου συρ αγέντος Ρωμαίοις τε καὶ Βουλγάροις πρὸς τῷ Αχελῴῳ φρουρίῳ, τρέπονται κατὰ κράτος οἱ Βούλα γαροι, καὶ φόνος αὐτῶν ἐγένετο πολύς. Ιδρῶτι δὲ τοῦ δομεστίκου περιῤῥανθέντος πολλῷ καὶ λειποθυμήσαντος καὶ τοῦ ἵππου ἀποβάντος ἐπί τινι πηγῇ καὶ τὸν ἱδρῶτα ἀποπλύνοντος καὶ ἑαυτὸν ἀποψύχοντος, τὸν δεσμὸν ἀποῤῥήξας ὁ ἵππος τυχαίως ἔθει διὰ τοῦ στρατοπέδου κενὸς ἐπιβάτου· ἄν οἱ στρατιῶται θεώμενοι γνώριμον ὄντα, καὶ τὸν δομέστικον πεσεῖν ὑποτοπάσαντες, εἰς φόβον ἐνέπεσον καὶ κατ εκλήθησαν τὰς ψυχὰς καὶ τῆς διώξεως ἔστησαν, ἔνιοι δὲ καὶ παλίντροποι γεγόνασιν. Εξ ὑπερδεξίων δὲ ταῦτα θεώμενος ὁ Συμεὼν (οὐ γὰρ ἔτυχεν ἀσύνο τακτον τὴν φυγὴν ποιησάμενος) ἐπαφῆκε τοὺς Βουλ γέρους κατὰ Ῥωμαίων. Οἱ δὲ καὶ πρότερον, ὡς εἴ. πομεν, τὰς γνώμας θλασθέντες καὶ τεθηπότες, ὡς καὶ αἰφνίδιον ἐπιόντας ἐθεάσαντο τοὺς Βουλγάρους, τρέπονται πανστρατι, καὶ γέγονε φυγή φρικωδεστάτη, τῶν μὲν ὑπ᾿ ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν ἐναντίων ἀναιρουμένων. Λέων δὲ ὁ δο μέστικος ἐν Μεσημβρία διεσώθη φυγών. Έπεσε δὲ λαὸς οὐ τῶν κοινῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατο ηγοὶ καὶ ταγματάρχαι ἀριθμοῦ κρείττους. Ἐσφάγη δὲ καὶ Κωνσταντῖνος ὁ Αἰψ καὶ ὁ τῶν ἐξκουβίτων ἔξαρχος Ιωάννης μάγιστρος ὁ Γράψων. ἂν δὲ ἀποσταλεὶς ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνὸς δρουγγάριος τηνικαῦτα τῶν πλωΐμῶν ὤν, μετὰ παντὸς τοῦ στόλου παραπλεῖν τοῖς αἰγιαλοῖς προσταχθεὶς καὶ εἰς βοήθειαν τυγχάνειν τῷ Λέοντι, διαπερᾶσαι δὲ καὶ τοὺς παρὰ τοῦ Βογᾶ ἀχθέντας Ματζι νάκους εἰς συμμαχίαν Ρωμαίων. Διενέξεως δὲ γενομένης μέσον τοῦ Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, ἰδόντες αὐτοὺς οἱ Πατζινάκαι στασιάζοντας πρὸς ἀλλήλους ὑπέστρεψαν εἰς τὰ ἴδια, καὶ γέγονεν ἡ ἐξ αὐτῶν βοήθεια Σπρακτος καὶ ἀνόνητος. πρωτοπαπᾶς τοῦ παλατίου. Τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων.
col. 19–20page 6 of 174
PG 122:19᾿Αλλοὶ δὲ οὐχ οὕτω φασί γενέσθαι τὴν τροπὴν Ρωμαίων, τρόπον δὲ ἕτερον. Τρεψαμένου γὰρ τοῦ Φωκᾶ τὸν Συμεὼν καὶ διώκοντος, φήμη τις ἐξαί φνης ἔφθασε πρὸς αὐτὸν ἐπαγγέλλουσα ὡς ὁ δρουγγάριος τῶν πλωΐμων ἄπεισι μετὰ τοῦ στόλου παντός, παραληψόμενος τὴν βασιλείαν. Ὁ δὲ τῇ ἀκοῆ και ταβροντηθεὶς ἐσφετερίζετο γὰρ εἰς ἑαυτὸν τὸ τῆς βασιλείας κράτος), καταλιπὼν τὸ διώκειν ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν ὡς τάχα τὸ ὂν μαθησόμενος. Διαδοθέντος δὲ λόγου πρὸς τὸν στρατὸν ὡς ὁ δομέστικος πέφευγεν, [Ρ. ] ἀλκῆς ἐπιλησθέντες οἱ λοιποὶ ἐποίουν ὁμοίως. Οὓς ἰδὼν ὁ Συμεών φεύγοντας (ίστατο γὰρ, ὡς εἴρηται, ἐν εὐκαίρῳ τόπῳ τὸ τέλος ἀφορῶν τοῦ ἀγῶνος ἐξεχύθη παν στρατὶ καὶ παλίντροπον τὴν φυγὴν ἐποιήσατο. Οὗτος μὲν δὴ καὶ ὁ δεύτερος λόγος· εἶτε δὲ οὕτως, εἴτε ἐκείνως ἡ ἀλήθεια ἔχει, ὅμως ἐτράπησαν οἱ Ρωμαῖοι καὶ τὰ λεχθέντα ἄνωθεν διεπράχθη. Μετὰ τὴν τροπὴν δὲ τῶν σωθέντων ἐκ τοῦ πολε μου παραγενομένων, τὰ κατὰ τὸν Ῥωμανὸν καὶ τὸν Βογᾶν ἐκινήθη, Καὶ εἰς τοσοῦτον κινδύνου περι έστη τῷ δρουγγαρίῳ τὰ πράγματα, ὡς ψῆφον κατ' αὐτοῦ ἐξενεχθῆναι παρὰ τῶν δικαστῶν καταδικάζουσαν αὐτὸν ἐκκοπῆναι τὰς ὄψεις, ὡς ἄμελείᾳ ἢ μᾶλλον κοκουργία μὴ διαπεράσαντα τοὺς Πατζινάκας, πάλιν δὲ μηδὲ τοὺς ἀπὸ τῆς τροπῆς δεχόμενον ὑποστρέψαντας. Τοῦτο δ' ἂν ἐπεπόνθει, εἰ μὴ Στέ φανος μάγιστρος ὁ τῶν ἐπιτρόπων εἷς, καὶ Κωνσταντῖνος πατρίκιος ὁ Γογγύλης, πολλὰ δυνάμενοι παρὰ τῇ δεσποίνῃ, αὐτὸν ἐξεῤῥύσαντο. Συμεὼν δὲ ἐπαρ θεὶς τῇ νίκῃ καὶ γαυριῶν, ἄρας ἅπαν αὐτοῦ τὸ στράτευμα, κατὰ τῆς βασιλίδος ηπείγετο. Ἐξῆλθεν οὖν πάλιν ὁ δομέστικος Λέων ὁ Φωκᾶς καὶ ὁ ἑται ρειάρχης Ιωάννης και Νικόλαος ὁ Κωνσταντίνου τοῦ Δοῦκα υἱὸς, μετά τινων στρατιωτῶν παρευρεθέντων, εἰς συνάντησιν αὐτοῦ. Καὶ κατὰ τόπον τὸν λεγόμενον Κατασύρτας ἀπομοίρᾳ τινὶ Βουλγάρων εἰς προ νομὴν πεμφθείσῃ συνήντηκότες προσρήγνυνται του τοις καὶ τρέπονται εὐπετῶς. ᾿Ακραιφνοῦς δὲ πάλιν ἑτέρας ἐπεισπεσούσης, ὑφίστανται καὶ ταύτην βα δίως τε καὶ ἀνδρικώτερον, καὶ γίνεται μάχη καρτερά καὶ ἐπὶ πολὺν διαρκέσασα χρόνον, καὶ τρέπονται μὲν οἱ Βούλγαροι, ἐσφάγη δὲ Νικόλαος ὁ τοῦ Δοῦκα υἱὸς, ἡρωϊκῶς ἀγωνισάμενος καὶ αἴτιος τῆς νίκης Ῥωμαίοις γενόμενος. Καὶ τὰ μὲν κατὰ τὸν πόλεμον συνηνέχθη γενέσθαὶ οὕτως. Τὰ δὲ κατὰ πόλιν ἐνόσει δεινῶς, πολλῶν καὶ με γίστων ἐπιμαινομένων τῇ βασιλείᾳ καὶ τῷ ταύτης ἔρωτι φλεγομένων, ὧν κορυφαῖος ἦν ὁ Φωκᾶς. Ὑπάρχων γὰρ οὗτος ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ πα ρακοιμωμένου Κωνσταντίνου, μεγάλα τότε τῶν ἐν τοῖς βασιλείοις δυναμένου εὐνούχων,καὶ ἐπ' αὐτῷ πλεῖσται θαῤῥῶν ῥᾳδίως ᾤετο τὸ τῆς βασιλείας καθέξειν κράτος. Διὸ καὶ πολὺς ἐφέρετο, καὶ οὐ κρύβδην ἀλλὰ φανερῶς ταύτης ἀντεποιεῖτο ώσπερεί πατρῴου πράγματος καὶ προγονόθεν αὐτῷ ἀνήκοντος, καὶ ὅσον οὔπω ἥξειν εἰς αὐτὸν ὡς εἰς νόμιμον διαδοχὴν ἐφαντάζετο. Οὐ τὴν ὁρμὴν ἀκατάσχετον οὖσαν φοβηθεὶς ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγός Θεόδωρος, καὶ μή τι πάθῃ δείσας ὁ βασιλεὺς, ὑπέθετο τῷ βασιλεῖ Κωνσταντίνῳ λαθραίως προσλαβέσθαι τὸν πατρίκιον Ῥωμανὸν καὶ δρουγγάριον τῶν πλωίμων, πατρικὸν
col. 21–22page 7 of 174
PG 122:21ὄντα δοῦλον καὶ τὰ αὐτοῦ φρονοῦντα διὰ παντὸς, ὥστε συνεῖναι καὶ διαφυλάττειν αὐτὸν, [Ρ. καὶ εἰ δεήσει, σύμμαχον ἔχειν καὶ βοηθόν. Εντυχίας οὖν πρῶτον περὶ τούτου γενομένης ὁ Ῥωμανὸς ἀπείπατο, καὶ πάλιν καὶ πολλάκις πειρασθέντων τῶν ἀμφὶ τὸν 、 Θεόδωρον ἀπείπατο. Ἐπεὶ δὲ γραμμάτιον αὐτόχειρον χαράξας ὁ βασιλεὺς καὶ φοινικοῖς ὑποσημάνας γράμμασιν ἀπέστειλεν αὐτὸ, εἶξέ τε ἐπὶ χεῖρας τοῦτο λαβών, καὶ καθυπέσχετο τὴν τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν κωλῦσαι κατὰ τὸ ἐγχωροῦν. Τὰ μὲν οὖν λαληθέντα καὶ στοιχηθέντα οὕτω προέβη, καὶ διὰ τῆς ἀγορᾶς καὶ τῶν λεωφόρων καὶ τῶν στενωπῶν ὑπεψιθυρίζετο ὁ δὲ παρακοιμώμενος, καίπερ οὐκ ἀνήκοος ὢν τῶν κατ' αὐτοῦ μελετωμένων, κατεφρόνει, μὴ ἄν ποτε οἰηθεὶς τολμῆσαί τινα ἐπιχείρησιν κατ᾿ αὐτοῦ ποιή σασθαι Εξελθὼν οὖν καὶ τὴν συνήθη διανομὴν τῆς ῥόγας ποιησάμενος τῶν πλωίμων, καὶ τὸν 'Ρω- 290 μανὸν ἐπισπεύδων τάχιον ἐκπλεῦσαι, περιπίπτει τῷ λόγῳ. Δουλικῷ γὰρ ἐν σχήματι προσυπαντήσας ὁ Ρωμανὸς αὐτῷ, καὶ προθύμως ποιήσειν τὸ κε λευσθὲν ἐπαγγελλόμενος, ἠρέμα καὶ κατὰ μικρὸν ἦγεν αὐτὸν εἰς τὴν ἐνέδραν. Μηδὲν δὲ ἐπαισθέσθαι τῶν μελετωμένων τοῦ παρακοιμωμένου δυνηθέντος, ἀλλ᾽ ἀκάκως καὶ χωρὶς ὑπονοίας διαλεγομένου, καὶ μᾶλλον ἔγγιστα προσιόντος αὐτοῦ, καὶ πυθομένου ε? ἔχει ἄνδρας εὐειδεῖς καὶ γενναίους καὶ τὴν βασιλικὴν ἐρέττειν ἐπιτηδείους τριήρη, τοῦ δὲ καὶ ἔχειν καὶ ἐγγὺς παρεῖναι τούτους εἰρηκότος, καὶ τῇ κα φαλῇ νεύσαντος ἥκειν τινὰς πλησίον τῶν εὐειδεστέ «» ρων, ὁ Κωνσταντίνος θεασάμενος τούτους καὶ τάχα ἀποδεξάμενος ἀπαίρειν ἠπείγετο. Ὁ δὲ Ῥωμανός Ο ἔγγιστα τούτου περιπατῶν, ὡς πλησίον ἐγένοντο τῇ στρατηγίδι τριήρει, κατασχὼν τὸν Κωνσταντίνον, καὶ μηδὲν πλέον εἰπὼν ἀλλ᾽ ἢ μόνον. "Αρατε τού τον, αὐτὸς μὲν ἔστη, οἱ δὲ πρὸς τὸ ἔργον ὄντες εὐτρεπισμένοι εἰσήγαγον εἰς τὴν ναυαρχίδα καὶ ἐν ἀσφαλεία κατείχον, μηδενὸς ἐπαμῦναι τοῦτον τολ μήσαντος τῶν συνεπομένων αὐτῷ, ἀλλὰ πάντων παραυτίκα διασπαρέντων. Τῆς φήμης οὖν ἐξαρθείσης ταραγὴ κατέσχε πᾶσαν τὴν πόλιν, τυραννίδος, ὡς εἰκὸς, ἐπίθεσιν λογισαμένην. Φθάσαντος οὖν τοῦ 291 λόγου καὶ μέχρι τῆς βασιλίδος Ζωῆς, εἰς ἀμηχανίαν καὶ οἱ ἐν τέλει ἐνέπιπτον. Προσκαλεῖται γοῦν ἡ βασιλὶς τὸν πατριάρχης Νικόλαον καὶ τοὺς τῆς συγκλήτου λογάδας· κοινολογισαμένη δὲ μετ' αὐτῶν ἐκπέμπει πρὸς Ῥωμανὸν, τὴν Ῥωμανὸν, τὴν αἰτίαν του γεγονότος μαθεῖν ἐθέλουσα. Τῶν δὲ πεμ φθέντων γενομένων ἔνθα προσώρμουν αἱ τριτο ήρεις, καὶ μελλόντων ζήτησιν ποιεῖσθαι τῆς τοῦ παν ρακοιμωμένου κατασχέσεως, ὁ τῶν πλωΐμων δια νιπτὰς ἀκόλαστος ὄχλος λίθοις αὐτοὺς ἐξήλασαν. Εωθεν οὖν ἡ βασιλὶς ἐξελθοῦσα περὶ τὸν Βουκολέοντα, καὶ τὸν υἱὸν μεταστειλαμένη καὶ τοὺς περὶ αὐτὸν, ἐπηρώτα πῶς γέγονεν ἡ ἀνταρσία αὕτη. Μη
col. 23–24page 8 of 174
PG 122:23δενὸς δὲ ἀποκριναμένου, ὁ παιδαγωγὸς τοῦ βασιλέως Θεόδωρος ἔφη· Διὰ τὸ ἀπολέσαι, ὦ δέ σποινα, Λέοντα μὲν τὸν Φωκἂν τὰ στρατόπεδα, Κωνσταντῖνον δὲ τὸν παρακοιμώμενον τὸ παλάτιον, ἡ τοιαύτη γέγονε κίνησις. Ὁ βασιλεὺς δὲ εἰς ἑαυτὸν τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς ἐφελκόμενος τὸν πατριάρχὴν Νικόλαον σὺν τῷ μαγίστρῳ Στεφάνῳ ἀνήγαγεν ἐν τῷ παλατίῳ, καὶ τῇ ἐπαύριον στέλ λουσιν Ἰωάννην τὸν Τουβάκην τὴν Αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. Ἡ δὲ μετ' ολολυγῆς καὶ δα κρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς σαμπά 292 θειαν αὐτὸν μητρικὴν καὶ οἶκτον ἐκίνησε. Διό καί φησι πρὸς τοὺς ἄγοντας· Ἐάσατε εἶναι μετ᾿ ἐμοῦ τὴν μητέρα μου. Οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην κατο έλιπον. Προεβάλετο δ' ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν, διαδεξάμενος τὸν Φωκᾶν, τὸν μάγιστρον Ιωάννην τὸν Γαριδᾶν, τὴν ἐκ τοῦ Λέοντος δεδοικώς ἐπανάστασιν. Τῇ αἰτήσει τε τούτου προεβλήθησαν Συμεὼν ὁ υἱὸς αὐτοῦ καὶ Θεόδωρος ὁ γυναικάδελφος αὐτοῦ, ὁ Ζουφινέζερ, εταιρειάρχαι. Ορκοις τε οὖν καταληφθεὶς ὑπὸ τοῦ βασιλέως κατῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ παραχρῆμα οι συγγενεῖς αὐτοῦ ἀπελύθησαν τῶν βασιλείων· ὅπερ μαθὼν ἐκεῖνος ἀγωνίᾳ καὶ φόβῳ ἐλήφθη. Εὐθὺς οὖν ἐξιππασάμενος ἀπῆλθε πρὸς τὴν Ῥωμανὸν τὸν δρουγγάριον, τὴν ὕβριν ἣν ὑπέστη καὶ τὸν προπηλακισμόν διηγούμενος. Κοινοπραγήσαντες οὖν καὶ ὅρκοις ἀλλήλους κατασφαλισάμενοι, καὶ κῆδος εἰς τοὺς ἑαυτῶν ποιησάμενοι παῖδας, ἐν τῷ κρυπτῷ κατεῖχον τὸ σπουδαζόμενον. Ὁ δὲ Ῥωμανός, πέμψας εἰς τὸ πα λάτιον περὶ τοῦ γεγονότος ἀπελογεῖτο, μὴ ἀνταρσίαν είναι μηδὲ ἀπόστασιν ὀμνύμενος τὰ πραχθέντα· τὴν τοῦ Φωκᾶ δὲ ἐπίθεσιν ὑφορώμενος, φησὶ, καὶ δεδιὼς περὶ τοῦ βασιλέως μή τι καὶ πάθῃ φλαῦρον, ἐν τῷ παλατίῳ ἠβουλήθη ἀνελθεῖν καὶ φυλακὴν τούτου ποιήσασθαι καὶ τοῦ βασιλέως. Μὴ πιστεύοντος δὲ τοῦ πατριάρχου μηδὲ τὰ λεγόμενα δεχομένου, ἐπι σπέρχει Θεόδωρος ὁ παιδαγωγὸς τὸν Ῥωμανόν, ἄραντα πάντα τὸν στόλον, ἀφικέσθαι πρὸς τὸ τοῦ παλατίου νεώριον ἐν τῷ Βουκολέοντι, Μέλλοντος δὲ τούτου καὶ ἀναδυομένου, οἱ πρὸς τὴν λεληθυῖαν πράξιν τοῦτον ἐνάγοντες ἀνέπεισαν καὶ ἄκοντα ποιῆσαι τὸ κελευόμενον. Αμέλει καὶ κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τοῦ Εὐαγγελισμοῦ ἐξαρτύσας τὸν στόλον πολεμικῶς ἀφικνεῖται πρὸς τὸν Βουκολέοντα. Καὶ Στέφανος μὲν εὐθὺς ὁ μάγιστρος κάτω εισι τῶν βασιλείων, ἄνεισι δὲ ὁ πατρίκιος Νικήτας, κηδεστής ῶν Ῥωμανοῦ, καὶ κατάγει τὸν πατριάρχην. Οἱ δὲ περὶ τὸν βασιλέα τὰ τίμια καὶ ζωοποιὰ ξύλα πέμψαντες πρὸς τὸν Ῥωμανὸν καὶ ὅρκοις αὐτὸν κατασφαλισάμενοι φοβερωτάτοις καὶ ἀρχῆς παλαμναιοτάταις μηδέποτε δόλιον κατὰ τοῦ βασιλέως ἐννοήσασθαι, συγχωροῦσι μετ' ὀλίγων αὐτὸν ἀνελο θεῖν ἐν τῷ παλατίῳ. [Ρ. ] Ονπερ δεξάμενος ὁ βασιλεὺς ἀνελθόντα καὶ προσκυνήσαντα εἰσάγει κατὰ τὸν ἐν τῷ Φάρῳ ναὸν, καὶ πίστεις αὐτῷ δοὺς καὶ λαβὼν προχειρίζεται τοῦτον μέγαν εταιρειάρχην. Γράμματα οὖν εὐθὺς ἐφοίτα πρός Λέοντα τὸν Φωκᾶν μὴ ὀλιγωρῆσαι μηδ' ἀπογνῶναι μηδὲ σκαιόν τι βουλεύσασθαι, ἀλλὰ προσμεῖναι μικρὸν ἡσύχως ἐν τῷ οἰκείῳ οἴκῳ διοριζόμενα ὡς μελλούσης γενέσθαι διὰ βραχέος τῆς αὐτοῦ προνοίας. Τὰ παραπλήσια δὲ γράψαι πρὸς αὐτὸν καὶ τὸν παρακοιμώμενον κατηνάγκασαν Κωνσταντῖνον. Απερ δεξάμενος ὁ Φωκᾶς ἡσυχίαν ήγεν ἐν τῷ κατὰ τὴν Καππαδοκίαν οἴκῳ αὐτοῦ.
col. 25–26page 9 of 174
PG 122:25Τῇ δὲ εἰ ἑβδομάσι τῶν ἁγίων Νηστειῶν δέδοται παρά Κωνσταντίνου τοῦ βασιλέως ἀῤῥαβῶν γαμικοῦ συναλλάγματος Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τῇ λεγομένῃ τῆς Γαλιλαίας στεφανοῦται μετ᾿ αὐτῆς παρὰ Νικολάου τοῦ πατριάρχου δ βασιλεὺς, τὸν Ῥωμανὸν βασιλεοπάτορα προβαλόμενος, καὶ ἀντ᾽ αὐτοῦ εταιρειάρχης Χριστοφόρον τὸν τούτου υἱόν. Καὶ μετὰ μικρόν Λέων ὁ Φωκᾶς ἀνα πεισθεὶς ὑπὸ τῶν ἑαυτοῦ συγγενῶν καὶ εαγμάτων πρὸς ἀποστασίαν ἀπεῖδε, καὶ ἀποστείλας προσελάβετο μετ' αὐτοῦ τὸν παρακοιμώμενον, Κωνσταντίνον καὶ ᾿Αναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδέλφους, καὶ Κωνσταντῖνον τὸν τῆς Μαλελίας, πληροφορών ἅπαντας ὑπερ τοῦ βασιλέως τὰ ὅπλα Κωνσταντίνου αἴρειν. Ῥωμανὸς δὲ χρυσόβουλλον ἐκθέ μενος ἀνατροπὴν ἔχοντα τῆς τοῦ Φωκᾶ προφάσεως, καὶ τῇ χειρὶ τοῦ βασιλέως καὶ τῇ σφραγῖδι ταῦτ᾽ ἐμπεδώσας μετά τινος γυναικὸς ἑταιρίδος, ἢν διὰ τὴν τοιαύτην ὑπηρεσίαν καὶ Βασιλικὴν ὕστερον προσηγόρευσαν, ἐν τῷ τοῦ Λέοντος στρατοπέδῳ ἐξέπεμψε, καὶ ἔτερα δὲ μετά τινος κληρικοῦ Μιχαὴλ ὑποσχέσεσι τιμῶν καὶ δωρεῶν διαφθείροντα τοὺς τῶν ταγμάτων ἐξάρχους καὶ τὸν λαόν. 'Αλλ᾿ οὗτος μὲν ὁ Μιχαὴλ φωραθεὶς ὑπὸ τοῦ Φωκᾶ καὶ τυφθεὶς ἀνηλεῶς ἀπετμήθη τὰ ὦτα· ἔλαβε δ᾽ ἡ γυνὴ ἐν τῷ στρατῷ διασπείρασα ἃ ἐπήγετο. Πρῶτον οὖν ὁ τοῦ Βαρέος Μιχαήλ υἱὸς Κωσταντίνος, τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Λέοντα τῷ Ρωμανῷ προσεχώρησεν· τινι καὶ ὁ Βαλάντιος καὶ ἡ λεγόμενος Ατζμωρος, τουρμάρχαι καὶ ἄμφω ὄντες, ἐπηκολούθησαν. Λέων δὲ ὅμως ὁ Φωκᾶς τὴν Χρυσόπολιν καταλαβὼν, καὶ τὸν λαὸν παρατάξας κατὰ τὴν ἀντιπέραν ἐν τῷ κίονι ἱσταμένην λιθίνην δάμαλιν, ἐξεφόβει τοὺς ἐν τῇ πόλει. Ρωμανός δέ μετὰ δρόμωνος τὸν ἐπὶ τοῦ κανικλείου Συμεὼν ἐκ πέμψας πρὸς τὸν τοῦ ἀποστάτου λαὸν καὶ χρυσόβουλλον ἐνσεσημασμένον παρὰ τοῦ βασιλέως ἐνεχείρισεν αὐτῷ, καὶ παρηγγύησε πάντα τρόπον σπου ται τῷ λαῷ τοῦτο ἔπαναγνῶναι. Ὁ δὲ τοῦ χρυσοβούλλου νοῦς εἶχεν οὕτως· «Η βασιλεία μου φύλακα αὐτῆς ἐγρηγορώτατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἡ Ῥωμανὸν εὑροῦσα, [] τούτῳ μετὰ θεὸν τὴν ἑαυτῆς φυλακὴν κατεπίστευσε, καὶ ἀντὶ πατρὸς αὐτὸν κρίνει, σπλάγχνα πατρικὰ πρὸς αὐτὴν ἐνδεικνύμενον. Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ ταύτῃ προσο πολεμοῦντα καὶ ἐπιβουλεύοντα, καὶ νῦν τὴν κρυ Εὐαγγελισμόν Τῇ τρίτῃ τοῦ Πάσχα τῇ λεγομένη της Γαλιλαίας. Κυριακὴν τοῦ Θωμᾶ, τοῦ ἀσώτου, τῆς Σαμαρείτιδος, Χρυσόβουλλον, βούλλα, Διὰ σφραγίδος χρυσῆς ἀσφαλίσασθαι τουρμάρχης, μεράρχης, ταγματάρχης, ποτὲ καὶ στρατο ηλάτης: Οἱ δὲ 'λε γομενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγών ετάχθησαν. Σημαίνει δὲ τὸ τοιοῦτον ἀξίωμα τὸν ἔχοντα ὑφ᾽ ἑαυτὸν στρατιώτας τοξφόρους πεντακοσίους καὶ πελταστὰς τριακοσίους καὶ δεξιολάβους ἐκατόν.
col. 27–28page 10 of 174
PG 122:27πτομένην αὐτοῦ πονηρίαν φανερώσαντα, οὔτε δομέ στιχον εἶναι βουλεται, οὔθ᾽ ἕνα κρίνει τῶν ὑπηκόων, ἀλλ' ἀποστάτην καὶ τύραννον, καὶ χωρὶς ἐμῆς βουλῆς τὴν τοιαύτην ἀνταρσίαν συστήσαντα, ἵν᾿ εἰς ἑαυτὴν τὸ τῆς βασιλείας ἐπισπάσηται κράτος. Τοῦτο οὖν εἰδὼς, ὁ ἐμὸς λαὸς, τὸ δέον συνιέναι θέλησον, καὶ τὸν προγονικὸν ἐπιγνούς δεσπότην τῆς πικρᾶς τυραννία δος ἀπόστηθι. Τοῦ δὲ Συμεὼν γενομένου κατὰ τὴν παρεμβολὴν καὶ τὸ χρυσοβούλλιον φανερῶς ἐκπέμψαντος τῷ λαῷ, ὡς τοῦτο ἀνάγνωσαν καὶ τὸν αὐτοῦ νοῦν κατενόησαν, ἤρξαντο πάντες ἀναχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ρωμανῷ. Ὁ δὲ Φωκᾶς πρῶτον μὲν πειραθεὶς τὴν ἀνάγνωσιν κωλῦσαι του χρυσοβουλλίου καὶ μὴ δυνηθείς, εἶτα καὶ ὑποβῥέου σαν κατὰ μικρὸν τὴν αὐτοῦ βλέπων δύναμιν, τοῖς ὅλοις ἀπειρηκώς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύετο, καὶ μετά τινων ὀλίγων τῶν πιστοτάτων τὸ φρούριον κατέλαβεν 'Ατεούς. ᾿Αποκρουσθεὶς δ᾽ ἐκεῖθεν ἔν τινι χωρίῳ κατήντησεν ὁ κατωνομάζετο Γοηλήοντος, ὁ καὶ φανερῶς ἐδήλου ὡὴ Δέοντι· κἀκεῖσε παρὰ Μι χαὴλ τοῦ Βαρέος καί τινων ἄλλων πλείστων ἐπ' αὐτὸν συστάντων συλλαμβάνεται. Στέλλεται τοίνυν Ἰωάννης ὁ Τουβάκης καὶ Λέων ὁ Παστηλᾶς εἰσαγαγεῖν αὐτὸν εἰς τὴν βασιλεύουσαν. Οἱ δὲ τοῦτον κρατ τήσαντες ἀπετύφλωσαν, ὡς μὲν ἔνιοι λέγουσιν ἐντολὴν λαθραίαν λαβόντες ἐκ Ῥωμανοῦ, ὡς δ' οἱ περὶ τὸν Ῥωμανὸν διανίσταντο, αὐθαιρέτῳ γνώμη και προαιρέσει· καὶ γὰρ δὴ καὶ ἐδόκει ἀγανακτεῖν ὁ Ρωμανὸς ὡς παρὰ τὴν αὐτοῦ θέλησιν γεγονότος τοῦ ἔργου. Ἡ μὲν οὖν τοῦ Λέοντος ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος. * Συνέστη δὲ καὶ ἑτέρα ἐπιβουλὴ κατὰ Ῥωμανοῦ, παρά τινος Κωσταντίνου Κτηματηνοῦ, Δαβίδ τοῦ Κουμουλιανοῦ καὶ Μιχαήλ κουράτωρος τῶν μαγ γάνων οὗτοι γὰρ νεανίας τινὰς καθοπλίσαντες κατὰ τὸ κυνήγιον ἐξελθόντα τὸν Ῥωμανὸν ἐπ ετρέψαντο διαχειρίσασθαι. Ων γνωσθέντων, καὶ συλ ληφθέντες οἱ τῆς ἐπιβουλῆς πρωτουργοὶ τοὺς ὀφθαλμοὺς ἐπηρώθησαν καὶ διὰ μέσης τῆς ἀγορᾶς περι ήχθησαν. Συνῆν δὲ ταύτῃ τῇ ἀτίμῳ περιαγωγῇ καὶ Λέων ὁ Φωκᾶς, ἡμιόνῳ ἐφεζόμενος. Κατηγορήθη δὲ καὶ Σωὴ ἡ βασιλὶς τῇ ζωῇ ἐπιβουλεύουσα τοῦ Ῥωμανοῦ, καὶ τοῦ παλασίου κατάγεται, κἂν τῇ τῆς ᾿Αγίας Εὐφημίας μονῇ ἀποκείρεται. Ἐξ εβλήθη δὲ τῆς πόλεως καὶ Θεοφύλακτος πατρίκιος, καὶ Θεόδωρος ὁ παιδαγωγὸς τοῦ βασιλέως, καὶ ὁ τούτου ὁμαίμων Συμεών, [Ρ. ] καὶ ἐν τῷ ὀψικίῳ διάγειν ἐτάχθησαν, ὡς τάχα κατὰ Ῥωμανοῦ μελετῶντες. Ὑπούργησε δὲ πρὸς τὸν ἐξοτρακισμὸν τῶν τοιούτων ὁ δρουγγάριος τῆς βίγλας Ιωαννης ὁ Κουρκούας, αιφνίδιον συναρπάσας αὐτοὺς καὶ πλοίοις εἰς τὴν περαίαν διαβιβάσας. Τῇ δὲ κδ' νοῦ Σεπτεμβρίου μηνὸς ἀνάγεται Ῥω μανὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν, καὶ Δεκεμβρίῳ μηνὶ τῷ τῆς βασιλείας διαδήματι στέφεται, ἐπιτροπῇ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ πατριάρχου Νικο λάου αὐτὸν ἀναδήσαντος· 'Ρωμανὸς δὲ ταινιωθεὶς τῷ βασιλικῷ διαδήματι στέφει κατ' αὐτὴν τὴν ἡμέραν τῶν ἁγίων Φώτων καὶ τὴν ἑαυτοῦ σύζυγον Θεο
col. 29–30page 11 of 174
PG 122:29δώρων Μαΐῳ δὲ μηνὶ κατὰ τὴν τῆς ἁγίας Πεντηκοστῆς ἡμέραν στέφει καὶ τὸν ἑαυτοῦ υἱὸν Χριστοφόρον διὰ Κωνσταντίνου τάχα, κατὰ μὲν τὸ φαινόμενον ἐθέλοντος καὶ καταδεχομένου διὰ τὴν βίαν, ἐν δὲ τῷ ἀφανεῖ ἀλύοντος καὶ τὴν συμφορὰν ἀποκλαιομένου εἰς ἑαυτόν. Καὶ μόνοι οἱ δύο κατὰ τὴν τοιαύτην προῆλθον προέλευσιν. Ἰουλίῳ δὲ μηνί, η' ἐνδικτιῶνος, ἡ τῆς Ἐκκλησίας γέγονεν ἔνωσις, ἐνωθέντων τῶν διαφερομένων μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἐξορίζει τὸν μάγι στρον Στέφανον εἰς τὴν ᾿Αντιγόνου νῆσον ὡς τῆς βα σιλείας τάχα ὀριγνώμενον, καὶ μοναχὸν ἀποκείρει, σὺν αὐτῷ δὲ καὶ Θεοφάνην τὸν Τειχιώτην, καὶ Παῦ λον τὸν ὀρφανοτρόφον, τοὺς οἰκειοτάτους αὐτῷ. προκένσου δὲ γενομένου ἐν τῷ τριβουναλίῳ, αἰφνίδιον οἱ βασιλεῖς εἰς τὸ παλάτιον ὑποστρέφουσιν ἐπιβουλῆς μηνυθείσης αὐτοῖς· κατασχεθέντες δὲ οἱ ἔξαρχοι, δ τε πατρίκιος Αρσένιος καὶ ὁ μαγκλαβίτης Παῦλος, τυφλωθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. Εγάς γετο δὲ τούτῳ τῷ ἔτει καὶ γαμβρὸν ἐπὶ τῇ αὐτοῦ θυγατρί Αγάθη Ῥωμανός ὁ βασιλεὺς Λέοντα τὸν τοῦ ᾿Αργυρού, ἄνδρα γενναῖον καὶ κάλλει σώματος καὶ ἰδέα ὑπερφέροντα, συνέσει τε καὶ φρονήσει κοστ μούμενον. β Εγένετο δὲ ἐν τῷ αὐτῷ χρόνῳ καὶ τὰ κατὰ τὸν Ρεντάκιον. Οὗτος ἐξ Ελλάδος ώρμημένος τὸν ἑαυ τοῦ γεννήτορα ἐπεχείρησεν ἀνελεῖν. Δεδιώς δ' ἐκεῖ νος τὴν τοῦ υἱοῦ ἀταξίαν, πλοίου ἐπιβὰς ἔπλει πρὸς τὸ Βυζάντιον ὡς τάχα τοῦ βασιλέως δεησόμενος ἀνακοπὴν γενέσθαι τῆς τοῦ υἱοῦ ἀπαιδευσίας. Ανιών δὲ κατεσχέθη παρὰ τῶν Σαρακηνῶν τῶν ἐν τῇ Κρήτῃ. Ὁ δὲ τούτου υἱὸς ὑποχείριον ἔχων τὸν πατρῷον πλοῦτον, ἀνελθὼν μετ᾽ αὑτοῦ εἰς τὴν μεγαλόπολιν, τῷ θείῳ τεμένει τῆς τοῦ Θεοῦ Σοφίας προσέδραμε. καν τούτῳ προσκαθήμενος τὴν πατρικὴν κατεσπάθα οὐσίαν. Οὐκ ἔλαβε τοῦτο τὸν Ῥωμανόν, ἀλλὰ γνούς ἐβουλεύσατο ἐξαγαγεῖν τοῦτον τῆς ἐκκλησίας καὶ παιδεῦσαι· Ὁ δὲ πληροφορίαν σγών, βασιλικά πλασάμενος γράμματα ὡς δῆθεν ἐκπεμφθέντα πρὸς τὸν Συμεών, αὐτομολήσειν ἐβουλεύσατο πρὸς τοὺς βουλγάρους. Καὶ ἐλεγχθεὶς τῆς τε οὐσίας καὶ τῶν ὀφθαλμῶν περεῖται. [Ρ. ] Αδραλέστου δὲ τοῦ δομεστίκου τῶν σχο λῶν ἀποθανόντος, προεβλήθη Πόθος ὁ ᾿Αργυρός. Καὶ τῶν Βουλγάρων ἄχρι τῶν Κατασυρτῶν ἐξελασάντων ἔξεισι καὶ αὐτὸς μετὰ τῶν ταγμάτων, καὶ κατασκηνοῦ κατὰ τὴν λεγομένην θερμόπολιν. Ἐκεῖ θεν δὲ Μιχαήλ ταγματάρχην τὸν τοῦ πατρικίου Μωρολέοντος υἱὸν ἐπὶ κατασκοπὴν τῶν Βουλγάρων ἐκπέμπει. Ὁ δὲ ἀπροόπτως ταῖς βαρβαρικαῖς ἐμ πεσὼν ἐνέδραις, ἐπείπερ ἄφυκτα ἦν, τρέπεται πρὸς ἀλκὴν, καὶ πολλοὺς τῶν Βουλγάρων ἀνελὼν καὶ τρεψάμενος, καιρίαν δὲ τυπεὶς καὶ αὐτὸς, ἐπανῆκεν εἰς τὴν βασιλίδα καὶ μετὰ μικρὸν ἐνελεύτησε. Τότε δὲ καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐπιβουλή μηνύεται κατ' αὐτοῦ, προστάτην ἔχουσα τὸν σακελλάριον Ανα Σακέλλιον βαλάντιον.
col. 31–32page 12 of 174
PG 122:31στάσιον, ὑπὲρ τοῦ βασιλέως δῆθεν ἀγωνιζόμενον καὶ τῶν αἰτίων συσχεθέντων ἕκαστος κατὰ τὸ δόξαν ἐτιμωρήθη τῷ βασιλεῖ Ρωμανῷ τοῦ Ἀναστασίου ἀποκαρέντος μοναχοῦ. Ἐξ ἧς αἰτίας καὶ ὁ Κωνσταντῖνος ὑποβιβάζεται, καὶ δεύτερος ἀνηγορεύετο βασι λεὺς, πρῶτος δὲ ὁ Ῥωμανός, προφασισάμενος οὕτως μόνως δυνατὸν εἶναι κατευνασθῆναι τὰς ἐπιβουλάς, διά τε πράγματα πρόσκαιρα καὶ βασιλείαν φθαρτὴν καὶ ἐπίκηρον ἐπιορκίᾳ περιπεσὼν καὶ τοῦ Θεοῦ γενόμενος μήκοθεν. Καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο τῇδε. Ὁ δὲ Συμεὼν πάλιν δύναμιν βαρείαν ἐκπέμπει κατὰ Ῥωμαίων, ἔξαρχον ἔχουσαν Χαγάνον, ἕνα τῶν παρ' αὐτῷ μέγα δυναμένων, καὶ Μινικὸν τῶν ἱππο κόμων τὸν πρῶτον, οἷς ἐπέσκηψεν κατ' αὐτῆς ὡς τάχιστα τῆς πόλεως ἐκστρατεῦσαι. Ων τὴν ἔφοδον ἀναμαθὼν ὁ βασιλεὺς Ρωμανός, καὶ λογισάμενος μή πως ἐπελθόντες τὰ κάλλιστα τῶν πλησιαζόντων τῇ πόλει παλατίων καὶ οἰκημάτων πυρπολήσωσι τὸν ῥαίκτωρα Ἰωάννην ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Αργυροῖς ἐκπέμπει μετά πλήθους ἱκανοῦ ἔκ τε τῆς βασιλικῆς ἑταιρείας καὶ τῶν ταγματικών οἷς συνῆν καὶ ὁ πατρίκιος Αλέξιος καὶ δρουγγάριος τῶν πλω!μῶν ὁ Μωσηλὲ μετὰ τῶν ὑπ' αὐτόν. Κατὰ δὲ τὴν εἰ ἑβδομάδα τῶν Νηστειῶν διατάξαντες τὸν λαὸν ἐν τοῖς πεδινοῖς τῶν Πηγῶν τόποις προσέμενον. Ἐκεῖθεν δὲ τῶν Βουλγάρων αναφανέντων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ σφοδρῶς ἐπελασάντων κατ' αὐτῶν, φεύγει μὲν ὁ ῥαίκτωρ Ιωάννης, σφάττεται δὲ ὑπὲρ αὐτοῦ ἀγωνιζόμενος Φωτεινὸς πατρίκιος ὁ τοῦ Πλατύποδος υἱὸς καὶ ἄλλοι οὐκ ὀλίγοι. Μόλις οὖν ὁ ῥαίκτωρ διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρόμωνα Τοῦτο καὶ ᾿Αλέξιος ὁ δρουγγάριος ποιῆσαι βουληθεὶς, καὶ μὴ δυνηθεὶς ἀνελθεῖν, ἐν τῇ τοῦ δρόμωνος ὑποβάθρα πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρωτ το μανδάτωρι ἀπεπνίγη. Λέων δὲ καὶ Πόθος οἱ ᾿Αρ γυροὶ ἐν τῷ καστελλίῳ διαφυγόντες ἐσώθησαν. Τοῦ δὲ λοιποῦ πλήθους οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας φεύγοντες ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ βαρβαρικαῖς συνελήφθησαν. [Ρ. ] Οἱ δὲ Βούλγαροι κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τά τε τῶν Πηγῶν ἐνέπρησαν παλάτια καὶ ἅπαν τὸ Στενὸν ἐπυρπόλησαν. Εἰκοστῇ δὲ Φεβρουαρίου μηνός, ινδικτιῶνος ιʹ, θνήσκει Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ, καὶ θάπτεται ἐν τῷ Μυρελαίῳ ἀνηγορεύθη δὲ Αὐγοῦστα ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ ἡ Σοφίᾳ. παρεγένετο δὲ καὶ ἐξ Ἰβηρίας ὁ κουροπαλάτης ὁ ης, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθὼν κεκοσμημένης λαμπρῶς μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη δν καὶ ἐν τῇ Ἁγίᾳ τοῦ Θεοῦ Σοφίᾳ ἀπέστειλεν ὁ βασιλεὺς, τὸ κάλλος αὐτῆς θεάσασθαι καὶ τὸ μέγε θος. ᾿Απελθὼν οὖν καὶ τοῦ ναοῦ τὴν καλλονὴν καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυμάσας, καὶ ἀληθῶς Θεοῦ καταγώγιον τὸν ἱερὸν τουτονὶ χῶρον εἰπὼν, ὑπέστρεψεν εἰς τὰ ἴδια. Τῶν δὲ Βουλγάρων πά λιν εἰσβολὴν ποιησαμένων κατὰ τῆς Ῥωμαίων χώρας, καὶ τοῖς παλατίοις τῆς βασιλίδος ἐγγισάντων Θεοδώρας ὡς οὐδὲν ἦν τὸ προσιστάμενον, πυρὶ ταῦτα παρέδοσαν. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἄριστον ποιησάμενος που
col. 33–34page 13 of 174
PG 122:33λυτελὲς τοὺς τῶν ταγμάτων ἄρχοντας συνεκάλεσε. συνῆν δὲ τούτοις καὶ ὁ τὴν ἐπωνυμίαν Σακτίκιος, τοῦ τάγματος ἄρχων τῶν ἐξκουβίτων. Ἐπίδοσιν δὲ λαμβανούσης τῆς εὐωχίας λόγος ἐκινήθη περὶ τῶν Βουλγάρων. Καὶ τοῦ βασιλέως ἐπαγωγὰ πολλὰ εἰρη κότος, πρὸς ὁρμὴν ἐπανιστῶντα ἐνθουσιώδη καὶ παρ ρακαλοῦντα εὐψύχως ἐξελθεῖν κατὰ τῶν ἐναντίων καὶ τῆς σφῶν ὑπεραγωνίσασθαι πατρίδος, πάντες συνέθεντο ἑτοίμως ἐξελθεῖν καὶ τῶν Χριστιανῶν ὑπεραγωνίσασθαι. Ἕωθεν οὖν καθοπλισθεὶς ὁ Σακτίκιος, ὄπισθεν τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν εἰσελθὼν τῶν πλειόνων ἐπὶ διαρπαγὴν σκύλων σκεδασθέντων κατὰ τὴν χώραν, πάντας τοὺς ἐν τῇ πρεμβολῇ εὐρεθέντας κατέσφαξε. Μαθὸν οὖν τὸ πλῆθος τῶν Βουλγάρων ὑπὸ τῶν διαδράντων τὸ γεγονὸς ὑποστρέφουσιν ἐν τῷ στρατοπέδῳ. Καὶ συμπλοκῆς γενομένης, ἀκμῆτες οι Βούλγαροι πρὸς κεκμηκότας μαχόμενοι καὶ ἀκραιφνεῖς πρὸς ἤδη τῷ προηγησαμένῳ πολέμῳ κεκακωμένους ἄνδρας τρέπουσι τὸν Σακτίκιον σὺν ὀλίγοις τὴν προσβολὴν τῶν ἐναντίων δεξάμενον. Γενναίως οὖν ἀγωνισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, ἐπειδὴ κατισχύετο, μεθίησι τοῦ ἵππου τὸν χαλινὸν, καὶ νῶτα δοὺς ἔφυγεν. Ἔν τινι δὲ ποταμῷ γενόμενος καὶ τοῦτον διαπερῶν, καὶ τῇ ἰλύϊ τοῦ ἵππου ἐμπαγέντος, καταλαμβάνεται παρὰ τῶν Βουλγάρων καὶ δέχεται πληγὴν καιρίαν κατὰ τῆς ἔδρας καὶ τοῦ μηροῦ. Καὶ τοῦ ἵππου δὲ ἀνασπασθέντος ἐκ τῆς ἰλύος σπουδῇ καὶ συνεργίᾳ τῶν αὐτοῦ θεραπόντων, νῦν μὲν φεύ γων, νῦν δ᾽ ὑποστρέφων μετὰ τῶν ὑπ᾽ αὐτὸν καὶ τοὺς ἐπιόντας ἀνακόπτων Βουλγάρους, διασώζεται μέχρι τῶν Βλαχερνῶν, καὶ ἐν τῷ ναῷ τῆς Ἁγίας Σοροῦ τεθεὶς τῇ ἐπιούσῃ νυκτὶ ἐτελεύτησε, μέγα πένθος οὐ τῷ βασιλεῖ μόνον, ἀλλὰ καὶ τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει Ῥωμαίων ἀπολιπών [Ρ. ] Εγένετο δὲ καὶ ἑτέρα τις ἀποστασία κατὰ τοῦ βασιλέως ἐν Χαλδία ὑποθήκῃ τοῦ στρατο ηγοῦντος αὐτῆς Βάρδα πατρικίου τοῦ Βοΐλα. Εξῆρ χον δὲ τοῦ νεωτερισμοῦ ᾿Αδριανός τις Χαλδαῖος καὶ Τατζάτης ὁ ᾿Αρμένιος, πλούσιοι σφόδρα. Κατα σχόντες οὖν οὗτοι φρούριον τὸ λεγόμενον Παίπερτε κατὰ τοῦ βασιλέως ὡπλίζοντο. Αλλ᾽ ὀξὺς ἐπιφανεὶς ἔτυχε γὰρ ἐνδημῶν ἐν Καισαρεία) ὁ τῶν σχο λῶν ἐξηγούμενος Ἰωάννης ὁ Κουρκούας τὴν σύστασιν διεσκέδασε, τοὺς ἐμφανεστέρους τῶν κατασχεθέντων ἀποτυφλώσας καὶ τὰς οὐσίας αὐτῶν δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθώους κελεύσας ὅπη βούλονται ἀπιέναι. Μόνος δὲ ὁ Τατζάτης φρούριον ἐπί τινος ὑψηλοῦ λόφου κατεσκευασμένον κατεσχη χώς, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος ἀπὸ τοῦ δομεστίκου τῶν σχολῶν καὶ λαβὼν, εἰσῆλθεν ἐν τῇ βασιλίδι, καὶ τῇ τοῦ μαγκλαβίτου ἀξίᾳ Σορός Τῇ κτωρα, παραδυναστεύοντα τοῦ μαγγλαβίτου ἀξίᾳ τιμηθείς. μαγγά ἐμαγγλάβισεν
col. 35–36page 14 of 174
PG 122:35τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν μαγγάνων τηρεῖτο. Δρα τινες Ρωμαϊκὸν στρατόπεδον ἀκηκοότες ἥκειν κατ᾿ Αδριανούπολις ὑπὸ Ῥωμαίους ἐγένετο. σμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ἀφθαλμῶν στερεῖται. Βάρδας δὲ ὁ Βοΐλας φιλίως πρὸς αὐτὸν διακειμένου τοῦ βασιλέως ἀπεκάρη μοναχός, μηδὲν ἄλλο πεπονθὼς ἀνιαρόν. Συμεὼν δὲ ὁ τῶν Βουλγάρων ἄρχων, τὴν Ἀδριανούπολιν καταλαβὼν καὶ ταύτην χάραξι καὶ τάφροις περιστοιχίσας, ἐπιμελῶς ἐπολιόρκει. Εστρατήγει δὲ τῆς πόλεως ὁ πατρίκιος Λέων, ὃν διὰ τὴν ὀξύῤῥοπον πρὸς τοὺς πολέμους ὁρμὴν Μωρολέοντα ἐκάλουν. Οὗτος εὐψύχως τὴν πολιορκίαν ἐδέξατο, καὶ γενναιοτάτως ποτὲ μὲν ἀπὸ τοῦ τείχους τοὺς προσιόντας τῶν Βουλγάρων ἠμύνετο, ποτὲ δὲ τὰς πυλίδας ἀναπεταννὺς ἐπετίθετο σὺν ῥύμῃ ἀνυποστάτῳ καὶ ῥᾳδίως ἐτρέπετο. Ἐπεὶ δὲ ὁ σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοίπει καὶ λιμὸς ἐπίεζε τοὺς ἔνδοθεν κραταιός, μηδαμόθεν ἐλπίδα ἔχοντες ἐπισιτισμοῦ, τῇ ἐνδείᾳ πεισθέντες προδεδώκασι τὴν πόλιν καὶ ἑαυτοὺς καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις· ὃν χειρωσάμενος ὁ Συμεών, καὶ ὧν εἰς τοὺς Βουλγάρους ἐνεδείξατο μεμνημένος κακῶν, μυρίαις αικίαις τιμωρησάμενος τελευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ. Βουλγάρους οὖν ἐπιστήσας φύλακας τῇ πόλει ὑπεχώρησεν ο αὐτῶν καταλιπόντες τὴν πόλιν ἔφυγον, καὶ πάλιν ἡ Κρέμανται δὲ ἐπὶ ζώνης ἑκάστου τούτων λώροι, οὓς καλοῦσι μαγγλάβια ήγουν βακτηρίας ἢ βάβδους. μαστίζειν τοὺς ἀξίους μαστίζεσθαι. ᾿Αποστέλλει μαγλαβίτην τὸν Μαυροθεόδωρον ξίφει ἀνελεῖν τὸν μοναχόν. μαγγλαβίτην Τότε δὲ καὶ Λέων ὁ Τριπολίτης μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν ἐξῆλθε κατὰ Ῥω μαίων· ὃν ἐν τῇ νήσῳ Λήμνω ναυλογοῦντα Ιωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωίμων ὁ Ῥαδη νὰς αἰφνίδιον ἐπιφανείς ραδίως ἐτρέψατο, τῶν ᾿Αγα ρηνῶν σχεδόν πάντων ἀνῃρημένων, τοῦ δὲ Τριπολί του μόνου φυγῇ τὴν σωτηρίαν πορισαμένου. Σεπτεμβρίῳ δὲ μηνὶ, ἰνδικτιῶνος β', [Ρ. ] ὁ ἄρχων Βουλ γαρίας Συμεών πανστρατὶ κατὰ τῆς Κωνσταντινουπόλεως ἐκστρατεύει, καὶ ληίζεται μὲν Μακεδονίαν, ἐμπιπρᾷ δὲ τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ πάντα καταστρέφει τὰ ἐν ποσί. Εγγιστα δὲ Βλαχερνῶν στρατόπεδον πήξας ἐπεζήτησεν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην Νικόλαον και τινας τῶν ἐν τέλει ὥστε περὶ εἰρήνης διαλεχθῆναι. Λαβόντες οὖν ὁμής ρους παρ' ἀλλήλων ὡς οὐδεμία τις ἐπακολουθήσει ἐπιβουλὴ, καὶ τοῦ πατριάρχου τοῖς ὅρκοις ἀναθαρρήσαντος, γέγονε λόγος ὁποίους δεῖ τῶν συγκλητικῶν τούτῳ συνεξελθεῖν. Προεκρίθη γοῦν ὁ πατρίκιος Μι χαὴλ ὁ Στυπειώτης καὶ Ἰωάννης ὁ μυστικὸς καὶ παραδυναστεύων ἤδη γὰρ Ιωάννης ὁ ῥαίκτωρ κατα ιβάζεσθαι τοῦ παλατίου, συγχωρεῖσθαι εἰσέρχεσθαι προσκυνεῖν τὸν βασιλέα,
col. 37–38page 15 of 174
PG 122:37διαβληθεὶς πρὸς τὸν βασιλέα, κατελθὼν τοῦ παλα τίου, ἐν τῇ αὐτοῦ μονῇ τὴν κοσμικὴν ἀπεχείρατο τρίχα. Αφικομένους οὖν αὐτοὺς πρὸς τὸν Συμεών καὶ μέλλοντας κινεῖν λόγους περὶ εἰρήνης, τούτους μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐπεζήτει θεάσασθαι· πεπληροφόρητο γὰρ ἄνδρα συν ετὸν αὐτὸν εἶναι καὶ ἀληθῆ, Ασπασίως δὲ ὁ Ῥωμα νὸς ἐδέξατο τοῦτο. ᾿Αποστείλας οὖν ἐν τῷ τοῦ Κο σμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρη διακο πλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι, περιφράξας αὐτὴν πάντοθεν διατειχίσμασι, Μέσον δὲ θριγκίον γενέσθαι προσέταξεν, ἔνθα ἀλλήλοις ἔμελλον ὁμι λεῖν. Ὁ δὲ Συμεὼν ἀποστείλας ἐνέπρησε τὸν τῆς ὑπεραγίας Θεοτόκου ναὸν τὸν ἐν τῇ Πηγῇ, ἂν ὁ βα σιλεὺς Ἰουστινιανὸς ἐδομήσατο, ἐπυρπόλησε δὲ καὶ τὰ κύκλῳ σύμπαντα, καὶ δῆλος ἦν ἐκ τούτου μὴ εἰρήνην ζητῶν. Ὁ δὲ βασιλεὺς ἐν τῷ ναῷ γενόμενος τῶν Βλαχερνῶν ἅμα τῷ πατριάρχῃ, καὶ ἐν τῇ Αγία Σορῷ εἰσελθὼν καὶ ἱκετηρίας ᾠδὰς ἀποδοὺς τῷ θεῷ, τὸ ὠμοφόριον τῆς Θεοτόκου λαβὼν ἐξῄει τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φραξάμενος. Τὸν σὺν αὐτῷ οὖν στόλον κοσμήσας ἀριπρεπῶς τὸν ὡρισμένον κατείληφε τόπον, Ἐννάτη τοῦ Νοεμβρίου μηνός ἦν ὅτε ταῦτα ἐγίνετο. Παρεγένετο δὲ καὶ ὁ Συμεών, πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς πα ρατάξεις καὶ τὰς ἰδέας· οἱ μὲν γὰρ ἦσαν χρυσάσπιδες καὶ χουτᾶ δόρατα ἔχοντες, οἱ δὲ ἀργυράσπιδες, οἱ δὲ χαλκάσπιδες, οἱ δὲ ἄλλῃ χροιᾷ ὡς πη ἑκάστῳ ἐξέχει, ἐκεκόσμηντο. Οἵτινες μέσον αὐτὸν εἰληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν Ῥωμαϊκῇ τῇ φωνῇ. Πάντες δὲ οἱ ἐν τέλει καὶ ὁ ἀστικὸς δῆμος ἐκ τῶν τειχῶν ἐθεῶντο τὰ δρώμενα. Πρῶτος οὖν δ βασιλεὺς Ρωμα ὡς τὴν εἰρημένην αποβάθραν καταλαβὼν τὸν Συ μεὼν ἐξεδέχετο. Ὅμηρα δὲ δόντες ἀλλήλοις, καὶ τὴν ἀποβάθραν οι Βούλγαροι διερευνήσαντες ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα κρύπτηται, τότε κατελθεῖν τὸν Συμεὼν τοῦ ἵππου προετρέψαντο καὶ εἰσελθεῖν πρὸς τὸν βασιλέα. Ησπάσαντο γοῦν ἀλλήλους, καὶ περὶ εἰρήνης ἤρξαντο διαλέγεσθαι. [Ρ. ] 1 Φασὶ δ᾽ οὖν εἰπεῖν τὸν Ῥωμανὸν πρὸς τὸν Συμεών Ακήκοα σε Χριστιανὸν ἄνθρωπον καὶ θεοσεβή, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. Εἰ μὲν γὰρ ἀληθῶς Χριστιανὸς ὑπάρχεις, πῆσον ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς χύσεις τῶν ἀνοσίων αἱμάτων, καὶ σπεῖσαι μεθ᾿ ἡμῶν τῶν Χρι στιανῶν, Χριστιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. Ἄνθρωπος εἰ καὶ αὐτὸς, θάνατον προσδοκῶν καὶ ἀναστασιν, καὶ κρίσιν, καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων. Σήμερον ὑπάρχεις, καὶ αύριον εἰς κόνιν διαλυθήσῃ. Εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε τούτου ἐμπλήσω εἰς κόρον. Μόνον ἄσπασαι τὴν εἰρήνην καὶ ἀγάπησον τὴν ὁμό νοιαν, ἵνα καὶ αὑτὸς βίον ζήσης εἰρηνικὸν καὶ ἀναί μακτον, καὶ οἱ Χριστιανοί παύσωνταί ποτε κατ' Π β Ωμοφορίου,
col. 39–40page 16 of 174
PG 122:39ἀλλήλων όπλα κινοῦντες. Καὶ ταῦτα μὲν εἶπεν ὁ βασιλεὺς, αἰδεσθεὶς δὲ ὁ Συμεὼν τὴν τούτου ταπείνωσιν ὑπέσχετο τὴν εἴρηνην ποιήσασθαι. Καὶ ἀσπα σάμενοι ἀλλήλους διεχωρίσθησαν, τοῦ βασιλέως δώροις μεγαλοπρεπέσι δεδιωσαμένου τὸν Συμεών. Συμβέβηκε δὲ τι τεράστιον τότε, ὡς ἄξιον εἶναι καὶ διηγήσασθαι. Δύο φασὶν ἀετοὺς τῶν βασιλέων όμι λούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ ἀλλήλοις συμμίξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπέ τὴν Θρᾴκην ἀποπτῆναι. Τοῦτο δὲ οἱ περὶ τὰς ὀρνιθοσκοπίας ἐπτοημένοι οὐκ αἴσιον ἔκριναν οιωνόν· ἀσυμβάτους γὰρ διαλυθήσεσθαι ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους ἔφησαν. Ὁ δὲ Συμεὼν ἀποστρέψας τοῖς οἰκείοις ἄρχουσι τὴν τοῦ βασιλέως ἐξηγεῖτο μετριότητα καὶ τὸ πρὸς τὰ χρήματα προετικόν τε καὶ ἐλευθέριον. Κατὰ δὲ τὴν ἑορτὴν τῶν Χριστουγέννων ἰνδικτιῶνος β', Ῥωμανὸς ὁ βασιλεὺς στέφει τοὺς δύο υἱοὺς αὐτοῦ, Στέφανον καὶ Κωνσταντῖνον, ἐν τῇ Μεγάλη Εκκλησίᾳ· τὸν δὲ λοιπὸν υἱὸν αὐτοῦ Θεοφύλακτον δ πατριάρχης ἀπέκειρε κληρικόν, χειροτονήσας αὐτὸν ὑποδιάκονον, προχειρισάμενος καὶ σύγκελλον, πρό και ὑποθήκη καταβιβάζεται τερον διελθόντα εἰς τὰ ἄγια μετὰ τοῦ τάγματος τῶν ὑποδιακόνων. Ετίμησε δὲ καὶ τὸν μυστικὸν ᾿Ιωάν ἀνθο την καὶ παραδυναστεύοντα πατρίκιον καὶ ύπατον. ιε' δὲ Μαΐου μηνός, ινδικτιῶνος γ΄, τελευτᾷ ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρα ἀναῤῥήσει ἔτη ιγ'· καὶ καθίσταται Αὐγούστῳ μην πατριάρχης ὁ τῆς ᾿Αμασείας μητροπολίτης στέφανος. Κατηγορήθη δὲ καὶ ὁ μυστικὸς ὡς τὴν βασιλείαν σφετεριζόμενος, καὶ ὑποθήκῃ τοῦ πατρικίου Κοι σμᾶ καὶ λογοθέτου τοῦ δρόμου, μνηστευομένου τοῦτον εἰς τὴν ἑαυτοῦ θυγατέρα, καταβιβάζεται τοῦ παλατίου. Συγχωρεῖται δ' ὅμως εἰσάρχεσθαι καὶ προσκυνεῖν τὸν βασιλέα· στέργων γὰρ αὐτὸν ὁ βα σιλεὺς τελέως απώσασθαι οὐκ ἐβούλετο. ἐγκειμένων δὲ τῶν κατηγόρων καὶ σαφῆ διεκνύντων τὴν κατηγορίαν, ] ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ τὰ κατ᾿ αὐτοῦ εὑρὼν λαληθέντα ἔμελλε κατα σχεῖν καὶ ἐξετάσαι· ὁ δὲ τοῦτο προγνούς φυγῃ τὴν Μυνοκάστανον μονὴν καταλαμβάνει καὶ ἀποκείρεται μοναχός. Τὸν δὲ πατρίκιον Κοσμᾶν καὶ λογοθέτην αἰκισάμενος ὁ βασιλεὺς ἐν τῷ ὡρολογείῳ παρέλυσε τῆς ἀρχῆς. Προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου τὸν πρωτοβεστιάριον Θεοφάνην παραδυναστεύοντα. Εγένετο τηνικαῦτα καὶ σεισμὸς ἐν τῷ θέματι τῶν Θρακησίων καὶ χάσματα γῆς καταπληκτικά, ὥστε πολλά χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι. Μαΐῳ δὲ μηνὶ, ινδικτιῶνος ιε', εἰσβολὴν Συμεὼν ὁ τῆς Βουλγαρίας ἄρχων ἐποιήσατο κατὰ χρωβά των καὶ συμβαλών μετ᾿ αὐτῶν καὶ ἡττηθεὶς ἐν ταῖς τῶν ὀρῶν δυσχωρίαις ἅπαν τὸ ἑαυτοῦ ἀπώλεσε στράτευμα. Ἰωάννης δὲ τις ἀστρονόμος προσελθὼν τῷ βασιλεῖ ἔφησεν ὡς εἰ πέμψας ἀποκόψει την κε φαλὴν τῆς ἱσταμένης ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καὶ πρὸς δύσιν βλεπούσης στήλης ἀπο θανεῖται ὁ Συμεὼν παραυτίκα· αὐτῷ γὰρ ἐστοιχειώ Χραβάτων Στήλης,
col. 41–42page 17 of 174
PG 122:41σθαι τὴν τοιαύτην στήλην. Ὁ δὲ τοῖς ἐκείνου πιθήσας λόγοις ἀπέτεμε τὴν κεφαλὴν τῆς στήλης καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἀκριβωσάμενος ἔγνω δ βασιλεὺς, ὁ Συμεὼν ἐν Βουλγαρίᾳ τέθνηκε νότῳ κατακαρδίῳ ἁλούς. Οι τελευτήσαντος τὴν τῶν Βουλγάρων ἀρχὴν Πέτρος κατέσχεν ὁ ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς τῆς ἀδελφῆς Γεωργίου τοῦ Σουρσουβούλου, δν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν κατέστησε Μιχαὴλ γὰρ τὸν ἐκ τῆς προτέρας άποτεχθέντα παῖδα αὐτῷ ἔτι ζῶν ὁ Συμεὼν ἀπέκειρε μοναχόν. Τὰ γοῦν πέριξ ἔθνη, Τούρκοι, Σέρβοι, Χρωβάτοι καὶ οἱ λοιποί, τὴν τοῦ Συμεὼν ἀναμαθόντες τελευτὴν ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. Κατέσχε δὲ καὶ λιμὸς μέγας σὺν ἀκρίδι τὸ Βουλγάρων ἔθνος, ἰσχυρῶς ἐκπιέζων καὶ καταδαπανῶν τὰ πλήθη καὶ τοὺς καρ τούς. Ἐδεδοίκεσαν μὲν οὖν οἱ Βούλγαροι καὶ τὴν τῶν ἄλλων ἔφοδον ἐθνῶν. ἐδεδίεσαν δὲ πλέον τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. Βουλευσάμενος οὖν ὁ Πέτρος μετὰ τῶν περὶ αὑτὸν ἔγνω δεῖν ἐπιστρατεῦσαι Ρωμαίοις ἐπὶ καταπλήξει. Καταλαμβάνουσι τοίνυν τὴν Μακεδονίαν, Εἶτα μαθόντες ὡς ἔξεισι κατ' αὐτῶν ὁ βασιλεὺς, πέμπουσι λάθρα τινὰ μοναχὸν Πέτρος τε ὁ ἄρχων Βουλγαρίας καὶ ὁ τῶν παίδων τοῦ Συμεὼν ἐπιτροπεύων Γεώργιος, γράμματα ἐπ αγόμενον. Ὡς βούλονται δὲ Ῥωμαίοις σπείσασθαι, τὰ γράμματα ἔφραζεν, εἰ αἱροῦνται δὲ, καὶ γαμικὸν συν πήσασθαι συνάλλαγμα μετ᾿ αὐτῶν. Ον ἀφικόμενον ὁ βασιλεὺς ἀσμενέστατα προσδεξάμενος, εὐθέως ἀπέ στειλε μετὰ δρόμωνος μοναχόν τινα Θεόδοσιον καὶ Κωνσταντῖνον βασιλικόν κληρικόν [Ρ. ] τὸν Ρόδιον, συλλαλῆσαι τοῖς Βουλγάροις τὰ εἰς εἰρήνην ἐν Μεσημβρία Οἵτινες παραγενόμενοι καὶ τὰ εἰκότα διαλεχθέντες ὑπέστρεψαν διὰ ξηρᾶς ἅμα Στεφάλῳ τινὶ περιωνύμῳ ἐν Βουλγαρία· κατόπιν δὲ τούτων παρεγένετο καὶ ὁ ἐπίτροπος Γεώργιος ὁ τοῦ Σουρσουβούλου καὶ ἄλλοι τινὲς τῶν ἐπιφανῶν. Καὶ εἰς ὄψιν ἐλθόντες τῷ βασιλεῖ, θεασάμενοι δὲ καὶ τὴν θυγατέρα Χριστοφόρου τοῦ βασιλέως Μαρίαν καὶ ἐπ' αὐτῇ μεγάλως ἀρεσθέντες (ἦν γὰρ ὑπερφέρουσα τῷ κάλλει), ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμφωνα ποιησάμενοι πρότερον περὶ τῆς εἰρήνης. Απεστάλη δὲ καὶ Νικήτας μάγιστρος, ὁ τοῦ βασιλέως συμπένθερος Ρωμανοῦ, ὑπαντῆσαι καὶ ἀγαγεῖν τὸν Πέτρον μέχρι τῆς βασιλίδος. Οι καταλαβόντος ἐν Βλαχέρναις, ὁ βασιλεὺς μετὰ τριχ τοὺς ἐλθὼν τοῦτον ἐδέξατο καὶ ἡσπάσατο και φιλο. τίμως ἐδεξιώσατο. Αλλήλοις οὖν τὰ εἰκότα προσομιλήσαντες τά τε τῆς εἰρήνης σύμβολα καὶ τὰ τοῦ γάμου ἐπεραιώσαντο, τοῦ πρωτοβεστιαρίου Θεοφά νας ἐν πᾶσι μεσολαβοῦντος. Καὶ τῇ η' τοῦ Ὀκτω βρίου μηνὸς ἐξελθὼν ὁ πατριάρχης Στέφανος, ἅμα τῷ πρωτοβεστιαρίῳ Θεοφάνει καὶ πάσῃ τῇ συγκλήτῳ, εὐλόγησε Πέτρον τε καὶ Μαρίαν ἐν τῷ ναῷ τῆς υπεραγίας Θεοτόκου τῆς Πηγῆς, παρανυμφευόντων του πρωτοβεστιαρίου καὶ τοῦ Σουρσουβούλου. Φαι
col. 43–44page 18 of 174
PG 122:43Λ δρῶν δὲ καὶ πολυτελῶν γενομένων τῶν γάμων, εἰσῆλθεν ὁ πρωτοβεστιάριος ἅμα τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. Τρίτην δὲ μετὰ τὸν γάμον ἐστίασιν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρα ποιήσας ὁ βασιλεὺς, παρ' αὐτῇ τῇ ἀποβάθρα τοῦ βασιλικού δρόμωνος ἱσταμένου, συνειστιάθη τῷ Πέτρῳ. Παρῆσαν δὲ τῇ εὐωχίᾳ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς καὶ Χριστοφόρος. Εγένετο δὲ στάσις οὐ μικρὰ παρὰ τῶν Βουλγάρων, ἐνισταμένων πρότερον εὐφη. μηθῆναι τὸν Χριστοφόρον, εἶτα τὸν Κωνσταντῖνον· ὧν τῇ ἐνστάσει παραχωρῶν ὁ βασιλεὺς Ῥωμανὸς ἐκέλευσεν οὕτω γενέσθαι. Πάντων δὲ τῶν ἐν τοῖς τοιούτοις εἰωθότων γίνεσθαι συντελεσθέντων, ἀπῆρεν ἡ Μαρία σὺν τῷ οἰκείῳ συζύγῳ καὶ τῆς πρὸς Βουλγαρίαν ήψατο, προ πεμφθεῖσα παρὰ τῶν γονέων αὐτῆς καὶ τοῦ πρωτοβεστιαρίου μέχρι τοῦ Ἑβδόμου. Καὶ τὰ μὲν ἐν τῇ πόλει τοῦτον ἐτελεῖτο τὸν τρόπον. ἀποβάθραν Αναοάθραν ἀπονάθρας Ὁ δὲ δομέστικος τῶν σχολῶν Ἰωάννης μάγιστρος ὁ Κουρκούας, ἄγων καὶ φέρων τὰ τῆς Συρίας καὶ ἅπαν ἀντίξουν καταστρεφόμενος, καὶ πλεῖστα φρού ρια καὶ ὀχυρώματα καὶ πόλεις βαρβαρικὰς καθελών, ἔφθασε και μέχρι τῆς περιβοήτου Μελιτηνῆς, πολιορκίᾳ δὲ τοὺς ἔνδον στενοχωρήσας ἠνάγκασε πρὸς συμβάσεις ἰδεῖν. Παρεγένετο οὖν πρὸς αὐτὸν Απόχαψ ὁ τοῦ Αμερ ἔκγονος, ἀμηρᾶς ὑπάρχων Μελιτηνῆς, καὶ ᾿Αποσαλὰθ δ τῶν ἐν αὐτῇ κατάρχων ταγμάτων [Ρ. ] οὕς προσδεξάμενος ὁ δομέστικος ἱλαρῶς καὶ μετὰ προσηνείας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. Ἐντυχόντες οὖν αὐτῷ καὶ εἰρη νικὰ ποιήσαντες σύμφωνα ὑπέστρεψαν εἰς τὰ ἴδια, τοῖς φίλοις καὶ συμμάχοις Ῥωμαίων καταγραφέντες καὶ μετ' αὐτῶν κατὰ τῶν ὁμοφύλων καθοπλιζόμενοι. Τελευτήσαντος δὲ τοῦ ᾿Απόχαψ καὶ τοῦ ᾿Αποσαλὰθ, διελύθη τὰ τῆς εἰρήνης. Εκστρατεύει οὖν κατ' αὐτῶν ὁ εἰρημένος δομέστικος, ᾧ συνῆν μετὰ τῶν ᾿Αρμενίων καὶ ὁ μάγιστρος ὁ Μελίας. Καὶ πρότερον μὲν πολέμῳ τοὺς Μελιτηνους συνήλασαν εἴσω τείχους κατατολμήσαντας ἀντιποιήσασθαι τῶν ὑπαίθρων ἔπειτα περικαθίσαντες τὴν πόλιν καὶ μετὰ συντονίας ταύτην πολιορκήσαντες πολέμου νόμῳ κατέσχον. Κατέδραμον δὲ καὶ πάντα τὰ πέριξ καὶ ἐχειρώσαντο καὶ δοῦλα Ῥωμαίοις ειργάσαντο. Τὴν μὲν οὖν Με λιτηνὴν εἰς κουρατωρείαν καταστήσας ὁ βασιλεὺς, καὶ πᾶσαν τὴν περιοικίδα, πολλὴν συντέλειαν τῷ δημοσίῳ προσήγαγε. Νικήτας δὲ ὁ μάγιστρος καὶ πενθερὸς Χριστοφόρου τοῦ βασιλέως κατηγορηθεὶς ὡς ὑποτιθέμενος τῷ Χριστοφόρῳ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τοῦτον ἐξῶσαι τῆς βασιλείας, εξεβλήθη τῆς πόλεως καὶ ἀπεκάρη μοναχός. Μηνὶ δὲ Ἰουλίῳ ιε' ἡμέρα, Ινδικτιῶνος ς', ἐτελεύτησεν ὁ Αμασείας Στέφανος, πατριαρχήσας ἔτη β΄, μη νας ια'. Δεκεμβρίῳ δὲ μηνὶ ἄγουσι Τρύφωνα μου. ναχὸν, καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ χρόνῳ
col. 45–46page 19 of 174
PG 122:45ξητῷ, μέχρις ἂν Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱὸς εἰς μέτρον φθάσῃ τῆς νομίμου ἡλικίας. Τῷ αὐτῷ δὲ μηνὶ γέγονε χειμών ἀφόρητος, ὡς κρυσταλλωθῆ καὶ τὴν γῆν ἐπὶ ἡμέρας ἑκατὸν εἴκοσι. Επηκολούθησε δὲ τῷ χειμῶνι καὶ ὁ μέγας λιμός, τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, καὶ θάνατος ἀπὸ τούτου, ὡς μὴ δύνασθαι τοὺς ζῶντας τοὺς τεθνεῶτας ἐκκομίζειν, τοῦ βασιλέως πολλὴν πρόνοιαν ποιησαμένου κατὰ τὸ δυνατὸν καὶ τοῦ χειμῶνος καὶ τοῦ λιμοῦ δι' εὐποιιῶν καὶ ἄλλων βοηθημάτων παντοδαπών. Πέτρῳ δὲ τῷ Βουλγάρων ἄρχοντι ἐπέθετο Ιωάν νῆς ὁ ἀδελφὸς αὐτοῦ μεθ᾿ ἑτέρων τῶν μέγα δυνα μένων ἐν Βουλγαρία. Καὶ φωραθεὶς αὐτὸς μὲν τύπτεται καὶ καθείργνυται, οἱ δὲ λοιποὶ πάντες τοῖς ἐσχάταις ὑπεβλήθησαν τιμωρίαις. Δῆλα δὲ ἔθετο καὶ τῷ βασιλεῖ Ῥωμανῷ Πέτρος τὰ γεγενημένα. Απερ μαθὼν οὗτος τὸν μοναχὸν Ἰωάννην τόν ποτε ξαίκτωρα πέπομφε, προφάσει μὲν ἀλλα γίου, τῇ δ' ἀληθείᾳ Ἰωάννην ποικιλοτρόπως εὑρεῖν καὶ εἰς Κωνσταντινούπολιν ἀγαγεῖν. Ο δὴ καὶ γέ γονε· καὶ δυνηθεὶς ὁ ῥαίκτωρ ἀποκλέψαι τὸν Ἰωάννην, ἐν πλοίῳ ἀπὸ Μεσημβρίας εἰσελθών, ἅμα αὐτῷ τὴν βασιλίδα κατέλαβε. Καὶ μετ᾿ οὐ πολὺ τὸ μοναχικὸν ἀποῤῥίψας σχῆμα καὶ γυναῖκα αἰτήσας ἔλαβε, προσέλαβε δὲ καὶ οἶκον καὶ κτήματα πάμ πολλα. Καὶ Μιχαὴλ δὲ ὁ τοῦ Πέτρου ἕτερος ἀδελφὸς, την Βουλγαρικὴν ἱμειρόμενος κατασχεῖν ἐξουσίαν, [Ρ. ] φρούριον καταλαβὼν ἐρυμνὸν ἀνέσεις τὰ Βουλγάρων, καὶ πολλοὶ προσεῤῥύησαν αὐτῷ. Μετὰ μικρὸν δὲ τούτου ἀποθανόντος δεδιότες οἱ προσ φθέντες τὴν τοῦ Πέτρου ἀγανάκτησιν, ἐπῆλθον ταῖς Ῥωμαϊκαῖς χώραις διὰ Μακεδονίας και Στρυμόνος καὶ Ἑλλάδος, καταλαβόντες τὴν Νικόπολιν, πάντα τὰ ἐν ποσὶ ληϊσάμενοι καὶ τέλος ἐν αὐτῇ σαββατίσαντες οἵτινες ὕστερον διαφόρως καταπολεμηθέντες υποχείριοι Ρωμαίων ἐγένοντο. Κατὰ τούτους τοὺς χρόνους ἔπεσε λίθος ἀπὸ τῆς ἐν τῷ φόρῳ ἀψίδος, ὃν κοσμίτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνδρας ἑξήκοντα. Εγένετο δὲ καὶ ἐμπρησμός φοβερὸς ἔγγιστα τῆς ὑπεραγίας Θεοτόκου λεγομένων Ψιχῶν. Ἐτελεύτησε δὲ καὶ Χριστοφόρος ὁ βασιλεὺς, μηνὶ Αὐγούστῳ, ινδικτιῶνος ιδ', καὶ ἐτάφη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτοῦ. ο τοῦ φόρου, καὶ ἐπυρπολήθη ὁ ἔμβολος ἄχρι τῶν Τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος ὃν ἔθετο Τρύφων ὁ πατριάρχης, οὐκ ἤθελε κατελθεῖν τοῦ θρόνου ὡς ὑπέσχετο, ἀλλὰ κρίσεις ἐζήτει καὶ αἰτιάματα κατ᾿ αὐτοῦ προβληθῆναι δι' ἃ τῆς Ἐκκλησίας ἐκβάλλεται. Αμηχανοῦντος δ᾽ ἐπὶ τούτῳ τοῦ βασιλέως καὶ μὴ ἔχοντος ὅ τι καὶ χρήσαιτο, ὁ Καισαρείας Θεοφάνης, ὃν δὴ καὶ Χοιρινὸν ἐκάλουν, κωτίλος η ἀνὴρ, ἀλύοντα βλέπων τὸν βασιλέα καὶ τὸν ἐμπαιγμὸν καὶ τὴν ἀπάτην μὴ φέροντα, ὑπέσχετο αὐτῷ εἰς τέλος ἄξαι τὸ σπουδαζόμενον. Αποδεξαμένου δὲ τοῦ Κοσμίτην κοσμεί, κιγλίσιν καὶ σήθεσι κιονίοις, κοσμίτην Ιστανται δὲ καὶ εἰς τὸ τοιοῦτον κάστρον καὶ κίονες πυκνοί ἔχοντες ἐπάνω κοσμίτας. Ορα καὶ μητροπολίτου κακόνοιαν καὶ ἀρχιερέως ἀπλαστίαν. ἁπλαστίαν ἀπληστίαν
col. 47–48page 20 of 174
PG 122:47βασιλέως τὴν ὑπόσχεσιν, ἀπάτῃ περιέρχεται τὸν πατριάρχην, καὶ προσελθὼν ἔφη πρὸς αὐτόν· «Πολλή μὲν, ὦ δέσποτα, ἡ κατὰ σοῦ τῆς βασιλείας ἐπίθεσις καὶ αἰτιάσεις ζητεῖ δυναμένας σε κατασπᾶσαι τοῦ θρόνου, πολλὰ δὲ μοχθῶν οὐχ εὑρίσκει· πῶς γὰρ ἂν τοῦ ἀναιτίου αἰτίασις ἅψαιτο; Εν δὲ προφέρουσιν αἴτιον οἱ σπουδασταὶ τῆς σῆς καθαιρέσεως, φά σκοντες μὴ ὅλως εἰδέναι σε γράμματα. Εἰ οὖν τοῦτο ἀποτρέψασθαι δυνηθείημεν, λύκος πάντως χανών φανήσονται οἱ κατὰ σοῦ μελετῶντες. Εἴ τι οὖν μοι πείθῃ, ἐπὶ παρουσίᾳ πάσης τῆς συνόδου γράψας ἐν ἀγράφῳ χαρτίῳ τὸ σὸν ὄνομα καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα πέμψον τῷ βασιλεῖ, ὡς ἂν πληροφορηθῇ καὶ τῆς τοιαύτης ἐλπίδος ἐκπεσὼν ἀπόσχεται τοῦ κατὰ σοῦ μελετήν.» Ἔδοξε λυσιτελὴς ἡ παρ αίνεσις. Εὐθὺς οὖν συνηθροίζετο σύνοδος, καὶ συν αθροισθείσης, φησὶ πρὸς αὐτὴν ὁ πατριάρχης· «Οι του θρόνου με καταγαγεῖν βουλόμενοι ἀδίκως, ὦ θεῖοι συλλειτουργοί, πολλὰς μηχανάς κεκινηκότες ὥστε εὔλογον αἰτίαν εὑρεῖν καὶ δι' αὐτῆς με ἐξοστρακίσαι, οὐχ εὗρον. Τελευταίαν οὖν μοι προσ άπτουσιν αἰτίαν ταύτην· φασί με ἀγράμματον εἶναι Νῦν οὖν ἐπ᾽ ὄψει πάντων ὑμῶν τάδε χαράσσω τὰ γράμματα, ἵν᾿ ἰδόντες καὶ πληροφορηθέντες οἱ συν κοφάνται ἀπόσχωνται τοῦ ἀδίκως μοι ἐνοχλεῖν.» Εἶπε, καὶ χάρτην ἄγραφον εἰληφώς ἐπ' ὄψει πάντων ὑπέγραψεν οὕτως. [Ρ. ]» Τρύφων ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ρώμης, καὶ οἰκουμενικὸς πατριάρχης.» Καὶ γράψας ἐκπέμπει διὰ τοῦ πρωτοθρόνου τῷ βασιλεῖ. Ὅπερ λαβὼν ἐπὶ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χάρτην ἄνωθεν προσανυφάνας, παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὧν ἐξίσταται τῷ βουλομένῳ τοῦ θρόνου. Τῆς δὲ τοιαύτης παραιτήσεως προκομισθείσης ἐπὶ συνόδου κατάγεται τῆς ᾿Εκκλησίας ὁ Τρύφων, πολλὰ τὴν ἀπάτην ολο φυρόμενος καὶ τῷ πρωτοθρόνῳ ἐπιμεμφόμενος. Καὶ μετὰ χρόνον ἕνα καὶ μῆνας πέντε (τοσοῦτον γὰρ ὁ τῆς ἡλικίας τοῦ Θεοφυλάκτου ἐνέδει χρόνος πρὸς τελειότητα καὶ χειροθεσίαν ἀρχιερωσύνης) Φεβρουαρίῳ, ινδικτιῶνος β', χειροτονεῖται πατριάρχης Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱός. Βασίλειος δέ τις Μακεδών, Κωνσταντῖνον τὸν τοῦ Δούκα ἑαυτὸν ἐπιφημίσας, πολλοὺς ἐξαπατήσας πρὸς ἑαυτὸν ἐπεσπάσατο, καὶ περιπατῶν ἱκύκα καὶ συνετάραττε τὰς πόλεις καὶ πρὸς ἀποστασίαν ἐκίνει συσχεθεὶς δὲ παρά τινος τουρμάρχου Ελεφαντίνου τὴν προσηγορίαν, καὶ ὡς βασιλέα ἀχθεὶς τῆς μιᾶς ἀλλοτριοῦται χειρός. Εἶτα πάλιν, ὡς ἀφείθη, χεῖρα χαλκήν ἑαυτῷ περιθεὶς καὶ σπάθην ὑπερμεγέθη κατασκευάσας περιενίστει τὸ Ὀψίκιον, τοὺς ἀφε λεστέρους πλανῶν ὡς αὐτὸς εἴη Κωνσταντίνος ὁ τοῦ Δούκα. Μεγάλην οὖν χεῖρα συναθροίσας ἀπο στασίαν κινεῖ. Καὶ τὸ φρούριον κατασχὼν ὁ Πλατεῖα πέτρα κατονομάζεται, πᾶν εἶδος ἐν τούτῳ ἀπέθετο, ἀφ᾽ οὔπερ ἐξορμώμενος ἐλεηλάτει τὰ παρατυχόντα καὶ ἐληίζετο. Πέμψας οὖν ὁ βασιλεὺς στρατὸν κατ' αὐτοῦ αὐτόν τε συλλαμβάνει καὶ τοὺς σὺν αὐτῷ. Καὶ πολλὰ ἀνακρίνας μαθεῖν μή τινες εἶεν τῶν ἐν τέλει συνίστομες, τελευταῖον μηδὲν καίριον κατα λαβών, ἐν τῷ λεγομένῳ Αμαστριανῷ πυρὶ τὸν τοιοῦτον παραδίδωσιν. Αγεται δὲ καὶ γυναῖκα Στε
col. 49–50page 21 of 174
PG 122:49φάνῳ τῷ υἱῷ ὁ βασιλεὺς Ρωμανός Ανναν τὴν θυγατέρα τοῦ Γαβαλά· ἅμα δὲ τῷ νυμφικῷ στε φάνῳ καὶ τὸ τῆς βασιλείας διάδημα αὐτῇ ἐπετίθετο. Εγένετο δὲ καὶ εἰσβολὴ ἡ Τούρκων κατὰ Ῥωμαίων, $16 7, ᾿Απριλλίῳ μηνί, ἐνδικτιῶνος ζ, καὶ κατέδραμον πᾶσαν τὴν δύσιν μέχρι τῆς πόλεως. Απεστάλη γοῦν ὁ πατρίκιος Θεοφάνης καὶ πρωτοβεστιάριος, καὶ ἀλλάγιον μετ᾿ αὐτῶν ἐποιήσατο, μηδενὸς κρή ματος φεισαμένου τοῦ βασιλέως εἰς τὴν τῶν αἰχμ αλώτων ἀνάῤῥυσιν. Ἐνυμφεύθη δὲ καὶ Κωνσταντίνῳ τῷ λοιπῷ υἱῷ του βασιλέως κόρη τις 'Ελένη τοὔνομα, ἐκ γένους τῶν ᾿Αρμενιακῶν ἔλκουσα τὴν σει- 14 ράν, θυγάτηρ 'Αδριανοῦ πατρικίου. Ἧς μετὰ μικρὸν ἀποθανούσης προσήρμοσεν αὐτῷ ἑτέραν, Θεοφανώ 10000. τούνομα, ἐκ γένους καταγομένην τοῦ Μάμαντος. Δεκάτῃ δὲ σαὶ τετάρτῃ ινδικτιῶνι, Ἰουνίῳ μηνί, ἐπέλευσις κατά τῆς πόλεως ἐγένετο Ῥωσικοῦ στόλου πλοίῶν χιλιάδων δέκα. Ἐξῆλθεν οὖν κατ' αὐτῶν ὁ πατρίκιος και πρωτοβεστιάριος Θεοφάνης μετὰ τοῦ στόλου, [Ρ. ] καν τῷ Ἱερῷ προσωρμίσατο, ἐκείνων ἐν τῷ Φάρῳ καὶ ἐν τῷ ἐπέκεινα αἰγιαλῷ ναυλοχούντων. Καιροσκοπήσας οὖν ἀθρόον τούτοις ἐπέθετο, καὶ τὴν τε σύνταξιν αὐτῶν διέλυσε καὶ πολλὰ τῶν πλοίων τῷ σκευαστῷ πυρὶ ἀπετέφρωσε, τὰ δὲ τελέως ἐτρέψατο. Οἱ περιλειφθέντες δὲ τῶν Ῥὼς περαιοῦνται εἰς τὴν ᾿Ανατολὴν καὶ κατὰ τα λεγόμενα Σγόρα προσίσχουσι. Βάρδας δὲ πατρίκιος, ὁ τοῦ Φωκά υἱὸς, τοὺς αἰγιαλούς παρατρέχων 317 μεθ᾽ ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν, συντάγματι τούτων ἱκανῷ πρὸς συλλογὴν ἐκπεμφθέντι τροφῆς συναντήσας ετρέψατο καὶ κατέσφαξεν. Ἀλλὰ μὴν καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, ὀξὺς ἐπιφανεὶς μετὰ τῶν ταγμάτων, καὶ ἀποσπάδας τούτους ευρίσκων τῇδε κἀκεῖσε πλανωμένους, και κῶς διετίθει. δὲ οὗτοι ἔνδρασαν κακὰ πρὸ τοῦ καταπολεμηθῆναι, πᾶσαν ὑπερεκπίπτει τραγῳδίαν τοὺς μὲν γὰρ τῶν ἀλισκομένων ἀνεσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοπούς ἱπῶντες βέλεσι κατετόξευον, Οσοι δὲ τῶν ἀλόντων ἱερωσύνης ἠξίωντο, νούτων ἤλοις ὀξέσι διεπεράνουν της κεφαλάς. Οὐκ ὀλίγους δὲ καὶ θείους ναούς ἐπυρπόλησαν. Ἀλλὰ ταῦτα μὲν πρότερον· ἐπεὶ δὲ, ὡς ἄνωθεν ἐῤῥέθη, καταναυμαχηθέντες καὶ διὰ γῆς οὐχ ἥκιστα κακωθέντες, συσταλέντες ἠρέμουν ἐν τοῖς σφετέροις πλοίοις, καὶ ἤδη αὐτοῖς ἐπιλελοίπει τὰ ἐπιτήδεια, ἐβουλεύοντο μὲν εἰς τὰ ἴδια ὁπονο στῆσαι, ἐδεδίεσαν δὲ τὸν στύλον παραγειτονοῦντα καὶ τὸν ἀπόπλουν φυλάττοντα. Καιρὸν δ᾽ ὅμως τηρήσαντες καὶ σύνθημα δόντες καὶ τὰ πρυμνήσια λύσαντες ἀπέπλεον. Οὐκ ἔλαθον δὲ τὸν πατρίκιον καὶ πρωτοβεστιάριον Θεοφάνην, ἀλλὰ γνοῦς οὗτος τὴν αὐτῶν ἀναχώρησιν ὑπαντιάζει τούτοις εὐθὺς, καὶ γίνεται ναυμαχία δευτέρα, και τρέονται πάλιν οἱ Ρώς. Καὶ τὰ μὲν τῶν σκαφῶν βυθῷ παρεδόθη, τὰ δὲ σίδηρος καὶ πῦρ ἐμερίσαντο, τὰ δὲ αὔτανδρα ὑπὸ ταῖς τῶν Ῥωμαίων χεἰσὶν ἐγένοντο· ὀλίγα δὲ τὴν τοῦ πολέμου διαφυγόντα ἀνάγκην πρὸς τὰ οἰκεῖα ἐχώρησαν. ᾿Ανθ᾿ ὧν ὁ βασιλεὺς τὸν πρωτοβεστιάριον ἀποδεξάμενος καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο.
col. 51–52page 22 of 174
PG 122:51φθόνου δὲ κινηθέντος κατὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα παρὰ τῶν ἄλλων βασιλέων (ἐβούλετο γάρ Ῥωμανὸς ὁ βασιλεύς Εὐ φροσύνην τὴν τοῦ δομεστίκου θυγατέρα νύμφην ἀγαγέσθαι τῷ οἰκείῳ ἐκγόνῳ Ῥωμανῷ τῷ υἱῷ τοῦ ἐσχάτου παιδὸς αὐτοῦ Κωνσταντίνου), ηναγκάσθη τῆς ἀρχῆς αὐτὸν παραλῦσαι, ἐπὶ δυσὶ καὶ εἴκοσι χρόνοις καὶ μησὶν ἑπτὰ ἀδιαδόχως τὴν τοῦ δομε στίκου ἀρχὴν ἰθύνοντα, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν Συρίαν καταδραμόντα καὶ ταπεινώσαντα. Οτῷ δὲ βουλητὸν τὰς ἐκείνου μαθεῖν ἀριστείας, ζητησάτω τὴν πονηθεῖσαν βίβλον παρά τινος Μανουήλ πρωτοσπαθαρίου καὶ κριτοῦ (ἐν ὀκτὼ γὰρ βίβλοις ἐκεῖνος τὰ τούτου ἀνδραγαθήματα συνεγράψατο), καὶ ἐξ αὐτῆς εἴσεται οἷος ἦν ὁ ἀνὴρ τὰ πολεμικα. [Ρ. ] Παραπλησίως τούτῳ καὶ Θεόφιλος ὁ τούτου ὁμαίμων, ὁ παππος Ἰωάννου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὰς ἐν Μεσοποταμίᾳ τῶν Σαρακηνῶν πόλεις διέθετο, στρατηγὸς ἐν αὐτῇ γεγονώς καὶ ταπεινώσας καὶ τελέως ἀφανίσας τοὺς ἐκ τῆς ᾿Αγαρ. Καὶ Ῥωμανὸς δὲ ὁ πατρίκιος, ὁ τοῦ δομεστίκου Ἰωάννου υἱὸς, στρατηγὸς καταστὰς πολλά φρούρια παρεστήσατο καὶ πλείστων λαφύρων αἴτιος ὑπῆρξε τοῖς Ῥωμαίοις. Τοῦ Ἰωάννου δὲ παρα τε λυθέντος τῆς ἀρχῆς, προβάλλεται δομέστικος τῶν σχολῶν ὁ Πανθήριος, ὁ τοῦ βασιλέως Ρωμανοῦ συγγενής. Ἰλασκόμενος δὲ τὸν Θεὸν ὁ βασιλεὺς Ῥωμανός διὰ τὴν τῶν ὅρκων παράβασιν, καὶ μετανοῶν ἐφ᾽ οἷς κακῶς παρεσπόνδησεν, ἐποίει μὲν καὶ ἄλλας εὐ ποιίας, ἃς καταλέγειν ἔργον, ἀπέτισε δὲ καὶ τὰ χρέα τῆς πόλεως ἀπό τε πλουσίων καὶ πενήτων δεδωκώς, ὥς φασι, κεντηνάρια δέκα ἐννέα, τὰ δὲ γραμματεία κατακαύσας ἐν τῷ κατὰ τὴν Χαλκήν πορφυρῷ ὀμφαλίῳ. Δέδωκε δὲ καὶ τὰ ἐνοίκια τῆς πόλεως ἀπὸ τοῦ ὕψηλοτάτου καὶ μέχρι τοῦ ἐσχάτου. δὲ διετυπώσατο γίνεσθαι ψυχικὰ ἐπετείως ἐν τῇ νεουργηθείσῃ παρ' αὐτοῦ μονῇ τοῦ Μυρελαίου, ἴσασι πάντες μέχρι τοῦ νῦν τελούμενα. Κατὰ δὲ τὴν πρώτην ινδικτιῶνα τῶν Τούρκων πάλιν ἐπιδρομὴν ποιησαμένων κατὰ Ῥωμαίων, ὁ παρακοιμώμενος Θεοφάνης ἐξελθὼν ἐσπείσατο μετ' αὐτῶν καὶ λαβὼν ὁμήρους ὑπέστρεψε. Δευτέρᾳ δὲ Ινδικτιῶνι Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λαγγοβαρδίας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὸν ῥῆγα Φραγγίας Ούγωνα τὴν αὐτοῦ θυγατέρα περίβλεπτον ῥηξ Φραγγίας
col. 53–54page 23 of 174
PG 122:53ἐπιζητῶν νυμφευθῆναι τῷ τοῦ Πορφυρογεννήτου υἱῷ Ῥωμανῷ· ἔτις καὶ ἀλθείσα μετὰ πλούτου πολλοῦ συνήφθη Ῥωμανῷ. Συνεβίωσε δὲ μετ' αὐτοῦ ἔτη ε΄ καὶ ἀπέθανε. Εγένετο δὲ καὶ βίαιος ἄνεμος μηνὶ Δεκεμβρίῳ· καὶ παταπεσόντες οἱ λε γόμενοι Δήμοι συνέτριψαν τὰ κάτωθεν αὐτῶν βάθρα καὶ τὰ λεγόμενα στήθια. Τῆς πόλεως δὲ Ἐδέσσης πολιορκουμένης παρὰ τῶν Ῥωμαϊκῶν δυνάμεων, στενοχωρηθέντες οἱ Εδεσσηνοὶ τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς διεπρεσβεύσαντο πρὸς βασιλέα, αιτούμενοι ἀπαναστῆναι τῆς προσεδρίας τὸν λαόν· καὶ ὑπισχνοῦντο ἀντίλυτρον δοῦναι τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον. Λυθείσης οὖν τῆς πολιορκίας ἐδόθη τὸ θεῖον ἐκτόπωμα καὶ εἰς τὴν βασιλίδα ἤχθη. ὑποδεξαμένου τοῦτο τοῦ βασιλέως μετὰ λαμπρᾶς καὶ πρεπούσης δορυφορίας, καθὼς ἔμπροσθεν εἴπομεν. Κατὰ ταύτας τὰς ἡμέρας ἐξ ᾿Αρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες άρρενες συμφυείς ἐκ μιὰς προελθόντες γαστρός. Ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οιωνός. Ἐπὶ δὲ Κωσταντίνου πάλιν εἰσῆλθον. Ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτής ται, [] ἐπειράθησαν οἱ ἐμπειρότεροι τῶν ἰατρῶν ἀποτεμεῖν τὸ νεκρωθὲν μέρος· οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς μικρὸν ἐτελεύτησεν. οι Ὁ δὲ βασιλεὺς Ῥωμανὸς καὶ πάντας μὲν ἐτίμα τοὺς μοναχούς, διαφερόντως δὲ τὸν μοναχὸδ Σέργιον τὸν ἀνεψιόν Φωτίου τοῦ πατριάρχου, ἀρεταῖς ὄντα κατάκοσμον καὶ πᾶσι κοσμούμενον τοῖς καλοῖς, ὃς διὰ παντὸς παρήνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους τούτους ἐᾷν, μὴ πως καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἠλε! Τῇ δὲ αὐτῇ δικτιῶνι κατήγαγον νόν βασιλέα Ῥωμανὸν τοῦ πα λατίου καὶ εἰς τὴν Πρώτην ἀγαγόντες νῆσον ἀπέκειραν μοναχόν, Τίνες δὲ οἱ τοῦτον κατασπάσαντες τῆς ἀρχῆς, καὶ τίνα τρόπον, ἐν τοῖς ἐπαγομένοις λελέξεται. Κωνσταντίνου τοῦ βασιλέως ἐν κομιδῇ νέᾳ τῇ ἡλι κίᾳ ἀπορφανισθέντος, καὶ τῶν πραγμάτων ὑπό τε τῆς μητρὸς αὐτοῦ Ζωῆς καὶ τῶν ἐπιτρόπων οὓς ἔμ προσθεν ἠριθμησάμεθα διοικουμένων, ὁ παρακοιμώμενος Κωνσταντίνος μεγάλα παρὰ τῇ βασιλίδι δυνάμενος, ἐπ' ἀδελφῇ τε γαμβρὸν ἔχων τὸν μά γιστρον Λέοντα τὸν Φωκᾶν δομέστικον ὄντα τῶν σχολῶν τῆς ᾿Ανατολῆς, καὶ παρὰ τοῦτο τὰς ἡνίας ἁπάσας τῆς βασιλείας ὅπη καὶ βούλοιτο περιφέρων, δήμους. βάθρα στήθεα Δήμοι. δήμοι, Στήθεα Τὰ κιόνια ἤτοι τὰ στήθεα διαχωρίζοντα τὸ βῆμα ἀπὸ τοῦ λοιποῦ ναοῦ, καὶ κάγκελλα.
col. 55–56page 24 of 174
PG 122:55νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐμελέτα εἰς τὸν ἑαυτοῦ γαμβρὸν τὴν βασιλείαν μετενεγκεῖν, τὸν Κωνσταντῖνον ἐκποδὼν ποιησάμενος. Οπερ συνεννοηκὼς ὁ τοῦ πορφυρογεννήτου παιδαγωγός Θεόδωρος, ὡς ἄνω θεν εἴρηται, σπουδὴν ἔθετο τὸν πρεσβύτερον Ῥω μανὸν δρουγγάριον τηνικαῦτα τῶν πλωίμων ὑπάρ χοντα οἰκειώσασθαι καὶ τοῖς ἀνακτόροις εἰσαγαγεῖν ὡς τάχα φύλακα καὶ πρόμαχοντοῦ βασιλέως ἐσόμενον. Οὑτοσὶ δ᾽ ἀναχθεὶς καὶ ταῖς κατὰ μικρόν ἀνόδοις τῆς πάσης δυναστείας γενόμενος ἐγκρατὴς οὐκ ἐνέμεινε τοῖς δοθεῖσιν, ἀλλὰ τοὺς δεδομένους ἀθετήσας ὅρκους (ἦν γὰρ φρικωδεστάταις ορκωμοσίαις ἑαυτὸν κατα δεσμήσας μὴ ἄν ποτε βασιλείας ἔφεσιν ἐσχηκέναι) ἑαυτόν τε ἀνηγόρευσε βασιλέα, εκουσίως τοῦ πορφυρογεννήτου αέκοντί γε θυμῷ (τοῦτο δὴ τὸ Ομηρικόν) περιθέντος αὐτῷ τὸ διάδημα, καὶ οὐ μόνον ἑαυτὸν, ἀλλ᾽ ἤδη μετὰ μικρὸν καὶ Χριστοφόρον τὸν υἱὸν. Διαλιπών δ᾽ ὀλίγον καὶ Στέφανον καὶ Κωνσταντῖνον ἀνηγόρευσε τοὺς υἱεῖς. Βασιλεὺς δὲ ἀναῤῥηθεὶς οὐκ Αγάπησε τῇ ἀναῤῥήσει, οὐδὲ τὴν δευτέραν χώραν ἔχειν ἠσμένισεν, ἀλλ᾽ ἐκ μέσου τὸν παιδαγωγὸν θέ μενος καὶ τοὺς λοιποὺς τοὺς ὅσοι ἐδόκουν προσίστασθαι, πρῶτός τε αὐτοκράτωρ ἀνευφημεῖτο καὶ τὴν πᾶσαν τῶν πραγμάτων διεκόσμει διοίκησιν. Μετ' αὐτὸν δὲ ἀνηγορεύοντο οἱ υἱεῖς, καὶ τελευταῖος πάν των ὁ Κωνσταντῖνος. Οὗτος τοίνυν ὁ Κωσταντῖνος σχῆμα μόνον καὶ ὄνομα τῆς βασιλείας ἔχων, τῶν δὲ ἡδέων ταύτης έστερημένος, [] διὰ παντὸς ἐγλίχετο καὶ ἐπηύχετο τὴν πατρψαν ἐπανασώσασθαι ἀρχὴν, σοὺς ἐπεισάκτους ἐκποδὼν θέμενος. Τοῦτο δὲ οὐκ ἄλλως ᾤετο ἀγαγεῖν εἰς ἔργον, εἰ μὴ τοὺς υἱοὺς ἐκπολεμώσει τῷ πατρί. Ὁ μὲν οὖν Χριστοφόρος ἔφθασε τὸν βίον ἀπολιπεῖν, περιῆσαν δ᾽ ἔτι στέφανος καὶ Κωνσταντῖνος. Τούτων ἐγνώκει ἀποπειραθῆναι, μή πως δυνηθῇ ἐκπληρῶσαι τὸ σπουδαζόμενον. Καὶ τοῦ μὲν Κωνσταντίνου (ἦν γὰρ οὗτος στερεωτέρας φρενός) ἀποπειραθῆναι οὐκ ἐτόλμησε, τρέψαι δὲ τὴν πᾶσαν μηχανὴν καὶ ἀπόπειραν ἔκρινε πρὸς τὸν Στέφανον, κουφότερόν τε ὄντα τὸν λογισμὸν καὶ ῥᾳδίως μεταφερόμενον πρὸς ὅ τις καὶ βούλοιτο. Λαμβάνει πρὸς τοῦτο συλλήπτορα καὶ συνεργὸν εὐφυῆ τινα ἄνδρα καὶ δόλους πλέξαι καὶ μηχανορραφῆσαι δεινόν· Βασίλειος οὗτος ἐτύγχανεν, ὁ Πετεινὸς τὴν προσηγορίαν, ἐν τῷ τάγματι τῆς ἑταιρείας κατειλεγμένος, καὶ συνήθης και φίλος ἐξέτι νέων ὑπάρ χων τῷ Κωνσταντίνῳ. Τοῦτον κοινωνὸν προσειλήφει τοῦ σκέμματος, καὶ δι' αὐτοῦ φίλον θέσθαι κατ ηπείχθη τὸν Στέφανον, λόγοις αἱμυλίοις ὑποκλαπέντα καὶ ἀπάταις καὶ μηχαναῖς παρενηνεγμένον τοῦ λογισμού. Πάντα γὰρ τρόπον σπουδάσας ὁ Πετεινὸς τῷ Στεφάνῳ φιλιωθῆναι, ἐπειδὴ πεφιλίωτο, προσγει τε συνεχῶς, καὶ λόγους ἐκίνει καὶ προσῆγε συμβουλὰς ὑποκνιζούσας αὐτὸν καὶ κατὰ μικρὸν ἀπαγούσας τοῦ λογισμοῦ. «Ινα τί, λέγων, ὦ βασιλεῦ, νέος ὧν Ιςκύϊ τε ρωμαλέος, καὶ ψυχῆς γενναιότητι ὑπερ φέρων καὶ φρονήσει πεπυκνωμένος, τα πράγματα παρορᾷς ἀπὸ λεπτοῦ καὶ παλαιοῦ καὶ διεῤῥωγότος μίτου» (τὸν αὐτοῦ πατέρα ἐπαινιττόμενος) «ἐξαρτώμενα, καὶ οὐ διανίστασαι, καὶ τοῦτον μὲν ὡς ἐμε
col. 57–58page 25 of 174
PG 122:57πόδιον ταῖς σαῖς γενναιοτάταις ὁρμαῖς ἐκποδὼν ποιεῖς, αὐτὸς δὲ τῶν πραγμάτων ἀντιλαμβάνῃ, δυο νάμενος οὐχ ὅπως τὴν Ῥωμαίων βασιλείαν μόνην, ἀλλὰ καὶ πολλὰς ὁμοῦ κυβερνᾷν; "Αγε δή, πείσθητί μοι τὰ λυσιτελῆ συμβουλεύοντι, καὶ διαναστὰς ἀν τισχέσθαι θέλησον τῶν πραγμάτων, καὶ τὰ μὲν Ῥωμαίων ἀναθηλῆσαι παρασκεύασον, τὰ δὲ τῶν ἐχθῶν ταπείνωσον, καὶ δεῖξον ἔργοις αὐτοῖς ὡς οὐ διὰ κενῆς οὐδὲ μάτην ἡ ἐπανθοῦσά σοι ὥρα καὶ τὰ λοιπὰ τῆς ψυχῆς ἐκ Θεοῦ σοι δεδώρηνται προτερήματα. Έξεις δὲ εἰς τοῦτο συναγωνιστὴν καὶ συλλήπτορα καὶ τὸν σὸν γαμβρὸν τὸν ποφυρογέννητον, λίαν θεοκλυτοῦντα καὶ ἱμειρόμενον τῆς τοῦ σοῦ πατρὸς ἐλευθερωθῆναι βαρύτητος καὶ παρὰ σοῦ κατ-. όψεσθαι τὴν βασιλείαν κυβερνωμένην. Τούτοις ὑποσυρεὶς τοῖς λόγοις ὁ Στέφανος κατεσχέθη τε τῇ η τῆς αὐτοκρατορίας ἐπιθυμίᾳ καὶ ἄσχετον ὄρεξιν ἀν εδέξατο τοῦ καταγαγεῖν τὸν ἑαυτοῦ πατέρα τῆς βα 16, 3, σιλείας. Μέλλων δὲ ἐγχειρεῖν τοῖς δοχθεῖσι καὶ λό- 26: 324 γους αἰνιττομένους τὸ σπουδαζόμενον ἐπισπείρει τῷ ἀδελφῷ. Ἐπεὶ δ᾽ οὗτος καὶ πρὸς τὴν πρώτην ἀκοὴν άτεγκτος ἦν, καὶ παρήνει μᾶλλον μὴ θαῤῥεῖν τῷ γαμβρῷ, ἀλλὰ τῆς πατρῴας ἐνουθέτει ἐξέχεσθαι πίστεως καὶ φιλίας, [Ρ. ] τοῦτον μὲν παρῆκεν ὡς ἐμπόδιον μᾶλλον, ἀλλ' οὐ συνεργὸν ἐσόμενον, αὐτὸς δ' ᾠήθη ὡς ἀνυστὸν ἐγχειρῆσαι τοῖς δεδογμένοις. Προσεταιρισάμενος οὖν σὺν τῷ ῥηθέντι Βασι λείῳ καὶ τὸν μοναχὸν Μαριανὸν τὸν υἱὸν Λέοντος τοῦ ᾿Αργυροῦ, ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ λίαν καὶ τι μώμενον καὶ πιστευόμενον, καί τινας άλλους σὺν αὐτοῖς, εὐκαιρήσας κατασπᾷ τὸν αὐτοῦ πατέρα τῆς ἀρχῆς, μηνὶ Δεκεμβρίῳ ις, ινδικτιῶνος γ΄, ἔτους συνγ', κς' ἀνύοντα ἐν τῇ βασιλείᾳ ἐνιαυτὸν, καὶ τῇ νήσῳ Πρώτη περιορίζει, αποκείρας καὶ ἄκοντα τοῦτον μοναχόν. Κατενεχθέντος οὖν τοῦ Ῥωμανοῦ εὐθέως ὁ Στέφανος γενναιοτέρως ήπτετο τῶν πραγμάτων. τὸν ἀδελφόν. Ἐπεὶ δὲ μὴ ἐν πᾶσιν ὁμοίως ἠρέσκοντο, ἀλλ᾽ ἔσθ' ὅπῃ καὶ διεφώνουν, ἀρχὴ προσκρουμάτων ἐκ ταύτης τῆς αἰτίας ἐφύετο, καὶ ὑπώπτευον ἀλλήλους καὶ ὑφωρῶντο, τὸν μὲν πορφυρογέννητον ὁ Στέφανος, ἐκεῖνος δὲ αὖθις ὁ πορφυρογέννητος, καὶ κατ᾽ ἀλλή λων ἕκαστον ἐμελέτα. Καὶ σπουδὴν μὲν ὁ Στέφανος καὶ ἀγῶνα οὐ τὸν τυχόντα κατεβάλλετο εἰς τὸ κατ αγαγεῖν τὸν ἀδελφὸν καὶ τὸν γαμβρόν καὶ μόναρχος ὑπολειφθῆναι τοῖς πράγμασιν· ἀλλ᾽ ἐπεὶ κατὰ τὸν ποιητὴν εἰσὶ καὶ ἄλλα πυρὸς θερμότερα, ἔλαβε πεθών μᾶλλον ἢ δράσας, τοῦ Κωνσταντίνου, ἐπείπερ ᾔσθετο ἐπιβουλευόμενος, ἀναβολὴν μὴ δεδωκότος τῇ ἐγχειρήσει, πολλὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἑλένης ἐρεθισάσης αὐτὸν πρὸς τὸ καταγαγεῖν τῆς βασιλείας τοὺς ἀδελφούς. Εκφήνας οὖν τὸ μυστήριον τῷ εἰ ρημένῳ Βασιλείῳ τῷ Πετεινῷ, καὶ δι' αὐτοῦ προσα κτησάμενος τὸν Μαριανὸν, ἔτι δὲ Νικηφόρον καὶ Λέοντα τοὺς υἱοὺς Βάρδα τοῦ Φωκᾶ, Νικόλαόν τε καὶ Δέοντα τοὺς Τορνικίους καὶ ἄλλους οὐκ ὀλίγους, μηδὲν ὑφορωμένους τὸν Στέφανον καὶ τὸν Κωνσταντῖνον, κατ᾿ αὐτὸν τὸν καιρὸν τοῦ ἀρίστου συναριστῶντας αὐτῷ, ἀναρπάστους τίθησι καὶ καταβιβάζει τῶν βασιλείων, τῇ κι' τοῦ Ἰανουαρίου μηνὸς τῆς αὐτῆς γ' ινδικτιῶνος, καὶ πλοιαρίοις ἐνθέμενος ὑπερορίζει κοινοπραγμονοῦντα ἔχων τόν τε γαμβρὸν καὶ
col. 59–60page 26 of 174
PG 122:59τὴν μὲν ἐν τῇ Πανόρμῳ νήσῳ τὸν Κωνσταντι καὶ νον δὲ ἐν τῇ Τερεβίνθῳ Καὶ διὰ Βασιλείου τοῦ Καισαρείας καὶ ᾿Αναστασίου τοῦ Ἡρακλείας ἄμφω κληρικοὺς ἀποκείρει, μεταστήσας οὐκ εἰς μακρὰν τὸν μὲν Στέφανον ἐν Προικοννήσῳ, εἶτα ἐν Ῥόδῳ καὶ τελευταῖον ἐν Μιτυλήνῃ, τὸν δὲ Κωνσταντῖνον ἐν Σαμοθράκῃ. ᾿Αλλ᾽ ὁ μὲν στέφανος μεγαλοφυῶς καὶ μεγαλοψύχως τὰς ἐπενεχθείσας αὐτῷ φέρων τύχας διετέλεσεν ἐπὶ ἔτη ιθ΄ βιοτεύων ἐν τῇ Λέσβῳ· ὁ Κωνσταντῖνος δὲ ὀλιγώρως διατεθεὶς καὶ θερμότερον τοῦ δέοντος κατεξανιστάμενος καὶ πολλάκις ἐπιχειρήσας φυγεῖν, μετὰ δεύτερον χρόνον τοῦ τῆς βασιλείας ἐκπεσεῖν τὸν φυλάττοντα τοῦτον δολοφονήσας ὑπὸ τῶν περιλοίπων καὶ αὐτὸς ἀποσφάττεται, [Ρ. ] Μηνὶ δὲ Ἰουλίῳ τῆς ς' ἰνδικτιῶνος καὶ Ῥωμανὸς ὁ τούτων πατὴρ ἀπέτισε τὸ χρεών, καὶ ἐν τῷ Μυρελαίῳ θάπτεται. Ὁ δὲ πορφυρογέννητος τὰ ὕποπτα περιελὼν ἐκ μέσου, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχὴν, κατά τὸ θεῖον Πάσχα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι τὸ διάδημα, τελέσαντος δὴ τὰς εὐχὰς Θεοφυλάκτου τοῦ πατριάρχου. Δοκῶν δέ τις γενναῖος ἀνα φανῆναι καὶ τῶν τῇ βασιλείᾳ διαφερόντων ἐπιμελές στερον ἀντιλήψεσθαι, εἰ μόνος κατάρξαι, μαλακώς τερος ὤφθη τῆς ὑπολήψεως, μηδὲν ἄξιον τῆς εἰς αὐτὸν προσδοκίας ἐπιδειξάμενος. Οἴνου τε γὰρ ἥττη το, καὶ τῶν ἐπιπόνων τὰ ῥᾷστα προέκρινε, δυσπαραίτητος τε ἦν ἐν τοῖς πταίσμασι καὶ ἀσυμπαθὴς κοι λαστής, ἀδιαφοράς τε πρὸς τὰς προβολὰς τῶν ἀρχ ηγῶν, οὐκ ἀριστίνδην ταύτας ἐθύνεσθαι καὶ κατ' ἐπιλογὴν ἐθέλων, ὅπερ ἔργον ἐστὶ μεγαλοπρεποῦς ἐξουσίας, ἀλλὰ τῷ παρατυχόντι ἀρχὴν ἐμπιστεύων, στρατηγίαν τυχὸν ἢ πολιταρχίαν, ἀδοκιμάστως, ὡς ἐκ τούτου συμβῆναι πάντα τινὰ χυδαῖον καὶ δια βεβλημένον εἰς τὰς μεγίστας τῶν πολιτικῶν ἀρχῶν προχειρίζεσθαι, πολλὰ πρὸς τοῦτο συνεργούσης καὶ Ἑλένης τῆς αὐτοῦ γαμετῆς καὶ Βασιλείου τοῦ παρακοιμωμένου, ὠνίους τὰς ἀρχὰς ποιεῖν παρασκευαζόντων. Οὐ παντάπασι δὲ ἄμοιρος ἦν καὶ πράξεων ἀγαθῶν ὁ Κωνσταντίνος. Ἡ γὰρ βηθῆναι μέλλουσα ἀξι άγαστος οὖσα καὶ θαυμαστὴ ἐπισκιάσαι ἴσχυσε καὶ ἀμαυρῶσαι πολλὰ τῶν αὐτοῦ ἐλαττωμάτων. Τὰς γὰρ ἐπιστήμας, ἀριθμητικὴν, μουσικὴν, ἀστρονομίαν, γεωμετρίαν, στερεομετρίαν, καὶ τὴν ἐν πάσοις ἔποχον φιλοσοφίαν, ἐκ μακροῦ χρόνου ἀμελείᾳ καὶ ἀμαθίᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκεία σπουδῇ ἀνεκτήσατο, τοὺς ἐφ' ἑκάστη τούτων ἀρίστους τε καὶ δοκίμους ἀναζητήσας καὶ εὑρὼν καὶ διδασκάλους ἐπι στήσας, καὶ τοὺς σπουδαίους ἀποδεχόμενός τε καὶ συγ κροτῶν. Διὸ καὶ τὴν ἀλογίαν ἀπελάσας οὐκ ἐν μακρῷ τῷ χρόνῳ ἐπὶ τὸ λογικώτεσον μετεβρύθμισε τὸ που λίτευμα. Επεμελήθη δὲ καὶ τῶν βαναύσων καὶ χειρωνάκτων τεχνῶν, καὶ εἰς ἐπίδοσιν μεγάλην καὶ ταύτας ἀνήνεγκεν. Ἦν δὲ καὶ τὰ πρὸς Θεὸν εὐσεβὴς καὶ φιλότιμος, μηδέποτε ἐν ταῖς πρὸς Θεὸν τυπικαῖς τῶν θείων ναῶν προσελεύσεσι κενὸς καὶ ἄκαρπος ὀφθεὶς τῷ Θεῷ, ἀλλ' ἀναθήμασι δωρούμενος μεγαλοπρεπέσι καὶ φιλοχρίστῳ βασιλεῖ πρέπουσιν.
