PG 124Theophylactus Bulgari Archiepiscopus
Commentary on the First Epistle to the Thessalonians
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput Primum

col. 1279–1280page 1 of 24
PG 124:1279ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΕΞΗΓΗΣΙΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος. Πρὸς Θεσσαλονικεῖς ὁ ἀπόστολος Παῦλος γράφων, ἑαυτῷ συντάττει καὶ Τιμόθεον. Ἐφεσίοις δὲ ἐπιστέλλων οὐχ οὕτω ποιεῖ, καίτοι γινωσκομένου αὐτοῖς Τιμο θέου. Ἐμοὶ δοκεῖ τὰ ὅτι πρὸς μὲν Ἐφεσίους ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν δημιουργὸν τῆς Ἐπιστολῆς ἀνακηρύττειν τὸν ταύτην οι κατα ληψόμενον. Ενταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἐπανελθὼν ἦν ὁ Τιμόθεος ἀπὸ Θεσσαλονίκης· ὥστε εἰκότως ἑαυτῷ τοῦτον σε συντάττει. Προτάττει δὲ Τιμοθέου Σιλουανόν, ἴσως αίτησομένου τοῦτο Τιμοθέου διὰ ταπεινοφροσύνην, ἅτε μιμουμένου τὸν διδάσκαλον Παῦλον, ὃς τοὺς μαθητὰς ἑαυτῷ συγκαταριθμεί 8. Ούτε δὲ ἀπόστολον, οὔτε δοῦλον, κατὰ τὸ εἰωθός, ἑαυτὸν ὁ Παῦλος ἐνταῦθα καλεῖ, διότι νεοκατήχητοι ἦσαν, καὶ οὐδέπω αὐτοῦ ἱκανὴν πεῖραν ἔλαβον. Οὐκ οὖν ἔδει τοῦ ἀξιώματος αὐτοῦ μνησθῆναι. Τῇ Εκκλησίᾳ Θεσσαλονικέων. Εἰ δὲ ὀλίγοι ἦσαν οἱ Θεσσαλονικεῖς, καὶ οὐδέπω συνεστήκεισαν, ὅμως Ἐκκλησίαν αὐτοὺς καλεί, παραμυθούμενος τῷ ἐνό ματι· ἐπειδὴ πλῆθος ὡς τὰ πολλὰ σημαίνει τὸ τῆς Εκκλησίας όνομα. Ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. εν δοκεῖν Ο. οι τούτους Ο. οι ἑαυτὸν τούτῳ ο. 8 συγκαταλέγει
col. 1281–1282page 2 of 24
PG 124:1281Ἐπειδὴ ἦσαν καὶ Ἑλληνικαὶ καὶ Ἰουδαῖκαὶ Ἐκ κλησίαι, ἀποδιαστέλλων αὐτὴν ἐκείνων, φησί· Τῇ ἐν Θεῷ Πατρί. Μέγα δὲ ἀξίωμα τὸ ἐν Θεῷ εἶναι. Εἴ τις γὰρ ἁμαρτίας ἐστὶ εἰ δοῦλος, οὐκ ἔστιν ἐν Θεῷ. Σημείωσαι δὲ τὸ, Εν, ἐπὶ Πατρὸς καὶ Υἱοῦ κείμενον. Χάρις ὑμῖν καὶ εἰρήνη. Επεύχεται αὐτοῖς ἵνα [μή] ἐπὶ πλέον προκόψωσιν ἐν τοῖς θείοις χαρίσμασιν, ἀλλὰ καὶ εἰρήνην ἔχωσι, μὴ φυσιούμενοι κατ' ἀλλήλων. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν. Εὐθέως ἀπὸ ἐγκωμίου τὸ προοίμιον. Τῷ γὰρ ὑπὲρ αὐτῶν εὐχαριστεῖν τῷ Θεῷ, δείκνυσιν αὐ τοὺς κατωρθωκότας δε τοιαῦτα, ἐξ ὧν δοξάζεται ὁ Θεός. Αμα δὲ καὶ ταπεινοφρονεῖν διδάσκει, ὡς τοῦ Θεοῦ τὸ πᾶν ἐργαζομένου. Μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν. Τὸ μὲν εὐχαριστεῖν τῷ Θεῷ, ἀπὸ τῶν κατορθωμάτων αὐτῶν· τὸ δὲ μεμνῆσθαι ἐπὶ τῶν προσευχῶν, τῆς πρὸς αὐτοὺς ἀγάπης. Αδιαλείπτως μνημονεύοντες ὑμῶν. Οὐ μόνον, φησίν, ἐπὶ τῶν προσευχῶν μου μέμνημαι ὑμῶν, ἀλλὰ καὶ ἄλλοτε πάντοτε. Τοῦτο δὲ τῆς ἐπιτεταμένης αὐτοῦ ἀγάπης δεῖγμα. Τοῦ ἔργου τῆς πίστεως. Τουτέστι τῆς ἐνστάσεως ὑμῶν. Τοῦτο γὰρ ἔργον πίστεως, τὸ στεῤῥῶς ἵστασθαι, οὐχὶ τὸ λόγοις μόνον αὐχεῖν τὴν πίστιν. Καὶ τοῦ κόπου τῆς ἀγάπης. Ποῖος κόπος τὸ ἀγαπᾷν; Τὸ μὲν ἁπλῶς, οὐδὲ εἷς· τὸ δὲ γνησίως, πολύς κόπος. Όταν γάρ τις διὰ τὸν ἀγαπώμενον πάντα ὑπομένῃ, πῶς οὐ κόπος; Καὶ Θεσσαλονικεῖς οὖν πολλὰ ἔπαθον διὰ τὴν πρὸς τὸν Παῦλον ἀγάπην, ὡς μαθήσῃ ἐκ τῆς βίβλου τῶν Πράξεων. Καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πολλούς, φησὶν, ὑπεμεί. νατε καὶ μακροὺς πειρασμούς· ὑπεμείνατε δὲ τῇ ἐλπίδι ῥωννύμενοι. Μετὰ πληροφορίας γὰρ ἐπίστευον τοῖς ἀποκειμένοις ἐπάθλοις· ἐπεὶ δὲ ὁ Θεὸς συνεχώρει ἐν ἀρχῇ πειράζεσθαι, ἵνα μή τις εἴπῃ, ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγμα συνίστατο, καὶ δειχθῇ. ὅτι οὐκ ἀνθρωπίνη πειθώ, ἀλλὰ τοῦ Θεοῦ δύναμις ἦν ἡ τὰς ψυχὰς πείθουσα. Εμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Διχῶς τοῦτο νοήσεις· ή, Μνημονεύοντες ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν· ἤ, Τοῦ ἔργου τῆς πίστεως, τοῦ ὄντος ἔμπροσθεν τοῦ Θεοῦ. Μὴ γὰρ νομίσητε ὅτι ἀκερδῶ; πονεῖτε 86, ἀλλὰ πάντα ἔμπροσθέν εἰσι τοῦ Θεοῦ· ὥστε καὶ τοὺς μισθοὺς ἀποδώσει. Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ἐκ Θεοῦ "' τὴν ἐκλογὴν ὑμῶν. Μνημονεύομεν, φησίν, ὑμῶν, διότι οἴδαμεν ὅτι ἐκλελεγμένοι ἐστὲ ὑπὸ τοῦ Θεοῦ· ἐξελέγητε γὰρ εἰς τὴν πίστιν ὑπὲρ τοὺς πολλούς. Καὶ πόθεν τοῦτο δῆλον, ὦ Παῦλε; Ακουε, φησί, τῶν ἑξῆς" Οτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς δ' εἴη σ. σε ποιεῖτε ο. οι εργαζομένους 0. δ' ὑπὸ τοῦ Θεοῦ 0.
col. 1283–1284page 3 of 24
PG 124:1283ὑμᾶς ἐν λόγῳ μόνον. Ἐκ τούτου, φησί, δῆλον ὅτι ἐκλεκτοί ἐστε, ἐκ τοῦ τὸν Θεὸν τὸ κήρυγμα ἐν ὑμῖν δοξάσαι. Οὐ γὰρ ἁπλῶς οὕτως ἐκηρύξαμεν, ἀλλὰ καὶ σημεῖα ἐγένοντο, τοῦ Θεοῦ πάντως εὐδο κοῦντος ὑμᾶς πιστεῦσαι, ὡς ἐκλεκτοὺς αὐτῷ καὶ προορισμένους. ᾿Αλλὰ καὶ ἐν δυνάμει. Τουτέστιν ἐν σημείοις, καὶ πρὸς εὐεργεσίας τῶν εὐγνωμόνων, καὶ πρὸς κολάσεις τῶν ἀγνωμόνων γινομένοις. Καὶ ἐν Πνεύματι ἁγίῳ. Η ὅτι ἐν σοφίᾳ πνευ ματικῇ, οὐ τῇ ἔξω ἢ ὅτι Πνεῦμα ἅγιον ἐδίδοτο τοῖς πιστεύσασι 80 Καὶ ἐν πληροφορία πολλῇ. Τουτέστι, καὶ ἐν και χώσεσι καὶ θλίψεσιν. Ωσπερ τὰ σημεῖα καὶ ἡ τοῦ Πνεύματος χορηγία διὰ τὴν τῶν πεπιστευκότων πληροφορίαν ἐγίνοντο· οὕτω καὶ αἱ ὑπὲρ τοῦ κηρύ γματος θλίψεις μεγάλη βεβαίωσις αὐτοῦ εἰσι. Καθώς οίδατε, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι' ὑμᾶς. Ὑμεῖς, φησί, μάρτυρες, πῶς ἐν ὑμῖν ἀνεστράφη μεν, καὶ ὅτι μετά προθυμίας πολλῆς ἐκηρύξα μεν· ἀλλὰ καὶ τοῦτο δι᾽ ὑμᾶς. Διότι γὰρ ἐκλεκτοί ήτε, διὰ τοῦτο πάντα ὑπὲρ ὑμῶν ἐσπουδάσαμεν ὑπὲρ γὰρ τῶν τοῦ Θεοῦ ἀγαπητῶν τί οὐκ ἄν τις πάθοι; Ενταῦθα δὲ καὶ τῶν αὐτοῦ κατορθωμάτων ἅπτεται, εἰ καὶ ἐπεσκιασμένως. Βούλεται γὰρ προ τερον ἐκείνους ἐγκωμιάσαι. Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου. Αναῤῥώννυσιν αὐτοὺς τῷ τε ἐπαινεῖν, καὶ τῷ ὑπομιμνήσκειν ὅτι καὶ αὐτοὶ οὐκ ἀπελείφθησαν αὐτοῦ τοῖς κινδύνοις. Βαβαὶ δὲ, οἷον τὸ ἐγκώ μιον, μιμητὰς εὐθὺς τοῦ διδασκάλου γενέσθαι, καὶ οὐ μόνον αὐτοῦ, ἀλλὰ καὶ τοῦ Κυρίου! Πῶς δὲ ἐγέ νοντο τοῦ Κυρίου μιμηταί; Ότι καὶ αὐτὸς πολλὰ παθὼν ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο, ὥστε καὶ λέγειν τῷ Πατρὶ· Δόξασόν με. Δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου. Οὐχ ἁπλῶς μετὰ θλί ψεως ἐδέξασθε τὸν λόγον, ἀλλὰ καὶ μετὰ πολλῆς, τουτέστι, μετὰ κινδύνων. Καὶ τοῦτο μαθήσῃ ἀπὸ τῶν Πράξεων. 'Αλλ' ὅμως ταύτην τὴν θλίψιν, ήτα τοὺς κινδύνους, χαίροντες ὑποδέχεσθε. Ἑρμηνεύων δὲ, πῶς ἔνεστιν εν θλίψει χαίρειν, εἶπε· Μετὰ χαρᾶς Πνεύματος ἁγίου. Οὐ γὰρ ἀφῆκεν ὑμᾶς τὸ Πνεῦμα ἀλγεῖν, ἀλλ᾽ ἡ μὲν ἀλγηδὼν ἐν τοῖς σωματικοῖς, ἡ δὲ παρὰ τοῦ Πνεύματος ἐδίδοτο. Ὡς γὰρ ἐν τῇ φλογὶ ἑδροσίζοντο οἱ παῖδες τῷ διασυρίζοντι Πνεύ ματι, οὕτω καὶ ὑμᾶς ἐν τοῖς κινδύνοις ἐχαροποίει τὸ Πνεῦμα, την μέλλουσαν προσδεικνύον [γ. προδ.] ὑμῖν μισθαποδοσίαν. "Ορα δὲ ὅτι τότε τις γίνεται τοῦ Κυρίου μιμητής, ὅτε κινδύνους ὑπομένει μετά χαρᾶς ἁγίου Πνεύματος. Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς τις στεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ ᾿Αχαΐα. Καὶ ν: πιστεύουσι πάσχων
col. 1285–1286page 4 of 24
PG 124:1285μὴν ἐν ὑστέρῳ ἦλθε Παῦλος πρὸς τούτους, ἀλλ' ου τως ἐλάμψατε, φησὶν, ὡς τῶν προλαβόντων γενέσθαι διδάσκαλοι. Καὶ τοῦτο δὲ μίμησις Παύλου· καὶ γὰρ καὶ αὐτὸς ὕστερος προσελθών, πάντας ὑπερέβαλεν. Ορα δὲ, οὐκ εἶπε, Τύπους γενέσθαι πρὸς τὸ πιστεῦσαι, ἀλλὰ, Τοῖς ἤδη πιστεύσασινο τύπος ἐγένεσθε, πῶς δεῖ πιστεύειν, ὅτι μετά θερμότητος καὶ τῆς πρὸς τοὺς κινδύνους ἑτοιμότητος. Αχαΐαν δὲ τὴν Ελλάδα φησίν. Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου. Τουτέστιν, Η περὶ τῆς ὑμῶν ἀρετῆς φήμη ἐποίησεν ἑξάκουστον γενέσθαι πᾶσι τὸ κήρυγμα, καὶ πάντων ὑμᾶς παιδευτὰς δειχθῆναι. Τὸ δὲ, Ἐξήχηται, ὡς ἐπὶ σάλπιγγος λαμπρὸν ἐχούσης, καὶ ἐπὶ πολὺ φθανούσης. Οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ᾿Αχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν. Τὴν μὲν Μακεδονίαν, φησί, καὶ τὴν Ἑλλάδα τοῦ λόγου καὶ τῆς διδασκαλίας ἐνεπλήσατε τῷ καθ᾿ αὐτοὺς ὑποδείγματι· τοῦ δὲ θαύματος, πάντα τρόπον, ὅπως ἐν οὕτω βραχεί χρόνῳ τοσαύτην πίστιν [μακράν] ἐπεδείξασθε. Ως περὶ ἐμψύχου δέ τινος διαλεγόμενος εἶπε τὸ, Εξο ελήλυθεν. Ωστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Οὕτως ἐστὶ σφοδρὰ καὶ ἐνεργὴς ἡ τῆς πίστεως ὑμῶν φήμη, ὥστε οὐδὲ περιμένουσιν ἡμᾶς οἱ ἄνθρωποι εἰπεῖν τι περὶ ὑμῶν, ἀλλ' ὁσάκις ἐπιχειρήσομεν λέγειν, ἵνα κἀκείνους εἰς τὸν ἴσον ζῆλον ἐμβάλωμεν, προφθάνουσιν ἡμᾶς ἐκεῖνοι, τὰ ὑμέτερα καλὰ διηγούμενοι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν, ὁποίαν εἴσοδον ἔχομεν οι πρὸς ὑμᾶς. Τουτέστιν, ὅτι Η ἡμετέρα πρὸς ὑμᾶς ἔλευσις θανάτων έγεμε μυ ρίων, ἀλλ᾽ ὅμως ὑμεῖς οὐκ ἐσκανδαλίσθητε ἐφ' ἡμῖν. Ἀλλὰ καὶ ὑμεῖς κινδύνοις δι' ἡμᾶς περιπεσόντες, οὐκ ἀπεστράφητε ἡμᾶς, ἀλλ᾽ οὕτως ἡμῶν εἴχεσθε, ὡς μυρίων ἀγαθῶν ἀπολαύσαντες. Δευτέρα δὲ ἦν αὕτη εἴσοδος. Καὶ γὰρ ἀπελθὼν εἰς Βέῤῥοιαν ἐδιώ χθη· κἀκεῖθεν ἐλθὼν, οὕτως ἐδέχθη, ὥστε καὶ τὰς ψυχὰς αὐτῶν ὑπὲρ αὐτοῦ θεῖναι. Καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τουτο ἐστιν, ὅτι εὐκόλως, ὅτι μετὰ πολλῆς τῆς σφοδρότητος. Ἐνταῦθα δὲ ἀνεπαχθέστερον καὶ παραίνεσιν εἰσήγαγεν, ἀναμιμνήσκων αὐτοὺς εὐμεθόδως ἀπὸ τίνων εἰς τίνα μετῆλθον, ἵνα καὶ ἀξίως αὐτῶν ζῶσι. Καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρα νῶν (ἂν ἤγειρεν ἐκ τῶν νεκρῶν), Ἰησοῦν τὸν δυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Καὶ τοῦτο τῆς αὐτῆς μεθόδου ἐστί. Διδάσκει γὰρ ἐν εἴδει διηγήσεως, περιμένειν τὸν Υἱὸν τοῦ Θεοῦ. Παραμυθία γὰρ μεγίστη τοῖς θλιβομένοις τοῦτο, ὅτι ὁ παθὼν ἠγέρθη, καὶ ἐν τῷ οὐρανῷ ἐστι, καὶ ὅτι ἥξει, καὶ ἡμᾶς μὲν τοὺς θλιβομένους ῥύσεται ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης, τουτέστι τῆς κολάσεως, Ει το πιστεύουσι 0. ἔσχομεν ο.

Chapter IICaput II

col. 1287–1288page 5 of 24
PG 124:1287ἅτε εὐηρεστηκότας αὐτῷ διὰ τῆς πίστεως καὶ τῆς ἀμώμου πολιτείας· τῶν δὲ θλιβόντων ἡμᾶς οὐ φεί σεται. Ἐπειδὴ δὲ τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι”, μεγάλην αὐτοῖς προσμαρτυρεί πίστιν, εἴ γε ἀναμένουσι καὶ ἐλπίζουσι βεβαίως τα μέλη λοντα. ΚΕΦΑΛ Β. Αὐτοὶ γὰρ οίδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενή γέγονε. Καὶ τὰ μὲν ὑμέτερα, φησί, μεγάλα· πλὴν οὐδὲ ἡμεῖς ἀνθρωπίνῳ λόγῳ ἐχρησάμεθα, οὐδὲ κενὴ ἡ εἴσοδος ἡμῶν, τουτέστιν, ἄνευ κινδύνων, καὶ ἀπείραστος καὶ οὐδὲν στεῤῥὸν ἔχουσαν. Ὡς γὰρ πολλάκις είρηται, οἱ κίνδυνοι εἰσιν αἱ στερεοῦντες τὴν πίστιν· ἄνευ δὲ τούτων κενὴ ἂν ἦν. ᾿Αλλὰ προπαθόντες, καὶ ὑβρισθέντες, καθώς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. ᾿Απὸ κινδύνων, φησίν, έκφυγόντες τῶν ἐν Φιλίπποις, πάλιν εἰς ἑτέρου; κινδύνους ἐνεπέσομεν 98. "Ορα δὲ, πῶς τῷ Θεῷ πά λιν τὸ πᾶν ἀνέθηκεν, Επαῤῥησιασάμεθα, εἰπὼν, ἐν τῷ Θεῷ, τουτέστιν, ὑπ' ἐκείνου ἐνδυναμούμενοι. Η γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης. Τουτο έστιν, ἡ διδαχὴ οὐκ ἐκ πλάνης. Οἱ γὰρ πλανώντες οὐκ εἰς κινδύνους ἑαυτοὺς ἐκδιδόασιν, ἀλλ᾽ εἰς τρι φάς· ἐγὼ δὲ ἐμαυτὸν εἰς κι ούνους ἐξέδωκα. Ωστε δῆλον ἐντεῦθεν, ὅτι ἡ διδαχή μου οὐ πλανᾷ, οὐδὲ ὑπὲρ ἀνθρωπίνων πραγμάτων ἀνέχομαι τι κινδυ Ο νεύειν, ἀλλ' ὑπὲρ θείων καὶ μονίμων. Οὐδὲ ἐξ ἀκαθαρσίας. Τουτέστιν, Οὐκ ἀκάθαρτόν τι διδάσκω, οἷα τὰ τῶν μάγων καὶ γοήτων. Οὔτε ἐν δόλῳ. Οὔτε ἐπὶ νεωτεροποιία καὶ συ στάσει, ὡς οἱ περὶ Θευδᾶν. ᾿Αλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν. Ο Θεός, φησὶν, ἐδοκίμασεν ἡμᾶς, καὶ ἐξελέξατο πιστευθῆναι τὸ Εὐαγγέλιον· οὐκ ἂν δὲ ἐξελέξατο, εἰ μὴ ἀξίους ἐγίνωσκε. Τοιοῦτοι μὲν οὖν μένομεν δόκιμοι, καὶ οἷοι ἐξελέγημεν παρ' αὐτοῦ εἰς τὸ τηλικοῦτον κήρυγμα. Οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Τουτέστιν, Οὐχ ἵνα ὑμῖν ἀρέσωμεν, ταῦτα πάντα ποιοῦμεν ἀλλὰ τῷ Θεῷ ἀρέσκειν θέλοντες, ὃς τὰ κρυπτὰ ἐξ ετάζει (τὸ γὰρ, Δοκιμάζει, τοῦτο σημαίνει νῦν)· Η ὅτι ἀποδέχεται τὰς καρδίας καὶ στεφανοῖ. Οὐδεὶς δὲ δολερός, καὶ ἀπατεῶν, καὶ ἀκάθαρτος, τούτῳ δύνατα: ἀρέσκειν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθώς οἴδατε. Επειδή προλαβὼν ἐπήνεσεν αὐτοὺς, ἵνα μὴ ὕποπτον ποιήσῃ τὸν ἔπαινον, φησὶν, ὅτι Οὐδὲ ἄλλοτέ ποτε 98 ἐκολάκευσα ὑμᾶς (ὅπερ ἐστὶ τῶν πλανώντων)· οὐκοῦν οὐδὲ νῦν. Οὔτε ἐν προφάσει πλεονεξίας· Θεὸς μάρτυς. Ούτε διὰ φιλοχρηματίαν ἐκηρύξαμεν ὑμῖν. Τοῦ μὲν * ἐν ἐλπίσι χρησταις σε ἑαυτοὺς ἐπεῤῥίψαμεν ο. οι ανθρωπίνου πραγματος ειλόμην ο. 3 οὐδέποτε 0.
col. 1289–1290page 6 of 24
PG 124:1289οὖν μὴ κολακεῦσαι, καὶ ὑμεῖς μάρτυρες· τοῦ δὲ μὴ φιλοχρήματον είναί με, Θεὸς μάρτυς· ὑμῖν γὰρ ἄδηλον τοῦτο. Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων. Οὐκ εἶπεν, ὅτι Ἠτιμάσθημεν, οὐδ᾽ ὅτι Οὐκ ἀπελαύσαμεν τιμῆς, ἵνα μὴ δόξῃ ὀνειδίζων αὐτούς ἐ· ἀλλ᾽, Οὐκ ἐζητήσαμεν τιμήν, καίτοι γε τοῦ κηρύγματος τοῦτο ἀπαιτοῦντος. Εἰ γὰρ τοὺς βασιλικούς πρέσβεις πολλῆς ἀξιοῦμεν τιμῆς, πολλῷ μᾶλλον τοὺς τοῦ Θεοῦ. Πῶς οὖν δόξης ἕνεκεν πράξομέν τι, οἱ μήτε παρ' ὑμῶν, μήτε παρ' ἄλλων, ὡς διδάσκαλοι, θέλοντες τιμᾶσθαι; Δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπίστο λοι. Η ἐν τιμῇ, καὶ δόξῃ, καὶ ὄγκῳ ἢ δυνάμενοι να λαμβάνειν καὶ τρέφεσθαι, καὶ βαρεῖς ὑμῖν εἶναι. Καὶ γὰρ τὸ ἀξίωμα ἡμῶν τοῦτο ἀπαιτεῖ, λαμβάνειν παρ' ὑμῶν. Αλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν. Ηπιο:, τουτέστι πρᾶοι, ἀβαρεῖς. Η καὶ, Νήπιοι ἐν μέσῳ ὑμῶν, τουτέστιν, ἀκέραιοι ", ἀφιλόδοξοι. Τὸ γὰρ νή πιον οὐδὲν τοιοῦτον λογίζεται. Καὶ τὸν Ἐν μέσῳ ὑμῶν, τοιοῦτον ἔχει νοῦν· Ως εἷς ἐξ ὑμῶν ἐγενόμην, οὐ τὴν ἄνω τάξιν, 1 λαθών. ὺς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. Τὴν φιλοστοργίαν αὐτοῦ δείκνυσι. Μὴ ἡ τροφὸς κυλα κεύει; μὴ χρήματα αἰτεῖ παρὰ τῶν παίδων τῶν μικρῶν; Οὕτω δεῖ τὸν διδάσκαλον εἶναι προσηνή, καταφιλοῦντα τοὺς ἐμπαροινοῦντας αὐτῷ, ὡς καὶ ἡ τροφὸς τὰ παιδία, κἂν τύπτωσιν. Οὕτως ἐμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοθ ναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. — Ομειρόμενοι ὑμῶν, τουτέστι, Προσδεδεμένοι ὑμῖν καὶ ἐχόμενοι ὑμῶν, παρὰ τὸν ὁμοῦ, καὶ τὸν εἴρω, τὸ συμπλέκω. Τινὲς δὲ, Ιμειρόμενοι, ἀνέγνωσαν, ἀντὶ τοῦ, ἐπιθυμοῦντες, οὐκ ἔστι δέ. Οὐ μόνον οὖν, φησίν, οὐδὲν ἐλάβομεν ἀφ' ὑμῶν, ἀλλ᾽ εἰ οἷόν τε εὐδοκοῦμεν, τουτέστι, σφόδρα θέλομεν ' καὶ τὰς ψυχὰς εἰς ὑμᾶς κενῶσαι. Τὸ μὲν οὖν διδόναι τὸ Εὐαγγέλιον, τιμιώτερον· τὸ δὲ τὴν ψυχὴν δοῦναι, δυσκολώτερον, καὶ μανικωτέρας ἀγάπης· ὅπερ οὖν καὶ αὐτὸς ἐπάγει. Διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε. Ινα μὴ δόξῃ λέγειν ταῦτα πάντα ὡς κάμνων ὑπὲρ αὐτῶν, καὶ ὡς ὀφείλων τιμηθῆναι παρ' αὐτῶν ὑπὲρ τούτου, φησὶν, ὅτι Δι' οὐδὲν ἄλλο ταῦτα ποιώ, ἢ διὰ τὴν ἀγάπην. Οὐ γὰρ ἀντιμισθίαν ζητῶ· ἀλλὰ δι' αὐτὸ τὸ καλόν. Μνημονεύετε γὰρ, ἀδελφοὶ, τῶν κόπων ἡμῶν καὶ τῶν μόχθων· νυκτὸς καὶ ἡμέρας εργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Οὐκ εἶπε, Μνη μονεύετε τὰς εὐεργεσίας τὰς παρ᾿ ἐμοῦ, ἀλλὰ, Των κόπων δ. καὶ οὐχ ἁπλῶς, ἀλλὰ, καὶ τῶν μόν οι αὐτοῖς 0. οι αὐτοῖς 98 δυνάμεθα ο. ρας ο. ὁ ἐγενήθητε 0. * τὸν κόπον Ο. Ομειρόμενοι ὑμῶν, ὁμοῦ, εἰ ε!ρω, εμειρόμενοι, εὐδοκοῦμεν, 99 άκακοι Ο. 1 λήξιν ο. • ἐθέλομεν ο. ' μονιμωτές
col. 1291–1292page 7 of 24
PG 124:1291χθως τουτέστι, τῶν μετὰ πολλῆς σπουδῆς. Καὶ ὁσίως, 1 του Ο. οὐχ ἡμέρα; μόνον, ἀλλὰ καὶ νυκτός. Βαβα! τῆς προθυμίας καὶ τῆς ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τινὰ σπουδής! Δείκνυσι δὲ καὶ ἐν πενίᾳ ὄντας τοὺς Βετ σαλονικεῖς, διὰ τοῦ εἰπεῖν· Πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεός. Αξιόπιστος μὲν ὁ Θεός· πλὴν ἐπειδὴ ἄδηλον ἀνθρώποις εἰ ὁ Θεὸς εἰς τοῦτο μαρτυρεί, καὶ αὐτοὺς, πρὸς οὓς ὁ λόγος, καλεί μάρτυρας. Ως ὁσίως. Πάντα ὅσα ἔδει, πληροῦντε;· τοῦτο γάρ ἐστι τὸ, Οσίως, ἀντὶ τοῦ, μετὰ τῆς πρὸς Θεὸν εὐλαβείας. Καὶ δικαίως. Τουτέστι, μηδένα ἀπαιτοῦντες χρημάτων ἀπαιτήσεσι. Καὶ ἀμέμπτως. Απροσκόπως καὶ ἀσκανδαλίστως. Ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν. Ἐπεὶ τοῖς γε ἀπίστοις ° καὶ ἀνάσιος ἐκαλεῖτο, καὶ ἀγύρτης, καὶ σπερμολόγος, καὶ οὐδὲν ὑγιές Καθάπερ οἴδατε. Πάλιν αὐτοὺς μάρτυρας καλεί. Ο σημεῖον τοῦ μὴ ἀλαζονευόμενον λέγειν Ως ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ), παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι. Βαβαι, οἷον ἦν τὸ μηδένα παραλιπεῖν ἀπαρηγόρητον, ἀλλ' ἑνὶ ἑκάστῳ προσφόρως διαλέγεσθαι! παρακαλοῦντες δὲ, πρὸς τὸ φέρειν γενναίως. Οὐκ ἄρα δόξαν ἐζήτουν. Ανω μὲν οὖν τροφῷ ἑαυτὸν ἀπείνασε, νῦν δὲ πατρὶ, τὴν ἀγάπην δεικνύων, καὶ τὴν προστασίαν, καὶ τὸ ἄτυπον. Τίς γὰρ πατὴρ κατὰ τῶν τέκνων τετύφωται; Καὶ μαρτυρούμενοι, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Τὸ μαρτύρεσθαι ἤδη πληκτικωτέρας διδασκαλίας ἐστίν. Οὐκ οὖν ἐπο λάκευον. Ἐπεὶ δὲ προεῖπεν, ὅτι ὡς πατήρ, τότε επήγαγε καὶ τὸ, Μαρτυρούμενοι. Οὐ γὰρ σφοδρῶν, φησίν, ἀλλ', ὡς πατέρες, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ 10. Καὶ ὄρα, πῶς ἐν εἴδει διηγήσεως διδάσκει ἅμα και παραμυθείται. Εἰ γὰρ εἰς βασιλείαν καλεῖ ἡμᾶς ὁ Θεὸς, δεῖ πάντα φέρειν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ (καθώς ἐστιν ἀληθῶς) λόγον Θεοῦ. ϊν ταῦθα καὶ αὐτοὺς ἐγκωμιάζει. Οὐ γὰρ ἡμεῖς μὲν φησὶν, ἀμέμπτως πάντα πράττομεν, ὑμεῖς δὲ ἀνά ξιόν τι τῆς ἐμῆς διαταγῆς ἐνεδείξασθε. Οὐ γὰρ ὡς ἀνθρώπων ἀκούοντες ἁπλῶς διάκεισθε, ἀλλ' ὡς αὐτ τοῦ τοῦ Θεοῦ παραινοῦντος, οὕτω προσείχετε. Λέο γον δὲ ἀκοῆς τοῦ Θεοῦ, τὸ κήρυγμά φησιν, ὡς δια 8 και Ο.· ἀπιστοῦς: 0. 10 Κυρίου 0. τὸν μόχθον ο. ἀδικοῦντες.
col. 1293–1294page 8 of 24
PG 124:1293τοῦ ἀκουσθῆναι πιστευόμενον. Πῶς γὰρ πιστεύσωσιν, ἐὰν μὴ ἀκούσωσιν; *Ος καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσι. Π θεν δῆλον, ὅτι ὡς Θεοῦ λόγον ἐδέξασθε; Ενεργεῖται γάρ, φησὶν, ἐν ὑμῖν, τουτέστιν, ἐκ τῶν ἔργων αὐτῶν δείκνυται. Εἰ μὴ γὰρ οὕτως αὐτὸν ἐδέξασθε, οὐκ ἂν τοὺς τηλικούτους πειρασμούς οὕτω γενναίως ἠνέγε κατε. Ωσπερ γὰρ ὅτι οὐ κόλαξ ἐστὶν, οὐδὲ δολερός, αὐτὸς ἐκ τοῦ κινδύνους ὑπομεῖναι δείκνυσιν· οὕτω καὶ τὴν αὐτῶν πίστιν ἐκ τοῦ θλίψεις ὑπενεγκεῖν ἐμφαίνει. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαία ἐν Χριστῷ Ἰησοῦ. Ινα μή τις Ἐκκλησίας ἐν τῇ Ἰουδαίᾳ τὰς συναγωγὰς τῶν Ἰουδαίων νοήσῃ, διὰ τοῦτο προσέθηκεν, Εν Χριστῷ Ἰησοῦ, ἵνα τὰς τῶν πιστῶν Ἐκκλησίας δηλώσῃ. *Οτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετών, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων. Πολλὴ ἡ παραμυθία. Εἰ γὰρ οἱ Ἰουδαῖοι ζηλωταὶ τοῦ πατρῴου νόμου, ἅπαξ πιστεύσαντες τοσαῦτα ὑπέμειναν, πόσῳ μᾶλλον ὑμεῖς ὀφείλετε; Οὐ μικρόν δὲ τεκμήριον καὶ τοῦ ἀληθὲς εἶναι τὸ κήρυγμα, τὸ Ἰουδαίους τοσαῦτα παθεῖν ὑπὲρ αὐτοῦ, ὅ πριν ἐδίωκον. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν. Καὶ τί θαυμαστὸν, εἰ τοὺς συμφυλέτας εκάκωσαν, ὅπου γε καὶ τὸν Κύριον ἀπέκτειναν; Ορα δὲ πηλίκη παραμυθία τὸ χοινωνεῖν τῷ Χριστῷ τῶν παθημά των. Διὸ καὶ Παῦλος ἀεὶ ἐν τοῖς πειρασμοῖς τοῦτο ἐπιφέρει ". Καὶ τοὺς ἰδίους προφήτας. Αλλ' ἐρεῖ τις, οτι τὸν Κύριον ἡγνόησαν. Τί οὖν; οὐχὶ τοὺς ἰδίους προ φήτας ἐγίνωσκον, ὧν καὶ τὰ βιβλία περιφέρουσι; πῶς οὖν καὶ τούτους ἀπέκτειναν; Ὥστε δῆλον ὅτι οὐδὲν ποιοῦσιν ὡς ζηλοῦντες ὑπὲρ τῆς ἀληθείας, ἀλλὰ μᾶλλον κατὰ τῆς ἀληθείας λυττῶντες. Καὶ ἡμᾶς ἐκδιωξάντων. Τοὺς ἀποστόλους, τοὺς διδασκάλους ὑμῶν. Δεῖ οὖν ὑμᾶς τοὺς μαθητάς, πρὸς τὰ παραδείγματα ἀποβλέποντας, φέρειν. Καὶ Θεῷ μὴ ἀρεσκόντων. Πῶς γὰρ ἀρέσκειν οὗ τὸν Υἱὸν ἀπέκτειναν, τοὺς προφήτας προαποκτεί ναντες; Καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς λαλῆσαι τοῖς ἔθνεσιν, ἵνα σωθώσιν. Εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ λαλῆσαι τὰ σωτήρια, οὗτοι δὲ κω λύουσι, κοινοὶ ἄρᾳ τῆς οἰκουμένης ἐχθροί εἰσι. βασκανία γὰρ ἀνυπέρβλητος τὸ τῇ κοινῇ σωτηρία ἐμποδίζειν. Εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντ ποτε. Ταῦτα δὲ, φησὶ, καὶ πάλιν ἐπὶ τῶν προφητῶν, καὶ ὕστερον ἐπὶ Χριστοῦ, καὶ ἐφ᾽ ἡμῶν ἔπραξαν, ἵνα δεικνύωσιν ἑαυτοὺς τὰ τελειότατα ἁμαρτάνοντας, καὶ φθάνοντας τὸ πλῆρες μέτρον τῆς κακίας καὶ μπρότατον. Ως περιρέψει ο.
col. 1295–1296page 9 of 24
PG 124:1295Η όρ γή, Έφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Τους ἐστιν, οὐκέτι, ὥσπερ πρότερον, ἐπάνοδος ἀπὸ τῆς αἰχμαλωσίας, καὶ κατάσχεσις γῆς, ἀλλ᾽ εἰς τέλος ἡ ὀργὴ τοῦ Θεοῦ ἔφθασεν 18 αὐτοὺς, τουτέστιν, ἄχρι τέλους, οὕτως αὐτοῖς μενεῖ ἡ ὀργὴ τοῦ Θεοῦ. Καὶ τῷ εἰπεῖν δὲ, Η ὀργὴ, μετὰ ἄρθρου, δείκνυσιν ὄφει λομένην αὐτοῖς ταύτης, και προωρισμένην καὶ των φητευομένην. Παραμυθησάμενος δὲ τοὺς Θεσσαλονικεῖς, ἐκ τοῦ δεῖξαι ὅτι πολλοὺς ἔχουσι κοινωνούς τῶν πειρασμῶν, παραμυθεῖται καὶ νῦν, ἐκ τοῦ δεῖ ξαι ὅτι καὶ θλίβοντες αὐτοὺς δίκην δώσουσι. 'Ημεῖς δὲ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Περὶ τῆς ἀγάπης ἐνταῦθα λέγει. 'Ανωτέρω μὲν οὖν, Ὡς πατὴρ τέκνα, εἶπε, καὶ, Ως τροφός· ἐνταῦθα δὲ, ᾿Απορφανισθέντες, ὅπερ ἐστὶ παίδων πατέρας ἐπιζητούντων· ἵνα ἐκ τούτου μάθωμεν πῶς αὐτοὺς ἐπόθει. ᾿Αλλὰ καὶ τὴν ἀθυμίαν αινίττεται, ἐν ᾗ ἦν διὰ τὸν χωρισμόν. Καὶ οὐκ ἔστινεἰπεῖν, φησίν, ὅτι πολὺν τὸν χρόνον ἀνεμείναμεν, ἀλλὰ πρὸς καιρὸν βραχὺν καὶ ὀλίγον, καὶ ὅσον ρας μιᾶς λογίζεσθαι. Προσώπῳ, οὐ καρδίᾳ. Καὶ ταῦτα, φησίν, οὐδὲ καρδίᾳ ἐχωρίσθημεν, ἀλλὰ προσώπῳ· ὅμως καίτοι ἐν καρδίᾳ ὑμᾶς ἀεὶ περιφέροντες, ανιώμεθα, διότι μὴ καὶ σωματικῶς ἀπολαύομεν ὑμῶν. Σημείωσαι δὲ καὶ τοῦτο, ὅτι δεῖ καὶ τῆς κατ᾿ ὄψιν ἐντυχίας τοῖς θερμῶς ἀγαπῶσι, καὶ ὅτι συνεκκαίετα: μᾶλλον ἐκ τούτου ἡ ἀγάπη. Περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Περισσοτέρως, ἢ ὡς εἰ κὸς ἦν, τοὺς πρὸς ὥραν ἀπολειφθέντας. Ορα δι ἀγάπην, ὅτι Δι' οὐδὲν ἕτερον παραγενέσθαι θέλω, φησίν, ἀλλ᾽ ἵνα τὸ πρόσωπον ὑμῶν ἴδω. Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Τί λέγεις; ὁ Σατανᾶς ἐγκόπτει; Ναί· οὐ γὰρ Θεοῦ τὸ 18 ἔργον ἦν. Ἐπὶ μὲν γὰρ Ῥωμαίων, φησίν, ὅτι ὁ Θεὸς ἐκώλυσεν· καὶ ὁ Λουκάς φησιν, ὅτι τὸ Πνεῦμα ἐκώλυσεν αὐτούς· καὶ ἐπὶ Κορινθίων, τοῦ Πνεύματος φησιν εἶναι τὸ ἔργον. Ἐνταῦθα δὲ, μόνον τοῦ Σατανᾶ, πειρασμούς δεινοὺς καὶ ἀπροσδοκήτου; ἐπαγαγόντος, κατὰ παραχώρησιν θείαν δηλα δή. Ορα δὲ πῶς ἐγκαλλωπίζεται τῇ ἀγάπῃ, δεικνύς ὅτι μάλιστα πάντων αὐτοὺς ἐφίλει, διὰ τοῦ εἰπεῖν Ἐγὼ μὲν Παῦλος· τουτέστι, Καὶ οἱ μετ᾿ ἐμοῦ μὲν ἄλλοι ἐσπούδαζον ἐλθεῖν, ἐγὼ δὲ καὶ ἐπεχείρησα. Τις γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρά, η στέφανος καυ χήσεως; Αρα οὐκ εἰσὶ ταῦτα μητέρων ῥήματα πάνυ τὰ σπλάγχνα διαθερμαινομένων, πρὸς παιδία μικρά διαλεγομένων; Οὐκ ἤρχει δὲ τὸ, Στέφανος, ἐνδείξασθαι τὴν θερμότητα αὐτοῦ, ἀλλὰ προσέθηκε οι ἐκφεβῶν ο. 13 τοῦτο Ο.
