PG 129Euthymius Zigabeno
Commentary on Luke
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) — PG column chips mark the printed columns.

Exposition on LukeExpositio in Lucam

Chapter ICaput Primum

Chapter IICaput II

Chapter IIICaput III

Chapter IVCaput IV

Chapter VCaput V

Chapter VICaput VI

Chapter VIICaput VII

Chapter VIIICaput VIII

Chapter IXCaput IX

Chapter XCaput X

Chapter XICaput XI

Chapter XIICaput XII

Chapter XIIICaput XIII

Chapter XIVCaput XIV

Chapter XVCaput XV

Chapter XVICaput XVI

Chapter XVIICaput XVII

Chapter XVIIICaput XVIII

Chapter XIXCaput XIX

Chapter XXCaput XX

Chapter XXICaput XXI

Chapter XXIICaput XXII

Chapter XXIIICaput XXIII

Chapter XXIVCaput XXIV

Anonymous Interpretation of Two Odes from the Gospel of LukeAnnonymi interpretatio duarum odarum evangelii Lucae

col. 853–854page 1 of 127
PG 129:853ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ. α'. Περὶ τῆς ἀπογραφῆς. (Κεφ. ΙΙ, 1.) β'. Περὶ τῶν ἀγραυλούντων ποιμένων. (ΙΙ, 8.) γ'. Περὶ τοῦ Συμεών. (ΙΙ, 25.) δ'. Περὶ Ἄννης τῆς προφήτιδος. (ΙΙ, 36.) ε'. Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην. (ΙΙΙ, 1.) Μθ. γ'. ς'. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην. (ΙΙΙ, 10.) ζ'. Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος. (ΙV, 1.) η'. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμονίου. (ΙV, 33.) Μρ. α'. θ'. Περὶ τῆς πενθερᾶς Πέτρου. (ΙV, 38.) Μθ. η'. Μρ. β'. ι'. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. (ΙV, 40.) Μθ. θ'. Μρ. γ'. ια'. Περὶ τῆς ἄγρας τῶν ἰχθύων. (V, 4.) ιβ'. Περὶ τοῦ λεπροῦ. (V, 12.) Μθ. ς'. Μρ. δ'. ιγ'. Περὶ τοῦ παραλυτικοῦ. (V, 18.) Μθ. ιγ'. Μρ. δ'. Ἰω. ζ'. ιδ'.
Περὶ Λευΐ τοῦ τελώνου. (V, 27.) Μθ. ιδ'. Μρ. ε'. ιε'. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. (VI, 6.) Μθ. κα'. Μρ. ζ'. ις'. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. (VI, 12.) Μθ. ιθ'. Ἡρ. π'. ιζ'. Περὶ τῶν μακαρισμῶν. (VI, 20.) Μθ. ε'. ιη'. Περὶ τοῦ ἑκατοντάρχου. (VII, 1.) Μθ. Γ'. Ἰω. ιθ'. Περὶ τοῦ υἱοῦ τῆς χήρας. (VII, 11.) κ'. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου. (VII, 18.) Μθ. κ'. κα'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. (VII, 36.) Μθ. ξβ'. Μρ. μδ'. Ἰω. ιβ'. κβ'. Περὶ τῆς παραβολῆς τοῦ σπόρου. (VIII, 4.) Μθ. κδ'. Μρ. θ'. κγ'. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. (VIII, 23.) Μθ. ια'. Μρ. ι'. κδ'. Περὶ τοῦ ἔχοντος τὸν λεγεώνα. (VIII, 26.) Μθ. ιβ'. Μρ. ια'. κε'. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου.
(VIII, 40.) Μθ. ιη'. Μρ. ιβ'. κς'. Περὶ τῆς αἱμορροούσης. (VIII, 43.) Ἰω. ις'. Μρ. ιγ'. κζ'. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. (ΙΧ, 1.) Μθ. ιθ'. Μρ. ιθ'. κη'. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. (ΙΧ, 12.) Μθ. κς'. Μρ. ις'. Ἰω. η'.
col. 855–856page 2 of 127
PG 129:855κθ΄. Περὶ τῆς τῶν μαθητῶν ἐπερωτήσεως. (ΙΧ, 18.) λ΄. Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. (ΙΧ, 28.) Μθ. κε΄. λα΄. Περὶ τοῦ σεληνιαζομένου. (ΙΧ, 37.) Μθ. λε΄. Μρ. κς΄. Μρ. θ΄. λβ΄. Περὶ τῶν διαλογιζομένων, εἰς τί μείζων. (ΙΧ, 46.) Μθ. 15. Μρ. κζ΄. λγ΄. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. (ΙΧ, 56.) Μθ. ε΄. λδ΄. Περὶ τῶν ἀναδειχθέντων ἑβδομήκοντα. (Χ, 1.) λε΄. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. (Χ, 25.) Ιω. κδ΄. Ηρ. κ΄. λς΄. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. (Χ, 30.) λζ΄. Περὶ Μάρθας καὶ Μαρίας. (Χ, 38.) λη΄. Περὶ προσευχῆς. (ΧΙ, 1.) λθ΄. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. (ΧΙ, 14.) Μθ. κβ΄. μ΄. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπάρασης φωνήν. (ΧΙ, 27.) μα΄. Περὶ τῶν αἰτούντων σημεῖον. (ΧΙ, 29.) Μθ. κγ΄.
μβ΄. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. (ΧΙ, 37.) μγ΄. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν. (ΧΙ, 46.) Μθ. κγ΄. μδ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. (ΧΙΙ, 1.) Μθ. 19. Πρ. κβ΄. με΄. Περὶ τοῦ θελήσαντος μερίσασθαι τὴν οὐσίαν. (ΧΙΙ, 13.) μς΄. Περὶ τοῦ, οὗ εὐφόρησεν ἡ χώρα, πλουσίου. (ΧΙΙ, 16.) μζ΄. Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ. (ΧΙΙΙ, 1.) μη΄. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. (ΧΙΙΙ, 10.) μθ΄. Περὶ τῶν παραβολῶν. (ΧΙΙΙ, 18.) ν΄. Περὶ τοῦ ἐπερωτήσαντος, εἰ ὀλίγοι οἱ σωζόμενοι. (ΧΙΙΙ, 22.) να΄. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδης. (ΧΙΙΙ, 31.) νβ΄. Περὶ τοῦ ὑδρωπικοῦ. (ΧΙΥ, 1.) νγ΄. Περὶ τοῦ μὴ ἀγαπᾷν τὰς πρωτοκλισίας. (ΧΙΥ, 7.) νδ΄. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ.
(ΧΙΥ, 15.) Μθ. να΄. νε΄. Παραβολὴ περὶ οἰκοδομῆς πύργου. (ΧΙΥ, 28.) νς΄. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή. (ΧΥ, 3.) νζ΄. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν. (ΧΥ, 12.) νη΄. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. (ΧΥΙ, 4.) νθ΄. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου. (ΧΥΙ, 19.) ξ΄. Περὶ τῶν δέκα λεπρῶν. (ΧΥΙΙ, 14.) ξα΄. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας. (ΧΥΙΙΙ, 1.) ξβ΄. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. (ΧΥΙΙΙ, 9.) ξγ΄. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. (ΧΥΙΙΙ, 18.) Μθ. μα΄. Μρ. κθ΄. ξδ΄. Περὶ τοῦ τυφλοῦ. (ΧΥΙΙΙ, 35.) Μθ. με΄. Μρ. λα΄. ξε΄. Περὶ τοῦ Ζακχαίου. (ΧΙΧ, 1.) ξς΄. Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν. (ΧΙΧ, 12.) ξζ΄. Περὶ τῶν λαβόντων τὰς δέκα μνᾶς. (ΧΙΧ, 15.) ξη΄.
Περὶ τοῦ πώλου. (ΧΙΧ, 29.) Μθ. με΄. Μρ. λβ΄. Ιω. ιδ΄. ξθ΄. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ Γραμματέων. (ΧΧ, 1.) Μθ. μη΄. Μρ. λγ΄.
col. 857–858page 3 of 127
PG 129:857οα΄. Περὶ τοῦ ἀμπελῶνος. οβ΄. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. ογ΄. Περὶ τῶν Σαδδουκαίων. οδ΄. Ἐρώτησις πρὸς τοὺς Φαρισαίους, πῶς ἐστιν υἱὸς Δαυὶδ ὁ Χριστός. οε΄. Περὶ τῆς χήρας τῆς τὰ δύο λεπτὰ βαλούσης. οϛ΄. Ἐρώτησις περὶ συντελείας. οζ΄. Περὶ τοῦ Πάσχα. οη΄. Περὶ τῶν φιλονεικησάντων, τίς μείζων. οθ΄. Ἐξουθένησις Ἡρώδου. π΄. Περὶ τῶν κοπτομένων γυναικῶν. πα΄. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ. πβ΄. Περὶ τῆς αἰτήσεως τοῦ Κυριακοῦ σώματος. πγ΄. Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ. πδ΄. Περὶ τοῦ Κλεόπα. ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ.
Ὁ μακάριος Λουκᾶς, Ἀντιοχεὺς μὲν ἦν τὸ γένος, πᾶσαν δὲ τὴν ἐν λόγοις παίδευσιν μετελθών, καὶ τὴν ἰατρικὴν τῶν σωμάτων ἐκμαθών, ὕστερον καὶ τὴν ἰατρικὴν τῶν ψυχῶν κατώρθωσε· πρῶτα μὲν τῷ Χριστῷ φοιτήσας, καὶ παρ' αὐτοῦ τὰ σπέρματα τῆς εὐσεβείας ὑποδεξάμενος· ἔπειτα δὲ Παύλῳ τῷ κορυφαίῳ συναρμοσθεὶς καὶ διαφερόντως οἰκειωθείς, καὶ γεγονὼς ἀκόλουθος αὐτῷ καὶ συνέκδημος, καθάπερ δὴ καὶ Πέτρου τοῦ κορυφαίου Μάρκος. Φασὶ δέ τινες, καὶ μᾶλλον Ὠριγένης, ὅτι τοῖς ἑβδομήκοντα ἀποστόλοις καὶ Μάρκος καὶ Λουκάς, πρὸ τοῦ Δεσποτικοῦ σταυροῦ, συνηρίθμηντο.
Μετὰ δὲ πεντεκαίδεκα χρόνους τῆς τοῦ Σωτῆρος ἀναλήψεως, ἐπιτραπεὶς παρὰ Παύλου, συνέγραψε τὸ Εὐαγγέλιον πρός τινα Θεόφιλον, πιστότατον καὶ θεοφιλέστατον, πολλὰ τῶν τοῖς ἄλλοις εὐαγγελισταῖς σεσιωπημένων αὐτὸς ἀπομνημονεύσας. Ἐπειδήπερ — πραγμάτων. Ἐνέφηνέ τινας ἐπιχειρήσαντας μὲν ἀναγράψασθαι Εὐαγγέλιον, πόρρω δὲ τῆς ἀληθείας ἀποπλανηθέντας. Οὐ γὰρ περὶ Ματθαίου καὶ Μάρκου τοῦτό φησιν· οὗτοι γὰρ οὐκ ἐπεχείρησαν, ἀλλ' ἔγραψαν. Περὶ τῶν πεπληροφορημένων δέ, τουτέστι περὶ τῶν βεβαιωθέντων ἐν ἡμῖν, τοῖς ἀληθέσι μαθηταῖς τοῦ Κυρίου, Πραγμάτων. Εἰσὶ δὲ ταῦτα αἵ τε πράξεις καὶ οἱ λόγοι αὐτοῦ, τὰ θαύματα καὶ τὰ διδάγματα, καὶ ἁπλῶς εἰπεῖν, ἡ ἔνσαρκος αὐτοῦ πολιτεία.
col. 859–860page 4 of 127
PG 129:859Α πῆς αἴτιον τοῖς γεννήτορσι, καὶ ἄλλοις πολλοῖς χαρὰ ἔσται ἐπὶ τῇ γεννήσει αὐτοῦ. Ἰωάννης γὰρ Ἑβραϊκὸν μέν ἐστιν ὄνομα, μεθερμηνευόμενον δὲ πρὸς τὴν Ἑλληνικὴν φωνήν, σημαίνει χάριν ᾗ χάρη. Καὶ ἔσται — θαλλάσσιε. Γεγονὼς παρὰ τοῦ οὐρανίοις, ἐκ τῶν συλλήψει καὶ τῇ ἐξ ὑψηλῆς φυτῆ καὶ παράδοξα, καθὼς εἰρήθησαν πράδοντες. Καὶ πολλοί — χαρήσονται. Οὐ μόνον συγγενεῖς καὶ οἰκεῖοι, ἀλλὰ καὶ ὅσοις ἀπεκαλύφθη θέσθαι, ἣν ἡμεῖλαν ἅγιοι ἀδικεῖν. Ἔσται — Κυρίου. Μέγας παρὰ Θεῷ, ὡς μέγας ταῖς ἀρεταῖς. Καὶ οἶνον — πίῃ. Σίκερα ἐκάλεῖτο πᾶν τὸ παρὰ τοῦ ἀσπάρματος, μάλιστα δὲ τὸ ἐκ χυμῶν ῥεκτυαρμένον. Καὶ πνεύματος — αὐτοῦ.
Διὰ τῆς ἀποχῆς τοῦ οἴνου καὶ τοῦ σίκερα προυτύπου τὴν ἀποχὴν τῶν ἡδέων, καὶ παράστασιν ἐνέδειξε τὴν σκληραγωγίαν τῆς διαίτης αὐτοῦ, καὶ διδάσκει ὅτι μέγας ἔσται κατὰ θεόν, ὁ τοιοῦτον πολιτείαν λέγει τὸ μεῖζον, ὅτι ἐκ βρέφους ἐνέδυσε τοῦ Θεοῦ τὴν πολιτείαν, ἥ χρήσεται, καὶ ὅτι ἀποθήσεται ἅγιον. Καὶ πολλούς — αὐτῷ. Οὗτοι πεισθέντες αὐτῷ ἀστράφθησαν τῷ Χριστῷ. Τοῦτον γὰρ καλεῖ Κύριον καὶ Θεόν. Καί — αὐτοῦ. Προδραμεῖται ἔμπροσθεν αὐτοῦ, κηρύξαι πεσόντα καὶ καταγγεῖλαι τὴν παρουσίαν αὐτοῦ. Καί — Ἠλίου. Ὑπόμνησε τὸ πνευματικὸν χάρισμα, δύναμιν δὲ τὴν ἐνέργειαν. Λέγει γοῦν τοῦ ΙΗλίου, ὅπερ Ἠλίας εἶχε, προτρέψει τοῖς τῆς ἀντίτυπος ἀρχαίας Ἡλίου βασιλείας.
Προσθεῖτα δὲ οὗτος οὐκ οἴεται, ἀλλ᾽ ἔστι καὶ ἡ δύναμις αὕτη. Ἑτοιμάσαι — κατεσκευασμένον. Κατεσκευασμένον τῇ μετανοίᾳ, ἥ κατεσκευασμένον εἰς ὁδοπλησίαν. Καὶ εἶπε — ὀφθής. Τοὺς αὐτοὺς λόγους ἀπαιτεῖ, ὡς ἄρι τοῖς μὴ πεισθεῖσι, Ἐπιστρέψαι ἐκ φρόνησιν ἐναρξίων, εἰς σύνεσιν τελείων. Κατακλυθεῖσι — εἰδον μετασχηματίζοντος φύτον. Καρποῖνου δὲ ἐστι τοιοῦτον, καὶ μέθη. Adde Theophyl.
col. 861–862page 5 of 127
PG 129:861Καὶ τὸ ὄνομα αὐτῆς Ελισάβετ. Προσέθηκε καὶ τοῦτο χάριν ἀκριβείας. Ησαν· Θεοῦ. Δικαίους νῦν, τοὺς ἐναρέτους λέγει. Ησαν δὲ δίκαιοι οὐκ ἐνώπιον τῶν ἀνθρώπων, ἀλλ᾽ ἐνώπιον τοῦ Θεοῦ, τοῦτον ἔχοντες ἔφορον τῆς δικαιοσύνης αὐτῶν. Αὕτη γὰρ ἀληθής δικαιοσύνη. Πορευόμενοι - άμεμπτοι. Τὰς νομικὰς ἐντολὰς ὠνόμασε καὶ δικαιώματα, ὡς δικαιοσύνης μεστάς, καὶ ὡς δικαιούσας τους μετιόντας αὐτάς. Καὶ οὐκ — προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Προβεβηκότες, ήτοι γεγηρακότες. Η Δ' τῶν δικαίων γυναῖκες, καὶ αἱ δίκαιαι, πολλάκις ἄτεκνοι, ἵνα σὺ μάθῃς, ὅτι ὁ νόμος οὐκ ἀπαιτεῖ πολυτεκνίαν σωματικὴν, ἀλλὰ πνευματικήν. Εγένετο – θυμιάματος. Ελαχεν·
οὗτος ὁ καιρὸς ἡ δεκάτη τοῦ ἑβδόμου μηνὸς ἦν, ὡς ὁ νόμος ἐκέλευεν. Ἐν τῷ μηνὶ γὰρ, φησί, τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός ταπεινώσατε τὰς ψυχὰς ὑμῶν, καὶ τὰ ἑξῆς, ὅσα περὶ τῆς ἅπαξ τοῦ ἐνιαυτοῦ γενομένης εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσόδου τοῦ ἀρχιερέως ἐκεῖ διηγόρευται. Εβδομος δὲ παρ᾽ Εβραίοις, ὁ παρ' ἡμῖν Σεπτέμβριος, καθ᾽ ἂν καὶ ἡ Ἐλισάβετ συνέλαβε τὴν Πρόδρομον. Εσω μὲν ἦν τὸ θυσιαστήριον τοῦ θυμιάματος· ἔξω δὲ τὸ θυσιαστήριον τῶν προσφερομένων ζώων, καὶ τῶν ἄλλων καρπωμάτων. Εκ δεξιῶν δὲ ἴστατο, ὡς δεξιὰ καὶ ἀγαθὰ μέλλων ἀπαγγεῖλαι. Καὶ — αὐτόν. Εταράχθη, υποπτεύσας ἤδη ἀποθανεῖν. Είπε — Ζαχαρία. Πρῶτον ἐκβάλλει τον φόβον τῆς ψυχῆς αὐτοῦ, ἵνα χωρίς ταραχῆς ἀκούσῃ, καὶ προσέξει τοῖς αὐτοῦ λόγοις·
εἰπὼν δὲ ὅτι Μὴ φοβοῦ, ἐνέφηνεν ὅτι Χαῖρε· εἶτα λέγει καὶ τὴν αἰτίαν τῆς χαρᾶς. Διότι — σου. Η ὑπὲρ τῆς σωτηρίας τοῦ λαοῦ. Υπὲρ ταύτης γὰρ καθεκάστην οἱ ἱερεῖς ἐδέοντο. Εἰσηκούσθη δὲ, ὡς μέλλοντος ἤδη τοῦ Σωτήρος ἐνανθρωπῆσαι, καὶ σῶσαι τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Εἰς ἀπόδειξιν δὲ καὶ βεβαίωσιν τοῦ εἰσακουσθῆναι τὴν δέησιν αὐτοῦ φησι· Καὶ ἡ γυνή - σοι. Χρησιμεύοντα καὶ τοῦτον πρὸς τὴν σωτηρίαν τοῦ λαοῦ. Εμελλε γὰρ ὑποδείξει τῷ λαῷ τὸν Σωτῆρα. Καὶ ἐπείπερ ἡ μετάνοια προηγείται τῆς σωτηρίας, ἔδει τὸν κήρυκα τῆς μετανοίας προδραμείν τοῦ δωρουμένου τὴν σωτηρίαν. Διὸ καὶ γεννᾶται πρῶτον ὁ Πρόδρομος. Καὶ καλέσεις — Ιωάννην.
Ὡς κεχαρισμένον ἐκ κοιλίας μητρός, εἴτουν, πεφιλημένον Θεῷ, ἢ ὡς χαὡς
col. 863–864page 6 of 127
PG 129:863ἐφεξῆς γενήσεται δῆλον. Ἰωάννης γὰρ Ἑβραϊκὸν μέν ἐστιν ὄνομα, μεθερμηνευόμενον δὲ πρὸς τὴν Ἑλληνίδα φωνήν, σημαίνει χάριν ἢ χαράν. Καὶ ἔσται ἀγαλλίασις. Γεγονότι πατρὶ τοῦ τοιούτου παιδός, οὗ καὶ ἡ σύλληψις καὶ τὰ ἑξῆς ὑπερφυῆ καὶ παράδοξα, καθώς εὑρήσομεν προϊόντες. Καὶ πολλοὶ χαρήσονται. Οὐ μόνον συγγενεῖς καὶ οἰκεῖοι, ἀλλὰ καὶ ὅσοις ἀπεκαλύφθη θεόθεν, ἣν ἔμελλεν ἀνύειν διακονίαν. Ἔσται Κυρίου. Μέγας παρὰ Θεῷ, ὡς μέγας ταῖς ἀρεταῖς. Καὶ οἶνον πίῃ. Σίκερα ἐκαλεῖτο πᾶν τὸ παρὰ τὸν οἶνον μέθυσμα, μάλιστα δὲ τὸ ἐκ φοινίκων ἐσκευασμένον. Καὶ πνεύματος αὐτοῦ.
Διὰ τῆς ἀποχῆς τοῦ οἴνου καὶ τοῦ σίκερα προμηνύσας τὴν ἀποχὴν τῶν ἡδέων, καὶ παραστήσας ἐντεῦθεν τὴν σκληραγωγίαν τῆς διαίτης αὐτοῦ, καὶ διδάξας ὅτι μέγας ἔσται κατὰ Θεόν, λοιπὸν εἰς πληροφορίαν λέγει καὶ τὰ μείζον, ὅτι ἐκ βρέφους ἐνδύσεται τὴν ἐξ ὕψους δύναμιν, προειδότος τοῦ Θεοῦ τὴν πολιτείαν, ᾗ χρήσεται, καὶ οἷον ἀποβήσεται σκεύος. Καὶ πολλοὺς αὐτῶν. Ὅσοι πεισθέντες αὐτῷ προσέδραμον τῷ Χριστῷ. Τοῦτον γὰρ ἐνταῦθα καλεῖ Κύριον καὶ Θεόν. Καὶ αὐτοῦ. Προδραμεῖται ἔμπροσθεν αὐτοῦ, κηρύσσων μετάνοιαν, καὶ καταγγέλλων τὴν παρουσίαν αὐτοῦ. Ἐν Ἡλίου. Πνεῦμα μὲν ὠνόμασε τὸ πνευματικὸν χάρισμα· δύναμιν δὲ τὴν ἐνέργειαν.
Λέγει γοῦν ὅτι καὶ τὸ χάρισμα καὶ τὴν ἐνέργειαν ἕξει τοῦ Ἡλίου, ἅπερ Ἡλίας ἕξει, προτρέχων τῆς δευτέρας παρουσίας Χριστοῦ. Καὶ ποιήσει οὗτος νῦν, ἅπερ Ἡλίας ὕστερον. Προστίθησι δὲ καὶ τίς ἐστιν ἡ δύναμις αὕτη. Ἐπιστρέψαι τέκνα. Προεφήτευσε τοῦτο καὶ Μαλαχίας, καὶ ἡρμηνεύθη σαφῶς ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται τό· Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. Καὶ δικαίων. Τοὺς αὐτοὺς λέγει καὶ ἀπειθεῖς, ὡς ἄχρι τότε μὴ πεισθέντας. Ἐπιστρέψει οὖν αὐτούς, εἰς φρόνησιν ἐναρέτων, εἰς σύνεσιν τελείων. Ἑτοιμάσαι κατεσκευασμένον. Κατεσκευασμένον τῇ μετανοίᾳ, ἢ κατεσκευασμένον εἰς ὑποδοχὴν σωτηρίας. Καὶ εἶπε αὐτῆς.
Πρὸς τὸ γῆρας καὶ τὴν ἀσθένειαν τῆς φύσεως, ἀλλ' οὐ πρὸς τὴν δύναμιν τοῦ
col. 865–866page 7 of 127
PG 129:865Θεοῦ βλέψας, οὐκ εὐχερῶς παρεδέξατο τὴν ἐπαγγελίαν τῆς γονῆς. Καὶ ἀποκριθεὶς – ταῦτα. Ποῖα; ἡ γέννησις, δηλαδὴ, καὶ ἡ κλήσις τοῦ ὀνόματος. Ἀνθ' ὧν· μου. Τοῖς περὶ τούτων. Οἵτινες — αὐτῶν. Εἰς τὸν καιρὸν τῆς γεννήσεως καὶ τῆς κλήσεως. Ὅρα δὲ, ὅτι διὰ τὴν φωνήν τῆς ἀπιστίας ἐπεσχέθη τὴν φωνήν. Καὶ — Ζαχαρίαν. Ἀπεκδεχόμενος Καὶ — κωφός. Οὐ μόνον γὰρ ἐπεσχέθη τὴν φωνήν, ἀλλὰ καὶ τὴν ἀκοὴν, ὡς μετὰ ἀπιστίας καὶ ἀκούσας καὶ φωνήσας. Προεμήνυε δὲ ἡ τοῦ γηραιοῦ ἱερέως σιγὴ τὴν τῆς παλαιᾶς ἱερωσύνης καὶ λατρείας σιγήν. Καὶ ἐγένετο – αὐτοῦ. Χρὴ γὰρ τὸν ἱερέα παντελῶς ἀπέχεσθαι τῆς ἑαυτοῦ γυναικὸς ἐν ταῖς ἡμέραις τῆς λειτουργίας αὐτοῦ. Τοῦτο γὰρ καὶ ὁ θεῖος ὑπαγορεύει θεσμός.
Πληρώσας δὲ ταύτας ὁ Ζαχαρίας λοιπὸν συνῆλθε τῇ γαμετῇ αὐτοῦ διὰ τὴν ἐπαγγελίαν τῆς γονῆς, παιδευθεὶς τῇ πληγῇ τῆς σιωπῆς πιστεύειν τοῖς τοῦ ἀγγέλου ῥήμασι. Καὶ — πέντε. Αἰδουμένη τὴν γηραιὰν καὶ ἔξωρον κυοφορίαν, ἕως οὗ καὶ ἡ Παρθένος συνέλαβε. Λέγουσα· ἀνθρώποις. Ὅτε ηὐδόκησεν ἀφελεῖν τὸ ἐν ἀνθρώποις ὄνειδός μου, τὸ ἐπὶ τῇ ἀτεκνίᾳ. Παρ' Ἑβραίοις μὲν γὰρ ὄνειδος ἦν ἡ ἀκαρπία τοῦ σώματος, οἷα σωματικωτέροις· παρὰ δὲ Χριστιανοῖς ὄνειδος ἡ ἀκαρπία τῆς ψυχῆς, οἷα πνευματικωτέροις. Ἐν δὲ τῷ μηνὶ τῷ ἔκτῳ — Μαριάμ. [Γρηγορίου Νύσσης·
Ἐν ἐκείνῳ τῷ καιρῷ ὁ εὐαγγελισμὸς τῆς παρουσίας τοῦ Σωτῆρος γέγονε, καθ' ἂν ἡ νὺξ ἐπὶ τὸ ἀκρότατον μῆκος προελθοῦσα, μειοῦσθαι καὶ ὑποῤῥέειν ἄρχεται, τῆς ἡμέρας λοιπὸν αὐξανομένης καὶ προκοπτούσης, ἵνα μάθῃς ὅτι καὶ τὸ σκότος τῆς ἀσεβείας καὶ τῆς ἁμαρτίας ἄχρι τότε φθάσαν εἰς μέγεθος κακίας καὶ κορυφωθέν, ἔκτοτε ἀνεκόπη, καὶ πρὸς ἔκλειψιν καὶ ἀφανισμὸν ἠλαύνετο, τοῦ φωτὸς ἤδη τῆς εὐσεβείας καὶ ἀρετῆς νικῶντος καὶ πλεονάζοντος.] Ἐν τῷ μηνὶ τῷ ἔκτῳ τῆς κυοφορίας, ὅτι ἡ γαστὴρ ὠγκώθη τῆς Ἐλισάβετ. Μεμνηστευμένη δὲ ἦν ἡ Παρθένος, ἵνα λάθῃ τὸν διάβολον ἡ γέννησις τοῦ Χριστοῦ. Καὶ γὰρ ἤκουσε τῶν προφητῶν καταγγελλόντων, ὅτι ἐκ παρθένου γεννηθῆναι μέλλει·
καὶ διὰ τοῦτο παρετήρει τὰς παρθένους, ἵνα οἷαν ἴδῃ κυοφορούσαν, περὶ ταύτην παγίδας καταπήξῃ τῆς κακοτεχνίας αὐτοῦ.
col. 867–868page 8 of 127
PG 129:867οὖν ὁ Θεὸς εὐδοκησε μνηστευθῆναι ἀνδρὶ τὴν ἀφορισθεῖσαν εἰς κατοικητήριον αὐτοῦ Παρθένον, ἵνα, ταύτης ὁ πονηρὸς ἀποστὰς, τὰς ἀμνηστεύτους παρατηρῇ. Εἴρηται δὲ περὶ τοῦ μνηστῆρος τῆς Θεομήτορος ἐν προοιμίοις τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Τὸ δὲ Ἐξ οἴκου Δαυΐδ, νοεῖται καὶ περὶ τῆς Παρθένου, καὶ περὶ τοῦ Ἰωσήφ. Καὶ αὕτη γὰρ κἀκεῖνος ἐκ γένους τοῦ Δαυΐδ κατήγοντο. Καὶ εἰσελθὼν μετὰ σοῦ. Αὕτη ἡ χαρὰ τὴν ἀρὰν ἔλυσε τῆς Εὔας. Ἐκείνη μὲν γὰρ ἐκελεύσθη λύπην ἔχειν, αὕτη δὲ χαρὰν, τῆς λύπης ἀντίπαλον. Χαῖρε, φησίν, ὡς ἐκλεγεῖσα παρὰ πάσας τὰς παρθένους εἰς Μητέρα Θεοῦ. Κεχαριτωμένην δὲ αὐτὴν ὠνόμασεν ὡς χάριτος ἀξιωθεῖσαν ὑπερφυούς· τὸ δὲ Ὁ Κύριος μετὰ σοῦ, ἀντὶ τοῦ, Ὁ Θεὸς ἐν σοί. Εὐλογημένη γυναιξί.
Εὐφημητή, μακαρία. Ἡ δὲ αὐτοῦ. Ἐφοβήθη μήποτε δολερός ἐστι. Καὶ ὁ ἀσπασμὸς οὗτος. Πότερον θεῖος, ἢ δαιμόνιος. Ἀσπασμὸν δὲ λέγει τὴν προσαγόρευσιν. Καὶ εἶπεν τῷ Θεῷ. Εὐμένειαν, οἰκείωσιν. Καὶ ἰδοὺ μέγας. Μέγας διὰ τὸ μέγεθος τῶν ἔργων καὶ λόγων αὐτοῦ. Καὶ Υἱὸς κληθήσεται. Ἦν μὲν Υἱὸς Ὑψίστου· ἐκλήθη δὲ τοῦτο καὶ ὕστερον παρὰ τῶν πιστευσάντων εἰς αὐτόν. Καὶ δώσει πατρὸς αὐτοῦ. Τὸν θρόνον, ἤτοι τὴν βασιλείαν, τὴν ἐπὶ τοὺς Ἑβραίους ἐξουσίαν. Καὶ βασιλεύσει τέλος. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰσραὴλ καλεῖται, ποτὲ δὲ Ἰακώβ. Ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ. Καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαός, ὡς ἐξ Ἰακώβ, κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ Ἰσραὴλ ὁ νέος λαὸς, κατὰ τὴν ἐξ ἀρετῆς συγγένειαν.
Ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ. Λοιπὸν οὖν ἐπὶ τοῦτον τὸν λαὸν βασιλεύσει εἰς τοὺς αἰῶνας, ἤγουν ἀεί, ἐκ τε τῶν ἔργων καὶ τῶν λόγων ἐπιγνόντα αὐτόν, καὶ ἑκουσίως ὑποτεταγμένον αὐτῷ. Ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς Θεός· Ἡ βασιλεία γὰρ φησίν, ἡ ἐμὴ, οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος. Εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν, ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῶς βασιλέα. Εἴρηται δὲ ταῦτα καὶ ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται τό· Ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. γινώσκω. Πῶς ἔσται τοῦτο, δηλαδὴ τὸ δὲ καὶ τοῦτο ὕστερον.
col. 869–870page 9 of 127
PG 129:869Ὅτι — αὐτοῦ. Ἐπὶ τῆ εὐτελείᾳ. Ταπεινοί γὰρ ἡ ἀγνότης, στρέφει ἀπὸ τῆς ἀρετῆς· εἴκαζεν δὲ τῷ τεχνίτῃ τῆς ἐνανθρωπήσεως φύσει, ὡς πρὸς τὸ κατ' αὐτὸν θεῖον. Ἰδού — γενεαί. Αἱ τῶν πιστευόντων δηλοῦσι. Ὅτι — δυνατός. Ὅτι ἐπὶ μεγάλα καὶ ὑπερφυῆ θαύματα ὁ δυνατός ποιεῖν ταῦτα. Καὶ ἅγιον — αὐτοῦ. Ἐξαίρετον, μέγα. Καὶ τὸ ἔλεος — αὐτοῦ. Τὸ γενεάν γενεᾶν, καὶ τὰ τοιαῦτα ἀεὶ φαινόμενα ἐπ' αὐτῷ. Ἀεί γοῦν, ἄνω καὶ κάτω λέγεται, ὅτι ἐπὶ τοῖς θεομεγέθεσι Δαυῒδ εἰρήκεισι. Τὸ δὲ ἔλεος αἰώνιον λέγεται ἐπὶ τοῖς φοβουμένοις αὐτόν· ταὐτὸ λέγει καὶ ὁ Δαυῒδ· Ἡ Μισερικόρδια Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα ἐπὶ τοὺς φοβουμένους αὐτόν. Εἶτα καταλέγει τὰς δύο δυνάμεις τοῦ Θεοῦ, ὡς ὁ θεὸς τοῖς εὐχαριστοῦσιν.
Ἐποίησεν — αὐτοῦ. Ἐποίησε μεγαλεῖον, ἐπεδείχθη κατ' αὐτοῦ ἐν δυνάμει. Ὁ σκέπων γὰρ τὴν Μαρίαν, τοῦτο σημαίνει· δίδοι ἀδυνάτοις χρησμοὺς ἵνα εἰς ἀνδρίαν τὴν δύναμιν τούτων σφάττωνται. Διεσκόρπισεν — αὐτῶν. Τοὺς ὑπερηφάνους ἐν τῇ διανοίᾳ τῆς καρδίας αὐτῶν, τοὺς ὑπερηφάνους ἐν ἑαυτοῖς. Καθεῖλε — κενούς. Ὁμοῖα ταῦτα τῷ Ἄννης, μητρὸς τοῦ Σαμουήλ, εὐπόρους· Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. Ἀλλοῦ οὖν προφητεύει καὶ περὶ τοῦ ἔλεους τοῦ εἰς τοὺς Χριστιανούς. Λέγει γάρ· Ἀντελάβετο — αὐτοῦ. Ἐπεσκέφθατο τὸν Ἰσραηλιτικὸν λαόν, τὸν δοῦλον αὐτοῦ. Πιστὸν γὰρ νῦν τὸν δοῦλον ἄγγελος αὐτοῦ. Μνησθῆναι — αἰῶνα.
Ἀντελάβετο δὲ ἐπεσκέψατο αὐτούς, ἐπεμνήσθη εἰς τοὺς αἰῶνας, ἔχων ἔλεος αἰώνιον, καθὼς διηγεῖτο· καθ' ὃν τρόπον ἐπήγγειλεν πρὸς τοὺς πατέρας ἡμῶν. Εἶτα λέγει εἰς τὸν αἰῶνα ἐλάλησε πρὸς τοὺς Ἀβραὰμ καὶ τὸ σπέρμα αὐτοῦ· εἴτουν τοῦ Ἰσαὰκ καὶ Ἰακώβ· ἐκ προφητείας γὰρ καὶ ἐπαγγελίας λέγει ταῦτα, καὶ αὐτοῖς ἀνήγγειλε. Λέγει γὰρ· Καὶ ἰδοὺ — ῥήμα. Πρὸς πληροφορίαν αὐτῆς παράδειγμα τίθησι τὴν Ἐλισάβετ, διδάσκων, ὅτι ὁ δοὺς καρπὸν τῇ ἀκάμπτῳ κοιλίᾳ τῆς στείρας, αὐτὸς καὶ ἐν σοὶ ποιήσει, ὃ δι' ἐμοῦ σοὶ λελάληκε. Πᾶν δὲ ῥῆμα, ἀντὶ τοῦ, Πᾶν ὃ λέγει, πᾶν ὃ ἐπαγγέλλεται, ἢ πᾶν, ὃ λέγει τις. Ἀλλὰ πῶς ἦν ἡ Ἐλισάβετ συγγενὴς τῆς Μαρίας; Ἐκείνη μὲν γὰρ ἐκ τῆς Λευϊτικῆς, εἴτουν ἱερατικῆς κατήγετο φυλῆς·
αὕτη δὲ ἐκ τῆς Ἰουδαϊκῆς, εἴτουν βασιλικῆς. Διάφοροι γεγόνασιν ἐπιγαμβρεῖαι τῶν δύο τούτων φυλῶν. Ἀαρών γὰρ πρότερον, καὶ Ἰωδαῒ ὕστερον, ἀρχιερεῖς ἀμφότεροι ὄντες, ἐκ τῆς βασιλικῆς φυλῆς γυναῖκας ἠγάγοντο, καὶ μετ' αὐτοὺς ἕτεροι. Λοιπὸν οὖν ἐκ τοιαύτης ἐπιπλοκῆς ἦσαν συγγενεῖς ἀλλήλων καὶ αὗται. Ἐπεὶ γὰρ ἐν μὲν θείοις πράγμασι πρωτεύει τὸ ἱερατικὸν γένος, ἐν δὲ ἀνθρωπίνοις τὸ βασιλικόν, εἰκότως συνεπλάκησαν, ἵνα καὶ ἱερεὺς βασιλικὸς εἴη, καὶ ὁ βασιλεὺς ἱερατικός. Εἶπε σοι. Λοιπόν, οὐ μόνον ἐπίστευσεν, ἀλλὰ καὶ ηὔξατο γενέσθαι αὐτῇ, καθὼς ὁ ἄγγελος εἰρήκε. Καὶ — ἄγγελος. Ἤδη συλλαβούσης ἅμα τῷ λόγῳ αὐτοῦ. Καὶ τέτοκε.
col. 871–872page 10 of 127
PG 129:871Ἀναστάσα Ἰούδα. Ἡ ὀρεινὴ, πόλις ἦν τῆς Ἰουδαίας, ἐν ᾗ ᾤκει ἡ Ἐλισάβετ. Ἀπῆλθε δὲ ἐκεῖ, θείῳ Πνεύματι κινηθεῖσα, ἵνα σκιρτήσαντος μὲν τοῦ βρέφους ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ, προφητευσάσης δὲ καὶ αὐτῆς, δέξηται πλείονα πληροφορίαν. Καὶ εἰσῆλθεν Ἐλισάβετ. Προσηγόρευσεν, ὡς ἔθος. Καὶ ἐγένετο — αὐτῆς. Ὁ μὲν Χριστὸς ἐφθέγξατο διὰ τοῦ στόματος τῆς ἰδίας μητρός· ὁ δὲ Ἰωάννης ἤκουσε διὰ τῶν ὤτων τῆς οἰκείας μητρὸς, καὶ ἐπιγνοὺς ὑπερφυῶς τὸν ἑαυτοῦ Δεσπότην, ἀνεκήρυξεν αὐτὸν τῷ σκιρτήματι. Τὸ γὰρ ἐν τῇ κοιλίᾳ τῆς Παρθένου βρέφος αὐτίκα προφητικὴν χάριν ἐδωρήσατο τῷ ἐν τῇ κοιλίᾳ τῆς στείρας βρέφει. Καὶ ἐπλήσθη — κοιλίας σου. Παρὰ μὲν τοῦ ἐν τῇ στείρᾳ βρέφους ἀνακηρύττεται τὸ ἐν τῇ Παρθένῳ βρέφος·
παρὰ δὲ τῆς στείρας ἡ Παρθένος. Καὶ γὰρ, τοῦ ἐγκεκρυμμένου τῇ νηδύι τῆς Ἐλισάβετ πλησθέντος Πνεύματος ἁγίου, πίμπλαται καὶ αὐτὴ, καὶ προφήτην ἐν γαστρὶ βαστάζουσα, προφητεύει, καὶ εὐφημεῖ καὶ τὴν Παρθένον, καὶ τὸν καρπὸν τῆς κοιλίας τῆς Παρθένου. Καὶ πόθεν πρός με; Πόθεν μοι τοῦτο τὸ παράδοξον; Ὥσπερ δὲ ὕστερον ὁ υἱὸς τῆς Ἐλισάβετ, ἐλθόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, ἀνάξιον ἑαυτὸν τῆς τοιαύτης ἐπιδημίας τοῦ Δεσπότου ἔλεγεν· οὕτω καὶ νῦν ἡ μήτηρ αὐτοῦ ἀναξίαν ἑαυτὴν τῆς τοιαύτης ἐπιδημίας τῆς δεσποίνης ὁμολογεῖ. Μητέρα δὲ ταύτην ὠνόμασε καὶ πρὸ τοῦ τόκου, καὶ Κύριον τὸν ἐξ αὐτῆς γεννηθῆναι μέλλοντα, μαρτυροῦσα ταῖς τοῦ ἀγγέλου λόγοις, καὶ βεβαιοτέραν αὐτῇ πίστιν παρέχουσα. Ἰδοὺ γὰρ — μου.
Ἐν ἀγαλλιάσει, ὡς αἰσθόμενον ἤδη τῆς σωτηρίας τῶν ἀνθρώπων, καὶ ἀγαλλιώμενον ἐπ᾽ αὐτῇ. Καὶ μακαρία — Κυρίου. Μακαρίζει τὴν Μαρίαν, ὡς πιστεύσασαν τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου διὰ τοῦ ἀγγέλου. Προέγνω γὰρ ἡ Ἐλισάβετ καὶ τὰ λελαλημένα, καὶ ὅτι πεπίστευκεν αὐτοῖς ἡ Παρθένος. Στεῖραι μὲν οὖν καὶ ἄλλαι γεγεννήκασι· βρέφος δὲ οὐδέποτε προφητικοῦ χαρίσματος ἠξιώθη, ἔτι ἐν κοιλίᾳ μητρὸς αὐτοῦ φερόμενον. Γεγόνασιν οὖν τὰ κατὰ τὴν στεῖραν ταύτην παράδοξα, ἵνα πιστευθώσι καὶ τὰ κατὰ τὴν παρθένον ταύτην ὑπερφυέστατα. Καὶ εἶπε — Κύριον. Μεγαλύνει ἡ ψυχή μου, τουτέστιν, Εὐφημεῖ, δοξάζει. Πιστευούσης δὲ ὁ λόγος οὗτος, εὐχαριστήριος ὤν. Καὶ ἠγαλλίασε — Σωτῆρι μου. Πνεῦμα τὴν ψυχήν, πάλιν νόησον.
Ἐχάρη, φησὶν, ἡ ψυχή μου ἐπὶ τῷ Θεῷ τῷ σώσαντί με. Σέσωσμαι γὰρ ἤδη, ἀξιωθεῖσα γενέσθαι Μήτηρ Θεοῦ. Εἶτα λέγει καὶ τὴν αἰτίαν τῆς εὐχαριστίας.
col. 873–874page 11 of 127
PG 129:873Ὅτι αὐτοῦ. Ἐπὶ τὴν εὐτέλειαν. Ταπεινοῖ γὰρ ἑαυτὴν, ὡς ἀναξίαν τηλικούτου πράγματος· ἢ καὶ διὰ τὴν ταπείνωσιν τῆς ἀνθρωπίνης φύσεως ὡς πρὸς τὸ ὕψος τῆς θείας. Ἰδού γενεαί. Διὰ τῶν πιστευόντων δηλονότι. Ὅτι δυνατός. Ὅτι ἐποίησεν εἰς ἐμὲ μεγάλα καὶ ὑπερφυῆ θαυμάσια ὁ δυνατὸς ποιεῖν τοιαῦτα. Καὶ ἅγιον — αὐτοῦ. Ἐξαίρετον, μέγα. Καὶ τὸ ἔλεος — αὐτόν. Τὸ Εἰς γενεὰν καὶ γενεάν, καὶ τὸ Εἰς γενεάς γενεῶν, καὶ τὰ τοιαῦτα τὸ Ἀεὶ σημαίνουσι παρ᾿ Ἑβραίοις. Λέγει τοίνυν, ὅτι καὶ τὸ ἔλεος αὐτοῦ ἀεὶ ἐστιν ἐν τοῖς φοβουμένοις αὐτόν, ὅμοια λέγουσα τῷ Δαυὶδ εἰρηκότι· τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Εἶτα καταλέγει καὶ ἄλλας δυνάμεις τοῦ Θεοῦ, ὡς ἔθος τοῖς εὐχαριστοῦσιν. Ἐποίησε — αὐτοῦ. Ἐποίησε μεγαλεῖον, ἐποίησε νίκην ἐν δυνάμει αὐτοῦ. Ὁ βραχίων γὰρ ἐνταῦθα τὴν δύναμιν σημαίνει· διότι οἱ ἀγωνιζόμενοι ἐν τῷ βραχίονι τὴν δύναμιν ἔχουσι. Διεσκόρπισεν — αὐτῶν. Τοὺς ὑπερηφάνους ἐν τῇ διανοίᾳ τῆς καρδίας αὐτῶν, τοὺς ὑπερηφάνους ἐν ἑαυτοῖς. Καθεῖλε κενούς. Ὅμοια ταῦτα τῶν τῆς Ἄννης, μητρὸς τοῦ Σαμουήλ, εἰπούσης· Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. Λοιπὸν οὖν προφητεύει καὶ περὶ τοῦ ἐλέους τοῦ εἰς τοὺς Χριστιανούς. Λέγει γάρ· Ἀντελάβετο αὐτοῦ. Ἐπεσκέψατο τὸν Ἰσραηλιτικὸν λαόν, τὸν δοῦλον αὐτοῦ. Παῖδα γὰρ νῦν τὸν δοῦλον λέγει. Μνησθῆναι — αἰῶνα.
Ἀντελάβετο δὲ καὶ ἐπεσκέψατο, ἐν τῷ μνησθῆναι ἐλέους εἰς τὸν αἰῶνα, ἤγουν ἐλέους αἰωνίου, ἐλέους διηνεκοῦς, καθὼς ἐλάλησε· καθὼς ἐπηγγείλατο πρὸς τοὺς πατέρας ἡμῶν. Εἶτα λέγει καὶ τίσιν ἐλάλησε περὶ τοῦ τοιούτου ἐλέους, ὅτι τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, ἤγουν τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, καὶ μὴν καὶ τῷ Δαυΐδ. Τούτοις γὰρ ὡς ἐπισημοτάτοις αἰνιγματωδῶς ἐπηγγείλατο περὶ τούτου. Ἔλεος δὲ εἰς τὸν αἰῶνα ἡ θεία ἐνανθρώπησις, ὡς δι᾿ ἔλεον τῶν ἀνθρώπων γεγενημένη, ἐκ σπέρματος Ἀβραὰμ καὶ τῶν εἰρημένων υἱῶν καὶ ἐκγόνων αὐτοῦ, κατὰ τὴν πρὸς αὐτοὺς ἐπαγγελίαν. Ἀπορήσει δέ τις, πῶς ἀντελάβετο τοῦ Ἰσραηλιτικοῦ λαοῦ ὁ Θεός, ἐν τῷ μνησθῆναι τοῦ ῥηθέντος ἐλέους·
τῶν Χριστιανῶν γὰρ μᾶλλον ἀντελάβετο, καὶ οὐ τῶν Ἰουδαίων. Πρὸς ὃ ἀποκρινόμεθα ὅτι παλαιὸς μὲν Ἰσραὴλ ὁ παλαιὸς λαός· νέος δὲ Ἰσραὴλ ὁ νέος λαός, ὁ ἀντεισαχθεὶς ἐκείνου, τουτέστιν ὁ Χριστιανικός, ὁ ἐκ παντὸς ἔθνους συγκείμενος. Τοῦτον οὖν τὸν Ἰσραὴλ ἐνταῦθα νόησον. Εἰ δὲ καὶ τὸν παλαιὸν νοήσῃς, σώζεται καὶ οὕτως ὁ λόγος·
col. 875–876page 12 of 127
PG 129:875γος. Δι' αὐτὸν γὰρ μᾶλλον ἐνηνθρώπησεν, ἐπεὶ καὶ ἐξ αὐτῶν ἐξελέξατο μητέρα, καὶ συγγενὴς αὐτῶν ἐχρημάτισε, καὶ παρ' αὐτοῖς ἐδίδασκε, καὶ ἐθαυματούργει· διὸ καὶ ἔλεγεν ὅτι οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἐπεὶ δὲ εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, λοιπὸν τὰ ἔθνη τοῦ ἐλέους ἠξιώθησαν. Ἔμεινε — τρεῖς. Μετὰ γνώμης δηλονότι τοῦ μνηστῆρος· ἐγίνωσκε γὰρ ὁ Ἰωσὴφ καὶ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ ἁγίους, καὶ περιχαρῶς αὐτοῖς κατεπίστευσε τὴν Παρθένον, οὐ μόνον ὡς συγγενέσιν αὐτῆς, ἀλλὰ καὶ ὡς ἀνεπιλήπτοις. Ἔμεινε δὲ μέχρι τοῦ τοκετοῦ τῆς Ἐλισάβετ παρ' αὐτῇ, ὡς γινωσκούσῃ τὸ κατ' αὐτὴν μυστήριον, καὶ διὰ τοῦτο φιλούσῃ ταύτην καὶ φιλουμένῃ.
Καὶ ὑπέστρεψεν — αὐτῆς. Εὐλαβουμένη τοὺς διὰ τὸ τικτόμενον ὀφείλοντας συντρέχειν ἐπὶ τὸν οἶκον τοῦ Ζαχαρίου. Ἦν δὲ καὶ ἔθος ὑποχωρεῖν τὰς παρθένους, ὅτε μέλλοι τίκτειν ἡ ἔγκυος. Τῇ — παιδίον. Κατὰ τὸν νόμον. Καὶ ἐκάλουν — Ζαχαρίας. Πολλοὶ γὰρ υἱοὶ τοῖς τῶν πατέρων ὀνόμασιν ἐκλήθησαν. Καὶ ἀποκριθεῖσα — Ἰωάννης. Ἐκ Πνεύματος ἁγίου καὶ αὐτὴ τὸ ὄνομα τοῦ παιδὸς μεμάθηκε. Διὸ καὶ ἰσχυρίσατο Ἰωάννην ὀνομασθῆναι αὐτόν. Καὶ εἶπον· αὐτόν. Διὰ νεύματος ἠρώτων, ὡς μηδ' ἀκούειν δυναμένου, καθὼς ἀνωτέρω δεδήλωται. Φασὶ γὰρ ἑνί τινι νεύρῳ συνδεδέσθαι τὰς τοῦ ἀκούειν καὶ τοῦ λαλεῖν δυνάμεις· διὸ καὶ τοὺς ἐκ γενετῆς ἀλάλους μηδὲ ἀκούειν. Οὕτω γοῦν ἐσβέσθη τὸ φθέγμα Ζαχαρίου, ὡς οἱ ἐκ γενετῆς.
Καὶ αἰτήσας — αὐτοῦ. Αἰτήσας οὐ διὰ φωνῆς, ἀλλ' ὁμοίως διὰ νεύματος. Καὶ ἐθαύμασαν πάντες. Ἐθαύμασαν, πῶς μήτε ἀκοῦσαι τοῦτο παρὰ τῆς Ἐλισάβετ, μήτε εἰπεῖν αὐτῇ τοῦτο δυνάμενος, συνεφώνησεν. Εἰκὸς γὰρ τὴν Ἐλισάβετ πληροφορεῖν τούτους, ὡς οὐ διὰ γραφῆς τοῦτο ἢ εἶπεν, ἢ ἤκουσεν. Ἀνεώχθη — Θεόν. Ἀνεώχθη, ἀντὶ τοῦ, Ἀπελύθη εἰς φωνήν. Δῆλον δὲ ὅτι καὶ ἡ ἀκοὴ συνεπελύθη. Ὥσπερ γὰρ συνεπεσχέθη, οὕτως ἄρα καὶ συναπελύθη. Καὶ ἐγένετο — αὐτούς. Φόβος ἐκ τοῦ θαύματος. Καὶ ἐν — ταῦτα. Τὰ περὶ τῶν γεγονότων θαυμάτων ἐπὶ τῇ κλήσει τοῦ παιδίου, πῶς τε παραδόξως συνεφώνησαν οἱ γεννήτορες ἐπὶ ταύτῃ, καὶ πῶς θαυμασίως ἀπελύθη τῆς ἀφωνίας ὁ Ζαχαρίας· ἢ καὶ τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους.
col. 877–878page 13 of 127
PG 129:877Καὶ ἔθεντο αὐτῶν. Ἔβαλον ταῦτα, ὡς ἀξιόλογα. Λέγοντες — ἔσται; Λέγοντες ἐπαπορητικῶς, ἢ λογιζόμενοι. Ἄξιον δὲ ζητῆσαι, διατί οὐκ ἀπελύθη τῆς ἀφωνίας ὁ Ζαχαρίας, ὅτε τὸ παιδίον ἐγεννήθη, ἀλλὰ μᾶλλον ὅτε τὴν κλῆσιν τοῦ ὀνόματος ἔλαβε; Λέγομεν δὲ ὅτι διὰ τὴν τοῦ ἀγγέλου πρόῤῥησιν· εἶπε γὰρ αὐτῷ· Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα. Εἰπὼν γὰρ, ὅτι ταῦτα τὰ δύο πάντως δεδήλωκε, τήν τε γέννησιν καὶ τὴν κλῆσιν τοῦ ὀνόματος, ἀλλ᾽ οὐ μόνην τὴν γέννησιν, ἵνα καὶ τὸ θαῦμα γένηται τῆς ἐπὶ τῷ ὀνόματι συμφωνίας. Καὶ χεὶρ — αὐτοῦ. Δύναμις, χάρις Θεοῦ. Καὶ Ζαχαρίας — αὐτοῦ. Περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ ταῦτα προεφήτευσε.
Διὰ ταύτης γὰρ ἐπεσκέψατο καὶ ἐλυτρώσατο τὸν λαὸν αὐτοῦ ἐκ τῆς τυραννίδος, οὐ μόνον τῶν ἀοράτων ἐχθρῶν, ἀλλὰ καὶ τῶν ὁρατῶν, ὡς μὴ δυναμένων περιγενέσθαι τῆς πίστεως αὐτοῦ. Λαὸν δὲ αὐτοῦ προηγουμένως μὲν, τὸν παλαιόν· ἐκείνου δὲ ἀπειθήσαντος, τὸν νέον λοιπόν. Ὡς γεγενημένα δὲ λέγει τὰ γενησόμενα, νόμῳ προφητείας. Ἀλλὰ πῶς λέγεται Θεὸς τοῦ Ἰσραὴλ μόνον; Καὶ γὰρ οὐ τῶν Ἰσραηλιτῶν μόνον ἐστὶ Θεὸς, ἀλλὰ καὶ πάντων τῶν ἀνθρώπων, ὡς πάντων Ποιητής. Διότι τῶν μὲν ἄλλων πάντων ἀνθρώπων ἀκόντων ἐστὶ Θεὸς, τῶν Ἰσραηλιτῶν δὲ μόνων ἑκόντων κατ᾽ ἐπίγνωσιν. Μὴ θορυβηθῇς δὲ ἐπὶ τῇ δυσχερείᾳ τῶν τοῦ Ζαχαρίου ῥητῶν· τοιαῦτα γὰρ τὰ προφητικά.
Πειρασόμεθα δὲ σαφηνίσαι ταῦτα, κατὰ τὴν ἐπιχορηγουμένην ἡμῖν γνῶσιν. Καὶ ἤγειρε — αὐτοῦ. Τὸ κέρας ἐνταῦθα ἢ βασιλείαν δηλοῖ, διότι ἐν κέρατι οἱ βασιλεῖς ἐχρίοντο καὶ προεχειρίζοντο. Ἢ δύναμιν σημαίνει· διότι ἐν κέρατι τὴν δύναμιν ἔχουσι πάντα τὰ κερασφόρα ζώα. Κέρας δὲ οὐχ ἁπλῶς, ἀλλὰ σωτηρίας, ἤγουν σωτήριον. Βασιλείαν δὲ καὶ δύναμιν σωτήριον, λέγει τὸν Χριστόν, ὡς βασιλέα τῶν βασιλευόντων καὶ δύναμιν τοῦ Πατρὸς, καὶ Σωτῆρα τῶν πιστευόντων εἰς αὐτόν. Οἶκον δὲ νόει τὸ γένος τοῦ Δαυΐδ. Φησὶν οὖν ὅτι ἀνέστησεν ἡμῖν τῷ λαῷ αὐτοῦ βασιλείαν καὶ δύναμιν σωτήριον ἐκ γένους Δαυΐδ, τοῦ δούλου αὐτοῦ. Ἐκ σπέρματος γὰρ Δαυΐδ ἦν ἡ Παρθένος, ἀφ᾽ ἧς ὁ Χριστὸς γεγέννηται.
Τοῦτο δὲ πεποίηκεν, ὡς ἐπηγγείλατο διὰ στόματος τῶν ἁγίων, δηλαδὴ τῶν ἐκπάλαι προφητῶν. Δι᾽ αὐτῶν γὰρ ἐπηγγείλατο ἀναστήσειν βασιλέα δυνατὸν ἐν οἴκῳ Δαυΐδ, Σωτῆρα τοῦ Ἰσραήλ. Καὶ τοῦτο διδάσκουσι ψαλμοὶ πολλοὶ τοῦ Δαυΐδ.
col. 879–880page 14 of 127
PG 129:879Σωτηρίαν — ἡμᾶς. Ἤγειρε δὲ τὸ κέρας τοῦτο σωτηρίαν ἡμῖν καὶ λύτρωσιν ἐξ ἐχθρῶν ἡμῶν, ἀοράτων καὶ ὁρατῶν. Ποιῆσαι — αὐτοῦ. Ἐν τῷ ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, ἤγουν ἐν τῷ ἐλεῆσαι τοὺς πατέρας ἡμῶν, πρὸς οὓς ἡ ἐπαγγελία τῆς σωτηρίας ἡμῶν, καὶ δι' ἐκείνους μνησθῆναι ταύτης. Διαθήκην γάρ λέγει τὴν ἐπαγγελίαν, μνήμην δὲ αὐτῆς, τὴν περίστωσιν. Ὅρκον — ἡμῶν. Καὶ ἐν τῷ μνησθῆναι τὸν ὅρκον, ὃν ὤμοσε [τουτέστι τὴν βεβαίωσιν, ἣν ἐβεβαίωσε] πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· ὅρκος γὰρ ἐπὶ Θεοῦ καὶ ὁμόσματα, ἡ βεβαίωσις. Ἀδιαφόρως δὲ τὸ μνησθῆναι, ἀπὸ γενικῆς εἰς αἰτιατικήν· σύνηθες γὰρ τοῦτο τοῖς προφητικοῖς, ὥσπερ καὶ ἡ γριφότης. Εἶτα λέγει, τίνος χάριν ἡ τοιαύτη διαθήκη καὶ βεβαίωσις.
Τοῦ δοῦναι — ἡμῶν. Καθ' ὑπερβατὸν ἡ σύνταξις τῶν ῥητῶν τούτων, οἷον, Ὑπὲρ τοῦ δοῦναι ἡμῖν ἀφόβως λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Εἶτα τὸ ἐν μέσῳ· Ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. Ὁσιότητα μὲν οὖν λέγει τὴν εὐσέβειαν, δικαιοσύνην δὲ τὴν τελειότητα τῶν ἄλλων ἀρετῶν. Ἔπειτα μεταβαίνει τῇ προφητείᾳ καὶ πρὸς τὸν ἑαυτοῦ παῖδα Ἰωάννην, καί φησι· Καὶ σύ κληθήσῃ. Καὶ ὄντως πάντες προφήτην αὐτὸν ὠνόμαζον. Προπορεύσῃ αὐτοῦ. Κύριον ἐνταῦθα, τὸν Χριστὸν ὀνομάζει, οὗ προτρέχων ὁ Ἰωάννης, ὡς ἀπό τοῦ πρόδρομος καὶ κήρυξ, ὅτε παρεγένετο ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, ἡτοίμαζε τὰς ὁδοὺς αὐτοῦ.
Τίνες δὲ αἱ ὁδοὶ αὐτοῦ, εἰρήκαμεν ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται τό· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Τοῦ δοῦναι — αὐτοῦ. Προπορεύσῃ, φησί, πρὸ προσώπου Κυρίου, καὶ τὰ ἑξῆς, ὑπὲρ τοῦ δοῦναι τῷ λαῷ αὐτοῦ γνῶσιν σωτηρίας, τουτέστιν, ὑπὲρ τοῦ γνωρίσαι καὶ ὑποδείξαι τοῖς Ἰουδαίοις τὸν Χριστόν· οὗτος γὰρ ἐστι σωτηρία αὐτῶν. Ἐν ἀφέσει — αὐτῶν. Σωτηρίας δὲ τῆς ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, ἤγουν τῆς γινομένης ἐν τῷ ἀφεθῆναι καὶ λυθῆναι τὰς ἁμαρτίας αὐτῶν. Οὕτω γὰρ καὶ ὁ ἄγγελος εἶπε πρὸς τὸν Ἰωσήφ, ἑρμηνεύων τὸ ὄνομα τοῦ Χριστοῦ· Αὐτὸς γάρ, φησί, σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Διὰ σπλάγχνα — ἡμῶν. Ἐν ἀφέσει δὲ ἁμαρτ
col. 881–882page 15 of 127
PG 129:881τιών, τῇ διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἤτοι τῇ διδομένῃ διὰ τὴν συμπάθειαν τοῦ ἐλέους αὐτοῦ, καὶ οὐ διὰ τὰ ἔργα αὐτῶν. Ἐν οἷς — ὕψους. Ἐν οἷς σπλάγχνοις ἐλέους δι' ἃ σπλάγχνα ἐλέους, ἐπεσκέψατο ἡμᾶς, εἴτουν ἐπεφοίτησεν ἀνατολὴ τοῦ νοητοῦ ἡλίου, ἐξ ὕψους τῆς θεότητος. Λέγει δὲ τὴν ὅσον οὔπω ἐπιφάνειαν τοῦ Χριστοῦ. Ἐπιφᾶναι — καθημένοις. Ἐπεσκέψατο, φησίν, ἡμᾶς διὰ τὸ ἐπιφᾶναι, τουτέστιν, ἐπιλάμψαι φῶς ἀληθείας τοῖς ἐν σκότει τῆς πλάνης καθημένοις. Σκιὰ δὲ θανάτου ἡ ἁμαρτία· εἰκονίζει γὰρ καὶ αὕτη τὸν θάνατον. Ὥσπερ γὰρ οὗτος ψυχῆς ἐστι χωρισμός, οὕτω καὶ αὕτη Πνεύματος ἁγίου ἐστὶ χωρισμός. Τοῦ κατευθύναι — εἰρήνης.