col. 61–62page 27 of 174
PG 122:61Ἡμείψατο δὲ καὶ τοὺς συνεργήσαντας αὐτῷ πρὸς τὴν τῶν γυναικαδέλφων καθαίρεσιν ταῖσδε ταῖς εὐεργεσίαις, Βάρδαν μὲν τὸν Φωκᾶν μάγιστρον τι μήσας καὶ δομέστικον τῶν σχολῶν τῆς ᾿Ανατολῆς, Νικηφόρον δὲ καὶ Λέοντα τοὺς τούτου υἱοὺς, τὸν μὲν τῶν ᾿Ανατολικῶν στρατηγὸν τὸν Νικηφόρον, τὸν δὲ τῆς Καππαδοκίας τὸν Λέοντα προχειρισάμενος, καὶ Κωνσταντῖνον θάτερον νῶν υἱῶν τῆς Σελευκείας, Βασίλειον δὲ τὸν Πετεινὸν ἔξαρχον τῆς μεγάλης Εταιρείας. [Ρ. ] Μαριανὸν δὲ τὸν ᾿Αργυρὸν κόμητα τοῦ στάβλου καὶ τὸν Κουρτίκην Μανουήλ τῆς βίγλας δρουγγάριον. Εξευνούχισε δὲ καὶ Ῥωμανὸν τοῦ Στεφάνου υἱὸν, τὸν μετέπειτα σεβαστοφόρον γενόμενον, ἔτι δὲ καὶ Βασίλειον τὸν ἐκ δούλης ἀποτεχθέντα Ρωμανῷ τῷ γέροντι· Μιχαὴλ δὲ τὸν υἱὸν Χριστοφόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν. Αδαμαντίνοις, δι', ὡς ᾤετο, δεσμοῖς τὴν βασιλείαν ἀσφαλισάμενος, καὶ πᾶσαν ὑποψίαν ἀποσεισάμενος, καὶ δόξας ἐν τῷ ἀσφαλεῖ καθεστάναι, μικροῦ δεῖν ἐκινδύνευσε δυσὶ μεγίσταις ἐπιβουλαῖς περιπεσών. Θεοφάνης τε γὰρ ὁ παρακοιμώμενος ἐβουλήθη τὸν πρεσβύτην Ῥωμανὸν ἐκ τῆς νήσου Πρώτης εἰς τὸ παλάτιον ἀγαγεῖν, καὶ ἄλλους οὐκ ὀλίγους ἔχων συνα ἱστορας· καί τινες δὲ ἕτεροι, ἤτοι Λέων ὁ Κλά δων, Γρηγόριος ὁ Μακεδών, καὶ Θεοδόσιος ὁ πρῶτος τῶν τοῦ Στεφάνου ἱπποκόμων, καὶ Ἰωάννης ὁ ῥαί κτωρ, τὸν Στέφανον ἐβουλεύσαντο ἐκ Μιτυλήνης ἀγα γεῖν καὶ τῇ βασιλείᾳ ἐγκαθιδρῦσαι. Ἀλλ᾽ ὑπό τινων συνωμοτών μηνυθέντων τῶν βουλευμάτων ὁ μὲν Θεοφάνης ἐξωρίσθη σὺν τοῖς αὐτοῦ συνεργοῖς, οἱ δὲ τοῦ Στεφάνου ἀντιποιούμενοι τυφθέντες καὶ δημευθέντες, καὶ τὰς ῥῖνας τμηθέντες ἐξωρίσθησαν. Οὐ διέλιπον δὲ καὶ οἱ Τοῦρκοι εἰσβολὰς εἰς τὴν Ρωμαίων ποιούμενοι καὶ ταύτην δῃοῦντες, μέχρις οὗ Βουλοσουδῆς ὁ τούτων ἀρχηγὸς τὴν τῶν Χριστιανῶν ο πίστιν ἀσπάζεσθαι ὑποκριθεὶς κατειλήφει την Κων σταντίνου· καὶ βαπτισθεὶς ὑπὸ τοῦ βασιλέως ἀναδέχεται Κωνσταντίνου, τῇ τῶν πατρικίων ἀξίᾳ τιμη θεὶς καὶ πλείστων χρημάτων ὑπάρξας κύριος, εἶτ' αὖθις οἴκαδε ὑποστρέψας. Μετ' οὐ πολὺ δὲ καὶ Γυ λας, ἄρχων ὧν καὶ αὐτὸς τῶν Τούρκων, εἴσεισιν εἰς τὴν βασιλίδα καὶ βαπτίζεται, τῶν ἴσων ἀξιωθεὶς καὶ αὑτὸς εὐεργεσιῶν καὶ τιμῶν. Ἀνελάβετο δὲ μεθ᾿ ἑαυτοῦ καί τινα μοναχὸν Ἱερόθεον τοὔνομα, δόξαν εὐλαβείας έχοντα, ἐπίσκοπον Τουρκίας παρὰ τοῦ Θεοφυλάκτου χειροτονηθέντα, ὃς ἐκεῖσε γενόμενος πολλοὺς ἀπὸ τῆς βαρβαρικής πλάνης εἰς τὸν Χρι στιανισμὸν ἐπανήγαγεν. Αλλ' ὁ μὲν Γυλᾶς ἐνέ μεινε τῇ πίστει, μήτ' αὐτὸς ἔφοδόν ποτε κατὰ Ῥω μαίων πεποιηκώς, μήτε τοὺς ἀλισκομένους Χριστιανοὺς ἀτημελήτους ἐῶν, ἀλλ᾽ ἐξωνούμενος και ἐπιμελείας ἀξιῶν καὶ ἐλευθερῶν. Βουλοσουδὴς δὲ τὰς πρὸς Θεὸν συνθήκας ἠθετηκὼς πολλάκις σὺν παντὶ τῷ ἔθνει κατὰ Ῥωμαίων ἐξήλασε. Τὸ δ᾽ αὐτὸ ἀνεσκολοπίσθη ὑπὸ Ἰωάννου τοῦ βασιλέως αὐτῶν. Καὶ ἡ τοῦ ποτε κατὰ Ῥωμαίων ἐκπλεύσαντος ἄρ χοντος τῶν Ῥως γαμετή. Ἔλγα τοὔνομα, τοῦ ἀνα δρὸς αὐτῆς ἀποθανόντος παρεγένετο ἐν Κωνσταντι τοῦτο καὶ κατὰ Φράγγων ποιῆσαι διανοηθεὶς καὶ ἀλοὺς
col. 63–64page 28 of 174
PG 122:63νουπόλει. Καὶ βαπτισθεῖσα καὶ προαίρεσιν εἰλικρι Σημαντήρα ο, 325: Σημάντορος οὐ παρεόντος, οι μῆλα ἀσήμαντα, κ, Παρὰ τὸ σημαίνειν, επιτάττειν, σημάντωρ ρ. νοῦς ἐνδειξαμένη πίστεως, ἀξίως τιμηθεῖσα τῆς προσ αιρέσεως ἐπ' οἴκου ἀνέδραμε. [Ρ. ] Τῆς δὲ τῷ Ῥωμανῷ νυμφευθείσης κόρης τῆς Οὔγωνος παιδὸς ἀποθανούσης, ὡς εἴπομεν παρθένου, νυμφεύεται αὐτῷ ὁ βασιλεὺς καὶ πατὴρ ἑτέραν γυναῖκα, οὔ τινα τῶν ἐπιφανῶν, ἀλλ' ἐκ χυ δαίων φυεῖσαν καὶ τὴν τέχνην καπήλων, ᾿Αναστασίαν καλουμένην, Θεοφανώ δ᾽ ὑπ᾽ ἐκείνου μετονομασθεῖσαν. Τοῦ ἀμηρᾶ δὲ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥω μαίων ποιησαμένου, ἐν τῇ κώμῃ δὲ τῇ Ἡρακλέος λαὸν πεπομφότος εἰς προνομήν, πρεσβύτερος τις Θέ μελ ὀνομαζόμενος τὴν ἀναίμακτον ἐπιτελῶν λειτουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπών τὴν ἱερουργίαν καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενος τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκ κλησίας ἐν τούτῳ τοὺς ἐπιόντας ήμύνετο, καὶ πολ λοὺς μὲν ἐτραυμάτισεν, ἀπέκτεινε δὲ καὶ ἱκανούς, τοὺς δὲ λοιποὺς ἑτρέψατο εἰς φυγήν. ᾿Αποκλεισθεὶς δὲ παρὰ τοῦ ἐπισκόπου τῆς ἱερουργίας, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς ᾿Αγαρηνοῖς προσ εῤῥύη καὶ τὸν Χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἐγγίζοντα ταύτῃ ἐδῄου θέματα, ἀλλὰ δὴ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ασίας ἔφθασεν. Οσα δὲ δεινὰ διεπράξατο, οὐδὲ γράφειν ἡμῖν θεμιτόν. Ἤδη δὲ, ὡς εἶπομεν, προχειρισθεὶς δομέστικος τῶν σχολῶν Βάρδας ὁ Φωκᾶς οὐδὲν ὅ τι καὶ λόγουἄξιον ἀπειργάσατο· ὁπότε μὲν γὰρ ὑφ᾽ ἑτέρους ἐτάττετο, στρατηγὸς θαυμαστὸς ἀνεφαίνετο, ὁπηνίκα δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γνώμης ἐξήρτητο, ὀλίγα ἢ οὐδὲν ὤνησε τὴν Ῥω μαίων ἀρχήν. Νοσήσας γὰρ τὴν πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. Ὅθεν καί ποτε τοῖς τοῦ Χαβδᾶν ἀπροσδοκήτως περιπεσών, πάντων, ὥς φασι, καταλελοιπότων αὐτὸν, μικροῦ δεῖν αἰχμάλωτος ἐγε γόνει, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυτρώσαντο. Ετρώθη δὲ κατὰ τὸ μέτω ωπόν γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέσ χρι τελευτῆς ἀδρὰν τὴν οὐλὴν περιφέρειν. Νικηφόρος δὲ καὶ Λεων οἱ τούτου υἱεῖς, ἐφύπερθεν ύστες παντὸς αἰσχροῦ λήμματος καὶ τοὺς ὑπο σημαντῆρος σημαντήρ ἐν αὐτῇ τοὺς ἐπιόντας ἡμύνετο,
col. 65–66page 29 of 174
PG 122:65ηκόους ως γνησίους υἱοὺς περιέποντες, μεγάλα τὴν τῶν Ῥωμαίων ἀρχὴν ὠφέλησαν. Καὶ τὰ μὲν τοῦ Νικηφόρου προτερήματα, ἵνα μὴ τὸ τῆς ἱστορίας συνεχὲς διακόπτηται, ἐν τοῖς περὶ ἐκείνου λελέξεται ὁ δὲ Λέων ᾿Απολασαὴρ ἐπίσημον ἄνδρα καὶ τοῦ Χαβαν συγγενῆ, σὺν ἀπείρῳ πλήθει κατὰ 'Ρωμαίων ἐξελθόντα τρεψάμενος καὶ κατασχὼν ἐν Κωνσταντινουπόλει ἀπέστειλε, τοῦ ἄλλου πλήθους τὸ μὲν ἐν τῇ τοῦ πολέμου προςβέλῇ κτείνας, τὸ δὲ ζωγρήσας. Ον ἀχθέντα πρὸς τὴν βασιλίδα ὁ βασιλεὺς Κωνσταντῖνος θρίαμβον ποιήσας καὶ κατὰ τοῦ τραχήλου πατήσας τιμαῖς τε καὶ δωρεαῖς ἐφιλοφρονήσατο Κωνσταντίνου δὲ τὸν λοιπὸν υἱὸν τοῦ Φωκά ζω γρίαν λαβὼν ὁ Χαβδᾶν καὶ εἰς τὸ Χάλεπ ἀγαγών, καὶ πολλὰ σπουδάσας εἰς [] τὴν μτσαρὰν αὐτοῦ θρησκείαν τοῦτον μεταγαγεῖν, ὡς οὐκ ἔπεισε, φαρ μάχοις αὐτὸν διέφθειρε. Τῇ ἀκοῇ δὲ ταύτῃ περιαλγή, γενόμενος ὁ Βάρδας πάντας οὓς κατεῖχεν αἰχμαλώτους συγγενεῖς τοῦ Χαβδᾶν ξίφει κατέκοψε. Καὶ παρὰ τοῦτο ὁ τὸ ἀλλάγιον πεμφθεὶς ποιήσασθαι Παῦλος μέ γιστρος ὁ Μονομάχος ἄπρακτος ὑπέστρεψεν. Ασχέτῳ δὲ περιωδυνία ληφθεὶς ὁ Χαβδῶν διὰ τοὺς αὐτοῦ συγγενεῖς ἐκστρατεύει κατά Ρωμαίων, ἄγων μετ' αὐτοῦ καὶ τὸν παρὰ βασιλέως πεμφθέντα ὡς αὑτὸν πρεσβευτὴν περὶ εἰρήνης, Νικήταν πατρίκιον τὸν Χαλκούτζην, καὶ πολλοὺς ἀγαθοὺς ἄνδρας τῶν ἀνα δρειοτάτων καὶ γενναίων Ῥωμαίων ἐζώγρησε Τοῦ δὲ Νικήτα λάθρα τῷ Φωκά μηνύοντος πάντα τὰ βουλευόμενα τῷ Χαβδᾶν καὶ τὰς ὁδοὺς ὅθεν μέλλει ποιήσασθαι τὴν ὑποστροφὴν, λόχους ὁ Φωκᾶς ἐγκαθίζει παρά τινα τόπον εἴσοδον ἔχοντα στενὴν καὶ κρημνώδη, ἐν ᾧ γενόμενος ὁ Χαβδὰν, ἐπεὶ κατὰ μέ σιν ἐγένετο τὴν στενοχωρίαν, κυκλοῦται παρὰ τῶν λόχων. Εξαναστάντες γὰρ τῆς ἐνέδρας οἱ ἐπὶ τούτῳ τεταγμένοι πέτρας τε ὑπερμεγέθεις κατ᾿ αὐτῶν ἐκύ λιον καὶ βέλη εἰς αὐτοὺς ἔπεμπον παντοδαπά. Καὶ ὁ μὲν Χαλκούτζης προευτρεπισάμενος καὶ δώροις ὑπου ποιησάμενός τινας τῶν Σαρακηνῶν τῆς φυγῆς ὑπο τρέτας, ἔλαβεν ἀποδρὰς μετὰ πάντων αὐτοῦ τῶν οἰ κείων, τῶν ᾿Αγαρηνῶν δὲ πέπτωκε πλήθος ἀμύθητον. Ὁ δὲ Χαβδᾶν οὓς εἶχε δεσμίους ἀποσφάξας, σὺν ἀλίγοις ἄκλεῶς καὶ ἀτάκτως τὸν κίνδυνον ίσχυσε διαφυγείν. Ετει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου βασιλείας, τοῦ δὲ κόσμου αυξδ', μηνὶ Φεβρουαρίῳ κζ, ἰνδικτιῶνος ιδ, κατέλυσε τὸν βίον Θεοφύλακτος ὁ πατριάρχης. ἀρχιερατεύσας ἐπ᾽ ἔτη κγ', ἡμέρας κε', ἑξκαίδεκα μὲν ἐτῶν ὧν ὅτε ἀκανονίστως τοὺς τῆς Ἐκ πλησίας παρείληφεν οἴακας, ὑπὸ παιδαγωγούς (φεῦ μοί) ὁ ἀρχιερεὺς μέχρι τινὸς διατελέσας. Καὶ εἶνα με διὰ παντὸς τοῦτο ἦν· ἐδόκει γὰρ εἶναι σεμνὸς καὶ μέτριος. Τῆς ἐντελεστέρας δὲ ἡλικίας ἀρξάμενος ἤδη καὶ καθ᾿ ἑαυτὸν βιοῦν ἑαθεὶς οὐδὲν τῶν αἰσχίστων καὶ παντελῶς ἀπηγορευμένων πράττειν ἐνέλι Τὸ Χάλεπ,
col. 67–68page 30 of 174
PG 122:67πεν, ὦνίους προτιθεὶς τοὺς τῆς Ἐλκλησίας βαθμούς καὶ τὰς προβαλὰς τῶν ἀρχιερέων, καὶ ἄλλα πράττων ὅσα τοῖς ἀληθινοῖς ἀρχιερεῦσιν ἀπεοικότα ἐτύγχανεν, ἱππομανῶν καὶ κυνηγεσίοις ἐνασχολούμενος καὶ λοι πὰς ἀπρεπεῖς διαπραττόμενος πράξεις, ἃς κατὰ μέ ρος διεξιέναι σὺν τῷ ἀπρεπεῖ καὶ ἀθέμιτον. Μιᾶς δὲ δίκαιον ἐπεμνησθῆναι εἰς ἔνδειξιν τῆς ἀπαιδεύτου γνώμης αὐτοῦ. Ἔρως αὐτὸν κατεῖχεν ἄσχετος τῆς τῶν ἵππων κτήσεως, καὶ λέγεται ὑπὲρ δισχιλίους πορίσασθαι, ὧν τῆς κομιδῆς διὰ παντὸς ἐφρόντιζεν, οὐ χόρτον αὐτοῖς παρατιθεὶς καὶ κριθάς, κώνων δὲ καρπούς και θάσια και [] πιστάκια, ἔτι δὲ φοινίκων καὶ σταφίδων καὶ ἰσχάδων τὰ λιπα ρώτερα, εὐωδεστάτῳ οίνῳ μιγνύς, καὶ κρόκον καὶ κινναμωμον καὶ βάλσαμον καὶ ἔτερα ἀρώματα τοῖς ῥηθεῖσι συμφύρων, έκαστῳ τῶν ἵππων παρετίθει βρῶσιν. Φασὶ δ᾽ ὅτι λειτουργοῦντί ποτε αὐτῷ κατὰ τὴν μεγάλην τοῦ θείου δείπνου πέμπτην ἡμέραν, καὶ τὰς εὐχὰς ἤδη τῶν μυστηρίων ἀναγινώσκοντι, ὁ τὴν ἐπιμέλειαν των ἵππων ἐπιτετραμμένος διάκονος ἐπι στὰς εὐαγγέλιον τούτῳ κεκόμικεν, ὡς ἄρα τετοκυῖα εἴη ἡ ἐπισημοτάτη φορβάς, προσθεὶς καὶ τὸ ὄνομα, Ὁ δ᾽ ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπό λοιπον ὡς ἔτυχεν ἐκπληρώσας δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ τὸν τεχθέντα πῶλον έωρα κὼς καὶ τοῦ ἀλόγου θεάματος ἐμφορηθεὶς ὑπέστρεψεν εἰς τὴν Μεγάλην Εκκλησίαν, τὴν τῶν ἁγίων παθῶν τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐκτελέσων υμνῳδίαν. Ἔργον ἐκείνου καὶ τὸ νῦν κρατοῦν ἔθος, ἐν ταῖς λαμπραῖς καὶ δημοτελέσιν ἑορταῖς ὑβρίζεσθαι τὸν Θεὸν καὶ τὰς τῶν ἁγίων μνήμας διὰ λογι σμάτων ἀπρεπῶν καὶ γελώτων καὶ παραφόρων κραυ γῶν τελουμένων τῶν θείων ὕμνων, οὓς ἔδει μετὰ κατανύξεως καὶ συτριμμοῦ καρδίας ὑπὲρ τῆς ἑαυ τῶν ἡμᾶς σωτηρίας προσφέρειν τῷ Θεῷ. Πλῆθος γὰρ συστησάμενος ἐπιῤῥήτων ἀνδρῶν καὶ ἔξαρχον αὐτοῖς ἐπιστήσας Εὐθύμιον τινα Κασνην λεγόμενον, ἀν αὐτὸς δομέστικον τῆς Ἐκκλησίας προβάλετο, καὶ τὰς σατανικὰς ἀρχήσεις καὶ τὰς ἀσήμους κραυ γὰς καὶ τὰ ἐκ τριόδων καὶ χαμαιτυπείων ἠρανισμένα ᾄσματα τελεῖσθαι ἐδίδαξεν. Οὕτως δὲ βιο τεύων καταστρέφει τὸν βίον ἐν τῷ ἀτάκτως ἱππάζεσθαι, ἔν τινι τείχει τῶν παραθαλασσίων θραυσθεὶς καὶ αἷμα ἀναγαγὼν διὰ τοῦ στόματος. Ἐπὶ δύο δ᾽ ἔτη νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησε. Καὶ χειροτονεῖται κατὰ τὴν τρίτην τοῦ ᾿Απριλλίου μηνὸς, τῆς αὐτῆς Ινδικτιῶνος, ἀντ᾿ αὐτοῦ πατριάρχης Πολύευκτος μοναχός, τῆς Κωνσταντινουπόλεως καὶ θρέμμα τυγχάνων καὶ παίδευμα, ὑπὸ τῶν γονέων μὲν εὐνουχισθεὶς, ἐπὶ πολὺν δὲ χρόνον τῇ μοναδικῇ πολιτείῃ ἐκδιαπρέψας· ὃν ὁ βασιλεὺς διὰ τὸ τοῦ ηθοῦς σεμνὸν καὶ τὸ τῆς σοφίας ὑπερβάλλον καὶ τὴν κώνον, λεπτοκαρύα, του δεξιοῦ καὶ τοῦ εὐωνύμου χορού, τῶν ψαλτῶν δομέστικος πρωτοψάλτης. Ευ
col. 69–70page 31 of 174
PG 122:69ἀκτημοσύνην χειροτονεῖ πατριάρχην, οὐ τοῦ Ἡρα κλείας, ὡς ἔθος, ἀλλὰ τοῦ Καισαρείας Βασιλείου τὴν χειροθεσίαν πεπληρωκότος. Νικηφόρος γὰρ, ὁ τῆς Ηρακλείας πρόεδρος, τῷ βασιλεῖ κατά τι προσκεκρουκὼς οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. Ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προ τρέψαντι μόνον καὶ τῷ χειροθετήσαντι, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι ὡς καταδεξαμένῳ τὴν ἀκανόνιστον ταύτην χειροθεσίαν. Χειροτονηθείς δ' ὅμως καὶ παῤῥησιασάμενος τὴν ἀλήθειαν πολλὴν καταδρομὴν ἐποιεῖτο τῆς πλεονεξίας τῶν συγγενῶν τοῦ πρεσβύτοτ Ῥωμανοῦ, [Ρ. ] κὰν τῷ μεγάλῳ Σαββάτῳ τὸν βασιλέα εἰς τὴν Μεγάλην Εκκλησίαν ἐλθόντα ἐνῆγε πρὸς τὴν τῶν πραχθέντων ἐκδίκησιν. Ὅπερ οὐχ ἡδέως οὗτος ἐδέξατο. ᾿Αλλὰ καὶ Βασίλειος ὁ μετὰ ταῦτα παρακοιμώμενος, ὁ ἀπὸ δούλης τεχθεὶς τῷ πρεσβύτῃ 'Ρωμανῷ. Ελένην τὴν αὐτοῦ ἀδελφὴν καὶ δέσποιναν ὑποποιησάμενος, οὕτω παρ εσκεύατε καὶ διέθηκε τὸν Κωνσταντίνον, μὴ μετα γινώσκειν μόνον ἐπὶ τῇ τοῦ πατριάρχου προβολῇ,ἀλλὰ καὶ ζητεῖν ἀφορμὴν πῶς ἂν αὐτὸν καταγάγοι τοῦ θρόνου, πολλὰ καὶ Θεοδώρου τοῦ Κυζίκου κατ᾿ αὐτοῦ διερεθίζοντος τοῦτον. Ὥσπερ δὲ τοῦ χρόνου φιλοτιμησαμένου κατὰ ταυ τὴν ὁμογνώμονας ἐπιδείξασθαι πατριάρχας, καὶ τὴν τῶν ἐσπερίων Ρωμαίων Ἐκκλησίαν ἰθόνειν ἔλα χεν Ἰωάννης ὁ τοῦ ᾿Αλβερίχου υἱὸς πρὸς πᾶσαν ἀσέλγειαν καὶ κακίαν ὑπάρχων ἐπιῤῥεπής· ὃν Ὤτως ὁ τῶν Φράγγων βασιλεὺς ἀπελάσας ἕτερον ἀντεισήγαγε τῇ Ἐκκλησίᾳ ποιμένα. Ὁ δὲ Πολύευκτος τῷ πρώτῳ τῆς ἱερατείας αὐτοῦ χρόνῳ τοῖς ἱεροῖς ἐνέταξε διπτύχοις Εὐθυμίου τοῦ πατριάρχου τὸ ὄνομα, τοῦ τὸν βασιλέα Λέοντα δεξα μένου εἰς κοινωνίαν, ὁπηνίκα τὴν τετάρτην ἡγάγετο γυναίκα Πρὸς τοῦτό τινες τῶν ἀρχιερέων πρὸς ὀλι γον ἀντέστησαν τῷ Πολυεύκτῳ μὴ κοινωνεῖν. ᾿Αλλὰ κατ' ὀλίγον τῷ τοῦ κρατοῦντος ἀκολουθήσαντες θελή ματι γέλωτα παρέσχον τοῖς διακρινομένοις. Εχθη δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἡ τιμία χεὶρ τοῦ Προδρόμου εἰς τὴν βασιλίδα ἐξ Αντιοχείας, ἀπο κλαπείσα παρά τινος διακόνου Ἰὼβ τοὔνομα· ἤν καταλαβοῦσαν τὴν Χαλκηδόνα ὁ βασιλεὺς τὴν βασι λικὴν ἐκπέμψας τριήρη, καὶ τῆς συγκλήτου ὅσον ἐπίσημον ἐξελθόντος καὶ τοῦ πατριάρχου Πολυεύκτου σὺν παντὶ τῷ κλήρῳ μετὰ κηρῶν καὶ λαμπάδων καὶ θυμιαμάτων, εἰς τὰ βασίλεια ἤγαγεν. Ὁ δὲ τῶν σχολῶν δομέστικος βάρδας κατὰ τῶν ἔψων ᾿Αγαρηνῶν ἐκστρατεύσας τὸ ἐν ποσὶν ἅπαντα ῃ κατεστρέψατο, ἐλὼν καὶ φρούρια ἱκανὰ, ἐκπολιορκήσας καὶ τὴν περιβόητον Αδαπαν. Ὁ δὲ βασιλεὺς βουλόμενος καὶ τοὺς ἐν τῇ Κρήτῃ Σαρακηνούς συν εχῶς ἐκστρατεύοντας καὶ τὰ παράλια τῆς Ῥωμαϊκῆς 'Ρω μαίους έσπερίους Ρωμαίους
col. 71–72page 32 of 174
PG 122:71γῆς δῃοῦντας καὶ κατατρέχοντας ἐκφοβῆσαι καὶ τῆς ἀσχέτου ἀνακόψαι ὁρμῆς, στρατὸν ὅτι πλεῖστον συλ λέξας καὶ στόλον εὐτρεπίσας οὐκ ἀγεννῆ ἐκπέμπει κατὰ τῆς νήσου, στρατηγὸν ἐπιστήσας τοῖς πᾶσι Κωνσταντίνον πατρίκιον τὸν Γογγύλην, θηλυδρίαν ἄνθρωπον καὶ σκιατραφῆ καὶ ἀπειροπόλεμον καὶ ὅτα τῶν ἐν τῷ παλατίῳ θαλαμηπόλων· ὅς εἰς τὴν νῆσον περαιωθεὶς καὶ μηδὲν ἄξιον διαπραξάμενος στρατο τηγοῦ, μήτο στρατοπεδείαν πηξάμενος ἀσφαλῆ, μήτε σκοποὺς ἐπιστήσας καὶ κατοπτῆρας, [Ρ. ] καὶ δι' αὐτῶν τὰς βαρβαρικός φυλαξάμενος ἐφόδους, κιν δύνῳ μεγίστῳ περιπίπτει. Οἱ γὰρ νησιῶται τὴν ἀπει ρίαν καὶ τὴν ἀμέλειαν κατανοηκότες τοῦ στρατηγοῦ, καιρὸν ἐπιζητήσαντες ἐπιτήδειον ἐξαίφνης ἐπι τίθενται τῷ στρατεύματι, καὶ τρέπονται μὲν τοῦτο ῥᾳδίως, ὡς πολλοὺς τῶν Ῥωμαίων αἰχμαλωσίᾷ καὶ στήρῳ διαμερισθῆναι, κατέσχον δὲ καὶ τὸ στρατόπεδον αὐτὸ, τῶν Ῥωμαίων αἰσχίστως ἀποφυγόντων. Μικροῦ δ᾽ ἂν ἐάλω καὶ ὁ Γογγύλιος, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες ἐξεῤῥύσαντο αὐτὸν τῆς αἰχμα αλωσίας, καὶ εἰς τὴν ναυαρχίδα ἐμβιβάσαντες διεσώσαντο. Ρωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεωτέρας ἤδη ἀψάμενος ἡλικίας, καὶ μὴ φέρων δρῶν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβου λεύσατο, εἰδήσει καὶ τῆς αὐτοῦ γαμετῆς τῆς καπη λίδος. Μέλλοντος γὰρ τοῦ Κωνσταντίνου καθαρτήριον πόμα λαβεῖν, λαθόντες οὗτοι δηλητήριον τούτῳ ἐκέ ρασαν, καὶ Νικήταν τὸν ἐπὶ τῆς τραπέζης παρο ἔπεισαν ἐγχέαι τοῦτο τῷ βασιλεῖ. Μέλκων δὲ ἐκεῖνος αὐτὸ λαβεῖν κείμενον ἔμπροσθεν τῶν σεπτῶν εἰκόνων, εἴτε τύχῃ τινὶ εἶτε καὶ ἐκουσίως ὀλισθήσας τὸ πλέον ἐξέχεε. Τὸ δὲ λοιπὸν ποθὲν ὑπὸ τοῦ Κωνσταντίνου ἀργὸν ἐφάνη καὶ ἄπρακτον, διὰ τὴν ὀλιγότητα τὴν οἰκείαν ἀποβαλὸν ἐνέργειαν. Πλὴν καὶ οὕτως ὁ Κωνσταντῖνος μόλις περιγενέσθαι ἴσχυσεν, ἐπισκήψαντος δὴ τοῦ δηλητηρίου ἐν τῇ πλευρᾷ αὐτοῦ καὶ κακῶς διαθεμένου αὐτόν. ιε'. δὲ χρόνῳ τῆς αὐτοῦ βασιλείας, κατὰ τὸ Σε πτέμβριον μῆνα τῆς γ' ινδικτιῶνος, ἐν ἔτει κοσμικῷ αυξή, ἔξεισι Κωνσταντῖνος ὁ βασιλεὺς ἐν τῷ τοῦ Ὀλύμπου ὄρει, τῷ μὲν δοκεῖν ταῖς τῶν ἐκεῖσε Πατέ ρωτ εὐχαῖς θωρακισθῆναι καὶ μετ᾿ αὐτῶν κατὰ Σα ρακηνῶν ἐκ Συρίᾳ ἐκστρατεῦσαι, ἀληθεῖ δὲ λόγῳ ἑνωθῆναι Θεοδώρῳ τῷ τῆς Κυζίκου προεδρεύοντι, ἐκεῖσε τότε τὰς διατριβάς ποιουμένῳ, καὶ μετ' αὖ, τοῦ περὶ τῆς καθαιρέσεως τοῦ Πολυεύκτου βουλεύσασθαι. Ἐκεῖσε γοῦν γενόμενος, εἴτε σωματικῇ πλημμελείᾳ εἴτε πάλιν ὑπὸ τοῦ παιδὸς φαρμαχθεὶς, ὀδυνώμενος ἀνεχώρησε, κλινοπετής τε κατὰ τὸ τέ λος τοῦ Ὀκτωβρίου τὴν βασιλίδα κατέλαβε, καὶ τῇ θ' τοῦ Νοεμβρίου μηνός τελευτᾷ, ἄπρακτα τὰ βεβουλευμένα λιπών, ζήσας ἅπαντα τὸν τῆς ζωῆς αὐτ τοῦ χρόνον ἔτη νδ' καὶ μῆνας β', συμβασιλεύσας μὲν τῷ πατρὶ καὶ ᾿Αλεξάνδρῳ τῷ θείῳ καὶ τῇ αὐτοῦ μη τρὶ ἔτη ιγ', αὖθις δὲ τῷ Ῥωμανῷ τυραννήσαντι ἔτη κς', καὶ μετὰ τὴν ἐκείνου τῆς βασιλείας ἔκπτωσιν μονοκρατήσας ἔτη ιε΄. Θάπτεται δὲ θανών σὺν τῷ οἰκείῳ πατρί, μέχρι τελευταίας ἀναπνοῆς ἐγκοτῶν τῷ Πολυεύκτῳ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζό
col. 73–74page 33 of 174
PG 122:73μενος Πρὸ δὲ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἐπί τινα χρόνον συχνὸν, ἑσπέρας καταλαμβανούσης λίθοι ἄνωθεν ἐκπεμπόμενοι καὶ ἐντὸς τῶν αὐτοῦ διαι τημάτων σὺν πολλῳ βοίζῳ πίπτοντες ἐξαισίους ἀπο ετέλουν κτύπους. [Ρ. ] Δοξας δ' ἀπὸ τῶν τῆς Μαγναύρας ὑπερῴων τούτους φέρεσθαι φύλακας ἐπὶ τολμώντων. Αλλ' ἔλαβε ματην πονῶν· ἦν γὰρ τὸ λούμενον δυνάμεως. πολλαῖς νυξὶν ἀφώρισεν, εἴ πού τινα λάβῇ τῶν τοῦτο γινόμενον οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐξ ὑπερτέρας τε Μεταστάντος δὲ τοῦ Κωνσταντίνου καὶ πρὸς τὴν ἐκεῖθεν διαβαντος κατάστασιν, Ῥωμανὸς ὁ τούτου νὸς ἐγκρατής γίνεται τῆς ἀρχῆς. Καὶ ἄρχοντας προ καλλύμενος εὐνοϊκοὺς αὐτῷ καὶ θυμήρεις, καὶ τὴν βασιλείαν ὡς ἐνῆν κρατυνόμενος. κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα τῆς αὐτῆς γ' ἐνδικτιῶνος στέφει καὶ τὸν υἱὸν αὐτοῦ βασιλέα, διὰ τῶν χειρῶν Πολυεύκτου τοῦ πατριάρχου, ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ. Τῷ δ' ἐπιόντι ἔτσι τίκτεται πάλιν αὐτῷ ἔτερος υἱὸς ἐν τοῖς τῶν Πηγῶν παλατίοις, ὃν ἐπὶ τῷ πατρὶ Κωνσταντῖνον ὠνόμασε. Νέος δ᾽ ὧν καὶ εὐπαθείαις ἑαυτὸν ἐπιδεδωκὼς τὰς τῶν ὅλων φροντίδας Ἰωσὴφ ἐνεχείρισε τῷ πραιποσίτῳ καὶ παρακοιμωμένῳ, ᾧ βρίγγας ἡ ἐπω νομία. Αὐτός δὲ οὐδὲν ἄλλο διὰ φροντίδος εἶχεν ἢ τὸ μεθ᾿ ἡταιρηκότων καὶ βεδήλων ἀνδραρίων, καὶ μαχλάδων, καὶ μίμων, καὶ γελωτοποιῶν τὰς ἐκδεδιῃτης μένας μεταδιώκειν τῶν πράξεων. Τοίνυν καὶ κλη ρικόν τινα Ἰωάννην ἐκτομίαν ὄντα, διά τινας ἀσέ μνους πράξεις ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως ἀπει ληθέντα, καὶ μοναχικὸν ἀμφιασάμενον σχήμα. καὶ μέσ και τῆς ἐκείνου κρυπτόμενον τελευτῆς, ὡς ἤδη ἐπ ελάβετο τῆς ἀρχῆς, τοῦ τῶν μοναχῶν ἀποδύσας σχή ματος καὶ τὰ τῶν κληρικῶν μεταμφιάσας τοῖς ἑαυ του θαλαμηπόλοις κατέταξε. Ζήλου δὲ πλησθεὶς ὁ Πολύευκτος πολὺς ἦν ἐγκείμενος καὶ τῷ βασιλεῖ παρενοχλῶν τῆς ἑαυτοῦ θεραπείας τοῦτον ἀπώσα- ( τὰς ὡς ἐξομοσάμενον τὸ τῶν μοναζόντων ἐπάγ γελμα. Ἐκείνου δὲ παραιτουμένου, καὶ μὴ ταῖς ἀλη θείαις φάσκοντος ἐνδεδύσθαι τοῦτον τὸ σχῆμα ἢ εὐ τὴν παρά τινος τῶν ἱερέων λαβεῖν ἀλλὰ μόνον ὑποκρίνασθαι τὸν μονάδα βίον διὰ τὸν τοῦ βασιλέως τόξον, ἐξαπατηθεὶς ὁ Πολύευκτος ἀφῆκε τοῦτον πολλὰ καὶ τοῦ Ἰωσὴφ σπουδάσαννος. Καὶ διῆγε μέχρι τῆς τελευτῆς Ῥωμανοῦ κοσμικῶς ζῶν καὶ νεωτερικῶς· ἐκείνου δὲ τελευτήσαντος τὸ μὲν σχῆμα τῶν μοναστῶν ἀμφιέννυται αὖθις, τήν δέ γε γνώ μην αὐτοῦ; οὐκ ἠλλοίωσε. Τούτῳ τῷ ἔτει Νικηφόρον μάγιστρον τὸν Φωκᾶν, δεμίστικον ἤδη προβεβλημένον τῶν σχολῶν τῆς Ανατολῆς παρὰ Κωνσταντίνου τοῦ βασιλέως, καὶ πολλὰ τρόπαια στήσαντα κατὰ τῶν ἔῴων Σαρακη τῶν, καὶ τὸν τε τῆς Ταρσοῦ ἀμηρᾶν Καραμόνην καὶ Χδὲν τὸν τοῦ Χάλεπ καὶ τὸν Τριπολεως Ιζὴθ όλο. σχέρως ταπεινώσαντα, πέμπει κατὰ τῶν ἐν τῇ Κρήτῃ Σαρακηνῶν, πλῆθος ἐπικλέτων στρατιωτῶν ἐπιδοὺς αὐτῷ καὶ στόλον κατηρτισμένον καλῶς. Ρ. ] Ἐν τῇ νήσῳ δ᾽ οὗτος περαιωθείς, καὶ κατὰ τὴν πρώτην ἀποβασιν παροῦσι καὶ κωλύουσι συμ πλακεὶς τοῖς ᾿Αγαρηνοῖς καὶ τούτους τρεψάμενος,
col. 79–80page 34 of 174
PG 122:79προσταχθεὶς ἐκ Κρήτης ἐπανελθεῖν οὐ συνεχωρήθη (β) εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ἀλλ᾽ ἐν τῇ ᾿Ανατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ. ᾿Αναλαμβάνων γὰρ ἐαυτὸν ἐκ τῆς προτέρας ἥττης ὁ Χαβδᾶν ἀναφέρειν ἤρξατο πάλιν, καὶ στρατὸν ἀξιόμαχον ἡθροικώς, προσδόκιμος ἦν ἐπιθήσεσθαι τοῖς Ῥωμαίων ἄρχουσί τε καὶ πράγμασιν. Αλλ' ἐν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ σταδαία μάχῃ τοῦτον τρεψάμενος, καὶ κατὰ κράτος ἡττήσας, καὶ εἰς τὰ ἐνδότερα τῆς Συρίας ἀπελάσας, τὴν πόλιν Βέῤῥοιαν ἐξεπόρθησε δίχα τῆς ἀκροπόλεως, καὶ πολὺν πλοῦτον λείαν καὶ αἰχμαλώτους έλαβεν, ἐλευθερώσας καὶ τοὺς ἐκεῖσε δεσμίους κατεχομένους Χριστιανοὺς καὶ ἐπ' οἴκου ἐκπέμψας. ιε' δὲ Μαρτίου μηνός, τῆς Γ΄ Ινδικτιῶνος, ἐν ἔτει ςυοα', ἐτελεύτησε Ῥωμανὸς ὁ βασιλεὺς, ἐτῶν ὑπάρ χων κδ', βασιλεύσας ἔτη ιγ' (β) μῆνας δ' καὶ ἡμέ ρας ε, ὡς μέν τινες, τὸ ἑαυτοῦ σαρκίον προκαταναλώσας ταῖς αἰσχίσταις καὶ φιληδόννις πράξεσιν, ὡς δ᾽ ἕτερος ἔχει λόγος, φαρμάκοις ἀναιρεθείς. διαδέχονται δὲ τὴν αὐτοῦ βασιλείαν Βασίλειος και Κων σταντίνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανοῖ τῇ μητρὶ τεχθείσης αὐτῷ καὶ θυγατρὸς πρὸ δύο ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἣν 'Ανναν ὠνόμασαν. Ην δὲ ὁ Ρωμανός, μέγας τὴν ἡλικίαν, εἰ καὶ ἐλάττων ἦν τοῦ πατρὸς, τὸ ἦθος ἡμερον ἔχων καὶ πρᾶον, καὶ τὸ φρόνημα μέτριον. Καίπερ δὲ νέος ὤν, ἀγχίνους ἦν, καὶ ὀξὺς, καὶ τὰ πολιτικὰ κυβερνᾷν ικανώτατος, εἴπερ ἄρα συνεχωρεῖτο παρὰ τῶν θεραπόντων. ᾿Αλλὰ τοῦτον οἱ οἰκειότατοι ταῖς τῆς νεότητος ἐκδεδωκότες ὁρμαῖς, ἵν᾿ ἐκεῖνοι τὰ κοινὰ μετιόντες πλοῦτον ἄφα τον αποθησαυρίσωσιν, ἀνενέργητον καὶ ἀνεπιτήδειον ἀπεφήναντο. ᾿Απριλλίῷ δὲ μηνί, τῆς αὐτῆς ς' ινδικτιώνος, εἴσεισιν ὁ Φωκᾶς Νικηφόρος τῇ τῆς δεσποίνης και λεύσει, τοῦ Ἰωσὴφ καθάπερ καὶ πάλαι κωλύοντος, ἐν Κωνσταντινουπόλει καὶ ἀπὸ τῶν ἐκ τῆς Κρήτης λαφύρων καὶ τῆς Βεῤῥοίας ἐθριάμβευσεν ἐν τῷ ὑπο ποδρόμῳ κομίσας καὶ μέρος τι τοῦ ἱματίου τοῦ Βαπτιστοῦ Ἰωάννου, ὅπερ εὗρεν ἐν τῇ Βεροία ἐναποκείμενον. [Ρ. ] Τοῦτον δὲ ἐδεδίει καὶ δι' ὑποψίας εἶχεν ὁ Βρίγγας· ἀλλ' ὁπούλως οὗτος ὁπου κρενάμενος ἐξαπατῆσαι τοῦτον ἴσχυσε τρόπῳ τοιῷδε. Ενα τινὰ τῶν ὑπασπιστῶν εἰληφὼς ὁ Φωκᾶς περὶ ὥραν ἀρίστου εἰς τὸν οἶκον ἀπεισι τοῦ Ἰωσήφ, καὶ κόψας τὴν θύραν ὅστις εἴη μηνύειν ἐκέλευσε τῷ θυρωρῷ. Μηνύσαντος δὲ κελευσθεὶς ἐπείσεισι, καὶ κατ' ἰδίαν παραλαβὼν τὸν Ἰωσὴφ δείκνυσιν αὐτῷ τρίχινον ἔνδυμα, ὅπερ ἔνδοθεν τῶν ἱματίων ἠμφίεστο, καὶ μεθ᾽ ὅρκων ἐπληροφόρησεν ὡς τὴν τῶν μοναχῶν ἀσπαζόμενος πολιτείαν πάλαι ἂν περιεβάλετο τὸ σχῆμα καὶ τῶν βιωτικῶν ὑπεξήγαγεν ἑαυτὸν φρον τίδων, εἰ μὴ ἐπέσχεν αὐτὸν ἡ τῶν βασιλέων προσ πάθεια Κωνσταντίνου καὶ Ῥωμανοῦ, καὶ μέλλειν ὅσον οὔπω τὸν οἰκεῖον ἐκπληρῶσαι σκοπόν· καὶ μὴ
col. 81–82page 35 of 174
PG 122:81μάτην ὁποπτεύεσθαι καθικέτευσε. Τοῦτο θεασάμενος ὁ Ἰωσὴφ πίπτει οὐθέως πρὸς τοὺς πόδας αὐτοῦ, μετάνοιαν ἐκζητῶν, καὶ ὡς οὐ πιστεύσει τινὶ πληρ ροφορῶν λέγοντί ποτε κατ᾽ αὐτοῦ. Ὑφεωρᾶτο δὲ ὁ Βρίγγας καὶ Στέφανον τὸν βασιλέα, τοῖς ζῶσι μέχρι τότε συναριθμούμενον καὶ ἐξόριστον ἐν Μηθύμνῃ τυγχάνοντα, καὶ διὰ παντὸς ἐφρόντιζεν ὑπὸ ἀκρι βεστέραν αὐτὸν εἶναι φυλακήν. Αλλ' ἐκεῖνος κατὰ τὴν ἑορτὴν τοῦ μεγάλου Σαββάτου τῶν θείων μετα εσχηκώς μυστηρίων αἰφνιδίως εὐθὺς τέθνηκε, μηδεμιᾶς προηγησαμένης αἰτίας, ἀλλὰ τῆς Θεοφανούς, εἰ καὶ πόῤῥωθεν κατῴκιστο. κατεργασαμένης αὐτὸν. Πέτρος δὲ ὁ τῶν Βουλγάρων βασιλεὺς τὴν εἰρήνην τάχα ανανεούμενος ἀποθανούσης τῆς αὐτοῦ γυναικός, σπονδὰς πρὸς τοὺς βασιλεῖς ἔθετο, ὁμήρους δοὺς καὶ τοὺς οἰκείους δύο υἱοὺς Βορίσην καὶ Ῥωμανόν· καὶ μετὰ μικρὸν ἀπεβίω. Οἱ δὲ υἱοὶ αὐτοῦ ἐν Βουλγαρία ἐπέμφθησαν μετὰ ταῦτα ἐφ᾽ ᾧ τῆς πατρώας ἀντι σχέσθαι βασιλείας, καὶ τοὺς κομητοπούλους ἀπείρξουσι τῆς πρόσω φορᾶς. Δαβὶδ γὰρ, καὶ Μωϋσῆς, καὶ Ααρών, καὶ Σαμουήλ, ἑνὸς ὄντες παῖδες τῶν μέγα δυνηθέντων ἐν Βουλγαρία κομήτων, πρὸς ἀπο πασίαν ἀπεῖδον καὶ τὰ Βουλγάρων ἀνέσειον. Καὶ ταῦτα μὲν συνηνέχθη ὧδε. Ὁ δὲ Βρίγγας ἂν εἶπομεν τρόπον ἀπατηθεὶς ὑπὸ τοῦ Νικηφόρου, καὶ τοῦτον ἐάσας οἴκαδε ἀπελθεῖν, μετεμέλετο, καὶ ἐν δεινῷ ἐποιεῖτο ὅτιπερ ἐντὸς ἀρκύων ἔχωδ τὸ θήραμα ἔλαβε τοῦτο φρενοβλαβῶς προηκάμενος. Εμερίμνα γοῦν πῶς καὶ ποίᾷ μηχανῇ τῆς ἀπὸ τούτων ἀπολυθείη φροντίδος. Καὶ ἔδοξεν αὐτῷ λυσιτελέστατον εἶναι πρὸς Ιωάννην μάγιστρον γράψαι τον Τζιμισκήν, ἄνδρα θυμοειδῆ καὶ δραστήριον ὄντα καὶ μετὰ τὸν Φωκᾶν ἐν τοῖς Ῥωμαίων ἐπισημότατον στρατηγοίς, στρατηγὸν τηνικαῦτα τῶν ᾿Ανατολικῶν ὑπάρχοννα, ἔτι δὲ πρὸς τὸν μάγιστρον Ρωμανὸν τὸν Κουρκούαν φανερώτατον καὶ ἐπίσημον καὶ αὐτὸν στρατηλάτην ὄντα τῆς ᾿Ανατολῆς, γραμματα πέμψαι, καὶ φιλοτιμιών ὑποσχέσεσι καὶ δωρεῶν καὶ τιμῶν διεγείραι τούτους πρὸς καθαίρεσιν τοῦ Φωκά. Εγένοντο τα γράμματα, καὶ ὁ νοῦς 348 τῶν γεγραμμένων ὑπῆρχεν οὗτος· Εἰ διαναστάντες καθαιρήσουσι τὸν Φωκᾶν καὶ μοναχὸν ἀποκείρουσιν ἤ τρόπον ἄλλον ἐκ μέσου ποιήσουσι, τὴν μὲν τοῦ δομεστίκου τῶν σχολῶν τῆς Ἀνατολῆς μεγίστην ἀρχὴν λήψεναι ὁ Ἰωάννης, τὴν δὲ τοῦ δομεστίκου τῆς Δύσεως ὁ Ρωμανός. Κομισθέντων οὖν τῶν γραμμάτων τοῖς δηλωθεῖσιν ἀνδράσιν. ἐπείπερ σχε τικῶς ἐκεῖνοι εἶχον πρὸς τὸν Φωκᾶν, ὑπανααινώσκουσί τε αὐτῷ εὐθέως τὰ γράμματα, καὶ διαναστῆναι πρὸς ἀλκὴν τὸν Φωκᾶν καὶ γενναῖόν τι καὶ νεανικὸν ἐννοήσασθαι παρεκάλουν, Οκνοῦντα δὲ καὶ ἀναδυόμενον καὶ αὐτοχείρως ἠπείλουν διαχειρίσασθαι. Διὸ καὶ πρὸς τὸν τοῦ θανάτου ἀποδειλιάσας κίνδυνον τὴ πρόκλησιν ὑπεδέξατο. Καὶ δευτέρᾳ τοῦ Ιουλίου μηνός, τῆς αὐτῆς ς' Ινδικτιῶνος, ὑπὸ τῶν ἐν τῇ Έφη στρατευμάτων ἀπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισκή Ῥωμαίων αναγορεύεται βασιλεύς. πολῶς, ποῦλος, ἀρχοντόπουλον βασιλόπουλον κομητοπούλους παῖδες τῶν μέγα δυδηθέντων ἐν Βουλγαρία κομήτων. 694 Κόμηνος ὄντες παῖδες καὶ διὰ τοῦτο κομητοπώλοι κατονομαζόμενοι.
col. 83–84page 36 of 174
PG 122:83Καὶ εἰς μὲν λόγος φέρεται οὕτως, ἕτερος δὲ, ὁ και δοκῶν ἀληθέστερος, ὡς πολὺν ὤδινε χρόνον τὴν τῆς βασιλείας ἐπιθυμίαν, καὶ οὐ τοσοῦτον αὐτὸν ὁ ταύτης ἔρως ἐξέφλεγεν ὅσον ὁ τῆς βασιλίδος Θεοφάνους, ἐντυχόντα τε αὐτῇ ὅτε τῇ βαςιλευούσῃ διήγε, καὶ πολλάκις πρὸς αὐτὴν ἐκπέμψαντα τὸν οἰκειότατον ὑπηρέτην αὐτοῦ Μιχαήλ. Τοῦτο γὰρ καταφωράσας ὁ Βρίγγας υπόπτως διέκειτο πρὸς αὐτόν. Τῆς τοίνυν ἀναρρήσεως αὐτοῦ φημισθείσης ἐν Κωνσταντινουπόλει, καὶ τῶν πραγμάτων ἐν ταραχῇ καθεστώτων, ὁ τὴν φροντίδα τῶν ὅλων ἀνεζωσμένος Ιωσήφ ἡγωνία καὶ διηπορεῖτο αφοδρῶς ὅ τι καὶ δράσειεν, ὅτι μηδὲ τοῖς πολίταις εὔνους ἦν διὰ τὸ δυσέντευκτον. Κατελθόντος δὲ ἐν Χρυσουπόλει μετὰ παντὸς τοῦ στρατοῦ Νικηφόρου τοῦ Φωκᾶ μετ᾿ εὐ φημιῶν, ἐβουλεύσατο ὁ Βρίγγας βασιλέα τινὰ προ βαλέσθαι. διὰ τούτου οἰομενος τὸν τόνον ἐκλῦσαι τῆς ὁρμῆς τοῦ στρατοῦ. Τέως δὲ τῆς ἀκαῤῥήσεως, ὡς εἴπομεν, τοῦ Φωκᾶ γενομένης, Βάρδας μὲν ὁ τούτου πατὴρ (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλίδι) ικέτης εἰσέρχεται πρὸς τὴν Μεγάλὴν ἐκκλησίαν· Λέων δὲ ὁ ἐκείνου ἀδελφὸς, καίπερ φυλαττόμενος ἀκριβῶς, λαθὼν ἀπέδρα καὶ τῷ οἰκειῳ ἡνώθη ὁμαίμονι Οὗ γενομένου παρείθη τὴν ψυχὴν καὶ ἐν πάσῃ ἀμηχανία καὶ φόβῳ κατέστη ὁ Βρίγγας. Ην γὰρ καὶ ἀνεπιτήδειος ἐν καιροῖς δυσκόλοις ὄχλον κολακεῦσαι καὶ καταδημαγωγῆσαι πλῆθος· δέον γὰρ προσηνέσι λόγοις καὶ θωπευτικοῖς τὴν τοῦ πλήθους καταμαλάξαι ὁρμὴν [] ὁ δὲ μᾶλλον ἐξετράχυνε καὶ ἡγρίωσε. Πάντων γὰρ ἐν τῇ Μεγάλῃ συντρεχόντων ἐκκκλησίᾳ, αὐτὸς τὸ πλῆθος ἐκδειματῶν λόγους ἐπαφῆκεν ὑπερηφάνους τε καὶ τραχεῖς· «Εγώ, φήσας, καταπαύσω ὑμῶν τὴν ιταμότητα καὶ ἀναισχυντίαν· ποιήσω γὰρ τὸν τοῦ νομίσματος ὠνουμένους σῖτον ἀποφέρεσθαι ἐν τῷ κόλπῳ.» Οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρᾳ ἀφ᾽ οὗ τοῦτο είρηκε (Κυριακὴ γὰρ ἦν, ἐννάτην ἄγοντος τοῦ Αὐγούστου μηνός), καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κωνσταντίνου τοῦ βασι λέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὤν τῷ Ιωσήφ, τοῖς ἑαυτοῦ φίλοις καὶ συγγενέσι τοὺς οἰ κείους συμμίξας θεράποντας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπραττόν των αὑτῷ. Καὶ ἀπὸ τρώτης ώρας τῆς δευτέρας ἡμέ ρας μέχρις έκτης κατέστρεψαν καὶ ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὧν ἐπισημοτέρδ ἦν ἡ τοῦ Ιωσήρ· οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελεστέρων, ὧν οὐκ ἀριθμητὸν ἦν τὸ πλῆ θος, κατεστράφησαν οἰκίαι· ᾧ γάρ ποτε διαφορά μετά τινος ἦν, πλῆθος ἀτάκτων μεθ᾿ ἑαυτοῦ ἐπαγόμενος μηδενὸς κωλύοντος τοῦτον ἠφάνιζε. Πολλοὶ δ' ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. Ταῦτο δὲ ποιοῦντες ἐν ταῖς πλατείαις τῆς πόλεως λεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε τοῖς στενωποῖς Νικηφόρον ἀνευφήμουν Καλλίνικον. Τοῦτο τὸ ἔργον Τοιοῦτος ἦν καὶ ὁ τυραννήσας γέρων προσεχῶς ἐκεῖνος Ανδρόνικος.
col. 85–86page 37 of 174
PG 122:85ἐξάγει μὲν τῆς Μεγάλης Εκκλησίας Βάρδαν τον πατέρα τοῦ Φωκά, φυγάδα οἰκτρὸν καὶ ὅσον οὐδέπω τὴν κίνδυνον ἐκδεχόμενον, τὸν δὲ Ἰωσὴρ τὸν παρα κοιμώμενον τὸν πρὸ τούτου μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ ἀμφίβολον ἔχοντα τὴν ἑαυτοῦ σωτηρίαν. Οἱ δὲ περὶ τὸν παρακοιμώμενον Βασίλειον τριήρεις κατα σκευάσαντες καὶ τὸν βασιλικόν ειληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιοῦνται ἐν Χρυσουπόλει, καὶ τὸν Νικηφόρον ἐκεῖθεν ἀναλαβόμενοι ἄγουσιν εἰς τὸ Ἑβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς πόλεως μετ' ευφημιῶν, καὶ κρότων, καὶ σαλπίγγων, καὶ συμβάλων δημοσίας γενομένης προόδου διὰ τῆς Χρυσῆς πόρτες εἰσάγουσιν εἰς τὴν βασιλίδα. Γενόμενοι δὲ ἐν τῇ Μεγάλῃ ἐκκλησία Πολύευκτον παρεσκεύασαν τὸν πατριάρχην, καὶ τῷ βασιλικῷ αὐτὸν ταινιῶσοι διαδήματι. Στέφει οὖν τοῦτον ὁ Πολύευκτος ἐν τῷ ἄμβωνι τῆς τοῦ Θεοῦ Μεγάλης Εκκλησίας ἡμέρα δὲ ἦν Κυριακὴ ις τοῦ Αὐγούστου μηνὸς ἄγοντος, τῆς ς' ινδικτιῶνος. Αποστείλας δὲ τὸν μοναχὸν καὶ σύγκελλον 'Αν-Β τώνιον τὸν Στουδίτην τὴν Θεεοφανώ τῶν βασιλείων καταβιβάζει καὶ εἰς τὸ παλάτιον τοῦ Πετρίου ἐκπέμπει. Μετ' ὀλίγον δὲ ἐξόριστον τίθησιν καὶ τὸν πα σακοιμώμενον Ἰωσὴφ ἐν Παφλαγονία, [Ρ. ] καὶ αὖθις μετ᾿ οὐ πολὺν χρόνον μεταβιβάζει ἔν τινι μου ναστηρίῳ λεγομένῳ τοῦ ᾿Ασηκρήτις, ἐν τοῖς Πυ θέοις· ὃς ἐπὶ δύο ὅλους ἐκεῖσε ἐνδιατρίψας ἐνιαυτοὺς ἀπεβίω. Χειροτονεῖ δὲ καὶ Βάρδαν τὸν ἑαυτοῦ πατέρα Καίσαρα. Τῇ δὲ κ' τοῦ Σεπτεμβρίου μηνός, τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποθέμενος, ἄγεται νόμιμον γαμετὴν τὴν Θεοφανώ. Τότε δὲ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας ἐξ ὅτου Βάρδας ὁ ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς ἀπο τεχθεὶς αὐτῷ υἱὸς, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψίῷ τῷ Πλεύση, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. Τοῦτο δὲ εἴτε ἐγκρατευόμενος ἐποίει εἴτε καὶ λαθεῖν τοὺς κρατοῦντας ὑποκρινόμένος, μόνος ἂν εἰδείη μετὰ Θεὸν ἐκεῖνος. Τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἤμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κατέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγγίσας κιγκλίσιν εἰσεισι μὲν αὐτὸς εἰς τὰ ἄδυτα, ἐκεῖνον δ' ἐξώθησεν ὄπισθεν, ἐπειπὼν μὴ πρότερον συγχωρηθήσεσθαι αὐτὸν εἰς τὸ θυσιαστήριον εἰσελθεῖν, πρὶν ἂν δέξηται ἐπιτίμια δευτερογαμούντων Ελύπησε δὲ ἐν τούτῳ τὸν Νικηφόρον, καὶ οὐ διέλιπεν ἐγκοτῶν αὐτῷ μέχρι τῆς τελευτῆς. Διεδέδοτο δὲ καὶ λόγος ἀπανταχοῦ, ὅς οὐ μικρῶς διετάραξε τὴν Ἐκκλησίαν, ὅτιπερ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεοφανοῦς ἑνὸς παίδων. Ταύτης δὲ τῆς φήμης ὡς εὐλόγου ἀφορμῆς δραξάμενος ὁ Πολύευκτος ἢ χωρισθῆναι αὐτὸν ἀπεμάχετο τῆς γυναικὸς κατὰ τὸν κανόνα ἢ τῆς ἐκκλησίας ἀναχωρεῖν. Ο δὴ καὶ πεποίηκε, τῆς Θεοφανοῦς ἐξεχόμενος. Συγκαλεσάμενος δὲ τοὺς ἐνδημοῦντας ἐπισκό τους ἐν τῇ πόλει καὶ τοὺς τῆς συγκλήτου λογάδας, σκέψιν περὶ τούτου προέθετο. Πάντες δὲ οὗτοι τοῦ τριγαμία τετραγα διγαμία
col. 87–88page 38 of 174
PG 122:87& Κοπρωνύμου εἶναι τὸν νόμον ἔλεγον, καὶ δέον αὐτὸν Νικηφόρος δὲ τῷ πρώτῳ τῆς αὐτοῦ βασιλείας ἔτει ἐκπέμπει κατὰ τῶν ἐν Σικελία Σαρακηνῶν τὸν πατρίκιον Μανουὴλ καὶ νόθον υἱὸν πατραδέλφου αὐτοῦ Λέοντος, [Ρ. ] τοῦ χρηματίσαντος δομε στίχου τῶν σχολῶν καὶ ἐπὶ Ῥωμανοῦ τοῦ γέν μὴ φυλάττεσθαι ἔκριναν. Τοῦτ᾽ ἄρα καὶ λίβελλον ἀφέσεως υπογράψαντες τούτῳ ἐπιδεδώκασιν. Ἔτι δι᾿ ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καίσαρ ἐπληροφόρησεν ὡς οὐκ ἀνάδοχος γέγονεν. ᾿Αλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἐξ οὗ πρώτου ἐλέγετο ή τοιαύτη φήμη διαδραμεῖν, ἐνώπιον ἐλθὼν τῆς συν όδου καὶ τῆς συγκλήτου ἐξωμύσατο μήτ' ἰδεῖν μήτε πρός τινας ἀνειπεῖν ὡς ἄρα Βάρδας ἢ Νικηφόρως ἀνάδοχος γένοιτο. Ὁ δὲ Πολύευκτος καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανὸν, τὸ τῆς συντεχνίας συγκεχώρηκεν ἔγκλήμα, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἐπιτίμιον ἐπιθεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα. ροντος τυφλωθέντος, στρατὸν αὐτῷ δοὺς καὶ στό λον ἀξιόμαχον· ἀδοξίαν γὰρ ἐδόκει προστρίβεσθαι ἑαυτῷ, εἰ τούτου κρατοῦντος ἡ Ῥωμαίων βασιλεία δασμοφορεῖ τοῖς Σαρακηνοῖς. Αλλ' ἀναγκαῖον εἶν πεῖν ἐπιδραμόντας τίς ἡ πρὸς τοὺς Σαρακηνούς δασμοφορία, καὶ ὅθεν εἴληφε τὴν ἀρχήν. Τῆς πόλεως γὰρ τῶν Συρακουσῶν ὑπὸ τῶν ἐν ᾿Αφρικῇ Σαρα κηνῶν ἀλούσης ἐπὶ τῶν χρόνων βασιλείου τοῦ Μακεδόνος, καὶ τὴν ὅλην συνέβη νῆσον ἐπ' αὐτῶν κατασχεθῆναι καὶ τὰς αὐτῆς πόλεις κατασκαφῆναι, τῆς Πανόρμου μόνης περιποιηθείσης, ἐξ ἧς ὡς ἔκ τινος ὁρμητηρίου ὁρμώμενοι οἱ ᾿Αγαρηνοί τὴν ἀντιπέραθεν γῆν ἐπεκτήσαντο. Ἐκεῖθεν δὲ διαπορθμευόμενοι τὰς νήσους ἐδῄουν ἄχρι Πελοποννήσου, καὶ ὅσον οὔπω προσδόκιμοι παραστήσεσθαι ἦσαν. Αμηχανῶν δὲ ὁ βασιλεὺς Βασίλειος, καὶ ἄξιον ὑπηρέτην ἀναζητῶν τῆς τοιαύτης ὑπηρεσίας, τὸν πατρίκιον ἔκρινε Νικηφόρον και δομέστικον τῶν σχολῶν, ἐπωνυμίαν φέροντα τοῦ Φωκᾶ, ἀπό τινος τῶν προγόνων αὐτοῦ ἀριστεύσαντος. Πάππος ὁ Νικη φόρος ἦν τοῦ βασιλέως Νικηφόρου, ἀνὴρ γενναῖός τε καὶ συνετός, τὰ πρὸς Θεόν τε εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος. Οὗτος μετά τινος στρατοῦ εἰς Ιτα λίαν περαιωθεὶς ἐντὸς ὀλίγου τοὺς Σαρακηνοὺς τῆς Ιταλίας ἀπήλασε καὶ ἐν Σικελίᾳ ἡ συχάζειν ἠνάγκασε. Τούτου τοῦ ἀνδρὸς καὶ ναὸν λέγεται δομήσασθαι τοὺς Ιταλοὺς εἰς μνήμην ἄληστον τῆς αὐτοῦ ἀρετῆς, οὐ διὰ τὴν ἐλευθερίαν μόνην, ἀλλὰ καὶ δι᾿ ἕτερον ἔργον ἀξιαφήγητον· Οἱ γὰρ Ῥωμαῖοι ἐν τῷ μέλλειν αἵ καδε ὑποστρέφειν μετὰ τοῦ σφῶν στρατηγοῦ πολ λοὺς τῶν Ἰταλῶν κατασχόντες ἔσπευδον δούλους εἰς τὴν περαίαν διαβιβάσαι· οὐ γνωσθέντος, μηδὲν ὅλως εἰπὼν ὁ Νικηφόρος μηδ' ὑπόνοιάν τινα δεδω κὡς πρὸ τοῦ ἐν Βρεντεσίῳ γενέσθαι ἐκεῖθεν γὰρ ἔμελλον πρὸς τὴν Ἰλλυρίδα διαπερᾷν)· ὡς ἐκεῖσε ἐγένοντο, αὐτὸς δι᾿ ἑαυτοῦ ἕκαστον τῶν στρατιωτῶν ἐμβιβάζων τοῖς πλοίοις περᾷν παρεσκεύαξε, καὶ οὕτω τοὺς ἐγχωρίους εἴασε τὴν ἑαυτῶν χώραν ἀδεῶς κατοικεῖν. Διετέλεσεν οὖν εἰρηνεύουσα ἡ Ιταλία
col. 89–90page 39 of 174
PG 122:89μέχρι τῶν χρόνων τοῦ Πορφυρογεννήτου Κωνσταντίνου καὶ τῆς αὐτοῦ μητρός· ἐπ᾿ ἐκείνων δὲ πάλιν κινηθέντες οἱ Σαρακηνοί μηδενὸς κωλύοντος τὴν Ἰτα λίαν κατέτρεχον. Συνιδόντες οὖν οἱ κρατοῦντες ὡς οὐχ οἷοί τέ εἰσι πρός τε τοὺς ἕψους Σαρακηνούς καὶ πρὸς τοὺς ἑσπερίους ἀντέχειν, ἤδη καὶ τῶν Βουλγάρων τὰς σπονδὰς λελυκότων, σπείσασθαι ἐγνώκεισαν μετὰ τῶν ἐν Σικελία Σαρακηνών. Εγένοντο οὖν σύμφωνα δι' Ευσταθίου τοῦ στρατηγοῦ Καλαβρίας, ἑνὸς ὄντος τῶν βασιλικών θαλαμηπόλων, ἐφ᾽ ᾧ δα σμὸν ἐτήσιον δίδοσθαι τοῖς Σαρακηνοῖς χρυσίου χια λιάδας κβ'. [Ρ. ] Γενομένων δὲ τῶν σπουδῶν Ἰωάννην πατρίκιον τὸν ἐπίκλην Μουζάλωνα στρατηγὸν τῆς Καλαβρίας προσβάλοντο, ὃς φορτικῶς κατάρχων τῶν ἐγχωρίων ὑπ᾽ αὐτῶν ἀπεσφάγη, προσχωρησάντων τῷ βηγία Λογγοβαρδίας Δανδούλφῳ, Ρωμανοῦ τοῦ γέροντος ἄρτι τὰ σκῆπτρα κατέχοντος 'Ρωμαίων. ὑφ᾽ οὗ συμφέρον ἐνομίσθη στρατ τιώτας πεμφθῆναι μετὰ νεῶν, τὸ ἀπόῤῥαγεν τῆς ὁλότητος μέρος ἐπανασώσασθαι. Προσεπέμφθη δὲ Κοσμᾶς πατρίκιος Θεσσαλονικεύς, γνώριμος ὢν τῷ Δανδούλφφ Καὶ περαιωθεὶς οὗτος εἰς Ἰταλίαν καὶ τῷ Δανδούλφῳ συμμίξας παρήνει ἀποσχέσθαι τῆς χώρας Ῥωμαίων καὶ τῷ βασιλεῖ συμφιλιωθῆναι καὶ ἀντὶ πολεμίου φίλον αὐτὸν ποιῆσαι καὶ σύμμαχον. 'Απαναινομένου δὲ τούτου τὸ πρῶτον, 8 Κοσμᾶς ἀνὴρ φρόνιμος ὢν καὶ συνετός· «Ἐμοὶ μὲν, εἶπε πρὸς τὸν Δανδοῦλφον, χρέος ἦν τὰ σωτή μια συμβουλεῦσαι τῷ φίλῳ· Εἰ δ᾽ αὐτὸς πεισθῆναι μοι οὐ θέλεις τὰ λυσιτελῆ συμβουλεύοντι, τότε γνώση τῆς ἀληθείας διαμαρτήσας κατὰ πολὺ, ὅταν σεαυτόν τε καὶ τὸ ἔθνος ἅπαν τοῖς μεγίστοις ὑπο βαλὼν κινδύνοις ἀπαγορεύσεις, μὴ δυνάμενος, πρὸς οὕτω μεγάλην καὶ ἰσχυρὰν ἀντιτάττεσθαι δυνα στείαν.» Συνεὶς οὖν ὁ Δανδοῦλφος τὰ δέοντα συμβουλεύειν τὸν πατρίκιον, ἐδέξατο τὴν παραίνεσιν καὶ ἐσπείσατο, νουθετήσας καὶ τοὺς ἄρχοντας τῶν ἀποστάντων θεμάτων τῇ προτέρᾳ προσδραμεῖν ἀρχῇ καὶ τὸν σφῶν ἐπιγνῶναι βασιλέα, ὧν πεισθέντων εἰρήνη βαθεῖα πάλιν κατεῖχε τὰ ἐν Ιταλίᾳ καὶ Λογγιβαρδία πράγματα. Ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς Συμεὼν πολλὰ κατά Ρωμαίων στήσας τρόπαια και φρονηματισθεὶς ἐπὶ τούτοις καὶ τὴν Ῥωμαίων ὠνειροπόλει βασιλείαν. Τοίνυν πρὸς Φατλοῦν τὸν δυνάστην των Αφρων ἐκπέμψας προετρέπετο στόλον κατὰ τῆς βασι λίδος ἀναγαγεῖν, ὑπισχνεῖτο δὲ καὶ αὐτὸς διὰ Θρᾴκης ἐλθεῖν πολὺν καὶ βαρύν στρατὸν ἐπαγόμενος, καὶ γενομένων ὑφ᾽ ἣν τῶν στρατευμάτων διά τε γῆς καὶ θαλάσσης ἐκπολιορκῆσαι τὴν βασιλεύουσαν, καὶ τὸν ταύτης πλοῦτον διανείμασθαι ἐπ᾽ ἴσης, καὶ αὐτὸν μὲν ἐπ᾽ οἴκου ὑπονοστῆσαι, τοῦτον δὲ τῇ Κωνσταντινουπόλει καταλιπεῖν. Ἔλαθον οὖν οἱ Βούλγαροι πρὸς τὴν ᾿Αφρικήν ἀποπλεύσαντες, καὶ δόξαντος τοῦ Συμεών ὠφέλιμα παραινεῖν εἰλήφασί τινας Σαρακηνούς ἐκλογίμους ὥστε ἐμπεδῶσαι τὰ δεδογμένα. Ἐν τῷ ὑποστρέφειν δὲ περιπίπτουσι η τοῖς Καλαβροῖς καὶ πρὸς τὸ Βυζάντιον ἀναπέμπον Πανδούλφω ῥῆγα Λογγιβαρδίας
col. 93–94page 40 of 174
PG 122:93λακηνὸν εἰς Καλαβρίαν απέστειλεν, ἐνωθῆνα: κελεύσας τῷ στρατηγῷ τῆς χώρας (Πασχάλιος δι᾽ οὔτ τος ἦν, ὁ πρὸ μικροῦ μνημονευθείς) καὶ κοινῇ μετ᾿ αὐτοῦ ἀναδέξασθαι τὸν παρὰ τῶν Καρχηδονίων καὶ Σικελῶν ἐπισειόμενον πόλεμον. Επέστησε δὲ καὶ τῷ πεμφθέντι στόλῳ τὸν Μακροϊωάννην Οἵτινες κατὰ χώραν γενόμενοι μυρία ἔδρων εἰς τοὺς αὐτόχθονας κακὰ, πλεονεκτοῦντες καὶ ἄλλα ποιοῦντες ἃ καὶ αὐτοὶ ἂν ώκνησαν οἱ πολέμιοι. Ταῦτα πυθόμενος ὁ τῶν Σαρακηνῶν ἀμηρᾶς 'Αβουλχαρέ (ἤδη γὰρ ὁ Φατλούμ ἐτεθνήκει) καὶ τοὺς ἑαυτοῦ παραθαῤῥόνας, καὶ μὴ φοβηθῆναι παραινέσας στρατὸν τοιαῦτα εἰς τοὺς οἰκείους ἐνδεικνύμενον τὰ κακά, πόλεμον ὑπαντιάσας συνίστησι κραταιὸν, καὶ νίκην ἤρατο ἀρίστην τε καὶ καλλίστην μικροῦ γὰρ ἂν ξάλωσαν καὶ οἱ στρατηγοί ζωγρίαι. ο Μετὰ δὲ τοῦτο Κωνσταντῖνος ὁ βασιλεὺς Ἰωάννην ἀπηκρήτις, τὸν τὴν ἐπωνυμίαν Πιλάτον, περὶ εἰρήνης ἐκπέμπει διαλεξόμενον τοῖς Σαρακηνοῖς. Εἰωθότες δ' οὗτοι μὴ ταῖς νίκαις ἐπαίρεσθαι, ἀλλὰ τὴν εἰρήνην καὶ κρατοῦντες ἀσπάζεσθαι, προθύμως ὑπήκουσαν, καὶ ἐπί τινα χρόνον εἰρήνην ἔθέντο. Τούτου δὲ διερ βυηκότος πάλιν διαπερῶντες ἐλεηλάτουν τοὺς Καλα βρούς. Καὶ πάλιν ὁ Κωνσταντῖνος δύναμιν κατ᾿ αὐτῶν καὶ ναυτικὴν ἐκπέμπει καὶ πεζικήν· ἦρχον δὲ τῆς μὲν ναυτικῆς δυνάμεως ὁ τὴν ἐπωνυμίαν Κραμβέας καὶ ὁ Μωρολέων, ἐστρατήγει δὲ τῶν πεζῶν ὁ πατρί πιος Ρωμανὸς ὁ ᾿Αργυρός. Γενόμενοι δ᾽ ἐν Ὑδροῦντι καὶ τὰς ναῦς νεωλκήσαντες ηὐτρεπίζοντο πρὸς τὸν εἰς Σικελίαν ἀπόπλουν. Οἱ δὲ Σαρακηνοί τῇ φήμῃ διαταραχθέντες (ἐπίσταται γὰρ αὕτη τὰ μικρὰ μεγε θύνειν καὶ τὰ πράγματα πρὸς τὸ φοβερώτερον ἐξαγγέλλειν) καὶ μή τι πάθωσι δείσαντες διὰ τὸ αἰφνιδίως αὐταῖς ἀπαρασκεύοις γειτονῆσαι τοὺς πολεμίους, Ια νικῷ δείματι συσχεθέντες καὶ τὸ ἑαυτῶν καταλιπόντες στρατόπεδον ἔφυγον ἐκ τοῦ Ῥηγίου καὶ πρὸς τὴν Σικελίαν διεπεραιώθησαν. Εν δὲ τῷ πρὸς Πάνορμον ἀποπλεῖν βαρυτάτῳ χειμῶνι περιπεσόντες, καὶ τῶν σκαφῶν ὑπὸ τοῦ κλύδωνος συντριβέντων, μᾶλλον δὲ ὑπὸ Χριστοῦ τοῦ Θεοῦ τοῦ παρ' αὐτῶν βλασφημουμένου, διολώλασιν ἅπαντες. Σπένδονται τοίνυν τοῖς Ῥωμαίοις, καὶ διετηρήθη τὰ τῆς εἰρήνης μέχρι τῆς ἀναῤῥήσεως τοῦ Φωκά. Αρτι δ᾽ οὗτος ἀναγορευθεὶς βασιλεύς, πέρα δεινῶν ἡγησάμενος δασμοφορῆσαι Σαρακηνοῖς, τὸν Μανουήλ, ὡς εἴπομεν, ἀποστέλλει μετὰ δυνάμεως κατ' αὐτῶν. Οὗτος δὲ νέαν ἄγων τὴν ἡλικίαν καὶ στρατιώταις κατατετάχθαι, οὐ μήν γε καὶ στρατηγεῖν ἄξιος ὢν, ὑπάρχων δὲ καὶ πολλοῖςἄλλοις πάθεσι κατάσχετος καὶ μηδὲν τῶν τὰ κρείττω συμβουλευόντων ἐπιστρεφόμενος. ] ἔν τισι τόποις τραχέσι τε καὶ δυσβάτοις τῆς Σικελίας μετὰ παντὸς ἀποκλεισθεὶς τοῦ στρατοῦ παραδίδοται πανωλεθρία. Εάλω δε ζωγρίας καὶ Νικήτας πατρίκιος καὶ τοῦ στόλου δρουγγάριος δ' εὐνοῦχος, καὶ εἰς ᾿Αφρικὴν δέσμιος πέμπεται. Καὶ ὁ μὲν Μανουὴλ τοιαύτης ἔτυχε τῆς καταστροφῆς, παραίτιος ἀπωλείας γενόμενος καὶ παντὶ τῷ στρατῷ. Ὁ δὲ βασιλεὺς ἐν τούτῳ τῷ χρόνῳ ἐκπέμπει κατά Κιλικίας Ιωάννην μάγιστρον καὶ δομέστικον τῶν σχολῶν τῆς ᾿Ανατολῆς ἤδη προβεβλημένον, τὸν Τζιμισκῆν. Γενόμενος δ᾽ οὗτος πρὸς πόλιν "Αδαναν, καὶ πλήθος καταλαβὼν ἐπιλέκτων Αγαρηνών συνειλεγμένων ἐκ πάσης τῆς Κιλικίας, συμπλέκεται τούτῳ καὶ τρέπεται κατὰ κράτος. Οἱ μὲν οὖν ἄλλοι τῶν ᾿Αγαρηνῶν νόμῳ πολέμου κατεκόπησαν· μέρος δὲ τοῦ στρατοῦ ὡσεὶ πεντακισχίλιοι τὸν ἀριθμὸν ὄντες φεύγουσιν εἴς τινα λόφον δύσβατον καὶ ἀπό
col. 95–96page 41 of 174
PG 122:95κρημνον, πεζοὶ τοὺς ἵππους ἀποβάντες, καὶ τῇ τοῦ τόπου θαῤῥήσαντες εὐκαιρίᾳ εὐρώστως τοὺς ἐπιόντας ἠμύνοντο. Οὓς καὶ περιστοιχίσας ὁ Ἰωάννης, ὅτι μὴ μεθ᾿ ἵππων οἷός τε ἦν αὐτοῖς συμβαλεῖν, πεζεῦσαι προστάξας τοὺς στρατιώτας ἄνεισι μετ' αὐτῶν πεζός καὶ αὐτός. Καὶ καταγωνισάμενος πάντας ἀπέσφαξε, νῶτα μηδερὸς δεδωκότος, ὡς ῥεῦσαι διὰ τοῦ πρανούς εἰς τὸ πεδίον τὸ αἷμα ποταμηδόν, καὶ ἀπὸ τούτου τοῦ συμπτώματος κληθῆναι τὸν βουνὸν Βουνὸν Αἵματος Τοῦτο τὸ ἔργον ἐπὶ πλέον ἐξῆρε τὸ ὄνομα τοῦ Ἰωάννου, καὶ τοῖς Σαρακηνοῖς τελείας καταστροφῆς γέγονεν αἴτιον. Λείπει ἦν φύλλον, οὕτω καὶ ἐκ τοῦ ἀντιγράφου. Ὁ δὲ Νικηφόρος κατὰ τὸ δεύτερον ἔτος τῆς αὐτοῦ βασιλείας, ἐν μηνὶ Ιουλίῳ, ινδικτιῶνος ζ', ἔξεισι κατὰ Κιλικίας σὺν βαρεῖ στρατῷ Ῥωμαίων καὶ συμμάχων Ιβήρων καὶ ᾿Αρμενίων, ἔχων Θεοφανώ τὴν γαμετὴν σὺν τοῖς τέκνοις αὐτῆς. Ἐκείνην μὲν οὖν ἔξωθεν τῆς Κιλικίας ἔν τινι φρουρίω καταλιμο πάνει, Αριζίῳ καλουμένῳ, αὐτὸς δὲ εἰσελθὼν εἰς Κιλικίαν ᾿Αναζαρβαν, καὶ Ῥωσσὸν, καὶ “Αδαναν τὰς πόλεις, καὶ ἕτερα οὐκ ὀλίγα φρούρια κατεστρέψατο. Ἐπὶ δὲ τὴν Ταρσὸν καὶ τὴν Μόψου ἑστίαν ἀπελθεῖν οὐκ ἐθάρρησε, χειμῶνος ἤδη καταλαβόντος. Καὶ στρα τὸν τὸν ἀποχρῶντα καταλιπὼν ἐκεῖσε ἔξεισιν ἐν Καπ παδοκία παραχειμάσων. Προς δὲ ἀρχομένου πάλιν εἰσῆλθεν ἐν Κιλικίᾳ, καὶ διχῇ διελὼν τὰ στρατεύματα, τὴν μὲν Ταρσόν πολιορκεῖν ἀφῆκε Δέοντα τὸν ἀδελφὸν, αὐτὸς δὲ τὸ λοιπὸν ἀράμενος τῆς στρατιᾶς τῇ Μοψουεστίᾳ προσέσχεν. Ενεργῷ δὲ χρησάμενος τῇ πολιορκίᾳ, ἔχων δὲ καὶ τὸν λιμὸν ἐπαρήγοντα, παραλαμβάνει τὸ ἓν μέρος τῆς πόλεως· τέμνεται γὰρ ἡ πόλις αὕτη μέσον τῷ Σάρῳ ποταμῷ, ὡς δοκεῖν δύο πόλεις εἶναι Τοῦ ἑνὸς οὖν, ὡς εἴρηται, μέρους ἀλόντος, ἐπὶ τὸ ἕτερον οἱ Σαρακηνοί καταφεύγουσι, τὸ ἑαλω κὸς πανταχόθεν ὑφάψαντες. Σφοδροτέρᾳ δὲ χρησαμένου τοῦ βασιλέως τῇ πολιορκίᾳ ἑάλω καὶ τὸ ἕτερον μέρος. [Ρ. ] μηδενὸς ἐκεῖθεν διαφυγόντος. Ὁ δὲ τὴν Ταρσόν παρακαθήμενος Λέων ὁ τοῦ βασιλέως ἀδελφὸς, ἐπὶ χορτολογίαν καὶ συλλογὴν τῶν ἐπιτηδείων μέρος ἀποστείλας τῆς στρατιὰς ἔξαρχον ἐχού σης τὸν Μοναστηριώτην, ήτύχησεν· ἀφυλάκτως γὰρ διασκεδασθέντας τοὺς προνομεύοντας νυκτὸς οἱ Ταρ σεῖς ἐξελθόντες, ὡς μηδενὶ συναίσθησιν τῆς ἐξόδου παρεσχηκέναι, ἐπιτίθενται διεσπαρμένοις αὐτοῖς, καὶ οὐκ ὀλίγους διέφθειραν, ἐν οἷς ἦν καὶ ὁ Μοναστηριώτης αὐτός. Τὴν δὲ τῆς Μόψον ἐστίας άλωσιν οἱ Ταρσεῖς ἐγνωκότες, πιεζόμενοι δὲ τῇ πολιορκίᾳ καὶ τῷ λιμῷ, διεπρεσβεύσαντο πρὸς τὸν Λέοντα, ἐπικαλούμενοι τὸν βασιλέα καὶ λιπαροῦντες ἀπαθεῖς και τῶν φυλαχθῆναι καὶ τὴν ἑαυτῶν παραδεδωκέναι πόλιν. Ὁ δὲ ῥητόν τι φορτίον ἕκαστον ἀφεὶς ἀπο φέρεσθαι, τὸν ἄλλον ἅπαντα πλοῦτον κατέσχε τὴς πόλεως. Μετὰ δὲ τρεῖς ἡμέρας τοῦ τὴν πόλιν ἁλῶναι στόλος μέγιστος ἐξ Αἰγύπτου βοηθήσων τῇ Ταρσῷ παρεγένετο, πλήρης ὑπάρχων σίτου καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. Οὐ συνεχωρήθη δὲ προσ σχεῖν τῇ γῇ οὐδ᾽ ἀποβῆναι παρὰ τῶν ὑπὸ τοῦ βασι λέως ταχθέντων τὴν παραλίαν τηρεῖν στρατιωτῶν.
col. 97–98page 42 of 174
PG 122:97Καὶ μὴ ἔχοντες δ τι χρήσονται τοῖς παροῦσιν ὑπ. έστρεψαν, ναυαγίοις μεγάλοις περιπεσόντες ἀπό τε ἀνέμων ἀταξίας καὶ τῆς ἐπιθέσεως τῶν τοῦ βασιλέως πολεμικών πλοίων. Δηώσας δὲ καὶ τεφρώσες καὶ τὰς λοιπὰς πόλεις τῆς Κιλικίας, τῷ Οκτωβρίῳ μην τῆς ἐννάτης Ινδικτιῶνος ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν, ἔχων μεθ᾿ ἑαυτοῦ καὶ τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μόψου ἐστίας, ἂς καὶ χρυσῷ καταστίξας ἔξωθεν ἀνάθημα τῇ βασιλίδι διεκομισε, τὰς μὲν κατὰ τὴν ἀκρόπολιν στήσας, τὰς δὲ κατὰ τὸ τῆς Χρυσῆς πόρτης τεῖχος. Διεκόμισε δὲ καὶ τῷ Θεῷ δῶρον καὶ δεκάτην τῆς ἑαυτοῦ στρατείας τοὺς αἰχμαλωτισθέντας τιμίους σταυρούς, ὁπηνίκα δομέστικος τῶν σχολῶν ὢν ὁ Στυπειώτης καὶ τὴν Ταρσὸν παρακαθήμενος παντελεῖ πανωλεθρίᾳ τῇ οικείᾳ ἀβουλία καθυπέβαλε τὰ στρατεύματα· οὓς δὲ καὶ τῷ πανσέπτῳ τεμένει τῆς τοῦ Θεοῦ Λόγου Σοφίας ἀνέθετο. Τῷ δὲ αὐτῷ δευτέρῳ τῆς αὐτοῦ βασιλείας χρόνῳ ὁ Νικηφόρος καὶ πᾶσαν τὴν νῆσον Κύπρον τῇ τῶν Ρωμαίων προσήγαγεν ἐπικρατεία, τοὺς ᾿Αγαρηνούς ἀπελάσας ἐκεῖθεν διὰ Νικήνα πατρικίου τοῦ Χαλκούτζη. Τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἔαρος ἐπισ στάντος, πάλιν εἰσβολὴν ἐποιήσατο κατὰ Συρίας & βασιλεύς. Καὶ γενόμενος κατὰ τὴν ᾿Αντιόχειαν ταύτῃ μὲν οὐ προσέβαλεν, ελπίσας μηδὲ τὴν ἀκοὴν αὐτοῦ ἀποστήσεσθαι τοὺς ᾿Αντιοχεῖς ἐκπεπληγμένους τὰ εἰς τὰς πόλεις τῆς Κιλικίας συμβεβηκότα. Αλλά παρελθὼν αὐτὴν εἰς τὰ ἐνδότερα μέρη τῆς Συρίας ἐχώρησε, καὶ πόλεις πολλὰς καὶ χώρας καταστρεψάμενος πρὸς τῷ Λιβάνῳ κειμένας καὶ τῇ παραλίᾳ, τῷ Δεκεμβρίῳ μηνὶ ὑπέστρεψεν. ] Εὐσθενῶς δὲ τῶν Ἀντιοχέων προσδεχομένων τὸν πόλεμον διὰ τὸ πλεῖστον λαὸν ἐκ τῆς περιοικίδος εἰσελθεῖν εἰς τὴν πόλιν ἐπὶ βοηθείᾳ, ἐπιλελοιπότων δὲ καὶ τῶν ἀναγκαίων τῷ Ρωμαϊκῷ στρατῷ, γεοέσθαι δὲ καὶ τέλμα ἀδιεξίτητον ἐκ τοῦ πολὺν ὄμβρον οὐρανόθεν καταββαγῆναι, ὑπεχώρησεν ἄπρακτος καὶ τὴν βασι λίδα κατέλαβε, φέρων μεθ᾿ ἑαυτοῦ καὶ τὸν ἔχοντα ἐχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν κέραμον, ὃν εὗρεν ἐν Ἱερᾷ πόλει ταύτην πεπορθηκὼς, καὶ τῶν τριχῶν τοῦ Βαπτιστοῦ Ἰωάννου βόστρυχον ένα πεπιλημένον αἵματι. Τοιοῦτος δ᾽ ἂν ὁ Νικηφόρος, καὶ τοιαύταις χρησάμενος στρατηγίαις, καὶ ἐπὶ τοσοῦτον τὸ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πλέον τῶν ἑκατὸν πόλεων καὶ φρούρια Κιλικίας τε, καὶ Συρίας, καὶ Φοινίκης Λιβανησίας, ὧν μέγιστα καὶ ἐπισημότατα * Αναζαρβος καὶ ἡ "Αδανα, ἡ Μόψου ἐστία, ἡ Ταρσός, τὸ Παγράς, τὸ Συννέφιον, ἡ Λαοδίκεια, τὸ Χάλεπ, ἔθετο δὲ καὶ ὑποφόρους τήν τε ἐν Φοινίκη Τρίπολιν καὶ τὴν Δαμασκὸν), ὅμως μισητὸς ἐγένετο παρά παντὸς ἀνθρώπου, καὶ πάντες ἐδίψων τὴν τούτου θεάσασθαι καταστροφήν. Τὰς δὲ αἰτίας ἀπαριθμήσει ὁ λόγος ἐν καιρῷ τῷ προσήκοντι. Υποστρέφων δ' ὁ Νικηφόρος ἐξ ᾿Αντιοχείας πρὸς τὴν βασιλίδα, ἐν τῷ διέρχεσθαι τὸν Ταῦρον, ὅ Μαῦρον ὄρος ἐγχωρίως λέγεται, φρούριον κατὰ τὸ μέσον τοῦ ὄρους δομησάμενος ἔν τινι λόφῳ ἐρυμνοτάτῳ, Μιχαὴλ
col. 99–100page 43 of 174
PG 122:99τὸν Βούρτζην πατρίκιον τιμήσας ἐν τῷ φρουρίῳ κατέλιπε, στρατηγὸν ὀνομάσας τοῦτον τοῦ Μαύρου ὄρους, ἐπισκήψας προσμένειν ἀγρύπνως καὶ τοὺς Αντιοχείς πάσῃ μηχανῇ κωλύειν ἐξιέναι καὶ τὰ πρὸς ζωὴν εἰσκομίζεσθαι ἐπιτήδεια. Κατέλιπε δὲ καὶ Πέτρον ἕνα τῶν ἑαυτοῦ εὐνούχων, δοῦλον ὑπάρχοντα, δραστήριον ἄνθρωπον, ὃν δὲ καὶ στρατοπεδάρχην πεποίηκεν ἐν Κιλικίᾳ, εἰς παραχειμασίαν τὸν στρα τὸν διασκορπίσαι κελεύσας, καὶ τὴν αὐτοῦ μένειν εἰς τοὐπιὸν ἔτος ἔλευσιν. Ελέγετο δ' ὅτι δυνάμενος ἐξ ἐφόδου ἐκεῖν τὴν Ἀντιόχειαν ὁ βασιλεὺς οὐχ ἡθε λησεν, ἀλλ᾽ ἐξεπίτηδες παρεῖλκε καὶ παρεβίβαζε τὴν ταύτης κατάσχεσιν, δεδιὼς τὸν φημιζόμενον λόγον καὶ γὰρ δὴ καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν ὡς ἅμα τῇ ἀλώσει τῆς πόλεως ᾿Αντιοχείας καὶ ὁ βα σιλεὺς τεθνήξεται. ᾿Αμέλει καὶ τῷ τοιούτῳ λόγῳ δειλαινόμενος οὔτ᾽ αὐτὸς προσεπέλασε τῇ Ἀντιοχεία καὶ τῷ Πέτρῳ δὲ καὶ τῷ Βούρτζη παρήγγειλε μηδε μίαν προσβολὴν ποιήσασθαι κατ' αὐτῆς. Ἀλλ' ἐκεῖ νος μὲν ταῦτα καταστησάμενος, ὡς εἴπομεν 657, εἴσεισιν εἰς τὴν βασιλεύουσαν· ὁ Βούρτζης δὲ τῇ Αντιοχείᾳ γειτονῶν καὶ κλέος ἑαυτῷ ἄσβεστον περι ποιήσασθαι εμειρόμενος, μικρὰ φροντίσας τῶν τοῦ βασιλέως ὑποθηκῶν, νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐσκέ πτετο εἴ πῶς δυνηθείη κατασχεῖν τὴν πόλιν. ᾿Απῄει οὖν συνεχῶς καὶ λόγους μετὰ τῶν Ἀντιοχέων ἐκίνει συμβατικούς. Αλαζονευομένων δ' ἐκείνων καὶ τὰς συμβάσεις διωθουμένων, ἔλαθεν ἐκεῖνος φιλιωθείς τινι τῶν Σαρακηνῶν (Αὔλαξ οὗτος ἦν), ὃν ὑποκλέψας δώροις καὶ ὑποσχέσεσιν ἴσχυσε λαβεῖν τὸ μέτρον ἑνὸς τῶν πρὸς δύσιν τῆς ᾿Αντιοχείας πύργων Κάλα του νομα. Καὶ μετὰ τούτου τεκτηνάμενος κλίμακας πρὸς τὸ ἄκρον ἐξικνουμένας τοῦ πύργου, νύκτα τε ἀφεγγῆ ἐπιτηρήσας καὶ ἔπομβρον, ἔλαβε τὰς κλίμακας προσ ερείσας τῷ πύργῳ. Καὶ ἀναβὰς μετὰ τριακοσίων τῶν ὑπ᾽ αὐτὸν τοὺς μὲν φύλακας ἀποσφάτει τοῦ πάργου, ἔτι δὲ καὶ τοῦ γειτονοῦντος αὐτῷ· καὶ μετὰ τῶν τριακοσίων τοὺς δύο τούτους πύργους κατεσχηκώς ἄγγελον εὐθέως ἐκπέμπει πρὸς τὸν στρατοπεδάρχην, μηνύων ἐπιταχύναι καὶ ἐλθεῖν μετὰ παντὸς τοῦ στρατοῦ ὡς τῆς πόλεως ἤδη κατασχεθείσης. Ο δὲ Πέτρος τὰς ἀγγελιας δεξάμενος ώκνει καὶ ἀνα εδύετο, τὴν ἐκ τοῦ βασιλέως δεδοικώς ἀγανάκτησιν, μή τι καὶ κακὸν ἀπολαύσῃ ὡς παραβάτης τῶν αὐτοῦ προσταγμάτων. Εγκειμένου δὲ τοῦ Βούρτζη καὶ ἄλλον ἐπ᾽ ἄλλῳ πέμποντος ἄγγελον καὶ τὴν ἔλευσιν ἐπιταχύνοντος, καὶ πληροφοροῦντος ὡς ἐπὶ πλέον ἀντέχειν οὐ δύναται πρὸς τὴν πολιορκίαν καὶ γὰρ δὴ μαθόντες οἱ Ἀντιοχεῖς τὴν τῶν πύργων κατά σχεσιν συνέῤῥεον πανταχόθεν καὶ ἐκπολιορκεῖν τοὺς πύργους ἠπείγοντο, βέλη δ᾽ ἀφέντες παντοδαπὰ καὶ μηχανὰς ποικίλας τὸ πῦρ ὑφῆπτον, καὶ ἄλλα ἐποίουν ὀπόσα ποιεῖν ἔδει τοὺς κινδυνεύοντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολωλέναι, ἀποβαλεῖν δὲ καὶ πόλιν πασῶν ὑπερκειμένην τῶν ἀνὰ τὴν Ἑω πόλεων)· πτοηθεὶς δ᾽ δ στρατοπεδάρχης μὴ τοσούτων ἀπολωλότων και τηλι
col. 101–102page 44 of 174
PG 122:101κούτων ἀνδρῶν διὰ τὴν ἐκείνου ἀπείθειαν καὶ πόλεω, τηλικαύτης ὑποστῇ ζημίαν ἡ πολιτεία Ρωμαίων, ἔχων καὶ μὴ βουλόμενος καταταχήσας παρεγένετο σὺν παντὶ τῷ στρατῷ, εὑρὼν τοὺς περὶ τὸν Βούρτζην λίαν ἀπειρηκότας· ἐπὶ τρισὶ γὰρ νυχθημέροις ἦσαν πολιορκούμενοι. Οὗ τὴν ἔφοδον ἐγνωκότες οἱ ᾿Αντιοχεῖς παρελύθησαν τὰς ψυχὰς καὶ τῆς συντονίας ἐνέδωκαν. ᾿Αδείας δὲ λαβόμενος ὁ Βούρτζης κάτεισι πρὸς τὴν πύλην, καὶ σπάθῃ τὸν μοχλὸν τῆς κλειδὸς διατεμὼν ἀνοίγνυσι τὰς πύλας, καὶ τὸν Πέτρος εἰσάγει σὺν παντὶ τῷ στρατεύματι. Καὶ οὕτω παρελήφθη ἡ μεγάλη καὶ περιφανής Αντιόχεια. Όπερ πυθόμενος ὁ Νικηφόρος, εὐφρανθῆναι δέον ἐπὶ ἁλώσει τηλικαύτης πόλεως καὶ τὰ κατ' αὐτὸν ἐπιτρέψαι Θεῷ, ὁ δὲ τοὐναντίον ἤλγησε τὴν ψυχὴν τὸν στρατεπεδάρχην τε ἐν αἰτίαις εἶχε, ] καὶ τὸν Βούρτζην οὐ μόνον οὐκ ἀπεδέξατο τῆς προθυμίας καὶ τῆς ἀνδρείας, καὶ γέρα παρέσχεν ἐπάξια τῆς αὐτοῦ ἀνδραγαθίας, ἀλλὰ καὶ ὕβρεσι πλύνας παρέλυσε τῆς ἀρχῆς καὶ οἴκοι μένειν ἐπέταξεν. Αὕτη ἡ αἰτία καὶ τὰ λοιπὰ τὰ ῥηθήσεσθαι μέλλοντα μισητὸν τοῖς πᾶσι καὶ βδελυκτὸν τὸν Νικηφόρον εργάσαντο. Ηρῶτον μὲν γὰρ, ὅτε τὴν ἀρχὴν τὰ κατ' αὐτὸν ἐκινήθη, μυρίαις πλημμελείαις χρωμένων τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιστροφὴν οὐκ ἐτίθει, λέγων. «Οὐδὲν θαυμαστὸν εἰ ἐν τοσούτῳ πλήθει λαοῦ ἀτα κτοῦσί τινες.» Καὶ αὖθις εἰσελθὼν εἰς τὴν πόλιν πολλῶν καὶ διαφανῶν καὶ ἰδιωτῶν ἁρπαγέντων οὐδε μίαν ἐκδίκησιν ἐποιήσατο, ἀλλὰ παρεβλέπετο τὰς ἀτόπους πράξεις, ἐνευωχούμενος ταῖς ἀσελγείαις, τῆς οἱ ἀτακτοῦντες προσκείμενοι κακῶς τοὺς πολίτας διετίθουν, καὶ ταῦτα συνεργήσαντας αὐτῷ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν οὐ μικρῶς. Εἶτα καὶ πρὸς ταξείδιον συνεχῶς ἐξιών δεινῶς ἐκάκου τὸ ὑπὸ χεῖρα οὐ μόνον προσθήκαις συντελειῶν καὶ ἄλλαις συνεισφοραῖς παντοίων εἰδῶν, ἀλλὰ καὶ λεηλασίαις ἀνυποστάτοις, πρὸς τοῖς εἰρημένοις ἐκκόψας και εἰρημένοις ἐκκόψας και " μέρος τι τῶν παρεχομένων τῇ συγκλήτῳ βουλῇ φιλοτιμημάτων διὰ το, ὡς ἔλεγε, σπανίζειν χρημάτων ἐν τοῖς πολέμοις, πρὸς δὲ καὶ τὰς παρέχεσθαι τυπω θείσας δόσεις πρὸς εὐαγεῖς οἴκους καὶ Ἐκκλησίας παρά τινων εὐσεβῶν βασιλέων τέλεον ἐκκόψας, καὶ νόμον ἐκθέμενος μὴ τὰς Ἐκκλησίας ακινήτοις πλατύνεσθαι, κακῶς φάσκων ὑπὸ τῶν ἐπισκόπων διαπανᾶσθαι τὰ πτωχικά χρήματα καὶ τοὺς στρα τενομένους ὀλιγοῦσθαι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, καὶ νόμον ἐκθέμενος, ἐν ᾧ καί τινες ἐπίσκοπο, τῶν εὐριπίστων καὶ κολάκων ὑπέγραψαν, διοριζό, μενον μὴ ἄνευ τῆς αὐτοῦ γνώμης καὶ προτροπῆς ἐπίσκοπον ἢ ψηφίζεσθαι ἢ προχειρίζεσθαι. ἐπισκόπου τε τεθνηκότος βασιλικὸν ἐκπέμπων ἄνθρωπον επταθμημένην ποιεῖν τὴν ἔξοδον προσέταττε, καὶ τὰ Ταξεί οὐ σιτεῖται μετρούμενα. σπα ταλαν.
col. 103–104page 45 of 174
PG 122:103περιττὰ ἀνελαμβάνετο. Καὶ ἄλλα τινὰ διατάγματα Ο διετίθει πᾶσαν ἰδέαν ἀνάγκης ὑπερεκπίπτοντα, κατά μέρος διεξιέναι μεγαληγόρου δεῖται καὶ φρενὸς καὶ γλώττης. Ἐσπούδασε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις ἀποθνήσκοντας στρατιώτας μαρτυρικών ἀξιοῦσθαι γερῶν, ἐν μόνῳ τῷ πολέμῳ τιθέμενος καὶ οὐκ ἐν ἄλλῳ τινὶ τὴν τῆς ψυχῆς σωτηρίαν. Κατήπειγε δὲ καὶ τὸν πατριάρχην καὶ τοὺς ἐπισκόπους συνθέσθαι τῷ δόγματι· ἀλλὰ τινες τούτων γενναίως ἀντιστάντες ἀπεῖρξαν αὐτὸν τοῦ σκοποῦ, προθέντες εἰς μέσον τὸν τοῦ μεγάλου Βασιλείου κανόνα, ἐπὶ τριετίαν ἀκοινωνήτους εἶναι λέγοντα ούς πολέμιον ἵν τινι πολέμῳ ἀνῃρηκότας. Πλάττωσε δὲ καὶ τὸ νόμισμα, τὸ λεγόμενον τεταρτηρόν ] ἐπινοήσας. Διπλοῦ δὲ τοῦ νομίσματος ἔκτοτε γεγονότος, ἡ μὲν εἴσπραξις τῶν δημοσίων φόρων τὸ βαρύτερον ἀπήτει, ἐν δὲ τρῖς ἐξόδοις τὸ μικρὸν ἐσκορπίζετο. Νόμου δὲ καὶ ἔθους ὄντων παντὸς χαρακτῆρα βασιλέως, εἰ μὴ τῷ σταθμῷ ἐλαττοῖτο, δύναμιν ἔχειν ἰσότιμον, ὁ δὲ τὸν ἑαυτοῦ προκεκρίσθαι ἐνομοθέτησεν, ὑποβιβάσας τοὺς τῶν ἄλλων. Ἐξ ἧς αἰτίας οὐ μικρῶς ἔθλιψε τὸ ὑπήκοον ἐν τοῖς λεγομένοις ἀλλαγίοις. Καὶ τὸ δὴ χείριστον, ἐκ τῆς τοιαύτης αἰτίας τοῦ πολιτεύματος πιεζομένου οὐδεμίαν εὐθηνίαι ἐδέξαντο τὰ ὠνούμενα. Πλέον δὲ τῶν ἄλλων ἠνίασε τοὺς ἀνθρώπους, καίπερ λίαν ὄντων χαλεπωτάτων, ἡ τοῦ τείχους κτίσις τῶν παλατίων. Πολλὰ γὰρ ἔργα κύκλῳ ὄντα τοῦ παλατίου, εἰς κάλλος καὶ μέγεθος ἐξειργασμένα, καταστρεψάμενος, ἀκρόπολιν καὶ τυραννεῖον κατὰ τῶν ἀθλίων πολιτῶν ἀπειργάσατο, ἀποθήκας καὶ σιτοβολώνας ἔνδοθεν καὶ ἱπνοὺς καὶ κλιβάνους ἐργασάμενος καὶ πληρώσας εἰδῶν. Προτεθέσπιστο γὰρ αὐτῷ ἔνδοθεν τοῦ παλατίου ἀποθανεῖν ήγνόει δ', ὡς ἔοικεν, ὡς εἰ μὴ Κύριος φυλάξει πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Ὅτε γὰρ τὸ τεῖχος τοῦ παλατίου κατεσκευάζετο, μιᾷ τῶν νυκτῶν ἀνὰ τὴν θάλασσαν ὑποπλέων τις ἐξεβόησεν· «Ω βασιλεῦ, ὑψοῖς τὰ τείχη, κἂν μέχρι πόλου φθάσης, ἔνδον τὸ κακὸν, εἰπὼν οὐχ ευρέθη. Τοῦ τείχους γὰρ τελειωθέντος, τότε εὐάλωτος ἡ πόλις.» Πολλὰ δὲ ἀναζητηθεὶς ὁ τοῦτο συνέβη καὶ αὐτὸν κατ' αὐτὴν τὴν ἡμέραν ἀποθανεῖν, ὁπηνίκα τὰς κλεῖς ὁ τὴν ἐπιμέλειαν ἐπιτετραμμένος φέρων αὐτῷ ἐνεχείρισε. Προσεγένετο δὲ τοῖς εἰρημένοις καὶ ἕτερον. ὅπερ ἐπὶ πλέον ἐξῆρε τὸ κατ᾿ αὐτοῦ μίσος. Συμβολῆς γενο μένης κατ' αὐτὴν τὴν ἑορτὴν τοῦ ἁγίου Πάσχα μέσον πλωίμων καὶ ᾿Αρμενίων, πολὺς ἀνθρώπων ἐγένετο φθόρος, μικροῦ δ᾽ ἂν ἀπεβίω καὶ ὁ μάγιστρος Σισίνιος καὶ ἔπαρχος, Διεδέδοτο δὲ φήμη ἐκ τούτου ὡς χαλεπαίνων τοῖς πολίταις ὁ Νικηφόρος, ὡς αἰτίοις τάχα τῆς ἀταξίας, ἐν ἡμέρᾳ ἱπποδρομίας μέλλει σαγηνεύσας τὸν δῆμον τιμωρήσασθαι. Καὶ δὴ μετὰ μικρὸν ἱπποδρομίας τελουμένης, βουλόμενος ὁ Νικη φόρος ἐνδείξασθαι τοῖς πολίταις καὶ τὴν τοῦ πολέμου ἐξάγιον τεταρτηρόν. εξάγιον, τεταρτηρόν οδον Καὶ μὴν ἔδει μᾶλλον αὐτὸν διὰ τοῦτο διηνεκῶς τοῦ παλατίον διάγειν ἐκτός.