col. 1297–1298page 10 of 24
PG 124:1297τ). Καυχήσεως. Εφ' ὑμῖν γάρ, φησίν, ἐλπίζω, ὅτι παρρησίας πλείονος παρὰ Χριστῷ τεύξομαι δι᾽ ὑμᾶς, καὶ χαίρω δι' αὐτὸ τοῦτο, ὅτι στέφανός μοι, καὶ στέ φανος καυχήσεως, τουτέστι δόξης λαμπρᾶς, καὶ νῦν έστε, καὶ τότε ἔσεσθε. Η οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ; Τί οὖν; Θεσσαλονικεῖς εἰσιν ἡ ἐλπίς σου, μακάριε Παῦλε; Οὐχ οὗτοι μόνοι. Διὸ εἶπε· Καὶ ὑμεῖς, δεικνὺς ὅτι καὶ ἄλλοι ἦσαν. Ὑμεῖς γὰρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Πόση γὰρ δόξα, τὸ τοσαύτην Εκκλησίαν προσαγαγεῖν Χρι στῷ, καὶ οὕτως εὐδόκιμον! ΚΕΦΑΛ. Γ'. Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν ᾿Αθήναις μόνοι. Αντί τοῦ, Εἱλόμεθα, καὶ προςκρίναμεν. Καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Τοσαύτη ή μέριμνα τῷ ἁγίῳ τούτῳ τῶν μαθητῶν, ὥστε ἡνίκα αὐτὸς ἐκω λύετο ἀναγκαίως περιστάσεσί τισιν, ἑτέρους ἔπεμ πεν ἐπισκεπτομένους τοὺς μαθητάς. Τοῦτο δὲ τότε ἐποίησε τὸν Τιμόθεον ἀποστείλας. Λέγει δὲ περὶ αὐ τοῦ τοσαῦτα ἐγκώμια, οὐκ αὐτὸν τοσοῦτον “ἐπαί ρων, ἀλλ᾽ αὐτοὺς [τηρῶν καὶ] τιμῶν, ὅτι τὸν κατά τοσοῦτον καιρὸν οὕτως ἀναγκαῖον τὸν συνεργὸν τοῦ Εὐαγγελίου ἀπέσπασε τοῦ ἔργου τῆς διακονίας δι' αὐτούς. Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν. Ἐπειδὴ γὰρ ἐσαλεύοντο ἐπὶ τῷ πειράζεσθαι τὸν διδάσκαλον, ἐδέοντο στηριγμοῦ καὶ παρακλήσεως, ὡς ἂν μὴ ἐκπέσωσι τῆς πίσ στεως. Οὐ μικρὸς γὰρ θόρυβος τοῖς μαθηταῖς οἱ τοῦ διδασκάλου πειρασμοί, ὡς καὶ στρατιώταις τὸ τὸν στρατηγὸν τρωθήναι. Τῷ μηδένα σαίνεσθαι ἐν 18 θλίψεσι ταύταις. Ερμηνεύει νῦν, τί ἔμελλεν αὐτοὺς ὠφελῆσαι ὁ παρά τοῦ Τιμοθέου στηριγμός και φησιν, ὅτι τὸ, Μηδένα σαίνεσθαι, τουτέστι θορυβείσθαι, χαυνοῦσθαι ἐν τοῖς ἐμοῖς πειρασμοίς. Ο γὰρ διάβολος ἐπειδὰν εὕρῃ καιρὸν πειρασμοῦ, σαίνει τοὺς ἀστηρίκτους τῇ ὑπο μνήσει τῆς ἀνέσεως, ὡς ἂν ἀποπηδήσωσι τοῦ λυ ποῦντος. Τινὲς δὲ τὸ, Σαίνεσθαι, ἀντὶ τοῦ, ταράσσεσθαι, εἶπον τεθῆναι, ἐκ μεταφορᾶς τῶν κυνῶν τῶν τὰς οὐρὰς ταρασσόντων ἐν τῷ σαίνειν, Αὐτοὶ γὰρ εἴδατε, ὅτι εἰς τοῦτο κείμεθα. 'Ακού σωμεν, ὅτι οἱ Χριστιανοὶ εἰς τὸ θλίβεσθαι κείνται· οὐ γὰρ περὶ τῶν ἀποστόλων μόνων ταῦτα. Εἰς τοῦτο οὖν 16 ταγέντες, τί καινὸν εἰ θλιβόμεθα; Ὥστε οὐ μόνον ἐπὶ τοῖς παρελθοῦσι πειρασμοῖς ἀταράχους δεῖ μένειν ἡμᾶς, ἀλλὰ καὶ ἐπὶ τοῖς μέλλουσι· τοῦτο γάρ ἡμῖν οἰκειότερον. Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, Η τούτῳ Ο. 10 ἐπίο. 10 γάρ υ. Σαίνεσθαι,

Chapter IIICaput III

col. 1299–1300page 11 of 24
PG 124:1299καὶ οἴδατε. Πολλή παραμυθία τοῖς μαθηταῖς, τὸ προειπεῖν αὐτοῖς τὸν διδάσκαλον τὰς θλίψεις. Λοιπόν γὰρ οὐκ ἐθορυβοῦντο ὡς ἐπὶ ἀπροσδοκήτοις. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις ἔλεγεν· Εἶπον ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα όταν γένηται πιστεύσητε. Οὐ τοῦτο δὲ μόνον ὁ Παῦλος εἶπεν αὐτοῖς, ἀλλὰ πολλὰ καὶ ἄλλα προεἶπε, καὶ ἐξέδη. Διὸ κἀγὼ μηκέτι στέγων, Επεμψα. Εἰ προεΐπες αὐτοῖς, ὦ Παῦλε, ὅτι θλιβήσῃ, καὶ ὅτι οὐ χρὴ αὐτοὺς ἐπὶ τῇ θλίψει 11 θορυβείσθαι, τί πάλιν πέμπεις; φαίνεται γὰρ ὅτι οὐ σφόδρα θαῤῥεῖς αὐτοῖς. Ἀπὸ πολλῆς ἀγάπης, φησί, τοῦτο ποιῶ. Οἱ γὰρ ἀγαπῶντες καὶ τὰ ἀσφαλῆ ὑποπτεύουσιν. Αμα δὲ καὶ πολε λοὶ ἦσαν οἱ πειρασμοί, καὶ ἡ ὑπερβολὴ τῶν κακῶν ετόβησέ με. Διὸ οὐκ εἶπεν, ὅτι Καταγνοὺς ὑμῶν ἔπεμψα, ἀλλὰ Μηκέτι στέγων· ὁ φιλίας ἦν Εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν. Ἐνταῦθα ζη τοῦσί τινες, τί δήποτε ὁ ἕως τρίτου οὐρανοῦ ἀναβάς, Ο άρρητα ρήματα ἀκούσας, οὗτος οὐκ οἶδε τὰ τῶν Θεσσαλονικέων, ἀλλὰ πέμπει Τιμόθεον εἰς τὸ 18 γνῶναι τὴν πίστιν αὐτῶν; Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ πάντα ᾔδεσαν οἱ ἅγιοι, οἵ τε πρὸ Χριστοῦ, καὶ οἱ μετά Χριστόν. Καὶ Ελισσαίος γὰρ ἡγνόησε τὸ 18 τῆς Σωμανίτιδος. Καὶ Ηλίας μόνος ὑπολειφθῆναι ἐνόμιζε, καίτοι ἑπτακισχιλίων [ετέρων] ὄντων. Καὶ Σαμουήλ προ τούτων διδάσκεται μὴ προσχεῖν εἰς τὴν ὄψιν τοῦ Ο πρώτου ἀδελφοῦ τοῦ Δαυΐδ. Οὕτως οὖν καὶ οἱ ἀπό στολοι. Τοῦτο δὲ ἐγίνετο, ἵνα μήτε αὐτοὶ ἐπαίρωνται, μήτε ἄλλοι περὶ αὐτῶν μεγάλα φαντάζωνται, καὶ ἵνα οἱ ὕστερον μὴ ἔχωμεν λέγειν, ὅτι Ὑπὲρ ἀνθρώ τοὺς ὄντες ἐκεῖνοι, κατώρθωσαν τὴν ἀρετὴν, καὶ διὰ τοῦτο αὐτοὶ ἀποῤῥᾳθυμῶμεν, ἀλλὰ μανθάνωμεν, ὅτι οὐδὲ αὐτοὶ ἀπήλαυον τῆς θείας ἀεὶ βοηθείας, ἀλλὰ πόνοις οἰκείοις κατώρθωσαν τα καλά. ο Μήπως επείρασεν ὑμᾶς ὁ πειράζων. Οὐχ ὑπὲ ώπτευσα, φησὶν, ὅτι ἐσαλεύθητε, ἀλλ᾽ ἢ τοσοῦτον μέσ νον, ὅτι ἐπειράσθητε. Θρᾷς δὲ, ὅτι τὸ ἐν ταῖς θλίψεσι θορυβείσθαι διαβολικόν ἐστι, καὶ μάλιστα όταν άλ λοι σκανδαλίζωνται ἐξ ὧν ἄλλοι κακῶς διάκεινται 10. ὥσπερ καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε, τὴν γυναῖκα πει ράσας ἐξ ὧν ἐκεῖνος ἔπασχε. Πειράζει δὲ ὁ διάβολος, οὐκ εἰδὼς εἰ εἰ καταβαλεῖ, ὅπερ ἐκ τοῦ Ἰὼβ δῆλον ὅμως ἀναίσχυντος ὤν, προβάλλει· κἂν ἴδῃ τι ἀσθενὲς, παραμένει· ἂν δὲ ἰσχυρὸν, ἀφίσταται. Καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Εἰ γὰρ παρετράπησαν, ὦ Παῦλε, τί πρὸς σέ; Ο σὸς κόσ πος» ἐντελόμισθος παρὰ Θεῷ. Ομως ἀπὸ πολλής ἀγάπης κεκενώσθαί μοι, φησί, τὸν κόπον νομίζω. Η πίστει Οι 18 ώστε οι 19 τα υ. 20 θλίβονται ο. έ " *1 5:! 0. σε μισθός θα
col. 1301–1302page 12 of 24
PG 124:1301Αρτι δὲ ἐλθέντος Τιμοθέου πρὸς ἡμᾶς ἀρ' ὑμῶν, καὶ εὐαγγελισαμένου τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν. Ταῦτα μὲν προσεδόκησα, φησίν, ἐξέβη δὲ τἀναντία. Ορα δὲ τὴν περιχάρειαν· οὐκ εἶπεν, ὅτι ᾿Απαγγείλαντος, ἀλλ', Εὐαγγελισαμένου τοσοῦτον ἀγαθὸν ἡγεῖτο τὴν ἐκείνων ἐν τῇ πίστει βεβαίωτιν. Καὶ τῇ ἀγάπῃ δὲ αὐτῶν ἔχαιρεν, ὅτι ση μεῖον τῆς πίστεως ήν. Καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς. Τουτέστι, Μνημονεύετε ἡμῶν μετὰ ἐπαίνων καὶ εὐφημίας. Ακούσατε, οἱ μαθηταὶ, καὶ διδάχθητε μνημονεύειν ἀεὶ τῶν διδασκάλων ευφήμως. Εαυτούς γὰρ ὠφελήσετε, οὐκ ἐκείνους. Παραμυθία δὲ μεγία στη καὶ εὐφροσύνη τοῖς Θεσσαλονικεύτι, τὸ μαθεῖν ὅτι οἶδεν ὁ Παῦλος, ὅτι ἀγαπῶσιν αὐτόν· μᾶλλον γὰρ προστίθεται τὸ φίλτρον. Διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν. Βαβαί! χάριν ᾔδει αὐτοῖς, ὅτι οὐκ ἐσαλεύθησαν. Οὐκ αἰσθανόμεθα γάρ, φησί, τῶν λυπηρῶν, ἀλλὰ παρεκλήθημεν, εὐκ ἐπὶ μια θλίψει, ἀλλ' ἐπὶ πάσῃ. Ἡ γὰρ ἐφ' ὑμῖν χαρὰ ἀντίρροπος πάσαις ἡμῶν ταῖς ἀνάγκαις ἐγέν νετο 38. Διὰ τῆς πίστεως ὑμῶν. Ὑμεῖς με ἐστερεώσατε, φησί. Καὶ μὴν τοὐναντίον ἦν· αὐτὸς γὰρ μὴ ἐνδούς τοῖς πειρασμοῖς, ἐστήριξεν αὐτούς· ὅμως εἰς ἐκείνους περιτρέπει τὸ ἐγκώμιον. Ὑμεῖς γάρ με, φησίν, οὐκ ἀφήκατε τῶν πειρασμῶν αἰσθέσθαι. Οτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς τήκητε ἐν Κυρίῳ. Οὐκ εἶπεν, ὅτι Παρεμυθήθημεν, ἀλλὰ, Ζῶμεν· δει κνὺς ὅτι τὸ ἐκείνων σκάνδαλον θάνατον ἤγηται, καὶ ζωὴν τὴν ἐκείνων προκοπήν, καὶ κατάστασιν, καὶ βεβαίωσιν ἐν Χριστῷ. Τίνα γὰρ εὐχαριστίαν " δυνάμεθα τῷ Θεῷ ἀντ αποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαί. ρομεν δι' ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν; Τος αύτη, φησίν, ἡ δι' ὑμᾶς χαρά, ὅτι οὐδὲ εὐχαριστῆσαι τῷ Θεῷ κατ' ἀξίαν δυνάμεθα ὑπὲρ ὑμῶν. Τὸ γὰρ ὑμῶν κατόρθωμα δῶρον ἡγούμεθα τοῦ Θεοῦ. Οὐ γὰρ ἀνθρωπίνης σπουδῆς ἢ ψυχῆς τοσοῦτον φρόνημα. Διδ καὶ αὐτῷ ὀφείλοντες εὐχαριστεῖν, οὐχ ευρίσκομεν τὴν ἀξίαν εὐχαριστίαν. Νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον. Ορα τὴν ὑπερ βολήν· ὑπερεκπερισσοῦ ἐδεῖτο ἵνα ἴδῃ αὐτούς· ὥσπερ τις γεωργὸς ἀκούων ὅτι ἡ πονηθείσα αὐτῷ χώρα καρι τοῖς βρίθει, ποθεῖ κατ᾿ ὄψιν αὐτὴν ἰδεῖν. Καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς ἀίστεως ὑμῶν. Καίτοι ἄνω τὸ ἑστάναι αὐτοῖς ἐμαρτύρησε πῶς οὖν λέγει· Τὰ ὑστερήματα τῆς πίστεως; Οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, ἀλλ' ἐνέδει αὐτοῖ; ἴσως τὰ περὶ ἀναστάσεως, καὶ ἄλλα τοιαῦτα. Και πολλοὶ ψευδοδιδάσκαλοι ἦσαν, καὶ διὰ τοῦτο εἶπε κι ἐγεγόνει ο. ει ἀντιμισθίαν ο.