Ὑπὲρ τοῦ κατευθύναι καὶ τὴν πορείαν τῆς πολιτείας ἡμῶν εἰς ὁδὸν εἰρήνης, τῆς κατὰ Θεόν. Τὸ δὲ — πνεύματι. Πνεύματι θείῳ. Καὶ ἦν — Ἰσραήλ. Ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ, τῆς πρὸς τοὺς Ἰσραηλίτας, ὅτι ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας. Ἔδει γὰρ αὐτὸν ἐξ ἁπαλῶν ὀνύχων ἀσκῆσαι τὴν ἀρετήν, ἵνα καὶ μετὰ παρρησίας ἐλέγχῃ, καὶ ἀξιόπιστος εἴη μάρτυς τοῦ ὑπ' αὐτοῦ καταγγελλομένου Χριστοῦ. ΚΕΦ. Β'. Περὶ τῆς ἀπογραφῆς. Ἐγένετο — οἰκουμένην. Ἀπογράφεσθαι αὐτήν εἰς τὸ τελεῖν κήνσον, εἰς τὸ παρέχειν φόρον, ἀποτεταγμένην ἤδη τῇ Ῥωμαίων ἐξουσίᾳ, ὧν ἦρχε Καῖσαρ.
Προετύπου δὲ ἡ πρὸς τὸν Καίσαρα ὑποταγὴ πάσης τῆς οἰκουμένης καὶ ἡ ἀπογραφὴ τὴν πρὸς τὸν Χριστὸν ὑποταγὴν πάσης τῆς οἰκουμένης καὶ τὴν ἀπογραφὴν τῶν ἀπογραφομένων εἰς οὐρανούς. Γέγονε δὲ ἡ τοιαύτη ἀπογραφὴ μέλλοντος γεννηθῆναι τοῦ Χριστοῦ, ἵνα, πάντων ἐν ταῖς ἰδίαις μητροπόλεσιν ἀπογραφομένων, ἀπέλθῃ καὶ ἡ Παρθένος πρὸς τὴν Βηθλεέμ, καὶ ἐν αὐτῇ τοῦτον γεννήσῃ, ἵνα πληρωθῇ ἡ προφητεία ἡ λέγουσα· Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· περὶ ἧς εἴρηται σαφῶς ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Αὕτη — ἐγένετο. Μέχρι τότε μὴ γενομένη. Ἡγεμονεύοντος — Κυρηνίου.
Τὴν ἡγεμονίαν ἱστόρησε τοῦ Κυρηνίου, σημαίνων ὅτι αὐτὸς ἐποιεῖτο τὴν ἀναγραφὴν τῆς Συρίας, ὑφ' ἣν ἡ Παλαιστίνη.
col. 883–884page 16 of 127
PG 129:883Καὶ ἐπορεύοντο — πόλιν. Εἰς τὴν τῆς ἰδίας φυλῆς μητρόπολιν, ἵνα γνώριμον γένηται τὸ πλῆθος ἑκάστης φυλῆς. Ανέβη — γυναικί. Τὴν Βηθλεὲμ ὁ Δαυίδ κοσμήσας, οἰκείαν ὠνόμασε. Συναπεγράφη δὲ καὶ ὁ Χριστὸς, ἵνα τοὺς ἀπογραφέντας εἰς δουλείαν τοῦ αὐτοκράτορος Καίσαρος ελευθερώσῃ τῆς δουλείας τοῦ κοσμοκράτορος διαβόλου. Οὔσῃ ἐγκύφ. Εκ Πνεύματος ἁγίου δηλονότι, καθώς προείρηται. Εγένετο — πρωτότοκον. Περὶ τῆς σημασίας τοῦ Πρωτοτόκου διελάβομεν ἐν τῷ τέλει τοῦ προοιμίου τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου, ἔνθα κεῖται τό· Καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Καὶ ἐσπαργάνωσεν αὐτὸν — καταλύματι.
Κατάλυμα λέγεται τὸ καταγώγιον, ἐν ᾧ, μὴ ὄντος τόπου, διὰ τὴν στενοχωρίαν ἀνέκλινεν αὐτὸν εἰς τὴν οὖσαν ἐκεῖ φάτνην τῶν ἀλόγων. Ἔμελλε γὰρ ὁ Λόγος ὢν, λόγῳ θρέψαι ἡμᾶς, τῷ τοῦ Εὐαγγελίου, καὶ τῆς ἀλογίας τῶν παθῶν ἀπαλλάξαι καὶ κτηνωδίας. Ζήτησον δὲ καὶ ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον. ΚΕΦ. Β'. Περὶ τῶν ἀγραυλούντων ποιμένων. Καὶ ποιμένες αὐτῶν. Ἀγραυλεῖν οἱ μὲν ἑρμηνεύουσι τὸ ἐν ἀγρῷ αὐλεῖν, εἴτουν σύριγγι χρῆσθαι· οἱ δὲ τὸ ἐν ἀγρῷ αὐλίζεσθαι, ἤγουν διανυχτερεύειν. Καὶ ἰδοὺ — αὐτούς. Δόξαν Κυρίου νῦν θεῖον φῶς νόησον. Περιέλαμψε δὲ αὐτοὺς, ἵνα γνῶσιν, ὅτι ἄγγελος Θεοῦ ἐστιν ὁ ἐπιστὰς αὐτοῖς. Καὶ μέγαν.
Διὰ τὸ παράδοξον τοῦ θεάματος. Καὶ εἶπεν — λαῷ. Τί δὲ τὸ εὐαγγέλιον τῆς χαρᾶς, ἄκουσον. Ὅτι — Δαυίδ. Ἐτέχθη ὑμῖν σήμερον ἐν πόλει Δαυὶδ Σωτὴρ, ὃς ἐστι Χριστὸς μέν, ὡς τῆς ἀνθρωπότητος αὐτοῦ χρισθείσης τῇ θεότητι· Κύριος δέ, ὡς Θεός. Οὐκ εὐηγγελίσατο δὲ τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις τὴν χαρὰν ταύτην, διότι οὐκ ἔμελλον πιστεῦσαι, πονηροὶ καὶ φθονεροί τυγχάνοντες, ἀλλὰ ποιμέσιν ἀπονήροις καὶ ἀκάκοις, καὶ τὴν παλαιὰν πολιτείαν ἐξηλωκόσι τῶν πατριαρχῶν. Ἐπεί
col. 885–886page 17 of 127
PG 129:885δὲ καὶ ποιμὴν ἐγεννήθη τοῦ λαοῦ, ποιμέσι τὰ περὶ αὐτοῦ γνωρίζεται πρῶτον. Δηλοῦται δὲ καὶ ἕτερον, ὅτι τοῖς ποιμέσι τῶν λογικῶν προβάτων τὰ θεῖα μυστήρια πρὸ τῶν ἄλλων ἀποκαλύπτονται. Καὶ – σημεῖον. Τοῦτο ἡμῖν τὸ τεκμήριον τοῦ ἀληθεύειν με. Εὑρήσετε – φάτνη. Ἐδέθη μὲν σπαργάνοις, ἵνα λύσῃ τὰ σπάργανα τῶν ἁμαρτιῶν ἡμῶν· ἔκειτο δὲ, ἵνα ἀναστήσῃ τοὺς πεπτωκότας εἰς ἁμαρτίαν. Καὶ οὐρανίου. Ἐγένετο σὺν τῷ ἀγγέλῳ, ἤγουν συνῆλθε τῷ ἀγγέλῳ ἐκείνῳ. Αἰνούντων τὸν Θεόν. Τῶν ἀγγέλων ὑμνούντων τὴν μίαν θεότητα τῆς ἁγίας Τριάδος, διὰ τὴν οἰκονομηθείσαν σωτηρίαν τῶν ἀνθρώπων. Καὶ λεγόντων – Θεῷ. Ὕμνος ἐν οὐρανοῖς τῷ Θεῷ. Καὶ ἐπὶ γῆς εἰρήνη. Τοῦτο αἰτία τοῦ ὕμνου·
διότι καὶ ἐπὶ γῆς εἰρήνη γέγονεν, ἡ ἐν οὐρανοῖς πολιτευομένη, εἰρηνευόντων ἤδη καὶ τῶν ἀνθρώπων πρὸς τὸν Θεόν. Ἤ, διότι καὶ ἐπὶ γῆς ὤφθη ὁ Υἱὸς τοῦ Θεοῦ, ὅς ἐστιν εἰρήνη τοῦ κόσμου. Μεσίτης γὰρ Θεοῦ καὶ ἀνθρώπων γενόμενος, εἰρήνευσε τὰ ἐπίγεια πρὸς τὰ οὐράνια, τὰ διεστῶτα συνάψας καὶ τὰ ἐκπεπολεμωμένα καταλλάξας. Ἤ· Καὶ ἐπὶ γῆς εἰρήνη, διότι τοῦ παντοκράτορος Χριστοῦ τικτομένου πᾶς πόλεμος κατελύθη, πάντων ἅμα τῶν ἐθνῶν τῷ κράτει τῶν Ῥωμαίων ὑποταγέντων. Ἐν ἀνθρώποις εὐδοκία. Ἐν ἀνθρώποις νῦν ἡ πάλαι εὐδοκία τοῦ Πατρός· αὕτη δέ ἐστι τὸ ἐνανθρωπῆσαι τὸν Υἱὸν, καὶ σῶσαι τὸν ἀπολωλότα ἄνθρωπον. Νῦν γὰρ πεπλήρωται, ὃ πάλαι εὐδόκησεν, εἴτουν ὥρισεν, ἠθέλησε. Καὶ ἐγένετο – ἡμῖν.
Ἴδωμεν τὸ ῥῆμα, τουτέστιν, ἐξετάσωμεν τὸ ῥῆμα, τὸ περὶ τοῦ τεχθῆναι ἡμῖν Σωτῆρα σήμερον. Ἐξετάσωμεν δὲ τοῦτο διὰ τοῦ δοθέντος ἡμῖν σημείου. Καὶ ἦλθον – τούτου. Διεγνώρισαν, ἤγουν, ἐπληροφορήθησαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου, ὅτι ἐτέχθη τῷ λαῷ Σωτήρ. Καὶ πάντες – πρὸς αὐτούς. Ἀνήγγειλαν γὰρ αὐτίκα τῷ τε Ἰωσὴφ καὶ τῇ μητρὶ τοῦ παιδίου πάντα ὅσα ἤκουσαν παρὰ τοῦ ἀγγέλου, καὶ τὰ περὶ τοῦ πλήθους τῆς οὐρανίου στρατιάς. Καὶ οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσιν, οἷς ἐνετύγχανον, οἳ καὶ ἀκούσαντες ἐθαύμασαν, περὶ ὧν ἤκουσαν.
col. 887–888page 18 of 127
PG 129:887Ἡ δὲ Μαριάμ – ταύτα. Τὰ παρὰ τῶν ποιμένων λαληθέντα. Συνετήρει δὲ ταῦτα παρ' ἑαυτῇ. Συμβάλλουσα - αὐτῆς. Παρεξετάζουσα ταῦτα καθ' ἑαυτὴν, πρός τε τὸν ἐξ ἀρχῆς εὐαγγελισμὸν τοῦ Γαβριήλ, καὶ τὴν ἄσπορον σύλληψιν, καὶ τὴν ἀνώδινον κύησιν, καὶ τὸν ἄφθορον τόκον, καὶ τελειωτέραν ηρέμα δεχομένη πληροφορίαν. Καὶ ὑπέστρεψαν -- αὐτούς. Ὑπέστρεψαν εἰς τὴν ποίμνην αὐτῶν. Καὶ ὅτε — κοιλίᾳ. Ὥσπερ οἱ παρ' ἡμῖν ἱερεῖς, ὅτε βαπτίζουσι, τότε καὶ ὀνομάζουσιν· οὕτω καὶ οἱ παρ' Ἑβραίοις, ὅτε περιτέμνουσι, τότε καὶ τὴν κλῆσιν ἐπιτιθέασιν. Ἀπορήσει δέ τις, ὅτι, ἐπειδὴ παύειν τὴν περιτομὴν ἔμελλεν ὁ Χριστὸς, διατί περιετμήθη; Πρὸς ὃ ἀπολογητέον, ὅτι κατ' οἰκονομίαν.
Εἰ μὴ περιετμήθη γάρ, οὐκ ἂν ὅλως παρεδέχθη διδάσκων, ἀλλ' ἀπεπέμφθη ἂν, ὡς ἀλλόφυλος, οὐδ' ἂν ἐπίστευσέ τις, ὅτι αὐτός ἐστι ὁ προσδοκώμενος Χριστὸς ἐκ σπέρματος Ἀβραάμ. Οἱ γὰρ ἐξ Ἀβραὰμ ἅπαντες, σφραγίδα καὶ σημεῖον τὴν περιτομὴν εἶχον, διαστέλλουσαν αὐτοὺς ἀπὸ τῶν ἄλλων ἐθνῶν. Περιετμήθη μὲν οὖν διὰ τοῦτο, πληρῶν κανταῦθα τὸν νόμον, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις νομικοῖς παραγγέλμασιν, ἵνα μὴ δόξῃ τοῦ νόμου παραβάτης. Ἔπαυσε δὲ ταύτην καὶ πάνυ εὐλόγως. Ἡ γὰρ περιτομὴ τῶν Ἑβραίων τὸ βάπτισμα τῶν Χριστιανῶν ἐτύπου καὶ προεσήμαινεν. Ὥσπερ γὰρ ἐκείνη τοὺς ἐξ Ἀβραὰμ ἐσφράγιζε καὶ διέστελλεν ἀπὸ παντὸς ἔθνους, οὕτω καὶ τοῦτο τοὺς Χριστιανούς.
[Καὶ καθάπερ ἐκείνη περιττὸν ἀποτέμνει τοῦ σώματος μέρος, οὕτω καὶ τοῦτο τὴν ἁμαρτίαν ἀποτέμνει, περιττὴν ὑπάρχουσαν.] Ἔδει δὲ παυθῆναι τὸν τύπον, ἐλθόντος τοῦ πρωτοτύπου, καὶ σιγῆσαι τὸ μηνύον, ἐπιστάντος τοῦ μηνυομένου. Τὸ γὰρ ἑαυτοῦ πεπλήρωκε, καὶ περιττόν ἐστι τοῦ λοιποῦ. Καὶ ὅτε — Μωϋσέως. Ὁ νόμος τοῦ Θεοῦ μὲν ἦν, ὡς παρ' αὐτοῦ ὑφηγηθείς· ἐλέγετο δὲ καὶ τοῦ Μωϋσέως, ὡς παρ' αὐτοῦ γραφείς. Ἐκέλευε δὲ τὴν σπερματισθεῖσαν καὶ τεκοῦσαν ἄρσεν, ἀκάθαρτον νομίζεσθαι μέχρι τεσσαράκοντα ἡμερῶν. Τοῦτο δὲ προσέταττεν εἰς ἀνάπαυσιν τῆς μήτρας, ἵνα μὴ εὐθὺς οἱ ἄνδρες τεκούσαις ταῖς γαμεταῖς ἑαυτῶν συμπλέκωνται, μήπω τὴν ἀπὸ τοῦ τεκεῖν ταλαιπωρίαν θεραπευσάταις.
Ἀλλ' ἡ Θεοτόκος οὐχ ὑπέκειτο μὲν τῷ νόμῳ τούτῳ, διὰ τὸ μὴ σπερματισθῆναι· ἐπειθάρχησε δὲ αὐτῷ, ἵνα μὴ δόξῃ παραβαίνειν τὸν νόμον. Τοῦ καθαρισμοῦ δὲ αὐτῶν, ἤτοι τῆς μητρὸς τοῦ παιδίου καὶ τοῦ μνηστῆρος αὐτῆς· ᾠκειοῦντο γὰρ οἱ ἄνδρες τὸν καθαρισμὸν τῶν γυναικῶν αὐτῶν.
col. 889–890page 19 of 127
PG 129:889Ἀνήγαγον — κληθήσεται. Παραστῆσαι, εἴτουν ἀποκομίσαι τῷ Κυρίῳ εἰς τὸν ἐν Ἱεροσολύμοις ναόν. Ἐγέγραπτο γὰρ ἐν τῷ νόμῳ ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν, πρῶτον δηλονότι, τουτέστι πρωτότοκον, ἅγιον τῷ Κυρίῳ κληθήσεται· ἤγουν ἀφωρισμένον τῷ Θεῷ κληθήσεται. Ἀφιεροῦντο δὲ τὰ πρωτότοκα τῶν Ἑβραίων τῷ Θεῷ, διότι πάλαι τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐθανάτωσεν ὑπὲρ ἐλευθερίας τῶν Ἑβραίων. Ἀλλὰ τὰ μὲν ἄλλα πρωτότοκα προδιανοιγεῖσαν διανοίγουσι τὴν μήτραν· προδιανοίγεται γὰρ τῇ συνουσίᾳ τοῦ ἀνδρὸς, ὅτε τὸ σπέρμα εἰσακοντίζεται· μόνος δὲ ὁ Χριστὸς μήπω διανοιγεῖσαν διήνοιξεν ὑπερφυῶς, καὶ κεκλεισμένην κατὰ φύσιν ἐτήρησεν·
ἐπεὶ καὶ μόνος οὗτος ἅγιος τῷ Κυρίῳ κυρίως κατὰ τὴν θεότητα μέν, ὡς Υἱὸς αὐτοῦ, κατὰ δὲ τὴν ἀνθρωπότητα, ὡς ἡνωμένος τῷ Υἱῷ αὐτοῦ. Ὥστε, εἰ καὶ διὰ τὴν ῥηθεῖσαν αἰτίαν περὶ πάντων τῶν πρωτοτίκων ἐνομοθετήθη τὸ παρὸν ῥητὸν, ἀλλά γε πρὸς τὸν Χριστὸν μόνον ὀρθῶς ἀπέβλεπε. Ἀμφιλοχίου Ἰκονίου. Πρὸς μὲν τὴν παρθενικὴν φύσιν οὐδ᾽ ὅλως αἱ παρθενικαὶ πύλαι ἀνεῴχθησαν βουλήσει τοῦ ἀρτίως κυοφορηθέντος, κατὰ τὸ φάσκον περὶ αὐτοῦ ῥητόν· Αὕτη ἡ πύλη τοῦ Κυρίου, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ ἔσται ἡ πύλη κεκλεισμένη· ὡς δὲ πρὸς τὴν δύναμιν τοῦ τεχθέντος Δεσπότου, οὐδὲν κέκλεισται τῷ Κυρίῳ, ἀλλὰ πάντα ἀνέῳκται. Καὶ τοῦ δοῦναι — περιστερῶν.
Ἀνήγαγον αὐτόν, φησὶ, ὑπὲρ τοῦ παραστῆσαι τῷ Κυρίῳ, καθὼς εἴρηται, καὶ ὑπὲρ τοῦ δοῦναι θυσίαν ὑπὲρ αὐτοῦ τὰ ῥηθέντα. Ἐπέταττε γὰρ ὁ νόμος διδόναι ζεῦγος τρυγόνων ὑπὲρ σωφροσύνης τοῦ παιδός· σωφρονέστατον γὰρ ἡ τρυγών· ἢ δύο νεοσσοὺς περιστερῶν ὑπὲρ τεκνογονίας αὐτοῦ· γονιμώτατον γὰρ ἡ περιστερά. Διττὰ δὲ καὶ ταῦτα, κἀκεῖνα, ἵνα τὸ μὲν εἴη εἰς ἐξίλασμα, τὸ δὲ εἰς ὁλοκάρπωμα. Ὥσπερ δὲ ἡ μήτηρ τοῦ Χριστοῦ οὐχ ὑπέκειτο τῷ προρρηθέντι νόμῳ, οὕτως οὐδὲ αὐτὸς τῷ παρόντι. ΚΕΦ. Γ΄. Περὶ τοῦ Συμεών. Καὶ ἰδοὺ — Ἰσραήλ. Ἀνάκλησιν, λύτρωσιν τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἀπὸ τῆς δουλείας.
Προσεδόκα δὲ ταύτην ἐξ ἀναγνώσεως τῶν προφητικῶν βίβλων, αἳ κατήγγελλον τὸν Χριστὸν, ὅς ἐστιν ἀνάκλησις τοῦ νέου Ἰσραηλιτικοῦ λαοῦ, ἀνακαλούμενος αὐτὸν ἀπὸ τῆς δουλείας τῆς πλάνης. Καὶ πνεῦμα — αὐτόν. Πνεῦμα ἅγιον προφητείας. Οὐκ ἦν δὲ ἱερεὺς ὁ Συμεών, ὡς ἐμοὶ τέως δοκεῖ· ἦ γὰρ ἂν ἐδήλωσε καὶ τοῦτο πάντως ὁ εὐαγγελιστής, ὡς ἀξίωμα τοῦ ἀνδρός.
col. 891–892page 20 of 127
PG 129:891Τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Κύριον γὰρ νῦν τὸν Πατέρα νόει. Καὶ ἦν αὐτῷ κεχρηματισμένον — Κυρίου. Ἀναγινώσκων γάρ ποτε τὰς περὶ Χριστοῦ προφητείας, καὶ εὑρὼν ὅτι Θεὸς ὢν ἐνανθρωπῆσαι μέλλει, πρὸς τὸ ὑπερφυὲς τοῦ μυστηρίου, ὡς ἄνθρωπος, λιγγιᾶτε· διὸ καὶ χρησμῳδίαν ἔλαβεν, εἴτουν ἀπόφασιν, ὡς οὐκ ἀποθανεῖται μέχρις ἂν ἴδῃ αὐτὸν τὸν Χριστὸν τοῖς αὐτοῦ ὀφθαλμοῖς. Τὸν Χριστὸν δὲ Κυρίου, εἶπε διὰ τὴν πρὸς τὸν Πατέρα οἰκείωσιν. Κύριον γὰρ νόει τὸν Πατέρα. [Εὗρον κἀγὼ ἔν τισι τῶν ἀντιγράφων περὶ τοῦ δικαίου τούτου ἀνδρὸς, ὡς ἐκ τῶν ἑβδομήκοντα ἑρμηνευτῶν τῶν Ἑβραίων ἦν ἐν ταῖς ἡμέραις Πτολεμαίου τοῦ Φιλαδέλφου.
Μεθερμηνεύοντες γὰρ ἐκεῖνοι πάντες τὴν πρόῤῥησιν Ἡσαίου τοῦ προφήτου, τὸ Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει· τοῦτο μόνος ὁ Συμεὼν ἠπίστει τῷ προφήτῃ, ἕως ἐκεῖνο χρηματισθεὶς ὑπὸ θείου ἀγγέλου, μὴ ἰδεῖν θάνατον, ἕως ἂν τὸν Χριστὸν Κυρίου δέξηται ἐν ταῖς ἑαυτοῦ χερσίν.] Καὶ ἦλθεν — ἱερόν. Τῷ Πνεύματι τῷ ἁγίῳ κινηθείς. Καὶ ἐν — αὐτοῦ. Διέγνω γὰρ αὐτὸ παρευθὺ τοῖς διορατικοῖς ὀφθαλμοῖς. Καὶ εὐλόγησε τὸν Θεόν. Τὸν ἐνανθρωπήσαντα. Καὶ εἶπε — ῥῆμά σου. Νῦν ἀπολύεις με τοῦ βίου πάντως, καθώς εἴρηκάς μοι, πάλαι διαπορούντι περὶ τοῦ μυστηρίου τῆς σῆς ἐνανθρωπήσεως. Ἐν εἰρήνῃ. Ἐν εἰρήνῃ λογισμῶν. Νῦν γὰρ οἱ ταράττοντές με λογισμοὶ περὶ τῆς θείας ἐνανθρωπήσεως εἰρήνευσαν.
Ἤ, Ἐν εἰρήνῃ ἀφοβίας, μηκέτι φοβούμενον τὸν θάνατον, διὰ τὸ βαθύ μου γῆρας. Ἤ, Ἐν εἰρήνῃ χαρᾶς, μηκέτι λυπούμενον ὑπὲρ τῆς ἐλευθερίας τοῦ Ἰσραήλ· εἶδον γὰρ ἤδη τὸν ἐλευθερωτήν. Ὅτι εἶδον σωτήριόν σου. Νῦν ἀπολύεις με, φησίν, ὅτι εἶδον τὴν ἐνανθρώπησιν σου· ταύτην γὰρ καλεῖ σωτήριον, ὡς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γεγενημένην. Ὃ — λαῶν. Ὅπερ σωτήριον ᾠκονόμησας ἐνώπιον πάντων, ἵνα πᾶσιν εἴη φανερόν, οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔθνεσι. Φῶς — Ἰσραήλ. [Φῶς ὦ φῶς ἀληθινὸν καὶ ὢν καὶ καλούμενον· εἰς ἀποκάλυψιν ἐθνῶν, εἰς φανέρωσιν τῶν παθῶν, εἰς ἔλεγχον τῶν δαιμονίων. Καὶ δόξαν λαοῦ σου Ἰσραήλ, τοῦ νέου
col. 893–894page 21 of 127
PG 129:893δηλονότι οὗ δόξα διὰ σοῦ ἡ ἀπόκτησις τῶν παρὰ φύσιν κακῶν, καὶ κτῆσις τῶν κατὰ φύσιν καλῶν, καὶ ἐπίκτησις τῶν ὑπὲρ φύσιν ἀγαθῶν. Ἡ ἀρετὴ, καὶ ἡ γνώσις, καὶ ἡ θέωσις. Φῶς ἂν εἰς ἀνάβλεψιν μὲν ἐθνῶν, τῶν τετυφλωμένων τῇ πλάνη· ἀποκάλυψιν γὰρ λέγει τὴν ἀνάβλεψιν· εἰς δόξαν δὲ καὶ εὐκλειαν λαοῦ σου τοῦ Ἰσραηλιτικού. Δόξα γὰρ αὐτοῖς τὸ βλαστῆσαί σε ἐξ αὐτῶν κατὰ τὸ ἀνθρώπινον. Καὶ ὄντως ἡ σωτήριος ἐνανθρώπησις αὐτοῦ ἐφώτισε μὲν τὰ ἔθνη φωτισμὸν θεογνωσίας καὶ ἀρετῆς, ἐδόξασε δὲ τοὺς Ιουδαίους, ὅτι συγγενὴς αὐτῶν γενέσθαι κατηξίωσεν. Καὶ ἦν — περὶ αὐτοῦ. Ἐθαύμαζον, οὐχ ὡς τότε πρῶτον περὶ αὐτοῦ μανθάνοντες, ἀλλ' ὡς, ἀφ᾽ οἷς προμεμαθήκεσαν, ἔτι παραδοξότερα προσενωτιζόμενοι. Καὶ εὐλόγησε — Ισραήλ.
Εἰς πτῶσιν μὲν τῶν προσκοπτόντων τοῖς ἀνθρωποπρεπέσιν αὐτοῦ, καὶ πιπτόντων εἰς ἀπιστίαν τῆς θεότητος αὐτοῦ· ἀνάστασιν δὲ τῶν προσεχόντων τοῖς θεοπρεπέσιν αὐτοῦ, καὶ ἀνισταμένων πρὸς πίστιν τῆς θεότητος αὐτοῦ. Κεῖται δὲ, ὡς λίθος ἀκρογωνιαίος, συνδέων ἐφ' ἑαυτῷ τοὺς δύο λαούς, τόν τε παλαιὸν καὶ τὸν νέον. Ἐπεὶ καὶ διὰ Ησαίου προανεφώνησεν ὁ Θεὸς, ὅτι Ιδού τίθημι ἐν Σιών λίθον προσκόμματος καὶ πέτραν σκανδάλου. Εἰς πτῶσιν μὲν σαρκός, ἤτοι τοῦ σαρκικοῦ φρονήματος καὶ παθῶν καὶ λογισμῶν πονηρῶν καὶ δαιμόνων, καὶ τοῦ κατὰ τὸ γράμμα νόμου· ἀνάστασιν δὲ πνεύματος, ἤγουν πνευματικοῦ φρονήματος καὶ φυσικῶν δυνάμεων καὶ ἀρετῆς καὶ γνώσεως καὶ τοῦ κατὰ τὸ πνεῦμα νόμου. Καὶ — ἀντιλεγόμενον.
Καὶ εἰς θαῦμα ἀντιλεγόμενον τοῖς ἀπίστοις, εἴτουν ἀντιλογίας ὑφιστάμενον· θαῦμα γὰρ ἦν, ὡς μήτε ἄνθρωπος μόνον ὤν, μήτε Θεὸς μόνον, ἀλλὰ θεάνθρωπος· διὸ καὶ, ὡς ὑπερφυοῦς ὄντος, ἀντιλέγουσι, πάντα κατὰ φύσιν ἐξετάζοντες, καὶ μηδὲν ὑπερφυὲς ἐννοεῖν δυνάμενοι. Τινὲς δὲ σημεῖον ἀντιλεγόμενον τὴν σταύρωσιν λέγουσι· σημεῖον μέν, ὡς σύμβολον φιλανθρωπίας· διὰ τοὺς ἀνθρώπους γὰρ ταύτην ὑπέμεινεν· ἀντιλεγόμενον δέ, ὡς ὀνειδιζομένην ὑπὸ τῶν ἀπίστων. Καὶ σοῦ — ρομφαία. ρομφαίαν δὲ ὠνόμασε τὴν τμητικωτάτην καὶ ὀξεῖαν ὀδύνην, ἥτις διῆλθε τὴν καρδίαν τῆς Θεομήτορος, ὅτι ὁ Υἱὸς αὐτῆς προσηλώθη τῷ σταυρῷ. Περὶ ταύτης γὰρ τῆς ἀλγηδόνος νῦν προεφήτευσεν. Ὅπως — διαλογισμοί. Τῶν ὑποπτευόντων, ὅτι
col. 895–896page 22 of 127
PG 129:895οὐκ ἔστιν αὕτη μήτηρ αὐτοῦ. Ὥσπερ γὰρ πολλοὶ ἀποβλέποντες εἰς τὰ ἀνθρωποπρεπῆ αὐτοῦ, ἔλεγον ὅτι Ἄνθρωπος μόνον ἐστὶν, Υἱὸς τῆς Μαρίας· οὕτως ἄλλοι πάλιν, ἀποβλέποντες εἰς τὰ θεοπρεπῆ αὐτοῦ, ὑπώπτευον ὅτι Θεὸς μόνον ἐστὶ, καὶ οὐκ ἔστιν αὕτη μήτηρ αὐτοῦ· τότε δὲ θεασάμενοι ταύτην πικρῶς ὀδυνωμένην, καὶ σφοδρῶς ὀδυρομένην, καὶ ἡττωμένην τῆς φύσεως, ἐπίστευσαν ὅτι μήτηρ αὐτοῦ ἐστι, καὶ ἀπεκάλυψαν, εἴτουν ἐξηγόρευσαν τοὺς διαλογισμοὺς τῶν καρδιῶν αὐτῶν, τοὺς τῆς ὑποψίας. ΚΕΦ. Δ΄. Περὶ Ἄννης τῆς προφήτιδος. Καὶ ἦν — πολλαῖς. Προβεβηκυῖα, εἴτουν γραῦς. Ζήσασα — ἡμέραν.
Διὰ τοῦτο γὰρ καὶ προφητικοῦ χαρίσματος ἠξιώθη, διότι οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, ἐν νηστείαις καὶ δεήσεσι λατρεύουσα νυκτωρ καὶ μεθ' ἡμέραν τῷ Θεῷ. Λατρείαν δὲ τὴν δουλείαν καὶ θεραπείαν νόει. Καὶ αὕτη — Κυρίῳ. Ἤχαρίσει τῷ Θεῷ, τῷ ἐνανθρωπήσαντι. Καὶ ἐλάλει — Ἰερουσαλήμ. Ἐλάλει περὶ αὐτοῦ, ὅτι οὗτός ἐστιν ὁ λυτρωτής. Ἀλλ' ὁ μὲν Συμεὼν τύπος ἦν τῆς Παλαιᾶς Διαθήκης, ἡ δ' Ἄννα τῆς Νέας· ὧν μέσος ὁ Χριστὸς κείμενος τὴν μὲν ἀπέλυσε, τὴν δὲ παρακατέσχεν, ἐμφαίνων ὅτι ἡ μὲν παλαιὰ πέπαυται, ἡ δὲ νέα ζῇ. Καὶ ὡς — Ναζαρέτ. Ἅπαντα τὰ περὶ τῆς παραστάσεως τοῦ παιδίου, καὶ τὰ περὶ τῆς θυσίας, περὶ ὧν ὁ νόμος ἐκέλευε. Ζήτησον δὲ καὶ ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ·
Ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ' ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεύγε εἰς Αἴγυπτον. Τὸ δὲ παιδίον — ἐπ' αὐτῷ. Κατὰ τὸ ἀνθρώπινον ταῦτα πάντα νόησον. Ὡς παιδίον γὰρ ηὔξανε μὲν εἰς ἡλικίαν, ἐκραταιοῦτο δὲ κατὰ τῆς κακίας πνεύματι, ἤγουν τῇ ἡνωμένῃ αὐτῷ θεότητι. Πνεῦμα γὰρ καλεῖται καὶ ἡ θεότης. Καὶ ἐπληροῦτο μὲν σοφίας, ὡς ἠνωμένον τῇ σοφίᾳ· χάρις δὲ τοῦ ἡνωμένου αὐτῷ Θεοῦ ἦν ἐπ' αὐτῷ, παιδαγωγοῦσα τοῦτο καὶ ῥυθμίζουσα καὶ κατακοσμοῦσα. Ἢ καὶ ἑτέρως. Ἐκραταιοῦτο μὲν Πνεύματι, ἤτοι τῷ ἁγίῳ· χάρις δὲ Θεοῦ, ἤγουν τοῦ Πατρός, ἦν ἐπ' αὐτῷ. Ὥσπερ γὰρ ἐσαρκώθη Πατρὸς εὐδοκίᾳ, καὶ Πνεύματος ἁγίου ἐπελεύσει·
οὕτω καὶ ἐπολιτεύετο, καὶ ἐνήργει, εὐδοκίᾳ μὲν τοῦ Πατρός, συνεργίᾳ δὲ τοῦ ἁγίου Πνεύματος. Καὶ ἐπορεύοντο — Ἰερουσαλήμ. Τελειωσάντων τὰς ἡμέρας τὰς τῆς ἑορτῆς τοῦ Πάσχα καὶ τῆς
col. 897–898page 23 of 127
PG 129:897τῆς ἑορτῆς τῶν ἀζύμων. Ὑπέμεινε δὲ εἴτουν, ὑπελείφθη ἐν Ἱερουσαλήμ, βουλόμενος συμμίξαι τοῖς διδασκάλοις. Καὶ οὐκ αὐτοῦ. Κατὰ θείαν οἰκονομίαν, ἵνα μὴ κωλύσωσιν αὐτὸν, ὡς παῖδα καὶ ἀγράμματον. Νομίσαντες διδασκάλων. Μίαν μὲν ἡμέραν ἀνάλωσαν, ὅτι ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· ἑτέραν δὲ, ὅτε, μὴ εὑρόντες αὐτὸν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, ζητοῦντες αὐτόν· κατὰ τὴν τρίτην δὲ λοιπὸν εὗρον αὐτόν. Ἐν τῷ ἱερῷ δὲ εὑρίσκεται ὁ Χριστός, ἤγουν ἐν τῷ ἱερῷ τόπῳ, καὶ ἐν τῷ ἱερῷ πράγματι, καὶ ἐν τῷ ἱερῷ ἀνθρώπῳ. Ἀκούοντα αὐτούς. Ἀκούοντα καὶ ἐπερωτῶντα περὶ τῶν νομίμων, ἵνα ἐκ νεότητος ἡ σύνεσις αὐτοῦ γνωρισθῇ.
Φοβηθῶμεν οὖν οἱ διδάσκαλοι, γινώσκοντες ὅτι ἐν μέσῳ ἡμῶν ἐστιν ὁ Χριστός, προσέχων, πῶς διδάσκομεν. Ἐξίσταντο αὐτοῦ. Ἔδει γὰρ τοῦτο γενέσθαι, ἵνα ὕστερον διδάσκων εὐπαράδεκτος αὐτοῖς εἴη. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν. Ὁ Ἰωσὴφ δηλονότι καὶ ἡ Μήτηρ αὐτοῦ. Ἐξεπλάγησαν δὲ οὐ μόνον διὰ τὴν σύνεσιν καὶ τὰς ἀποκρίσεις αὐτοῦ, ἀλλὰ καὶ διὰ τὴν τόλμαν. Καὶ πρὸς σε. Πατέρα αὐτοῦ τὸν Ἰωσὴφ ὠνόμασεν, ὡς μνηστήρα ἑαυτῆς, καὶ ὡς τροφὸν αὐτοῦ. Ὀδυνώμενοι δὲ ἐζήτουν αὐτὸν, διὰ τὴν σχέσιν. Καὶ εἴ τις δὲ ἐκ πόθου ὀδυνώμενος ζητήσει αὐτόν, εὑρήσει αὐτόν. Καὶ εἶπε με; Ὡς πλανώμενον δηλαδή. Θεὸς οὐ πλανᾶται. Οὐκ ᾔδειτε με; Ἐν τῷ οἴκῳ τοῦ Πατρός μου.
Ἔλεγε δὲ περὶ τοῦ ἱεροῦ, ὃ τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ ὁ Σολομῶν ᾠκοδόμησεν. Ἀλλ᾿ ἡ μὲν Μήτηρ αὐτοῦ, περὶ τοῦ θέσει Πατρὸς αὐτοῦ εἶπεν· αὐτὸς δὲ ταύτῃ τὸν φύσει Πατέρα αὐτοῦ ἐγνώρισε. Καὶ αὐτοὶ αὐτοῖς. Τὸ περὶ τοῦ ἱεροῦ. Καὶ κατέβη αὐτοῖς. Παιδεύων ὑποτάττεσθαι μὴ μόνον τοῖς φύσει γονεῦσιν, ἀλλὰ καὶ τοῖς θέσει. Καὶ ἡ μήτηρ αὐτῆς. Τὰ περὶ τοῦ ἱεροῦ, καὶ τὰ τοιαῦτα, ὡς ῥήματα οὐχ ἁπλῶς παιδός, ἀλλὰ καὶ Υἱοῦ τοῦ Θεοῦ. Διετήρει δὲ ταῦτα ἐξετάζουσα καθ᾿ ἑαυτήν, ὡς μὴ ἁπλῶς εἰρημένα. Καὶ Ἰησοῦς ἀνθρώποις. Ὡς παιδίον νόμῳ φύσεως ἀνθρωπίνης προέκοπτεν εἰς ταῦτα κατὰ μικρόν· ὡς γὰρ Θεὸς παντέλειος ἦν. [Γρηγορίου τοῦ Θεολόγου. Προέκοπτε, φησίν, ὥσπερ ἡλικίᾳ, οὕτω καὶ σοφίᾳ καὶ χάριτι.
Οὐ τῷ ταῦτα λαμβάνειν αὔξησιν· τί γὰρ τοῦ ἀπ᾿ ἀρχῆς τελείου γένοιτ᾿ ἂν τελεώτερον; ἀλλὰ τῷ κατὰ μικρὸν ταῦτα παραγυμνοῦσθαι καὶ παρεκφαίνεσθαι.] ΚΕΦ. Ε΄. Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην. Ἐν ἔτει Καίσαρος. Μετὰ τὸν προρρηθέντα
col. 899–900page 24 of 127
PG 129:899ων, τουτέστιν αὐτοκράτωρ. Τότε μὲν γὰρ ὁ Καῖσαρ μείζων ἦν τοῦ βασιλέως· ὕστερον δὲ τὸ τοῦ Καίσαρος ὑπεβιβάσθη ἀξίωμα. Παρασημειούται δὲ τὸν καιρὸν τοῦ τε τηνικαῦτα Καίσαρος, καὶ τῶν ἡγεμόνων ὁ εὐαγγελιστής, νόμῳ ἱστορίας. Ἔθος γάρ τοῦτο τοῖς ἱστορικοῖς. Ἡγεμονεύοντος τετραρχοῦντος. Εἴρηται περὶ τούτων ἀκριβῶς ἐν τῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται περὶ τοῦ Ἰωσὴφ τό· Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν. Ἐπὶ Καϊάφα. Καὶ μὴν κατὰ τὸν καιρὸν ἐκεῖνον μόνος ὁ Ἄννας ἦν ἀρχιερεύς· ὁ γὰρ Καϊάφας ὕστερον γέγονεν ἀρχιερεύς, κατὰ τὸν ἐνιαυτὸν τῆς τοῦ Σωτῆρος σταυρώσεως.
Ἀλλ' ὁ εὐαγγελιστής συμπαρέλαβε καὶ τὸν Καϊάφαν, ὡς συμπράκτορα τοῦ Ἄννα. Ἦν γὰρ γαμβρὸς αὐτοῦ, καὶ κοινὴν αὐτῷ τὴν κατοικίαν εἶχεν, ὡς εἰρήκαμεν ἐν τῷ ἑξηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται περὶ τοῦ Πέτρου, ὅτι, Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν. Καὶ γὰρ ὁ Ἄννας ὕστερον συνέπραττε τῷ Καϊάφᾳ ἐν τῇ ἀρχιερωσύνῃ αὐτοῦ. Ἐγένετο – Ἰορδάνου. Ζήτησον ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τόν· Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας· καὶ ἀνάγνωθι τὴν ἐξήγησιν ὅλην τοῦ τοιούτου ῥητοῦ. Κηρύσσων – ἁμαρτιῶν. Εἴρηται περὶ τούτου σαφῶς ἐν τῷ προοιμίῳ τοῦ κατὰ Μάρκον, ἔνθα κεῖται τό·
Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Ὡς γέγραπται – τρίβους αὐτοῦ. Ταῦτα τὰ μὲν διηρμηνεύθησαν ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· τὰ δὲ ἐφεξῆς προφητεία ἐστὶ διδάσκουσα ὅτι ἐξισώσει τὴν ἀνωμαλίαν τοῦ κόσμου ὁ Χριστός, τὰς σχολιότητας καὶ τραχύτητας τῶν ἀνθρώπων εὐθύνων καὶ λεαίνων τῷ ἀρότρῳ τῶν εὐαγγελικῶν ἐντολῶν. Ἄκουε γάρ· Πᾶσα φάραγξ, κ. τ. λ. Τοῦ ἁγίου Μαξίμου· Ἔρημός ἐστιν ὁ κόσμος οὗτος, ἢ ἡ ἀνθρωπίνη φύσις, ἢ ἡ ἑκάστου ψυχή, διὰ τὴν ἐκ τῆς ἀρχαίας παραβάσεως ἀκαρπίαν τῶν ἀγαθῶν· Φωνὴ δὲ βοῶντος λέγεται ἡ κατὰ συνείδησιν ἐπὶ
col. 901–902page 25 of 127
PG 129:901τοῖς ἑκάστῳ πλημμεληθείσι συναίσθησις, οἱονεὶ βοῶσα τὸν ἔλεγχον κατὰ τὸ κρυπτὸν τῆς καρδίας, καὶ παραινοῦσα μετανοεῖν καὶ ἑτοιμάσαι τὴν ὁδὸν Κυρίου· ἑτοιμασία δὲ ἡ τῶν τρόπων καὶ τῶν λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολή· ὁδὸς δὲ Κυρίου, ὁ κατὰ Θεὸν ἐνάρετος βίος· τρίβοι δὲ αὐτοῦ τὰ διάφορα κατὰ Θεὸν ἐπιτηδεύματα, οὓς εὐθύνουσιν οἱ ὀρθῶς καὶ ἀμέμπτως τὴν ἀρετὴν ἐπιτηδεύοντες. Οὐ καλὸν γάρ, φησί, τὸ καλόν, ὅταν μὴ καλῶς γίνηται. Πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Φάραγξ ἐστὶν ἡ ἑκάστου σαρξ, ἡ τῷ πολλῷ καὶ σφοδρῷ ῥεύματι τῶν παθῶν ἐκχαραδρωθεῖσα, καὶ τὴν πρὸς τὴν ψυχήν, κατὰ τὸν τοῦ συνδήσαντος Θεοῦ νόμον, πνευματικὴν συνέχειαν καὶ συνάφειαν διατμηθεῖσα.
Δυνατὸν δὲ καὶ τὴν ψυχὴν νοηθῆναι φάραγγα, τὴν τῇ συχνῇ καὶ ὀξείᾳ τῶν πονηρῶν λογισμῶν ἐπιῤῥοῇ κοιλανθεῖσαν, καὶ τῆς πνευματικῆς ὁμαλότητος τὸ κάλλος διὰ τῆς κακίας ἀποβαλοῦσαν. Πάσα τοίνυν τοιαύτη φάραγξ τῶν ἑτοιμασάντων τὴν ὁδὸν Κυρίου πληρωθήσεται, τουτέστιν εἰς τὴν ὀφειλομένην ἥξει κατάστασιν, διὰ τῆς ἀποβολῆς τῆς κακίας καὶ τῆς ἀγνοίας, καὶ τῆς ἐπιβολῆς τῆς ἀρετῆς καὶ τῆς γνώσεως, καὶ ἀπολήψεται τὴν εὐπρέπειαν τῶν κατὰ φύσιν δυνάμεων. Ὄρος μέν ἐστι πᾶσα γνῶσις ψευδώνυμος, ἐπαιρομένη κατὰ τῆς ἀληθοῦς γνώσεως τοῦ Θεοῦ· βουνὸς δὲ πᾶσα κακία κατεξανισταμένη τῆς ἀρετῆς. Ἢ ὄρος μὲν τὰ ἐνεργητικὰ τῆς ψευδοῦς γνώσεως πνεύματα·
βουνὸς δὲ, τὰ ποιητικὰ τῆς κακίας, ἃ πάντα ταπεινωθήσεται καταβαλλόμενα καὶ κατασκαπτόμενα καὶ ἀποῤῥιπτόμενα διά τε τῆς ἀντιθέτου γνώσεως καὶ τῆς ἀντικειμένης ἀρετῆς. Καὶ καθ᾽ ἕτερον δὲ λόγον, ὁ μεταγαγὼν τὴν ἕξιν τῆς ψευδοῦς γνώσεως εἰς τὴν τῆς ἀληθοῦς, καὶ τὴν ἐνέργειαν τῆς κακίας εἰς τὴν τῆς ἀρετῆς, οὗτος διὰ τῆς καθαιρέσεως τῶν ὀρέων καὶ τῶν βουνῶν ἀναπληροῖ τὰς τῶν φαράγγων κοιλότητας. Σκολιὰ μέν, τὰ παρὰ φύσιν κινήματα τῶν αἰσθήσεων· εὐθεῖαι δὲ, τὰ κατὰ φύσιν. Καὶ πάλιν· τραχεῖαι μὲν αἱ τῶν ἀκουσίων πειρασμῶν προσβολαί· ὁδοὶ δὲ λεῖαι αἱ διὰ τούτων μεθ᾽ ὑπομονῆς καὶ εὐχαριστίας ἀγωγαί. Ὁμαλίζει γὰρ καὶ μεταβάλλει τὸ τραχὺ καὶ ἐπίπονον αὐτῶν ἡ μεθ᾽ ὑπομονῆς εὐχαριστία.
Σκολιὰ δὲ, σαφέστερον εἰπεῖν, οἱ δι᾽ ἡδονῆς ἐκούσιοι πειρασμοί· πολύτροπος γὰρ ἡ ἡδονή· ὥσπερ καὶ τραχεῖαι οἱ δι᾽ ὀδύνης ἀκούσιοι.
col. 903–904page 26 of 127
PG 129:903Καὶ αὕτη — τριάκοντα. Περὶ τούτων εἴρηται· ἐν τῷ δὲ τρίτῳ τοῦ ζήτοντος εὐαγγελίου κεφαλαίῳ· ἐκεῖ κεῖται τό· Ἐν δὲ ταῖς ἡμέραις παρεγίνετο Ἰωάννης ὁ Βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας. καὶ φύσεως αἰσθητῆς, καὶ φύσεως νοητῆς, διανοιγνύν καὶ πρεσβύτην εἰσάγει τὸν Κύριον. Χρόνον μὲν, διὰ τοῦ λέγειν Ἰδοὺμεθαρ γὰρ ὁ χρόνος· φύσεως δὲ αἰσθητῆς, διὰ τοῦ πέντε· πεντάκτη γὰρ ἡ αἴσθησις· φύσεως δὲ νοητῆς, διὰ τοῦ ἑπτὰ ἢλθεν γένεσιν· (94) χρόνον (95) ἢ εἰδὸς νοητῆς γένεσεως· (96) τῶν λοιπῶν (97) εἰς (98) ᾦ (99) εἶναι τὸν δεκαδα τῶν ἀνθρώπων ἀνάγουσαν, καὶ διὰ ἡ ἀρχὴ εἶναι τῆς ἀνθρώπινος τοῦ Κυρίου προηγορίας τὸ ἱστᾶν. Σύνθει οὖν ἐν ἐπτὰ καὶ τὴν πέντε καὶ τὸν ἑκτὸ καὶ τὸν ἕπτα.
(97) τὸν τριάκοντα πληρώσαιτε, μυστικῶς τὰ δηλωθέντα ἀπαντήσομεν. Ἀρχόμενος. (98) Ἀρχόμενος τῆς εἰς τὸν λαὸν ἀναδείξεως αὐτοῦ, τῆς γεναῆς (99) πολιτείας, ὁδοῦ, (1) ἤγαγε, τῶν σημείων καὶ τῆς διδασκαλίας. Ὢν ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ. Εἰδέτης τοῦ Ἰωσὴφ ἔχει τε μὲν περὶ τοῦ Ἰωσήφ, ἀναδείνει εἴπε αὐτὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, εἴπε καὶ ἀπὸ τοῦ πάππου αὐτοῦ, καὶ ἐπὶ λατιν παρεκπορεύζεων, ἐπὶ τοῦ Ἀδάμ. Τοῦ Ἠλί. Ἰωσὴφ τοῦ Ἠλεί. Ἀλλὰ πῶς ὁ μὲν Ματθαῖος υἱὸν τοῦ Ἠλεί φησι τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς νῦν, υἱὸν τοῦ Ἠλεί· Διότι τοῦ Ἠλεί τελευτήσαντος ἄπαιδος, ὁ ἀδελφὸς αὐτοῦ κατὰ τὸν νόμον, γέγνηκε τῷ Ἰωσήφ· καὶ γέγονεν ὁ Ἰωσήφ, υἱὸς τοῦ Ἠλεί τοῦ νόμου, υἱὸς δὲ τοῦ Ἰακὼβ τῆς φύσεως.
Καὶ ἀναφέρει παρ' ὃ ὁ Ἰωσὴφ ἀνάγραψε πρὸς τὸν γεννήσαντα αὐτὸν νόμῳ, τὸν Ἠλεί· καὶ Λουκᾶς ἀναπόδεικτος ἀναγράφει κατὰ τὸν γένος αὐτοῦ ἀνάγραψε τοῦ γένους ἀπὸ Ἰωσήφ. Τοῦ Ματθάν. Τοῦ Ἰακώβ, τοῦ υἱοῦ τοῦ Ματθάν. Ἀλλὰ πᾶσιν, πῶς τὸν Ματθὰν ὁ μὲν Ματθαῖος· πατέρα λέγει τοῦ Ἰακώβ· ὁ δὲ Λουκᾶς πατέρα τοῦ Ἠλεί· Διότι ἄλλος οὗτος ὁ Ματθὰν καὶ ἄλλος
col. 905–906page 27 of 127
PG 129:905Καὶ ὑμῶν. Τοῖς σιτηρεσίοις. Καταλλήλως οὖν κάτι παρήνεσε, τὴν τελεωτέραν διδασκαλίαν ἀπολελοιπὼς τῷ Χριστῷ. Προσδοκώντος — λαοῦ. Ὑπολαμβάνοντος· εἶτα ἀφερμηνεύει τὸν λόγον. Καὶ διαλογιζομένων — ἅπασι. Διαλογιζομένων πάντων, μήποτε αὐτὸς εἴη ὁ Χριστὸς, ὃν οἱ προφῆται καταγγέλλουσιν· ἐξέπληττε γὰρ αὐτοὺς ὁ λόγος καὶ ἡ πολιτεία αὐτοῦ· γνοὺς δὲ ὁ Ἰωάννης τὴν τοιαύτην αὐτῶν ὑπόληψιν τῷ διορατικῷ πνεύματι, ἀπεκρίνατο διορθούμενος αὐτήν. Λέγων — αὐτοῦ. Εἴρηται καὶ περὶ τούτων ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐκεῖ. Ἀνάγνωθι δὲ καὶ ἐν τῷ προοιμίῳ τοῦ κατὰ Μάρκον τὴν ἐξήγησιν τοῦ· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου. Ὁ Ἰωάννης φησίν·
Οὐκ εἰμὶ ἱκανὸς λύσαι τὴν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ, κατὰ μὲν τὴν προφανῆ ἔννοιαν δηλοῖ, ὅτι οὐδὲ ἔσχατος δοῦλος αὐτοῦ εἰμι ἄξιος τάττεσθαι· κατὰ δὲ τὸ κρυφιώτερον, δύο ὑποδήματά εἰσι τοῦ Κυρίου, ἥ τε ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιδημία, καὶ ἡ ἐκ γῆς ἐπὶ τὸν ᾄδην· τούτων οὖν τῶν δύο ἐπιδημιῶν τοὺς τρόπους οὐ δύναται τις λῦσαι, οὐδὲ εἰ κατὰ Ἰωάννην ἐστι. Τίς γὰρ δύναται εἰπεῖν, ἢ πῶς ἐσαρκώθη, ἢ πῶς κατῆλθεν εἰς ᾅδην; Αὐτὸς — πυρί. Ἐν τῷ δηλωθέντι τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εὑρήσεις καὶ περὶ τούτου. Βαπτίζει Χριστὸς ἐν Πνεύματι μὲν ἁγίῳ τοὺς πιστούς· ἐν πυρὶ δὲ τοὺς ἀπίστους. Καὶ τὸ μέν, ἐν τῷ παρόντι βίῳ· τὸ δέ, ἐν τῷ μέλλοντι. Οὗ — ἀσβέστῳ.
Ταῦτα καὶ ὁ Ματθαῖος ἀνέγραψε, καὶ διηρμηνεύθησαν ὁμοίως ἐν τῷ τρίτῳ κεφαλαίῳ αὐτοῦ. Πολλά — λαῷ. Πολλὰ καὶ ἕτερα περὶ τοῦ Χριστοῦ εὐηγγελίζετο τῷ λαῷ, παρακαλῶν προδραμεῖν καὶ πιστεῦσαι αὐτῷ, ἐρχομένῳ ἤδη· ἢ, πολλὰ περὶ σωτηρίας αὐτῶν, παρακαλῶν μετανοῆσαι αὐτούς. Ὁ δὲ Ἡρώδης — φυλακή. Μετὰ τὸ βαπτισθῆναι τὸν Χριστόν, δηλονότι. Εἴρηται δὲ περὶ τῆς φρουρᾶς τοῦ Ἰωάννου ἐν τῷ εἰκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἐγένετο — ηὐδόκησα. Βαπτισθεὶς προσηύχετο, διδάσκων, ὅτι χρὴ τοὺς βαπτισθέντας προσεύχεσθαι· τὸ Πνεῦμα δὲ τὸ ἅγιον σωματικῷ εἴδει κατῆλθεν, ἵνα θεαθῇ τοῖς σωματικοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων, καὶ εἰς τιμὴν τοῦ σώματος τοῦ Χριστοῦ.
Περὶ δὲ τοῦ βαπτίσματος αὐτοῦ πλατύτερον ἔγραψεν ὁ Ματθαῖος ἐν τῷ τρίτῳ κεφαλαίῳ, καὶ ἡρμηνεύθησαν ἐν ἐκείνῳ πάντα κατὰ ῥῆμα.
col. 907–908page 28 of 127
PG 129:907Καὶ αὐτὸς — τριάκοντα. Περὶ τούτων εἴρηται καλῶς ἐν ἀρχῇ τοῦ ῥηθέντος τρίτου κεφαλαίου, ἔνθα κεῖται τό· Ἐν δὲ ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας. Ὁ τριάκοντα οὗτος ἀριθμὸς χρόνου τε καὶ φύσεως αἰσθητῆς καὶ φύσεως νοητῆς δημιουργὸν καὶ προνοητὴν εἰσάγει τὸν Κύριον. Χρόνου μὲν, διὰ τοῦ ἑπτά· ἑβδοματικὸς γὰρ ὁ χρόνος· φύ σεως δὲ αἰσθητῆς, διὰ τοῦ πέντε· πενταδικὴ γὰρ ἡ αἴσθησις· φύσεως δὲ νοητῆς, διὰ τοῦ ὀκτώ· ὑπὲρ γὰρ τὸν χρόνον ἡ τῶν νοητῶν γένεσις· προνοητὴν δὲ διὰ τοῦ δέκα, διά τε τὴν δεκάδα τῶν ἐντολῶν εἰς τὸ εὖ εἶναι τοὺς ἀνθρώπους ἀνάγουσαν, καὶ διὰ τὸ ἀρχὴν εἶναι τῆς ἀνθρωπίνης τοῦ Κυρίου προσηγορίας τὸ ἰῶτα.
Συνθεὶς οὖν τὸν ἑπτὰ καὶ τὸν πέντε καὶ τὸν ὀκτὼ καὶ τὸν δέκα, τὸν τριάκοντα πληρώσεις, μυστικῶς τὰ δηλωθέντα ὑπαινιττόμενον. Ἀρχόμενος. Ἀρχόμενος τῆς εἰς τὸν λαὸν ἀναδείξεως αὐτοῦ, τῆς φανερᾶς πολιτείας αὐ τοῦ, ἤτοι, τῶν σημείων καὶ τῆς διδασκαλίας. Ὃν, ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ. Ὡς ἐδόκει τοῖς Ἰουδαίοις. Ὡς γὰρ ἡ ἀλήθεια εἶχεν, οὐκ ἦν υἱὸς αὐτοῦ. Εἰπὼν δὲ περὶ τοῦ Ἰωσήφ, ἀναβαίνει καὶ ἐπὶ τὸν πατέρα τοῦ Ἰωσήφ, εἶτα καὶ ἐπὶ τὸν πάππον αὐτοῦ, καὶ ἐπὶ τὸν πρόπαππον, καὶ ἐπὶ τὸν ἐπί παππον, καὶ οὕτω λοιπὸν ἀναποδίζων, ἄνεισιν ἄχρι τοῦ Ἀδάμ. Εἴρηται δὲ περὶ τῆς τοιαύτης γενεαλογίας ἐν τῷ προοιμίῳ τῆς παρὰ τῷ Ματθαίῳ γενεαλογίας, ἔνθα κεῖται τό· Υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ.
Καὶ ζήτησον ἐκεῖ τὴν αἰτίαν. Τοῦ Ἡλεί. Ἰωσὴφ τοῦ Ἡλεί. Ἀλλὰ πῶς ὁ μὲν Ματθαῖος υἱὸν τοῦ Ἰακὼβ εἶπε τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς νῦν, υἱὸν τοῦ Ἡλεί; Διότι τοῦ Ἡλεὶ τετελευτηκότος ἀπαίδος, ὁ ὁμομήτριος ἀδελφὸς αὐτοῦ Ἰακώβ, λαβὼν τὴν ἐκείνου γυναῖκα κατὰ τὸν νόμον, γεγέννηκε τὸν Ἰωσήφ, καὶ γέγονεν ὁ Ἰωσήφ, νόμῳ μὲν, υἱὸς τοῦ Ἡλεί· φύσει δὲ, υἱὸς τοῦ Ἰακώβ. Καὶ λοιπὸν Ματθαῖος μὲν, τὸν φύσει πατέρα αὐτοῦ ἀνέγραψε· Λουκᾶς δὲ, τὸν νόμῳ. Καὶ ἀμφοτέρωθεν γὰρ ὁ Ἰωσὴφ εὑρίσκεται τὴν ἀναφορὰν τοῦ γένους ἔχων ἐπὶ τὸν Δαυΐδ. Τοῦ Ματθάν. Τοῦ Ἡλεί, τοῦ υἱοῦ τοῦ Ματθάν. Ἀλλὰ πάλιν, πῶς τὸν Ματθὰν ὁ μὲν Ματθαῖος πατέρα λέγει τοῦ Ἰακώβ· ὁ δὲ Λουκᾶς νῦν, πατέρα τοῦ Ἡλεί; Διότι ἄλλος οὗτος ὁ Ματθὰν καὶ ἄλλος
col. 909–910page 29 of 127
PG 129:909ἐκεῖνος. Τὴν γὰρ μητέρα τοῦ Ἠλεὶ καὶ τοῦ Ἰακώβ, πρῶτα μὲν ἔγημεν ὁ παρὰ τῷ Λουκᾷ Ματθὰν οὗτος, καὶ ἐγέννησε τὸν Ἠλεί· εἶτα ἀποθανόντος ἐκείνου, χήραν οὖσαν ἠγάγετο ταύτην ὁ παρὰ τῷ Ματθαίῳ Ματθὰν ἐκεῖνος, τῆς αὐτῆς μὲν φυλῆς ὤν, ἑτέρας δὲ συγγενείας, καὶ ἐγέννησε τὸν Ἰακώβ· λοιπὸν οὖν, Ἠλεὶ καὶ Ἰακὼβ ὁμομήτριοι μέν, ἑτεροπάτριοι δέ. Ἀνάγουσι δὲ τὸ γένος, ὁ μὲν τοῦ Ἠλεὶ πατήρ, ἐπὶ Ῥησά, τὸν υἱὸν τοῦ Ζοροβάβελ· ὁ δὲ τοῦ Ἰακὼβ πατήρ, ἐπὶ Ἀβιοὺδ τὸν υἱὸν ὁμοίως τοῦ Ζοροβάβελ, καὶ ἀμφότεροι δὲ ἐπὶ τὸν Ζοροβάβελ, ἀφ' οὗ τὰ δύο γένη ταῦτα ἐσχίσθησαν. Καὶ ἄλλα δὲ τοιαῦτά εἰσιν ἐν ταῖς τῶν εὐαγγελιστῶν γενεαλογίαις. Τοῦ Λευῒ — τοῦ Νηρί.
Τὸν Σαλαθιὴλ ὁ μὲν Ματθαῖος υἱὸν τοῦ Ἰεχονίου ὠνόμασεν, ὡς κατὰ φύσιν υἱὸν αὐτοῦ· ὁ δὲ Λουκᾶς νῦν υἱὸν τοῦ Νηρί, ὡς κατὰ νόμον. Ἀνάγουσι δὲ καὶ οὗτοι τὸ γένος, ὁ μὲν Νηρί, ἐπὶ Νάθαν τὸν υἱὸν τοῦ Δαυΐδ· ὁ δὲ Ἰεχονίας ἐπὶ Σολομῶντα, τὸν υἱὸν ὁμοίως τοῦ Δαυΐδ, καὶ ἀμφότεροι δὲ πάλιν ἐπὶ τὸν Δαυΐδ. Τοῦ Μελχί — τοῦ Ἀδάμ. Ἀπὸ τοῦ νέου Ἀδὰμ ἀρξάμενος, ἀνῆλθε γενεαλογῶν ἄχρι τοῦ παλαιοῦ Ἀδάμ. Τὴν αἰτίαν δὲ μεμάθηκας ἐν τῷ προοιμίῳ τῆς παρὰ τῷ Ματθαίῳ γενεαλογίας, ἔνθα κεῖται τό· Υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. Τοῦ Θεοῦ. Τοῦ Ἀδάμ, τοῦ ἐκ τοῦ Θεοῦ. Τοῦ Ἀδὰμ γὰρ οὐκ ἔστι πατὴρ ἄνθρωπος, ἀλλ' ὁ Θεὸς ἔπλασεν αὐτόν.
Ὅρα δέ, ὅτι ἀπὸ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἀρξάμενος, εἰς τὴν θεότητα αὐτοῦ τὸν λόγον τῆς γενεαλογίας ἀνήγαγε, δείξας τὸν Χριστὸν ἠργμένον μέν, ὡς ἄνθρωπον, ἄναρχον δέ, ὡς Θεόν. ΚΕΦ. Ζ΄. Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος. Ἰησοῦς — διαβόλου. Πλήρης Πνεύματος ἁγίου, ἵνα μάθωμεν, ὅτι Πνεῦμα ἅγιον λαμβάνομεν ἀπὸ τοῦ θείου βαπτίσματος. Ἀνάγνωθι δὲ καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ ἀνθρωπότης τοῦ Σωτῆρος ὥσπερ διδάσκαλον εἶχε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς τῆς ἡνωμένης αὐτῷ θεότητος οὐκ ἀρκούσης·
ἀλλὰ καθάπερ εὐδοκίᾳ τοῦ Πατρὸς ἐνηνθρώπησεν, οὕτω καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος ἐτελειοῦτο, ἵνα τὸ ὁμοφυλ; αὐτῶν δειχθῇ καὶ φανεράλληλον. Καὶ οὐκ — Θεοῦ. Ἐκεῖ ταῦτα πάντα κατὰ λόγον ἑρμηνεύθησαν. Καὶ ἀναγαγών — λατρεύσεις. Καὶ περὶ τούτων πάντων ἐν ἐκείνῳ τῷ κεφαλαίῳ σαφέστατα εἴρηται.
col. 911–912page 30 of 127
PG 129:911διάβολος εἰς ὄρος ὑψηλὸν λίαν. Καὶ ἤγαγεν — Θεόν σου. Ὁμοίως καὶ ταῦτα ἐν τῷ τοιούτῳ κεφαλαίῳ προσηκόντως ἐσαφηνίσθησαν, ὅπου τό· Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν. Καὶ συντελέσας καιροῦ. Εἴρηται καὶ περὶ τούτου ἐν αὐτῷ. Καὶ ζήτησον τό· Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος. Καὶ ὑπέστρεψεν — Γαλιλαίαν. Ἐν τῇ δυνάμει τῆς ἡνωμένης αὐτῷ θεότητος, ἢ καὶ τοῦ ἁγίου Πνεύματος, ἵνα μάθωμεν, ὅτι ὁ νικήσας τὸν διάβολον, λοιπὸν ἐνδυναμοῦται τῷ θείῳ Πνεύματι πρὸς τὸ ποιεῖν σημεῖα. Καὶ φήμη — πάντων. Εὐφημούμενος ὑπὸ τῶν ἀπονήρων ὄχλων. Καὶ — τεθραμμένος. Εἴρηται περὶ ταύτης ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, μετὰ τὸ τέλος τῶν παραβολῶν. Καὶ εἰσῆλθε — ἀναγνῶναι.
Προτραπεὶς ὑπὸ τῶν διδασκάλων τοῦ λαοῦ, ὡς καὶ αὐτὸς διδάσκαλος, ἢ ἵνα γνοίεν, εἰ δύναται ἀναγινώσκειν, μὴ μαθὼν γράμματα. Καὶ ἐπεδόθη — ἐμέ. Κατ᾿ οἰκονομίαν εὗρεν εὐθὺς τὰ περὶ τῆς θεότητος αὐτοῦ ῥητά. Διὰ τοῦ προφήτου γὰρ αὐτὸς ταῦτα προανεφώνησεν. Ὡς ἄνθρωπος δέ φησιν, ὅτι θεότης Κυρίου, ἤτοι, τοῦ Υἱοῦ, ἐπ᾿ ἐμὲ τὸν Ἰησοῦν, τουτέστιν, ὁ Θεὸς ἥνωταί μοι. Πνεῦμα γὰρ, τὴν θεότητα τοῦ Υἱοῦ νόησον κἀνταῦθα. Πνεῦμα δὲ Κυρίου ἐπ᾿ ἐμέ, διὰ τὸ σωθῆναι τοὺς ἀνθρώπους. Τοῦτο γὰρ ἐλλεῖπον συνεξακούεται, καὶ δῆλον ἀπὸ τοῦ ἐφεξῆς ῥητοῦ. Οὗ εἵνεκεν ἔχρισέ με. Οὗ εἵνεκεν, οὗ χάριν, ἔχρισέ με τὸν ἄνθρωπον ὁ Θεός· ἔχρισε δέ με, οὐκ ἐλαίῳ, καθάπερ τοὺς βασιλεῖς ἔχριον, ἀλλὰ τῇ θεότητι. Εὐαγγελίσασθαι — με.