col. 105–106page 46 of 174
PG 122:105συμβολὴν ὁποία ἐστὶ, τάχα δ᾽ ἴσως καὶ ἐκφοβῆσαι, 371 ξίφη γυμνὰ λαβόντας τινὰς προσέταξεν ὡς ἐν προ σχήματι πολεμίων παῖξαι, εἰς ἑστίασιν τάχα τῶν θεατών. Τούτου δὲ γενομένου, τὸν νοῦν τῶν βλεπου μένων ἀγνοήσαντες οἱ θεωροί, καὶ τὴν κρατοῦσαν φήμην τέλος ἤδη λαμβάνειν ὑποτοπάσαντες, δρο μαῖοι ἐπὶ τὰς ἐξόδους ἐχώρουν κρημνώδεις ούσας καὶ σφαλεράς, καὶ ὑπ᾽ ἀλλήλων συμπατούμενοι ἀπέθνησκον. Καὶ ἀπώλοντο ἂν ἅπαντες ὑπ᾽ ἀλλήλων καταπατούμενοι, [Ρ. ] εἰ μὴ ὁ βασιλεὺς ὡράθη ἐπὶ τοῦ θώκου καθήμενος ἀδεής τε καὶ ἄτρεπτος· ὅν ἰδὼν ὁ δῆμος μὴ παρακινηθέντα, καὶ κατανοήσαντες ὡς ἄκοντος αὐτοῦ γέγονε τὸ γενόμενον, ἔστησαν τῆς φυγής. Πρόοδον δὲ δημοσίαν ποιήσαντα τὸν Νικηφόρον ἐν τῇ Πηγῇ κατὰ τὴν ἑορτὴν τῆς ᾿Αναλήψεως τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ὑποστρέφοντα οι συγ γενεῖς τῶν ἐν τῷ ἱπποδρόμῳ ἀπολωλότων δεξάμενοι ἐν τῇ τῶν ᾿Αρτοπρατῶν ἀγορᾷ ὕβρεις ἡφίεσαν κατ' αὐτοῦ ἀπρεπεῖς, ἀλάστορα καὶ παλαμναῖον ἀποκαλοῦντες καὶ ὁμοφύλοις αἵμασι μικρὸν, καὶ κόνιν καὶ λίθους ἔπεμπον εἰς αὐτὸν ἄχρι τῆς ἀγορᾶς τοῦ Μεγάλου Κωνσταντίνου. Καὶ ἀπεπάγη μὲν ἂν τῷ δέες, εἰ μή τινες ἐντιμότεροι τῶν πολιτῶν προλαβόντες τοὺς μὲν ἀτακτοῦντας ἀνέστειλαν, αὐτὸν δὲ εὐφημοῦντες ἄχρι τοῦ παλατίου προέπεμψαν. Διὰ ταῦτα πάντα ἀπηχθῆσθαι παρὰ τῶν πολιτῶν ἐπι στάμενος καὶ ἐπίθεσιν ὑφορώμενος τὴν ἀκρόπολιν ἐδομήσατο. Αλλ' οὐκ ἠδυνήθη διαφυγεῖν τὸ χρεών, ἀλλ᾽ ὅτε καλῶς ἔχειν αὐτῷ τὰ πάντα ᾠήθη, ἀπέρρηξε τὴν ζωήν. Καὶ ὅπως, ἐν τῷ πρέποντι καιρῷ βηθήσεται. Τετάρτῳ δὲ τῆς αὐτοῦ βασιλείας ἔτει, μηνὶ Ἰου νέῳ, τῆς ι Ινδικτιῶνος, τὰς ἐν τῇ Θράκῃ πόλεις ἐξῄει ἐπισκεψόμενος, καὶ γενόμενος ἄχρι τῆς λεγος μένης μεγάλης σούδας ἔγραψε Πέτρῳ τῷ Βουλγαρίας ἄρχοντι μὴ ἐν τοὺς Τούρκους διαπερᾶν τὸν Ιστρον καὶ τὰ Ῥωμαίων λυμαίνεσθαι. Τούτου δὲ μὴ προσέχοντος ἀλλὰ παντοίαις ἀφορμαῖς παρα κρούοντος, τὸν τοῦ ἐκ Χερσῶνος πρωτεύοντος υἱὸν ὁ Νικηφόρος τον Καλοκυρὸν πατρικιότητι τιμήσας πρὸς τὸν ἄρχοντα Ρωσίας ἐκπέμπει Σφενδοσθλάβον, δωρεῶν ὑποσχέσεσι καὶ φιλοτιμιῶν οὐκ ὀλίγων ἀναπείθων ἐκστρατεῦσαι κατὰ Βουλγάρων. Πεισθένο τες οὖν οἱ Ῥὼς καὶ ἐπελθόντες τῇ Βουλγαρίᾳ κατὰ τον Αύγουστον μήνα, τῆς ια ἰνδικτιῶνος, πέμπτῳ τῆς βασιλείας ἔτσι τοῦ Νικηφόρου, πολλὰς πόλεις καὶ χώρας ἠδάφισαν τῶν Βουλγάρων, καὶ λείαν ὅτι πλείστην περιβαλόμενοι ὑπέστρεψαν εἰς τὰ ἴδια. Καὶ τῷ ἔκτῳ δὲ πάλιν τῆς βασιλείας αὐτοῦ χρόνῳ ἐπεστράτευσαν κατὰ Βουλγαρίας, καὶ τὰ ὅμοια τῶν προτέρων ἢ καὶ χείρονα διεπράξαντο. Δευτέρᾳ δὲ Σεπτεμβρίου μηνός, ὥρᾳ τῆς νυκτός β', ινδικτιῶνος ια΄, γέγονε βρασμός και κλόνος γῆς ἐξαίσιος, καὶ ἔπαθε κακῶς Ονωριὰς καὶ Παφλαγονία. Εγένοντο δὲ καὶ ἄνεμοι κατὰ τὸν Μάϊον μῆνα τῆς αὐτῆς ἰνδια κτιώνος σκληροὶ καὶ καυματώδεις, οἵτινες τοὺς καρ τοὺς διέφθειραν αὐταῖς ἀμπέλοις καὶ δένδρεσιν, ὡς ἐντεῦθεν κατὰ τὴν ιβ' ινδικτιῶνα σφοδςότατον ἐπ ενεχθῆναι λιμόν. Καὶ δέον τὸν βασιλέα τῆς τῶν ὑπο ηκόων φροντίσαι σωτηρίας, ὁ δὲ τὸν βασιλικὸν οἶτον γλίσχρως πωλῶν, καὶ καταπραγματευόμενος την
col. 107–108page 47 of 174
PG 122:107συμφοραν τῶν ὑπὸ χεῖρα [Ρ. ηἔχει ὡς τι μέγα κατωρθωκὼς ὅτι μοδίου τῷ νομίσματι πιπρασκομένου αὐτὸς δύο πωλεῖσθαι τοῦτον ἐπέταξε, μὴ τὸν Μακεδόνα μιμησάμενος βασιλέα Βασίλειον· οὗτος γὰρ κατὰ τὴν καινὴν Κυριακὴν ἀπερχόμενος ἐν τῷ τῶν Μεγάλων Αποστόλων ναῷ, καὶ θεασάμενος πολίτας τινὰς ἱεροπρεπεῖς μὲν καὶ σεμνούς, ἄλλως δὲ σκυθρωποὺς καὶ κατηφιῶντας, ἐγγὺς ἑαυτοῦ παραστησάμενος διὰ τί μὴ καὶ αὐτοὶ λαμπροφοροῦντες ἐν τῇ ἑορτῇ πάρεισιν ἀνηρώτα, ἀλλ᾽ ὡς ἂν ἐν μεγάλῃ συμφορά τῆς πόλεως οὔσης στυγνάζουσι. Πρὸς ὃν ἀπεκρίνατο τις τῶν πολιτῶν· «Σοί, ώ δέσποτα, καὶ τοῖς ἑστῶσιν ἔγγιστά σου πρέπει τὸ λαμπροφορεῖν καὶ χαίρειν· οἷς δὲ τοῦ θανάτου πρόσεστι προσδοκία, τὰ τοιαῦτα ἀπεοίκασιν. Ἢ ἀγνοεῖς ὅτι δύο μέδιμνοι σίτου τῷ νομίσματι πιπράσκονται διὰ τὴν τῶν ἀνέ μων τραχύτητα; • Ηρὸς ταῦτα βύθιον ἀνοιμώξας ὁ βασιλεὺς συμπαθείας ἀπέσταξε δάκρυον, καὶ τούτους μὲν παρεμυθήσατο δαψιλῶς, ἐπανελθὼν δ᾽ εἰς τὰ βασίλεια τοὺς τὰς πολιτικὰς καὶ βασιλικὰς συναγαγὼν μετερχομένους φροντίδας μυρίαις ὕβρεσι καὶ ἀραῖς καθυπέβαλεν ὅτι μὴ αὑτῷ περὶ τῆς σιτοδείας ἐμήνυσαν, καὶ εὐθὺς τὸν βασιλικὸν καὶ δημόσιον σῖτον προθέμενος δώδεκα τοῦ νομίσματος δίδοσθαι παρ εκελεύσατο· οὗ τὴν προαίρεσιν ἀποδεξάμενος ὁ Θεὸς εὐθηνίαν πολλὴν τοῖς ἀνθρώποις παρέσχετο. ᾿Αλλὰ ταῦτα μὲν εἰς ἔπαινον ἐκείνου ἐῤῥέθη· ὁ δὲ Νικη φόρος ἔχαιρε μᾶλλον ἢ ἐβοήθει θλιβομένους ὁρῶν τούς ὑπηκόους. Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ, ταῖς καπηλείαις προσκείμενος τῶν εἰδῶν, πολλῶν καὶ ποικίλων δεινῶν τὴν οἰκουμένην ἐνέπλησεν. ἂν τὴν αἰσχροκέρδειαν εὐτραπέλως οἳ πολῖται διεκωμώδουν. Εξελθόντος γάρ ποτε τοῦ βασιλέως ἐν τῷ πεδίῳ ὥστε γυμνάσαι τὸν στρατὸν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συν αριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν «Σὺ δὲ, ὦ ἄνθρωπε, γέρων ὢν πῶς τοῖς ἐμοῖς στρα τιώταις ἐπείγῃ συναριθμηθῆναι;» Ὁ δ' εὐστόχως ὑπολαβών, «Πολύ δυνατώτερός εἰμ: νῦν, ἔφῃ, ἢ ὅτε ἥκμαζον.» Αὐτοῦ δὲ, «Καὶ πῶς; «ἐρομένου,» Οτιπερ, ἔφη, τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπιφορτίζων, ἐπὶ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἀβαρῶς ἐπὶ τῶν ὤμων φέρω.» Συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς. Οἱ δὲ Σαρακηνοί μετὰ τὸ ἀλῶναι τὰς ἐν Συρίᾳ καὶ Κιλικία πόλεις τὸν ἀρχιερέα τῶν Ἱεροσολύμων Ἰωάννην ζῶντα κατέκαυσαν ὡς ταῖς ὑποθήκαις αὐτοῦ τάχα μέλλοντος τοῦ Νικηφόρου ἀφίξεσθαι πρὸς αὐτ τους· ἐνέπρησαν δὲ καὶ τὸν περικαλλή ναὸν τοῦ κυριακοῦ Τάφου. Τὸ δ᾽ αὐτὸ τοῦτο πεποιήκασι καὶ οἱ ᾿Αντιοχείς, Χριστοφόρον τὸν αὐτῶν ἀνελόντες ἀρχιερέα. [Ρ. ] Προσεῤῥύησαν δὲ τῷ βασιλεῖ Γρηγόριος καὶ Παγκράτιος οἱ αὐτάδελφοι, τῆς ἑαυτῶν παραχωρήσαντες αὐτῷ χώρας τοῦ Ταρών· οὓς πατρικίους τιμήσας καὶ κτήμασιν ἐφιλοφρονήσατο πολυπροσόδοις. Ἐγένετο δὲ καὶ ἡλίου ἔκλειψις τῇ κβ' τοῦ Δεκεμβρίου μηνός, περὶ τρίτην ώραν, ὡς καὶ ἄστρα φανῆναι. Ἡ δὲ βασιλὶς Θεοφανώ ἀποστρεφομένη τὴν συνουσίαν τοῦ Νικηφόρου, τίνὰ τῶν τοῦ Τζιμισκή μετα πεμψαμένη εἰσκαλεῖται τοῦτον ἐν τῷ ἰδίῳ ακῷ σχο
col. 109–110page 48 of 174
PG 122:109λάζοντα· ἔφθη γὰρ ὁ βασιλεὺς διὰ τινα ὑποψίαν παραλύσας τοῦτον τῆς τοῦ δομεστίκου ἀρχῆς καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀπρόϊτον εἶναι κελεύσας. Διεπράξατο δὲ ἡ μοιχαλὲς καὶ γράμματα τοῦτον δέξασθαι τὴν κάθοδον ἐπιτοίποντα. Καὶ ὁ πεμφθεὶς ἐκεῖθεν αὐτὸν ἀναλαβόμενος εἰς Χαλκηδόνα ἀφίκετο. Καὶ τοῦ βασι λέως ὑπομνησθέντος εἰ δεῖ τοῦτον εἰσελθεῖν ἐν τῇ βασιλίδι, κἀκείνου προσμένειν μικρὸν ἐπιτρέψαντος, ἐκείνη νυκτὸς ια' τοῦ Δεκεμβρίου μηνός, ινδικτιῶνος ιγ, ἔτους δυοή, ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν κάτωθεν τοῦ παλατίου χειροποίητον λιμένα νυκτός, καὶ κοίνῳ ἀνιμήσατο μετὰ πάντων τῶν περὶ αὐ τόν· ἦσαν δὲ ὁ πατρίκιος Μιχαὴλ ὁ Βούρτζης καὶ Λέων ταξιάρχης ὁ Βαλάντιος καὶ τῶν τοῦ Τζιμισκῆ πιστικωτάτων ὁ ᾿Ατζηποθεόδωρος καὶ ἕτεροι δύο. Οίτινες ἀνελθόντες καὶ ξιφήρεις εἰς τὸν τοῦ βασιλέως εἰσελθόντες κοιτῶνα, ἐπεὶ μὴ εὗρον αὐτὸν ἐν τῇ συνήθει κλίνῃ, φωραθῆναι ὑπονοήσαντες μικροῦ δεῖν ἑαυτοὺς κατεκρήμνισαν, εἰ μή που ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτιδος εὑρηκότες ὑπ᾽ αὐτοῦ ὁδηγοῦνται. Καὶ καταλαμβάνουσιν αὐτὸν ἐπ' ἐδάφους κεί μενον καὶ στρωμνὴν ἔχοντα πίλον κοκκοβαφῆ καὶ ἄρκτου δέρμα, ὅπερ λαβὼν ἦν παρὰ Μιχαὴλ μοναχοῦ τοῦ Μαλείνου, τοῦ θείου αὐτοῦ. Τοῦτον ἄρτι πρὸς ὕπνον τραπέντα, καὶ μηδαμῶς ἐπαισθόμενον τῆς ἐφίξεως τῶν μελλόντων αὐτὸν ἀναιρεῖν, ὁ Τζιμισκῆς δ τῷ ποδὶ νύξας ἐξύπνισεν. Εξυπνισθέντα δὲ καὶ τῆς δεξιᾶς χειρὸς τὸν ἀγκῶνα τῇ γῇ προσερείσαντα καὶ τὴν κεφαλὴν ἀνακουφίσαντα, ἐπιφέρει γυμνῷ τῷ ξέφει κατὰ τῆς κορυφῆς ἀσκεπούς οὔσης ἐπεπτώκει γὰρ ἐγειρομένου τὸ τῆς κεφαλῆς αὐτοῦ κάλυμμα) Λέων ὁ ᾿Αβαλάντιος γενναίαν πληγὴν, καὶ διελαύνει μέσον τὸ κρανίον. Εἶτα τῆς στρωμνῆς αὐτὸν ἀναστήσαντες ἄγουσι πρὸς τὸν Τζιμισκῆν ἐπὶ τῆς βασιλικῆς καθίσαντα κλίνης, καὶ πολλὰ παροινήσαντες καὶ κατονειδίσαντες καὶ δυσφημήσαντες εἰς αὑτὸν μηδὲν ἄλλο λέγοντα ἀλλ᾽ ἢ, «Κύριε, ἐλέησον,» και, «Θεο τόκε, βοήθει,» τελευταῖον ἐπεί περ κατεφωράθησαν παρὰ τῶν προκοίτων [Ρ. ] τοῦ παλατίου καὶ συν ίστατο ἐπ᾿ αὐτοὺς πλῆθος ἀμυνομένων, ἀποσφάτω τοῦσι τοῦτον, καὶ τὴν κεφαλὴν ἀποτεμόντες διά τινος θυρίδος τοῖς εἰς βοήθειαν συντρέχουσι δεικνύουσι. Καὶ εἰ μὲν οὕτω κατεστορέθησαν. τοῖς δὲ περὶ τὸν Τζιμισκῆν καιρὸς ἐδόθη ἀδεῶς καὶ μετ᾿ ἀδείας πάντα ποιεῖν. Λέγεται δὲ ὅτι πρὸ δέκα ἡμερῶν τοῦ θανάτου αὐτοῦν ἔγγραφν εὗρεν ὁ βασιλεὺς, ἐῤῥιμμένον ἐν τῷ κοιτῶνι αὑτοῦ καὶ μηνῦον ἀσφαλίσασθαι ἑαυτὸν ὡς ἐπιβουλευόμενον ὑπὸ τοῦ Τζιμισκῆ. Καί τινα δὲ κλη ρικόν φασι κατὰ τὴν ἐσπέραν τῆς ἀναιρέσεως δεδω κέναι αὐτῷ γράμμα περιέχον πρὸς ἔπος ταῦτα· « βασιλεῦ, ἀσφάλισαι σεαυτόν· κίνδυνος γάρ σοι κατὰ ταύτην τὴν νύκτα οὐ μικρὸς ἀρτύεται. » Τὸ δὲ γραμμάτιον ἄλλοι μὲν λέγουσιν ὡς ὑπολαβὼν ὁ βασι λεὺς δεητήριον εἶναι οὐκ ἀνέγνω τοῦτο, ἄλλοι δ' ὅτι ἀνέγνω μὲν, ἀλλ᾽ ἡμέλησε τῆς ἑαυτοῦ φυλακῆς, τοῦ χρεὼν ἐμποδίσαντος, ἀποθανόντος δὲ τούτου εὐρέθη ἔχον τὰ γεγραμμένα. Αλλοι δ' ὅτι ἀναγνοὺς ἐπέτρεψε τὴν ζήτησιν καὶ φυλακὴν τῷ πρωτοβεστιαρίῳ, ἔγραψε δὲ καὶ τῷ ἀδελφῷ Λέοντι ἐπ᾿ οἴκου διάγοντι λαὸν ἔνοπλον εἰληφέναι καὶ φοιτῆσαι τὴν ταχίστην πρὸς τὸ παλάτιον. Τοῦτο δὲ διακομισθὲν ἐκεῖνος δεξά
col. 111–112page 49 of 174
PG 122:111μενος, καὶ μηδ᾽ ἀνελίξας (ἔτυχε γὰρ κυβεύων μετὰ τινων καὶ δαιμονίως τῇ παιδιᾷ χρώμενος, ἔθετο ἐν τῇ ἑαυτοῦ κλίνῃ ἀπὸ τὴν τύλην. "Αρτι δὲ τοῦ παιγνίου διαλυθέντος τὸ γραμμάτιον ἐπελθὼν καὶ τὸν ἐγκείμενον νοῦν συνεὶς τῶν γραφέντων, δύναμιν ὡς ὁ καιρὸς ἀπῄτει συνηθροικὼς ἀπῄει πρὸς τὰ βα σίλεια. Γενόμενος δὲ κατὰ τὴν ἐν τῷ ἱπποδρομίῳ σφενδόνην ήκουσέ τινων διαλεγομένων πρὸς ἀλλήλους ὡς ἄρα εἴη Νικηφόρος ανηρημένος ὁ βασιλεύς, ἤκουσε δὲ καὶ τῶν ἐν τῷ παλατίῳ καὶ τοῖς στενωποῖς ἀνευφημούντων τὸν Ἰωάννην. Τῷ ἀνελπίστῳ δὲ και ταπλαγείς, καὶ μηδὲν ἐννοήσας γενναῖον, ή τάχους εἶχε σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ Μεγάλη προσέρχεται Ἐκκλησίᾳ. Καὶ τὰ μὲν λεγόμενα ταῦτα· εἰ δὲ ἀλη θῶς ἢ ψευδῶς, οὐκ ἔχω λέγειν. θνήσκει δ' ὅμως ὁ Νικηφόρος ἔνδον τοῦ παλατίου κατεργασθείς. 879 Ιωάννης δὲ ὁ Τζιμισκῆς τῆς Ρωμαίων ἀρχῆς ἀποθανόντος τοῦ Νικηφόρου ἀνεδέξατο τὰς φροντίδας, συμβασιλεύοντας ἔχων Βασίλειον καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥωμανοῦ, ὧν ὁ μὲν Βασίλειος ἔβδομον εἴλκε τῆς ἡλικίας ἔτος, άτερος δὲ ὁ Κωνσταντῖνος πέμπτον Εὐθὺς οὖν Βασίλειον τὸν παρακοιμώμενον, ὃν Νικηφόρος ὁ βασιλεὺς οὐ μικρὰ συμβαλόμενον αὐτῷ πρὸς τὴν τῆς βασιλείας κατάσχεσιν πρόεδρον τετίμηκε, μή πω πρότερον ὄντος τοῦ αξιώματος, πρώτου δ᾽ αὐτὸ τοῦτο ἐφευρηκότος, νυκτὸς μεταπεμψάμενος κοινωνὸν τῆς ἀρχῆς προσε ελάβετο, ἅτε ἐν πολλοῖς χρόνοις τά τε πολιτικὰ μετα ελθόντα ἐπὶ τοῦ οἰκείου πατρὸς [Ρ. ] 'Ρωμανοῦ τοῦ γέροντος και Κωνσταντίνου τοῦ Πορφυρογεννή του τοῦ γαμβροῦ αὐτοῦ, καὶ πλειστάκις κατὰ τῶν ᾿Αγαρηνῶν ἐκστρατεύσαντα, καὶ δυσχερείαις πραγ μάτων εἰδότα εὐφυῶς προσαρμόζεσθαι. Ος εὐθὺς τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάντας τοὺς εὔνοιαν τῷ Νικηφόρῳ φυλάττοντας ἐκ μέσου περ ποίηκε, Λέοντα μὲν τὸν κουροπαλάτην ἐν Λέσβῳ περιορίσας καὶ Νικηφόρον Βέστην τὸν τούτου υἱὸν ἐν τῇ Ιμβρῳ, Βάρδας δὲ τὸν νεώτερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας τυγχάνοντα τὴν ἀρχὴν ἀφο ; ελόμενος ἐν ᾿Αμασεία παρέπεμψε. Καὶ τοὺς ἄλλους 880 δὲ ὅσοι πολιτικὲςστρατιωτικές μετῇεσαν ἀρχὰς τῶν ἀρχῶν παραλύσας, τοὺς οἰκείους ἐπέστησε καὶ τῷ νέῳ βασιλεῖ φυλάττοντας εὔνοιαν. Τοῖς τότε δὲ παρὰ τοῦ Νικηφόρου φυγαδευθείσι κάθοδον ἐπιτρέπει, καὶ πρό γε τῶν ἄλλων τοῖς ἀρχιερεῦσι, τῷ μὴ θέλειν ὑπογράψαι τῷ τόμῳ ὃν εἰς κατατομὴν καὶ ὕβριν ἐφεῦρε τῆς Ἐκκλησίας ἐκεῖνος ἐξορισθεῖσιν, ὡς ἤδη φθάσας ὁ λόγος ἱστόρησεν. Οὕτω δὲ τῶν πραγμάτων οἰκονομηθέντων, κατά ὁ τῆς πολιτείας ἀρχ ηγός, ἡγεμὼν καὶ πρῶτος. προέδρους πρωτοπρόεδρον,
col. 113–114page 50 of 174
PG 122:113τὴν αὐτὴν νύκτα πάσης ὑποψίας ἀπολυθεὶς ἔπεισι μετ' ὀλίγων ὁ βασιλεὺς εἰς τὴν Μεγάλην Ἐκκλησίαν, χερσὶ τοῦ πατριάρχου λαβεῖν βουλόμενος τὸ διάδημα. Ον ἐλθόντα εἰσελθεῖν οὐκ εἴασεν ὁ Πολύευκτος, μὴ ἄξιον εἶναι φήσσας ἐπιβῆναι θείου ναοῦ νεαρῷ καὶ ἀτμίζοντι ἔτι τῷ συγγενικῷ αἵματι σταζομένας τὰς χεῖρας ἔχοντα, ἀλλὰ σπεῦσαι ἔργα μετανοίας ἐνδείξασθαι, καὶ οὕτως ἐφίεσθαι πατεῖν ἔδαφος οίκου Κυ ρίου. Τοῦ δὲ Ἰωάννου ηπίως δεξαμένου τὴν ἐπιτίμησιν καὶ πάντα πρᾶξαι μετ᾿ εὐπειθείας ἐπαγγειλαμένου, ἀπολογισαμένου δ᾽ ὅτι καὶ αὐτόχειρ οὐκ αὐτὸς ἐγένετο τοῦ Νικηφόρου, ἀλλ' ὁ Βαλάντιος καὶ ὁ Ατζυποθεόδωρος ἐπιτροπῇ τῆς δεσποίνης, ταύτην μὲν ὁ πατριάρχης προσέταττε τῶν ἀνακτόρων κατο ενεχθῆναι καὶ ἕν τινι νήσῳ περιορισθῆναι, εξοστρα αισθῆναι δὲ καὶ τοὺς τοῦ Νικηφόρου αὐτόχειρας, η διαῤῥαγῆναι δὲ καὶ τὸν τόμον ὅν ἐπὶ συγχύσει τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ Νικηφόρος ἐξ ἔθετο. Εὐθέως οὖν ὁ Ἰωάννης ἐκείνους τε ἐξῶσε τῆς πόλεως καὶ τὴν Θεοφανώ ἐν Προικοννήσῳ ἐξώρισεν. Ητις ἐκεῖθεν ὕστερον λάθρα φυγοῦσα καὶ τῇ Μεγάλῃ προσφυγούσα Εκκλησίᾳ, διὰ τοῦ παρακοιμωμένου Βασιλείου ἐκβληθεῖσα ἐν τῷ θέματι τῶν ᾿Αρμενια κῶν ἐξωρίσθη εἰς τὴν παρὰ τοῦ βασιλέως νεουργηθεῖσαν μονὴν τὴν Δάμιδος, ἐνυβρίσασα πρότερον εἰς τὸν βασιλέα πολλὰ καὶ εἰς τὸν Βασίλειον, Σκύθην καὶ βάρβαρον ἀποκαλέσασα καὶ κατὰ κόῤῥης αὐτῷ κονδύλους ἐπιτρίψασα. Εξωρίσθη δὲ σὺν αὐτῇ καὶ ἡ ταύτης μήτηρ ἐν Μαντινείῳ. Ἐνεχθεὶς δε ὁ τόμος ἐῤῥάγη, καὶ τῇ Ἐκκλησίᾳ ἐχαρίσθη ἡ προτέρα ελευ θερία. [Ρ. ] τούτων οὖν πραχθέντων, ὑποσχομένου ( δὲ τοῦ Ἰωάννου καὶ εἰς ἐξίλασμα τῆς ἁμαρτάδος πένησι διανείμαι ἣν ιδιωτεύων εἶχε περιουσίαν, ὁ Πολύευκτος ἐπιτρέπει τὴν εἴσοδον, καὶ κατὰ τὴν ἑορτὴν τῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Γεννήσεως εἰσελ θέντα τοῦτον τῷ τῆς βασιλείας ἀναδεῖ διαδήματι. Πολὺν δὲ σάλον καὶ ταραχὴν ἐχούσης τῆς βασιλείας ἔν τε τῇ Ἐῳ καὶ τῇ Ἑσπέρᾳ (αἵ τε γὰρ ληφθείσαι κατὰ τὴν Κιλικίαν καὶ Φοινίκην καὶ Κοίλην Συρίαν πόλεις τῶν ᾿Αγαρηνῶν, μὴ σχόντος τοῦ Νικηφόρου καιρὸν τὰ κατ᾿ αὐτὰς διαθέσθαι καλῶς καὶ ἀσφα λίσασθαι, πρὸς ἀποστασίαν ἀπέβλεπον, καὶ ἡ τῶν Ῥως κίνησις οὐ καλῶς πρότερον ἐπὶ Βουλγάρους μελετηθεῖσα μέγιστον ἐπέσειε τοῖς πράγμασι κίνδυνον καὶ λιμὸς ἐπὶ πέντε ὅλους ἐνιαυτοὺς τὴν Ῥω μαίων ἐπινεμόμενος σφόδρα τὰς πόλεις ἐπίεζε), διεσκοπεῖτο καὶ ἐμερίμνα πῶς ἂν τὰ τοιαῦτα θεραπευθείη κατὰ καὶ τὸ ἐξ αὐτῶν ἀποσκευασθείη ἐλπιζόμενον δέος. Τέως δὲ τῆς πρὸς τῷ Ορόντη Αντιοχείας χηρευούσης ἀρχιερέως, Θεόδωρόν τινα προχειρίζεται μοναχὸν πᾶσι κομῶντα τοῖς ἀγαθοῖς καὶ σὐτῷ προθεσπίσαντα τὴν ἀτάῤῥησιν, καὶ παρεγγυησάμενον μὴ ἐπισπεῦσαι ὡς τοῦ Θεοῦ μέλο λοντος αὐτὸν εἰς τὸ τῆς βασιλείας ὕψος ἀναβιβάσαι, ἢ μὴν γινώσκειν ὡς εἰ ὀλιγώρως διατεθεὶς ἐπιταχύνη
col. 115–116page 51 of 174
PG 122:115τὴν τῆς βασιλείας κατάσχεσιν, τῆς ἑαυτοῦ ψυχῆς ἐπίβουλος ἔσται· ἀξιώσαντα δὲ καὶ τοὺς Μανιχαίους τὴν Εψαν πᾶσαν ἐπινεμομένους καὶ λυμαινομένους τῇ μεταδόσει τῆς μυσαρᾶς αὐτῶν θρησκείας, πρὸς τὴν ἐσπέραν ἀποικίσαι καὶ εἴς τινα ἐσχατιὰν ἐγκατοικίσαι πανέρημον, δ καὶ πεποίηκεν, ὕστερον, ἀπ αναστήσας τούτους καὶ τῇ Φιλιππουπόλει ἐγκατοικίσας, ἐπὶ λ' δὲ καὶ ε' μόνας ἡμέρας μετὰ τὴν ἀναγόρευσιν καὶ ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν ζωήν. Καὶ προχειρίζεται ἀντ᾽ αὐτοῦ πατριάρχης Βασίλειος μοναχὸς ὁ Σκαμανδρηνός, ἐπ᾿ ἀρετῆς τελειότητι μαρτυρούμενος. Καὶ τὰ μὲν πολιτικὰ ἐφέρετο τῇδε. Τῇ ἁλώσει δὲ τῆς ᾿Αντιοχείας καὶ τῶν λοιπῶν πόλεων, ἂς ἄνωθεν ἀπηριθμησάμεθα, περιαλγείς γεγονότες οἱ ἀπανταχοῦ γῆς ὄντες Αγαρηνοὶ καὶ τὰ λοιπὰ ἔθνη τὰ τὴν ὁμοίαν αὐτοῖς σέβοντα θρησκείαν, Αἰγύπτιοι, Πέρσαι, Αραβες, Ἐλαμῖται, καὶ οἱ τὴν Εὐδαίμονα λεγομένην οἰκοῦντες καὶ τὸ Σαβά, συμ φωνήσαντες καὶ ὁμαιχμίαν θέμενοι, δύναμιν παντα χύθεν ήθροικότες μεγάλην καὶ ἡγεμονεύειν αὐτῆς τάξαντες Καρχηδονίους Ζώχαρ ἔχοντας ἄρχοντα, πρακτικὸν ἄνδρα καὶ τὰ εἰς πολέμους δεινὸν, ὡς ἄν 883 100000 ἀκριβεῖς καὶ ἐπιστήμονας τῶν τε κατὰ γῆν καὶ θάλατταν ἔργων, ἐξῆλθον κατὰ Ῥωμαίων ὑφ᾽ ἕν τὰς πάσας συναγαγόντες δυνάμεις, εἰς ἑκατὸν μαχί μων ἀνδρῶν χιλιάδας ἀριθμουμένας καὶ τὴν κατὰ Δάφνην ᾿Αντιόχειαν καταλαβόντες ἔπο λιόρκουν ἐπιμελῶς. Γενναίως δὲ τῶν ἔνδον καὶ εὐψύχως τὴν πολιορκίαν ὑφίσταμένων ἐπὶ μακρὸν ἐπετείνετο ἡ πολιορκία. Αγγελθείσης δὲ τῆς τῶν ἐθνῶν συνόδου τῷ βασιλεῖ γράμματα ταχέως ἐπέμ ποντο πρὸς τὸν στρατηγὸν Μεσοποταμίας, τὰς ἐκεῖσε (κελεύοντα δυνάμεις ἀθροῖσαι καὶ βοηθῆσαι ταχύ τοῖς πολιορκουμένοις· ἔπεμψε δὲ καὶ ἄρχοντα τοῦ ὅλου στρατοῦ μετὰ καὶ δυνάμεων ἄλλων τὸν πατρίκιον Νικόλαον, ἕνα ὄντα τῶν ᾠκειωμένων αὐτῷ εὐνούχων, ὃς ταῖς λοιπαῖς προσμίξας δυνάμεσι, καὶ συμπλακείς τοῖς βαρβάροις μυριοπλασίοις οὖσιν, ἐτρέψατο λαμπρῶς καὶ ἐσκέδασεν ἑνὶ πολέμῳ, καὶ τὰς ὑπὸ Ῥωμαίους οὔτ σας πόλεις ἐν τῷ ἀσφαλεῖ κατεστήσατο. Τῷ ἔθνει δὲ τῶν Ῥὼς ὅν εἴπομεν τρόπον τὴν Βουλγαρίαν χειρωσαμένῳ, δοριαλώτους δὲ κατα σχόντι καὶ τοὺς δύο υἱοὺς τοῦ Πέτρου Βορίσην και Ῥωμανὸν, οὐκέτι ἦν βουλητὸν ἡ ἐπ᾽ οἴκου ὑπο στροφὴ, ἀλλὰ τὴν τοῦ τόπου θαυμάσαντες εὐφυΐαν, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς Νικηφόρον τὸν βασιλέα γενομέναις συνθήκαις, συμφέρον ἐνόμισαν αὐτοῖς μεῖναι κάτὰ χώραν καὶ τῆς γῆς κυριεύειν. Ενῆγε δὲ πρὸς τοῦτο πλέον αὐτοὺς καὶ ὁ Καλό κυρος, λέγων, ὅτι εἰ παρ' αὐτῶν ἀναγορευθῇ βασιλεὺς Ῥωμαίων, αὐτὸς τῆς τε Βουλγαρίας ἐκστήσεται καὶ σπονδὰς ποιήσει διηνεκεῖς, καὶ τὰς συμφωνηθείσας δοθῆναι δόσεις αὐτοῖς παρέξει πολλαπλασίως, καὶ συμμάχους ἔξει καὶ φίλους αὐτοὺς διὰ βίου. Οἷστισι ρήμασι χαυνωθέντες οἱ Ῥῶς τῆς τε Βουλ γαρίας ὡς δορικτήτου ἀντεποιοῦντο κτήματος, καὶ διαπρεσβευσάμενον τὸν βασιλέα καὶ ὑποσχόμενον ἐπιτελέσειν ἅπαντα τὰ τῷ Νικηφόρῳ ἐπηγγελμένα οὐ προσεδέξαντο, ἀποκρίσεις δόντες βαρβαρικής πεπληρωμένας & αζονείας, ὡς ἀναγκασθῆναι τοῦτον διὰ μάχης κρῖναι τὰ πράγματα. Γράμμασιν οὖν ἐνα
col. 117–118page 52 of 174
PG 122:117ὀλίγῳ τὰς Εψας δυνάμεις πρὸς τὴν Εσπέραν δια βιβάσας, ἄρχοντά τε αὐταῖς ἐπιστήσας ὃν ὠνόμασε στρατηλάτην Βάρδαν μάγιστρον τὸν Σκληρόν, οὗ τὴν ἀδελφὴν Μαρίαν νόμιμον Αγάγετο γαμετὴν Ιδιωτεύων ὁ βασιλεὺς, ἔμελλεν έαρος ἐφισταμένου καὶ αὐτὸς ἐξορμῆσαι. Οἱ Ρὼς δὲ καὶ ὁ τούτων ἀρχηγὸς ὁ Σφενδοσθλάβος, τὴν τοῦ Ῥωμαϊκού στρα τεύματος ὡς ἐπύθοντο περαίωσιν, κοινοπραγήσαντες δεδουλωμένοις ἤδη τοῖς Βουλγάροις, προσεληφότες δὲ καὶ συμμάχους τούς τε Ματζινάκας καὶ τοὺς πρὸς δύσιν ἐν Παννονία κατῳκισμένους Τούρκους, καὶ διὰ πάντων στρατὸν πολεμιστὴν ἠθροικότες ἐς ὀκτακισχιλίους ἐπὶ τριάκοντα μυριάσι κορυφούμενον, καὶ τὸν Αἷμον διαβάντες, πᾶσαν ἐπυρπόλουν τὴν Θρήκην καὶ ἐληΐζοντο, πηξάμενοι παρεμβολὴν ἀγχοῦ που τῶν τειχῶν ᾿Αρκαδιουπόλεως, κἀκεῖσε τὴν συμπλοκὴν ἐκδεχόμενοι τοῦ πολέμου [Ρ.] Ο δὲ μάγιστρος Βάρδας ὁ Σκληρὸς ὡς ᾔσθετο κατὰ πολὺ τῷ πλήθει λειπόμενος (περιίστατο γὰρ αὐτῷ πᾶσα ἡ στρατιὰ εἰς ιβ' χιλιάδας), στρατηγικαῖς ἔγνω ἀπάταις τοὺς ἐναντίους περιελθεῖν καὶ τέχνῃ καὶ μηχανῇ τὰ τοσαῦτα κατεργάσασθαι πλήθη. Ο δὴ καὶ γέγονε. Συγκλείσας γὰρ ἑαυτὸν σὺν τῇ στρατία εἴσω τειχῶν, πολλὰ προκαλουμένων τῶν πολεμίων ἐξελθεῖν καὶ περὶ τῶν ὅλων διαγωνίσασθαι, οὐχ ὑπήκουσεν, ἀλλ᾽ ἑκαρτέρει ὡς τάχα δειλιάσας, βλέ πων τοὺς ἀντιπάλους τὰ παρατυχόντα φέροντάς τε καὶ ἄγοντας. Τοῦτο δὲ τὸ βούλευμα μεγάλην κατα φρόνησιν ἐνεποίησε τοῖς βαρβάροις· οιηθέντες γὰρ ὡς ταῖς ἀληθείαις ειλίᾳ συνεχόμενος ὁ Σκληρός συγκεκλεικὼς ἔχει τείχους ἔνδον τὰς Ρωμαϊκὰς φάλαγγας, ἐπεξελθεῖν μὴ τολμῶν, ἀδεως τε ἔσκε βάννυντο καὶ ἀμελῶς ἐστρατοπεδεύοντο καὶ τῆς πρεπούσης ἡμέλουν φυλακῆς, πότοις καὶ μέθαις καὶ τὐλοῖς καὶ κυμβάλοις καὶ ἀρχήσεσι βαρβαρικαῖς διανυκτερεύοντες καὶ μηδενὸς τῶν δεόντων ἐπιμελόμενοι. Καιροῦ τοίνυν ἐπιτηδείου λαβόμενος ὁ Βάρδας, καὶ ὅπως ἐπίθηταὶ τοῖς ἐχθροῖς εὖ μάλα διασκοπήσας, καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὀρίσας, λόχους καὶ ἐνέδρας νυκτὸς ἐπί τινων εὐκαιροτάτων χωρίων στησάμενος Ἰωάννην πατρίκιον τὸν ᾿Αλα κασία μετά τινος ὀλίγης δυνάμεως ἐκπέμπει, προ τρέχειν κελεύσας καὶ διασκοπεῖν τοὺς ἐχθροὺς καὶ θαμὰ πρὸς αὐτὸν μηνύειν καὶ ὅπη πάρεισιν ἀναδιδάσκειν, ἐπισκήψας δὲ καὶ συμμῖξαι τούτοις ἐγγίσασι καὶ ἅμα τῇ συμπλοκῇ δοῦναι τὰ νῶτα καὶ δόκησιν φευγόντων παρεσχηκέναι, μὴ ἀκρατῶς μέντοι γε φεύγειν, ὅλῳ φυτῆρι ἐνδόντας τοῖς ἵπποις τοὺς χαλινούς, ἀλλ᾽ ἡρέμα καὶ μετὰ τάξεως, ὅπη δὲ παρείκοι, καὶ ὑποστρέφοντας συῤῥήγνυσθαι τοῖς ἐχθροῖς, καὶ οὕτω ποιεῖν μέχρις ἂν εἰς τοὺς λόχους τούτους, καὶ εἰς τὰς ἐνέδρας ἐναποκλείσωσι, τότε δὲ ἀκόσμως φεύγειν καὶ προτροπάδην. Τριχῆ δὲ τῶν βαρβάρων διαιρεθέντων (Βούλγαροι μὲν γὰρ καὶ Ρὼς τὴν πρώτην ἀνεπλήρου μερίδα, Τοῦρκοι δὲ καθ᾿ ἑαυτοὺς ἦσαν μόνοι καὶ Πατζινάκαι ὡσαύτως), ἐρχόμενος οὖν ὁ Ἰωάννης συμπλέκεται τοῖς Ματζι νίκαις κατὰ τύχην συνηντηκὼς, καὶ ὥσπερ ἦν αὐτῷ παρηγγελμένον, προσποιεῖται φυγὴν, σχολαίαν τὴν
col. 119–120page 53 of 174
PG 122:119; αναχώρησιν ποιούμενος ἐνέκειντο δ' οἱ Πατζινάκαι τὰς ἑαυτῶν λύσαντες τάξεις, ὡς τάχα τοὺς φεύγοντας ἀφανίσαιεν ἄρδην. Ἐκεῖνοι δὲ νῦν μὲν φεύγοντες μετὰ τάξεως, νῦν δ' ὑποστρέφοντες καὶ ἀμυνόμενοι ἔθεον πρὸς τοὺς λόχους. Ἐπεὶ δὲ καὶ ἐς μέσους ἐγένοντο τούτους, τότε δὴ ἀνέντες τοὺς χαλινούς ἀκρατῶς ἔφευγον, καὶ οἱ Πατζινάκι εκχυθέντες ἀτάκτως ἐδίωκον. Ἐπιφανέντος δ' ἐξαίφνης τοῦ μαγίστρου μετὰ παντὸς τοῦ στρατοῦ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τὴν μὲν δίωξιν ἐπέσχον [Ρ. ] οὐ μήν γε καὶ ἐς φυγὴ ἀπεῖδον, ἀλλ᾽ ἔμενον, ἤν τις ἐπίοι δεξόμενοι. Μετὰ σφοδρᾶς δὲ ῥύμης τῶν περὶ τὸν μάγιστρον συμπεσόντων αὐτοῖς, καὶ τῆς λοιπῆς φάλαγγος ὄπισθεν ἐρχομένης μετ' ευκοσμίας καὶ τάξεως, πίπτουσιν εὐθὺς οἱ ἀλκιμώτεροι τῶν Σκυθῶν. Καὶ κατὰ βάθος τῆς φάλαγγος σχισθείσης ἐς μέσους ἐμπίπτουσι τοὺς λόχους οἱ Πατζινάκι, τῶν κεράτων συνελθόντων ἀλλήλοις καὶ κύκλωσιν ἀποτελεσάντων. Επ' ὀλίγον οὖν ἀντισχόντες ἐνέκλιναν, καὶ πάντες σχεδόν κατεκόπησαν. Οὕτω δὲ τούτους τρεψάμενος ὁ Βάρδας, καὶ διὰ των αἰχμαλώτων μαθὼν ὡς καὶ οἱ λοιποὶ ἀκμῆτες ὄντες προσμένουσι συντεταγμένοι τὸν πόλεμον τρέπεται τὴν ταχίστην πρὸς ἐκείνους. Αρτι δ' ἐκεῖνοι τὸ τῶν Πατζινακῶν ἔγνωκότες ατύχημα κατεκλάσθησαν τὰς ψυχὰς τῷ ἀδοκήτῳ τῆς συμ φορᾶς. Όμως παρακαλέσαντες ἑαυτοὺς καὶ τοὺς ἐκ τῆς φυγῆς σκεδασθέντας ἀνακαλεσάμενοι προσ βάλλουσι τοῖς Ῥωμαίοις, οἱ μὲν ἱππεῖς προδραμόντες, οἱ δὲ πεζοὶ κατόπιν ἐρχόμενοι. Ὡς δὲ καὶ κατὰ τὴν πρώτην προσβολὴν ἀνεκόπησαν οἱ ἱππεῖς τὰς ὁρμᾶς ὑπὸ Ῥωμαίων ἀνυποστάτων φανέντων, ἐκκλίναντες εἰς τοὺς πεζοὺς συνηλάθησαν. Ἐκεῖσε δὲ πάλιν γενόμενοι ἀνελάμβανον ἑαυτοὺς, καὶ τοὺς Ῥωμαίους προσέμενον ἐπερχομένους. Καὶ ἦν μὲν ἄχρι τινὸς ἡ μάχη ἀγχώμαλος, ἕως οὗ Σκύθης τις μεγέθει σώματος καὶ ἀνδρίᾳ ψυχῆς ἐπαιρόμενος, τῶν ἄλλων υπερπηδήσας, ἐπ' αὐτὸν τὸν μάγιστρον φέρεται παριππεύοντα καὶ τὰς τάξεις παραθαρρύνοντα, καὶ ξίφει παίει κατὰ τοῦ κράνους. Τοῦ δὲ ξίφους παρολισθήσαντος ἄπρακτος ἐγένετο ἡ βολή. Τοῦτον δὲ ὁ μάγιστρος ξίφει παίει κατὰ τοῦ κράτ νους· βάρει δὲ τῆς χειρὸς καὶ βραφῇ τοῦ σιδήρου οὕτω γέγονεν ἐνεργὸς ἡ πλῆξις ὡς δίχα ὅλον δια τμηθῆναι τὸν Σκύθην. Καὶ Κωνσταντῖνος δὲ πατρίκιος ὁ τοῦ μαγίστρου ἀδελφὸς, τῷ ἀδελφῷ βοηθῶν, ἕτερον Σκύθην συναιρόμενον τῷ ῥηθέντι καὶ ἰταμώτερον φερόμενον παῖσαι κατὰ τῆς κεφαλῆς ἐσπούδασεν· ἐκείνου δ' ἐπὶ θάτερα κλίναντος ἑαυτὸν, διαμαρτήσας ὁ Κωνσταντίνος καταφέρει τὸ ξίφος εἰς τὸν αὐχένα τοῦ ἵππου καὶ ἀποτέμνει τοῦ τραχήλου τὴν κεφαλήν. Πεσόντος δὲ τοῦ Σκύθου ἀποβὰς τοῦ ἵππου καὶ τῇ χειρὶ τῆς γενειάδος δραξάμενος ἀπο σφάττει τοῦτον. Τοῦτο τὸ ἔργον, Ῥωμαίους μὲν ἐπέῤῥωσε καὶ θαῤῥαλεωτέρους ἐποίησε, δειλίας δὲ καὶ φόβου τοὺς Σκύθας ἐνέπλησε· καὶ ταχὺ ἐπιλελησμένοι ἀλκῆς τὰ νῶτα δεδώκασι, καὶ ἀσέμνως καὶ μετὰ πολλῆς ἔφευγον ἀκοσμίας. Εἴποντο δὲ Ῥωμαῖοι, καὶ ἅπαν τὸ πεδίον νεκρῶν ἐμπεπλήκασιν. Ἥλωσαν δὲ καὶ ζωγρίαι τῶν πεσόντων πλείους. Εγένοντο δὲ καὶ πλὴν ὀλίγων πάντες οἱ περιλειφθέντες τραυματίαι. Καὶ οὐδεὶς ἂν διέδρα τὸν κίνδυνον [Ρ. ] εἰ μὴ νὺξ ἐπιγενομένη ἐπέσχε τῆς διώξεως τοὺς Ῥωμαίους. Καὶ τῶν μὲν βαρβάρων ἐκ τοσούτων μυριάδων ὀλίγοι παντελῶς διεγένοντο. Ῥωμαῖοι δὲ ἔπεσον ἐν τῇ μάχῃ κε', τραυματίαι δ᾽ ἐγέ νον τοὁμοῦ τι σύμπαντες. Οὔπω τέλος εἶχε τῷ Σκληρῷ τὰ τοῦ Σκυθικοῦ πολέμου, οὐδὲ προσεγένετο τοῖς Ῥωμαίοις τὸν ἐκ τῆς μάχης ἀποπλύνασθαι λύθρον, καὶ γράμματα ἐφοίτα βασιλικά μετάκλητον ποιοῦντα εἰς βασιλέα
col. 123–124page 54 of 174
PG 122:123εἶτα προδεδωκότων, κατηνέχθη πρὸς ὕπνον ἤδη δοῦκα ἄρχοντα στρατηγόν δπύκας Θεῖος Εφεστρις νυκτὸς ἐπιστάσης. Ἔδοξεν οὖν ὑπνώττων ἀγανακτεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάντων διαλέγεσθαι τῷ Θεῷ, «Δίκασον, Κύριε, λέγων, τοὺς ἀδικοῦντάς με.» Ἐν ᾧ δὲ ἔμελλε τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε γὰρ ὁ Σκληρός προειληφέναι τὸ ἐπίλοιπον τῆς ᾠδῆς. Διαναστάς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὠλισθηκώς, ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. Γνωσθέντος δὲ τοῦ δραμοῦ τῷ μαγίστρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὔζωνοι καταταχῆσαι και καταλαβεῖν αὐτὸν πρὸ τοῦ εἰς τοῦ φρούριον εἰσελθεῖν· οἵτινες συντόνῳ χρησάμενοι τῇ διώξει καταταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρου ρίου προσεγγίζειν υπωρείαις. Εἴς δὲ τούτων τολμη προφέρων καὶ γενναιότητι, τοὔνομα Κωνσταντίνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπών μετὰ συντονίας ἐπήρχετο τῷ Φωκά, όπισθεν οὐρα αγοῦντι οῶν ἑαυτοῦ, καὶ ἤν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. Τοῦτον πόρρωθεν ἰδὼν καὶ γνωρίσας ὁ Χάρων ὕβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσε μένειν κελεύων μικρὸν ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. Ὁ δὲ τῶν ὕβρεων ἐπακούων, καὶ ὅστις ὁ λέ γων μὴ ἀγνοήσας, ἐπισχών τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστραφείς, ο Εδει σε, ὦ ἄνθρωης, ἔφη, τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τύ χης μὴ προσονειδίζειν, μηδ' ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς ἐξ αὐτῆς ἐπηρείαις ἠναγκασμένῳ, ἀλλ' οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυχοῦντά με πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον δὲ Καίσαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνωτέρω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ ] ἀκληρήμασι. Τοῦ δὲ, «Καλὰ ταῦτα, ὦ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους απατηθῆναι, εἰπόντος, ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογοδρίοις, καὶ τὸν ἵππον μυωπίζοντος καὶ θρασύτερον προσ ιόντος, σπασάμενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὑπαντιάσας παίει τοῦ τον κατὰ τοῦ κράνους, καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυτίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλικὸν εἴχετο τῆς ὁδοῦ. Οἱ δὲ διώκοντες κατόπιν ἐρχόμενοι, καὶ ἔνθα ὁ Χάρων τεθνηκώς ἔκειτο γενό
col. 125–126page 55 of 174
PG 122:125μενοι, καὶ τῷ ἀνυποστάτῳ τοῦ πτώματος ἐκπληττόμενοι πάντες ἵστων τὴν δίωξιν, μηδενὸς τολμῶντος προσωτέρω ἰέναι. Καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. Παρεγένετο μετὰ ταῦτα καὶ ὁ Σκληρός, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ᾽ ὅρκων γράφων ὡς κηδεστοῦ (νύμφην γὰρ ἐπὶ τῷ ἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφὴν Σοφίαν), καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. Ορκους οὖν λαβὼν ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκληρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. Ον μηδὲν ἄλλο παθόντα κακόν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὑπερορίζει ὁ βασιλεύς. Τὸν δὲ Σκληρὸν εὐζώνως μετὰ τῶν κούφων ταγμάτων διαβῆναι πάλιν κελεύει πρὸς τὴν Ἑσπέραν. Αγεται δὲ ἑαυτῷ γυναῖκα ὁ Ἰωάννης Θεοδώραν τὴν ἀδελφὴν Ῥωμανοῦ, θυγατέρα δὲ τοῦ πορφυρογεννήτου Κωνσταντίνου· καὶ ταύτῃ τῇ πράξει μεγάλως εὔφρανε τοὺς πολίτας ὡς τὸ τῆς βασιλείας κράτος περιφυλάττων τῷ γένει. η Δευτέρῳ δὲ ἔτει τῆς βασιλείας αὐτοῦ μέλλων ἐκε στρατεύειν κατὰ τῶν Ῥὼς τά τε στρατεύματα φιλο τιμίαις ἀνελάμβανε, καὶ στρατηγοὺς ἐφίστα ἐπὶ συν έσει καὶ ἐμπειρίᾳ στρατηγημάτων βεβοημένους, καὶ τῶν ἄλλων ἐπεμελεῖτο παρασκευῶν, ἵνα μηδενὸς σπα νίζοι τὸ στράτευμα. Επεμελήθη δὲ καὶ τοῦ στόλου διὰ λέοντος τοῦ μετὰ ταῦτα πρωτοβεστιαρίου, δρουγο γαρίου τότε τῶν πλωίμων τυγχάνοντος, τὰ μὲν παλαιὰ ἐπισκευάσας, κατασκευάσας δὲ καὶ ἄλλα καινὰ καὶ στόλον ἀξιόλογον καταστησάμενος. Ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ ἔαρος ἐπιστάντος, τῷ Θεῷ τὰ ἐξιτήρια θύσας καὶ συνταξάμενος τοῖς πολίταις ἔξεισι τῆς βασιλίδος. Γενομένῳ δ' αὐτῷ κατὰ τὴν Ραιδεστὸν δύο συναντῶσι πρεσβευταί τῶν Σκυθῶν, τῷ δοκεῖν μὲν πρεσβείαν ἀποπληροῦντες, ἔργῳ δὲ τὰ Ρωμαίων ἐλθόντες κατασκοπῆσαι πράγματα· οὓς ὀνειδίζοντας καὶ ἄδικα πάσχειν ἐπιβοωμένους προσ ἔταξεν ὁ βασιλεὺς περιελθεῖν ἅπαν τὸ στρατόπεδον καὶ θεωρούς γενέσθαι τῶν τάξεων (οὐδὲ γὰρ ἡγνόησε τῆς ἀφίξεως τὴν αἰτίαν). [Ρ. ] περιελθόντας δὲ καὶ πάντα κατασκοπήσαντας ἀπαλλάττεσθαι παρ εκελεύετο, καὶ τῷ σφῶν ἡγουμένῳ λέγειν ὡς μετὰ τοιαύτης ευκοσμίας καὶ πειθηνίου λαοῦ ὁ Ῥωμαίων βασιλεὺς ἔρχεται ωχυρωμένος πολεμήσων αὐτῷ. Καὶ τοὺς μὲν πρεσβευτὰς ὑποχωρῆσαι πεποίηκεν οὕτως, αὐτὸς δὲ κατόπιν εὐζώνους λαβών, πεζοὺς μὲν ἀμφὶ τὰς πέντε χιλιάδας ἱππεῖς δὲ εἰς τετρακισχιλίους, Ο τὸ δὲ λοιπὸν ἅπαν πλῆθος σχολαίως ἕπεσθαι κελεύσας μετὰ Βασιλείου τοῦ παρακοιμωμένου, τὸν Δῆμον δια βὰς ἀπρόοπτος εἰς τὴν πολεμίαν διαβαίνει καὶ ἐσβάλο λει, καὶ ἐγγὺς τῆς πόλεως τῆς μεγάλης Περσθλάβας, ἥτις εἶχε τὰ τῶν Βουλγάρων βασίλεια, τὴν στρατοπεδείαν ἐπήξατο. Τοῦτο αἰφνιδίως γενόμενον τοὺς μὲν Σκύθας εἰς ἔκστασιν καὶ ἀμηχανίαν ἐνέβαλε, Καλόκυρος δὲ ὁ τῶν παρόντων κακῶν πρωτουργός τε καὶ απ τιος, μηδὲ τὴν τῆς σάλπιγγος ἠχὴν ἐνωτίσασθαι καρ τερήσας ἔτυχε γὰρ καὶ οὗτος ἐκεῖσε ἐνδιατρίβων), ἐπείπερ ᾔσθετο τὸν βασιλέα παραγενέσθαι αὐτὸν αὐτουργὸν ἐσόμενον τοῦ πολέμου, λάθρα τοῦ ἄστεος ὑπεκδὺς πρὸς τὴν παρεμβολὴν ἀποδιδράσκει τῶν Ῥώς. Ὃν ἰδόντες οὗτοι, καὶ τὴν τοῦ βασιλέως πυθόμενοι ἄφιξιν, ἐς ταραχὴν οὐ μετρίαν ἐνέπιπτον, ἀναλαβόντες δ᾽ ὅμως ἑαυτούς, τοῦ Σφενδοσθλάβου πολλὰ παραινε. τικά βήματα καὶ τῷ καιρῷ δημηγορήσαντος πρόσ φορά, ἀφικνοῦνται καὶ παραστρατοπεδεύονται τοῖς Ρωμαίοις. Τέως δὲ τὸ συνὸν τῷ βασιλεῖ στράτευμα
col. 127–128page 56 of 174
PG 122:127εἰς τὸ πρὸ τῆς πόλεως πεδίον παραγενόμενοι αἰφνι Θαυ μάζω εἴπερ οὐκ ἦν τότε τοῖς βαρβάροις δόρυ στιβαρόν, δι' οὗ τὸν τοιοῦτον ἄν ἐκώλυσαν τῆς ἀναβάσεως. δίως μηδὲν προσδοκῶσι τοῖς πολεμίοις έμπίπτουσι, καταλαμβάνουσι δὲ ἔξω τειχῶν τὴν ἐνόπλιον παιδείαν γυμναζομένους ἄνδρας εἰς ὀκτακισχιλίους καὶ πεντ τακοσίους ἀριθμουμένους, οἵτινες ἐπὶ χρόνον τινὰ ἀντισχόντες, εἶτα καταπονηθέντες ἔφευγον· καὶ οἱ μὲν ἀκλεῶς ἀνῃρέθησαν, οἱ δὲ εἰς τὴν πόλιν διασώζονται. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, οἱ ἔνδον ὄντες τῆς πόλεως Σκύθαι, τὴν ἀπρόοπτον ἐπέλευσιν αἰσθόμενοι τῶν Ῥωμαίων καὶ τὴν πρὸς τοὺς σφετέρους συμ πλοκὴν, ἕκαστος ὡς ὁ καιρὸς ἐδίδου τὸ προστυχόν λαμβάνοντες ὅπλον ἐξήεσαν εἰς βοήθειαν. Ούς συν αντῶντες οἱ Ρωμαῖοι, ἀσύντακτον καὶ διεσπασμένην τὴν πορείαν ποιοῦντας, ἔκτεινον. Διὸ μηδ' ἀντι σχεῖν καὶ ἐπὶ μικρόν χρόνον δυνηθέντες κλίνουσιν εἰς φυγήν. Προδραμόντων δὲ τῶν ἱππέων τῆς Ῥω μαίων φάλαγγος καὶ τὴν ἐς τὴν πόλιν φέρουσαν ἐπι τειχισάντων, ἀνὰ τὸ πεδίον ἐσκεδασμένοι φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, ὡς ἅπαντα τὰ ὁμαλὰ πληρωθῆναι νεκρῶν, ζωγρίας δὲ ἁλῶναι ἀρι θμοῦ κρείττους. Σφάγελλος δὲ ὁ πάσης τῆς ἐν Περ σθλάδα στρατιᾶς ἐξηγούμενος (ἐτάττετο δε δεύτερος μετὰ τὸν Σφενδοσυλάβον ἐν Σκύθαις), καὶ περὶ αὐτῆς, ὡς εἰκὸς, δείσας τῆς πόλεως, τὰς πύλας ἀποκλείσας καὶ μοχλοῖς ἐξασφαλισάμενος ἄνεισιν εἰς τὸ τεῖ χος, [Ρ· ] καὶ παντοίοις βέλεσι καὶ λίθοις τοὺς ἐπιόντας Ῥωμαίους ήμύνετο. Νύξ μὲν οὖν ἐπιγενομένη διέλυσε τὴν πολιορκίαν, ἕωθεν δὲ ὁ πρόεδρος Βασίλειος ἀνεφάνη μετὰ τοῦ κατόπιν παντὸς πλή θους· καὶ ὁ βασιλεὺς τῇ τούτου ἐλεύσει περιχαρής γενόμενος ἄνεισιν ἐπί τινος γεωλόφου, ὡς εἴη τοῖς Σκύθαις καταφανής, τὰ δὲ πλήθη ἐς ταυτὸ συνελθόντα ἐκύκλουν τὴν πόλιν. Ὡς δὲ πολλὰ τοῦ βασιλέως παρακαλοῦντος ἐνδοῦναι τῆς ἐνστάσεως καὶ μὴ ἄρ δὴν ἀπολωλέναι, οὐκ ἐπείθοντο κατιέναι τοῦ τείχους, θυμοῦ δικαίου πλησθέντες οἱ Ῥωμαῖοι εἴχοντο τῆς πολιορκίας, τόξοις τε τοὺς ἄνωθεν εἴργοντες καὶ κλί μακας τοῖς τείχεσι προσερείδοντες. Και τις στρατιώ της γεννάδας, ξίφος τῇ δεξιᾷ κατέχων καὶ τῇ λαι ἄνωθεν τῆς κεφαλῆς τὴν ἀσπίδα προβεβλημένος, πρῶτος διὰ μιᾶς τῶν κλιμάκων ἀναρριχώμενος, καὶ τῇ μὲν ἀσπίδι τὰς βολὰς ἀποκρουόμενος, τῷ δὲ ξίφει τοὺς ἐπιόντας καὶ κωλύοντας ἀμυνόμενος, ἄνεισι διὰ τῶν ἐπάλξεων, καὶ τοὺς ἐκεῖσε πάντας διασκεδάσας ἄδειαν ἀνόδου τοῖς κατόπιν παρέσχετο ὃν μιμησάμενος ἄλλος καὶ αὖ ἄλλος καὶ πολλοὶ ἕτεροι ἀνῆλθον. Καὶ συνασπισμοῦ γενομένου οἱ Σκύ θαι κατισχυόμενοι ἑαυτοὺς ἀπὸ τῶν τειχῶν κατεκρήμνιζον. Πολλοὶ δὲ καὶ Ῥωμαῖοι κατὰ ζῆλον τῶν προς τῶν ἀδυνάτων.
col. 129–130page 57 of 174
PG 122:129τέρων καὶ ἐν διαφόροις τόποις διὰ κλιμάκων ἀνέβαινον εἰς τὸ τεῖχος. Καὶ τῶν Σκυθῶν θορυβουμένων ἔλαθόν τινες ἀμογητὶ πρὸς τὰς πύλας ἐλθεῖν, καὶ ταύτας ἀναπετάσαντες εἰσῆγον τὸ στράτευμα. Καὶ τοῦτον τὸν τρόπον τῆς πόλεως ἁλούσης οἱ μὲν Σκύθαι ἀνὰ τοὺς στενωποὺς φεύγοντες καὶ καταλαμβανόμενοι ἀνᾑροῦντο, γυναῖκες δὲ καὶ παιδία ᾐχμαλωτίζοντο. Βάλω δὲ καὶ Βορίσης ὁ βασιλεὺς τῶν Βουλγάρων ἅμα γυναικὶ καὶ τέκνοις, ὅτι τὰ παράσημα φέρων τῆς βασιλείας, καὶ εἰς βασιλέα ἀπήχθη. Τούτῳ δὲ ὁ βασιλεὺς φιλανθρώπως ἐχρήσατο, αὐτόν τα βασιλέα Βουλγάρων ἀποκαλῶν, καὶ πάντας τοὺς ᾿Αλισκομένους Βουλγάρους ἀνέτους ἀφιεὶς καὶ ἐλευθέρους ὅπη καὶ βούλοιντο ἀπιέναι, οὐκ ἐπὶ δουλείᾳ φάσκων Βουλγάρων, ἀλλ᾽ ἐπ᾿ ἐλευθερία μᾶλλον ἀφίξεσθαι, Ρὼς δὲ μόνους γινώσκειν ἐχθροὺς καὶ τούτοις χρῆσθαι ὡς πολεμίοις. Οἱ δὲ τῶν Σκυθῶν γενναιότεροι οχύρωμά τι κατειληφότες ἐντὸς τῶν τῆς πόλεως βασιλείων, ὀκτακισχίλιοι τὸν ἀριθμὸν, ἐπί τινα χρόνον ἐλάνθανον, καὶ πολλοὺς τῶν καθ᾽ ἱστορίαν ἐκεῖσε γενομένων ἢ σκύ λων ἁρπαγὴν ἀσυμφανῶς κρατοῦντες ἀπέκτεινον. Οὗ γνωσθέντος τῷ βασιλεῖ στρατὸς ἐπ᾿ αὐτοὺς ἐστέλο λετο ἀξιόμαχος. Οκνηρῶς δὲ εἶχον οἱ πεμπόμενοι, καὶ τῆς πολιορκίας ἐδειλίων ἀποπειρᾶσθαι, οὐκ β ἐπειδὴ τοὺς Ρὼς ἐφοβοῦντο, ἀλλ᾽ ἐπειδὴ ὁ τόπος ὀχυρὸς ἦν καὶ ἀνάλωτος. [Ρ. ] Καὶ τοῦτο δὲ ὁ βασιλεὺς εὐχερῶς διελύσατο, τὰ ὅπλὰ λαβὼν καὶ πεζὸς ἔμπροσθεν τῶν ἄλλων προπορευόμενος· τοῦτο γὰρ ἰδόντες οἱ στρατιῶται αθρόοι τὰ ὅπλα λαβόντες ἔθεον, ἕκαστος τὸν βασιλέα προλαβεῖν ἐπειγόμενοι, καὶ μετὰ βοῆς καὶ ἀλαλαγμοῦ τῷ φρουρίῳ προσβάλλουσιν· Ἐκθύμως δὲ τῶν Ῥὼς ὑπομενόντων τὴν που λιορκίαν, πῦρ εἰς πολλὰ μέρη ὑφάψαντες, οὕτω τοὺς ἀνθισταμένους κατηγωνίσαντο μὴ στέγοντες γὰρ τὴν τοῦ πυρὸς δύναμιν καὶ τὴν Ῥωμαϊκὴν χεῖρα, ἕκαστος ἑαυτὸν κρημνίζοντες ἀπεδίδρασκον· καὶ πολλοὶ μὲν ἀνήλωντο τῷ πυρί, πολλοὶ δὲ κρημνιζόμενοι ἀπώλοντο, τοὺς δὲ λοιποὺς μάχαιρα καὶ αἰχμαλωσία διεδέξαντο. Καὶ ἡ μὲν πόλις τοῦτον δάλω τὸν τρόπον, εν δυσὶν ὅλαις ἡμέραις μὴ ἀντισχοῦσα ταύτην δ᾽ ἀλοῦσαν ἀνακτησάμενος ὁ βασιλεὺς, καὶ φρουρὰν ἀξιόλογον ἐπιστήσας, καὶ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια δαψιλῶς παρασκευασάμενος, καὶ τὴν τῆς ἁγίας ᾿Αναστασίας τελέσας ἑορτὴν, καὶ ἐξ ἑαυτοῦ Ἰωαννούπολιν μετονομάσας τὴν πόλιν, τῇ ἐπαύριον τῆς ἐπὶ τὸ Δορόστολον, ὃ και Αρίστρα καλεῖται. εἴχετο, πορείας. Ὁ δὲ Σφενδοσθλάδος τὴν τῆς Περσθλάδας πυθός μενος ἅλωσιν εἰς ταραχὴν ἐνέπεσεν, ὡς εἰκὸς, οὐ μήν γε καὶ τοῦ φρονήματος καθυφῆκεν, ἀλλὰ παρα θαρρύνας τοὺς περὶ αὐτὸν, καὶ νῦν μᾶλλον ἀγαθοὺς ἄνδρας ἀναφανῆναι παρακαλέσας, τἆλλα τε ὡς ἐνῆν καταστησάμενος, καὶ πάντας οὓς εἶχεν ἐν ὑποψία τῶν Βουλγάρων ἀμφὶ τοὺς τριακοσίους ὄντας τὴν ἀριθμὸν ἀνελών, ἔξεισι κατὰ Ῥωμαίων. Ὁ δὲ βασι λεὺς τὰς ἐν τῇ παρόδῳ πόλεις ἑλὼν καὶ στρατηγοὺς αὐταῖς ἐπιστήσας, πολλά τε φρούρια καὶ πολίσματα ἐκπορθήσας καὶ τοῖς στρατιώταις εἰς ἁρπαγὴν δεδω κώς, εἴχετο τῆς ὀδού. Τῶν δὲ σκοπῶν ἥκειν φρασάν των Σκύθας τινάς, λαὸν ἐπίλεκτον ἐκπέμπει. Θεόδω αναστασίας, αναστασίαν, αναστάσεως η Αναστασίας αναστάσεως
col. 131–132page 58 of 174
PG 122:131ρόν τε τὸν ἐκ Μισθείας αὐτῶν τῷ πλήθει ἀρχηγὸν ἐπιστήσας προηγεῖσθαι ἐπέσκηψε τοῦ στρατοῦ, κατα σκοπείν τε τὸ πλῆθος τῶν ἐναντίων καὶ αὐτῷ διδό και γνώσιν, εἰ προχωροίη δὲ, καὶ διάπειραν τῆς αὐτ τῶν ἰσχύος ἀκροβολισάμενον ειληφέναι· αὐτὸς δὲ κατόπιν είπετο συντεταγμένος μετὰ πάσης τῆς στρατιᾶς. Οἱ σὺν τῷ Θεοδώρῳ γοῦν ἐπείπερ εἰς χεῖρας ἦλθον τοῖς πολεμίοις, ἐμπίπτουσι τούτοις ραγδαῖοι. Οἱ δὲ Ῥὼς ἀνέδραν εὐλαβηθέντες πρόσω μὲν οὐκέτι ἐχώρουν, πολλῶν δὲ πληγέντων και τινων δὲ πεσόντων ἐκκλίναντες ἐς τὰ πλησίον σκεδάννυνται ὄρη καὶ τὰς ἐκεῖσε νάπας βαθείας καὶ ἀμφιλαφεῖς τυγχανούσας, καὶ διὰ τῆς ὀρεινῆς ἐπὶ τὴν Αρίστραν ἐπανασώζονται. Ησαν δὲ τὸ πλῆθος οὗτοι ἐπτακια χίλιοι, οἱ δὲ τούτοις συμπλακέντες καὶ τρεψάμενοι Ῥωμαῖοι τὸν ἀριθμὸν τριακόσιοι. Ενωθέντες δ' οι Σκύθαι τῷ Σφενδοσολάβῳ, καὶ τοῦτον ἐκεῖθεν ἀνα στήσαντες μετὰ παντὸς τοῦ στρατοῦ, πρὸ δώδεκα 899 τοῦ Δοροστόλου μιλίων αὐλίζονται, ἐς τριακοσίας καὶ τριάκοντα χιλιάδας ἀριθμούμενοι [Ρ. καὶ τὸν βασιλέα ἐπιόντα ἐκθύμως καὶ ῥωμαλέως ἐκδεχόμενοι. Οἱ δὲ Ῥωμαῖοι ταῖς ἐξ ὑπογύου νίκαις γαυρούμενοι καὶ τὴν τὰ πάντα κρῖναι μέλλουσαν μάχην προσδεχόμενοι, εἰδότες δ᾽ ὅτι καὶ Θεὸν συλλήπτορα ἔξουσιν, οὐ τοῖς ἀδίκων χειρῶν ἄρχουσι φιλοῦντα, ἀλλὰ τοῖς ἀδικουμένοις διὰ παντὸς ἐπαρήγειν, οὐ μόνον οἱ εὐψυχότεροι, ἤδη δὲ καὶ οἱ καταπλῆγες καὶ μαλακοὶ τὰς ψυχὰς πρόθυμοι καὶ θαῤῥαλέοι ἐγίνοντο καὶ πρὸς τὴν συμπλοκὴν λίαν ἐσφάδαζον. Εἰς ὄψιν δὲ τῶν στρατευμάτων ἀλλήλοις γενομένων, καὶ λό γοις παρακλητικοῖς τοῦ τε βασιλέως καὶ τοῦ Σφεν δοσθλάδου τοὺς οἰκείους ἐπιῤῥωσάντων καὶ τὰ τῷ καιρῷ πρόσφορα παρακελευσαμένων, ὡς αἱ σάλπιγγες τὸ ἐνυάλιον ἤχησαν, συῤῥήγνυται ἀλλήλοις τὰ πλήθη τὴν αὐτὴν ἔχοντα προθυμίαν. Καὶ κατὰ μὲν τὴν πρώτην προσβολήν οἱ Ρωμαῖοι μετὰ βύμης ἐπενεχθέντες σφοδρᾶς καὶ πολλοὺς καταλαβόντες τὰς βαρβαρικές τάξεις κατέσεισαν· οὐ μήν γε και ὑπαγωγὴ τῶν ἐναντίων ἐγένετο οὔτε τῶν Ῥωμαίων λαμπρὸς διωγμός, ἀλλ᾽ ἐπιβρώσαντες πάλιν ἑαυτοὺς οἱ Σκύθαι αὖθις ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς Ῥω μαίοις. Καὶ μέχρι μὲν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών, ἤδη δὲ περὶ δείλην ἀψίαν τῆς ἡμέρας οὔσης οἱ Ρω μαῖοι παρακαλέσαντες ἀλλήλους καὶ τρόπον τινὰ ; στομώσαντες ταῖς παραινέσεσιν ἐπέβρισαν τῷ εὐων νύμῳ κέρατι τῶν Σκυθῶν, καὶ πολλοὺς τῷ ἀνυποστάτῳ κατέβαλον τῆς ὀρμῆς. Συνισταμένων δὲ τῶν Ρὼς ἐπὶ τὸ πεπονηκός, τῶν περὶ αὐτὸν ὁ βασιλεὺς εἰς ἐπικουρίαν ἐκπέμπει τινὰς, κατόπιν δὲ καὶ αὐτὸς εἴπετο ἀνακεκαλυμμένοις τοῖς παρασήμοις τῆς βασιλείας, τὸ δόρυ διηγκωνισμένος, τόν τε ἵππον κεν τρίζων θαμὰ καὶ τῇ βοῇ διεγείρων τους στρατιώτας. Αγῶνος δὲ καρτεροῦ συστάντος καὶ πολλὰς μετακλίσεις δεξαμένης τῆς μάχης (δυοκαίδεκα γάρ φησι τροπὰς δέξασθαι τὸν ἀγῶνα), μόλις οἱ Ῥὼς ἀπειρηκότες πρὸς τοὺς κινδύνους ἀκόσμῳ φυγῇ πρὸς τὸ πεδίον ἐσκίδναντο· οἷς οἱ Ρωμαῖοι ἐπόμενοι τοὺς καταλαμβανομένους ανήλισκον. Επεσον οὖν πολλοὶ, καὶ πλείους ἑάλωσαν. Ὅσοι δὲ διαδρᾶναι τὸν κίνδυνον ἴσχυσαν, εἰς τὸ Δορόστολον διασώζονται. Ὁ δὲ βασιλεὺς τὰ ἐπινικία θύσας τῳ καλλινίκῳ μάρτυρι Γεωργίῳ (ἦν γὰρ κατὰ τὴν ἡμέραν τῆς αὐτοῦ μνήμης συῤῥάξας τοῖς πολεμίοις) τῇ ἐπιούσῃ καὶ αὐτὸς τῆς πρὸς τὸ Δορόστολον ἥψατο, ἐκεῖσέ τε γενόμενος στρατοπεδείαν ἐπιήξατο ὀχυράν. Οὐ μέντο
col. 133–134page 59 of 174
PG 122:133γε καὶ πολιορκίας ἥψατο, δεδιώς μή πως ἀφυλάκτου τοῦ ποταμοῦ τυγχάνοντος ἀποδρᾶσαι μετὰ τῶν νηῶν δυνηθείεν οἱ Ρώς· αὐλισάμενος δὲ προσέμενε τὸν Ρωμαϊκὸν στόλον. Ἐν τῷ μεταξὺ δὲ ὁ Σφενδοσθλά ος οὓς κατεῖχε ζωγρίας Βουλγάρους, ἀμφὶ τὰς κ' χια λιάδας ἀριθμουμένους, σιδηροπέδαις καὶ ἄλλοις δεσμοῖς ἡσφαλίσατο, ἐπανάστασιν φοβηθείς, καὶ πρὸς ὑποδοχὴν ηὐτρεπίζετο τῆς πολιορκίας. Ηδη δὲ καὶ τοῦ στόλου καταλαβόντος ἐπεχείρει τῇ τειχομαχία ὁ βασιλεὺς, [Ρ. ] καὶ πολλάκις ἐπεκδραμόντας τοὺς Σκύθας ἐτρέψατο. Μιᾷ δὲ τῶν ἡμερῶν σκεδασθεῖσι τοῖς Ῥωμαίοις εἰς ἄριστον περὶ δείλην ὀψίαν οἱ βάρβαροι, εἰς δύο διαιρεθέντες μέρη, ἱππεῖς καὶ πεζοὶ ἐκ πυλίδων δύο τῆς πόλεως, τῆς τε κατὰ ἀνα τολὰς, ἣν φρουρεῖν ἐτέτακτο Πέτρος ὁ στρατοπεδάρχης δ μετὰ θρῶν καὶ Μακεδόνων, καὶ τῆς πρὸς δύσιν, όπου Βάρδας ὁ Σκληρός μετὰ τῶν Εῴων δυνάμεων τὴν φυλακὴν ἐπετέτραπτο, ἐξῆλθον παραταξάμενοι, τότε πρῶτον φανέντες ἔφιπποι· τὰς γὰρ προηγησαμένας μάχας πεζοί διηγωνίσαντο. Οὓς εὐρώστως οἱ Ρωμαίοι δεξάμενοι ἐκθύμως ἐμάχοντο· καὶ μέχρι πολλοῦ ἰσοτάλαντος ἦν ὁ ἀγών. Τέλος δὲ τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τρέπουσι τοὺς βαρβάρους καὶ πρὸς τεῖχος συγκλείουσι, πολλῶν κἂν τῷ ἀγῶνι τῷδε περ σόντων, καὶ μᾶλλον ἱππέων, μηδενὸς δὲ τῶν Ρω μαίων τραυματισθέντος, ἀλλ᾽ ἢ μόνων ἵππων πεσόν των τριῶν. Οὕτω δὲ θραυσθέντες οἱ βάρβαροι καὶ εἴσω τείχους συνελαθέντες νυκτὸς ἐπιγενομένης δια ενυκτέρευον ἄγρυπνοι, καὶ τοὺς ἐν τῇ μάχῃ πεσόντας ἀπωλοφύροντο ἀγρίοις καὶ φρικώδεσιν ὁδυρμοῖς, ὡς δοκεῖν τοὺς ἀκούοντας θηρίων είναι βρυχηθμούς καὶ ὠρυγὰς, ἀλλ' οὐ θρήνους ἀνθρώπων καὶ οἰμωγάς. Ημέρας δὲ άρτι διαγελώσης πάντας τοὺς ἔν τισι φρουρίοις εἰς φυλακὴν ἐσκεδασμένους ἀνεκαλοῦντο ἐς τὸ Δορόστολον, καὶ ταχέως ἧκον μετακληθέντες. Καὶ ὁ βασιλεὺς δὲ ἀνειληφὼς ὅλην τὴν δύναμιν ἦλθεν εἰς τὸ πρὸ τῆς πόλεως πεδίον, καὶ πρὸς πόλεμον ἠρέθιζε τοὺς βαρβάρους. Ἐπεὶ δὲ μὴ ἐξῄεσαν, εἰς τὸ στρατόπεδον ὑποστρέψας ἡσυχίαν ἤγε. Καὶ προσῆλθον αὐτῷ πρέσβεις ἐκ Κωνσταντείας καὶ τῶν ἄλλων φρουρίων τῶν πέραν ιδρυμένων τοῦ Ἴστρου, ἀμνηστίαν κακῶν αὐτούμενοι καὶ ἑαυτοὺς ἐγχειρίζοντες σὺν τοῖς ὀχυ ρώμασιν· οὓς προσηνῶς δεξάμενος ἀπέστειλε τοὺς παραληψομένους τὰ φρούρια καὶ στρατιὰν ἀποχρῶσαν εἰς τὴν αὐτῶν φυλακήν. Ηδη δὲ ἑσπέρας καταλαβούσης τὰς πάσας πύλας τῆς πόλεως ἀναπετάσαντες οἱ Ῥὼς, πολλῷ τῶν προτέρων πλείονες ὄντες, ἐπι πίπτουσι τοῖς Ῥωμαίοις ἀνελπίστως διὰ τὴν νύκτα διάγουσι· καὶ κατὰ μὲν τὴν πρώτην συμβολὴν ἔδοξαν προτερῆσαι, μετὰ μικρὸν δὲ ὑπερέσχον Ῥωμαῖοι. Ως γάρ συνέβη πεσεῖν τὸν Σφάγελλον ἡρωϊκῶς ἀγω νιζόμενον, συνεχύθησαν τῇ τοῦ πεσόντος στερήσει καὶ τὰς ὁρμὰς ἐχαυνώθησαν. Ομως ἀνένδοτοι παρ' ὅλην τὴν νύκτα διέμειναν καὶ τὴν ἐπιοῦσαν ἡμέραν μέχρι σταθηρᾶς μεσημβρίας. Τότε δὴ τοῦ βασιλέως δύναμιν πεπομφότος ἐφ᾽ ᾧ τοῖς βαρβάροις ἀποκλεῖσαι τὴν εἰς τὴν πόλιν εἴσοδον, γνόντες οἱ Ρὼς ἔκλιο ναν εἰς φυγὴν, καὶ τὰς πρὸς τὴν πόλιν εἰσόδους ἐπι τετειχισμένας εὑρόντες ἔφευγον διὰ τοῦ πεδίου καὶ
col. 135–136page 60 of 174
PG 122:135καταλαμβανόμενοι ἀνηροῦντο. Ὁ δὲ Σφενδοσυλάβος νυκτὸς ἐπιγενομένης διώρυγι βαθεία τὸ τῆς πόλεως ἐστεφάνωσε τεῖχος, [Ρ. ἵνα μὴ εὐχερῶς ἔχοιεν οἱ Ρωμαῖοι μεθ᾽ ὁρμῆς τῷ τῆς πόλεως τείχει προσ πελάζειν. Καὶ οὕτω τὴν πόλιν ἀσφαλισάμενος ἔγνω 408 δεῖν εὐψυχότατα τὴν πολιορκίαν προσδέχεσθαι. Επει δὲ τὸ πλέον τῆς στρατιᾶς διέκειτο κακῶς ἀπὸ τῶν τραυμάτων, συνεπελάμβανε δὲ καὶ λιμὸς ἤδη τῶν ἀναγκαίων δαπανηθέντων αὐτοῖς, και μηδ' ἔξωθεν τὰ πρὸς χρείαν συνεχωροῦντο αὐτοῖς εἰσκομίζεσθαι παρὰ τῶν Ῥωμαίων, νύκτα βαθεῖαν καὶ ἀσέληνον ἐπιτηρήσεις ὁ Σφενδοσβλάβος, καθ᾿ ἣν δετός τε ραγδαῖος ἐξ οὐρανοῦ κατηνέχθη καὶ χάλαζα φοβερά ἐπεῤῥάγη καὶ βρονταὶ καὶ ἀστραπαὶ φρικωδέσταται. μονοξύλοις έμβὰς μετὰ δισχιλίων ἀνδρῶν ἔξεισιν εἰς ἐπισιτισμόν. Συλλεξάμενοι δὲ ὅθεν εὐπόρηκεν ἕκαστος σῖτον καὶ κέγχρον καὶ εἴδη ἄλλα συνεκτικὰ τῆς ζωῆς, ἀνήγοντο διὰ τοῦ ποταμοῦ τοῖς μονοξύλοις εἰς τὸ Δορόστολον. Ἐν δὲ τῷ ἀναπλεῖν θεασάμενοι κατὰ τὸ χείλος τοῦ ποταμοῦ θεράποντας οὐκ ὀλίγους τῶν στρατιωτῶν, τοὺς μὲν ἵππους ποτίζοντας, 65 τοὺς δὲ γορτολογοῦντας, ἄλλους δὲ καὶ ξυλεύοντας, ἀποβάντες τῶν πλοίων διὰ τῆς ὕλης αψοφητί βαδί ζοντες ἀδοκήτως ἐκ τοῦ ἀφανοῦς ἐμπίπτουσιν αὐ τοῖς, καὶ πολλοὺς μὲν τούτων ἀπέκτειναν, τοὺς δὲ ; λοιποὺς ἐπὶ τὰς πλησίον λόχμας σκεδασθῆναι ἀναγκάσαν. Αὖθις δ᾽ εἰς τάς σκάφας ἐμβάντες καὶ οὐρίῳ φερόμενοι πνεύματι πρὸς τὸ Δορόστολον φέρονται. Τοῦτο δὲ γνωσθὲν εἰς μεγάλην ἀνίαν ἐμβάλλει τὸν βασιλέα, καὶ τοὺς ἀρχηγοὺς τοῦ στόλου ἐν αἰτία μεγάλῃ ἔσχεν, ὅτι μὴ ἐπῄσθοντο τοῦ ἐκ Δοροστόλου τῶν βαρβάρων ἀπόπλου· ἐπηπείλησε δὲ καὶ θάνατον αὐτοῖς, εἰ ἔτι ἅπαξ λάθῃ τοιοῦτόν τι γενέσθαι. Καὶ οἱ μὲν τὰς παρ᾽ ἑκάτερα ὄχθας τοῦ ποταμοῦ ἐτήρουν ἐπιμελῶς, ὁ δὲ βασιλεὺς ἐφ' ὅλας πέντε καὶ ἑξήκοντα ἡμέρας τῇ πολιορκί χρησάμενος, καὶ καθ᾿ ἑκάστην πολεμῶν καὶ μὴ ἀνιεὶς. δέον ἑνόμισε διὰ προσεδρείας καὶ λιμοῦ ἀποπειρᾶσθαι τῆς πόλεως. Διὸ καὶ πάντοθεν τάρφοις τὰς ὁδοὺς ἀποκλείσας καὶ φύλακας ἐπιστήσας αὐταῖς, ὡς μή τις ἐξίοι τὰ ἐπιτήδεια κομίσων, ἐκάθητο ἠρεμῶν. Καὶ τὰ μὲν ἐν Δοροστόλω ἐφέρετο τῇδε. η Λέων δὲ ὁ κουροπαλάτης καὶ Νικηφόρος ὁ τούτου παῖς, δοκήσει μὲν, ὡς εἴπομεν ἔμπροσθεν, πηρωθέντες, ἔτι δ' ἀσινεῖς τὰς δράσεις ἔχοντες, εἰς τυραννίδα καὶ αὖθις παρεσκευάζοντο, πολλοὺς τῶν ἐν τῇ πόλει καὶ τῶν ἐν τοῖς βασιλείοις φρουρῶν ὑποφθείραντες. Καὶ ἐπεὶ τὰ κατὰ γνώμην αὐτοῖς ἀπηρτίσθη, πλοῖον μισθωσάμενοι καὶ ἐν αὐτῷ ἐμβάντες ἀπαίρουσι τῆς νήσου ἣν οἰκεῖν κατεκρίθησαν, καὶ πρὸς τὴν ἀντί πορθμον τῆς πόλεως ἤπειρον γίνονται κατὰ τὸ προ άστειον ὃ κατονομάζουσι Πηλαμύδιον, ἐκεῖθεν δὲ περὶ πρώτας ἀλεκτρυόνων ᾠδὲς ἐπὶ τὸ Βυζάντιον ἔρχονται. Ἑνὸς δὲ τῶν συνιστόρων δῆλον θεμένου τὸ ἔργον Λέοντι τῷ δρουγγαρίῳ τοῦ στόλου, τὴν φυλακὴν ἐπισ τετραμμένῳ τῶν βασιλείων σὺν Βασιλείῳ τῷ ῥαίκτωρι, [Ρ. ] ὁ δὲ δύναμιν ἀξιόχρεων ἐπὶ κατα σχέσει τοῦ κουροπαλάτου καὶ τοῦ παιδὸς αὐτοῦ ἐκ πέμπει. Οπερ οὗτοι μαθόντες εἰς τὴν Μεγάλην καταφεύγουσιν Ἐκκλησίαν· ἐκεῖθεν δὲ ἀποσπασθέντες εἰς τὴν Πρώτην νῆσον ἐξαπεστάλησαν, κἀκεῖσε τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν. Μονόξυλα Περὶ τῶν ἀπὸ τῆς Ρωσίας ἐρχομένων Ῥῶς μετὰ τῶν μονοξύλων ἐν ΚΙΙ.
col. 137–138page 61 of 174
PG 122:137Εφάνη δὲ καὶ κατ᾽ ἐκεῖνο καιροῦ καὶ ἄλλο τι ὡς ολον ἄξιον εἶναι διηγήσεως. Πινάκιον ἐκ λίθου Προικοννησίας ἐπὶ παραδείσου τινὸς τῶν συγκλητικῶν εὐρέθη ἀμελῶς ἐῤῥιμμένον, εἰκονισμένας ἔχον δύο ἀνθρώπων μορφὰς ἐπὶ τῆς ἐπιφανείας, μίαν μὲν ἀν δρὸς, ἑτέραν δὲ γυναικός· ἐν δὲ τῷ μετώπῳ τῆς πιο νακίδος ἦν γεγραμμένον ἐπίγραμμα ὧδε πη διεξιόν Ἰωάννου καὶ Θεοδώρας τῶν φιλοχρίστων πολλὰ τὰ ἔτη. Οπερ τινὰς μὲν εἰς ἔκπληξιν ήγεν, ὅπως τὰ ἐνεστῶτα μάλα προεδηλοῦτο σαφῶς· τινὲς δὲ μὴ ἀπηλλάχθαι τὸ πρᾶγμα σκευωρίας καὶ μαγγανείας ἐνόμιζον, τὸν τοῦ παραδείσου δεσπότην διὰ τῆσδε τῆς μηχανῆς τὴν βασιλικὴν πρὸς ἑαυτὸν ἐκκαλεῖσθαι οἰηθέντες προσπάθειαν. Εἴτε δὲ οὕτως ἔχει, εἴτε ἐκεί νως ἡ ἀλήθεια, φράζειν οὐκ ἔχω. Οἱ δὲ Σκύθαι ἔνδοθεν τῷ λιμῷ πιεζόμενοι, ἐκτὸς ὑπὸ τῶν τειχομαχικῶν ἀργάνων κακούμενοι, καὶ κατ' ἐξαίρετον ἐν ἐκείνῳ τῷ τόπῳ ὃν ὁ μάγιστρος Ιωάννης ὁ Ρωμανοῦ τοῦ Κουρκούα υἱὸς φυλάττειν ἐτέτακτο (τὸ γὰρ ἐκεῖσε πετροβόλον ὄργανον οὐ μικρῶς τοὺς ἐντὸς ἐπημαίνετο), ἀποκρίναντές τινας τῶν ἀλκιμωτέρων οπλίτας ψιλοῖς ἐπιμεμιγμένους ἐπὶ το τοιοῦτ τον ἐκπέμπουσιν, ὄργανον, εἴ πως δυνηθείεν αὐτὸ κατεργάσασθαι. Τοῦτο γνοὺς ὁ Κουρκούας, ὅτι κρά τιστον ἦν περὶ αὐτὸν ἀναλαβόμενος, ἐβοήθει διὰ τα χεων. Ες μέσους δὲ τοὺς Σκύθας γενόμενος ἀκοντίῳ βληθέντος αὐτοῦ ἵππου καὶ σὺν αὐτῷ πεπτωκό. τος ἀναιρείται κρεουργηθείς. Οἱ Ρωμαῖοι δὲ ἐπιδραμόντες καὶ τοῖς Ῥὼς συμπλακέντες τό τε ὄργανον #βλαβες διετήρησαν καὶ τοὺσ Σκύθας ὡσάμενοι συν έκλεισαν εἰς τὴν πόλιν. Ἰουλίου δὲ καταλαβόντος μηνός, καὶ εἰκοστὴν ἡμέραν ἄγοντος, ἐξῆλθον οἱ Ῥὼς παμπληθεῖς καὶ τοῖς Ῥωμαίοις συμπλακέντες ἐμάχοντο, παραθαρρύνοντα ἔχοντες καὶ πρὸς τοὺς ἀγῶνας ἀλείφοντα ἄνδρα τινὰ παρὰ Σκύθαις ἐπισημότατον, Ικμορα. μετὰ τοὔνομα Σφάγγελλον τὸν ἀναι ρεθέντα τιμώμενον, οὔτε κατὰ συγγένειαν τὴν ἐξ αίματος ἐν τοῖς μάλιστα ἀγόμενον παρ' αὐτοῖς οὔτε κατὰ συμπάθειαν, ἀλλ᾽ ἐκ μόνης τῆς ἀρετῆς παρὰ πᾶτι σεβόμενον. Τοῦτον ἰδὼν ᾿Ανεμᾶς ὁ τῶν Κρητῶν τοῦ βασιλέως υἱὸς Κουρουπᾶ, εις ῶν τῶν βασι λικών σωματοφυλάκων, αὐτὸν τε εύψυχως ἀγωνιζόμενον καὶ τοὺς λοιποὺς εἰς τοῦτο παρορμῶντα καὶ διεγείραντα καὶ τὰς τῶν Ῥωμαίων τάξεις διαταράσσοντα, μήτε πρὸς τὸ μέγεθος καταπλαγεὶς τοῦ ἀνδρὸς μήτε τὴν ἀλκὴν δειλιάσας, ] ἀλλὰ περικαρδίῳ θέρμῃ ληφθεὶς καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρακινήσας, μεθ' ὁρμῆς ἀκατασχέτου τὸ παρῃωρημένον τῷ μηρῷ αὐτοῦ ξίφος σπασάμενος ἵεται κατὰ τοῦ Σκύθου, καὶ παίει τοῦτον τῷ φασγάνῳ κατὰ τοῦ ἀριστεροῦ ὤμου περὶ τὴν κλεῖδα, καὶ ἀποτέμνει τὸν τὀχένα, ὡς συμβῆναι τὴν κεφαλὴν σὺν τῇ δεξιᾷ χειρὶ ἐκκοπεῖσαν πεσεῖν εἰς τὸ ἔδαφος. Καὶ ὁ μὲν Σκύθης ἀμηρᾶ βασίλειος
col. 139–140page 62 of 174
PG 122:139& ἔκειτο πεσών, ὁ δ' ᾿Ανεμᾶς ἀσινὴς ἐπανῆκεν εἰς τὸ βος αὐτὸς, εἰ μὴ νύξ ἐπιγενομένη τοῦτον ἐῤῥύσατο. γενόμενοι, κωκυτὸν ἐπὶ τῷ τοῦ Ικμορος θανάτῳ σκυλεύοντες οἱ Ῥωμαίοι εὗρον καὶ γυναῖκας ἐν μετὰ τῶν ἀνδρῶν πρὸς Ρωμαίους ἀγωνισαμένας. στρατοπεδον. Ηρθη ἐπὶ τῷ ἔργῳ φωνή παμμιγής, τῶν μὲν Ῥωμαίων ἀλαλαξάντων ἐπὶ τῇ νίκῃ, τῶν δὲ Σκυθὼν ἀσήμως ολολυξάντων καὶ τῆς ἑαυτῶν ὑπενδόντων ἐνστάσεως. Ἐπιβρισάντων δὲ τῶν Ρω μαίὼν εἰς φυγὴν ἔγκεκλίκασι, καὶ ἀκλεῶς εἰς τὴν πόλιν ἐσωζοντο. Ἔπεσον δὲ πολλοὶ κατὰ τήνδε τὴν ἡμέραν, ὑπ' ἀλλήλων τε συμπατούμενοι διὰ τὴν στο νοχωρίαν καὶ ὑπὸ Ῥωμαίων σφαττόμενοι τῷ κατα λαμβάνεσθαι. Μικροῦ δ᾽ ἄν εάλω καὶ ὁ Σφενδοσθλά Οἱ δὲ τὸν κίνδυνον διαδράντες, ἐντὸς τοῦ περιβόλου μέγαν ἐκόψαντο. Τοὺς δὲ πεσόντας τῶν βαρβάρων, τοῖς ἀνηρημένοις κειμένας ἀνδρικῶς ἐσταλμένας καὶ Ἐπεὶ δὲ τοῖς βαρβάροις κακῶς ἐφέρετο τὰ τοῦ πολέμου καὶ ξυμμαχίας ἦν ἐλπὶς οὐδαμοῦ (οἵ τε γὰρ ὁμοφυλοι ἦσαν μακρὰν, καὶ τὰ ὅμορα Βάρβαρα τῶν ἐθνῶν δείσαντα τοὺς Ρωμαίους ἀπείπαντο τὴν βοή θειαν· ἐπελελοίπει δ' αὐτοὺς καὶ τὰ ἐπιπήδεια, καὶ οὐδαμόθεν εἰσκομίσασθαι δυνατὸν ἦν, τοῦ Ῥωμαϊκού στόλου τὰς ὄχθας ἀκριβῶς τηροῦντος τοῦ ποταμοῦ ἐπέῤῥει δὲ καὶ τοῖς Ῥωμαίοις ἑκάστης ἡμέρας ὡς ἔκ τινος ἀφθόνου πηγῆς πάντα τὰ ἀγαθὰ, καὶ ἱππι καὶ καὶ πεζικαὶ δυνάμεις διὰ παντὸς προσετίθεντο καὶ οὐδὲ τοῖς κελητίοις ἑαυτῶν ἐμβάντας ἀποδράναι ἦν δυνατὸν, τῶν διεξόδων, ὡς εἴπομεν, ἀκριβῶς φυλαττομένων), συμβουλὴν συστησάμενοι οἱ μὲν νυκτὸς συνεβούλευον κλέψαι τὴν ἀναχώρησιν, ἄλλοι δὲ δε ξιὰς καὶ πίστεις παρὰ ῾Ρωμαίων αἰτήσασθαι οἷα μὴ ἄλλως δυνατῆς οὔσης τῆς ὑποχωρήσεως, καὶ οὕτω πρὸς τὰ οἰκεῖα ἀπᾶραι. Καὶ ἄλλων ὡς πη ἑκάστῳ δ καιρὸς ἐδίδου συμβουλευσάντων. πάντων δὲ καθάπαξ καταθέσθαι τὸν πόλεμον ἐπιθυμούντων, ὁ Σφενδοσθλάβος παφήνει μᾶλλον ἔτι ἅπαξ πολεμῆσαι Ῥω μαίοις, καὶ ἤ καλῶς ἄγωνισαμένους ἐπικρατεῖς τῶν ἐναντίων γενέσθαι, ἤ ἡττηθέννας αἰσχίστης ζωῆς καὶ ἐπονειδίστου εὐκλεᾷ καὶ μακάριον προτιμήσασθαι θάνατον· ἀβίωτον γὰρ ἔσται αὐτοῖς δρασμῷ τὴν σω τηρίαν πορισαμένοις, εἴπερ μέλλοιεν εὐκαταφρόνητοι ἔσεσθαι τοῖς γειτονοῦσιν ἔθνεσιν, ἃ τὸ προσθεν αὐτοὺς ἐδεδίεσαν σφοδρώς. [Ρ. ] Ηρεσεν ἡ τοῦ Σφενδοσυλάβου βουλὴ, καὶ κατέθεντο πάντες τὸν ὑπὲρ ψυχῆς ἔσχατον ἀναδέχεσθαι κίνδυνον ταῖς ὅλαις δυνάμεσι. Τῇ γοῦν ἐπιούσῃ ἐξελθόντες τοῦ ἄστεος πανδημεί, καὶ τὰς πύλας ἀποκλείσαντες, ὡς μή τινι δυνατὸν εἴη τραπέντι διασώζεσθαι πρὸς τὴν πόλιν, συμβάλλουσι τοῖς Ῥωμαίοις. ᾿Αγῶνος δὲ καρτεροῦ συστάντος καὶ τῶν βαρβάρων εὐψύχως ἀγωνιζομένων, τῷ ἡλίῳ καυσούμενοι οἱ Ρωμαῖοι καὶ δίψει που νούμενοι ὡς πανοπλίται (ἦν γὰρ καὶ σταθηρά μεσημβρίᾳ (ἤρξαντο ἐνδιδόναι. "Οπερ αἰσθόμενος ὁ βασι λεὺς διὰ ταχέων μετὰ τῶν περὶ αὐτὸν ἐβοήθει, καὶ αὐτὸς μὲν τὴν ἀκμὴν ὑπεδέξατο τοῦ πολέμου, τῷ δὲ πεπονηκότι στρατεύματι ὑπὸ ἡλίου καὶ δίψης ἀσκοὺς οἴνου καὶ ὕδατος πλήρεις προσέταξε κομίζειν. Οἷς χρησάμενοι καὶ τὴν δίψαν καὶ τὸν τοῦ ἡλίου καύσωνα αποκρουσάμενοι καὶ ἑαυτοὺς ἀναλαβόντες· μετὰ σφο δρότητος καὶ ῥύμης τοῖς Σκύθαις ἐπέῤῥαξαν. Εκει νων δὲ γενναίως ὑποδεξαμένων ἦν ἡ μάχη ἰσοπαλὴς,
col. 141–142page 63 of 174
PG 122:141μέχρις ἂν ὁ βασιλεὺς τὴν στενοχωρίαν φρασάμενος τοῦ τόπου, καὶ ἐκ τούτου κατανοήσας τοῖς Σκύθαις ἐπιγίνεσθαι τὴν καρτερίαν τῷ τοὺς Ρωμαίους ἐστενοχωρῆσθαι καὶ μὴ οἷους εἶναι ἔργα πρέποντα τῆς ἑαυτῶν ἀλκῆς ἐπιδείκνυσθαι, ἐπέσκηψε τοῖς στρατηγοῖς εἵκειν εἰς τοὺπίσω πρὸς τὸ πεδίον, καὶ τῆς πόλ λεως πόῤῥω ἀφίστασθαι δόκησιν φευγόντων παρέχοντας, μὴ μέντοι γε προτροπάδην, ἀλλ᾽ ἡμέρα καὶ κατ' ὀλίγον εἶκοντας, κἀπειδάν ἄποθεν τῆς πόλεως διώκοντας ἐκκαλέσωνται, αἰφνίδιον παρενεγκόντας τοὺς χαλινοὺς ἐπιστρέφειν τοὺς ἵππους καὶ τούτοις συμπλέκεσθαι. Καὶ οἱ μὲν ἐποίουν τὸ κελευσθέν, οἱ δὲ Ῥὼς τὴν εἰς τοὐπίσω ὑποχώρησιν τῶν Ῥωμαίων φυγὴν οἰηθέντες, ἀλλήλους παρακαλεσάμενοι εἶποντο σὺν ἀλαλαγμῷ. Ος δὲ κατὰ τὸν ὡρισμένον ἐγένοντο τόπον οἱ Ρωμαῖοι, ἐπιστραφέντες προσρήγνυνται τούτοις γενναίως, Ἐνταῦθα μάχης ἰσχυρᾶς γενομένης συνέβη στρατηγὸν Θεόδωρον τὸν ἐκ Μισθείας τοῦ ἵππου αὐτοῦ λογχευθέντος πεσεῖν κατὰ γῆς. Περὶ τοῦτον ἅμιλλα ἐγένετο καρτερὰ, τῶν μὲν Ῥὼς ἀνα ελέσθαι, τῶν δὲ Ῥωμαίων ὅπως μὴ ἀφαιρεθείη φιλοτιμουμένων. Οὗτος γὰρ ὁ Θεόδωρος τοῦ ἵππου πε τῶν, ἵνα τινὰ τῶν Σκυθῶν τῆς ζώνης δραξάμενος καὶ τῇδε κἀκεῖσε τῷ χειρὸς σθένει κινῶν ὥς τι μια κρὸν ἀσπιδίσκιον κοῦφον, τὰς κατ' αὐτοῦ πεμπομένας αἰχμὰς ἀπεκρούετο, καὶ κατὰ μικρὸν πρὸς τοὺς Ῥωμαίους ὑπανεχώρει ὀπισθοκινήτῳ τῇ πορείᾳ. Τέλος επιβρίσαντες οἱ Ρωμαῖοι τούς τε Σκύθας ἀπώσαντο καὶ τὸν ἄνδρα τοῦ κινδύνου ἐῤῥύσαντο. Καὶ τὰ στρατεύματα διελύθησαν τελείως, μηδαμῶς ἔτι κρίσιν τοῦ πολέμου λαβόντος. Ο βασιλεὺς δὲ εὐψυχότερον νῦν μᾶλλον ἢ πρότερον ὁρῶν ἀγωνιζομένους τους Σκύθας, καὶ τὴν τοῦ χρόνου τριβὴν βαρούμενος, οἰκτείρων δὲ καὶ τοὺς Ρωμαίους ταλαιπωρουμένους καὶ τῷ πολέμῳ κακῶς πάσχοντας, μονομαχία ᾠήθη κρῖναι τὰ πράγματα. Καὶ δὴ διαπρεσβεύεται πρὸς τὸν Σφενδοσυλάβον, προκαλούμενος αὐτὸν εἰς μονομαχίαν, δέον εἶναι λέ γων ἑνὸς ἀνδρὸς θανάτῳ κριθῆναι τὸ [Ρ. ] ἔργον * κατασφάττεσθαι καὶ κατὰ μικρὸν δαπανᾶσθαι τὰ ἔθνη, καὶ τὸν νικήσαντα κύριον εἶναι τῶν ὅλων. Ού τος δὲ τὴν πρόκλησιν μὲν οὐκ ἐδέξατο, λόγους δε ἐπαφῆκεν ὑπεροπτικούς, ὡς τὰ κατ' αὑτὸν ἄμεινον αὐτὸς τοῦ ἐχθροῦ σκοπήσει· αὐτὸς δὲ εἰ μὴ ζῆν ἄγει σχολὴν, εἰσὶ μυρίαι ἄλλαι θανάτου ὁδοῖ· τούτων ὁποίαν αἱρεῖται ἐλέσθω. Ταῦτα φρυσξάμενος τῆς πολεμικῆς εἶχετο παρασκευῆς προθυμότερον. Ὁ δὲ βασιλεὺς τὸν ἐκ προκλήσεως ἀπογνούς ἀγῶνα, πᾶσι τρόποις ἐμηχανᾶτο τὴν εἰς τὴν πόλιν ἀποκλεῖσαι εἴσοδον τοῖς βαρβάροις, καὶ πρὸς τὸ ἔργον ἐκπέμπει Βέρδαν μάγιστρον τὸν Σκληρὸν μετὰ τῶν ταγμάτων ὧν αὐτὸς ἐστρατήγει· τὸν δὲ πατρίκιον Ρωμανόν
col. 143–144page 64 of 174
PG 122:143τὸν υἱὸν Κωνσταντίνου τοῦ βασιλέως, τοῦ υἱοῦ τοῦ πρεσβυτέρου Ῥωμανοῦ, καὶ Πέτρον τὸν στρατοπεδάρχην, μεθ' ὧν ἐξῆρχον δυνάμεων, προσράξαι τοῖς πολεμίοις ἐπέτρεψεν. Οἱ δὴ προσβαλόντες τοῖς Σκύ θαις ἐμάχοντο καρτερῶς. Ἐκθύμως δὲ κἀκείνων όπου δεξαμένων πολλὰς τροπὰς καὶ μετακλίσεις συνέβη τὸν πόλεμον δέξασθαι, καὶ ἐφ᾽ ἱκανὸν χρόνον ἰσοτάλαντος ἦν ἡ μάχη. Ενταῦθα πάλιν ὁ τοῦ τῆς Κρή της ἀμηρᾶ υἱὸς ᾿Ανεμᾶς, τῇδε κἀκεῖσε τὸν ἵππον μετακινήσας καὶ σφοδρότερον μυωπίσας, κατ' αὐτοῦ τοῦ Σφενδοσθλάβου φέρεται μετὰ λήματος νεανικού, καὶ τὴν φάλαγγα διασχίσας τῶν δυσμενῶν παίει τοῦτον τῷ ξίφει κατὰ μέσην τὴν κεφαλὴν, καὶ καταβάλλει μὲν τοῦ ἵππου, οὐ μήν γε καὶ ἀναιρεῖ ἐπαρκεσάντων τῶν ὅπλων ἃ ἐνεδέδυτο. Αὐτὸς μέντοι κυκλωθεὶς καὶ ὑπὸ πολλῶν βαλλόμενος ἀναιρεῖται, ἡρωϊκῶς καταστρέψας τὸν βίον, θαῦμα μέγα καὶ τοῖς ἀντιπάλοις γενόμενος. Λέγεται δὲ καὶ θειοτέρας τότε τυχεῖν τοὺς Ῥωσ μαίους ἐπικουρίας. Θύελλα γάρ τις ἐκ Νότου κατὰ πρόσωπον ἀρθεῖσα ἵστατο τῶν Σκυθῶν, μὴ συγχωροῦσα χρῆσθαι κατὰ τὴν μάχην ταῖς προαιρέσεσι. Καί τις ἀνὴρ πτο παντὶ τῷ στρατοπέδῳ Ῥωμαίων ἐφ᾽ ἵππου λευκού προαγωνιζόμενος καὶ τὰς τῶν που λεμίων κλονῶν καὶ διαταράσσων φάλαγγας, μηδενὶ πρότερον ἢ μετὰ ταῦτα γενόμενος γνώριμος, ὃν ἔφα σκον ἕνα εἶναι τῶν καλλινίκων μαρτύρων Θεό δωρον. Τούτοις δὲ προμάχοις ἀεὶ καὶ προβόλοις κατὰ τῶν πολεμίων ἐχρῆτο ὁ βασιλεύς· καὶ γὰρ δὴ καὶ συνέτυχε τόνδε τὸν ἀγῶνα κατ᾽ αὐτὴν συνενεχθῆναι τὴν ἡμέραν καθ᾿ ἣν ειώθαμεν ἑορτάζειν τὴν μνήμην τοῦ στρατηλάτου. Καὶ γυνὴ δέ τις ἐν Βυζαντίῳ σε μνὴ ὑπερτάτης δυνάμεως εἶναι τὸ φάσμα ἐπιστοῦτο, μια πρότερον τῆς συμπλοκῆς ἡμέρᾳ ὄναρ θεασαμένη, καὶ δόξασα τῇ Θεοτόκῳ παρίσθαι καὶ λεγούσης ἀκοῦσαι πρός τινα στρατιώτην «Κύριε Θεό » δωρε, ὁ ἑμὸς καὶ σὺς Ἰωάννης περιστάσει συνέχει στρατηλάτην τύρωνα, ται, καὶ σπεῦσον εἰς τὴν αὐτοῦ βοήθειαν,» καὶ ἡλίου ἀνίσχοντος τοῖς γείτοσιν εξηγησαμένη. Καὶ τὰ μὲν δραθέντα ταῦτα, τρέπονται δὲ πάλιν οἱ Σκύθαι, καὶ ἀποκλεισμένας τὰς τῆς πόλεως εὐρόντες πύλας ὑπὸ τοῦ Σκληροῦ ἀνὰ τὸ πεδίον [Ρ. ] ἐσκεδάννυντο, καὶ ἀνῃρέθησαν ὑπ᾽ ἀλλήλων τε συμπατούμενοι καὶ ὑπὸ Ῥωμαίων συγκοπτόμενοι ἀριθμοῦ κρείττους, τραυματίαι δὲ ἐγένοντο σχεδόν τι πάντες. Τὸν μάρ τυρα δ᾽ ὁ βασιλεὺς τιμῶν, καὶ τῆς ἐπικουρίας ἀπο τιννὺς αὐτῷ τὰς ἀμοιβὰς, τὸν ναὸν ἐν ᾧ τὸ θεῖον αὐτοῦ ἀπόκειται σῶμα ἐκ βάθρων καταβαλών μέγαν τε καὶ κάλλιστον ᾠκοδόμησε, μεγαλοπρεπεῖς αὐτῷ κτίσεις προσαφορίσας· ὃν καὶ ἀντὶ Εὐχανείας Θεοδωρόπολιν κατωνόμασεν. Ὁ δὲ Σφενδοσβλάβος πᾶσαν μετελθών μηχανὴν καὶ διὰ πασῶν ἐλαττούμενος, ὡς ἔγνω μηδεμίαν αὐτῷ ὑπολελείφθαι ἐλπίδα, πρὸς συνθήκας ἀπέβλεψε. Πέμ πει οὖν πρὸς βασιλέα πρεσβευτάς πίστεις ἐξαιτούμενος, ἐφ᾽ ᾧ συμμάχοις καὶ φίλοις Ρωμαίων καταλέγεις ἀσινὴς συγχωρηθῇ ἐπ' οἴκου ἀναχωρῆσαι μετὰ τῶν ἀμφ' αὐτὸν, ἀδεῶς τε τὸν βουλόμενον Σκύθην εμπορείας χάριν φοιτῶν. Δεξάμενος δὲ τὴν πρεσβείαν καλλίνικον
col. 145–146page 65 of 174
PG 122:145ὁ βασιλεὺς, καὶ τὸ ἀδόμενον λόγιον ἐπειπών, ὡς ἔθος Ῥωμαίοις τοὺς πολεμίους πλέον εὐεργεσίαις ἥ ὅπλοις νικάν, πάντα τὰ αἰτούμενα ἐβεβαίωσε. Γενο μένων δὲ τῶν ςπονδῶν ὁ Σφενδοσθλάβος καὶ εἰς ὄψιν ἐλθεῖν καὶ ὁμιλίαν τῷ βασιλεῖ ἐδεήθη. Ἐπινεύσαντος δὲ καὶ πρὸς τοῦτο ἀφίκετο. Καὶ συμμίξαντες ἀλλή λοις, καὶ διαλεχθέντες περὶ ὧν ἂν ἐβούλοντο, ἀπηλ λάγησαν. Ὁ δὲ βασιλεὺς αἰτήσαντος καὶ τοῦτο τοῦ Σφενδοσθλάδου, καὶ πρὸς Πατζινάκας διαπρεσβεύεται, εἰ βούλονται, φίλους αὐτοὺς καὶ συμμάχους ἀξιῶν ἔχειν, καὶ μὴ διαπεραν. τὸν Ἴστρον καὶ τὰ Βουλγάρων ληίζεσθαι, παραχωρῆσαι δὲ καὶ τοῖς Ρὼς ἀκω λύτως διελθεῖν τὴν αὐτῶν γῆν καὶ οἴκαδε ἀπελθεῖν. Απεπλήρου δὲ τὴν πρεσβείαν Θεόφιλος ὁ τῶν Εὐχαΐτων ἀρχιερεύς. Οἱ δὲ τὴν πρεσβείαν δεξάμενοι, τὴν διάβασιν μόνην ἀπαγορεύσαντες τῶν Ῥὼς, πρὸς η τἆλλα σπονδὰς ἔθεντο. Τῶν δὲ Ῥὼς ἀποπλευσάντων, τῶν παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ φρουρίων καὶ πόλεων πρόνοιαν θέμενος ὁ βασιλεὺς καὶ φρουρὰν καταλιπὼν τὴν ἀρκοῦσαν ἐς ἤθη τὰ Ῥωμαίων ἀνέζευξεν. Ον ὁ τῆς πόλεως ἀρχιερεὺς μετὰ τῆς συνόδου καὶ πάντες οἱ ἐν τέλει μετὰ παιάνων καὶ ἐπινικίων εὐφημιῶν ὑπεδέξαντο στεφανηροῦντες, τέθριππον ὄχημα λευκοπώλων ἔχοντες ητοιμασμέ τον πάνω διαπρεπῶς, καὶ τούτου ἐπιβάντα ἀξιοῦντες θριαμβεῦσαι τὸν βασιλέα. Ὁ δὲ μηδὲν σοβαρὸν ἐθέλων, ἀλλὰ μέτριον ἑαυτὸν ἐπιδεικνύμενος, τοὺς μὲν προσενεχθέντας ανειλήφει στεφάνους καὶ ἵππῳ λευκῷ τὸν θρίαμβον ἐξεπλήρωσεν, ἐν δὲ τῷ ἅρματι τὰς Βουλγαρικὰς θεὶς τῶν βασιλέων στολὰς καὶ ἄνωθεν τούτων εἰκόνο τῆς Θεομήτορος ως πολιούχου, προπορεύεσθαι ἑαυτοῦ διετάξατο. Ἐν δὲ τῷ λεγομένῳ φόρῳ γενόμενος καὶ ἀποχρώντως εὐφημηθεὶς, και τῇ Θεομήτορι καὶ τῷ ταύτης Υἱῷ τὰς ἐπινικίους εὐχαριστίας παρεσχηκώς, τὰ παράσημα τῆς Βουλγαρικῆς βασιλείας, ἐπ' ὄψει τῶν πολιτῶν τὸν Βορίσην ἀποδιδύσκει· [Ρ. ] τὰ δὲ ἦν στέφανος ἐκ χρυσοῦ καὶ τιάρα νενησμένη ἐκ βύσσου καὶ πέδιλα ἐρυθρά. Ἐκεῖθεν εἰς τὴν Μεγάλην φοιτήσας ἐκκλησίαν καὶ ἐν αὐτῇ τὸν Βουλγαρικόν στέφανον ἀνάθημα τῷ Θεῷ δεδωκώς, ἀναγαγὼν δὲ καὶ τὸν Βορίσην εἰς τὸ τῶν μαγίστρων ἀξίωμα, ἐπορεύθη εἰς τὰ βασίλεια. Ὁ δὲ Σφενδοσθλάβος εἰς τὰ οἰκεῖα ἤθη ὑποστρέφων ἐν τῷ διιέναι τὴν τῶν Πατζινάκων γῆν περιπίπτει ἐνέδραις ἤδη προευτρεπισθείσαις καὶ ὑποδεχομέναις αὐτὸν, καὶ ἄρδην αὐτός τε καὶ τὸ συνὸν αὐτῷ ἀπόλλυται πλῆθος, μηνιώντων αὑτῷ τῶς Πατζινάκων διὰ τὰς εἰς τοὺς Ῥωμαίους σπονδάς. Ὁ δὲ βασιλεὺς χαριστήρια τῶν τροπαίων ἀποδιδοὺς τῷ Σωτηρι Χριστῷ ναὸν ἄνωθεν τῆς ἁψίδος τῆς χαλκῆς ἀνῳκοδόμησεν ἐκ καινῆς, μηδενὸς φεισάμε να τῶν εἰς πολυτέλειαν συντεινόντων καὶ κόσμον. Αφῆκε δὲ καὶ τοῖς ὑποφόροις πᾶσι τῶν ὅλῶν θεμά των τὸ λεγόμενον καπνικόν. Προσέταξε δὲ καὶ ἐν τῷ νομίσματι καὶ ἐν τῷ ὀβολῷ εἰκόνα ἐγγράφεσθαι τοῦ Σωτῆρος, μὴ πρότερον τούτον γινομένου. Ἐγρά Φοντο δὲ καὶ γράμματα Ῥωμαϊστὶ ἐν θατέρῳ μέρει ὧδε πη διεξιόντα· «Ἰησοῦς Χριστὸς Βασιλεὺς τὰ γράμματα Ρω
col. 147–148page 66 of 174
PG 122:147βασιλέων. Τοῦτο δὲ καὶ οἱ καθεξῆς ἐτήρησαν βασι λεῖς. Βασιλείου δὲ τοῦ πατριάρχου ἐπ᾽ αἰτίαις δια βληθέντος καὶ συνοδικῶς καθαιρεθέντος προεβλήθη πατριάρχης Αντώνιος ὁ Στουδίτης. Αὐγούστῳ δὲ μηνί, ινδικτιῶνος γ', ἐφάνη καὶ κοι μήτης ὁ λεγόμενος πωγωνίας, καὶ ἐφαίνετο ἕως Οκτωβρίου μηνὸς τῆς τετάρτης Ινδικτιῶνος. Προ εμήνυε δ᾽ οὗτος τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς μελλούσας κατασχεῖν τὴν Ῥωμαίων γῆν ἐκ τῶν ἐμφυλίων πολέμων ἀπαραμυθήτους τύχας. Τῶν δ᾽ ὑπὸ τοῦ βασιλέως Νικηφόρου προσκτηθεισῶν πόλεων καὶ τῶν ὑποφόρων γενομένων Ρω μαίοις, ὡς ἔμπροσθεν εἴρηται, ἀραμένων πτέρναν καὶ τὴν Ῥωμαϊκὴν ἀποσεισαμένων ἐξουσίαν, ἔξεισι κατ᾿ αὐτῶν ὁ βασιλεὺς καὶ ἄπεισιν ἄχρι Δαμασκοῦ. Καὶ τὰς μὲν πειθοῖ καὶ λόγῳ, τὰς δὲ πολέμῳ καὶ βία ἀνακτησάμενος, καὶ πάντα κατὰ τὸ πρέπον καταστησάμενος, ἀνέζευξε πρὸς τὴν βασιλίδα. Γενομενος δὲ κατὰ τὴν ᾿Ανάζαρβον, καὶ τὸν Ποδανδὸν καὶ τὰς λοι πὰς παροδεύων χώρας, καὶ βλέπων τὰ ἐν ποσί, κτήσεις τε ὁρῶν πολυτελεῖς καὶ χωρία εὐφυή τε καὶ 415 πάμφορα, διεπυνθάνετο τοὺς παρευρημένους τίνος ἂν καὶ εἶεν αὗται. Ως δ' ἐμάνθανε παρὰ τῶν ἔρω τωμένων ὅτιπερ τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου Θα πᾶσαι. αὕτη μὲν καὶ αὕτη Ῥωμαίοις προσκτηθεῖσαι ἔναγχος παρὰ Νικηφόρου τοῦ βασιλέως, αὕτη δὲ παρὰ τοῦδε τοῦ δομεστίκου τῶν σχολῶν, καὶ αὕτη «παρὰ τοῦ δεῖνος, καὶ αὕτη καὶ αὕτη παρὰ σοῦ, καὶ τῷ Βασιλείῳ δεδώρηνται, οὐδὲν δὲ ὅ τι καὶ λόγουἄξιον εἶδεν ὑπολελειμμένον τῶν προσκτηθέντων τῷ – δημοσίῳ, γενόμενος περιαλγὴς καὶ βύθιον στενάξας, «Δεινὸν, ὦ παρόντες, ἔφη, εἰ τα δημόσια καταναλίσκονται χρήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται [Ρ. στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δὲ ἐκ τοσούτων προσκτώμενα μόχθων καὶ κόπαν ἐνὸς εὐνούχου γίνονται κτῆς μπ. Καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τῶν τις δὲ παρόν των τῷ Βασιλείῳ τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἀνηρέθισε πρὸς ὀργήν. Καὶ ἔκτοτε εὐκαιρίαν εζήτει τὸν βασιλέα ἀποσκευάσασθαι. Θωπείαις οὖν ὑπελθὼν ποτε καὶ δώροις ἐξαπατήσας τὸν ἐγχεῖν εἰω θότα τὸν οἶνον τῷ βασιλεῖ, καὶ δηλητήριον κερασάμενος οὐ τῶν δραστικωτάτων καὶ ταχὺν ἐπιφερόντων τὸν κίνδυνον, ἀλλὰ τῶν σχολαίως καὶ κατὰ μικρόν ἀναλισκόντων τὴν τοῦ πεπωκότος δύναμιν, κεράν 6 νυσι τῷ βασιλεῖ. Καὶ πιὼν καὶ κατ' ὀλίγον νοσηλευόμενος καὶ τῆς οἰκείας δυνάμεως ἀποπίππων, τελευταῖον δὲ καὶ τοὺς ὤμους ἀνθρακιάσας, αἵματος πολ λοῦ ῥυέντος αὐτῷ διὰ τῶν ὀφθαλμῶν, εἰσελθὼν ἐν τῇ βασιλίδι κατέλυσε τὴν ζωήν, βασιλεύσας ἔτη ς' τοσ ούτους τε μῆνας καὶ πρὸς, διαδόχους καταλιπὼν τῆς βασιλείας Βασίλειον καὶ Κωνσταντῖνον τοὺς παῖδας τοῦ Ῥωμανοῦ. Τὸ μὲν οὖν Ἰωάννου τέλος τὸν εἰρημένον συνηνέχθη τρόπον, τὸ δὲ τῆς βασιλείας κράτος εἰς Βασίλειον μετήχθη καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥωμανοῦ, κατὰ τὸ ςυπὸ ἔτος, ινδικτιῶνος δ', μηνὶ δεκεμβρίῳ· ὧν ὁ μὲν Βασίλειος τὸν κ' ήνυε τῆς ἡλικίας χρόνον, ἔτεσι δὲ τρισὶ τούτου νεώτερος ἦν ὁ Κων Παρακοιμωμένου,
col. 149–150page 67 of 174
PG 122:149σταντίνος. Σχῆμα μὲν οὐκ καὶ ὄνομα μόνον τοῖς βασιλεῦσι περιετέθειτο, ἡ δὲ μεταχείρησις τῶν πραγμάτων παρὰ τοῦ προέδρου ἐνηργεῖτο Βασιλείου διὰ τὸ νεάζον τῆς ἡλικίας τῶν βασιλέων καὶ ἀπαλὸν καὶ μήπω βεβηκός τοῦ φρονήματος. Ος ἅμα τε περιῆλθεν εἰς τοὺς παῖδας τοῦ Ῥωμανοῦ τὸ κράτος, 417 καὶ ἅμα ταχυδρόμους ἐκπέμψας ἄγει τὴν αὐτῶν μητέρα ἀπὸ τῆς ὑπερορίας εἰς τὰ βασίλεια. Δεδιώς δὲ καὶ τὰς κατὰ τῆς βασιλείας επαναστάσεις, καὶ μᾶλλον τῶν ἄλλων Βάρδαν μάγιστρον τὸν Σκληρόν, ἀεὶ τῇ βασιλείᾳ ἐφεδρεύοντα καὶ διὰ παντὸς τὴν ἀποστασίαν ὡδίνοντα (ἱάλω γὰρ καὶ ἐπὶ τοῦ βασι λέως Ιωάννου ἐπιβουλεύων, καὶ καταδικασθεὶς ἐξορυχθῆναι τοὺς ὀφθαλμοὺς ἐξεῤῥύσθη παρ᾽ αὐτοῦ τῆς κοινῆς), τοῦτον μάλιστα δεδοικώς πᾶσαν τηνι καῦτα τὴν Ῥωμαϊκὴν δύναμιν ἐγκεχειρισμένον καὶ ὅπη καὶ βούλοιτο βαδίως άγοντα καὶ μετακυβεύοντα (ἦν γὰρ στρατηλάτης προβεβλημένος πάσης ᾿Ανατο λῆς) συμφέρον εἶναι τῇ βασιλείᾳ καὶ ἀσφαλὲς ἐνόμισε τὸ πολὺ τῆς δυνάμεως ἀκρωτηριάσαι καὶ ἀσθενέστερον αὐτὸν ἀποφήνασθαι πρὸς τὴν ὑποπτευομένην ἀποστασίαν. Καὶ γοῦν καὶ παραλύει τοῦτον τῆς τοῦ στρατηλάτου ἀρχῆς, δοῦκα δὲ ἀποδείκνυσι τῶν ἐν τῇ Μεσοποταμία ταγμάτων, ἐπαγρυπνεῖν κελεύσας τὰς ἐκδρομὰς τῶν Σαρακηνῶν φυλάττοντα. Τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς Μιχαὴλ τὸν Βούρτζην ὕποπτον ὄντα ἐμηχανήσατο, διαστῆσαι τοῦτον τῆς τοῦ Σκλη ροῦ ἑταιρείας σπουδάσας (συνῆν γὰρ καὶ οὗτος αὐτῷ τάγματός τινος κατάρχων στρατιωτικοῦ). ὅνπερ τῷ τῶν μαγίστρων τιμήσας ἀξιώματι [Ρ. δοῦκα τῆς παρὰ τῷ Ορόντη Αντιοχείας προβάλλεται. Ἔφορον δὲ καὶ ἐπιστάτην τῶν ἱῴων ἀποδείκνυσι πάντων ταγμάτων τὸν πατρίκιον Πέτρον τὸν τοῦ Φωκᾶ δοῦλον, στρατοπεδάρχην αὐτὸν ὀνομάσας, του μίαν μὲν ἄνθρωπον, δραστήριον δ᾽ ἄλλως καὶ τὰ πολεμικὰ ἐμπειρότατον. Τοῦτο δὲ τὸν Σκληρὸν σφό δρα ἐλύπησεν, ὡς μηδὲ παρ᾽ ἑαυτῷ δυνηθῆναι συγ καλύψαι τὴν ἀνίαν μεγαλοψύχως, ἀλλ᾽ ἐπεγκαλέσαι καὶ προσονειδίσαι, εἰ ἀντὶ τῶν ὑπ' αὐτοῦ γενομένων ἀνδραγαθημάτων τε καὶ τροπαίων τοιαύτας ἀντιλαμβάνει τὰς ἀμοιβὰς, ἐπὶ τὸ χεῖρον προκόπτων, κἂν ὀλίγον ἢ οὐδὲν τῷ παρακοιμωμένῳ ἐμέλησεν, ἀγαπᾶτ εἰπόντι τοῖς δεδομένοις καὶ μὴ ἐπέκεινα πολυπραγμονεῖν, εἰ μή που μέλλει ἀντὶ ἄρχοντος οἰκουρὸς ἔσεσθαι τῆς ἰδίας οἰκίας. Τούτων δὲ οὕτως οἰκονομηθέντων τῷ παρακοιμωμένῳ ἀπάρας ὁ Βάρδας τῆς βασιλίδος σὺν τάχει πολλῷ τὴν ἐγχειρισθεῖσαν αὐτῷ καταλαμβάνει ἀρ χήν. Ἐν δὲ ταῖς προηγησαμέναις στρατηγίαις ἐμβριθὴς πολλάκις φανεὶς καὶ δραστήριος, καὶ ὑπὸ παντὸς, ὡς ἔπος εἰπεῖν, τοῦ στρατοῦ φιληθεὶς, καὶ πρὸς πολλοὺς οὓς ἐθάβει τὸ τῆς μελέτης παρα γυμνώσας μυστήριον, καὶ μᾶλλον τῷ τάγματι τῶν στρατηλατών ἄρτι τε καιρὸν οἰηθεὶς ἐπιτήδειον εἰς τὸ ἀνακαλύψαι τὸ σπουδαζόμενον, μετὰ τῶν ἐπιτηδείων σκεψάμενος, ἣν ἐκ μακρῶν ὤδι ἀποτίκτει ἀποστασίαν, καὶ κατὰ τῶν βασι λέων καὶ τῶν ὁμοφύλων αἴρει τὰ ὅπλα. Εὐθὺς οὖν στρατηλάται,
col. 151–152page 68 of 174
PG 122:151η δ Ανθην τινὰ τοὔνομα, Αλυάτην την προσηγορίαν, τὰ μάλιστα ὄντα αὐτῷ τῶν δραστικωτάτων υπηρε τῶν, ἐς τὴν βασιλίδα πέμπει, ὅπως, εν δύναιτο, Ῥωμανὸν τὸν ἑαυτοῦ κλέψας υἱὸν (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλευούσῃ) πρὸς αὑτὸν ἀφίκηται. Ὁ δὲ γενόμενος ἐν τῇ πόλει, καὶ πάντα τρόπον λαβεῖν ἐπειγόμενος, φήμας οὐ καλὰς κατὰ τοῦ Σκληρού ἐνέσπειρε, δι' ώ λαθεῖν τε ἠδυνήθη ἀνύποπτος φα νεὶς καὶ τὸν Ῥωμανὸν ἀποκλέψας πρὸς τὸν Σκληρὸν ἀγαγεῖν. Ο Βάρδας δὲ τὸ βουλευθὲν εἰς τοὔμφανὲς ἤδη ἐκρήξας διάδημα το περιβάλλεται καὶ τὰ λοιπὰ τῆς βασιλείας αναλαμβάνει παράσημα, καὶ ὑπὸ παντὸς τοῦ συνόντος στρατοῦ Ῥωμαίων ἀναγορεύεται βασιλεύς, τῶν Ἀρμενίων καταρξάντων τῆς εὐφημίας. Ἐπεὶ δὲ τῷ τοιοῦτον ἀναῤῥίψαντι κύβον χρημάτων δεῖν πολλῶν ἡπίστατο, ὧν ἄνευ οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων, καθά πού φησιν ὁ βήτωρ, πρὸς συλλογὴν τούτων παραχρῆμα ἐτρέπετο, τούς τε τῶν δημοσίων πράκτορας φόρων κατέχων καὶ τὰ κοινὰ εἰσπραττόμενος χρήματα, καὶ τοὺς ἄλλως ὑπόνοιαν παρέχοντας πλούτου συλλαμβάνων τε καὶ τιμωρῶν, ἐνίων δὲ καὶ αυθαιρέτως προσαγόντων τὸν ἑαυτῶν βίον ἐλπίδι τοῦ ἀπολήψεσθαι μείζονα· καὶ οὕτως ἐν οὐ μακρῷ τῷ χρόνῳ πλῆθος χρημάτων συνάγει πολύ. [Ρ. ] Φρούριόν τε κατασχών ἐρυμνὸν τὸ λεγόμενον Χάρποτε, ἐν Μεσοποταμίᾳ κεί μενον, καὶ παντοίως ἀσφαλισάμενος καὶ φυλακὴν ἐπιστήσας τὴν ἐξαρκοῦσαν, ἐν τούτῳ τὰ συναγόμενα ἀπετίθει χρήματα, καὶ ὁρμητήριον ἐξ ἀποτυχίας καὶ λιμένα σωτηρίας ἔχειν ἐταμιεύετο. Καὶ πρὸς τοὺς γειτονοῦντας Σαρακηνούς, τόν τε τῆς ᾿Αμίδης ἀμηρᾶν Αποτούλφ, ἥτις Έμετ καλεῖται, καὶ τὸν τῆς Μαρτυροπόλεως ᾿Αποτάγλε, ἥντινα Μιεφερκίν ὀνομάζουσι, πίστεις δοὺς καὶ λαβὼν, καὶ μετ᾿ αὐτῶν κηδεύσας καὶ διὰ τοῦ κήδους τὰ τῆς φιλίας ἀσφαλισάμενος, χρήματά τε λαμβάνει πολλὰ καὶ συμμαχικὸν ᾿Αραβας ἱππότας τ'. Τῆς φήμης δὲ πανταχοῦ διαδραμούσης συνέβῥεον πρὸς αὐτὸν ὁπόσοι νεωτέροις χαίρουσι πράγμασιν. Ηδη δὲ τοῦ θέρους ἐπι γενομένου ἄρας παντὶ τῷ στρατῷ ἡπείγετο πρὸς τὴν βασιλεύουσαν, μεστὸς ἐλπίδων καὶ μονονου τοῖς βασιλείοις καθῆσθαι δοκῶν. Καὶ γὰρ δὴ καὶ ἐθράσυνεν αὐτὸν καὶ τολμηρότερον ετίθει πρὸς τὸ ἐγχείρημα μοναχοῦ τινος ἀρετῆς ἀντιποιουμένου ὄψις νυχτε ρινή. Εδόκει γάρ οὗτος ἰδεῖν ἄνδρας πυρίνους, οἵτινες τὸν Βάρδας λαβόντες ἀνάγουσιν εἴς τινα ὑψηλοτάτην περιωπήν· ἐντυχεῖν δ' ἐν αὐτῇ γυναικὶ ἀνθρωπίνης ὄψεως στεῤῥοτέρᾳ, καὶ τὴν μάστιγα αὐτῷ ἐπιδοῦναι βασιλικήν. Ταύτην τὴν μάστιγα ὁ μὲν Βάρδας σύμβολον ἐλογίζετο βασιλείας, ἦν δὲ ἄρα ἡ πρὸς Ῥωμαίους ὀργὴ τοῦ Θεοῦ. 17, 35: Τῇ μὲν δεξιᾷ χειρὶ κατέχει τὸν σταυρὸν, τῇ δὲ ἀριστερᾷ κατέχει νάρθηκα. 930; σκήπτρον βασιλική ράβδος Αρτι δὲ τῆς φήμης καὶ τὴν βασιλίδα καταλαβούσης, οἱ βασιλεῖς τε ἐν ἀγωνίᾳ καθίσταντο, καὶ ἀθυμία κατέσχε τὸ νουνεχὲς τοῦ πολιτεύματος καὶ εἰς δεῖγμα τῆς εὐσεβείας καὶ ἔτι βάβδον λαμβάνει, οὐ βαρειάν τινα καὶ σκληράν, ἀλλ᾽ ἐλαφρὰν καὶ μαλακήν. Διὰ τὸ παι δευτικὸν ἐν πραότητι καὶ μὴ ὀργίλον καὶ φθαρτικόν, μηδὲ συντρίβον καὶ ἀφανίζον. βασιλική μάστιξ
col. 155–156page 69 of 174
PG 122:155της μη περιοχών ἑαυτὸν, περικαρδίῳ δὲ ζέσει ληφθεὶς, μυωπίσας τὸν ἵππον σὺν ἀλογίστῳ ῥύμῃ τοῖς ἐναντίοις προσρήγνυται. Μηδὲν δὲ δ τι καὶ λόγου διαπραξάμενος ἄξιον, πίπτει καιρίαν τυπείς, καὶ τὸ ἀμφ' αὐτὸν ἅπαν εἰς τὰς ἔγγιστα νάπας καὶ λόχμας διεσκεδάσθη. Διεμηνύθη δὲ τότε καὶ ὁ τοῦ Βάρδα ἑταιρειάρχης ὡς μέλλων αὐτομολεῖν τῷ τοῦ βασιλέως στρατῷ ὅν παραστησάμενος ὁ Σκληρὸς καὶ προσονειδίσας, καὶ μηδὲν πλέον φανερῶς εἰς αὐτὸν δεδρακώς, ἀπέλυσε, λάθρα δὲ τοῖς μισθοφόροις Σαρακηνοῖς μηνύσας ἀνεῖλεν· οὗτοι γὰρ διιόντα τὸν ἄνδρα μεσούσης ἡμέρας περιχυθέντες ταῖς μαχαίραις κατέκοψαν. Ο Οἱ δὲ τῶν βασιλικῶν κατάρχοντες στρατευμάτων τὴν τοῦ Σκληροῦ ὅσον οὐδέπω ἐπέλευσιν προσδοκῶντες, τὰ καίρια τῆς ὁδοῦ κρίνουσι προκαταλαβεῖν καὶ ἄραντες παντὶ τῷ στρατεύματι στρατοπεδεύουσιν ἀπεναντίας ἐκείνῳ, προκαταλαβόντες ἂς ἔμελλε διοδεύειν ὁδούς. Ὅπερ μαθὼν ὁ Σκληρός νωθρὸς ἦν καὶ ὤχνει τὴν εἰς τὸ πρόσω πορείαν, μελλήσει δὲ τρίβων τὸν χρόνον ἐκαραδόκει τὸ μέλλον. Ανερεθ! ζει δὲ τοῦτον καὶ προθυμότερον ἀποδείκνυσιν αὐτό. μολός τις ἐλθὼν στρατηγός, Σαχάκιος τοὔνομα, Βραχάμιος τὴν προσηγορίαν·· παρηγγύησε γὰρ ἐλθὼν μὴ τηνάλλως τρίβειν τὸν χρόνον· καταφρόνησιν γὰρ ἔλεγεν ἐμποιεῖν τὴν τρίβην. Δόξας δὲ λέγειν εὔκαιρα ἡγεμὼν καὶ ὁδηγὸς ἀποδείκνυται τῆς ὁδοῦ. Καὶ ὁ μὲν ἡγεῖτο, οὗτος δὲ εἴπετο. Καὶ διὰ τριῶν ἡμερῶν καταλαμβάνει τὴν Λάπαραν τόπος δὲ οὗτος μέρος τῆς Καππαδοκίας, τὸ νῦν λεγόμενον Λυκανδόν, διὰ τὸ λιπαρόν καὶ πάμφορον οὕτω κατονομασθείς. Τοῦτο μαθὼν ὁ στρατοπεδάρχης, νυκτοπορία χρησάμενος δέει τοῦ μὴ ἀντιπαρελθεῖν τὸν Σκληρόν, ἀντιστρατοπεδεύειν τοῖς ἐναν τίοις. Καὶ μέχρι μέν τινος ἀνεδύοντο, καὶ παρεῖλκον τὴν εἰς τοὐμφανὲς συμπλοκὴν, [Ρ. ] καὶ κλέψαι τὴν νίκην διηγωνίζοντο. Κατεστρατήγησε δὲ τοὺς ἐναντίους ὁ Βάρδας, δείπνα πολλὰ παρασκευασάμενος ὡς τάχα τὸν οἰκεῖον ἐστιάσων στρατὸν, καὶ οὕτω τοὺς πολεμίους ἐξαπατήσας, Υπολαβόντες γὰρ κατ' ἐκείνην τὴν ἡμέραν μὴ κατάρξασθαι μάχης, αὐτὸν, καὶ αὐτοὶ πρὸς εὐωχίαν ἐτράποντο· ὁ δὲ Σκληρὸς ὡς ἔγνω τοῦτο εἶχε γὰρ καὶ πρὸς πόλεμον παρο εσκευασμένα τα στρατεύματα), αἰφνίδιον τῆ σάλο πιγγι σημήνας τὸ ἐνυάλιον εμπίπτει τοῖς πολεμίοις ἀριστοποιουμένοις. Οἱ δὲ, ὡς ἔτυχεν ἕκαστος, τὸ παρατυχὸν ἀναλαμβάνοντες ὅπλον τοὺς προσιόντας ἐδέχοντο, μὴ τῷ αἰφνιδίῳ καταπλαγέντες. Καὶ ἐπὶ χρόνον μέν τινα εὐρώστως ήμύνοντο· εἶτα ὑπερκερώσεις ποιησάμενος ὁ Βάρδας καὶ ἔνδον ἤδη συναπολαμβάνειν τοὺς πολεμίους φοβῶν, ἐπαφεὶς δὲ καὶ κατὰ νῶτα τοὺς μισθοφόρους, τρέπει τε εἰς φυγὴν Εταιρείας, καὶ πολὺν ἐργάζεται φόνον, τοῦ δουκός Αντιοχείας τοῦ Βούρτζη πρῶτον ἐκκλίναντος, εἴτε διὰ δειλίαν εἴτε διὰ κακουργίαν· ἐλέγετο γὰρ ἀμφότερα. Κατο ἔσχε δὲ καὶ τὸ στρατόπεδον ἅπαν σὺν τῇ ἀποσκευῇ, καὶ πλοῦτον ἐντεῦθεν περιεβάλετο ἄπειρον. Εκεῖθεν αὖθις ἐπὶ τὸ λεγόμενον ἔρχεται Τζαμανδόν. Πόλις δὲ ἡ Τζαμανδὸς ἐν ἀποκρήμνῳ πέτρα κειμένη, που λυάνθρωπος καὶ πλούτῳ περιβριθής. Ηντινα παρ' λαπαρόν, λιπαρόν. ἱῶτα
col. 157–158page 70 of 174
PG 122:157ἐκόντων λαβὼν τῶν ἐντοπίων πλοῦτον συνέλεξεν οὐκ ὀλίγον. Αὕτη ἡ νίκη πολλοὺς τῶν τῷ βασιλεῖ προσκειμέν νων κατέσεισε καὶ αὐτομολῆσαι πρὸς τὸν Σκληρὸν ἠνάγκασεν· ὅ τε γὰρ Βούρτζης πρῶτος αὐτομολεῖ τῷ Σκληρῷ καὶ ὁ πατρίκιος ᾿Ανδρόνικος καὶ δοὺξ ὁ Λυδὸς σὺν τοῖς υἱέσι· Καὶ ᾿Ατταλεῖς δεσμὰ περιθέντες τῷ ναυάρχω τοῦ βασιλέως τῷ Κουρτίκῃ Μιχαὴλ προσχωροῦσι μετὰ παντὸς τοῦ στόλου, στρατηγεῖν παρὰ τοῦ Σκληροῦ πεμφ-, θέντι τῶν Κιβυρραιωτών ἂν ἀγγελθέντων τῷ βασιλεῖ καὶ τῷ παρακοιμωμένῳ, βουλῆς προτεθείσης ἔδοξε τῶν τῷ βασιλεῖ ᾠχειωμένων τινὰ ἰσοτύραννον εἴληφότα ἀρχὴν καὶ ἀνεύθυνον, καὶ ἐξουσίαν ἔχοντα τιμαῖς τε προβιβάζειν καὶ δώροις καταπλουτίζειν τοὺς προσχωροῦν της, χωρήσαι κατὰ τοῦ τυράννου. Ἥρεσεν ἡ γνώμη, καὶ πέμπεται Λέων ὁ τοῦ βασιλέως πρωτοβεστιάριος, σύμβουλον εἰληφὼς καὶ Ἰωάννην τινὰ πατρί χιον, ἄνδρα ἐπίσημον καὶ ἐπὶ λόγων ἔξει βεβοημένον, ἐξουσίαν ἐκ βασιλέως δεξάμενος πάντα ἀδιστάκτως ποιεῖν ὅσα ἔξεστι βασιλεῖ. Εξελθὼν οὖν καὶ κατὰ τὸ τῆς Φρυγίας γενόμενος Κοτυάειον καὶ τῷ στρατοπεδάρχῃ ἐνωθεὶς Πέτρῳ ἐκεῖσε τὴν παρεμβολὴν ἐπήξατο, κατεσκηνωμένου τοῦ Βάρδα τυγχάνοντος ἐν τῷ Διποτάμῳ χωρίον δὲ βασι λικὸν τὸ Διπόταμον, ὅ Μεσάνακτα κατονομάζουσιν οἱ ἐγχώριοι. [Ρ. ] Λάθρα οὖν ὑποσχέσεσι δωρεῶν καὶ τιμῶν προβιβασμοῖς ἐπειρᾶτο διασύρειν τοὺς ἀποστάτας καὶ πρὸς ἑαυτὸν ἐπισπάσθαι καὶ εὔνους τιθέναι τῷ βασιλεῖ, ἐλάνθανε δὲ μᾶλλον ἐπιῤῥωννύς τὸ ἀντίπαλον, ἀσθενείας σημεῖον λογιζόμενον τὴν παράκλησιν. Οθεν καὶ ἀπογνούς, ἄρας ἐκ Κου τυπείου καὶ τὸν Σκληρὸν νυκτὸς παρελάσας ἐχώρει πρὸς τὴν ἀνατολήν. Τοῦτο τὸ ἔργον λίαν τοὺς περὶ τὸν Σκληρὸν ἐδειμάτωσε, δεδιότας οὐ περὶ χρημάτων καὶ κτημάτων μόνον, ἀλλὰ καὶ περὶ τῶν τιμιωτά των αὐτῶν. Πολλοὶ μὲν οὖν ἐξομνύμενοι τὴν ἀπο στασίαν τῷ πρωτοβεστιαρίῳ προσέῤῥεον, ὡς κινδυνεύειν κονιορτον δίκην διαλυθῆναι τὸ ἀποστατικόν. Οπερ ἵνα μὴ γένηται φοβηθεὶς ὁ Σκληρὸς τὸν μά γιστρον Μιχαὴλ τὸν Βούρτζην, ἄρτι, ὡς εἴπομεν, προσκεχωρηκότα αὐτῷ, καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετ᾿ εὐζώνου ἐκπέμπει στρατιᾶς, ἐμπι δὼν ίστασθαι τῷ πρωτοβεστιαρίῳ κελεύσας, ἐπιτιθεμένους ἐξ ἐφόδου, καὶ τὰς ἐκδρομὰς κωλύειν ὡς δύναμις, συμπλοκῆς δὲ καθολικῆς κατὰ τὸ ἐγχωρούν φείδεσθαι. Πλησιάσαντες δὲ τῷ βασιλικῷ στρατεύματι οἱ περὶ τὸν Βούρτζην ἡναγκάσθησαν καὶ ἄκον τες πολεμῆσαι παρὰ τὴν τοῦ Σκληροῦ παραγγελίαν, ἀπὸ τοιαύτης αιτίας. Σαρακηνοὶ ἐκ τῆς πρὸς Εψαν Βεροίας τὰ ἐτήσια τέλη Ρωμαίοις κομίζοντες ἐγγέλλοντο πρὸς τὴν βασιλίδα ἀπιέναι, καὶ ὡς μέλο λουσι κατά τινα ῥητὴν ἡμέραν διὰ μέσων εἶναι τῶν στρατευμάτων. Καὶ ἐπειδὴ παρῆν ἡ κυρία καὶ ἔμελ λον κατὰ τὸ λεγόμενον Οξύλιθον φρούριον οι Σαρα δεξάμενος δεξάμε τὸ δεξά μενον, τὸ βεβοημένον.