col. 1303–1304page 13 of 24
PG 124:1303Τὰ ὑστερήματα. Ενθα μὲν οὖν περὶ αὐτῆς τῆς πίσ στεως ἐδεδοίκει, Επεμψα, φησὶν, εἰς τὸ στηρίξαι ὑμᾶς· ἐνταῦθα δὲ, Καταρτίσαι, φησίν· ὁ διδασκαλίας μᾶλλον ἐστιν, ἢ βεβαιώσεως. Καταρτίζεσθαι γὰρ ἐκεῖνο λέγομεν, ᾧ ὀλίγον τι λείπει. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύ ριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Δείκνυσιν, ὅτι καὶ καθ' ἑαυτὸν ηύ χετο ἰδεῖν αὐτοὺς, ός γε καὶ ἐν τῇ Ἐπιστολῇ τὴν εὐκοσ χὴν ἐντίθησιν· ἅμα δὲ καὶ ἀπολογεῖται, ὅτι οὐ κατά ῥαθυμίαν ἀπολείπεται αὐτῶν, ὡς ἂν εἰ ἔλεγεν· Αὐτ τὸς δὲ ὁ Θεὸς ἐκκόψαι τους πειρασμούς τους πανταχοῦ περιέλποντας ἡμᾶς, ἵνα ὀρθὴν τὴν ὁδὸν πρὸς ὑμᾶς ἔλθωμεν. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους " καὶ εἰς πάντας. Ορος μανίαν ἀγάπης ἀκάθεκτον, ὅτι καὶ πλεονάσαι καὶ περισσεῦσαι αὐτοὺς ἐν τῇ ἀγάπῃ εἴχεται; καὶ οὐκ εἰς ἀλλήλους μόνον, ἀλλ᾽ εἰς πάντας. Τοῦτο γὰρ τῆς κατὰ Θεὸν ἀγάπης ἴδιον, τὸ πάντας περιπλέκεσθαι ἐὰν δὲ τὸν δεῖνα μὲν, τὸν δεῖνα δ᾽ οὗ, κατ' ἄνθρωπον ἡ φιλία. Καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. Τὸ μὲν ἡμέτερον, φησίν, ἤδη ἐστί· τὸ δὲ ὑμέτερον λοιπὸν ἀξιοῦμεν γενέσθαι. Εχετε γὰρ μέτρον καὶ παράδειγμα τῆς ἀγάπης ἡμᾶς. Εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας αμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Δείχνυσί τὴν ἀγάπην αὐτοῖς κέρδος φέρουσαν, οὐ τοῖς φιλουμέν νοις. Περισσεύσαι γὰρ, φησὶν, ὑμᾶς ὁ Κύριος ἐν τῇ ἀγάπῃ, εἰς τὸ στηρίξαι τὰς καρδίας ὑμῶν. Κύριον δὲ τὸ Πνεῦμα νοήσεις, ὡς καὶ ὁ μέγας Βασ σίλειος ἐπέστησε ". Τίς γὰρ ἄλλος στηρίξει ἀμώμους Εμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, ἢ τὸ Πνεῦμα πάντως; Οὐκ εἶπε δὲ, Ὑμᾶς στηρίξαι, ἀλλὰ, Τὰς καρδίας. Ἐκ γὰρ τῆς καρδίας εξέρχονται διαλογισμοί πονηροί. Καὶ ἔνεστι μηδὲν πονηρὸν πράττοντα, ὅμως πονηρὸν εἶναι, οἷον, βασκαίνοντα, δολιευόμενον, μνησικακοῦντα, δόγματα ἔχοντα διεστραμμένα. Αμωμος οὖν τότε ὄντως ἐστὶν ὁ ἄνθρωπος, ὅτε τὴν καρδίαν καθαρεύει τότε καὶ ἁγιωσύνην ἔχει. Κυρίως μὲν γὰρ λέγεται ἁγιωσύνη ή σωφροσύνη, ὥσπερ καὶ ἀκαθαρσία ή πορνεία καὶ η μοιχεία. Καθολικῶς δὲ, πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ ἁγιωσύνη. Αμέμπτους δὲ βούλεται εἶναι ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ νῦν μὲν (αὕτη γὰρ εἰλικρινής ἐστιν ἀρετὴ, ἡ ἐνώπιον τοῦ Θεοῦ, οὐκ ἐνώπιον τῶν ἀνθρώπων, ἐπεὶ σφαλερὰ ἢ άνθρωπίνη κρίσις), καὶ ἐν τῇ παρουσίᾳ δὲ τοῦ Χρι στοῦ "· καὶ γὰρ ὑπ' αὐτοῦ κρινόμεθα ἔμπροσθεν τοῦ Πατρός. Ἵνα οὖν, φησίν, ἄμωμοι ἦτε, ὥσπερ καὶ πάντες οἱ ἄνιοι. Μ' εαυτούς Ο. το ηνίξατο 10. * Κυρίου ο

Chapter IVCaput IV

col. 1305–1306page 14 of 24
PG 124:1305ΚΕΦΑΛ. Δ'. Τὸ λοιπὸν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρα καλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ' ἡμῶν, πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέ σκειν τῷ Θεῷ, ἵνα περισσεύητε μᾶλλον. Επειδή, φησί, περὶ τῶν καθηκόντων διελέχθην ὑμῖν, ἀκού σατε καὶ περὶ τῶν ἀναγκαίων ἀεὶ ἀκούεσθαι. Τὸ γάρ, Λοιπόν, τοῦτο δηλοῖ, τουτέστιν, ἀεὶ καὶ εἰς τὸ διηνεκές. Ορα δὲ ταπεινοφροσύνην, ὅπως οὐδὲ πρὸς τὸ παρακαλεῖν ἀξιόπιστον ἑαυτὸν εἶναί φησιν, ἀλλὰ τὸν Χριστὸν παραλαμβάνει, τοῦτο λέγων, ὅτι Ο Χριστὸς ὑμᾶς παρακαλεῖ δι᾿ ἐμοῦ 18. Τὸ δὲ, Παρ ελάβετε, οὐ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγ μάτων· καὶ δι' ἔργων γὰρ ἐδίδασκε. Τί δὲ παρα καλοῦμεν; Ινα περισσεύητε μᾶλλον· τουτέστιν, Ἵνα πλέον τι τῆς ἐντολῆς φιλοτιμήσθε ποιεῖν, καὶ ὑπερβαίνητε τὰ ἐπιτάγματα. "Ωσπερ γὰρ ἡ γῆ οὐ τὰ καταβληθέντα μόνον τ φέρει, οὕτω καὶ ἡ ψυχὴ οὐκ ὀφείλει ἱστασθαι μέχρι τῶν ἐπιταγμάτων, ἀλλ' ὑπερβαίνειν. οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Παραγγέλο λειν 30 ἐστὶν ἐπὶ τῶν φευκτέων, & πραττόμενα μὲν κόλασιν φέρει· μὴ πραττόμενα δὲ, οὐδὲν ἐγκώμιον. Εἰσὶ μέντοι τινὰ, ἃ οὐ δεῖ παραγγέλλειν, τουτέστι, μὴ μετὰ ἀπειλῆς ἀναστέλλειν, ἀλλ' ἐν τῇ γνώμῃ τῶν ἀκουόντων ἐᾷν· ὡς τὸ κενῶσαι χρήματα, τὸ παρθενεύειν. Ο δυνάμενος γάρ, φησί, χωρεῖν, χωρείτω. Εἰκὸς οὖν [φησὶ], τὸν Παῦλον παραγγεῖλαι αὐτοῖς μετὰ πολλοῦ φόβου περί τινων. Διὸ οὐ τίθησιν αὐτὰ, ἀλλ᾽ ἀναμιμνήσκει αὐτούς. Πάλιν δὲ τὸν Χριστὸν εἰς τὴ μέσον τίθησιν. Οὐκ ἐμὰ γὰρ, φησὶν, ἃ παρήγγειλα, ἀλλ᾽ ἐκείνου ταῦτα· ὥστε ἐκεῖνος ἢ εἰσακούσεται, ἢ ἀθετεῖται. Τοῦτο γὰρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. Τουτέστιν ἡ σωφροσύνη. Πανταχοῦ δὲ περὶ ταύτης παραγγέλλει, καὶ Τιμοθέῳ γράφων, καὶ Κορινθίοις, καὶ Ἑβραίοις. Καὶ γὰρ τυραννικὸν τὸ πάθος, καὶ δεῖ πολλῶν τῶν φαρμάκων καὶ συνεχῶν. Απέχεσθαι ἀπὸ πάσης πορνείας. Πολλὰ γὰρ τὰ εἴδη ταύτης καὶ πολύπλοκα, ἃ οὐδὲ εἰπεῖν ἡνέσχετο, ἀλλ᾽ ἁπλῶς, Πάσης, εἶπεν. Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῖος κτᾶ σθαι ἐν ἁγιασμῷ καὶ τιμῇ. Σκεῦος τὸ σῶμά φησιν. Οταν μὲν οὖν σωφρονῶμεν, καὶ ᾗ καθαρὶν [ἐν ἁγια σμῷ], ἡμεῖς αὐτὸ κτώμεθα· ὅταν δὲ ἀκάθαρτον ᾖ, ἡ ἁμαρτία αὐτὸ κτᾶται. "Α γὰρ ἐκείνη ἐπιτάττει, ποιεί αὐτὸ ὡς δοῦλον. ᾿Αλλὰ δὲ [γ. δή] καὶ τότε ἐστὶν ἐν τιμῇ, ὅτε σωφρονεῖ. "Ωστε ἡ ἁμαρτία, ἀτιμία. Σημείωσαι δὲ τὸ, Εἰδέναι· δείκνυσι γὰρ ὅτι ἀσκήσεως καὶ μα θήσεώς ἐστι τὸ σωφρονεῖν. Καὶ ποῦ οἱ τὰς φύσεις εἰσάγοντες Μανιχαῖοι καὶ Μαρκιωνισταί; tος το ἡμῶν Ο. 10 μόνα 0. 10 παραγγελία Ο.
col. 1307–1308page 15 of 24
PG 124:1307Μὴ ἐν πάθει ἐπιθυμίας. Τουτέστι, μὴ ἐν ἐπιθυμία πάθος ἐχούσῃ· ἔστι γὰρ καὶ ἐπιθυμία ἀπαθὴς, ἡ τῶν θείων πραγμάτων. Η καὶ ὅτι πάντα τὰ ἐκε καίοντα τὴν ἐπιθυμίαν πάθη ἐπιθυμίας ονομάζει οἷον τρυφή, πλοῦτος, ἀργία, ῥᾳθυμία, τούτων ἔκα στον πάθος ἐπιθυμίας λεχθείη. Δεῖ οὖν ἡμᾶς, εἰ μέλο λοιμεν σωφρονεῖν, μηδὲν πάθος ἐπιθυμίαν ἐκκαίων παραδέχεσθαι. Καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Μὴ εἰδότες γὰρ τὸν Θεὸν, οὔτε ἀντιδόσεω; ἐλπίδα ἔχουσιν. Οὐκοῦν πάντα τῇ ἡδονῇ χαρίζονται. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πρά γματι τὸν ἀδελφὸν αὐτοῦ. ῎Ανω μὲν περὶ πάσης τῆς ἄλλης πορνείας εἶπε, νῦν δὲ περὶ μοιχείας λέ γει· ἦν καὶ πλεονεξίαν καὶ παράβασιν ονομάζει εἰ κότως. Καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς γυναῖκα ἀπένειμε, καὶ ὅρους τέθεικε τῇ φύσει ", τὴν μίξιν φημὶ τὴν πρὸς τὴν μίαν γυναῖκα ἐκείνην. "Ωστε πλεονεξία ἐστὶν ἐν τῷ πράγματι, τουτέστι τῇ μίξει, καὶ ταῦτα κατὰ ἀδελφοῦ γινομένῃ. Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. Μὴ νομίσῃς, φησὶν, ὅτι ἐπὶ τῶν ἀδελφῶν μόνων ταῦ Μη τὰ φημι, ἀλλ' οὐδὲ τὰς ἑτέρων γυναῖκας, οὐδὲ τὰς ἁπλῶς ἀνάνδρους, καὶ κοινὰς ἔχειν χρή. Καὶ γὰρ ταῦτα πάντα ἐκδικεῖ ὁ Κύριος· καὶ οὐκ ἀτιμωρητί ταῦτα πράττομεν, ἀλλὰ μυριοπλασίως δίκην ὑπέχου μεν τῆς ἐπὶ τούτοις νῦν ἐγγινομένης ἡμῖν ἡδονῆς. "Ορα δὲ, πρῶτον παρεκάλεσεν, εἶτα ἐνέτρεψεν εις πών· Καθάπερ τὰ ἔθνη· εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε, πλεονεξίαν εἰπὼν τὸ πρᾶγμα· λοιπόν καὶ φοβεῖ. Αναμιμνήσκει δὲ αὐτοὺς, ὅτι πολλάκις ταῦτα ἤκουσαν παρ' αὐτοῦ. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν ἀκαθαρσία, ἀλλ' ἐν ἁγιασμῷ. Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄν θρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς. Ἐπειδὴ εἶπεν, ὅτι τὸν ἀδελφὸν ἀδικεῖς, καὶ ἐπήγαγεν, ὅτι ὁ Θεὸς ἐκδικεῖ, πλατύνει τοῦτο νῦν, δεικνύς ὅτι κἂν ἄπι στος πάθῃ τοῦτο, τιμωρίαν ὁ πεποιηκώς δώσει. Οὐκ ἐκεῖνον γὰρ ἐκδικῶν, κολάσει σε ὁ Θεὸς, ἀλλ᾽ ἑαυ τόν. Αὐτὸς γάρ σε ἐκάλεσεν εἰς καθαρότητα, καὶ αὐτὸν ὕβρισας διὰ τῆς ἀκαθαρσίας, τὸν δόντα σοι τὸ Πνεῦμα τὸ ἅγιον. Ὥστε κἂν τὴν ὕπανδρον δουλίδα, κἂν τὴν βασιλίδα ο φθείρῃς, ὅμοιον τὸ ἔγκλημα εἷς γὰρ ὁ ὑβρισθεὶς Θεός. Καν πορνεύσῃς, αὐτὸς ε ἐκδικεῖ, οὗ τὸ Πνεῦμα ἐμόλυνας. Καὶ ἄλλως δέ· Ο Θεὸς ὁρῶν ἡμᾶς αὐτοῦ καταφρονοῦντας ἐν τοῖς τοιού τοῖς μᾶλλον ἢ τῶν ἀνθρώπων, ἑαυτὸν ἐκδικεί. ᾿Αν θρώπων μὲν γὰρ ὀφθαλμοῖς μὴ ὁρᾶσθαι σπουδάζου μεν· αὐτοῦ δὲ ὁρῶντος, καταφρονοῦμεν. Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γρά φειν ὑμῖν. Οὐ λέγει τέως περὶ τῆς εἰς πάντας ἀγά " κι της φύσεως ο. 30 ἐπὶ 0. οι ἀλλοτρίαν οι οι ὁ Θεὸς ο.
