PG 129Euthymius Zigabeno
Commentary on John
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) — PG column chips mark the printed columns.

Exposition on JohnExpositio in Joannem

Chapter ICaput Primum

Chapter IICaput II

Chapter IIICaput III

Chapter IVCaput IV

Chapter VCaput V

Chapter VICaput VI

Chapter VIICaput VII

Chapter VIIICaput VIII

Chapter IXCaput IX

Chapter XCaput X

Chapter XICaput XI

Chapter XIICaput XII

Chapter XIIICaput XIII

Chapter XIVCaput XIV

Chapter XVCaput XV

Chapter XVICaput XVI

Chapter XVIICaput XVII

Chapter XVIIICaput XVIII

Chapter XIXCaput XIX

Chapter XXCaput XX

Chapter XXICaput XXI

col. 1105–1106page 1 of 199
PG 129:1105Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. ια'. Περὶ τοῦ Λαζάρου. ιβ'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
col. 1107–1108page 2 of 199
PG 129:1107ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΥ. Τίς μὲν ἦν Ἰωάννης ὁ εὐαγγελιστής ἐμάθομεν ἀπὸ τῶν προλαβόντων εὐαγγελιστῶν, ὅτι ἀδελφὸς Ἰακώβου, υἱὸς Ζεβεδαίου, κώμης Βηθσαϊδά, χώρας Γαλιλαίας, τὴν τέχνην ἁλιεύς. Οὔτε δὲ πρότερον, οὔτε μὴν ὕστερον γράμματα μεμάθηκεν, ἀλλὰ παντελῶς ἰδιώτης ἦν. Πλὴν ὁ τοιοῦτος ἴδωμεν ὁποῖος γέγονε μαθητευθεὶς τῷ Χριστῷ. Ἀναπεσὼν γὰρ ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος τῆς Σοφίας εἵλκυσε γνῶσιν, οἵαν οὐδεὶς ἕτερος ἐκληρώσατο. Καὶ ὄντως ἐβρόντησεν ἐξ οὐρανοῦ, καὶ ἀνέκραγεν ἐκ τῶν ταμείων τοῦ Πνεύματος, οὐχ ὡς μέγα βοῶν, ἀλλ' ὡς περὶ μεγάλων βοῶν, καὶ κινῶν τὴν γλῶτταν μετὰ τοῦ πνεύματος.
Οὗτος οὖν, ἐντυχὼν τοῖς τῶν ἄλλων Εὐαγγελίοις, προσενεχθεῖσιν αὐτῷ παρά τινων πιστῶν, καὶ ἰδὼν, ὅτι καὶ οἱ τρεῖς τῷ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἐνδιέτριψαν μάλιστα λόγῳ, καὶ λοιπὸν ἔμελλον ἀποσιωπηθῆναι τὰ περὶ τῆς θεότητος αὐτοῦ δόγματα· ἐκεῖνα μὲν τὰ Εὐαγγέλια καὶ ἐθαύμασε, καὶ ἐπήνεσε, καὶ πολλὴν αὐτοῖς ἀλήθειαν καὶ ἀξιοπιστίαν προσεμαρτύρησεν· αὐτὸς δὲ, τοῦ Χριστοῦ κινήσαντος αὐτόν, ἦλθεν ἐπὶ τὸ παρὸν σύγγραμμα, καὶ διηγεῖται μὲν καί τινα τῶν τοῖς ἄλλοις ἱστορηθέντων, ἵνα μὴ ἀπερρηγμένον δοκῇ τῶν Εὐαγγελίων ἐκείνων τὸ ἑαυτοῦ Εὐαγγέλιον·
μάλιστα δὲ φροντίζει τῶν παραλελειμμένων ἐκείνοις, καὶ πλέον τῶν ἄλλων τῆς θεολογικῆς τοῦ Σωτῆρος διδασκαλίας, ὡς ἀναγκαιοτάτης διὰ τὰς μελλούσας αἱρέσεις. Ἐκεῖνοι μὲν γὰρ ταύτην παρῆκαν διὰ τὴν τῶν ἀκροατῶν ἀσθένειαν, οὔπω τοῦ κηρύγματος βεβαιωθέντος· οὗτος δὲ, τῆς πίστεως αὐξηθείσης ἤδη, καὶ τῶν πιστῶν συνετωτέρων γενομένων, ἐνέταξεν αὐτήν, προσθεὶς καὶ ἕτερα κεφάλαια παρασιωπηθέντα τοῖς πρὸ αὐτοῦ. Συνεγράψατο δὲ τὸ παρὸν Εὐαγγέλιον μετὰ τὴν ἅλωσιν Ἱεροσολύμων πολλοῖς ὕστερον ἔτεσιν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τὸ τῆς ἀρχῆς ὄνομα πολυσήμαντόν ἐστιν· ἰδιοτρόπως δὲ νῦν σημαίνει τὸ
col. 1109–1110page 3 of 199
PG 129:1109ἀεί. Ταύτῃ δὲ τῇ ἀρχῇ συζευχθὲν τὸ ἦν ἀνεννόητον αὐτὴν παντελῶς ἐποίησεν. Ὅπου γὰρ ἀναγάγῃς τὸν νοῦν, προαπαντᾷ τὸ ἦν, καὶ πανταχοῦ προτρέχον, οὐκ ἐᾷ σου τὴν ἔννοιαν εὑρεῖν τινα στάσιν. Καὶ ἐπὶ μὲν τῶν κτιστῶν τὸ ἦν τὸν παρεληλυθότα χρόνον δηλοῖ· ἐπὶ δὲ τῆς ἀκτίστου Τριάδος τὸ ἀεὶ καὶ τοῦτο σημαίνει. Καὶ ἐπὶ μὲν τῆς νοητῆς καὶ τῆς αἰσθητῆς κτίσεως ἐπ᾽ οὐδενὸς ἐνδέχεται μηθῆναι τὸ Ἐν ἀρχῇ ἦν· πάντα γὰρ ὕστερον ἐγένοντο· ἐπὶ μόνης δὲ τῆς μακαρίας Τριάδος ἁρμόζει τοῦτο· μόνη γάρ ἐστιν ἀγένητος εἴτουν ἄκτιστος. Ὁμοίως δὲ καὶ τὸ ὄνομα τοῦ Λόγου, πολυσήμαντόν ἐστιν· ἰδιοτρόπως δὲ νῦν σημαίνει τὸν Υἱὸν τοῦ Θεοῦ.
Λέγεται γὰρ Λόγος, ὡς ὁ Θεολόγος λέγει Γρηγόριος, ὅτι οὕτως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς καὶ τὸ ἐξαγγελτικόν. Πάντα γάρ, φησίν, ὅσα ἤκουσα παρὰ τοῦ Πατρός, ἀνήγγειλα ὑμῖν. Τάχα δ᾽ ἂν εἴποι τις ὅτι καὶ ὡς ὅρος πρὸς τὸ ὁριζόμενον, ἐπειδὴ καὶ τοῦτο λέγεται λόγος. Ὁ γὰρ νενοηκώς, φησὶ, τὸν Υἱὸν (τοῦτο γὰρ ἐστι τὸ ἑωρακώς) νενόηκε τὸν Πατέρα. Καὶ σύντομος ἀπόδειξις καὶ βαδία τῆς τοῦ Πατρὸς φύσεως, ὁ Υἱός. Γέννημα γὰρ ἅπαν, τοῦ γεγεννηκότος σιωπῶν λόγος. Εἰπὼν δὲ ὁ εὐαγγελιστής, ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἔδειξεν ὅτι ἀεὶ ἦν, καὶ οὐκ ἦν τις χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν οὗτος. Αὐτὸς γάρ ἐστι ποιητὴς καὶ τῶν χρόνων, καὶ τῶν αἰώνων.
Διατί δὲ οὐκ εἶπεν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Υἱός; Ἵνα μὴ ὑπόληψις παρεμπέσῃ χρονικῆς τε καὶ ἐμπαθοῦς γεννήσεως. Διὰ τοῦτο γὰρ Λόγον αὐτὸν ὀνομάσας, καὶ διδάξας ἐντεῦθεν τὸ ἄχρονόν τε καὶ ἀπαθὲς τῆς ὑπερφυοῦς γεννήσεως αὐτοῦ, καὶ προανελὼν τὰς ἀπρεπεῖς περὶ αὐτῆς ὑπολήψεις, λοιπὸν προϊὼν καὶ Υἱὸν αὐτὸν ἀνυποστόλως καλεῖ. Βουλόμενος δὲ δεῖξαι, αὐτὸν μὴ μόνον ἀεὶ ὄντα ἤγουν ἀΐδιον, ἀλλὰ καὶ ἀχώριστον τοῦ Πατρὸς καὶ συναΐδιον, φησί· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Οὐκ εἶπεν, ὅτι ἦν ἐν τόπῳ, οὐ περιέχεται γὰρ τόπῳ ὁ ἀπερίγραπτος· οὐδὲ ὅτι ἐν τῷ Θεῷ, ἵνα μὴ ἐκ προοιμίων εὐθὺς σύγχυσις τῶν προσώπων ἐπινοηθείη·
ἀλλ᾽ ὅτι πρὸς τὸν Θεόν, ἤγουν παρὰ τῷ Πατρὶ, ἵνα τε παραστήσῃ τὸ ἰδιάζον τῶν ὑποστάσεων, καὶ ὅτι ἀχώριστοι Πατὴρ καὶ Υἱός· δῆλον δὲ πάντως ὅτι καὶ Πνεῦμα τὸ ἅγιον· ἐν ἀρχῇ γὰρ ἦν ἡ Τριάς, καὶ ὁμοῦ ἦν ἡ Τριάς.
col. 1111–1112page 4 of 199
PG 129:1111Καὶ Θεὸς ἦν ὁ Λόγος. Χρησάμενος τῷ ὀνόματι τοῦ λόγου πρὸς διδασκαλίαν τοῦ ἀχρόνου καὶ ἀπαθοῦς τῆς ὑπερφυοῦς γεννήσεως, λοιπὸν θεραπεύει τὴν ὑφέρπουσαν τῷ ὀνόματι βλάβην, ἵνα μὴ βλασφημήσῃ τις, οἰόμενος ὅτι λόγος ἐστὶν οἷος ὁ ἡμέτερος, ἐνδιάθετος ἢ προφορικός· οὐ γάρ ἐστι τοιοῦτος, ἀλλ᾽ ἐνυπόστατος, τῆς αὐτῆς τῷ Πατρὶ φύσεως καὶ ἀξίας. Οὗτος—Θεόν. Εἰπὼν ὅτι ἀεὶ ἦν, καὶ ὅτι ἀχώριστος τοῦ Πατρὸς ἦν, καὶ ὅτι Θεὸς ἦν, ἀνεκεφαλαιώσατο συντόμως ὁμοῦ καὶ θαυμασίως, ἣν ἐξέθετο περὶ τούτου θεολογίαν, σύνοψιν ἡμῖν θεολογίας περὶ τοῦ Υἱοῦ παρασχόμενος. Πρὸς δὲ τοὺς λέγοντας ὅτι Πᾶς υἱὸς ὕστερός ἐστι τοῦ πατρὸς, ἐροῦμεν ὅτι Πᾶς υἱὸς εἰπόντες, λελύκατε τὸ ζητούμενον.
Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐκ ἔστι τοιοῦτος οἷος πᾶς υἱὸς, ἀλλ᾽ ὄντως ὑπερφυής. Ἔτι δὲ πρὸς τοὺς φιλονεικοῦντας, ὅτι Τὸ ἔκ τινος ἀνάγκη πάντως εἶναι ὕστερον τοῦ ἐξ οὗ ἐστιν, ἀπολογητέον ὅτι καὶ μὴν τὸ ἀπαύγασμα τοῦ ἡλίου, ἐξ αὐτοῦ ὄν, οὐκ ἔστιν ὕστερον αὐτοῦ· οὐδέποτε γὰρ ἥλιος ἐφάνη χωρὶς ἀπαυγάσματος. Εἰ δ᾽ ἐπὶ τῶν αἰσθητῶν τοῦτο, τί ἄν τις εἴποι περὶ τῶν ὑπὲρ λόγον; Ἐπεὶ δὲ Θεὸν αὐτὸν ἀνεκήρυξε, δίδωσιν αὐτῷ καὶ τὸ γνώρισμα τῆς θεότητος, λέγω δὴ τὸ δημιουργικόν· Θεοὶ γὰρ, φησίν, οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· ἵνα μὴ νομισθείη τοῦ Πατρὸς ἐλάττων. Πάντα γέγονεν.
Εἰρηκὼς ὅτι Πάντα δι᾽ αὐτοῦ ἐγένετο, ἵνα μὴ δόξῃ περὶ μόνων λέγειν τῶν αἰσθητῶν, ἐπήγαγεν ὅτι καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε, τουτέστιν οὐδὲν τῶν γενομένων, κἂν αἰσθητόν εἴη, κἂν νοητόν. Ὑπεξήρηται δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο γὰρ οὐ γέγονεν ἵνα καὶ συμπαραληφθείη, ἀλλ᾽ ἀγένητόν ἐστιν, ἤτοι ἄκτιστον, ὥσπερ καὶ ὁ Υἱὸς καὶ ὁ Πατήρ. Μόνη γὰρ ἡ θεία Τριὰς ἀγένητος, ἤγουν ἄκτιστος. Ἀποδείξας δὲ τὸν Υἱὸν δημιουργὸν πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως, οὐκ ἐξέβαλε τὸν Πατέρα τοῦ δημιουργικοῦ ἀξιώματος, ἀλλὰ μόνον ἐδίδαξεν ὅτι καὶ ὁ Υἱὸς δημιουργός ἐστιν, ὥσπερ ὁ Πατήρ· κοινὸν γὰρ τοῦτο τῶν τριῶν, ἐπεὶ τοῦτο γνώρισμά ἐστι θεότητος, ὡς προείρηται.
Διὸ καὶ παρὰ τῇ θείᾳ Γραφῇ ποτὲ μὲν τὸ δημιουργικὸν ἐπὶ τοῦ Πατρὸς λέγεται, ποτὲ δὲ ἐπὶ τοῦ Υἱοῦ, ποτὲ δὲ ἐπὶ τοῦ ἁγίου Πνεύματος· οἷα τοῦ μὲν Πατρὸς εὐδοκοῦντος, τοῦ δὲ Υἱοῦ ἐνερ
col. 1113–1114page 5 of 199
PG 129:1113τοῦντος, τοῦ δὲ ἁγίου Πνεύματος συνεργούντος. Φησὶ γὰρ καὶ ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Τινὲς δὲ λῆροι τὸ Δι' αὐτοῦ, πρὸς ἐλάττωσιν τοῦ Υἱοῦ νενοήκασιν, οὐ δημιουργίας, ἀλλ' ὑπουργίας ἐμφαντικόν τοῦτο φήσαντες εἶναι. Οὐκ ᾔδεισαν δὲ ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς ἀδιαφόρως τοῦτο τάττεται. Φησὶ γὰρ ὁ Ἀπόστολος· Πιστὸς ὁ Θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Ἵνα δὲ μηδεὶς ἀπιστήσῃ, πῶς τοσαῦτα καὶ τοιαῦτα δι' αὐτοῦ ἐγένετο, φησίν· Ἐν αὐτῷ ζωὴ ἦν. Δι' ἧς οὐ μόνον αὐτὰ παρήγαγεν, ἀλλὰ καὶ συντηρεῖ εἰς τὸ διαμένειν. Ὅπερ γὰρ περὶ τοῦ Πατρὸς εἴρηται, τοῦτο καὶ περὶ τούτου ῥηθήσεται, ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.
Ὅταν δὲ ἀκούσῃς ὅτι ἐν αὐτῷ ζωὴ ἦν, μὴ σύνθετον αὐτὸν ὑπολάβῃς, ἀλλὰ πηγὴν ζωῆς· αὐτίκα γὰρ καὶ ὅλον αὐτὸν ζωὴν ὀνομάζει, λέγων· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ ἀλλαχοῦ δέ φησι φανερῶς αὐτὸς ὁ Χριστός· Ἐγώ εἰμι ἡ ζωή. Οἱ πνευματομάχοι δὲ μετὰ τὸ, Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, στίζουσι τελείαν· εἶτα τὸ ἑξῆς οὕτως ἀναγινώσκουσιν· Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν· ἵνα γενητὸν δείξωσι τὸ Πνεῦμα τὸ ἅγιον· περὶ τούτου γάρ φασι λέγειν τὸ τοιοῦτον ῥητόν. Ἐλέγχονται δὲ ταχέως, πρῶτον μὲν ὅτι τὸ Ὃ γέγονεν, ἀπολύτως κείμενον, πᾶν ὃ γέγονε δηλοῖ· ἔπειτα δὲ ὅτι ἡ ζωὴ αὕτη καὶ φῶς εὑρίσκεται· ἐπάγει γὰρ ὅτι καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· εἶτα μετὰ μικρόν, περὶ τοῦ Ἰωάννου λέγων, φησίν·
Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Δῆλον δὲ ὅτι ὁ Ἰωάννης οὐ περὶ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ περὶ τοῦ Υἱοῦ μεμαρτύρηκεν, ὡς προϊόντες εὑρήσομεν. Καὶ — ἀνθρώπων. Καὶ αὐτὸς ὁ Υἱὸς ἦν τὸ φῶς τῶν ἀνθρώπων, ὡς φωτίζων τὸν νοῦν αὐτῶν, καὶ ὁδηγῶν ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν. Ὅτι δὲ αὐτὸν τὸν Υἱὸν ὠνόμασε καὶ φῶς, αὐτὸς ὁ Υἱὸς ἀλλαχοῦ φησιν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὥστε ὁ αὐτὸς λέγεται καὶ ζωὴ καὶ φῶς· ζωὴ μέν, ὡς ζωογονῶν καὶ συνέχων τὰ πάντα, φῶς δέ, ὡς καταλάμπων καὶ φαιδρύνων τὸ ἡγεμονικὸν τῶν ἀνθρώπων τῶν δεχομένων αὐτόν. Τινὲς δὲ καὶ ζωὴν καὶ φῶς εἶπον τὸ κήρυγμα
col. 1115–1116page 6 of 199
PG 129:1115κατέλαβε. Φῶς μὲν ἐνταῦθα καλεῖ τὸ κήρυγμα διά τε τὴν ῥηθεῖσαν αἰτίαν, καὶ διὰ τὴν ἀλήθειαν· σκοτίαν δὲ τὴν πλάνην διὰ τὸ ψεῦ δος. Λέγει γοῦν ὅτι τὸ κήρυγμα ἐν τῇ πλάνῃ κάμ πει, καὶ ἡ πλάνη οὐ περιεγένετο αὐτοῦ. τοῦ Εὐαγγελίου, ὁ ἐπήγαγε τοῖς ἀνθρώποις, ὡς ἀφ τον καὶ ζωῆς πνευματικῆς καὶ φωτός γνώσεως. Καὶ τὸ φῶς Ὁ δὲ Θεολόγος Γρηγόριος ἑτέρως τὸ ῥητὸν ἐξελάβετο ἐν τῷ εἰς τὰ ἅγια φῶτα λόγῳ, δυνάμενον καὶ ταύτην κἀκείνην ἐπιδέξασθαι τὴν ἐξή γησιν. Μέχρι δὲ τούτου διαλεχθεὶς ὁ εὐαγγελιστὴς περὶ τῆς τοῦ Υἱοῦ θεότητος, ἐντεῦθεν λοιπὸν ἄρχεται τοῦ Εὐαγγελίου. Ἐγένετο — Ἰωάννης. Ὁ δὲ Λουκᾶς ἔγραψεν· Ἐγένετο ῥήμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζα χαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Οὗτος — φωτός.
Φῶς νῦν ὁ Χριστὸς νοεῖται κατὰ τὴν προαποδεδομένην αἰτίαν. Ἐμαρτύρησε δὲ Ἰωάννης περὶ τῆς θεότητος αὐτοῦ, ὡς προϊόντες εὑρήσομεν. Ἐπεὶ δὲ οὐκ ἐδεῖτο τῆς τούτου μαρτυρίας ὁ Χριστός, τέθειται καὶ ἡ αἰτία τῆς μαρτυρίας. Ἐπήγαγε γάρ· Ἵνα — αὐτοῦ. Ὥσπερ γὰρ σάρκα περιεβάλετο, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν ἀπολέσῃ πάντας· οὕτω καὶ μάρτυρι ἐχρήσατο, ἵνα, τῆς συγγενοῦς ἀκούοντες οἱ τότε φωνῆς, εὐκολώτερον πι στεύσωσι δι' αὐτῆς εἰς τὸν μαρτυρούμενον. Πάντα γὰρ πρὸς σωτηρίαν τῶν ἀνθρώπων ᾠκονομεῖτο. Ἰωάννης μὲν οὖν ἐμαρτύρησεν, ἵνα πάντες πιστεύσωσιν· οὐ πάντες δὲ ἐπίστευσαν· οὐκ ἐκ βίας γὰρ ἡ πίστις, ἀλλ' ἐκ προαιρέσεως. Οὐκ — φωτός.
Ἔτι σαφηνίζει τὴν αἰτίαν τῆς ἀποστολῆς, ὅτι ἦλθεν οὐχ ἵνα φωτίσῃ· οὐκ ἦν γὰρ ἐκεῖνος τὸ φῶς· ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φω τός· ἅμα δὲ καὶ ἵνα μὴ νομίσῃ τις ὅτι ὁ μαρτυρῶν μείζων καὶ ἀξιοπιστότερος ἦν τοῦ μαρτυρουμένου, ὡς ἐπὶ πολλῶν εἴωθε συμβαίνειν. Ἐπεὶ δὲ πρόσφατος ἦν ἡ τοῦ Ἰωάννου μαρτυρία, ἵνα μὴ τοιαύτη τις ὑπόνοια καὶ περὶ τοῦ μαρτυρουμένου παρεμπέσοι, φησίν· Ἦν — κόσμον. Ἦν ἀεί, κατὰ τὴν ἐκτεθεῖσαν ἀνωτέρω θεολογίαν. Ὡς μὲν οὖν Θεὸς ἦν ἀεί· ὡς δὲ ἄνθρωπος ἤρξατο τοῦ εἶναι. Εἰ δὲ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, πῶς τοσοῦτοι μεμενήκασιν ἀφώτιστοι; Τὸ μὲν εἰς αὐτὸν ἧκον, πάντας φωτίζει· οἱ δὲ μένοντες ἀφώτιστοι παρὰ τὴν ἑαυτῶν προαίρεσιν τοῦτο πάσχουσιν.
Ἡ μὲν γὰρ τοῦ φωτὸς χάρις ἡλίου δίκην ἐπὶ πάντας ἁπλῶς ἐκκέχυται· οἱ δὲ μὴ θέλοντες
col. 1117–1118page 7 of 199
PG 129:1117ἀπολαῦσαι τῆς χάριτος αὐτοῦ τοῦ μὴ φωτισθῆναι αἴτιοι. Ἀληθινὸν δὲ εἶπεν αὐτό, ὡς ἀσύγκριτον, καὶ ὑπὲρ πᾶν φῶς, καὶ κυρίως φῶς. [Τὸ φῶς τὸ ἀληθινόν. Καὶ εἰκὼν δὲ ἀληθινὴ λέγεται, καὶ ἀληθινὴ σοφία, καὶ ζωὴ ἀληθινή, καὶ τὰ τοιαῦτα· οὐκ ἐπὶ διαβολῇ τῶν ἄλλων ἁγίων εἰκόνων, οὐδὲ τῆς ἀπὸ τῶν θείων Γραφῶν σοφίας, ἢ τῆς ἐνταῦθα ζωῆς, ἵνα ἐάσω τὴν μέλλουσαν· ἀλλὰ τὸ τοιοῦτον σχῆμα τοῦ λόγου τὸ καθ᾽ ὑπεροχὴν ἀσύγκριτον ὑποφαίνει.] [Εἰς τὸν κόσμον. Καὶ ἄλλως· ἐρχόμενον εἰς τὸν ἀληθῆ κόσμον τῶν ἀρετῶν.] Ἐν τῷ κόσμῳ ἦν. Οὐχ ὡς τόπῳ περιγραφόμενος, ἀλλ᾽ ὡς πάντα πληρῶν. Εἰπὼν δὲ ὅτι Ἐν τῷ κόσμῳ ἦν, ἵνα μὴ ὑπολάβοι τις ὅτι σύγχρονος ἦν τοῦ κόσμου, ὃ πέπονθε Παῦλος ὁ Σαμοσατεύς, προσέθηκε· Καὶ ἐγένετο.
Πρόδηλον γὰρ ὅτι ὁ ποιητὴς πρὸ τοῦ ποιήματος ἦν. Καὶ ἔγνω. Κόσμον ἐνταῦθα λέγει τοὺς τὰ κοσμικὰ φρονοῦντας, τοὺς τῷ κόσμῳ προσηλωμένους, τοὺς τοῖς αἰσθητοῖς πράγμασι προστετηκότας, καὶ μηδὲν ὑπὲρ ταῦτα νοῆσαι δυναμένους. Οἱ γὰρ μὴ τοιοῦτοι ἔγνωσαν αὐτὸν καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας. Διὸ καὶ ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἶπε πρὸς τοὺς ἀποστόλους ὁ Χριστὸς ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Εἰ γὰρ μὴ ἔγνωσαν αὐτὸν, οὐκ ἂν ἐπεθύμησαν ἰδεῖν, ὡς εἴρηται, καὶ ἀκοῦσαι. Ὥστε ἔγνωσαν μὲν αὐτὸν, καὶ τὸ τῆς ἐνανθρωπήσεως αὐτοῦ μυστήριον, πλὴν ὑπερφυῶς·
ἐπεθύμησαν δὲ καὶ αἰσθητῶς ἰδεῖν αὐτὸν θαυματουργοῦντα, καὶ ἀκοῦσαι αὐτοῦ διδάσκοντος, καὶ ἁπλῶς ἐν ἀνθρώπου εἴδει. Νοεῖται δὲ καὶ ὅτι δυσανασχετῶν ὁ εὐαγγελιστὴς ἐπὶ τῇ πωρώσει τῶν ἀγνοησάντων αὐτόν, φησί, Καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, τουτέστι· Τὸν ποιητὴν οὐκ ἔγνωσαν τὰ ποιήματα. Εἰς παρέλαβον. Ἔτι σαφηνίζει τὸν λόγον. Ἴδια μὲν γὰρ αὐτοῦ, ὁ κόσμος, ὡς ποίημα αὐτοῦ· ἴδιοι δὲ οἱ ἄνθρωποι, ὡς καὶ αὐτοὶ ποιήματα, καὶ ὡς κατ᾽ εἰκόνα αὐτοῦ γενόμενοι. Ἦλθεν οὖν εἰς αὐτούς, ὡς ἄνθρωπος· ὡς γὰρ Θεός, ἐν τῷ κόσμῳ ἦν. Ἑρμηνεύεται δὲ καὶ καθ᾽ ἕτερον τρόπον, ὅτι, ἐπεὶ ἐξ Ἰουδαίων ὁ Χριστὸς ἐβλάστησε κατὰ σάρκα, ἴδια μὲν αὐτοῦ αἱ διατριβαὶ τούτων·
ἴδιοι δὲ αὐτοί, ὡς συγγενεῖς αὐτοῦ καὶ ὁμόφυλοι. Διὸ καὶ ἔλεγεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Εἰς τὰ ἴδια μὲν οὖν
col. 1119–1120page 8 of 199
PG 129:1119ἦλθεν οὐχ ἕνεκεν ἰδίας χρείας· ἀνενδεὴς γὰρ ὁ Θεός· ἀλλ᾽ ἕνεκεν τῆς τῶν ἰδίων σωτηρίας. Οἱ ἴδιοι δὲ αὐτὸν οὐ παρεδέξαντο, ἀφικόμενον ἐπ᾽ εὐεργεσίᾳ τούτων· ἀλλὰ φρενοβλαβῶς τὸν Σωτῆρα ὡς ἐχθρὸν ἀπώσαντο. Ὅσοι — αὐτοῦ. Ὅσοι δὲ παρεδέξαντο αὐτόν, διὰ τοῦ παραδέξασθαι τὴν διδασκαλίαν αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Οὐκ εὐθὺς δὲ ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἵνα μὴ ῥαθυμήσαντες ἀπολέσωσι τὴν χάριν, ἀλλ᾽ ἔδωκεν αὐτοῖς ἐξουσίαν γενέσθαι, ἵνα σπουδάσαντες γένωνται. Τί οὖν; οὐ πάντες ἔχουσιν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; Οὐ πάντες, εἰ μὴ οἷς αὕτη δέδοται· δέδοται δὲ μόνοις τοῖς πιστεύουσιν εἰς αὐτόν.
Διὸ καὶ σαφηνίζων τίσιν ἔδωκεν, ἐπήγαγεν ὅτι Τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, τουτέστιν εἰς αὐτόν. Ὥστε αὐτοῦ μέν ἐστι τὸ δωρεῖσθαι τὴν εἰρημένην ἐξουσίαν, αὐτῶν δὲ τὸ χρήσασθαι ταύτῃ. Ἕτερον δὲ τὸ διὰ βαπτίσματος υἱοθετηθῆναι τινὰ Θεῷ, καὶ ἕτερον τὸ διὰ φυλακῆς τῶν εὐαγγελικῶν ἐντολῶν τέκνον Θεοῦ γενέσθαι· τὸ μὲν γὰρ ἀρχή, τὸ δὲ τέλος· καὶ τὸ μὲν δῶρον Θεοῦ, τὸ δὲ κατόρθωμα σπουδῆς. Οἱ — ἐγεννήθησαν. Εὐτελίζει μὲν τὴν ἐξ ἀνθρώπων γέννησιν ὡς φυσικήν· μεγαλύνει δὲ τὴν ἐκ Θεοῦ ὡς ὑπερφυῆ, ἵνα τό τε ταπεινὸν τῆς πρώτης, καὶ τὸ ὑψηλὸν τῆς δευτέρας καταμαθόντες, καὶ τὸ μέγεθος τῆς εὐεργεσίας ἐπιγνόντες, ἀξίως εὐχαριστῶμεν καὶ ἀγωνιζώμεθα μὴ ἀπολέσαι ταύτην ἐκ ῥαθυμίας.
Εἰπὼν δὲ ὅτι οὐκ ἐξ αἱμάτων, ἐπήγαγε φανερώτερον ὅτι οὐδὲ ἐκ θελήματος σαρκός. Εἶτα καὶ τοῦτο τελεώτερον ἐφηρμήνευσε, προσθεὶς ὅτι οὐδὲ ἐκ θελήματος ἀνδρός. Αἷμα γὰρ καὶ σὰρξ ὁ ἀνήρ. Θέλημα δὲ νῦν νόει τὴν ἐπιθυμίαν, τὴν συνουσίαν. [Οἱονεὶ θεῖος σπόρος, εἰσελθὼν καὶ συμπήξας ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, οὐ σπερματικῶς, ἀλλὰ δημιουργικῶς, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ᾽ ὑφὲν τελειωθέντος ἀπ᾽ ἀρχῆς, αὐξόντος νόμῳ τῶν ἐμβρύων. Καὶ γὰρ καὶ ὁ παλαιὸς Ἀδὰμ τέλειος τὸ σχῆμα κατ᾽ ἀρχὰς ἐπλάσθη.] Καὶ — ἐγένετο. [Οὐκ ἄλλως οἷόν τε ἦν τὴν τοῦ Θεοῦ δηλωθῆναι περὶ ἡμᾶς ἀγάπην ἢ ἐκ τοῦ μνημονευθῆναι τὴν σάρκα, καὶ ὅτι δι᾽ ἡμᾶς κατέβη μέχρι τοῦ χείρονος·
σὰρξ γὰρ ψυχῆς εὐτελέστερον.] Εἰρηκὼς ὅτι οἱ ἄνθρωποι ἐκ Θεοῦ ἐγεννήθησαν, φησὶν ὅτι καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο· τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ Λόγος σὰρξ ἐγένετο· ἀπὸ μέρους τὸ πᾶν· ἵνα ὁ θαυμάζων ἐκεῖνο
col. 1121–1122page 9 of 199
PG 129:1121θαυμάζῃ τοῦτο πλέον, ὡς ὑπερβαλόντως θαυμασιώτερον· ἐπεὶ καὶ τοῦτο αἴτιον ἐκείνου. Καὶ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο, ἵνα οἱ ἄνθρωποι υἱοὶ τοῦ Θεοῦ γένωνται. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ο λόγος σάρξ ἐγένετο, μὴ μεταβολὴν τῆς θείας οὐσίας ἐννοήσῃς· ἀναλλοίωτος γὰρ αὐτὴ καὶ ἀπαθής· ἀλλ' ὅτι ὁ Λόγος, ὢν ὃ ἦν, γέγονε καὶ ὃ οὐκ ἦν, ἤτοι μένων Θεός, γέγονε καὶ ἄνθρωπος κατὰ πρόσληψιν σαρκός, ἐψυχωμένης δηλονότι ψυχῇ λογικῇ καὶ νοερᾷ. Κατὰ τρεῖς δὲ τρόπους τὸ ὂν γίνεται· καθ' ἕνα μὲν, ὅταν ἡ τοῦ ὄντος φύσις εἰς τὴν τοῦ γενομένου μεταβληθῇ, καθ' ἃ τὸ γάλα γίνεται τυρός, καὶ ὁ πηλὸς ὄστρακον·
καθ' ἕτερον δὲ, ὅταν τῆς οὔσης οὐσίας σωζομένης ἀμεταβλήτου προσγένηταί τι κατὰ συμβεβηκός, καθ' ἃ ὁ χαλκὸς γίνεται ἀνδριάς, καὶ ὁ ἄνθρωπος δίκαιος ἢ ἄδικος, καὶ τὰ τοιαῦτα· κατὰ τὸν τρίτον δὲ, ὅταν, τῆς οὔσης οὐσίας σωζομένης ἀμεταβλήτου, καὶ ἄλλη οὐσία προσληφθῇ, καθ' ἃ ὁ στρατηγὸς γίνεται ὡπλισμένος. Ἀλλ' οὔτε κατὰ τὸν πρῶτον τρόπον ὁ Λόγος σάρξ ἐγένετο· οὐ γὰρ ἡ φύσις μετεβλήθη· οὔτε κατὰ τὸν δεύτερον· οὐ γὰρ ἡ προσγενομένη σάρξ συμβεβηκός, ἀλλ' οὐσία καὶ αὐτή· λοιπὸν οὖν κατὰ τὸν τρίτον τρόπον χρὴ νοεῖν τὸ ῥητόν. Δίκην γὰρ στρατηγοῦ τὴν σάρκα περιθέμενος, τὸν πολέμιον τῆς ἡμετέρας φύσεως κατεπολέμησε. Ἐγένετο δὲ εἶπεν, ἀναιρῶν τὴν βλασφημίαν τῶν ληρούντων ὅτι σάρξ ἐφαντάσθη.
Χρησάμενος γὰρ τῇ λέξει, τῇ Ἐγένετο, ἐβεβαίωσεν ὅτι κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν ἐνηνθρώπησεν. Ἵνα δὲ μὴ μεταβολήν τινα τῆς θείας οὐσίας ἐννοήσῃς, φησί· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἐσκήνωσεν ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐν τῇ συγγενεῖ ἡμῶν, ἐν τῇ ἐξ ἡμῶν προσληφθείσῃ. Εἰ γὰρ ἕτερον τὸ σκηνοῦν, καὶ ἕτερον ἡ σκηνή, ἕτερος ἔμεινεν ὁ Λόγος παρὰ τὴν σάρκα, κατὰ τὴν οὐσίαν καὶ φύσιν. Κατὰ γὰρ τὴν συνάφειαν καὶ ἕνωσιν ἕν ἐστιν ὁ προσλαβὼν Λόγος, καὶ ἡ προσληφθεῖσα σάρξ, σωζομένων καὶ μετὰ τὴν ἕνωσιν ἀτρέπτων καὶ ἀσυγχύτων τῶν δύο φύσεων ἀπορρήτως. Καὶ — αὐτοῦ. Τὴν δόξαν τοῦ Λόγου, τὴν δύναμιν τῆς θεότητος, διὰ τῆς σαρκὸς λάμψασαν ὡς διὰ παραπετάσματος. Τίς δὲ ἦν αὕτη;
Τὰ ἄπειρα καὶ ποικίλα θαύματα, ἡ ὑπέρλαμπρος καὶ ὑπερφυὴς μεταμόρφωσις· καὶ κατὰ τὸν καιρὸν τῆς σταυρώσεως, ὁ παρὰ φύσιν σκοτισμὸς τοῦ ἡλίου, τὸ φοβερὸν σχίσμα τοῦ καταπετάσματος, ὁ φρικτὸς κλόνος τῆς γῆς, τὰ σχίσματα τῶν πετρῶν, αἱ τῶν μνημείων ἀνοίξεις, αἱ τῶν νεκρῶν ἐγέρσεις, καὶ τὸ κεφάλαιον πάντων,
col. 1123–1124page 10 of 199
PG 129:1123ἡ ὑπὲρ λόγον καὶ νοῦν ἀνάστασις τοῦ Δεσπότου, καὶ ὅσα μετὰ ταύτην θεοπρεπῆ καθεξῆς οἱ ἀπόστολοι ἐθεάσαντο. Δόξαν — Πατρός. Δόξαν, οὐχ οἷα ἡ τῶν δοξασθέντων ἁγίων ἢ ἀγγέλων, ἀλλὰ δόξαν ὄντως Μονογενοῦς. Τὸ γὰρ ὡς ἐνταῦθα τὸ ὄντως δηλοῖ. Μονογενοῦς δὲ ἀπὸ Πατρός, ἤγουν φύσει Υἱοῦ τοῦ Θεοῦ. Τὸ μὲν γὰρ ὀνομάζεσθαι μονογενῆ ἀπὸ μητρὸς φύσει υἱὸν τῆς Παρθένου τοῦτον ἐρμηνεύει· τὸ δὲ λέγεσθαι Μονογενῆ ἀπὸ Πατρὸς φύσει Υἱὸν τοῦ Θεοῦ τοῦτον ἀνακηρύττει. Πλήρης χάριτος καὶ ἀληθείας. Ἔτι βεβαιῶν ὅτι ὁ Λόγος, σὰρξ γενόμενος, οὐδὲν ἐλαττώθη παρὰ τοῦτο, λέγει ὅτι Πλήρης ἦν χάριτος θείας καὶ ἀληθείας· χάριτος μὲν ἐν ταῖς θαυματουργίαις, ἀληθείας δὲ ἐν ταῖς διδασκαλίαις.
Καὶ χάριτος μέν, ἐν τῷ πάντα δύνασθαι· ἀληθείας δέ, ἐν τῷ μηδὲν ἔχειν φαντασίας. Ἰωάννης — κέκραγεν. Εἰ καὶ μὴ ἐγώ, φησί, δοκῶ τισιν ἴσως ἀξιόπιστος, ἀλλὰ πρὸ ἐμοῦ ὁ Ἰωάννης μαρτυρεῖ περὶ τῆς θεότητος αὐτοῦ· Ἰωάννης ἐκεῖνος, οὗ τὸ ὄνομα μέγα καὶ περιβόητον παρὰ πᾶσι τοῖς Ἰουδαίοις. Καὶ οὐχ ἁπλῶς μαρτυρεῖ, ἀλλὰ καὶ κέκραγεν, ἤγουν βοᾷ μετὰ παῤῥησίας, κηρύττει μετὰ ἐλευθερίας, χωρὶς πάσης ὑποστολῆς. Τί δὲ μαρτυρεῖ καὶ κέκραγεν ἄκουσον. Λέγων — γέγονεν. Εἶπε γὰρ τοῦτό τε καὶ ἄλλα τοιαῦτα περὶ τοῦ Χριστοῦ τοῖς Ἰουδαίοις, πρὸ τοῦ φανῆναι αὐτὸν ὡς προφήτης, καὶ ἵνα τῇ περὶ αὐτοῦ φήμῃ προκατασχεθῶσιν, καὶ λοιπὸν φανέντος, εὐπαράδεκτος ἡ περὶ αὐτοῦ μαρτυρία γένηται.
Καὶ γὰρ καὶ Ματθαῖος ἔγραψεν ὅτι ἔλεγεν· Ὁ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Τί δέ ἐστιν, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν; Ὁ μετὰ μικρὸν ἐρχόμενος πρὸς ὑμᾶς, ὁ ὅσον οὔπω ἐμφανιζόμενος ὑμῖν ὡς ἄνθρωπος, ὑπερέβη με τῇ δόξῃ καὶ μεγαλειότητι. Πάνυ γὰρ μέλλει δοξασθῆναι καὶ μεγαλυνθῆναι. Ὡς γεγενημένον δὲ εἶπε τὸ μέλλον νόμῳ προφητείας. Εἶτα τίθησι καὶ τὴν αἰτίαν τῆς τοιαύτης ὑπεροχῆς. Ὅτι πρῶτός μου ἦν. Ὅτι ὑπερκείμενός μου ἦν ὡς Θεός. Καὶ — ἐλάβομεν.
Εἰπὼν ὅτι πλήρης χάριτος καὶ ἀληθείας ἦν, καὶ δείξας αὐτὸν πηγὴν παντὸς ἀγαθοῦ ἀένναον καὶ ἀκένωτον, φησὶν ὅτι καὶ ἡμεῖς πάντες οἱ μαθηταὶ ἐκ τοῦ τοιούτου πληρώματος αὐτοῦ ἐλάβομεν κατὰ μετοχήν. Καὶ χάριν ἀντὶ χάριτος. Τὴν Καινὴν Διαθήκην ἀντὶ τῆς Παλαιᾶς. Ὅτι δὲ περὶ τούτων λέγει, δῆλον ἀπὸ τῶν ἐφεξῆς· τέως δὲ Χάριν καὶ ταύτην κἀκείνην ὠνόμασε, διότι κατὰ χάριν ἀμφότερα·
col. 1125–1126page 11 of 199
PG 129:1125ἐδόθησαν τοῖς λαβοῦσι, χαριζομένου τοῦ Θεοῦ τούτοις δι' ἔλεον οἰκεῖον, οὐκ ἀμειβομένου τούτους διὰ προλαβούσας ἀρετὰς αὐτῶν. Ὥσπερ δὲ διαθήκη καὶ διαθήκη λέγονται, καὶ νόμος καὶ νόμος, καὶ πολλὰ τοιαῦτα ὀνόματα κοινὰ ἔχουσιν· οὕτω καὶ χάρις καὶ χάρις ὀνομάζονται. Ὁμωνύμως δὲ πάντα, καὶ οὐ συνωνύμως. Τὰ ἐκείνης μὲν γὰρ στοιχείωσις, τὰ ταύτης δὲ τελείωσις· κἀκεῖνα μὲν παισὶ προσήκοντα, ταῦτα δὲ ἀνδράσιν. Ἢ ἐκεῖνα μὲν ἀνδράσι, ταῦτα δὲ ἀγγέλοις. Εἶτα δεικνύει τὸ διάφορον αὐτῶν ἀπὸ τῶν διακονησαμένων αὐτοῖς. Ὅτι — ἐγένετο. Ὁ νόμος μὲν, εἴτουν ἡ παλαιὰ Διαθήκη, διὰ Μωϋσέως μεσολαβήσαντος ἐδόθη τοῖς Ἑβραίοις· ἡ χάρις δέ, ἤγουν ἡ νέα, διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, οὐδενὸς ἑτέρου μεσολαβήσαντος.
Καὶ Μωϋσῆς μὲν δοῦλος ἦν, καὶ ὅπερ ἔλαβεν ἐκ Θεοῦ, τοῦτο ἔδωκε· Χριστὸς δὲ Δεσπότης ἦν, καὶ αὐτὸς ἐποίησε τὴν νέαν ὡς Θεός. Ὅσον οὖν τὸ διάφορον Μωϋσέως καὶ Χριστοῦ, τοσοῦτον ἄρα καὶ τούτων. Ἄνω μὲν οὖν Χάριν καὶ χάριν εἶπε διὰ τὴν ἐκεῖ ῥηθεῖσαν αἰτίαν· ἐνταῦθα δὲ μόνην τὴν νέαν Διαθήκην ἐκάλεσε Χάριν, ὡς μᾶλλον χάριν. Μόνη γὰρ αὕτη χαρίζεται ἄφεσιν ἁμαρτιῶν, ἀναγέννησιν, υἱοθεσίαν, βασιλείαν οὐρανῶν, καὶ ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εἰπὼν δὲ ὅτι Ἡ χάρις, προσέθηκεν, ὅτι καὶ ἡ ἀλήθεια· τὸ ἀψευδὲς αὐτῇ προσμαρτυρῶν, ἢ τὸ τέλειον. Ἐκείνη μὲν γὰρ ἡ χάρις ἀτελής· Ὁ νόμος γὰρ οὐδὲν ἐτελείωσε, φησὶν ὁ Ἀπόστολος· αὕτη δὲ τελεία, ὡς τελειοποιός.
Ὅσον οὖν μείζονος χάριτος ἠξιώθημεν, τοσοῦτον μείζονα ἀρετὴν ὀφείλομεν, ἵνα μὴ, ἀναξίως τῆς τηλικαύτης εὐεργεσίας πολιτευσάμενοι, ἀξίαν τῆς τηλικαύτης ῥαθυμίας δίκην ὑφέξομεν. Θεόν ἐξηγήσατο. Ἐκ ποίας ἀκολουθίας εἰς τοῦτο ἦλθεν ὁ εὐαγγελιστής, πρόσχες. Δείξας τὸ διάφορον τοῦ νόμου τε καὶ τῆς χάριτος, ἐπάγει καὶ αἰτίαν εὔλογον τῆς διαφορᾶς, ὅτι τὸν μὲν νόμον Μωϋσῆς ἐκόμισεν, ἄνθρωπος μὴ ἑωρακὼς τὸν Θεόν· Καὶ γὰρ Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ διὰ τοῦτό ἐστιν ἐλάττων ὁ νόμος, ὡς παρὰ ἀνθρώπου κομισθείς· τὴν δὲ χάριν, ἤτοι τὸ Εὐαγγέλιον, ὁ μονογενὴς Υἱός, ὁ ἐνδιαιτώμενος τῷ κόλπῳ τοῦ Πατρός, καὶ ἀεὶ ὁρῶν τὸν Θεόν, ὡς Θεός, ἐκεῖνος ἐξηγήσατο, συνέταξεν, ἐδίδαξε·
καὶ διὰ τοῦτο μείζων ἡ χάρις, ὡς παρὰ Θεοῦ γεγονυῖα, τοῦ ὁρῶντος τὸν Θεόν, καὶ γινώσκοντος τὰ τοῦ Θεοῦ. Ἀλλὰ πῶς εἶπεν ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώ
col. 1127–1128page 12 of 199
PG 129:1127ποτε; Καὶ γὰρ Ἡσαΐας μὲν εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· Ἰεζεκιὴλ δὲ εἶδεν αὐτὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ· καὶ Δανιὴλ δὲ εἶδεν αὐτὸν καθήμενον Παλαιὸν ἡμερῶν· καὶ ἄλλοι δὲ τοῦτον ἑωράκασι. Πλὴν οὐχ ὡς ἦν κατὰ φύσιν, ἀλλ' ὡς ἐφαίνετο καθ' ὁμοίωσιν. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν αὐτοῦ φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἑώρων· ἁπλῆ γάρ τις ἐστι καὶ ἀσχημάτιστος, καὶ οὔτε κάθηται, οὔτε ἕστηκεν, οὔτε περιπατεῖ. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῶν σωμάτων εἰσί. Διὸ καὶ ἔλεγεν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· τὰς διαφέρους ὁράσεις καὶ τὴν ὁμοίωσιν δηλῶν. Μονογενὴς μὲν οὖν ὁ Υἱὸς ὀνομάζεται, ὅτι μόνος γεννᾶται τῷ Πατρὶ, καὶ ὅτι ἐκ μόνου γεννᾶται Πατρός.
Ὁ γὰρ πατὴρ αὐτοῦ μόνον ἐστὶ Πατήρ, οὐ μὴν καὶ υἱός τινος, ὡς οἱ ἄλλοι πατέρες· καὶ ὅτι μόνον γεννᾶται Υἱὸς, οὐ μὴν καὶ πατήρ τινος, ὡς οἱ ἄλλοι υἱεί· καὶ ὅτι μονοτρόπως γεννᾶται, ἤγουν ἰδιοτρόπως, καὶ ὑπὲρ ἔννοιαν καὶ λόγον, καὶ οὐχ ὡς τὰ σώματα. Υἱὸς δὲ λέγεται, ὅτι ταὐτόν ἐστι τῷ Πατρὶ κατ' οὐσίαν, καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλ' ὅτι κἀκεῖθεν. Κόλπον δὲ τοῦ Πατρὸς εἶπεν, οὐχ ὡς τοῦ Θεοῦ κόλπον ἔχοντος· τῶν σωμάτων γὰρ ὁ κόλπος· ἀλλὰ διὰ τοῦ εἰπεῖν, Ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, τὸ γνήσιον τοῦ Υἱοῦ καὶ ὁμοούσιον καὶ ἀχώριστον ἐσήμανεν.
Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἐπιβεβαίωσίς ἐστι τὸ ἕτερον ῥητὸν τὸ φάσκον ὅτι Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο, τουτέστιν ἐκεῖνος ἐδίδαξεν ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Περὶ τούτου γὰρ διαφόρως ὁ Χριστὸς εἶπεν, ὡς προβαίνοντες εὑρήσομεν. Οὐδεὶς δὲ κτιστὸς, οὐ μόνον ὑλικός, ἀλλ' οὐδὲ ἄϋλος· καὶ αὐταῖς γὰρ ταῖς ἀΰλαις δυνάμεσιν ἀόρατός ἐστι κατὰ φύσιν, ὁρώσαις, ὡς ἐφικτὸν αὐταῖς. Καὶ — Ἰωάννου. Αὕτη, περὶ ἧς εἰπεῖν μέλλει προϊών. Ὅτε — εἶ; Ἡ γενομένη δηλονότι, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι, καὶ τὰ ἑξῆς.
Οἱ γὰρ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, πυνθανόμενοι μὲν τὰ κατὰ τόκον τοῦ Χριστοῦ παράδοξα, λαβόντες δὲ καὶ πεῖραν τῆς συνέσεως αὐτοῦ, ὅτε δωδεκαέτης ὢν συνέμιξε τοῖς διδασκάλοις, ἀκούων καὶ ἐπερωτῶν αὐτούς, ὡς ὁ Λουκᾶς ἱστόρησεν, ἐθορυβοῦντο, καὶ φθόνον ὠδίνειν ἤρχοντο· θεασάμενοι δὲ καὶ τὸν Ἰωάννην ὕστερον πολλὰ καὶ μεγάλα περὶ αὐτοῦ λέγοντα πρὸς τοὺς ἐρχομένους ἐπὶ τὸ βάπτισμα, συνῆκαν γὰρ ὅτι περὶ ἐκείνου τὰ τοιαῦτα λέγει, μᾶλλον ἐταράχθησαν, καὶ ἀποστείλαντες ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ λευΐτας, ἤτοι διακόνους, ἐπηρώτων
col. 1129–1130page 13 of 199
PG 129:1129αὐτὸν, Σὺ εἶ; οὐχ ὡς ἀγνοοῦντες· πᾶσι γὰρ ἦσαν γνώριμα τά τε κατὰ τὴν γέννησιν αὐτοῦ, καὶ τὰ κατὰ τὴν περιτομὴν καὶ κλῆσιν, ὡς καὶ λέγειν ἅπαντας, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; Ἀλλὰ κακοήθως ἄγνοιαν ὑποκρίνονται, καὶ οὐ λέγουσιν, ὅτι Τίς εἶ, ἀλλ' ὅτι Σὺ τίς εἶ; ἐμφαίνοντες, ὡς· Εἰ μείζων σου ἐστὶν ὁ παρὰ σοῦ κηρυττόμενος, λοιπὸν σὺ τίς εἶ, πρὸς ὃν πάντες ἀνεπτερώθημεν, καὶ περὶ οὗ μεγάλην ὑπόληψιν ἔσχομεν, καὶ ἐν διαφερόντως ἐσεβάσθημεν; Ἐφοβήθησαν γὰρ ἀνοήτως ὅτι, τοῦ λοιποῦ περιφρονηθῆναι δίξας ἀνθρώπινόν τι πείσεται καὶ αὐτός, ὡς ἄνθρωπος, καὶ ὑπὸ φιλοδοξίας ἑαυτὸν Χριστὸν ἂν εἴποι, καὶ λοιπὸν ἡ περὶ τοῦ Ἰησοῦ σβεσθήσεται φήμη, καθ' ἧς πάντα ἐπραγματεύοντο.
Διὰ τοῦτο γὰρ καὶ ἀπέστειλαν οὐχ ἁπλῶς τινάς, ἀλλ' ἱερεῖς καὶ Λευίτας, καὶ τούτους ἐξ Ἱεροσολύμων, ὡς διαφορωτέρους τῶν ἐξ ἁπάσης ἑτέρας πόλεως καὶ πανουργοτέρους. Καὶ ἡρνήσατο. Ὡμολόγησε, τὴν ἀλήθειαν δηλονότι, ὡς ἀληθὴς καὶ στερεός. Καὶ Χριστός. Τὸ αὐτὸ πάλιν λέγει, τὴν ἀρετὴν αὐτοῦ βεβαιῶν, ὅτι οὐ μόνον οὐκ ἔπαθέ τι φιλόδοξον, οὐδ' ἐπεπήδησε τῇ δόξῃ τῇ Δεσποτικῇ, ἀλλὰ καὶ διδομένην παρὰ τῶν πολλῶν οὐ προσεδέχετο. Καὶ ὅρα σύνεσιν. Οὐκ εἶπε τίς ἐστιν, ὅπερ ὕστερον ἐποίησεν, ἀλλὰ πρὸς τὴν διάνοιαν αὐτῶν ἀπιδών, καὶ τί βούλονται γνούς, εὐθέως ἐκ προοιμίων ἀνεῖλεν, ὅπερ εἰπεῖν αὐτὸν ἤλπιζον. Εἶπε γὰρ ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ — εἰμί.
Ἀποτυχόντες ἤδη τῆς μηχανῆς, ἐφ' ἕτερον τρέπονται, συσκιάσαι τὸν σκοπὸν αὐτῶν βουλόμενοι, καὶ λέγουσι· Τί οὖν; Ἠλίας εἶ σύ; ἵνα δόξωσιν ἁπλῶς καὶ ἀπεριέργως ἐρωτᾶν. Καὶ γὰρ προσεδόκων ἥξειν καὶ τὸν Ἠλίαν. Γέγραπται γὰρ ἐν τῷ προφήτῃ Μαλαχίᾳ· Ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν. Πάλιν οὖν ἐρωτῶσιν, ἵνα ἀνύποπτοι γένωνται. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ. Οὐ λέγουσιν, ὅτι Προφήτης εἶ σύ; ᾔδεισαν γὰρ ὅτι προφήτης ἐστίν· ἀλλ' ὅτι Ὁ προφήτης εἶ σύ; δηλαδὴ ἐκεῖνος περὶ οὗ ἔγραψε Μωϋσῆς. Ἔγραψε γὰρ αὐτοῖς ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Οὗτος δὲ ἦν ὁ Χριστός. Εἶπον — προφήτης.
Ἀνεξικάκως αὐτοῖς ἐπὶ πᾶσιν ἀποκριθείς, νῦν λέγει καὶ τίς ἐστιν· ὅτι
col. 1131–1132page 14 of 199
PG 129:1131Ἐγώ εἰμι, περὶ οὗ τί, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς. Τοῦτο δὲ τὸ ῥητὸν ἡρμήνευται καλῶς ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν αὐτοῦ. Καὶ οἱ Φαρισαίων. Ἐπεσημήνατο καὶ τὴν αἵρεσιν αὐτῶν, ἐμφαίνων τὸ περίεργον τούτων καὶ σχολιόν. Καὶ ἠρώτησαν — προφήτης; Μὴ δυνηθέντες ἀνύσαι τὸ σπουδαζόμενον, ἐπιχειροῦσιν ἐγκλήματα τοῦτον ὑποβαλεῖν, ἵνα φοβηθεὶς ἀναγκασθῇ εἰπεῖν, ὅπερ οὐκ ἦν. Ὁ δὲ πάλιν ἐνδείκνυται πολλὴν ἐπιείκειαν. Ἀπεκρίθη — οἴδατε. Ἦν γὰρ ὁ Χριστὸς ἀναμεμιγμένος τότε τῷ λαῷ. Ὡς εἷς γὰρ τῶν πολλῶν ἡγεῖτο ἐπὶ τὸ βάπτισμα, καὶ ἐγνώσθη τοῦτο τῷ Ἰωάννῃ διὰ θείας ἀποκαλύψεως.
Τὸ δὲ, Ὃν ὑμεῖς οὐκ οἴδατε, περὶ τῆς θεότητος αὐτοῦ εἴρηται. Αὐτός γέγονε. Περὶ οὗ δηλονότι τὸν λόγον τοῦτον ἔλεγον. Ἑρμηνεύθη δὲ ἀνωτέρω. Οὗ — ὑποδήματος. Τὸ καθ' ὑπεροχὴν ἀσύγκριτον τοῦ Χριστοῦ δείκνυσιν ἐντεῦθεν, λέγων ὅτι οὐδὲ εἰς τοὺς ἐσχάτους αὐτοῦ δούλους ταχθῆναι δύναμαι διὰ τὸ μέγεθος τῆς ἡνωμένης αὐτῷ θεότητος. Τοῖς γὰρ ἐσχάτοις οἰκέταις ἐπιτέτραπται ἡ τοιαύτη ὑπηρεσία. Ζήτησον δὲ καὶ ἐν προοιμίοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου τὴν ἐξήγησιν τοῦ, καὶ ἐκήρυσσε λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λύσαι τὴν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ταῦτα — βαπτίζων. Τὰ ἀκριβῆ τῶν ἀντιγράφων ἐν Βηθαβαρὰ γράφουσιν.
Ἡ γὰρ Βηθανία οὐ πέραν τοῦ Ἰορδάνου, οὐδ' ἐπὶ τῆς ἐρήμου ἐστὶν, ἀλλ' ἐγγύς που τῶν Ἱεροσολύμων. Ἐπισημαίνεται δὲ τὸν τόπον, δεικνύων ὅτι πολλῶν παρόντων ὁ Ἰωάννης ἐκήρυττε τὰ περὶ τοῦ Χριστοῦ. Τὰ μεταξὺ δὲ πάντα παραδραμών, πώς τε ἐβαπτίσθη, πῶς καὶ ἄνωθεν ἐμαρτυρήθη, καὶ τὴν ἐν τῇ ἐρήμῳ τεσσαρακονθήμερον νηστείαν, καὶ τοὺς πειρασμούς, τοῖς ἄλλοις εὐαγγελισταῖς ἀπηγγελμένα, λοιπὸν διηγεῖται τὰ μετὰ τὴν ἀπὸ τῆς ἐρήμου κάθοδον αὐτοῦ, παραλελειμμένα τούτοις. Τῇ ἐπαύριον — αὐτόν. Τῇ ἐπαύριον, μετὰ τὴν ἀπὸ τῆς ἐρήμου κάθοδον αὐτοῦ δηλονότι. Ἔτι γὰρ παρὰ τὸν Ἰορδάνην διέτριβεν ὁ Ἰωάννης. Καὶ τίνος ἕνεκεν ἔρχεται πρὸς αὐτόν; Ἐπείπερ ὑπώπτευόν τινες ὅτι ὡς ἁμαρτωλὸς ἐβαπτίσθη καὶ
col. 1133–1134page 15 of 199
PG 129:1133αὐτὸς εἰς μετάνοιαν ἐπίσης τοῖς ἄλλοις· ἔρχεται νῦν πρὸς τὸν Ἰωάννην, διδοὺς αὐτῷ ἀφορμὴν διορθώσασθαι τὴν τοιαύτην ὑποψίαν διὰ μαρτυρίας ἐντελεστέρας. Καὶ — Θεοῦ. Ἀμνὸν αὐτὸν προσηγόρευσεν, ἀναμιμνήσκων αὐτοὺς τῆς τε τοῦ νόμου σκιᾶς, καὶ τῆς Ἠσαίου προφητείας, καὶ λέγων· Ἰδοὺ ὁ Ἀμνός, ὁ ἐν τῷ νόμῳ σκιαγραφούμενος, καὶ ὑπὸ Ἠσαΐου καταγγελλόμενος· εἶτα προστίθησι καὶ τὸ ἰδιαίτατον καὶ ἐξαίρετον αὐτοῦ, ὅτι ὁ παρὰ Θεοῦ πεμφθεὶς εἰς σφαγὴν ὑπὲρ σωτηρίας τῶν ἀνθρώπων. Ἢ ὁ θεῖος, διὰ τὴν ἐν αὐτῷ θεότητα. Ὁ — κόσμου. Ὁ μὲν γὰρ ἀμνὸς τοῦ νόμου θυόμενος ἁμαρτίαν ἑνὸς γένους ἀφήσει τοῦ Ἰσραηλιτικοῦ, ὡς τύπος καὶ προχάραγμα καὶ σκιὰ τῆς ἀληθείας·
ὁ δὲ Ἀμνὸς τοῦ Θεοῦ σφαγιασθεὶς τὴν ἁμαρτίαν τοῦ κόσμου παντὸς ἀφαιρεῖ, καὶ καθαίρει τοὺς ἐν τῷ κόσμῳ, ὡς ἀλήθεια. Ἐκεῖνος μὲν γὰρ ἄλογος, οὗτος δὲ λογικός· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ θεῖος. Ἁμαρτίας δὲ νόει μὴ μόνον τὰς ψυχικὰς κηλίδας, ὧν ἐλευθερεῖ τοὺς τὰς ἐντολὰς αὐτοῦ φυλάσσοντας, ἀλλὰ καὶ τὰς σωματικὰς ἀρρωστίας, ὧν ἀπαλλάττει τοὺς κάμνοντας. Εἰπὼν δὲ ὅτι Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἔλυσε τὴν προειρημένην ὑποψίαν. Ὁ γὰρ τὰς τῶν ἄλλων ἀνθρώπων ἁμαρτίας ἀφαιρῶν εἴδηλον ὅτι οὐκ ἔχει ἁμαρτίας· [μὴ ἔχων δὲ ἁμαρτίας,] δι᾽ ἑτέραν πάντως αἰτίαν ἦλθεν ἐπὶ τὸ βάπτισμα, ἣν αὐτὸς ὁ Βαπτιστὴς ἐρεῖ μετὰ μικρόν. Πάλιν δὲ λέγει τό· Ἐμπροσθέν μου γέγονε, καὶ τό·
Πρῶτος μου ἦν, ἀνυποστόλως ἑαυτὸν μὲν ἐξευτελίζων ὡς δοῦλον, ἐκεῖνον δὲ ἀσυγκρίτως ὑπερτιθεὶς ὡς Δεσπότην. Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ἵνα μὴ νομίσωσιν ὅτι ἔκπαλαι γνωρίζων αὐτὸν τοιαῦτα περὶ αὐτοῦ μαρτυρεῖ, χαριζόμενος ὡς συγγενεῖ, φησὶν ὅτι οὐκ ἐγίνωσκον αὐτὸν πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην, ἅτε τὸν ἅπαντα χρόνον ἐν ταῖς ἐρήμοις διατρίβων. Καὶ μὴν ἔμβρυον ὤν, Ἔμβρυον ὄντα τοῦτον ἐγνώρισε καὶ ἐσκίρτησεν ἐν ἀγαλλιάσει, ὡς ὁ Λουκᾶς ἔγραψεν· ἀλλ᾽ οὐ κατὰ φύσιν, ὑπερφυῶς δὲ αὐτὸν ἐγνώρισε
col. 1135–1136page 16 of 199
PG 129:1135τότε, καὶ ὡς οὐδεὶς τῶν πάντων ἀνθρώπων. Νῦν δὲ, τριῶν οὐτῶν γνώσεων, τῆς δι' ὄψεως, καὶ τῆς δι' ἀκοῆς, καὶ τῆς προφητικῆς, κατ' οὐδεμίαν αὐτῶν ἐγίνωσκε τὸν Χριστόν, πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην· τότε δὲ λοιπὸν καὶ κατὰ τὰς τρεῖς ἔγνω αὐτόν. Καὶ γὰρ ἀπεκαλύφθη τε αὐτῷ προφητικῶς τὰ περὶ αὐτοῦ· διὸ καὶ ἔλεγεν, Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε. Καὶ εἶδεν αὐτόν· διὸ καὶ διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ ἤκουσε περὶ αὐτοῦ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησε, ὡς οἱ ἄλλοι εὐαγγελισταὶ ἐδίδαξαν. Ἀλλ' — βαπτίζων. Ἰδοὺ εἶπε καὶ τὴν αἰτίαν δι' ἣν αὐτός τε ἦλθε βαπτίζειν, καὶ ὁ Χριστὸς παρεγένετο βαπτισθῆναι.
Μία γὰρ καὶ ἡ αὐτὴ καὶ τούτου κἀκείνου, ὅτι ἵνα φανερωθῇ τοῖς Ἰσραηλίταις. Ἐπέμφθη γὰρ ὁ Ἰωάννης ὑπὸ Θεοῦ πρὸς τὸν Ἰορδάνην κηρύσσων βάπτισμα μετανοίας, ἵνα διὰ τὸ βάπτισμα συνδράμωσι πολλοὶ, καὶ ἐπιστὰς ὁ Χριστὸς ὡς βαπτισθησόμενος, μέσον πολλῶν μαρτυρηθῇ, κάτωθεν μὲν παρὰ Ἰωάννου, ἄνωθεν δὲ παρὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, καὶ ἐντεῦθεν ἐπισπασάμενος αὐτοὺς, ἄρξηται μυσταγωγεῖν καὶ θαυματουργεῖν. Οὐδὲ γὰρ ἂν οὕτω συνέδραμον ἅπαντες, οὐδ' ἂν ἤκουσαν τῆς τοιαύτης οὕτω μαρτυρίας, εἰ μὴ τοῦτο γέγονε. Καὶ — ἁγίῳ. Πάλιν τὸ, Οὐκ ᾔδειν αὐτόν, ἵνα ἀνύποπτον πάντη τὴν οἰκείαν μαρτυρίαν ἐργάσηται. Ἀλλὰ πότε εἶπεν αὐτῷ ὁ Θεός, Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ τὰ ἑξῆς;
Ὅτε δηλονότι, μήπω φανέντος, τὰ περὶ αὐτοῦ ἀπεκάλυψεν αὐτῷ. Τότε μὲν γὰρ τά τε ἄλλα καὶ τοῦτο εἶπεν· ὕστερον δὲ καὶ ὑπέδειξεν αὐτὸν παραγενόμενον ἐπὶ τὸ βαπτισθῆναι. Ὁ μὲν οὖν παρὼν εὐαγγελιστής, ὡς εἴρηται, παρέδραμε τὰ κατὰ τὸ βάπτισμα τοῦ Σωτῆρος, ὡς τοῖς ἄλλοις προϊστορηθέντα· ὁ δὲ Ματθαῖος πλατύτερον τῶν ἄλλων ἀπήγγειλεν αὐτά· καὶ ἀνάγνωθι κἀκεῖνα πρὸς ἐντελεστέραν διάγνωσιν. Κἀγὼ ἑώρακα. Τὸ Πνεῦμα, δηλαδὴ καταβαῖνον καὶ μένον ἐπ' αὐτόν. Καὶ — Θεοῦ. Καὶ ποῦ τοῦτο μεμαρτύρηκεν; οὐδαμοῦ γὰρ ἀναγέγραπται. Μεμαρτύρηκε μὲν τοῦτο πάντως· παραλέλειπται δὲ τοῖς εὐαγγελισταῖς, ὥσπερ καὶ ἄλλα πολλά. Τῇ ἐπαύριον — Θεοῦ.
Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, τὰ αὐτὰ περὶ αὐτοῦ φθέγγεται, ἀλλ' ἐπείπερ οὔπω καθίκετο τῆς ἀναισθησίας τῶν Ἰουδαίων· οὐδεὶς γὰρ αὐτὸν οὐδὲν ἠρώτησε περὶ αὐτοῦ· ἀναγκάζεται
col. 1137–1138page 17 of 199
PG 129:1137τὰ αὐτὰ λέγειν πάλιν, καὶ δευτέραις φωναῖς ἀφυπνίζει τὴν διάνοιαν αὐτῶν ὥσπερ κοιμωμένην. Καὶ ἐν τρόπον ὁ μὲν νυμφίος οὐδὲν τέως λέγει πρὸς τὴν νύμφην, οὐδ' ἀφ' ἑαυτοῦ λαμβάνει ταύτην· ὁ δὲ νυμφαγωγὸς πάντα διαλέγεται καὶ παραδίδωσιν αὐτήν· ὅτε δὲ λάβῃ ταύτην ἐκεῖνος, οὕτω διατίθησιν, ὡς ἐπιλαθέσθαι πάντων· οὕτω καὶ νῦν ὁ μὲν Χριστὸς ἔτι σιγῇ· ὁ δὲ Ἰωάννης τὰ περὶ αὐτοῦ διαπραγματεύεται. Διὸ καὶ φίλος αὐτοῦ κέκληται, ὡς τῷ γάμῳ παρὼν καὶ πάντα ὑπὲρ τοῦ νυμφίου διακονῶν· λαβὼν δὲ τὴν νυμφευθεῖσαν Ἐκκλησίαν ἐκεῖνος, οὕτως αὐτὴν διέθηκεν, ὡς ἐπιλαθέσθαι πάντων αὐτίκα.
Καὶ καθάπερ ἐπὶ τῶν γάμων, οὐχ ἡ νύμφη πρὸς τὸν νυμφίον ἔπεισιν, ἀλλ' οὗτος πρὸς αὐτήν, κἂν ὁ μὲν εἴη βασιλέως υἱὸς, ἡ δὲ παντάπασιν εὐτελής· οὕτω καὶ ἐνταῦθα γέγονεν. Αὐτὸς ὁ τοσοῦτος πρὸς τὴν εὐκαταφρόνητον παραγέγονε, καὶ ἀρμοσάμενος οὐκ εἴασεν αὐτὴν ἐνταῦθα μένειν λοιπόν, ἀλλὰ παραλαβὼν εἰς τὸν πατρικὸν ἀνήγαγεν οἶκον, τὸν οὐρανόν. Καὶ — Ἰησοῦ. Πολλῶν ἀκροασαμένων, οὗτοι μόνοι ἤκουσαν, τοῖς ὠσὶ δηλονότι τῆς ψυχῆς, τῶν ἄλλων τοῖς ὠσὶ τοῦ σώματος ἀκουσάντων. Ἐκ μὲν γὰρ τῶν μαθητῶν Ἰωάννου δύο τότε παρῆσαν· ἄλλοι δὲ πολλοὶ παρειστήκεισαν. Ἠκολούθησαν δὲ αὐτῷ, βουλόμενοι πεῖραν λαβεῖν αὐτοῦ. Στραφείς — ζητεῖτε;
Οὐκ ἀγνοῶν, ὁ τοῖς λογισμοῖς τῶν ἀνθρώπων ἐμβατεύων, ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως οἰκειώσηται τούτους, καὶ παράσχῃ θαῤῥεῖν. Εἰκὸς γὰρ αὐτοὺς ἐρυθριᾶν ἔτι, καὶ ἀγωνιᾶν, ὡς ἀγνώτας. Οἱ δὲ — μένεις; Μήπω μηδὲν παρ' αὐτοῦ μαθόντες, διδάσκαλον αὐτὸν ὀνομάζουσι, τὴν αἰτίαν τε δι' ἣν ἦλθον, δηλοῦντες ἐντεῦθεν, ὅτι ἀκουσόμενοί τι τῶν χρησίμων, καὶ εἰς μαθητὰς εἰσωθοῦντες ἑαυτούς· λέγουσι δὲ, Ποῦ μένεις; βουλόμενοι κατὰ μόνας ἐντυχεῖν αὐτῷ καὶ μεθ' ἡσυχίας. Λέγει — ἴδετε. Οὐ λέγει τὰ σύστημα τῆς οἰκίας, θέλων αὐτοὺς ἀκολουθεῖν, ἵνα καὶ πλέον θαῤῥήσωσιν. Ἦλθον — δεκάτη.
Ἐπισημαίνεται τὴν ὥραν, ἐνιττόμενος τούτων τε τὸ φιλομαθές, κἀκείνου τὸ φιλάνθρωπον, ὅτι οὐδ' ὑπὸ τῆς ὥρας ἀπετράπησαν, ἤδη πρὸς δυσμὰς ὄντος τοῦ ἡλίου, οὐδ' ἐπροφασίσαντο τὸν καιρόν, εἴτε τι ἕτερον. Εἰ δὲ ἀλλαχοῦ λέγει, μὴ ἔχειν, ποῦ τὴν κεφαλὴν κλίνῃ, οὐ περὶ οἰκίας ἁπλῶς τοῦτό φησιν, ἀλλὰ περὶ ἰδίας. Ἰδίαν γὰρ οὐκ εἶχεν, ἀλλ' ἀλλοτρίαις ἐκέχρητο. Ὅτι μὲν οὖν παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν
col. 1139–1140page 18 of 199
PG 129:1139ὡς πρόδηλον ἀφῆκε νοεῖσθαι. Τοσοῦτον γὰρ ἐν μιᾷ νυκτὶ ὠφελήθησαν, ὡς μεθ' ἡμέραν ἐφ' ἑτέρων θήραν ἐλθεῖν αὐτούς. Χρὴ τοίνυν καὶ ἡμᾶς μηδένα προφασίζεσθαι καιρὸν εἰς ἀκρόασιν θείαν, ἀλλὰ πάντα δεύτερα ταύτης λογίζεσθαι. Τάλλα μὲν γὰρ ὅσα βιωτικὰ καιρὸν ἐχέτω· πρὸς ταύτην δὲ πᾶς ἡμῖν ἔστω καιρὸς ἐπιτήδειος. Ἦν — αὐτῷ. Τοῦ ἑτέρου παρεσιώπησε τὴν κλῆσιν, ἢ διότι οὐκ ἦν τῶν ἐπισήμων καὶ γνωρίμων ἐκεῖνος, ἢ ὅτι αὐτὸς ἦν, ὁ ταῦτα γράφων, ὡς τινές φασιν. Εὑρίσκει — Χριστός. Σφόδρα χαίροντος ὁ λόγος. Εὑρήκαμεν ὃν ἐζητοῦμεν, ὃν προσεδοκῶμεν ἥξειν, ὃν αἱ Γραφαὶ κατήγγελλον. Ἀφ' ὧν γὰρ ἐμυσταγωγήθη συνῆκεν ὅτι αὐτός ἐστιν. Ὅρα δὲ ὅτι, καὶ ἁλεῖς ὄντες, προσείχον ταῖς Γραφαῖς·
ἡμεῖς δὲ, καὶ ὁμιλοῦντες αὐταῖς, οὐδ' οὕτω προσέχομεν. Καὶ — Ἰησοῦν. Εἰπὼν ἃ ἤκουσε, δηλονότι παρ' αὐτοῦ. Τοῦτο γνησιότητος ἀδελφικῆς, τοῦτο φιλίας εἰλικρινοῦς, κοινωνὸν τοῦ ἀγαθοῦ προσλαμβάνειν καὶ τὸν ἀδελφόν. Ἴσως δὲ καὶ οὐδὲ εἶπεν ἃ ἐμυσταγωγήθη, ἀλλὰ μόνον εἰπών, Εὑρήκαμεν τὸν Μεσίαν, ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν, τοῦτο μόνον σπουδάζων, ἀγαγεῖν αὐτὸν καὶ παραδοῦναι τῷ Χριστῷ, γινώσκων ὅτι τὸ πᾶν ἐκεῖνος αὐτὸν διδάξει. Ἐμβλέψας — Πέτρος. Ἄρχεται λοιπὸν παρανοίγειν τὰ τῆς θεότητος ἀπὸ προφητείας. Οὐκ ἔλαττον γὰρ τῶν σημείων αἱ προφητεῖαι προσάγουσι τοὺς ἀνθρώπους, ἔτι δὲ καὶ τὸ ἀνεπαχθέστερον ἔχουσι. Τὰ μὲν γὰρ σημεῖα καὶ διέβαλλον οἱ ἀνόητοι.
Ἐν Βεελζεβοὺλ γάρ, φησίν, ἐκβάλλει τὰ δαιμόνια· περὶ δὲ τῶν προφητειῶν οὐδὲν ἔλεγον τοιοῦτον. Καὶ ἐπὶ μὲν τοῦ Σίμωνος καὶ τοῦ Ναθαναὴλ ταύτῃ κέχρηται τῷ τρόπῳ· ἐπὶ δὲ τοῦ Ἀνδρέου καὶ τοῦ Φιλίππου οὐδὲν προφητεύει. Διότι Ἀνδρέας μὲν προκατείληπτο διὰ τῆς μαρτυρίας Ἰωάννου· Φίλιππος δὲ, ὁρῶν τοὺς ἀκολουθοῦντας αὐτῷ, πρὸς πίστιν καὶ αὐτὸς ἐχειραγωγεῖτο. Προεφήτευσε δὲ περὶ τοῦ Πέτρου, τίνος τέ ἐστιν υἱὸς, καὶ τί κληθήσεται. Ζήτησον δὲ καὶ πρὸς τῷ τέλει τοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας,
col. 1141–1142page 19 of 199
PG 129:1141εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν. Ἔτι δὲ καὶ ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Μάρκον τὴν ἑρμηνείαν τοῦ, καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον· ἀλλὰ καὶ πρὸς τῷ τέλει τοῦ δεκάτου κεφαλαίου τοῦ κατὰ Λουκᾶν τὴν διασάφησιν τοῦ. Οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν, ἀπέπλυναν τὰ δίκτυα. Συντελοῦσι γὰρ ἅπαντα εἰς τὸ προκείμενον. Τοῦτον μὲν οὖν Πέτρον ὠνόμασεν, Ἰάκωβον δὲ καὶ Ἰωάννην υἱοὺς βροντῆς, δεικνύων, ὅτι αὐτός ἐστιν ὁ καὶ ἐν τῇ Παλαιᾷ τὰ ὀνόματα μεταρρυθμίσας, καὶ τὸν μὲν Ἀβραμ Ἀβραὰμ καλέσας, τὴν δὲ Σάραν Σάρραν, καὶ τὸν Ἰακὼβ Ἰσραήλ. Τισὶ μὲν οὖν ἐκ γενετῆς ἐπέθηκε τὰ ὀνόματα, τισὶ δὲ ὕστερον.
Ὧν μὲν γὰρ ἡ ἀρετὴ διαλάμπειν ἔμελλεν ἐκ πρώτης τριχός, τούτους ἐξ ἀρχῆς ὠνόμασεν· ὧν δὲ ὕστερον, τούτους ὕστερον. Τῇ ἐπαύριον — Πέτρου. Τῇ ἐπαύριον μὲν ἠθέλησεν ἐξελθεῖν, οὐ τῇ ἐπαύριον δὲ εὑρίσκει τὸν Φίλιππον, ἀλλ᾽ ὕστερον, μετὰ τὸ ἐπισπάσασθαι Πέτρον καὶ Ἀνδρέαν καὶ Ἰάκωβον καὶ Ἰωάννην, ὡς ἀπὸ τῶν ἄλλων εὐαγγελιστῶν ἔξεστι διαγινώσκειν. Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐμνημόνευσε, πῶς αὐτοὺς εἵλκυσε, περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας; Διότι Ματθαῖος καὶ Μάρκος τοῦτο παραδεδώκασιν. Ἐπεὶ δὲ τὰ κατὰ τὸν Φίλιππον ἐκεῖνοι παρέδραμον, ταῦτα νῦν οὗτος ἀπαγγέλλει. Λέγει δὲ αὐτῷ ὁ Ἰησοῦς, Ἀκολούθει μοι, γινώσκων ὅτι ποθεῖ μὲν ἀκολουθῆσαι καὶ αὐτός, ἀκηκοὼς περὶ αὐτοῦ παρὰ τῶν ἀκολουθούντων·
εὐλαβεῖται δέ. Λύει οὖν αὐτοῦ τὴν αἰδώ. Λέγει δὲ ὁ εὐαγγελιστὴς καὶ ποίας πόλεως ἦν, ὅτι ἀπὸ Βηθσαϊδά, τῆς εὐτελοῦς καὶ φαύλης, ἵνα μάθῃς ὅτι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ. Μετὰ τὸ ἀκολουθῆσαι τῷ Χριστῷ δηλονότι. Καὶ — εὑρήκαμεν. Πεῖραν αὐτοῦ λαβών, κῆρυξ αὐτοῦ γίνεται παραυτίκα, καὶ γινώσκων τὸν Ναθαναὴλ ἀκριβέστατον ἔν τε ταῖς νομικαῖς καὶ ταῖς προφητικαῖς Γραφαῖς· καὶ γὰρ ἦν τὰ τοιαῦτα ἄριστα διεσκεμμένος, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησε, καὶ τὸ ἔργον ἔδειξεν· ἐπὶ τὸν Μωϋσέα καὶ τοὺς προφήτας αὐτὸν παραπέμπει, κατασκευάζων ἐκεῖθεν ἀξιόπιστον τὴν περὶ τοῦ Χριστοῦ μαρτυρίαν ἑαυτοῦ. Ἰησοῦν τὸν υἱὸν Ἰωσήφ. Ἔτι γὰρ τούτου υἱὸς εἶναι ἐνομίζετο.
Τὸν ἀπὸ Ναζαρέτ. Ἐκ Ναζαρέτ ἐλέγετο διὰ τὸ γραφῆναι ἐν αὐτῇ. Καὶ — εἶναι; Ἀκούων τοῦ προφήτου λέγοντος· καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν ταῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γὰρ ἐξελεύσεται
col. 1143–1144page 20 of 199
PG 129:1143ἡγούμενος, ὅστις ποιμανεῖ τὸν Ἰσραήλ· ἐκ Βηθλεέμ προσεδόκα τὸν Χριστόν. Μαθὼν δὲ νῦν ὅτι ἀπὸ Ναζαρέτ ἐστιν, θορυβήθη καὶ διηπόρησεν, οὐχ εὑρίσκων συμβαίνοντα τῇ προφητείᾳ τὸν λόγον τοῦ Φιλίππου. Διὸ καὶ λογισάμενος ἐσφάλθαι τοῦτον περὶ τὸν τόπον, ἐπιεικὴ ποιεῖται παραίτησιν, οὐ τοῦ εὑρεθῆναι αὐτὸν, ἀλλὰ τοῦ ἀπὸ Ναζαρέτ εἶναι, καὶ μαλῶς πως, ἐν ἐρωτήσεως τάξει, διωθείται τοῦτο, δεικνύων τὸ περὶ τὰς Γραφὰς ἀκριβὲς αὐτοῦ, καὶ τὸ τῶν τρόπων ἀνεξαπάτητον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. Ἆρα ἐκ Ναζαρὲτ ἐνδέχεται τι ἀγαθὸν εἶναι, καὶ τότε τοιοῦτον, τῆς οὕτω φαύλης καὶ ἀποῤῥιμμένης; Διεβάλλετο γὰρ παρὰ τῆς Ἰουδαίας ἡ Γαλιλαία· τῆς δὲ Γαλιλαίας ἐστὶ μόλις ἡ Ναζαρέτ.
Ἔλεγε δὲ τοῦτο πληροφορημένος ὅτι ὁ προσδοκώμενος οὐκ ἔστιν ἀπὸ Ναζαρέτ, ἀλλ' ἐκ Βηθλεέμ. Λέγει — ἴδε. Ἀγνοῶν τὸν τρόπον, δι' ὃν εἶπε τοῦτο, καὶ ἁπλῶς αὐτὸν διαβάλλειν τὴν Ναζαρέτ αἰηθεὶς, ἕλκει τοῦτον ἐπὶ τὸν Χριστόν, ὡς αὐτίκα πεισθησόμενον, εἰ μόνον γεύσεται τῆς διδασκαλίας καὶ ὁμιλίας αὐτοῦ. Εἶδεν — Ἰσραηλίτης. Ἐπῄνεσεν αὐτὸν, ὡς ἐπιγινώσκοντα ὃ ἀναγινώσκει· τοῦτο γὰρ τοῦ ἀληθῶς Ἰσραηλίτου. Οἱ γὰρ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἱ κατ' ἐκείνους, οὐ προσέχοντες οἷς ἀνεγίνωσκον, ψευδώνυμοι ἦσαν Ἰσραηλῖται. Ἐν — ἔστι. Δόλον λέγει τὴν ἐπικάλυψιν τῆς ἀληθείας, τὴν πονηρίαν. Λέγει — γινώσκεις; Οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, ἀλλ' ἐζήτησε μαθεῖν πόθεν αὐτὸν γινώσκει τοιοῦτον οἷον λέγει.
Ἀπεκρίθη — εἶδόν σε. Ὁ μὲν ὡς ἄνθρωπον αὐτὸν ἐξήταζεν ἔτι· αὐτὸς δὲ ὡς Θεὸς αὐτῷ ἀποκρίνεται. Λέγει γὰρ ἰδεῖν ὃ οὐδεὶς ἑώρακε. Πρὸ τοῦ ἐντυχεῖν γὰρ αὐτῷ τὸν Φίλιππον, ἦν ὑπὸ τὴν συκῆν, οὐδενὸς παρόντος ἢ ὁρῶντος αὐτόν. Δέδωκεν οὖν τεκμήριον ἀναντίῤῥητον τοῦ γινώσκειν αὐτὸν, καὶ ὁρᾷν τὰ τοῖς ἀνθρώποις ἀθέατα. Διὸ καὶ τὸν καιρὸν εἶπε καὶ τὸν τόπον καὶ τὸ δένδρον, καὶ ἅμα ἔδειξεν ὅτι καὶ ἤκουσε πάντως ὃ εἶπεν, ὅτι Ἐκ Ναζαρέτ δύναταί τι ἀγαθὸν εἶναι· καὶ ἐκ τούτου μᾶλλον συνῆκεν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Ἐλογίσατο γὰρ ὅτι, εἰ μὴ ἦν, οὐκ ἂν ἐπήνεσεν αὐτὸν, ἀλλ' ἀπώσατο ἦν. Λοιπὸν οὖν ἔκ τε τῆς προφητείας ἔκ τε τοῦ ἐπαίνου πεπίστευκεν ὅτι αὐτός ἐστι.
Προφητεία δέ ἐστιν, οὐκ ἐπὶ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν παρελθόντων, ὡς ἡ Μωίσέως
col. 1145–1146page 21 of 199
PG 129:1145περὶ τῆς κοσμογενείας· καὶ ἐπὶ τῶν ἐνεστώτων, ὡς ὅταν ὁ Χριστὸς λέγῃ τὰ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. Ἀπεκρίθη — Ἰσραήλ. Ἔγνως ψυχὴν ὑπὸ περιχαρείας σκιρτώσαν, καὶ περιπτυσσομένην αὐτὸν τοῖς βήμασι τούτοις· Σὺ εἶ, φησίν, αὐτὸς ἐκεῖνος ὁ προσδοκώμενος. Ἀλλά τίνος ἕνεκεν ὁ Πέτρος μὲν, μετὰ τοσαῦτα θαύματα καὶ τοσαύτην διδασκαλίαν ὁμολογήσας αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἐμακαρίσθη· ὁ Ναθαναὴλ δὲ, καὶ πρὸ τῶν θαυμάτων καὶ πρὸ τῆς διδασκαλίας τὸ αὐτὸ ποιήσας, οὐκ ἐμακαρίσθη; Διότι εἰ καὶ τὸ αὐτὸ ἐφθέγξαντο, ἀλλ᾽ οὐ μετὰ τῆς αὐτῆς διανοίας. Ὁ Πέτρος μὲν γὰρ φύσει Υἱὸν τοῦ Θεοῦ τοῦτον ὡμολόγησεν· ὁ Ναθαναὴλ δὲ Υἱὸν τοῦ Θεοῦ θέσει· καὶ ὁ μὲν θεὸν κυρίως, ὁ δὲ Θεὸν κατὰ χάριν.
Καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ ἐπαγαγεῖν· Σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ γὰρ φύσει Υἱὸς τοῦ Θεοῦ οὐ μόνον τῶν Ἰσραηλιτῶν, ἀλλὰ πάντων βασιλεύς ἐστιν. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον, ἀλλὰ καὶ ἀφ᾽ ὧν ὁ Χριστὸς ἀπεκρίθη, προάγων τοῦτον ἐπὶ τελειοτέραν ὁμολογίαν καὶ διδάσκων μὴ ὡς ἀνθρώπῳ ψιλῷ προσέχειν αὐτῷ. Ἀπεκρίθη — ὄψει. Ἵνα καὶ μεῖζον πιστεύσης. Ἔτι γὰρ μικρὰ ἀκούσας, μικρὰ ἐπίστευσε. Καὶ λέγει — ἀνθρώπου. [Ἀναβαίνοντας εἶπε πρώτον, δηλῶν τοὺς ἄχρι τούτου συμπαρόντας καὶ διακονοῦντας αὐτῷ.] Ὥς γὰρ ἐπὶ γνήσιον Υἱὸν τοῦ Θεοῦ, ἀνέβαινεν καὶ κατέβαινον οἱ ἄγγελοι τοῦ Θεοῦ ἐπ᾽ αὐτὸν, διακονοῦντες·
τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ πάθους, τοῦτο δὲ παρὰ τὸν τῆς ἀναστάσεως, τοῦτο δὲ παρὰ τὸν τῆς ἀναλήψεως· ᾧ δὲ ἄγγελοι διακονοῦσι δουλοπρεπῶς, οὗτος οὐκ ἔστιν ἄνθρωπος ἁπλῶς, ἀλλὰ καὶ Θεὸς καὶ Δεσπότης αὐτῶν. Ἀμήν, ἀμὴν λέγω ὑμῖν τοῖς πιστοῖς, ἀπάρτι ὄψεσθε, μετὰ τὸ πιστεῦσαι γνησίως. Ταῦτα δέ εἰσι τὰ μείζω περὶ ὧν εἶπεν ὅτι Μείζω τούτων ὄψει. Ὄψιν δὲ νόησον καὶ τὴν γνώσιν. Ἔγνωσαν γὰρ ταῦτα πάντες οἱ μαθηταὶ, οἱ μὲν ἰδόντες, οἱ δὲ ἀκούσαντες παρὰ τῶν ἰδόντων. Ὅπερ δὲ ἐν ἄλλοις, τοῦτο καὶ νῦν ποιεῖ. Δύο γὰρ εἰπὼν προρρήσεις, τὴν μὲν ὁμολογουμένην, ὅτι Πρὸ τοῦ σὲ Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε· τὴν δὲ ἀμφίβολον ὅτι Ὄψονται τὸν οὐρανὸν ἀνεῳγότα καὶ τὰ ἑξῆς·
ἀπὸ τῆς ὁμολογουμένης βεβαιοῖ τὴν ἀμφίβολον. Διὸ καὶ σεσίγηκε μὲν ὁ Ναθαναὴλ, ἔστησε δὲ καὶ ὁ Χριστὸς μέχρι τούτου τὸν λόγον, ἀφεὶς αὐτὸν κατ᾽ ἰδίαν ἀναλογίσασθαι
col. 1147–1148page 22 of 199
PG 129:1147τὰ λεχθέντα. Καταβαλὼν γὰρ εἰς γῆν καλὴν τὴν σπόρον, κατέλιπεν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν. ΚΕΦ. Δ'. Περὶ τοῦ ἐν Κανᾶ γάμου. Καὶ — Γαλιλαίας. Τῇ τρίτῃ μετὰ τὴν ἀπὸ τῆς ἐρήμου κάθοδον τοῦ Χριστοῦ. Καὶ — ἐκεῖ. Κληθεῖσα παρὰ τῶν τελούντων τὸν γάμον ὡς γνώριμος. Ἐκλήθη — γάμον. Καὶ αὐτοὶ ὡς γνώριμοι. Καὶ ἀπῆλθεν ὁ Σωτὴρ, οὐ πρὸς τὴν ἑαυτοῦ βλέπων ἀξίαν, ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων ὠφέλειαν. Καὶ ὁ τὸν γάμον νομοθετήσας ἦλθε τιμήσων τὸν γάμον, καὶ ἁγιάσων αὐτὸν τῇ παρουσίᾳ· καὶ ὁ μορφὴν δούλου λαβὼν οὐκ ἀπηξίωσεν εἰς γάμον δούλων παραγενέσθαι, εἰ καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐκ εἶχον οἱ καλέσαντες. Ὡς γὰρ ἁπλῶς γνώριμον, καὶ τῶν πολλῶν ἕνα, τοῦτον ἐκάλεσαν. Καὶ — ἔχουσιν.
Ὑστερήσαντος, ἤτοι ἐνδεήσαντος, ἐλλείψαντος. Οὔπω μὲν οὖν ἕως τότε θαῦμα πεποίηκεν. Ἐπεὶ δὲ μεμάθηκεν ἡ Μήτηρ τὰ κατ' αὐτόν, ὅτι τε δι' αὐτὸν ἦλθεν ὁ Ἰωάννης καὶ ὅτι μεμαρτύρηκε περὶ τῆς θεότητος αὐτοῦ καὶ ὅτι καὶ οὐρανόθεν ἐμαρτυρήθη, ἅμα δὲ καὶ εἶδεν ὅτι μαθητὰς προσελάβετο, συνῆκεν ὅτι ἤρξατο λοιπὸν ἀποκαλύπτεσθαι. Διὸ καὶ, θαῤῥήσασα, παρεκάλεσεν αὐτὸν εἰς θαυματουργίαν οἴνου ἐλλείποντος, βουλομένη καὶ τοῖς καλέσασι καταθεῖναι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ἀποφῆναι διὰ τῆς τοῦ Υἱοῦ δυνάμεως. Διὸ καὶ ἐπιτιμᾷ αὐτῇ οὐκ ἀτιμάζων, ἀλλὰ διορθούμενος ὡς ἀκαίρως παρακαλέσασαν. Ὅτι γὰρ σφόδρα ταύτην ἐτίμα, δῆλον ἀπό τε πολλῶν ἄλλων καὶ ἀπὸ τοῦ πληρῶσαι τὴν τοιαύτην αὐτῆς παράκλησιν·
ἐπετίμησε μὲν γὰρ αὐτῇ, παιδεύων μηκέτι τοιαῦτα ζητεῖν, ἀλλ' ἐᾶν τὰ θαύματα κατὰ λόγον γίνεσθαι· ἐπήκουσε δὲ αὐτῆς, τιμῶν ὡς μητέρα. Λέγει — γύναι· Τί ἡμῖν ἀναγκαῖον, περὶ οὗ παρακαλεῖς; τί τὸ κατεπεῖγον οὕτως ἡμᾶς; Ἔστι δὲ καὶ ἑτέρως νοῆσαι· Τί κοινὸν ἐμοὶ καὶ σοί; ἐγὼ μὲν γὰρ οἶδα τοὺς προσήκοντας καιροὺς τῶν θαυμάτων, ὡς Θεός· σὺ δὲ ἀγνοεῖς αὐτοὺς, ὡς ἄνθρωπος. Οὐκ εἶπε δὲ, Μῆτερ, ἀλλὰ, Γύναι, ὡς Θεός. Οὔπω μου. Οὔπω πάρεστιν ἡ ὥρα μου, ἡ τοῦ θαυματουργῆσαι, ὃ ζητεῖς. Τότε γὰρ πάρεστιν, ὅτε οἱ δεόμενοι τοῦ θαύματος ἐπιγνῶσιν, ὅτι δύναμαι τοιαῦτα ποιεῖν, καὶ αὐτοί με παρακαλέσουσι. Νῦν δὲ ἡ τῆς μητρὸς παράκλησις, οὐ μόνον ἄκαιρος, ἀλλὰ καὶ ὕποπτος καὶ τοῖς μεμψιμοίροις εὐεπηρέαστος.
col. 1149–1150page 23 of 199
PG 129:1149Τὸ δέ, Οὔπω ἥκει ἡ ὥρα μου· καὶ τό, Οὐκ ἠδύναντο αὐτὸν πιάσαι, ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ· καὶ τό, Οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· καὶ τό, Πάτερ, ἐλήλυθεν ἡ ὥρα· καὶ τὰ τοιαῦτα, οὐ δηλοῦσιν ὅτι καιρῶν ἀνάγκαις καὶ ὡρῶν παρατηρήσεσιν ὑπέκειτο· πῶς γάρ, ὁ τούτων ποιητής; ἀλλὰ ταῦτα περὶ τῶν προσηκόντων καιρῶν εἴρηται, ἐμφαίνοντα, ὅτι πάντα ἔδει κατὰ λόγον καὶ τάξιν γίνεσθαι. Εἰπὼν οὖν, ὅτι Οὔπω ἥκει ἡ ὥρα μου, ἐποίησε τὸ θαῦμα, τιμῶν τε, ὡς εἴρηται, τὴν μητέρα, καὶ δεικνύων ὅτι οὐ δουλεύει καιροῖς, ἀλλὰ κυριεύει τούτων. Λέγει· Ποιήσατε.
Συνεῖσα τὸν τοῦ λόγου σκοπόν, καὶ ὅτι οὐκ ἀδυναμίας ἡ παραίτησίς ἐστιν, ἀλλ' ἵνα μὴ δοκῇ τοῖς θαύμασιν ἐπιπηδᾶν, καὶ θεατρίζειν ἑαυτόν, καὶ ὅτι οὐ παρόψεται τὴν ταύτης παράκλησιν, τοὺς διακόνους τῆς τραπέζης εὐτρεπεῖς αὐτῷ παριστᾷ, τρόπον ἕτερον καὶ αὐτοὺς συμπαρακαλοῦντας. Ἦσαν — τρεῖς. Ὑδρίαι μὲν τὰ σκεύη τοῦ ὕδατος, μετρηταὶ δὲ τὰ μέτρα. Ἔκειντο δὲ πρὸς τὸν καθαρισμὸν τῶν Ἰουδαίων, ὑπηρετοῦσαι τούτοις εἰς τὸν καθαρισμόν, ἵνα, εἴ ποτε ἀκάθαρτοι ἐγένοντο, μὴ πόρρω βαδίζοιεν εἰς πηγὰς καὶ κρήνας.
[Τοῦ ἁγίου Μαξίμου.] Ἓξ ὑδρίαι νόει μοι, τοὺς ἓξ τρόπους τῆς ἐλεημοσύνης, τὸν τοῦ τρέφειν τοὺς πεινῶντας, τὸν τοῦ ποτίζειν τοὺς διψῶντας, τὸν τοῦ συνάγειν τοὺς ξένους, τὸν τοῦ περιβάλλειν τοὺς γυμνούς, τὸν τοῦ ἐπισκέπτεσθαι τοὺς ἀσθενοῦντας, τὸν τοῦ ἔρχεσθαι πρὸς τοὺς ἐν φυλακῇ.
Ταύτας οὖν τὰς ὑδρίας, κενὰς οὔσας τῶν οἰκείων ἐνεργειῶν, διὰ τὸ ψυγῆναι τὴν ἀγάπην ἀφ' ἧς, ὡς ἀπὸ πηγῆς, ἐπληροῦντο, παραγενόμενος ὁ θεῖος λόγος τῶν εὐαγγελικῶν ἐντολῶν, πρῶτον μὲν ἐπλήρωσεν ὕδατος, λέγω δὴ τῆς σωματικῆς ἐνεργουμένης εὐποιίας, εἶτα μετέβαλε ταύτην εἰς τὴν πνευματικῶς ἐπιτελουμένην, ὡς εἰς οἶνον, θερμαίνουσαν μὲν τὴν ψυχήν, εὐφραίνουσαν δὲ τὸν νοῦν, ἐξιστῶσαν δὲ τοὺς οὕτω θεραπευομένους τῆς προτέρας διαθέσεως. Ἑκάστη δὲ ὑδρία χωρητική ἐστι δύο ἢ τριῶν μετρητῶν· δύο μέν, διὰ τὸ διπλοῦν, ὡς εἴρηται, τῆς καθ' ἕκαστον τρόπον εὐποιίας, οὐ μόνον σωματικῆς, ἀλλὰ καὶ πνευματικῆς λαμβανομένης· τριῶν δέ, διὰ τὸ κατὰ τὴν τῆς ἁγίας Τριάδος
col. 1151–1152page 24 of 199
PG 129:1151λογίαν ἔστιν ὅτε τὴν ἐξεργεσίαν ἐπιτελεῖσθαι. Ἀντλοῦσι δὲ τὸ δηλωθὲν ὕδωρ οἱ ἀγαθοὶ λογισμοί, τῷ λόγῳ διακονοῦντες. Τούτου δὲ τοῦ οἴνου γευσάμενος ὁ ἀρχιτρίκλινος, ἤγουν ὁ διακριτικὸς λογισμός, φησὶν ὅτι Ἔδει τὸν καλὸν τοῦτον οἶνον πρῶτον ποθῆναι. Τῆς γὰρ σωματικῆς ἐπιμελείας προτιμοτέρα ἡ ψυχή. Νυμφίος δὲ ἐνταῦθα, ὁ ἀνθρώπινος νοῦς, ὡς νύμφην ἀρμοζόμενος ἑαυτῷ τὴν ἀρετὴν καὶ Λόγος, παραγίνεται διασφίγγων αὐτῶν τὴν ἕνωσιν. [Ἔστι δὲ καὶ ἑτέρως ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν ἐξ ὑδριῶν. Εἶεν γὰρ ἂν αὗται ἡ ποιητικὴ τῶν καθηκόντων δύναμις τῆς ἀνθρωπίνης φύσεως, ἣν κενὴν καὶ ἀνενέργητον κειμένην ἐπλήρωσεν ὁ θεῖος λόγος, πρῶτον μὲν τῆς κατὰ σωματικὴν ἐπιμέλειαν γνώσεως, εἶτα τῆς κατὰ ψυχικήν·
ἢ πρῶτον μὲν τῆς κατὰ πρᾶξιν, εἶτα τῆς κατὰ θεωρίαν· ἢ καὶ πρῶτον μὲν τῆς κατὰ φύσιν, εἶτα τῆς ὑπὲρ φύσιν· τῶν δὲ δύο μετρητῶν, εἷς μὲν, ἡ τῶν αἰσθητῶν γνῶσις, ἕτερος δέ, ἡ τῶν νοητῶν, καὶ τρίτος ἡ περὶ τῆς ἀκαταλήπτου θεότητος ἔλλαμψις. Εἰς δὲ τὸν ἓξ ἀριθμὸν ἐλάβομεν τὴν ποιητικὴν τῶν καθηκόντων δύναμιν τῆς φύσεως, ἢ ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον· κόσμος δὲ καὶ ὁ ἄνθρωπος· ἢ ὅτι ταῖς πέντε ψυχικαῖς δυνάμεσι συναριθμοῦμεν καὶ αὐτὴν τὴν ψυχήν, ὡς ταῖς πέντε τοῦ σώματος αἰσθήσεσι καὶ αὐτὸ τὸ σῶμα. Ὥσπερ δὲ ἡ καθαρὰ καὶ ἀληθὴς Παρθένος Μαρία μήτηρ ἐγένετο τοῦ Θεοῦ Λόγου, οὕτως ἡ καθαρὰ καὶ ἀληθὴς πίστις, μήτηρ γίνεται τοῦ θείου λόγου, τοῦ εὐαγγελικοῦ κηρύγματος.] Λέγει ἄνω.
Τοὺς διακόνους τῆς τραπέζης, ποιεῖται διακόνους τοῦ θαύματος, ἵνα αὐτοὶ μάρτυρες ὦσι τοῦ πράγματος. Οὐ προσέταξε δὲ γεμίσαι τὰ ἀγγεῖα τοῦ οἴνου, ἀλλὰ τὰ δοχεῖα τοῦ ὕδατος· ἵνα μή τινες ὑποπτεύσωσιν, ὅτι τρυγὸς ἐναποκειμένης, κράσις τοῦ ὕδατος γέγονε. Καὶ διατί οὐκ αὐτὸς λόγῳ μόνῳ τὰς ὑδρίας ἐπλήρωσεν, ἀλλὰ τοῖς διακόνοις ἐπέταξεν; Ἵνα μὴ δόξῃ φαντάζειν, ἀλλ᾽ ἵνα οἱ ἀντλήσαντες τὸ ὕδωρ, ἐπιστομίσοιεν τοὺς τὸ θαῦμα συκοφαντοῦντας. Καὶ λέγει — ἄρτι. Ἀρχιτρίκλινον ὀνομάζει τὸν συμποσίαρχον, τὸν ἐπιμελητὴν τοῦ συμποσίου. Τρίκλινοι γὰρ ἐκαλοῦντο οἱ οἶκοι τῶν συμποσίων. Οὐχ ἁπλῶς δὲ οἶνον ἐποίησε τὸ ὕδωρ, ἀλλὰ καλὸν οἶνον, ὡς ὁ ἀρχιτρίκλινος ἐμαρτύρησε.
Τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα πολλῷ τῶν φυσικῶν ὡραιότερα. Τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον γενέσθαι, τοὺς διακόνους εἶχε μάρτυρας· τοῦ δὲ καὶ καλὸν οἶνον, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον. Καὶ λοιπὸν οὐκ ἔμελλε τὸ θαῦμα λαθεῖν, οὕτως ἀναγκαίας ἔχον τὰς μαρτυρίας. Εἰκὸς δὲ καὶ τὸν νυμφίον εἰπεῖν τι πρὸς ταῦτα·
col. 1153–1154page 25 of 199
PG 129:1153πλὴν παρῆκε τοῦτο τὸ μέρος ὁ εὐαγγελιστὴς ὡς οὐκ ἀναγκαῖον. Γένοιτο δὲ κἀμέ, τὸν ψυχρόν, καὶ χαῦνον, καὶ διαῤῥέοντα, καὶ κατὰ τοῦτο μηδὲν ὕδατος διαφέροντα, μεταβληθῆναι πρὸς θέρμην πνευματικὴν καὶ στύψιν ἐνάρετον καὶ πῆξιν ἠθῶν, ὥστε καὶ ἑτέρους εὐφραίνειν δύνασθαι. Ταύτην - Γαλιλαίας. Οὐ μόνον ἀνέγραψε τὸ θαῦμα, ἀλλὰ καὶ ἐδίδαξεν ὅτι τοῦτο ἦν ἀρχὴ τῶν σημείων. Ἐπεὶ γὰρ οὐκ ἄχρηστον ἦν εἰδέναι καὶ τοῦτο, λοιπὸν ὡς παρασιωπηθὲν τοῖς ἄλλοις, ἱστόρησεν αὐτό, χρησιμεῦον εἰς τὸ μὴ πιστεύειν τοῖς λεγομένοις παιδικοῖς θαύμασι τοῦ Χριστοῦ. Τοῦτο γὰρ ἀρχὴ τῶν σημείων· ἐκεῖνα δὲ πλάσμα ἐστὶν ἀνδρὸς λυμαινομένου τῇ ἀληθείᾳ. Εἰ γὰρ παῖς ὢν ἐθαυματούργει, πᾶσιν ἂν ἐγένετο γνώριμος αὐτίκα·
παραδοξότερα γὰρ τὰ παρὰ μειρακίου θαυματουργούμενα· καὶ οὐκ ἂν ἐδεήθησαν οἱ Ἰσραηλῖται τοῦ Ἰωάννου φανερώσαντος αὐτόν. Εἴρηκε γὰρ αὐτὸς ὁ Ἰωάννης ὅτι Ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Εἰκότως οὖν ἀνέμεινε τὴν ἀνδράσι πρέπουσαν ἡλικίαν, ἵνα μὴ νομίσωσι φαντασίαν εἶναι τὰ γινόμενα. Εἰ γὰρ ἐν τελείᾳ ἡλικίᾳ θαυματουργοῦντος πολλοὶ τοῦτο ὑπώπτευον, πολλῷ μᾶλλον ἐν ἀτελεῖ. Καὶ θάττον δὲ καὶ πρὸ τοῦ προσήκοντος καιροῦ ὥρμησαν ἂν ἐπὶ τὸν σταυρόν, τῇ βασκανίᾳ τηκόμενοι, καὶ λοιπὸν ἔμελλεν οὐ μόνον ἀπιστηθῆναι ἡ οἰκονομία τῆς ἐνανθρωπήσεως, ἀλλὰ καὶ ἐμποδισθῆναι τὸ Εὐαγγέλιον.
Ζήτησον δὲ καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, διατί μετὰ τριακοστὸν ἔτος ὁ Χριστὸς ἦλθεν ἐπὶ τὸ βάπτισμα, ἔνθα κεῖται τό· Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, καὶ εὑρήσεις αἰτίας εὐλογωτάτας. Καὶ — αὐτοῦ. Τὴν δύναμιν αὐτοῦ, τὸ μεγαλεῖον τῆς θεότητος αὐτοῦ. Πῶς καὶ τίνι τρόπῳ; ὀλίγοι γὰρ προσέσχον τῷ γεγενημένῳ· μόνοι γὰρ οἱ ὑπηρέται, καὶ ὁ ἀρχιτρίκλινος, καὶ ὁ νυμφίος, καὶ οἱ μαθηταὶ αὐτοῦ. Τό γε· εἰς αὐτὸν ἦχον, ἐφανέρωσιν αὐτὴν διὰ τοῦ τοιούτου θαύματος. Εἰ γὰρ καὶ μὴ τότε πολλοὶ προσέσχον, ἀλλ᾽ ὕστερον διεδόθη τὸ θαῦμα, καὶ πολλοὺς εἵλκυσεν. Ὅτι δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐδεὶς τῶν ἄλλων ἐπίστευσε, δῆλον ἀπὸ τῶν ἑξῆς.
Ἐπήγαγε γάρ· Καὶ — αὐτοῦ. Οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν. ὁρᾷς ὅτι τότε χρὴ γίνεσθαι τὰ σημεῖα, ὅταν οἱ ὁρῶντες εὐγνωμονεῖν καὶ προσέχειν μέλλοιεν.