col. 159–160page 71 of 174
PG 122:159κηνοί διαβαίνειν, καθοπλίσαντες οἱ περὶ τὸν Βούρτζην τοὺς ἀμφ' αὐτοὺς, τὸ δ᾽ αὐτὸ τοῦτο καὶ οἱ τοῦ πρωτοβεστιαρίου πεποιηκότες, μάλα ὁρμητικώς πρὸς τὴν μάχην ἐχώρουν· προὔκειτο γὰρ εκατέροις ὥσπερ τις άθλος ὁ παρὰ τῶν Σαρακηνῶν κομιζόμενος χρυσός. Καὶ ἐπείπερ ἤγγισαν, συμπεσόντες ἐμάχοντο. Τρέπεται γοῦν ὁ Βούρτζης, καὶ πολλοὶ τῶν σὺν αὐτῷ ἀπώλοντο, καὶ μᾶλλον τῶν ᾿Αρμενίων· πάντας γὰρ τοὺς ἀλόντας τῶν ᾿Αρμενίων ἀπέσφαττον οἱ Ρωμαῖοι, μὴ λαμβάνοντες οἶκτον διὰ τὸ πρώτους προσχωρῆσαι τῷ ἀποστάτη. Αγγελθείσης δὲ τῆς ἥττης ὁ Βάρδας καιρὸν ἀνα βολῆς μὴ δεδωκώς, ἀγείρας τοὺς ἀμφ' αὐτὸν ὑπήντα διὰ ταχέων, καὶ κατά τινα τόπον Ῥαγέας ὀνομαζόμενον γενόμενος στρατοπεδεύεται, ἐπιτήδειον μάχης καιρὸν ἐκζητῶν. Χρονοτριβούντων δὲ τῶν βασιλικῶν ταγμάτων ὁ τῆς μάχης καιρὸς παρατείνετο, καὶ πολ λοὶ τῶν ἀποστατῶν τῇ προηγησαμένη ήττῃ σεσαλευμένοι τῷ πρωτοβεστιαρίῳ προσέτρεχον. Όσον μὲν οὖν σφριγῶν ἦν ἐν τῇ στρατιᾷ τοῦ βασιλέως καὶ ἀπειροπόλεμον ἀπειροπόλεμον, τῇ ἐξ ὁπογύου γαυρούμενον νίκῃ ὤργα πρὸς συμπλοκὴν, οι γηραιότεροι δὲ καὶ κατηθλημένοι τοῖς ἀγῶσιν ὤκνουν καὶ ἀνεδύοντο την μά χην [Ρ. ] 'Αλλ' ἐπεὶ κατὰ τὸν εἰπόντα, ‹‹ χεῖα πειθὼ τῶν κακῶν ἀκολουθεῖ,» πείθεται τοῖς νεωτέροις καὶ ὁ πρωτοβεστιάριος, καὶ τὸ ἐνυάλιον σημήνας ἐξάγει τὰ στρατεύματα πρὸς τὴν μάχην. Καὶ ὁ Βάρδας δὲ τριχῆ διελὼν τὸν οἰκεῖον στρατόν τὸ μὲν μέσον εἶχεν αὐτός, τοῦ δεξιοῦ δὲ κέρως Κων σταντῖνον τὸν ἀδελφὸν, τοῦ δ᾽ εὐωνύμου Κωνσταντῖνον τὸν Γαβρᾶν ἄρχειν ἐπέστησε. Συμβολῆς δὲ γενο μένης καὶ τῶν περὶ τὰ κέρατα στρατηγῶν τὴν ἵππου ἐπισεισάντων τοῖς ἐναντίοις, μὴ ἐνεγκόντες τὴν ῥύμην οἱ περὶ τὸν πρωτοβεστιάριον τρέπονται, καὶ γίνεται φόνος πολύς. Ἐνταῦθα καὶ Ἰωάννης ἔπεσεν ὁ πατρίκιος καὶ ὁ στρατοπεδάρχης Πέτρος καὶ ἄλλοι πολλοὶ τῶν διαφανῶν. Ἐάλω δὲ καὶ ὁ πρωτοβεστιάριος μεθ' ἑτέρων ἀνδρῶν ἀρχικῶν. Τὸν μὲν οὖν πρωτοβεστιάριον φρουρεῖσθαι προσέταξε, Θεοδώρου δὲ καὶ Νικήτα τῶν αὐταδέλφων τῶν ᾿Αγιοζαχαριτών ἐπ' ὄψει παντὸς τοῦ στρατεύματος ἐξορύττει τοὺς ὀφθαλμοὺς ὡς παραβάντων τάχα τοὺς ὅρκους οὓς πρὸς αὐτὸν ἔθεντο καὶ τῷ πρωτοβεστιαρίῳ προσχωρησάντων. Ἐκ ταύτης τῆς νίκης τὰ μὲν τοῦ Βάρδα ὑψοῦτο καὶ ἐπὶ μέγα ᾔρετο, πάντων, ὡς εἰπεῖν, μικρῶν καὶ μεγάλων προσρυϊσκομένων αὐτῷ, τὰ δὲ τοῦ βασιλέως ἐπὶ μιᾶς ἐσάλευεν, ἱερᾶς μέντοι ἀγκύρας, τῆς τοῦ Θεοῦ βοηθείας. Ὁ δὲ παρακοιμώμενος ἐφρόντιζε μὲν καὶ τῶν κατὰ χέρσον, πλέον δ' ἐμερίμνα τῶν κατά θάλατταν· ἐλύπει γὰρ αὐτὸν ὁ τοῦ ἐναντίου κατ άρχων στόλου, Μιχαὴλ ὁ Κουρτίκιος, πᾶσαν μὲν νῆσον πεπορθηκώς, ἤδη δ᾽ ἐπίδοξος ὢν καὶ τὴν ἐν Ελλησπόντῳ πολιορκεῖν Αβυδον. Οὐκοῦν καὶ στόλον ἐξαρτυσάμενος μάλα καλῶς ἐκπέμπει κατὰ τοῦ Κουρτικίου, ναύαρχον ἔχοντα Θεόδωρον πατρίκιον τὸν Καραντηνόν. Οὗτος δ᾽ ἐκπλεύσας καὶ τὰ στενά διαβὰς τοῦ Ἑλλησπόντου κατὰ Φώκαιαν τῷ Κουρτικίῳ προσρήγνυται, καὶ γενομένης καρτεράς ναυμαχίας οἱ περὶ τὸν Κουρτίκιον τρέπονται καὶ σκεδάννυνται, καὶ λοιπὸν θαλασσοκρατήσαντος τοῦ Καραντηνοῦ τὴν ἐπεχειρίαν ἔσχε τὰ τῆς θαλάσσης. Ηδη δὲ τῶν κατὰ θάλατταν ἐχόντων καλῶς ὁ παρακοιμώμενος τῶν κατὰ
col. 161–162page 72 of 174
PG 122:161τὴν ἤπειρον ἐτίθετο ἐπιμέλειαν. Καὶ δὴ Μανουὴλ πατρίκιον τὸν Ἐρωτικόν, ἐκ γένους τε ἄνδρα καὶ ἐπ᾿ ἀρετῇ διαβόητον καὶ ἀνδρίᾳ, φρουρεῖν ἐκπέμπει τὴν Νίκαιαν. Μετὰ μικρὸν δὲ καταλαμβάνει καὶ ὁ Σκληρὸς, καὶ τὰ πέριξ τῆς Νικαίας πυρπολήσας χωρία τελευταῖον καὶ ἐπ᾿ αὐτὴν τὴν Νίκαιαν ἔρχεται, καὶ ἐλεπόλεσι καὶ μηχαναῖς ἐκπορθῆσαι ἡπείγετο. Γεν ναίως δὲ τοῦ Μανουήλ ὑποδεξαμένου τὴν πολιορκίαν καὶ τὰς προσαγομένας τῷ τείχει κλίμακας καὶ μη χανες σκευαστῷ πυρὶ πυρπολήσαντος, τὴν ἐκ πολιορκίας άλωσιν ἀπογνοὺς ὁ Σκληρὸς ἐνδείᾳ τῶν ἀναγκαίων ἤλπιζεν αἱρῆσαι τὴν πόλιν, Χρόνου δὲ τῇ πολιορκία τριβέντος πολλοῦ καὶ τῶν ἔνδον πιεζομένων τῇ σιτοδεία, μὴ ἔχων ὅ τι καὶ δρά σειεν ὁ Μανουήλ μηδ' ὅθεν εἰσκομίσεται τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα, ἐπιμελῶς τοῦ Σκληροῦ τὰς εἰσόδους τηροῦντος, ἀπάτῃ τὸν Σκληρὸν ἔγνω περιελθεῖν. Αμέλει καὶ τοὺς τῆς Νικαίας σιτοβολώνας ψάμμου λεληθότως πεπληρωκώς, καὶ σίτῳ ἄνωθεν τὴν ἐπι φάνειαν ἐπιχρώσας, ὡς κλέπτεσθαι τὰς ὄψεις τῶν θεωμένων, τινὰς τῶν ἡλωκότων ἀπὸ τῆς τῶν ἐναν τίων μοίρας προσκαλεσάμενος ἐδείκνυ τὰ ταμιεῖα, καὶ πρὸς τὸν Σκληρὸν ἐπαφίησιν, εἰπεῖν ἐπισκήψας, δτιπερ, Τὴν ἐκ τοῦ λιμοῦ πολιορκίαν οὐ δέδοικα (ἀπο- 499 χρώσας γὰρ ἔχω τροφὰς καὶ ἐπὶ δυσὶν ὅλοις ἔτεσι), πολιορκίᾳ δὲ ἄλλως ἡ πόλις ἀνάλωτος· τὰ σὰ δ᾽ ἐγὼ φρονῶν ἕτοιμός εἶμι ὑπεκστῆναί σοι τῆς πόλεως, εί ἐμοί τε καὶ τοῖς μετ᾿ ἐμοῦ δι' ὅρκων δοίης ἀπιέναι ὅπη δὴ καὶ αἱρούμεθα. Ασμένως δὲ τοῦ Βάρδα δεξαμένου τὸν λόγον καὶ πίστεις παρεσχηκότας, τοὺς Νικαεῖς ὁ Μανουὴλ εἰληφὼς καὶ τὸν ἀμφ' αὐτὸν στρατὸν μετὰ πάντων ὧν εἶχον, εἴσεισιν εἰς τὴν βασιλεύουσαν. Τὴν Νί καιαν δὲ παρειληφὼς ὁ Σκληρὸς, καὶ τὸ περὶ τὸν σἶτον εὐρών ῥᾳδιούργημα ἠνιάθη μὲν ἐφ᾽ οἷς ἐξηπάτητο, φρουρὰν δ᾽ ὅμως ἀφεὶς ἀξιόμαχον ἐν αὐτῇ, καὶ στρατηγὸν Πηγάσιόν τινα ἐν αὐτοῖς ἐπιστήσας, αὐτὸς τῶν ἐφεξῆς εἴχετο ἔργων. Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθεὶς (ἤδη γὰρ ὁ Σκληρὸς ἐπλησιάζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμο ψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. Λόγου δὲ θάτε τον μεταπεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος, καὶ πλοῦτον παρεσχηκώς δαψιλῆ καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἀφίησιν. Ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θράκης περαιωθῆναι εἰς Αβυδον φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπ ἀνεισιν εἰς τὴν βασιλίδα, ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλείνῳ καὶ Μιχαὴλ μαγίστρῳ τῷ Βούρτζη συμμίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἐλέσθαι) μετ᾿ αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. Καὶ δὴ λαὸν ὡς ὁ καιρὸς ἐδίδου ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἀλίσας, πρὸς τὸ ᾿Αμώς ριον γίνεται. Καὶ ὁ Σκληρός δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολεμίους στροφάς, και
col. 163–164page 73 of 174
PG 122:163θαλαμενόμενα και σκιατραφή, ἄρας ἀπὸ Μικαίας πρὸς τὸ ᾿Αμώριον ἔπεισι [Ρ. ] καὶ συναντήσας συμπλέκεται τῷ Φωκᾷ. Οὐκ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγησαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρίας αὐτοῖς καὶ τόλμης τόνον, ἐπικρατέστερος γίνεται ὁ Σκληρός. Οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγωγὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾶ, ἀλλ᾽ ὑποκλίνασα μὲν ἐνέδωκε, σχολαίαν δὲ ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν ἐλαύνεσθαι, ἀλλ' ἐξ ἐπιτάγματος ὑπείκειν στρατηγικοῦ μετ᾿ εὐκοσμίας καὶ τάξεως. Καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν ὡρμημένους, ὄπισθεν οὐραγῶν ὁ Φωκὰς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ μετὰ σφοδρο οὐχ ὡς τὸ πρότερον πρὸς ἀνδράρια εκτετμημένα τάτης εἴα βίας καὶ ῥύμης προσφέρεσθαι. Ενθα καὶ λέγεται Κωνσταντῖνον τὸν Γαβρᾶν μετὰ τῶν ἀμφ' αὐτὸν τὸ φεῦγον διώκοντα φιλοτιμία χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἔξειν οἰηθέντα εἰ αἰχμάλωτος ὑπ᾽ αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυωπίσαντα 481 τὸν ᾧ ἐπωχεῖτο ἵππον, μετὰ μεγίστης ὁρμῆς προσ ενεχθῆναι τῷ Φωκῇ. Ον οὗτος ἰδὼν καὶ ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν ἵππον παρενεγκών και ἐπαντιάσας παίει κορύνῃ κατὰ τῆς κόρυθος. Καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας μείζονος τυχὼν τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην ἰὼν, ἀλλ᾽ οὐκ ἀνειμένος τοῖς χαλινοῖς· οἱ γὰρ σὺν τῷ Γαβρᾷ τὸν οἰκεῖον πεπτωκότα θεασάμενοι στρατηγὸν, καὶ ἐπιμέλειαν τούτου τιθέμενοι, ἀνῆκαν τὸν διωγμόν. Ὁ δὲ Φωκᾶς ἀμα τοῖς σὺν αὐτῷ τὸν λεγνόμενον Χαρσιανὸν κατειληφὼς κἀκεῖςε αὐλισάμενος ἐσκόπει τὸ μέλλον, τιμαῖς τε ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶντάς, καὶ τῶν συνόντων εὐεργεσίαις παραθερμαίνων τὰς προθυμίας. Επόμενος δὲ τούτῳ καὶ ὁ Σκληρὸς, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώσας, εἰς μάχην τὴν ὁμώνυμον ἐξεκαλεῖτο. Ασπασίως δὲ καὶ τούτου δεξαμένου τὴν πρόκλησιν αὖθις ἑτέρα συνίσταται μάχη. Καὶ χρόνον μέν τινα ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἀπανταχοῦ καὶ τῇ σιδηρέᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μύριον ἐργαζομένου φόνον· ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν. Ἐκεῖθεν οὖν ὁ Φωκάς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ Δαβὶδ τῷ τῶν Ιβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ἔτει στρατόν· τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐπεφιλίωτο γὰρ τῷ Φωκά ἐξ οὗ δοὺξ ἦν ἐν Χαλδία), λαὸν ἐκεῖθεν εἰληφώς οὐκ ὀλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ᾿ αὐτοῦ ἐσκεδασμένους ὄντας ἐκ τῆς τροηῆς, κάτεισιν εἰς Παγκάλειαν, ἔνθα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. Τόπος δὲ ἡ Παγκάλεια, πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλα τον, ἔγγιστά που τοῦ ποταμοῦ ᾿Αλυος κείμενον. Καὶ γίνεται πάλιν καρτερὸς ἀγών. Ενταῦθα τὸν ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, ] βέλτιον εἶναι κρίνας τὸν εὐκλεὴ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. Ευρώ στως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμὴν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦντος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνα κριθῆναι τὰ πράγγατα βουλευομένων (καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι
col. 165–166page 74 of 174
PG 122:165θέαμα καὶ καταπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δύο μονομαχία ἐπ᾽ εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα φρονοῦντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμά χοντο. Καὶ ὁ μὲν Σκλροὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῷ χαλινῷ παίσας ἀποκόπτει τῷ ξέφει. ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦτον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ρίπτει τῷ βάλει τῆς πληγῆς κατενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμὼν φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφεν ἀνελθὼν τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. Οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον ἐκ τῆς πληγῆς θεασάμενοι καὶ ἤδη λειποψυχοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψόμενον· ὑπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τελείῳ ἤδη παραδοθῆναι ἀφανισμῷ. Τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα η ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἀτάκτῳ βύμῃ, καὶ τῷ αἵματι πεφυρο μένου (Αἰγύπτιον τὸν ἵππον ἐκάλουν), καὶ καταμαθόντες οὗτινος ὁ ἵππος, καὶ νομίσαννες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται προς αυγήν, κρημνοῖς καὶ Αλυϊ τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς ἀπολλύμενοι, μηδενὸς ὄντος του διώκοντος. Τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πραγμα, ὥσπερ ἦν εἰκὸς, ὑποτοπάσας, κάτεισι μετὰ τῶν συνόντων ἐπι διώκων τοὺς φεύγοντας ὑπ᾽ ἀλλήλων συμπαλουμένους καὶ ἀλκῆς ὅλως μὴ μεμνημένους, καὶ τοὺς μὲν ἀναι ρῶν, τοὺς δὲ χειρούμενος. Ὁ δὲ Σκληρὸς μετ᾿ ἀλίγον διασωθεὶς φεύγει πρὸς Μαρτυρόπολιν· ἐκεῖθεν δὲ πρεσβευ τὴν ἐκπέμπει τὸν ἑαυτὸν ἀδελφὸν Κωνσταντῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμ μαχίαν αἰτῶν. Παρέλκοντος δ᾽ ἐκείνου καὶ μήτε τῇ δόσει συντιθεμένου μήτ' ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτριβοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρός Τῆς δὲ τοῦ Σκληροῦ τροπῆς ἀγγελθείσης τῷ βα σιλεῖ διὰ γραμμάτων τοῦ Φωκᾶ, καὶ τῆς εἰς βαβυ λῶνα ἀναχωρήσεως, τοῦτον μὲν ὁ βασιλεὺς ἀποδεξάμενος ἀξίως ἐτίμησε, πρὸς δὲ Χοσρόην τὸν τῆς βαβυλῶνος ἀμερμουμνήν πρεσβευτὴν ἐκπέμπει τὸν Βέστην Νικηφόρον τόν Οὐρανόν, εκετεύων μηδεμιᾶς ἐπιστροφῆς ἀξιῶσαι τὸν ἀποστάτην, μηδὲ θελῆσαι παράδειγμα γενέσθαι τοῖς ὀψιγόνοις φαῦλον, ἀμε λήσες μὲν βασιλέως ἀδικουμένου βασιλεὺς καὶ αὐτὸς ῶν, [Ρ. ] προσθέμενος δὲ τυράννῳ ἀδίκῳ καὶ ἀπο πάτη. Ἐνεχείρισε δὲ καὶ γράμματα βασιλικά ἐνσεσημασμένα, δι᾿ ὧν συμπαθείας ἀπάσης κακῶν ἠξίου τὸν Σκληρὸν καὶ τοὺς συνόντας αὐτῷ, εἰ μετ ταμαθόντες τὸ δέον τόν τε ἑαυτῶν ἐπιγνωσι δεσπο την καὶ πρὸς τὰ οἰκεῖα ὑπονοστήσουσι. Διασωθέντος δὲ πρὸς Χοσρόην τοῦ Οὐρανοῦ καὶ τῶν βασιλικῶν η φωραθέντων γραμμάτων, ὁ Χοσρόης καὶ τὸν πρε τοευτὴν καὶ τὸν Σκληρὸν καὶ πάντας τοὺς σὺν αὐτῷ Ρωμαίους υπονοήσας φρουρᾷ παραδίδωσι. Καὶ τού τους μὲν εἶχεν ἡ φρουρά, τῶν δὲ μὴ συνανελθόντων ἀποστατῶν τῷ Σκληρῷ Λέων μὲν ὁ αἰχμάλωτος καὶ οἱ τοῦ δοῦκα ᾿Ανδρονίκου τοῦ Λυδοῦ παῖδες Χριστοφόρος ὁ Ἐπείκτης καὶ Βάρδας ὁ Μογγός (ἔφθη γὰρ ἐκεῖνος ἀποθανεῖν) τὸ Ἀρμακούριον καὶ τὴν Πλα τεῖαν πέτραν καὶ ἄλλα τινὰ φρούρια ἐφυμνὰ ἐν τῷ θέματι κείμενα τῶν Θρακησίων κατεσχητότες ἀντεῖχον ἕως ὀγδόης ινδικτιώνος, καὶ ἐπεκδρομὰς ἐκ τούτων ποιούμενοι τὰ βασιλέως ἐλύπουν· καὶ οὐ μετὰ τῶν συνόντων ἀπάντων πρὸς Χοσρόην φοιτῆσαι
col. 167–168page 75 of 174
PG 122:167πρὶν ἐπαύσαντο τὰς χώρας λεηλατοῦντες, πρὶν ἂν ἀμνηστίαν ειληφότες κακῶν διὰ Νικηφόρου πατρικίου τοῦ Παρσακουτῆνοῦ τῷ βασιλεῖ προσεχώρησαν. Τότε δὴ καὶ ᾿Αντώνιος ὁ πατριάρχης κατὰ τὴν τοῦ Σκληροῦ ἀποταξάμενος ἀποστασίαν τῇ ἱερατεία, ἀπεβίω· καὶ χειροτονεῖται πατριαρχης Νικόλαος ὁ τὴν ἐπωνυμίαν Χρυσοβέργιος, τῆς Ἐκκλησίας ἀποιμάντου διατελεσάσης ἐπὶ ἔτη τέσσαρα πρὸς τῷ ἡμίσ σει. Εγένετο δὲ καὶ ἔκλειψις ηλίου περὶ μέσην ημέ ραν, ὡς καὶ ἀστέρας φανῆναι. Τῶν δὲ Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως Ιωάννου ἀποστατησάντων, ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες αδελφοι, Δαβίδ, Μωϋτῆς, Ααρὼν καὶ Σαμουήλ, ἑνὸς τῶν παρὰ Βουλγάροις μέγα δυνηθέντων κομητος ὄντες παῖδες καὶ διὰ τοῦτο κομητόπουλοι κατονομα ζόμενο. Τῶν γὰρ κατὰ γένος προσηκόντων τῷ Πέ αρῳ οἱ μὲν ἄλλοι θανάτῳ διεκόπησαν, Βορίσης δὲ καὶ Ῥωμανὸς οἱ τοῦτου υἱοὶ εἰς τὴν πόλιν εἰσαχθέντες, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἔμενον ἐν αὐτῇ, ὁ μὲνμά γιστρος παρὰ τοῦ βασιλέως τιμηθεὶς Ιωάν νου ὁ δὲ Ῥωμανὸς ἐκτμηθεὶς τὰ παιδουργά μόρια παρὰ τοῦ παρακοιμωμένου πρότερον Ιωσήφ. Καὶ ἐπεὶ συνέβη τὸν βασιλέα Ιωάννην ἀποθανεῖν, ἐκεῖ θεν ἀποδιδράσκουσι, καὶ τὴν Βουλγαρίαν φθάσαι ἠπείγοντο. Καὶ ὁ μὲν Βορίσης τόξῳ βληθεὶς ἐν τῷ διιέναι κατά τινα λόχμην παρά τινος Βουλγάρου νομίσαντος αὐτὸν Ῥωμαῖον εἶναι ἐνεδέδυτο γὰρ στο λὴν Ῥωμαϊκὴν) ἀπόλλυται, Ῥωμανὸς δὲ διασώζεται, καὶ χρόνῳ ὕστερον ἔπάνεισι πάλιν εἰς τὴν βασιλίδα, ὡς ἐν τῷ ἰδίῳ τόπῳ λελέξεται. Τούτων δὲ τῶν τεσ σάρων ἀδελφῶν Δαβὶδ μὲν εὐθὺς ἀπεβίω ἀναιρεθείς μέσον Καστορίας καὶ Πρέσπας καὶ τὰς λεγομένας Καλὰς δρὺς παρά τινων Βλαχῶν ὀδιτῶν, Μωϋσῆς δὲ τὰς Σέῤῥας πολιορκῶν λίθῳ ἀπὸ τοῦ τείχους βληθεὶς ἐτελεύτησε· καὶ τὸν ᾿Ααρὼν δὲ τὰ Ῥω μαίων, ὡς λέγεται, φρονοῦντα ἢ τὴν ἀρχὴν εἰς ἑαυτὸν σφετεριζόμενον ἀνεῖλεν ὁ ἀδελφὸς Σαμουὴλ παγγενεί, κατὰ τὴν ιδ᾽ τοῦ Ἰουλίου μηνός, ἐν τῇ τοποθεσίᾳ τῆς Ῥαμετανίτζας, [Ρ. ] μόνου Βλαδοσθλάβου τοῦ καὶ Ἰωάννου διασωθέντος, τοῦ υἱοῦ αὐτοῦ, παρὰ Ραδομηροῦ τοῦ καὶ Ῥωμανοῦ, τοῦ υἱοῦ τοῦ Σαμουήλ. Καὶ καθίσταται μόναρχος Βουλ γαρίας ἁπάσης ὁ Σαμουήλ. Οὗτος πολεμικὸς ἄνθρωπος ὢν καὶ μηδέποτε εἰδὼς ἠρεμεῖν, τῶν Ῥωμαϊκῶν στρατευμάτων ταῖς πρὸς τὸν Σκληρὸν μάχαις ἀσχο λουμένων ἀδείας τυχών κατέδραμε πᾶσαν τὴν Ἐσπέ ραν, οὐ μόνον Θρᾴκην καὶ Μακεδονίαν καὶ τὰ τῇ Θεσσαλονίκῃ πρόσχωρα, ἀλλὰ καὶ Θετταλίαν καὶ Ελλάδα καὶ Πελοπόννησον· καὶ πολλὰ φρούρια παρεστήσατο, ὧν ἦν τὸ κορυφαῖον ἡ Λάρισσα, ἧς τοὺς ἐποίκους μετώκισεν εἰς τὰ τῆς Βουλγαρίας ἐνδότερα πανεστίους, καὶ τοῖς καταλόγοις τῶν ἑαυτοῦ κατα τάξας στρατιωτῶν συμμάχοις ἐχρῆτο κατὰ Ῥωμαίων. Μετήγαγε δὲ καὶ τὸ λείψανον τοῦ ἁγίου Αχιλ. λείου, ἐπισκόπου Λαρίσσης χρηματίσαντος ἐπὶ Κωνσταντίνου τοῦ Μεγάλου καν τῆ μεγάλῃ καὶ πρώτῃ συνόδῳ παρόντος σὺν Ρηγίνῳ Σκοπέλων καὶ Διοδώρῳ Τρίκκης, καὶ εἰς Πρέσπαν ἀπέθετο, ἔνθα ἦσαν αὐτῷ τὰ βασίλεια. ᾿Αμύνασθαι δὲ τοῦτον ὁ βασιλεὺς τῶν εἰργασμένων γλιχόμενος, ἐπείπερ ἀπετινάξατο τὰς περὶ τοῦ Σκλη ροῦ φροντίδας, τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις αὐτὸς δι᾽ ἑαυτοῦ εἰσβολὴν ἐν Βουλγαρία ἐδόκει ποιή σασθαι, Βάρδας τὸν Φωκᾶν ὅτι τῶν σχολῶν δομέ στικον ὄντα καὶ τοὺς λοιποὺς ἔψους δυνάστας μηδ. αξιώσας λόγου. Εἰσερχόμενος δὲ ἐν Βουλγαρία δι
col. 169–170page 76 of 174
PG 122:169τῆς παρὰ τῇ Ῥοδόπῃ καὶ τῷ ποταμῷ Εβρῳ, τὸν μάγιστρο, Λέοντα τὸν Μελισσηνόν κατόπιν εἴασε, της δυσχωρίας φυλάττειν προστάξας, αὐτὸς δὲ τὰ μεταξύ Τριαδίτζης, ἥτις πάλαι Σαρδική ἐπωνόμαστο, στενὰ διελθὼν καὶ τὰς λόχμας, καὶ ἔν τινι τόπῳ Στωπωνίῳ λεγομένῳ γενόμενος, ἔθετο χάρακα, ἐκεῖσέ 437 τε διενοεῖτο πῶς ἂν ἐπιχειρήσῃ τῇ πολιορκία τῆς Σαρδικής. ακούετο δὲ καὶ ὁ Σαμουήλ τὰς κορυφὰς τῶν κύκλωθεν ὀρέων κατέχων (πρὸς φανερὰν γὰρ συμπλοκὴν καὶ ἀγχέμαχον ἐδειλία) καὶ πάντοθεν ἐνεδρεύων, εἴ πως δυνηθείη βλάψαι τοὺς ἐναντίους. Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο καὶ τοιοῦτος ἦν τῷ βασιλεῖ ὁ σκοπός, Στέφανος ὁ δομέστικος τῶν σχολῶν τῆς Δύσεως, ὅν διὰ τὸ βραχὺ τῆς ἡλικίας Κοντοστέφαν νον επωνόμαζον, ἀπεχθέστατος ὢν Λέοντι τῷ Μελισσηνῷ πρόσεισι νυκτὸς ἤδη καταλαβούσης τῷ βασιλεῖ, καὶ ἀναζευγνύειν ὡς τάχιστα παρεκάλει, τα ἄλλα λογιζόμενον δεύτερα, καὶ τὴν βασιλίδα κατα λαβεῖν, ὡς τοῦ Μελισσηνοῦ ἐποφθαλμιώντος τῇ βασι λείᾳ κἀκεῖσε ἀπιόντος ἄρτι σὺν τάχει πολλῷ. ἐθρόησεν ὁ λόγος τὸν βασιλέα, καὶ ἀναζυγὴν εὐθέως ἐκή. δ ρυξεν. Ὁ δὲ Σαμουὴλ τὴν ἀσύντακτον ἀναχώρησιν φυγήν, ὡς εἰκὸς, εἶναι, ὑποτοπάσας, ἐπεισπεσὼν ἀθρό ως μετ' ἀλαλαγμοῦ καὶ βοῆς τούς τε Ρωμαίους κατα έπληξε καὶ φυγεῖν ἠνάγκασε, καὶ τὸ στρατόπεδον κατέσχε, καὶ τῆς ἀποσκευῆς ἀπάσης ἐγένετο κύριος καὶ αὐτῆς τῆς βασιλικῆς σκηνῆς καὶ τῶν βασιλικῶν παρασήμων. Μόλις δὲ ὁ βασιλεὺς τὰ στενὰ διελθὼν εἰς Φιλιππούπολιν διασώζεται· [Ρ. ἐν ᾗ γενό μενος, καὶ τὸν Μελισσηνὸν ἀμετακίνητον εὐρὼν καὶ τὴν ἐμπιστευθεῖσαν αὐτῷ φυλακὴν ἐπιμελῶς της ροῦντα, τῷ Κοντοστεφάνῳ ἐλοιδορεῖτο ὡς ψευσαμένῳ καὶ παραιτίῳ γεγονότι τοσούτου κακοῦ. Οὗτος δὲ μὴ ἀνεγε κών πράως τὴν ἐπιτίμησιν, ἀλλ' ἔτι μᾶλλον τραχυνόμενος καὶ δίκαια συμβουλεῦσαι ἰσχυριζόμενος, ἠνάγκασε τὸν βασιλέα διὰ τὴν ἀναίσχυντον ιταμότητα ἀναπηδῆσαί τε τοῦ θρόνου, καὶ τῶν τριχῶν αὐτοῦ καὶ τῆς γενειάδος λαβόμενον κατασπάσαι εἰς γῆν. Ἰνδικτιῶνος δὲ ις, ἔτους συήδ', Οκτωβρίῳ μηνὶ ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι πολλαὶ καὶ ναοὶ καὶ μέρος τῆς σφαίρες τῆς τοῦ Θεοῦ Μεγάλης Εκκλησίας· ὅπερ πάλιν ὁ βασιλεὺς φιλο τίμως ἐπηνωρθώσατο, δαπανήσας εἰς μόνας τὰς μη χανές τῆς ἀνόδου, δι' ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχόμενοι ᾠκοδόμουν τὸ πεπτωκὸς, χρυσίου κεντηνάρια δέκα. Οἱ δὲ τῶν Ῥωμαίων μεγιστάνες μηνιώντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς Βάρδας καί τινες σὺν αὐτῷ ότιπερ εἰς Βουλγαρίαν ἐκστρατεύσας ὑπερεῖδεν αὐτοὺς, μηδ' ἐν Καρὸς λογισάμενος μοίρα ἄλλοι δὲ καὶ ἄλλοι δι᾿ ἄλλους προπηλακισμούς τε καὶ παροινίας, ὁ δὲ μάγιστρος Εὐστάθιος ὁ Μαλεῖνος διὰ τὸ ἀτίμως ἀπὸ τῆς εἰρημένης εκστρατείας ἀπο τεμφθῆναι, συναθροισθέντες ἐν τῷ Χαρσιανῷ κατὰ τὸν οἶκον τοῦ ῥηθέντος Μαλεΐνου, ι' τοῦ Αὐγούστου μηνός, τῆς ιε' Ινδικτιῶνος, Βάρδαν τὸν Φωκᾶν ἀνεῖ Κοντός Τίω δέ μιν ἐν καρός ασῃ. έγκαρός 10
col. 171–172page 77 of 174
PG 122:171& 4 που βασιλέα, διάδημά τε περιθέντες αὐτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας γνωρίσματα. Τούτου δὲ ἀναγορευθέντος ἠγγέλλετο καὶ ὁ Σκληρὸς ἥκων ἀπὸ Συ ρίας. Καθειρχθεὶς γὰρ, ὡς εἴπομεν, παρὰ τοῦ Χρ σρόου μετὰ τῶν περὶ αὐτὸν ἐν Βαβυλῶνι ἔμενε τηρούμενος ἐν τῇ φρουρᾷ, πάσης ἐπιμελείας ἐστε ρημένος καὶ τῇ ἐκ τῆς καθείρξεως κακουχία καὶ ταῖς τῶν φυλαττόντων παροινίαις τετρυχωμένος ἐξαίφνης δ' ἐπέλαμψεν αὐτῷ τύχη λαμπρά, καὶ τῆς φυλακῆς ἐκβάλλεται σὺν τοῖς ἀμφ' αὐτὸν παραδόξως. Οἵῳ δὲ τρόπῳ τῶν δεσμῶν ἡλευθερώθη, καὶ ὅπως εἰς τὰ Ῥωμαίων ἤθη διεσώθη καὶ ἐπανῆλθεν, ἄπεισι λέξων δ λόγος. Τὸ τῶν Περσῶν γένος τὴν ἀρχὴν τῆς βασιλείας ἀφαιρεθὲν ὑπὸ τῶν Σαρακηνῶν ἀεὶ μὲν ἐνεκότει τούτοις καὶ ἐνεδομύχει, καὶ καιρὸν ἐζήτει καὶ μη χανὴν ὅπως τοὺς τὸ κράτος ἔχοντας κατασπάσῃ καὶ τὴν πάτριον πάλιν ἀναλαβῃ ἀρχήν ἦν δέ τις ἐν αὐτοὶς ἀνὴρ ἐξ εὐγενοῦς σειρᾶς καταγόμενος. Ιναρο γος τοὔνομα, λέγειν τε δεινὸς καὶ ἄλλως πολεμικὸς καὶ δραστήριος ἄνθρωπος. Οὗτος τὸν βασιλέα Χοσρόην κατανοήσας ἀνειμένως καὶ φαύλως ἄρχοντα, καὶ νῦν παρεῖναι ἐν ἐζήτουν οἱ Πέρσαι καιρὸν οἰησ θεὶς, ἀνασείει τι τὸ γένος τῶν ᾿Αχαιμενιδῶν ἀπαν καὶ ἀπόστασιν κινεῖ κατὰ τῶν Σαρακηνών. προσλαβόμενος δὲ καὶ μισθοφορικὸν ἀπὸ τῶν έῴων Τούρ κων ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἐδῄου καὶ κατο έτρεχε τὰ Σαρακηνῶν, [Ρ. ] ἄρδην ἀναιρῶν τοὺς ἄλισκομένους καὶ μηδὲ παίδων φειδόμενος. Πρὸς τοῦτον ὁ Χοσρόης πολλάκις καὶ διὰ τῶν οἰκείων στρατηγῶν καὶ αὐτὸς δι' ἑαυτοῦ ἀντιπαραταξάμενος ἐν πάσαις ταῖς μάχαις ἡττήθη. Απογνούς οὖν λοιπὸν καὶ εἰδὼς μὴ ὤν ἱκανὸς ὅπλα ἀπὸ τοῦδε κινή σαι κατὰ Περσῶν, τῶν αὐτοῦ στρατευμάτων πολλάκις κατακοπέντων καὶ μηδ' ὄνομα στεγόντων ἀκοῦσαι Περσῶν, εἰς ἔννοιαν ἔρχεται τῶν ἐν τῇ φρουρᾷ Ρωσ μαίων, ἐπιλογισάμενος λίαν, ἐμφρόνως ὡς εἰ μή τις τῶν ἐπισήμων ἦν καὶ ἐμφανῶν ὁ καθειργμένος καὶ κατὰ ψυχὴν καὶ σῶμα γενναίως ἔχων, οὐκ ἂν τοῦ οἰκείου δεσπότου κατεξανέστη καὶ ἐς τόδε ἀνάγκης συνήλασε τοῦτον, καὶ μετὰ ταῦτα φυγὰς καὶ βίον διαντλῶν ἀτυχῆ ὑπὸ τοσούτων καὶ τηλικούτων ώς βασιλεὺς ἀνυμνεῖται. Κοινολογησάμενος μετὰ τῆς ἑαυτοῦ γερουσίας ἐκβάλλει τε τὸν ἄνδρα τοῦτον καὶ τοὺς σὺν αὐτῷ τῆς φυλακῆς καὶ πάσης ἐπιμελείας καταξιοῖ, καὶ τελευταῖον τὴν περὶ τοῦ πολέμου προσο φέρει ἀξίωσιν. θρυπτομένου δὲ κατ᾿ ἀρχὰς τοῦ Σκληροῦ, καὶ μετ' ειρωνείας πῶς ἂν δυνηθείεν λέ γοντος όπλα κινῆσαι ἄνδρες ἐν τοσούτῳ καιρῷ καθ ειργμένοι καὶ κατακόρως μετασχόντες τῶν ἐκ τῆς φρουρᾶς κακοπαθειῶν, ὁ Χοσρόης καὶ πάλιν ἐνέκειτο, καὶ χρήματα λαβεῖν αὐτὸν ἱκέτευεν ἀριθμοῦ διεκπίπτοντα καὶ στρατεύματα πλήθει τε ἄπειρα καὶ λαμ πρὶ ταῖς παρασκευαῖς, καὶ στρατηγῆσαι τὸν πόλε μον, καὶ μὴ μνησικακῆσαι τῆς καθείρξεως, ὡς δυ ναμένου καὶ αὐτοῦ τοῖς μετὰ ταῦτα καλοῖς καὶ ταῖς φιλοφροσύναις ἐπηλυγάσαι τὰ προφθάσαντα κακὰ καὶ τὰς ἐκ τῆς φυλακῆς ἀηδίας. Μείθεται τὸ τελευ
col. 173–174page 78 of 174
PG 122:173ταῖον ὁ Σκληρὸς, καὶ ἐκτελέσειν ὑπέσχετο τὸ κεκελευσμένον. Στρατεύματα μέντοι λαβεῖν ᾿Αράβων ἢ Σαρακηνῶν ἢ ἑτέρων ἐθνῶν τῶν τῷ Χοσρόῃ ὑποκειμένων οὐδ᾽ ὅλως ἡνέσχετο, τὰς δὲ φυλακὰς τῶν ἐν Συρίᾳ πόλεων ἀναστῆσαι ἠξίωσε, καὶ τοὺς ἐν αὐταῖς κρατουμένους Ρωμαίους ἐξαγαγεῖν καὶ κατοπλίσαι, μενὰ τούτων καὶ οὐκ ἄλλως λέγων εἶναι δυνατὸν αὐτῷ τὸν πρὸς τοὺς Πέρσας ἀναδέξασθαι πόλεμον. Ἐδέξατο ὁ Χοσρόης τὸν λόγον, καὶ αἱ φυλακαὶ ταχύ ἀνεῴγνυντο, καὶ οἱ ἐν αὐταῖς ἠλευθεροῦντο Ῥωμαῖοι, καὶ συνηθροίσθησαν ἀπὸ τούτων ἄνδρες ὁμοδ τρισχίλιοι· οὓς εἰς βαλανεῖα ἐκδοὺς καὶ τὸν ἐκ τῆς καθε είρξεως βύπον ἀποκαθάρας, ἐσθῆσί τε καὶ περιβα λαῖς καιναῖς ἀμφιάσας, καὶ ἐκάστῷ τὴν προσήκουσαν καὶ ἀρκοῦσαν δοὺς παντευχίαν, οδηγοὺς τῆς ὁδοῦ λαβὼν ἔξεισι μετ᾿ αὐτῶν κατὰ τῶν Περσῶν. Γενομένης δὲ ἀντιπαρατάξεως, καὶ μετὰ ῥύμης σφο δρᾶς τῶν περὶ τὸν Σκληρὸν ἐπιθεμένων τοῖς Πέρα σαις, ἐκεῖνοι τῷ ξένῳ τῆς καθοπλίσεως καὶ τῷ ἀήθει τῆς φωνῆς καὶ τῷ ἀγνώστῳ τῆς παρατάξεως, τὸ δὲ πλέον καὶ τῇ ραγδαία φορᾷ καὶ ῥύμῃ τῶν Ῥωμαίων καταπλαγέντες τρέπονται κατὰ κράτος καὶ πίπτουσι πανσυδί, ὡς μηδ᾽ ἄγγελον (τοῦτο δὴ τὸ τοῦ λόγου) περιλειφθῆναι τῆς συμφορᾶς, [Ρ. ] πεσόντος καὶ αὐτοῦ Ἰνάργου κατὰ τὴν προςβολήν. Λείαν δ' ὅτι πολλὴν περιβαλόμενοι καὶ ἵππους συχνούς οὐκέθ' ὑποστρέψαι πρὸς Χοσρόην ἔγνωσαν, ἀλλὰ τῆς ἐπὶ Ῥωμαίους ἀγούσης ἁψάμενοι και συντόνῳ χρησάμενοι τῇ ὁδοιπορίᾳ ἔλαθον διαδράντες καὶ εἰς τὰ σφέτερα ήθη διασωθέντες. Ετερος δὲ λόγος ἔχει ὡς μετὰ τὴν κατὰ Περσῶν νίκην ἐπανελθόντας ἐδέξατο φιλοφρόνως αὐτοὺς ὁ Χοσρόης, καὶ ἐπεὶ μετ᾿ ὀλίγον τὸ τῆς ζωῆς αὐτὸν ἔφθασε τέλος, ἐπέσκηψε τῷ υἱῷ καὶ ὁμωνύμῳ καὶ μετ᾿ αὐτὸν βασιλεῖ συμμαχίαν δοῦναι τοῖς Ῥωμαίοις καὶ οἴκαδε πέμψαι. Καὶ ὁ μὲν Σκληρὸς ἐνὶ τῶν εἰρημένων τρόπων τῶν Ῥωμαίων καταλαμβάνει γήν, εὑρὼν Βάρδαν τὸν Φωκᾶν ὡς βασιλέα ἀνευφημούμενον, καὶ αὐτὸς ὁμοίως παρὰ τῶν συνόντων ἀνευφημούμενος. Οὕτω δὲ τὰ πράγματα ευρηκώς διακείμενα διά. Ο φορος ἦν καὶ ποικίλος ταῖς γνώμαις· ἑαυτὸν μὲν γὰρ ἀσθενέστατον ἔκρινεν εἰς τὸ καθ᾿ ἑαυτὸν μόνον συν έχειν καὶ διακρατεῖν τὴν ἀποστασίαν· προσχωρήσαι δὲ τῷ Φωκάς ἢ τῷ βασιλεῖ λίαν ἀγεννὲς ψήθη καὶ ἄνανδρον. Πολλὰ γοῦν γνωματεύσας μετὰ τῶν συνόν των, τέλος τὸ μὲν μόνος ἀνευφημεῖσθαι ὡς βασιλεὺς παράβολον καὶ ἀλυσιτελὲς διὰ τὸ ἀδύνατον ἐλογίζετο, ἑνὶ δὲ προσφοιτῆσαι τῶν δυναστῶν καὶ τοῦ ἑτερου καταφρονῆσαι κατεγίνωσκε διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. Έγνω οὖν κατὰ τὸ δυνατὸν καὶ ἄμφω προσο κτήσασθαι τὰς ἀρχὰς, ἵν᾿ ἐξ ἀποτυχίας τὴν ἑτέραν ἔχῃ βοηθὸν καὶ συλλήπτορα. Γράμματα μὲν οὖν αὐτὸς ἐκπέμπει πρὸς τὸν Φωκᾶν, κοινοπραγίαν ἐξαιτῶν καὶ τῆς βασιλείας διανομήν, εἰ καταγωνίσασθαι δυνηθείεν τὸν βασιλέα. Λάθρα δὲ Ῥωμανὸν τὸν υἱὸν ἐκπέμπει πρὸς τὸν βασιλέα ὡς τάχα αὐτο μολήσαντα, λίαν ἐντρεχῶς λογισάμενός τε καὶ κρί νας, ἵν᾽ εἰ μὲν ὁ Φωκᾶς ὑπερέχῃ, αὐτὸς εἴη σωτήρ τοῦ παιδὸς, εἰ δι ἐπικρατέστερα τὰ τοῦ βασιλέως ὑπάρξει, αὐτὸς δι᾽ ἐκείνου παραιτηθεὶς τοῦ κινδύ του ῥυσθείη. Καὶ ὁ μὲν. Ῥωμανὸς δόκησιν φυγῆς παρασχὼν ἔπεισι πρὸς τὸν βασιλέα· ὃν οὗτος φιλο φρόνως ἄγαν δεξάμενος καὶ περιχαρώς μάγιστρον τε εὐθέως ἐτίμησε καὶ συμβούλῳ διὰ παντὸς ἐν τοῖς πολέμοις ἐχρῆτο. Καὶ γὰρ δὴ μετὰ τὴν εἰς Συρίαν
col. 175–176page 79 of 174
PG 122:175ὑποχώρησιν τοῦ Σκληροῦ τῶν φροντίδων ὁ βασιλεὺς ἀπαλλαγεὶς καὶ τῶν διοικήσεων απτόμενος ἀνδρικώς τερον, ἐπεὶ ἔγνω τὸν παρακοιμώμενον μὴ ἀρεσκόμενον τοῖς δρωμένοις, ἀλλ᾽ ὑποτονθορύζοντα καὶ δεινὰ δράσειν, εἰ καιροῦ λάβοιτο, ἐλπιζόμενον, τοῦ τον μὲν κατάγει τῆς ἐξουσίας καὶ οἴκοι μένειν προσ τάττει, [Ρ. ] αὖθις δὲ μὴ ἠρεμοῦντα ὁρῶν ἀλλ' ἀεὶ μελετῶντα ἀλλόκοτα καὶ τὴν προτέραν ἀπειληφέναι σπεύδοντα· ἐξουσίαν ὑπερόριον ἀνὰ τὸ Στενὸν τίθησιν, ἀφελόμενος καὶ τὰ πλείω τῆς οὐ σίας αὐτοῦ, ὡς μὴ κεχορηγημένην έχων ὕλην φθάσαι τι δρᾶσαι τῶν ἀνηκέστων· αὐτὸς δὲ τῆς ἐξ αὐτοῦ μονωθεὶς τυμβουλῆς, καὶ φίλων δεόμενος καὶ συνεργῶν ἐν ταῖς περιστάσεσι, τότε γνησίως τὸν Ρωμα νὸν προσεδέξατο, ἄνδρα εἰδὼς ἐντρεχῆ καὶ δραστή Η ριον καὶ τὰ πολεμικὰ ἱκανώτατον. Βάρδας δὲ ὁ Φωκᾶς ὡς τὴν τοῦ Σκληροῦ ἐπάνοδον προσαγγελθεῖσαν ἐπύθετο, γράμματά τε ἐκπέμπει αὐτὰ ἐκεῖνα δηλοῦντα τὰ ἐκείνῳ πρὸς τρόπου, καὶ ὅρκοις ἐπιστοῦτο τὰς ὑποσχέσεις, «Εἰ τῶν ἤλπιο σμένων τύχωμεν, λέγων, σὺ μὲν ἄρξεις ᾿Αντιοχείας καὶ Φοινίκης και Κοίλης Συρίας καὶ Παλαιστίνης καὶ Μεσοποταμίας, ἐγὼ δὲ ἄρχων ἔσομαι τῆς βασι λίδος αὐτῆς καὶ τῶν ὑπολοίπων ἐθνῶν.» Δεξάμενος δὲ περιχαρῶς ὁ Σκληρὸς τοὺς λόγους, καὶ τοῖς ὅρκοις δ θαῤῥήσας, ἔπεισιν ἐν Καππαδοκίᾳ πρὸς τὸν Φωκᾶν ὡς ταχα πληρώσων τὴν κοινοπραγίαν. Ἐκεῖνος δὲ τοῦτον ἔνδον τῆς σαγήνης λαβὼν ἀπαμφιέννυσί τε τὰ τῆς βασιλείας παράσημα καὶ εἰς τὸ φρούριον τὸ Τυροποιόν ἐκπέμπει, φρουρὰν οὐκ ἀγεννῆ περιστήσας αὐτῷ, Αὐτὸς δὲ μέρος τοῦ στρατοῦ παρασχών Κατ λοκυρῷ πατρικίῳ τῷ Δελφινᾷ ἐκπέμπει κατὰ τὴν ἀντίπορθμον τῇ βασιλίδι Χρυσόπολιν. Τὸ δὲ λοιπὸν ἅπαν τῆς στρατιᾶς ἄγων μεθ' ἑαυτοῦ κάτεισιν εἰς "Αβυδον, ἐλπίσας οὕτω κατεχομένων τῶν στενών πεπιεσμένους ἐνδείᾳ παραστήσεσθαι τοὺς πολίτας. Ὁ δὲ βασιλεὺς πολλὰ παρακαλέσας τὸν Δελφινᾶν ἀπαναστῆναι τῆς Χρυσοπόλεως καὶ μὴ ἀντιμέτωπον τῇ βασιλίδι ποιεῖσθαι στρατοπεδείαν, ὡς οὐκ ἔπειθε, πλοῖα παρασκευάσας νυκτὸς καὶ τούτοις ἐμε βιβάσας Ῥὼς (ἔτυχε γάρ συμμαχίαν προσκαλεσάμενος ἐξ αὐτῶν, καὶ κηδεστὴν ποιησάμενος τὸν ἄρ χοντα τούτων Βλαδιμηρὸν ἐπὶ τῇ ἑαυτοῦ ἀδελφῇ "Αννῃ), περαιωθεὶς μετ᾿ αὐτῶν ἀνοήτως ἐπιτίθεται τοῖς ἐχθροῖς καὶ ῥᾷον χειροῦται. Τὸν μὲν οὖν Δελφι εἶχε τὴν σκηνὴν πεπηγμένην, τὸν δὲ ἀδελφὸν τοῦ νἂν ἐπὶ ξύλου κρεμᾷ κατ᾿ ἐκεῖνον τὸν τόπον ἔνθαπερ Φωκᾶ Νικηφόρον τὸν τυφλὸν φρουρά παραδίδωσι, καὶ τοῖς λοιποῖς τοῖς ἀλοῦσι ποινὰς ἐπιθεὶς τὰς δου κούσας ὑπέστρεψεν εἰς τὴν βασιλίδα. Ὁ δὲ Φωκᾶς τὴν ᾿Αβυδον καταλαβὼν ἐπιμελῶς ἐπολιόρκει, ρωμαλέως ὑφίσταμένων καὶ τῶν ἔνδον τὴν πολιορκίαν, τοῦ δρουγγαρίου τῶν πλωίμων κυριακοῦ προεκπεμφθέντος παρὰ τοῦ βασιλέως καὶ τοὺς ἔνδον παραθαρρύνοντος. Μετὰ μικρὸν δὲ ἐπε ραιώθη καὶ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφὸς, κατόπιν δ᾽ ἀφίκετο καὶ αὐτὸς ὁ βασιλεύς· ὧν πε ραιωθέντων ὁ Φωκᾶς μέρος μὲν τῆς στρατιᾶς προσ εδρεύειν ἐπέταξε τῇ τῆς ᾿Αβύδου πολιορκία, αὐτὸς δὲ τοῖς λοιποῖς τοῦ στρατοῦ ἀννιπαρατάττεται τοῖς βασιλεῦσι [Ρ. ] Καὶ μελλούσης ἤδη ἀρχὴν λαμ
col. 177–178page 80 of 174
PG 122:177βάνειν τῆς μάχης ὁ Φωκᾶς τοῦ ζῆν ἀγεννῶς τὸ γενναίως ἀποθανεῖν εὐγενῶς προκρίνας, τον βασιλέα θεασάμενος πόρρωθεν τῇδε κἀκεῖσε καθιππαζόμενον καὶ τὰς τῶν οἰκείων διακοσμοῦντα τάξεις καὶ παραθαρρύνοντα, καὶ πρὸς ἑαυτὸν λογισάμενος ὡς εἰ τούτου ἐπιτυχὴς γένηται, ῥᾷον ἂν καὶ τοὺς λοιποὺς καταγωνιεῖται, τὸν ἵππον μυωπίσας ραγδαίως ἵκετο κατ᾿ αὐτοῦ, τὰς ἐναντίας φάλαγγας διακόπτων καὶ ἀνυπόστατος τοῖς πᾶσι φαινόμενος. Ηδη δὲ τῷ βα σιλεῖ προσεγγίζων εὐθὺς ἀποστρέφει καὶ εἷς τινα λόφον ἄνεισι, καὶ τοῦ ἵππου ἀποβὰς καὶ πρὸς γῆν ἐκτείνας ἑαυτὸν ἀπέλιπε τὴν ζωήν, εἴτε παρά του τῶν στρατιωτῶν ἐν τῷ ἀτάκτως φέρεσθαι και ρίαν τυπείς, εἴτε καὶ ἄλλως ἀπὸ σωματικῆς ἀτα ξίας κατεργασθείς· πληγὴν μέντοι οὐδ᾽ ὅλως εὐρέθη ἐν τῷ σώματι ἔχων, καὶ διὰ τοῦτο ὁ λέγων λόγος δη λητηρίῳ αὐτὸν ἀναιρεθῆναι κρατεῖ. Φέρεται γὰρ ὅτι Συμεὼν ὁ πιστικώτατος τῶν θεραπόντων αὐτοῦ, δώ ροις ὑπὸ βασιλέως ἀναπεισθεὶς, φαρμάκῳ τοῦτον ἀπέκτεινεν. Ειώθει γὰρ ὁ Φωκᾶς ἐν τῷ πολέμῳ ὕδατος ψυχροῦ πρὸ τῆς συμπλοκῆς ἀπογεύεσθαι " ὁ καν ταύτῃ τῇ συμβολῇ ποιήσας ἔλαβε συγκαταπιὼν τῷ ὕδατι καὶ τὸ δηλητήριον. Ἐπὶ πολὺν δὲ χρόνον ἐν τῷ λόφῳ κειμένου τοῦ Φωκᾶ ᾤοντο πάντες διά τινα σωματικὴν μαλακίαν ἀναπαύσει μικρᾷ ἑαυ τὸν ἐκδεδωκέναι· ὡς δὲ ἐχρόνιζε κείμενος καὶ προσο ελθών τις νεκρὸν αὐτὸν εὗρε καὶ ἄναυδον, καὶ δι εγνώσθη τοῖς πᾶσιν ὁ τούτου θάνατος, οἱ μὲν ἀποστάται εὐθὺς εἰς φυγὴν ὥρμησαν, τὰ δὲ τοῦ βασιλέως ἐπερ ῥώσθη στρατεύματα, καὶ ἐδίωκον ἀμεταστρεπτί, καὶ ζωγροῦνται μὲν Λέων καὶ Θεόγνωστος οἱ Μελισσηνοί, Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοί. Οὓς μεθ' ἑαυτοῦ ὁ βασιλεὺς εἰς τὴν πόλιν εἰσαγαγών διὰ μέσης ἐθριάμβευσε τῆς ἀγορᾶς ὄνοις ἐφεζομένους, μόνου φεισάμενος Λέοντος τοῦ Μελισσηνοῦ. Λέγεται γὰρ οὗτος ἐπὶ τῆς παρατάξεως τῷ οἰκείῳ ἀδελφῷ Θεο γνώστῳ, ἐπιχλευάζοντι τοὺς βασιλεῖς καὶ ὕβρεις ἀπρε πεῖς ἐς αὐτοὺς ἀποῤῥιπτοῦντι, ἐπιτιμῆσαί τε μετὰ δακρύων πολλὰ, καὶ παρακαλέσαι παύσασθαι τῆς αθυροστομίας καὶ μὴ ἀναιδῶς ἐνυβρίζειν εἰς τοὺς οἰ κείους δεσπότας· ἐπεὶ δὲ μὴ ἔπειθε, καὶ τὸν σειρο. μέστην ἐκτείνας δοῦναι τούτῳ πολλὰς, ὥστε καὶ τὸν βασιλέα θεωρὸν ὄντα τῶν γινομένων ἀνειπεῖν πρὸς τοὺς παρόντας· «Ιδετε, ὦ οὗτοι, ἀφ' ἑνὸς ξύ λου καὶ σταυρὸν καὶ πτύον» Διὰ ταύτην οὖν τὴν αἰτίαν λέγεται τῷ Λέοντι συγχωρηθῆναι τὸν θρίαμβον. Σειρά σειρομάστης εἰς σειρομάστης,: είδος λόγχης, εἶδος ἀκοντίου,: ἀκόντιον. σειρομάστῃ κοντόν. δόρυ, είδος ἀκον τίου, λόγχης. πτύον πτύ Πτυάριον πτυάρι πτύον, πτυάριον.
col. 179–180page 81 of 174
PG 122:179η ] "Αρτι δὲ τοῦ Φωκά ἀποθανόντος κατὰ τὸν Ἀπρίλλιον μῆνα τῆς δευτέρας ἐνδικτιῶνος τοῦ συμζ' ἔτους, καὶ τῆς κατ' αὐτὸν ἀποστασίας διαλυθείσης, ἀδείας λαβόμενος ὁ Σκληρός πάλιν ἀνελάμβανεν ἑαυτὸν καὶ τὴν προτέραν ἐσωμάσκει ἀποστασίαν. Ὅπερ πυθόμενος ὁ βασιλεὺς γράμμασι παρήνει κόρον λαβεῖν τῆς τῶν Χριστιανῶν χύσεως αἱμάτων, ἄνθρωπον καὶ αὐτὸν ὄντα καὶ θάνατον προσδεχόμενον καὶ κρίσιν, καὶ ὀψέ ποτε μεταμαθεῖν τὸ συμφέρον, καὶ τὸν ἐκ Θεοῦ δεδομένον ἄρχοντα ἐπιγνῶναι. Τού τοῖς δὲ τοῖς γράμμασι μαλαχθεὶς ἐκεῖνος, καὶ πίν στεις λαβὼν ὡς οὐδὲν ὁποστήσεται φλαύρον, κατατίθεται τὰ ὅπλα καὶ τῷ βασιλεῖ σπένδεται, κουροπαλάτης τιμηθείς. Οὐ μέντοι γε καὶ ὀφθαλμοῖς τὸν βα σιλέα θεάσασθαι ἠξιώθη· κατὰ γὰρ τὴν ὁδὸν ἀορα σίᾳ πληγεὶς τὴν ὁρατικὴν ἀπέβαλεν αἴσθησιν καὶ τυφλὸς εἰσήχθη πρὸς βασιλέα. Ον χειραγωγούμενον ἐκεῖνος θεασάμενός φησι πρὸς τοὺς παρόντας «Ον ἐφοβούμην καὶ ἔτρεμον, χειραγωγούμενος ἔρω χεται.» Απολυθεὶς δὲ τῶν ἐμφυλίων πολέμων καὶ φρον τίδων ὁ βασιλεὺς, πῶς ἂν διάθηται τὰ κατὰ τὸν Σαμουὴλ ἐσκόπει καὶ τοὺς λοιποὺς τοπάρχας, οἵτινες ταῖς ἀποστασίαις ἐνασχολουμένου ἄδειαν είλη φότες οὐ μικρὰ τὰς τῶν Ῥωμαίων ἐπικρατείας ἐλύπησαν. Ἔξεισιν οὖν εἰς τἀπὶ Θράκης καὶ Μακε δονίας χωρία, καὶ κάτεισιν εἰς Θεσσαλονίκην, ἀπο δώσων τὰ εὐχαριστήρια τῷ μεγαλομάρτυρι Δημητ τρίῳ· ἐκεῖσέ τε Γρηγόριον μάγιστρον τὸν Ταρωνί την άρχειν λιπών, δοὺς αὐτῷ καὶ στρατὸν ἀξιόμαχον ἐφ᾽ ᾧ εἴργειν καὶ ἀνακόπτειν τὰς ἐπιδρομὰς τοῦ Σαμουήλ, αὐτὸς ὑποστρέψας κἂν τῇ βασιλίδι γενό μενος ἄνεισιν εἰς Ἰβηρίαν· ἤδη γὰρ καὶ ὁ κουροπαλάτης ἐτεθνήκει Δαβίδ, κληρονόμον τῶν αὐτῷ προσ ηκόντων γράψας τὸν βασιλέα. Εκεῖσε δὲ γενόμενος, καὶ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν καταστησάμενος, καὶ τὸν τοῦ κουροπαλάτου Δαβίδ Γεώργιον τὸν τῆς ἐνδοτέρω βηρίας ἄρχοντα τοῖς οἰκείοις ἀκρεῖ σθαι πείσας καὶ μὴ ἐπιβαίνειν τοῖς ἀλλοτρίοις, σπει 448 σάμενός τε αὐτῷ καὶ ὅμηρον εἰληφὼς τὸν τούτου υἱόν, ἄπεισιν εἰς Φοινίκην, ἔχων μεθ᾿ ἑαυτοῦ καὶ τοὺς ἐν τῇ κατ' αὐτὸν Ιβηρίᾳ κατὰ γένος πρωτεύοντας, ὧν ἦσαν κορυφαῖοι ὁ Πακουριάνος καὶ Φεβδάτος καὶ Φέρσης οἱ αὐτάδελφοι, οἷς καὶ εἰς τὸν τῶν πατρικίων ἀνεβίβασε θῶκον. Ἐν Φοινίκῃ δὲ γενό μενος, καὶ τὸν Τριπόλεως ἀμηρᾶν καὶ τὸν Δαμασκοῦ καὶ Τύρου καὶ Βηρύτου (οὗτοι γὰρ πρὸ ὀλίγου ὁμο νοήσαντες καὶ ὅπλα κατὰ τῆς ᾿Αντιοχείας κινήσαντες, τοῦ βασιλέως τῷ πρὸς τὸν Φωκᾶν πολέμῳ σχο λάζοντος, Δαμιανόν τε τὸν πατρίκιον ὃς ἦρχεν Αντιοχείας πολέμῳ συμβαλόντα τούτοις ἀνεῖλον καὶ κίνδυνον οὐ μικρὸν τῇ πόλει ἐπέσειον) 70. [ ὡς ἐνῆν ἀσφαλισάμενος μένειν τῇ δουλώσει Ῥωμαίων, καὶ ὅμηρα λαβὼν ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον. 'Αδελφόν Διιόντα δὲ τοῦτον ἐκ Καππαδοκίας Ευστάθιος μάτ
col. 181–182page 82 of 174
PG 122:181γιστρος ὁ Μαλεῖνος ἐν τοῖς οἰκείοις ὑπεδέξατο παν δ στρατὶ, πᾶσαν αὐτῷ τε καὶ τῷ στρατεύματι ἀφθόνως παρεσχηκώς χορηγίαν· ὅν ὡς τάχα ἀποδεξάμενος καὶ ἐπαινέσας καὶ μετ᾿ αὐτοῦ προσλαβόμενος εἰς τὴν βασιλίδα ἔκτοτε ὑποστρέψαι οὐ συνεχώρησεν, ἀλλὰ χορηγῶν αὐτῷ δαψιλῶς τὰ πρὸς τὴν χρείαν καὶ ὤσε περ τι θηρίον τρέφων ἐν τινι σηκῷ κατεῖχεν, ἕως αὐτ τὸν καὶ τὸ πέρας τοῦ βίου κατέλαβε. Τούτου δὲ ἀπο θανόντος ἡ κτῆσις αὐτοῦ πᾶσα δεδημοσίευτο. Εγραψε δὲ καὶ νόμον ὁ βασιλεὺς εἴργοντα τοὺς δυνατούς ἐν ὁμάδι χωρίων αὐξάνεσθαί Τοῦτο δὲ καὶ πρὸ αὐτοῦ Κωνσταντίνος ὁ πορφυρογέννητος, ὁ πατροπάτωρ τοῦ βασιλέως, καὶ Ῥωμανὸς ὁ ἐκείνου πενθερὸς ἐποιήσαντο. Νικολάου δὲ τοῦ Χρυσοβέργη ἐπὶ χρόνους ιβ΄ καὶ μῆνας η' τὴν Ἐκκλησίαν ιθύναντος καὶ καταλύσαντος τὴν ζωήν, χειροτονεῖται Σισίνιος μέγιστρος, ἀνὴρ ἐλλόγιμος και ιατρικῆς τέχνης ἥκων εἰς τὸ ἀκρό τατον, ἐν ἔτει ςφγ', ινδικτιῶνος η· ὅστις καὶ τοὺς διακρινομένους ήνωσε διὰ τὴν τετραγαμίαν. Καὶ οὗτος ἐπὶ τρεῖς μόνους ἐνιαυτοὺς τὴν Ἐκκλησίαν ποιμάνας ἐξέστη τῆς ζωῆς, καὶ προεβλήθη Σέργιος ἡγούμενος ὢν τῆς μονῆς τοῦ Μανουὴλ καὶ τὸ γένος ἀναφέρων πρὸς Φώτιον τὸν πατριάρχην. Τοῦ δὲ Σαμουὴλ ἐκστρατεύσαντος κατὰ Θεσσαλονίκης, καὶ τὸ μὲν ἄλλο πλῆθος εἰς λόχους καὶ ἐνέδρας διαμερίσαντος, ἀλίγους δέ τινας εἰς ἐκδρομὴν ἄχρι Θεσσαλονίκης αὐτῆς πεπομφότος, ἐπιγνοὺς τὴν ἔφε οδον ὁ δούξ Γρηγόριος τὸν μὲν οἰκεῖον υἱὸν ᾿Ασώτην ἔπεμψεν ἰδεῖν καὶ κατασκοπῆσαι τὸ πλῆθος καὶ αὐτῷ γνῶσιν δοῦναι, αὐτὸς δὲ ὄπισθεν εἴπετο. Ὁ δὲ ἐξελθὼν καὶ τοῖς προδρόμοις συμπλακείς καὶ τρεψάμενος έλα θεν εἰς μέσους τοὺς λόγους περιληφθείς. Τοῦτο ὡς ὁ Γρηγόριος ἔμαθεν, ἐβοήθει δια ταχέων τὸν παῖδα τῆς αἰχμαλωσίας γλιχόμενος ἐκλυτρώσασθαι· ἀλλὰ καὶ αὐτὸς κυκλωθεὶς ὑπό τῶν Βουλγάρων καὶ γεν ναίως καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσεν. ἀγγελθείσης δὲ τῷ βασιλεῖ τῆς τοῦ δουκὸς ἀναιρέσεως πέμπεται πάσης Δύσεως ἄρχων ὁ μάγιστρος Νίκης φόρος ὁ Οὐρανός· ἔφθασε γὰρ καὶ οὗτος τὴν ἐκ Βαβυλώνος φυγὴν ὠνησάμενος καὶ τὴν βασιλίδα και ταλαβών. Όστις ἐν Θεσσαλονίκη γενόμενος, ἐπεὶ ἔγνω τὸν Σαμουὴλ τῇ τοῦ δουκὸς Γρηγορίου τοῦ Τα ρωνίτου σφαγῇ καὶ τῇ ἀλώσει τοῦ υἱοῦ αὐτοῦ ἐπειρός μενον, καὶ διὰ τοῦτο τά τε Θετταλικά διαβάντα Τέμπη καὶ τὸν Πηνειόν περαιωσάμενον ποταμόν, Θετταλίαν τε καὶ Βοιωτίαν καὶ ᾿Αττικὴν εἰσβαλόντα τε καὶ ἐν Πελοποννήσῳ διὰ τοῦ ἐν Κορίνθῳ ἰσθμοῦ, καὶ πάντα ταῦτα δῃοῦντα καὶ ληϊζόμενον ] ἐν ὁμάδι χωρίων αὐξάνεσθαι, τοῦ στοιχείου περὶ ἀγορᾶς καὶ πράσεως· Ὁ κρατῶν ὀφφίκιον ἐν ἐπαρχία οὐ δύναται κινητὸν ἢ ἀκίνητον ἀγο ράζειν ἐν αὐτῇ πρᾶγμα ἢ δι᾽ ἑαυτοῦ ἢ δι᾽ ἑτέρου, εἰ μὴ παρὰ τοῦ δημοσίου. Καὶ γὰρ καὶ τοῦ πράγματος ἐκπίπτει καὶ τὸ δοθέν τίμημα οὐκ ἀναλαμβά
col. 183–184page 83 of 174
PG 122:183ἄρας καὶ αὐτὸς μετὰ τῶν περὶ αὐτὸν στρατευμάτω καὶ τὰς ὑπωρείας διελθὼν τοῦ Ολύμπου καὶ ἐν Λα ρίσσῃ γενόμενος, κἀκεῖσε λιπὼν τὴν ἀποσκευὴν καὶ εὔζωνον λαβὼν τὸν στρατὸν, τὴν Θετταλίαν ὁδοιπορίᾳ συντόνῳ διελθὼν καὶ τὸ τῆς Φαρσαλίας πεδίον καὶ τὸν ᾿Απιδανόν διαβὰς ποταμόν, κατὰ τὸ χείλος τοῦ Σπερχειού ποταμοῦ πήγνυσι τὴν στρατοπεδείαν, εἰς τὴν περαίαν καὶ αὐτοῦ τοῦ Σαμουὴλ αὐλιζομέν νου ὄμβρων γὰρ ἀπλέτων ὑσθέντων ἐξ οὐρανοῦ, καὶ τοῦ ποταμοῦ πλημμυροῦντος καὶ πελαγίζοντος, ἀπέγνωστο τὸ νῦν ἔχον ἡ συμπλοκή. 'Αλλ' ὁ μάγι στρος ἄνω καὶ κάτω τὸν ποταμὸν περισκοπήσας, και τινα τόπον εὐρὼν δι' οὗ ᾠήθη δυνατὸν ἔσεσθαι τούτω περαιωθῆναι, ἀγείρας νυκτὸς τὸν στρατὸν περαιοῦται τὸν ποταμὸν καὶ τοῖς περὶ τὸν Σαμουὴλ ἀμερίσ μνως καθεύδουσιν ἐπιτίθεται· καὶ σφάζονται μὲν ἀριθμοῦ κρείττους, μηδενὸς πρὸς ἀλκὴν ἀπιδεῖν τολμήσαντος, ἐπλήγη δὲ καὶ αὐτὸς ὁ Σαμουὴλ καὶ ὁ τούτου υἱὸς ὁ Ῥωμανός βαθείαις πληγαίς. Καὶ ἐάλωσαν ἂν, εἰ μὴ τοῖς νεκροῖς συμμίξαντες ἑαυτοὺς ἔκειντο ὡς τεθνεῶτες, καὶ νυκτὸς ἐπιγενομένης ἔλαθον διαδράντες εἰς τὰ ὄρη τῶν Αἰτωλῶν, κἀκεῖθεν διὰ τῶν κορυφῶν τῶν τοιούτων ορέων διελθόντες τὸν Πίνδον διεσώθησαν ἐν Βουλ γαρία. Ὁ δὲ μάγιστρος τοὺς αἰχμαλώτους Ρωμαίους ἐλευθερώσας, σκυλεύσας δὲ καὶ τοὺς πεσόντας Βουλγάρους, διαρπάσας δὲ καὶ τὸ τῶν πολεμίων στρατόπεδον καὶ πλοῦτον ὅτι πλεῖστον περιβαλόμενος, σὺν τῇ στρατιᾷ ἐπανέζευξεν εἰς Θεσσαλονίκην. Ο Σαμουήλ δὲ πρὸς τὰ οἰκεῖα ἀνασωθείς γαμ βρὸν ἄγεται ἐπὶ τῇ αὐτοῦ θυγατρὶ ᾿Ασώτην τὸν τοῦ Ταρωνίτου υἱὸν, τῶν δεσμῶν ἐλευθερώσας· πρὸς τοῦτον γὰρ ἡ παῖς ἐρωτικῶς διατεθεῖσα ἐξάξειν ἑαυτὴν ἐπείλει, εἰ μὴ νομίμως αὐτῷ συναφθείη. Εκτελέσας δὲ τοὺς γάμους ἐκπέμπει μετ' αὐτῆς τοῦτον εἰς τὸ Δυρράχιον, ἐπὶ φυλακῇ τάχα τῆς χώρας· ἡ δὲ ἐκεῖσε γενόμενος καὶ τῇ συζύγῳ κοινολογησάμενος καὶ πείσας φεύγει μετ' αὐτῆς εἰς τὰς ἐν τῷ τόπῳ φυλακῆς χάριν παραπλεούσας Ῥωμαϊκές τριήρεις, καὶ δι᾿ αὐτῶν εἰς τὸν βασιλέα ἀνασώζεται, τιμηθεὶς μάγιστρος καὶ ἡ τούτου σύζυγος ζωστή. Διεκόμισε δὲ οὗτος καὶ γράμματα δυνάστου τινὸς, ἑνὸς τῶν ἐν τῇ Δυρραχίῳ, Χρυσηλίου τοὔνομα, ὑπισχνουμένου παραδοῦναι τὴν τοῦ Δυρραχίου πόλιν τῷ βασιλεῖ, εἰ τιμηθείη αὐτός τε καὶ οἱ δύο υἱοὶ αὐτοῦ πατρίκιοι. Γράμμασι δὲ τοῦ βασιλέως ἐπιτελεῖς τὰς ὑποσχέσεις ποιῆσαι βεβαιώσαντος, προεδόθη τὸ Δυρράχιον Ευσταθίῳ πατρικίῳ τῷ Δαφνομήλη, καὶ οἱ τοῦ Χρυσηλίου υἱοὶ τετίμηντο πατρίκιοι, ἐκείνου φθάσαντος καταστρέψαι τὴν ζωήν Τούτῳ τῷ χρόνῳ Παῦλος μάγιστρος ὁ Βωβός ἀνὴρ τῶν ἐν Θεσσαλονίκῃ τὰ πρῶτα, [Ρ. ] καὶ Μαλακηνὸς πρωτοσπαθάριος ἐπὶ συνέσει καὶ λόγῳ εμπρέπων, διαβληθέντες ὡς τὰ Βουλγάρων φρονοῦντες μετωκίσθησαν, ὁ μὲν Παῦλος εἰς τὴν ἐν θρακησίῳ πεδιάδα ὁ δὲ Μαλακηνὸς εἰς Βυζάντιον. Τοῦτο Ιλλουστρίους
col. 185–186page 84 of 174
PG 122:185παθεῖν φοβηθέντες καί τινες τῶν ἐκ τῆς ᾿Αδριανουπό- 459 λεως Ιλλούστριοι καὶ στρατηγικαῖς ἀρχαῖς διαπρέψαντες διὰ τὸ ὑποπτεύεσθαι τῷ Σαμουήλ προσεββύησαν, ὁ μὲν Βατάτζης πανοικὶ, μόνος δὲ Βασίλειος ὁ Γλαβᾶς οὗ τὸν υἱὸν ὁ βασιλεὺς καθείρξε καὶ ἐπὶ τρεῖς ὅλους ἐνιαυτούς κατεῖχεν, εἶτα ἀπέλυσε. Τότε καὶ τῷ ἄρω χοντι Βενετίας γυναῖκα νόμιμον ἔδωκεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ ᾿Αργυροῦ, ἀδελφὴν δὲ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὸ ἔθνος οὕτως ὑπο ποιούμενος. Εποιήσατο δὲ καὶ εἰσβολὴν ἐν Βουλο γαρία διὰ Φιλιππουπόλεως ὁ βασιλεὺς, ταύτην φρου ρεῖν τάξας τὸν πατρίκιον Θεοδωροκάνον. Καὶ πολλὰ τῶν ἐν Τριαδίτζη φρουρίων καταστρεψάμενος ἐπε ανῆλθεν εἰς Μοσυνόπολιν. Τῷ δὲ ςφη' ἔτει, ινδικτιῶνος ιγ, δύναμιν βαρείαν ἐκπέμψας ὁ βασιλεὺς κατὰ τῶν πέραν τοῦ Αἵμου Βουλγαρικῶν κάστρων, ἀρχηγούς ἔχουσαν τὸν πατρί πιον Θεοδωροκάνον καὶ Νικηφόρον πρωτοσπαθάριον τὸν Ξιφίαν, τήν τε μεγάλην είλε Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν, καὶ ἀσινὴς καὶ τροπαιούχος ἡ Ῥωμαϊκὴ ὑπενόστησε δύναμις. Ο Τῷ δ᾽ ἐπιόντι πάλιν ἔτει ἔπεισι κατὰ Βουλγάρων ὁ βασιλεὺς διὰ Θεσσαλονίκης, καὶ προσεῤῥύη αὐτῷ Δοβρομηρὸς ὁ τῆς Βεῤῥοίας κατάρχων, παραδούς καὶ τὴν πόλιν τῷ βασιλεῖ καὶ ἀνθύπατος τιμηθείς. Ο δὲ τὰ Σερβία φυλάττων Νικόλαος, ὃν Νικολιτζάν υποκοριζόμενοι διὰ τὸ βραχὺ τῆς ἡλικίας εκάλουν, ἐκθύμως ἀντεῖχε καὶ τὴν ἐπενηνεγμένην αὐτῷ γεγη οὕτως υπέφερε πολιορκίαν. Φιλοτίμως δὲ τοῦ βασιλέως χρησαμένου αὐτῇ δάλω τὸ φρούριον καὶ αὐτὸς ὁ Νικολιτζᾶς· καὶ μετοικίσας ἐκεῖθεν τοὺς Βουλγάρους ὁ βασιλεὺς Ῥωμαίους φυλάττειν ἐπ. έστησε. Καὶ ταῦτα δράσας επάνεισι πρὸς τὴν βασιλίδα, ἐπαγόμενος μεθ᾿ ἑαυτοῦ καὶ τὸν Νικολιτζάν, ἂν καὶ πατρικιότητι ἐτίμησεν. Ἀλλ᾿ ἀβεβαίου γνώμης οὗτος τυχών, ἐκεῖθεν ἀποδράς, ἔλαβεν ἀνασωθείς πρὸς τὸν Σαμουήλ, καὶ μετ᾿ αὐτοῦ ἐλθὼν ἐπολιόρκει τὰ Σέρβια. ᾿Αλλὰ πάλιν ὁ βασιλεὺς ὀξὺς ἐπιφανείς τὴν τῆς πόλεως ἔλυσε πολιορκίαν, δρασμῷ χρησαμένου τοῦ Νικολιτζὰ σὺν τῷ Σαμουήλ. Αλλ᾽ οὐκ εἰς τέλος διέδρα ὁ ἄπιστος· λόχῳ γάρ τινι Ρωμαϊκῷ περιπεσών συνελήφθη, καὶ πρὸς τὸν βασιλέα δέσμιος ἀχθεὶς εἰς φυλακὴν ἐνεβλήθη ἐν Κωνσταντινουπόλει πεμφθείς. Ὁ δὲ βασιλεὺς ελθὼν εἰς Θετταλίαν τὰ ἐν αὐτῇ φρούρια ἤδη παρὰ τοῦ Σαμουήλ κατασκαφέντα ἀνωρθώσατο, καὶ τὰ παρὰ τῶν Βουλγάρων κατεχόμενα ἐκπολιορκήσας τοὺς μὲν ] Βουλγάρους ἐς τὸν λεγόμενον μετώκισε Βολερόν, φρουρὰν δὲ ἐν πᾶσι καταλιπὼν ἀξιόμαχον ἐπανῆλθεν εἰς τὰ λεγό μεντ Βοδηνά· φρούριον δὲ τὰ Βοδηνὰ ἐπὶ πέτρας ἀποτόμου κείμενον, δι' ἧς καταῤῥεῖ τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ, ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς κἀκεῖσε πάλιν ὑποδυόμενον. Καὶ ἐπεὶ μὴ ἐκουσίως παρεδίδοσαν ἑαυτοὺς οἱ ἔνδον, πολιορκίᾳ τοῦτο κατέσχε. Καὶ τούτους ὁμοίως εἰς τὸν Βολερὸν ἀποικίσας, φρουρᾷ δὲ τοῦτο ὀχυρωσάμενος ἀξιολόγῳ, ἐπάνεισιν εἰς Θεσσαλονίκην. Χτι. Ιλλούστιοι στρατο ηγικαῖς ἀρχαῖς διαπρέψαντας Αλλούστιον σου εὐγενή του στοιχείου Ιλλουστρίαν Η δὲ ἄλλουστρία νομίμους ἔχουσα παῖδας καὶ πορνογενεῖς.
col. 187–188page 85 of 174
PG 122:187Ὁ δὲ τοῦ φρουρίου καταρχων Δραξάκος, ἀνὴρ πολεμιστής, ᾐτήσατο κατὰ τὴν Θεσσαλονίκην οἰκής σαι. Ἐπινεύσαντος δὲ τοῦ βασιλέως ἡρμόσατο γυ ναῖκα τὴν θυγατέρα του πρώτου των περιβατα ρίων τοῦ ναοῦ τοῦ ἀθλοφόρου Δημητρίου, καὶ παῖδας ἐν αὐτὴς ἔσχε δύο. Εἶτα ἀποδρὰς ἐάλω, καὶ ἐντεύξει τοῦ κηδεστοῦ συνεχωρήθη. Καὶ δεύτερον ἀποδρὰς ὁμοίως ἀφείθη. Καὶ ἕτερα δὲ τέκνα δύο ποιήσας τὸ τρίτον ἀπέδρα, καὶ συλληφθεὶς ἀνεσκολοπίσθη. Τῶν δὲ Νουμεριτών και ᾿Αταφιτῶν ᾿Αράβων δει νῶς τήν τε Κοίλην Συρίαν καὶ αὐτὴν κατατριχόν των τὴν ᾿Αντιόχειαν, τὸν μάγιστρον Νικηφόρον τὸν Οὐρανὸν ὁ βασιλεὺς ἄρχοντά Αντιοχείας ἐκε πέμπει, διάδοχον αὐτοῦ τῆς Θεσσαλονίκης πεποιηκώς τὸν πατρίκιον Δαβὶδ τὸν ᾿Αριανίτην. Ἐν δὲ Φιλιπο πουπόλει τὴν πρωτοσπαθάριον Νικηφόρον τὸν Ξιφίαν στρατηγεῖν ἔταξε, τοῦ Θεοδωροκάνου διὰ γῆρας παραιτησαμένου. Ὁ δὲ μάγιστρος Νικηφόρος ὁ Οὐ ρανὸς ἐν ᾿Αντιοχεία γενόμενος καὶ δυσὶ καὶ τρισὶ μάχαις συμπλακείς Κιστρινήτῃ τῷ τῶν ᾿Αράβων στρατηγῷ καὶ τρεψάμενος έπεισεν ἡσυχίαν ἄγειν, καὶ τὰ πράγματα εἰς βαθεῖαν εἰρήνην καὶ γαληνιῶσαν μετήγαγεν. Ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐπιὸν ἔτος Ινδικτιώνος ιε εκστρατεύει κατὰ Βιδύνης, καὶ ἐφ᾿ ὅλους ὀκτὼ μῆνας ἐμφιλοχωρήσας τῇ προσεδρείᾳ αἱρεῖ κατὰ κράτος τὴν πόλιν. Ἐν ᾧ δὲ τῇ πολιορκίᾳ οὗτος προσήδρευεν, ὁ Σαμουὴλ εὐζώνῳ χρησάμενος ὁδοιπορίᾳ ἐπιτίθεται ἐξ ἐφόδου τῇ ᾿Αδριανουπόλει κατ' αὐτὴν τὴν ἡμέραν τῆς κοιμήσεως τῆς ὑπεράγνου Θεοτόκου καὶ τήν το πανήγυριν, ἥτις εἰώθει ετησίως τελεῖσθαι δημοτε οι λὴς, αἱρεῖ ἐξαίφνης ἐπιπεσών, καὶ λείαν πολλὴν ὑπερ ποιησάμενος ὑπέστρεψεν εἰς τὰ ἴδια. Ὁ δὲ βασιλεὺς τὴν Βιδύνην μάλα καλῶς ὀχυρωσάμενος ἐπανῆλθεν ἀσινῆς εἰς τὴν βασιλίδα, ἐν τῷ διιέναι πάντα τὰ ἐν ποσί Βουλγαρικά φρούρια ὁρῶν καὶ καταστρεφόμενος. Τῇ πόλει δὲ τῶν Σκοπίων ἐγγίσας εὗρε πέραν Αξιοῦ τοῦ ποταμοῦ, ὃν νῦν Βαρδάριον ὀνομάζουσι, κατασκηνωμένον ἀμερίμνως τὸν Σαμουήλ· θαῤῥῶν γὰρ τῇ πλημμύρᾳ τοῦ ποταμοῦ, καὶ ὡς οὐ διαβατὸς τὸ νῦν ἔχον ἔσεται, ηὐλίζετο ἀμελῶς. ] Τι νὸς δὲ τῶν στρατιωτῶν πόρον εβρόντος καὶ δι' αὐ τοῦ τὸν βασιλέα διαβιβάσαντος, ὁ μὲν Σαμουὴλ τῷ αἰφνιδίῳ καταπλαγείς ἔφυγεν ἀμεταστρεπτί, ἐλήφθη δι' ἡ τούτου σκηνὴ καὶ τὸ ὅλον στρατόπεδον. Εν εχείρισε δὲ καὶ τὴν πόλιν τῶν Σκοπίων τῷ βασιλεῖ ὁ ταύτης ἄρχειν παρὰ τοῦ Σαμουήλ τεταγμένος Ρω μανὸς, ὁ Πέτρου μὲν τοῦ βασιλέως τῶν Βουλγάρων δ υἱος, τοῦ δὲ Βαρίσου ἀδελφὸς, Συμεὼν τῷ τοῦ πάππου ὀνόματι μετονομασθείς· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος τῆς προαιρέσεως πατρίκιόν τε τιμᾷ καὶ πραιπόσιτον, καὶ στρατηγεῖν ἐκπέμπει Αβύδου, Ἐκεῖθεν ὁ βασιλεὺς διαβὰς ἔρχεται πρὸς τὸν Πέρ ρίους, δοῦκα Κοίμησις τῆς Θεοτόκου
col. 189–190page 86 of 174
PG 122:189νιχον, οὗ φύλαξ ἦν ὁ Κρακρᾶς, ἀνὴρ ἄριστος τα που λεμικά. Ἐν ᾧ χρόνον οὐκ ὀλίγον διατρίψας καὶ λαὸν ἐν τῇ πολιορκία οὐκ ὀλίγον ἀποβαλών, ὡς ἔγνω κρεῖττον ὑπάρχον πολιορκίας τὸ ἔρυμα, καὶ οὐδ᾽ ὁ Κραχρᾶς θωπείαις ἢ ἄλλαις ὑποσχέσεσιν ἐμαλάσω σετο καὶ ἐπαγγελίαις, μετέβη πρὸς Φιλιππούπολιν. Ἐκεῖθέν τε ἀπάρας ἔπεισιν εἰς Κωνσταντινούπολιν. Καὶ τῇ αὐτῇ ἐπινεμήσει δόγμα ἐξέθετο, τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας τελεῖσθαι παρὰ τῶν δυνατών. Κατωνομάσθη δὲ ἡ τοιαύτη σύνταξις άλο ληλέγγυον Τοῦ πατριάρχου δὲ Σεργίου καὶ πολύ λῶν ἀρχιερέων καὶ ἀσκητῶν ἀνδρῶν οὐκ ὀλίγων δεηθέντων ἐκκοπῆναι τὸ παράλογον ἄχθος τουτὶ, ὁ βασιλεὺς οὐχ ὑπήκουσεν. Ογδόῃ δὲ ἰνδικτιῶνι, ἐν ἔτει σφιη, ὁ τῆς Αἰγύπτου δ κατάρχων Αζίζιος διὰ μικρὰς αἰτίας καὶ μηδενὸς λόγου προσκρούματα ἄξια τὰς πρὸς Ρωμαίους λύ σας σπονδάς, τόν τε ἐν Ἱεροσολύμοις ἐν τῷ τάφῳ τοῦ Σωτῆρος Χριστοῦ ἀνεγηγερμένον πολυτελῶς θεῖον ναὸν κατεστρέψατο, καὶ τὰ εὐαγῇ ἐλυμήνατο μοναστήρια, καὶ τοὺς ἐν τούτοις ἀσκουμένους ἀπανταχοῦ γῆς ἐφυγάδευσε. Τῷ δ᾽ ἐπιόντι ἔτσι γέγονε χειμὼν ἐπαχθέστατος, ὡς ἀποκρυσταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν. Καὶ Ἰανουαρίῳ μηνὶ τῆς αὐτῆς ἐπινεμήσεως γέγονε σεισμὸς φρικωδέστατος, καὶ διακράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς θ' τοῦ Μαρτίου μηνός· ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν τῆς ἡμέρας γέγονε βρασμὸς καὶ κλόνος φρικτός κατά τε τὴν βασιλίδα απὶ ἐν τοῖς θέμασι, καὶ πεπτώκασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν Ἁγίων Τεσσαράκοντα καὶ τῶν Αγίων Πάντων ὡς ὁ βασιλεὺς εὐθὺς ἀνεκτήσατο. Ταῦτα δὲ προεμήνυε τὴν μετὰ ταῦτα γενομένην ἐν Ιταλία στάσιν. Δυνάστης γάρ τις τῶν ἐποίκων τῆς Βάρεως, τοὔνομα Μέλης, παραθήξας τὸν ἐν Λογγιβαρδίᾳ λαὸν ὅπλα κατὰ Ῥωμαίων αίρει. Καὶ ὁ βασι λεὺς Βασίλειον ἐκπέμπει τὸν Ἀργυρόν στρατηγόν ὄντα τῆς Σάμου, καὶ τὸν λεγόμενον Κοντολέοντα τῆς Κεφαληνίας στρατηγοῦντα, ἐπὶ τῷ καταστῆσαι Ῥω μαίοις τὰ πράγματα· [Ρ. ] οἷς ἀντιπαραταξάμενος ὁ Μέλης τρέπει λαμπρῶς, πολλῶν πεπτωκότων, οὐκ ὀλίγων δὲ καὶ ζωγρηθέντων, τῶν δὲ λοιπῶν τὴν διὰ φυγῆς Ὁ δὲ βασιλεὺς οὐ διέλιπε καθ᾽ ἕκαστον ἐνιαυτὸν εἰσιὼν ἐν Βουλγαρίᾳ καὶ τὰ ἐν ποσὶ κείρων τε καὶ ἐμῶν. Ὁ Σαμουήλ δὲ μὴ δυνάμενος τῶν ὑπαίθρων ἀντιποιεῖσθαι μηδὲ πρὸς ἐμφανῆ μάχην ἀντιστῆναι τῷ βασιλεῖ, ἀλλὰ πάντοθεν θραυόμενος καὶ τὴν οξ κείαν ἀκμήν ἀποβάλλων, ἔγνω τάφροις καὶ θριγγοῖς ἐπιτειχίσαι τούτῳ τὴν εἰς τὴν Βουλγαρίαν εἴσοδον. Εἰδὼς οὖν ὡς ἔθος ἀεὶ τῷ βασιλεῖ διὰ τοῦ λεγομένου Κίμβα Λόγγου καὶ τοῦ Κλειδίου ποιεῖσθαι τὰς δι ελεύσεις, ταύτην ἔγνω τὴν δυσχωρίαν ἐπιτειχίσαι καὶ τῷ βασιλεῖ ἀποκλεῖσα. τὴν εἴσοδον. Φραγμόν οὖν δομησάμενος εἰς εὔρος πολύ, καὶ φύλακας ἐν αὐτῷ ὢ τῆς θαυμαστῆς ἐπισ νοίας ἀσχήμονα προκρινάντων ζωήν. 'Αλλ' ὁ ἐμὸς βασιλεὺς Ἰσαάκιος ὁ ἄγγελος μηδενὸς παρα καλέσαντος πολλὰ τῶν παραλόγων βαρῶν τῆς Ῥω μαίων γῆς ἐξετίναξεν. Χτι.
col. 191–192page 87 of 174
PG 122:191αξιοπρεπεῖς ἐπιστήσας, προσέμενε τὸν βασιλέα. η πνοὴν αὐτοῦ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ᾿Ανενεγκών δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. Λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιαγμῷ, καὶ μετὰ δύο ἡμέρας θνήσκει. Παραλαμβάνει δὲ τὴν Βουλγάρων ἀρχὴν ὁ υἱὸς αὐτοῦ Γαβριὴλ ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος, τεχθεὶς τῷ Σαμουὴλ ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας. [Ρ· ] Έρξε δὲ κατὰ τὴν ιε' τοῦ Σεπτεμβρίου μηνός, ἐπινεμήσει ιγ. Καὶ μηδ' ὅλον ἀποπληρώσας ἐνιαυτὸν σφάττεται, εἰς κυνηγέσιον ἐξελθών, παρὰ Ἰωάννου τοῦ καὶ Βλαδισλάβου τοῦ υἱοῦ ᾿Ααρών, ἂν αὐτὸς θνήσκειν μέλλοντα τοῦ θανάτου ἀπελυτρώσατο. Αφικομένου δὲ καὶ τούτου καὶ ἀποπειρασαμένου τῆς εἰσόδου, ἐπείπερ ἀντεῖχον γενναίως οἱ φυλάσσοντες καὶ τοὺς βιαζομένους ἐξ ὑπερδεξίων ἀνῄρουν βάλλοντες καὶ τιτρώσκοντες, καὶ ἤδη ἀπέγνωστο τῷ βασιλεῖ ἡ διάβασις, Νικηφόρος ὁ Ξιφίας τῆς Φιλιππουπόλεως τότε στρατηγῶν τῷ βασιλεῖ συνταξάμενος, καὶ αὐτὸν μὲν προσμένειν καὶ συνεχεῖς προσβολὰς τῷ δέματι ποιεῖσθαι παρεγγυήσας, αὐτὸς δὲ ἀπιέναι φήσας, εἴ πως δυνηθείη λυσιτελές τι διαπράξασθαι καὶ σωτήριον, τὸν περὶ αὐτὸν εἰληφὼς λαὸν ὑποστρέφει, καὶ περιοδεύσας τὸ πρὸς μεσημβρίαν κείμενον τοῦ Κλειδίου ὑψηλότατον ὄρος, ὃ Βαλαθίσταν κατο ονομάζουσι, καὶ τραχυπορίαις καὶ ἀνοδίαις χρησάμενος, κθ' τοῦ Ἰουλίου μηνός, ἐπινεμήσει ιβ΄. ἄνωθεν ἐξαίφνης μετ᾿ ἀλαλαγμοῦ καὶ δούπου κατὰ νώτου γίνεται τῶν Βουλγάρων· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τρέπονται πρὸς φυγήν. Καὶ ὁ βασι λεὺς μονωθὲν διαῤῥήξας τὸ τεῖχος ἐδίωκεν. Επεσον οὖν πολλοὶ, καὶ πολλῷ πλείους δάλωσαν, μόλις τοῦ Σαμουήλ διαφυγεῖν δυνηθέντος τὸν κίνδυνον συνεργίᾳ τοῦ ἰδίου υἱοῦ γενναίως τοὺς ἐπιόντας ὑποδεξαμένου, καὶ ἵππῳ τοῦτον ἐπιβιβάσαντος καὶ εἰς τὸ λεγόμενον Πρίλαπον τὸ φρούριον ἀπαγαγόντος. Ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ἀμφὶ τὰς ιέ, ὡς φασιν, ὄντας χιλιάδας ἀπετύφλωσε, καὶ ἑκάστην εκατοντάδα πεπηρωμένων ὑφ᾽ ἑνὸς μου οφθάλμου ὁδηγεῖσθαι κελεύσας εἰς τὸν Σαμουὴλ ἀπο πέμπει. Οὓς ἐκεῖνος ἀφικνουμένους κατ᾿ ἀριθμὸν καὶ τάξιν θεώμενος, καὶ τὸ πάθος οὐκ ἐνεγλων νεανικῶς καὶ εὐψύχως, λειποθυμίᾳ καὶ σκότῳ βάλλεται καὶ εἰς γῆν πίπτει· ὕδατι δὲ καὶ μύροις οἱ παρόντες τὴν ῃ Πρὸ τοῦ δὲ ταῦτα γενέσθαι, Θεοφυλάκτου τοῦ Βοτανειάτου ἄρχειν Θεσσαλονίκης μετὰ τὸν ᾿Αριανί την πεμφθέντος Δαβὶδ ὁ Νεστορίτζης, εἷς τῶν παρὰ Βουλγάροις μέγα δυναμένων ὑπάρχων, μετὰ δυνά μεως ἁδρᾶς κατὰ Θεσσαλονίκης ἐκπέμπεται παρὰ τοῦ Σαμουήλ· οἷς συναντήσας ὁ Θεοφύλακτος σὺν τῷ υἱῷ Μιχαὴλ καὶ συμπλακείς τρέπει το κατά κράτος, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους συχνούς προσλαβόμενος διακομίζει τῷ βασιλεῖ πολιορκοῦντι τὸ ἐν τῇ κλεισούρᾳ τοῦ Κλειδίου δέμα Τὸ δέμα δε, ὡς εἴρηται, διαβὰς ὁ βασιλεὺς κατὰ Στρούμπιτζαν γίνεται. Καὶ παρεστήσατο μὲν φρούριον τὸ καλούμενον Ματζούκιον, τῇ Στρουμπίτζῃ δὲ προσεγγίζον, μετὰ δυνάμεως δ' ἐκπέμπει τὸν Βατανειάτην Θεο φύλακτον τὸν δοῦκα Θεσσαλονίκης, ὑπερβῆναι κελεύ Δέμα ἐν κλεισούρα, κλειδίον.
col. 193–194page 88 of 174
PG 122:193η σας τοὺς ἐν Στρουμπίτζῃ βουνούς, καὶ τὰ ἐν ταῖς κατ᾿ αὐτοὺς ὁδοῖς πυρπολήσαι δέματα, καὶ εὐπόρευ τον αὐτῷ θεῖναι τὴν πρὸς Θεσσαλονίκην ἄγουσαν ὁδόν. Ὁ δὲ ἀπελθών συνεχωρήθη μὲν ἐν τῷ εἰσιέναι παρὰ τῶν τοποφυλακούντων Βουλγάρων ἀνεμποδίστως διελθεῖν, μέλλων δὲ πρὸς τὸν βασιλέα πάλιν ὑποστρέφειν μετὰ τὸ τὰ προστεταγμένα πληρῶσαι περιπίπτει λόχοις ἐπ' αὐτῷ τούτῳ προσκαθημένοις καὶ ἐνεδρεύουσιν ἔν τινι ἐπιμήκει στενοχωρία· ἐν ᾖ εἰσελθὼν καὶ πάντοθεν περιστοιχισθεὶς καὶ ἄνωθεν ὑπὸ λίθων καὶ τόξων βαλλόμενος, μηδενὸς ἀμύνασθαι δυναμένου διὰ τὴν πύκνωσιν καὶ τὸ τῆς στενοχωρίας ἀδιεξόδευτον, αὐτός τε πίπτει, μηδὲ ταῖς οἰκείαις χερσὶ δυνηθείς χρήσασθαι, καὶ πολὺ μέρος σὺν αὐτῷ ἀπώλετο τοῦ στρατοῦ. "Απερ μηνυθέντα τῷ βασιλεῖ πολλῆς αὐτὸν ἐνέπλησεν ἀθυμίας. Ὅθεν καὶ προσωτέρω χωρεῖν οὐκ ἔκρινεν, ἀλλ' ὑποστρέψας ἦλθεν εἰς τὰ Ζαγόρια, ἔνθα τὸ λίαν ὀχυρώτανον ἴδρυται φρούριον ὁ Μελένικος, ἐπί τινος πέτρας ιδρυμένον κρημνοῖς καὶ φάραγξι βαθυτάταις πάντοθεν ἐστεφανωμένης· ἐν ᾧ οἱ τῆς περιχώρου πάντοθεν καταφυγόντες Βούλγαροι ὀλιγὰ τῶν Ῥωμαίων ἐφρόντιζον. Πρὸς οὓς ὁ βασιλεὺς Σέργιόν τινα ἐκτομίαν, ἕνα τῶν οἰκειοτάτων αὐτῷ θαλαμηπόλων, ἐκπέμπει, ἄνδρα φρενήρη τε καὶ δεινὸν εἰπεῖν, ἀποπειρώμενος τῆς γνώμης αὐτῶν. Οὗτος δ᾽ ἐκεῖσε γενόμενος καὶ πολ λαῖς χρησάμενος πιθανολογίαις μεταδιδάξαι ἴσχυσε τοὺς ἀνθρώπους τὸ δέον, καὶ τὰ ὅπλα καταθεμένους παραδοῦναι τῷ βασιλεῖ ἑαυτοὺς καὶ τὸ φρούριον. Ούς ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοφρονησάμενος ἀξιο πρεπῶς, καὶ φρουρὰν τῷ φρουρίῳ τὴν ἀρκοῦσαν ἐγκατατάξας, μιτέβη πρὸς Μοσυνούπολιν· ἐν ᾗ διάγοντι τούτῳ καὶ ὁ τοῦ Σαμουὴλ ἀγγέλλεται θάνατος κατὰ τὴν κι' τοῦ Ὀκτωβρίου μηνός. ] Καὶ εὐθὺς ὁ βασιλεὺς ἀπάρας ἐκ Μοσυνουπόλεως κάτειο σιν εἰς Θεσσαλονίκην, κἀκεῖθεν ἔπεισιν εἰς Πελαγονίαν, μηδὲν λυμαινόμενος τῶν ἐν ποσίν, ἀλλ᾽ ἢ μόνα πυρπολήσας τὰ ἐν Βουτελίῳ βασίλεια τοῦ Γαβριήλ, Πέμψας δὲ καὶ στρατιὰν χειροῦται τὸ φρού ριον Πριλάπου καὶ τοῦ Στυπείου. Ἐκεῖθεν καταλαμβάνει τὸν Τζερνᾶν λεγόμενον ποταμὸν, ὃν σχεδίαις καὶ θυλάκοις πεφυσημένοις διαπεράσης ἐπάνεισιν εἰς τὰ Βοδηνὰ, κἀκεῖθεν τῇ θ' τοῦ Ἰανουαρίου μηνὸς ἦλθεν εἰς Θεσσαλονίκην. Βαρος δ' ἐπιστάντος επέστρεψε πάλιν εἰς Βουλ γαρίαν, καὶ τῷ φρουρίῳ τῶν Βοδηνῶν προσίσχει ἔφθασαν γὰρ οὗτοι, τὴν πρός βασιλέα πίστιν ἀπαρ νησάμενοι, ἆραι κατά Ρωμαίων ὅπλα. Καρτεράν οὖν ἐνστησάμενος πολιορκίαν ἠνάγκασε πίστεις λα βόντας ἑαυτοὺς ἐγχειρίσαι τοὺς ἔνδον· οὕς πάλιν ἐν τῷ Βολερῷ μετοικίσας, καὶ ἕτερα φρούρια ἀνεγείρας δύο ἐν τῷ μέσῳ τῆς δυσχωρίας, ὧν τὸ μὲν Καρδίαν ωνόμασε τὸ δ᾽ ἕτερον ἅγιον Ηλίαν, όπο έστρεψεν εἰς Θεσσαλονίκην. Ἐν ᾖ Ῥωμανὸς ὁ καὶ Γαβριὴλ διά τινος Ρωμαίου Χειροτμήτου δούλωσιν καὶ ὑποταγὴν ὑπισχνεῖται. Ὁ δὲ υποπτεύσας τὰ γράμματα, τὸν πατρίκιον Νικηφόρον τὸν Ξιφίαν καὶ Κωνσταντῖνον τὸν Διογένην, μετὰ τὸν Βοτανειάτην στρατηγὸν γεγονότα Θεσσαλονίκης, μετὰ δυνάμεως ἐκπέμπει ἐν τῇ χώρᾳ τῶν Μογλένων. ἂν τὴν πᾶ σαν ληϊσαμένων ἐκείνην γῆν καὶ τὴν πόλιν πολιορκούντων ἔφθασε καὶ ὁ βασιλεὺς, καὶ τὸν παραββέοντα τῇ πόλει μετοχετεύσας ποταμὸν, καὶ τὰ θεμέλια τῶν τειχῶν ὑπορύξας καὶ ξύλα καὶ εὔπρηστον ἄλλην ὕλην ὑποβαλὼν τοῖς ὀρύγμασι καὶ πῦρ ἐμβαλών, τῆς ὕλης
col. 195–196page 89 of 174
PG 122:195Ελήφθη μὲν οὖν καταπρησθείσης, κατέστρεψε τὸ τεῖχος. Ὅπερ ἰδόν τες οἱ ἔνδον πρὸς ἱκεσίαν μετ' ολοφυρμῶν στρά ποντο, καὶ ἑαυτοὺς παρεδίδουν σὺν τῷ φρουρίῳ. Ελήφθη μὲν οὖν Δομετιανὸς ὁ Καυκάνος, ἀνὴρ δυνάστης καὶ τῷ Γαβριήλ συμπάρεδρος, καὶ Ἠλία τζης ὁ ἄρχων Μογλένων, καὶ ἕτεροι δυνάσται πολλοὶ, καὶ λαὸς πολεμιστὴς οὐκ ὀλίγος. Τοὺς μὲν οὖν ὅπλα δυναμένους κινεῖν εἰς Ασπρσκανίαν ἐκπέμπει ὁ βασιλεὺς, τὸν δὲ λοιπὸν συρφετώδη λαὸν διαρπαγήναι προσέταξεν, ἐμπρησθῆναι δὲ καὶ τὸ φρούριον. Εάλω καὶ ἕτερον φρούριον Ενώτια κεκλημένον γειτονοῦν τοῖς Μογλένοις. δ Ημέρᾳ δὲ πέμπτῃ ἦκεν ὁ Χειρότμητος Ῥωμαῖος, ἔχων καὶ θεράποντος Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, υἱοῦ ᾿Ααρών, ἐπαγόμενος καὶ γράμματα δη λοῦντα φονευθῆναι ὑπ' αὐτοῦ τὸν Γαβριὴλ ἐν τῷ Πετρισκῷ καὶ τὴν πᾶσαν ἐξουσίαν εἰς ἑαυτὸν μετ ενεχθῆναι, ὑπισχνούμενά τε τὴν πρέπουσαν ὑποταγὴν καὶ δούλωσιν ἐνδείξασθαι πρὸς τὸν βασιλέα. Ὅπερ ἀναγνοὺς ὁ βασιλεὺς, καὶ χρυσοβούλλοις γράμμασιν τὰ δοκοῦντα πιστωσάμενος, ἀπέστειλε πρὸς τὸν Ἰωάννην. Καὶ μετ' ὀλίγας πάλιν ἡμέρας έπανῆκεν ὁ τετμημένος τὴν χεῖρα Ῥωμαῖος, γραφὰς κομίζων Ιωάννου τε καὶ τῶν ἀρχόντων Βουλγαρίας ὁπηκόους ὁμολογούντων καὶ δούλους γενέσθαι τοῦ βασιλέως [Ρ. Προσεῤῥύη δὲ τῷ βασιλεῖ καὶ Καυκάνος ὁ ἀδελφὸς Δομετιανοῦ τοῦ ἐν Μολένοις ἀλόντος· ὃν φιλοτιμησάμενος διὰ τιμῆς ἦγεν. Ἐπεὶ δὲ ἔγνω τὸν Ἰωάννην δόλῳ καὶ περινοίᾳ γράψαντα τὰ γραφέντα καὶ τἀναντία ὧν ὑπισχνείτο διανοούμε 468 νον, ἐπανέστρεψε πάλιν πρὸς Βουλγαρίαν, καὶ λεγ λατήσας τὴν περίχωρον. Όστροβοῦ καὶ τοῦ Σωσκοῦ καὶ τὴν πεδιάδα Πελαγονίας τοὺς ἀλισκομένους πάν τας ἀπετύφλου Βουλγάρους. Απεισιν οὖν ἄχρι τῆς πόσ λεως ᾿Αχρίδος, ἐν ᾗ τὰ βασίλεια τῶν βασιλέων ἵδρυντο Βουλγαρίας· καὶ τὴν πόλιν παραλαβὼν καὶ πάντα καλῶς διαθεὶς ἔμελλε καὶ προσωτέρω βαδίζειν καὶ τῆς πρὸς τὸ Δυρράχιον ἅψασθαι· ἔδεῖτο γὰρ τῆς ἐπιδημίας αὐτοῦ τὰ ἐκεῖσε. "Εως μὲν γὰρ τρυμαλιᾶς καὶ τῶν ἀγχοτάτω Σερβίας μερῶν ἦρχε Βλαδιμηρός ὁ ἐπὶ θυγατρὶ τοῦ Σαμουήλ κηδεστής, ἀνὴρ ἐπιεικῆς καὶ εἰρηνικός καὶ ἀρετῆς ἀντεχόμενος, ἠρεμίαν εἶχε τὰ ἐν Δυῤῥαχίῳ· ἐπειδὴ δὲ ὁ Γαβριήλ παρὰ τοῦ Ἰωάννου ἀπώλετο, καὶ οὗτος παρασπονδηθεὶς καὶ τοῖς ὅρκοις πιστεύσας παρὰ τοῦ Ἰωάννου δοθεῖσιν αὐτῷ διὰ Δαβὶδ τοῦ ἀρχιεπισκόπου Βουλ γαρίας ἑαυτὸν ἐνεχείρισε καὶ μετὰ μικρὸν ἀπεσφά.. γη, πολὺν εἶχε τάραχον καὶ κλόνον τὰ ἐκεῖσε πράγ ματα, ἐγκειμένου καθ᾿ ἑκάστην καὶ διὰ στρατηγῶν πολλάκις τοῦ Ἰωάννου καὶ δι᾿ ἑαυτοῦ πάλιν ἔλεῖν τὴν πόλιν. Καὶ διὰ τοῦτο ἐβούλετο μὲν ὁ βασιλεὺς ἀπελθεῖν καὶ βοηθῆσαι, ἐκωλύθη δὲ δι' αἰτίαν οὐκ ἄλογον. Απερχόμενος γὰρ πρὸς ᾿Αχρίδα κατέλιπε κατόπιν μετὰ πλήθους στρατιωτῶν Γεώργιον στρατο ηγὸν τὸν Γονιτζιάτην και Ορέστην πρωτοσπαθά 464 ριον τὸν αἰχμάλωτον, κατατρέχειν κελεύσας τὰ πε δία Πελαγονίας· οὕς ἐλλοχήσαντες Βούλγαροι ἔχοντες στρατηγὸν τὸν Ιβάτζην, φανερώτατος ἄνδρα καὶ δεδοκιμασμένον, ἀναιροῦσι πάντας. ἂν τῇ λύπη συγχυθεὶς ὁ βασιλεὺς ἐπανέστρεψεν εἰς Πελαγονίαν, καὶ τὸν Ιβάτζην καταδραμὼν καὶ διώξας ἀπῆλθεν ἐν Θεσσαλονίκη. Κἀκεῖθεν διέβη εἰς Μοσυνούπολιν, κατὰ Στρουμπίτζης λαὸν πεπομφὼς ἡγεμόνα ἔχοντα τὸν πατρίκιον Δαβὶδ τὸν ᾿Αριανίτην ὃς αἰφνιδίως ἐπιφανεὶς εἷλε τὸ φρούριον 8 Θερμίτζακατονομάζεται. Καὶ ἕτερον πάλιν λαὸν κατὰ τῶν ἐν Τριαδίτζη
col. 197–198page 90 of 174
PG 122:197φρουρίων, ἔξαρχον ἔχοντα τὸν Ξιφίαν, ἐκπέμπει. στρεψάμενος είλε πολιορκίᾳ τὸ ἔρυμα ὅ Βοιὼν καλεῖται. Καὶ οὗτος δὲ τὰ ἐν τοῖς ὑπαίθροις πάντα κατα Ὁ δὲ βασιλεὺς ἀπελθὼν ἐν Κωνσταντινουπόλει, κατὰ τὸν Ἰανουάριον μῆνα τοῦ ςφκδ᾽ ἔτους, στόλον 6524, εἰς Χαζαρίαν ἐκπέμπει, ἔξαρχον ἔχοντα τὸν Μογγόν, υἱὸν ᾿Ανδρονίκου δουκὸς τοῦ Αυδοῦ· καὶ τῇ συνεργία Σφέγγου τοῦ ἀδελφοῦ Βλαδιμηροῦ, τοῦ ἀδελφοῦ τοῦ βασιλέως, ὑπέταξε τὴν χώραν, τοῦ ἄρχοντος αὐτῆς Γεωργίου τοῦ Τζούλου ἐν τῇ πρώτη προσβολῇ συλληφθέντος. [Ρ. Τότε καὶ Σεναχηρεὶμ ὁ τῆς ἄνω Μηδίας ἄρχων, ἣν Ἀσπρακανίαν ονομάζουσι σήμερον, τῷ βασιλεῖ παγγενεί προσέδραμε, τὴν ὑπείκουσαν αὐτῷ παραδεδωκώς ἅπασαν χώραν, πατρίκιος τιμηθεὶς καὶ στρατηγὸς Καππαδοκίας, καὶ κτήσεις ἀντιλαβὼν τάσδε τὰς πόλεις, τὴν Σεβάστειαν, τὴν Λάρισσαν, τὴν ᾿Αβα ραν, καὶ ἄλλας κτήσεις πολλάς. Στενοχωρούμενος γὰρ οὗτος ὑπὸ τῶν προσοίκων ᾿Αγαρηνῶν καὶ μὴ ᾖ; οἷος ὧν ἀντέχειν προσέδραμε τῷ βασιλεῖ, παραδούς – τὴν ἑαυτοῦ χώραν. Ης ἄρχειν ἀποσταλείς Βασί λειος πατρίκιος ὁ ᾿Αργυρὸς καὶ τοῖς ὅλοις πταίσας παραλύεται τῆς ἀρχῆς· καὶ διάδοχος αὐτοῦ πέμπεται Νικηφόρος πρωτοσπαθάριος ὁ Κομνηνός, ὃς κατὰ χώραν γενόμενος καὶ τὰ μὲν πειθοῖ τὰ δὲ βίᾳ χρώμενος ὑπήκοον τῷ βασιλεῖ τὴν χώραν ἐποίησε. Τῷ δὲ, σφαδ᾽ ἔτει, ινδικτιῶνος ιδ', ἀπάρας τῆς βασι λίδος ὁ βασιλεὺς ἀπεισιν εἴς Τριαδίτζαν. Καὶ τὸ φρού ριον Πέρνικον περικαθίσας ἐπολιόρκει, τῶν ἔνδον τε καρτερῶς καὶ ἐκθύμως ἀγωνιζομένων, καὶ πολλῶν Ρωμαίων πιπτόντων. Ἐφ᾿ ὅλας ὀγδοήκοντα καὶ η ἡμέρας προσλιπαρήσας τῇ πολιορκία, ὡς ἔγνω ἀδυ νάτοις ἐπιχειρῶν, ἄπρακτος ὑπεχώρησε καὶ εἰς Μου συνούπολιν ἀπῆλθεν. Εν ᾖ τὸν λαὸν διαναπαύσας Ξαρος ἐπιστάντος ἄρας ἐκ Μοσυνουπόλεως εἴσεισιν εἰς Βουλγαρίαν, καὶ περικαθίσας φρούριον τὸ λεγό μενον Λογγὸν εἷλε πολιορκία. Δαβίδ δὲ τὸν ᾿Αρια νίτην καὶ Κωνσναντῖνον τὸν Διογένην εἰς τὰς κατά Πελαγονίαν πεδιάδας ἐκπέμψας ζώων πολλῶν καὶ σἰχμαλώτων ἐγένετο κύριος. Τὸ δὲ ληφθὲν φρούριον ἐμπρήσας ὁ βασιλεὺς, καὶ τριχῆ τοὺς ἀλόντας μερι σάμενος, καὶ μίαν μὲν μερίδα τοῖς συμμαχοῦσι παρ εσχηκώς Ρώς, ἑτέραν δὲ Ῥωμαίοις, καὶ ἄλλην ἑαυτῷ παρακατασχών, εχώρει προσωτέρω. Καὶ μέσ χρι Καστορίας έλθὼν καὶ τῆς πόλεως ἀποπειραθείς, ὡς ᾔσθετο ἀνεπιχείρητον αὐτὴν οὖσαν, ὑπέστρεψεν ἐδέξατο γὰρ καὶ γράμμα τοῦ στρατηγοῦντος ἐν τῷ Δοροστύλῳ Τζιτζικίου, τοῦ υἱοῦ τοῦ πατρικίου Θευδάτη του Ιβηρος, ὡς ὁ Κρακρᾶς λαὸν ὅτι πλείο στον ἀθροίσας καὶ τῷ Ἰωάννῃ ἑνωθείς, προσλαβός μενοι δὲ καὶ Πατζινάκας, μέλλουσιν εἰσβολὴν κατὰ Ρωμαίων ποιήσασθαι. Τούτῳ τῷ γράμματι θορυβηθεὶς ἐπανῄει διὰ ταχέων. Ἐν τῷ παριέναι δὲ τό τε φρούριον εἷλε τὰ Βοσόγραφα καὶ ἐέπρησε, καὶ τὴν Βέῤῥοιαν ἐπικτίσας, δηώσας δὲ καὶ κατερειπώσας τὰ πέριξ Όστροβοῦ καὶ Μολισμοῦ, ἔστη τοῦ προς σωτέρω είναι· ἀπηγγέλη γὰρ αὐτῷ ὡς ἡ μελετωμένη τῷ Κρανιᾷ καὶ τῷ Ἰωάννῃ κατὰ Ῥωμαίων Τοπ, ἀδελφοῦ
col. 199–200page 91 of 174
PG 122:199Εφοδος ἐνεποδίσθη, τῶν Πατζινάκων μὴ δόντων συμ μαχίαν αὐτοῖς. Διὸ καὶ ὑποστρέψας πολιορκεῖ φρού ριον ἄλλο τὴν Σίταιναν, ἐᾶ ᾖ βασίλεια ἦσαν τοῦ Σχο «μουὴλ καὶ σῖτος ἀπέκειτο πολὺς, ἐν τῷ λαῷ διαρ πάσαι κελεύσας τάλλα πάντα κατέφλεξεν. Εξέπεμψε δὲ καὶ κατὰ ᾿Ιωάννου οὐ μακρὰν ἀπέχοντος τὸ τάγμα τῶν σχολῶν τῆς Δύσεως καὶ τὸ τῆς » Θεσσαλονίκης, ηγεμόνα ἔχοντα Κωνσταντῖνον τὸν Διογένην. Τούτοις ἐπιοῦσιν ἐνήδρευεν ὁ Ἰωάννης. Μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς καὶ μή τι πάθοιεν φοβη θεὶς, παρὰ τοῦ λαοῦ ἐξιππασάμενος, καὶ μηδὲν ἄλλο εἰπὼν ἀλλ᾽ ἤ μόνον Οστις πολεμιστής ἀκολουθείτω μοι, ἀπῄει κατὰ σπουδήν. Τοῦτο γνόντες ος τοῦ Ἰωάννου σκόποι μετὰ φόβου πρὸς τὸ τοῦ Ἰωάν νου στρατόπεδον ἔρχονται, καὶ δειλίας καὶ ταραχής τοῦτο ἐνέπλησαν, μηδὲν ἄλλο βοῶντες εἰ μὴ, «Βεζεῖτε ὁ Τζαϊσαρ.» Πάντων οὖν φευγόντων ἀκόσμως σὺν τῷ Ἰωάννῃ, οἱ περὶ τὸν Διογένην ἀναθαῤῥήσαντες κατόπιν ἐδίωκον. Καὶ κτείνουσι μὲν πολλούς, συλλαμβάνουσι δὲ καὶ δισκοσίους πανοπλίτας καὶ τούς ἵππους καὶ τὴν ἀποσκευὴν Ἰωάννου καὶ τὸ τούτου ἀνεψιόν. Ταῦτα δράσας ἐπάνεισι πρὸς τὰ Βοδηνὰ, καὶ πάντα τὰ ἐκεῖσε καταστησάμενος ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον, κατὰ τὴν θ' τοῦ Ἰανουαρίου μηνός, τῆς ιε' ἐπινεμήσεως, ἔτους ςφκς'. Αδείας δὲ λαβόμενος ὁ Ἰωάννης ἔπεισι πολιορκήσων τὸ Δυῤῥάχιον μετὰ φρυάγματος καὶ ὄγκου βαρο βαρικοῦ. Ἔνθα πολιορκίας συστάσης και συμπλοκής γενομένης πίπτει, μηδενὸς δήλου γενομένου τοῦ και ταβεβληκότος αὐτὸν. ἄρξας Βουλγάρων ἐπ' ἐνιαυτούς β' καὶ μῆνας ε. Μηνυθέντος δὲ τῷ βασιλεῖ τοῦ θα το νάτου τοῦ Ἰωάννου διὰ τοῦ στρατηγοῦντος Δυῤῥα χίου Νικήτα πατρικίου τοῦ Ηηγωνίτου, έξεισι παρ αυτίκα ὁ βασιλεύς. Γενομένῳ δ' αὐτῷ κατὰ τὴν Αδριανούπολιν ὑπαντῶσιν ὁ ἀδελφὸς τοῦ περιφήμου Κρακρὰ καὶ ὁ υἱὸς, προσχωρεῖν εὐαγγελιζόμενοι τό τε περίπυςτον φρούριον τὸν Πέρνικον καὶ ἕτερα πέντε ἐπὶ τριάκοντα. Οὓς τιμήσας αξίως καὶ τὸν Κρακρᾶν ἐς τὸν τῶν πατρικίων θρόνον ἀναβιβάσας ἦλθεν εἰς Μοσυνούπολιν. Ἐνταῦθα δὲ καὶ πρέσβεις ἦχον ἐκ Πελαγονίας καὶ Μωροβίσδου καὶ Λιπενίου, παραδιδόντων τῷ βασιλεῖ τὰς πόλεις. Ἐκεῖθεν ἄρας ἦλθεν ἐν Σέρραις, ἐν οἷς ἀφίκετο ὁ Κρακρᾶς μετὰ τῶν ἀρχόντων τῶν προσρυέντων δε κάστρων, καὶ καλῶς ὑπεδέχθη. Προσεῤῥύη δὲ καὶ Δραγομοῦζος, τὰ ἐν τῇ Στρουμπίτζη παρεσχηκὼς καὶ πατρίκιος τιμηθείς, ἄγων μεθ᾿ ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Χαλδίας, τότε τῆς χρονίας ἀπολυθέντα καθείρξεως· ἔτυχε γὰρ ἀλούς παρὰ τοῦ Σαμουὴλ καὶ ἐπὶ εἴκοσι καὶ δύο χρόνους ὧν ἐν τῇ φυλακῇ. Αρτι δὲ τῇ Στρουμπίτζη προσήγγισεν ὁ βασιλεὺς καὶ ἧκεν ὁ ἀρχιεπίσκοπος Βουλγαρίας Δαβὶδ μετὰ γραμμάτων Μαρίας τῆς Ἰωάννου γυναικός, ὑπο ισχνουμένης ἐκστῆναι Βουλγαρίας, εἰ τεύξεται τῶν κατὰ σκοπόν. Υπήντησε δὲ καὶ Βογδάνος ὁ τῶν ἐνδο τέρω κάστρων Φοπάρχης, καὶ τιμᾶται καὶ οὗτος πατρίκιος ὡς καὶ πάλαι τὰ βασιλέως φρονῶν καὶ τὸν ἑαυτοῦ πενθερὸν ἀνελών [Ρ. ] Εκεῖθεν ἔπεισιν εἰς τὰ Σκόπια, καὶ στρατηγὸν αὐτοκράτορα λιπὼν ἐν τῇ πόλει Δαβὶδ πατρίκιον τὸν Αριανίτην επέστρεψε ο
col. 201–202page 92 of 174
PG 122:201διὰ τῶν φρουρίων Στυπείου τε καὶ Προσάκου, μετὰ λιτῶν καὶ ὕμνων εὐφημούμενος καὶ τιμώμενος. Α. θις δὲ πάλιν πρὸς τὰ δεξιὰ νενευκὼς ἔπεισιν εἰς Αχρίδας, κἀκεῖσε στρατοπεδείαν ἐπήξατο, τοῦ λαοῦ παντὸς μετὰ παιάνων καὶ κρότων καὶ εὐφημιῶν προσυπαντώντος αὐτῷ· πόλις δὲ ἡ Ἀχρὶς ἐπὶ λό του κειμένη ὑψηλοῦ, ἔγγιστα λίμνης μεγίστης, ἐξ ἧς ποιεῖται τὰς ἐκβολὰς ὁ Δρῖνος ποταμὸς πρὸς ἄρ κτον ιών, εἶτα νεύων πρὸς δύσιν καὶ εἰσβάλλων εἰς τὸ Ιόνιον περὶ τὸν Εἰλισσὸν τὸ φρούριον, μητρόπολις οὖσα τῆς πάσης Βουλγαρίας, ἐν ᾗ καὶ τὰ βα σίλεια τῶν βασιλέων ίδρυντο Βουλγαρίας καὶ τὰ χρήσ ματα ἀποτεθησαύριστο ἅπερ ἀνοίξας ὁ βασιλεὺς εὗρε χρήματα πολλὰ καὶ στέμματα ἐκ μαργάρων καὶ χρουσοϋφεῖς ἐσθῆνας καὶ χρυσοῦ ἐπισήμου κεντηνάρια ἑκατὸν, ἅτινα πάντα εἰς ῥύγας ἐκένωσε τῆς περὶ αὐτὸν στρατιᾶς. Ἐπιστήσας οὖν ἄρχοντα τῆς πόλεως Εὐστάθιον πατρίκιον τὸν Δαφνομήλην, καὶ φρουρὰν ἀξιόλογον αὐτῷ δούς, ἐξῆλθεν εἰς τὴν παρο εμβολὴν καὶ ἀχθεῖσαν ὡς αὐτὸν ἐδέξατο τὴν γυ ναῖκα Ιωάννου τοῦ καὶ Βλαδισθλάβου, σὺν τρισὶν υἱοῖς καὶ θυγατράσιν ἐξ ἐπαγομένην καὶ νοθογενῆ υἱὸν τοῦ Σαμουὴλ καὶ δύο θυγατέρας Ῥαδομηροῦ τοῦ υἱοῦ τοῦ Σαμουὴλ καὶ πέντε υἱοὺς, ὧν ὁ εἷς πεπήρωτο τοὺς ἀφθαλμοὺς παρὰ τοῦ Ἰωάννου λωβη θεῖς, ὅτε τὸν Ῥαδομηρὸν τὸν υἱὸν Σαμουὴλ σὺν τῇ αὑτοῦ γυναικὶ καὶ Βλαδιμηρὸν τὸν τούτου γαμβρόν ἀνεῖλεν. Ησαν δὲ καὶ ἕτεροι τρεῖς υἱοὶ τῇ Μαρίᾳ ἀπὸ τοῦ Ἰωάννου τεχθέντες, ἀλλ᾽ ἔφθασαν ἀποδρᾶσαι εἰς τὸ ὄρος τὸν Τμῶρον, κορυφὴν ὑπάρχοντα τῶν Κεραυνίων ὁρῶν. Ην ηπίως δεξάμενος καὶ φιλοφρόνως φυλάττεσθαι προσέταξε μετὰ τῶν ἄλλων. Προσ. ἦλθον δὲ τῷ βασιλεῖ καὶ ἕτεροι μεγιστάνες τῶν Βουλγάρων, ὁ Νεστορίτζης, ὁ Ζαρίτζης καὶ ὁ νέος Δοβρομηρός, Δοβρο μηρός, μετὰ τῶν οἰκείων ἕκαστος ταγμάτων καὶ ἐδέχθησαν εὐμενῶς καὶ βασιλικῶς ἐτιμήθησαν. Τότε καὶ Προυσιανὸς καὶ οἱ τούτου δύο ἀδελφοὶ οἱ τοῦ Βλαδισθλάβου παῖδες οἱ εἰς τὸν Τμῶρον φυγόντες, ὡς ἔμπροσθεν εἴρηται, καὶ χρονία κακωθέν της πολιορκία (στρατιῶται γὰρ προσταχθὲν ἐκ βα σιλέως προσεδρεύοντες ετήρουν τὰς καθόδους τοῦ όρους), διακηρυκεύονται πρὸς τὸν ασιλέα πίστεις αὐτοῦντες καὶ ἑαυτοὺς ἐγχειρίσαι ἐπαγγελλόμενοι. Καὶ πρὸς μὲν τούτους ὁ βασιλεὺς φιλανθρώπους ἔδωκεν ἀποκρίσεις, ἄρας δ᾽ ἐξ ᾿Αχρίδος ἔρχεται εἰς τὴν λίμνην τὴν λεγομένην Πρέσπαν, ἐν τῷ διιέναι τὸ μεταξὺ ὅρος φρούριον οικοδομήσας ἄνωθεν τούτου καὶ Βασιλίδα ἐπονομάσας, καὶ ἕτερον ἐν τῇ λεχθείσῃ λίμνῃ. Ἐκ δὲ Πρέσπης ἄπεισιν εἰς τὴν λεγομένην Διάβολιν, ἐν ᾗ βήματος ἀρθέντος ὑψηλοῦ εἰσιόντας ἐδέξατο τοὺς περὶ τὸν Προυσιανὸν [Ρ. ] ἀδελφοὺς, καὶ λόγοις ἐπιεικέσι καὶ φιλανθρώποις παραμυθησάμενος τοῦτον μὲν μάγιστρον, τοὺς δὲ λοιποὺς πατρικίους ἐτίμησεν. Ἤχθη δὲ καὶ ὁ Ιβάτζης πεπηρωμένας ἔχων τὰς ὄψεις. Αλλ' ἄξιον εἰπεῖν καὶ τὸν τρόπον τῆς ἐκτυφλώσεως· ἔχει γὰρ ἡδύ τι καὶ θαυμαστὸν ἡ διήγησις πόλις δὲ ᾿Αχρίς περὶ τὸ Εἰλισσὸν τὸ φρούριον Πόλις δὲ ᾿Αχρὶς μητρόπολις ἐστι τῆς πάσης Βουλγαρίας.