col. 1309–1310page 16 of 24
PG 124:1309πης, ἀλλὰ τῆς εἰς τοὺς ἀδελφούς. Κατά παράλειψιν δὲ τὴν παραίνεσιν τίθησι, δύο ταῦτα κατασκευάζων ἓν μὲν, ὅτι οὕτως ἀναγκαῖον τὸ πράγμα, ὡς μηδὲ διδασκάλου δεῖσθαι· τὰ γὰρ σφόδρα μεγάλα πατίν ἐστι δῆλα. Ετερον 80 δὲ μᾶλλον αὐτοὺς ἐντρέπει, διεγείρων ἵνα μὴ δεύτεροι ἔλθωσι τῆς ὑπολήψεως ἦν ἔχει περὶ αὐτῶν, νομίζων αὐτοὺς ἤδη κατωρθω. κέναι. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, εἰς τὸ ἀγα πᾶν ἀλλήλους. Ορα μεθ' ὅσου ταῦτά φησιν έγκω μίου. Τὸν γὰρ Θεὸν αὐτοῖς διδάσκαλον ἐπέστησε τῆς ἀρετῆς ταύτης. Τοῦτο καὶ ὁ προφήτης εἶπεν· "Εσον ται πάντες διδακτοὶ Θεοῦ. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελ τοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Οὐχ ἁπλῶς λέ γει, ὅτι Θεοδίδακτοί έστε, ἀλλ', Οἶδα 37 ἀφ᾽ ὧν ποι εἶτε. Μακεδονίας δὲ ἐμνήσθη, ἐπειδὴ μητρόπολις Μακεδονίας ή Θεσσαλονίκη. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσ σειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς παρήγγειλα ὑμῖν. Ὅτι μὲν φιλάδελφοί έστε, εἶδα· τοῦτο δὲ παρακαλοῦμεν, περισσεύειν ὑμᾶς, τουτέστι πλεονάζειν ἐν τῇ φιλαδελφίᾳ, καὶ φιλοτι μωτέρους εἶναι. Η τοίνυν ἐνταῦθα στίξον, εἶτα ἀπ' ἄλλης ἀρχῆς ἀνάγνωθι, Ησυχάζειν καὶ πράττειν τὰ ἴδια· ἦ, Φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράτο τειν τὰ ἴδια. Ἐκ τούτου δὲ δείκνυσιν, ὅτι οἱ ἀργοί, καὶ πολυπράγμονες καὶ ταραχώδεις. Εἰπὼν δὲ, Ταῖς τ χερσὶν ὑμῶν ἐργάζεσθαι, ἐντρέπει τοὺς τὰ σωματ τικὰ ἔργα 18 ἀναιροῦντας, καὶ μόνον τὸ πνευματικὸν ζητοῦντας. Είπατε γὰρ, ἀνόητοι, ἄρα νηστείαν έρω γάζεται τις ταῖς χερσίν; ἆρα χαμευνίαν; Οὐκ ἔστινἀλλὰ περὶ ἔργου λέγει σωματικοῦ, ὁ καὶ μᾶλλον ἐστι πνευματικὸν, τὸ [γὰρ] ἐργαζόμενον ἑτέροις παρέχειν, εἴτουν τοῖς πένησιν. Ἐπεὶ δὲ πένητες ἦταν, ἅτε διαρπαγέντες τὰ ὑπάρχοντα, ἐργάζεσθαι αὐτοὺς διο δάσκει, ἵνα ἐλεῶσιν. Εἰ δὲ τούτους κελεύει ἐργάζεσθαι, τοὺς διὰ Χριστὸν ἁρπαγέντας, πολλῷ μᾶλλον τοὺς ἄλλους "Ινα περιπατῆτε ευσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε. Τουτέστιν, ίνα μὴ ἀσχημονῆτε παρὰ τοῖς ἔξω τῆς πίστεως ἐπαιτοῦντες. Εὐφήμως δὲ τοῦτο τέθεικεν, ἵνα μὴ πλήξῃ αὐτούς. Εἰ γὰρ οἱ πιστοί, φησί, σκανδαλίζονται, ὅταν ἴδω σιν ἄνθρωπον ὑγιῆ ἐπαιτοῦντα (διὸ καὶ Χριστεμπάν ρους τους τοιούτους καλούσι), πολλῷ μᾶλλον οἱ ἄπισ στο.. Οὐ θέλομεν δὲ ὑμᾶς, ἀδελφοί, ἀγνοεῖν περὶ τῶν κεκοιμημένων. Ενταῦθα τὸν περὶ ἀναστάσεως λό γον κινεῖ. Εἰ γὰρ καὶ ἦν αὐτοῖς περὶ τούτου διαλεχθεὶς, ὅμως νῦν μυστήριόν τι μέλλει ἀνακαλύψαι. Η να πάντα μὲν τὰ τῆς ἀναστάσεως ᾔδεσαν, ἐθρήνουν δέ· δ νῦν θεραπεύει. Ἐπειδὴ δὲ πολλὰ τῶν πραγ οι δεύτερον ο. rες δ' ὅτι θεοδίδακτοί έστε οίδα ο. οι τὸ σωματικὸν ἔργον ο.
col. 1311–1312page 17 of 24
PG 124:1311μάτων ἀγνοούμενα μὲν λυπεῖ ἡμᾶς, γνωσθέντα δὲ λύει τὴν λύπην, διὰ τοῦτό φησιν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οὐκ εἶπε δὲ, ᾿Αποθανόντων, ἀλλά, Κέκει μημένων, δεικνὺς καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος, ὅτι ἔστιν ἔγερσις 5. Ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Τίνος ἐλπίδα; Αναστάσεως. ( γὰρ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, οὗτοι ἐφείλουσι πενθεῖν. Ακούσωμεν λοιπὸν, καὶ φρίξωμεν. Τι οὖν; διὰ τοῦτο οὐ θέλεις ἀγνοεῖν, ἵνα μὴ λυπῶνται; Οὐ λέγεις, ἵνα μὴ κολασθῶσιν, ἀλλ', ἵνα μὴ λυπῶνται; Ναι, φησίν, ὅτι ἡ λύπη αὕτη τὴν κόλασιν προξενεῖ. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διά τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Ὥσπερ, φησί, τὸν Κύριον ήγειρε σωματικῶς παθόντα καὶ θανόντα, οὕτω καὶ ἡμᾶς ἐγερεῖ. Ορα δὲ, πῶς ἐπὶ μὲν τοῦ Κυρίου, διὰ τὸ καὶ τὴν ἀνάστασιν ἤδη γεγονέναι, θαρρούντως φησὶ τὸν Ἀπέθανεν· ἐπὶ δὲ ἡμῶν, διά τὸ μέλλειν ἔτι «τὴν ἀνάστασιν, Τοὺς κοιμηθέν. τας, φησί· δεικνὺς οὖσαν καὶ ἔγερσιν. Μὴ ὁ κοι μώμενος γάρ, φησὶν, οὐχὶ προσθήσει τὸ ἀναστῆναι; Τὸ δὲ, Κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει, διχῶ; νοήσεις * 7, ῎Αξει διὰ τοῦ Ἰησοῦ, τουτέστιν, ὁ γῆς αὐτοῖς μεσίτης ἔσται τῆς ἀναστάσεως, καὶ παραστήσει τῷ προσώπῳ τοῦ Πατρός - ἢ, Τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, τουτέστι, τοὺς πιστούς. Τὸν γὰρ Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς, κοιμώνται διὰ τοῦ Ἰης σοῦ. Περὶ μερικῆς οὖν ἀναστάσεως διαλέγεται ένα ταῦθα, τουτέστι τῆς ἐνδόξου, τῆς τῶν πιστῶν, τῆς σὺν τῷ Κυρίῳ. "Αξει γὰρ σὺν αὐτῷ, τουτέστι, σύν τῷ Κυρίῳ ἐν νεφέλαις ἁρπάσει πανταχόθεν· ἐπεὶ περί γε τῆς καθολικῆς ᾔδεσαν οἱ Θεσσαλονικείς. Αλλά τοῦτο βούλεται νῦν, παραμυθήσασθαι αὐτοὺς διὰ τοῦ δεῖξαι ἔντιμον καὶ ἔνδοξον τὴν ἀνάστασιν τῶν τις στῶν, ὡς ἂν μὴ λυπῶνται. Πάντες μὲν γὰρ ἀναστήσονται, οὐ πάντες δὲ ἐν δόξῃ, ἀλλ' οἱ πιστοί, τους ἐστιν οἱ ἔργα μετὰ τοῦ δόγματος ἔχοντες ". Ορα δὲ καὶ τὰ ἐφεξῆς πάντα. Τοῦτο γὰρ ὑμῖν λέγομεν εν λόγῳ Κυρίου. Ξένων τι ἔμελλεν ἐρεῖν ", διὸ καὶ ἀξιόπιστον αὐτὸ ποιεῖ διὰ κ τοῦ λόγου τοῦ Θεοῦ. Οὐκ ἀπ' ἐμαυτοῦ γὰρ, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθὼν λέγω. Καὶ γὰρ τούτο ῥητῶς ἤκουσε παρὰ τοῦ Διδασκάλου, ὥσπερ κἀκεῖνο Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Τὰ γὰρ ἄλλα Πνεύματι ἐφθέγγετο. "Οτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τεὺς κοιμηθέντας. "Οπερ ἐν τῇ πρὸς Κορινθίους, φησίν, Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, τοῦτο καὶ νῦν λέγει. Ἐπειδὴ γὰρ ἐδόκει δύσκολον εἶναι τοὺς κατασαπέ τας τούτους ἀναστῆναι, φησίν, ὅτι οἱ ζῶντες οὐ μὴ προλάβωσιν ἐκείνους· ἀλλ' ὥσπερ εὔκολον τῷ Θεῷ 10 ανάστασις ο. το ήδη ο. οι οἱ ἔργα σώματος σὺν τῷ δόγματι ἔχ. 0. » εἰπεῖν θ. 63 ἀπ. Ο.

Chapter VCaput V

col. 1313–1314page 18 of 24
PG 124:1313τοὺς ὁλοκλήρους ἀγαγεῖν, οὕτω κἀκείνους. 'Ημεῖς δὲ οἱ ζῶν τες, λέγων, οὐ περὶ ἑαυτοῦ φησιν (οὐδὲ γὰρ ἄχρι τῆς ἀναστάσεως ἔμελλε ζῇν), ἀλλὰ τοὺς πιο στοὺς λέγει· διὸ προσέθηκεν· Οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου. Ἐν γὰρ τῷ ἑαυτοῦ προσώπῳ πάντας τοὺς τότε εὑρεθησομένους ζώντας δηλοί. Μεθόδιος δὲ ὁ μακάριος ζῶντας τὰς ψυχὰς λέγει· τοῦτο διδάσκων, ὅτι αἱ ψυχαί οὐ μὴ προλάβωσι τὰ σώματα· πρῶτον γὰρ ἐγείρεται τὰ σώματα, ἵνα αὐτὰ ἀπολαύσωσιν αἱ ψυχαί, ἃς καὶ περιλείπεσθαι ἔφη, διὰ τὸ ἀθανάτους εἶναι. “Οτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ. Μὴ ἀπιστήσῃς, φησίν, οἷς λέγω· καὶ γὰρ αὐτὸς ὁ Κύριος κελεύσει τοῦτο. Πῶς δὲ δὲ [γ. καὶ] κελεύσει [τοῦτο]; Εν φωνῇ ἀρχαγγέλου, τοῦ ἐφ εστῶτος τοῖς ἑτέροις ἀγγέλοις, καὶ βοῶντος· Ἐτοί. μους ποιεῖτε πάντας πάρεστι γὰρ ὁ κριτής. Πολλαὶ δὲ ἔσονται σάλπιγγες, ἀλλὰ πρὸς τῇ ἐσχάτῃ καταβήσεται ὁ κριτής. Ωσπερ γὰρ ὁ Πατὴρ ἐν τῷ Σιναίῳ ὄρει καὶ σάλπιγγας εἶχε καὶ ἀγγέλους ὑπηρετοῦντας οὕτω καὶ ὁ Υἱός, ὡς βασιλεύς. "Η τὸ μὲν κέλευσμα τοῦ Θεοῦ ποιήσει τὴν γῆν ἀναδοῦναι τὰ σώματα εἰς ἀφθαρσίαν μεταποιηθέντα· τὸ δὲ εἰς ἓν συναχθῆναι τοὺς πανταχοῦ διεσπαρμένους ἡ φωνὴ τοῦ ἀρχαγγέλου ἐνεργήσει, ἀγγέλων υπηρετούντων. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτ τον “. Οἱ νεκροὶ ἐν Χριστῷ, τουτέστιν οἱ πιστοί. Ατε γὰρ μέλλοντες αίρεσθαι ἐν νεφέλαις, καὶ πρῶ τοι ἀναστήσονται· οἱ δὲ λοιποί, ἔσχατοι, ὡς μήτε ἁρπάζεσθαι, μήτε ἀπαντᾶν μέλλοντες. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οι περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Εἰ καὶ οἱ νεκροὶ πρῶτοι ἐγεί ρονται, ἀλλ' ὅμως καὶ ἡμεῖς οἱ ζῶντες ὁμοίως 40 ἀρπαζόμεθα, οἱ ἄξιοι δηλαδή, ἐν νεφέλαις, ὥσπερ καὶ τὸν Κύριον νεφέλη ὑπέλαβε. Τίνος δὲ ἕνεκεν, εἰ κατα βαίνειν * μέλλει, ἁρπάζει τοὺς πιστούς; Τιμῆς ἕνε κεν. "Ωσπερ γάρ, βασιλέως εἰς πόλιν εἰσερχομένου, οἱ μὲν ἔντιμοι ὑπαντῶσιν, οἱ δὲ κατάδικοι ἔσω μέσ νουσι τὸν κριτήν· οὕτω καὶ τότε· οἱ μὲν [ούν] ἁμαρ τωλοὶ μένουσι κάτω, καν Χριστιανοὶ ὦσιν· οἱ δὲ δί καιο: ἁρπάζονται, καὶ οὕτω τὸ κεφάλαιον τῶν ἀγα θῶν καρποῦνται, τὸ πάντοτε συνεῖναι Χριστοῦ Χριστῷ]. Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Πρὸς τὸ μὴ λυπεῖσθαι ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἐλπίζοντες 4' ἀνάστασιν. ΚΕΦΑΛ. Ε΄. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφο, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Περιττόν γάρ ἐστι καὶ ἀσύμφορον τὸ τοὺς καιροὺς καὶ τοὺς χρόνους τῆς συντελείας εἰδέναι. Καὶ γὰρ οὐδὲ τοῖς ἀποστόλοις ἐξεκάλυψε τοῦτο ὁ Κύριος, ὅτε προσιόντες ἠρώτων τι πρώτοι οι 8 όμως οι σε καταβῆναι οι ἔχοντες 0.