col. 1155–1156page 26 of 199
PG 129:1155Μετὰ τοῦτο — ἡμέρας. Κατέβη εἰς Καπερναούμ, ἵνα διαναπαύσῃ τὴν Μητέρα. Ἀδελφοὶ δὲ αὐτοῦ νόμῳ καὶ οὐ φύσει οἱ υἱοὶ Ἰωσήφ, τοῦ νόμῳ καὶ οὐ φύσει πατρὸς αὐτοῦ. ΚΕΦ. Β΄. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. Καὶ ἐγγὺς ἀνέστρεψε. Παραπλήσια καὶ ὁ Ματθαῖος ἱστόρησεν ἐν τῷ τέλει τοῦ τεσσαρακοστοῦ πέμπτου κεφαλαίου αὐτοῦ, καὶ ἀνάγνωθι τὴν ἐκείνων ἐξήγησιν, μεγάλα καὶ πρὸς ταῦτα συμβαλλομένην. Κερματισταὶ δὲ οἱ καταλλάκται, οὓς ὁ Ματθαῖος κολλυβιστὰς ὠνόμασεν. Ὥσπερ δὲ κόλλυβος, ἡ ὀβολός, οὕτω καὶ κέρμα, ἡ σωρεία τῶν τε ὀβολῶν καὶ τῶν καταλλασσομένων λεπτῶν. Φραγέλλιον δέ ἐστιν εἶδος μάστιγος.
Πλεκτὸν δὲ ἦν, ὅτι καὶ ἡ πολιτεία τῶν ἀπελαυνομένων πεπλεγμένη ἦν ἐξ ἀτόπων λόγων καὶ πράξεων, καὶ ἡ πολιτεία τοῦ ἀπελαύνοντος πεπλεγμένη πάλιν ἐξ ὑπερφυῶν λόγων καὶ πράξεων, καὶ ἐκ θείων καὶ ἀνθρωπίνων. Πράγμα οὖν ἐποίησε πολλῆς αὐθεντίας γέμον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐν Σαββάτῳ θεραπεύειν, καὶ πολλὰ τοιαῦτα ποιεῖν, ἅπερ ἐδόκει τοῖς Ἰουδαίοις νόμων παράβασις, ἵνα μὴ δοκῇ ταῦτα πράττειν ὡς ἀντίθεος, ἐντεῦθεν προαναιρεῖ τὴν τοιαύτην ὑπόληψιν.
Ὁ γὰρ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τοσαύτῃ σφοδρότητι καὶ ἀγανακτήσει διὰ τοῦτον χρησάμενος, καὶ μηδενὸς ὅλως φεισάμενος, ἀλλὰ καὶ εἰς κίνδυνον ἑαυτὸν καταστήσας, καὶ τούς τε καπήλους ἐκείνους, τούς τε παραχωροῦντας αὐτοῖς Ἰουδαίους καθ᾽ ἑαυτοῦ παροξύνας, καὶ πάντα παθεῖν ἔτοιμος ὢν ὑπὲρ τῆς εὐκοσμίας τοῦ ἱεροῦ, οὐκ ἂν ἐναντίος εἴη τῷ Δεσπότῃ τοῦ ἱεροῦ. Καὶ — ἐμπορίου. Οἶκον ἐμπορίου ποιοῦσι τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὰς περιστερὰς ἐν αὐτῷ πωλοῦσιν, καὶ οἱ τὰς χειροτονίας πιπράσκοντες. Περιστερᾶς γὰρ τύπος, ἡ χάρις τοῦ ἁγίου Πνεύματος, τοῦ ἐν εἴδει περιστερᾶς ὀφθέντος. Οἱ δ᾽ ἀπατεοὶ καὶ θεοκάπηλοι, τὰ τοῦ Θεοῦ καπηλεύοντες δι᾽ αἰσχροκέρδειαν.
Τὸ δέ, Ἄρατε ταῦτα ἐντεῦθεν, τὴν μετάστασιν καὶ ἀποβολὴν τῆς νομικῆς λατρείας ᾐνίξατο. Οὐ μόνον ἀφ᾽ ὧν ἔπραξεν, ἀλλὰ καὶ ἀφ᾽ ὧν εἶπε, δείκνυσιν ὅτι οὐκ ἔστιν ἀντίθεος. Ἀλλ᾽ αὐτὸς μὲν φύσει Πατέρα τὸν Θεὸν ἐκάλεσεν· οἱ δὲ Ἰουδαῖοι, θέσει Πατέρα τοῦτον ὀνομάσαι οἰηθέντες, οὐκ ἐταράχθησαν ἐπὶ τῷ τοιούτῳ ῥήματι, ἀλλ᾽ οὐδ᾽ ἐφ᾽ οἷς
col. 1157–1158page 27 of 199
PG 129:1157ἐποίησεν ἡγριώθησαν. Ἤλεγχε γὰρ αὐτοὺς τὸ συνειδὸς καὶ κατήσχυνεν, ὡς εὐλόγως ἐκείνου καὶ ποιοῦντος καὶ λέγοντος. Οἶκον δὲ ἐμπορίου, ἀντὶ τοῦ, Οἶκον καπηλείου. Ἐν δὲ τῷ προῤῥηθέντι κεφαλαίῳ τοῦ Ματθαίου, σπήλαιον λῃστῶν εἶπεν, ἐν ᾧ καὶ παρεσημειωσάμεθα ὅτι τὸν ζῆλον τοῦτον καὶ τὴν παρρησίαν δὶς ἐπεδείξατο κατὰ τῶν ἐν τῷ ἱερῷ καπηλευόντων, ἐν ἀρχῇ τε τοῦ Εὐαγγελίου καὶ πρὸς τῷ τέλει. Καὶ τὰ μὲν ἐν ἀρχῇ νῦν ὁ Ἰωάννης ἀνέγραψε, τὰ δὲ πρὸς τῷ τέλει Ματθαῖος. Ἐμνήσθησαν – με. Γέγραπται γὰρ ἐν τῇ Βίβλῳ τῶν Ψαλμῶν. Ζῆλον δὲ λέγει νῦν τὴν δικαίαν ἀγανάκτησιν· Καταφάγεταί δὲ, ἀντὶ τοῦ, Σφόδρα περιλάβῃ, καταφλέξει.
Χρὴ δὲ γινώσκειν ὅτι ποιήσας τὸ φραγέλλιον οὐ τοὺς ἀνθρώπους ἔτυψεν, ἀλλὰ τούτους μὲν ἐφόβησε καὶ ἀπήλασε, τὰ δὲ πρόβατα καὶ τοὺς βόας ἔτυψε καὶ ἐξέβαλεν. Ἀπεκρίθησαν ποιεῖς; Κατεγνωσμένους ἑαυτοὺς εἰδότες, ἐπιτιμῆσαι μὲν οὐκ ἐτόλμησαν, εἶπον δὲ αὐτῷ· Ἐπειδὴ ταῦτα ποιεῖς, ἤγουν ἐπειδὴ αὐθεντεῖς, τί σημεῖον δεικνύεις ἡμῖν τῆς αὐθεντίας; Ὢ πολλῆς ἀνοίας! δέον γὰρ εὐγνωμονῆσαι, καὶ ἐπαινέσαι αὐτὸν, ὡς ἀπαλλάξαντα τὸν οἶκον τοῦ Θεοῦ τοσαύτης αἰσχύνης· οἱ δὲ σημεῖον ἐπιζητοῦσι τῆς ἐξουσίας, φθόνῳ τηκόμενοι, καὶ μελετῶντες ἐπισκῆψαι τῷ γενησομένῳ σημείῳ. Καὶ γὰρ καὶ ἄλλοτε ἔλεγον· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἀπεκρίθη· αὐτόν. Σημεῖον τῆς αὐθεντίας δίδωσιν αὐτοῖς τὴν τριήμερον ἀνάστασιν αὐτοῦ.
Ναὸν γὰρ τὸ ἑαυτοῦ σῶμα λέγει· ναὸς γὰρ καὶ οἶκος τοῦτό ἐστιν οὐ μόνον τῆς ψυχῆς, ἀλλὰ καὶ τῆς θεότητος. Λύσατε δὲ εἶπεν, οὐ προτρέπων αὐτοὺς εἰς τὸν καθ' ἑαυτοῦ φόνον, ἀλλ' ὅπερ ἐγίνωσκεν, ὅτι δράσουσιν, εἶπεν ἠθικῶς ἐν τοιούτῳ σχήματι λόγου. Λύσατε δὲ, ἤτοι καταστρέψατε εἰς γῆν, διαζεύξατε τῆς ψυχῆς, λύσατε τοῦ συνδέσμου. Εἶπον – αὐτοῦ. Ἡ προτέρα μὲν οἰκοδομὴ δι' ἐτῶν εἴκοσι κατεσκευάσθη παρὰ Σολομῶντος· ἡ ὑστέρα δὲ διὰ τεσσαράκοντα καὶ ἑξ παρὰ Ζοροβάβελ. Τῆς προτέρας γὰρ καθαιρεθείσης ὑπὸ Βαβυλωνίων, ἤρξατο ἡ ὑστέρα κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας Κύρου. Εἶτα φθόνῳ καὶ διαβολῇ τῶν προσοίκων Σαμαρειτῶν ἐπισχεθεῖσα, διέμεινεν οὕτως ἔτη τεσσαράκοντα.
Κατὰ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας Δαρείου τοῦ Ὑστάσπου, Ζοροβάβελ ἀποσταλεὶς ἐτελείωσεν αὐτὴν ἐν ἔτεσιν ἕξ. Καὶ οὕτως ἐν ἔτεσι τεσσαράκοντα
col. 1159–1160page 28 of 199
PG 129:1159καὶ ἓξ ᾠκοδομήθη ὁ ναός, ἀριθμουμέναις ἀπὸ τῆς ἐνάρξεως μέχρι τῆς τελειώσεως. Ὅτε — αὐτοῦ. Ὅτε δὲ τοῦτο ἔλεγεν, ἐπύρουν τί ποτε λέγει, καὶ οὐκ ἐπίστευον. Πολλὰ δὲ τοιαῦτα φθέγγεται, παραυτίκα μὲν ἄδηλα τοῖς ἀκούουσι, μετὰ τοῦτο δὲ δῆλα, ἵνα δειχθῇ προειδὼς ἃ ἔλεγε. Καὶ διατί οὐκ ἔλυσε τὸ αἴνιγμα, ὅτι ναὸν λέγει τὸ σῶμα αὐτοῦ; Διότι οὐκ ἔμελλε πιστευθῆναι. Δύο γὰρ ἦσαν τὰ προσιστάμενα τέως, ἓν μὲν τὸ τῆς ἐγέρσεως, ἕτερον δὲ τὸ Θεὸν εἶναι τὸν ἐνοικοῦντα τῷ τοιούτῳ ναῷ. Ὡς — ἐποίει. Ἐπίστευσαν εἰς αὐτὸν, ἀλλ' οὐ βεβαίως. Ἐκεῖνοι γὰρ ἀκριβέστερον ἐπίστευον, ὅσοι μὴ διὰ τὰ σημεῖα μόνον, ἀλλὰ καὶ διὰ τὴν διδασκαλίαν αὐτοῦ ἐπίστευον. Τοὺς μὲν γὰρ παχυτέρους τὰ σημεῖα ἐφείλκετο·
τοὺς δὲ λεπτοτέρους εἰς νοῦν ἡ διδασκαλία καὶ αἱ προφητείαι. Διὸ καὶ οὗτοι μᾶλλον ἐκείνων βεβαιότεροι· οἷς ἁρμόζει καὶ τό, Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Αὐτὸς — αὐτοῖς. Οὐ κατεπίστευεν, οὐκ ἐθάρρει ὡς γνησίοις μαθηταῖς· διατί; Διὰ τὸ — πάντα. Πάντα ἄνθρωπον, εἴτε βέβαιός ἐστιν, εἴτε ἀβέβαιος. Ἢ πάντα τὰ πάντων. Καὶ — ἀνθρώπου. Περὶ τοῦ οἱουδήποτε ἀνθρώπου. Αὐτὸς — ἀνθρώπῳ. Ἐν τῷ παντὶ ἀνθρώπῳ, ὡς καρδιογνώστης Θεός. ΚΕΦ. Γ'. Περὶ Νικοδήμου. Ἦν — νυκτός. Ἐφοβεῖτο γὰρ ἐλθεῖν φανερῶς διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων ἀποστρεφομένων τοὺς προσιόντας αὐτῷ. Καὶ — διδάσκαλος. ᾤετο γὰρ ὅτι προφήτης ἐστὶν, ἀπὸ Θεοῦ πεμφθεὶς εἰς τὸ διδάσκειν αὐτούς. Οὐδεὶς — αὐτοῦ.
Ἐπεὶ προφήτην αὐτὸν ᾤετο, ἀκολούθως ὑπελάμβανεν ὅτι οὐκ ἐξ οἰκείας δυνάμεως ταῦτα ποιεῖ, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ, δεόμενος αὐτῆς. Ἀπεκρίθη — Θεοῦ. Ἐνόμισεν ὁ Νικόδημος γνώναι αὐτὸν, καὶ ὀρθὰ φρονεῖν περὶ αὐτοῦ. Δεικνύων δὲ ὁ Χριστὸς ὅτι πόρρω πλανᾶται τῆς ἀληθείας, φησὶν ὅτι, Ἐὰν μή τις ἀναγεννηθῇ διὰ τῆς παλιγγενεσίας τοῦ θείου βαπτίσματος, οὐ δύναται ἰδεῖν, ἤτοι γνώναι τὴν ἀξίαν καὶ μεγαλειότητα αὐτοῦ. Θεὸν γὰρ ἑαυτὸν λέγει νῦν· ἀσυμφανῶς δέ, ἵνα φύγῃ τὸν κόμπον. Τότε γὰρ ἡ διὰ τοῦ ἱεροῦ βαπτίσματος διδομένη θεία χάρις φωννύει τὸν νοῦν καὶ ὁρᾶν ἀρθῶς παρέχει, τῆς ἐπισκοτούσης ἀσθενείας ἀποσκεδασθείσης.
col. 1161–1162page 29 of 199
PG 129:1161Λέγει γεννηθῆναι; Τί τοῦτο, Νικόδημε; Ῥαββὶ αὐτὸν καλεῖς, καὶ ἀπὸ Θεοῦ ἐληλυθέναι λέγεις, καὶ οὐ πιστεύεις οἷς λέγει; Βαβαὶ τῆς Ἰουδαϊκῆς παχύτητος! Ἤκουσεν ἀναγέννησιν, ἀλλὰ πνευματικήν· οὐκ ἠδυνήθη ταύτην νοῆσαι, καὶ νοεῖ σαρκικήν· καὶ εἰκότως ἀπορεῖ, καὶ ζητεῖ τὸν τρόπον. Ἀπεκρίθη – Θεοῦ. Σαφηνίζει μὲν τὸν τρόπον, λέγων, ὅτι ἐξ ὕδατος καὶ Πνεύματος, δηλαδὴ τοῦ ἁγίου· οὔπω δὲ τέλεον, ἵνα προσεκτικώτερος ὁ ἐρωτῶν γένηται. Πολλάκις γὰρ τὸ ἀσαφὲς ἐγείρει τὴν διάνοιαν, καὶ περιεργότερον καὶ σπουδαῖον ἀπεργάσεται τὴν ἀκοήν. Ὁ μὲν οὖν Νικόδημος ἀδύνατον ἔλεγε τὴν ἀναγέννησιν·
ὁ δὲ Χριστὸς καὶ εδείκνυεν δυνατὴν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἀναγκαίαν, ὡς μηδὲ δύνασθαί τινα χωρὶς αὐτῆς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. [Τὸ δὲ Εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ,] ἢ τὸ γνῶναι τὴν ἀξίαν καὶ μεγαλειότητα αὐτοῦ δηλοῖ νῦν ἢ τὸ τυχεῖν τῆς ἀπολαύσεως τῆς θείας. Ὁ λόγος δὲ περὶ τῶν μετὰ τὸ βαπτισθῆναι τὸν Χριστόν. Ἔκτοτε γὰρ ἡ ἀναγέννησις ἤρξατο. Λοιπὸν οὖν καὶ οἱ ἀπόστολοι ἀνεγεννήθησαν, δι' ὕδατος μὲν παρὰ Ἰωάννου, διὰ Πνεύματος δὲ, ὅτε ἐπετέθησεν αὐτοῖς ἐν εἴδει πυρίνων γλωσσῶν. Γράφουσι δέ τινες ἐγγίζοντες τοῖς χρόνοις τῶν ἀποστόλων, ὅτι ὁ μὲν Χριστὸς ἐβάπτισε τὸν Πέτρον καὶ τὴν Θεοτόκον, ὁ δὲ Πέτρος πάντας τοὺς ἀποστόλους. Τὸ — ἐστίν.
Οὐ σαρκική ἐστιν ἡ γέννησις, φησὶν, ἀλλὰ πνευματική· Τὸ μὲν γὰρ γεγεννημένον ἐκ τῆς σαρκὸς σαρκικόν ἐστι γέννημα· τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνευματικόν ἐστι γέννημα. Λοιπὸν οὖν ἡ μὲν σαρκικὴ γέννησις, αἰσθητή ἐστιν, ἡ δὲ πνευματικὴ νοητή. Καὶ οὐ χρὴ αἰσθητῶς ἐξετάζειν τὸ νοητόν, οὐδὲ ἀνθρωπίνως τὸ θεῖον πράγμα. Ἐπεὶ γὰρ ἡ πρώτη γέννησις ἠχρειώθη, δευτέρα δέδοται ἀναγέννησις, ὑψηλοτέρα τε καὶ τιμιωτέρα. Θεοῦ ἔργον ἡ πρώτη· Θεοῦ ἔργον καὶ ἡ δευτέρα· Θεὸς γὰρ τὸ Πνεῦμα. Ὅταν οὖν ἀκούῃς ὅτι τὸ Πνεῦμα ἀναγεννᾷ, μὴ ζήτει τὸν τρόπον. Εἰ γὰρ ἀκατάληπτος ἡ ἐν τῇ μήτρᾳ διάπλασις, ἀκαταληπτοτέρα πάντως ἡ ἐν τῷ ὕδατι.
Καὶ εἰ περὶ ἐκείνης οὐκ ἀμφιβάλλομεν, τῇ παντοδυνάμῳ τοῦ Θεοῦ σοφίᾳ πιστεύοντες, πολλῷ μᾶλλον τοῦτο χρὴ ποιεῖν περὶ ταύτης. Ὥσπερ δὲ ἐν ἀρχῇ ὑπέκειτο στοιχεῖον ἡ γῆ, τὸ πᾶν δὲ τοῦ διαπλάττοντος ἦν· οὕτω καὶ νῦν ὑπόκειται στοιχεῖον τὸ ὕδωρ· τὸ πᾶν δὲ τοῦ Πνεύματός ἐστιν. Ἐὰν ἐρωτήσῃς με, Διατί νῦν τὸ ὕδωρ, ἀντεπερωτήσω σε, Διατί τότε ἡ γῆ;
col. 1163–1164page 30 of 199
PG 129:1163γῆς ποιῆσαι τὸν ἄνθρωπον. Καὶ ὅτι μὲν ὁ Θεὸς οὐδὲν ποιεῖ χωρὶς λόγου συνομολογώ· ὅτι δὲ τοὺς λόγους πάντων μόνος οἶδεν αὐτὸς ἀκριβῶς, καὶ λέγω καὶ πείθω. Ὅπερ δὲ ἐπὶ τῆς σαρκικῆς γεννήσεως ἡ μήτρα, τοῦτο ἐπὶ τῆς πνευματικῆς τὸ ὕδωρ. Ἀλλ᾽ ἐκεῖ μὲν τὸ γεννώμενον χρόνου δεῖται, ἐνταῦθα δὲ οὐχ οὕτως· διότι τὰ μὲν σαρκικὰ χρόνῳ προσλαμβάνει τὸ τέλειον· τὰ δὲ πνευματικὰ τέλεια ἐξ ἀρχῆς διαπλάττεται. Ὁ μὲν οὖν ἀκριβὴς λόγος τῆς χρείας τοῦ ὕδατος, μόνῳ τῷ Θεῷ δῆλος· ὁ δὲ καταληπτὸς ταῖς θείοις Πατράσιν οὗτος· ὅτι θεῖα τελεῖται ἐν αὐτῷ σύμβολα, ταφὴ καὶ ἀνάστασις. Καθάπερ γὰρ ἔν τινι τάφῳ καταδυόντων ἡμῶν τὰς κεφαλὰς ἐν αὐτῷ, ὁ παλαιὸς ἄνθρωπος θάπτεται καὶ καταποντίζεται·
εἶτα ἀνανευόντων ἡμῶν, ὁ καινὸς ἀνίσταται καὶ ἀναδείκνυται. Ὥσπερ γὰρ εὔκολον ἡμῖν καταδῦναι καὶ ἀνανεῦσαι· οὕτως εὐχερές τῷ Θεῷ θάψαι τὸν παλαιὸν, καὶ ἀναστῆσαι τὸν νέον. Τρίτον δὲ τοῦτο γίνεται, ἵνα μάθῃς ὅτι δύναμις Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὰ πάντα ποιεῖ. Ἀποροῦσι δέ τινες, ὅτι εἰ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι, πνεῦμα ἄρα ἡ τοῦ Χριστοῦ σάρξ. Περὶ γὰρ τῆς Παρθένου λέγων ὁ ἄγγελος εἴρηκεν· ὅτι τὸ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου. Πρὸς οὓς λέγομεν ὅτι τοῦτο εἶπε διδάσκων ὅτι οὐκ ἐξ ἀνδρός ἐστιν, οὐ μὴν ὅτι οὐδ᾽ ἐκ γυναικός. Φησὶ γὰρ ὁ Παῦλος, Γενόμενον ἐκ γυναικός. Εἰ δ᾽ ἐκ γυναικός, ἄρα ἐκ σαρκός.
Ἐκ τῆς σαρκὸς οὖν τῆς παρθενικῆς ἐγεννήθη, ἵνα μὴ ἀλλότριος τῆς ἀνθρωπίνης φύσεως εἴη. Εἰ γὰρ, καὶ τούτου γενομένου, τινὲς διαπιστοῦσιν ὅτι σεσάρκωται, ποῦ οὐκ ἂν ἐξέπεσον ἀσεβείας, εἰ μὴ τοῦτο γέγονεν; Ἐν τῇ Παρθένῳ δὲ ἐγεννήθη ἐκ Πνεύματος ἁγίου, ἤγουν ὑπερφυῶς, διὰ τὸ μὴ ἐξ ἀνδρός. Τοῦτο γὰρ δηλοῖ, τὸ Ἐκ Πνεύματος ἁγίου. Μὴ — ἄνωθεν. Ἰδὼν αὐτὸν οὔπω τῆς παχύτητος ἀφιστάμενον, ἀλλ᾽ ἔτι θορυβούμενον, καταστέλλει πρῶτον· εἶτα εὐμηχάνως ἐπὶ παράδειγμα φέρει τοῦτον· αἰσθητὸν μέν, διὰ τὴν ἀσθένειαν αὐτοῦ· μέσον δὲ σωματικῆς παχύτητος καὶ ἀσωμάτου λεπτότητος, ἵνα ἐντεῦθεν ἀναγάγῃ τὴν αὐτοῦ διάνοιαν. Φησὶ γάρ· Τὸ πνεῦμα — πνεύματος. Πνεῦμα νῦν τὸν ἄνεμον λέγει. Ἔστι δὲ ὁ σκοπὸς τοιοῦτος, ὅτι Ὥσπερ
col. 1165–1166page 31 of 199
PG 129:1165ὁ ἄνεμος ὅπου θέλει πνεῖ, τουτέστιν ὅπου κινηθῇ· θέλησις γὰρ ἀνέμου, ἡ κίνησις· καὶ τὴν μὲν φωνὴν αὐτοῦ ἀκούεις, ἤτοι τὸν ἦχον καὶ πάταγον αὐτοῦ· οὐ καταλαμβάνεις δὲ πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἔσται καὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, ἀκατάληπτος δηλονότι κατὰ τὴν τοιαύτην γέννησιν. Εἰ γὰρ τοῦ αἰσθητοῦ πνεύματος οὐ δύνασαι καταλαβεῖν τὴν ὁρμὴν καὶ τὴν ὁδὸν, οὗ τὴν αἴσθησιν δέχῃ, ἔν τε τῷ ἀκούειν τὸν ἦχον αὐτοῦ, καὶ καταπνεῖσθαι, καὶ ψύχεσθαι, πολλῷ μᾶλλον τοῦ νοητοῦ. Καὶ εἰ τὴν ἐνέργειαν ἐκείνου τοῦ σωματικοῦ πνεύματος μὴ καταλαμβάνων, ὅμως οὐκ ἀπιστεῖς, πῶς τὴν τούτου τοῦ ἀσωμάτου μὴ καταλαμβάνων, διαπιστεῖς; Ἀπεκρίθη — γενέσθαι;
Ἔτι ὁ Νικόδημος ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας μένει, μηδὲν ὑπὲρ τὴν αἴσθησιν ἐννοῆσαι δυνάμενος, καίτοι παραδείγματος οὕτω σαφοῦς λεχθέντος αὐτῷ. Λέγει οὖν· Πῶς δύναται ταῦτα γενέσθαι, τὰ τῆς εἰρημένης ἀναγεννήσεως; Καὶ λοιπὸν ὁ Χριστὸς πληκτικώτερον αὐτῷ διαλέγεται. Ἀπεκρίθη — οὐ γινώσκεις; Οὐδαμοῦ πονηρίαν αὐτοῦ καταγινώσκει, ἀλλ' εὐήθειαν καὶ ἀμαθίαν. Ἔδει γὰρ αὐτὸν ὄντα διδάσκαλον ταῦτα γινώσκειν ἀπὸ τῶν Γραφῶν. Σύμβολα γὰρ τῆς πνευματικῆς ἀναγεννήσεως αἱ τῶν Ἰουδαίων περιέχουσι βίβλοι· οἷον τὰ κατὰ τὴν Ἐρυθράν, ἐν οἷς τύπος ἦν ἡ θάλασσα μὲν τοῦ ὕδατος, ἡ νεφέλη δὲ τοῦ Πνεύματος·
καὶ τὰ κατὰ τὸν λεπρὸν Νεεμάν, ὅτε ἐλούσθη ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ἐπ' αὐτὸν, ὡς παιδαρίου μικροῦ, καὶ ἄλλα πολλὰ τοιαῦτα. Ναὶ μὴν καὶ προφητείας. Εἶπε γὰρ ὁ Δαυίδ· Καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος· καί· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· καί· Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Τὰς τῶν ἄλλων γὰρ νῦν ἑατέον διὰ τὸ πλῆθος. Ἀμὴν — λαλοῦμεν. Ἢ περὶ ἑαυτοῦ καὶ τοῦ Πατρὸς τοῦτό φησιν, ἢ περὶ ἑαυτοῦ μόνου· ὅτι· εἰ καὶ σὺ ἀπιστεῖς, ἀλλ' ἡμεῖς ὃ οἴδαμεν ἀκριβῶς τοῦτο λαλοῦμεν. Καὶ — μαρτυροῦμεν. Τὸ αὐτὸ λέγει βεβαιώσεως ἕνεκεν, ὅτι καὶ ὃ οἴδαμεν μαρτυροῦμεν. Οὐ γὰρ αἰσθητὴν ὅρασιν νοήσεις·
οὔπω γὰρ ἦν γεγενημένον. Καὶ — λαμβάνετε. Τοῦτο εἶπεν, οὐ δυσχεραίνων, ἀλλ' ἡμέρως τὸ γινόμενον ἀπαγγέλλων, καὶ πράως τὸ συμβησόμενον προαναφωνῶν, καὶ οἷον διαμαρτυρόμενοι,
col. 1167–1168page 32 of 199
PG 129:1167μὴ πείθωμεν, μὴ δυσχεραίνειν, μηδὲ κράζειν καὶ ἀγριαίνειν· ὕλη γὰρ ὀργῆς ἡ κραυγή· ἀλλ' ἀνεξικάκως ἀποκρίνεσθαι, καὶ πειράσθαι ποιεῖν ἀξιόπιστον τὸ λεγόμενον. Εἰ — πιστεύσατε; Πολλάκις μέλλων ἅπτεσθαι λόγων ἀξίων τῆς μεγαλωσύνης αὐτοῦ, παρατρέχει τούτους διὰ τὴν τῶν ἀκροωμένων παχύτητα καὶ ἀσθένειαν, καὶ προτιμᾷ τοὺς ταπεινοτέρους, συγκαταβατικῶς τε καὶ οἰκονομικῶς, ὃ δὴ κανταῦθα πεποίηκεν. Ἐπεὶ γὰρ περὶ τῆς πνευματικῆς γεννήσεως εἶπεν, ἐβούλετο μὲν εἰπεῖν, καὶ περὶ τῆς ἑαυτοῦ γεννήσεως, τῆς προαιωνίου καὶ πάντα νοῦν καὶ λόγον ὑπερβαινούσης·
ἰδὼν δὲ τὸν Νικόδημον μηδὲ τὴν πνευματικὴν παραδέξασθαι δυνάμενον, οὐδὲν μὲν λέγει περὶ ἐκείνης, διδάσκει δὲ τὴν αἰτίαν τῆς τοιαύτης σιγῆς, ὅτι διὰ τὴν ἀπιστίαν τῶν ἀκροωμένων. Ὥστε, ὅταν μέτρια φθέγγηται καὶ ταπεινὰ καὶ ἀνάξια πολλάκις τῆς αὐτοῦ θεότητος, τῇ ἀπιστίᾳ καὶ ἀσθενείᾳ τούτων λογιστέον αὐτά. Ἐπίγεια δὲ νῦν τινες περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι· ὅτι, Εἰ ἐπίγειον παράδειγμα εἶπον, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω οὐράνιόν τι καὶ ὑψηλότερον, πιστεύσετε; Τινὲς δέ, Ἐπίγεια περὶ τῆς ἀναγεννήσεως ῥηθῆναι λέγουσιν, ἑρμηνεύοντες ὅτι ἐπίγειον τοῦτο εἶπε, καίτοι οὐράνιον καὶ θεῖον ὄν, ὡς ἐπὶ γῆς τελούμενον· ἢ καὶ πρὸς σύγκρισιν τῆς φρικωδεστάτης αὐτοῦ γεννήσεως.
Πρὸς γὰρ τὸ ὕψος ἐκείνης, ἐπίγειός ἐστιν αὕτη καὶ χθαμαλή. Καὶ — καταβάς. Ἐπεὶ προλαβὼν εἶπεν ὁ Νικόδημος, ὅτι Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τοῦτο αὐτὸ διορθοῦται νῦν, ὡσανεὶ λέγων, Μὴ νομίσῃς με τοιοῦτον διδάσκαλον ὡς ἕνα τῶν προφητῶν. Καὶ γὰρ οὐδεὶς ἐκείνων ἀναβέβηκεν εἰς τὸν οὐρανόν, [ἤγουν ἐπέβη τοῦ οὐρανοῦ,] εἰ μὴ ἐγὼ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Διὸ καὶ ὑψηλὰ δόγματα κομίζω. Καὶ ἑτέρως δὲ εἶπεν, ὅτι Ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· διότι παρὰ τῇ Παλαιᾷ Γραφῇ κατὰ διαφόρους οἰκονομίας ὁ Θεὸς καταβῆναι καὶ ἀναβῆναι λέγεται, ὡς τό· Καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ τό· Ἀνέβη ὁ Θεὸς ἀπὸ Ἀβραάμ, ἡνίκα ἐπαύσατο λαλῶν αὐτῷ, καὶ πολλὰ τοιαῦτα. Ὁ Υἱὸς τοῦ ἀνθρώπου.
Ὁ κατὰ τὴν ἀνθρωπότητα Υἱὸς τοῦ Θεοῦ. Χρὴ δὲ γινώσκειν ὅτι πολλάκις μὲν ἀπὸ τῆς θεότητος· πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος ὀνομάζει ἑαυτόν. Ὁ — οὐρανῷ. Ὁ κατὰ τὴν θεότητα ὢν ἐν τῷ οὐρανῷ,
col. 1169–1170page 33 of 199
PG 129:1169εἴτουν ὁ οὐράνιος. Ὅρα δὲ πῶς, εἰ καὶ ὑψηλοὶ δοκοῦσιν οἱ λόγοι, ἀλλὰ καὶ οὕτως ἀνάξιοί εἰσι τῆς μεγαλωσύνης αὐτοῦ. Καὶ ἐν τῷ οὐρανῷ γὰρ ὢν, οὐκ ἀπελιμπάνετο τῆς γῆς· καὶ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐκ ἀφίστατο τοῦ οὐρανοῦ, ἀλλὰ πανταχοῦ ἦν. Ἀπερίγραπτος γὰρ ἡ θεότης. Ὅμως φθέγγεται τοιαῦτα, φειδόμενος τῆς ἀσθενείας τοῦ ἀκροατοῦ, καὶ κατὰ μικρὸν ἀνάγειν βουλόμενος τὴν αὐτοῦ διάνοιαν. Καὶ — αἰώνιον. Εἰπὼν τὴν μεγίστην εἰς ἀνθρώπους εὐεργεσίαν, τὴν διὰ τοῦ βαπτίσματος, λέγει καὶ ἑτέραν οὐκ ἐλάττονα, τὴν διὰ τοῦ σταυροῦ. Τὰς δύο γὰρ καὶ Παῦλος ὁμοῦ τέθεικε γράφων Κορινθίοις· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
Τὰ δύο γὰρ ταῦτα τὴν ἄφατον αὐτοῦ δεικνύουσιν ἀγάπην, ὅτι καὶ ἀναγέννησιν ἐχαρίσατο, ἵνα καθαρίσῃ ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἐσταυρώθη, ἵνα ζήσωμεν αἰωνίως. Προεσήμανε μὲν οὖν τὴν σταύρωσιν αὐτοῦ, δεικνύς ὅτι προγινώσκει ταύτην, καὶ λοιπὸν ἑκουσίως ἐπὶ ταύτην ἔρχεται διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Οὐκ ἐξ εὐθείας δὲ περὶ αὐτῆς εἶπεν, ἀλλὰ τὸν παρὰ Μωϋσέως ὑψωθέντα ὄφιν ἔλαβε παράδειγμα, διδάσκων ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ τύποι τούτων ἐκεῖνα. Ἔστι δὲ ἡ κατὰ τὸν ὄφιν ἱστορία τοιαύτη τις· Ἐν τῇ ἐρήμῳ πάλαι δάκνοντες οἱ ὄφεις τοὺς Ἰσραηλίτας ἀνῄρουν.
Ἐκέλευσεν οὖν ὁ Θεὸς τῷ Μωϋσεῖ κατασκευάσαι χαλκοῦν ὄφιν, καὶ ὑψῶσαι τοῦτον ἐπὶ ξύλου, καὶ τοὺς δεδηγμένους ἀτενίζειν εἰς αὐτόν, καὶ οὕτως οἱ δηχθέντες ἔζων. Καὶ ἦν τύπος ὁ χαλκοῦς ὄφις τοῦ στερεοῦ καὶ ἀνενδότου πρὸς κακίαν σώματος τοῦ Χριστοῦ· ὁ χωρὶς ἰοῦ, τοῦ χωρὶς ἰοῦ τῆς ἁμαρτίας· ὁ ὑψωθεὶς ἐπὶ ξύλου, τοῦ ὑψωθέντος ἐπὶ ξύλου τοῦ σταυροῦ· ὁ παρέχων ζωὴν τοῖς δεδηγμένοις ὑπὸ τῶν ὄφεων καὶ ἀτενίζουσιν εἰς αὐτόν, τοῦ παρέχοντος ζωὴν αἰώνιον τοῖς δεδηγμένοις ὑπὸ τῶν νοητῶν ὄφεων καὶ ἀτενίζουσιν εἰς αὐτὸν ἐν πίστει. Διὰ τοῦτο τοίνυν ὁμοιωματικῶς εἶπεν ὅτι Καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν, καὶ τὰ ἑξῆς. Εἶτα προσέθηκε καὶ τὴν αἰτίαν τῆς τοιαύτης ὑψώσεως.
Ὥσπερ γὰρ ἐκεῖνος ὕψωσε τὸν ὄφιν ἵνα οἱ ἀτενίζοντες εἰς αὐτὸν ἔχωσι ζωήν· οὕτω καὶ οὗτος ὑψώθη ἵνα οἱ ἀτενίζοντες εἰς αὐτόν, ἤγουν οἱ πιστεύοντες, ἔχωσι ζωὴν αἰώνιον. Ἀλλ' ὄφις μὲν ἐκεῖ διὰ τοὺς δάκνοντας ὄφεις, ἄνθρωπος δὲ ἐνταῦθα διὰ τοὺς δακνομένους ἀνθρώπους. Καὶ ἐκεῖ μέν, ἐπεὶ δι' ὄφεως ἡ βλάβη, δι' ὄψεως καὶ ἡ θεραπεία· ἐνταῦθα δέ, ἐπεὶ δι' ἀνθρώπου ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, δι' ἀνθρώπου καὶ ἡ ζωὴ παρεγένετο· νεκροῦ δέ, ἵνα νεκρωθῇ τὸ νεκροῦν. Εἰπὼν δέ, ὅτι Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον
col. 1171–1172page 34 of 199
PG 129:1171ἐνέφηνεν ὅτι οὗ ὁ θάνατος ἑτέροις παρέχει ζωήν αἰώνιον, Θεός ἐστι πάντως· θανών μὲν ὡς ἄνθρωπος, παρέχων δὲ ζωὴν αἰώνιον ὡς Θεός· καὶ ὁ κωλύων τὴν ἑτέρων ἀπώλειαν οὐκ ἄν ποτε αὐτὸς ἀπολεῖται. Ὁ σταυρός οὖν πηγὴ ζωῆς αἰωνίου, ὃ λογισμός μὲν βαδίως οὐ παραδέχεται, πίστις δὲ παραδέχεται, νευροῦσα τοῦ λογισμοῦ τὴν ἀσθένειαν. Χρεία τοίνυν πίστεως. Οὕτως — αἰώνιον. Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ἤγουν τοσοῦτόν ἐστι φιλάνθρωπος, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν ἀγαπητὸν ἐξέδωκεν ὑπὲρ τῶν ἀνθρώπων εἰς θάνατον, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ζῇ αἰωνίως τὴν μακαρίαν ζωήν, τὴν πρέπουσαν τοῖς ἁγίοις. Ἔδειξε τοίνυν ὅτι καὶ τῷ Πατρὶ κατὰ γνώμην ἡ σταύρωσις.
Ἓν γὰρ καὶ τὸ αὐτὸ θέλημα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Πάλιν δὲ τό, Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον, εἰς βεβαίωσιν τοῦ λόγου. Ἀλλὰ τίνος ἕνεκεν ὁ Θεὸς ἠγάπησε τὸν κόσμον; Πάντως δι' οὐδὲν ἕτερον ἢ δι' ὑπερβολὴν ἀγαθότητος. Αἰσχυνθῶμεν οὖν αὐτοῦ τὴν ἀγάπην. Αὐτὸς μὲν γὰρ οὐδὲ τοῦ Υἱοῦ τοῦ μονογενοῦς ἐφείσατο δι' ἡμᾶς· ἡμεῖς δὲ καὶ χρημάτων φειδόμεθα δι' αὐτόν, ὃ πᾶσαν ὑπερβέβηκεν ὄντως ἀχαριστίαν· ὡς εἶναι τὸ ἐκείνου μὲν ὑπερβολὴν ἀγαθότητος, τὸ ἡμέτερον δέ, ὑπερβολὴν ἀχαριστίας. Ἀλλὰ καὶ πρὸς τὸν Υἱὸν τὴν ἴσην ἀγνωμοσύνην τηρούμεν. Ἀνθρώπῳ μὲν γὰρ ὑπὲρ ἡμῶν κινδυνεύοντι, πᾶσαν προθύμως ἐπιδώσομεν ἂν τὴν οὐσίαν·
τῷ δὲ Χριστῷ δι' ἡμᾶς ἀποθανόντι, οὐδὲ τοῦτο τὸ μέτρον τῆς εὐγνωμοσύνης φυλάττομεν, ἀλλὰ παρορῶμεν τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς ἐλαχίστους, πεινῶντας καὶ διψῶντας, καὶ τἄλλα πάντα κακοπαθοῦντας, μᾶλλον δὲ αὐτὸν ἐκεῖνον, τὸν τὰ ἐκείνων συμπαθῶς οἰκειούμενον. Οὐ — αὐτοῦ. Δείκνυσι καὶ ἄλλην τοῦ Θεοῦ φιλανθρωπίαν καὶ κηδεμονίαν ἄφατον. Οὐ μόνον γὰρ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἀλλὰ καὶ τὴν κρίσιν ἀνεβάλετο, καὶ εἰς τὴν δευτέραν παρουσίαν αὐτὴν ἐταμιεύσατο. Δύο γὰρ αἱ τοῦ Χριστοῦ παρουσίαι, ἡ ἤδη γεγενημένη καὶ ἡ μέλλουσα. Οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ αἱ δύο. Ἀλλ' ἡ πρώτη μὲν οὐχ ἵνα ἐξετάσῃ τὰ πεπραγμένα τοῖς ἀνθρώποις, ἀλλ' ἵνα ἀφῇ· ἡ δευτέρα δὲ οὐχ ἵνα ἀφῇ, ἀλλ' ἵνα ἐξετάσῃ.
Νῦν τῆς πρώτης οὖν πέρι φησί. Καίτοι καὶ ἡ πρώτη κρίσεως ἦν ἂν κατὰ τὸν τοῦ δικαίου λόγον, διότι πρὸ ταύτης καὶ νόμος ἦν φυσικὸς καὶ νόμος γραπτὸς καὶ προφῆται καὶ διδασκαλίας καὶ σημείων ἐπιδείξεις καὶ πολλὰ τὰ διορθοῦντα τὴν πολιτείαν, καὶ ἀκόλουθον ἦν εὐθύνας πάντων ἀπαιτηθῆναι· ἀλλ' ὡς ἄγαν φιλάνθρωπος, οὐκ εὐθὺς ἐν τῇ πρώτῃ ἐποιήσατο ἐξέτασιν, ἀλλὰ συγχώρησιν. Εἰ γὰρ ἐξήτασε, πάντες ἂν ἀθρόον ἀνηρπάσθησαν. Πάντες γὰρ ἥμαρτον, φησί. Νῦν μὲν οὖν ἧκε, συγχωρῶν μὲν τὰ πρότερα, ἀσφαλιζόμενος δὲ πρὸς τὰ
col. 1173–1174page 35 of 199
PG 129:1173μέλλοντα· ὕστερον δὲ ἥξει κρῖναι, καὶ τοὺς μὴ πεισθέντας εὐθύναι. Εἰ μὴ ἦλθον, γὰρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ο — κρίνεται. Ο πιστεύων γνησίως, ἤγουν ὁ καὶ φυλάττων τὰς ἐντολὰς αὐτοῦ. Περὶ γὰρ τῶν μὴ τοιούτων φησὶν ὁ Παῦλος, ὅτι θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ο — Θεοῦ. Ὥσπερ γὰρ ἐκεῖνον ἡ πίστις ἐξείλετο τῆς κρίσεως πρὸ τῆς κρίσεως, οὕτω καὶ τοῦτον ἡ ἀπιστία κατέκρινε πρὸ τῆς κατακρίσεως. Καὶ ὁ φονεύς γάρ, καὶ πᾶς πλημμελήσας, τῇ φύσει μὲν τοῦ ἁμαρτήματος αὐτίκα καταδεδίκασται· τῇ ἀποφάσει δὲ τοῦ ἄρχοντος, ὕστερον. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον.
Ἐπείπερ ἔμελλεν ἡ κρίσις, καὶ οὐ παρῆν ἐγγὺς ἤγαγε τὸν φόβον τῆς καταδίκης. Εἰς τὸ ὄνομα δὲ, ἀντὶ τοῦ, Εἰς αὐτόν. Ἰδίωμα γὰρ καὶ τοῦτο τῆς Ἑβραΐδος γραφῆς, ἐπὶ τοῦ Θεοῦ τὸ ὄνομα αὐτοῦ λαμβάνειν, ἀντ᾽ αὐτοῦ, δι᾽ εὐλάβειαν. Αὕτη — φῶς. Αὕτη ἐστὶν ἡ κατάκρισις, τῶν μὴ πιστευόντων, διὰ τοῦτο κατακρίνονται, ὅτι ἐλθόντος τοῦ φωτὸς τῆς γνώσεως, καὶ τῆς ἀληθείας εἰς αὐτούς· λέγει δὲ τοῦτο περὶ ἑαυτοῦ· ἠγάπησαν μᾶλλον τὸ σκότος τῆς ἀγνοίας καὶ τοῦ ψεύδους παρὰ τὸ φῶς. Ὁ μὲν γὰρ, ἀπόντος τοῦ φωτὸς, μένων ἐν τῷ σκότει, λόγον ἴσως ἕξει τινά, καὶ γὰρ καὶ τοῦτον ἔδει μὴ οὕτως ἔχειν, ἀλλὰ ζητεῖν τὸ φῶς· ὁ δὲ, τοῦ φωτὸς ἐλθόντος εἰς αὐτὸν, ἔτι προσεδρεύων τῷ σκότει, πάσης ἀπολογίας ἐστέρηται.
Ψυχῆς γὰρ διεστραμμένης, μύειν πρὸς τὸ φῶς καὶ ἐθελουσίως σκοτίζεσθαι, καὶ μὴ μόνον μὴ αὐτὸν ἐλθεῖν πρὸς τὸ φῶς, ἀλλὰ καὶ τοὐναντίον, τοῦ φωτὸς μᾶλλον πρὸς αὐτὸν ἐλθόντος, φεύγειν καὶ ἀποστρέφεσθαι τὴν ἑαυτοῦ σωτηρίαν. Εἶτα τίθησι καὶ τὴν αἰτίαν δι᾽ ἣν ἠγάπησαν τὸ σκότος. Ἦν — ἔργα. Διὰ τοῦτο οὖν ἔφυγον τὸ φῶς, ἵνα μὴ φανερώσῃ αὐτά. Καίτοι οὐκ ἦλθεν ἵνα ἐξετάσῃ, ἀλλ᾽ ἵνα συγχωρήσῃ. Διὸ καὶ μᾶλλον ἔδει προσδραμεῖν. Πᾶς — φῶς. Ἕως ἂν φαῦλα πράσσοι, ἕως τούτοις ἐγκαταμένοι. Καὶ — αὐτοῦ. Φοβούμενος, δηλονότι. Ὁ — φῶς. Ὁ πράττων τὸ εὐθὲς, ὁ πολιτευόμενος ὀρθῶς, ἔρχεται πρὸς τὸ φῶς, ἀγαπᾷ τὸ φῶς. Ἵνα — ἔργα. Ὑπὸ τοῦ φωτός· οὐκ ἐπαισχύνεται γὰρ αὐτά. Ὅτι εἰργασμένα.
Ὅτι κατὰ Θεόν εἰσιν, ὅτι ἀρεστὰ τῷ Θεῷ.
col. 1175–1176page 36 of 199
PG 129:1175Τὸ δὲ Ἵνα φανερωθῇ, εἴρηται, οὐχ ὡς ἐκείνου τοῦτο ζητοῦντος, ἀλλ' ὡς τῆς ἀκολουθίας τοῦ πράγματος τοῦτο ποιούσης. Εἴωθε γὰρ τὸ φῶς φανεροῦν τὰ ἐγγίζοντα. Μετὰ ταῦτα ἐβάπτιζον. Αὐτοὶ ἐβάπτιζον, οὐκ ἐκεῖνος. Φησὶ γὰρ προϊὼν ὁ εὐαγγελιστὴς ὅτι Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ. Ἵνα γὰρ μὴ περιτρέχοντες, οὕτω συνάγωσι τοὺς ὀφείλοντας πιστεύειν, ὅπερ ἐπὶ τοῦ Σίμωνος ὁ Ἀνδρέας ἐποίησε, καὶ ἐπὶ τοῦ Ναθαναὴλ ὁ Φίλιππος· τὸ βαπτίζειν ἐνεστήσαντο, δυνάμενον πολλοὺς ἅμα συνάγειν, οἷς ἅμα τὰ περὶ τοῦ Χριστοῦ διδάσκοντες, προσέφερον αὐτοὺς ἐγγὺς ὄντι τῷ Σωτῆρι. Τινὰ δὲ τῶν ἀντιγράφων. Καὶ ἐβάπτιζε γράφουσιν, ὃ καὶ αὐτὸ νοεῖται, ὅτι οὐ δι' ἑαυτοῦ, ἀλλὰ διὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν Ἰωάννης.
Καὶ ὁ Αἰνὼν καὶ ὁ Σαλὴμ τόποι τινὲς ἦσαν οὕτω καλούμενοι. Ἔτι δὲ ὁ Ἰωάννης ἐβάπτιζεν ἄχρι τοῦ βληθῆναι εἰς τὴν φυλακὴν, ἵνα διηνεκῶς ἔχοι διδάσκειν περὶ τοῦ Χριστοῦ, καὶ τοὺς βαπτιζομένους παραπέμπειν εἰς αὐτόν· καὶ ἵνα μὴ δόξῃ ζήλῳ ἢ ὀργῇ παύσασθαι, ἀλλ' ἵνα μᾶλλον ὑποπτεύηται συμπράττειν τοῖς μαθηταῖς τοῦ Χριστοῦ, καὶ προσάγειν τοὺς βαπτιζομένους· καὶ τρίτον, ἵνα μὴ τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζηλοτυπίαν ἐξάψῃ. Εἰ γὰρ μυριάκις βοῶν, καὶ ἀεὶ τῶν πρωτείων τῷ Χριστῷ παραχωρῶν, καὶ τοσοῦτον ἑαυτὸν ἐλαττῶν, οὐκ ἔπεισεν αὐτοὺς ἐκείνῳ προσδραμεῖν· εἰ λοιπὸν ἀπέστη καὶ τοῦ βαπτίζειν, ἠναισχύντησαν ἂν, καὶ προφάσει τοῦ ὑπερτιμᾶν τὸν διδάσκαλον, ἐλύττησαν ἂν κατὰ τῶν ἀποστόλων καὶ τοῦ Χριστοῦ.
Τοῦτο καὶ ὁ Χριστὸς εἰδὼς, τότε μᾶλλον ἤρξατο κηρύσσειν, ὅτε ὁ Ἰωάννης ἐκ μέσου γέγονε. Φησὶ δὲ ὁ Χρυσόστομος ὅτι Οἶμαι διὰ τοῦτο συγχωρηθῆναι ταχίστην αὐτῷ γενέσθαι τὴν τελευτὴν, ἵνα πᾶσα τοῦ πλήθους ἡ διάθεσις ἐπὶ τὸν Χριστὸν μετέλθῃ, καὶ μηκέτι σχίζωνται ταῖς περὶ ἀμφοτέρων γνώμαις. Εἰ δέ τις ἐξετάζοι τί πλέον εἶχε τὸ τῶν μαθητῶν βάπτισμα παρὰ τὸ τοῦ Ἰωάννου, φαμὲν ὅτι οὐδέν· ἑκάτερα γὰρ ὁμοίως τῆς τοῦ Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ ἀμφοτέροις αἰτία μία, τὸ προτάγειν τῷ Χριστῷ τοὺς βαπτιζομένους.
col. 1177–1178page 37 of 199
PG 129:1177ΚΕΦ. Δ'. Ζήτησις περὶ καθαρισμοῦ. Ἐγένετο — καθαρισμοῦ. Ἐγένετο διάλεξις ἐκ τῶν μαθητῶν Ἰωάννου πρὸς Ἰουδαῖόν τινα, βαπτισθέντα παρὰ τῶν μαθητῶν τοῦ Χριστοῦ. Ἡ δὲ ζήτησις ἦν περὶ καθαρισμοῦ, ἤτοι βαπτίσματος, ὡς τοῦ παρ' αὐτοῖς πλέον τι τοῦ τῶν μαθητῶν ἔχοντος. Ζηλοτυποῦντες γὰρ ἐπεχείρουν πείθειν. Καὶ — βαπτίζει. Μὴ δυνηθέντες πεῖσαι τὸν Ἰουδαῖον, ἦλθον πρὸς τὸν διδάσκαλον ἑαυτῶν, καὶ εἶπον ὅτι σύ μεμαρτύρηκας τοσαῦτα καὶ τοιαῦτα, ὃν διὰ τῆς μαρτυρίας ἐδόξασας, οὗτος ἀντιπράττει σοι, καὶ ὑφαρπάζει τὴν δόξαν σου. Ἔτι δὲ παρακνίζειν αὐτὸν ἐθέλοντες, προστιθέασι· Καὶ — αὐτόν. Σε καταλιμπάνοντες. Ἀπεκρίθη — οὐρανοῦ. Οὐ δύναται ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδὲν τοιοῦτον οἷον οὐράνιον καὶ θεῖον.
Γήινα γὰρ καὶ ἀνθρώπινα πολλοὶ πολλάκις καὶ ἀφ' ἑαυτῶν λαμβάνουσι. Τοῦτο δὲ εἰπὼν, μυστικώτερον μὲν ὑπέφηνεν ὅτι οὐκ ἔστιν ἄνθρωπος ἁπλῶς, ἀλλὰ καὶ Θεός· φανερώτερον δὲ ἐδήλωσεν ὅτι ἐκ Θεοῦ ἔλαβε τὸ δοξάζεσθαι καὶ πάντας ἐφέλκεσθαι. Εἶτα, ἐπεὶ τὴν αὐτοῦ μαρτυρίαν προεβάλοντο πρὸς ὑποβιβασμὸν τοῦ Χριστοῦ, περιτρέπει ταύτην κατ' αὐτῶν, καὶ ἀπ' αὐτῆς μᾶλλον δείκνυσιν ἐκεῖνον ὑπερκείμενον. Λέγει γάρ· Αὐτοὶ — ἐκείνου. Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου, ἤτοι διάκονος καὶ ὑπηρέτης αὐτοῦ. Εἰ οὖν τὴν ἐμὴν προβάλλεσθε μαρτυρίαν, αὕτη μείζονα ἐκεῖνον ἐμαρτύρησεν. Ὁ — ἐστίν. Αὐτός, ὁ ἔχων τὴν νύμφην, αὐτός ἐστι νυμφίος, ἤγουν κύριος.
Νύμφη μὲν οὖν ὁ λαὸς τῶν πιστῶν, ἡ Ἐκκλησία μυστικῶς συναπτομένη διὰ πίστεως· νυμφίος δὲ ὁ Χριστὸς, ἀῤῥήτως συνάπτων ἑαυτῷ καὶ οἰκειῶν ταύτην ἐπιλεγεῖσαν. Ἐπεὶ καὶ ἀλλαχοῦ γάμους τὸ πράγμα ὁ Σωτὴρ ὠνόμασεν. Ὁ δὲ φίλος — νυμφίου. Ἀνωτέρω μὲν διάκονον καὶ ὑπηρέτην, ἐνταῦθα δὲ φίλον ἑαυτὸν ἐκείνου καλεῖ οὐκ ἐπαίρων ἑαυτὸν, οὐδὲ κομπάζων, ἀλλὰ τὴν ἐπὶ τῷ πράγματι χαρὰν ἐνδεικνύμενος διὰ τῆς τοῦ φίλου προσηγορίας. Οὐχ οὕτω γὰρ οἱ ὑπηρέται χαίρουσιν ἐν τοῖς γάμοις τῶν κυρίων, ὡς οἱ φίλοι. Ὁ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Ἐκεῖνος μέν ἐστι νυμφίος καὶ Κύριος·
ἐγὼ δὲ φίλος καὶ νυμφαγωγός, ὃς ἑστηκὼς ἤδη ὡς ἀνύσας τὴν νυμφαγωγίαν, καὶ ὡς πληρώσας τὸ ἐντεταλμένον μοι, καὶ λοιπὸν ἀκούων αὐτοῦ διαλεγομένου πρὸς τὴν νύμφην καὶ ῥυθμίζοντος
col. 1179–1180page 38 of 199
PG 129:1179αὐτὴν καὶ παιδεύοντος, χαίρω διὰ τὴν φωνὴν αὐτοῦ, τὴν οὕτω γλυκείαν, τὴν οὕτως ἐπέραστον, τὴν οὕτω σωτήριον. Αὕτη – πεπλήρωται. Παραδόντος ἐκείνῳ τὴν νύμφην, καὶ πεπληρωκότος, ὡς εἴρηται, τὴν ἐγχειρισθεῖσαν μοι διακονίαν. Ἐκεῖνοι μὲν οὖν ᾤοντο παρακνίζειν τὸν διδάσκαλον ἑαυτῶν, καὶ εἰς ζηλοτυπίαν ἐρεθίζειν· αὐτὸς δὲ, τὰ ῥηθέντα εἰπὼν, ἔδειξεν ὅτι οὐ μόνον οὐ ζηλοτυποῖ παρευδοκιμούμενος, ἀλλ' ὅτι καὶ μᾶλλον χαίρει, καὶ ὅτι καὶ αὐτὸς τοῦτο ἐσπούδαζεν. Εἶτα προφητεύει καὶ περὶ τοῦ μέλλοντος. Ἐκεῖνον – ἐλαττοῦσθαι. Ἐλαττοῦσθαι ὡς, ἡλίου ἀνατείλαντος, φωσφόρον. Εἶδες πῶς ἠρέμα καὶ εὐμηχάνως τὴν βασκανίαν αὐτῶν ἐσωφρόνισε, καὶ ἀδυνάτοις ἐπιχειροῦντας ἔδειξε;
Διὰ τοῦτο γὰρ καὶ ᾠκονομήθη, ἔτι ζώντος αὐτοῦ καὶ βαπτίζοντος, ταῦτα γενέσθαι, ἵνα αὐτὸν ἀξιόπιστον μάρτυρα τῆς ὑπεροχῆς ἔχωσι, καὶ μηδεμία τούτοις ἀντιλογία περιλειφθείη. Οὐδὲ γὰρ ἀφ' ἑαυτοῦ ταῦτα εἶπεν, ἀλλ' ἐκείνων παρορμησάντων. Ὁ – ἐστίν. Ὁ ἐπουράνιος μείζων πάντων ἐστί, διὰ τοῦτο κἀγὼ ἐλάττων αὐτοῦ. Ἢ καὶ ἑτέρως· Ὁ ἐπουράνιος ἀπροσδεὴς πάντων ἐστὶ, διὰ τοῦτο οὐδὲ τῆς ἐμῆς προσδεῖται μαρτυρίας, αὐτὸς ἑαυτῷ ἀρκῶν. Ὁ – ἐστίν. Ὥσπερ ἐκεῖνο περὶ ἐκείνου, οὕτω καὶ τοῦτο περὶ ἑαυτοῦ λέγει, ὅτι ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν, ἤγουν ὑποκάτω ἐκείνου. Καὶ γὰρ καὶ ὁ οὐρανὸς μὲν ἐπάνω καὶ ὑψηλὸς, ἡ γῆ δὲ ὑποκάτω καὶ ταπεινή. Καὶ ἐκ τῆς γῆς λαλεῖ. Καὶ μὴν θεῖα ἐλάλει·
ἀλλ' ὥσπερ ὁ Χριστὸς προλαβὼν εἴρηκεν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· ἐπίγειον λέγων τὴν θείαν ἀναγέννησιν· οὐκ ἐπειδὴ ἐπίγειος ἦν, ἀλλὰ πρὸς σύγκρισιν τῆς προαιωνίου καὶ ὑπὲρ νοῦν καὶ λόγον γεννήσεως αὐτοῦ· οὕτω καὶ νῦν ὁ Ἰωάννης ἐκ τῆς γῆς λαλεῖν ἑαυτὸν λέγει πρὸς σύγκρισιν τῶν ὑπερφυῶν λόγων τοῦ Χριστοῦ, δεικνύων ὅτι τὰ ἑαυτοῦ μικρὰ καὶ εὐτελῆ τοῖς ἐκείνου παραβαλλόμενα. Καθάπερ γὰρ διὰ τοῦ οὐρανοῦ τὸ ὑψηλὸν ἐμφαίνει, οὕτω καὶ διὰ τῆς γῆς τὸ ταπεινόν. Ὁ – ἐστί. Τὸ αὐτὸ λέγει πάλιν, βεβαιῶν τὸν λόγον. Καὶ – μαρτυρεῖ. Μεταφορικὸς ὁ λόγος ἀπὸ τῶν ὄψει καὶ ἀκοῇ παραλαβόντων, ἃ μαρτυροῦσιν.
Οὐ γὰρ αὐτὸς ἐδεῖτο γνώσεως, τῆς ἐξ ὁράσεως ἢ ἀκοῆς ἐγγινομένης, φύσει πάντα εἰδὼς, ὡς ἀνενδεὴς καὶ τέλειος Θεός· ἀλλ' ἐπειδήπερ ἡμῖν ἡ ἀκριβὴς γνῶσις ἐκ τούτων ἐγγίνεται, καὶ ἀξιόπιστον κρίνομεν τὸν ἢ ὄψει ἢ ἀκοῇ παραλαβόντα, περὶ ὧν ἀπαγγέλλει, ἀπὸ τῶν παρ' ἡμῖν καὶ τὰ περὶ ἐκείνου
col. 1181–1182page 39 of 199
PG 129:1181πιστοῦται. Εἰπὼν οὖν, ὁ ἑώρακε καὶ ὁ ἤκουσε, τοῦτο μαρτυρεῖ· ταπεινῶς μὲν εἶπε διὰ τὴν ἀσθένειαν τῶν ἀκροωμένων· οὐδὲν δὲ ἕτερον εἶπεν ἢ ὅτι ἀληθῆ μαρτυρεῖ. Καὶ γὰρ καὶ ἡμεῖς, ὅταν θέλωμεν βεβαιώσαι περί τινος ὅτι ἀληθῆ λέγει, φαμὲν ὅτι ὁ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ. Λοιπὸν οὖν, ὅταν ἀκούῃς καὶ αὐτοῦ λέγοντος· Καθὼς ἀκούω, κρίνω· καὶ πάλιν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με· καὶ αὖθις· ἤκουσα παρ' αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον, καὶ ὅσα τοιαῦτα· γίνωσκε ὅτι οἰκονομικῶς τὰ τοιαῦτά φησιν, ἵνα μόνον δόξῃ ἀληθῆ λέγειν, διὰ τὸ μήπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχειν τοὺς ἀκροατάς. Καὶ λαμβάνει. Οὐδεὶς τῶν ἀπιστούντων.
Τοῦτο δὲ περὶ τῶν ἀναισθήτων Ἰουδαίων εἴρηκεν ὁ Ἰωάννης· ἐξαιρέτως δὲ περὶ τῶν ἑαυτοῦ μαθητῶν, τῶν ὑπὸ φιλοδοξίας καὶ βασκανίας παρακινεῖν αὐτὸν ἐπιχειρούντων. Ὁ λαβὼν – ἐστί. Ἐσφράγισεν, ἤγουν ἐβεβαίωσεν, ἔδειξεν ὅτι ὁ Πατὴρ ἀληθής ἐστιν. Εἶτα κατασκευάζει τὸ ῥηθέν. Ὃν γὰρ – λαλεῖ. Ἐπεὶ γάρ, ἀπεσταλμένος ὤν, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, λοιπὸν ὁ μὲν λαβὼν αὐτοῦ τὴν μαρτυρίαν καὶ πιστεύων αὐτῷ ἐβεβαίωσεν, ἔδειξεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν, ὁ ἀποστείλας αὐτόν, οὗτινός εἰσι τὰ ῥήματα ἃ λαλεῖ· ὁ δὲ μὴ λαβὼν αὐτήν, καὶ ἀπιστῶν αὐτῷ, τοὐναντίον ποιεῖ, καὶ οὐδὲν ἕτερον ἢ προδήλως θεομαχεῖ.
Ὅρα πῶς αὐτοὺς ἐντεῦθεν ἐφόβησε καὶ κατέπληξε, μαθόντας ὅτι ὁ παρακούων αὐτοῦ παρακούει τοῦ Θεοῦ τοῦ πέμψαντος αὐτόν. Δείξας τοίνυν τὴν διδασκαλίαν αὐτοῦ ἀξιόπιστον ἀπὸ τοῦ Πατρός, δείκνυσιν αὐτὴν ἀξιόπιστον καὶ ἀπὸ τοῦ ἁγίου Πνεύματος. Οὐ – Πνεῦμα. Οὐ μεμετρημένην δίδωσιν αὐτῷ ὁ Πατὴρ τὴν τοῦ Πνεύματος ἐνέργειαν, ὥσπερ τοῖς ἄλλοις ἁγίοις, ἀλλ' ἀμέτρητον ἔχει ταύτην καὶ ὅλην, ὡς ὁμοφυῆ. Πνεῦμα γὰρ νῦν λέγει τὴν τοῦ πνεύματος ἐνέργειαν. Τὸ Πνεῦμα μὲν γὰρ ἀμέτρητον· ἡ ἐνέργεια δὲ αὐτοῦ μετρεῖται καὶ διανέμεται κατ' ἀξίαν τῶν λαμβανόντων αὐτήν. Ἔδειξε δὲ τὴν διδασκαλίαν αὐτοῦ ἀξιόπιστον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, οὐχ ὡς δεομένου τῆς ἐκεῖθεν ἀξιοπιστίας·
ἀρκεῖ γὰρ αὐτὸς ἑαυτῷ, τῆς αὐτῆς αὐτοῖς ὢν φύσεως καὶ ἀξίας· ἀλλ' ἐπειδὴ τὸν μὲν Πατέρα ἐγίνωσκον, καὶ ὅτι Πνεῦμά ἐστιν ἠπίσταντο, τὸν Υἱὸν δὲ ἠγνόουν, ἀπ' ἐκείνων
col. 1183–1184page 40 of 199
PG 129:1183τὴν περὶ τούτου δόξαν συνίστησιν, οἰκονομικῶς τὰ τοιαῦτα φθεγγόμενος καὶ κατὰ μικρὸν αὐτοὺς ἀνάγειν πειρώμενος. Χρή τοίνυν μὴ ἁπλῶς τὰ ἐν ταῖς Γραφαῖς κείμενα παρατρέχειν, ἀλλὰ καὶ τὸν σκοπὸν τοῦ λέγοντος ἐξετάζειν, καὶ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Οὐ πάντα γὰρ οἱ διδάσκαλοι, ὡς βούλονται, λέγουσιν, ἀλλὰ τὰ πολλὰ, ὡς ἡ ἕξις ἀπαιτεῖ τῶν διδασκομένων. Φησὶ γὰρ καὶ Παῦλος· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὐκ ἠδυνήθη δὲ παρὰ τὴν ἐκείνων ἀδυναμίαν. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν.
Ἐπεὶ προλαβὼν εἶπεν ὅτι ὃν ἀπέστειλεν ὁ Θεός, ἵνα μὴ ἐντεῦθεν νομίσωσιν ἑτέρας αὐτὸν εἶναι φύσεως, ὑποδεεστέρας καὶ διακονικῆς, θεραπεύει τὸ ῥηθέν, καὶ ἀνακηρύττει τοῦτον Υἱὸν τοῦ ἀποστείλαντος. Εἰ γὰρ Υἱός, ἄρα καὶ ὁμοούσιος· καὶ εἰ ἀγαπητός, ἄρα πᾶς προσκρούων αὐτῷ, τῷ Πατρὶ αὐτοῦ προσκρούει. Καὶ αὐτοῦ. Πάντα εἶχεν ὡς Θεός· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· δέδωκε δὲ αὐτῷ ταῦτα καὶ ὡς ἀνθρώπῳ. Τὸ δὲ Ἀγαπᾷ καὶ τὸ Δέδωκεν ἀνθρωποπρεπῶς εἴρηται· εἰώθασι γὰρ οἱ πατέρες ἀγαπᾶν τοὺς υἱοὺς, καὶ παραχωρεῖν αὐτοῖς τῶν ἰδίων. Ὁ — αἰώνιον. Ὁ πιστεύων εἰς τὴν διδασκαλίαν τοῦ Υἱοῦ, ὁ πειθόμενος αὐτῷ. Ὁ — ζωήν. Προειρήκαμεν ὅτι ζωὴ αἰώνιός ἐστι καὶ λέγεται ἡ ζωὴ ἡ μακαρία, ἡ ἁγιοπρεπής. Ἀλλ' αὐτόν.
Οὐκ εἶπεν ἡ ὀργὴ τοῦ Υἱοῦ, καίτοι τοῦ Υἱοῦ κρῖναι μέλλοντος, ἀλλὰ τὴν ὀργὴν τοῦ Πατρὸς αὐτοῖς ἐπεκρέμασε, μᾶλλον φοβῆσαι βουλόμενος. Τὸ δὲ Μενεῖ ἐπ' αὐτόν, ἀντὶ τοῦ, οὐδέποτε ἀποστήσεται αὐτοῦ, διηνεκῶς κολάσει αὐτόν. Ὡς — Γαλιλαίαν. Ἀφῆκε τὴν Ἰουδαίαν, περικόπτων τὴν βασκανίαν αὐτῶν. Ἔδει — Σαμαρείας. Δείκνυσιν αὐτὸν ὁ εὐαγγελιστὴς οὐ προηγούμενον ἔργον, ἀλλ' ὁδοῦ πάρεργον, τὰ κατὰ τὴν Σαμαρείτιδα ποιούμενον διὰ τὴν τῶν Ἰουδαίων πρὸς τοὺς Σαμαρείτας ὑποψίαν. Ἡ Σαμάρεια δὲ χώρα τις ἦν διαφόρους ἔχουσα πόλεις καὶ κώμας. Ἐν ταύτῃ δὲ πάλαι μὲν Ἰσραηλίται κατῴκουν· ὕστερον δέ, μετὰ διαφόρους πολέμους ἐρημώσας αὐτὴν ὁ βασιλεὺς Ἀσσυρίων, τοὺς ὑπολειφθέντας μὲν εἰς Βαβυλῶνα κατήγαγεν,
col. 1185–1186page 41 of 199
PG 129:1185ἐκ Βαβυλωνίων δὲ καὶ Μήδων καὶ Χαλδαίων μιγάδας ἀνθρώπους συναγαγὼν ἐκεῖ κατώκισε. Δεῖξαι δὲ βουλόμενος ὁ Θεὸς ὅτι δι' ἁμαρτίαν ἐξεδόθησαν τοῖς Ἀσσυρίοις οἱ Ἰσραηλῖται, καὶ οὐ δι' ἀσθένειαν, λέοντας ἐπαφῆκε τοῖς ἐγκατοικισθεῖσι βαρβάροις, ὅπερ μαθὼν ὁ βασιλεὺς καὶ συνεὶς, πέμπει ἱερέα τῶν Ἰσραηλιτῶν, παραδώσοντα κἀκείνοις τὸν τοῦ Θεοῦ νόμον, ἵνα τῆς ἀπὸ τῶν λεόντων λύμης ἀπαλλαγῶσιν. Ἐξ ἡμισείας δὲ τότε τῆς ἀσεβείας ἀποστάντες, ὕστερον ὁλοτελῶς ἀπεπήδησαν τῶν εἰδώλων· πλὴν οὐ μικρὰν εἶχον ὅτι πρὸς τοὺς Ἰουδαίους διαφοράν. Μόνας γὰρ τὰς Μωσαϊκὰς βίβλους δεχόμενοι, τῶν ἄλλων οὐ πολλὴν ἐποιοῦντο λόγον. Ἄξιον εἰπεῖν πόθεν οἱ Σαμαρεῖται τὴν προσηγορίαν ταύτην ἔλαβον.
Σομὴρ ὄρος ἦν, καθὰ καὶ Ἠσαΐας φησὶν, Ἡ κεφαλὴ Σομόρων Ἐφραίμ. Ἀλλ' οἱ κατοικοῦντες, οὐ Σαμαρεῖται, ἀλλ' Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος προσέκρουσαν τῷ Θεῷ, καὶ βασιλεύοντος Φακεὲ ἀνελθὼν Θεγλαθφαλασὰρ πόλεις τε εἷλε πολλὰς καὶ ἐπέθετο τῷ Ἠλᾷ, καὶ ἀνελὼν αὐτὸν, Ὡσηὲ τὴν βασιλείαν ἔδωκεν. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασσὰρ, εἷλε πόλεις ἑτέρας καὶ ὑποφόρους ἐποίησεν· αὐτὸς δὲ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτὸν, οὐκέτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησιν· ἀλλὰ τούτους μὲν εἰς Βαβυλῶνα ἤγαγεν, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγών, κατώκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον.
Βουλόμενος δὲ ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, καὶ ὡς οὐ δι' ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ δι' ἁμαρτίας αὐτῶν, ἐπαφίησι λέοντας τοῖς βαρβάροις· χρόνου δὲ προϊόντος, τῶν εἰδώλων καὶ τῆς δυσσεβείας ἀπέστησαν. ΚΕΦ. Ε'. Περὶ τῆς Σαμαρείτιδος. Ἔρχεται — αὐτοῦ. Ἐκεῖνο τὸ χωρίον ἦν τὸ κατ' ἐξαίρετον δοθὲν τῷ Ἰωσήφ, λεγόμενον Σίκιμα. Ἦν — Ἰακώβ. Πηγὴν λέγει τὸ φρέαρ, ὡς πηγάζον κάτωθεν. Ἐκαλεῖτο δὲ τοῦ Ἰακώβ, ὡς παρ' αὐτοῦ ὀρυγέν. Ὁ οὖν Ἰησοῦς — Ἕκτη. Κεκοπιακὼς κατὰ τὴν ἰδιότητα τῆς ἀνθρωπότητος. Πεζῇ γὰρ βαδίζων οὕτω σύντονον ἐποιεῖτο τὴν ὁδοιπορίαν ὡς καὶ κοπιάσαι. Τί δέ ἐστι τὸ Ἐκαθέζετο οὕτως; Ἁπλῶς, ὡς ἔτυχεν ἐπ' ἐδάφους. Τὸ ἄτυφον γὰρ ὁ λόγος διδάσκει.
Ἐκαθέζετο δὲ τὸ σῶμα διαναπαύων, καὶ περὶ τὴν πηγὴν ἀναψύχων. Αὐτὸ γὰρ τῆς ἡμέρας ἦν τὸ μεσαίτατον, ὅτε λοιπὸν ὁ ἥλιος σφοδρότερον καθικνεῖκαὶ
col. 1187–1188page 42 of 199
PG 129:1187τῶν ἀνθρωπίνων σωμάτων· ἅμα δὲ καὶ τοὺς μαθητὰς ἀνέμενεν ἀπελθόντας εἰς ἀγορὰν τροφῶν. Ὅρα δὲ τοῦ εὐαγγελιστοῦ τὴν ἀκρίβειαν· οὐ γὰρ εἶπεν, Ὥρα ἦν ἔκτη, ἀλλ' ὡσεὶ ἔκτη· παιδεύων ἡμᾶς μηδ' ἐπὶ τοῖς ἐλαχίστοις ἀδιαφορεῖν, ἀλλὰ καὶ ἐν τοῖς τυχοῦσιν ἐπιτηδεύειν ἀλήθειαν. Ἵνα γὰρ μὴ ἀποφαινόμενος ἴσως ἀποτύχῃ, ἐκόλασε τὴν λέξιν, καὶ στοχαστικῶς ἔλεξεν. Ἔρχεται — ὕδωρ. Ἐκεῖθεν γὰρ οἱ τῆς εἰρημένης πόλεως ὑδρεύοντο, διὰ τὸ μὴ συχνὰ φρέατα περὶ τὸν τόπον εἶναι. Λέγει — πιεῖν. Ὥσπερ ἐπὶ τῆς ξηρανθείσης συκῆς οὐ πεινῶν ἐζήτει σῦκα, ἀλλ' οἰκονομῶν, ἵνα εὐαφόρμως ἐπὶ τὴν θαυματουργίαν ἔλθῃ· οὕτω καὶ νῦν ἐπὶ τῆς πηγῆς οὐ διψῶν ἐζήτει ὕδωρ, ἀλλ' οἰκονομῶν, ἵνα εὐαφόρμως τῇ γυναικὶ διαλεχθῇ·
προεγίνωσκε γὰρ αὐτὴν πιστεύσουσαν καὶ πολλοῖς αἰτίαν πίστεως γενησομένην· διὸ καὶ, τῆς διαλέξεως ἁψάμενος, ἀφῆκε τὸ ὕδωρ. Οἱ γὰρ μαθηταὶ — ἀγοράσωσιν. Οὐκ ἐπιφέροντο γὰρ ἐφόδια, παιδευθέντες καταφρονεῖν γαστρός, καὶ μὴ περισπούδαστον ἡγεῖσθαι τὴν λειτουργίαν αὐτῆς, ἀλλὰ τότε μόνον ἐπιστρέφεσθαι ταύτης, ὅτε λοιπὸν ἡ φύσις ἐπείγοι. Πῶς οὖν οὐκ ἐθαυματούργησε καὶ τότε περὶ τὰς τροφὰς τῶν μαθητῶν; Διότι ἐὰν πάντα ὡς θεὸς ἐτερατούργει, ἠπιστεῖτο ἂν ὅτι ἄνθρωπός ἐστιν, ὥσπερ πάλιν ἐὰν πάντα ὡς ἄνθρωπος ἔπραττεν, ἠπιστεῖτο ἂν ὅτι Θεός ἐστι. Διὰ τοῦτο ποτὲ μὲν ὡς ἄνθρωπος πράττει, βεβαιῶν ὅτι ἄνθρωπός ἐστι· ποτὲ δὲ ὡς Θεὸς τερατουργεῖ, πιστούμενος ὅτι Θεός ἐστι.
Μόνος δὲ ἐκαθέζετο παρὰ τῇ πηγῇ παιδεύων καὶ ἐκ τούτου τὸ ἄτυφον. Λέγει — Σαμαρείταις. Οὐ συγχρῶνται, ἤγουν οὐ κοινωνοῦσι, βδελυττόμενοι τούτους ὡς ἐξ ἡμισείας Ἰουδαίζοντας. Ἀλλὰ πόθεν ἔγνω ὅτι Ἰουδαῖός ἐστιν; Ἀπὸ τοῦ σχήματος, ἢ καὶ ἀπὸ τῆς διαλέξεως. Ὁ μὲν οὖν Χριστός, οἷα μὴ ἁπλῶς Ἰουδαῖος, ἀλλὰ καὶ Θεός, παρεῖδε τὴν τοιαύτην παρατήρησιν, προοιμιαζόμενος τὴν οἰκείωσιν, οὐ μόνον τῶν Σαμαρειτῶν, ἀλλὰ καὶ τῶν ἀπανταχοῦ γῆς ἐθνῶν. Ἡ δὲ Σαμαρεῖτις, οἰομένη τοῦτον ἁμαρτάνειν, διορθοῦται δῆθεν ὑπομιμνήσκουσα περὶ τῆς παρατηρήσεως. Ἀπεκρίθη — ζῶν. Ἐντεῦθεν μάλιστα φανερὸν ὡς ὑπεκρίθη τότε τὴν δίψαν, ἵνα ἐγγὺς ἀγάγῃ τὴν πλανωμένην, καὶ θηρεύσῃ τῷ δικτύῳ τῆς διαλέξεως.
Ἐδίψα μὲν γὰρ, ἀλλὰ τὴν τῶν πεπλανημένων ἐπιστροφήν· ἐπεὶ καὶ προϊών, ἴδιον βρῶμα ταύτην καλεῖ, λέγων· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με. Νῦν δέ φησιν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ· εἰ ἐγίνωσκες ὁποῖόν
col. 1189–1190page 43 of 199
PG 129:1189δωρεῖται ὁ Θεός. Ἔλεγε δὲ τοῦτο περὶ ἑαυτοῦ, κατὰ μικρὸν ἑαυτὸν ἀποκαλύπτων αὐτῇ, ὡς ἀξία τοιαύτης διδασκαλίας, διὰ τὸ πρὸς ἐπιστροφὴν ἐπιτήδειον αὐτῆς. Ὕδωρ δὲ ζῶν ὠνόμασε τὸ νάμα τῆς διδασκαλίας αὐτοῦ· ὕδωρ μὲν, ὅτι δίκην ὕδατος καθαίρει τὸν ῥύπον τῆς ἁμαρτίας, καὶ σβεννύει τὴν φλόγα τῶν παθῶν, καὶ θεραπεύει τὴν τῆς ἀπιστίας ξηρότητα καὶ ἀκαρπίαν· ζῶν δὲ, ὡς ἀένναον καὶ ἀεικίνητον. Ζωὴ γὰρ ὕδατος τὸ ῥάειν καὶ κινεῖσθαι. Φησὶ δὲ ὁ Χρυσόστομος ὕδωρ ζῶν νοεῖσθαι τὴν χάριν τοῦ θείου Πνεύματος. Τοῦτο γὰρ διαφόρως ὀνομάζεσθαι, πρὸς τὰς διαφόρους ἐνεργείας αὐτοῦ, νῦν μὲν ὕδωρ, ἄλλοτε δὲ πῦρ·
ἀλλ᾽ ὕδωρ μὲν, διότι καθάπερ τὸ ὕδωρ ἐξ οὐρανοῦ κατιὸν ζωοποιεῖ καὶ τρέφει, καὶ μονοειδὲς ὂν ἐνεργεῖ πολυτρόπως, λευκαῖνον μὲν ἐν κρίνῳ, μελαῖνον δὲ ἐν ναρκίσσῳ, ἐρυθραῖνον δὲ ἐν ῥόδῳ, πορφυρίζον δὲ ἐν ἴῳ, καὶ γλυκαῖνον μὲν ἐπὶ τῆς συκῆς, πικραῖνον δὲ ἐπὶ τῆς ἀψίνθου· οὕτω καὶ τὸ θεῖον Πνεῦμα, ἐξ οὐρανοῦ κατιὸν ζωοποιεῖ καὶ τρέφει τὴν ψυχήν, καὶ ἓν ὄν, εἰς διαφόρους ἐνεργείας διαιρεῖ τὴν χάριν καὶ δύναμιν· πῦρ δὲ διότι, καθάπερ τὸ πῦρ μονοειδὲς ὂν διαφόρως ἐνεργεῖ, θερμαῖνον, φλέγον, φωτίζον, καθαῖρον· οὕτω δὴ καὶ τὸ θεῖον Πνεῦμα. Λέγει — ζῶν;
Μὴ δυνηθεῖσα νοῆσαι τὸ ῥηθέν, ὑπώπτευσεν ὅτι ὕδωρ ζῶν λέγει τὸ ἀπὸ τοῦ φρέατος ἐκείνου, ὡς ἀναβλύζον καὶ ἁλλόμενον, καὶ ὑπενόησε ῥηθῆναι τὸν λόγον, ὡς ἐκείνου δυναμένου συντομώτερον ἀνιμήσασθαι δι᾽ ἀνδρείαν καὶ ἐπιτηδειότητα. Τέως δὲ κύριον αὐτὸν προσηγόρευσε, νομίσασα μέγαν εἶναί τινα. Καὶ γὰρ ἤκουσεν, Εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, καὶ τὰ ἑξῆς· καὶ αὐτίκα τετίμηκεν αὐτὸν τῇ τοιαύτῃ προσηγορίᾳ, καὶ μετὰ πάσης ἐπιεικείας καὶ τὰ λοιπὰ διαλέγεται. Ἄντλημα δέ φησι τὸ ἀγγεῖον. Μὴ — αὐτοῦ;
Καὶ οἱ Σαμαρεῖται, πατρίδα τὴν Σαμάρειαν ἤδη κεκτημένοι, πατέρα λοιπὸν ἑαυτοῖς ἐπεγράφοντο τὸν Ἰακώβ, ὡς προκάτοχον καὶ πατέρα τῆς τοιαύτης αὐτῶν πατρίδος, κἀντεῦθεν εἰσώθουν ἑαυτοὺς εἰς τὴν Ἰουδαϊκὴν εὐγένειαν. Φασὶ δέ τινες, ὅτι ἡ Σαμαρεῖτις αὕτη γυνή, καὶ ἄλλοι πολλοὶ τῶν τὴν Σαμάρειαν οἰκούντων, ἐξ Ἰακὼβ μὲν εἷλκον τὸ γένος, αἰχμαλωτισθέντων δὲ πάλαι τῶν προγόνων αὐτῶν, καὶ δουλευσάντων παρὰ Βαβυλωνίοις, μιγάδες οὗτοι συνῆσαν τοῖς Σαμαρείταις, τῷ μακρῷ χρόνῳ καὶ ταῖς πολυτρόποις συμφοραῖς πρὸς τὰ ἐκείνων ἤθη μεταστάντες. Ἢ πατέρα ἐπεγράφοντο τὸν Ἰακώβ, ὡς ἐκ Χαλδαίων καὶ αὐτὸν ἕλκοντα τὸ γένος. Λέγει δὲ νῦν ἡ Σαμαρεῖτις· Εἰ μὴ περὶ τούτου λέγεις τοῦ ὕδατος, μὴ σὺ μείζων εἶ τοῦ πατρὸς
col. 1191–1192page 44 of 199
PG 129:1191ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τουτὶ τὸ περιβόητον, ἵνα καὶ δύνῃ δοῦναι κρείττον ὕδωρ; Τὸ δὲ, Καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ, πρὸς ἔπαινον τοῦ τοιούτου φρέατος εἴρηται, ὅτι ἐὰν εἶχεν ἕτερον κρείττον, οὐκ ἂν ἐκ τούτου ἔπιε πανοικί. Λοιπὸν οὖν, εἰ σὺ δύναιο δοῦναι κρείττον, μείζων εἶ τοῦ Ἰακώβ. Ἡ μὲν οὖν Σαμαρεῖτις αὕτη προσηνῶς αὐτῷ περὶ τοῦ Ἰακὼβ διαλέγεται, καὶ παραμένει, ποθοῦσα εὑρεῖν τὸ ζητούμενον· οἱ δὲ Ἰουδαῖοι καὶ λιθάζειν αὐτὸν ἐπεχείρησαν, ὅτε τοῦ Ἀβραὰμ ἐμνημόνευσε. Πῶς οὖν εἰκὸς ἦν ἀποστραφήναι τοιαύτην γυναῖκα σπουδαίαν καὶ φιλομαθῆ καὶ γλιχομένην ὠφεληθῆναι. Ἀπεκρίθη — πάλιν. Δίψαν ὕδατος. Ὃς — αἰῶνα.
Οὐ μὴ διψήσῃ ποτέ, τὴν ἐξ ἀπιστίας δίψαν. Ἀλλά — ὕδατος. Διὰ τῆς πηγῆς τὸ ἀένναον καὶ ἀνελλιπὲς τοῦ τοιούτου ὕδατος ἐνέφηνεν. Ἁλλομένου — αἰώνιον. Ἀναβλύζοντος διὰ ζωὴν αἰώνιον, εἰς τὸ παρέχειν ζωὴν αἰώνιον. Ὅρα δὲ πῶς εἰρηκυίας τῆς γυναικός, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, οὐκ εἶπε Καὶ μείζων εἰμί· ἔδοξε γὰρ ἂν κομπάζειν· ἀφ᾽ ὧν δὲ εἴρηκε, τοῦτο κατεσκεύασεν. Ἡ διαφορὰ γὰρ τῶν ὑδάτων τὴν διαφορὰν τῶν παρεχόντων αὐτὰ κηρύττει· ἐκείνῳ μὲν γὰρ τῷ ὕδατι φύσις δαπανάσθαι, τούτῳ δὲ πηγάζειν ἀεί. Λέγει — ἀντλεῖν. Κατὰ μικρὸν ἀνάγεται πρὸς τὸ τῶν δογμάτων ὕψος.
Ἀπὸ τῆς ὑπεροχῆς γὰρ οὗ δίδωσιν ὕδατος, μείζονα τοῦτον τοῦ Ἰακὼβ εἶναι πεπίστευκε, καὶ ὅτι μὲν ἑτέρας φύσεως ὕδωρ δίδωσιν ὑψηλοτέρας ἐνόησεν· οὔπω δὲ τὸ τέλειον ἔγνω· οὔτε γὰρ τίς ἐστιν ὁ τοῦτο διδούς, οὔτε τί ἐστιν τοῦτο, κατέλαβεν. Ὑπέλαβε δὲ τὸ διδόμενον ἀναιρετικὸν τυγχάνειν ταύτης τῆς δίψης τῆς αἰσθητῆς. Οὔτε οὖν εὔκολος ἡ γυνὴ αὕτη· οὐ γὰρ ἁπλῶς ἐδέξατο τὰ λεγόμενα, ἀλλὰ μετὰ πολλῆς συζητήσεως· οὔτε ἀπειθὴς καὶ φιλόνεικος· εὑροῦσα γὰρ τὸν μείζονα τοῦ Ἰακώβ, οὐκ ἐναπέμεινε τῇ προλήψει. Καίτοι καὶ Ἰουδαίοις εἶπεν, ὅτι Ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε· ἀλλ᾽ οὐ μόνον οὐκ ἐπίστευσαν, ἀλλὰ καὶ ἐσκανδαλίσθησαν. Λέγει — ἐνθάδε.
Ἐγκειμένης καὶ ζητούσης λαβεῖν, λέγει· Ὕπαγε, κάλεσον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε, προσποιούμενος ὅτι χρὴ κἀκεῖνον κοινωνῆσαι ταύτῃ τοῦ δώρου. Καὶ ὅτι μὲν οὐκ ἔχει ἄνδρα νόμιμον ἐγίνωσκεν, ὡς πάντα εἰδώς· ἐβούλετο δὲ ταύτην εἰπεῖν ὅτι οὐκ ἔχει ἄνδρα, ἵνα λοιπόν, προφάσεως δραξάμενος, προφητεύσῃ τὰ κατ᾽ αὐτὴν
col. 1193–1194page 45 of 199
PG 129:1193καὶ διορθώσηται ταύτην. Θέλει γὰρ τῶν προῤῥήσεων καὶ τῶν θαυμάτων τὰς ἀφορμάς παρ' αὐτῶν λαμβάνειν τῶν προσιόντων, ὥστε καὶ τὴν τοῦ κενοδοξεῖν ὑπόνοιαν διαφεύγειν, καὶ οἰκειοῦσθαι μᾶλλον αὐτούς. Τὸ μὲν γὰρ εἰπεῖν προηγουμένως ὅτι Πολύγαμος γέγονας, καὶ νῦν ἔχεις ἄνδρα παράνομον, ἄκαιρον ἐδόκει καὶ περιττόν· τὸ δὲ παρ᾽ αὐτῆς λαβόντα τὴν αἰτίαν σφόδρα εὔκαιρον καὶ ἀκόλουθον. Ἀπεκρίθη – ἄνδρα. Ὁ ομένη πρὸς ἄνθρωπον ἁπλῶς διαλέγεσθαι, ἐπεχείρησε λαθεῖν, κρύπτουσα τὸ αἰσχρὸν τοῦ πράγματος. Λέγει – εἴρηκας. Ἁψάμενος ἀφορμῆς, ὡς εἴρηται, προφητεύει καὶ διελέγχει ταύτην, ἀκριβῶς ἄγαν τούς τε φανερούς καὶ νομίμους ἄνδρας αὐτῆς ἀριθμῶν, καὶ τὸν νῦν λαθραῖον καὶ παράνομον ἀποκαλύπτων.
Πέντε μὲν γὰρ ἄνδρας ἔσχε φανερῶς κατὰ διαδοχήν· τοῦτο γὰρ ἀκώλυτον ἦν· τοῦ πέμπτου δὲ τελευτήσαντος, οὐκ ἔτι λοιπὸν οὐδεὶς αὐτὴν φανερῶς εἰς γυναῖκα λαβεῖν ἐθέλησεν. Αὕτη δὲ μὴ φέρουσα τὴν ἐπιθυμίαν, λαθραῖον εἶχε τὸν αὐτῇ συγγινόμενον. Οἱ πέντε μὲν οὖν ἄνδρες αὐτῆς ἦσαν, διὰ τὸ φανερόν· ὁ δὲ τότε μιγνύμενος οὐκ ἦν ἀνὴρ αὐτῆς, διὰ τὸ λαθραῖον. [Τοῦ ἁγίου Μαξίμου· Ἡ Σαμαρείτις ὑπεδήλου τὴν ἀνθρωπίνην φύσιν λαβοῦσαν πέντε νόμους, ὡς ἄνδρας, τόν τε ἐν τῷ παραδείσῳ δοθέντα τῷ Ἀδάμ, καὶ τὸν ἐκτὸς τοῦ παραδείσου τῷ αὐτῷ πάλιν δοθέντα, καὶ τὸν τοῦ Νῶε κατὰ τὸν κατακλυσμόν, καὶ τὸν τῷ Ἀβραὰμ περὶ τῆς περιτομῆς, καὶ τὸν τῷ αὐτῷ πάλιν περὶ τῆς κατὰ τὸν Ἰσαὰκ θυσίας·
ἀλλ᾽ οὗτοι μὲν οἱ πέντε παρῆλθον καὶ οἷον ἀποτεθνήκεσαν· εἶχε δὲ τότε τὸν Μωσαϊκόν. Οὐκ ἦν δὲ οὗτος ἀνὴρ αὐτῆς, ἢ ὅτι οὐ καθ᾽ ὁλόκληρον ἐστέργετό τε καὶ ἐφυλάσσετο, ἢ ὅτι οὐ διὰ παντός, ἀλλὰ μέχρι τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἐδόθη τῇ κατὰ τοὺς Ἰουδαίους φύσει τῶν ἀνθρώπων. Ἔκτοτε δὲ οὐκ ἦν ἀνὴρ αὐτῆς, ἄλλου ταύτην ἁρμοζομένου ἑαυτῷ, λέγω δή, τοῦ εὐαγγελικοῦ νόμου. Φρέαρ μὲν οὖν τοῦ Ἰακὼβ ἡ θεία ἐστὶ Γραφή· ὕδωρ δὲ τούτου, ἡ ταύτης γνῶσις· βάθος δὲ τὸ βάθος τῶν νοημάτων· ἄντλημα δὲ ἡ διὰ τῶν γραμμάτων μάθησις τοῦ θείου λόγου, ἣν οὐκ εἶχεν ὁ Κύριος, ὡς αὐτὸ τοῦτο Λόγος καὶ αὐτοσοφία, καὶ οὐ τὴν διὰ γραμμάτων μάθησιν διδοὺς τοῖς μαθηταῖς αὐτοῦ, ἀλλὰ τὴν διὰ πνευματικῆς χάριτος.] Λέγει – σύ.
Οὐκ ἐδυσχέρανεν ἐλεγχθεῖσα προδήλως, οὐδὲ ὕβριν ἡγήσατο τὸν ἔλεγχον, ἀλλὰ ἐκπλαγεῖσα τὴν ἀκριβεστάτην πρόγνωσιν αὐτοῦ, κατενόησεν ὅτι ὄντως προφήτης ἐστίν. Θεωρῶ γάρ, φησίν, ἤτοι Συνίημι. Εἶτα οὐδὲν βιωτικὸν αὐτὸν ἐρωτᾷ, ἀλλὰ περὶ δογμάτων εὐθύς. Φησί γάρ· Οἱ πατέρες – προσκυνεῖν. Πατέρας εἶπε τούς
col. 1195–1196page 46 of 199
PG 129:1195Ἀβραὰμ καὶ τὸν Ἰσαάκ. Καὶ γὰρ ἐν ἐκείνῳ τῷ ὄφει λόγος ἀρχαῖος ἱστορεῖ τὸν Ἀβραὰμ ἀνενηνοχέναι τὸν Ἰσαὰκ εἰς θυσίαν τῷ Θεῷ. Ἢ πατέρας εἶπε τὸν Ἰακὼβ καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ γὰρ ὁ Ἰακὼβ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ προσεκύνησε τὸν Θεόν. Ἡ μὲν οὖν γυνὴ προσήγαγε τὴν ἐρώτησιν, οἰομένη κρείττον εἶναι τὸ δόγμα τῶν Σαμαρειτῶν παρὰ τὸ τῶν Ἰουδαίων, καὶ τὸν τόπον τιμιώτερον τοῦ ὄρους ἐκείνου παρὰ τὸν τῶν Ἱεροσολύμων· ὁ δὲ Χριστὸς πρῶτον μὲν καὶ ἀμφοτέρων τῶν τόπων ἀναιρεῖ τὰ πρεσβεία, διὰ τὸ μέλλειν ὅσον οὔπω παυθῆναι τὰς ἐν ἐκείνοις λατρείας· εἶτα ἀποφαίνει τοὺς Ἰουδαίους συνετωτέρους· ἔπειτα παρανοίγει τὸ δόγμα τῆς εὐσεβείας. Λέγει — πατρί. [Σοφονίου·
Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.] Ἐντεῦθεν προαναφωνεῖ τὴν κατάλυσιν τῆς Σαμαρειτικῆς ἐμοῦ καὶ Ἰουδαϊκῆς λατρείας, ἣν πεπόνθασιν ἐξολοθρευθέντες ὑπὸ Ῥωμαίων μετὰ τὴν χριστοκτονίαν. Ὥραν δὲ νόει τὸν καιρόν. Ὑμεῖς οἴδαμεν. Εἰ γὰρ καὶ τὸν αὐτὸν Θεὸν ἐσέβοντο Σαμαρεῖται καὶ Ἰουδαῖοι· ἀλλὰ Σαμαρεῖται μὲν ἠγνόουν ὅτι πάντων τῶν ἐθνῶν Κύριός ἐστι· μόνων γὰρ Σαμαρειτῶν καὶ Ἰουδαίων δεσπόζειν αὐτὸν ὑπελάμβανον· Ἰουδαῖοι δὲ ἐγίνωσκον ὅτι παντοκράτωρ ἐστί. Διὰ τοῦτο πρὸς αὐτὴν εἶπεν ὅτι Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, τουτέστιν, οὗ τὴν ἐξουσίαν οὐκ οἴδατε. Καὶ ἑαυτὸν δὲ συνέταξε τοῖς Ἰουδαίοις· Ἡμεῖς γὰρ, φησί, προσκυνοῦμεν ὃ οἴδαμεν·
διότι καὶ ἐξ Ἰουδαίων ἐβλάστησε, καὶ Ἰουδαῖος τῇ Σαμαρείτιδι ἔδοξεν. Εἶτα ἐπάγει καὶ τὸ μεῖζον· Ὅτι — ἐστίν. Ἡ σωτηρία τῶν Σαμαρειτῶν ἐκ τῶν Ἰουδαίων ἐστίν· ἐξ αὐτῶν γὰρ ἔμαθον εἰδέναι τὸν Θεὸν, καὶ καταγινώσκειν τῶν εἰδώλων. Ἢ καὶ ἑτέρως· Ἡ σωτηρία τοῦ κόσμου ἐκ τῶν Ἰουδαίων· ἐξ αὐτῶν γὰρ ὁ Χριστὸς ἐνανθρώπησεν. Ἀλλ' — ἀλήθεια. Προτιμήσας τῶν Σαμαρειτῶν τοὺς Ἰουδαίους, νῦν προτιμᾷ πάλιν τῶν Ἰουδαίων τοὺς Χριστιανούς, ἵνα ἀνύποπτος ἡ προτίμησις γένηται καὶ μὴ δόξῃ καταχαρίζεσθαι τοῖς Ἰουδαίοις, ὡς Ἰουδαῖος. Εἰπὼν δὲ ὅτι Ἔρχεται ὥρα, ἵνα μὴ νομίσῃ βραδύνειν αὐτήν, προσέθηκεν ὅτι καὶ νῦν ἐστιν, ἤγουν ἐνέστηκεν ἤδη.
Ἀληθινοὺς δὲ προσκυνητὰς λέγει τοὺς πιστεύοντας εἰς αὐτὸν, τοὺς τῆς Ἐκκλησίας ὡς ἀληθῶς σέβοντας, καὶ οὐκ ἐν σκιαῖς λατρεύοντας ὡς Ἰουδαῖοι καὶ Σαμαρεῖται. Πάσα γὰρ ἡ λατρεία τούτων σκιὰ ἦν καὶ προτύπωσις τῆς ἀληθείας. Οὗτοι γοῦν οἱ ἀληθινοὶ προσκυνηταὶ λατρεύουσι τῷ Πατρὶ οὐκ ἐν σώματι ἀλλ' ἐν πνεύματι, τουτέστιν οὐ διὰ
col. 1197–1198page 47 of 199
PG 129:1197σωματικῶν θυσιῶν ἀλλὰ διὰ πνευματικῶν, καὶ οὐκ ἐν σκιαῖς καὶ τύποις ἀλλ' ἐν ἀληθείᾳ, καὶ οὐ τόπῳ τὴν λατρείαν περιγράφοντες ὡς Ἰουδαῖοι καὶ Σαμαρεῖται, ἀλλ' ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλογοῦντες τὸν Κύριον. Περὶ τοῦ Πατρὸς δὲ μόνου νῦν ποιεῖται τὸν λόγον διὰ τὴν ἀσθένειαν τῆς γυναικός· οὐκ ἔδει γὰρ ἁθρόον αὐτῇ τὸ δόγμα προσαγαγεῖν. Καὶ γὰρ αὐτόν. Ἤγουν, οὐ τυπικοὺς ἀλλ' ἀληθινούς, οὐ σωματικῶς θύοντας ἀλλὰ πνευματικῶς. Εἰπὼν δὲ ὅτι Ζητεῖ, ἐνέφηνεν ὅτι ἀπαρέσκεται τῇ νομικῇ λατρείᾳ, καὶ λοιπὸν συγκαταβατικῶς αὐτὴν ἐνομοθέτησε πάλαι καὶ συνεχώρησεν ἄχρι τότε διὰ τὴν τῶν Ἑβραίων ταχύτητα καὶ ἀσθένειαν. Πνεῦμα προσκυνεῖν. Πνεῦμα, τουτέστιν ἀσώματος·
διὸ καὶ τοὺς λατρεύοντας αὐτῷ πνευματικῶς χρὴ λατρεύειν, καὶ οὐκ ἐν σκιᾷ ἀλλ' ἐν ἀληθείᾳ· τοῦτο γὰρ θεοπρεπὲς καὶ κατάλληλος λατρεία. Πνευματικὴ δὲ λατρεία ἐστὶν ἡ ταπεινοφροσύνη· Θυσία γάρ, φησί, τῷ Θεῷ πνεῦμα συντετριμμένον· καὶ ἡ προσευχή· Θῦσον γὰρ, φησί, τῷ Θεῷ θυσίαν αἰνέσεως· καὶ ἁπλῶς πᾶσα πνευματικὴ ἀρετή. Τότε γάρ, φησίν, εὐδοκήσεις θυσίαν δικαιοσύνης· ἐνταῦθα δικαιοσύνης νοουμένης καθολικῶς πάσης ἀρετῆς δι' ἧς ὁ ἄνθρωπος δικαιοῦται. Λέγει πάντα. Ἰλιγγίᾳ πρὸς τὸ τῶν ῥηθέντων ὕψος, καὶ λοιπὸν ἀπαγορεύει τὴν περὶ τῶν τοιούτων ἀκρόασιν. Ἀλλὰ πόθεν Σαμαρείταις προσδοκία τῆς τοῦ Χριστοῦ ἐπιδημίας; Ἀπὸ τῶν Μωσαϊκῶν Γραφῶν. Ἔγραψε γὰρ Μωϋσῆς·
Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Λέγει – σοι. Τοῖς μὲν Ἰουδαίοις ἐπικειμένοις καὶ λέγουσιν· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ Χριστός· οὐκ ἀπεκρίνατο τοῦτο σαφῶς. Ταύτῃ δὲ αὐτίκα ἑαυτὸν ἐφανέρωσεν· εὐγνωμονεστέρα γὰρ αὐτῶν ἦν. Ἐκεῖνοι μὲν γὰρ, οὐχ ἵνα πιστεύσωσιν ἐζήτουν μαθεῖν, ἀλλ' ὑπὲρ τοῦ κωμῳδῆσαι αὐτόν· αὕτη δὲ μαθοῦσα ἐπίστευσε. Καὶ αὐτοῦ. Ἐπὶ τούτῳ, ἀντὶ τοῦ, Τούτων λεγομένων. Καὶ — ἐλάλει. Ὅτι τηλικοῦτος ὢν μετὰ γυναικὸς εὐτελοῦς διελέγετο. Οὐδεὶς — αὐτῆς; Ἐσίγησαν, τιμῶντες αὐτόν. Πεπαιδευμένοι γὰρ τὸ μὴ πάντα τὰ τοῦ διδασκάλου περιεργάζεσθαι.
Ἅμα δὲ καὶ ἐγίνωσκον ὅτι τοῖς ψυχικοῖς τραύμασιν αὐτῆς φάρμακον ἐπιτίθησιν.
col. 1199–1200page 48 of 199
PG 129:1199Ἀφήκεν – Χριστός; Ἦλθεν ἐπὶ τὴν αἰσθητὴν πηγήν, εὑροῦσα δὲ τὴν νοητὴν οὕτως ἀνήφθη τῷ πυρὶ τῶν πνευματικῶν ναμάτων ὡς καὶ τὸ ἄγγος ἀφεῖναι, καὶ τὴν χρείαν δι᾿ ἣν παρεγένετο, καὶ δραμεῖν εἰς τὴν πόλιν, καὶ πάντα τὸν δῆμον ἑλκύσαι πρὸς τὸν Ἰησοῦν, παιδεύουσα ἡμᾶς, ὅταν ἐντύχωμεν πνευματικοῖς, ὑπεροράν πάντων τῶν βιωτικῶν. Καὶ ἄρα σοφίαν γυναικός. Οὐκ εἶπε, Δεῦτε, ἴδετε τὸν Χριστὸν, καίτοι πιστεύουσα ὅτι ὁ Χριστός ἐστιν, ἵνα μὴ δόξῃ κρίνειν ἀφ᾿ ἑαυτῆς περὶ τηλικούτου πράγματος· μέγιστον γὰρ ἐδόκει τὸ ἐπιγνῶναι τὸν προσδοκώμενον· ἀλλ᾿ ἑτέρους καλεῖ κριτάς, ἵνα καὶ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Προτείνει δὲ τούτοις, καθάπερ τι δέλεαρ, τὴν ἀποκάλυψιν τῶν ἰδίων ἁμαρτιῶν.
Ἐγίνωσκε γὰρ ὡς εἰ μόνον γεύσωνται τῶν λόγων αὐτοῦ, σαγηνευθήσονται καὶ αὐτοὶ παραυτίκα. Τὸ δὲ, Μήτι οὗτός ἐστιν ὁ Χριστός; ἀντὶ τοῦ, Μήποτε οὗτος ἐστιν; Ὑποκρίνεται γάρ, οἷον ἐπιδιστάζειν, ὥστε παρ᾿ αὐτῶν γενέσθαι τὴν κρίσιν. Ἐξῆλθον – φάγε. Ὁρῶντες αὐτὸν κεκμηκότα, ὑπό τε τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης ἡλιακῆς φλογός, ἠρώτων αὐτὸν, ἤτοι παρεκάλουν φαγεῖν· τοῦτο δὲ φιλοστοργίας ἦν, οὐ προπετείας. Ὁ δὲ – φαγεῖν; Αὐτὸς μὲν βρῶσιν ἔλεγε τὴν σωτηρίαν τῶν ἀνθρώπων· οἱ μαθηταὶ δὲ περὶ βρώσεως αἰσθητῆς νοοῦντες ἀποροῦσι πρὸς ἀλλήλους· ηὐλαβοῦντο γὰρ ἐκεῖνον ἐρωτῆσαι. Λοιπὸν οὖν ἑρμηνεύει τὸν λόγον. Λέγει – Ἔργον.
Θέλημα τοῦ πέμψαντος αὐτὸν Πατρὸς, καὶ ἔργον αὐτοῦ ἐπιταγὲν αὐτῷ, ἡ σωτηρία τῶν ἀνθρώπων. Ταύτην δὲ βρῶσιν ἑαυτοῦ καλεῖ, διὰ τῆς λέξεως ταύτης ἐμφαίνων τὴν ἐπιθυμίαν τῆς σωτηρίας τῶν ἀνθρώπων. Ὥσπερ γὰρ ὁ τρώγων ἐπιθυμεῖ τῆς βρώσεως, οὕτω καὶ αὐτὸς τῆς σωτηρίας ἡμῶν. Πεμφθῆναι δὲ παρὰ τοῦ Πατρός φησιν, ὡς ἄνθρωπος, ἢ καὶ ὡς Λόγος ἐκ τοῦ γεννήσαντος νοῦ, ἢ καὶ ὡς τιμῶν τὸν Πατέρα. Οὐχ ἤδη. Οἱ μαθηταὶ μὲν περὶ τοῦ αἰσθητοῦ θερισμοῦ ἔλεγον· αὐτὸς δὲ νῦν περὶ τοῦ νοητοῦ φήσι, καὶ δείκνυσι τοῦτον ἐνεστῶτα· χώρας μὲν ὀνομάζων τὰ πλήθη τῶν ἐρχομένων ἤδη πρὸς αὐτὸν Σαμαρειτῶν· λευκὰς δὲ αὐτὰς καλῶν, ὡς ἑτοίμους πρὸς πίστιν.
Θερισμὸς γὰρ καὶ ἡ πίστις, θερίζουσα ἀπὸ τῆς ἀπιστίας, καὶ συγκομίζουσα πρὸς τὸν Χριστόν. Ὥσπερ γὰρ τὰ λευκὰ στάχυα ἕτοιμα πρὸς θερισμόν εἰσιν, οὕτω κἀκεῖνοι πρὸς πίστιν. Καὶ – λαμβάνει. Καὶ ὁ θερίζων τοιαύτας χώρας ἀμοιβὴν ἐκ Θεοῦ λαμβάνει. Καθολικώτερον γὰρ ἐνταῦθα περὶ πάντων λέγει τῶν μελλόντων πιστεύειν Σαμαρειτῶν καὶ Ἰουδαίων. Καὶ – αἰώνιον. Ὁ μὲν θερίζων αἰσθητὸν στάχυν, συνάγει καρπὸν εἰς ζωὴν πρόσκαιρον· οὗτος δὲ εἰς ζωὴν αἰώνιον.
col. 1201–1202page 49 of 199
PG 129:1201θερίζων. Ἵνα, συναχθέντος ἐκεῖ τοῦ τοιούτου καρποῦ, καὶ ὁ σπείρας ὁμοῦ χαίρῃ καὶ ὁ θερίσας, βλέποντες αὐτὸν συναχθέντα ἐκεῖ, καὶ τοὺς ὑπὲρ αὐτοῦ μισθοὺς ἐμοῦ κομιζόμενοι, ὁ μὲν ὡς σπείρας, ὁ δὲ ὡς θερίσας. Σπείροντες μὲν οὖν εἰσιν οἱ προφῆται, Μωϋσῆς καὶ οἱ μετ' ἐκεῖνον, οἷα σπείραντες τὰς περὶ Χριστοῦ προῤῥήσεις· θερίζοντες δὲ οἱ ἀπόστολοι· θεμσαντες τοὺς ἀνθρώπους ἀπὸ τῆς ἀπιστίας, καὶ συγκομίσαντες εἰς τὰς ἀποθήκας τῶν αἰωνίων σκηνῶν. Ἐν — θερίζων. Ὁ λόγος ὁ ἀληθινὸς τῆς παροιμίας. Ἐγὼ — κεκοπιάκατε. Εἰς ὃ οὐχ ὑμεῖς κεκοπιάκατε. Ἄλλοι — εἰσεληλύθατε.
Ταῦτα λέγει δεικνύων ὅτι τὸ ἐγχειρισθὲν τούτοις ἔργον, ῥᾴδιόν ἐστι καὶ εὔκολον, καὶ θάρσος αὐτοῖς ἐντεῦθεν ἐμβάλλων, ὡς τοῦ ἐπιπονωτέρου προανυσθέντος. Τὸ σπείρειν μὲν γὰρ μετὰ πόνου καὶ βραδέως γίνεται, τὸ θερίζειν δὲ μετὰ ἀνέσεως καὶ ταχέως· καὶ τοῦ σπόρου ἔργον τὸ θέρος. Τροπικαῖς δὲ καὶ μεταφορικαῖς κέχρηται λέξεσι πολλαχοῦ τοῦ Εὐαγγελίου, ποιῶν τὴν διδασκαλίαν ἐμφαντικωτέραν, καὶ τὴν μνήμην τῶν λεγομένων μονιμωτέραν, διὰ τῶν γνωρίμων εἰκόνων καὶ παραδειγμάτων· τῆς μὲν ἡδύτερον εἰσδυομένης ταῖς ἀκοαῖς, τῆς δὲ βαθύτερον ἐντυπουμένης τῇ καρδίᾳ. Καὶ αἰσθητὰ μὲν τὰ ῥήματα, πνευματικὰ δὲ τὰ νοήματα. Ἐκ — ἐποίησα. Πάντα νόησον τὰ περὶ τοὺς ἄνδρας, καὶ τὸν οὐκ ἄνδρα.
Ἢ καὶ ἄλλα ἴσως εἶπεν αὐτῇ πολλὰ κεκρυμμένα. Ὡς — παρ' αὐτοῖς. Παρεκάλουν αὐτόν. Καὶ — αὐτοῦ. Τὸν τῆς διδασκαλίας. Τῇ — Χριστός. Ἐξ ὧν ἤκουσαν αὐτοῦ διδάσκοντος, ἔγνωσαν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός, ὅτι, τῆς οἰκουμένης ἀπολωλυίας, ἦλθεν οὗτος σώσαι αὐτήν. Εὐγνωμονέστεροι δὲ πολλῷ τῶν Ἰουδαίων οἱ Σαμαρείται. Οὗτοι μὲν καὶ ἐξῆλθον πρὸς αὐτὸν, καὶ παρεκάλουν αὐτὸν μεῖναι παρ' αὐτοῖς, καὶ μηδὲν σημεῖον ἰδόντες ἐπίστευσαν εἰς αὐτόν· ἐκεῖνοι δὲ ἐρχόμενον μᾶλλον πρὸς αὐτοὺς ἐδίωκον, καὶ θέλοντα μένειν παρ' αὐτοῖς ἐβαρύνοντο, καὶ πολλὰ σημεῖα βλέποντες ἠπίστουν. Πῶς οὖν εἰκὸς τούτου παραδραμεῖν, ἢ ποίας δικαιοσύνης, τοῖς μὲν μισοῦσι προσεδρεύειν, τῶν δὲ ἀγαπώντων ἀποπηδᾶν;
col. 1203–1204page 50 of 199
