PG 127Nicephorus III Botaneiates
Nicephorus Botaniates
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
Aurea Bulla
PG 127:1481ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΟΤΑΝΕΙΑ ΤΟΥ. ΧΡΥΣΟΒΟΥΛΛΟΝ Επιχυροῦν τὰς συνοδικὰς ἀποφάσεις, τὰς περὶ τῶν ἀθεμίτων γάμων, καὶ τῆς μνηστείας γεγενημένας ἐπὶ Ἰωάννου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου του Ξιφιλίνου, οὗ μετὰ θάνατον ἐπείρα δεύθη τῇ Ἐκκλησίᾳ ὁ ὑποτεταγμένος χρυσόβουλλος λόγος. ΧΙΧ, Τὸ ταῖς μεγίσταις τῶν διοικήσεων Θεὸν ἀεὶ συνέρχεσθαι, λόγος θεῖος καὶ σοφὸς ἐπεκράτυνε καὶ οὕτω διεξάγεσθαι τὰ μείζονα τῶν πραττομένων, οἴδαμεν ἅπαντες, καὶ οὐκ ἀμφιβάλλομεν, Εἰ δὲ τῶν μεγίστων ἔργων τῶν ἐκ Θεοῦ, καὶ ἡ τῶν ἀνθρώπων ἐστὶ ζωὴ, καὶ ἡ ἐκ τούτων παιδογόνησις καὶ εἰ; τὸν βίον ἐπαύξησις οἰκονομία γίνεται τῇ ἐξ αὐτοῦ πολλῷ μᾶλλον ἐκ τῆς τούτου κηδεμονίας καὶ προσ τάξεως γνωρίζεται ὁ γάμος, ὁ τοῖς νόμοις θεμιτός καὶ μὴ ἐκ Θεοῦ χωριζόμενος· ὥσπερ ἄραγε ἀλλό τριός ἐστι καὶ ἐθνικὸς, ὁ τῆς αὐτοῦ προστάξεως ἀλλοτριούμενός τε καὶ διαιρούμενος. Εἰ γὰρ αὐτὸς ῥητῶς οὐτωσὶ διετράνωσέ τε καὶ ἐξεφώνησε, τοὺς ἐκ Θεοῦ συνηνωμένους παρὰ ἀνθρώπων μὴ χωρίς ζεσθαι, καθά φησιν ἡ εὐαγγελικὴ καὶ θεία φωνή, τις ἂν ἀπιστήσεις μή κατά βούλησιν αὐτοῦ χω λύεσθαι τὰ ἀθέμιτα, προβαίνειν δὲ κατὰ τὴν ψῆφον κατὰ [ψῆφον αὐτοῦ τὰ κατά] τοὺς θείους καὶ κλησιαστικούς κανόνας συνηνωμένα [συναινούμενα] καὶ μὴ κωλυόμενα; Η εἴ τις ἀπαυθαδιάσαιτο πρός τὰ ἐκ τῆς τῶν θείων νόμων καὶ συνοδικῶν οἰκονομίας καὶ κελεύσεως ἀρίστης οικονομούμενα, οὐκ αντικρύς ἐστιν ἀντίστασις Θεοῦ καὶ ἀπόστασις τὸ πραττόμενον, ἀλλὰ μὴ οὕτω τις μανείη, καὶ τῶν οἰκείων ἐκσταίη φρενῶν, ὡς ἐμπεσεῖν εἰς χεῖρας μείζονος καὶ ἀπαραιτήτου κριτοῦ, ἐκ τῆς ἀντινομίας τοῦ καλοῦ, καὶ πρὸς τὸ χεῖρον μεταφορᾶς. Ἐπεὶ γοῦν ἅπαντας ὁ θεῖος νόμος καὶ συνοδικὸς καταναγκάζει καὶ μὴ βουλομένους μεταφέρεσθαι πρὸς τὰ κρείτο τονα, ὡς ἂν μὴ τῆς συνόδου τῆς θείας ψήφου έξο στρακίζοιντο, πολλῷ γε μᾶλλον ἄξιόν ἐστι μετὰ τῆς ψηφοφορίας τῆς συνοδικῆς καὶ ἀρχιερατικῆς καὶ τὸν
Continue reading PG 127: Nicetas Seidus →≣ entire volume
Page scan enlarged

Notebook

Full View