col. 203–204page 93 of 174
PG 122:203Μετὰ γὰρ τὸν τοῦ Βλαδισθλάβου τοῦ καὶ Ἰωάννου θάνατον καὶ τῆς γυναικὸς αὐτοῦ Μαρίας καὶ τῶν ταύ της παίδων προσχώρησιν καὶ τὴν τῶν ἄλλων δυνα στῶν ἀπάσης Βουλγαρίας ὑπακοὴν ὁ Ιβάτζης οὗτος φυγὼν καὶ ἔν τινι δυσβάτῳ γενόμενος ὄρει (Βρο χωτός κλῆσις αὐτῷ) βασίλειά τε ἔχοντι περικαλλή (Προνίσταν ταῦτα καλοῦσι) καὶ παραδείσους καὶ ἀπολαύσεις οὐκ ἀπρεπεῖς, ἀπεῖξαι τοῖς θελήμασιν οὐκ ἐβούλετο τοῦ Θεοῦ, ἀλλὰ δύναμιν ἐκ τοῦ κατὰ μικρὸν συνεγείρων ἀνεστάτου τὰ παρακείμενα καὶ ἀποστασίαν ἐμελέτα καὶ τὴν Βουλγαρικὴν ὠνειροπόλει ἀρχήν. Τοῦτο οὐ μικρῶς ἐλύπει τὸν βα σιλέα, καὶ διὰ τοῦτο τοῦ κατ᾿ εὐθεῖαν ἀφέμενος που ρεύεσθαι ἀπέκλινε προς μεσημβρίαν, καὶ κατὰ τὴν εἰρημένην ἐγένετο Διάβολιν, ὡς ἢ κατανα η γκάσων πάντως τὸν ἀποστάτην καταθεῖναι τὰ ὅπλα ἢ πολέμῳ τοῦτον κατεργασόμενος. Καὶ ὁ μὲν βασι λεὺς ἐν τῷ ῥηθέντι τόπῳ φιλοχωρῶν γράμμασιν ἐνουθέτει τὸν Ιβάτζην, μὴ τῆς Βουλγαρίας πάσης ὑποταγείσης μόνον ἀνταίρειν χεῖρας αὐτὸν μηδὲ φανε τάζεσθαι τὰ ἀτέλεστα, γινώσκοντα ὡς οὐκ εἰς ὄνης σιν αὐτῷ τὸ ἐγχείρημα τελευτήσει. Ὁ δὲ τὰ γράμ ματα δεχόμενος καὶ ἑτέροις ἀμειβόμενος, καὶ παν τοίας προτιθεὶς ἀφορμάς, παρεῖλκε καὶ ἀνεδύετο, ὡς ἀναγκασθῆναι τὸν βασιλέα ἐπὶ πέντε καὶ πεντήκοντα ἡμέρας ἐνδιατρίψαι τῷ τόπῳ, ταῖς ὑποσχέσεσι δελεαζόμενον. Ἐγνώσθη τὰ τοῦ πράγματος τῷ τῆς ᾿Αχρίδος ἄρχοντι Εὐσταθίῳ τῷ Δαφνομήλῃ, ὅτι μέλει τῷ βασιλεῖ ἡ τοῦ Ἰβάτζη καθαίρεσις. Καὶ δῆτα καιρὸν ἐπιτήδειον εὑρηκώς, καὶ δυσὶ θεράπουσι τῶν πιστικωτάτων κοινολογησάμενος καὶ τὸ βού λευμα φανερώσας, ἐγχειρεῖ τῇ πράξει. Δημοτελής ἤγετο ἑορτὴ τῷ Ἰβάτζῃ, ἡ κοίμησις τῆς παναγίου καὶ Θεομήτορος. Κατὰ ταύτην τὴν ἡμέραν εξώθει συγκαλεῖν εἰς εὐωχίαν οὐ τοὺς ἀγρογείτονας μόνον καὶ ἀγχιτέρμονας, ἀλλὰ καὶ τῶν ὡς ποῤῥωτάτω πολλούς. Απεισι γοῦν ὁ Εὐστάθιος αὐτόκλητος εἰς τὴν ἑορτὴν, καὶ τοῖς φυλάττουσιν ἐντυχὼν τὰς διόδους ἀπαγγέλλειν ἐκέλευεν ὅστις εἴη, καὶ ὅτι πάρεστι τῷ ἄρχοντι συνευφρανθησόμενος. Απαγγειλάντων δὲ τούτων, ἐν θαύματι ὁ Ἰβάτζης ἐτίθει εἰ δυσμε νὰς ἄνθρωπος αὐθαίρετος ἤκει καὶ χερσὶν ἐκδίδωσιν ἑαυτὸν πολεμίαις. Όμως ἀφιλέσθαι κελεύει, καὶ ἐλθόντα ἐδέξατό τε περιχαρῶς καὶ ἠσπάσατο. Αρτι δὲ τελεσθέντος τοῦ ἐωθινοῦ ὕμνου, καὶ παντων τῶν συνειλεγμένων εἰς τὰς ἰδίας σκεδασθέντων καταγωγὰς, ὁ Εὐστάθιος πρόσεισι τῷ Ἰβάτζῃ, καὶ ἀξιοῖ τοὺς ἄλλους πρὸς μικρὸν ἐκστῆναι ὡς τάχα μέλλων αὐτὸς διαλέξεσθαι κατ' ἰδίαν περί τινος ἀναγκαιοτά του καὶ λυσιτελοῦντος αὐτῷ. [Ρ. ] Ὁ δὲ τὸν δό λον καὶ τὴν ἀπάτην μὴ κατανοήσας, ἀλλὰ τῷ ὄντι ὑπολαβὼν ὡς βούλεται καὶ αὐτὸς εἰς γενέσθαι τῶν συνιστώντων αὐτῷ τὴν ἀποστασίαν, τοὺς θεράποντας μικρὸν ἀποστῆναι κελεύσας, τῆς χειρὸς ἐκείνου λα βόμενος ἔν τινι παραδείσῳ εἰσάγει συνηρεφεῖ δέν δροις καὶ κοιλότητα ἔχοντι, ὡς μηδὲ φωνὴν ἐξηχεῖσθαι δύνασθαι διὰ τὴν συνδενδρίαν. Οὗ ἐντὸς γενό μενος ὁ Εὐστάθιος, καὶ μεμονωμένου λασόμενος τοῦ Ιβάτζου, εἰς γῆν τε αὐτὸν εὐθὺς καταβάλλει, καὶ
col. 205–206page 94 of 174
PG 122:205τα στήθει προσερείσας τὸ γόνυ (ἦν γὰρ κατὰ χεῖρα γενναῖος) τοῦτον κατῆγχε, καὶ τοῖς δυσὶν ὑπηρέταις ἐνεκελεύσατο βοηθεῖν τὴν ταχίστην. Οἱ δὲ, καθάπερ συντεθειμένον ἦν, ἱστάμενοι καὶ καραδοκοῦντες τὸ μέλλον, ὡς ἤκουσαν τῆς φωνῆς τοῦ κυρίου, ἔδραμόν τε εὐθέως, καὶ τὸν Ἰβάτζην περισχόντες καὶ τῷ χιτῶνι ἀποφράξαντες αὐτοῦ τὸ στόμα, ὡς μὴ βοή σας περιστήσῃ πλῆθος αὐτοῖς καὶ ἄπρακτον ἀποτελέσῃ τὸ ἔργον, ἀποτυφλοῦσι, τυφλωθέντα δὲ ἐκβάλλουσι τοῦ παραδείσου εἰς τὴν αὐλήν. Αὐτοὶ δὲ εἰς τι ὑπερῷον οἴκημα ὑψηλὸν ἀναδραμόντες καὶ τὰ ξίφη ἑλκύσαντες ἐξεδέχοντο τοὺς μέλλοντας προσιέναι. Γνωσθέντος δὲ τοῦ δράματος συνέῤῥει πλῆθος ἀμύ θητον· οἱ μὲν γὰρ ξίφη κατέχοντες ἐν χερσίν, οἱ δὲ δόρατα, οἱ δὲ τόξα, οἱ δὲ λίθους, οἱ δὲ ξύλα, οἱ δὲ δηλοὺς καιομένους, ἄλλοι δὲ ὕλην εὔπρηστον, ἔθεον βοη δρομοῦντες καὶ κεκραγότες· «Σφαττέσθωσαν, καιέσθωσαν, μεληδόν κατατεμνέσθωσαν, λίθοις καταχωννύσθωσαν οἱ παλαμναῖοι καὶ ἀλιτήριοι· μή τις φειδώ γενέσθω τῶν ἀλαστόρων.» Συνδρομὴν δὲ θεασάμενος ὁ Εὐστάθιος, καὶ τῆς ἑαυτοῦ ἀπεγνωκώς σωτηρίας, παρεκάλει τέως τοὺς ἀμφ' αὐτὸν ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μὴ μαλακισθῆναι, μηδ' ἑαυτοὺς προ δοῦναι καὶ εἰς ἐξουσίαν πεσεῖν τῶν ζητούντων τὴν αὐτῶν ἀπώλειαν, καὶ παρ᾽ ἐκείνων τὴν σωτηρίαν ἐκδέχεσθαι ἢ θάνατον οἰκτρὸν καὶ ἐπώδυνον. Πρὸς δὲ τὸ πλῆθος ἀπό τινος θυρίδος προκύψας καὶ τῇ χειρὶ κατασιγάσας τὸν ὄχλον τοιῶνδε λόγων ἀπήρξατο «Ὅτι μὲν, ὦ ἄνδρες οἱ συνειλεγμένοι, οὐδεμία τις προσπέκειτό μοι ἀπέχθεια πρὸς τὸν ὑμέτερον δυνά πην, καὶ ὑμεῖς αὐτοὶ πάντες ἐρεῖτε, ἀκριβῶς εἰδό τες ὡς Βούλγαρος μὲν αὐτὸς, Ῥωμαῖος δ' εγώ, και Ῥωμαῖος οὐ τῶν ἐπὶ Θρᾴκης καὶ Μακεδονίας οικούν. των, ἀλλ' ἐκ τῆς μικράς Ασίας, ἥτις ὅσον ἀπέχει ὑμῶν, ἴσασιν οἱ γινώσκοντες. Ότι δὲ καὶ αὐτὸς τῷ τοιούτῳ ἐπεχείρησα ἔργῳ οὐκ εἰκῆ καὶ μάτην, ἀλλά τις μὲ κατήπειξεν ἀνάγκη, λογιεῖσθε οι φρονιμώτερος. Οὐ γὰρ ἂν οὕτω μανιωδῶς εἰς προΰπτον ἐμαυ τὸν ἐνέβριψα κίνδυνον καὶ τῆς ἐμαυτοῦ ζωῆς κατ εφρόνησα, εἰ μή τις ἦν ἄλλη αἰτία ἡ βιασαμένη με πρὸς τὴν πρᾶξιν ἐλθεῖν. Ιστε οὖν ὡς τὸ γενόμενον ἔργον πρόσταγμα βασιλέως ἐστὶν, ᾧ πειθαρχῶν ἐγὼ ὡς ὄργανον διηκόνησα. ] Καὶ νῦν εἰ βούλεσθε με διαχειρίσασθαι, ἰδοὺ ὑφ᾽ ὑμῶν ἐγὼ περιειλημμένος. Πλὴν οὐκ εὐκόλως οὐδὲ ῥᾳδίως ἐγὼ ἀποθανοῦμαι, οὐδὲ καταθεὶς τὰ ὅπλα ἐμαυτὸν παραδώσω ὑμῖν ὡς βούλεσθε χρῆσθαι, ἀλλ' ἀγωνιοῦμαι περὶ τῆς οἰκείας ζωῆς, καὶ μέχρι θανάτου ἀμυνοῦμαι τοὺς ἐπιόντας ἅμα τοῖς σὺν ἐμοί. Εἰ δὲ καὶ θανούμεθα, ὅπερ ἀνάγκη παθεῖν τοὺς ὑπὸ πλειόνων περιστοιχισθέντας, εὐδαίμονα καὶ μακάριον τὸν θάνατον λογιζόμεθα, ἔχοντες καὶ τὸν μέλλοντα καὶ τὸ ἡμέτερον ἐκζητῆσαι καὶ ἐκδικῆσαι αίμα, πρὸς ὅν βουλεύσασθε εἰ δυνατὸν ἄχρι πολλοῦ ἀνθίστασθαι.» Τούτων ἀκούσαντες οἱ συνηθροισμένοι τῶν λόγων, καὶ τῷ ἐκ βασιλέως δέει καταπλαγέντες, κατά μικρὸν ὑποῤῥέοντες ἄλλοι ἀλλαγῆ διεσκεδάσθησαν, οι γηραιότεροι δὲ καὶ φρονιμώτεροι τὸν βασιλέα εὐφημήσαντες ὑπετάγησαν. Ὁ δ' Εὐστάθιος κατὰ πολλὴν ἄδειαν τὸν Ἰβάτζην εἰληφὼς τῷ βασιλεῖ διεκόμισεν. Ὃν οὗτος ἀποδεξάμενος τῆς ἀνδραγαθίας στρατηγόν τα εὐθὺς προσβάλετο Δυῤῥαχίου καὶ τὴν ἅπασαν κινητήν ὕπαρξιν ἐδωρήσατο τοῦ Ἰβάτζου· τοῦτον δὲ παρέδωκεν φυλακή. Τότε καὶ Νικολιτζᾶς ὁ πολλάκις ληφθεὶς καὶ τοσαυτάκις ἀφεθείς, ἄν τισιν ὄρεσιν κρυπτόμενος, ὡς ὄρεσιν κρυπτόμενος, ὡς επέμφθη δύναμις κατ᾿ αὐτοῦ καὶ τῶν οἱ συνόντων οἱ μὲν προσεχώρησαν ἐθελοντι, οἱ δὲ ἡλίσκοντο, αυτ τόμολος κάτεισι νυκτὸς εἰς τὸ στρατόπεδον, καὶ τῇ
col. 207–208page 95 of 174
PG 122:207χειρὶ κρούσας τὴν θύραν προσήγγειλεν ἑαυτὸν ὅστις εἴη καὶ ὅτι παραδίδωσιν ἑκουσίως τὸ σῶμα τῷ βασι λεῖ. Ἀλλὰ τοῦτον μὲν ὁ βασιλεὺς οὐδὲ ἰδεῖν ἠνέσχετο, δ ἀλλ᾽ εἰς Θεσσαλονίκην, ἐξέπεμψε φρουρεῖσθαι κελεύσας. Αὐτὸς δὲ τὰ τοῦ Δυρραχίου καὶ τῆς Κολωνείας καὶ Δρυϊνουπόλεως, ὥς πη ἐδόκει αὐτῷ βέλτιστα, κατα στησάμενος, καὶ φύλακας τοῖς θέμασι καὶ στρατο ηγοὺς ἐπιστήσας, καὶ τῶν αἰχμαλώτων Ρωμαίων τοὺς βουλομένους κατὰ χώραν μένειν ἐάσας, τοὺς δὲ λοιποὺς ἕπεσθαι προστάξας, ἦλθεν εἰς Καστορίαν. Ἔνθα προσήχθησαν αὐτῷ θυγατέρες δύο τοῦ Σα μουήλ, αἵτινες θεασάμεναι Μαρίαν τὴν Ἰωάννου γυναῖκα παρισταμένην τῷ βασιλεῖ, ὥρμησαν κατ᾿ αὐτ τῆς ὡς διαχειρισόμεναι. ᾿Αλλὰ ταύταις μὲν ὁ βασι λεὺς τὸν θυμὸν κατεκοίμισεν, ὑποσχόμενος τιμῆσαι 475 καὶ ὑπερπλουτίσαι αὐτὰς, τὴν δὲ Μαρίαν τῷ τῆς ζωστῆς ἀξιώματι τιμήσας εἰς τὴν βασιλίδα μετὰ τῶν υἱῶν ἐκπέμπει. Καθαιρεῖ δὲ καὶ τὰ ἐν Σερβίοις καὶ τῷ Συσκῷ φρούρια πάντα διὰ τοῦ Ξιφίου, καὶ εἰς ἔδαφος καταστρέφει. Καὶ εἰς τὸ φρούριον Σταγούς ἔρχεται, ἔνθα κατέλαβεν ὁ τῶν Βελογράφων ἄρχων μετὰ δουλικοῦ τοῦ σχήματος Ελεμάγος, μετὰ τῶν συναρχόντων αὐτοῦ· ἐκεῖθεν ἄρας ἄπεισιν εἰς ᾿Αθήνας. Ἐν δὲ τῷ διιέναι τὸ Ζητούνιον τὰ ὀστᾶ τῶν πεσόντων ἐκεῖσε Βουλγάρων, ὁπηνίκα ὁ μάγιστρος Νικηφόρος ὁ Οὐρανὸς τὸν Σαμουὴλ ἐτρέ ψατο, θεασάμενος ἐθαύμασεν. Ὑπερηγάσθη δὲ καὶ τὸ ἐν Θερμοπύλαις γενόμενον τείχος, ὁ Σκέλος ἄρτι κατονομάζεται, εἰς ἀποτροπὴν τῶν Βουλγάρων πα ρὰ τοῦ Ῥουπένη. Καὶ ἐν ᾿Αθήναις γενόμενος καὶ τὰ τῆς νίκης εὐχαριστήρια τῇ Θεοτόκῳ δούς, καὶ ἀνα 6527. θήμασι πολλοῖς λαμπροῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναὸν, ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν. Καὶ διὰ τῶν μεγάλων πυλῶν τῆς Χρυσῆς πόρτης στεφάνω χρυσῷ λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλα διαθλάβου γυναικὸς καὶ τῶν τοῦ Σαμουήλ θυγατέρων καὶ τῶν λοιπῶν Βουλγάρων. Ινδικτιών ἦν β΄, ἔτος σφκζ. Καὶ οὕτω μετὰ τροπαίων καὶ νίκης ἐν τῇ 20 Μεγάλῃ Ἐκκλησίᾳ εἰσελθὼν, καὶ τῷ Θεῷ εὐχαριστη 476 ρίους ᾄσας ᾠδὰς, ἀπῆλθεν εἰς τὰ βασίλεια. Ὃν ὁ πα 6527 τριάρχης Σέργιος μετὰ νίκης εἰσελθόντα πολλὰ κατ ελιπάρει σβέσαι τὸ ἀλληλέγγυον (ἦν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο, εἰ τῶν Βουλγάρων ὑπερισχύσειεν), ἀλλ' οὐκ ἔπεισεν. Ὃς ἐπὶ εἴκοσιν ὅλους ἐνιαυτοὺς τὴν τοῦ Θεοῦ ποιμάνας Εκκλησίαν Ιουλίῳ μηνὶ, ἰνδικτιῶνος β', ἐν ἔτει τῷ σφκζ', πρὸς Κύριον ἐξεδήμησε. Καὶ προεβλήθη πατριάρχης Εὐστάθιος, πρῶτος ὢν τῶν πρεσβυτέρων τοῦ ἐν τοῖς βασιλείοις ναοῦ τροπαιουχία Τῷ δὲ βασιλεῖ προσεῤῥύησαν, τῆς Βουλγαρίας δουλωθείσης αὐτῷ, καὶ τὰ ὅμορα ἔθνη τῶν Χορβα τῶν, ἄρχοντας ἔχοντες δύο ἀδελφούς, ὧν προσρυέν των καὶ ἀξιώματα λαβόντων καὶ κτήσεις ἱκανὰς ὑπήκοα γέγονε καὶ τὰ ἔθνη. Μόνος δὲ ὁ τοῦ Σιρμίου κρατῶν ἀδελφὸς τοῦ Νεστόγγου Σέρμων πιθῆσαι οὐκ ἤθελε πρὸς ὃν Κωνσταντῖνος ὁ Διογένης, τῶν ἐκεῖσε μερῶν ἄρχων, φιλίαν ὑποκρινόμενος πρεσβευ πρωτοπαπᾶν τοῦ πα λατίου
col. 209–210page 96 of 174
PG 122:209τὴν ἐκπέμπει, δηλῶν μεθ᾽ ὅρκων ἐπιθυμίαν ἔχειν ἑνωθῆναι αὐτῷ καὶ περὶ ἀναγκαίων κοινολογήσασθαι. Εἰ δὲ τις αὐτὸν ὑποτρέχει φόβος, τρεῖς ὑπο ηρέτας ειληφέναι μόνους, καὶ κατὰ τὸ μέσον τοῦ παραῤῥέοντος ποταμοῦ συμμῖξαι αὐτῷ μετὰ τριῶν ὑπηρετῶν ὁμοίως ἀφίξεσθαι μέλλοντι, Πεισθεὶς οὖν ἐκεῖνος ἔρχεται πρὸς τὸν ποταμὸν καὶ τῷ Διογένει ἐνοῦται. Ἐν ᾧ δὲ ἔμελλον διαλέγεσθαι, ὁ Διογένης ἐγκόλπιον φέρων μάχαιραν καὶ ταύτην αἰφνιδίως ἐλκύτας παίει τοῦτον κατὰ τῆς πλευρὰς καὶ εὐθὺς ἀναιρεῖ, Τῶν δὲ μετ᾿ αὐτοῦ φυγῇ χρησαμένων, τοὺς πλησιάζοντας ὁ Διογένης συναθροίσας στρατούς μετὰ χειρὸς ἱκανῆς ἔρχεται πρὸς τὸ Σίμμιον, καὶ τὴν γυναῖκα τοῦ τεθνεῶτος καταπληξάμενος καὶ ὑποσχέσεσι μεγάλαις καταμαλάξας ἔπεισε προσχωρῆσαι καὶ εἰς τὸ Βυζάντιον ἀνεπέμφθη, καὶ ἀνδρὶ συνεζεύχθη γένης ἄρχειν ἐτάχθη τῆς νεοκτήτου χώρας. [Ρ. ] Ανεκαίνισε δὲ ὁ βασιλεὺς καὶ τὸν ἀγωγὸν Ουαλεντινιανοῦ τοῦ βασιλέως, ὡς ἂν ἔχοιεν οἱ ἀστοὶ ἀφθονίαν ὕδατος. Γεωργίου δὲ τοῦ ἄρχοντος 'Ἀβασγίας τὰς πρὸς Ῥωμαίους ἀθετήσαντος συνθήκας καὶ τὰ ὅμορα κατατρέχοντος, ἔξεισι κατ' αὐτοῦ ὁ βασιλεὺς πανστρατι, κατόπιν λιπών Νικηφόρον πα τρίκιον τὸν Ξιφίαν καὶ Νικηφόρον πατρίκιον τὸν υἱὸν Βάρδα τοῦ Φωκᾶ. Οἱ δὲ διὰ τὸ τῆς στρα τείας ἀπολελείφθαι δεινοπαθήσαντες οὐ μικρώς, μικρῶς, λαὸν ὡς ἔτυχεν ἠθροικότες ἀπό τε Καππαδοκίας καὶ Ροδάντου καὶ τῶν πέριξ χωρίων, ἀποστασίαν κινοῦσιν. Οὔπερ ἀγγελθέντος τῷ βασιλεῖ ταραχὴ κατείχε τὴν παρεμβολὴν καὶ ἀγωνία, δεδοικυῖαν μή πως ἐν μέσῳ ᾿Αβασγῶν τε καὶ τῶν ἀποστατῶν συνειλημμέν νοι (διεδέδοτο γὰρ καὶ λόγος ὡς οἱ περὶ τὸν Ξιφία διεκηρυκεύσαντο περὶ τούτου πρὸς τὸν ἄρχοντα Αβασγίας) ἀνήκεστόν τι πάθωσιν. Ὁ δὲ βασιλεύς γράμματα γράψας πρός τε τὸν Ξιφίαν καὶ τὸν Φω κἂν ἐξέπεμψε, παραγγείλας τῷ λαβόντι σπουδάσαι πάντα τρόπον λαθεῖν καὶ ἑκάστῳ ἀσυγγνώστως δε δωκέναι τὸ γράμμα. Τοῦ δὲ ὡς ἐκελεύσθη ποιήσαν της καὶ τὰς ἐπιστολὰς ἐγχειρίσαντος λεληθότως, δ μὲν Φωκᾶς εὐθὺς ἐπανέγνω γὴν ἑαυτοῦ τῷ Ξιφία, ἐκεῖνος δὲ τὴν ἑαυτοῦ ἀποκρύψας καὶ γράμμα δέξα σθαι ὅλως ἀπαρνησάμενος ἐν μιᾷ τῶν ἡμερῶν καλεί τοῦτον ἐπὶ κοινολογίαν, καὶ ἐλθόντα, λόχους ἔχων προευτρεπισμένους, ἀποκτίννυσι. Καὶ ἡ ἐπισύστα τις τῶν ἀποστατῶν εὐθὺς διεσκεδάσθη. Τοῦ δὲ θανά του τοῦ Φωκά γνωσθέντος τῷ βασιλεῖ πέμπεται Θεο φύλακτος ὁ Δαμιανοῦ τοῦ Δαλασσηνοῦ υἱὸς, καὶ τὸν Ξιφίαν συλλαβὼν ἐκπέμπει δέσμιον πρὸς τὴν βασιλίδα πρὸς Ἰωάννην τὸν πρωτονοτάριον ὃς ἐν τῇ νήσῳ τοῦ ᾿Αντιγόνου μοναχὸν αὐτὸν ἀποκείρει. Ὁ δὲ βασιλεὺς τοῦ τῶν ἀποστατῶν ἀπολυθεὶς δέους συμ κάλλει τοῖς ᾿Αβασγοῖς, καὶ πολλοὶ πιπτουσι τῶν Ρωμαίων. Όμως διελύθησαν ἄμφω τὰ στρατεύμα καὶ τὸ Σίρμιον παραδοῦναι τῷ βασιλεῖ· ἥτις ἐνὶ τῶν ἐν τῇ πόλει μεγιστάνων, καὶ ὁ Διο
col. 211–212page 97 of 174
PG 122:211τα, καὶ ἡ νίκη ἀμφίβολος ἦν. Μετὰ δὲ ταῦτα δευτέρας συμπλοκῆς γενομένης, τῇ ια τοῦ Σεπτεμβρίου μηνὸς, ινδικτιῶνος 5, κατὰ τὸ ςφλα ἔτος, πίπτει μὲν ὁ Τιπαρίτης (οὗτος γὰρ ἦν ἀρχιστράτηγος τῷ Γεωργίῳ καὶ σὺν αὐτῷ πᾶν τὸ κρατιστεῦον ἔν Αβασγοίς, φεύγει δὲ καὶ ὁ Γεώργιος εἰς τὰ ἐνδό τερα ὄρη τῆς Ἰβηρίας. Μετ᾽ ὀλίγον δὲ διαπρεσβευσάμενος, καὶ τῷ βασιλεῖ ἐκστὰς χώρας ὁπόσης ἐβού λετο, σπένδεται, ὅμηρον δοὺς τὸν υἱὸν αὐτοῦ Παγο κράτιον· ὅν μάγιστρον ποιήσας ὁ βασιλεὺς ὑπέστρεψε. Τοὺς μὲν οὖν ἄλλους τῶν τῷ Ξιφίᾳ συναραμένων καὶ τῷ Φωκᾷ τῶν ὑπαρχόντων γυμνώσας καθείρξε, μόνον δὲ τὸν πατρίκιον Φέρσην ἀπέκτεινε, πρὸ πάντων τε προσρυέντα τοῖς ἀποστάτοις, καὶ τέσσαρας ἀρχόντων γειτόνων κουράτωρας ἀποκτείναντα, καὶ ἐκτομίαν τινά βασιλικόν αὐτοχείρως [] καρατομήσαντα ἐδόθη δὲ καὶ λέουσι βασιλικοῖς τις θαλαμηπόλος Βρῶμα, ἐλεγχθεὶς φαρμάκοις ἐπιβουλεύων τῷ βασιλείδια τὸν Ξιφίαν. Καὶ ᾿Αννης δὲ τῆς τοῦ βασιλέως ἀδελφῆς ἐν Ῥω σίᾳ ἀποθανούτης, καὶ πρὸ αὐτῆς τοῦ ἀνδρὸς αὐτῆς Βλαδιμηροῦ, Χρυσόχειρ συγγενής τις ὢν τοῦ τελευτήσαντος, ἄνδρας οκτακοσίους προσεταιρισάμενος καὶ πλοίοις ἐμβιβάσας, ἦλθεν εἰς Κωνσταντινούπολιν ὡς τάχα μισθοφορήσων. Τοῦ δὲ βασιλέως καταθεῖ και τὰ ὅπλα κελεύοντος καὶ οὕτω ποιήσασθαι τὴν ἐντυχίαν. μὴ θελήσας διῆλθε τὴν Προποντίδα. Εν ᾿Αβύδῳ δὲ γενόμενος καὶ τῷ στρατηγοῦντι ταύτης συῤῥάξας λπερμαχοῦντι τῶν παραλίων, καί τοῦτον ῥᾳδίως καταστρεψάμενος, κατῆλθεν εἰς Δήμνον. Ἐκεῖσε δὲ παρὰ τοῦ στόλου τοῦ Κιβυρραιωτών, καὶ Δαβὶδ τοῦ ἀπὸ ᾿Αχριδῶν στρατηγοῦντος Σάμου, καὶ Νικηφόρου τοῦ Καβάσιλα δουκὸς ὄντος Θεσσαλονίκης παρασπονδηθέντες ἅπαντες κατεσφάγησαν. Βουλόμενος δὲ ὁ βασιλεὺς ἐκστρατεῦσαι κατὰ τῆς Σικελίας Ορέστην προέπεμψε μετά δυνάμεως ἀδρᾶς, ἕνα ὄντα τῶν πιστοτάτων ευνούχων, αὐτὸς δὲ ἔκω λύθη φθάσαντος τοῦ χρεών. Δεκεμβρίῳ γὰρ μηνί ιε΄, ινδικτιῶνος θ᾽, ἔτους. ςφλδ', αιφνιδίῳ νόσῳ λη φθεὶς ἀπεβίω, πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευ τῆς καὶ Εὐσταθίου τοῦ πατριάρχου ἀποθανόντος, οὗ διάδοχον ὁ βασιλεὺς ἐποιήσατο 'Αλέξιον μοναχόν καὶ καθηγούμενον τῆς μονῆς τοῦ Στουδίου, εἰς ἐπί σκεψιν αὐτοῦ πεφοιτηκότα μετὰ τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου. Ὃν καὶ πέμψας ἐνθρονίζει διὰ τοῦ πρωτονοταρίου Ιωάννου, ᾧ συνεργῷ ἐχρῆτο πρὸς τὴν τῶν κοινῶν διοίκησιν. Καὶ τῇ ἑσπέρᾳ ἐτελεύτησε, ζήσας μὲν ἔτη ο', καὶ τὰ πάντα βασιλεύσας, ἐπὶ χρόνους δὲ ν᾿ τὴν αὐτοκράτορα διεθύνας ἀρχήν. Τα φῆναι δὲ παρεκάλεσε τὸν ἑαυτοῦ ἀδελφὸν, ὃν καὶ διάδοχον κατέλιπε τῆς ἀρχῆς, ἐν τῷ κατὰ τὸ Εβδο μον ναῷ τοῦ εὐαγγελιστοῦ καὶ Θεολόγου· 8 δὴ καὶ Ο γέγονεν. ᾿Αναζωσάμενος δὲ τὴν ἅπασαν δυναστείαν ὁ Κων σταντῖνος, καὶ πράττειν ὅ τι καὶ βούληται ἐξουσίαν λαβὼν, καὶ ταῖς ἐκδεδιῃτημέναις χαίρων τῶν πρά ξεων, πολλῶν κακῶν αἴτιος ὑπῆρξε τῷ πολιτεύματι, αὐτὸς μὲν πράττων οὐδὲν ἤ βουλευόμενος τῶν δεόν
col. 213–214page 98 of 174
PG 122:213των, Ιπποδρομίαις δὲ χαίρων καὶ μίμοις και γελωτοποιοῖς, καὶ κύβοις καὶ κοττάβοις ἐννυκτερεύων, ἄρχοντας καθιστὰς ἔν τε πολιταρχίαις καὶ στρατο ηγίαις οὐ τοὺς ἔργῳ καὶ λόγῳ τὸ δόκιμον ἑαυτῶν παρεχομένους, ἀλλ᾽ οἰνόληπτα ἐκτετμημένα ἀνδράποδα καὶ πάσης μιαρίας καὶ βδελυρίας ἐμπεπλησμένα, ἀνάγων αὐτοὺς εἰς τὰς τῶν ἀξιωμάτων ὑψηλοτάτας περιωπής, τοὺς δὲ γένει καὶ ἀρετῇ καὶ πεί ρα προέχοντας παρατρέχων. Νικόλαον γὰρ τὸν πρῶ τον τῶν αὐτοῦ θαλαμηπόλων δομέστικον προεβάλετο τῶν σχολῶν καὶ παρακοιμώμενον, ] Νικηφόρον δὲ τὸν μετ᾽ ἐκεῖνον τὰ δευτερεία φέροντα πρωτ το βεστιάριον, Συμεὼν δὲ τὸν κατὰ τὴν τάξιν τρίτον δρουγγάριον τῆς βίγλας, προέδρους τοὺς πάντας τιμήσας, Εὐστάθιόο τε τὸν πολλοστὸν μετ᾿ ἐκείνους μέγαν εταιρειάρχην. Προεβάλετο δὲ καὶ δοῦκα ᾿Αντιοχείας εὐνοῦχόν τινα Σπονδύλην λεγόμενον, καὶ Ἰβηρίας Νικήταν τὸν ἐκ Πισσιδίας, καὶ ἄμφω ἐπιβ ῥήτους ἀνθρώπους καὶ πονηρούς· οἵτινες ταρα χῆς καὶ συγχύσεως τὰ πάντα πληρώσαντες μιν κροῦ τὴν βασιλείαν ἀνέτρεψαν ἤδη καλῶς ἀγομένη ἀπό τε τῆς αὐτοκρατορίας Ρωμανοῦ τοῦ τοῖν βασιλέοιν πατρὸς. Νικηφόρου δὲ καὶ Ἰωάννου καὶ Βασι λείου τῶν κατὰ διαδοχὰς δεξαμένων τὰ σκῆπτρα καὶ φοβεράν καθισταμένην τοῖς πλησιάζουσιν ἔθνεσι. Καὶ οὐ μόνον ἀδιάφορον εἶχε τὴν γνώμην ἐν ταῖς τῶν ἀρχῶν προβολαῖς, ὡς ἔτυχεν αὐτὰς καθιστὰς, ἀλλὰ καὶ τοὺς ἀξιολογωτέρους καὶ δοκιμωτέρους ἐδίωκε διὰ παντὸς, τοῖς εὐδοκίμοις ἐπιβουλεύων. Απετύφλωσε μὲν γὰρ καὶ Κωνσταντῖνον πατρίκιον τὸν υἱὸν Μιχαὴλ μαγίστρου τοῦ Βούρτζη, πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ προσκρούοντα καὶ τὰς ἀκολάστους αὐτῷ πράξεις Βασιλείῳ τῷ βασιλεῖ μηνύοντα, καὶ ἄλλους οὐκ ὀλίγους ἄνδρας ἀγαθοὺς ἠφάνισεν, ὡς προϊὼν ἐξείπῃ ὁ λόγος. Καὶ τὰ μὲν προοίμια τῆς αὐτοκρατορίας αὐτοῦ ταῦτα καὶ τοιαῦτα· τὰ δὲ μετὰ ταῦτα ποία ἂν καὶ κατ᾿ ἀξίαν παραστήσειεν ἱστορία; Μόνων γὰρ, ὡς ἐῤῥέ θη, ἐξεχόμενος γελωτοποιῶν καὶ μίμων, καὶ περὶ τὰς ἱπποδρομίας εἴ περ τις ἄλλος κεχηνώς, ἔργον μόνον ἀναγκαῖον ταύτας ἡγεῖτο, τὰ λοιπὰ μηδενὸς ἀξιῶν λόγου, ἀλλὰ δεύτερα λογιζόμενος τῶν αὐτοῦ ἀκολάστων ἔργων. Νικηφόρον γὰρ τὸν Κομνηνόν, ἄνδρα συνετὸν καὶ ἐπ᾿ ἀρετῇ καὶ ἀνδρίᾳ βεβοημένον, Μηδίας ἄρχοντα τῆς καὶ ᾿Ασπρακανίας, τὸν καὶ τὰ πρόσχωρα υποτάξαντα ἔθνη, δι᾿ αἰτίαν μὲν εὔλογον οὐδεμίαν, τῆς δὲ ἀρετῆς φθονήσας ἀπετύφλωσεν. ἔγκλημα τούτῳ καθοσιώσεως ἐπενεγκών. Οὗτος γὰρ πολλάκις συμπλεκόμενος τοῖς γείτοσιν ἐν Μηδίᾳ Σαρακηνοῖς, καὶ τοὺς ἑαυτοῦ στρατιώτας μαλακιζομένους ὁρῶν καὶ τὰ νῶτα στέφοντας ακόσμως καὶ φεύγοντας, καὶ τὰ μὲν ὀνειδίζων, τὰ δὲ καὶ παρα καλῶν μὴ οὕτω φεύγειν αἰσχρῶς, ἀλλ᾽ ἵστασθαι κατὰ τῶν ἀντιπάλων γενναίως, ἔπεισε συγκαταθέσθαι. Ὡς δὲ καὶ ἐνωμότως τὴν κατάθεσιν βεβαιώσαι οὗτος ἀπήτει, ὅτι σὺν αὐτῷ θανοῦνται μαχόμενοι πρὸς τοὺς πολεμίους, ἔγγραφον ἐκδεδώκασι γραμματεῖον, παλαμναιοτάταις ἀραῖς καὶ φρικωδεστάτοις ὅρκοις ἐμπεδωσάμενοι στῆναι ῥωμαλίως ἐν τῇ παρατάξει
col. 215–216page 99 of 174
PG 122:215καὶ ἀποθανεῖν σὺν τῷ στρατηγῷ. Τοῦτο ὡς ἦλθεν 483 εἰς ὦτα τοῦ Κωνσταντίνου, παραλύεται μὲν εὐθὺς τῆς ἀρχῆς ὁ Νικηφόρος καὶ εἰς τὴν βασιλίδα εἴσο άγεται, κριτήριόν τε καὶ βῆμα ἦρτο, καὶ και ταδικάζεται ὡς συνομοσάμενος κατὰ τῆς βασι λείας, καὶ τὰς ὄψεις πηροῦται. [Ρ. Ἐγκοτῶν δὲ καὶ Βάρδα πατρικίῳ τῷ ἐκγόνῳ τοῦ μαγίστρου Βάρδα τοῦ Φωκᾶ καί τισιν ἄλλοις, ῥάπτει διά τινος τῶν παρατρεφομένων συκοφαντών τυραννίδος ἐπίθεσιν κατ᾿ αὐτοῦ, καὶ εὐθὺς ἀποτυφλοῖ τοῦτον καὶ τοὺς συνδιαβληθέντας αὐτῷ. Καὶ στάσεως δὲ γενομένης ἐν τῇ Ναυπάκτῳ κατὰ Γεωργίου τοῦ στρατηγοῦντος αὐτῆς, ὃν καὶ Μωρογεώργιον εκάλουν διὰ τὸ ἄστα τον τῆς γνώμης, ἀναιρεῖται μὲν ὁ στρατηγός, διαρ πάζουσι δὲ καὶ τὰ προσόντα πάντα αὐτῷ, κακῶς δια η τιθέμενος περὶ τοὺς ἐγχωρίους καὶ εἰσπράξεσι σεπο φισμέναις καὶ συνεχέσι τούτους συντρίβων. Ὁ βασι λεὺς δὲ οὐ μόνον τοὺς αἰτίους ἀπηνῶς ἐκόλασε τοῦ φόνου, ἀλλὰ καὶ αὐτὸν τὸν ἀρχιερέα τῆς Ναυπάκτου ἐτύφλωσεν. Ὁ δὲ τοῦ Σκληροῦ Ῥωμανοῦ υἱὸς Βα σίλειος πατρίκιος, προσκρούων τῷ μαγίστρῳ Ηρουσιανῷ τῷ Βουλγάρῳ στρατηγοῦντι βουκελλαρίων ἐς τοσοῦτον προήχθη τόλμης ὡς καὶ διὰ μάχης τούτῳ ἐλθεῖν. Τούτων τὴν διένεξιν Κωνσταντῖνος ὁ βασιλεὺς αναισχυντίαν κρίνων κατὰ τῆς βασιλείας καὶ ἄμφω ὑπερορίζει, τὸν μὲν ἐν τῇ Ὀξείᾳ νήσῳ τὸν δὲ ἐν τῇ Πλάτη. Μετὰ μικρὸν δὲ τὸν μὲν Βασίλειον, κατηγορηθέντα ὡς εἴη ἀπόδρασιν μελετῶν, ἀπετύφλωσε, τὸν δὲ Προυσιανὸν μικροῦ δεῖν τοῦτο αὐτὸ πείσεσθαι κινδυνεύοντα ἠλευθέρωσεν. Ἐτύφλωσε δὲ καὶ Ῥωμανὸν τὸν Κουρκούαν, ἐπ' ἀδελφῇ ὄντα γαμβρὸν τοῦ Προυσιανοῦ καὶ τὸν Βογδάνον καὶ τὸν Γλαβᾶν καὶ τὸν Γουδέλην. Εγλωσσοτόμησε δὲ καὶ τὸν μοναχὸν Ζαχαρίαν τὸν συγγενῆ τοῦ Βέστου Θευδάτου, συσκευάσασθαι τούτους πλασάμενος κατ' αὐτοῦ. Τούτῳ τῷ ἔτει καὶ Ματζινάναι εἰσβολὴν ἐποιήσαντο κατὰ Βουλγαρίας, καὶ πλεῖστον λαὸν καὶ στρατο ηγοὺς καὶ ταγματάρχας ἔσφαξαν καὶ ἐζώγρησαν διὸ ὁ βασιλεὺς Κωνσταντῖνος τὸν Διογένην ἄρχοντα Σιρμίου ὑπάρχοντα καὶ δοῦκα τῆς Βουλγαρίας ἐποίησεν, ὃς συμπλακείς πολλάκις αὐτοῖς διεσπαρμένοις ἐτρέψατο καὶ ἠνάγκασε περαιωθέντας τὸν Ἴστρον ἡσυχίαν ἄγειν. Εγένετο δὲ καὶ ἐφ᾿ ὅλους τοὺς τῆς βασιλείας αὐτοῦ χρόνους μέγιστος αὐχμὸς, ὡς ἀπο ξηρανθῆναι τὰς ἁεννάους πηγὰς καὶ τοὺς ποταμούς. Τοῦ βασιλέως δὲ Βασιλείου φειδοῖ τῶν πενήτων μὴ ἐγκαίρως τὰς δημοσίας εἰσπραττομένου συντελείας, ἀλλ' ἀνακωχὴν καὶ ὑπερημερίαν διδόντος ταῖς ἀπαιτήσεσιν, ἐκείνου τελευτήσαντος συνέβη δύο ἐνιαυτῶν φόρους ἔτι ἠρτῆσθαι· οὓς ὁ Κωνσταντῖνον εὐθὺς εἰσεπράξατο. Εἰἰσεπράξατο δὲ καὶ τῶν ἑτέρων τριῶν ἐνιαυτῶν (ἐς τοσοῦτον γὰρ χρόνον ἡ ἀρχὴ αὐτῷ ἐξ ετάθη), καὶ συνετρίβησαν οὐχ οἱ πένητες μόνον καὶ ἄποροι, ἀλλὰ καὶ οἱ εὐπόρως ἔχοντες, ἐν τρισὶ χρό νοις πέντε παρασχόντες δασμοφορίας. Ἐξῆλθεν οὖν καὶ στόλος ᾿Αγαρηνῶν κατὰ τῶν Κυκλάδων νήσων οἷς συμπλακεὶς ὁ στρατηγὸς Σάμου Γεώργιος ὁ Θεοδωροκάνος, [Ρ. ] άμα Βεριβόῃ τῷ στρατηγοῦντι τῆς Χίου, στρέψατο, καὶ δώδεκα μὲν αὔτανδρα εἷλε, τὰ δὲ λοιπὰ διεσκέδασεν. άρχοντα
col. 217–218page 100 of 174
PG 122:217Ἐννάτῃ δὲ Νοεμβρίου μηνός, τῆς ιβ' ἐπινεμήσεως, ἐν ἔτει ςφλή, αἴφνιδίω νόσῳ ληθεὶς ὁ Κωνσταντῖνος καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθεὶς ἐσκέπτετο τίνα ἂν καταλίποι διάδοχον τῆς βασιλείας. Εδοξεν οὖν αὐτῷ τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασε σηνὸν μεταστείλασθαι, κατὰ τὸν ᾿Αρμενιακόν ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα, γαμβρόν τε ποιήσασθαι ἐπὶ μιᾷ τῶν θυγατέρων καὶ ἀναγορεῦσαι βασιλέα. Καὶ δὴ πέμπεται ἄξων αὐτὸν εὐνοῦχός τις τῶν πιστικωτάτων, ὁ λεγόμενος Εργοδότης. Σπουδῇ δὲ τοῦ Συμεὼν φιλίως διακειμένου πρὸς τὸν πατρίκιον Ρωμανὸν τὸν ᾿Αργυρόν αὕτη μὲν παρωράθη ή γνώ μη, καὶ στέλλεται τις τάχα ἐκ βασιλέως ἐν τὸν Δα λασσηνόν, ἐκεῖσε προσμένειν κελεύοντος αὐτόν ὅπη ἂν ἡ γραφὴ καταλήψηται, ἄγεται δὲ ὁ Ρωμανὸς πρὸς τὰ βασίλεια· Αχθέντι δὲ δύο προτίθενται γνῶμαι, ἤ η διαζυγῆναι τῆς νομίμου γυναικὸς τῇ βασιλέως το θυγατρὶ συναφθῆναι καὶ βασιλέα ἀναγορευθῆναι, κ πηρωθῆναι τοὺς ἀφθαλμούς. Τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς αὐτῶν ἑκάτερον, ἡ σύνοικος δεί σασα περὶ τοῦ ἀνδρὸς, μή τι καὶ πάθῃ φλαῦρον, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα, καὶ τῷ συζύ γῳ πρὸς τῇ ὄψει ἐχαρίσατο καὶ τὴν βασιλείαν. Οὐ σῶν δὲ τῷ Κωνσταντίνῳ θυγατέρων τριῶν ἐκ τῆς θυγατρὸς τοῦ πατρικίου Αλυπίου, ἣν ἔτι ζῶντος τοῦ Βασιλείου ἡρμόσατο, ἡ μὲν καθ᾽ ἡλικίαν πρω τεύουσα Εὐδοκία ἀπεκείρατο, ἡ τρίτη δὲ Θεοδώρα ἀπηνήνατο συζυγῆναι τῷ Ῥωμανῷ, ἢ διὰ τὸ συγκ γενές, ὡς φασιν, ἢ διὰ τὸ ἔτι τὴν ἐκείνου σύζυγον ζῇν. Ἡ δὲ τῷ χρόνῳ δευτέρα Ζωή τὸν περὶ τῆς συνοικίας λόγον συνενεσθέντα ἀσπασίως ἐδέξατο. Α. γου δὲ περὶ τῆς συγγενείας κινηθέντος, καὶ τῆς Ἐκκλησίας σὺν τῷ πατριάρχῃ λυσάντων τὸ ὀμφίβο λον, ἱερολογεῖται ὁ Ῥωμανὸς τῇ Ζωῇ καὶ αὐτοκράτωρ ἀναγορεύεται βασιλεύς. Καὶ μετὰ τρεῖς ἡμέρας Κωνσταντῖνος ἀπέθανε, ζήσας μὲν τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον ο' ἔτη, ἐπὶ τρεῖς δὲ ἑνὸς δέοντος μηνὸς βεβασιλευκώς Οὕτω δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν τὸν τῆς πηρώσεως κίνδυνον διαδρὰς ὁ Ῥωμανὸς τὸ τῆς βασιλείας περιζώννυται κράτος, καὶ βασιλεὺς αὐτο κράτωρ ἅμα Ζωῇ τῇ τοῦ Κωνσταντίνου ἀναγορεύεται θυγατρί. Αμα τε οὖν ἐπὶ τὸν βασίλειον ἐκάθισε θρό νον, καὶ ἅμα προοιμίοις ἀγαθοῖς καὶ ἐπιοατηρίοις ἐπαινετοῖς ἐδεξιοῦτο τοὺς ἀπὸ χεῖρα, ἀπὸ τῆς εὐσε βείας πρότερον ἀρξάμενος ἀγαθοεργεῖν. Ενδέουσαν γὰρ τὴν πρόσοδον τῆς Μεγάλης εἰδὼς Ἐκκλησίας, ἅτε οικονόμος ταύτης γενόμενος ἐν τοῖς ἔμπροσθεν χρό νοις, καὶ τῶν ἄλλων ὁπόσαις ὑπηρετεῖσθαι ἔθος παρὰ τοῦ ταύτης κλήρου, ὀγδοήκοντα χρυσίου λίτρας ἀνὰ πᾶν ἔτος χορηγεῖσθαι τούτοις τετύπωκεν ἀπὸ τοῦ βα σιλικοῦ ταμιείου εἰς προσθήκην. Ἐζέκοψε δὲ καὶ τέλεον ἀπεῤῥίζωσε τὸ ἀλληλέγγυον, [Ρ. ] ὅπερ ἐμελέτα μὲν ὁ Κωνσταντίνος ποιῆσαι, οὐκ ἔφθασε δέ. Εκένωσε δὲ καὶ τὰς φυλακὰς τῶν ἐγκαθειργμένων” διά τινας εὐθύνας, τὰ μὲν δημόσια χρέα χαριζόμενος, ἀποτιννὺς δὲ τὰ ἰδιωτικά. Απελυτρώσατο δὲ καὶ ἐν τῷ τῶν ᾿Αρμενιακῶν θέματι,, Αρμενιακόν Εὖ ἐποίησας, Κωνσταντίνε, τάχιστα ἐξ ἀνθρώπων γενόμενος
col. 219–220page 101 of 174
PG 122:219τοὺς κατεχομένους αἰχμαλώτους ἐν Πατζινακία. Ἐτίμησε δὲ καὶ συγκέλλους μητροπολίτας τρεῖς, τὸν Ἐφέσου Κυριακὸν ὡς τοῦ πατριάρχου δμαίμονα Δημήτριον τὸν Κυζίκου ὡς λίαν αὐτῷ καὶ πρὸ τῆς βασιλείας πεφιλημένον, καὶ Μιχαὴλ τὸν τῶν Εὐχαϊ τῶν καθ' αἷμα τούτῳ ἐγγίζοντα διὰ τὸ ἀναφέρειν τὸ γένος εἰς τοὺς λεγομένους Ῥαδηνούς. Ιωάννην δὲ τὸν τοῦ Βασιλείου τοῦ βασιλέως πρωτονοτάριον, ἤδη 487 τὴν κοσμικὴν κειράμενον τρίχα, μεταπεμψάμενος καὶ σύγκελλον τιμήσας τῇ τῆς ἑαυτοῦ συζύγου ἀδελ τῇ Θεοδώρα φρουρόν κατέστησε. Πολλοὺς δὲ καὶ τῶν λειτουργῶν τοῦ Θεοῦ ἐκ τῶν ὀλληλεγγύων εἰς ἐσχά την ἐλθόντας πενίαν ἀνεκτήσατο, καὶ τοὺς ἄλλους δυσφοροῦντας καὶ πιεζομένους ἀπορίαις παραμυθίας ἠξίωσε. Παρέσχε δὲ καὶ χρημάτων πλῆθος ἀριθμοῦ κρεῖττον ὑπὲρ σωτηρίας ψυχῆς τοῦ ἑαυτοῦ πενθεροῦ: αξίωσε δὲ παραπλησίως καὶ τοὺς ὅσοι κακῶς ἔπα θον ὑπ᾽ αὐτοῦ. τοὺς μὲν εἰς ἀξιώματα προβιβάσας, τοὺς δὲ ἐν κτήμασι καὶ ἄλλους ἐν χρήμασι παραμυθησάμενος. Ανήγαγε δὲ καὶ εἰς τὸ λαμπρὸν τῶν μαγίστρων ἀξίωμα τὸν ἐπ᾽ ἀδελφῇ γαμβρόν αὐτοῦ Ρωμανὸν τὸν Σκληρὸν, ὃν ὁ Κωνσταντῖνος. ὡς εἴπομεν, ἀπετύφλωσεν. Ανεκαλέσατο δὲ καὶ τῆς Χρονίας ὑπερορίας Νικηφόρον τὸν Ξιφίαν, ὃς ἐθελοντὴς ἐν τῇ μονῇ τῶν Στουδίου τὸ τῶν μοναχῶν ἠμφιέσατο σχῆμα. Κατὰ τοῦτον τὸν χρόνον ὅσεν ὁ Θεὸς ὑετὸν σύμ μετρον, καὶ εὐφορία γέγονε τῶν καρπῶν, κατ' ἐξαι ρετον δὲ τῆς ἐλαίας. Εγένετο δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας Πεντηκοστῆς ταραχὴ διὰ τὴν καθέδραν ἐν τῇ λειτουργία, μὴ καταδεξαμένων τῶν μητροπολι τῶν προκαθίσαι αὐτῶν τοὺς συγκέλλους ἐν τῷ συν θρόνῳ Κατὰ τοῦτον τὸν χρόνον διαβληθεὶς ὁ μάγιστρος Προυσιανὸς ὁ Βούλγαρος κοινοπραγεῖν Θεοδώρᾳ τῇ τῆς βασιλίδος ἀδελφῆ καὶ τῆς βασιλείας σὺν αὐτῇ ἀντιποιεῖσθαι εἰς τὸ τοῦ Μανουήλ μοναστήριο φρου ρεῖται. Επικρατησάσης δὲ τῆς κατηγορίας αὐτὸς μὲν ἀποτυφλοῦται, ἡ δὲ μήτηρ αὐτοῦ ἡ ζωστὴ τῆς πόλεως ἐκβάλλεται. Καὶ Κωνσταντῖνος ὁ Διογένης, γαμβρὸς ὢν τοῦ βασιλέως ἐπὶ θυγατρὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἀπὸ Σιρμίου μετατεθεὶς εἰς Θεσσαλονίκην γίνεται δούξ, κατηγορηθεὶς δὲ παρὰ Ὀρέστου τοῦ θεράποντος τοῦ Βασιλείου τοῦ βασιλέως, ὡς μελετῶν ἀποστασίαν, σρατηγὸς εἰς Θρακησίους στέλλεται. Φανερᾶς δὲ τῆς κατηγορίας γενομένης ἄγεται δέσμιος ἐν τῇ βασιλίδι καὶ ἐν πύργῳ βάλλεται. Οἱ δὲ τούσοι συνωμόται, ὁ πρωτονοτάριος Ιωάννης καὶ σύγκελλος, ὁ πατρίκιος Εὐστάθιος καὶ στρατηγὸς ὁ Δαφνομήλης, [] Μιχαήλ Θεόγνωστος καὶ Σαμουὴλ οἱ τοῦ μα γίστρου Μιχαὴλ τοῦ Βούρτζη ἔκγονοι, Γεώργιός τε καὶ Βαρασατζὶ ὁ ἐν τῷ ὄρει τῷ ᾿Αθῳ τὴν τῶν Ιβήρων μονὴν συστησάμενος, οἱ τοῦ πατρικίου Θευ δ ἔκκριτοι ἔνθ᾽ ὕπνῳ ξύμβλητο κασιγνήτῳ θανάτοιο. εκκίνησε ἐκίνησε, Σύνθρονος προνόμιον, ἁγίου ὄρους
col. 221–222page 102 of 174
PG 122:221δάτου ἀνεψιοί, δεινῶς τυφθέντες καὶ διὰ μέσης τῆς λεωφόρου παραπεμφθέντες ἐξορίᾳ παρεπέμφθησαν. Κατηνέχθη δὲ καὶ Θεοδώρα τῶν ἀνακτόρων, καὶ εἰς τὸ λεγόμενον περιωρίσθη Πετρίον Οκτωβρίου δὲ μηνός λα' χύσις ἀστέρος, ἐγένετο, ἐκ δυσμῶν πρὸς ἀνατολὴν τὴν πορείαν ποιοῦντος. Καὶ κατ' αὐτὴν τὴν ἡμέραν πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἐν Συρίᾳ στρατηγοῦντος τῆς μεγάλης Αντιοχείας Μιχαὴλ τοῦ Σπονδύλη. Εγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, ἐπικρατήσασα ἕως τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ὑπερχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδόν πάντα τὰ ζῶα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῆ, καὶ διὰ τοῦτο λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον ἐπακολουθῆσαι δεινόν. Βουλόμενος δὲ ὁ βασιλεὺς τὸ γεγονὸς ἐν Συρίᾳ ἀτώχημα ἐξιάσασθαι, ώρμητο κατὰ τῆς Βεῤῥοίας ἐκστρατεῦσαι. Ἐκπέμπει γοῦν μετ' εὐζώνου δυνάμεως Κωνσταντῖνον πατρίκιον τὸν Καραντηνόν νὸν ἐπ' ἀδελφῇ τούτου γαμβρόν, ἀπελθεῖν ἐπισκήψας καὶ κατασκοπῆσαι τὰς εἰσόδους καὶ κατὰ τὸ δυ νατὸν πημαίνεσθαι τοὺς ἐχθροὺς, παρατάξεως δὲ καθολικῆς ἀπέχεσθαι μέχρι τῆς αὐτοῦ παρουσίας. Εν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνηθροίζετο, ὁ μὲν τῆς Αβασγίας ἄρχων Γεώργιος νόσῳ τελευτᾷ, ἡ δὲ τού του σύνοικος πρέσβεις εἰς βασιλέα στείλασα μετὰ δώρων σπονδάς τε εἰρηνικὰς ἐζήτει καὶ τῷ ταύτης υἱῷ Παγκρατίῳ τὴν συνοικήσουσαν. Ης τὴν πρεσβείαν ἀποδεξάμενος ὁ βασιλεὺς τάς τε σπονδὰς ἐκύρωσε, καὶ Ἑλένην τὴν ἑαυτοῦ ἀνεψιάν, τὴν θυγατέρα τοῦ ἀδελφοῦ αὐτοῦ βασιλείου, νύμφην εἰς ᾿Αβασγίαν ἀπέστειλε, τὸν νυμφίον Παγκράτιον ἐς τῶν κουροπαλάτων ἀναβιβάσας τὸ ὕψος. Κατὰ τοῦτον τὸν χρόνον γέγονέ τι τεράστιον ἐν τῷ θέματι τῶν θρακησίων παραδοξον, περὶ τὰς όπο ωρείας τοῦ ὄρους τοῦ Κουζηνᾶ, ἐν ᾧ πηγή ἐστι καλ λίστου καὶ διειδοῦς ὕδατος. Φωνή τις εξηκούετο οἰκτρὰ μετὰ ὀδυρμοῦ καὶ οὐαὶ καὶ θρήνων παρεμφερὴς ὀλοφυρμῷ γυναικός. Καὶ οὐχ ἅπαξ ἢ δὶς τοῦτο. Ο ἀλλ' ἀπὸ Μαρτίου μηνός ἄχρις Ἰουνίου αὐτοῦ καθ᾿ ἡμέραν καὶ νύκτα. ᾿Απιόντων δέ τινων ἐπὶ τῷ κατα σκοπῆσαι τὸν τόπον ἔνθα ἡ φωνὴ ἐξηγεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή. Τοῦτο δὲ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν ῥηθῆναι ἀτυχίαν τῶν Ῥωμαίων ἐν τῇ Κοίλη Συρία. Τοῦ γὰρ βασιλέως Νικηφόρου τὰς πλείστας Συρίας καὶ Φοινίκης πόλεις παραστησαμέν νου, καὶ τοῦ μετ᾿ αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατ τυναμένου καὶ μέχρι Δαμασκοῦ τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ᾿ αὐτοὺς Βασίλειος πρότερον μὲν ὑπὸ τῶν ἐμφυλίων ἀσχολούμενος που λέμων, ὕστερον δὲ καὶ τοῖς κατὰ τοῦ Σαμουὴλ εργοις προσλιπαρών [Ρ. ] οὐκ ἔσχεν εὐκαιρίαν καλῶς καὶ ὡς ἐνεδέχετο τὰ ἐν τῇ Εῳ κατασφαλίσασθαι, ἀλλ' ὅσον ἐν φαντασία γενόμενος ἐκεῖσε, καὶ ὡς ὁ καιρὸς ἀπῄτει ταῦτα καταστησάμενος, εἶθ᾽ ὑποστρέψας καὶ ἀσχολίαν ἔμμονον ἔχων καὶ φροντίδα τὸ τῶν Βουλγάρων ὑποτάξαι γένος, ἀφορμὴ γέγονε τοῦ τὸν ζυγὸν ἀποῤῥίψαι τὰς δυνατωτέρας τῶν πόλεων καὶ τὴν ἑαυτῶν ἀναζητῆσαι ἐλευθερίαν. ᾿Αλλ᾿ ἕως μὲν οὗτος περιῆν, ἐμελετᾶτο μὲν ἡ ἀπόστασις, κρύβδην δὲ καὶ οὐ φανερῶς. Τούτου δὲ τὸ χρεὼν ἀποτίσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Κωνσταντίνου ἀμελῶς βασιλεύον.
col. 223–224page 103 of 174
PG 122:223τος καὶ ῥαθυμῶς, καὶ ἐπ' ἐκείνοις ἔχοντος τὸν σκου πὸν ἀπερ ὁ λόγος φθάσας ἐστηλογράφησε, τῶν δ' ἄλλων ἀλιγωρίαν κατασκεδάσαντος οὐ τὴν τυχοῦσαν. ἀδείας οἱ Σαρακηνοί λαβόμενοι τάς τε ἐν ταῖς πόλεσι φρουρὰς ἐξεπόρθησαν, ἀνελόντες καὶ τοὺς φρουρούς, κατ' ἐξαίρετον δὲ ὁ τῆς Βεῤῥοίας ἀρχηγὸς, ἣν καὶ Χάλεπ καλοῦσιν ἐκδρομάς τε γὰρ ἐποίες συνεχεῖς, καὶ τὴν ᾿Αντιόχειαν ἐνάκου καὶ τὰ ὁμοροῦντα ἔθνη καὶ πρόσοικα τὰ τοῖς Ῥωμαίοις ὑπήκοα. Πρὸς δν δ Σπονδύλης τῆς ᾿Αντιοχείας, ὡς εἴρηται, κατάρχων ἐκστρατεύει ἔτι περιόντος τοῦ Κωνσταντίνου, βου λόμενος τάχα νεανικόν τι καὶ γενναῖον ἐνδείξασθαι. Καὶ συμβαλὼν τῷ τῆς Βεῤῥοίας ἐξηγουμένῳ ἡττᾶται, καὶ πολὺς μὲν γίνεται τῶν σὺν αὐτῷ φθόρος, αὐτὸς δὲ αἴσχιστα εἰς ᾿Αντιόχειαν διασώζεται. κατεστρατήγησε δ' αὐτὸν καί τις "Αραψ, Μουσάραφ τὴν προσηγορίαν, τρόπῳ τοιῷδε. Οὗτος γὰρ ὁ Μουσάραφ δορυάλωτος κατεχόμενος ἐν Ἀντιοχεία (ἦν γὰρ και τασχεθεὶς ὑπὸ Πόθου τοῦ ᾿Αργυρού), ἐπείπερ αἱ τῆς ἡγεμονίας ἡνίαι εἰς τὸν Σπονδύλην μετέπεσον, κατα νενοηκὼς τὸν ἄνθρωπον εὐρίπιστον, ὑπέσχετο μεγάλα χρησιμεῦσαι Ρωμαίοις, εἰ ἀνεθείη τῶν δεσμῶν, καὶ πάντα ἐπιτελέσειν τὰ κατὰ σκοπόν· τά τε γὰρ ὁμός φαλα κακῶσαι κατεπηγγέλλετο, καὶ τόπον ἐπιδεικνὺς, εἰ φρούριον ἐν αὐτῷ δομηθείη καὶ αὑτῷ παραδοθείη, οὐ μικρὸν ὄφελος ἔσεσθαι Ρωμαίοις. Οὗ τὰς βού διουργίας μὴ συνεὶς ὁ Σπονδύλης τῶν τε κλοιῶν ἀφο ῆκεν αὐτὸν, καὶ τὸ φρούριον ὡς ἐκέλευσεν ἐδομήσατο, καὶ αὐτῷ τὴν φυλακὴν ἐπετρέψατο, χιλίους φρουρούς ἐγ καταστήσας ἐν τούτῳ Ῥωμαίους. Ὁ δὲ Μουσἄραφ τυχὼν οὔπερ ηὔχετο καιροῦ, λάθρα τῷ Τριπόλεως ἀμηρᾶ καὶ Τούσβερ τῷ ἀρχιστρατήγῳ τοῦ Αἰγυπτίου προσδιαλεχθεὶς λαὸν ὑπ᾽ αὐτῶν πεμφθέντα δεξάμενος τούς τε χιλίους ἀναιρεῖ καὶ τὸ φρούριον αὐτοῖς παραδίδωσι. Καὶ οὐ διέλιπον ἐξ ἐκείνου ἐξ ὑπερδεξίων φερόμενοι οι Σαρακηνοί διαφθείρειν τὰ ἐν Συρίᾳ Ῥωμαίοις ὑπήκοα καὶ λυμαίνεσθαι. η ᾿Αλλὰ τοῦτον μὲν ὁ Ῥωμανὸς μεθίστησι τῆς ἀρε χῆς, διάδοχον αὐτῷ πέμψας τὸν ἐπ᾽ ἀδελφῇ γαμβρόν αὐτοῦ Κωνσταντῖνον τὸν Καραντηνὸν εὐτρεπίζετο δὲ καὶ αὐτὸς κατόπιν ἀπελθεῖν τῶν Σαρακηνῶν. [Ρ. ] "Ηδη δὲ τὸ Φιλομίλιον καταλαβόντος αὐτοῦ ἦλθον πρέσβεις ἐκ Βεῤῥοίας μετὰ δώρων ὅτι πολλῶν, παρακαλοῦντες συμπαθείας τυχεῖν καὶ τὴν πρὶν δου λείαν ἐπαναδέξασθαι καὶ τοὺς ἐτησίους εὐγνωμόνως προσφέρειν φόρους. Πολλῶν δὲ κἀγαθῶν στρατιωτῶν συστρατευομένων αὐτῷ παρακαλούντων τὴν πρόκλησιν δέξασθαι, ὧν εἷς ἦν καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Χάλδας, καὶ μὴ ἐκστρατεῦσαι κατὰ Συρίας ἐν καιρῷ θέρους, ὁπότε τό τε ὕδωρ ἐν αὐτῇ σπανίζει καὶ τὸ μὲν ᾿Αράβων ἔθνος ἀνυπόστατόν ἐστιν οἷα ἐνειθισμένον φέρειν γενναίως τὰ ἐγχώρια θάλπη καὶ τοὺς φλο γμοὺς καὶ τοὺς καύσωνας, οἱ δὲ Ῥωμαῖοι πανοπλίται τυγχάνοντες οὐ τληπαθῶς ἔχουσι πρὸς τὴν ὥραν, μηδενὸς ἐπιστροφὴν ποιησάμενος, ἀλλ᾽ ἐξ ἀπογύου τὰ τῶν πρὸ ἑαυτοῦ βασιλέων ἔχων ἀνδραγαθήματα. καὶ σπεύδων καὶ αὐτὸς ἀνδρῶἄ τινα ἐπιδείξασθαι, ἔπεισιν ἐν Συρία. Καὶ στρατοπεδείαν πηξάμενος ἔν τινι φρουρίῳ δύο ἡμερῶν ὁδὸν Βεβῥοίας ἀπέχοντι (Αζἄξιον ὄνομα τῷ φρουρίῳ) ἐσκόπει τὸ μέλλον. Εν ᾧ κατεσκηνωμένος τὸν τῶ, ἐξκουβίτων ἄρχοντα τὸν πατρίκιον Λέοντα τὸν Χοιροσφάκτην μετὰ τοῦ οἰ κείου τάγματος ἐπὶ κατασκοπῃ στέλλει, εἴ τινές τε ἐπίοιεν κατοψόμενον. "Αρηβες, καὶ δαη δὴ λυσιτελὲς
col. 225–226page 104 of 174
PG 122:225μεταθεῖναι τὴν στρατοπεδείαν. ᾿Αλλὰ τοῦτον οἱ ἐν εδρεύοντες καὶ τὰ ἐν τῷ μεταξὺ πεδία φυλάσσοντες Αραβες καιροσκοπήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι κατέσχον, τὸν δὲ μετ᾿ αὐτοῦ λαὸν διεσκέδασαν. Ες τοσοῦτον δὲ προῆλθον τόλμης καὶ ἀναιδείας ὡς ἀνα φανδὸν ἐπικόπτειν Ῥωμαίοις τὴν γορτολογίαν καὶ τὴν τῶν ἄλλων ἀναγκαίων συλλογήν. Πλέον δ᾽ αὐτοὺς ἐκάνουν ἐν τοῖς ὕδασι· πιεζόμενοι γὰρ οἱ Ρωμαῖοι καὶ οἱ τούτων ἵπποι καὶ τὰ ὑποζύγια, ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους εἰς προφανῆ ἑαυτοὺς συνώθουν τὸν κίνδυνον, καὶ οἱ ἀλισκόμενοι προσαπώλοντο. Τότε δὴ καὶ Κωνσταντίνος πατρίκιος ὁ Δαλασσηνὸς ἐκπεμφθεὶς ἀνακόψαι τοὺς ἐπεμβαίνοντας "Αραβας καὶ ἀνδρικόν τι καὶ γενναῖον διαπράξασθαι, καὶ τούτοις συμπλακεὶς καὶ ἀκόσμως φυγών, μεγάλης ταραχής καὶ συγχύσεως τὰ Ῥωμαίων ἐνέπλησε καὶ τὸν βασι λέα αὐτόν· ἐπανελθόντος γὰρ αὐτοῦ τεθορυβημένου καὶ τὸ στρατόπεδον ἅπαν ταραχῆς ἐμφορήσαντος καὶ ἀκοσμίας, οὐκέτι τοῦ λοιποῦ μάχης λόγος ἐτύγχανεν, ἀλλ᾽ ἕκαστος, ὥς πη δυνατὸν ἦν, τὴν ἑαυτοῦ σωτη ρίαν ἐπραγματεύετο. Βουλῆς οὖν προτεθείσης ἔδοξεν ἕωθεν διαλύσαντας τὴν τάφρον ἐπαναζευγνύειν εἰς ᾿Αντιόχειαν. Καὶ δὴ κατὰ τὴν δεκάτην τοῦ Αὐγούστου μηνός, ινδικτιῶνος ιγ', ἔτους ςφλή, κατὰ τὰ βεβουλευμένα τὰς τῆς στρατοπεδείας ἀνοίξαντες πύο λας ἁπανταχῆ τῆς ἐπ' ᾿Αντιόχειαν εἴχοντο, οἱ πλείους μὲν κοιλιακῷ κατειργασμένοι νοσήματι, οἱ πλείους δὲ καὶ ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους κατειργασμένοι. Οἷς ἐξελθοῦσι τῆς παρεμβολῆς μετὰ ῥύμης οἱ "Δρα βες ἐπιτίθενται. [Ρ. ] Τῶν δὲ μηδ' ὅλως ὑποστάν των τὴν ὁρμὴν γίνεται τροπὴ φρικωδεστάτη, καὶ οἱ μὲν ὑπ᾽ ἀλλήλων ἐπατοῦντο καὶ διεφθείροντο, οἱ δὲ ζωγρίαι ἡλίσκοντο. Ἔνθα τι καὶ συνέβη χάριεν γεν νέσθαι· τῶν γὰρ στρατηγών, οἷς ἐπ᾿ ἀνδρίᾳ μέγα ὄνομα ἦν, καὶ τῶν στρατιωτῶν μηδενὸς ὑποστῆναι τολμώντων τὸν κίνδυνον, ἀλλ᾽ ἀγεννῶς ἀποδιδρασκήν των, εὐνοῦχός τις τῶν βασιλικών θαλαμηπόλων τὴν ἑαυτοῦ φερομένην ἰδὼν ἀποσκευὴν καὶ τοὺς ὑπηρέτας, καὶ μὴ ἐνεγκών μετρίως τὸ πάθος, τὸν ἵππον τῇδὲ κἀκεῖσε συνταράξας ἔπεισι μετὰ σφοδρᾶς ὁρμῆς κατὰ τῶν Σαρακηνῶν, καὶ τόξον ἐντείνας βάλλει μὲν ἕνα, τρέπει δὲ τοὺς ἄλλους, καὶ τὰ ἑαυτοῦ ἑλὼν ὑπέστρεψε γεγηθώς. Ὁ δὲ βασιλεὺς ἐγγὺς ἐλθὼν τοῦ ἀλῶναι περισώζεται εἰς ᾿Αντιόχειαν, ἐκθύμως ἀγωνισαμένων τῶν βασιλικῶν ἑταίρων καὶ διασωσάντων ἑαυτούς τε καὶ τὸν βασιλέα. Τότε δὴ Γεωργίου τοῦ Μανιάκη τοῦ θέματος στρατο ηγοῦντος Τελούχι Αραβες οκτακόσιοι μετὰ γαύρου τοῦ φρονήματος ὑποστρέψαντες ἀπὸ τῆς τροπῆς καὶ πρὸς αὐτὸν παραγενόμενοι εἴχειν τὴν ταχίστην ἐκέ λευον καὶ τὴν πόλιν καταλιπεῖν τοῦ βασιλέως ἐπε λωκότος καὶ παντὸς τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἄρδην ἀπολωλότος, καὶ μὴ ἑαυτὸν προφανεί κινδύνῳ ἐκδεδωκέναι· ἡμέρας γὰρ διαλαμπούσης οἰκτρῶς αὐτ τός τε καὶ οἱ σὺν αὐτῷ ἀπολοῦνται περιστοιχισθέντες. Ὁ δὲ δέχεσθαι τάχα τὴν παραίνεσιν δόξας καὶ ποιήσειν τὸ κελευόμενον ὑποπτευθείς, σῖτά τε καὶ ποτὰ τούτοις ἀποχρώντως ἐκπέμψας διαναπαύειν ἐκέλευεν ἑαυτοὺς, ὡς ἅμ᾽ ἡμέρᾳ αὐτὸς μὲν σὺν τοῖς συνοῦσιν αὐτῷ ἀπαλλαγήσεται, αὐτοὺς δὲ κυρίους καταστήσει τῆς πόλεως Τελούχ καὶ πάντων τῶν
col. 227–228page 105 of 174
PG 122:227Ρωμαϊκών χρημάτων. Οἱ δὲ τοῖς τε λόγοις καὶ τοῖς ἔργοις φενακισθέντες, καὶ ὡς αὔριον τάχα ἀπολήψεσθαι τὰ πάντα ὁπειληφότες, πρὸς πότους καὶ μέγας ἐτράπησαν καὶ ἐν πάσῃ ἀδείᾳ καὶ ἀμεριμνίᾳ διενυκτέρευον. Ὁ δὲ περὶ μέσας νύκτας οἰνωμένοις αὐτ τοῖς καὶ ἀφροντίστως κοιμωμένοις ἐπιτίθεται, καὶ τούτους μὲν πάντας ἀπέσφαξεν, ὑφείλετο δὲ καὶ δια κοσίας ὀγδοήκοντα καμήλους πεφορτωμένας καὶ πλήρεις ἀγαθῶν παντοίων Ῥωμαϊκῶν. Τὰς δὲ ῥίνας καὶ τὰ ὦτα τῶν πεσόντων ἀποτεμών διεκόμισεν ἐν Καππαδοκίᾳ τῷ βασιλεῖ, ἤδη ἀπὸ τῆς φυγῆς κατειληφότι τὸν τοῦ Φωκά οἶκον καὶ ἐν αὐτῷ διατρίβοντι. Ον δ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος κατεπάνω τῆς κάτω Μηδίας ἀποδείκνυσιν. Απαίρων δὲ τῆς Συρίας δομέστικον μὲν τῶν σχο λῶν ἀποδείκνυσι Συμεὼν τὸν τοῦ πενθεροῦ αὐτοῦ Κωνσταντίνου θεράποντα, ἡγεμόνα δὲ ᾿Αντιοχείας Νικήταν τὸν ἐκ Μισθείας Τούτοις ἐνετείλατο κατὰ τὸ δυνατὸν ἀποπειρᾶσθαι τοῦ παρὰ τοῦ Μουσάραφ κτισθέντος φρουρίου, [Ρ ] ᾧ Μενίκος ὄνο μα, εἴ πως δυνηθεῖεν ἀπαλλάξαι Συρίαν τῶν ἐκ τοῦ Μουσάραφ ἐπιδρομῶν. Ἀφυῶς δὲ τούτων καὶ ἀματ θῶς ἐπιχειρησάντων τῇ πολιορκία νυκτὸς ὁ Μουσάραφ ὑπεκδραμὼν τοῦ φρουρίου τάς τε ελεπόλεις ἐνέπρησε καὶ τούτους ἐκεῖθεν αἰσχρῶς ἀπεδίωξεν. Οπερ πυθόμενος ὁ βασιλεὺς, καὶ μὴ φέρων τὴν ὕβριν, Θεόκτιστον πρωτοσπαθάριον, ἕνα τῶν πιστικωτάτων αὐτῷ ὑπάρχοντα διακόνων καὶ μέγαν έπαι ρειάρχην τῷ τότε χρηματίζοντα, μετὰ δυνάμεως ἀδρᾶς Ῥωμαίων τε καὶ ἐθνικῶν κατὰ Συρίας ἐκ πέμπει, στρατηγὸν αὐτοκράτορα τοῦτον προχειρισάμενος, καὶ ἐπισκήψας τῷ Τριπόλεως συμμίξαι ἀμηρᾷ Πινζαρὰχ καὶ μετ᾿ αὐτοῦ τὰ τῶν ᾿Αράβων λυ μαίνεσθαι· ἔτυχε γὰρ οὗτος ὁ Πινζαραν διά τι πρόσκρουμα πρό μικροῦ ἀποστατῆσαι τοῦ Αἰγυπτίων ἀμερμουμνῆ καὶ ὅπλα κινῆσαι κατ' αὐτοῦ. Καὶ τοῦ Αἰγυπτίου τὸν Τοῦρκον Τοῦσπερ, ἄρχοντα τυγχάνοντα τῶν αὐτοῦ ταγμάτων, μετὰ χειρὸς ἀξιολόγου ἐπὶ καθαιρέσει τοῦ Μινζαρὰχ πεπομφότος, ὡς οὗτος ᾔσθετο μὴ ἀξιόμαχος εἶναι αὐτὸς καθ᾿ ἑαυτὸν τῇ τῶν Αἰγυπτίων συμπλακῆναι δυνάμει, τῷ βασιλεῖ Ῥωσ μαίων προσρύεται καὶ ὁμαιχμίαν αἰτεῖ. Οὗ τὴν αἵ τησιν μὴ παριδὼν ὁ Ῥωμανὸς τὸν Θεόκτιστον μετὰ πλήθους ἀξιολόγου ἐξέπεμψε, συμμαχίαν το παρά σχεῖν τῷ Πινζαρὰχ κελεύσας, καὶ ἐκ παρόδου τοῦ φρουρίου Μενίκου ἀντιποιεῖσθαι· ὃς ἀπελθὼν καὶ συμμίξας τῷ Πινζαρὰχ ἔργου είχετο. Καὶ ὁ μὲν Αἰ γυπτίων ἀρχιστράτηγος Τοῦσπερ τῷ αἰφνιδίῳ τῆς ἐφόδου καὶ τῷ πλήθει καταπλαγείς οἴκαδε υπενόστησ σεν· οὐδὲ ἤνεγκε δὲ οὐδ᾽ ὁ Μουσάραφ τὴν ἐπέλευσιν τῶν πολεμίων, ἀλλὰ τὸν Μενῖκον ἀφεὶς ἔφυγε καὶ περὶ τὰ ὅρια Τριπόλεως συσχεθεὶς ἀνῃρέθη. παρειλήφασι δὲ οἱ περὶ τὸν Θεόκτιστον αὐτό τε τὸ φρού ριον τὸν Μενίκον, παραδοθὲν αὐτοῖς ὑπὸ ἀδελφόπαι Αυτοκράτορες είναι ποιεῖσθε. Ὁ δὲ αὐτοκράτωρ ὄνομα στρατηγίας ἐστὶ πάντα ποιεῖν ὑποστάσης. Καὶ Ιφικράτης και Περι κλῆς ἔπλεον Αθήνηθεν αὐτοκράτορες στρατηγοί.
col. 229–230page 106 of 174
PG 122:229δος τοῦ Μουσάρας, καὶ ἕτερον φρούριον ἐπὶ τινος ἀποτόμου κείμενον πέτρας, το λεγόμενον ᾿Αργυρό καστρον. Ταῦτα δὲ οὕτω καταστησάμενος ὁ Θεόκτιστος εἰσῆλθεν εἰς τὴν βασιλίδα, ἐπαγόμενος μευ ἑαυτοῦ καὶ ᾿Αλὰχ τὸν τοῦ Πινζαρὰχ υἱὸν, ὃν καὶ πατρικιότητος ὁ αὐτοκράτωρ ἠξίωσε. Κατόπιν δὲ ἦλθε καὶ ὁ Πινζαρὰχ, προπεμπόμενος καὶ δορυφορούμενος παρὰ τοῦ χρηματίσαντος ἄρχοντος Αντιοχείας Νι κήτα τοῦ ἐκ Μισθείας· ὃν ὁ βασιλεὺς φιλοφρόνως ἀποδεξάμενος καὶ δώροις καὶ εὐεργεσίαις δεξιωσάμενος οὐ μικραῖς οἴκαδε χαίροντα ἐξαπέστειλεν. Ἐλυτρώσατο δὲ καὶ ἐκ τῆς αἰχμαλωσίας τὸν Χοιροσφάκτην καὶ τοῖς οἰκείοις ἀπέδωκε. Τοῦ πρωτοσπαθαρίου δὲ Ορέστου, ὃν ὑπὸ Βασιλείου τοῦ βασιλέως ἐν Σικελίᾳ πεμφθῆναι ὁ λόγος ἐδήλωσεν ἄνωθεν, ἀπείρως ἔχοντος περὶ τὰ πολεμικὰ καὶ ἀτέχνως ἐπιχειροῦντος τοῖς πράγμασιν, οἱ ἐκ Σικε λείας Σαρακηνοί καιροφυκακήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι τοῖς Ῥωμαίοις, ἤδη καὶ κοιλιακῷ νοσή ματι ἀπὸ τρυφῆς κατασχεθεῖσιν, ὄλεθρον οὐκ ὀλίγον εἰργάσαντο, ᾿Ανακτώμενος δὲ τὸ γεγονὸς ἀτύχημα ὁ βασιλεὺς δύναμιν ἀξιόμαχον [Ρ. ] ἔκ τε Ελλάδος καὶ Μακεδονίας ἀθροίσας ἐν Ἰταλίᾳ ἐκπέμπει, κάν οὐδέν τι γενναῖον δρᾶσαι ἴσχυσεν ἀφελείᾳ καὶ κακό τητι τοῦ στρατηγοῦ. Τούτῳ τῷ ἔτειςφλθ' τυγχάνοντι, ἰνδικτιῶνος ιδ', καὶ ὁ Προυσιανὸς ἑκουσίως ἀποκείρεται μοναχός, καὶ ἡ μήτηρ αὐτοῦ ἐκ Μαντινείου της ἐν Βουκελλαρίῳ μονῆς εἰς Θρακησίους μεταβιβάζεται, καὶ Κων σταντίνος πατρίκιος ὁ Διογένης ἐκβληθεῖς τοῦ πύρ γου ἐν τῇ μονῇ τῶν Στουδίου ἀποκείρεται μοναχός. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ' ὀνόματι τῆς Δεσποίνης ἡμῶν Θεοτόκου, μη δεμιᾶς πολυτελείας φεισάμενος, συντρίψας μέντοι τῇ προφάσει ταύτῃ οὐ μικρῶς τὸ ὑπήκοον καὶ κα χώσας ἔν τε ταῖς τῶν λίθων καὶ τῶν ἄλλων εἰδῶν διακομιδαῖς. Καταλαμπρύνει δὲ καὶ τὰ κιονόκρανα τῆς Μεγάλης Ἐκκλησίας καὶ τῆς ὑπεραγίας θεοτόκου τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. Μέλλων δὲ καὶ τὸ θυσιαστήριον ἐπιποιεῖσθαι τῶν Βλαχερνῶν εὗρε κρεμαμένην εἰκόνα παλαιὰν, ἣν ἀνακαινισθή και προσέταξεν. Εξαργυρωμένον δὲ τὸ τοῦ τοίχου χρίσμα ιδών καθαιρεθῆναι προσέναξε και νέον γενέσθαι. Καθαιρεθέντος δὲ τοῦ χρίσματος εὐρέθη εἰκὼν ὁλογραφική, σανίδιον ἐπιστήθιον κρατούσης τῆς Θεοτόκου τὸν Κύριον καὶ Θεὸν ἡμῶν, ἀμόλυντος τῆσδε τῆς ἡμέρας, ἐτῶν διελθόντων τριακοσίων. Τῷ δὲ, ςφμ' ἔτει, ινδικτιῶνος ιεʹ, μηνὶ Σεπτεμβρίῳ, ἦλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίκου υἱὸς Αμερ, ἐξαιτῶν ἀνα νεῶσαι τὴν εἰρήνην καὶ τοὺς προσθεν παρέχειν φό ρους. Καὶ δὴ στέλλεται Θεοφύλακτος προτοσπαθά ριος ὁ Αθηναῖος, καὶ τάς τε σπονδὰς ἐβεβαίωσε καὶ δ κοινοπραγίαν μετὰ τῶν Χαλεπιτῶν ἔθετο. Ζωὴ δὲ ή βασιλις μετὰ τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ αἰφνίδιον ἀπελθοῦσα εἰς τὸ Πετρίον τὴν ἑαυτῆς Κιονόκρανα χρίσμα ὁλογραφικόν διαμείνασα ἀπὸ τῶν ἡμερῶν τοῦ Κοπρωνύμου ἕως Τὸ τοῦ τοίχου χρίσμα χρίσμα
col. 231–232page 107 of 174
PG 122:231ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν, δύνατον β ἄλλως εἶναι φήσασα παυθῆναι τὰς ἐπιβουλὰς καὶ τὰ σκάνδαλα. Δέδωκε δὲ καὶ τὴν οἰκείαν ἀνεψιὰν ὁ βα σιλεὺς Ρωμανός μετὰ πολλῶν ἔδνων εἰς εὐνὴν τῷ τῆς μεγάλης ᾿Αρμενίας ἐξουσιάρχη. Μέλλων δὲ δευ τέραν εἰσβολὴν τάχα ποιήσασθαι ὁ βασιλεὺς κατὰ Συρίας ἐξῆλθεν εἰς τὰ Μεσάνακτα. Ἐκεῖσε δὲ τού του ἐνδιατρίβοντος μηνύεται τῇ βασιλίδι Ζωῇ διὰ Θεοφάνους τοῦ Θεσσαλονίκης ὡς Κωνσταντῖνος ὁ Διογενης κοινολογησάμενος τῇ ταύτης ἀδελφῇ Θεο δώρᾳ ἀπόδρασιν πρὸς τὸ Ἰλλυρικὸν μελετᾷ, εἰδήσει τοῦ μητροπολίτου Δυῤῥαχίου καὶ τοῦ ἐπισκόπου Περιθεωρίου Καὶ εὐθὺς ἀνάρπαστοι οἵ τε ἐπίσκοποι καὶ ὁ Διογένης γίνονται. ] Καὶ ὁ μὲν Κωνσταντῖνος ἐταζόμενος ἐν τῷ παλατίῳ τῶν Βλα χερνῶν διὰ Ἰωάννου τοῦ πραιποσίτου, τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου καὶ ἀδελφοῦ τοῦ βεβασιλευκότος Μιχαήλ ἑαυτὸν ἀποκρημνίσας τοῦ τείχους καὶ ἐκτραχηλισθεὶς ἀπέθανε ῥιφεὶς μετὰ τῶν αὐτο φόνων οἱ δὲ ἐπίσκοποι ὡς τὸν βασιλέα πρὸς τὰ Μεσάνακτα ἐξεπέμφθησαν κἀκεῖθεν ἠλευθερώθησαν. Εἰκάδι δὲ η Ἰουλίου μηνός, ἡμέρας ς', ὥρα β΄ τῆς νυκτὸς, ἀστάρος ἐγένετο χύσις ἐκ μεσημβρίας πρὸς ἄρκτον, πᾶσαν περιαστράψαντος τὴν γῆν. Καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα τὴν Ῥω μαίων ἀτυχήματα, "Αραβες μὲν ληϊσάμενοι Μεσο ποταμίαν ἄχρι Μελιτηνῆς, Πατζινάκαι δὲ τὸν Ισε τρον διαβάντες καὶ τὴν Μυσίαν κακῶς διαθέμενοι, Σαρακηνοὶ δὲ τὴν παράλιον καταδραμόντες τοῦ Ἰλο λυρικοῦ μέχρι Κερκύρας καὶ αὐτὴν πυρπολήσαντες. ᾿Αλλ' οἱ μὲν ἄλλοι ἀπήμονες κακῶν οἴκαδε ὑπενόστησαν, Σαρακηνοί δὲ ὑπό τε Ῥαουσαίων καὶ τοῦ στρατηγοῦντος ἐν Ναυπλίῳ Νικηφόρου πατρικίου τοῦ υἱοῦ τοῦ Καραντηνοῦ κακῶς ἔπαθον, καταπολεμηθέντες καὶ τὰ πλείω ἀποβαλόντες τῶν σκαφών. Οἱ δὲ περισωθέντες, οὕς εἶχον Ῥωμαίους αἰχμαλώτους ἀποκτείναντες, ἐν τῷ οἴκαδε υποστρέφειν ναυ αγιῳ περιπεσόντες περὶ τὸ Σικελικὸν πέλαγος διεφθάρησαν. η Τούτῳ τῷ ἔτει καὶ λιμὸς καὶ λοιμὸς ἐπέδραμε Καππαδοκίαν, Παφλαγονίαν, Αρμενιακὸν καὶ Ὁνωριάδα ὡς καὶ αὐτοὺς τοὺς τῶν θεμάτων ἐποί κους καταλιπόντας τὰς πατρίδας μετοικίαν ζητεῖν οἷς ὁ βασιλεὺς ἐν τῷ ἀπὸ τῶν Μεσανάκτων εἰσιέναι πρὸς τὴν βασιλίδα συνητηκώς, καὶ τὴν αἰτίαν τῆς ἀπαναστάσεως μὴ ἀγνοήσας, ὑποστρέφειν οἴκαδε κατηνάγκαζε, χρυσίῳ ἀναλαμβάνων καὶ τοῖς ἄλλοις τοῖς πρὸς τὸ ζῆν ἀναγκαίοις. Καὶ Μιγαὴλ δὲ ὁ τῆς Αγκύρας τότε τὴν Ἐκκλησίαν πηδαλιουχῶν ἔργα ἀρετῆς ἐπεδείξατο άξια, μηδενός φεισάμενος τῶν τεινόντων εἰς σωτηρίαν τῶν τοῦ λιμοῦ καὶ λοιμοῦ τραυμάτων. Τῆς ιγ' δὲ τοῦ Αὐγούστου μηνός, ἡμέρᾳ Κυριακῇ, ὥρᾳ α' τῆς νυκτὸς, ἐν ἔτει τῷ ςφμ', γέγονε σεισμὸς μέγας. Εἴσῆλθε δὲ καὶ ὁ βασιλεὺς ἐν τῇ βασιλίδι, καὶ βεβασιλευκότος Ἐν τῷ κυνηγίῳ.
col. 233–234page 108 of 174
PG 122:233τῆς προτέρας αὐτοῦ γυναικὸς Ἑλένης ἀποθανούσης μεγάλας διαδόσεις ὑπὲρ αὐτῆς ἐποιήσατο. Τούτῳ τῷ ἔτσι κατὰ τὴν κη' τοῦ Φεβρουαρίου μηνὸς καὶ ἀστὴρ δηξεν ἀπὸ βοῤῥᾶ πρὸς μεσημβρίαν μετ' ἤχου καὶ κτύπου· ἐφαίνετο δὲ ἄχρι τῆς ιεʹ Μαρτίου, τόξον υπερθεν ἔχων. Μαρτίῳ δὲ ς, ἡμέρᾳ γ', γέγονε σεισμός. Εγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ ἑκδρομὴ Αφρων Σαρακηνῶν, πλοίων χιλίων, πολεμιστὰς έχοντα μυρίους, οἵτινες πολλὰ τὰς νήσους καὶ παρ αλίους ἐκάκωσαν. ἂν μέρει τινὶ συμπλακείς Νικης μέρος ὁ Καραντηνός ἐτρέψατο ] καὶ πεντακοσίους πεπεδημένους Σαρακηνοὺς τῷ Βασιλεῖ ἐξ απέστειλε. Τούτῳ τῷ ἔτει και Γεώργιος προτοσπα θέριος ὁ Μανιάκης, ὁ Γουδελίου τοῦ Μανιάκη υἱὸς, τῶν παρευφρατιδίων στρατηγῶν πόλεων καὶ ἐν Σα μοτάτοις τὰς οἰκήσεις ἔχων τῆς παρὰ τῇ Ὀσροηνῇ πόλει ἀπεπειράθη Ἐδέσσης· ταύτης γὰρ τὴν ἐπι στασία, Σαλαμάνης ἔχων ὁ Τοῦρκος, παρὰ τοῦ ἀμηρᾶ Μαρτυρουπόλεως ήτοι Μιεφερκεὶμ ἐπιτετραμμένος αὐτῷ, καὶ δώροις καὶ ὑποσχέσεσι καὶ τιμαῖς διαφθαρείς παραδίδωσι τῷ Μανιάκῃ, ἀωρί τῶν νυκτῶν, ὃς τρεῖς πύργους λίαν ἀχυρωτάτους κατασχὼν εὐψύχως τοὺς πολιορκοῦντας ἠμύνετο, βοήθειαν ἔξωθεν ἐπικαλούμενος. Απομερμάνης δὲ ὁ τῶν Μιεφερκεὶμ ἀμηρᾶς, τὴν ἅλωσιν μαθὼν καὶ ἀξὺς ἐπιφανεὶς μετὰ δυνάμεως οὐκ ὀλίγης ἐπεχεί τισε μὲν τῇ πολιορκίᾳ τῶν πύργων, γενναίως δὲ ὑποστάντος τοῦ Γεωργίου ἀποκρουσθεὶς καὶ μὴ ἔχων ἥ τι καὶ δράσειεν, ἀποκείρας τὰ κάλλιστα τῶν οἰκης μάτων καὶ διαφθείρας τὸν τῆς πόλεως κόσμον καὶ αὐτῆς τῆς Μεγάλης Εκκλησίας, καὶ καμήλοις ἐπιθεὶς τὰ κάλλιστα, καὶ τὰ περίλοιπα τῆς πόλεως πυρί παραδούς, ὑπεχώθησεν εἰς Μαρτυρούπολιν. 'Αδείας Σε τυχὼν ὁ Μανιάκης, τὸν ἐν μέσῳ τῆς πόλεως κεί μενον φρούριον ἐν λοφώδει πέτρᾳ κατασχών, δύο να μίν τε ἔξωθεν προσκαλεσάμενος, ἀσφαλῶς τὴν πόλιν κατέσχεν. Εὑρὼν δὲ καὶ τὴν ἰδιόγραφον ἐπιστολὴν τοῦ Δεσπότου καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν πρὸς Αὔγαρον πεμφθεῖσαν, τῷ βασιλεῖ ἐν Βυζαντίῳ ἀπέστειλεν. Αξίου δὲ τοῦ Αἰγυπτίου μανέντος καὶ πολλὰ κακὰ εἰς Χριστιανοὺς ἐνδειξαμένου, καταστρέψαντος δὲ καὶ τὴν ἐν Ἱεροσολύμοις ναὸν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἶτα καὶ αὐτοῦ αίσχιστα καταλύσαντος τὴν ζωὴν, ὁ υἱὸς αὐτοῦ, από τινος Ῥωμαίας γυναικὸς αἰχμαλώτου τεχθεὶς αὐτῷ, ἐπέτρεψε τοῖς βουλομένοις οἰκοδομεῖν τὸν ναὸν, δν ἀποστείλας ὁ βασιλεὺς φιλοτίμως οἰκοδομῆσαι ἠπείγετο. ᾿Αλλὰ φθάσαν τὸ χρεὼν ἐνεπόδισε, καὶ ὁ μετ᾿ αὐτὸν Μιχαὴλ ἐκπληρωτὴς τοῦ ἔργου ἐγένετο. Καὶ ὁ μάγιστρος δὲ Βασίλειος, ὁ ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ βασιλέως, ὁ Σκληρός, παρὰ Κωνσταντίνου Ἐκτυφλωθείς, ἄστατον γνώμην ἔχων καὶ ἀλλοπρόσαλλον, εἰ καὶ μάγιστρος ἐτετίμητο καὶ πολλῶν εὐεργεσιών Αξίωτο παρὰ τοῦ Ῥωμανοῦ, ὅμως ἐπιβουλὴν μελετᾷ κατ' αὐτοῦ. ᾿Αλλὰ φωραθεὶς τῆς πόλεως ἐκβάλλεται σὺν τῇ γυναικί Απέστειλε δὲ καὶ ἐξ Ἐδέσσης ὁ Μανιάκης τῷ βασιλεῖ ἐνιαύσιον φόρον, λίτρας πεντήκοντα. Καὶ ὁ τῆς Τριπόλεως δὲ ἀμηρᾶς ὁ Πινζαράχ, κατισχυόμενος παρὰ τῶν Αἰγυπτίων, φυγὰς τὴν βασιλίδα
col. 235–236page 109 of 174
PG 122:235κατέλαβεν· ἄν ὁ βασιλεὺς πάλιν μετὰ πλειστης δυ νάμεως σὺν τῷ ἐταιρειάρχῃ Θεοκτίστῳ εἰς Συρίαν ἐκπέπομφεν. Εξέπεμψε δὲ καὶ μετὰ στόλου τὸν πρωτοσπαθάριον Τεκνίαν τὸν ἐξ ᾿Αβύδου εἰς Αἴγυ πτον, [Ρ. ] τὰ τοῦ Νείλου στόματα, όπη παρείκοι, κακώσοντα, καὶ αὐτὴν ᾿Αλεξάνδρειαν· ὅς εὐθυπλοήσας και μέχρις αὐτῆς ἐλάσας ᾿Αλεξανδρείας πλοιά τε πάμπλειστα ἐχειρώσατο καὶ λείαν ὅτι πολ λὴν περιβαλόμενος ὑπέστρεψεν ἀσινής. Παρέδωκε δὲ καὶ τὸ φρούριον τὸ λεγόμενον Περκρὶν ὁ κατέχων αὐτὸ Σαρακηνός ᾿Αλείμ, έγγιστα Βαβυλῶνος διακείμενον, τῷ βασιλεῖ Ῥωμαίων, ἐλπίσας πατρικιότης τός τε καὶ πλείστων ἄλλων ἀμοιβῶν ἀξιωθῆναι, διὰ τοῦ υἱοῦ αὐτοῦ τὴν πρὸς τὸν βασιλέα ποιησάμενος ἔντευξιν. Καὶ τὸ φρούριον μὲν παρειλήφει ὁ πατρίκιος Νικόλαος ὁ Βούλγαρος, ᾧ Χρυσήλιος τὸ ἐπώνυμον, ὁ δὲ τοῦ Σαρακηνοῦ υἱὸς εἰσελθὼν ἐν τῷ Βυ ζαντίῳ καὶ διὰ τὸ τὸν βασιλέα συνέχεσθαι ἀρρωστήματι μηδεμιᾶς τυχὼν ἐπιστροφῆς καὶ μετὰ θυμοῦ ὑποστρέψας ἀνέπεισε τὸν γεννήσαντα ἀντιλαβέσθαι τοῦ οἰκείου φρουρίου, ὅστις λάθρα τοῖς ὁμόροις Πέρ σαις κοινοπραγήσας νυκτός τε τὸ φρούριον ἀπέκλεψε καὶ ἐξακισχιλίους ἄνδρας Ῥωμαίους πολεμιστὰς ἀπέκτεινε βαστώνῃ καὶ ἀμελείᾳ τοῦ κατέχοντος τοῦ Χρυσηλίου. Ἀλλὰ μετὰ μικρὸν ὁ πατρίκιος Νικήτας ὁ Μηγονίτης ἄρχειν ἐκεῖσε πεμφθεὶς καὶ ἐπιμόνῳ χρησάμενος πολιορκία μετὰ Ῥὼς καὶ λοιπῆς ἄλλης Ῥωμαϊκῆς δυνάμεως, τό τε φρούριον κατὰ κράτος είλε πολιορκίᾳ καὶ τὸν ᾿Αλεὶμ σὺν τῷ υἱῳ ἀπέκτεινε. Ολκούς καστέλλους Τότε δὴ καὶ ᾿Αλδὴ ἡ Γεωργίου τοῦ ᾿Αβασγού γυνὴ τοῦ γένους οὖσα τῶν ᾿Αλανῶν, προσεῤῥύη τῷ βασιλεῖ, παραδοῦσα καὶ τὸ ὀχυρώτατον φρούριον τὴν Ανακουφήν· ἧς τὸν υἱὸν Δημήτριον ὁ βασιλεὺς τῷ τῶν μαγίστρων τετίμηκεν ἀξιώματι. Έστησε δὲ πάλιν κατὰ τῶν Σαρακηνῶν τρόπαιον ὁ Καραντηνός, ἐξελθόντων ἐπὶ λεηλασίᾳ, καὶ δεσμίους ἐξακοσίους τῷ βασιλεῖ πέπομφε. Τούτῳ τῷ σφμβ” ἔτει, ιζ' Φεβρουαρίου μηνός, σεισμοῦ γεγονότος κακῶς ἔπαθον αἱ ἐν Συρίᾳ πό λεις. Καὶ τοῦ Ὀρέστου δὲ παραλυθέντος τῆς ἀρχῆς Λέων μὲν ὁ λεγόμενος απος τοῦ πεζικοῦ στρατοῦ κατάρχειν ἐκπέμπεται ἐν Ιταλία, τοῦ δὲ πλωΐμου Ἰωάννης, εἷς ἂν τῶν θαλαμηπόλων Βασιλείου τοῦ βασιλέως. Τῆς δὲ ἀκρίδος ἐπὶ πολὺν χρόνον τὰ Ἐα διαφθειρούσης θέματα αναγκάσθησαν οἱ ἔποικοι τούτων καὶ τὰ τέκνα πωλῆσαι καὶ ἐν Θράκῃ ἀποι κισθῆναι· οἷς ἀνὰ τρία νομίσματα διδοὺς ἅπασιν ὁ βασιλεὺς ὑποστρέφειν οἴκαδε παρεσκεύασεν, ἕως ἡ ἀκρὶς ἀνέμῳ ἀρθεῖσα βιαίῳ εἰς τὸ τῆς Ἑλλησπόντου πεσοῦσα διεφθάρη πέλαγος καὶ ἐκβρασθεῖσα πρὸς τὸν αἰγιαλὸν τὴν παράλιον ψάμμον ἐκάλυψεν. Ὁ δὲ βασιλεὺς τούς τε τῶν ὑδάτων ὁλκούς ἐπεμοιή σατο τοὺς τὸ ὕδωρ τῇ πόλει εἰσάγοντας, καὶ τὰς δεχομένας τοῦτο καστέλλους ] καὶ τὸ λωβοτροφεῖον καὶ τὸ ὀρφανοτροφεῖον καὶ πάντας λώβην κατ' ἐξοχήν, Χτε.
col. 237–238page 110 of 174
PG 122:237τοὺς κακῶς παθόντας ξεν νας ἀπὸ τοῦ σεισμοῦ, καὶ ἁπλῶς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν ἔργων. Νόσῳ δὲ χρονία βάλλεται καὶ τριχορευει γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὡς φασιν, ὑπὸ Ἰωάν νου τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου. Οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρετῶν τῷ Ρω μανῷ, ἄρτι τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. Ησαν δὲ αὐτῷ καὶ ἕτεροι ἀδελφοί, Μιχαήλ, Νικήτας, Κωνσταντινός τε καὶ Γεώργιος. Αλλ' οὗτος μὲν ὁ Ἰωάννης καὶ Κωνσταντῖνος καὶ Γεώργιος ὑπῆρχον εὐνοῦχοι, ἀγροτικὴν μετιόντες τέχνην ὁ δὲ Νικήτας εἶχε μὲν τὰ παιδογόνα καὶ τὸν πρῶτον ἤδη ἐπήνθει ἴουλον, ὁ δὲ Μιχαὴλ τῆς ἀνδρικῆς ἤδη ἡλικίας ἀπτόμενος εὐπρεπέστατος ἦν τὴν ὄψιν. Αμφω δὲ τὴν ἀργυραμοιβικὴν μετήεσαν ἐπιστήμην καὶ τὰ ἀργύρια ἐκιβδήλευον. Τούτους οἰκειωθέντας ἅπαντας τῷ βασιλεῖ διὰ τοῦ Ἰωάννου ἡ τύχη, την μέλλουσαν καταλήψεσθαι δυναστείαν 505 αὐτοὺς ὑποδηλοῦσα, ἐπὶ μέγα διὰ παντὸς ἐξῆρε δυνάμεως· οἵ τε γὰρ ἄλλοι ἐν διαφόροις ἀρχαῖς ἐξητάζοντο, καὶ ὁ Μιχαὴλ ὑπὸ τοῦ βασιλέως ἄρχων προβέβλητο τοῦ πανθέου Πρὸς τοῦτον ἡ βα σιλὶς ἔρωτα δαιμονιώδη σχοῦσα καὶ μανικὸν, καὶ κρυφίους ἐντυχίας ποιησαμένη, σκοτίως ἐπεμίγνυτο. Διὸ καὶ, φασί, χρονίοις φαρμάκοις κατεργασθεὶς ὁ βασιλεὺς θυμαλγέσι νόσοις ἐσφακελίζετο, καιρὸν 6542, ἐπιζητούσης τῆς βασιλίδος τοῦ τὴν βασιλέα μὲν ἀποσκευάσασθαι ἀνυπονοήτως, τὸν Μιχαὴλ δὲ εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν. "Οθεν καὶ φαρμάκοις, ὡς εἴρηται, οὐκ ὠκυμόροις, ἀλλὰ σχολαιότατον καὶ βραδὺν ἐπάγουσι θάνατον καταπραχθεὶς οἰκτρὸν καὶ ἐπώδυνον διήντλει τὸν βίον, κλινοπετῆς ὢν καὶ ὅλῃ 5, 6. ψυχῇ τὸν θάνατον ἐκκαλούμενος. Διήρκεσεν οὖν έχρι τῆς ιε' τοῦ Ἀπριλλίου μηνός, τῆς β' ἐνδικτιώ νος, τοῦ ςφμβ' ἔτους. Τότε δὲ κατὰ τὴν ἡμέραν τῆς Αγίας μεγάλης πέμπτης τὴν διανομὴν τῆς τῶν συγκλητικῶν ποιησάμενος λόγας, καὶ ἐπιθυμήσας λεύσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται· ὑπὸ τῶν περὶ τὸν 50 Μιχαὴλ ἐν τῇ κολυμβήθρα τοῦ λοετροῦ, βασιλεύσας ἐπ' ἔτη ε' καὶ μῆνας ς' Καὶ ταύτῃ τῇ νυκτὶ τῶν ἁγίων παθῶν ψαλλομένων μηνύεται ὁ πατριάρ 506 χης Αλέξιος ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ τάχα ἀνελθεῖν ἐν τοῖς ἀνακτόροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄναντα Ῥωμανὸν, τοῦ χρυσοτρικλίνου δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ Ζωὴ ἐξάγει τὸν Μιχαὴλ, καὶ τὸν πατριάρχην καταναγκάζει ἱερολογῆσαι τοῦτον αὐτῇ. Ὁ δὲ τῷ λόγῳ ἐκθαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν ἱερολογίαν ένα περιοδευταί, Πανθεω Πάνθεον μειῶσαι δὲ ἐνταῦθα καὶ τὸ τοῦ Θεολόγου λέγοντος, Πῶς γὰρ σώσει ἡ ἀλλοτρία, ὃν ἡ ἰδία ἀπώλεσεν
col. 239–240page 111 of 174
PG 122:239εδοίαζεν. Αλλ' ὁ Ἰωάννης σὺν τῇ Ζωῇ πεντήκοντα μὲν χρυσίου λίτρας τῷ πατριάρχῃ, πεντήκοντα δὲ τῷ κληρῳ δοὺς ἔπεισεν ἱεροτελεστίας καταξιῶσαι αὐτούς. ] Τὸν ῥηθέντα δὲ τρόπον ἀναιρεθεὶς Ῥωμανὸς ὁ βασιλεὺς θάπτεται ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ τῆς περιβλέπτου μονῇ, κατ' αὐτὴν τὴν ἁγίαν καὶ μεγάλην παρασκευήν. Ἡ Ζωὴ δὲ τὸν Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἐνιδρύσασα θρόνον ᾠήφη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, καὶ ἤδη τοὺς πατρώους εὐνούχους εἰσαγαγοῦσα εἰς τὰ ἀνάκτορα γενναιότερον ήπτετο τῶν πραγμάτων· ἀλλ' ἀπέβη πάντα ταύτῃ εἰς τοὐναντίον λαμπρῶς. Ὁ γὰρ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης, πρακτικὸς ἄνθρωπος ὧν καὶ δρα στήριος, ἅμα τε ἐπέβη τῶν βασιλείων, καὶ δεδιὼς περὶ τοῦ ἀδελφοῦ ἑώρα γὰρ εἰς παράδειγμα του Ρωμανοῦ) μή τι καὶ πάθῃ δεινὸν, τοὺς μὲν εὐνούχους τῆς βασιλίδος καταβιβάζει τοῦ παλατίου καὶ τὰς πιστικωτάτας τῶν θεραπαινίδων αὐτῇ ἀπο σκευάζεται, γυναῖκας δὲ τῶν κατὰ γένος αὑτῷ προσ ηκόντων φρουροὺς ἐφίστησι τῇ βασιλίδι καὶ φύλακας. Καὶ οὐδὲν μικρὸν ἢ μέγα ἦν ὁ μὴ μετὰ γνώμης αὐτ τοῦ διεπράττετο· περιπάτων τε γὰρ ἐκωλύετο καὶ βαλανείων οὐ μετεῖχε μὴ αὐτοῦ ἐπιτρέψαντος, καὶ ὅλως περιήρητο αὐτῇ πᾶσα ψυχαγωγία. Πάντα δὲ τὰ ἐνδον καταστησάμενος γράμματα κατὰ πάσης ἐκ πέμπει τῆς οἰκουμένης, γνωρίζοντα τοῖς πᾶσιν ὡς εἴη μὲν Ῥωμανὸς ὁ βασιλεὺς τὸ φυσικὸν ἀποδεδωκώς χρέος, ἀνηγόρευται δὲ ὁ Μιχαὴλ βασιλεὺς ἔτι ζώντος ἐκείνου καὶ ἐπιτρέποντος, καὶ τῇ βασιλίδι συζεύγνυται. Πρὸς ἅπερ πάντες μὲν ὑπεκλίνοντο οἱ ἄλλοι, καὶ δι' εὐφήμου φωνῆς τὸν ναὸν ἐμεγάλυνον βασιλέα μόνος δὲ Κωνσταντίνος πατρίκιος ὁ Δαλασσηνός, οἴκαδε διατρίβων, οὐκ ἤνεγκε πράως τὴν ἀκοὴν, ἀλλὰ καὶ απεδυσπέτησε πρὸς τὰ φημιζόμενα, καὶ διὰ θαύματος ἦγε, πῶς πλείστων κἀγαθῶν ὄντων ἀν δρῶν ἐξ οἴκων λαμπρῶν καὶ ἐπισήμου γένους, χυ δαῖος καὶ τριωβολιμαῖος ἄνθρωπος τῶν ἄλλων προ τετίμητο πάντων καὶ δεσπότης καὶ βασιλεὺς ἀνηγόρευτο. Τοῦτο δὲ πυθόμενος ὁ Ἰωάννης ἐπλήσθη μὲν, ὡς εἰκός, θορύβου καὶ ταραχῆς, ἐμελέτα δὲ καὶ ἐσκέπτετο πῶς ἂν καὶ τόνδε τὸν ἄνδρα ὑπὸ τὴν ἑαυτοῦ θεῖτο σαγήνην. Καὶ δὴ στέλλεται πρὸς αὐτὸν εἷς τῶν εὐνούχων ὁ λεγόμενος Εργοδότης, ἐπιτήδειος ὑπηρετεῖν εἰς τὰ τοιαῦτα, ἐφ᾽ ᾧ ὅρκους δοῦναί τε καὶ λαβεῖν καὶ ἀγαγεῖν τὸν ἄνδρα ἐς βασιλέα. Καὶ ὁ μὲν ἄπεισιν ἐς τὸν Δαλασσηνὸν, ὁ Ιωάννης δὲ τήν τε σύγκλητον ὑπεποιεῖτο καὶ τὸ κοινὸν, καὶ τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν, βαθμοῖς μὲν αὖ τοὺς τῆς συγκλήτου προύχοντας ἀξιωμάτων ὑψῶν, δως ρεῶν δὲ διανομαῖς καὶ χάρισι μειλισσόμενος τὸ κοινὸν, καὶ καθάπαξ οἰκειούμενος τὸ ὑπήκοον. Ὅτι δὲ μὴ ἀρεστὰ τὰ γεγονότα ἦν τῷ Θεῷ, διεδείχθη τρανῶς ἐκ προοιμίων αὐτῶν· [Ρ. ] κατὰ γὰρ τὴν ιπ' ὥραν τῆς ἁγίας καὶ μεγάλης Κυριακῆς χάλαζα κατ ηνέχθη ἀφόρητος καὶ ῥαγδαία, ὡς συντριβῆναι μὴ μόνον τὰ δένδρα κάρπιμά τε καὶ ἄκαρπα, ἀλλὰ δῆτα περιβλεπτου μονῆς, ἀργυροπράτου, δαιμονίῳ κατόχου,
col. 241–242page 112 of 174
PG 122:241καὶ οἰκίας καταπεσεῖν καὶ ναοὺς καὶ τὰ λήϊα καὶ τὰς ἀμπέλους μέχρις εδάφους, ὡς ἐπισυμβῆναι κατὰ τοῦ τον τὸν χρόνον παντοίων καρπῶν ἀφορίαν γενέσθαι. Γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν Κυριακὴν τὴν μετὰ τὸ Πάσχα, περὶ ὥραν τρίτην τῆς νυκτὸς, τῇ μαρμαρυγή της λαμπρότητος τοὺς ἀστέρας πάντας καλύψαντος, ὡς καὶ δόκησιν παρασχεῖν τοῖς πολλοῖς ηλίου ἀνατολῆς. Ἐλήφθη δὲ καὶ ὁ βασιλεὺς δαιμονίῳ· ὃ σεμνολογοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα, καὶ παρέμεινεν ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς, μήθ᾽ ὑπὸ θείας δυνάμεως μήθ᾽ ὑπὸ ἰατρῶν θεραπείαν λαβὼν, ἀλλ' ἐλεεινῶς κατατεινόμενος καὶ βασανιζόμενος. Αρτι δὲ τοῦ Ἐργοδότου πρὸς τὸν Δαλασσηνόν ἀφικομένου, πιστεῦσαι μὲν οὗτος τοῖς ὅρκοις καὶ σὺν αὐτῷ ἀπελθεῖν οὐκ ἠθέλησεν ἐν τῷ Βυζαντίῳ, τῶν τινα δὲ πέμψας πιστοτάτων αὐτῷ ὅρκους τε ἀπῄτη σε μείζονας τοῦ μή τι παθεῖν χαλεπὸν, καὶ ἀπελθεῖν ἐπηγγείλατο. Ηέμπεται τοίνυν Κωνσταντῖνος ὁ Φαγίτζης εὐνοῦχος, ἄνθρωπος Παφλαγών και συνήθης τῷ βασιλεῖ, τά τε τίμια ἐπαγόμενος ξύλα καὶ τὸ ἅγιον ἐκμαγεῖον καὶ τὴν πρὸς Αὔγαρον ἰδιόγραφον τ ἐπιστολὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰκόνα τῆς ὑπεραγίας Θεοτόκου ὃς ἀπελθὼν, καὶ ὅρκους τῷ Κωνσταντίνῳ δοὺς καὶ λαβών, ἔρχεται μετ᾿ αὐτοῦ εἰς τὸ Βυζάντιον. Ἐλε θόντα δὲ τοῦτον φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο, καὶ ἀνθύπατον τιμήσας καὶ δώροις μεγίστοις δεξιωσάμενος ἀνέτως καὶ ἀδεῶς προσέταξε διάγειν ἐν τῷ ὄντι κατὰ τὰ Κύρου οἴκῳ αὐτοῦ. Τούτῳ τῷ χρόνῳ καὶ ἄλλο τι συνέβη ἀξιαφήγητον. Τῶν εἰς παραχειμασίαν ἐν τῷ θέματι τῶν Θρακησίων διεσπαρμένων Βαράγγων γυναικά τις ἐγχωρίαν εὑρὼν ἐπ᾿ ἐρημίας ἀπεπειρᾶτο τῆς σωφροσύνης αὐτ τῆς· ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν, ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τἀνδρὸς παίει κατὰ καρ δίας τὸν βάρβαρον καὶ εὐθὺς ἀναιρεῖ. Τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ συναθροισθέντες οἱ Βάραγγοι τὴν τι γυναῖκα στεφανοῦσι, διδόντες αὐτῇ καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ, κἀκεῖνον ἄταφον ρίπτουσι κατὰ τὸν τῶν βιοθανάτων νόμον Τὰ δὲ τῆς ἀκρίδος στρατόπεδα, ὡς ἤδη φθάσαντες εἴπομεν, κατὰ τὴν ἐν Ἑλλησπόντῳ αἰγιαλίτιν ψάμμον δια φθαρέντα αὖθις ἀνεφύη αὐτομάτως καὶ τὴν παράλιον τῆς Ἑλλησπόντου πάλιν κατέμαρπτε, καὶ ἐπὶ τριετίαν ὅλην διετέλεσε κεραΐζοντα τὸ θέμα τῶν Θρα κησίων, καὶ ἐν Περγάμω γενόμενα διεφθάρη, θεασαμένου δέ τινος πρότερον τῶν ] ὑπηρετουμένων τῷ ἐπισκόπῳ θέαμα οὐκ ὄναρ ἀλλ᾽ ὕπαρ Εδόκει γὰρ ὁρᾷν εὐνοῦχόν τινα λευχείμονα, ἐξαστράπτοντα τὴν μορφήν. Καὶ ὃς τριῶν παρακειμένων ἔμπροσθεν αὐτοῦ σάκκων λῦσαι προσετάχθη τὸν ἕνα καὶ κε νῶσαι, εἶτα τὸν δεύτερον καὶ ἐφεξῆς τὸν τρίτον. Τοῦ δὲ ὡς ἐκελεύσθη ποιήσαντος, ὁ μὲν πρῶτος ὄφεις καὶ ἐχίονας καὶ σκορπίους ἐξέβρασεν, ὁ δὲ δεύτερος φρύ νους καὶ ἀσπίδας καὶ βασιλίσκους καὶ κεράστας καὶ ἕτερα ἰοβόλα, ὁ δὲ τρίτος κανθάρους καὶ σκνίπας καὶ
col. 243–244page 113 of 174
PG 122:243«σφήκας καί τινα ἄλλα τῶν ὀπισθοκέντρων ζώων. Καὶ ὁ μὲν ἐπὶ τῷ θεάματι ἵστατο ἐννεὸς, ὁ δὲ φαι τὴν παράβασιν τῶν τοῦ Θεοῦ ἐντολῶν καὶ τὸ γενόμενον αὐτοῦ κοίτην.» Καὶ ταῦτα μὲν συνηνέχθη τῇδε. δρὸς ἐκεῖνος ἀνὴρ ἔγγιστα παραστησάμενος αὐτὸν, «Ταῦτα, ἔφη, ἐπῆλθέ τε καὶ ἐλεύσεται ἐφ' ὑμᾶς διὰ ἀνόσιον ἔργον εἴς τε τὸν βασιλέα Ῥωμανὸν καὶ εἰς τὴν Μιχαὴλ δὲ ὁ βασιλεὺς ὁπό τε τῆς δαιμονίας νόσου εἰργόμενος, καὶ ἄλλως πρὸς μεταχείρησιν πραγμάτ των νωθρός τις ὢν καὶ ἀμβλὺς, σχῆμα μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πραγμάτων ενέργεια ἅπασα πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ ᾿Ιωάννου. Εὐθὺς οὖν προχειρίζεται τὸν αὐτοῦ ἀδελφὸν Νικήταν δοῦκα ᾿Αντιοχείας, ὃν ἀπελθόντα εἰσελθεῖν ἐν τῇ πόλει οὐ συνεχώρησαν οἱ ᾿Αντιοχεῖς πρὸ μικροῦ γὰρ φορολόγος τις, Σαλίβας τὴν προσ ηγορίαν, τὰ κατ᾿ αὐτοὺς ἐπιτετραμμένος καὶ βαρέως τοῖς ἀνθρώποις προσενηνεγμένος κτείνεται παρὰ τοῦ δήμου τῶν ᾿Αντιοχέων. Διὰ γοῦν τὸν τούτου φόνον, ἵνα μή τι καὶ ἀνήκεστον πάθωσιν, οἱ ᾿Αντιοχείς δε διότες ἀπέκλεισαν τῷ Νικήτα τὴν εἴσοδον. Ορκοις δὲ τούτου πιστωσαμένου ὡς ἀμνηστία κακῶν αὐτοῖς ἔσεται καὶ οὐδὲν οὐδεὶς πείσεται ἄχαρι διὰ τὸν τοῦ Σαλίβα φόνον, συγχωροῦσι τὴν εἴσοδον. Ὁ δὲ τῆς πόλεως ἐπειλημμένος και κύριος τῶν πραγμάτων γενόμενος, ὀλίγα ἢ οὐδὲν τῶν ὄρκων φροντίσας, ἀμφὶ μὲν τοὺς ἄνδρας ρ' ἀπέκτεινεν ἀποτεμών τε καὶ ἀνασκολοπίσας, ἕνδεκα δὲ τοὺς προὔχοντας ζαπλούτους ἄνδρας καὶ γένει περιφανεῖς δημεύσας, ὧν κορυφαῖος ἦν ὁ πατρίκιος Ἐλπίδιος, δεσμίους ἐκπέμ δ πει πρὸς τὸ Βυζάντιον, γράψας τῷ ἀδελφῷ Ἰωάννη μὴ διὰ τὸν τοῦ Σαλίβα φόνον κωλυθῆναι αὐτῷ τὴν εἰς τὴν πόλιν εἴσοδον, ἀλλὰ διὰ τὴν εἰς τὸν Δαλασ σηνὸν εὔνοιαν. Τοῦτο τῆς προαποκειμένης ὑπονοίας κατὰ τοῦ Δαλασσηνοῦ τῷ Ἰωάννῃ ζώπυρον ἐγεγόνει καὶ εἰς πυρσὸν ἀνήπτετο. Καὶ εὐθὺς ἄγεται εἰς τὸν βασιλέα, καὶ κατὰ τὴν τρίτην τοῦ Αυγούστου μηνὶς τῆς δευτέρας ινδικτιῶνος ἐν τῇ νήσῳ Πλάτῃ περι ορίζεται. Βάλλεται δὲ καὶ ἕν τινι πύργῳ ὁ ἐπὶ θυγατ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος ὁ Δοῦκας, ὅτιπερ ἐπ εβοᾶτο τὴν ἀδικίαν καὶ τὴν παράβασιν τῶν ὅρκων ἐξήλεγχε καὶ τὸν Θεὸν ἐμαρτύρετο. Επαθον δὲ δι' αὐτὸν καὶ ἄνδρες τρεῖς [Ρ· ] τῶν ἐκ τῆς μικρᾶς ᾿Ασίας εὐγενεῖς καὶ πλούσιοι, ὁ Γουδέλης, ὁ Βαϊανός καὶ ὁ λεγόμενος Προβατάς, δημευθείσης τῆς οὐσίας αὐτῶν καὶ Κωνσταντίνῳ τῷ τοῦ βασιλέως ἀφορισθείσης ἀδελφῷ. Τότε καὶ Συμεὼν πρωτοβεστιάριος, ὁ τῶν θεραπόντων τοῦ βασιλέως εἷς Κωνσταντίνου, ὅτι μὴ ἠρέσκετο τοῖς δρωμένοις, ἀλλὰ τὴν εἰς τὸν Δαλασσηνὸν ἀδικίαν ἐπεβοᾶτο καὶ τὴν τῶν ὅρκων ἀθέτησιν τῶν βασι λείων, διώκεται καὶ τῆς πόλεως, κἂν τῷ Ὀλύμπῳ γενόμενος τὴν κοσμικὴν ἀπέθετο τρίχα, καρεὶς ἐν τῷ παρ᾽ αὐτοῦ νεουργηθέντι μοναστηρίῳ. Τῷ δ᾽ αὐτῷ ἔτει καὶ σεισμοῦ γενομένου κακῶς ἔπαθον τὰ Ἱεροσόλυμα, τεθνηκότων ἀνθρώπων πολύ λῶν ἐν τοῖς τῶν ἐκκλησιῶν καὶ τῶν οἰκιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρι τεσσαράκοντα ἡμερῶν. Τῷ δὲ Σεπτεμβρίῳ μηνὶ τοῦ ςφμγ' ἔτους, ἰνδικτιῶνος γ', στῦλος πυρὸς ἐφαίνετο κατὰ τὴν Ἑψαν, τὴν κορυφὴν κεκλιμένην φαίνων πρὸς μεσημβρίαν. Καθ' ἃς ἡμέρας καὶ οἱ Σαρακηνοί ἦραν τὰ Μύρα. Εξεδίωξαν δὲ καὶ οἱ Βεββοιαῖοι οἱ καὶ Χαλεπῖται τὸν παρὰ τοῦ βασιλέως πεμφςέντα αὐτοῖς ἁρμοστήν. Καὶ Παγκράτιος δὲ ὁ ᾿Αβασγός, Ῥωμανὸν τὸν βασ
col. 245–246page 114 of 174
PG 122:245σιλέα δῆθεν ἐκδικῶν ὡς θεῖον τῆς γυναικὸς αὐτοῦ τήν τε πρὸς Ῥωμαίους εἰρήνην ἀπείπατο καὶ τὰ πρώην δοθέντα κάστρα καί φρούρια ἅπαντα ἀνεκτήσατο. Περαιωθέντες δὲ καὶ τὸν Ἴστρον οἱ Ηπτζινάκαι πᾶσαν ἐληίσαντο τὴν Μυσίαν ἄχρι Θεσ σαλονίκης, καὶ τὰ τῶν Αφρων πλοῖα τὰς Κυκλάδας οὐ μικρῶς ἐλυμήναντο. ἂν οὐδεμία φροντὶς ἦν τῷ Ἰωάννῃ, μόνην δ᾽ ἔμμονον ἀσχολίαν εἶχεν ὅπως ἂν ὁ Δαλασσηνὸς ἀσφαλῶς τηροῖτο καὶ μὴ τὰς αὐτοῦ λαθοι διαδρας πλεκτάνας. Καὶ δῆτα μεταγαγὼν ἀπὸ τῆς νήσου Πλάτης αὐτὸν πόργῳ καθείργνυσιν ἀσφαλεῖ, ἐπιστήσας αὐτῷ φρουρούς οὐκ ἀγεννεῖς. μεταστέλλεται δ᾽ ἐξ Εδεσσης καὶ Γεώργιον πατρίκιον τὸν Μανιάκην, καὶ τοῦτον μὲν ἄρχειν ἐκπέμπει τῆς ἄνω Μηδίας καὶ τῆς ῾Ασπρακανίας ἐν Ἐδέσσῃ δὲ πέμπει Λέοντα τὸν Λεπενδρηνόν. Ελκους δὲ διανεμομένου τὸ τοῦ ὀρφανοτρόφου στόμα καὶ πάσης ἰατρικῆς τέχνης ἀπειρηκυίας, ὄναρ αὐτῷ ἐπιστὰς ὁ μέγας ἐν θαύματι Νικόλαος ἔκειν ἐν Μύροις τὴν ταχίστην Εκέλευεν ὡς ἐκεῖσε τευξόμενον θεραπείας. Ὁ δὲ θᾶττον ἤ λόγος ἐκεῖσε φοιτήσας, καὶ μύροις καὶ ἄλ λαις πολυτελείαις τὸν τοῦ μεγάλου θεῖον δεξιωσάμενος ναὸν, καὶ τείχει περικλείσας ὀχυρωτάτῳ τὴν τῶν Μυρέων μητρόπολιν, θεραπείας τυχὼν ἐπάνεισιν ὑγιής. Νικήτα δὲ τοῦ στρατηγοῦντος ἐν ᾿Αντιοχείᾳ τῆς Συρίας καταστρέψαντος τὴν Σωήν. ἄτερος τῶν ἀδελ φῶν ὁ Κωνσταντῖνος καθίσταται τούτου διάδοχος, καὶ Γεώργιος ὁ λοιπός πρωτοβεστιάριος γίνεται. τοῦ Συμεών, ὡς εἴπομεν, τὸ μοναδικὸν ἐνδυσαμένου σχῆμα. Ελευθεροῖ δὲ καὶ τοὺς καθειργμένους 'Αντ τιοχεῖς τῆς χρονίας καθείρξεως ὁ [Ρ. ] βασιλεὺς, ἀναγαγὼν καὶ πρὸς τὸ τοῦ Καίσαρος περίοπτον ὕψος Μιχαὴλ τὸν τῆς ἑαυτοῦ ἀδελφῆς Μαρίας υἱόν. Απου κλαιόμενος δὲ καὶ τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἄχρι τέλους διετέλεσεν ἁμαρτάδα, τὸν Θεὸν ἱλασκό. μενος διὰ ἀγαθοεργιῶν καὶ τῶν εἰς τοὺς πένητας μεταδόσεων, μοναστήριά τε ἐκ καινῆς ἀνεγείρων καὶ μοναχοὺς ἐγκατοικίζων, καὶ ἄλλας πράξεις ἐπισ τελῶν οὐ μεμπτάς. Αὗται δ' ἂνἦσαν ἀνύσιμοι, εξ τήν τε βασιλείαν ἀπέρριψε δι᾽ ἦν τὰ τοσαῦτα κακὰ καὶ τὴν μοιχαλίδα ἀπώσατο, καὶ καθ᾿ ἑαυτὸν ἀπο εκλαίετο τὴν ἁμαρτίαν. Τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ᾽ ἐκείνα τε συνὼν καὶ τῆς βασιλείας ολοσχερῶς ἀντεχόμενος κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δου κούσας εὐποιίας ἀποπληρῶν, εἴθ᾽ ὑπολαμβάνων τυχεῖν κον, ἀλλοτρίοις χρήμασιν ὠνούμενον τὴν μετάνοιαν. Τῷ δὲ ςφμγ' ἔτει, ἰνδικτιῶνος γ΄, Μαΐῳ μηνί, Αφροι καὶ Σικελοί καταδραμόντες τὰς Κυκλάδας καὶ τὰ τοῦ Θρακησίου παράλια τελευταῖον κατεπολεμήθησαν ὑπὸ τῶν ἐκεῖσε φυλαττόντων, καὶ πεντακόσιοι μὲν ζῶντες ὡς βασιλέα ἤχθησαν, οἱ δὲ λοιποὶ πάντες ἀνεσκολοπίσθησαν ἐν τῇ παραλίᾳ ἀπὸ ᾿Ατρα μυτίου καὶ μέχρι Στροβίλου. Πέμπει δὲ καὶ πρε σβευτὴν ἐς Σικελίαν Ιωάννης Γεώργιον τὸν Προβατᾶν, περὶ εἰρήνης διαλεξόμενον τῷ ταύτης ἀμηρεύοντι κάστρα. Βαασπρακα συγχωρήσεως, ἀνόητον ἐλογίζετο τὸ θεῖον καὶ ἄδι
col. 247–248page 115 of 174
PG 122:247ὃς ἀπελθὼν καὶ δεξιῶς διαλεχθείς, εἰληφὼς τὸν τοῦ ἀμηρᾶ υἱὸν ἤγαγεν εἰς τὸν βασιλέα. Κατὰ τοῦτον τὸν χρόνον χάσματα γέγονεν ἐν Βουκελλαρίοις σεισμού γεγονότος, καὶ κατεπόθησαν ολόκληρα χωρία πέντε. Ενθα συνέβη καὶ Νικηφόρον πρόεδρον τὸν Κωνστον τίνου τοῦ βασιλέως εὐνοῦχον διατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι, διαφυγόντα δὲ παρ᾽ ἐλπίδα τον κίνδυνον ἀποκαρῆναι μοναχὸν ἐν τῇ μονῷ τῶν Στουδίου. ᾿Απολάφαρ δὲ Μουχούμετ ὁ Σικελίας ἄρχων, ἀμπι χμίαν μετὰ τοῦ βασιλέως θέμενος, ἐτιμήθη μάγ στρος. Τοῦ δὲ ἀδελφοῦ αὐτοῦ ᾿Απόχαψ ἀντάραντος αὐτῷ κατισχυόμενος εἰς τὴν βασιλέως βοήθειαν καταφεύγει. Καὶ δὴ στέλλεται μετὰ δυνάμεως ἐν Λογγιβαρδία Γεώργιος πατρίκιος ὁ Μανιάκης στρατηγὸς αὐτοκράτωρ, σὺν αὐτῷ δὲ καὶ ἄρχων τοῦ στό λου Στέφανος ὁ πατρίκιος ὁ ἐπ᾽ ἀδελφῇ γαμβρός τοῦ βασιλέως. Σαρακηνῶν δὲ "Αφρων καὶ Σικελών μετὰ σκαφῶν οὐκ ὀλίγων ἐπιδραμόντων τὰς νήσους καὶ τὴν παράλιον, ὁ Κιβυῤῥαιωτῶν στρατηγός Κων σταντῖνος ὁ Χαγὲ συμπλακείς αὐτοῖς μετὰ τοῦ ἐγχω ρίου στόλου ἐτρέψατο κατὰ κράτος, καὶ πεντακοσίους μὲν αἰχμαλώτους πέμπει τῷ βασιλεῖ, τοὺς δὲ λοιποὺς κατεπόντισεν. Αφερήτου δὲ παγετοῦ γενο μένου καὶ τοῦ Ἴστρου κρυσταλλωθέντος οἱ Πατζινάκαι περαιωθέντες οὐ μικρῶς τὴν Μυσίαν καὶ Θρᾴκην μέχρι Μακεδονίας εκάκωσαν, Επηλθε δὲ πάλιν ἀκρὶς τοῖς Θρακησίοις, [Ρ. ] καὶ κακῶς διέθετο τοὺς καρποὺς. Τῷ ςφμδ᾽ ἔτει, ἰνδικτιῶνος ιδ', διὰ τοῦ ἔαρος τρεῖς εἰσβολὰς ποιησάμενοι οἱ Πατζινάκαι κατὰ Ῥωμαίων ἄρδην τὰ παρατυχόντα ἠφάνισαν, ἡβηδὸν τοὺς ἁλισκομένους ἀναιροῦντες καὶ τιμωρίαις τοὺς αἰχμαλώτους υποβάλλοντες ἀνεκδιηγήτοις. Εἷλον δὲ καὶ στρατο ηγούς πέντε ζωγρίας. Ἰωάννην τὸν Δερμοκαΐτην, Βάρδαν τὸν Πέτζην, Λέοντα τὸν Χαλκοτούβην, Κων σταντῖνον τὸν Πτερωτὸν καὶ τὸν Στραβοτριχάμην Μιχαήλ. Ετελεύτησαν δὲ καὶ οἱ τῶν Ῥὼς ἄρχοντες, Νοσισολάβος καὶ Ἱεροσολάβος, καὶ ἄρχειν προεκρίθη τῶν Ῥὼς συγγενὴς τῶν τελευτησάντων Ζινισθλάθος. Καὶ ἡ Σερβία Ρωμαίων ἀφηνιάσασα μετὰ θάνατον Ρωμανοῦ τοῦ βασιλέως αὖθις ἐσπείσατο. ῎Αμερ δὲ τοῦ τῆς Αἰγύπτου ἀμερμουμνῆ τελευτήσαντος, ἢ γυνὴ αὐτοῦ Χριστιανή ούσα διαπρεσβεύεται ἅμα τῷ ὑἱῷ πρὸς βασιλέα περὶ εἰρήνης· ἧς ἀποδεξάμενος τὴν προαίρεσιν ὁ βασιλεὺς σπονδὰς τριακοντούτεις ἔθετο πετ᾽ αὐτῆς. Δεκεμβρίῳ δὲ μηνί, ινδικτιῶνος ιε΄ ἔτους σαμε, κατὰ τὴν ιη' τοῦ μηνός, περὶ τετάρτην ὥραν τῆς νυκτός, γεγόνασι σεισμοί τρεῖό, δύο μικροὶ καὶ εἰς μέγας. Γεωργίου δὲ πατρικίου τοῦ Μανιάκη ἐξ Ἐδέσσης, ὡς εἴπομεν, μετατεθέντος καὶ τοῦ Λεπενδρηνοῦ ἐν αὐτῇ ἄρχειν ταχθέντος, οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν "Αραβες κοινοπραγίαν θέμενοι ἐπῆλθον τῇ Ἐδέσσῃ καὶ ἐπολιόρκουν τὴν πόλιν. Καὶ μικροῦ δεῖν ἑάλω, εἰ μὴ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφὸς βοήθειαν ἀποχρῶσαν εξ ᾿Αντιοχείας πεπομφὼς ταύτην παρ᾽ ἐλπίδας ἐῤῥύσατο· ὃν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος δομέστικον προβάλλεται τῶν σχολῶν τῆς ᾿Ανατολῆς. Προχειρίζεται δὲ καὶ Νικομηδείας ἐπίσκοπος Αντώνιος ὁ Πάχης εὐνοῦχος, κατὰ γένος προσήκων τῷ βασιλεῖ, μηδὲν ἄξιον ἔχων ἐπισ
col. 249–250page 116 of 174
PG 122:249σκόπου, ἀλλὰ βοῦν ἀφωνίας ἐπὶ τῇ γλώσσῃ φέρων. Αὐχμοῦ δὲ γενομένου ὡς ἐπὶ μῆνας ὅλους ἕξ μὴ καταῤῥαγῆναι ὑετὸν, λιτανείαν ἐποιήσαντο οἱ τοῦ βασιλέως ἀδελφοί, ὁ μὲν Ἰωάννης βαστάζων τὸ ἅγιον μανδύλιον ὁ μέγας δομέστικος τὴν πρὸς Αὔ γαρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ ὁ πρωτοβεστιά ρος τὰ ἅγια σπάργανα· καὶ πεζῇ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο ἄχρι τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τῶν Βλαχερνῶν. Ἐποίησε δὲ καὶ ἑτέραν λιτὴν ὁ πατριάρχης σὺν τῷ κλήρῳ. δ Οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζα παμμεγέθης καταῤῥαγεῖσα συνέτριψε τα δένδρα καὶ τοὺς κεράμους τῆς πόλεως. Σιτοδείας δὲ κατασχούσης τὴν πόλιν ἀποστείλας ὁ Ἰωάννης ἐξωνήσατο ἀπὸ Πελοποννήσου καὶ Ἑλλάδος σίτου χιλιάδας ρ', καὶ δι' αὐτῶν τοὺς πολίτας παρεμυθήσατο. [Ρ. ] Ἐν δὲ Σικελίᾳ τῶν δύο ἀδελφῶν, ὡς εἴ ρηται, στασιαζόντων καὶ τοῦ ᾿Απολάφαρ υπερισχύον της, ἕτερος τῶν ἀδελφῶν τὸν τῆς ᾿Αφρικῆς ἄμερα Ομερ εἰς συνεργίαν καλεῖ· καὶ ὅς ὑπισχνείται συμμαχήσειν, εἰ κατάσχεσιν ἐν τῇ νήσῳ λάβῃ τινά. Προθύμως δὲ τοῦ Σικελοῦ κατανεύσαντος εἰς τοῦτο ἀφικνεῖται, καὶ συμπλακείς τῷ Ἀπολάφαρ ἔτι δυ νάμεως τῆς μετὰ τοῦ πατρικίου Γεωργίου ὑστερούσης του Μανιάκη τῆς εἰς συμμαχίαν τούτου πεμ φθείσης, τρέπεται τοῦτον κατὰ κράτος. Ὁ δὲ πρὸς τὸν ἄρχοντα Λογγοβαρδίας καταφυγών Λέοντα τὸν Ωπου ᾔτει βοήθειαν· καὶ ὅς ἥν εἶχε δύναμιν ἐκ τοῦ παρείχοντος συναθροίσας περαιοῦται εἰς Σικελίαν, καὶ πολλάκις συμβαλὼν τῷ τῶν Αφρων ἀρχηγῷ καὶ ὑπερτερήσας ἀνέκοψε τοῦτον τῆς ἀσχέτου ὁρμῆς. Εἶτα μαθὼν ὡς οἱ ἀδελφοὶ σπένδονται καὶ μέλλουσιν ἐνωθέντες ἐπιθέσθαι Ρωπαίοις, διαπεραιοῦται πάλιν εἰς Ἰταλίαν, αἰχμαλώτων Ῥωμαίων ἐμφὶ τὰς ιε χιλιάδας ἐν τοῖς πλοίοις συνεισελθόντων αὐτῷ καὶ ἀπελθόντων εἰς Ἰταλίαν καὶ αὖθις οἴκαδε διαπερασάντων. Αδείας οὖν δραξάμενος ὁ Καρχηδόνιος ἐπέκειτο τῇ Σικελίᾳ καὶ κατὰ πολλὴν ἄδειαν αὐτὴν ἐκεράιζε. Καὶ τὰ μὲν κατὰ Σικελίαν εἶχεν οὕτως. Εκτόπως δὲ τοῦ Ἰωάννου τοῦ θρόνου τοῦ Κων σταντινουπόλεως ἐρῶντος, κοινοπραγήσαντες ὁ τῆς. Κυζίκου Δημήτριος, Αντώνιος ὁ Νικομηδείας, ὁ τῆς Σίδης καὶ ᾿Αγκύρας οἱ αὐτάδελφοι σὺν ἄλλοις μητροπολίταις ἐβουλεύσαντο τοῦ θρόνου καταγαγεῖν τὸν Ἀλέξιον καὶ ἀντ᾿ αὐτοῦ τὸν Ἰωάννην τῷ θρόνῳ ἐγκαταστῆσαι. Πρὸς οὖν ᾿Αλέξιος ο πατριάρχης μετὰ τοῦ λοιποῦ μέρους τῆς Ἐκκλησίας μηνύματα η ἐκπέμπει, δηλοῦντα· «Επειδή, ὡς φατε, οὐ ψήφῳ Ἐπειδὴ, ὡς φατε, οὐ ψήφῳ ἀρχιερέων, ἀλλὰ προστάξει Βασιλείου τοῦ βασιλέως ἐπέβην τοῦ θρόνου ἀκανονίστως, καθαιρεθήτωσαν οἷς ἐχειροτόνησα μητροπολίτας ἐπὶ ἕνδεκα πρὸς τῷ ἡμίσει χρόνους τὴν Ἐκκλησίαν ιθύνας, ἀναθεματισθήτωσαν δὲ καὶ οὓς ἔστεψα τρεῖς βασιλεῖς, καὶ ἐξίσταμαι τῷ βουλομένῳ τοῦ θρόνου.» Ταύτην δεξά μενοι τὴν ἀγγελίαν οἱ περὶ τὸν Δημήτριον, καὶ αἰσχύνης, καὶ δέους πλησθέντες (ἦσαν γὰρ οἱ πλείους Μανδύλιον, Αγιον ἐκραγεῖον μανδύλιον χειρόμακτρον. (β) τῶν ᾿Ανατολικῶν, τῶν Δυτικῶν καὶ τῶν Θρακησίων. Ιδιόγραφον.