PG 129:1203Ἐν ἑτέρῳ δὲ καιρῷ οἱ Σαμαρεῖται οὐκ ἐδέξαντο αὐτὸν ὡς φίλον Ἰουδαίων τῶν ἐχθραινόντων αὐτοῖς. Τοῦτο γὰρ ὁ Λουκᾶς ἱστόρησεν ἐν τῷ τριακοστῷ δευτέρῳ κεφαλαίῳ. Ἀλλ᾽ ἐκεῖνοι ἕτεροι ἦσαν παρὰ τούτους. Ἐκεῖνοι μὲν γὰρ κώμην τινὰ τῆς Σαμαρείας ᾤκουν· οὗτοι δὲ πόλιν. Μετά — ἐκεῖ. Διότι τότε οὐκ ἀπῆλθεν ἰδικῶς εἰς Καπερναοὺμ τὴν δοκοῦσαν πατρίδα αὐτοῦ, τίθησιν αἰτίαν ὅτι οὐ προσεῖχον αὐτῷ οἱ ἐν αὐτῇ, καταφρονοῦντες ὡς συνήθους. Τὸ σύνηθες γὰρ εὐκαταφρόνητον. Ποῦ δὲ ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει; Καὶ ζήτησον ἐν τῷ τέλει τοῦ εἰκοστοῦ τετάρτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον, καὶ εὑρήσεις.
Καὶ γὰρ ἡ μὲν Ναζαρὲτ ἦν πατρὶς αὐτοῦ, ὡς πατρὶς τῆς μητρὸς αὐτοῦ, καὶ τοῦ δοκοῦντος πατρὸς αὐτοῦ, καὶ ὡς ἐν αὐτῇ τεθραμμένου· ἡ δὲ Καπερναοὺμ ἐδόκει πατρὶς αὐτοῦ, ὡς κατοικοῦντος εἰς αὐτήν. Φησὶ γὰρ ὁ Ματθαῖος ὅτι καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατώκησεν εἰς Καπερναούμ. Ὅτε — ἑορτῇ. Γαλιλαίαν νόει τὰς ἄλλας πόλεις καὶ κώμας τῆς Γαλιλαίας παρὰ τὴν δηλωθεῖσαν ἰδικῶς πατρίδα αὐτοῦ· ἑορτὴν δὲ τὴν τοῦ Πάσχα, ὡς ἐν τῷ δευτέρῳ κεφαλαίῳ δεδήλωται. Καὶ αὐτοὶ γὰρ — ἑορτήν. Ὁμοῦ γὰρ ἐν Ἱεροσολύμοις Ἑβραῖοι πάντες πανταχόθεν συνερχόμενοι ἑώρταζον. ΚΕΦ. Ζ΄. Περὶ τοῦ βασιλικοῦ. Ἦλθεν — οἶνον. Εἰς τὴν Γαλιλαίαν μὲν ἦλθε διὰ τὸν φθόνον τῶν κατοικούντων τὴν Ἰουδαίαν·
εἰς τὴν ῥηθεῖσαν δὲ πατρίδα αὐτοῦ οὐκ ἀπῆλθεν, ὡς μὴ προσέχουσαν αὐτῷ, καὶ ἵνα μὴ μεῖζον αὐτῇ γένηται τὸ κρίμα. Εἰς τὴν Κανὰ δὲ ἦλθε πρῶτον μὲν κληθεὶς εἰς τὸν γάμον· νῦν δὲ τὴν ἀπὸ τοῦ προγεγονότος θαύματος ἐγγενομένην πίστιν βεβαιῶν τῇ παρουσίᾳ, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος, ὡς ἐλθὼν αὐτόκλητος καὶ προτιμήσας αὐτοὺς τῆς πατρίδος. Καὶ — Καπερναούμ. Βασιλικὸς ἐλέγετο ἢ ὡς ἐκ γένους βασιλικοῦ, ἢ ὡς ἀξίωμά τι κεκτημένος ἀφ᾽ οὗπερ ἐκαλεῖτο Βασιλικός, ἢ ὡς ὑπηρέτης βασιλικός. Τινὲς μὲν οὖν φασιν ὅτι οὗτός ἐστιν ὁ παρὰ τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ μνημονευόμενος ἑκατόνταρχος· οὐκ ἔστι δέ.
Καὶ γὰρ, ἵνα τὰς ἄλλας ἐάσωμεν διαφορὰς αὐτῶν, ἐκεῖνος μὲν ἑκατόνταρχος, οὗτος δὲ βασιλικός, κἀκείνου μὲν δοῦλος ἠσθένει· τούτου δὲ υἱός· καὶ ἐκεῖ μὲν ἡ νόσος παράλυσις, ἐνταῦθα δὲ πυρετός. Οὗτος — ἀποθνήσκειν. Πρώτα, ἤτοι Παρεκάλει.
col. 1205–1206page 51 of 199
PG 129:1205Εἶπεν – πιστεύσητε. Οὐ κατ᾽ ἐρώτησιν ἀναγνωστέον, ἀλλὰ κατὰ ἀπόφασιν. Εἶπε γὰρ τοῦτο κοινῶς μὲν, τῶν Σαμαρειτῶν ὑποβιβάζων τοὺς Ἰουδαίους, ὡς ἐκείνων πιστευσάντων δίχα σημείων καὶ τεράτων· ἰδιαίτερον δὲ, τοῦ Βασιλικοῦ καθαπτόμενος· εἰ γὰρ καὶ πίστεως ἦν τὸ ἀπελθεῖν καὶ παρακαλεῖν καὶ ἐπείγειν αὐτόν· καὶ γὰρ καὶ ὁ εὐαγγελιστής φησιν ὅτι εἰπόντος τοῦ Ἰησοῦ· Πορεύου, ὁ υἱός σου ζῇ· ἐπίστευσε τῷ λόγῳ αὐτοῦ· ἀλλ᾽ οὖν οὐχ ὑγιῶς ἐπίστευσε. Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ πυνθάνεσθαι πότε ἀφῆκε τὴν νοσοῦντα ὁ πυρετός. Ἐβούλετο γὰρ μαθεῖν εἴτε αὐτομάτως εἴτε κατ᾽ ἐπιταγὴν τοῦ Χριστοῦ τοῦτο γέγονε. Λέγει – ἐπορεύετο. Κατάβηθι, φησί, πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
Προσεδόκα γὰρ ὅτι μετὰ τὸ ἀποθανεῖν οὐ δύναται ἀναστῆσαι αὐτό. Ἤδη – ἔσχε. Κομψότερον ἐνταῦθα λέγει τὸ ῥᾳδιτερον, τὸ κουφότερον, τὸ ἐλευθεριώτερον. Καὶ – πυρετός. Πόρρω γὰρ τῆς Κανά ἡ Καπερναοὺμ ἦν, ὥστε μὴ δυνηθῆναι αὐτοὺς ἐν αὐτῇ τῇ ἡμέρᾳ κομίσαι τὰ εὐαγγέλια τῆς ζωῆς τοῦ παιδίου. Ἔγνω – ζῇ. Ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ δηλονότι ἀφῆκεν αὐτὸν ὁ πυρετός. Καὶ – ὅλη. Νῦν ἐπίστευσεν ὑγιῶς, μετὰ τὸ ὑγιᾶναι τὸν υἱὸν αὐτοῦ. Καλῶς οὖν καθήψατο αὐτοῦ ὁ τὴν καρδίαν αὐτοῦ γινώσκων Χριστός, εἰπὼν ὅτι Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Κυρίως οὖν σημεῖά μέν εἰσι τὰ κατὰ φύσιν, ὡς τὸ ὑγιάζειν νοτοῦντας· τέρατα δὲ τὰ ὑπὲρ φύσιν, ὡς τὸ ζωοποιεῖν νεκροὺς καὶ ὀμματοῦν τυφλούς.
Καταχρηστικῶς δὲ λέγονται καὶ τοὐναντίον. Τοῦτο – Γαλιλαίαν. Καὶ πρότερον εἰπὼν ὅτι Ἦλθε πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον· οὐ μάτην ἀνέμνησε τοῦ θαύματος, ἀλλ᾽ ἐμφαίνων ὅτι, καὶ τούτου γεγονότος, ἐλάττους τῶν Σαμαρειτῶν εἰς πίστιν ἐφάνησαν. Καὶ νῦν δὲ λέγων ὅτι Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς· ὁμοίως καθάπτεται αὐτῶν, ὅτι καὶ δεύτερον σημεῖον ἰδόντες οὐκ ἠδυνήθησαν ἐφικέσθαι τοῦ μέτρου τῆς πίστεως τῶν οὐδὲν ἑωρακότων Σαμαρειτῶν. Δεύτερον γὰρ τοῦτο εἶπεν οὐχ ὡς μετὰ τὸ πρῶτον μηδενὸς ἑτέρου παρὰ τοῦτο γεγονότος ἐν ὅλῃ τῇ Παλαιστίνῃ, ἀλλ᾽ ὅτι μετὰ τὸ πρῶτον δεύτερον τοῦτο ἐν Κανὰ γέγονε. Μετά – Ἰουδαίων. Ἡ πεντηκοστή. Καὶ – Ἱεροσόλυμα.
Συνεχῶς ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει ταύτῃ, τοῦτο μὲν συνεορτάζων
col. 1207–1208page 52 of 199
PG 129:1207διὰ τὸν νόμον τοῦτο δὲ τὰ πλήθη τῶν ἀπονήρων ἐπισπώμενος. Ἐν ταῖς ἑορταῖς γὰρ ἐκεῖ πανδημεί συνέρρεαν. Ἔστι — Βηθεσδά. Ἔστιν ἐν Ἱεροσολύμοις κολυμβήθρα ἐπὶ τῇ τοποθεσίᾳ τῇ καλουμένῃ Προβατικῇ. Οὕτω δὲ ταύτην ὠνόμαζον ἁπλῶς κατὰ παράδοσιν ἀρχαίαν· ἢ, ὡς τινες λέγουσι, διὰ τὸ ἐκεῖσε τὰ πρόβατα συνάγεσθαι πάλαι, τὰ μέλλοντα ἐν ταῖς ἑορταῖς θυσιάζεσθαι, καὶ τὰ τούτων ἔγκατα ἐξ ἐκείνου τοῦ ὕδατος ἀποπλύνεσθαι. Πέντε στοὰς ἔχουσα. Στοά ἐστιν ἡ παρ᾽ ἡμῖν λεγομένη καμάρα, ἢ καὶ ὁ θόλος· κύκλῳ δὲ ταύτας εἶχεν. Ὡς οὖν θείας δυνάμεως ἐνεργούσης ἐκεῖ, κολυμβήθρα κατεσκεύαστο, καὶ στοαὶ διὰ τοὺς νοσούντας. Ἐν — νοσήματι. Διὰ μὲν τῶν ἀπηριθμημένων καὶ τὰ ἄλλα νοσήματα δεδήλωται.
Εἰπὼν δὲ, ὅτι Κατὰ καιρὸν κατέβαινεν, ἐδίδαξεν ὅτι οὐ πάντοτε τὸ θαῦμα ἐγίνετο, ἀλλὰ κατὰ καιρὸν μὲν ἄγνωστον τοῖς ἀνθρώποις, πολλάκις δὲ οἶμαι τοῦ ἐνιαυτοῦ. Διὰ τοῦτο γὰρ καὶ ἐν ταῖς στοαῖς κατέκειτο πολὺ πλῆθος τῶν ἀσθενούντων. Ἀλλ᾽ οἱ μὲν χωλοὶ καὶ ξηροὶ ἠδύναντο παρατηρεῖν τὸν καιρόν, ἑώρων γὰρ ταρασσόμενον τὸ ὕδωρ· οἱ δὲ τυφλοὶ πῶς; ἀπὸ τοῦ γινομένου θορύβου τοῦτο ἐμάνθανον. Εἶχον δὲ καὶ ὑπηρέτας παρατηροῦντας. Ἐκείνη δὲ ἡ κολυμβήθρα τύπος ἦν τῆς κολυμβήθρας τοῦ ἁγίου βαπτίσματος· ὥσπερ γὰρ ἐκείνη νόσους ἰᾶτο, οὕτω καὶ αὕτη. Ἀλλ᾽ ἐκείνη μὲν σωματικάς, αὕτη δὲ ψυχικάς. Καὶ ἐκείνη μὲν κατά τινα καιρόν, αὕτη δὲ ἀεί.
Κἀκείνη μὲν καταβαίνοντος ἀγγέλου, αὕτη δὲ ἐπιφοιτῶντος τοῦ ἁγίου Πνεύματος. Μείζονα γὰρ τῶν παλαιῶν τὰ καινά. ΚΕΦ. Ζ΄. Περὶ τοῦ τριάκοντα ὀκτὼ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ. Ἦν — ἀσθενείᾳ. Πάρεσις ἦν ἡ ἀσθένεια. Ἕτερος δέ ἐστιν οὗτος παρὰ τὸν ὑπὸ Ματθαίου μνημονευθέντα παραλυτικόν, ὡς ἐν τῇ ἐξηγήσει τοῦ τρισκαιδεκάτου κεφαλαίου αὐτοῦ σαφέστατα δεδήλωται. Τοῦτον ἰδὼν — γενέσθαι; Τὸν πολυχρονίῳ προσεδρίᾳ χρώμενον καὶ καρτερικώτατον προτιμᾷ τῶν ἄλλων, τοῦτο μὲν ὡς ἐλεεινότερον, τοῦτο δὲ καὶ διδάσκων ὅτι τῶν δεομένων τῆς ἄνωθεν ἰατρείας οἱ καρτερικώτατοι μᾶλλον ἐπικάμπτουσι τὸν Θεόν. Οὐκ εἶπε δὲ, θέλεις θεραπεύσω σε, διὰ τὸ ἀκόμψαστον καὶ διότι οὐκ ἐγνώριζε τοῦτον ὅλως ὁ ἀσθενῶν.
Διὰ τοῦτο γὰρ οὐδὲ πίστιν αὐτὸν ἀπῄτησεν. Ἐρωτᾷ δὲ οὐχ ἵνα μάθῃ· περιττὸν γὰρ περὶ προδήλου πράγματος μανθάνειν· ἀλλ᾽ ἵνα διὰ τῆς ἀποκρίσεως φανῇ πᾶσιν ἡ καρτερία αὐτοῦ. Ὅρα γὰρ τί ἀποκρίνεται.
col. 1209–1210page 53 of 199
PG 129:1209Ἀπεκρίθη — καταβαίνει. Ὑπώπτευσεν ὅτι διὰ τοῦτο αὐτὸν ἠρώτησε τοῦτο, ἵνα ἐλέγξῃ διὰ βαθυμίαν προϊέμενον τὴν ἴασιν, ἢ ὅτι βουλόμενος χρησιμεῦσαι πρὸς τὸ βαλεῖν αὐτὸν εἰς τὴν κολυμβήθραν. Διὸ καὶ ἀπολογεῖται ὅτι παρὰ τὸ μὴ ἔχειν ἄνθρωπον ἀποτυγχάνει. Εἰπὼν δὲ, ὅτι Ἐν ᾧ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει· ἔδειξε τὴν καρτερίαν αὐτοῦ, πῶς ἐν τοσούτοις ἔτεσιν ἀποτυγχάνων ἔτι παρέμενε καὶ οὐκ ἀφίστατο, καὶ ταῦτα οὐ ῥᾳθυμῶν ἀλλὰ παραγκωνιζόμενός τε καὶ ἐπηρεαζόμενος καὶ οὐδὲ οὕτω ναρκών. Ἡμεῖς δὲ, βραχύν τινα καιρὸν προσεδρεύοντες τῷ Θεῷ σπουδαίως, ἐὰν μὴ τύχωμεν, ὀκνοῦμεν λοιπὸν καὶ ἀποφοιτῶμεν, καὶ ἀναπίπτομεν. Ἀλλ' ἐπίπονον, φησίν, ἡ διηνεκής προσευχή· καὶ ποία ἀρετὴ οὐκ ἐπίπονος;
Διότι δὲ ἐπίπονος, διὰ τοῦτο καὶ ἐπικερδής. Λέγει — περιπάτει. Οὐ μόνον ἀνίστησιν, ἀλλὰ καὶ τὸν κράββατον ἆραι κελεύει, ἵνα πιστωθῇ τὸ θαῦμα καὶ μὴ δόξῃ φαντασία τις. Εἰ γὰρ μὴ συνεπάγη τὰ μέλη βεβαίως, οὐκ ἂν τὸν κράββατον ἠδύνατο φέρειν. Τοῦτο δὲ πολλαχοῦ πεποίηκεν, ἐπιστομίζων τοὺς ἀναισχυντεῖν βουλομένους. Καὶ γὰρ καὶ ἐπὶ τοῦ παρὰ τῷ Ματθαίῳ παραλύτου ὁμοίως πεποιήκει· καὶ ἐπὶ τῶν ἄρτων διὰ τοῦτο λείψανα πολλὰ παρεσκεύασεν ὑπολειφθῆναι· καὶ τῷ καθαρισθέντι λεπρῷ προσέταξε δεῖξαι ἑαυτὸν τῷ ἱερεῖ· καὶ τὸ ὕδωρ οἶνον ποιήσας, εἶπεν ἀντλῆσαι καὶ ἐνεγκεῖν τῷ ἀρχιτρικλίνῳ· καὶ νεκρὸν ἀναστήσας, ἐνετείλατο δοῦναι αὐτῷ φαγεῖν·
διὰ τῶν τοιούτων πάντων πείθων τοὺς ἀνοήτους ὅτι οὐκ ἔστιν ἀπατεών, ἀλλὰ Σωτὴρ ἀληθής τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως. Καὶ — περιεπάτει. Ἅμα τε ἤκουσε, καὶ ἅμα τῆς ὑγείας αἰσθόμενος ἠγέρθη, καὶ λοιπὸν μηδὲν ὑπολογισάμενος ἦρε τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει. Ἦν — περιπάτει. Ὅρα παρρησίαν· οὐ μόνον γὰρ οὐκ ἐπείσθη τούτοις, ἀλλὰ καὶ τὸν εὐεργέτην ἀνεκήρυξε, καὶ προτιμότερον πάντων ἀπέφηνε, λέγων· Ἐκεῖνός μοι εἶπεν, ἐκείνῳ πείθομαι. Καὶ γὰρ ἐκεῖνός με ἰστάμενος, ἐκεῖνον μείζονα πάντων νομίζειν παρεσκεύασεν. Ἠρώτησαν — τόπῳ. Ἅμα τῷ θεραπεῦσαι τὸν ἄνθρωπον, ἐξένευσε διὰ τὸν ὄχλον, τοῦτο μὲν φεύγων τὸν παρὰ τῶν εὐγνωμονεστέρων ἔπαινον, τοῦτο δὲ περικόπτων τὸν παρὰ τῶν ἀγνωμονεστέρων φθόνον.
Εἴωθε γὰρ πολλάκις ὄψις μόνον τοῦ φθονουμένου πολλὴν ἐνιέναι φλόγα. Μετὰ ταῦτα — γένηται. Παρακμάσαντος ἤδη καὶ τοῦ θαύματος καὶ τοῦ θυμοῦ τῶν Ἰουδαίων, ἐντυγχάνει λοιπὸν τῷ θεραπευθέντι, θέλων βελτιώσαι καὶ τὴν ψυχὴν αὐτοῦ. Εὑρίσκει δὲ αὐτὸν οὐκ ἐν ἀνέσει καὶ ῥᾳθυμίᾳ, ἀλλ' ἐν τῷ ἱερῷ προσευχόμενον,
col. 1211–1212page 54 of 199
PG 129:1211οἶμαι, καὶ εὐχαριστήρια τῷ Θεῷ ἀποδιδόντα. Καὶ παραινεῖ μὲν μηκέτι ἁμαρτάνειν, δεικνύων ὅτι ἐξ ἁμαρτιῶν ἐνόσει· ἀπειλεῖ δὲ, εἰ πάλιν ἁμαρτήσει χείρονα κόλασιν, διδάσκων ὡς οἱ μετὰ τὴν ἐξ ἁμαρτίας τιμωρίαν πάλιν ἁμαρτάνοντες, χαλεπώτερον τιμωρηθήσονται ὡς ἀναίσθητοι καὶ καταφρονηταί, εἴτε ἐν τῇ παρούσῃ ζωῇ, εἴτε ἐν τῇ μελλούσῃ εἴτε καὶ ἐν ἀμφοτέραις. Εἰ δὲ ἐνταῦθα κόλασις ἁμαρτιῶν παρετάθη εἰς τριακονταοκτὼ ἔτη, τί ἄν τις εἴποι περὶ τῆς ἐκεῖ κολάσεως; Ὄντως γὰρ ἀτελεύτητός ἐστι καὶ αἰώνιος. οὔτε δὲ πᾶσαι αἱ νόσοι ἐξ ἁμαρτιῶν τίκτονται, οὔτε πάντες οἱ ἁμαρτάνοντες νοσοῦσι. Καὶ ὁ μνημονευόμενος δὲ ὑπὸ Ματθαίου παραλυτικὸς ἐξ ἁμαρτιῶν ἐνόσει, καθὼς ἐκεῖ διείληπται· διὸ καὶ πρὸς ἐκεῖνον εἴρηκεν·
Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Διὰ τῶν τοιούτων δὲ παραγγέλλει πᾶσι, τοῖς μὲν μήπω νοσήσασι φοβεῖσθαι μὴ νοσήσωσι, καὶ διορθοῦσθαι· τοῖς δὲ ἤδη νοσήσασι φοβεῖσθαι μὴ νοσήσωσι χεῖρον καὶ ἀσφαλίζεσθαι πρὸς τὸ μέλλον. Καὶ ἡμῶν οὖν ἔκαστος, εἰ μὲν ἤδη νενόσηκε, λεγέτω πρὸς ἑαυτόν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χειρόν τί σοι γένηται· εἰ δὲ οὔπω νενόσηκεν, ἐπᾳδέτω ἑαυτῷ τὸ ἀποστολικὸν λόγιον, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Οὐ μόνον δὲ τῷ σφίγξαι τὸ σῶμα παρέσχεν αὐτῷ τῆς οἰκείας θεότητος ἀπόδειξιν, ἀλλὰ καὶ τῷ εἰπεῖν· Μηκέτι ἁμάρτανε. Καὶ γὰρ ἐδήλωσεν ὅτι πάντα οἶδε, καὶ τὰ ἀπόῤῥητα.
Ἀπῆλθεν — ὑγιῆ. Ἀπῆλθε καὶ ἀνήγγειλεν, οὐχ ὡς ἀγνώμων ἵνα προδώσει, ἀλλ' ὡς εὐγνώμων ἵνα ἀνακηρύξῃ τὸν εὐεργέτην. Ἱκανὴ γὰρ καὶ ἡ εὐεργεσία καὶ ἡ ἀπειλὴ ἐπισχεῖν αὐτόν. Καὶ οὐ μόνον ἠδέσθη ἄν, ἀλλὰ καὶ ἐφοβήθη μή τι χεῖρον πάθῃ, μεγίστην λαβὼν ἀπόδειξιν τῆς τοῦ εὐεργέτου δυνάμεως. Ἄλλως τε καὶ εἰ προδοῦναι τοῦτον ἐβούλετο, οὐκ ἂν εἶπεν ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ· ἀλλ' ὅτι Ἰησοῦς ἐστιν ὁ εἰπών μοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Οἱ γὰρ Ἰουδαῖοι μαθεῖν ἐζήτουν οὐ τίς ἐποίησεν αὐτὸν ὑγιῆ, ἀλλὰ τίς ὁ εἰπὼν αὐτῷ, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Οὗτος δὲ τὸ δοκοῦν ἔγκλημα σιγήσας τὴν εὐεργεσίαν ἐδημοσίευσεν.
Εὐγνώμων οὖν καὶ πεπαρρησιασμένος ὁ ἄνθρωπος οὗτος καὶ μέμψεως ἁπάσης ἐκτός. Καὶ — Σαββάτῳ. Τῷ φαινομένῳ μὲν διὰ τοῦτο· τῷ κεκρυμμένῳ δὲ διὰ τὸν φθόνον. Ὁ δὲ Ἰησοῦς — ἐργάζομαι. Ἔδειξεν ἑαυτὸν ἴσον τῷ Θεῷ ἑκατέρωθεν, ἀπό τε τοῦ εἰπεῖν Πατέρα ἴδιον τὸν Θεὸν καὶ ἀπὸ τοῦ εἰπεῖν, ἐργάζεσθαι καθὼς ἐκεῖνος, ἵνα μηκέτι ὡς ἀνθρώπῳ ψιλῷ τούτῳ προσέχωσιν, ἀλλὰ καὶ ὡς Θεῷ. Τὸ μὲν οὖν ἕως ἄρτι, τὸ διηνεκὲς τῆς ἐργασίας δηλοῖ.
col. 1213–1214page 55 of 199
PG 129:1213Διττῆς δὲ νοουμένης ἐπὶ Θεοῦ τῆς ἐργασίας· ἡ μὲν γὰρ σημαίνει τὴν κατ' ἀρχὰς δημιουργίαν τῶν φύσεων, ἡ δὲ τὴν μετ' ἐκείνην οἰκονομίαν καὶ πρόνοιαν καὶ συντήρησιν αὐτῶν· κατὰ μὲν τὸ πρῶτον σημαινόμενον κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ τῶν ἔργων αὐτοῦ· κατὰ δὲ τὸ δεύτερον ἀεὶ ἐργάζεται, οἰκονομῶν τὴν κτίσιν καὶ προνοούμενος καὶ συνέχων αὐτὴν, καὶ νόμος οὐδεὶς κωλύει τὴν νομοθέτην ἐργάζεσθαι πάντοτε τὴν σωτηρίαν τῶν κτισμάτων αὐτοῦ. Παρατήρησον δὲ ὅτι διαφόρως περὶ τῆς τοῦ Σαββάτου λύσεως ἐγκαλούμενος, ποτὲ μὲν θεοπρεπῶς ἀπολογεῖται, καθάπερ καὶ νῦν, ποτὲ δὲ ἀνθρωποπρεπῶς. Ἐβούλετο γὰρ ἀμφότερα πιστεύεσθαι, καὶ τὴν θεότητα αὐτοῦ καὶ τὴν ἐνανθρώπησιν. [Τοῦ ἁγίου Μαξίμου·
Τοὺς μὲν πρώτους τῶν γεγονότων λόγους ὁ Θεὸς, καὶ τὰς καθόλου τῶν ὄντων οὐσίας, ἅπαξ, ὡς οἶδε, συμπληρώσας, ἔτι ἐργάζεται οὐ μόνον τὴν τούτων αὐτῶν πρὸς τὸ εἶναι συντήρησιν, ἀλλὰ καὶ τὴν κατ' ἐνέργειαν δημιουργίαν τῶν ἐν αὐτοῖς δυνάμει μερῶν. Ἐν γὰρ τῇ ὕλῃ τουτέστι τῇ καθόλου τῶν ὄντων οὐσίᾳ, δυνάμει ὑπάρχουσι τὰ κατὰ μέρος ἐκ τῆς ὕλης γινόμενα μερικά, ὧν τὴν γένεσιν ἀεὶ ὁ Θεὸς ἐργάζεται.
Ἔτι μὴν ἐργάζεται καὶ τὴν πρὸς τὰ καθόλου τῶν μερικῶν ἐξομοίωσιν, λέγω δὴ τὴν πάντων ἀνθρώπων κατὰ μίαν τῆς γνώμης ἐπὶ τὰ καλὰ κίνησιν, πρὸς τὸν λόγον τῆς φύσεως ἔνωσιν, ἵνα γένηται πάντων ὥσπερ μία καὶ ἡ αὐτὴ φύσις, οὕτω καὶ γνώμη μία σύμφωνός τε καὶ ταυτοκίνητος, Θεῷ τε καὶ ἀλλήλοις συναχθέντων διὰ τῆς προνοίας αὐτοῦ.] Διὰ τοῦτο — Θεῷ. Λέγων γὰρ ὅτι Πατήρ μου, τὸ γνήσιον ἐνέφαινεν· ὁ δὲ γνήσιος υἱὸς, ἴσος τῷ πατρὶ κατ' οὐσίαν καὶ φύσιν. Ἀπεκρίνατο — ποιοῦντα.
Ἐπειδήπερ ὑψηλὰ περὶ ἑαυτοῦ λέγων, ἐδιώκετο, μὴ δυναμένων ἐκείνων ἐφικέσθαι τοῦ ὕψους τῶν λεγομένων, ἀλλ' ὡς ἀντίθεον αὐτὸν διωκόντων, συγκαταβαίνει τῇ ἀσθενείᾳ τῆς διανοίας αὐτῶν, καὶ ταπεινὰ φθέγγεται κατ' οἰκονομίαν ἵνα εὐπαράδεκτος αὐτοῖς γένηται. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ τὸν λόγον ἀνάγει καὶ αὖθις ἐπὶ τὰ ταπεινὰ τοῦτον κατάγει· καὶ πάλιν ἐπὶ τὸ ὑψηλότερον καὶ αὖθις ἐπὶ τὸ ταπεινότερον· καὶ οὕτω δι' ὑψηλῶν ὁμοῦ καὶ ταπεινῶν ῥημάτων, τῶν μὲν ἰσότητα ἐπιφαινόντων, τῶν δὲ ἐλάττωσιν ἐμφαίνειν δοκούντων, ὑφαίνει τὸν λόγον αὐτοῦ καὶ οἰκονομεῖ τοῦτον ἐν κρίσει, ὥστε τοὺς μὲν ὀξυτέρους τὴν διάνοιαν καὶ εὐγνώμονας, ἀπὸ τῶν ὑψηλῶν, καὶ περὶ τῶν ταπεινῶν τὴν προσήκουσαν ἔννοιαν λαμβάνειν·
τοὺς δὲ ἀμβλυτέρους καὶ ἀγνώμονας ἀπὸ τῶν ταπεινῶν παραμυθεῖσθαι, καὶ ὡς περὶ ἀνθρώπου ταῦτα νοοῦντας μὴ ταράττεσθαι.
col. 1215–1216page 56 of 199
PG 129:1215Πλὴν, εἰ καὶ ταπεινὰ τὰ ῥήματα, ἀλλὰ καὶ οὕτως ὑψηλὰ τὰ ὑποκεκρυμμένα τούτοις νοήματα· καὶ ταῖς μὲν λέξεσι καθυφίησι, τοῖς δὲ νοήμασιν οὐδαμῶς. Τί οὖν φησι νῦν; Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀπ' ἑαυτοῦ οὐδὲν, ἐὰν μήτι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Τοῖς μὲν παχύτερον νοοῦσιν ἐλάττωσιν δυνάμεως ὁ λόγος προφαίνει διὰ τὴν ῥηθεῖσαν οἰκονομίαν, τοῖς δὲ λεπτότερον ἰσότητα μᾶλλον καὶ ταὐτότητα διὰ τὴν ἀλήθειαν. Οὐ δύναται γάρ, οὐ κατ' ἔλλειψιν δυνάμεως ἀλλὰ κατὰ τὸ ἀνεγχώρητον· ἀνένδεκτον γὰρ ποιεῖν τι τὸν Υἱὸν ὧν οὐ ποιεῖ ὁ Πατήρ, διότι οὐκ ἔστι τῷ Υἱῷ δύναμις ἰδία παρὰ τὴν τοῦ Πατρός, ἀλλ' ἡ αὐτή· εἰ δὲ ἡ αὐτὴ, ἴσος ἄρα ὁ Υἱὸς τῷ Πατρί.
Φησὶ δὲ ὁ Θεολόγος Γρηγόριος ὅτι τῶν αὐτῶν πραγμάτων τοὺς τύπους ἐνσημαίνεται μὲν ὁ Πατήρ, ἐπιτελεῖ δὲ ὁ Υἱὸς, οὐ δουλικῶς οὐδὲ ἀμαθῶς, ἀλλ' ἐπιστημονικῶς τε καὶ δεσποτικῶς, καὶ οἰκειότερον εἰπεῖν πνευματικῶς, ἤτοι κατὰ τὴν τοῦ Πατρὸς ἐπιστήμην καὶ δεσποτείαν. Διὰ τὰ ῥηθέντα οὖν εἴρηται τὸ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μήτι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Εἰ γὰρ μὴ διὰ ταῦτα, πῶς ἡ δύναμις οὐ δύναται, ἢ πῶς ἡ σοφία δεῖται διδασκάλου, ἢ πῶς Πάντα δι' αὐτοῦ ἐγένετο, ἢ πῶς οὐ καὶ τῶν ἀνθρώπων ἀσθενέστερος ἔσται, τῶν πολλὰ ποιούντων ἀφ' ἑαυτῶν; Καὶ γὰρ καὶ ἀρετὴν ἀφ' ἑαυτῶν αἱρούμεθα καὶ κακίαν· καὶ πολλὰ πολλαχόθεν ἄτοπα ἐπακολουθήσει.
Περὶ μέντοι τοῦ δηλωθέντος ῥητοῦ λεπτομερέστερον διέλαβεν ὁ Θεολόγος Γρηγόριος ἐν τῷ ἕκτῳ κεφαλαίῳ τοῦ περὶ Υἱοῦ δευτέρου λόγου. ᾿Απὸ τῶν ταπεινῶν ἐπὶ τὰ ὑψηλὰ μετέβη πάλιν, ὡς προδεδήλωται. Εἰ γὰρ ἃ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, ἴσος ἄρα οὗτος ἐκείνῳ. Τὸ δὲ ὁμοίως πρόσκειται οὐχ ἁπλῶς ἀλλ' ἵνα μάθωμεν ὅτι μετὰ τῆς ἴσης ἐπιστήμης καὶ δεσποτείας, ὡς προείρηται. Ὁ γὰρ Πατὴρ — ποιεῖ. Πάλιν ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ ταπεινὰ μετεχώρησε. Φιλεῖ δὲ τὸν Υἱὸν οὐ μόνον ὡς μονογενῆ, ἀλλὰ καὶ ὡς τὰ αὐτὰ ποιοῦντα καὶ μηδὲν ἀθέλητον τῷ Πατρὶ ἐργαζόμενον. Οὔτε δὲ ἄνω ἐπὶ τοῦ Υἱοῦ τὸ βλέπῃ, οὔτε ἐνταῦθα ἐπὶ τοῦ Πατρὸς τὸ δείκνυσιν ἀνθρωπίνως χρὴ νοεῖν, ἀλλὰ θεοπρεπῶς καὶ ὑπερφυῶς.
Οὔτε γὰρ ὁ Υἱὸς βλέπει
col. 1217–1218page 57 of 199
PG 129:1217ὡς μαθητής, οὔτε ὁ Πατὴρ δείκνυσιν ὡς διδάσκαλος, ἀλλ' ὁ μὲν δείκνυσιν ὡς νοῦς τῶν αὐτῶν πραγμάτων τοὺς τύπους ἐνσημαινόμενος· ὁ δὲ βλέπει ὡς λόγος, ἐπιτελῶν τὰ ἐνσημανθέντα, καὶ οὕτω κοινὰ τούτοις πάντα τὰ θεοπρεπῆ πράγματα. Καί — θαυμάζητε. Ἐπειδὴ παράλυτον ἐσφιγξε, καὶ ἦν μέγα τὸ γεγονός, ἔμελλε δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτο εἶπεν ὅτι καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε μείζον, καὶ οὕτως ἀναχθῆτε πρὸς τὸ πιστεύειν. Ὥσπερ — ζωοποιεῖ. Ἀπὸ τῶν ταπεινῶν μετῆλθεν αὖθις ἐπὶ τὰ ὑψηλά. Εἰ γάρ, ὥσπερ ἐκεῖνος, οὕτω καὶ οὗτος οὓς θέλει ζωοποιεῖ, ἰσοδύναμος ἄρα ὁ Υἱὸς τῷ Πατρί. Τὸ μὲν οὖν ὥσπερ ὁ Πατὴρ ζωοποιεῖν τῆς δυνάμεως διδάσκει τὴν ἰσότητα·
τὸ δέ, Οὓς θέλει τῆς ἐξουσίας τὴν ἀπαραλλαξίαν. Ἐπεὶ δὲ καὶ δύναται καὶ ἐξουσίαν ἔχει, πῶς οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν; Οὐ δύναται οὖν χωρὶς τοῦ Πατρός, διότι μία καὶ ἡ αὐτὴ τούτοις δύναμίς τε καὶ βούλησις. Οὐδέ — Πατέρα. Ἀπὸ τῶν ὑψηλῶν μετέστη πάλιν ἐπὶ τὰ ταπεινά. Κἀνταῦθα τοίνυν τὸ Δέδωκε θεοπρεπῶς νοητέον. Τὰ τοιαῦτα γάρ, καθώς εἰρήκαμεν, οἰκονομικῶς λέγει, οὐ μόνον ἐντεῦθεν θεραπεύων τὴν ἀσθένειαν τῶν Ἰουδαίων, ἀλλὰ καὶ ἵνα τὸν αἴτιον εἰδῶμεν καὶ μὴ ἀγέννητον εἶναι τὸν Υἱὸν ὑπολάβωμεν, μηδ' εἰς τὴν Σαβελλίου νόσον καταπέσωμεν, τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα νοοῦντος καὶ ἓν πρόσωπον τὴν ἁγίαν Τριάδα δογματίζοντος ἀνοήτως. Πότε δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ;
Ὑπὲρ τὸ Πότε ἡ ἀπόκρισις. Εἰ δὲ χρή τι καὶ τολμηρῶς ἀποκριθῆναι, ἅμα τῷ τοῦτον γεγεννῆσθαι. Πότε δὲ οὗτος γεγέννηται, ὅτε ὁ Πατὴρ οὐ γεγέννηται; Οὐκ ἔστι γὰρ οὐκ ἔστιν εὑρεῖν ἔννοιάν τινα χρόνου ἢ αἰῶνος καθ' ἣν ἐφικέσθαι τινὸς ἄκρου δυνηθείημεν, εἰ καὶ ὅτι μάλιστα βιαζοίμεθα. Τὴν κρίσιν δὲ πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα διὰ τοῦτο φοβούμενοι τιμῶσιν αὐτόν, καθώς τιμῶσι τὸν Πατέρα. Πᾶσαν δὲ εἰπών, ἐδήλωσεν ἅμα τήν τε τοῦ κολάζειν καὶ τὴν τοῦ τιμᾶν οὓς ἂν ἐθέλῃ. Οὐ μὴν ἐξέβαλε τὸν Πατέρα τῆς ἐξουσίας τοῦ κρίνειν. Εἰ γὰρ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, πλὴν ἀγεννησίας, πρόδηλον ὅτι καὶ πάντα ὅσα ἔχει ὁ Υἱὸς τοῦ Πατρός ἐστι, πλὴν γεννήσεως.
Κρινεῖ τοίνυν ὁ Υἱός, εὐδοκοῦντος μὲν τοῦ Πατρός, συνεργοῦντος δὲ τοῦ ἁγίου Πνεύματος, ὥσπερ ἄρα νοοῦμεν καὶ ἐπὶ πάντων αὐτοῦ τῶν ἔργων.
col. 1219–1220page 58 of 199
PG 129:1219Χρὴ δὲ γινώσκειν ὅτι τὸ ὥσπερ καὶ τὸ καθὼς καὶ τὰ τοιαῦτα ἐπὶ μὲν τῆς ἀκτίστου Τριάδος τὴν ἰσότητα δηλοῦσιν, ἐπὶ δὲ τῶν κτιστῶν πολλάκις καὶ εἰκασίαν καὶ ὁμοιότητά τινα μερικήν. Διατί δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ; Διότι οὗτος τὸν ἄνθρωπον ἔπλασε, καὶ φθαρέντα ἀνέπλασε, καὶ τὰς σωτηρίους ἐντολὰς ἔδωκε, καὶ ἵνα ὁ ἐνανθρωπήσας κρίνῃ τοὺς ἀνθρώπους μὴ μόνον ὡς Θεός, εἰδὼς τὴν φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ ὡς ἄνθρωπος, πεπειραμένος αὐτῆς. Καὶ διατί ἔπλασεν ὁ Υἱὸς τὸν ἄνθρωπον; Διότι οὗτός ἐστι Σοφία καὶ Λόγος καὶ Δύναμις τοῦ Πατρός. Καὶ διατί ὁ Υἱὸς ἀλλ᾽ οὐχ ὁ Πατὴρ ἢ τὸ Πνεῦμα τὸ ἅγιον ἐνηνθρώπησε;
Διότι ἔδει τὸν ἄνω Υἱὸν μένειν καὶ κάτω Υἱόν, ἵνα μὴ δύο εἶεν Υἱοί, καὶ διότι ἔδει τὸν Δημιουργὸν ἀνακαινίσαι τὸ συντριβὲν αὐτοῦ δημιούργημα, καὶ διότι ἔδει τὸν λογικὸν διὰ τοῦ Λόγου ἐλευθερωθῆναι τῆς ἀλογίας τῶν παθῶν, καὶ διότι πρέπον ἦν διὰ τῆς ἀπαραλλάκτου εἰκόνος τοῦ Πατρὸς τὸν κατ᾽ εἰκόνα Θεοῦ πεποιημένον καὶ παραλλάξαντα αὐτὴν εἰς τὸ πρότερον ἐπαναχθῆναι ἀξίωμα, καὶ οὕτω καταλλήλως πάντα γενέσθαι. Εἰ οὖν τιμήσωμεν αὐτόν, καθὼς τιμῶμεν τὸν Πατέρα, πάντως καὶ Πατέρα τοῦτον προσαγορεύσομεν; Οὐδαμῶς· ἀλλ᾽ Υἱὸν αὐτὸν εἰδότες Πατέρα μὲν οὐκ ὀνομάσομεν, ἵνα μὴ συγχέωμεν τὰς ἰδιότητας· ὡς τὸν Πατέρα δὲ τιμήσομεν· περὶ γὰρ τιμῆς ὁ λόγος, οὐ περὶ προσηγορίας.
Καταχρηστικῶς δὲ καὶ Πατέρα τοῦτον καλοῦμεν, ὡς ποιητὴν καὶ κηδεμόνα καὶ διδάσκαλον ἡμῶν. Εἶδες τὴν σοφωτάτην καὶ θαυμασίαν πλοκὴν τῶν ὑψηλῶν ἅμα καὶ ταπεινῶν ῥημάτων· ὥστε καὶ τοῖς τότε γίνεσθαι τὸν λόγον εὐπαράδεκτον, καὶ τοὺς μετὰ τοῦτο μὴ βλάπτεσθαι. Εἰ γὰρ μὴ διὰ συγκατάβασιν τὰ ταπεινὰ ἔλεγε, διατί καὶ τὰ ὑψηλὰ προσέπλεκεν; Ὁ μὲν γὰρ ὀφείλων μεγάλα περὶ ἑαυτοῦ λέγειν, ὅταν μικρὰ φθέγγηται, πρόφασιν ἔχει τὴν οἰκονομίαν· οἰκονομικῶς γὰρ τοῦτο ποιεῖ· ὁ δὲ μικρὰ λέγειν ὀφείλων τίνος ἕνεκεν μεγάλα φθέγγεται; Τοῦτο γὰρ οὐκ ἔστιν οἰκονομίας, ἀλλ᾽ ἐσχάτης ἀλαζονείας. Εἰ δὲ καὶ ἐλάττων ἦν ὁ Υἱός, ὡς οἱ περὶ τὸν Ἄρειον ἐλήρουν, διατί τὴν ἴσην τῷ Πατρὶ τιμὴν ἀπῄτει;
Καὶ οὐκ ἀπῄτει μόνον, ἀλλὰ καὶ ἐφόβει, λέγων· Ὁ — αὐτόν. Ὁ μὴ τιμῶν, ὡς ἔλεγεν ἀνωτέρω, ἤγουν, καθὼς τὸν Πατέρα. Τὸν πέμψαντα δὲ εἶπεν οὐκ ἐλάττωσιν ἑαυτοῦ ἐμφαίνων, ἀλλὰ τὰ στόματα τῶν Ἰουδαίων ἐμφράττων. Διὰ τοῦτο γὰρ καὶ συνεχῶς ἐπὶ τὸν Πατέρα καταφεύγει, τιθεὶς μεταξὺ τὴν οἰκείαν εὐγένειαν. Εἴτε γὰρ πάντα πρὸς τὴν ἑαυτοῦ ἀξίαν ἐλάλει, οὐκ ἂν παρεδέξαντο νομίζοντες ἀντίθεον, ὅπου γε καὶ ἀπὸ βραχέων τοιούτων
col. 1221–1222page 59 of 199
PG 129:1221μάτων ἐδίωξαν αὐτὸν καὶ ἐλίθησαν· εἴτε πάντα συγκαταβατικῶς ἐφθέγγετο, ὑφορώμενος αὐτοὺς, πολλοὶ ἂν ἐβλάβησαν. Διόπερ, ὡς εἰρήκαμεν, ἀναμίγνυσι καὶ κιρνᾷ τὴν διδασκαλίαν. Πρὸς γὰρ τὸ εὐπαράδεκτον γενέσθαι αὐτήν, οὐ τοσοῦτον τὸ ὑψηλὰ ὅσον τὰ ταπεινὰ συνεβάλλετο. Λοιπὸν οὖν, ὅταν εὑρίσκωμεν ταπεινὰς φωνὰς οἰκονομικῶς αὐτὰς λογιζώμεθα, ἢ καὶ τῇ ἀνθρωπότητι αὐτοῦ ταύτας προσάπτωμεν, ὥσπερ καὶ τὰς ὑψηλὰς τῇ θεότητι. Ἀμὴν — αἰώνιον. Πάλιν οἰκονομικῶς φησίν. Οὐκ εἶπε γὰρ, Καὶ πιστεύων ἐμοὶ, ἵνα μὴ δόξῃ κομπάζειν· [ἀλλὰ, τῷ πέμψαντί με, ἵνα δόξῃ μὴ ἀφ᾽ ἑαυτοῦ λέγειν, ἀλλ᾽ ἀπὸ τοῦ πέμψαντος αὐτὸν, καὶ οὕτω πιστεύσωσι τῷ λόγῳ αὐτοῦ, ὡς δι᾽ αὐτοῦ τῷ πέμψαντι αὐτὸν πιστεύοντες. Ὅρα·
πῶς τὸ ταπεινὰ λέγειν λυσιτελεῖ τοῖς ὑψηλοῖς. Καὶ — ἔρχεται. Εἰς κατάκρισιν κολάσεως. Ὁ γὰρ πιστεύων τῷ λόγῳ αὐτοῦ πάντως καὶ τηρεῖ αὐτόν· λοιπὸν οὖν, ὁ μὴ τηρῶν αὐτὸν οὐ πιστεύει αὐτῷ. Φρίξωμεν οἱ μὴ φυλάσσοντες τὰς ἐντολὰς τοῦ Θεοῦ. Μετὰ τῶν ἀπίστων γὰρ τεταγμένοι. Ζήτησον δὲ καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ τὸ, Ὁ πιστεύων εἰς αὐτὸν, οὐ κρίνεται. Ἀλλὰ — ζωήν. Θάνατον, οὐ τὸν ἐνταῦθά φησιν, ἀλλὰ τὴν ἐκεῖ, τουτέστι τὴν κόλασιν· ὥσπερ καὶ ζωὴν, τὴν ἀπόλαυσιν τὴν ἐκεῖ. Μεταβὰς γὰρ ἀπὸ τῆς ἀπιστίας εἰς τὴν πίστιν μεταβέβηκε λοιπὸν καὶ ἀπὸ τῆς κολάσεως τῶν ἀπίστων ἐπὶ τὴν ἀπόλαυσιν τῶν πιστῶν. Ἀμὴν — ζήσονται.
Εἰπὼν ἀνωτέρω, ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ἵνα μὴ δόξῃ κομπάζειν ἐπαγγέλλεται νῦν οὐκ εἰς μακρὰν ζωοποιῆσαι νεκροὺς καὶ τὸν λόγον ἔργῳ πιστώσασθαι. Καὶ ἐπὶ τῆς Σαμαρείτιδος δὲ ὁμοίως εἰρηκὼς, ὅτι Ἔρχεται ὥρα, προσέθηκεν ὅτι καὶ νῦν ἐστι. Καὶ εἰρήκαμεν ἐκεῖ τὴν αἰτίαν. Οἱ νεκροὶ δὲ ἀκούσονται τῆς φωνῆς αὐτοῦ, πῶς; Ἅμα τῷ θελῆσαι αὐτὸν, τῆς ἑκάστου ψυχῆς ἐπιστραφείσης εἰς τὸ ἴδιον σῶμα, καὶ οἱ ἀκούσαντες νεκροὶ ζήσονται πάλιν τὴν ἐν τῷ κόσμῳ ζωήν. Ὑψηλὰ οὖν εἰρηκὼς ἐνταῦθα, τῷ καλέσαι ἑαυτὸν Υἱὸν τοῦ Θεοῦ πάλιν ἐπισκιάζει τὸν λόγον προσπλέκων ταπεινά.
col. 1223–1224page 60 of 199
PG 129:1223Ὥσπερ — ἑαυτῷ. Τὸ Ἔδωκε, ταπεινὸν καὶ οἰκονομικόν· Ἔχει δὲ ζωὴν ἐν ἑαυτῷ, ἀντὶ τοῦ Πηγάζει. Καὶ — ποιεῖν. Κρίσιν τὴν τῶν βεβιωμένων ἑκάστῳ. Συνεχῶς δὲ στρέφει τὴν κρίσιν ἐπὶ πλέον ἐκφοβῶν αὐτοὺς, ἵνα κατὰ μικρὸν πειθόμενοι τοῦτον εἶναι κριτὴν προσδράμωσιν αὐτῷ κατασκευάζοντες ἐντεῦθεν ἥμερον ἑαυτοῖς τὸν δικαστήν. Ὅτι — τοῦτο. Διότι δὲ ἄνθρωπος ἐστιν ὁ τὴν κρίσιν τῶν ἀνθρώπων λαβὼν καὶ τὰ προρρηθέντα διδάξας περὶ ἑαυτοῦ, τὰ μεγάλα, καὶ μὴ μόνον ὑπὲρ ἄνθρωπον, ἀλλὰ καὶ ὑπὲρ ἄγγελον καὶ μόνου ὄντα Θεοῦ, μὴ θαυμάζετε τοῦτο. Προείρηται γὰρ ὅτι καὶ Υἱὸς Θεοῦ ἐστι, καὶ λοιπὸν οὐ χρὴ σκανδαλίζεσθαι.
Ἃ γὰρ φορτικὰ φαίνεται διὰ τὸ ταπεινὸν τῆς ἀνθρωπείας φύσεως, ταῦτα φορητὰ φαινέσθω διὰ τὸ ὕψος τῆς θείας. Εἶτα προστίθησι περὶ ἑαυτοῦ καὶ ἑτέραν φοβερὰν καὶ ἄῤῥητον δύναμιν. Ὅτι — κρίσεως. Ὥραν μὲν λέγει τὸν καιρὸν τῆς συντελείας τοῦ κόσμου τὸν τῆς παγκοσμίου κρίσεως. Ἐν τοῖς μνημείοις δέ φησι τοὺς νεκρούς· οὓς ὁμοῦ πάντας ἀθρόον καὶ ἀῤῥήτῳ δυνάμει συμπήξει καὶ ψυχώσει καὶ ἐξαναστήσει ἡ φωνὴ αὐτοῦ, ἤτοι τὸ κέλευσμα τὸ διὰ τοῦ ἀρχαγγέλου τηνικαῦτα φωνούμενον. Ἐν κελεύσματι, γάρ φησιν, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ.
Καὶ μὴν οὐ πάντες ἐν τοῖς μνημείοις εἰσὶν, ἀλλ' ἀπὸ τῶν ἐν τοῖς μνημείοις ἐδήλωσε καὶ τοὺς οὐκ ἐν τοῖς μνημείοις, ἀπὸ τῶν κατὰ φύσιν ταφέντων καὶ τοὺς μὴ κατὰ φύσιν ταφέντας. Ἐκ τῶν μνημείων δὲ πορεύσονται, οἱ μὲν εἰς ἀνάστασιν ζωῆς αἰωνίου, οἱ δὲ εἰς ἀνάστασιν κατακρίσεως· οἱ μὲν εἰς τὸ ἀπολαύειν ἀεὶ, οἱ δὲ εἰς τὸ κολάζεσθαι ἀεί. Ἀλλαχοῦ δὲ ἔλεγε· Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Οὐ δύναμαι — κρίνω. Ὥσπερ ἀνωτέρω περὶ τοῦ ἐργάζεσθαι ἔλεγεν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· οὕτω καὶ νῦν περὶ τοῦ κρίνειν φησίν, Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν·
καθὼς ἀκούω, κρίνω, τουτέστιν Οὐ κρίνω ἀπ' ἐμαυτοῦ, ἀλλὰ καθὼς ἀκούω παρὰ τοῦ Πατρός, ἤγουν ὡς ὁ Πατήρ· ὅπερ ὑποδηλοῖ τὸ πρὸς τὸν Πατέρα ἴσον καὶ ἀπαράλλακτον. Ὥσπερ γὰρ ἄνω τὸ
col. 1225–1226page 61 of 199
PG 129:1225βλέπειν· οὕτω κἀνταῦθα τὸ ἀκούειν νοητέον· οἰκονομικῶς μέν, θεοπρεπῶς δέ. Οὐ γὰρ δεῖται τοῦ ἀκούειν· ἀνενδεής γὰρ ὁ Θεός. Καὶ Πατρός. Κρίνω δίκαια, φησί, διότι οὐ κρίνω κατὰ τὸ θέλημα τὸ ἐμόν· οὐδὲ γὰρ ἔχω θέλημα ἴδιον· ἀλλὰ κατὰ τὸ τοῦ Πατρός. Τοῦτο γὰρ καὶ ἐμόν· ἐν γὰρ καὶ τὸ αὐτὸ θέλημα Πατρός καὶ Υἱοῦ. Καὶ λοιπόν, εἰ ὁ Πατὴρ κριτής δίκαιος, καὶ ὁ Υἱὸς ἄρα κριτής δίκαιος. Χρὴ τοίνυν ἐπὶ τῶν τοιούτων συγκαταβατικῶν τε καὶ οἰκονομικῶν ῥημάτων μὴ πρὸς αὐτὰ βλέπειν μόνον, ἀλλὰ καὶ πρὸς τὴν αἰτίαν δι᾿ ἣν ἐρρήθησαν. Αἰτία γὰρ ἐπὶ τούτων ἡ ἀσθένεια τῆς διανοίας τῶν ἀκουόντων, καὶ τὸ μὴ δοκεῖν αὐτὸν ἀντίθεον, ὡς διαφόρως εἰρήκαμεν. Ἐὰν — ἀληθής.
Χρὴ τοὺς τὰς ἱερὰς Γραφὰς ἀναγινώσκοντας τόν τε σκοπὸν τοῦ λέγοντος καὶ τὴν ἕξιν τοῦ ἀκούοντος ἐξετάζειν, καὶ καιροῖς καὶ τόποις ἔστιν ὅτε προσέχειν, καὶ τὰ ἰδιώματα παρατηρεῖν, καὶ μὴ ἁπλῶς καὶ καθ᾿ ἕνα τρόπον ἐπιέναι πάντα, εἰ βούλοιντο τὰ γνήσια νοήματα καταλαμβάνειν, καὶ μὴ ψιλοῖς τοῖς ῥήμασιν ἐναπομένειν, καὶ πλανᾶσθαι κατὰ τοὺς αἱρετικούς. Αὐτίκα γὰρ τὸ προκείμενον χωρίον ἔχει μὲν πολὺν θησαυρόν, ἔχει δὲ τοῦτον πολλῇ κατακεχωσμένον ἀσαφείᾳ. Τίς γὰρ οὐκ ἂν εὐθέως θορυβηθείη ἀκούων τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής; Καὶ γὰρ αὐτὸς ἔλεγεν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Καὶ ἐὰν ἡ ἀλήθεια οὐκ ἀληθεύῃ τίς ἀληθεύσει;
Ἐὰν ἃ περὶ ἑαυτοῦ μεμαρτύρηκεν οὐκ εἰσιν ἀληθῆ, πάντως οἴχεται ἡμῖν τὸ κεφάλαιον τοῦ κηρύγματος. Ἵνα γὰρ ἐάσωμεν τάλλα μυρία ὄντα καὶ συνεκτικὰ τῆς πίστεως, ποῦ θήσομεν ἃ προ βραχέος ἐμαρτύρησε περὶ ἑαυτοῦ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ, ὅτι ἴσος αὐτῷ κατὰ φύσιν καὶ δύναμιν καὶ θέλησιν, ὅτι δημιουργός, ὅτι ζωοποιός, ὅτι κριτής, καὶ ὅσα τοιαῦτα; Τί οὖν ἐστὶν εἰπεῖν; Ὅτι, ἐπειδὴ τοιαῦτα περὶ ἑαυτοῦ μαρτυρήσας ἔγνω τοὺς Ἰουδαίους ἐνθυμουμένους ἀντιθεῖναι καὶ εἰπεῖν, ὅτι Ἐάν σὺ μαρτυρῇς περὶ σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Οὐδεὶς γὰρ ἑαυτῷ μαρτυρῶν ἀξιόπιστος ἐν ἀνθρώποις δι᾿ ὑποψίαν φιλαυτίας· προέλαβε καὶ εἶπεν ὁ ἔμελλον εἰπεῖν ἐκεῖνοι, λέγων·
Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής, ὡς ὑμῖν δοκεῖ· καὶ λοιπὸν παράγει μάρτυρας, συγκαταβαίνων κἀνταῦθα τῇ ἀσθενείᾳ αὐτῶν, καὶ ἐκ περιουσίας ἐπιστομίζων αὐτούς.
col. 1227–1228page 62 of 199
PG 129:1227Ὥστε τό, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθῆς, οὐχ ὡς ἀποφαινόμενος εἶπεν, ἀλλ' ὡς ἐκείνων τοῦτο εἰπεῖν ἐνθυμουμένων. Ὅτι δὲ ἀληθῆ ταῦτα, δῆλον ἐντεῦθεν. Ἐπεὶ γὰρ προϊὼν ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ τὰ ἑξῆς· εἰπόντων τῶν Φαρισαίων, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθῆς· ἀντεῖπε, Κἀγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθῆς ἐστιν ἡ μαρτυρία μου. Πρόδηλον οὖν ὅτι ἐκεῖνο μὲν τῆς ἐκείνων ἀντιθέσεως ἦν· τοῦτο δὲ τῆς τούτου γνώμης. Ἐκεῖνοι μὲν γὰρ ᾤοντο μὴ ἀξιόπιστον αὐτὸν εἶναι περὶ ἑαυτοῦ μαρτυροῦντα ὡς ἄνθρωπον· οὗτος δὲ τοὐναντίον ἔλεγεν ἀξιόπιστον ἑαυτὸν ὡς Θεόν.
Πρῶτον μὲν οὖν κατέλυσε τὴν μελετωμένην ἀντίθεσιν αὐτῶν, εἰπὼν ὅπερ εἰπεῖν ἐνεθυμοῦντο, καὶ δείξας ὅτι γινώσκει τὰς διανοίας αὐτῶν· εἶτα καὶ μάρτυρας παράγει σαφεῖς καὶ ἀναντιῤῥήτους τρεῖς, τὸν Ἰωάννην, τὰ οἰκεῖα ἔργα, καὶ τὸν Πατέρα. Πρώτην τίθησι τὴν ἐλάττω μαρτυρίαν, τὴν Ἰωάννου. Ἄλλος – ἐμοῦ. Οἶδα τοῦτο, φησί, διότι παρὰ πάντων ἔχει τὸ ἀξιόπιστον, ὡς προφήτης Θεοῦ καὶ ὑπὸ Θεοῦ ἐντχούμενος ἃ φθέγγεται. Εἶτα ἵνα μὴ ἀντιθήσει τις· Τί οὖν, εἰ πρὸς χάριν μεμαρτύρηκε; προαναιρεῖ καὶ ταύτην τὴν ἀντίθεσιν, λέγων· Ὑμεῖς – ἀληθείᾳ. Ἐν προοιμίοις, μετὰ τὴν θεολογίαν φησὶν ὁ εὐαγγελιστής, ὅτι Ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; καὶ τὰ ἑξῆς·
τότε οὖν ἐμαρτύρησε περὶ τοῦ Χριστοῦ πολλὰ καὶ μεγάλα. Διὰ τοῦτο λέγει νῦν, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην ἐρωτῶντες· οὐκ ἂν δὲ ἀπεστείλατε, εἰ μὴ ἀξιόπιστον αὐτὸν ἐγινώσκετε. Δῆλον οὖν οὐ δύνασθε παραγράψασθαι τὴν μαρτυρίαν αὐτοῦ. Ἐγὼ – λαμβάνω. Τουτέστιν, οὐκ ἀνθρωπίνης μαρτυρίας δέομαι Θεὸς ὤν. Καὶ πῶς τὸν Ἰωάννην μάρτυρα παράγεις, ἄνθρωπον ὄντα; Πρῶτον μέν, διότι ἡ μαρτυρία αὐτοῦ οὐκ ἦν αὐτοῦ, ἀλλὰ τοῦ Θεοῦ. Εἶπε γάρ, ὅτι Ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνος μοι εἶπεν. Ἔπειτα δὲ τίθησι καὶ ἄλλην αἰτίαν. Ὅρα γάρ. Ἀλλὰ – σωθῆτε. Οὐκ ἀνθρωπίνης μαρτυρίας δέομαι, φησίν, ἀλλὰ τὰ περὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου λέγω οἰκονομικῶς, ἵνα τῷ καὶ ὄντι καὶ δοκοῦντι ὑμῖν ἀξιοπίστῳ πειθόμενοι σωθῆτε.
Ἐκεῖνος – φαίνων. Ὁ λύχνος, ὁ ἀνακαιόμενος τῷ πυρὶ τοῦ θείου Πνεύματος καὶ φαίνων τοῖς ἐν τῷ σκότει τῆς ἁμαρτίας. Λύχνον δὲ αὐτὸν ἐκάλεσεν, ὡς ἀμαυρωθέντα τῷ ὑπερβάλλοντι φωτὶ τοῦ Ἡλίου τῆς δικαιοσύνης. Ἔφη γὰρ αὐτὸς περὶ τοῦ Χριστοῦ, ὅτι Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Καὶ ἑτέρως δὲ λύχνον αὐτὸν ὠνόμασεν, ὡς μὴ οἴκοθεν ἔχοντα τὸ φῶς τῆς διδασκαλίας, ἀλλ' ἐκ τῆς
col. 1229–1230page 63 of 199
PG 129:1229χάριτος τοῦ ἁγίου Πνεύματος. Οἶμαι δὲ, περὶ τούτου προείπε διὰ τοῦ Δαυὶδ ὁ Θεός· Ἑτοίμασα λύχνον τῷ Χριστῷ μου. Ὑμεῖς — αὐτοῦ. Καθάπτεται τούτων, ὡς μὴ μέχρι τέλους τηρησάντων αὐτῷ τὴν σπουδήν. Ἠθελήσατε γὰρ, φησὶν, ἀγαλλιασθῆναι πρὸς καιρόν τινα ἐν τῷ φωτὶ τῆς διδασκαλίας αὐτοῦ, ὅτε πανταχόθεν πάντες πρὸς αὐτὸν συνετρέχετε· εἶτα ἐψυχράνθητε, εἰ καὶ μέχρι νῦν θαυμάζετε τοῦτον. Εἰ γὰρ μὴ ἐψυχράνθητε, πάντως ἂν ἐπιστεύσατε τῇ μαρτυρίᾳ αὐτοῦ· ἐλέγχεσθε οὖν τὸν αὐτὸν καὶ ἀξιόπιστον ὁμολογοῦντες καὶ μὴ πιστεύοντες τῇ μαρτυρίᾳ αὐτοῦ. Ἐγώ — ἀπέσταλκε.
Τὴν μὲν γὰρ τοῦ Ἰωάννου μαρτυρίαν ἠδύνατό τις διαβαλεῖν ὡς πρὸς χάριν γεγενημένην, καίτοι οὐδὲ τοῦτο ἐξῆν εἰπεῖν κατ' ἀνδρὸς μετὰ πάσης ἀκριβείας φιλοσοφοῦντος, καὶ σφόδρα θαυμασθέντος αὐτοῖς· τὰ δὲ ἔργα πάσης ὑπονοίας ἀπηλλαγμένα πᾶν ἐμφράττει στόμα φιλόνεικον, ἤγουν ἢ τοῦ παραλύτου σύσφιγξις, καὶ τὰ λοιπὰ θαύματα· παρ' αὐτοῖς ὄντων δὴ τῶν θεραπευθέντων καὶ πληροφορούντων αὐτούς. Αὐτὰ, φησί, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκεν. Οὐκ εἶπε δὲ, Μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τῷ Πατρὶ, ἀλλ', ὅτι Ὁ Πατήρ με ἀπέσταλκε· καίτοι καὶ τοῦτο κἀκεῖνο ἐμαρτύρουν ὁμῶς, εἰ καὶ μεῖζον ἦν τὸ πιστευθῆναι ὅτι ἴσος ἐστὶ τῷ Πατρὶ, ἀλλά γε τὸ ἧττον τέθεικεν ὡς μάλιστα τηνικαῦτα σπουδαζόμενον.
Ἐβούλετο γὰρ πρῶτον πιστευθῆναι ὅτι ὁ Θεὸς ἀπέστειλεν αὐτόν. Τούτου γὰρ πιστευθέντος καὶ τὸ ἄλλο ῥᾴδιον ἦν. Ἀλλὰ πῶς τὰ ἔργα ἐμαρτύρουν ὅτι ὁ Θεὸς αὐτὸν ἀπέσταλκεν; Ὡς μόνης ἔργα θείας δυνάμεως. Τοῦτο γὰρ ἀντίθεος ποιεῖν οὐκ ἠδύνατο. Εἰ γὰρ καὶ τοῖς θαύμασιν ἀντειπεῖν ἀναισχύντως ἐτόλμησαν, ὡς ἐν τῷ εἰκοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἱστόρηται, λέγοντες· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων· ἀλλ' οὖν ταχέως ἐπεστομίσθησαν ἐκεῖ καὶ μάτην φλυαροῦντες ἠλέγχθησαν. Καὶ — ἐμοῦ. Ποῦ μεμαρτύρηκε περὶ αὐτοῦ; Δηλώσει προϊὼν ὅτι ἐν ταῖς Γραφαῖς. Καὶ μὴν καὶ βαπτιζομένου μεμαρτύρηκε περὶ αὐτοῦ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Καὶ αὖθις μεταμορφουμένου. Ἀλλὰ βαπτιζομένου μὲν, εἰ καὶ ἤκουσαν, ἀμφέβαλλον· μεταμορφουμένου δὲ, οὐδὲ ἤκουσαν αὐτοί. Διὰ τοῦτο τὰς τοιαύτας μαρτυρίας παραδραμὼν πρὸς τὰς Γραφὰς αὐτοὺς παραπέμπει, τὰς ἐν χερσὶν οὔσας ἀεὶ καὶ ἀναντιῤῥήτους. Ἀλλὰ τοῦτο μὲν ποιεῖ προϊών. Νῦν δὲ ἵνα μὴ ἀπαιτήσωσιν αὐτὸν αὐτόφωνον καὶ αὐτοπρόσωπον
col. 1231–1232page 64 of 199
PG 129:1231μαρτυρίαν τοῦ Θεοῦ, λέγοντες· ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόαμεν πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκαμεν· συνομολογεῖ μὲν ὁ ἔμελλον λέγειν· διὰ δὲ τοῦ συνομολογεῖν εἰς φιλόσοφον αὐτοὺς ἀνάγει δόγμα, διδοὺς νοεῖν ὅτι οὔτε φωνὴ περὶ Θεὸν οὔτε εἶδος. Ταῦτα μὲν γὰρ σωμάτων εἰσίν, ὁ δὲ Θεὸς ἀσώματος φύσις, μᾶλλον δὲ ὑπερσώματος καὶ ὑπερφυής. Οὔτε – ἑωράκατε. Καὶ μὴν πολλοὶ πολλάκις καὶ φωνὴν αὐτοῦ ἤκουσαν, καὶ εἶδος αὐτοῦ ἑωράκασιν, ὡς ἐν ταῖς Γραφαῖς περὶ διαφόρων διαφόρως ἱστόρηται. Ἀλλὰ φωνὴν καὶ εἶδος οὐ κατὰ φύσιν Θεοῦ, καθ᾽ ὁμοίωσιν δὲ ἀνθρώπου. Καὶ ὑμῖν. Καὶ τί λέγω, φησί, περὶ φωνῆς αὐτοφώνου καὶ εἴδους αὐτοπροσώπου;
Ἀλλ᾽ οὐδὲ τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν, τὸν διὰ νόμου καὶ προφητῶν λαληθέντα, εἰ καὶ οἴεσθε τοῦτον ἔχειν μένοντα ἐν ὑμῖν, καὶ ἐπὶ τούτῳ σεμνύνεσθε. Εἶτα κατασκευάζει, ὃ εἴρηκεν, ἀποδεικνύων αὐτό. Ὅτι δὲ πιστεύετε. Ἐπεὶ γὰρ ὁ μὲν διὰ νόμου καὶ προφητῶν δοθεὶς λόγος βοᾷ, ὅτι ὁ Πατὴρ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἐπὶ σωτηρίᾳ ὑμῶν, καὶ ὅτι χρὴ ὑμᾶς τούτῳ πιστεύειν· ὑμεῖς δὲ ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ οὐ πιστεύετε· πάντως οὐ προσέχετε τῷ δηλωθέντι λόγῳ αὐτοῦ. Μὴ προσέχοντες δὲ αὐτῷ οὐκ ἔχετε αὐτὸν, ἤγουν τὴν χάριν αὐτοῦ· ἀπέπτη γὰρ ἀφ᾽ ὑμῶν. Ἵνα δὲ μὴ εἴπωσιν, ὅτι καὶ Εἰ ἃ μὴ φωνὴν αὐτοῦ ἀκηκόαμεν, πῶς ἐμαρτύρησε σοί; φησίν. Ἐρευνᾶτε τὰς Γραφάς. Τὰς νομικὰς καὶ προφητικάς.
Ἐκεῖθεν γὰρ ἡ παρὰ τοῦ Πατρὸς μαρτυρία· ἄρα δὲ πῶς οὐκ εἶπεν· Ἀναγινώσκετε, ἀλλ᾽, Ἐρευνᾶτε. Ἀνεγίνωσκον μὲν γὰρ, οὐκ ἠρεύνων δέ. Διὰ τοῦτο κελεύει ἐρευνᾷν. Ἐπεὶ γὰρ συνεσκίαστο τὰ περὶ αὐτοῦ γεγραμμένα συμφερόντως καὶ οἰκονομικῶς διὰ τὴν τῶν προγόνων αὐτῶν ἀσθένειαν, ἵνα μὴ ἐκπέσωσιν εἰς πολυθεΐαν, ἐπιτάττει νῦν διορύττειν ἵνα τὰ ἐν τῷ βάθει κείμενα καθάπερ τις θησαυρὸς δυνηθῶσιν εὑρεῖν. Ὅτι ἔχειν. Δοκεῖτε μὲν ἔχειν, οὐκ ἔχετε δέ, διότι ἐπιπολαίως ταύτας ἀναγινώσκοντες οὐχ εὑρίσκετε ταύτην ἥτις ἐστὶν ὁ Χριστὸς, ἡ πηγὴ τῆς αἰωνίου ζωῆς. Ἐπεὶ οὖν δοκεῖτε μὲν ἀπὸ τῶν Γραφῶν ζωὴν αἰώνιον ἔχειν, οὐκ ἔχετε δὲ διὰ τὴν εἰρηθεῖσαν αἰτίαν, λοιπὸν ἐρευνᾶτε ταύτας εἰς βάθος, ἵνα εὑρόντες ἔχητε. Καὶ ἐμοῦ.
Αἱ μαρτυροῦσαι, φησί, περὶ ἐμοῦ, προσώπῳ τοῦ Πατρός, οἷα παρὰ τοῦ Πατρὸς ἐμπνευσθεῖσαι ἀποῤῥήτως τοῖς γεγραφόσιν αὐτάς. Περιττὸν δὲ ἐνταῦθα τὸ καί, καθ᾽ Ἑβραϊκὸν ἰδίωμα. Καὶ ἔχητε. Ζωὴν αἰώνιον, δηλονότι. Εἶτα, ἵνα
col. 1233–1234page 65 of 199
PG 129:1233μὴ ὑπολάβωσιν, ὅτι φιλοδοξῶν λέγει τὰ τοιαῦτα, φησίν· Δόξαν — λαμβάνω. Οὐ φιλῶ, οἷα μὴ χρήζων αὐτῆς· οὐδὲ γὰρ ὁ ἥλιος δεῖται λυχνιαίου φωτός. Καὶ τίνος ἔνεκεν τὰ τοιαῦτα ἔλεγεν; Ἵνα παντοιοτρόπως ἐπισπάσηται αὐτοὺς εἰς πίστιν δι' ἧς ἔμελλον ἔχειν ζωὴν αἰώνιον. Ἀλλ' — ἑαυτοῖς. Ὑμεῖς μὲν, φησὶν, ὡς δῆθεν ἀγαπῶντες τὸν Θεὸν, ἀπωθεῖσθέ με, ὅτι ποιῶν ἐμαυτὸν ἴσον τῷ Θεῷ· ἐλέγχεσθε δὲ ψευδόμενοι· ἔγνωκα γὰρ ὑμᾶς ὅτι οὐκ ἀγαπᾶτε τὸν Θεόν. Πῶς; Ὅτι περὶ οὗ ἐκεῖνος μαρτυρεῖ καὶ διὰ τοῦ Ἰωάννου, καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν Γραφῶν, τοῦτον ὑμεῖς οὐ προσίεσθε. Ὥσπερ οὖν πρότερον νομίζοντες εἶναι με ἀντίθεον, ἠλαύνετε·
οὕτω νῦν, ὑπὸ τῶν εἰρημένων μαρτυριῶν ἀποδειχθείσης τῆς ἀληθείας, ὠφείλετε προσδραμεῖν. Ἀλλὰ μάτην κομπάζετε δι' ἀγάπην τοῦ Θεοῦ ἀποστρέφεσθαί με. Διὰ βασκανίαν γὰρ τοῦτο ποιοῦντες, συσκιάζειν ταύτην ἐπιχειρεῖτε. Ἐγώ — με. Ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἤγουν ἀποσταλεὶς παρὰ τοῦ Πατρός μου, ὡς αὐτός τε μαρτυρεῖ κἀγὼ ὁμολογῶ, καὶ οὐ δέχεσθέ με. Ἐὰν — λήψεσθε. Περὶ τοῦ Ἀντιχρίστου τοῦτό φησιν, ὃς ἐλεύσεται ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, τουτέστιν ἀφ' ἑαυτοῦ ὡς δῆθεν αὐτὸς ὢν ὁ ἐπὶ πάντων Θεός. Καθάπτεται οὖν τῆς ἀναισχυντίας τῶν Ἰουδαίων, ὡς αὐτὸν μὲν τὸν λέγοντα εἰδέναι τὸν Θεὸν καὶ ὁμολογοῦντα ἀπεστάλθαι παρ' αὐτοῦ, καὶ μὴ ἐλεγχόμενον ἀντίθεον ἀποσειομένων·
τὸν δὲ φάσκοντα μὴ εἰδέναι ἐκεῖνον καὶ κομπάζοντα ἀφ' ἑαυτοῦ ἥκειν καὶ προδηλότατα διαγινωσκόμενον ἀντίθεον προσιεμένων. Εἶτα τίθησι καὶ τὴν αἰτίαν τῆς ἀπιστίας αὐτῶν, ὅτι διὰ φιλοδοξίαν οὐ πιστεύουσι. Μὴ θέλοντες γὰρ προτιμηθῆναι αὐτῶν ὑπὸ τοῦ πλήθους τὸν Χριστόν, ἐκώφευον, καὶ ἔμυον ἐθελουσίως πρὸς τὴν ἀλήθειαν, καὶ πάντα ἐποίουν ὑπὲρ τοῦ μὴ ἐκπεσεῖν τῆς δόξης ἣν εἶχον παρὰ τοῦ πλήθους. Πῶς — λαμβάνοντες; Ἐμποδίζει γὰρ αὕτη. Καὶ — ζητεῖτε; Ἣν μόνην ἔδει ζητεῖν, τῆς παρὰ ἀνθρώπων καταφρονοῦντας, εἰ καὶ ὑμεῖς τοὐναντίον ποιεῖτε. Πανταχόθεν τοίνυν ἐπιστομίσας αὐτοὺς, καὶ ἀποδείξας πάσης συγγνώμης ἀναξίους, λοιπὸν ἐφίστησιν αὐτοῖς κατήγορον αὐτὸν τὸν Μωϋσέα τὸν νομοθέτην αὐτῶν. Μὴ — πατέρα.
Κατ' ἐρώτησιν ἠθικὴν ὁ λόγος, ὅτι Εἰ καὶ ἔδει με τοῦτο ποιῆσαι, ἀλλ' οὐ ποιήσω, ἀνεξίκακος ὤν. Ἔστιν — Μωϋσῆς. Ὡς ἀπιστούντων οἷς περὶ ἐμοῦ ἔγραψε, καὶ οὕτως ἀπειθούντων αὐτῷ. Εἰς — ἠλπίκατε. Ὡς εἰς δημαγωγὸν καὶ προστάτην καὶ μεσίτην τὰ πρὸς Θεόν. Ὥσπερ δὲ περὶ τῶν Γραφῶν ἔλεγε· Δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον
col. 1235–1236page 66 of 199
PG 129:1235ἔχειν· οὕτω καὶ περὶ Μωϋσέως φησίν· Εἰς ὃν ἠλπίκατε· ἀπὸ τῶν οἰκείων χειρούμενος αὐτούς. Εἰ — ἔγραψεν. Εἰ πιστὸν ἐκεῖνον ἐνομίζετε, ἐπιστεύετε ἂν ἐμοί. Ἐνετείλατο γὰρ ὑμῖν ἐμοῦ ἀκούειν. Εἰ πιστεύσετε; Εἰ ταῖς ἐκείνου συγγραφαῖς ἀπιστεῖτε ἐν διαφερόντως τιμὴν καὶ εὐφημεῖν κομπάζετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε, ὃν διαφερόντως ἀτιμάζετε καὶ βλασφημεῖτε; Ὥσπερ οὖν πρότερον ἐπὶ τοῦ Ἰωάννου δοκοῦντας αὐτὸν θαυμάζειν ἤλεγξε καταφρονοῦντας· οὕτω καὶ νῦν ἐπὶ τοῦ Μωϋσέως δοκοῦντας αὐτῷ πιστεύειν ἔδειξεν ἀπιστοῦντας· καὶ ἀεὶ εὐμηχάνως εἰς τὴν κεφαλὴν αὐτῶν περιτρέπει πάντα τὰ δοκοῦντα ὑπὲρ αὐτῶν. Τίς οὖν παράνομος, ὁ συνήγορον ἔχων τὸν νομοθέτην ἢ οἱ κατήγορον αὐτὸν ἔχοντες;
Μετὰ ταῦτα — Τιβεριάδος. Τῆς θαλάσσης τῆς Γαλιλαίας, ἤτοι τῆς Τιβεριάδος. Θάλασσαν γὰρ τῆς Γαλιλαίας τὴν Τιβεριάδα λίμνην φησίν, ὡς ἐν τῷ κατὰ Ματθαῖον δεδήλωται. Ἀπῆλθε δὲ ἐκεῖ ὑπεξιστάμενος τῷ θυμῷ τῶν ἀρχόντων τοῦ λαοῦ, ἀπὸ τῶν εἰρημένων λόγων ἀναφθέντι. Καὶ — ἀσθενούντων. Διατί οὐκ ἀπαγγέλλει κατ' εἶδος τὰ σημεῖα; Διότι ὁ εὐαγγελιστὴς οὗτος περὶ τὰς διδασκαλίας καὶ δημηγορίας καὶ τὰ δόγματα μάλλον καταγίνεται. Διὰ τὰ σημεῖα δὲ καὶ οὐ διὰ τὰς διδασκαλίας ὁ ὄχλος οὗτος ἠκολούθησε παχύτερον διακείμενος· ὁ δὲ παρὰ τῷ Ματθαίῳ, Ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ τοῦ Σωτῆρος. Ἀνῆλθε — αὐτοῦ. Ἀνῆλθεν εἰς τὸ ὄρος, παιδεύων ἡμᾶς διαναπαύεσθαι ἀπὸ τῶν θορύβων καὶ τῆς ἐν μέσῳ ταραχῆς.
Ἐπιτήδειον γὰρ πρὸς φιλοσοφίαν ἡ ἐρημία. Πολλάκις δὲ καὶ μόνος αὐτὸς τὸ ὄρος καταλαμβάνει, καὶ διανυκτερεύει, καὶ εὔχεται, διδάσκων ἡμᾶς ὅτι δεῖ τὸν μάλιστα θεῷ προσιόντα πάσης ἀπηλλάχθαι ταραχῆς, καὶ τόπον ἐπιζητεῖν καθαρὸν θορύβου καὶ ταραχῆς. Ἦν δὲ ἐγγὺς — Ἰουδαίων. Καὶ πῶς οὐκ ἀναβαίνει καὶ αὐτὸς εἰς τὴν ἑορτήν, ἀλλὰ πάντων ἐπειγομένων εἰς τὰ Ἱεροσόλυμα, αὐτὸς ἔρχεται εἰς τὴν Γαλιλαίαν; Καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐπαγόμενος; Διότι ἠρέμα λοιπὸν ὑπεξέλυε τὸν τυπικὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τοῦ φθόνου τῶν Ἰουδαίων. Καὶ γὰρ οὐκ εἰς μακρὰν ἔμελλε παυθῆναι τὸ τυπικὸν Πάσχα, παραδιδομένου λοιπὸν τοῦ ἀληθινοῦ. ΚΕΦ. Η'.
Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων Ἐπάρας οὖν — οὗτοι; Εἴρηται περὶ τούτων ἐν τῷ τέλει τοῦ εἰκοστοῦ πέμπτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται τό, Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς·
col. 1237–1238page 67 of 199
PG 129:1237Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Τοῦτο — τί ἔμελλε ποιεῖν. Ἐκεῖ καὶ περὶ τούτου διασεσάφηται. Τὸ δὲ, πειράζων αὐτὸν, ἀνθρωποπρεπῶς μὲν νοεῖται κατὰ τὴν ἐκεῖ ῥηθεῖσαν ἐξήγησιν, θεοπρεπῶς δὲ, ἀντὶ τοῦ, εἰς ἀπορίαν ἐμβάλλων αὐτὸν, ἵνα, τὴν ἀπορίαν ὁμολογήσας, ἀκριβέστερον καταμάθῃ τοῦ μέλλοντος γενέσθαι θαύματος τὸ μέγεθος. Εἰ γὰρ ἁπλῶς ἐγένετο, οὐκ ἂν ἐφάνη τηλικοῦτον· ὡς θεὸς γὰρ ἐγίνωσκε, τί ἔμελλεν ὁ Φίλιππος ἀποκριθῆναι. Φασὶ δέ τινες ὅτι λέγεται ὁ θεὸς πειράζειν τινὰ κατὰ δύο τρόπους, ἢ ἵνα ἐλέγξῃ τὴν ἀσθένειαν αὐτοῦ, ὥσπερ νῦν ἐπὶ τοῦ Φιλίππου, ἢ ἵνα δείξῃ τὴν ἀνδρείαν αὐτοῦ, ὥσπερ πάλαι ἐπὶ τοῦ Ἀβραάμ.
Γέγραπται γὰρ ὅτι καὶ ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραὰμ, ὅτε δηλαδὴ ἀνενεγκεῖν αὐτῷ τὸν υἱὸν αὐτοῦ εἰς ὁλοκάρπωσιν ἐνετέλλετο. Ἀπεκρίθη — λάβη. Ὅρα τὴν ἀσθένειαν τῆς διανοίας τοῦ Φιλίππου μὴ δυνηθέντος ἐννοῆσαι τὴν δύναμιν τῆς θεότητος αὐτοῦ. Λέγει — τοσούτους; Ἐν τῷ εἰκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ Ματθαίου καὶ περὶ τούτου διεθηπται. Ὑψηλοτέραν μὲν οὖν ἔσχε διάνοιαν ὁ Ἀνδρέας παρὰ τὸν Φίλιππον· οὐκ ἔφθασε δὲ πρὸς τὸ τέλειον. Ἐνόμισε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόνων ἐλάττονα ποιήσει, ἀπὸ δὲ πλειόνων πλείονα. Διὰ τοῦτο προσέθηκεν· Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπε — πεντακισχίλιοι. Ἐν τῷ δηλωθέντι κεφαλαίῳ πλατύτερον περὶ τούτων εἴρηται.
Οὐκ ἐθορυβήθησαν δὲ οἱ μαθηταί, ἀλλ' αὐτίκα γνόντες ὅτι θαυματουργῆσαι μέλλει, ἀδιστάκτως ὑπήκουσαν. Ἔλαβε — εὑρήσεις. Ἐν ἐκείνῳ καὶ περὶ τούτων. Ὡς — βεβρωκόσιν. Ὁμοίως καὶ περὶ τούτων. Ἐκέλευσε δὲ συναγαγεῖν τὰ περισσεύσαντα, οὐκ ἐπιδείξεως ἕνεκεν, ἀλλ' ἵνα μὴ δόξῃ φαντασία τις τὸ γενόμενον. Ἐξ ὑποκειμένης δὲ ὕλης ἐπλήθυνε καὶ τοὺς ἄρτους καὶ τοὺς ἰχθύας, δι' αὐτό τε τοῦτο, καὶ ἵνα ἐμφραγῇ τὰ στόματα τῶν Μαρκιωνιστῶν, οἵτινες διαβάλλουσι τὴν κτίσιν, ληρούντες ὅτι οὐκ ἔστιν αὕτη ποίημα τοῦ Θεοῦ. Οἱ — κόσμον. Ὢ πρόδηλον γαστριμαργίας! μυρία μὲν πρότερον θαυμαστότερα τούτου θεασάμενοι οὐδὲν τοιοῦτον ὡμολόγησαν·
ὅτε δὲ ἐνεπλήθησαν, εἶτε τοῦτον εἶναι τὸν προφήτην ἔλεγον, τὸν προσδοκώμενον αὐτοῖς ἀπὸ τῆς Μωυσέως ἐπαγγελίας.
col. 1239–1240page 68 of 199
PG 129:1239Ἰησοῦς — μόνος. Βαβαί! πόση τῆς γαστριμαργίας ἡ τυραννίς! πόση τῆς γνώμης τούτων ἡ εὐκολία! Τῆς γαστρὸς γὰρ ἐμπλησθείσης, πάντα ἦν αὐτοῖς καὶ προφήτης, καὶ βασιλείας ἄξιος. Ὁ δὲ Χριστὸς φεύγει, παιδεύων φεύγειν τὰ ἀνθρώπινα ἀξιώματα καὶ τὰς γηΐνους τιμὰς καὶ καταφρονεῖν τῶν ἐνταῦθα λαμπρῶν. Καὶ μὴν ὁ προφήτης εἶπεν· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραΰς. Ἀλλὰ βασιλείαν εἶπε τὴν οὐράνιον, περὶ ἧς καὶ αὐτὸς ἔλεγεν ὁ Χριστός· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. ΚΕΦ. Θ'. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. Ὡς δὲ — Καπερναούμ. Κατέβησαν οὐχ ἑκόντες, ἀλλ' ἀναγκασθέντες ὑπ' αὐτοῦ.
Εἴρηκε γὰρ ὁ Ματθαῖος ἐν τῷ ῥηθέντι εἰκοστῷ ἕκτῳ κεφαλαίῳ, ὅτι Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης ἦν ἐκεῖ μόνος. Τούτων δὲ πάντων τὰς αἰτίας ἐδηλώσαμεν ἐκεῖ, καὶ ἀνάγνωθι ταύτας. Ἐπίστησον δὲ ὅτι μεθ' ὃ ἀπέλυσεν αὐτούς, ὑπερεξεπλάγησαν τὸ σημεῖον, καθ' ἑαυτοὺς γενόμενοι, καὶ λοιπὸν ἐβουλεύσαντο στραφῆναι καὶ ἁρπάσαι αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα. Καὶ σκοτία ἤδη — ὑπῆγον. Οὐκ ἐληλύθει πρὸς αὐτούς, ἀντὶ τοῦ· Οὐκ ἐπεφάνη αὐτοῖς, ὡς ἐποίησεν ὕστερον· ἀλλ' ἀφῆκεν αὐτοὺς πειράζεσθαι.
Ἐν τῷ τέλει δὲ τοῦ προμνημονευθέντος εἰκοστοῦ ἕκτου κεφαλαίου, καὶ ἐν τῷ εἰκοστῷ ἑβδόμῳ περὶ πάντων τούτων εὑρήσεις. Τὰ ἐξῆς δὲ παρῆκεν ὁ Ἰωάννης, ὡς τοῖς ἄλλοις ἱστορηθέντα. Καὶ λοιπὸν ἱστορεῖ τὰ ἐκείνοις παρεθέντα. Ἡμεῖς μὲν οὖν, τοῖς ἄλλοις ἐξηγηταῖς ἀκολουθήσαντες, ἀπεδείξαμεν τὸν αὐτὸν εἶναι ἐπὶ τῆς θαλάσσης περίπατον, ὃν ὁ Ματθαῖος καὶ ὁ Μάρκος ἔνεγράψαν. Ὁ δὲ Χρυσόστομος στοχαζόμενος φησὶν ἕτερον εἶναι τοῦτον παρ' ἐκεῖνον. Εἰκὸς γὰρ ἐκεῖνον γενέσθαι πρότερον· εἶτα μεθ' ἡμέρας τινὰς τοὺς ὄχλους βουλεύσασθαι ἁρπάσαι αὐτόν, ὡς εἴρηται, καὶ λοιπόν, γνόντα τοῦτο τὸν Χριστόν, αὖθις διαπεράσαι πρὸς τὸ ὄρος μετὰ τῶν μαθητῶν, καὶ ἀναχωρῆσαι ἐκεῖ μόνον, εἴτουν ἡσυχάσαι μόνον·
τοὺς δὲ μαθητὰς ἐκεῖθεν καταβῆναι ἐπὶ τὴν θάλασσαν, προτραπέντας τοῦτο, καὶ ἐμβάντας εἰς τὸ πλοῖον, ἔρχεσθαι πρὸς τὴν Καπερναούμ, οἰομένους αὐτὸν πεζεῦσαι πάλιν ἐπὶ τῆς θαλάσσης καὶ ἐλθεῖν πρὸς αὐτοὺς οὐκ εἰς μακράν· διὰ τοῦτο γὰρ καὶ τὸν εὐαγγελιστὴν εἰπεῖν
col. 1241–1242page 69 of 199
PG 129:1241ὅτι καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, καὶ τὰ λοιπὰ γενέσθαι καθὼς οὗτος ἔγραψε. Καὶ ἐπὶ μὲν ἐκείνου τοῦ περιπάτου τοὺς μαθητὰς φοβηθέντας ἀνακραγεῖν· ἐπὶ δὲ τούτου φοβηθῆναι μόνον, ἐλάττονος φόβου γενομένου διὰ τὴν ἤδη συνήθειαν· καὶ ἐκεῖ μὲν εἰπόντος Ἐγώ εἰμι, μὴ φοβεῖσθε, οὔπω ἐπληροφορήθησαν· διὸ καὶ ὁ Πέτρος ἔλεγεν, Κύριε, εἰ σὺ εἶ, κελευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· ἐνταῦθα δὲ εὐθέως ἐπληροφορήθησαν, ἐθάδες λοιπὸν γενόμενοι· καὶ τότε μὲν οὐκ ἐκόπασεν ὁ ἄνεμος ἄχρις ἂν εἰσῆλθεν εἰς τὸ πλοῖον· νῦν δὲ φωνήσαντος μόνον, γαλήνη γέγονε· καὶ οὐδὲ εἰσῆλθεν εἰς τὸ πλοῖον, ἀλλὰ θελόντων λαβεῖν αὐτόν, αὐτό τε εἰς τὴν γῆν ἐξῆλθε, καὶ αὐτὸς ὀπίσω αὐτοῦ.
Τῇ ἐπαύριον — Ἰησοῦν. Ὄχλον ἑστηκότα πέραν τῆς θαλάσσης λέγει τοὺς ἐλθόντας ἁρπάσαι αὐτόν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα. Μὴ εὑρόντες γὰρ αὐτόν, ἵσταντο ἐν τῷ αἰγιαλῷ, διαλογιζόμενοι τί γέγονε. Δοκεῖ οὖν ἐλλείπειν ὁ λόγος. Μήπω γὰρ ἀναπαύσας τοῦτον ὁ εὐαγγελιστής, αὖθις ἑτέρωθεν ἤρξατο, εἰπών· Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, καὶ τὰ ἑξῆς. Σχῆμα δέ ἐστι τοῦτο συντομίας. Τὰ δέ, Ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου, μεταξυλογία ἐστὶν εἰς δήλωσιν τοῦ ὕστερον ἐλθεῖν αὐτά. Τέως δ' οὖν ἐξαπορηθέντες ὑπώπτευσαν ὅτι ἐπέζευσεν ἐπὶ τῆς θαλάσσης. Διὰ τοῦτο γὰρ καὶ ἦλθον εἰς Καπερναοὺμ ζητοῦντες αὐτόν·
ἐκεῖ γὰρ τὰ πολλὰ διατρίβειν εἰώθει. Καὶ εὑρόντες — γέγονας; Οὐκ ἠρώτησαν αὐτὸν πῶς διέβη, ἵνα τὸ τηλικοῦτον σημεῖον μάθωσιν, οὐδὲ περὶ τῆς βασιλείας εἶπον, ἀλλὰ ταῦτα παρέντες ἤρξαντο κολακεύειν, λέγοντες· Πότε οὖν ὧδε παραγέγονας, λαθὼν ἡμᾶς τοὺς ἐκκρεμαμένους σου; Ἐκολάκευον δέ, ἵνα πάλιν τράπεζαν αὐτοῖς παραθήσει. Ἅπαξ γὰρ ἐμπλησθέντες, καὶ λοιπὸν λιχνευσάμενοι, τἆλλα πάντα δεύτερα ἐνόμιζον. Οὐ πάντες δὲ ἦσαν τὰ τοιαῦτα ἐξαμαρτάνοντες. Πέραν δὲ λέγεται ἑκάτερον τῶν ἐπ᾿ εὐθείας ἀντικειμένων περάτων τῆς θαλάσσης, δηλοῦντος τοῦ τοιούτου ὀνόματος νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο. Ἀπεκρίθη — ἐχορτάσθητε.
Τὸ προσηνὲς καὶ ὁμαλὴν οὐ πανταχοῦ χρήσιμον, ἀλλ᾿ ὅταν ὁ μαθητὴς παχὺς εἴη καὶ νωθής, τότε κέντρου χρεία τῷ διδασκάλῳ, καὶ λόγου πληκτικωτέρου πρὸς τὸ καθικέσθαι καὶ διεγείραι αὐτόν, ὅπερ ὁ Ἰησοῦς ἐνταῦθα πεποίηκεν, ἅμα μὲν ἐπιπλήττων αὐτοῖς ὡς κόλαξιν, ἅμα δὲ καὶ τὴν γνώμην αὐτῶν ἀνακαλύπτων καὶ ἀμφοτέρωθεν αὐτοὺς διορθούμενος. Λέγει γάρ, ὅτι
col. 1243–1244page 70 of 199
PG 129:1243Ζητεῖτέ με, οὐχ ὡς σημεῖα δείξαντα ὑμῖν, ἀλλ' ὡς θρέψαντα καὶ χορτάσαντα ὑμᾶς· οὐχ ἵνα σημεία βλέποντες πιστεύητε, ἀλλ᾽ ἵνα βρώματα ἐσθίοντες χορτάζησθε, ὅπερ ἐστὶ κοιλιοδούλων καὶ γαστριμάργων. Προσηνῶς δὲ καὶ μετὰ φειδοῦς ἐλέγχει, καὶ οὐχ ἵσταται μέχρι τῶν ἐλέγχων, ἀλλὰ καὶ διδασκαλίαν προστίθησιν. Ἐργάζεσθε — αἰώνιον. Φροντίζετε μὴ τῆς βρώσεως τῆς φθειρομένης, ἀλλὰ τῆς ἀφθάρτου, μὴ τῆς τρεφούσης τὴν σάρκα, ἀλλὰ τῆς τρεφούσης τὴν ψυχήν. Αὕτη δέ ἐστιν ἡ πίστις, ὡς προϊὼν ἐρεῖ. Ἐργασίαν γὰρ νῦν λέγει οὐ τὴν ἀναγκαίαν, ἀλλὰ τὴν περιττήν, ἤτοι τὴν ἔμμονον καὶ διηνεκῆ φροντίδα τῆς βρώσεως τῆς αἰσθητῆς· ἡ ἀναγκαία γὰρ ἀκώλυτος.
Διὸ καὶ ὁ Παῦλος πολλαχοῦ τῶν Ἐπιστολῶν, οὐ μόνον ἐπέτρεψεν ἐργάζεσθαι ταῖς ἰδίαις χερσίν, ἀλλὰ καὶ διαρρήδην ἐνετείλατο, ὅτι Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ὥσπερ οὖν ἐπὶ τῆς Μάρθας εἰπὼν ὁ Χριστός· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· οὐκ ἐκώλυσε τὴν φιλοξενίαν, ἀλλὰ προετίμησε τὴν τῶν θείων λογίων ἀκρόασιν· οὕτω καὶ νῦν εἰπών· Ἐργάζεσθε μὴ τὴν βρώσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· οὐκ ἐκώλυσε τὸ ἐργάζεσθαι τὴν βρώσιν τῆς σαρκός· ἀναγκαία γάρ· ἀλλὰ προετίμησε τὸ ἐργάζεσθαι τὴν τῆς ψυχῆς· ἀναγκαιοτέρα γάρ· καὶ παρήνεσεν ἔχειν πάρεργον μὲν τὴν σωματικὴν βρῶσιν, ἔργον δὲ τὴν ψυχικήν.
Ἐργάζεσθε, φησίν, ὁλοψύχως, παντοιοτρόπως, διηνεκῶς, μὴ τόδε, ἀλλὰ τόδε· μᾶλλον μὲν οὖν τοῦτο, ἔλαττον δὲ ἐκεῖνο. Ὃν — δώσει. Ὃν ἐγὼ δώσω ὑμῖν ἐργάζεσθαι, ἣν αὐτὸς ὑποδείξω κτᾶσθαι. Ἵνα δὲ μὴ δόξῃ κομπάζειν, ἐπὶ τὸν Πατέρα πάλιν ἀνατρέχει, λέγων· Τοῦτον — Θεός. Ἐσφράγισεν, ἤγουν προεχειρίσατο εἰς τοῦτο, εἰς τὸ διδόναι ταύτην ὑμῖν. Ἢ ἀπέδειξεν, ἐφανέρωσε διὰ τῆς ἑαυτοῦ μαρτυρίας. Σφραγίζειν γὰρ λέγεται καὶ τὸ ἀποδεικνύειν, ὡς τό· Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστι. Εἶπον — Θεοῦ; Ἔργα τοῦ Θεοῦ καλοῦσι τὴν εὐαρέστησιν τοῦ Θεοῦ. Ἐρωτῶσι δὲ, οὐχ ἵνα ἐργάσωνται αὐτό, ἀλλὰ κολακεύοντες ἵνα δόξωσι μαθητεύεσθαι, καὶ αὐτοί, καὶ οὕτως ἐπισπάσωνται πρὸς χορηγίαν τροφῆς.
Ἀπεκρίθη — ἐκεῖνος. Προσεδίδαξε γὰρ διαφόρως ὅτι παρὰ τοῦ Θεοῦ ἀπέσταλται. Εἶπον — ἐργάζῃ; Ὅρα πολλὴν ἄνοιαν. Πρὸ βραχέος ἐχόρτασεν αὐτοὺς τροφῆς, καὶ τοῦ τοιούτου
col. 1245–1246page 71 of 199
PG 129:1245Θαύματος αὐτίκα ἐπιλαθόμενοι σημείον ἐπιζητοῦσιν· εἶτα καὶ τὸ εἶδος λέγουσι τοῦ ἐπιζητουμένου σημείου. Οἱ πατέρες – φαγεῖν. Γέγραπται ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν. Πολλῶν δὲ σημείων γεγονότων ἐπὶ τῶν πατέρων αὐτῶν, τούτου μάλιστα μνημονεύουσι διὰ τὴν τῆς γαστρὸς τυραννίδα, νομίζοντες ἐρεθίζειν αὐτὸν εἰς τὸ ποιῆσαι καὶ αὐτὸν τοιοῦτον σημεῖον, ὅπερ ἔμελλεν ἐμπλήσειν αὐτοὺς τροφῆς. Ἀλλ᾽, ὦ ἀμνήμονες καὶ ἀχάριστοι! οὐ καὶ αὐτοὶ πρὸ μικροῦ ἄρτου καὶ ἰχθύα εἰς κόρον ἐφάγετε ἐν ἐρήμῳ τόπῳ; Καὶ παρατήρει μοι κανταῦθα τὴν κολακείαν αὐτῶν, ἀλλὰ καὶ πονηρίαν.
Οὐκ εἶπον γὰρ οὔτε ὅτι ὁ Μωϋσῆς ἐποίησε τὸ σημεῖον, οἰόμενοι πλήξειν αὐτὸν, εἰ τὸν Μωϋσέα τούτῳ συγκρινοῦσιν, οὔτε ὅτι ὁ Θεὸς αὐτὸ πεποίηκεν, ἵνα μὴ δόξωσιν ἐξισοῦν αὐτὸν τῷ Θεῷ. Διὰ τοῦτο ἀπολύτως εἶπον· Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ. Τί οὖν ὁ οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει; Οὐκ ἐλέγχει τούτους, ἀλλ᾽ ὁμαλῶς ἀποκρίνεται. Χρὴ γὰρ, ὡς προείρηται, ποτὲ μὲν ἐλέγχειν, ποτὲ δὲ ἀνεξικακεῖν οἰκονομικῶς. Εἶπεν – οὐρανοῦ. Ἐπεὶ ὑπελάμβανον τὸ μάννα ἄρτον εἶναι ἐκ τοῦ κυρίως οὐρανοῦ διὰ τὸ γεγράφθαι· Ἄρτον ἐκ τοῦ οὐρανοῦ· διορθοῦται τὴν ἐσφαλμένην ὑπόληψιν αὐτῶν. Οὐρανὸν γὰρ ἐκεῖ τὸν ἀέρα εἶπε καταχρηστικῶς ἡ Γραφή· ὡς καὶ ὅταν λέγῃ τὰ πετεινὰ τοῦ οὐρανοῦ·
καὶ πάλιν, Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος. Φησὶν οὖν, ὅτι οὐ Μωϋσῆς δέδωκε τότε τῷ γένει ὑμῶν τὸν ἄρτον ἐκ τοῦ κυρίως οὐρανοῦ· ἀλλ᾽ ὁ Πατήρ μου νῦν δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ κυρίως οὐρανοῦ. Ὥσπερ γὰρ ὁ Πατὴρ οὐράνιος, οὕτω καὶ ὁ Υἱὸς οὐράνιος, καὶ κυρίως ἄρτος ὡς στηρίζων καρδίαν ἀνθρώπου. Τὸν ἀληθινόν. Ἐκεῖνος γὰρ ὁ ἄρτος τυπικὸς ἦν, προτυπῶν, φησίν, ἐμὲ τὸν αὐτοαλήθειαν ὄντα. Καθάπερ γὰρ ἐκεῖνος ἄνωθεν καταβὰς ἔτρεφε καὶ ἐῤῥώννυε τοὺς μεταλαμβάνοντας, οὕτω κἀγώ. Ἀλλ᾽ ἐκεῖνος μὲν ἐκ τοῦ ἀέρος, ἐγὼ δὲ ἐκ τοῦ ὄντως οὐρανοῦ. Κἀκεῖνος μὲν ἔτρεφε καὶ ἐῤῥώννυε σώματα, ἐγὼ δὲ ψυχάς. Προϊὼν δὲ λέγει καὶ τὴν καθολικωτέραν διαφορὰν τοῦ τε τυπικοῦ ἄρτου καὶ τοῦ ἀληθινοῦ. Ὁ γὰρ ἄρτος – κόσμῳ.
Ὁ κυρίως ἄρτος τοῦ Θεοῦ, εἴτουν ὁ θεῖος ἄρτος ἐστὶν ὁ ἐκ τοῦ ὄντως οὐρανοῦ καταβὰς καὶ ζωὴν αἰώνιον διδοὺς τῷ κόσμῳ τῷ πιστεύοντι. Ἐκεῖνος γὰρ ζωὴν πρόσκαιρον ἐδίδου, καὶ οὐ τῷ κόσμῳ, ἀλλὰ μόνοις τοῖς Ἑβραίοις. Ζωὴν δὲ αἰώνιον νόει μὴ τὴν ἁπλῶς ἣν ζήσουσι κοινῶς πάντες ἄνθρωποι, ἀλλὰ τὴν μακαρίαν, τὴν ἐν ἀπολαύσει διηνεκεῖ.
col. 1247–1248page 72 of 199
PG 129:1247Εἶπον — τοῦτον. Ἔτι αἰσθητόν νομίζοντες τὸν τοιοῦτον ἄρτον ὑπὸ λαιμαργίας ἐζήτησαν αὐτόν, οὐχ ἅπαξ λαβεῖν, ἀλλὰ πάντοτε. Εἶπε — ζωῆς. Ὁ ἄρτος ὁ ζωηρὸς, ὁ ζωὴν αἰώνιον διδούς, ὡς εἴρηται. Ζωὴ γὰρ κυρίως ἡ αἰώνιος· ἡ γὰρ πρόσκαιρος οὐ κυρίως ζωή, ἀλλ᾽ εἰκὼν ζωῆς. Ἄρτον δὲ ζωῆς τὴν θεότητα ἑαυτοῦ λέγει νῦν· αὕτη γὰρ ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς. Πρὸς τῷ τέλει δὲ καὶ τὸ ἑαυτοῦ σῶμα ἄρτον καλεῖ. Ὁ — πώποτε. Ἔρχεται τις πρὸς αὐτὸν διὰ τῆς πίστεως· αὕτη γὰρ ἡ ὁδὸς πρὸς αὐτόν. Οὐ μὴ πεινάσῃ, φησί, τὴν ἀπὸ τῆς ἀπιστίας πεῖναν· καὶ οὐ μὴ διψήσῃ πώποτε τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν· ἀλλὰ πλησθεὶς τῆς θείας χάριτος αὐτός τε ἀπροσδεής ἔσται λοιπὸν, καὶ ἑτέροις μᾶλλον ἐπαρκέσει, διδάσκων καὶ κατηχῶν αὐτούς.
Ἀλλ' — πιστεύετε. Ἑωράκατέ με, ἤγουν ἐγνώκατε τίς εἰμι ἀπό τε τῆς μαρτυρίας Ἰωάννου, ἀπό τε τῶν σημείων ὧν ἐποίησα, καὶ ἀπὸ τῆς μαρτυρίας τῶν Γραφῶν, ἃς ὑμῖν ἀνέπτυξα· ἀλλ᾽ ἐθελοκακοῦντες οὐ πιστεύετε. Πότε δὲ τοῦτο εἶπεν αὐτοῖς; Εἰκὸς τοῦτο ῥηθῆναι μέν, μὴ γραφῆναι δέ. Πᾶν — ἥξει. Τοῦτο παρίστησιν ὁ λόγος, ὅτι ὁ Πατὴρ προσάγει αὐτῷ τοὺς πιστεύοντας. Φησὶ γὰρ καὶ Παῦλος· Δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Λέγει τοίνυν, ὅτι πᾶν ἐκεῖνο πρὸς ἐμὲ ἥξει, ὃ δίδωσί μοι ὁ Πατήρ, τουτέστι, πᾶς ὃς δοθῇ μοι παρὰ τοῦ Θεοῦ, ὃς ὁδηγηθῇ παρ' αὐτοῦ, οὗτος ἥξει πρός με, οὗτος πιστεύσει μοι, καὶ οὐχ ἁπλῶς ὁ τυχών.
Ἐντεῦθεν δὲ κατασκευάζει ὅτι θέλει ὁ Πατὴρ ἵνα πιστεύσωσιν εἰς αὐτόν, καὶ λοιπὸν ὁ μὴ πιστεύων εἰς αὐτὸν ἐναντιοῦται τῷ θελήματι τοῦ Θεοῦ. Δίδωσι δὲ καὶ ὁ Πατὴρ τῷ Υἱῷ, ὁδηγῶν αὐτοὺς εἰς τὴν πίστιν αὐτοῦ· καὶ ὁ Υἱὸς τῷ Πατρί, προσάγων αὐτοὺς αὐτῷ διὰ τῆς πίστεως. Ἀλλ' εἰ ἐκεῖνος ἔρχεται πρὸς τὸν Υἱόν, ὁ δοθεὶς παρὰ τοῦ Πατρός, ἀναίτιος ἄρα ὁ μὴ ἐλθών, ὡς μὴ δοθεὶς παρὰ τοῦ Πατρός· ἀλλ' ὁ Πατὴρ ἐκείνους δίδωσιν ὧν ἡ προαίρεσις ἀγαθή. Οὔτε γὰρ αὕτη δύναται ποιῆσαι πιστόν, ἀπούσης τῆς παρὰ τοῦ Θεοῦ χειραγωγίας· οὔτε μὴν ἐκείνη συνεργεῖ, μὴ παρούσης ἀγαθῆς προαιρέσεως. Καὶ — ἔξω. Οὔτ᾽ ἐνταῦθα, ἔξω τῆς ἐμῆς οἰκειώσεως, οὔτε ἐκεῖ, ἔξω τῆς βασιλείας τῶν οὐρανῶν.
Τὸν ἐρχόμενον δὲ οὐχ ἁπλῶς, ἀλλ᾽ ὀρθῶς. Ὅτι — με. Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἤτοι τὸ ἴδιον· οὐδὲ γὰρ ἔχω ἴδιον· ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, τουτέστι τὸ κοινὸν ἐκείνου τε καὶ ἐμοῦ, ὧν ὡς μία θεότης, οὕτω καὶ ἓν θέλημα. Καταβέβηκε δὲ ἐκ τοῦ οὐρανοῦ τῇ θεότητι.
col. 1249–1250page 73 of 199
PG 129:1249Τοῦτο ἡμέρᾳ. Καὶ μὴν πάντας ἀναστήσει τότε, καὶ τοὺς σωθέντας καὶ τοὺς ἀπολωλότας, καὶ τοὺς πιστοὺς καὶ τοὺς ἀπίστους· ἀλλ' ἀνάστασιν ἐνταῦθα λέγει τὴν ἐπὶ ἀπολαύσει, οὐ τὴν ἐπὶ κολάσει. Ἀφ' ὧν δέ φησιν, δείκνυσιν ὅτι κοινὸν θέλημα καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ σωθῆναι πάντας. Διὰ τοῦτο γὰρ ὁ μὲν ἀπέστειλεν, ὁ δὲ παρεγένετο· καὶ ὁ μὲν δίδωσι τοὺς πιστεύοντας, ὁ δὲ παραλαμβάνων σώζει. Ἵνα μὴ ἀπολέσω, τουτέστιν, ἵνα μὴ ἐξ ἐμῆς αἰτίας ἀπόληταί τις. Καὶ ἀνωτέρω γὰρ εἶπεν, ὅτι Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Λοιπὸν οὖν, εἴ τις ἂν ἐκουσίως ἐξέλθῃ καὶ ἑκουσίως ἀπόληται, παρὰ τὴν ἑαυτοῦ αἰτίαν τοῦτο πάσχει. Οὐδένα γὰρ ὁ Θεὸς πρὸς ἀνάγκην ἕλκει. Τοῦτο ἡμέρᾳ.
Τὸν αὐτὸν λόγον σαφηνίζει, συνεχέστερον αὐτὸν ἐνηχῶν ἵνα μὴ εὐαπόβλητος γένηται, καὶ ἵνα βεβαιότερον μάθωσιν ὅτι ἀνάστασίς ἐστι, καὶ τῆς εἰς αὐτὸν πίστεως ἀμοιβή, καὶ τῶν ἐνταῦθα πνευματικῶν ἀγώνων ἀνταπόδοσις, καὶ εἰ μὴ κατὰ τὸν παρόντα βίον ἀπολαύσουσιν, ἀλλὰ γε κατὰ τὸν μέλλοντα. Πᾶς δὲ ὁ θεωρῶν τὸν Υἱὸν τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς, ὅ ἐστιν, ὁ πιστεύων εἰς αὐτόν. Ἐγόγγυζον — καταβέβηκα; Ὅτε μὲν ἄρτον ἔδωκεν αὐτοῖς καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἤθελον· ὅτε δὲ περὶ τοῦ οὐρανίου ἄρτου καὶ πνευματικῆς τροφῆς καὶ ζωῆς αἰωνίου διελέγετο, ἐταράσσοντο καὶ ἐξηυτέλιζον τὸ γένος αὐτοῦ, ὧν Θεὸς ἡ κοιλία καλῶς εἶπε Παῦλος.
