PG 124Theophylactus Bulgari Archiepiscopus
Commentary on the Second Epistle to the Thessalonians
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Commentary on 2 ThessaloniansCommentarius in Epistolam II ad Thessalonicenses

col. 1327–1328page 1 of 17
PG 124:1327ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΠΑΥΛΟΥ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ ΕΞΗΓΗΣΙΣ. 529 ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΠΡΟΣ Θεσσαλονικεῖς ΕΠΙΣΤΟΛΗΣ. Δευτέραν πρὸς Θεσσαλονικεῖς ποιεῖται τὴν Ἐπιστολὴν ὁ μακάριος Παῦλος διὰ ταύτην τὴν αἰτίαν· Προέγραψεν γὰρ αὐτοῖς ἐν τῇ προτέρᾳ Επι στολῇ, ὅτι ἐσπούδαζεν αὐτοὺς ἰδεῖν, καὶ ἐπειδὴ οὐκ ἔτυχε τοῦ ἐφετοῦ, μηκέτι στέγων, Επεμψε Τιμόθεον, καὶ διὰ τούτων πάντων τὸν πόθον ἐδήλωσεν, ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. Ἐπεὶ· οὖν οὐκ ἔφθασεν ἀπελθεῖν καὶ καταρτίσαι τὰ ὑστερήματα αὐτῶν τῆς πίστεως, τούτου χάριν τὴν δευτέραν προστίθησιν Επι στολὴν, τὸ ἔλλειμμα τῆς παρουσίας διὰ τῶν γραμμάτων αναπληρῶν. Ὅτι γὰρ οὐκ ἀπῆλθε πρὸς αὐτοὺς, δῆλον ἐντεῦθεν· Ἐν μὲν τῇ πρώτ τῇ Ἐπιστολῇ περὶ τοῦ, πότε ἔσται ἡ τοῦ Κυ ρίου παρουσία, ὑπερέθετο γράψαι, ὡς οὐ χρειῶδες ἂν αὐτοῖς τοῦτο· νυνὶ δὲ περὶ τούτου γρά φει. Οὐκ ἂν δὲ νῦν ἔγραψεν, εἴ γε αὐτὸς παρα εγένετο. Γράφει δὲ περὶ τούτου τοῦ ζητήματος ἀναγκαίως. Τινὲς γὰρ λυμεώνες ἤδη ἔλεγον παρ εἶναι τὴν τοῦ Κυρίου παρουσίαν, καὶ τὸ χαλε πώτερον, ἐπλάττοντο καὶ ῥήματά τινα, ὡς ἀπὸ τοῦ Παύλου λεχθέντα, καὶ Ἐπιστολὰς, ὡς παρ' ἐκείνου γραφείσας. Ταῦτα δὲ ἐπενοήσατο ὁ διά βολος, ἵνα ἐκλύσῃ τοὺς πιστεύοντας. Επειδή γὰρ οἱ πιστεύοντες, εἰς μεγάλην εἶχον παρά κλησιν τὴν τῆς ἀναστάσεως ἐλπίδα, ἅτε προσ δοκῶντες καὶ αὐτοὶ “τοὺς μισθοὺς ἀπολαβεῖν οι αὐτοὺς 0.

Chapter ICaput Primum

col. 1329–1330page 2 of 17
PG 124:1329τῆς ἀρετῆς, καὶ τοὺς θλίβοντας αὐτοὺς ἰδεῖν ἀπολαύοντας ἀξίας κολάσεως, ὑπέβαλε τοὺς ὑπουργοὺς αὐτοῦ διδάσκειν, ὅτι ἐνέστηκεν ἡ κρίσις καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα δείξω σ' ὅτι οὐκ ἔσται λοιπὸν ἀντίδοσις, οὐδὲ δι καστήριον 68 καὶ κόλασις, κάντεῦθεν τῶν μὲν ἁγίων τὰς ἐλπίδας θραύσωσι, τοὺς δὲ ἐχθροὺς τοῦ κηρύγματος θρασυτέρους εργάσωνται, ἀλλὰ καὶ τὸν Χριστὸν ψευδῆ ἐλέγξωσιν, εἰπόντα ση μετά τινα τῆς αὐτοῦ παρουσίας μέλλειν ἔσε σθαι· ὧν μὴ προγινομένων προγεν.], τῆς δὲ ἀναστάσεως, ὡς αὐτοὶ ἐπλάνων, ἐκβάσης προς δήλως ὁ Κύριος ψευδὴς ἐδείκνυτο. Διὰ ταῦτα Παῦλος τὴν Ἐπιστολὴν γράψει, καὶ λέγει περὶ τῆς παρουσίας τοῦ Κυρίου, τὸν μὲν καιρὸν αὐτ τὸν οὐκ ἀποκαλύπτων, τὸ δὲ σημεῖον αὐτῆς δηλῶν, τὸν ᾿Αντίχριστον. Παρακαλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχουμένους " ὑπὸ τῶν παθῶν. Καὶ τέλος, δίδωσιν αὐτοῖς σημεῖα δι' ὧν ἐπιγνώς σονται τὰς γνησίας αὐτοῦ Επιστολάς. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκ κλησία Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. Καὶ ἐν τῇ πρώτῃ Επιστολῇ οὕτως ἤρξατο. Όσα οὖν ἐκεῖ εἴρηται ἡμῖν, παράλαβε καὶ ἐνταῦθα. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐπειδὰν ὁ Θεὸς χαριτώσῃ τινὰ, οὐδὲν αὐτῷ ἔσται ἀναιρὸν [[. ἀνιαρόν;], ἀλλὰ πάντα ῥᾳδίως λυθήσεται. Εἰδὼς οὖν ὁ μακάριος οὗ τος, ὅση τοῦ Θεοῦ ἡ χάρις, διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται. Ἐὰν γὰρ αὕτη αὐτοῖς παρῇ, οὐδενὸς τῶν πειρασμῶν αἴσθησιν λήψονται, ἀλλὰ καὶ τῆς εἰρή νης τοῦ Θεοῦ συναπολαύοντες, ἀσάλευτοι καὶ εἰρη νικοὶ διαμενοῦσιν. Αμα δὲ καὶ ἀναμιμνήσκει αυτ τοὺς τῆς χάριτος τοῦ Θεοῦ, ὡς εἶ τε καὶ θλίψεις αυτ τοῖς εἰσέλθοιεν, ἀναμιμνησκόμενοι τῆς χάριτος, ἐξ τι ἧς ἐσώθησαν, παρακαλῶνται, καὶ ἐκ τῶν προγεγονότων καὶ μειζόνων πληροφορούμενοι, ἐν τοῖς ἐλάττοσι μὴ ἀπογινώσκωσιν. Εὐχαριστεῖν ὀφείλομεν πάντοτε τῷ Θεῷ περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστι. Τρία ταῦτα διδάσκει· ἐν μὲν ὅτι ἐφ᾽ οἷς κατωρθώσαμεν, οὐχ ἡμῖν αὐτοῖς δεῖ χάριν ἔχειν, ἀλλὰ τῷ Θεῷ, κακείνῳ τὸ πᾶν λογιζομένους μὴ ἀλαζονεύεσθαι· ἕτερον δὲ, ὅτι οὐ δακρύων άξια, οὐδὲ θρήνων, & πάσχουσιν, ἀλλ᾽ εὐχαριστίας τῆς εἰς Θεόν· ὥστε καὶ αὐτοὺς δεῖ χαίρειν, ἀλλὰ μὴ καταπίπτειν· καὶ τρίτον, ὅτι οὐ δεῖ φθονεῖν τοῖς κατορθοῦσιν, ἀλλὰ χαίρειν, καὶ σε κολαστήριον ο. ο ἀγαθῶν. 10 αὐτοῖς ο. το ύφ' πο σε δείξῃ ο. ἂν εἰ ο. *ι τεταριχευμένους 10. ο χακών 0. 13 ώς
col. 1331–1332page 3 of 17
PG 124:1331εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν ἀδελφῶν. Ὥστε οι τηκόμενοι ἐφ᾽ οἷς κατορθοῦσί τινες, τὸν Θεὸν δυσ φημοῦσι. Τὸ δὲ, Καθὼς ἀξιόν ἐστιν, εἶπεν, ἵνα μηδὲ ἐπὶ τῇ εὐχαριστία αὐτῇ το επαιρώμεθα, ὡς ξένον τι συνεισαγαγόντες· τὸ γὰρ ἄξιον γίνεσθαι ποιοῦμεν· διὸ καὶ ὀφειλὴν τὸ πρᾶγμα ὠνόμασεν. Η ὅτι καὶ διὰ λόγων καὶ δι᾿ ἔργων· αὕτη γὰρ ἡ ἀξία εὐχαριστία. *Οτι υπεραυξάνει ἡ πίστις ὑμῶν. Ὅταν ὁ τῶν ὑπὸ τῆς πίστεως πειρασμῶν κατακλυσμὸς ἐπελθὼν μὴ ἐπικλύσῃ ὑμᾶς, οὐδενὸς ἑτέρου τοῦτο τεκμήριον ἐστιν, ἢ τοῦ αὐξηθῆναι καὶ ὑψηλοτέραν γενέσθαι τὴν πίστιν· καθάπερ καὶ ἐπὶ τοῦ παλαιοῦ κατακλυσμοῦ τὰ ὑψηλὰ οὐ ῥᾳδίως κατεκλύσθη. Δ:δ, ὑπεραυξάνει, εἶπεν, ἵνα τὴν ὑπερβολὴν τοῦ ὕψους δη λώσῃ. Καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Ορα ἀγάπην· Οὐ τὸν μὲν ἠγά πων, τὸν δὲ οὔ· ἀλλ᾽ ἴση ἦν περὶ πάντων ή " ἀγάπη πρὸς πάντας. Τὸ γὰρ, Ἑνὸς ἑκάστου, καὶ τὸ, Εἰς ἀλλήλους, τοῦτο δηλοῖ· ἐπεί γε ὅταν μερικῶς ἀγαπῶμεν, οὐκ ἀγάπη τοῦτο, ἀλλὰ διάστασις. Εί γὰρ διὰ τὸν Θεὸν ἀγαπᾷς, πάντας ἀγάπα· εἰ δὲ μετ ρικῶς ἀγαπᾶς, ἀνθρωπίνη τοῦτο φιλία. Σκόπει δὲ, ὅτι δὲ καὶ] τὸ συμπεφράχθαι, καὶ ἀλλήλων ἔχεσθαι, μεγάλως πρὸς τὰς θλίψεις συμβάλλεται. Ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ εἰ πεν, ὅτι Οὕτως ἴσασι πάντες τὰ καθ᾽ ὑμᾶς, ὥστε ἡμᾶς μὴ χρείαν ἔχειν λαλεῖν περὶ ὑμῶν· πῶς οὖν νῦν φτ σιν, ἐν ταῖς Ἐκκλησίαις καυχάσθαι περὶ αὐτῶν; Απ' αὐτῆς τῆς λέξεως δῆλον τοῦτο. Οὐ γὰρ εἶπεν, ὅτι Διδάσκομεν αὐτοὺς περὶ ὑμῶν, ἀλλ᾿ ὅτι Καυ χώμεθα καὶ σεμνυνόμεθα ἐφ' ὑμῖν. Εἰ τοίνυν ἡμεῖς καὶ εὐχαριστοῦμεν τῷ Θεῷ δι' ὑμᾶς, καὶ καυχώμεθα παρὰ ἀνθρώποις· πολλῷ μᾶλλον ὑμᾶς τοῦτο χρή ποιεῖν ἐπὶ τοῖς συμβαίνουσιν ὑμῖν, ἀλλὰ μὴ ἀθυ μεῖν καὶ καταπίπτειν, ὡς ἐπὶ πειρασμοῖς". Ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ τῆς πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν, καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε. Δείκνυσιν, ὅτι πολὺν ἐπειράζοντο χρόνον ἡ γὰρ ὑπομονὴ οὐκ ἐν δυσὶν ἢ τρισὶν ἡμέραις φαί νεται. Ἔστι μὲν οὖν ὑπομονὴ καὶ τὸ τῶν ἐπηγγελμένων ἀγαθῶν μήπω ἀπολαύοντας φέρειν. Νῦν δὲ καὶ μείζονα λέγει, τὴν ἐν τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσιν. Εχθροῖς γὰρ συνέζων ἀσπόνδοις, καὶ στερ ῥᾶς ἐδέοντο τῆς ὑπομονῆς, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ κηρύγματος καὶ πένητες ἄνθρωποι. Αἰσχυνέσθωσαν ὅσοι διὰ προστασίαν ἀνθρώπων εἰς δόγματα στρεβλά μετατίθενται. Εἰς ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ διὰ τῶν εἰρημένων μὲν παρεμυθήσατο το αὐτοὶ α. 76 ἡ παρὰ πάντων 0. Η πειρασμών Ο.