col. 251–252page 117 of 174
PG 122:251ὑπ' αὐτοῦ χειροτονηθέντες), Ασπάσαντο σιωπὴν, καὶ λοιπὸν ὁ Ἰωάννης ἐπέσχε τὴν ἐπὶ τῇ κατασχέσει τοῦ θρόνου ὄρεξιν. Τῷ δὲ ςφμς' ἔτει, ινδικτιῶνος ς, ἡμέρᾳ Νοεμβρίου β', γέγονε σεισμὸς περὶ ὥραν τ' τῆς ἡμέρας, καὶ διετέλεσεν ἡ γῆ σειομένη ἄχρις ὅλου τοῦ Ἰα νουαρίου μηνός. Γέγονε δὲ καὶ λιμὸς κατά τε θρά κην καὶ Μακεδονίαν, Στρυμόνα καὶ Θεσσαλονίκην, καὶ μέχρι Θετταλίας. Καταβοησάντων δὲ τῶν κλη ρικών Θεσσαλονίκης Θεοφάνους τοῦ μητροπολίτου ὡς ἀποκρατοῦντος τὰς συνήθεις σιτήσεις αὐτῶν, ὁ βασιλεὺς τῇ Θεσσαλονίκῃ ἐνδιατρίβων λόγοις παραινετικοῖς ἐκέχρητο πρὸς αὐτὸν, καὶ παρήνει μὴ ἀπο στερεῖν τὸν τῆς ἐκκλησίας λαὸν τῶν ἀπὸ νόμου πι τηρεσίων. ] Τοῦ δὲ τραχυνομένου καὶ μὴ ὑπείκοντος, ἔγνω δεῖν ὁ βασιλεὺς ἀπάτῃ περιελθεῖν αὐτὸν καὶ κολάσαι τὴν ἀπληστίαν αὐτοῦ. Πέμπει οὖν τινα τῶν ὑπηρετούντων αὐτῷ, ἐξαιτῶν ἐκδανεῖσαί οἱ κεντηνάριον ἕν, μέχρις ἂν ἐκ Βυζαντίου χρυ στον διακομισθείη. Ὁ δὲ ἐνωμότως ἀπηρνήσατο μὴ ἔχειν πλὴν τριάκοντα λιτρῶν. Καὶ τοῦτον μὲν ἐκπο δὼν μεθίστησιν ὁ βασιλεὺς, ἀποστείλας δὲ καὶ τὰ ταμιεῖα αὐτοῦ διερευνησάμενος εὗρε χρυσίου κεν τηνάρια τριάκοντα καὶ τρία· ἐξ ὧν δίδωσι μὲν τοῖς κληρικοῖς τὰ ὀφειλόμενα ἀπὸ πρώτου ἔτους τῆς ἀρχιερωσύνης τοῦ Θεοφάνους ἕως τῆς ἐνεστώσης ὥρας, τὰ δὲ λοιπὰ πένησι διανέμει, καὶ τὸν μητροπολίτην ἐξωθεῖ τῆς ἐκκλησίας καὶ ἔν τινι κτήματα περιορίζει. Ἐφίστησι δὲ Προμηθέα τῇ μητροπόλει, παρ᾽ οὗ καὶ οὗτος σιτηρέσια λαμβάνειν τετύπωτο καὶ καθ᾿ ἑαυτὸν διάγειν. Παγκρατίου δὲ τοῦ ἐξουσιαστοῦ ᾿Αβασγίας σφο δρῶς ἐπικειμένου τῷ κατεπάνω Ἰβηρίας τῷ Ἰασί τῇ, ὁ Ἰωάννης μετὰ τῶν ταγμάτων τῆς Ἐω πάντων τὸν δομέστικον Κωνσταντῖνον τῶν σχολῶν, τὸν αὐτ τοῦ ἀδελφὸν, ἐκπέμπει, καθυποσχόμενος συνεκπέμψαι τούτῳ καὶ τὸν Δαλασσηνόν, ὡς ἂν ἔχῃ τοῦτον σύμβουλον καὶ παραστάτην ἐν τοῖς πολέμοις. Τοῦτο δὲ οὐκ ἐποίησε, και λοιπὸν ἄπρακτος ὁ δομέστικος ὑπενόστησε. Μέλλοντος δὲ τοῦ Ἰωάννου καθαρσίου μετασχεῖν φαρμάκου, γνοῦσα τοῦτο Ζωὴ ἡ βασιλὶς διά τινος τῶν οἰκειοτάτων αὐτῇ εὐνούχων τοῦ λεγομένου Σγουρίτζη, δώροις ὑποφθείρει τὴν ἰατρὸν οὐκ ὀλίγοις, ὑποσχομένη ἐς βίου τε περιφάνειαν ἄξειν αὐτὸν καὶ πλούτου ὑπεροχήν, εἰ κεράσει τῷ φαρμάκῳ καὶ δηλητήριον. Παιδαρίου δέ τινος τῶν ὑπηρετουμένων τῷ ἱατρῷ μηνύσαντος τὸ σκευώρημα τῷ Ἰωάννῃ, καὶ τῆς ἐπιβουλῆς ἐλεγχθείσης, ὁ μὲν ἰατρὸς εἰς ᾿Αντιόχειαν τὴν αὐτοῦ πατρίδα ἐξορίζεται,ὁ δὲ τὸ δηλητήριον συσκευασάμενος Κωνσταντίνος πρωτοσπαθάριος ὁ Μου κουπέλης ἐξωθεῖται τῆς πόλεως, καὶ ἡ βασιλὶς ἐν ὑποψίαις ἔκειτο μείζοσιν. Αρτι δὲ καὶ Γεωργίου πατρικίου τοῦ Μανιάκη τὴν Σικελίαν καταλαβόντος, οἱ ταύτης ἄρχοντες καὶ αὐτάδελφοι σπεισάμενοι πρὸς ἀλλήλους ἔσπευδον ἀπελάσαι τοῦτον τῆς νήσου. Διὸ καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο χιλιάδας πεντήκοντα· ἧς ἐλθούσης γίνεται συμβολὴ κραταιὰ· κατὰ τὰ λεγό
col. 253–254page 118 of 174
PG 122:253μενα ρήματα, καὶ τρέπεται κατὰ κράτος τοὺς Καρχηδονίους ὁ Μανιάκης, τοσούτου γενομένου φό νου ὡς τὸν παραῤῥέοντα ποταμὸν πλημμυρῆσαι τῷ αἴματι. Μετὰ δὲ ταῦτα εἶλε πόλεις Σικελικὰς ιγ', καὶ κατὰ μικρὸν προϊὼν πᾶσαν ἐχειρώσατο τὴν νῆσον. Τῷ δὲ ςφμς' ἔτει, ινδικτιῶνος ς, γέγονεν ἐπι βουλὴ κατὰ τῆς πόλεως Ἐδέσσης· καὶ μικροῦ δεῖν ξύλω, εἰ μὴ Θεὸς διεσώσατο. Στρατηγοῦντος γὰρ ἐν αὐτῇ τοῦ πρωτοσπαθαρίου Βαρασβατζὲ τοῦ η ρος, ] ἄρχοντες τῶν ᾿Αράβων ιβ', ἱππεῖς ἔχοντες φ' καὶ καμήλους φ', κιβώτια φερούσας χίλια ἔνδοθεν ἔχοντα δισχιλίους οπλίτας, τὴν Ἔδεσσαν κατειλήφασι, φάσκοντες ὡς βασιλέα ἀπιέναι δῶρα κομίζοντες. Ἐν δὲ αὐτοῖς ἡ ὁρμὴ ἔνδον τῆς πόλεως εἰσαγαγεῖν τὰ κιβώτια και νύκτωρ τοὺς ὁπλίτας ἐκβαλεῖν καὶ κατασχεῖν τὴν πόλιν. Ὁ δὲ στρατηγὸς τοὺς μὲν ἄρχοντας φιλοφρόνως ἐδέξατο καὶ εἱστία, τοὺς δὲ ἱππεῖς καὶ τὴν ἀποσκευὴν ἔξωθεν διαιτᾶσθαι ἐκέλευσε. Πένης δέ τις ᾿Αρμένιος μετατῶν, ἔνθα τυλίζοντο οἱ Σαρακηνοί γενόμενος, ἤκουσέ τινος τῶν ἐν τοῖς κιβωτίοις (ᾔδει γὰρ καὶ τὴν τῶν Σαρα κηνῶν διάλεκτον) διερωτῶντός τινος ὅποι πάρεισι, καὶ δραμὼν ἀπήγγειλε τῷ στρατηγῷ. Ὁ δὲ τοὺς ἄρχοντας ἐσθίειν ἐάσας ἐξῆλθε μεθ᾽ ὁπλιτῶν, καὶ διαρρήξας τὰ κιβώτια καὶ τοὺς ὁπλίτας ἔνδον εὑρὼν ἅπαντας ἄρδην ἀπέσφαξε σὺν τοῖς ἱππεῦσι καὶ τοῖς καμηλοκόμοις· εἶτα πρὸς τὴν πόλιν ὑποστρέψας τοὺς μὲν ἕνδεκα τῶν ἀρχόντων ἀπέκτεινεν, ἕνα δὲ τὸν ἀποτεμὼν χεῖρας αὐτῷ καὶ ὦτα καὶ ῥῖνα. κρείττονα ἄγγελον τῶν γεγονότων ἐπ' οἴκου ἀπέστειλεν, Τῷ δὲ ςφμζ' ἔτει, Ινδικτιῶνος ζ', ἐπιτείνων τὸ πρὸς τὸν Δαλασσηνὸν ἔχθος ὁ Ἰωάννης ὑπερορίζει καὶ Θεοφάνην πατρίκιον τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὸν ἕτερον ἀδελφὸν αὐτοῦ τὸν πατρίκιον Ῥωμανὸν, καὶ Αδριανὸν τὸν ἀνεψιὸν αὐτοῦ καὶ τοὺς λοιποὺς τοὺς κατὰ γένος αὐτῷ ἐγγίζοντας· ἔσπευδε γὰρ ἄρδην ἀρανίσαι τὸ γένος αὐτοῦ. Μοριμώτατος δὲ ὧν πρὸς ἦν ἄν τις εἴποι κακίαν, πᾶσαν ἐφεῦρεν ὁδὸν ἀδι κίας, προσθεὶς ἐπέκεινα τῶν δημοσίων τελεσμάτων διδόναι ἕκαστον τῶν χωρίων ὑπὲρ ἀερικοῦ κατὰ τὴν ποιότητα καὶ ἰσχὺν αὐτῶν, τῷ μὲν νομίσματα τέσσαρα, τῷ δὲ ἐξ ἄχρι τῶν εἴκοσι, καὶ ἄλλους πό ρους αἰσχροὺς τοῦ κερδαλέου χάριν, οὓς καὶ κατα λέγειν αἰσχύνη. Ὁ δὲ βασιλεὺς κατατεινόμενος ὑπὸ τοῦ δαίμονος καὶ μὴ εὑρίσκων ἐλευθερίαν, ἔπεμψεν ἐν πᾶσι τοῖς θέμασι καὶ ἐν ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νομίσματα δύο, τοῖς δὲ μοναχοῖς ἀνὰ νόμισμα ἕν. Εβάπτιζε δὲ καὶ παῖδας ἀρτιγενεῖς, διδοὺς ἀνὰ νόμισμα ἓν καὶ μιλιαρίσια τέσσαρα. Αλλ' οὐδὲν τούτων ὤνησεν αὐτόν· μᾶλλον γὰρ ἐπετείνετο τὸ κακὸν, συνεπιλαβομένης καὶ νόσου υδρωπικῆς. Κατὰ τοῦτον τὸν χρόνον καὶ σεισμοί γεγόνασι συνεχεῖς καὶ ὄμβρων ἐπίκλυσις σφοδρά. Ἐπεκράτησε δὲ καὶ ἔν τισι τῶν θεμάτων τὸ τῆς κυνάγχης νόσημα, ὡς ἀδυνατεῖν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας. ἀερικόν,
col. 255–256page 119 of 174
PG 122:2556548, 2, Φεβρουαρίου δὲ μηνὸς β', ινδικτιῶνος η, ἔτους ςφμή, γέγονε σεισμὸς φρικώδης, καὶ ἔπαθον μὲν καὶ ἄλλοι τόποι καὶ πόλεις, ἐγένετο δὲ ἡ Σμύρνα ἐλεεινὸν θέαμα, καταπεσόντων τῶν καλλίστων οἶκο δομημάτων αὐτῆς καὶ πολλοὺς τῶν οἰκητόρων ἀνα λωσάντων. ] Ἐν δὲ Σικελίᾳ ἀναλαβὼν πάλιν ἑαυτὸν ὁ Καρχηδόνιος, καὶ δύναμιν πολλῷ μείζονα τῆς προτέρας ἀθροίσας, ἔρχεται πρὸς Σικελίαν τὸν Μα νιάκην ἐκεῖθεν ἐξωθήσων. Καὶ στρατοπεδευσάμενος ἔν τινι πεδιάδι ὑπτίᾳ καὶ ἀναπεπταμένη (Δραγίνει ἡ πεδιὰς ἐκαλεῖτο) ἐκαιροσκόπει τὸν πόλεμον. Τοῦτο δὲ μαθὼν ὁ Μανιάκης, ἄρας τὰς περὶ αὐτὸν δυνά μεις, ὑπαντιάζει, ἐπισκήψας πρότερον τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ, τοῦ στόλου, ὡς εἴπομεν, ἄρχοντι, ἀσφαλῶς τηρεῖν τὴν παράλιον, μή πως πολέμου κροτηθέντος τραπεὶς ὁ Καρχηδόνιος λάθῃ διαδρὰς καὶ οἴκαδε παλινοστήσῃ. Καὶ δὴ συμ βαλὼν τρέπεται τοῦτον ἀνὰ κράτος. Καὶ πίπτει μὲν τῶν ᾿Αφρων πλῆθος ὑπὲρ τὰς ν' χιλιάδας, αὐτὸς δὲ ὁ τούτων ἄρχων διαδρὰς τὸν κίνδυνον ἔρχεται ἐν τῷ αἰγιαλῷ καὶ κελητίῳ ἐπιβὰς καὶ τὰς τοῦ Στεφάνου λαθὼν φυλακὰς ἀπέδρασε πρὸς τὴν ἰδίαν χώραν. Οπερ μαθὼν ὁ Μανιάκης ἐν δεινῷ τε ἐποιεῖτο, καὶ τὸν Στέφανον συμμίξαντα τούτῳ ὕβρεσί τε ατόποις κατέκλυσε καὶ τὸν σειρομάστην ἀνατείνας ἔπαισεν αὐτὸν κατὰ τῆς κεφαλῆς οὐκ ὀλίγας, ῥᾴθυμον ἀπο καλῶν καὶ ἄνανδρον καὶ τῶν τοῦ βασιλέως προδότην πραγμάτων. Ὁ δὲ μὴ ἐνεγκών μετρίως τον προπηλακισμὸν καὶ τὴν ὕβριν γράμματα πέμπει ταχύ πρὸς τὸν ὀρφανοτρόφον, μηνύοντα ὡς ἀπόστασιν εἴτ μελετῶν ὁ Μανιάκης κατὰ τοῦ βασιλέως. Καὶ ὁ μὲν εὐθὺς δέσμιος εἰς τὴν βασιλίδα εἰσάγεται καὶ καθείργνυται σὺν Βασιλείῳ πατρικίῳ τῷ Θεοδωροκάνῳ, ἡ δὲ πᾶσα τῆς ἀρχῆς ἐξουσία ἐς τὸν Στέφανον μετατίθεται, συνεκπεμφθέντος αὐτῷ καί τινος εὐ νούχου Βασιλείου πραιποσίτου τοῦ Πεδιαδίτου· οἵτινες οὐκ ἐν βραχεῖ τὰ πράγματα διεφθάρκασιν, αἰσχροκερδείᾳ καὶ δειλίᾳ καὶ ῥαστώνῃ καταπροδόντες τὴν Σικελίαν. Ο γὰρ Μανιάκης αἱρῶν τὰς τῆς νή σου πόλεις ἀκροπόλεις ἐν αὑταῖς ᾠκοδόμει καὶ φρου ροὺς ἐφίστα τοὺς ἱκανοὺς, ἵνα μὴ οἱ ἐγχώριοι δύο ναιντ᾽ ἂν ἐξ ἐπιβουλῆς ἀνακτᾶσθαι τὰς πόλεις· τού του δὲ δεσμίου, ὡς εἴρηται, εἰς τὸ Βυζάντιον ἀν αχθέντος, τῆς ὀλιγωρίας καὶ ῥαθυμίας τῶν ἀρχόντων καταδραμόντες οἱ ἐγχώριοι, καὶ δύναμιν Καρχηδονίων προσειληφότες, ἐπιτίθενται ταῖς πόλεσι, και τάς τε ἄκρας κατέσκαψαν τών φρουρῶν κρατήσαντες, καὶ τὰς πόλεις πάσας ἐπανεσώσαντο πλὴν Με σήνης· ταύτην γὰρ ἔλαχε φρουρεῖν ὁ πρωτοσπαθάριος ὁ καὶ τοῦ τάγματος ἄρχων τῶν ᾿Αρμενιακῶν, Κατακαλὼν ὁ τὴν ἐπωνυμίαν Κεκαυμένος, τριακα σίους ἱππότας ἔχων μεθ᾿ ἑαυτοῦ καὶ πεντακοσίους πεζούς. Σπεύδοντες οὖν οἱ νησιῶται μηδὲ ζώπυρον ὑπολειφθῆναι Ῥωμαϊκῆς δυνάμεως ἐμφωλεύον τῇ νήσῳ, πάντα τὸν ὅπλον κινῆσαι δυνάμενον ἀθροίσαντες καὶ συμμαχικὸν οὐκ ὀλίγον Καρχησονίων, ἀπελθόντες ἐν Μεσήνῃ τὴν πόλιν περιεστοίχισαν. Τοῦ δὲ κλείσαντος τὰς πύλας ἐπὶ τρεῖς ἡμέρας καὶ
col. 257–258page 120 of 174
PG 122:257μηδένα προπηδῶν ἑῶντος τῆς τάφρου, ἀλλὰ δόκμσιν δειλίας παρεσχηκότος, καταφρονήσαντες οἱ Σαρακηνοὶ ἀδεῶς τε ἐσκεδάννυντο καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν πότοις καὶ αὐλοῖς καὶ κυμβάλοις ἦσαν, ὡς τάχα τῆς πόλεως ἐς τὴν αὔριον μελλούσης ἀλώσεσθαι. Ημέρᾳ δὲ τετάρτῃ, καθ᾽ ἦν εἰώθαμεν ἐκτελεῖν τὴν Πεντηκοστήν, κατανοήσας ὁ Κεκαυμένος τὴν ἀμέλειαν καὶ ῥαθυμίαν τῶν Σαρακηνῶν, καὶ ὅτι ἐν πολλῇ ἀμεριμνία διάγουσιν οὐδένα λόγον τῶν ἐντὸς τοῦ τείχους ποιούμενοι, τὸν ἑαυτοῦ παραθαρ Ενας λαὸν καὶ τὴν ἀναίμακτον τοῖς ἱερεῦσιν ἐπιτελέσαι κελεύσας θυσίαν, καὶ τῶν θείων ἅμα πᾶσι μετο εσχηκώς μυστηρίων, περὶ ὥραν ἀρίστου τὰς τῆς πόλεως πύλας ἀναπετάσας προσρήγνυται μετά με γίστης βύμης τοῖς ἐναντίοις μεθύουσι καὶ καρηβα τοῦσιν, αὐτὸς πρῶτος μετὰ τῶν σὺν αὐτῷ ἐπὶ τὴν σκηνὴν ἐξιππασάμενος ᾿Απολάφαρ τοῦ τῆς νήσου ἄρχοντος. Καὶ οὗτος μὲν εὐθὺς ἀναιρεῖται, ἀκρο σφαλῆς ὑπὸ μέθης υπάρχων, διαῤῥήγνυται δὲ καὶ ἡ αὐτοῦ σκηνή· ἔπιπτον δὲ καὶ οἱ ἄλλοι τῶν Σαρα κηνῶν κατὰ τὰς σωρείας ὑπὸ μέθης σφαλλόμενοι, καὶ τῷ ἀπροσδοκήτῳ τῆς ἐπιθέσεως μηδ' ὅλως πρὸς ἀλκὴν ἀποβλέψαι ισχύσαντες. Γίνεται οὖν τροπὴ ὅλου τοῦ στρατοπέδου, τῶν Σαρακηνῶν ὑπ' ἀλλήλων συμπατουμένων καὶ ἀναρουμένων, ὡς πληρωθῆναι νεκρῶν τὴ πεδίον καὶ τὰς ἔγγιστα φάγαγγας καὶ τοὺς ποταμούς, ὡς ἐκ τοσούτων μυριά των ὀλίγους πάνυ ἐν Πανόρμῳ διασωθῆναι. Ἐλήφθη δὲ καὶ τὸ στρατόπεδον ἄπαν, χρυσοῦ καὶ ἀργύρου καὶ μαρμάρων γένον καὶ πολυτελῶν λίθων, οὓς, ὡς λέγεται, μεδίμνοις οἱ στρατιῶται διεμοιράσαντο. Καὶ οὕτω μὲν ἡ πᾶσα Σικελία δ᾽ ὀλίγου χειρωθεῖσα παρὰ τοῦ Μανιάκη, ἐν βραχεῖ χρόνῳ ἀμελείᾳ καὶ κακότητι στρατηγών γέγονε πάλιν ὑπὸ Σαρακηνούς, μόνης τῆς Μεσήνης πιριλειφθείσης καθ᾿ ὃν τρόπον εἰρήκαμεν, τοῦ Στεφάνου καὶ τοῦ Πεδιαδίτου φυγόντων ἐν Λογγιβαρδίᾳ. Καὶ τὰ μὲν ἐν Σικελίᾳ ἐφέρετο ταύτῃ. Ὁ δὲ βασιλεὺς Μιχαὴλ τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλὰ διέτριβε, προσλιπαρῶν τῷ τάφῳ τοῦ Καλλινίκου μάρτυρος Δημητρίου καὶ ἀπαλλαγὴν εὐρέσθαι τῆς νόσου γλιχόμενος. Καὶ ἤπτετο μὲν τῶν πραγμάτ των οὐδ' ὁπωστιοῦν, ὅτι μὴ πᾶσα ἀνάγκη, ἐφέ μετο δὲ ἡ διοίκησις καὶ τῶν κοινῶν μεταχείρισις ὑπὸ Ιωάννου· καὶ οὐδὲν εἶδος βέβηλον καὶ παράνομον ἐπινοίας παρεβείσθη ὁ μὴ ἐξεῦρεν εἰς συντριμμὸν καὶ κάκωσιν τῶν ὑπὸ χεῖρα. Καταλέγειν δὲ ἔκαστον τούτων ἄθλος Ηράκλειος. Καὶ διέκειντο πάντες άνθρωποι ὑπὸ τῆς βαρείας ταύτης τυραννί ῖος ἀγόμενοι ἐπὶ πολὺ θεοκλυτοῦντες καὶ ἀπαλλαγὴν ἐξαιτούμενοι. Ἔσεις δὲ καὶ συνεχῶς ὁ Θεὸς, καὶ δείματα καὶ φόβητρα κατεῖχε τὴν οἰκουμένην, ἐν οὐρανῷ κομητῶν ἐπιτολαί, ἐν ἀέρι ἄνεμοι καὶ ὁμόροι ραγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι. Ταῦτα δὲ προεμήνυον, οἶμαι, τὴν μέλλουσαν ὅσον οὐδέπω γενέσθαι καταστροφὴν τῶν τυράννων. [Ρ. ] Μαΐῳ δὲ μηνὶ τοῦ ςφμη ἔτους, ἰνδια κτιῶνος η', ἡ ἀδελφῆ τοῦ βασιλέως Μαρία, μήτηρ δὲ τοῦ Καίσαρος, ἄπεισιν ἐν Ἐφέσῳ εἰς προσκύνησιν τοῦ Αγαπημένου. Καὶ ἐν τῷ διιεναι πολλὰ τῶν παραλόγως πραττομένων μαθοῦσα, ἀποστρέψασα εἰς τὸ Βυζάντιον ἀπήγγειλε πάντα τῷ ἀδελφῷ Ἰωάννῃ, καὶ παρε κάλει ἀναστολήν τινα γενέσθαι τῆς πονηρίας· ὁ δὲ μετὰ γέλωτος αὐτὴν ἀπεπέμψατο, γυναικεία φρονεῖν εἰ πῶν, καὶ ἀγνοεῖν ὅσων ἡ πολιτεία δεῖται Ῥωμαίων,
col. 259–260page 121 of 174
PG 122:259Εν Θεσσαλονίκῃ δὲ, ὡς εἴπομεν, τῷ βασιλεῖ διατρι Ο βοντι χρυσίου ὁ Ἰωάννης ἔπεμψε κεντηνάρια δέκα, ὑπὸ στροβίλων δὲ πνευμάτων ἀρπασθὲν τὸ πλοῖον τοῖς Ἰλλυρικοῖς προσεβῥάγη αιγιαλοῖς και συνετρίβη τὸ δὲ χρυσίον ἀφείλετο Στέφανος ὁ καὶ Βοϊσθλάβος, ὁ τῶν Σέρβων ἄρχων, πρὸ μικροῦ τῆς πόλεως ἀπο δρὰς καὶ τὸν τόπον τῶν Σέρβων κατεσχηκώς, Θεό φιλον ἐκεῖθεν τὸν Ἐρωτικον ἀπελάσας. Ὁ δ᾽ Ἰωάν νης ώνιον προτιθέμενος τὰς ἀρχὰς, καὶ πᾶσι χαλινὸν ἐνδιδοὺς ἀδικίας, μυρίων συμφορῶν ἐνέπλησε τὴν οἰκουμένην, ἀδεῶς τῶν κριτῶν φορολογούντων τοὺς ἐγχωρίους, καὶ μηδενὸς ἐπιστροφὴν ὅλως τις θεμένου τῶν γινομένων. Ὁ δὲ βασιλεὺς ἐν Θεσσαλονίκῃ μαθὼν τὴν τοῦ χρυσίου ἀπώλειαν, γράφει τῷ Στεφάνῳ ἐκπεμψαι πρὸς αὐτὸν τὸ ἴδιον καὶ μὴ θελῆσαι αὐθαίρετον ἀνελέσθαι πόλεμον. Τοῦ δὲ μηδεμίαν ποιησαμένου ἐπιστροφὴν, στρατὸν ὁ βασιλεὺς ἐκπέμπει κατ' αὐτοῦ, ἄρχοντα ἐκτομίαν Γεώργιον ἔχοντα τὸν Προβατᾶν. Ὁ δὲ τὸν τόπον καταλαβών, καὶ δυσχωρίαις καὶ φάραγξι καὶ δυσβάτοοις ἀπερισκέπτως ἐμπεσὼν τόποις, τό τε στράτευμα ὅλον ἀπώλεσε καὶ αὐτὸς δυσχερῶς διεσώθη. Τούτῳ τῷ ἔτει καὶ ἡ ἀποστασία γέγονε Βουλγαρίας τοῦτον τὸν τρόπον· Πέτρος τις Βούλγαρος, Δελεάνος τὴν προσηγορίαν, δοῦλος Βυζαντίου τινὸς ἀνδρὸς, ἀποδρὰς ἐκ τῆς πόλεως ἐπλανᾶτο ἐν Βουλγαρία, καὶ κατήντησεν ἄχρι Μωράβου καὶ Βελεγράδων (φρούρια δὲ ταῦτα τῆς Παννονίας κατὰ τὴν περαίαν τοῦ Ιπρου διακείμενα καὶ γειτονοῦντα τῷ κράλῃ Τουρκίας). καὶ υἱὸν ἑαυτὸν ἐφήμιζε Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σαμουήλ, καὶ τὸ γένος ἀνέσεις τῶν Βουλγάρων, πρὸ ὀλίγου τὸν τράχηλον ὑποβαλὸν τῇ δουλείᾳ καὶ λίαν ὀριγνώμενον ἐλευθερίας. Διὸ καὶ πιστεύσαντες τοῖς παρ' αὐτοῦ λεγομένοις Βασιλέα τε αὐτὸν ἀναγορεύουσι Βουλγαρίας, καὶ ἄραντες ἐκεῖθεν διά τε Ναϊσσοῦ καὶ τῶν Σκουπίων, τῆς μητροπόλεως Βουλγαρίας, εντο ἀνακηρύττοντες καὶ ἀνευφημοῦντες τοῦτον, καὶ πάντα τὸν παρευρεθέντα Ῥωμαῖον ἀνηλεῶς καὶ ἀπανθρώπως ἀναιροῦντες. Ὅπερ μαθὼν Βασίλειος ὁ Συναδηνός, στρατηγός Δοβραχίου τυγχάνουν, ἄρας τὰς ἐγχωρίους δυνάμεις ἔσπευδεν ἀπαντῆσαι τῷ Δελεάνῳ πρὶν ἢ ἐπὶ μέγα ἀρθῆναι τὸ κακὸν καὶ πυρκαϊὰν ἀναφθῆναι. Γενόμενος δὲ κατὰ τὴν λεγο μένην Δέρβην, καὶ προσκρούσας κατά τι μετά τινος τῶν ὑποστρατήγων Μιχαὴλ τοῦ Δερμοκαΐτου, [] διαβάλλεται ἐς βασιλέα ὡς μελετῶν τυραννίδα. Καὶ ὁ μὲν εὐθὺς παραλύεται τῆς ἀρχῆς καὶ ἐν Θεσσαλονίκῃ ἀχθεὶς ἐν φυλακῇ Βάλλεται, στρατηγεῖν δ᾽ ἀντ᾿ αὐτοῦ προχειρίζεται ὁ Δερμοκαΐτης, ὃς ἀπείρως καὶ φαύλως διοικῶν τὴν ἀρχὴν ἐν βραχει χρόνῳ τὰ πάντα ἀνέτρεψε. Πλεονεκτούμενοι γὰρ οἱ ὑπ᾽ αὐτὸν καὶ ἀδικούμενοι, καὶ τοὺς ἑαυτῶς ἵππους καὶ τὰ ἄρματα ἀθαιρούμενοι καὶ ἄλλο πᾶν ὅπερ ἦν αὐτοῖς ἀξιον λόγου, κατεξανίστανται τοῦ στρατηγοῦ. 'Αλλ' ὁ μὲν, ὡς ᾔσθετο ἐπιβουλευόμενος, νυκτὸς
col. 261–262page 122 of 174
PG 122:261διαλαθὼν ἔφυγεν· οἱ δὲ τῷ ἐκ βασιλέως δέει αλ λόμενοι ἀποστασίαν τε μελετῶσι καί τινα τῶν συν όντων αὐτοῖς στρατιωτῶν, Τειχομηρὸν τοὔνομα, ἐπ᾿ ἀνδρίᾳ καὶ συνέσει μεμαρτυρημένον, βασιλέα προς χειρίζονται Βουλγαρίας. Καὶ λοιπὸν γεγόνασι δύο στάσεις Βουλγάρων, ἡ μὲν τὸν Δελεάνον ἀνευφημοῦσα, θατέρα δὲ τὸν Τειχομηρόν. Αλλ' ὁ Δελεάνος γράμματα φιλικὰ πρὸς τὸν Τειχομηρόν γράψας καὶ ἐπὶ κοινοπραγίαν καλέσας, ἔπεισεν ἐλθεῖν. Ἐπεὶ δὲ ἠνώθη τὰ δύο συστήματα τῶν Βουλγάρων, συγκατ λεσάμενος ἅπαντας ὁ Δελεάνος παρεκάλει, εἰ μὲν πεπληροφόρηνται ἀπὸ τοῦ Σαμουὴλ ἔλκειν αὐτὸν τὴν σειρὰν καὶ ὑπ' αὐτοῦ αἱροῦνται βασιλεύεσθαι, ἐκπο δὼν ποιήσασθαι τὸν Τειχομηρὸν, εἰ δ᾽ ἀπότροπον αὐτοῖς τοῦτο, αὐτὸν μὲν ἀποσκευάσασθαι, ἄρχεσθαι δὲ ὑπὸ τοῦ Τειχομηρού. • Δύο γάρ, φησὶν, ἐριθακούς μία λόχμη οὐ τρέφει, οὔτε μία χώρα ευοδωθήσεται ὑπὸ δύο κυβερνωμένη ἀρχηγών.» Ταῦτα δὲ εἰπόντος αὐτοῦ θόρυβός τε ἤρθη πολὺς, καὶ μόνον αὐτὸν βούλονται ἔχειν ἔφασαν αὐτοκράτορα ἀρχηγόν. Καὶ ἅμα τῇ βουλῇ λίθους ἄραντες λιθολευστοῦσι τὸν Ιλιον Τειχομηρόν. Καὶ ὁ μὲν ὡς ἐν ὀνείρῳ δόξας ἄρξαι σὺν τῇ ἀρχῇ καταστρέφει καὶ τὴν ζωὴν, πᾶσα δὲ ἡ ἐξουσία μεθίσταται εἰς τὸν Δελεάνον. Οὗτος δ τὰς δυνάμεις ἄρας ἁπάσας ἀπῄει πρὸς Θεσσαλονίκην κατὰ τοῦ βασιλέως. Ὅπερ μαθὼν ἐκεῖνος ἀσυντάκτως ᾤχετο εἰς τὸ Βυζάντιον, καταλιπών πᾶσαν τὴν ἀποσκευὴν καὶ τὴν σκηνὴν καὶ ὅσον χρυ σον ἦν καὶ ἄργυρος καὶ ὑφάσματα, ἅπερ Μθνουὴλ ὁ Ἰβάτζης, ᾠκειωμένος ὢν τῷ βασιλεῖ, προσταχθεὶς ἀφελέσθαι καὶ ἐπακολουθεῖν, ἀναλαβόμενος προσεχώρησε τῷ Δελεάνῳ μετὰ καί τινος Κοιτωνίτου, ἑνὸς τῶν θαλαμπόλων εὐν ούλων. Γέγονε δὲ καὶ αὐχμὸς κατὰ τοῦτον τὸν χρόνον, ὡς σχεδὸν ἀποξηρανθῆναι τὰς ἀφθόνους πηγὰς καὶ τοὺς Γεννάους ποταμούς. Εγένετο δὲ καὶ ἐμπρησμὸς ἐν τῇ Εξαρτήσει, κατὰ τὴν ς' τοῦ Αὐγούστου μηνός, καὶ ἐνεπρήσθησαν αἱ ἐκεῖσε ἱστάμεναι πᾶσαι τριήρεις μετὰ τῆς ἑαυτῶν παρασκευῆς. Ὁ δὲ Δελεάνος ἀποσκευασάμενος, ὡς εἴπομεν, τὸν Τειχομηρὸν καὶ πάντων τῶν πραγμάτων κύριος καταστὰς γενναίως ἐξηγεῖτο τῶν ἔργων. Καὶ πρός τερον μὲν ἀποστείλας πλῆθος στρατηγὸν ἔχον τὸν λεγόμενον Καυκάνον εἷλε τὸ Δυρράχιον. Απέ στειλε δὲ καὶ στρατιὰν ἐτέραν ἐν Ἑλλάδι, στρατηγουμένην ὑπ᾿ ᾿Ανθίμου τινι ὑπαντιάσας ὁ ᾿Αλ λακασσεὺς καὶ συμμίξας ἐν Θήβαις τρέπεται, καὶ ἀναιρεῖται πλῆθος τῶν Θηβαίων ] πολύ. Τότε δὴ καὶ τὸ θέμα τῶν Νικοπολιτῶν, πλὴν Ναυ πάκτου, προσεῤῥύη Βουλγάροις δι' αἰτίαν τὴν ῥηθή σεσθαι μέλλουσαν. Βυζάντιος γάρ τις ἄνθρωπος Ιωάννης τοὔνομα, Κουτζομύτης τὴν ἐπωνυμίαν, πράκτωρ τῶν ἐκεῖσε δημοσίων φόρων πεμφθεὶς καὶ βαρέως προσενηνεγμένος τοῖς ἐγχωρίοις ἑαυτῷ τε ὄλεθρον προεξένησε καὶ ἀποστάσεως αἴτιος γέγονε τοῖς Νικοπολίταις· μὴ φέροντες γὰρ τὴν αὐτοῦ πλεονεξίαν ἀποστατοῦσι, καὶ αὐτὸν μὲν εἴς μέρη καὶ μέλη κατέτεμον, αὐτοὶ δὲ τὸν βασιλέα δυσφημήσαντες Ῥωμαίων τοῖς Βουλγάροις προσέθεντο. 03 τοσοῦτον δὲ διὰ τὸ πρὸς τὸν Δελεάνον φίλτρον ἀφο ηνίασαν καὶ τὴν Ῥωμαϊκὸν ζυγὸν ἀπέρριψαν ὅσον διὰ Κουτζομύτης
col. 263–264page 123 of 174
PG 122:263τὴν τοῦ ὀρφανοτρόφου ἀπληστίαν καὶ πρὸς τὰς εἰσπράξεις ὑπερβολήν. Βασιλείου γὰρ τοῦ βασιλέως, ὁπηνίκα Βουλγάρους εχειρώσατο, μὴ νεοχμῶσαι θε λήσαντος ὅλως μηδὲ τὰ πράγματα μετακινῆσαι, ἀλλ᾽ ἐπὶ τῆς αὐτῆς μένειαν καταστάσεως καὶ οὕτω διεξ άγεσθαι καθώς που ὁ Σαμουὴλ διωρίσατο, καὶ διδόναι τὸν ζεῦγος βοῶν ἔχοντα Βούλγαρον εἰς τὸ κοι νὸν σίτου μόδιον ἕνα καὶ κέγχρου τοσοῦτον καὶ οἴνου στάμνον ἔνα, ὁ ὀρφανοτρόφος ἀντὶ τῶν εἰδῶν νομί σματα δίδοσθαι διωρίσατο. Ὅπερ μὴ εὐφόρως οἱ ἐγχώριοι φέροντες, εὑρόντες δὲ καὶ καιρὸν εὔκαιρον τὴν τοῦ Δελεάνου ἐπιφάνειαν, τὴν Ῥωμαϊκὴν ἀπεσείσαντο ἡγεμονίαν καὶ πρὸς τὸ ἀρχαῖον ἐπανέδραμον ἔθος. Εγένετο δὲ κατὰ τοῦτον τὸν καιρὸν μελέτη τυ ματος κολύψας ὁ Κωνσταντῖνος, καὶ μόνης τῆς ἀναπνοῆς ἀπέστειλε. ραννίδος κατὰ τοῦ βασιλέως, ἔξαρχον ἔχουσα Μιχαὴλ τὸν λεγόμενον Κηρουλάριον καὶ Ἰωάννην τὸν Μακρεμβολίτην καὶ ἄλλους οὐκ ὀλίγους τῶν πολιτῶν, οἳ καὶ δημευθέντες ἐξωρίσθησαν. Καὶ ἑτέρα δέ τις ἐπισύστασις γέγονε κατὰ Κωνσταντίνου τοῦ μεγάλου δομεστίκου ἐν Μεσανάκτοις· ἧς μηνυθείσης αὐτῷ Μιχαὴλ μὲν ὁ Γαβρᾶς καὶ Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοὶ τῶν ταγματικῶν ἀρχόντων ἐκπηροῦνται τοὺς ὀφθαλμοὺς, Γρηγόριον δὲ πατρίκιον τὸν Ταρωνίτην ἔξαρχον, ὡς ἐλέγετο, καὶ πρωτουργὸν τῆς συστάσεως ὄντα ὠμῇ βύρσῃ βοὸς διὰ παντὸς τοῦ σώ ἔξοδον ἀφεὶς καὶ τῆς ὄψεως, πρὸς τὸν ὀρφανοτρόφον Σεπτεμβρίῳ δὲ μηνὶ, ἰνδικτιῶνος θ' τοῦ ςφμθ ἔτους, ᾿Αλουσιάνος πατρίκιος καὶ στρατηγὸς Θεοδοσιουπόλεως, ὁ τοῦ ᾿Ααρών δεύτερος υἱὸς, ἄφνω τῆς πόλεως ἀποδρὰς τῷ Δελεάνῳ προσέρχεται ἐξ αἰτίας τοιαύτης· Ἐν Θεοδοσιουπόλει καὶ γὰρ στρατηγών οὗτος καὶ ὡς ἄδικος κατηγορηθεί, πρὶν ἢ ἐξετάσει δοθῆναι τὰ κατ᾽ αὐτοῦ λεγόμενα, ἀπητήθη παρὰ τοῦ Ιωάννου χρυσίου λίτρας ν', προσαφηρέθη δὲ καὶ γυναικεῖον χωρίον, ὅπερ εἶχεν ἐν τῷ Χαρσιανῷ κάλλιστον. Δεηθεὶς δὲ περὶ τούτου τοῦ βασιλέως πολλὰ καὶ μὴ τυχὼν ἐπιστροφῆς, πάντοθεν ἀπο γνούς, στολήν λαβὼν ᾿Αρμενίων καὶ ὡς τάχα θερά πων τοῦ Θεοδωροκάνου Βασιλείου ἐς τὸν βασιλέα ἐς Θεσσαλονίκην ἀπιών, λαθὼν ἅπαντας ἔφυγε καὶ ἐν Οστροβῷ διασώζεται, [Ρ. ] ἐκεῖσε πανσυδὶ τοῦ Δελεάνου ἐστρατοπεδευμένου τυγχάνοντος. Τοῦτον περιχαρῶς δεξάμενος ὁ Δελεάνος (ἐδεδοίκει γὰρ μή πως προστεθῶσιν αὐτῷ μᾶλλον οι Βούλγαροι ὡς εἰς βασιλικόν αἷμα τὴν ἀναφορὰν ἔχοντι) καὶ κοινωνὸν ὡς ἐδόκει τῆς βασιλείας παρειληφώς, στρατιὰν αὐτῷ δίδωσι χιλιάδας τεσσαράκοντα, ἀπελθεῖν κελεύσας καὶ ἐκπολιορκῆσαι Θεσσαλονίκην· ἦρχε δὲ τότε τῆς πόλεως Θεσσαλονίκης ὁ τοῦ βασιλέως ἀνεψιός Κωνσταντίνος πατρίκιος. ὓς ἀπελθὼν καὶ τάφρον περιβαλόμενος ἐπιμελῶς εἴχετο τῆς πολιορκίας. Ἐπὶ ἓξ δὲ ἡμέρας ἀποπειρασάμενος τῆς πόλεως ἐλεπόλεσι καὶ μηχαναῖς καὶ πάντοθεν ἀποκρουσθεὶς καὶ τοῖς πᾶσιν ἀπειρηκώς διὰ προσεδρείας ἐδόκει ἀνύσαι τὸ σπουδαζόμενον. Μια δὲ τῶν ἡμερῶν τῷ τάφῳ τοῦ μεγάλου μάρτυρος Δημητρίου προσελθόντες οἱ ἐπιχώριοι, καὶ πάννυχον ἐπιτελέσαντες δέησιν καὶ τῷ μύρῳ τῷ ἐκ τοῦ θείου τάφου βλύζοντι χρησάμενοι, ὡς ἐκ μιᾶς ὁρμῆς ἀναπετάσαντες τὰς πύλας ἐξέρχονται κατὰ τῶν Βουλγάρων. Συνῆν δὲ τοῖς Θεσσαλονικεῦσι τὸ τάγμα τῶν Μεγαθύμων. Εξελ θόντες δὲ καὶ τῷ ἀπροσδοκήτῳ καταπληξάμενοι
col. 265–266page 124 of 174
PG 122:265τρέπουσι τοὺς Βουλγάρους μηδ' όλως πρὸς ἄμυναν ἢ 15 ἐλκὴν στῆναι βουληθέντας, τοῦ μάρτυρος προηγη ταμένου τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ τὴν πορείαν προομαλίζοντος, καθὼς ἐνωμότως διεβεβαίουν οἱ αἰχμαλωτισθέντες Βούλγαροι, λέγοντες νεανίαν ἔφιππον ὁρᾷν προηγούμενον τῆς Ῥωμαϊκῆς φάλαγγος, ἐξ οὗ πῦρ ἐξαλλόμενον ἐπυρπόλει τοὺς ἐναντίους. Ἔπεσον οὖν πλείω τῶν ιε' χιλιάδων δοριάλωτοι δὲ ἐλήφθησαν οὐκ ἐλάττους τούτων. Οἱ δὲ λοιποὶ αἰσχίστως σὺν τῷ ᾿Αλουσιάνῳ εἰς τὸν Δελεάνον διασώζονται. Τούτῳ τῷ ἔτει, ἐπινεμήσει θ΄, Ιουνίου ι', περὶ ὥραν τῆς ἡμέρας κβ', γέγονε σεισμός. Μετὰ δὲ τὴν τροπὴν ἑνωθέντες ὅ τε Δελεάνος καὶ ὁ ᾿Αλουσιάνος ὑπενοοῦντο ἀλλήλους, ὁ μὲν διὰ τὴν ήταν αἰσχυνόμενος, ὁ δὲ προδοσίαν ὑποπτεύων, καὶ ἐπεβούλευον ἀλλήλοις καιροφυλακοῦντες. σκευασάμενος οὖν ὁ ᾿Αλουσιάνος μετά τινων οἰκείων αὐτοῦ καὶ ἄριστον ποιήσας καὶ εἰς εὐωχίαν καλέσας τῶν Δελεάνον, κραιπαλοῦντα καὶ μεθύοντα κατασχών ἀπετύφλωσεν, ὡς μηδ' αἴσθησιν ὅλως τοῖς Βουλγά τοις δοθῆναι τοῦ γεγονότος· καὶ φυγών ἔρχεται ἐν Μοσυνοπόλει πρὸς τὸν βασιλέα. Καὶ τοῦτον μὲν ὁ βασιλεὺς εἰς τὸ Βυζάντιον πρὸς τὸν ὀρφανοτρόφον ἐκπέμπει, ἐς τὸ τῶν μαγίστρων ὕψος αναβιβάσας, αὐτὸς δὲ ἄρας ἐκ Μοσυνοπόλεως ἔπεισιν ἐν Θεσσαλονίκῃ. Ἐκεῖθεν δὲ διαβὰς εἴσεισιν ἐν Βουλγαρίᾳ, καὶ τὸν Δελεάνον κατασχὼν ἔπεμψεν ἐν Θεσσαλονίκῃ, αὐτὸς δὲ πρὸς τὰ ἐνδότερα γενόμενος (ἔτι γὰρ Μανουὴλ ὁ Ἰβάτζης δέμα ξύλινον κατασκευάσας κατὰ τὸν Πρίλαπον ᾤετο ἀπεῖξαι προσωτέρω χω ρεῖν τὴν βασιλικὴν στρατιὰν καὶ τὰ ἔνδον κατέχειν) ἀλλ᾽ ὁ βασιλεὺς ἐκεῖσε γενόμενος λόγου θᾶττον τό τε ξύλινον τείχος διέρρηξε καὶ τὸ σύστημα τῶν Βουλγάρων ἐσκέδασε καὶ τὸν Ιβάτζην κατέσχε. Ο Και καταστησάμενος πάντα τὰ ἐν Βουλγαρία, και στρατηγοὺς ἐν τοῖς θέμασι τάξας, εἴσεισιν ἐν τῇ βασιλίδι, ἐπαγόμενος μεθ' ἑαυτοῦ τόν τε Δελεάνον καὶ τὸν Ἰβατζην. Τῇ δὲ κατεχούσῃ τοῦτον νόσῳ ἐντρυχωθείς, καὶ πάντοθεν τῆς οἰκείας ἀπογνοὺς σωτηρίας, ἀποκείρεται μοναχὸς παρὰ τοῦ μοναχοῦ Κοσμά του Τζιντζουλούκη, ὅς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνουθέτει τὰ δέοντα. Δεκεμβρίου δὲ δεκάτῃ τοῦ ςφν' ἔτους, ινδικτιώνος, ι', θνήσκει ἐν μετανοίᾳ καὶ ἐξομολογήσει, τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτάδα αποκλαιόμενος, βασιλεύσας ἐπὶ ἔτη ζ' καὶ μῆνας ή', ἀνὴρ τἆλλα μὲν ἐπιεικὴς καὶ χρηστὸς καὶ εὐλαβῶς δόξας βιοῦν, πλὴν τοῦ εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτήματος. ᾿Αλλὰ καὶ τοῦτο οἱ πολλοὶ τῷ ἀρφανοτρόφῳ προσάπτουσι. Τοιούτῳ δὲ τέλει χρησαμένου του Μιχαὴλ τὸ πᾶν κράτος περιέστη ὡς εἰς κληρονόμον τὴν Βασιλίδα Ζωήν. Τοιγαροῦν καὶ νεανικώτερον ήπτετο τῶν πρα γμάτων, συνεργούς ἔχουσα καὶ συλλήπτορας τοὺς τοῦ πατρὸς εὐνούχους, οὕς ἄνωθεν ὁ λόγος πολλάκις ἐπηριθμήσατο. Πλὴν οὐ παρέμεινεν ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλ᾽ ἀποβλέψασα πρὸς τὸν ὄγκον τῆς βασιλείας, καὶ διαγνοῦσα ὡς οὐκ ἄν ποτε καθ᾿ ἑαυ τὴν αὐτὴ δυνηθείη ὀρθῶς τὰ κοινὰ διεξάγειν, καὶ ἐλυσιτελὲς νομίσασα τὸ ἀβασίλευτον καὶ ἄναρχον τὴν τηλικαύτην εἶναι ἀρχὴν, καὶ δέον εἶναι κρίνασα προ χειρίσασθαι βασιλέα τὸν δυνάμενον ἀντιλαμβάνεσθαι τῶν πραγμάτων ἐν ταῖς συμβαινούσαις περιστάσεσι, καὶ ἐπὶ τρεῖς ὅλας ἡμέρας περὶ τούτου διασκοπήσασα, τὸν τοῦ βασιλέως ἀνεψιόν καὶ ὁμώνυμον, τὸν υἱὸν τοῦ Στεφάνου τοῦ ἐν Σικελίᾳ τὰ πράγματα
col. 267–268page 125 of 174
PG 122:267διαφθείραντος. Καίσαρα ὄντα καὶ δραστήριον δου κοῦντα καὶ περὶ τὰ πράγματα δεξιόν, ὅρκοις πρότερον φρικωδεστάτοις καταλαβοῦσα ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, πράττουσαν ἅττα δὴ καὶ κελεύει ποιεῖν, εἰσποιητόν προσλαμβάνει υἱὸν καὶ βασιλέα Ῥωμαίων ἀναγορεύει, τῷ βα σιλικῷ ταινιώσασα διαδήματι, πρότερον ἐκποδὼν ποιησαμένη τὸν ὀρφανοτρόφον καὶ ἐς τὸ μοναστήριον τῶν Μονοβατῶν ἐξορίσασα, παραπλησίως καὶ Κων σταντῖνον τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρχῆς παραλύσασα καὶ ἐν τοῖς τοῦ Ὀψικίου κτήμασιν αὐτοῦ τῆς ἀψίδος τοῦτον περιορίσασα, ὡσαύτως καὶ Γεώρ γιον τὸν πρωτοβεστιάριον ἐν τοῖς κατὰ Παφλαγονίαν αὐτοῦ κτήμασι στείλασα. Κατ' αὐτὴν δὲ τὴν ὥραν καθ᾽ ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μιχαὴλ, σκοτώσει καὶ ἐλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθε τοῦ πεσεῖν. Μόλις δ᾽ οὖν ἀνεκαλέσαντο τοῦτον μύροις καὶ ἀρώμασι καὶ λοιποῖς ἄλλοις εὐώδεσιν εἴδεσιν. Ἐκλονεῖτο δὲ καὶ ἡ γῆ παρ' ὅλους τοὺς τέσσαρας μῆνας τῆς βασιλείας αὐτοῦ. [Ρ. ] Τέως δὲ στεφθεὶς παρὰ τοῦ πα τριάρχου καὶ βασιλεὺς καταστὰς τιμαῖς καὶ ἀξιώμασι τὴν σύγκλητον καὶ δωρεῶν διανομαῖς τὸ κοινὸν ἄν ελάμβανεν. Ἐντεύξει δὲ τῇ πρὸς τὴν δέσποιναν καὶ Κωνσταντῖνον τὸν δομέστικον μετακαλεσάμενος τῆς ὑπερορίας καὶ νοβελίσσιμον τιμήσας είχε μεθ' ἑαυτοῦ. Δόξας δὲ ἐν βεβαίῳ ἐστάναι αἰφνίδιον ἔπεσε. Γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ συμβουλίαις τοῦ δομεστίκου διαφθαρείς, λεγόντων μὴ πολλάκις πιστεύειν τῇ δεσποίνῃ, ἀλλὰ φυλάττεσθαι ταύτην, ἵνα μὴ, παραπλήσια πάθῃ τῷ τε θείῳ αὐτοῦ καὶ βασιλεῖ Μιχαὴλ καὶ τῷ πρὸ αὐτοῦ Ῥωμανῷ, γοη τείαις, ὡς ἔφασκον, κατεργασθέντι, καὶ συμβουλευόντων, εἴ οἷόν τε ἐκποδὼν θέσθαι αὐτὴν καὶ σπεῦσαι μὴ προληφθῆναι, καὶ συνεχεῖς τὰς προσ βολὰς περὶ τοῦ αὐτοῦ ποιούμενοι πράγματος ἀνα πεῖσαι ἴσχυσαν ἐπιβουλὴν κατ' αὐτῆς μελετῆσαι. Εδοξεν οὖν ἀποπειραθῆναι τῶν πολιτῶν πρότερον, οἵαν ἔχουσι περὶ αὐτοῦ, γνώμην, καὶ εἰ μὲν χρηστὴν διάθεσιν φανῶσι φυλάττοντες εἰς αὐτὸν καὶ φιλίαν ὀρθὴν, τότε δὴ καὶ ἐγχειρῆσαι τῇ μελέτῃ, εἰ δὲ τού ναντίον, ἡσυχίαν ἄγειν. Τῷ Κυριακῇ οὖν τὴ μετὰ τὸ ἅγιον Πάσχα προέλευσιν δημοσίαν κηρύξας ἐν τῷ τῶν ῾Αγίων Αποστόλων ναῷ, καὶ δι᾿ αὐτῆς ἀποπειραθῆναι κρίνας τῆς γνώμης τῶν πολιτῶν, ἀπῆλθεν ἐστεφανωμένος μετὰ τῆς συγκλήτου, πάσης τῆς πό λεως ἀθροισθείσης εἰς τὴν θέαν, σκεύη χρύσεα καὶ ἀργύρια τῶν τὴν λεωφόρον κατοικούντων ἀποκρεμαννύντων καὶ πέπλους καὶ ἄλλα υφάσματα χρυσοϋφῆ, κἂν ταῖς εὐφημίαις προτεθυμημένων καὶ αὐτὰς, εἰ οἷόν τε, ἐκκενῶσαι τὰς ψυχάς. Οἷς δελεασθεὶς ὁ δείλαιος τῷ ἐξ εὐνοίας ὑπολαβεῖν ταῦτα γίνεσθαι, ὑποστρέψας ἐν τῷ μεγάλῳ παλατίῳ τῷ μὲν πατριάρχῃ μηνύει ἀπελθεῖν εἰς τὴν ἐν τῷ Στενῷ μονὴν αὐτοῦ καὶ προσδέχεσθαι αὐτὸν τῇ ἐπαύριον, δοὺς
col. 269–270page 126 of 174
PG 122:269χρυσίου λίτρας τέσσαρας διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τάχα ὑποδοχήν νυκτὸς δὲ τὴν βασιλίδα κατασπᾷ τοῦ θρόνου και περιορίζει εἰς Πρίγκιπον, ἀποκεῖραι τοῖς ἄγουσι κελεύσας αὐτὴν καὶ διακομίσαι τούτῳ τὰς τρίχας αὐτῆς. Καὶ οἱ μὲν πεμφθέντες ἐποίησαν ὡς ἐκελεύσθησαν, ἕωθεν δ' οὗτος ἀναφορὰν γράψας καὶ τῷ τῆς πόλεως ἐπάρχῳ δοὺς ἀναγνῶναι ἐν τῷ τοῦ Μεγάλου Κωνσταντίνου φόρῳ τοῖς πολίταις ἐκέλευσεν· ἐδήλου δὲ ἡ ἀνα φορά, ότιπερ «Κακόνους ἡ ζωὴ περὶ τὴν βασιλείαν μου φανεῖσα ἐξώρισται παρ' ἐμοῦ, συμφρονῶν δὲ ταύτῃ καὶ ὁ ᾿Αλέξιος ἐξεβλήθη τῆς ἐκκλησίας. Ὑμεῖς δὲ, ὁ ἐμὸς λαὸς, εἰ τὴν ἐμὴν εὔνοιαν διατηροίητε πρὸς ἐμὲ, μεγάλων τιμῶν καὶ ἀγαθῶν τεύξεσθε καὶ ζωὴν ἄλυπον καὶ καθαρὰν ζήσεσθε.» Αναγνόντος οὖν τοῦ ἐπάρχου τὴν ἀναφορὰν εἰς η ἐπήκοον τοῦ λαοῦ, φωνή τις εξηκούσθη, μηδενὸς " εὐρεθέντος τοῦ κεκραγότος, ὡς «Ἡμεῖς σταυροπά την [Ρ. ] καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν ἀρχέγονον καὶ κληρονόμον καὶ ἡμετέραν μητέρα Ζωήν.» Καὶ εὐθὺς ὡς ἐκ μιᾶς φωνῆς ἅπας ὁ λαὸς ἐβόων· «᾿Ανασκαφείη τὰ ὀστᾶ τοῦ και λαφάτου.» Καὶ ἀναλαβόντες ἕκαστος λίθους καὶ βάθρα καὶ τὰ παρατυχόντα ξύλα τὸν μὲν ἔπαρχον (ἦν δὲ ᾽Αναστάσιος πατρίκιος ὁ τῷ πατρὶ τῆς Ζωῆς ὑπηρετησάμενος) μικροῦ δεῖν καὶ ἀπέκτειναν, εἰ μὴ φυγῇ χρησάμενος ἐπορίσατο τὴν ἑαυτοῦ σωτηρίαν αὐτοὶ δὲ εἰς τὴν Μεγάλην δραμόντες Ἐκκλησίαν (ἔτυχε γὰρ καὶ ὁ πατριάρχης τὴν αὐτοῦ ὑποστροφὴν ὠνησάμενος, καὶ τὸν μὲν βασιλέα ἐδυσφήμει, τὴν δὲ τῆς βασιλίσσης ἐζήτει ἀνακομιδήν)· προσέδραμον, τοίνυν πάντες οἱ τοῦ πατρὸς αὐτῆς εὐνοῦχοι καὶ β Κωνσταντίνος πατρίκιος ὁ Καβάσιλας καὶ τὸ λοιπὸν ἅπαν πλῆθος τῆς συγκλήτου, καὶ κοινῇ συμβουλῇ πέμψαντες ἄγουσι τὴν Θεοδώραν ἀπὸ τοῦ Πετρίου εἰς τὴν Μεγάλην Ἐκκλησίαν, καὶ ἐνδύσαντες αὐτὴν αλουργίδα βασιλικὴν ἄνασσαν εὐφημοῦσι σὺν Ζωῇ τῇ ταύτης ἀδελφῇ. Καὶ ὁρμήσαντες πρὸς τὸ παλά τον καταγαγεῖν ἠπείγοντο τῶν ἀνακτόρων τὸν Μιχαήλ. Ὁ δὲ πρὸς τὴν ὀργὴν τοῦ λαοῦ καὶ τὴν κίνησιν ἀποδειλιάσας, εὐθὺς ἀποστείλας ἤγαγε τὴν Ζωὴν ἐν τῷ παλατίῳ, καὶ ἀποδύσας αὐτὴν τὰ μου ναχικά μετημφίασε βασιλικοῖς περιβλήμασι. Προσ κύψας οὖν ἀπὸ τοῦ ἐν τῷ ἱπποδρομίῳ καθίσματος, καὶ δημηγορῆσαι πειραθεὶς πρὸς τὸν λαὸν ὅτι τι ἡ βασιλὶς ἤχθη καὶ ὅτι πάντα καλῶς ἔχει αὐτοῖς τὰ κατὰ σκοπὸν, οὐ συνεχωρήθη, ὕβρεσί τε πανταχόθεν τὰ τίμια ξύλα, σταυροπάτης Εξουθένωσεν τοὺς ἐπιόρο κους καὶ σταυροπάτας.
col. 271–272page 127 of 174
PG 122:271πλυνόμενος καὶ λίθοις κάτωθεν καὶ τόξοις βαλλόμενος. Καὶ λοιπὸν ἀπογνοὺς ἐγνώκει εἰς τὸ μονα στήριον ἀπελθεῖν τῶν Στουδίου καὶ ἀποκείρασθαι. ᾿Αλλ᾽ οὐκ ἀφῆκεν αὐτὸν ὁ δομέστικος τῶν σχολῶν, εἰπὼν μὴ οὕτω ῥᾳδίως καταλιπεῖν τὴν ἀρχὴν καὶ ὑποχωρῆσαι, ἀλλὰ γενναίως ἀντιστῆναι καὶ ἡ πάντως ὑπερισχῦσαι ἡ μεγαλοψύχως και βασιλικῶς ὡς πρέ που ἐστὶν ἀποθανεῖν βασιλέα. Ταύτης δὲ τῆς γνώμης ἐπικρατησάσης, τοὺς ἐν τῷ παλατίῳ πάντας ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας αὐτὸς, καὶ ὁ νωβελίσο σιμος δὲ πάντα τὸν ἑαυτοῦ λαὸν ἀπὸ τοῦ ἰδίου οίκου μεταπεμψάμενος ἔνοπλον (ἔτυχε δὲ ἐκ Σικελίας αρτι ἐλθὼν καὶ ὁ στρατηγὸς Κατακαλὼν ὁ Κεκαυμένος, τὰ ἐκ Μεσήνης εὐαγγέλια κομίσας) γενναίως ἀντο είχετο τῶν πραγμάτων. Τοῦ δὲ δήμου τριχή διαιρεθέντος, καὶ μέρους μὲν ἐν τῷ ἱππικῷ προσβαλόντος, ἑτέρου δὲ κατὰ τὰ ἐξκούβιτα τοῦ δὲ λοιποῦ κατὰ τὸ τζυκανιστήριον, καὶ οἱ περὶ τὸν βασιλέα εἰς τρία τὴν ἑαυτῶν διελόντες δύναμιν ἡμύνοντο κραταιῶς. Καὶ γίνεται φόνος πολὺς τῶν πολιτῶν οἷα γυμνῶν καὶ ἀόπλων πρὸς ἐνόπλους ἀγωνιζομένων μετὰ ξύλων καὶ λίθων καὶ τῶν παρατυχόντων εἰδῶν φασὶ γὰρ ὡς ἀπώλοντο κατὰ ταύτην τὴν ἡμέραν (ἦν δὲ ἡ τρίτη τοῦ ἀντίπασχα) ἄνδρες ἀμφὶ τὰς τρεῖς χιλιάδας. Τέλος ἴσχυσαν οἱ πολίται τῷ πλήθει ὑπερτεροῦντες ἐπικρατέστεροι τῶν τοῦ βασιλέως γενέσθαι. Καὶ διαβρήξαντες ] τὰς πύλας τοῦ παλατίου καὶ εἴσω γενόμενοι τό τε ἐναποκείμενον ἐν τῷ Σέκτῳ διαρπάζουσι χρουσίον καὶ τὰ λοιπὰ εἴδη, διαῤῥήσσουσι δὲ καὶ τὰς δημοσίας ἀπογραφὰς, καὶ τὸν βασιλέα συλλαβεῖν ἔσπευδον. Ὁ δὲ ἐπείπερ ἔγνω κατισχυόμενος, τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι μετὰ τοῦ νωβελισσίμου καί τινων οἰκειοτάτων αὐτῷ, καταλιπὼν ἐν τῷ παλατίῳ τὴν ζωὴν, ᾤχετο φυγὰς εἰς τὴν μονὴν τῶν Στουδίου τῇ τετράδι πρωΐας, καὶ εὐθὺς ἡμφιάσατο τὸ τῶν μοναχῶν σχῆμα συνάμα τῷ θείῳ αὐτοῦ. Καὶ ὁ μὲν πόλεμος, ἀρξάμενος ἀπὸ δευτέρας ὥρας τῆς δευτέρας ἡμέρας τοῦ ᾿Αντίπασχα έληξε νυκτὸς τῆς τρίτης ἡμέρας· ἡ δὲ Ζωὴ πάλιν ἐγω κρατής γενομένη τῆς βασιλείας ἐβούλετο μὲν τὴν αὐτῆς ἀδελφὴν Θεοδώραν παρώσασθαι, ἐκυλύθη δὲ παρὰ τοῦ πλήθους συμβασιλεύειν αὐτῇ καὶ ταύτην αιτησαμένου. Ἔρχεται οὖν καὶ ἡ Θεοδώρα ἀπὸ τῆς Μεγάλης ἐξελθοῦσα Ἐκκλησίας εἰς τὸ παλάτιον. Συν αθροισθείσης δὲ καὶ τῆς συγκλήτου, δημηγορήσασα ἡ ζωὴ πρότερον μὲν πρὸς τὴν σύγκλητον, εἶτα καὶ ἔκ τινος περ ωπῆς πρὸς τὸ πλῆθος, αὐτοῖς μὲν εὐχαριστίας, ὡς εἰκὸς, ἀπέδοτο καὶ εὐχὰς τῆς εἰς αὐτὴν εὐνοίας, τὴν περὶ τοῦ βασιλέως δὲ γνώμην ἐζήτει, τί δεῖ γενέσθαι αὐτόν. Καὶ πάντες ὁμος φώνως ἀνέκραγον· «Αῖρε τὸν παλαμναῖον, ποίησον ἐκ μέσου τὸν ἀλιτήριον· ἀνασκολοπισθήτω, σταυρωθήτω, τυφλωθήτω.» Ἡ δὲ ὤκνει πρὸς τὴν τι μωρίαν καὶ συμπαθής τῷ δυστυχοῦντι ἐγίνετο. Αλλ' ή Θεοδώρα ὀργῆς ὑποπλησθεῖσα καὶ παῤῥησίας τῷ νεωστὶ προβληθέντι ἐπάρχῳ (ἦν δὲ ὁ Καμ πανάρης) κελεύει μετὰ σπουδῆς ἀπελθεῖν καὶ ἐξ Εκτισε τὰ παλάτια τῆς Χαλκής καὶ τῶν ἐξκουβίτων. τοῦ παλατίου, τὴν παλατίου παραφυλακὴν καὶ τάγμα τῶν ἐξκουβίτων, ορύξαι αὐτοῦ τε καὶ τοῦ θείου αὐτοῦ ὀφθαλμούς· ὃς ἐξελθὼν συνεπομένου αὐτῷ καὶ τοῦ δήμου παντὸς Κυριακή τοῦ Θωμᾶ, Η τρίτη
col. 273–274page 128 of 174
PG 122:273ἀπῆλθεν εἰς τὰ Στουδίου. Ὁ δὲ Μιχαὴλ καὶ ὁ τούτου θεῖος, ὡς ᾔσθοντο τὴν τοῦ λαοῦ παρουσίαν, ἐκ τοῖς ἀδύτοις τοῦ ναοῦ τοῦ Προδρόμου κατέφυγον. ᾿Αλλὰ φλεγμαίνων ἔτι τῷ θυμῷ διὰ τοὺς ἀναιρεθέντας δ δῆμος εἴσεισι πρὸς βίαν εἰς τὸν θεῖον ναὸν, καὶ ἀφαρ πάσαντες ἐκεῖθεν αὐτοὺς εἴλκον διὰ τῆς ἀγορᾶς ἀπὸ τῶν ποδῶν, καὶ ἄνωθεν τῆς Περιβλέπτου μονῆς ἐν τῷ τόπῳ τῷ καλουμένῳ Σίγματι ἀγαγόντες ἀπο τυφλοῦσι καὶ ἄμφω, τοῦ Μιχαὴλ πολλὰ καθικετεύσαντος πρότερον τὸν ἑαυτοῦ τυφλωθῆναι θεῖον, ὡς πάντων τῶν γενομένων κακῶν καὶ πρωτουργὸν καὶ αἴτιον· ὃ καὶ ἐγένετο. Τυφλωθέντες οὖν ἐξορίζονται, ὁ μὲν Μιχαὴλ εἰς τὸ μοναστήριον τῶν Ἐλεγμῶν εἰκάδι πρώτῃ μηνὸς Ἀπριλλίου, ινδικτιῶνος ι' τοῦ ςφν' ἔτους, βασιλεύσας ἐπὶ μῆνας δ' καὶ ἡμέρας ε', οἱ δὲ συγγενεῖς αὐτοῦ πάντες ἄλλος ἀλλαχῇ διεσπάρησαν. Πάλιν δὲ τῆς ἀρχῆς εἰς τὴν ζωὴν μετακυλισθείσης, συμβασιλεύουσαν ἔχουσαν, ὡς εἴπομεν, οὐχ εκοῦσαν καὶ τὴν ἀδελφὴν Θεοδώραν, τιμῶν μὲν ἡ σύγκλητος προβιβασμοῖς ἐγεραίρετο καὶ δωρεῶν διανομαῖς τὸ κοινόν, [Ρ. ] καὶ τὰ πράγματα προμηθείας τῆς ἐνδεχομένης ἐτύγχανε, γραμμάτων απανταχοῦ καὶ διαταγμάτων έκπεμπομένων, ἀπριάτην τε τὰς ἀρ χὰς γίνεσθαι καὶ μὴ ὠνίους ὡς πρότερον ὑπισχνουμένων, καὶ πάσαν ἀδικίαν ἐκ μέσου διοριζομένων ἐλαύνεσθαι. Τούτων δὲ καταστάντων ὡς τοῖς κρατ τοῦσιν ἐδόκει, ἤχθη καὶ ὁ νωβελίσσιμος Κωνσταντῖνος ἀπὸ τῆς ὑπερορίας, καὶ περὶ τῶν δημοσίων ἀνακρινόμενος χρημάτων, τὰς ἀπειλὲς πτοηθείς, ὑπέδειξεν ἐν τῷ κατὰ τοὺς Ἁγίους Αποστόλους οἴκῳ αὐτοῦ κεκρυμμένα ἔν τισι κινστέρνῃ χρυσίου κεντηνάρια ν' ἐπὶ τρισί. Καὶ ταῦτα μὲν διεκομίσθη τῇ βασιλίδι, ἐκεῖνον δ᾽ αὖθις ἡ ὑπερορία ἐδέξατο. Προχειρίζεται δὲ ἡ βασιλὶς δομέστικον τῶν σχολῶν τῆς ᾿Ανατολῆς Νικόλαον, πρόεδρον τὸν εὐνοῦχον τοῦ ἰδίου πατρὸς, καὶ δοῦκα τῆς Δύσεως Κωνσταντίνον πατρίκιον τὸν Καβασίλων· τὸν δὲ πατρίκιον Γεώρ γιον τὸν Μανιάκην, ἤδη παρὰ τοῦ Μιχαήλ φθά σαντα τῆς φρουρᾶς ἀπολυθῆναι, μάγιστρον τιμήσασα στρατηγὸν αὐτοκράτορα τῶν ἐν Ἰταλίᾳ ταγμάτων ἐκπέμπει. Καὶ ταῦτα μὲν γέγονεν οὕτως. Βουλῆς δὲ προτεθείσης περὶ βασιλέως, καὶ δόξαν τοῖς πᾶσι βασιλέα προχειρισθῆναι καὶ τῇ Ζωῇ νομίμως συν αφθῆναι, ἔσπευδε μὲν αὐτὴ Κωνσταντῖνον ἀγαγέσθαι τὴν κατεπάνω ὃν δὴ καὶ ᾿Αργοκλίνην, ἀφ᾿ ἧς υπηρεσίας μετεχειρίσατο, ἀπεκάλουν· ἦν γὰρ ὁ ἀνὴρ εὁπρεπὴς τὴν ὥραν, ἐλέγετο δὲ καὶ λάθρα τῇ Ζωή πλησιάζειν. Ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος φαρμάκοις ἐξάγει τοῦ βίου, οὐκ ἐπειδὴ ἀποστόργως εἶχε πρὸς αὐτὸν, ἀλλ' ἐπειδὴ ἔμελλε τούτου ἔτι ζῶσα στερίσκεσθαι. Καὶ λοιπὸν ἀστοχήσασα ἡ βασιλὶς τοῦ σκοποῦ, μεταπέμπεται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνον τὸν Μονομάχον, παρὰ τοῦ δρφανοτρόφου τὴν νῆσον Μιτυλήνην κατακριθέντα οἰκεῖν διὰ τὸ παρά πάντων φημίζεσθαι ὡς μέλλει κρατῆσαι τῆς βασι ἀργυροκλίνης; Χτι. αργοκίνης παρὰ τοῦ ἀργεῖν ἀμφὶ τὴν κλίνην.
col. 275–276page 129 of 174
PG 122:275λείας. Τοῦτον γὰρ, ὁπηνίκα τὸν ἕτερον ἐβουλεύετο Κωνσταντῖνον εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν, δικαστὴν Ἑλλήνων προεχειρίσατο· ἐπειδὴ δὲ κἀκεῖνος, ὡς εἴπομεν, κατειργάσθη φαρμάκῳ, ὁ ῥηθεὶς Μονομάχος καὶ τῷ θανόντι ὁμώνυμος πρὸς τρόπου ἐνολίσθη τῇ βασιλίδι. Ἤχθη οὖν πρὸς τὸν ἄγχιστα τοῦ ᾿Αθύρος διακείμενον ναὸν τοῦ ἀρχιστρατήγου τὸν ἐν Δημοκρανείᾳ· καὶ πεμφθεὶς Στέφανος εἰς ῶν τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος ὁ Περγαμηνὸς ἀποδιδύσκει μὲν αὐτὸν τὴν ἰδιωτικὴν στολὴν, ἀμφιέννυσι δὲ πορφυρίδα βασιλικὴν, καὶ δρόμωνι ἐμβιβάσας ἄγει πρὸς τὰ βασίλεια. τινι ἀχθέντι συνάπτεται εἰς κοινωνίαν γάμου ἡ βασιλίς, τῆς Ιερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς Νέας ὃς Στυπῆς ὠνομάζετο, ια' τότε τοῦ Ιουνίου μηνὸς ἄγοντος, τοῦ ςφν' ἔτους. Στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου. ] Καὶ ἤδη τῶν σκήπτρων γενόμενος έγκρατής πάντας μὲν τοὺς συγκλητικούς βαθμοῖς ἀξιωμάτων κατὰ τὴν ἑκάστου προεβίβασεν ἀξίαν, καὶ χρυσίου δὲ διανομαῖς τὸ πλῆθος ἐφιλοτιμήσατο. Εξαπέστειλε δὲ καὶ ἀναφορὰς ἐν πᾶσι τοῖς θέμασι, τήν τε ἀνάῤῥησιν αὐτοῦ δηλούσας, καὶ ὑπισχνουμένας παντὸς μὲν ἀγαθοῦ βλύσιν καὶ παῤῥησίαν, πάσης δὲ κακίας ἀποτομήν. Μετεβίβασε δὲ καὶ Ιωάννην τὸν ὀρφανοτρόφον μετὰ πάντων ὧν είχεν ἀπὸ τῆς μονῆς τῶν Μονοβατῶν εἰς τὴν νῆσον Δέ σβον, καὶ Μιχαὴλ τὸν πρὸ τοῦ βασιλέα εἰς Χίον, καὶ Κωνσταντῖνον τὸν νωβελίσσιμον εἰς Σάμον. Καὶ ταῦτα μὲν ἐπράχθη ἐν προοιμίοις τῷ Μονομάχω, κατὰ τὴν ι' ἰνδικτιῶνα· κατὰ δὲ τὴν ς' τοῦ Ὀκτω βρίου μηνός, τῆς ια' ἰνδικτιῶνος, τοῦ ςφνα ἔτους, ἐφάνη κομήτης ἀπὸ τῆς ἕω πρὸς τὴν δύσιν ποιούμενος τὴν πορείαν, καὶ ὡρᾶτο λάμπων παρ' ὅλον τοῦτον τὸν μήνα. Προεμήνυε δ' οὗτος τὰς μελλούσας ἐπισυμβήσεσθαι κοσμικὰς συμφοράς. Στεφάνου γὰρ τοῦ καὶ Βοϊσθλάβου, ὥσπερ ἔμπροσθεν ἐῤῥήθη, ἀποδράντος ἀπὸ τοῦ Βυζαντίου καὶ τὰ Ἰλλυρικά κατασχόντος ὄρη, καὶ Τριβαλλοὺς καὶ Σέρβους καὶ τὰ πρόσοικα γένη καὶ Ῥωμαίοις ὑπήκοα κατατρέχοντος καὶ ληϊζομένου, μὴ φέρων ὁ Μονομάχος τὰς ἐκείνου καταδρομὰς τῷ τότε ἄρχοντι τοῦ Δυρραχίου (ἦν δὲ Μιχαήλ πατρίκιος, ὁ ᾿Αναστασίου τοῦ λο γοθέτου υἱός) γράμμασιν ἐγκελεύεται τὸν ὑπ' αὐτὸν ἀθροῖσαι τοῦ Δυρραχίου λαὸν στρατιωτικών, ἔτι δὲ καὶ τὰς στρατιὰς τῶν ἐγγιζόντων τούτῳ θε μάτων καὶ αὐτῷ ὑποκειμένων, καὶ συνάμα τοῖς ὑποστρατήγοις εἰς Τριβαλλοὺς ἀπελθεῖν καὶ καταπολεμῆσαι τὸν Στέφανον. Ὁ δὲ πολεμικῆς ἐπισ στήμης ἀπέχων μακράν, οἷα σκιατραφής ἄνθρωπος καὶ εὐπαθείαις ἐντεθραμμένος, ἀφυῶς καὶ ἀτέχνως ἐπιχειρήσας τῷ ἔργῳ μεγάλης αἴτιος ἀτυχίας τῷ Ῥωμαίων ἐγένετο πολιτεύματι. Αθροίσας γὰρ ἂς προσετέτακτο δυνάμεις, οὔσας περὶ τὰς ἑξήκοντα χιλιάδας, εἴσεισιν εἰς Τριβαλλούς, διοδεύσας ὁδοὺς
col. 277–278page 130 of 174
PG 122:277ἀνάντεις καὶ τραχείας καὶ ἀποκρήμνους και στενοχώρους ὡς μὴ ἐν ταυτῷ δύνασθαι δύο ἱππότας βαδίζειν, ἐνδόντος ἐξεπίτηδες, ὡς φασι, καὶ τῶν Σέρβων καὶ συγχωρησάντων τὴν εἴσοδον, μήτε τῆς ὁποστροφῆς φροντίσας μήτε φυλακὴν ἐπιστήτας ἀξιόμαχον ταῖς στενοχωρίαις. Ἐκεῖνος μὲν οὖν εἰσ ελθὼν ἐδῄου τὰς πεδιάδας καὶ ἐπυρπόλει, οἱ δὲ Σέρβοι καταλαβόντες ἐφύλαττον τὰ στενὰ καὶ ἀπό κρημνα τῆς τρίβου, καὶ προσέμενον τὴν ὑποστροφὴν. ὡς δὲ ἄλις τῷ Μιχαὴλ ἐδόκει τὰ τῆς λεηλασίας, καὶ λείαν πολλὴν καὶ αἰχμαλωσίαν περιεβάλετο, καὶ καιρὸς ἐφάνη ἀναζυγῆς, κάν ταῖς στενοχωρίαις οδοιποροῦντες ἐγένοντο, τότε δὴ ἀφ᾽ ὕψους οἱ πολέμιοι χέρμασί τε βάλλοντες καὶ τόξοις καὶ παντοίοις ἐκηβόλοις ὀργάνοις καὶ λίθους ὑπερμεγέθεις κυλίοντες ἀνῄρουν, τῶν περὶ τὸν Μιχαὴλ μήτε χερσὶ μήθ᾽ ὅπλοις χρήσασθαι δυναμένων, μήτ' ἀρε τῆς ὅλως ἐπιδείξασθαι ἔργον. ] Καὶ οἱ μὲν αὐτόθι βαλλόμενοι ἔπιπτον, οἱ δὲ κατεκρημνίζοντο καὶ ἐλεεινῶς ἀνηλίσκοντο, ὡς πληρωθῆναι νεκρῶν τὰς παρα κειμένας φάραγγας καὶ τοὺς ρύακας καὶ βατὰς γενέσθαι τοῖς διώκουσιν. Επεσον οὖν περί που τὰς μ' χλιάδας, ἀνῃρέθησαν δὲ καὶ στρατηγοὶ ἑπτά. Οἱ δὲ λοιποὶ ἐν ταῖς λόχμαις καὶ ταῖς νάπαις καὶ ταῖς συναγκείαις κρυβέντες τῶν ὀρέων, καὶ τοὺς τῶν ἐναντίων διαδράντες ὀφθαλμοὺς, καὶ διὰ τῶν κορυφῶν τούτων ἀναῤῥιχώμενοι, νυκτὸς διεσώθησαν πεζοὶ καὶ γυμνοὶ καὶ τοῖς ὁρῶσι θέαμα ἐλεεινὸν καὶ θρήνων ἄξιον. Διεσώθη δὲ μετ᾿ αὐτῶν καὶ ὁ Μι χαὴλ, τὴν ἴσην καὶ αὐτὸς περικείμενος τύχην. Γεώργιος δὲ μάγιστρος ὁ Μανιάκης ἐν Ἰταλία, ὡς εἴρηται, παρὰ Ζωῆς τῆς βασιλίδος πεμφθεὶς ἐφ' ᾧ καταστήσασθαι τὰ ἐκεῖ (ἐνόσει γὰρ τὰ πάντα καὶ κακῶς ἐφέρετο ἐπειρίᾳ καὶ φαυλότητι ἀρχηγών), πρὸς ἀποστασίαν ἀπεῖδεν. Αξιον δὲ εἰπεῖν ἐπιδραμόντας καὶ τὰς αἰτίας εἰς ἀκριβῆ γνῶσιν τῶν τῷ βιβλίῳ ἐντυγχανόντων. Ὅτε γὰρ οὗτος πρῶτον εἰς Ιταλίαν ἐπέμφθη παρὰ τοῦ βασιλέως Μιχαήλ συμμαχήσων Απολάφαρ Μαχοῦμετ τῷ τῆς Σικελίας ἀρχοντι πολεμουμένῳ παρὰ τοῦ οἰκείου ἀδελφοῦ καὶ τῶν ῎Αφρων, ἔτυχε προσεταιρισάμενος καὶ Φράγ γους πεντακοσίους ἀπὸ τῶν πέραν των Αλπεων Γαλλιών μεταπεμφθέντας καὶ ἀρχηγὸν ἔχοντας Αρδουΐνον τὴν κλῆσιν, χώρας τινὸς ἄρχοντα καὶ ὑπὸ μηδενὸς ἀγόμενον, μεθ᾽ ὧν τὰ τῶν Σαρακηνῶν εἰργάσατο τρόπαια. Ἐπεὶ δὲ οὗτος συκοφαντης θεὶς παρελύθη τῆς ἀρχῆς καὶ εἰς τὴν πόλιν εἰσ αχθεὶς καθείρχθη, καὶ ἄρχειν ἀντ' αὐτοῦ τῆς Ἰταλίας ἐπέμφθη Μιχαὴλ πρωτοσπαθάριος ὁ Δοκειανός, ἀνα επιτήδειος άνθρωπος καὶ πρὸς μεταχείρησιν πρα γμάτων οὐκ εὐφυής, οὐκ ἐδεήθη χρόνου συγχέαι καὶ διαφθεῖραι τὰ κάντα. Μὴ παρέχων γὰρ κατὰ καιρὸν τοῖς Φράγγοις τὸ αὐτοῖς παρεχόμενον ἐφ᾿ ἕκαστον μῆνα σιτηρέσιον, μᾶλλον δὲ, ὡς φασι, καὶ τὸν ἡγε μόνα τούτων, ἀφιγμένον ὡς αὐτῶν ἐφ᾽ ᾧ παρακαλέσαι ηπίως χρῆσθαι τοῖς στρατιώταις καὶ μὴ ἀπο στερεῖν τούτους τοῦ τῶν πόνων μισθοῦ, ὑβρίσας καὶ μαστιγώσας ἀτίμως, ἠνάγκασε τοὺς ἀνθρώπους ἀποστατῆσαι. Ων ὅπλα κεκινηκότων δέον τὰς Ρω μαϊκὰς ἁπάσας ἀθροῖσαι δυνάμεις καὶ τούτοις προσ μίξαι, ὁ δὲ τοῦτο οὐκ ἐποίησεν, ἀλλ᾽ ἕν εἰληφώς τάγμα τὸ τοῦ Ὀψικίου και μέρος τῶν Θρακησίων,
col. 279–280page 131 of 174
PG 122:279καὶ συμβαλὼν αὐτοῖς ἐν Κάνναις περὶ τὸν Αμφι δον ποταμὸν, ἔνθα καὶ κατὰ τοὺς πάλαι χρόνους ᾿Αννίβας τὰς πολλὰς τῶν Ρωμαϊκών στρατευμάτων κατέκοψε μυριάδας, ἡττήθη καὶ τὸ πλέον ἀπέβαλε τῆς στρατιᾶς, αἰσχίστως καὶ αὐτὸν ἐν Κάνναις δια σωθείς. Οὕτω δὲ πληγείς οὐδὲ μετὰ τὴν πληγήν, κατὰ τὸν ἐν παροιμίαις ἀλιέα, νοῦν ἔσχεν, οὐδ' ὀχυρώσεις ἑαυτὸν πάσῃ τῇ στρατιᾷ προσέβαλε τοῖς ἐχθροίς ἀλλ᾽ ὑπὸ θράσους. ὡς ἔοικε, στρατηγούμενος αὐτούς τε τοὺς ἡττηθέντας πάλιν ἀναλαβὼν καὶ Πισσίδας καὶ Λυκάονας, οἵπερ ἀναπληροῦσι τὸ τάγμα τῶν φοιδεράτων περὶ τὰς λεγομένας Ώρας προσ ρήγνυται τοῖς ἐχθροῖς καὶ τρέπεται αὖθις κατὰ κράτος, προσεταιρισαμένων τῶν Φράγγων καὶ ἄλλο πλῆθος [Ρ. ] οὐκ ὀλίγον ἀπὸ τῶν Ιταλῶν τῶν περὶ τὸν Πάδον τὸν ποταμὸν καὶ τὰς ὑπωρείας οι κούντων τῶν ᾿Αλπεων. Τοῦτο δὲ πυθόμενος ὁ βασι λεὺς Μιχαὴλ, τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς, ἔπεμψε δὲ τὸν Βοϊωάννην, δοκοῦντα πρακτικὸν ἄνδρα εἶναι καὶ ἐν πολέμοις εὐδόκιμον, καὶ εἰς ἐκεῖνον ἀναφέροντα τὴν τοῦ γένους ἀναφορὰν τὸν ἐπὶ Βασι λείου τοῦ βασιλέως ἐν Ιταλίᾳ πεμφθέντα Βοϊωάννην, ὅς πᾶσαν τὴν Ἰταλίαν μέχρι Ῥώμης τότε τῷ βασιλεῖ παρεστήσατο. ᾿Αλλὰ καὶ οὗτος ἀπελθὼν κατὰ χώραν καὶ νεαλῆ καὶ ἀκμαίαν δύναμιν μὴ λαβών, ἀλλ᾽ ἀναγκασθεὶς μετὰ τῶν προηττημένων συμβαλεῖν τοῖς ἐχθροῖς κατὰ τὴν Μονόπολιν ἤδη κραταιωθεῖσι καὶ τῆς χώρας ὡς ἰδίας ἀντεχομένοις, ἡττηθεὶς ἑάλω, καὶ ὁ σὺν αὐτῷ στρατὸς, ὅσοι μὴ σιδήρου γεγόνασι παρανάλωμα, άλλος ἀλλαχοῦ δι εσκεδάσθησαν, διασωθέντες ἐν τοῖς ἔτι τὰ Ῥωμαίων φρονοῦσι φρουρίοις. Καὶ λοιπὸν οἱ Φράγγοι τῆς Ιταλίας ὡς δορυκτήτου αντιποιοῦντο κτήματος, τῶν ἐγχωρίων ὧν μὲν ἑκουσίως, ὧν δὲ βίᾳ καὶ ἀνάγκῃ προσχωρούντων αὐτοῖς, πλὴν Βρεντησίου καὶ Ἱδροῦντος καὶ Ταραντός τε καὶ Βάρεως· αὗται γὰρ αἱ τέσσαρες πόλεις παρέμειναν πίστιν Ρωμαίοις φυσ λάττουσαι. Μιχαὴλ δὲ τοῦ βασιλέως ἀποθανόντος καὶ τοῦ μετ᾿ αὐτὸν ἐξωσθέντος τῆς βασιλείας, ὁ Μανιάκης, ὡς ἄνωθεν ἐῤῥέθη, πεμφθεὶς εἰς Ἰταλίαν παρὰ τῆς Ζωῆς, εἰ καὶ μὴ δύναμιν ἀξιόχρεων εἶχεν, ὅμως μετὰ τῆς παρούσης στρατηγικαῖς μηχαναῖς χρησάμενος ἐκδιώξαι ἴσχυσε τοὺς Φράγγους τῆς Ἰταλίας περὶ Καπύην καὶ Βενεβενδὸν καὶ Νεάπολιν, καὶ μετρίαν κατάστασιν καὶ γαλήνην παρέσχε τοῖς πράσ γμασι. Οὗτος ὁ Μανιάκης κατὰ τὸ θέμα τῶν ᾿Ανα τολικῶν τὰς οἰκήσεις ἔχων καὶ Ῥωμανῷ τῷ Σκληρῷ γειτονῶν, διαφερόμενος πρὸς αὐτὸν πολλάκις ἐπε εχείρησεν ἀνελεῖν τοῦτον, εἰ μὴ φυγῇ τὴν ἑαυτοῦ ἐπου ρίσατο σωτηρίαν. Ἐπεὶ δὲ τὰ Ῥωμαίων σκήπτρα ἐς Κωνσταντῖνον ἦλθε τὸν Μονομάχον καὶ ὁ Σκληρός ἐπὶ μέγα τύχης ἦρτο (ἐπαλλακεύετο γὰρ τῷ Μονα μάχῳ ἡ τοῦ Σκληροῦ ἀδελφή, μάγιστρος τιμηθεὶς καὶ πρωτοστράτωρ, τῶν εἰς αὐτὸν μεμνημένος τοῦ Γεωργίου καταδρομών, καταχρώμενος τῇ ἐξουσία καὶ τὴν ἀπουσίαν κατατρέχων τοῦ Μανιάκη, τά τε
col. 281–282page 132 of 174
PG 122:281ἀνήκοντα αὐτῷ ἐδῄου καὶ ἔκειρε χωρία καὶ εἰς τὴν τούτου κοίτην ἀνέδην ἐξύβρισεν. "Απερ ἐκεῖνος ἐν Ιταλία πυνθανόμενος ἤσχαλλε και διεπρίετο τῷ θυμῷ. ῎Αρτι δὲ καὶ σπουδῇ τοῦ Ῥωμανοῦ παραλυθεὶς τῆς ἀρχῆς καὶ τοῖς πᾶσιν ἀπεγνωκώς (ᾔδει γὰρ ὡς οὐκ εἰς χρηστὸν αὐτῷ τέλος ἡ εἰς τὸ Βυζάντιον ἄφιξις τελευτήσει) τὰς ἐν Ιταλίᾳ δυνάμεις ανα σείσας καὶ διαφθείρας, διψώντων τῶν στρατιωτῶν τὰς οἰκείας ἰδεῖν πατρίδας, ὅπλα κατὰ τοῦ βασιλέως κινεῖ. Καὶ τὸν μὲν πεμφθέντα διάδοχον αὐτοῦ (ἦν δὲ ὁ πρωτοσπαθάριος Πάρδος, [Ρ. ] ἀνὴρ Βυζάν δ τιος, καὶ δι' ἄλλο μὲν οὐδὲν ἀγαθὸν, ὅτι δὲ γνώριμος ἦν τῷ βασιλεῖ, τηλικαύτης χώρας ἄρχειν πεμφθείς) ἀναιρεῖ, αὐτὸς δὲ αὐτῷ διάδημα περιθεὶς καὶ τὰ τῆς βασιλείας παράσημα ἀναλαβὼν ἀναγορεύεται βασι λεύς, καὶ πλοίοις ἐμβιβάσας τὰς δυνάμεις περαιού και ἐν Βουλγαρία. Τοῦτο μαθὼν ὁ βασιλεὺς εἰς ταρα χὴν οὐ τὴν τυχοῦσαν ἐνέπεσε· καὶ γράμματα μὲν πρὸς αὐτόν ἐκπέμπει παντὸς ἀπολύοντα φόβου τοῦ τον καὶ τοὺς σὺν αὐτῷ, παρακαλοῦντά τε ἀποθέσθαι τὰ ὅπλα, καὶ ὑπισχνούμενος πᾶσαν εὐεργεσίαν ἐπεὶ δὲ ἐκεῖνος ἄτεγκτος ἦν καὶ οὐ μεθίετο τοῦ σκου ποῦ, ἀγηοχὼς καὶ αὐτὸς ἃς εἶχε δυνάμεις, καὶ στρατηγὸν αὐταῖς ἐπιστήσας αὐτοκράτορα τὸν σεβαστοφόρον Στέφανον τὸν ἐν Δαμοκρανείᾳ τὰ τῆς βασιλείας εὐαγγέλια τούτῳ διακομίσαντα, ἐκπέμπει καὶ τοῦ ἀποστάτου. Καὶ συναντῶσι τὰ στρατεύματα κατὰ τὸν λεγόμενον Όστροβὸν ἐν τῷ Μαρμαρίῳ, καὶ συμπλοκῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, αὐτοῦ τοῦ Μανιάκη προηγουμένου καὶ τὰς φάλαγγας διακόπτοντος. Καὶ αὐτὸν ὡς βασιλέα εὐφήμουν. Εν ὅσῳ δὲ ταῦτα ἐγίνετο, αἰφνιδίως ἐκ τοῦ ἵππου πεσὼν οὗτος ἀπέθανε, μηδενὸς φανέντος τοῦ. τοῦτον τρώσαντος· εὑρέθη γὰρ ἔχων κατὰ τοῦ στήθους καιρίαν πληγήν. Τούτου δὲ γνωσθέντος τῷ ἐναντίῳ στρατεύματι, ἀποτέμνεται μὲν ἡ κεφαλὴ τοῦ Γεωργίου, συλλαμβάνονται δὲ καὶ πάντες οἱ αὐτῷ συναράμενοι, ἅμα τῇ πτώσει τοῦ ἀρχηγοῦ τὰ ὅπλα βίψαντες καὶ ἑαυτοὺς ἐγχειρίσαντες. Καὶ τῷ μὲν βασιλεῖ ἄγγελος ἐπέμφθη κομίζων τὰ εὐαγγέλια τῆς νίκης, εἴσεισι δὲ μεθ᾿ ἡμέρας τινὰς καὶ ὁ Στέφανος τὴν κεφαλὴν ἄγων τοῦ Μανιάκη καὶ τοὺς κρατηθέντας ἐν τῷ πολέμῳ· καὶ διὰ μέσης τῆς πλατείας θριαμβεύσας προηγουμένης τῆς κεφαλῆς ἄνωθεν δόρατος, καὶ τῶν ἀποστατῶν ὄνοις ἐποχουμένων, αὐτὸς ὄπισθεν εἴπετο, ἵππῳ λευκῷ ἐφεζόμενος. Καὶ τὰ μὲν περὶ τον Μανιάκην τοιοῦτον εἴληφε τέλος. Γέγονε δέ τις καὶ ἄλλη ἀποστασία ἐν Κύπρῳ κατὰ τοῦτον τὸν χρόνον, πρωτουργὸν ἔχουσα Θεόφιλον τὸν Ερωτικόν· οὗτος γὰρ τῆς νήσου στρατηγῶν καὶ νεω τέρων ἀεὶ πραγμάτων ἐφιέμενος, ἐπείπερ ἐπύθετο τὴν τοῦ Καλαφάτου καταστροφὴν καὶ τὴν κατασχοῦσαν τα πράγματα σύγχυσιν, καιρὸν εὔθετον εὑρεῖν οἰη θεῖς πρὸς τὸ σπουδαζόμενον, τότε τὸ ἔθνος ἅπαν τῶν Κυπρίων ἀνάπτει, καὶ τὸν δικαστὴν καὶ πράκτορα τῶν δημοσίων φόρων τὸν πρωτοσπαθάριον Θεοφύλακτον ὀνελεῖν παρασκευάζει, ἔγκλημα τούτῳ ἐπενεγκὼν ὡς βαρείας τὰς τῶν συντελειῶν ποιουμένῳ εἰσπράξεις. ᾿Αλλὰ πρὸς τοῦτον οὐκ ἐδέησε τῷ Μονο μάχω μακροτέρας τριβῆς· χειροῦται γὰρ αὐτὸν ἐκπεμφθεὶς ὅ [τε] τοῦ στόλου κατάρχων Κωνσταντῖνος πατρίκιος ὁ Λαγέ, τὸ ἔθνος ἅπαν τῶν Κυπρίων υποποιησάμενος, καὶ εἰς βασιλέα ἄγει. Αχθέντα δὲ ἱπποδρομίας ἀγομένης θριαμβεύσας καὶ τῶν ὑπαρχόντων ψιλώσας ἀπέλυσε. [Ρ. ] Τῇ δὲ κ' τοῦ Φεβρουαρίου μηνός, τῆς ια' Ινδικτιώνος, κατέλυσε τὴν ζωὴν ᾿Αλέξιος ὁ πατριάρ σεβαστοφόρου Σεβαστοφόρου θῆλυν ὁ βασιλεὺς ἐνδύσας στολὴν καὶ ἐν τῷ ἱππικῷ τὰ τῆς βασιλείας εὐω αγγέλια τούτῳ διεκομίσατο
col. 283–284page 133 of 174
PG 122:283χης, καὶ ἀνάγεται εἰς τὸν αὐτοῦ θρόνον Μιχαὴλ ὁ Κηρουλάριος, κατὰ τὴν ἡμέραν τοῦ Εὐαγγελισμοῦ, μοναχοὺς ὢν ἐξ οὐπερ ὁ ὀρφανοτρόφος αὐτὸν διὰ τὴν ἐπιβουλὴν ἐξώρισε. Προσαγγέλλεται δὲ τῷ βασιλεῖ καὶ χρυσίον ἀποτεθησαυρισμένον ἐν τῇ τοῦ ᾿Αλεξίου μονῆ, καὶ πέμψας αναλαμβάνεται τοῦτο, εἰς κεντηνάρια ποσούμενον κε'. Μαΐου δὲ δευτέρας, τῆς αὐτῆς ἰνδικτιῶνος, ἐκτυφλοῦται καὶ ὁ ὀρφανοτρόφος ἐν τῷ λεγομένῳ χωρίῳ τῶν Μαρυκάτου, ὡς μέν τινέςφασιν, ὑπὸ Θεοδώρας, ἄκοντος τοῦ βασιλέως, ὡς δὲ ὁ τῶν πολλῶν κρατεῖ λόγος, παρ' αὐτοῦ τούτου ἐγκοτῶντος αὐτῷ διὰ τὰς ὑπερορίας, καὶ τῇ ιγ' τοῦ αὐ τοῦ μηνὸς ἀποθνήσκει. Ἰουλίῳ δὲ μηνὶ τῆς αὐτῆς Ινδικτιῶνος κατηγορήθη καὶ Στέφανος ὁ σεβαστοφόρος ὡς ἐπιβουλεύων τῷ βασιλεῖ καὶ βασιλέα βου λόμενος ποιῆσαι Λέοντα πατρίκιον καὶ στρατηγὸν Μελιτηνῆς, τὸν υἱὸν τοῦ Λαμπροῦ· καὶ ὁ μὲν Στι φανος τῶν ὑπαρχόντων γυμνωθεὶς καὶ μοναχὸς ἀπο καρεὶς ἐξωρίσθη· ὁ δὲ Λαμπρός, ἀπηνῶς ἐτασθεὶς καὶ τὰς ὄψεις πηρωθεὶς καὶ διὰ τῆς ἀγορᾶς πομ πευθεὶς, μετὰ μικρὸν ἀπέθανεν. Εγένετο δὲ καὶ κατὰ τὸν Ἰούνιον μῆνα τῆς αὐτῆς ἐπινεμήσεως καὶ ἡ τοῦ ἔθνους τῶν Ῥὼς κίνησις κατὰ τῆς βασιλίδος. Οὗτοι γὰρ κοινοπραγούντες μέσ χρι τοῦδε Ῥωμαίοις καὶ εἰρηνεύοντες μετ᾿ αὐτῶν, ἀδεῶς τε ἀλλήλοις ἐπεμίγνυντο καὶ ἐμπόρους ἐς ἀλλήλους ἔπεμπον. Κατὰ δὲ τοῦτον τὸν χρόνον φιλονεικίας γενομένης ἐν Βυζαντίῳ μετά τινῶν ἐμπόρων Σκυθῶν, συμπληγάδος τε ἐξ αὐτοῦ ἐπακολουθησάσης καί τινος καί τινος Σκύθου φονευθέντος ἐπιφανοῦς, ὁ τότε κατάρχων τοῦ γένους τούτων Βλαδιμηρός, ἀνὴρ ὁρμητίας καὶ τὰ πολλὰ τῷ θυμῷ χαριζόμενος, πυθό μενος τὸ συμβὰν καὶ δεινοπαθήσας καὶ μὴ δοὺς ἀναβολὴν ἢ καιρὸν τῷ κινήματι, τῶν ὑπ' αὐτὸν ἀγείρας ὅσον μάχιμον, προσεταιρισάμενος δὲ καὶ συμμαχικὸν οὐκ ὀλίγον ἀπὸ τῶν κατοικούντων ἐν ταῖς προσαρκτίοις τοῦ Ὠκεανοῦ νήσοις ἐθνῶν, καὶ πλῆθος ἀθροίσας, ὡς φασι, περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ πλοίοις ἐγχωρίοις τοῖς λεγομένοις μονοξύλοις ἐμβαλὼν κατὰ τῆς πόλεως ἐξορμᾷ. Τοῦτο μαθὼν ὁ βασιλεύς πέμπει μὲν πρεσβευτάς, ἐξαιτῶν καταθέσθαι τὰ ὅπλα καὶ ὑπισχνούμενος ἐξιάσασθαι εἴ τι δὴ καὶ γέγονεν ἄτοπον, καὶ μὴ διὰ μικρὸν ἐθελῆσαι πρᾶγμα τὴν ἐκ μακροῦ παγιωθεῖσαν διαλῦσαι ερή νην καὶ τὰ ἔθνη κατ' ἀλλήλων ἀνάψαι· ἐπεὶ δὲ δε ξάμενος αὐτὸς τὰ γράμματα τούς τε πρέσβεις ἀτί μως ἐδίωξε καὶ ὑπερηφάνους καὶ σοβαρὰς ἀπέδωκεν ἀπολογίας, ἀπεγνωκὼς ὁ βασιλεὺς τὴν εἰρήνην καὶ αὐτὸς ὡς ἐνῆν ἀντιπαρετάττετο. [Ρ. ] Καὶ τοὺς μὲν ἐνδημοῦντας τῇ βασιλίδι εμπόρους τῶν Σκυθών, ἔτι δὲ καὶ τοὺς κατὰ συμμαχίαν παρόντας διασκορπίσας ἐν τοῖς θέμασι, καὶ ἀσφαλισάμενος ἵνα μὴ καὶ ἀπὸ τῶν ἔνδον ἐπιβουλή τις ἀνεγερθῇ, ὡς ὁ καιρὸς ἐδίδου καὶ τὸ τοῦ ἔργου ὀξύῤῥοπον, τάς τε βασιλικὰς ἐξαρτύσας τριήρεις καὶ ἄλλας οὐκ ὀλίγας ἀπὸ τῶν εὐσταλῶν καὶ κούφων, καὶ λαοῦ πληρώσας ἀπὸ τῶν παρατυχόντων ἐν Βυζαντίῳ τότε στρατιω τῶν, καὶ αὐτὴς οὗτος τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι ἔξεισι καὶ τοῖς Σκύθαις ἅπαντιάζει κατὰ τὸ τοῦ
col. 285–286page 134 of 174
PG 122:285Πόντου στόμα ἐν τῷ λεγομένῳ ναυλοχούσι Φάρῳ, παρεπομένην ἔχων διὰ τῆς ξηρᾶς καὶ ἱππικὴν στρα τιν οὐκ ὀλίγην. Ἐπεὶ δὲ ἀντιμέτωποι ἔστησαν αἱ δυνάμεις, έργου μὲν οὐδέτερον μέρος ἥπτετο· οἵ τε γὰρ Σκύθαι ἐπὶ τοῦ λιμένος ἔνθα προσώρμουν ἑστῶτες ἡσυχίαν ἦγον, καὶ ὁ βασιλεὺς τὴν ἐκείνων προσμένων κίνησιν ἐκαρτέρει. Ἐπεὶ δὲ ὁ καιρὸς ἐτρίβετο καὶ ἡ ὥρα ἦν πρὸς ὀψὲ, πρέσβεις ὁ βασι δ λεὺς πάλιν ἐκπέμπει περὶ εἰρήνης, καὶ πάλιν ἀτίσ μως ἀποπέμπει τούτους ὁ βάρβαρος, μηνύσας, ε βούλεται τῷ βασιλεῖ καταθέσθαι τὰ ὅπλα, δοῦναι παντὶ τῷ ἐπομένῳ αὐτῷ στρατῷ ἀνὰ χρυσίου λίτρας τρεῖς. 'Αμηχάνου δὲ φανείσης τῆς ἀποκρίσεως ἔγνω δεῖν ἔργου έχεσθαι. ὡς δ' ἐκεῖνοι ἀτρέμας εἶχον, μεταστειλάμενος ὁ βασιλεὺς τὸν μάγιστρον Βασίλειον τὸν Θεοδωροκάνον τρεῖς εἰκηφέναι προστάττει τριήρεις δρομάδας καὶ ἀπελθεῖν καὶ ἀποπειράσασθαι τῶν Σκυθῶν, εἴπερ δυνηθείη, ἀκροβολιζόμενος πρὸς πό λεμον αὐτοὺς σπισπάσασθαι. Ο δὲ τὰς τριήρεις εἶν ληψὼς καὶ πρὸς τοὺς Σκύθας γενόμενος οὐ δι' ἀκροβολισμοῦ τῆς αὐτῶν ἀπεπειρᾶτο γνώμης, ἀλλ᾽ εἰς μέσους ἑαυτὸν ὠθήσας ἑπτὰ μὲν σκάφη τῷ σκευαστῷ καταφλέγει πυρί, τρία δὲ αὐτανδρα καταποντίζει. Χειροῦται δὲ καὶ ἕν αὐτὸς εἰσπηδήσας εἰς αὐτὸ, καὶ τῶν ἔνδον οὓς μὲν ἀποσφάξας, οὓς δὲ καὶ τρο πωσάμενος, τὴν τόλμην καταπλαγέντας αὐτοῦ. Οἱ δὲ Σκύθαι, καὶ τὸν βασιλέα ἤδη ὁρῶντες ἐρχόμενον τὸν παντὶ τῷ στόλῳ, καὶ λογισάμενοι, ὅπερ ἦν εἰκὸς, εἰ τοιαῦτα πεπόνθασι τρισὶ τριήρεσιν ἀντιστάντες πολεμούσαις, τί ἂν πάθοιεν βιαζόμενοι παντὶ τῷ στόλῳ συμπλέκεσθαι, ἀπέβλεψαν πρὸς φυγὴν, καὶ εἰς τόπον ἀποῤῥιφέντες σκοπέλους ἔχοντα καὶ Πέτρες ὑφάλους τὰ πλείω τῶν σκαφῶν ἀπεβάλοντο, ἐπιτιθεμένων τούτοις ἀπὸ τῆς ξηρᾶς καὶ τῶν παρα πορευομένων στρατιωτῶν καὶ ἀπολλύντων αὐτοὺς, ὡς εὑρεθῆναι μετὰ ταῦτα νεκρούς ἐριμμένους ἐν τοῖς αἰγιαλοῖς ἀμφὶ τὰς ιε' χιλιάδας. Ὁ μὲν οὖν βα σιλεὺς μετὰ τὴν τῶν Σκυθῶν ἦτταν ἐφ' ὅλας δύο προσμείνας ἡμέρας, κατὰ τὴν τρίτην υπέστρεψεν εἰς τὴν βασιλίδα, δύο τάγματα καταλιπὼν καὶ τὰς λεγομένας εταιρείας, ὑφ᾽ ἡγεμόνι ταττόμενα Νικο λάῳ τῷ παρακοιμωμένῷ [Ρ. ] καὶ Βασιλείῳ ματ γίστρῳ τῷ Θεοδωροκάνῳ, ἐφ᾽ ᾧ τοὺς αἰγιαλούς ἐπισκοπεῖν καὶ παρατρέχειν καὶ φυλάττεσθαι, μή τις ἀπόβασις γένηται τῶν Βαρβάρων, τὸν δὲ πάντα στόλον κατὰ τὸν Φάρον προσμένειν κελεύσας. Καὶ ὁ μὲν βασιλεὺς ταῦτα διαπραξάμενος εἰσῆλθεν εἰς τὸ Βυζάντιον, οἱ περὶ τὸν παρακοιμώμενον δὲ καὶ τὸν Θεοδωροκάνον τοὺς αἰγιαλούς περιιόντες, ἔνθα μετὰ τὴν τροπὴν ἐξεβράσθη τὰ σώματα τῶν Βαρβάρων, πολλῆς λείας καὶ σκύλων ἐγένοντο κύριοι. Καὶ τριήρεις δὲ τέσσαρας ἐπὶ εἴκοσι τοῦ λοιποῦ διαιρεθεῖσαι στόλου εἶποντο φεύγουσι τοῖς Βαρβάροις· ἕν τινι δὲ κόλπῳ ναυλοχούντων αὐτῶν παρῆλθον αὗται διώκουσαι. Καὶ γνόντες οἱ Σκύθαι τὴν ὀλιγότητα, καὶ ἀκριβῶς καταλαβόντες ὡς οὐ πλείους τῶν φαινομένων εἰσὶν, ὑπερκερώσεις ποιησάμενοι ἀπὸ τοῦ ἔνθεν κἀκεῖθεν ἀκρωτηρίου καὶ συντόνῳ τῇ εἰρεσίᾳ χρώ μενοι ἔσπευδον ἐγκολπώσασθαι τοὺς ἐναντίους. Οι δι
col. 287–288page 135 of 174
PG 122:287Ρωμαῖοι ἐκ τῆς προτέρας κωπηλασίας καὶ τοῦ διωγμοῦ κατάκοποι ὄντες, καὶ πρὸς τὸ πλῆθος τῶν βαρβαρικών σκαφῶν ἀποδειλιάσαντες, ἔκλιναν πρὸς φυγήν. Ἐπεὶ δὲ ἔφθασαν τὰ τῶν Βαρβάρων σκάφη στεφανώσαντα τὸ στόμα κατασχεῖν τοῦ κόλπου καὶ 555 ἄπορος ἦν ἡ πρὸς τὸ πέλαγος διέξοδος, Κωνσταντῖνον μὲν πατρίκιος ὁ Καβαλλούριος, στρατηγὸς ὢν τῶν Κιβυῤῥαιωτῶν, γενναίως ἔστη πρὸς πόλεμον μετὰ τῆς ἑαυτοῦ τριήρους καὶ λοιπῶν δέκα, καὶ εὐρώστως μαχόμενος κατεκόπη, ἐλήφθησαν δὲ καὶ τέσσαρες τριήρεις αύτανδροι σὺν τῇ ναυαρχίδι. καὶ πάντες οἱ ἐν αὐταῖς ἀπεσφάγησαν, τὰ δὲ λοιπὰ Ρωμαϊκὰ πλοία ἐν βράχεσι καὶ ἀκταῖς καὶ σκοπέλοις ἀπεῤῥίφησαν· ὧν συντριβέντων οἱ μὲν τῶν ἐν αὐταῖς ὑποβρύχιοι γεγόνασι τῇ θαλάσσῃ, ἄλλοι δὲ ἐάλωσαν ὑπὸ τῶν Βαρβάρων καὶ μαχαίρα παρεδόθησαν καὶ δουλείᾳ, οἱ δὲ διασωθέντες πεζοὶ καὶ γυ μνοὶ εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. Οἱ δὲ Σκύθαι ὡς οὐκ εἰς ἔργον ἐχώρει αὐτοῖς τὰ τῶν ἐλ πίδων, τῆς ἐπ' οἴκου πορείας ἐμνήσθησαν. Υποστρέφουσι δὲ τούτοις διά τε γῆς καὶ θαλάσσης (οὐδὲ γὰρ ἐξήρκουν τοῖς πᾶσι τὰ σκάφη, τὰ μὲν ὑπὸ τῆς προηγησαμένης ναυαρχίας καταποντισθέντα τε καὶ ληφθέντα, τὰ δὲ ὑπὸ κλύδωνος καὶ τρικυμίας θλασθέντα, καὶ διὰ τοῦτο οἱ πλείους πεζῇ τὴν ὁδοιπορίαν ἐποιοῦντο) συναντήσας Κατακαλὼν Βέστης ὁ Κεκαυμένος ἄρχων ὢν τῶν περὶ τὸν Ιστρον πόλεων καὶ χωρίων, κατὰ τὸν αἰγιαλὸν τῆς λεγομένης Βάρνας, καὶ συμβαλὼν ἐτρέψατο, καὶ ἀπέκτεινε μὲν πολλοὺς, ὀκτακοσίους δὲ ζωγρίας λαβὼν πεπεδημένους ἐκπέμπε τῷ βασιλεῖ, Οὗτος γὰρ ὁ ἀνὴρ καὶ ὅτε πρώτως τῶν οἰκείων ἠθῶν ἀπαναστάντες οἱ Σκύθαι πρὸς τὴν βασιλίδα ἠπείγοντο καὶ ἐς τὴν λαχοῦσαν αὐτὸν ἀρχὴν ἀποδάντις προνομὰς ἐποιοῦντο, τὸν ἀμφ' αὐτὸν ἀθροίσας λαὸν προσέῤῥαξε τούτοις, ναὶ γενναίως ἀγωνισάμενος ἐτρέψατό τε κατὰ κράτος καὶ εἰς τὰ οἰκεῖα σκάφη φυγεῖν ἠνάγκασε· [Ρ. ] καὶ πάλιν δὲ τὰ ἀγχίαλα τῆς ὑπ᾽ αὐτὸν ἀρχῆς φυλάττων χωρία, καὶ προσμένων, τὸ τέλος, υποστρέφοντας δεξάμενος καὶ καρτερῶς ὑποστὰς εἰργάσατο τὰ εἰρημένα. η βασιλίδες προκύψασαι ἄνωθεν κατεστόρεσαν τὸ Σεπτεμβρίῳ δὲ μηνὶ, ἰνδικτιῶνος ιβ', ἔτους σφνβ' ἔπνευσεν ἄνεμος σφοδρός, ὡς διαφθαρήναι σχεδόν τοὺς τῶν ἀμπέλων καρπούς. Κατὰ τοῦτον τὸν χρόν νον ἑορτῆς ἀγομένης τῶν ἁγίων μ' Μαρτύρων, ἐν τῇ θ' τοῦ Μαρτίου μηνός, μέλλων ὁ βασιλεὺς εἰς προσ κύνησιν ἀπελθεῖν τῶν ἁγίων δημοσία προόδῳ κατ εστασιάσθη παρὰ τοῦ δήμου. Ἐξελθόντος γὰρ τούτου πεζῇ μετὰ πολλῆς δορυφορίας ἀπὸ τοῦ παλατίου καὶ εὐφημίας, καὶ τὸν ἐν τῇ Χαλκῇ καταλαβόντος ναὸν τοῦ Σωτῆρος, καὶ μέλλοντος ἐκεῖθεν ἐξιππάσασθαι καὶ πρὸς τὸν τῶν Μαρτύρων ἀφικέσθαι σηκόν, ἐξαί φνης ἐξηγήθη φωνὴ ἀπὸ μέσου τοῦ πλήθους· «Ἡμεῖς τὴν Σκλήραιναν βασιλίσσαν οὐ θέλομεν, οὐδὲ δι᾿ αὐτ τὴν αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωή τε καὶ Θεοδώρα θανοῦνται.» Καὶ εὐθὺς συνεχύθη τὰ πάντα, καὶ ταραχή κατέσχε τὸ πλῆθος, καὶ ἐζήτουν τὸν βασιλέα διαχειρίσασθαι. Καὶ εἰ μὴ τάχιον αἱ πλῆθος, ἀπολώλεισαν ἂν οὐκ ὀλίγοι, ἴσως δὲ καὶ αὐτ τὸς ὁ βασιλεύς. Κατευνασθείσης δὲ τῆς ταραχῆς ὑπέστρεψεν εἰς τὰ βασίλεια, τὴν εἰς τοὺς μάρτυρας ἄφιξιν παραιτησάμενος. Ινδικτιῶνος δὲ ιγ' ὁ κατὰ τοῦ ᾿Ανίου ἀρχὴν ἐλάμ βανε πόλεμος. ᾿Αλλὰ ῥητέον ἄνωθεν πῶς καὶ διὰ τίνα τρόπον ήσυχίαν ἄγοντι τῷ τοῦ ᾿Ανίου τοπάρχη καὶ μηδὲν ἀπαίσιον διαπραττομένω Κωνσταντῖνος ὁ βασιλεὺς πολεμεῖν ἐπεχείρησεν. Ὅτε Γεώργιος ὁ
col. 289–290page 136 of 174
PG 122:289Αβασγῶν ἀρχηγὸς ὅπλα κατὰ 'Ρωμαίων ἐκίνησε, συμμαχῶν ἦν αὐτῷ καὶ Ἰωανεσίκης ὁ τῆς τοῦ ᾿Αγίου κυριεύων χώρας. Ἐπεὶ δὲ, ὡς ἐν τοῖς ἔμε προσθεν εἴρηται, Βασίλειος ὁ βασιλεὺς ἀνελθὼν ἐν Ιβηρία παρατάξεσιν ἠγωνίσατο κατὰ τοῦ Γεωργίου καὶ τοῦτον ἐτρέψατο και συνέτριψε, φοβηθεὶς ὁ Ἰωβανεσίκης μή πως ὁ βασιλεὺς μηνιῶν διὰ τὴν συμ μαχίαν ἀνήκεστόν τι ἐς αὐτὸν διαπράξηται, τὰς κλεις τῆς πόλεως εἰληφὼς αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ ἑαυτὸν ἐγχειρίζει ἐθελοντὴς καὶ τὰς κλεῖς παραδίδωσιν. Ὁ δὲ τῆς συνέσεως τοῦτον ἀποδεξάμενος μάγιστρόν τε τιμᾷ καὶ ἄρχοντα διὰ βίου τοῦ ᾿Ανίου, καὶ τῆς λεγομένης μεγάλης Αρμενίας προβάλλεται, ἔγγραφον ἀπαιτήσας ἀπ' αὐτοῦ γραμματεῖον ὡς μετὰ τὴν αὐτοῦ τελευτὴν ἐπανήξει πᾶσα ἡ τοιαύτη ἀρχὴ εἰς τὸ δίκαιον αὐτοῦ καὶ μέρος ἔσεται τῆς Ρωμαϊκῆς. Ἐγένετο ταῦτα. Καὶ θνήσκει μὲν ὁ βα σιλεὺς, θνήσκει δὲ μετὰ χρόνους ἱκανοὺς καὶ ὁ Ἰωβανεσίκης· καὶ θανόντος αὐτοῦ Κακίκιος ὁ τούτου υἱὸς διαδεξάμενος τὴν ἀρχὴν εἰρήνην μεν διετήρει πρὸς Ῥωμαίους καὶ ὁμσιχμίαν, κατεῖχε μέντοι τὴν πατρῴαν ἀρχὴν, [Ρ. ] καὶ ἀποδοῦναι Ῥωμαίοις οὐκ ἤθελεν, ὡς τὸ πατρικὸν ἐβούλετο γραμματεῖον. Εὐρών οὖν ἐν τοῖς ἀνακτόροις τὸ γραμματεῖον ὁ Μονομάχος ἀπῄτει καὶ τὸ ᾿Ανίον καὶ τὴν πᾶσαν με γάλην ᾿Αρμενίαν ὡς Βασιλείου τοῦ βασιλέως διάδοχος. Τοῦ δὲ δοῦλον μὲν ἑαυτὸν ἀνομολογοῦντος Ῥω μαίων, ἀποστῆναι δὲ τῆς πατρῴας ἀρχῆς μὴ ἐθέ λοντος πολεμητέον ἐδόκει τῷ βασιλεῖ. Καὶ δὴ στρατὸν ἀγείρας καὶ Μιχαὴλ Βέστῃ τῷ Ἰασίτη ἐγχειρίσας, ἄρχοντι φθάσαντι προβληθῆναι τῆς Ιβηρίας, πολεμεῖν ἐπεσκόπει τῷ Κακικίῳ· ὁ δὲ ἀπὸ ελθών, καθ᾽ ὅσον οἷόν τ᾽ ἦν, ἔσπευδεν ἐκπληροῦν τὰ προστεταγμένα. Ὅπερ γνοὺς ὁ Κακίκιος, καὶ ὅτι ἀντὶ φίλου καὶ συμμάχου πολέμιος κέκριται, καὶ αὐτὸς τὰς αὐτοῦ δυνάμεις ἀγηοχώς κατὰ τὸ ἐγχω ροῦν αὐτῷ τοὺς ἐπιόντας ἠμύνετο. Κακῶς δὲ φερο μένων τῶν πραγμάτων τῷ Ἰασίτῃ, πέμπεται καὶ ὁ Νικόλαος πρόεδρος ὁ δομέστικος τῶν σχολῶν, ὁ τοῦ δ βασιλέως Κωνσταντίνου παρακοιμώμενος, μετὰ βαρείας χειρός, ὥστε τῷ πλήθει καὶ τῇ δυνάμει καταγωνίσασθαι τὸν Κακίκιον Στέλλονται δὲ γράμ ματα τοῦ βασιλέως πρὸς Ἀπλησφάρην τὸν ἄρχοντα τοῦ Τιβίου καὶ τῆς περὶ τὸν ᾿Αράξην ποταμὸν Περσαρμενίας, παρακαλοῦντα τοῦτον κατὰ τὸ δυνατὸν ολούν την μεγάλην ᾿Αρμενίαν καὶ τὴν ὑποκειμένην χώραν τῷ Κακικίῳ. Απελθὼν οὖν ὁ Νικόλαος ἐκεῖ Τῷ δὲ δούλῳ μὲν ἀνομολογοῦντι πολεμητέον ἐδόκει τῷ βασιλεῖ, βεστάρχης βεστάρχην βέστης ἄρχων τῆς Ἰβηρίας προβεβλημένος, 771, τῆς χώρας, ἄρχων Ααρών βέστης βέσσης Κατακαλὼν τοῦ ᾿Ανίου καὶ τῆς Ἰβηρίας κατάρχων βέ στην
col. 291–292page 137 of 174
PG 122:291vος μὲν ἔργου είχετο, τὰ δὲ γράμματα πέμπει πρὸς Χωρίον δοῦλον, ἀδελφόν δοῦλος τὸν ᾿Απλησφάρην, γράψας καὶ αὐτὸς καὶ παροτρύνας καὶ δώροις καὶ ὑποσχέσεσιν ἐρεθίσας ἐνεργούς θέ σθαι τὰς βουλήσεις τοῦ βασιλέως. Ὁ δὲ τὰ γράμματα δεξάμενος ἀμείβεται ἐπιτελῆ ποιῆσαι τὰ κεκελευσμένα, εἰ γράμμα πεμφθείη τούτῳ βασιλικὸν ἀσφά λειαν παρέχον αὐτῷ πάντα ἔχειν ἐν βεβαίῳ δεσποτικῶς τὰ φρούρια καὶ χωρία ὅσαπερ ἐσχύσεις νόμῳ πολέμου κτήσασθαι ἀπὸ τῶν διαφερόντων τῷ Κακικ!ῳ. Εδέξατο τὸν λόγον ὁ βασιλεὺς, καὶ χρυσο βούλλεις γραφαῖς ἐπιβεβαιοί ὅσα ὁ ᾿Απλησφάρης ᾐτήσατο· καὶ δεξάμενος οὗτος το γράμμα ἔργου ἥπτετο, καὶ πολλὰ τῶν τοῦ Κακικίου ἐκπολιορκήσας κατέσχεν ὀχυρώματα και χωρία. Ὁ δὲ Κακίκιος ὑπό τε τῆς Ῥωμαϊκῆς δυνάμεως πολεμούμενος ὑπό τε τοῦ ἄρχοντος τοῦ Τιβίου λεηλατούμενος, καὶ τοῖς πᾶσιν ἀπεγνωκώς, σπένδεται πρὸς τὸν παρακοιμώμενον καὶ προσχωρεῖ τῷ βασιλεῖ δι' αὐτοῦ, παραδοὺς τὴν πόλιν. Καὶ ὁ μὲν ἐς τὸν βασιλέα ἐλθὼν καὶ μάτ γιατρος τιμηθείς, καὶ χωρία πολυπρότοδα κατά το Καππαδοκίαν καὶ τὸν Χαρσιανὸν καὶ τὸν Λικανδρὸν εἰληφώς, εἰρηνικὸν καὶ ἀτάραχον τὸν ἀπὸ τοῦ ε ἔζησε βίον· ὁ δὲ Μονομάχος τὰ ἐκπολιορκηθέντα φρούρια παρὰ τοῦ Τιβιώτου και χωρία ὡς μέρη τοῦ Ανίου ἐπιζητῶν, [Ρ· ] ἐπεὶ ἐκών γε ἐκεῖνος οὐ μεθίετο τούτων, ἀλλ' ἀντείχετο τῆς χρυσοβούλλου γραφῆς, ἀναιρεῖται πόλεμον πρὸς αὐτὸν, καὶ πάλιν προστάττει τῷ παρακοιμωμένῳ μετά γε τῆς Ῥω μαϊκῆς χειρὸς τοῦ τε Ἰβηρικοῦ στρατοῦ καὶ τῆς ἐν τῇ μεγάλη Αρμενίᾳ δυνάμεως, ἧς κατῆρχεν ὁ Ανιώτης, τῷ ᾿Απλησφάρῃ πολεμεῖν. Πάσας οὖν οὔ της Αθροικώς τὰς δυνάμεις, καὶ ἄρχοντα αὐταῖς ἐπιστήσας Μιχαὴλ τὸν βεστάρχην τὸν Ἰασίτην και τὸν ἑαυτοῦ δοῦλον Κωνσταντῖνον μάγιστρον τὸν Αλανόν, κατὰ τοῦ Τιβίου ἐκπέμπει. Ὁ δὲ Ἀπλησφάρης, στρατηγικώτατος ἄνθρωπος ὢν, εἴπερ τις ἄλλος, καὶ ἔργα πολεμικὰ καὶ βουλὰς ἐχθρῶν δια σκεδάσαι δυνάμενος, πρὸς μὲν τὴν Ῥωμαϊκὴν δύο ναμιν εἰδὼς ἑαυτὸν μὴ ἀξιόχρεων οὐκ ἀντιπαρετάξατο, εἴσω δὲ τειχῶν συγκλείσας ἑαυτὸν καὶ τὸν παραβλέοντα μενοχετεύσας ποταμὸν, καὶ πᾶσαν ἐπικλύσας τὴν πεδιάδα καὶ ἀποτελματώσας πηλώδη τε οὖσαν καὶ τεναγώδη, προσέμενε τὴν ἐπέλευσιν τῶν ἐναντίων, παρασπείρας ἐν τοῖς κύκλωθεν τῆς πόλεως οὖσιν ἀμπελῶσι τοξότας πεζούς, καὶ κρύ πτεσθαι καὶ προσμένειν κελεύσας, ἄχρις ἂν αὐτὸς τῇ σάλπιγγι ἐπισημήνηται τὸ ἐνυάλιον. Οἱ δὲ τῶν Ῥωμαίων ἄρχοντες τόν τε εἰς τὴν πόλιν συγκλεισμὸν καὶ τὴν τῆς πεδιάδος ἐπίκλυσιν δειλίας ἔργον καὶ ἀπογνώσεως κρίναντες, άτακτοι καὶ σποράδην
col. 293–294page 138 of 174
PG 122:293ἄλλοι μὲν τοὺς ἵππους ἀποβάντες, ἄλλοι δὲ καὶ ἔφ ιπποι, ὡς πη ἕκαστος ἐβούλετο, πρὸς τὴν πόλιν ἔτρεχον ὡς αὐτοβοεὶ ταύτην αιρήσοντες. Ἐπεὶ δὲ ἔνδον ἐγένοντο τῶν ἐν μέσω τῶν ἀμπελώνων ὁδῶν καὶ ἄχρι τῆς πόλεως ἔφθασαν, τότε δὴ τῇ σάλπιγγι ση μήνας ὁ ᾿Απλησφάρης έργου ἐκέλευσεν ἔχεσθαι, καὶ ἐξαναστάντες ἀπὸ τῶν λόχων οἱ πεζοὶ οἱ μὲν τόξοις οἱ δὲ λίθοις ἔβαλλον, ἄλλοι δὲ ἐτίτρωσκον ἀπὸ τῶν θριγγῶν, τῶν Ῥωμαίων κωλυομένων ὑπὸ τούτων τοὺς πολεμίους ἀμύνασθαι. Γίνεται οὖν τροπή μεγάλη, καὶ σφάζεται Ῥωμαίων ἀπείρων πλῆθος, φυγεῖν μὴ δυναμένων τῶν ἵππων, ἀλλ' ἐμπιπτόντων εἰς τὸν πηλὸν καὶ τὰ τέλματα. Μόλις οὖν σωθεὶς ὁ Ἰασίτης σὺν τῷ Κωνσταντίνω ἐν τῷ Ανίω αὐτάγγελοι τῆς συμφορᾶς τῷ Νικολάῷ γεγό νασιν. ᾿Αγγελθέντος δὲ τοῦ συμβάντος ἀτυχήματος τῷ βασιλεῖ, ὁ μὲν Νικόλαος και ὁ Ἰασίτης ἀφαι ροῦνται τὰς ἀρχάς, προχειρίζονται δὲ ἀντὶ μὲν τοῦ Ἰασίτου δοὺξ Ιβηρίας ὁ Κεκαυμένος, ἀντὶ δὲ τοῦ Νικολάου στρατηγὸς αὐτοκράτωρ Κωνσταντίνος ὁ τῆς μεγάλης εταιρείας ἄρχων, εὐνοῦχος ἄνθρωπος, ἐκ Σαρακηνῶν ἕλκων τὸ γένος καὶ τῷ βασιλεῖ ὑπηρετήσας πρὸ τῆς βασιλείας καὶ πίστιν τηρῶν ἐς αὐτόν οἱ δὴ καὶ κατὰ χώραν γενόμενοι καὶ τὰς δυ νάμεις συνηθροικότες ἔργου εἴχοντο. Καὶ τῇ μὲν πόλει τοῦ Τιβίου, ἥτις ἦν τοῦ παντὸς ἔθνους μητρόπολις, προσβαλεῖν οὐκ ἠθέλησαν, ἀποπειρῶνται δὲ [Ρ. ] τῶν λοιπῶν φρουρίων τῶν ὅσα τῷ ᾿Ανίω ὑπόκειται. Καὶ αἱροῦσι μὲν τὴν Ἁγίαν Μαρίαν καὶ τὸ λεγόμενον ᾿Αμπίερ καὶ τὸν ᾿Αγιον Γρηγόριον, λίαν ἐρυμνὰ καὶ ἀπόκρημνα οχυρώματι, τοῦ Ἀπλησφάρη πολλάκις ἐπιχειρήσαντος βοηθῆσαι αὐτοῖς πολιορκουμένοις, καὶ τοσαυτάκις ἡττηθέντος. Ερχονται δὲ καὶ ἐπὶ τὸ φρούριον τὸ καλούμενον Χελιδόνιον, ἐπὶ βουνοῦ τε ἀποκρήμνου ιδρυμένον καὶ οὐ πόῤῥω κείμενον τοῦ Τιβίου· καὶ κυκλωσάμενοι τοῦτο τά τροις καὶ χάραξι διὰ προσεδρείας ἡπείγοντο παρα πήσασθαι· καὶ γὰρ δὴ καὶ ἐσπάνιζον τῶν ἀναγκαίων οἱ εἴσω τοῦ τείχους, μὴ φθάσαντες εἰσκομίσασθαι τὰ ἐπιτήδεια διὰ τὸ τῆς προσβολῆς ὀξύῤῥοπον. Καὶ παρεστήσαντο ἂν καὶ τοῦτο, εἰ μή αιφνιδίως ἡ τοῦ πατρικίου Λέοντος τοῦ Τορνικίου ἐξ ἑσπέρας ἀνήφθη ἀποστασία. Οὗτος γὰρ στρατηγῶν ἐν Ἰβηρίᾳ καὶ διαβληθεὶς ὡς τυραννιῶν τῆς τε ἀρχῆς παραστέλλεται καὶ μοναχὸς ἀποκείρεται καὶ εἰς τὴν πόλιν ἀχθεὶς οἶκοι μένειν ἐν ᾿Αδριανουπόλει προστάττεται. Μὴ ἐναγκών δὲ εὐφόρως τὰ εἰς αὐτὸν γεγονότα ἀνια τα, λάθρα καὶ κατὰ μικρὸν τοὺς ἐν ᾿Αδριανουπόλει πρότερον ὑποποιείται στρατηγούς, ὁπόσοι ἔτυχον ὄντες παρεωραμένοι καὶ ἄπρακτοι· διὰ δὲ τούτων καὶ τῶν αὐτοῦ συγγενῶν ὑποφθείρας καὶ τοὺς ὅσοι τῶν Μακεδονικῶν ἦρχον ταγμάτων καὶ Θρακικών, καὶ τοὺς ὅσοι ἐσχόλαζον στρατιώτας καὶ τοὺς ὅσοι ταῖς λεηλασίαις καὶ ταῖς διαρπαγαῖς ἔχαιρον, καὶ χεῖρα ἱκανὴν συστησάμενος, ἀναγορεύεται βασιλεύς, καὶ ἅπαντα τὸν ὑπ᾽ αὐτὸν ἀγείρας λαὸν ὀξὺς ἐπι φαίνεται τῇ βασιλίδι, τοῦ βασιλέως μήτε ἱκανὸν λαὸν ἔχοντος πρὸς ἀντιπαράταξιν μήτε πιστεύοντος τοῖς πολίταις ὡς εὔνοιαν καὶ πίστιν φυλάξουσιν ἐς αὐτόν.