Ὁ Πατήρ, δηλονότι. Πτωχοὺς δὲ λέγει, τοὺς ἐξ ἐθνῶν, ὡς μὴ ἔχοντας τὸν πλοῦτον τῆς εὐσεβείας, καὶ γυμνοὺς παντὸς ἀγαθοῦ. Ἢ καὶ τοὺς Ἰουδαίους, πτωχοὺς ὄντας ἐν ἀρετῇ, οἷς ἅμα πᾶσιν εὐηγγελίσατο τὴν εὐσέβειαν, καὶ τὴν ἐνάρετον πολιτείαν, διὰ τοῦ Εὐαγγελίου. Ἰάσασθαι — καρδίαν. Τοὺς αὐτούς, ὧν ἡ καρδία συνετρίβη τῷ βάρει τῆς ἁμαρτίας. Κηρύξαι — ἀνάβλεψιν. Αἰχμαλώτοις μέν, τοῖς αἰχμαλωτισθεῖσι τὴν ψυχὴν ὑπὸ τοῦ διαβόλου· τυφλοῖς δέ, τοῖς τυφλωθεῖσι τὸν νοῦν ὑπὸ τῶν παθῶν.
col. 913–914page 31 of 127
PG 129:913Ἐκήρυττε δὲ τοῖς μὲν ἐλευθερίαν, τοῖς δὲ σύνεσιν, ὅτε παρεδίδου τὰς εὐαγγελικὰς ἐντολάς. Αὗται γάρ εἰσι τὸ κήρυγμα τοῦ Σωτῆρος. Ἀποστεῖλαι ἐν ἀφέσει. Ἀπολῦσαι ἐν ἐλευθερίᾳ τοὺς τεθραυσμένους τῇ τυραννίδι τῶν δαιμόνων. Κηρύξαι δεκτόν. Ἐνιαυτὸν μὲν εἶπε τὸν καιρόν, καθὸν ἐδίδασκε καὶ ἐθαυματούργει· δεκτὸν δὲ αὐτὸν ὠνόμασεν, ὡς εὐαπόδεκτον τῷ Πατρὶ ὑπὲρ πάντα ἐνιαυτόν. Ἐν αὐτῷ γὰρ τῷ καιρῷ ἡ σωτηρία πάντων τῶν ἀνθρώπων ἐβλάστησεν, ἤτοι, τὸ σωτήριον Εὐαγγέλιον. Ἐκήρυττε δὲ τὸν ἐνιαυτὸν τοῦτον, μετὰ τὸ πειρασθῆναι καὶ νικῆσαι τὸν πειραστήν, καὶ ὑποστρέψαι. Ἀπὸ τότε γάρ, φησίν, Ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Τὸ γὰρ Ἤγγικε, καιροῦ σημαντικόν ἐστι. Καὶ πτύξας ἐκάθισε. Τῷ ὑπηρέτῃ τῶν διδασκάλων. Καὶ πάντων αὐτῷ· ἵνα ἀκούσωσι, πῶς ἑρμηνεύει τὰ ἀναγνωσθέντα ῥητά. Ἤρξατο — ὑμῶν. Ἡ γραφὴ αὕτη, ἡ ἐν τοῖς ὠσὶν ὑμῶν· τὸ δὲ Σήμερον, ἀντὶ τοῦ, Ἐν ταύταις ταῖς ἡμέραις. Τοῦτο δὲ εἰπών, ἐδήλωσεν, ὅτι αὐτός ἐστι, περὶ οὗ τὰ ἀναγνωσθέντα. Καὶ πάντες — αὐτοῦ. Εἶπε γὰρ καὶ ἄλλα θαυμαστά, ἐφ' οἷς ἐθαύμαζον καὶ ἐμαρτύρουν αὐτῷ χάριν θείαν. Καὶ ἔλεγον Ἰωσήφ; Ζήτησον ἐν τῷ δηλωθέντι εἰκοστῷ τετάρτῳ κεφαλαίῳ καὶ περὶ τούτου, πλατύτερον ἐκεῖσε κειμένου. Καὶ εἶπε ὧδε. Παραβολὴν ἐνταῦθα τὴν παροιμίαν ὠνόμασε· παροιμία γὰρ ἦν λεγομένη ἐπὶ τῶν νοσούντων Ἰατρῶν, Ἰατρέ, θεράπευσον σεαυτόν.
Εἶπε δὲ τοῦτο, γνοὺς αὐτοὺς θέλοντας ἰδεῖν σημεῖα. Φησὶν οὖν· Πάντως ἐρεῖτέ μοι, Ἰατρέ, θεράπευσον σεαυτόν, ἤγουν, τὴν πατρίδα σου, νοσοῦσαν οὐ μόνον ταῖς καχεξίαις τοῦ σώματος, ἀλλὰ καὶ τῇ ἀπιστίᾳ τῆς ψυχῆς, καὶ μὴ δυναμένην πιστεύειν, οἷς ἀκούει γινομένοις παρὰ σοῦ σημείοις, εἰ μὴ καὶ δι' ὄψεως τοιαῦτα θεάσηται. Εἶπε δέ· αὐτοῦ. Ἐν τῷ προῤῥηθέντι εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἀκριβῶς ἐῤῥήθη καὶ περὶ τούτου. Ἐπ' ἀληθείας — χήραν. Ἐμφαίνει διὰ τοῦ παραδείγματος, ὅτι οὐκ εἰσὶν ἄξιοι σημείων, διὰ τὴν ἀνίατον ἀπιστίαν αὐτῶν. Ὥσπερ γὰρ ὁ Ἠλίας τότε, πολλῶν χηρῶν οὐσῶν ἐν τοῖς Ἰσραηλίταις, πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη παρὰ Θεοῦ, ὡς ἀναξίων τῆς ἐπιδημίας αὐτοῦ, πρὸς μόνην δὲ τὴν
col. 915–916page 32 of 127
PG 129:915ἦλθε, διὰ τὸ σεμνὸν αὐτῆς, καὶ πρὸς ἀρετὴν ἔτοιμον, καίτοι ἀλλόφυλον οὖσαν, καὶ ἐθαυματούργησε παρ' αὐτῇ, ὡς ἡ τρίτη τῶν βασιλειῶν διέξεισιν· οὕτω καὶ αὐτὸς πρὸς οὐδένα μὲν τῶν ἀναξίων ἔρχεται ποιήσων σημείον, διὰ τὸ μὴ μόνον ἀκερδές, ἀλλὰ καὶ βλασφημίας παραίτιον, πρὸς μόνους δὲ τοὺς μεταβληθησομένους καὶ ὠφεληθησομένους. οἰκοῦσαν ἐν Σαρεπτά πόλει τῆς Σιδώνος χώρας [Οὐκοῦν αὕτη ἡ χήρα ἀλλόφυλος, ὡς σὺ εἴρηκας;
Ἀλλὰ μᾶλλον ἐκ τῆς Λευϊτικῆς φυλῆς ἦν καὶ μήτηρ τοῦ προφήτου Ἰωνᾶ, ἣν λαβὼν μετὰ τὸν καιρὸν τῆς αὐτοῦ προφητείας, κατῴκισεν ἐν γῇ ἀλλοφύλων, αἰσχυνόμενος τοὺς αὐτοῦ ὁμοφύλους, ἐν τῷ διαψευσθῆναι τὴν αὐτοῦ προφητείαν, ἣν προείρηκε περὶ τῆς Νινευί, ὡς ἡ τρίτη τῶν Βασιλειῶν διέξεισι.] Καὶ πολλοὶ Σύρος. Τὸ αὐτὸ καὶ διὰ τοῦ παρόντος ἐνέφηνε παραδείγματος. Καὶ ἐπλήσθησαν — αὐτόν. Ἔδειξαν ἐντεῦθεν ἀναξίους σημείων ἑαυτοὺς, καὶ τὸν περὶ τούτου λόγον τοῦ Σωτῆρος ἐβεβαίωσαν, ἀφ' ὧν ἐπεχείρησαν. Αὐτὸς — ἐπορεύετο. Φρουρούμενος τῇ ἑνωμένῃ αὐτῷ θεότητι. Καὶ κατῆλθεν — αὐτοῦ. Ἔγραψε τοῦτο καὶ Ματθαῖος ἐν τῷ τέλει τοῦ πέμπτου κεφαλαίου, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. ΚΕΦ. Η'.
Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμονίου. Καὶ ἐν — Θεοῦ. Ταῦτα καὶ Μάρκος ἱστόρησεν ἐν τῷ πρώτῳ κεφαλαίῳ, καὶ ἡρμηνεύθησαν ἐν ἐκείνῳ κατὰ λόγον. Καὶ ἐπετίμησεν — αὐτόν. Ὁμοίως καὶ ταῦτα. Καὶ ἐγένετο — ἐξέρχονται; Παραπλησίως καὶ ταῦτα. Καὶ ἐξεπορεύετο — περιχώρου. Εἴρηται περὶ τούτου ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαίου. ΚΕΦ. Θ'. Περὶ τῆς πενθερᾶς Πέτρου. Ἀναστὰς δὲ — αὐτοῖς. Ἠρώτησαν μὲν, ἀντὶ τοῦ, Παρεκάλεσαν. Ἐπετίμησε δὲ, ἀντὶ τοῦ, Ἐπέταξε. Τὰ δὲ περὶ τῆς πενθερᾶς τοῦ Πέτρου σαφῶς ἡρμηνεύθησαν ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. ΚΕΦ. Ι'. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. Δύνοντος δὲ τοῦ ἡλίου — αὐτούς. Εἴρηται περὶ τούτου ἐν ἀρχῇ τοῦ ἐνάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον.
col. 917–918page 33 of 127
PG 129:917ΚΕΦ. ΙΒ'. Περὶ τοῦ παραλυτικοῦ. Καὶ Ἰδοὺ — αὐτοῦ. Εἴρηται τοῦτο σαφῶς ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ μὴ εὑρόντες — δύλεν. Ποίας δεῖ, ποίας εἰσόδου. Ἀναβάντες — σου. Ἐν ἐκείνῳ καὶ περὶ τούτων λέγεται. Καὶ ἤρξαντο — ὁ Θεός; Ὁμοίως καὶ περὶ τούτων. Ἐπίγνως — περιπάτει; Παραπλησίως καὶ περὶ τούτου. Ἵνα — εἰδῆτε Θεόν. Ἔχει καὶ ταῦτα πάντα διηκριβωμένα. Σήμερον — σήμερον. Εἴρηται καὶ περὶ τούτου ἐν ἐκείνῳ σχεδὸν φόβον ἐμποιεῖν τοῖς δαμαρτωλοῖς, μὴ ποῦ τι δεινὸν πάθωσι ταῖς ἁμαρτίαις αὐτῶν. ΚΕΦ. ΙΓ'. Περὶ Λευῒ τοῦ τελώνου. Καὶ μετά — αὐτῷ. Εἴρηται καὶ περὶ τούτου ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἐποίησε — κατακεκλιμένοι.
Ἐν ἐκείνῳ καὶ ταῦτα διεσάφηται λεγόμενα, δοχὴν λέγει, τὴν ὑποδοχήν. Καὶ ἐγόγγυζον — πίνετε; Ἔχει καὶ περὶ τούτων διεξοδικῶν. Οἱ δὲ — πίνουσιν; Ἐν ἐκείνῳ κεφαλαίῳ καὶ ταῦτα τετύχηκασιν ἐξηγήσεως. Ὁ δὲ — ἀπεστρέψε; Καὶ πρὸς τοῦτον ἀναγωγόν. Οὐδεὶς — ἀμφότερα. Καὶ ταῦτα ἐκεῖθεν διαγνωσθήσεται ῥᾴδιον. Οὐ χωρίζει αὐτὰ τὸ καινόν, ἀλλ' αὐτὸ μᾶλλον σχίζει τὸ παλαιὸν (21). Καὶ οὐδείς — συντηρεῖται. Ὡσαύτως καὶ ταῦτα (22) πάντα. Καὶ οὐδείς — ἐστιν. Δείκνυσιν ὅτι νόμος οὐδεὶς βαστάζει τῇ παλαιότητι τὸ κατεπεῖγον τοῦ Εὐαγγελίου βάσταγμα. Οἴεται γὰρ χρεωστεῖν ἑαυτὸν κλᾶσαι, διὰ τὴν συνήθη. Ἐγένετο — σκοπεῖτε. Σάββατον ἁπλῶς·
πᾶσαν ἑορτὴν ὀνομάζει Ἑβραίος, ὡς διαπαύσεται νῦν δὲ λέγει τὴν ἑορτὴν (23) τῶν Ἀζύμων. ὯΙ δὴ τὸ Σάββατον ἐκαλεῖτο δευτερόπρωτον.
col. 919–920page 34 of 127
PG 129:919αὐτῷ μὴ μόνον τὸν ἀδελφὸν Ἀνδρέαν, ἀλλὰ καὶ μισθωτούς, ὡς καὶ Ἰάκωβος καὶ Ἰωάννης, καθώς Μάρκος ἐδίδαξε πρὸς τῷ τέλει τοῦ προοιμίου αὐτοῦ. Ὁμοίως – ἔσῃ ζωγρῶν. Ἡ γὰρ δαψιλὴς ἄγρα τῶν ἰχθύων τύπος ἦν τῆς δαψιλοῦς ἄγρας τῶν ἀνθρώπων, καὶ προμήνυμα τοῦ πολλοῦ πλήθους τῶν μελλόντων σαγηνευθῆναι παρὰ τῶν ἀποστόλων, ὧν τὴν αἰσθητὴν ἁλιείαν εἰς νοητὴν μετέθηκεν ὁ Χριστός. Ἀπὸ τοῦ νῦν γὰρ, φησί, μεταβληθείσης σοι τῆς ἁλιευτικῆς, ἀνθρώπους ἔσῃ θηρεύων. Θεωρητέον δὲ καὶ κατὰ ἀναγωγὴν τὰ τῆς παρούσης ὑποθέσεως. Πρὸ μὲν τῆς ἐπιδημίας τοῦ Χριστοῦ νύξ ἦν πλάνης καὶ ἀγνοίας τῆς ὀρθῆς πίστεως, ἐν ᾗ οἱ προφῆται κοπιάσαντες, οὐδένα ἔλαβον πειθήνιον, κακούργων ὄντων τῶν λογικῶν ἐκείνων ἰχθύων καὶ φευγόντων·
ὅτε δὲ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, ὁ φωτίζων τὰς ψυχὰς τῶν ἀνθρώπων, τότε παρὰ τῶν ἀποστόλων ἐχαλάσθη τὰ δίκτυα τῆς διδασκαλίας τοῦ εὐαγγελικοῦ κηρύγματος, καὶ συνεκλείσθη πλῆθος λογικῶν ἰχθύων πολύ, ἀγέλαι ἐθνῶν· μέτοχοι δὲ καὶ κοινωνοὶ τῆς ἀποστολικῆς ἄγρας, οἱ ἐπίσκοποι καὶ διδάσκαλοι τῶν κατὰ τόπους ἐκκλησιῶν, οἱ συλλαμβάνονται τοῦ πόνου τοῖς ἀποστόλοις. Καὶ καταγαγόντες – αὐτῷ. Νῦν ὁλοτελῶς ἠκολούθησαν αὐτῷ. ΚΕΦ. ΙΒ΄. Περὶ τοῦ λεπροῦ. Καὶ ἐγένετο – καθαρίσαι. Εἴρηται περὶ τούτου ἐν τῷ ἕκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ – εἰπεῖν. Ἐκεῖ καὶ ταῦτα διηρμηνεύθησαν. Ἀλλ' – Μωυσῆς. Ἀλλ' ἀπελθών, φησί, καὶ τὰ ἑξῆς. Λείπει γὰρ τό, φησί, ἔξωθεν λαμβανόμενον.
Εὑρήσεις δὲ καὶ τὴν τούτων ἐξήγησιν ἐν τῷ ῥηθέντι κεφαλαίῳ. Εἰς μαρτύριον αὐτοῖς. Ὁμοίως καὶ τὴν τοῦ παρόντος ῥητοῦ. Διήρχετο – προσευχόμενος. Χρὴ γὰρ καὶ ἡμᾶς κατορθοῦντάς τι, φεύγειν μέν, ὑπὲρ τοῦ μὴ παρὰ τῶν ἀνθρώπων εὐφημεῖσθαι· προσεύχεσθαι δέ, ὑπὲρ τοῦ διαφυλαχθῆναι ἡμῖν τὸ χάρισμα. Καὶ ἐγένετο – διδάσκων. Τοῦ Καὶ αὐτὸς ἦν διδάσκων, περιττόν ἐστι τὸ καί. Τῇ γὰρ τῶν Ἑβραίων διαλέκτῳ καὶ τοῦτο σύνηθες· πολλαχοῦ δὲ τοῦτο καὶ παρὰ τῷ Λουκᾷ· Μάρκος δὲ προσέθηκε, καὶ ποῦ ἦν διδάσκων τότε, ὅτι ἐν οἰκίᾳ. Καὶ ἦσαν καθήμενοι – Ἱερουσαλήμ. Πανταχόθεν ἐλθόντες, διὰ τὴν φήμην αὐτοῦ. Καὶ δύναμις – αὐτούς. Δύναμις Θεοῦ ἦν παρ' αὐτῷ εἰς τὸ ἰᾶσθαι τοὺς ὄχλους·
δύναμιν δὲ Κυρίου εἶπεν αὐτήν, διὰ τὸ συνεχὲς καὶ ἐξουσιαστικὸν τῆς ἰάσεως.
col. 921–922page 35 of 127
PG 129:921ΚΕΦ. ΙΓ'. Περὶ τοῦ παραλυτικού. Καὶ ἰδοὺ — αὐτοῦ. Εἴρηται περὶ τούτου σαφῶς ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ μὴ εὑρόντες ὄχλον. Ποίας ὁδοῦ, διὰ ποίας εἰσόδου. Ἀναβάντες — σου. Ἐν ἐκείνῳ καὶ περὶ τούτων εἴρηται. Καὶ ἤρξαντο — ὁ Θεός; Ὁμοίως καὶ περὶ τούτων. Ἐπιγνούς — περιπάτει; Παραπλησίως καὶ περὶ τούτων. Ἵνα — τὸν Θεόν. Ἐκεῖ καὶ ταῦτα πάντα διηκριβώθη. Καὶ ἐπλήσθησαν — σήμερον. Τὰ παράδοξα γὰρ εἰώθασι φόβον ἐμποιεῖν τοῖς ἁμαρτωλοῖς, μή πού τι δεινὸν πάθωσι, διὰ τὰς ἁμαρτίας αὐτῶν. ΚΕΦ. ΙΔ'. Περὶ Λευὶ τοῦ τελώνου. Καὶ μετὰ — αὐτῷ. Εἴρηται περὶ τούτου ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἐποίησε — κατακείμενοι. Ἐν ἐκείνῳ καὶ ταῦτα διασεσάφηται·
δοχὴν δὲ λέγει, τὴν ὑποδοχήν, τὴν ἑστίασιν. Καὶ ἐγόγγυζον — πίνετε; Ἐκεῖ καὶ περὶ τούτων διείληπται. Καὶ ἀποκριθεὶς — μετάνοιαν. Ἔτι καὶ περὶ τούτων πάντων. Οἱ δὲ — πίνουσιν; Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ ταῦτα τετυχήκασιν ἐξηγήσεως. Ὁ δὲ — νηστεύειν; Κατ' ἐρώτησιν ἀναγνωστέον· εἴρηται δὲ καὶ περὶ τούτου ἐν ἐκείνῳ· τὸ δέ, ἐν ᾧ, ἀντὶ τοῦ, ἐφ' ὅσον. Ἐλεύσονται — ἡμέραις. Ὁμοίως καὶ περὶ τούτων. Ἔλεγε — καινοῦ. Καὶ ταῦτα ἐκεῖθεν διαγινώσκεται ῥᾴδιον. Οὐ σχίζεται δὲ τὸ καινὸν, ἀλλ' αὐτὸ μᾶλλον σχίζει τὸ παλαιόν. Καινὸν δὲ λέγει, τὸ τοῦ Θεοῦ. Καὶ οὐδεὶς — συντηρούνται. Ὡσαύτως καὶ ταῦτα πάντα. Καὶ οὐδεὶς ἐστιν.
Δείκνυσιν ἐντεῦθεν, ὡς ὁ τῇ παλαιότητι τοῦ νόμου συνεθισθείς, οὐκ εὐθὺς δύναται τὴν καινότητα τοῦ Εὐαγγελίου βαστάζειν. Οἴεται γὰρ χρηστότερον ἐκεῖνον, διὰ τὴν συνήθειαν. Ἐγένετο — σπορίμων. Σάββατον ἁπλῶς πᾶσαν ἑορτὴν ὀνομάζουσιν Ἑβραῖοι, διὰ τὴν ἀνάπαυσιν· νῦν δὲ λέγει τὴν ἑορτὴν τῶν Ἀζύμων. Τοῦτο δὲ τὸ Σάββατον ἐκαλεῖτο δευτερόπρωτον, ὡς
col. 923–924page 36 of 127
PG 129:923Καὶ ἔτιλλον χερσί. Ζήτησον ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς Σάββασι διὰ τῶν σπορίμων. Χρὴ δὲ περὶ τοῦ καιροῦ μὴ ἀμφιβάλλειν. Θερμότατος γὰρ ὢν ὁ τόπος τῆς Παλαιστίνης, πρωΐμους δίδωσι τοὺς καρπούς. Τινὲς δὲ – ἱερεῖς· Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ περὶ τούτων πάντων εὑρήσεις. Καὶ εἶπεν – Σαββάτου. Ἐκεῖ μετ' ὀλίγα καὶ τοῦτο κεῖται. ΚΕΦ. ΙΕʹ. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Ἐγένετο – αὐτοῦ. Εἴρηται καὶ περὶ τούτου ἐν τῷ εἰκοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Αὐτὸς – ἄλλη. Ἐν ἐκείνῳ καὶ περὶ τούτων πάντων ἀκριβῶς εἰρήκαμεν· ψυχὴν δὲ νόει τὸν ἄνθρωπον, ἀπὸ μέρους, ὅλον. Αὐτοὶ δὲ – Ἰησοῦ.
Ἐκεῖ καὶ περὶ τούτων εἴρηται, ἐν τῇ ἐξηγήσει τοῦ· Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ' αὐτοῦ. ΚΕΦ. Ιϛʹ. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Ἐγένετο – αὐτοῦ. Ζήτησον ἐν τῷ κατὰ Μάρκον τὴν ἐξήγησιν τῆς ἀρχῆς τοῦ ὀγδόου κεφαλαίου καλῶς τε καὶ ἀνελλιπῶς ἔχουσαν. Καὶ ἐκλεξάμενος – προδότης. Ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εὑρήσεις περὶ τῆς τάξεως τῶν ἀποστολικῶν τούτων ὀνομάτων, ἔνθα κεῖται τό· Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα. Καὶ καταβὰς – πάντας. Δύναμις ἀπ' αὐτοῦ ἐξήρχετο θεία, ἰωμένη τοὺς μόνον ἁπτομένους αὐτοῦ. ΚΕΦ. ΙΖʹ. Περὶ τῶν μακαρισμῶν. Καὶ αὐτὸς – ἡ βασιλεία τοῦ Θεοῦ. Ἕτεροί εἰσιν οἱ μακαρισμοὶ οὗτοι, παρὰ τοὺς ἀναγεγραμμένους ἐν τῷ κατὰ Ματθαῖον.
Ἐκείνους μὲν γὰρ, ἀναβὰς εἰς τὸ ὄρος καὶ καθίσας εἴρηκε· τούτους δὲ καταβάς, καὶ στὰς ἐπὶ τόπου πεδινοῦ· κἀκεῖ μὲν τοὺς πτωχοὺς τῷ πνεύματι ἐμακάρισεν, ἤτοι, τοὺς ταπεινόφρονας· ἐνταῦθα δὲ τοὺς πτωχοὺς ἁπλῶς, ἤγουν, τοὺς ἀφιλοπλούτους, τοὺς ἑκουσίως πτωχούς. Μακάριοι – χορτασθήσεσθε. Ὁμοίως ἐκεῖ μὲν τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην ἐμακάρισεν, ἤτοι, τοὺς σφοδρῶς ὀρεγομένους τῆς δικαιοσύνης· ἐνταῦθα δὲ τοὺς πεινώντας ἁπλῶς, ἤγουν τοὺς πεινώντας δι' ἑκούσιον πτωχείαν, καὶ ὑπομένοντας εὐχαρίστως, οἳ χορτασθήσονται τρυφῆς αἰωνίου.
col. 925–926page 37 of 127
PG 129:925Μακάριοι — γελάσετε. Οἱ κλαίοντες, οὐχ ἁπλῶς, ἀλλ᾽ ἢ ἐπὶ τοῖς ἑαυτῶν ἁμαρτήμασιν, ἢ ἐπὶ ταῖς ἑτέρων κακοπαθείαις, καὶ συνελόντα εἰπεῖν, οἱ κλαίοντες κατὰ Θεὸν, οἱ γελάσουσι κατὰ τὸν μέλλοντα αἰῶνα, τουτέστιν, εὐφρανθήσονται πνευματικῶς. Σύμβολον γὰρ εὐφροσύνης, ὁ γέλως. Μακάριοι — ἀνθρώπου. Ὅταν τὰ εἰρημένα ποιήσωσιν ὑμῖν, μὴ διά τινα κακίαν ὑμῶν, ἀλλ᾽ ἕνεκεν ἐμοῦ, διὰ τὸ εἶναι ὑμᾶς ἐμούς. Χάρητε — οὐρανῷ. Ἀγαλλιάσθητε πνευματικῶς. Κατὰ αὐτῶν. Κατὰ τὰ ῥηθέντα, τουτέστι, μισοῦντες καὶ ἀφορίζοντες, ἤτοι, χωρίζοντες ἑαυτῶν, καὶ τὰ ἑξῆς. Οἱ πατέρες δὲ αὐτῶν, δηλαδὴ τῶν μελλόντων ὑμῖν ταῦτα ποιῆσαι Ἰουδαίων. Πλὴν — ὑμῶν.
Μακαρίσας τοὺς πτωχούς, καὶ τοὺς πεινῶντας, καὶ τοὺς κλαίοντας, καὶ τοὺς μισουμένους, καὶ ἀφοριζομένους, καὶ ὀνειδιζομένους καὶ λοιδορουμένους δι᾽ αὐτὸν, λοιπὸν ταλανίζει τοὺς ἐναντίως ἔχοντας, ἵνα διὰ μὲν τοῦ μακαρισμοῦ προτρέψῃ πρὸς ἐκεῖνα, διὰ δὲ τοῦ ταλανισμοῦ ἀποτρέψῃ ἐκ τούτων. Πλουσίους δὲ νῦν λέγει, τοὺς ἀμεταδότους, τοὺς προστετηκότας τῷ πλούτῳ, τοὺς κακῶς πλουτοῦντας. Ἀπέχετε δὲ, ἀντὶ τοῦ, Ἀπεντεῦθεν ἔχετε. Οὐαὶ — πεινάσετε. Οἱ κεκορεσμένοι, κατὰ τὸν παρόντα βίον, ὅτι πεινάσετε, κατὰ τὸν μέλλοντα, μηδεμιᾶς ἐκεῖ παρηγορίας ἀπολαύοντες. Οὐαὶ — κλαύσετε. Οἱ γελῶντες νῦν ἀκολάστως, ὅτι κλαύσετε τότε, κολαζόμενοι. Ἐπίτασις δὲ τοῦ πένθους ὁ κλαυθμός. Ἤ πένθος μὲν, ὁ καθ᾽ ἡσυχίαν θρῆνος·
κλαυθμὸς δὲ, ὁ ἐξάκουστος. Οὐαὶ — ἄνθρωποι. Κακοὺς ὄντας· Οὐαὶ ὑμῖν, φησίν, ὅταν εὐφημήσωσιν ὑμᾶς, ὡς ἀρέσκοντας αὐτοῖς καὶ οὐ τῷ Θεῷ. Ὥσπερ γὰρ μακάριος ὁ ἀδίκως ὑβριζόμενος· οὕτω πάλιν ἄθλιος ὁ ἀδίκως εὐφημούμενος. Κατὰ — αὐτῶν. Κατὰ ταῦτα, εἴτουν, ὡσαύτως, εὐφημοῦντας αὐτούς, ὡς πρὸς ἀρέσκειαν αὐτῶν προφητεύοντες. Ἀλλ᾽ ἀκούουσιν. Τοῖς πειθομένοις μου. Ἀγαπᾶτε — ὑμῶν. Εἶπε τοῦτο καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται τό· Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Καλῶς ποιεῖτε — ὑμᾶς. Καὶ ἐκεῖ ταῦτα εἴρηκε. Τῷ τύπτοντι — κωλύσῃς. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ ζήτησον καὶ τὴν τούτων ἐξήγησιν, πρὸ τῶν εἰρημένων, ἔνθα κεῖται τό· Ἠκούσατε ὅτι ἐῤῥέθη·
Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος.
col. 927–928page 38 of 127
PG 129:927Παντί — δίδου. Ὁμοίως καὶ τὴν τούτου. Καὶ ἀπὸ ἀπαίτει. Τοῦτο σαφές. Καὶ καθὼς — ὁμοίως. Ἐν ἐκείνῳ πάλιν τῷ κεφαλαίῳ ζήτησον τὴν ἑρμηνείαν τοῦ· Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Καὶ εἰ ἀγαπᾶτε — ἀγαπῶσιν. Ἐκεῖ καὶ τοῦτο εὑρήσεις. Καὶ ἐὰν — ποιοῦσιν. Ἀμοιβὴ γὰρ τοῦτο, καὶ οὐκ εὐεργεσία. Καὶ ἐὰν — ἴσα. Καὶ τοῦτο πρόδηλον. Πλὴν — πολύς. Μηδὲν ἀπ' αὐτῶν ἐλπίζοντες λαβεῖν. Ἐπανέλαβε δὲ τὸν λόγον, βεβαιῶν μάλιστα τὴν τοιαύτην ἐντολήν. Καὶ ποῖον τοῦτο δάνειον, ᾧ τῆς ἀπολήψεως ἐλπὶς οὐ συνέζευκται; Πρὸς μὲν τὸν δανειζόμενον, δωρόν ἐστι, διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολήψεως· πρὸς δὲ τὸν Θεόν, δάνειον, διὰ τὴν ἐλπίδα τῆς ἀποδόσεως·
Ὁ ἐλεῶν γὰρ, φησί, πένητα, δανείζει Θεῷ. Καὶ ἔσεσθε — πονηρούς. Ἀγαθός ἐστιν ἐπὶ πάντας ὁμοῦ. Ἐν δὲ τῷ ῥηθέντι κεφαλαίῳ φησίν· Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Γίνεσθε — ἐστί. Καὶ τοῦτο σαφές. Καὶ μὴ — ἀπολυθήσεσθε. Εἴρηται καὶ τὸ μὴ κρίνετε, ἐν τῷ προειρημένῳ κεφαλαίῳ. Δίδοτε — ὑμῖν. Δίδοτε εὐεργεσίαν κατὰ πάντα τρόπον. Μέτρον — ὑμῶν. Μεταφορικός ἐστιν ὁ λόγος. Εἰώθασι γὰρ οἱ καλῶς μετροῦντες τὸν σίτον, ἐπιτιθέντες τῷ μοδίῳ τὰς χεῖρας, πιέζειν αὐτὸν ἐπὶ τὸ κάτω, καὶ λακτίζοντας σαλεύειν, ἵνα συμπέσῃ, καὶ ἐπιβάλλειν, ἄχρις ἂν ὑπερεκχυθῇ.
Ἀπαλώσουσι δὲ τὸ τοιοῦτον μέτρον τῆς εὐεργεσίας, τίνες; Οἱ εὐεργετηθέντες πάντως. Τοῦ Θεοῦ γὰρ ἀποδιδόντος ὑπὲρ αὐτῶν, αὐτοὶ δοκοῦσιν ἀποδιδόναι. Ἀποδώσουσι δὲ τοῦτο, τοῖς οὕτω φιλοτίμως δανείσασιν αὐτοῖς. Τῷ γὰρ αὐτῷ — ὑμῖν. Τῷ αὐτῷ μέτρῳ τῆς εὐεργεσίας, μεθ' οὗ μετρεῖτε δανείζοντες αὐτὴν τοῖς χρήζουσιν. Εἶπε — πεσοῦνται; Εἶπε τοῦτο καὶ ἐν τῷ εἰκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἀλλὰ περὶ τῶν Φαρισαίων· ἐνταῦθα δὲ λέγει περὶ πάντων ἁπλῶς τῶν ἐσκοτισμένων μὲν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς· ἐπιχειρούντων δὲ διδάσκειν τοὺς ὁμοίως
col. 929–930page 39 of 127
PG 129:929αὐτοῖς ἔχοντας. Χρὴ γὰρ πρῶτον ἀναβλέψαι, εἶτα ἐδηγεῖν. Οὐκ ἐστι αὐτοῦ. Καὶ τοῦτο πάλιν ἐν τῷ ἐν νεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον περὶ ἑαυτοῦ εἴρηκεν, ἐνταῦθα δὲ, περὶ τῶν μαθητῶν τοῦτό φησιν, οὓς διδασκάλους ἐποίησεν, ἵνα μηδεὶς αὐτῶν κατεπαρθῇ, δοκῶν ὑπερβῆναι τὴν ἀρετὴν αὐτῶν. Κατηρτισμένος αὐτοῦ. Εἶπε γὰρ καὶ ἐν τῷ δηλωθέντι ἐννεακαιδεκάτῳ κεφαλαίῳ· ὅτι ἀρκετὴν τῷ μαθητῇ, ἵνα γένηται, ὡς ὁ διδάσκαλος αὐτοῦ. Τί δε ἀδελφοῦ σου. Εἴρηται ταῦτα πάντα καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐκεῖ τὴν τούτων ἐξήγησιν. Οὐ γὰρ ἐστι – γινώσκεται. Ὁμοίως καὶ ταῦτα. Πλὴν ἐκεῖ μὲν περὶ τῶν πλάνων·
ἐνταῦθα δὲ περί τε τῶν κεκαθαρμένων καὶ καθαιρόντων ἑτέρους, καὶ περὶ τῶν ἀκαθάρτων καὶ καθαίρειν ἄλλους πειρωμένων. Παραβολικῶς δὲ τούτους μὲν ὠνόμασε δένδρα· καρποὺς δὲ, τάς πράξεις αὐτῶν, καὶ παραινεῖ προσέχειν ταῖς πράξεσι τούτων, αἱ εἰσι καρπὸς, καὶ μὴ τοῖς λόγοις, οἱ εἰσι φύλλα. Οὐ γὰρ — σταφυλήν. Οὐ συλλέγουσιν, οὐδὲ τρυγῶσι τοιαῦτα ἐκ τοιούτων οἱ ἄνθρωποι· πάλιν δὲ παραδειγματικῶς βεβαιοῖ τὸν λόγον. Ὥσπερ γὰρ τοῦτο παρὰ φύσιν καὶ ἀνένδεκτον· οὕτως ἄρα κἀκεῖνο. Ὁ ἀγαθὸς αὐτοῦ. Περὶ τῶν εὐλογούντων ἢ κακολογούντων τοὺς ἀδελφοὺς, λέγει νῦν· εἶπε δὲ ταῦτα καὶ ἐν τῷ εἰκοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον περὶ τούτων ἐκεῖ. τι δὲ λέγω;
Ζήτησον ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πᾶς ὁ — πέτραν. Ταῦτα εἴρηκε καὶ πρὸς τῷ τέλει τοῦ πέμπτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι ἐν αὐτῷ τὴν ἑρμηνείαν τοῦ· Πᾶς οὖν, ὅστις ἀκούει μου τους λόγους τούτους, καὶ ποιεῖ αὐτούς. Ἀλλ' ἐκεῖ μὲν ἐπιτόμως εἴρηται· ὅτι Ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· ἐνταῦθα δὲ πλατύτερον· ὅτι Ὃς ἔσκαψε καὶ ἐβάθυνεν, ἃ προηγοῦνται τοῦ θεμελιώματος. Εἰλήφθησαν δὲ ταῦτα πρὸς μόνην ἔμφασιν ἀκριβοῦς θεμελιώματος. Πλημμύρα δὲ τοῦ ποταμοῦ, τὸ πλῆθος καὶ ἡ σφοδρότης τῶν πειρασμῶν. Ὁ δὲ — μέγα.
Καὶ ταῦτα ἐκεῖ διασεσάφηται. Ῥήγμα δὲ, ἡ διάρρηξις, ἡ διάλυσις.
col. 931–932page 40 of 127
PG 129:931ΚΕΦ. ΙΗ'. Περὶ τοῦ ἑκατοντάρχου. Ἐπεὶ δὲ — Καπερναούμ. Πάντα τὰ ῥήματα αὐτοῦ, τὰ ῥηθέντα, δηλονότι. Φησὶ γὰρ ὁ Ματθαίος· Καὶ ἐγένετο, ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους. Ἑκατοντάρχου – αὐτοῦ. Ἐρωτῶν, ἀντὶ τοῦ, παρακαλῶν. Εἴρηται δὲ περὶ τούτου ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι τὴν ὅλην ἐξήγησιν τοῦ ὅλου κεφαλαίου ἐκείνου, καὶ μᾶλλον τὴν ἐν τῷ τέλει, ἵνα σαφῶς γνῷς, ὅτι οὐ διαφωνοῦσιν, εἰ καὶ δοκοῦσιν. Οἱ — τοῦτο. Τοῦτο, ποῖον; Τὸ ἐλθεῖν καὶ διασῶσαι τὸν δοῦλον αὐτοῦ. Ἀγαπᾷ — ἡμῖν. Ἡ συναγωγὴ αὕτη, οἴκημα ἦν, ἐν ᾧ συνήγοντο κατὰ τὰς ἐκ νόμου τεταγμένας ἡμέρας. Ὁ δὲ Ἰησοῦς — σκύλλου. Μὴ περισπῶ, μὴ περικόπτου. Οὐ — παῖς μου.
Ταῦτα εἶπε καὶ ὁ Ματθαίος, καὶ ἡρμηνεύθησαν ἐν τῷ ῥηθέντι κεφαλαίῳ. Καὶ γὰρ — ποιεῖ. Ὁμοίως καὶ ταῦτα. Ἀκούσας δὲ ταῦτα — ταῦτα. εὗρον. Ὡσαύτως καὶ Καὶ ὑποστρέψαντες — ὑγιαίνοντα. Περὶ τούτου πάλιν εὑρήσεις ἐν τῷ τέλει τῆς ἐξηγήσεως, τῆς ἐν τῷ τέλει τοῦ λεχθέντος κεφαλαίου. ΚΕΦ. ΙΘ'. Περὶ τοῦ υἱοῦ τῆς χήρας. Καὶ ἐγένετο — σὺν αὐτῇ. Συνήλγουν γὰρ αὐτῇ, ὡς ἀποβαλούσῃ μὴ τὸν ἄνδρα μόνον, ἀλλ' ἤδη καὶ τὸν υἱὸν, καὶ τοῦτον μονογενῆ. Καὶ αὐτῇ. Ἰδὼν αὐτὴν ἀπαρηγόρητα κλαίουσαν. Εἰ γὰρ ὁ ὄχλος ἠλέει αὐτὴν, πολλῷ μᾶλλον αὐτὸς ἡ τοῦ ἐλέους πηγή. Καὶ εἶπεν — σοροῦ. Τοῦ κιβωτίου, ἐν ᾧ ἔκειτο ὁ νεκρός. Οἱ δὲ — αὐτοῦ. Ὥσπερ ὁ σίδηρος, ὁμιλήσας τῷ πυρί, τὰ τοῦ πυρὸς ἐνεργεῖ·
οὕτω καὶ ἡ ἁγία σὰρξ αὐτοῦ, ἐνωθεῖσα τῇ θεότητι, τὰ τῆς θεότητος ἐνεργεῖ. Διὸ ἡ χεὶρ μὲν αὐτοῦ τὸ νεκρὸν καὶ παρειμένον σῶμα συνέσφιγξεν· ἡ δὲ φωνὴ τὴν οἰχομένην ψυχὴν ἐπέστρεψεν. Ἔλαβε — λαὸν αὐτοῦ. Πάλαι μὲν γὰρ καὶ ὁ προφήτης Ἠλίας ἀνέστησε τὸν υἱὸν τῆς Σαραφθέας, ἀλλ' ἀποδυρόμενος πρὸς Θεὸν καὶ ἱκετεύσας αὐτόν. Καὶ ὁ προφήτης Ἐλισσαίος τὸν υἱὸν τῆς Σωμανίτιδος, ἀλλ' ἐπιπλακεὶς αὐτῷ ὅλος δι' ὅλου· οὗτος δὲ, ἁψάμενος μόνον καὶ προστάξας, εὐθέως ἤγειρε. Καὶ διὰ τοῦτο λοιπὸν ἔλεγον, ὅτι προφήτης μέγας, ἀλλ' ὕστερον οἱ ἀγνώμονες ἀνεῖλον αὐτόν. Καὶ ἐξῆλθεν — τῇ περιχώρῳ. Ὁ λόγος τοῦ θαύματος, ἢ ὅτι προφήτης μέγας ἐγήγερται.
col. 933–934page 41 of 127
PG 129:933ΚΕΦ. ΚΒ. Περὶ τῆς παραβολῆς τοῦ σπόρου. Σύνοχος δὲ ἀκαντοπλασίορα. Περὶ ταύτης τῆς παραβολῆς τοῦ σπόρου πλατύτερον ὁ Ματθαῖος ἔγραψεν ἐν τῷ εἰκοστῷ κεφαλαίῳ· καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν παρὰ τῷ Ματθαίῳ. Ταῦτα — ἀκούετε. Ἐν ἐκείνῳ καὶ περὶ τούτων. Ἐπίμεσον — Θεοῦ. Ὁμοίως καὶ περὶ τούτων. Τίς δὲ ἱκανός — ὁ Μάρκος ἔγραψεν. Ἐκεῖνο δέ σοι τὸν τύπον εἰπεῖν παραβολαῖς πάντα γίνεται. Καὶ δέ σοι εἴρηται τὴν ἐν ἐκείνῳ ἐξήγησιν τοῦ κεφαλαίου αὐτοῦ. Ἴνα — συνιῶσιν. Ἐν τῷ κεφαλαίῳ τοῦ Μάρκου καὶ ταῦτα διηρμηνεύθη. Ἐστί — παραβολή. Ἀντὶ νοῦ, τοιαύτη, κατὰ τὴν ἑρμηνείαν. Ὁ σπόρος — Θεοῦ. Ὁ τῆς πίστεως, ὁ εὐαγγελικός. Οἱ δὲ — σωθῶσιν.
Ἐν τῷ ῥηθέντι εἰκοστῷ τετάρτῳ κεφαλαίῳ ὁ Πατὴρ ἀκούοντας τοῦ λόγου τῆς βασιλείας, καὶ μὴ συνιόντας, ἔρχεται ὁ πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὗτος εἰσιν ὁ παρὰ τὴν ὁδόν. Καὶ ἀνάγνωθι ἐκεῖ τὴν θέσιν τοῦ τούτων ἐκεῖ χάριτος. Οἱ δὲ ἐπὶ τῆς πέτρας. Οἱ δὲ κατὰ τῆς πέτρας, εἰσὶν οὗτοι, περὶ ὧν λέγει. Οἱ δὲ — ἀφνίπτανται. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ καὶ τούτων κεφαλαίῳ. Τὸ δὲ — εἰσιν. Ἀντὶ τοῦ, τοῦτό ἐστι. Ποίους τούτους; Ἀκούσον. Οἱ — τελεσφοροῦσιν. Γὰρ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν, ἀντὶ τοῦ, μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν παρεμβαίνουσι, εἴπον, καὶ περὶ τούτων ἐκεῖ ἐρήμην.
col. 935–936page 42 of 127
PG 129:935Καὶ — ἐξέμασσεν. Ἐσπόγγισεν αὐτοὺς διαχύους γινομένους. Ὁ δὲ Χριστός, εἰδὼς τὴν αἰτίαν, ἠνείχετο, ἵνα καὶ ἡ πίστις αὐτῆς φανῇ, καὶ ἡ θερμότης τῆς μετανοίας, καὶ ἵνα ἀξίως τούτων λάβῃ τὸ ζητούμενον. Καὶ κατεφίλει — μύρῳ. Κατεφίλει μὲν αὐτούς, ὡς δυναμένου πληρώσαι τὴν αἴτησιν αὐτῆς, εἴτουν, ὡς Θεοῦ· ἤλειψε δὲ τῷ μύρῳ, τιμῶσα τοῦτον ὑπὲρ ἄνθρωπον, ὡς ὄντα ὑπὲρ ἄνθρωπον. Ἰδὼν — ἁμαρτωλός ἐστι. Σκανδαλισθεὶς ἔλεγε ταῦτα, μὴ γινώσκων, ὅτι θεὸς ὤν, διὰ τοὺς ἁμαρτωλοὺς ἐνανθρώπησεν. Οὔτε δὲ ὁ Ἰούδας ἐνταῦθα ἐγόγγυσεν, οὔτε μὴν οἱ ἄλλοι μαθηταί. Ὁ μὲν γὰρ οὔπω τῷ νοσήματι τῆς φιλαργυρίας ἥλωκεν· οἱ δὲ, οὔπω τοὺς ὑπὲρ τῶν πτωχῶν λόγους ἐμπεπηγότας εἶχον. Καὶ ἀποκριθεὶς — εἰπέ.
Ὁ μὲν Φαρισαῖος ἐσκανδαλίσθη καθ' ἑαυτὸν ἐπ' αὐτῷ, ὡς προσιεμένῳ τὴν πόρνην, καὶ μὴ προγνόντι, ὅτι ἁμαρτωλός ἐστιν· αὐτὸς δὲ τοῦτο γνούς, μείζον προφήτου ποιεῖ, ἀνακαλύπτων αὐτῷ τὸν ἀπόῤῥητον διαλογισμὸν αὐτοῦ, καὶ λοιπὸν ἀποδεικνύει διὰ παραδείγματος, ὅτι καὶ γινώσκει ταύτην, καὶ δικαίως αὐτὴν προσίεται, διὰ τὴν εἰς αὐτὸν πολλὴν ἀγάπην αὐτῆς, ἥτις ἦν ἐκ πίστεως καὶ μετανοίας. Δύο — ἔκρινας. Δέδωκεν ἐντεῦθεν νοεῖν, ὅτι ὥσπερ ἔχει τὸ παράδειγμα, οὕτως ἄρα σὺ μέν, ὡς ὀλίγαις τιμωρίαις ὑπόχρεως ὤν, ὀλίγον με ἠγάπησας· αὕτη δέ, ὡς πολλαῖς, πολύ, ἵνα πολύ αὐτῇ ἀφεθῇ· διὸ καὶ ὡς πολὺ ἀγαπήσασαν προσηκάμην, ἵνα πολὺ ἀφήσω. Πολὺ δὲ νῦν τὸ πᾶν νόησιν. Καὶ στραφεὶς — μου τοὺς πόδας.
Σὺ μὲν τὰ εὐχερῆ οὐ πεποίηκας· αὕτη δὲ τὰ δυσχερῆ διεπράξατο. Ὅρα δέ, ὅτι ἐξ ὧν πρότερον ἐθήρευε τὴν ἀπώλειαν ἑαυτῆς, ἐκ τούτων ἀρτίως ἐθήρευσε τὴν σωτηρίαν. Δάκρυσι γὰρ ἐρωτικοῖς, καὶ θριξὶ περιεργότερον διαπεπλεγμέναις, καὶ μύρῳ τοὺς ἀκολάστους κατεγοήτευσε, καὶ τὰ πρὶν ὄργανα τῆς ἁμαρτίας, ὄργανα νῦν πεποίηκεν ἀρετῆς. Οὗ χάριν — πολύ. Αἱ πολλαὶ μέν, πᾶσαι δέ. Ὁ δὲ — ἀγαπᾷ. Τοῦτο εἴρηκε καθαπτόμενος τοῦ Σίμωνος. Εἶπε — σου αἱ ἁμαρτίαι. Εἶπεν αὐτῇ τοῦτο, ἵνα πληροφορηθῇ, καὶ δίδωσι τῇ δεομένῃ τὸ αἰτούμενον. Καὶ ἤρξαντο — ἀφίησιν; Εἶπον τοῦτο καὶ ἕτεροι, ὅτι τὸν παραλυτικὸν ἐθεράπευσεν. Εἶπε δὲ — εἰρήνην.
Ἔφησεν οὕτω καὶ πρὸς τὴν αἱμορρροῦσαν, ὡς εὑρήσεις ἐν τῷ εἰκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ παρόντος Εὐαγγελίου.
col. 937–938page 43 of 127
PG 129:937Γένοιτο δὲ καὶ τὴν ἐμὴν πόρνην, ήτοι, τὴν φιλήδονόν μου ψυχὴν μετανοῆσαι, καὶ δάκρυσιν ἀπολούσασθαι τὴν δυσωδίαν τοῦ βορβόρου τῆς ἁμαρτίας, καὶ προσαγαγεῖν τῷ Θεῷ εὐωδίαν μύρου ἀρετῆς. Καὶ ἐγένετο – τοῦ Θεοῦ. Καταγγέλλων τὴν ἀπόλαυσιν τὴν θείαν, τὴν ἀνάπαυσιν τὴν ἀΐδιον, ὅτι δε ώρηται τοῖς πιστεύουσιν εἰς αὐτόν. Καὶ — αὐτῷ. Συνῆσαν αὐτῷ. Καὶ γυναῖκες – αὐταῖς. Εὐεργετηθεῖσαι γάρ, οὐκ ἀπέστησαν ἀπ' αὐτοῦ· δαιμόνιον δὲ ἑπτὰ, τινές ἡρμήνευσαν, ἀντὶ τοῦ, πολλά. Σύνηθες γὰρ Εβραίοις, ἑπτὰ λέγειν, τὰ πολλά. Επίτροπον δὲ Ηρώδου νόει τὸν ἐπιμελητὴν καὶ οἰκονόμον τῶν πραγμάτων αὐτοῦ. ΚΕΦ. ΚΒ'. Περὶ τῆς παραβολῆς τοῦ σπόρου. Συνόντος δὲ ἑκατονταπλασίονα.
Περὶ ταύτης τῆς παραβολῆς τοῦ σπόρου πλατύτερον ὁ Ματθαῖος ἱστόρησεν ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ αὐτοῦ. Καὶ ζήτησον ἐν ἐκείνῳ περὶ τούτων πάντων. Ταῦτα ἀκουέτω. Ἐν ἐκείνῳ καὶ περὶ τούτου εἴρηται. Επηρώτων Θεοῦ. Ὁμοίως καὶ περὶ τούτων. Τοῖς δὲ λοιποῖς — παραβολαῖς. Ὁ δὲ Μάρκος ἔγραψε σαφέστερον, λέγων· Ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται. Καὶ ζήτησον τὴν τούτων ἐξήγησιν ἐν τῷ ἐνάτῳ κεφαλαίῳ αὐτοῦ. Ἵνα – συνιώσιν. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ τοῦ Μάρκου καὶ ταῦτα διηρμηνεύθησαν. Εστι - παραβολή. Αὕτη, ἀντὶ τοῦ, τοιαύτη, κατὰ τὴν ἑρμηνείαν. Ο σπόρος - Θεοῦ. Ὁ τῆς πίστεως, ὁ εὐαγγελικός. Οἱ δὲ - σωθῶσιν. Ἐν τῷ ῥηθέντι εἰκοστῷ τετάρτῳ κεφαλαίῳ φησὶν ὁ Ματθαῖος·
ὅτι Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. Καὶ ἀνάγνωθι τὴν ὅλην τούτων ἐξήγησιν, ἀφ᾿ ἧς ῥᾴδιον καὶ τὰ παρόντα διαγνώναι. Οἱ δὲ ἐπὶ τῆς πέτρας. Οἱ δὲ κατὰ τὴν πέτραν, εἰσὶν οὗτοι, δηλονότι, περὶ ὧν ἐρεῖ. Οἱ ὅταν ἀφίστανται. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ καὶ περὶ τῶν τοιούτων εὑρήσεις. Τὸ δὲ εἰσιν. Ἀντὶ τοῦ, ἐν τούτοις ἐστί. Ποίοις τούτοις; Ἄκουσον. Οἱ – τελεσφορούσιν. Ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν, ἀντὶ τοῦ, μετὰ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν πορευόμενοι, εἴτουν, πολιτευόμενοι. Ἐν ἐκείνῳ δὲ, καὶ περὶ τούτων ἐῤῥήθη.
col. 939–940page 44 of 127
PG 129:939Οὐδεὶς φῶς. Ταῦτα κατὰ τὸ εἰκὸς ἡρμηνεύθησαν ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, μετὰ τοὺς μακαρισμούς, ἔνθα κεῖται τό· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Πρὸς τοὺς ἀποστόλους γὰρ ἐῤῥήθησαν, εἰ καὶ κοινὰ δοκοῦσι πρὸς πάντας. Οὐ γὰρ — ἔλθῃ. Ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ φησὶ Ματθαῖος· ὅτι οὐδέν ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν. Εἰκὸς δὲ, κατὰ διαφόρους καιρούς τὰ τοιαῦτα τὸν Χριστὸν εἰπεῖν. Διὸ καὶ ἐν διαφόροις τόποις τῶν εὐαγγελίων ἐτέθησαν. Τινὲς δέ φασι, τὸν λόγον τοῦτον εἶναι περὶ τῆς κρυπτῆς ἀρετῆς, ὅτι φανεροῦται πάντως ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως· πολλάκις δὲ καὶ κατὰ τὴν ἐνταῦθα ζωὴν τοῦ ταύτην ἐργαζομένου.
Βλέπετε — ἀκούετε. Προσέχετε, πῶς ἐνωτίζεσθε τὰ λεγόμενα παρ' ἐμοῦ. Χρὴ γὰρ σπουδαίως καὶ ἐπιμελῶς αὐτῶν ἀκροάσθαι, συμβολικῶν ὄντων καὶ ὑψηλῶν καὶ οὐχ ὡς ἔτυχε λεγομένων. Ὃς — αὐτῷ. Ὃς ἂν ἔχῃ σπουδὴν καὶ ἐπιμέλειαν, δοθήσεται αὐτῷ γνώσις τούτων. Καὶ ὃς — αὐτοῦ. Ἐν τῷ ἐνάτῳ κεφαλαίῳ φησὶν ὁ Μάρκος· ὅτι Ὃς ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν. Παρεγένοντο — ὄχλον. Εἴρηται περὶ τούτων ἐπὶ τέλους τοῦ εἰκοστοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. Καὶ ἀπηγγέλη — ἀπαγγελλόντων θέλοντες. Λεγόντων, τῶν ἀπαγγελλόντων. Ὁ δὲ — ποιοῦντες. Ἐκεῖ περὶ πάντων ἀκριβῶς διελάβομεν. ΚΕΦ. ΚΓ'. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
Καὶ ἐγένετο — ἐκινδύνευον. Τὴν ἑρμηνείαν τούτων ζήτησον ἐν τῇ ἐξηγήσει τοῦ ἐνδεκάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. Συνεπληροῦντο δὲ, ὕδατος δηλονότι. Προσελθόντες — γαλήνη. Πάντα ἐν ἐκείνῳ τῷ κεφαλαίῳ προσηκόντως ἐσαφηνίσθησαν. ὑμῶν; Ἡ περὶ τοῦ, ὅτι Σωτήρ εἰμι τῶν κινδυνευόντων, καὶ ὅτι ἀδύνατον κινδυνεῦσαι τοὺς ἔχοντας τὸν Σωτῆρα ἐν ἑαυτοῖς. Φοβηθέντες — αὐτῷ. Καὶ περὶ τούτων ὁμοίως ἐκεῖ διείληπται. ΚΕΦ. ΚΔ'. Περὶ τοῦ ἔχοντος τὸν λεγεώνα. Καὶ κατέπλευσαν — βασανίσῃς. Ἐν τῇ ἐξη
col. 941–942page 45 of 127
PG 129:941γήσει τοῦ δωδεκάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον εἴρηται περὶ τούτου σαφῶς. Τὸ πλῆθος δὲ τῶν ἐνοικούντων δαιμονίων, ὡς ἕν, διὰ τὴν κοινωνίαν, ἐδέετο, χρώμενον τῷ στόματι τοῦ ἀνθρώπου. Παρήγγειλε — ἀνθρώπου. Ὡς ἑνὶ τοῖς πολλοῖς ἐπέταττε δαίμοσι, διὰ τὴν ἀσθένειαν αὐτῶν, ἢ καὶ διὰ τὸ πάντας ὁμοῦ λεγεῶνα καλεῖσθαι, ἢ καὶ διὰ τὸ ἕνα τινὰ ἐξάρχειν τῶν ἄλλων, ὃς καὶ ἐδέετο, καὶ ᾧ ὁ Χριστὸς ἐπέταττεν, ὡς τῶν ἄλλων ἑπομένων ἐκείνῳ. Πολλοῖς — ἐρήμους. Ὑπὸ τοῦ δαίμονος τοῦ ἐξάρχου τῶν σὺν αὐτῷ. Ἐπερώτησε — ἀπελθεῖν. Ταῦτα καὶ ὁ Μάρκος ἀνέγραψε καὶ ζήτησον τὴν τούτων ἐξήγησιν ἐν τῷ ἑνδεκάτῳ κεφαλαίῳ αὐτοῦ. Ἦν δὲ — ἀπεπνίγη. Ἐν τῷ ῥηθέντι δωδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον περὶ τούτων πάντων εὑρήσεις.
[Οἶμαι τῶν ὁμοχώρων ἀλλοφύλων εἶναι τοὺς χοίρους. Εἰκὸς δὲ, καὶ τοὺς Ἰουδαίους διατρέφειν χοίρους ἐπὶ τὸ ἀπεμπολεῖν αὐτούς, ἢ καὶ ἐπὶ διατροφῇ τῶν φυλασσόντων τὰς πόλεις αὐτῶν στρατιωτῶν Ῥωμαίων.] Ἰδόντες δὲ — τούτων. Ἀγρούς. Ὁμοίως καὶ περὶ τούτων. Ἐξῆλθον — ἐφοβήθησαν. Ματθαῖος μὲν εἶπεν ὅτι ἐξῆλθον εἰς συνάντησιν τῷ Ἰησοῦ. Ἤρχετο γὰρ αὐτὸς ἐπὶ τὴν πόλιν· Λουκᾶς δὲ νῦν ἐμφαίνει, μὴ ὁδεύειν αὐτόν. Εἰ γὰρ ἐβάδιζεν, οὐκ ἂν ὁ τοῦ λεγεῶνος ἀπαλλαγεῖς, ἐκάθητο παρὰ τοὺς πόδας αὐτοῦ. Δῆλον οὖν, ὅτι ἐρχόμενος ἐπὶ τὴν πόλιν, ἔστη καὶ ἐδίδασκεν· ὁ δὲ θεραπευθεῖς, ἅτε τῇ τυραννίδι τῶν δαιμόνων τεταλαιπωρηκώς, ἐκάθισε κελευσθείς. Ἀπήγγειλαν — δαιμονισθείς. Πῶς ὑγίανεν. Καὶ ἠρώτησαν — συνείχοντο.
Ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον καὶ ταῦτα καλῶς ἡρμηνεύθησαν. Αὐτὸς δὲ ὁ Ἰησοῦς. Περὶ τούτων καὶ ὁ Μάρκος ἱστόρησεν ἐν τῷ ἑνδεκάτῳ κεφαλαίῳ αὐτοῦ, καὶ εὑρήσεις ἐν ἐκείνῳ, διατί μὲν ὁ ἀνὴρ ἐδέετο εἶναι σὺν αὐτῷ, διατί δὲ ὁ Ἰησοῦς ἀπέλυσεν αὐτόν, καὶ περὶ τῶν ἄλλων ἀκριβῶς. ΚΕΦ. ΚΕʹ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυνάγωγου. Ἐγένετο — αὐτόν. Ὡς εὐεργέτην καὶ Σωτήρα. Καὶ ἰδοὺ — ἀπέθνησκεν. Εἴρηται κάλλιστα περὶ τούτων ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαίον.
col. 943–944page 46 of 127
PG 129:943Καὶ ὅσοι — ἐν' αὐτοῖς. Παραπλησίως καὶ περὶ τούτων. Ἐξερχόμενοι — πανταχοῦ. Κατὰ τὴν ἐντολὴν τοῦ ἀποστολίκως ἀντοῦ. Ἠκουσεν — αὐτόν. Περὶ τούτων ἠχρολόγη σεν (34) καλῶς ἐν τῷ ιδ' κεφαλαίῳ τοῦ κατὰ Μαθθαῖον. Καὶ ἀποστρέψαντες — αὐτῷ. Ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Μάρκον εἴρηται περὶ τούτων πλαύτερον. Ἔνθα κεῖται καί· Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν. Καὶ δεξάμενος — αὐτούς. Ἐν τῷ ελ' κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἀπεμείλιξ διελάβομεν, διότι πρόφασιν κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐμελίξ διελάβομεν. Καὶ ἔδειξεν ὁ Ἰησοῦς εἶδε καλὸν δῆλον, καὶ ἐυπλαγχνίσθη ἐπ' αὐτοῖς. ΚΕΦ. ΚΗ'. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Ἤδη ἡμέρα — ἤρξατο.
Τοῦ δεκατόλυτι κεφαλαίου τοῦ κατὰ Ματθαῖον καὶ περὶ τούτων ἐφηγήσθη. Κατάλυσιν δὲ λέγει τὴν τὴν ἀγρόνοντα. Εἰπε — πεντακισχίλιοι. Ὁμοίως καὶ περὶ τούτων. Εἰπε — ἅπαντας. Ὑπαγὼν καὶ περὶ τούτων. Λαβὼν — δώδεκα. Ἔτι καὶ περὶ τούτων. ΚΕΦ. ΚΘ'. Περὶ τῶν μαθητῶν ἐπερωτήσεως. Καὶ ἐγένετο — τοῦ Θεοῦ. Τούτων πάντων τὴν γραφικὴν ἀρίδηλα ἔναντι τοῦ ἐλαχίστου τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐπεξελθόντα τοῦ. Ὁ δέ — τοῦτο. Ἀναγνωδὴ τὴν ὅλην ἐξήγησιν ἐκεῖθεν ἐν τῷ ιϛ' κεφαλαίῳ. Ἀπὸ τοῦ τρεῖς ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ, καὶ λήψη πάντων διάγνωσιν ἀκριβεστάτην. Εἰπὼν — ἐγερθήσεται. Καθεξῆς καὶ καὶ περὶ τούτων διελήφθη. Ἔλεγε — μοι.
Ἀλλὰ (56) καὶ περὶ τούτων ἐν ἐκεῖνῷ μετ' αὐτὰ τὸ αὐτὰ εὑρήσεις. Ὃς — αὐτήν. Ὃς ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ διασῶσαι ἐν τῷ παρόντι βίῳ κακοπαθείαν γινόμενον φιλόδοξος, ἀλλ' οὐ φιλόδοξον, δηλαδὴ ἐν τῇ κοιλάσει αὐτὴν ἀπολέσει. Εἴρηται δὲ ταῦτα καὶ τὰ ἑξῆς καὶ ἐν τῷ ἑπτακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ὃς — αὐτήν. Ὃς ἂν ἀπαρνήσῃ αὑτήν, ὅτε μαρτύριον, ὅτε ἀπαρνήσῃ αὑτήν, ὡς μαρτύριον· ἤ καθ' ὑπέρβασιν, ὅτι ὁ θάνατον καὶ καθ' ὙΜΕΡΑΝ ἑτοίμως ἔχει πρὸς φεύγειν.
col. 945–946page 47 of 127
PG 129:945ἰδοῦσα δὲ — ἦλθε. Τρέμουσα, ἅμα μὲν, καὶ διὰ τὴν δύναμιν αὐτοῦ· ἅμα δὲ, καὶ διὰ τὸν νόμον, ὅτι ἀκάθαρτος οὖσα, ἥψατο τοῦ καθαροῦ. Καὶ προσπεσοῦσα παραχρῆμα. Καθ' ὑπέρβατόν ἐστιν ἡ σύνταξις τῶν ῥητῶν, ὅτι προσπεσοῦσα αὐτῷ, ἀνήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ, δηλαδή, λεληθότως· ταύτην δὲ τὴν αἰτίαν προειρήκαμεν ἀνωτέρω. Ὁ δὲ Ἰησοῦς — σε. Μὴ φοβοῦ, μήτε ἐμέ, μήτε τὸν νόμον. Ἐκ πίστεως γάρ, οὐκ ἐκ καταφρονήσεως ἥψω, καὶ λοιπὸν, ἡ πίστις σου παρ' ἐμοῦ μὲν, προεξένησε σοι τὴν ὑγείαν· παρὰ δὲ τοῦ νόμου, τὴν ἄφεσιν. Τῇ πίστει δὲ αὐτῆς τὸ πᾶν ἐπεγράψατο, ἵνα καὶ ἄλλοι πρὸς πίστιν ἐφελκυσθῶσιν, ὡς εἰρήκαμεν·