Καὶ προσεποιοῦντο μὲν ἀγανακτεῖν, διότι εἶπεν, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα· τὸ δὲ ἀληθὲς ἠγανάκτουν, διότι οὐκ ἔθρεψε πάλιν αὐτοὺς, ὡς προσεδόκων. Εἰ γὰρ δι' ἐκεῖνο ἐγόγγυζον, ἠρώτησαν ἄν, πῶς ἄρτος ἐστὶ, πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν. Ὁ δὲ Χριστὸς οὐκ εἶπεν, ὅτι οὐκ εἰμὶ υἱὸς Ἰωσήφ, οὐδὲ ἐδίδαξέ τι περὶ τοῦ γένους αὐτοῦ, γινώσκων αὐτοὺς οὔπω δυναμένους ἀκοῦσαι τὸν θαυμαστὸν τόκον αὐτοῦ, καὶ πολλῷ μᾶλλον τὴν προαιώνιον αὐτοῦ γέννησιν. Οἰκονομικῶς οὖν παρέδραμε τὸν περὶ τούτου λόγον, ἵνα μὴ ἕτερον σκάνδαλον ἀναιρῶν ἕτερον ἐμβάλῃ. Ἀπεκρίθη αὐτόν. Ἔλευσιν πρὸς ἑαυτόν φησιν οὐ τὴν ἁπλῶς· ἐπεὶ καὶ αὐτοὶ καὶ ἄλλοι πολλοὶ ἤρχοντο πρὸς αὐτόν· ἀλλὰ τὴν ἐκ πίστεως. Ὁ δὲ λέγει τοιοῦτόν ἐστι·
Εἰκότως οὐ πιστεύετέ μοι, οὐ γὰρ εἰλκύσθητε παρὰ τοῦ Πατρός, ὡς ἀνάξιοι. Οὐδεὶς γὰρ δύναται ἐλθεῖν πρὸς ἐμέ, ἤτοι πιστεῦσαι εἰς ἐμέ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Εἴρηκε γὰρ καὶ ἀνωτέρω, ὅτι πᾶν, ὃ δίδωσί μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει· καὶ ἀνάγνωθι τοῦ τοιούτου ῥητοῦ τὴν ἐξήγησιν συμβαλλομένην εἰς τὸ προκείμενον.
col. 1251–1252page 74 of 199
PG 129:1251Καὶ ἡμέρᾳ. Τὸν ἐλθόντα δηλαδὴ πρὸς ἐμὲ, εἴτουν τὸν πιστεύσαντα εἰς ἐμέ. Πάλιν οὖν τὸ, Καὶ ἐγὼ ἀναστήσω αὐτόν. Παραδεικνύει γὰρ τὸ οἰκεῖον ἀξίωμα, καὶ τῇ συνεχείᾳ τῶν τοιούτων λόγων καθιχνείται τῆς ἀναισθησίας αὐτῶν. Ἔστι γεγραμμένον — Θεοῦ. Τοῦτο τέθεικε βεβαιῶν ὅτι ὁ Πατὴρ ἐλκύει τοὺς ἐρχομένους πρὸς αὐτόν. Πάντες δὲ οἱ ἐρχόμενοι δηλονότι πρὸς αὐτὸν, οἱ πιστεύοντες εἰς αὐτὸν ἢ οἱ βουλόμενοι· οὐδένα γὰρ μὴ βουλόμενον ἑλκύει. Πᾶς - με. Ὁ ἀκούων νοερῶς περὶ ἐμοῦ. Ἵνα γὰρ μὴ ὑπολάβωσι, παχεῖς ὄντες, ὅτι αἰσθητῶς ἀκούει τις παρὰ τοῦ Πατρὸς, ὁρῶν αὐτὸν ἀνθρωποπρεπῶς, φησίν· Οὐκ — ἑώρακεν. Ἵνα καὶ αἰσθητῶς ἀκούῃ παρ᾽ αὐτοῦ· Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε. Εἰ μὴ — Θεοῦ. Εἰ μὴ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ.
Τοῦτο γὰρ δηλοῖ νῦν τὸ Ὁ ὢν παρὰ τοῦ Θεοῦ. Καὶ διατί μὴ τρανότερον αὐτὸ τέθεικε; Διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, ἐσκανδαλίσθησαν, τί οὐκ ἂν ἐποίησαν, εἰ καὶ τοῦτο φανερῶς εἶπεν; Αὐτὸς ἑώρακε τὸν Πατέρα. Ὡς τῆς αὐτῆς οὐσίας καὶ φύσεως καὶ γνώσεως, καὶ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός. Καὶ μὴν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁρᾷ αὐτὸν ὡς καὶ αὐτὸ τῆς αὐτῆς οὐσίας καὶ φύσεως καὶ γνώσεως, καὶ ὂν ἐν τῷ Πατρί. Ἀλλ᾽ οὔπω καιρὸς ἦν διδάσκειν περὶ τοῦ ἁγίου Πνεύματος. Οἱ γὰρ μήπω περὶ τοῦ Υἱοῦ πιστεύσαντες οὐκ ἂν ἐπίστευσαν περὶ τοῦ ἁγίου Πνεύματος. Ἀμὴν — αἰώνιον. Καὶ ἀνωτέρω εἶπε τοῦτο, λέγων· Ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον.
Ἐγώ — ζωῆς. Ἔτι ἀνωτέρω εἶπε καὶ τοῦτο. Ἄρτος δέ ἐστι τῆς ζωῆς, ὡς τρέφων τῇ διδασκαλίᾳ τὰς ψυχάς, καὶ συγκρατῶν τὴν ζωὴν, καὶ ταύτην καὶ τὴν αἰώνιον. Κατὰ μικρὸν δὲ ἀνάγει τούτους, καὶ ὁμαλῶς ἀποκαλύπτει τὰ περὶ τῆς ἑαυτοῦ θεότητος. Οἱ πατέρες — ἀπέθανον. Ἐπεὶ προλαβόντες εἶπον αὐτῷ, ὅτι Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ· ποιεῖται νῦν σύγκρισιν ἐκείνου τε τοῦ μάννα καὶ τούτου τοῦ ἄρτου τοῦ ἐκ τοῦ οὐρανοῦ καταβάντος, ἤτοι τοῦ ἄρτου τῆς ζωῆς. Οὗτος — ἀποθάνῃ. Ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἕνεκεν τοῦ θρέψαι καὶ ἀθανατίσαι. Εἶτα σαφηνίζει τὸν λόγον, καὶ διδάσκει τίς ἐστιν ὁ ἄρτος ὃν λέγει. Ἐγώ — ὁ ζῶν. Ὁ ζῶν ἀεὶ καὶ ζωὴν παρέχων. Ὁ — καταβάς. Τῇ θεότητι. Καὶ ἀνωτέρω δὲ
col. 1253–1254page 75 of 199
PG 129:1253ταῦτα περὶ ἑαυτοῦ διαφόρως εἶπε, τῇ συνεχείᾳ διερεθίζων αὐτοὺς εἰς τὸ ἐρωτῆσαι πῶς ἄρτος ἐστὶ ζωηρός, καὶ πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν· ἀλλ' ἐκεῖνοι πρὸς μόνην ὁρῶντες τὴν θεραπείαν τῆς γαστρός, πάντα τἄλλα περιττὰ ἐνόμιζον, ὡς προειρήκαμεν. Ἐάν — αἰῶνα. Ἐάν τις μετάσχῃ τῆς διδασκαλίας αὐτοῦ. Ἐσθίει γὰρ ἐξ αὐτοῦ ὁ μεταλαμβάνων ταύτης· βρῶσις γὰρ καὶ αὕτη, τρέφουσα τὴν ψυχήν. Ζήσεται δὲ εἰς τὸν αἰῶνα, εἴτουν ἀεί, ὡς μηδέποτε ἀποθνήσκων τὸν ψυχικὸν θάνατον. Ψυχικὸς δὲ θάνατος ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμός· ὥσπερ καὶ σωματικὸς θάνατος ὁ ἀπὸ τῆς ψυχῆς χωρισμός. Ζωοῖ γὰρ τὸ σῶμα μὲν ἡ ψυχή· τὴν ψυχὴν δὲ ὁ Θεός. Καὶ μὴν πολλοὶ μετέλαβον τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ ἀπώλοντο·
ἀλλὰ κακῶς ἐχρήσαντο τῇ μεταλήψει· νῦν δὲ περὶ τῶν καλῶς αὐτῇ χρωμένων ὁ λόγος, οὐ περὶ τῶν διαφθειράντων αὐτὴν ἐπιμιξίᾳ δογμάτων πονηρῶν ἢ φαυλότητι πολιτείας. Ἔδειξεν οὖν ὅτι κρείττονα ἄρτον τούτοις δίδωσι παρὰ τὸ μάννα ὃ ἔφαγον οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ. Ἐκεῖνο μὲν γὰρ οἱ φαγόντες ἀπέθανον, ἐκ τούτου δὲ οἱ τρώγοντες ζήσονται εἰς τὸν αἰῶνα. Καὶ — ἐστί. Κατὰ δύο τρόπους ἄρτος ἐστὶν ὁ Χριστός, κατά τε τὴν θεότητα καὶ κατὰ τὴν ἀνθρωπότητα. Διδάξας οὖν περὶ τοῦ κατὰ τὴν θεότητα, νῦν διδάσκει καὶ περὶ τοῦ κατὰ τὴν ἀνθρωπότητα. Οὐκ εἶπε δέ, ὅτι Ὃν δίδωμι, ἀλλ᾽, ὅτι Ὃν δώσω.
Ἔμελλε γὰρ αὐτὸν δώσειν ἐν τῷ τελευταίῳ δείπνῳ, ὅτε λαβὼν τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Ζήτησον οὖν τὸ ἑξηκοστὸν τέταρτον κεφάλαιον τοῦ κατὰ Ματθαῖον, καὶ ἔνθα κεῖται τὸ Εἰς ἄφεσιν ἁμαρτιῶν, ἀνάγνωθι τὴν ἐξήγησιν ὅλην, καὶ εὑρήσεις πῶς ἐστι τὸ σῶμα αὐτοῦ ἄρτος. Ἦν — ζωῆς. Δώσω, εἰς θάνατον. Ἐνταῦθα γὰρ τὴν σταύρωσιν αὐτοῦ προσημαίνει. Τὸ δέ, Ἣν ἐγὼ δώσω, τὸ ἑκούσιον ἐμφαίνει τοῦ τοιούτου πάθους. Ἐμάχοντο — φαγεῖν; Ἐταράττοντο μὴ δυνάμενοι πιστεύειν τῷ λόγῳ διὰ τὸ δοκεῖν ἀδύνατον. Πάντα γὰρ κατὰ φύσιν ἐξετάζοντες, οὐδὲν ὑπερφυὲς παρεδέχοντο. Εἶπεν — ἑαυτοῖς. Ἐκεῖνοι μὲν ἀδύνατον τοῦτο ὑπελάμβανον·
αὐτὸς δὲ δείκνυσιν αὐτὸ καὶ σφόδρα δυνατόν· καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἀναγκαῖον, ὅπερ καὶ ἐπὶ τοῦ Νικοδήμου πεποίηκε. Προστίθησι
col. 1255–1256page 76 of 199
PG 129:1255δὲ Καὶ περὶ τοῦ αἵματος, σημαίνων περὶ τοῦ ἄρτου καὶ τοῦ ποτηρίου ἃ ἔμελλεν, ὡς εἴρηται, δοῦναι τοῖς μαθηταῖς ἐν τῷ τελευταίῳ δείπνῳ. Ζωὴν δὲ πάλιν λέγει τὴν αἰώνιον, ἤτοι τὴν μακαρίαν. Ὁ - αἰώνιον. Συνεχῶς στρέφει τὸν περὶ τῶν μυστηρίων λόγον, δεικνὺς τὸ ἀναγκαῖον τοῦ πράγματος, ὅτι πάντως γενέσθαι τοῦτο χρή. Καὶ - ἡμέρα. Πυκνῶς ἐλίττει καὶ τὸν περὶ τῆς ζωῆς καὶ τῆς ἀναστάσεως λόγον, βουλόμενος αὐτὸν ἐντυπῶσαι τῇ διανοίᾳ τῶν ἀκουόντων. Ἃ δὲ διαφόρως προεστειλάμεθα, ταῦτα νῦν συλλήδην ἀνακεφαλαιωτέον· ὅτι, ἐπεὶ πάντες ἄνθρωποι ἀναστήσονται, καὶ πάντες ζήσονται αἰωνίως, προσήκει νοεῖν ἀνάστασιν, ἐπὶ τῶν δικαίων μὲν τὴν ἐπὶ ἀπολαύσει, ἐπὶ τῶν ἁμαρτωλῶν δὲ τὴν ἐπὶ κολάσει·
καὶ ζωὴν μὲν αἰώνιον ἐπὶ τῶν δικαίων τὴν ἐν ἀπολαύσει, ἐπὶ δὲ τῶν ἁμαρτωλῶν τὴν ἐν κολάσει. Ἡ γὰρ σὰρξ - πόσις. Ἀληθής ἐστι βρῶσις, ἤτοι κυριωτάτη, ὡς τὸ κυριώτατον μέρος τοῦ ἀνθρώπου τρέφουσα τὴν ψυχήν· καὶ τὸ αἷμα δὲ ὁμοίως. Ἢ ταῦτα εἶπε βεβαιῶν ὅτι οὐκ αἴνιγμα λέγει οὐδὲ παραβολήν. Ὁ - αὐτῷ. Ἐν ἐμοὶ μένει, ἐνοῦταί μοι διὰ τῆς μεταλήψεως καὶ κοινωνίας τῆς ἐμῆς σαρκὸς καὶ τοῦ ἐμοῦ αἵματος, καὶ σύσσωμός μοι γίνεται καὶ μέτοχος τῆς ἐν ἐμοὶ ζωῆς· εἰ δ' ἐκεῖνος ἐν ἐμοὶ, πάντως κἀγὼ ἐν αὐτῷ. Καθὼς - Πατέρα. Καθὼς ζῶν ἀπέστειλέ με ὁ ζῶν Πατήρ, οὕτω κἀγὼ ζῶ ἀπαραλλάκτως διὰ τὸ γεννηθῆναι ἐκ ζῶντος Πατρός. [Γνῶσιν ἡμῖν εἰσάγει τοῦ ἔχειν ἀρχήν, καὶ μὴ εἶναι ἄναρχος ὥσπερ ὁ Πατήρ. Ἢ καὶ ἑτέρως.
Διὰ τὸ ζῆν τὸν Πατέρα· εἰ μὴ γὰρ ἐκεῖνος ἔζη, οὐδὲ ἐγὼ ἔζων· ἐπεὶ δὲ ἐκεῖνος ζῇ, ζῶ κἀγώ. Καὶ εἰ μὴ ἐκεῖνος εἶχεν ὅσα ἔχει, οὐδὲ ἐγὼ εἶχον ὅσα ἔχω. Ἴσα γὰρ ἡμῖν πάντα, χωρὶς τῶν προσωπικῶν ἰδιοτήτων.] Καὶ - ἐμέ. Ὥσπερ ἐγὼ ζῶ διὰ τὸ γεννηθῆναι ἐκ ζῶντος Πατρὸς, οὕτω καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται, διὰ τὸ τρώγειν ἐμὲ τὴν ζωὴν καὶ μεταλαμβάνειν τῆς ζωῆς. Οὗτος - καταβάς. Οὗτος, ὁ ζωὴν αἰώνιον χορηγῶν. Οὐ - ἀπέθανον. Οὐκ ἀποθανοῦνται οἱ τρώγοντες αὐτὸν δηλονότι. Καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον. Καὶ μήν, ὥσπερ οἱ τὸ μάννα ἐκεῖνο φαγόντες ἀπέθανον τῇ σαρκὶ, οὕτω καὶ οἱ τὸν ἄρτον τοῦτον τρώγοντες ἀποθνήσκουσι τῇ σαρκί·
ἀλλ' οὗτοι μόνοι ἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἀποθνήσκοντες, οὐ δοκοῦσιν ἀποθανεῖν, ἀλλ' ὑπνοῦν.
col. 1257–1258page 77 of 199
PG 129:1257Ὁ — αἰῶνα. Ἱκανῶς ἐνδιέτριψε τῷ περὶ τοῦ ἄρτου καὶ περὶ τῆς ζωῆς λόγῳ, γινώσκων τὸν μὲν ἀναγκαῖον, τὴν δὲ γλυκεῖαν τοῖς ἀνθρώποις· τὸν μὲν σωματικὸν ἄρτον τοῖς σωματικοῖς, τὸν δὲ πνευματικὸν τοῖς πνευματικοῖς· καὶ τὴν μὲν σωματικὴν ζωήν τοῖς σωματικοῖς, τὴν δὲ πνευματικὴν τοῖς πνευματικοῖς. Ταῦτα — ἀκούειν; Σκληρός ἐστιν, ἤτοι δυσπαράδεκτος οὗτος ὁ λόγος ὁ τοῦ τρώγειν αὐτόν. Τίς δύναται αὐτὸν παραδέχεσθαι; Οἱ τοῦτο δὲ εἰπόντες μαθηταὶ μὲν αὐτοῦ ἦσαν, οὐκ ἐκ τῶν δώδεκα δὲ, ἀλλ᾽ ἐκ τῶν ἑβδομήκοντα. Τινὲς δέ φασιν ὅτι ἐκ τῶν ἄλλως μαθητευομένων αὐτῷ. Πολλοὶ γὰρ καὶ ἕτεροι ἠκολούθουν αὐτῷ πολλάκις. Μέλλοντες οὖν ἀποπηδᾶν ὑπεραπολογοῦνται δῆθεν ἑαυτῶν.
Ἔδει δὲ αὐτοὺς ἀναμεῖναι τὸν προσήκοντα καιρὸν, καὶ πυθέσθαι περὶ τοῦ δοκοῦντος δυσχεροῦς καὶ μὴ ἀπαγορεύειν· οὕτω γὰρ οἱ δώδεκα μαθηταὶ πεποιήκασι. Μαθητοῦ γὰρ εὐγνώμονος ἀπεριέργως πάντα δέχεσθαι τὰ τοῦ διδασκάλου, καὶ καιροῦ καλοῦντος, εὐλαβῶς ἐρωτᾶν περὶ τῶν ὑπερβαινόντων τὴν αὐτοῦ διάνοιαν. Εἰδώς — σκανδαλίζει; Καὶ γὰρ καὶ τοῦτο τῆς αὐτοῦ θεότητος ἀπόδειξις, τὸ τὰ ἀπόῤῥητα αὐτοῖς φέρειν εἰς μέσον. Καθ᾽ ἑαυτοὺς γὰρ ἀποῤῥήτως ἐγόγγυζον. Ἐὰν — πρότερον; Λείπει τὸ, Τί ἐρεῖτε; Ἔλεγε δὲ περὶ τῆς ἐς ὕστερον εἰς οὐρανὸν ἀναλήψεως αὐτοῦ. Ἀναβαίνοντα, τῇ ἀνθρωπότητι· Ὅπου ἦν τὸ πρότερον, τῇ θεότητι.
Ὁ γὰρ δυνάμενος τὴν σάρκα ταύτην οὐράνιον ποιῆσαι, δύναται πάντως αὐτὴν καὶ τροφὴν ἀνθρώπων ἀπεργάσασθαι. Τὸ πνεῦμα — οὐδέν. Πνεῦμα λέγει νῦν τὸ πνευματικῶς νοεῖν τὰ ῥηθέντα. Ὁμοίως δὲ καὶ σάρκα τὸ σαρκικῶς νοεῖν αὐτά· οὐ γὰρ περὶ τῆς ζωοποιοῦ σαρκὸς αὐτοῦ νῦν ὁ λόγος. Φησὶ τοίνυν ὅτι τὸ μὲν πνευματικῶς νοεῖν ταῦτα ζωὴν παρέχει τὴν ἀνωτέρω λεχθεῖσαν· τὸ δὲ σαρκικῶς νοεῖν αὐτὰ οὐδὲν ὠφελεῖ. Τὰ ῥήματα — ἐστι. Πνευματικά ἐστι καὶ ζωηρά ἐστι· διὸ χρὴ μὴ ἁπλῶς εἰς αὐτὰ βλέπειν· τοῦτο γὰρ ἐστι τὸ σαρκικῶς νοεῖν· ἀλλ᾽ ὑψηλότερόν τι φαντάζεσθαι, καὶ τοῖς ἔνδον ὀφθαλμοῖς αὐτὰ κατοπτεύειν ὡς μυστήρια· τοῦτο γάρ ἐστι τὸ πνευματικῶς νοεῖν. Ἀλλ᾽ — αὐτόν.
Οὐ μόνον τὴν πρόγνωσιν, ἀλλὰ καὶ τὸ ἀνεξίκακον αὐτοῦ δείκνυσιν, ὅτι οὐκ ἀπὸ τοῦ γογγύσαι, ἀλλ᾽ ἐξ ἀρχῆς καὶ ἄνωθεν ἐγίνωσκε, καὶ τοὺς πιστεύοντας καὶ τοὺς μὴ πιστεύοντας, καὶ ὅμως κοινῶς πάντας ἐδίδασκε. Καὶ — μου. Διὰ τοῦτο, ποῖον; Διὰ τὸ εἶναί τινας εἰ οὐ πιστεύουσι. Συνεχῶς δὲ Πατέρα ἑαυτοῦ τὸν Θεὸν ὀνομάζει, διδάσκων ὅτι οὐκ ἔστιν υἱὸς τοῦ Ἰωσήφ, ὡς ἐκεῖνοι φοντο.
col. 1259–1260page 78 of 199
PG 129:1259Ἐκ περιεπάτουν. Ἐκ τούτου, ἀντὶ τοῦ ἔκτοτε· ἀπῆλθον δὲ εἰς τὰ ὀπίσω, εἴτουν ἀπεσχίσθησαν οἱ ἀνωτέρω γογγύσαντες. Ὀπίσω δὲ νόει μοι καὶ τὸν πρότερον βίον αὐτῶν, εἰς ὃν πάλιν ὑπέστρεψαν. Εἶπεν ὑπάγειν; Οὐκ εἶπεν· Ἀπέλθετε καὶ ὑμεῖς· τοῦτο γὰρ ἀπωθουμένου ἦν· ἀλλ᾽ ὁμαλῶς ἠρώτησε, δεικνύς ὅτι οὐ δεῖται τῆς διακονίας αὐτῶν, οὐδὲ περιάγει τούτους, ἐπιδεικνύμενος, καὶ ὅτι οὐδένα μὴ βουλόμενον βούλεται κατέχειν. Οὔτε δὲ ἐδεινοπάθησεν, οὔτε κατηγόρησε τῶν ἀπελθόντων εἰς τὰ ὀπίσω, ὅπερ ποιεῖν εἰώθαμεν ἡμεῖς, καταφρόνησιν καὶ ὕβριν τὸ πράγμα κρίνοντες· διότι μετὰ φιλοδοξίας ἅπαντα πράττομεν. Ἀπεκρίθη — ἀπελευσόμεθα; Ὁ Πέτρος ὁ φιλάδελφος ὑπεραπολογεῖται πάντων τῶν ἀδελφῶν· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα;
Τὸ πρὸς αὐτὸν φιλόστοργον ἐμφαίνων ὅτι οὐκ ἔχουσι ἕτερον τιμιώτερον αὐτοῦ, οὐ γονεῖς, οὐ συγγενεῖς, οὐ φίλους, οὐχ ἁπλῶς εἶναί τινα τῶν ἁπάντων. Εἶτα ἵνα μὴ δοκῇ τοῦτο εἰπεῖν, ὡς οὐκ ὄντος τοῦ ὑποδεξομένου αὐτοὺς, ἐπήγαγε· Ῥήματα — ἔχεις. Ῥήματα ζωὴν αἰώνιον προξενοῦντα. Ὁρᾷς ὅτι οὐ τὰ ῥήματα ἦν τὰ σκανδαλίζοντα, ἀλλ᾽ ἡ ἀπροσεξία τῶν ἀκουόντων, καὶ τὸ σαρκικῶς νοεῖν αὐτὰ, καὶ μὴ πνευματικῶς. Ἀκόλουθον μὲν γὰρ καὶ ἀναγκαῖον ἦν ἐκεῖνα ῥηθῆναι διὰ τὸν περὶ τοῦ μάννα λόγον τῶν Ἰουδαίων· ἔδει δὲ τοὺς ἀκούοντας ἢ πνευματικῶς ἀκούειν αὐτὰ, ἢ μὴ τοῦτο δυναμένους, δέχεσθαι μὲν ταῦτα, ὕστερον δὲ φιλομαθῶς ἐρωτῆσαι περὶ τούτων. Καὶ — ζώντες.
Καὶ ἐν τῷ τριακοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὸ αὐτὸ εἶπε· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ἀλλὰ τότε μὲν ἐμακάρισεν αὐτὸν ὁ Χριστὸς διὰ τὴν ἐκεῖ ῥηθεῖσαν αἰτίαν· νῦν δὲ, ἐπειδὴ κοινῶς εἶπεν ὅτι Πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, διαστέλλει τὸν Ἰσχαριώτην ἀπ᾽ αὐτῶν ἤδη σαλευόμενον. Ἀπεκρίθη — ἐξελεξάμην; Τοῦτο κατ᾽ ἐρώτησιν ἀναγνωστέον. Καὶ — δώδεκα. Οὐκ ἐγώ, φησὶν, ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ὅμως ἐξ ὑμῶν εἷς, οὐδὲν τῆς παρ᾽ ἐμοῦ ἐκλογῆς ἀπονάμενος, ὡς αὐτεξούσιος πρὸς ἀρετὴν καὶ κακίαν, διάβολός ἐστιν, ἤγουν διαβολικός, τοῦ διαβόλου ὑπουργός. Δῆλον οὖν ὅτι ἐν τῇ προαιρέσει τοῦ ἀνθρώπου κεῖται τὸ σώζεσθαι ἢ ἀπόλλυσθαι. Τινὲς δὲ διάβολον νῦν τὸν ἐπίβουλον ἐνόησαν.
Οὐδὲν οὖν καινὸν ἐν τῷ ἐκλέγεσθαι μὲν ἀγαθὴν προαίρεσιν ἔχειν τὸν Ἰούδαν, ὕστερον δὲ μεταβληθῆναι τοῦτον ὡς αὐτεξούσιον. Καὶ — ἀποκτεῖναι. Οὐ γὰρ εἶχεν ἐξουσίαν, ἤγουν οὐκ εἶχεν ἄδειαν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν· ὡς περὶ ἀνθρώπου γὰρ τοῦτο εἶπεν ὁ εὐαγγελιστής·
col. 1261–1262page 79 of 199
PG 129:1261γὰρ ἄνθρωπος ὑπεστέλλετο νῦν, οὐ φεύγων τὸν θάνατον, ἀλλὰ φειδόμενος τῶν φονέων, καὶ ὅτι οὕτω καιρὸς ἦν τοῦ πάθους αὐτοῦ. Ἔδει γὰρ αὐτὸν ποτὲ μὲν ὡς Θεὸν μένειν ἀχείρωτον, ποτὲ δὲ ὡς ἄνθρωπον ὑποχωρεῖν οἰκονομικῶς. Ἦν — Σκηνοπηγία. Αὕτη ἑορτάζετο εἰς μνήμην τῆς ἡμέρας, καθ᾿ ἣν ὁ Μωϋσῆς ἔπηξε πρῶτον τὴν κατασκευασθεῖσαν ὑπὸ τοῦ Βεσελεὴλ θείαν σκηνήν. Εἶπον — αὐτοῦ. Οἱ τοῦ Ἰωσὴφ υἱοὶ, τοῦ θέσει πατρὸς αὐτοῦ. Μετάβηθι — ποιεῖς. Προσποιοῦνται μὲν ἐπ᾿ ἀγαθῷ συμβουλεύειν, ὡς συγγενεῖς δῆθεν καὶ οἰκειότατοι· σκοπὸς δὲ αὐτοῖς πονηρός, ἐκ φθόνου τεχθείς.
Πειρώμενοι γὰρ μεταγαγεῖν τοῦτον εἰς τὴν Ἰουδαίαν ἵνα ἀναιρεθῇ παρὰ τῶν ζητούντων ἀποκτεῖναι αὐτόν, προβάλλονται τὸ δεῖν καὶ τοὺς ἐκεῖσε ὄντας μαθητὰς αὐτοῦ, ἤτοι τοὺς ὄχλους, τοὺς ἐν Ἰουδαίᾳ παρεπομένους αὐτῷ, θεωρεῖν τὰ σημεῖα ἃ ποιεῖ. Οὐδεὶς — εἶναι. Κατὰ μὲν τὸ προχείρως νοούμενον δοκοῦσι παρακινεῖν αὐτὸν ἵνα μεταβῇ· κατὰ δὲ τὸ βαθύτερον ἀποσκώπτουσιν, ὡς δειλὸν ἅμα καὶ φιλόδοξον. Τὸ μὲν γὰρ ἐν κρυπτῷ τι ποιεῖν δειλοῦ, τὸ δὲ ζητεῖν ἐν παρρησίᾳ εἶναι, ἤτοι φανερόν, ἀπόβλεπτον, φιλοδόξου. Εἰ — κόσμῳ. Εἰ ταῦτα τὰ σημεῖα ποιεῖς, καὶ οὐ φαντάζεις, φανέρωσον σεαυτὸν πᾶσιν Ἰουδαίοις. Ὑπώπτευον γὰρ καὶ τὰ σημεῖα ὡς φαντασίαν.
Δῆλον οὖν ἐντεῦθεν ὅτι σημεῖα ἐποίησε κἀκεῖ, ἃ πάντα παρέδραμεν ὁ Ἰωάννης, ὥσπερ καὶ ἄλλα πολλά, σπεύδων μᾶλλον ἐπὶ τὰ φέροντα ξένην τινὰ διήγησιν, καὶ ὧν οἱ ἄλλοι οὐκ ἐπεμνήσθησαν. Εἶτα λέγει καὶ τὸ αἴτιον τῆς τοιαύτης ὑποψίας. Οὐδὲ — αὐτόν. Οὐδ᾿ αὐτοὶ ἐπίστευον εἰς αὐτόν, ὡς εἰς Θεόν. Ἀλλ᾿ ὅμως οἱ νῦν τοιοῦτοι μεγάλοι γεγόνασιν ὕστερον, καὶ πολλὰ παρὰ πολλῶν ὑπὲρ αὐτοῦ πεπόνθασιν, Ἰάκωβος καὶ Ἰούδας. Τί οὖν ὁ τὰς καρδίας αὐτῶν εἰδώς; Οὐκ ἤλεγξεν αὐτοὺς πονηροὺς καὶ ἐπιβούλους, ἀλλὰ μακροθύμως ἀποκρίνεται πρὸς τὸν σκοπὸν αὐτῶν. Λέγει — πάρεστιν. Ὁ καιρὸς ὁ ἐμός, ὁ τοῦ ἀπελθεῖν με εἰς τὴν Ἰουδαίαν ἀναιρεθησόμενον, ὡς σπουδάζετε, οὔπω πάρεστι· τί με κατεπείγετε πρὸ τοῦ τοιούτου καιροῦ;
Ὁ δὲ καιρὸς — ἕτοιμος. Ὁ καιρὸς ὁ ὑμέτερος ὁ τοῦ ἀπελθεῖν ὑμᾶς εἰς τὴν Ἰουδαίαν πάντοτε ἐστιν εὐχερής. Ἐμοὶ μὲν γὰρ ἐμποδίζει τὸ μήπω παρεῖναι αὐτόν· ὑμῖν δὲ οὐδέν, συμφρονοῦσιν ἤδη τοῖς Ἰουδαίοις.
col. 1263–1264page 80 of 199
PG 129:1263Οὐ — ὑμᾶς. Ὡς φίλους αὐτοῦ καὶ ὁμόφρονας. Διὰ ὑμεῖς ὑπάγετε εἰς αὐτόν. Κόσμον γὰρ λέγει τοὺς κοσμικὰ φρονοῦντας Ἰουδαίους. Ἐμέ — ἐστιν. Ἐμοὶ δὲ ἐχθραίνει, διότι ἐγὼ ἀποδεικνύω ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστι. Διὰ ἐγὼ οὐχ ὑπάγω εἰς αὐτὸν ἄρτι, ἀναιρεθησόμενος, ἀλλ' ὅτε ὁ καιρὸς ἐπιστῇ. Ἔδειξεν οὖν ὅτι διὰ τὸ ἐλέγχειν τοὺς Ἰουδαίους μᾶλλον ἐμισεῖτο, εἰ καὶ ἐκεῖνοι ἔλεγον μισεῖν αὐτὸν ὡς παράνομον καὶ ἀντίθεον, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Σὺ δέ μοι σκόπει πῶς πράως ἤνεγκε τὴν ἐπίβουλον συμβουλὴν τῶν ἀδελφῶν. Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλ' εὐθέως ἀγανακτοῦμεν καὶ σχετλιάζομεν καὶ πάσι τρόποις ἀμυνόμεθα τοὺς τοιούτους·
πῶς οὖν ἐσόμεθα μαθηταὶ αὐτοῦ; Ὑμεῖς — ταύτην. Τὴν προειρημένην, τὴν τῶν Σκηνοπηγίων. Ὑμεῖς οἱ φίλοι τῶν Ἰουδαίων οἱ μηδένα κίνδυνον ὑποπτεύοντες. Ἐγώ — ταύτην. Οὐκ εἶπεν, Οὐκ ἀναβαίνω, ἀλλ' Οὔπω ἀναβαίνω, τουτέστιν Οὐ νῦν ἀναβαίνω διὰ τὸ ζέειν καὶ ἀκμάζειν νῦν τὸν θυμὸν τῶν Ἰουδαίων. Θρασύτητος γὰρ ἀλογίστου τὸ ἐπιρρίπτειν ἑαυτὸν εἰς πρόδηλον κίνδυνον. Ὅτι πεπλήρωται. Ὁ καιρὸς τῆς ἐμῆς ἐν τῇ γῇ ζωῆς. Εἰ γὰρ καὶ κατὰ τὸ μέλλον Πάσχα σταυροῦσθαι ἔμελλεν, ἀλλ' ἔδει αὐτὸν ἔτι καὶ θαυματουργῆσαι καὶ διδάξαι, καὶ πολλοὺς εἰς πίστιν ἐπισπάσασθαι. Οὐ δειλίας τοίνυν ὁ λόγος, ἀλλ' οἰκονομίας· εἰ γὰρ ἀπῆλθε τότε εἰς τὴν Ἰουδαίαν, πάντως ἂν ἐπεχείρησαν ἀνελεῖν αὐτόν·
καὶ εἰ μὲν χειρωθεὶς ὡς ἄνθρωπος ἀνῃρέθη, ἐνεποδίσθησαν ἂν ἃ λέγειν καὶ ποιεῖν ἔμελλεν· εἰ δὲ μὴ χειρωθείς, ὡς Θεὸς διέδρα, ἠπιστήθη ἂν ἡ ἐνανθρώπησις αὐτοῦ. Λοιπὸν οὖν οἰκονομεῖ τὸν καιρόν. Ταῦτα — ἑορτήν. Σὺν αὐτοῖς μὲν οὐκ ἀνέβη διά τε τὴν ῥηθεῖσαν αἰτίαν καὶ ἵνα μὴ φανερώσωσιν αὐτὸν τοῖς Ἰουδαίοις· ὕστερον δὲ ἀνῆλθεν, ἀρξαμένου λοιπὸν τοῦ θυμοῦ αὐτῶν καταστέλλεσθαι, καὶ ἵνα γνῶσιν οἱ δειλίαν αὐτοῦ καταγινώσκοντες ὅτι οὐκ ἔστι δειλός, ἀλλ' οἰκονομικός. Οὐ — κρυπτῷ. Ὡς κρυφίως· ἔτι γὰρ ὑπεστέλλετο περιμένων χαυνωθῆναι τέλεον τὸν θυμόν, καὶ ἵνα μήπω γνωσθῇ μηδὲ τοῖς ἀδελφοῖς αὐτοῦ. Οἱ οὖν Ἰουδαῖοι — ἑορτῇ. Καλά γε αὐτῶν τὰ ἐν ταῖς ἑορταῖς κατορθώματα, ἀφορμὴν φόνου ποιουμένοις αὐτάς.
Προμελετήσαντες γὰρ ἐν τῇ ἑορτῇ τοῦτον ἀνελεῖν, ὡς τηνικαῦτα διὰ τὴν πανήγυ
col. 1265–1266page 81 of 199
PG 129:1265ριν καὶ αὐτὸν συμπαρεσόμενον, ἡστόχησαν, μὴ εὑρισκομένου. Καὶ — ἐκεῖνος· Οὐδ᾽ ὀνομαστὶ τοῦτον βούλονται καλεῖν διὰ τὸ μίσος· ὅμως ὁ λόγος ἐμφαίνει χαύνωσίν τινα τοῦ θυμοῦ. Καὶ — ὄχλοις. Τάραχος, ἀντιλογία. Οἱ — ἐστιν. Οἱ ἀδιάφθοροι τὸν νοῦν. Ἄλλοι — κόσμον. Οἱ διεφθαρμένοι. Κόσμου δὲ λέγουσι τὸ πλῆθος. Οὐδεὶς Ἰουδαίων. Οὐδεὶς τῶν λεγόντων ὅτι Ἀγαθός ἐστι, παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ, ἤγουν εἰς ἐπήκοον τῶν ἀρχόντων, διὰ τὸν φόβον αὐτῶν. Ἤδη δὲ — ἱερόν. Ἀνέβη μὲν ὅτι ἔγνω σβεσθέντα τὸν θυμὸν αὐτῶν· ἐδίδασκε δὲ δεικνύων τὸ ἀπτόητον ἑαυτοῦ. Μεσούσης δὲ τῆς ἑορτῆς τῶν Σκηνοπηγίων, ἤγουν τῇ τετάρτῃ ἡμέρᾳ· ἑπτὰ γὰρ ἡμέρας ἑώρταζον αὐτήν. Καὶ — μὴ μεμαθηκώς;
Ἐθαύμαζον οὐχ ὃ ἐδίδασκεν, ἀλλὰ πῶς γράμματα οἶδε μὴ μεμαθηκώς. Κατενόουν γὰρ ὃ ἐδίδασκε, πάσης μεστὰ σοφίας, καὶ οὐκ ἄνευ εἰδήσεως γραμμάτων τοιαῦτα δύνασθαι διδάσκειν ὑπελάμβανον. Ἔδει δὲ αὐτοὺς κἀντεῦθεν συνιδεῖν ὅτι Θεός ἐστιν αὐτοσοφία, αὐτὸς ἐξευρὼν πᾶσαν ὁδὸν ἐπιστήμης. Ἀπεκρίθη — με. Τὸ μὲν Ἐμὴ ἀληθές, τὸ δὲ Οὐκ ἐμὴ οἰκονομικόν· εἰς τιμὴν δὲ τοῦ Πατρὸς καὶ Θεοῦ, καὶ εἰς ἀπόδειξιν μετριοφροσύνης, καὶ εἰς τὸ γενέσθαι αὐτὴν εὐπαραδεκτοτέραν. Οὐκ ἐπειδὴ δὲ οἰκονομικόν, διὰ τοῦτο καὶ ψευδές· τὰ γὰρ τοῦ Υἱοῦ πάντως καὶ τοῦ Πατρός, ὥσπερ καὶ τὰ τοῦ Πατρὸς πάντως καὶ τοῦ Υἱοῦ· κοινὰ γὰρ ἀμφοῖν, ὡς ἴσοις. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον βαθύτερον. Ἡ φαινομένη ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἰδίως·
οὐδὲ γὰρ ἔχω ἰδίαν· ἀλλὰ τοῦ Πατρός ἐστιν, ὡς ἐμοῦ τὰ αὐτὰ ἐκείνῳ διδάσκοντος διὰ τὸ ταὐτὸν τῆς φύσεως καὶ θελήσεως, καὶ διὰ τὸ εἶναί με λόγον αὐτοῦ· εἰ γὰρ καὶ ἄλλη ὑπόστασις ἐγώ, ἀλλ᾽ οὕτω λέγω καὶ πράττω ὡς νομίζεσθαι ἡμᾶς ἕν. Ἐάν — λαλῶ. Θέλημα τοῦ Θεοῦ λέγει νῦν τὸ ἐργάζεσθαι τὴν ἀρετὴν καὶ προσέχειν ταῖς περὶ αὐτοῦ προφητείαις. Ἡ ἀρετὴ μὲν γὰρ καθαίρει τὸν νοῦν· αἱ προφητεῖαι δὲ διδάσκουσιν αὐτὸν τηλαυγῶς. Ἀφ᾽ ἑαυτοῦ δὲ λαλεῖ ὁ τὰ τοῦ ἰδίου θελήματος λαλῶν. Εἶτα ἐπάγει καὶ συλλογισμὸν ἀναντίῤῥητον.
col. 1267–1268page 82 of 199
PG 129:1267Ὁ ἐστιν. Δόξαν ἐνταῦθα τὴν τιμήν φησι. Πανταχοῦ γὰρ τὸν Πατέρα καὶ Θεὸν προετίθει, καὶ αὐτῷ πάντα ἀνετίθει, καὶ τὰ ἑαυτοῦ κατορθώματα. Μὴ ζητῶν οὖν δόξαν ἰδίαν, τίνος ἕνεκεν ἔμελλεν ἕτερα διδάσκειν; Μὴ διδάσκων δὲ ἕτερα, ἀλλὰ τὰ τοῦ πέμψαντος αὐτὸν, ἀληθῆς ἐστι πάντως. Καὶ πῶς πάντας εἶπε πρὸς τὴν εἰς ἑαυτὸν πίστιν, καὶ ἔλεγεν, Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν; δοκεῖ γὰρ ἐντεῦθεν δόξαν ἰδίαν ζητεῖν. Ἀλλ' οὐχ ὡς δόξης ἰδίας ἐρῶν ταῦτα ἐποίει καὶ ἔλεγεν, ἀλλ' ὡς θέλων τὴν σωτηρίαν τῶν ἀνθρώπων· αὕτη γὰρ διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ οὐχ ἑτέρως, ἔμελλε γίνεσθαι. Εἴρηκε γὰρ ὁ Πατήρ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα·
αὐτοῦ ἀκούετε, καὶ ἄλλα πολλὰ τοιαῦτα διὰ τῶν προφητῶν. Καὶ — ἔστιν. Οὐκ ἄδικος γὰρ ὁ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν. Τινὲς δὲ ἀδικίαν ἐπὶ τοῦ παρόντος τὸ ψεῦδος ἐνόησαν. Τοῦ μὲν οὖν ταπεινὰ φθέγγεσθαι τὸν Χριστὸν πολλὰ τὰ αἴτια, τὸ μὴ νομισθῆναι ἀγέννητον, τὸ μὴ δόξαι ἀντίθεον, τὸ ἀσθενὲς τῶν ἀκουόντων, τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριοφρονεῖν καὶ μηδὲν μέγα λέγειν περὶ ἑαυτῶν, τὸ ὡς ἄνθρωπον λέγειν, καὶ ἄλλα τοιαῦτα· τοῦ δὲ ὑψηλὰ φθέγγεσθαι μία αἰτία, τὸ ὕψος τῆς θεότητος. Ἐπεὶ δὲ οἱ Ἰουδαῖοι οὗτοι δύο ἐγκλήματα ἐπῆγον αὐτῷ, παρανομίαν καὶ ἀντιθεΐαν, ὅτι τε ἔλυε τὸ Σάββατον καὶ ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, καθὼς ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ προείρηται·
περὶ μὲν τοῦ ἑνὸς ἐκεῖ τούτοις ἀπελογήσατο, δείξας ὅτι οὐκ ἔστιν ἀντίθεος· περὶ δὲ τοῦ ἑτέρου νῦν ἀπολογεῖται καὶ δείκνυσιν ὅτι αὐτοὶ μᾶλλον εἰσι παράνομοι. Οὐ — νόμον; Καθολικῶς λέγει νόμον τὰς νομικὰς ἐντολὰς ἃς δέδωκε Μωϋσῆς ἐκ τοῦ Θεοῦ κομίσας αὐτὰς καὶ γράψας ταύτας αὐτοῖς. Ἐρωτᾷ οὖν· Οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν νόμον, ὁ παρ' ὑμῖν τιμώμενος καὶ ἐκδικούμενος, ᾧ λελάληκεν ὁ Θεός; Καὶ — νόμον. Ποιεῖ, ἤγουν Τηρεῖ. Εἶτα προστίθησι καὶ πῶς οὐ τηροῦσι τὸν νόμον. Τί — ἀποκτεῖναι; Τοῦ νόμου λέγοντος, Οὐ φονεύσεις, τί με σπουδάζετε φονεῦσαι, μήτε αὐτὸν τηροῦντες, μήτε τὸν Μωϋσέα αἰδούμενοι, τὸν δεδωκότα ὑμῖν αὐτόν; ἀναιδὲς γὰρ τοὺς παρανόμους ἐγκαλεῖν ἑτέρῳ παρανομίαν.
col. 1269–1270page 83 of 199
PG 129:1269Ἀπεκρίθη — ἀποκτεῖναι· Ὁ ὄχλος τοῦτό φησι χαριζόμενος τοῖς ἄρχουσι. Καὶ ὑβρίζουσι μὲν τὸν τι ἧς ἐπέκεινα, εἰς τιμὴν δῆθεν τῶν ὕβρεως ἀξίων ἀρχόντων· ἀρνοῦνται δὲ τὴν φόνον διὰ τὸ μύσος, καὶ ἵνα ἀφύλακτος λοιπὸν καταστῇ τοῖς ἐπιβουλεύουσι. Γνοὺς δὲ αὐτοὺς ἀναισχυντοῦντας καὶ εἰς ὀργὴν πάλιν ὑποκινουμένους, ἀφίησι μὲν ἐπὶ πλέον ἐλέγξαι τούτους, ἵνα μὴ ἀναισχυντότεροι γένωνται· καὶ γὰρ οὐκ ἐβούλετο συνεχῶς τὸν θυμὸν αὐτῶν ἐξάπτειν· ἅπτεται δὲ τῆς ἀπολογίας τῆς περὶ τοῦ Σαββάτου. Ἀπεκρίθη — θαυμάζετε. Ἓν ἔργον λέγει, τὴν ἐν Σαββάτῳ ὑγείαν τοῦ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ, περὶ οὗ τὸ ἑβδομον ἱστορεῖ κεφάλαιον. Καὶ πάντες θαυμάζετε, ἤγουν θορυβεῖσθε, ταράττεσθε·
οὗτοι γὰρ ἦσαν οἱ τότε μανέντες καὶ ἔκτοτε ζητοῦντες αὐτὸν ἀποκτεῖναι. Εἶτα λέγει ὅτι Μωυσῆς παρέδωκεν αὐτοῖς τὴν περιτομὴν, καὶ ἐν Σαββάτῳ περιτέμνουσιν, ὅταν δηλαδὴ ἡ ὀγδόη ἡμέρα τοῦ παιδίου εἰς Σάββατον καταντήσῃ· ἔπειτα συλλογίζεται, ὅτι Εἰ περιτέμνεται ἄνθρωπος ἐν Σαββάτῳ (τὸ δὲ περιτέμνειν ἔργον), πῶς οὐκ ἐγκαλεῖτε Μωϋσεῖ τῷ ἐντειλαμένῳ ἔργον ἐν Σαββάτῳ; Διὰ ἄνθρωπον. Τὸ Διὰ τοῦτο οὐκ ἔστι νῦν αἰτιολογικὸν, ἀλλ᾽ ἁπλῶς κεῖται κατὰ συνήθειαν Ἑβραϊκήν. Λέγει δὲ ὅτι Μωϋσῆς παρέδωκεν ὑμῖν τὴν περιτομὴν, καὶ ἐν Σαββάτῳ περιτέμνετε ἄνθρωπον· τὰ δ᾽ ἐν τῷ μέσῳ ῥητὰ τέθεικε, δεικνύων ὅτι, Εἰ καὶ Μωϋσῆς παρέδωκεν ὑμῖν αὐτὴν, ἀλλ᾽ οὖν παλαιοτέρα αὐτοῦ ἦν. Φησί γάρ·
Οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶ, τουτέστι Παρέδωκεν ὑμῖν αὐτὴν, οὐχ ὅτι ἐκ τῆς αὐτοῦ νομοθεσίας ἀρχὴν λαμβάνει, οὐχ ὅτι ἔκτοτε ἄρχεται, ἀλλ᾽ ἐκ τῶν πατέρων ἐστὶ, τῶν περὶ Ἀβραάμ· ἐκείνῳ γὰρ πρώτῳ ἐπετάλη· καὶ ὅμως ἐπείσακτον δοκοῦν κυριώτερον γίνεται τοῦ Σαββάτου. Εἰ — Σαββάτῳ· Ἵνα μὴ ἀθετηθῇ ὁ νόμος Μωϋσέως, ὁ περὶ τῆς περιτομῆς. Τοῦ Μωϋσέως δὲ αὐτὸν εἶπεν, ὡς ὑπ᾽ αὐτοῦ παραδοθέντα, καθώς εἰρήκαμεν. Φησὶ τοίνυν ὅτι Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἐμοὶ ὀργίζεσθε, ὅτι ὅλου ἀνθρώπου ὑγείαν εἰργασάμην, ἀφέντες χολήν Μωϋσεῖ πρὸ ἐμοῦ τῷ ἐπιτρέψαντι ἐργάζεσθαι περιτομὴν ἐν Σαββάτῳ; Ὅλον δὲ ἄνθρωπον εἴρηκε, διότι ὅλον τὸ σῶμα αὐτοῦ παραλελυμένον, ὅλον ὑγιὲς ἐποίησεν·
ἢ ἐνέφηνεν ὅτι οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ ἐθεράπευσε. Μὴ ὄψιν. Μὴ κρίνετε προσωποληπτικῶς, ἐκεῖνον μὲν ὡς παρ᾽ ὑμῖν μέγαν καὶ ἔνδοξον ἀφιέντες αἰτίας, ἐμὲ δὲ ὡς εὐτελῆ καὶ ἄδοξον αἰτιώμενοι. Ἀλλὰ — κρίνατε. Μὴ πρὸς τὰ πρόσωπα βλέποντες, ἀλλὰ πρὸς τὰ πράγματα. Καὶ ἑτέρως γάρ·
col. 1271–1272page 84 of 199
PG 129:1271Ἔλεγον — λέγουσι. Καὶ γὰρ ἐπεστόμισεν αὐτούς. Νήποτε — Χριστός; Ἐν τῷ ὄχλῳ γὰρ οἱ ἄρχοντες ἦσαν τότε. Ἀλλά — ἐστί. Καὶ μὴν οἱ ἄρχοντες ὑμῶν ἐρωτηθέντες παρὰ Ἡρώδου, τοῦ ὁ Χριστός γεννᾶται, εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· καὶ προσέθηκαν καὶ τὴν τοῦτο δηλοῦσαν προφητείαν· πῶς οὖν φλυαρεῖτε ὅτι Ὁ Χριστός, ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν; Ἀλλὰ καὶ εἰ τοῦτον οἴδατε πόθεν ἐστὶ, πῶς ἐξ ὑμῶν ἄλλοι λέγουσιν ὅτι Τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστί; Τοιοῦτον ἡ πονηρία, ἐναντιολογοῦσα καὶ ψευδομένη προφανῶς, οὐ συνίησι. Μέθη γὰρ καὶ αὕτη ψυχῆς.
Εἰ δέ τις τὸ Πόθεν οὐ περὶ τόπου καὶ πατρίδος, ἀλλὰ περὶ γένους καὶ πατρὸς νοήσῃ, εἴποι ἂν αὐτοὺς λέγειν ὅτι Τούτου μὲν οἴδαμεν τὸ γένος καὶ τὸν πατέρα, δηλαδὴ τὸν Ἰωσήφ, ὡς ἐδόκει· τοῦ δὲ Χριστοῦ τὸ γένος καὶ τὸν Πατέρα οὐδεὶς γινώσκει, διὰ τὸ μὴ ῥητῶς ἀναγεγράφθαι. Ἔκραξεν — εἰμί. Ἔκραξεν, ἐντρέπων αὐτοὺς ὡς ἐθελοκακοῦντας, ἅμα δὲ καὶ πάσι φανερῶν τὰ κρυφίως παρ' αὐτῶν λεγόμενα. Λέγει δὲ ὅτι Κἀμέ οἴδατε τίς εἰμι, ὅτι Θεός· Καὶ οἴδατε πόθεν εἰμί, ὅτι ἐκ Πατρὸς Θεοῦ, εἰ καὶ ἐκ τοῦ Ἰωσὴφ εἰδέναι με προσποιεῖσθε. Εἰδέναι δὲ αὐτὸν αὐτοὺς ἔλεγεν ἀπό τε τῆς μαρτυρίας Ἰωάννου, περὶ οὗ εἴρηκεν ὅτι Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ·
ἀπό τε τῶν ἔργων αὐτοῦ, περὶ ὧν εἶπεν ὅτι αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ· καὶ ἀπὸ τῶν Γραφῶν, περὶ ὧν ὁμοίως ἔφη ὅτι Ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ πῶς ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἴρηκεν ὅτι οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ; Ὅτι ἐκεῖνο μὲν εἶπε περὶ τῆς φύσεως τῆς θεότητος αὐτοῦ· τοῦτο δὲ περὶ τοῦ εἰδέναι ἁπλῶς ὅτι ἐστὶ Θεὸς καὶ Υἱὸς Θεοῦ. Καὶ — ἐλήλυθα. Οἴδατε καὶ τοῦτο, φησί· καὶ τοῦτο γὰρ αἱ δηλωθεῖσαι μαρτυρίαι διδάσκουσιν, ἄλλως τε, καὶ ὅτι οὐ τὴν δόξαν τὴν ἰδίαν ζητῶν, ἀλλὰ τὴν δόξαν τοῦ πέμψαντός με. με. Ὁ Πατὴρ καὶ Θεός, ὡς πέμψας με, καθὼς διὰ τῶν προφητῶν ἐπηγγείλατο·
εἰ δὲ ἀληθινὸς ὁ πέμψας, ἀληθινὸς ἄρα καὶ ὁ πεμφθείς, τῆς αὐτοῦ φύσεως ὤν. Οἱ — οἴδατε. Ὡς τοῖς ἔργοις ἀρνούμενοι αὐτόν. Φησὶ γὰρ καὶ ὁ Ἀπόστολος ὅτι θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.
col. 1273–1274page 85 of 199
PG 129:1273Ἐγώ εἰμί. Διότι ἐξ αὐτοῦ εἰμι, ἐξ αὐτοῦ γεγέννημαι. Καὶ ὀπίσω δὲ εἴρηκεν, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ. Ἐκεῖνος με ἀπέστειλε. Συνεχῶς λέγει περὶ τῆς ἀποστολῆς, βουλόμενος πεῖσαι αὐτοὺς ὅτι ἐκ τοῦ Θεοῦ ἀπέσταλται, καὶ οὐκ ἔστιν ἀντίθεος ὡς προλαβόντες εἰρήκαμεν. Ἅμα δὲ καὶ εἰς θεραπείαν τῶν προσισταμένων αὐτοῖς θεοπρεπῶν ῥημάτων ἃ παρεμίγνυε πολλάκις τοῖς ἀνθρωποπρεπέσιν αὐτοῦ. Ἐζήτουν – πιάσαι. Ἐπλήγησαν γὰρ ἀκούσαντες ὅτι Ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ χεῖρα. Ἐπείχοντο γὰρ ἀοράτως ὑπὸ τῆς ἐνούσης αὐτῷ θείας δυνάμεως. Ὅτι – αὐτοῦ. Ἡ τοῦ συλληφθῆναι καὶ παθεῖν αὐτόν. Πολλοί – αὐτόν. Ὑπό τε τῶν προλαβόντων σημείων, ὑπό τε τῶν ἄρτι ῥηθέντων λόγων ἑαλωκότες. ἐποίησεν;
Εἰ καὶ ἐπίστευσαν, ἀλλ᾽ οὐχ ὑγιῶς. Εἰπόντες γὰρ ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ, ἔδειξαν ὅτι οὐκ ἐπίστευσαν βεβαίως αὐτὸν εἶναι τὸν Χριστόν, ἀλλ᾽ ἀμφιβόλως, ὡς ἀγελαῖοι καὶ κοῦφοι. Ἢ καὶ καθ᾽ ὑπόθεσιν τοῦτο εἶπον, ὅτι θῶμεν, ἕτερον εἶναι τὸν Χριστόν, ὡς οἱ ἄρχοντες λέγουσιν· ὁ Χριστὸς ἄν αὐτοί φασιν, ὅταν ἔλθῃ, μή τι δυνατώτερος ἔσται τούτου; οὐχί. Ἤκουσαν ταῦτα. Ἤκουσαν ἐν ἑτέρᾳ ἡμέρᾳ δηλονότι. Γογγύζοντος δὲ, ἤγουν σὺν γογγυσμῷ τῷ κατὰ τῶν ἀρχόντων λέγοντος. Καὶ αὐτόν. Ὡς ἀποσχίζοντα τὸν λαόν. Ὢ τῆς μανίας, μᾶλλον δὲ τῆς ἀνοίας! Αὐτοὶ πολλάκις ἐπιχειρήσαντες καὶ οὐκ ἰσχύσαντες τοῖς ὑπηρέταις τὸ πρᾶγμα ἐπέτρεψαν, τόν τε θυμὸν παραμυθούμενοι, καὶ τὴν ἀσθένειαν ἑαυτῶν συγκαλύπτοντες. Εἶπεν – εἰμί.
Ἔλεγε μὲν πρὸς τὸ πλῆθος, ἀπετείνετο δὲ πρὸς τοὺς ἀποστείλαντας τοὺς ὑπηρέτας. Δυσωπητικὸν δὲ τὸ ῥῆμα πρὸς καταστολὴν τῆς μανίας αὐτῶν· Ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμί, τὸν ἄχρι τοῦ Πάσχα δηλῶν· τοῦτον μόνον ἀναμείνατε. Καὶ με. Ὅτε ἀναληφθῶ εἰς τὸν οὐρανόν. Ζητήσετε – εὑρήσετε. Εἰκὸς γὰρ πολλοὺς ἐξ αὐτῶν μνημονεύειν αὐτοῦ, καὶ ζητεῖν αὐτὸν βοηθόν, καὶ μᾶλλον ἁλισκομένων τῶν Ἱεροσολύμων. Καὶ ἐλθεῖν. Ὅπου εἰμὶ τότε. Δηλοῖ δὲ τὴν ἐπὶ τοῦ οὐρανοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς καθέδραν. Εἶπον – ἐλθεῖν; Ἔπαθόν τι πρὸς τοὺς λόγους αὐτοῦ, δυσωπηθέντες αὐτούς, καὶ ζητοῦσι πρὸς
col. 1275–1276page 86 of 199
PG 129:1275ἑαυτοὺς μὴ νοοῦντες τὰ ῥηθέντα. Διασπορὰν δὲ τῶν Ἑλλήνων ἔλεγον τὰ ἔθνη, διὰ τὸ διεσπάρθαι παντ­ταχοῦ, καὶ ἀκωλύτως ἀλλήλοις ἐπιμίγνυσθαι, αὐτ­τοὺς μόνους οἰκοῦντας τὴν Παλαιστίνην, καὶ παρὰ τοῦ νόμου κωλυομένους ἐπιμίγνυσθαι τοῖς ἀλλογενέσιν. Ἐν — πινέτω. Καὶ ἡ πρώτη ἡμέρα τῆς δηλωθείσης ἑορτῆς τῶν Σκηνοπηγίων καὶ ἡ ἐσχάτη μεγάλαι ἐνομίζοντο. Διὰ καὶ σπουδαιότερον ἐν ταύταις συλλεγόμενοι τοῖς θείοις ἐσχόλαζον, τὰς ἐν τῷ μέσῳ μᾶλλον εἰς τρυφὰς ἀναλίσκοντες. Τότε τοίνυν, ὅτε συμπληρουμένης ἤδη τῆς ἑορτῆς ἔμελλεν ἀναχωρεῖν ἔκαστος οἴκαδε, βούλεται δοῦναι τοῖς βουλομένοις ἐφόδια πρὸς σωτηρίαν· καὶ ἔκραξε μὲν δηλῶν τὴν παρρησίαν αὐτοῦ, καὶ ἵνα πάντες ἀκούσωσι, πολλοὶ ὄντες. Εἶπε δέ·
Ἐάν τις διψᾷ δίψαν διδασκαλίας, ἐρχέσθω πρός με, καὶ πινέτω πόμα πνευματικόν· τοὺς γὰρ οὐ διψῶντας οὐ συγκαλῶ, ἀλλὰ τοὺς διακαῶς ὁρῶντας τοῦ τοιούτου πόματος. Ὁ ζῶντος. Κοιλίαν ἐνταῦθα λέγει τὴν καρδίαν, ὡς τό· Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου· ποταμοὺς δὲ ὕδατος τὴν δαψίλειαν τοῦ Πνεύματος, τὴν πλημμύραν τῆς θείας χάριτος· ζῶντος δέ, ἤγουν ἀεὶ ἐνεργοῦντος, ἀεικινήτου. Ὅταν γὰρ ἡ θεία χάρις ἐνιδρυνθῇ ψυχῇ, πηγὴ γίνεται, καὶ βλύζει διαπαντός.
Καὶ γὰρ καὶ Πέτρος καὶ Παῦλος καὶ ὅσοι κατ' ἐκείνους τὴν θείαν χάριν ἐν τῇ καρδίᾳ πλημμυροῦσαν ἔχοντες, οὐ ποταμόν, ἀλλὰ ποταμοὺς λόγων ἠφίεσαν, πολλῷ τῷ ῥοίζῳ φερομένους, καὶ πᾶν τὸ προστυχὸν παρασύροντας, καὶ τὰς τῶν ἀπίστων κενοφωνίας ἐπικλύζοντας, καὶ καταποντίζοντας. Καὶ ἐν τῷ πέμπτῳ δὲ κεφαλαίῳ πρὸς τὴν Σαμαρείτιν εἶπεν ὅτι τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ ἀνάγνωθι πάλιν τὴν ἐξήγησιν τῶν τοιούτων ῥητῶν. Μετὰ δὲ τὸ Καθὼς εἶπεν ἡ Γραφή, ὑποπτικτέον. Διαφόρως γὰρ ἐνετείλατο ἡ Γραφὴ πιστεύειν εἰς αὐτόν. Τοῦτο — αὐτόν. Τοῦτο, ποῖον; τὸ Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
Περὶ τοῦ Πνεύματος δέ, εἴτουν περὶ τῶν πνευματικῶν χαρισμάτων. Οὔπω — ἅγιον. Οὔπω ἦν ἐν τοῖς πιστεύουσιν εἰς αὐτόν· οὔπω ἦν δεδομένον τοῖς μαθηταῖς αὐτοῦ. Ὅτι — ἐδοξάσθη. Ὅτι οὔπω ἐδοξάσθη διὰ τοῦ
col. 1277–1278page 87 of 199
PG 129:1277σταυροῦ· δόξαν γὰρ καλεῖ τὸν σταυρόν. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ὄνειδος ἦν, ὡς μεγάλων ἐγκλημάτων ἐπιτίμιον· μόνῳ δὲ τῷ Χριστῷ δόξα γέγονεν, ὡς μεγάλης ἀγάπης τῆς πρὸς ἡμᾶς ἐπιτίμιον. Τίς γὰρ εὐγνώμονα ψυχὴν ἔχων, ἀκούων τὸν ἐπέκεινα πάσης τιμῆς τηλικαύτην ἀτιμίαν ὑποστάντα διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων, οὐ δοξάσει τοῦτον; Πρὸ μὲν οὖν τοῦ σταυροῦ οὐ Πνεῦμα ἅγιον ἔδωκε τοῖς μαθηταῖς, ἀλλ' ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· μετὰ δὲ τὸν σταυρὸν Πνεῦμα ἅγιον. Ἐπεὶ γὰρ ἡμαρτηκότες καὶ προσκεκρουκότες ἐχθροὶ ἦμεν τοῦ Θεοῦ· ἡ δὲ χάρις τοῦ ἁγίου Πνεύματος δωρεά ἐστιν· ἡ δὲ δωρεὰ τοῖς φίλοις δίδοται·
ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ καταλλαγὴν καὶ κατάλυσιν τῆς ἔχθρας, ἥτις ἦν ἡ σφαγὴ τοῦ λογικοῦ Ἀμνοῦ, ὁ θάνατος τοῦ Χριστοῦ· καὶ τότε δοθῆναι τὴν δωρεάν. Πολλοί — προφήτης. Περὶ οὗ Μωϋσῆς ἔγραψεν, ὡς πολλάκις εἰρήκαμεν· καὶ ἀληθῶς οὗτος ἦν· ἀλλ' αὐτοὶ προφήτην αὐτὸν ἁπλῶς εἶναι ὑπελάμβανον ὡς τὸν Μωϋσέα, καὶ οὐχὶ καὶ Θεόν. Ἄλλοι — Χριστός. Καὶ ἀληθῶς οὗτος ἦν· ἀλλὰ καὶ αὐτοὶ ψιλὸν ἄνθρωπον αὐτὸν ἐνόμιζον. Ἄλλοι — ἔρχεται; Καὶ μὴν οὐδὲ οὗτος ἐν τῇ Γαλιλαίᾳ γεγέννηται. Οὐχὶ — ἔρχεται;
Καὶ μὴν καὶ οὗτος ἐκεῖθεν ἦν, ἀλλ' ἐθελοκάκως πατρίδα τούτῳ ἐπιφημίζουσι τὴν Ναζαρέτ, ὅθεν ἦν ἡ μήτηρ καὶ ὁ νομιζόμενος πατὴρ αὐτοῦ, ἵνα μὴ ἐκ Βηθλεὲμ λεγόμενος Χριστὸς εἶναι πιστευθῇ διὰ τὴν προφητείαν. Σχίσμα — αὐτόν. Ἑκάστου μέρους φιλονεικοῦντος. Τινές — αὐτόν. Ὡς πλάνον δῆθεν. Ἀλλ' — χεῖρας. Ἐπεχομένας ἀοράτως, ὡς καὶ ἀνωτέρω δεδήλωται. Ἦλθον — ἄνθρωπος. Ἀπῆλθον μὲν δήσοντες αὐτόν· ἐπανῆλθον δὲ δεθέντες αὐτοὶ τῷ θαύματι τῶν λόγων αὐτοῦ. Καὶ οἱ μὲν πέμψαντες, πολλῶν λόγων αὐτοῦ ἀκούσαντες καὶ πολλὰ θαύματα θεασάμενοι καὶ τὰς περὶ αὐτοῦ προφητείας ἀναγινώσκοντες, καὶ σοφοὶ δοκοῦντες οὐδὲν ἀπώναντο· οἱ δὲ πεμφθέντες τοὐναντίον ἅπαν ἀπὸ μιᾶς δημηγορίας ἐάλωσαν· ἀδέκαστον γὰρ διάνοιαν εἶχον.
Οὐ τοίνυν τὴν σύνεσιν αὐτῶν μόνον ἔστι θαυμάσαι, ἀλλὰ καὶ τὴν παρρησίαν. Οὐ γὰρ λέγουσιν ὅτι διὰ τὸ μὴ γενέσθαι τοῦ λαοῦ στάσιν ἀφήκαμεν αὐτόν, οὐδὲ πλάττονταί τινα πρόφασιν, ἀλλ' αὐτὴν λέγουσι τὴν ἀλήθειαν, καὶ κηρύσσουσι τὴν αὐτοῦ σοφίαν.
col. 1279–1280page 88 of 199
PG 129:1279Μή τις νόμον. Αὕτη μᾶλλον ἡ μείζων κατηγορία ὑμῶν, ὅτι ὁ μὲν ὄχλος ἐπίστευσεν, ὑμεῖς δὲ ἠπιστήκατε. Νόμον δὲ ἐνταῦθα λέγουσι τὴν ὅλην Γραφὴν ἁπλῶς. Ἐπικατάρατοι εἰσι. Καὶ μὴν ὁ νόμος ἐπικατηράσατο τοῖς ἀθετοῦσι τὸν νόμον· ὑμεῖς οὖν ἐπικατάρατοι οἱ ἀθετοῦντες τὸν νόμον· ἐκεῖνοι δὲ τηροῦσι τὸν νόμον πιστεύοντες εἰς αὐτόν· κελεύει γὰρ ὁ νόμος πιστεύειν εἰς τὸν Θεόν. Λέγει — ποιεῖ; Τὸ Εἷς ὢν ἐξ αὐτῶν προσέθηκεν ὁ εὐαγγελιστὴς, δεικνὺς ὅτι καί τινες τῶν ἀρχόντων ἐπίστευσαν, εἰ καὶ αὐτοὶ εἶπον ὅτι οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν. Ἐλέγχει οὖν αὐτοὺς ὁ Νικόδημος παραβάτας τοῦ νόμου, πλὴν λεληθότως καὶ μετὰ φειδούς· οὔπω γὰρ τὴν προσήκουσαν εἶχε παρρησίαν.
Εἰ γὰρ ὁ νόμος οὐ κατακρίνει πρὸ τοῦ ἀκοῦσαι καὶ γνῶναι, αὐτοὶ δὲ κατέκριναν αὐτὸν πρὸ λόγου καὶ διαγνώσεως, παρέβησαν ἄρα τὸν νόμον. Ἀπεκρίθησαν — εἶ; Μὴ, τῆς αὐτῆς αὐτῷ χώρας καὶ πατρίδος ὤν, διὰ τοῦτο βοηθεῖς αὐτῷ; Βλέπε πῶς ἀγροικότερον καὶ θυμικώτερον ἀποκρίνονται. Ἐρεύνησον — ἐγήγερται. Καὶ μὴν οὐκ εἶπεν ὅτι προφήτης ἐστὶν, ἀλλ' ὅτι κατακριθῆναι αὐτὸν ἀνεξετάστως οὐ χρή· οἱ δὲ ὑβριστικῶς λέγουσιν· Ἐρώτησον καὶ μάθε· οὐ γὰρ οἶδας τὰς Γραφάς. Καὶ εἰ οὐκ οἶδεν αὐτὰς, πῶς ὑμᾶς ἤλεγξε παραβαίνοντας τὸν νόμον; Χρὴ δὲ γινώσκειν ὅτι τὰ ἐντεῦθεν ἄχρι τοῦ, Πάλιν οὖν ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις ἢ οὐχ εὕρηται ἢ ὠβέλισται.
Διὸ φαίνονται παρέγγραπτα καὶ προσθήκη· καὶ τούτου τεκμήριον τὸ μηδὲ τὸν Χρυσόστομον ὅλως μνημονεῦσαι αὐτῶν. Πειρατέον δὲ ὅμως ἡμῖν καὶ ταῦτα διασαφῆσαι· οὐκ ἄμοιρον γὰρ ὠφελείας οὐδὲ τὸ ἐν τούτοις κεφάλαιον τὸ περὶ τῆς ἐπὶ μοιχείᾳ κατειλημμένης γυναικός.
col. 1281–1282page 89 of 199
PG 129:1281Καὶ — αὐτοῦ. Ὀργισθέντες ἐπὶ τῷ λόγῳ τοῦ Νικοδήμου, καὶ φοβηθέντες μήποτε καὶ ἄλλος τῶν ἀρχόντων εἴποι τοιαῦτα. Καὶ Ἰησοῦς — Ἐλαιῶν. Ἐκκλίνων τὴν διὰ νυκτὸς ἐπιβουλήν. Ὄρθρου — αὐτούς. Λαὸν ἐνταῦθά φησι τοὺς λέγοντας ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· καὶ τοὺς λέγοντας αὖθις ὅτι Οὗτός ἐστιν ὁ Χριστός· ὅπερ οὐκ ἐνεγκόντες οἱ Ἰουδαῖοι, σκόπει τί πονηρεύονται. Ἄγουσιν — μοιχευομένην. Ἐπ' αὐτοφώρῳ λέγεται τὸ αὐτελέγκτως, αὐτοφανῶς, προδήλως. Ἐν — αὐτοῦ. Γινώσκοντες γὰρ αὐτὸν ἐλεήμονα καὶ συμπαθῆ, προσεδόκων ὅτι φείσεται αὐτῆς, καὶ λοιπὸν ἔξουσι κατηγορίαν κατ' αὐτοῦ, ὡς παρανόμως φειδομένου τῆς ἀπὸ τοῦ νόμου λιθαζομένης. Ὁ δὲ Ἰησοῦς — γῆν.
Ὅπερ εἰώθασι πολλάκις ποιεῖν οἱ μὴ θέλοντες ἀποκρίνεσθαι πρὸς τοὺς ἐρωτῶντας ἄκαιρα καὶ ἀνάξια· γνοὺς γὰρ αὐτῶν τὴν μηχανὴν προσεποιεῖτο γράφειν εἰς τὴν γῆν, καὶ μὴ προσέχειν οἷς ἔλεγόν. Ὡς — αὐτήν. Ὅρα σοφίαν τῆς αὐτοσοφίας κατασοφιζομένην εὐμηχάνως τὰς μηχανὰς αὐτῶν. Ὅρα πῶς ἅμα καὶ τὸν νόμον ἐτήρησε, καὶ τῆς γυναικὸς ἐφείσατο. Ἐπέτρεψε γὰρ τὸν ἀναμάρτητον ἐξ αὐτῶν ἄρξασθαι τοῦ λιθοβολεῖν αὐτὴν, εἰδὼς πάντας ἐν ἁμαρτίαις. Καὶ πάλιν — γῆν. Ἵνα μὴ βλέποντος εἰς αὐτοὺς αἰσχύνωνται βίᾳ οὕτως ἐλεγχθέντες, καὶ ἵνα, ὡς αὐτοῦ δῆθεν ἀσχολουμένου εἰς τὸ γράφειν, ἐξῇ αὐτοῖς ὑπαναχωρῆσαι πρὸ φανερωτέρας καταγνώσεως· καὶ αὐτῶν γὰρ ἐφείδετο δι᾿ ὑπερβολὴν χρηστότητος. Οἱ δὲ — ἐσχάτων.
Οὐδεὶς γὰρ ἀναμάρτητον εἰπεῖν ἑαυτὸν ἠδύνατο. Καὶ — κατέκρινεν; Ἀναχωρήσαντες γὰρ ἀφῆκαν αὐτὴν ἄνετον· ἐπεὶ δὲ ἄνετον, πάντως καὶ ἀκατάκριτον τὸ ἐπ' αὐτοῖς· ἡ γὰρ ἂν συνέσχον αὐτήν. Ἡ — κατακρίνω. Εἰ γὰρ ἐκεῖνοι ἄνθρωποι ὄντες οὐ κατέκριναν σε, πολλῷ μᾶλλον οὐδὲ ἐγώ σε κατακρίνω, Θεὸς ὢν καὶ τοῦ νόμου Κύριος. Πορεύου — ἁμάρτανε. Ἀρκοῦντος τοῦ τηλικούτου θριάμβου, καὶ τῆς ἐνώπιον τοσούτων αἰσχύνης εἰς τιμωρίαν· ἔγνω γὰρ αὐτὴν καὶ μετανοήσασαν ὁλοκαρδίως. Πάλιν — κόσμου. Ὡς φωτίζων τὸν νοῦν τῶν ἀνθρώπων, καὶ ὁδηγῶν ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν καὶ ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετὴν, καὶ ὡς καταλάμπων καὶ φαιδρύνων τὸ ἡγεμονικὸν αὐτῶν, καθὼς καὶ ἐν προοιμίοις τοῦ παρόντος Εὐαγγελίου
col. 1283–1284page 90 of 199
PG 129:1283διελάβομεν, ἔνθα κεῖται τὸ, Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Τοῦτο δὲ εἶπε διὰ τὰς περὶ ἑαυτοῦ διαφόρους ὑπολήψεις αὐτῶν. Ἀλλ' — σκοτίᾳ. Ἐν τῇ πλάνῃ καὶ τῇ ἁμαρτίᾳ. Εἶπον — ζωῆς. Τῆς αἰωνίου. μου. Ζήτησον περὶ τὰ μέσα τοῦ ἑβδόμου κεφαλαίου [τὸ Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ἐν τῇ ἐξηγήσει γὰρ ἐκείνου] καὶ τοῦτο ἐμνημονεύθη. Φασὶ δέ τινες ὅτι ἐκεῖνο μὲν εἶπεν ὡς ἄνθρωπος, τοῦτο δὲ ὡς Θεός, ἐμφαίνων ὅτι οὐκ ἔστι ψιλὸς ἄνθρωπος, ὡς αὐτοὶ ὑπολαμβάνουσιν. Ὅτι — ἦλθον. Ἐκ Πατρὸς Θεοῦ. Καὶ ποῦ ὑπάγω. Εἰς αὐτὸν μετὰ τὸ τέλος τῆς οἰκονομίας ταύτης. Ἐπεὶ δὲ οἶδα ὅτι ἐκ Πατρὸς Θεοῦ ἦλθον καὶ εἰς αὐτὸν ὑπάγω, πάντως Υἱός τοῦ Θεοῦ εἰμι καὶ Θεός.
Καὶ λοιπὸν ἀξιόπιστός εἰμι, καὶ αὐτόπιστος, ὡς αὐτοαλήθεια. Ὑμεῖς — ὑπάγω. Οὐκ οἴδατε, ὡς δοκεῖτε, ὡς φαίνεσθε, ὡς προσποιεῖσθε· τῇ γὰρ ἀληθείᾳ οἴδατε. Διὸ καὶ ἀνωτέρω εἶπεν ὅτι Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί. Ὑμεῖς — κρίνετε. Σαρκικῶς, αἰσθητῶς, παχυμερῶς, πρὸς μόνον τὸ φαινόμενον βλέποντες, καὶ μηδὲν ὑψηλότερον καὶ πνευματικὸν ἐννοοῦντες. Εἰδὼς δὲ αὐτοὺς μέλλοντας εἰπεῖν ὅτι Καὶ διατί οὐ κολάζεις ἡμᾶς, κρίνοντας οὕτως, εἰ δύνῃ, φησίν· Ἐγώ — οὐδένα. Οὐ κρίνω νῦν. Καὶ ὀπίσω γὰρ ἐν τῷ τρίτῳ κεφαλαίῳ εἶπεν· Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ· καὶ ἀνάγνωθι πάλιν τὴν ἐκεῖ ῥηθεῖσαν ἐξήγησιν.
Ἵνα δὲ μὴ καὶ αὖθις εἴπωσιν ὅτι Διὰ τοῦτο λέγεις, Οὐ κρίνω, ὡς μὴ θαρρῶν κατακρίναι ἡμᾶς, ἐπιφέρει· Καὶ ἐάν — ἐστιν. Ἀληθής ἐστιν, ἤτοι ὀρθή, δικαία. Καὶ λοιπὸν ἀληθῶς κατακρίνω ὑμᾶς. Εἶτα λέγει καὶ πῶς ἀληθῆς ἐστιν ἡ κρίσις αὐτοῦ. Ὅτι — Πατήρ. Ὅτι μόνος οὐκ εἰμὶ κρίνων, ἀλλ᾽ ἐγὼ καὶ ὁ Πατήρ· κοινὰ γὰρ ἡμῖν πάντα· καὶ ἐπεί, ὅπερ ἐγὼ κρίνω, τοῦτο καὶ ὁ Πατήρ· ἐν γὰρ ἀμφοτέροις, ὡς προείρηται, θέλημα· καὶ ὁ Πατὴρ ἄρα κατακρινεῖ ὑμᾶς, ἀπιστοῦντας τῷ ἀπεσταλμένῳ παρ᾽ αὐτοῦ Υἱῷ αὐτοῦ. Καὶ — ἐστι. Τῷ ὑμετέρῳ, ὡς αὐτοὶ βρενθύεσθε· παράνομον γὰρ ἐμὲ λέγετε. Εἰ δὲ δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής, τὸ ἐντεῦθεν αὐτοὶ συλλογίσασθε, ὅτι πολλῷ μᾶλλον δύο κριτῶν ἡ κρίσις ἀληθής, καὶ τότε τοιούτων.
Συνεσκιασμένα δὲ τὰ τοιαῦτα πολλαχοῦ
col. 1285–1286page 91 of 199
PG 129:1285λέγει διὰ τὴν ἀσθένειαν αὐτῶν, ἵνα ἐκείνοις μὲν εἴη ἀσυμφανῆ, τοῖς δυνατωτέροις δὲ Χριστιανοῖς ἐμφανή. Ἐπὶ πάντων οὖν τῶν τοιούτων ταύτην γινωσκε τὴν αἰτίαν. Ἐγώ — ἐμαυτοῦ. Πάλιν πρὸς τό· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ποιεῖται τὸν λόγον, Ἐγώ εἰμι, λέγων, ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, εἰ καὶ οὐδεὶς μαρτυρεῖ περὶ ἑαυτοῦ· ἐγὼ μὲν γὰρ ὡς Θεός, οὐδεὶς δὲ ὡς ἄνθρωπος. Καὶ — Πατήρ. Εἰ μὴ ἐγὼ δοκῶ ὑμῖν ἀξιόπιστος. Μαρτυρεῖ γὰρ διὰ τοῦ προφήτου λέγων· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, [ἤγουν εἰς τὸ εἶναι φῶς ἐθνῶν.] Προείρηται δὲ καὶ ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ πῶς ὁ Πατὴρ μαρτυρεῖ περὶ αὐτοῦ, ἔνθα κεῖται τὸ, Καὶ ὁ πέμψας με Πατὴρ αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Ἔλεγον — σοῦ;
Ἔλεγον τοῦτο προσποιούμενοι ἀγνοεῖν τίνα λέγει Πατέρα, καὶ πειράζοντες. Ἀπεκρίθη — μου. Ὡς προσποιείσθε· τῇ ἀληθείᾳ γὰρ οἴδατε, καθὼς καὶ ἀνωτέρω δεδήλωται. Ἢ τοῦτο εἶπε, διότι προσεποιοῦντο γινώσκειν αὐτὸν υἱὸν τοῦ Ἰωσήφ, λέγων· Εἰ οὕτως οἴδατε, ὡς προσποιείσθε, Οὔτε ἐμὲ οἴδατε· οὐ γὰρ ἐγὼ υἱὸς τοῦ Ἰωσήφ· οὔτε τὸν Πατέρα μου· οὐ γὰρ ὁ Ἰωσὴφ πατήρ μου. Εἰ — ᾔδειτε ἄν. Μιᾶς γὰρ ἀμφότεροι φύσεως. Καὶ ἐν τῷ ἑκκαιδεκάτῳ δὲ κεφαλαίῳ πρὸς τὸν Φίλιππον εἴρηκεν· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα, ἤγουν ὁ νενοηκώς, ὁ γνούς. Εἴδησιν γὰρ καὶ ὅρασιν οὐκ αἰσθητήν φησιν, ἀλλὰ νοητήν. Ἐπεὶ δὲ ἐμὲ προσποιεῖσθε μὴ εἰδέναι, ἀκολούθως καὶ τὸν Πατέρα μου προσποιείσθε μὴ εἰδέναι. Ταῦτα — γαζοφυλακίῳ.
Ταῦτα τὰ παρρησιαστικά. Ἐπεσημήνατο γὰρ τὸν τόπον, δεικνύων τὴν παρρησίαν τοῦ διδασκάλου. Γαζοφυλάκιον δέ, τὸ θησαυροφυλάκιον, περὶ οὗ πλατύτερον ἐν τῷ τεσσαρακοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Μάρκον εἰρήκαμεν. Διδάσκων ἐν τῷ ἱερῷ. Δημοσίᾳ· ἐν τούτῳ γὰρ ἦν καὶ τὸ γαζοφυλάκιον. Καὶ αὐτόν. Οὕτω παρρησιαζόμενον. Ὅτι — αὐτοῦ. Ἡ τοῦ συλληφθῆναι καὶ ἀναιρεθῆναι αὐτόν. Ἔδει γὰρ τοῦτον ἔτι θαυματουργῆσαι καὶ διδάξαι καὶ πολλοὺς εἰς πίστιν ἐπισπάσασθαι, ὡς καὶ προλαβόντες εἰρήκαμεν. Συνεχῶς δὲ τοῦτο λέγει, δεικνὺς ὅτι πολλάκις ἐπιχειρήσαντες οὐκ ἠδυνήθησαν, καὶ ὅτι οὐδ᾽ ὕστερον ἐκράτησαν ἂν αὐτόν, εἰ μὴ αὐτὸς ἠθέλησεν.
col. 1287–1288page 92 of 199
PG 129:1287Εἶπεν — ὑπάγω. Μεταβαίνω ἀπὸ τῆς ἐπιγείου ζωῆς. Καὶ ζητήσετε με. Καὶ ἀνωτέρω τοῦτο εἶπε, καὶ ἡρμηνεύθη ἐκεῖ. Καὶ ἀποθανεῖσθε. Ἦλθον ἐλευθερώσων ὑμᾶς ἀπὸ πάσης ἁμαρτίας ὑμῶν· ἐπεὶ δὲ οὐκ ἠθελήσατε, ἀπέρχομαι, καὶ λοιπὸν ἐν πάσῃ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε μὴ θελήσαντες ἀπαλλαγῆναι αὐτῆς. Ἁμαρτίαν δὲ νόησον καὶ τὴν εἰς αὐτὸν, διότι ἔμελλον ἀνελεῖν αὐτὸν, ἐν ᾗ ἀπέθανον, ἤτοι δι' ἣν κατεσφάγησαν ὑπὸ τῶν Ῥωμαίων, Οὐεσπασιανοῦ καὶ Τίτου. Ὅπου — ἐλθεῖν. Συνεχῶς ταῦτα λέγει, κατασείων αὐτῶν τὰς ψυχὰς καὶ ἐκφοβῶν. Ἔλεγον — ἐλθεῖν. Ὃ ἐβούλοντο τοῦτο καὶ ὑπέλαβον. Τί οὖν ὁ Χριστός; Ἀναιρεῖ τὴν τοιαύτην ὑπόληψιν, καὶ δείκνυσιν ὅτι ἁμαρτία ἐστὶ τὸ ἀνελεῖν ἑαυτόν. Καὶ ἐστέ.
Ἐκ τῆς γῆς, οὐχ ὅτι τὸ σῶμα αὐτῶν ἐκ τῆς γῆς, ἀλλ' ὅτι τὸ φρόνημα αὐτῶν γήϊνον καὶ φαῦλον. Καὶ ὁ Παῦλος γὰρ, λέγων· Οὐκ ἐστὲ ἐν σαρκί· σάρκα τὸ σαρκικὸν φρόνημα λέγει. Ἐγώ εἰμί. Ἐκ τοῦ οὐρανοῦ, οὐχ ὅτι ἐκ τοῦ οὐρανοῦ ἧκεν, ἀλλ' ὅτι τὸ φρόνημα αὐτοῦ οὐράνιον καὶ θεῖον. Εἶτα σαφηνίζει τὸν λόγον. Ὑμεῖς — τούτου. Κόσμον ἐνταῦθα λέγει τὸ κοσμικὸν καὶ φαῦλον καὶ γήϊνον φρόνημα. Ὥσπερ γὰρ πνεῦμα λέγεται τὸ πνευματικὸν φρόνημα, καὶ σὰρξ τὸ σαρκικόν· οὕτω καὶ γῆ καὶ κόσμος τὸ γήϊνον καὶ κοσμικόν. Φησὶν οὖν ὅτι Ἐγὼ οὐχ ὡς ὑμεῖς φρονῶ, ἵνα ἀποκτείνω ἐμαυτόν. Εἶπον — ὑμῶν. Ὅτι ἐκφοβεῖ αὐτούς· βουλόμενος πεῖσαι. Κἂν — ὑμῶν.
Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, δηλαδὴ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν, συνεχόμενοι αὐταῖς. Ὁ γὰρ μὴ πιστεύσας, καὶ διὰ βαπτίσματος ἀπολουσάμενος τὸν ῥύπον τῶν ἁμαρτιῶν, ἐν αὐτῷ πάντως ἀποθανεῖται, καὶ μετ' αὐτοῦ ἀναστὰς δίκην δώσει. Ἔλεγον — εἶ; Φαυλίζοντες τοῦτο ἔλεγον, καὶ πειράζοντες. Καὶ — ὑμῖν. Ἐλλειπτικὸν τὸ ῥῆμα κατ' ἦθος. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Ὅλως ὅτι καὶ λαλῶ ὑμῖν περιττόν ἐστιν· ἀνάξιοι γάρ ἐστε παντὸς λόγου, ὡς πειρασταί. Πολλά — κρίνειν. Πολλὰ δύναμαι περὶ ὑμῶν λαλεῖν εἰς κατηγορίαν, καὶ κρίνειν εἰς τὸ κολάσαι· ἀλλ' οὐ βούλομαι νῦν, διότι οὐδὲ ὁ Πατήρ μου βούλεται. Προείρηκε γὰρ ὅτι οὐκ ἀπέστειλεν ὁ Θεὸς
col. 1289–1290page 93 of 199
PG 129:1289τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ἀλλ' — ὅτι. Πέμψας με, μὴ κρῖναι νῦν, ἀλλὰ σῶσαι. Ἡ ἀληθής ἐστιν, ὀνομάσας με φῶς τοῦ κόσμου. Ἰδοὺ γάρ, φησί, τέθεικα σε εἰς φῶς ἐθνῶν, ὡς ἀνωτέρω δεδήλωται. Κἀγώ — κόσμον. Ἤκουσα παρ' αὐτοῦ τά τε ἄλλα, καὶ ὅτι εἰμὶ φῶς ἐθνῶν· καὶ εἶπον τά τε ἄλλα καὶ ὅτι ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ οὖν ἤκουσα, τοῦτο εἶπον. Οὐκ ἔλεγεν. Οὐκ ἔγνωσαν ὅτι περὶ τοῦ Πατρὸς αὐτοῖς ἔλεγε, τοῦ φύσει Πατρὸς αὐτοῦ. Εἰκὸς γὰρ αὐτοὺς διαπορεῖν πρὸς ἀλλήλους, λέγοντας, τίς ἐστιν ὁ πέμψας αὐτόν· καίτοι πολλάκις αὐτοῖς διελέχθη περὶ ἐκείνου. Τοσοῦτον προσεῖχον τοῖς λόγοις αὐτοῦ, μᾶλλον δέ, τοσοῦτον ἦσαν φρενοβλαβεῖς.
Εἰκότως οὖν εἶπεν αὐτοῖς· Τὴν ἀρχὴν, ὅτι καὶ λαλῶ ὑμῖν. Εἶπεν — εἰμι. Ὅταν κρεμάσητέ με ὡς ἄνθρωπον ἐπὶ σταυροῦ, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, δηλονότι ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός. Ὡς Θεὸς γὰρ εἴρηκε τὸ Ἐγώ εἰμι. Γνώσεσθε δὲ τοῦτο ἀπό τε τῶν τηνικαῦτα γενησομένων ἀναντιῤῥήτων σημείων, καὶ ἀπὸ τῆς ἐκ νεκρῶν ἀναστάσεώς μου, καὶ μὴν καὶ ἀπὸ τῆς ἔκτοτε καταληψομένης τὸ γένος τῶν Ἰουδαίων θεομηνίας. Μετὰ γὰρ τὸ σταυρωθῆναι αὐτὸν, καὶ γενέσθαι τὰ φοβερὰ ἐκεῖνα σημεία, γράφει Λουκᾶς ὅτι καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
Ἔγνωσαν μὲν γὰρ ὅτι θεῖος ἄνθρωπος ὄντως ἦν, καὶ συμπάσχει αὐτῷ ἡ κτίσις, μὴ φέρουσα τὸ πάθος αὐτοῦ· μὴ τολμῶντες δὲ λαλεῖν διὰ τὸν φόβον τῶν ἀρχόντων, ἔτυπτον τὰ στήθη αὐτῶν, σημαίνοντες τὴν ἐντὸς ὀδύνην. Ὑπώπτευον γὰρ ὅτι κακὸν ἀνήκεστον τὸ γένος ἅπαν πείσεται δι' αὐτόν. Καὶ γὰρ καὶ ὁ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ὥς φησι Ματθαῖος, ἰδόντες τὰ γενόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Ἀλλὰ καὶ αὐτοὶ οἱ ἄρχοντες τῶν Ἰουδαίων ἔγνωσαν τότε ὅτι Θεοῦ Υἱὸς ἦν, καὶ Θεός, εἰ καὶ πεπατήκασι τὴν συνείδησιν ἑαυτῶν δι᾽ ὑπερβολὴν φθόνου καὶ μανίας. Λέγει γὰρ πάλιν ὁ Ματθαῖος·
ὅτι Ἰδοὺ τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴπατε, ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων, καὶ τὰ ἑξῆς.
col. 1291–1292page 94 of 199
PG 129:1291Ἔτι γε μὴν καὶ τὰς ἔκτοτε τῶν Ἰουδαίων συμφορὰς καὶ τὴν ἅλωσιν τῶν Ἱεροσολύμων συγγράφων, ὁ λογιώτατος ἐν Ἰουδαίοις Ἰώσηπος, ὁμολογεῖ, διὰ τὸν Χριστὸν χυθῆναι κατ᾿ αὐτῶν τὴν τοιαύτην θεομηνίαν, καὶ κατασφαγῆναι τὰς τοσαύτας αὐτῶν μυριάδας ὑπὸ Ῥωμαίων. Ἐπεὶ γὰρ θεραπευόμενοι γνῶναι αὐτὸν οὐκ ἠθέλησαν, κολαζόμενοι ἔγνωσαν τίς ἦν. Καὶ — λαλῶ. Εἰ γὰρ ἐκεῖνο γνώσεσθε τότε, πάντως καὶ ταῦτα, ὅτι ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ πάντα, ἃ θέλει ὁ Πατήρ. Ἴσος γὰρ αὐτῷ ὢν θέλει ταῦτα θέλω. Ἓν γὰρ ἡμῖν θέλημα, ὥσπερ καὶ μία δύναμις· καὶ ὅτι ὁ ἐδίδαξέ με, ταῦτα λαλῶ· νοῦς μὲν γὰρ ἐκεῖνος, λόγος δὲ ἐγώ. Περὶ μὲν οὖν τῶν ἔργων εἶπε καὶ ὀπίσω ὅτι, Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν·
καὶ ἀνάγνωθι πάλιν τὴν ἐξήγησιν ἐκείνου τοῦ ῥητοῦ· περὶ δὲ τῶν λόγων αὖθις εἴρηκεν, ὅτι Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με· καὶ ἀνάγνωθι καὶ τὴν περὶ τούτου ἑρμηνείαν. Καὶ — ἐστιν. Ἵνα μὴ νομίσωμεν ὅτι μείζων ἐστὶν ὁ πέμψας, θεραπεύει τὴν τοιαύτην ὑποψίαν, λέγων· Καὶ ὁ πέμψας με μετ᾿ ἐμοῦ ἐστιν, ὡς ἀχώριστος. Τὸ μὲν γὰρ πέμψαι τῆς οἰκονομίας ἐστί, τὸ δὲ μετὰ τοῦ πεμφθέντος εἶναι, τῆς ἀλληλουχίας. Ἡ γὰρ ἁγία Τριάς, ἐπίσης πάντα τόπον πληροῦσα, ἑαυτῆς οὐ διέστηκεν. Οὐκ — πάντοτε. Εἰ μὲν ὡς ἄνθρωπος τοῦτό φησιν, ἔστιν εἰπεῖν ὅτι πανταχοῦ μέν ἐστιν ὁ Θεός, κατὰ τό· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; μᾶλλον δὲ εἶναι λέγεται ἐν τοῖς ἀξίοις αὐτοῦ·
εἰ δὲ ὡς Θεός, διὰ τὸ ἀχώριστον τῆς ἁγίας Τριάδος, διῃρημένης μὲν ταῖς ἰδικαῖς ὑποστάσεσιν, ἡνωμένης δὲ τῇ ταυτότητι τῆς οὐσίας καὶ θεότητος. Τὰ ἀρεστὰ δὲ αὐτῷ ποιῶ πάντοτε, ἢ ὡς πειθόμενος αὐτῷ κατὰ τὴν ἀνθρωπότητα, ἢ ὡς ἴσος αὐτῷ, κατὰ τὴν θεότητα καὶ θέλησιν. Εἰ δὲ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε, ἀρεστὸν αὐτῷ ἄρα καὶ τὸ ἐν Σαββάτῳ θεραπεύειν τοὺς παρειμένους. Δέχου δὲ τὰ ταπεινὰ ῥήματα ὡς οἰκονομικὰ διὰ τὴν ἀσθένειαν τῶν Ἰουδαίων, ὡς καὶ προλαβόντες παρηγγείλαμεν· τὰ τοιαῦτα γὰρ μᾶλλον ἐφείλκοντο τοὺς πολλούς, καὶ τὸ παράδειγμα ἐγγύς. Ὅρα γάρ. Ὅτε εἰς τὸ ταπεινότερον κατήγαγε τὸν λόγον, τότε ἐπίστευσαν·
οὐχ ὡς ἐχρῆν ἐπίστευσαν, ἀλλ᾿ ἁπλῶς ἐπίστευσαν τοῖς ταπεινοτέροις λόγοις αὐτοῦ, μὴ παραδεξάμενοι τοὺς ὑψηλοτέρους, ὅπερ εἰδὼς ὁ Χριστὸς πειρᾶται διορθοῦν αὐτούς, τὸ ἑαυτοῦ πανταχοῦ ποιῶν, εἰ καὶ αὐτοὶ
col. 1293–1294page 95 of 199
PG 129:1293ταχέως ἀπεπήδησαν καὶ πρὸς ὕβρεις μᾶλλον ἐξετράπησαν. Ἔλεγεν — Ἰουδαίους. Πρὸς τοὺς πεπιστευκότας τότε, ὡς εἴρηται. Ἐὰν — ἐστέ. Ἐὰν ὑμεῖς ἐμμείνητε, ὡς τῶν ἄλλων μὴ ἐμμεινάντων, περὶ ὧν εἶπεν ὁ εὐαγγελιστής, ὅτι Πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ, εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτοῦ περιεπάτουν. Ἐὰν ὑμεῖς ἐμμείνητε, φησί, τῷ λόγῳ τῷ ἐμῷ, ἤγουν τῇ διδασκαλίᾳ μου ἣν διδάξω ὑμᾶς, τότε ἀληθῶς μαθηταί μού ἐστε. Οὔπω γάρ ἐστε. Καὶ γνώσεσθε τὴν ἀλήθειαν. Ἐμέ. Ἐγώ γάρ, φησὶν, εἰμὶ ἡ ἀλήθεια. Γνώσεσθε τὴν ἀλήθειαν παρ' ἐμοῦ. Τὰ γὰρ νομικὰ πάντα τύπος καὶ σκιὰ καὶ εἰκὼν τῆς ἀληθείας εἰσί. Καὶ — ὑμᾶς. Ἀπὸ τῶν ἁμαρτιῶν. Ἀπεκρίθησαν — γενήσεσθε; Ἀφέντες εἰπεῖν, Τί οὖν; ψεῦδος ὁ νόμος;
ψευδὴς ἡ τῶν Ἰουδαίων γνῶσις; Τοῦτο μὲν οὐ λέγουσι· τῶν τοιούτων γὰρ οὐκ ἔμελεν αὐτοῖς· ἐπὶ τῇ ὕβρει δὲ τῆς σωματικῆς εὐγενείας ἀγανακτοῦσιν, ὑποπτεύσαντες ὡς δούλοις ἀνθρώπου τινὸς εἰπεῖν αὐτοῖς ὅτι Ἐλευθερώσει ὑμᾶς. Εἰκότως οὖν ὁ Ἰωάννης ἔλεγε· Μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Τοιαῦτα γὰρ τὰ τῶν Ἰουδαίων αὐχήματα. Μὴ ἔχοντες γὰρ οἰκείαις ἀρεταῖς ἐσεμνύνεσθαι, τὴν τῶν προγόνων εὐγένειαν προσεβάλλοντο. Τί οὖν ὁ Χριστός; Οὐκ ἤλεγξεν αὐτοὺς πολλάκις δουλεύσαντας Αἰγυπτίοις καὶ Βαβυλωνίοις καὶ διαφόρως ἄλλοις ἔθνεσιν· ἀλλὰ ταύτην μὲν τὴν δουλείαν παρέδραμεν ὡς οὐδὲν βλάπτουσαν τὴν ψυχικὴν εὐγένειαν·
περὶ δὲ τῆς ἁμαρτίας φησίν, ἥτις αὐτὴν βλάπτει καταδουλοῦσα, ἧς ἡ δουλεία χαλεπωτάτη, ἀφ' ἧς ἐλευθεροῖ οὐχ ἕτερος, ἀλλ' ἡ μόνος ὁ Χριστὸς καὶ ἡ διδασκαλία αὐτοῦ. Ἀπεκρίθη — ἁμαρτίας. Δείκνυσιν ὅτι δουλείαν ἐνέφηνεν ἀνωτέρω τὴν ἐξ ἁμαρτίας, οὐ τὴν ἐκ δυναστείας ἀνθρώπου. Ἵνα δὲ μὴ εἴπωσιν, ὅτι Ὁ Μωϋσῆς ἡμᾶς ἐλευθερώσει ταύτης, δείκνυσι διὰ παραβολῆς ὅτι οὐκ ἔχει ἐκεῖνος ἐξουσίαν, δοῦλος ὤν, ἀλλ' αὐτὸς ὡς Υἱός. Ὁ δὲ δοῦλος — αἰῶνα. Ὁ δοῦλος οὐ κληρονομεῖ τὴν οἰκίαν τοῦ κυρίου αὐτοῦ· ὁ υἱὸς κληρονομεῖ αὐτήν. Λοιπὸν ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν ἐλευθεροῦν, δοῦλος ὤν· ἐγὼ ἔχω ἐξουσίαν ἐλευθεροῦν, Υἱὸς ὢν καὶ μένων ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου ἀεὶ καὶ κληρονομῶν τὴν ἐξουσίαν αὐτοῦ.
Εἶπε γὰρ καὶ ἐπίσω ὅτι τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ· καὶ πάλιν· Καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν. Ἐὰν — ἔσεσθε. Νῦν μὲν γὰρ οὐκ ἀληθῶς ἐλεύθεροί ἐστε, δεδουλωμένοι τῇ ἁμαρτίᾳ· ὅτε δὲ ὁ Υἱός
col. 1295–1296page 96 of 199
PG 129:1295ὑμᾶς ἐλευθερώσει, τότε οὐδεὶς ὁ ἀντιλέγων. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Τὴν μὲν γὰρ σωματικὴν ἐλευθερίαν καὶ ἄνθρωπος δίδωσι, τὴν δὲ ψυχικήν μόνος ὁ Υἱὸς ὡς κυρίως Κύριος· ἐπεὶ καὶ κυρίως αὕτη ἐλευθερία. Εἶτα ἀφεὶς τὰς ἄλλας αὐτῶν ἁμαρτίας εἰς μέσον ἄγει τὴν μελετωμένην· ἔγνω γὰρ αὐτοὺς ἤδη ἀποπηδήσαντας, καὶ ὁμαλῶς φησιν· Οἶδα — ἀποκτεῖναι. Φανερῶς μὲν οὐκ εἶπεν, ὅτι Οὐκ ἐστέ, φειδόμενος αὐτῶν ἔτι· λεληθότως δὲ τοῦτο δεδήλωκεν. Ἐπεὶ γὰρ ζητεῖτέ με ἀποκτεῖναι, οὐκ ἐστέ. Οὐδένα γὰρ ἐκεῖνος ἀπέκτεινεν ἀδίκως. Ὥσπερ γὰρ ἡ ἐλευθερία ἀπὸ τῶν ἔργων δείκνυται τῶν πρεπόντων ἐλευθέρῳ, οὕτω καὶ ἡ συγγένεια. Τίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ φόνου. Ὅτι — ὑμῖν.
Ὁ λόγος μου ὁ διδασκαλικός, ὑψηλὸς ὤν, οὐ χωρεῖ ἐν ὑμῖν τοῖς ἔχουσι νοῦν ἐστενωμένον ὑπὸ φαυλότητος καὶ χαμαὶ συρόμενον. Ἰδοὺ γὰρ ἀπώσασθε καὶ ὃ πρὸ μικροῦ παρεδέξασθε, στέγειν αὐτὰ μὴ δυνάμενοι. Ἵνα δὲ μὴ εἴπωσιν, Ἀπὸ σεαυτοῦ ταῦτα λαλεῖς, ἐπήγαγεν· Ἐγώ — λαλῶ. Ὃ ἔγνων παρὰ τῷ Πατρί μου, ὃ ἔμαθον ἀπ' αὐτοῦ. Καὶ — ποιεῖτε. Τὸ ἀνθρωποκτονεῖν· πατέρα γὰρ αὐτῶν ἐμφαίνει νῦν τὸν διάβολον. Ὥσπερ γὰρ τῆς πατρότητος τοῦ Ἀβραὰμ ἐκβάλλει αὐτοὺς ἡ τῶν ἔργων ἀνομοιότης· οὕτως ἄρα τῇ πατρότητι τοῦ διαβόλου εἰσποιεῖ αὐτοὺς ἡ τῶν ἔργων ὁμοιότης· κἀκεῖνος γὰρ ἀνθρωποκτόνος, περὶ οὗ προϊὼν ἐρεῖ φανερώτερον. Ἀπεκρίθησαν — ἐστι.
Μὴ νοήσαντες τίνα ἔλεγε πατέρα αὐτῶν πάλιν ἐπὶ τὴν τοῦ Ἀβραὰμ συγγένειαν καταφεύγουσι. Λοιπὸν οὖν ὁ Χριστὸς φανερώτερον αὐτῶν καθάπτεται. Λέγει — ἐποιεῖτε ἄν. Τὴν δικαιοσύνην. Νῦν — ἀποκτεῖναι. Συνεχῶς ἐλέγχει τὴν μελέτην αὐτῶν, ἐντρέπων αὐτοὺς ὅπως διορθωθῶσιν. Ἄνθρωπον — πατρός. Τὸ ἑώρακα καὶ τὸ ἤκουσα ὡς οἰκονομικὰ δεκτέον καὶ νοητέον. Τοῦτο — ἐποίησεν. Τὸ ζητεῖν ἀποκτεῖναι ἄνθρωπον ἀλήθειαν λελαληκότα καὶ ἀθῶον. Ὑμεῖς — ὑμῶν. Τὸ ἀνθρωποκτονεῖν καὶ εἴ τι πονηρόν. Εἶπον — Θεόν. Ἐπεὶ εὐλόγως ἀπέδειξεν αὐτοὺς ἀναξίους τῆς πατρότητος τοῦ Ἀβραάμ, ἐφ' ᾗ μέγα ἐκόμπαζον, λοιπὸν ἀνοήτως ἀνατρέχουσιν ἐπὶ τὴν πατρότητα τοῦ Θεοῦ, διὰ τὸ λέγειν τὴν Γραφήν Υἱὸς πρωτότοκός μου Ἰσραήλ.
Ἐκβάλλει δὲ καὶ ταύτης αὐτοὺς τῆς τιμῆς, εὐλόγοις ὁμοίως ἀποδείξεσιν. Ἀλλὰ πῶς αὐτοὶ μὲν ἀδεῶς πατέρα ἑαυτῶν λέγουσι
col. 1297–1298page 97 of 199
PG 129:1297τὸν Θεὸν, τῷ δὲ Χριστῷ, Πατέρα ἴδιον λέγοντι τὸν θεὸν ἐχαλέπαινον; Διότι ἐκεῖνος φύσει Πατέρα ἑαυτοῦ ἔλεγεν αὐτόν. Τῷ δὲ, Ἡμεῖς ἐκ πορνείας οὐ γεγενήμεθα· νοεῖται μὲν διὰ τὰ ἐξ Ἰσμαὴλ καταγόμενα Ἔθνη, ὃς ἐκ δουλικῆς συμπλοκῆς ἐγεννήθη τῷ Ἀβραάμ, ἐκ Ἅγαρ τῆς δούλης· ἄτε αὐτῶν ἐξ Ἰσαὰκ καταγομένων, ὃς ἐξ εὐγενοῦς γάμου ἐγεννήθη τῷ Ἀβραάμ, ἐκ Σάρρας τῆς κυρίας τῆς Ἅγαρ. Λέγουσι δέ τινες ὅτι πρὸς ὕβριν αὐτοῦ τοῦτο εἶπον οἱ ἐναγεῖς, διὰ τὸ λέγεσθαι αὐτὸν μὴ εἶναι φύσει υἱὸν τοῦ Ἰωσήφ. Ὅτε δὲ ἐξευτελίσαι τοῦτον θέλουσι, τότε αὐτὸν υἱὸν τοῦ Ἰωσὴφ ὀνομάζουσι, ποτέ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο φλυαροῦντες καὶ οὐδέποτε τῇ ἀληθείᾳ συντιθέμενοι. Καὶ μὴν πολλοὶ αὐτῶν ἐκ πορνείας ἐγεννήθησαν·
πολλοὺς γὰρ παρανόμους γάμους Ἰουδαῖοι ἐποίουν. Ἀλλὰ καὶ τοῦτο σιγῇ πρὸς τὸ μεῖζον ἐπειγόμενος. Εἶπεν — ἐξῆλθον. Ἐγεννήθην, ἢ ἀπεστάλην. Καὶ ἥκω. Πρὸς ὑμᾶς. Οὐδὲ — ἐλήλυθα. Ἀπὸ ἰδίου θελήματος· οὐ γὰρ ἔχω ἴδιον θέλημα, ὡς πολλάκις εἴρηται. Ἀλλ' — ἀπέστειλεν. Ὡς πατὴρ υἱὸν, ὡς νοῦς λόγον. Διατί — γινώσκετε; Διατί τὰ λεγόμενα παρ' ἐμοῦ οὐ νοεῖτε; Εἶτα προστίθησι καὶ τὴν αἰτίαν τοῦ μὴ νοεῖν αὐτοὺς αὐτά. Ὅτι — ἐμόν. Τὸ, Οὐ δύνασθε, τὸ οὐ βούλεσθε σημαίνει νῦν, ὅτι οὐ βούλεσθε συνιέναι τὸν λόγον τὸν ἐμὸν, τὸν περὶ δογμάτων, διὰ φαυλότητα ψυχῆς χαμαισυρομένης, καὶ μηδὲν ὑψηλὸν φανταζομένης.
Ἐπειδὲ ἐτόλμησαν εἰπεῖν πατέρα ἑαυτῶν τὸν Θεὸν οἱ ἀνάξιοι καὶ τῆς τοῦ Ἀβραὰμ συγγενείας, παρρησιάζεται καὶ ἐπάγει τούτοις, ὡς ἀνιάτοις, φανερωτέραν πληγὴν, ἀντίρροπον τῆς ἀναισχυντίας αὐτῶν, καταστέλλων τὸ φύσημα καὶ τὸν κόμπον τῶν ἀλαζόνων. Ὑμεῖς ἐστέ. Ὑμεῖς ἐκ τοῦ πατρὸς ἐκείνου ἐστὲ τοῦ διαβόλου· ὑμῶν πατὴρ ἐκεῖνός ἐστιν ὁ διάβολος. Καὶ — ποιεῖν. Τοῦ πατρὸς ὑμῶν ἐκείνου. Ἐπιθυμίαι δὲ αὐτοῦ τὸ ἀνθρωποκτονεῖν καὶ τὸ ψεῦδος, εἴτουν ὁ σκολιὸς καὶ διεφθαρμένος βίος, ὡς ἐφεξῆς ἐρεῖ. Ἐκεῖνος — ἀρχῆς. Τὸν πρῶτον ἄνθρωπον κτείνας, τὸν Ἀδάμ· αὐτὸς γὰρ αὐτῷ τὸν θάνατον προεξένησεν· εἶτα καὶ τὸν υἱὸν αὐτοῦ τὸν Ἄβελ ἀνελών. Αὐτὸς γὰρ καὶ αὐτῷ τὸν ἀδελφὸν Κάϊν ἐπανέστησε κινήσας τῷ φθόνῳ. Καὶ — ἔστηκεν.
Οὐκ ἐμμένει, τουτέστιν, ἐν τῷ ὀρθῷ βίῳ οὐκ ἀναπαύεται, ἀλλὰ μισεῖ τὴν τοιαύτην πολιτείαν.
col. 1299–1300page 98 of 199
PG 129:1299Ὅτι αὐτῷ. Ἀλλὰ τοὐναντίον ψεῦδος. Ὅταν λαλεῖ. Τὰ ἴδια λαλεῖ. Ἴδιον γὰρ αὐτοῦ τὸ ψεῦδος. Αὐτὸς γὰρ πρῶτος ἐξεῦρεν αὐτό, καὶ πρῶτος ἐχρήσατο αὐτῷ ψευσάμενος πρὸς τὴν Εὔαν ὅτι ἔλεγεν αὐτῇ διὰ τοῦ ὄφεως, ὅτι οὐ θανάτῳ ἀποθανεῖσθε, καὶ, ὅτι Ἔσεσθε ὡς θεοί. Ὅτι ψεύστης ἐστίν. Ἐκτοτε καὶ εἰς τὸ ἑξῆς ψευδόμενος. Καὶ ὁ πατὴρ αὐτοῦ. Καὶ ὁ πατὴρ αὐτοῦ, ἤτοι τοῦ ψεύδους, αὐτός ἐστιν ὡς πρῶτος ἐξευρὼν αὐτὸ, καθώς εἴρηται. Ἐγώ — μοι. Εἰ μὲν ἔλεγον ψεῦδος, ἐπιστεύσατέ μοι ἂν ὡς τὸ ἴδιον τοῦ πατρὸς ὑμῶν λέγοντι· διότι δὲ τὴν ἀλήθειαν διδάσκω, οὐ πιστεύετέ μοι ὡς τὸ ἀλλότριον αὐτοῦ διδάσκοντι. Ἀλήθειαν δὲ καλεῖ τάς τε ἄλλας αὐτοῦ διδασκαλίας καὶ τὴν ὅτι Υἱός ἐστι τοῦ Θεοῦ. Τίς ἁμαρτίας;