col. 1315–1316page 19 of 24
PG 124:1315αὐτόν. Παῦλος δὲ ἐκ τῶν ἀῤῥήτων βημάτων ἔμαθεν ἂν ἴσως καὶ τοῦτο. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται. Ημέ ραν Κυρίου καὶ τὴν κοινὴν συντέλειαν, καὶ τὴν ἰδίαν ἑκάστου νοήσεις· καὶ γὰρ καὶ αὕτη ἀδήλως ἑκάστῳ ἔπεισι. Τοῦτο γὰρ συμφέρει ἡμῖν κατὰ πολλούς τρόπους· πρῶτον μὲν, ὅτι εἰ ᾔδει τὴν ἐσχάτην ἡμέραν αὐτοῦ ὁ ἄνθρωπος, πᾶσαν ἂν ἁμαρτίαν ἐσπούδασε τελέσαι τὰς ἄλλας ἡμέρας, εἶτα πρὸς τῷ τέλει ἐβαπτίζετο· δεύτερον, ὅτι πολλοὶ, εἰ ᾔδεσαν ὅτι αύριον τυχόν 48 τεθνήξονται, μυρία ἂν κακὰ διέθεντο “τοὺς αὑτῶν ἐχθροὺς, ἅτε ἀπεγνωκότες ἑαυτῶν, καὶ θέλοντες τοῖς τῶν ἐχθρῶν αἷμασιν εὐωχηθῆναι· 8 νῦν οὐ γίνεται, κατέχοντος αὐτοὺς τοῦ φόβου τοῦ θανάτου, καὶ τοῦ ἔρωτος τῆς ζωῆς. ᾿Αλλὰ καὶ οἱ φιλόζωοι ὑπὸ τῆς ἀθυμίας ἂν διεφθάρησαν, εἰ ᾔδεσαν τὸν καιρὸν τοῦ θανάτου. Καὶ οἱ δ καιοι δὲ οὐ τοσοῦτον μισθὸν ἂν ἔσχον παραβαλλέ μενοι τοῖς κινδύνοις· ἔδοξαν γὰρ ἂν ὅτι ἐπειδὴ οἴδα σιν, ὅτι οὐ νῦν τεθνήξονται, ἀλλὰ μετὰ τοσαῦτα τυ χὸν ἔτη, διὰ τοῦτο ἀφειδοῦσιν ἑαυτῶν. Νῦν ἐπειδὴ ἄδηλον μέν ἐστιν εἰ περιέσονται [ἐκ] τῶν κινδύνων, ἀφειδοῦσι δὲ ἑαυτῶν, πρόδηλος ή αὐτῶν ἀρετή. Ωστ περ καὶ οἱ τρεῖς παῖδες διὰ τοῦτο μᾶλλον θαυμαστή, ὅτι μὴ εἰδότες ἀκριβῶς ὅτι περιέσονται τοῦ τυρός, ὅμως οὐ προσεκύνησαν. Διὰ ταῦτα ἡ τελευτὴ ἡμῶν, ὡς κλέπτης ἐν νυκτί. Οίδατε οὖν τοῦτο, ὦ Θεσσαλονικεῖς, ἐξ ὧν ὁ Κύριος εἶπεν· Οὐκ οἴδατε, ποία Ο ὥρᾳ ὁ κλέπτης έρχεται. "Οταν γὰρ λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται όλεθρος, ὥσπερ ἡ ὠδῖν τῇ ἐν γαστρὶ ἐχούσῃ· καὶ οὐ μὴ ἐκρύς γωσιν. Ἐπειδὴ οἱ ἐπηρεάζοντες τούτους ἐν εὐπε θείαις ἦσαν, παραμυθεῖται νῦν τοὺς πιστοὺς, λέγων Μη νομίσητε αὐτοὺς ἐκφυγείν. Ηξει γὰρ αὐτοῖς ὁ ὄλεθρος καὶ ἄδηλος καὶ ἐπίπονος, καὶ πικρίας πέλλας ἐπάγων, ὥσπερ καὶ ἡ ὠδίν τῇ κυρύση. Πώς δὲ, εἰ ὁ Ἠλίας ἔρχεται, καὶ ὁ ᾿Αντίχριστες. λέγει νῦν ὁ Παῦλος αἰφνίδιον τούτοις ἐπιστῆς ναι τὸν ὄλεθρον; Οτι τῆς μὲν συντελείας κα σημεῖον ὁ ᾿Αντίχριστος καὶ Ἠλίας τῆς δὲ τοῦ Χρι στοῦ παρουσίας, οὐκ ἔτι· αἰφνιδία γὰρ ἔσται καὶ ἄδηλος. "Ορα δὲ καὶ τὸ ὑπόδειγμα τῆς ὠδῖνος. Καὶ Ει τῆς ἡμέρας ἐκείνης ἐπελθούσης, οὐ μὴ ἐκφύγωσιν. γὰρ ἐνταῦθα οἶδε μὲν ἡ γυνὴ ὅτι τέξεται· πότε δὲ, οὐκ ἔτι οἶδε. Πολλαὶ γοῦν καὶ ἑπτάμηνα οι ἔτεκον, καὶ ἐν ὁδοῖς, μηδὲν προειδυίαι. Καὶ ὥσπερ ἐκεῖναι παίζουσαι καὶ γελῶσαι, ἀθρόον ἀρρήτοις ὠδῖσι κα πτονται οὕτω καὶ τῶν νῦν τρυφώντων αἱ ψυχαί, Υμεῖς δὲ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς καταλάβῃ ὡς κλέπτης. Τουτέστιν, Οὐ σκοτεινὸν καὶ ἀκάθαρτον ἔχετε βίον. Τί οὖν; οὐκ 15 λοιπόν Ο. 4 ἐκακοποιουν 10 τῆς μὲν γὰρ 50%. 0. οι οκτώμηνα οι
col. 1317–1318page 20 of 24
PG 124:1317ἔμελλε καὶ αὐτοῖς ἀδήλως ἐφίστασθαι ἡ τελευτή, κἂν μὴ ἀκάθαρτοι ἦσαν; Αδήλως μὲν ἐπιστήσεται, ἀλλ' οὐδενὶ αὐτοὺς περιβαλεί λυπηρῷ. Καὶ γὰρ τοῖς ἐγρηγορόσι, καὶ ἐν φωτὶ οὖσι, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμήνασθαι δυνήσεται, τοὺς δὲ ἐν σκότει καὶ καθεύδοντας γυμνώσας ὁ λῃστὴς ἔπεισι. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας. Ωσπερ υἱοὶ γεέννης, οἱ ἄξια γεέννης ποιοῦντες, καὶ υἱοὶ ἀπειθείας, οἱ ἀπειθεῖς· οὕτω υἱοὶ φω τὸς καὶ ἡμέρας, οἱ τὰ τοῦ φωτὸς πράττοντες. Οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους. Τουτέστιν ἁμαρτίας. Δρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποι ", ἀλλὰ γρηγορῶμεν, καὶ νήφωμεν. Τουτέστι, Μὴ ἀμελῶμεν τῶν καλῶν ἔργων. Επίτασις δὲ ἐγρηγόρσεως τὸ νήφειν. Εστι γὰρ ἐγρηγορέναι μὲν, μὴ νής φειν δέ· ὡς ἂν εἰ ἔλεγε· Νηφόντως τὰ ἀγαθὰ πράτ τωμεν καὶ προσεκτικῶς, Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν. Ἡμεῖς δὲ ἡμές ρας ὄντες, νήφωμεν. Καθεύδοντας τοὺς ἐν κακία φησὶν, ὡς ἀνενεργήτους πρὸς τὴν ἀρετήν, καὶ πάντα φαντασιουμένους. Τοιαῦτα γὰρ τὰ τοῦ παρόντος βίου, ὀνειράτων οὐδὲν διαφέροντα. Ἀλλὰ καὶ μέθην λέγει, οὐ τὴν ἐξ οἴνου μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ πάν των τῶν παθῶν, ὡς ἐξιστῶσαν τοῦ κατὰ φύσιν, καὶ σκοτίζουσαν τὸ ἡγεμονικόν. Οὐ τοίνυν ὑμεῖς ὀφείλετε τοιοῦτοι εἶναι. Οὐ γάρ ἐστε νυκτὸς καὶ σκότους υἱοι, ἀλλ' ἡμέρας, διὰ τοῦ βαπτίσματος καὶ τῆς τῶν ἐγὼ τολῶν τοῦ Θεοῦ παραδοχῆς. Ενδυσάμενοι θώρακα πιστεως καὶ ἀγάπης, Οὐκ ἀρκεῖ τὸ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθωπλίσθαι. "Αν γάρ τις ἐγρηγορὼς ᾗ καὶ νήφων, μὴ ἔχῃ δὲ ὅπλα, ταχέως αὐτὸν οἱ λῃσταὶ κατεργάζονται. Θώρακα δὲ πίστεως καὶ ἀγάπης, εἰπὼν, δόγματα καὶ βίον ἀγαθὸν ἠνίξατο· τοῦτό ἐστι τὸ ὄνο τως νήφειν. Οὐχ ἁπλῶς δὲ δεῖ ταῦτα ἔχειν, ἀλλ᾽ ὡς θώρακα. Τοῦτον γὰρ οὐδὲν ῥᾳδίως διατέμνει, ἀλλ᾽ οἷόν τι τειχίον ἐστὶ τῷ στήθει, καὶ οὐδὲν τῶν πεπι ρωμένων τοῦ διαβόλου βελῶν ἅψεται ἡμῶν. Καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας 50. "Ωσπερ ἡ περικεφαλαία τὸ κυριώτατον ἐν ἡμῖν τὴν κεφαλὴν σώζει καὶ διατηρεί σκέπουσα· οὕτω καὶ ἡ ἐλπὶς φυλάττει τὸν νοῦν, καὶ σωτήριον αὐτῷ δείκνυται ", οὐδὲν τῶν ἔξωθεν εἰς αὐτὸν πεσεῖν ἐῶσα. Ορα ον 8 καὶ ἀλλαχοῦ εἶπε· Πίστιν, ἐλπίδα, ἀγάπην, τὰ τρία ταῦτα, καὶ νῦν κτᾶσθαι κελεύει. Οτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν σωτηρίας, διὰ τοῦ Κυρίου ἡμῶν Ἰη οι πολλοί ο, το ἐλπίδος σωτηρίου ο. οι γίνεται θα οι
col. 1319–1320page 21 of 24
PG 124:1319σοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα είτε κι ἀποθανεῖν ο 86 γρηγοροῦμεν εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζή σωμεν. Διὰ τοῦτο, φησί, ταῦτα τὰ ὅπλα δεῖ κτᾶσθαι, διότι οὐκ ἔθετο, τουτέστιν, οὐκ ἀφώρισεν ἡμᾶς ὁ Θεός, ἵνα τῆς ὀργῆς αὐτοῦ ἀπολαύσωμεν, ἀλλ᾽ ἵνα περιποιήσῃ ἡμᾶς ἑαυτῷ, καὶ σώσῃ, τοὺς ὑπὲρ ἡμῶν τὸν Υΐν αὐτοῦ εἰ; θάνατον. Οφείλομεν οὖν ἐλπίζειν ἐν κιν δύνοις χρηστὰ καὶ μεγάλα. Εἰ γὰρ ἐπιστεύσαμεν ὅτι τοῦ Υἱοῦ οὐκ ἐφείσατο ὑπὲρ ἡμῶν, ἐλπίζωμεν ὅτι καὶ πολλῷ μᾶλλον τῶν κινδύνων τούτων ἐξελεῖται καὶ ἴδωμεν τὸ ὑπόδειγμα, καὶ ἀγαπήσωμεν καὶ αὐτ τὸν καὶ τοὺς ὁμογενείς. Διὰ τοῦτο, φησίν, ἀπέθανεν ὁ Χριστός, ἵνα, εἴτε γρηγοροῦμεν ἡμεῖς, τουτέστι ζῶμεν, εἴτε καθεύδομεν, τουτέστιν ἀποθάνωμεν, μετ' αὐτοῦ ζησώμεθα. Ετερον γὰρ ἄνω τὸν ὕπνου, καὶ ἕτερον ἐνταῦθά φησιν. "Οπερ οὖν λέγει, τοιοῦτόνἐστι· Μὴ δεδοίκατε τοὺς σωματικούς κινδύνους καὶ θανάτους κἂν ἀποθάνωμεν, ζησόμεθα· καὶ γὰρ καὶ ὁ οὕτως ἀγαπήσας ἡμᾶς, ὥστε ὑπὲρ ἡμῶν θα νεῖν δ, ζῇ. Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἰς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Ορᾷς; Τί λοιπόν προσ φασίζῃ ", ὅτι οὐκ εἰμὶ διδάσκαλος; Οικοδομεῖτε, φησὶν, εἰς τὸν ἕνα, ἐπειδὴ οἱ διδάσκαλοι οὐχ ίκα νοὶ πρὸς τὴν τῶν πάντων νουθεσίαν. Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κου πιῶντας ἐν ὑμῖν. Ἐπειδὴ εἶπεν, Οικοδομεῖτε εἰς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ διδασκάλου ἀξίωμα αὐτοὺς ἀνήγαγε, καὶ κατεπαρθῶσιν ἐκείνων, φησίν, ὅτι Εἰ καὶ ὑμῖν ἐπέτρεψα τὴν ἀλλήλων οίκος δομὴν, πλην παρακαλῶ, ἵνα ἐκείνους διὰ τιμῆς ἔχητε. Πολλὰ γὰρ οἱ διδάσκαλοι ὑπομένειν ἀναγκάζονται δυσχερή, ἃ ἡ τιμὴ αὐτοῖς μετρίως γοῦν ἐπι κουφιεί 57. Καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, Εἰ γὰρ τοὺς πρὸς ἄνθρωπον προ ϊσταμένους σου τιμᾷς, πόσῳ μᾶλλον τοῖς πρὸς Θεὸν προϊσταμένοις ὀφείλεις χάριν ὁμολογεῖν; Τὸ γὰρ, Ἐν Κυρίῳ, τοῦτό ἐστιν, ἀντὶ τοῦ, Οὐκ ἐν τοῖς κοι σμικοῖς προΐσταταί σου, ἀλλ' ἐν τοῖς κατὰ Κύριον εύχεται ὑπὲρ σοῦ, ἀνεγέννησε διὰ τοῦ βαπτίσματος, ἐπισκέπτεται, νουθετεί, ἱατρός σοι ἐστι, μέσαις νυ ξιν, ἂν καλέσῃς, ήκει. Ορις προστασίαν τ; Καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν. Μὴ ἁπλῶς, φησίν, ἀγαπᾶτε, ἀλλ' 'Υπερεκπερισσοῦ, ὡς ἂν εἰ παῖδες πατέρας. Ο γὰρ τὸν Χριστὸν ἀγαπῶν, ἀγαπήσει καὶ τὸν αὐτ τοῦ λειτουργὸν, οἷος ἂν ᾖ, ὅτι δι' αὐτοῦ τῶν φρικτῶν μυστηρίων ἐπέτυχε. Εἰ γυναῖκα λάβῃς ἀξιόλογον, οὐχὶ τὸν προξενήσαντα ἀγαπᾶς καὶ τιμᾶς; Βασιλείαν ἔλαβες οὐρανῶν, καὶ διαπτύεις τὸν προξενήσαντα; Ακουε γὰρ Παύλου· Διὰ τὸ ἔργον αὐτῶν, φησί, τι μᾶτε αὐτούς. Εἰρηνεύετε ἐν ἑαυτοῖς. Γράφεται και, Ἓν αὐ τα προφασιζόμεθα ο. οι επικουφίζει τα προϊστάμνον ἐν Κυρίῳ