ἔδειξε δὲ κἀνταῦθα ὁ Χριστὸς, ὅτι οὐδεὶς ἀκούσιον ἔχων πάθος, ἀκάθαρτός ἐστι παρὰ τῷ Θεῷ· Θυγατέρα δὲ αὐτὴν ἐκάλεσεν, ὡς υἱοθετηθεῖσαν αὐτῷ διὰ πίστεως, καὶ ἅμα διὰ τῆς προσηγορίας ταύτης παντελῶς τὸν φόβον αὐτῆς ἐκβάλλων καὶ οἰκειούμενος αὐτήν. Πορεύου εἰς εἰρήνην. Τὴν ἀπὸ τοῦ μηκέτι πολεμεῖσθαι ὑπὸ τοῦ πάθους. Κατὰ δὲ ἀναγωγήν, εἴη ἂν αἱμόρρους ἡ φύσις τῶν ἀνθρώπων, ἥτις πρὸ τοῦ ἐλθεῖν τὸν Χριστὸν, ἐπήγαζε τὴν ἀκαθαρσίαν τῆς ἁμαρτίας, φοινικὴν οὖσαν, ἤτοι, φονικήν. Οὐδὲν δὲ ὠφελήθη παρὰ τῶν ψυχικῶν ἰατρῶν αὐτῆς, λέγω δή, τῶν φιλοσόφων· ἀλλὰ καὶ μᾶλλον ἐβλάβη ταῖς ἀλλοκότοις διδασκαλίαις αὐτῶν· ἁψαμένη δὲ τοῦ ἱματίου αὐτοῦ, τουτέστι, τῆς σαρκώσεως αὐτοῦ, διὰ πίστεως, αὐτίκα ἰάθη.
Καὶ γὰρ ἅπτεται τοῦ ἱματίου αὐτοῦ διὰ πίστεως πᾶς ὁ πιστεύων τῇ ἐνανθρωπήσει αὐτοῦ. Ἔτι — σωθήσεται. Ταῦτα καὶ ὁ Μάρκος ἔγραψεν ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ, καὶ ζήτησον ἐν ἐκείνῳ τὴν ἑρμηνείαν. Ἐλθὼν δὲ — ἀπέθανεν. Ὁμοίως καὶ περὶ τούτων πάντων ἐν ἐκείνῳ σεσαφήνισται. Ἐκόπτοντο δὲ αὐτὴν, ἀντὶ τοῦ, ἐθρήνουν αὐτήν. Καὶ κρατήσας — γεγονός. Ἔτι καὶ περὶ τούτων ἀπαραλείπτως εὑρήσεις ἐν ἐκείνῳ. ΚΕΦ. ΚΖ΄. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. Συγκαλεσάμενος — θεραπεύειν. Εἴρηται περὶ τούτων ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἀπέστειλεν ἀσθενοῦντας. Ἐν ἐκείνῳ διείληπται καὶ περὶ τούτων, ἔνθα κεῖται τό· Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
Καὶ εἶπε — ἔχειν. Ὁμοίως καὶ περὶ τούτων. Καὶ εἰς — ἐξέρχεσθε. Καὶ περὶ τούτου πλατύτερον ὁ Ματθαῖος ἐκεῖ ἱστόρησε.
col. 947–948page 48 of 127
PG 129:947Καὶ ὅσοι — ἐπ' αὐτούς. Παραπλησίως καὶ περὶ τούτων. Ἐξερχόμενοι — πανταχοῦ. Κατὰ τὴν ἐντολὴν τοῦ ἀποστείλαντος αὐτούς. Ἤκουσεν — αὐτόν. Περὶ τούτων ἠκριβολογήθη καλῶς ἐν τῷ εἰκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ὑποστρέψαντες — αὐτῷ. Ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Μάρκον εἴρηται περὶ τούτων πλατύτερον, ἔνθα κεῖται τό· καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν. Καὶ δεξάμενος — ἰᾶτο. Περὶ τούτων ἐν τῷ εἰκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐπιμελῶς διελάβομεν, ὅπου κεῖται τό· Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς. ΚΕΦ. ΚΗ΄. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Ἡ δὲ ἡμέρα — ἐσμέν.
Ἐν τῷ δηλωθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον καὶ περὶ τούτων ἐσαφηνίσθη. Κατάλυσιν δὲ λέγει νῦν τὴν κατασκήνωσιν. Εἶπε — πεντακισχίλιοι. Ὁμοίως καὶ περὶ τούτων. Λαβών — ἅπαντας. Ὡσαύτως καὶ περὶ τούτων. δώδεκα. Ἔτι καὶ περὶ τούτων. ΚΕΦ. ΚΘ΄. Περὶ τῆς τῶν μαθητῶν ἐπερωτήσεως. Καὶ ἐγένετο — τοῦ Θεοῦ. Τούτων πάντων τὴν ἑρμηνείαν εὑρήσεις ἐν τῷ τριακοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ὁ δὲ — τοῦτο. Ἀνάγνωθι τὴν ὅλην ἐξήγησιν τῶν ἐν ἐκείνῳ ῥητῶν ἄχρι τοῦ· Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ· καὶ λήψῃ πάντων ὁμοῦ διάγνωσιν ἀκριβεστάτην. Εἰπὼν — ἐγερθῆναι. Καθεξῆς ἐκεῖ καὶ περὶ τούτων διείληπται. Ἔλεγε — μοι. Ἀλλὰ καὶ περὶ τούτων ἐν ἐκείνῳ μετ' ὀλίγα πάντα εὑρήσεις. Ὅς — αὐτήν.
Ὃς ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ διασῶσαι ἀπὸ θανάτου, ἐν καιρῷ μαρτυρίου γινόμενος φιλόψυχος, ἀλλ' οὐ φιλόχριστος, ἀπολέσει αὐτὴν ἐν τῷ μέλλοντι αἰῶνι, τουτέστιν, εἰς κόλασιν ἐμβαλεῖ. Εἴρηκε δὲ ταῦτά τε καὶ τὰ ἑξῆς καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ὅς — αὐτήν. Ὃς ἂν ἀφαιρεθῇ αὐτὴν διὰ μαρτυρίου, οὗτος σώσει αὐτὴν ἐν τῷ μέλλοντι αἰῶνι.
col. 949–950page 49 of 127
PG 129:949Τί γὰρ — ζημιωθείς; Τοῦτο καὶ ὁ Ματθαῖος ἔγραψεν ἐπὶ τέλους τοῦ τριακοστοῦ τρίτου κεφαλαίου, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Τὸ δὲ, ἢ ζημιωθείς, ἐφερμηνευτικόν ἐστι τοῦ, ἀπολέσας. Ἀπώλειαν δὲ καὶ ζημίαν ὀνομάζει τὴν αἰώνιον καταδίκην καὶ κόλασιν. Ὃς γὰρ — ἀγγέλων. Τούτων ἐμνημόνευσε καὶ ὁ Μάρκος ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ, καὶ ἐν ἐκείνῳ διηρμηνεύθησαν. Ἀλλὰ πῶς εἶπεν, ὅτι καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων; Διότι καὶ ἡ δόξα τοῦ Πατρός, δόξα αὐτοῦ ἔσται. Υἱὸς γὰρ αὐτοῦ ἐστι. Καὶ ἡ δόξα τῶν ἁγίων ἀγγέλων, δόξα αὐτοῦ ἔσται. Δεσπότης γὰρ αὐτῶν ἐστι. Λέγω δὲ — τοῦ Θεοῦ. Εἴρηται περὶ τούτων ἐν τῷ τέλει τοῦ τριακοστοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαίον. ΚΕΦ. Λ'.
Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. Ἐγένετο — ὀκτώ. Διῆλθον, δηλονότι. Καὶ παραλαβών — Ἰερουσαλήμ. Περὶ τῆς μεταμορφώσεως ταύτης φανερώτερον ἔγραψεν ὁ Ματθαῖος ἐν τῷ τριακοστῷ τετάρτῳ κεφαλαίῳ αὐτοῦ, ἐν ᾧ καὶ ταῦτα κατὰ λόγον ἡρμηνεύθησαν. Προσευχόμενος δὲ μετεμορφώθη, ἵνα μάθωμεν, ὅτι ἡ προσευχή μεταμορφοῖ καὶ λαμπρύνει τὸν ἄνθρωπον, ὡς χρή, γινομένη. Ὁ δὲ Πέτρος — αὐτῷ. Ἐκεῖ καὶ περὶ τούτων ἐῤῥήθη. Δόξαν δὲ νόει τὴν λαμπρότητα. Καὶ ἐγένετο — νεφέλην. Μωϋσῆς μὲν καὶ Ἠλίας εἰσῆλθον εἰς τὸ πάχος τῆς νεφέλης, ἀπαχθησόμενοι πάντως εἰς τοὺς ἀφωρισμένους αὐτοῖς τόπους·
οἱ μαθηταὶ δὲ, ὄντες μὲν ἔκφοβοι καὶ διὰ τὴν μεταμόρφωσιν τοῦ Δεσπότου, καθὼς εἶπε Μάρκος, θεασάμενοι δὲ καὶ τούτους οὕτως ὑπερφυῶς ἀναλαμβανομένους, ἐφοβήθησαν μᾶλλον. Καὶ φωνὴ — μόνος. Ἐν τῷ δηλωθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον καὶ περὶ τούτων ἐξηγήθη λεπτομερῶς. Ἃ μὲν οὖν παρῆκεν ὁ Ματθαῖος, ἐξεῖπεν ὁ Λουκᾶς· ὃ δὲ παρέδραμεν ὁ Λουκᾶς, ἱστόρησεν ὁ Ματθαῖος. Καὶ αὐτοὶ — ἑωράκασιν. Εἶπε γὰρ ὁ Ματθαῖος· ὅτι καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ Ὅραμα, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ· καὶ ἀνάγνωθι τὴν τούτων ἑρμηνείαν ἐκεῖ. ΚΕΦ. ΛΑ'. Περὶ τοῦ σεληνιαζομένου. Ἐγένετο — ἠδυνήθησαν. Τὸν παῖδα τοῦτον
col. 951–952page 50 of 127
PG 129:951σεληνιάζεσθαι Ματθαῖος ἔγραψεν ἐν τῷ τριακοστῷ πέμπτῳ κεφαλαίῳ, καὶ εἴρηται περὶ τούτων πάντων ἐκεῖ. Ἀποκριθεὶς — ὧδε. Ἐν ἐκείνῳ τὰς λύσεις τούτων ὅλων εὑρήσεις. Ἔτι — συνεσπάραξε. Ταῦτα πλατύτερον ὁ Μάρκος ἱστόρησεν ἐν τῷ εἰκοστῷ ἕκτῳ κεφαλαίῳ, καὶ ζήτησον ἐν ἐκείνῳ τὴν τούτων ἐξήγησιν. Ἐπετίμησε — πατρὶ αὐτοῦ. Ἐν τῷ προῤῥηθέντι τριακοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐῤῥήθη περὶ τούτων. Ἐξεπλήσσοντο — τοῦ Θεοῦ. ὬΙοντο γάρ, οὐκ ἐξ ἰδίας δυνάμεως, ἀλλ᾽ ἐκ Θεοῦ ταῦτα τερατουργεῖν αὐτόν. Πάντων — τούτους. Οὓς εἶπεν ἐν τῷ εἰκοστῷ ἐνάτῳ κεφαλαίῳ τοῦ παρόντος Εὐαγγελίου, περί τε τοῦ Πάθους, καὶ τῆς ἀναιρέσεως, καὶ τῆς ἀναστάσεως αὐτοῦ.
Διὸ καὶ ἐναρξάμενος αὐτῶν, ὥστε δηλῶσαι, περὶ ὧν λέγει, τὰ λοιπὰ καταλέλοιπεν, ὡς ἤδη νοούμενα. Ὁ γὰρ Υἱός — τούτου. Τὸ ῥῆμα, οὐ τὸ περὶ τοῦ Πάθους καὶ τῆς ἀναιρέσεως, ἀλλὰ τὸ περὶ τῆς ἀναστάσεως. Εἴρηται δὲ περὶ τούτου ἐν τῷ τέλει τῆς ἐξηγήσεως τοῦ τριακοστοῦ πέμπτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι τὰ ἐκεῖ ῥηθέντα. ΚΕΦ. ΛΒ΄. Περὶ τῶν διαλογιζομένων τίς μείζων. Εἰσῆλθε — παρ᾽ ἑαυτῷ. Ὁ δὲ Ματθαῖος ἐν τῷ τριακοστῷ ἑβδόμῳ κεφαλαίῳ φησίν· ὅτι προσελθόντες οἱ μαθηταὶ ἠρώτησαν αὐτὸν περὶ τούτου.
Εἰκὸς δὲ, γνόντος αὐτοῦ τὸν διαλογισμὸν αὐτῶν, καὶ ἐπερωτήσαντος αὐτούς, τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζοντο, ὡς εἶπεν ὁ Μάρκος, λοιπὸν καὶ αὐτοὺς, ὡς ἤδη γνωσθέντος τοῦ διαλογισμοῦ, ἐρωτῆσαι περὶ αὐτοῦ, εἶτα τὸν Ἰησοῦν ἐπιλαβέσθαι παιδίου παριόντος, καὶ στῆσαι αὐτὸ παρ᾽ ἑαυτῷ, καὶ εἰπεῖν τὰ ἐξῆς. Λοιπὸν οὖν ὁ μὲν Ματθαῖος ἔγραψεν· ὅτι ἠρώτησαν οἱ μαθηταί· Μάρκος δὲ καὶ Λουκᾶς, τοῦτο παραλιπόντες, ἱστόρησαν, ὅτι ἔγνω τὸν διαλογισμὸν αὐτῶν. Καὶ ὁ μὲν τὰ ὕστερον εἶπεν, οἱ δὲ τὰ πρότερον. Ἀνάγνωθι δὲ ἐν τῷ ῥηθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ὅλην ἐξήγησιν, ἀναγκαιοτάτην οὖσαν. Καὶ εἶπεν — με.
Καὶ ἄλλα πρὸ τούτων εἴρηκεν, ἅπερ ἀνέγραψεν ὁ Ματθαῖος, ἀφ᾽ ὧν εὐχερῶς καὶ ταῦτα διαγινώσκονται, καὶ ζήτησον αὐτά. Διὰ τοῦ παιδίου δὲ τὴν ταπείνωσιν καὶ εὐτέλειαν ὑπεδήλωσεν. Ὁ γὰρ — μέγας. Τοῦτο πέρας τοῦ σκοποῦ, δι᾽ ὃν ἔστησε τὸ παιδίον παρ᾽ ἑαυτῷ· μικρότερον δὲ λέγει, τὸν ταπεινότερον. Εἶπε δὲ τοιαῦτα καὶ ἐν τῷ τεσσαρακοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον περὶ τὸ μέσον τοῦ τοιούτου κεφαλαίου. Ἀποκριθεὶς — ἐστί. Ταῦτα καὶ ὁ Μάρκος ἔγραψεν ἐν τῷ εἰκοστῷ ἑβδόμῳ κεφαλαίῳ, καὶ ἀνάγνωθι ἐκεῖ τὴν τούτων σαφήνειαν.
col. 953–954page 51 of 127
PG 129:953Εγένετο — Ἱερουσαλήμ. Ημέρας τῆς ἀναλήψεως αὐτοῦ λέγει τὸν καιρὸν τὸν ἀφορισθέντα μέχρι τῆς ἀναλήψεως αὐτοῦ, τῆς ἀπὸ γῆς εἰς οὐρανόν. Ηγγιζε γὰρ ἤδη καὶ ἡ ἀναίρεσις αὐτοῦ, καὶ ἡ ἀνάστασις, καὶ ἡ ἀνάληψις. Εστήριξε δὲ τὸ πρόσωπον αὐτοῦ, ἀντὶ τοῦ, ἀπηύθυνεν, ὥστε πορεύεσθαι εἰς Ἱερουσαλὴμ ἀμεταστρεπτί, ἐπειγόμενος πρὸς τὸ Πάθος. Γέγραπται γὰρ ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν· Επιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου εἴτουν, ἀπερείσω, ἀπευθυνῶ, ἀκλινῶς βλέψω. Καὶ --- αὐτοῦ. Μηνυτάς. Καὶ πορευθέντες — Σαμαρειτών. Κατὰ πάροδον αὐτοῦ κειμένην. Ωστε ετοιμάσαι αὐτῷ. Ὑποδοχήν, δηλονότι, πρὸς καταγωγὴν αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ. Καὶ οὐκ — Ιερουσαλήμ. Το πρόσωπον αὐτοῦ, ἀντὶ τοῦ, αὐτὸς, ἀπὸ μέρους, τὸ ὅλον.
Οὐκ ἐδέξαντο, φησὶν, αὐτὸν, διότι ἦν πορευόμενος εἰς Ἱερουσαλήμ, ἐπὶ τοὺς ἐχθροὺς αὐτῶν. Ἐναντίως γὰρ οἱ Σαμαρεῖται πρὸς τοὺς Ἱεροσολυμίτας διέκειντο. Ιδόντες δὲ — αὐτοῖς. Ὑπολαμβάνω, τούτους εἶναι τοὺς ἀποσταλέντας. Πργίσθησαν μὲν οὖν, ὡς ἀτιμασθέντος τοῦ διδασκάλου· ἠρώτησαν δὲ, εἰ χρή τοὺς ἀτιμάσαντας ἀμύνασθαι, ὡς μιμούμενοι Ηλίαν τὸν ζηλωτήν. Ἐπετίμησε δὲ αὐτοῖς ὁ Χριστὸς, ὡς ἀνεξίκακος, παιδεύων αὐτούς, μακροθύμως φέρειν τὰς ἀτιμίας τῶν ἀπειθούντων. Εγίνωσκε μὲν γὰρ, ὅτι οὐ παραδέξονται αὐτὸν οἱ Σαμαρείται· ἀπέστειλε δὲ μαθητάς, ἵνα ἀπειθησάντων μὲν ἐκείνων, ὀργισθέντων δὲ τούτων, ἐπιπλήξῃ καὶ διδάξῃ αὐτοὺς, μὴ ἐπεξέρχεσθαι τοῖς καταφρονοῦσιν.
Εμελλον γὰρ τὸ κήρυγμα καταγγέλλοντες ὑπὸ πολλῶν ἀποπέμπεσθαι. Οὐχ ἑαυτοῖς δὲ, ἀλλὰ τῇ αὐτοῦ δυνάμει θαρροῦντες εἶπον, ὅτι εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ. Εἰ καὶ παρῆκεν ὁ Χρυσόστομος ἐνταῦθα, τι· Οὐκ οἴδατε οἷου πνεύματός ἐστε· ἀλλ᾽ οὖν ἐν ἑτέροις λόγοις Δεσποτικὸν εἶναι λέγει καὶ τουτὶ τὸ ῥητόν. Λοιπὸν τοίνυν πνεῦμα νόει μοι τὸ ἅγιον Πνεῦμα. Τοῦτο γὰρ ἀγαθόν ἐστι καὶ ἀνεξίκακον, ὥσπερ καὶ τὰ λοιπὰ πρόσωπα τῆς μιᾶς Θεότητος. ΚΕΦ. ΛΓ'. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. Καὶ ἐπορεύθησαν — κλίνῃ. Εγραψε περὶ τούτων καὶ ὁ Ματθαῖος ἐν τῷ δεκάτῳ κεφαλαίῳ, καὶ ἡρμηνεύθησαν ἐκεῖ. Ελα — Θεοῦ. Ἐκεῖ καὶ περὶ τούτου σαφῶς διείληπται· ἐκάλεσε δὲ τοῦτον ὁ Χριστός, εἰδὼς αὐτὸν ἄξιον.
col. 955–956page 52 of 127
PG 129:955Εἶπε — βασιλείαν τοῦ Θεοῦ. Ὁ ἐπιχειρήσας ἀροτριᾶν, καὶ βλέπων εἰς τὰ ὀπίσω, φθείρει τὸ πρόθυμον τῆς ἐπιχειρήσεως τῇ ῥᾳθυμίᾳ τοῦ βλέπειν εἰς τὸ ὀπίσω. Παραβολικῶς τοίνυν ὁ Σωτὴρ ἄροτρον ὠνόμασε, τὸ ἀκολουθεῖν αὐτῷ, λέγων, ὅτι Οὐδεὶς ἐπιχειρήσας ἀκολουθεῖν μοι, καὶ βλέπων εἰς τὰ ὀπίσω, τουτέστι, τὸν νοῦν ἔτι ἔχων εἰς τὰ βιωτικά, ἐπιτήδειός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Χρὴ γὰρ, τὸν ἑλόμενον τὸ ἀκολουθεῖν τῷ Χριστῷ, πάντων εὐθέως ὑπεριδεῖν, καὶ ἀμεταστρεπτὶ τούτῳ ἕπεσθαι, μήποτε τῇ σχέσει τῶν ὀπίσω κατασχεθῇ. Τί γὰρ θεοῦ ποθεινότερόν τε καὶ προτιμότερον; ΚΕΦ. ΛΔ'. Περὶ τῶν ἀναδειχθέντων ἑβδομήκοντα. Μετὰ ταῦτα ἑβδομήκοντα. Ἀποστόλους, δηλονότι.
Πολλοὶ γὰρ ἔμελλον πιστεύειν καὶ χρεία κηρύκων πλειόνων ἦν. Δώδεκα μὲν οὖν ἀπόστολοι, ὁ πρώτος χορός· ἑβδομήκοντα δὲ, ὁ δεύτερος. Τούτους δὲ τοὺς δώδεκα, καὶ τοὺς ἑβδομήκοντα, πάλαι προετύπουν, ἐν τῇ Αἰλείμ, εἰς ἣν ἦλθον οἱ Ἰσραηλῖται διαβάντες τὴν Ἐρυθρὰν θάλασσαν, αἱ δώδεκα πηγαὶ τῶν ὑδάτων, καὶ τὰ ἑβδομήκοντα στελέχη τῶν φοινίκων. Καὶ ἀπέστειλεν — ἔμελλεν αὐτὸς ἔρχεσθαι. Καὶ τοὺς δώδεκα ὁμοίως κατὰ συζυγίαν ἀπέστειλεν, ὡς εἴρηκε Μάρκος ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ· ἀλλὰ τοὺς δώδεκα μὲν εἰς πάσας τὰς πόλεις καὶ κώμας τοῦ Ἰσραὴλ ἀπέστειλεν, ὡς τελειοτέρους·
τοὺς ἑβδομήκοντα δὲ, εἰς μόνας τὰς κατὰ πάροδον αὐτοῦ κειμένας, δι᾽ ὧν ἔμελλε πορεύεσθαι, κηρύττοντας μετάνοιαν ἁμαρτημάτων, καὶ ἄφιξιν τοῦ χορηγοῦ τῆς τούτων ἀφέσεως. Ἔλεγε — ὀλίγοι. Θερισμὸν μὲν λέγει τοὺς θερισθησομένους ἀπὸ τῆς ἀπιστίας καὶ συγκομισθησομένους εἰς τὴν πίστιν αὐτοῦ· ἐργάτας δὲ, τοὺς ἀποστόλους, τοὺς ὑπηρετοῦντας εἰς τοῦτο. Δεδήλωται δὲ ἐνταῦθα ἡ αἰτία τῆς προβολῆς τῶν ἑβδομήκοντα. Καὶ ἔτι δὲ ὀλίγους ἔφησεν εἶναι τοὺς σύμπαντας ἀποστόλους, πρὸς τὸ πλῆθος τῶν μελλόντων πιστεύειν. Δεήθητε αὐτοῦ. Τοῦτο καὶ τὸ πρὸ τούτου ῥητὸν εἶπε καὶ ἐν τῷ τέλει τοῦ ὀκτωκαιδεκάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον· ἀλλ᾽ ἐκεῖ μὲν θερισμὸν πολὺν ἔλεγε, τοὺς ἐξ Ἰουδαίων πιστεῦσαι μέλλοντας·
ἐνταῦθα δὲ, τοὺς ἐξ ἐθνῶν. Καὶ ἐκεῖ μὲν προσετρέπετο τοὺς δώδεκα, δεηθῆναι περὶ ἀποστολῆς τῶν ἑβδομήκοντα τούτων· ἐνταῦθα δὲ τοὺς ἑβδομήκοντα τούτους, περὶ προβολῆς τῶν κατὰ πόλεις καὶ χώρας ἐπισκόπων καὶ διδασκάλων. Ἀνάγνωθι δὲ καὶ τὴν ἐξήγησιν τοῦ παρόντος ῥητοῦ ἐν τῷ βηθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ὑπάγετε — λύκων. Τοῦτο εἶπε καὶ πρὸς τοὺς
col. 957–958page 53 of 127
PG 129:957δώδεκα, καὶ ζήτησον ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἑρμηνείαν τοῦ· Ἰδού ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Εἶποι δ' ἄν τις κανταῦθα, ὅτι τοὺς δώδεκα μὲν πρόβατα ἐκάλεσεν, ὡς τελειοτέρους· τοὺς ἑβδομήκοντα δὲ, ἄρνας. Μὴ ὑποδήματα. Διὰ τῆς ἀπαγορεύσεως τούτων κελεύει θαῤῥεῖν περὶ τῶν ἀναγκαίων τοῦ σώματος ἐπὶ τῷ ἀποστείλαντι τούτους· ἀποτρέπει δὲ, διὰ μὲν τοῦ μὴ βαστάζειν βαλάντιον τὴν φιλαργυρίαν· διὰ δὲ τοῦ, μὴ πήραν, τὸ μὴ ταμιεύεσθαι τροφήν· διὰ δὲ τοῦ, μὴ ὑποδήματα, παιδοτριβεῖ αὐτοὺς εἰς ἄσκησιν. Παρήγγειλε δὴ ταῦτα καὶ τοῖς δώδεκα ἐν τῷ δηλωθέντι ἐννεακαιδεκάτῳ κεφαλαίῳ. Καὶ -- ἀσπάσησθε.
Τοῦτο προσέταξεν, οὐ βουλόμενος ἀπανθρώπους αὐτοὺς γίνεσθαι καὶ ἀπροσηγόρους, ἀλλ' ἀνεμποδίστους. Εἰωθε γὰρ ἡ καθ' ὁδὸν ὁμιλία τὸ σύντονον ἐγκόπτειν ὡς τὰ πολλὰ τῆς σπουδῆς. Προστάττει τοίνυν αὐτοῖς μόνον γίνεσθαι τοῦ ἐμπιστευθέντος ἔργου, καὶ μηδὲ τὸν τυχόντα καιρὸν τοῦ κηρύγματος δαπανᾶν εἰς τὰ μὴ ἀναγκαία καὶ πάρεργα. Καὶ ὁ Ἐλισσαῖος δὲ πάλιν Γιεζῆ τὸν ὑπηρέτην αὐτοῦ ἐπί τι κατεπείγον ἀποστείλας, ἐνετείλατο· ὅτι Ἐάν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν· καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· ἐμφαίνων τὸ χρῆναι βαδίζειν ἀπερίσπαστον, καὶ παντελῶς ἀνεμπόδιστον. Εἰς ἦν — τούτῳ. Τοῦτο τὸ πρόσρημα ἀσπασμὸν ἐκάλεσεν ὁ Ματθαῖος ἐν τῷ προῤῥηθέντι κεφαλαίῳ.
Σύμβολον δὲ ἀγάπης ὁ τοιοῦτος ἀσπασμὸς, δηλῶν, ὅτι εἰρηνικοὶ καὶ φίλοι παραγεγόνασι. Καὶ ἐὰν ὑμῶν. Ἡ χάρις τῆς δοθείσης εἰρήνης παρ' ὑμῶν, ἡ ἐνέργεια τοῦ τοιούτου λόγου· υἱὸς δὲ εἰρήνης, ὁ εἰρηνικός, ὡς διαφόρως εἰρήκαμεν. Εἰ δὲ — ἀνακάμψει. Ἀνάγνωθι καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. Ἐν αὐτῇ· αὐτοῦ ἐστι. Καὶ περὶ τούτων ὁμοίως ἐν ἐκείνῳ τῷ κεφαλαίῳ σαφῶς ἐῤῥήθη, μικρὸν ἀνωτέρω. Ἐσθίειν δὲ καὶ πίνειν τὰ παρ' αὐτῶν ἐπέτρεψεν, οὐχ ἁπλῶς, ἀλλ' ὡς πρέπον ἐστὶ μαθηταῖς αὐτοῦ. Τοῦτο γὰρ γνώριμον ἦν αὐτοῖς. Μὴ -- οἰκίαν.
Ἐν ἐκείνῃ τῇ ἐξηγήσει τὴν αἰτίαν τοῦ μὴ μεταβαίνειν εὑρήσεις. Καὶ εἰς Θεοῦ. Βασιλείαν τοῦ Θεοῦ ἑαυτὸν λέγει νῦν ὡς βασιλέα καὶ Θεόν. Ἤγγικε, φησὶν, καὶ ἤδη ἐπιδημήσει ὑμῖν· ἄξιοι γίνεσθε, ἑτοιμάζεσθε εἰς ὑποδοχήν.
col. 959–960page 54 of 127
PG 129:959Εἰς – ὑμῖν. Ἐκεῖ καὶ περὶ τούτων ζήτησον, ἔνθα ἡρμηνεύθη τό· Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς. Πλὴν — Θεοῦ. Τοῦτο προσέταξε διαμαρτύρεσθαι τοῖς ἀπειθέσιν, ἵνα μὴ δύνωνται λέγειν, Ὅτι οὐκ ἔγνωμεν τὴν παρουσίαν σου, Κύριε. Λέγω – ἐκείνῃ. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ καὶ ταῦτα προσηκόντως ἡρμηνεύθησαν. Οὐαί – μετενόησαν. Ζήτησον ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τό· Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις, ἐν οἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. Ἐπεὶ γὰρ καὶ περὶ τούτων εἴρηται. Πλὴν — ὑμῖν. Ὑμῖν, τοῖς ἀπειθέσι δηλονότι. Εἶπε δὲ τοῦτο καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι τὴν λύσιν ἐκεῖ τοῦ·
Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Καὶ σὺ – καταβιβασθήσῃ. Ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἴρηται καὶ περὶ ταύτης, καὶ ζήτησον ἐν ἐκείνῳ. Ὁ ἀκούων – με. Ἀθέτησιν λέγει τὴν ἀπείθειαν καὶ ἀποστροφήν. Ἵνα γὰρ μὴ λυπῶνται ἀθετούμενοι, φησίν, ὅτι Ἡ ὑμετέρα ὕβρις, δι' ὑμῶν μὲν, εἰς ἐμὲ ἀνατρέχει, τὸν ἀποστείλαντα ὑμᾶς· δι' ἐμοῦ δὲ, εἰς τὸν Πατέρα μου τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν – σου. Ἔχαιρον, ὡς ἀξιωθέντες θαυματουργεῖν καὶ ὑποτάσσειν τὰ δαιμόνια. Εἶπε – πεσόντα. Ἐδήλωσε τὴν αἰτίαν τῆς τῶν δαιμόνων ὑποταγῆς, ὅτι πέπτωκεν ὁ ἄρχων αὐτῶν, ὁ ἐνισχύων αὐτοὺς, καὶ λοιπὸν εὐκαταγώνιστοι γεγόνασι·
πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος, εἰς ὕψος ᾑρετο, καὶ ἐτυράννει, καὶ ἴσχυε. Τοῦ Θεοῦ δὲ τῇ γῇ διὰ σαρκὸς ἐπιδημήσαντος, πέπτωκεν· οὐκ ἀπὸ τοῦ οὐρανοῦ· πάλαι γὰρ ἀπ' αὐτοῦ πεσὼν οὐκέτι αὐτοῦ ἐπέβη· ἀλλ' ἀπὸ τοῦ ῥηθέντος ὕψους καὶ τῆς τυραννίδος καὶ τῆς ἰσχύος. Λέγει τοίνυν, ὅτι Ἐθεώρουν τὸν Σατανᾶν, μετὰ τὸ ἐνανθρωπῆσαί με δηλονότι, πεσόντα, ὡς ἀστραπὴν, ἐκ τοῦ οὐρανοῦ. Τινὲς δὲ οὐρανὸν ἐνταῦθα τὸν ἀέρα νοοῦσιν, ᾧ ἐνεφιλοχώρει ὁ Σατανᾶς. Λέγεται γὰρ οὐρανὸς καὶ ὁ ἀήρ· Τὰ πετεινὰ γάρ φησι τοῦ οὐρανοῦ. Τῷ παραδείγματι δὲ τῆς ἀστραπῆς ἐχρήσατο, ἐμφαίνων τὸ σφοδρὸν καὶ ὀξὺ τῆς πτώσεως αὐτοῦ. Ἰδοὺ σκορπίων. Ὄφεων καὶ σκορπίων, τῶν ἐπανόντων καὶ τιτρωσκόντων τὰς ψυχάς.
Οὕτω δὲ τοὺς δαίμονας ὠνόμασεν, οὐ μόνον διὰ τὸ ἐπίβουλον καὶ ἰοβόλον καὶ φθαρτικόν, ἀλλὰ καὶ διὰ τὸ ἀσθενὲς καὶ εὐάλωτον. Ὅτι δὲ περὶ τῶν δαιμόνων λέγει, δηλοῖ τὸ ἐπαγόμενον.
col. 961–962page 55 of 127
PG 129:961Καὶ — ἐχθροῦ. Τοῦ νοητοῦ δράκοντος. Ἰδὼν γὰρ αὐτοὺς χαίροντας ἐπὶ τῇ τῶν δαιμονίων ὑποταγῇ, διδωσι μὲν αὐτοῖς διηνεκῆ τὴν κατ' αὐτῶν ἐξουσίαν, ἣν πρόσκαιρον ἔλαβον, ὅτι πρῶτον ἀπεζάλησαν· παραινεῖ δὲ, μὴ χαίρειν ἐπὶ ταύτῃ, διότι οὐκ ἐξ ἀγῶνος προσεγένετο τούτοις, ἀλλ' ἐκ δωρεᾶς, διὰ τοὺς ὠφεληθῆναι μέλλοντας. Εἴη δ' ἂν δύναμις τοῦ ἐχθροῦ οὐ μόνον οἱ δαίμονες, ἀλλὰ καὶ πάντες οἱ ἐξ αὐτῶν πολυειδεῖς πειρασμοί. Τινὲς δὲ καὶ τὰ φθείροντα τοὺς ἀνθρώπους θηρία, δύναμιν αὐτοῦ λέγουσιν, ὡς χρωμένου καὶ τούτοις καθ' ἡμῶν. Καὶ οὐδὲν — ἀδικήσῃ. Οὐ δαίμων, οὐ πειρασμός, ἀλλ' οὐδὲ θηρίον. Πλὴν ὑποτάσσεται. Οὐ γὰρ ὑμέτερον τὸ κατόρθωμα, ἀλλ' ἐμὴ ἡ χάρις.
Ἐν τούτῳ οὖν μὴ χαίρετε, ἵνα μὴ, ὡς ἐπὶ κατορθώματι χαίροντες, εἰς οἴησιν ἐπαρθείητε. Χαίρετε — οὐρανοῖς. Ὅτι διὰ τὴν πίστιν ὑμῶν ἐπολιτογραφήθητε ἐν τῇ ἄνω πόλει, οὐ μέλανι, ἀλλὰ μνήμῃ, οὐδὲ, ὡς ἄνθρωποι γράφουσιν, ἀλλ᾽ ὡς ὁ Θεός οἶδε γράφειν. Φησὶ γὰρ περὶ τῶν δικαίων ὁ Δαυΐδ, ὅτι, Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Τὸ μὲν γὰρ ὑποτάσσειν τὰ δαιμόνια, δι' ὠφέλειαν ἑτέρων ὑμῖν δέδοται· τὸ δὲ τὰ ὀνόματα ὑμῶν γραφῆναι ἐν τοῖς οὐρανοῖς, διὰ σωτηρίαν ὑμετέραν. Διὸ ἐκείνη μὲν ἡ χαρὰ κλέπτουσα φυσίωσιν οἶδεν ἐμποιεῖν· αὕτη δὲ μᾶλλον εὐχαριστίαν· καὶ παραιτητέον μὲν ἐκείνην, ὡς περιττόν· ἀντιποιητέον δὲ ταύτης, ὡς ἀναγκαίας. Ἐν αὐτῇ — Ἰησοῦς.
Ἠγαλλιάσατο τῇ ψυχῇ, ὡς ἄνθρωπος, διὰ τὴν σωτηρίαν τῶν ὠφεληθέντων ὑπὸ τῶν μαθητῶν. Καὶ εἶπεν· σου. Εἴρηκε ταῦτα καὶ περὶ τῶν δώδεκα μαθητῶν ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Καὶ στραφεὶς — ἀποκαλύψαι. Ἐν ἐκείνῳ καὶ ταῦτα διασεσάφηται πρὸς ἀκρίβειαν. Καὶ στραφεὶς — ἤκουσαν. Ταῦτα εἶπε καὶ ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι ἐν αὐτῷ τὴν ἑρμηνείαν αὐτῶν, ἔνθα κεῖται τό· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί. Ἐπεθύμησε δὲ ταύτην τὴν ἐπιθυμίαν καὶ Δαυὶδ ὁ προφήτης καὶ βασιλεύς. Διὸ καὶ ἔλεγε· Δείξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου· τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, ἔλεος ὠνόμασεν, ὡς γενομένην δι' ἔλεος τῶν ἀνθρώπων.
Παρατήρησον δὲ, ὅτι στρέφεται πρὸς τοὺς μαθητὰς ὁ Σωτὴρ, καὶ κατ' ἰδίαν αὐτοῖς ὁμιλεῖ, τοὺς μὴ μαθητὰς ἀποστρεφόμενος. Διὸ καὶ ἡμεῖς, ἐὰν ὦμεν μαθηταὶ αὐτοῦ, ἀκολουθοῦντες αὐτῷ δι᾿ ὑπακοῆς
col. 963–964page 56 of 127
PG 129:963ΚΕΦ. ΛΕ'. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Καὶ ἰδοὺ — κληρονομήσω; Προσεδίκησε παγιδεῦσαι τὸν Χριστὸν εἰς τὸ πάντως ἐπιτάξαι τι ἐναντίον τῷ νόμῳ. Λέγει γοῦν, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω, ἣν καταγγέλλεις τῷ λαῷ; Γνοὺς δὲ τὴν τούτου πανουργίαν ὁ Σωτὴρ, ἐπὶ τὸν νόμον αὐτὸν παραπέμπει· ἅμα μὲν, διακρουόμενος τὴν πεῖραν αὐτοῦ· ἅμα δὲ, ἐλέγχων αὐτὸν, οἰόμενον μὲν εἶναι ἐνάρετον, μὴ ὄντα δέ· ὡς δείξει τὸ τέλος τῆς παραβολῆς. Ὁ δὲ — ἀναγινώσκεις; Τί γέγραπται μεῖζον ἔνταλμα; Πῶς ἀναγινώσκεις τὰς μείζους ἐντολὰς τοῦ νόμου; Περὶ τῶν μειζόνων γὰρ αὐτὸν ἠρώτησεν. Ὁ δὲ ἀπεκρίθης. Ὀρθῶς ἀποκριθῆναι αὐτὸν εἶπεν, ὡς τὰς δύο ἐντολὰς ἀπαγγείλαντα.
Ἔχονται γὰρ ἀλλήλων, ὡς ἐν τῷ πεντηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον δεδήλωται. Ἕτερος δέ ἐστιν ὁ νομικὸς οὗτος, παρὰ τὸν ὑπὸ Ματθαίου καὶ Μάρκου μνημονευόμενον. Τοῦτο ζήσῃ. Τοῦτο, ὁ ἀπήγγειλας νῦν, τοῦτο ποίει, καὶ ζήσῃ ζωὴν αἰώνιον, οἵαν ζῶσιν οἱ τὰς ἐντολὰς ταύτας φυλάξαντες δίκαιοι. Ἐδίδαξε γὰρ καὶ ἐν τῷ δηλωθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ὅτι ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. ἣν τὴν ἐξήγησιν ἐντελῶς εὑρήσεις ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, εἰς τό· Οὕτω γὰρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ὁ δὲ — πλησίον; Ἀποτυχὼν τῆς πείρας, ἐξέδωκε τὴν ἐν αὐτῷ κεκρυμμένην οἴησιν. ᾤετο γὰρ πάντων ὑπερέχειν.
Ὁ μὲν γὰρ νόμος πλησίον τὸν δεόμενον βοηθείας ὠνόμασεν· αὐτὸς δὲ πλησίον, τὸν ἴσον κατ᾽ ἀρετὴν ὑπέλαβε. Διὸ καὶ θέλων δικαιοῦν ἑαυτὸν, ἤγουν, ὑπερτιθέναι τῶν ἄλλων, ἐρωτᾷ, Τίς ἐστί μου ἴσος; Εἶτα διὰ παραβολῆς ὁ Χριστὸς ἀποδείκνυσιν, ὅτι πλησίον ἐστὶν ὁ δεόμενος βοηθείας. [Πλησίον λέγεται πᾶς ἄνθρωπος, ὡς ἐγγιζόντων ἡμῶν ἀλλήλοις κατὰ κοινωνίαν φύσεως.] ΚΕΦ. ΑϚ'. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. Ὑπολαβὼν εἶπεν. Ὑπολαβὼν ἀντὶ τοῦ, διαδεξάμενος τὸν λόγον. Ἄνθρωπος — Ἰεριχώ. Ἡ παραβολὴ αὕτη, εἰ καὶ συνετέθη διὰ τὸ δεῖξαι, τίς ἐστιν ὁ πλησίον,
col. 965–966page 57 of 127
PG 129:965ἀλλ᾽ οὖν ἐν βραχεῖ πᾶσαν ὑποφαίνει τὴν φιλάνθρωπον οἰκονομίαν τοῦ Σωτῆρος ἡμῶν. Ἄνθρωπον μὲν γὰρ νοοῦμεν τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδὰμ ἀνθρώπους· κατάβασιν δὲ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, τὴν ὁδὸν τὴν ἀπὸ ἀρετῆς εἰς κακίαν, καὶ ἀπὸ ὑπακοῆς εἰς παρακοήν, καὶ ἀπὸ ὕψους πολιτείας, εἰς χθαμαλότητα διαγωγής. Ὑψηλὴ μὲν γὰρ ἡ Ἱερουσαλήμ· χθαμαλὴ δὲ ἡ Ἱεριχώ. Καὶ — περιέπεσεν. Ὁδοστάται· δαίμοσιν. Οἱ — αὐτόν. Τὰ ἱμάτια τῆς ἀρετῆς, τὸν φόβον τοῦ Θεοῦ, ἐν περιεβέβλητο δίκην χιτῶνος. Καὶ — ἀπῆλθον. Πληγὰς ψυχικάς, τραύματα ἁμαρτιῶν. Ἀφέντες ἡμιθανή τυγχάνοντα. Ἐξ ἡμισείας θνητόν γενόμενον. Τῇ ψυχῇ γὰρ ἀθάνατος μείνας, τῷ σώματι τέθνηκε.
Τὸ δὲ ἀπῆλθον, καὶ τὸ ἀφέντες, οὐ περιεργαστέον, διὰ τὴν ἐξουσίαν τῆς παραβολῆς. Κατὰ συγκυρίαν — ἐκείνῃ. Συγκυρία μέν, ἡ συντυχία· ἱερεὺς δέ, ὁ διὰ Μωϋσέως δοθεὶς νόμος, ὡς περὶ θυσιῶν διαλεγόμενος. Καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθε. Παρέδραμεν αὐτὸν οὕτως ἔχοντα. Ὁμοίως ἀντιπαρῆλθε. Λευίτην ὑποληπτέον ἐνταῦθα τὸν λόγον τῶν προφητῶν, ὡς διακονούμενον τοῖς ἐπιτάγμασι τοῦ Θεοῦ. Σαμαρείτης — ἐσπλαγχνίσθη. Σαμαρείτης νοεῖται νῦν ὁ Χριστὸς, ὡς ὑπὸ τῶν ἀπίστων Ἰουδαίων Σαμαρείτης ὀνομασθείς. Ἢ καὶ, ὡς οὐ μόνον Ἰουδαίων, ἀλλὰ παντὸς ἔθνους φύσιν, διὰ τοῦ προσλήμματος περιβαλλόμενος. Ἔθνος γὰρ οἱ Σαμαρεῖται. Καὶ — αὐτοῦ. Τῷ δεσμῷ τῆς διδασκαλίας. Ἐπιχέων — οἶνον. Ἡμερότητα καὶ στύψιν.
Ἡ διδασκαλία γὰρ αὐτοῦ, πῇ μὲν ἡμέρως προβαίνει καὶ ἱλαρύνει· πῇ δὲ στύφει καὶ δάκνει, καὶ οὕτως εὖ κέκραται, καὶ ἑκατέρωθεν ὠφελεῖ. Ἐπιβιβάσας κτήνος. Ἐπὶ τὸ ἴδιον σῶμα, τὸ κτείνεσθαι μέλλον, τουτέστι, βαστάσας τὰς ἀσθενείας αὐτοῦ διὰ τῆς προσληφθείσης ἀνθρωπότητος. Ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον. Πανδοχεῖον, ἡ Ἐκκλησία τῶν πιστῶν, ὡς πᾶν γένος ἀνθρώπων δεχομένη. Καὶ ἐπεμελήθη αὐτοῦ. Ἐποιήσατο πρόνοιαν αὐτοῦ. Καὶ — ἐξελθών. Μετὰ μικρὸν ἀποθανὼν καὶ ἐξελθὼν ἀπὸ τοῦ κόσμου. Ἐκβαλὼν — αὐτοῦ. Ἕως μὲν γὰρ ἔζη, αὐτὸς ἐπεμελεῖτο τῶν ἀσθενῶν· ἀποθανὼν δέ,
col. 967–968page 58 of 127
PG 129:967καὶ ἀναστάς, καὶ ἐκδημῶν εἰς τὸν οὐρανόν, τοῖς ἀποστόλοις τὴν ἐπιμέλειαν ταύτην ἐπέτρεψε. Πανδοχεὺς γὰρ πᾶς προεστὼς τῆς Ἐκκλησίας, ἤτοι, πᾶς ἐπίσκοπος, καὶ πᾶς τῶν ἀποστόλων διάδοχος. Δύο δὲ δηνάρια, ἡ Καινὴ καὶ ἡ Παλαιὰ Διαθήκη, αἳ χορηγοῦσι τὴν ἰατρείαν τοῖς ἀσθενοῦσιν. Εἴρηκε γὰρ ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἢ δύο δηνάρια, αἱ δύο ἑρμηνεῖαι τῆς εὐαγγελικῆς Γραφῆς, ἢ καὶ πάσης τῆς θείας, ἥτε καθ' ἱστορίαν καὶ ἡ κατὰ ἀναγωγήν. Καί — σοι. Εἴ τι ἂν καὶ οἴκοθεν προσδαπανήσῃς εἰς ὠφέλειαν αὐτοῦ.
Καὶ οἴκοθεν γὰρ οἱ διδάσκαλοι προστιθέασι, πλατύνοντες τὰς ἑρμηνείας τῶν θείων λόγων. Ἀπὸ μὲν γὰρ τῶν δύο Διαθηκῶν λαμβάνουσι τὰς ἀφορμάς· τοῖς ἰδίοις δὲ λόγοις δαψιλεστέραν παρέχουσι τὴν θεραπείαν τοῖς κάμνουσιν. Ἐπάνοδος δὲ τοῦ Χριστοῦ, ἡ δευτέρα παρουσία, ἐν ᾗ ἀποδώσει πᾶσι τὰς ἀμοιβάς. Τίς — αὐτοῦ. Μετ' αὐτοῦ ἀντὶ τοῦ, εἰς αὐτόν. Εἶπεν ὁμοίως. Ἐπιμελοῦ τοῦ δεομένου βοηθείας. Ὁ γὰρ μὴ τοῦτο ποιῶν, οὐκ ἀγαπᾷ τὸν πλησίον ὡς ἑαυτόν· ὁ δὲ μὴ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτόν, οὐδὲ τὸν Θεὸν ἀγαπᾷ, ἐξ ὅλης τῆς καρδίας αὐτοῦ, καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ, καὶ ἐξ ὅλης τῆς ἰσχύος αὐτοῦ, καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, ἅπερ ἐμφαίνουσιν ἀγάπης σφοδρότητα καὶ ἐπίτασιν. ΚΕΦ. ΛΖ'. Περὶ Μάρθας καὶ Μαρίας.
Ἐγένετο — αὐτοῦ. Ἡ κώμη αὕτη, ἡ Βηθανία ἦν. Ταύτην γὰρ ὁ Ἰωάννης εἶπε κώμην Μαρίας καὶ Μάρθας. Ἡ δὲ Μάρθα — διακονίαν. Παρασκευάζουσα τὰ πρὸς ἐστίασιν καὶ θεραπείαν αὐτοῦ τε καὶ τῶν μαθητῶν αὐτοῦ. Ἐπιστᾶσα — συναντιλάβηται. Ὡς διδάσκαλος ἐπίτρεψον αὐτῇ, ἵνα μοι συνεφάψηται τῆς διακονίας. Ἀποκριθεὶς — πολλά. Τύρβη ἐστὶν, ὁ περισπασμός, ἡ ὄχλησις· περὶ πολλὰ δὲ, τὰ τῆς ἐστιάσεως καὶ θεραπείας, ὡς εἴρηται. Ἑνὸς δὲ ἐστι χρεία. Τῆς ἀκροάσεως τῶν ἐμῶν
col. 969–970page 59 of 127
PG 129:969λόγων. Οὐ γὰρ τρυφήσων ἦλθον, ἀλλὰ διδάξων ὑμᾶς. Μαρία — αὐτῆς. Δύο μερίδες πολιτείας ἐπαινεταὶ, ἡ μὲν πρακτική, ἡ δὲ θεωρητική. Ταύτας αἱ δύο αὗται διείλοντο. Μάρθα μὲν, τὴν πρακτικήν, ἐν τῷ διακονεῖσθαι περὶ τὴν σωματικὴν θεραπείαν τοῦ Κυρίου· Μαρία δὲ, τὴν θεωρητικήν, ἐν τῷ ἀκούειν τῶν λόγων αὐτοῦ. Καὶ ἐπεὶ διπλοῦς ἦν ὁ Χριστὸς, ἡ μὲν ἀνέπανε τὸ ὁρώμενον αὐτοῦ· ἡ δὲ ἐδούλευε τῷ ἀοράτῳ αὐτοῦ· αὐτὸς δὲ, τῆς μὲν τὴν προθυμίαν οὐ διέβαλε, τῆς δὲ τὴν προαίρεσιν ἐπῄνεσε. Τῆς μὲν γὰρ τὸ ἔργον, χρησιμώτατον· τῆς δὲ ὑψηλότερον. Σὺ δὲ, ἣν βούλει, μίμησαι, ἢ θεράπευε τὸ σῶμα τοῦ Κυρίου, λέγω δή, τοὺς πτωχούς· Ἐφ' ὅσον γάρ, φησίν, ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε·
ἢ ἀσχολοῦ περὶ τὴν ἀκρόασιν τῶν λόγων αὐτοῦ, περὶ τὴν θεωρίαν τῶν δογμάτων αὐτοῦ· ἢ καὶ ἀμφότερα μετέρχου κατὰ τοὺς προσήκοντας καιρούς. Τὴν ἀγαθὴν δὲ μερίδα εἶπεν, οὐχ ὡς τῆς ἄλλης πονηρᾶς οὔσης, ἀλλ' ἀγαθὴν ἐνταῦθα τὴν κρείττονα ὠνόμασεν. Ἐνδέχεται γὰρ δύο καλῶν τὸ ἓν εἶναι κάλλιον. Καλὸν μὲν γὰρ τὸ φιλοξενεῖν· κάλλιον δὲ τὸ παρεδρεύειν Θεῷ. Τὸ μὲν γὰρ σωματικόν· τὸ δὲ πνευματικόν. ΚΕΦ. ΛΗ'. Περὶ προσευχῆς. Καὶ ἐγένετο — αὐτοῦ. Οὗτος ὁ μαθητὴς ἐκ τῶν ἑβδομήκοντα ἦν. Τοὺς γὰρ δώδεκα ἐδίδαξεν ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἰδὼν γὰρ τὸν διδάσκαλον καινὴν πολιτείαν καὶ μετερχόμενον καὶ ὑποτιθέμενον, ἐζήτησε καὶ καινὴν προσευχήν, τῇ πολιτείᾳ κατάλληλον.
Ὁ δὲ, ἣν ἐδίδαξε τοὺς δώδεκα, ταύτην καὶ νῦν ἐκτίθεται. Εἶπε — πονηροῦ. Ἡρμηνεύθησαν ταῦτα πάντα κατὰ τὸ ῥητὸν ἐν τῷ δηλωθέντι πέμπτῳ κεφαλαίῳ. Εἰ δὲ καὶ λέξεις τινὲς ἐνταῦθα παραλλάττουσιν, ἀλλ' οὖν τὴν αὐτὴν καὶ αὗται σημασίαν φυλάττουσι, καὶ εἰς τὴν ὁμοίαν ἑρμηνείαν συνάγονται. Διδάξας δὲ προσεύχεσθαι, δεῖξαι βούλεται, καὶ ὅτι ἡ ἐπιμονὴ τῆς προσευχῆς ἀνύει τὸ σπουδαζόμενον, καὶ κέχρηται παραβολῇ παριστώσῃ τοῦτο. Περιεργότερον δὲ αὕτη συμπέπλασται, ἵνα καὶ εἴη πιθανωτέρα. Καὶ εἶπε — αὐτῷ. Χρῆσον, ἤτοι, δάνεισον Κἀκεῖνος — σοι. Φασί τινες ἀναγωγικῶς, ὅτι νοείται φίλος μὲν ὁ φιλάνθρωπος Θεός·
πορεύεται δὲ πρὸς αὐτὸν μεσονυκτίου καὶ αἰτεῖ τρεῖς ἄρτους, ὁ παρὰ τὸν προσήκοντα καιρὸν αἰτῶν τρεῖς θεολογίας, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἵνα παραθῇ
col. 971–972page 60 of 127
PG 129:971αὐτὰς φίλῳ παραγενομένῳ πρὸς αὐτὸν ἐκ τοῦ ἀτάτου καὶ καταπεπατημένου βίου, καὶ χρήζοντι τοιαύτης τροφῆς. Καὶ λοιπὸν ὁ Θεὸς ἔσωθεν, ἤγουν, ἀφανῶς ἀποκρίνεται, Μὴ ἐνοχλεῖ μοι· τοῦτο γὰρ δηλοῖ τὸ, Μή μοι κόπους πάρεχε· νῦν ἡ θύρα τῆς θεολογίας ἀποκέκλεισταί σοι, οὔπω καιρὸν ἔχοντι τηλικαύτης χάριτος. Καὶ τὰ ἑξῆς δὲ τῆς παραβολῆς ἐπεχείρησαν μέν τινες ἀναγαγεῖν, οὐκ ἠδυνήθησαν δὲ ταῦτα προσαρμόσαι τῷ σκοπῷ αὐτῆς. Διὸ παρῆκα τὴν τούτων ἀναγωγὴν, ὡς περιττήν, νοῶν, ὅτι συνετέθησαν εἰς ἔμφασιν μόνον εὐλόγου παραιτήσεως. Ὁ γὰρ μετὰ τῶν παίδων αὐτοῦ κοιμώμενος πατὴρ, εὐλόγως παραιτεῖται παρὰ καιρὸν ἀναστῆναι, ἵνα μὴ ἀφυπνίσῃ αὐτά.
Φαίνεται δέ μοι καὶ πᾶσα ἡ προκειμένη παραβολὴ μηδὲν ἕτερον ἐμφαίνειν, εἰ μὴ μόνον ἀναγκαιοτάτην αἴτησιν καὶ εὐλογωτάτην παραίτησιν, ἵνα δόξῃ διὰ τὴν ἐπιμονὴν εἰσακουσθῆναι ὁ αἰτῶν, καὶ πιθανὴ γένηται ἡ παραίνεσις. Λέγω — χρῄζει. Τοῦτό ἐστιν, οὗ χάριν ἡ παραβολὴ αὕτη γέγονεν. Ἀναίδειαν δὲ εἶπε τὴν ἐπιμονὴν τῆς αἰτήσεως. Κἀγώ — ἀνοιχθήσεται. Ταῦτα ὁμοίως καὶ τοῖς δώδεκα ἐνετείλατο, καθὼς ἀνέγραψε Ματθαῖος ἐν τῷ πέμπτῳ κεφαλαίῳ, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν, ἄριστα παραδεδομένην. Τίνα — σκορπίον; Ἐκεῖ καὶ περὶ τούτων ἀκολούθως εὑρήσεις. Εἰ οὖν — αὐτόν; Ὁμοίως καὶ περὶ τούτων·
πονηροὺς δὲ αὐτοὺς εἶπεν, οὐ μόνον διὰ τὴν ἐκεῖ ῥηθεῖσαν αἰτίαν, ἀλλὰ καὶ διὰ τὸ τὴν ἀνθρωπίνην φύσιν πονηρίας δεκτικὴν εἶναι (53). ΚΕΦ. ΛΘʹ. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Καὶ — κωφόν. Μήτε αὐτὸ λαλοῦν ἢ ἀκοῦον, μήτε τὸν ἄνθρωπον ἐῶν λαλεῖν ἢ ἀκούειν, οὐκ ἐκ φύσεως, ἀλλ' ἐκ πονηρίας. Μέμνηται δὲ τούτου Ματθαῖος ἐν τῷ ὀκτωκαιδεκάτῳ κεφαλαίῳ, ἐν ᾧ τὰ περὶ αὐτοῦ σαφῶς ἀπηγγέλθη. Ἐγένετο — ὄχλοι. Ἐκεῖ καὶ περὶ τούτων ἐρρήθη. Τινές — δαιμόνια. Ὡσαύτως καὶ περὶ τούτων. Οἱ Φαρισαῖοι δὲ τοῦτο εἶπον, ὡς ὁ Ματθαῖος ἱστόρησεν. Ἕτεροι — οὐρανοῦ. Οὐ νῦν μόνον, ἀλλὰ διαφόρως τοῦτο πεποιήκασιν, ὡς καὶ ἐν ἄλλοις κεφαλαίοις τοῦ κατὰ Ματθαῖον δεδήλωται.
Ζήτησον δὲ μᾶλλον ἐν τῷ τριακοστῷ πρώτῳ κεφαλαίῳ αὐτοῦ πρὸς τῷ τέλει, τό· Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπι
col. 973–974page 61 of 127
PG 129:973Αὐτὸς δὲ – διανοήματα. Τό τε τῆς ὑπολήψεως τοῦ ἐν Βεελζεβούλ ἐκβάλλειν τὰ δαιμόνια· καθ᾿ ἑαυτοὺς γὰρ τοῦτο ἔλεγον, φοβούμενοι τὸν ὄχλον· καὶ τὸ τῆς πείρας τοῦ ἐπιζητουμένου σημείου. Καὶ νῦν μὲν περὶ τοῦ ἑνὸς ἀπολογεῖται, μετὰ μικρὸν δὲ καὶ περὶ τοῦ ἑτέρου. Ζήτησον δὲ καὶ ἐν τῷ εἰκοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἑρμηνείαν τοῦ· Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν. Εἴρηται δὲ ἡμῖν πολλάκις, ὅτι οἱ εὐαγγελισταὶ ποτὲ μὲν καιροῦ καὶ τάξεως τῶν ῥηθέντων ἢ πραχθέντων φροντίζουσι· ποτὲ δὲ, μόνης ἀπαγγελίας. Εἶπεν – πίπτει. Καὶ οἶκος ἐπὶ οἶκον, διαμερισθεὶς, δηλονότι. Ἐν τῷ ῥηθέντι δὲ εἰκοστῷ δευτέρῳ κεφαλαίῳ καὶ περὶ τούτων ἀκολούθως ἡρμηνεύθη. Εἰ δὲ – αὐτοῦ. Ὁμοίως καὶ περὶ τούτου.
Ὅτι – δαιμόνια. Ἐμφαίνει αὐτοῖς καὶ ὁ ὑπολαμβάνοντες ἔλεγον καθ᾿ ἑαυτοὺς περὶ αὐτοῦ. Εἰ δὲ – ἔσονται. Ἐν τῷ δηλωθέντι κεφαλαίῳ καθεξῆς καὶ περὶ τούτων διείληπται. Εἰ δὲ – Θεοῦ. Ὡσαύτως καὶ περὶ τούτου σαφέστατά τε καὶ ἀκριβέστατα. Ὅταν – διαδίδωσι. Παραπλησίως καὶ περὶ τούτων τὸ κεφάλαιον ἐκεῖνο διαλαμβάνει, καὶ ῥᾴδιον ἀπὸ τῶν ἐκεῖ ῥηθέντων καὶ ταῦτα διαγνωσθῆναι. Ὁ μὴ – σκορπίζει. Ἔτι καὶ περὶ τούτων. Ὅταν – κεκοσμημένον. Ταῦτα ἔγραψε καὶ Ματθαῖος ἐν τῷ εἰκοστῷ τρίτῳ κεφαλαίῳ, καὶ ἡρμηνεύθησαν ἐν ἐκείνῳ. Τότε – πρώτων. Ὡσαύτως καὶ ταῦτα. ΚΕΦ. Μʹ. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαρθείσης φωνῆς. Ἐγένετο – ἐθήλασας. Ἐπάρασα, ἤγουν, ὑψώσασα.
Σφόδρα γὰρ ἀποδεξαμένη τοὺς λόγους αὐτοῦ, μεγαλοφώνως ἐμακάρισε τὴν γεννήσασαν αὐτὸν, ὡς τοιούτου μητέρα γενέσθαι ἀξιωθεῖσαν. Αὐτὸς δὲ – αὐτόν. Μενοῦνγε, τουτέστιν, ἀληθῶς. Ζήτησον δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, τό· Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶ, καὶ ἀνάγνωθι τὴν ὅλην τοῦ τοιούτου ῥητοῦ ἐξήγησιν. Φυλακὴ δὲ λόγου Θεοῦ ἐστιν ἡ πλήρωσις αὐτοῦ.
col. 975–976page 62 of 127
PG 129:975ΚΕΦ. ΜΔ'. Περὶ τῶν αἰτούντων σημεῖον. Τῶν δὲ ὄχλων — ἐπιζητεῖ. Νῦν ἀπολογεῖται καὶ περὶ τοῦ ἑτέρου αὐτῶν διανοήματος, ὡς προείρηται. Πονηρὰν δὲ ὠνόμασε τὴν γενεάν τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ὡς πειράζουσαν. Εἴρηται δὲ περὶ ταύτης καὶ ἐν τῷ εἰκοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαίον. Καὶ — προφήτου. Ἐν ἐκείνῳ καὶ ταῦτα σαφῶς ἡρμηνεύθησαν. Καθὼς — ταύτῃ. Καθὼς ἐκεῖνος ἐγένετο σημεῖον παρὰ τοῖς Νινευίταις, τουτέστι, παράδοξον ἄκουσμα, ὅτι ὑπερφυῶς ἐκ τῆς κοιλίας τοῦ κήτους ἐῤῥύσθη τριήμερος· οὕτω καὶ οὗτος γενήσεται σημεῖον παρὰ τῇ γενεᾷ τῶν ἀπίστων Ἰουδαίων, ἤτοι, παράδοξον ἄκουσμα, ὅτι ὑπερφυῶς ἐκ τῆς γῆς ἀνέστη τριήμερος.