Εἰ μὴ, διότι τὴν ἀλήθειαν λέγω, ἀπιστεῖτέ μοι, εἴπατε, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας, ὑπ' ἐμοῦ γενομένης, ἵνα δέξητε δι' ἐκείνην ἀπιστεῖν; Εἰ δὲ — μοι; Εἰ οὔτε διότι τὴν ἀλήθειαν λέγω ἀπιστεῖτέ μοι, οὔτε τις ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας, ἄρα ἀλήθειαν λέγω· καὶ εἰ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι; Οὕτως ἐλέγξας αὐτοὺς ἐθελοκάκους ἐπὶ συλλογίζεται. Ὅ — ἐστέ. Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ δέχεται, καὶ πείθεται· ὑμεῖς οὐ δέχεσθε· οὐκ ἄρα ἐκ τοῦ Θεοῦ ἐστε. Καὶ λοιπὸν ψεύδεσθε λέγοντες πατέρα ἔχειν τὸν Θεὸν καὶ ἐκ τοῦ Θεοῦ εἶναι. Κατὰ μὲν οὖν τὸν λόγον τῆς δημιουργίας πάντες ἐκ τοῦ Θεοῦ εἰσι·
κατὰ δὲ τὸν τῆς οἰκειότητος μόνοι οἱ τὰ ῥήματα αὐτοῦ δεχόμενοι καὶ πειθόμενοι καὶ ἀπὸ τοῦ τρόπου τὸ γνήσιον δεικνύοντες. Ἀπεκρίθησαν — ἔχεις; Κατ' ἐρώτησιν ἀναγνωστέον. Σαμαρείτην μὲν οὖν αὐτὸν ἔλεγον ὡς μὴ ἀκριβῶς τηροῦντα τὸν νόμον, ὡς αὐτοῖς ἐδόκει, μηδὲ τὰς παραδόσεις τῶν πρεσβυτέρων· τοιοῦτοι γὰρ οἱ Σαμαρεῖται· δαιμόνιον δὲ ἔχοντα, ὡς τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτὸν ἕλκοντα· τοιοῦτοι γὰρ οἱ δαίμονες. Ἀλλ' ὁ μὲν ὡς ἐν ἀληθείᾳ Θεὸς, οἱ δὲ ὡς ἀπατεῶνες. Ἀπεκρίθη — Ἔχω. Οὐ γὰρ ἀτιμάζω τὸν Θεὸν, ὡς οἱ δαίμονες, οὐδὲ τῆς τιμῆς αὐτοῦ ἐκβάλλω αὐτόν. Ἀλλὰ τιμῶ τὸν Πατέρα. Τιμῶν γὰρ τὸν Πατέρα ἀποφαίνω ὑμᾶς μὴ ἔχοντας πατέρα τὸν Θεὸν μηδ' ἐκ τοῦ Θεοῦ ὄντας.
Ἀτιμία γὰρ τοῦ φιλανθρώπου πατέρα εἶναι τῶν ἀνθρωποκτόνων. Καὶ — με. Σαμαρείτην καὶ δαιμόνιον ἔχοντα ὀνομάσαντες, διότι τιμῶν τὸν Πατέρα ἀπέφηνα
col. 1301–1302page 99 of 199
PG 129:1301ὑμᾶς μὴ ἔχοντα πατέρα τὸν Θεόν. Ἀτιμάσαντες δὲ τὸν Υἱόν, ἠτιμάσατε τὸν Πατέρα. Προείρηται γὰρ ὅτι ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ἐγώ — μου. Τὴν ἐκδίκησιν τῆς ἀτιμίας μου. Ἔστιν κρίνων. Ὁ Πατὴρ δι' ὧν ἠτιμάσατέ με, καὶ πρὸς ὃν ἡ ἀτιμία τοῦ Υἱοῦ διαβαίνειν οἶδεν. Εἰ γὰρ καὶ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἀλλ' οὐχ ὡς ἐκβαλὼν ἑαυτὸν τοῦ κρίνειν, ἀλλὰ διότι Λόγος τοῦ Πατρὸς ὁ Υἱός. Ὅρα δὲ πῶς, ὅτε μὲν εἶπον πατέρα ἑαυτῶν τὸν Θεόν, ἐπαρρησιάσθη καὶ σφοδρῶς αὐτῶν καθήψατο· ὅτε δὲ αὐτὸν ἠτίμασαν, ἐπιεικῶς ἀπεκρίνατο καὶ πράως. Ἐντεῦθεν γὰρ ἐπαίδευσεν ἡμᾶς τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἡμᾶς παροράν.
Καὶ αὐτὸς γὰρ παραδραμὼν τὴν εἰς ἑαυτὸν ὕβριν ἐπὶ παραίνεσιν τρέπεται. Ἀμὴν — αἰῶνα. Ζήτησον ἐν τῷ ἐνάτῳ κεφαλαίῳ τό, Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτοῦ. Νοήσεις γὰρ ἐκεῖθεν περὶ ποίου θανάτου λέγει νῦν. Περὶ οὗ μὴ νοήσαντες ἐκεῖνοι πάλιν ἀτιμάζουσιν αὐτόν. Εἶπον — ἔχεις. Νῦν μᾶλλον. Εἶπον δὲ τοῦτο, ὡς ἐκείνου δῆθεν ποιοῦντος ἑαυτὸν μείζονα τοῦ Θεοῦ. Ἀβραὰμ — προφῆται. Οἱ τηρήσαντες τὸν λόγον τοῦ Θεοῦ. Καὶ — ποιεῖς; Ἀκόλουθον μὲν ἦν εἰπεῖν· Μὴ σὺ μείζων εἶ τοῦ Θεοῦ; Ἀλλ' οὐ λέγουσι τοῦτο, ἵνα μὴ συγκρίναντες αὐτὸν τῷ Θεῷ δόξωσι μᾶλλον τιμᾶν αὐτόν. Βούλονται δὲ αὐτὸν ἐλάττονα καὶ τοῦ Ἀβραὰμ ἀποφῆναι.
Καὶ οὐκ εἶπον τοῦ Ἀβραάμ, ἀλλὰ τοῦ πατρὸς ἡμῶν, κομπάζοντες πάλιν, καὶ τῇ συγγενείᾳ τοῦ Ἀβραὰμ ἐπισεμνυνόμενοι. Ἀπεκρίθη — ἔστιν. Οὐδέν ἐστιν, ὡς ὑμεῖς ὑπολαμβάνετε. Πρὸς τὴν ἐκείνων γὰρ ὑπόνοιαν τοῦτο εἶπεν, ἴσον λέγων τῷ, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ὅπερ κεῖται περὶ τὰ μέσα τοῦ ἑβδόμου κεφαλαίου· καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτοῦ. Ἔστιν — με. Ἐὰν ἐγὼ μεγαλύνω, φησίν, ἐμαυτόν, δοκῶ ὑμῖν ψεύδεσθαι· Ἔστιν ὁ μεγαλύνων με, ὁ Πατήρ μου. Καὶ ἐν τῷ ῥηθέντι γὰρ κεφαλαίῳ ὁμοίως εἶπεν, ὅτι καὶ ὁ πέμψας με Πατήρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Προθεραπεύει δὲ ἃ μέλλει ἐρεῖν, ἵνα μὴ δόξῃ κομπάζειν.
col. 1303–1304page 100 of 199
PG 129:1303Βούλεται γὰρ κατασκευάσαι ὅτι μείζων ἐστὶ τοῦ Ἀβραάμ. Φανερῶς γὰρ νῦν οὐκ εἶπε τοῦτο διὰ τὴν ἀναισχυντίαν αὐτῶν. Οὐν — αὐτόν. Οὐκ ἐγνώκατε αὐτὸν, ὡς τοῖς ἔργοις ἀρνούμενοι αὐτόν. Φησὶ γὰρ καὶ ὁ Ἀπόστολος ὅτι Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ἢ καὶ ὡς μὴ ἐγνωκότες τὸν Υἱὸν αὐτοῦ. Προείρηκε γὰρ ὅτι Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν. Ἢ ὡς μὴ τηροῦντες τὸν λόγον αὐτοῦ· εἰ γὰρ ᾔδειτε αὐτὸν, ἐτηρεῖτε ἂν τὸν λόγον αὐτοῦ. Ἐγὼ δὲ οἶδα αὐτόν. Οὐ μόνον ὡς ἐξ αὐτοῦ καὶ τῆς αὐτῆς οὐσίας καὶ φύσεως καὶ γνώσεως ὤν, ἀλλὰ καὶ ὡς τὸν λόγον αὐτοῦ τηρῶν. Καὶ ὀπίσω δὲ εἶπεν, ὅτι Ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε, ἐγὼ δὲ οἶδα αὐτὸν, ὅτι παρ᾽ αὐτοῦ εἰμι. Καὶ — ψεύστης.
Ψεύδεσθε γὰρ ὑμεῖς λέγοντες ὅτι Θεὸς ὑμῶν ἐστιν, οὐ γὰρ ἐγνώκατε αὐτὸν, ὡς προείρηται. Εἴδησιν δὲ καὶ γνῶσιν φησι τὸ εἰδέναι καὶ γινώσκειν ἁπλῶς ὅτι ἐστὶ Θεὸς καὶ Πατήρ, οὐ μὴν τὴν τῆς φύσεως τοῦ Θεοῦ. Αὕτη γὰρ οὐ μόνον ἄγνωστος, ἀλλὰ καὶ παντελῶς ἀνεννόητος καὶ ἀνεπιχείρητος, καὶ οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ ταῖς οὐρανίαις δυνάμεσιν. Ἀλλὰ τηρῶ. Ὁρᾷς ὅτι τὸ τὸν λόγον τοῦ Θεοῦ τηρεῖν σημεῖόν ἐστι τοῦ εἰδέναι αὐτόν. Φοβηθῶμεν τοίνυν οἱ τὰς ἐντολὰς τοῦ Θεοῦ μὴ φυλάττοντες, ὡς ταττόμενοι μετὰ τῶν ἀγνοούντων τὸν Θεόν. Εἶτα κατασκευάζει καὶ ὅτι μείζων ἐστὶ τοῦ Ἀβραάμ. Ἀβραὰμ — ἐμήν. Ἠγαλλιάσατο, ἤγουν ἐπεθύμησεν. Ἡμέραν δὲ αὐτοῦ λέγει τὴν τοῦ σταυροῦ. Καὶ εἶδε, καὶ ἐχάρη.
Ἐχάρη διὰ τὴν σωτηρίαν τοῦ κόσμου. Προγνοὺς γὰρ τὸ μυστήριον τῆς σταυρώσεως τοῦ Χριστοῦ ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν αὐτοῦ, καὶ εἶδεν αὐτὴν προσκιαγραφηθεῖσαν καὶ διατυπωθεῖσαν ἐν τῇ ἡμέρᾳ καθ᾽ ἣν ἀνήνεγκε τὸν υἱὸν αὐτοῦ τὸν Ἰσαὰκ εἰς ὁλοκάρπωσιν. Ἔμαθε γὰρ ὅτι, ὥσπερ αὐτὸς οὐκ ἐφείσατο τοῦ υἱοῦ αὐτοῦ τοῦ ἀγαπητοῦ διὰ τὸν Θεὸν, οὕτως οὐδὲ ὁ Θεὸς φείσεται τοῦ Υἱοῦ αὐτοῦ τοῦ ἀγαπητοῦ διὰ τὸν ἄνθρωπον. Καὶ ὥσπερ οὗτος ἐβάστασε τὰ ξύλα τῆς ὁλοκαρπώσεως αὐτοῦ, οὕτω κἀκεῖνος βαστάσει τὸ ξύλον τοῦ θανάτου αὐτοῦ. Πλὴν καθάπερ τούτου μείναντος ἀπαθοῦς ὁ κριὸς ἐτύθη, οὕτω κἀκείνου μένοντος ἀπαθοῦς τὸ ἀνθρώπινον αὐτοῦ σφαγιασθήσεται. Εἰ δὲ ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν αὐτοῦ, ὡς μείζονος πάντως.
col. 1305–1306page 101 of 199
PG 129:1305Καὶ — ἑώρακας; Ὄντο γὰρ αὐτὸν ἐγγὺς εἶναι πεντήκοντα ἐτῶν διὰ τὴν πολυπειρίαν αὐτοῦ. Τινὰ δὲ τῶν ἀντιγράφων τεσσαράκοντα γράφουσιν, ὅπερ δοκεῖ ἀκριβέστερον. Εἶπεν — εἰμι. Ὡς Θεός. Καὶ οὐκ εἶπεν, Ἐγὼ ἤμην, ἀλλ᾽ Ἐγώ εἰμι ὁ ἀεὶ ὤν. Τὸ μὲν οὖν γενέσθαι κτιστοῦ· τὸ δὲ Εἰμὶ ἀκτίστου καὶ κτίστου. Ἦραν — αὐτόν. Οἱ ταχεῖς πρὸς φόνον. Ἠγρίαναν γὰρ νομίζοντες ὑβρισθῆναι τὸν Ἀβραάμ· ἅμα δὲ καὶ γνόντες ὅτι ἀϊδιότητα Θεοῦ περιτίθησιν ἑαυτῷ. Ἰησοῦς δὲ ἐκρύβη. Ἀόρατος αὐτοῖς κατέστη τῇ ἐξουσίᾳ τῆς θεότητος. Καὶ ἱεροῦ. Ἵνα κατασταλῇ ὁ θυμὸς αὐτῶν. Διελθὼν — αὐτῶν. Μὴ ἰσχυόντων ἰδεῖν αὐτόν. Καὶ διατί οὐκ ἐξέλυσεν αὐτῶν τὴν δύναμιν καὶ φανερῶς ἀνεχώρησε; Διότι οὐδ᾽ οὕτως ἔμελλον πιστεύειν.
Καὶ γὰρ ἐν τῷ καιρῷ τοῦ Πάθους ὑπτίους αὐτοὺς ἔρριψε, καὶ τὰς ὄψεις αὐτῶν ἐσκότισε, καὶ οὐκ ἐπίστευσαν. Οὐδὲν γὰρ χεῖρον ψυχῆς ἀπεγνωκυίας. Κἂν γὰρ σημεῖα ἴδῃ, κἂν τέρατα, μένει τὴν αὐτὴν ἔχουσα πάλιν ἀναισχυντίαν. Καὶ παρῆγεν οὕτως. Ἐβάδιζεν οὕτως, μὴ φαινόμενος αὐτοῖς. ΚΕΦ. Θ'. Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ. Καὶ — γενετῆς. Βεβαιῶν ἃ εἶπε, καὶ πιστούμενος ὅτι Θεός ἐστιν, εὐθὺς ἔρχεται ἐπὶ θαῦμα μέγιστον, καὶ μήπω μέχρι τότε γενόμενον. Τυφλοὶ μὲν γὰρ καὶ ἄλλοι ἀνέβλεψαν· τυφλὸς δὲ ἐκ γενετῆς οὐδεὶς ἄχρι τότε. Διὸ καὶ ἀναβλέψας ἔλεγεν· Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξε τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Καὶ — γεννηθῇ;
Ἐρωτῶσιν οὐχ ὡς τοῦτο πάντως ἢ ἐκεῖνο ὑπολαμβάνοντες, καθάπερ οἱ ἀνόητοι Ἰουδαῖοι· τὸ μὲν γὰρ ἁμαρτεῖν πρὸ τοῦ γεννηθῆναι ἀδύνατον, τὸ δὲ ὑπὲρ τῶν γονέων κολάζεσθαι ἄδικον· ἀλλ᾽ ἔστιν ὁ σκοπὸς τοῦ λόγου τοιοῦτος. Ὁ μὲν παράλυτος διὰ τὰς ἁμαρτίας αὐτοῦ ἠσθένει, καθὼς ἐκεῖ μεμαθήκαμεν· περὶ τούτου δὲ τί λέγεις; Τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ; ἡμεῖς γὰρ οὔτε τοῦτο οὔτε ἐκεῖνο δυνάμεθα λέγειν, παντελῶς ἐξαπορούμενοι.
col. 1307–1308page 102 of 199
PG 129:1307Ἀπεκρίθη – αὐτοῦ. Οὐ παντελῶς ἀναμαρτήτους αὐτούς φησιν, ἀλλ' ὅσον εἰς τὸ τυφλωθῆναι τοῦτον, ἀναμαρτήτους κἀκείνους καὶ τοῦτον. Ἐντεῦθεν λοιπὸν μανθάνομεν ὅτι πατέρων ἁμαρτανόντων οὐ κολάζονται παῖδες. Εἰ γὰρ καὶ ἐν τῇ Ἐξόδῳ περὶ τοῦ Θεοῦ γέγραπται ὅτι Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν· ἀλλὰ δι' ἐκείνους μόνους εἴρηται τοὺς μέλλοντας ἐκ τῶν Ἰσραηλιτῶν εἰδωλολατρῆσαι. Ἐπεὶ γὰρ ἐζήλωσαν τὴν ἀσέβειαν τῶν ἐν Αἰγύπτῳ εἰδωλολατρησάντων γονέων αὐτῶν, ἀπέδωκεν αὐτοῖς τὴν τιμωρίαν ἐκείνων εἰκότως. Ἐν γὰρ ἴσαι αἱ ἁμαρτίαι, τούτοις ἴσαι πάντως καὶ αἱ κολάσεις. Ὕστερον γὰρ νομοθετῶν διὰ Μωϋσέως, φησίν· Οὐκ ἀποθανοῦνται παῖδες ὑπὲρ πατέρων, οὐδὲ πατέρες ὑπὲρ παίδων·
καὶ διὰ Ἰεζεκιὴλ πάλιν λέγει· Τί ὑμῖν ἡ παραβολὴ αὕτη, λεγόντων, Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν; Ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἔσται ἡ παραβολὴ αὕτη· ἀλλὰ τῶν φαγόντων τὸν ὄμφακα ὁμοδιάσουσιν οἱ ὀδόντες. Ἀλλ' αὐτῷ. Ἔργα τοῦ Θεοῦ λέγει τὴν ἀπὸ χοὸς πλάσιν τῶν ὀφθαλμῶν τοῦ τυφλοῦ. Ἐπεὶ γὰρ ὁμολογούμενον ἔργον Θεοῦ ἦν ἡ ἀπὸ χοὸς πλάσις τοῦ σώματος τοῦ Ἀδάμ, ἀπὸ χοὸς καὶ αὐτὸς πλάττει τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, τὸ κάλλιστον μέρος τοῦ σώματος, ἵνα ἐντεῦθεν φανείη Θεὸς ἀναμφιβόλως, οἷα τὰ ἴσα τῷ Θεῷ δυνάμενος. Ὁ γὰρ τὸ κάλλιστον μέρος οὕτω πλάσας, δυνατὸς καὶ τὸ ὅλον πλάσαι. Ἢ ἔργα τοῦ Θεοῦ φησι τὴν κεκρυμμένην δύναμιν τῆς θεότητος αὐτοῦ, ἥτις τότε μᾶλλον ἐφάνη. Τί οὖν;
εἰ μὴ ἐκολάσθη οὗτος, οὐκ ἐνῆν ἑτέρως φανερωθῆναι τὰ ἔργα τοῦ Θεοῦ; Ἐνῆν μέν, ἀλλ' οὐδὲ οὗτος ἐκολάσθη, μᾶλλον μὲν οὖν εὐηργετήθη διὰ τῆς πηρώσεως τῶν τοῦ σώματος ὀφθαλμῶν, ἀναβλέψας τοὺς τῆς ψυχῆς. Τί γὰρ ὄφελος ἐκείνων, ὅταν οὗτοι μὴ βλέπωσιν; Ἐξῆν οὖν τῷ Κτίστῃ τυφλὸν αὐτὸν κτίσαι, οὐ κολαστικῶς, ἀλλ' οἰκονομικῶς, ἵνα τε τὰ ἔργα τοῦ Θεοῦ φανερωθῇ· καὶ αὐτὸς ἐντεῦθεν ἀναβλέψῃ τὴν ψυχήν. Τινὲς δὲ τὸ ἵνα οὐκ αἰτιολογικὸν λέγουσιν ἐνταῦθα, ἀλλὰ δηλωτικὸν τοῦ μέλλοντος ὅτι φανερωθήσονται τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Τοιοῦτον δὲ εἶναι καὶ τό· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
Σημαίνειν γὰρ ὅτι οἱ μὴ βλέποντες βλέψουσι, καὶ οἱ βλέποντες
col. 1309–1310page 103 of 199
PG 129:1309] τυφλωθήσονται· οὐ γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοί γένωνται. Καὶ ὁ Παῦλος δέ φησιν· Νόμος παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. [ Οὐ γὰρ διὰ τοῦτο παρεισῆλθεν, ἀλλ' ὅτι μέλλει πλεονάσαι τὸ παράπτωμα,] καὶ πολλὰ τοιαῦτα. Ἴδιωμα γὰρ καὶ τοῦτο τῆς Γραφῆς. Ἐμέ — με. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τὰ δεικνύοντά με Υἱὸν τοῦ Πατρὸς, καὶ ἴσον τῷ Θεῷ. Ἐμὲ χρὴ φανεροῦν ἐμαυτὸν, ὡς φιλάνθρωπον, ἵνα, διὰ τῶν τοιούτων ἔργων χειραγωγούμενοι πρὸς τὴν εἰς ἐμὲ πίστιν οἱ ἄνθρωποι, μὴ ἀπόλωνται. Ἐμοῦ γὰρ ἐνανθρωπήσαντος ἀδύνατον σωθῆναι τινα ἑτέρως, εἰ μὴ διὰ τῆς εἰς ἐμὲ πίστεως. Ἕως ἡμέρα ἐστίν. Ἕως ὁ παρὼν αἰών ἐστιν, ἕως ὁ βίος οὗτος συνέστηκεν, ἕως ἔξεστι τοῖς ἀνθρώποις ἐργάζεσθαι.
Ἔρχεται — ἐργάζεσθαι. Ἔρχεται ὁ μέλλων αἰών, ὅτι οὐδεὶς δύναται ἐργάζεσθαι τὸ πιστεύειν εἰς ἐμέ. Ἐργασίας γὰρ ὁ παρὼν καιρός· ὁ δὲ μέλλων ἀνταποδόσεως. Ὅτι δὲ ἐργασίαν ἐνταῦθα τὴν τοῦ πιστεύειν λέγει, δῆλον ἀπὸ τοῦ εἰπεῖν ὀπίσω, ὅτι Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Ὁ μὲν οὖν Χριστὸς ἡμέραν μὲν ἐκάλεσε τὸν παρόντα αἰῶνα διὰ τὸ ἐνεργόν· νύκτα δὲ τὸν μέλλοντα διὰ τὸ ἀεργόν· ὁ δὲ Παῦλος τοὐναντίον νύκτα μὲν τὸν παρόντα αἰῶνα διὰ τὴν πλάνην καὶ τὴν ἄγνοιαν καὶ τὸ σκότος τῶν παθῶν, ἡμέραν δὲ τὸν μέλλοντα διὰ τὸ μηδὲν ἔχειν τούτων· φησὶ γάρ· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ὅταν — κόσμου.
Καὶ χρὴ τοὺς ἐσκοτισμένους φωτίζεσθαι διὰ πίστεως, πρὸ τοῦ μεταβῆναί με ἀπὸ τοῦ κόσμου. Καὶ ἐν τῷ πεντεκαιδεκάτῳ δὲ κεφαλαίῳ πλατύτερον περὶ τούτου λέγει. Τί οὖν; ἐν τῷ οὐρανῷ ὢν οὐκ ἔστι φῶς τοῦ κόσμου; Ἔστιν· ἀλλὰ νῦν περὶ τῆς ἐν τῇ γῇ διατριβῆς αὐτοῦ φησιν, ἅμα μὲν προτρεπόμενος εἰς πίστιν, ἅμα δὲ τὸν ὅσον οὔπω θάνατον αὐτοῦ παραδηλῶν. Ταῦτα εἰπὼν — τυφλοῦ. Διατί μὴ χοῦν μόνον λαβὼν ἐπέχρισε; Διότι ὁ πηλὸς ἄνευ ὑγροῦ τινος οὐκ ἐπιχρίεται. Καὶ διατί οὐχ ὕδατι, ἀλλὰ πτύσματι πηλὸν ἐποίησεν; Ἵνα τῷ πτύσματι ἐπιγραφῇ τὸ θαῦμα. Καὶ — Σιλωάμ. Νίψασθαι μὲν κελεύει, δεικνύς ὅτι οὐ χρείαν εἶχε τοῦ χοός·
ἀλλ᾽ ἐχρήσατο τούτῳ πρὸς τὸ διδάξαι μόνον, ὅτι αὐτός ἐστιν ὁ κατ᾽ ἀρχὰς ἐκ χοὸς πλάσας τὸ σῶμα τοῦ Ἀδάμ. Ἀποστέλλει δὲ αὐτὸν εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ πόρρω οὖσαν, ἵνα φανῇ ἡ πίστις καὶ εὐπείθεια τοῦ τυφλοῦ. Οὐδὲ γὰρ ὑποψία τις ἦν, ὅτι ἡ κολυμβήθρα θερα
col. 1311–1312page 104 of 199
PG 129:1311Ο — ἀπεσταλμένος. Ὅπερ ὄνομα, τὸ Σιλωὰμ δηλονότι, Ἑβραϊκὸν ὄν, ἑρμηνεύεται ἀπεσταλμένος. Οἶμαι διὰ τὸν ἀπεσταλμένον ἐκεῖ τότε τυφλόν. Προεδήλου γὰρ ἡ τῆς κολυμβήθρας κλῆσις τὸ μέλλον. Ἀπῆλθεν – βλέπων. Ἀπῆλθε μὲ διακριθεὶς ὅλως ἀλλ᾽ εὐθέως ὑπακούσας, καίτοι εἰκὸς ἦν εἰπεῖν, Τί τοῦτο βούλεται, οὐκ ἠδύνατο αὐτὸς θεραπεῦσαι; μήποτε πλανᾷ με καὶ μάτην πέμπει· πολλάκις γὰρ ἐκεῖ νιψάμενος οὐδὲν ἀπωνάμην. Καὶ ἑτέρως δὲ, Εἰ ὁ πηλός θεραπεύσει, τίς ἡ χρεία τοῦ νίψασθαι εἰς τὴν εἰρημένην κολυμβήθραν; Εἰ δὲ ἐκείνη θεραπεύσει, τίς ἡ χρεία τοῦ πηλοῦ; Ἀλλ᾽ οὐδὲν τοιοῦτον ἢ εἶπεν ἢ ἐλογίσατο·
ἁπλῶς δὲ πιστεύσας, ὅτι τὰ πρὸς ἴασιν αὐτοῦ καὶ πεποίηκε καὶ προσέταξεν, ἐπείσθη καὶ ἀπῆλθε, καὶ τῆς τοιαύτης πίστεως οὐ διήμαρτεν. Οἱ οὖν γείτονες — ἀνέβλεψα. Τί λέγεις; Ἄνθρωπος τοιαῦτα δύναται; Οὔπω γὰρ ἐγίνωσκεν αὐτὸν καὶ Θεόν. Οὐκ εἶπε δὲ, ὅτι Ἔπτυσε χαμαί, οὐχ ὁρῷα γὰρ τότε, ἀλλ᾽, ὅτι Πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς. Ἤσθετο γὰρ καὶ ἔγνω τοῦτο ἐκ τῆς ἀφῆς. Ἀλλὰ πόθεν ἔμαθεν ὅτι Ἰησοῦς λέγεται; Ἠρώτησε τότε πάντως τοὺς παρόντας. Εἰκὸς γὰρ καὶ πρότερον ἀκούειν περὶ τῶν θαυμάτων αὐτοῦ. Διὸ καὶ ἀπεριέργως ὑπήκουσεν αὐτοῦ, καθὼς εἴρηται. Εἶπον – ἐκεῖνος; Ἐζήτουν γὰρ αὐτόν, διαφυγόντα τὴν μανίαν αὐτῶν, καὶ ὡς μόνον ἤκουσαν, ἰχνηλατοῦσιν αὐτόν. Λέγει· Οὐκ οἶδα.
Ἐπιχρίσας γὰρ καὶ ἐντειλάμενος ἀπελθεῖν εἰς τὴν κολυμβήθραν, ἀνεχώρησεν αὐτίκα φεύγων τὸν ἀπὸ τοῦ θαύματος κρότον. Ἄγουσιν – ὀφθαλμούς. Μὴ εὑρόντες ἐκεῖνον, ἄγουσι τοῦτον εἰς ἀπόδειξιν τῆς λύσεως τοῦ Σαββάτου. Πάλιν – βλέπω. Οὐκ ἠρώτησαν, Πῶς ἀνέβλεψας, ἀλλὰ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; διδόντες ἀφορμὴν τοῦ διαβαλεῖν αὐτὸν ἐπὶ ἐργασίᾳ κεκωλυμένῃ δῆθεν ἐν τῷ Σαββάτῳ. Ὁ δὲ, ὡς πρὸς ἀκηκοότας ἤδη τὰ κατ᾽ αὐτὸν λέγων, ἐπιτέμνει τὸν λόγον. Ἔλεγον — τηρεῖ. Οὐκ ἔστι παρὰ Θεοῦ, ἀπεσταλμένος δηλονότι, ἢ οὐκ ἔστιν ἐκ Θεοῦ. Ἄλλοι — αὐτοῖς. Ὁ γὰρ μὴ ὢν ἐκ τοῦ Θεοῦ ἐκ τοῦ διαβόλου ἐστὶ, καὶ πάντως ἁμαρτωλός ἐστι.
col. 1313–1314page 105 of 199
PG 129:1313Σχίσμα μὲν οὖν καὶ τότε καὶ πρότερον ἐγένετο· Οὐκ ἦλθον γάρ, φησί, βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν· ἀλλ' οὐκ ἐπέμεινεν· ἠνώθησαν γὰρ αὖθις, ἐπικειμένων τῶν ἀρχόντων. Λέγουσι — ὀφθαλμούς; Λέγουσι τοῦτο οὐχ οἱ εἰπόντες, ὅτι οὐκ ἔστι παρὰ Θεοῦ, ἀλλ' οἱ σχισθέντες ἀπ' αὐτῶν. Ἵνα γὰρ μὴ δόξωσι συνηγορεῖν αὐτῷ, τὸν λαβόντα πεῖραν τῆς δυνάμεως αὐτοῦ ποιοῦνται κριτὴν τῆς ἀμφιβολίας. Ὁ — ἐστί. Προφήτας ἐκάλουν τοὺς θείους ἄνδρας. Ἄντικρυς οὖν φησιν ὅτι παρὰ Θεοῦ ἐστι, καὶ οὐκ ἐφοβήθη τὸν θυμὸν τῶν λεγόντων ὅτι οὐκ ἔστι παρὰ Θεοῦ. Στερεὸς γὰρ ἦν καὶ φιλαλήθης καὶ εὐγνώμων. Οὐκ — ἀνέβλεψεν. Οἱ εἰπόντες, ὅτι οὐκ ἔστι παρὰ Θεοῦ.
Ἀλλ', ὦ ἀνόητοι! εἰ οὐχὶ τυφλὸς ὢν ἀνέβλεψε, πῶς διαβάλλετε τὸν Χριστὸν ὡς ἐν Σαββάτῳ ἰασάμενον αὐτόν; Ἕως — ἐγεννήθη; Ὅρα πονηρίαν. Αὐστηρῶς ἐρωτῶσι, προσδοκῶντες ἐκφοβεῖν αὐτοὺς, ἵνα, τούτων ἀρνησαμένων, ἐπισκιασθῇ τὸ θαῦμα. Καί φασιν· Ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη, ψευδόμενοι δηλαδὴ καὶ κακουργοῦντες, καὶ τῷ Ἰησοῦ δόξαν περιποιούμενοι. Πῶς — βλέπει; Εἰ τυφλὸς ἐγεννήθη. Ἀπεκρίθησαν — οὐκ οἴδαμεν. Τρία ἐρωτηθέντες, εἰ οὗτός ἐστιν ὁ υἱὸς αὐτῶν, εἰ τυφλὸς ἐγεννήθη, καὶ πῶς ἄρτι βλέπει· τὰ μὲν δύο ὁμολογοῦσι· πῶς δὲ ἄρτι βλέπει ἀγνοεῖν λέγουσι, φοβούμενοι τοὺς Ἰουδαίους, ὡς ἑξῆς δηλωθήσεται. Αὐτὸς — λαλήσει.
Ἔξω κινδύνου καθιστῶντες ἑαυτοὺς, ἐπὶ τὸν τεθεραπευμένον παραπέμπουσι τὴν ἐρώτησιν, ὡς ἀξιοπιστότερον αὐτῶν ἐν τῷ τοιούτῳ ζητήματι. Ταῦτα — ἀποσυνάγωγος γένηται. Συνετέθειντο, ἤτοι συνεφώνησαν. Ἀποσυνάγωγος δὲ ὁ ἐκβεβλημένος τῆς συναγωγῆς. Διὰ — ἐρωτήσατε. Τὸ αὐτὸ πάλιν λέγει διασύρων αὐτοὺς ὡς δειλοὺς καὶ διὰ τὸ μὴ ἀποσυνάγωγοι γενέσθαι προσποιουμένους μὲν ἀγνοεῖν, τῷ υἱῷ δὲ τὸν ἀγῶνα ὅλον ἐπιφορτίζοντας. Ἐφώνησαν — Θεῷ. Δόξασον τὸν Θεὸν, ὡς παρ' αὐτοῦ ἰαθεὶς, καὶ μὴ παρὰ τοῦ Ἰησοῦ. Ἡμεῖς — ἐστιν. Ἀπόντος τοῦτο λέγετε, μιαροί. Παρόντος γὰρ, καὶ ἐρωτήσαντος ὑμᾶς ἔναγχος, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας· οὐκ ἠδυνήθητε
col. 1315–1316page 106 of 199
PG 129:1315οὐδὲ γρύξαι μόνον, ἐμφραγέντων ὑμῖν τῶν στομάτων ὑπὸ τῆς ἀληθείας. Ἀπεκρίθη — βλέπω. Τὸ, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ εἶπα, οὐ διστάζων εἶπεν· ἀλλ' ἐν σχήματι διστάζοντος, παραπεμπόμενος τὸν τοιοῦτον φλήναφον. Προϊὼν γὰρ φανερώτερον ἀποφαίνεται λέγων· οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει. Εἶπον — ὀφθαλμούς; Πανταχόθεν ἀποκρουσθέντες, καὶ μηδὲν ὧν ἐβούλοντο, δυνηθέντες ἀνύσαι, πάλιν ἐπὶ τὸ πρότερον ἐρώτημα στρέφονται. Διὸ καὶ καταγνοὺς αὐτῶν ὁ τεθεραπευμένος, οὐκ ἔτι μεθ' ὑποστολῆς, ἀλλὰ παρρησιαστικώτερον ἀποκρίνεται. Ἀπεκρίθη — ἠκούσατε. Οὐκ ἐπιστεύσατε. Τί — ἀκούειν; Τίνος ἕνεκεν πάλιν ζητεῖτε ἀκούειν; Μὴ — γενέσθαι;
Εἰπὼν ὅτι Μὴ καὶ ὑμεῖς, ἔδειξεν ὅτι αὐτὸς τέως ἐστὶ, καὶ θαρραλέως ὡμολόγησε μὴ δειλιάσας τὴν μανίαν αὐτῶν. Οὕτως ἰσχυρὸν ἡ ἀλήθεια, παρρησίας ἐμπιπλῶσα τοὺς ἑλομένους αὐτὴν, καὶ εἰ τῶν ἀπεῤῥιμμένων εἶεν· τὸ δὲ ψεῦδος τοὐναντίον ἀσθενὲς, δειλοὺς ἀπεργαζόμενον καὶ τοὺς ἰσχυρούς. Ἐλοιδόρησαν — μαθηταί. Οὐδὲ τοῦ Μωϋσέως. Εἰ γὰρ τοῦ Μωϋσέως ἦτε, καὶ τοῦ Χριστοῦ ἂν ἦτε. Εἰ γὰρ ἐπιστεύετε, φησί, Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Ἡμεῖς — ἐστί. Πόθεν ἀπεστάλη. Καὶ μὴν διαφόρως ἐδίδαξεν ὑμᾶς, τίνες μαρτυροῦσι περὶ αὐτοῦ, ὅτι ὁ Ἰωάννης, ὅτι τὰ ἔργα ἃ ποιεῖ, ὅτι ὁ Πατὴρ καὶ Θεός· ἀλλὰ περὶ Μωϋσέως μὲν ἀκούετε, οὐ μὴν βλέπετε·
τὰ ἔργα δὲ τούτου οὐ μόνον ἀκούετε, ἀλλὰ καὶ βλέπετε, καὶ οἴδατε, ὅτι ὀφθαλμοὶ ὤτων πιστότεροι. Ἀπεκρίθη — ὀφθαλμούς. Ὅτι ὑμῖν ἄσημος καὶ ἄδοξος ὢν, ἀνέῳξέ μου τοὺς ὀφθαλμοὺς, καὶ πεποίηκε τηλικοῦτον θαῦμα. Εἰ γὰρ ἦν τῶν ἐπισήμων καὶ ἐνδόξων, οὐκ ἂν τοσοῦτον ἦν θαυμαστόν. Ὥστε μέγας τίς ἐστιν, εἰ καὶ ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν. Οἴδαμεν — ἀκούει. Βλέπε σύνεσιν, πῶς θαυμασίως συλλογίζεται, καὶ αὔξει τὸν λόγον. Ἐφωτίσθη γὰρ ὄντως οὐ τοὺς ἔξω μόνον ὀφθαλμοὺς, ἀλλὰ καὶ τοὺς ἔνδον. Ἐπεὶ γὰρ προλαβόντες εἶπον· Ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστι· τότε μὲν ἐν σχήματι διστάζοντος παρεκρούσατο τὸν λόγον·
νῦν δὲ παρρησίας ὢν μεστὸς ἀποδεικνύει τοῦτον μὴ ὄντα ἁμαρτωλόν, εἰ μὴ καὶ μᾶλλον θεοσεβῆ, καὶ τὸ θέλημα τοῦ Θεοῦ ποιοῦντα. Ἔτι γὰρ ἄνθρωπον τοῦτον ὑπελάμβανεν, ὡς εἰρήκαμεν. Ἁμαρτωλῶν δὲ ὁ Θεὸς οὐκ ἀκούει, ἐπὶ τοιούτοις θαύμασι δηλονότι. Ἐκ — οὐδέν. Οὐδὲν τοιοῦτον. Τυφλοῦ μὲν γὰρ
col. 1317–1318page 107 of 199
PG 129:1317ἤνοιξαν καὶ ἄλλοι ὀφθαλμούς· τυφλοῦ δὲ ἐκ γενετῆς οὐδείς. Λοιπὸν τοίνυν τὸ ὑπερβάλλον τοῦ θαύματος θεῖόν τινα δεικνύει τὸν ἐργάτην αὐτοῦ. Ὁ γὰρ μείζον πάντων τῶν ἀνθρωπίνων θαυμάτων ποιῶν μείζων ἄρα πάντων ἀνθρώπων ἐστίν. Ἀπεκρίθησαν — ἡμᾶς· Οὐκ ἤνεγκαν τὸν λαμπρὸν ἔλεγχον καὶ τὴν περιφανῆ νίκην· περιτραπείσης δὲ τῆς πονηρίας κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὀργισθέντες ὕβριζον αὐτόν, λέγοντες· Ἁμαρτωλὸς σὺ ἐγεννήθης ὅλως, ἤγουν τὴν ἀρχήν, ἐκ πρώτης ἡλικίας. Ὑπελάμβανον γὰρ αὐτὸν ἀνοήτως δι' ἁμαρτίας τινὰς τυφλὸν γεννηθῆναι εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλόν. Καίτοι καὶ ἁμαρτωλὸς ἐὰν ἦν, τοὺς λόγους ἔδει τούτου δοκιμάσαι, εἰ ἀληθεῖς εἰσι· τί γὰρ ἄτοπον εἶπεν; Καὶ — ἔξω.
Ἀποσυνάγωγον ἐποίησαν τὸν κήρυκα τῆς ἀληθείας, ὡς μαθητὴν δῆθεν τοῦ Χριστοῦ. Μὴ δυνηθέντες γὰρ ἐπηρεάσαι τῷ θαύματι, τοὐναντίον δὲ μᾶλλον περιβόητον αὐτὸ διὰ τῆς πολυπραγμοσύνης ποιήσαντες, κενοῦσι τὸν θυμὸν κατὰ τοῦ θεραπευθέντος. Ἤκουσεν — Θεοῦ; Ἔρχεται μείζον εὐεργετήσων τὸν ἐκβληθέντα δι' αὐτόν, καὶ δίδωσι τὸ κεφάλαιον τῶν ἀγαθῶν, γνωρίζων ἑαυτὸν αὐτῷ, καὶ μαθητὴν ἀληθῆ ποιῶν· τὸ δὲ σὺ δι' ἐκείνους εἶπεν ἀπιστοῦντας. Ἀπεκρίθη — αὐτόν· Ἀναπτερώθη τῷ λόγῳ, ὡς ἕτοιμος εἰς τὸ πιστεῦσαι, καὶ ζητεῖ μαθεῖν τίς ἐστιν· οὐ γὰρ ἐπίστατο τίς ἐστιν. Εἶπε — ἐστίν. Ἑώρακας αὐτόν, οὐ πρότερον, ἀλλὰ νῦν. Καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ ἀνοίξας τοὺς ὀφθαλμούς σου.
Βούλεται γὰρ δεῖξαι τὸ ἀπερίεργον τῆς πίστεως αὐτοῦ πρὸς ὠφέλειαν τῶν τηνικαῦτα παρόντων, καὶ ἐντροπὴν τῶν καὶ πολλὰ διδαχθέντων, καὶ πολλὰ σημεῖα θεασαμένων, καὶ μὴ πιστευσάντων ἔτι. Μόνον γὰρ ἀκούσας ὅτι ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν, εὐθὺς ἐπίστευσεν. Ἥψατο γὰρ ὁ λόγος αὐτίκα τῆς αὐτοῦ ψυχῆς, εὑρὼν αὐτὴν ἀγαθήν, καὶ κατέλαμψεν αὐτὴν εἰς ἐπίγνωσιν καὶ πίστιν. Ὅρα γάρ. Ὁ δὲ — αὐτῷ. Προσεκύνησε, βεβαιῶν ὅτι ἐπίστευσε. Καὶ — γένωνται. Καὶ μὴν ὄπισθεν εἴρηκεν· ὅτι Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον. Ἀλλὰ κρίμα νῦν τὸ κατάκριμα λέγει, ὅτι Εἰς κατάκριμα ἐγὼ ἐνανθρώπησά τινων. Ἐφερμηνεύων γὰρ τὸν λόγον,
col. 1319–1320page 108 of 199
PG 129:1319φησίν, Ἵνα οἱ μὴ βλέποντες, ἤγουν οἱ δικαιούμενοι τυφλοὶ τὸν νοῦν τῇ ἀγνοίᾳ τῶν Γραφῶν, οὕτω βλέπωσι τὸ φῶς τῆς ἀληθείας, διανοιγέντων αὐτοῖς τῶν ψυχικῶν ὀφθαλμῶν ὑπὸ τῆς εἰς ἐμὲ πίστεως· αὐτοὶ δὲ οἱ δοκοῦντες ὀξυδερκεῖς τῇ γνώσει τῶν Γραφῶν, οὗτοι μᾶλλον μὴ βλέπωσι, μυσάντων αὐτοῖς τῶν ἔνδον ὀφθαλμῶν ὑπὸ ἀπιστίας. Κανταῦθα δὲ τὸ ἵνα οὐ χρὴ νοεῖν αἰτιολογικόν. Οὐ γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ δηλωτικὸν τοῦ μέλλοντος, ὅτι μέλλουσιν οἱ μὴ βλέποντες βλέπειν, καὶ οἱ βλέποντες τυφλοῦσθαι, ὡς καὶ προλαβόντες περὶ τοῦ ἵνα περιεσημειωσάμεθα.
Ἤ, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἀντὶ τοῦ, εἰς διάκρισιν καὶ διαχωρισμὸν τούτων τε κἀκείνων, ἵνα φανῇ τῶν μὲν ἡ ἐξ ἀγαθῆς προαιρέσεως ἀνάβλεψις, τῶν δὲ ἡ ἐκ πονηρᾶς γνώμης ἀποτύφλωσις. Καὶ — αὐτοῦ. Οἱ ποτε ὄντες μετ' αὐτοῦ, ὕστερον δὲ ἀποστάντες, ἢ οἱ ὄντες τηνικαῦτα. Τινὲς γὰρ Φαρισαῖοι παρείποντο βλέποντες καὶ ἀκούοντες τί ποιεῖ καὶ λαλεῖ. Καὶ — ἐσμεν; Ὥσπερ ἀλλαχοῦ ἔλεγον· Οὐδενὶ δεδουλεύκαμεν πώποτε· καὶ, Ἐκ πορνείας οὐ γεγεννήμεθα· οὕτω καὶ νῦν πρὸς τὰ αἰσθητὰ κεχήνασι μόνον, καὶ τὴν σωματικὴν τύφλωσιν ἐποισχύνονται. Διὸ περὶ ταύτης ἐρωτῶσι γνόντες ὅτι καὶ δι' αὐτοὺς εἴρηται ὁ λόγος. Εἶπεν — ἁμαρτίαν. Οὐκ ἂν εἴχετε ἁμαρτίαν, ἐπὶ τῇ ἀπιστίᾳ δηλονότι·
καὶ γὰρ ἠδύνασθε ἀπολογεῖσθαι ὅτι οὐχ ἑωράκαμεν τὰ σημεῖα. Νῦν — βλέπομεν. Ὑμεῖς τοῦτο λέγετε, ἐγὼ δὲ οὔ. Εἰ γὰρ ἐβλέπετε, ἐπιστεύετε ἂν οἷς ἐργάζομαι θαύμασιν ἐνώπιον ὑμῶν. Ἀλλὰ τῷ δοκεῖν μὲν βλέπετε, τῇ δὲ ἀληθείᾳ οὐ βλέπετε τετυφλωμένοι τὸν νοῦν. Κατὰ γὰρ τὴν παροιμίαν νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει· τὰ δ' ἄλλα πάντα τυφλὰ καὶ κωφά. Ἡ οὖν ἁμαρτία ὑμῶν μένει. Μένει ἀσύγγνωστος, διότι, λέγοντες βλέπειν, οὐ βλέπετε, ἐθελοτυφλώττοντες ὑπὸ φθόνου καὶ πονηρίας. Ἔδειξε τοίνυν ὅτι ἡ σωματικὴ ὅρασις, ἐφ' ᾗ μεγαλαυχοῦσιν, αὐτὴ τούτους καταδικάζει. Ἅμα δὲ καὶ τὸν πρὶν τυφλὸν ἐντεῦθεν παρεμυθήσατο, καὶ βεβαιότερον εἰς τὴν πίστιν ἀπειργάσατο.
Ἵνα δὲ μὴ εἴπωσιν ὅτι οὐχ ὡς οὐ βλέποντες ἀπιστοῦμεν, ἀλλ' ὡς πλανῶντός σου τὸν λαόν, ἀποδεικνύει διὰ παραβολῆς ὅτι οὐκ ἔστι πλάνος ἀλλὰ ποιμήν. Καὶ πρῶτον μὲν τίθησι τὰ γνωρίσματα τοῦ πλάνου καὶ λυμεώνος, εἶτα καθεξῆς τὰ τοῦ ποιμένος καὶ Σωτῆρος, ἵνα ἀπ' αὐτῶν γνωσθῇ, εἴτε πλάνος ἐστὶν εἴτε ποιμήν.
col. 1321–1322page 109 of 199
PG 129:1321Αμήν – ληστής. Αναγωγικῶς θύραν μὲν νοοῦμεν ἐνταῦθα τοὺς νόμους, ἤτοι τὰς Γραφάς, διὰ τὸ εἰσάγειν εἰς θεογνωσίαν, καὶ ἀποκλείειν πᾶσαν κατὰ τῆς εὐσεβείας πάροδον τοῖς αἱρετικοῖς καὶ τοῖς Ἕλλησι, καὶ φυλάττειν τὸν λαὸν ἀνεπιβούλευτον τοῖς δαίμοσιν· αὐτὴν δὲ τὴν ἐπιμέλειαν καὶ πρόνοιαν τῶν προβάτων· πρόβατα δὲ τοὺς Ἰσραηλίτας, τὸν τοῦ Θεοῦ λαόν. Ἡμεῖς δέ, φησί, λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ. Ὁ τοίνυν μὴ διὰ τῶν Γραφῶν εἰς τὴν ἐπιμέλειαν τοῦ λαοῦ τοῦ Θεοῦ εἰσερχόμενος, ὡς μὴ χρώμενος αὐταῖς, μηδὲ κατ᾿ αὐτὰς πολιτευόμενος, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ὡς ὑπερπηδῶν μὲν τὴν θύραν, τέμνων δὲ ἑτέραν εἴσοδον, ἐκεῖνος οὐ ποιμήν, ἀλλὰ κλέπτης ἐστι καὶ λῃστής·
κλέπτης μὲν ὡς βουλόμενος τὰ μὴ προσήκοντα εἰς ἑαυτὸν ἐπισπάσασθαι· λῃστὴς δὲ ὡς λυμεών. Τοιοῦτοι εἰσὶ πρὸ αὐτοῦ μὲν Ἰούδας καὶ Θευδᾶς, μετ᾿ αὐτὸν δὲ οἱ ψευδόχριστοι καὶ ὁ Ἀντίχριστος καὶ εἴ τινες ἕτεροι πλάνοι. Παράπτεται δὲ καὶ τῶν Γραμματέων καὶ Φαρισαίων, τῶν διδασκόντων διδασκαλίας, ἐντάλματα ἀνθρώπων, καὶ τὸν νόμον παραβαινόντων. Εἶδες πῶς ὑπέγραψε τὸν κλέπτην καὶ λῃστὴν καὶ πλάνον; Σκόπει καὶ τοῦ ποιμένος τὰ γνωρίσματα. Ὁ – προβάτων. Ὥσπερ καὶ αὐτός, οἷα χρώμενος ταῖς Γραφαῖς, καὶ κατ᾿ αὐτὰς πολιτευόμενος. Εἰ γὰρ καὶ ἐν Σαββάτῳ εἰργάζετο, ἀλλὰ θεῖα ἔργα· ὁ γὰρ νόμος τὰ ἀνθρώπινα ἐκώλυσεν, ἤτοι τὰ βιωτικά. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει.
Θυρωρὸς κατὰ ἀναγωγὴν ὁ Μωϋσῆς, ὡς αὐτὸς ἐμπιστευθεὶς τοὺς νόμους τοῦ Θεοῦ. Τῷ τοιούτῳ οὖν ὁ Μωϋσῆς ἀνοίγει ὡς ποιμένι, καὶ εἰσδέχεται αὐτὸν εἰς τὴν ἐπιμέλειαν τῶν προβάτων ὡς γνωρίζων αὐτόν. Καὶ γὰρ ἔγραψεν ὅτι Αὐτοῦ ἀκούετε. Καὶ – ἀκούει. Ὑπακούουσι, πείθονται καὶ ἀκολουθοῦσιν· ἐπιγινώσκουσι γὰρ αὐτήν. Τὰ πρόβατα δὲ εἶπεν, ἤτοι τὰ ἀληθῶς πρόβατα, τὰ ἄξια ποιμαίνεσθαι. Ὥσπερ γὰρ ὁ εἰσερχόμενος διὰ τῆς θύρας, οὗτος ποιμήν ἐστι· οὕτω καὶ οἱ τῆς φωνῆς αὐτοῦ ἀκούοντες, ὡς εἴρηται, οὗτοι πρόβατά εἰσιν· οἱ δὲ μὴ οὕτως ἔχοντες τῆς τῶν προβάτων τάξεως ἀπερράγησαν. Καὶ κατ᾿ ὄνομα. Καὶ τοῦτο γὰρ γνώρισμα ποιμένος, τὴν εἰς ἕκαστον πρόβατον ἄκραν φροντίδα δηλοῦν.
Οὐ γὰρ ἂν αὐτὰ καλέσοι κατ᾿ ὄνομα, μὴ γνωρίζων ἕκαστον ἀκριβῶς, ἐκ τῆς εἰς ἕκαστον ἄκρας φροντίδος.
col. 1323–1324page 110 of 199
PG 129:1323Καὶ ἐξάγει αὐτά. Ἐπὶ νομήν· νομὴ δὲ τῶν λογικῶν προβάτων ἡ διδασκαλία τῶν θείων λόγων, τρέφουσα καὶ πιαίνουσα τὴν ψυχήν. Καὶ πορεύεται. Ὁδηγῶν αὐτὰ εἰς εὐθεῖαν, καὶ προασπίζων αὐτῶν. Καὶ μὴν οἱ ποιμένες τοὐναντίον ποιοῦσιν, ὄπισθεν τῶν προβάτων ἀκολουθοῦντες· ἀλλ' ἡ ποιμαντικὴ τοῦ ποιμένος τούτου παραδοξοτάτη· διότι καὶ τὰ πρόβατα λογικά. Καὶ γὰρ καὶ ὅτε τοὺς μαθητὰς ἀπέστελλεν ἔλεγεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· οἱ δὲ ποιμένες ἔξω λύκων ἀποστέλλουσι τὰ πρόβατα. Πορεύεται δὲ ἔμπροσθεν αὐτῶν, καὶ ὡς πρῶτος τεμὼν τὴν ὁδὸν τῆς πολιτείας, καὶ ποιήσας ἃ διδάσκει. Καὶ — ἀκολουθεῖ. Κατ' ἴχνος αὐτῷ ἔπεται, βαδίζοντα τὴν αὐτὴν ὁδὸν καὶ τοῖς νόμοις αὐτοῦ πειθόμενα. Ὅτι αὐτοῦ.
Οἷς ν ἐκ τῶν συνήθων Γραφῶν, ἐκ τῶν γνωρίμων φωνῶν. Ἀλλοτρίῳ – φωνήν. Ἀλλότριοι μὲν οἱ μὴ εἰσερχόμενοι διὰ τῆς θύρας· οὐκ οἴδασι δὲ αὐτῶν τὴν φωνὴν τὰ πρόβατα, ὡς μὴ ἀπὸ τῶν συνήθων Γραφῶν, ὡς εἴρηται, οὖσαν, ἀλλ' ἀπὸ κοιλίας αὐτῶν. Ταύτην — Ἰησοῦς. Τὴν παραβολήν. Ἐκεῖνοι — αὐτοῖς. Ἀσαφῶς γὰρ ἐλάλει, προσεκτικωτέρους ποιῶν αὐτούς. Εἶτα τρόπον ἕτερον ἑαυτὸν ὀνομάζει καὶ θύραν καὶ ποιμένα. Εἶπεν — προβάτων. Δι' ἧς εἰσέρχονται τὰ πρόβατα εἰς τὴν ἄνω μάνδραν. Ἑτέρως γὰρ οὐκ εἰσέρχεται τις, εἰ μὴ δι' αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως καὶ τῆς αὐτοῦ διδασκαλίας. Πάντες — λῃσταί. Ὅσοι ἦλθον ἀφ' ἑαυτῶν, ὅσοι ἦλθον μὴ διὰ τῆς προειρημένης θύρας, ὡς Ἰούδας καὶ Θευδᾶς καὶ εἴ τις τοιοῦτος.
Οἱ προφῆται γὰρ οὐκ ἦλθον ἀφ' ἑαυτῶν, ἀλλ' ἀπεστάλησαν ἐκ τοῦ Θεοῦ, καὶ οὐκ εἰσῆλθον ἀλλαχόθεν, ἀλλὰ διὰ τῆς θύρας. Χρὴ δὲ γινώσκειν ὅτι πολλάκις ἡ Γραφὴ καθολικὸν τύπον σχηματίζουσα μερικὴν ἔννοιαν ἐνδείκνυται. Τὸ γὰρ Πάντες νῦν οὐ πάντας ἁπλῶς δηλοῖ τοὺς πρὸ αὐτοῦ. Τοιοῦτόν ἐστι καὶ τὸ Δαυϊτικόν· Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐ γὰρ καὶ οἱ τηνικαῦτα θεοφιλεῖς· καὶ τὸ Σολομώντειον· Πάντα ματαιότης· οὐ γὰρ καὶ ἡ ἀρετή. Ἔστι δὲ ὅτι τὸ Πᾶς τὸ Οὐδείς σημαίνει, ὡς τὸ τοῦ Σωτῆρος· Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, ἤγουν οὐδεμία σάρξ· καὶ τὸ Δαυϊτικόν· Καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, τουτέστι, μηδεμία. Καὶ πολλὰ τοιαῦτα. Ἀλλ' — πρόβατα. Τὰ ἀληθῶς πρόβατα.
col. 1325–1326page 111 of 199
PG 129:1325δεν οὖν δῆλον ὅτι οὐ συμπεριέλαβε καὶ τοὺς προφήτας· τούτων γὰρ ἤκουσαν. Ἐγώ εἰμι ἡ θύρα. Τῷ διπλασιασμῷ τοῦ ῥητοῦ βεβαιοῖ τὸν λόγον. Δι' — σωθήσεται. Διὰ τῶν ἐμῶν ἐντολῶν ἐάν τις εἰσέλθῃ, σωθήσεται, ἀνερχόμενος εἰς τὴν ἄνω μάνδραν. Καὶ — ἐξελεύσεται. Εἰς πάντα τόπον τῆς οἰκουμένης, ὅπερ ἐπὶ τῶν ἀποστόλων γέγονε. Καὶ νομὴν εὑρήσει. Οὐ ψυχικὴν μόνον, ἀλλὰ καὶ σωματικήν· πάντα γὰρ τὰ τῶν πιστευόντων αὐτοῖς προέκειτο. Ὁ κλέπτης — ἀπολέσῃ. Οὐκ ἔρχεται διὰ σωτηρίαν τῶν προβάτων, εἰ μὴ διὰ τὸ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι. Καὶ γὰρ καὶ οἱ κλαπέντες ὑπὸ ψευδῶν καὶ Ἰούδα ἐσφάγησαν, καὶ ἀπώλοντο παραυτίκα.
Ὁ διάβολος κλέπτει μέν, ὅτε λαμβάνει τὴν ψυχὴν καὶ μεθιστῇ πρὸς ἑαυτὸν καὶ πρὸς τὰ ἑαυτοῦ θελήματα· θύει δέ, ὅτε σφάζει τὴν προαίρεσιν αὐτῆς, καὶ νεκροῖ πρὸς τὴν ἐνάρετον ζωήν· ἀπόλλυσι δέ, ὅτε καὶ τὴν κατὰ Θεὸν μνήμην αὐτῆς ἀφανίζει, ὥστε μὴ δύνασθαι μνημονεύειν τῆς μελλούσης κρίσεως. Ἐγώ — ἔχωσι. Ζωὴν ἐνταῦθα μὲν τὴν κατὰ Θεόν, ἧς περισσότερον ἡ βασιλεία τῶν οὐρανῶν· ἐκεῖ δὲ τὴν μακαρίαν, ἧς περισσότερον ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἢ καὶ ἡ τελεία ἐπίγνωσις τῆς ἁγίας Τριάδος. Ἐγώ — καλός. Ὁ ἀληθής. Ἄνω μὲν οὖν θύραν ἑαυτὸν ὠνόμασε διὰ τὴν ἐκεῖ ῥηθεῖσαν αἰτίαν, ἐνταῦθα δὲ ποιμένα ὡς τὰ τοῦ ποιμένος ποιοῦντα.
Οἱ παρατρέχοντες ποιμένες τῶν Ἰουδαίων ὀνειδίζονται διὰ τοῦ προφήτου Ἰεζεκιήλ, περὶ ὧν ἐροῦμεν οὐκ εἰς μακράν· ἔτι δὲ καὶ ὡς πρὸς τὴν ἐκεῖθεν μάνδραν συνάγοντα, λόγοις ποιμαντικῆς ἐπιστήμης. Ἐν ἄλλοις δὲ καὶ Πρόβατον καλεῖται καὶ Ἀμνὸς καὶ Σφάγιον καὶ Ἀρχιερεύς, καὶ μυρία ἕτερα πρὸς τὰς πολυτρόπους οἰκονομίας αὐτοῦ. Ὁ ποιμήν — προβάτων. Πάλιν λέγει τὰ χαρακτηριστικὰ τοῦ τε ποιμένος καὶ τοῦ μισθωτοῦ. Ὁ μισθωτός — πρόβατα. Ἑρμήνευσε τί ἐστιν μισθωτός, ὅτι οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια. Λύκος δὲ ἀναγωγικῶς ὁ λυμεὼν καὶ κακόδοξος καὶ ὁ διάβολος, ὅστις καὶ λέων λέγεται καὶ δράκων καὶ ὄφις καὶ σκορπίος καὶ ἀσπὶς καὶ βασιλίσκος καὶ πολλὰ ἕτερα πρὸς τὰς κακομηχανίας αὐτοῦ. Ὁ δὲ μισθωτὸς — προβάτων.
Πανταχοῦ γὰρ τὴν ἰδίαν σωτηρίαν ζητεῖ, τῶν ἄλλων ἀμελῶν·
col. 1327–1328page 112 of 199
PG 129:1327ἀληθὴς ποιμὴν τοὐναντίον ποιεῖ, τῆς ἑαυτοῦ ἀμελῶν τὴν τῶν προβάτων ζητεῖ. Δύο οὖν ἔθηκε λυμεώνας, τὸν ἐρχόμενον ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, καὶ τὸν θεωροῦντα τὸν λύκον ἐρχόμενον καὶ ἀφιέντα τὰ πρόβατα καὶ φεύγοντα· διὰ μὲν τοῦ πρώτου τὸν Θευδᾶν καὶ Ἰούδαν αἰνιττόμενος, διὰ δὲ τοῦ δευτέρου τοὺς Ἰουδαίων διδασκάλους ἀφροντιστοῦντας τῶν ἐμπεπιστευμένων, καὶ προδιδόντας τὸ ποίμνιον, ὅπερ καὶ διὰ τοῦ προφήτου Ἰεζεκιήλ, ὡς εἴρηται, ὀνειδίζονται λέγοντος· Ὦ οἱ ποιμένες Ἰσραήλ, μὴ βόσκουσιν ἑαυτοὺς οἱ ποιμένες; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;
Εἶτα καταλέγει καὶ τὰ ἔργα τοῦ ποιμένος, ἃ παρέτρεχον, ὅτι οὔτε τὸ πεπλανημένον ἐπέστρεφον, οὔτε τὸ ἀπολωλὸς ἐξεζήτουν, οὔτε τὸ συντετριμμένον ἐδέσμουν, οὔτε τὸ ἀῤῥωστοῦν ἐθεράπευον, ἐπειδὴ ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα ἔβοσκον. Ἐν οἷς οὖν εἶπεν ἀμφοτέρων διέστησεν ἑαυτόν· τῶν πρώτων μὲν ἐν τῷ ἐλθεῖν, ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσι· τῶν δευτέρων δὲ ἐν τῷ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν προβάτων. Ἀπὸ γοῦν τοῦ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν προβάτων ἐβεβαίωσε καὶ τὸ ἐλθεῖν, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Φησὶ δὲ καὶ Παῦλος· Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Καὶ πάλιν·
Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Ἐγώ — καλός. Καὶ πῶς οὐκ εἶπον αὐτῷ ὅ καὶ πρότερον, ὅτι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς; Διότι τότε τὴν ἀπόκρισιν ἔλαβον ἐπιστομίζουσαν αὐτούς, καὶ εἰς τὸ ἐξῆς. Καὶ — ἐμά. Κατὰ πρόγνωσιν, ὡς Θεός. Φησὶ γὰρ Μωϋσῆς· Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ ὁ Παῦλος· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Καὶ — ἐμῶν. Κατ' ἐπίγνωσιν, ὡς συνετῶν. Ἐπέγνωσαν γὰρ αὐτὸν ἀπό τε τῆς μαρτυρίας Ἰωάννου καὶ τῶν ἔργων αὐτοῦ καὶ τῆς τοῦ Πατρὸς μαρτυρίας, περὶ ὧν ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ προείρηται.
col. 1329–1330page 113 of 199
PG 129:1329Δεικνύων δὲ τὴν ἑαυτοῦ γνῶσιν διαφορωτέραν πολλῷ τῆς ἐκείνων, ἴσωσεν αὐτὴν τῇ τοῦ Πατρὸς λέγων· Καθώς — Πατέρα. Γνῶσιν λέγει τὴν κατὰ φύσιν, περὶ ἧς καὶ ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἶπεν· Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός. Καὶ προβάτων. Τὴν ψυχήν μου τίθημι, ἀφίημι, ἀποθνήσκω ὑπὲρ τῶν προβάτων ὡς ὄντων ἰδίων μου· ὁ δὲ πλάνος οὐκ ἂν ἔλοιτο ἀποθανεῖν ὑπὲρ τῶν πλανωμένων παρ' αὐτοῦ. Καὶ — ταύτης. Τῆς τοῦ Μωσαϊκοῦ νόμου. Λέγει δὲ περὶ τῶν ἐξ ἐθνῶν. Κἀκεῖνά με δεῖ ἀγαγεῖν. Συναγαγεῖν ὑπὸ τὴν ἐμὴν ποιμαντικήν. Καὶ ἀκούσουσιν. Ὑπακούσουσι, πεισθήσονται. Καὶ ποίμνη. Ἐκ τε τῶν Ἰουδαίων καὶ τῶν ἐθνῶν συναφθεῖσα. Εἰς ποιμήν.
Τούτων τε κἀκείνων ὁ Χριστός. Διὰ τοῦτο — μου. Ὅτι ἀποθνήσκω ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν, εἴτουν τῶν αὐτοῦ· ὅτι εἰμὶ φιλάνθρωπος ὡς αὐτός. Οἰκονομικὸς μὲν οὖν ὁ λόγος· ἐμφαίνει δὲ ὅμως τὸ ἴσον ἀμφοῖν. Τί οὖν; πρότερον οὐκ ἠγαπᾶτο; Πάνυ μὲν οὖν, ἐπεὶ καὶ Υἱὸς, καὶ ἀγαπητός, καὶ ποιῶν τὸ θέλημα τοῦ Πατρός. Περὶ αὐτοῦ γὰρ εἶπεν ὁ Πατήρ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Ἀλλὰ τοῦτο μὲν ὡς γνώριμον παρῆκε· διαφόρως γὰρ περὶ τούτου ἐδίδαξεν ἐν ἄλλοις τε καὶ ἐν οἷς ἔλεγεν, ὅτι Ὁ Πατὴρ φιλεῖ τὸν Υἱόν· περὶ δὲ τῆς διὰ τὸν ὑπὲρ τῶν ἀνθρώπων θάνατον ἀγάπης φησὶ νῦν. Ἵνα πάλιν λάβω αὐτήν. Κἀνταῦθα τὸ ἵνα οὐκ ἔστιν αἰτιολογικόν, ἀλλὰ δηλωτικὸν τοῦ πάντως ἐσομένου.
Οὐ γὰρ διὰ τοῦτο τίθησιν ἵνα πάλιν λάβῃ αὐτήν· ἀλλὰ τίθησι μὲν ὑπὲρ τοῦ κόσμου, λαμβάνει δὲ αὐτὴν ὑπὲρ τοῦ φανῆναι ὅτι Θεός ἐστιν. Οὐδεὶς — ἐμοῦ. Ἄκοντος, ἤγουν οὐδείς με θανατοῖ τοῦ μὴ βουλόμενον. Ἀλλ' ἐγὼ — ἐμοῦ. Ἑκουσίως, ὡς φιλάνθρωπος. Ἐνστρίβει δὲ τῷ λόγῳ, δηλῶν τὸν διὰ σταυροῦ θάνατον αὐτοῦ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐξουσίαν — αὐτήν. Ἐξουσίαν ἔχω ὡς Θεὸς παντεξούσιος καὶ παντοδύναμος. Λοιπὸν οὖν μάταιος ὁ πόνος τοῖς ἐπιβουλεύουσιν, ἐμοῦ μὴ θέλοντος, εἰ καὶ ὕστερον οἱ ἀσύνετοι ὀνειδίζοντες ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ταύτην μου. Τὸ θεῖναι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου.
Διὰ τοῦτο γὰρ ἀνεῖλον αὐτόν, διότι ἐδίδασκε τοὺς ἀνθρώπους, καὶ ἐξῆγεν αὐτοὺς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἁμαρτίας εἰς ἀρετήν, ἀπὸ θανάτου εἰς ζωήν.
col. 1331–1332page 114 of 199
PG 129:1331Ἀνωτέρω μὲν οὖν εἰπών· Διὰ τοῦτο ὁ Πατὴρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, τὸ ἑκούσιον τοῦ θανάτου διεδήλωκεν· ἐνταῦθα δὲ εἰρηκώς, ὅτι Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου, εἰ κατὰ γνώμην τοῦ Πατρὸς ἀπεθνήσκειν ἐσήμανεν. Εἰ γὰρ ἐντολῆς ἐδεῖτο, πῶς ἔλεγεν ὅτι Ἐγώ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ· καὶ ἔτι Ἐξουσίαν ἔχω θεῖναι αὐτήν· καὶ πρὸ τούτων, ὅτι Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός; ὁ τοιοῦτος γὰρ ἐντελὴς οὐ δεῖται. Οὐδὲν οὖν ἕτερον ἡ ἐντολὴ τοῦ Πατρὸς δείκνυσιν ἢ μόνον τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν. Οἰκονομικὰ δὲ τὰ τοιαῦτα διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν, ὡς πολλάκις εἰρήκαμεν. Σχίσμα — ἀκούετε.
Δαιμονῶντα καὶ μαινόμενον αὐτὸν ἔλεγον, ὡς μείζονα ἢ κατὰ ἄνθρωπον φλεγμένον, δέον ἐντεῦθεν μᾶλλον γνῶναι ὅτι Θεός ἐστιν. Ἄλλοι — ἀνοίγειν; Συνελογίσαντο ταῦτα μὴ εἶναι δαιμονιζομένου ἀπὸ τῆς ὑπερφυοῦς θαυματουργίας. Ὁ δὲ Χριστὸς νῦν οὐκ ἐλέγχει τοὺς ὑβρίζοντας αὐτόν· προλαβὼν γὰρ ἱκανῶς ἀπελογήσατο πρὸς αὐτούς, ὅτι εἶπον· Οὐ καλῶς ἐλέγομεν ἡμεῖς, ὅτι Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις; Ἄλλως τε καὶ οὐκ ἐξ ὀρθοῦ πρὸς αὐτὸν ἐκένωσαν τοὺς τοιούτους ὑβριστικοὺς λόγους, ἀλλὰ καθ' ἑαυτοὺς ἐφλυάρουν οὕτω. Διὸ καὶ σιγήσας ἐπαίδευσεν ἡμᾶς μὴ ἐπιστρέφεσθαι τῶν μὴ ἐξ ὀρθοῦ πρὸς ἡμᾶς χεομένων ῥευμάτων·
οὐ μόνον γὰρ οὐκ ἐπεστράφη τῶν τοιούτων λόγων, ἀλλ' οὐδ' ἐμνησικάκησεν αὐτοῖς, ὡς ἀπὸ τῶν ἐφεξῆς δῆλον. Καὶ καθ' ἕτερον δὲ τρόπον ἐσίγησεν, ὁρῶν τοὺς σχισθέντας ἀπ' αὐτῶν ὑπεραπολογουμένους αὐτοῦ, καὶ ὅτι οὐδὲ λόγου ἦταν ἐκεῖνοι ἄξιοι, μετὰ τηλικοῦτον θαῦμα οὕτως ὑβρίζοντες. Ἐγένετο — Ἱεροσολύμοις. Τὰ τοῦ ναοῦ. Ἑώρταζον γὰρ λαμπρῶς ἀνὰ πᾶν ἔτος τὴν ἡμέραν καθ' ἣν τὸ δεύτερον ὑπὸ Ζοροβάβελ οἰκοδομηθεὶς ἀπετίσθη μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον. Καὶ χειμὼν ἦν. Οὐ μόνον ἐξ ἀέρος, ἀλλὰ καὶ ἐξ ἀπιστίας. Παρεσημειώσατο δὲ τὸν καιρὸν διὰ τὰ ἐγκαίνια τῆς πρώτης οἰκοδομῆς τοῦ ναοῦ· ἐκεῖνα γὰρ κατὰ τὸ μετόπωρον ἑωρτάζοντο. Σολομώνος. Παρῆν γὰρ τῇ ἑορτῇ καὶ αὐτός. Ἐκύκλωσαν Ἰουδαῖοι.
Προσδοκῶντες ἀπὸ τῶν λόγων αὐτοῦ δράξασθαί τινος ἀφορμῆς εἰς ἐπίθεσιν. Τοῖς ἔργοις γὰρ αὐτοῦ μηδὲν ἐγκαλεῖν δυνάμενοι ἐπεθύμουν ἀπὸ τῶν ῥημάτων εὑρεῖν τινα πρόφασιν·
col. 1333–1334page 115 of 199
PG 129:1333οὔτε γὰρ αὐτοὶ τῆς κακίας ἔληγον, οὔτ' αὐτὸς τῆς ἀνεξικακίας. Καὶ ἔλεγον αὐτῷ. Ὑπούλως καὶ δολερῶς. Ἕως αἰεί; Δωρεῖς, ἀναρτᾷς, μεταξὺ πίστεως καὶ ἀπιστίας. Εἰ — παρρησίᾳ. Φανερῶς, ἀπαρακαλύπτως. Καί τις σαφῶς ἐγίνωσκον ὅτι τοῦτο λέγει. Διό καὶ προλαβόντες συνεφώνησαν, ἵνα, ἐὰν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Ἀλλὰ νῦν σκαιᾷ γνώμῃ τοῦτο ἐρωτῶσι, βουλόμενοι προσερωτῆσαι πόθεν τοῦτο λέγει, ἵνα, προβαινούσης οὕτω τῆς συζητήσεως, φθέγξηταί τι μέγα πάλιν περὶ ἑαυτοῦ, καὶ λάβωσιν ἀφορμήν, ὡς εἴρηται· αὐτὸς δέ, γινώσκων τὴν τοιαύτην μηχανήν, οὐδὲ νῦν ἐλέγχει τούτους πειράζοντας, παιδεύων μὴ πάντα τοὺς ἐπιβουλεύοντας ἐλέγχειν, ἀλλὰ μακροθύμως φέρειν τὰ πολλά. Καὶ οὐκ εἶπε·
Πῶς ὡς ἀξιόπιστον ἐρωτᾶτε, οὗ τὴν μαρτυρίαν ἀπεδοκιμάσατε λέγοντες· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· ὃν ἐκαλέσατε παράνομον καὶ ἀντίθεον καὶ πλάνον καὶ ἁμαρτωλόν, καὶ Σαμαρείτην, καὶ δαιμονῶντα καὶ μαινόμενον, καὶ πολλὰ τοιαῦτα, ὃν ἰσοθλίβετε καὶ διώκετε καὶ ἀνελεῖν ἐπείγεσθε; Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν, οὐδ' ἐμνησικάκησε, διδάσκων ἀμνηστίαν τῶν φθασάντων καταψηφίζεσθαι· προσκατὰ δὲ πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται. Σὺ δέ μοι σκέπει τὸ διεστραμμένον καὶ φιλόνεικον τῶν Ἰουδαίων. Ὅταν μὲν γὰρ δημηγορῇ καὶ διὰ λόγων διδάσκῃ, λέγουσι· Τί σημεῖον δεικνύεις ἡμῖν; ὅταν δὲ θαυματουργῇ καὶ διὰ τῶν ἔργων παρέχῃ τὰς ἀποδείξεις, λέγουσιν· Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
Τῶν λόγων διδασκόντων, ἔργα ζητοῦσι· τῶν ἔργων βοώντων, λόγους αἰτοῦσι, πρὸς τὸ ἐναντίον ἀεὶ κακοήθως μεθιστάμενοι. Ἐπεὶ οὖν ἀνοίας ἦν, τῶν ἔργων ἀνακηρυττόντων αὐτόν, ζητεῖν τὴν ἀπὸ τῶν λόγων μαρτυρίαν· ὅρα πῶς ἀποκρίνεται, ὁμοῦ μὲν ἐμφαίνων ὅτι οὐχ ἵνεκα τοῦ μαθεῖν ἐρωτῶσιν· οὐ γὰρ πιστεύουσιν· ὁμοῦ δὲ δηλῶν ὅτι τὰ ἔργα αὐτοῦ μείζον τῶν λόγων κεκράγασιν. Ἀπεκρίθη — πιστεύετε. Εἶπον ὑμῖν περὶ οὗ ἐρωτᾶτε, οὐ μόνον διὰ λόγων, ἀλλὰ καὶ δι' ἔργων,
col. 1335–1336page 116 of 199
PG 129:1335ριέργως. Τὰ ἔργα πιστεύετε. Μαρτυρεῖ ὅτι ἐγώ εἰμι. Πάλιν δὲ τὸν ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἵνα μὴ δόξῃ ἀντίθεος. Ὄνομα δὲ νῦν τινὲς μὲν τὴν θεότητα εἶπον, τινὲς δὲ τὴν ἰσχύν, ἄλλοι δὲ τὴν ἐξουσίαν. Ὀνομάζεται γὰρ καὶ Θεὸς καὶ Ἰσχυρὸς καὶ Ἐξουσιαστὴς καὶ τὰ τοιαῦτα. Εἴ τι δὲ τοῦ Πατρός, τοῦτο καὶ τοῦ Υἱοῦ. Ἐπεὶ οὖν προσεποιοῦντο πεισθῆναι ἀπὸ ψιλοῦ βήματος, δείκνυσιν ὁμαλῶς ὅτι κακουργοῦσιν, ὡσανεὶ λέγων· Εἰ τοῖς ἔργοις οὐ πιστεύετε, πῶς τοῖς λόγοις πιστεύσετε; Οὐ γὰρ — ἐμῶν. Ἐγὼ μὲν γὰρ ὡς ποιμὴν καλὸς πάντα τὰ τοῦ καλοῦ ποιμένος ἐνεδειξάμην· ὑμεῖς δὲ ἀπεῤῥήξατε ἑαυτοὺς τῆς τῶν προβάτων συγγενείας. Καθὼς — μοι. Εἴρηται περὶ τούτων ἀνωτέρω. Κἀγὼ — αἰῶνα.
Καὶ περὶ τῆς ζωῆς ταύτης πολλάκις εἴρηται καὶ ἡρμήνευται. Καὶ οὐχ — μου. Τίς τῶν ἐπιβουλευόντων αὐτοῖς. Χεῖρα δὲ λέγει τὴν δύναμιν καὶ ἐξουσίαν αὐτοῦ· τοῦτο δὲ εἶπε, διότι συνεφώνησαν Ἰουδαῖοι, ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται· βεβαιοῖ γὰρ ὅτι εἰς κενὸν σπουδάζουσιν. [Ἁρπάσαι μὲν ἐκ τῆς ἀηττήτου δεξιᾶς τὸν μὴ βουλόμενον οὐδεὶς ἐχθρὸς δύναται· ἀποπλανῆσαι δὲ τὸν ἀπατώμενον καὶ προδιδόντα ἑαυτὸν δύναται· καὶ τοῦτο οὐ παρὰ τὴν ἄμαχον δεξιάν, ἀλλὰ παρὰ τὴν αὐτεξούσιον εὐχέρειαν τοῦ ἑκουσίως ἀποφοιτήσαντος.] Ὁ Πατήρ — ἐστί. Μείζων πάντων τῶν ἐπιβουλευόντων, ὡς εἴρηται. Πάλιν οὖν τὸ δέδωκέ μοι, οἰκονομικόν. Καὶ — μου.
Ἵνα δὲ μὴ δόξῃ ὡς ἀσθενὴς βοηθεῖσθαι παρὰ τοῦ Πατρός, ἐπήγαγε· Ἐγὼ — ἐσμέν. Ἓν κατὰ τὴν δύναμιν, ἤγουν ταυτοδύναμοι· εἰ δὲ ἓν κατὰ τὴν δύναμιν, ἂν ἄρα καὶ κατὰ τὴν θεότητα καὶ οὐσίαν καὶ φύσιν. Διὰ μὲν οὖν τοῦ εἰπεῖν· Ἐγὼ καὶ ὁ Πατήρ, τὴν δυάδα ἐδήλωσε τῶν προσώπων, τὸ διάφορον τῶν ὑποστάσεων· διὰ δὲ τοῦ, Ἓν ἐσμεν, τὴν μονάδα τῆς θεότητος, τὸ ταὐτὸν τῆς οὐσίας καὶ φύσεως καὶ δυνάμεως. Ἐβάστασαν — αὐτόν. Διότι Υἱὸν τοῦ Θεοῦ φύσει εἶπεν ἑαυτόν· τοῦτο γὰρ ἐμφαίνει τὸ Ἓν ἐσμεν. Ὅρα δὲ πῶς ἠλέγχθησαν, οὐχ ὑπὲρ τοῦ μαθεῖν ἐρωτῶντες, ἀλλ' ὑπὲρ τοῦ δράξασθαί τινος ἀφορμῆς εἰς ἐπίθεσιν, ὡς προέφημεν.
col. 1337–1338page 117 of 199
PG 129:1337Καὶ διατί δέδωκεν αὐτοῖς ἀφορμήν; Διότι ἐβούλετο νῦν αὐτοὺς ὑφ' ἑαυτῶν ἐλεγχθῆναι πειράζοντας καὶ κακουργοῦντας. Ἄλλως τε δὲ οὐκ ἔδει πάντα οἰκονομικῶς λέγειν, ἀλλὰ καὶ γυμνοῦν ἐν μέρει τὴν ἀλήθειαν. Ἀπεκρίθη — μου. Δεικνύοντά με ἴσον τῷ Πατρί. Διά — με; Διὰ ποῖον ἔργον, μὴ δεικνύον με ἴσον τῷ Πατρί; Τὰ ἔργα οὖν τόν με τῷ Πατρὶ κηρύττουσι, κἂν ἐγὼ σιωπήσω. Ἀπεκρίθησαν — Θεόν. Διὰ καλὸν ἔργον οὐ λιθάζομέν σε, ἀλλὰ διὰ βλασφημίαν. Τέως οὖν ὡμολόγησαν καλὰ τὰ ἔργα αὐτοῦ· εἰ δὲ καλὰ τὰ ἔργα αὐτοῦ, αὐτὰ ταῦτα μαρτυροῦσιν ὅτι οὐ βλασφημεῖ, λέγων ἑαυτὸν Θεόν· ἔργα γάρ εἰσι Θεοῦ, καὶ οὐκ ἀνθρώπου ψιλοῦ. Ἀπεκρίθη — ἐστέ; Νόμον ἐπὶ τοῦ παρόντος τὴν βίβλον τῶν Ψαλμῶν φησιν·
ἐν ἐκείνῃ γὰρ τοῦτο γέγραπται· ἐπεὶ καὶ αὕτη νόμος, διά τε τὰ ἐν αὐτῇ θεόπνευστα λόγια, καὶ διὰ τὸ παιδαγωγεῖν καὶ ῥυθμίζειν τοὺς ἀνθρώπους. Εἰ — εἰμι; Λυθῆναι, ἀντὶ τοῦ, πεσεῖν, ἀθετηθῆναι. Ἠγίασε δὲ ἀντὶ τοῦ, ἀφώρισεν, ἐξελέξατο. Ὁ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἐκείνους εἶπε θεοὺς ὁ Θεὸς, ἀνθρώπους ὄντας, ἐμὲ ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, διότι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι, ἐμὲ ὃν ὁ Πατὴρ ἀφώρισεν, ἐξελέξατο καὶ ἀπέστειλεν εἰς τὸν κόσμον; Συγκαταβατικῶς δὲ ταῦτά φησι. Πρῶτον γὰρ καλὰ καὶ καθυφίησι τῷ λόγῳ, καὶ ταπεινότερα φθέγγεται, παραμυθούμενος τὸν θυμὸν αὐτῶν· ἔπειτα ἐπάγει τὰ ὑψηλότερα. Εἰ — πιστεύσατε.
Ἀπὸ τῆς τῶν ἔργων ἰσότητος καὶ ταυτότητος τὴν πρὸς τὸν Πατέρα ἰσότητα καὶ ταυτότητα δεικνύει. Ἵνα — αὐτῷ. Ὅτι ἐν ἐμοὶ θεωρεῖται ὁ Πατήρ. Οὐδὲν γὰρ ἄλλο ἐγὼ ἢ ὅπερ ὁ Πατήρ, μένων Υἱός· καὶ οὐδὲν ἄλλο ὁ Πατὴρ ἢ ὅπερ ἐγώ, μένων Πατήρ. Ὁ οὖν τὸν Υἱὸν γνοὺς τὸν Πατέρα ἔγνω· καὶ ὁ τὸν Πατέρα μαθὼν τὸν Υἱὸν ἔμαθε. Καὶ ἑτέρως δέ· Ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί, ὡς τὸ τῆς εἰκόνος κάλλος ἐν τῷ ἀρχετύπῳ· ὁ δὲ Πατὴρ ἐν τῷ Υἱῷ, ὡς τὸ τοῦ πρωτοτύπου κάλλος ἐν τῇ εἰκόνι. Εἰκόνα δὲ τοῦ Πατρὸς τὸν Υἱὸν λέγομεν οὐχ ἁπλῶς, ἀλλ' ἀπαράλλακτον. Ἐζήτουν — ἐκεῖ. Ὅταν μὲν μέγα τι σημεῖον ποιήσῃ, φεύγει διὰ τὴν κρότον καὶ τὴν εὐφημίαν τοῦ ὄχλου·
ὅταν δὲ μέγα τι περὶ ἑαυτοῦ φθέγξηται, ἀναχωρεῖ διὰ τὸν θυμὸν τῶν φθονερῶν, ἐνδιδοὺς αὐτῷ λωφῆσαι καὶ λῆξαι τῇ ἀπουσίᾳ αὐτοῦ. Ἀπῆλθε δὲ εἰς τὸν τόπον ὅπου ὁ Ἰωάννης τὸ πρότερον ἐβάπτιζεν, ἵνα ἀναμνησθῶσιν οἱ παρόντες τοῦ γεγονότος ἐκεῖ βαπτίσματος σημεῖον, καὶ τῆς Ἰωάννου μαρτυ
col. 1339–1340page 118 of 199
PG 129:1339Καὶ — ἦν. Σκόπει πῶς πρὸς ἑαυτοὺς συλλογίζονται· Ἰωάννης μὲν σημείων ἐποίησεν οὐδέν, οὗτος δὲ πολλά· μείζων ἄρα οὗτος ἐκείνου. Εἶτα λαμβάνουσι καὶ ἕτερον σημεῖον τῆς ὑπεροχῆς· ὅτι καὶ πάντα ὅσα εἶπεν Ἰωάννης περὶ αὐτοῦ, ἀληθῆ ἦν, ἐκ τῶν ἀποτελεσμάτων φανέντα· εἶπε δέ, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστι, καὶ ἄλλα πολλὰ καὶ μεγάλα, καὶ ὅτι Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἑρμηνεύεται δὲ καὶ ἑτέρως ἁπλούστερον ὁ λόγος· ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅμως ὅσα εἶπε περὶ αὐτοῦ ἀληθῆ ἦν, καὶ διὰ τοῦτο ἀξιόπιστος ἡ μαρτυρία αὐτοῦ. Καὶ — αὐτόν. Εἶδες πόσον αὐτοὺς ὤνησεν ὁ τόπος, καὶ ἡ τῶν πονηρῶν ἀνθρώπων ἀπαλλαγή;
διὰ τοῦτο γὰρ πολλάκις αὐτοὺς ἐξάγει καὶ ἀπάγει τῆς ἐκείνων συνουσίας, ὅπερ οὖν καὶ ἐπὶ τῆς Παλαιᾶς φαίνεται ποιήσας, πόρρω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἑβραίους διαπλάττων καὶ ῥυθμίζων. ΚΕΦ. ΙΑ΄. Περὶ τοῦ Λαζάρου. Ἦν — αὐτῆς. Εἶτα προστίθησι καὶ γνώρισμα τῆς Μαρίας. Ἦν — ἠσθένει. Γνώριμον καὶ διαβόητον αὐτὴν τὸ τοιοῦτον ἔργον ἐποίησεν. Ἀπέστειλαν — αὐτόν. Οὐκ ἀπῆλθον, ἀλλ' ἀπέστειλαν, ὡς θαῤῥοῦσαι· πολλὴν γὰρ εἶχον πρὸς αὐτὸν οἰκείωσιν. Ἄλλως τε δὲ καὶ ὡς γυναῖκες ἀσθενεῖς, καὶ ὡς κατεχόμεναι τῷ πένθει. Ὅτι γὰρ οὐ καταφρονοῦσαι ἀπέστειλαν, ἐδήλωσαν ὕστερον, ὑπαντήσασαι αὐτῷ μετὰ πολλῆς τῆς σπουδῆς. Λέγουσαι· — ἀσθενεῖ. Τοῦτο εἶπον, ἐπισπάσασθαι αὐτὸν εἰς οἶκτον βουλόμεναι.
Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον, μεγάλῳ μέν, πλὴν οὐχὶ καὶ Θεῷ. Ἀκούσας — θάνατον. Οὐ γίνεται πρὸς θάνατον κυρίως, ἀλλὰ πρὸς ὕπνον τινά· θάνατος γὰρ κυρίως ὁ μέχρι τῆς κοινῆς ἀναστάσεως· οὗτος δὲ καὶ θάνατος, καὶ οὐ θάνατος· τὸ μὲν διὰ τὴν διάζευξιν τῆς ψυχῆς καὶ τοῦ σώματος, τὸ δὲ διὰ τὴν ὅσον οὕτω ἀνάστασιν. Ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ. Τοῦ Πατρός·
col. 1341–1342page 119 of 199
PG 129:1341Ἵνα – αὐτῆς. Δόξῃ γὰρ τοῦ Πατρὸς ἡ δόξα τοῦ Υἱοῦ. Κανταῦθα δὲ τὸ ὑπὲρ καὶ τὸ ἵνα οὐκ αἰτιολογικά, ἀλλὰ δηλωτικά τοῦ ἐκθησομένου, ὅτι μέλλει δοξασθῆναι ὁ Πατήρ καὶ ὁ Υἱὸς δι' αὐτῆς. Τινὲς δὲ δόξαν τὸν σταυρὸν νοῦντες, ἑρμηνεύουσιν ὅτι ὑπὲρ τῆς σταυρώσεως τοῦ Θεοῦ, ἵνα σταυρωθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς. Ἔμελλον γὰρ οἱ Ἰουδαῖοι, τὴν ἀνάστασιν τοῦ Λαζάρου μαθόντες, τῇ ὑπερβολῇ τοῦ τοιούτου θαύματος ἐξαφθῆναι πρὸς ἀκάθεκτον μανίαν, καὶ διαναστῆναι σπουδαίως εἰς τὸ ἀποκτεῖναι αὐτόν. Ἠγάπα – Λάζαρον. Οὐ μόνον διὰ τὴν πίστιν αὐτῶν, ἀλλὰ καὶ διὰ τὰς ἄλλας τούτων ἀρετάς. Ὡς – ἡμέρας. Τὴν μὲν προβληθεῖσαν ἀπόκρισιν ἔπεμψε παρηγορῶν αὐτάς·
αὐτὸς δὲ ἔμεινεν ἔτι, περιμένων ἵνα ἀποπνεύσῃ καὶ ταφῇ, ὥστε μηδένα δύνασθαι λέγειν ὅτι οὐκ ἀποθανόντα αὐτὸν ἀνέστησεν, ἀλλὰ καρωθέντα, ἢ ἐκλυθέντα, ἢ κάτοχον γενόμενον. Ἔπειτα πάλιν. Προλέγει τοῦτο ἵνα τε ἐλέγξῃ τὴν ἐξ ἀπιστίας δειλίαν αὐτῶν, καὶ ἵνα προμαθόντες μὴ ταραχθῶσιν ἀθρόον τότε τῷ ἀπροσδοκήτῳ τοῦ προστάγματος. Ἐν τῇ Ἰουδαίᾳ γὰρ ἦν ἡ Βηθανία. Λέγουσιν ἐκεῖ; Νῦν ἀντὶ τοῦ πρὸ μικροῦ. Ἐδειλίων μὲν γὰρ καὶ ὑπὲρ αὐτοῦ, τὸ δὲ πλέον ὑπὲρ ἑαυτῶν. Ἀπεκρίθη αὐτοῖς. Διὰ παραδείγματος παρακαλεῖ αὐτούς· ἔτι, ὥσπερ ἐάν τις περιπατῇ τῇ ἡμέρᾳ, ἤγουν ἐν ἑκάστῃ τῶν δώδεκα ὡρῶν τῆς ἡμέρας, οὐ προσκόπτει, καὶ τὰ ἑξῆς·
οὕτω καὶ ἐάν τις περιπατῇ ἐν τῷ φωτὶ τῆς ἀρετῆς, οὐ προσκόπτει εἰς κίνδυνον, ὅτι τὸ φῶς τῆς ἀρετῆς βλέπει καὶ ὁδηγεῖται. Ἐάν τέ τις περιπατῇ ἐν τῷ σκότει τῆς κακίας, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Λοιπὸν οὖν ὑμεῖς ἐν τῷ φωτὶ περιπατοῦντες, οὐ προσκόψετε. Καὶ μὴν καὶ αὐτοὶ προσέκοψαν, εἴτουν ἐκινδύνευσαν, ἀλλ' οὐ τότε. Συλλαμβανόμενος γὰρ εἶπεν· Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· περὶ ἐκείνου γὰρ τοῦ καιροῦ νῦν ὁ λόγος. Νοεῖται δὲ καὶ ἑτέρως, ὅτι Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, καὶ τὰ ἑξῆς. Καὶ, Ἐάν τις περιπατῇ ἐν ἐμοί, εἴτουν μετ' ἐμοῦ, οὐ προσκόπτει, ὅτι ἡ δύναμίς μου ὁδηγεῖ αὐτόν. Ταῦτα – λέγει.
Ἐκεῖνος μὲν εἶπεν, ὅτι Ὁ φίλος ἡμῶν, ἐμφαίνων ἀναγκαίαν τὴν εἰς αὐτὸν ἄφιξιν· αὐτοὶ δὲ εἶπον ὅτι Σωθήσεται, ἤγουν ὑγιανεῖ,
col. 1343–1344page 120 of 199
PG 129:1343Τὸ δὲ, Ἵνα ἐξυπνίσω αὐτόν, τὸ ῥᾴδιον τῆς ἀναστάσεως ὑποφαίνει. Ἔδει δὲ αὐτοὺς ἐντεῦθεν γοῦν συνιέναι ὅτι περὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ φησι. Πῶς γὰρ ἂν ἔμελλε πορεύεσθαι στάδια πεντεκαίδεκα, ὥστε ἐξυπνίσει αὐτόν; Ἀλλὰ ἐνόμισαν αἴνιγμά τι εἶναι, οἷα πολλὰ ἔλεγε. Τότε – παρρησίᾳ. Φανερῶς. Λάζαρος – ἐκεῖ. Καὶ χαίρω ὅτι οὐκ ἤμην ἐκεῖ. Χαίρω δὲ δι' ὑμᾶς, ἵνα πιστεύσητε πλέον, ὅταν ἴδητε αὐτὸν ἀνιστάμενον. Εἰ γὰρ ἦν ἐκεῖ, ἢ οὐκ ἂν ἀπέθανεν, ἢ οὐκ ἂν τηλικοῦτον ἐφάνη τὸ θαῦμα, ἢ καὶ ὑπωπτεύθη ἄν, ὡς προειρήκαμεν. Ἀλλ' – αὐτόν. Ἵνα μὴ δόξωμεν ἀφιλόστοργοι. Τὸ δὲ οὐκ ἤμην, καὶ τὸ Ἄγωμεν, καὶ τὰ τοιαῦτα, ὡς ἄνθρωπος λέγει. Εἶπεν αὐτοῦ.
Δοκεῖ μὲν εὐτολμίας ὁ λόγος, ἔστι δὲ μᾶλλον δειλίας καὶ ἀπιστίας. Ἠπίστει γὰρ ὅτι οὐ προσκόψουσιν, ὡς προεῖπε, καὶ διὰ τοῦτο προσεδόκα συναναιρεθῆναι πάντας τῷ διδασκάλῳ· οὐκ ἐπετίμησε δὲ αὐτῷ ὁ Χριστὸς, διαβαστάζων ἔτι τὴν ἀσθένειαν αὐτοῦ. Δίδυμος δὲ ἐλέγετο διὰ τὸ συνάμα ἀδελφῷ γεννηθῆναι. Ἐλθὼν οὖν – ἐν τῷ μνημείῳ. Αὐτὸς μὲν ἀπέθανε, μεθ' ἃ ἀπέστειλαν αἱ ἀδελφαὶ πρὸς τὸν Χριστόν, κατ' αὐτὴν ἄρα τὴν ἡμέραν· οὗτος δὲ ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας, αὐτήν τε καὶ ἑτέραν· κατὰ δὲ τὴν τρίτην εἶπε τοῖς μαθηταῖς ὅτι Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καὶ τὰ ἑξῆς· ἐν δὲ τῇ τετάρτῃ ἀπῆλθε, περιμείνας ἵνα ᾖ ὥστε πλέον φανῆναι τὸ μεγαλεῖον τῆς αὐτοῦ δυνάμεως.
Αὐταὶ δὲ οὐκέτι ἀπέστειλαν πρὸς αὐτόν, ἀπογνοῦσαι λοιπὸν τὴν ζωὴν τοῦ ἀδελφοῦ. Ἦν αὐτῶν. Πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, τουτέστι πρὸς Μάρθαν καὶ Μαρίαν. Καὶ τοῦτο γὰρ ἰδίωμα λόγου. Ἀλλὰ πῶς αὐτὰς παρεμυθοῦντο, φίλας οὔσας τοῦ Ἰησοῦ; Πάντως ἢ διὰ τὴν εὐγένειαν αὐτῶν, ἢ διὰ τὰς ἄλλας ἀρετάς, ἢ διὰ τὸ μέγεθος τῆς συμφορᾶς. Ἄλλως τε, οὐδ' ἦσαν οὗτοι τῶν πάντη πονηρῶν· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ πιστεῦσαι πολλοὺς αὐτῶν. Ἡ οὖν Μάρθα – ἐκαθέζετο. Αὐτὴ μόνη τοῦτο ἀκούσασα, οὐκ ἐκοινώσατο καὶ πρὸς τὴν ἀδελφήν, ἵνα μή, κἀκείνης ἐξελθούσης, θορυβηθῶσιν οἱ παραμυθούμενοι.
col. 1345–1346page 121 of 199
PG 129:1345Εἶπεν—Θεός. Εἰ ἧς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. Πτήσω γὰρ ἂν τὸν Θεὸν ὑπὲρ τοῦ μὴ ἀποθανεῖν αὐτὸν, καὶ εἰσηκούσθης ἂν ὡς θεοφιλής. Οὔπω γὰρ ἐγίνωσκεν ὅτι εἰ καὶ ὡς ἄνθρωπος ἀπῆν, ἀλλ' ὡς Θεός παρήν. Λέγει—ἡμέρᾳ. Ὥστε καὶ τὸ Οἶδα ὅτι ὃσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι ὁ Θεὸς, οὐ περὶ τοῦ ἀναστῆναι αὐτὸν εἶπεν, ἀλλὰ περὶ τοῦ μὴ ἀποῤῥιφῆναι αὐτὸν τοῦ Θεοῦ. Οὔπω γὰρ εἶχε περὶ τοῦ Χριστοῦ τὴν προσήκουσαν ὑπόληψιν· καὶ γὰρ οὐδ' οἱ μαθηταί, καίτοι τοσαῦτα καὶ τοιαῦτα καὶ ἀκούσαντες καὶ ἰδόντες. Εἶπεν—ζωή. Ἡ δύναμις τῆς ἀναστάσεως καὶ ἡ πηγὴ τῆς ζωῆς, ὁ ἀνιστῶν καὶ ὁ ζωῶν, ὡς Θεός. Πρῶτον μὲν οὖν μετρίως εἶπεν, Ἀναστήσεται ὁ ἀδελφός σου·
ἐκείνης δὲ μὴ συνιείσης ἀποκαλύπτει λοιπὸν τὴν κεκρυμμένην ἐξουσίαν αὐτοῦ, καὶ ἀνάγει τὸν νοῦν αὐτῆς. Ὁ—αἰῶνα. Κἂν ἀποθάνῃ ἤδη τὸν ἐνταῦθα θάνατον, ζήσεται τὴν ἐκεῖ ζωὴν τὴν μακαρίαν. Καὶ ὁ ζῶν ἔτι τὴν ἐνταῦθα ζωὴν οὐ μὴ ἀποθάνῃ τὸν ἐκεῖ θάνατον, τὸν ἄθλιον. Ταῦτα εἰπὼν ἔδειξεν ὅτι ἐκεῖνα εἰσιν ἀληθὴς ζωὴ καὶ ἀληθὴς θάνατος, ὡς ἀναλλοίωτα καὶ ἀδιάδοχα, κἀκείνων τὰ μάλιστα φροντιστέον. Πιστεύεις τοῦτο; Τὸ ἐμὲ εἶναι τὴν ἀνάστασιν καὶ τὴν ζωὴν, καὶ τὰ ἑξῆς. Λέγει—ἐρχόμενος. Ὅτι μὲν μεγάλα περὶ ἑαυτοῦ εἶπεν, ἔγνω· πῶς δὲ ταῦτα εἶπεν, ἠγνόησε. Διὰ τοῦτο ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται. Ἀλλὰ πόθεν ἐγίνωσκεν ὃ ἀπεκρίθη; Ἀπὸ τῶν πιστευόντων εἰς αὐτόν.
Καὶ γὰρ καὶ ὅπερ ἀνωτέρω εἶπε, τὸ οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὑπ' αὐτοῦ τε τοῦ Χριστοῦ διδάσκοντος ἔμαθε, καὶ ἀπὸ τῶν μαθητῶν αὐτοῦ. Πολλάκις γὰρ παρ' αὐταῖς μετ' αὐτῶν ἐξενοδοχεῖτο. Καὶ—φωνεῖ σε. Προσδοκήσασά τι ἀγαθὸν ἀπὸ τῶν λόγων αὐτοῦ, τρέχει καὶ καλεῖ τὴν ἀδελφὴν λάθρα, ἵνα μὴ οἱ παρόντες Ἰουδαῖοι τοῦτο γνῶσι, καὶ ἴσως καταμηνύσωσιν αὐτὸν τοῖς ἐπιβουλεύουσιν. Εἶπε δὲ, ὅτι φωνεῖ σε, ἵνα θᾶττον ἀπαντήσῃ. Ἐκείνη—αὐτόν. Ὑπὸ πολλῆς μάλα τῆς πρὸς αὐτὸν τιμῆς. Οὔπω—Μάρθα. Ἦν ἔτι ἐκεῖ διδάσκων τοὺς σὺν αὐτῷ, καὶ προφάσει τοῦ διδάσκειν περιμένων αὐτάς, ἵνα μὴ δόξῃ ἐπιτηδὲς ὡς φιλόδοξος τῷ θαύματι.
Ἢ τοῦτο εἶπεν ὁ εὐαγγελιστὴς ἐμφαίνων ὅτι καὶ ἡ καλέσασα, καὶ ἡ κληθεῖσα τοσοῦτον σπουδῆς ἔδραμον, ὡς προφθάσαι αὐτὸν ἐκεῖ.
col. 1347–1348page 122 of 199
PG 129:1347Οἱ οὖν Ἰουδαῖοι — ἐκεῖ. Ἠκολούθησαν μέν, καθέξοντες εἴ που τι μέλλοι καθ' ἑαυτῆς διαπράξασθαι. Γεγόνασι δὲ μάρτυρες τοῦ θαύματος ἀπαράγραπτοι. Ἡ οὖν Μαρία — ἀδελφές. Εἰ καὶ θερμοτέρα ἦν τῆς ἀδελφῆς πρὸς τὴν εἰς αὐτὸν τιμήν· καὶ γὰρ αὐτὴ ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ· ἀλλά γε τὰ αὐτὰ λέγει, τὴν αὐτὴν καὶ αὐτὴ περὶ αὐτοῦ ὑπόληψιν ἔχουσα. Ἰησοῦς — πνεύματι. Οὐκ εἶπε πρὸς αὐτὴν ἃ καὶ πρὸς τὴν ἀδελφὴν διὰ τοὺς συνελθόντας· ἅμα δὲ καὶ ἐγίνωσκεν ὅτι μαθήσεται ταῦτα παρ' ἐκείνης κατὰ σχολήν· κινηθείσης δὲ ἤδη τῆς ἐν αὐτῷ ἀνθρωπίνης φύσεως εἰς συμπάθειαν· τὸ γὰρ ὁρᾶν ἑτέρους δακρύοντας ἐρεθίζειν οἴδε πρὸς οἶκτον τοὺς φιλανθρώπους. Ἐνεβριμήσατο τῷ πνεύματι, τουτέστιν ἐπετίμησε τῷ πάθει, ἀναχαιτίζων αὐτό·
δριμύ τι καὶ αὐστηρὸν ἐνέβλεψε τῇ συγχύσει, ἵνα μὴ μετὰ δακρύων ποιήσῃ καὶ τὴν ἐρώτησιν. Πνεῦμα γὰρ ἐνταῦθα νοεῖται τὸ πάθος τῆς συγχύσεως. Ἐμβριμησάμενος δὲ ἐτάραξεν ἑαυτόν, ἤγουν διέσεισε· συμβαίνει γὰρ τινάσσεσθαι τὰ ἀνώτερω μέρη τῶν οὕτως ἐμβριμωμένων. Τινὲς δὲ πνεῦμα τὴν θεότητα αὐτοῦ νοοῦντες ἑρμηνεύουσιν ὅτι ἐνεβριμήσατο τῇ ἀνθρωπίνῃ φύσει ἐν τῇ θεότητι, καὶ ἐκλόνησεν αὐτὴν φοβηθεῖσαν τὴν ἐμβρίμησιν. Καὶ — Ἰησοῦς. Ὡς ἄνθρωπος μὲν καὶ ἐρωτᾷ καὶ δακρύει καὶ τἆλλα ποιεῖ ὅσα βεβαιοῦσιν ὅτι ἄνθρωπός ἐστιν· ὡς δὲ Θεὸς ἀνιστᾷ τὸν τεταρταῖον καὶ ὀδωδότα νεκρόν, καὶ τὰ λοιπὰ ἐνεργεῖ ἃ μαρτυροῦσιν ὅτι Θεός ἐστιν.
Βούλεται γὰρ ἀμφοτέρας αὐτοῦ τὰς φύσεις διαγινώσκεσθαι, καὶ διὰ τοῦτο τὸ μὲν ἀνθρωποπρεπῶς, τὰ δὲ θεοπρεπῶς ἐπιδείκνυται. Ἔλεγον — αὐτόν. Ἰδόντες αὐτὸν δακρύζαντα. Τινές — ἀποθάνῃ. Ἀδυναμίαν ὀνειδίζουσιν αὐτῷ, καὶ εἰρωνευόμενοι λέγουσιν· Ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· ἀπὸ τοῦ μὴ ποιῆσαι τοῦτο, κἀκεῖνο ψευδὲς οἰόμενοι. Ἀγνοοῦντι δὲ ὅτι ὃ μέλλει ποιῆσαι μεῖζόν ἐστι. Τοῦ γὰρ κωλῦσαι ἐπιόντα τὸν θάνατον μεῖζον τὸ παραγενόμενον ἤδη καὶ κυριεύσαντα ἀπελάσαι αὐτόν. Ἰησοῦς — μνημεῖον. Ἐδάκρυσε μὲν ἀφεὶς τὴν φύσιν ἐνδείξασθαι τὰ ἑαυτῆς, ὀλίγον δὲ μέτρον τῶν ἐπὶ νεκροῖς δακρύων παραδιδοὺς ἡμῖν. Εἶτα πάλιν ἐμβριμᾶται τῷ πάθει, κωλύων ἐκπεσεῖν εἰς ἀμετρίαν. Ἦν — λίθον.
Διατί οὐκ ἀνέστησεν αὐτὸν ἐπιχειμένου
col. 1349–1350page 123 of 199
PG 129:1349τοῦ λίθου, ἵνα οἱ τὸν λίθον ἄραντες καὶ πρῶτοι τῆς ὀσμῆς ὀσφρανθέντες αὐτοὶ μαρτυρήσωσι μάλιστα τῷ θαύματι. Διὰ τοῦτο γὰρ καὶ οὐκ ἀπὼν ἀνέστησεν αὐτὸν, καὶ μετὰ πολλῶν ἦλθεν εἰς τὸ μνημεῖον, καὶ δεδεμένων χειρίας καὶ σουδαρίῳ ἤγειρεν αὐτὸν, καὶ προσέταξε λῦσαι αὐτὸν, πρὸς ἀναντίρρητον ἀπόδειξιν τοῦ θαύματος, ἵνα διὰ πάντων τούτων ἡ ἀλήθεια μαρτυρηθῇ, καὶ μὴ πάλιν ὡς ἐπὶ τοῦ τυφλοῦ γένηταί τις ἀμφιβολία. Λέγει — ἐστιν. Ἤδη ὄζει, καὶ λοιπόν, ἀδύνατον ἀναστῆναι αὐτὸν διεφθορότα. Προείρηται γὰρ ὅτι οὔπω περὶ αὐτοῦ τὴν προσήκουσαν ὑπόληψιν εἶχεν, οὐδὲ ἃ εἶπεν αὐτῇ, νενόηκε. Λέγει — Θεοῦ; Εἰκὸς γὰρ καὶ τοῦτο εἰπεῖν αὐτῇ· ἢ τοῦτο νοῆσαι ἐδίδουν ἃ εἶπεν αὐτῇ. Ἦραν — κείμενος.
Πρὶν αὐτὸν ἀπὸ τοῦ τύπου ὅπου ἦν κείμενος. Ὁ δὲ Ἰησοῦς — μου. Ὅρα ἄνω, καὶ εὐχαριστεῖ, ἵνα πιστευθῇ ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη. Αὐτὸς γὰρ προϊὼν διδάσκει ταύτην εἶναι τὴν αἰτίαν. Ἔλεγον γὰρ οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἔστιν ἀπὸ Θεοῦ. Ἀλλὰ πῶς εἶπεν, Ὅτι ἤκουσάς μου; οὐ γὰρ ηὔξατο. Οὐκ ηὔξατο μὲν ἐμφαίνων ὅτι οὐ δεῖται εὔξασθαι· εἶπε δὲ, Ὅτι ἤκουσάς μου, ὑποδηλῶν τὸ ταυτὸν τοῦ θελήματος. Εὐχαριστῶ σοι, ὅτι ἠθέλησας ὃ θέλω. Ἐγὼ — ἀκούεις. Πάντοτε θέλεις ὃ θέλω. Τὸ αὐτὸ γὰρ ἀμφοτέροις θέλημα, ἡ αὐτὴ γνώμη. Εἶτα προστίθησι καὶ τὴν αἰτίαν τῆς τοιαύτης εὐχαριστίας, καὶ τῶν ταπεινῶν ῥημάτων. Ἀλλά — εἶπον. Τό, Εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, διὰ τὴν ἀσθένειαν τῶν περιεστώτων. Ἵνα — ἀπέστειλας.
Τοῦτο γὰρ ἦν ἀναγκαιότατον. Ὁ γὰρ πιστεύσας ὅτι ὁ Θεὸς αὐτὸν ἀπέστειλε, πιστεύσει πάντως καὶ τοῖς λόγοις αὐτοῦ, τοῖς τε ἄλλοις καὶ τοῖς περὶ τοῦ εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ. Ὁ δὲ μὴ πιστεύσας ὅτι ὁ Θεὸς αὐτὸν ἀπέστειλεν, οὐδὲ τοὺς λόγους αὐτοῦ παραδέξεται. Καὶ — ἔξω. Φωνῇ μεγάλῃ ἐκραύγασεν, ἐνδεικνύμενος ὅτι καλεῖ τὴν ψυχὴν οὐ παροῦσαν, ἀλλ᾽ ἀποῦσαν πόρρω, καὶ ἵνα πάντες οἱ παρόντες ἀκούσωσι τὸ ἐξουσιαστικὸν τοῦτο κέλευσμα, καὶ ὅταν ἴδωσιν εἰς ἔργον ἐκεῖνο, ὑψηλόν τι καὶ θεοπρεπὲς περὶ αὐτοῦ ἐννοήσωσιν. Οὐκ εἶπε δέ, Ἀνάστηθι, ἀλλά, Δεῦρο ἔξω, ὡς ζῶντι τῷ τεθνηκότι διαλεγόμενος. Παρὰ γὰρ τῷ Θεῷ καὶ οἱ νεκροὶ ζῶσι. Τοῦτο οὖν ἐστιν ὃ ἔλεγεν·