col. 1333–1334page 4 of 17
PG 124:1333αὐτοὺς, διά τε τοῦ εἰπεῖν, ὅτι Εὐχαριστοῦμεν, καὶ. τοῦ, ὅτι Καυχώμεθα· μάλιστα δὲ νῦν τίθησιν δ πας ὁ ὀδυνώμενος ζητεί, τὴν ἀπαλλαγήν φημι τῶν θλι βερῶν, καὶ τὴν κόλασιν τῶν θλιβόντων ἀνθρώπων. “Ο τοίνυν λέγει, τοῦτό ἐστιν, ὅτι ᾿Ανέχεσθε τῶν θλί ψεων εἰς τὸ δειχθῆναι τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, ὅπερ ἐστὶ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας. Οταν μὲν γὰρ ὑμᾶς μὲν τοὺς θλιβομένους στεφανοί, εκεί νους δὲ κολάζῃ τοὺς θλίβοντας, τὸ δίκαιον αὐτοῦ φαίνεται. Μεγάλως δὲ παραμυθεῖται αὐτοὺς, δεικνύς ὅτι οὐ χάριτι στεφανοῦνται, ἀλλὰ δικαίως, καὶ ὡς ἀντιμισθίαν λαμβάνοντες τῶν οἰκείων πόνων καὶ ἱδρώτων τὴν βασιλείαν. Ὑπὲρ ἧς καὶ πάσχετε. Ὥστε οὐ διότι δυνατώτεροι εἰσιν οἱ θλίβοντες, διὰ τοῦτο κρατοῦσιν ὑμῶν, ἀλλὰ διότι ἀπὸ τοῦ πάσχειν προσπορίζεται ἡ βασι λεία τῶν οὐρανῶν. Καὶ ἀνάγκη τὸ συνάλλαγμα τοῦτο οὕτω γίνεσθαι, καὶ οὐκ ἀπόνως. Διὰ πολλῶν γὰρ θλί ψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν, φησὶν ὁ Κύριος. Εἴπερ δίκαιόν [ἐστι] παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν· καὶ ὑμῖν τοῖς θλι Γομένοις, ἄνεσιν. Τό, Είπερ, οὐκ ἔστι δισταγμοῦ, ἀλλὰ μᾶλλον βεβαιώσεως, ἀντὶ τοῦ. Ἐπειδὴ δίκαιον παρὰ Θεῷ. Εἰ γὰρ παρὰ ἀνθρώποις, πολλῷ μᾶλ. τον παρὰ Θεῷ. Ειώθαμεν δὲ λέγειν καὶ ἐν τῇ συν ήθει ὁμιλίᾳ· Εἰ μισεῖ ὁ Θεὸς τοὺς πονηρούς, και, Εἰ φροντίζει ὁ Θεὸς τῶν πραγμάτων, ἔσται τόδε τι ὡς τῶν ἀκουόντων ἀναγκαίως ερούντων· 'Αλλὰ μὴν μισεῖ. Οὕτως οὖν καὶ ἐνταῦθα· Εἰ δίκαιόν ἐστιν ἀκόλουθον γὰρ ἐπαγαγεῖν· ᾿Αλλὰ μὴν δίκαιον. Οὐχ ὥσπερ δὲ αἱ ἐπαγόμεναι ὑμῖν θλίψεις πρόσκαιροι, οὕτω καὶ αἱ τ τοῖς θλίβουσιν ὑμᾶς ἀντεπαχθησόμεναι παρὰ Θεοῦ, πρόσκαιροι ἔσονται, ἀλλ᾽ ἀτελεύτητοι καὶ αἱ ἀνέσεις ὑμῖν τοιαῦται. Μεθ' ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ιη σοῦ ἀπ᾿ οὐρανοῦ, μετ' ἀγγέλων δυνάμεως αὐτοῦ. Ἰδοὺ καὶ ἑτέρα παράκλησις, εἴ γε ἐν τοῖς στεφάνοις ἔμελλον κοινωνοὶ εἶναι τῷ τοσαῦτα κατωρθωκότι Παύλῳ. Αποκάλυψιν δὲ τοῦ Κυρίου την παρουσίαν αὐτοῦ φησι, παραμυθούμενος καὶ ἐν τούτῳ αὐτούς. Νῦν γάρ, φησί, κρύπτεται, ἀλλὰ μὴ ἀλύετε· ἀπο καλυφθήσεται γάρ, καὶ ὡς Θεὸς καὶ Δεσπότης. Απ' οὐρανοῦ γὰρ, ὅς ἐστι θρόνος Θεοῦ. Καὶ, Μετ' άγ γέλων φοβερών δυνάμεως γὰρ ἄγγελοι, τουτέστι δυνατοί 7. Ωστε τί καταπίπτετε, ὅπου γε τοιοῦτον ἔχομεν Δεσπότην, οὗ γε οἱ ὑπηρέται δυνάμεως εἰσιν ἄγγελοι: Δώσουσιν οὖν δίκην οἱ νῦν ὑμᾶς θλίβοντες, καὶ οὐκ ἐκφεύξονται. Εν πυρὶ φλογὸς διδόντος ἐκδίκησιν τοῖς μὴ ειδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγ γελίῳ τοῦ Κυρίου Ἰησοῦ. ῎Ανω μὲν εἶπε· Τοῖς θλίβουσιν ὑμᾶς· νῦν δὲ κοινῶς· Τοῖς μὴ εἰδόσι τὸν Θεόν· τοῦτο σοφώτατον κατασκευάζων, ὅτι πάντως ἐκδίκησις ἔσται. Εἰ γὰρ καὶ μὴ δι' ὑμᾶς, το ένα το φοβεροί υ.