Ἀλλὰ Νινευῖται μὲν καὶ ἐπίστευσαν τῷ τοιούτῳ ἀκούσματι, καὶ ἐπείσθησαν, οἷς ἐκήρυττεν Ἰωνᾶς· οὗτοι δὲ καὶ ἠπίστησαν καὶ ἠπείθησαν. Διὸ καὶ ἐκεῖνοι κατακρινοῦσι τούτους, ὡς μετὰ μικρὸν δηλωθήσεται. Βασίλισσα — ὧδε. Ταῦτα καὶ ὁ Ματθαῖος ἐν τῷ δηλωθέντι κεφαλαίῳ ἐξέθετο, καὶ ζήτησον ἐκεῖ τὴν τούτων ἐξήγησιν. Ἄνδρες — ὧδε. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ ταῦτα Ματθαῖος ἀνέγραψε, πρὸ τῶν περὶ τῆς βασιλίσσης τοῦ νότου, καὶ ἀνάγνωθι καὶ τὴν τούτων ἑρμηνείαν ἐκεῖ, κατὰ λόγον ἐξηγηθεῖσαν. Οὐδεὶς — βλέπωσιν. Εἴρηται περὶ τούτων ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται τό· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Ἀπὸ γοῦν τῶν ῥηθέντων ἐκεῖ καὶ ταῦτα σαφέστατά σοι γενήσονται.
Κρυπτὴν δὲ νῦν λέγει, τὴν ἀπόκρυφον οἰκίαν. Ὁ λύχνος — σκοτεινόν. Τοῦτο τὸ νόημα καὶ ὁ Ματθαῖος ἱστόρησεν ἐν τῷ πέμπτῳ κεφαλαίῳ, καὶ ζήτησον ἐν ἐκείνῳ τὴν ἐπίλυσιν, ἀκριβῶς ἐκτεθειμένην. Σκόπει — ἐστί. Σκόπει, μὴ ὁ νοῦς ὁ φωταγωγὸς τῆς ψυχῆς σου σκοτισθῇ ὑπὸ τῶν παθῶν. Εἰ — σε. Ἀπὸ τοῦ κατὰ τὸ σῶμα παραδείγματος περὶ τῆς ψυχῆς δίδωσι νοεῖν, ἧς μᾶλλον αὐτῷ φροντίς. Ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, ἐὰν αὕτη ὅλη φωτεινὴ εἴη, μὴ ἔχουσα μηδὲν μέρος ἐσκοτισμένον πάθει, μήτε τὸ λογιστικόν, μήτε τὸ θυμικόν, μήτε τὸ ἐπιθυμητικόν, ἔσται φωτεινὴ ὅλη οὕτως, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ αὐτοῦ φωτίζῃ σε, τουτέστι, λαμπροτάτη καὶ φαιδροτάτη. ΚΕΦ. ΜΒ'.
Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. Ἐν — αὐτῷ. Ἐν τῷ λαλῆσαι, τὰ ἤδη εἰρηθέντα. Πρώτα δέ, ἀντὶ τοῦ, παρεκάλει· καθὼς πολλάκις
col. 977–978page 63 of 127
PG 129:977ἡρμήνευται. Τοῦτο δὲ ἐποίει, δεικνύων ἑαυτὴν ἀνώτερον τῶν ἄλλων Φαρισαίων, καὶ τῆς ἐκείνων βασκανίας ἐλεύθερον. Ὁ δὲ Χριστὸς πείθεται, βουλόμενος ἀποχρήσασθαι τῇ τραπέζῃ πρὸς νουθεσίαν τοῦ ἑστιάτορος. Εἰσελθὼν — ἀρίστου. Ὡς ἦν ἔθος, οὐ μόνον Φαρισαίοις, ἀλλὰ καὶ πᾶσιν Ἰουδαίοις. Φησὶ γὰρ ὁ Μάρκος ἐν τῷ ὀκτωκαιδεκάτῳ κεφαλαίῳ· ὅτι οἱ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι. Οὐδαμοῦ μὲν γὰρ αὐτοῖς ὁ Θεὸς ἐνετείλατο τὸ τοιοῦτον βάπτισμα.
Παρέδωκαν δὲ τούτοις οἱ πρεσβύτεροι μετὰ καὶ ἄλλων ἐθῶν καὶ τοῦτο, δοκοῦντες ἀπολούεσθαι πᾶσαν προστριβεῖσαν αὐτοῖς ἐν τῇ ἀγορᾷ κηλίδα. Εἶπε — πονηρίας. Ἀφορμῆς εὐλόγου δραξάμενος ἐλέγχει τοὺς Φαρισαίους πάντας διὰ μέσου τοῦ ἑστιῶντος αὐτόν, ὡς δοκοῦντας μὲν ὑπερέχειν τῶν ἄλλων Ἰουδαίων, ὄντας δὲ καὶ αὐτοὺς ἀσυνέτους. Ποτηρίων δὲ τηνικαῦτα καὶ πινάκων εἰσφερομένων, ἀπὸ τούτων προσφυῶς ἔλαβε τὸ παράδειγμα, διὰ τούτων αἰνιττόμενος ἕκαστον Φαρισαῖον. Καὶ ἔξωθεν μὲν αὐτοῦ λέγει, τὸ σῶμα, ὡς φαινόμενον· ἔσωθεν δὲ, τὴν ψυχὴν ὡς κεκρυμμένην. Διασύρει γοῦν αὐτοὺς, ὡς τὸ μὲν σῶμα καθαίροντας, τὴν δὲ ψυχὴν ἑῶντας ἀκάθαρτον. Τὸ γὰρ δηλωθὲν βάπτισμα τὸν σωματικὸν μόνον ῥύπον ἀποσμήχειν δύναται.
Εἶπε δὲ ταῦτα κατὰ τῶν Φαρισαίων καὶ ἐν τῷ πεντηκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἄφρονες — ἐποίησεν; Ἑνὸς πλάστου ποίημα καὶ τὸ σῶμα καὶ ἡ ψυχή. Διατί οὖν οὐχὶ καὶ ταύτην καθαρίζετε; Ἐν δὲ τῷ δηλωθέντι κεφαλαίῳ φανερώτερον εἴρηκε· Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Πλήν — ἐστί.
Δείξας περιττὸν καὶ μάταιον τὸ εἰρημένον βάπτισμα, λοιπὸν χωρεῖ κατὰ τῆς φιλαργυρίας, ἥτις μάλιστα κατεκράτει τούτων καὶ προτρέπεται, δι' ἐλεημοσύνης καθαρίσαι καὶ τὸ σῶμα, καὶ τὴν ψυχήν, λέγων, ὅτι τὰ ἐνόντα, ἤγουν, τὰ ἐναποκείμενα χρήματα δότε πένησιν ἐλεημοσύνην, καὶ πάντα ὁμοῦ καθαρισθήσονται, καὶ σῶμα καὶ ψυχή. Οἰκονομικώτατα δὲ τοῦτο εἶπεν, ἀπαλλάξαι τού
col. 979–980page 64 of 127
PG 129:979Ειώθασι γὰρ οἱ εὐμήχανοι διδάσκαλοι ἐξαίρειν τὴν ἀρετὴν, ἐφ᾿ ἣν προτρέπονται τοὺς ἀκρωμένους, ἄλλως τε καὶ τοῖς παντελῶς ἐσκοτισμένοις μέγα καὶ τὸ μικρά φωτισθῆναι. Ἀλλ' οὐαὶ — ἀφιέναι. Ἐν τῷ προῤῥηθέντι πεντηκοστῷ ἔκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον περὶ τούτων ἀκριβῶς ἐρρήθη. Οὐαὶ — ἀγοραῖς. Καὶ ἐν τῷ πεντηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἰρηκε περὶ αὐτῶν· ὅτι Φιλοῦσι τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ ἀνάγνωθι τὴν τούτων ἑρμηνείαν. Οὐαὶ — οὐκ οἴδασιν. Εἴρηται καὶ περὶ τούτων ἐν τῷ πεντηκοστῷ ἔκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα ἡρμηνεύθη τό·
Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, καὶ τὰ ἑξῆς. Ἀποκριθεὶς — ὑβρίζεις. Τοῖς ὁμοίοις καὶ αὐτὸς πάθεσιν ἐνεχόμενος, ἔγνω, ὅτι κατὰ πάντων ταῦτα λέγει, τῶν τὰ ἴσα πλημμελούντων. ΚΕΦ. ΜΓ. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν. Ὁ δὲ — φορτίοις. Ἐν τῷ πεντηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον καὶ περὶ τούτων ἐῤῥήθη. ἔνθα κεῖται τό· Δεσμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, καὶ τὰ ἑξῆς· καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Χρήσιμος δὲ ὁ εὔκαιρος ἔλεγχος, κατασπῶν τὴν ματαίαν τῶν ἀλαζόνων ὀφρύν. Οὐαὶ — μνημεῖα.
Φανερώτερον περὶ τούτων ὁ Ματθαῖος ἔγραψεν ἐν τῷ πεντηκοστῷ ἔκτῳ κεφαλαίῳ, καὶ ἀνάγνωθι τὴν ἐν ἐκείνῳ διασάφησιν, καὶ ἀπ' ἐκείνης εὐλήπτα καὶ ταῦτά σοι γενήσονται. Διὰ — διώξουσι. Σοφίαν τὴν ἑαυτοῦ λέγει, ἢ καὶ ἑαυτὸν ὀνομάζει σοφίαν τοῦ Θεοῦ· ἐν τῷ ῥηθέντι γὰρ κεφαλαίῳ φησὶν ὁ Ματθαῖος εἰπεῖν αὐτὸν ὅτι Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ Γραμματεῖς, καὶ τὰ ἑξῆς, ἐν ᾧ τὴν ἐξήγησιν εὑρήσεις ἀνελλιπῶς ἔχουσαν. Τύπῳ δὲ νῦν προφητείας χρησάμενος, προλέγει τὸ μέλλον. Ἕως — οἴκου. Ἐκεῖ καὶ ταῦτα κατὰ λόγον ἡρμηνεύθησαν. Ναὶ — ταύτης. Ὁμοίως καὶ ταῦτα. Οὐαὶ — ἐκωλύσατε. Ἐν τῷ τοιούτῳ πεντηκοστῷ ἔκτῳ κεφαλαίῳ ζήτησον τό·
Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἔνθα σαφὴς τέθειται ἡ ἐξήγησις. Λέγοντος — αὐτόν. Ἐνέχειν, ἤγουν, ἐγκοτεῖν, ὀργίζεσθαι. Τινὰ δὲ τῶν ἀντιγράφων, ἐλέγχειν
col. 981–982page 65 of 127
PG 129:981γράφουσιν, εἴτουν, διαλέγεσθαι. Τὸ δὲ ἀποστοματίζειν δηλοῖ τὸ ἀπαιτεῖν αὐτοσχεδίους καὶ ἀνεπισκέπτους ἀποκρίσεις ἐρωτημάτων δολερῶν. Περὶ αὐτόν. Ἐν πολλοῖς προβλήμασιν ἐπιβουλεύοντες αὐτῷ. Εἶτα πρόσκειται καὶ ἡ αἰτία τῆς τοιαύτης μηχανῆς. Ζητοῦντες αὐτοῦ. ᾤοντο γὰρ τῷ αἰφνιδίῳ καὶ ἀπροόπτῳ περιτρέψαι πάντως αὐτόν· ἀλλὰ πανσόφως ἔλυε πάντα, καὶ εὐχερῶς ἀπεκρίνετο. ΚΕΦ. ΜΔ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Ἐν οἷς ὑπόκρισις. Ἐπεὶ ἐν ὑποκρίσει καὶ νῦν ἠρώτων, φανερῶς μὲν ζητοῦντες μαθεῖν, κρυφίως δὲ ἐπιβουλεύοντες, ἐξασφαλίζεται τοὺς μαθητάς, φυλάττειν ἑαυτοὺς ἀπὸ τῆς ὑποκρίσεως αὐτῶν, καὶ μὴ ἁπλῶς αὐτῇ περιπίπτειν.
Παρήγγειλε δὲ αὐτοῖς περὶ τῆς τοιαύτης ζύμης καὶ ἐν τῷ τριακοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. [Μυριάδας οἶμαι λέγειν τὴν πολυπλήθειαν τοῦ ὄχλου. Εἰώθαμεν γὰρ μυρίους λέγειν τοὺς πολλούς.] Οὐδὲν γνωσθήσεται. Καὶ ταῦτα περὶ τῆς ὑποκρίσεως αὐτῶν εἶπε, διδάσκων, ὅτι ἐλεγχθήσεται ἐν ἡμέρᾳ τῆς παγκοσμίου κρίσεως. Καὶ ἐπεὶ πᾶν διαγινώσκεται τότε, καὶ πρᾶξις καὶ λόγος καὶ νόημα, περιττὴ νῦν καὶ ἄχρηστος ἡ ὑπόκρισις. Ἀνθ' ὧν δωμάτων. Ἐσχημάτισται μὲν πρὸς τοὺς μαθητὰς ὁ λόγος, εἴρηται δὲ καὶ οὗτος περὶ ἐκείνων, ὅτι ὅσα καθ' ἑαυτοὺς ἐνθυμηθῶσιν, ἢ καὶ πρὸς ἀλλήλους λάθρα κοινολογήσωνται, πάντα τότε δημοσιευθήσονται παρὰ τοῦ πάντα γινώσκοντος Θεοῦ. Φῶς γὰρ καὶ δώματα τὴν δημοσίευσιν ὠνόμασε.
Τὸ δὲ, ἀνθ' ὧν, ἀντὶ τοῦ, διὰ τοῦτο, διότι οὐδὲν κρυβήσεται. Ταῦτα δὲ καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον μετεχειρίσατο καθ' ἑτέραν ἔννοιαν. Λέγω φοβήθητε. Ὁ ἀπείρου ταπεινώσεως καὶ ἀγάπης! Φίλους καλεῖ τοὺς δούλους, εἰδώς, ὅτι φιλοῦσιν αὐτὸν ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ καὶ ἐν ὅλῃ διανοίᾳ· τὸ δὲ, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ τὰ ἑξῆς, εἶπε καὶ ἐν τῷ δηλωθέντι ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐκεῖ τὴν τούτων ἐξήγησιν. Ἐν διαφόροις γὰρ καιροῖς πολλάκις τὰ αὐτὰ παραινεῖ τοῖς ἀποστόλοις, ἐνσημανθῆναι ταῦτα ταῖς ψυχαῖς αὐτῶν βουλόμενος.
col. 983–984page 66 of 127
PG 129:983Οὐχὶ — διαφέρετε. Ὁμοίως εἶπε καὶ ταῦτα ἐν τῷ τοιούτῳ κεφαλαίῳ, πλὴν ἐκεῖ μὲν δύο στρουθία ἀσσαρίου πωλεῖσθαι εἴρηκεν· ἐνταῦθα δὲ, πέντε στρουθία ἀσσαρίων δύο. Καὶ εἰκὸς, τότε μὲν, ἑτέρως, νῦν δὲ ἑτέρως ταῦτα πωλεῖσθαι. Ἀνάγνωθι οὖν κἀκεῖ τὴν ἐξήγησιν. Λέγω — τοῦ Θεοῦ. Ὡσαύτως καὶ ταῦτα ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καθεξῆς εἴρηκεν. Ἀλλ' ἐκεῖ μὲν, ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, εἶπεν· ἐνταῦθα δὲ, ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Ἔστι δὲ ἀδιάφορον. Τῷ Πατρὶ γὰρ αὐτοῦ, καὶ αὐτῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, οἱ ἄγγελοι παρίστανται κατὰ τὸν καιρὸν τῆς κρίσεως. Καὶ πᾶς — ἀφεθήσεται. Ζήτησον ἐν τῷ εἰκοστῷ δευτέρῳ κεφαλαίῳ τὴν ἑρμηνείαν τοῦ· Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ·
καλῶς τε καὶ ἀνελλιπῶς ἔχουσαν. Ὅταν δὲ — δεῖ εἰπεῖν. Εἶπε ταῦτα καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι ἐν ἐκείνῳ τὴν ἐξήγησιν τοῦ· Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε, πῶς ἢ τί λαλήσετε. ΚΕΦ. ΜΕ'. Περὶ τοῦ θελήσαντος μερίσασθαι τὴν οὐσίαν. Εἶπε — ἐφ' ὑμᾶς; Πράως αὐτὸν, ὡς σμικρολόγον, ἀπεπέμψατο. Ἐρασιχρήματος γὰρ ὢν καὶ φιλοκτήμων, ἀφῆκε μὲν αἰτεῖν ἀναγκαῖόν τι τῇ ψυχῇ καὶ χρήσιμον εἰς σωτηρίαν αὐτῆς, ἐζήτησε δὲ σωματικόν, πλείονα φροντίδα τοῦ σώματος παρὰ τὴν ψυχὴν ποιούμενος. Ἐμέμψατο οὖν τὴν αἴτησιν αὐτοῦ ὁ Χριστός, ἀποκριθεὶς δὲ ὅτι οὐ χρημάτων μεριστής, ἀλλὰ βασιλείας οὐρανίου κληροδότης ἐλήλυθα. Εἶπε — πλεονεξίας.
Εὐκαίρου λαβόμενος ἀφορμῆς, διαμαρτύρεται πρὸς τοὺς μαθητάς, πλεονεξίαν λέγων τὸ, πλέον ἔχειν τοῦ ἀρκοῦντος, ἤτοι τοῦ ἀναγκαίου. Ὅτι — αὐτοῦ. Οὐκ ἐν τῷ περισσεύειν τινὶ ἀνθρώπῳ πλοῦτον ἡ ζωὴ αὐτῷ παραμένει ἐκ τῆς τοιαύτης περιουσίας αὐτοῦ. Παραινεῖ τοίνυν φεύγειν τὴν πλεονεξίαν, διότι οὐκ ἐκ ταύτης προστίθεται μέτρον ζωῆς. Εἶτα ἐπιφέρει καὶ παραβολήν, ἐμφαίνουσαν, ὅτι ἡ πλεονεξία μερίμνας μὲν καὶ λύπας προξενεῖ· ζωὴν δὲ προσθεῖναι οὐ δύναται, καὶ λοιπὸν τὸ πλεονεκτεῖν, οὐ μόνον ἀνόνητον, ἀλλὰ καὶ βλαβερόν. ΚΕΦ. ΜΣΤ'. Περὶ οὗ εὐφόρησεν ἡ χώρα πλουσίου. Εἶπε δὲ — χώρα. Χώραν, τὰ γήδια λέγει. Καὶ — μου; Βουλόμενος μὲν πάντας τοὺς καρτοὺς
col. 985–986page 67 of 127
PG 129:985ἔχειν, διὰ πλεονεξίαν, μὴ δυνάμενος δὲ, διὰ τὸ πλῆθος αὐτῶν, ἐξαπορεῖται καὶ στενοχωρεῖται, ὡς ἄγαν πένης, ὁ ἄγαν πλούσιος. Ὁ δὲ γὰρ στενοχωρεῖν, οὐχ ἡ πενία μόνον, ἀλλὰ καὶ ὁ πλοῦτος· ἡ μὲν τῇ ἀπορίᾳ τῶν ἀναγκαίων, ὁ δὲ τῷ πόρῳ τῶν περιττῶν, ὅταν μὴ λόγον ἔχωσι κυβερνήτην. Καὶ βλέπε μοι βαθεῖαν ἄνοιαν. Δέον γὰρ κενῶσαι τοὺς παλαιοὺς καρποὺς εἰς γαστέρας πενήτων, ἢ καὶ τῶν νεωστὶ γεωργουμένων ἀπόμοιραν τοῖς πτωχοῖς δωρήσασθαι, καὶ οὕτω ποιῆσαι μὲν καὶ εὐρυχωρίαν, εὐχαριστῆσαι δὲ καὶ τῷ δωρησαμένῳ τὴν εὐφορίαν Θεῷ, τοῦτο μὲν οὐκ ἐνενύησε, σκοτισθεὶς ὑπὸ τῆς πλεονεξίας· ἕτερον δὲ τρόπον ἐνθυμεῖται ταύτης ἐπάξιον. Καὶ εἶπε — ἀγαθά μου.
Ἄφρον συμβούλῳ ἑαυτῷ χρησάμενος ἐσκέψατο πάντα ὑποδέξασθαι μόνος, ἵνα πάντας ἀποστερήσῃ τῆς ἀπ' αὐτῶν ὠφελείας, οὐ συνορῶν, ὅτι οὐ δι' αὐτὸν μόνον, ἀλλὰ καὶ διὰ τοὺς ἐνδεεῖς ἡ χώρα αὐτοῦ εὐφόρησε, καὶ οὐχ ἵνα κερδαίνῃ τοὺς καρποὺς, ἀλλ' ἵνα οἰκονομῇ τούτους, καὶ διανέμῃ καὶ τοῖς πένησιν. Εἰ γὰρ δι' αὐτὸν μόνον εὐφόρησε, μόνα ἂν ἔφυσε τὰ ἀρκοῦντα τούτῳ. Καὶ ἐρῶ — εὐφραίνου. Ὁ πλούσιε, ἔχεις μὲν πολλὰ ἀγαθὰ, πόθεν δὲ γινώσκεις, ὅτι ἀπόκεινται εἰς ἔτη πολλά; αὐτοί τε γὰρ οἱ καρποί, καὶ σὺ μετὰ τούτων, εὐφθαρτοί ἐστε καὶ πρόσκαιροι. Διό καὶ εἰκότως ἄφρων ἐκλήθης. Εἶπε — ἀπὸ σοῦ. Εἶπεν αὐτῷ ταῦτα, διὰ τοῦ συνειδότος. Τότε γὰρ τὸ συνειδός, αἰσθόμενον τοῦ θανάτου, τοιαῦτα διαλέγεται.
Καὶ ὅρα, πῶς οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ, καὶ πῶς τὰ περιττὰ μέριμναν μὲν αὐτῷ προεξένησαν, ὡς εἴρηται, ζωὴν δὲ προσθεῖναι οὐκ ηδυνήθησαν. — ἔσται; Οὐ μόνον γὰρ, ἃ ἐθησαύρισας, σοὶ οὐκ ἔσται, σοὶ οὐ γενήσεται· ἀλλ' οὐδὲ δῆλόν σοι, τίνος ἔσται ταῦτα, εἴτε κληρονόμου, εἴτε ξένου, εἴτε φίλου, εἴτε ἐχθροῦ, ὁ καὶ αὐτὸ προσθήκη λύπης ἐστί. Οὕτως — πλουτῶν. Ὁ θησαυρῷ πεποιθώς, καὶ μὴ εἰς Θεὸν θαῤῥῶν, ὁ ταμιευόμενος ἑαυτῷ τὰ πρόσκαιρα, καὶ μὴ κατὰ Θεὸν πλουτῶν. Κατὰ Θεὸν δὲ πλοῦτος, ἡ κτῆσις τῶν ἀρετῶν. Εἶπε — ἐνδύματος. Εἶπε ταῦτα καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐν ἐκείνῳ τὴν ἐξήγησιν τοῦ·
Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε καὶ τὰ ἑξῆς.
col. 987–988page 68 of 127
PG 129:987Κατανοήσατε — πετεινών; Ἐν ἐκείνῳ καὶ περὶ τούτων εὑρήσεις. Τίς — μεριμνᾶτε. Ἐκεῖ καὶ περὶ τούτου εἴρηται. Ἐλάχιστον δὲ λέγει τὴν πηχυαίαν προσθήκην τῆς ἡλικίας. Κατανοήσατε — ὀλιγόπιστοι. Καὶ περὶ τούτων ἐν τῷ ῥηθέντι κεφαλαίῳ διελάβομεν. Καὶ ὑμεῖς — ὑμῖν. Ἔτι καὶ περὶ τούτων, καὶ ἀνάγνωθι ἐκεῖ τὴν τῶν εἰρημένων πάντων ἐξήγησιν ἀκριβῶς ἐκτεθειμένην. Μετεωρισμόν δὲ νόει μοι νῦν τὸν περισπασμόν, τὸν ἀπὸ τῶν οὐρανίων ἐπὶ τὰ γήινα. [Ἢ τὴν ὑψηλοφροσύνην.] Μή — ποίμνιον. Ἀποστήσας τῆς σωματικῆς μερίμνης, κελεύει, μὴ φοβεῖσθαι τὴν ἔνδειαν τῆς σωματικῆς χρείας. Μικρὸν δὲ ποίμνιον λέγει, τὸ σύστημα τῶν πιστῶν, ὅσον πρὸς τὸ μέγεθος τῆς ἀγγελικῆς πληθύος.
Ἐν τῇ παραβολῇ γὰρ τοὺς μὲν ἀγγέλους ἐνενηκονταεννέα πρόβατα εἶπε· τοὺς δὲ πιστούς, ἔν. Ἢ καὶ πρὸς τὸ μέγεθος τοῦ πλήθους τῶν ἀπίστων. Ἢ καὶ διὰ τὴν ἐκούσιον ταπείνωσιν τοῦ τοιούτου ποιμνίου· εἶτα προστίθησι καὶ τὴν αἰτίαν τοῦ μὴ φοβεῖσθαι. Ὅτι — βασιλείαν. Εἰ δὲ τὴν οὕτω μεγάλην καὶ ἐξαίρετον ἀπόλαυσιν δίδωσι, δώσει πάντως καὶ τὰ ἀναγκαῖα καὶ ζωαρκῆ. Πωλήσατε — ἐλεημοσύνην. Αὕτη ἡ ἐντολὴ πρὸς τοὺς ἔχοντας ἀποτέταται. Ποιήσατε — διαφθείρει. Βαλάντιον μέν ἐστιν, ὁ θησαυρός· μὴ παλαιούμενον δὲ, τὸ ἀνέκλειπτον· διὸ καὶ ἐφερμηνευτικός ἐστιν ὁ δεύτερος λόγος. Ἀνάγνωθι δὲ καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἑρμηνείαν τοῦ·
Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, καὶ τὰ ἑξῆς, ἔνθα καὶ περὶ τῶν ἑξῆς εὑρήσεις. Ὅπου — ἔσται. Ἀκολούθως ἐκεῖ καὶ περὶ τούτων εἴρηται. Ἔστωσαν — καιόμενοι. Διὰ μὲν τοῦ κελεύειν περιεζώσθαι, τὴν πρακτικὴν ἀρετὴν ὑποτίθεται· διὰ δὲ τοῦ ἐπιτάττειν λυχνακτεῖν, τὴν θεωρητικήν. Εἰώθασι γὰρ καὶ οἱ ἐργαζόμενοι τὰς ὀσφύας περιεζῶσθαι, καὶ οἱ νήφοντες, λύχνους καίειν, οἱ μέν, ἵνα εὐσταλῶς πράττωσιν· οἱ δέ, ἵνα θεωροῦντες διάγωσι. Καὶ ἑτέρως δέ, ἡ μὲν τῶν ὀσφύων περίζωσις, τὴν τοῦ ἐπιθυμητικοῦ περιδέσμευσιν διακελεύεται· ἐν ταῖς ὀσφύσι γὰρ κεῖται τὸ ἐπιθυμητικόν· ἡ δὲ τῶν λύχνων καῦσις, εἴτουν, ἀνάπαυσις καὶ ἄναψις, τὴν
col. 989–990page 69 of 127
PG 129:989λαμπρότητα τοῦ τε ἐνδιαθέτου λόγου καὶ τοῦ προφορικοῦ διατάττεται. Χρὴ γὰρ τούτους ἀεὶ λάμπειν καὶ φωτίζειν, τὸν μὲν ἡμᾶς, τὸν δὲ τοὺς ὑφ᾽ ἡμῶν διδασκομένους. Καὶ ὑμεῖς — γάμων. Διὰ παραβολῆς ἐνέφηνεν ἑτοιμάζεσθαι πρὸς ἀπάντησιν αὐτοῦ, πάντα καλῶς διατιθεμένους καὶ ἀναμένοντας αὐτὸν μέλλοντα πάλιν ἥξειν ἐξ οὐρανοῦ. Διὰ τοῦτο γὰρ ἀνάλυσιν μὲν ὠνόμασε τὴν μετὰ τὸ ἀναβῆναι χρονίαν αὐτοῦ κάθοδον· γάμους δὲ, τὴν ἄνω εὐφροσύνην καὶ ἀγαλλίασιν. Ἵνα — αὐτῷ. Τουτέστιν, ἵνα αἰσθόμενοι τῆς παρουσίας αὐτοῦ, προθύμως καὶ μετὰ χαρᾶς ἀπαντήσωσιν, οὐδέν τι πονηρὸν συνειδότες ἑαυτοῖς. Περαιτέρω γὰρ οὐ περιεργαστέον τὴν παραβολήν. Μακάριοι — γρηγοροῦντας.
Γρηγοροῦντας ἔτι, διὰ τὸ ἐν ἐγρηγόρσει ἀποθανεῖν αὐτούς. Ἀρετὴ γὰρ τῆς ψυχῆς οὖσα ἡ ἐγρήγορσις, συμπαραμένει αὐτῇ. Τινὲς δὲ ἀπὸ τῆς ἀναλύσεως καὶ τῆς ἐλεύσεως καὶ κρούσεως ἐνόησαν, ὅτι ὁ Χριστὸς αὐτὸς ἐπιδημεῖ ταῖς τελευταῖς τῶν δικαίων, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν ἁμαρτωλῶν. Καὶ τοῦτο βεβαιοῦσιν, ἀπὸ τοῦ εἰπεῖν τὸν Θεὸν τῷ πλουσίῳ, Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σου. Ἕτεροι δὲ τὸ τοιοῦτον νόημα δεχόμενοι, φασὶν ἐπιδημίαν Χριστοῦ, τὸν λόγον αὐτοῦ, τὸν μετακαλούμενον τηνικαῦτα τοὺς μὲν δικαίους εἰς χαράν, τοὺς δὲ ἁμαρτωλούς, εἰς λύπην. Ἀμὴν — αὐτοῖς.
Περιζώσεται, τῇ δικαιοσύνῃ τῆς ἀνταποδόσεως, καὶ ἀνακλινεῖ αὐτοὺς, εἰς ἀνάπαυσιν αἰώνιον, ὡς δι' αὐτὸν κεκοπιακότας, καὶ διακονήσει αὐτοῖς διανομὴν τῶν ἀξίων ἀμοιβῶν. Καὶ ἐὰν ἐκεῖνοι. Ἐπειδὴ νυκτὶ ἔοικεν ὁ παρὼν βίος, διὰ τὴν κατακεχυμένην αὐτοῦ ζόφωσιν καὶ πλάνην ἀπὸ τῶν δαιμόνων καὶ τῶν παθῶν, εἰκότως εἰς διαφόρους φυλακὰς αὐτὸν διαιρεῖ. Οἱ παλαιοὶ γὰρ νυχτοφύλακες εἰς τρεῖς φυλακὰς τὴν νύκτα διεῖλον, τινὲς δὲ εἰς τέσσαρας. Καὶ πρώτην μὲν φυλακὴν λέγει, τὴν κατάστασιν τῶν τελειοτέρων εἰς ἀρετήν· δευτέραν δὲ, τὴν τῶν μέσων·
τρίτην δὲ, τὴν τῶν τελευταίων, οἳ σύμπαντες, εἰ εὑρεθῶσιν οὕτως, ὡς προλαβὼν εἶπεν, ἤγουν, ἕτοιμοι κατὰ τὸν τοῦ θανάτου καιρὸν, μακάριοι πάντως, ὡς τῆς μακαρίας ζωῆς μεθέξοντες ἀναλόγως. Τοῦτο — αὐτοῦ. Καὶ ἐν τῷ εἰκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἶπεν· Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ τὰ ἑξῆς. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν ἐκεῖ. Καὶ ἔρχεται. Ἐκεῖ καὶ ταῦτα εἴρηται, καὶ ἡρμήνευται.
col. 991–992page 70 of 127
PG 129:991Εἶπε – σιτομέτριον. Εἰδὼς ὁ Πέτρος, ὅτι αἱ μὲν τῶν παραβολῶν τε καὶ ἐντολῶν, ἰδίᾳ τοῖς ἐξειλεγμένοις μαθηταῖς ἁρμόζουσιν, αἱ δὲ, κοινῇ πᾶσι τοῖς πιστοῖς, εἰκότως ἐρωτᾷ περὶ τῆς παραβολῆς, δηλαδή, τῆς λεγούσης, Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ἑξῆς· τί οὖν ὁ Χριστός; Ἐπιζητήσας τὸν πιστὸν καὶ φρόνιμον οἰκονόμον εἶτα μακαρίσας αὐτὸν, ἔδειξεν, ὅτι περὶ αὐτῶν εἶπε τὴν παραβολήν. Αὐτοὶ γὰρ ἔμελλον οἰκονόμοι γενέσθαι τῶν πιστῶν, διδόντες αὐτοῖς ἐν καιρῷ τὸ σιτομέτριον τῆς διδασκαλίας. Ἀνάγνωθι δὲ καὶ ἐν τῷ πεντηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος; καὶ πάντων τούτων εὑρήσεις ἐκεῖ τὴν ἑρμηνείαν. Μακάριος – αὐτόν.
Ἐκεῖ καὶ ταῦτα διεσαφηνίσθησαν. Ἐὰν δὲ – θήσει. Ἀκολούθως ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ ταῦτα ἐῤῥήθη, καὶ ἡρμηνεύθη. Ἐκεῖνος – πολλάς. Περὶ τῶν μελλόντων ποιμαίνειν ἐστὶν ὁ λόγος οὗτος, ἐκφοβῶν τοὺς εἰδότας μὲν πᾶν τὸ θέλημα τοῦ Θεοῦ, μὴ ἑτοιμάζοντας δέ, τουτέστι, μὴ ποιοῦντας πρὸς ἀρέσκειαν αὐτοῦ, καὶ διαμαρτυρόμενος, ὅτι δαρήσονται πολλάς, πληγάς δηλονότι, τουτέστι, κολασθήσονται χαλεπῶς, διότι εἰδότες κατεφρόνησαν. Ὁ δὲ ὀλίγας. Καὶ μὴν ἠγνόει τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, ἀλλ' ὅμως δαρήσεται καὶ οὗτος, διότι δυνάμενος γνῶναι, οὐκ ἔγνω, πλὴν οὐ τοσοῦτον. Ἐκεῖνος μὲν γὰρ κατεφρόνησεν· οὗτος δὲ ἐῤῥᾳθύμησε. Χαλεπωτέρα δὲ ῥᾳθυμίας ἡ καταφρόνησις.
Δηλοῖ δὲ τὸν πιστὸν, τὸν ἀγνοοῦντα τὸ θέλημα τοῦ Θεοῦ, διὰ ἀμαθίαν. Οἱ γὰρ ἄπιστοι οὐκ ἐκ ῥᾳθυμίας ἀγνοοῦσι τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ' ἐξ αὐθαιρέτου πλάνης καὶ ἀμεταμελήτου κακίας. Παντὶ δὲ – ζητηθήσεται. Καὶ τοῦτο περὶ τῶν ποιμαινόντων. Τούτοις γὰρ δίδοται πολὺ χάρισμα συνέσεως τοῦ θελήματος τοῦ Θεοῦ, πρὸς ὠφέλειαν τῶν ποιμαινομένων. Διὸ καὶ, ὡς πολλὰ τάλαντα λαβόντες, πολλὰ κέρδη ἀπαιτηθήσονται· ὅτι δὲ χάρισμα δίδοται τοῖς ποιμαίνουσι, φησὶ καὶ ὁ Παῦλος, γράφων πρὸς Τιμόθεον· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Καὶ – αὐτόν. Παραδειγματικὸς μὲν ὁ λόγος, ἔστι δὲ καὶ οὗτος περὶ τῶν τοιούτων.
Ὥσπερ γάρ, ᾧ παρέθεντό τινες πολὺ κεφάλαιον εἰς ἐμπορίαν, περισσότερον ἀπαιτήσουσιν αὐτὸν, διὰ τὸ ἐξ ἐμπορίας κέρδος· οὕτω καὶ ὁ Θεός, ᾧ παρέθετο πολὺ χάρισμα, περισσότερον ἀπαιτήσει αὐτόν. Χρεωστεῖ γὰρ, οὐ μόνον τὴν ἑαυτοῦ σωτηρίαν, ἀλλὰ καὶ τὴν τοῦ λαοῦ. Πῦρ – γῆν. Πῦρ λέγει νῦν τὴν εἰς αὐτὸν ἀγάπην καὶ πίστιν, ἐμφαίνων τὸ σφοδρὸν αὐτῆς καὶ
col. 993–994page 71 of 127
PG 129:993δραστήριον, ἣν ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον μάχαιραν ὠνόμασε, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν τοῦ· Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Καὶ · ἀνήφθη; Καὶ τί πλεῖον θέλω, ἐὰν ἀνήφθη; Τί πλεῖον ἀναμένω ἐν τῷ κόσμῳ; Ταῦτα δὲ λέγων, ἐδήλου, ὅτι ἤδη ἀνήφθη ἐν τοῖς μαθηταῖς, καὶ ἀναφθὲν οὐκ ἔτι σβεσθήσεται, ἀλλὰ πᾶσαν ἐπιδράμῃ τὴν οἰκουμένην, καὶ ὅτι λοιπὸν αὐτὸς μεταβήσεται ἀπὸ τῆς ἐνταῦθα ζωῆς. Βάπτισμα — βαπτισθῆναι. Φανερώτερον προαγορεύει περὶ τοῦ θανάτου αὐτοῦ, ὅτι Βάπτισμα μέλλω βαπτισθῆναι, τὸ δι' αἵματος· βάπτισμα τὴν σφαγὴν αὐτοῦ καλέσας, ὡς καθάρσιον ἡμῶν. Καὶ πῶς — τελεσθῇ. Καὶ ὡσανεὶ ἀγωνιῶ, διὰ τὴν βραδύτητα.
Ενέφηνε δὲ, ὅτι ἐπείγεται σφαγῆναι ὑπὲρ ἡμῶν, καὶ ἑκουσίως ἐπιδίδωσιν ἑαυτόν. Δοκεῖτε — διαμερισμόν. Καθὼς εἰρήκαμεν ἀνωτέρω, ζήτησον ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἔσονται — τρισί. Ταῦτα τὴν καθ' ἱστορίαν ἐξήγησιν οὐκ ἐπιδεχόμενα κατὰ ἀναγωγὴν μόνον ἑρμηνευτέον. Ἔστι γὰρ οἶκος μὲν εἷς, ἡ τοῦ πιστοῦ ψυχή· πέντε δὲ, αἱ ἐν αὐτῇ πέντε δυνάμεις, νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις, αἵτινες πρὸ μὲν τοῦ λόγου τῆς πίστεως ἤνωντο, τουτέστιν, ὁμοφώνουν εἰς φιληδονίαν· μετὰ δὲ τὸ ἐπιδημῆσαι τούτον αὐταῖς, διαμερισθήσονται·
αἱ τρεῖς μὲν αἱ λογικαί, ὁ νοῦς, καὶ ἡ διάνοια, καὶ ἡ δόξα, κατὰ τῶν δύο ἀλόγων, τῆς τε φαντασίας καὶ τῆς αἰσθήσεως, μὴ συμφωνοῦσαι ταύταις εἰς ἐμπάθειαν· αἱ δύο δὲ αὗται ἄλογοι, κατὰ τῶν τριῶν ἐκείνων τῶν λογικῶν, μὴ συνάδουσαι ἐκείνοις εἰς ἀπάθειαν, ἕως ἂν ὁ λόγος νικήσῃ τὴν ἀλογίαν. Καὶ καθ' ἕτερον δὲ τρόπον. Ἐπείπερ ὁ ἄνθρωπος πέντε μὲν ἔχει δυνάμεις τῆς ψυχῆς, τὰς προειρημένας· πέντε δὲ αἰσθήσεις τοῦ σώματος, ὅρασιν, ἀκοὴν, ὄσφρησιν, γεῦσιν καὶ ἀφήν· οἶκος μὲν ἂν εἴη ὁ ἄνθρωπος· ἔσονται δὲ πέντε ἐν αὐτῷ διαμεμερισμέναι, ἤγουν, αἱ τρεῖς μὲν λογικαὶ δυνάμεις τῆς ψυχῆς, νοῦς, διάνοια καὶ δόξα, κατὰ τῶν ἐπιλοίπων δύο, φαντασίας καὶ αἰσθήσεως·
αἱ δύο δὲ τιμιώταται αἰσθήσεις τοῦ σώματος, ὅρασις καὶ ἀκοὴ, κατὰ τῶν λοιπῶν τριῶν, ὀσφρήσεως, γεύσεως καὶ ἀφῆς, διαμαχόμεναι ταύταις καὶ ὑποτάξαι φιλονεικοῦσαι.
col. 995–996page 72 of 127
PG 129:995Πῶς πέντε εἰπών, ἓξ ἐπιφέρει; τρεῖς γὰρ ἐπάγει συζυγίας. Οὐ τὴν προτεθεῖσαν πεντάδα εἰς ἐξάδα ἁπλοῖ· ἀλλὰ διὰ μὲν τῆς πεντάδος μυστικόν τι δηλοῖ· τὴν ἐξάδα δὲ παραδείγματος ἕνεκεν παραλαμβάνει. Τί οὖν τὸ διὰ τῆς πεντάδος δηλούμενον; Τὸ μετὰ τὴν πίστιν δυσκατάλλακτον καὶ ἀσυμβίβαστον τῶν κατὰ συγγένειαν καὶ σχέσιν πρὸ τῆς πίστεως ἡνωμένων. Ὥσπερ γὰρ ἐπὶ πέντε τινῶν, ἤγουν, δύο μὲν ἀνθρώπων, τριῶν δὲ πραγμάτων, ἢ τριῶν μὲν ἀνθρώπων, δύο δὲ πραγμάτων, χαλεπή τις καὶ ἀδύνατος ἡ καταλλαγή, ὅταν οἱ δύο ἄνθρωποι περὶ τῶν τριῶν πραγμάτων στασιάζωσιν, ἢ τοὐναντίον οἱ τρεῖς περὶ τῶν δύο·
ἀνάγκη γὰρ πάντως, ἢ τὸ ἓν τῶν τριῶν πραγμάτων τοῖς δυσὶν ἀνθρώποις ἐπισμερισθῆναι, ἢ τὰ δύο πράγματα εἰς τρία τμηθῆναι, μηδενὸς αὐτῶν ἐπιδεχομένου τυχὸν διαίρεσιν· οὕτω καὶ ἐπὶ τῶν κατὰ συγγένειαν καὶ σχέσιν ἡνωμένων στασιαζόντων κατὰ τὴν πίστιν, καὶ διαιρουμένων καὶ ἀσυμβατούντων. Ἔσονται, φησί, δύο ἐπὶ τρεῖς, τουτέστιν, ὡς δύο ἄνθρωποι ἐπὶ τρισὶ πράγμασι στασιάζοντες, καὶ ὡς τρεῖς ἄνθρωποι πάλιν ἐπὶ δυσὶ πράγμασιν. Εἶτα τίθησι καὶ παραδείγματα συγγενειῶν καὶ σχέσεων, τῶν γνησιωτάτων μὲν καὶ οἰκειοτάτων ἀλλήλοις, διαιρουμένων δὲ τῇ τμητικωτάτῃ μαχαίρᾳ τῆς κατὰ τὸ κήρυγμα πίστεως, ὧν αἱ μὲν δύο συζυγίαι, καθ' αἷμα, ἡ δὲ τρίτη, ἐξ ἀγχιστείας. Ἑτέρως εἰς τὸ αὐτό.
Δύο σχέσεις ἐπὶ τρισὶ συζυγίαις προσώπων, καὶ τρεῖς αὖ συζυγίαι προσώπων ἐπὶ δυσὶ σχέσεσι. Διπλῆ μὲν γὰρ ἡ σχέσις τῶν πρός τι, ἀπὸ τοῦ πατρὸς πρὸς υἱὸν, καὶ ἀφ' υἱοῦ πρὸς πατέρα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Τριπλοῖ δὲ ἐνταῦθα αἱ συζυγίαι τῶν προκειμένων προσώπων, πατὴρ καὶ υἱὸς, μήτηρ καὶ θυγάτηρ, πενθερὰ καὶ νύμφη· τὸ δὲ, ἐπὶ τρισὶ, καὶ ἐπὶ δυσὶν, ἀντὶ τοῦ, κατὰ τῶν τριῶν, καὶ κατὰ τῶν δύο, πρὸς διάζευξιν καὶ ἀπαλλοτρίωσιν. Διαμερισθήσεται — πενθερὰν αὐτῆς. Ταῦτα τοῖς προῤῥηθεῖσιν οὐ συναπτέον, ἀλλ' ἀφ' ἑτέρας ἀρχῆς ἀναγνωστέον, καὶ καθ' ἱστορίαν ἑρμηνευτέον, δηλοῦντα τὸν διαμερισμὸν τῶν πιστῶν καὶ τῶν ἀπίστων, ὅτι καὶ αἱ γνησιώταται σχέσεις τοῦ γένους διαιρεθήσονται.
Ζήτησον δὲ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ τὰ ἑξῆς, πάνυ τοῖς παροῦσι ῥητοῖς ἁρμόζουσαν.
col. 997–998page 73 of 127
PG 129:997Κατὰ δὲ ἀναγωγὴν, πατὴρ μὲν ἂν εἴη ὁ νοῦς· υἱὸς δὲ αὐτοῦ, ὁ πονηρὸς λογισμός, καθ' οὗ στασιάσει, ἀρνούμενος αὐτὸν, ὡς βλαβερόν. Μήτηρ δὲ εἴη ἂν, ἡ καρδία· θυγάτηρ δὲ αὐτῆς, ἡ πονηρὰ ἐνθύμησις, καθ' ἧς καὶ αὐτὴ στασιάσει, καὶ ἀποῤῥαγήσεται ταύτης. Πενθερὰ δὲ ἂν εἴη, ἡ Συναγωγή τῶν Ἰουδαίων· νύμφη δὲ αὐτῆς, ἡ Ἐκκλησία τῶν Χριστιανῶν, ὡς νυμφευθεῖσα τῷ Χριστῷ, ὅς ἦν υἱὸς τῆς δηλωθείσης Συναγωγής, κατὰ τὸ ἀνθρώπινον· ἐξ αὐτῆς γὰρ ἐβλάστησεν. Ἔλεγε – δοκιμάζετε; Πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, ἡ ἐπιφάνεια ταύτης κἀκείνου. Λέγει τοίνυν, ὅτι Ὑποκρινόμενοι πρόγνωσιν, τὴν ἐπιφάνειαν τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε διακρίνειν, καὶ ἐκ παρατηρήσεως αὐτῆς προλέγειν τὸ μέλλον·
τὸν δὲ καιρὸν τοῦτον, τὸν τῆς ἐμῆς παρουσίας δηλονότι, πῶς οὐ διακρίνετε, ἐκ παρατηρήσεως τῶν νομικῶν βίβλων καὶ προφητικῶν, ἐν αἷς κεῖνται σημεῖα τούτου καὶ σύμβολα, ἀφ' ὧν εὐχερῶς οὗτος διαγινώσκεται τοῖς προσέχουσι; Πρὸς τοὺς Γραμματεῖς δὲ ὁ λόγος, εἰ καὶ πρὸς τοὺς ὄχλους ἁπλῶς ἐβλήθη. Τί δὲ – δίκαιον; Ἐφ' ἕτερον μετέβη λόγον, καὶ παραινεῖ διὰ γνωρίμου παραδείγματος ἀπαλλαγῆναι τοῦ Σατανᾶ, ἤτοι, τῶν ἔργων αὐτοῦ, φάσκων, Διατί καὶ ἀφ' ἑαυτῶν οὐ νοεῖτε τὸ καλὸν, εὐδιάγνωστον ὄν; Ὡς – αὐτοῦ. Δὸς ἐργασίαν, ἤγουν, εἰσάγαγε ἔργον, σπουδήν, ἀγῶνα, ἀνταλλαγῆναι ἀπ' αὐτοῦ. Ὑποδηλοῖ δὲ ἀντίδικον μὲν, τὸν Σατανᾶν, τὸν κοινὸν ἐχθρόν·
ἄρχοντα δὲ, τὸν Θεὸν, τὸν πάντων Κύριον, πρὸς ὃν ἀπαγόμεθα μετὰ τοῦ ἐχθροῦ, δίκας ἀπαιτηθησόμενοι τῶν πονηρῶν ἔργων ἡμῶν· ὁδὸν δὲ, τὸν παρόντα βίον, τὸν ἄστατον, ἐν ᾧ ὁδεύομεν μετὰ τοῦ τοιούτου ἀντιδίκου ἡμῶν. Τοῦτο δὲ τὸ νόημα καθ' ἕτερον μετεχειρίσατο σκοπὸν ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Μήποτε – κριτήν. Ὁ διάβολος γάρ, εἰ καὶ ἐχθρός ἐστι τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκδικητής, ὡς ὁ Δαυὶδ ἐδίδαξε. Καὶ – πράκτορι. Τῷ ἀγγέλῳ, τῷ ἐπὶ τῶν κολαστηρίων. Καὶ – φυλακήν. Εἰς κόλασιν. Λέγω – ἀποδῷς. Ἕως οὗ πᾶν, ὃ κατεδικάσθης, ὑποστήσῃ, τουτέστιν, οὐ μὴ ἐξέλθῃς ἐκεῖθέν ποτε. Ἀεὶ γὰρ καταδικάζονται κολάζεσθαι οἱ τοιοῦτοι.
Οὐδὲν δὲ κωλύει νοεῖν τὰ ῥηθέντα καὶ κατὰ τὴν ἐξήγησιν τὴν ἐν τῷ δηλωθέντι πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον.
col. 999–1000page 74 of 127
PG 129:999ΚΕΦ. ΜΖ'. Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ. Παρῆσαν — αὐτῶν Οὗτοι οἱ Γαλιλαίοι, τῆς μερίδος ὄντες Ἰούδα τοῦ Γαλιλαίου, διεβλήθησαν ὡς ἀποστάται τοῦ Καίσαρος, καὶ στάσεως ἐμπιπλῶντες κατ' αὐτοῦ τὴν Γαλιλαίαν. Ποτέ γοῦν ὁμοῦ συνελθόντων καὶ θυόντων, μαθὼν τοῦτο Πιλάτος, καὶ ἀναζέσας τῷ θυμῷ, πέμπει κατ' αὐτῶν στρατιώτας, καὶ ἀποσφάξας αὐτοὺς, τὸ αἷμα τούτων ταῖς θυσίαις αὐτῶν ἀνέμιξε. Τὰ μὲν οὖν τῆς ἱστορίας οὕτω. Παρῆσαν δέ τινες Ἰουδαῖοι, ἀπαγγέλλοντες τῷ Χριστῷ περὶ αὐτῶν, ζητοῦντες μαθεῖν, εἰ ὡς ἁμαρτωλοὶ παρὰ πάντας τοὺς ὁμοχώρους Γαλιλαίους τοιαῦτα πεπόνθασιν. Οὕτω γὰρ οὗτοι ᾤοντο. Καὶ ἀποκριθεὶς — ἀπολεῖσθε.
Πάντων ἁπλῶς ὄντων ἁμαρτωλῶν, μόνοι ἐκεῖνοι πεπόνθασιν, ἵνα δωσί τε αὐτοὶ δίκην, καὶ παιδευθῶσιν οἱ ὑπολειφθέντες. Ἐὰν οὖν μὴ μεταβάλλησθε ἀπὸ τοῦ στασιάζειν κατὰ τοῦ βασιλέως ὑμῶν, τοῦ Χριστοῦ δηλονότι, εἰς τὸ ὑποτάττεσθαι αὐτῷ, καὶ ἀπὸ κακίας εἰς ἀρετὴν, Πάντες ὁμοίως ἀπολεῖσθε, τουτέστι, καὶ αὐτοὶ ἐν ταῖς θυσίαις ἀναιρεθήσεσθε, ἐφ' αἷς βρενθύεσθε καὶ σεμνύνεσθε. Καὶ γέγονεν οὕτως. Ἐν τῇ ἑορτῇ γὰρ τοῦ Πάσχα ἐκπολιορκηθέντες ἀνηρέθησαν ὑπὸ τῶν Ῥωμαίων. Ἢ ἐκεῖνοι — ἀπολεῖσθε. Καὶ περὶ τούτων ζήτησις ἦν, εἰ ὡς ἁμαρτωλοὶ παρὰ πάντας τοὺς ἐν Ἱερουσαλὴμ τοιοῦτον πικρὸν ἐδέξαντο τέλος· ὀφειλέτας γὰρ νῦν τοὺς ἁμαρτωλοὺς ὠνόμασεν.
Ἀποφαίνεται τοίνυν καὶ περὶ αὐτῶν, καὶ διαμαρτύρεται, ὡς ἐὰν μὴ μεταβληθῶσι, πάντες ὁμοίως ἀπολοῦνται, τουτέστι, καὶ αὐτοὶ πικρὸν δέξονται τέλος, ὅπερ ὡσαύτως ἐδέξαντο, χαλεπῶς ἐξαναλωθέντες ὑπὸ τῶν Ῥωμαίων. Μανθάνομεν οὖν ἐντεῦθεν, ὡς ἡ μερικὴ τῶν ἀδελφῶν ἡμῶν ἐξολόθρευσις δεῖγμα τῆς κατὰ πάντων θείας ὀργῆς ἐστι, πρὸς διόρθωσιν ἡμῶν γινομένη, διὰ τὴν ἄκραν ἀγαθότητα τοῦ Θεοῦ, καὶ οὐ διὰ μόνας τὰς ἐκείνων ἁμαρτίας αὐτοῖς ἐπάγεται. Εἶτα τίθησι καὶ παραβολὴν ἐμφαίνουσαν, ὡς εἰ μὴ μεταβληθῶσιν, ἀπολοῦνται. Ἔλεγε δὲ — καταργεῖ; Συκῆν μὲν ἄκαρπον ὑποδηλοῖ τὴν Συναγωγὴν τῶν Ἰουδαίων, φύλλοις μὲν κομῶσαν καὶ θάλλουσαν, εἴτουν, λόγοις νομικοῖς καὶ προφητικοῖς· καρπὸν δὲ μὴ φέρουσαν, ἤγουν, ἀρετήν.
Ἀμπελὼν δὲ, ὁ κόσμος, ὡς φυτευθεὶς ἐπὶ τῷ ἐνεγκεῖν καρπὸν ἥδιστον τῷ Θεῷ· ἀμπελουργὸς δὲ, ὁ Χριστός, ὡς ἐπιμελούμενος τοῦ τοιούτου ἀμπελῶνος, καὶ φυτηκομῶν τοὺς πιστούς· ὁ δὲ ἔχων τὴν συκῆν, ἔστιν ὁ Πατήρ. Τοῦτον γὰρ μόνον Κύριον ἑαυτῆς ἡ Συναγωγὴ τῶν Ἰουδαίων ὁμολογεῖ. Τρία δὲ
col. 1001–1002page 75 of 127
PG 129:1001ἔτη, αἱ τρεῖς πολιτείαι τῶν Ἰουδαίων, ἡ ὑπὸ τῶν κριτῶν ἐθυνομένη, καὶ ἡ ὑπὸ τῶν βασιλέων, καὶ ἡ ὑπὸ τῶν ἀρχιερέων. Φησὶν οὖν, Ἔκκοψον αὐτὴν, διατί καὶ τὴν γῆν καθιστῇ ἀργήν; Ὁ δὲ — κόπρια. Παρακαλεῖ ὑπὲρ τῶν Ἰουδαίων, ὡς ἐξ Ἰουδαίων ἐνανθρωπήσας, καὶ ἱκετεύει ὑπὲρ τῶν κατὰ σάρκα συγγενῶν, ἀφεθῆναι καὶ τοῦτο τὸ ἔτος, δηλαδὴ τὸν καιρὸν καθ᾽ ὃν ἐδίδασκεν, ἕως οὗ σκάψῃ τὴν σκληρότητα, τὴν περὶ τὰς ψυχὰς αὐτῶν, τῷ ἐργαλείῳ τῆς παραινέσεως, καὶ βάλῃ κόπρια λιπαίνοντα, τουτέστι, διδασκαλίαν πιαίνουσαν εἰς καρποφορίαν. Κἂν — καρπόν. Ἐλλειπτικὸς ὁ λόγος. Λείπει γὰρ τὸ Εὖ ἔχει. Εἰ δὲ — αὐτήν. Εἰς τὸν μέλλοντα καιρόν. Ὑποδηλοῖ δὲ, καθ᾽ ὃν ἐπολιόρκησαν τὴν Παλαιστίνην οἱ Ῥωμαῖοι.
Τότε γὰρ παγγενῆ τὴν Συναγωγὴν τῶν Ἰουδαίων ἐξέκοψε τῆς γῆς ἐκείνης, καὶ ἀντεφύτευσε τὴν Ἐκκλησίαν τῶν Χριστιανῶν, τὴν ἀεὶ καρποφοροῦσαν. Εἰ δέ τις εἴποι· Καὶ μὴν, οὐ παντάπασιν ἄκαρπος ἦν ἡ Συναγωγὴ τῶν Ἰουδαίων ἐν τοῖς δηλωθείσαις τρισὶ πολιτείαις· ἐκαρποφόρησαν γάρ τινες ἐν αὐταῖς, ἀλλὰ καὶ ἐν τῷ καιρῷ, καθ᾽ ὃν ἐδίδασκεν· ἐροῦμεν, ὅτι τῶν πολλῶν ἡ κακία καλύπτει τῶν ὀλίγων τὴν ἀρετὴν, καὶ τὸ πᾶν ἀπὸ τοῦ πλεονάζοντος κρίνεται. ΚΕΦ. ΜΗʹ. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Ἦν δὲ διδάσκων — ὀκτώ. Δαιμόνιον ἀρρωστίας, μὴ ἐῶν αὐτὴν ὑγιᾶναι. Καὶ ἦν — προσεφώνησε. Σπλαγχνισθεὶς ἐκάλεσεν αὐτήν. Καὶ — Θεόν. Πιστεύειν καὶ εὐγνωμονεῖν ἔμελλεν ἡ γυνή. Καὶ γὰρ καὶ δι᾽ αὐτὸν ἦλθε, καὶ ἰαθεῖσα εὐχαριστεῖ·
διὸ καὶ ταχέως αὐτὴν ἐθεράπευσε, λόγῳ μὲν, ὡς Θεός, ἐπιθέσει δὲ χειρῶν, ὡς ἄνθρωπος. Ἐτύπου δὲ ἡ γυνὴ αὕτη τὴν κοινὴν ἀνθρωπότητα, ταῖς ἐπηρείαις τοῦ Σατανᾶ ἀσθενήσασαν, καὶ ὑπὸ τῶν παθῶν εἰς γῆν συγκύπτουσαν, καὶ χαμαὶ πρὸς τὰ γεηρὰ συρομένην, καὶ μὴ δυναμένην ἀνακύψαι ὅλως πρὸς τὰ οὐράνια καὶ θεῖα καὶ νοητά, ἣν οὕτως ἐλεεινῶς ἔχουσαν, ᾤκτειρεν ὁ πλάστης αὐτῆς, καὶ ἐκάλεσε πρὸς ἑαυτὸν διὰ τοῦ Εὐαγγελίου, καὶ ἀνώρθωσεν εἰς τὸ εὐθυπορεῖν τὴν πρὸς οὐρανὸν ἀνάγουσαν ὁδόν. Ἀποκριθεὶς — Σαββάτου. Πρὸς τὸν Χριστὸν οὐδὲν εἶπεν, εὐλαβούμενος τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτοῦ. Ἀπεκρίθη — Σαββάτου· Ὑποκριτάς ὠνό
col. 1003–1004page 76 of 127
PG 129:1003τους κατὰ τὸν ἀρχισυνάγωγον, ὡς ὑποκρινομένους μὲν τιμὴν τὸν τοῦ Σαββάτου νόμον, ἐκδικοῦντας δὲ τὸν φθόνον ἑαυτῶν, καὶ κωλύοντας τὴν ἐν Σαββάτῳ θεραπείαν, διότι ἐν Σαββάτῳ μάλιστα θεραπεύων, διὰ τὴν τηνικαῦτα συνδρομὴν τῶν ὄχλων τηνικαῦτα διαφερόντως ἐθαυμάζετο. Ἢ ὡς ὑποκρινομένους μὲν εἰδέναι τὸν νόμον ἀγνοοῦντας δὲ τὴν διάνοιαν αὐτοῦ. Εἰ γὰρ τὴν ἐπιμέλειαν τοῦ ἀλόγου ζώου συνεχώρησε, πολλῷ μᾶλλον τὴν τοῦ λογικοῦ· τιμιώτερος γὰρ τοῦ κτήνους ὁ ἄνθρωπος. Καὶ ταῦτα λέγοντος — αὐτῷ. Διὰ τὸν ἀναντίρρητον ἔλεγχον. Καὶ πᾶς — αὐτοῦ. Ὡς ἀπηλλαγμένος βασκανίας, καὶ ὡς εὐεργετούμενος ὑπ' αὐτοῦ. ΚΕΦ. ΜΘ'. Περὶ τῶν παραβολῶν. Ἔλεγε — κλάδοις αὐτοῦ.
Ταύτην τὴν ὁμοίωσιν, παραβολὴν ὠνόμασεν ὁ Ματθαῖος, ἣν καὶ τρίτην ἔταξεν ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ αὐτοῦ. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῆς ἐν ἐκείνῳ. Πάλιν — ὅλον. Ὅλον τὸ ἄλευρον. Καὶ ταύτην δὲ τὴν ὁμοίωσιν ὡσαύτως παραβολὴν ἐκεῖνος ὀνομάσας ἐν ἐκείνῳ τῷ κεφαλαίῳ τετάρτην ἔταξε, καὶ ζήτησον καὶ τὴν ταύτης ἑρμηνείαν ἐκεῖ. [Ταῦτα ἔχουσιν ἐξήγησιν ἀκριβεστάτην. Γυνὴ μέν ἐστιν, ἡ Θεοῦ Ἐκκλησία· ζύμη δέ, ὁ θεῖος καὶ θεόγραφος νόμος· ψυχῆς τε τριμερία, τὰ τρία σάτα, θυμός, λόγος, πόθος τε κρειττόνων ἔργων, ἐν οἷς ὁ θεῖος συμφυραθείς πως λόγος, ὅλην συνεζύμωσε τὴν τῆς ψυχῆς φύσιν.] ΚΕΦ. Ν'. Περὶ τοῦ ἐπερωτήσαντος, εἰ ὀλίγοι οἱ σωζόμενοι. Καὶ — σωζόμενοι;
Ἐνταῦθα τὸ εἶπεν, ἀντὶ τοῦ, ἠρώτησε τέθειται. Τινὲς δὲ τὸ εἰ ἀντὶ τοῦ, ἄρα ἑρμηνεύουσιν, οἷον, Ἆρα ὀλίγοι οἱ σωζόμενοι; Ὁ δὲ — πύλης. Πρὸς μὲν τὴν ἐρώτησιν οὐκ ἀπεκρίθη, διὰ τὸ περιττὴν εἶναι καὶ ἀνόνητον. Τί γὰρ ὠφελεῖται ὁ μαθών, εἴτε ὀλίγοι, εἴτε πολλοὶ οἱ σωζόμενοι; Μόνον δὲ τὸν τρόπον εἶπε, δι' οὗ ἄν τις σωθείη, καὶ ἐδίδαξεν, ὅτι χρὴ εἰσελθεῖν εἰς τὴν σωτηρίαν διὰ τῆς στενῆς πύλης· τοῦτο γὰρ ἦν μᾶλλον ἀναγκαῖον μαθεῖν. Εἴρηται δὲ περὶ τῆς στενῆς πύλης ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν τοῦ· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης.
col. 1005–1006page 77 of 127
PG 129:1005Ὅτι πολλοὶ ἰσχύσουσιν. Ὅσοι μὴ διὰ τῆς στενῆς πύλης, ἀλλὰ διὰ τῆς πλατείας ὁδεύουσιν. Ἐκεῖ δὲ καὶ περὶ τῆς πλατείας εὑρήσεις. Ἀφ' οὗ — ἐδίδαξας. Τίθησι παραβολήν, φόβον ἐπικρεμῶσαν τοῖς ἀμελοῦσι τῆς σωτηρίας αὐτῶν. Πλάττει γὰρ οἰκοδεσπότην τινὰ καθήμενον καὶ ὑποδεχόμενον τοὺς φίλους αὐτοῦ, εἶτα ἐγειρόμενον καὶ ἀποκλείοντα τὴν θύραν τοῦ οἴκου αὐτοῦ, καὶ μὴ συγχωροῦντα τοῖς ἄλλοις εἰσελθεῖν. Νοεῖται δὲ οἰκοδεσπότης μὲν, αὐτός· οἶκος δὲ, ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ δηλοῦται διὰ μὲν τοῦ καθέζεσθαι καὶ ὑποδέχεσθαι τοὺς φίλους, τὸ ἀναμένειν ἄχρι τῆς τοῦ κόσμου συντελείας καὶ ὑποδέχεσθαι τοὺς ἀξίους· διὰ δὲ τοῦ ἐγερθῆναι καὶ ἀποκλεῖσαι τὴν θύραν, τὸ τοῦ κόσμου τέλος.