ὅτι Ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ὅρα γάρ.
col. 1351–1352page 124 of 199
PG 129:1351Καὶ — κειρίαις. Δεσμοῖς νεκροστολικοῖς. Ὁ μέγιστου καὶ διπλοῦ θαύματος! Οὐ μόνον σεσηπὼς ἀνέστη, ἀλλὰ καὶ δεδεμένος ὢν ἐξῆλθε τοῦ μνημείου. Ἡ μὲν οὖν εὐχαριστία τῆς οἰκονομίας, τὸ δὲ κέλευσμα καὶ τὸ ἔργον τῆς ἐξουσίας· ἐκείνη διὰ τὴν ἐκείνων ἀσθένειαν, ταῦτα δὲ διὰ τὴν τούτου δύναμιν. Διὰ ταῦτα προλαβὼν ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Καὶ — περιεδέδετο. Φακιολῷ μικρῷ οἵῳ χρόνῳ καὶ μέχρι καὶ νῦν Ἑβραῖοι καλύμματι κεφαλῆς. Λέγει — ὑπάγειν.
Ὑμεῖς αὐτὸν λύσατε, ἵνα καὶ ἡ ἁφὴ μαρτυρήσῃ ὅτι οὐ φάσμα, ἀλλ' ἐκεῖνος ὄντως ἐστὶν, καὶ Ἄφετε ὑπάγειν, ἵνα μὴ μετ' αὐτοῦ περιπατῶν εὐφημίας αὐτῷ καὶ κρότου γίνηται αἴτιος, καὶ ἵνα κατὰ σχολὴν τελεώτερον αὐτὸν περιεργάζωνται οἱ βουλόμενοι. Εἴη δὲ καὶ τὸν ἐμὸν νοῦν, ἐντεθαμμένον μνημείοις τῶν παθῶν, καὶ δεδεμένον χειρίαις αὐτῶν, καὶ λίθον ἀναισθησίας ἐπικείμενον ἔχοντα, καὶ ὄζοντα δυσωδίᾳ τῶν ἁμαρτιῶν τῷ λόγῳ τοῦ Λόγου ἐξαναστῆναι. Πολλοὶ — Ἰησοῦς. Οὐχ ὡς θαυμάζοντες, ἀλλὰ διαβάλλοντες ὡς γόητα. Οὗτοι δέ εἰσιν οἱ εἰπόντες· Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· καὶ τὰ ἑξῆς. Συνήγαγον — ἔθνος. Ἀροῦσιν, ἤγουν ἀπολέσουσιν.
Εὐπρόσωπον δὲ ἀφορμὴν ἐπιθεῖναι τῇ κατὰ τοῦ Σωτῆρος ἐπιβουλῇ θέλοντες, καὶ τὸν λαὸν κινῆσαι κατ' αὐτοῦ μηχανώμενοι προφασίζονται τὸν φόβον τῶν Ῥωμαίων, ὅτι ἐὰν πάντες πιστεύσωσιν εἰς αὐτὸν, ὑποπτευθήσεται τυραννίδα μελετῶν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀπολέσουσι πάντας ὡς κοινωνοὺς τῆς τυραννίδος καὶ ἀποστασίας. Καὶ μὴν αὐτὸς μὲν ἀποστασίαν οὐκ ἐδίδαξεν, ἀλλὰ καὶ μᾶλλον ἐπέτρεψε κῆνσον ἀποδοῦναι Καίσαρι, καὶ βουλομένων τῶν ὄχλων ποιῆσαι αὐτὸν βασιλέα, ἔφυγε, καὶ εὐτελῶς περιήρχετο, καὶ βίον ἄριστον ὑπετίθετο, ἅπερ ἀναίρεσίς ἐστι μᾶλλον τυραννίδος. Αὐτοὶ δὲ, εἰ καὶ μὴ προσδοκῶντες, ἀλλ' ἐκ φθόνου προεφασίσαντο τὴν Ῥωμαίων ἀπώλειαν, ὅμως πεπόνθασιν ἃ προεφασίσαντο·
οὐ διότι ἐπείθοντο τῷ Χριστῷ, ἀλλὰ διότι οὐκ ἐπείθοντο. Δι' ἐκεῖνον γὰρ προεδόθησαν, ὡς καὶ Ἰώσηπος μαρτυρεῖ. Καὶ αὐτοὶ μὲν προεφασίζοντο ἀνελεῖν αὐτὸν, ἵνα μὴ ἐξολοθρευθῶσιν ὑπὸ Ῥωμαίων· ἐπεὶ δὲ ἀνεῖλον, ἐξωλοθρεύθησαν· καὶ ἅπερ, ὡς διαφευξόμενοι ἔπραξαν, ταῦτα, ἐπειδὴ ἔπραξαν, οὐ διέφυγον. Εἰς — Καϊάφας. Ὀνομαζόμενος, δηλονότι.
col. 1353–1354page 125 of 199
PG 129:1353Ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου. Ἐξοχεῖ λάντων γὰρ εἰς παρανομίας, ὁ δυνάμενος ἐνιαυσιαίαν ὠνεῖτο τὴν ἀρχιερωσύνην ἀπὸ τῶν Ῥωμαίων, καὶ αὐτὸς μὲν ἦρχεν ἐν τῷ ἐνιαυτῷ αὐτοῦ, οἱ πρὸ αὐτοῦ δὲ συνήδρευον καὶ συνεβούλευον αὐτῷ, καλούμενοι καὶ αὐτοὶ ἀρχιερεῖς, ὡς καὶ αὐτοὶ ἀρχιερατεύσαντες. [Περὶ ὧν καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ δεδηλώκαμεν.] Εἶπεν — οὐδέν. Οὐδὲν συμφέρον, οὐδὲν χρήσιμον, οὕτω ῥᾳθύμως διακείμενοι. Οὐδὲ — εἶπε. Τοῦτο, ποῖον; Τὸ Ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ. Ἀλλ' ἔθνους. Οὐχ ὡς ἄξιος προεφήτευσεν, ἀλλ' ὡς ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου· οὐ δι' οἰκείαν ἀρετὴν, ἀλλὰ διὰ τὸ ἀρχιερατικὸν ἀξίωμα.
Ἔτι γὰρ ἡ θεία χάρις παρέμενε τῷ ναῷ, ἥτις τῷ στόματι αὐτοῦ χρησαμένη, τῆς καρδίας οὐχ ἥψατο. Προεφήτευσε δὲ ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους τῶν Ἰουδαίων. Ὑπὲρ αὐτῶν γὰρ ἀπέθανε σπουδάζων σῶσαι αὐτούς· ἔλεγε γάρ· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. [Καὶ πάλιν ἔλεγε· Καὶ τὴν ψυχὴν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ἵνα δὲ μὴ δόξῃ ὑπὲρ αὐτῶν μόνων ἀποθανεῖν, προστίθησι] Καὶ — ἕν. Ὥσπερ γὰρ ἐνηνθρώπησεν οὐχ ὑπὲρ τῶν Ἰουδαίων μόνων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ἐθνῶν· οὕτως ἄρα καὶ ἀπέθανεν οὐχ ὑπὲρ ἐκείνων μόνων, ἀλλὰ καὶ ὑπὲρ τούτων.
Ἃ γὰρ ἐδίδασκε καὶ ἐποίει, καὶ ὑπὲρ τούτων ἦσαν, ἵνα προηγουμένως ἐκεῖνοι μαθόντες ὡς καὶ πρῶτοι πάλαι τὸν Θεὸν ἐπιγνόντες, ἔπειτα καὶ τούτους διδάξωσι. Τέκνα μὲν οὖν τοῦ Θεοῦ τὰ ἔθνη ὠνόμασεν, ὡς μέλλοντα γενέσθαι. Καὶ γὰρ καὶ ὁ Χριστὸς πρόβατα αὐτοῦ ταῦτα προσηγόρευσεν ἀπὸ τοῦ μέλλοντος. Διεσκορπισμένα δὲ τοῖς διαφόροις περὶ Θεοῦ δόγμασι, παρὰ τὸ μὴ ἔχειν ποιμένα καλόν· συναγάγῃ δὲ εἰς ἓν ποίμνιον, εἰς μίαν πίστιν. Οἱ δὲ λοιποὶ οὐχ ὡς προφητείαν, ἀλλ' ὡς συμβουλὴν τὸν λόγον δεξάμενοι κυροῦσιν αὐτόν. Ἀπ' — αὐτόν. Καὶ μὴν καὶ πρότερον ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὡς προείρηται· ἀλλὰ νῦν μετὰ συμβουλῆς καὶ σκέψεως ἐκύρωσαν τὴν γνώμην· νῦν μετὰ πάσης προθυμίας καὶ σπουδῆς ἐπεχείρησαν.
Ἰησοῦς — αὐτοῦ. Οὐκέτι φανερῶς περιεπάτει, ἀλλὰ ἀπῆλθεν εἰς τὴν χώραν τὴν ἐγγὺς τῆς ἐρήμου, ἤγουν εἰς πόλιν Ἐφραὶμ ὀνομαζομένην ἀπὸ τοῦ φυλάρχου Ἐφραίμ. Ἀνθρωπίνως γὰρ σώζει ἑαυτόν·
col. 1355–1356page 126 of 199
PG 129:1355τὸν ἀναμένων ὅτι τὸν καιρόν. Πῶς οὖν οἴει παραδείσθαι τοὺς μαθητὰς ὁρῶντας αὐτὸν ἀνθρωπίνως τωζόμενον; Ἦν δὲ ἐγγὺς τοῦ Πάσχα. Ἐκ τῆς χώρας τῶν Ἱεροσολύμων. Ἵνα ἁγνίσωσιν ἑαυτούς. Κατὰ τὸν νόμον. Ἐζήτουν ἑορτήν; Καλὸς ἁγνισμὸς μετὰ ἐπιβουλῆς καὶ προαιρέσεως μιαιφόνου. Τὴν ἑορτὴν οὖν ἐποιοῦντο θήρατρον αὐτοῦ. Δεδώκεισαν αὐτόν. Θαυμαστὴ τῶν ἀρχιερέων ἡ ἐντολή, προδοσία ἐπὶ θανάτῳ. Ὁ τῶν ἀνοσίων! οἵοις μὲν προοιμίοις τιμῶσι τὴν ἑορτήν! οἵαις δὲ ψυχαῖς, φόνου πνεούσαις, ἑορτάζειν μέλλουσιν! Ὁ οὖν Ἰησοῦς αὐτῷ. Αὐτὸς μὲν ἦλθεν ἐκεῖ, πλησιάζων κατὰ μικρὸν τοῖς Ἱεροσολύμοις, ἐγγίζοντος ἤδη τοῦ καιροῦ τοῦ πάθους αὐτοῦ· ἅμα δὲ ἵνα οἱ μαθηταὶ θεάσωνται τὸν ἐκ νεκρῶν ἀναστάντα Λάζαρον ἐσθίοντα.
Αἱ ἀδελφοὶ δὲ ἐποίησαν αὐτῷ δεῖπνον, ὡς διδασκάλῳ καὶ εὐεργέτῃ καὶ ὑπὲρ ἄνθρωπον. ΚΕΦ. ΙΒ'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Ἡ οὖν Μαρία πολυτίμου. Πιστικῆς, ἤτοι ἀκράτου καὶ καταπεπιστευμένης εἰς καθαρότητα· ἢ καὶ προσηγορία τις ἦν τοῦτο μύρου. Ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ. Ὡς Δεσπότου αὐτῆς, ὡς Θεοῦ. Καὶ αὐτοῦ. Ἐνδεικνυμένη τὸ μέγεθος τῆς εἰς αὐτὸν τιμῆς καὶ πίστεως. [Ἀνάγνωθι δὲ καὶ τὸ ἑξηκοστὸν δεύτερον κεφάλαιον τοῦ κατὰ Ματθαῖον, χρησιμεῦον εἰς τὰ παρόντα.] Ἡ δὲ οἰκία μύρου. Ἔμελλε γὰρ καὶ ὁ κόσμος πληρωθῆναι τῆς εὐωδίας τοῦ Ἰησοῦ. ΚΕΦ. ΙΓ'. Περὶ ὧν εἶπεν Ἰούδας. Λέγει ἐβάσταζεν. Εἴρηται περὶ τούτου σαφῶς ἐν τῷ δηλωθέντι κεφαλαίῳ, ἔνθα κεῖται τό·
Ἀμήν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο, ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς· καὶ ζήτησον τὴν ὅλην ἐξήγησιν αὐτοῦ. [Οὐκ ἤλεγξε δὲ τὸν σκοπὸν τοῦ Ἰούδα ὁ Χριστὸς, τῇ πολλῇ μακροθυμίᾳ βουλόμενος ἐπιστρέψαι αὐτόν. Ἀλλὰ πῶς, κλέπτοντα αὐτὸν εἰδώς, βαλαντιοφύλακα εἶναι αὐτὸν εἴασε; Πάντως διὰ τὴν ἀσθένειαν ἐκείνου, ἵνα τὴν φιλαργυρίαν ἐκεῖθεν παραμυθούμενος, μὴ δι' αὐτὴν ἐμπέσῃ εἰς προδοσίαν τοῦ διδασκάλου.] Εἶπεν αὐτό. Εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ἐφύλαξε τὸ μύρον, ἤγουν εἰς τὸν καιρὸν τοῦ ἐνταφιασμοῦ μου, ὡσανεὶ προφητεύουσα τὸν πλησιάζοντά μου θάνατον. Τοῦτο δὲ φανερώτερον ὁ Μάρκος ἔγραψεν, ῥηθὲν καὶ περὶ τῆς ἄλλης γυναικός.
col. 1357–1358page 127 of 199
PG 129:1357Εἴρηκε γὰρ ὅτι προέλαβε μυρίσει μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. Ἔθος γὰρ ἦν μύροις ἐνταφιάζειν τὰ σώματα πρὸς τὸ διαρκεῖν. Τοὺς πτωχοὺς — Ἔχετε. [Παρὰ δὲ τῷ Μάρκῳ εἴρηκε· Πάντοτε τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτῶν, καὶ ὅταν θέλητε, δύνασθε αὐτοὺς εὖ ποιῆσαι.] Εἰπὼν δὲ ὅτι Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε, ὑπόμνησιν αὐτοῖς ἐνέβαλε τῆς μετ' ὀλίγον σφαγῆς αὐτοῦ. Ἔγνω — Ἰησοῦν. Τὸν μὲν Χριστὸν ἐζήτουν ἀποκτεῖναι, προφασιζόμενοι ὅτι λύει τὸ Σάββατον, καὶ ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ, καὶ ὅτι πολλοὶ πιστεύουσιν εἰς αὐτόν· τὸν δὲ Λάζαρον διατί; διότι ἀνέζησε; καὶ ποῖον ἔγκλημα τὸ ἀναζῆσαι; Φθόνος οὖν τὸ πᾶν. Ἐφθόνουν γὰρ οὐ μόνον τῷ εὐεργετοῦντι, ἀλλὰ καὶ τοῖς εὐεργετουμένοις.
Διὸ καὶ τὸν τυφλὸν ἐξέβαλον ἔξω, καὶ τὸν Λάζαρον ἀνελεῖν ἐβουλεύοντο· οὕτως ἦσαν οὐ φθονεροὶ μόνον, ἀλλὰ καὶ ταχεῖς εἰς φόνους. Διὸ καὶ ὁ προφήτης περὶ αὐτῶν ἔλεγεν· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Ἔδακνε δὲ αὐτοὺς καὶ τὸ τῆς ἑορτῆς ἐγγιζούσης, πολὺν ὄχλον ἀφεῖναι ταύτην καὶ τρέχειν πρὸς αὐτόν. Τῇ ἐπαύριον — αὐτῷ. Ἵνα μὴ δι' αὐτὸν ἀνέλωσι τὸν Λάζαρον, ἔρχεται πρὸς τὰ Ἱεροσόλυμα· ἅμα δὲ ἵνα καὶ ὁ ὄχλος μετὰ τῶν βαΐων ὑπαντήσῃ αὐτῷ, καὶ καταπλαγῶσιν οἱ ἐπιβουλεύοντες, καὶ δυνηθῶσι συνιέναι. Ἔλαβον δὲ τὰ βάτα σύμβολον νίκης, τούτοις αὐτὸν ὡς νικητὴν τοῦ θανάτου γεραίροντες. Καὶ — Ἰσραήλ. Τοῦτο μάλιστα τοὺς Ἰουδαίους ἀπέπνιγε, τὸ πεισθῆναι τὸν ὄχλον ὅτι ἀπὸ Θεοῦ ἔρχεται.
Ζήτησον δὲ ἐν τῷ τεσσαρακοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τό· Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· καὶ ἀνάγνωθι τὴν ἑρμηνείαν αὐτοῦ τε καὶ τῶν ἐφεξῆς δύο ῥητῶν, ἄριστα ἐκτεθειμένην. ΚΕΦ. ΙΔʹ. Περὶ τοῦ ὄνου. Εὑρὼν — αὐτό. Ζήτησιν ἐν ἐκείνῳ πάλιν τὴν ἐξήγησιν τῆς ἀρχῆς τοῦ κεφαλαίου, καὶ ἀνάγνωθι πᾶσαν ἀναγκαιοτάτην οὖσαν. Εὗρε δὲ τὸ ὀνάριον ἀχθὲν ὑπὸ τῶν ἀποσταλέντων μαθητῶν, ὡς οἱ ἄλλοι ἱστόρησαν εὐαγγελισταί.
Ἐκεῖνοι γὰρ πάντα μὲν τὰ κατὰ τὸν εἰρημένον Λάζαρον καὶ τὰ ἐφεξῆς ἄχρι τῆς ὄνου καὶ τοῦ πώλου παρέδραμον, ὥσπερ καὶ ἄλλα πολλὰ θαύματα καὶ διδάγματα, εἴτε ἐπιλαθόμενοι ἁπλῶς εἴτε καὶ κατά τινα θειοτέραν οἰκονομίαν, ὡς ἂν ἔχῃ καὶ οὗτος μετ' αὐτοὺς γράφειν ἰδικῶς εἰς βεβαίωσιν τοῦ Εὐαγγελίου. [Ὑπερβάντες δὲ ταῦτά φασι, Ματθαῖος μὲν
col. 1359–1360page 128 of 199
PG 129:1359Ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητάς, καὶ τὰ ἑξῆς· Μάρκος δὲ ὅτι Ὅτε ἤγγισεν εἰς Ἱεροσόλυμα, εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ· ὁμοίως δὲ καὶ Λουκάς. Φαίνεται οὖν ὅτι, ἐξελθὼν ἀπὸ τοῦ οἴκου τοῦ Λαζάρου, καὶ ἔτι ἐν Βηθανίᾳ ὢν ἀπέστειλε τοὺς μαθητάς, καὶ ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον. Διὰ οἱ μὲν ἄλλοι εὐαγγελισταί, ὡς ἁπλῶς ὁδεύοντος ἐπὶ τὰ Ἱεροσόλυμα τοῦ Χριστοῦ, διηγοῦνται, μὴ διακόψαντες τὸν λόγον τῆς ἐπὶ τὰ Ἱεροσόλυμα πορείας τῇ μνήμῃ τῇ κατὰ τὸν Λάζαρον· ὁ δὲ Ἰωάννης τὰ παρασεσιωπημένα μὲν πλατύτερον ἱστορεῖ·
τὰ κατὰ τὸν πῶλον δὲ καὶ τὴν ἑξῆς ὁδὸν ἐπιτομώτερον ὡς προϊστορημένα. Καὶ τοῦτο δὲ χρὴ ἐπιτηρῆσαι, ὅτι τὰ μὲν βάϊα τῶν φοινίκων βαστάζοντες ἐξῆλθον εἰς ὑπάντησιν. Οὓς δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ, μετὰ τὸ ὑπαντῆσαι ἔκοπτον, περὶ ὧν Ματθαῖος καὶ Μάρκος εἶπον. Καθώς – ὄνου. Μὴ φοβοῦ, πραΰς γάρ ἐστι, καὶ οὐχ ὡς οἱ πολλοὶ τῶν βασιλευσάντων σου, ἀπηνὴς καὶ ἄδικος καὶ τύραννος. Ζήτησον δὲ ἐν τῷ δηλωθέντι κεφαλαίῳ τό· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, καὶ τὰ ἑξῆς· ἐκεῖ γὰρ εὑρήσεις τὴν ἑρμηνείαν. Εἰ δὲ ἀφῆκεν ὁ Ἰωάννης τὸ Πραΰς, μὴ θαυμάσῃς·
πολλάκις γὰρ λέξεις τινὰς τῶν παλαιῶν παραλιμπάνουσιν, ἢ ὡς μὴ ἐπὶ μνήμην τούτας ἢ ὡς ἐμφαινομένας τοῖς ἑξῆς. Ἐπεὶ γὰρ κάθηται ἐπὶ πῶλον ὄνου, πάντως πραΰς ἐστι καὶ ἐπιεικής. Ἀλλὰ καὶ τὸ Καθήμενος καὶ τὸ Ἐπιβεβηκὼς τὸ αὐτὸ δηλοῦσι, σημαινούσης ἀμφότερα τῆς Ἑβραϊκῆς λέξεως· καὶ αὖθις ὁ πῶλος τῆς ὄνου ὄνος ἐστί, καὶ πῶλος υἱὸς ὑποζυγίου. Ταῦτα – πρῶτον. Ταῦτα, ἤτοι τὰ τοιαῦτα προφητικὰ ῥητὰ οὐκ ἔγνωσαν πρὸ τοῦ σταυροῦ ὅτι περὶ αὐτοῦ ἦσαν. Ἀλλ᾽ αὐτῷ. Ὅτε ἐδοξάσθη διὰ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, τότε διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, ἐμνήσθησαν ὅτι ταῦτα τὰ προφητικὰ πάντα δι᾽ αὐτὸν ἦσαν γεγραμμένα, ἤτοι περὶ αὐτοῦ, καὶ ὅτι ταῦτα πάντα τὰ γεγραμμένα ἐποίησαν αὐτῷ οἱ Ἰουδαῖοι.
Ἐμαρτύρει οὖν – νεκρῶν. Ἐμαρτύρει περὶ τοῦ κατὰ τὸν Λάζαρον σημείου. Διὰ τοῦτο – σημεῖον. Ὁ ὄχλος μὲν τῶν τὴν
col. 1361–1362page 129 of 199
PG 129:1361καῦτα πιστευσάντων ἐμαρτύρει· ὁ ὄχλος δὲ τῶν ἀκουσάντων ὑπήντησεν αὐτῷ μετ' αὐτῶν. Οἱ οὖν Φαρισαῖοι — ἀπῆλθε. Κόσμον τὰ πλήθη λέγουσιν· Ὀπίσω δὲ αὐτοῦ ἀπῆλθεν, ἀντὶ τοῦ Ἀκολουθεῖ αὐτῷ. Εἰ μὲν οὖν Φαρισαίους ἐνταῦθα νοήσεις τοὺς ἐπιβουλεύοντας, μέμφονται ἑαυτοῖς ὡς οὐκ ἀνύουσιν οὐδὲν διὰ ῥᾳθυμίαν· εἰ δὲ μᾶλλον τοὺς πιστεύσαντας μὲν κρύπτοντας δὲ τὴν πίστιν διὰ τὸν φόβον τῶν ἄλλων· μέμφονται καθ' ἑαυτοὺς τοῖς ἐπιβουλεύουσιν ὡς μάτην σπουδάζουσι καὶ οὐκ ἀνύουσιν οὐδέν. ΚΕΦ. ΙΒ. Περὶ τῶν προσελθόντων Ἑλλήνων. Ἦσαν — ἑορτῇ. Πολλοὶ γὰρ Ἕλληνες ἀσπαζόμενοι τὴν θρησκείαν τῶν Ἰουδαίων, καὶ θέλοντες γενέσθαι προσήλυτοι ἀνέβαινον καὶ προσεκύνουν ἐν τῇ ἑορτῇ. Οὗτοι — ἰδεῖν.
Ἀκούσαντες τὴν περὶ αὐτοῦ φήμην θέλουσιν αὐτὸν ἰδεῖν. Ἔρχεται — Ἀνδρέα. Περὶ τῶν Ἑλλήνων τούτων, ὡς πρώτων. Καὶ πάλιν — ἀνθρώπου. Ἐπεὶ τότε ἔμελλεν ἀποθανεῖν ὅτε οἱ μὲν Ἰουδαῖοι κυρώσουσι τὸν αὐτοῦ θάνατον, τὰ δὲ ἔθνη ἄρξονται προσέρχεσθαι αὐτῷ· γέγονε δὲ ἤδη καὶ τοῦτο κἀκεῖνο· ἐξ ἐθνῶν γὰρ οἱ ῥηθέντες Ἕλληνες. Φησίν· Ἐλήλυθε ὁ καιρὸς, ἵνα ἀποθάνω. Μετὰ γὰρ τὸν θάνατον καὶ τὴν ἀνάστασιν ἔμελλε δοξασθῆναι ἐν πᾶσι τοῖς ἔθνεσι, κηρυχθέντος τοῦ Εὐαγγελίου ἐν ὅλῳ τῷ κόσμῳ. Καὶ ὅτε ἔδοξαν οἱ Ἰουδαῖοι σβέσαι τὴν δόξαν αὐτοῦ, τότε μᾶλλον ἔλαμψεν εἰς πᾶσαν τὴν οἰκουμένην.
[Ἐπεὶ οὖν Ἰουδαῖοι μὲν μετὰ διασκέψεως ἐκύρωσαν τὸν αὐτοῦ θάνατον, τὰ ἔθνη δὲ ἐζήτησαν αὐτόν, ἀνάξιον ἦν τῆς τοῦ Θεοῦ δικαιοσύνης παραμένειν ἔτι τοῖς ἀνιάτοις καὶ περιορᾶν τοὺς ἑτοίμους εἰς θεραπείαν. Καὶ διατί μὴ μετέβη τότε ἐπὶ τὰ ἔθνη; Διὰ τὸ περιελεῖν πᾶσαν ἀπολογίαν ἀγνωμοσύνης τῶν Ἰουδαίων· οὐ μόνον γὰρ αὐτὸς οὐ μετέβη, ἀλλ' οὐδὲ τοὺς μαθητὰς ἀφῆκεν εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, καὶ μυρία πάσχων ὑπὸ τῶν ἀχαρίστων οὐκ ἀνῆκε διδάσκων, θεραπεύων, καὶ πάντα τρόπον εὐεργετῶν, ἕως ἀνεῖλον αὐτόν.] Ἀμὴν — φέρει. Παραμυθούμενος τοὺς μαθητὰς διὰ παραδείγματος ἀποδείκνυσιν ὅτι συμφέρον καὶ ἀναγκαῖον ἀποθανεῖν αὐτόν.
Τρόπον γὰρ σίτου ὁ θάνατος αὐτοῦ πολλοὺς καρποφορήσει, καὶ γενιμώτατος ἔσται καὶ κερδαλέος. Διὰ τὴν προῤῥηθεῖσαν γὰρ αἰτίαν μετὰ τὸν θάνατον αὐτοῦ ἔμελλον οἱ μαθηταὶ αὐτοῦ ἀποσταλῆναι εἰς τὸ μαθητεῦσαι
col. 1363–1364page 130 of 199
PG 129:1363πάντα τὰ ἔθνη, καὶ λοιπὸν ὁ θάνατος αὐτοῦ ζωὴ τῶν ἐθνῶν. Θάνατον δὲ σίτου νόει μοι τὴν φθοράν αὐτοῦ. Εἶτα παραθήγει καὶ αὐτοὺς ἐπὶ τὸ καταφρονεῖν τοῦ θανάτου, καὶ μὴ φιλοψυχεῖν ἐν τοῖς προκειμένοις κινδύνοις ὑπὲρ τῆς εἰς αὐτὸν πίστεως. Ὁ — αὐτήν. Ο φιλοψυχῶν ἐν καιρῷ μαρ τυρίου, ὁ χαριζόμενος τῇ ψυχῇ παρὰ τὸ δέον, ὁ φιλῶν αὐτὴν ἐπιθυμοῦσαν κακῶς· Μὴ πορεύου γάρ, φησίν, ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς σου· ὁ φιλῶν αὐτὴν παρὰ τὸν Θεὸν ἀπολέσει αὐτὴν ἐν τῷ μέλλοντι αἰῶνι, τουτέστιν εἰς κόλασιν ἐμβαλεῖ, ὡς προδεδωκυίαν τὴν πίστιν. Καὶ — αὐτήν. Ὁ τοὐναντίον ποιῶν, ἤγουν ὁ μὴ φιλοψυχῶν, καὶ τὰ ἑξῆς. Εἴρηκε δὲ τοιαῦτα καὶ πρὸς τῷ τέλει τοῦ ἐννεακαιδεκάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον καὶ ἐν ἄλλοις.
Ἐὰν — ἀκολουθείτω. Ἐμοὶ ἀκολουθείτω διὰ μιμήσεως, τουτέστιν ἐὰν ἐμοὶ μαθητεύηταί τις, ἐμὲ μιμείσθω. Ὥσπερ γὰρ ἀναγκαῖον τὸν ὑπηρέτην ἔπεσθαι τῷ κυρίῳ, οὕτω καὶ τὸν μαθητήν τῷ δι δασκάλῳ. Καὶ — ἔσται. Ἢ πάλιν τὸ αὐτὸ λέγει διαμαρτυρόμενος, ἢ περὶ τῆς ἐνεστώσης κακοπαθείας εἰπὼν, προσέθηκε καὶ περὶ τῆς μελλούσης ἀπολαύσεως ἔτι· Ὁ ἐμοὶ ἀκολουθῶν εἰς τὸν οὐρανὸν ἀναβήσεται. Καὶ — Πατήρ. Δοξάσει αὐτόν, ὡς ὑπηρέτην τοῦ γνησίου Υἱοῦ αὐτοῦ. Τοῦτο δὲ εἶπε, διότι ἔτι τὸν Πατέρα μείζονα αὐτοῦ ἐνόμιζον. Ἵνα δὲ μὴ εἴπῃ τις ὅτι ἐκτὸς τῆς ἀνθρωπίνης ἀσθενείας ὢν εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, δείκνυσιν ὅτι καὶ αὐτὸς ὡς ἄνθρωπος περίκειται τὴν ἀσθένειαν τῆς φύσεως.
Διὸ πρῶτον μὲν συγχωρεῖ τῇ φύσει πάσχειν τὸ ἴδιον, εἶτα παραθαρρύνει ἑαυτὸν εἰς τὸ ὑπομεῖναι διὰ τὸ ἀναγκαῖον καὶ χρήσιμον. Ὅρα γὰρ τί φησι· Νῦν — τετάρακται. Ἀνθρωπίνως τεθορύβηται ἀγωνιῶσα διὰ τὸν ἐγγίζοντα θάνατον. Καὶ τί εἴπω; Ἀπορούμενος ὑπὸ τῆς ἀγωνίας. Πάτερ — ταύτης. Ῥῦσαί με ἐκ τοῦ καιροῦ τού του, τοῦ φοβεροῦ, τοῦ θανατηφόρου. Ταῦτα εἰπὼν ὡς ἄνθρωπος καὶ ὡς ἀνθρωπίνην δειλίαν περιβεβλημένος, ἀνακτᾶται ἑαυτὸν καὶ ἐπιῤῥωννύει λέγων· Ἀλλά — ταύτην. Διὰ τοῦτο ἐτηρήθην ἕως τοῦ νῦν καιροῦ διὰ τὸ ἀποθανεῖν ἐν τούτῳ, καὶ λοιπὸν χρὴ φέρειν γενναίως. Ἀπολιπὼν οὖν ἡμῖν μέτρον φυσικῆς δειλίας, καὶ ὑπογραμμὸν ἀνδρίας, πάλιν λέγει· Πάτερ — ὄνομα.
Δεδοξασμένον ἂν παρὰ ταῖς οὐρανίαις δυνάμεσι, δόξασον αὐτὸ καὶ παρὰ τοῖς ἐπὶ γῆς ἀνθρώποις διὰ τῶν μελλόντων ἐπὶ τῷ θανάτῳ μου γενέσθαι σημείων. Δόξασον αὐτὸ διὰ τῆς τοῦ ἐμοῦ ὀνόματος δόξης· ἡ γὰρ ἐμὴ δόξα σή.
col. 1365–1366page 131 of 199
PG 129:1365ἐδόξασα ἐν τοῖς προγεγενημένοις σημείοις, καὶ πάλιν δοξάσω ἐν τοῖς ἐπὶ τῷ θανάτῳ σου γενησομένοις. Ὁ οὖν ὄχλος — γεγονέναι. Οὐ συνεὶς τῆς φωνῆς, ἀλλὰ τὸν ἦχον αὐτῆς μόνον κατασχών. Ἄλλοι — λελάληκε. Συνιέντες αὐτῆς. Ἀπεκρίθη — ὑμᾶς. Οὐ δι' ἐμέ, ἵνα μάθω ὅ οὐκ οἶδα· πάντα γάρ οἶδα τὰ τοῦ Πατρός· ἀλλὰ δι' ὑμᾶς, ἵνα μάθητε, περὶ οὗ ἀμφιβάλλετε, ὅτι ἐκ τοῦ Θεοῦ εἰμι. Πῶς γὰρ ἂν ἦλθε φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐπ' ἐμέ, εἰ μὴ ἐκ τοῦ Θεοῦ εἰμι; Πῶς δ' ἂν ὁ Θεὸς τὸ ὄνομα αὐτοῦ καὶ ἐδόξασε καὶ πάλιν δοξάσει δι' ἐμοῦ; Νῦν — τούτου. Νῦν ἤδη ἐκδίκησις τῶν τοῦ κόσμου τούτου ἀνθρώπων διὰ τῆς ἐμῆς ἐκδικήσεως. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις ὁ θάνατος ἐπιτίμιον ἁμαρτίας ἐστί·
Πάντες γὰρ ἥμαρτον, φησὶ, καὶ διὰ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος· ἐμοὶ δὲ οὐδαμῶς, διότι οὐδαμῶς ἥμαρτον. Ἐπεὶ οὖν κἀμοὶ τὸν θάνατον ὁ διάβολος ἐπάγει, ἀναμαρτήτως μεμενηκότι, νῦν ἐν τῷ ἐνεστῶτι καιρῷ δίκην δίδωσι τῆς ἐμῆς ἀδικίας, τὴν καθαίρεσιν τῆς τυραννίδος. Αὕτη δὲ ἡ δίκη, εἴτουν ἡ κόλασις, τοῦ κόσμου τούτου ἐκδίκησίς ἐστι. Λοιπὸν νῦν ἡ ἐκδίκησις τῆς εἰς ἐμὲ ἐπηρείας ἐκδίκησίς ἐστι τῆς εἰς τοὺς γενάρχας καὶ ὅλον τὸ γένος ἐπηρείας. Νῦν — ἔξω. Ἔξω τῆς τοιαύτης ἀρχῆς, ἣν δι' ἀπάτης ἐκτήσατο. Ἐπεὶ γὰρ αὐτὸς διὰ τοῦ ξύλου τῆς βρώσεως πάλαι τὸν παλαιὸν Ἀδὰμ ἐξέβαλε τῆς βασιλείας τοῦ κόσμου·
αὐτὸν διὰ τοῦ ξύλου τῆς σταυρώσεως νῦν ὁ νέος Ἀδὰμ ἐκβάλλει τῆς βασιλείας τοῦ κόσμου, τὴν τοῦ προπάτορος παρακοὴν διὰ τῆς ἑαυτοῦ ὑπακοῆς ἰασάμενος. Κἀγὼ — ἐμαυτόν. Ἐὰν ἀναχθῶ ἐπὶ τὸν σταυρὸν, πάντας πανταχόθεν τοὺς δεκτικοὺς τῆς πίστεως ἑλκύσω πρὸς ἐμαυτὸν δι' αὐτῆς. Καὶ οὕτως, ὑψωθεὶς ἐπὶ τοῦ σταυροῦ, πρῶτον εἵλκυσε τὸν λῃστὴν, καὶ τὸν ἑκατόνταρχον, καὶ τοὺς μετ' αὐτοῦ τηροῦντας αὐτὸν, ἐντεῦθεν ἀρξάμενος ἑλκύειν. Ἑλκύσω δὲ, φησί, κατεχομένους ὑπὸ τοῦ τυράννου, ἅτε πρῶτον ἐκεῖνον καταβαλών. Ταύτην δὲ τὴν ἕλξιν ἁρπαγὴν ἐκάλεσεν ἀλλαχοῦ λέγων· Πῶς δύναται τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ;
Ὄπισθεν μὲν οὖν εἶπεν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς ἐμέ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν· ἐνταῦθα δὲ λέγει, ὅτι
col. 1367–1368page 132 of 199
PG 129:1367Πάντας ἑλκύσω πρὸς ἐμαυτόν· οὐκ ἐναντιολογῶν, ἀλλὰ τὰ τοῦ Πατρὸς οἰκειούμενος, καὶ κοινὰ πάντα δεικνύων, καὶ τὸ ἴσον διὰ τῶν τοιούτων παριστών. Τοῦτο — ἀποθνήσκειν. Τοῦτο, ποῖον; τό· Ὅταν ὑψωθῶ· ὑπεδήλου γὰρ τὴν ἐπὶ τοῦ σταυροῦ ὕψωσιν. Ἀπεκρίθη — ἀνθρώπου; Κἀνταῦθα νόμον λέγουσιν ἁπλῶς τὴν θείαν Γραφήν. Πολλαχοῦ γὰρ αὐτῆς τὸ ἀθάνατον τῆς θεότητος τοῦ Χριστοῦ σημαίνεται, ὥσπερ καὶ τὸ θνητὸν τῆς ἀνθρωπότητος αὐτοῦ, καὶ μᾶλλον ἐν τοῖς Δαβιτικοῖς Ψαλμοῖς. Ὅρα δὲ κακουργίαν. Ἀκούσαντες γὰρ ἀνωτέρω περὶ τοῦ θανάτου φιλοσοφήσαντος, καὶ προσθέντος ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου· εἰ καὶ μὴ προσέθηκε τοῦτο ὁ εὐαγγελιστής· καὶ γὰρ διαφόρως ἔλεγε τοῦτο πρὸς αὐτούς·
ἐπεὶ καὶ νῦν εἶπεν ὅτι Ὅταν ὑψωθῶ, συνῆκαν ὅτι ὕψωσιν τὸν θάνατον λέγει, εἰ καὶ μὴ τὴν ἐπὶ σταυροῦ ἐνόησαν, καὶ προσεδόκησαν ἐντεῦθεν ἐλέγξαι αὐτὸν μὴ ὄντα Χριστόν, ὡσανεὶ λέγοντες· Ἠκούσαμεν ἐκ τῆς Γραφῆς ὅτι ὁ Χριστὸς οὐκ ἀποθνήσκει, καὶ πῶς σὺ λέγεις ὅτι ἀποθανεῖν χρὴ αὐτόν; Εἶτα, ἵνα μὴ δόξωσι περὶ αὐτοῦ τοῦτο λέγειν, φασί· Τίς — ἀνθρώπου; Εἰ μὲν γὰρ ἐστιν ὁ Χριστός, οὐκ ἀποθνήσκει· εἰ δὲ ἀποθνήσκει, οὐκ ἔστιν ὁ Χριστός. Καὶ μήν, ὦ ἀνόητοι· σαθρὸς ὁ λόγος ὑμῶν· ἔστι γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀθάνατος μὲν τῇ θεότητι, θνητὸς δὲ τῇ ἀνθρωπότητι. Ἀλλ' ὁ Χριστὸς οὐκ ἐδίδαξε νῦν πῶς μὲν ἐστιν ἀθάνατος, πῶς δὲ θνητός, εἰδὼς αὐτοὺς οὐ παραδεξομένους τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον.
Σκόπει γὰρ ὅτι καὶ τὴν ἐλθοῦσαν φωνὴν ἐκ τοῦ οὐρανοῦ ἐνωτισθέντες, καὶ εἰπόντες ὅτι Ἄγγελος αὐτῷ λελάληκεν, ἔτι πονηρεύονται. Διὸ παραινεῖ αὐτοῖς ἁπλῶς. Εἶπεν — καταλάβῃ. Φῶς ἑαυτὸν λέγει. Καὶ γὰρ καὶ προλαβὼν ἔλεγεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ. Μικρὸν δὲ χρόνον φησὶ τὸν ἄχρι τοῦ θανάτου αὐτοῦ. Ὑπὸ φιλανθρωπίας τοίνυν διαμαρτύρεται, καὶ κατεπείγει αὐτοὺς εἰς τὸ περιπατεῖν ἐν τῷ φωτὶ, ἤγουν ἀκολουθεῖν αὐτῷ φωταγωγοῦντι καὶ ὁδηγοῦντι, καὶ πιστεύειν τοῖς λόγοις αὐτοῦ. Σκοτίαν δὲ νοεῖ τὴν πλάνην, ἣν ἐπλάνησαν αὐτοὺς οἱ ἄρχοντες αὐτῶν μετὰ τὸ ἀνελεῖν τὸν Χριστόν, πληροφορήσαντες ὅτι πλάνος ἦν. Νοεῖται δὲ σκοτία καὶ ἡ ἁπλῶς πλάνη τῶν Ἰουδαίων·
τὴν γὰρ σωματικὴν λατρείαν φυλάσσοντες
col. 1369–1370page 133 of 199
PG 129:1369δοκοῦσιν εὐαρεστεῖν τῷ Θεῷ, καὶ σώζεσθαι. Καὶ μὴν αὕτη ἡ σκοτία καὶ τότε εἶχεν αὐτούς· ἀλλὰ τὸ καταλάβῃ ἀντὶ τοῦ κατακυριεύσῃ μέχρι τέλους. Καὶ ὑπάγει. Πλανᾶται, προσκόπτει, κρημνίζεται. Ἕως φῶς. Ἐσαφήνισε τὸν λόγον. Ἵνα γένησθε. Καὶ ἐν προοιμίοις τοῦ Εὐαγγελίου εἶπεν οὗτος ὁ εὐαγγελιστής, ὅτι Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Ἀλλ' ἐκεῖ μὲν νοοῦμεν ὅτι τέκνα τοῦ Πατρὸς γίνονται, ἐνταῦθα δὲ ὅτι υἱοὶ τοῦ Υἱοῦ, ἵνα μάθῃς ὅτι μία ἐνέργεια Πατρὸς καὶ Υἱοῦ, καὶ κοινὰ πάντα ἀμφοῖν. Ταῦτα αὐτῶν. Ἔγνω γὰρ τὸν θυμὸν αὐτῶν ταρασσόμενον καὶ ἀγριαινόμενον, καὶ ἐκρύβη ἵνα μὴ ἐπὶ πλέον ἀναφλεγῇ, κατασταλῇ δὲ μᾶλλον τῇ ὑποχωρήσει αὐτοῦ.
Τοσαῦτα αὐτόν. Τοσαῦτα, ὅσα ἐκεῖνος μὲν ἐποίησεν, οὗτος δὲ παρέλιπε διὰ τὸ πλῆθος αὐτῶν. Ἵνα πληρωθῇ. Κἀνταῦθα τὸ Ἵνα οὐκ ἔστιν αἰτιολογίας, ἀλλ' ἐκβάσεως, ἤτοι πληρώσεως τοῦ μέλλοντος, ὅτι ἔμελλε πληρωθῆναι. Καὶ πανταχοῦ τὸ Ἵνα ὁ λόγος τοῦ προφήτου πληρωθῇ, καὶ τὸ Ἵνα ἡ προφητεία πληρωθῇ, καὶ τὸ Ὅπως καὶ τὰ τοιαῦτα τοιαύτην ἔχουσι τὴν σημασίαν, εἰ καὶ μὴ ἐν τοῖς ἄλλοις εὐαγγελισταῖς τοῦτο δεδηλώκαμεν. Οὐ γὰρ διότι εἶπον οἱ προφῆται, διὰ τοῦτο γεγόνασιν ἃ εἶπον· ἀλλὰ διότι ἔμελλον γενέσθαι, διὰ τοῦτο εἶπον οἱ προφῆται. Ἰδίωμα γάρ ἐστι τοῦτο τῆς Γραφῆς, ὡς προδεδήλωται, δηλοῦν τὸ ἀψευδὲς τῆς προφητείας καὶ τὸ πάντων πληρούμενον. Ὧν ἡμῶν.
Περὶ τῶν μὴ πιστευσάντων τοῦτο εἴρηκεν ὁ προφήτης, τούτων τε καὶ τῶν τοιούτων· ἀκοὴν λέγων τὴν περὶ τοῦ Χριστοῦ προφητείαν, ἣν ἀκούσαντες οἱ προφῆται τοῖς ὠσὶ τῶν ψυχῶν αὐτῶν ὑπὸ τοῦ θείου Πνεύματος ἐνηχηθεῖσαν, προεφήτευσαν. Λέγει δὲ ὅτι οὐδεὶς τῶν τοιούτων ἐπίστευσεν αὐτῇ. Καὶ ἀπεκαλύφθη. Βραχίων τοῦ Πατρὸς ὁ Υἱός, ὡς δύναμις αὐτοῦ. Φησὶ γὰρ ὁ Παῦλος· Χριστὸς Θεοῦ δύναμις. Οὐδενὶ τούτων ἐγνωρίσθη οὐ παρὰ τὴν ἑαυτοῦ κρυφιότητα, ἀλλὰ παρὰ τὴν αὐτῶν τύφλωσιν. Αὐτὸς μὲν γὰρ δίκην ἡλίου τὸ φῶς τῆς οἰκείας θεότητος ἐδείκνυε καὶ διὰ λόγων καὶ δι' ἔργων· αὐτοὶ δὲ σαθρωθεῖσαν τῇ πονηρίᾳ τὴν ὅρασιν ἔχοντες οὐκ ἐτρανίζον. Διὰ τοῦτο Ἡσαΐας. Κἀνταῦθα τὸ Διὰ τοῦτο
col. 1371–1372page 134 of 199
PG 129:1371οὐκ ἔστιν αἰτιολογίας, ἀλλὰ μέλλοντος, ὅτι ἔμελλον οὐ δύνασθαι πιστεύειν, εἴτουν οὐ βούλεσθαι. Εἰ γὰρ ἐβούλοντο, ἐπίστευον ἄν. Τὸ γὰρ μὴ δύνασθαι σημαίνει καὶ τὸ μὴ βούλεσθαι, ὡς καὶ προλαβόντες ἐδιδάξαμεν. Η οὐκ ἠδύναντο, κωλυόμενοι ὑπὸ τῆς κακίας καὶ πωρώσεως αὐτῶν. Τί οὖν πάλιν εἶπεν Ησαΐας; Τετύφλωκεν – καρδίαν. Ἰδίωμα καὶ τοῦτο τῆς Γραφῆς, τὸ τὴν παραχώρησιν τοῦ Θεοῦ ὡς πράξιν αὐτοῦ λέγειν. Τὸ γὰρ· Τετύφλωκε, καὶ τὸ πεπώρωκεν, ἀντὶ τοῦ Παρεχώρησε τυφλωθῆναι καὶ πωρωθῆναι ὡς ἀνιάτων· οὐδένα γὰρ ἀνθέλκει διὰ τὸ αὐτεξούσιον ἑκάστου. Τοιοῦτόν ἐστι καὶ τό· Σκληρύνων σκληρυνῶ τὴν καρδίαν Φαραώ· καὶ τό· Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου· καὶ τό·
Ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου· συνεχῆ δὲ τὰ τοιαῦτα ἰδιώματα παρὰ τῇ Παλαιᾷ Γραφῇ. Τοιοῦτον δὲ καὶ τὸ παρὰ Παύλῳ· Παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν· καί· Παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας. Ὁ γὰρ Θεὸς οὐ μόνον οὐδέν τι τοιοῦτον πράττει· ἀλλ᾽ οὐδὲ ἐγκαταλιμπάνει, ἐὰν μὴ ἐγκαταλίπωμεν αὐτόν. Λέγει γάρ· οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διΐστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ πάλιν φησίν· Ἐπελάθου νόμου Θεοῦ σου, ἐπιλήσομαί σου κἀγώ· καὶ ὁ Δαυΐδ· Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· καὶ αὖθις ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις πρὸς τὴν Ἱερουσαλήμ· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ τὰ ἑξῆς, καὶ οὐκ ἠθελήσατε. Ἵνα – αὐτούς.
Πάλιν τὸ Ἵνα οὐκ ἔστιν αἰτιολογίας, ἀλλὰ μέλλοντος, ὅτι ἔμελλον μὴ ἰδεῖν τοῖς ὀφθαλμοῖς, μηδὲ νοῆσαι τῇ καρδίᾳ, μηδ᾽ ἐπιστραφῆναι καὶ ἰαθῆναι. Ὀφθαλμοὺς δὲ λέγει τοὺς νοητούς· τοῦ γὰρ μὴ ἰδεῖν τοῖς ὀφθαλμοῖς ἑρμηνευτικὸν τὸ Μηδὲ νοῆσαι τῇ καρδίᾳ. Ταῦτα δὲ τὰ ῥητὰ τρόπον ἕτερον ἡρμηνεύθησαν ἐν τῷ κατὰ Ματθαῖον, καθ᾽ ἕτερον ῥηθέντα καιρόν. Ταῦτα αὐτοῦ. Ταῦτα, τὰ περὶ τῆς τυφλώσεως καὶ πωρώσεως, καὶ τὰ ἑξῆς. Δόξαν δὲ αὐτοῦ φησὶ τὴν ἔνδοξον ὀπτασίαν ἐκείνην, ὅτε εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τἆλλα τὰ περὶ αὐτοῦ φοβερὰ καὶ ἐξαίσια. Τὸν Υἱόν γὰρ εἶδε τότε, καὶ ταῦτα εἶπεν ὕστερον καὶ ἐλάλησε περὶ αὐτοῦ, ἀκούσας αὐτὰ τότε παρ᾽ αὐτοῦ.
Περὶ τοῦ Χριστοῦ γὰρ ἦσαν, ὅτι ἔμελλον τυφλωθῆναι καὶ πωρωθῆναι, καὶ μὴ ἰδεῖν, μηδὲ συνιέναι ὅτι Θεός ἐστι, μηδ᾽ ἐπιστραφῆναι ἀπὸ τῆς πλάνης, καὶ ἰαθῆναι τὰ τραύματα τῆς ψυχῆς αὐτῶν.
col. 1373–1374page 135 of 199
PG 129:1373Ὅμως — Θεοῦ. Οὐκ ἄρα ἄρχοντες ἦσαν, ἀλλὰ δοῦλοι δόξης ἀνθρωπίνης. Διὰ τοῦτο καὶ ὁ Κύριος ἔλεγεν αὐτοῖς· Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ἰησοῦς — με. Ἐνδόντος τοῖς Ἰουδαίοις τοῦ θυμοῦ, πάλιν ἀνεφάνη καὶ διδάσκει. Ὁ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ πιστεύων εἰς ἐμὲ πιστεύει εἰς τὸν πέμψαντά με· οὐ μόνον διότι μία φύσις καὶ θεότης ἀμφοῖν, ἀλλὰ καὶ διότι ἡ εἰς τὸν ἀπεσταλμένον τιμὴ εἰς τὸν ἀποστείλαντα διαβαίνει. Τὸ δὲ οὐ πιστεύει εἰς ἐμὲ δοκεῖ μὲν ἀρνήσεως, ἔστι δὲ μάλλον προτροπῆς εἰς τὸ πιστεύειν. Τοιοῦτον δὲ ἐστι καὶ τό· Ὁ ἐμὲ δεχόμενος οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. Ἰδιωματικὰ γὰρ καὶ τὰ τοιαῦτα.
Χρὴ δὲ γινώσκειν ὅτι ἕτερόν ἐστι τὸ πιστεύειν αὐτῷ, καὶ ἑτερόν ἐστι τὸ πιστεύειν εἰς αὐτόν· τὸ μὲν γάρ ἐστι τὸ πιστεύειν τοῖς λόγοις αὐτοῦ, ὁ καὶ ἐπὶ τῶν ἄλλων ἀνθρώπων λέγεται· τὸ δὲ ἐστι πιστεύειν εἰς τὴν θεότητα αὐτοῦ, ὅπερ ἐπὶ Θεοῦ μόνου λέγεται. Καὶ — με. Θεωρίαν τὴν διὰ τοῦ νοῦ λέγει· ὅτι Ὁ γνοὺς τὴν ἐμὴν θεότητα ἔγνω τὴν τοῦ Πατρός μου. Μία γὰρ καὶ ἡ αὐτὴ θεότης ἐν ἡμῖν. Καὶ ἐγὼ εἰκὼν εἰμι τοῦ Πατρὸς ἀπαράλλακτος. Θεωρεῖ δέ τις τὴν τοῦ Χριστοῦ θεότητα οὐκ ἀπὸ τῆς φύσεως αὐτῆς· ἀθεώρητος γὰρ ἡ θεία φύσις, καὶ παντελῶς ἀνεννόητος κατὰ τόν· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ἀλλ᾽ ἀπὸ τῶν θεοπρεπῶν ἔργων καὶ λόγων αὐτοῦ. Ἐγώ — ἐλήλυθα.
Φῶς νοητὸν λύων τὸ νοητὸν σκότος, καὶ διὰ τῶν θεοπρεπῶν ἔργων καὶ λόγων παραδεικνύων τὰς ἀκτίνας τῆς θεότητος τοῖς ὑγιέσιν ὀφθαλμοῖς. Ἵνα — μείνῃ. Τῇ τῆς πλάνης, τῇ τῆς ἁμαρτίας. Διαφόρως δὲ τὰ αὐτὰ λέγει διαμαρτυρόμενος, καὶ τῇ συνεχείᾳ μαλάξαι τὸ σκληρὸν τῆς καρδίας αὐτῶν βουλόμενος, καὶ πᾶν εἰσφέρων τὸ ἑαυτοῦ· διὰ τοῦτο γὰρ καὶ ἔκραξε. Καὶ — αὐτόν. Ἐν τῷ νῦν αἰῶνι. Οὐ — κόσμον. Εἶπε καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ ὅτι οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Καὶ ἀνάγνωθι πάλιν ἐκεῖ τὴν ἐξήγησιν εὖ ἔχουσαν. Ὁ — αὐτόν. Ὁ ἀπειθῶν ἐμοὶ καὶ μὴ δεχόμενος τὰ ῥήματά μου ἔχει τὸν κατακρίνοντα, τὸν ἐλέγχοντα αὐτόν.
Τίς δέ ἐστιν οὗτος, ἄκουσον. Ὁ λόγος — ἡμέρᾳ. Τίς δὲ ὁ λόγος οὗτος, ἐνωτίσθητι.
col. 1375–1376page 136 of 199
PG 129:1375Ὅτι — λαλήσω. Ἐπεὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο οὐκ ἐπείθοντο αὐτῷ, φησίν ὅτι Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ὁ λόγος ὃν ἐλάλησα λέγων ὅτι ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐνετείλατο τί εἴπω καὶ τί λαλήσω, ἐκεῖνος κρινεῖ αὐτὸν, ἐν τάξει κατηγόρου ἱστάμενος καὶ διελέγχων, καὶ πᾶσαν ἀπολογίαν περιαιρῶν, ὃν ἐβεβαίουν τοῖς ἔργοις, πανταχόθεν δεικνύων ὅτι οὐκ εἰμὶ ἀντίθεος. Καὶ — ἐστιν. Ὡς ζωὴν αἰώνιον προξενοῦσα, ὡς εἰς ζωὴν αἰώνιον ἄγουσα. Ἀναπολόγητοι οὖν οἱ μὴ δεχόμενοι τὰ ἐνταλθέντα μοι λαληθῆναι, ἤτοι τὰ ῥήματά μου, τὴν διδασκαλίαν μου· καὶ ἐπίβουλοί εἰσιν ἑαυτῶν ὡς μὴ δεχόμενοι τὴν αἰώνιον ζωήν. Τὸ δέ· Τί εἴπω καὶ τί λαλήσω τὸ αὐτὸ δηλοῦσι.
Πολλὰ δὲ τοιαῦτα παρὰ τῇ Γραφῇ. — λαλῶ. Καὶ διὰ τοῦ προβληθέντος, καὶ διὰ τοῦ παρόντος ῥητοῦ, πάλιν ἐνάγει τούτους εἰς πίστιν, ὅτι φειδόμενος αὐτῶν ὑπὸ τῆς ἀπείρου φιλανθρωπίας. Περὶ μέντοι τῆς ταπεινότητος τῶν τοιούτων οἰκονομικῶν ῥημάτων διαφόρως εἰρήκαμεν. Τὸ γὰρ Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ Ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, καὶ Αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω, καὶ τὰ τοιαῦτα, φανερώτερον μὲν τὸ μὴ εἶναι αὐτὸν ἀντίθεον βεβαιοῦσι, κρυφιώτερον δὲ τὸ εἶναι αὐτὸν ἴσον τῷ Πατρὶ ὑποφαίνουσι. Πρό — Πατέρα. Ἀποθανὼν γὰρ καὶ ἀναστάς, μετέβη ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Ἀγαπήσας — αὐτούς. Ἰδίους λέγει τοὺς μαθητάς, ὡς οἰκείους διὰ τὴν εὐπείθειαν.
Ἴδιοι δὲ αὐτοῦ προσηγορεύθησαν καὶ οἱ πάντες Ἰουδαῖοι ὡς συγγενεῖς· καὶ οἱ σύμπαντες ἄνθρωποι ὡς δημιουργήματα αὐτοῦ. Τοὺς ἐν τῷ κόσμῳ δὲ εἶπε, διότι καὶ οἱ τετελευτηκότες ἐν ἀρετῇ ἴδιοι αὐτοῦ ἦσαν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ οἱ κατ' ἐκείνους δίκαιοι. Ἀγαπήσας οὖν, φησί, τοὺς μαθητάς ἄχρι τοῦ τότε καιροῦ, τότε μᾶλλον ἠγάπησεν αὐτούς· τὸ γὰρ Εἰς τέλος τὸ σφόδρα δηλοῖ. Ἐπεὶ γὰρ ἔμελλεν ἤδη ἀποθανεῖν καὶ ἀπολιπεῖν αὐτούς, ἐπιτείνει τὴν ἀγάπην εἰς ἐμπόρευμα μνήμης αὐτοῦ σφοδροτέρας. Σημεῖον δὲ τῆς ἐπιτάσεως τὸ νίψαι τοὺς πόδας αὐτῶν. Ὁ γὰρ ἀγαπῶν τινα θερμῶς οὐδὲ τὴν ἐσχάτην ὑπηρεσίαν αὐτοῦ παραιτεῖται. Καὶ δείπνου γενομένου.
Ἐν τῷ καταλύματι, ὅπου τὸ ἑστρωμένον ἀνώγεων, ὅτι ὀψίας γενομένης, ὡς εἶπε Ματθαῖος, ἀνέκειτο μετὰ τῶν δώδεκα. Ζήτησον οὖν τουτὶ τὸ ῥητὸν ἐν τῷ ἑξηκοστῷ τρίτῳ κεφαλαίῳ αὐτοῦ, καὶ ἀνάγνωθι πᾶσαν τὴν ἐκεῖ ῥηθεῖσαν ἐξήγησιν. Τοῦ διαβόλου — παραδῷ. Ἤδη βεβληκότος τὸν λογισμὸν τότε, ὅτε τὸ μύρον κατέχεεν ἐπὶ τὴν κεφαλὴν τοῦ Χριστοῦ ἡ γυνή, περὶ ἧς Ματθαῖος ἱστόρησε. Ζήτησον οὖν πρὸς τῷ τέλει τοῦ ἑξηκοστοῦ δευτέρου
col. 1377–1378page 137 of 199
PG 129:1377κεφαλαίου αὐτοῦ τό· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, καὶ τὰ ἑξῆς. Καὶ ἀνάγνωθι τὸ τέλος τῆς ἐκεῖ ῥηθείσης ἐξηγήσεως. Τοῦτο δὲ παρενέβαλεν ὁ εὐαγγελιστής, ἐκπληττόμενος τὴν ὑπερβάλλουσαν τοῦ Σωτῆρος ἀνεξικακίαν, ὅτι καὶ τούτου τοὺς πόδας ἔνιψε, μελετῶντος ἤδη προδοῦναι αὐτόν. ΚΕΦ. ΙΣΤ΄. Περὶ τοῦ νιπτῆρος Εἰδώς — χεῖρας. Ὡς Υἱῷ γνησίῳ καὶ μονογενεῖ. Ἀνθρωποπρεπῶς δὲ εἶπεν ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, μιμούμενος τὸν Χριστὸν τοιαῦτα λέγοντα περὶ ἑαυτοῦ πολλάκις κατ' οἰκονομίαν, ὡς διαφόρως εἰρήκαμεν. Ὥσπερ δὲ ὁ Πατὴρ παραδίδωσι τῷ Υἱῷ, οὕτω καὶ ὁ Υἱὸς τῷ Πατρί. Φησὶ γὰρ Παῦλος· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Καὶ ὑπάγει.
Ὡς Υἱὸς Θεοῦ καὶ Θεός. Φησὶν οὖν ὅτι εἰδὼς ἑαυτὸν παντοκράτορα, καὶ Υἱὸν Θεοῦ, καὶ τοσαύτης μὲν ἐξουσίας, τηλικαύτης δὲ ἀξίας, ὅμως εἰς ἄκραν συγκατέβη ταπείνωσιν· ἅμα μὲν τὴν εἰς τοὺς μαθητὰς ἀγάπην ἐνδεικνύμενος, ἅμα δὲ παιδεύων αὐτοὺς ταπεινοφρονεῖν. Ἐγείρεται — ἱμάτια. Οὐ πάντα, ἀλλὰ τὸ ἔξωθεν περιβόλαιον, ἢ καὶ τὸ μετ' ἐκεῖνο, πρὸς τὸ εὐσταλὴς εἶναι. Καὶ λαβὼν ἑαυτόν. Τῷ λεντίῳ διέζωσεν ἑαυτόν, τὸν πρὸς τὸ ἐκμάσσειν δι' αὐτοῦ τοὺς πόδας τῶν νιπτομένων. Εἶτα νιπτῆρα. Αὐτὸς καὶ τὸ ὕδωρ κομίσας, καὶ πάντα μετὰ πάσης προθυμίας αὐτουργήσας, ἵνα καὶ ἡμεῖς διακονοῦντες πάντα μετὰ πάσης προθυμίας αὐτουργῶμεν, εἰς ἐκεῖνον ἀποβλέποντες, καὶ μὴ ἐπαιρώμεθα· τί γὰρ ἡμεῖς πρὸς τὸν Θεόν;
Τὸ μέντοι λέντιον, καὶ τὸν νιπτῆρα, καὶ τὴν ὑδρίαν, ἀπὸ τοῦ οἰκοδεσπότου πάντως ἔλαβεν εἰς τὴν τότε χρήσιν. Καὶ — Πέτρον. Ἐπεὶ ἤρξατο νίπτειν, εἶτα ἦλθε πρὸς τὸν Πέτρον, φαίνεται ὅτι πρῶτον ἔνιψε τοὺς πόδας τοῦ Ἰσκαριώτου, ἅμα μὲν εὐεργετῶν ἄχρι θανάτου καὶ τιμῶν τὸν προδότην αὐτοῦ, ἵνα καὶ ἡμεῖς ὁμοίως ποιῶμεν, ἅμα δὲ καὶ βουλόμενος αὐτὸν κατανυγῆναι, τοιαῦτα κατὰ τοῦ τοιούτου κηδεμόνος διανοούμενον. Καὶ πόδας; Σὺ ὁ Υἱὸς τοῦ Θεοῦ; Ἐκπλαγεὶς γὰρ εἶπε τοῦτο, καὶ σφόδρα εὐλαβηθείς. Ἀπεκρίθη — ἄρτι. Ὃ ἐγὼ διδάσκω διὰ τούτου τοῦ πράγματος.
col. 1379–1380page 138 of 199
PG 129:1379Γνώσῃ δὲ μετὰ ταῦτα. Ὅτε φανερώσω αὐτό. Οὐκ εἰς μακρὰν γὰρ ἐρεῖ περὶ τούτου ὅτι εἰ ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας, καὶ τὰ ἑξῆς· ἢ γνώσῃ μετὰ ταῦτα, ὅταν με ἴδῃς ἀναλαμβανόμενον εἰς τὸν οὐρανόν, ὅταν ἔλθῃ ὁ Παράκλητος ἐφ' ὑμᾶς· τότε γὰρ γνώσῃ ἡλίκος ὢν ἡλίκον ἔργον ἐποίησα καὶ διατί. Λέγει — αἰῶνα. Εἰς τὸν αἰῶνα, ἀντὶ τοῦ Ποτέ· διισχυρίζεται γὰρ τιμῶν αὐτὸν καὶ λίαν αἰδούμενος. Ἀπεκρίθη — κεφαλήν. Οὐκ εἶπε μὲν τίνος ἕνεκεν τοῦτο ποιεῖ, γινώσκων αὐτὸν μὴ πεισθησόμενον ἀπὸ τούτου, μᾶλλον μὲν οὖν ἐπὶ πλέον ἐνστησάμενον· ἐπεὶ δὲ ἀπὸ πολλῆς ἀγάπης διισχυρίζετο, ἀπὸ ταύτης αὐτὸν πείθει.
Ἀπειλήσας γὰρ ἔκπτωσιν αὐτῆς, αὐτίκα τοῦτον ὑποκλίνει, καὶ ποιεῖ μᾶλλον αἰτεῖν ὃ πρὶν παρητείτο, καὶ τοσαύτην ἱκεσίαν εἰσφέρειν ὅσην πρότερον εἰσέφερεν ἔνστασιν, μᾶλλον δὲ καὶ πλείονα. Μὴ τοὺς πόδας γάρ, φησί, μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Οὕτω δὲ ὑπερβολὴν ἀγάπης καὶ πρῶτον ἐνέστη, καὶ ὕστερον ἐνέδωκε. Λέγει — ἔστε. Ἵνα μὴ ὑπολάβωσιν ὅτι ἡ νίψις αὕτη καθάρσιόν τι ἐστιν, οἷον καὶ τὸ βάπτισμα, λύει τὴν τοιαύτην ὑποψίαν παραδειγματικῶς, ὅτι Ὁ λελουμένος οὐ χρήζει λούσασθαι, εἰ μὴ τοὺς πόδας νίψασθαι μόνους, διότι τούτοις περιπατῶν ἔξεισι τοῦ λουτροῦ· ἀλλ' ἔστι καθαρὸς ὅλος, ὡς ἤδη λελουμένος·
Καὶ ὑμεῖς καθαροί ἐστε, ὡς ἤδη καθαρισθέντες ὑπὸ τῆς διδασκαλίας ἣν ἐδίδαξεν ὑμᾶς, καὶ ρίψαντες πᾶσαν κακίαν καὶ πονηρίαν. Ἑρμηνεύων γὰρ ὁ Χρυσόστομος τό· Καὶ ὑμεῖς καθαροί ἐστε· προσκείσθαι λέγει καὶ τόν· Διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν, εἴτουν τὴν διδασκαλίαν. Οὐ χρήζετε οὖν καθαρισθῆναι ὧν ἐκαθαρίσθητε, εἰ μὴ τοὺς πόδας νίψασθαι μόνους, διὰ πράγμα δ' οὐκ οἴδατε ἄρτι, γνώσεσθε δὲ μετὰ ταῦτα. Ἀλλ' οὐχὶ πάντες. Οἱ πάντες καθαροί ἐστε. ἬΙδει — ἐστε. ἬΙδει αὐτὸν ἐκτραχηλισθέντα καὶ ῥυπωθέντα. Ὅτε — ὑμῖν; Ἐρωτᾷ ἀγνοοῦντας, ἵνα διεγείρῃ εἰς προσοχήν. Μετὰ γὰρ τὸ ποιῆσαι, λοιπὸν βούλεται διδάξαι τὸ ἀγνοούμενον. Ὑμεῖς — γάρ. Εἰμὶ ταῦτα, ὡς Θεός. Πρὸς τοὺς μαθητάς γὰρ διαλεγόμενος ἐκκαλύπτει ἑαυτόν.
Εἰπὼν μὲν οὖν ὅτι Ὑμεῖς φωνεῖτέ με, ὑμεῖς καλεῖτέ με· οὕτως, ἀνεπαχθῆ τὸν λόγον ἐποίησε· προσθεὶς δὲ ὅτι Εἰμί, ἐβεβαίωσέ τε τὰς τοιαύτας προσηγορίας, καὶ μὴ πρὸς χάριν, ἀλλὰ πρὸς ἀλήθειαν λεγομένας ἀπέδειξε. Λοιπὸν τοίνυν ἐντεῦθεν συλλογίζεται.
col. 1381–1382page 139 of 199
PG 129:1381Εἰ-πόδας. Οὐκ εἶπεν ὅτι Ἐὰν ἐγὼ ὁ φύσει Κύριος ἔνιψα ὑμῶν τῶν φύσει δούλων τοὺς πόδας, πολλῷ μᾶλλον ὑμεῖς οἱ ὁμόδουλοι ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· οὐδ' ὅτι Ἐὰν ἐγὼ ἔνιψα τοὺς τοῦ προδότου, πολλῷ μᾶλλον ὑμεῖς τοὺς τῶν ἐπιβούλων· ἀλλὰ διὰ τῶν ἔργων ταῦτα δηλώσας, ἀφῆκε τὴν διάκρισιν αὐτῶν τῇ συνειδήσει τῶν ἀκροωμένων. Ὑπόδειγμα - ὑμῖν. Ὑπόδειγμα τῆς ἐν ἀγάπη ταπεινώσεως ἔδωκα ὑμῖν διὰ τῆς τοιαύτης πράξεως. Ἵνα – ποιήτε. Ἐξ ἀγάπης ταπεινούμενοι, καὶ διακονοῦντες τοῖς ὑποβεβηκόσι. Καίτοι γε αὐτὸς μὲν ἣν ὑπὲρ ἔννοιαν καὶ λόγον· ἡμεῖς δέ ἐσμεν γῆ καὶ σποδός, καὶ τέφρα, καὶ κόνις, καὶ εἴ τι τούτων δυστελέστερον.
Ὅταν δὲ οὐ μόνον οὐ ταπεινούμεθα πρὸς τοὺς ἐλάττονας, ἀλλ' οὐδὲ πρὸς τοὺς μείζονας· καὶ οὐ μόνον οὐ νίπτομεν τοὺς πόδας τῶν δούλων, ἀλλ' οὐδὲ τῶν φίλων, οἱ καὶ τοὺς τῶν ἐπιβούλων νίπτειν ὀφείλοντες· ποίας οὐκ ἂν εἴημεν ἄξιοι καταδίκης, οὐ μόνον οὐ μιμούμενοι τὸ δοθὲν ὑπόδειγμα, ἀλλὰ καὶ ἐξ ἐναντίας ἱστάμενοι, καὶ κατὰ διάμετρον ἐπαιρόμενοι, καὶ τὴν ὀφειλὴν οὐκ ἀποδιδόντες. Καὶ ὑμεῖς γάρ, φησίν, ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ἀμὴν — αὐτόν. Λοιπὸν οὖν, εἰ ἐγὼ ὁ ἀσυγκρίτως μείζων οὕτως ἐταπεινώθην, πολλῷ μᾶλλον ὑμεῖς. Καὶ τοῦτο δὲ τῆς ἀφάτου ταπεινώσεως αὐτοῦ, τὸ δοῦναι ἑαυτὸν παράδειγμα, τὸν Πλάστην τοῖς πλάσμασι, καὶ τρόπον τινὰ συγκρίνεσθαι τὸν ἀσύγκριτον.
Εἶπε δὲ τὸ νόημα τοῦτο καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· καὶ ζήτησον ἐκεῖ τό· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ, καὶ τὰ ἑξῆς. Οὐκ ἔστι δοῦλος. Ἕως ἂν ὁ μὲν ἐστι δοῦλος τούτου, ὁ δὲ ἀπόστολος ἐκείνου. Ἐλάττωσις γὰρ καὶ τὸ δουλεύειν, καὶ τὸ ἀποστέλλεσθαι. Εἰ — αὐτά. Εἰ ταῦτα οἴδατε, τὰ ῥηθέντα· οἴδατε δὲ αὐτὰ, παρ' ἐμοῦ μαθόντες· Μακάριοι ἐστε, ἐὰν ποιῆτε αὐτά. Οὐκ ἀρκεῖ γὰρ εἰδέναι μόνον, ἀλλὰ χρὴ καὶ ποιεῖν. Οὐ λέγω. Τό· Ἐὰν ποιήτε αὐτά. Περὶ τοῦ Ἰούδα γὰρ τοῦτο ἔλεγεν, ὃς οὐ μόνον οὐκ ἔμελλε ποιήσειν αὐτὰ, ἀλλ' οὐδ' ἄλλο τι τῶν ἐντεταλμένων, ἤδη τὴν προδοσίαν μελετών. Ἐγώ — ἐξελεξάμην.
Οἶδα, ὡς Θεός, τίνες μὲν τῶν παρ' ἐμοῦ ἐκλεγέντων ποιήσουσιν αὐτὰ, τίς δὲ οὐ ποιήσει. Καὶ ἀνωτέρω δὲ εἰπὼν ὅτι καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες· καὶ ἐν διαφόροις δὲ καιροῖς πολλὰ τοιαῦτα φθεγξάμενος, νύττοντα μόνον τὸ τοῦ προδότου συνειδὸς, καὶ ἅμα μὲν διδάσκοντα ὅτι οὐ λανθάνει ἐπιβουλεύων, ἅμα δὲ καὶ εἰς μεταμέλειαν καὶ διόρθωσιν ἐκκαλούμενα, οὐκ ἔπεισε.
col. 1383–1384page 140 of 199
PG 129:1383Διατί δὲ ἐξελέξατο καὶ τὸν προδότην, εἰρήκαμεν ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Μάρκον· καὶ ζήτησον ἐκεῖ τό· Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτὸς, καὶ τὰ ἑξῆς· καὶ ἀνάγνωθι τὴν ὅλην ἐξήγησιν τῶν τοιούτων ῥητῶν. Ἀλλ' αὐτοῦ. Κανταῦθα τὸ Ἵνα δηλωτικόν ἐστι τοῦ μέλλοντος· οἷον, Ἀλλὰ διὰ τὸν προδότην τοῦτο λέγω. Μέλλει γὰρ ἡ Γραφὴ πληρωθῆναι ἡ Δαυϊτική, ἡ λέγουσα· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Οἱ μὲν οὖν Ἑβδομήκοντα οὕτως ἀπὸ τοῦ Ἑβραικοῦ τὸ ῥητὸν ἡρμήνευσαν· ὁ δὲ Χριστός, ἀπὸ τοῦ αὐτοῦ τὸ αὐτὸ νῦν μεθερμηνεύων, τὰ αὐτὰ καὶ αὐτὸς λέγει δι' ἑτέρων ἰσοδυνάμων λέξεων. Ἴσον γὰρ τὸ ὁ ἐσθίων καὶ τὸ ὁ τρώγων, καὶ τὸ ἐμεγάλυνε καὶ τὸ ἐπῆρε·
καὶ τὰ λοιπὰ δὲ ὁμοίως ἔχουσι. Φησὶ δὲ περὶ τοῦ Ἰούδα ὅτι· Ὁ τρεφόμενος παρ' ἐμοί, ὁ κοινωνῶν μοι τραπέζης, οὐδ' αὐτὸ τοῦτο αἰδεσθεὶς ἐμεγάλυνε καὶ ἐπῆρεν, ἤγουν ἐκραταίωσε καὶ ἐκίνησε κατ' ἐμοῦ πτέρναν καὶ πτερνισμόν, εἴτουν ἐπιβουλὴν καὶ δόλον, διὰ τὸ συλλαλῆσαι τοῖς ἐχθροῖς. Εἰώθασι γὰρ οἱ τοὺς τρέχοντας ὑποσκελίζειν πειρώμενοι διὰ τῆς πτέρνης ἐπιβουλεύειν. Διὸ πτέρνα καὶ πτερνισμὸς ἡ ἐπιβουλὴ καὶ ὁ δόλος. Ἀπ' ἄρτι – εἰμί. Ἵνα, ὅταν πληρωθῇ ἡ τοιαύτη Γραφή, πιστεύσητε ὅτι ἐγώ εἰμι περὶ οὗ ἐκείνη προεφήτευσεν. Ἀμὴν – με. Καὶ πρὸς τῷ τέλει τοῦ ἐννεακαιδεκάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον εἶπεν· Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
Καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, παρηγορῶν αὐτοὺς ἐπὶ πλέον, μέλλοντας ὅσον οὔπω διατρέχειν τὴν οἰκουμένην. Ταῦτα – πνεύματι. Πνεῦμα νόει τὸ πάθος τῆς λύπης καὶ συγχύσεως, τῆς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ προδότου. Ὑπὸ γὰρ τῆς ἄγαν συμπαθείας ἐταράχθη, ὑπεραλγήσας αὐτοῦ. Καὶ ἐπὶ τοῦ Λαζάρου δὲ τὸ Ἐνεβριμήσατο τῷ πνεύματι, ἑρμηνεύοντες πνεῦμα τὸ πάθος τῆς συγχύσεως εἰρήκαμεν. Καὶ – με. Ἐμαρτύρησεν, ἤγουν διεμαρτύρατο περὶ τῆς προδοσίας. Ἔβλεπον – λέγει. Οὔπω γὰρ ἤθελε δημοσιεῦσαι τὸν ἄθλιον, ἀναμένων ἔτι τὴν ἐπιστροφὴν αὐτοῦ. Ἦν δὲ ἀνακείμενος – Ἰησοῦς. Αὐτὸς ἦν ὁ ταῦτα γράφων, ὡς αὐτὸς ἐπὶ τέλους τοῦ Εὐαγγελίου δεδήλωκε. Τοῦτον δὲ ἠγάπα ὁ Ἰησοῦς, πλέον δηλονότι, ὡς
col. 1385–1386page 141 of 199
PG 129:1385ἄξιον ἀγαπᾶσθαι πλέον διὰ πλεονεξίαν ἀρετῆς μεγάλης ἦν αὐτὸς ἀπέκρυψε διὰ μετριοφροσύνην. Λέγεται δὲ καὶ τοσοῦτον ἐκ νεότητος ἐπιμεληθῆσαι καθαρότητος, ὡς μὴ ἐᾶσαί ποτε μηδὲ λογισμὸν αἰσχρὸν ἀναβῆναι εἰς τὴν καρδίαν αὐτοῦ· λογισμὸν δὲ αἰσχρὸν οὐ τὴν φυσικὴν κίνησιν οἰητέον, ἀλλὰ τὴν προαιρετικὴν φαντασίαν. Διὰ καὶ παρθένος ὕστερον ἐπωνομάσθη. Τοῦτο δὲ προτέρημα καὶ τῇ Θεοτόκῳ προσήν. Λέγει δὲ ὁ Χρυσόστομος ὅτι ἠγάπα αὐτὸν πλέον καὶ δι᾿ ὑπερβάλλουσαν ταπεινοφροσύνην καὶ πραότητα, ἅπερ ἐκτήσατο μετὰ τὸ ἐπιτιμηθῆναι διὰ τὴν προεδρίαν. Ταῦτα γὰρ καὶ τὸν Μωϋσῆν ὕψωσαν. Σκόπει δὲ καὶ τοῦτο ὅτι καὶ τοῖς πάθεσι τοῦ διδασκάλου μόνος τῶν μαθητῶν παρέμεινεν ἄχρις ἂν ἐξέπνευσε.
Διὰ ταῦτα οὖν καὶ ἀγαπᾶτο πλέον, καὶ ἀνέκειτο κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν τῷ κόλπῳ αὐτοῦ, ὡς παῖς ἐν κόλπῳ πατρός, ἀναλόγως ἐγγίζων αὐτῷ διὰ τὴν ἀπὸ τῆς ἀρετῆς ἐγγύτητα. Εἰκὸς γὰρ αὐτὸν γνόντα ἤδη τὸν θάνατον τοῦ διδασκάλου σφόδρα σκυθρωπάζειν, καὶ διὰ τοῦτο μετὰ τὸν νιπτῆρα προσκληθῆναι καὶ ἀναπεσεῖν ἐκεῖ χάριν παρηγορίας. Ἔγραψε μὲν οὖν ταῦτα, οὐ φιλοτιμούμενος· καὶ γὰρ φεύγων τὸν κόμπον, τὸ ἑαυτοῦ παρεσιώπησεν ὄνομα. Ἀλλ᾿ ἐπειδὴ παρέδραμον οἱ ἄλλοι εὐαγγελισταὶ τὰ περὶ τοῦ ἐμβαφέντος ψωμίου καὶ δοθέντος τῷ Ἰούδᾳ, μέλλων διηγήσασθαι τοῦτο, ἀναγκαίως ἐνέπεσε καὶ εἰς τὴν τούτων ἀπαγγελίαν. Ἐπεὶ γὰρ αὐτὸς, ἐπιτραπεὶς παρὰ τοῦ Πέτρου, ἠρώτησε κρυφίως τίς ἐστιν ὁ παραδιδοὺς αὐτόν·
ἀναγκαῖον ἦν εἰπεῖν ποῦ ἀνακείμενος ἡδύνατο ἐρωτᾶν κρυφίως, καὶ πῶς ἐθάρρει ἐκεῖ τε ἀνακεῖσθαι καὶ ἐρωτᾶν μυστικῶς. Ἤ τὸ μὲν ἀνακεῖσθαι ἐν τῷ κόλπῳ αὐτοῦ φησι, δηλῶν τὴν ὑπεράπειρον ταπείνωσιν τοῦ τὴν δόξαν ὑπεριπείρου· τὸ δὲ ἀγαπᾶσθαι λέγει, δεικνύων ἑαυτόν τε εὐχάριστον κἀκεῖνον φιλανθρωπότατον. Καὶ ὅτι μὲν ἠγαπᾶτο ὁμολογεῖ· διατί δὲ ἀγαπᾶτο οὐ προστίθησιν, εὐχαριστῶν μὲν ἅμα καὶ μετριοφρονῶν. Νεύει — λέγει. Αὐτὸς μὲν οὐκ ἐθάρρησεν ἐρωτῆσαι διὰ τὴν αἰτίαν ἣν εἰρήκαμεν ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· τῷ Ἰωάννῃ δὲ τοῦτο ἐπέτρεψεν, ὡς ἠγαπημένῳ μάλιστα τῷ διδασκάλῳ, καὶ ἀνακειμένῳ τηνικαῦτα ἐν τῷ κόλπῳ αὐτοῦ. Ἐπιπεσὼν δὲ ἐκεῖνος οὕτως — ἐστιν;
Οὕτως, ὡς ἀνέκειτο, τουτέστι μὴ ἀναστάς, ἀλλὰ μόνον μεταστραφείς. Ὁ μὲν οὖν Ἰωάννης ἐξ ἁπλότητος καὶ ἀγάπης ἐπέπεσεν. Οὕτω γὰρ φύσει Θεὸν αὐτὸν ἐγίνωσκεν· αὐτὸς δὲ ἠνέσχετο καὶ τούτῳ ψυχαγωγῶν αὐτόν.
col. 1387–1388page 142 of 199
PG 129:1387Ἀποκρίνεται — Ἰσκαριώτῃ. Ζήτησον ἐν τῷ δηλωθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· τήν λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπάρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, καὶ ἀνάγνωθι τὴν ὅλην ἐξήγησιν· ἐν αὐτῇ γὰρ περὶ τούτων τε καὶ τῶν ἐφεξῆς ἐῤῥήθη κατὰ λόγον. Καὶ — Σατανᾶς. Ἐν τῷ τέλει τῆς ἐξηγήσεως ἐκείνης εὑρήσεις περὶ τούτου σαφῶς. Εἰσῆλθε δὲ εἰς ἐκεῖνον, οὐχ ὥστε δαιμονᾶν αὐτὸν, ἀλλ' ὥστε κατακυριεύειν καὶ δουλαγωγεῖν αὐτὸν, ὡς καὶ ἐν τῷ ἑβδομηκοστῷ ἔκτῳ κεφαλαίῳ τοῦ κατὰ Λουκᾶν εἰρήκαμεν. Ἢ καὶ διὰ τῶν λογισμῶν εἰσῆλθεν εἰς ἐκεῖνον. Λέγει — δῷ. Ἐν ἐκείνῃ τῇ ἐξηγήσει καὶ ταῦτα πάντα διηρμηνεύθησαν ἄριστα. Λαβὼν ἐξῆλθεν. Ὁμοίως καὶ τοῦτο. Ἦν — ἐξῆλθεν.
Ἐπεσημήνατο τὸν καιρὸν ὁ εὐαγγελιστής, δεικνύων ὅτι οὐδὲ ἡ νύξ ἐπέσχεν αὐτόν. Λέγει — ἀνθρώπου. Ἀνωτέρω μὲν εἶπεν ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ· Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· ἐνταῦθα δέ· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀπὸ τοῦ νῦν ἐδοξάσθη φησί, τοῖς ὑπὲρ τοῦ κόσμου πάθεσι. Δόξα γὰρ τῷ δεσπότῃ, τὰ ὑπὲρ τῶν δούλων πάθη. Ὡς γεγονὸς δὲ λέγει τὸ γενησόμενον, διὰ τὸ ὅσον οὔπω μέλλειν συλληφθῆναι καὶ πάσχειν. Εἰ δὲ τῷ δεσπότῃ δόξα τὰ ὑπὲρ τῶν δούλων πάθη, πολλῷ μᾶλλον τοῖς δούλοις δόξα τὰ ὑπὲρ τοῦ δεσπότου. Καὶ — αὐτῷ. Ὁ Πατὴρ ἐδοξάσθη ἐν τῷ Υἱῷ διὰ τῆς πολιτείας ἣν ὡς ἄνθρωπος ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπολιτεύσατο.
Ὥσπερ γὰρ τῷ Υἱῷ δόξα τὸ ἔχειν τοιοῦτον Πατέρα, οὕτως ἄρα καὶ τῷ Πατρὶ δόξα τὸ ἔχειν τοιοῦτον Υἱόν. Ἄλλως τε, καὶ οἱ ἄνθρωποι βλέποντες ἃ ἑτερατούργει καὶ ἐδίδασκεν, ἐδόξαζον τὸν Θεὸν, ὡς οἱ εὐαγγελισταί φασι. Εἰ — ἑαυτῷ. Δοξάσει τὸν Υἱὸν δι' ἑαυτοῦ, τερατουργῶν ἐν τῷ καιρῷ τοῦ σταυροῦ τὰ φοβερὰ καὶ ἐξαίσια σημεῖα, καὶ δεικνύων ἐντεῦθεν ὅτι γνήσιος Υἱός αὐτοῦ ἐστι. Διὰ τοῦτο γὰρ καὶ προλαβὼν εἶπεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· ἔνθα πλατύτερον ὁμοῦ καὶ σαφέστερον ἐξηγησάμεθα. Καὶ — αὐτόν. Εὐθύς, ἐν αὐτῷ τῷ σταυρῷ. Τοῦτο δὲ εἶπεν ἵνα μὴ ὑπολάβωσιν ὅτι περὶ τῆς δόξης ἐκείνης λέγει, τῆς ἐν τῇ δευτέρᾳ παρουσίᾳ αὐτοῦ, περὶ ἧς διαφόρως ἐδίδαξεν αὐτούς.
Ταῦτα δὲ λέγων ἀνίστησι κατεπεπτωκότας τοὺς λογισμοὺς αὐτῶν, καὶ πείθει μὴ μόνον μὴ δυσφορεῖν, ἀλλὰ μᾶλλον χαίρειν διὰ τὴν μετὰ βραχύ δόξαν αὐτοῦ.
col. 1389–1390page 143 of 199
PG 129:1389Τεκνία — εἰμι. Πάλιν προλέγει αὐτοῖς τὰ μέλλοντα, ἵνα τε μετὰ ταῦτα ὑπομιμνησκόμενοι γινώσκοιεν ὅτι προεἶπε πάντα σαφῶς εἰδὼς, καὶ ἵνα μὴ ἁθρόον ἐπελθόντα διαταράξωσιν αὐτοὺς οὐ προσδοκῶντας. Τεκνία δὲ ἐκάλεσε τούτους οὐ μόνον ὡς ποιητὴς αὐτῶν, ἀλλὰ καὶ ὡς διδάσκαλος. Εἰπὼν δὲ, Τεκνία, ὅτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, σφοδρότερον αὐτοῖς ἐξάπτει τὸν πόθον. Ζητήσετέ με. Μετὰ τὸ ἀποθανεῖν με. Τοῖς μὲν Ἰουδαίοις εἰπών· Ζητήσετέ με προσέθηκεν ὅτι καὶ οὐχ εὑρήσετε· ἐπὶ δὲ τῶν μαθητῶν οὐ προσέθηκε τοῦτο, διότι ἔμελλον εὑρεῖν αὐτὸν οὗτοι μετὰ τὴν ἀνάστασιν. Καὶ ἐκείνοις μὲν, παραμυθούμενος τὴν μανίαν, εἶπεν ὅτι ζητήσετέ με, τούτοις δὲ πόθον ἐμβάλλων πλείονα. Καὶ ἄρτι.
Ἀλλ' ἐκείνοις μὲν εἶπε τοῦτο ὡς ἀναξίοις τοῦ τόπου ἐκείνου, τούτοις δὲ ὡς οὔπω ἀποθανουμένοις. Ἐντολὴν — ἀλλήλους. Καὶ μὴν παλαιὰ ἐντολὴ ἦν· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἀλλ' ἡ νῦν διδομένη μείζων ἐκείνης· ἐπάγει γάρ· Καθὼς — ἀλλήλους. Τοῦτο ἡ καινότης. Ἐκείνη μὲν γὰρ ἐκέλευεν ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν, αὕτη δὲ καὶ ὑπὲρ ἑαυτόν. Ὁ γὰρ Χριστὸς οὕτως ἠγάπησεν ἡμᾶς, ὡς μηδὲ ἑαυτοῦ φείσασθαι, ἀλλ' ἀποθανεῖν ὑπὲρ ἡμῶν. Τινὲς δὲ ἑτέρως ἑρμηνεύουσιν ὅτι, ἐπειδὴ παλαιὰ ἐντολὴ ἦν· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· καὶ νῦν δίδωσιν ἀγαπᾷν πάντας, ἤγουν καὶ τοὺς ἐχθρούς.
Καὶ αὐτὸς γὰρ ἠγάπησε τοὺς μαθητὰς πάντας, ὡς μηδὲ τὸν Ἰούδαν μισῆσαι ἐπιβουλεύοντα αὐτῷ, ἀλλὰ καὶ μάλλον ταραχθῆναι τῷ πνεύματι, τουτέστι τῷ πάθει τῆς λύπης καὶ συγχύσεως τῆς ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ. Ἐν ἀλλήλοις. Καθὼς καὶ ἐγὼ πρὸς ὑμᾶς· ἐπεὶ καὶ μαθητὴς ἀληθῆς ὁ μιμούμενος τὸν διδάσκαλον. Τοῦτο σαφὴς χαρακτὴρ τοῦ Χριστιανοῦ, τοῦτο φανερὸν γνώρισμα· ἡ ἀληθῆς γὰρ ἀγάπη πάσης ἐστὶν ἀρετῆς κεφάλαιον. Τί οὖν; οὐ πολλῷ μᾶλλον τὰ θαύματα δεικνύουσι τὸν τοῦ Χριστοῦ μαθητήν; Οὐδαμῶς· εἴρηκε γὰρ πρὸς τῷ τέλει τοῦ ἕκτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον ὅτι Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν;
καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· καὶ ἀνάγνωθι τὴν ἐκεῖ ῥηθεῖσαν πᾶσαν ἐξήγησιν. Καὶ μὴν τὰ θαύματα μάλιστα τὴν οἰκουμένην ἀπηγάγετο· ἀλλὰ διότι προϋπῆν τοῖς θαυματουργοῦσιν ἡ ἀγάπη.
col. 1391–1392page 144 of 199
PG 129:1391Λέγει – μοι. Ὁ μὲν Πέτρος ἠρώτησεν, οὐχ οὕτω βουλόμενος μαθεῖν, ὡς ἐπιθυμῶν ἀκολουθῆσαι. Ὁ δὲ Χριστὸς, τὴν διάνοιαν αὐτοῦ γνούς, πρὸς αὐτὴν ἀπεκρίθη. Οὐκ εἶπε γὰρ τοῦ ὑπάγει, ἀλλ' ὅτι οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι. Ὑπεδήλου δὲ περὶ τῆς σφαγῆς. Λέγει – θήσω. Τί ποιεῖς, ὦ Πέτρε! ἐκείνου εἰπόντος, ὅτι οὐ δύνασαι, σὺ λέγεις ὅτι Διατί οὐ δύναμαι; Οὐκοῦν ἡ πεῖρα διδάξει σε μὴ ἀντιλέγειν. Ἀπεκρίθη – τρίς. Ζήτησον ἐν τῷ ἐξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὸν Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι· καὶ ἀνάγνωθι καὶ τὴν ἐκεῖ βηθεῖσαν ἐξήγησιν· ἔτι δὲ καὶ τὰς τῶν ἐφεξῆς ῥητῶν ἄχρι τοῦ Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
Εἰ δὲ καὶ παραλλαγήν τινα φέρουσι τὰ ῥητά, καινὸν οὐδέν. Ταῦτα μὲν γὰρ ἐβοήθησαν πρὸ τοῦ ἐξελθεῖν αὐτοὺς εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἐκεῖνα δὲ μετὰ τὸ ἐξελθεῖν ἐκεῖ. Δὶς γὰρ ἐνστάντι τῷ Πέτρῳ δὶς περὶ τῆς ἀρνήσεως διεμαρτύρατο ὁ Χριστός. Καὶ περὶ μὲν τῆς ἐνστάσεως καὶ διαμαρτυρίας Ματθαῖος καὶ Μάρκος ἔγραψαν, περὶ δὲ τῆς δευτέρας Λουκᾶς καὶ Ἰωάννης. Μὴ – καρδία. Εἰπόντος τοῦ Κυρίου πρὸς τὸν Πέτρον ὅτι Ὕστερον ἀκολουθήσεις μοι· καὶ ὅτι Ἀπαρνήσῃ με τρίς· ἐταράχθησαν δι' ἀμφότερα, δεδοικότες μήποτε αὐτοὶ ἀπεκόπησαν αὐτοῦ, μόνου τοῦ Πέτρου ἀκολουθήσοντος, καὶ μήποτε καὶ αὐτοὶ τοῦτον ἀπαρνήσωνται, ὡς ὁ κορυφαίος.
Καταστέλλων οὖν τὴν ἐντεῦθεν ἀγωνίαν αὐτῶν, πρῶτα μὲν περὶ τοῦ φόβου τῆς ἀπαρνήσεως παραμυθεῖται, εἶτα καὶ περὶ τοῦ φόβου τῆς ἀποκοπῆς. Πιστεύετε – πιστεύετε. Πιστεύετε βεβαίως εἰς τὸν Πατέρα καὶ εἰς ἐμέ· καὶ λοιπὸν ἡ εἰς ἡμᾶς πίστις συντηρήσει ὑμᾶς ἀηττήτους. Ἐν – εἰσιν. Ἱκαναὶ δέξασθαι καὶ ὑμᾶς, συνεσομένους ἡμῖν ἀεί. Εἰ δὲ μὴ – ὑμῖν. Εἰ δὲ μὴ ἦσαν ἐκεῖ πολλαὶ μοναί, καὶ δαψίλεια καταγωγίων, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον μονῆς ὑμῖν τοῖς ἐμοῖς, καὶ πρὸ πάντων τούτου πάντως ἂν ἐφρόντισα, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. Προείρηκε γὰρ αὐτοῖς ὅτι Ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καὶ – ἦτε.
Καὶ εἶπον ἂν ὑμῖν καὶ τοῦτο, ὅτι Ἐὰν πορευθῶ ἑτοιμάσαι ὑμῖν τόπον μονῆς, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς
col. 1393–1394page 145 of 199
PG 129:1393ἐμαυτὸν, καὶ τὰ ἑξῆς. Ὥστε οὐδὲ οὕτως ἔδει ἀθυμεῖν. Ἐπεὶ δὲ πάλαι παρεσκεύασται τὸ πλῆθος τῶν μονῶν, καὶ ἀποκεκλήρωνται ταῖς ἀξίοις, χρὴ θαρῥεῖν, καὶ μὴ ἀπογινώσκειν. Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι ὑμῖν τόπον, ἤγουν ἐγκαινίσαι ὑμῖν ἄνοδον πρὸς τὸν οὐρανὸν, ἣν οὐδεὶς οὐδέπω τῶν ἀνθρώπων ἀνῆλθε, πάλιν ἔρχομαι κατὰ τὴν δευτέραν μου παρουσίαν, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν ἀναστάντας ἐκ νεκρῶν, συμβασιλεύσοντάς μοι αἰωνίως. Εἰ γὰρ καὶ ἀποθανόντες πρὸς αὐτὸν ἀνῆλθον, ἀλλ' οὐ μετὰ τῶν σωμάτων, καὶ εἰ σύνεισιν αὐτῷ, ἀλλ᾽ οὐ συμβασιλεύοντες. Ἐπεὶ δὲ εἰδὼς τὰ κινήματα τῶν καρδιῶν αὐτῶν, ἔγνω ἐπιθυμοῦντας μαθεῖν ποῦ ὑπάγει, καὶ τὴν ὁδὸν τὴν ἄγουσαν ὅπου ὑπάγει, φησί·
Καὶ — οἴδατε; ἐξ ὧν διαφόρως εἶπον ὑμῖν, οἴδατε καὶ ἀμφότερα, εἰ ἀναμνησθῆτε. Ὑπῆγε μὲν οὖν πρὸς τὸν Πατέρα ἀφ' οὗ καὶ ἐξῆλθεν. Ὁδὸς δέ ἐστιν αὐτὸς, δι' οὗ ἐρχόμεθα πρὸς τὸν Πατέρα, ὡς προϊὼν ἐρεῖ. Λέγει — εἰδέναι; Πέτρο γὰρ αἰσθητὸν εἶναί τινα τόπον ὅπου ὑπάγει, καὶ ὁδὸν ὁμοίως τοιαύτην. Λέγει — ζωή. Ὁδὸς μὲν ὅτι δι' ἐμοῦ ἔρχεσθε· ἀλήθεια δὲ, ὅτι ἀληθεύω, καὶ πάντως ἔσται ταῦτα· ζωὴ δὲ, ὅτι καὶ τοῦ θανάτου κυριεύω. Εἰ οὖν ἐγώ εἰμι ἡ ὁδὸς, ὁδηγήσω ὑμᾶς· εἰ δὲ καὶ ἀλήθεια, οὐ ψεύδομαι· εἰ δὲ καὶ ζωή, οὐδὲ ὁ θάνατος διαστήσει ὑμᾶς ἐμοῦ. Οὐδεὶς — ἐμοῦ. Ἐν τῷ ἐνάτῳ δὲ κεφαλαίῳ εἶπεν· Οὐδεὶς δύναται ἐλθεῖν πρὸς ἐμὲ, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν· ὁ μὲν γὰρ ἑλκύει, ὁ δὲ ὁδηγεῖ·
καὶ ἀμφότεροι συνεργοῦσιν εἰς τὴν σωτηρίαν τῶν ἀνθρώπων. Εἰ — ἐγνώκειτε ἄν. Ἀνωτέρω μὲν εἰπὼν ὅτι Καὶ ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε· ἐδήλωσεν ὅτι καὶ τὸν Πατέρα οἴδασι καὶ αὐτόν· ἐνταῦθα δὲ ἐπαγαγών, ὅτι Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν, ἐνέφηνεν ὅτι καὶ αὐτὸν ἀγνοοῦσι καὶ τὸν Πατέρα. Καὶ πολλαχοῦ δὲ τοῦτο ποιεῖ. Ἐπεὶ γὰρ ἐγίνωσκον μὲν καὶ ἀμφοτέρους, οὐχ ὡς προσῆκον δέ· ὕστερον γὰρ ἐπιφοιτῆσαν τὸ πανάγιον Πνεῦμα κατεσκεύασεν αὐτοῖς τελείαν τὴν γνῶσιν· ποτὲ μὲν ὅτι γινώσκουσι λέγει, διότι ὁπωσδήποτε γινώσκουσι· ποτὲ δὲ ὅτι οὐ γινώσκουσι, διότι ὡς ἐχρῆν οὐ γινώσκουσι. Νῦν δέ φησιν· Εἰ ἐγνώκειτέ με, ὡς χρὴ, τίς εἰμι τὸ νοούμενον, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν·
ἐπεὶ γὰρ ἶσος ἐμοὶ καὶ ἀπαράλλαχτός ἐστιν, ὁ νενοηκὼς ἐμὲ νενόηκε τὸν Πατέρα. Καὶ — αὐτόν. Ἐπεὶ ἐμὲ γινώσκετε, εἰ καὶ μὴ ὡς χρή, λοιπὸν γινώσκετε καὶ αὐτὸν ὡσαύτως.
col. 1395–1396page 146 of 199
PG 129:1395Ὁ δὲ Χρυσόστομος Γνώσεσθε ἑρμηνεύει· ἤγουν ὅσον οὔπω γνώσεσθε αὐτὸν, ὡς προσῆκον, ἐπιφοιτήσαντος ὑμῖν τοῦ ἁγίου Πνεύματος. Καὶ ἑωράκατε αὐτόν. Καὶ ἑωράκατε τὴν δύναμιν αὐτοῦ διὰ τῆς ἐμῆς δυνάμεως, διὰ τῶν θεοπρεπῶν σημείων ὧν ἐποίησε. Ἃ γὰρ ἐγὼ δύναμαι, ταῦτα κἀκεῖνος. Λέγει — ἡμῖν. Καὶ ἀρκεῖ ἡμῖν, ὡς σὲ τέως ἐγνωκόσιν. Ἐπεὶ οὖν ἐζήτησε γνῶναι τὸν Πατέρα, δείκνυσιν ὁ Χριστὸς ὅτι οἶδεν αὐτόν. Λέγει — Φίλιππε; Κατ' ἐρώτησιν ὁ λόγος. Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, θεοσημείας ἐργαζόμενος, καὶ οὐκ ἔγνωκάς με ἀπὸ τούτων, τίς εἰμι τὴν ἀξίαν καὶ τὴν δύναμιν; ὅτι Θεὸς παντοδύναμος. Ναὶ πάντως ἔγνωκάς με· καὶ εἰ ἔγνωκάς με, λοιπὸν ἔγνωκας τὸν Πατέρα· εἰκὼν γὰρ ἀπαράλλακτος ἐγὼ τοῦ Πατρός. Ὁ — Πατέρα.
Ὁ ἐγνωκὼς τὴν ἐμὴν ἀξίαν καὶ δύναμιν, ἔγνωκε τὴν τοῦ Πατρός· ἀπαράλλακτοι γὰρ ἡμεῖς, καὶ δι' ἀλλήλων γνωριζόμενοι. Καὶ — Πατέρα; Πῶς θέλεις γνῶναι ὃν ἔγνωκας; πῶς ζητεῖς ὃ ἔχεις; Νοοῦνται δὲ καὶ ἑτέρως τὰ ῥητά, ὅτι ἐζήτησε μὲν ὁ Φίλιππος ἰδεῖν τὸν Πατέρα τοῖς αἰσθητοῖς ὀφθαλμοῖς, ἴσως ἀκούων ὀραθῆναι πολλοῖς πολλάκις τῶν προφητῶν ἐν ἀνθρωπίνῳ εἴδει καὶ σχήματι. Καὶ προσέθηκεν ὅτι καὶ ἀρκεῖ ἡμῖν, ὡς αὐτὸν τέως ὁρῶν καὶ εἰδώς. Δείκνυσι δὲ ὁ Χριστὸς ὅτι οὔτε αὐτὸν εἶδεν οὐδὲ οἶδε κατὰ τὴν φύσιν τῆς θεότητος. Λέγει οὖν αὐτῷ κατ' ἀπόφασιν· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε. Ἀθέατος γὰρ ἡ θεία φύσις καὶ ἄγνωστος. Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·
ὁ δὲ ἐμὲ μὴ δυνάμενος ἰδεῖν οὐδὲ τὸν Πατέρα δύναται ἰδεῖν. Καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα, ἐμὲ μὴ ἰδὼν, μήτε γνούς, εἰ καὶ ὑπολαμβάνεις ἰδεῖν καὶ γνῶναί με; Οὐ — ἐστιν; Ὅτι δι' ἀλλήλων γνωριζόμεθα, ὡς ἀπαράλλακτοι. Ζήτησον δὲ πρὸς τῷ τέλει τοῦ δεκάτου κεφαλαίου τό· Ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ Πατήρ, κἀγὼ ἐν αὐτῷ· καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτοῦ. Τὰ ῥήματα λαλῶ. Ἀλλ' ἀπὸ τοῦ Πατρός. Καὶ εἰ ἀπὸ τοῦ Πατρός, ἄρα ἀπ' ἐμαυτοῦ· τὰ ἐμὰ γὰρ ἐκείνου, καὶ τὰ ἐκείνου ἐμά· πάντα γὰρ κοινὰ καὶ ἴσα κεκτήμεθα. Εἰπὼν δὲ περὶ τῶν λόγων, λέγει καὶ περὶ τῶν ἔργων
col. 1397–1398page 147 of 199
PG 129:1397Ὁ δὲ Πατὴρ — ἔργα. Πρὸς τῷ τέλει μὲν τοῦ εἰρημένου κεφαλαίου εἶπεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· ἐνταῦθα δὲ λέγει ὅτι Ὁ Πατὴρ ποιεῖ τὰ ἔργα, ἃ ἐργάζομαι δηλονότι. Καὶ τότε δὲ καὶ νῦν τὸ αὐτὸ ἐνέφηνεν, ὅτι τὰ αὐτὰ καὶ δύνανται καὶ θέλουσιν. Ὁ τοίνυν Πατὴρ λαλεῖ μὲν διὰ τοῦ Υἱοῦ, ὡς διὰ ἰδίου λόγου· ἐργάζεται δὲ διὰ τοῦ Υἱοῦ, ὡς διὰ ἰδίας δυνάμεως. Τὸ δὲ Ὁ ἐν ἐμοὶ μένων, ἀντὶ τοῦ, Ὁ μὴ κεχωρισμένος ἢ ὁ δι' ἐμοῦ χαρακτηριζόμενος. Πιστεύετε — ἐμοί. Πιστεύετέ μοι λέγοντι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί θεωρούμεθα. Εἰ δὲ μή — μοι. Εἰ δὲ μὴ πιστεύετέ μοι διὰ τοὺς λόγους μου, κἂν διὰ τὰ ἔργα αὐτὰ πιστεύετε μοι, ὑπερφυῆ καὶ θεοπρεπῆ ὄντα.
Καὶ πρὸς τῷ τέλει δὲ ὁμοίως τοῦ δηλωθέντος κεφαλαίου εἴρηκεν· ὅτι Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Ἀμὴν — ποιήσει. Οὐκ εἶπεν ὅτι καὶ μείζονα ὧν εἰργασάμην δύναμαι ἐργάσασθαι· ἀλλ' ὃ πολλῷ θαυμασιώτερον, ὅτι καὶ ἑτέροις δώσω τοιαῦτα ἐργάζεσθαι. Εἶτα προστίθησι καὶ τὸ ἔτι μείζον, λέγων· Καὶ — ποιήσει. Τοῦτο δὲ τῆς δυνάμεως τοῦ δεδωκότος ἐστὶν ἀπόδειξις, οὐ τῆς τοῦ ποιοῦντος. Ὁ γὰρ ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ μείζονα τῶν τοῦ Χριστοῦ ἔργα ποιῶν, τὴν τοῦ Χριστοῦ δύναμιν ἀνακηρύττει. Ὅτι — πορεύομαι. Ὑμῶν, φησίν, ἐστὶ τοῦ λοιποῦ τὸ καὶ θαυματουργεῖν, διότι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι, καὶ εἰς τὴν οἰκείαν δόξαν ἀποκαθίσταμαι.
Ταῦτα δὲ πάντα παραμυθούμενος αὐτοὺς ἔλεγε, σκυθρωπάζοντας καὶ δυσφοροῦντας, διὰ τὸ μήπω γινώσκειν τοὺς περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγους. Καὶ — ποιήσω. Ὃ ἂν αἰτήσητε ἐπικαλούμενοι τὸ ὄνομά μου. Ποιήσω δὲ, εἶπε, δεικνὺς τὴν ἐξουσίαν αὐτοῦ. Ἵνα — Υἱῷ. Δόξα γὰρ τῷ Πατρὶ, τὸ παντοδύναμον τοῦ Υἱοῦ. Ἐὰν — ποιήσω. Ἐγὼ ὡς παντοδύναμος ἐπίσης τῷ Πατρί. Τὸ αὐτὸ δὲ λέγει, βεβαιῶν μάλιστα τὸν λόγον. Ἐπεὶ δὲ ἐκείνους χρὴ αἰτεῖν, τοὺς ἀγαπῶντας αὐτόν, διδάσκει, πῶς χρὴ ἀγαπᾶν αὐτὸν, ὅτι οὐ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ. Ἐὰν — τηρήσατε. Τοῦ ἀγαπᾶν με γὰρ σημεῖον, ἡ τήρησις τῶν ἐντολῶν τῶν ἐμῶν. Τήρησις δὲ αὐτῶν, ἡ πλήρωσις ἡ ἐργασία αὐτῶν.
Ἐπεὶ δὲ εἰκὸς αὐτοὺς ἐπιζητεῖν τὴν σωματικὴν αὐτοῦ συνουσίαν καὶ τὰς συνήθεις ὁμιλίας, ὅτι παραμυθούμενος τὸ ἄλγος αὐτῶν φησί· Καὶ — ὑμῖν. Ἐντεῦθεν ἄρχεται γνωρίζειν τοῖς
col. 1399–1400page 148 of 199
PG 129:1399μαθηταῖς τὰ περὶ τοῦ ἁγίου Πνεύματος. Ἄλλον δὲ Παράκλητον, ὡς ἐμὲ, ἤτοι, παραινέτην καὶ ἀλείπτην ἐν τοῖς ἄλλοις τῆς ἀρετῆς, καὶ ψυχαγωγίαν ἐν ταῖς θλίψεσι καὶ ἀντίληψιν. Εἰπὼν μὲν οὖν, ὅτι ἄλλον, ἔδειξε τῶν ὑποστάσεων τὸ διάφορον· φήσεις δὲ, ὅτι Παράκλητον, ἐδίδαξε τῆς φύσεως τὸ ταὐτόν. Παράκλητοι γὰρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ εἶπε δὲ, ὅτι πέμψω, ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις, καὶ ὡς ἀπὸ ἄλλης τινὸς ἐξουσίας ποιεῖσθαι τοὺς λόγους. Ἀλλὰ νῦν μὲν ἐρωτῆσαι τὸν Πατέρα ἐπηγγείλατο, διά τε τὴν ῥηθεῖσαν αἰτίαν, καὶ ἵνα λογισθῇ ἀξιόπιστος. Προϊὼν δὲ τὸ οἰκεῖον ἐμφανίζει ἀξίωμα, λέγων· Ἐὰν ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