col. 1335–1336page 5 of 17
PG 124:1335αλλά γε δι' ἑαυτὸν τοὺς ἐχθροὺς αὐτοῦ ἀμυνεῖται Τοῦτο μὲν οὖν εἴρηται, ἵνα πληροφορηθῶσιν ὅτι πάντως κολασθήσονται· ἐκεῖνο δὲ, ἵνα ἡσθῶσιν, ὡς εἰς τιμὴν αὐτῶν κολάζοντος τοῦ Θεοῦ τοὺς θλίβοντας αὐτούς. Εἰ δὲ τοὺς μὴ ὑπακούοντας τῷ Εὐαγγελίῳ κολάζει, πολλῷ μᾶλλον τοὺς κωλύοντας καὶ ἄλλους ὑπακοῦσαι, οἷοί εἰσιν οἱ νῦν ὑμᾶς θλίβοντες. Τὸ δὲ, Ἐν πυρὶ φλογὸς 8, ἢ τῷ διδόντι ἐκδίκησιν συντα χτέον, ὡς ἂν εἰ ἔλεγεν· Ἐν τῇ γεέννῃ κι κολάζοντος τοὺς ἀπειθεῖς· ἢ οὕτω· Τῇ ἀποκαλύψει τοῦ Χρι στοῦ τῇ ἐν πυρὶ φλογές 3 γενησομένῃ ὡς καὶ Δαυΐδ λέγει· Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ * τοὺς ἐχθροὺς αὐτοῦ· καὶ & Δανιήλ, Ποταμὸς πυρὸς εἵλκετο. Ορα δὲ καὶ τὸ, Ἐν πυρὶ φλογός, ἀντὶ τοῦ, ἐν πυρὶ φλέγοντι μέσ νως, οὐ φωτίζοντι. Τοῖς γὰρ ἁμαρτωλοίς, φλέγον ἔσται τὸ πῦρ μόνως, οὐ φωτίζον· τοῖς δὲ δικαίοις, φωτίζον μόνως, οὐ φλέγον. Οἵτινες δίκην τίσουσιν ὄλεθρον αιώνιον. Που τοίνυν αι οἱ Ὀριγενισταί, οἱ τέλος τῆς κολάσεως μυθευόμενοι; Αιώνιον ταύτην ὁ Παῦλος λέγει. Καὶ πῶς παρ' ὑμῖν ἡ αἰώνιος πρόσκαιρος; ᾿Απὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Τὸ εὔκολον ἐνταῦθα δηλοῖ. Οὐ γὰρ δυσχέρειά τις ἔσται, φησὶν, ἀλλ᾽ ἀρκεῖ μόνον ὀρθῆναι τὸν Θεὸν, καὶ πάντες οἱ ἀπειθεῖς ἐν κολά σει ἔσονται. Μόνον γὰρ τὸ πρόσωπον αὐτοῦ καὶ ἡ παρουσία τοῖς μὲν φῶς ἔσται, τοῖς δὲ τιμωρία. Οι γὰρ ἁπλῶς, ἀλλὰ μετὰ δόξης ἰσχύος πάρεστι· ούτε ἡ δόξα αὐτοῦ ἀνίσχυρος, οὔτε ἡ ἰσχὺς ἄδοξος. Του έστιν, ὡς βασιλεὺς δυνατὸς ὀφθήσεται. *Οταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὑτοῦ. Οταν γὰρ ἴδωσιν, οἱ νῦν ἀπειθεῖς καὶ τραχηλιῶντες, τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τούτους ἀπείρου δόξης μετασχόντας, δόξα τοῦ Θεοῦ γίνεται τὸ πρᾶ γμα. Ἡ γὰρ αὐτῶν δόξα, αὐτοῦ ἐστιν. Ὥστε ἐν ᾧ τοὺς ἁγίους δοξάζει, αὐτὸς δοξάζεται. Ωσπερ γὰρ πλοῦτος αὐτοῦ ἐστι τὸ εἶναι πιστούς· οὕτω καὶ δόξα αὐτοῦ, τὸ εἶναι τοὺς μέλλοντας ἀπολαύειν τῶν ἀγα θῶν αὐτοῦ. Καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι, διὰ τῶν πιστευσάντων. Ἰδοὺ γὰρ τὸ, Εν, ἀντὶ τῆς, διὰ, ἔστιν. Οταν γὰρ τοὺς οἰκτροὺς, τους παρά πάντων ἐλαυνομένους, τοσαύτης λαμπρότητος ἀξιώσῃ, δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε. Καὶ ἄλλως, ὅταν εἰς μέσον παράγωνται οἱ μυρία παθόντες δεινά, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐκστάντες, τότε δείκνυται ἡ δόξα τοῦ Θεοῦ καὶ αὐτῶν. ("Οτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ' ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Θαυμασθήσεται, φησὶν, ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, διότι τὸ κήρυγμα ἡμῶν καὶ ὁ λόγος ἐπιστεύθη παρ' ὑμῶν· τουτέστι, Διότι ὑμεῖς ἐπιστεύσατε, καὶ ἀξίους ἑαυτοὺς τῶν ἀγαθῶν ἐκείνων εποιή κατε, τῶν τότε διδομένων τοῖς πιστούς. το φλογί πυρός οι οι φλογί οι 63 πάντας 0. οι φλογί πυρός ο.

Chapter IICaput II

col. 1337–1338page 6 of 17
PG 124:1337Καλῶς δὲ εἶπεν, Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· τότε γὰρ δείκνυνται τῷ ὄντι οἱ ἀληθῶς πιστοί· νῦν γὰρ καὶ ὑποκρίνονται πίστιν πολλοί. Διὸ καὶ ὁ Σοφός, Μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τελευτῆς, φησίν. Εἰς δ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν. Τί γάρ; οὐκ ἦσαν κεκλημένοι; Ναί· ἀλλὰ οὐ περὶ ἐκεί νης τῆς κλήσεώ; φησιν, ἐπεὶ κατὰ ταύτην πολλοί κλητοί· καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος ἐκλήθη, καὶ αἱ πέντε παρθένοι, ἀλλ' οὐκ εἰσῆλθον. Κλῆσιν οὖν ἐνταῦθα λέγει, τὴν διὰ τῶν πράξεων βεβαιουμένην, ἥτις καὶ κυρίως κλήσίς ἐστιν· ὥσπερ καὶ πίστις κυρίως, ἡ ἔμπρακτος. Επιφέρει οὖν Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης. Ταύτην, φησί, τὴν κλήσιν λέγω, ἵνα πᾶσα εὐδοκία τοῦ Θεοῦ, τουτέστι πᾶσα ἀρέσκεια, πληρωθῇ ἐν ὑμῖν, καὶ πᾶν ἀγαθὸν διαπράττησθε, καὶ οὕτως ἦτε ὡς βούλεται ὁ Θεὸς, μηδενὸς ὑμῖν λείποντος. Έν ταῦθα δὲ καὶ καταστέλλει τὸ φρόνημα αὐτῶν, ἵνα μὴ ἐπαρθῶσι τοῖς πολλοῖς ἐγκωμίοις· δείκνυσι γὰρ ὅτι οὔπω τετελείωνται. Καὶ ἔργον πίστεως ἐν δυνάμει. Τὴν ὑπομονὴν τῶν διωγμῶν, φησί, τελείαν ἐν ὑμῖν ποιήσει. Πῶς; Εν δυνάμει, τουτέστι, Δυναμώσας ὑμᾶς καὶ ἐνίσχυσας· ἡ γὰρ ὑπομονὴ ἔστιν ἔργον πίστεως. Ωστε ὁ μὴ ἔχων ὑπομονὴν, οὐδὲ ἔργον πίστεως δείκνυσιν. *Οπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ. Εάν ταῦτα τὰ προειρημένα γένηται ὑμῖν, φησίν, ἐνδο ξασθήσεται καὶ ἐν τῷ βίῳ τούτῳ τὸ ὄνομα τοῦ Κυ μίου ἐν ὑμῖν. Οταν γὰρ ἴδωσιν ὑμᾶς ὑπομένοντας 36 πάντα πειρασμὸν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ἀγάπης, πῶς οὐκ ἔσται τοῦτο δόξα αὐτῷ, ὅτι οὕτως ἀγαθός ἐστιν, ὥστε ὑπὲρ αὐτοῦ ἀποθνήσκειν τοὺς δούλους, καὶ ὅτι οὕτω δυνατός, ὥστε ὑμᾶς νευρῶσαι προς τὴν ὑπομονήν; Ἀλλὰ καὶ ὑμεῖς ἐν αὐτῷ, ὅτι οὕτω πιστοὶ εὑρέθητε ὡς πάντα πάσχειν. Δόξα γὰρ δούλου, τὸ πιστὸν εὑρεθῆναι τῷ δεσπότῃ. Καὶ ἄλλως δὲ, ἡ διὰ Χριστὸν θλίψις, δόξα· ὅτι λαμπρούς μᾶλλον ποιεῖ, ἀεὶ μὲν εἰς θάνατον παραδιδομένους, κρείττους δὲ θανάτου δειχνυμένους. Κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Καὶ αὐτὸ τοῦτο, φησί, τοῦ Θεοῦ ἐστι, καὶ οὐχ ἡμέτερον, ἀλλὰ χάρις αὐτοῦ, τὸ δοξά ζεσθαι, φημί, καὶ αὐτὸν ἐν ἡμῖν, ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν, ὡς γλυκυτέρου πάντων· καὶ ἡμᾶς ἐν αὐτῷ, ὅτι δύναμιν παρ' αὐτοῦ λαμβάνομεν ὑπομένειν πάντας τοὺς πειρασμούς. ΚΕΦΑΛ. Β΄. Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρει τῆς παρ ουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νούς. Πότε μὲν ἔσται ἡ εν εἰ καὶ μηδὲν ὑμῖν λείπῃ ο. οἱ ἀνεχομένους 87 περὶ ο.
col. 1339–1340page 7 of 17
PG 124:1339ἀνάστασις, οὐ λέγει· ὅτι καὶ δὲ] νῦν οὐκ ἔστι, τοῦτο διδάσκει. Ησαν γάρ τινες ἀπατεῶνες, οἱ λέ γοντες ἐνστῆναι ἤδη τὸν καιρὸν τῆς συντελείας καὶ τῆς παρουσίας τοῦ Κυρίου. Οὐ μικρὸν δὲ πρὸς πα ραμυθίαν καὶ τὸ εἰπεῖν, ὅτι ἐπ' αὐτὸν συναχθήσονται οἱ πιστοὶ, ὁμοῦ αὐτῷ ἐσόμενοι, ὡς καὶ ἐν τῇ προτέρα ἔφη· ἅμα γὰρ τῷ ἀναστῆναι, ἐπὶ τὸν Κύριον ἀρθή σονται οἱ ἄξιοι. Τί οὖν, Ερωτῶμεν; Τοῦτ᾽ ἔστι, Πα ρακαλοῦμεν ὑμᾶς, ὥστε μὴ σαλευθῆναι ὑμᾶς, καὶ παρατραπῆναι ἀπὸ τοῦ νοὸς, ὃν μέχρι τοῦ νῦν εἴχετε ὀρθῶς ἱστάμενον. Μήτε θροεῖσθε, μήτε διά Πνεύματος. Τουτέστι, διὰ προφητείας. Τινὲς γὰρ προφητείαν ὑποκρινόμενοι, ἐπλάνων τὸν λαὸν, ὡς ἤδη παρόντος τοῦ Κυρίου. Μήτε διὰ λόγου. Τουτέστι, διδασκαλίας ζώσῃ φωνῇ γινομένης. Μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν. Καὶ γὰρ καὶ ἐπιστολὰς πλάττοντες, ὡς παρὰ Παύλου 88 σταλείσας, ἐκύρουν ὁ ἔλεγον. Ως ὅτι ἐνέστηκεν ἡ ἡμέρα Κυρίου. Μὴ θροεῖσθε, φησίν, ὅτι ἐνέστηκεν ἡ ἡμέρα Κυρίου, τουτέστιν ἡ παρουσία τοῦ Χριστοῦ. Μήτις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον. Μήτε ὡς προφήτης, μήτε ὡς διδάσκαλος, μήτε ὡς ἐμοῦ γράφοντος τοιαῦτα. "Οτι ἐὰν μὴ ἔλθη ἡ ἀποστασία πρῶτον, καὶ αποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας. Οὐ γενήσεται, φησίν, ἡ παρουσία τοῦ Κυρίου, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία, τουτέστιν ὁ Αντίχριστος. Αποστασίαν γὰρ αὐτὸν ἐκάλεσεν, αὐτ τόχρημα τοῦτο ὄντα, ὡς πολλοὺς μέλλοντα ἀφιστήν, καὶ τοὺς ἐκλεκτούς, εἰ δυνατόν. Καὶ ἄνθρωπον δὲ ἁμαρτίας τὸν αὐτὸν τοῦτον, ὡς καὶ αὐτὸν πᾶσιν ἁμαρτίαν τελέσοντα, καὶ ἄλλους πρὸς τὸ ἁμαρτάνειν ὑποσκελίσοντα. Καὶ υἱὸν δὲ ἀπωλείας, ὡς καὶ αὐτὸν ἀπολούμενον. Τίς δὲ οὗτός ἐστιν; ἄρα ὁ Σατανᾶς; Οὐδαμῶς, ἀλλ᾽ ἄνθρωπός τις, πᾶσαν αὐτοῦ ἀμπερό μενος 80 τὴν ἐνέργειαν. 18 αυτού 0. με δεχόμενος 1. ῾Ο ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. Οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει τοὺς ἀνθρώπους ἐκεῖνος, ἀλλὰ πάντας καταλύσει τοὺς θεοὺς, καὶ τὰ σεβάσματα αὐτῶν, ἤτοι τὰ εἴδωλα, καὶ ἑαυτὸν μόνον ἀνακηρύξει Θεόν. Ωστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ [μόνον] καθ ίσαι ὡς Θεόν. Οὐχὶ εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν ἰδίως, ἀλλὰ εἰς τὰς Εκκλησίας ἁπλῶς, καὶ πάντα ναὸν θεῖον. Αποδεικνύντα ἑαυτὸν, ὅτι ἔστι Θεός. Οὐκ εἶπε. Λέγοντα, ἀλλὰ, Πειρώμενον ἀποδεικνύναι. Καὶ γὰρ ἔργα μεγάλα καὶ σημεῖα ἐπιδείξεται πρὸς πλάνην πάντων. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; Κάντεῦθεν δῆλον, ὅτι μεγάλα μυστήρια καὶ ἀγράφως παρεδίδου. Ορα δὲ ὅτι ἀναγκαῖον συνεχῶς ταυτὰ λέγειν, καὶ ἐπαντλεῖν τοῖς αὐτοῖς
col. 1341–1342page 8 of 17
PG 124:1341βήμασι. Ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν τοῦ ᾿Απο στόλου ταῦτα εἰπόντος, καὶ ὅμως πάλιν ἐδεήθησαν στηριγμοῦ. Οὐδὲν, φησί, ξένον λέγω, ἀλλ᾽ ἅπερ καὶ ἀεὶ ἔλεγον. Εντρεπτικώτερον δὲ ποιεῖται τὸν λόγον λέγων· Οὐ μνημονεύετε; Οὕτω ταχέως επελάθεσθε; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Κατέχον ἐστὶ τὸ κωλύον, τὸ ἐμποδίζον. Τί δέ ἐστι τοῦτο; ΟΙ μὲν τὴν χάριν τοῦ Πνεύματός φασιν· οἱ δὲ τὴν Ῥω μαϊκὴν ἀρχὴν· οἷς καὶ ὁ μακάριος Ιωάννης συντίθεται. Εἰ μὴ γὰρ αὕτη καταλυθῇ, οὐκ ἂν σχοίη πάροδον ὁ ᾿Αντίχριστος ποιῆσαι & βούλεται. Διὰ τοῦτο καὶ συνεσκιασμένως εἶπεν ὁ Παῦλος· οὐδὲ γὰρ ἡβούλετο ματαίας το ἔχθρας ἀναδέχεσθαι, καὶ ἀνοήτους κινδύνους. Εἰ γὰρ εἶπεν, ὅτι μικρὸν ὕστερον καταλυθή- " σεται ἡ Ῥωμαίων ἀρχὴ, εὐθέως ἂν αὐτὸν κατώρυξαν ὡς λυμεῶνα, καὶ τοὺς ἄλλους πιστοὺς σὺν αὐτῷ, ὡς τῇ καταλύσει τῆς τηλικαύτης ἀρχῆς ἐπιχαίροντας. Οτι δὲ οὐ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος λέγει, δῆλον. Πρῶτον μὲν γὰρ οὐκ ἂν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύ ματος χάρις, τουτέστι τὰ χαρίσματα. Έπειτα, εἰ γε τῶν χαρισμάτων εκλιπόντων έμελλε παραγενέσθαι, ἔδει αὐτὸν ἤδη φανῆναι· πάλαι γὰρ ταῦτα ἐκλέλοιπε. Ορα δὲ, ὅτι οὐκ εἶπεν ὅτι ταχέως ἔσται, ἀλλ', Εἰς τὸ ἀποκαλυφθῆναι, φησὶν, αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ. Καὶ πάλιν γὰρ τὸν καιρὸν ἄδηλον εἴασε. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Τὸν Νέρωνα λέγει οὕτω, τύπον ἔντα τοῦ Ἀντι χρίστου. Καὶ γὰρ ἀκάθαρτός τε ἦν, καὶ Θεὸς ἐζήτει λέγεσθαι. Καλῶς δέ φησι· Τὸ μυστήριον. Οὐ γὰρ φανερῶς ὁ Νέρων κατὰ παντὸς Θεοῦ, φησί, χωρεί, δ ὡς ἐκεῖνος, οὐδὲ ἀπηρυθριασμένως. Ο δὲ λέγει, τοιοῦτόν οι ἐστι· Πρὸ τοῦ ἐνστῆναι τὸν καιρὸν τοῦ ᾿Αντιχρίστου, εὑρέθη ἄλλος οὐ πολὺ ἐκείνου λειπόμενος. Τί οὖν θαυμαστὸν, εἰ ἤδη ὁ ᾿Αντίχριστος ἐστιν; Συνεσκιασμένως δὲ εἶπε περὶ τοῦ Νέρωνος, οὐ διὰ δουλείαν, ἀλλὰ παιδεύων καὶ ἡμᾶς, μὴ περιτο τὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾗ τὸ κατεπείγον. Μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Τουτέστιν, ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ὅταν ἀρθῇ ἐκ μέσου, τότε ἐκεῖνος ἥξει. Ἕως μὲν γὰρ ἂν ὁ ταύτης τῆς ἀρχῆς φόβος ᾖ, οὐδεὶς ταχέως υποταγήσεται. Ὅταν δὲ αὕτη κατα λυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων, καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάζειν ἀρχήν. Ὥσπερ γὰρ αἱ πρὸ ταύτης κατελύθησαν βασιλεῖα:, οἷον ἡ Μήδων ὑπὸ τῶν Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ τῶν Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μα κεδόνων ὑπὸ Ῥωμαίων· οὕτω καὶ αὕτη ὑπὸ τοῦ Αντιχρίστου. Καὶ ταῦτα μετὰ πολλῆς τῆς σαφηνείας ἡμῖν ὁ Δανιὴλ παρατίθεται. Τινὲς δὲ τὸ, Κατέχων, τὴν εἰδωλολατρείαν ἐνόησαν. Οταν γὰρ, φασὶν, ἡ το μάτην ο. οι τοῦ τό υ.