Οἱ δὲ ἔξω ἑστῶτες, εἶεν ἂν οἱ ἄπιστοι Ἰουδαῖοι, ζητοῦντες εἰσελθεῖν, καὶ λέγοντες πρὸς τὸν Θεὸν, ὅτι, Ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου. Θύοντες γὰρ, ἤσθιον καὶ ἔπινον παρὰ τῷ ναῷ· καὶ ὅτι, Ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας, πλατείας ὀνομάζοντες τὰς συναγωγάς, ἐν οἷς ὁ Θεὸς ἐδίδασκεν αὐτοὺς διὰ τῶν νομικῶν καὶ προφητικῶν βίβλων φθεγγόμενος, αἵτινες ὑπανεγινώσκοντο τούτοις ἐν ταῖς συναγωγαῖς. Εἶεν δ' ἂν ἔξω ἑστῶτες καὶ τοιαῦτα λέγοντες, καὶ οἱ ἀμελεῖς πιστοί, οἵτινες ἔφαγον καὶ ἔπιον ἐνώπιον αὐτοῦ τὸ τίμιον αὐτοῦ σῶμα, καὶ τὸ ἅγιον αὐτοῦ αἷμα, καὶ ὧν ἐν ταῖς συναγωγαῖς ἐδίδαξε, διὰ τοῦ Εὐαγγελίου, καὶ διὰ τῶν ἄλλων θεοπνεύστων Γραφῶν. Καὶ ἐρεῖ — ἐστέ.
Ὥσπερ γινώσκει τοὺς γινώσκοντας αὐτὸν, οὕτω πάλιν ἀκουσίως ἀγνοεῖ τοὺς ἑκουσίως ἀγνοοῦντας αὐτὸν, καὶ ἀποπροσποιεῖται τοὺς ἀποπροσποιουμένους αὐτόν· ἑκουσίως δὲ αὐτὸν ἀγνοοῦσιν, οὐ μόνον οἱ ἄπιστοι Ἰουδαῖοι, ἀλλὰ καὶ οἱ ἀμελεῖς πιστοί· οἱ μὲν ἐθελοτυφλώττοντες καὶ ἐθελοκωφοῦντες πρὸς τὰ θαύματα καὶ τὰς διδασκαλίας αὐτοῦ· οἱ δὲ ἐκ ῥᾳθυμίας ἀθετοῦντες τὰς ἐντολὰς αὐτοῦ, καίτοι γινώσκοντες, ὅτι ὁ ἀθετῶν αὐτὰς, αὐτὸν ἀθετεῖ. Ἀπόστητε — ἀδικίας. Τῆς ἁμαρτίας· πᾶς γὰρ ἁμαρτάνων, ἀδικεῖ ἢ μόνον ἑαυτὸν, ἢ καὶ ἕτερον. Ἐκεῖ — ὀδόντων. Τὸ ἐκεῖ, ἀντὶ τοῦ, τότε, ἐκείνῳ τῷ καιρῷ ἔσται ὁ κλαυθμὸς ὁ ἀπαράκλητος, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὁ ἐξ ἀφορήτου πόνου γινόμενος. Ὅταν — ἔξω.
Τοῦτο προηγουμένως πρὸς τοὺς Ἰουδαίους εἴρηται, μέγα φρονοῦντας ἐπὶ τῷ εἶναι σπέρμα τοῦ Ἀβραὰμ καὶ τῶν ἄλλων. Καὶ ἥξουσιν — τοῦ Θεοῦ. Ἥξουσι πρὸς τὴν πίστιν καὶ τὴν εὐαρέστησιν τοῦ Θεοῦ οἱ ἐξ ἐθνῶν, ἀπὸ τῶν τεσσάρων μερῶν τοῦ κόσμου, ἀνατολῆς καὶ δύσεως καὶ ἄρκτου καὶ μεσημβρίας. Διὰ μὲν γὰρ τοῦ βορρᾶ τὸ ἀρκτῷον μέρος δηλοῦται·
col. 1007–1008page 78 of 127
PG 129:1007νότου, τὸ μεσημβρινόν. Ἀνάκλισιν δὲ λέγει τὴν ἀνάπαυσιν, τὴν ἀπόλαυσιν. Καὶ ἰδοὺ — πρῶτοι. Οἱ ἐξ ἐθνῶν πιστοί, οἱ δοκοῦσι μὲν ἔσχατοι νῦν, ὡς ἔσχατοι τὸν Υἱὸν ἐπιγνόντες· ἔσονται δὲ πρῶτοι τότε, διὰ τὴν εἰλικρινῆ πίστιν αὐτῶν. Καὶ εἰσι — ἔσχατοι. Οἱ ἄπιστοι Ἰουδαῖοι, οἱ δοκοῦσι μὲν πρῶτοι νῦν, ὡς πρῶτοι τὸν Θεὸν ἐπιγνόντες. Υἱὸς γὰρ, φησί, πρωτότοκός μου Ἰσραήλ· ἔσονται δὲ ἔσχατοι τότε, διὰ τὴν ἀπιστίαν αὐτῶν. Νοεῖται ὁ λόγος καὶ περὶ τῶν πιστῶν, τῶν δοκούντων μὲν εἶναι ἐσχάτων ἐν τῷ παρόντι βίῳ· ἐσομένων δὲ πρώτων ἐν τῷ μέλλοντι αἰῶνι, καὶ αὖθις ἐναλλάξ. ΚΕΦ. ΝΑ'. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην. Ἐν αὐτῇ τῇ ἡμέρᾳ — ἀποκτεῖναι.
Ἀκούσαντες, ὅτι ἐκβληθήσονται ἔξω, καὶ ὅτι ἔσονται ἔσχατοι, ἀνήφθησαν εἰς ὀργὴν, καὶ ὑποκρινάμενοι εὔνοιαν, συμβουλεύουσιν αὐτῷ ἐξελθεῖν καὶ ἀναχωρῆσαι· προφάσει μέν, ἵνα μὴ ὑπὸ Ἡρώδου ἀναιρεθῇ· τῇ δὲ ἀληθείᾳ, ἵνα μὴ παρὼν καὶ θαύματα ποιῶν, δοξάζηται καὶ ἐφελκύῃ τὸν ὄχλον. Καὶ εἶπεν — τελειοῦμαι. Γνοὺς τὴν πανουργίαν αὐτῶν, ἀνεξικάκως καὶ εὐφυῶς ἀποκρίνεται λέγων· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, τουτέστι, τῇ δολιότητι, τῇ δυστροπίᾳ τῇ ἐν ὑμῖν· τοιοῦτον γὰρ ἡ ἀλώπηξ. Εἰ γὰρ καὶ πρὸς Ἡρώδην ὁ λόγος ἀποτετᾶσθαι δοκεῖ, ἀλλά γε πρὸς αὐτοὺς ὁρᾷ. Τὸ δὲ σήμερον καὶ αὔριον, εἰ καὶ ἠριθμημένων ἡμερῶν σημαντικὰ φαίνονται, ἀλλ᾽ οὖν συντομίαν καιροῦ παραδηλοῦσιν.
Εἰώθαμεν γάρ, ὅταν ὀλίγον καιρὸν ἐμφῆναι θέλωμεν, σήμερον καὶ αὔριον λέγειν. Ὁμοίως δὲ καὶ τὸ τῇ τρίτῃ τελειοῦμαι, τὸ οὐκ εἰς μακρὰν ἀποθανεῖν αὐτὸν ὑποσημαίνει. Ταῦτα δὲ εἶπε, παραμυθούμενος τὴν ὀργὴν καὶ τὸν φθόνον αὐτῶν. Πλὴν — πορεύεσθαι. [Τινὲς δέ φασι, τὸ σήμερον καὶ αὔριον περὶ δύο ἡμερῶν λέγειν, ἐν οἷς ἐκεῖ θαυματουργεῖν ἔμελλε· τρίτην δέ, τὴν μετ᾽ αὐτάς, ἐν ᾗ τελειωθῆναι φησιν, εἴτουν, ἄρξασθαι τῆς ἐπὶ θάνατον πορείας, καὶ βαδίζειν ἐπὶ τὰ Ἱεροσόλυμα.] Χρή με σήμερον καὶ αὔριον ἐνεργῆσαι, ἃ εἶπον, ἤγουν, ἐπ᾽ ὀλίγον καιρόν, καὶ τῇ ἐχομένῃ πορεύεσθαι, εἴτουν, τῇ ἐφεξῆς ἡμέρᾳ μεταβῆναι ἀπὸ τῆς παρούσης ζωῆς, τουτέστι, μετὰ τοῦτο ἀποθανεῖν, ὑφ᾽ ὑμῶν δηλονότι τῶν ἐν Ἱερουσαλὴμ ἀρχόντων.
Ὅτι — Ἱερουσαλήμ. Εἰρωνικῶς τοῦτο εἶπε, διασύρων τὴν Ἱερουσαλήμ, ὡς προφητοκτόνον. Ἔστι δὲ ὁ νοῦς τοῦ λόγου τοιοῦτος· ὅτι Ἐπεὶ προφήτην με λέγει, πάντως ἀποκτενεῖ με. Ἀνένδεκτον
col. 1009–1010page 79 of 127
PG 129:1009γὰρ, ἤτοι ἀσύνηθες, προφήτην ἀναιρεθῆναι ἐκτὸς αὐτῆς. Ἱερουσαλὴμ – ἠθελήσατε. Ταῦτα καὶ ὁ Ματθαῖος ἀνέγραψεν ἐν τῷ πεντηκοστῷ ἕκτῳ κεφαλαίῳ, καὶ ἀνάγνωθι ἐν ἐκείνῳ τὴν ἐξήγησιν αὐτῶν. Νοστὰν δὲ νῦν λέγει τὸ πλῆθος τῶν νεοσσῶν. Ἰδού – ὑμῶν. Ἔρημος, δηλονότι, καθὼς προσέθηκεν ὁ Ματθαῖος. Καὶ τοῦτο δὲ τὸ ῥητὸν ἐφεξῆς ἐκεῖ διηρμήνευται. Λέγω – Κυρίου. ἕως ἂν ἥξῃ ὁ καιρὸς, ὅτε εἴπητε τόδε. Καὶ τούτων δὲ πάντων ἀκολούθως ἐν ἐκείνῳ τῷ κεφαλαίῳ τὴν ἑρμηνείαν εὑρήσεις. ΚΕΦ. ΝΒ΄. Περὶ τοῦ ὑδρωπικοῦ. Καὶ ἐγένετο – αὐτόν. Καὶ οὗτος ὁ Φαρισαῖος, ὡς προφήτην αὐτὸν ἐκάλεσεν εἰς ἑστίασιν, ὑπόληψιν τοῦ μὴ βασκαίνειν θηρώμενος.
Ἦσαν γὰρ καὶ ἐν τοῖς Φαρισαίοις τινὲς ἐξ ἡμισείας πονηροί, καὶ τῶν ἄλλων διαφορώτεροι. Εἵπετο δὲ ὁ Χριστός, ἀφορμὴν κανταῦθα ὠφελείας τοῦ Φαρισαίου καὶ τῶν κατὰ τὸν οἶκον αὐτοῦ ποιούμενος τὴν ἑστίασιν· οἱ δὲ λοιποὶ Φαρισαῖοι παρετήρουν αὐτὸν, ἐάν τι ποιήσῃ παρὰ τὸν νόμον ἐν τῷ Σαββάτῳ. Καὶ ἰδοὺ – αὐτοῦ. Ἦν ἱστάμενος, καὶ μὴ τολμῶν μὲν ζητῆσαι θεραπείαν, διὰ τὸ Σάββατον καὶ τοὺς Φαρισαίους· φαινόμενος δὲ μόνον, ἵνα ἰδὼν οἰκτειρήσῃ τοῦτον ἀφ᾽ ἑαυτοῦ, καὶ ἀπαλλάξῃ τοῦ ὕδρωπος. Καὶ Φαρισαίους. Ἐκεῖ καὶ αὐτοὺς συγκεκλημένους. Λέγων – ἡσύχασαν. Καὶ ἄλλοτε γὰρ τοιοῦτον ἐρωτηθέντες ἐπιστομίσθησαν. Οὐδὲ γὰρ ἠδύναντο λέγειν, ὅτι ἐκώλυσεν ὁ νόμος ἀγαθοποιεῖν ἐν Σαββάτῳ. Καὶ ἀπέλυσεν.
Ἐπιλαβόμενος, ἀντὶ τοῦ, ἁψάμενος αὐτοῦ. Καὶ ἀποκριθεὶς – Σαββάτου; Τοῦτο γὰρ ἐπέτρεπεν ὁ νόμος. Εἰ δὲ τὸ ἄλογον ζῶον οὐκ ἐκώλυσεν ἀνασπᾶν ἐκ τοῦ κινδύνου, πολλῷ μᾶλλον τὸ λογικόν, δι᾽ ὃ καὶ τὸ ἄλογον. Ὦ βάθος σοφίας! Πῶς διαφόρως ἐν Σαββάτῳ θεραπεύσας, διαφόρους ἀπολογίας αὐτοῦ πεποίηται, καὶ πάσας ἀναντιῤῥήτους; διδάσκων, ὅτι ἀπὸ τῶν βιωτικῶν ἔργων σαββατίζειν, ἤτοι σχολάζειν, ἐκέλευσεν ὁ νόμος· οὐ μὴν ἀπὸ τῶν πνευματικῶν. Καὶ οὐκ – ταῦτα. Φανερᾶς οὔσης τῆς ἀληθείας. ΚΕΦ. ΝΓ΄. Περὶ τοῦ μὴ ἀγαπᾷν τὰς πρωτοκλισίας. Ἔλεγε – ἐξελέγοντο. Ἐπέχων, ἀντὶ τοῦ, μεμφόμενος· διότι τὰς πρώτας κατακλίσεις ἐξελέγοντο· ἑώρα γὰρ αὐτοὺς τοὺς τοῦτο ποιοῦντας τηνικαῦτα.
col. 1011–1012page 80 of 127
PG 129:1011Λέγων πρὸς αὐτούς. Πρὸς ἕκαστον αὐτῶν. Ὅταν – κατέχειν. Παραινεῖ, μὴ ἐπιπηδᾶν ταῖς προτιμήσεσι, μηδὲ προτάττειν ἑαυτοὺς τῶν ἄλλων. Διὰ παραβολῆς δὲ τὴν παραίνεσιν ἐξυφαίνων, ἀνεπαχθέστερον αὐτῶν καθάπτεται. Τοιαῦται γὰρ αἱ παραβολικαὶ παραινέσεις. Διὰ τῶν γάμων δὲ πᾶν ἄριστον καὶ πᾶν δεῖπνον ἐνέφηνε. Τὸ καλεῖσθαι γὰρ εἰς γάμους, τιμιώτερον ἐδόκει τῆς εἰς ἄριστον ἢ δεῖπνον κλήσεως. Ἀλλ' σοι. Πλατύνει τὸν λόγον, δεικνύων καὶ τὴν ἀπὸ τῆς αὐθαδείας αἰσχύνην, καὶ τὴν ἀπὸ τῆς εὐλαβείας δόξαν, καὶ ἑκατέρωθεν εἰς μετριοφροσύνην προτρεπόμενος. Εἶτα ἐπιφέρει καὶ γνωμολογίαν καθολικὴν, εἰς βεβαίωσιν τῆς παραινέσεως, λέγων· Ὅτι πᾶς – ὑψωθήσεται.
Ὁ μὲν ταπεινωθήσεται, ὁ δὲ ὑψωθήσεται, οὐ μόνον παρὰ τοῖς ὀρθὰ φρονοῦσιν ἀνθρώποις, ἀλλὰ καὶ πρὸ τούτων παρὰ τῷ Θεῷ. Ἔλεγε – δικαίων. Ὅρα πόσης ὠφελείας ὑπόθεσιν τὴν ἱστίασιν ἐποιήσατο· παραινέσας γὰρ τὰ εἰκότα τοῖς κεκλημένοις, παραινεῖ καὶ τῷ κεκληκότι. Οὐκ εἶπε δὲ ὅτι, Ὅταν ποιῇς γάμους, ἀλλ', Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον. Ἐν τοῖς γάμοις γάρ, ἀναγκαίως φίλους καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γείτονας πλουσίους συνεκάλουν, ἐπὶ τιμῇ τῶν γάμων. Τινὲς δὲ διὰ τοῦ ἀρίστου καὶ τοῦ δείπνου, καὶ τοὺς γάμους νοεῖσθαι λέγουσι. Δοχὴν δὲ καλεῖ τὴν ὑποδοχήν, τὴν εὐωχίαν, τὴν ἱστίασιν. Τρόπος δὲ διδασκαλικός, μὴ μόνον κωλύειν τὰ φαῦλα, ἀλλὰ καὶ ὑποτίθεσθαι τὰ χρηστά· οἷον, Μὴ ποίει τόδε, ἀλλὰ τόδε.
Οὐκ ἐπ' ἀτιμίᾳ δὲ φιλίας καὶ συγγενείας καὶ ἀδελφότητος, καὶ τῶν τοιούτων, ταῦτα παρήνεσεν, ἀλλ' ἵνα τὸ κρεῖττον εἰδότες, τοῦτο προτιμῶμεν, καὶ μὴ τοῖς ἀνενδεέσι τὰς φιλοφροσύνας ἀπεμπολῶμεν ἐπ' ἀνταποδόσεσι. Χρὴ γὰρ Θεὸν θεραπεύειν μᾶλλον ἢ ἀνθρώπους, καὶ παρὰ Θεοῦ ζητεῖν ἀνταπόδοσιν ἢ παρὰ ἀνθρώπων. Προσήκει δὲ καὶ τὸν πνευματικὸν ἑστιάτορα συγκαλεῖν τοὺς ἐν ἀπορίᾳ γνώσεως πτωχούς, καὶ τοὺς ἐν παραλύσει φρενῶν ἀναπήρους, καὶ τοὺς ἐν τῇ πρακτικῇ χωλούς, καὶ τοὺς ἐν τῇ θεωρητικῇ τυφλούς· οἱ μὴ τοιοῦτοι γὰρ οὐκ ἐπιδέονται τούτου. † † Ἐπεὶ οἱ μὲν μικρόψυχοι καλοῦσι φίλους καὶ ἀδελφούς, συγγενεῖς καὶ γείτονας πλουσίους, διὰ τὴν ἐν τῷ παρευθὺ χάριν·
οἱ δὲ μεγαλόψυχοι πολὺ κάλλιον καὶ ἐνδοξότερον ἐργάζονται, ὃ ἔδειξεν ὁ Κύ ριος·
col. 1013–1014page 81 of 127
PG 129:1013ΚΕΦ. ΝΔ'. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Ἀκούσας δέ τις — πολλούς. Ἐξυφαίνει παραβολὴν ἐμφαίνουσαν, ὅτι οὐδεὶς τῶν μὴ πειθομένων αὐτῷ ἀπολαύσει τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ ἄνθρωπον μὲν προσηγόρευσε τὸν Θεὸν καὶ Πατέρα, ὡς φιλάνθρωπον· δεῖπνον δὲ μέγαν τὴν ἀνέκφραστον ἀπόλαυσιν τῆς βασιλείας τοῦ Θεοῦ. Ἀδιαφόρως δὲ νῦν δεῖπνον ταύτην εἶπεν. Ἐν τῷ πεντηκοστῷ γὰρ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἄριστον αὐτὴν ὠνόμασεν. Ἐκάλεσε δὲ πολλοὺς, ἤγουν, τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Αὗται γὰρ πρὸ πάντων τῶν ἐθνῶν ἦσαν κεκλημέναι ὡς λαὸς ἐξαίρετος τοῦ Θεοῦ. † † Ὁ τῶν ὅλων Δημιουργὸς καὶ Πατὴρ Θεὸς δεῖπνον μέγα ἐποίησε, τουτέστιν, εὐαγγελικὴν οἰκονομίαν, ἵνα πάντες πρὸς αὐτὴν συνέρχωνται.
Δεῖπνον δὲ καλεῖ, οὐκ ἄριστον, ὅτι ἐν ἐσχάτοις καιροῖς καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ αἰῶνος. Ἡτοίμασεν οὖν ἁμαρτημάτων ἀπόθεσιν, Πνεύματος ἁγίου μεθεξιν, υἱοθεσίας δόξαν, βασιλείαν οὐρανῶν καὶ προφητείας Εὐαγγελίων. Καὶ — πάντα. Δοῦλον τοῦ Πατρὸς ἑαυτὸν λέγει, ὡς μορφὴν δούλου λαβόντα, ὃς ἀπεστάλη κατὰ τὸ ἀνθρώπινον εἰς τοὺς Ἰουδαίους, καλῶν αὐτοὺς εἰς τὴν ῥηθεῖσαν ἀπόλαυσιν, διὰ τοῦ Εὐαγγελίου. Καὶ — πάντες. Ἀπὸ μιᾶς συνθήκης, τουτέστιν, ἅμα, κοινῶς. Ὁ πρῶτος — ἐλθεῖν. Αἱ διάφοροι προφάσεις οὐδὲν ἕτερον ὑποφαίνουσιν, ἢ τὰ διάφορα πάθη, δι' ἃ τῆς εἰρημένης ἀπολαύσεως ἐστερήθησαν·
ὁ μὲν γὰρ τῷδε κεκρατημένος, ἕτερος δὲ τῷδε, καὶ ἄλλος τῷδε, παρώσατο τὸ Εὐαγγέλιον, δι' οὗ τυχεῖν ταύτης ἐξῆν, ὡς ἐναντίον ταῖς προαιρέσεσιν αὐτῶν. Τὸ δὲ ἐρωτῶ σε, νῦν ἀντὶ τοῦ, παρακαλῶ σε, τέθειται καθὼς καὶ ἐν διαφόροις τόποις παραδεδώκαμεν. [Τινὲς δὲ ἀγρὸν μὲν λέγουσι τὴν φιλοκτημοσύνην· ζεύγη δὲ βοῶν, τὴν σωματικὴν φιλεργίαν· γυναῖκα δὲ, τὴν φιληδονίαν.] Καὶ — ταῦτα. Τοῦτο εἶπεν, οὐχ ὡς ἀγνοοῦντος
col. 1015–1016page 82 of 127
PG 129:1015τοῦ Πατρὸς τὴν παραίτησιν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀκολουθίαν τῆς παραβολῆς. Καὶ γὰρ ἔθος τοῖς ἀποστελλομένοις εἰς τὸ καλέσαι τινὰς ὑποστρέφειν καὶ ἀπαγγέλλειν περὶ αὐτῶν. Τότε — ὧδε. Ἐκεῖνοι μὲν οἱ παραιτησάμενοι ἦσαν οἱ ἀρχιερεῖς καὶ Γραμματεῖς καὶ Φαρισαίοι, καὶ ὅσοι τιμιώτεροι τοῦ πλήθους· οὗτοι δὲ, οἱ ἀντ᾽ ἐκείνων εἰσαγόμενοι, εἰσὶν οἱ κοινοὶ καὶ ἀγελαῖοι καὶ δημώδεις, πτωχοὶ καὶ ἀνάπηροι καὶ χωλοὶ καὶ τυφλοὶ δοκοῦντες ἐκείνοις, ὡς ἀμαθεῖς καὶ ἀσύνετοι, οἵτινες μᾶλλον ἐπείθοντο διδάσκοντι τῷ Χριστῷ. Ἢ καὶ περὶ τῶν κατεχομένων τοιούτοις πάθεσιν αἰσθητοῖς τοῦτο νόησον· οἱ, τούτων ἀπαλλαγέντες, διὰ πίστεως εἰσήχθησαν εἰς τὴν προῤῥηθεῖσαν ἀπόλαυσιν. [Ὁ μὲν οὖν Πατὴρ ἀπέστειλε τὸν Υἱόν·
ὁ δὲ Υἱὸς τοὺς ἀποστόλους. Εἴρηκε γάρ· ὅτι Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.] Καὶ εἶπεν — ἐστί. Φιλάνθρωπος ὁ λόγος, ὑπομιμνήσκων καὶ περὶ τῶν ἐθνῶν. Καὶ εἶπεν — εἰσελθεῖν. Ὁδοί εἰσιν αἱ κατοικίαι τῶν ἐθνῶν, ὡς μὴ τετειχισμένοι τῷ νόμῳ καὶ τῇ ἐπισκοπῇ τοῦ Θεοῦ, καθάπερ ἡ τῶν Ἰουδαίων, καὶ ὡς καταπεπατημέναι τοῖς δαίμοσιν· ὁμοίως δὲ καὶ φραγμοί, ὡς πεφραγμέναι ταῖς ἀκάνθαις τῆς ἁμαρτίας, καὶ ὡς πυρὸς ἄξιον περίβολον ἔχουσαι.
Ἀναγκάσαι δὲ τοὺς ἐξ ἐθνῶν ἐκέλευσεν, οὐ τὸ βιάζεσθαι παραγγέλλων, ἀλλ᾽ ὑποδηλῶν, ὅτι χρὴ συντονώτερον ἐν τούτοις τὸ κήρυγμα ποιεῖν καὶ ἐπιμονώτερον, ὡς ἰσχυρῶς ὑπὸ τῶν δαιμόνων κατεχομένοις, καὶ ὑπὸ βαθεῖ σκότῳ τῆς ἀπάτης καθεύδουσιν. Ἵνα — μου. Βούλεται γὰρ πάντας εἰσαχθῆναι διὰ τὸν ἄπειρον πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος. Λέγω — δείπνου. Ὡς ἀπειθησάντων καὶ ἐξουδενωσάντων τὴν κλήσιν, ἤτοι, τὸ κήρυγμα. Διὰ τοῦτον οὖν τὸν λόγον ἡ ὅλη παραβολὴ συνετέθη, καθὼς ἐν ἀρχῇ ταύτης εἰρήκαμεν. Συνεπορεύοντο — πολλοί. Ἐν ἑτέρῳ δηλονότι καιρῷ. Καὶ στραφείς — μαθητής εἶναι.
Εἰδὼς αὐτοὺς θέλοντας μὲν ἀκολουθεῖν αὐτῷ, κατεχομένους δὲ τοῖς δεσμοῖς τῆς πρὸς τὰ δηλωθέντα πρόσωπα σχέσεως, διαμαρτύρεται φανερῶς, ὅτι ὅστις τῶν διὰ πίστεως ἐρχομένων πρὸς αὐτὸν οὐ μισεῖ τὰ εἰσρημένα πρόσωπα, ὅταν ἐμποδίζωσι πρὸς τὴν εἰς Θεὸν ἀγάπην καὶ πρὸς τὴν κατὰ Χριστὸν πορείαν, ἢ ἄπιστοι ὄντες, ἢ κοσμικὰ φρονοῦντες, οὐ δύναται αὐτοῦ μαθητής εἶναι. Πειθόμενος γὰρ ἐκείνοις, ἀπειθήσει αὐτῷ, διότι αὐτοὶ μὲν σαρκικῶς βιοῦν αὐτὸν θέλουσιν, αὐτὸς δὲ πνευματικῶς αὐτὴν πολιτεύεσθαι
col. 1017–1018page 83 of 127
PG 129:1017διδάσκει. Τιμητέον μὲν καὶ πατέρα καὶ μητέρα· προτιμητέον δὲ αὐτῶν τὸν Θεόν. Διὰ τῶν γνησιωτέρων δὲ πᾶν πρόσωπον ἀγαπητὸν ἐμφήνας, ἐπήγαγε καὶ τὸ μεῖζον, ὅτι καὶ τὴν ἑαυτοῦ ψυχὴν, τουτέστι, καὶ τὸ ἑαυτοῦ θέλημα, ὅταν ἐναντίον εἴη τῷ θελήματι τοῦ Θεοῦ. Δεῖ γὰρ τὸν ἀληθῆ μαθητὴν τοῦ Χριστοῦ, ἀφιλόσαρκον καὶ ἀφιλόψυχον ἐν τοῖς πνευματικοῖς ἀγῶσιν ὑπάρχειν. Καὶ ὅστις — μου μαθητής. Οστις οὐ βαστάζει ἐπὶ μνήμης τὸν θάνατον αὐτοῦ. Διὰ τοῦ σταυροῦ γὰρ τὸν θάνατον ἐδήλωσε, διότι τότε θανάτου ὄργανον ἦν ὁ σταυρός, ὡς καὶ ἐν τῷ τριακοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον λέλεκται. Οστις οὐ βαστάζει τὴν νέκρωσιν αὐτοῦ, λέγω δή, τὴν τῆς σαρκὸς αὐτοῦ, τὴν καθ᾿ ἡδονήν.
Ἐπεὶ δὲ ἡ ἀποτροπὴ τοῦ καθ᾿ ἡδονὴν βίου, τρόπον τινὰ προτροπή τίς ἐστιν εἰς ἐπίπονον πολιτείαν, παραμυθεῖται καὶ διδάσκει διὰ παραδείγματος, ὅτι χρὴ τὸν βουλόμενον εἶναι μαθητὴν αὐτοῦ, προπαρασκευάζειν ἑαυτὸν εἰς ὑπομονὴν παντὸς πειρασμοῦ. Γέγραπται γάρ· Εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. ΚΕΦ. ΝΕ'. Παραβολὴ περὶ οἰκοδομῆς πύργου. Τίς γὰρ — ἐκτελέσαι. Ωσπερ ὁ θέλων πύργον αἰσθητὸν οἰκοδομῆσαι, ὀφείλει πρῶτον μετρῆσαι τὴν ἐν χρήμασι δαπάνην· οὕτω καὶ ὁ θέλων πύργον νοητὸν οἰκοδομῆσαι, λέγω δή, σύμπηξιν ἀρετῶν, ὀφείλει πρῶτον μετρῆσαι τὴν ἐν πειρασμοῖς διάρκειαν, ἵνα προπαρασκευασμένος ὤν, ὅλον φέρῃ τούτους προσπίπτοντας.
Εἶτα καὶ δι᾿ ἑτέρου παραδείγματος διεγείρει πρὸς καρτερίαν. Ἢ εἰς — ἐπ' αὐτόν; Ομοίως πάλιν, ὥσπερ ὁ βασιλεὺς, ὁ πορευόμενος εἰς πόλεμον, ὀφείλει προβουλεύσασθαι· οὕτω καὶ οὗτος ὀφείλει προβουλεύσασθαι, εἰ δύναται μετὰ τῶν ὀλίγων ἐντολῶν τοῦ Εὐαγγελίου ἀντιπαρατάξασθαι τῷ Σατανᾷ, τῷ μετὰ πολλῶν δαιμόνων καὶ μηχανῶν καὶ παθῶν ἐρχομένῳ ἐπ' αὐτόν. Εἰ δὲ μήγε — τὰ πρὸς εἰρήνην. Ἐρωτᾷ, ἤγουν, παρακαλεῖ, αἰτεῖται τὰ πρὸς εἰρήνην. Ταῦτα δὲ προσέθηκεν, οὐ παραινῶν τοῖς μὴ δυναμένοις ἀπαντᾶν, εἰρηνεύειν μετὰ τοῦ Σατανᾶ· πῶς γὰρ τοῦ ἀνθρωποκτόνου καὶ ψυχολέθρου; ἀλλὰ τῇ ἀκολουθίᾳ τοῦ παραδείγματος ἐχρήσατο, καθὼς καὶ ἀνωτέρω πεποίηκεν. Ἅμα δὲ καὶ εἰς ἐντροπὴν τῶν μετὰ τὸ μαθητευθῆναι χαυνουμένων.
Καὶ τοῦτο γὰρ σχήμα λόγου, διεγεῖρον εἰς εὐανδρίαν, καθὸ καὶ λέγειν εἰώθαμεν, ὅτι κρεῖττον μὴ ἄρξασθαι τοῦδε τοῦ πράγματος, ἢ ἀρξάμενον μὴ τελειῶσαι.
col. 1019–1020page 84 of 127
PG 129:1019Ἄλλως τε καὶ περὶ τοῦ ἀληθοῦς μαθητοῦ νῦν ὁ λόγος. Ὁ γὰρ μὴ ἀποτασσόμενος, ὡς ὁ Χριστὸς ἐδίδαξεν, οὐκ ἔστιν ἀληθῶς μαθητής· [μὴ ὢν δὲ ἀληθῶς μαθητής,] ἀλλ᾽ ὄνομα μὲν μαθητοῦ φέρων, ἔργα δὲ ἀνοίκεια κεκτημένος, εἰρηνεύει διὰ τῶν ἔργων μετὰ τοῦ Σατανᾶ, τὰ φίλα τούτῳ διαπραττόμενος. Οὕτως — μαθητής. Οὕτως, ὡς ἀνωτέρω διεμαρτύρατο, λέγων· Εἴ τις οὐ ποιεῖ τάδε καὶ τάδε, οὐ δύναταί μου μαθητὴς εἶναι. Καλὸν τὸ ἄλας. Ἅλας καλεῖ νῦν, τὸν διδασκαλικὸν λόγον. Ἔγραψε δὲ καὶ ὁ Μάρκος πρὸς τῷ τέλει τοῦ εἰκοστοῦ ἑβδόμου κεφαλαίου αὐτοῦ, ὅτι καλὸν τὸ ἅλας, καὶ ζήτησον ἐκεῖ τὴν τούτου ἐξήγησιν. Ἐὰν — ἀρτυθήσεται; Ἐν ἐκείνῳ καὶ περὶ τούτου λέλεκται. Οὔτε — ἐστιν.
Γῆν μὲν λέγει τοὺς μαθητάς, ὡς πιαινομένους καὶ ὠφελουμένους· κοπρίαν δέ, τοὺς διδασκάλους, ὡς πιαίνοντας καὶ ὠφελοῦντας. Φησίν οὖν, ὅτι Ἐὰν ὁ διδασκαλικὸς λόγος παραφθαρῇ δόγμασι πονηροῖς, οὔτε εἰς τοὺς μανθάνοντας εὔθετός ἐστιν, ἤγουν εὔχρηστος, οὔτε εἰς τοὺς διδάσκοντας. Ἔξω βάλλουσιν αὐτό. Ὡς ἀνωφελές. Ὁ ἔχων — ἀκουέτω. Τοῦτο πολλάκις ἡρμηνεύθη. Ἦσαν δὲ ἐγγίζοντες — αὐτοῖς. Καὶ ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ΚΕΦ. ΝΖ΄. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή. Εἶπε — αὐτό. Παραβολικῶς αὐτοὺς ἐπιστομίζει, διδάσκων, ὅτι ἐνηνθρώπησεν, οὐ διὰ τοὺς δικαίους, ἀλλὰ διὰ τοὺς ἁμαρτωλούς.
Ταύτην δὲ τὴν παραβολὴν ἀνέγραψε καὶ ὁ Ματθαῖος ἐν τῷ τριακοστῷ ὀγδόῳ κεφαλαίῳ αὐτοῦ, καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῆς ἐν ἐκείνῳ εὖ ἔχουσαν. Καὶ εὑρὼν — χαίρων. Ἐμφαντικὸν τοῦτο τῆς ἀγάπης καὶ κηδεμονίας, ἣν ἔχει περὶ τὸ γένος ἡμῶν. Καὶ ἐλθὼν — ἀπολωλός. Οἶκον μὲν αὐτοῦ νόει τὸν οὐρανόν· Ὁ κατοικῶν γάρ, φησίν, ἐν οὐρανοῖς· φίλους δὲ καὶ γείτονας, τοὺς ἀγγέλους. Φίλους μέν, ὡς φιλοῦντας, ἃ φιλεῖ· γείτονας δὲ ὡς ἐγγὺς ὄντας αὐτοῦ. Ταῦτα δὲ νῦν ἐσχημάτισεν ἡ παραβολή, ἐμφαίνουσα, ὅτι ἐπὶ τῇ τοιαύτῃ εὑρέσει καὶ οἱ ἄγγελοι συγχαίρουσι τῷ Θεῷ, ὡς καὶ αὐτοὶ φιλάνθρωποι. Λέγω — μετανοίας. Οὕτω πῶς; ὡς ὑπέδειξεν ἡ παραβολή. Ἀπόλλυται μὲν οὖν τὸ λογικὸν πρόβατον, πόρρω τῶν ἐντολῶν τοῦ Θεοῦ γινόμενον·
εὑρίσκεται δέ, μετανοοῦν καὶ ἐντὸς αὐτῶν ἀποκαθιστάμενον.
col. 1021–1022page 85 of 127
PG 129:1021Εἶτα καὶ δι᾿ ἑτέρας παραβολῆς τὴν ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολωλότος χαρὰν παρίστησιν. Η τὶς — ἀπώλεσα. Ωσπερ ἡ γυνὴ ποιεῖ τὰ ῥηθέντα· οὕτω καὶ ἡ φιλανθρωπία τοῦ Υἱοῦ τοῦ Θεοῦ πεποίηκε. Δραχμῆς γὰρ μιᾶς ἀπολωλυίας, ἤτοι τῆς ἀνθρωπίνης φύσεως ἐν τῷ καταχωσθῆναι τοῖς πάθεσιν, ήψε λύχνον, τουτέστιν, ἀνέφηνεν ἐν τῷ κόσμῳ τὴν ἑαυτοῦ σάρκα, κατὰ τὸν Θεολόγον Γρηγόριον, λάμπουσαν οὐ μόνον τῇ ἀστραπῇ τῆς θεότητος, ἀλλὰ καὶ τῷ φέγγει τῆς καθαρότητος, καὶ φωταγωγούσαν τοὺς ἐσκοτισμένους τῇ πλάνῃ, καὶ ἐσάρωσε τὴν οἰκίαν, ἤγουν ἐκάθηρε τὸ οἰκητήριον τῶν ἀνθρώπων.
λέγω δὴ τὸν κόσμον, ἐν τῷ ἀπελάσαι τὸ κατακεχυμένον αὐτοῦ σκότος τῆς ἁμαρτίας, καὶ ἐκφορῆσαι τὸν ἐπικείμενον τύπον τῶν παθῶν, καὶ ζητήσαι ἐπιμελῶς ἐν τῷ περιέρχεσθαι τὰς πόλεις καὶ κώμας, καὶ ἀποστέλλειν τοὺς μαθητὰς εἰς τὸν κόσμον ἅπαντα, εἶχε τὸ ζητούμενον, καὶ συνεκαλέσατο τὰς φίλας καὶ γείτονας λειτουργικὰς στρατιάς, εἰς κοινωνίαν τῆς τοιαύτης χαρᾶς. Οὕτως — μετανοούντι. Οὐ μόνον ἐπὶ πολλοῖς, ἀλλὰ καὶ ἐπὶ ἐνί. Τοῦτο δὲ ἀπόδειξις τοῦ τὸν Θεὸν σφόδρα διψᾶν τὴν μετάνοιαν ἑκάστου ἁμαρτωλοῦ. Δραχμὰς δὲ τὰ τάγματα ὠνόμασεν, ὡς ἔχοντα χαρακτῆρα καὶ ἔμφασιν τοῦ βασιλέως Θεοῦ. Τινὲς μὲν οὖν ἑκατὸν εἶναι τὰ πάντα τάγματα νενοίκασι, τῇ παραβολῇ τῶν ἑκατὸν προβάτων ἐπερειδόμενοι.
Τινὲς δὲ τὴν ἑτέραν παραβολὴν τῶν δέκα δραχμῶν εἰς συνηγορίαν λαμβάνοντες, δέκα ταῦτά φασιν. Ἐννέα μὲν τὰ οὐράνια, κατὰ τὸν Ἀρεοπαγίτην Διονύσιον, Θρόνους, Χερουβίμ, Σεραφίμ, Κυριότητας, Δυνάμεις, Ἐξουσίας, Ἀρχάς, Ἀρχαγγέλους, Ἀγγέλους· δέκατον δὲ, τὸ ἐπίγειον, τοὺς ἀνθρώπους. Ἐγὼ δὲ οἶμαι καὶ τὰ ἑκατὸν καὶ τὰ δέκα, μὴ σημαίνειν διαφορὰς ἀριθμῶν ἐν ταῖς παραβολαῖς ταύταις, ἀλλ᾿ ἢ μόνον πλῆθος ταγμάτων τέλειον. Πλῆθος γὰρ τέλειον καὶ ὁ ἑκατὸν καὶ ὁ δέκα. Πλῆθος δὲ τέλειον τὸ τῶν ταγμάτων τούτων λέγομεν, διότι τοσαῦτα ταῦτά εἰσιν, ὅσα εἶναι ἔδει. Ἀλλὰ πῶς εἶπεν, ὅτι Εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα; οὐ πᾶν γὰρ τὸ γένος μετενόησε.
Φαμὲν τοίνυν, ὅτι ἐπειδὴ καὶ πᾶν, ὅσον εὗρε, δραχμὴ ἦν ἀπολωλυῖα, εἰκότως καὶ τοῦτο δραχμὴν ἀπολωλυῖαν ὠνόμασε. ΚΕΦ. ΝΖ΄. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν. Εἶπε — οὐσίας. Καὶ ἄλλην εἰσάγει πολυωφελεστάτην παραβολήν, ὑποφαίνουσαν τήν τε δύναμιν τῆς μετανοίας τῶν ἁμαρτωλῶν, καὶ τὸ μέγεθος τῆς φιλανθρωπίας τοῦ Θεοῦ· καὶ διὰ ταύτης εἰς μετάνοιαν προτρέπεται τοὺς ἐν ἁμαρτίαις· ἄνθρωπον μὲν προσαγορεύων τὸν φιλάνθρωπον Πατέρα καὶ Θεόν·
col. 1023–1024page 86 of 127
PG 129:1023τωλόν. Ἐστι γὰρ Πατὴρ καὶ τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν, ὡς υἱοθετηθέντων αὐτῷ διὰ τοῦ λουτροῦ τῆς ἀναγεννήσεως· περὶ τῶν πιστῶν γὰρ ὁ λόγος. Νεώτερον δὲ ὀνομάζει τὸν ἁμαρτωλόν, ὡς νηπιόφρονα καὶ εὐεξαπάτητον, ὃς καὶ ἐζήτησε τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας, ἤτοι, τὸ ἐκ φύσεως ὀφειλόμενον αὐτεξούσιον. Πᾶς γὰρ νηπιόφρων ζητεῖ τὸ αὐτεξούσιον. Ἡ ἐπιβάλλον μέρος οὐσίας λέγει, τὸ ἐκ τοῦ βαπτίσματος χρεωστούμενον χάρισμα. Παντὶ γὰρ βαπτισθέντι χάρισμα Θεῖον δίδοται. Οὐσία δὲ, ἤτοι, πλοῦτος Θεοῦ, τὰ χαρίσματα, ἃ διανέμει τοῖς πιστοῖς. Καὶ — βίον. Ἤγουν αὐτεξουσίους αὐτοὺς ἀπέλυσε. Τὸ γὰρ διελεῖν τὸν βίον, εἴτουν, τὴν οὐσίαν, τοῖς υἱοῖς, οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ αὐτεξουσίους αὐτοὺς ἀπολύσαι.
Οὐδένα γὰρ ὁ Θεὸς ἀναγκάζει μὴ βουλόμενον πειθαρχεῖν αὐτῷ. Ἢ καὶ διεῖλεν αὐτοῖς τὰ προσήκοντα χαρίσματα καθὼς εἴρηται. Καὶ — μακράν. Ὁ μὲν πρεσβύτερος παρέμεινε τῷ πατρί, ὡς φρόνιμος· ὁ δὲ νεώτερος συναγαγὼν ἅπαντα, τό τε αὐτεξούσιον καὶ τὸ θεῖον χάρισμα, ἢ ἅπαντα τὰ ἑαυτοῦ θελήματα, τουτέστι, κύριος αὐτῶν καταστάς, ἀπεδήμησεν εἰς τὴν ἁμαρτίαν, τὴν μακρὰν τοῦ Θεοῦ κειμένην. Πόρρω γὰρ τοῦ Θεοῦ γίνονται οἱ ἁμαρτάνοντες, οὐκ ἀναχωρήσει τόπου, ἀλλ' ἀναχωρήσει τῆς ἀρετῆς. Καὶ ἐκεῖ αὐτοῦ. Διέφθειρε τὸ ἐκ τοῦ βαπτίσματος χάρισμα, τὴν τῆς ψυχῆς εὐγένειαν, τὴν πρὸς ἀρετὰς ἐπιτηδειότητα. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἦσαν οὐσία καὶ πλοῦτος αὐτοῦ. Ζῶν — ἀσώτως. Ἀφειδῶς, ἀκρατῶς, ἀκολάστως.
Δαπανήσαντος δὲ αὐτοῦ πάντα. Ἀποβαλόντος πάντα, ὅσα εἶχεν ἐκ Θεοῦ, ἀγαθά. Ἐγένετο — ἐκείνην. Ὅπου γὰρ ὁ τοῦ θείου φόβου σῖτος οὐ γεωργεῖται, ἐκεῖ λιμὸς ἰσχυρός, οὐκ ἄρτου, ἀλλ' ἀρετῆς· ὅπου εὐφορία παντὸς κακοῦ, ἐκεῖ ἀφορία παντὸς καλοῦ. Καὶ — ὑστερεῖσθαι. Πένεσθαι, διαῤῥυέντος αὐτῷ παντὸς ἀγαθοῦ, καὶ μόνης ὑπολειφθείσης τῆς ἀκρασίας. Καὶ — ἐκείνης. Πολίται τῆς χώρας ἐκείνης, ἤτοι τῆς ἁμαρτίας, οἱ δαίμονες· ἀποῤῥαγεὶς οὖν τοῦ πατρός, ὦ πολλῆς ἀνοίας· ἐκολλήθη τῷ ἐχθρῷ, καὶ
col. 1025–1026page 87 of 127
PG 129:1025μὲ ἀνασχόμενος πειθαρχεῖν τῷ φιλανθρώπῳ Θεῷ, ἐδούλευε τῷ μισανθρώπῳ δαίμονι. Καὶ — χοίρους. Οὕτως οἱ δαίμονες ἀμείβονται τοὺς κολλωμένους αὐτοῖς. Δηλοῖ δὲ ὁ λόγος, τὴν ἐσχάτην τοῦ ἀθλίου δουλείαν, ἐπιταττομένου τὰ ἀτιμότατα. Διὰ τοῦτο γὰρ καὶ πλατύνει τὴν παραβολὴν ὁ Χριστὸς, καὶ λεπτομερῶς ἐκτραγῳδεῖ τὰ τῆς συμφορᾶς, ἵνα μάθωμεν οἷα πάσχουσιν οἱ ἀποφοιτώντες τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ πορευόμενοι κατὰ τὸ ἴδιον θέλημα. Εἴεν δ' ἂν ἀγροὶ μὲν τοῦ δαίμονος αἱ ἀσεμνοι διατριβαί· χοῖροι δὲ, οἱ φιλήδονοι καὶ βορβορώδεις λογισμοί, οὓς ὁ ταλαίπωρος τρέφειν καὶ περιέπειν προσετέτακτο. Καὶ — χοῖροι. Κεράτια κατὰ ἀναγωγὴν, αἱ ἡδοναί, αἷς οἱ δηλωθέντες λογισμοὶ τρέφονται.
Ὥσπερ γὰρ ἐκεῖνα γλυκαίνουσιν ἐπὶ βραχὺ τὴν γεῦσιν, εἶτα στύφουσιν ἐπὶ πλεῖον· οὕτω καὶ αὗται τὸ μὲν ἡδύνον πρῶτον καὶ πρόσκαιρον ἔχουσι· τὸ δὲ πικραίνον, ὕστερον καὶ αἰώνιον. Καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Οὐδεὶς ἐδίδου αὐτῷ κορεσθῆναι. Τοιοῦτοι γὰρ οἱ δαίμονες, οὐκ ἐῶσί τινα κορεσθῆναι φιληδονίας, ἵνα μὴ ταχὺ παύσηται τῆς ἁμαρτίας, ἀεὶ δὲ τὴν ὄρεξιν ἐρεθίζουσι καὶ ἀποκάμνουσαν ἀνεγείρουσιν. Εἰς ἑαυτὸν δὲ ἐλθών. Ταὐτοῦ γενόμενος, ὅ ἐστιν, ἀνανήψας, ὡς ἐκ μέθης καὶ κάρου· ἀφύπνισε γὰρ αὐτὸν ἡ κακοπάθεια. Εἶπε — ἀπόλλυμαι. Μισθίους μὲν νόει μοι, τοὺς ἔτι κατηχουμένους, καὶ μήπω διὰ τοῦ βαπτίσματος υἱοθετηθέντας, οἷς μισθὸς τῆς πίστεως δίδοται ἡ υἱοθεσία·
ἄρτους δὲ, τὰς θρεπτικὰς τῶν ψυχῶν διδασκαλίας. Φησὶν οὖν ἐκ βάθους καρδίας· Ὦ πόσοι μίσθιοι τοῦ πατρός μου οὐ μόνον ἔχουσι τροφὴν ψυχικὴν, ἀλλὰ καὶ τρυφήν· τοῦτο γὰρ τὸ περισσεύειν σημαίνει· ἐγὼ δὲ ὁ υἱὸς, λιμῷ ἀπόλλυμαι. Ταῦτα καὶ τὰ ἑξῆς παραβολικῶς διηγούμενος ὁ Σωτὴρ, τύπον ἡμῖν μετανοίας ἀληθοῦς παραδίδωσιν. Ἀναστὰς — μου. Ἀναστὰς ἀπὸ τοῦ πτώματος τῆς ἁμαρτίας. Καὶ ἐρῶ — οὐρανόν. Ὡς προτιμήσας αὐτοῦ τὴν γῆν, ἤτοι τῶν οὐρανίων ἀγαθῶν τὰ γήινα. Καὶ ἐνώπιον σου. Τουτέστι, καὶ εἰς σέ, ὡς προτιμήσας τοῦ σοῦ θελήματος τὸ ἐμόν. Ποίησον — σου. Ἐπεὶ τῆς πρώτης ἐξέπεσον τάξεως, ἀξίωσόν με τῆς δευτέρας, μόνον μὴ παντελῶς ἀπορρίψῃς με. Δυσωπητικὸς ὁ λόγος, καὶ καρδίας πατρικῆς ἁπτόμενος.
col. 1027–1028page 88 of 127
PG 129:1027Καὶ — αὐτοῦ. Ἦλθεν, ἀντὶ τοῦ Ἥρχετο, θαρρήσας τοῖς αὐτοῦ σπλάγχνοις. Χρὴ γὰρ μὴ μόνον βουλεύεσθαι καλῶς, ἀλλὰ καὶ πράττειν τὰ βεβουλευμένα. Ἔτι – αὐτοῦ. Ὁ συμπαθεστάτης ὀξυωπίας! Ἅμα τις ἐνεθυμήθη μετανοήσαι, καὶ ἅμα τοῦτον εἶδεν αὐτὸς, ἕτοιμος ὢν ἀεὶ πρὸς ὑποδοχὴν τῶν ἐπιστρεφόντων, καὶ εὐθὺς ἐκ προοιμίων τῆς μετανοίας ἀντιλαμβανόμενος αὐτῶν. Ἐντεῦθεν οὖν ἡ παραβολὴ δημοσιεύει τὴν ἀνυπέρβλητον εὐσπλαγχνίαν καὶ ἀνείκαστον φιλοστοργίαν τοῦ οὐρανίου Πατρός, καὶ ὅσην καὶ οἷαν εἰς τοὺς ἐπιστρέφοντας συμπάθειαν ἐπιδείκνυται. Καὶ ἐσπλαγχνίσθη. Πατὴρ γὰρ ἦν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ Θεὸς ἐλέους. Καὶ — αὐτόν.
Ὑπὸ τῆς ἄγαν περιχαρείας, οὐκ ἀνέμεινεν αὐτὸν ἐλθεῖν, ἀλλὰ προϋπήντησε, καὶ οὐχ ἁπλῶς, ἀλλὰ δραμών, ἵνα φανῇ τὸ σφοδρὸν τοῦ φίλτρου· καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, πληροφορῶν, ὅτι ἀφῆκεν αὐτῷ πᾶσαν ἁμαρτίαν, καὶ κατεφίλησεν αὐτὸν, ὡς υἱὸν ποθεινόν, τὸν ἄχρι τῆς μετανοίας μιαρόν τε καὶ βδελυρόν. Ὁ παραδόξου καταλλαγῆς! Τί εἴπω, ἢ τί λαλήσω πρὸς τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν; Ἀποβλέπω γὰρ πρὸς τὸ ἀχανὲς πέλαγος αὐτῆς, ἐπικόπτομαι τὸν λόγον, καὶ οὐκ ἔχω τί φθέγξομαι. Τοῦτο δὲ μόνον λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι μεγάλα δύναται ἡ μετάνοια, ταχέως ἐπικάμπτουσα τὸν ταχύτερον εἰς τὸ ἐπικάμπτεσθαι φιλάνθρωπον Θεὸν ἡμῶν.
Ἀνθρωποπρεπέστερον δὲ τὰ ῥηθέντα ποιεῖν αὐτὸν λέγει, πρὸς ἐναργεστέραν διδασκαλίαν τῆς συμπαθείας καὶ καταλλαγῆς αὐτοῦ, ἐπεὶ καὶ ἄνθρωπον αὐτὸν ἐν ἀρχῇ τῆς παραβολῆς ὑπέθετο. Εἶπε — υἱός σου. Ἅπερ εἰπεῖν ἐμελέτησε, ταῦτα λέγει νῦν ἐξ ὅλης καρδίας, ὡς ἐντεῦθεν μανθάνειν ἡμᾶς, ὅτι χρὴ καὶ μετὰ τὴν καταλλαγὴν ὁλοκαρδίως ὁμολογεῖν, ὅτι ἡμάρτομεν, καὶ καταδικάζειν ἑαυτούς. Εἶπε – αὐτοῦ. Πρὸς τοὺς ἱερεῖς τῆς Ἐκκλησίας. Οὗτοι γὰρ ὑπηρετοῦσι τῷ Θεῷ πρὸς τὴν σωτηρίαν τῶν ἐπιστρεφόντων. Ἐξενέγκατε – αὐτόν. Τὴν τιμιωτάτην, ἥτις ἐστὶν ἡ κάθαρσις, ἢ ἡ φρουρητικὴ χάρις. Καὶ — αὐτοῦ. Ἀρραβῶνα τῆς πρὸς Θεὸν οἰκειώσεως, ἢ σφραγίδα εἰς τὴν πράξιν αὐτοῦ, ὥστε μένειν αὐτὴν ἀνεπιβούλευτον.
Καὶ ὑποδήματα εἰς τοὺς πόδας. Φυλακὴν εἰς τὴν πορείαν τῆς πολιτείας αὐτοῦ.
col. 1029–1030page 89 of 127
PG 129:1029Καὶ — θύσατε. Μόσχος σιτευτός, τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ· μόσχος μὲν, ὡς μὴ δαμασθὲν τῇ ζεύγλῃ τῆς ἁμαρτίας· σιτευτὸς δὲ, ὡς πιανθὲν ταῖς ἀρεταῖς· καὶ τηρηθὲν εἰς τὴν ὑπὲρ τῶν ἁμαρτωλῶν σφαγήν. Καὶ φαγόντες εὐφρανθώμεν. Φαγεῖν καὶ αὐτὸς λέγει, δηλῶν τὴν κοινωνίαν τῆς εὐφροσύνης. Ὅτι — εὑρέθη. Νέκρωσιν μὲν καὶ ἀπώλειάν φησε τὴν ἀπὸ τῆς ἁμαρτίας· ἀναζώωσιν δὲ καὶ εὕρεσιν, τὴν ἀπὸ τῆς μετανοίας. Καὶ ἤρξαντο εὐφραίνεσθαι. Τοῦτο σαφές. Ἦν — ἀγρῷ. Τῷ τῶν ἀρετῶν, ἐργαζόμενος αὐτός. Καὶ ὡς — χορῶν. Ὁ τοιοῦτος ἔρχεται μὲν διὰ προκοπῆς· ἐγγίζει δὲ διὰ τελειώσεως τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ἀκούει συμφωνίας μὲν μουσικῆς, διὰ τὴν πρὸς τὸν πατέρα συμφωνίαν τοῦ υἱοῦ, ἣν συνεφώνησε διὰ τῆς μετανοίας·
χορῶν δὲ, διὰ τὴν ἐκεῖθεν χαράν. Ἐν τῷ οἴκῳ γὰρ τοῦ Θεοῦ ἦχος καθαρὸς ἑορταζόντων. Καὶ ταῦτα; Ἕνα τῶν ἀγγέλων. Δι' ἀγγέλου γὰρ ἀποκαλύπτονται τὰ θεῖα μυστήρια· παῖδας δὲ νῦν λέγει τοὺς δούλους· δοῦλοι δὲ τοῦ Θεοῦ, οἱ ἄγγελοι. Ὁ δὲ — ἥκει. Παραγίνεται ἐπιστρέψας. Καὶ — ἀπέλαβεν. Ἀποβαλόντα τὴν νόσον διὰ τῆς μετανοίας. Ὠργίσθη — εἰσελθεῖν. Σχηματίζει τοῦτον ἡ παραβολὴ νῦν ὀργιζόμενον, καὶ μὴ θέλοντα εἰσελθεῖν, οὐχ ὅτι ἐφθόνησε· λύπη γὰρ οὐδεμία τοῖς δικαίοις ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀδελφῶν· ἀλλ᾽ ἵνα παραστήσῃ τὴν ὑπερβολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Ἐμφαίνει γὰρ ἡ τοιαύτη ἀγανάκτησις, ὅτι τοσαύτην ἐνδείκνυται περὶ τοὺς μετανοοῦντας χάριν καὶ χαρὰν, ὡς ἑτέροις φθόνον κινῆσαι.
Τοῦτο δὲ πεποίηκε καὶ ἡ παραβολὴ τῶν μισθουμένων ἐργατῶν ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· καὶ ἐν ἐκείνῃ γὰρ οἱ πρῶτοι ἐγόγγυζον. Ὁ οὖν πατὴρ — αὐτόν. Ὡς φιλόπαις καὶ σοφός, καὶ τὸν ἐπιστρέψαντα τιμᾷ, καὶ τὸν μείναντα παρακαλεῖ. Ὁ δὲ — εὐφρανθῶ. Οὐ τοιαῦτα λέγουσιν οἱ ἅγιοι πρὸς τὸν Θεὸν, ἀλλὰ ἀκολούθως τῇ ὀργῇ ἐσχημάτισται καὶ αὕτη ἡ δικαιολογία, διὰ τὴν αἰτίαν ἣν εἰρήκαμεν. Εἰώθασι γὰρ οἱ φθονοῦντες τοιαῦτα ἐγκαλεῖν. Τινὲς οὖν ἔριφον μὲν τὴν ἐλαχίστην ἡδονήν· φίλους δὲ, τὰ θελήματα νοοῦντες, φασὶν εἰπεῖν αὐτὸν, ὅτι ἐμοὶ οὐδέποτε παρεχώρησαν, οὐδὲ ἐλαχίστης ἡδονῆς, ἵνα μετὰ τῶν θελημάτων μου εὐφρανθῶ.
col. 1031–1032page 90 of 127
PG 129:1031Ἡμῖν δὲ οὐ περιεργαστέον, τίς ἐστιν ὁ ἔριφος, καὶ τίνες οἱ φίλοι. Ἐπισφαλής γὰρ ἡ ἐν τοῖς τοιούτοις λεπτολογία, καθὼς πολλαχοῦ τῶν παραβολῶν διεμαρτυράμεθα. Ὅτε δὲ — σιτευτόν. Καὶ ταῦτα τῆς αὐτῆς εἰσιν ἀκολουθίας, καὶ ὁμοίως ἐσχηματίσθησαν. Βίον μὲν οὖν τοῦ Θεοῦ λέγει τὸ χάρισμα, καθὼς ἀνωτέρω δεδήλωται· πόρνας δὲ τὰς φιληδονίας. Ὁ δὲ εἶπεν — εἶ. Οὐδέποτέ μου ἀποφοιτῶν, ἀλλ' ἀεὶ τὰς ἐντολάς μου πληρῶν. Καὶ — ἐστι. Τοιοῦτος γὰρ ὤν, πάντα τὰ ἐμὰ κληρονομήσεις. Οἱ τοιοῦτοι γὰρ υἱοὶ κληρονομοῦσι τὴν βασιλείαν τοῦ Πατρὸς καὶ Θεοῦ. Μὴ λυποῦ τοίνυν, οὐδὲν γὰρ ἐδικήθης. Οὕτως ἐπιεικῶς παρηγορήσας αὐτὸν, ἀπολογεῖται λοιπὸν καὶ ὑπὲρ τῶν γεγενημένων εἰς τὸν ἀδελφὸν αὐτοῦ. Εὐφρανθῆναι — καὶ εὑρέθη.
Δείκνυσιν ἀναγκαίαν τὴν εὐφροσύνην καὶ χαράν. Τίς γὰρ ἰδὼν νεκρὸν ἀναζήσαντα, οὐκ εὐφραίνεται, καὶ τίς τὸ ἀπολωλὸς εὑρών, οὐ χαίρει; Εἶδες, πῶς καὶ ἀποδημήσαντος ἐμακροθύμει, καὶ ἐπιστρέψαντα περιχαρῶς ὑπεδέξατο. Καὶ οὐ μόνον οὐκ ἀπήτησε δίκην, ἀλλὰ καὶ χαρίτων ἠξίωσε. Καὶ οὐ μόνον οὐδ' ὠνείδισεν, ἀλλὰ καὶ ὑπεραπολογήσατο. Ὄντως μεγάλη, Δέσποτα, ἡ φιλανθρωπία σου, καὶ οὐδεὶς ἐξαρκέσει λόγος πρὸς εὐχαριστίαν αὐτῆς. Εἴη δὲ καὶ ἡμᾶς, τοὺς ἐπίσης τῷ ἀσώτῳ ἀποδημήσαντας καὶ διασκορπίσαντας τὸν πλοῦτον, ἴσην αὐτῷ καὶ τὴν ἐπιστροφὴν ἐνδείξασθαι, καὶ τῆς ἴσης ἀξιωθῆναι φιλανθρωπίας. ΚΕΦ. ΝΗ'. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἔλεγε δὲ — ὑπάρχοντα αὐτοῦ.
Ἡ παραβολὴ αὕτη πρὸς τοὺς Χριστιανοὺς ἀποτέταται, τοὺς μὴ βουλομένους πάντη τῶν χρημάτων ὑπεροράν, νουθετοῦσα τούτους, ἵνα κἂν εὐεργετῶσι τοὺς πένητας. Εἴρηται δὲ πρὸς τοὺς μαθητάς, διότι καὶ οὗτοι μαθηταὶ καὶ οὗτοι. Καὶ ἄνθρωπον μὲν πλούσιον ἐμφαίνει, τὸν φιλάνθρωπον καὶ ἀνενδεῆ Θεόν· οἰκονόμον δὲ, πάντα τὸν κεκτημένον πλοῦτον· οἱ τοιοῦτοι γὰρ οὐ κύριοι, ἀλλ' οἰκονόμοι εἰσί. Φησὶ γὰρ ὁ Θεός· Ἐμόν ἐστι τὸ χρυσίον, καὶ ἐμόν ἐστι τὸ ἀργύριον. Διεβλήθη δὲ τῷ Θεῷ ὁ κακὸς οἰκονόμος ὑπὸ τῆς κακῆς οἰκονομίας, ὡς διασκορπίζων τὰ τοῦ Θεοῦ, εἰς ἃ οὐκ ἔδει, καὶ μὴ διανέμων τὰ περιττὰ τοῖς πένησι. Καὶ φωνήσας — οἰκονομίας σου.
Εἶπεν αὐτῷ ταῦτα διὰ τῶν θείων Γραφῶν, αἳ διδάσκουσι περὶ τῆς μελλούσης κρίσεως καὶ λογοθεσίας.
col. 1033–1034page 91 of 127
PG 129:1033Οὐ γὰρ οἰκονομεῖν. Τοῦ θανάτου ὅσον οὔπω μετακινοῦντός σε Εἶπε δὲ αἰσχύνομαι. Μετὰ τὸν θάνατον γὰρ ἐργάσασθαι οὐκ ἰσχύει τις. Ἐργασίας γὰρ ὁ παρών καιρός· ὁ δὲ μέλλων, ἀνταποδόσεως, καὶ τὸ παρακαλεῖν ἀνόνητον. Ἔγνων τί ποιήσω. Ἔγνω τοῦτο συνετισθεὶς ὑπὸ τῶν Γραφῶν. Ἵνα ὅταν — οἴκους αὐτῶν. Οὗτοι, περὶ ὧν ἔγνω, τουτέστιν οἱ ῥηθῆναι μέλλοντες. Καὶ προσκαλεσάμενος — ὀγδοήκοντα. Τίς μὲν ὁ χρεώστης τοῦ ἐλαίου, καὶ τίς ὁ τοῦ σίτου, καὶ διατί ἀνὰ ἑκατὸν ὤφειλον, καὶ τί τὸ γράμμα τοῦ χρέους, καὶ διατί ὁ μὲν πεντήκοντα ἔγραψεν, ὁ δὲ ἐγδοήκοντα, καὶ τὰ τοιαῦτα τῆς προκειμένης παραβολῆς, περιττὸν ἐξετάζειν.
Δι' οὐδὲν γὰρ ἕτερον συνεπλάσθησαν, ἢ ἵνα δειχθῇ μόνον, ὅτι ὁ ῥηθεὶς οἰκονόμος, ἕως εἶχε καιρὸν οἰκονομίας, φρονίμως τοῖς τοῦ δεσπότου πράγμασιν εἰς τὸ οἰκεῖον συμφέρον ἀπεχρήσατο, καὶ δι' αὐτῶν εἰς τὸ μέλλον σωτηρίαν ἑαυτῷ περιεποιήσατο, ὡς ἐντεῦθεν μαθεῖν τοὺς ἔχοντας πλοῦτον, ὅτι χρὴ τούτους, οἰκονόμους αὐτοῦ καταστάντας, ἕως ἔχουσι καιρὸν ζωῆς, φρονίμως τοῖς τοῦ Θεοῦ πράγμασιν εἰς τὸ οἰκεῖον συμφέρον ἀποχρήσασθαι, καὶ δι' αὐτῶν εὐεργετοῦντας τοὺς πένητας, εἰς τὸ μέλλον σωτηρίαν ἑαυτοῖς πραγματεύσασθαι. Βάτος μὲν οὖν ἦν μέτρον ἐλαίου· κόρος δὲ, μέτρον σίτου. Καὶ ἐπήνεσεν — φρονίμως ἐποίησε. Τὸ ἑξῆς, ὡς δῆλον, τοῖς ἀκροαταῖς ἀφῆκε συλλογίζεσθαι.
Εἰ γὰρ ὁ ἠδικημένος δεσπότης ἐπήνεσε τὸν οἰκονόμον τῆς ἀδικίας, ἤγουν τὸν τὴν οἰκείαν σωτηρίαν οἰκονομήσαντα ἐξ ἀδικίας, πολλῷ μᾶλλον ὁ ἀδικούμενος Θεὸς ἐπαινέσει τὸν οἰκονόμον τῆς δικαιοσύνης. Δικαιοσύνη γὰρ, τὸ τὰ περιττὰ τοῖς πένησι διανέμεσθαι. ἑαυτῶν εἰσιν. Υἱοὺς μὲν τοῦ αἰῶνος τούτου καλεῖ τοὺς τῷ κόσμῳ προσκειμένους· αἰῶνα γὰρ νῦν, τὸν κόσμον τοῦτον ὠνόμασεν. Υἱοὺς φωτὸς λέγει τοὺς τοῦ κόσμου ἀποστήσαντας ἑαυτούς. Καί φησιν, ὅτι οὗτοι φρονιμώτεροι εἰσιν ἐκείνων, κατὰ τοῦτο δὲ μόνον, καθὸ φροντίζουσι τοῦ μέλλοντος, ὡς ἔδειξε τὸ παράδειγμα τοῦ ῥηθέντος οἰκονόμου. Ὑπὲρ τοὺς υἱοὺς δὲ τοῦ φωτὸς τοὺς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν, ἤγουν τοὺς ἐκ τῆς γενεᾶς τῆς ἑαυτῶν υἱοὺς φωτὸς γενομένους.
Ἐντρέπει δὲ ὁ λόγος τοὺς ἀμελοῦντας τοῦ μέλλοντος. Κἀγὼ ὑμῖν ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Μαμωνᾶ μὲν ὁ πλοῦτος λέγεται παρ' Ἑβραίοις· Τῆς ἀδικίας δὲ τοῦτον εἶπεν, ὡς ἐξ ἀδικίας θησαυρισθέντα τῆς ἐκ τοῦ μὴ διαμερίζεσθαι τὰ περιττὰ τούτου τοῖς πένησιν. Ἐπεὶ, φησὶν, ἄχρι τοῦ νῦν κακῶς ᾠκονομήσατε, καὶ τὰ ἐμπεπιστευμένα μαμωνᾶν ἀδικίας κατεστήσατε, κἂν γοῦν ὀψέ ποτε ποιήσατε
col. 1035–1036page 92 of 127