Καὶ πάλιν· Λάβετε Πνεῦμα ἅγιον. Ἀλλὰ πῶς παρ' ἄλλου δίδοται καὶ πέμπεται τὸ πανταχοῦ παρόν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται τὰ χαρίσματα; Οὐχ ὡς δοῦλον, ἀλλ' ὡς ὁμοφυές, καὶ τὰ αὐτὰ τῷ Πατρὶ καὶ τῷ Υἱῷ βουλόμενον. Οὐ γὰρ ὥσπερ ἐπὶ τῶν κτιστῶν, οὕτω καὶ ἐπὶ τῆς ἀκτίστου Τριάδος τὰ τοιαῦτα σημαίνουσι. Καὶ δίδοται μὲν ἐκ τοῦ Πατρὸς, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον· πέμπεται δὲ παρὰ τοῦ Υἱοῦ, ὡς συνεργὸν καὶ οὐκ ἐναντίον. Νῦν μὲν οὖν δίδοσθαι καὶ πέμπεσθαί φησι τὸ Πνεῦμα τὸ ἅγιον· προβαίνων δὲ καὶ τὴν τούτου δείκνυσιν ἐξουσίαν, λέγων· Ὅταν δὲ ἔλθῃ ἐκεῖνος. Ἵνα — αἰῶνα. Μηδὲ μετὰ τὴν τελευτὴν ὑμῶν ἀφιστάμενος. Εἶτα διδάσκει, καὶ τίς ἐστιν ὁ ἄλλος Παράκλητος. Τὸ Πνεῦμα τῆς ἀληθείας.
Τὸ ἀληθινόν, ἤτοι τὸ ἐξαίρετον πρὸς τὰ ἄλλα πνεύματα. Πνεῦμα γὰρ λέγεται καὶ ὁ ἄγγελος, καὶ ἡ ψυχὴ καὶ ὁ ἄνεμος καὶ ἕτερα πλείονα. Ἵνα δὲ μὴ ἀκούσαντες ὅτι ἄλλον παράκλητον, ὑποπτεύσωσι κἀκεῖνον ἔνσαρκον καὶ ὁρατὸν αἰσθητοῖς ὀφθαλμοῖς, φησίν· Ὁ — λαβεῖν. Οὐ δύναται λαβεῖν αἰσθητῶς. Ὅτι — αὐτό. Σωματικῶς· ἀσώματον γάρ. Οὐδὲ γινώσκει αὐτό. Μὴ ἰδὼν αὐτό. Νοεῖται δὲ καὶ ἑτέρως, ὅτι ὁ κοσμικὰ φρονῶν οὐ δύναται ὑποδέξασθαι αὐτό, ὅτι οὐ θεωρεῖ αὐτό, πεπηρωμένος ὢν τοὺς νοητοὺς ὀφθαλμούς· οὐδὲ γινώσκει αὐτό, μηδὲν ὑψηλὸν ἐννοεῖν ἰσχύων. Ὑμεῖς — αὐτό. Γινώσκετε ὅσον οὔπω. Οὐκ εἰς μακρὰν γὰρ ἐπιφοιτήσει καὶ διδάξει ὑμᾶς. Ἢ γινώσκετε αὐτὸ ἀπὸ τοῦ γινώσκειν ἐμέ. Ὥς
col. 1401–1402page 149 of 199
PG 129:1401περ γὰρ ὁ νενοηκὼς ἐμὲ νενόηκε τὸν Πατέρα· οὕτω πάλιν ὁ νενοηκὼς ἐμὲ νενόηκε τὸ Πνεῦμα· μιᾶς γὰρ οἱ τρεῖς οὐσίας καὶ φύσεως καὶ δυνάμεως καὶ ἀξίας. Ὅτι – μένει. Ὥσπερ γὰρ ὁ Πατήρ μετ᾽ ἐμοῦ ἐστιν· οὕτω καὶ τὸ Πνεῦμα· ἀχώριστος γὰρ ἡ μακαρία Τριάς. Καὶ ἐν ὑμῖν ἔσται. Μὴ ἀποθνήσκον ὡς ἐγώ. Οὐδὲ γὰρ ἐνηνθρώπησεν ὡς ἐγώ. Ἐπεὶ δὲ τοσαῦτα εἰπὼν οὔπω τὴν ἀθυμίαν αὐτῶν ἐξέβαλεν, ἀδημονούντων ἔτι καὶ ἀλγυνομένων, ὡς ὀρφανῶν ἤδη καταλιμπανομένων, θεραπεύει τὸ τοιοῦτον ἄλγος. Οὐκ – ὀρφανούς. Πατρικῆς εὐσπλαγχνίας τὸ ῥῆμα, πολλὴν εἰσάγον παράκλησιν καὶ ψυχαγωγίαν. Οὐ παντάπασιν ἀφήσω ὑμᾶς τὰ τεκνία μου. Ἔρχομαι πρὸς ὑμᾶς.
Ἔρχομαι πάλιν μετὰ τὴν τριήμερον ἀνάστασιν, εἰ καὶ μὴ ὡς τὸ πρότερον συνεσόμενος. Ἔτι – θεωρεῖ. Ἀποθανόντα ὡς ἄνθρωπον. Ὑμεῖς – με. Ἐπιφαινόμενον ὑμῖν ἐκ διαλειμμάτων, συνόντος ὑμῖν ἀεὶ τοῦ ἄλλου Παρακλήτου. Ὅτι ἐγὼ ζῶ. Ζῶ, πάλιν ἀναστὰς ἐκ νεκρῶν. Καὶ ὑμεῖς ζήσεσθε. Μὴ ἀναιρούμενοι αὐτίκα σὺν ἐμοί, ἀλλ᾽ ὑπὸ τῆς ἐμῆς δυνάμεως ἐφ᾽ ἱκανὸν συντηρούμενοι. Ἢ καὶ ὑμεῖς ζήσεσθε μετὰ θάνατον τὴν μακαρίαν ζωήν. Ἐν – μου. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τῇ τῆς ἀναστάσεώς μου δηλονότι, γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, ὅτι ἐγὼ ἀδιαίρετος τοῦ Πατρός μου, ἐν τῷ τὰ αὐτὰ ἐκείνῳ δύνασθαι. Καὶ – ὑμῖν. Καὶ ὅτι καὶ ὑμεῖς ἐν ἐμοὶ φρουρούμενοι καὶ νευρούμενοι· κἀγὼ ἐν ὑμῖν, φρουρῶν καὶ νευρῶν ὑμᾶς.
Γνώσεσθε δὲ ταῦτα, τῶν ἐχθρῶν καταστελλομένων, ὑμῶν παῤῥησιαζομένων, τοῦ κηρύγματος καθ᾽ ἑκάστην ἀνθοῦντος τὴν ἡμέραν. Ὁ μὲν οὖν Χριστὸς ἐν τῷ Πατρὶ κατὰ λόγον ἰσοδυναμίας· οἱ δὲ ἀπόστολοι ἐν αὐτῷ, καὶ αὐτὸς ἐν αὐτοῖς, κατὰ λόγον βοηθείας. Οἶδε γὰρ ἡ Γραφὴ πολλάκις τοῖς αὐτοῖς ῥήμασιν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων κειμένοις οὐχ ὁμοίως κεχρῆσθαι. Καὶ ὁ Χριστὸς γὰρ, καὶ ἡμεῖς υἱοὶ Θεοῦ καὶ θεοὶ λεγόμεθα, καὶ εἰκὼν Θεοῦ, καὶ δόξα Θεοῦ· ἀλλὰ πολὺ τὸ διάφορον. Καὶ πολλὰ πολλαχοῦ τοιαῦτα. Ὁ – με. Οὐκ ἀρκεῖ γὰρ τὸ ἔχειν αὐτάς μόνον, ἀλλὰ χρὴ καὶ ποιεῖν αὐτάς. Εἰπὼν δὲ τοῦτο καὶ πρότερον, λέγει αὐτὸ καὶ νῦν, ἐμφαίνων ὅτι τῆς ἀγάπης αὐτοῦ σημεῖον, οὐ τὸ ἀθυμεῖν ἐπὶ τῷ χωρισμῷ αὐτοῦ·
τοῦτο γὰρ δειλίας μᾶλλόν ἐστιν· ἀλλὰ τὸ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ. Ὁ – αὐτόν. Καὶ ἐγὼ ὡς μετὰ τὸ ἀναστῆναι ἀποκαταστὰς εἰς τὸ πρότερον ἀξίωμα. Ὅρα δὲ θαυ
col. 1403–1404page 150 of 199
PG 129:1403Καὶ — ἐμαυτόν. Ποτὲ μὲν ἀνθρωποπρεπῶς, ποτὲ δὲ δι' ἐλλάμψεως. Τοῦτο δὲ ἀκούσας Ἰούδας ὁ Ἰακώβου ὁ καὶ Λεββαῖος καὶ Θαδδαῖος καλούμενος, ἐνόμισεν ὅτι, ὡς οἱ νεκροὶ πολλάκις ἐν ὀνείροις, ἐμφανίσει ἑαυτόν. Διὸ καὶ συγχυθεὶς οὐκ ἐτόλμησε μὲν εἰπεῖν ὃ ἐβούλετο, οἷον Οὐαὶ ὑμῖν, ὅτι ἀποθνήσκεις, καὶ νεκροῦ τρόπον ἐμφανίζεσθαι μέλλεις, ἑτέρως δὲ δι' ἐρωτήσεως τὴν σύγχυσιν ὑποφαίνει. Λέγει — κόσμῳ; Τὸ, Τί γέγονε; δυσφοροῦντός ἐστι καὶ συγχεομένου. Τί συμβέβηκεν ὅτι ἡμῖν ἐμφανισθήσῃ ἐν ὀνείροις, καὶ οὐχὶ τῷ κόσμῳ συνήθως; ὑπὸ γὰρ τοῦ μὴ θέλειν ἵνα ἀποθάνῃ παράδοξον καὶ ἀνέλπιστον ᾤοντο τὸν θάνατον αὐτοῦ. Ἀπεκρίθη — ποιήσομεν.
Πρὸς τὸν ἀγαπῶντά με ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα, τουτέστιν, οὕτως ἐμφανισθήσομαι ὡς ὁ Πατήρ μου, καὶ οὐχ ὡς οἱ νεκροί. Καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν, οἰκοῦντες ἐν αὐτῷ θεοπρεπῶς, ὅπερ ὀνειράτων οὐκ ἔστιν. Ὁ — Πατρός. Ἀποδείκνυσιν ὅτι ὁ τοὺς λόγους αὐτοῦ μὴ τηρῶν, οὔτε αὐτὸν ἀγαπᾷ οὔτε τὸν Πατέρα. Λέγει γάρ, ὅτι Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· ἃ δὲ λέγω οὐκ εἰσιν ἐμά, ἀλλὰ τοῦ Πατρός· μὴ τηρῶν δὲ τοὺς λόγους μου, οὐ τηρεῖ τοὺς λόγους τοῦ Πατρός· μὴ τηρῶν δὲ τοὺς λόγους τοῦ Πατρός, οὐδὲ τὸν Πατέρα ἀγαπᾷ. Τεκμήριον γὰρ ἀγάπης ἡ τήρησις τῶν ἐντολῶν. Πῶς δὲ ὁ λόγος ὃν λέγει καὶ αὐτοῦ ἐστι, καὶ οὐκ ἔστιν αὐτοῦ, προειρήκαμεν.
Ἐπεὶ δὲ ἐγίνωσκεν αὐτοὺς τινὰ μὲν μὴ συνιέντας, ἔν τισι δὲ καὶ ἀμφιβάλλοντας, ὑπισχνεῖται καὶ τὴν τῶν ἀγνοουμένων καὶ τὴν τῶν ἀμφιβαλλομένων διδασκαλίαν. Ταῦτα — μένων. Ταῦτα, τὰ δοκοῦντα ἀσαφῆ· τὸ δὲ Παρ' ὑμῖν μένων προσέθηκεν, ἐμφαίνων κανταῦθα ὅτι τοῦ λοιποῦ ἔπεισι πρὸς τὸν Πατέρα. Ὁ δὲ Παράκλητος — πάντα. Τὰ προσιστάμενα ὑμῖν δηλαδή. Τὸ δέ, Ἐν τῷ ὀνόματί μου, τοῦτ' ἀντ' ἐμοῦ, σημαίνει ἐνταῦθα. Ἐπεὶ γὰρ αὐτὸς πληρώσας τὴν οἰκονομίαν ἀνῆλθε πρὸς τὸν Πατέρα, λοιπὸν ἀντ' αὐτοῦ κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα Παράκλητος ἡμῖν μὴ λείπῃ, καθώς φησιν ὁ Θεολόγος Γρηγόριος. Καὶ διατί οὐκ αὐτὸς ἐδίδαξε τότε τὰ προσιστάμενα; Διότι οὐκ ἠδύναντο βαστάζειν πλεῖον, ὡς προϊὼν ἐρεῖ. Καὶ — ὑμῖν.
Ἀναμνήσει τελεωτέρῳ τελεωτέρους·
col. 1405–1406page 151 of 199
PG 129:1405Εἰρήνην ἀφίημί ὑμῖν. Οἱ μὲν ἄλλοι ἄνθρωποι ἀποθνήσκοντες χρήματα καὶ κτήματα τοῖς οἰκείοις ἀφιᾶσιν· ὁ δὲ Χριστὸς εἰρήνην τοῖς ἰδίοις ἀφῆκεν, εἰρήνην, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα. Εἰρήνην, φησὶν, ἀφίημι ὑμῖν, ἵνα εἰρηνεύητε πρὸς ἀλλήλους καὶ πρὸς ἐμέ· καὶ λοιπὸν οὐδὲν ὑμᾶς ἡ τοῦ κόσμου ταραχὴ βλάψει οὐδ᾽ ἐμποδίσει. Εἰρήνην ὑμῖν. Τὴν ἐμοὶ πεφιλημένην τὴν ἐπὶ τοῖς ψυχωφελέσιν, οὐ τὴν τοῦ κόσμου τὴν ἐπὶ τοῖς ψυχοβλαβέσιν. Οὐ — ὑμῖν. Ὁ μὲν γὰρ κόσμος, ἤγουν οἱ κοσμικὰ φρονοῦντες, εἰρήνην διδόασιν ἀλλήλοις ἐπὶ κακῷ· ἐγὼ δὲ εἰρήνην δίδωμι ὑμῖν ἐπ᾽ ἀγαθῷ. Ἢ ὁ μὲν κόσμος χρήματα καὶ κτήματα δίδωσι τοῖς αὐτοῦ· ἐγὼ δὲ εἰρήνην δίδωμι ὑμῖν τοῖς ἐμοῖς.
Ἐπεὶ δὲ τὸ Ἀφίημι ὑμῖν, ἀναχώρησιν ἐμφαῖνον, σύγχυσιν πλείονα αὐτοῖς ἐνεποίησε, φησί· Μὴ — δειλιάτω. Ὁρᾷς ὅτι οὐ τοσοῦτον ἀπὸ φιλοστοργίας, ὅσον ἀπὸ δειλίας ἔπασχον, οἰόμενοι διασπαραχθήσεσθαι παρὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἠκούσατε — ὑμᾶς. Οὐκ εἶπον ὅτι Ὑπάγω μόνον, ἀλλ᾽ ὅτι καὶ Ἔρχομαι πρὸς ὑμᾶς. Λοιπὸν τί δειλιᾶτε; Εἰ — Πατέρα. Ἐπειδὴ οὔπω περὶ τῆς ἐμῆς πεπληροφόρησθε δυνάμεως, καὶ διότι ἀποθνήσκω, νομίζετε με μὴ δύνασθαι μετὰ θάνατον συντηρεῖν ὑμᾶς· ὀφείλετε χαίρειν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα, τὸν δυνάμενον ἐξελέσθαι ὑμᾶς πάσης ἐπιβουλῆς, ἐννοοῦντες ὅτι πρεσβεύσω πάντως ὑπὲρ ὑμῶν.
Ὅτι ἐστί.— Μείζων μου ἐστι, τῇ δυνάμει, ὡς ὑμεῖς δοκεῖτε, ἅτε περιφανέστερον ἐν ταῖς Γραφαῖς ἀνακηρυττόμενος. Ταῦτα δὲ πάντα λέγει συγκαταβαίνων τῇ ὑπολήψει καὶ ἀσθενείᾳ τῶν μαθητῶν, καὶ ἐξ αὐτῆς τῆς οὐκ ὀρθῆς αὐτῶν ὑπολήψεως ἐλέγχων αὐτούς. Κατὰ γὰρ τὸν ἀληθῆ λόγον, ὁ Πατὴρ μείζων μὲν, ἀλλ᾽ οὐ τῇ δυνάμει· μόνῳ δὲ τῷ αἰτίῳ, ὅτι αἴτιος τῷ Υἱῷ τῆς γεννήσεως. Ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱός. Καὶ — πιστεύσητε. Εἴρηκα ὑμῖν τὰ περὶ τῆς ἀποδημίας καὶ πάλιν ἐπιδημίας μου, καὶ τὰ περὶ τοῦ ἄλλου Παρακλήτου, ἵνα ὅταν γένηται, πιστεύσητε ὅτι πάντα καὶ οἶδα καὶ δύναμαι. Οὕτως οὖν παραμυθησάμενος αὐτοὺς, πάλιν λέγει τὰ λυπηρά, τῇ συνεχείᾳ τούτων γυμνάζων αὐτοὺς εἰς τὸ μὴ θορυβηθῆναι κατὰ τὸν καιρὸν τῶν δεινῶν.
Τὸ γὰρ προσδοκηθὲν ὁμαλώτερον εἴωθε προσβάλλειν. Οὐκ ἔτι — ἄρχων. Ἐνταῦθα κόσμον μὲν λέγει τὴν κακίαν· ἄρχοντα δὲ τὸν διάβολον· οὐ γὰρ οὐρανοῦ
col. 1407–1408page 152 of 199
PG 129:1407καὶ γῆς ἄρχει. Ἐπεὶ πάντα ἂν ἀνέτρεψε καὶ κατέβαλεν. Ὁ αὐτὸς δὲ καὶ ἄρχων τοῦ σκότους ὀνομάζεται, ἤγουν τῆς ἁμαρτίας. Φησὶν οὖν, ὅτι Ἔρχεται κατ᾿ ἐμοῦ ὁ διάβολος μετὰ τῶν πονηρῶν Ἰουδαίων, δοθείσης αὐτοῖς ἐξουσίας ἄνωθεν. [Εἶπε γὰρ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ πρὸς τοὺς συλλαμβάνοντας αὐτόν· ὅτι Αὕτη ὑμῶν ἐστιν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. Καὶ οὐδέν. Ἐπὶ μὲν τῶν ἄλλων ἀνθρώπων αἴτιον τοῦ θανάτου ἡ ἁμαρτία· οὐδεὶς γὰρ ἀναμάρτητος, διὸ καὶ οὐδεὶς ἀθάνατος· ἐν ἐμοὶ δὲ οὐκ ἔχει οὐδὲν αἴτιον θανάτου· ἀναμάρτητος γὰρ ἐγώ. Διὸ καὶ κατακριθήσεται, [καθὼς προεξηγησάμεθα ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ, ἔνθα κεῖται τό·
Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.] Ἀλλ᾿ — Πατέρα. Ἀλλ᾿ ἀποθνήσκω, ἵνα γνώσι πάντες ὅτι ἀγαπῶ τὸν Πατέρα, ὑπακούων αὐτοῦ τῷ θελήματι. Θέλημα δὲ αὐτοῦ ἀποθανεῖν με ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων. Καὶ — ποιῶ. Καὶ ἵνα γνώσιν ὅτι πληρῶ τὴν ἐντολὴν αὐτοῦ ἀποθνήσκων. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Βλέπων τοὺς μαθητὰς σφόδρα δειλιῶντας καὶ φανταζομένους ἤδη τοὺς συλληψομένους καὶ ἀναιρήσοντας, καὶ διὰ τοῦτο πυκνὰ μεταστρεφομένους, καὶ μὴ δυναμένους προσέχειν τοῖς λεγομένοις· καὶ γὰρ ἐνεποίουν αὐτοῖς ἀγωνίαν, καὶ ὁ τόπος, κατάδηλος ὤν, καὶ ἡ νύξ, καὶ τὸ εἰπεῖν ὅτι Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων·
μετάγει τούτους εἰς ἕτερον τόπον ἀσφαλέστερον, ἵνα, νομίσαντες ἐν ἀσφαλείᾳ καταστῆναι, μετὰ ἀδείας ἀκούσωσι. Καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων, εἶτα πάλιν φησίν· Ἐγώ — ἀληθινή. Ἡ ἐξαίρετος, ἡ ἄφθαρτος, ἡ πνευματική. Ταῦτα γὰρ πολλάκις τὸ ἀληθινὸν δηλοῖ. [Καὶ ἑτέρως δέ· Ἄμπελος ἀληθινὴ ἡ τὴν ἀλήθειαν καρποφοροῦσα.] Ἄμπελον μὲν οὖν ἑαυτὸν ὀνομάζει, ὡς παρέχοντα τὸ νόστιμον καὶ εὐφραῖνον καρδίαν ἀνθρώπου κήρυγμα, ὃ καὶ οἶνον ἡ Γραφὴ προσαγορεύει· καὶ ὡς ρίζαν τῶν μαθητῶν· κλήματα δὲ τοὺς μαθητὰς ὡς ἐξ αὐτοῦ βλαστήσαντας τῷ λόγῳ τῆς διδασκαλίας, καὶ δι᾿ αὐτοῦ τρεφομένους εἰς καρποφορίαν βοτρύων ὡραίων, εἴτουν ἀρετῶν, καὶ παροχὴν ὁμοίως τοῦ διδασκαλικοῦ οἴνου. Ὁ Πατὴρ — ἐστιν.
Ὁ ἐπιμελητής, πλὴν οὐ τῆς ρίζης, ἀλλὰ τῶν κλάδων. Ἐξαίρετος γὰρ ὄντως αὕτη ἡ ἄμπελος, κατὰ τοὺς κλάδους μόνον δεομένη ἐπι
col. 1409–1410page 153 of 199
PG 129:1409μελείας. Τῷ Πατρὶ δὲ τὴν ἐπιμέλειαν αὐτῶν ἀνατίθησιν, ὡς Θεῷ· δεικνὺς ὅτι συνεργεῖ τοῖς καρποφοροῦσι καὶ κολάζει τοὺς μὴ καρποφοροῦντας. Πᾶν αἴρει αὐτό. Πᾶν κλῆμα ἐν ἐμοὶ βλαστῆσαν, καὶ διὰ πίστεως ἡνωμένον μοι, μὴ φέρον καρπὸν, ἤγουν ἀρετὰς, ἐκκόπτει αὐτὸ ὡς ἄχρηστον, καὶ πυρὸς ἄξιον. Λοιπὸν οὖν πᾶς Χριστιανὸς μέν, ἄκαρπος δὲ, ἐκκέκοπται τοῦ Χριστοῦ, καὶ εἰ δοκεῖ συνήφθαι αὐτῷ διὰ τῆς πίστεως, καὶ τῷ αἰωνίῳ πυρὶ τετήρηται. Καὶ — φέρῃ. Καθαίρει αὐτὸ διὰ τῶν πειρασμῶν, παραχωρῶν ἐπάγεσθαι τούτους αὐτῷ, κἂν μὲν βλαβερὸν ἀποξέοντας, πᾶσαν δὲ στερρότητα καὶ γονιμότητα πλείονος ἀρετῆς ἐμποιοῦντας.
Ἵνα δὲ μὴ ὑπολάβωσιν ἀκάρπους εἶναι τινας αὐτῶν, καὶ πάλιν θορυβηθῶσι περὶ ἑαυτῶν, προαναιρεῖ τὸν τοιοῦτον θόρυβον, λέγων· Ἤδη — ὑμῖν. Περικαθαρθέντες τῷ διδασκαλικῷ λόγῳ μου. Ὁρᾷς ὅτι εἰ καὶ ἄμπελός ἐστιν, ἀλλὰ καὶ γεωργός. Κοινὴ γὰρ ἡ τοιαύτη γεωργία καὶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὥσπερ δὴ καὶ τἆλλα. Ἵνα δὲ μὴ ὑπὸ τῆς πολλῆς δειλίας ἀποσχισθῶσι τῆς εἰς αὐτὸν πίστεως καὶ σχέσεως, κεχαυνωμένην αὐτῶν ἤδη τὴν ψυχὴν ἐπισφίγγει, καὶ ἑαυτῷ συγκολλᾷ, εἰπών· Μείνατε — ὑμῖν. Μείνατε ἐν ἐμοί, συγκολλώμενοί μοι βεβαιότερον διὰ πίστεως ἀδιστάκτου καὶ σχέσεως ἀῤῥήκτου, κἀγὼ μενῶ ἐν ὑμῖν, συνὼν τῇ δυνάμει καὶ περιέπων ἢ συνέχων ὑμᾶς, ὡς ἄμπελος κλήματα, καὶ καρποφόρους ἀπεργαζόμενος. Καθὼς — μείνητε.
Οὐδὲ ὑμεῖς δύνασθε καρποφορεῖν, ἐὰν ἀποσχισθῆτε τῆς συναφείας μου. Ἐγώ — πολύν. Σαφηνίζει τὴν παραβολήν, καὶ σκόπει πῶς εἶπεν· Ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπόν πολύν. Πολλάκις γὰρ μένει μέν τις ἐν τῷ Χριστῷ, συνημμένος αὐτῷ διὰ τῆς πίστεως, οὐ μένει δὲ καὶ ὁ Χριστὸς ἐν αὐτῷ, ἀποστρεφόμενος αὐτόν, ὡς ἀναξίως αὐτοῦ πολιτευόμενον. Οὗτος φέρει μὲν καρπόν, ὀλίγον δέ, ἕν τι ἀγαθόν, ἢ καὶ δύο που διαπραξάμενος. Ὁρῶμεν δὲ καὶ ἐν ἀμπέλοις τοιαῦτα κλήματα, ἃ μὴ χαιρουσῶν αὐτοῖς τῶν ἀμπέλων βοτρύδια οἰκτρά τινα φέρουσιν. Ὅτι οὐδέν. Ὥσπερ οὐδ' οἱ βλαστοὶ μὴ ἀπολαύοντες δυνάμεως ἐκ τῆς ῥίζης. Εἰπὼν δὲ ἀνωτέρω ὅτι οὐ δύνασθε καρποφορεῖν, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε·
νῦν λέγει καὶ τὸν κίνδυνον τοῦ μὴ ἐν αὐτῷ μένοντος. Ἐὰν — κλῆμα. Ὡς τὸ κλῆμα τὸ ἄχρηστον. Καὶ ἐξηράνθη. Καὶ ἀπώλεσεν ἣν εἶχεν ἐκ τῆς ῥίζης ἰκμάδα χάριτος. Καὶ συνάγουσιν αὐτά. Καὶ συνάγουσι τὰ τοιαῦτα κλήματα οἱ ἄγγελοι κατὰ τὸν καιρὸν τῆς κρίσεως.
col. 1411–1412page 154 of 199
PG 129:1411Καὶ — βάλλουσι. Τὸ τῆς γεέννης. Καὶ καίεται. Καὶ φλέγονται, οὐ μὴν κατακαίονται. Οὐ μένοντας δὲ ἐν αὐτῷ λέγει οὐ μόνον τοὺς ἀποκοπέντας ἢ ἀποσχισθέντας αὐτοῦ, ἀλλὰ καὶ τοὺς μηδόλως συναφθέντας αὐτῷ. Ἐὰν ὑμῖν. Οὐδὲν γὰρ ἀνάξιον αἰτήσεται ὁ ταῖς ἐντολαῖς τοῦ Θεοῦ ἐμπολιτευόμενος. Σκόπει δὲ ὅτι τοῦτό ἐστι τὸ μένειν τὸν Χριστὸν ἐν τοῖς μαθηταῖς, τὸ τὰ ῥήματα αὐτοῦ μένειν ἐν αὐτοῖς, εἴτουν τηρεῖσθαι, ἐνεργεῖσθαι. Ἐν — φέρητε. Τὸ μὲν ἐδοξάσθη, ἀντὶ τοῦ, δοξάζεται. Τὸ δὲ ἵνα φέρητε, ἀντὶ τοῦ ἐὰν φέρητε. Πολλὰ γὰρ τοιαῦτα ἰδιώματα παρὰ τῇ Γραφῇ. Καὶ μαθηταί. Ἀπαρτισθήσεσθε. Παρατηρητέον οὖν ὅτι ὁ καρπὸν πολὺν φέρων, οὗτος ἀπαρτίζεται μαθητής τοῦ Χριστοῦ.
Δοξάζεσθαι δὲ, ἤτοι χαίρειν τὸν Πατέρα εἶπεν, ἐν τῇ πολλῇ καρποφορίᾳ καὶ τελείᾳ μαθητείᾳ αὐτοῦ, προτρεπόμενος αὐτοὺς ἐπὶ τὸ πράγμα, ὡς ἐπὶ εὐαπόδεκτον τῷ Θεῷ. Καθώς — ὑμᾶς. Ὃν τρόπον ἠγάπησέ με ὁ Πατήρ, ὡς ποιοῦντα δηλαδὴ τὸ θέλημα αὐτοῦ· οὕτω κἀγὼ ἠγάπησα ὑμᾶς, ὡς ποιοῦντας τὸ θέλημά μου. Προδιέσταλται δὲ ἡμῖν ὅτι τὸ καθὼς καὶ τὰ τοιαῦτα, ὅταν μὲν ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος λέγωνται, ἰσότητα δηλοῦσιν· ὅταν δὲ ἐπὶ Θεοῦ καὶ ἀνθρώπων, ὁμοιότητα σημαίνουσιν· ἡ δὲ ὁμοιότης οὐ παντάπασιν ἀπαράλλακτος. Μείνατε — ἐμῇ. Πάλιν ἐπισφίγγει αὐτούς. Ἐὰν — ἀγάπῃ. Καὶ πῶς ἀποθνήσκεις, ὡσεὶ ἄνθρωπος ἀβοήθητος;
Διότι θέλει τοῦτο καὶ ὁ Πατήρ κἀγὼ ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων, ἐπεὶ καὶ δόξαν τὸ πρᾶγμα ἥγημαι. Ὥσπερ οὖν ἐγώ, οὕτως ἀγαπώμενος ὑπὸ τοῦ Πατρός, ὅμως ἀποθνήσκω δι' ὑμᾶς· οὕτω καὶ ὑμεῖς, οὕτως ἀγαπώμενοι παρ' ἐμοῦ, ὅμως ἀποθανεῖσθε δι' ἐμέ. Κατ' εὐδοκίαν γὰρ ὁ τοιοῦτος θάνατος, οὐ κατὰ ἀποστροφὴν ἢ ἀσθένειαν. Ταῦτα — μείνῃ. Ταῦτα τὰ παραμυθητικὰ ῥήματα λελάληκα ὑμῖν ἀνιωμένοις ἐπὶ τῷ θανάτῳ μου, ἵνα ἡ χαρὰ ἡ δι' ἐμέ, ἣν ἐχαίρετε ἐπ' ἐμοί, μέχρι τῶν σκυθρωπῶν τούτων, μὴ ἀφανισθῇ, ἀλλὰ ἐν ὑμῖν μείνῃ βεβαιωθεῖσιν, ὅτι οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἀλλὰ πάλιν ἔρχομαι πρὸς ὑμᾶς. Καὶ — πληρωθῇ. Καὶ ἵνα ἡ χαρὰ ὑμῶν ἡ ἐπ' ἐμοὶ πληρωθῇ, ὡς ἐν ἀρχῇ αὐτῆς προσεδοκάτε, ἐλπίζοντες ἀεί μοι συνεῖναι.
Αὕτη — ὑμᾶς. Ἵνα ἀγαπᾶτε ἀλλήλους οὕτω σφοδρῶς, ὡς καὶ ὑπὲρ ἀλλήλων ἀποθνήσκειν· οὕτω γὰρ κἀγὼ ἠγάπησα ὑμᾶς, ὡς καὶ ὑπὲρ ὑμῶν ἀποθνήσκειν.
col. 1413–1414page 155 of 199
PG 129:1413Ὅρα δὲ θαυμασίαν σειράν· δέδεικται γὰρ ὅτι τὸ μεῖναι ἐν τῷ Χριστῷ γίνεται ἀπὸ τοῦ ἀγαπᾶν αὐτόν· τὸ δὲ ἀγαπᾶν αὐτὸν ἀπὸ τοῦ τὰς ἐντολὰς αὐτοῦ τηρεῖν· ἡ ἐντολὴ δὲ αὐτοῦ, ἵνα ἀγαπῶμεν ἀλλήλους· ὥστε τὸ ἀγαπᾶν ἀλλήλους μένειν ἐν τῷ Χριστῷ ἐστι, καὶ ἀγαπᾶν τὸν Θεόν ἐστι, καὶ ἀναπεπλεγμέναι πρὸς ἀλλήλας εἰσὶν ἥ τε πρὸς Θεὸν καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη. Εἰπὼν δὲ ὅτι καθὼς ἠγάπησά ὑμᾶς, ἔδειξεν ὅτι ἐκουσίως ἀποθνήσκει διὰ τὴν ἀγάπην αὐτῶν. Μείζονα αὐτοῦ. Μείζονα ταύτης τῆς οὕτω μεγάλης ὡς καὶ τὴν ψυχὴν ἀφεῖναι ὑπὲρ τῶν φίλων, καθὼς ἐγὼ ποιῶ νῦν. Λοιπὸν οὖν οὐκ ἐξ ἀσθενείας ἐμῆς, ἀλλ' ἐξ ἀγάπης ὑμῶν ἀποθνήσκω, καὶ οἰκονομικῶς ὑμῶν χωρίζομαι, καὶ μὴ ἀθυμεῖτε.
Ἐπεὶ δὲ φίλους αὐτοῦ ὑπεδήλωσε, λέγει πῶς εἰσι φίλοι αὐτοῦ. Ὑμεῖς — ὑμῖν. Ὢ τῆς ἀνεικάστου φιλανθρωπίας· ἐφ' ἡμῶν μὲν οὐκ ἂν ποτέ τις τὸν εὐγνώμονα δοῦλον ποιήσῃ φίλον· ὁ δὲ Χριστὸς καὶ τοῦτο ποιεῖ, μᾶλλον δὲ καὶ ἀδελφὸν αὐτὸν ἀπεργάζεται· Ἀπαγγείλατε γάρ, φησί, τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν· καὶ υἱοθετεῖ τοῦτον τῷ Πατρὶ, καὶ καθιστᾷ συγκληρονόμον τῆς βασιλείας τῶν οὐρανῶν. Οὐκ ἔτι — δούλους. Καὶ πότε αὐτοὺς εἶπε δούλους; Ὅτε διδάσκων ἀπεκάλυπτε τὴν ἐξουσίαν τῆς ἑαυτοῦ θεότητος. Καὶ προλαβὼν δὲ εἶπεν· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ὅτι — Κύριος. Τί ποιεῖ ἀπόῤῥητον. Ὑμᾶς — ὑμῖν.
Ἀνήγγειλα ὑμῖν ὡς φίλοις πάντα, ὅσα ἐδύνασθε βαστάζειν δηλονότι, ὅσα ἀκοῦσαι ὑμᾶς εἰκός. Τῷ φίλῳ γάρ τις, οὐ τῷ δούλῳ, καταπιστεύει τὰ ἀπόῤῥητα. Καὶ μὴν ἀνωτέρω εἰπών· Ὑμεῖς φίλοι μου ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν· ἐνέφηνεν ὅτι οὔπω εἰσὶν, ἀλλὰ τότε εἰσὶν ὅτε ποιοῦσι· πῶς οὖν ἐνταῦθά φησιν· Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν; Τὸ ἐστέ, ἀντὶ τοῦ διαμένετε, νόησον, ὅτι ὄντες ἤδη καὶ εἰς τὸ ἑξῆς διαμένετε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Εἶτα τίθησι καὶ ἄλλο τεκμήριον τοῦ ἔχειν αὐτοὺς φίλους ἑαυτοῦ. Οὐχ — ὑμᾶς. Κατὰ ἀπόφασιν ὁ λόγος, ὅτι ἐγὼ
col. 1415–1416page 156 of 199
PG 129:1415εἰλόμην ὑμᾶς φίλους, ἐγώ τῇ φιλίᾳ ὑμῶν ἐπέδραμον. Καὶ ἔθηκα ὑμᾶς. Καὶ ἐφύτευσα ὑμᾶς εἰς τὴν ἐμὴν ἀγάπην, εἰς τὴν εἰς ἐμὲ πίστιν. Ἵνα ὑμεῖς ὑπάγητε. Ἵνα ἐκτείνησθε αὐξηνόμενοι. Καὶ καρπὸν φέρητε. Ὡς ἀνωτέρω δεδήλωται· καρπὸν, τὰ πνευματικὰ χαρίσματα, ἢ τὰ πλήθη τῶν σωζομένων ἐκ τῆς αὐτῶν σπουδῆς. Καὶ – μένῃ. Καὶ ἵνα μένῃ ἀνώλεθρος, διηνεκής. Ἵνα — ὑμῖν. Ἐν τῷ ὀνόματί μου, τουτέστιν ὡς ἐμοὶ, ὡς Χριστιανοί. Ἢ ἐπικαλούμενοι τὸ ὄνομά μου, ὡς καὶ προλαβόντες ἡρμηνεύσαμεν, ἔνθα ἔλεγε· Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω. Καὶ πάλιν· Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. Ἀφ᾽ ὧν δείκνυται τὸ ἰσοδύναμον Πατρὸς καὶ Υἱοῦ. Ταῦτα — ἀλλήλους.
Ταῦτα λαλῶ ὑμῖν, τὸ ὅτι ἀποθνήσκω ὑπὲρ ὑμῶν, καὶ τὸ ὅτι ἐγὼ τῇ φιλίᾳ ὑμῶν ἐπέδραμον, οὐκ ὀνειδίζων, ἀλλ᾽ ἐνάγων ὑμᾶς εἰς τὸ ἀγαπᾶν ἀλλήλους. Ἐπεὶ δὲ ἐθορυβοῦντο ὡς ἤδη πᾶσι τοῖς Ἰουδαίοις μισητοὶ γενόμενοι, παραμυθεῖται καὶ τὴν ἐντεῦθεν ἀθυμίαν. Εἰ — μεμίσηκε. Κόσμον λέγει τοὺς πονηροὺς Ἰουδαίους. Ἔστω, φησίν, ὑμῖν εἰς παραμυθίαν τὸ πρὸ ὑμῶν ἐμὲ μισηθῆναι, καὶ χαίρετε μᾶλλον, ὅτι κοινωνεῖτέ μοι τοῦ παρὰ τῶν πονηρῶν μίσους. Εἶτα λέγει καὶ ἑτέραν παραμυθίαν, ὅτι, ἐὰν ἐκ τῶν πονηρῶν ἦσαν, οἱ πονηροὶ ἂν ἐφίλουν αὐτούς. Εἰ — ἐφίλει. Τὸ ὅμοιον· χαίρει γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον. Ὅτι — ὁ κόσμος.
Ὥστε τὸ μισεῖσθαι ὑμᾶς παρὰ τῶν πονηρῶν ἀπόδειξίς ἐστιν ἀρετῆς, ὥσπερ καὶ τὸ φιλεῖσθαι παρὰ τῶν τοιούτων κακίας. Ἐπάρας οὖν αὐτῶν καταπῖπτον τὸ φρόνημα, πάλιν ἀπὸ τῶν καθ᾽ ἑαυτὸν τούτους παρηγορεῖ. Μνημονεύετε — ὑμῖν. Καὶ ποῖός ἐστιν ἐκεῖνος ὁ λόγος, ἄκουσον. Οὐκ — αὐτοῦ. Τοῦτον γὰρ τὸν λόγον προλαβὼν εἶπεν αὐτοῖς, καὶ οὐχ ἅπαξ, ἀλλὰ διαφόρως. Λέγει οὖν ὅτι, Οὐκ ἐμοῦ κρείττους ὑμεῖς. Εἰ — διώξουσιν. Ἀκόλουθον γὰρ εἶχε μαθητὰς
col. 1417–1418page 157 of 199
PG 129:1417μου ἐστε. Εὐψυχεῖτε οὖν τὰ ὅμοια τῷ διδασκάλῳ πάσχοντες καὶ κατ' ἴχνος ἀκολουθοῦντές μοι. Εἰ — τηρήσουσι. Μήτε διωκόμενοι δυσφορεῖτε, μήτε τοῦ λόγου ὑμῶν ἀθετουμένου. Ἃ γὰρ εἰς ἐμὲ ἐνεδείξαντο, ταῦτα καὶ εἰς ὑμᾶς ἐνδείξονται, καὶ Ἀρκετόν, φησί, τῷ δούλῳ, ἵνα γένηται ὡς ὁ κύριος αὐτοῦ. Ἀλλά μου. Ταῦτα πάντα, διώκοντες δηλαδή, καὶ τὸν λόγον ὑμῶν μὴ τηροῦντες. Εἰ οὖν ἀγαπᾶτέ με, χαρήσετε πάντως, ὅτι δι' ἐμὲ ταῦτα πάσχετε, ἐπεὶ κἀγὼ δι' ὑμᾶς· καὶ ὑμεῖς μὲν ὑπὲρ Δεσπότου, ἐγὼ δὲ ὑπὲρ δούλων. Εἶτα τίθησι καὶ ἄλλην παραμυθίαν. Ὅτι με. Ὅτι ἀθετοῦσι τὸν ἀποστείλαντά με, τουτέστιν ὑβρίζουσι καὶ τὸν Πατέρα. Λοιπὸν τοίνυν ἀγαλλιάσθε ὑβριζόμενοι μεθ' ἡμῶν.
Ἔπειτα ἀποστερεῖ τοὺς Ἰουδαίους ἁπάσης συγγνώμης ἐθελοκακοῦντας, καὶ τοιαῦτα διαπραττομένους. Εἰ — αὐτῶν. Εἰ μὴ ἐδίδαξα αὐτοὺς ἁμαρτίαν οὐκ εἶχον, διώκοντες καὶ ὑβρίζοντες ἐμέ τε καὶ ὑμᾶς τοὺς ἐμοὺς, ὡς μήτε τίς εἰμι λέγοντα, μήτε ἀπὸ τῶν Γραφῶν τοῦτο δεικνύοντα. Ὁ — μισεῖ. Σαφηνίζει καὶ αὔξει τὴν ἁμαρτίαν αὐτῶν, λέγων ὅτι καὶ ἡ τοῦ Υἱοῦ ὕβρις, τοῦ Πατρός ἐστιν ὕβρις. Εἰπὼν δὲ περὶ τῆς διδασκαλίας αὐτοῦ, λέγει καὶ περὶ τῶν σημείων αὐτοῦ. Εἰ — εἶχον. Καὶ ὄντως αὐτοὶ τούτων μάρτυρες, λέγοντες ὅτι οὐδέποτε οὕτως ἐφάνη ἐν τῷ Ἰσραήλ, καὶ ἕτερα τοιαῦτα. Νῦν — ἑωράκασι. Τὰ τοιαῦτα ἔργα. Καὶ μου. Ἀνωτέρω γὰρ εἶπεν, ὅτι Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Καὶ ἀλλαχοῦ πάλιν·
Ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ἀπ' — δωρεάν. Κἀνταῦθα τὸ Ἵνα οὐκ αἰτιολογικόν, ἀλλὰ δηλωτικόν, τοῦ μέλλοντος, ὅτι μέλλει πληρωθῆναι ὁ λόγος οὗτος. Νόμον δὲ λέγει τὴν βίβλον τῶν Ψαλμῶν ἐν ᾗ γέγραπται, ὅτι καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησαν με δωρεάν. Ἐμίσησαν οὖν αὐτὸν δωρεάν, ἤτοι μάτην, ἀνευλόγως διὰ τὴν πονηρίαν αὐτῶν. Ἵνα δὲ μὴ εἴπωσιν οἱ ἀπόστολοι· Εἰ σὲ ἐδίωξαν καὶ τὸν λόγον σου οὐκ ἐτήρησαν, εἰ τοιαῦτα διδαχθέντες καὶ τοιαῦτα ἑωρακότες οὐδὲν ἀπώναντο, εἰ σὲ καὶ τὸν Πατέρα σου μεμισήκασι, μέλλουσι δὲ καὶ εἰς ἡμᾶς τὰ ὅμοια ἐνδείξασθαι, τίνος ἕνεκεν εἰς τοιούτους ἀποστέλλεις ἡμᾶς· Ἐπάγει παραμυαὐτοῖς.
col. 1419–1420page 158 of 199
PG 129:1419ΚΕΦ. ΙΖʹ. Περὶ τοῦ Παρακλήτου. Ὅταν — ἐμοῦ. Περὶ τῆς ἐμῆς θεότητος. Τοῦ γὰρ Πατρὸς διαφόρων μαρτυρήσαντος περὶ ἐμοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον διαφόρως μαρτυρήσει πάντως. Μαρτυρήσει δὲ ἐλλάμπον ταῖς καρδίαις ὑμῶν εἰς πληροφορίαν τελειοτέραν, καὶ τερατουργοῦν ἐπὶ τῷ ὀνόματί μου. Ὅρα δὲ ὅτι πέμπει μὲν αὐτὸ καὶ Υἱός, ὡς ὁμότιμος τῷ Πατρί, παρὰ τοῦ Πατρὸς δέ, ὡς παρὰ τοῦ Πατρὸς ἐκπορευόμενον. Παρὰ τοῦ Πατρὸς δὲ ἐκπορεύεται, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ ὄν. Διὰ καὶ οἶδε πάντα τὰ τοῦ Πατρός, ὥσπερ καὶ ὁ Υἱός. Εἰ δέ τις ἐρωτᾷ πῶς οὐ λέγεται καὶ τὸ Πνεῦμα Υἱός, ὡς ἐκ τοῦ αὐτοῦ Πατρὸς ὄν, ἐροῦμεν διότι οὐ γεννᾶται ὡς ὁ Υἱός, ἀλλ' ἐκπορεύεται τρόπον ἕτερον.
Διὸ τῷ γεννητῷ μὲν κλῆσις Υἱός, τῷ ἐκπορευτῷ δὲ Πνεῦμα. Εἰ δὲ προσερωτήσει τίς ἐστιν αὕτη ἡ ἐκπόρευσις, προσερούμεν ὃ φησιν ὁ Θεολόγος Γρηγόριος, μικρὸν ὑπαλλάξαντες· ὅτι Εἰπὲ σὺ τὴν γέννησιν τοῦ Υἱοῦ, καὶ ἡμεῖς φυσιολογήσομεν τὴν ἐκπόρευσιν τοῦ Πνεύματος, καὶ παραπληκτίσομεν ἐπίσης εἰς Θεοῦ μυστήρια παρακύπτοντες. Καὶ διατί ὁ Υἱὸς καὶ τὸ Πνεῦμα οὐ λέγονται ἀδελφοί, τὸν αὐτὸν ἔχοντες Πατέρα; Διότι οὐ τὸν αὐτὸν τρόπον εἰσὶν ἐξ αὐτοῦ· ὁ μὲν γὰρ γεννᾶται, τὸ δὲ ἐκπορεύεται. Καὶ — ἐστέ. Καὶ ὑμεῖς μάρτυρες τῶν λόγων καὶ ἔργων μου, καὶ τῆς ἐμῆς θεοπρεποῦς δυνάμεως ἀξιόπιστοι, διότι ἀπ' ἀρχῆς τοῦ κηρύγματος καὶ τῶν θαυμάτων μετ' ἐμοῦ ἐστε, καὶ πολλοὺς πάντως ἀγρεύσετε πρὸς τὴν πίστιν·
οὐ γὰρ πάντες ὁμοίως πονηροί. Ταῦτα — σκανδαλισθῆτε. Ὅταν ἴδητε τοὺς πονηροὺς διώκοντας ὑμᾶς καὶ κακοῦντας, ἀλλ' ἵνα γνώσκοντες ὅτι ὁ Παράκλητος ἐπικουρεῖ ὑμῖν, εὐψυχεῖτε καὶ ἀνδρίζεσθε. Ἀποσυναγώγους ὑμᾶς. Προείρηται γὰρ ὅτι συνέθεντο οἱ Ἰουδαῖοι, ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Ἀλλ' — Θεῷ. Ἀλλὰ προϊόντος τοῦ χρόνου, φησίν, τοσοῦτον ἐκμανήσονται καὶ περισπούδαστον ποιήσονται καὶ τὸν θάνατον ὑμῶν, ὥστε τὸν ἀποκτείνοντα ὑμᾶς δοκεῖν θυσίαν προσφέρειν τῷ Θεῷ, καὶ νομίζειν εὐσεβεῖν μᾶλλον καὶ εὐαρεστεῖν αὐτῷ, ὡς ἀποκτείναντα πλάνους, καὶ λυμεῶνας, καὶ θεοστυγεῖς. Προειπὼν δὲ τὰ λυπηρά, ἐπάγει πάλιν παραμυθίαν.
col. 1421–1422page 159 of 199
PG 129:1421Καὶ ἐμέ. Δι' οὓς ταῦτα ὑποστήσεσθε. Καὶ ἀρκεῖ ὑμῖν εἰς παράκλησιν τὸ δι' ἡμᾶς ταῦτα πάσχειν. Οὐκ ἔγνωσαν δὲ τὸν Πατέρα οὐδὲ ἐμέ, κόντες, ὡς ἐθελοκακοῦντες. Ἀλλὰ ὑμῖν. Ἵνα, ὅταν ἔλθῃ ὁ καιρὸς τῆς διώξεως καὶ ἀναιρέσεως ὑμῶν, μνημονεύητε αὐτῶν ὧν δὴ λελάληκα ὑμῖν, ἤγουν ἵνα μνημονεύητε ὅτι ἐγὼ εἶπον ὑμῖν πάντα, ὡς πάντα εἰδώς, καὶ ἵνα ἀπὸ τῆς ἀληθοῦς προαγορεύσεως τῶν σκυθρωπῶν ἡγῆσθέ με πιστὸν καὶ ἐπὶ ταῖς ἀγαθαῖς ἐπαγγελίαις. Ὁ γὰρ ἀπατῶν οὐ προλέγει τὰ ἀπάγοντα τῆς ἀπάτης, ἀλλὰ μόνα τὰ ἔλκοντα. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα συνεχῶς αὐτοῖς ἐπιλέγει, ἵνα, ὅταν πάσχωσι μὴ θορύβωνται, προειδότες τοῦτο, μηδὲ μαλακίζωνται γινώσκοντες ὅτι διὰ τὸν Θεὸν πάσχουσι.
Μέγα γὰρ φάρμακον ἐν τοῖς ὑπὲρ ἀρετῆς ἀγῶσι, τὸ γινώσκειν ὑπὲρ τίνος ὁ ἀγών. Καὶ ἡμᾶς οὖν, ὑπὲρ καλοῦ πάσχοντας, παραμυθείσθω τὸ γινώσκειν ὅτι ὑπὲρ καλοῦ πάσχομεν· εἰ γὰρ ὑπὲρ ἀγαπητοῦ τις πάσχων χαίρει, πολλῷ μᾶλλον ὑπὲρ τοῦ Θεοῦ καὶ ὑπὲρ ἀρετῆς. Ταῦτα – ἤμην. Ὅτι μεθ' ὑμῶν καὶ οὐκ ἐμέλλετε οὕτω παθεῖν, ἕως μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ταῦτα λέγω, διότι χωρίζομαι ὑμῶν, καὶ ἐγγίζουσιν ἤδη τὰ δεινὰ ὑμῖν. Καὶ μὴν καὶ ἐξ ἀρχῆς, ὅτε ἐκάλεσεν αὐτούς, καὶ εἰς ἀποστολὴν ἔταξεν, εἶπεν αὐτοῖς ὅτι Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· καὶ ὅτι Παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ὅτι Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ·
καὶ ὅτι Ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ ὅτι Μὴ φοβῆσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· καὶ πολλὰ τοιαῦτα. Πῶς οὖν εἶπεν ὅτι Ταῦτα ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον; Διότι ἐνταῦθα τὸ Ταῦτα ἕτερα παρ' ἐκεῖνα δηλοῖ, φημὶ δὴ τό· Ἀλλ' ἔρχεται ὥρα, εἴτουν Ἐγγίζει· καὶ τό· Ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Ταῦτα γὰρ νῦν εἶπεν αὐτοῖς, φοβερώτερα ἐκείνων ὄντα. Νῦν – ὑπάγεις; Ἰδὼν αὐτοὺς οὕτως ὑπὸ τῆς ἀθυμίας καταπαλαισθέντας, ὡς ἀφώνους γενέσθαι, καὶ μὴ δύνασθαι αὐτῷ προσλαλεῖν, ὀνειδίζει τὴν ἀπὸ τῆς τοιαύτης ἀθυμίας σιγήν, λέγων· Νῦν δὲ
col. 1423–1424page 160 of 199
PG 129:1423ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Καὶ μὴν ὁ Πέτρος ἠρώτησεν αὐτὸν, εἰπών· Κύριε, ποῦ ὑπάγεις; Ἀλλ' ἐκεῖ μὲν ὁ Πέτρος εἰπών Ποῦ ὑπάγεις; περὶ τόπου ἠρώτησεν· ἐνταῦθα δὲ τὸ, Ποῦ ὑπάγεις; τὸ Τί ποιεῖς; ὑποφαίνει. Εἰώθασι γὰρ οἱ δεινοπαθοῦντες οὕτως ἐπιφωνεῖν τῷ πρὸς θάνατον ὁρμώντι. Ἔδει οὖν καὶ τοὺς μαθητὰς ἐπιλέγειν, Ποῦ ὑπάγεις; ἤγουν, Τί ποιεῖς ἀπολιμπάνων ἡμᾶς; Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι, ἐπειδὴ τότε τοῦ Πέτρου ἐρωτήσαντος, οὐκ ἀπεκρίνατο, ποῦ ὑπάγει, ἐχρῆν αὐτοὺς πάλιν ἐρωτῆσαι. Ἀλλ' — καρδίαν. Σφόδρα ἐλυπήθητε, καὶ διὰ τοῦτο σιγᾶτε. Ἀλλ' — ὑμῖν. Ὡς αὐτοαλήθεια.
Κἂν γὰρ μυριάκις λυπῆσθε, τὴν ἀλήθειαν λέγω, καὶ οὐκ ἀποκρύψω τὰ λυπηρά, ὡς οἱ λέγοντες πρὸς χάριν, εἶτα παρηγορῶν δείκνυσι λυσιτελοῦσαν αὐτοῖς τὴν ἀποδημίαν αὐτοῦ. Συμφέρει — ὑμᾶς. Ὑμεῖς μὲν βούλεσθε συνεῖναί με ὑμῖν· ἔστι δὲ τὸ συμφέρον ἕτερον· κηδομένου δὲ τὸ μὴ φείδεσθαι τῶν ἠγαπημένων, ὅταν ἀσύμφορα βούλωνται. Ἐπεὶ γὰρ εὐδόκησεν ἄνωθεν ἡ ἁγία Τριὰς τὸν μὲν Πατέρα ἑλκύσαι αὐτοὺς πρὸς τὸν Υἱόν· τὸν δὲ Υἱὸν διδάξαι αὐτούς· τὸ δὲ Πνεῦμα τὸ ἅγιον τελειῶσαι αὐτούς· καὶ τὰ μὲν δύο ἤδη γεγόνασιν· ἔδει δὲ γενέσθαι καὶ τὸ τρίτον, τὴν διὰ τοῦ ἁγίου Πνεύματος τελείωσιν· οὐκ ἦν δὲ εἰκὸς τοῦτο ἐλθεῖν, μὴ ἀπελθόντος τοῦ Υἱοῦ· φησὶν ὅτι Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω, καὶ τὰ ἑξῆς.
Ὥσπερ γάρ, Ἐὰν ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· οὕτω καὶ, ἐὰν ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς, οὐ τελειωθήσεσθε. Ἀναγκαῖον οὖν λοιπὸν ἐμὲ ἀπελθεῖν, πεπληρωκότα τὸ ἔργον ὃ ἔδει ποιῆσαί με, ἵνα ὁ ἄλλος παράκλητος ἔλθῃ καὶ τελειώσῃ ὑμᾶς. Καὶ ἐλθὼν — κρίσεως. Ἐλέγξει, τουτέστι καταδικάσει τέλεον τοὺς πονηρούς, ἀναπολογήτους παντάπασιν ἀποφανῇ, ὅταν, ἀποθανόντος μου, παρασκευάσῃ ὑψηλὰς διδασκαλίας καὶ μέγιστα σημεῖα ἐπιτελεῖσθαι ἐπὶ τῇ κλήσει τοῦ ὀνόματός μου. Τί γὰρ ἐροῦσιν ἔτι κατ' ἐμοῦ εὔλογον; Οὗ καὶ ἀποθανόντος τηλικαῦτα δύναται τὸ ὄνομα μόνον; Οὕτως οὐδέν. Εἶτα ἑρμηνεύει καὶ ἐφ' οἷς ἐλέγξει αὐτούς. Περὶ ἁμαρτίας — ἐμέ.
Ἁμαρτία γὰρ ἀσυγγνωστος τὸ μὴ πιστεύειν ἔτι εἰς ἐμέ. Περὶ δικαιοσύνης — με. Δικαίου γὰρ γνώρισμα τὸ πορεύεσθαι πρὸς τὸν Θεὸν καὶ συνεῖναι αὐτῷ. Τοῦτο γὰρ δηλοῖ τό· Καὶ οὐκέτι θεωρεῖτέ με. Καὶ λοιπόν, εἰ μὴ ἤμην δίκαιος, οὐκ ἂν ἐπορευόμην πρὸς τὸν Πατέρα· πῶς
col. 1425–1426page 161 of 199
PG 129:1425γὰρ ἂν ἁμαρτωλὸς καὶ πλάνος καὶ παράνομος καὶ ἀντίθεος πορευθείη πρὸς τὸν δίκαιον καὶ ἀληθινὸν καὶ νομοθέτην καὶ Θεόν; Καὶ πόθεν δῆλον ὅτι πρὸς τὸν Θεὸν ἀπῆλθε καὶ σύνεστιν αὐτῷ; Πόθεν; Ἀπὸ τῆς τοῦ ἁγίου Πνεύματος μαρτυρίας, τῆς δι' ἐλλάμψεως καὶ σημείων, ὡς προείρηται, ἐπὶ τῷ ὀνόματι αὐτοῦ γινομένης. Οὐκέτι δὲ θεωρεῖτέ με, μετὰ τῆς νῦν δηλονότι ἀδοξίας καὶ εὐτελείας· ἔμελλον γὰρ αὐτὸν ὁρᾷν, ἀλλ' οὐχ ὡς τὸ πρότερον. Περὶ κέκριται. Ὅτι ὁ διάβολος κατακέκριται καὶ ἐκβέβληται τῆς δυναστείας αὐτοῦ, μηκέτι δυνάμενος ὅλως φέρειν τὸ ἐμὸν ὄνομα, ἀλλὰ παραυτίκα δραπετεύων. Πῶς δ᾽ ἂν τοῦτο πέπονθεν, εἰ φίλον αὐτὸν εἶχον, ὡς οἱ πονηροὶ λέγουσιν·
ὅτι ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλω τὰ δαιμόνια, καὶ ὅτι δαιμόνιον ἔχω, καὶ τὰ τοιαῦτα; Ἵνα δὲ τὸν λόγον ἀνακεφαλαιώσωμεν, Ἐλθών, φησίν, ὁ Παράκλητος ἐλέγξει τοὺς πονηρούς· ἐπὶ ἁμαρτίᾳ μὲν ὅτι ἁμαρτάνουσι, μὴ πιστεύοντες ἔτι· ἐπὶ δικαιοσύνῃ δὲ, ὅτι δίκαιος ἐγὼ καὶ οὐχ ἁμαρτωλός, ὡς αὐτοὶ λέγουσιν· ἐπὶ κρίσει δὲ ἤτοι κατακρίσει, ὅτι κατακέκριται ὁ ἄρχων τῶν δαιμονίων, ὡς ἐχθρὸς καὶ οὐ φίλος μου. Ἔτι — ἄρτι. Ἀτελεῖς ὄντες ἔτι, καὶ μήπω διὰ τῶν ἐν τῷ σταυρῷ καὶ τῇ ἀναστάσει μου φρικτῶν καὶ παραδόξων προκόψαντες, μηδὲ ἐνδυσάμενοι δύναμιν ἐξ ὕψους. Ὅταν — ἀλήθειαν. Εἰς τὸ εἰδέναι πᾶσαν τὴν ἀλήθειαν τῶν θείων δογμάτων, τὴν προσήκουσαν δηλονότι γνωρισθῆναι ὑμῖν.
Εἶτα ἵνα μὴ, τηλικαῦτα περὶ τοῦ ἁγίου Πνεύματος ἀκούσαντες, μείζον τὸ Πνεῦμα νομίσωσι, καὶ εἰς ἐσχάτην ἀσέβειαν ἐμπέσωσιν, ἐπάγει θεραπείαν καὶ φησιν· Οὐ — ἑαυτοῦ. Ὥσπερ οὐδ᾽ ἐγώ, καθὼς διαφόρως προδιεστειλάμην· οὐδὲν γὰρ ἴδιον οὐδενὶ τῆς ἁγίας Τριάδος, πλὴν ἀγεννησίας, καὶ γεννήσεως, καὶ ἐκπορεύσεως, ἀλλὰ κοινὰ πάντα αὐτῇ. Ἀλλ' — λαλήσει. Ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Πατρός, ὃ καὶ περὶ ἐμαυτοῦ πολλάκις εἴρηκα, δηλῶν τὸ ὁμοούσιον, καὶ ὁμοφυές, καὶ ἴσον, καὶ ἀπαράλλακτον. Ὥσπερ γὰρ ὁ Υἱὸς πλήρωμα νόμου καὶ προφητῶν, τὰ τυπικῶς προδιαγραφέντα βεβαιώσας διὰ τῆς ἀληθείας· οὕτω καὶ τὸ θεῖον Πνεῦμα πλήρωμα
col. 1427–1428page 162 of 199
PG 129:1427τοῦ Εὐαγγελίου ἀναπληροῦν τὰ τοῦ Υἱοῦ, καθὼς καὶ οὗτος τὰ τοῦ Πατρός. Καὶ — ὑμῖν. Τὰ μέλλοντα, ὥστε μὴ ἐμπίπτειν ὑμᾶς ἀφυλάκτως, καὶ προγνωστικοῦ χαρίσματος ἀξιώσει. Ἐκεῖνος ἐμὲ δοξάσει. Ἐν τῷ ἐμῷ ὀνόματι τὰς ἐνεργείας διδούς, ἀποκαλύπτων ὑμῖν τρανότερον τὸ μυστήριον τῆς ἐμῆς ἐνανθρωπήσεως. Ὅτι — ὑμῖν. Ἐκ τῆς ἐμῆς γνώσεως, ἤτοι τῆς τοῦ Πατρός. Λήψεται ἢ ἀντὶ τοῦ Ἀκούσει. Τὰ τοιαῦτα δὲ συγκαταβατικῶς λέγει διὰ τὴν ἀσθένειαν τῶν μαθητῶν. Τὸ γὰρ λαμβάνειν καὶ ἀκούειν τῶν κτιστῶν εἰσιν· ἡ δὲ ἄκτιστος Τριὰς οἶδε πάντα, καὶ ἐπὶ πᾶσιν ἀνενδεής ἐστιν. Εἶτα ἑρμηνεύει τὸ Ἐκ τοῦ ἐμοῦ. Πάντα ὑμῖν.
Ἐπεὶ γὰρ πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν, ἐν δὲ τούτων καὶ ἡ γνῶσις αὕτη, εἰκότως εἶπεν ὅτι Ἐκ τοῦ ἐμοῦ λήψεται, τουτέστι Συνωδά μοι καὶ ἀκούσει καὶ ἀναγγελεῖ ὑμῖν, καὶ οὐδὲν ἀπᾷδον, ὡς κατὰ πάντα ἴσος ἐμοί. Λοιπὸν τοίνυν, ἅπερ ἂν διδάξῃ, ἐμά ἐστι, καὶ τῶν ἐμῶν ἀναπληρωτικά. [Καὶ διατί οὐκ ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον, συνόντος αὐτοῖς ἔτι τοῦ Υἱοῦ; Πρῶτα μέν, διότι ἤρκει συνὼν αὐτοῖς ὁ Υἱός· ἔπειτα δέ, διότι μήπω τοῦ Ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου τυθέντος, οὔπω ἐλύθη ἡ ἁμαρτία· μήπω δὲ ταύτης λυθείσης, οὔπω καταλλαγὴ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους ἐγένετο· μήπω δὲ καταλλαγῆς γενομένης, οὐκ ἔδει δοθῆναι τὴν χάριν τοῦ ἁγίου Πνεύματος.
Ὅτε δὲ καὶ καταλλαγὴ γέγονε, καὶ οἱ ἀπόστολοι πρὸς κινδύνους ἐπέμποντο, καὶ πρὸς τοὺς ἀγῶνας ἀπεδύοντο, καὶ χρεία τοῦ ἀλείφοντος ἦν, τότε λοιπὸν ὁ ἄλλος παράκλητος ἔρχεται. Καὶ διατί μὴ μετὰ τὴν ἀνάστασιν εὐθὺς ἔρχεται; Ἵνα, ἐν πολλῇ αὐτοῦ καταστάντες ἐπιθυμίᾳ, μετὰ πολλῆς αὐτὸν χαρᾶς ὑποδέξωνται. Ἕως μὲν γὰρ συνῆν αὐτοῖς ὁ Χριστός, οὐκ ἦσαν ἐν θλίψει· ἐπεὶ δὲ ἀπῆλθε, γυμνωθέντες καὶ ἐν πολλῷ φόβῳ καὶ ἀθυμίᾳ γενόμενοι, σφόδρα ἡδέως ἔμελλον ὑποδέξασθαι τὸ Πνεῦμα τὸ ἅγιον. Ὥσπερ δὲ ὁ Πατὴρ ἠδύνατο τὰ ὄντα παραγαγεῖν, ὁ Υἱὸς δὲ ταῦτα παρήγαγεν, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν καὶ θεότητα· οὕτω καὶ ὁ Υἱὸς ἠδύνατο τὰ τοῦ ἄλλου Παρακλήτου ἐργάσασθαι ἐν
col. 1429–1430page 163 of 199
PG 129:1429τοῖς μαθηταῖς· τὸ Πνεῦμα δὲ τὸ ἅγιον εἰργάσατο, ἵνα μάθωμεν καὶ αὐτοῦ τὴν δύναμιν καὶ θεότητα. Ἐπεὶ γὰρ περὶ μὲν τοῦ Πατρὸς οὐδεὶς ἀμφέβαλλε, περὶ δὲ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἠγνόουν, διὰ τοῦτο ὁ μὲν δι᾽ ἐνανθρωπήσεως ὁμιλεῖ αὐτοῖς, τὸ δὲ τρόπον ἕτερον καταστίζει. Καὶ ἐπεὶ περὶ μὲν τοῦ Πατρὸς πολλὰ ἤκουσαν, τὸν δὲ Υἱὸν πολλάκις εἶδον θεοπρεπῶς ἐργαζόμενον, τὴν δὲ τοῦ ἁγίου Πνεύματος ἀξίαν οὔτε δι᾽ ἀκοῆς, οὔτε δι᾽ ὄψεως ἐγίνωσκον, λοιπὸν παρὰ τούτου τελειοῦνται, ἵνα καὶ τὴν τούτου θεότητα γνωρίσωσι.
Διὰ τοῦτο καὶ ἐπὶ τοῦ θείου βαπτίσματος ἡ ζωοπάροχος Τριὰς παραλαμβάνεται, οὐχ ὡς τοῦ ἑνὸς μόνου μὴ ἀρκοῦντος εἰς ἀναγέννησιν, ἀλλ᾽ ἵνα διὰ τῆς κοινωνίας τῶν ἐπικλήσεων ἡ κοινωνία τῆς θεότητος δήλη γένηται. Μικρόν – με. Τεθαμμένον ὑπὸ γῆν. Καὶ – με. Ἀναστάντα ἐκ νεκρῶν. Ὅτι Πατέρα. Διάβασιν πανταχοῦ τὸ πράγμα καλεῖ, δεικνὺς ὅτι οὐ κατασχεθήσεται ἐπὶ πολὺ παρὰ τοῦ θανάτου. Χαρίεντα μὲν οὖν περὶ τοῦ ἄλλου Παρακλήτου ἐπαγγειλάμενος, λυπηρὰ πάλιν ἐπήγαγε. Καὶ πολλάκις ἤδη τοῦτο πεποίηκε καὶ ποιεῖ, τοῖς θυμήρεσι τὰ θυμαλγῆ ἀναπλέκων, οἷα τοῦτο μὲν παρηγορῶν καταπίπτοντας, τοῦτο δὲ γυμνάζων ἑστῶτας. Οἱ γὰρ ἐν τοῖς ῥήμασι τὰ ἀπευκταῖα μελετήσαντες εὐφορώτερον ἔμελλον οἴσειν αὐτὰ ἐν τοῖς πράγμασιν.
Εἶπον – λαλεῖ. Ἐδόκει γὰρ αὐτοῖς παραβολήν τινα κἀνταῦθα λέγειν, ὡς καὶ ἐν τῷ κατὰ Ματθαῖον προειρήκαμεν. Ἴσως δὲ καὶ τὸ σφοδρὸν τῆς ἀθυμίας τὴν ἀναισθησίαν ταύτην ἐνεποίησεν αὐτοῖς, καὶ οἱ πολλάκις ταῦτα ἀκούσαντες οὕτω διέκειντο ὡς μηδέποτε μηδὲν τούτων ἀκηκοότες. Ἔγνω – με. Εἶτα διερμηνεύει τὸ ζητούμενον. Ἀμὴν – ὑμεῖς. Μὴ θεωροῦντές με ὡς τεθαμμένον ὑπὸ γῆν. Ὁ δὲ κόσμος χαρήσεται. Οἱ πονηροί, ὡς ἀπαλλαγέντες μου. Ὑμεῖς δὲ λυπηθήσεσθε. Πρὸς καιρόν τινα. Ὅρα δὲ πῶς εἶπε, Κλαύσετε καὶ θρηνήσετε καὶ λυπηθήσεσθε, γυμνάζων αὐτοὺς ἐπὶ πλέον εἰς ὑπομονὴν διὰ τῆς συνεχείας καὶ ἐπιτάσεως τῶν ἀλγυνόντων. Ἀλλ᾽ – γενήσεται. Πάλιν θεωρούντων με, ὡς ἀναστάντα ἐκ νεκρῶν ἤδη.
Εἶτα τίθησι καὶ κοσμικὸν ἀναντίρρητον παράδειγμα τῆς τὴν λύπην ἀφανιζούσης χαρᾶς.
col. 1431–1432page 164 of 199
PG 129:1431Ἡ γυνή — αὐτῆς. Ὁ καιρὸς τῶν ἐπωδύνων ὠδίνων. Ὅταν — κόσμον. Ὥσπερ τῇ ὠδινούσῃ γυναικὶ ἡ ἀπὸ τῶν ὠδίνων βραχεία λύπη γεννᾷ τὴν ἐπὶ τῷ γεννήματι μεγάλην χαράν· οὕτω καὶ ὑμῖν ἡ ἀπὸ τοῦ θανάτου μου πρόσκαιρος λύπη γεννήσει τὴν ἐπὶ τῇ ἀναστάσει μου διηνεκῆ χαράν. Καὶ — ὑμῶν. Οὐδεὶς ἀφαιρεῖται ὑμῶν· οὐκέτι γὰρ ἀποθανοῦμαι, οὐκέτι με ζημιωθήσεσθε. Πῶς δὲ περὶ τῆς γυναικὸς εἶπεν ὅτι χαίρει, διότι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον; Οὐ διὰ τοῦτο γὰρ χαίρει, ἀλλὰ διότι ἐγεννήθη αὐτῇ παιδίον· τοῦτο εἶπε, διότι καταρχὰς ὁ Θεὸς εἴρηκεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Καὶ προηγουμένως μὲν εἰς τὸν κόσμον γεννᾶται ὁ ἄνθρωπος, ἑπομένως δὲ καὶ εἰς θεραπείαν τῶν γεννητόρων.
Ἅμα δὲ καὶ τι μυστικὸν ἐντεῦθεν ὑποδηλοῦται, ὅτι ὡς διὰ μήτρας τινός, διὰ τοῦ θανάτου, τεχθεὶς ὁ Χριστὸς, καὶ τὰς ὠδῖνας τοῦ θανάτου λύσας, ἐγεννήθη ἄνθρωπος καινὸς εἰς τὸν κόσμον τὸν καινόν, πρωτότοκος ἐκ νεκρῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ — οὐδέν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τουτέστιν ἐλθόντος τοῦ Παρακλήτου, οὐκ ἐρωτήσετε με οὐδὲν ὧν ἐρωτᾶτε νῦν, οἷον Ποῦ ὑπάγεις; καί, Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ τὰ τοιαῦτα, διδασκόμενοι πάντα ὑπὸ τοῦ Παρακλήτου. [Ἢ καὶ ἑτέρως. Οὐχ ἕξετε χρείαν ἐντυχεῖν μοι σωματικῶς· τοῦτο γὰρ δηλοῖ τό, Ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀλλὰ μόνον τὸ ὄνομά μου ὀνομάζοντες, πάντα λήψεσθε τὰ ζητούμενα· ἐπάγει γάρ·] Ἀμὴν — ὑμῖν. Οὗ δὲ τὸ ὄνομα τοσαῦτα δύναται, Θεὸς ἀναντιρρήτως ἐστί.
Διὸ καὶ ὁ Δαυὶδ διαφόρως ὑμνῶν αὐτό φησιν· νῦν μέν· Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· νῦν δέ· ὅτι Ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Παρατηρητέον δὲ ὅτι ποτὲ μὲν τῷ Πατρὶ τὴν δόσιν τῶν αἰτηθέντων ἀνατίθησι, ποτὲ δὲ ἑαυτῷ, ὥσπερ δὴ καὶ τἆλλα, διὰ τὸ ἴσον καὶ ὁμοσθενές· ἐνταῦθα δὲ καὶ τῷ Πατρὶ καὶ ἑαυτῷ. Φησὶ γὰρ ὅτι Ἐν τῷ ὀνόματί μου· ὁμοίως δὲ καὶ ἔνθα ἂν τοῦτο συνέζευκται. [Ὅσα ἂν αἰτήσητε· ὅσα συμφέροντα καὶ ὠφέλιμα.] Ἕως ἄρτι — μου. Καὶ μήν, ὅτε ἀπέστειλεν αὐτούς, δοὺς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε
col. 1433–1434page 165 of 199
PG 129:1433ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἐν τῷ ὀνόματι αὐτοῦ ἐνήργουν· ἀλλὰ τότε οὐ τὸν Πατέρα ᾐτοῦντο ἐν τῷ ὀνόματι αὐτοῦ. Αἰτεῖτε — πεπληρωμένη. Ἵνα, γνόντες ὅσα τὸ ὄνομά μου δύναται, χαρὰν ἔχητε τελείαν, ἤτοι πολλὴν ἢ πλείονα. Ταῦτα — ὑμῖν. Τουτέστι συνεσκιασμένα, καὶ οὐ πάντη σαφή, διότι, δεδοικότες ἔτι καὶ ἀθυμοῦντες, οὐ δύνασθε προσέχειν τοῖς λεγομένοις, ἢ πλεῖον ἐννοεῖσθαι. Ἀλλ' — ὑμῖν. Ἔρχεται καιρός, ὁ τῆς ἀναστάσεώς μου δηλαδή, ὅτι ἀπαρακαλύπτως καὶ σαφῶς διδάξω ὑμᾶς ἐν εὐθυμίᾳ γενομένους ἤδη. Καὶ γὰρ μετὰ τὴν ἀνάστασιν ἐπὶ τεσσαράκοντα ἡμέρας ἦν ἐπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καθά φησιν ἡ βίβλος τῶν Πράξεων. Ἐν — αἰτήσεσθε.
Ἡμέραν τὸν καιρὸν πολλάκις εἴωθε λέγειν. Συνεχῶς δὲ περὶ τῆς ἐν τῷ ὀνόματι αὐτοῦ αἰτήσεως λέγει, πληροφορῶν αὐτοὺς περὶ τῆς δυνάμεως αὐτοῦ, καὶ θάρσος ἐμβάλλων. Καὶ — ὑμῶν. Καὶ οὐ λέγω ὑμῖν τότε ὅτι Ἐγὼ παρακαλέσω τὸν Πατέρα περὶ ὑμῶν. Αὐτὸς — ἐξῆλθον. Αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς τότε, ὡς ἐγὼ ἐμμένοντας τῇ πρὸς ἐμὲ φιλίᾳ καὶ πίστει. Ἐξῆλθον — Πατέρα. Τὸ Ἐξῆλθον, καὶ Ἐλήλυθα, καὶ Ἀφίημι, καὶ Πορεύομαι, καὶ τὰ τοιαῦτα συγκαταβατικῶς λέγει διὰ τὴν ἀσθένειαν τῆς διανοίας τῶν μαθητῶν, ὡς διαφόρως εἰρήκαμεν. ὡς γὰρ Θεὸς, καὶ ἐν τῷ Πατρὶ ἦν, καὶ ἐν τῷ κόσμῳ· ἀπερίγραπτον γὰρ ἡ θεότης. [Τὸ μὲν οὖν, Ἐξῆλθον παρὰ τοῦ Πατρὸς, δηλοῖ τὸ εἶναι αὐτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἔγουν Υἱὸν γνήσιον τοῦ Πατρός·
τὸ δὲ Ἐλήλυθα εἰς τὸν κόσμον, σημαντικὸν τῆς ἐνανθρωπήσεως αὐτοῦ· ὁμοίως δὲ καὶ τὸ Ἀφίημι τὸν κόσμον· τὸ δὲ Πορεύομαι πρὸς τὸν Πατέρα, παρίστησι τὴν ἀποκατάστασιν τῆς προτέρας ἐξουσίας καὶ δόξης αὐτοῦ.] Λέγουσι — λέγεις. Νῦν φανερῶς λαλεῖς, καὶ οὐδὲν συνεσκιασμένον λέγεις· ἔγνωμεν γὰρ ὃ εἶπες νῦν. Νῦν — ἐρωτᾷ. Τοῦτο λέγουσι παρηγορηθέντες οὐ μικρῶς ἀπὸ τῶν ῥηθέντων λόγων, ὡς μαθόντες ὅτι ἀναστήσεται, καὶ πάλιν διδάξει αὐτοὺς, καὶ ὅτι ὁ Πατὴρ φιλεῖ αὐτούς. Τὸ μὲν γὰρ ἐλπίδα βοηθείας παρείχε, τὸ δὲ πληροφορίαν ὀρθῆς πίστεως· τότε γὰρ ταῦτα μάλιστα νενοήκατι.
Φασὶν οὖν ὅτι Νῦν εἴδαμεν ὅτι οἶδας πάντα, καὶ τὰ ἀπόρρητα τῶν ἀνθρώπων, καὶ οὐ χρείαν ἔχεις, ἵνα τίς σε ἐρωτᾷ περὶ ὧν βούλεται μαθεῖν, ἀλλὰ προφθάνων λύεις τὸ ζητούμενον. Καὶ ἡμῶν γὰρ συζητούντων τί ἐστι
col. 1435–1436page 166 of 199
PG 129:1435Ἐν τούτῳ — πιστεύετε; Αὐτοὶ μὲν, ὥσπερ χάριν τινὰ παρέχοντες αὐτῷ, εἶπον ὅτι ἀπὸ τούτου πιστεύομεν ἐντελῶς ὅτι ἐκ τοῦ Θεοῦ ἀπεστάλης, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ· αὐτὸς δὲ, ὀνειδίζων αὐτοῖς ἀτελῆ ὅτι πίστιν, φησίν. Ἄρτι πιστεύετε ἐντελῶς; Οὐδ' ἄρτι· ἐλέγξει γὰρ ὑμᾶς ὁ ἐφεστώς ἤδη καιρός. Ἰδοῦ — ἀφῆτε. Τὸν καιρὸν λέγει τῆς ἐφόδου τῶν ἀμφὶ τὸν προδότην, ὅτι οἱ μαθηταὶ αὐτοῦ πάντες ἀφέντες αὐτὸν ἔφυγον, ὡς ἔγραψεν ὁ Ματθαῖος· τότε γὰρ ὁ φόβος ἀτελῆ τὴν πίστιν αὐτῶν ἤλεγξε, σκανδαλισθέντων μικρόν ἐπὶ τῷ πάθει αὐτοῦ. Καὶ — ἐστι. Συνών μοι ἀεὶ, ὡς ἀχώριστος. Ταῦτα — ἔχητε.
Ταῦτα λελάληκα ὑμῖν, οὐ τελείαν γνῶσιν παραδιδοὺς ὑμῖν, ἀλλ᾽ ἵνα ἐπ' ἐμοὶ μὴ στασιάζητε τοῖς λογισμοῖς, μηδὲ ταράσσησθε, ὅτε συλλαμβάνομαι καὶ δεσμοῦμαι καὶ ἀπάγομαι καὶ τἄλλα πάσχω ἀνθρωποπρεπῶς. Ἐν — ἕξετε. Οὐχ ὅτε πάσχω μόνον, ἀλλ᾽ ἕως ἂν ἐν τῷ κόσμῳ τούτῳ ἐστέ· στάδιον γὰρ ὁ παρών βίος, καὶ γυμναστήριον τῶν ἀθλητῶν τοῦ Θεοῦ, καὶ δοκίμιον τῶν ἀγαπώντων με. [Προείρηται γὰρ ὅτι Στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδός, ἡ ἀπάγουσα εἰς τὴν ζωήν· ἵνα δὲ μὴ καταπέσωσιν ἀκούσαντες ὅτι διὰ βίου παντὸς θλιβήσονται, παραθαρρύνει αὐτούς.] Ἀλλὰ — κόσμον. Τὴν πονηρίαν καὶ τὸν πονηρὸν τὸν ταύτης πατέρα. Προείρηται γὰρ ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται, ἤτοι καταπεπάλαισται. Μὴ φοβήσθε οὖν·
τοῦ διδασκάλου γὰρ νικήσαντος, ἀκόλουθον καὶ τοὺς μαθητὰς νικῆσαι, μιμουμένους αὐτόν. Οἱ γὰρ κακοῦντες καὶ ἀποκτείνοντες τὸ σῶμα ἡττηθήσονται τῆς ψυχῆς ὑμῶν, καὶ τὸ μὲν ληπτὸν αἱρήσουσιν, ὑπὸ δὲ τοῦ ἀλήπτου περιφανῶς καταπαλαισθήσονται. Ταῦτα — οὐρανόν. Μετὰ τὴν παραίνεσιν ἐπὶ εὐχὴν τρέπεται, ὡς ἄνθρωπος, παιδεύων τοὺς ἀνθρώπους ἐν τοῖς πειρασμοῖς πρὸς τὸν Θεὸν βλέπειν, καὶ πάντα ἀφέντας εἰς αὐτὸν καταφεύγειν, καὶ παρ' αὐτοῦ αἰτεῖσθαι βοήθειαν. Ἐνταῦθα μὲν οὖν ἄνω αἴρει τοὺς ὀφθαλμούς, διδάσκων τὸ ἐκτενὲς καὶ ἀπερίσπαστον ἐν ταῖς εὐχαῖς· [ἀλλαχοῦ δὲ
col. 1437–1438page 167 of 199
PG 129:1437πίπτει ἐπὶ πρόσωπον, νομοθετῶν ταπείνωσιν καὶ συντριβὴν καρδίας ἐν ταῖς εὐχαῖς. Ἦλθε γὰρ οὐχ ἑαυτὸν δεῖξαι μόνον, ἀλλὰ καὶ ἀρετὴν παραδοῦναι, μὴ μόνον διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων. Τοῦτο γὰρ διδασκάλου ἀληθοῦς. Καὶ — ὥρα.] Ἡ τοῦ πάθους, ἡ τοῦ θανάτου, περὶ ἧς ἔλεγεν, ὅτι Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν· ὁ καιρός, ἐν ᾧ ὁ προσλαβὼν Θεὸς ὤρισε τῷ προσληφθέντι ἀνθρώπῳ. Δόξασόν σου τὸν Υἱόν. Τοῖς ὑπὲρ τοῦ κόσμου πάθεσι. Δόξα γὰρ ἐμοὶ τῷ Δεσπότῃ πάσχειν ὑπὲρ τῶν δούλων μου, καὶ γνωρίζειν ἐντεῦθεν τοῖς ἀνθρώποις, οἷαν ἔχω φιλανθρωπίαν, ὥστε προσδραμεῖν πάντα τὰ ἔθνη, καὶ γνῶναί με Θεόν. Φησὶ γὰρ ὁ Παῦλος ὅτι Οὕτως ἠγάπησεν ἡμᾶς, ὥστε παραδοῦναι ἑαυτὸν ὑπὲρ ἡμῶν.
Ἢ, Δόξασόν με, τερατουργῶν ἐν τῷ καιρῷ τοῦ σταυροῦ τὰ φοβερὰ καὶ ἐξαίσια σημεῖα, καὶ δεικνύων ἐκ τούτων ὅτι γνήσιος Υἱός σου εἰμί. Ταῦτα δὲ εἴρηται καὶ ἔνθα κεῖται τὸ Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἵνα — σε. Διὰ τῆς ἑαυτοῦ δόξης· τῶν γὰρ ἐθνῶν πιστευόντων εἰς ἐμέ, καὶ σὺ δοξασθήσῃ. Καὶ εἰς σὲ γὰρ πιστεύσουσι, καὶ δοξάσουσί σε, ὡς τοῦ ἰδίου σου Υἱοῦ μὴ φεισάμενον ὑπὲρ αὐτῶν, καὶ ἡ ἐμὴ δόξα ἔσται καὶ σή. Ζητῶν οὖν, ὡς δεδήλωται, δοξασθῆναι, δείκνυσιν ὅτι ἐπὶ τὸν σταυρὸν ἑκουσίως ἔρχεται. Εἶτα λέγει καὶ τὴν αἰτίαν δι' ἣν ζητεῖ δοξασθῆναι. Καθώς — σαρκός. Καθώς, ἀντὶ τοῦ Διότι. Φησὶν οὖν· Δόξασόν σου τὸν Υἱόν, διότι ἔδωκας αὐτῷ ἐξουσίαν πάντων τῶν ἐθνῶν, ὥστε δοξάζεσθαι παρ' αὐτῶν.
Γέγραπται γάρ· Καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Δόξασόν σου τὸν Υἱόν, διότι εὐδόκησας γνωρισθῆναι αὐτὸν καὶ δοξασθῆναι πάσῃ τῇ οἰκουμένῃ. Καὶ τὸ ζητεῖν δὲ δοξασθῆναι, καὶ τὸ λέγειν ὅτι Ἔδωκας, καὶ τὰ τοιαῦτα, συγκαταβατικῶς λέγει καὶ οἰκονομικῶς, ὡς διαφόρως προδιεστειλάμεθα, ἢ καὶ ὡς ἄνθρωπος. Ἵνα — αἰώνιον. Ὅσον τὸ ἐπ' αὐτῷ. Εἰ δέ τινες οὔτε ἐπίστευσαν, οὔτε ἔλαβον ζωὴν αἰώνιον, τῶν τοιούτων ἐστὶ τὸ ἔγκλημα. Ὁ μὲν γὰρ Πατὴρ εὐδόκησεν ἵνα πάντων ὁ Υἱὸς ἐξουσιάσῃ διὰ τῆς πίστεως, καὶ πάντες ὑπὸ τὸν ζυγὸν τῶν ἐντολῶν αὐτοῦ γένωνται·
καὶ ὁ Υἱὸς δὲ πᾶσι διὰ τῶν ἀποστόλων δέδωκε τὸ Εὐαγγέλιον, τὴν θεογνωσίαν, ἥτις ἐστὶ ζωὴ αἰώνιος, ὡς πρόξενος ζωῆς αἰωνίου. Οἱ δὲ μὴ ὑποταγέντες, μηδὲ παραδεξάμενοι, αὐτοὶ τῆς ἑαυτῶν ἀπωλείας αἴτιοι· οὐδένα γὰρ ἄκοντα καταναγκάζει. Αἱρετὴ γὰρ ἡ ἀρετή. Αὕτη — Χριστόν. Καὶ ὄντως αἰώνιος ζωὴ ἡ θεογνωσία, τῇ πίστει καὶ τῶν ἔργων δηλονότι συνεζευγ
col. 1439–1440page 168 of 199
PG 129:1439μένων. Ἡ πίστις γάρ, φησί, χωρὶς τῶν ἔργων νεκρά ἐστιν. Ἵνα γινώσκωσι Θεόν, σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ἐμέ. Μόνον δὲ ἀληθινὸν Θεὸν εἶπε τὸν Πατέρα πρὸς διαστολὴν τῶν ψευδωνύμων θεῶν, τῶν οὐκ ὄντων μὲν, λεγομένων δέ. Οὐ μὴν ἑαυτὸν ἐξέβαλε τοῦ εἶναι ἀληθινὸν Θεόν. Πῶς γάρ; ὅς γε ἀλήθειαν ἑαυτὸν καλεῖ, λέγων· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ ἴσον ἑαυτὸν τῷ Πατρὶ κηρύττει, [ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν οἷς φησίν, Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν. Οὐκ εἶπεν οὖν τοῦτο καὶ περὶ ἑαυτοῦ νῦν, ὡς ἤδη γνώριμον ἀφ᾽ ὧν πολλάκις ἐδίδαξε.
Καὶ γὰρ οὐδὲ τοῦ ἁγίου Πνεύματος ἐμνημόνευσεν ἐνταῦθα, ὡς καὶ περὶ τούτου δηλώσας ἀφ᾽ ὧν ἐδίδαξε, καὶ ὡς αὐτοῦ τοῦ Παρακλήτου ὁδηγήσοντος αὐτοὺς εἰς πᾶσαν τὴν ἀλήθειαν, καθώς προείρηται.] Ἐγώ – γῆς. – Ἐπὶ τῆς γῆς εἶπε, διότι ἐν τῷ οὐρανῷ ἐδεδόξαστο, ἔν τε φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν ἀγγέλων προσκυνούμενος. Οὐ τοίνυν περὶ ἐκείνης τῆς δόξης λέγει, τῆς τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένης· ἐκείνην γάρ, καὶ εἰ μηδεὶς ἐδόξαζεν αὐτὸν, ἔχει πεπληρωμένην· ἀλλὰ ταύτην φησί, τὴν ἀπὸ τῆς λατρείας τῶν ἀνθρώπων γινομένην. [Οὐκοῦν τοιοῦτόν ἐστι καὶ τό· Δόξασόν σου τὸν Υἱόν. Καὶ ἵνα μάθῃς ὅτι περὶ ταύτης τῆς δόξης φησίν, ἐπήγαγε·] Τὸ ἔργον – ποιήσω. Τὸ κήρυγμα τοῦ Εὐαγγελίου.
Καὶ μὴν ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, πῶς οὖν λέγει Ἐτελείωσα; Ὅτι πᾶν τὸ ἑαυτοῦ πεποίηκεν ἤδη. Ἢ τὸ ἐσόμενον ὡς γεγενημένον λέγει. Ἢ τοῦτο εἶπεν ὡς τὴν ῥίζαν τῶν ἀγαθῶν καταβαλλόμενος, ἥτις πάντως ἔμελλε καρποφορήσειν. Αὐτὸς οὖν τὸν Πατέρα ἐδόξασεν ἐπὶ τῆς γῆς, ἤδη γνωρίσας αὐτὸν πάσῃ τῇ οἰκουμένῃ διὰ τοῦ Εὐαγγελίου ὃ ἔμελλε κηρυχθῆναι ἐν ὅλῳ τῷ κόσμῳ διὰ τῶν ἀποστόλων. Εἰς πᾶσαν γάρ, φησί, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἐδόξασε δὲ αὐτὸν, καὶ ὡς τὰ πάντα αὐτῷ ἐπιγραφόμενος, καὶ τὰς διδασκαλίας, καὶ τὰ σημεῖα. Καὶ σοί. Ἐγὼ μὲν ἐδόξασά σε ἐπὶ τῆς γῆς, ὡς δεδήλωται· σὺ δὲ δόξασόν με παρὰ σεαυτῷ τῇ δόξῃ τῆς θεότητος, ᾗ εἶχον πρὸ τοῦ κόσμου.
Δόξασόν με τὸν ἄνθρωπον παρὰ σεαυτῷ, τῆς παρὰ σοὶ βασιλικῆς καθέδρας ἀξιώσας, περὶ οὗ φησιν ὁ Προφήτης· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, τουτέστιν ὁ Πατὴρ τῷ Υἱῷ, Κάθου ἐκ δεξιῶν μου· δόξασόν με τῇ δόξῃ ᾗ εἶχον ὡς Θεός, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ
col. 1441–1442page 169 of 199
PG 129:1441τῇ σῇ ἐξουσίᾳ· πρὸ τοῦ τὸν κόσμον γενέσθαι, τουτέστι πρὸ πάντων καὶ ἀεί. τὸ δὲ Καὶ νῦν, ἀντὶ τοῦ Λοιπόν. Καὶ ἡμεῖς τοίνυν ἀπολαύσομεν ταύτης τῆς δόξης· ἐὰν μιμησώμεθα αὐτόν. Φησὶ γὰρ ὁ Παῦλος· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Μυρίων ἄρα δακρύων ἄξιοι πάντως οἱ, τοιαύτης προκειμένης δόξης, ἐκπίπτοντες αὐτῆς διὰ ῥᾳθυμίαν, καὶ δίκην μαινομένων καὶ ἀνοήτων ἐπιβουλεύοντες ἑαυτοῖς. Καὶ εἰ μὴ κόλασις γὰρ ἦν, ἀθλιώτατοι οἱ, συμβασιλεῦσαι καὶ συνδοξασθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ παρόν, τηλικούτων ἀγαθῶν ἑαυτοὺς ἀποστεροῦντες. Οὐκ ἄξια γὰρ, φησί, τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἐφανέρωσα – ἀνθρώποις. Εἰπὼν ὅτι τὸ ἔργον ἐτελείωσα, ἐπεξηγεῖται τὸν λόγον.
Καὶ μὴν τοῖς Ἰουδαίοις πεφανερωμένον ἦν τὸ ὄνομα αὐτοῦ· ᾔδεισαν γὰρ ὅτι Θεός ἐστιν· ἀλλὰ περὶ τῶν ἄλλων ἐθνῶν λέγει, οἷς ἄγνωστον τοῦτο ἦν. Ἢ ὄνομα λέγει τὸ πατρικόν, ὅτι ἐστὶ Πατὴρ Υἱοῦ γνησίου. Τοῦτο γὰρ ἀφανὲς αὐτοῖς ἐν παρ' αὐτοῦ ἐφανερώθη. ἦσαν. Ὡς θεοῦ. Οὓς Καὶ δέδωκας. Ὡς ἴσῳ. Περὶ τῶν ἀποστόλων δὲ ὁ λόγος. Δείκνυσι δὲ κἀνταῦθα ὅτι οὐκ ἔστιν ἀντίθεος, καὶ ὅτι βούλημά ἐστι τοῦ Πατρὸς τὸ πιστεύειν αὐτοὺς εἰς τὸν Υἱόν· εἰ γὰρ, ὥς τινες ληροῦσιν, ὅτε ἦσαν τοῦ Πατρός, οὐκ ἦσαν τοῦ Υἱοῦ, λοιπόν, δοὺς αὐτοὺς τῷ Υἱῷ, ἐξέστη αὐτῶν, ὅπερ ἄτοπον. Δέδωκας δέ μοι, εἶπε, καθ' ὃν εἴρηκε λόγον πρότερον· ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς ἐμέ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Ἀλλὰ πῶς εἴρηκεν·
οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου; προλαβὼν γὰρ ἔφη πρὸς αὐτοὺς ὅτι Ἐκ τοῦ κόσμου οὐκ ἐστέ. Κόσμον ἐκεῖ μὲν τοὺς πονηρούς ὠνόμασεν, ἐνταῦθα δὲ λέγει τὴν κτίσιν ταύτην. Καὶ – τετηρήκασι. Τὸ θέλημά σου πεπληρώκασιν, ἐν τῷ πιστεῦσαι εἰς ἐμέ. Νῦν ἐστι. Νῦν, ἤτοι μετὰ τὸ μαθεῖν. Ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι, τοῦτο ἐστιν, Ὅσα λέγω καὶ διδάσκω, ἀπὸ σοῦ εἰσι, τά εἰσιν ἐντάλματα, καὶ οὐδὲν ἴδιον ἐμοὶ ἢ ἀλλότριον σου. Εἶτα λέγει καὶ πόθεν τοῦτο ἔγνωσαν. Ὅτι ἀπέστειλας. Τοῦτο ἔγνωσαν ἀπὸ τῶν ῥημάτων ὧν δέδωκα αὐτοῖς. Καὶ γὰρ διαρρήδην ἐδίδασκον ὅτι τὰ εἰσιν ὅσα λέγω καὶ διδάσκω, καὶ αὐτοὶ ἔλαβον εὐπειθῶς.
Ταῦτα δὲ καὶ τὰ τοιαῦτα διαλέγεται πρὸς τὸν Πατέρα, δεικνύων τοῖς μαθηταῖς οἷον ἔχει φίλτρον αὐτῶν. Ὁ γὰρ μὴ μόνον τὰ παρ' ἑαυτοῦ παρέχων, ἀλλὰ καὶ ἄλλον εἰς τοῦτο παρακαλῶν, πλείονα δεικνύει τὸν πόθον.
col. 1443–1444page 170 of 199
PG 129:1443Ἐγώ — ἐρωτῶ. Ὑπὲρ αὐτῶν παρακαλῶ σε, ὡς ἄνθρωπος. Οὐ — εἰσιν. Οὐ περὶ τοῦ κόσμου παντὸς παρακαλῶ, ἀλλὰ περὶ τῶν πιστευόντων εἰς ἐμέ. Οἱ γὰρ μὴ πιστεύοντες οὐ θέλουσιν ἵνα περὶ αὐτῶν παρακαλῶ. Πυκνῶς δὲ τίθησι τὸ Δέδωκας, ἵνα μάθωσι βεβαιότερον ὅτι θέλημα τοῦ Πατρός ἐστι τὸ πιστεύειν εἰς τὸν Υἱόν. [Ἐπεὶ δὲ τὸ Δέδωκάς μοι, καὶ τὸ Σοί εἰσι, καὶ τὰ τοιαῦτα ἔμελλον ἐμποιῆσαι τοῖς ἀσυνέτοις ὑποψίας πονηράς, ὅτι μείζων ἡ ἐξουσία τοῦ Πατρὸς καὶ προγενεστέρα, λύει ταύτας λέγων.] Καὶ — ἐμά. Εἶδες ἰσοτιμίαν; τοῦτο γὰρ δηλοῖ νῦν ἡ ἀντιστροφή. Εἰπὼν μὲν οὖν ὅτι Σοί εἰσιν, ἔδειξεν ὅτι καὶ δοθέντες αὐτῷ τῆς ἐξουσίας τοῦ Πατρός εἰσιν.
Ἵνα δὲ μὴ νομίσῃ τις ἐντεῦθεν ὅτι ἐξουσιαστικώτερός ἐστιν ὁ Πατήρ, προσέθηκε· Καὶ τὰ ἐμὰ πάντα, σά ἐστι, καὶ τὰ σὰ ἐμά. [Ὥστε καὶ πρὸ τοῦ δοθῆναι τοῦ Υἱοῦ ἦσαν, καὶ μετὰ τὸ δοθῆναι τοῦ Πατρός, τουτέστιν ἀεὶ ἀμφοτέρων ὡς ἰσοτίμων. Δέδωκας οὖν μοι τοὺς ἐμούς. Δέδωκας δὲ εἶπον οἰκονομικῶς, ἵνα γνῶσιν ὅτι οὐ παρὰ τὸ σὸν θέλημα τούτους ἐπεσπασάμην.] Καὶ — αὐτοῖς. Καὶ ἐξουσίαν ἔχω ἐν τοῖς σοῖς ὡς ἐμοῖς, ὥσπερ καὶ σὺ ἐν τοῖς ἐμοῖς ὡς σοῖς. Ἢ, δεδόξασμαι ἐν τοῖς δοθεῖσί μοι μαθηταῖς ἐπιγνοῦσι μὲν Κύριον ἑαυτῶν καὶ προσκυνοῦσι καὶ κηρύττουσί με θεόν. Κόσμῳ. Μετὰ μικρὸν ἀποθνήσκων. Πάλιν δὲ εἰσάγει τὸ περὶ τοῦ θανάτου αὐτοῦ, μέλλων αὐτοὺς, ὡς ἄνθρωπος, παραθέσθαι τῷ θεῷ καὶ Πατρί. Φησίν οὖν·
Ἔτι οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καθάπερ ἄχρι νῦν, συνών, καὶ στηρίζων, καὶ ἀλείφων, καὶ παρηγορῶν αὐτούς. [Καὶ εἰσί. Μήπω ἀποθνήσκοντες, καὶ διὰ τοῦτο τῆς σῆς δέονται βοηθείας. Εἰπὼν δὲ ὅτι οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, ἐφερμηνεύει τοῦτο λέγων· Καὶ ἔρχομαι.] Ὡς Υἱὸς πρὸς Πατέρα, τὸ ἔργον τελειώσας, ὡς εἴρηται. Πάτερ — μοι. Διὰ τοῦ ὀνόματός σου τοῦ παντοδυνάμου ὃ ἔχω φύσει κἀγώ. [Θεὸς γὰρ κἀγώ.] Πάλιν δὲ τὸ Δέδωκας, ἵνα μὴ δόξῃ ἀντίθεος· ἡ δὲ δέδωκάς μοι, ὡς ἀνθρώπῳ. Ἵνα ὦσιν ἕν. Ἵνα ὦσιν ἕν, τῇ ἐνώσει τῆς εἰς ἐμὲ πίστεως, καὶ τῆς εἰς ἀλλήλους ἀγάπης, [περὶ ἧς ἀνωτέρω πολλὰ αὐτοῖς ἐνετείλατο.] Καθὼς ἡμεῖς. [Προείρηκε γὰρ ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Προδιεστειλάμεθα δὲ καὶ
col. 1445–1446page 171 of 199
PG 129:1445ἐν ἄλλοις ὅτι τὸ Καθὼς καὶ τὰ τοιαῦτα ἐπὶ μὲν τῆς Ἁγίας Τριάδος ἰσότητα δηλοῦσιν, ἐπὶ δὲ Θεοῦ καὶ ἀνθρώπων ὁμοίωσίν τινα. Ἓν οὖν εἰσιν ὁ Πατήρ καὶ ὁ Υἱός, ὥσπερ τῇ οὐσίᾳ καὶ τοῖς ἄλλοις, οὕτω καὶ τῇ ὁμονοίᾳ. Λοιπὸν οὖν τὸ, Καθὼς ἡμεῖς, διὰ τὸ ἀδιαίρετον καὶ ἀδιάῤῥηκτον. Ὅτε – σου. Ὅτε ἤμην ἐν τῷ κόσμῳ ὡς ἄνθρωπος· ἀεὶ γὰρ εἰμι ὡς Θεός· ὅτε ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῇ δυνάμει σου, ἤγουν ἐν σοί· ἡ ἐμὴ γὰρ δύναμις σή, καὶ ἐγὼ καὶ σὺ ἕν ἐσμεν. Καὶ ὡς ἄνθρωπος δὲ ταῦτα καὶ τὰ τοιαῦτα διαλέγεται, καὶ διὰ τὴν ἀσθένειαν τῶν μαθητῶν. [Ἐπεὶ γὰρ πολλὰ περὶ τῆς παρ᾽ αὐτοῦ βοηθείας ἀκούσαντες, καὶ ὅτι Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν·
οὐκ ἀπηλλάγησαν οὔπω τῆς ἀθυμίας τέλεον· τῷ Πατρὶ λοιπὸν ὑπὲρ αὐτῶν διαλέγεται, ἵνα κἂν γοῦν τῷ Πατρὶ παρατιθέμενοι θαρήσωσιν. Ἀτελεῖς γὰρ ὄντες οὐχ οὕτω τοῖς ὑψηλοῖς καὶ θεοπρεπέσι ῥήμασιν ἐπίστευον ὡς τοῖς ταπεινοτέροις καὶ ἀνθρωποπρεπέσιν]. Οὓς – ἀπωλείας. Ἰούδας, ὁ προδότης, ὁ φίλτατος τῆς ἀπωλείας, ὁ φιληθεὶς αὐτῇ καὶ φιλήσας αὐτήν. Ἀπώλειαν δὲ νόει τὴν ἀπὸ τοῦ Θεοῦ ἔκπτωσίν τε καὶ ἀλλοτρίωσιν, ἢ καὶ τὸν διάβολον ὡς ἀπολλύοντα τοὺς πειθομένους αὐτῷ. [Ἀπώλετο γὰρ ὁ Ἰούδας ἑκουσίως διὰ φαυλότητα προαιρέσεως. Καὶ μὴν καὶ ἄλλοι ἀπὸ τῶν ἑβδομήκοντα μαθητῶν ἀπώλοντο, ἀλλ᾽ οὐ τότε, ἀλλ᾽ ὕστερον. Τότε δὲ μόνος ὁ προδότης ἀπώλετο]. Ἵνα ἡ Γραφὴ πληρωθῇ.
Ἡ Δαυϊτική, ἡ πολλαχοῦ περὶ τῆς ἀπωλείας αὐτοῦ διαλαμβάνουσα, καὶ μᾶλλον ἐν τῷ ἑκατοστῷ ὀγδόῳ ψαλμῷ. Κἀνταῦθα τοίνυν τὸ ἵνα οὐκ αἰτίας ἐστὶ δηλωτικόν, ἀλλὰ τοῦ πάντως ἐσομένου, ὅτι μέλλει ἡ Γραφὴ πληρωθῆναι. Νῦν – ἔρχομαι. Πάλιν τὸ Πρὸς σὲ ἔρχομαι, ὥσπερ καὶ τὸ Παρὰ τοῦ Θεοῦ ἐξῆλθον, καὶ τὰ τοιαῦτα, τῇ συνεχείᾳ πάντως ἐπὶ πλέον βεβαιῶν αὐτοῖς ταῦτα, καὶ ἅμα παραμυθίαν ἐντεῦθεν οὐ τὴν τυχοῦσαν παρέχων. Καὶ αὐτοῖς. Ταῦτα λαλῶ, ἐν τῷ κόσμῳ ὢν ἔτι. Ταῦτα, ποῖα; Τό, Πρὸς σὲ ἔρχομαι, καὶ τὸ Τήρησον αὐτούς. Ταῦτα οὖν, φησίν, λαλῶ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν περὶ ἐμοῦ ὁλοτελῆ, πληροφορηθέντες ὅτι καὶ ἐμὲ οὐ καθέξει ὁ ᾅδης, καὶ σὲ ἕξουσι βοηθόν.
Εἰ γὰρ καὶ ἐπίστευον, ἀλλά, μήπω καταρτισθέντες, ἐκυμαίνοντο τοῖς λογισμοῖς πάλιν, καὶ ἠρεμεῖν οὐχ ἡδύναντο. [Ἢ Ταῦτα λαλῶ, τὰ ταπεινὰ καὶ ἀνθρωποπρεπῆ, ἵνα, ἀναπαυομένης τῆς ἀσθενοῦς τέως διανοίας
col. 1447–1448page 172 of 199
PG 129:1447αὐτῶν, χαίρωσιν ἐντελῶς, ὡς μὴ δοκοῦντός μου ἀντιθέου]. Ἐγώ - κόσμου. Δέδωκα αὐτοῖς τὸν λόγον σου τὸν εὐαγγελικόν, καὶ οἱ πονηροὶ ἐμίσησαν αὐτοὺς ὡς μὴ ὄντας ἐξ αὐτῶν ὅσον ἐπὶ τῇ ἀκακίᾳ. Καὶ προλαβὼν γὰρ εἶπε πρὸς αὐτοὺς ὅτι εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Κόσμον γὰρ καὶ ἐκεῖ καὶ ἐνταῦθα τοὺς πονηροὺς καλεῖ διὰ τὸ φιλόκοσμον καὶ φιλήδονον. Καὶ λοιπόν, ὡς διὰ τὸν λόγον σου μισηθέντας, διαφύλαξον αὐτούς. Οὐκ - πονηρόν. Σαφηνίζει τὴν εὐχὴν δι' αὐτοὺς, ἵνα θαρρήσωσι μᾶλλον, ὡς οὐκ αὐτίκα τεθνηξόμενοι πρὸ τοῦ κηρύξαι, ἀλλὰ καὶ τῆς παρὰ τοῦ Πατρὸς φυλακῆς ἀπολαύσοντες. Κἀνταῦθα δὲ ἡ ἐρώτησις τὴν παράκλησιν σημαίνει. Ἐκ - εἰσί.
Συνεχῶς καὶ τοῦτο λέγει, προσμαρτυρῶν αὐτοῖς τὸ ἀπόνηρον, ἵνα βεβαιωθῶσιν εἰς τὸ μὴ θορυβεῖσθαι μισούμενοι, εἰδότες ὅτι ἀντίκειται τῇ ἀρετῇ πάντως ἡ κακία. Ἅμα δὲ καὶ ἐπαινεῖ αὐτοὺς παρὰ τῷ Πατρί, δεικνύων αὐτοῖς κἀντεῦθεν τὴν εἰς αὐτοὺς ἀγάπην αὐτοῦ. Φησὶν οὖν ὅτι οὐρανοπολίται εἰσίν, οὐ κοσμικὰ φρονοῦντες, ἀλλὰ οὐράνια. Καθώς - εἰμί. Καὶ τῇ πρὸς ἑαυτὸν ὁμοιότητι παρηγορεῖ τούτους, καὶ διεγείρει πρὸς ὑπομονήν. Ἁγίασον - σου. Ἁγίους ποίησον διὰ τοῦ παναγίου Πνεύματος ἐν τῇ ἀληθείᾳ τῶν δογμάτων· τὰ γὰρ ἀληθῆ δόγματα ἁγιάζουσι τὸν ἄνθρωπον. Εἶτα διασαφεῖ τί λέγει Ἀλήθειαν. Ὁ λόγος - ἐστιν. Ὁ λόγος, ὁ τῶν δογμάτων, ὁ σός, ἤγουν ὁ παρὰ σοῦ διὰ τοῦ ἁγίου Πνεύματος ἐνηχούμενος αὐτοῖς.
Εἴρηκε γὰρ ἀνωτέρω ὅτι τὸ Πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. [Νοεῖται δὲ καὶ ἑτέρως τὸ Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, ἀντὶ τοῦ, Ἀφόρισον αὐτοὺς ἐν τῷ Εὐαγγελίῳ σου. Ὁ λόγος γὰρ ὁ σός, εἴτουν ὁ εὐαγγελικός, ἀλήθεια ἐστί. Τοῦ Πατρὸς δὲ τὸν λόγον εἶναί φησι, καθὼς καὶ προλαβὼν εἶπεν ὅτι Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω]. Καθώς - κόσμον. Καθὼς σύ, θέλων τὴν σωτηρίαν τῶν ἀνθρώπων, ἐμὲ ἀπέστειλας· οὕτω κἀγὼ θέλων αὐτὴν ἀπέστειλα αὐτούς· ἢ καθώς σύ, Πατήρ μου ὤν, ἐμὲ ἀπέστειλας· οὕτω κἀγὼ Πατὴρ αὐτῶν
col. 1449–1450page 173 of 199
PG 129:1449ῶν ἀπέστειλα αὐτούς. Ἀλλὰ σὺ μὲν Πατήρ μου φύσει· ἐγὼ δὲ Πατήρ αὐτῶν, ὡς κτίστης καὶ προνοητὴς καὶ διδάσκαλος. Ὡς γεγονὸς δὲ λέγει τὸ γενησόμενον, διὰ τὸ ἤδη μέλλειν ἀποστεῖλαι αὐτοὺς μετὰ μικρόν. Καὶ — ἐμαυτόν. Ἐγὼ ἑκουσίως θυσιάζω ἐμαυτόν. Ἁγιασμὸν γὰρ ἐνταῦθα τὸν θυσιασμὸν λέγει. Ἅγιον γὰρ λέγεται καὶ ἡ θυσία, καὶ πολλὰ σημαίνει τὸ ἅγιον. Ἵνα ἀληθείᾳ. Ἵνα καὶ αὐτοὶ ὦσι τεθυμένοι ἐν ἀληθινῇ θυσίᾳ. Ἡ γὰρ νομικὴ θυσία τύπος ἦν, οὐκ ἀλήθεια. Ἵνα δὲ ὦσι τεθυμένοι, ὡς τῆς κεφαλῆς αὐτῶν τυθείσης. Ἢ ὡς καὶ αὐτοὶ θυόμενοι. Ἐλογίσθημεν γάρ, φησὶν, ὡς πρόβατα σφαγῆς· καί· Παραστήσατε τὰ μέλη ὑμῶν, θυσίαν ζῶσαν. Ἔστι γὰρ θύεσθαι καὶ δίχα σφαγῆς.
Ἵνα δὲ μὴ νομίσῃ τις ὑπὲρ τῶν ἀποστόλων μόνων ταῦτα λέγειν αὐτὸν, φησίν. Οὐ — ὦσιν. Ἅμα καὶ παρεμυθήσατο αὐτοὺς πάλιν, δείξας ὅτι διὰ τοῦ κηρύγματος αὐτῶν καὶ ἄλλοι ἔσονται μαθηταί. Καθώς — ὦσι. Καθώς σὺ ἐν τῇ ἐμῇ ἀγάπῃ, κἀγὼ ἐν τῇ σῇ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν, ἤγουν ἐν τῇ εἰς ἡμᾶς πίστει, ἐν ὦσιν. Ὄντες γὰρ ἐν τῇ εἰς ἡμᾶς πίστει ἐν, ἔσονται καὶ ἐν τῇ εἰς ἀλλήλους ἀγάπῃ ἐν. [Εἴρηκε γὰρ ὅτι Ὁ ἔχων τὰς ἐντολὰς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· καί· Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ἐκ τῆς ἀγάπης τοίνυν καὶ ὁμονοίας ἀρξάμενος, εἰς ταύτην πάλιν κατέκλεισε τὸν λόγον, δεικνὺς ὅτι θεοφιλὲς καὶ περισπούδαστον ἡ ἀγάπη]. Ἵνα ἀπέστειλας.