col. 1343–1344page 9 of 17
PG 124:1343κατέχουσα πλάνη παύσεται, καὶ ἡ εἰδωλολατρεία σβεσθῇ, τότε ὁ ᾿Αντίχριστος ἐπιστήσεται, ὥς που ε καὶ ὁ Κύριος εἶπε· Κηρυχθήσεται τὸ Εὐαγγέλιον εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ τέλος. Αλλοι δὲ, Κατέχων, ὠνόμασαν τὸν τοῦ Θεοῦ ὅρον. Οταν γάρ, φασί, πληρωθῇ ὁ τοῦ Θεοῦ ὄρος, ὁ νῦν κατέχων τὴν τοῦ ᾿Αντιχρίστου παρουσίαν, καὶ ἐπιστῇ ὁ ὡρισμένος αὐτῷ καιρός, τότε ἀποκαλυφθήσεται. Εἴρηται δὲ ὅτι καὶ Πνεῦμα τὸ ἅγιον εἶπόν τινες εἶναι τὸ κατέχον. Οταν γὰρ τοῦτο διὰ τὴν τῶν ἀνθρώπων κακίαν ἐκ μέσου γένηται καὶ ἀποστῇ, τηνικαῦτα χώραν ἕξει ὁ ἄνομος ἀποκαλυφθῆναι. Καὶ ἀρχὴν δὲ, φησίν, εἴληφε τὸ μυστήριον τῆς ἀνομίας. Καὶ γὰρ Σίμων καὶ Νικόλαος οἱ αἱρεσιάρχαι, τὰ τοῦ Ἀντι χρίστου ενήργουν, καὶ οἱ μετὰ τούτους δὲ πάντες, Μαρκίων καὶ Μοντανὸς, ὃς καὶ Παράκλητον ἑαυτὸν ῃ ὠνόμασε, καὶ Μάνης, καὶ οἱ ἄλλοι. ᾿Αλλὰ σὺ τὴν τοῦ ἐν ἁγίοις Ἰωάννου δέχου ἐξήγησιν, ὡς ἀληθεστέραν. "Ον ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπι φανείᾳ τῆς παρουσίας αὐτοῦ. Ἐγγὺς ἡ παραμυθία· ἀναλώσει γὰρ αὐτὸν ὁ Κύριος. Καθάπερ γὰρ τὸ πῦρ καὶ πρὸ τῆς παρουσίας αὐτοῦ πόρρωθεν, ὅμως τὰ μικρὰ ζωύφια ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει· οὕτω καὶ ὁ Χριστὸς τῷ ἐπιτάγματι μόνῳ, ἤτοι τῷ ἐμφυ σήματι, τῷ Πνεύματος ἁγίου γέμοντι, ἀφανίσει αὐτὸν, καὶ τῇ παρουσία μόνη καταργήσει, τουτέστι, παντελῶς ἀργὸν ποιήσει. Καὶ φανεὶς γὰρ μόνον, στήσει τὴν ἀπάτην. Οὗ ἐστιν ἡ παρουσία κατὰ τὴν ἐνέργειαν τοῦ Σατανᾶ. Τίς ἐστιν οὗτος, διδάσκει ἡμᾶς, ὅτι ἄνθρωπος ἔχων τὸν Σατανᾶν ἐν ἑαυτῷ, δι' αὐτοῦ ἐνεργοῦντα. Εν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους. Τουτέστι, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ' οὐδὲν ἀληθὲς, ἀλλὰ πάντα πρὸς ἀπάτην. Τερασι γὰρ ψεύδους, τουτέστι τοῖς διεψευσμένοις, ἤτοι εἰς ψεῦδος ἄγουσι τοὺς αὐτοῖς προσέχοντας. Ταῦτα δὲ προλέγει Παῦλος, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε. Καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολ λυμένοις. Φοβερὸς γὰρ ἔσται πάντοθεν ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠμότητος πάντα ποιῶν, ἵνα ἀπα τήσῃ καὶ ἀδικήσῃ τοὺς ἀνθρώπους, λυμαινόμενος τὴν σωτηρίαν αὐτῶν. Ἵνα δὲ μή τις απορήσῃ λέγων Τί οὖν συνεχώρησεν αὐτὸν ὁ Θεὸς παραγενέσθαι, ἐπειδὴ μέλλουσι τοσαῦτα βλαβῆναι οἱ ἄνθρωποι; φησὶν, ὅτι Μὴ φοβηθῇς· ἐν τοῖς ἀπολλυμένοις γὰρ Ισχύει, οἱ, εἰ καὶ μὴ ἐκεῖνος παρεγένετο, ἔμελλον ἀπειθεῖς διαμεῖναι. Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέ ξαντο εἰς τὸ σωθῆναι αὐτούς. Αγάπην ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀμφότερα γὰρ ἦν, καὶ δι' ἀμφό τερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους, καὶ ἵνα τὴν ἀλήθειαν ὑποδείξῃ. Αινίττεται δὲ ὅτι μας. κι ώσπερ Ο. Ως καθ' ὅν καὶ ἐνεργεῖ
col. 1345–1346page 10 of 17
PG 124:1345λιστα πρὸς οι Ιουδαίοις ἰσχύσει ὁ πλάνος· οὗτοι γὰρ οὐκ ἐδέξαντο τὸν Χριστὸν, οὔτε ἐπίστευσαν αὐτῷ. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς αὐτοῖς λέγει· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέ ξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει. Πέμψει, ἀντὶ τοῦ, παραχωρήσει αὐτὸν ἐλθεῖν. Ορα δὲ, ὅτι πρῶτον ἐκεῖνοι ἀπώσαντο τὴν ἀλήθειαν, καὶ τότε εγκατέλιπεν αὐτοὺς ὁ Θεὸς, καὶ ἐκράτησεν αύτ τῶν τὸ ψεῦδος. Ενέργειαν δὲ πλάνης, τὰ ἔργα φησὶν ᾿Αντιχρίστου, ἃ ποιεῖ εἰς τὸ πλανῆσαι· ἢ καὶ αὐτὸν τοῦτον … οὕτως ὠνόμασεν, ενεργούμενον ὑπὸ τοῦ Σατανᾶ, διὰ τὸ πλανῆσαι πολλούς. Ινα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Οὐκ εἶπεν, Ινα κολασθῶσι (καὶ γὰρ καὶ τοῦ ᾿Αντιχρίστου μὴ ἐλθόντος, ἔμελλον * κολασθῆναι οἱ ἀπειθεῖς), ἀλλ', Ινα, φησί, κατακριθῶσιν, ὥστε εἶναι αὐτοὺς αναπολογήτους. Τί γὰρ ἂν εἴποιεν, ὅτι Διὰ τοῦτο οὐκ ἐπιστεύσαμεν τῷ Χριστῷ, διότι Θεὸν αὐτὸν οἱ μαθηταὶ ἐκήρυξαν, ἡμεῖς δὲ ἠκούσαμεν, ὅτι εἶ; Θεός, ἐξ οὗ τὰ πάντα; Πῶς οὖν ἐπιστεύσατε τῷ Αντιχρίστῳ Θεὸν ἑαυτὸν ποιοῦντι; Ὁ μὲν γὰρ Χριστὸς τῷ Πατρὶ πάντα ἀνετίθει, οὗτος δὲ τούναν τέον. ᾿Αλλὰ φήσουσιν, ὅτι Σημεῖα εἴδομεν. ᾿Αλλὰ καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε πολλὰ καὶ μεγάλα. Καί ται ὁ μὲν Χριστὸς Σωτὴρ ἐκηρύττετο παρὰ τῶν προφητῶν· οὗτος δὲ, υἱὸς ἀνομίας καὶ ἀπωλείας. Διὰ ταῦτα κατακριθήσονται, ὅτι τὴν ἀλήθειαν ἀφέν τες, εὐδόκησαν, τουτέστιν, ἠρέσθησαν καὶ προσετέθησαν ἀσμένως τῇ ἀδικίᾳ, τουτέστι, τῷ λυμεῶνι, τῷ πᾶσαν ἀδικίαν κατὰ τῶν ἀνθρωπίνων ψυχῶν ἐπισυν αγαγόντι, τῷ αὐτόχρημα ἀδικία δντι. Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντ τοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου. Ἐπειδὴ φοβερά τινα εἶπε καὶ δυνάμενα κατασεῖσαι διάνοιαν ἀκρατή, νῦν λεαίνει τὰς καρδίας, διδάσκων ὅτι Ταῦτα μὲν ἄλλοις ἔστωσαν φοβερά, τοῖς ἀπολλυμένοις, καθ' ὧν καὶ ἰσχύουσιν· ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ περὶ ὑμῶν, ὅτι ἐξελέγητε, ὅτι ἠγαπήθητε ὑπὸ Θεοῦ. Εἰ δὲ ἡμεῖς ὑπὲρ ὑμῶν εὐχα ριστοῦμεν, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ὀφείλετε ποιεῖν ἐφ' ὑμῖν αὐτοῖς. *Οτι είλετο ὑμᾶς ὁ Θεὸς ἀπ' ἀρχῆς εἰς σωτη ρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. Διὰ τοῦτο εὐχαριστοῦμεν, ὅτι ἐξελέξατο ὑμᾶς ὁ Θεὸς, καὶ προώρισεν εἰς σωτηρίαν, ἀξίους δηλαδή προ γνούς. Πῶς; Εν ἁγιασμῷ Πνεύματος· τουτέστιν, Εσωσεν ὑμᾶς, ἁγιάσας διὰ τοῦ Πνεύματος. Εἶτα, ἵνα μήτις εἴπῃ· Τί οὖν; ἡμεῖς οὐδὲν εἰσηνέγκαμεν; ἐπάγει· Καὶ πίστει ἀληθείας· τουτέστιν, Ηγίασεν ἡμᾶς προεισενεγκόντας πίστιν ἀληθείας, τουτέστιν ἀληθινῶν πραγμάτων. Οὐ γὰρ ψεύδεσί τισιν ἐπιστεύσαμεν, ἀλλὰ τῇ ἀληθείᾳ αὐτῇ. Καὶ ἄλλως δὲ, δευ και παρ' οι οι ἐκεῖνον 0. οι ώφειλον Ο.