PG 129:1035ἑαυτοί, φίλους ἐξ αὐτοῦ τοὺς πένητας, κατὰ μίμησιν τῆς ἤδη ρηθείσης παραβολῆς. Ἵνα ὅταν σκηνάς. Ἵνα, ὅταν τῷ θανάτῳ μεταστῆτε, παράσχωσιν ὑμῖν τόπον εἰς τὰς αἰωνίας σκηνάς, πρόξενοι τούτου γινόμενοι. Ὁ πιστός—ἄδικός ἐστιν. Ὁ πιστὸς ἐν ὀλίγῳ, καὶ πολλοῦ ἄξιός ἐστιν· ὁ δὲ ἐν ὀλίγῳ ἄδικος, καὶ πολλοῦ ἀνάξιός ἐστι. Λέγει δὲ ἐλάχιστον μὲν τὸν γήϊνον πλοῦτον, πολὺν δὲ τὸν οὐράνιον. Εἰ οὖν — ἐπένεσθε· ὡς κακῶς οἰκονομοῦντες. Τὸ — πιστεύσει; Τὴν ἀληθινὸν πλοῦτον τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ εἰ — δώσει; Ὁμοίως ἀλλότριον μὲν ὀνομάζει τὸν γήϊνον πλοῦτον, ὡς μὴ παραμένοντα τῷ κεκτημένῳ· ἡμέτερον δὲ, τὸν οὐράνιον, ὡς παραμένοντα τῷ ἀξιωθέντι αὐτοῦ. Οὐδεὶς καταφρονήσει.
Ταῦτα εἶπε καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι ἐν ἐκείνῳ τὴν ἐξήγησιν τοῦ· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Οὐ δύνασθε — μαμωνᾷ. Ἀκολούθως ἐκεῖ καὶ περὶ τούτου εἴρηται, καὶ ἡρμήνευται. Ἤκουον — αὐτόν. Ἐφαύλιζον αὐτὸν, οἱ φαῦλοι καὶ κατάπτυστοι. Καὶ εἶπεν — ἀνθρώπων. Οἱ δικαίους ἑαυτοὺς εἰδόμενοι. Ὁ δὲ Θεὸς — ὑμῶν. Ἁμαρτωλὰς οὔσας καὶ βδελυράς. Ὅτι τοῦ Θεοῦ. Καὶ γάρ φησιν· Εἰ καὶ μηδὲν ἕτερον ἡμαρτάνετε, ἡ ἐν ἀνθρώποις ὑψηλοφροσύνη βδελυρά ἐστι τῷ Θεῷ, καὶ βδελυρούς ποιεῖ τοὺς οἰηματίας. Ὁ νόμος — Ἰωάννου. Ὁ νόμος τοῦ προφητεύειν, καὶ οἱ προφῆται οἱ προφητεύοντες, δηλονότι, περὶ ἐμοῦ, μέχρις Ἰωάννου προεφήτευσαν. Τοῦτο γὰρ προσέθηκεν ὁ Ματθαῖος.
Τοῦ λοιποῦ δὲ οὔτε νόμος οὔτε προφῆται, ἀλλὰ τί; Ἀπὸ εὐαγγελίζεται. Οὐκέτι σκοτεινῶς προφητεύεται, ἀλλὰ φανερῶς καταγγέλλεται. Αὐτὸς γὰρ ὁ Ἰωάννης πρῶτος αὐτὴν εὐηγγελίσατο, λέγων· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Βασιλείαν δὲ τοῦ Θεοῦ λέγει νῦν, τὴν εἰς αὐτὸν πίστιν, ὡς οὖσαν ἀρραβῶνα τῆς βασιλείας τῶν οὐρανῶν, ἤτοι τῆς ἀπολαύσεως τῶν οὐρανίων ἀγαθῶν. Καὶ βιάζεται. Πᾶς συνετὸς εἰς αὐτὴν βιάζει
col. 1037–1038page 93 of 127
PG 129:1037ἑαυτὸν, ἀνθελκόμενος ὑπὸ τῆς τοῦ κόσμου φιλίας καὶ τῆς ἀπιστίας· ὑμεῖς δὲ, ἀσύνετοι καὶ ῥᾴθυμοι ὄντες, εἰκότως ἀπιστεῖτε. Εὐκοπώτερον πεσεῖν. Νόμον ἐνταῦθα, πᾶσαν ὠνόμασε τὴν Παλαιὰν Γραφήν, ἥτις διαφόρως προεῖπεν, ὅτι διὰ τὴν ἀπιστίαν αὐτῶν ἐκπεσοῦνται τῆς πρὸς Θεὸν οἰκειώσεως. Λέγει γοῦν, ὅτι εὐχερέστερον ἂν ὁ οὐρανὸς καὶ ἡ γῆ ἀφανισθήσονται, ἢ τὸ ἐλάχιστον τῶν προηγορευμένων τῇ Γραφῇ περὶ τῆς διὰ τὴν ἀπιστίαν ἐκπτώσεως αὐτῶν διαπεσεῖται, εἴτουν, ἀπρακτήσει. Πᾶς — μοιχεύει. Νῦν μὲν, μὴ ἐρωτηθείς, εἶπε ταῦτα, πρός τινας ἀποτεινόμενος τοιαῦτα τότε πλημμελήσαντας·
ἐν δὲ τῷ τεσσαρακοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐρωτηθεὶς ὑπὸ τῶν Φαρισαίων, εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολύσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν, πλατείαν τὴν ἀπόκρισιν ἐποιήσατο. Καὶ ἀνάγνωθι τὴν ὅλην ἐξήγησιν αὐτῆς. ΚΕΦ. ΝΘ'. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου. Ἄνθρωπος — πλούσιος. Πολλάκις πολλάκις περὶ φιλοπτωχίας διδάξας, νῦν διὰ παραβολῆς καὶ φόβον τοῖς σκληροκαρδίοις καὶ ἀμεταδότοις πλουσίοις ἐπισκρεμᾷ, περὶ τῶν ἔτι μελλόντων, ὡς ἤδη γεγονότων διηγούμενος· οὔπω γὰρ τῶν βεβιωμένων ἀνταπόδοσις, ἐπεὶ οὔπω κρίσις· καὶ τρανῶς παριστῶν, οἷαι μὲν κολάσεις τοὺς ἀσυμπαθεῖς πλουσίους διαδέξονται μετὰ θάνατον, οἷαι δὲ ἀνέσεις τοὺς φερεπόνους πένητας ὑποδέξονται.
Καὶ ἄλλα δὲ ὠφέλιμα διὰ τῆς παραβολῆς ταύτης μανθάνομεν. Καὶ — βύσσον. Ταῖς τιμιωτάταις καὶ φαιδροτάταις στολαῖς κατεκόσμει τὸ σῶμα. Εὐφραινόμενος — λαμπρῶς. Πολυτελῶς. Πτωχὸς — Λάζαρος. Τοῦ πλουσίου μὲν οὐκ εἶπεν ὄνομα, ὡς μεμισημένου. Γέγραπται γὰρ περὶ τῶν πονηρῶν· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου· τοῦ πτωχοῦ δὲ τὴν κλήσιν προσέθηκεν, ὡς ἀγαπημένου. Φασὶ δέ τινες ἐκ παραδόσεως Ἑβραίων, ὅτι κατὰ τοὺς καιροὺς ἐκείνους καὶ ὁ πλούσιος ἐκεῖνος ἦν, Νινευῒς καλούμενος, καὶ ὁ πτωχὸς οὗτος Λάζαρος.
Τελευτησάντων δὲ αὐτῶν, παραβολὴν ὁ Χριστὸς τὰ κατ' αὐτοὺς ἐποίησε, καὶ τὰς μελλούσας ἀνταποδίσεις αὐτῶν, ὡς γεγενημένας, ἱστόρησε, τοῖς μὲν κατὰ τὸν πλούσιον ἐκεῖνον, φόβον ἐμποιῶν, ὡς εἰρήκαμεν· τοῖς δὲ κατὰ τὸν πτωχὸν τοῦτον, παρηγορίαν καὶ τούτοις δὲ κἀκείνοις ὠφέλειαν. Ὃς — ἕλκη αὐτοῦ. Τοσοῦτον γὰρ παρεῖτο τὸ σῶμα, ὡς μηδὲ τοὺς κύνας ἀποσοβεῖν δύνασθαι. Ὢ πολλῆς τῆς ὠμότητος καὶ ἀναλγησίας· ὅτι τὸν ἐν τοσούτοις κακοῖς, ὁ ἐν τοσούτοις ἀγαθοῖς περιεώρα, καὶ ταῦτα ἐρριμμένον πρὸ τοῦ πυλῶνος αὐτοῦ.
col. 1039–1040page 94 of 127
PG 129:1039λῆς ἀνδρείας καὶ ὑπομονῆς, ὅτι ἐκείνου οὕτως ἔχοντος, αὐτὸς οὕτως ἔχων οὐκ ἐβλασφήμησεν οὐδ' ἐγόγγυσεν! Ἐγένετο — Ἀβραάμ. Ἵνα τὸν ξένον Λάζαρον παρὰ τῷ φιλοξένῳ Ἀβραὰμ ἰδὼν ὁ μισόξενος πλούσιος ἔλεγχον ἔχοι τοῦτο τῆς μισοξενίας αὐτοῦ. Παρατήρησον δὲ, ὅτι τῶν ἁμαρτωλῶν μὲν αἱ ψυχαὶ ἀποτόμως ἀπαιτοῦνται· Ἄφρον γάρ, φησὶ, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· τῶν δικαίων δὲ, εὐλαβῶς ἀπάγονται, ὑπὸ τῶν ἀγγέλων δορυφορούμεναι. Ἀπέθανε — ἐτάφη. Ἐπὶ τοῦ πτωχοῦ μὲν, οὐκ εἶπεν, ὅτι ἐτάφη, διὰ τὸ ἀτημέλητον τῆς τῶν πτωχῶν ταφῆς· ἐπὶ τοῦ πλουσίου δὲ, καὶ μάλα, διὰ τὸ πολυτελὲς τῆς τῶν πλουσίων ταφῆς. Καὶ ἐν — κόλποις αὐτοῦ. Ἅδην λέγει, τὸν τόπον τῆς κολάσεως.
Ἐκ τῆς παραβολῆς δὲ ταύτης μανθάνομεν, καὶ ὅτι ἐν τῷ μέλλοντι αἰῶνι οὐ μόνον ὁρῶσι καὶ οἱ ἁμαρτωλοὶ τοὺς δικαίους, καὶ οἱ δίκαιοι τοὺς ἁμαρτωλούς, ἀλλὰ καὶ γνωρίζουσι. Καὶ οἱ ἁμαρτωλοὶ μὲν ὁρῶσι τὰς τῶν δικαίων ἀπολαύσεις, ἵνα μᾶλλον ἀνιῶνται, βλέποντες, οἵων ἀγαθῶν ἐστερήθησαν· οἱ δίκαιοι δὲ ὁρῶσι τὰς τῶν ἁμαρτωλῶν κολάσεις, ἵνα μᾶλλον χαίρωσι, βλέποντες οἷα βάσανα διέφυγον. Γνωρίζουσι δὲ ἀλλήλους, ἵνα γνώσιν ἐν ποίοις εἰσὶν οὗτοι, περὶ ὧν ἠγνόουν πρὸ τοῦ ἀποθανεῖν· οὐ παρακαλοῦσι δὲ τότε τὸν Θεὸν οἱ δίκαιοι ὑπὲρ τῶν ἁμαρτωλῶν, γινώσκοντες, ὅτι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ συγκατεδικάσθησαν.
Καὶ ὥσπερ τὸ ὑπὲρ τῶν δαιμόνων ἱκετεύειν μάταιόν ἐστι καὶ ἀπρόσδεκτον, οὕτω καὶ τὸ ὑπὲρ τούτων, ὡς εἶπε Γρηγόριος ὁ Διάλογος· οὐκ ἀλγοῦσι δὲ, καίτοι συμπαθεῖς ὄντες. Ἀπέδρα γὰρ τότε ἀπ' αὐτῶν ὀδύνη, καὶ λύπη, καὶ στεναγμός, ἵνα καθαρῶς εὐφραίνωνται. Ταῦτα μέν φησι Γρηγόριος ὁ Διάλογος· ἕτερα δὲ Πατέρες λέγουσι, μήτε ὑπὸ τῶν ἁμαρτωλῶν ὁρᾶσθαι τοὺς δικαίους, μήτε ὑπὸ τῶν δικαίων τοὺς ἁμαρτωλούς. Οἱ μὲν γὰρ ἐν τῷ φωτί· οἱ δὲ ἐν τῷ σκότῳ· πόρρω δὲ ἀλλήλων τὸ φῶς καὶ τὸ σκότος. Καὶ οἱ μὲν ὅλοι φῶς ὄντες, οὐκ ἂν βούλοιντο ἀπιδεῖν εἰς τὸ σκότος· οἱ δὲ ὅλοι σκότος ὑπάρχοντες, οὐκ ἂν δύναιντο ἀπιδεῖν εἰς τὸ φῶς.
Ἢ γὰρ ἂν καὶ οἱ ἁμαρτωλοὶ τῆς ὀδύνης παράκλησιν ἔμελλον ἔχειν τὸ φῶς, καὶ οἱ δίκαιοι, τῆς ἡδονῆς ὕφεσιν τὸ σκότος· τὴν μέντοι παραβολὴν ὑποθέσθαι τοῦτο, κατὰ παραβολικὴν αὐτονομίαν, καὶ ἵνα φοβερώτερος καὶ πιθανώτερος ὁ λόγος γένηται. Χρὴ δὲ καὶ ταῦτα κἀκεῖνα γινώσκειν· ἁγίων γάρ εἰσι, καὶ οὐδὲν τῇ εὐσεβείᾳ λυμαίνονται. Καὶ αὐτὸς — ταύτῃ. Ὅρα, πόσον αὐτὸν ἡ βάσανος ἐσωφρόνισεν. Ὃν γὰρ ἐγγὺς κείμενον παρεώρα, τοῦτον πόρρωθεν ὀξέως ὁρᾷ. Οὐ παρεκάλεσε δὲ τὸν
col. 1041–1042page 95 of 127
PG 129:1041Λάζαρον, ὑπολαμβάνων, ὅτι μνησικακεῖ αὐτῷ· τὸν Ἀβραὰμ δὲ ἱκέτευσε, νομίζων ὅτι ἀγνοεῖ τὰ κατ' αὐτήν. Ὥσπερ δὲ τῷ Λαζάρῳ πρότερον, ἐν τοσούτοις ὄντι κακοῖς προσθήκη συμφορῶν ἦν, τὸ βλέπειν τὴν πλούσιον ἐν τοσούτοις ἀγαθοῖς· οὕτω καὶ τῷ πλουσίῳ νῦν ἐν τοσούτοις ὄντι δεινοῖς, προσθήκη τιμωριῶν ἐστι, τὸ βλέπειν τὸν Λάζαρον ἐν τοσούτοις ἀγαθοῖς. Εἶπε — ὀδυνᾶσαι. Οὐκ ὀνειδίζει τούτῳ τὴν ἀπανθρωπίαν, ἀλλ' ἐπιεικῶς ἀποκρίνεται· γέγραπται γὰρ, ὅτι Ψυχὴν τεταπεινωμένην μὴ προσταράξης· καὶ τέκνον ὀνομάζει τοῦτον, ὡς πατριάρχης αὐτοῦ καὶ ὡς πρεσβύτης. Οὐκ εἶπε δὲ, ὅτι Ἔλαβες, ἀλλ' ὅτι ἀπέλαβε, τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά.
Τὸ γὰρ ἀπολαμβάνειν ἐπὶ τῶν χρεωστουμένων τάττεται, καὶ δηλοῦται πάντως ἐντεῦθεν, ὅτι καὶ ὁ πλούσιος, εἰ καὶ ἁμαρτωλὸς ἦν, ὅμως εἶχε τινα ἀρετὴν ὑπὲρ ἧς ἀπέλαβε ζῶν ὅτι τὰ ὀφειλόμενα ἀγαθά· καὶ ὁ Λάζαρος, εἰ καὶ δίκαιος ἦν, ὅμως εἶχε τινα κακίαν, δι' ἣν καὶ αὐτὸς ἀπέλαβε ζῶν ἔτι τὰ ὀφειλόμενα κακά. Τῶν ἀνθρώπων γὰρ οὐδεὶς ἄμοιρος ἀρετῆς, οὐδ' ὁ πάνυ πονηρός· καὶ οὐδεὶς ἄμοιρος κακίας, οὐδ' ὁ πάνυ ἀγαθός. Διὸ καὶ τελευτήσαντες ἀπῆλθον, ὁ μὲν ἄκρατον ἔχων τὴν κακίαν· ὁ δὲ ἄκρατον κεκτημένος τὴν ἀρετήν. Καὶ ἐπὶ — διαπερώσι. Χάσμα μέγα λέγει, τὸ ἀνεπιχείρητον πρόσταγμα τοῦ Θεοῦ· ὡς δίκην χάσματος κωλύων τὴν ἐπιμιξίαν τούτων κἀκείνων. Εἶπε — πάτερ. Παρακαλῶ σε. Ἵνα — βασάνου.
Ἀποτυχὼν τῆς ὑπὲρ ἑαυτοῦ δεήσεως, ὑπὲρ τῶν ἀδελφῶν δυσωπεῖ, ἐμφαίνων, ὅτι ὥσπερ αὐτὸς πρὸ τοῦ ἀποθανεῖν, οὕτω καὶ αὐτοὶ λῆρον ἡγοῦνται τὰς ἐν ταῖς Γραφαῖς ἀπειλὰς τῶν τοῦ μέλλοντος αἰῶνος κολάσεων, καὶ διὰ τοῦτο, μόνην τὴν φιληδονίαν μεταδιώκουσι. Λέγει — προφήτας. Τὰς Μωσαϊκὰς βίβλους καὶ τὰς προφητικάς. Οὐ γὰρ οὕτω σὺ κήδῃ τῶν ἀδελφῶν, ὡς ὁ ποιήσας αὐτοὺς Θεὸς, ὃς καὶ μυρίους ἐπέστησεν αὐτοῖς διδασκάλους. Ἀκουσάτωσαν αὐτῶν. Ὑποτιθεμένων βίον ἐνάρετον. Ὁ δὲ Ἀβραάμ. Οὐκ ἀκούουσιν αὐτῶν. Ἀλλ' — μετανοήσουσι. Ταῖς βίβλοις μὲν ἀπιστοῦσιν, ὡς παρὰ ζώντων γραφείσαις, μήπω θεασαμένων τὰ τοῦ μέλλοντος αἰῶνος· ἐάν τις δὲ ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, πιστεύσουσιν, ὡς ἰδόντι πάντα.
Εἶπε — πεισθήσονται. Καὶ οἱ Ἰουδαῖοι γὰρ, ἐπειδὴ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἤκουον, οὐδὲ τοῖς ἐκ νεκρῶν ἀναστᾶσιν ἐπείσθησαν, ἀλλὰ καὶ τὸν ἀδελφὸν Μάρθας καὶ Μαρίας Λάζαρον, ἐκ
col. 1043–1044page 96 of 127
PG 129:1043νεκρῶν ἀναστάντα καὶ περὶ τῶν ἐν τῷ ᾅδῃ λέγοντα, μᾶλλον ἀνελεῖν ἐβούλοντο. Εἶπε — ἔρχεται. Ἀνένδεκτόν ἐστιν, ὥστε μὴ ἐλθεῖν, ἤγουν, ἀναγκαῖόν ἐστιν ἐλθεῖν. Ἔφη γὰρ καὶ ἐν τῷ τριακοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· ὅτι Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. Ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται. Καὶ ἀνάγνωθι ἐν ἐκείνῳ τὴν ἑρμηνείαν, εὖ ἔχουσαν. Αὐσιτελεῖ — τούτων. Ἐκεῖ καὶ ταῦτα εἴρηται μικρὸν ἀνωτέρω, καὶ σαφῶς διηρμήνευται. Προσέχετε ἑαυτοῖς. Προσέχετε, μήποτε σκανδαλίσητέ τινας, ἢ σκανδαλισθῆτε ὑπό τινων. Ἐὰν δὲ — αὐτῷ. Ἐπίπληξον ἀδελφικῶς τε καὶ διορθωτικῶς. Καὶ ἐὰν — αὐτῷ. Ἡ μετάνοια γὰρ ἀξία συγγνώμης. Καὶ ἐὰν — ἀφήσεις αὐτῷ.
Δεῖ γὰρ ἡμᾶς, ἐν ἀσθενείαις ὄντας καὶ ἡττωμένους παθῶν, ἐπικάμπτεσθαι τοῖς ὁμοίως πάσχουσι. Τὸ δὲ Ἑπτάκις ἐνταῦθα, τὸ Πολλάκις δηλοῖ, τουτέστιν, Ὁσάκις τῆς ἡμέρας ἁμαρτήσας μετανοήσῃ, τοσαυτάκις ἄφες αὐτῷ. Καὶ οὕτω συνάδει τὸ Ἑβδομηκοντάκις ἑπτά. Ἄλλως τε, τὸ μὲν ἑπτάκις, ἐφ' ἑκάστης ἡμέρας εἴρηται· τὸ δὲ Ἑβδομηκοντάκις ἑπτά, πρὸς πάσας. Καὶ — πίστιν. Πρόσθες, ᾗ ἔχομεν, τὴν λείπουσαν, ἤγουν τελείωσον ἡμῶν τὴν πίστιν τὴν πρὸς σέ. Τῆς πίστεως γὰρ τὸ μὲν παρ' ἡμῶν εἰσάγεται, καθὸ λέγεται, τό· Ἡ πίστις σου σέσωκέ σε· τὸ δὲ, παρὰ τοῦ Θεοῦ δίδοται. Φησὶ γὰρ ὁ ἀπόστολος Παῦλος· Ὁ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα·
ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι. Τοῦτο οὖν εἰδότες, αἰτοῦσι τὴν ἐκ τοῦ Θεοῦ διδομένην πίστιν, ἣν καὶ ἔλαβον μετὰ τὴν ἐν εἴδει πυρίνων γλωσσῶν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος. Διὸ πρὸ τοῦ ταύτην λαβεῖν, ὀλιγοπιστίαν ὠνειδίζοντο, καὶ ἀτελεῖς ἦσαν πρὸς τὴν πίστιν. Ἔστι δὲ ἡ παρὰ τοῦ Θεοῦ προστιθεμένη πίστις, τελείωσις τῆς προεισενεχθείσης πίστεως καὶ βεβαίωσις. Εἶπε — ὑμῖν. Εἰ ἔχετε πίστιν, οὕτω δριμεῖαν, καὶ σφοδράν, καὶ θερμήν, ὡς κόκκον σινάπεως· τοιαύτης γὰρ ποιότητος οὗτος· μετακινεῖτε ἂν καὶ τὰ δένδρα, καὶ τῇ θαλάσσῃ ταῦτα ἐνεφυτεύετε. Τοῦτο δὲ εἶπεν, ἐπαινῶν τὴν τελείαν πίστιν, καὶ δηλῶν τὸ μεγαλοδύναμον αὐτῆς.
Εἴρηκε δὲ περὶ πίστεως καὶ κόκκου σινάπεως καὶ ἐν τῷ τριακοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, πλὴν καθ' ἑτέραν ἔννοιαν.
col. 1045–1046page 97 of 127
PG 129:1045Τίς – πεποιήκαμεν. Διὰ τῶν προλαβόντων λόγων εἰς ἀγαθοεργίαν παραθήξας τοὺς μαθητάς, νῦν διὰ τοῦ παραδείγματος τούτου κατασπᾷ τὸ παρεπόμενον ταύτῃ πάθος τῆς οἰήσεως, διδάσκων, ὅτι, ὥσπερ οὐδεὶς τὸν ἀροτριῶντα ἢ ποιμαίνοντα δοῦλον αὐτοῦ, καὶ ἐξ ἀγροῦ εἰσελθόντα, τιμῆς ἀξιοῖ, διὰ τὸν τοιοῦτον κόπον, ἀλλὰ πάλιν ἐπιτάττει, καὶ τὴν προσοφειλομένην ἀπαιτεῖ δουλείαν, καὶ οὐδ᾽ οὕτως αὐτῷ χάριν ἔχει· τὸν αὐτὸν ἄρα τρόπον καὶ ὁ Θεός. Ὥστε κατὰ τὸν τοῦ δικαίου λόγον, τοῖς μὲν μὴ πληροῦσι τὰ προστεταγμένα κίνδυνος ἀπόκειται· τοῖς δὲ πληροῦσιν αὐτά, χάρις οὐδεμία. Καὶ οὐ χρὴ διὰ τοῦτο μέγα φρονεῖν, ὅπερ καλῶς εἰδὼς ὁ ἀπόστολος Παῦλος ἔλεγεν ὅτι, Ἐὰν εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα·
ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοι ἐστὶν, ἐὰν μὴ εὐαγγελίζωμαι. Πλὴν ἀγαθὸς ὢν ὁ Θεὸς, καὶ τοῖς δούλοις, ὡς μισθίοις, προσφέρεται, καὶ τὴν δουλείαν αὐτῶν μισθῷ ἀμείβεται, καὶ τὴν ὀφειλομένην λατρείαν, ὡς κατόρθωμα δέχεται, καὶ γέρα δίδωσιν ὑπερβαίνοντα τοὺς καμάτους. Νικῇ γὰρ ἡ ἀγαθότης αὐτοῦ τὸ δίκαιον. ΚΕΦ. Σ'. Περὶ τῶν δέκα λεπρῶν. Καὶ ἐγένετο – λεπροί ἄνδρες. Οἱ ἐννέα μέν, Ἰουδαῖοι ἦσαν· ὁ δὲ εἷς Σαμαρείτης. Ἡ κοινωνία δὲ τῆς νόσου τότε συνήθροισεν αὐτούς, ἀκούσαντας, ὅτι διέρχεται ὁ Χριστός. Οἱ ἔστησαν πόρρωθεν. Ὡς ἀκάθαρτοι. Καὶ ἡμᾶς. Ἐπιστάτα, ἤτοι, Κύριε ἢ διδάσκαλε. Καὶ ἰδὼν – ἱερεῦσι.
Μήπω καθαρίσας αὐτοὺς πέμπει ἐμφανισθησομένους τοῖς ἱερεῦσιν, ὡς ἐν τῷ πορεύεσθαι μέλλοντας καθαρισθῆναι. Τοῦτο δὲ πεποίηκε, δοκιμάζων τὴν πίστιν αὐτῶν. Οἱ δὲ πιστεύσαντες, ὅτι δύναται πορευομένους αὐτοὺς καθαρίσαι, ἀδιστάκτως ἐβάδιζον. Ἐνεφανίζοντο δὲ τοῖς ἱερεῦσιν οἱ καθαρισθέντες, ἵνα παρ᾽ αὐτῶν ὀνομασθῶσι καθαροὶ, καὶ λοιπὸν προσενέγκωσι θυσίαν, κατὰ τὸν νόμον. Καὶ ἐγένετο – τὸν Θεόν. Μέγαν μὲν γάρ τινα, καὶ μεγαλοδύναμον, τὸν Χριστὸν ἐπίστευον εἶναι, οὔπω δὲ καὶ φύσει Θεόν. Καὶ ἔπεσεν – αὐτῷ. Καθαρισθεὶς γὰρ, ἐπλησίασε. Καὶ αὐτὸς – ὁ ἀλλογενὴς οὗτος. Ἐντεῦθεν ἔδειξεν, ὅτι εὐγνωμονέστεροι τῶν Ἰουδαίων εἰσὶν οἱ ἐξ ἐθνῶν.
Ἐκεῖνοι γὰρ αὐτίκα τῆς εὐεργεσίας λήθην λαβόντες, ἀχάριστοι καὶ περὶ τὸν Πατέρα καὶ περὶ τὸν Υἱὸν ἐφάνησαν. Καὶ εἶπεν – σέσωκέ σε. Καὶ μὴν κἀκείνους ἡ πίστις αὐτῶν σέσωκεν. Ἀλλὰ πιστοὶ μὲν οἱ δέκα, μόνος δὲ οὗτος εὐγνώμων. Ἐπερωτηθείς – τοῦ Θεοῦ. Ἐπειδὴ πολλάκις ἐδίδαξεν, ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, περὶ
col. 1047–1048page 98 of 127
PG 129:1047ἑαυτοῦ τοῦτο λέγων, ἐρωτῶσι νῦν, πότε βασιλεύσει, χλευάζοντες αὐτὸν, ὡς εὐτελῆ τὸ φαινόμενον, καὶ ὅσον οὔπω ἀναιρεθῆναι παρ' αὐτῶν μέλλοντα. Ἀπεκρίθη — παρατηρήσεως. Μετὰ περιφανείας ἀνθρωπίνης. Οὐδὲ — ἐκεῖ. Ὅπου ποιοῦσιν ἐπὶ τῶν γηίνων βασιλέων. Ἰδού — ἐστίν. Βασιλείαν τοῦ Θεοῦ, ἑαυτὸν λέγει, ὡς βασιλέα καὶ Θεόν. Ἐντὸς δὲ αὐτῶν ἦν, ὡς ἐν μέσῳ αὐτῶν ἀναστρεφόμενος, περὶ οὗ καὶ ὁ Πρόδρομος εἶπεν αὐτοῖς, ὅτι Μέσος ὑμῶν ἔστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Ἡ ἐπιτυχία τῆς βασιλείας τοῦ Θεοῦ ἐκ ὑμῖν κεῖται, ἐν τῇ προαιρέσει ὑμῶν, ἢ ἡ ὁδὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἡ ἄγουσα εἰς αὐτὴν, ἢ ἡ ἐργασία, ἡ προξενούσα αὐτήν, ἢ ἡ ἀγαλλίασις, ἣν μέλλουσιν ἔχειν οἱ ἀξιούμενοι ταύτης.
Δίδοται γὰρ αὕτη κἀνταῦθα τοῖς ἀξίοις, εἰς ἀῤῥαβῶνα τοῦ μέλλοντος. Εἶπε — ὄψεσθε. Τοῖς Φαρισαίοις μὲν, καίτοι χλευαστικῶς ἐρωτήσασιν, ὅμως πράως ἀπεκρίθη, καὶ μετὰ τῆς συνήθους ἀνεξικακίας· τοῖς μαθηταῖς δὲ λοιπὸν προμηνύει, ὅτι ὅσον οὔπω ἀναιρεθείς, οὐκέτι συμπολιτευθήσεται τούτοις. Τοῦτο γὰρ ἐμφαίνει τὸ μέλλειν αὐτοὺς ἐπιθυμῆσαι μιᾶς τῶν ἡμερῶν τῆς ζωῆς αὐτοῦ. Καὶ ἐροῦσιν — διώξητε. Περὶ τούτων φανερώτερον ἔγραψεν ὁ Ματθαῖος ἐν τῷ πεντηκοστῷ ἑβδόμῳ κεφαλαίῳ, λέγων ὅτι Τότε, ἐάν τις ὑμῖν εἶπῃ, Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ τὰ ἑξῆς. Καὶ ἀνάγνωθι τὴν τούτων ἐξήγησιν. Ὥσπερ — λάμπει.
Ἐκ τῆς ὑπ' οὐρανὸν ἀνατολῆς εἰς τὴν ὑπ' οὐρανὸν δύσιν λάμπει. Φησὶ γὰρ ὁ Ματθαῖος ἐν ἐκείνῳ τῷ κεφαλαίῳ ὅτι, Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν. Ἀνάγνωθι οὖν ἐκεῖ τὴν ἑρμηνείαν, καὶ μαθήσῃ, τί δηλοῖ τουτὶ τὸ παράδειγμα. Οὕτως — αὐτοῦ. Οὕτως ἔσται καὶ αὐτὸς φανερὸς πάσῃ τῇ οἰκουμένῃ. Ἡμέραν δὲ αὐτοῦ λέγει, τὴν τῆς δευτέρας παρουσίας αὐτοῦ. Ἐκεῖνο δὲ τὸ κεφάλαιον καὶ περὶ τούτων διαλαμβάνει σαφῶς. Πρῶτον — ταύτης. Τῶν πονηρῶν Ἰουδαίων. Καὶ καθὼς — ἅπαντας. Φανερώτερον ἔγραψε τὸ παράδειγμα τοῦτο Ματθαῖος ἐν τῷ πεντηκοστῷ ὀγδόῳ κεφαλαίῳ, καὶ ζήτησον ἐκεῖ τὴν τούτων διάγνωσιν. Ὁμοίως — ἀποκαλύπτεται. Ὥσπερ τοὺς ἐπὶ
col. 1049–1050page 99 of 127
PG 129:1049Νῶς καὶ ἐπὶ Λώτ, τρυφῶντας καὶ ἀμεριμνοῦντας, τοὺς μὲν κατακλυσμός, τοὺς δὲ πῦρ καὶ θεῖον διέφθειραν, οὐρανόθεν αἰφνίδιον κατενεχθέντα· οὕτω καὶ ἐπὶ τῆς δευτέρας παρουσίας τρυφῶντας καὶ ἀμεριμνοῦντας ὄλεθρος αἰφνίδιος καταλήψεται. Θεῖον δέ ἐστι, τὸ λεγόμενον θειάφιον, λιπαρὰ τροφὴ τοῦ πυρός. Ἐν — ἆραι αὐτά. Ὁ τῆς κάτω διατριβῆς ὑπεραρθείς, καὶ ὑψηλὸς τῷ βίῳ γενόμενος, οὗ τὰ πάθη ἐν τῷ κόσμῳ κατελείφθησαν, οἷς ἐκέχρητο πρὸς ἐργασίαν τῆς ἁμαρτίας, μὴ καταβάτω ἆραι αὐτά· ἀλλὰ μενέτω ἐπὶ τῆς ὑψηλότητος, καὶ περιμενέτω τὸν κατεχόμενον Κύριον. Καὶ ὁ — ὀπίσω. Ὁ ἐν τῷ ἀνακεχωρημένῳ βίῳ.
Ταῦτα δὲ παραγγέλλει διὰ τὴν τηνικαῦτα πολλὴν ἀπάτην τῶν ψευδοπροφητῶν τοῦ Ἀντιχρίστου, καὶ τὴν σφοδρὰν πλάνην αὐτοῦ. Μνημονεύετε τῆς γυναικὸς τοῦ Λώτ. Ἤτοι τοῦ πάθους αὐτῆς. Τοῦ Θεοῦ γὰρ τῷ Λὼτ μηνύσαντος φυγεῖν ἀπὸ τῶν Σοδόμων παγγενῆ, διὰ τὸν μέλλοντα καταλαβεῖν αὐτὰ θεήλατον ἐμπρησμόν, καὶ παραγγείλαντος ἀμεταστρεπτὶ βαδίζειν, ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός· στήλη μέν, εἰς παράδειγμα τῶν στρεφομένων ἀπὸ τῆς σωτηριώδους ὁδοῦ ἐπὶ τὰ πρότερα ἤθη· ἁλὸς δέ, διὰ τὴν ἀπὸ τῆς ἁμαρτίας πικρίαν. Ὃς — σῴζειν αὐτήν.
Ὃς ἂν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ἐλευθερῶσαι ἀπὸ τῶν ἐπαγομένων αὐτῷ διὰ τὴν εὐσέβειαν κινδύνων ὑπὸ τοῦ Ἀντιχρίστου, τῇ ἀπωλείᾳ τῆς μελλούσης κολάσεως παραδώσει αὐτήν, ὡς προδεδωκυῖαν τὴν πίστιν. Καὶ ὃς — αὐτήν. Ὃς ἂν ἀφαιρεθῇ αὐτὴν διὰ μαρτυρικοῦ θανάτου, ζωογονήσει αὐτήν, ἤτοι, σώσει κατὰ τὸν μέλλοντα αἰῶνα. Λέγω — ἀφεθήσεται. Ταύτῃ τῇ νυκτί· ποίᾳ; Τῇ τοῦ καιροῦ τῆς δευτέρας παρουσίας. Περὶ δὲ τῶν ἐν τῷ ἀγρῷ καὶ τῶν ἀληθουσῶν εἴρηται σαφῶς ἐν τῷ πεντηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν τοῦ· Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ. Καὶ ἀποκριθέντες· ποῦ, Κύριε; Ποῦ παραλαμβάνονται; Ὁ — ἀετοί. Τουτέστιν, εἰς ἀπάντησίν μου, εἰς δορυφορίαν καὶ προπομπήν.
Ἀετοὺς μὲν γὰρ ὠνόμασε τοὺς δικαίους, ὡς ὑψηλοὺς ταῖς ἀρεταῖς καὶ βασιλικούς· σῶμα δέ, ἑαυτόν, ὡς συναγωγὸν τῶν τοιούτων ἀετῶν. Πτῶμα δὲ τὸ σῶμα ἔγραψεν ὁ Ματθαῖος.
col. 1051–1052page 100 of 127
PG 129:1051ΚΕΦ. ΞΑ'. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας. Ἔλεγε — προσεύχεσθαι. Ἡμέρας, δηλαδή, καὶ νυκτός, κατὰ τοὺς προσήκοντας καιρούς. Καὶ μὴ ἐκκακεῖν. Μὴ ἀποκάμνειν προσευχομένους. Λέγων — ἐπὶ χρόνον. Μήτε τὸν Θεὸν φοβούμενος, τὸν κελεύοντα ἐκδικεῖν τοὺς ἀδικουμένους· μήτε ἄνθρωπον ἐντρεπόμενος, τὸν μεμφόμενον τοῖς δικασταῖς τοῖς περιορῶσι τοὺς κατὰ δυναστευομένους. Μετὰ δὲ ταῦτα — αὐτήν. Κόπον δὲ λέγει νῦν, τὴν ὄχλησιν. Ἵνα — με. Εἰς τέλος, ἤγουν ἄχρι παντός, δι' ὅλου. Ὑπωπιάζῃ με δέ, ἀντὶ τοῦ, Δυσωπῇ, ἢ βιάζῃ. Εἶπε — λέγει. Ὅτι, εἰ καὶ μὴ διὰ φόβον Θεοῦ, καὶ ἐντροπὴν ἀνθρώπου, ἀλλά γε διὰ τὴν ὄχλησιν, καὶ τὸ συνεχὲς τῆς ἐντεύξεως ἐκδικήσει αὐτήν. Ὁ δὲ θεὸς — νυκτός.
Ἐρωτᾷ τοῦτο, ὡς ἀναγκαῖον συνομολογηθῆναι. Καὶ — αὐτοῖς; Ὁ Θεὸς, ὁ καὶ μακροθυμῶν ἐπ' αὐτοῖς πρότερον, ἤγουν ὁ παρορῶν αὐτοὺς ἐπ' ὀλίγον, ἵνα δοκιμασθῶσι. Λέγω — τάχει. Μετὰ τὴν μακροθυμίαν πάντως. Τινὲς δὲ κατὰ ἀναγωγὴν νοοῦσι κριτὴν τῆς ἀδικίας, τὸν Θεόν, μήτε θεὸν φοβούμενον, ὡς μὴ ὄντος ἑτέρου Θεοῦ παρ' αὐτόν, μήτε ἄνθρωπον ἐντρεπόμενον, ὡς ἀπροσωπόληπτον· πάλιν δέ, τὴν Ἐκκλησίαν τῶν πιστῶν· χήραν δέ, πᾶσαν ψυχήν, ὡς χηρεύσασαν τῆς πρὸς τὸν δαίμονα συναφείας· ἀντίδικον δὲ αὐτῆς, τὸν διάβολον. Ἔδειξεν οὖν ἡ παραβολή, ὅτι ἀνυσιμώτατόν ἐστι τὸ τῆς προσευχῆς ἐπίμονον. [Ὁ δὲ Χρυσόστομος, ἀνόσιον καὶ ἀπάνθρωπον λέγων τὸν τοιοῦτον κριτήν, ἀπωθεῖται τὴν τοιαύτην ἀναγωγήν.] Πλήν — γῆς;
Ἐλθὼν ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Ἐρωτᾷ δὲ καὶ περὶ τούτου, οὐχ ὡς ἀγνοῶν, ἀλλ' ἐμφαίνων, ὅτι ὀλίγοι πιστοὶ εὑρεθήσονται τότε. ΚΕΦ. ΞΒ'. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. Εἶπε — τελώνης. Ἁρμοδίως τὸν ἕνα Φαρισαῖον ὑπέθετο, καὶ τὸν ἕτερον, τελώνην· οἱ Φαρισαῖοι μὲν γὰρ δίκαιοι δοκοῦσιν, οἱ τελῶναι δὲ ἁμαρτωλοί. Ὁ Φαρισαῖος — τελώνης. Τοιαῦτα προσευχόμενος, οὐδὲν ἕτερον ἐποίει, ἢ ἀνεκωμίαζε μὲν ἑαυτόν, ἐξουδένει δὲ τοὺς λοιποὺς ἀνθρώπους, καὶ τὸν τελώνην,
col. 1053–1054page 101 of 127
PG 129:1053καίτοι γέγραπται ὅτι Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη. Νηστεύω· Σαββάτου. Σάββατον ἐνταῦθα λέγει, τὴν ὅλην ἑβδομάδα. Ἀποδεκατῶ — κτῶμαι. Χάριν τῶν πενήτων. Καὶ — ἐπᾶραι. Κρίνων ἑαυτὸν ἀνάξιον, οὐ μόνον τῆς ἐγγὺς στάσεως, ἀλλὰ καὶ τοῦ ἀτενίσαι εἰς τὸν οὐρανόν. Ἀλλ' — ἁμαρτωλῷ. Ἐξουδενωθεὶς ὑπὸ τοῦ Φαρισαίου, μᾶλλον προσκατέκρινεν ἑαυτὸν, καὶ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ, ἐμφαίνων, ὅτι πληγῶν ἐστιν ἄξιος. Λέγω — ἐκεῖνος. Παρὸ ἐκεῖνος, ἤγουν, οὐκ ἐκεῖνος. Ὁ μὲν γὰρ δικαιώσας μόνον ἑαυτὸν, κατεδικάσθη παρὰ Θεοῦ· ὁ δὲ καταδικάσας μόνον ἑαυτὸν, ἐδικαιώθη παρὰ Θεοῦ. Καὶ τούτου μὲν πάντα τὰ προτερήματα ἐξεκένωσεν ἡ οἴησις·
ἐκείνου δὲ πάντα τὰ ἐλαττώματα ἐξεφόρησεν ἡ ταπείνωσις. Ὅρα οὖν, πῶς διάθεσις καρδίας καὶ λόγος στόματος ἐν βραχεῖ καιρῷ τοῦ μὲν, πολλῶν ἐτῶν δικαιοσύνας· τοῦ δὲ, πολλῶν ἐτῶν ἀδικίας ἠφάνισε. Μάθωμεν οὖν καὶ ἡμεῖς ἐντεῦθεν, πῶς χρὴ προσεύχεσθαι, καὶ ἀπό τε τῆς οἰκτρᾶς στάσεως, ἀπό τε τοῦ ἐλεεινοῦ σχήματος, ἀπό τε τῶν δυσωπητικῶν λόγων κάμπτωμεν μᾶλλον, ἀλλὰ μὴ τοὐναντίον παροξύνωμεν τὸν Θεόν. Ὅτι — ὑψωθήσεται. Ταῦτα σαφῆ καὶ πρόδηλα. Προσέφερον — Θεοῦ. Περὶ τούτων ἀνέγραψε καὶ ὁ Ματθαῖος ἐν τῷ τέλει τοῦ τεσσαρακοστοῦ κεφαλαίου αὐτοῦ, καὶ εὑρήσεις ἐκεῖ ταῦτα πάντα ἡρμηνευμένα. Ἀμὴν — αὐτήν.
Τοῦτο καὶ ὁ Μάρκος ἔγραψε, πρὸς τῷ τέλει τοῦ εἰκοστοῦ ὀγδόου κεφαλαίου αὐτοῦ, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. ΚΕΦ. ΞΓ'. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Καὶ ἐπηρώτησε — μητέρα σου. Εἴρηται περὶ τούτων ἐν τῷ τεσσαρακοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐν ἐκείνῳ τὴν λύσιν πάντων, καθ' ἕκαστον ῥητὸν ἐκτεθειμένην. Ὁ δὲ — μοι. Ἐκεῖ καὶ περὶ τούτων ὁμοίως λελεπτολόγηται. Ὁ δὲ — τοῦ Θεοῦ. Τὸ Πῶς, βεβαιωτικόν ἐστι, ἀντὶ τοῦ, Ἀληθῶς. Οἱ Ἔχοντες δὲ, ἤγουν οἱ Κατέχοντες, οἱ Ταμιεύοντες, οὐ μὴν οἱ χρώμενοι. Χρήματα γὰρ ὀνομάζονται, διὰ τὴν χρῆσιν, καὶ χρὴ πάντως χρῆσθαι τούτοις εἰς δέον, οὐ μὴν ἀποκλείειν,
col. 1055–1056page 102 of 127
PG 129:1055ὡς καὶ ἐν τῷ κατὰ Μάρκον προειρήκαμεν. Ἀνάγνωθι δὲ περὶ τούτων ἐν τῷ δηλωθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Εὐκοπώτερον — Θεῷ. Ἔτι καὶ ταῦτα πάντα σαφῶς ἡρμηνεύθησαν ἐν τῷ τοιούτῳ κεφαλαίῳ. Εἶπε — αἰώνιον. Ἀκολούθως ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ περὶ τούτων πάντων ἠκρίβωται, καὶ χαριέντως ἐξήτασται. Παραλαβὼν — ἀναστήσεται. Εἶπε ταῦτα καὶ Ματθαῖος ἐν τῷ τέλει τοῦ τεσσαρακοστοῦ δευτέρου κεφαλαίου αὐτοῦ, καὶ ἀνάγνωθι τὴν ἐξήγησιν τοῦ Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν ἐν τῇ ὁδῷ, καὶ τὰ ἑξῆς. Καὶ — λεγόμενα. Ἐπὶ τέλους τῆς ἐξηγήσεως τῶν δηλωθέντων ῥητῶν ἐμνημονεύσαμεν καὶ περὶ τούτων, καὶ ζήτησον ἐκεῖ τὴν σαφήνειαν. ΚΕΦ. ΣΔʹ. Περὶ τοῦ τυφλοῦ.
Ἐγένετο — μέ! Υἱὸν Δαυΐδ αὐτὸν εἶπεν, εἰς τιμὴν αὐτοῦ. Τιμιωτάτη γὰρ παρ' Ἑβραίοις ἦν ἡ τοιαύτη προσηγορία. Καὶ οἱ — σιωπήσῃ. Ἐπιστόμιζον αὐτόν, ἵνα μὴ ὀχλῇ τὸν διδάσκαλον. Αὐτός — μέ! Πολλῷ πλέον ἔκραζεν, ἵνα διὰ τῆς καρτερίας ἐπικάμψῃ. Σταθεὶς — ἀναβλέψω. Ἠρώτησε μὲν αὐτόν, ἵνα μὴ νομίσῃ τις, ὅτι ἕτερον βουλομένῳ λαβεῖν, ἕτερον δέδωκεν. Οὐκ ἀπῄτησε δὲ αὐτὸν πίστιν, διότι πίστεως ἦν ἡ ἐπίμονος κραυγή. Καὶ — Θεῷ. Πίστιν εἶχεν, οὐχ ὅτι ἐστὶ θεός, ἀλλ' ὅτι δύναται ἰάσασθαι αὐτόν. Ἠκολούθει δὲ αὐτῷ εὐγνωμονῶν καὶ οὕτω τὴν εὐεργεσίαν ἀμειβόμενος. ΚΕΦ. ΣΕʹ. Περὶ τοῦ Ζακχαίου. Καὶ εἰσελθὼν — ἴδῃ αὐτόν. Ἡ συκομορέα, δένδρον ἦν, ἑστὼς ἐν τῇ ὁδῷ. Ὅτι ἐκείνης ἔμελλε διέρχεσθαι.
Δι' ἐκείνης ἔμελλεν ἔρχεσθαι ὁ Χριστός. Καὶ — τόπον. Ἔνθα ἵστατο ἡ συκομορέα. Ἀναβλέψας — αὐτόν. Εἶδεν αὐτὸν τοῖς ὀφθαλμοῖς τῆς ἀνθρωπότητος. Προείδε γὰρ αὐτὸν τοῖς ὀφθαλμοῖς τῆς θεότητος. Καὶ — μεῖναι. Ἔγνω γὰρ αὐτὸν ἕτοιμον εἰς ὑπακοήν, καὶ θερμὸν εἰς πίστιν καὶ εὐμετάβλητον ἀπὸ
col. 1057–1058page 103 of 127
PG 129:1057κακίας εἰς ἀρετήν. Διὸ καὶ καλεῖ αὐτὸν, καὶ ἄπεισι κερδήσων αὐτόν. Καὶ — χαίρων. Χαίρων, οὐ μόνον, ὅτι εἶδεν αὐτὸν, ὡς ἐξήτει· ἀλλ' ὅτι καὶ ἐκλήθη παρ' αὐτοῦ, καὶ ὅτι ὑπεδέξατο αὐτὸν, ὡς οὐκ ἄν ποτε προσεδόκησε. Καὶ — καταλύσαι. Καταχθῆναι, μεῖναι. Ἁμαρτωλοὶ δὲ οἱ τελῶναι πᾶσιν ἐδόκουν, διὰ τὰς πλεονεξίας καὶ ἀδικίας αὐτῶν. Ἐμέμφοντο τοίνυν τῷ Χριστῷ, καθάπερ καὶ ἐπὶ Ματθαίῳ τῷ τελώνῃ, καὶ ἐπὶ τοιούτοις ἄλλοις διαφόρως· ἠγνόουν δὲ τὸν τρόπον, καθ' ὃν τούτοις συνανεστρέφετο. Διὸ καὶ παρεώρα τούτους αὐτὸς ἐπὶ τοιούτοις πράγμασι σκανδαλιζομένους. Χρὴ γὰρ τοῦ μικροῦ σκανδάλου καταφρονεῖν, ἔνθα μεγάλη σωτηρία τινὶ προσγίνεται, καὶ μὴ διὰ τὸ μικρὸν ἀπόλλειν τὸ μέγα. Σταθεὶς — τετραπλοῦν.
Ὢ ταχείας μεταβολῆς! ὁ φιλάργυρος, εὐμετάδοτος· ὁ ἀδικώτατος, δικαιότατος. Ἡ αὐτοδιδάκτου σωτηρίας! οὔπω γὰρ ἔμαθε τι παρὰ Χριστοῦ. Τὰ μὲν οὖν ἡμίση τῶν ὑπαρχόντων δέδωκε τοῖς πτωχοῖς εἰς εὐποιίαν· τὰ ἡμίση δὲ παρακατέσχεν, οὐχ ὥστε ἔχειν, ἀλλ' ὥστε δι' αὐτῶν ἀποτιννύειν τετραπλάσια τῶν ἐκ συκοφαντίας πορισθέντων. Ἐνταῦθα γὰρ τὸ Ἐσυκοφάντησα, οὐ τὸ ματαίως Κατηγόρησα σημαίνει, ἀλλὰ τὸ Ἐκ συκοφαντίας καὶ ἀδικίας ἐκτησάμην. Τετραπλάσια δὲ ἀποδίδωσι κατὰ τὸν νόμον, τὸν τέσσαρα πρόβατα ἀντὶ ἑνὸς ἐκτίσειν κελεύοντα. Ἀκούσωμεν οἱ ἀδικοῦντες, καὶ ἢ αὐτὰ τὰ ἐξ ἀδικίας τοῖς ἀδικηθεῖσιν ἀντιστρέψωμεν, ἢ τοιαύτην θεραπείαν τοῖς ἀδικήμασι προσενέγκωμεν. Εἶπε — ἐγένετο. Οἶκον λέγει, τοὺς ἐν τῷ οἴκῳ.
Σήμερον, φησίν, ἐγένετο σωτηρία, ἀπελαθείσης ἤδη τῆς ἀπωλείας, τῆς ἐνοικούσης ἐκ πλεονεξίας καὶ ἀδικίας. Καθότι — ἐστι. Τοῦτο διὰ τοὺς γογγύζοντας, ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλύσαι· φησὶ γάρ· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ. Καὶ γὰρ ἔδει σωθῆναι τὸν Ζακχαῖον, διότι καὶ αὐτὸς ἐκ γένους τοῦ Ἀβραάμ ἐστι. Δηλοῖ δὲ τὸ ἐπαγόμενον, ὅτι προηγουμένως διὰ τοὺς Ἀβραμιαίους ἐνηνθρώπησεν. Ἦλθε — ἀπολωλός. Τὸ ἀπολωλὸς ἐκ γένους τοῦ Ἀβραάμ. Οὐκ ἀπεστάλην γάρ, φησὶν, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἀβραάμ. Ζακχαῖος δέ εἰμι κἀγὼ μικρὸς τὴν ἡλικίαν τὴν
col. 1059–1060page 104 of 127
PG 129:1059πνευματικήν· ὅτι γάρ χαμαὶ περὶ τὰ γεηρά σύρομαι, καὶ ζητῶ μὲν ἰδεῖν τὸν Χριστὸν ἐμφανῶς καὶ ὡς προσῆκεν, οὐ δύναμαι δὲ τοῦτον οὕτως ἰδεῖν, εἰ μὴ ἐκδράμω τῶν ἐμποδιζόντων μοι πρὸς τοῦτο, καὶ ἀναδῶ ἐπὶ δένδρον, τουτέστιν, ὑπεραρθῶ τῶν γηίνων, καὶ μετεωρισθῶ πρὸς τὰ ἐπουράνια. Τότε γάρ καὶ αὐτὸς θεάσεται με γνησίως, καὶ καλέσει πρὸς ἑαυτὸν, καὶ μονὴν παρ' ἐμοὶ ποιήσει. Οἶκος γὰρ Θεοῦ ὁ τοιοῦτος γίνεται. Ἀκουόντων δὲ αὐτῶν ταῦτα ἀναφαίνεσθαι·
Ἀκούοντές τινες τῶν Ἰουδαίων πολλάκις αὐτοῦ λέγοντος, ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, ὑπέλαβον, ὅτι διὰ τοῦτο ἄνεισι νῦν εἰς Ἱερουσαλήμ, ἵνα βασιλεύσῃ ἐν αὐτῇ, ὅπερ γνούς αὐτὸς διὰ παραβολῆς διορθοῦται τὴν ἐσφαλμένην ὑπόληψιν αὐτῶν, ἐμφαίνων, ὅτι ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ἀλλ' οὐράνιος καὶ ἀΐδιος. ΚΕΦ. ΞϚ'. Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν. Εἶπεν – μακράν. Ἑαυτὸν ὑποδηλοῖ, ἄνθρωπον μέν, ὡς ἐνανθρωπήσαντα· εὐγενῆ δέ, ὡς Υἱὸν τοῦ Θεοῦ· ἐπορεύθη δὲ εἰς χώραν μακράν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ἀνελθὼν εἰς τὸν οὐρανόν. Ὡς γὰρ ἤδη γεγενημένα λέγει τὰ μέλλοντα. Λαβεῖν ἑαυτῷ βασιλείαν. Ἣν ἔλαβεν, ὡς ἄνθρωπος, περὶ ἧς εἴρηκε Δαυΐδ· ὁ Κύριος ἐβασίλευσε.
Καὶ αὖθις· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ ὑποστρέψαι. Κατὰ τὴν δευτέραν παρουσίαν αὐτοῦ. ΚΕΦ. ΞΖ'. Περὶ τῶν λαβόντων τὰς δέκα μνᾶς. Καλέσας – μνᾶς. Ὁ δέκα ἀριθμὸς ἐνταῦθα πλήθους μόνον ἐμφαντικός ἐστιν, ἐπί τε τῶν δούλων, ἐπί τε τῶν μνῶν· ἡ μνὰ δὲ ἦν εἶδος ἀργυρίου. Δούλους μὲν οὖν λέγει, πάντας τοὺς διδασκάλους τῶν πιστῶν· μνᾶς δέ, τὰ πνευματικὰ χαρίσματα. Καὶ ἔρχομαι. Πραγματεύσασθε διὰ τῶν χαρισμάτων τὴν σωτηρίαν τῶν ἀνθρώπων. Οἱ δὲ πολῖται – αὐτόν. Οἱ συγγενεῖς αὐτοῦ Ἰουδαῖοι. Καὶ ἡμᾶς. Καὶ πρότερον γὰρ πρὸς τὸν Πιλάτον ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα·
καὶ ὕστερον ηύχοντο πρὸς τὸν Θεὸν καὶ Πατέρα, σβεσθῆναι αὐτοῦ καὶ τὴν μνήμην. Καὶ ἐγένετο – βασιλείαν. Περὶ τῆς δευτέρας παρουσίας ὁ λόγος, ὅτε ἐπανελεύσεται μετὰ δυνάμεως.
col. 1061–1062page 105 of 127
PG 129:1061πολλῆς καὶ δόξης, καὶ καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ. Εἶπε – διεπραγματεύσατο. Τότε γὰρ λογοθετῶν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Παρεγένετο – μνᾶς. Διὰ τῆς δεκάδος τὸ πολὺ τοῦ κέρδους ἐσήμανε. Καὶ εἶπε – ἐγένου. Ἐν σοί, ὅτι ἐν μιᾷ μνᾷ σπουδαῖος ἐγένου. Ἴσθι ἐξουσίαν ἔχων πόλεων. Διὰ τῆς ἐξουσίας τῶν δέκα πόλεων τὸ πολὺ τῆς τιμῆς καὶ τὸ μέγεθος τῆς εὐεργεσίας ἐνέφηνε. Καὶ ἦλθεν – πόλεων. Ἀναλόγως τῷ μέτρῳ τῆς ἑκάστου σπουδῆς καὶ τοῦ κέρδους παραμετρεῖται καὶ ἡ τιμὴ καὶ εὐεργεσία. Καὶ ἕτερος – σουδαρίῳ. Σουδάριον τὸ παρ᾽ ἡμῖν μικρὸν φακιόλιον· ἀναγωγικῶς δὲ τὸ σουδάριον ἐνταῦθα, ἡ ἀργία καὶ ἀχρηστία. Ἐφοβούμην – ἔσπειρας.
ὬΙετο γάρ, ὅτι μόνη ἡ σπουδὴ τῶν ἐμπορευομένων, ἄνευ τῆς ἐκ Θεοῦ βοηθείας, κατορθοῖ τὸ πᾶν, καὶ ὅτι αὐστηρὸς ὤν, ἀπαιτεῖ τὰ ἑτέροις ἐπικτηθέντα, εἰς ἃ αὐτὸς οὐδέν τι συνήργησε. Ταύτην δὲ τὴν ἀπολογίαν ἐσχημάτισεν ἡ παραβολή, δείξαι βουλομένη, ὅτι οὐδὲν οἱ τοιοῦτοι εὔλογον ἀπολογήσασθαι δύνανται, καὶ ὅτι, ὅσα ἂν ἀπολογήσωνται, κατ᾽ αὐτῶν πάντα περιτραπήσονται, καὶ ἄκουε τῶν ἑξῆς. Λέγει – δοῦλε. Ἐκ τῶν λόγων σου. ἬΙδεις – τράπεζαν; Ἐπὶ τραπεζίτας. Οὗτοι δ᾽ ἂν εἶεν οἱ δυνάμενοι διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ. Λέγει τοίνυν, ὅτι Ἐπεὶ τοιοῦτόν με ἐγίνωσκες, καίτοι μὴ τοιοῦτον ὄντα, διατί οὐ μᾶλλον κατεβάλου τὸ δοθέν σοι χάρισμά μου ἐπὶ τραπεζίτας;
ἔδει γάρ σε πᾶν τὸ σὸν ποιῆσαι, τὸ δὲ λοιπὸν ἐμοὶ καταλιπεῖν, τὸ εὐχερέστερον τέως διαπράξασθαι, τὸ δὲ δυσχερέστερον ἐμοὶ ἐπιτρέψαι, λέγω δή, τὴν ἀπαίτησιν. Καὶ ἐγὼ – αὐτό. Εἰσέπραξα, ἀπῄτησα. Δάνειον μὲν οὖν, ἡ διδασκαλία· τόκος δὲ τοιούτου δανείου, αἱ ἐκ διδασκαλίας ἀρεταί. Τόκον δέ, τὴν ἐπικερδίαν ἁπλῶ, ὠνόμασεν, τῇ συνηθείᾳ χρησάμενος. Καὶ τοῖς παρεστῶσιν εἶπε. Τοῖς ὑπηρετοῦσιν ἀγγέλοις. Ἄρατε ἔχοντι. Ἄρατε ἀπ᾽ αὐτοῦ τὸ χάρισμα τῆς διδασκαλίας, καὶ δότε αὐτὸ εἰς προσθήκην τιμῆς τῷ ἔχοντι τὰς δέκα μνᾶς. Καὶ εἶπον – μνᾶς. Ἔχει ἀρκοῦσαν τιμήν. Λέγω – περισσευθήσεται. Οἱ μὲν παρεστῶτες εἶπον, ὅτι ἔχει ἀρκοῦσαν τιμήν· αὐτὸς δέ φησιν,
col. 1063–1064page 106 of 127
PG 129:1063ὅτι Παντὶ τῷ ἔχοντι σπουδήν τε καὶ ἐπιμέλειαν, εὑρεθήσεται τιμὴ καὶ περισσοτέρα τῆς ἐπιβαλλούσης αὐτῷ. Ἀπὸ δὲ τοῦ μὴ ἔχοντος σπουδήν τε καὶ ἐπιμέλειαν, ὡς εἴρηται, καὶ ὃ ἔχει χάρισμα διδασκαλίας, ἀφαιρεθήσεται, οἷς μὴ χρησαμένου αὐτῷ. Ἀλλὰ καὶ διατί περὶ μόνων τριῶν δούλων εἰπών, τοὺς ἄλλους ἀφῆκε; Διότι εὐχερές ἐστιν ἐκ τούτων καὶ περὶ ἐκείνων μαθεῖν. Ὅσοι μὲν γὰρ ἐπραγματεύσαντο, ἀναλόγως τῷ κέρδει λήψονται τὰς τιμάς· ὅσοι δὲ ἀργὸν καὶ ἄχρηστον ἔσχον τὸ χάρισμα, τὰ ὅμοια τῷ δηλωθέντι πείσονται. Ἐν δὲ τῷ ἑξηκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον παραβολὴν τοιαύτην εἰπών, ἐπὶ τέλους προσέθηκεν, ὅτι καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον.
Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἀνάγνωθι ἐκεῖ τὴν τῶν ῥητῶν τούτων ἑρμηνείαν. Πλὴν – μου. Ἡ κατασφαγὴ αὕτη ἢ τὴν ἐν τῷ μέλλοντι αἰῶνι κόλασιν τῶν Ἰουδαίων παραδηλοῖ, ἢ τὴν ἐν τοῖς χρόνοις Οὐεσπασιανοῦ καὶ Τίτου πανωλεθρίαν αὐτῶν. Καὶ Ἱεροσόλυμα. Σπεύδων ἐπὶ τὰ πάθη καὶ τὸν σταυρόν. ΚΕΦ. ΣΗʹ. Περὶ τοῦ πώλου. Καὶ χρείαν ἔχει. Τοῦτο τὸ κεφάλαιον τεσσαρακοστὸν πέμπτον εὑρήσεις ἐν τῷ κατὰ Ματθαῖον, ἐν ᾧ πᾶσα κατὰ λόγον ἡ ἐξήγησις ἐξετέθη. Ἀπελθόντες – Ἰησοῦν. Ἐν ἐκείνῳ καὶ περὶ τούτων ἐῤῥήθη. Καὶ – ὁδῷ. Ὑπεστρώννυον ταῦτα ὁ πλεῖστος ὄχλος, ὡς εἶπε Ματθαῖος. Ἐν ἐκείνῳ δὲ καὶ περὶ τούτων εὑρήσεις. Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη – δυνάμεων. Τὴν εἶδον θαυμάτων ἐν τῷ τότε καιρῷ.
Θαῦμα γάρ, τὸ προειπεῖν περὶ τοῦ πώλου καὶ τῶν κυρίων αὐτοῦ, τὸ βαίνειν αὐτὸν εὐτάκτως, ἀδάμαστον ὄντα, τὸ συγκινηθῆναι τὸν ὄχλον εἰς τοσαύτην τιμὴν καὶ τηλικαύτην εὐφημίαν αὐτοῦ, καὶ τὰ τοιαῦτα. Λέγοντες – Κυρίου. Ὁ δὲ Ματθαῖος εἶπεν· ὅτι οἱ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες τοῦτο. Καὶ ἀνάγνωθι ἐκεῖ τὴν ὅλην ἐξήγησιν τῶν ῥητῶν τούτων, ἄχρι τοῦ· Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις. Εἰρήνη – ὑψίστοις. Ἐν ἐκείνῃ τῇ ἐξηγήσει καὶ ταῦτα διηρμηνεύθησαν. Βλέποντες γὰρ οἱ μαθηταὶ τοὺς ὄχλους οὕτω ποιοῦντας καὶ οὕτω κράζοντας, συνηγάλλοντο, καὶ ὁμοίως ἐβόων, συνενθουσιώντες αὐτοῖς. Καί τινες – κεκράξονται.
Ἀνάγνωθι ἐν τῷ δηλωθέντι κεφαλαίῳ ἀκολούθως τὴν ἑρμηνείαν τοῦ
col. 1065–1066page 107 of 127
PG 129:1065Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης· ἐν ἐκείνῃ γὰρ καὶ ταῦτα ἐμνημονεύθησαν καὶ ἐσαφηνίσθησαν. Καὶ ὡς — αὐτήν. Γινώσκων αὐτὴν δι᾽ ὑπερβολὴν πονηρίας ἐκτριβησομένην, ἀνθρωποπρεπῶς κλαίει ταύτην δι᾽ ὑπερβολὴν ἀγαθότητος, ἐνδεικνύμενος κἀντεῦθεν, οἷα σπλάγχνα εἶχε περὶ τοὺς ἀγνώμονας Ἰουδαίους. Λέγων — σου. Ἐλλειπτικὸς ὁ λόγος· ἐλλείπει γὰρ τὸ, Οὐκ ἂν ἀπώλου. Εἰώθασι γὰρ οἱ κλαίοντες ἐπικόπτεσθαι τοὺς λόγους ὑπὸ τῆς τοῦ πάθους σφοδρότητος. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ἔγνως καὶ σὺ ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τουτέστιν ἐν τῷ καιρῷ τούτῳ, καθ᾽ ὃν ἐγὼ ἐπιδημῶ· σὸς γὰρ οὗτος, ὅτι διὰ σὲ προηγουμένως ἐνηνθρώπησά τε καὶ ἐπεδήμησα·