col. 295–296page 139 of 174
PG 122:295Καὶ διὰ τοῦτο ἄγγελος ἐς τὸν Κωνσταντῖνον ἐν Ο βηρία πέμπεται δημοσίοις ἔποχος ἵπποις μετὰ γραμμάτων βασιλικῶν κελευόντων τῶν ἐν χερσὶν ἀφέμενον ἔργων ἀφικέσθαι ὡς τάχος μετὰ τῶν δυ νάμεων ἐς τὴν βασιλίδα. Δεξάμενος δ᾽ οὗτος τὰ γράμματα, καίτοι ἐν χερσὶν ἔχων τὸ φρούριον, λύει μὲν τὴν πολιορκίαν, σπένδεται δὲ τῷ ᾿Απλησφάρη, ἀσφαλισάμενος αὐτὸν ἀραῖς καὶ ὅρκοις ὡς εὔνοιαν διαφυλάξει τῷ βασιλεῖ καὶ οὐδέποτε μελετήσει φαῦ λον κατὰ Ῥωμαίων. Οὕτω δὲ πράξας καὶ τὰς δυνά μεις ἀναλαβὼν σπουδαίως ἠπείγετο πρὸς τὴν βασι λιδα. Καὶ τὸ μὲν Χελιδόνιον τοῦτον τὸν τρόπον διαδιδράσκει τὴν ἅλωσιν· ὁ δὲ Κωνσταντίνος μετὰ τῶν έψων ταγμάτων καὶ παντὸς τοῦ στρατοῦ κατελθὼν αὐτὸς μὲν εἴσεισιν εἰς τὴν βασιλίδα, τὸ δὲ πλῆθος ἅπαν περαιοῦται προστάξει τοῦ βασιλέως εἰς Θράκην, τὸ μὲν κατὰ τὴν ἀντ!πορθμον τῇ βασιλίδι Χρυσόπολιν τὸ δὲ κατὰ τὴν ἐν τῷ Ἑλλησπόντῳ Αβυδον. ᾿Αλλὰ τοῦτο μὲν ὕστερον· πρὶν ἢ δὲ τὰς δυνάμεις ἐλθεῖν, ὁ Τορνίκιος κατὰ τὸν Σεπτέμβριον μήνα, τῆς α' ἐπινεμήσεως, βασιλεὺς, ὡς ἐλέχθη, ἀναῤῥηθεὶς θάττον ἢ λόγος τὴν βασιλίδα καταλαμβάνει, (Ρ. ] ελπίζων αὐτοβοεί ταύτην αιρήσειν διὰ τὸ μὴ εὐπορεῖν τὸν βασιλέα δυνάμεων. Καὶ χά γακα πηξάμενος καταντικρύ τῶν Βλαχερνῶν, ἔγγι στα τῆς μονῆς τῶν ᾿Αγίων Αναργύρων πρῶτον λόγοις καὶ ὑποσχέσεσιν ἀπεπειρᾶτο τῶν πολιτῶν, μηδενὸς δὲ προσέχοντος αὐτῷ ἤδη καὶ ἔργου ἤπτετο. Καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε τῶν πολιτῶν καὶ τῶν παρευρεθέντων κατὰ τύχην στρατιωτῶν ἀντιπαρετάττετο, τοὺς μὲν πολίτας καὶ τὸν δῆμον τάξας ἐπὶ τοῦ τείχους, τοὺς δὲ παρατυχόντας, στρατιώτας και ἄλλους τινὰς ὅσους οἱ τῆς συγκλήτου ἄρχοντες κε λεύσει τούτου καθώπλισαν, μὴ πλέον τῶν χιλίων ὄν τας, ἐξαγαγὼν τοῦ τείχους διὰ τῶν ἐν Βλαχέρναις πυλῶν ἀντιμετώπους ἔστησε τῷ τυράννῳ, τάφρον τινὰ προστησάμενος εἰς κώλυμα τῶν ἐπιόντων, δέον εἴσω πυλῶν ἐπέχειν καὶ ἀπὸ τῶν τειχῶν τοὺς ἐπι όντας ἀμύνεσθαι, πολλὰ τοῦ μαγίστρου Αργυροῦ τοῦ Ἰταλοῦ ποτνιωμένου καὶ παρακαλοῦντος εἴσω μένειν καὶ μὴ ἐξάλλεσθαι, καὶ μὴ θέλειν λαῷ συμπλέκεσθαι μαινομένῳ καὶ ὀργῶντι καὶ στρατιωτικαῖς μελέταις ἐνηθλημένῳ μετὰ στρατιωτῶν ὀλιγοστῶν καὶ λαοῦ νεαλοῦς καὶ ἀπειροπολέμου. Ἀλλὰ ταῦτα λέγων οὐκ ἔπειθεν· ἀντέκειτο γὰρ Κωνσταντῖνος ὁ τὴν ἐπ ωνυμίαν Λειχούδης, τὰ πρῶτα τότε παρὰ βασιλέως φέρων καὶ μέγα παρὰ τούτῳ δυνάμενος καὶ τῆς βουλῆς ταύτης ὑπάρχων πατήρ. Εξελθόντων δὲ τούτων περὶ δείλην ὀψίαν, ὡς ἔγνω ὁ τύραννος, τὰς ἀμφ' αὐτὸν καθοπλίσας δυνάμεις ἔπεισι μετὰ ῥύμης μεγάλης, καὶ θᾶττον ἢ λόγος τὴν τάφρον διατεμὼν τρέπεται τοὺς ἔνδον, ὧν οἱ μὲν ἀλίσκονται, οἱ δὲ φεύγοντες εἰς τὴν τῆς πόλεως τάφρον κατέπιπτον καὶ οἰκτρῶς ἀπώλοντο. Εφευγον δὲ καὶ ἀπὸ τοῦ τείχους κρημνιζόμενοι οἱ πολῖται, παραπλησίως καὶ οἱ πυλωροὶ τῶν ἐν Βλαχέρναις τειχῶν τὰς πύλας
col. 297–298page 140 of 174
PG 122:297ἀναπετάσαντες. Καὶ εἰ μὴ τύχη τις ἔσφηλε τῷ Τορνικίῳ τὰ πράγματα, εἰσῆλθεν ἂν ἀλογητὶ καὶ κα γιος τῶν ἁπάντων ἐγένετο. "Αρτι δὲ διώξας ἄχρι τῆς παρὰ τῷ τείχει τάφρου επέσχε τὸν διωγμόν, καὶ πάλιν ἀναθαββήσαντες οἱ περὶ τὸν βασιλέα τάς τε πύλας κατέσχον καὶ τῆς φυλακῆς ἐπεμελήθησαν τῶν τειχῶν. Τότε δὲ καὶ ὁ βασιλεὺς μικροῦ ἂν ἀπὸ ολώλει διὰ τόξου βληθείς, εἰ μὴ Θεὸς προφανῶς διεσώσατο, τοῦ διστοῦ ἐνεχθέντος εἷς τινος θεράποντος κάλυμμα στροβιλοειδές κεφαλῆς, ὅπερ καὶ τὸν ἔχοντα καὶ τὸν βασιλέα διεσώσατο. Τοῦτον δὲ τὸν τρόπον ἐγγὺς τοῦ ἐλῶναι ἡ πόλις ἐλθοῦσα διεσώθη. Ὁ δὲ ἀποστάτης ἐπί τινας ἡμέρας προσμείνας ἐν τῷ στρατοπέδῳ, ἐπειδὴ οἱ περὶ αὐτὸν κατὰ μικρὸν ὑποββυέντες ηυτομόλουν τῷ βασιλεῖ, πτοηθείς μή πως οι πάντες καταλιπόντες αὐτὸν οἰχήσονται ἢ καὶ κατασχόντες παραδῶσι τῷ βασιλεῖ, ἀναστὰς ἐκεῖθεν ὑπέστρεψεν ἐν ᾿Αρκαδιουπόλει. [Ρ. ] Καὶ αὐτὸς μὲν σὺν Ἰωάννῃ τῷ Βατάτζη παρεμβολὴν πηξάμενος ἐκεῖσε προσέμενε, Θεόδωρον δὲ τὸν τὴν ἐπωνυμίαν Στραβομύτην καὶ τὸν λεγόμενον Πολὺν καὶ Μα λιανὸν τὸν Βρανᾶν, ταγμάτων ἄρχοντας δυτικῶν, καθ' αἵματος κοινωνίαν αὐτῷ ἐγγίζοντας, πολιορκή σα: ἐκπέμπει τὴν Ῥαιδεστόν· ἔτυχον γὰρ αἱ μὲν ἄλλαι Μακεδονικαὶ καὶ Θρᾳκικαὶ πόλεις προσχωρήσασαι τούτῳ, αὕτη δὲ μόνη εὔνοιαν ἐτήρει τῷ βασιλεῖ σπουδῇ τοῦ ταύτης ἀρχιερέως και τινος ἐγχωρίου δυ νάστου τοῦ λεγομένου Βατάτζη, συγγενούς ὄντος τοῦ Τορνικίου. Ὡς δ᾽ ἀπελθόντες ἐκεῖνοι καὶ χρονοτριβοῦντες οὐδὲν ἤνυον, ἄρας καὶ αὐτὸς ἔπεισιν ἐκεῖσε μετὰ παντὸς τοῦ στρατοῦ, καὶ πᾶσαν προσβολὴν καὶ μηχα νὴν ἐπαγαγὼν τῇ πόλει καὶ πάντοθεν ἀποκρουσθεὶς εὐψύχως τῶν ἔνδον ἀποκρουομένων τὰς μηχανὰς ὑπο έστρεψε πάλιν ἐν ᾿Αρκαδιουπόλει, λύσας τὴν πολιορκίαν. ῎Αρτι δὲ καὶ τῶν Ἑῴων στρατευμάτων διαπεραιωθέν των ἔκ τε Χρυσουπόλεως καὶ ᾿Αβύδου πρὸς Θράκην, στρατηγὸν ἐπιστήσας αὐτοῖς ὁ βασιλεὺς Μιχαήλ μάγιστρον τὸν Ιασίτην πέμπει κατὰ τῶν ἀποστατῶν. ᾿Αθροίσας δ' οὗτος ὑφ᾽ ἂν τὰς δυνάμεις καὶ παραστρατοπεδεύσας τοῖς ἀποστάταις μάχης μὲν οὐκ ἦρχεν, ἐκήδετο δὲ μᾶλλον τῶν ἀνηκόντων χωρίων τοῖς ἀποστάταις, καὶ τοῖς ἀλι. σκομένοις φιλανθρώπως εφέρετο, καὶ γράμματα λαθραίως ἔπεμπε πρὸς αὐτοὺς ἀμνηστίαν ἐπαγγελλόμενος κακῶν καὶ ἀγαθῶν δαψίλειαν. Ἐπεὶ δὲ καὶ ὁ χειμὼν ἐπέστη καὶ τῶν ἀναγκαίων ἐσπάνιζον αὐτοί τε οἱ ἀποστάται καὶ τὰ ὑποζύγια καὶ οἱ ἵπποι, μὴ δυνάμενοι πρός τε τὸ ψύχος καὶ τὸν λιμὸν καὶ τοὺς ἐναντίους ἀντικαθίστασθαι, κατὰ μικρὸν προσεβουίσκοντο τῷ μαγίστρῳ. Και μέχρι μὲν τῶν ἀφα νῶν ἦν αὐτομολία καὶ οὐκ ἐπισήμων, ἐκαρτέρει καὶ ταῖς ἐλπίσιν ἐτρέφετο· ἐπεὶ δὲ Μαριανὸς ὁ Βρανᾶς καὶ Πολὺς καὶ Θεόδωρος ὁ Στραβομύτης καὶ οἱ ἐκ τοῦ γένους τοῦ Γλαβᾶ καί τινες ἄλλοι τῶν ἐπισήμων αθρόοι καταλιπόντες αὐτὸν προσεῤῥύησαν τῷ Ἰασίτῃ, φυγών μετὰ Ἰωάννου τοῦ Βατάτζη, ὃς δὴ μετ' αὐτὸν ἐν τῷ στρατοπέδῳ τῶν ἀποστατῶν ἐτάττετο, ἐπείπερ ἄφυκτα ἦν, ἔν τινι κατέφυγεν ἐκκλη τίᾳ, καὶ ἡ ἐπισύστασις τῶν ἀποστατῶν ἐσκεδάσθη. Καὶ τούτους μὲν ὁ Ἰασίτης πέμψας κατέσχε καὶ πρὸς τὸν βασιλέα πεπεδημένους εἰσάγει, τοῦ δὲ στρατοῦ ἔκαστος εἰς τὴν ἑαυτοῦ ἐπανῆλθε πατρίδα ελεύσει τοῦ βασιλέως. Καὶ ὁ μὲν Τορνίκιος καὶ ὁ Βατάτζης ἀποτυφλοῦνται κατὰ τὴν ἐσπέραν τῆς ἑορ τῆς τῆς τοῦ Χριστοῦ γεννήσεως, δημεύονται δὲ καὶ ὁπόσοι παρέμειναν ἕως τέλους εὖνοι τῷ τυραννή αντι, ατίμως πρότερον περιαχθέντες διὰ τῆς ἀγορᾶς καὶ ἐξορίᾳ παραπεμφθέντες. Καὶ ἡ μὲν ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος, ἄρχεται δὲ λοιπὸν τὰ ἀπὸ τῶν Τούρκων κακά. Τίνες δὲ οἱ Τοῦρκοι, καὶ τίνα τρόπον εξαντο πολεμεῖν 'Ρωμαίοις, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. [Ρ. 767.] Τὸ τῶν Τούρκων ἔθνος γένος μέν ἐστιν Οὐννικόν, οἰκεῖ δὲ τὰ προσάρκτια τῶν Καυκασίων * τῶν πολυάνθρωπόν τε ἂν καὶ αὐτόνομον καὶ ὑπ' ὐδενὸς ἔθνους ποτὲ δουλωθέν. Τῆς δὲ τῶν Περσῶν ἀρχῆς εἰς Σαρακηνούς διαλυθείσης, καὶ τῆς τῶν
col. 299–300page 141 of 174
PG 122:299Μηδίας, Βαβυλωνος καὶ 'Ασσυρίων κυριευούσης, ἤδη δὲ καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους οὐκ ὁλίγου τῆς Εὐρώπης, επείπερ ἔτυχον ἐν δια φόροις καιροῖς ἀλλήλων καταστασιάσαντες καὶ ἡ μία καὶ μεγίστη ἀρχὴ αὕτη εἰς πολλὰ διηρέθη μέρη, καὶ ἄλλον μὲν ἀρχηγὸν εἶχεν ἡ Ισπανία, ἄλλον δὲ ἡ Αιβύη, ἄλλον δὲ ἡ Αἴγυπτος, ἄλλον δὲ ἡ Βαβυλών, ἕτερον δὲ ἡ Περσίς, καὶ πρὸς ἀλλήλους μὲν οὐχ ὡμονόουν, μᾶλλον μὲν οὖν καὶ προσεπολέμουν οἱ γειτονοῦντες, ἀρχηγὸς Περσίδος καὶ Χωρασμίων καὶ Ὠρητανῶν καὶ Μηδίας ὑπάρχων Μουχοῦμετ κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασι λέως, ὁ τοῦ Ἰμβραὴλ, καὶ πολεμῶν Ἰνδοῖς καὶ Βα βυλωνίοις καὶ κακῶς ἐν τῷ πολέμῳ φερόμενος, ἔγνω δεῖν πρὸς τὸν ἄρχοντα Τουρκίας πρεσβεύσασθαι καὶ συμμαχίαν ἐκεῖθεν αἰτήσασθαι. Πέμπει γοῦν πρέ σβεις πρὸς αὐτὸν καὶ δῶρα πολυτελῆ, καὶ πεμφθῆναι οἱ ἐξαιτεῖ συμμάχους τὸν ἀριθμὸν τρισχιλίους. Ὁ δὲ δεξάμενος ἀσμενέστατα τὴν πρεσβείαν καὶ τοῖς πεμφθεῖσι δώροις ἡσθεὶς ἐκπέμπει πρὸς αὐτὸν τοὺς τρισχιλίους, ἀρχηγὸν ἔχοντας Τραγολιπάκην Μουκάλει τὸν υἱὸν Μικεὴλ, ἅμα καὶ ἐλπίσας ὡς εἴπερ οὗτοι δυνηθεῖεν ἀποκρούσασθαι τοὺς ἐπεμβαίνοντας τοῖς Σαρακηνοῖς, ῥᾷστά τε τὴν τοῦ ᾿Αράξιδος ποταμοῦ γέφυραν τὴν κωλύουσαν Τούρκους ἐς Περ σίδα ἰέναι ἅτε πεπυργωμένην οὖσαν ἔνθεν κἀκεῖθεν καὶ φρουροῖς πάντοθεν φυλαττομένην βατὴν θήσουσι περιελόντες τὰς φρουράς, καὶ ὑποχείριον αὐτῷ ποιήσουσι τὴν τῶν Περσῶν χώραν. Αφικομένων τοίνυν τῶν μισθοφόρων, αὐτούς τε ἀναλαβόμενος δ Μουχοῦμετ καὶ τὰς ἑαυτοῦ δυνάμεις προσβάλλει τῷ τῶν ᾿Αράβων ἄρχοντι Πισασιρίῳ, καὶ ῥᾷον αὐτὸν τρέπεται, μὴ ὑποστάντων τὰς τῶν τόξων βολὰς τῶν Αράβων. Ὑποστρέψας δὲ εἰς τὴν ἑαυτοῦ ἠπείγετο καὶ πρὸς τοὺς πολεμοῦντας Ινδούς διαγωνίσασθαι μετ᾿ αὐτῶν. Ἐκείνων δὲ ἐξαιτουμένων εἰς τὴν ἑαυτῶν ὑποστρέψαι συγχωρηθῆναι, ἀνεθείσης αὐτ τοῖς τῆς ἐν τῇ γεφύρα φυλακῆς τοῦ ᾿Αράξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπενεγκεῖν ἐβού λετο, δείσαντες οὗτοι μὴ καὶ πάθωσί τι δεινὸν, ἀποστατοῦσι. Καὶ τὴν Καρβωνίτιν ὑποδύντες ἔρημον διὰ τὸ μὴ θαῤῥεῖν ὀλίγους πρὸς τοσαύτας ἀντιπαρατάξασθαι μυριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι ἐδῄουν καὶ ἔφερον τὰ Σαρακηνῶν. Δυσανασχετήσας οὖν ὁ Μουχοῦμετ ἐπὶ τοῖς γινομένοις, στρατὸν ἀθρο! Σαρακηνῶν ἐπικρατείας μὴ μόνον Περσίδος καὶ σας ἀμφὶ τὰς κ' χιλιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, [Ρ. ] ἐπιστήσας αὐτοῖς δέκα στρατηγοὺς ἀπὸ τῶν εὐγενεστάτων καὶ συνετωτάτων καὶ ἐπ' ἀνδρίᾳ μεμαρτυρημένων Σαρακηνῶν. Ἄραντες οὖν οὗτοι ἀπήρχοντο πρὸς τὸν πόλεμον. Καὶ εἰσελθεῖν μὲν εἰς τὴν ἔρημον διὰ τὴν τοῦ ὕδατος καὶ τῶν τριφῶν ἔνδειαν ἀλυσιτελὲς ἐλογίζοντο, ἔγγιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπεδεύσαντες δι εσκοποῦντο τὸ ποιητέον. Ὁ δὲ Γαγγρολίπηξ ἐς τὸ βάθος αὐλιζόμενος τῆς ἐρήμου, ἐπείπερ ἔμαθε
col. 301–302page 142 of 174
PG 122:301τὴν κατ᾿ αὐτοῦ ἐκστρατείαν, ὁ τῶν Τούρκων ἀρχ ηγός, κοινολογησάμενος τοῖς μετ' αὐτοῦ καὶ ἐπιθέσθαι νυκτὸς τοῖς Σαρακηνοῖς καὶ Πέρσαις συμφέρον εἶναι νομίσας, ταχυπορία χρησάμενος ἐν δυσὶν ἡμέ ραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐτοῖς ἀμερίμνως σκηνουμένοις καὶ μηδὲν προσδεχομένοις κακόν. Καὶ τούτους μὲν θάττον τρέπεται λόγου, αὐτὸς δὲ ἁρμά των καὶ ἵππων καὶ χρημάτων κυριεύσας πολλῶν οὐκέτι λοιπὸν ὡς φυγὰς καὶ λῃητὴς κρυφίους ἐποιεῖ το τὰς ἐπιθέσεις, ἀλλὰ φανερῶς ἀντεποιεῖτο τῶν ὑπαίθρων, προσρυϊσκομένων αὐτῷ καὶ τῶν ὅσοι διὰ κακουργίας τότε ἐδεδίεσαν θάνατον, καὶ δούλων καὶ τῶν χαιρόντων ταῖς ἁρπαγαῖς, ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύναμιν περὶ αὐτὸν ἀθροισθῆναι μεγίστην, περί που τὰς ν' χιλιάδας. Καὶ τὰ μὲν κατ' ἐκεῖνον ἐφέρετο τῇδε· ὁ δὲ Μουχοῦμετ μὴ ἐνεγκών μετρίως η τὴν γενομένην τροπήν, ἀλλὰ βαρυθυμήσας τοὺς μὲν δέκα στρατηγοὺς ἀπετύφλωσε, τοὺς δὲ διαφυγόντας στρατιώτας τὸν κίνδυνον θριαμβεύσειν ἠπείλησε γυναικείους περιβεβλημένους στολὰς, αὐτὸς δὲ πρὸς ἀντιπαράταξιν καθωπλίζετο. Οἱ δὲ προηττηθέντες στρατιῶται μαθόντες τὰς ἀπειλὲς προσχωροῦσι τῷ Τογγολίπηκι. Τοσαύτης οὖν προσγενομένης αὐτῷ καὶ τηλικαύτης δυνάμεως, ἀγείρας ἅπαντα τὸν στρα τὸν ἠπείγετο πρὸς τὸν Μουχοῦμετ, καθολικῇ μάχη σπεύδων κρῖναι τὰ πράγματα. ᾿Αλλὰ καὶ ἐκεῖνος καὶ Σαρακηνούς καθοπλίσας καὶ Πέρσας καὶ Καβείρους καὶ ᾿Αραβας, καὶ στρατὸν συστησάμενος περί που τὰς πεντακοσίας χιλιάδας καὶ ἐλέφαντας πυργοφόρους ἑκατὸν, καὶ πάντας τούτους ἀναλαβών, ὑπαντιάζει κατὰ τὸ λεγόμενον Ασπαχῶν. Καὶ γενομένης μάχης φοβερωτάτης ἔπεσον μὲν ἐξ ἀμφοτέρων πολλοι. πίπτει δὲ καὶ αὐτὸς ὁ Μουχοῦμετ· ἐξ:ππαζόμενος γὰρ ἀτάκτως ἔνθεν κἀκεῖθεν καὶ τὸν οἰκεῖον παραθαῤῥύνων λαὸν, τοῦ ἵππου συμπεσόντος αὐτῷ ἐκτραχηλισθεὶς ἀπέθανε. Τούτου δὲ πεσόντος τὸ σὺν αὐτῷ πλῆθος ὡμο νόησε τοῖς ἐναντίοις, καὶ ὁ Ταγγρολίπηξ ὑπὸ πάντων ἀναγορεύεται βασιλεὺς τῆς Περσίδος. Αναῤῥηθεὶς δὲ πέμψας καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ ᾿Αράξιδος φυλακὴν, καὶ ἄνετον δίδωσι τῷ βουλομένῳ τῶν Τούρκων τὴν ἐς τὴν Περσίδα πορείαν. Απολυθέντες δὲ οὗτοι εἰσέδραμον παμπληθεί, πλὴν τῶν ὅσοι τῆς ἑαυτῶν ἀντε ποιοῦντο πατρίδος, καὶ καθελόντες Πέρσας καὶ Σαρακηνούς αὐτοὶ κύριοι τῆς Περσίδος ἐγένοντο, τὸν Ταγγρολίπηκα σουλτάνον ἀνομάσαντες, τουτέστι παντοκράτορα και βασιλέα βασιλέων· ὃς πάσας τὰς ἀρχὲς τοὺς ἐγχωρίους ἀφελόμενος εἰς Τούρκους μετήνεγκε [Ρ. ] καὶ τὴν Περσίδα πᾶσαν πρὸς αὐτοὺς διένειμεν, ἐς τὸ παντελὲς κατασπάτας καὶ ταπεινώσας τοὺς ἐγχωρίους. Ως δὲ καλῶς ἔχειν ἐδόκει τούτῳ τὰ πράγματα, Ο πρότερον μὲν τοῖς ομόροις δυνάσταις ἤρξατο πολε μεῖν, καὶ πρὸς μὲν τὸν Πισσασίριον τῆς Βαβυλῶνος ἄρχοντα αὐτὸς δι' ἑαυτοῦ παρετάξατο, καὶ διαφόροις μάχαις τούτον ἡττήσας καὶ ἀνελὼν κύριος καὶ τῆς Βαβυλωνίων χώρας ἐγένετο, πρὸς δὲ Καρβέσιον τὸν τῶν ᾿Αράβων ἀρχηγὸν Κουτλουμοῦς ἐκπέμπει, υἱὸν ὄντα τοῦ ἀδελφοῦ τοῦ οἰκείου πατρὸς, χεῖρα βαρείαν τοὺς αὐτῷ· ὃς ἀπελθὼν καὶ τοῖς ῎Αραψι συμβαλὼν ἱττήθη καὶ αἴσχιστα ἔφυγεν. Υποστρέφων δὲ ἀπὸ τῆς τροπῆς, καὶ μέλλων διοδεύειν ἀπὸ τῆς Μηδίας ἤτοι τοῦ Βααστρακάν (ἦρχε δὲ τότε τῆς τοιαύτης χώρας ἐκ βασιλέως πεμφθεὶς Στέφανος πατρίκιος ὁ Κωνσταντίνου τοῦ παραδυναστεύοντος τῷ βασι λεῖ τῆς Λειχουδίας υἱὸς) στέλλει πρὸς αὐτὸν τ;
col. 303–304page 143 of 174
PG 122:303571 πρεσβευτάς, ἀξιῶν συγχωρηθῆναι διελθεῖν ἀκωλύτως, ὑπισχνούμενος μεθ᾽ ὅρκων φρικωδεστάτων ἄψαυστον καὶ ἀσινῆ διατηρῆσαι τὴν χώραν. Ὁ δὲ τοὺς πρέσβεις δεξάμενος καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑποτοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν ὡς εἰς πόλεμον ὑπαντιάζει τοῖς Τούρκοις. Ὁ δὲ Κουτλουμοῦς περιαλγὴς μὲν ἐπὶ τοῖς πραττομένοις ἐγέ νετο (ἦν γὰρ ὁ κατ' αὐτὸν λαὸς ἅπας, ὡς ἐκ τροπῆς ἐπανήκων, πεζὸς καὶ ἄοπλος), ὅμως δὲ καὶ ἄκων ἠναγκάσθη ἀντιπαρατάξασθαι. Καὶ συμβολῆς γενο μένης τρέπονται οἱ περὶ τὸν Στέφανον, ἀλίσκεται δι καὶ αὐτὸς αἰχμάλωτος σὺν ἄλλοις πολλοῖς. Καὶ τοῦ τον μὲν διερχόμενος κατὰ τὸ Ταβρέζιον ἀπεμπολεί τῷ τοπάρχῃ τῆς χώρας, αὐτὸς δὲ πρὸς τὸν σουλτάνον ἐπανελθὼν καὶ περὶ τῆς τροπῆς ἀπολογούμενος μετετίθει τὰς αἰτίας εἰς ἄλλους, καὶ ἐπηγγέλλετο, εἰ αὖθις δύναμιν λαβὼν ἐκστρατεύσει κατὰ τοῦ Καρδεσίου, ῥᾷον αὐτῷ παραστήσειν τὴν ᾿Αραβίαν. Ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖτο καὶ περὶ τοῦ Βιασπρα καν, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πεπολεμηκότας πρὸς αὐτὸν στρατ τιώτας υπαινιττόμενος. ᾿Αλλ' ἐκεῖνον μὲν ὁ σουλτάνος κατασχεῖν ἐμελέτα, διὰ τὸ αἰσχος μηνίσας τῆς ἥττης, καὶ ἀποκτεῖναι, πρὸς δὲ Ῥωμαίους ὅπλα κι νῆσαι ἀπεδειλία, δεδιὼς καὶ φρίττων ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, Νικηφόρου, Ιωάννου καὶ Βασιλείου, καὶ ὑποπτεύων τὴν αὐτὴν ἀρετὴν ἔτι καὶ δύναμιν προσεῖναι Ῥωμαίοις. Ομως ἀμφίρροπος ἦν καὶ διχογνώμων, καὶ ἐμελέτα τὸ ποιητέον. Κουτλουμούς δὲ γνοὺς τὴν ἐπιβουλήν φεύγει μετὰ τῶν σὺν αὐτῷ, καὶ πόλιν ὀχυρωτάτην κατασχὼν ἐν Χωρασμίοις και μένην, ἥτις Πάσαρ ὠνόμασται, ἀντίπαλος γίνεται τῷ σουλτάνῳ. Ὁ δὲ τὸ νῦν ἔχον πρὸς τοῦτον μὲν διαπολεμεῖν οὐκ ἐδοκίμασε, ] πάσας δὲ τὰς ἑαυτοῦ δυνάμεις ἀθροίσας ἄπεισι κατὰ τῶν ᾿Αράβων, καὶ μάχης γενομένης πάλιν τρέπεται καὶ αὐτός. Επανελθὼν δὲ ἀπὸ τῆς τροπῆς, καὶ μὴ φέρων τὴν αἰσχύνην καὶ τὸ ἀπὸ τοῦ Κουτλουμοὺς ὄνειδος, αὐτὸς μὲν τὸ πλεῖστον πλῆθος ἀναλαβὼν ἔπεισιν εἰς τὸ Πάσαρ, καὶ διετέλεσε προσπολεμῶν μέχρι πολλοῦ τῷ οἰκείῳ ἀνεψιῷ, τῇ ὀχυρότητι τῆς πόλεως θαῤῥοῦντι καὶ πολλάκις ἀναπεταννύντι τὰς πύλας καὶ εξερχομένῳ καὶ οὐ μικρῶς τοὺς περὶ τὸν σουλτάνον βλάπτοντι. Κατὰ δὲ Ῥωμαίων δύναμιν ἐκπέμπει ἑτέραν, ἀμφὶ τὰς κ' χιλιάδας, στρατηγὸν ἐπιστήσας ἐπισκήψας τὴν ταχίστην ἀφικέσθαι καὶ εἴ προχωροίη ἐπράττετο ἐν Περσίδι. αὐτῇ ἀδελφόπαιδα Ασὰν τὸν λεγόμενον κωφόν, προσκτήσασθαι αὐτῷ τὴν Μηδίαν. Καὶ ταῦτα μὲν Παγκράτιος δὲ ὁ τῆς Ἰβηρίας ἀρχηγὸς. ἀκόλαστος ἄνθρωπος. ἐς τοῦ Λιπαρίτου τὴν κοίτην ἐξυβρίσας (ἦν δὲ ὁ Λιπαρίτης υἱὸς τοῦ ἐπὶ τοῦ βασιλέως Βασ. λείου ἐν τῷ πρὸς τὸν Γεώργιον πολέμῳ ἀναιρεθέντος Ορατίου τοῦ Λιπαρίτου, ἐπὶ συνέσει τε καὶ ἀνδρία βεβοτ, μένος καὶ μεγάλη μετὰ τὸν Παγκράτιον δυνά μενος ἐν τοῖς Ιβηρσιν, ἠνάγκασε τοῦτον ἐπὶ τῷ γε γονότι δεινοπαθήσαντα όπλα κατ' αὐτοῦ κινῆσαι Χνι. Λειχουδίας υἱός
col. 305–306page 144 of 174
PG 122:305Καὶ πολέμῳ τοῦτον τρεψάμενος εἰς τὰ Καυκάσια 578. καὶ τὴν ἔνδον ἀπελαύνει ᾿Αβασγίαν, ἐν τοῖς βασι λείοις τε γενόμενος τῇ ἑαυτοῦ μίγνυται πρὸς βίαν δεσποίνῃ, τῇ μητρὶ τοῦ Παγκρατίου, καὶ τῶν ὅλων τῆς Ἰβηρίας πραγμάτων κύριος γίνεται. Γράμματα τε εἰς τὸν βασιλάα πέμψας φίλος καὶ σύμμαχος ἐξα:τεῖ γενέσθαι Ῥωμαίων· οὗ τὴν πρεσβείαν δεξά μενος οὗτος κοινοπραγεῖται μετ' αὐτοῦ. Μετὰ δὲ τινα χρόνον καὶ ὁ Παγκράτιος διὰ τοῦ Φάσιδος ποτα μοῦ καὶ Σουάνων καὶ Κόλχων οδοιπορήσας ἔρχεται εἰς Τραπεζοῦντα, κἀκεῖθεν ἀγγέλους ἐκπέμπει πρὸς βασιλέα, δηλῶν ὡς ἔφεσιν ἔχει εἰσελθεῖν ἐν τῇ βασιλίδι καὶ αὐτῷ ἐντυχεῖν. Προσταχθεὶς οὖν εἴσεισι, καὶ τῷ βασιλεῖ ἐντυχών πρῶτον μὲν ὀνειδίζει πολλὰ δτιπερ, βασιλεὺς ὢν καὶ πρὸς ἀρχηγὸν οὐ μικρᾶς χώρας τῆς ᾿Αβασγίας σπονδὰς ἔχων, ταύτας μὲν ἠθέτησε, προσέθετο δὲ ἀνδρὶ ἰδιώτῃ καὶ δούλων ἀπο στάτη, ἔπειτα καὶ καταλλάξαι ἀλλήλους παρακαλεῖ. Ο δὴ καὶ γέγονε τῇ σπουδῇ τοῦ βασιλέως, σπεισαμένων ἀλλήλοις ὥστε τὸν μὲν Παγκράτιον κύριον εἶναι καὶ ἀρχηγὸν πάσης τῆς Ἰβηρίας καὶ ᾿Αβασγίας, αὐτὸν δὲ μέρους ἄρχοντα τῆς Μεσχίας διὰ βίου κύριον ἐκεῖνον ἔχειν καὶ βασιλέα. Καὶ τὰ μὲν κατὰ τὴν ᾿Αβασγίαν κατήντησεν εἰς τοῦτο. ᾿Ασὰν δὲ ὁ κατά Ρωμαίων πεμφθεὶς παρὰ τοὺ σουλτάνου, παρελθὼν τὸ Ταβρέζιον καὶ τὸ λεγόμε τον Τεφλὶς ἦλθεν εἰς Βαασπρακανίαν, πάντα κείρων καὶ πυρπολῶν καὶ τοὺς προσπίπτοντας ἀνπιρῶν, καὶ μηδὲ τῆς παιδικῆς φειδόμενος ἡλικίας. ] Ὁ δὲ τῆς χώρας ἄρχων Ααρών Βέστης, ὁ τοῦ Βλαδισθλάβου υἱὸς καὶ τοῦ Προυσιάνου ἀδελφὸς, μὴ ἀξιό μαχον εἰδὼς ἑαυτὸν μηδὲ δυνάμενον ἀντιστῆναι πρὸς τοσαύτην Τούρκων πληθύν, γράμματα ἐκπέμπει πρὸς τὸν Βέστην κατακαλῶν τὸν Κεκαυμένον τὸν ᾿Ανίου καὶ τῆς Ἰβηρίας κατάρχοντα, καὶ ὁπόση δύ ναμις παρακαλεῖ βοηθεῖν. Ὁ δὲ τὰ γράμματα δε ξάμενος, καὶ θάττον ἡ λόγος τὸν ἀμφ' αὐτὸν ἀγείρας λαόν, ἄπεισι διὰ ταχέων καὶ ἐνοῦται τῷ ᾿Ααρών. Καὶ συμβουλῆς προτεθείσης πότερον νυκτομαχία χρησ στέον ἢ φανεράν μάχην ἀναδεκτέον, πρὸς οὐδέ τερον ὁ Κεκαυμένος κατένευεν, ἐγνώκει δὲ τρό τον άλλον καταστρατηγῆσαι τοὺς ἐχθρούς. Συν εβούλευε γὰρ τὴν παρεμβολὴν καταλιπόντας ὡς εἶχε μετὰ τῶν σκηνῶν καὶ των ὑποζυγίων καὶ τῆς ἄλλης ἀποσκευῆς, λόχους νυκτὸς ἐν ἐπικαιροτάτοις στῆσαι χωρίοις, κἀπειδὰν, οι Τοῦρκοι ἀφίκονται καὶ ἔρημον ἀνδρῶν εὑρόντες τὸν χάρακα πρὸς διαρπαγὰς τῶν ἔνδον χωρήσωσι, τότε δὴ τῆς ἐνέδρας ἀπαναστάντας ἐπιθέσθαι αὐτοῖς. Καί γε οὐ διεψεύσθη τοῦ σκοποῦ. Ἔωθεν γὰρ ὁ Ἀσάν ἀναστὰς ἐκ τῆς οἰκείας παρεμβολῆς κατὰ τὸν Στράγνα κειμένης ποταμὸν ἔπεισιν ὡς πρὸς πόλε μον· ὡς δὲ οὐδεὶς ὑπήντα, ἐπλησίασε δὲ καὶ τῷ χά ρακ: τῶν Ῥωμαίων, καὶ οὔτε φυλακὴν εἶχεν οὔτε φωνὴ ἐξηκούετο, ἀλλὰ κενὸς ἦν πάσης δυνάμεως, τότε δὲ φυγεῖν ὁπονοήσας τοὺς Ῥωμαίους ῥήγνυσί τε διὰ πολλῶν τόπων τὴν παρεμβολὴν καὶ διαρπαγὴν ποιεῖσθαι τῶν λαφύρων κελεύει. Οἱ δὲ Ῥωμαῖοι περὶ δείλην ὀψίαν ἀναστάντες τῶν λόγων, ἀσυντάκτοις συντεταγμένοι προσρήγνυνται τοῖς Τούρκοις, καὶ παραχρήμα τρέπουσι τὸ ἀνυπόστατον μὴ ἐνεγκόντας τῆς Ῥωμαϊκῆς ὁρμῆς. Πίπτει μὲν οὖν πρῶτος ὁ ᾿Ασὰν ἐν
col. 307–308page 145 of 174
PG 122:307τοῖς πρώτοις ἀγωνιζόμενος, πίπτε: δὲ καὶ ὅσον ἄλκιμον τοῦ στρατοῦ. Οἱ δὲ περισωθέντες λίαν ὀλίγοι καὶ γυμνοί διὰ τῶν ὁρέων ἐς τὰς τῶν Περσαρμενίων διασώζονται πόλεις. η Ὁ δὲ σουλτάνος διὰ τῶν ἀποδράντων μεμαθηκώς τὸ συμβὰν ἀτύχημα εἰς μεγάλην ἐνέπεσεν ἀγωνίαν, καὶ ἐν σπουδῇ ἐποιεῖτο ὅπως ἂν τὴν γενομένην ἐπανορθώσηται ἀκληρίαν. Καὶ δὴ λαὸν ἐπίλεκτον συστησάμενος ἔκ τε Τούρκων καὶ Καβείρων καὶ Λιμνιτῶν περὶ τὰς ρ' χιλιάδας, καὶ ᾿Αβραμίῳ ᾿Αλεὶμ τῷ ἑτεροθαλεῖ ἀδελφῷ αὐτοῦ παραδούς, ταύτας κατὰ Ῥωμαίων ἐκπέμπει. ᾿Αγγελθείσης δὲ τῆς ἐφόδου, ἐνωθέντες πάλιν οἱ ἄνωθεν ῥηθέντες άρχοντες τῶν στρατευμάτων βουλὴν προετίθεσαν καὶ διεσκοποῦντο τὸ πρακτέον. Καὶ τῷ μὲν Κεκαυμένῳ ἐδόκει μετὰ τῆς παρούσης δυνάμεως ὑπαντῆσαι τοῖς Τούρκοις ἔξωθεν τῶν Ῥωμαϊκῶν ὅρων, κἀκεῖσε διαγωνίσασθαι, ὅτι τῶν πλειόνων ἀντιπόλιν ἀνίππων ὄντων καὶ τῆς άλλης δυνάμεως κεκμηκυίας ἀπὸ τῆς κλείστης όδοι πορίας, ἐπιλελοιπότων δὲ καὶ σιδηρίων τοῖς Τούρκοις, οἷς τὰς χηλὰς τῶν ζώων ειώθασι [Ρ. ] περιστέλλειν ἐπηρμένων δὲ καὶ τῶν Ῥωμαίων καὶ θαῤῥαλέων ὄντων ἀπὸ τῆς προηγησαμένης νίκης, καὶ προθυμουμένων συμμίξαι τοῖς πολεμίοις. Τοὐναντίον δὲ ὁ Ααρὼν ἀπεφαίνετο, ἐπέχων τὰς δυνάμεις, λέγων ὀχυρῶσαί τε τὰς πόλεις καὶ τὰ φρούρια καὶ εἴσω τειχῶν συγκλεῖται τὰ πάντα, μηνῦσαί τε τῷ βασιλεῖ καὶ μὴ ἄνευ γνώμης ἐκείνου μετὰ δυνάμεως μικρᾶς πρὸς τοσοῦτον πλῆθος πολεμῆσαι βαρβάρων. Οὕτω δὲ τῶν στρατηγῶν ἀποφηναμένων ἐνίκησεν ἡ τοῦ Ακρών γνώμη Καὶ αὐτοὶ μὲν μετὰ τῆς στρατιᾶς ἀπελθόντες ἐν Ἰβηρία κατά τινα πεδιάδα ἐγχωρίως Οσούρτρου λεγομένην ἔμενον ἡσυχάζοντες ἐν τοῖς υπαίθροις, πάντα πρότερον τὸν ἀγρότην λαὸν καὶ γυναῖκας καὶ παῖδας καὶ πᾶν ὅ τι τίμιον συγκλείσαντες ἐν τοῖς ὀχυρώμασιν· ἔγραψαν δὲ καὶ τῷ βασιλείδια ταχυδρόμου, δηλοποιήσαντες τὴν τῶν ἐναντίων ἐπέλευσιν. Δεξάμενος οὖν οὗτος τὰ γράμματα ἐκεί νοις μὲν ἐπέχειν ἐκέλευεν, ἕως ἂν ὁ Λιπαρίτης μετά τῆς τῶν Ἰβήρων δυνάμεως ἐλθὼν τοῖς Ῥωμαϊκοῖς ἐνωθῇ στρατεύμασι· πέμπει δὲ πρὸς ἐκεῖνον γράμ ματα διοριζόμενα τὴν ταχίστην, εἴπερ σύμμαχον ἑαυτὸν καὶ φίλον κρίνει Ῥωμαίων, ἀνειληφότα πάντα τὸν περὶ αὐτὸν λαὸν ἀφικέσθαι καὶ συμμίξαι τοῖς στρατηγοῖς τῶν Ῥωμαίων καὶ μετ' αὐτῶν διαπολεμῆσαι πρὸς τοὺς βαρβάρους. Οἱ μὲν οὖν στρατηγοί τὰ γράμματα δεξάμενοι ηρέμουν ὡς ἐκελεύσθησαν, καὶ τὴν τοῦ Λιπαρίτου προσέμενον ἄφιξιν, ἐκεῖνος δὲ τὸ βασιλικὸν δεξάμενος πρόσταγμα τὸν ἑαυτοῦ μετὰ σχολῆς ἤθροισε καὶ καθώπλιζε λαόν. Εν ὅσῳ δὲ οὗτος τὰς οἰκείας συνεκρότει δυνάμεις καὶ ὁ χρόνος στρίβετο, ὁ ᾿Αβράμιος τὴν Βαασπρακανίαν καταλαβὼν, καὶ μαθὼν ὅτιπερ οἱ Ρωμαῖοι ἐνταῦθα συνειλεγμένοι ὄντες καὶ τὴν αὐτοῦ μαθόντες ἐπέλευσιν ὑπενόστησαν εἰς Ἰβηρίαν, δειλίαν ὅπερ ἦν εἰκὸς, τὸ πρᾶγμα ὑπονοήσας, παρ' οὐδὲν θέμενος καὶ λείαν καὶ νυς ἑτεροθαλής.
col. 309–310page 146 of 174
PG 122:309λαφυραγωγίαν, ἐδίωκεν ὄπισθεν αὐτων, ἐπειγόμενος συρράξαι τοῖς παροῦσι πρὸ τοῦ καὶ ἑτέραν συν αθροισθῆναι δύναμιν. Οπερ μαθόντες οἱ στρατηγοί τῶν Ῥωμαίων, καὶ πτοηθέντες μή πως ἀναγκασθῶσι καὶ ἄκοντες πολεμῆσαι πρὸ τοῦ τὸν Λιπαρίτην κατα λαβεῖν ὑποδύντες τινὰ δυχωρίαν ἀπόκρημνον καὶ φάραγξι πάντοθεν κυκλουμένην ἡσύχαζον, γράψαντες πρὸς τὸν Λιπαρίτην ἥκειν καὶ μὴ βραδύνειν. Ὁ δὲ ᾿Αβράμιος τῆς Ῥωμαϊκῆς ἡστοχηκὼς στρατιᾶς ἔρχε ται εἰς τὸ λεγόμενον "Αρτζε, Κωμόπολις δὲ τὸ ᾿Αρτζε μυρίανδρος καὶ πολὺν πλοῦτον ἔχουσα· ᾤκουν γὰρ ἐν αὐτῇ ἐθαγενεῖς τε ἔμποροι καὶ Σύρων καὶ ᾿Αρμενίων καὶ ἄλλων ἔθνῶν πληθὺς οὐκ ὀλίγη· οἵτινες τῇ οἰκείᾳ θαροῦντες πληθύϊ οὐ κατεδέξαντο εἴσω τείχους γε νέσθαι, καὶ ταῦτα τῆς Θεοδοσιουπόλεως ἐκ γειτόνων κειμένης μεγίστης πόλεως καὶ τεῖχος ἐχούσης ἰσχυ ρὸν καὶ ἀνάλωτον, πολλὰ τοῦ Κεκαυμένου διὰ γραμ. μάτων καὶ ἀπειλήσαντος καὶ παρακαλέσαντος. Κα ταλαβόντων οὖν τῶν Τούρκων καὶ ἀπτομένων ἔργου, οἱ ἐν τῷ Αρτζε τὰς διόδους συγκλείσαντες καὶ ἐπὶ τῶν δωμάτων ἀναβάντες [Ρ. ] λίθοις καὶ ξύλοις καὶ τόξοις τοὺς ἐπιόντας ήμύνοντο. Καὶ διετέλεσαν μαχόμενοι ἐφ᾽ ὕλας ἡμέρας ἕξ. ᾿Αγγελθέντο δὲ τού του τοῖς στρατηγοῖς, ὁ Κεκαυμένος πολὺς ἦν ἐγκείμενος καὶ παρακαλῶν ἀπελθεῖν καὶ συμβαλεῖν τοῖς Τούρκοις τὸν νοῦν ἔχουσι πρὸς τῇ πολιορκίᾳ, καὶ μὴ καθῆσθαι τηνάλλως καὶ τρίβειν τὸν χρόνον, τὴν συκίνην προσμένοντας ἐπικουρίαν τὸν Λιπαρίτην, καὶ τὸν ἐπιτήδειον παρατρέχοντα βλέπειν καιρόν, οὗ τυχεῖν πάλιν οὐ ῥᾴδιον. Αντιπίπτοντος δὲ τοῦ ᾿Ααρὼν, καὶ μηδέν τι διαπράξασθαι λέγοντος παρὰ τὸ βασιλικόν βούλημα, ἡσυχίαν καὶ αὐτὸς ἦγεν. ᾿Αβράμιος δὲ μὴ κατὰ σκοπὸν χωρούντων αὐτῷ τῶν πραγ μάτων, μὴ δυνάμενος πολιορκίᾳ τὴν κωμόπολιν παραστήσασθαι, ὑπεριδὼν καὶ πλούτου καὶ λείας, παρ ἐνεῖναι τοῖς δώμασιν ἐγκελεύεται, καὶ εὐθὺς οἱ Τοῦρκοι δαλοὺς αἵροντες καὶ ὕλην εὔπρηστον ἐξάπτοντες ἐῤῥίπτουν ἐν τοῖς δώμασιν· ἀναφθέντος δὲ τοῦ πυρὸς πανταχόθεν καὶ πυρκαϊᾶς μεγίστης ἀνεγερθείσης, οἱ ᾿Αρτζηνοί πρός τε τὸ πῦρ πρός τε τὰς ἐκ τῶν τόξων βολὰς μὴ δυνηθέντες ἀντέχειν ἐνέκλιναν εἰς φυγήν. Καὶ λέγεται ἀπολέσθαι περὶ τὰς ρν' χιλιάδας ἀνδρῶν, τῶν μὲν μαχαίρας τῶν δὲ πυρὸς παρανάλωμα γεγο νότων· οὗτοι γὰρ ἐπεὶ κατισχυμένοι ἔγνωσαν ἀποσφάττεσθαι, γυναῖκάς τε καὶ τέκνα ἑαυτῶν εἰς τὸ πῦρ ἀπερρίπτουν. Οὕτω του "Αρτζε ληφθέντος, πολὺ χρυσίον εὑρὼν ὁ ᾿Αβράμιος καὶ ὅπλα καὶ ἄλλα τινὰ χρειώδη, ὁπόσα μὴ τῷ πυρὶ κατέστησαν ἄχρηστα, περιβαλόμενος δὲ καὶ ἵππον οὐκ ὀλίγην καὶ ὑποζύγια, καὶ τὸν ἑαυτοῦ λαὸν καθο πλίσας ὡς ἔδει, ὑπέστρεψεν ἀναζητῶν τὴν 'Ρωμαϊκὴν δύναμιν. Αὕτη δὲ καταλαβόντος ἤδη καὶ τοῦ Λιπαρίτου και Γι ταβασα ἀπὸ τοῦ ῥηθέντος ὀχυρώματος ἔκειτο ἐν τῇ πεδιάδι κατὰ τοὺς πρόποδας τοῦ βουνοῦ ἔνθαπερ ίδρυται τὸ Καπετροῦ φρούριον, Ερχομένων οὖν τῶν Τούρκων σποράδην συνεβούλευε πάλιν ὁ Κεκαυμένος συμβαλεῖν αὐτοῖς διεσπαρμένοις οὖσι καὶ ἀσυν τάκτοις ἔτι. Αλλ' ὁ Λιπαρίτης οὐκ ἤθελε διὰ τὴν ἡμέραν ἦν γὰρ σάββατον, ιη' ἄγοντος τοῦ Σεπτεμβρίου, μηνός, τῆς β' ἐπινεμήσεως ἐν ταῖς ἀπο φράσι δὲ τῶν ἡμερῶν τῷ Λιπαρίτῃ τὸ σάββατον Ενομίζετο, ὅπερ ἀποτροπιαζόμενος ἀνεδύετο πολεμεῖν. Καὶ τὰ μὲν τῶν Ῥωμαίων ἐν τούτοις, ὁ δὲ ᾿Αβράμιος
col. 311–312page 147 of 174
PG 122:311διὰ τῶν προδρόμων μαθὼν ὅποι τε οἱ Ρωμαῖνι ηὐλίζοντο καὶ ὅτι ἡρεμοῦσι, συντάξας τὰς ἑαυτοῦ δυνά μεις ἤρχετο συντεταγμένος πρὸς μάχην. Τοῦτο δὲ καὶ ἡ ἀντίπαλος δύναμις ἰδοῦσα ἀκουσίως καὶ αὐτὴ ἀντιπαρετάττετο, τὸ μὲν δεξιὸν ἔχοντος κέρας τοῦ Κεκαυμένου, τοῦ δὲ Ααρών τὸ εὐώνυμον, ἐν τοῖς μέσοις δὲ ὁ Λιπαρίτης ἐτάττετο. "Ην δὲ καὶ ἡ ὥρα περὶ βουλυτον. Τῷ μὲν οὖν Κεκαυμένῳ ἀντιμέτωπος ἦν ὁ ᾿Αβράμιος, τῷ δ᾽ Δαρὼν Χωροσανίτης άτερος στρατηγός, καταντικρὺ δὲ τοῦ Διπαρίτου Ασπαμ Σελαρίας ὁ τοῦ ᾿Αβραμίου ἑτεροθαλής αδελφός. Συμπλοκῆς δὲ γενομένης ὁ μὲν Κεκαυμένος καὶ ὁ ᾿Ααρὼν τὰ κατ᾿ αὐτοὺς ἐτρέψαντο κέρατα καὶ μέχρι φωνῆς ἀλεκτρυόνων ἐδίωκον, ὁ δὲ Αιπαρίτης, πεσόντος αὐτῷ τοῦ ἀνεψιοῦ δεινοπαθήσας και μεθ' «?» ὁρμῆς βιαίας ἐλάσας, τοῦ ἵππου αὐτοῦ τρωθέντος καὶ πεσόντος ἁλίσκεται. Καὶ ὁ μὲν ἦν ἐν τούτοις, οἱ δὲ Ῥωμαῖοι παυθέντες ἐκ τῆς διώξεως καὶ τῶν ἵππων ἀποβάντες καὶ τῷ Θεῷ δόντες ὕμνους ἐπινικίους, ἐν μιᾷ φωνῇ βοήσαντες τὸ, Τίς Θεός μέγας ὡς ὁ Θεὸς ἡμῶν προσέμενον τὸν Λιπαρίτην, ἐκπί 580 ζοντες καὶ αὐτὸν διώκειν ὄπισθεν τῶν ἐχθρῶν. Ἐπεὶ δὲ ἐφαίνετο οὐδαμοῦ, ἐν ἀμηχανία ἦσαν, διαποροῦντες ὅ τι καὶ γένοιτο. Οὕτω δὲ διαπορουμένοις αὐτοῖς ἔρχεταί τις στρατιώτης τῶν ὑπ᾽ ἐκείνῳ ταττομένων καὶ μηνύει τοῖς στρατηγοῖς τὴν ἐκείνου τροπὴν καὶ τὴν ἅλωσιν, καὶ ὅπως ὁ ᾿Αβράμιος ἐν τῆς φυγῆς ἐπ ανελθὼν καὶ τῷ οἰκείῳ ἑνωθεὶς ἀδελφῷ (ὁ γὰρ ᾿Ασὰν ἔπεσε, ἐν τῷ πολέμῳ ἀναλαβόντες τὸν: Λιπαρίτην καὶ τοὺς ἀλόντας τῶν Ἰβήρων ὑπενόστησαν εἰς τὸ λεγόμενον Καστροκώμιον, σπουδαίαν τὴν ὁδοιπορίαν ποιούμενοι. Απεπάγησαν πρὸς τὴν ἀκοὴν οἱ ἄρχοντες τοῦ στρατοῦ. Όμως διανυκτερεύσαντες ἄγρυπνοι, ἐπείπερ ἡμέρα ἐπέλαμψε καὶ βουλὴ προστέθη καὶ τοῖς πᾶσι συμφέρον ἐνομίσθη ἕκαστον οἴκαδε ἀπελ θεῖν, ὁ μὲν Ἀαρὼν τὸν οἰκεῖον ἀνειληφώς λαόν ἄπεισιν εἰς τὸ αν μητρόπολις δὲ αὕτη τοῦ Βαλ σπρακὰν), ὁ δὲ Κεκαυμένος μετὰ τῶν ἰδίων ἐπανῆλθεν εἰς τὸ Ἀνίον. Ὁ δὲ ᾿Αβράμιος τῇ τοῦ Λιπαρίτου ἀρκεσθεὶς ἁλώσει, καὶ ὀλβιώτερον ἑαυτὸν κρίνας παντὸς ἀνθρώπου διὰ τὸ παρὸν εὐτύχημα, μηδὲν ἔτε ρον πολυπραγμονήσας, ἀλλ᾽ ἐπιτείνας τὴν ὁδοιπορίαν, διὰ πέντε ἡμερῶν παραγίνεται εἰς τὸ λεγόμενον Ῥέ, κακεῖθεν ἄπεισιν εἰς τὸν σουλτάνον προπέμψας τὰ εὐαγγέλια καὶ τὴν τοῦ Λιπαρίτου μηνύσας κατά σχεσιν. Ὁ δὲ τῷ δοκεῖν μὲν ηὐφράνθη καὶ ἡγαλλιάσατο ἐπὶ τῇ ἀλώσει τοῦ Λιπαρίτου, ἐφθόνησε δὲ τῷ ἀδελφῷ τοιούτου καταξιωθέντι τοῦ εὐτυχήματος, καὶ διὰ παντὸς ἐμελέτα καὶ πρόφασιν ἐζήτει τοῦτον ποιήσασθαι ἐκ ποδών. Τὸν μὲν οὖν Λιπαρίτην, ὡς ἐπύθετο τὴν τούτου κατάσχεσιν ὁ βασιλεὺς, ὅλος ἐγένετο ἀναῤῥύσασθαι, καὶ δῶρα πολυτελῆ καὶ λύτρα πέμψας τῷ σουλτάνῳ διὰ Γεωργίου τοῦ λεγομένου Δρόσου (ὑπογραμματεὺς δὲ ἦν ὁ Δρόσος τοῦ ᾿Ααρών) ἐξαιτεῖται τὴν ἐλευθερίαν καὶ σπονδὰς εἰρήνης. Ὁ δὲ σουλτάνος τὰς προ σβείας δεξάμενος, καὶ μεγαλοπρεπής θέλων εἶναι βασιλεὺς μᾶλλον ἢ κάπηλος ἀνελεύθερος, ἀποδίδωσι τοῦτον δῶρον τῷ βασιλεῖ, λαβὼν μὲν τὰ λύτρα, πάντα δὲ τῷ Λιπαρίτῃ παρεσχηκώς, καὶ μεμνῆσθαι τῆς παρούσης ἡμέρας διὰ παντὸς παρεγγυησάμενος, καὶ μηδέποτε όπλα θελῆσαι τὸ ἀπὸ τοῦδε κινῆσαι κατὰ τῶν Τούρκων. ] 'Ανεπλήρωσε δ᾽ αὐτῷ τὴν
col. 313–314page 148 of 174
PG 122:313πρὸς τὸν βασιλέα πρεσβείαν ὁ λεγόμενος παρ' αὐτοῖς σέριφος· δύναται δὲ τοῦτο τὸ ὄνομα πρὸς τὸν παρ' αὐτοῖς χαλυφᾶν, ὅπερ ὁ παρ' ἡμῖν σύγκελλος πρὸς τὸν πατριάρχην πάλαι ἐδύνατο· ἐκείνου γὰρ ἀποθανόντος αὐτὸς εὐθὺς εἰς τὸν τούτου θρόνον ἐγκαθίδρυται. Οὗτος τοίνυν ὁ σέριφος εἰσελθὼν ἐν τῇ βασιλίδι καὶ ἐς πρόσωπον ἐλθὼν τῷ βασιλεῖ καὶ ὁμιλίαν, πολλά τε μεγαλαυχήσας καὶ φρυαξάμενος, καὶ τελευταῖον ὑπόφορον θέσθαι σπεύσας τὴν Ῥωμαίων τῷ ἑαυτοῦ σουλτάνῳ, ἐπεὶ μὴ εὗρε τὸν βασιλέα ἐπικλινῆ, ἄπρα κτος ὑπεχώρησε πρὸς τὸν πέμψαντα. Καὶ ὁ βασιλεὺς τὸ ἀπ' ἐκείνου ἐκδεχόμενος πόλεμον ἀπὸ τοῦ σουλτάνου, καθ᾽ ὅσον οἷόν τε ἦν, τὰ ὁμοροῦντα τῇ Περσῶν γῇ πέμψας κατησφαλίσατο. Εν ᾧ δὲ ταῦτα ἐγίνετο, καὶ ἡ τῶν Πατζινάκων ἐπισυνέβη κίνησις· πῶς δὲ καὶ τίνα τρόπον, λεκτέον. Τὸ ἔθνος τῶν Πατζινάκων Σκυθικὸν ὑπάρχον, ἀπὸ τῶν λεγομένων βασιλείων Σκυθών. μέγα τέ ἐστι καὶ πολυάνθρωπον, πρὸς ὅ οὐδὲ ἓν αὐτὸ καθ᾿ ἑαυτὸ Σκυθικὸν γένος ἀντιστῆναι δύναται. Διήρηται δὲ εἰς τρισκαίδεκα γενεὰς, αἵτινες καλοῦνται μὲν πᾶσαι τῷ κοινῷ ὀνόματι, ἔχουσι δὲ ἑκάστη καὶ ἴδιον ἀπὸ τοῦ αὐτῆς προγόνου καὶ ἀρχηγοῦ τὴν προσηγορίαν κληρωσαμένη. Νέμονται δὲ τὰς πέραν Ιστρου ἀπὸ τοῦ Βορυσθένους ποταμοῦ καὶ μέχρι Παννονίας ήπλωμέν νας πεδιάδας, νομάδες τε ὄντες καὶ τὸν σκηνίτην διὰ παντὸς ἀσπαζόμενοι βίον. Τούτου τοῦ γένους ἀρχηγὸς ἦν τῷ τότε Τυρὰχ ὁ τοῦ Κιλτὲρ υἱός, εὐγενείας ἥκων ἐς τὸ ἀκρότατον, ἀμβλὺς δὲ ἄλλως καὶ τὴν ἡσυχίαν φιλῶν. Ἦν δὲ καὶ ἄλλος τις ἐν τῷ ἔθνει τὴν κλῆσιν Κεγένης, υἱὸς τοῦ Βαλτζὰρ, τὸ μὲν γένος ἄσημος καὶ σχεδὸν ἀνώνυμος, περὶ δὲ τὰ πολεμικὰ καὶ τὰς στρατηγίας κάρτα δραστηριώτατος, ὃς καὶ πολλάκις ἐπιόντας κατὰ τῶν Πατζινάκων τους Οὔζους (γένος δὲ Οὐννικὸν οἱ Ούζοι) ὑποστὰς ἐτρέψατο καὶ ἀπώσατο, τοῦ Τυρὰχ οὐχ ὅπως ἀντεπεξελθεῖν μὴ θαῤῥήσαντος, ἀλλὰ καὶ καταδύντος εἰς τὰ παρὰ τῷ Ιστρῳ ἔλη καὶ τὰς λίμνας. Τὸν μὲν οὖν Τυρὰχ οἱ Πατζινάκαι ἐτί μων δια τὸ γένος, τὸν δὲ Κεγένη ἠσπάζοντο διαφερόντως διὰ τὸ τῆς ἀνδρίας ὑπερβάλλον καὶ τὴν ἐν τοῖς πολέμοις δεινότητα. "Απερ ἀκούων καὶ βλέπων ὁ Τυρὰχ ἐδάκνετο τὴν ψυχὴν, δεδιὼς περὶ τῆς ἀρχῆς, καὶ τρόπον ἐζήτει ὅπως ἂν τὸν Κεγένην ἀποσκευάσηται. Εφίστησιν οὖν αὐτῷ λόχους πολλάκις, ἐγί νοντο δὲ πάντες ἀργοί. Ἐπεὶ δὲ πολλάκις ἐπιχειρήσας κρυφίως ἠστόχησεν, ἔγνω δεῖν μὴ διαμέλλειν, ἀλλ' ἐπιχειρεῖν φανερῶς. Διὸ καὶ πλῆθος πέμψας κατα λαβεῖν ἐκέλευσε τὸν ἄνδρα καὶ ἀνελεῖν. Ὁ δὲ προγνοὺς τὴν ἐπιβουλὴν φυγὰς πρὸς τὰ ἕλη γίνε και τοῦ Βορυσθένους, καὶ οὕτω διαφυγγάνει τὸν ὄλεθρον. [Γ. ] Ἐκεῖθεν δὲ κρυπτόμενος καὶ λάθρα πέμπων μηνύματα πρός τε τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὴν φυλὴν, ἠδυνήθη τήν τε ιδίαν γενεὰν ἀποστῆσαι τῆς τοῦ βασιλέως εὐνοίας (ἦν δὲ † Βελεμανίς) καὶ πρὸς ταύτῃ καὶ ἄλλην τὴν Παγουμηνίδα· καὶ δύναμιν προσλαβόμενος ἀντιπαρατάττεται μετὰ τῶν δύο γενεῶν πρὸς τὸν Τυραχ τάς α' ἔχοντα. Καὶ ἐπὶ πολλὰς μὲν ἀντισχών ὥρας, ὅμως ὑπὸ τοῦ πλήθους καταπονηθείς τρέπεται. Περιπλανώμενος δὲ ἐν τοῖς ἵλεσι καὶ σωτηρίαν
col. 315–316page 149 of 174
PG 122:315εἰς τὸν βασιλέα τῶν Ῥωμαίων καταφυγήν. Διό κα πρὸς τὸ Δυρόστολον ἀφικόμενος, καὶ ἔν τινι ποταμίᾳ νησίδι περικλείσας ἑαυτὸν διὰ τὸ ἀνεπιβούλευτον μετὰ τῶν σὺν αὐτῷ (ἦσαν δὲ ἀμφὶ τὰς κ' χιλιάδας), διαμηνύεται τῷ τῆς χώρας ἄρχοντι (ἦν δὲ Μιχαὴλ ὁ τοῦ ᾿Αναστασίου υἱὸς), καὶ γνωρίζει ὅστις τε εἴη καὶ οίας διαδιδράσκων τύχας ἀφίκται, καὶ ὅτι αὐτόμολος βούλεται γενέσθαι τῷ βασιλεῖ, ὑπισχνούμενος δὲ καὶ εἰ προσδεχθείη, εἰς μεγάλην ὄνησιν ἔσεσθαι τοῖς τούτου πράγμασιν. Ὁ δὲ τὰ μηνύματα λόγου θᾶτα τον πρὸς τὸν βασιλέα διαπορθμεύσας διὰ ταχέων κελεύεται τὸν ἄνδρα μετὰ τῶν συνόντων αὐτῷ, προσδέξασθαι, καὶ τούτοις μὲν τὰ ἐπιτήδεια χορηγεῖν, αὐτὸν δὲ ἐνδόξως ἐς τὸ Βυζάντιον πεπομφέναι. Καὶ ὁ μὲν ὡς ἐκελεύσθη διεπράξατο, ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα φοιτήσας καὶ ἐς λόγους ἐλθὼν τῷ βασιλεῖ φιλοφρόνως τε καὶ μεγαλοπρεπῶς ὑπε δέχθη, καὶ ὑποσχόμενος αὐτός τε τὸ ἅγιον δέξασθαι βάπτισμα, παραπεῖσαι δὲ καὶ τοὺς συνόντας αὐτῷ τοῦτο ποιῆσαι, εἰς πατρικιότητά τε ἀνήχθη, καὶ φρούρια τρία ἀπὸ τῶν ἐν ταῖς ὄχθαις ἱδρυμένων τοῦ Ιστρου εἰλήφει καὶ γῆς πολλὰ στάδια, καὶ τοῦ λοιποῦ τοῖς φίλοις ἐνεγράφη καὶ συμμάχοις Ῥωμαίων. Τὸ πλέον δ' ὅτι καὶ ὡς ὑπέσχετο ἀνεδέξατο τὸ ἅγιον βάπτισμα αὐτός τε καὶ οἱ σὺν αὐτῷ, Εὐθυμίου τινὸς εὐλαβοῦς μοναχοῦ πεμθέντος, τοῦ τὰ τοῦ θείου λουτροῦ παρὰ τῷ Ἱστρῳ ποταμῷ ἐκτελέσαντος καὶ πᾶσι μεταδόντος τοῦ ἁγίου βαπτίσματος. ζητῶν μίαν ἔγνω ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ, τὴν Γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ, καὶ τὰς αἰφνιδίους ἐφόδους ἀσφαλισάμενος, πρὸς ἄμυναν ἐτράπετο τοῦ ἐχθροῦ, καὶ περαιούμενος τὸν Ιστρον νῦν μὲν συν χιλίοις, εἶτα σὺν δισχιλίοις καὶ αὖ σὺν πλείοσιν ἢ ἐλάττοσι, καὶ ἐξ ἐφόδου προσπίπτων, τα μέγιστα ἐκάκου καὶ ἐλυμαίνετο τοὺς περὶ τὸν Τυρὰχ Πατζινάκας, ἄνδρας μὲν τοὺς προσπίπτοντας ἀναιρῶν, γύναια δὲ καὶ παῖδας ἀνδραποδιζόμενος καὶ πωλῶν τοῖς Ῥωμαίοις. Ταύτας δὲ τὰς λαθραίας ἐπιθέσεις τοῦ Κεγένους μὴ φέρων ὁ Τυραχ διαπρεσβεύεται πρὸς τὸν βασιλέα, μηνύσας ὡς ἔδει τὸν μέγαν βασιλέα, σπονδὰς ἔχοντα μετὰ τοῦ γένους τῶν Πατζινάκων, [Ρ. ] μηδὲ προσδέξασθαι ὅλως τὸν ἀποστάτην αὐτῶν, ἐπεὶ δὲ προσεδέξατο, κωλύειν μὴ διαπερᾷν καὶ τοὺς ὑποσπόνδους λυμαίνεσθαι· ἢ οὖν κωλυθήτω ὁ ἀνὴρ τὰ τοιαῦτα πράττειν, ἢ μηδεμιᾶς τυχέτω συμμαχίας, ἢ γινωσκέτω ὁ βασιλεὺς ὡς καθ᾿ ἑαυτοῦ τε καὶ τῆς ἑαυτοῦ χώρας ἐφέλκεται βαρύτατον πόλεμον. Καὶ ταῦτα μὲν τὰ μηνύματα τοῦ Τυράχ, ὁ δὲ βασιλεὺς τὰς ἀγγελιας δεξάμενος πρὸς ταύτας μὲν καὶ ἐπεκάγχασεν, εἰ διὰ Πατζινάκου ἀπειλὰς προδότης γένοιτο τοῦ εἰς αὐτὸν προσφυγόντος, καὶ κωλύειν τοῦ μὴ κακοῦν τοὺς κακώσαντας, τοὺς δὲ πρεσβευτάς ἀπράκτους εξέπεμψε. Γράμματα δὲ πρός τε Μιχαὴλ τὸν ἄρχοντα τῶν παριστρίων πόλεων, ἔτι δὲ καὶ πρὸς αὐτὸν τὸν Κεγένην ἐκπέμπει, φυλάττειν ἀκριβῶς τὰς ὄχθας τοῦ ποταμοῦ· εἰ δέ τις ἐπίῃ βαρεία δύναμις, γράμμασι μηνύειν, ἵνα καὶ ἀπὸ τῶν Δυτικών ταγμά των εκπεμπόμενά τινα σὺν αὐτοῖς εἴργωσι τοῖς Πατζινάκαις τὴν τοῦ ποταμοῦ διάβασιν. "Επεμψε δὲ καὶ τριήρεις ἑκατὸν, ἐπισκήψας παραπλεῖν τὸν Ιστρον καὶ πειρωμένους διακωλύειν τοὺς Πατζινά
col. 317–318page 150 of 174
PG 122:317κας περᾷν. Ἐπανηκόντων δ' ἀπράκτων τῶν αὐτοῦ πρέσβεων, ὁ Τυρὰχ ἐχαλέπαινε καὶ ὠργίζετο καὶ θάττον ηύχετο καταλαβεῖν τὸν χειμῶνα. Ηδη δὲ τῆς φθινοπωρινῆς ληγούσης ὥρας καὶ τοῦ χειμῶνος ἐπιστάντος, τοῦ ἡλίου ὄντος ἐπὶ τὸν Αἰγοκέρωτα, ἄνεμος ἔπνευσεν ἀπαρκτίας πολύς, ὡς ἀποκρυσταλλωθῆναι μέχρι πεντεκαίδεκα πήχεων ἐς βάθος τὸν ποταμόν. Πάσης οὖν φυλακῆς σχολασάσης, δραξάμενος αδείας ἧς ἐπιτυχεῖν ηὔχετο ὁ Τυρὰχ διαπερα τὸν Ιστρον μετὰ πάντων τῶν Πατζινάκων, ὄντων, ὡς ἐλέγετο, χιλιάδων οκτακοσίων, καὶ ἐς τὴν περαίαν Ιδρύετο, κείρων καὶ ἀφανίζων τὰ παραπίπτοντα. Γράμματα δὲ πρὸς τὸν βασιλέα ἐστέλλετο βοηθεῖν δεόμενα τὴν ταχίστην. Ὁ δὲ μηδ' ὅλα τὰ γράμματα ἀναγνοὺς τῷ δουκὶ ᾿Αδριανουπόλεως γράφει (ἦν δὲ Κωνσταντίνος μάγιστρος ὁ ᾿Αριανίτης) τὰς Μακεδονικὰς εἰληφότι δυνάμεις, ἔτι δὲ καὶ πρὸς Βασίλειον Μοναχὸν τὸν ἡγεμόνα τῆς Βουλγαρίας τὴν Βουλγαρικὴν εἰληφότα χεῖρα ἀφικέσθαι καὶ ἑνωθῆναι τῷ Μιχαὴλ καὶ τῷ Κεγένῃ καὶ μετ᾿ αὐτῶν πρὸς τοὺς Πατζινάκας διαγωνίσασθαι, ἂν κατὰ τὸ βασιλικὸν ποιησάντων ἐπίταγμα καὶ πάντων ὑφ᾽ ἐν γενομένων, ἀναλαβὼν ὁ Κεγένης τὰς Ῥωμαϊκὰς φάλαγγας ἐν τοῖς ὑπαίθροις στρατοπεδεύεται, καὶ καθ᾿ ἑκάστην ἐπιὼν ἐξ ἐφόδου οὐ μικρὰ τοὺς Πατζινάκης ἐλύπει. Τούτοις γὰρ ἅμα τῇ τοῦ ποταμοῦ διαβάσει ἀφθονίαν ζώων εὐροῦσι πολλὴν καὶ οἴνου καὶ τῶν ἐκ μέλιτος κατασκευαζομένων πομάτων, ὧν οὐδὲ ἀκυὴν ἔσχον πώποτε, καὶ ἀνέδην τῶν τοιούτων ἐμφορουμένοις νόσος ἐσπίπτει κοιλιακὴν διάθεσιν ἔχουσα, καὶ ἀπώλλυντο ἑκάστης ἡμέρας ἀναρίθμητα πλήθη. ] Οπερ πυθόμενος ὁ Κεγένης διά τινος αὐτομόλου, καὶ καιρὸν ἐπιτήδειον κρίνας τοῦτον εἶναι τοῖς ἐχθροῖς ἐπιθήσεσθαι, ὁπότε καὶ χειμώνι καὶ νόσῳ πιέζονται, ἀναπείσας καὶ τοὺς Ῥωμαίους ὀκνοῦντας καὶ δεδιότας πρὸς τοσαύτας ἀντιπαρατάττεσθαι μυριάδας, προσρήγνυται τοῖς ἐχθροῖς. Οἱ δὲ τὴν ὀξείαν ἔλευσιν ἐκπλαγέντες καὶ πρὸς τὸν πόλεμον ἀποδειλιάσαντες, βίψαντες τὰ ὅπλα αὐτός τε ὁ Τυρὰν καὶ πάντες οἱ ἄρχοντες καὶ τὸ λοιπὸν πλῆθος ἑαυτοὺς ἐγχειρίζουσιν. Ὁ μὲν οὖν Κεγένης συνεβούλευε καὶ διεμαρτύρατο πάντας ἡβηδὸν ἀπο σφάξαι, ἔλεγε δὲ καὶ παροιμίαν βάρβαρον μὲν, νοῦν δὲ πολὺν ἔχουσαν, ὡς Ἔτι χειμῶνος ὄντος δεῖ τὸν ὄφιν ἀποκτεῖναι, ὁπηνίκα τὴν κέρκον κινεῖν οὐ δύναται· ὑπὸ ἡλίου γάρ θαλφθεὶς κόπους ἡμῖν παρέξει καὶ πράγματα. Τοῦτο δὲ τοῖς ἄρχουσιν οὐκ ἐδόκει Ῥωμαίων, ἀλλὰ βαρβαρικὸν τὸ ἔργον καὶ ἀνόσιον ἐνομίζετο καὶ Ῥωμαϊκῆς ἀνάξιον ἡμερότητος. Μᾶλλον μὲν οὖν συμφέρον ἐνόμιζον διασκεδάσαι τούτους ἐν ταῖς ἐρήμοις τῆς Βουλγαρίας πεδιάσι καὶ ἄλλους ἀλλαχοῦ ἐγκατοικίσαι καὶ φόρους αὐτοῖς ἐπι θεῖναι· ἔσεσθαι γὰρ οὐκ εὐαρίθμητον τὸν ἀπὸ τῶν τοιούτων δασμόν· εἰ δεήσει δὲ τῷ βασιλεῖ καὶ στρατοῦ πρός τε τοὺς Τούρκους καὶ πρὸς ἄλλα ετερόφυλα γένη, καθοπλίζειν ἀπ᾿ αὐτῶν. Πολλῶν οὖν λόγων ῥηθέντων ἐνίκησεν ἡ τῶν Ῥωμαίων γνώμη καὶ ὁ μὲν Κεγένης ὅσους ἔλαβε ζωγρίας, πλὴν ὧν ἀπημπόληκε, τοὺς πάντας ἀποσφάξας ὑπενόστησεν οἴκαδε, τὰς δὲ τῶν Πατζινάκων μυριάδας ὁ τῆς
col. 319–320page 151 of 174
PG 122:319Βουλγαρίας παραλαβὼν ἄρχων Βασίλειος ὁ Μοναχὸς ἐγκαθιδρύει ἀνά τε τὰς πεδιάδας τῆς Σαρδικής, τῆς Ναϊσοῦ καὶ Εὐτζαπέλου διασπείρας πάντας καὶ πᾶν ὅπλον ἀφελόμενος διὰ τὸ ἀνεπιβούλευτον. Ὁ δὲ Τυρὰχ καὶ σὺν αὐτῷ ἄνδρες ἑκατὸν καὶ τεσσαράκοντα ἄγονται εἰς τὸν βασιλέα· οὓς φιλο φρόνως οὗτος ἀποδεξάμενος καὶ βαπτίσας καὶ μεγίστοις ἀξιώμασιν ἐπάρας ἐν εὐπαθείαις κατ εἶχεν. Ὁ δὲ σουλτάνος τὴν τῶν αὐτοῦ πρέσβεω. ἄπρα στην ὑποστροφὴν μὴ φέρων, τὰς ἐν Περσίδι πάσας δυνάμεις καὶ τὰς Βαβυλωνίους ὑφ᾽ ἣν ἀθροίσας εἰσβολὴν ποιεῖται κατὰ Ῥωμαίων. Τοῦτο δὲ προ σκηκοὼς ὁ Μονομάχος ἔσπευδε μὲν καὶ διὰ τῶν οἰκείων δυνάμεων ἀντιπαράταξιν στῆσαι τῷ πολε μίῳ, ώπλισε δὲ καὶ ἀπὸ τῶν Πατζινάκων χιλιάδας ιεʹ. Καὶ ἡγεμόνας τέσσαρας ἀπὸ τῶν ἐν Κωνσταντινουπόλει Ηατζινάκων αὐτοῖς ἐπιστήσας, τὸν Σουλτζοῦν, τὸν Σελτέ, τὸν Καραμᾶν καὶ τὸν Καταλείμ, δώροις τε φιλοτιμησάμενος οὐ μικροῖς, καὶ ἅρματα κάλλιστα δοὺς καὶ ἵππους διαπρεπεῖς, περαιοῖ ἐν Χρυσουπόλει, δοὺς αὐτοῖς ὁδηγὸν τὸν ἀπάξαι μέλο λοντα τούτους εἰς Ἰβηρίαν Κωνσταντῖνον τὸν πατρίκιον, [Ρ. ] ᾧ 'Αδροβάλανος τὸ ἐπώνυμον. Περαιωθέντες δὲ οὗτοι καὶ τοὺς ἵππους ἀναβάντες καὶ τῆς πρὸς ᾿Ανατολήν φερούσης αψάμενοι και προελθόντες ἄχρι μιλίων τινῶν καὶ τῷ λεγομένῳ Δαματρύϊ προσεγγίσαντες ἐπέσχον τὴν πορείαν, καὶ στάντες ἐπὶ τῆς ὁδοῦ συμβουλὴν προετίθεσαν, ἥτις παρ᾽ αὐτοῖς κομέντον ὠνόμασται. Τισὶ μὲν οὖν ἐδόκει πορευτέα εἶναι καὶ μὴ ἀντιβαίνειν ἐπὶ τῆς χώρας τοῦ βασιλέως τοῖς βασιλικοῖς προστάγμασι. τοῦ τε λοιποῦ ἔθνους κεχωρισμένοις καὶ μήτε και ἑαυτοὺς ὑποστῆναι δυναμένοις τὴν Ῥωμαϊκὴν δύναμιν μήτε ὁρμητήριον ἔχουσι πρὸς τὰ τῆς τύχης ἀβούλητα· ἄλλοις πάλιν ἐδόκει, κατασχοῦσιν ὄρη τινὰ τῆς Βιθυνίας, ἐν τούτοις παραμένειν καὶ τοὺς ἐπιόντας ἀμύνασθαι, ἀνελθεῖν δὲ μηδαμῶς εἰς Ἰβηρίαν, ἐς χώραν μακρὰν καὶ ἀλλόκοτον, ἔνθα μέλλουσιν ἕξειν πολεμίους οὐ μόνον τοὺς ἐχθρούς Ρωμαίων, ἀλλὰ καὶ αὐτοὺς τοὺς Ῥωμαίους. Ο Καταλεὶμ δὲ μόνος γνώμην ἐδίδοο ὑποστρέψαι καὶ ἑνωθῆναι τοῖς συγγενέσιν. Εἰπόντος δέ τινος «Καὶ πῶς ἂν ἔσεται περατὴ ἡ θάλασσα;» μηδὲν πλέον εἰπὼν ἔπεσθαί οἱ κελεύει. Τὸν μὲν οὖν Αδροβάλανον ὁρμήσαντες ἀποκτεῖοαι οὐκ ίσχυσαν (φυγών γὰρ διεσώθη ἔν τινι τριωρόφῳ ὑπερῴῳ τῶν ἐν τῷ Δαματρύϊ παλατίων), τῷ Καταλεὶμ δὲ ἐπό μενοι κατήρχοντο πρὸς τὴν θάλασσαν, οὐκ ἐλπί ζοντες τάχα πλοῖα ἔχειν αὐτὸν ηὐτρεπισμένα τὰ ῥᾳδίαν τούτοις μέλλοντα ποιῆσαι τὴν τῆς θαλάσσης περαίωσιν, ἀλλὰ διαποροῦντες καὶ μαθεῖν ἐθέλοντες τίς ὁ τρόπος τῆς διαβάσεως. Ἐπεὶ δὲ ἐν τῷ αἰγιαλῷ ἐγένοντο, μηδὲν πλέον εἰπὼν ὁ Καταλεὶμ ἀλλ᾽ ἢ μόνον, «Επέσθω ὁ βουλόμενος αὐτόν τε περιεῖναι καὶ πάντας τοὺς Πατζινάκας,» τὸν ἵππον μυωπίσας εἴσεισιν εἰς τὴν θάλασσαν. Τοῦτο καὶ ἄλλος ἰδὼν ἐποίησε, καὶ ἐπ' ἐκείνῳ ἄλλος, καὶ εὐθὺς τὸ πλῆθος ἅπαν· καὶ διανηξάμενοι περαιοῦνται κατὰ τὸν Αγιον Ταράσον, οἱ μὲν αὐτοῖς ἅρμασιν, οἱ δὲ πρότερον τὰ ἅρματα ἀποῤῥίψαντες. Καὶ περαιωθέντες καὶ τὴν πορείαν ἐπιτείναντες ἴσχυσαν διασωθῆναι πρὸς τοὺς οἰκείους κατὰ τὴν Τριαδίτζαν,
col. 321–322page 152 of 174
PG 122:321μηδενὸς ἀντιστῆναι ἢ κωλύσαι τολμήσαντος· τὸ 590 γὰρ αιφνίδιον τῆς ἐφόδου εὔκολον αὐτοῖς τὴν πορείαν εἰργάσατο. Ἐνωθέντες˙ οὖν τοῖς ἐν Τριαδίτζῃ Πατζινάκοις διακηρυκεύονται καὶ πρὸς τοὺς ἐν ταῖς ἄλλαις χώραις καθιδρυμένους. Γενόμενοι οὖν οἱ πάντες ἄθροισμα ἕν, καὶ ἀνθ' ὅπλων ἀξίνας γεωργικές και δρέπανα καὶ ἄλλα σιδήρια λαμβάνοντες ἀπὸ τῶν ἀγρῶν καθοπλίζονται, καὶ ἐν Φιλιππουπόλει γενόμενοι καὶ τὸν Αἷμον διαβάντες τὸ μὲν πλῆθος ἅπαν περὶ τὸν λεγόμενον Οσμον ποταμὸν κατεσκήνωσεν ἐν τῇ παριστρίῳ πεδιάδι, μόνος δὲ ὁ Σελτὲ ἐν τῷ Λυβιτζῷ προσμείνας διαν επαύετο. ]Ρ· ] Αρτι δὲ καὶ τὰς Μακεδονικὰς ἀθροίσας δυνάμεις ὁ ᾿Αριανίτης καταδιώκει ὄπισθεν αὐτῶν. Καὶ καταλαβὼν ἐν τῷ Λοβιτζῷ τὸν Σελτὲ κατεσκηνωμένον, τοῦτον μὲν κρατῆσαι οὐκ ἴσχυσεν (ἔφθασε γὰρ διαδρὰς), τὴν δὲ πᾶσαν αὐτοῦ στρατοπεδείαν κατασχὼν ἐπέστρεψε. Καὶ τὰ μὲν τῆς Ἑσπέρας τοῦτον ἔσχε τὸν τρόπον. Ὁ δὲ σουλτάνος, ὡς εἴπομεν, βαρυθυμήσας διὰ τὴν τῶν αὐτοῦ καταφρόνησιν πρέσβεων καὶ τὴν τῶν θελημάτων ἀστοχίαν, ἄρας μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως έξεισι κατὰ τῆς ὑπηκόου Ρωμαίοις· καὶ κατελθὼν ἄχρι τοῦ λεγομένου Κωμιοῦ, καὶ μηδὲν ὅ τι καὶ λόγου ἄξιον διαπράξασθαι δυνηθεὶς ἔφθασαν γὰρ οἱ τῆς χώρας προασφαλίσασθαι ἑαυτούς τε καὶ τὰ αὐτοῖς ἀναγκαιότατα ἐν τοῖς φρουρίοις· γέμει δὲ ἡ Ἰβηρία φρουρίων ἐρυμνοτάτων), προσωτέρω δὲ προβῆναι μὴ θαῤῥήσας τῷ πυθέσθαι τὰς Ῥωμαϊκὰς ἐν Καισαρεία δυνάμεις ἀθροίζεσθαι, ὑπέστρεψε τῷ θυμῷ φλεγμαίνων και μέγα τι ζητῶν κατεργάζε σῇπι. Γενόμενος δὲ κατὰ τὸ Βαασπρακὴν, καὶ παραπλησίως κἀκεῖ τὰ πάντα τειχήρη εὑρὼν, ἐπ ἐβαλε ταῖς πολιορκίαις, καὶ ἀπεπειράσατο πρότερον τοῦ λεγομένου Μαντζικίετε· πόλις δὲ τὸ Μαντζι κετε ἐν γῇ ὁμαλῇ μὲν κειμένη, τείχεσι δὲ τρισὶ στεφανουμένη καὶ ὕδασι πολλοῖς ἔνδον κατάῤῥυτος πηγιμαίοις· τότε δὲ καὶ ἔτυχεν ἀφθόνως εἰσκομίσασα τὰ ἀναγκαῖα. Ταύτην οἰηθεὶς ὁ σουλτάνος ῥᾳδίως ἐκπολιορκῆσαι τῷ ἐν εὐεπιβουλεύτῳ ιδρύσθαι τόπῳ, χάρακα πηξάμενος ἔγγιστα ἐπεχείρει πολιορκεῖν, καὶ διέμεινεν ἐπὶ τριάκοντα ἡμέρας ταύτην ἀνενδότως πολιορκῶν, ποικίλαις ἐλεπόλεσι χρώμενος καὶ παντοίοις ε.δ. σε μηχανημάτων. Εὐρώστως δὲ τῶν ἔνδον ἀποκρουομένων τὰς προσβολὰς ἐμπειρία καὶ συνέσει τοῦ στρατηγοῦ (ἦν δὲ Βασίλειος πατρίκιος ὁ ἀπὸ Κάπης), ἐπείπερ ἔγνω ἀδυνάτοις ἐπι χειρῶν, ἐβουλεύσατο λύσαι τὴν πολιορκίαν καὶ ὑποστρέψαι. Ανέκοψε δὲ τῆς ὁρμῆς αὐτὸν Ἀλκαν ἡ τῶν Χωρασμίων ἡγεμών, ατησάμενος μίαν ἔτι προσμεῖναι ἡμέραν καὶ αὐτῷ ἐπιτρέψαι τὸν κατὰ τῆς πόλεως πόλεμον. Ησθεὶς δὲ τῷ αἰτήματι ἐπέσχε τὴν ἀναζυγήν. Εωθεν οὖν ὁ Ἀλκὰν τὸν ἀμφ' αὐτὸν ἀθροίσας ἅπαντα λαὸν, καὶ θεωρὼν ἐπί τινος γεω λόφου κατὰ τὴν ἑψαν στήσας πύλην τὸν σουλτάνον αὐτὸν καὶ τοὺς ὅσοι τῶν Τούρκων ἦσαν ἐπισημότα-D του, τὰς ἑλεπόλεις λαβὼν ἔπεισιν εἰς τὴν εἰρημένην πύλην· ἐκεῖσε γὰρ ἐδόκει τὰ τείχη τῆς πόλεως ταπεινότερά τε καὶ ἀσθενέστερα, καὶ ὁ τόπος ἀνά στημα ἔχων καὶ τῇ πολιορκίᾳ προσβοηθῶν, ἄνωθεν διδοὺς βάλλεσθαι τοὺς εἴσω τοῦ τείχους ὑπὸ τῶν ἔξω. Διελών οὖν διχῆ τὴν δύναμιν, καὶ τὴν μὲν στήσας ἐπὶ τοῦ ἀταστήματος ἐπιμόνῳ χρῆσθαι
col. 323–324page 153 of 174
PG 122:323κελεύει τῇ τοξείᾳ, αὐτὸς δὲ σκηνὰς ἐκ λύγων ἔχων 592 πεπλεγμένας, βοείαις βύρσαις ἄνωθεν ἐσκεπασμένας καὶ τροχοὺς ἐχούσας ὑπὸ τὰς τῶν βασταζόντων κιόνων βάσεις (λέσσας τὰς τοιαύτας κατονομάζουσι [Ρ. μηχανάς), λαοῦ πλήσας δικέλλας φέροντος καὶ σκαπάνας καὶ ἄλλα γεωργικά όργανα, ᾤετο κατὰ μικρὸν ὑπωθεῖν τὰς σκηνὰς καὶ τοῖς τείχεσι προσαρμόσαι καὶ οὕτως ὑπορύττειν ἀνέτως καὶ ἀδεῶς τὰ θεμέλια, πιστεύσας ὡς οὐδεὶς προκύψαι τοῦ τείχους συγχωρηθήσεται ὑπὸ τοῦ πλήθους τῶν βελῶν· καὶ τοῦτον ἐφαντάζετο τὸν τρόπον παρα λήψεσθαι τὴν πόλιν. Ταῦτα δὲ βλέπων ἀπὸ τοῦ τείχους ὁ ᾿Αποκάπης τοῖς μὲν τειχοφυλακοῦσιν ἀτρε μεῖν καὶ μηδένα προκύπτειν διτκελεύετο, μόνον δὲ λίθους χειροπληθεῖς ἔχειν ηὐτρεπισμένους καὶ τόξα καὶ ἄλλα ἐκηβόλα ὄργανα, καὶ προσμένειν τὸ ἐξ αὐτοῦ σύνθημα (ἦν δὲ τὸν Χριστέ, βοήθει), οὗ δοθέντος ἔργου ἔχεσθαι· εἶχε δὲ παρ᾽ ἑαυτῷ καὶ δοκούς μεγίστας, κατὰ τὴν βάσιν ὀξείας· Καὶ ὁ μὲν διετάττετο ὧδε, ὁ δὲ Αλκὼν τῶν ἐκτὸς Τούρκων χαλαζηδὸν ἐκπεμπόντων τὰ βέλη καὶ τοὺς εἴσω τείχους ἀνακόπτειν δοκούντων, κατ᾽ ὀλίγον ὑπωρῶν τὰς λέσσας προσήρειδε τῷ τεί χει. Ἐπεὶ δὲ ἔφθασαν αἱ σκηναί προσεγγίσαι καὶ ἐδόκει ἀδύνατος αὐταῖς εἶναι ἡ εἰς τοὐπίσω ἀναστροφή, αἰφνίδιον τοῦ ᾿Απο κάπη τὸ σύνθημα δόντος οἵ τε ἐπὶ τῶν δοκῶν τεταγμένοι τὰς δοκούς ἠφίεσαν κατὰ τῶν σκηνῶν καὶ οἱ λοιποὶ τόξοις καὶ λίθοις ἔβαλλον. Τότε δὴ οὖν ἡ τὸν ᾿Αλκὰν ἔχουσα σκηνὴ πολλαῖς περιπαρεῖσα κατὰ τὴν στέγην δοκοῖς ἀνετράπη ὑπὸ τοῦ βάρους τούτων περιτραπεῖσα· ἧς περιτραπείσης οἱ ἔνδον ταύτης ἀπογυμνωθέντες ἐβάλλοντο πάντοθεν λίθοις καὶ τόξοις, μηδεδὸς ἐπαμῦναι τούτοις ἰσχύοντος. Καὶ οἱ μὲν ἄλλοι πάντες ἔπεσον ἐλεῖση, ἐλήφθη δὲ ὁ Ἀλκὰν ζωγρίας, γνώριμος ἀπὸ τῆς λαμπρότητος τῶν ὅπλων ὑπάρχων δύο γάρ τινες καλοὶ κἀγαθοὶ νεανίαι προπηδήσαντες τῶν πυλῶν τῆς πόλεως καὶ τῶν τριχῶν τούτου δραξάμενοι σύροντες εἰσήγαγον εἰς τὴν πόλιν, Καὶ τούτου μὲν εὐθὺς τὴν κεφαλὴν ἀποτεμὼν ὁ Βασίλειος ἀκοντίζει τοῖς Τούρ κοις, ὁ δὲ σουλτάνος περιαλγήσας τῷ πάθει λύει τὴν πολιορκίαν καὶ ἀναζεύγνυσι, πλασάμενος ἀναγκαῖά τινα πράγματα κατεπείγειν αὐτὸν οἴκαδε ὑποστρέφειν, ἀπειλῶν εἰς τοὐπιὸν ἕαρ μετὰ μείζονος κακὰ τῶν Ῥωμαίων ἐπιστρατεῦσαι δυνάμεως. Περὶ ἧς φροντίζων ὁ Μονομάχος, ὅτι δὲ καὶ τὸν Απλησφάρην τὸν τοῦ Τιβίου ἄρχοντα τὰς ἐπὶ Κωνσταντίνου σπονδὰς διαλύσαντα καὶ τὰ τῶν Ῥω μαίων κακοῦντα ἀμυνόμενος, τὸ Ἑα τάγματα πάντα ἀθροίσας καὶ ἡγεμονεύειν τάξας αὐτῶν Νικηφόρον τινὰ εὐνοῦχον, ἱερέα μὲν τυγχάνοντα πρότερον καὶ τῷ βασιλεῖ ὑπηρετοῦντα ἰδιωτεύοντι, διὰ κοσμικὴν δὲ περιφάνειαν καὶ δόξαν ἀπωσάμενον τὴν ἱερωσύνην, φαίκτωρα τοῦτον τιμήσας καὶ στρα τοπεδάρχην ὀνομάσας εἰς τὴν Εψαν ἐκπέμπει, οὐκ ἐπειδὴ δραστήριος ἦν καὶ ἐνεργὸς τὰ πολεμικά, ἀλλ᾽ ἐπειδὴ εὔνοιαν ἐτήρει τῷ βασιλεῖ. Οὗτος ἀνελ θὼν μετὰ τοῦ στρατοῦ ἄχρι τῆς ] λεγομένης Σιδήρας γεφύρας καὶ τοῦ Καντζακίου Τούρκοις μὲν οὐκ ἐνέτυχεν (ἐν τῇ πεδιάδι γὰρ τῆς Περσαρμενίας στρατοπεδεύοντες μετὰ ᾿Αβιμέλεχ τινὸς στρατηγού, ἀδελφοῦ τοῦ Κουτλουμούς, καὶ πυθόμενοι τὴν τῶν Ρωμαίων βαρείαν ἔφοδον, μὴ στέρξαι τὴν ἐπέλευσιν τολμήσαντες ὑπενόστησαν οἴκαδε), ὁ δὲ Ῥωμαϊκός στρατὸς τὴν ᾿Απλησφάρην εἴσω τοῦ τείχους συγκλείσαντες, καὶ τὴν περίχωρον πᾶσαν ληϊσάμενοι, ἔπει
col. 325–326page 154 of 174
PG 122:325σιν καὶ ἄκοντα ἀνανεώσασθαι τὰς σπονδὰς καὶ ὅμη ρον δοῦναι ᾿Αρτασύραν τὸν υἱὸν Φατλούμ τοῦ οἰκείου ἀδελφοῦ τοῦ τῆς Καντζακηνῶν κατάρχοντος γῆς ὃν εἴληφὼς ὁ Νικηφόρος επάνεισι πρὸς τὴν πόλιν. δ Οἱ Ματζινάκαι δὲ τὸν Αἴμον, ὡς εἴπομεν, διαβάντες, καὶ τὴν μεταξὺ τούτου καὶ τοῦ Ἴστρου κατα σκοπήσαντες πεδιάδα τὴν διήκουσαν μέχρι θαλάσσης, καὶ τόπον εὑρόντες νάπας καὶ ἄλση ἔχοντα καὶ λόχμας παντοδαπὰς καὶ ὕδωρ καὶ νομὰς (Ἑκατὸν βουνοὺς τὸν τόπον ὀνομάζουσιν οἱ ἐγχώριοι), ἐκεῖσε ἐγκαθιδρύονται, καὶ ἐκδρομὰς αὐτόθεν ποιούμενοι οὐ μικρὰ τὴν ὑπὸ Ῥωμαίους ἐλύπουν. Ὁ δὲ βασιλεύς μεταπέμπεται τὸν Κεγένην ἐπὶ συμβουλῇ εἰς τὴν βασιλίδα· καὶ ὡς εἴσεισιν εὐθὺς μετὰ παντὸς τοῦ οἰκείου στρατοῦ, καὶ κατασκηνοῦ κατὰ τὴν ἀφωρισμένην πεδιάδα Βυζαντίοις εἰς πεδίαν (Μαΐτας ὁ τόπος κατονομάζεται) σὺν ἅπαντι τῷ στρατῷ. Μήπω δὲ ἐντυχών τῷ βασιλεῖ, μηδ' ὅτου μετεκλήθη χάριν μαθὼν, ἐπιβουλεύεται ταύτῃ τῇ νυκτὶ ὑπὸ Πατζινάκων τριῶν μετὰ ξιφῶν ἐπελθόντων κοιμωμένῳ καὶ πλη γὰς ἐπενεγκόντων αὐτῷ, μὴ μέντοι καιρίας· γνω σθέντες γὰρ εὐθὺς ὑπὸ τῶν σωματοφυλακούντων τάς τε πληγὰς ἀσθενεῖς ἐπιφέρουσι, καὶ πρὸς φυγὴν ὁρμήσαντες βοηδρομήσαντος τοῦ πλήθους μετὰ Βαλτζὰρ υἱοῦ τοῦ Κεγένους ἀλίσκονται. Εωθεν οὖν ὁ Βαλτζὰρ ἐφ' ἁμάξης τετρατρόχου τὸν ἑαυτοῦ πατέρα θεὶς, καὶ τοὺς ἐπιβουλεύσαντας ὄπισθεν τῆς ἁμάξης ἕλκων πεπεδημένους (οὐδὲν γὰρ εἰς αὐτοὺς διαπράξασθαι πλέον ἐτόλμησεν ἐπιβοωμένους τὸν βασιλέα), ἅμα παντὶ ἐφίππῳ τῷ στρατῷ, αὐτὸς πεζός σὺν τῷ ἀδελφῷ Γουλίνῳ ἐπόμενος τῇ ἁμάξῃ ὑπὸ δυοῖν ἑλκομένη ἵππων, ἔρχεται πρὸς τὸν βασιλέα. Καὶ κατὰ τὸ ἱπποδρόμιον γενόμενος ταύτην μὲν ἔστησιν ἐκεῖσε, αὐτὸς δὲ εἴσεισι πρὸς τὸν βασιλέα, τῆς φήμης προ δραμούσης καὶ προοδοποιησάσης αὐτῷ τὴν εἴσαδον. Ον εισαχθέντα ὁ βασιλεὺς ἐπήρετο διὰ τί μὴ εὐθὺς τιμωρὸς ἐγένετο τῶν τοῦ πατρὸς φονέων· τοῦ δὲ φήσαντος, Ὅτιπερ τὸ σὸ, ἐπεκαλοῦντο συνεχῶς ὄνομα, εἰς ὑποψίας ἀτόπους ἐνέπεσεν ὁ βασιλεὺς, καὶ λόγου θάττον ἐκπέμψας άγει τους δεσμίους πρὸς ἑαυτὸν, καὶ τὴν αἰτίαν ἐπυνθάνετο δι' ήνπερ ἐπεχείρησαν τὸν πατρίκιον ἀνελεῖν. [Ρ. ] Τῶν δὲ φησάντων, Οτιπερ κακόνους ἦν τῇ βασιλείᾳ σου καὶ τῇ πόλει, ὄρθρου μελετῶν εἰσελθεῖν καὶ πάντας μὲν κατασφάξαι τους ἔνδον, λαφυραγωγῆσαι δὲ καὶ τὴν πόλιν καὶ πρὸς τοὺς Πατζινάκας ἐπαναδραμεῖν, δέον ἐξετάσαι τὰ λεχθέντα καὶ εὑρεῖν τὴν ἀλήθειαν, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀλλ᾽ ἀδεσπότοις πιστεύσας συκοφαν τίπις καὶ ἀσυστάτοις, τὸν μὲν Κεγένην ἔγει πρός τὰ βασίλεια καὶ ἐν προσχήματι τάχα θεραπείας καὶ ἱπτρείας ἐν τῇ ἐλεφαντίνῃ καθείργνυσι, τοὺς δὲ τού του υἱοὺς ἐν ἑτέρῳ καὶ ἑτέρῳ τόπῳ διίστησιν ἀπ᾿ αὐτοῦ. Τὸ δὲ πλῆθος τῶν Πατζινάκων βρώμασι καὶ πόμασι παντοίοις πρὸς τὸ δοκεῖν εὐνοεῖν ἀνελάμβανε, σπεύδων, εἰ οἷόν τε, τῶν ἁρμάτων τούτους ἀπογυμνῶσαι καὶ τῶν ἵππων καὶ κατασχεῖν καὶ φρουρῆσαι, τοὺς ἐπιθεμένους τῷ φόνῳ ἀνέτως καὶ ἐλευθερίως, ὅπη καὶ ὡς βούλονται, διάγειν κελεύσας. Καὶ ἐδόκει μὲν ταῦτα διαπραξάμενος λανθάνειν, ἀλλὰ τὸν δῆμον
col. 327–328page 155 of 174
PG 122:327οὐκ ἔλαθε τῶν Πατζινάκων. Τήν τε γὰρ τοῦ αὐτῶν καθηγεμόνος κατάσχεσιν καὶ τὴν τῶν ἐκείνου υἱῶν διάζευξιν οὐ χρηστὸν οἰωνὸν ἐλογίζοντο, καὶ σημεῖον κακονοίας προφανὲς ἐνόμιζεν τὴν τῶν ἐπιβούλων ἐλευθερίαν. Διὸ καὶ τὰ μὲν πεμφθέντα ἐδέξαντο μετ' εὐχαριστίας, καὶ τὸν βασιλέα εὐφήμησαν, καὶ δι' ὧν ἐποίουν ἀποδεχομένοις ἐῴκεσαν τὰ πραχθέντα νυκτὸς δὲ ἐπιγενομένης, μηδενὸς ὑποτοπάσαντος ἄραντες ἐκ τῆς παρεμβολῆς καὶ συντόνῳ δι' ὅλης νυκτὸς χρησάμενοι τῇ ὁδοιπορία, τριταῖοι τὸν Αἷμον διαβάντες ἐνοῦνται καὶ αὐτοὶ τῷ πλήθει τῶν Πατζινάκων. Γενόμενοι γοῦν ἅπαντες ὑφ᾽ ἕν, ἤδη δὲ καὶ ὅπλων ἀποχρώντως ηὐπορηκότες διαπερῶσι τὸ Αίμον, καὶ παρεμβολὴν μὲν πηγνύουσι κατὰ τὴν Αὐλὴν (φρούριον δὲ ἡ Αὐλὴ κατὰ τὰς ὑπωρείας [κειμένη] τοῦ Αἴμου καὶ οὐ πάνυ πόῤῥω κείμενον Αδριανουπόλεως) καὶ πρὸς λεηλασίαν καὶ λείαν τρέ πονται. Οπερ μαθὼν ὁ τῆς Δύσεως ἄρχων Κωνσταντῖνος ο μάγιστρος ὁ ᾿Αριανίτης, καὶ αὐτὸς παρεσκευασμένας ἔχων τὰς ἀμφ' αὐτὸν δυνάμεις, ἄρας ἐξ ᾿Αδριανουπόλεως ἔρχεται κατ' αὐτῶν. Καὶ σποράσι μέν τισιν ἐν τῷ ἀπιέναι περιτυχών εὐτύχησεν· εἶτα καὶ παρὰ τὸ λεγόμενον Δάμπολιν φρούριον συναντήσας τῷ πλήθει καὶ προσβαλὼν ἡττᾶται, πεσόντων ἐν τῷ πολέμῳ Μακεδόνων καὶ Θρᾳκῶν οὐκ ὀλίγων, ἀναι ρεθέντων δὲ καὶ Θεοδώρου τοῦ Στραβομύτου καὶ τοῦ Πολῦ, ἀνδρῶν ἐκ γένους λαμπροῦ καὶ ἐπισήμων γε νομένων ἐκ τῆς εἰς τὸν Τορνίκιον ἀπιστίας. Ὁ μὲν οὖν μάγιστρος ὑπέστρεψεν ἐν Αδριανουπόλει, τῷ βασιλεῖ δὲ διὰ γραμμάτων ἄγγελος τοῦ ἀτυχήματος γίνεται, δηλοῖ δὲ καὶ ὡς δεῖ στρατοῦ νεαλοῦς· μετὰ γὰρ τῶν παρόντων ἀδύνατον ἀντιπαρατάξασθαι πρὸς τοσαύτην πληθὺν ἤδη τὰ νῶτα τρεψάντων. [Ρ. ] Ὁ δὲ βασιλεὺς καὶ πρὸ τῶν ἐκείνου γραμμάτων τὸ συμβὰν μὴ ἀγνοήσας, τὸν μὲν Τυρὰχ καὶ τοὺς ἐν τῇ πόλει κατεχομένους ἄρχοντας τῶν Πατζινάκων δω ρεαῖς καὶ χάρισιν ὑποποιησάμενος υποσχομένους μεθ᾽ ὅρκων ἐξημερῶσαι τὸ γένος ἐκπέμπει, γράμ μασι δὲ αὐτὸς τὰ Ἐφα ἅπαντα μεταπέμπεται τά γματα. ἂν ἐλθόντων καὶ διὰ τῆς ᾿Αβύδου περαιωθέντων καὶ χρυσουπόλεως στατηγὸν αὐτοκράτορα χειροτονήσας τὸν βαίκτωρα Νικηφόρον ἐκπέμπει κατὰ τῶν Πατζινάκων. Συνεξέπεμψε δὲ αὐτῷ καὶ Κατακαλὼν τὸν Κεκαυμένον, στρατηλάτην τῆς ᾿Ανα τολῆς προβαλόμενος, καὶ Ἐρβέβιον τὸν Φραγγόπωλον ἄρχοντα τῷ τότε τῶν ὁμοεθνῶν, κελεύσας συνεῖναι τῷ ῥαίκτωρι καὶ τῆς αὐτοῦ γνώμης· ἔχεσθαι καὶ τοῖς ἐκείνου προστάγμασι καὶ θελήμασιν ἔπε σθαι. Ὃς ἀναλαβὼν τὰς δυνάμεις καὶ τὸν Αἷμον διαπεραιωθεὶς διὰ τῆς λεγομένης Σιδηρᾶς ἀπῄει κατὰ τῶν Πατζινάκων· ἐλθὼν δὲ κατεσκήνωσεν ἔν τινι χώρῳ οὐ μακρὰν ἀπέχοντι τῶν Ἑκατὸν βουνῶν, τῷ λεγομένῳ Διακενέ. Κἀκεῖσε χάρακα πηξάμενος ὀχυρὸν τῇ ἐπαύριον ἐμελέτα τὴν μὲν ἀποσκευὴν ἐκεῖσε λιπεῖν καὶ τὰ περιττὰ τοῦ στρατοῦ, αὐτὸς δὲ εὔ ζωνος ἀπελθεῖν καὶ συμμίξαι τοῖς ἐναντίοις. μετο γάρ
col. 329–330page 156 of 174
PG 122:329αὐτοβοεὶ ἀφρόνως τούτους αἱρήσειν, καὶ ἐδεδίει καὶ φροντίδα ἐτίθετο μή τις λαθών διαδράσεις καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ σύμπας στρατός· ἐπ εφέροντο γὰρ καὶ καλώδια καὶ λώρους πρὸς τὸ δε τμεῖν τοὺς ἁλισκομένους. Τοῦτο δὲ ἐδίδου τούτοις ὑπονοεῖν τὸ κατ᾿ ἀρχὰς ἐπιγενόμενον εἰς αὐτοὺς ἐπὶ του Κεγένους πτώμα. Αμέλει καὶ συναίσθησιν λαβόντων τῶν Πατζινάκων τῆς ἐπελεύσεως τῶν Ρω μείων (ἤδη γὰρ καὶ ὁ Τυρὰχ καὶ οἱ σὺν αὐτῷ τῆς πόλεως ἀπολυθέντες ἄρχοντες ἐνωθέντες ἦσαν αὐτοῖς καὶ τὰ συμφέροντα τούτοις ἐσπούδαζον, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς τὸν Μονομάχον ὑποσχέσεσι) καὶ προδραμόντων τῶν ἀλκιμωτέρων, καὶ τοῦ Κεκαυμέν νου μέγιστον ἀναβοῶντος καὶ παρακαλοῦντος νῦν εἶναι χαιρὸν συμπλοκῆς, ὁπηνίκα σποράδες εἰσὶ καὶ δια εσπαρμένοι, καὶ μὴ περιμένειν τὸ ἅπαν άθροισμα, οὐκ ἐπῄνει μὲν καὶ τὸ λοιπὸν πλῆθος τῶν Ῥωμαίων τοὺς ἐκείνου λόγους, ὁ δὲ ἑαίκτωρ καὶ προφανῶς κατεγέλα, κ Παῦσαι, λέγων, ὦ στρατηλάτα, καὶ ἐμοῦ στρατηγοῦντος αὐτὸς μὴ παραστρατήγει· οὐ χρὴ γὰρ διεσπαρμένοις ἐπιθήσεσθαι τοῖς Ματζινά κοις, μή πως πτυρέντες ὑποδύσωνται τὰς λόχμας. Ἐμοὶ δὲ ἀκολουθοῦντες, ὦ τᾶν, οὐ παρέπονται θηρα τικοί κύνες, οἵτινες ῥινηλατοῦντες ἐξάξουσιν αὐτοὺς τῶν καταφυγῶν.» Καὶ τὰ μὲν τῶν Ῥωμαίων ἦσαν ἐν τούτοις, οἱ δὲ πρόδρομοι τῶν Πατζινίκων πλησίον γενόμενοι τῆς παρεμβολῆς τῶν Ῥωμαίων, μικρὸν ἐκκλίναντες, στρατοπεδεύουσι καὶ αὐτοὶ, καὶ τοῖς ὄπισθεν δηλοῦσιν ἥκειν τὴν ταχίστην. ] Πάν των δ᾽ ἐλθόντων καὶ ἐνωθέντων, τῇ ἐπαύριον ἐξ αγαγόντος τοῦ ῥοίκτωρος τὰς Ῥωμαϊκές δυνάμεις ἀντιπαρατάττονται καὶ αὐτοὶ, καὶ τοῖς ὄπισθεν ἔτι δηλοῦσιν ἥκειν τὴν ταχίστην. Πάντων δ᾽ ἐλθόντων καὶ ἑνωθέντων, ὡς ἔφαμεν, ἐξαγαγόντος τοῦ καί χώρος τὰς Ρωμαϊκές δυνάμεις, εἶχε μὲν τῆς Ρωμαϊκῆς φάλαγγος αὐτὸς τὸ μέσον ὁ ἑαίκτωρ, τοῦ δεξιοῦ δὲ κέρατος ἦρχεν ὁ Κεκαυμένος, θατέρου δὲ Φραγγόπωλος. Συμβολῆς δὲ γενομένης οὐκ ἔμενον * Ῥωμαῖοι, τῶν στρατηγῶν πρώτων ἐκκλινάντων τοὺς τὴν φυγήν. Αὐτοὶ μὲν γὰρ μηδὲ τὸν κτύπον, ὡς φασιν, τῶν ποδῶν τῶν ἵππων ἐνεγκόντες ἐτρά τησαν, μόνος δὲ ὁ Κεκαυμένος μετὰ τῶν ἑαυτοῦ τὰς θεραπόντων καί τινων συγγενῶν ὀλιγοστῶν, καὶ ρωϊκῶς ἀγωνισάμενος ἔπεσε μετὰ πάντων τῶν σὺν αὐτῷ. Τοῦτον μὲν οὖν οὐκ ἐτόλμησαν διώξαι οἱ ατζινάκοι ἐνέδρας πτοηθέντες, καὶ παρὰ τοῦτο ο πσωθῆναι ἔσχυσαν ἀσινεῖς οἱ Ῥωμαῖοι· τέως δὲ μ ως πεσόντας σκυλεύσαντες, καὶ πολλῶν ἁρμάτων νόμενοι κύριοι καὶ αὐτῆς τῆς Ρωμαϊκῆς παρεμ τῆς σὺν τῇ ἀποσκευῇ, κατασκηνοῦσιν ὑπὸ τὴν μαϊκὴν τάφρον. Και τις δὲ Πατζινάκος τὴν ἔτιν Γαλίνος, εἰδὼς τὸν Κεκαυμένον οἷός ἐστιν ὅτουπερ ἦρχε τῶν παρὰ τῷ Ἴστρῳ φρουρίων καὶ
col. 331–332page 157 of 174
PG 122:331ἀνεμίγνυντο ἀλλήλοις τὰ γένη, εὑρὼν αὐτὸν ἐν τοῖς νεκροῖς κείμενον καὶ σκυλεύων, ἐπεὶ περιστρέψας αὐτὸν ἐς τὸ ὕπτιον ἀπὸ τοῦ προσώπου ἐγνώρισε καὶ κατέλαβεν ἔτι ἐμπνέοντα, ἐπιθεὶς εἰς ἵππον (ἔκειτο γὰρ ἄφωνος διὰ τὸ καιρίας λαβεῖν πληγὰς, μίαν μὲν κατὰ γυμνοῦ τοῦ κρανίου, πεσόντος τοῦ κράνους αὐτοῦ, διήκουσαν ἀπὸ κοροφῆς ἄχρι τῶν ὀφρύων, ἑτέραν δὲ ἀπὸ τοῦ τραχήλου, ἔνθαπερ ἡ γλῶσσα ἐῤῥίζωται, καὶ διατεμοῦσαν τὸν τράχηλον καὶ εἰς τὸ στόμα πεσοῦσαν, καὶ ἔξαιμος γενέσθαι) ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ σκηνὴν, καὶ ἐπιμελείας καὶ φροντίδος αξιώσας περιεποίησε. Καὶ οἱ μὲν Πατζινάκοι οὕτω ῥᾳδίως τὴν ἐπελθοῦσαν ἀποσκευασάμενοι δύναμιν, ἀδεῶς τὸ ἀπὸ τοῦδε τὴν Ῥωμαίων γῆν ἐληλοντο· ὁ δὲ βασιλεὺς διὰ τῶν φυγόντων μαθὼν τὸ ἀτύχημα ἤλγησε μὲν, ὡς εἰκός, ἤθροιζε δὲ πάλιν δυνάμεις, ἀνελάμβανε δὲ καὶ τὰς πεσούσας, καὶ εἰς τὸ ἐπιὸν ἔτος τὴν γενομένην ήτταν ἐπανορθώσασθαι ἔσπευδε. Τῆς δὲ τρίτης ινδικτιῶνος ἐπι στάσης τοῦ ςφνη ἔτους, τὸν ἐταιρειάρχην Κων σταντῖνον στρατηγὸν αὐτοκράτορα προχειρισάμενος ὁ βασιλεὺς ἐκπέμπει κατὰ τῶν Πατζινάκων. Καὶ ς, τάς τε νεωστὶ περαιωθείσας ἐξ Έψας δυνάμεις ἀνειληφὼς καὶ τὰς ἐν τῇ Ἑσπέρα παραχειμαζούσας ἀθροίσας, ἐν ᾿Αδριανουπόλει γίνεται, [Ρ. κα κεῖσε χάρακα πηξάμενος βαθὺν ἔκειτο διασκοπούμενος μετὰ τῶν ἀρίστων πόθεν ἂν ποιήσηται τὴν εἰς τὸ πρόσω πορεαίν. Εν ώ δὲ οὗτος διενοεῖτο, αἰφνίδιον κατὰ τὴν ὀγδόην τοῦ Ἰουνίου μηνὸς οἱ Πατζινάκοι τὸν Λίμον διαβάντες ἐπιφαίνονται τῇ 'Αδριανουπόλει. Καὶ διὰ τῶν σκοπῶν μηνυθείσης τῷ Κωνσταντίνῳ τῆς τούτων ἐφόδου, βουλή προετέθη εἰ πολεμητέον αὐτοῖς εἴτε μή. ᾿Αλλὰ τῶν ἀρίστων ἐν τῇ σκηνῇ τοῦ ἑταιρειάρχου περὶ τῶν πρακτέων βουλευομένων, Σαμουὴλ πατρίκιος ὁ Βούρτζης, ἀνὴρ αὐθάδης καὶ θρασὺς, ἄρχων τότε οῶν πεζικῶν ὑπ άρχων δυνάμεων καὶ τὴν τοῦ χάρακος ἐπιστασίαν πᾶσαν ἐπιτετραμμένος, μὴ προσδεξάμενος τὸ τοῦ ἄρχοντος σύνθημα, τὴν τάξιν λιπὼν καὶ διαλύσας τὸν χάρακα ἔξεισι μετὰ τῶν πεζῶν καὶ τοῖς Μα τζινάκοις προσρήγνυται. Ων ραγδαίως ἐπιβρισάν των ἤρξαντο κάμνειν οἱ πεζοί. Διὸ καὶ θαμὰ πέμ πῶν πρὸς τὸν ἑταιρειάρχην ὁ Σαμουήλ βοήθειαν ἐζήτει, ὡς ἐπαναγκασθέντα τοῦτον καὶ ἀκουσίως δοῦναι τὸ σύνθημα του πολέμου. Εξελθόντος οὖν παντὸς τοῦ στρατοῦ κατὰ τὴν λεγομένην βασιλικήν Αι βάδα, καὶ καθολικῆς συμπλοκής κροτηθείσης, διὰ τὸ αιφνίδιον καὶ ἀσύντακτον καὶ τὸ προηττῆσθαι τοὺς πεζούς, ἀναθαρσῆσαι δὲ τοὺς Πατζινάκους, γίνεται τροπὴ τῶν Ῥωμαίων, καὶ φόνος ἐγένετο οὐ πολὺς αὐτῶν, συνεκλείσθησαν δὲ αἰσχίστως εἰς τὸν χάρακα, ἔπεσέ τε Μιχαὴλ πατρίκιος ὁ Δοκειανὸς, ἔλαβε δὲ καιρίαν κατὰ τῶν σπλάγχνων καὶ ὁ μάγιστρος Κωνσταντῖνος ὁ ᾿Αριανίτης, καὶ τριταῖος ἀπέθανε. Πεπτώκασι δὲ καὶ ἄλλοι τινὲς τῶν ἀσήμων ὀλιγοστοί. Τὸ δὲ λοιπὸν ἅπαν στράτευμα συγκλεισθεν ἀγεννῶς εἰς τὸν χάρακα ἐπολιορκεῖτο παρὰ τῶν Πατζινάκων, χωννύντων τὴν τάφρον λίθοις καὶ κλάδοις, καὶ πρὸς βίαν ἐλεῖν ἐπειγομένων τὸν χάρακα. Καὶ τάχα ἂν ἐγένετο τοῦτο, εἰ μὴ καταπελτικῷ βέλει βληθεὶς ὁ Σουλτζους διεπεραιώθη σὺν τῷ ἵππῳ καὶ εἰς ἔκπληξιν μεγάλην γαγε τοὺς θεασαμένους Πατζινάκους. Εξῆλθε δὲ καὶ τῆς ᾿Αδριανουπόλεως Νικήτας πρωτοσπαθάριος ὁ
col. 333–334page 158 of 174
PG 122:333Γλαβάς, τοποτηρητής ὢν τοῦ τάγματος τῶν σχολῶν, εἰς βοήθειαν· καὶ ἰδόντες τοῦτον, καὶ προσδοκήσαντες τὸν σύγκελλον Βασίλειον μετὰ τῶν Βαυλγαρικῶν ἀφικέσθαι δυνάμεων (προσεδοκᾶτο γὰρ καὶ οὗτος ἐλθεῖν) καὶ δειλιάσαντες οἱ Πατζινάκοι σποράδες ἄλλις ἄλλαχοῦ φεύγοντες ὑπεχώρησαν, [καὶ πανσυδι ἂν ἀπολώλει ὁ τῶν Ρωμαίων στρατός (α)]. Εγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ τυραννίδος διαβολή κατά τινων αρχόντων πολιτῶν, ὧν ἔξαρχοι ἐτύγχανον Νικηφόρος και Μιχαὴλ οἱ παῖδες τοῦ Εὐθυμίου, καὶ ἄλλοι τινὲς τῶν εἰς τὸ αὐτὸ γένος ἀναφερόντων. Αλλ' οἱ μὲν ἄλλοι πάντες διεσώθησαν μόνος δὲ ὁ Νικηφόρος ἀνεξερευνήτως κατακριθεὶς ἐξωρίσθη, τῆς οὐσίας αὐτοῦ πρότερον δημευθείσης. [Ρ. ] Ὅπως δὲ τῶν Πατζινάκων ἐπικρατέστερα γένηται τὰ Ῥωμαίων ὁ βασιλεὺς φροντίζων, τὴν Κεγένην ἐξάγει τῆς φυλακῆς καὶ ἐς Πατζινάκους ἐκπέμπει, ὑποσχόμενον διασχίσαι τούτους καὶ εὔνους θεῖναι τῷ βασιλεῖ. Καὶ τὰ συμμαχικὰ πάντα συναθροίσας ὑφ᾽ ἕν, Φράγγους φημὶ καὶ Βαράγγους, μεταπεμψάμενος δὲ καὶ ἱπποτοξότας ἀπό τε τῆς Τελούχ καὶ τοῦ Μαύρου ὄρους καὶ τοῦ Καρκάρου, περὶ τὰς εἴκοσι χιλιάδας, καὶ ἀνδράσιν ἐπισήμοις τῶν γενῶν ἕκαστον ἀναθεὶς, καὶ ἐπὶ πᾶσιν ἡγεμόνα καταστήσας τὸν πατρίκιον Νικηφόρον τόν Βρυέννιον καὶ ἐθνάρχην τοῦτον κατονομάσας, τὰς ἐκδρομὲς ἐκπέμπει κωλύειν καὶ ἐπέχειν τῶν Πατζινάκων οὗτοι γὰρ μετὰ τὴν ἐν ᾿Αδριανουπόλει μάχην και ταφρονήσαντες ολοσχερῶς τῶν Ῥωμαίων ἀδεῶς τὴν τε Μακεδονίαν καὶ Θρᾴκην ἐδῄουν καὶ ἐπυρπόλουν, ἀναιροῦντες ἀνοίχτως καὶ αὐτὰ τὰ θηλάζοντα νήπια, ὡς καὶ μίαν αὐτῶν μοῖραν ἄχρι τῶν Κατασύρτων ἔγγιστα δὲ οἱ Κατασύρται τῆς βασιλίδος) ἐλθεῖν. ᾿Αλλὰ τούτων μὲν ή καταστροφὴ ταχυτάτη ἐγένετο. Απὸν γὰρ ὁ βασιλεὺς ὁπλίσας ἀπό τε τῶν ἐν τῇ αὐλῇ φυλασσόντων καὶ τινων ἄλλων ἐκ τοῦ παρείκοντος εὑρεθέντων, καὶ Ἰωάννῃ πατρικίῳ ἑνὶ τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος Ζωῆς, ᾧ Φιλόσοφος τὸ ἐπώνυμον, ἐγχειρίσας, κατειργάσατο ῥᾳδίως νυκτὸς γὰρ οὗτος ἐπελθὼν καὶ μεθύοντας καὶ κοιμωμένους πάντας εὑρὼν ἀπέσφαξε, καὶ τὰς κεφαλὰς αὐτῶν ἁμά ξαις γεωργικαῖς ἐπιθεὶς κομίζει τῷ βασιλεῖ. Ὁ μὲν οὖν Κεγένης ἐξελθών διαπρεσβεύεται τοῖς Πατζινάκοις, καὶ τούτων ὑποσχομένων μεθ᾿ ὅρκου ποιήσειν τὸ αὐτοῦ θέλημα, πιστεύσας τοῖς ὅρκοις. καὶ ἀπελθὼν εὐθὺς ἀναιρεῖται, κατατμηθεὶς εἰς μικρά μέρη καὶ μόρια. Ὁ δὲ Βρυέννιος τὰς ἐμπι πευθείσας αὐτῷ παραλαβών δυνάμεις καὶ ἐν Ἀδριανουπόλει γενόμενος ἐφρόντιζε τῆς φυλακῆς τῶν χω νων. Στέλλεται δὲ καὶ τοῦ παντὸς ἡγεμὼν στρατοῦ Μιχαὴλ πατρίκιος ὁ ᾿Ακόλουθος προσταχθείς * καὶ αὐτὸς καθολικῆς μὲν μάχης μὴ ἅπτεσθαι, ἔργειν δὲ καὶ ἀνακόπτειν τὰς ἐκδρομάς. Ος ἐξελ. τῶν καὶ τῷ Βρυεννίῳ ἑνωθεὶς ἔργου ἥπτετο, καὶ πρότερον μὲν ἐν Γολόῃ μια μοίρᾳ τῶν Πατζινάκων περιτυχὼν καὶ ταύτην τρεψάμενος ἠφάνισεν, εἶτα πάλιν ἐν τῷ Τοπλιτζῷ (φρούριον δὲ οὗτος παρὰ τὸν Ἔβρον κείμενον) ἑτέραν ἀποσπάδα μοῖραν τῶν Πα 5: Ὁ ἀκόλουθος εὑρί σκεται μὲν ἔνοχος τῶν Βαράγγων, ἀκολουθεῖ δὲ τῷ βασιλεῖ ἔμπροσθεν αὐτῶν. Διά τοι τοῦτο καὶ ἀκόλουθος λέγεται. καὶ τάχα ἂν ἐγένετο τοῦτο...