col. 1347–1348page 11 of 17
PG 124:1347τέρας ἐμνήσθη τῆς πίστεως, ἐπειδὴ καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς δεόμεθα, ἵνα μὴ παρασα λευθῶμεν. Εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἵνα μὴ ἀκούσαντες πίστιν, ἐπαρ θῶσιν ὡς καὶ αὐτοὶ συνεισαγαγόντες, οὐδὲ τοῦτε ἀφίησιν ἁπλῶς, ἀλλὰ καὶ τοῦτο, φησί, τοῦ Θεοῦ. Εἰς τοῦτο γὰρ ἐκάλεσεν ὑμᾶς, φησίν. Εἰς τοῦτο, ποιον; Εἰς τὸ σωθῆναι διὰ τοῦ ἁγιασμοῦ καὶ τῆς πίστεως. Ὥστε κἂν ἐπιστεύσατε, ἡ χάρις τοῦ καλέσαν τοῦ. Εἰ μὴ γὰρ διὰ τοῦ λόγου σου ἡμῶν ἐκάλεσε, πῶς ἂν ἠκούσατε; Οὐ μικρὸν δὲ τοῦτο εἰς δόξαν ἡγεῖται, τὴν ὑμετέραν σωτηρίαν, ὁ Χριστός. Δόξα γὰρ τοῦ ἀγαθοῦ, τὸ πολλοὺς εἶναι τοὺς σωζομένους. Τις οὖν οὐκ ἀγαπήσει τοιοῦτον Δεσπότην; τίς οὐ θελήσει τὴν δόξαν τούτου, ήτοι τὴν ἑαυτοῦ σωτηρίαν; Αρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἂς ἐδιδάχθητε, είτε διὰ λόγου, είτε δι' Επιστολῆς ἡμῶν. Κἀντεῦθεν δῆλον, ὅτι πολλὰ καὶ ἀγράφως διὰ λόγου, τουτέστι ζώσῃ φωνῇ, παρ εδίδοσαν, οὐ μόνον δι᾿ ἐπιστολῶν. Ομοίως δὲ καὶ ταῦτα κἀκεῖνα ἀξιόπιστα. Ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγούμεθα. Παράδοσις ἐστι· μηδὲν πλέον ζήτει. Δείκνυσι δὲ ἐνταῦθα πολύ λοὺς ὄντας τοὺς παρασαλευομένους. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αιωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στην ρίξαι ὑμᾶς ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Μετὰ τὴν παραίνεσιν, εὐχή. Τοῦτο γάρ ἐστιν ὄντως βοη θεῖν· ὡς ἂν εἰ τοῦτο ἔλεγεν· Ἐγὼ μὲν εἶπον, τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι. Ποῦ δέ εἰσιν οἱ τὸν Υἱὸν ἐλατα τοῦντες, ἐπειδὴ ἐν τῷ βαπτίσματι μετὰ τὸν Πατέρα ονομάζεται; Ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστί πρότερον γὰρ ὠνόμασε τὸν Υἱόν. Δοὺς, φησὶ, πα ράκλησιν αἰωνίαν. Ποίαν δὲ ταύτην; Τὴν ἐλπίδα, φησί, τῶν μελλόντων. Αύτη γάρ ἐστιν ἡ ἀνέχουσα τὰς καρδίας ἡμῶν καταπιπτούσας ἐν τοῖς πειρασμοῖς, ἡ τῶν μελλόντων ἀγαθῶν ἐλπίς. Δέδωκε δὲ ταύτην ἡμῖν ὁ Θεὸς, οὐ κοπιάσασιν, ἀλλὰ χάριτι. Τοῦτο δὲ είπε, καταστέλλων αὐτῶν τὸ φρόνημα. Ορα δὲ, πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ ἐνέχυρα καὶ τεκμήρια τι θείς. Εἰ γὰρ μηδὲν κάμνουσι παράκλησιν ἔδωκε, πολλῷ μᾶλλον τοῖς ὑπὲρ τῆς πίστεως κάμνουσι δώ σει. Ὥστε εὐέλπιδες γίνεσθε ". Παρακαλέσαι δε, φησὶν, ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, τουτέστι, διὰ παντὸς ἔργου καὶ λέγου ἀγαθοῦ. Τοῦτο γὰρ παράκλησις Χριστιανοῦ, τὸ ποιῆσαί τι χρηστὸν καὶ Θεῷ δοκοῦν. Η, ὅτι Στηρίξαι ὑμᾶς ἔν τε δόγμασιν ὀρθοῖς καὶ πράξεσιν ἀγαθαῖς, ὥστε μή παραφέρεσθαι, μηδὲ καταπίπτειν ἐπὶ τοῖς συμβαίνουσι. Τοῦτό ἐστι παράκλησις. Ο γὰρ ἐστηριγμένος, ὅσαπερ ἂν πάθῃ, φέρει γενναίως, και ἁγιασμοῦ καὶ τῆς πίστεως καὶ τοῦ λό. Ο. οι δώσει, ὥστε εὐέλπιδας γενέσθαι ο.

Chapter IIICaput III

col. 1349–1350page 12 of 17
PG 124:1349καὶ οὐ παρατρέπεται· διὰ μὲν τοῦ τὸ δόγμα τηρεῖν ὀρθὸν πεπεισμένος περὶ τῶν μελλόντων βεβαίως διὰ δὲ τοῦ ἀγαθὸν βίον ἔχειν, χαίρων ὅτι οὐχ ὡς καὶ κουργός, ἀλλ' ὡς Θεοῦ λειτουργὸς πάσχει. ΚΕΦΑΛ. Γ'. μι Τὸ λοιπὸν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Αὐτὸς μὲν ηὔξατο περὶ το αὐτῶν, ἵνα στηριχθῶσιν· ἀξιοῖ δὲ λοιπὸν αὐτοὺς εὔ χεσθαι ὑπὲρ αὐτοῦ, οὐχ ἵνα μὴ κινδυνεύῃ (εἰς τοῦτο γὰρ ἔκειτο), ἀλλ', Ινα τὸ κήρυγμα τρέχῃ καὶ δοξάζηται. Καὶ μετ' ἐγκωμίου ἡ αἴτησις· φησὶ γὰρ, Καθώς ο καὶ πρὸς ὑμᾶς· τουτέστιν, Ἵνα πάντες οὕτως ὑπακούωσιν ', ὥσπερ καὶ ὑμεῖς. Οὕτως οὐδὲν ἴδιον ηύχετο, ἀλλὰ πάντα τοῦ Θεοῦ. Καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονης ρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Περὶ τῶν ἀντιλεγόντων τῷ κηρύγματι λέγει, περὶ τῶν μα χομένων τοῖς δόγμασι, οἷος ἦν ᾿Αλέξανδρος ὁ Χαλο κεύς· τοῦτο γὰρ ηνίξατο εἰπών· Οὐ γὰρ πάντων ή πίστις· τουτέστιν, οὐ πάντες πιστεύουσιν, ἀλλ᾽ οἱ ἄξιοι· ὥσπερ ἂν εἴ τις εἶπεν, ὅτι Οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις, ἀλλὰ τῶν ἐπιτηδείων πρὸς τοῦτο. Διανίστησι δὲ αὐτοὺς, εἴ γε τοσαύ τὴν ἔχουσι παρρησίαν, ὥστε καὶ τῷ διδασκάλῳ ἐξευμαρίζειν τὸ κήρυγμα. Λεληθότως δὲ αἰνίττεται καὶ κινδύνους αὐτῷ πάντως ἐπαγομένους παρὰ τῶν ἀνθισταμένων τῷ λόγῳ. Καὶ τοῦτο δὲ ἱκανὸν αὐτοῖς εἰς παράκλησιν, ὡς καὶ τοῦ τηλικούτου Παύλου ἔτι ἐν κινδύνοις παλαίοντος. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Εἶπεν ἄνω, ὅτι Εἰ λετο ὑμᾶς ὁ Θεὸς εἰς σωτηρίαν, ἀντὶ τοῦ, ἐξελέξατο. Πιστὸς οὖν ἐστι, τουτέστιν ἀληθῆς, καὶ πάνε τως ποιήσει ὁ ἐνήρξατο· καὶ στηρίξει μὲν ὑμᾶς, καθάπερ καὶ ηὐξάμεθα, ὥστε μηκέτι σαλευθῆναι. φυλάξει δὲ, ὥστε μὴ ἰσχῦται καθ᾽ ὑμῶν τὸν Σατανᾶν. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς, ὅτι ὁ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ἐπειδὴ ἐπηύξατο αὐτοῖς, καὶ εἶπεν, ὅτι πιστός ἐστιν ὁ Θεὸς, ὅτι ποιήσει & ενήρξατο· ἵνα μὴ νομίσαντες τὸ πᾶν τοῦ Θεοῦ εἶναι, αὐτοὶ ἀποῤῥᾳθυμήσωσιν, ἰδοὺ νῦν καὶ τὴν παρ' αὐτῶν συνέργειαν ἀπαιτεῖ, ὡς ἂν εἰ τοιαῦτα λέγων 3· Ὁ μὲν Θεὸς πιστός ἐστι, καὶ πάν τως ποιήσει τὰ αὑτοῦ· ἀλλ' ἐὰν καὶ ὑμεῖς ἐργάζης σθε. Ορα δὲ σ. φίαν· Οὐκ εἶπεν ἁπλῶς, ὅτι Πεποίθα μεν ἐφ' ὑμᾶς, ἀλλ', Ἐν Κυρίῳ· τουτέστι, Τῇ φίλο ανθρωπίς αὐτοῦ πιστεύομεν, ὅτι αὐτὴ ἐπιῤῥώσει ὑμᾶς· ἵνα δείξῃ αὐτοῖς ὅτι τὸ πᾶν ἀναρτητέον τοῦ Θεοῦ. Πάλιν, οὐκ εἶπεν ἁπλῶς, Πεποίθαμεν τῷ Κυ ρίῳ, ἀλλ', Εφ' ὑμᾶς, καὶ, ὅτι Ποιεῖτε καὶ ποιήσετε, ἵνα μὴ τὸ πᾶν ἀναρτήσαντες τοῦ Θεοῦ, ἀργότεροι αὐτοὶ γένωνται. Δεῖ μὲν γὰρ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ρίπτειν, ἀλλ' ἐνεργοῦντας καὶ αὐτούς. Οὐκ ἠρκέσθη οι ὑπὲρ 0. 30 καθάπερ ο. ' ὑπάρχωσιν· τῶν διδασκάλων Ο. 5 ὡς εἰδὼς ταῦτα λέγει
