PG 125Theophylactus Bulgari Archiepiscopus
Exposition of the Second Epistle of Saint Peter
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput Primum

col. 1255–1256page 1 of 17
PG 125:1255μετὰ τὴν ἀνάλυσιν αὐτοῦ. Καὶ ὅπως ἐν δρει Θα ὼρ τῆς τοῦ Θεοῦ περὶ τοῦ Χριστοῦ ἐπ ήκουσε φωνῆς. γ. Πρόῤῥησις ἀπατηλῆς ἐπαναστάσεως αἱρετικῶν, ἀσεβείας δὲ αὐτῶν καὶ μελλούσης κολά σεως. δ. Επανάληψις περὶ κακίας ἀνθρώπων αἱρετικῶν. Ἐν ᾧ σ' ότι αιφνιδίως ἥξει ὁ Χριστὸς ἐπὶ συντελείᾳ τοῦδε τοῦ αἰῶνος· β' ὥστε δεῖν εὐτρεπίζεσθαι πάσῃ ἀρετῇ. ΕΠΙΣΤΟΛΗ ΔΕΥΤΕΡΑ ΑΠΟΣΤΟΛΟΥ ΠΕΤΡΟΥ ΤΗΡ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Συμεών Πέτρος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνη τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Τοῦ «Συμεών, ο τὸ Σίμων ὁποκορισμός ἐστι, ὡς καὶ τοῦ Μητρόδωρος το Μητρᾶς, καὶ τοῦ Μηνόδωρος τὸ Μηνᾶς, καὶ τοῦ Θεοδόσιος τὸ Θευδάς, Εκ προοιμίων δὲ ἀνίστησι τὰ φρονήματα των πιο στευόντων, καὶ τὰς ψυχὰς, εἰς τὴν ἴσην αὐτοὺς ἀ εγείρων πρὸς τὸ κήρυγμα σπουδὴν τοῖς ἀποστόλοις. Οἱ γὰρ ισότιμον χάριν λαχόντες, οὐκ ἂν δίκαιον δίκαιοι] ὑστερεῖν τινος τούτων, ὧν ἴσοι πεφήνασι. Πανταχοῦ δὲ τῇ εἰρήνῃ αὐτοὺς περικρατεῖ, Αν καὶ ὁ Χριστὸς παρέσχεν ἀναστὰς ἐκ νεκρῶν, καὶ ἀπιὼν πρὸς τὸν Πατέρα, ο εἰρήνην ὑμῖν ο βοῶν. Καὶ ἐπὶ τῆς Ἐκκλησίας ἡμεῖς τὸν «ἄγγελον τῆς εἰρήνης ο ευχόμεθα δοθῆναι. Καὶ ὁ ἱερεὺς ταύτην παρέχει τῷ λαῷ ἀπὸ τοῦ ἁγίου θυσιαστηρίου, ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν. Διὸ καὶ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς παρήγγειλε, ταύτην πρώτην παρέχειν εἰς τὰς οἰκίας. Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. ο Τὸ ἑξῆς οὕτως· ε Ὑμῖν τοῖς ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν ἰσότιμον ἡμῖν πίστιν λαχοῦσι, διὰ τῆς δικαιοσύνης τοῦ Θεοῦ ἡμῶν, χάρι; καὶ εἰρήνη πληθυνθείη.» Ως πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσεβείαν δεδωρημένης, διὰ τῆς ἐπισ γνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆ; κλιν,
col. 1257–1258page 2 of 17
PG 125:1257δι' ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται.» Τὸ ἑξῆς οὕτω Χάρις ὑμῖν καὶ εἰρή γῆ, ὡς πάντα πρὸς ζωὴν καὶ εὐσέβειαν ἐν τῇ ἐπ γνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, διὰ τῆς θείας αὐτοῦ δυνάμεως τῆς χάριτος ταύτης ὑμῖν δωρησαμένης εἰς τὴν ἐπίγνωσιν τῆς δόξης καὶ ἀρχ τῆς, δι' ὧν τὰ μέγιστα ἐπαγγέλματα εδωρήθη να ἀποφυγόντες τὴν κοσμικὴν φθοράν, τὴν δι' ἐπιθυμίας ἐγγινομένην, γένησθε κοινωνοί θείας φύσεως. "Αλλως· Διὰ μακροῦ μὲν ἀποδέδοται· ἔστι δὲ ἡ διάνοια αὕτη· Ὡς μυρία λαβόντες ἀγαθὰ διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ, δυνάμεθα καὶ θείας φύσεως γενέσθαι κοινωνοί, καὶ πρὸς ζωὴν καὶ εὐσέβειαν ἀναχθῆναι, ὀφείλομεν πολιτεύεσθαι οὕτως, ὡς ἐπι χορηγεῖν τῇ πίστει τὴν ἀρετὴν, καὶ διὰ τῆς ἀρετῆς εἰς τὴν κατ᾽ εὐσέβειαν προκοπήν, ἕως εἰς τὸ τέλειον τῶν ἀγαθῶν, ὅ ἐστιν ἀγάπη, έλθωμεν. Θείας δὲ κοινωνοί φύσεως γεγόναμεν διὰ τῆς τοῦ Κυρίου καὶ Θεοῦ ἐπιδημίας, ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἐν ἑαυτῷ ὑποστήσαντός τε καὶ ἁγιάσαντος τῇ προσλήψει. Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα. Φθοράν δὲ τὴν ἀπὸ τῆς κοσμικῆς ἐπιθυμίας φησὶν, ὡς ἐκ φθαρτῶν τε καὶ περὶ φθαρτά συγκειμένης. Ινα διὰ τούτων γένησθε θείας φύσεως κοινωνοί ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.» Τὸ ἑξῆς οὕτως· Ινα ἀπαλλαγέντες τῆς ἐν κόσμῳ φθορᾶς, τῆς ἐν ἐπιθυμίᾳ σαρκικῇ τελουμένης, γέ νοισθε θείας φύσεως κοινωνοί. Τὸ γὰρ, «ἀποφυ γέντες, ο ἀντὶ τοῦ, ἀπαλλαγέντες, ἐστίν. Καὶ αὐτὸ δὲ τοῦτο, σπουδήν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτ τείαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείς τὴν φιλ αδελφίαν, ἐν δὲ τῇ φιλαδελφία τὴν ἀγάπην.» Βαθμοὺς τῆς προκοπῆς ἐπίσταται, πρώτην την πί στιν, ἥτις θεμέλιος ἐστι τῶν ἀγαθῶν καὶ κρηπίς εἶτα δευτέραν ε τὴν ἀρετήν, ο ἔτος τὰ ἔργα· χωρίς γὰρ τούτων ἡ πίστις 4 νεκρά, ο ὡς ὁ Ἰάκωβός φη σιν. Ἐπὶ τούτοις «ἡ γνῶσι;.» Τί; δὲ αὕτη; Η τῶν τοῦ Θεοῦ ἀποκρύφων μυστηρίων εἴδησις, ὅτι; οὐ τῷ τυχόντι ἐμφιλοχωρεῖ, ἀλλὰ τῷ δι' ἔργων κρειττόνων τὴν ἕξιν γεγυμνασμένῳ. Ἐπὶ τούτοις «ἡ ἐγκράτεια.» Δεῖ γὰρ καὶ ταύτης τῷ πρὸς μέτρον ἀφικομένῳ, ὡς ἂν μὴ ἐξυβρίζοι τῷ μεγέθει τῆς δω ρεᾶς. Ἐπειδὴ δὲ ὡς οὐκ ἔστιν ἐπὶ μικρῷ χρώμενο τῇ ἐγκρατείς βεβαίαν κεκτῆσθαι [τῶν] τὴν δωρεάν, φιλούντων ἀεὶ τῶν παθῶν, τὰ τῆς καταγ χούσης ελευθερίας ταῦτα ἐπὶ τὸ χεῖρον προάγεσθαι ἡ ὑπομονὴ ἐπεισελθοῦσα, τὸ πᾶν κατειργάσατο, και τὴν εὐσέβειαν προεξένησε, τελειοτέραν ἀπεργασαμένη τὴν εἰς Θεὸν πεποίθησιν. Διὸ καὶ τῇ εὐσεβείς ἡ φιλαδελφία προσεπορίσθη, καὶ ἐπὶ πᾶσι τὸ πάντων τῶν ἀγαθῶν πλήρωμα, ἡ ἀγάπη, ὡς Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ. Αὕτη γὰρ καὶ τὸν τοῦ Θεοῦ Υἱὸν καὶ τὸν τούτου Πατέρα ἐξεδιάσατο· τὸν μὲν, τὸν ἀγα
col. 1259–1260page 3 of 17