col. 335–336page 159 of 174
PG 122:335τζινάκων εύρων ἀπώλεσεν. Ὅθεν εὐλαβηθέντες τὰς τοιαύτας οἱ Πατζινάκαι δυνάμεις τὰ μὲν παρὰ τὰς ὑπωρείας τοῦ Αἴμου κείμενα χωρία ληίζεσθαι ἀπ έσχοντο, πᾶσαν δὲ τὴν ὁρμὴν ἐποιήσαντο κατὰ Μακεδονίας. Καὶ ωᾶν ὅσον ἦν ἄλκιμον διακριθέντες κατέτρεχον τὰ ἐν Μακεδονία χωρία, καὶ ἦν τις ἐπίῃ πόλεμος, εὑρώστως αὐτὸν προσδέξασθαι ἐμελέτων. *Οπερ μαθόντες ὁ Βρυέννιος καὶ ὁ Μιχαήλ, [Ρ. ] ἄραντες νυκτὸς ὡς μηδένα συναίσθησιν λαβεῖν ὅποι ἀπίασι, καὶ συντόνῳ χρησάμενοι οδοιπορία ἔρχονται εἰς Χαριούπολιν, καὶ ἐν αὐτῇ εἰσελθόντες μετὰ τοῦ στρατοῦ ἐξεδέχοντο τὸν καιρόν. Οἱ δὲ Ματζινάκαι τοὺς ἀγροὺς καὶ τὰ προάστεια ληϊσάμενο: πάντα, καὶ περὶ βουλυτὸν ὑποστρέψαντες ἔγγιστα Χαριουπόλεως, προστίθενται τῇ παρεμβολῇ, ἀγνοοῦντες ὅτι περ ἐπιχωριάζει στράτευμα ὅλως ἐν αὐτῇ· διὸ καὶ ἀδεῶς ἔκειντο ἐν αὐλοῖς καὶ κυμβάλοις κωμάζοντες. Νυκτὸς δ' ἐπιγενομένης οἱ περὶ τὸν Βρυέννιον καὶ τὸν Μιχαὴλ ἐξελθόντες καὶ κοιμωμένους καὶ ῥέγχοντας εὑρόντες ἀναιροῦσι σύμπαντας. Τοῦτο δὲ τὸ ἀτύχημα συστολὴν καὶ δειλίαν ἐνέθηκε τοῖς Πατζινάκοις. Διὸ καὶ τὰς ἐκδρομὰς οὐκ ἀνέτως ὡς τὸ πρότερον, ἀλλὰ μετὰ φειδοῦς ἐποιοῦντο, κατά τε τὴν δ' καὶ ε' ἐνδικτιῶνα. κατὰ μικρὸν γὰρ ἀποστραφέντος αὐτὸν τοῦ βασιλέως, πάλιν Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ Ῥωμανοῦ τοῦ λεγο μένου Βοΐλα αἰφνίδιος γέγονεν αὔξησις. Οὗτος γὰρ ἐν ταῖς εταιρείαις κατατεταγμένος καὶ τὴν γλῶτταν ὑγρὸς ὢν, καὶ δοκῶν κατὰ τοῦτο ἀστεῖος καὶ εὐτράπελος, ἐπεί ποτε εἰς ὄψιν ἦλθε τῷ βασιλεῖ καὶ ὁμιλήσας χαριέστατος ἔδοξε, τὸ ἀπὸ τοῦδε ἀχώριστος ἦν αὐτοῦ διὰ παντὸς, καὶ τούτῳ ἐχρῆτο και συμβούλῳ καὶ διακόνῳ καὶ ὑπουργῷ πρὸς πᾶσαν υπηρεσίαν· ὅν κατὰ μικρὸν ταῖς τιμαῖς προβιβάζων εἰς μέγα ἐξῆρε καὶ ὕψωσεν, ὡς τὰ πρῶτα φέρειν ἐν βασιλείοις. Οὗτος ὁ ἀνὴρ εὐμήχανος ὢν καὶ ποικίλος, καὶ τῆς βασιλείας ἐρῶν ἀεί ποτε, ἀπεπείρᾶτο τῶν ὅσοι τῶν συγκλητικών προκεκρουκότες ἦσαν τῷ βασιλεῖ, καὶ τὸ μυστήριον ἀνεκάλυψε. Καὶ τούτων ὁπόσοι μὲν ἔτυχον προσδεχόμενοι τοὺς λόγους τῆς ἐπιβουλῆς, ἡμέρα καὶ προσηνῶς ἀνελάμβανε καὶ ὅρκοις ἐξησφαλίζετο· τοὺς ὅσοι δὲ καὶ πρὸς μόνην ἀπεδυσπέτουν τὴν ἀκοὴν, ἀποδέχεσθαι προσεποιεῖτο καὶ θαυμάζειν τῆς εἰς τὸν βασιλέα εὐνοίας, καὶ τὰ λεχθέντα δοκιμασίας ἔλεγε ῥηθῆναι χάριν, καὶ ὑπερλαλῆσαι τούτων ἐς τὸν βασιλέα ἐπώμνυτο. Τε λευταῖον δὲ πολλοὺς διαφθείρας τῶν πολιτῶν καὶ ἐπι βουλὴν ἐξαρτύων ἐφωράθη. Καὶ οἱ μὲν ἄλλοι πάντες οἱ αὐτῷ συνομόσαντες κακῶς ἔπαθον ἐτασθέντες καὶ τῶν οἰκείων ὑπάρξεων γυμνωθέντες καὶ ὑπερορίαις παρα πεμφθέντες, ὁ δὲ Ῥωμανός, οὐδὲν πέπονθε φαύλον συνεχωρήθη καὶ τὴν προτέραν εἶχε κατάστασιν. Ὁ δὲ σουλτάνος ἐγκοτῶν, ὡς ἐξέθη, ᾿Αβραμίς τῷ ἀδελφῷ καὶ διὰ παντὸς ἐπιβουλεύων τῇ τούτου ζωῇ, ἐμελέτα διηνεκῶς ἀνελεῖν αὐτόν. Ὅπερ προγνούς ἐκεῖνος ἀπέδρα πρὸς Κουτλουμοῦς τὸν ἑαυτοῦ ἀνεψιόν, καὶ ἅμα ἐκείνῳ τὸν κατὰ τοῦ σουλτάνου ἀναδέχεται πόλεμον [Ρ. ] Οἷς συμβαλὼν κατὰ τὸ κεγόμενον Πάσαρ ἐκεῖνος τρέπεται, καὶ τὸν μὲν Αβράμιον ἀναιρεῖ κατασχεθέντα· ὁ δὲ Κουτλουμοὺς φυγών μετά χιλιάδων ς' καὶ Μέλεχ τοῦ υἱοῦ τοῦ ᾿Αβραμίου διαπρεσβεύεται πρὸς βασιλέα, ἱκετεύων προσδεχθῆναι καὶ 'σύμμαχος καὶ φίλος γενέσθαι
col. 337–338page 160 of 174
PG 122:337Ῥωμαίων. Καὶ ἐλθὼν πρὸς τὴν Περσαρμενίαν καὶ τὸ λεγόμενον. Κάρσε προσέμενε τὰς τῆς πρεσβείας ἀποκρίσεις· ἐν τῷ μεταξὺ δὲ πολιορκήσας τὸ Κάτσε, πλὴν τῆς ἀκροπόλεως, παρειλήφει τὴν πόλιν. Κατ ἐπιν δὲ τούτου διώκων ὁ σουλτάνος ἦλθε μετὰ τῶν αὐτοῦ δυνάμεων ἐν Ἰβηρίᾳ· ὅπερ μαθὼν ὁ Κουτλουμοῦς ἔφυγε πρὸς τὰ Σαβᾶ καὶ τὴν Εὐδαίμονα Αρα βίαν. Ὁ δὲ σουλτάνος ἐν Ιβηρία γενόμενος ἐλπίζετο τὰ παρατυχόντα καὶ ἐπυρπόλει. Διὸ καὶ κατὰ σπου δὲν ὁ βασιλεὺς τὸν ᾿Ακόλουθον Μιχαήλ μεταπεμψάμενος ἐκ τῆς Ἑσπέρας ἐς Ιβηρίαν ἐκπέμπει· ὃς ἐκεῖ γενόμενος καὶ τοὺς διεσπαρμένους ἕν τε Χαλδίᾳ καὶ Ἰβηρία Φράγγους καὶ Βαράγγους ἀγηοχώς, κωλύειν ἠπείγετο τὸν ἐνόντα τρόπον τὰς ἐκδρομὰς τοῦ σουλο τάνου. 'Αλλ' ἐκεῖνος τὴν ὀξεῖαν ἔφοδον τούτου μα θὼν, καὶ ὅτι λαὸν ἀθροίσας σπεύδει τούτῳ συμπλέκεσθαι, λογισάμενος ὅπερ ἦν εἰκὸς, τὸ ἐκατέρωθεν τοῦ πράγ ματος ἄδοξον, καὶ ὅτι νικήσας μὲν δοῦλον ἔσται βασιλέως νενικηκώς, νικηθεὶς δὲ οὐ μικρὰν αἰσχύνην ἀποίσεται, ἄρας παντὶ τῷ στρατῷ ἐνέζευξε πρὸς τὸ Ταβρέζιον. Τότε δὴ καὶ Μιχαηλᾶς ὁ τοῦ Στεφάνου υἱὸς, καὶ Τριβαλλῶν καὶ Σέρβων μετὰ τὸν πατέρα καταστὰς ἀρχηγός, σπένδεται τῷ βασιλεῖ, καὶ τοῖς συμμάχοις καὶ φίλοις τῶν Ῥωμαίων ἐγγράφεται, πρωτοσπα θάσιος τιμηθείς. Ἐπέμφθη δὲ τῷ βασιλεῖ καὶ ἐξ Αιγύπτου· παρὰ τοῦ ταύτης ἀρχηγοῦ, ζῶον ἐλέφας καὶ καμηλοπάρδαλις. Βουλόμενος δὲ ὁ βασιλεὺς τελέως ἀπώσασθαι τοὺς Πατζινάκας, τὰς ὁθενδήποτε δυνάμεις ἀθροίσας ἐκ τῆς Ἑψας καὶ τῆς Ἑσπέρας καὶ Μιχαὴλ παραδοὺς τῷ ᾿Ακολούθῳ, καὶ τὸν σύνο κελλον δὲ Βασίλειον τὰ Βουλγαρικά στρατεύματα ἀνειληφέναι κελεύσας, καὶ ἄμφω κατὰ τῶν Πατζινάκων ἐκπέμπει. Οπερ ἐκεῖνοι πυθόμενοι χάρακα ἐπήξαντο κατὰ τὴν μεγάλην Περισλάβαν, τάφρῳ βαθείᾳ καὶ σταυρώμασι ταύτην κατοχυρώσαντες. Αφικομένων οὖν τῶν Ῥωμαίων συγκλείσαντες ἑαυτοὺς ἔνδον τῆς τάφρου ἐπολιορκοῦντο. Ἐπεὶ δὲ τοῖς Ῥωμαίοις τηνάλλως ὁ καιρὸς ἐτρίβετο, μηδὲν δ τι καὶ λόγου ἄξιον διαπράττουσι, κατέσχε δὲ αὐτοὺς καὶ σπάνες τῶν ἀναγκαίων, βουλὴν προυτίθεσαν περί τοῦ πρακτέου, καὶ δόξαν ἅπασιν ὑποστρέψαι, ἀωρὶ τῶν νυκτῶν σιγὴν παραγγείλαντες καὶ τὰς πύλας αναπετάσαντες τῆς παρεμβολῆς ἐπεχώρουν. Τοῦτο δὲ οὐκ ἔλαβε τὸν Τυράχ· ἀλλὰ μαθὼν ὡς βούλονται φεύγειν, λαὸν ὅτι πλεῖστον τοῦ χάρακος ἐξαγαγών ἐν ταῖς διόδοις ἐκπέμπει, ] ὅπουπερ ἔμελ λον οἱ Ρωμαῖοι διέρχεσθαι· αὐτὸς δὲ ἐξελθοῦσιν εὐτ θὺς ἐπιτίθεται. Καὶ γίνεται τροπὴ τῶν Ρωμαίων φρικτή, καὶ οἱ μὲν ὑπὸ τῶν κατόπιν καταλαμλανό μενοι ἀπεσφάττοντο, οἱ δὲ ὑπὸ τῶν προκατειληφότων τὰς δυσχωρίας εἰργόμενοι ἀνηλίσκοντο. Επεσεν οὖν πλῆθος πολύ, πίπτει δὲ καὶ αὐτὸς ὁ σύγκελλος, οἱ δὲ λοιποὶ σὺν τῷ Μιχαὴλ ἐν ᾿Αδριανουπόλει διασώζονται. Περιαλγής οὖν ὁ βασιλεὺς γενόμενος ἐπὶ τῷ, ἀτυχήματι τούς τε τούς τε ἐκ τῆς τροπῆς διασωθέντας ἀνελάμβανε καὶ λαὸν ἕτερον ἐστρατολόγει καὶ μισθοφόρους συνέλεγε, καὶ αβίωτον ἡγεῖτο τὸν βίον, εἰ μὴ ἄρδην ἀφανίσει τὸ γένος τῶν Πατζινακων. Αλλ' ἐκεῖνοι δι' αὐτομόλου τοῦτο πυθόμενοι διαπρεσβεύονται πρὸς τὸν βασιλέα, εἰρήνην αὐτοῦντες. Καὶ προσδεξάμενος οὗτος τὴν πρεσβείαν σπένδεται μετ᾿ αὐτῶν τριακοντούτεις. σπονδὰς θέμενος. Μοναστήριον δὲ οἰκοδομῶν ὁ βασιλεὺς κατὰ τὰ
col. 339–340page 161 of 174
PG 122:339λεγόμενα Μάγγανα ἐπ' ὀνόματι τοῦ ἁγίου μεγάλου μάρτυρος Γεωργίου καὶ ἀφειδῶς τὰ δημόσια κατ αναλίσκων ἐν ταῖς οἰκοδομαῖς χρήματα, νῦν μὲν οἰκοδομῶν, νῦν δὲ καταστρέφων, εἰς μεγάλην ἤλασεν ἔνδειαν, ὡς πᾶσιν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἐτόπους καὶ σεσοφισμένας εἰσπράξεις ἐφευρηκέναι· δημοσίους τε γὰρ προεχειρίζετο φροντιστὰς ἀσεβεῖς καὶ ἀλάστορας, καὶ δι' αὐτῶν χρήματα ἐξ 5000; ἀδίκων πόρων συνήθροιζε. Κατέλυσε δὲ καὶ τὸν Ιβηρικὸν στρατὸν ἀμφὶ τὰς πεντήκοντα χιλιάδας ἀριθμούμενον διὰ Λέοντος τοῦ Σερβλίου, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἐπορίζετο ἀπὸ τῶν χω ρίων ἐκείνων· καὶ ἄλλας πλείους εἰσπράξεις ἐπενοήσατο πονηρὰς καὶ ἀθέσμους, ἂς καὶ καταλέγειν αἰσχύνη. Ο δὲ εἰπεῖν ἐστιν ἀναγκαῖον, τοῦτο δὴ λέξω, ότιπερ ἐξ ἐκείνου τοῦ βασιλέως καὶ τῆς ἐκεί νου ἀσωτίας καὶ σαλακωνίας τὰ Ῥωμαίων ἤρξατο φθίνειν πράγματα, καὶ ἔκτοτε καὶ μέχρι τῆς δεῦρο κατὰ μικρὸν εἰς τὸ κατόπιν χωροῦντα ἐς παντελή κατήντησε τὴν ἀσθένειαν· τὸ γὰρ ἐλευθέριον ἀτέχνως διώκων εἰς ἄκραν ἐληλάκει τὴν ἀσωτίαν. Οὐ μήν γε καὶ παντάπασι πράξεων ἀγαθῶν ἐστέρητο, ἀλλὰ φέ ρονται καί τινα ἔργα αὐτοῦ ἱστορικῆς μνήμης ἐπάξια. Τό τε γὰρ ῥηθὲν μοναστήριον καὶ τὰ ἐν αὐτῷ γηρώ τροφεῖα καὶ οἱ ξενῶνες καὶ τὰ πτωχοτροφεῖα ἐπα! νων οὐκ ἀμοιροῦσι, καὶ τὸ γενόμενον ἔργον εἰς τὴν τοῦ Θεοῦ Μεγάλην Εκκλησίαν ἐγκωμίων οὐκ ἀπολείπεται. Έως ἐκείνου γὰρ ἐν μόναις ταῖς ἐπισήμοις ἑορταῖς ἐν ταύτῃ, ἔτι δὲ καὶ τοῖς Σάββασι καὶ ταῖς Κυριακαῖς ἡμέραις ἡ ἀναίμακτος τῷ Θεῷ ἐπετελεῖτο ἱερουργία, ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς ἡμέραις. Τοῦτο δὲ ἐγίνετο διὰ προσόδου ἔνδειαν, ἣν οὗτος α ψιλῶς ἀφορίσας καὶ ἀποχρώντως καθ᾿ ἑκάστην τελεῖσθαι τὴν ἱερὰν παρεσκεύασε λειτουργίαν· ὅ καὶ κρατεῖ γινόμενον μέχρις ἡμῶν. Καὶ σκεύη δὲ τὰ τῇ ἱερᾷ ἀνειμένα σπονδείᾳ τῇ τοιαύνῃ ἀνέθετο ἐκκλησίᾳ, ἐκ χρυσοῦ καὶ πολυτίμων μαργάρων καὶ λίθων κατεσκευασμένα μακρῷ παρελάσαντα τὰ λοιπὰ μεγέθει καὶ κάλλει καὶ τιμαῖς. Καὶ λοιποῖς ἄλλοις κειμηλίοις οὐκ ὀλίγοις ταύτην ἐφαίδρυνε. Καὶ τὰ μὲν ἐκείνου ταῦτα. Ενέσκηψε δὲ καὶ λοιμική νόσος τῇ βασιλίδι κατά τε τὴν ζ' καὶ ἡ ἰνδικτιῶνα, ὡς μὴ ἐξισχύειν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας. Ἀνέχθη δὲ κατὰ τὸ θέρος τῆς ζ' ἰνδικτιῶνος μέγιστόν τε χρῆμα χαλά ζης καὶ πολλὰ ὑπ᾽ αὐτοῦ οὐ ζῶα μόνον, ἀλλὰ καὶ ἄνθρωποι διεφθάρησαν. Ὁ δὲ βασιλεὺς κατεχόμενος ὑπὸ τῆς συνήθους νόσου τῆς ποδάγρας έκειτο ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ τῶν Μαγγάνων. Ἐπε δὲ καὶ ἕτερον ἐπηκολούθησε σύμπτωμα καὶ ἤδη ὁ θάνατος ἤγγιζεν, ἐσκέπτοντο οἱ τὰ πρῶτα ἐν βασι λείοις φέροντες, ὁ λογοθέτης Ἰωάννης, ὃν ὁ βασιλεὺς παραδυναστεύοντα είχε, παρωσάμενος τὸν Λειχούδην, ὁ πρωτονοτάριος τοῦ δρόμου ὁ Κωνσταντίνος, ὁ ἐπὶ τοῦ κανικλείου Βασίλειος, καὶ οἱ λοιποὶ οἱ ἄλλως αὐτῷ προσῳκειωμένοι, τίνα δὴ ἐς τὸν βασίλειον καθιδρύσουσι θρόνον. Ἔδοξεν οὖν ἄπασιν ἐπιτήδειος εἰς τοῦτο Νικηφόρος ὁ Πρωτεύων Καὶ δὴ πέμ δ μέγας ἄρχων. ἄρχοντας κατάρχοντας, πρωτεύων μέγας ἄρχων
col. 341–342page 162 of 174
PG 122:341πεται ταχυδρόμος ἐν Βυλγαρία, ἄξων αὐτὸν ἐκεῖ θεν· ἔτυχε γὰρ τότε τὴν τῆς Βουλγαρίας περιεζωσμένος ἀρχήν. ᾿Αλλὰ τοῦτο γνόντες οἱ τῇ Θεοδώρα τῇ βασιλίδι ὑπηρετούμενοι (ἡ Ζωὴ γὰρ ἤδη προκατέστρεψε τὴν ζωήν), δ τε Νικήτας ὁ Ξυλινίτης, Θεό δωρος καὶ Μανουήλ, δρόμωνι αὐτὴν ἐμβιβάσαντες ἄγουσιν εἰς τὰ τοῦ μεγάλου παλατίου ἀνάκτορα καὶ αὐτοκράτορα ἀναγορεύουσι. Καὶ ὁ μὲν βασιλεὺς ἀποθανών κατὰ τὴν ια' τοῦ Ἰανουαρίου μηνός, τῆς τ' ἐνδικτιώνος, τοῦ σφίγ᾽ ἔτους, ἐν τοῖς Μαγγάνοις ταφῆς ἔτυχε τῆς τυχούσης, οἱ δὲ περὶ τὴν βασιλίδα πέμψαντες ἐπέσχον τὸν Πρωτεύοντα ἐν Θεσσαλονίκῃ, κἀκεῖθεν ἀπάγουσιν εἰς τὸ Θρᾳκήσιον ἐν τῇ μονῇ τοῦ Κουζηνοῦ, κἀκεῖσε περιορίζουσι. Τὴν προγονικὴν δὲ παραλαβοῦσα βασιλείαν ἡ Θεο δώρα εὐθὺς μὲν μέτεισι τοὺς ὅσοι βασιλεῦσαι τὸν Πρωτεύοντα ἐβουλεύσαντο, τῶν ὑπαρχόντων ψιλώ σασα καὶ ὑπερορίσασα. Προβιβάζει δὲ καὶ τοὺς εὐνούχους αὐτῆς ἅπαντας εἰς τὰς μεγίστας ἀρχὰς, δομέστικον μὲν τῶν σχολῶν τῆς Ἀνατολῆς τὸν Θεό δωρον προβαλομένη, καὶ εἰς τὴν Ἑαν ἐκπέμψασα ἐφ᾽ ᾧ τὰς ἐκδρομὰς τῶν Τούρκων κωλύειν, τὸν μά γιστρον Ἰσαάκιον τὸν Κομνηνόν μετακινήσασα τῆς στρατοπεδαρχίας. Ἔτυχε γὰρ ὁ Μονομάχος διαπεραιωσάμενος πάσας ἐν Εψᾳ τὰς Μακεδονικάς δυνά μεις, ἀρχηγοὺς ἐχούσας ἅπαντας Μακεδόνας, ὧν εἷς ἦν καὶ ὁ Βρυέννιος· ἐφέρετο γὰρ ἐν Τούρκοις λόγος ὡς εἴη πεπρωμένον καταστραφῆναι τὸ Τούρ κων γένος ὑπὸ τοιαύτης δυνάμεως ὁποίαν ὁ Μακεδὼν ᾿Αλέξανδρος ἔχων κατεστρέψατο Πέρσας. Προεβάλετο δὲ καὶ λογοθέτην τοῦ δρόμου τὸν Νικήταν, καὶ δρουγγάριον τῆς βίγλας τὸν Μανουήλ. ] Προσελάβετο δὲ διὰ πολυπειρίαν εἰς τὸ τὰ κοινὰ διοι κεῖν τὸν σύγκελλον Λέοντα τὸν λεγόμενον Στράβη σπόνδυλον, τὸν πάλαι τῷ βασιλεῖ Μιχαήλ ὑπουργήσαντα. Καὶ τὰ μὲν τῆς πόλεως ἐφέρετο τῇδε, ὁ δὲ Βρυέννιος τὸν τοῦ βασιλέως ἐνωτισθεὶς θάνατον, ἄρας μετὰ τῶν Μακεδόνων, κάτεισιν ἐν Χρυσουπόλει. Καὶ τοῦτον μὲν ἡ βασιλὶς, ὅτι ἀσυντάκτως ὑπο εχώρησε, κατασχούσα δημεύει καὶ εἰς ἐξορίαν ἐκ πέμπει, τὸν δὲ λαὸν ὑποστρέψαι εἰς τουπίσω παρασκευάζει. Ὅλην οὖν, τὴν θ' Ινδικτιῶνα τοῦ εφέδ ἔτους βιώσασα ἡ βασιλίς, καὶ περὶ τὰ τέλη τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ἰνδικτιῶνος εἰλεῷ νοσήματι περιπεσοῦσα ἀπέθανεν. Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι ἀναβιβάζουσιν εἰς τὸν τῆς βασιλίδος θρόνον, ἔτι ψυχορραγούσης ἐκείνης. Μιχαὴλ πατρίκιον τὸν Στρα τιωτικὸν, ἄνθρωπον ἐκ Βυζαντίου μὲν ὁρμώμενον, ἀφελῆ δὲ καὶ ἀποίκιλον καὶ μόνοις τοῖς στρατιωτικοῖς ἐκ παίδων ἀπασχοληθέντα καὶ πλέον ἄλλο εἰδότα μηδὲν, καὶ ἤδη παρηβηκότα καὶ τῆς πρεσβυτικῆς ἀψάμενον ἡλικίας, ήτινι συμφέρειν τὴν ἀπραγμοσύνην ᾿Αρχίλοχος ὁ ποιητὴς ἀπεφήνατο. Τοῦτο δὲ πεποιήκασιν, ἵνα σχῆμα μόνον καὶ ὄνομα αὐτὸς ἔχῃ τῆς βασιλείας, αὐτοὶ δὲ διεξάγωσιν ὡς βούλονται τὰ κοινὰ καὶ πάντων τυγχάνωσι κύριοι, ἐπομόσαμένου πρότερον καὶ αὐτοῦ μηδέν τι πρᾶξαι ποτε τῆς ἐκείν των δίχα γνώμης τε καὶ θελήσεως. ᾿Αναῤῥηθέντος δὲ τοῦ Μιχαὴλ αὐτοκράτορος κατὰ τὴν λὰ ἡμέραν τοῦ Αὐγούστου μηνός, τῆς θ ἐπινεμήσεως, Θεοδόσιος πρόεδρος ὁ τοῦ πατραδέλφου τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου υἱὸς, πυθό
col. 343–344page 163 of 174
PG 122:343μενος τὴν ἀνάῤῥησιν καὶ δεινοπαθήσας, καὶ μὴ βου λευσάμενος μηδὲ λογισάμενος τὴν τοῦ ἔργου δυσχέρειαν καὶ ἀπότευξιν, μηδ᾽ οἷον κύβον μέλλει ἀναρ ῥιπτεῖν, ἀνειληφώς τοὺς οἰκογενεῖς καὶ δούλους καὶ 613 τοὺς ἄλλως ὑπηρετουμένους αὐτῷ, πολλοὺς δὲ καὶ τῶν γειτόνων καί τινας τῶν συνήθων, ὅσοι περ ἦσαν τὰς φρένας κουφότεροι, ἄρας περὶ δείλην ὀψίαν ἐκ τῆς οἰκίας (κεῖται δὲ αὕτη περὶ τὸ λεγόμενον Λεων μακέλλιον) προῄει διὰ τῆς πλατείας ὡς εἰς τὸ παλά τιον, ἀγανακτῶν καὶ δυσχεραίνων, καὶ τὴν ἀδικίαν ὡς ἂν τὰ ἔσχατα ἡδικημένος πρὸς τοὺς παρατυχόντας ἐπιβοώμενος, καὶ τὴν βασιλείαν ἀνακαλούμενος ὡς κληρονομιαῖον τάχα κτῆμα καὶ αὐτῷ προσῆκον ὡς μᾶλλον τῶν ἄλλων ἐγγύτατα ἔχοντι αἵματος πρὸς τὸν ἀπελθόντα βασιλέα. Ὡς δὲ ἐγένετο κατὰ τὸ πραιτώριον, διαῤῥήξας τὰς πύλας τῆς φυλακῆς ἐξάγει τοὺς καθειργμένους, ἐλπίσας οἶμαι δι' αὐτῶν μέγα τι διαπράξασθαι καὶ γενναῖον. Τὸ δὲ αὐτὸ τοῦτο καὶ ἐν Χαλκῇ φθάσας ἐποίει. ᾿Αλλὰ τῆς ἐπαναστάσεως τοῖς ἐν τοῖς βασιλείοις γνωσθείσης ευνούχοις, ταχύ μὲν οἱ φυλάσσοντες ἐν τῷ παλατίῳ στρατιῶται Ρωμαῖοί τε καὶ Βάραγγοι (γένος δὲ Κελτικὸν οἱ Βάραγγοι μισθοφοροῦντες Ῥωμαίοις) καθοπλίζονται, ταχὺ δὲ καὶ οἱ ἐν ταῖς βασιλικαῖς ὑπηρετοῦντες τριήρεσιν ἡγείροντο. Καὶ χεὶρ ἱκανὴ [Ρ. συν ηθροίσθη καὶ κατὰ τοῦ Θεοδοσίου ἔμελλε πέμπεσθαι. Ὁ δὲ τοῦτο πυθόμενος, ἐκκλίνας τοῦ πρὸς τὸ παλά ; τιον ἀπιέναι, υποστρέφει πρὸς τὴν τοῦ Θεοῦ Μεγά 614 λην Ἐκκλησίαν· ἤλπισε γὰρ ὡς εἰσελθόντα τοῦτον ἐν αὐτῇ ὁ πατριάρχης τε καὶ ὁ κλῆρος προσδέξεται, καὶ λαὸς ἀθροισθήσεται πλεῖστος, καὶ βασιλέα ἀναγορεύσουσι. Ταῦτα δὲ πάντα αὐτῷ εἰς τοὐναντίον ἀπέβτι. Ο τε γὰρ πατριάρχης καὶ ὁ τῆς ἐκκλησίας κλῆρος ἐρχομένῳ τὰς ταύτης ἀποκλείουσι πύλας, καὶ οἱ συνήθως ἐν τοῖς τοιούτοις χαίροντες καὶ συν τρέχοντες ἦσαν οὐδαμοῦ, καὶ οἱ παρεπόμενοι τούτῳ μέχρις ἐκείνου τοῦ τόπου, μαθόντες τὴν μέλλουσαν πέμπεσθαι δύναμιν κατ᾿ αὐτῶν, κατὰ μικρὸν ὑποῤῥέοντες ἐσκεδάσθησαν, καὶ λοιπὸν ἔρημος πάντων καταλειφθεὶς ἱκέτης ἐλεεινὸς μετὰ τοῦ παιδὸς πρὸς τὴν ἐκκλησίαν καθίζει· ὃν εὐθὺς ἀποστείλαντες ἐξάγουσι τῆς ἐκκλησίας καὶ ἐξορίζουσιν ἐν Περγάμῳ. Τὸ δ᾽ αὐτὸ τοῦτο καὶ εἰς τοὺς ἐμφανεστέρους τῶν αὐτῷ συναπαχθέντων ἐποίησαν. Καὶ τὸ ἀπὸ τούτου ὁ Μιχαὴλ ἐναμφισβητήτως ἀνηγορεύετο αὐτοκράτ τωρ. Παραλαβὼν δὲ τὰς ἡνίας τῆς βασιλείας πάντας μὲν τοὺς λογάδας τῆς συγκλήτου εἰς βαθμοὺς ἀξιω μάτων ὑψηλοτέρους ἀνήγαγε, καὶ τὸν δῆμον ὑποσχέσεσιν ὑπεποιεῖτο πολλῶν ἀγαθῶν· ὡς ἂν δὲ κάρτα γέρων καὶ πολλῶν μεμνημένος ἀρχαίων, ἐπεβάλλετο καὶ πολλὰ τῶν παλαιῶν σχολάσαντα ἐθίμων ἐπανακτήσασθαι, μηδὲν πρὸς λυσιτέλειαν συντελοῦντα τῆς βασιλείας ἢ τοῦ κοινοῦ. Τό τε γὰρ λεγόμενον στρατο Άγιον ἀνακαθαίρεσθαι ἐκέλευσε, πρὸς ὅπερ ἀποσκώπτοντες οἱ πολῖται ἔφασκον ὡς τὸν οἰκεῖον ἀστράγαλον ἀναζητῶν, ὃν ἐκεῖσε παίζων ἀπώλεσεν, ἐκκαθαίρει τὸν χοῦν· καὶ τὰς τῶν πολιτῶν κεφαλὰς σκέπεσθαι μὴ δι' ἀγραμμάτων ὡς νῦν, ἀλλὰ Γράμμα
col. 345–346page 164 of 174
PG 122:345διὰ μεγαλογράμμων οθονίων ἐκ βυσσοῦ πορφυρᾶς ἐξυφασμένων· καὶ δημοσίους φροννιστὰς οὐ συγκλητικοὺς προεβάλλετο, αλλά τινας τῶν ἐν ἑκάστῳ ἀρ χείῳ ἐναξηθέντων ταχυγράφων Καὶ ἄλλα πολλὰτοιαῦτα, ὧν τὸ καθ᾽ ἕκαστον καταλέγειν θελήσας προσκορὴς γενήσομαι τοῖς ἀκροαταῖς. Ἐπεὶ δὲ ὁ καιρὸς ἐπέστη τῆς βασιλικῆς φιλοτιμίας, ἤν διανέμειν ἐτησίως κατὰ τὸν καιρὸν τοῦ Πάσχα πρὸς τὴν σύγκλητον ειώθασιν οἱ βασιλεῖς, καὶ πάντες εἰσῆλθον οἱ τοῦ στρατοῦ ἡγούμενοι καὶ γένει καὶ ἀνδρίᾳ ὠνο μασμένοι. - ἦσαν δὲ ὅ τε μάγιστρος Ισαάκιος ὁ Κομνηνος καὶ ὁ μάγιστρος Κατακαλὼν ὁ Κεκαυμένος (δοὺξ δὲ οὗτος ἦν Αντιοχείας, καὶ παραλυθέντα τοῦ. τον τῆς ἀρχῆς διεδέξατο Μιχαὴλ ὁ τοῦ βασιλέως ἀνεψιός ὃν ἅμα τῇ αναρτήσει Οὐρανὸν κατονομάσας ὡς δῆθεν εἰς τὸν παλαιὸν οὐρανὸν ἀναφέροντα τὸ γένος, καὶ μάγιστρον 'Αντιοχείας, ὥσπερ ἦν ἐκεῖ νος, τιμήσας διάδοχον εκπέμπει τῷ Κεκαυμένῳ), Μιχαήλ τε βεστάρχης ο Βούρτζης, Κωνσταντῖνος καὶ Ιωάννης οἱ ἐκ τοῦ γένους τῶν Ἐῴων τοῦ δουκός καταγόμενοι, καὶ οἱ λοιποὶ λογάδες τῶν ἀρχόντων ] συνέδραμον δὲ πάντες, ἵνα καὶ τὸν νέον βα σιλέα θεάσωνται καὶ τῶν ἀπ' αὐτοῦ τύχωσι φιλοτιμιῶν· διεδόθη γὰρ πρὸς ἅπαντας τὸ προετικὸν ἐκεί νου καὶ πρὸς τὰς εὐεργεσίας μεγαλοπρεπές τε καὶ ἐλευθέριον· ἐς λόγους δ᾽ ἐλθὼν ὁ βασιλεὺς τῷ Κο μνηνῷ καὶ τῷ Κεκαυμένῳ, καὶ ἔπαινέσας μὲν αὐ τοὺς καὶ στρατηγοὺς γενναίους καὶ ἀγαθοὺς ὀνομάσας, καὶ μᾶλλον τὸν Κεκαυμένον ὡς μὴ ἐκ πατέρων μηδ᾽ ἐκ προσπαθείας τινός, ἀλλ᾽ ἐξ οἰκείων ἀνδρο αγαθημάτων πρὸς ἦν ἐκέκτητο τοῦ ἀξιώματος ἀν αχθέντα καθέδραν, τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἄλλους τῶν εὐγενῶν ποιήσας, μηδενὸς δὲ θελήσας ἐκπληρῶσαι βούλησιν, μηδ᾽ εἰς τὸ τῶν προέδρων ἀξίωμα τὸν Κομνηνὸν καὶ τὸν Κεκανμένον, ὡς ᾐτοῦντο, ἀναγαγεῖν κατανεύσας, ἀλλὰ καὶ πάντων τὰς δεήσεις ἀπράκτους ἀποπεμψάμενος, ἅπαντας ηρέθισε κατ' αὐτοῦ. Καὶ πρὸς μὲν τοὺς ἔψους στρατηγούς διετέθη οὕτως. Τὸν δὲ Βρυέννιον τῆς ὑπερορίας μεταπεμψάμενος καὶ ἄρχειν τάξας Καππαδοκών στρατηγὸν αὐτοκρά γράμματος μεγαλόγραμμον, γράμ ματα Τριβωνοφόρος. Ο φο τῶν στολὴν ἔχουσαν σημεία ὡς γράμματα. Μαργελλόγραμμον μάρ γελλον. βαϊοφόρον, εἰ λογαριαστὴς τῆς πλοίας (τῶν πλωίμων)
col. 347–348page 165 of 174
PG 122:347Γ' τορα προχειρίζεται τῶν Μακεδονικών ταγμάτων και κατὰ Τούρκων ἐκπέμπει· Τοῦρκος γάρ τις τὴν κλῆ σιν Σαμούχ, τὸ γένος οὐκ ἐπίσημος, πρὸς δὲ τὰ πολε μικὰ γενναῖος καὶ ἐνεργὸς, τῷ σουλτάνῳ συστρατευσάμενος ὀπηνίκα τὴν δευτέραν εἰσβολὴν κατὰ Ρωμαίων ἐποιήσατο, ἐκείνου ἀποστρέψαντος ἐν Περσία αὐτὸς τῷ τοπῳ παρέμεινε μετὰ τρισχιλίων ἀνδρῶν, καὶ περιπλανώμενος ἐν ταῖς πεδιάσι καὶ τοῖς ὑπτίοις τόποις τῆς μεγάλης ᾿Αρμενίας, και απ φνιδίους ποιούμενος ἐκδρομὰς, κακῶς διετίθει τὰ Ῥωμαίων καὶ ἐληίζετο. 'Αλλ' οὐδὲ τοῦτον θεραπεῦσαι ἴσχυσεν ὁ βασιλεύς· ἦν γὰρ ἀφυέστατος εἰς τὸ θωπεῦσαι καὶ καταδημαγωγῆσαι ἀνθρώπους περι υβρισθέντας καὶ λανθάνοντα κότον ἐν τῇ ψυχῇ περι φέροντας Τοῦ γὰρ Βρυεννίου λιπαρῶς κετεύοντος ἀποδοθῆναι οἱ καὶ τὰ χρήματα ὁπόσα ἀφείλετο ἀπ' αὐτοῦ Θεοδώρα ἡ βασιλὶς, οὐκ ἐπήκουσεν, ἀλλ᾽ ἐκτε νῶς δυσωποῦντα περὶ τούτου καὶ ἱκετεύοντα, τὸ δη μῶδες τοῦτο καὶ κατημαξευμένον εἰπὼν μόνον, «Δεικνύων ἔργα ἀπαίτει μισθούς,» ἀπεπέμψατο. Οὕτω δὲ παροραθεὶς καὶ ὁ Βρυέννιος ἀπῄει δεινὰ στρέφων ἐν ἑαυτῷ καὶ καιρὸν ζητῶν ἐκδικήσεως. Παραπλησίως δὲ διετέθη καὶ πρὸς Ἐρβέβιον τὸν Φραγγόπωλον, ἄνδρα συστρατευσάμενόν τε τῷ Μα νιάκῃ ἐν Σικελίᾳ καὶ μεγάλα τρόπαια στήσαντα καὶ ἀπ' ἐκείτου καὶ ἕως τούτου Ρωμαίοις εὔνουν φαινόμενον. Παρακαλοῦντα γὰρ καὶ αὐτὸν καὶ ἱκετεύοντα τῆς τῶν μαγίστρων τιμῆς τυχεῖν οὐ μόνον οὐκ ἠξίωσε λόγου, ἀλλὰ καὶ πολλὰ χλευάσας καὶ μυκτηρίσας ἀπεπέμψατο. Καὶ οὕτως ἦν ἀφυὴς καὶ δυσπρόσοδος περὶ τὰς ἐντεύξεις. Ὁ δὲ Ερβέβιος, οἷα Βάρβαρος και τὴν ὀργὴν ἀκατασχέτος, οὐ μετρίως· ἐνεγκὼν τὴν ὕβριν, ἀγνοῶν δὲ καὶ τὴν μελετωμένην παρὰ τῶν ] Ρωμαίων συσκευήν, οὐκ ἐκαρτέρησεν, ἀλλὰ σπουδάζων ἀμύνασθαι τὸν ὑβριστήν, ἐξαιτησάμενος ἐπ' οἴκου πορευθῆναι καὶ ἀφεθείς, τῷ βασιλεῖ προσειπὼν τὰ ἐξιτήρια; ἐξῆλθεν εὐθὺς, καὶ πρὸς τὴν Εψαν περαιωθεὶς ἀνῆλθεν ἐν τῇ κατὰ τὸν ᾿Αρμε νιακὸν οἰκίᾳ αὐτοῦ, τῇ Δαβαράμῃ. Καὶ κοινολογησάμενος τισι τῶν Φράγγων ἐκεῖσε τότε διεσπαρμένοις οὖσιν εἰς παραχειμασίαν, καὶ τριακοσίους άνδρας ἐκ τούτων ὑποφθείρας, ἀπῆρεν ἐκεῖθεν, καὶ ἀνελθὼν ἐν Μηδίᾳ κοινοπραγεῖ τῷ Σαμούχ, ἐκεῖσε ἐνδιατρίβοντι, ὥστε πολεμεῖν Ρωμαίοις. Καὶ χρόνον μέν τινα ἀσάλευτος ἔμεινεν ἢ ὁμολογία - προσκρούσματος δὲ τινος μεταξὺ τῶν Φράγγων γενομένου καὶ Τούρ κων, καὶ ἐκ τούτου ἐπιβουλευόντων· ἀλλήλοις τῶν γενῶν. ὁ μὲν Σαμοὐχ προσεποιεῖτο τηρεῖν τὰ συν τεθειμένα, ὁ δὲ Ἐρβέβιος διὰ παντὸς ἦν ἐν ὑπονοίαις καὶ αἰφνίδιον πρεσεδόκα ἐπίθεσιν, καὶ τοὺς Φράγ γους παρεκάλει μῆ ἀνέτως, ἀλλ' ἐπὶ τῶν ὅπλων καθ εύδειν. Τοῦτο δὲ ἐποίει κρυφίως, μηδεμίαν συναίσθησιν διδοὺς τῷ Σαμούχ, ἕως ἐκεῖνος λανθάνειν οἰηθεὶς ἀνακαλύπτει το βούλευμα, καὶ περὶ μίαν ἡμέραν ἐξοπλίσας πάντας οὓς εἶχε Τούρκους ἐπιτίθεται ἀριστοποιουμένοις τοῖς Φράγγοις. Οἱ δὲ κατὰ τὸ παράγγελμα τοῦ στρατηγοῦ τοὺς ἵππους ἐν τοῖς χα λινοῖς ἔχοντες, ὡς ᾔσθοντο τὴν ἐπέλευσιν τῶν Τούρ κων, ταχεῖς τε ἔποχοι γίνονται καὶ ἐρχομένοις τού τοις προσυπαντῶσι. Καὶ γίνεται μάχη καρτερά, καὶ πρὸς μικρὸν ἀντισχόντες οἱ Τοῦρκοι τρέπονται. Καὶ
col. 349–350page 166 of 174
PG 122:349πίπτουσι μὲν οἱ πλείους, οἱ δὲ λοιποὶ διεσώθησαν πρὸς τὸ Χλέατ πεζοὶ καὶ γυμνοί. Ὁ δὲ Ἐρβέβιος ὑποστρέψας ἀπὸ τοῦ διωγμοῦ μετὰ τῶν Φράγγων κατασκηνῶσαι ἐν τῇ παρεμβολῇ συνεβούλευεν. Εν έκειντο δὲ οἱ Φράγγοι ἀναγκάζοντες εἰσελθεῖν ἐν τῇ πόλει τοῦ Κλέπτ, κοινοπραγίαν ἔχοντες καὶ ὅρκους μετὰ τοῦ ἀμηρεύοντος ἐν αὐτῇ, εὐπαθείας τέ τινος καὶ λουτροῦ μετασχεῖν καὶ τὸν ἐκ τοῦ πολέμου ἀπο πλύνασθαι λύθρον. Ὁ δὲ πολὺς ἦν ἐγκείμενος καὶ καθικετεύων τὸν τοιοῦτον ἀποτινάξασθαι λογισμὸν καὶ μὴ πάνυ τι πιστεύειν ὅρκῳ ἀλλοπίστων καὶ ἀλλο φύλων ἀνθρώπων, καὶ εὐσεβεῖν ἀναπεπεισμένων εἰ θανάτου πολλοῖς Χριστιανοῖς αἴτιοι γένοιντο. ὡς δὲ λέγων οὐδένα τὸν προσέχοντα είχεν, ἀλλὰ πάντες μιας γενόμενοι γνώμης απαραίτητον τὴν εἴσοδον ἐλογίζοντο, ἄρας καὶ αὐτὸς εἴσεισι σὺν αὐτοῖς, πολλὰ πρότερον θεοκλυτήσας καὶ διαμαρτυράμενος καὶ παραγγείλας διὰ παντὸς προσέχειν καὶ ἐν χεροίν κατέχειν τὰ ὅπλα. Εἰσελθόντες οὖν οἱ Φράγγοι, καὶ τῶν τοῦ στρατηγού παραγγελμάτων καταφρονήσαντες, ἐν λουτροῖς καὶ πότοις καὶ εὐωχίαις ἦσαν. Ὁ δὲ ἀμηρᾶς ᾿Απονάσαρ ἅμα τῷ Σαμοὐχ καὶ τοῖς ἐν τῇ πόλει Σαρακηνοῖς βουλευσάμενος, καὶ παραγγείλας τοῖς ξενοδόχοις, ὅτε τὸ σύνθημα δοθῇ, κατέχειν τοὺς ἐπιξενωθέντας καὶ δεσμεῖν ἢ, τούτου φαινομένοι ἄδυ νάτου, ἀποσφάττειν, τέως μὲν ἠρέμει· ἐπεὶ δὲ ἅλις εἶχε τοῖς Φράγγοις ἡ ἡδυπάθεια ] καὶ πρὸς ὕπνους ἐτράπησαν, δοὺς τὸ σύνθημα· ἐπιτίθεται. Καὶ οἱ μὲν τῶν Φράγγων εὐθὺς ἀποσφάττονται, οἱ δὲ κατεσχέθησαν, τινὲς δὲ καὶ ἀπὸ τοῦ τείχους ῥιπτοῦντες ἑαυτοὺς ἔξω διασωθῆναι ἴσχυσαν. Εάλω δὲ καὶ ὁ Ἐρβέβιος καὶ πεδηθεὶς ἐφυλάττετο. Ὁ δὲ ἀμηρᾶς διαπραξάμενος ταῦτα διακηρυκεύεται πρὸς τὸν βασιλέα ὡς τάχα εὔνους [ὢν] αὐτῷ καθεστὼς καὶ τοὺς ἐπιβουλεύοντας τοῖς αὐτοῦ πράγμασι διαφθείρας καὶ τὸν τούτων ἀρχηγὸν κατασχών. Καὶ τὰ μὲν περὶ τὸν Φραγγόπωλον συνηνέχθη ὧδε. Οἱ δὲ τῆς Ἑψας στρατηγοὶ ἀποπεμφθέντες, ὡς ἔμπροσθεν εἴρηται, παρὰ τοῦ βασιλέως δευτέραν ἔγνωσαν πεῖραν προσαγαγεῖν, καὶ δὴ τῷ πρωτοσυγ γέλλῳ Λέοντι τῷ Στραβοσπονδύλῳ προσελθόντες τὰ κοινὰ διοικοῦντι τῷ τότε μεσίτήν ἐς τὸν βασιλέα τοῦτον προὐβάλλοντο, καὶ μὴ παρὰ τοὺς ἄλλους περιοφθῆναι ἱκέτευον μηδ᾽ ἀτίμως ἀποῤῥιφῆναι, καὶ ἄλλα προβαλλόμενοι δίκαια, τελευταῖον δὲ ἐπαγαγόντες μηδ' ἄξιον εἶναι τοὺς μὲν πολίτας τῶν βασιλικῶν εὐμοιρῆσαι τιμῶν, μήτε παρ' ἔπάλξιν στάντας μήτε πρὸς πολεμίους διαγωνισαμένους ποτέ, αὐτοὺς δὲ τοὺς ἐκ παίδων προπολεμοῦντας καὶ ἀγρυπνοῦντας, ἵν᾿ ἀδεῶς οὗτοι καθεύδοιεν, παροραθῆναι καὶ τῆς βασιλικῆς φιλοτιμίας διεκπεσεῖν. Αλλ' οὗτος, στρυ ἑνὸς ὢν καὶ δυσπρόσιτος, οὐ μόνον οὐκ ἐδέξατο ηπίως τὴν προσαγομένην ἱκεσίαν, ἀλλὰ καὶ μεθ' ύβρεων η 620 ἀπεπέμψατο τοὺς ἱκέτας, ἐκφαυλίσας οὐκ ὀλίγα καὶ ἰς ἕκαστον τῶν ἀνδρῶν. Οἱ δὲ καὶ δεύτερον ἤδη παρνημένοι, πᾶσαν ἐλπίδα ἀποσεισάμενοι ἐσφάδαζον καὶ διεπρίοντο τῷ θυμῷ. Καὶ κατ᾿ ἀρχὰς μὲν, ὡς πη ἕκαστος ἔτυχεν, ἐν ταῖς ὁμιλίαις ὑποτονθορύζοντες ἐλοιδοροῦντο τῷ βασιλεῖ, καὶ μὴ πράως ἐνεγ κεῖν ἕκαστον παρεκάλουν ἑκάστην παροινίαν, ἀλλὰ διαναστῆναι παρώρμουν πρὸς - δικαίαν ἐκδίκησιν. Επειτα καὶ ὑφ᾽ ἣν ἐν τῇ Μεγάλῃ γενόμενοι Ἐκκλησίᾳ, καὶ ὅρκους δόντες καὶ λαβόντες μὴ σιωπῆσαι μηδ' ἀνασχέσθαι, ἀλλὰ τοὺς ἐνυβρίσαντας τιμωρήσασθαι,
col. 351–352page 167 of 174
PG 122:351δεσμοῖς, δ φασιν, ἀδαμαντίνος Ασφαλίσαντο τὴν ἐπιβουλήν. Τῷ δὲ Κεκαυμένῳ ἐδόκει καὶ τὸν Βρυέννιον προσλαβέσθαι συνωμότην, λαοῦ τε πολλοῦ ἄρ χειν τεταγμένον τῶν Μακεδονικών ταγμάτων καὶ μέγα μέρος ἔσεσθαι μέλλοντα τοῦ σπουδάσματος. ὡς δὲ καὶ οὗτος, πείρας αὐτῷ προσενεχθείσης, τα χέως ὑπήκουσε, λοιπὸν τίνα διεσκοποῦντο εἰς ἔργον προχωροῦντος αὐτῶν τοῦ βουλεύματος ἀνειπεῖν βα σιλέα. Καὶ πᾶσιν ἁπλῶς ἐφαίνετο τοῖς συνωμόταις ὡς καὶ γήρα καὶ ἀνδρίᾳ καὶ ἐμπειρίᾳ τῶν ἄλλων προύχων ὁ Κεκαυμένος ἀξιος εἰς τοῦτο. Ὁ δὲ ἀφ' ἑαυτοῦ τὸ βάρος αποσείσασθαι σπεύδων συντόμῳ λόγῳ διέλυσε τὰς πολυλογίας· ἀναστὰς γὰρ εὐθέως βασιλέα Ρωμαίων ἀνεῖπε τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνόν, [Ρ. ] τοῦτο δὲ αὐτὸ ποιῆσαι καὶ τοὺς λοιποὺς παρεσκεύασεν. Οὕτω δὲ καταδεσμήσαντες ἀλλήλους, καὶ τὴν βουλὴν ὡς ἐνῆν ἀσφαλισάμενοι, καὶ τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια, ἕκαστος οἴκαδε τῷ δοκεῖν ἀπεφοίτησεν. Αρτι δὲ καὶ ὁ Βρυέννιος τῶν πραγμάτων αὐτῷ καθισταμένων ὡς πη ἐδόκει τῷ βασιλεῖ, διαπερά πρὸς τὴν Ἕω, ἔχων μεθ᾿ ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Ὀψαρᾶν, ἀπεσταλμένον ἐκ βασιλέως μετὰ χρυσίου ἐφ᾽ ᾧ τοῖς στρατιώταις διανεμηθῆναι τὸ σιτηρέσιον. Γενόμενος δὲ κατά τινα τόπον ἡπλωμένον καὶ ὕπτιον ἐν τῷ θέματι τῶν ᾿Ανατολικῶν τοῖς Καππαδόκαις διένειμε τὴν φιλοφροσύνην. Επαύξων δὲ τὰς δόσεις, καὶ πλείω τῶν τεταγμένων παρέχειν κελεύων, ἀντιπίπτοντα εἶχε τὸν Ὀψαρᾶν καὶ μὴ ὑπακούοντα· ἔφασκε γὰρ οὗτος μὴ τολμαν προσθήκας διδόναι τοῖς στρατιώταις, μηδὲν τοῦ βασιλέως περὶ τούτου προστάξαντος. Τοῦ δὲ Βρυεννίου ἀτρέμας ἔχειν εἰπόντος καὶ ποιεῖν σιωπῇ τὸ κεκελευσμένον παρεγγυήσαντος, ἀντιτείνοντος δὲ τοῦ Ὀψαρά καὶ θρασυνομένου, ἀναφθεὶς ἐκεῖνος τῷ θυμῷ τοῦ θρόνου τε ἀνίσταται καὶ κονδύλους τούτῳ προστρίβει τε λευταῖον δὲ καὶ τῶν τριχῶν καὶ τῆς γενειάδος ἀψά μανος καταβάλλει τοῦτον εἰς γῆν, καὶ δεσμὰ περιθεὶς ἐν τῇ ἰδίᾳ ἐφρούρει σκηνῇ, αὐτὸς δὲ τὸ βασιλικὸν χρυσίον ἀνειληφὼς ἐποιεῖτο τὴν διανομὴν ὡς ἠβού λετο μεθ᾽ ὑπεροχῶν. Ἔτυχε δὲ τότε παραστρατο πεδύων ἐγγὺς ὁ πατρίκιος Λυκάνθης, καὶ τῶν Πι σιδῶν καὶ Λυκαόνων ἡγούμενος. Οὗτος τὰ εἰς τὸν Οψαρᾶν συμβεβηκότα ακοντισθεὶς, καὶ τυραννίδος ἐπίθεσιν, ὥσπερ ἦν εἰκὸς, τὴν πρᾶξιν ὑπολαβὼν (ἦν γὰρ τῶν τοῖς ἑῴοις ἄρχουσι βεβουλευμένων ἀμύητος), καθοπλίσας τὰ δύο τῶν ᾿Ανατολικῶν τάγματα ἐπιτίθεται τῇ σκηνῇ τοῦ Βρυεννίου, αὐτοκράτορα τὸν Μιχαὴλ εὐφημῶν. Καὶ τοῦτον μὲν δεσμεῖ κατασχών, ἀπολύει δὲ καὶ τὸν Οψαρᾶν τῶν δεσμῶν, καὶ τὸν Βρυέννιον αὐτῷ παραδοὺς οὕτως ὡς εἶχε κλοιῶν, χρῆσθαι τούτῳ κελεύει ὡς βούλεται. Ὁ δὲ ἀνεθεὶς τῆς πέδης καὶ πράττειν 3 θέλει κύριος γεγονώς τοῦ μὲν Βρυεννίου εὐθέως ἐξορύττει τοὺς ὀφθαλμοὺς καὶ ἐς βασιλέα τοῦτον δεσμώτην ἐκπέμπει, μηνύσας καὶ τὴν τολμηθεῖσαν ἀποστασίαν· ὁ δὲ προσέμενε τῷ τόπῳ ὡς τάχα τὴν εἰς τὸν λοιπὸν λαὸν διενεργήσων διανομήν. Καὶ ὁ μὲν Βρυέννιος τοιαύτας ἀπέδωκε δίκας τῆς ἑαυτοῦ προπετείας καὶ αὐβαδείας, ἵνα μὴ
col. 353–354page 168 of 174
PG 122:353λέγωμεν ἀνοίας· οἱ δὲ κατὰ τὸ θέμα τῶν Ανατολικῶν τὰς οἰκήσεις ἔχοντες ἄρχοντες, ὁ πρόεδρος Ρωμανός Σκληρός (ἦν γὰρ οὐδ᾽ αὐτὸς ἔξω τῶν ὁμωμοκότων), * Βούρτζης, ὁ Βοτανειάτης, οἱ Βασιλείου τοῦ ᾿Αργυ τοῦ παῖδες καὶ ὁ λοιπὸς ὅμιλος, τέως μὲν ἦσαν ῆρε μοῦντες καὶ ἀρχὴν ἀποστασίας ἀλλαχόθεν προσμένοντες· ἐπεὶ δὲ ἐπύθοντο τὰ κατὰ τὸν Βρυέννιον, Ρ. καὶ οἵαις ἑαυτὸν οὗτος φρενοβλαβῶς καθ υπέβαλε τύχαις, ἐντρεχῶς λυγισάμενοι ὡς ἐταζόμενος οὗτος ἀποφήνεις τὴν συνωμοσίαν καὶ οὐκ εἰς καλὸν 8 τοῖς συνωμόταις τὸ τέλος ἐπενεχθήσεται, ἄραντες 10, 6565. ἅπαντες ἀπέρχονται ἐν Παφλαγονίᾳ κατὰ τὴν Κασταμόνχ· οἶκος δὲ ἡ Κασταμὼν τοῦ Ἰσαακίου μαγίστρου τοῦ Κομνηνοῦ. Καταλαβόντες δὲ καὶ αὐτὸν ἠρεμοῦντα ἔτι ἀνιστῶσι καὶ ἄκοντα, καὶ ἔρχονται μετ' αὐτοῦ κατά τινα τόπον ὁμαλὸν καὶ πλάτος ἱκανὸν ἔχοντα· Γουνάρια ὁ τόπος κατονομάζεται. Κἀκεῖσε τοὺς πλησιοχώρους ἀθροίσαντες στρατιώτας, καὶ τοὺς ὅσοι πυθόμενος τὴν κίνησιν ἐθελονταὶ παρεγένοντο, μετὰ πάντων αὐτῶν ἀναγορεύουσι τοῦτον αὐτοκράτορα βασιλέα Ῥωμαίων, ὀγδόην ἄγοντος τότε τοῦ Ιουνίου μηνός, τῆς ι' ινδικτιῶνος τοῦ ταξε' ἔτους. ᾿Αναγορευθεὶς δὲ βασιλεὺς, στρατοπεδείαν ὀχυρὰν πηξάμενος, προσέμενε τῷ τόπῳ, ἐκδεχόμενος ἀθροι τῇῆναι καὶ τοὺς λοιποὺς, ὁπόσοι μετεσχήκασι τῆς συνωμοσίας. Πλέον δὲ αὐτὸν καρτερεῖν ἀνέπειθε καὶ μὴ προεξάλλεσθαι ἡ τοῦ Κεκαυμένου βραδύτης διασκοπουμένῳ γὰρ αὐτῷ καὶ τὸ αἴτιον ζητοῦντι τῆς βραδυτήτος ἄγγελος τις ἐκ τῆς Ἐψας ἐλθὼν ἀπήγγειλεν ὡς μεταμεληθεὶς ἐκεῖνος τῶν τε δοθέντων ὅρκων ἠλόγησε καὶ τὰ βασιλέως φρονεῖ καὶ λαὸν ἀθροίζει ἐφ᾽ ᾧ τοῖς ἀνταίρουςιν ἐπιθήσεσθαι. Αὕτη δὲ ἡ ἀγγελία οὐκ εἰς μικρὰν ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλε τοὺς περὶ τὸν Κομνηνὸν, εἰ μέλλοιεν ἔξειν τοιοῦτον ἐχθρὸν κατὰ νώτων· διὸ καὶ ἐκαρτέρουν ἐν τῷ χάρακι μαθεῖν τὴν ἀλήθειαν ὀριγνώμενοι. ᾿Αλλ' οἱ μὲν ἦσαν ἐν τούτοις, ὁ δὲ Κεκαυμένος ἔμεινε τὴν οἰκείαν γνώμην φυλάττων τοῖς συνωμόταις ἐπεῖχε δὲ ἑαυτὸν καὶ ἐβράδυνε διὰ τοιαύτην αἰτίαν. Ὅτε τῆς βασιλίδος ἐξελθὼν ἀπενόστει ἐπ' οἴκου, γενόμενος ἐν Νικομηδείᾳ καὶ ταχυδρόμῳ συναντήσας βασιλικῷ μηνύει δι' αὐτοῦ τῷ λογοθέτῃ τοῦ δρόμου Νικήτα τῷ Ξυλινίτῃ, δι᾿ ἀφελῶν καὶ στρατιωτικῶν ῥημάτων· «Ὡς οἶδα, ὦ ἀδελφὲ, ὁ σὸς κύριος καὶ βασιλεὺς παρ᾽ οὐδὲν λογισάμενος τὸν Κομνηνὸν καὶ ἐμὲ, καὶ τὰς δεήσεις ἡμῶν ἀποπεμψάμενος, ἀτίμως ἐπ᾽ οἴκου ἀπέπεμψεν. Ἀλλ᾽ ἴσθι ὅτι ἡμεῖς ἄπιμεν, Ὁ δὲ ἅμα σοι, εἰ ἀπαρέσκεσθε τῇ ἡμετέρᾳ ὑποχωρήσει, ὑποστρέψαι καὶ ἄκοντας εἰς τοὐπίσω παρα σκευάσατε, ἀποστείλαντες δύναμιν. Καὶ ταῦτα μὲν εἰπὼν τῷ ταχυδρόμῳ τῆς πορείας συντονώτερον Ξ'χετο· ἐπειδὴ δὲ οἴκαδε γένοιτο καὶ ὁ Κομνηνός ἠνέμει ὡς τάχα μηδὲν μετέχων τοῦ ἔργου, εἰς ὀξωδίαν ἐνέπιπτε, καὶ δείματα αὐτὸν ἐτάραττε δεδιότα μή πως ὁ Κομνηνὸς καὶ οἱ τῆς συνωμοσίας μέτοχοι ἑτέρου γενόμενοι σκοποῦ σιγῇ βουληθώσι καλύψαι τὴν ἐπιβουλὴν, καὶ μόνος αὐτὸς εὐθύνας κομίσηται τῆς ἀποστασίας ὡς ἤδη καταφανῆ ἑαυτὸν θεὶς διὰ τοῦ μηνύματος. Καὶ ἐσκέπτετο καὶ ἐμελέτα πῶς καὶ τίνα τρόπον ἑαυτῷ περιποιήσεται τὴν ἀσφάλειαν· [Ρ. ] οὔτε γὰρ δύναμιν προηυτρα πισμένην εἶχεν, οὔτε ἡ προσοῦσα ἱκανὴ ἐδόκει ἀντι παρατάττεσθαι βασιλεῖ Ρωμαίων, τὸ πλέον δ᾽ ὅτι μηδὲ κοινολογησάμενος τοῖς ἐπιχωρίοις στρατεύμα.
col. 355–356page 169 of 174
PG 122:355σιν ἦν, μηδὲ πληροφορίαν ἐσχηκὼς εἴ προσδεχθήσεται. Καὶ διὰ τοῦτο ἔργει, καὶ ἀναδύεσθαι ἐδόκει τοῖς 'μὴ καλῶς ἐσοοχασμένοις τῶν κατ' αὐτόν· Ἔτυ χον, γὰρ τῷ τότε καιρῷ δύο τάγματα Φραγγικὰ καὶ Ῥωσικὸν ἐν ἐπιχωριάζοντα τῷ τόπῳ πρὸς παραχειμασίαν· περὶ ὧν πλέον ἐφρόντιζεν, ἵνα μὴ συναι ; σθήσεως γενομένης συλληφθεὶς ὑπ' αὐτῶν ἐκπεμφθειτ τῷ βασιλεῖ. Ταῦτα πάντα δεδοικὼς ἐπεῖχεν αὐτὸν μέχρις ἂν ἀσφάλειαν περιποιήσηται ἑαυτῷ. Ηδη δὲ μέλλων ἐπιχειρεῖν τῷ ἔργῳ, καὶ ἑαυτοῦ θερά πουσι καὶ συγγενέσι πρότερον τὴν ἐπιβουλὴν ἀνα καλύψαςς καὶ ἤδη χεῖρα περὶ αὐτὸν συστησάμενος ἀνδρῶν χιλίων, λοιπὸν καὶ τῶν οὐ πάνυ βεβαίων ἀποπειρᾶσθαι ἤρχετο, καθ᾽ ἕνα μὲν πρότερον τῶν ἐπισημοτέρων τοῦ τόπου ἀπτόμενος, εἶτα καὶ κατὰ Η μικρὸν τῶν γενναιοτέρων καὶ τῶν στρατιωτικωτέρων " ἀποπειρώμενος. Ἐπεὶ δὲ ἠδυνήθη τέως τοὺς ἐπισημοτέρους πρὸς ἑαυτὸν ἐπισπάσασθαι, λοιπὸν ἤρξατο καὶ τοῖς πλήθεσι παρέχειν πεῖραν· γράμματα γὰρ πλασάμενος βασιλικὰ ὡς εἴη προστεταγμένον αὐτῷ ἀνειληφότι τὰ τῶν συμμάχων τρία τάγματα καὶ τοὺς δύο τῶν τε Κολωνειατῶν καὶ τῶν Χαλδίων ἀνελθεῖν κατὰ τοῦ Σαμούχ, καὶ τὰ πέντε ταῦτα κατὰ τὴν πεδιάδα τῆς Νικοπόλεως αθροισθῆναι κελεύσας, οὕτω τὴν πεῖραν προσήγαγεν ἐφ' ἑκάστῃ γὰρ ἡμέρᾳ ἀδνούμιον πλαττόμενος, πρωΐθεν ἐξιππαζόμενος καὶ πόρρω τῶν ἄλλων ἀφιστῶν, πρῶτον μὲν ἐκάλει τὸν ἡγεμόνα καὶ τὴν βουλὴν ἀνεκάλυπτεν, ὡς ἀνάγκη τοῖν δυοῖν θάτερον πρᾶξαι, ἢ συνθέσθαι τοῖς παρ' αὐτοῦ λεγομένοις ἢ τῆς κεφαλῆς ἀφαίρεσιν ὑποστήσεσθαι, εἶτα τάξιν μίαν ἐκάλει καὶ πάλιν ἄλλην, καὶ τὸν ἴσον τρόπον ποιῶν πάντας καὶ ἄκοντας ὤρκισε. Καὶ πρῶτον μὲν ὑπηγάγετο τὰ δύο Ῥωμαϊκά τάγματα, μετ᾿ ἐκεῖνα δὲ καὶ τοὺς οἰκείους ἔπειτα καὶ τοῖς ἐξ ἐθνῶν προσήγαγε τὰς προσβολάς. Ρᾳδίως δὲ τούτους καταπληξάμενος καὶ ὅρκῳ ἐμπεδωσάμενος καὶ ἤδη ἐν τῷ ἀφόβῳ γενόμενος, τοὺς Σεβαστηνοὺς καὶ τοὺς Μελιτηνοὺς καὶ τοὺς ἐκ τῆς Τεφρικῆς καὶ τῶν λοιπῶν ᾿Αρμενίων ἄρχοντας καὶ στρατιώτας συναθροίσας ήψατο τῆς πορείας, προάγο γελον στείλας πρὸς τὸν Κομνηνόν, ὡς εἴη τε τὰ κατ' αὐτὸν εὖ διαθεὶς, καὶ ὡς ἤδη κάτεισι μετὰ βαρείας δυνάμεως· Αὗται δὲ αἱ ἀγγελίαι θυμηδίας τε καὶ λήματος ἐμπιπλῶσι τὸν Κομνηνὸν, καὶ ἕως ἐκείνου ἀτολμότατος καὶ κατεπτηχὼς ὑπάρχων τολμηρότερος ἀπ' ἐκείνου καὶ θαῤῥαλεώτερος γίνε ται. Όμως προσέμενε τὴν ἐκείνου παρουσίαν. Ο Αδνούμιον ὁ μέσ γας αδνουμιαστής, ἐξ ἐθνῶν Ανοίκεια ταῦτα ταῖς τῶν στρατιωτῶν συντυχίαις.
col. 357–358page 170 of 174
PG 122:357δὲ ἐν τῷ κατιέναι καὶ τὸ τάγμα τῶν ᾿Αρμενιακῶν καὶ ακον ὑπαγαγόμενος καὶ τοὺς τοῦ θέματος κορυ; σαίους, οὕς μὲν ἑκόντας οὕς δὲ ἄχοντας, καὶ τὴν πορείαν ἐπιτείνας, ἐλθὼν ἐνοῦται τῷ Κομνηνῷ. Τότε οὖν ἐκεῖνος ἐν τῷ ἀσφαλεῖ τὰ κατ᾿ αὐτὸν εἶναι 627 νομίσας, [Ρ. τὴν μὲν γυναῖκα καὶ ὅν εἶχε πλοῦτον Ιωάννη τῷ αὐταδέλφῳ παραδοὺς ἐκπέμπει πρὸς τὸ φρούριον τὴν Πημόλισσαν (πέτρα δὲ Πη μέλισσα παρὰ τὸ χεῖλος κειμένη τοῦ "Αλυος ποτα μος), αὐτὸς δὲ ἄρας μετὰ παντὸς τοῦ στρατοῦ, καὶ τὸν Σαγγάριον περαιωθεὶς ποταμὸν, ἀπήρχετο σχολῇ και βάδην, πρὸς Νίκαιαν, ὑμνούμενός τε καὶ ἀνευ φημούμενος· ἐγνώκει γὰρ ταύτην παραστησάμενος ὁρμητήριον ἔχειν πρὸς τὰ τῆς τύχης ἀβούλητα καὶ οὕτως ἐπὶ τὰ πρόσω χωρεῖν. Εδίδου δὲ καὶ καιρὸν ἀναχωρήσεως τοῖς στρατεύμασι καὶ τοῖς στρατηγοῖς τοῖς ὅσοι πίστιν ἐτήρουν τῷ βασιλεῖ. Καὶ γὰρ δὴ καὶ μαθόντες οὗτοι τὴν πρὸς Νίκαιαν ἔλευσιν αὐτοῦ ὑπεχώρου ἡρέμα καὶ διελύοντο, οἱ μὲν στρατιῶται οἴκαδε ἕκαστος ἀπιὼν οἷα περὶ γυναικὸς καὶ παίδων καὶ τῶν ἄλλων δεδιὼς ἀναγκαιοτάτων· οἱ δὲ στρατηγοὶ ἀπῄεσαν πρὸς βασιλέα, ἄγγελοι τῆς ἀφίξεως τοῦ Κομνηνοῦ τούτῳ γινόμενοι. Ησαν δὲ Λυκάνθης τε ὁ τῶν ᾿Ανατολικῶν κατάρχων ταγμάτων, θεοφύλακτος ὁ Μανιάκης καὶ Ηνυέμιος ΐ Ιβηρ τῆς φάλαγγος τῶν Χαρσιανιτῶν ἡγεμονεύοντες, καὶ ἄλλοι πολλοί οὐ λίαν ἔχοντες τὸ ἐπίσημον. Ηδη δὲ καὶ ὁ βασιλεὺς γνωσθείσης αὐτῷ τῆς ἀπο στασίας, καὶ ὅτιπερ ἡ πᾶσα έα Ρωμαϊκὴ χειρ πλὴν ὀλίγων κεκίνηται κατ' αὐτοῦ, πρέσβεις μὲν περὶ εἰρήνης οὐκ ἐδοκίμαζε πέμπειν, ἀρχὴν δὲ τῆς ἀποστασίας ἔτι ἐχούσης καὶ φλεγμονὴν τῶν πρά γμάτων ηὐτρεπίζετο καὶ αὐτὸς, καὶ πρὸς ἀντιπαράταξιν τὴν ἐγόντα τρόπον ώπλίζετο. μεταστειλάμενος γὰρ τὰς δυτικὰς ἁπάσας δυνάμεις, καὶ ἄρχειν τούτων ἀπὸ τῶν Μακεδόνων τάξας τοὺς ἐκ γένους λαμπροῦ καὶ ἐκ προηγησαμένων ἀριστευμάτων εὐδοκίμους φανέντας, ἀξιώμασί τε καὶ δώροις καὶ διανομαῖς χρημάτων ἀφθόνως, φιλοφρονησάμενος καὶ τοὺς ἡγεμόνας καὶ τοὺς στρατιώτας, τὰ παρα πλήσια δὲ ποιήσας καὶ πρὸς τὰ μὴ συναπαχθέντα έψα τάγματα τῷ Κομνηνῷ ἤτοι τοὺς ἀνατολικοὺς καὶ τοὺς ἐκ τοῦ Χαρσιανοῦ, καὶ στρατηγὸν αὐτοκρά τιμα καὶ ἄρχοντα αὐτῷ προβαλομενος τὸν δομέστικον τῆς ᾿Ανατολῆς Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας εὐνοῦχον, παραδοὺς αὐτῷ καὶ συνάρχοντα καὶ σύμ βουλον, ὡς ἂν ἐν πολλοῖς ἀγωνίσμασι κατηθλημένον ἄνδρα καὶ ἀδελφὸν ὑπάρχοντα τῆς γυναικὸς τοῦ Κομνηνοῦ, τὸν μάγιστρον Ααρών, καὶ Δούκαν, ἐκπέμπει, πρὸς ἀντιπαράταξιν τῷ Κομνηνῷ. Αναλαβόντες οὖν οὗτοι οἱ δύο τὰς εἰρημένας, δυνάμεις, καὶ διὰ τῆς ἀντιπόρθμου τῇ πόλει Χρυσουπόλεως περαιωθέντες, ἀπῆλθον ἐν Νικομηδεία. Εκεῖσέ τε γενόμενοι πέμψαντες και θαιροῦσι τὴν τοῦ Σαγγάρεως ποταμοῦ γέφυραν, ὅπως μὴ εὔκολος εἴη τῷ Κομνηνῷ ἡ εἰς αὐτοὺς ἔφοδος, ἀλλὰ διὰ περιόδου γινομένη μὴ λανθάνῃ. Ἐκεῖθέν τε ἀπαναστάντες ἀνῆλθον εἰς τὸ ὄρος τὸν Σόφωνα, κἀκεῖσε τρατο πεδείαν πηξάμενοι ὀχυρὰν τὰ ἐς τὸν πόλεμον ἐξηρτύοντο. Καὶ ὁ Κομνηνὸς δὲ ἀπανταχοῦ σκοποὺς ἐκπέμπων καὶ κατοπτῆρας, [Ρ. ] ὥστε μηδὲν τῶν γινομέ νῦν ἀγνοηθῆναι αὐτῷ, ἐπείπερ ἔμαθε τὰς ἀκρωρείας της Σόφωνος ἤδη κατασχεῖν τοὺς περὶ τὸν δομέστικον, καὶ αὐτὸς ταχυπορήσας καταλαμβάνει τὴν Νίκαιαν. Καὶ ταύτης ἐξ ἐφόδου κύριος γεγονώς, και ὅσαπερ εἶχε χρήματα ἐν αὐτῇ ἀποθεὶς καὶ τὰ πε ριστὰ τῆς ἀποσκευῆς, καὶ ἀσφαλισάμενος, πήγνυται παρεμβολὴν κατὰ τὸ ἀρκτῷον μέρος τῆς πόλεως Νικαίας. ὅσον ἀπό σταδίων δώδεκα, κἀκεῖσε αὐλίζε τα. Εξερχόμενο: οὖν ἀφ' ἑκατέρων τῶν στρατοπέ των ἐπὶ χορτολογίαν οἵ τε τοῦ Κομνηνοῦ στρατιῶται
col. 359–360page 171 of 174
PG 122:359629 καὶ οἱ τοῦ ἀντιθέτου μέρους, καὶ ἀλλήλους ἐπιμιγνύμενοι οἷα ὁμόφυλοι καὶ συγγενεῖς καὶ φίλοι, προ ετρέποντ͵ ἀλλήλους, οἱ μὲν τὰ βασιλέως φρονοῦντες τὸν Κομνηνὸν καταλιπεῖν παρακαλοῦντες, τύραννον ἄνδρα καὶ ἀποστάτην, καὶ τῷ βασιλεῖ προσχωρήσαι, καὶ μὴ δι' ἐπιθυμίαν καὶ ὄρεξιν ἑνὸς ἀνδρὸς ἐς το σοῦτον κίνδυνον ἐλθεῖν ὥστε μετὰ μικρὸν μὴ μόνον ἔκπτωσιν στρατιᾶς καὶ περιουσίας ὑποστῆναι, ἀλλὰ καὶ αὐτὸ τὸ γλυκύτατον ἀποβαλεῖν κινδυνεῦσαι τῶν ὁμμάτων φέγγος, ἐκείνων δὲ πάλιν καταλιπεῖν παρ αινούντων τὸν βασιλέα, ὄνομα μόνον ἔχοντα βασι λέως, τἆλλα ἄνδρα σαπρὸν καὶ κρονόληρον καὶ ἀχρεῖον, ὑπὸ εὐνούχων ἀρχόμενον, καὶ προσρυῆναι τῷ Κομνηνῷ, ἀνδρὶ κατὰ χεῖρα γενναίῳ καὶ λαμπρῷ καὶ διαφανεῖ τοῖς προηγησαμένοις στρατηγήμασιν, ἐφ᾽ ᾧ πᾶσα ἡ τῶν Ῥωμαίων ἰσχὺς ὥσπερ ἐκ κύκλου γραμμαὶ πρὸς αὐτὸν ὡς εἰς τι σημεῖον νενεύκασιν ἐν ἴσῳ καὶ ἀπαραλλάκτῳ βουλήματι. Ἀλλὰ ταῦτα λέγοντες οὐκ ἔπειθον ἀλλήλους. Τοῦτο δὲ ἐγίνετο ἐξεπίτηδες, τῶν ἀρχηγῶν ἑκατέρων τῶν στρατευμά των πεμπόντων τινὰς τῶν ἐπιτηδείων εἰς τὸ προ διαλέγεσθαι τοῖς τοῦ ἀντιπάλου στρατεύματος στρα τιώταις καὶ καθόσον οἷον τε τοὺς πειθομένους ἐφέλ κεσθαι. Ὡς δὲ ἐπὶ χρόνον τινὰ τὴν διάπειραν ἐποιοῦντο καὶ οὐδεὶς προσεῖχε τοῖς λεγομένοις τὸν νοῦν, μετὰ πλείστης δὲ φειδοῦς καὶ ὁ Κομνηνὸς τὰς ξυλείας καὶ τὰς χορτολογίας ποιεῖσθαι παρηγγύα καὶ μὴ ποῤῥω τῆς στρατοπεδείας ἀφίστασθαι, τότε δὴ οἱ περὶ τὸν δομέστικον, καὶ μᾶλλον οἱ Μακεδόνες, ὑπόπτωσιν καὶ δειλίαν εἶναι τὴν ὑποστολὴν οἰηθέντες πολεμητέον εἶναι ἐδόκουν. Οἷς καὶ ἄκοντες πεισθέντες Ο στρατοπεδεύονται κατὰ τὸν λεγόμενον Πετρόην, οὐ πάνυ πόῤῥω κείμενον τῆς ἐναντίας παρεμβολῆς, ἀλλ' ὅσον ἀπὸ σταδίων πεντεκαίδεκα. Οὕτω δὲ τῶν δυνάμεων ἔγγιστα γενομένων ἀλλήλαις, καὶ τοὺς στρατηγούς βιαζομένων ἐξάγειν καὶ μὴ κωλύειν, ἀναπείθεται μὲν ὁ Κομνηνὸς καὶ τὰς οἰκείας ἐκβάλλει φάλαγγας καὶ πρὸς παράταξιν ἔστησι, τοῦ μὲν εὐωνύμου κέρατος κατάρχειν προχειρίσας τὸν Κεκαυμένον, τὸ δεξιὸν ἔχοντος Ῥωμανοῦ τοῦ Σκληροῦ, αὐτὸς δὲ ἐν μέσοις τάττετο, ἀναπείθεται δὲ καὶ ὁ δομέστικος σὺν τῷ ᾿Ααρών, καὶ τὸν οἰκεῖον ἐξαγαγὼν λαὸν ἀντιμέτωπον ἴστησι τοῖς ἐναντίοις. Τοῦ μὲν οὖν δεξιοῦ κέρως ἄρχων ἦν Βασίλειος ὁ Ταρχανιώτης, στρατηλάτης τότε τυγχάνων τῆς Δύσεως καὶ πάντων τῶν Μακεδόνων ὢν ἐξοχώτατος ὡς καὶ γένει τὸ δὲ εὐώνυμον ἐγκεχείριστο ὁ μάγιστρος Ααρών, ἔχων στρατηγοὺς τὸν Λυκάνθην καὶ τὸν Πνυέμιον καὶ Ῥανδοῦλφον πατρίκον τὸν Φράγγον. Τοῦτον δὲ τὸν τρόπον γενομένης τῆς παρατάξεως κατά τινα τόπον Αδην παρὰ τῶν ἐγχωρίων ὀνομαζόμενον, ὡς ἐδόθη τὸ τοῦ πολέμου σύνθημα καὶ προσέῤῥαξαν ἀλλήλαις αἱ δυνάμεις, τρέπεται μὲν ὁ ᾿Ααρὼν τὸ δεξιὸν μέρος καὶ μέχρις αὐτοῦ διώκει τοῦ χάρακος, καὶ φρονήσει καὶ ἐμπειρίᾳ διαπρεπέστατος κατασχών ζωγρίαν καὶ Ῥωμανὸν τὸν Σκληρόν· καὶ τάχα ἂν ἀπηνέγκατο καθαρὰν τὴν νίκην, εἰ μὴ λίαν Κρανόληρον, Τὸν χρονόληρον
col. 361–362page 172 of 174
PG 122:361ἐγένετο εὐλαβὴς καὶ τοῦ σκυλεῦσαι ἀπέσχετο τὴν παρεμβολήν, ἤδη καὶ τοῦ Κομνηνοῦ κατασεισθέντος καὶ φυγεῖν εἰς Νίκαιαν ἀποβλέποντος. Ὁ δὲ Κεκαυμένος τὸ κατ᾿ αὐτὸν τρεψάμενος ἀκριβῶς οὐκ ἐπέσχε τὴν δίωξιν, ἀλλ' ἄχρις αὐτοῦ τοῦ χάρακος φθάσας αὐτόν τε ῥήγνυσι, καὶ εἴσω γενόμενος καὶ τὰς σκηνὰς διαρπάσας καὶ τοῖς ξίφεσι ταύτας κατατεμὼν εἰς γῆν ἔῤξιψεν. Ὅπερ θεαθὲν τοῖς πόῤῥω (ἔκειτο γὰρ ἡ παρεμβολὴ ἐπὶ τόπου δίασμα ἔχοντος) θάρσος μὲν ἐνέβαλε τοῖς ἀμφὶ τὸν Κομνηνὸν, δειλίαν δὲ τοῖς περὶ τὸν ᾿Ααρών· σεσυλημένον γὰρ ἰδόντες τὸν χάρακα οἱ μὲν ἀνηλάλαξαν, οἱ δὲ πρὸς φυγὴν ὥρμησαν. Καὶ πίπτει μὲν ἀπὸ τοῦ μέρους τοῦ βασιλέως λαὸς πολὺς, κατ' ἐξαίρετον δὲ Μακεδόνες, οὐ μόνον ἀπὸ τοῦ στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοί πολλοί, ὁ Μαυροκατακαλών, ὁ Πνυέμιος, ὁ Κατζαμούντης και ἄλλοι οὐκ ὀλίγοι, εάλωσαν δὲ καὶ πολλῷ πλείους τῶν ἀναιρεθέντων. Ἐν ταύτῃ τῇ μάχῃ φασίν, ὅτι τῶν περὶ τὸν βασι λέα τραπέντων Ρανδοῦλφος ὁ Φράγγος ἐς μέσους περιπλανώμενος τούς τε φεύγοντας καὶ τοὺς διώκοντας ἐζήτει συμπλακήναί τινι τῶν ὀνομαστῶν. Ἐπεὶ δὲ μάθοι ὡς Νικηφόρος δίεισιν ὁ Βοτανειάτης, τοὺς ἄλλους καταλιπὼν ἀπῄει πρὸς ἐκεῖνον, πόρρωθεν κράζων καὶ μένειν παρεγγυώμενος, δηλῶν καὶ τοὔνομα ἔστις εἴη καὶ ἐφ᾽ ᾧ προσκαλεῖται. Ὅπερ γνοὺς ὁ Βοτανειάτης ἵστησι τὸν δρόμον, καὶ ἐγγί σαντι τῷ Ρανδούλφῳ προσμίγνυται, καὶ παίει μὲν ἐκεῖνος τῷ ξίφει τὴν ἀσπίδα τοῦ Ῥανδούλφου καὶ τέμνει διχῆ, παίει δὲ ὁ Ρανδοῦλφος αὐτὸν κατὰ τῆς κόρυθος, διολισθῆσαν δὲ τὸ ξίφος οὐκ ἔβλαψε· διὸ καὶ συνδραμόντες πρὸς τὸν Βοτανειάτην ἕτεροι χει ροῦνται ζωγρίαν τὸν ἄνδρα καὶ ἐς τὸν Κομνηνὸν ἀπάγουσιν. Επεσον δὲ καὶ τῶν ἐκ τοῦ Κομνηνού στρατηγὸς εἷς, Λέων ὁ ᾿Αντίοχος, καὶ στρατιῶται Τίνες. Γενομένης δὲ τῆς ἥττης καὶ τῶν ἐκ τῆς τροπῆς καὶ τοῦ πολέμου διασωθέντων ἐς τὸν βασιλέα ἐλθόν των ἅμα τῷ δομεστίκῳ καὶ τῷ ᾿Ααρών, αὐτὸς μὲν ἀπεγνώκει τὰ πράγματα καὶ ἤδη προσδόκιμος ἦν τῶν πάντων ἀφέμενος καταφυγὴν καὶ σωτηρίαν ζη τεῖν· ἀλλ᾽ οἱ περὶ αὐτὸν οὐ συνεχώρησαν τοῦτο ποιῆσαι, ἀλλὰ μένειν παρεκάλουν καὶ τελευτάν εὐγενῶς, εἰ δεήσει, περὶ τῆς βασιλείας. Πάλιν μὲν οὖν στρατολογεῖν καὶ πρὸς δευτέρας ἀντιπαρατάξεις χωρεῖν ὀχληρὸν καὶ ἀσύμφορον [Ρ. ] ἐνομίζετο, μετο δὲ περιέσεσθαι, εἰ τὴν τῶν πολιτῶν εὔνοιαν ἐπισπάσοι· ὅθεν καὶ τούτους περιεῖπε καὶ δώροις συνεῖχε καὶ φιλοτιμήμασιν. Ὁ δὲ Κομνηνὸς τὰ ἐναντία θραύσας στρατεύματα και διασκεδάσας, & ἐπαναστὰς ἐν Νικαίας τριταίος εἰς Νικομήδειαν Έρχεται Εκεῖσε δὲ αὐτῷ γενομένῳ φθάνουσι καὶ πρεσβευταί βασιλέως, ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Θεόδωρος ὁ ᾿Αλωπός, Κωνσταν. τῖνος ὁ Ψελλὸς ὁ τῶν φιλοσόφων ὕπατος Οὗτοι γὰρ οἱ τρεῖς ἄνδρες ἐπὶ σοφίᾳ καὶ λόγου δυνάμει τῶν κατὰ τὴν ἡμέραν ἐκείνη, ἀνθρώπων διαφέρειν δικοῦντες, καὶ ἀσυγκρίτως ὁ Ψελλός, ἐξελέγησαν εἰς τὸ πρεσβεῦσαι· καὶ προσεδόκησεν ὁ βασιλεὺς μεγάλα καταπράξασθαι διὰ τῆς ἐκείνων εὐστομίας καὶ χά ρίτης. Υπισχνεῖτο δὲ ἡ πρεσβεία καταθέμενον τὰ δίπλα τὸν Κομνηνὸν αὐτὸν μὲν υἱοθετηθῆναι παρὰ του βασιλέως καὶ Καίσαρα ἀναῤῥηθῆναι, πᾶσι δὲ των φιλοσόφων πατος, ὑπέρτατος,
col. 363–364page 173 of 174
PG 122:363τοῖς συναπαχθεῖσιν αὐτῷ ἀμνηστίαν κακῶν καὶ ἄφεσιν τῶν πεπλημμελημένων. ὡς δὲ λέγουσιν, οὐδεὶς προσέσχεν αὐτοῖς, ἐπανελθόντες δ᾽ ὡς βασιλέα καὶ ἑτέραν πρεσβείαν εἰληφότες ἐπανέρχονται, καὶ καταλαμβάνουσιν ἐρχόμενον τὸν Κομνηνὸν εἰς τὸ χωρίον τὰς Ρέας. Εδήλου δὲ ἡ πρεσβεία ἀναγορευθῆναι μὲν τὸν Κομνηνόν βασιλέα υιοθετηθέντα, πᾶσι δὲ τοῖς συστρατευσαμένοις αὐτῷ βεβαιωθῆναι τὰς παρὰ τοῦ Κομνηνοῦ τιμὰς γράμμασι βασιλικοῖς. ᾿Αγγελθείσης δὲ τῆς ἐκ βασιλέως ὑποσχέσεως αὐτὸς μὲν ὁ Κομνηνὸς καὶ πάντες οἱ σὺν αὐτῷ ἄρχοντες ἐπευφήμησαν, καὶ τὰς ὑποσχέσεις χρυσοβουλλείψ γραφῇ βεβαιωθῆναι ἠξίουν, μόνος δὲ ὁ Κεκαυμένος ἀπηρέσκετο πρὸς πάντα καὶ καταλιπεῖν ἐνέκειτο τὸν γέροντα τὴν βασιλείαν καὶ ὑποχωρῆσαι, μὴ εἶναι ἄξιον λέγων τοῦτον μὲν ἤδη καθαιρεθέντα καὶ ἀπο κηρυχθέντα ὅρκοις φρικωδεστάτοις αὖθις συγχωρηθῆναι βασιλεύειν Ῥωμαίων· τοῦτο γὰρ καὶ Θεοῦ ὀργὴν ἔλεγε κινήσειν διὰ τὴν ἐπιορκίαν, καὶ οὐδὲ αὐτοῖς ἔσεσθαι συμφέρουσαν τὴν τῶν ὅπλων κατά Θεσιν· αὐτός τε γὰρ υἱοθετηθεὶς φαρμάκοις κατ εργασθεὶς οιχήσεται θᾶττον, καὶ ἕκαστος τῶν συμπραξάντων αὐτῷ τῷ ὀφθαλμώ διορυγήσεται. Λέγεται δὲ ὅτι καὶ οἱ πρεσβευταί παραπρεσβεύσαντες, ἄλλοτε άλλος λάθρα τῷ Κεκαυμένῳ προσιόντες, παρεκάλουν ἔχεσθαι τῆς ἐνστάσεως καὶ μηδ' όλως ἐνδοῦναι Τοῦτο δὲ αὐτὸν ποιῆσαι καὶ οἱ καλῶς εἰδότες ἐπληροφόρουν, ἄνδρες οὐχ οἷοί τε ψεύδεσθαι, καὶ εἰς αὐτὸν τὸν Κομνηνὸν πληροφοροῦντες ἐνωμότως ὡς ἅπαν τὸ ἀστικὸν πλῆθος περικαῶς εἰς αὐτὸν ἔχει, καὶ ὡς εἴ μόνον ἐγγίσει τῇ πόλει, τὸν γέροντα ἐξωθήσαντες μετ' ἐπινικίων καὶ ὕμνων αὐτὸν προσδέξονται. Καὶ ταῦτα μὲν γενέσθαι λέγεται ἐπὶ στρατοπέδου. Ὁ δὲ γέρων συνέσφιγγε μὲν εἰς αὐτὸν τῶν πολιτῶν εὔνοιαν καὶ δωρεαῖς καὶ χρήμασι καὶ ἀξιωμά των ὑπεροχαῖς καὶ τοῖς τοιούτοις οἷς θέλγεται καὶ και ταδημαγωγεῖται τὸ πλῆθος, καὶ πρὸς εὔνοιαν δεσμεῖται καὶ πίστιν· μείζονα δὲ καὶ ἀῤῥηκτότερον τὸν δεσμὸν τῆς εὐνοίας ποιῆσαι βουλόμενος, καὶ γραμματεῖον ἐκθέμενος όρκοις φρικτοῖς καὶ ἀραῖς παλαμναιοτάταις κατησφαλισμένον, ὡς οὐδέποτε βασιλέα ἢ δεσπότην τὸν Κομνηνὸν ὀνομάσουσιν ἢ τὴν βασιλεῖ πρέπουσαν τιμὴν αὐτῷ προσοίσουσιν, ἕκαστον τῶν συγκλητικῶν ἠνάγκαζεν ὑπογράφειν ἐν αὐτῷ καὶ τὰ γεγραμμένα κυροῦν. Καὶ πάντες μὲν τῇ ἐξουσία πειθαρχοῦντες ἔτι πόῤῥω τοῦ Κομνηνοῦ διάγοντος ὑπέγραψαν· ὡς δὲ ἐκεῖνος ἤγγισεν εἴς τι χωρίον ᾿Αλμέας λεγόμενον ἔμελλε δὲ τῇ ἐπαύριον ἐν τοῖς παλατίοις αὐλίζεσθαι τοῦ Δαματρύος, αἰφνίδιον περιστάντες περὶ τὸ περίορθρον τῇ τοῦ Θεοῦ Μεγάλῃ ἐκκλησίᾳ ὁ μάτ γιστρος [ καὶ ] Μιχαὴλ ὁ τοῦ ᾿Αναστασίου υἱὸς, ὁ πατρίκιος Θεόδωρος ὁ Χρυσήλιος, ὁ πατρίκιος Χριστοφόρος ὁ Πυῤῥὸς, οἱ τῶν ἑταιρειῶν πάντες ἄρχοντες, καί τινες ἄλλοι τῶν ἀφανεστέρων, κάτω θεν ἔκραζον κατελθεῖν πρὸς αὐτοὺς τὸν πατριάρχην ὡς μέλλοντες περὶ ἀναγκαίων αὐτῷ πεύσεις προσ ενεγκεῖν. Τοῦ δὲ μὴ καταβῆναι πεισθέντος, ἀλλ' ἀποκλείσαντος τὰς ἑαυτοῦ θύρας καὶ τὴν εἴσοδον τοῦ ἀνάγοντος εἰς τὰ ὑπερῷα τῆς ἐκκλησίας λαβυρίνθου, πεπομφότος δὲ πρὸς τούτους Νικηφόρον καὶ Κων
col. 365–366page 174 of 174
PG 122:365σταντῖνον τοὺς αὐταδέλφους καὶ ἰδίους ἀνεψιούς, καὶ & δι' αὐτῶν τὰς πευσεις προσενεχθῆναι οἱ κελεύοντος, οἱ συνελθόντες καὶ ἄλλο πλῆθος προσλαβόμενοι οὐκ ὀλίγον (ἤδη γὰρ τῆς φήμης διαδοθείσης συνέτρεχον πανσυδύ, οὐ μόνον οἱ τοῖς νεωτερισμοῖς ἐπιχαίροντες, ἀλλὰ καὶ τῶν συνετωτέρων οὐκ ὀλίγοι καὶ τῶν συγκλητικών πλῆθος, ὅσοι μὴ ἱκανῶς παρὰ τοῦ βασι λέως ἐθεραπεύθησαν) περισχόντες τοὺς τοῦ πατριάρχου ἀνεψιούς ἀπάγξειν ἠπείλουν, εἰ μὴ τάχιον αὐτὸς καταβαίη πρὸς τούτους. Ὁ δὲ εἴτε ἄκων, οὐκ οἶδα, εἴθ᾽ ἐκῶν, ὡς ὁ τῶν πλειόνων εἶχε λόγος, τὴν ἱερα τικὴν περιθέμενος διπλοίδα καὶ τὰ λοιπὰ παράσημα τῆς ἀρχιερωσύνης ἀναλαβὼν κάτεισιν ἀκκιζόμενος καὶ δεινὰ πάσχοντι ἐνικώς· ἦσαν δὲ ταῦτα πάντα σκηνή, ὡς τὰ πράγματα ἔδέιξαν. Κατο ελθόντα γὰρ ἐκεῖνον εὐθέως οἱ ἀνάπται τοῦ πλήθους παρειληφότες, καὶ θρόνον ενεγκόντας καὶ ἐπὶ τοῦ δεξιοῦ μέρους καθίζουσι τοῦ ἁγίου βήματος. Καὶ πρῶτον μὲν, ὡς ἐν προσχήματι τάχα, πρεσβευ τὴν αὐτὸν παρεκάλουν ὡς βασιλέα γενέσθαι, ὅπως ἀποδοθείη αὐτοῖς τὸ ὑπογραφὲν παρ' αὐτῶν ἔγγρας φον, ὡς ἤδη τοῦ βασιλέως σπεισαμένου τῷ Κομνηνῷ καὶ βασιλέα ἀνειπόντος αὐτόν. Τοῦ γὰρ ἐγγράφου σωζομένου ἀδιαῤῥήκτου, δυοῖν ἀτόποιν θάτερον ἔφασκον ἐξ ἀνάγκης ἔψεσθαι· ἤ γὰρ εὐφημήσαντες αὐτὸν ὡς βασιλέα ἐπιορκήσουσιν, ἢ ὡς ἐνυβρίσαντες εἰς βασιλέα κολασθήσονται. Ὁ δὲ πρῶτον μὲν ἀνελάμβανεν αὐτοὺς, καὶ πληρώσειν τὸ αἴτημα τούτων κατεπηγγέλλετο. Εἶτα μικροῦ διαλιπόντος καιροῦ πάντων ἀφέμενοι αὐτοκράτορα βασιλέα ἀνα γορεύουσι τὸν Κομνηνόν, καὶ τοὺς ὅσοι μὴ τοῦτο βούλονται ἐχθροὺς Ῥωμαίων καὶ ἀποστάτας ὠνο μαζον, καὶ διαρπάζεσθαι τὰς οἰκίας αὐτῶν ὑπὸ τοῦ πλήθους ἐδοκίμαζον, αὐτοῦ τοῦ πατριάρχου πρώτοῦ διὰ τοῦ τῆς ἐκκλησίας δευτερεύοντος Στεφάνου συμπαρόντος καὶ συνευδοκοῦντος, καὶ Θεο δώρου τοῦ [] Αντιοχείας πατριάρχου τὴν ἀνάρ ῥησιν τῆς εὐφημίας βοησαντος, καὶ τοὺς οἴκους τῶν ἐν ὑπεροχαῖς, ὅσοι μὴ ἠρέσκοντο τοῖς γινομένοις, ἀνασκάπτειν καὶ διαρπάζειτ προτρέποντος. Καὶ ταῦτα μὲν ἔπραττεν ἔσωθεν τοῦ θείου καὶ περιωνύμου ναοῦ· ἄγγελον δὲ πρὸς τὸν Κομνηνὸν πέμψας, καὶ πρὸς τὸν γέροντα ἄλλους, ἐκείνῳ μὲν μηνύει σπεύ δειν καὶ μὴ βραδύνειν, καὶ μισθὸν ἀπῄτει τῆς συνεργίας ὡς ἤδη τέλος ἐχούσης τῆς αὐτοῦ ἐφέσεως, τούτῳ δὲ κατιέναι τῶν ἀνακτύρων κατ' οὐδὲν αὐτῷ προσηκόντων. Κἀκ τούτου τοῖς πᾶσιν ἀπροφάσιστος ἐφάνη ὁ πατριάρχης μὴ μόνον μέτοχος ὧν ἀλλὰ καὶ πρωταίτιος τῆς ἀποστασίας. Τοῦ δὲ τοὺς πεμφθέντας εἰς αὐτὸν μητροπολίτας ἐρωτύσαντος· Καὶ τί μοι ἀντὶ τῆς βασιλείας ὁ πατριάρχης παρέχεται; ἐκείνων δὲ ἀποκριναμένων· Τὴν οὐράνιον βασιλείαν, ἔγα τῷ λόγῳ τὴν πορφύραν ἀποβαλὼν καὶ τὰ κοκ. ποβαφῆ πέλιδα, καὶ ἴδιωτικὴν ἐσθῆτα ἀμφιασάμενος, κάτεισι. Τοῦτο δὲ πάντως ἐγένετο ἂν ὡς ἐκεῖνός τε Φελώνιον, η Τοῦ πρωτοπαπᾶ
Page scan enlarged

Notebook

Full View