col. 1351–1352page 13 of 17
PG 124:1351δὲ εἰπὼν τὸ, Ποιεῖτε, ἀλλὰ προσέθηκε καὶ τὸ, Ποιή σετε· δεικνὺς ὅτι δεῖ ἡμῖν ἄχρι καὶ τῆς ἐσχάτης ἀναπνοῆς παρεἶναι τὴν ἀρετήν. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Πάλιν ἐπεύχεται αὐτοῖς, δεικνύς τὴν αὐτοῦ κηδεμονίαν. Ἐπειδὴ γὰρ μέλλει τισὶν αὐτῶν ἐπιτιμᾷν, προλεαίνει τὰς καρδίας αὐτῶν, ἵνα δόξη ὅτι ἀπὸ ἀγάπης πολλῆς ἐπιτιμῇ. Φησὶν οὖν, ὅτι ἡ Κύριος κατευθύναι τὰς καρδίας ὑμῶν, τουτέστιν. ἐπ᾿ εὐθείας ἐλθεῖν ποιήσεις ", καὶ μὴ παρατραπήνα Πολλὰ γὰρ εἰσι τῆς πρὸς τὴν ἀγάπην ὀρθῆς ὁδοῦ ἐκτρέποντα, καὶ χρήματα, καὶ κενοδοξία, καὶ θάλα ψεις, καὶ πειρασμοί. Ταῦτα γὰρ καὶ ἄλλα πλείω οὐκ ἐῶσιν ἡμᾶς εἰς ἀγάπην τοῦ Θεοῦ εὐθυπορῆσαι, καὶ ἀγαπῆσα: αὐτὸν ὡς δεῖ. Τὸ δὲ, Εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ, ἡ οὕτω νοήσεις, ἵνα ὑπομένωμεν, ὡς ἐκεῖνος ὑπέμεινεν· *, "Ινα μεθ' ὑπομονῆς ἀναμένω μεν τὸν Χριστὸν, καὶ μὴ ἀπελπίζωμεν, ἀλλὰ πιο στεύωμεν βεβαίως, ὅτι ἃ ἐπηγγείλατο πληρώσει. Εἰπὼν δὲ ὑπομονὴν, θλίψεις ηνίξατο. Τῇ ἀγάπῃ δὲ τοῦ Θεοῦ συνέζευξε τὴν ὑπομονήν· τοῦτο γὰρ ἐστι τὸ ἀγαπᾶν τὸν Θεὸν, τὸ ὑπομένειν δι' αὐτὸν, καὶ μὴ θεα υβεῖσθα:. Κύριον δὲ, τὸ Πνεῦμα νόει ἐνταῦθα, ὡς ὁ μέγας παρεσημήνατο Βασίλειος. Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πολλάκι; είπο μεν, ὅτι παραγγελίαν ὁ Παῦλος λέγει τὴν αὐστηρι τέραν διδασκαλίαν. Καὶ νῦν οὖν φοβερωτέραν τὴν παραγγελίαν ποιῶν, φησὶν, ὅτι οὐχ ἡμεῖς παραγγέλλομεν, ἀλλ' ὁ Χριστός. "Α γὰρ ἐγὼ λέγω, ἐκεῖνος λέγει. Οὐδαμοῦ γὰρ προσέταξεν ἐκεῖνο; ἀργεῖνο Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Τουτέστι, χωρίζεσθαι ἀπὸ τοῦ ἀτά κτως, τουτέστιν ὁ ἀργῶς, βιοῦντος παντός, καν πλούσιος ᾖ, κἂν πένης, κἂν ἅγιος ". Οἱ γὰρ ἀπεχόμενοι τῶν εὐχρήστων ἔργων, ὡς ἐπίπαν εἰς εὐτραπελίας καὶ ἀδιαφορίας ἐκτραχηλίζονται. Ταῦτα δὲ ἀτα ξίας εἰσί. Πῶς; Δι' αὐτὸ τοῦτο τὸ ἀργεῖν, καὶ καθό ἐκβαίνει τὴν παρὰ τοῦ διδασκάλου τεθεῖσαν αὐτῷ τάξιν. Ἐπιφέρει οὖν Καὶ μὴ κατὰ τὴν παράδοσιν ἢν παρέλαβον παρ' ἡμῶν. "Ην διὰ τῶν ἔργων ὑμῖν παρέδωκα, τύπος γενόμενος ὑμῖν. Κυρίως γὰρ ἡ τοιαύτη παρά δοσις. Αὐτοὶ γὰρ οἴδατε πως δει μιμείσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος. Οὐκ ἡτακτήσαμεν, τουτέστιν, οὐκ ἠργήσαμεν. Αταξίαν γὰρ τὴν ἀργίαν ὀνομάζει, ὡς καὶ ἀνωτέρω· καὶ οὕτως ἔχει. Ο γὰρ Θεὸς ἔταξε τὸν ἄνθρωπον ἐργάζεσθαι, καὶ τὰ μέλη πρὸς τοῦτο διέπλασεν *. Ωστε ὁ ἀργῶν ἐκλέλοιπε τὴν τάξιν. Ορα δὲ, πῶς δωρεὰν φαγεῖν ἐκάλεσε τὸ παρ' αὐ * δείξη; π. 5 τηρήσειε ο. καὶ 0. * κἂν ἅγιος. "Ατακτος γὰρ ἐστι πᾶς κατ' αὐτὸ τοῦτο τὸ ἀργεῖν 16. ο διεπέτανεν ο.
col. 1353–1354page 14 of 17
PG 124:1353τῶν τραφῆναι. Καίτοι οὐκ ἦν δωρεάν, ἐκήρυττε γάρ Αξιος δὲ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Αλλ' ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενοι. Ορα τὰς ἐπιτάσεις. Ἡμεῖς δὲ εἰ μὴ τοῦ Θεοῦ προτιμώμεθα παρὰ τῶν διδαχθέντων ' τι ὑφ' ἡμῶν, δυσχεραίνομεν, ὡς τὰ μέγιστα ἀδικούμενοι. Πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Κυρίως μὲν βάρος ἐστὶ τὸ παρ᾽ ἀκόντων λαβεῖν. Νυνὶ δὲ τοῦτο λέγει, διότι πένητες ἦσαν. Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυ τοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Εἶχε γὰρ ἐξουσίαν ἀργεῖν, ἅτε μείζονι ἔργῳ ἠσχολημένος, τῷ κηρύγματι, καὶ τρέφεσθαι παρὰ τῶν ματ θητευομένων· ὅμως ἐκ φιλοτιμίας εἰργάσατο, καὶ ἑαυτὸν καὶ τοὺς σὺν αὐτῷ διέτρεφεν, ὡς ἂν καὶ τοὺ; μα ητὰς τοῦτο παιδεύσῃ. Καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλο λομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. - Πρὸς ὑμᾶς, ἀντὶ τοῦ, Παρ' ὑμῖν, μεθ' ὑμῶν. Ἐν μὲν οὖν τῇ προτέρᾳ Ἐπιστολῇ προσηνέστερον περὶ τούτων διελέχθη, ἐνταῦθα δὲ αὐστηρότερον. Εἰ γὰρ αὐτὸς καὶ νύκτα καὶ ἡμέραν εἰργάζετο, καίτοι μηδεμίαν ἔχων ἀνάγκην, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ακούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ατάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Επειδὴ γὰρ ὁ νοῦς ἡμῶν ἀεικίνητός ἐστιν, ἀνάγκη, ὅταν εὔχρηστον ἔργον μὴ μεταχειρίζηται 10, τὰ ἄχρηστα μετιέναι, ὡς καὶ ἀνωτέρω είρηται, καὶ περιεργάζεσθαι τοὺς ἑτέρων βίους, κἀντεῦθεν εἰς καταλαλιάς, ἀργολογίας, ευτραπελίας ἐκτραχηλίζεσθαι.. Εργάζεσθαι οὖν δεῖ τὰ διὰ τῶν χειρῶν ἔργα. Οὐ 11 γὰρ ἐλεεῖσθαι δεῖ τὸν δυνάμενον καὶ ἀργοῦντα. Αλλ' εὔχομαι, φησὶ, καὶ νηστεύω. ᾿Αλλὰ καὶ τοῦτο οὐκ ἔστιν ἔργον χειρῶν· ἄλλως τε δύνασαι μετὰ τοῦ ταῦτα ποιεῖν ἔτι καὶ ἐργάζεσθαι. Ἐπεὶ οὖν τοῦτο διαπτύεις, ὡς ἀργὸς κατακρίνῃ. Καὶ πῶς, φασὶν, & διδάσκων οὐκ ἀναγκάζεται ἐργάζεσθαι; Ότι τοι μείν ζονα εργασίαν καὶ δυσχερεστέραν μεταχειρίζεται, ἥτις καὶ ἐμποδίζει αὐτῷ πρὸς τὴν τῶν χειρῶν ἔργα σίαν. Σοὶ δὲ τῷ ἰδιαστῇ οὐδὲν τοιοῦτον. Ωστε ἁμαρτάνεις τοῦ ἔργου ἀμελῶν. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ καθήψατε, εἰπὼν, Παραγγέλλομεν, προσο ηνέστερον πάλιν ποιεῖ τὸν λόγον, καί φησι· Παρα καλοῦμεν. Φοβερωτέρα οὖν ἡ παράκλησις, καὶ ὀξιο πιστοτέρα. "Ινα μετὰ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Αμφότερα ἀπαιτεῖ, ὡς μὲν ἀτακτοῦντας, τὸ ἡσυχάζειν· ὡς δὲ ἀργούς, τὸ ἐργάζε Πρὸς ὑμᾶς, μηδὲ διδαχ. ποτέ τι ύ. ἡ ω...ριζόμεθα ο. 11 οὐδὲ 0.