Ἵνα, πιστεύσας τοῖς ἀποστόλοις, πιστεύσῃ ὅτι σύ με ἀπέστειλας. Τοῦτο γὰρ μέλλουσι κηρύττειν. Οὐδὲν γὰρ οὕτως ἔμελλεν ἐμποδίζειν τῷ κηρύγματι ὡς τὸ διεσχίσθαι τοὺς κήρυκας, τῇ τε διαφορᾷ τῆς πίστεως, καὶ τῇ πρὸς ἀλλήλους ἀπεχθείᾳ, ἐπειδὴ, μαχομένων, ἐροῦσιν, οὐκ εἰρηνικοῦ εἶναι μαθητάς· εἰ δὲ οὐκ εἰρηνικοῦ, οὐδὲ παρὰ σοῦ ἀποσταλέντες· ὁμογνωμονούντων δὲ καὶ τὰς ἐντολάς μου φυλαττόντων, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί εἰσι, καὶ ὅτι σύ με ἀπέστειλας. Καὶ — αὐτοῖς. Τὴν ἀπὸ τῶν διδαγμάτων καὶ τῶν θαυμάτων, [ἢ καὶ τὴν ἀπὸ τῆς ὁμονοίας.] Οὐκ ἔλαττον γὰρ ἐκ ταύτης ἢ ἐκ τούτων δοξάζονται.
Δεδωκα δὲ εἶπε, παραδηλῶν κἀνταῦθα καὶ τὸ ἑαυτοῦ ἀξίωμα, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμότιμον, ὥσπερ καὶ ἐν ἄλλοις πολλάκις.
col. 1451–1452page 174 of 199
PG 129:1451Ἵνα — ἐσμέν. Τοῦτο καὶ ἀνωτέρω εἴρηται, καὶ ἡρμήνευται. Καὶ νῦν δὲ τοῦτο λέγει, σφόδρα τοῦτο βουλόμενος ἐνεῖναι αὐτοῖς, ὡς ἀναγκαιότατον. Ἐγώ — ἐμοί. Ἐγὼ ἐν αὐτοῖς μένω, καὶ σὺ ἐν ἐμοὶ, τουτέστιν, ἐγὼ καὶ σὺ ἐν αὐτοῖς μένομεν, καὶ πῶς οὐ συντηρήσομεν αὐτούς; Καὶ ἀλλαχοῦ δὲ εἴρηκεν· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἀλλ' ἐγὼ μὲν ἐν αὐτοῖς θεοπρεπῶς, διὰ τὴν πίστιν· σὺ δὲ ἐν ἐμοὶ πατροπρεπῶς, διὰ τὴν φύσιν. Ἵνα — ἕν. Εἰς ἕνωσιν, εἰς ὁμόνοιαν. Ὥσπερ γὰρ ἡ στάσις διαλύει, οὕτως ἡ συμφωνία συγκροτεῖ. Καὶ — ἀπέστειλας. Καὶ ἀνωτέρω εἶπεν· Ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας.
Πάλιν οὖν τὸ αὐτό φησιν, ἵνα βεβαίως ὁμονοῶσι, πληροφορηθέντες ὅτι τοῦτο μᾶλλον πρὸς πίστιν ἐπισπάσεται τοὺς ἀνθρώπους. Καὶ — ἠγάπησας. Τεκμήριον γὰρ τῆς ἀγάπης αὐτῶν, τὸ μηδὲ τοῦ ἰδίου σου Υἱοῦ φείσασθαι ὑπὲρ αὐτῶν. Κἀνταῦθα δὲ τὸ καθὼς, οὐκ ἰσότητα, ἀλλ' ὁμοίωσίν τινα δηλοῖ, καθάπερ προλαβόντες παρεσημειωσάμεθα. Τίθησι δὲ τοῦτο συνεχῶς, παραμυθούμενος αὐτοὺς διὰ τῆς πρὸς ἑαυτὸν ὁμοιώσεως καὶ θαρρεῖν παρέχων. Μέχρι τούτου τὰ περὶ ἀγάπης καὶ ὁμονοίας περαίνων, διαλέγεται λοιπὸν καὶ περὶ τῶν μετὰ τὴν παροῦσαν ζωὴν ἀποκειμένων αὐτοῖς βραβείων καὶ στεφάνων, ἵνα πλέον θαρρήσωσι. Πάτερ — ὁμοῦ. Ἐν τῇ βασιλείᾳ σου, δηλονότι, συμβασιλεύοντές μοι. Ἵνα — ἴδοι.
Τὴν δόξαν τῆς θεότητος, ἣν δέδωκάς μοι, οὐχ ὡς ἐλάττονι ἢ ὑστερογενεῖ, ἀλλ' ὡς αἴτιον, εἴτουν ὡς γεννήσας με. Πότε δὲ δέδωκεν; Ὅτε δηλονότι γεγέννηκε· πότε δὲ γεγέννηκεν; Ὑπὲρ τὸ πότε τὸ ἐρώτημα, καὶ ὁ λόγος ἀνέφικτος. Ἅμα γὰρ καὶ ἦν, καὶ γεγέννηκε, καὶ οὐκ ἦν, ὅτι οὐκ ἦν Πατὴρ ὁ Πατήρ. Ἐπεὶ δὲ τὸ Δέδωκας, συγκαταβατικὸν ἦν, ἔμελλέ τισι τίκτειν σκάνδαλον, δοκοῦν ἐλάττωσιν περιάπτειν τῷ Υἱῷ, θεραπεύει τοῦτο λέγων· Ὅτι — κόσμου. Τουτέστι, πρὸ αἰώνων. Οὕτω γὰρ ἡ Γραφὴ δηλοῖ τὸ ἀΐδιον. Οὐκ εἶπε δὲ, ἵνα μετέχωσι τῆς δόξης τῆς ἐμῆς, ἀλλ' ἵνα θεωρῶσι. Τὸ μὲν γὰρ ὑπὲρ αὐτοὺς ἦν, τὸ δὲ πᾶσα ἀπόλαυσις αὐτοῖς, ὃ καὶ Παῦλός φησιν· Ἀνακεκαλυμμένῳ προσὤπῳ
col. 1453–1454page 175 of 199
PG 129:1453τὴν δόξαν Κυρίου κατοπτριζόμενοι. Μεγίστη γὰρ ὄντως δόξα, τὸ θεωρεῖν τὴν δόξαν αὐτοῦ. Πάτερ δίκαιε. Δίκαιον αὐτὸν λέγει νῦν, ὡς θέλοντα, μὴ μόνοις Ἰουδαίοις, ἀλλὰ πᾶσιν ἀνθρώποις ἐπιγνωσθῆναι, ἵνα πάντες σώζωνται, καὶ μηδεὶς δι' ἄγνοιαν ἀπόληται. Τοῦτο γὰρ ἀκροτάτης δικαιοσύνης καὶ ἀγαθότητος. Καὶ — ἔγνω. [Ὁ μὲν ἄλλος κόσμος, οὐδ' ὅλως· οἱ δὲ Ἰουδαίοι Πατέρα μου, διὰ τὸ ἐθελοκακεῖν.] Ἐγώ – ἔγνων. Φύσει. Καὶ ἀπέστειλας. Οἱ μαθηταί μου ἔγνωσαν τοῦτο, ἀφ' ὧν εἶπον καὶ ἔπραξα θεοπρεπῶς. Καὶ σου. Τὸ τῆς πατρότητος. Ταῦτα δὲ καὶ ἀνωτέρω εἴρηκε, καὶ νῦν λέγει πάλιν ἐπαναλαμβάνων. Καὶ γνωρίσω. Ἐπὶ πλέον διὰ τοῦ ἁγίου Πνεύματος.
Ὁρᾷς ὅτι ὥσπερ ὁ Πατήρ λέγει διὰ τοῦ ἁγίου Πνεύματος, οὕτω καὶ ὁ Υἱὸς γνωρίζει δι' αὐτοῦ ἃ βούλεται τοῖς μαθηταῖς. Ἀφ' ὧν αὖθις τὸ ἰσότιμον καὶ σύμφωνον τῆς ἁγίας Τριάδος δείκνυται. Ἵνα — ᾖ. Γνωρίσω, φησὶν, αὐτοῖς ἐπὶ πλέον τὸ ὄνομά σου, ἵνα τοῦτο σαφῶς γνωρισάντων καὶ διαγνόντων, ὅτι γνήσιος Υἱὸς ἐγώ σου καὶ φύσει ἀγαπητὸς, ἡ τοιαύτη ἀγάπη, ἡ γνησία καὶ φύσει, ἐν αὐτοῖς εἴη γνωριζομένη. Κἀγὼ ἐν αὐτοῖς. Κἀγὼ ἐν αὐτοῖς ὦ πλέον, διὰ πίστεως μείζονος, ἅτε γνωριζόμενος αὐτοῖς ἐντελέστερον. Πάλιν οὖν εἰς ἀγάπην κατέληξε, ταύτην ἐπιθεὶς τῷ λόγῳ τελείωσιν. Τελειωτικὴ γὰρ τῶν ἀρετῶν ἡ ἀγάπη. Ταῦτα – αὐτοῦ. Ζήτησον ἐν τῷ ἐξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τό·
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ἐκεῖ γὰρ ἐξηγήθη καὶ περὶ τούτων. Ἀλλὰ καὶ περὶ τῶν ἑξῆς πλατύτερόν τε καὶ ἀκριβέστερον ἐν ἐκείνῳ τῷ εὐαγγελιστῇ δεδηλώκαμεν. Ἤδει — τόπον. Εἶτα λέγει, καὶ πόθεν τοῦτον ἐγίνωσκεν. Ὅτι — αὐτοῦ. Πολλάκις ηὐλίσθη ἐκεῖ. Ὁ οὖν Ἰούδας — ὅπλων. Τὰ ὅπλα ἐπήγοντο, δεδοικότες τοὺς ἑπομένους αὐτῷ. Διὰ τοῦτο γὰρ καὶ χωρὶς τῶν νυκτῶν ἐπῆλθον. Ἐν τῷ ἐξηκοστῷ δὲ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐρρήθη περὶ τούτων, ἔνθα κεῖται τό· Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἰς
col. 1455–1456page 176 of 199
PG 129:1455Ἰησοῦς — χαμαί. Εἰδὼς ὡς θεὸς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν, ἐξελθὼν ἀταράχως ἠρώτησεν αὐτοὺς ὡς ἄνθρωπος. Εἰστήκει δὲ καὶ ὁ προδότης μετ' αὐτῶν· καὶ οὐδὲ οὗτος ηδυνήθη γνωρίσαι αὐτὸν, ἢ ἀπὸ τοῦ εἴδους ἢ ἀπὸ τῆς φωνῆς. Ἔδειξεν οὖν ὅτι μὴ βουλόμενον οὐ μόνον οὐκ ἠδύναντο κατασχεῖν αὐτὸν, ἀλλ᾽ οὐδὲ ὅλως ἰδεῖν. [Ἐν τῷ ῥηθέντι δὲ κεφαλαίῳ καθεξῆς καὶ περὶ τούτων ἐμνημονεύθη.] Πάλιν — εἰμί. Αὐτὸς ἐμφανίζει ἑαυτὸν, παιδεύων τε τοὺς μαθητάς μηδὲ ἐν κινδύνῳ ψεύδεσθαι, καὶ πληροφορῶν ὅτι ἐκουσίως ἐπιδίδωσιν ἑαυτὸν τοῖς φονεῦσιν. Εἰ οὐδένα. Τὸ Ἵνα πληρωθῇ ὁ λόγος, ἀφ' ἑαυτοῦ φησιν ὁ εὐαγγελιστής. Ἀνωτέρω γὰρ πρὸς τὸν Πατέρα διαλεγόμενος εἴρηκεν·
ὅτι οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ Υἱὸς τῆς ἀπωλείας. Τὸ γοῦν Οὐδένα ἐξ αὐτῶν ἀπώλεσα, ταὐτόν ἐστι τῷ Οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο. Οὐδεὶς γὰρ, φησίν, ἐξ αὐτῶν ἀπώλετο παρ' ἐμὴν αἰτίαν, τουτέστιν, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα ἐξ ἐμῆς αἰτίας. Σίμων — Μάλχος. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ περὶ τούτων ἐῤῥήθη, ἔνθα τό· Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ. [Προσέθηκε δὲ ὁ Ἰωάννης καὶ τὸ ὄνομα τοῦ πληγέντος, καὶ τὸ πληγὲν μέρος, διὰ τὸ περιφανὲς τοῦ πράγματος· οὐ μόνον ὅτι ἐθεράπευσεν αὐτὸν ὁ Ἰησοῦς αὐτίκα, ὡς ἀπὸ τοῦ Λουκᾶ μεμαθήκαμεν, ἀλλ' ὅτι καὶ μέλλοντα μικρὸν ὕστερον ῥαπίζειν αὐτὸν, ὡς ὁ Χρυσόστομος παρεσημειώσατο.] Εἶπεν αὐτό;
— Τὸ ποτήριον, τὸ τοῦ θανάτου δηλονότι. Λέγει δὲ ὅτι Τὸν θάνατον ὃν παρεχώρησεν ἐπενεχθῆναί μοι ὁ Πατήρ· τοῦτο γὰρ δηλοῖ τὸ Δέδωκεν· οὐ μὴ δέξομαι; Πάνυ μὲν οὖν, ὡς τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος. [Ἐν τῷ εἰρημένῳ δὲ κεφαλαίῳ καὶ περὶ τούτων διελάβομεν ἐφεξῆς.] Ἡ οὖν σπεῖρα — ἐκείνου. [Ὑπὸ τῆς ἡδονῆς ἐνεπόμπευον τῷ πράγματι, ὡς τρόπαιον στήσαντες. Καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρώτον, ὡς τῷ Πατρὶ τιμώμενον ὑπὸ τοῦ Καϊάφα, τοῦ τηνικαῦτα ἀρχιερέως, διὰ τὸ κῆδος.] Ζήτησον ἐν τῷ μνημονευθέντι κεφαλαίῳ τό· Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, καὶ ἀνάγνωθι τὴν ἐκεῖ ῥηθεῖσαν ἐξήγησιν.
col. 1457–1458page 177 of 199
PG 129:1457Ἦν — λαοῦ. Ἵνα μή, ἀκούσας ὁ ἀκροατὴς δεσμά, θορυβηθῇ, ἀναμιμνήσκει τοῦτον τῆς προφητείας τοῦ Καϊάφα, δηλῶν ὅτι ἐπὶ συμφέροντι τοῦ λαοῦ ἀπέθνησκεν, ἤγουν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, ὡς ὁ Καϊάφας προεφήτευσεν. Ἠκολούθει μαθητής. Αὐτός ἐστιν ὁ ἄλλος μαθητής. [Ζήτησον ἐν τῷ τοιούτῳ κεφαλαίῳ τὴν ἐξήγησιν τοῦ· Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μικρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως.] Ὁ δὲ μαθητής — ἔξω. Ὅρα μετριοφροσύνην καὶ φιλαδελφίαν. Ἵνα γὰρ μήτε αὐτόν τις ἐπαινῇ συνεισελθόντα, μήτε τὸν Πέτρον ψέγῃ, μείναντα ἔξω, φησὶν ὅτι αὐτῷ μὲν ὡς γνωρίμῳ τοῦ ἀρχιερέως παρεχωρήθη ἡ εἴσοδος· τῷ Πέτρῳ δὲ ὡς μὴ γνωρίμῳ ἀπεκλείσθη. Καὶ ὅμως ἔτι παρέμεινεν· καὶ μᾶλλον ἐγκώμιον τοῦ Πέτρου. Ἐξῆλθεν — εἰμί.
Εὑρὲ ἐν τῷ αὐτῷ κεφαλαίῳ τό· Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος· καὶ ἀνάγνωθι τὰ ἐκεῖ ῥηθέντα ἀναγκαιότατα τυγχάνοντα. Καὶ μὴν καὶ ἐν τῷ ἑξηκοστῷ ἕκτῳ τοῦ αὐτοῦ εὐαγγελιστοῦ τὴν ἐξήγησιν τοῦ· Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ, καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, καὶ τὰ ἑξῆς. Εἱστήκεισαν — θερμαινόμενος. Δείκνυσιν ὅτι αὐτὸς μὲν κατὰ τὴν ἐνδοτέραν αὐλὴν συνὼν τῷ διδασκάλῳ ἑώρα πάντα καὶ ἤκουεν· ὁ δὲ Πέτρος κατὰ τὴν ἐξωτέραν ὤν, οὐδὲν τούτων ἐγίνωσκεν. Ὁ οὖν ἀρχιερεύς — αὐτοῦ. Περὶ τῶν μαθητῶν μέν, ποῦ εἰσι καὶ τίνος ἕνεκεν συνέλεξεν αὐτούς· περὶ τῆς διδαχῆς δέ, τί διδάσκει καὶ διατί;
Ταῦτα δὲ ἠρώτησεν, ἐλέγξαι βουλόμενος αὐτὸν νεωτεροποιὸν καὶ στασιαστήν, ὡς παρασυναγωγὰς ποιοῦντα καὶ καινὰ δογματίζοντα, καίτοι πολλάκις ἀκούσας αὐτοῦ διδάσκοντος. Ἀπεκρίθη — κόσμῳ. [Φανερῶς ἐδίδαξα τὸν λαὸν ἅπαντα, οὐ μόνον τοὺς μαθητάς μου.] Ἐγώ — οὐδέν. Οὐδὲν οἷον ὑπολαμβάνεις, στασιῶδες καὶ ἀπαρέσκον Θεῷ. Τί οὖν, οὐχὶ καὶ κρυφίως πολλάκις ὡμίλησε τοῖς μαθηταῖς; Ναί· ἀλλ' οὐδὲν τοιοῦτον οἷον ὁ ἀρχιερεὺς ᾤετο. Τί — ἐγώ. Οὐκ αὐθαδιαζομένου τὰ ῥήματα, ἀλλὰ θαῤῥοῦντος τῇ ἀληθείᾳ τῶν διδαγμάτων. Τί ἐμὲ ἐπερωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας, μὴ τοὺς μαθητάς, ἀλλὰ τοὺς ἄλλους τοὺς μηδὲ πιστεύσαντας. Ταῦτα δὲ αὐτοῦ εἰπόντος — ἀρχιερεῖ;
Φρῖξον οὐρανέ, ἔκστηθι γῆ, τῇ τε τῶν δούλων ἀγνωμοσύνῃ καὶ τῇ τοῦ Δεσπότου μακροθυμίᾳ. Ὦ πάντολμε! τί αὔθαδες ἀπεκρίνατο; οὐχὶ μᾶλλον ἐτίμησε τὴν ἀρχιερωσύνην, μὴ ἐλέγξας τὸν ἀρχιερέα κακοήθως
col. 1459–1460page 178 of 199
PG 129:1459ἐρωτῶντα περὶ ὧν οἶδε; Δυνάμενος οὖν σεῖσαι καὶ καταχῶσαι πάντας, ἢ καὶ τρόπον ἕτερον πικρῶς ἀπολέσαι, μακροθυμεῖ καὶ φθέγγεται βήματα, πᾶσαν ἐκλύοντα θηριωδίαν, εἰ καὶ μὴ τὴν ἐκείνων. Ἀπεκρίθη — δαίρεις; — Μαρτύρησον περὶ τοῦ κακοῦ, τουτέστιν, Ἀπόδειξον τὸ κακῶς λαληθέν, Ἔλεγξον τὸν κακῶς λαλήσαντα. Ζητοῦσι μὲν οὖν τινες πῶς οὐκ ἔστρεψε καὶ τὴν ἄλλην σιαγόνα ὁ Χριστὸς τῷ ῥαπίσαντι, καθὼς τοῖς ἀποστόλοις ἐνετείλατο ποιεῖν, ἀλλὰ μᾶλλον ἡγανάκτησε; Λέγομεν δὲ ἡμεῖς ὅτι καὶ ἡ ἐντολὴ ἐκείνη τὸ μὴ ἀμύνεσθαι εἰσηγήσατο διὰ τὰς ἐντεῦθεν στάσεις· καὶ νῦν δὲ ὁ Χριστὸς οὐκ ἠμύνατο τὸν ῥαπίσαντα· μᾶλλον μὲν οὖν, μὴ παρωσάμενος αὐτὸν, μηδ' ἀποπηδήσας, ἕτοιμος ἦν καὶ πρὸς ἑτέρας πληγάς.
Ἐδικαιολογήσατο δὲ ἵνα μὴ σιωπήσας δόξῃ αὐθάδης, ὁ καὶ ᾐτιάθη. Ἀπέστειλεν — Πέτρος. Ἐν τῷ ἐξηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἠκριβολογήθη καὶ περὶ τούτων, ἔνθα κεῖται τό· Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Ζήτησον ἐν τῷ ἐξηκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ ῥηθέντος εὐαγγελιστοῦ τό· Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. Ἐκεῖ γὰρ ἐῤῥήθη περὶ τούτου σαφῶς. Ἄγουσιν — Πάσχα. Ἐμνημονεύθησαν καὶ ταῦτα ἐν τῷ τέλει τοῦ δηλωθέντος κεφαλαίου, ὅπου τό· Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατώσαι αὐτόν. Ἐξῆλθεν — αὐτόν. Καὶ ταῦτα πάντα διηρμηνεύθησαν ἐκεῖ, ἐν τῷ ἐφεξῆς κεφαλαίῳ, ἔνθα τό·
Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος. Ἀνάγνωθι οὖν κἀκεῖνα. Ἀλλὰ πῶς, εἰπόντων ὅτι κακοποιός ἐστι, σιγᾷ; Διότι οὐκ ἠρωτήθη περὶ τούτου. Ἀνεξικακεῖ οὖν. Εἶπον — οὐδένα. Σταυρῷ δηλονότι. Τοῦτο γὰρ εἶπον οὐ τοσοῦτον ὡς κείμενοι ὑπὸ τὴν δεσποτείαν τῶν Ρωμαίων καὶ ἀφηρημένοι τὴν οἰκείαν ἐξουσίαν, ὅσον ὡς βουλόμενοι σταυρῷ τὸν Χριστὸν ἀναιρεθῆναι, τῷ χαλεπωτάτῳ καὶ ἐπονειδίστῳ θανάτῳ, ὅπερ ὁ νόμος οὐκ ἐπέτρεπεν αὐτοῖς. Ὅτι γὰρ ἑτέρως ἀνῄρουν δείκνυσιν ὁ στέφανος λιθαζόμενος. Ἵνα — ἔμελλεν ἀποθνήσκειν. Τοῦτο εἶπον ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ. Ἔμελλε γάρ, φησίν, ὁ λόγος αὐτοῦ πληρωθῆναι, ὃν εἶπε, λέγων· ὅτι Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς
col. 1461–1462page 179 of 199
PG 129:1461ἐμαυτὸν, ὡς καὶ ἐκεῖ ὁ εὐαγγελιστὴς παρεσημειώσατο περὶ τούτου, προσθείς ὅτι τοῦτο ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν, τουτέστιν αἰνιττόμενος τὸν σταυρόν. Εἰσῆλθεν — ἐμοί. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καθεξῆς εὑρήσεις καὶ περὶ τούτων, ἐν τῇ ἐξηγήσει τοῦ· Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σύ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ἐγώ. Ἐκεῖ καὶ ταῦτα τετυχήκασιν ἐξηγήσεως ἀκολούθως. Ἐγώ — ἀληθείᾳ. Ἐρωτήσαντος ἐν ἀρχῇ τοῦ Πιλάτου, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἀποκριθέντος τοῦ Κυρίου ὅτι Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, καὶ βασιλέα ἐντεῦθεν ὑποφήναντος ἑαυτὸν, εἰ καὶ μὴ ἐπίγειον πάλιν ἐπηρώτησεν ὁ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; καὶ λοιπὸν προσαπεκρίθη ὅτι ἐστίν.
Εἶτα βεβαιῶν ὅτι ἀληθεύει, φησί· Διὰ τοῦτο γεγένημαι, διὰ τοῦτο ἐνηνθρώπησα καὶ ἦλθον εἰς τὸν κόσμον τοῦτον ἵνα διδάξω τὴν ἀλήθειαν. Ὥσπερ οὖν ἀληθεύω τἆλλα, οὕτω δὴ καὶ τοῦτο. Ἢ Εἰς τοῦτο γεγένημαι, ἀντὶ τοῦ Βασιλεὺς ὢν εἰς τὸ βασιλεύειν ἐνηνθρώπησα, καὶ διὰ τοῦτο ἦλθον εἰς τὸν κόσμον ἵνα διδάξω τὴν ἀλήθειαν, ὅτι βασιλεὺς ὢν ἀΐδιος ἐνηνθρώπησα εἰς τὸ βασιλεύειν τῶν πιστευόντων εἰς ἐμέ. Πᾶς — φωνῆς. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ὁ φιλῶν τὴν ἀλήθειαν πείθεται μου τῷ λόγῳ, πιστεύει μου τῇ διδασκαλίᾳ. Λέγει — ἀλήθεια; Μαθεῖν βουλόμενος ἐρωτᾷ· Τί ἐστιν ἀλήθεια, ᾗ μαρτυρεῖς, ἣν διδάσκεις;
Γνοὺς δὲ ὅτι καιροῦ δεῖται τὸ ἐρώτημα, πρὸς τὸ κατεπεῖγον ἵσταται, καὶ αὐτίκα ἐξελθὼν σπουδάζει τοῦτον ἐξελέσθαι τῆς τῶν Ἰουδαίων ὁρμῆς. Ὅρα γάρ. Καὶ — αὐτῷ. Ἐν τῷ προδηλωθέντι κεφαλαίῳ πάλιν ἀνάγνωθι τὴν ἐξήγησιν τοῦ· Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ἐν ᾗ καὶ ῥητὰ τοῦ Λουκᾶ ἐμνημονεύθησαν, ἀφ᾽ ὧν καὶ τὸ παρὸν διαγινώσκεται. Ἐστι — Ἰουδαίων; Ζήτησον ἐν αὐτῷ τὸν Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. Ἐκεῖ γὰρ ἐῤῥήθη καὶ περὶ τούτου. Ἐκραύγασαν — ληστής. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ φησὶν ὁ Ματθαῖος· Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τὸν ὄχλον, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὴν δὲ Ἰησοῦν ἀπολέσωσι·
καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτοῦ. Τότε — ῥαπίσματα. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ καθεξῆς καὶ ταῦτα πάντα σαφῆ γεγόνασι κατά λόγον.
col. 1463–1464page 180 of 199
PG 129:1463Ἐν ἐπιτομῇ δὲ καὶ ταῦτα διέξεισιν ὁ Ἰωάννης, ὡς τοῖς ἄλλοις ἱστορηθέντα, σπεύδων ἀπαγγεῖλαι κανταῦθα τὰ παραλελειμμένα. Καὶ διατί ὅλως μνημονεύει τῶν μνημονευθέντων τοῖς ἄλλοις; Διότι οὐκ ἂν ἑτέρως ἔμελλεν ἁρμοδίως ἱστορῆσαι τὰ ἀνιστόρητα. Ἐξῆλθεν — ἔξω. Ἔξω τοῦ πραιτωρίου. Τὸ δὲ Ἴδε, ἀντὶ τοῦ Ἰδού. Ἴνα εὑρίσκω. Τοῦτο λέγει τῆς γνώμης αὐτῶν ἀποπειρώμενος. Ἐξῆλθεν — ἱμάτιον. [Ἐξήγαγεν αὐτὸν περιβεβλημένον τὴν στολὴν τῆς χλεύης, ἵνα ἐν ἀτιμίᾳ τοσαύτῃ τοῦτον ἰδόντες κορεσθῶσι καὶ δυσωπηθῶσι.] Καὶ — ἄνθρωπος. Ὁ ἄνθρωπος εἶπεν ὑπὸ συμπαθείας, ἵνα καὶ αὐτοὶ συμπαθήσωσιν. Ὅτε — αὐτόν. Ὡς ἀνήμεροι κύνες, ἰδόντες μόνον ἐμμανῶς καθυλάκτησαν, ὡς ἄγριοι θῆρες, αἰσθόμενοι τοῦ θηράματος, ὀξέως ἐπέδραμον.
Τῷ φθόνῳ γὰρ μεθύσαντες, εἰς τὸν κατ' αὐτοῦ φόνον ἐξεβακχεύθησαν. Λέγει — αἰτίαν. Ὑμεῖς, φησὶν, οἱ ἄδικοι. Παραχωρεῖ δὲ τούτοις τῆς ἐξουσίας, δυσανασχετῶν ἐπὶ τῇ βίᾳ καὶ ἀναισχυντίᾳ αὐτῶν. Ἀπεκρίθησαν — ἐποίησε. Γνήσιον δηλονότι. Ἀποτριβόμενοι δὲ τὴν ἀδικίαν, τοῦτο εἶπον. Πάλιν οὖν ἐφ' ἑτέραν μετεπήδησαν κατηγορίαν ὑπ' ἀπορίας. Τί οὖν ὁ Χριστός; Τοιαῦτα κατηγορούντων ἐσιώπα, πληρῶν τὸ προφητικόν· ὅτι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὅτε ἐφοβήθη. Μήποτε τῇ ἀληθείᾳ Θεός ἐστι, καὶ ἐξολοθρεύσῃ τοῦτον, οὕτως ὑβριζόμενος παρ' αὐτῷ. Καὶ — σύ; Οὐκέτι ἐρωτᾷ, Τί ἐποίησας, ἀλλὰ Πόθεν εἶ σύ, ἐξ οὐρανοῦ ἢ ἐκ γῆς; Ὁ δὲ Ἰησοῦς — αὐτῷ.
Διότι ὅπερ ἐζήτει μαθεῖν ἔμαθεν, ὅτε ἤκουσεν ὅτι Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. [Καὶ ὥσπερ τότε, μαλακῶς ἀντιποιούμενος οὐδὲν ὠφέλησεν, οὕτως οὐδὲ νῦν ἔμελλεν ὠφελήσειν, ἄνανδρος ὢν καὶ ψοφοδεής.] Λέγει — σε; Καὶ φοβεῖται καὶ φοβεῖ. Παροξυνθεὶς γὰρ διότι οὐδὲ αὐτῷ τῷ θάλποντι αὐτὸν ἀπεκρίθη, λοιπὸν ἐπέσεισε τὴν ἐξουσίαν. Ἀλλ', ὦ ἀνόητε! εἰ ἐξουσίαν ἔχεις ἀπολῦσαι αὐτὸν, πῶς οὐκ ἀπολύεις, εἰδὼς ἀναίτιον, καὶ διαφόρως τοῦτο προσμαρτυρῶν αὐτῷ;
col. 1465–1466page 181 of 199
PG 129:1465Ἀπεκρίθη ἄνωθεν. Ἀπεκρίθη, καταστῶν τὴν ἀπὸ τῆς ἐξουσίας ὀφρῦν αὐτοῦ, καί φησιν· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι συγκεχωρημένον ἐκ Θεοῦ, δηλῶν κατ' οἰκονομίαν τινὰ θειοτέραν πάσχειν. Ἵνα δὲ μὴ ἀκούσας τοῦτο νομίσῃ ἀπηλλάχθαι ἐγκλήματος, ἐπήγαγε· Διὰ τοῦτο — ἔχει. Διότι ἐξουσίαν ἔχεις, καὶ οὐκ ἀπολύεις με, οὐκ ἀπολέλυσαι ἁμαρτίας, εἰ καὶ ἐλάττονος τῆς τῶν παραδόντων μέ σοι. Καὶ γὰρ οὗτοι μὲν μιαιφόνοι, σὺ δὲ ἀπαλὸς καὶ εὐρίπιστος. Ἐκ — αὐτόν. Καταπλαγεὶς τοὺς λόγους αὐτοῦ. Ἰουδαῖοι δὲ, καὶ θεοπρεπῆ σημεῖα αὐτοῦ πολλὰ θεασάμενοι, μᾶλλον ἐμαίνοντο. Οἱ δὲ Ἰουδαῖοι — Καίσαρι.
Ἰδόντες ἀνόνητον τὸν προβληθέντα νόμον, καὶ γνόντες ὅτι ζητεῖ ἀπολῦσαι αὐτὸν, πάλιν ἐπὶ τὴν κατηγορίαν τῆς τυραννίδος μεταχωροῦσιν, ὡς οὐ παροπτέαν τῷ Πιλάτῳ, διὰ τὸν ἀπὸ τοῦ Καίσαρος φόβον. Οὐκ εἶ φίλος, εἴτουν εὔνους. Ἀντιλέγει δέ, ἤτοι Ἀνταίρει. Καὶ ποῦ οὗτος τυραννίδος ἁλίσκεται; πόθεν ἔχετε δεῖξαι τοῦτο; ἀπὸ τῆς ἀλουργίδος; ἀπὸ τοῦ διαδήματος; ἀπὸ τοῦ ὀχήματος; ἀπὸ τῆς ἄλλης παρασκευῆς καὶ τῶν παρασήμων; οὐ πάντα ἦν εὐτελής καὶ τροφὴν καὶ στολὴν καὶ οἴκησιν καὶ τὰ λοιπά; μετὰ δώδεκα μόνων περιερχόμενος μαθητῶν, καὶ τούτων οἰκτρῶν· τὰ πλείω δὲ μόνος. Ὁ οὖν Πιλάτος — Γαβαθά.
Νομίσας προσκρούειν τῷ Καίσαρι, καὶ κινδυνεύειν, εἰ παρίδοι τὴν τοιαύτην κατηγορίαν ἀνεξέταστον, ἤγαγεν ἔξω τῆς πόλεως τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος δημοσίᾳ, ἵνα πάντας ἔχοι μάρτυρας τῆς ἐξετάσεως. Ἦν — Ἕκτη. Παρεσημειώσατο καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν, δεικνύων ὅτι οὐ μόνον ἐν αὐτῇ τῇ ἡμέρᾳ τοῦ Πάσχα, ἀλλὰ καὶ τῆς ἡμέρας ἤδη κλινούσης καὶ ἐγγιζούσης τῇ ἑσπέρᾳ τῆς ἑορτῆς, ὅτε τὸ Πάσχα ἔθυον, δικαστήριον θανατηφόρον συνεκράτουν, οἱ πρὸ βραχέος μιασμὸν ἡγησάμενοι τὸ ἐπιβῆναι τοῦ δικαστηρίου. Καὶ — ὑμῶν. Ἀφεὶς ἐξετάσαι πάλιν εἰς τὸ δυσωπῆσαι τούτους ἐτράπετο. Ἰδὲ γάρ, φησίν, ὁ
col. 1467–1468page 182 of 199
PG 129:1467βασιλεὺς ὑμῶν, ἰδοὺ ἔστηκεν ὁ κατηγορούμενος, οὐκ ἀπολέλυται, μὴ δειλιᾶτε. Γνώριμον δὲ πάντως ὅτι τὸ Ἰδε πολλάκις ἀντὶ τοῦ Ἰδοὺ τίθησιν ἡ Γραφή.] Οἱ δὲ – αὐτόν. Ὢ μανίας ἀνυπερβλήτου! Λέγει – σταυρώσω; [Τοῦτο εἶπε χλευάζων δῆθεν τὸν Χριστὸν, εἰς θεραπείαν τῆς τῶν Ἰουδαίων ἀπηνείας.] Ἀπεκρίθησαν – Καίσαρα. Ἐπεὶ, τὴν τοῦ Χριστοῦ βασιλείαν ἀπωσάμενοι, τὴν Καίσαρος ἐξουσίαν εἵλοντο, λοιπόν, γυμνωθέντες τῆς θείας ἐπισκοπῆς, τοῖς Ῥωμαίοις παρεδόθησαν εἰς πανωλεθρίαν, κατ' αὐτὴν αὖθις τὴν ἡμέραν τοῦ Πάσχα, καθ᾿ ἣν ἐκραύγασαν τό· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε – σταυρωθῇ. Ἡττηθεὶς τῆς ἐνστάσεως αὐτῶν. Τίσι δὲ τοῦτον παρέδωκε; τοῖς Ἰουδαίοις δηλονότι καὶ τοῖς στρατιώταις.
Παρέλαβον – πραιτώριον. Ζήτησον εἰς τὸ ἑξηκοστὸν ἕβδομον κεφάλαιον τοῦ κατὰ Ματθαῖον τό· καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνάγνωθι τὴν ἐξήγησιν. Καὶ – ἐσταύρωσαν. Ἐκεῖ καὶ ταῦτα ἐν τοῖς ἐφεξῆς ἐμνημονεύθησαν καὶ ἐσαφηνίσθησαν. Ἔφερε δὲ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων, οἷά τις ἀριστεὺς δόρυ, δι' οὗ καταβαλεῖν ἔμελλε τὸν ἐχθρόν. Καὶ – Ἰησοῦν. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ περὶ τῶν δύο τούτων ἐῤῥήθη σαφῶς, ἔνθα τό· Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ μὲν οὖν Ἰουδαῖοι συσταυρῶσαι τοῦτον τοῖς κακούργοις ἐσπούδασαν, ἵνα τῇ κοινωνίᾳ τῆς πονηρίας ἡ πονηρὰ ἐκείνων φήμη τὴν ἀγαθὴν τούτου συσκιάσῃ.
Ἔλαμψε δὲ τοσοῦτον ἡ δόξα αὐτοῦ, ὅτι καὶ τῶν τριῶν ὁμοῦ κρεμαμένων, ὅτε τὰ φοβερὰ σημεῖα ἐγίνοντο, μόνῳ τούτῳ ταῦτα πάντες ἐπέγραφον· καὶ οὐ μόνον οὐ μετέσχε τῆς ἐκείνων ὑπολήψεως, ἀλλὰ καὶ μᾶλλον πρὸς τὴν εἰς αὐτὸν πίστιν τὸν ἕνα τούτων ἐπεσπάσατο, καὶ τὸ πᾶν τέχνασμα περιετράπη κατὰ τῆς κεφαλῆς τῶν Ἰουδαίων καὶ τοῦ Πατρὸς αὐτῶν τοῦ διαβόλου. Ἔγραψε – γέγραφα. Ὁμοίως ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ ταῦτα ὁμοῦ πάντα τῆς ἁρμοζούσης ἔτυχον ἑρμηνείας, ἔνθα τό· Καὶ ἐπέθηκαν ἐπάνω
col. 1469–1470page 183 of 199
PG 129:1469Οἱ οὖν στρατιῶται – κλῆρον. Ἔτι καὶ ταῦτα, ἔνθα τὸν Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον. Καὶ ἀνελλιπῶς ἐκεῖ πάντα διηρμηνεύθησαν. Οἱ μὲν οὖν στρατιῶται – Μαγδαληνή. Καὶ μὴν μονογενής ἦν ἡ Θεοτόκος· ἀλλ᾽ ἐπεὶ Ἰωσὴφ καὶ Κλοπᾶς ἀδελφοί, ἔθος δὲ παρ᾽ Ἑβραίοις καὶ τὰς τῶν ἀδελφῶν γυναῖκας ἀδελφὰς προσαγορεύεσθαι διὰ τὴν τῶν ἀνδρῶν ἀδελφότητα, λοιπὸν τὴν σύννυμφον αὐτῆς, ἀδελφὴν ὠνόμασεν. Ἀλλ᾽ Ἰωσὴφ μὲν καὶ Κλοπᾶς, οἱ ἄνδρες αὐτῶν, φύσει ἀδελφοί· αὐταὶ δὲ, αἱ τούτων γυναῖκες, ἀγχιστείᾳ ἀδελφαί. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ, ἄδειαν εὑροῦσαι τηνικαῦτα. Πρῶτον γὰρ πᾶσαι αἱ μαθήτριαι ἀπὸ μακρόθεν ἐθεώρουν, ὡς οἱ ἄλλοι ἐδίδαξαν εὐαγγελισταί.
[Ἀνάγνωθι ἐν τῷ αὐτῷ κεφαλαίῳ τὴν ἐξήγησιν τοῦ· Ὁ δὲ Ἰησοῦς, πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα.] Ἰησοῦς — ἠγάπα. Τότε γὰρ καὶ αὐτὸς συμπαρέστη, τῶν ἐχθρῶν Ἰουδαίων ἤδη ἀναχωρούντων. Λέγει — σου. Ἤδη ἀποθνήσκων παρατίθεται τὴν μητέρα τῷ μαθητῇ, τὴν ἠγαπημένην τῷ ἠγαπημένῳ, τὴν παρθένον τῷ παρθένῳ, παιδεύων ἡμᾶς φροντίζειν τῶν γονέων ἄχρις ἐσχάτης ἀναπνοῆς, ὅταν οὐ μόνον οὐκ ἐμποδίζωσιν εἰς ἀρετὴν, ἀλλὰ καὶ μᾶλλον συμφιλοσοφῶσιν ἡμῖν τὰ σωτήρια. [Ὅτε μὲν γὰρ ἀκαίρως ἠνώχλει, ἔλεγε· Τί ἐμοὶ καὶ σοί, γύναι; καί· Τίς ἐστιν ἡ μήτηρ μου; νῦν δὲ πολλὴν ἐπιδείκνυται φιλοστοργίαν. Ἴδε ὁ υἱός σου, τουτέστιν, οὗτος ἔσται σοι ἀντ᾿ ἐμοῦ·
Ἰδοὺ ἡ μήτηρ σου, ἤγουν, σὺ ἔσῃ ταύτῃ ἀντ᾿ ἐμοῦ, ὀφείλεις, ὡς μητρός σου, ταύτης φροντίζειν.] Τῆς μὲν οὖν μητρὸς ἐφρόντισε· τὸν δὲ μαθητὴν ἐτίμησε τιμὴν τὴν μεγίστην, καὶ τῆς παραμονῆς τοῦτο μισθὸν τέως δέδωκε. Διατί δὲ μὴ καὶ τῆς ἄλλης ἐφρόντισε γυναικός; Ὅτι ἐκείνη μὲν εἶχε κηδεμόνα, ἡ δὲ μήτηρ οὐδένα· καὶ ἵνα γνῶμεν ὅτι χρὴ τοὺς τοιούτους γεννήτορας προτιμᾶν τῶν ἄλλων ἀνθ᾽ ὧν ἔτεκον, ἀνθ᾽ ὧν ἀνέθρεψαν, ἀνθ᾽ ὧν κυρία δεινὰ πεπόνθασι.
col. 1471–1472page 184 of 199
PG 129:1471Σκόπει δὲ πῶς πρὸ μὲν τοῦ πάθους ἠγωνία, νῦν δὲ ἀταράχως διαλέγεται· ἐκεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθένεια, ἐνταῦθα δὲ ἡ τῆς ὑπομονῆς περιουσία φαίνεται. Ὥσπερ γὰρ τὴν ἐπιθυμίαν τῆς μίξεως τῶν σωμάτων, καίτοι σφοδρὰν ἡμῖν ἐναπαρεῖσαν πρὸς διαδοχὴν τοῦ γένους, φιλοσοφοῦντες μαραίνομεν· οὕτω καὶ τὴν ἐπιθυμίαν τῆς ζωῆς, καίτοι πολλὴν ἡμῖν ἐντεθεῖσαν πρὸς τὸ μὴ ἀναιρεῖν ἑαυτούς, φιλοσοφοῦντες ἀμβλύνομεν· καὶ λοιπὸν ὁ ἐκ φιλοζωίας τάραχος ὑπὸ φιλοσοφίας καταστέλλεται, καὶ οὕτω προσγίνεται τὸ περιγίνεσθαι τῶν δεινῶν. Οὐδὲν δὲ πλεῖον ἐπέσκηψε, τοῦτο μὲν διὰ τὸ στενὸν τοῦ καιροῦ, τοῦτο δὲ καὶ τὸ διὰ βιωτικὸν μὲν μηδὲν ἔχειν, περὶ δὲ τῶν πνευματικῶν προεντετάσθαι κοινῇ πᾶσιν. Καὶ — ἴδια.
Κατὰ τὴν ἐντολὴν τοῦ διδασκάλου. Μετὰ τοῦτο — τετέλεσται. Πάντα τἄλλα, τὰ τῆς οἰκονομίας. Ἵνα αὐτοῦ τῷ στόματι. Τοῦτο γάρ μόνον ἔτι ἐνέλειπε. Γραφὴν δὲ λέγει τὴν Δαυϊτικήν, τό· Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισαν με ὄξος. Ζήτησον δὲ ἐν τῷ προδιαληφθέντι κεφαλαίῳ τό· Ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ ἀνάγνωθι τὰ ῥηθέντα ἐκεῖ. Ὑσσώπῳ δὲ περιθέντες, εἴτουν ὑσσώπου καλάμῳ, προχείρως εὑρεθέντι, διὰ τὸ ὕψος τοῦ σταυροῦ. Ἐνέπαιζον δὲ αὐτῷ, προσφέροντες ὄξος. Ὅτε — τετέλεσται. Ἀπήρεισται, οὐδὲν ἐλλείπει. Καὶ — πνεῦμα. Οὐκ, ἐπειδὴ ἐξέπνευσεν, ἔκλινε τὴν κεφαλήν, ὅπερ ἐφ' ἡμῶν γίνεται·
ἀλλ' ἐπειδὴ ἔκλινε τὴν κεφαλήν, ἐξέπνευσεν, ἵνα μάθωμεν ὅτι, ὅτι ἠθέλησε, τότε ἀπέθανεν· ὅτι πάντα ἐτελέσθησαν, τότε παρέδωκε τὸ πνεῦμα εἰς χεῖρας τοῦ Πατρός, ὡς ἐδήλωσεν ὁ Λουκᾶς ἐν τῷ ὀγδοηκοστῷ πρώτῳ κεφαλαίῳ· καὶ ἀνάγνωθι ἐν αὐτῷ τὴν ἑρμηνείαν τοῦ· Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς, εἶπε· Πάτερ, εἰς χεῖρας σου παραθήσομαι τὸ πνεῦμά μου. Οἱ οὖν Ἰουδαῖοι — Σαββάτου. Ἐπὶ τοῦ σταυροῦ ἑκάστου. Ἐπεὶ γὰρ παρασκευὴ ἦν, εἰ μὴ τότε ἤρθησαν, ἔμελλον μένειν ἐπὶ τοῦ σταυροῦ καὶ
col. 1473–1474page 185 of 199
PG 129:1473Σαββάτῳ, καὶ ἔμελλεν ἐπιφθάσαι αὐτὰ κρεμάμενα ἐκεῖνο τὸ Σάββατον, καὶ ἐδόκει ἐντεῦθεν ἀτιμάζεσθαι. Μεγάλην δὲ τὴν ἡμέραν ἐκείνου τοῦ Σαββάτου φησίν, ὅτι οὐ μόνον εἶχε τὸ τίμιον, ὡς Σάββατον, ἀλλὰ καὶ ὡς ἑορτῆς ἐν αὐτῷ λαχούσης, τῆς τῶν Ἀζύμων. Ἦν γὰρ διπλῆ ἑορτή. Τὰ τοιαῦτα δὲ Σάββατα ὠνόμαζον Σάββατα Σαββάτων, οἷον τίμια τιμίων, ἑορτὰς ἑορτῶν, διὰ τὸ διπλοῦν τῆς ἑορτῆς, ὡς εἴρηται. Ἄλλως τε καὶ τὸ Δευτερονόμιον ἐθέσπιζε περὶ τοῦ σταυρωθέντος ὅτι, οὐκ ἐπικοιμηθήσεται τὸ σῶμα αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἀλλὰ ταφῇ θάψετε αὐτὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἠρώτησαν — ἀρθῶσι. Παρεκάλεσαν, ᾐτήσαντο ἵνα θλασθῶσιν αὐτῶν τὰ σκέλη πρὸς τὸ θᾶττον ἀποθανεῖν. Ἦλθον οὖν οἱ στρατιῶται.
Οἱ τοῦτο κελευσθέντες παρὰ τοῦ Πιλάτου. Καὶ — σκέλη. Τοῦ ἐν δεξιᾷ τοῦ Χριστοῦ σταυρωθέντος. Καὶ — αὐτῷ. Τῷ Χριστῷ δηλονότι. Ἐπί — σκέλη. Τελευταῖον ἦλθον ἐπ' αὐτόν, ἐνυβρίσαι πλέον βουλόμενοι πρὸς χάριν τῶν Ἰουδαίων. Ἀλλ' ὕδωρ. Ὑπερφυὲς τὸ πρᾶγμα, καὶ τρανῶς διδάσκον ὅτι ὑπὲρ ἄνθρωπον ὁ νυγείς. Ἐκ νεκροῦ γὰρ ἀνθρώπου, κἂν μυριάκις νύξῃ τις, οὐκ ἐξελεύσεται αἷμα. Νύττεται μὲν οὖν λόγχῃ τὴν πλευρὰν ὁ Σωτὴρ διὰ τὴν νυγεῖσαν τῇ ἁμαρτίᾳ πλευρὰν τοῦ Ἀδάμ, ἤγουν τὴν Εὔαν, τῇ πληγῇ τῆς πλευρᾶς τὴν πληγὴν τῆς πλευρᾶς ἰώμενος. Βλύζει δὲ αἷμα καὶ ὕδωρ, δύο βαπτίσματα καινουργῶν, τὸ δι' αἵματος μαρτυρίου, καὶ τὸ δι' ὕδατος ἀναγεννήσεως, καὶ τῇ ῥοῇ τούτων τὴν βοὴν τῆς ἁμαρτίας κατακλύζει.
Καὶ ἑτέρως δὲ, δύο πηγάζει κρουνούς· τῷ ὕδατι μὲν καθαίρων τὴν Ἐκκλησίαν, τῷ αἵματι δὲ τρέφων αὐτήν. Δι' ὕδατος μὲν γὰρ ἀναγεννώμεθα, δι' αἵματος δὲ καὶ σαρκὸς τρεφόμεθα, τῶν θείων καὶ μυστικῶν. Λοιπὸν οὖν, ὅταν προσέρχῃ τῷ φρικτῷ ποτηρίῳ, πέπεισο ὅτι ἀπ' αὐτῆς μέλλεις πίνειν τῆς Δεσποτικῆς πλευρᾶς, καὶ οὕτω διάκεισο. Εἶτα θέλων βεβαιῶσαι τὸ τοιοῦτον θαῦμα, φησί· Καὶ μεμαρτύρηκεν. Ὁ ταῦτα θεασάμενος ταῦτα γέγραφεν, οὐ παρ' ἑτέρου τινὸς ἀκούσας.
col. 1475–1476page 186 of 199
PG 129:1475Καὶ — μαρτυρία. Ὡς ἰδόντος τὰ περὶ ὧν μαρτυρεῖ, καὶ ὡς προηγουμένως περὶ ὕβρεως τοῦ διδασκάλου γράφοντος. Ὕβρις γὰρ ἡ νύξις τῆς πλευρᾶς αὐτοῦ, εἰ καὶ θαῦμα ταύτῃ ἐπηκολούθησε. Κἀκεῖνος — λέγει. [Ἀκριβῶς τοῦτο οἶδεν, οἷα παρὼν τότε, καὶ ὁρῶν, εἰ καὶ Ἰουδαῖοι ψεύδεσθαι αὐτὸν ἐνίστανται.] Ἀλλ' — πιστεύσητε. Ἀλλὰ ταῦτα γέγραφεν, ἵνα ὑμεῖς, οἱ πιστοί, πιστεύσητε καὶ περὶ τούτου. Ἐγένετο — πληρωθῇ. [Ἡ γεγραμμένη ἐν τῷ Μωσαϊκῷ νόμῳ, καὶ λέγουσα·] Ὀστοῦν — αὐτοῦ. Εἰ γὰρ καὶ περὶ τοῦ τυπικοῦ ἀμνοῦ ἐδόκει γεγράφθαι, ἀλλὰ περὶ τοῦ ἀληθινοῦ ἐγέγραπτο, προδηλοῦσα τὸ γεγενημένον νῦν. Καὶ πάλιν — λέγει. Προφητική. [Εἰκὸς δὲ τουτὶ τὸ ῥητὸν ἐκβληθῆναι παρ' Ἰουδαίων μετὰ τὸ Εὐαγγέλιον.
Οὐδαμοῦ γὰρ εὑρίσκεται νῦν· ἢ ἑτέραν Γραφὴν λέγει, τῶν λεγομένων ἀποκρύφων βίβλων.] Ὄψονται — ἐξεκέντησαν. Ὄψονται αὐτὸν ἐξ οὐρανοῦ κατερχόμενον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· [Ὄψονται γὰρ, φησί, τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.] ΚΕΦ. ΙΗ΄. Περὶ τῆς αἰτήσεως τοῦ Κυριακοῦ σώματος. Μετὰ ταῦτα — Ἰησοῦ. Ἠρώτησε παρεκάλεσεν. Ἀνάγνωθι τὰ ἐξηγηθέντα ἐν τῷ τέλει τοῦ προμνημονευθέντος ἑξηκοστοῦ ἑβδόμου κεφαλαίου· ἔνθα τό· Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας ὀνόματι Ἰωσήφ. Καὶ ἐνταφιάζειν. Ἐν τῷ ἑξηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον καθεξῆς καὶ περὶ τούτων πάντων εὑρήσεις.
Πότε δὲ ὁ Νικόδημος ἦλθε πρὸς τὸν Χριστὸν νυκτός, εἴρηται ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ παρόντος εὐαγγελιστοῦ. [Μιμησώμεθα τὸν εὐσχήμονα βουλευτήν, εὐσχημόνως βουλευόμενοι περὶ τῆς μεταλήψεως τοῦ Δεσποτικοῦ σώματος, καὶ μυρίζοντες φιλοτίμως ταῖς ἀπὸ τῶν ἀρετῶν εὐωδίαις, καὶ καθαρᾷ σινδόνι συνειδήσεως ἑλίσσοντες αὐτό, καὶ καινῷ μνήματι καρδίας καὶ πάσης ἀκαθαρσίας ἀπηλλαγμένῳ ἐναποτιθέμενοι.] Ἦν — Ἰησοῦν. Ἐν τῷ ῥηθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον καὶ περὶ τούτου ἱστόρηται. [Ἐβούλοντο μὲν οὖν ἐν ἑτέρῳ ἀξιολογωτέρῳ μνημείῳ
col. 1477–1478page 187 of 199
PG 129:1477τοῦτον θεῖναι ποῤῥωτέρω τῆς πόλεως· διὰ δὲ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ἤγουν τὴν παρατετηρημένην πρὸς ἑσπέραν τοῖς Ἰουδαίοις, ὅτε οὐκ ἦν θέσμις ἢ ποῤῥωτέρω βαδίζειν, ἢ ἔτι ἐργάζεσθαι· καὶ μᾶλλον, ὅτι καὶ τὸ Πάσχα τότε κατέλαβεν, εἰς τὸ πλησιάζον ἔθηκαν αὐτὸν, τῆς θείας προνοίας οὕτως οἰκονομησάσης, ἵνα καὶ αἱ μαθήτριαι θεωρήσωσι ποῦ τίθεται, καὶ οἱ μαθηταὶ δύνωνται ἀπέρχεσθαι, διὰ τὴν ἐγγύτητα, καὶ θεαθῶσι τὰ μετὰ τοῦτο τερατουργηθέντα ἐκεῖ παράδοξα. Τῇ δὲ μιᾷ τῶν Σαββάτων. Ἐν τῷ λεχθέντι κεφαλαίῳ, ἔνθα κεῖται τό· Ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἀνάγνωθι τὰ ἐξηγηθέντα. Μαρία – αὐτόν. Κἀνταῦθα τὰ μὲν περὶ τῶν ἄλλων γυναικῶν παρέδραμεν, ὡς προϊστορηθέντα τοῖς ἄλλοις·
τὰ δὲ κατὰ τὴν Μαγδαληνὴν ἐκτίθεται, ὡς ἐκείνοις σεσιωπημένα. Λοιπὸν οὖν ἀνάγνωθι ἐν τῷ εἰρημένῳ κεφαλαίῳ ἀπὸ τοῦ· Ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἄχρι τοῦ· Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρήσεις πάντα κατὰ λόγον ἡρμηνευμένα, καὶ ἁρμονίαν μίαν τῶν τεσσάρων εὐαγγελιστῶν, καὶ σῶμα τῆς ἱστορίας ἕν. Τῷ Πέτρῳ δὲ καὶ τῷ Ἰωάννῃ διαλέγεται ἡ Μαγδαληνή, τῷ μὲν ὡς κορυφαίῳ, τῷ δὲ ὡς ἡγαπημένῳ, καὶ ὡς πλεῖον τῶν ἄλλων ἀγαπῶσι τὸν Κύριον. Καὶ γὰρ μόνοι τούτῳ ἠκολούθησαν, ἀπαγομένῳ δεσμίῳ πρὸς Ἄνναν καὶ Καϊάφαν. Ἐξῆλθεν – μνημεῖον. Μηδενὶ μὲν τῶν ἄλλων μηδὲν εἰπόντες, καταφρονήσαντες δὲ καὶ τῶν Ἰουδαίων καὶ τῶν φυλάκων ὑπὸ θερμότητος. Ἔτρεχον ὁμοῦ.
Τῇ ὁμοίᾳ θερμότητι ἁμιλλώμενοι. Καὶ – μνημεῖον. Ὡς ἀκμαιότερος τὸν τόνον τοῦ σώματος. Καὶ – ὀθόνια. Τὰ ἐντάφια, τὴν σινδόνα. Οὐ μέντοι εἰσῆλθε. Φρίξας, ἢ ἀρκεσθείς. Ἔρχεται – μνημεῖον. Μὴ δειλιάσας, ἵνα τὸ τῆς προτέρας δειλίας ἀποτρέψηται ἔγκλημα, ἢ ἀκριβέστερον ἐρευνῆσαι βουλόμενος. Ἐνίκησαν οὖν ἀλλήλους ἄμφω· Ἰωάννης μὲν τῷ προδραμεῖν, Πέτρος δὲ τῷ εἰσελθεῖν εἰς τὸ μνημεῖον. Ζήτησον καὶ ἐν τῷ ὀγδοηκοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Λουκᾶν τό· Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ ἀνάγνωθι τὰ ἐξηγηθέντα
col. 1479–1480page 188 of 199
PG 129:1479εἰς τό· θαυμάζων τὸ γεγονὸς, πάνω ἀναγκαῖα ὄντα πρὸς τὰ παρόντα. Καὶ τόπον. Καὶ ἄμφω σημεία ἦσαν τῆς ἀναστάσεως ἀναντίρρητα. Οὔτε γὰρ, εἰ μετέθηκέ τις αὐτόν, ἐγύμνωσεν ἂν, οὔτε εἰ ἔκλεψεν, ἐφρόντισεν ἄν, ὥστε καὶ τὸ σουδάριον ἐπιμελῶς ἐντυλίξαι καὶ θεῖναι εἰς ἕνα τόπον, ἤγουν εἰς ἕτερον παρὰ τὸν τῶν ὀθονίων· ἀλλ᾽ οὕτως, ὡς εἶχε, τὸ σῶμα μετέθηκεν ἂν ἢ ἔκλεψε, δεδιὼς τοσοῦτον ἀναλῶσαι καιρὸν εἰς πράγμα περιττόν, μήποτε κατάφωρος γένηται καὶ τὴν ἐσχάτην ὑφέξῃ δίκην. Ἄλλως τε καὶ τῆς σμύρνης κολλωδεστάτης οὔσης, μεθ᾽ ἧς ἦν ἐντεταφιασμένος, καὶ τὴν σινδόνα προσκολλώσης αὐτῷ λίαν συμφυῶς καὶ ἀναποστάστως·
διὰ τοῦτο γοῦν ταῦτα χωρὶς ἀλλήλων ἔκειντο, καὶ τὸ σουδάριον τετύλικτο, ἵνα μάθωμεν ὅτι κατ᾽ ἐξουσίαν ἀνέστη καὶ πᾶσαν ἄδειαν. Τὸ σουδάριον δὲ ἦν φακιόλιόν τι μικρόν, οἵῳ καὶ ὁ τεθνηκὼς Λάζαρος τὴν ὄψιν περιεδέδετο. Τότε μνημεῖον. Κληθεὶς παρὰ τοῦ Πέτρου. Καὶ — ἐπίστευσε. Θεασάμενος σημεία τῆς ἀναστάσεως ἀναμφίβολα. Οὐδέπω — ἀναστῆναι. Ἀπολογεῖται πῶς οὐκ ἐπίστευσαν πρότερον ταῖς γυναιξίν, εὐαγγελισαμέναις αὐτοῖς τὴν ἀνάστασιν· ἀλλ᾽ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν· ἀλλ᾽ οὐδὲ τοῖς πορευομένοις εἰς ἀγρὸν δυσὶν ἐξ αὐτῶν. Καὶ φησιν ὅτι οὔπω ἤδουν τὴν Γραφήν, τὴν περὶ τῆς ἀναστάσεως αὐτοῦ διδάσκουσαν·
διάφορος δὲ αὕτη, ἐν διαφόροις ψαλμοῖς Δαυϊτικοῖς καὶ λόγοις προφητικοῖς κατεσπαρμένη. Ἀπῆλθον μαθηταί. Πρὸς τὴν ἑαυτῶν καταγωγήν. Μαρία — ἔξω. Ὑστέρησε γὰρ τοῦ Πέτρου καὶ Ἰωάννου, μὴ δυνηθεῖσα συντρέχειν αὐτοῖς, καὶ οὐδὲ στρεφομένοις συνήντησε τούτοις, ἵνα καὶ μάθῃ τι βεβαιότερον. Ὡς — λευκοῖς. Περιβλήμασι, δηλονότι. Οὗτοι δὲ ἦσαν οἱ καὶ πρότερον ὀφθέντες αὐτῇ τε καὶ ταῖς σὺν αὐτῇ. Καὶ πῶς οὐκ ἐφάνησαν οὗτοι τῷ Πέτρῳ καὶ Ἰωάννῃ; Ὅτι ἐκείνοις ἔμελλον ἀρκεῖν πρὸς πίστιν ἃ ἐθεάσαντο, συνετωτέροις οὖσι. Καθεζομένους — Ἰησοῦ. Ἐκάθηντο μὲν δι᾽ αὐτήν· φαιδροὶ δὲ φαιδρῶς, διὰ τὴν χαράν.
col. 1481–1482page 189 of 199
PG 129:1481Οἱ τῷ τάφῳ τοῦ Χριστοῦ προσεδρεύοντες ἄγγελοι πρὸς πίστωσιν παρέμενον καὶ διδασκαλίαν τοῦ ἐγηγέρθαι, ἀλλὰ μὴ κεκλέφθαι τὸν Κύριον. Καὶ — κλαίεις; Μὴ τολμώσης αὐτῆς ἐρωτῆσαι αὐτοὺς, αὐτοὶ διαλέγονται αὐτῇ. Λέγει — αὐτόν. Μετο γὰρ ὑπὸ τῶν θαψάντων μετατεθῆναι αὐτόν. Καὶ ἑστῶτα. Καὶ πῶς, μήπω μηδὲν μαθοῦσα παρὰ τῶν ἐρωτησάντων, αἰφνίδιον ἐστράφη εἰς τὰ ὀπίσω; Ὅτι, τοῦ Χριστοῦ ἄφνω φανέντος ὀπίσω αὐτῆς, οἱ ἄγγελοι, τὸν Δεσπότην ἑαυτῶν ἰδόντες, εὐθέως ἐξανέστησαν σύντρομοι, δουλοπρεπῶς ἀτενίζοντες εἰς αὐτόν. Ἐστράφη οὖν ἰδεῖν τίς ὁ φανεὶς αὐτοῖς. Καὶ — ἐστιν. Ἐφάνη γὰρ αὐτῇ ἐν ἑτέρᾳ μορφῇ, καὶ ἐν εὐτελεστέρῳ καὶ κοινῷ σχήματι, ἵνα μὴ ἀθρόον καταπλαγῇ. Λέγει — ἀρῶ.
Ἀπό τε τοῦ κοινοῦ σχήματος καὶ τοῦ εἶναι ἐν τῷ κήπῳ ὑπέλαβεν ὅτι ὁ κηπουρός ἐστιν. Οὐδὲ γὰρ τὴν φωνὴν αὐτοῦ ἐγνώρισεν, ἀσυνήθη ἐνηχηθεῖσαν. Ἔετο δὲ, ὡς εἴρηται, μετατεθῆναι μὲν αὐτὸν εἰς ἕτερον τόπον ἀσφαλέστερον, βασταχθῆναι δὲ παρὰ τοῦ κηπουρού. Εἰπέ μοι οὖν, φησὶν, ποῦ ἔθηκας αὐτὸν, κἀγὼ αὐτὸν ἀρῶ, εἰς ἄλλον καταθήσουσα τόπον ἀνεπιβουλευτότερον. Ὁ μόνων τῶν ἐν γενεᾷ καὶ φθορᾷ δημιουργὸν καὶ προνοητὴν νομίζων τὸν Κύριον, οὗτος εἰς κηπουρὸν παραγνωρίζει αὐτόν· διὸ καὶ φεύγει τούτου καὶ τὴν ἀφὴν ὁ Δεσπότης, ὡς μήπω παρ' αὐτῷ ἀναβὰς πρὸς τὸ ἀξίωμα καὶ τὴν ἰσότητα τοῦ Πατρός. Ἀνάξιοι γὰρ αὐτοῦ οἱ μετὰ τοιαύτης ὑπολήψεως αὐτῷ προσερχόμενοι. Λέγει — Διδάσκαλε.
Νῦν, καταστήσας τὴν φωνὴν καὶ τὴν μορφὴν καὶ τὸ σχῆμα πρὸς τὸ γνωριμώτερον, δέδωκεν αὐτῇ αἴσθησιν αὐτῶν, καὶ αὐτίκα τοῦτον ἐπιγνοῦσα, ἐβόησεν ὑπὸ περιχαρείας· Διδάσκαλε. Ἀλλὰ πῶς στραφεῖσα λέγει, εἴγε πρὸς αὐτὸν διελέγετο; Διότι εἰποῦσα ὅπερ εἶπε, μετεστράφη πρὸς τοὺς ἀγγέλους ἰδεῖν εἰ πάρεισιν, ἢ ἐρωτῆσαι τίς ὁ ἐκπλήξας αὐτούς· εὐθὺς δὲ τοῦ Χριστοῦ καλέσαντος αὐτήν, ἐστράφη πάλιν πρὸς αὐτόν. Λέγει — μή μου ἅπτου. Ὥρμησε γὰρ ἅψασθαι τῶν ποδῶν αὐτοῦ, ὡς εἰώθει. Κωλύει δὲ αὐτὴν προσφέρεσθαι αὐτῷ τοῦ λοιποῦ, καθὼς τὸ πρότερον, θειοτέρας ἤδη τῆς σαρκὸς αὐτοῦ γενομένης. Οὔπω μου. Τοῦτο εἶπε δι᾽ οὐδὲν ἕτερον, ὡς ὁ Χρυσόστομος φησιν, ἢ μόνον ἵνα γνῷ ὅτι ὑψηλότερός ἐστι καὶ αἰδεσιμώτερος.
Ὁ γὰρ μετὰ τοῦ σώματος σπεύδων ἀναβαίνειν πρὸς τὸν Πατέρα καὶ Θεὸν πρόδηλον ὅτι τὸ τοῦ σώματος ἐπίκηρον ἀπεβάλετο. Καὶ μὴν πρὸ βραχέος αὕτη τε καὶ ἡ ἄλλη Μαρία
col. 1483–1484page 190 of 199
PG 129:1483ἐκράτησαν αὐτοῦ τοὺς πόδας, ὡς ἱστόρησεν ὁ Ματθαῖος· ἀλλὰ τότε μὲν οὐκ ἀπεκώλυσε, παρέχων πληροφορηθῆναι διὰ τῆς ἀφῆς ὅτι οὐκ ἔστι φάσμα· νῦν δὲ οὐ συγχωρεῖ, διότι τῆς ὀπτασίας ἐκείνης καὶ τῆς ἀφῆς ἐπελάθετο καὶ ἠπίστησε. Πορεύου δὲ — ὑμῶν. Καὶ μὴν οὐκ εὐθέως ἔμελλεν ἀναβαίνειν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας, πῶς οὖν Ἀναβαίνω λέγει; Πάντως ἐπὶ πλέον ἀνάγων αὐτῆς τὴν διάνοιαν, καὶ ἔτι βεβαιῶν ὅτι ὑψηλότερός ἐστι καὶ θειότερος, καὶ πείθων αἰδεσιμώτερον αὐτῷ τοῦ λοιποῦ προσέχειν. Ἄλλως τε τὸ Ἀναβαίνω δηλοῖ καὶ τὸ Βούλομαι ἀναβαίνειν, δυνάμενον εἰς πλείονα καιρὸν ἐκτείνεσθαι. Ἀναμιμνήσκει δὲ τοὺς μαθητὰς οὗ πολλάκις εἶπεν αὐτοῖς πρὸ τοῦ παραδοθῆναι.
Ἀδελφοὺς δὲ αὐτοὺς ὠνόμασεν, ὡς καὶ αὐτὸς ἄνθρωπος, καὶ συγγενὴς αὐτῶν κατὰ τὸ ἀνθρώπινον. Ἑτέρως δὲ Πατέρα ἑαυτοῦ τὸν Πατέρα εἶπε, καὶ ἑτέρως τῶν μαθητῶν· ἑαυτοῦ μὲν φύσει ὡς ὁμοουσίου, τῶν μαθητῶν δὲ τῷ λόγῳ τῆς δημιουργίας καὶ προνοίας ὡς δημιουργημάτων καὶ προνοίας ἀξιουμένων· Θεὸν δὲ καὶ ἑαυτοῦ καὶ τῶν μαθητῶν, ὡς ἀνθρώπων. Καὶ πῶς οὐχ ἁπλῶς εἶπε, Καὶ Θεὸν ἡμῶν, ἀλλὰ κανταῦθα διέστειλεν ἑαυτόν; Διότι, εἰ καὶ ἄνθρωπος γέγονε καὶ ἀδελφὸς αὐτῶν τῇ φύσει τῆς ἀνθρωπότητος, ἀλλὰ πολὺ διέφερεν αὐτῶν τῇ τιμῇ διά τε τὴν ἕνωσιν τῆς θεότητος καὶ διὰ τὸ ἀναμάρτητον. Ἔρχεται αὐτῇ. Καὶ ὅτι ταῦτα εἶπεν αὐτῇ ὁ δηλονότι λελάληκεν αὐτῇ.
Ἐπεὶ δὲ εἰκός, τοὺς μαθητὰς ἀκούσαντας ταῦτα ἢ διαπιστεῖν τῇ γυναικί, καθάπερ καὶ πρότερον, ἢ πιστεύσαντας, οἷα καὶ τοῦ Πέτρου καὶ Ἰωάννου συντιθεμένων, ἀφ᾽ ὧν εἶδον ἀλγεῖν, ὅτι αὐτοὶ οὐκ ἠξιώθησαν ὄψεως αὐτοῦ, αὐθημερὸν ἐμφανίζεται καὶ αὐτοῖς. Πρῶτον μὲν γὰρ ἐγύμνασε τὸν πόθον αὐτῶν, εἶτα ποθεινότερον ἑαυτὸν παρέσχεν αὐτοῖς, διψῶσιν ἤδη αὐτόν. Οὔσης οὖν ὀψίας — μέσον. Ἑσπέρας ἦλθεν, ὅτε μᾶλλον ἐφοβοῦντο καὶ ἔτι συνήγοντο. Καὶ τὰς μὲν θύρας οὐκ ἐπάταξεν, ἵνα μὴ θορυβηθῶσιν, κεκλεισμένων δὲ εἰσῆλθεν, ὡς Θεὸς, καὶ ὡς λεπτοῦ ἤδη καὶ κούφου καὶ ἀκηράτου γενομένου τοῦ σώματος αὐτοῦ. Ἔστη δὲ εἰς τὸ μέσον, ἵνα πᾶσιν εἴη θεατός. Καὶ — ὑμῖν. Τουτέστι, μὴ ταράχθητε.
Καὶ ἀποθνήσκων δὲ εἰρήνην ἀφῆκεν αὐτοῖς· Εἰρήνην γὰρ, φησὶν, ἀφίημι ὑμῖν. Ταῖς μὲν οὖν μαθητρίαις χαρὰν πρὸ παντὸς λόγου δέδωκεν αὐταῖς. Λύπην γὰρ
col. 1485–1486page 191 of 199
PG 129:1485τὸ γένος ἐκεῖνο κατεκέκριτο· τοῖς δὲ μαθηταῖς εἰρήνην διὰ τὸν ὑποπτευόμενον πόλεμον ἀπό τε Ἰουδαίων καὶ Ἑλλήνων. Καὶ — αὐτοῦ. Ζήτησον ἐν τῷ τελευταίῳ κεφαλαίῳ τοῦ κατὰ Λουκᾶν τῷ· Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ τὰ ἑξῆς, ἄχρι τοῦ· Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων· καὶ ἀνάγνωθι τὰς ἐξηγήσεις αὐτῶν, πάνυ χρησιμευούσας πρὸς τὰ παρόντα. Ἐχάρησαν — Κύριον. Ὁρᾶς ἐπὶ τῶν ἔργων τοὺς λόγους ἐκβαίνοντας. Πρὸ τοῦ σταυροῦ γὰρ εἶπεν αὐτοῖς ὅτι Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία. Εἶπεν — ὑμῖν.
Μετὰ τὸ φαγεῖν τὸ ἐπιδοθὲν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσείου κηρίου, καθὼς ἔγραψε Λουκᾶς, ἐπληροφορήθησαν, καὶ λοιπὸν ὑπὸ πολλῆς χαρᾶς, ὡς εἰκὸς, θορυβοῦντας καταστέλλει ἵνα προσέχωσιν οἷς μέλλει ἐρεῖν. Καθὼς — ὑμᾶς. Καὶ πρὸ τοῦ σταυροῦ εἴρηκε πρὸς τὸν Πατέρα ὅτι Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· καὶ ἀνάγνωθι τὰ ἐκεῖ ῥηθέντα. Ἐπήρεν οὖν αὐτῶν τὰς ψυχὰς, ἐγχειρίσας αὐτοῖς τὸ ἴδιον ἔργον, καὶ καταστήσας διαδόχους ἑαυτοῦ. Καὶ — κεκράτηνται. Καὶ μὴν ὀπίσω εἴρηκεν ὅτι Ἐὰν ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· πῶς οὖν ἐνταῦθα δίδωσι Πνεῦμα ἅγιον;
Ἐνεφύσησε μὲν ἐμπνέων αὐτοῖς χάριν δεκτικὴν τοῦ ἁγίου Πνεύματος, καὶ κατασκευάζων ἐπιτηδείους εἰς ὑποδοχὴν αὐτοῦ· λέγει δὲ, Λάβετε Πνεῦμα ἅγιον, οὐ τότε, ἀλλ' ὅτε κατέλθῃ. Ἢ Πνεῦμα ἅγιον ἐκάλεσε τὸ πνευματικὸν χάρισμα τοῦ ἀφιέναι καὶ δεσμεῖν ἁμαρτίας. Διαφόρων γὰρ ὄντων πνευματικῶν χαρισμάτων, τοῦτο τηνικαῦτα δέδωκεν αὐτοῖς, μεῖζον ὂν καὶ τῶν σημείων. Τῷ παραλυτικῷ γὰρ εἰπόντος· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· ἔλεγον οἱ Γραμματεῖς· Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός. Καὶ μὴν καὶ πρὸ τοῦ σταυροῦ εἴρηκεν αὐτοῖς· Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ· ἀλλὰ τότε μὲν ὑπέσχετο αὐτοῖς τοῦτο, νῦν δὲ δίδωσι.
Ζήτησον δὲ περὶ τὰ μέσα τοῦ ἐνάτου κεφαλαίου τοῦ παρόντος εὐαγγελιστοῦ τό· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη· καὶ ἀνάγνωθι τὴν ὅλην ἐξήγησιν αὐτῶν. Ἐνεφύσησε μὲν οὖν ὡς πηγὴ χαρισμάτων, καὶ ἵνα μάθωμεν κἀντεῦθεν ὅτι αὐτός ἐστιν ὁ καὶ τὸ πρῶτον καὶ ζωτικὸν ἐμφύσημα ἐμφυσήσας τῷ Ἀδάμ.
col. 1487–1488page 192 of 199
PG 129:1487Κράτησιν δὲ νόει τὴν δῆσιν, τὴν ἀσυγχωρησίαν. Καθάπερ οὖν βασιλεύς, στρατηγοὺς ἀποστέλλων, οὕτω τοὺς μαθητὰς παραβάλλει πρὸ πάντων τῇ τοιαύτῃ δυνάμει. [Οἱ διὰ τὸν φόβον τῶν δαιμόνων ἐν τῷ ὕψει τῶν θείων θεωρημάτων ἀσφαλῶς βεβηκότες, καί, θυρῶν δίκην, τὰς αἰσθήσεις μύσαντες, παραγινόμενον ἀγνώστως δέχονται τὸν τοῦ Θεοῦ λόγον, ἄνευ τῆς κατ' αἴσθησιν ἐνεργείας ἐπιφαινόμενον αὐτοῖς, καὶ δωρούμενον ἀπάθειαν μὲν διὰ τῆς εἰρήνης, Πνεύματος δὲ ἁγίου χάριν διὰ τῆς ἐμπνεύσεως, καὶ δεικνύοντα τὰ σύμβολα τῶν μυστηρίων αὐτοῦ.] Θωμᾶς — Ἰησοῦς. Εἰκὸς γὰρ αὐτὸν μετὰ τὴν διασκορπισθῆναι τοὺς μαθητάς, ἀφέντας τὸν διδάσκαλον καὶ φυγόντας, μήπω συνελθεῖν αὐτοῖς.
Εἰ καὶ ἀπῆν ὁ Θωμᾶς, ὅμως διὰ τῶν ἀδελφῶν τῶν ἀποστόλων μετέλαβε καὶ αὐτὸς τῆς χάριτος τοῦ ἐμφυσηθέντος αὐτοῖς ἁγίου Πνεύματος, ὡς ὁ ἐν ἁγίοις Κύριλλος εἴρηκε. Τινὲς δὲ λέγουσιν ὅτι ὕστερον, μετὰ τὸ ἰδεῖν τὰς χεῖρας καὶ τὴν πλευρὰν τοῦ Σωτῆρος, καὶ πιστεῦσαι περὶ τῆς ἀναστάσεως, ἔλαβε καὶ αὐτὸς τὴν τοιαύτην χάριν, ἵνα μηδ' ἐν τούτῳ λείπηται τῶν συναποστόλων. Ἔλεγον — Κύριον. Ἔλεγον αὐτῷ ἐλθόντι πρὸς αὐτούς. Ὁ — πιστεύσω. Ὥσπερ τὸ ἁπλῶς καὶ ὡς ἔτυχε πιστεύειν εὐκολίας ἐστίν· οὕτω καὶ τὸ πέρα τοῦ μέτρου περιεργάζεσθαι καὶ πολυπραγμονεῖν παχυτάτης διανοίας ἐστί. Διὰ τοῦτο καὶ ὁ Θωμᾶς ἐγκαλεῖται. Τοῖς γὰρ συμμαθηταῖς, ἀξιοπίστοις οὖσι, καὶ διαβεβαιουμένοις, οὐκ ἐπίστευσεν·
οὐ τοσοῦτον ἐκείνοις ἀπιστῶν, ὅσον ἀδύνατον τὴν ἀνάστασιν ταύτην νομίζων. Ζητεῖ γὰρ αὐτὸς ἰδεῖν αὐτόν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸν τύπον τῶν ἥλων· καὶ οὐ μέχρι τούτων ἵστησι τὸ περίεργον, ἀλλὰ καὶ βαλεῖν τὸν δάκτυλον εἰς τὸν τύπον τῶν ἥλων, καὶ τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, μήποτε φάσμα εἴη. Μεμάθηκε γάρ, ὡς ἔοικε, παρὰ τῶν συμμαθητῶν ὅτι ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Τὴν ἁφὴν οὖν πιστοτέραν ποιεῖται τῆς ὄψεως. Καὶ — αὐτῶν. Ἔσω τοῦ καταγωγίου αὐτῶν, ὅπου συνήγοντο. Ἔρχεται — κεκλεισμένων.
Ἔρχεται πληροφορήσων τὸν ἀπιστοῦντα, [καὶ οὐδὲ τὸν ἕνα παριορᾷ, καίτοι τῶν ἄλλων ὄντα παχύτερον εἰς διάνοιαν.] Καὶ τίνος ἕνεκεν οὐχ, ὅτε ἐζήτησε τὰ ῥηθέντα ὁ Θωμᾶς, τότε τοῦτον ἐπληροφόρησεν, ἀλλὰ μεθ' ἡμέρας ὀκτώ; ἵνα ἐν τῷ μέσῳ κατηχούμενος ὑπὸ τῶν μαθητῶν εὐπειθέστερος πρὸς πίστιν γένηται.
col. 1489–1490page 193 of 199
PG 129:1489ὑμῖν. Ὥσπερ καὶ πρότερον. Πάντα γὰρ ποιεῖ πάλιν ὅσα καὶ ἀπόντος αὐτοῦ πεποίηκεν. Εἶτα μου. Μηδὲν εἰπόντος τοῦ Θωμᾶ, προλαμβάνει, καὶ ἅπερ ἐζήτει δίδωσι, δεικνύς ὅτι καὶ ὅτε ταῦτα ἔλεγε, παρήν τε καὶ ἤκουεν ὡς Θεός. Καὶ γὰρ τοῖς αὐτοῖς ἐχρήσατο ρήμασι. Καὶ πιστός. Μεμφόμενος τοῦτό φησιν, ὡς ἐξ ἀπιστίας, οὐκ ἐξ ἀκριβείας ἀντιτείνοντος. Καὶ μου. Ἰδὼν ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἤλων, καὶ τὴν πλευρὰν αὐτοῦ νενυγμένην, αὐτίκα ἐπίστευσε, μὴ ἀναμείνας ψηλαφήσαι. Τινές δέ φασιν ὅτι ψηλαφήσας ἐβόησεν· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει – πιστεύσαντες. Ὅ τε γὰρ Πέτρος καὶ Ἰωάννης, μήπω ἰδόντες αὐτὸν, ὅμως ἀπὸ τῶν ὀθονίων καὶ τοῦ σουδαρίου ἐπίστευσαν ὅτι ἀνέστη.
Καὶ οἱ ἄλλοι δὲ μαθηταὶ μετὰ τοῦτο, τοῦ Πέτρου ἰδόντος αὐτὸν καὶ ἀναγγείλαντος αὐτοῖς, μήπω ἰδόντες αὐτὸν ἐπίστευσαν. Εὗρον γάρ, φησὶν ὁ Λουκάς, συνηθροισμένους τοὺς ἕνδεκα, καὶ τοὺς σὺν αὐτοῖς λέγοντας ὅτι Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ πῶς, ὅτε ἐφάνη αὐτοῖς, φησὶν ὁ αὐτὸς εὐαγγελιστής ὅτι πτοηθέντες καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ τὰ ἑξῆς; καὶ ὅτι Ἔτι ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε, καὶ τὰ λοιπά; Διότι ταῦτα τότε πεπόνθασιν, οὐκ ἀπιστοῦντες ὅτι ἀνέστη, ἀλλ' ἀμφιβάλλοντες εἰ αὐτός ἐστιν ὁ φαινόμενος αὐτοῖς, καὶ ἀκριβολογούμενοι. Συμπαραλαμβάνει δὲ ὁ μακαρισμὸς καὶ τοὺς διὰ τοῦ κηρύγματος πιστεύοντας.
Ὅταν οὖν τις λέγῃ Μακάριοι οἱ κατ' ἐκείνους τοὺς καιροὺς ὄντες, καὶ ἰδόντες τὸν Χριστὸν, ἐννοείτω ὅτι Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ἀλλὰ πῶς σῶμα ἄφθαρτον τύπους εἶχε πληγῶν, καὶ ἀφῇ ὑπέπιπτε; Πῶς; Ὑπερφυῶς τε καὶ οἰκονομικῶς· καὶ γὰρ καὶ ἔφαγε καὶ ἔπιε πρὸς πληροφορίαν τῶν μαθητῶν. Πολλά τούτῳ. Τὰ μετὰ τὴν ἀνάστασιν πάντως λέγει. Διὰ τοῦτο γὰρ εἶπεν ὅτι ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. Ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἔδει πολλὰ γενέσθαι, ἵνα πιστεύσωσιν ὅτι Υἱός ἐστιν τοῦ Θεοῦ· οὕτω καὶ μετὰ τὴν ἀνάστασιν, ἵνα πληροφορηθῶσιν ὅτι ἀνέστη. Ἢ καὶ κοινὸς ὁ λόγος περί τε τῶν πρὸ τῆς ἀναστάσεως καὶ περὶ τῶν μετὰ τὴν ἀνάστασιν. Ταῦτα – Θεοῦ. Οὐ πρὸς φιλοτιμίαν, φησίν, ἐγρά
col. 1491–1492page 194 of 199
PG 129:1491ψαμεν· ἡ γὰρ ἂν καὶ ἄλλα ἐγράψαμεν, πολλῶν ὄντων· ἀλλὰ πρὸς χρείαν μόνην, ἵνα πιστεύσητε ὅτι Ἰησοῦς οὗτός ἐστιν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὑπὸ τῶν προφητῶν καταγγελλόμενος. Καὶ — αὐτοῦ. Τουτέστι· δι' αὐτοῦ· αὐτὸς γάρ ἐστιν ἡ ζωή· ζωὴν δὲ ἔχητε τὴν αἰώνιον. Μετὰ ταῦτα — Τιβεριάδος. Οὐ γὰρ διόλου συνήν αὐτοῖς, ὡς τὸ πρότερον, ἀλλ' ἐκ διαλείμματος ἐπεδήμει. Τὸ δὲ Ἐφανέρωσε καὶ Ἐφάνη καὶ Ἄφθη καὶ τὰ τοιαῦτα ὑποφαίνουσιν ὅτι κατὰ τὴν φύσιν τῆς ἀφθαρσίας τοῦ σώματος ἀφανὴς ἦν φθαρτοῖς ὀφθαλμοῖς· συγκαταβατικῶς δὲ καὶ οἰκονομικῶς ἐφανεροῦτο. Ἡ θάλασσα δὲ αὕτη ἐν τῇ Γαλιλαίᾳ ἦν. Ἀναθαρρήσαντες γὰρ ἀπῆλθον ἐκεῖ. Ἐφανέρωσε δὲ οὕτως. Ὡς ἐρεῖ. Ἦσαν σύν σοι.
Μήτε γὰρ τοῦ Σωτῆρος διόλου συνόντος αὐτοῖς, ὡς εἴρηται, μήτε τοῦ ἄλλου Παρακλήτου ἐλθόντος, μήτε τοῦ κηρύγματος ἐντελῶς ἐγχειρισθέντος αὐτοῖς, οὐδὲν ἔχοντες πράττειν, λοιπὸν ἥλιευον, τὴν προτέραν μετερχόμενοι τέχνην, εἰ καὶ μὴ φιλοκερδῶς ὡς τὸ πρίν. Ἐξῆλθον οὖν — εὐθύς. Εἰς τὸ τοῦ Πέτρου, ἢ τὸ τῶν υἱῶν Ζεβεδαίου, ἢ τινος τῶν γνωρίμων. Καὶ οὐδέν. Κατ' οἰκονομίαν, ὡς ἐροῦμεν προϊόντες. Εἰκὸς δὲ καὶ τοὺς ἄλλους μαθητάς, ὡς ὁ Χρυσόστομος εἴρηκεν, ἔξω ἀκολουθεῖν, χάριν τε ἀγάπης καὶ θέας τὴν σχολὴν ἐν διατιθεμένους, καὶ συνδιανυκτερεύειν αὐτοῖς. Πρωΐας — ἐστίν. Ἴσως τοῦ εἴδους αὐτοῦ λαμπροτέρου φαινομένου διὰ τὴν ἀφθαρσίαν, ἢ κατ' οἰκονομίαν ἀγνοουμένου αὐτοῖς. Λέγει — Ἔχετε;
Παιδία τούτους ἐκάλεσε, τῇ συνηθείᾳ χρησάμενος. Ἔθος γὰρ τοὺς ἐργατικοὺς οὕτως ὀνομάζειν διὰ τὸ πρὸς τοὺς πόνους ἀκμαῖόν τε καὶ νεανικὸν αὐτῶν. Διαλέγεται δὲ αὐτοῖς, ὡς θέλων δῆθεν παρ' αὐτῶν ὠνεῖσθαί τι. Ἀπεκρίθησαν — εὑρήσετε. Καὶ οὔπω συνῆκαν ὅτι αὐτός ἐστιν. Ἐχρῆν δὲ συνιέναι. Πῶς γὰρ ἂν κοινὸς ἄνθρωπος εἰδείη ὅτι βάλλοντες εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου εὑρήσουσι; Ῥητῶς δὲ εἰς τὰ δεξιὰ βαλεῖν ἐπέταξεν, ἵνα μὴ κατὰ τύχην ἡ ἄγρα δόξῃ. Ἔβαλον οὖν. Ἁπλῶς ὑπακούσαντες, ἢ καὶ ὑποπτεύσαντες αὐτὸν τεκμηρίῳ τινὶ γνῶναί τινας ἰχθύας ἐκεῖ διανηχομένους, ἢ καὶ ἰδεῖν ἀναπηδήσαντας.
col. 1493–1494page 195 of 199
PG 129:1493Καὶ οὐκ ὅτι — ἰχθύων. Ἀπόντος μὲν τοῦ Σωτῆρος, οὐδὲν ἐπίασαν, παρόντος δὲ, πλῆθος συνέκλεισαν, ἵνα γνῶμεν ὅτι χωρὶς μὲν αὐτοῦ οὐδὲν ὠφέλιμον ἀνύομεν, σὺν αὐτῷ δὲ, πολλά. Χρὴ τοίνυν ταῖς ἐντολαῖς αὐτοῦ πειθομένους πονεῖν καὶ βάλλειν εἰς τὰ δεξιά· τοῦτο γὰρ τὸ μέρος ἐπαινετόν. [Ζήτησον καὶ ἐν τῷ ἐνδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Λουκᾶν τό· Ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἱ ἦσαν κοινωνοὶ τῷ Σίμωνι, καὶ τὰ ἑξῆς, καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν. Εὑρήσεις γὰρ ἀναγωγὴν, πάνυ τοῖς παροῦσιν ἁρμόζουσαν.] Λέγει — ἐστι. Τοῦτο συνεὶς ἀπὸ τῆς εὐτυχίας, καὶ τοῦ συγκεκλείσθαι τοὺς ἰχθύας, ὥσπερ ἐξ ἐπιτάγματος. Σίμων — θάλασσαν.
Διορατικώτερος μὲν ὁ Ἰωάννης περιουσίᾳ καθαρότητος, θερμότερος δὲ ὁ Πέτρος σφοδρότητι φίλτρου. Διὸ γνωρίζει μὲν αὐτὸν ὁ Ἰωάννης, πρὸ τοῦ Πέτρου· ἔξεισι δὲ πρὸς αὐτὸν ὁ Πέτρος πρὸ τοῦ Ἰωάννου. Ἀκούσας γὰρ μόνον ὅτι ὁ Κύριός ἐστι, ῥίπτει τὰ ἐν χερσὶν εὐθέως, καὶ μὴ ἀναμείνας τῷ πλοιαρίῳ ἐξελθεῖν, βάλλει ἑαυτὸν εἰς τὴν θάλασσαν διὰ τὸ τάχος τῆς ἐξελεύσεως. Τὸν ἐπενδύτην δὲ χιτώνιόν τί φασιν ἀχειρίδωτον ἄχρι γονάτων περιστέλλον. Σύνηθες δὲ τοῦτο τοῖς θαλαττεύουσιν, εὐκινησίαν ἅμα καὶ εὐσχημοσύνην αὐτοῖς παρὰ τῷ ὕδατι περιποιούμενον. Γυμνὸς μὲν οὖν ἦν τῆς ἄλλης στολῆς αὐτοῦ, τοῦτον δὲ μόνον ἐπὶ τοῦ σώματος ἐνεδέδυτο ἄζωστον· ἀνάξιον γὰρ εἶναι αὐτὸν πάντη γυμνὸν διὰ τὴν ἀσχημοσύνην.
Ἐζώσατο δὲ αὐτὸν αἰδοῖ τοῦ Κυρίου. Οἱ δὲ ἄλλοι — ἰχθύων. Ἦλθον ἐφελκόμενοι τοὺς σύροντας τὸ δίκτυον σχοίνους. Ὡς — ἄρτον. Τὸ μὲν ὀψάριον τῇ ἀνθρακιᾷ ἐπικείμενον, τὸν δὲ ἄρτον ἰδίᾳ παρακείμενον, ἐξ οὐκ ὄντων πάντα πάντως παρηγμένα, ἵνα κἀντεῦθεν δείξῃ τὴν δύναμιν αὐτοῦ, καὶ πεπονηκότας αὐτοὺς ἀνακτήσηται φιλοστόργως διὰ τροφῆς. Λέγει — νῦν. Ὡς εἰδὼς ὅτι ἐπίασαν λέγει. Καὶ γὰρ καὶ πρὶν ὡς εἰδὼς ὅτι πιάσουσιν εἶπε· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε, καὶ ἵνα μὴ φαντασία δόξῃ τὸ πρᾶγμα, καὶ ὅπως ἰδόντες καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἰχθύων, καὶ τὸ πῶς οὐκ ἐσχίσθη τὸ δίκτυον, θαυμάσωσι πλέον. Ἀνέβη Σίμων Πέτρος.
[Ἀνέβη εἰς τὸ πλοῖον, ὡς ἐμπειρότερος, ἐπομένων αὐτῷ καὶ ἄλλων δηλονότι.] Καὶ εἵλκυσε — τριῶν. Φασί τινες διὰ τῶν ἑκατὸν μὲν ὑποδηλοῦσθαι τοὺς ἐξ ἐθνῶν σαγηνευθησομένους,
col. 1495–1496page 196 of 199
PG 129:1495διὰ τῶν πεντήκοντα δὲ τοὺς ἐξ Ἰουδαίων· πλείους γὰρ εἰ ἐξ ἐθνῶν τῶν ἐξ Ἰουδαίων· διὰ τῶν τριῶν δὲ τὴν ἁγίαν Τριάδα, εἰς ἣν πιστεύουσι. Καὶ δίκτυον. Οὐχ ὡς ἰσχυρὸν, ἀλλ' ὡς τοῦ Κυρίου τοῦτο δυναμώσαντος. Λέγει – ἀριστήσατε. Τῆς ὥρας τοῦ ἀρίστου ἤδη ἐπιστάσης. Ἔμελλε γὰρ τοὺς πόνους αὐτῶν διαδέχεσθαι ἀνάπαυσις. Εἰκὸς δὲ καὶ ἐκ τῶν πιασθέντων ἰχθύων τινὰς ὀπτηθῆναι πρὸς ἐστίασιν ὅλων τῶν μαθητῶν, τοὺς λοιποὺς δὲ πένησι διανεμηθῆναι. Οὐδεὶς δὲ – ἐστιν. Τὴν ὄψιν αὐτοῦ βλέποντες ἀλλοιοτέραν καὶ ἐκπληκτικωτάτην ἐβούλοντο μὲν ἐρωτῆσαι, οὐκ ἐτόλμων δὲ εἰδότες ἀπὸ τῶν εἰρημένων τεκμηρίων ὅτι ὁ Κύριος ἐστιν. Ἔρχεται ὁμοίως.
Οὐκέτι ἀναβλέπει εἰς τὸν οὐρανόν, οὐδὲ τὰ ἀνθρώπινα ἐκεῖνα ποιεῖ, δεικνύων ὅτι κἀκεῖνα κατ' οἰκονομίαν ἐποίει. Τοῦτο – νεκρῶν. Πρώτον μέν, οὔσης ἑσπέρας τῇ ἡμέρᾳ ἐκείνῃ καθ' ἣν ἀνέστη· δεύτερον δέ, μεθ' ἡμέρας ὀκτώ· τρίτον δέ, νῦν· Φαίνεται οὖν ὅτι μετὰ τοῦτο ἀνῆλθον οἱ μαθηταὶ εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς, ὅτε δηλαδὴ προετράπησαν αὖθις παρὰ τοῦ Κυρίου. Ἐφανερώθη μὲν οὖν καὶ ταῖς μαθητρίαις, καὶ τοῖς παρὰ τῷ Μάρκῳ δυσί, καὶ τῷ Πέτρῳ, καὶ τοῖς περὶ Κλεόπαν· ἀλλὰ τοῖς μαθηταῖς ὁμοῦ, τοῦτο ἤδη τρίτην ἐφανερώθη. Οὐ γὰρ συνεχῶς αὐτοῖς ἐπεχωρίαζεν. Ἀλλ' ἐνταῦθα μὲν οὐκ εἶπεν ὅτι καὶ αὐτὸς ἔφαγεν·
οἶμαι δέ, ὡς τοῦ Λουκᾶ καὶ τοῦτο δηλώσαντος ἐν τῇ βίβλῳ τῶν Πράξεων, ἔνθα φησὶν ὁ Πέτρος ὅτι Συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. Ὅτε – σε. Σίμων υἱὲ τοῦ Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον ἢ οὗτοι; Τοῦτον δὲ μόνον ἐρωτᾷ, ὡς κορυφαῖον καὶ στόμα τῶν μαθητῶν. Τίνος δὲ χάριν ἐρωτᾷ ὁ οἶδεν, ἐροῦμεν προϊόντες. Λέγει – μου. Τοὺς μαθητάς ἀρνία ἑαυτοῦ φησιν, ὡς ποιμὴν αὐτῶν, οὓς καὶ πρόβατα πάλιν καλεῖ. Ζητεῖ οὖν ἀπόδειξιν τῆς εἰς αὐτὸν ἀγάπης, τὴν ἐπιμέλειαν αὐτῶν, καὶ τὴν ψυχὴν αὐτοῦ, ἣν ἐπήγγελται θεῖναι ὑπὲρ τοῦ διδασκάλου, ταύτην ἀπαιτεῖ θεῖναι ὑπὲρ τῶν μαθητῶν. Λέγει – σε.
Ὁ μὲν Χριστὸς ἐκ τρίτου ἐρωτῶν καὶ τὰ αὐτὰ ἐπιτάττων ἐμφαίνει ὅτι σφόδρα περὶ πολλοῦ τίθεται τὴν προστασίαν τῶν ἰδίων μαθητῶν, καὶ ταύτην ἁπάσης θεραπείας ἡγεῖται μείζονα. Ὁ δὲ Πέτρος, τὸ τριπλοῦν τῆς ἐρωτήσεως φοβηθείς, καὶ ὑποπτεύσας μήποτε δοκῇ μὲν φιλεῖν, οὐ φιλεῖ δέ· καὶ γὰρ καὶ πρότερον ἐδόκει μὲν μηδέποτε
col. 1497–1498page 197 of 199
PG 129:1497ἀπαρνήσασθαι αὐτὸν, ἀπηρνήσατο δέ· καὶ σωφρονέστερον αὐτὸν καὶ βελτίονα τὸ πάθος ἐκεῖνο πεποίηκεν· ἐλυπήθη, ἐταράχθη, ἐθορυβήθη. Καὶ λοιπὸν αὐτὸν ὡς πάντα πρὶν γενέσεως αὐτῶν εἰδότα μάρτυρα ποιεῖται, καὶ λέγει· Σὺ πάντα οἶδας, καὶ τὰ νῦν, καὶ τὰ μέλλοντα, ὡς Θεός, σὺ γινώσκεις ὅτι φιλῶ σε νῦν ὁλοψύχως, καὶ οὐδὲν πλέον λέγει τὸ μᾶλλον ἀγνοῶν. Καὶ γὰρ καὶ πρώην ἀντιτείνων ἠλέγχθη μάτην ἰσχυριζόμενος. Ἀρνία τοίνυν καὶ πρόβατα οἱ μαθηταὶ διὰ τὸ ἄκακον καὶ πρόχειρον εἰς σφαγήν. Καὶ αὖθις ἀρνία μὲν οἱ ἀτελέστεροι, πρόβατα δὲ οἱ τελειότεροι.
Πρότερον μὲν οὖν διὰ τῶν πικρῶν ἐκείνων δακρύων τῷ Πέτρῳ τὴν κηλίδα τῆς ἀρνήσεως ἀπολουσαμένῳ, ἄρτι δὲ πάλιν ἀντὶ τῆς τριπλῆς ἀρνήσεως τριπλῆν ὁμολογίαν εἰσενεγκόντι, καὶ τότε μὲν ἔργῳ, νῦν δὲ λόγῳ τὸ διὰ λόγου σφάλμα θεραπεύει, τὴν ποιμαντικὴν ἐγχειρίζει τῆς οἰκουμένης. Εἶτα παραβολικῶς προμηνύει αὐτῷ καὶ τὸν διὰ σταυροῦ θάνατον, ᾧ τελειωθῆναι ἔμελλε, δεικνύων ἐντεῦθεν ὅτι οὐκ ἀγνοῶν οὐδὲ ἀπιστῶν αὐτῷ ἔλεγεν ἅπερ ἔλεγεν. Ἠπίστατο γὰρ πάνυ τὸ διάπυρον τῆς εἰς αὐτὸν ἀγάπης, ἀλλ᾽ ἵνα γνῷ καὶ αὐτὸς καὶ πάντες ὅτι σφόδρα περὶ πολλοῦ τίθεται τὴν προστασίαν τῶν ἰδίων μαθητῶν, ὡς ἀνωτέρω δεδήλωται. Ἀμήν – ἤθελες.
Ὅτε ἐτύγχανες ἀτελέστερος, ὑπὸ τὸν ἀτελέστερον νόμον τὸν Μωσαϊκὸν κείμενος, ἡτοίμαζες σεαυτὸν πρὸς ὃ ἐβούλου, καὶ διήγες ὡς ἤθελες. Ὅταν θέλεις. Ὅταν δὲ τελειωθῇς εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας πνευματικῆς, ὑπὸ τοῦ τελείου νόμου, τοῦ εὐαγγελικοῦ, καταρτιζόμενος, ἐκτενεῖς τὰς χεῖράς σου ἐπὶ σταυροῦ, καὶ ἄλλος σε σφίγξει τοῖς ἥλοις, καὶ ἀγάγῃ εἰς θάνατον, ὃν, εἰ καὶ θέλεις τῇ προαιρέσει, οὐ θέλεις τῇ φύσει. Συμπαθεῖ γὰρ ἡ ψυχὴ τῷ σώματι διὰ τὴν φύσιν, καὶ ἄκουσα ἀποῤῥήγνυται, τοῦτο τοῦ Θεοῦ συμφερόντως οἰκονομήσαντος, καθὼς καὶ ἀλλαχοῦ δεδήλωται, ἵνα μὴ κατὰ περίστασιν εὐχερῶς ἀνέλωσιν ἑαυτοὺς οἱ ἄνθρωποι.
Εἰ γὰρ καὶ τῆς ψυχῆς οὕτως ἰσχυρῶς ἀποστρεφομένης τὴν διάζευξιν τοῦ σώματος, ἰσχύει πολλάκις ὁ ἐχθρός τινας ἐργάζεσθαι φονεῖς ἑαυτῶν· εἰ μὴ τοῦτο ἦν, ταχέως ἂν οἱ πολλοὶ πρὸς ἀναίρεσιν ἑαυτῶν ἐχώρουν. Τοῦτο – Θεόν. Δόξα γὰρ οὐ μόνον τοῦ θνήσκοντος μαθητοῦ, ἀλλὰ καὶ τοῦ Θεοῦ, ὁ διὰ τιμωρίας θάνατος· τοῦ θνήσκοντος μὲν, ὅτι ὑπὲρ τοῦ Θεοῦ θνήσκει, τοῦ Θεοῦ δὲ, ὅτι τοιοῦτον ἔχει μαθητήν.
col. 1499–1500page 198 of 199
PG 129:1499Καὶ μοι. Ἐντεῦθεν πάλιν δείκνυσιν ὅτι πρὸ τῶν ἄλλων αὐτὸν οἰκειοῦται, καὶ μείζονος ἀξιοῖ τιμῆς, ἵνα καὶ προθυμότερος γένηται. Εἰ δὲ λέγοι τις· Πῶς οὖν Ἰάκωβος ἔλαβε τὸν θρόνον τῶν Ἱεροσολύμων; ἐροῦμεν ὅτι ὁ Πέτρος τῆς οἰκουμένης ἐχειροτονήθη διδάσκαλος. Περιπατούντων τοιγαροῦν τοῦ τε διδασκάλου καὶ τῶν μαθητῶν, εἶπεν, Ἀκολούθει μοι, σταυρούμενος καὶ αὐτὸς δηλονότι, καὶ τὸν ἴσον θάνατον ὑφιστάμενος. Ἐπιστραφείς — ἀκολουθοῦντα. Βαδίζοντα ὀπίσω τοῦ Πέτρου· ἔτυχε γὰρ τότε πλησίον αὐτοῦ περιπατῶν. Ὃς καὶ σε; Ἐν τῷ δείπνῳ τῷ μυστικῷ, καθὼς ἐκεῖ δεδήλωται. Ἀναμιμνήσκει δὲ ἡμᾶς ἐκείνης τῆς κατακλίσεώς τε καὶ ἐρωτήσεως, δεικνὺς ὅσην ὁ Πέτρος παρρησίαν ἔσχε μετὰ τὴν ἐπὶ τῇ ἀρνήσει μετάνοιαν.
Ὁ γὰρ τότε μὴ τολμῶν ἐρωτῆσαι, ἀλλὰ τῷ ἠγαπημένῳ χρησάμενος εἰς τοῦτο, οὗτος οὐ μόνον τὴν προστασίαν ἐπιστεύθη τῶν ἀδελφῶν, ἀλλὰ καὶ περὶ τοῦ ἠγαπημένου θαρραλέως ἐρωτᾷ. Τοῦτον τί; Οὐκ ἀκολουθήσει σοι; οὐ τὴν αὐτὴν ἡμῖν ὁδὸν τοῦ θανάτου βαδιεῖται; οὐχ ὁμοίως ἀποθανεῖται; Συνῆκε γὰρ τί ὑπεδήλου τὸ Ἀκολούθει μοι, καὶ σφόδρα φιλῶν τὸν Ἰωάννην ἐβούλετο κοινωνὸν αὐτὸν τοῦ ἴσου θανάτου λαβεῖν, καὶ ὡς τοῦ Ἰωάννου μὴ τολμῶντος ἐρωτᾶν, αὐτὸς ἐρωτᾷ, καὶ τὴν ἀμοιβὴν ἀποδίδωσι. Τί οὖν ὁ Χριστός; Ἐκκόπτων τὴν μερικὴν φιλίαν, καὶ παιδεύων μηδὲν περαιτέρω πολυπραγμονεῖν, καὶ ἐμφαίνων ὅτι διαφόρως τὰ κατ᾿ αὐτοὺς οἰκονομηθήσονται, φησίν· Λέγει — σε· Ἐὰν αὐτὸν θέλω μένειν ζῶντα ἕως
col. 1501–1502page 199 of 199
PG 129:1501ἔρχομαι κατὰ τὴν δευτέραν μου παρουσίαν, τί πρός σε κοινόν; Σὺ ἀκολούθει μοι. Σὺ τὸν σὸν θάνατον σκόπει, μηδὲν τὸν ἐκείνου περιεργαζόμενος. Ἐξῆλθεν — ἀδελφούς. Ποῖος λόγος; Ὅτι — ἀποθνήσκει. Εἰκὸς γὰρ κἀκείνους ἀκούειν ἃ πρὸς τὸν Πέτρον ἐῤῥήθησαν. Διεφημίσθη δὲ ὁ λόγος οὗτος, ἤγουν ὅτι οὐκ ἀποθνήσκει, ὡς πλανηθέντων αὐτῶν, καὶ μὴ συνεωρακότων τὸν τοῦ λόγου σκοπόν. Εἶτα διορθοῦται τὴν ἐσφαλμένην φήμην. Καὶ — σέ; Ὅπερ οὐ δηλοῖ ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾽ ἕτερον ἔχει σκοπόν, ὡς προείρηται. Τίς οὖν ὑπολείπεται λόγος τοῖς ἐνισταμένοις, ὅτι οὐ τέθνηκεν, αὐτοῦ δὴ τούτου διαῤῥήδην βοῶντος ὅτι πλανῶνται οἱ τοῦτο ὑπολαμβάνοντες; Οὗτος — αὐτοῦ. Καὶ οἴδαμεν, οἱ εἰδότες αὐτὰ, ὅτι ἀληθῶς μαρτυρεῖ.
Φαίνεται γὰρ ὅτι καὶ ἄλλοι ταῦτα ἐγίνωσκον. Ὡς οὖν σφόδρα θαῤῥῶν τῇ ἀληθείᾳ τοῦτό φησιν. Ἔγνω γὰρ ὅτι δόξει τισὶν ἴσως ὑποστα λέγειν, διὰ τὸ μὴ μνημονευθῆναι ταῦτα παρὰ τῶν ἄλλων εὐαγγελιστῶν. Ἔστι δὲ — ὁ Ἰησοῦς. [Τοῦτο καὶ ἀνωτέρω περὶ τῶν σημείων εἶπεν.] Ἅτινα — βιβλία. [Οὐ χωρεῖ δὲ αὐτὰ ὁ εἰρημένος κόσμος, καὶ καθ᾽ ἕτερον λόγον, οὐ διὰ πλῆθος συγγραμμάτων, ἀλλὰ διὰ μέγεθος πραγμάτων· οὐδὲ τόπῳ, ἀλλὰ τρόπῳ.] Καθ᾽ ὑπερβολὴν ὁ λόγος, ἐμφαίνων τὴν ὑπερβολὴν τοῦ πλήθους τῶν πεπραγμένων τῷ Κυρίῳ. Χρῶνται δὲ τῷ λόγῳ τῆς ὑπερβολῆς καὶ οἱ γράφοντες, καὶ οἱ λέγοντες, ὅταν ὑπερβολὴν πράγματος παραστῆσαι βουληθῶσιν.
Οὗτος δὲ καὶ τὸ Οἶμαι προσθεὶς ἐκόλασε τὴν ὑπερβολὴν, καὶ παραμυθήσατο τὸ δοκοῦν ἀπίθανον, ὑποδηλῶν ὅτι διὰ τὸ παμπληθὲς αὐτῶν εἴρηκεν οὕτω. Καὶ ἄλλα μὲν οὖν πολλὰ ἐποίησεν, ὡς πάντα δυνάμενος· ῥᾴδιον γὰρ αὐτῷ τὸ ποιεῖν ἢ ἡμῖν τὸ λέγειν· μόνα δὲ ἐγράφησαν τὰ πρὸς εὐσέβειαν καὶ πίστιν χρησιμώτερα καὶ ἀναγκαιότερα, ἐκείνων τῶν συγγεγραφότων ἐννοησάντων, ὡς ὁ μὴ τοῖς γραφεῖσι πιστεύων οὐδὲ τοῖς πλείοσι προσέξει. Ὁ δὲ ταῦτα δεξάμενος ἑτέρων οὐ δεηθήσεται. Γένοιτο δὲ ἡμᾶς, τελείους θεραπευτὰς τῆς παντελείου Τριάδος ἀναφανέντας, ἀγαθῷ τέλει κατακλεῖσαι τὸν βίον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν. Τῷ συντελεστῇ τῶν καλῶν Θεῷ χάρις. Ἀμήν. Τέλος πάντων.
Continue reading PG 129: Ordo Rerum →≣ entire volume
Page scan enlarged

Notebook

Full View