PG 125:1259386 πητὸν αὐτοῦ δοῦναι· τὴν δὲ Υιόν, τὸ αἷμα αὐτοῦ ὑπὲρ ἡμῶν ἐκχέαι. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν.» — «Ταῦ τα, ο ποῖα; Η πίστις, ἡ ἀρετή, ἡ γνώσις, ἡ ἐγε κράτεια, ἡ ὑπομονή, ἡ εὐσέβεια, ή φιλαδελφία, ή ἀγάπη· ἅτινα οὐ μόνον παρεῖναι δεῖ, ἀλλὰ καὶ πλεο νάζειν. Εἰ γὰρ ἡ παρουσία ὠφελεῖ, πολλῷ μᾶλλον ἡ περιουσία. Τίς δὲ ἡ ἐξ αὐτῶν ὠφέλεια, ἢ τὸ παρ ῥησίαν εἰς τὴν τοῦ Κυρίου δευτέραν παρουσίαν ἔχειν; Τῷ γὰρ μὴ ἔχοντι ταῦτα, ἐν δόξῃ τοῦ Κριτού β παραγενομένου, καὶ ὡς ἡλίου απαστράπτοντος, τύ ορε μυωπάζειν) ἀπὸ τῶν μυών φλωσις ἐπακολουθεῖ, ὅπουγε καὶ εἰ ἔῤῥωτο τὴν ὄψιν, οὐδὲ οὕτως ἐνῆν αὐτῷ ἀπαθῶς ἐνορἂν τὸ ὑπέρλαμπρον, πεφυκότος ἀεὶ τοῦ ἄγαν τῷ φωτὶ ἀποστίλ Τοντος [ἀμαυροῦν τῶν ἀσθενῶς πρὸς αὐτὸ τὸν ὀφθαλ μὲν ἐπερ. δόντων]. ῇ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός έστι μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι.» — Μυω πάζειν ο τὸ τυφλώττειν εἴρηται, ἀπὸ τῶν ὑπὸ τὴν γῆν μυῶν τυφλῶν εἰς ἅπαν διατελούντων. Τοῦτο δὲ ἔμοιέν ἐστι τῷ ὑπὸ τοῦ μακαρίου Ιακώβου είρη μένῳ, ὅτι ο Εἴ τις ακροατής λόγου [ἐστι, καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσο ωπον της γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ. Καὶ γὰρ καὶ οὗτος ἐπιγνοὺς ἑαυτὴν διὰ τοῦ καθαρθῆναι τῷ ἁγίῳ βαπτίσματι, ὅτι πλήθους ἁμαρτιῶν ἐξεπλύθη, δέου εδέναι, ὅτι καθαρθείς, καὶ ἁγιότητα έλαβε, νήφειν, ἵνα διὰ τούτου τηρῇ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, ὁ δὲ ἐπελάθετο, ο Δις, φησί, μᾶλλον, ἀδελφοί μου, σπουδάσατε μόνιμον ο δεικνύνα τες • τὴν κλῆσιν ὑμῶν καὶ ἐκλογὴν, ἡ τοῦτ' ἔστι τὸν κατηχητικὸν λόγον, δν παρὰ «τὴν ἐκλογὴν ὑμῶν» ἠκούσατε, καὶ ε τὴν κλῆσιν ἡ ἀνεπίληπτοι εἶναι, ἵνα μὴ ὡς ἐπιλελησμένοι τῆς δωρεᾶ; τοῦ Θεοῦ κρι θῆτε, ἀλλὰ μείνητε βεβαίαν τὴν κλῆσιν ὑμῶν ο Έχοντες. «Ταῦτα γὰρ ποιοῦντες, οὐ μὴ πταίσητέ ποτε. Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἰσ οδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω, ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων.» - Ταῦτα ποιούν τε;.» Ποια; Τα προειρημένα· οἷον, τὴν ἀρετήν. τὴν γνῶσιν, καὶ τὰ ἑξῆς. Σκόπει δὲ, πῶς πρότερον ἀπὸ τῶν φοβερωτέρων προτρεψάμενος τοῦ βήματος τοῦ Κριτοῦ, νῦν ἀπὸ τῶν ἀγαθῶν προτρέπεται τῆς εἰσόδου, τῆς εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Θεοῦ. Καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρ ούσῃ ἀληθείᾳ. Δίκαιον δὲ ἡγοῦμαι, ἐφ' ὅσον εἰμὶ ἐν
col. 1261–1262page 4 of 17
PG 125:1261τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, εἰδὼς, ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματος μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ἐδήλωσέ μοι. ο Ἵνα μὴ δόξωσι συνεχῶς ἀναμιμνη σκόμενο: περὶ τῶν αὐτῶν, ὡς εἰς ἀργίαν ὄντες κατεγνωσμένοι ταῦτα ἀκούουσι, καὶ λυπηθῶσιν, ἐπήγαγε τό, «Καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.» Αἰτίαν δὲ ἀποδιδοὺς τῆς συνεχοῦς ὑπομνήσεως, ἐπήγαγε τὸ, ι εἰδέναι τα χεῖαν ο ἔσεσθαι τὴν ἀπὸ τοῦ σώματος αὐτοῦ τούτου ἀπαλλαγήν. Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς ταῦτα, καὶ μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνή μην ποιεῖσθαι.» Τοῦτό τινες ἐν ὑπερβατῷ ἀκούοντες, οἷον τό, «Σπουδάσω δὲ καὶ μετὰ τὴν ἐμὴν ἔξ οδον ἔχειν ὑμᾶς ἑκάστοτε ο (τοῦτ᾽ ἔστι, καθεκάστην καὶ διηνεκώς) κ τὴν τούτων μνήμην, ο βούλονται παριστᾷν ἀπὸ τούτου, ὅτι καὶ μετὰ θάνατον οἱ ἅγιοι μέμνηνται τῶν ὧδε, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ζώντων, ὥσπερ οὐκ ἔξω πίστεως ἐναργούς [γ. - για ὁσημέραι τοῦτο γινόμενον ὁρώντων, τῶν ἐπικαλουμένων τὴν θείαν αὐτῶν χάριν. Καὶ τοῦτο μὲν οὕτως ἐκεῖνοι. Αλλοι δὲ οὕτως ἔχειν περὶ τούτου ἁπλῶς βούλονται τοῦ ῥητοῦ καὶ νοεῖν, ὅτι τή, ο Σπουδάσω μετὰ τὴν ἐμὴν ἔξοδον ἔχειν ὑμᾶς ἑκάστοτε τὴν τού των μνήμην, ο οἰωνεί διὰ τοῦτο ἐνδελεχῶς ὑμῖν ἐπιείμεθα [. ἐπικείμ.], τὰ αὐτὰ ὑμῖν ἐπάδοντες, ὡς ἂν ἕξιν ὑμῖν ἐμποιήσαντες περὶ τούτων, ἀλλ' οὐ κατάγνωσιν ἀνηκοΐας καὶ ἀμαθίας, ἔχητε τῷ ἐμπιόνῳ καὶ ἀμετακινήσῳ τῆς τούτων ἀντιλήψεως και μετά τὴν ἐμὴν ἀποβίωσιν βέβαια καὶ ἀνεξάλειπτα τὰ περὶ τούτων διατάγματα. Οὐ γὰρ σε σοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ' ἐπόπται γεν νηθέντες γενηθ.] τῆς ἐκείνου μεγαλειότητος. Εἰπὼν περισπουδάστως ἔχειν [αὐτοὺς ὀφείλειν εἰ; τὰ ὑπ' αὐτοῦ αὐτοῖς εὐαγγελισθέντα, καὶ περὶ τούτου πολύν κατατείνας τὸν λόγον, καίπερ εἰδότας καὶ διαφόρως ἀκηκοότας, νῦν φησιν, ότι Οὐ μάτην τὸ περὶ αὐτὰ ἐπιμελὲς ἐπιδείκνυμι, ἀλλὰ τὸ καίριον αὐτῶν ἐπιστάμενος, τούτου περιέχομαι. Καὶ τί τοῦτο; Τὸ μὴ σοφίᾳ ἀνθρωπίνῃ χρήσασθα: εἰς ἡμᾶς [γ. όμ.] και κεκαλλωπισμένοις λόγοις καταγοητεύσαντας ὑμῶν τὴν ἀκοὴν, ο γνωρίσαι τὴν τοῦ Κυρίου δύνα μιν ὑμῖν καὶ παρουσίαν, ο ὥσπερ Ελληνες καὶ αἱ ρετικοί· "Ελληνε; μὲν, τῷ κάλλει καὶ τοῖς ποιήμασι προσέχοντες, ἐξαπατῶντες· αἱρετικοὶ δὲ, τοῖς πλά σμασιν. Εἰκὸς γὰρ αὐτοὺς καὶ ἤδη ἄρχεσθαι ὑποφυο μένους. Οὐδὲν οὖν τοιοῦτον κατανοεῖν ἔστιν ἐν ἡμῖν λιτῷ γὰρ λόγῳ πεποιήμεθα τὴν πρὸς ὑμᾶς διδα σκαλίαν, δ καὶ Παῦλος πρὸς Κορινθίους φησί, και ἅπερ ἐξ αὐτοψίας ἔσχημεν ἐσχήκαμ.], οἱ ἐν τῷ ὄρει τῷ ἁγίῳ συναναβάντες αὐτῷ. Λέγει δὲ τὴν ἐν τῇ μεταμορφώσει δειχθεῖσαν αὐτοῖς ὑπὸ τοῦ Μονο γενούς δόξαν, καὶ τὴν φωνὴν ἣν ὑπὸ τοῦ Πατρὸς ἐξ
col. 1263–1264page 5 of 17
PG 125:1263*, οὐρανοῦ ἐνεχθεῖσαν διὰ τὸν Κύριον ἔκ υσαν. Επει δὲ διὰ τῶν πραγμάτων ἔγνωμεν τὰ ὑπλ τῶν προφη τῶν προκατηγγελμένα, βεβαιοτέραν, φησί, διά τού των τὴν προφητείαν αὐτῶν κρίνομεν. Τοῖς λόγοις γὰρ ἐπηκολούθησαν τὰ πράγματα. Διὸ καὶ ὑμεῖς καλῶς ποιεῖτε προσέχοντες τῇ προφητεία, ο ήτας τοῖς ὑπὸ τῶν προφητῶν προλελαλημένοις, καν εἰ ἀμυδρῶς ὑπὸ τῶν προφητῶν ἐλέχθη τότε. Λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν. Τοῦτο, ἢ ἀντὶ ὁριστικοῦ ῥήματο; ἔταξε, [ι λαβών, ο ἀντὶ] τοῦ, ἔλαβεν· ἐπεὶ μὴ τὸ ἀκόλουθον τῆς μετα χῆς κατὰ τὸν τῆς τοῦ λόγου συντάξεως κανόνα, εἰς ὁριστικὸν ῥῆμα ἡ ἀπόδοσις φέρει. Η εἰ μὴ τοῦτο, οὐκ ἂν ὡς ἐκεῖνος ἐνταῦθα λαμβάνειν οὐ βούληται τὸ, ο λαβών, ο τῇ μετοχῇ ἀναγκαίως, εἰς ἀσυνταξίαν ὁ λόγος εξολισθήσει, ἀντὶ δὲ ὁριστικοῦ τοῦ, ἔλαβε, τ), ο λαβών, ο μετειλημμένον, ἀκολούθως τὸ έπιφερόμενον ἔσται· οἷον, «Ελαβε γὰρ παρὰ Θεοῦ Πατρὸς δόξαν.». Φωνῆς ἐνεχθείσης τοιάσδε αὐτῷ ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα πητὸς, ἐν ᾧ ηὐδόκησα. Καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει. ο Ούχ ὅτι περὶ τῆς ἐνεχθείσης φωνῆς ὑπὸ τοῦ Πατρὸς ἄνωθέν ἐστι τις προφητεία, ἀλλ' ὅτι ἀπὸ τῆς τοῦ Πατρὸς ἄνωθεν φωνῆς τὴν υἱό. τητα μαρτυρησάσης, ἡδράσθημεν, πᾶσαν τὴν διὰ τῶν προφητῶν χρησμῳδίαν, ἀναντιῤῥήτως ἐπὶ τὸν ὑπὸ τοῦ Πατρὸς μαρτυρούμενον φέρεσθαι. Τρὶς δὲ ἔγνωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑπὸ τοῦ Πατρός Υιόν μαρτυρηθέντα· ἐπὶ τοῦ βαπτίσματος, ἐν τῷ πάθει, τὸ, ο Ἐδόξασα, καὶ πάλιν δοξάσω: ν καὶ ἐπὶ τοῦ ὄρους. Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωστό ρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. • Προσέχοντες, φησί, τούτοις τοῖς ὑπὸ τῶν προφητῶν εἰρημένοις, οὐκ ἀστοχήσητε τῆς ἐλπίδος. Τῶν πραγμάτων γὰρ κατὰ τὸν ἴδιον καιρὸν παραγινομένων (& καὶ «ἡμέ ραν ν ἐκάλεσε τῇ τροπῇ ἐπιμείνας· εἶπε γὰρ λύχνον,» καὶ τόπον, ἤτοι σκοτεινὸν, ὅπερ καὶ νύξ ἐστιν)· ἡμέρας οὖν, φησί, παραγενομένης, τῆς τῶν πραγμάτων, λέγω, παρουσίας, ἕξετε τὸν φωσφόρον ἀνατέλλοντα ἐν ταῖς καρδίαις ὑμῶν, τοῦτ' ἔστι τὴν τοῦ Χριστοῦ παρουσίαν, τὴν προκατηγγελμένην ὑπὸ τῶν προφητῶν, καὶ ὡς φῶς ἀληθὲς τὰς καρδίας ὑμῶν λαμπρύνοντα. Τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία Γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. Οὐ γὰρ θελή ματι ἀνθρώπου ενέχθη προφητεία ποτέ, ἀλλ' ὑπὸ Πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν οἱ ἅγιοι ὑπὸ Θεοῦ ἄνθρωποι. ο Ηδεσαν οἱ προφῆται καὶ ὁ ἐμπνέονται ὑπὸ τοῦ προφητικού Πνεύματος, καὶ περὶ ῶν, οὐ μέντοι καὶ ἀκριβῶς οὕτως, καὶ ὡς καθέκαστα ἐτελέσθη. Διὸ καὶ ἐπεθύμουν τὴν ἔκβασιν ἰδεῖν, ὡς ἡ Κύριο, ἔφη. Επεξηγεῖται δὲ διὰ τί οἱ προφῆται τὰ

Chapter IICaput II

col. 1265–1266page 6 of 17
PG 125:1265ὑπ' αὐτῶν εἰρημένα οὐχ ἡρμήνευσαν· ἅμα δὲ καὶ διακρίνει τὴν ἀληθῆ προφητείαν τῆς δαιμονιώδους καὶ πλαστῆς, ἥτις καὶ ἐν τοῖς αἱρετικοῖς καταλαμβάνεται. «Οτι πᾶσα προφητεία Γραφῆς ἰδίας ἐπι λύσεως οὐ γίνεται.» Τοῦτ᾽ ἔστιν, ὅτι λαμβάνουσ μὲν ἀπὸ τοῦ Θεοῦ οἱ προφῆται τὴν προφητείαν, ἀλλ' οὐχ ὡς ἐκεῖνοι βούλονται, ἀλλ' ὡς τὸ θεῖον ἐνεργεῖ Πνεῦμα· καὶ ἔδεσαν μὲν καὶ συνίεσαν τὸν καταπεμπόμενον λόγον αὐτοῖς προφητικόν, οὐ μέντοι καὶ τὴν ἐπίλυσιν αὐτοῦ ἐποιοῦντο· καὶ ὅτι ἀπὸ Θεοῦ ενεργούμενοι Πνεύματος οἱ προφῆται ᾔδεσαν, ὡς ἀπὸ θείου Πνεύματος καταπέμπεται ὁ λόγος αὑτοῖς, δῆ λον ἀφ' ὧν ἐκόντες ὑπούργουν, καὶ δ᾽ ἂν ἤθελον ἐλά λουν· ὁ δὲ μὴ ἤθελον, ἐσιώπων· οὐ μὴν καὶ οἱ ψευδοπροφῆται. Οὐ γὰρ ᾔδεσαν ἐν τῷ ἐνεργεῖσθαι, η ἀλλὰ μανία γινόμενοι παράφοροι, ἡγνόουν ὅ ἔπα σχον, ὡς οἱ μεθύοντες. Οἱ μέντοι άγιοι προφῆται, καίπερ εἰδότες, οὐ χρείαν εἶχον ἑρμηνεύειν τὰ ὑπ' αὐτῶν, ἀλλ' ἑτέροις διηκένουν ταῦτα [(ἡμῖν γάρ), ἅμα δὲ καὶ] ἵνα λανθάνῃ ἡ τοῦ Κυρίου παρουσία, καὶ μὴ ἐπιβουλεύηται ὑπὸ τῶν ἀσεβῶν. ἐπιβουλευομένη γὰρ ἡδύνατο καὶ διαδιδράσκειν διὰ τῆς τοῦ Κυρίου δυνάμεως. ᾿Αλλ' εἰκὸς, ενίοτε διὰ παραδόξων τῆς ἀποφυγῆς γινομένης, τερατώδες ἔδοξε τὸ τελούμενον τῆς ἐνανθρωπήσεως. Καὶ ὅτι ἀληθὲς τοῦτο, δῆλον ἀπὸ τῶν ἐν τῇ Νέᾳ προφητῶν, οἳ καὶ ἦρ μήνευον ἑαυτοὺς προφητεύοντες, εἰ καὶ μὴ πάντες. Οὐ γὰρ ἦν τινος τοιούτου ὑποψία ἐν τῇ Νέᾳ. ᾿Αλλὰ καὶ ὅτι οὐκ ἐξιστάμενοι οἱ προφῆται ἐχρησμώδουν, δῆλον καὶ τοῦτο. Ἐξ ἑνὸς γὰρ Πνεύματος προφητευόντων τῶν ἐν τῇ Παλαιᾷ καὶ τῇ Νέᾳ, φησὶν ὁ Παῦλος· ο Ἐὰν δὲ ἀποκαλυφθῇ ἄλλῳ καθημένῳ, σι;άτω ὁ πρῶτος. • Σαφὲς γὰρ ἐκ τούτου, ὅτι ἐν τῷ κατὰ φύσιν ἱστάμενοι οἱ προφῆται, εκόντες προεφήτευον. Διὸ καὶ ἄλλου ἀνισταμένου ἐμπνευσθέντος, ὁ πρῶτος λαλῶν σιωπὴν ἐπετρέπετο, ὅπερ οὐκ ἂν ἐπὶ μαινομένων εὕροι τις άνθρωπος. Πῶς γὰρ σιω πήσει ὁ μηδὲ ὅ τι δρᾷ ἐπιστάμενος; Καὶ Πνεύματος δὲ εἶναι ἐνέργειαν ἁγίου ἐν τοῖς προφήταις, ὁ αὐτὸς Παυλός φησιν, ο ῇ μὲν, φάσκων, δίδοται λόγος σοφίας, ᾧ δὲ προφητεία.» ΚΕΦΑΛ. Β'. Εγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ ἐκείνῳ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, εἴτινες παρεισάξωσιν -ξουσιν] αἱρέσεις ἀπὸ ωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. Καὶ πολλοὶ ἐξακολουθήσωσιν -σουσιν] αὐτῶν ταῖς ἀσελγείαι;, δι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Καὶ πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπο ρεύσονται.» Ψευδοδιδασκάλους μὲν, τοὺς ἀπὸ Νικο λάου καὶ Κηρινθίου φησί. Τοῦ δὲ τῆς προφητείας ὀνόματος κοινῶς καὶ κατὰ τῶν προφητῶν καὶ κατὰ τῶν ψευδοπροφητῶν φερομένου, ἀσφαλίζεται μὲν
col. 1267–1268page 7 of 17
PG 125:1267/ νῦν, μὴ τοῖς ψευδοπροφήταις προσέχειν. Καὶ τί τὸ διαστέλλον, Παῦλος ἐδίδαξεν, ὅτι. Οὐδεὶς λέγει Κύ ριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Αρχεται δὲ ἐντεῦθεν τῆς κατὰ τῶν Νικολαΐτῶν αἱρέσεως τῆς καταδρομής, διττήν λέγων τὴν κακίαν αὐτῶν. Εἰσι μὲν γὰρ περὶ τὰ δόγματα ἀσεβέστατοι, δ διὰ τῆς εἰς τὸν Δεσπότην Χριστὸν βλασφημίας αὐτῶν ἀπὸ ἔδειξεν· περὶ δὲ βίον ἀσελγέστατοι. Καὶ τοῦτο μὲν καὶ νῦν διὰ τῆς αἰσχρουργίας αὐτῶν παριστῇ· μι κρὸν δὲ ὕστερον προβὰς τρανότερον προενέγκοι Πλεονεξίαν ο γὰρ εἰπὼν νῦν, τὴν αἰσχροκέρδειαν αὐτῶν ἐσήμανε. «Ἡ πλεονεξία ο γὰρ ποτὲ μὲν τὴν ἀδικίαν σημαίνει, ποτὲ δὲ τὴν αἰσχροκέρδειαν ἁπλῶς. Οθεν οἰκείως τὸ. ἐμπορεύεσθαι» προσ έθηκεν· ἀλλοτριῶν δὲ αὐτοὺς παντελῶς τῆς θείας διδασκαλίας, πλαστοῖς εἶπε λόγοις χρῆσθαι αὐτούς. Αλλ' ἕξουσι, φησί, τῆς ἀσεβείας τὰ ὀψώνια, θάνα τον. Τὸ δὲ, ο ἔκπαλαι,» τῆς προγνώσεως τοῦ Θεοῦ ἐστι σημαντικόν. Καὶ ὥσπερ τοῖς ἀγαθοῖς προγνωστικῶς ἡτοίμασε τὰ ἀγαθὰ, οὕτω καὶ τοῖς πονηροῖς τὸν κατάλληλον αὐτοῖς τόπον. «Τὸ γὰρ κρῖμα ἔχε παλαι οὐκ ἀργεί. Οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει, ο Οὐχ ἁπλῶς ἀπὸ τῶν προτιμοτέρων ἐπιχειρεῖ, [ἀλλὰ δεῖξαι βουλόμενος, ὡς μᾶλ λον οὗτοι υποδικώτεροι ἁμαρτάνοντες. Ἐπεὶ οὖν καὶ οὗτοι τὸ προτιμότερον ἔχουσιν, ὡς πρῶτοι κλη θέντες μὲν εἰς ἀποστολήν, ἐκτραπέντες δὲ τῆς εὐ θείας ὁδοῦ, μεῖζον καὶ τὸ κατάκριμα ἔξουσιν. Ἐξ ὑποθέσεως δὲ κινήσας τὴν παραδειγματικὴν πίστιν, οὐκ ἀπέδωκε τὸ ἀκόλουθον τοῦ σχήματος, ἀλλὰ συν έχει το παράδειγμα τῇ τῶν δικαίων προσλήψει. Καὶ ὀφείλων ἐπὶ τοῦ ἐξ ἀρχῆς προτεθέντος τὴν [ἀπόδοσιν] ποιῆσαι, τοῦτ᾽ ἔστι τῶν ἡμαρτησάντων, δι' οὓς καὶ τὸ παράδειγμα, καὶ εἰπεῖν· Εἰ τούτων οὐκ ἐφείσατο, ἆρ' οὖν τῶν παρόντων ἀσελγῶν φεί σεται; ἢ κατὰ ἀπόφασιν• Πολλῷ μᾶλλον οὐδὲ τού των φείσεται· οὐ τοῦτο ποιεῖ· διὰ τί; Εὑρίσκεται γὰρ αὕτη ἡ ἀπόδοσις, δύο προκειμένων υποδειγμάτ καλοῦ καὶ κακοῦ, πρὸς τὸ κακὸν μόνον γινο μένη, οὐκ ἔτι καὶ πρὸς τὸ ἀγαθόν· οὐ γὰρ καλοίς κακὰ ἀντιδέδοται. Ἐν οἷς οὖν οὐκ ήρκεσε μιᾷ ἀπο δόσει τὸ προτεθὲν ἀπαρτίσαι, ἑτέρως διεγένετο τῇ φράσει, καὶ δι᾿ ἐπιφωνήματος τὸ ὀφειλόμενον ἀπὸ ετέλεσε. Διά τί δὲ τοῖς κακοῖς προστίθησι τὰ τῶν ἀγαθῶν ὑποδείγματα; Εἰρήσεται κατὰ τὸν ἁρμό. ζοντα τόπον. Ως προλαβόντες οὖν εἴπομεν, οὐ κατά τὸ σχῆμα τοῦ φαινομένου λόγου καὶ ἡ ἔννοια ἐπιχο λουθεῖ τῶν προκειμένων. Οὐ γὰρ ὑπόκειται ἡ ἀπό δύσις ἡ εἰωθυῖα ταῖς τοιαύταις συντάξεσιν ἕπεσθαι ἀλλ᾽ ἔστιν ἁπλῆ παραδειγματικὴ πίστις, καὶ τῶν δι' ἁμαρτίας κολαζομένων, καὶ τῶν διὰ δικαιοσύνην τιμωμένων. Ως εἰ ἔλεγεν· Οἶδεν ὁ Θεὸς καὶ τοὺς ἐν ἁμαρτίαις ζῶντας ἄνευ φειδοῦς κολάζειν ἀπαραιτήτως, ὡς τοὺς ἁμαρτήσαντας ἀγγέλους, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ, ὡς τὰς Σοδόμων πόλεις· καὶ πά λιν τους δικαιοσύνην εργαζομένους τιμᾶν, ὡς τὸν των,
col. 1269–1270page 8 of 17
PG 125:1269Νῶς, ὡς τὸν Λώτ· καὶ ἔστιν ἡ σύνταξης τοιαύτη Εἰπὼν, ὅτι κολασθήσονται οἱ ψευδοδιδάσκαλοι διὰ τὰς βλασφημίας αὐτῶν, διὰ τὴν ἀσελγῆ βίον αὐτῶν, επιφέρει τὰ παραδείγματα· Ο γὰρ Θεὸς ἀγγέλων, ἁμαρτησάντων οὐκ ἐφείσατο, οὐδὲ ἀρχαίου κόσμου. Καὶ πάλιν τοὺς δικαιοσύνην ἀσκήσαντας ἐπεξηγεῖται, ὅτι καὶ τὸν Νῶς καὶ τὸν Λὼτ διὰ σωφροσύνην ἐφύλαξεν ἀπὸ τοῦ ὀλέθρου τῶν κατ' αὐτοὺς ἀνθρ πων. Ο γὰρ Νῶς οὐκ ἀπήχθη τῇ ἀσεβείᾳ τῶν πρὸ τοῦ κατακλυσμοῦ· καὶ ὁ Λὼτ οὐδὲν ζηλώσας τῆς ἀσελγείας τῶν ἐν Σοδόμοις, ἀλλὰ καὶ τοὺς ἐπιξενων μένους αὐτῷ ἀγγέλους ἐν σχήματι ἀνθρώπων, τοῖς δι' ἀσέλγειαν αὐτοὺς ἐξαιτοῦσιν, οὐ παρέσχε· καίτοι μυρία ὑπὸ τῶν ἐξαιτούντων ἐπηρεασθείς. Τοῦτο γὰρ διὰ τοῦ, ο καταπονούμενον, ο ὑπέφηνεν. Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφεί σατο, ἀλλὰ συραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν τετηρουμένους -ρημέν.]. Καὶ ἀρ χαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ᾽ ὄγδιον Νώε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ κατὰ ἀσεβῶν ἐπάξας· καὶ πόλεις Σοδόμων και Γομόρρας τετρώσας καταστροφή, κατέκρινεν, ὑπόδειγμα μελο λόντων ἀσεβεῖν τεθεικώς· καὶ δίκαιον Λὼτ καταπο ν ύμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγίᾳ ἀναστροφῆς ἐῤῥύσατο. Βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δι καίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν. Ο δε Κύριος εύσε δεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν.» Καὶ τοῦτο δὲ περὶ τοῦ Λὼτ λέγει·. Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ φύεσθαι,» καὶ ἑξῆς. Οὐδὲν δὲ περὶ δικαίων προειπών, εἰ μὴ μόνον περὶ ἀσεβῶν, καὶ τῆς τούτων τιμωρίας, παρενέβαλε καὶ τὰ τούτων παραδείγματα πρῶτον μὲν διὰ τὸ καὶ τὴν Ἱστορίαν ἅμα μεμνῆσθαι, καὶ τῆς τῶν ἀσεβῶν ἀπωλείας, καὶ τῆς τῶν δικαίων σωτηρίας· ἔπειτα δὲ καὶ ἐκ παραθέσεως τούτων, τῶν μὲν ἁμαρτησάντων ἐξαίρων τὸ κακὸν, τῶν δὲ κατορθωσάντων [λαμπρύνων] τὸ κατορθωθέν ἔτι δὲ καὶ τοὺς ἀκροατάς πείθων, τῶν μὲν μισῆσαι διὰ τὰς τιμωρίας τὸ ἀσελγές, τῶν δὲ ἐπισπάσασθαι 3.ὰ τῆς σωτηρίας τὸ κατόρθωμα. Μάλιστα οὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίαις μιασμού πορευομένους, καὶ κυριότητος καταφρονοῦντας.» Εντεῦθεν εὐφυῶς, ἀπὸ τῶν ὑποδειγμάτων τῶν προηγουμένων, εἰς τὴν παροῦσαν ἦλθεν ὑπόθεσιν. Λέγει δὲ περὶ τῶν καταράτων Νικολαΐτῶν, καὶ Ναατηνῶν, καὶ Κερδωνιανών. Πολυώνυμος γὰρ αὐτῶν ἐστιν ἡ κακία, καὶ ὡς [τοῖς μιαροῖς ἔργοις οὕτω καὶ ὀνόμασι] συγκεχυμένη καταλαμβάνεται. Οὗτοι γὰρ, ὡς φθάνομεν ειρηκότες, Βυθὸν ὑποστησάμενοι καὶ Σιγήν τὰ πρωτουργὰ τῆς τοῦ κόσμου γενέσεως, και τινας ἀπὸ τούτων μητέρας καὶ αἰῶνας τερατολογήσαντες, ὡς καὶ Μαρκίων, ἀπὸ τούτων λαβὼν πονηρὰ σπέρματα. Εἶτα Κυριότητας διὰ τού των τῆς τοῦ κόσμου δημιουργίας παρωσάμενοι και
col. 1271–1272page 9 of 17
PG 125:1271ἀκαθαρσίαν. Καὶ εἴ τις περὶ τούτων ἐθέλει μαθεῖν, τὴν Εἰρηναίῳ τοῦ [/. τῷ] Κελτῷ βίβλον περὶ αὐτῶν ἐκπεπονημένην λαβὼν ἐπὶ χεῖρας, τὴν ἐπιγεγραμμένην, «Κατὰ τῆς ψευδωνύμου γνώσεως,» τὰς τού των ἁμαρτίας εὑρήσει, διὰ Μάρκου] μάλιστα τοῦ ἀσελγεστάτου, καὶ τῶν ὑπ' αὐτοῦ διαφθαρεισών γυναικῶν, καὶ τὰς ἄλλας ἀθεμιτουργίας, τὰς παρά τῶν λοιπῶν γενομένας, ὃς οὐδὲ διὰ γραφῆς παρα στῆσαί τις δυνήσεται, ὡς λυμαινόντων καὶ διὰ μνή μης. Οἱ γὰρ ἐκ καταφρονήσεως οὐ δεδοικότες τὴν κυριότητα, τι ἂν πρᾶγμα, εἰ καὶ πρὸς πᾶσαν δόξαν ἀδεῶς διεγένετο; Τρανότερον περὶ τούτων ὁ ἀπόστολος Ιούδας ἐρεῖ ὁ μακάριος, ὅπου καὶ περὶ τοῦ Μωϋ σέως σώματος μνημονεύσει. Αὐτὸς μὲν γὰρ νῦν [μόνον] ὑπέκρουσεν, ἀψάμενος [ὁμοῦ] καὶ καταπαύσας τὸν περὶ τούτου λόγον. Ἐξ ἐκείνου τοίνυν καὶ περὶ τῶν προκειμένων [λαβόντες τὰς ἀφορμάς] λέ γομεν· ο Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες.» Προσυπακουστέον, οἱ εἰσι. Τὸ δὲ, Δόξας οὐ τρέμουσιν, ν ἀντὶ τοῦ, καταφρονητικώς ἔχουσι πᾶσαν δόξαν βλασφημεῖν οὐ δεδίασιν. ἐποψίας, ἐπὶ πᾶσαν ἐχώρησαν ἀδεῶς σαρκικήν Οπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ' αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρί σιν. ο Βουλόμενος αὐτοὺς ἐπισχεῖν τῆς περὶ ταῦτα τόλμης, φησίν· «Οπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσι κατ' αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν,» ταὐτὸ τῷ μακαρίῳ Ἰούδα, ὡς ἔφημεν, λέγων· ἐπεὶ κἀκεῖνος τήν τινων γλωσσαλο γίαν κολάζων, ἀπὸ τοῦ αὐτοῦ παραδείγματος ποιεῖται τὴν νουθεσίαν. Πλατύτερον μέντοι δι' ὧν λέγει Ο δὲ Μιχαὴλ ὁ ἐρχάγγελος,» καὶ ἑξῆς, ο οὐκ ἐτόλμησε κρίσιν ἐξενεγκεῖν βλάσφημον.» Τοιοῦτον οὖν καὶ Πέτρος βούλεται [λέγειν] νῦν, ὅτι οὗτοι οἱ κακοδαίμονες οὐδὲν ἔχουσιν εἰς φειδὴ περὶ τὸ τὰς δόξας βλασφημεῖν, [καίτοι γε οὐδὲ] αὐτοὶ οἱ δυνάμει καὶ ἰσχύϊ μείζονες όντες, δηλονότι τῶν μικρῶν τού των, οὐ φέρουσιν, ἤτοι οὐ προκομίζουσι κατ' αὐτῶν, οἱονεὶ τῶν δοξῶν, βλάσφημον κρίσιν παρὰ Κυρίῳ. Ἐπεὶ γὰρ δόξης τινός μετέχει καὶ ὁ διάβολος, διὰ τὸ ἀρχὴ εἶναι πλάσματος Κυρίου, οὐκ ἤνεγκε ῥῆμα κατ' αὐτοῦ βλάσφημον. Εἰ γὰρ ὁ μᾶλλον ἄξιος βλαστ φημεῖν, τὸν διάβολον λέγων, ὅμως διὰ τὸ δόξης μετέχειν, οὐκ ἔτυχε τούτου παρὰ τοῦ Μιχαὴλ ἐνώπιον Κυρίου· οὐκ ἂν σωφρονήσειεν οἱ προχείρως τὰς δόσ ξας βλασφημοῦντες, πολλῷ τῆς τῶν ἀγγέλων τιμιότητος κατόπιν φερόμενοι. • Δόξας, δὲ τὰς θείας δυνάμεις φησίν, ἢ καὶ τὰς ἐκκλησιαστικὰς ἀρχὰς, ὧν ἀπεναντίας φερόμενοι οὗτοι οἱ βλασφημούντες αὐτὰς διατελοῦσιν. Οὗτοι δὲ ὡς ἄλογα ζώα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντε; ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται· κομιούμενοι
col. 1273–1274page 10 of 17
PG 125:1273μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, ο Τινὲς τοῦτο οὕτως ἐξηγήσαντο· Ὡς ἄλογα ζώα φυσικά γεγεννημένα ἐν τῇ φθορᾷ αὐτῶν κατα φθαρήσονται, τοῦτ᾽ ἔστιν οὐδὲν διενεγκόντες κτηνῶν, & πρὸς μόνην φθοράν γέγονεν. Ὡς ἄλογα δὲ ζῶα φυσικά, ο τοῦτ' ἔστιν, κατ' αἴσθησιν μόνην ζῶντα, οὐ κατὰ νοῦν καὶ τὴν νοεράν ζωήν· διὸ καὶ εὐάλωτοι τῇ κατὰ τὴν φθαρτὴν ζωὴν περιαγωγή, θυμῷ καὶ ἐπιθυμίᾳ ἀγόμενοι καὶ περιφερόμενοι, ο Εν οἷς ἀγνοοῦσιν, ο ήτοι τῇ καθηκούσῃ αὐτῶν ἀγνοίᾳ βλασφημοῦντες, τῇ ἐπαξίως αὐτῶν φθορᾷ καταφθαρήσονται, ο κομιούμενοι μισθὸν ἀδικίας, ο ἂν ἐθελοντὶ ἑαυτοῖς προεξένησαν. «Ηδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν.» Τὸ ὄντως, φησίν, ἐφετὸν, καὶ τὴν ἀληθῆ καὶ ἐπέραστον εὐφροσύνην καὶ ἡδο νὴν, ἐν τῇ καθημέραν τιθέμενοι τοῦ λαιμοῦ ἀπολαύσει. Ιστέον μέντοι, ὡς ἡ θεία Γραφὴ τὰ φυσικῶς ἐνόντα τοῖς ἀνθρώποις, τοῦτ' ἔστι τὰ ὡς ζώοις αὐτοῖς ἐνυπάρχοντα, ἐπ᾽ ἂν διαβάλῃ, πρὸς τὰ ἄλογα ἀφο ομοιοί, ο "Ανθρωπος, φάσκουσα, ἐν τιμῇ ὧν οὐ συν Εχε· [παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς·] καὶ, ο Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος·» και; ο Ιπποι θηλυμανείς [ἐγένοντο] καὶ, ο Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί·, οὐ μεταποιοῦσα τὰς φύσεις φάσκουσα ταῦτα, ἀλλὰ τούτων τὰς φυσικὰς ὁρμὰς μόνον ἐκκλίνειν παρακαλοῦσα. Οταν δὲ σωτήριόν [τι] παραγγέλλῃ, πρὸς τὰ κρείττω τὴν ὁμοιότητα παραπέμπει· ὡς τὸ, ο Γίνεσθε οικτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.» Οὐδὲ ἐνταῦθα τὰς φύσεις μεταποιεῖ, ἀλλ' ὅσον ἡ ἰσχὺς ὑποβάλλεται, τοῦτο ποιεῖν παρακελευομένη. ο Σπίλοι καὶ μώμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ἡμῖν, ὀφθαλμοὺς ἔχοντες μεστούς μοιχαλίδος καὶ ἀκαταπαύστου ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, κατα λιπόντες τὴν εὐθεῖαν ἐδὸν, ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν. Ελεγξιν δὲ ἔσχεν ἰδίας παρα νομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν.» Τὸ ἑξῆς οὕτως· ι Σπίλοι καὶ μώμοι· καρ δίαν γεγυμνασμένην ἔχοντες πλεονεξίας, (τοῦτ' ἔστι διὰ πλεονεξία; γεγυμνασμένην), ο κατάρας τέκνα, συνευωχούμενοι ἡμῖν· ὀφθαλμοὺς ἔχοντες πλήρεις μοιχαλίδας καὶ ἀκαταπαύστου ἁμαρτίας, δελεάζουσι ψυχὰς ἀστηρίκτους· ν ἃς καὶ Παῦλος ἐκάλεσε γυναικάρια σεσωρευμένα ἁμαρτίαις· οἱ δ᾽ αὐτοὶ οὗτοι καταλιπόντες εὐθεῖαν ὁδὸν, ἐπορεύθησαν τῇ ὁδῷ τοῦ Βαλαάμ τοῦ Βοσόρ,» καὶ ἑξῆς. Αἱ φωναὶ αὐτῶν εἰσὶ πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἀφανι ζόμεναι, ο καὶ ἑξῆς. Καὶ τίνος χάριν ε ὁ ζόφος αὐτοῖς ὁ ἀπόκειται ν εἰς. τὴν μέλλοντα αἰῶνα; Διὰ τὴν ὑπέρογκον αὐτῶν ματαιότητα, δι' ἧς δελεάζουσι τοὺς πρὶν ἐν πλάνῃ ἀναστραφέντας, καὶ ὄντως ταύ
col. 1275–1276page 11 of 17
PG 125:1275σαρκὸς, ὡς κύων ἐπὶ τὸ ἴδιον ἐξήραμα ἐπιστρέψαι. Τὰ δὲ μεταξύ, της ματαιότητος τούτων ἐξαγγελτικά καὶ πιστωτικά. Ὁ δὲ νοῦς οὗτος· Οὐδὲν, φησὶν, Έχοντες καθαριότητας εχόμενον, ἀλλ᾽ ὡς σπίλοι ἐν ἱματίῳ καθαρῷ τῇ ἀκραιφνεί πολιτείᾳ ἐπιφυόμενοι. ἐπειδὰν ἀπατήσωσί τινας καὶ δυνηθῶσιν ἀσελγείς ἄνδρας τους συνόντας καὶ γυναῖκας παρασκευάσει, τρυφὴν ἡγοῦνται τὸ πρᾶγμα, ἀποπληροῦντες τὴν ἑαυτῶν ἀσέλγειαν. ᾿Αλλὰ καὶ συνευωχούμενοι ὑμῖν, οὐ δι' ἀγάπην, φησί, καὶ τὸ μεταλαμβάνειν ἀγῶν τοῦτο ποιοῦσιν, ἀλλὰ διὰ τὸ καιρὸν εὑρίσκειν τοῦτον ἐπιτήδειον τῆς πρὸς γυναῖκας ἀπάτης. Οὗτος γὰρ ὀφθαλμοὺς ἔχοντες, οὐδὲν ἄλλο βλέπουσιν, ἢ μοιχα. λίδας· καὶ ἐν τούτῳ ἀκαταπαύστως βλέποντες καὶ την αποφυγόντας, ἐν ἀσελγείαις καὶ ἐν ἐπιθυμία:; ἁμαρτάνοντες, ὡς κατάρας τέκνα, ψυχάς δελεάζου Ο σιν ἀστηρίκτους. Η γὰρ καρδία αὐτῶν πρὸς οὐδὲν ἄλλο, ἢ πρὸς πλεονεξίαν ἐξήσκηται (ήτοι ἀσελγείας. ἢ καὶ κτημάτων, δι᾿ ἄπερ] ἀμφότερα καταλιπόντες τὴν κατευθύνουσαν αὐτοὺς πρὸς σωτηρίαν ἐδὲν. ἐπλανήθησαν ταύτης, ταὐτὸ παθόντες [τῷ] «Βαλαάμ τοῦ Βοσόρ·, ἐπεὶ κἀκεῖνος διὰ δωροδοκίαν καὶ μ σθὸν ἀδικίας ἠγάπησεν. Ἔλεγξιν δὲ ἔσχε τῆς ἰδία; παρανομίας υποζύγιον ἄρωναν, ὃ ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐχώλυσε τὴν τοῦ προφήτου παραφροσύνην. Αφ' οὗ μανθάνομεν ὅτι διὰ τὸ φυσιῶδες αὐ τοῦ πάθος. ὁ Βαλαάμ, ὅπερ διὰ τῆς μανιώδους αὐτοῦ μαγγανείας Στρεφεν, ἅπαξ κωλυθεὶς ὑπὸ τοῦ Θεοῦ, τὸ δεύτερον φιλονείκως πρὸς τὸν Βαλάκ πορευθήναι ήπείγετο· καὶ τῷ φόβῳ τοῦ Θεοῦ πεδηθείς, καὶ τοῖς κατὰ τὴν ἰδὲν δείματι, τὸ ῥῆμα τῆς εὐλογίας οὐ παρεποίησεν· ὅπερ οὐ τῆς μαντείας ἦν. Οἱ γὰρ προ φῆται ἐπιστάμενοι φθέγγονται ἃ φθέγγονται. "Οθεν καὶ προφήτην αὐτὸν ἐκάλεσεν, ὡς ἐπιστάμενον & λέγει. Οὐ γὰρ ἂν ἐν ἐκλογῇ γέγονε τῶν κρειττόνων. ἀγνοῶν & φθέγγεται. Οὐ τῆς μαντείας τοίνυν ἡ εὐλο γία, ἀλλὰ τῆς δυνάμεως τοῦ Θεοῦ. Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τε τήρηται. Υπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν εἰς [ ἐν ] ἐπιθυμίας σαρκός, ἐν ἀσελγείαις, τοὺς ὄντως ἀποφεύγοντας [ ἀποτ γόντας ] τοὺς ἐν πλάνῃ ἀναστρεφομένους. ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς. Ο γάρ τις ήττηται, τούτῳ καὶ δεν δούλωταιΜεταξυλογήσας πολλὰ, ἐν οἷς τὸ τοῦ Βαλαάμ προήγαγεν ὑπόδειγμα, επανέλαβε πάλιν τὴν περὶ τῶν ἀκαθάρτων Γνωστικών λόγον. Καὶ ἀπεικάζει αὐτοὺς ὁ πηγαῖς ἀνύδροις, ο ὡς ἀπολωλεκότας τὸ τοῦ κηρύγματος καθαρὸν καὶ πότιμον ὕδωρ τῆς ζωῆς· ἀλλὰ καὶ νεφέλαις αὐτοὺς παραβάλλει ὑπὸ πνεύματος ἐλαυνομέναις, τοῦ ἐναντίου· διὸ καὶ ι λα λαπα, αὐτὸ ἐκάλεσεν, ὡς συστρέφων [ 1. —φον ] καὶ συνταράσσων [ [.—σσον ] τὸ ἐλαυνόμενον. Οὐκ εἰσὶν οὖν, φησί, νεφέλαι διαυγείς, ὥσπερ οἱ ἅγιοι, ἀλλ' ὁμίχλαι ζόφου μεσταί· καὶ διατί, ἐπήγαγε την αἰτίαν, ὅτι καὶ ὁ ὑπέρογκα ο ἐκ ο ματαιότητος κ

Chapter IIICaput III

col. 1277–1278page 12 of 17
PG 125:1277φθέγγονται, δελεάζοντες διὰ τῆς σαρκικῆς ἐπιθυμίας ἐν ταῖς ἀσελγείαις τοὺς ἀληθῶς ἀποφυγόντας καὶ καθάπαξ τοὺς πρὶν ἐν πλάνῃ ἀναστρεφομένους, εἶτα ὑπὸ Κυρίῳ πραττόμενοι. ᾿Αλλὰ καὶ δοῦλοι, φησὶν, ὄντες αὐτοὶ τῆς προειρημένης ἀκαθαρσίας, ἣν ι καὶ φθορὰν δικαίως καλεῖ, ἐλευθερίαν τοῖς ἀπατωμένοις ἐπαγγέλλονται· διὸ καὶ λογισμὸν ἐπάγει θαυμάσιον, ὅτι δοῦλοι ὄντες τῆς ἁμαρτίας. Ο γάρ τις ήττης ται ο πάθει, ι τούτῳ καὶ δεδούλωται. Αὐτοὶ ἐλευ θερίαν ἄλλοις ἐπαγγέλλονται. Τοῦτο δὲ πλατύτερον διὰ τῶν ἑξῆς γνωσθήσεται. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρείττον γὰρ ἦν αὐτοῖς, μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν, ἐπιστρέψαι εἰς τὰ ὀπίσω ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἐμετὸν, καὶ ὕς λουσαμένη εἰς κύλισμα βορβόρου.» Δύο κατασκευάζει διὰ τῶν προειρημένων, ὅτι καὶ τῷ ἡττῶντι ἀνάγκη τὸν ἡττώμενον δουλεύειν, καὶ ὅτι οἱ μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας πάλιν ἐνεχόμενοι τοῖς προ τέροις, χείροσι τῶν προτέρων περιέπεσον κακοῖς. Τούτοις δὲ καὶ τὴν παροιμίαν ἐπάγει συνήγορον. Ἔστι δὲ ὁ λόγος οὕτως· Εἰ γὰρ ἐπιγνώσει τοῦ Κυ ρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, τούτοις πάλιν ἐμπλακέντες ἡττῶνται αὐτῶν, πάντως που καὶ δουλεύουσιν αὐτ τοῖς, καὶ χεῖρον τῶν πρὸ τῆς ἐπιγνώσεως περὶ τὴν δουλείαν τούτων γεγόνασι, κατασπουδάζοντος αὐτ τοὺς τοῦ Σατανᾶ χείροσι περιενεχθῆναι. Διὸ καὶ ὁ Απόστολός φησιν, ὅτι [ ἐπειδὴ ] τοῦτο ἀπόκειται τοῖς παλινῳδίαν τῶν κακῶν ᾄδουσι, κρεῖττον ἦν αὐτ τοῖς μηδὲ ἐπιγνῶναι, ἢ ἐπιγνόντες [ 1. -τας ] χεί. ροσιν ἁλῶναι, ἐπεὶ καὶ κύων ἐπὶ τὸ ἴδιον ἐξήραμα ἐπιστρέφων, βδελυκτότερος, ὥσπερ ἀμέλει καὶ ὕς ἀποκυλισθῆναι ζητοῦσα, εἰ ] ἐν βορβόρῳ τοῦτο ποιεῖ, ῥυπαρωτέρα τῶν προτέρων ρύπων φαίνεται. ΚΕΦΑΛ. Γ'. Καὶ ἡ καὶ ] ταύτην ἤδη, ἀγαπητοί, δευ τέραν ὑμῖν γράφω ἐπιστολὴν, ἐν οἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ. ὁ Ἐκ τούτου μανθάνομεν δύο τὰς πάσας εἶναι τοῦ Πέτρου Ἐπιστολάς. Τὸ δὲ, ι ἐν αἷς διεγείρω ὑμῖν, ο οὕτως ἐστιν· Ἐν αἷς ἐπιστολαῖς, οἱονεὶ δι' ὧν ἐπιστολῶν ο διεγείρω τὴν ἐν ὑμῖν εἰλικρινή διάνοιαν.» Καθαρᾶς γὰρ διανοίας, τῶν ἤδη ἀκουσθέντων ἢ ἀποτεθέντων σωτηρίων μνησθῆναι, καὶ διεγερθῆναι πρὸς ἐπανάληψιν τῆς τούτων έργα σίας πάσῃ δυνάμει καὶ προθυμία. Απετέθη δὲ διὰ προφητικῶν καὶ ἀποστολικῶν κηρυγμάτων. Διὸ καὶ Παυλός φησιν· «Εποικοδομούμενοι ἐπὶ τῷ θεμελίω
col. 1279–1280page 13 of 17
PG 125:1279» τῶν ἀποστόλων καὶ προφητῶν.» Πάντες γὰρ οὗτοι τὴν τοῦ Κυρίου παρουσίαν κατήγγειλαν· καὶ οὐκ ἔς τιν ἀπιστεῖν τοσούτοις μάρτυσι. Καὶ τί, φησί, λέ γω προφήτας καὶ ἀποστόλους; "Οτι κατήγγειλαν καὶ τὴν πρώτην καὶ τὴν δευτέραν αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν παρουσίαν. Καὶ ἔστιν ἡ σύνταξις 1 οὕτως· Μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, ὑπὸ τῶν ἀποστόλων ὑμῶν ἐν τολῆς, ὑπὸ τῆς ἐντολῆς τοῦ Κυρίου και Σωτῆρος. Κατὰ κοινοῦ γὰρ ἦ, < ὑπό.» Καὶ διὰ τί τὴν μνή μην ταύτην ἀναζωπυρήσαι παρακελεύεται, ἐπάγει, ὅτι οἱ ἐμπαθῶς ζῶντες κατὰ τὰς οἰκείας ἐπιθυμίας, [ ὁρῶντές τινας ] δεδιότας τὴν τοῦ Κυρίου παρουσία, ἣν μετὰ ἄλλων θεοφόρων [ καὶ αὐτὸς ὁ Κύριος ] προ κατήγγειλε, καὶ διὰ ταύτην ἀθετοῦντας [ τὴν ἄσεμνον αὐτῶν βιοτήν, ] καὶ μάλιστα, ὅτι μὴ κατὰ πόδας τῶν λόγων ἡ πεῖρα φθάνει, ἀλλὰ παρατείνεται διὸ τὴν σο τηρίαν τῶν ἐν τῇ βίβλῳ τῶν σωζομένων γραφέντων ἐπιφύονται ἀναιδῶς τοῖς πιστεύουσιν ἐπιτωθάζοντες. Τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμπαίκται, κατὰ τὰς ἰδίας ἐπι θυμίας αὑτῶν πορευόμενοι, καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾿ ἧς γὰρ εἰ πατέρες ἡμῶν ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ' ἀρχῆς κτίσεως. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέα λοντας.» Τῷ μὴ κατὰ πόδας, φησί, τῶν λόγων τὴν πεῖραν τῆς παρουσίας τοῦ Κυρίου ἐπακολουθεῖν διὰ τὴν τῶν πολλῶν σωτηρίαν, τῶν ἀπογραφέντων τῇ βίβλῳ τῶν ζώντων, ἐπιφύονται τοῖς πιστεύουσιν ἐμπαίκται ἐπιτωθάζοντες καὶ λέγοντες: «Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ;: Διὰ μιᾶς του. νυν τῆς μήπω ἀφιγμένης δι᾿ ἂς προείπομεν αἰτίας, οὐ δίκαιον καὶ ταῖς ἄλλαις σωτηριώδεσι τοῦ Κυρίου ἐντολαῖς ἀπειθεῖν, κακούργων γνώμαις ἐκτραχηλι ζομένους. Ταῦτα δὲ οἱ κατ᾽ ἐκείνους τους καιρούς Γνωστικοί, ήτοι Ναασηνοί, καὶ Λαμπετιανοί, καὶ Εὐχῖται ἐληςῴδουν. Ού; πάντας ο λανθάνειν φη σὶν ἑκόντας· › ἐθελοντὶ γὰρ μύουσι πρὸς τὴν ἀλή θειαν. Καὶ τί τὸ λανθάνον αὐτούς; Οτι ὥσπερ ἐν τῷ κατακλυσμῷ ἦσαν οὐρανοί, κατὰ τὴν Μωϋσέως κοσμογένειαν, ἐξ ὕδατος (αὐτὸν γάρ φησι τὸν Θεὸν ἐντείλασθαι ο γενέσθαι στερέωμα ἐν μέσῳ τοῦ ὕδα τος» ), καὶ ἡ γῆ δὲ ὡσαύτως ἐκ τῶν ὑδάτων «ἀν ο εφάνη» τῷ ἐκείνου προστάγματι, ὑποβρύχιος αὐτοῖς πρώην οὖσα, καὶ ὡς ἐξ ὑδάτων συνεστώτων εὐρα νοῦ καὶ γῆς, ὁ κατακλυσμὸς ἐπῆλθεν ἀπροσδοκήτως οὕτω καὶ νῦν διὰ πυρὸς ἀπόκειται τὴν φθορὰν τοῦ παντὸς γενέσθαι, μεθ᾽ οὗ καὶ οἱ ἀσεβεῖς ἀπολοῦνται. Δύο γὰρ ὄντων τῶν συνεκτικωτάτων στοιχείων τοῦ παντὸς, ὕδατος καὶ πυρὸς, ἀφ᾽ ὧν καὶ τὰ δύο στο χεῖα τὴ εἶναι λαμβάνουσιν, ἀήρ μὲν ὁρᾶται ἐξατμιζομένων ὑδάτων, γῆ δὲ συγκρινομένων ὑδάτων, τῆς ἐξατμίσεως ὡς ἐκ πυρὸς καὶ τῆς συγκρίσεως, ούδε νὸς τῶν νοῦν ἐχόντων ἀπιστοῦντος (ταύτην γὰρ δύνα μιν ὑπὸ τοῦ ποιητοῦ Θεοῦ ἡ τοῦ πυρὸς ἔλαχε φύσις) δύο τοίνυν όντων, καὶ πρότερον τῆς τῶν ἀσεβῶν φθο
col. 1281–1282page 14 of 17
PG 125:1281ρᾶς διὰ τῶν ὑδάτων γινομένης [γ. γεν.), ἀνάγκη πᾶσα, φησί, τὴν τῶν ἀσεβῶν φθορὰν διὰ πυρὸς γενέ σύα:. Ότι οὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ ἡ γῆ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ — Εξ ὕδατος ο μὲν, ὡς ἐξ ὑλικοῦ αἰτίου· ι δι᾿ ὕδατος ο δὲ, ὡς διὰ τελικοῦ. Υδωρ γὰρ τὸ συνέχων τὴν γῆν, τὸν χοῦν ἅτε κόλλα συσφίγγων [[.-γγον] αὐτῆς, καὶ ὑπόστασιν παρέχων [[. - χον] αὐτῇ. Εἰ γὰρ μὴ τοῦτο, ἀνάγκη πρὸς χοῦν διαλύεσθαι καὶ ἱεροῦσθαι. Ἐπιφυήσεται δέ τις ἡμῖν ἴσως φλυαρών. Τί δήποτε ὁ Θεὸς τὸν κό σμον τον δρώμενον ὑποστήσας, οὐχὶ ἐξ ἀρχῆς ἕδρασόν εἰργάσατο, ἐξ οὗ καὶ πρὸς τὸ εὐθὲς ἐπανάγεσθαι χρεία, τὸ μὲν ἐπὶ Νῶν διὰ τοῦ κατακλυσμοῦ, ἐν δὲ τῇ συντελείᾳ διὰ πυρὸς, ὡς νῦν φησι Πέτρος; Πρὸς ὃν ἐροῦμεν, ὡς τὸ μὲν ἀμετάβλητον, οὐχ οἷόν τε αὐτὸν σχεῖν. Πῶς γὰρ, ὃς ἐκ μεταβολής είληχε τὸ εἶναι; Εκ γὰρ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι προήχθη· ὅπερ οὐκ ἂν ἔμφρων τις μὴ ἀλλοίωσιν ἐρεῖ. Καὶ ἐπειδὴ ἡ ἀλλοίωσις ἐπὶ τὸ χείριστον προέβη τοῖς χείροσι συμφυρεῖσα, ἀναγκαίως ὁ τούτου δημιουργὸς ἐπὶ τὸ κρεῖττον ἐπανάγων, ἐπὶ μὲν τοῦ Νῶς τὴν κάθαρσιν δι᾽ ὕδατος ἐποιήσατο, ἐν δὲ τῇ συντελείᾳ διὰ πυρὸς. Ἐπὶ ἐπεὶ] καὶ ἡμεῖς εἰώθαμεν τὰς ὕλας ἀναχωνεύειν πυρί, οὐχ ἵνα ἀνυπαρξίαν αὐταῖς δῶμεν, ἀλλ᾽ ἵνα τὸ καθαρὸν καὶ εἰλικρινές χαρισώμεθα· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσῃ. Ωσαύτως δὴ καὶ τὸν Θεὸν διὰ πυ μὸς ἐν τῇ συντελείᾳ ἐπαγγειλάμενος ποιεῖν· τὰ γὰρ περιττά φθείρει, καὶ μηδὲν πρὸς ἀνθρωπίνην σύστασιν συντελοῦντα· οἷον φυτά, κτήνη, χλόην. Ταῦτα οὖν φθαρεῖται τὰ περιττὰ πρὸς τὴν ἄφθαρτον ζωήν. Ἐπεὶ οὖν οὕτω ταῦτα, ματαίως φλυαροῦσιν οἱ τὸν ὁρώμενον τοῦτον κόσμον ζητοῦντες μὴ ἄφθαρτον ἐξ ἀρχῆς γενέσθαι. Εἰ τοῦτο, καὶ ἐπὶ τῆς νοερᾶ; οὐ σιώσεως λογισθῆναι οιηθείη, ἐπεὶ αὐτὴ ἐξ οὐκ ὄν των προήχθη, ἀλλ᾽ οὔπω συνιεὶς ὡς ἡ ἁπλότης ἐκείνη περιποιεῖ τὸ ἀνώλεθρον καὶ τὸ ἐγγὺς τῆς μακαρίας τετάχθαι τῇ ὑπάρξει καὶ θείας φύσ σεως. Δι' ὧν ὁ τότε κόσμος ὕδατι κατακλυθείς σθεὶς] ἀπώλετο.» Διὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς τῆς μὲν τὸ ὕδωρ ἐπικλυσάτης, τοῦ οὐρανοῦ δὲ τοὺς καταῤῥάκτας ἐπαφέντο; τὸ ὕδωρ τῇ γῇ. Τὸ δὲ, • Απώ λετο,» μὴ πρὸς πάντα τὸν κόσμον νόει, ἀλλὰ πρὸς μόνα τὰ ζῶα, ἃ τὸν σύμπαντα κόσμον οίονες ειδοη ποιεῖ. Έρημος γὰρ τούτων γενόμενος οὐδὲ κόσμο; ἂν εἴη. «Οἱ δὲ νῦν οὐρανοὶ, καὶ ἡ γῆ, τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. Τὸ διὰ τοῦ πυρὸς γενέσθαι τὴν τοῦδε τοῦ παντὸς φθοράν, οὐ μόνον Χριστιανοῖς, ἀλλὰ καὶ τοῖς τῶν Ελλήνων σοφοῖς δοκεῖ. 'Αλλ' ἐρεῖ τις· Καὶ τίς ὁ λόγος τοῦ ὑποστῆναι, εἰ δεῖ πάλιν χωρῆσαι εἰς φθη μὰν τὸν κόσμον; Ἐροῦμεν οὖν, ὡς οὐ παντελῶς ὁ κόσμος εἰς φθορὰν χωρήσει, ἀλλὰ πρὸς ἀνακαινισμὸν· Διὸ καὶ ὁ Προφήτης φησι· «Καὶ ἀνακαινιεῖς
col. 1283–1284page 15 of 17
PG 125:1283στᾶσα ἡ αἰσθητή κτίσις, καλή· διὰ δὲ τὴν τοῦ ἀν θρώπου παράβασιν, καὶ αὐτὴ ἡ κτίσις τῇ ματαιότητι ὑπετάγη, τοῦτ' ἔστι τῷ μὴ βέβαιον ἔχειν τὸ εἶναι εἶτα διὰ τοῦ κατακλυσμού, μικρῶν ἐπὶ τῆς γῆς δν των τῶν θεοσεβῶν ἀνθρώπων, καὶ οἷον δευτέρου ἀνακαινισμοῦ, ἀρχὴν τοῦ κόσμου λαβόντος, διὰ τοῦ Νώε, καὶ τῶν ἐν τῇ κιβωτῷ ζώων διαφυλαχθέντων εἰς τὸ πάλιν συστῆναι σπέρμα τῷ κόσμῳ, ὅμως οὐδὲ τότε τῆς τῶν ἀνθρώπων προτερησάσης φύσεως, ἀλλ' ἐπὶ χείροσι τῶν προτέρων ἀποῤῥευσάσης· [ὧν νόμος ὁ διὰ Μωϋσέως ἀπέστρεψεν, οὐχ ἡ τοῦ Κυ ρίου παρουσία ] ἔπεὶ οὖν πολύτροπος μὲν ἡ πρὸς τὴν σωτηρίαν κλήσις, πολυσχεδὴς δὲ ἡ ἐξ ἀπειθείας ἀπώλεια, διὰ τοῦτο ἀναγκαῖος ἔσται ὁ τοῦ πυρὸς τὸ πρόσωπον τῆς γῆς. Ωσπερ γὰρ ὑπὸ Θεοῦ ὑπου κατακλυσμός, φθορὰ μὲν, εἰ καὶ μὴ παντελής χῶν γὰρ οὔ, ἀλλ' οὐδὲ σωμάτων· «Πάντας γὰρ δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, οὐχ γυμνοί σωμάτων, ψυχαῖς μόναι, ἀλλὰ μετὰ σωμά των ἀφθάρτων. Πῶς γὰρ ἂν ἡ ψυχὴ κολασθείη γυ μνή σώματος, κομιουμένη τὰ διὰ τοῦ σώματος αὐτῇ πεπραγμένα; Οὐ γὰρ δικαίου