col. 1355–1356page 15 of 17
PG 124:1355Λ σθαι, ἵνα ἐσθίωσι τὸν ἑαυτῶν ἄρτον, μὴ τὸν ἀλλή τριον. Οὐ γὰρ δεῖ αὐτοὺς ἀποβλέπειν εἰς ἄλλων χεῖρας. λόγῳ ἡμῶν, ὑμῶν, Ὑμεῖς δὲ, ἀδελφοί, μὴ ἐκκακήσητε καλο ποιοῦντες. Ορα, πῶς εὐθέως κατεκλάσθη τὰ πα τρικά σπλάγχνα, εὐθέως αὐτοὺς ἐλέησε. Στέλλεσθε μὲν, φησὶν, ἀπ' αὐτῶν καὶ χωρίζεσθε· μὴ μέντοι γε ἐάσητε λιμῷ διαφθαρήναι. Τί οὖν, ἂν θαῤῥῶν ἐκεῖνος, ὅτι, ἐγὼ τρέφω αὐτὸν, ἐπιμένῃ ἀργῶν; Αρε κεί σοι τὸ στέλλεσθαι ἀπ' αὐτοῦ, καὶ μὴ μεταδιδόναι αὐτῷ παῤῥησίαν, ενδεικνύων ὅτι ὀργίζῃ. Εάν δὲ μηδὲ οὕτω διορθῶται, ἀλλὰ σὺ μὴ ἐκκακήσης, φησί, καλοποιῶν αὐτόν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ὑμῶν, διὰ τῆς Ἐπιστολῆς τοῦτον σημειοῦσθε. Τινὲς μὲν, Τῷ λόγῳ ἡμῶν, ἀνέγνωσαν, διὰ τοῦ η. Οθεν καὶ οὕ τως ἐνόησαν· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἐμοῦ του Παύλου, τῷ διὰ τῆς Ἐπιστολῆς ταύτης οιονεί λαλοῦντι, τοῦτον σημειοῦσθε, καὶ ἔχετε ὡς ἀφωρισμένον. Ο δὲ μακάριος Ιωάννης, Ὑμῶν, ἀνέγνω, διὰ τοῦ υ, καὶ ἔδωκεν ἡμῖν νοεῖν, ὅτι Εἴ τις ἀπει θεῖ ὑμῖν, λέγουσι πρὸς αὐτὸν ἅ διὰ τῆς ἐμῆς Ἐπι στολῆς ταύτης ἐμάθετε. Καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. Ορᾷς, τίς ἡ ὠφέλεια τοῦ εἶναι αὐτὸν ἀφωρισμένον; Τὸ ἐντραπῆναι. Εἰ γὰρ καὶ τὸ ἁπλῶς λαμβάνειν, αἰσχύνης ἄξιον· πόσῳ μᾶλλον, ὅταν καὶ μετὰ τοῦ στέλλεσθαι παρέσχοιεν; Μεγάλη γὰρ κόλασις ὁ ἀφο ρισμὸς ἐδόκει πάλαι· ἀλλ' οὐχὶ νῦν. Εἰ γὰρ τοῦ ἁπλῶς ἀργοῦντος χωρίζεσθαι ἔδει, πόσῳ μᾶλλον τῶν ἄλλων; 15. Ει Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ωσπερ ἄνω εἰπὼν, ὅτι Ο μὴ ἐργαζί μενος, μηδὲ ἐσθίετω, έδεισε μήπως λιμῷ ἀπόλωνται οἱ τοιοῦτοι, καὶ ἐπήγαγεν· Ὑμεῖς δὲ μὴ ἐκκακήσητε καλοποιοῦντες. Οὕτω νῦν εἰπὼν, Μὴ συν αναμίγνυσθε, ἐφοβήθη, μὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν παντελῶς τῆς ἀδελφότητος ἀπογνόντα. Διὸ καὶ ἐπε ήγαγε· Μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετείτε ὡς ἀδελφόν· καὶ μετὰ τὸ δοῦναι, νουθετεῖν προτέταξεν, οὐκ ὀνειδίζειν, ὡς ἂν καὶ ψυχῇ καὶ σώματι εὐεργετῆται. Ὁ ἀδελφὸν νουθετῶν, οὐκ ἐκπομπεύει τὴν Οβριν, ἀλλ' ἰδίᾳ τοῦτο ποιεῖ καὶ μετὰ προσηνείας. Αλγῶμεν, φησίν, οὐχ ὅτι διδόαμεν ἀργοῦντι, ἀλλ' ότι παραβαίνει τὸν νόμον τοῦ Θεοῦ, καὶ ὡς ἐπὶ νοσοῦντι πενθῶμεν. Ακουέτωσαν οἱ οὐ μόνον διδόντες, ἀλλὰ καὶ προσυβρίζοντες, καὶ λίθοις βάλλοντες. Δια σὲ πένεται, ἵνα σὺ ἔχῃς θεραπεῦσαι τὰ τραύματά σου διὰ τῆς εἰς αὐτὸν φιλανθρωπίας, καὶ σὺ τῶν διὰ σὲ πενόμενον ἀπελαύνεις; Πόσης αναισθησίας ταῦτα! 13 εἰ δέ τις 0. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰ ρήνην διαπαντὸς ἐν παντὶ τρόπῳ. Πανταχοῦ μετὰ τὰς παραινέσεις τὰς εὐχὰς τίθησιν, ὥσπερ τινές σφραγίδας καὶ σήμαντρα τῶν ἀποτεθησαυρισμένων
col. 1357–1358page 16 of 17
PG 124:1357ἐπιτιθεὶς τὰς εὐχάς. Καὶ ἐνταῦθα οὖν, ἐπειδὴ εἰκὸς μάχας γίνεσθαι ἀπὸ τῶν τοιούτων ἀφορμῶν, τῶν μὲν ἀφοριζομένων τραχυτέρων γινομένων, τῶν δὲ ἐχόντων οὐκέτι τοῖς τοιούτοις διδόντων εὐπροθύμως εἰκότως εἰρήνην αὐτοῖς ἐπεύχεται, καὶ διαπαντός. Τοῦτο γὰρ ἐστι τὸ ζητούμενον, ὥστε ἀεὶ ἔχειν αὐτ τήν· ἀλλὰ καὶ ἐν παντὶ τρόπῳ, ὥστε μηδαμόθεν ἔχειν φιλονεικίας πρόφασιν, μήτε ἀπὸ λόγου, μήτε ἀπὸ ἔργου. Οὕτω γὰρ, φησίν, οὐ χαλεπῶς 18 κἀκείνους βελτιώσετε. Οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ κατορθοῦν ἃ βουλόμεθα, ὡς τὸ εἰρηναῖον καὶ ἀτά ραχον, καὶ τὸ μὴ μετὰ ἀπεχθείας δοκεῖν ἐπιτιμᾷν. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Τοῦτο καὶ ὁ Κύ ριος ἐπηγγείλατο· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πά σας τὰς ἡμέρας. Ἐὰν οὗτος εἴη, φησί, μεθ' ὑμῶν πάντων, τῶν τε ἀργούντων δηλαδὴ, καὶ τῶν μὴ τοιούτων, πάντα τὰ ἀγαθὰ ἔσται. Τούς τε γὰρ ἀρε γοῦντας ιάσεται, καὶ τοὺς ἐργαζομένους επιστη ρίξει. ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Ασπασμὸν καλεῖ τὴν εὐχὴν, δεικνύς ὅτι καὶ ὅτε ἀσπάζεσθαι ἔδει, μετὰ κέρδους πνευματικοῦ τὸ πρᾶγμα ἦν καὶ εὐχῆς, ἀλλ' οὐχ ἁπλῶς φιλίας σύμβολον. ῾Ο ἐστι σημεῖον ἐν πάσῃ Επιστολῇ· οὕτω γράφω. Πρὸς τὸ μὴ παραποιεῖσθαι τὰς ἐπιστολάς μου παρά τινων ἀπατεώνων (τοῦτο γὰρ, ὡς καὶ ἐν ἀρχῇ εἴπομεν, ἐποίουν πολλοὶ), ἐγώ, φησίν, ὑποση μαίνω τῇ ἐμῇ χειρί. Ἐν πάσῃ δὲ 'Επιστολῇ, τῇ ἴσως πεμφθησομένῃ πρὸς ὑμᾶς, ἢ καὶ ἁπλῶς, Ἐν πάσῃ τῇ πρὸς οὔστινας δήποτε. Η χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ᾿Αμήν. Καὶ ἤρξατο ἀπὸ τῆς χάριτος, καὶ νῦν πάλιν εἰς τὴν χάριν ἀποτελευτᾷ τὴν Ἐπιστολὴν, ἑκατέρωθεν ὥσπερ μεγάλοις τειχίοις ἀσφαλιζόμενος τὰ λεγόμενα, καὶ θεμελίους ἀσφαλεῖς τιθείς, καὶ τέλος ἐπάγων ἀσφαλές. Ἐὰν γὰρ ἡ χάρις ᾗ μεθ᾽ ὑμῶν ἡ ἐξ ἀρχῆς σώσασα ἡμᾶς, πάσας τὰς ἀσθενείας ὑμῶν παρόψεται. Τοῦτο γὰρ χάριτος ἔσται δὲ, ἐὰν μὴ ταύτην διώξητο. Η χάρις εὐγνώμοσι ψυχαῖς ἐνοικεῖ, ἀπλότητα και φιλαδελφίαν ἐχούσαις. Γένοιτο τοιαύτας καὶ ἡμεῖς τὰς ψυχὰς ἔχοντες, καὶ φιλαδελφίαν ἐπιδεικνύμενοι, καὶ τοὺς παρασφαλλομένους τυχόν, ὡς ἀδελφοὺς νουθετοῦντες, καὶ πᾶσι τρόποις τὴν αὐτῶν διόρθωσιν μετὰ τῆς πρὸς αὐτοὺς εἰρήνης κατεργαζόμενοι, ὑπὸ τῆς χάρι τος φρουρηθείημεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ προσλαβομένου ἡμᾶς, καὶ προσαγαγόντος τῷ Πατρὶ ἐν ἁγίῳ Πνεύματι· ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. οὐχ ἁπλῶς ο
col. 1359–1360page 17 of 17

ORDO RERUM QUE IN HOC TOMO CONTINENTUR. COMMENTARIUS IN JOANNIS EVANGELIUM. (Conti Commentarius in Epistolam ad Romanos. Commentarius in Epistolam I ad Corinthios. Commentarius in Epistolam II ad Corinthios. nuatio.) COMMENTARIUS IN OMNES DIVI PAULI EPISTOLAS. Præfatio Philippi Montani. Commentarius in Epistolam ad Galatas. Commentarius in Epistolam ad Ephesios. Commentarius in Epistolam ad Philippenses. Commentarius in Epistolam ad Colosseuses. Monitum T. Bailii editoris Londinensis. Annotata pro singulis Epistolarum argumentis. Lectori Venetus editor Commentarius in Epistolam I ad Thessalonicenses. 1279 Commentarius in Epistolam II ad Thessalonicenses. 1327 Parisiis. Ex Typis J.-P. MIGNE.

Page scan enlarged

Notebook

Full View