col. 1321–1322page 22 of 24
PG 124:1321τοῖς, τουτέστι, τοῖς διδασκάλοις. Οἶδε γὰρ ἔχθρας πρὸς τούτους τικτομένας· ἐξ ὧν γὰρ ἐλέγχουσι 19, καὶ τῶν κακῶν ἀπείργουσι, μισοῦνται. Δεῖ οὖν εἰρη νεύειν μετ᾿ αὐτῶν, καὶ οὐ τῷ ἔξω σχήματι, ἀλλ᾽ ἐν ἑαυτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετείτε τοὺς ἀτάκτους. Ἐνταῦθα πρὸς τοὺς διδασκάλους ἀποτείνεται. Μὴ ἀπ' ἐξουσίας, φησὶν, ἢ αὐθαδείας ἐπιπλήττετε, ἀλλὰ πράως νουθετεῖτε. Ο γὰρ ἀπονενοημένος, θρασύτερος γίνεται, ὅταν ἐπιπλήσσεται. *Ατακτοι δέ εἰσι πάντες οἱ παρὰ τὰ τῷ Θεῷ διωρισ σμένα πράττοντες. Τάξιν γὰρ ὥρισεν ἑκάστῳ, ἣν ὁ παραβαίνων, ἄτακτος. Ο μεθύων, ὁ λοίδορος, ὁ πλεονέκτης, καὶ πάντες οἱ ἁμαρτάνοντες, ἔξω τῆς τάξεως βαίνουσι. Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους. Ολιγόψυχος ἐστιν ὁ μὴ φέρων πειρασμόν. Οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Δεῖται οὖν καὶ οὗτος ἀναβαστάζει σθαι. Αντέχεσθε τῶν ἀσθενῶν. Τουτέστιν, Υποστη ρίζετε τοὺς ἀσθενοῦντας περὶ τὴν πίστιν, ὡς καὶ ἀλ λαχοῦ, Τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, φησί. Μακροθυμεῖτε πρὸς πάντας. Καὶ πρὸς τοὺς ἀτά κτους, καὶ πρὸς τοὺς ὀλιγοψύχους, καὶ πρὸς τοὺς ἀσθενεῖς. Τοῦτο γὰρ διδασκάλῳ ἁρμοδιώτατον, πάνω τας ἐντρέψαι ἰσχύον, καὶ τοὺς ἀγριωτάτους. 'Ορᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐκ ἀποδοτέον, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, ἢ ἄρξαι κακοῦ, καὶ τὸν μηδὲν βλάψαντα κακοποιῆσαι. ᾿Αλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀπ λήλους, καὶ εἰςπάν τας. Οὐκ ἀρκεῖ τὸ μὴ ἀποδοῦναι κακὰ ἀντὶ κακῶν, ἀλλὰ χρή, φησί, καὶ ἀγαθοῖς ἀμείβεσθαι τὸν κακοποιήσαντα. Τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν, Διώκετε τὸ ἀγαθόν· τουτέστιν, ἐπιτεταμένῳ; σπουδάζετε ἀγαθοποιεῖν, καὶ εἰς ἀλλήλους, τουτέστιν, εἰς τοὺς πιστοὺς, καὶ εἰς πάντας, τουτέστι, καὶ εἰς ἀπίστους. Πάντοτε χαίρετε. Κἂν πειρασμοῖς περιπέσητε. Ορα δὲ, ὅτι μετὰ τὸ εἰπεῖν, ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδοῦναι 60, τότε χαίρειν προσέταξεν. Ο γὰρ παιδευθείς μηδένα ἀμύνεσθαι, ἀλλὰ μᾶλλον καὶ εὐεργετεῖν τὸν λυπήσαντα, πόθεν τὸ τῆς λύπης κεν τρον εἰσδέξεται; Αδιαλείπτως προσεύχεσθε· ἐν παντὶ εὐχαριστεῖτε. Τὴν ὁδὸν ἔδειξε τοῦ ἀεὶ χαίρειν, τὴν ἀδιά λειπτον προσευχὴν καὶ εὐχαριστίαν. Ο γὰρ ἐθισθεὶς ὁμιλεῖν τῷ Θεῷ, καὶ εὐχαριστεῖν αὐτῷ ἐπὶ πᾶσιν, ὡς συμφερόντως συμβαίνουσι, πρόδηλον ὅτι χαρὰν ἕξει διηνεκή. πιν, σε ἐλέγχονται 0. σε ἀποδιδόναι 0.
col. 1323–1324page 23 of 24
PG 124:1323Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Πῶς δὲ ἀεὶ εὐχαριστήσεις; Ἐὰν ἐπιγνῷς ὅτι τοῦτο θέλει ὁ Θεὸς, τὸ εἶναι σε εὐχάριστον πρὸς αὐ τὸν, ὡς ἀεὶ εὐεργετοῦντα ἐν Χριστῷ Ἰησοῦ, τους ἐστι, διὰ τῆς τοῦ Κυρίου Ἰησοῦ συνεργίας. Καὶ γὰρ καὶ πρὸς τὸ εὐχαριστεῖν αὐτὸς ἡμῖν συνεργός, ὃς γε καὶ ἐδίδαξεν ἡμᾶς τοῦτο ποιεῖν, ὡς ἐκ τοῦ εὐαγγελίου μεμαθήκαμεν. Τὸ Πνεῦμα μὴ σβέννυτε. Προφητείας σ' μὴ ἐξουθενεῖτε. Ἐπειδὴ νύξ ἐστιν ὁ παρών βίος, ἔδωκεν ἡμῖν ὁ Θεὸς λαμπάδα, τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ ταύτην οἱ μὲν λαμπροτέραν εἰργάσαντο, ὡς πάντες οἱ ἅγιοι οἱ δὲ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ἀνέλαιον ταύ τὴν ἀφεῖσαι· ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκώς, βόρβορον ταύτῃ ἐπιχέας. Φησὶν οὖν· Τὸ Πνεῦμα μὴ σβέννυτε, τουτέστι τὸ χάρισμα. Κλείετε τις θύ ρας, ἤτοι τὰς αἰσθήσεις, ἵνα μὴ εἰσέλθῃ πνεῦμα πονηρίας, καὶ οὐ μὴ σβεσθῇ ἡ λαμπάς. Μὴ ἐπιβά λητε τὸν χοῦν, ἤτοι μερίμνας γηῖνας, καὶ ἀσβεστος τηρηθήσεται. "Η καὶ οὕτως· Ηταν παρ' αὐτοῖς προ φῆται τοῦ Θεοῦ, καὶ ψευδοπροφῆται. Επεὶ δὲ ἄδη λον ἦν τίς ὁ ἀληθής ", πάντας ὁμοῦ ἀπεστρέφοντο. Φησὶν οὖν αὐτοῖς· Τὸ Πνεῦμα, τουτέστι, τὸ ἐν τοῖς ἀληθῶς προφήταις χάρισμα, μὴ σβέννυτε, διὰ τοῦ ἀποστρέφεσθαι αὐτοῖς [[. αὐτοὺς] ἐπίσης τοῖς ψευδοπροφήταις· μηδὲ ἐξουθενεῖτε τὰς ἐκ Πνεύματος ἁγίου προφητείας. Πάντα δὲ δοκιμάζετε· τὸ καλόν κατέχετε. Τί οὖν; παραδεξόμεθα καὶ τοὺς ψευδοπροφήτας; Ούχ, φησίν· ἀλλὰ πάντα δοκιμάζετε· τουτέστι, Καὶ τὰ ψευδῆ, καὶ τὰ ἀληθὴ μετὰ δοκιμασίας κρίνετε, καὶ τότε τὸ δόξαν ὑμῖν καλὸν, τουτέστι τὰς ἀληθεῖς προφητείας, κατέχετε, τουτέστι, τιμᾶτε, διὰ φρον είδος ποιεῖσθε. ᾿Απὸ παντὸς εἶδους πονηροῦ ἀπέχεσθε. Με τούτου ἢ ἐκείνου, ἀλλ᾽ ἁπλῶς παντὸς, καὶ προφήτου ψευδοῦς, καὶ ἁμαρτήματος 68. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁ τελείς. Μετὰ τὴν παραίνεσιν, καὶ εὐχὴν ἐπάγει, ἵνα καὶ ἀμφοτέρωθεν τὸ ἀσφαλὲς ἔχωσιν. ὁλοτελεῖς δὲ τί ἐστι; Τοῦτ᾽ ἔστι, σώματι καὶ ψυχῇ· καὶ ἐφεξῆς δὲ μαθήσῃ. Καὶ ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Τὸ Πεῦμα, τουτέστι, τὸ χάρισμα δ ἐλάβομεν διὰ τοῦ βαπτίσματος. Ἐὰν γὰρ λαμπρὰν τὴν λαμπάδα τούτου φυλά ξωμεν καὶ ἄσβεστον, εἰσελευσόμεθα εἰς τὸν νυμφώνα καὶ ἡ ψυχὴ δὲ καὶ τὸ σῶμα τότε ἄμεμπτα ἔσονται, ἐὰν τὸ Πνεῦμα ἐν ἡμῖν λάμπῃ. Ο δὲ Νύσσης Γρη γόριος, Επειδή, φησὶν, ὁ ἄνθρωπος διὰ πάσης ιδέας τῶν ψυχῶν κατακιρνᾶται, τῆς τε φυσικῆς, καὶ τῆς αἰσθητικῆς, καὶ τῆς νοερᾶς, πνεῦμα μὲν εἰπὼν ὁ Απόστολος, τὸ νοερόν μέρος ἐδήλωσε· ψυχὴν δὲ, τὸ αἰσθητικόν· σῶμα δὲ, τὴν φυσικὴν ἐν ἡμῖν ζωήν. "Ολους οὖν δι᾿ ὅλων τηρηθήναι αμέμπτους αὐτοὺς ἐπεύχεται, διὰ πάντων τῷ Θεῷ εὐηρεστηκότας. οι προφήτας ο. οι άδηλος ἦν ὁ ἀλ. θα σε αμαρτήσαντος αι.
col. 1325–1326page 24 of 24
PG 124:1325Πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει. Ορα ταπεινοφροσύνην. Ἐπειδὴ αὐτοῖς ἐπηύξατο, Μὴ νοσ μίσητε, φησίν, ὅτι ἐκ τῶν ἐμῶν εὐχῶν σωθήσεσθε, ἀλλ' ἐκ τῆς τοῦ καλέσαντος ὑμᾶς ἀγαθωσύνης Θεοῦ. Εἰ γὰρ εἰς σωτηρίαν ἐκάλεσε, πιστὸς δὲ ἐστι, τουτο ἐστιν ἀληθῆς, πάντως ποιήσει κατὰ τὸ θέλημα αυτ τοῦ, καὶ σώσει. Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν. Ορα μετ τριοφροσύνην Μ. ὁ ο Παῦλος· ἐδεῖτο τῆς τούτων εὐχῆς. Ασπάσασθε τοὺς ἀδελφοὺς, πάντας ἐν ἁγίῳ φιλήματι. Ἐπειδὴ γὰρ ἀπὼν αὐτὸς οὐκ ἠδύνατο διὰ τοῦ οἰκείου στόματος ἀσπάζεσθαι αὐτοὺς, δι᾿ ἑτέρων ἀσπάζεσθαι βούλεται· ὡς λέγομεν· Φίλησον τὸν δεῖνα ἀντ᾿ ἐμοῦ. Ἐπειδὴ δὲ ἔστι καὶ δολερὸν φίλημα, ὡς τὸ τοῦ Ἰούδα, Ἐν ἁγίῳ, φησίν. Ορκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν Ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις. Οὐ τοσοῦτον διδα σκαλίας χάριν, ἀλλ᾽ ἵνα κἀκείνοις ὦ προσδιαλεγόμενος διὰ τῆς Ἐπιστολῆς· ὃ δείγμα πόθου διακαοῦς. Ορκίζει δὲ, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ γοῦν τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν. Οὕτω γὰρ τοῖς παλαιοῖ; Χριστιανοῖς φρικτοὶ ἦσαν οἱ ὁρκισμοί· ἀλλ᾽ οὐ τοῖς νῦν, καὶ φεῦ! ἡμῖν. Η χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Πάντα, φησὶ, τὰ ἀγαθὰ ἐκεῖνος ἡμῖν ἐχαρίσατο. Σπουδάζετε οὖν, ἵνα πλείω τὴν χά ριν ἐπισπάσησθε, διὰ τοῦ περιπατεῖν ἀξίως τῶν χαρισθέντων ὑμῖν. Ὑπὸ τῆς αὐτῆς χάριτος καὶ ἡμεῖς – φρουροίμεθα ἀπὸ πάσης ὁδοῦ πονηρᾶς, ἵνα καὶ πρὸς δόξαν ζήσωμεν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶν νας. Αμήν. σε ταπεινοφροσύνην ο. επ εἰ ο.
Page scan enlarged

Notebook

Full View