κριτού, δύο πλημμελησάντων κατὰ ταὐτὸν, τὸν ἕνα ἀφεῖναι, πρὸς δὲ τὸν ἕτερον τὸ πᾶν τοῦ ἐγκλήματος ἐπιφέρειν. "Αλ λως τε δὲ, ὅτι καὶ πυρὶ ειώθαμεν τὰς μὴ καθαρά τῶν ὑλῶν καθαίρειν, καὶ πρὸς τὸ εἰλικρινὲς ἀποκ ιστᾷν. Τὸ δὲ, ο τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας,» οὕτω κατὰ κοινοῦ τὸ, εἰς ἡμέραν, ο ληπτέον, τοῦτ' ἔστιν, εἰς ἡμέραν κρίσεως, καὶ εἰς ἡμέραν ὁ ἀπωλείας.» — «Κρίσεω;» δὲ, ἀντὶ τοῦ, κατακρίσεως. Εν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια έτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. Οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινα ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρήσαι.» Συμπερανάμενο; τὴν περὶ τῆς συντελείας λόγον, ὅτι ἔσται, καὶ ἐξ ἀνάγκης, καὶ ἐκ πυρὸ; (ἃ πάντα καὶ ἡμεῖς διεξοδικώτερον διεξήλθομεν), μεταβέβηκεν ἐπὶ τὴν παρά τασιν τοῦ χρόνου τῆς τοῦ κόσμου συντελείας, καί φησιν, ὅτι ὁ Οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινές βραδυτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεί, ο τὴν σωτηρίαν ὑμῶν ἐκδεχόμενος, καὶ τὸ τῶν σωθη σομένων πλήρωμα. Ατε δὴ ἀπείρῳ ὄντι αὐτῷ, οὐ δὲν αὐτῷ παρατεταμένον, ἀλλὰ καὶ τὰ χίλια ἔτη ὡς μία ἡμέρα παρ' αὐτῷ· μᾶλλον δὲ, κατὰ τὸν Δαβίδ, οὐδὲ τὸ [πολλοστὸν ἡμέρας (φησὶ γὰρ οὕτως Ότι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί· ο δια τῆς φυλακῆς τὸ βραχύτατον δηλῶν),] φυλακῇ νυ κτὸς ἀπεικάσαντα τὰ χίλια ἔτη. Η νὺξ δὲ εἰς τέσ σαρα μερίζεται διαστήματα, εἴ γε καὶ ὁ Κύριος ι τετάρτη φυλακῇ τῆς νυκτὸς» τοῖς ἱεροῖς ἀποσ λοις επαρίσταται, ὥς φησι τὸ Εὐαγγέλιον. Σιν, 25.
col. 1285–1286page 16 of 17
PG 125:1285Ηξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης εν νυκτί, 10.12. ‹ ἐν ᾗ οἱ οὐρανοὶ ἐοιζηδόν παρελεύσονται, στοιχεία καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ Έργα κατακαήσεται. Τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς 400 καὶ εὐσεβείαις, προσδοκώντας και σπεύδοντας την παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾿ ἣν οὐρανοὶ πυ ρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τα κήσονται Τὸ ἄδηλον τῆς τοῦ Κυρίου παρουσίας καὶ τὸ ἀπροσδόκητον διὰ τῆς τοῦ ι κλέπτου» ἐπελεύ. σεως καὶ τῆς «νυκτὸς ἡ ἐδήλωσε· διὰ μὲν τῆς «γυ-» κτός, ο τὸ ἄδηλον· διὰ δὲ τοῦ κλέπτουν τὸ ἀπροσδόκη τον οὐδεὶς γὰρ κλέπτην προσδοκῶν κλαπήσεται. Διὸ καὶ ὁ Κύριός φησιν, ὅτι ο Ὥσπερ ἐν ταῖς ἡμέραις:. τοῦ Νῶς ἦσαν οἱ ἄνθρωποι, εὐθυμούμενοι πάτοις καὶ γάμοις, ο ἕως ὁ κατακλυσμὸς αὐτοῖς ἐπέστη· τοὕτω ",» καὶ ἡ τοῦ Κυρίου παρουσία» ἀπροσδοκήτως ἐπελεύσεται τοῖς ἀσεβέσι. ι Ροιζηδὲν, δὲ τὸ μετ' ἤχου σημαίνει· ίδιος δὲ ὁ τοιοῦτος ἦχος ἐπὶ τῶν ὑπὸ τα βοιζηδόν το πυρὸς βοσκομένων. Σκόπει δὲ ὅτι γῆν εἶπε καὶ τὰ ὑπ' αὐτὴν ἔργα κατακαήσεσθαι, ἀλλ᾽ οὐχὶ ἀν θρώπους, εἰ μὴ μόνην ἀπώλειαν ἐπὶ τῶν ἀσεβῶν εἶπεν, ἤτοι τῶν ἀποδημάτων αὐτῶν. Οδὸς γὰρ ἀσεβῶν ἀπολεῖται, ν ἀλλ' οὐχὶ καὶ ὁ ἀσεβής. Καινού; δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκώμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. Δι, ἀγαπητοί, ταῦτα προσδοκώντες, σπου δάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε. ι — 4 Καινούς οὐρανοὺς» ὁ Κύ ριος ο καὶ καινὴν γῆν ν ὑποστήσεται, οὐ τῇ ὑπάρξει καὶ ὕλῃ· οὐ γὰρ συμπηγνύς [νέαν] οἰκίαν, ἤδη καὶ ἐκ μὴ προϋπαρξάσης ὕλης τοῦτο ποιεῖ. Καὶ ὁ Θεὸς οὖν ἅπαξ ὑποστήσας τὴν ὕλην καὶ διαμορφώσας παντοίοις είδεσι καὶ συγκρίματι, τὸ μὲν ὅσον προς τὴν τότε χρείαν ἀναγκαῖον, πρὸς δὲ τὴν μετὰ ταῦτα ἄφθαρτον, ἀλυσιτελές τε καὶ περιττίν, ἀποπέμπεται εἴ τι δὲ λυσιτελοῦν, ἀναμορφώσας ἀφθάρτῳ κάλλει καὶ ἀμηχάνῳ, τὸν δεύτερον καὶ ἄφθαρτον συμπληροῦν κόσμον ἐξ. Καί ω; καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν, ὡς καὶ ἐν πασαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖ; περὶ τού των, ἐν αἷς ἐν οἷ;] ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς Γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. Ὑμεῖς οὖν, αγαπητοί, προγινώσκοντες φυλάσσεσθε· ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμού. Αυξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός. Τα ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. Αμήν.» Καὶ τοῦτο Παῦλος εἴρηκε, δι' ὧν ἔφη Τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει.» χχιν, Εἰ δὲ
col. 1287–1288page 17 of 17
Ordo Rerum
PG 125:1287εἰς μετάνοιαν ἡ τοῦ Θεοῦ μακροθυμία ἄγει, σωτής ριος δὲ ὑμῖν [. ἡμ.] ἡ μετάνοια· πάντως ἐπὶ συμ φέροντι ἡμῶν, καὶ εἰς σωτηρίαν, ἡ τοῦ Θεοῦ μα κροθυμία, ο Δυσνόητα ο δὲ λέγει, ἃ καὶ ὑπὸ τῶν ἀσεβῶν φησιν ἐνδιαστρόφως ἐξαγγέλλεσθαι. Τοῦτο γὰρ τὸ «στρεβλοῦσθαι» σημαίνει· καὶ ἵνα ἐξ ἑνὸς τούτων παραστήσωμεν τὸ πᾶν, οὕτω τοῦ θείου Παύ λου ειρηκότος· ο (που επλεόνασεν ἡ ἁμαρτία, ύπερεπερίσσευσεν ἡ χάρις· ι αὐτοὶ διαστρέφοντες εἶπον, ὅτι τοῦτό φησιν ὁ Παῦλος· Αμαρτήσομεν [. - τήτωμ.] πλέον, ἵνα πλέον συγχωρηθώμεν. Τοῦτο δὲ ποιοῦσιν ἐπ' ἀπωλείᾳ ἑαυτῶν. Ὡς γὰρ οἱ τούς προφήτας ἀποκτείναντες καὶ τοὺς ἀποστόλους, οὕτω καὶ τοὺς λόγους αὐτῶν διὰ τῆς διαστροφῆς ἀναι ροῦντες, τῷ αὐτῷ ὑπόκεινται κρίματι. Ἐπεὶ κἀκε! νους ἀπέκτειναν ἀποπαύοντες αὐτοὺς τοῦ μὴ [τους] τὰ σωτήρια ὑπ' αὐτῶν [μαθητευομένους] ὠφελεῖσθαι, καὶ τοὺς λόγους ὁμοίως στρεβλοῦσι, τοῦ μή τινας δι' αὐτῶν δράττεσθαι σωτηρίας. Ιδιον δὲ στηριγμὸν φησι τὴν εἰς τὸν Κύριον πίστιν. Ωσπερ δὲ ἐν τῇ ἄλλῃ Επιστολῇ εἰς εὐχὴν ἀποτελευτᾷ, οὕτω καὶ ἐν ταύτῃ, τὴν ἐν τῇ πίστει τοῦ Κυρίου αὔξησιν αὐτοῖς ἐπευχόμενος. Τέλος τῆς δευτέρας Επιστολῆς τοῦ ἁγίου ἀπο στόλου Πέτρου· στίχων ρνδ'.
Page scan enlarged

Notebook

Full View