εἰ ἔγνως τὰ πρὸς εἰρήνην σου, τὰ εἰρηνεύοντά σε πρὸς Θεόν, ἅτινά εἰσιν ἡ εἰς ἐμὲ τὸν Υἱὸν αὐτοῦ πίστις, καὶ ἡ παραδοχὴ τοῦ ἐμοῦ κηρύγματος, οὐκ ἂν ἀπώλου. Τὸ δὲ καίγε περιττὸν κεῖται, ἰδίωμα τῆς Ἑβραϊκῆς ἐν συγγραφῆς. Νῦν — σου. Ἐκρύβη ταῦτα ἀπὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς σου, ἤγουν παρωράθησαν. Ὅτι — σοι. Ταῦτα, ὡς ἀπὸ ἀρχῆς ἰδίας, ἀναγνωστέον. Τὸ γὰρ ὅτι προφητικόν ἐστιν ἐνταῦθα καὶ διηγηματικόν. Ἡμέρας μὲν οὖν λέγει, τὰς τῆς πολιορκίας· ἐχθροὺς δὲ αὐτῆς τοὺς Ρωμαίους, ὕστερον χαλεπήναντας. Καὶ — σοί. Καὶ τὰ τέκνα σου ἐν σοί, ἐδαφιοῦσι δηλονότι. Καὶ οὐκ — λίθῳ. Σύνθεσιν λίθων, ἤγουν οἰκοδόμημα. Ἀνθ᾽ — σου. Διότι οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπιμελείας σου.
Ὁ γὰρ καιρὸς τῆς ἐπιδημίας μου καιρὸς ἦν τῆς ἐπιμελείας καὶ σωτηρίας σου. Καὶ εἰσελθὼν — λῃστῶν. Πλατύτερον ἔγραψε περὶ τούτων ὁ Ματθαῖος ἐν τῷ τέλει τοῦ τεσσαρακοστοῦ πέμπτου κεφαλαίου, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Καὶ ἦν διδάσκων — ἀκούων. Διδασκόμενος. ΚΕΦ. ΕΘ΄. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ γραμματέων. Καὶ ἐγένετο — ταύτην; Εἴρηται περὶ τούτων ἐν τῷ τεσσαρακοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἀποκριθεὶς — εἶναι. Ἀκολούθως ἐν τῷ τοιούτῳ κεφαλαίῳ καὶ ταῦτα ἐσαφηνίσθησαν. Καὶ — ποις. Ὁμοίως καὶ ταῦτα. Καὶ ἀνάγνωθι ἐκεῖ τὴν ἐξήγησιν. ΚΕΦ. Ο΄. Περὶ τοῦ ἀμπελῶνος. Ἤρξατο — ἱκανούς. Αὕτη ἡ παραβολὴ πεντηκοστόν ἐστι κεφάλαιον τοῦ κατὰ Ματθαῖον.
col. 1067–1068page 108 of 127
PG 129:1067θειμένην. Καὶ ἐν — ἐξέβαλεν. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ ταῦτα ἡρμηνεύθησαν. Εἶπε — ἐντραπήσονται. Ὁμοίως καὶ ταῦτα. Ἰδόντες δὲ — ἀπέκτειναν. Ὡσαύτως καὶ ταῦτα. Τί οὖν — γένοιτο. Καὶ περὶ τούτων ἐκεῖ μετὰ ἀκριβείας ἐρρήθη. Ὁ δὲ — γωνίας; Ὅτι καὶ περὶ τούτων. Πᾶς — αὐτόν. Ἐν τῷ δηλωθέντι κεφαλαίῳ καὶ τὸ λειπόμενον τῆς Δαυϊτικῆς ταύτης προφητείας προσθεὶς, εἶτα εἰπών· Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· τότε ἐπήγαγεν ὅτι καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. Ἔστι τοίνυν τὰ μὲν τοῦ Ματθαίου ἀκρίβεια ἀπαγγελίας τὰ δὲ τοῦ Λουκᾶ συντομία ἀπαγγελίας, ὡς πολλάκις εἰρήκαμεν.
Παρὰ πᾶσι δὲ τοῖς εὐαγγελισταῖς εὑρίσκομεν τὴν τοιαύτην οἰκονομίαν ἑκάστου αὐτῶν ποτὲ μὲν ἀκριβῶς, ποτὲ δὲ συντόμως ἀπαγγέλλοντος. Τὸ μέντοι προκείμενον ῥητὸν ἐν τῷ ῥηθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἡρμήνευται. Καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Καὶ ἐζήτησαν — εἶπε. Καὶ ταῦτα σαφέστερον ὁ Ματθαῖος ἱστόρησεν ἐν ἐκείνῳ τῷ κεφαλαίῳ. ΚΕΦ. ΟΔ'. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κήνσον. Καὶ παρατηρήσαντες — ἡγεμόνος. Φησὶν ὁ Ματθαῖος ἐν τῷ τέλει τοῦ πεντηκοστοῦ πρώτου κεφαλαίου αὐτοῦ· Τότε πορευθέντες οἱ Φαρισαῖοι, συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ, καὶ τὰ ἑξῆς. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν, καὶ εὑρήσεις ἐκεῖ καὶ τὴν τῶν παρόντων ῥητῶν σαφήνειαν. Καὶ ἐπηρώτησαν — ἢ οὔ;
Ἐν τῷ πεντηκοστῷ δευτέρῳ κεφαλαίῳ περὶ τούτων σαφέστερον ἔγραψεν ὁ Ματθαῖος· καὶ ζήτησον ἐκεῖ ὁμοίως τὴν ἑρμηνείαν. Κατανοήσας — ἐσίγησαν. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ ταῦτα πάντα ἐμνημονεύθησαν τε καὶ ἡρμηνεύθησαν. ΚΕΦ. ΟΒ'. Περὶ τῶν Σαδδουκαίων. Προσελθόντες — γυναῖκα. Τὸ κεφάλαιον τοῦτο πεντηκοστὸν τρίτον ἐστὶ παρὰ τῷ Ματθαίῳ· καὶ ζήτησον ἐν ἐκείνῳ τὴν ὅλην ἐξήγησιν. Καὶ ἐκγαμίσκονται. Οἱ τοῦ κόσμου τούτου, οἱ τῆς ζωῆς ταύτης. Οἱ δὲ υἱοὶ ὄντες. Παρὰ τῷ Ματθαίῳ καὶ ταῦτα ἐμνημονεύθησαν τε καὶ ἡρμηνεύθησαν ἐν τῷ ῥηθέντι
col. 1069–1070page 109 of 127
PG 129:1069κεφαλαίῳ, ἔνθα κεῖται τό· Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσι, οὔτε ἐκγαμίζονται, καὶ τὰ ἑξῆς. Ὅτι – βάτου. Ἐδήλωσεν ἐπὶ τῆς Γραφῆς τῆς βάτου· αὕτη δὲ ἱστόρηται ἐν τῇ βίβλῳ τῆς Ἐξόδου. Ὡς λέγει – ζῶσι. Καὶ περὶ τούτων ἀκολούθως ἐν τῷ δηλωθέντι κεφαλαίῳ τοῦ Ματθαίου εἴρηται· καὶ ζήτησον ἐκεῖ. Ἀποκριθέντες – οὐδέν. Ἐκεῖ καὶ ταῦτα ἐμνημονεύθησαν, ἔνθα τό· Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. ΚΕΦ. ΟΓ. Ἐρώτησις πρὸς τοὺς Φαρισαίους πῶς ἐστιν υἱὸς Δαυίδ ὁ Χριστός. Εἶπε – ἐστι; Ματθαῖος δέ φησιν ἐν τῷ πεντηκοστῷ πέμπτῳ αὐτοῦ κεφαλαίῳ ὅτι Συνηγμένων τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος υἱός ἐστι; καὶ τὰ ἑξῆς.
Καὶ ἡρμηνεύθησαν ἐκεῖ πάντα κατὰ λόγον. Ἀκούοντος – δείπνοις. Ἀνάγνωθι ἐν τῷ ῥηθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν, καὶ τὰ ἑξῆς· καὶ εὑρήσεις περὶ πάντων. Οἱ – κρίμα. Ἐν τῷ πεντηκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἶπε καὶ πρὸς τοὺς Γραμματεῖς καὶ Φαρισαίους· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ τὰ ἑξῆς. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν. ΚΕΦ. ΟΔ'. Περὶ τῆς χήρας τῆς τὰ δύο λεπτὰ βαλούσης. Ἀναβλέψας – ἔβαλε. Περὶ ταύτης καὶ ὁ Μάρκος διέβαλεν ἐν τῷ τεσσαρακοστῷ πρώτῳ κεφαλαίῳ αὐτοῦ· καὶ ζήτησον ἐκεῖ τὴν ὅλην ἐξήγησιν. Καὶ τινῶν – καταλυθήσεται.
Εἴρηται περὶ τούτων ἀκριβῶς ἐν τῷ τέλει τοῦ πεντηκοστοῦ ἕκτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον, ἔνθα κεῖται τό· Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. ΚΕΦ. ΟΕ'. Ἐρώτησις περὶ συντελείας. Ἐπηρώτησαν – γίνεσθαι; Φησὶν οὖν Ματθαῖος ἐν τῷ πεντηκοστῷ ἑβδόμῳ κεφαλαίῳ ὅτι, καθημένου αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Ὁ δὲ – αὐτῶν. Ἐκεῖ καὶ ταῦτα ἐμνημονεύθησάν τε καὶ ἡρμηνεύθησαν.
col. 1071–1072page 110 of 127
PG 129:1071Ὅταν — ἔσται. Ἐκεῖ καὶ περὶ τούτων ἑῤῥήθη. Πρὸ δὲ — μου. Ὁμοίως καὶ περὶ τούτων. Ἀποβήσεται — μαρτύριον. Εἰς ἔλεγχον τῶν μὴ πιστευσάντων, ἵνα μὴ δύνωνται λέγειν ἐν ἡμέρᾳ κρίσεως ὅτι οὐκ ἠκούσαμεν τοῦ κηρύγματος. Ἢ ἀποβήσεται ὑμῖν τὰ παρ᾿ ἐκείνων ἐπαγόμενα εἰς μαρτυρικὴν δόξαν. Θέσθε — Ἀπολογηθῆναι. Θέσθε τὰς καρδίας ὑμῶν, ἀντὶ τοῦ, διάθεσθε, πείσατε, ἢ θέσθε εἰς τὰς καρδίας ὑμῶν. Ἐγώ — ὑμῖν. Στόμα μὲν λέγει τοὺς λόγους, σοφίαν δὲ τὰς ἐννοίας τῶν λόγων. Παραδοθήσεσθε — μου. Ἐν τῷ ῥηθέντι κεφαλαίῳ καὶ περὶ τούτων εὑρήσεις. Καὶ θρὶξ — ἀπόληται. Καὶ ὄντως πολλοὶ τῶν πιστῶν, εἰς πῦρ ἐμβληθέντες, οὐδὲ τρίχα ἀπώλεσαν.
Ὅθεν φανερὸν ὅτι, καὶ εἴ τις ἀφηρέθη τι τοῦ σώματος, κατὰ συγχώρησιν Θεοῦ τοῦτο πάντως ὑπέστη, ποτὲ μὲν γὰρ τὴν οἰκείαν ἐπεδείκνυτο δύναμιν, ποτὲ δὲ συνεχώρει τῇ σαρκὶ πάσχειν κατὰ φύσιν. Εἰπὼν οὖν ὅτι Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται, ἐδήλωσεν ὅτι τε παντοδύναμός ἐστι, καὶ ὅτι ἀντιλήψεται τούτων, καὶ προθυμίαν αὐτοῖς ἐνέβαλεν. Ἐν — ὑμῶν. Κτήσασθε, ἤτοι σώσατε· εἰ δὲ τὰς ψυχὰς, πάντως καὶ τὰ σώματα. Γέγραπται γὰρ ἐν τῷ προειρημένῳ κεφαλαίῳ· ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ὅταν — αὐτῆς. Ὁ δὲ Ματθαῖος ἐν τῷ ἤδη λεχθέντι κεφαλαίῳ ἕτερον ἀναγράφει σημεῖον, λέγων ὅτι Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, καὶ τὰ ἑξῆς· καὶ ἀνάγνωθι τὴν ὅλην ἐξήγησιν τῶν ῥητῶν ἐκείνων.
Τότε — ὄρη. Ἐν ἐκείνῳ καὶ περὶ τούτων ζήτησον. Καὶ — ἐκχωρείτωσαν. Τὸ αὐτὸ λέγει πάλιν εἰς βεβαίωσιν τοῦ λόγου. Καὶ — αὐτήν. Τοῦτο παρέλιπε Ματθαῖος καὶ Μάρκος, ὥσπερ καὶ οὗτος, ἃ εἶπον ἐκεῖνοι, λέγω δὴ τό, Ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω, ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. Ὅτι εἰσί. Τῆς τοῦ Δεσποτικοῦ φόνου. Τοῦ — γεγραμμένα. Ὑπὲρ τοῦ πληρωθῆναι πάντα τὰ ἐν ταῖς βίβλοις τοῦ τε Δανιὴλ καὶ τῶν ἄλλων προφητῶν περὶ τῆς τοιαύτης ἁλώσεως τῆς Ἱερουσαλὴμ γεγραμμένα. Οὐαὶ — ἡμέρας. Παρὰ τῷ Ματθαίῳ καὶ τοῦτο τεσαφήνισται ἐν ἐκείνῳ τῷ κεφαλαίῳ.
col. 1073–1074page 111 of 127
PG 129:1073Ἔσται ἐθνῶν. Φησὶν ὁ Ματθαῖος ὅτι· Ἔσται τότε θλίψις μεγάλη, οἷα οὐ γέγονεν ἀπ' ἀρχῆς τοῦ κόσμου ἕως τοῦ νῦν, οὐδ' οὐ μὴ γένηται. Ἀπὸ γοῦν τῆς ἐκεῖσε κειμένης ἑρμηνείας διαγνωσθήσονται καὶ ταῦτα. Καὶ ἔσται σαλευθήσονται. Ταῦτα περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας φησί. Ζήτησον δὲ ὁμοίως παρὰ τῷ Ματθαίῳ τὴν ἐξήγησιν τοῦ· Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ τὴν τοῦ ἐφεξῆς ῥητοῦ· καὶ εὑρήσεις καὶ περὶ τούτων. Καὶ τότε πολλῆς. Πάλιν ἐκεῖ καθεξῆς ἀνάγνωθι τὰς ἐξηγήσεις, ἀναγκαίας οὖσας ἄχρι τοῦ· Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ἀρχομένων δὲ τούτων γίνεσθαι – Θεοῦ.
Αὖθις ἐκεῖ τὴν ἐπίλοιπον ἐξήγησιν ἀναγνωστέον ἄχρι τοῦ· Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται· ἐν ἐκείνῃ γὰρ ἐμνημονεύθησάν τε καὶ ἡρμηνεύθησαν, ὡς εἰκός. Ἀμὴν παρέλθωσιν. Ἐκεῖ καὶ περὶ τούτων εἴρηται. Προσέχετε γίνεσθαι. Ἐν τῷ πεντηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ζήτησον τὴν ἑρμηνείαν τοῦ· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· ἐν αὐτῇ γὰρ ταῦτα μνήμης καὶ ἐπιλύσεως τετυχήκασι. Σημειωτέον δὲ ὅτι οὐ μόνον ἡ μέθη, ἀλλὰ καὶ αἱ μέριμναι τοῦ βίου βαπτίζουσι τὴν ψυχὴν, καὶ καταποντίζουσι τὸν νοῦν. Καὶ ἀνθρώπου. Παραστῆναι τῷ Χριστῷ μετὰ τῶν ἀγγέλων. διδάσκων. Δι' ὠφέλειαν τῶν ἐκεῖσε συνερχομένων. Τὰς δὲ νύκτας Ἐλαιών.
Διὰ τὸ ἀπερίσπαστον καὶ ἐπιτήδειον εἰς προσευχήν· οὐχ ἧττον δὲ καὶ εἰς μυστικωτέραν διδασκαλίαν τῶν μαθητῶν· δῆλον γὰρ ὅτι μετ' αὐτῶν ἐξήρχετο ἐκεῖ καὶ ηὐλίζετο. Καὶ πᾶς αὐτοῦ. Εἰ ὁ λαὸς ἐκεῖνος οὕτως ἐποίει, πολλῷ μᾶλλον ἡμᾶς χρὴ, τὸν οἰκειότερον λαόν, ὀρθρίζειν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἐπὶ τῷ ἀκούειν αὐτοῦ, διὰ τῶν θείων Γραφῶν διδάσκοντος, καὶ μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ ὑπακούειν. ΚΕΦ. ΟΣΤ'. Περὶ τοῦ Πάσχα. Ἤγγιζε Πάσχα. Ἑορτὴ τῶν Ἀζύμων ἐλέγετο καὶ ἡ τοῦ Πάσχα ἑορτή, διότι κατὰ τὸ Πάσχα τοῖς τοῦ ἀμνοῦ κρέασι καὶ ἄζυμα συνήσθιον. Λοιπὸν οὖν,
col. 1075–1076page 112 of 127
PG 129:1075τότε πρῶτον γενόμενοι τῶν ἀζύμων, Ἄζυμα καὶ τὸ Πάσχα κατωνόμαζον. Ἑτέρα δὲ ἦν ἡ κυρίως ἑορτὴ τῶν Ἀζύμων, ἡ μετὰ τὴν ἑορτὴν τοῦ Πάσχα, περὶ ἧς εἴρηται πλατύτερον ἐν τῷ ἑξηκοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἔνθα τή· Τῇ δὲ πρώτῃ τῶν Ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Καὶ ἐζήτουν — λαόν. Ἐζήτουν τὸ πῶς ἀνέλωσιν αὐτόν, κρυφίως ἢ εὐαφόρμως δηλονότι· ἐφοβοῦντο γὰρ τὸν λαόν, φανερῶς ἢ ἀναφόρμως ἀνελεῖν αὐτόν. Εἰσῆλθε — δώδεκα. Ἰωάννης δέ φησιν ὅτι Μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Οὐκ ἔστι δὲ τοῦτο ἐναντιολογία. Πρότερον μὲν γὰρ ὁ Σατανᾶς ἀπόπειραν ἐποιήσατο καὶ διεκυδώνισε τὸν ἄθλιον·
ὕστερον δέ, γνοὺς ἀφορισθέντα, ὡς ἀδιόρθωτον, θαρρήσας ἐπεπήδησεν, ὡς καὶ ἐν τῷ κατὰ Ματθαῖον εἰρήκαμεν, πλὴν οὐχ ὥστε δαιμονᾶν αὐτόν, ἀλλ᾿ ὥστε κατακυριεύειν καὶ δουλαγωγεῖν αὐτόν. Ἰσκαριώτην μὲν οὖν εἶπε τοῦτον, πρὸς ἀντιδιαστολὴν τοῦ ἄλλου Ἰούδα· ἐκ τοῦ ἀριθμοῦ δὲ τῶν δώδεκα, ἵνα δείξῃ ὅτι ἐκ τοῦ πρώτου χοροῦ τῶν μαθητῶν ἦν. Καὶ ἀπελθών — αὐτοῖς. Τοῖς στρατηγοῖς, τοῖς φυλάσσουσι τὸ ἱερόν. Συνέπνευσαν γὰρ καὶ οὗτοι τοῖς μιαιφόνοις, ἀναπεισθέντες χρήμασι. Παραδῷ δέ, ἀντὶ τοῦ, παραδώσει. Καὶ — δοῦναι. Ὡς ἐζήτει. Καὶ ἐξωμολόγησεν. Ἐκ καρδίας ὡμολόγησε, βεβαίως ἐπηγγείλατο. Καὶ — ὄχλου. Εὐκαιρίαν, εἴτουν, ἐπιτήδειον καιρόν. Ἄτερ δὲ ὄχλου, ἀντὶ τοῦ, χωρὶς θορύβου. Ἦλθε — Πάσχα.
Τὸ ἦλθεν ἐνταῦθα τὸ ἐπλησίασε δηλοῖ. Ἦλθε γὰρ εἶπε, διὰ τὴν ἄγαν ἐγγύτητα. Ἕτερον δὲ τὸ ἤγγιζεν, ὅπερ ἄνω εἴρηκεν, καὶ ἕτερον τὸ ἐπλησίασεν, ὅπερ ἐνταῦθα δηλοῦται. Τὸ ἐπλησίασε γὰρ ἐγγύτερόν ἐστι τοῦ ἤγγιζε. Διὸ ἔνθα μὲν ἔταξε τὸ ἤγγιζε, πρὸ δύο ἡμερῶν τοῦ Πάσχα ἦν· πρὸ δύο γὰρ ἡμερῶν ὁ Ἰούδας συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς· ἔνθα δὲ δηλοῦται τὸ ἐπλησίασε, πρὸ μιᾶς ἐστι. Πρὸ μιᾶς γὰρ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰς ἑτοιμασίαν τοῦ Πάσχα, καθὼς μεμαθήκαμεν παρὰ Ματθαίου καὶ Μάρκου.
col. 1077–1078page 113 of 127
PG 129:1077Καὶ ἀπέστειλε φάγωμεν. Κατὰ τὸν νόμον. Οἱ δὲ ἑτοιμάσομεν; Οὔτε γὰρ αὐτὸς εἶχεν βίον καταγώγιον, οὔτε μὴν αὐτοί, πᾶσιν ἤδη ἀποδεξάμενοι. Ὁ δὲ — ἑτοιμάσατε. Ἐν τῷ ἑξηκοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ζήτησον τὴν ἐξήγησιν τοῦ· Ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ τὰ ἑξῆς. Ἐν ἐκείνῃ γὰρ περὶ τούτων πάντων ἐῤῥήθη. Ἀπελθόντες — σὺν αὐτῷ. Ἀκολούθως ἐκεῖ καὶ περὶ τούτων εὑρήσεις. Καὶ εἶπε — παθεῖν. Σπουδῇ ἐσπούδασα τούτου τοῦ ἐνιαυτοῦ τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, πρὸ τοῦ σταυρωθῆναι με· ἤτοι πρὸ τοῦ καιροῦ τοῦ Πάσχα. Ἐν αὐτῷ γὰρ σταυρωθῆναι ἔμελλεν, ὡς ἀνέγνως παρὰ τῷ Ματθαίῳ ἐν τῇ ἐξηγήσει τοῦ· Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. Λέγω γὰρ — τοῦ Θεοῦ.
Ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ζήτησον τὴν ἑρμηνείαν τοῦ· Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπάρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Καὶ ἀνάγνωθι πᾶσαν, καὶ εὑρήσεις περὶ πάντων λεπτομερῶς. Καὶ δεξάμενος — ἑαυτοῖς. Ἐντεῦθεν ἤρξατο τοῦ μυστικοῦ δείπνου. Λέγω — ἔλθῃ. Ἐν τῇ δηλωθείσῃ ἑρμηνείᾳ καὶ ταῦτα ἐμνημονεύθησαν μετὰ καὶ τῶν ἐφεξῆς. Καὶ λαβὼν — τραπέζης. Ἀνάγνωθι ἐν τῷ εἰρημένῳ κεφαλαίῳ τὴν ἐξήγησιν τοῦ· Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς· ὁμοίως δὲ καὶ τὰς ἐφεξῆς ἄχρι τοῦ· Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν·
καὶ εὑρήσεις περὶ πάντων ἀκριβῶς· οὐδὲν γὰρ ἀνεξέταστον ὑπελείφθη. Τὸ δὲ, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον, πρὸς τὸ ποτήριον ἀποδέδοται. Τὸ δὲ ποτήριον τὸ αἷμα αὐτοῦ ἐστι. Καὶ — παραδίδοται. Φησὶ Ματθαῖος ἐν τῷ ἑξηκοστῷ τρίτῳ κεφαλαίῳ· Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ, καὶ τὰ ἐξῆς· ἐκεῖ οὖν καὶ ταῦτα ἐσαφηνίσθησαν. Καὶ αὐτοὶ — πράσσειν. Ματθαῖος μὲν καὶ Μάρκος πρὸ τῆς διανομῆς τοῦ ἄρτου καὶ τοῦ ποτηρίου φασὶν αὐτοὺς διαπορηθῆναι περὶ τούτου· Λουκᾶς δὲ καὶ Ἰωάννης μετὰ τὴν διανομήν. Δῆλον οὖν ὅτι καὶ πρῶτον καὶ ὕστερον τοῦτο γέγονε. ΚΕΦ. ΟΖ'. Περὶ τῶν φιλονεικησάντων τίς μείζων. Ἐγένετο — μείζων.
Καὶ ἄλλοτε περὶ τοιούτου πράγματος ἐπολυπραγμόνησαν, ὡς φανερώτερον ἔγραψε Ματθαῖος ἐν τῷ τριακοστῷ ἑβδόμῳ κεφα
col. 1079–1080page 114 of 127
PG 129:1079λαίῳ αὐτοῦ. Ἀλλὰ τότε μὲν περὶ τοῦ, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· νῦν δὲ καθ᾿ ἑτέραν αἰτίαν ἡ φιλονεικία τούτοις ἐνέπεσεν, εἴτουν ἡ ἐξέτασις· πληροφορηθέντες γὰρ ἤδη περὶ τῆς τοῦ διδασκάλου τελευτῆς, ἐζήτησαν, τίς ἐξ αὐτῶν δοκεῖ εἶναι μείζων, ἵνα διδάσκαλος γένηται τῶν ἄλλων. Ὁ δὲ αὐτῶν. Διδάσκει λοιπὸν ὡς ὁ προεστὼς καὶ τούτων μέλλων οὐκ ὀφείλει κυριαρχεῖν, ὡς δεσπότης· τοῦτο γὰρ οἱ βασιλεῖς τῶν ἐθνῶν ποιοῦσι, τετυφωμένοι ταῖς ἀρχαῖς καὶ κατεπαιρόμενοι τῶν ἀρχομένων. Καὶ οἱ καλοῦνται. Ὡς δοκοῦντες μείζονες, ἢ καὶ ὡς φιλόδοξοι. Ὑμεῖς διακονῶν. Γενέσθω ταῦτα, ὅσον ἐπὶ μετριοφροσύνῃ. Νεώτερον δὲ λέγει τὸν ἔσχατον. Τίς διακονῶν. Ἑαυτὸν αὐτοῖς δίδωσιν ὑπόδειγμα τοῦ λόγου.
Τούτων γὰρ ἀνακειμένων, ὡς μειζόνων ὑπ᾿ αὐτοῦ κριθέντων, οὗτος διηκόνησεν, ὡς ἔσχατον ἑαυτὸν λογισάμενος, ὅτε ἔνιψε τοὺς πόδας αὐτῶν. Ὑμεῖς βασιλείαν. Διατίθεμαι ὑμῖν βασιλείαν, ἀντὶ τοῦ, ἐπαγγέλλομαι· βασιλείαν δὲ οὐράνιον, ἧς ταῖς ἐλπίσι διανευροῖ τούτους ὅτι πρὸς εὐψυχίαν καὶ ὑπομονήν. Ἵνα τραπέζης μου. Τῆς βασιλικῆς ἐκείνης, τῆς οὐρανίου. Εἶεν δ᾿ ἂν τράπεζα μὲν τὰ αἰώνια καὶ ἀπόρρητα ἀγαθά, τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσι τὸν Θεόν· βρῶσις δὲ καὶ πόσις ἡ ἀπόλαυσις αὐτῶν. Καὶ Ἰσραήλ. Τοῦτο ἀπέσχετο αὐτοῖς καὶ ἐν τῷ τεσσαρακοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, ἔνθα γέγραπται τό· ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς·
Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἀνάγνωθι τὴν τούτων ἐξήγησιν. ΚΕΦ. ΟΗ'. Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ. Εἶπε σίτον. Ἔθος γὰρ αὐτῷ τοὺς δοκιμωτέρους ἐξαιτεῖσθαι πρὸς πάλην, ὡς τὸν Ἰώβ. Συνιάσαι δὲ, ἀντὶ τοῦ, θορυβήσαι, κυκῆσαι, ταράξαι. Σινίον γὰρ παρά τισι καλεῖται τὸ παρ᾿ ἡμῖν κόσκινον, ἐν ᾧ ὁ σῖτος τῇδε κἀκεῖσε μεταφερόμενος ταράσσεται. Προλέγει δὲ αὐτοῖς περὶ τοῦ μέλλοντος πειρασμοῦ, ὅτε, πάντες ἀφέντες αὐτὸν, ἔφυγον. Ἐγώ σου.
Ἐδεήθην τοῦ Πατρός μου, φησίν, ὡς ἄνθρωπος, ἵνα μὴ τέλεον ἀπολέσῃς τὴν πίστιν σου, τὴν εἰς ἐμέ, ἐν τῷ καιρῷ τῆς ἀρνήσεως.
col. 1081–1082page 115 of 127
PG 129:1081Καὶ – σου. Ἐπιστρέψας, μετὰ τὴν ἄρνησιν δηλονότι, διὰ κλαυθμοῦ πικροῦ, τουτέστιν ἀποκατα­στὰς πάλιν εἰς τὴν πρώτην τάξιν. Ἀδελφοὺς δὲ αὐτοῦ φησι τοὺς ἄλλους ἀποστόλους, ἢ τοὺς μέλλοντας δι' αὐτοῦ πιστεύειν. Ὁ δὲ – πορεύεσθαι. Ἔδει, τοιαῦτα παρὰ τῆς αὐτοαληθείας ἀκούσαντα, ἰσχὺν αἰτῆσαι παρ' αὐτοῦ καὶ βοήθειαν· ὁ δὲ μᾶλλον ὑπὸ θερμότητος ἀντιτείνει, μηδὲν τοιοῦτον παθεῖν. Ὁ δὲ – με. Σήμερον εἶπε, διὰ τὸ εἶναι τὴν ἐπιοῦσαν νύκτα τῆς ἡμέρας ἐκείνης. Γράφει δὲ Ματθαῖος ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τούτου· ὅτι ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμήν, λέγω σοι, ὅτι ἐν ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με· καὶ ἀνάγνωθι ἐκεῖ τὴν ἐξήγησιν. Καὶ εἶπεν – οὐδενός. Ἄτερ ἀντὶ τοῦ χωρίς.
Καὶ μὴν οὐκ ἐμνημόνευσε τότε βαλαν­τίου· πλὴν τῷ χρυσῷ καὶ τῷ ἀργύρῳ καὶ τοῦτο συνεπεδήλωσεν· ἐκεῖνα γὰρ ἔχειν κωλύσας, πρόδηλον ὅτι καὶ τοῦτο κεκώλυκεν· ἐπεὶ μὴ ὄντος θησαυροῦ, περιττὸν ἄρα τὸ θησαυροφυλάκιον. Τῇ πήρᾳ μὲν γὰρ τὸν ἄρτον ἐνέβαλλον· τῷ φασκολίῳ δὲ τὸν χαλκόν, τουτέστι τοὺς ὀβολούς· τῷ βαλαντίῳ δὲ τὸν χρυσὸν καὶ τὸν ἄργυρον. Ὑστέρησιν δὲ λέγει τὴν ἔνδειαν. Εἶπεν – πήραν. [Ὁ ἔχων βαλάντιον τουτέστι γνῶσιν, ἀράτω, καὶ πήραν, ἤγουν θησαυρὸν ἀρετῶν· ἀναγκαῖον γὰρ τῷ γνωστικῷ ὁ πλοῦτος τῶν ἀρετῶν.
Ὁ δὲ μὴ ἔχων ἀμφότερα πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, τουτέστιν ἐκδότω τὸ σῶμα τοῖς πόνοις τῶν ἀρετῶν, καὶ κτησάσθω πόλεμον πρὸς τὰ πάθη καὶ τοὺς δαίμονας.] Τότε μὲν ἀναγκαίως αὐτοῖς ἐπέθηκε τὴν ἀκτη­μοσύνην, ἵνα κατορθώσωσιν αὐτήν· ἐπεὶ δὲ τοῦτο γέγονεν, ἀφαιρεῖ νῦν τὴν ἀνάγκην καὶ παραχωρεῖ τούτοις ἔχειν καὶ βαλάντιον καὶ πήραν, ἵνα φανῇ τούτων ἡ ἀρετή, χωρὶς ἀνάγκης ἀκτημονούντων. Καὶ πρότερον μὲν αὐτὸς διεβάσταζεν αὐτούς, οὐκ ἐῶν τινος ὑστερεῖν, διὰ τὴν ἀσθένειαν αὐτῶν· ὕστε­ρον δὲ τούτους ἀφῆκε βοηθεῖν ἑαυτοῖς, ὡς ἤδη στεῤῥοτέρους γεγενημένους· τοῦτο γὰρ δηλοῦται καὶ διὰ τοῦ βαλαντίου καὶ τῆς πήρας.
Καὶ ὅτε μὲν ἐκώλυσεν αὐτοὺς ἔχειν βαλάντιον καὶ πήραν καὶ τὰ τοιαῦτα, τότε οὐδενὸς ὑστέρησαν, ἵνα γνῶσι τὴν αὐτοῦ δύναμιν καὶ χάριν· ὅτε δὲ παρεχώρησεν ἔχειν αὐτά, τότε καὶ ἐπείνασαν καὶ ἐδίψησαν καὶ ἐγυμνήτευσαν, ἵνα γνωσθῇ τούτων ἡ στεῤῥότης καὶ καρτερία.
col. 1083–1084page 116 of 127
PG 129:1083Ἀλλὰ πῶς εἶπεν ὅτι ὁ ἔχων βαλάντιον; οὐδεὶς γὰρ αὐτῶν εἶχεν. Ὥστε τὸ, ὁ ἔχων, ἀντὶ τοῦ, ὁ δυνάμενος ἔχειν. Καὶ μάχαιραν. Ὁ μὴ ἔχων νῦν. Τὸ δὲ Πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν, κατ᾽ ἔμφασιν εἶπεν, ἐμφαίνων μόνον ὅτι καιρὸς ἀμύνης, ἐρχομένων ὅσον οὔπω τῶν ἐπιβούλων, οὐχ ἵνα μαχαίραις ἀμύνεσθαι βουλόμενος· καὶ γὰρ ὕστερον τὸν Πέτρον οὕτως ἀμυνόμενον ἐκώλυσε. Νοηθείη δ᾽ ἂν καὶ κατ᾽ ἄλλον τρόπον τὸ μὲν πρῶτον ῥητὸν περὶ τοῦ Ἰούδα· μόνος γὰρ ἐκεῖνος εἶχε βαλάντιον, ὡς φιλαργυρίᾳ δεδουλωμένος· καὶ λοιπὸν κελεύεται ἆραι καὶ πήραν, τουτέστι, φροντίζειν ἑαυτοῦ, τῆς θείας προνοίας ἤδη ἀπορριφθεὶς· δευτέρως δὲ περὶ τῶν ἄλλων ἀποστόλων·
οὗτοι γὰρ μὴ ἔχοντες, ἐπιτάττονται πωλῆσαι τὸ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν, τουτέστι, δοῦναι τὸ σῶμα, καὶ ἀντιλαβεῖν θάνατον. Ἄτιμ λογισθῇ. Τὸ γεγραμμένον ἐν τῷ προφήτῃ. Ἕνομον γὰρ καὶ κακοῦργον μεταξὺ τῶν ἀνόμων καὶ κακούργων λῃστῶν ἐσταύρωσαν αὐτόν. Καὶ γὰρ ἔχει. Τὰ περὶ ἐμοῦ γεγραμμένα ἔν τε τῷ νόμῳ καὶ τοῖς προφήταις τελειοῦται ἤδη. Οἱ δὲ δύο. Μὴ συνιέντες, τί ἐδήλου τὸ Ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσαι μάχαιραν· ἀποδεικνύουσι δύο μαχαίρας, αἷς ἐχρήσαντο πρὸς θυσίαν τοῦ ἀμνοῦ καὶ διανομήν, βουλόμενοι μαθεῖν τὸν σκοπὸν αὐτοῦ. Ὁ δὲ ἔστι. Φανερὸν μᾶλλον ἐντεῦθεν ὅτι οὐκ ἐν μαχαίραις ἀμύνασθαι βουλόμενος ἐπέταξεν ἀγοράσαι μαχαίρας·
εἰ γὰρ τοῦτο ἐβούλετο, πῶς εἶπε νῦν ὅτι Ἱκανόν ἐστιν; οὐ γὰρ ἂν ἐξήρκεσαν οὐδ᾽ ἑκατὸν μάχαιραι πρὸς τὸ πλῆθος τῶν ἐπιόντων. Λοιπὸν οὖν εἰπών, ὅτι Ἱκανόν ἐστιν, ἐνέφηνεν ὅτι οὐ χρεία μαχαιρῶν. Καὶ γενέσθω. Τὰ μὲν ἄλλα σαφῆ εἰσι· περὶ δὲ τῆς προσευχῆς ζήτησαν ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Καὶ προσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ τὰ ἑξῆς. Ἄφθη γῆν. Ἐν τῷ αὐτῷ κεφαλαίῳ ταῦτα πάντα ἐμνημονεύθησαν τε καὶ ἡρμηνεύθησαν. Καὶ ἀνάγνωθι ἐκεῖ τὴν ἑρμηνείαν τοῦ· Καὶ ἀφεὶς αὐτούς, ἀπελθὼν πάλιν, προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. Καὶ ἀναστὰς πειρασμόν.
Ἀκολούθως ἐν τῷ αὐτῷ κεφαλαίῳ τὰ ἑξῆς ἀνάγνωθι, καὶ ἀπ᾽ ἐκείνων ἔσται σοι καὶ τούτων σαφεστάτη διάγνωσις.
col. 1085–1086page 117 of 127
PG 129:1085Ἔτι δὲ — ἐστιν. Ἐν τῷ ἐξηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἴρηται περὶ τούτων ἀκριβῶς. Προήρχετο δὲ αὐτούς, ἀντὶ τοῦ, προσλάμβανεν αὐτούς. Ὁ δὲ Ἰησοῦς — αὐτόν. Ὁμοίως ἐν ἐκείνῳ τὰ ἑξῆς ἀνάγνωθι, καὶ τούτων πάντων εὑρήσεις ἀκριβεῖς τὰς λύσεις. Εἶπε — ἐμέ. Ἐκεῖ καὶ περὶ τούτων εἴρηται καὶ ἠκρίβωται. Ἀλλ' ὥρα. Ἐν ᾗ δύναμιν ἐλάβετε κατ᾿ ἐμοῦ θεόθεν. Καὶ ἡ ἐξουσία τοῦ σκότους. Σκότος ἐνταῦθα λέγει τὸν διάβολον· ἔλαβε γὰρ καὶ αὐτὸς ἐξουσίαν τότε κατ' αὐτοῦ. Ὁμοίως δὲ καὶ ὁ Πιλάτος, πρὸς ὃν εἶπεν· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· ὡς ἔγραψεν Ἰωάννης·
Ὁμοῦ δὲ πάντες δύναμιν καὶ ἐξουσίαν ἔλαβον τηνικαῦτα πάθεσι καὶ θανάτῳ τοῦτον ὑποβαλεῖν, ἵνα πληρωθῇ ἡ οἰκονομία τῆς σωτηρίου ἐνανθρωπήσεως. Συλλαβόντες — ἀρχιερέως. Ὡσαύτως ἐκεῖ καὶ περὶ τούτων ζήτησον. Ὁ δὲ Πέτρος — αὐτῶν. Ἔτι καὶ περὶ τούτων· πλατύτερον γὰρ ἱστορήσαντος τοῦ Ματθαίου, λεπτομερῶς ἐν ἐκείνῳ πάντα σεσαφήνισται. Ἰδούσα — φῶς. Τὸ ἀπὸ τοῦ πυρός. Καὶ ἀτενίσασα — λέγεις. Ἀνάγνωθι καὶ ἃ περὶ τούτων ἔγραψεν ὁ Ματθαῖος ἐν τῷ ἑξηκοστῷ ἕκτῳ κεφαλαίῳ, καὶ τὰς λύσεις αὐτῶν· εἶτα μικρὸν ἀναπόδισον, καὶ ζήτησον ὅτι τὴν ἐξήγησιν τοῦ· Καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. Καὶ παραχρῆμα — πικρῶς. Ἀκολούθως ἐν τῷ ῥηθέντι κεφαλαίῳ καὶ ταῦτα διασεσάφηται. Καὶ — αὐτόν.
Ἐν τῷ τέλει τοῦ ἐξηκοστοῦ πέμπτου κεφαλαίου περὶ τούτων ἔγραψεν ὁ Ματθαῖος. Ἀνάγνωθι δὲ καὶ ἐν τῷ ἑξηκοστῷ ἕκτῳ κεφαλαίῳ αὐτοῦ τὸ τέλος τῆς ἐξηγήσεως· Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Καὶ — αὐτοῦ. Ἀνάγνωθι ἐν τῷ προδηλωθέντι ἑξηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἀπὸ τοῦ· Καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς. Εἰ σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ· ἄχρι τοῦ· Τότε ἐνέπτυσαν εἰς αὐτόν· ἐν γὰρ ταῖς ἐξηγήσεσιν ἐκείναις ἐσαφηνίσθησαν καὶ ταῦτα. Καὶ ἀναστὰς — βασιλέα εἶναι. Ἀνάγνωθι ἐν τῷ ἑξηκοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἑρμηνείαν τοῦ· Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος.
col. 1087–1088page 118 of 127
PG 129:1087Ὁ δὲ Πιλάτος — ἡμέραις. Ἀκολούθως ἐκεῖ καὶ περὶ τούτων εὑρήσεις. Ὁ δὲ Ἡρώδης — γινόμενον. Ἐξ ἱκανοῦ χρόνου δηλονότι, τουτέστιν ἔκπαλαι. Ἐπηρώτα — ἱκανοῖς. Ἐν λόγοις πολλοῖς, σοφιστικοῖς δὲ καὶ πειραστικοῖς. Αὐτὸς — αὐτῷ. Ὡς πειράζοντι, καὶ ὑποκρίσεως ἀναξίῳ. Γινώσκων δὲ αὐτὸν καὶ θέλοντα σημεῖον ἰδεῖν, οὐκ ὠφελείας ἕνεκεν, ἀλλὰ τέρψεως, καὶ οὐχ ὡς θείας δυνάμεως, ἀλλ' ὡς ἁπλῶς τερατείας, οὐκ ἐποίησε παρ' αὐτῷ σημεῖον. Εἱστήκεισαν — αὐτοῦ. Συνανεπέμφθησαν γὰρ καὶ οὗτοι πρὸς Ἡρώδην, ὡς προϊόντες ἐρήσομεν. ΚΕΦ. ΟΘʹ. Ἐξουθένησις Ἡρώδου. Ἐξουθενήσας — Πιλάτῳ. Τὰ ῥηθέντα πάντα πεποίηκεν αὐτῷ, ὡς βασιλεῖ τάχα τῶν Ἰουδαίων. Ἐγένοντο δὲ — ἑαυτούς. Μετ' ἀλλήλων, ἀντὶ τοῦ, ἀλλήλοις.
Καὶ πρὸς ἑαυτοὺς, ἀντὶ τοῦ, πρὸς ἀλλήλους. Πιλάτος — ἀπολύσω. Παίδευσιν ἐνταῦθα λέγει τὴν μετρίαν μαστίγωσιν εἰς παραμυθίαν καὶ καταστολὴν τοῦ θυμοῦ αὐτῶν, ἵνα δόξαντες περιγενέσθαι αὐτοῦ, παύσωνται τῆς περαιτέρω μανίας. Οἱ δὲ καὶ οὕτως οὐδὲν ἔλαττον ἐξεθηριοῦντο, πρὸς ἓν μόνον ἀκλινῶς ὁρῶντες, ἀνελεῖν αὐτὸν τάχιστα, ὡς καὶ ἐν τῷ προειρημένῳ κεφαλαίῳ διελάβομεν. Ἀνάγκην — φυλακήν. Ματθαῖος δέ φησιν ἐν τῷ αὐτῷ κεφαλαίῳ. Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον, καὶ τὰ ἑξῆς· καὶ ἀνάγνωθι τὴν ἑρμηνείαν αὐτῶν. Πάλιν — ἀρχιερέων. Ὁ δὲ Ματθαῖος καὶ ἕτερά τινα ἱστόρησεν ἐν ἐκείνῳ τῷ κεφαλαίῳ. Ὁ δὲ Πιλάτος — αὐτῶν. Ἐκεῖ καὶ περὶ τούτων εἴρηται.
Θέλημα δὲ αὐτῶν ἦν τὸ σταυρωθῆναι αὐτόν. Καὶ ὡς — Ἰησοῦ. Καὶ περὶ τούτου. ΚΕΦ. Πʹ. Περὶ τῶν κοπτομένων γυναικῶν. Ἀκολούθει — ὑμῶν. Μὴ κλαίετε δι' ἐμὲ, ἀλλὰ δι' ἑαυτὰς κλαίετε, καὶ διὰ τὰ τέκνα ὑμῶν. Ὅτι — ἐθήλασαν. Ἡμέρας λέγει τὰς τῆς πολιορκίας καὶ ἁλώσεως Ἱεροσολύμων, ἐν οἷς μακαρισθήσονται, φησί, παρὰ τῶν γεννησασῶν αἱ μὴ γεννήσασαι, ὡς μὴ ἀκούουσαι, μήτε βλέπουσαι ποικίλας σφαγὰς τέκνων αὐτῶν, ὥσπερ αὗται. Τότε — ἡμᾶς. Ἄρξονται ταῦτα λέγειν οἱ τοῦ
col. 1089–1090page 119 of 127
PG 129:1089δαίοι, μὴ φέροντες τὰ ἀνυπέρβλητα δεινά, τά τε ἀπὸ τῆς πολιορκίας τῶν Ῥωμαίων, καὶ τοῦ λοιμοῦ, καὶ τῆς ἐμφυλίου στάσεως. Οτι εἰ — γένηται; Εἰ ἐν ἐμοὶ τῷ ζωὴν θείαν ἔχοντι ταῦτα ποιοῦσιν οἱ Ῥωμαῖοι, παρορμηθέντες ὑπὸ τῶν Ἰουδαίων, ἐν ὑμῖν, τοῖς νέκρωσιν ἐξ ἁμαρτίας κεκτημένοις, τί γένηται παρ' αὐτῶν; Ἤγοντο — ἀριστερῶν. Ὁ δὲ Ματθαῖος καὶ ἕτερον ἔγραφε, καὶ ἀνάγνωθι κἀκεῖνα, καὶ πάντως εὑρήσεις καὶ περὶ τούτων. Ἐν τῷ κατὰ Ματθαῖον γὰρ τὰ περὶ τῶν Δεσποτικῶν παθημάτων ἀπαραλείπτως καὶ ἀκριβῶς καθ' εἱρμὸν ἡρμηνεύθησαν. Ὁ δὲ Ἰησοῦς — ἄφες αὐτοῖς. Ὑπὲρ τῶν σταυρωσάντων Ἰουδαίων προσευξάμενος, ὡς ἄνθρωπος, ὑπέδειξε τοῖς ἀνθρώποις τύπον τῆς εἰς τοὺς ἀδικήσαντας συμπαθείας.
Ἠπόρησαν δέ τινες, ὅτι, ἐὰν ἀφείθη αὐτοῖς ἡ ἁμαρτία, πῶς δι' αὐτὴν ὕστερον παρεδόθησαν τοῖς Ῥωμαίοις εἰς πανωλεθρίαν; Πρὸς οὓς λέγομεν, ὅτι οὐχ ὑπὲρ πάντων ἡ προσευχὴ γέγονεν, ἀλλ' ὑπὲρ μόνων τῶν περαιτέρω μηδέν τι κακουργησάντων· ὅσοι δὲ μετὰ τοῦτο, τοῦ ἡλίου σκοτισθέντος, καὶ τοῦ καταπετάσματος σχισθέντος, καὶ τῆς γῆς σεισθείσης, καὶ τῶν πετρῶν σχισθεισῶν, καὶ τῶν ἄλλων σημείων τῶν κατὰ τὴν ἀνάστασιν αὐτοῦ τελεσθέντων, προσέθεντο τῇ πονηρίᾳ, καὶ τυχηρὰ ταῦτα λογισάμενοι, κακοήθως ἐσυκοφάντησαν τὴν θείαν ἀνάστασιν, οὐχ ὑπὲρ τούτων προσηύξατο· διὸ καὶ οὗτοι πάντως παρεδόθησαν τοῖς ἐχθροῖς. Οὐ γὰρ — ποιοῦσι. Τῷ φθόνῳ μεθύοντες. Τινὲς δέ φασιν·
ὡς οὐχ ὑπὲρ τῶν Ἰουδαίων, ἀλλ᾽ ὑπὲρ τῶν ὑπηρετησάντων τῇ σταυρώσει αὐτοῦ Ῥωμαίων στρατιωτῶν τὴν προσευχὴν ἐποιήσατο· οὗτοι γὰρ παντάπασιν ἠγνόουν, ὅσα περὶ αὐτοῦ προανεφώνησεν ὁ νόμος καὶ οἱ προφῆται. Θεώρησον δὲ ὅτι ὀπίσω μὲν εἰπόντος· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ' ἐμοῦ, γενηθήτω τὸ θέλημά σου· θελητὴ τῷ Πατρὶ φαίνεται ἡ σφαγὴ τοῦ Υἱοῦ· ἐνταῦθα δὲ λέγοντος· Πάτερ, ἄφες αὐτοῖς, ἀθέλητος· οὐ γὰρ ἂν ἐξεμειλίσσετο τὴν ἐκείνου κατὰ τῶν μιαιφόνων ὀργήν. Τί οὖν ἐστιν εἰπεῖν; Ὅτι καθ᾿ ἑαυτὴν μὲν ἀθέλητος ἦν, διὰ δὲ τὴν ἡμετέραν σωτηρίαν θελητή. Καθάπερ καὶ τὰς ἀριστέως πληγὰς καθ' ἑαυτὰς μὲν ἀηδεῖς ἡγούμεθα, διὰ δὲ τὴν κατὰ τῶν ἐχθρῶν ἀνδραγαθίαν, ἡδείας.
Διαμεριζόμενοι — θεωρῶν. Ἐν τῷ προδιαληφθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ζήτησον τὴν ἐξήγησιν τοῦ· Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἔνθα λύσεις ἀνεγράφησαν χαρίεσσαι ζητημάτων ἀξιολόγων.
col. 1091–1092page 120 of 127
PG 129:1091Ἐξεμυκτήριζον δὲ σεαυτόν. Ματθαῖος δέ φησιν· Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, καὶ τὰ ἐξῆς, ἔνθα πλατύτερον εἴρηται. Ὁμοίως δὲ καὶ περὶ τοῦ ὄξους καὶ τῆς χολῆς, καὶ τοῦ ἐσμυρνισμένου οἴνου ἐν ἐκείνῳ τῷ κεφαλαίῳ κατὰ λόγον διασεσάφηται. Ἦν δὲ — Ἰουδαίων. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ καὶ περὶ τούτων ἠκριβολόγηται, ἔνθα κεῖται τό· Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. ΚΕΦ. ΠΑ'. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ. Εἰς — ἔπραξε. Πάλιν ὁ Ματθαῖος ἐν τῷ τοιούτῳ κεφαλαίῳ φησί· Τὸ δ' αὐτὸ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. Ἔνθα καὶ τὴν λύσιν καλῶς ἔχουσαν ἐξεθέμεθα. Κρίμα δὲ νῦν λέγει τὴν καταδίκην τὴν διὰ τοῦ σταυροῦ.
Καὶ — σου. Τῇ ὑπερκοσμίῳ. Εἰκὸς γὰρ αὐτὸν μαθεῖν καὶ τὸν λόγον, ὃν εἶπε πρὸς Πιλάτον· ὅτι Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Καὶ — παραδείσῳ. Πῶς αἰτησαμένῳ τῷ λῃστῇ μνήμης τυχεῖν ἐν τῇ βασιλείᾳ τοῦ Σωτῆρος αὐτὸς ἕτερόν τι παρ' αὐτὴν ἐπηγγείλατο, τὴν ἐν τῷ παραδείσῳ διατριβήν; Διότι ὁ μὲν λῃστὴς, ἀγνοῶν τίς ἐστιν ἡ βασιλεία αὐτοῦ, οὐ πρὸς ὡρισμένον τι καὶ γνώριμον ἐποιήσατο τὴν αἴτησιν, ἀλλὰ διὰ τῆς τοιαύτης αἰτήσεως μόνον ἱκέτευσε τυχεῖν τινος ἀγαθοῦ· ὁ δὲ Χριστός, εἰδὼς τὸν σκοπὸν αὐτοῦ, ἐπηγγείλατο τὸ δοκοῦν ἐκείνῳ τῶν ὅλων ἐρασμώτερον. Ἐγίνωσκε γὰρ ὁ λῃστὴς τὸν παράδεισον ἐκ τῆς Μωσαϊκῆς διδασκαλίας.
Καὶ τότε μὲν ἔδωκεν αὐτῷ τὴν ἐν τῷ παραδείσῳ διαγωγήν, ἀρραβῶνα τῆς βασιλείας αὐτοῦ, ἥτις ἐστὶν ἀπόλαυσις τῶν ἀφράστων καὶ αἰωνίων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Οὔπω γὰρ οὐδεὶς τῶν δικαίων ἐκομίσατο τὴν ἐπαγγελίαν, ὡς ὁ μέγας Παῦλος ἐδίδαξεν· ὕστερον δὲ μεταδώσει καὶ ταύτης ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως. Ἀλλὰ πῶς εἶπεν, ὅτι Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Διότι ὡς Θεός, τὰ πάντα πληρῶν, πανταχοῦ ἦν ἅμα καὶ ἐν τῷ τάφῳ, καὶ ἐν τῷ ᾅδῃ, καὶ ἐν τῷ παραδείσῳ, καὶ ἐν τῷ οὐρανῷ. Ἦν — ἥλιος. Ἐν τῷ προειρημένῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ζήτησον περὶ τούτου. Καὶ — μέσον. Ἐκεῖ καὶ περὶ τούτου ζήτησον. Καὶ — ἐξέπνευσεν.
Ὁμοίως ἐκεῖ καὶ περὶ τούτων ἐρρήθη, ἔνθα κεῖται τό· Ὁ δὲ Ἰησοῦς, πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα.
col. 1093–1094page 121 of 127
PG 129:1093Καὶ τοῦτο δὲ κατώρθωσεν ἡμῖν ὁ Κύριος, τὸ τὰς τῶν δικαίων ψυχάς μηκέτι καταβαίνειν εἰς τὸν ᾄδην, ἀλλ᾽ ἀναβαίνειν εἰς τὸν Θεόν. Χείρας γὰρ τοῦ Θεοῦ νοοῦμεν αὐτὸν τὸν Θεόν. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος ὅτι οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς. Ἀνῆλθε δὲ πρῶτον εἰς τὸν Θεὸν ἡ τοῦ Ἰησοῦ ψυχή· εἶτα κατῆλθεν εἰς τὴν ᾄδην, καὶ ἐλευθέρωσε τὰς κατεχομένας ἐκεῖ ψυχάς. Καὶ πῶς μετὰ τὴν ἀνάστασιν εἶπε τῇ Μαρίᾳ ὅτι Οὔπω ἀναβέβηκα πρὸς τὸν Πατέρα μου; Διότι τότε τῷ σώματι οὔπω ἀναβέβηκεν. Ἰδὼν — ὑπέστρεφον. Ζήτησον ἐν τῷ εἰρημένῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τό·
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, καὶ τὰ ἑξῆς· καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν. Ἐν ἐκείνῃ γὰρ καὶ ταῦτα διηρμηνεύθησαν. Εἱστήκεισαν — ταῦτα. Ἀκολούθως ἐκεῖ καὶ περὶ τούτων εἴρηται. ΚΕΦ. ΠΒ. Περὶ τῆς αἰτήσεως τοῦ Κυριακοῦ σώματος. Καὶ — κείμενος. Καὶ περὶ τούτων πάντων διελήφθη κατὰ λόγον ἐν τῷ ἐξηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ — ἐπέφωσκεν. Ἐπέφαινεν, ἐπηύγαζεν, ἐπανέτελλε. Κατακολουθήσασαι — μύρα. Ἐκεῖ καὶ ταῦτα ἐμνημονεύθησαν ἐν τῇ ἐξηγήσει τοῦ· Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου. Καὶ τὸ — σὺν αὐτοῖς. Ζήτησον παρὰ τῷ Ματθαίῳ τό·
Ὀψὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτοῦ, καὶ μὴν καὶ τὰς ἐφεξῆς, καὶ εὑρήσεις ὅλων τῶν εὐαγγελιστῶν τὰ ἐντεῦθεν ῥητὰ παρατεθειμένα συμφωνίας ἕνεκεν, καὶ ἡρμηνευμένα. Εὗρον — αὐτοῦ. Ἐκεῖ καὶ ταῦτα, ὡς ἔφημεν, παρατέθειται, καὶ ἡρμήνευται, ἔνθα κεῖται τό· Ἰδού, εἶπον ὑμῖν. Καὶ ὑποστρέψασαι — αὐταῖς. Ὁμοίως καὶ ταῦτα παρατέθειται καὶ ἡρμήνευται, ἔνθα κεῖται τό· Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν, ὡς ἐδιδάχθησαν. Ὁ δὲ Πέτρος — μνημεῖον. Συνετώτερος ὢν τῶν ἄλλων οὐκ ἐκαρτέρησε. Καὶ παρακύψας — μόνα. Ὀθόνια λέγει τὰ ἐντάρια, τὴν σινδόνα.
col. 1095–1096page 122 of 127
PG 129:1095ἑαυτόν. Πρὸς τὴν ἑαυτοῦ διαγωγήν. Φησὶ γὰρ καὶ Ἰωάννης περὶ τοῦ Πέτρου καὶ ἑαυτοῦ· Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. θαυμάζων τὸ γεγονός. Συνῆκε γὰρ ὅτι οὐ μετετέθη· ἡ γὰρ ἂν μετὰ τῶν ὀθονίων μετετέθη. Φαίνεται τοίνυν ὅτι ἐκ τρίτου ἀπῆλθεν ἐπὶ τὸ μνημεῖον ὁ Πέτρος· νῦν μὲν μόνος, ὕστερον δὲ μετὰ τοῦ Ἰωάννου, ὡς αὐτὸς ὁ Ἰωάννης ἔγραψεν. Ἐπανελθόντων δὲ, μόνος αὖθις ἠναγκάσθη δραμεῖν· οὐ γὰρ εἴα τοῦτον ὑπομένειν ἡ σφοδρότης τοῦ φίλτρου, καὶ τὸ λίαν βούλεσθαι πρὸ τῶν ἄλλων μαθητῶν ἐντυχεῖν τῷ διδασκάλῳ καὶ συγγνώμην τῆς ἀρνήσεως ἐντελεστέραν λαβεῖν, ὅτε καὶ ὤφθη αὐτῷ ὁ Κύριος, ὡς προϊόντες εὑρήσομεν. Τρὶς οὖν ἀπελθὼν, τὸ τριπλοῦν κἀντεῦθεν τῆς ἀρνήσεως ἐθεράπευσε. ΚΕΦ. ΟΓ΄.
Περὶ τοῦ Κλοπᾶ. Καὶ ἰδοὺ Ἐμμαούς. Ἐν τῷ τελευταίῳ κεφαλαίῳ τοῦ κατὰ Μάρκον ζήτησον τό· Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρὸν, καὶ τὰ ἑξῆς· καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν, χρησιμεύουσαν εἰς τὰ προκείμενα ῥητὰ τοῦ Λουκᾶ. Ἐξ αὐτῶν δὲ εἶπεν ἁπλῶς, ἤγουν ἐκ τῶν ἰδίων μαθητῶν. Καὶ — τούτων. Περί τε τοῦ σταυροῦ, καὶ τῶν τηνικαῦτα φοβερῶν σημείων, καὶ τῆς ταφῆς, καὶ τῶν ἀπαγγελθέντων ὑπὸ τῶν γυναικῶν περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου. Καὶ — αὐτοῖς. Συζήτησιν λέγει τὴν ἐξέτασιν, οἷον, πῶς, τοιοῦτος ὤν, τοιαῦτα πέπονθε· καὶ πῶς ἀποθανὼν ἀνέστη; Οἱ δὲ ὀφθαλμοὶ — αὐτόν. Ἐκρατοῦντο εἰς τοῦτο μόνον, τὸ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε — σκυθρωποί;
Ἀντιβάλλετε, ἤγουν ἀντιτιθέατε ἢ ἐξετάζετε. Ἀποκριθεὶς — ἡμέραις ταύταις; Ἀπό τε τῆς φωνῆς καὶ τῆς στολῆς γνόντες, ὅτι Ἰουδαῖος καὶ αὐτός ἐστιν, ὀνειδίζουσιν, οὐχ ὡς μόνον παροικοῦντα τῇ Ἱερουσαλήμ, ἀλλ' ὡς μόνον ἀγνοοῦντα τὰ πᾶσι τοῖς παροικοῦσιν ἐγνωσμένα, καί φασιν ἐπιπληκτικῶς· Σὺ μόνος ἐκ πάντων τῶν παροικούντων τῇ Ἱερουσαλὴμ παροικεῖς Ἱερουσαλήμ, μὴ γινώσκων τὰ γενόμενα ἐν ταῖς ἡμέραις ταύταις; Καὶ — ποῖα; Προσποιεῖται ἄγνοιαν, ἵνα καὶ διὰ στόματος αὐτῶν ἀκούσῃ ἃ διὰ τῆς καρδίας αὐτῶν ἐγίνωσκε, καὶ οὕτως ὀνειδίσῃ, καὶ ἐπιπλήξῃ αὐτοῖς. Οἱ δὲ — λαοῦ. Ἄνδρα προφήτην αὐτὸν εἶναι ὑπελάμβανον, ἀτελῆ πίστιν ἔτι ἔχοντες.
col. 1097–1098page 123 of 127
PG 129:1097μὲν οὖν νόει τὰ σημεῖα, λόγον δὲ τὰς διδασκαλίας. Ὅπως — αὐτόν. Εἰς καταδίκην θανάτου. Ἡμεῖς — Ἰσραήλ. Ἠλπίζομεν αὐτὸν εἶναι τὸν ὑπὸ τῶν Γραφῶν καταγγελλόμενον λυτρωτὴν ἡμῶν· νῦν δὲ οὕτως ἀποθανόντα ἀπηλπίσαμεν. Ἀλλά γε — ἐγένετο. Σὺν πᾶσι τούτοις, ἀντὶ τοῦ, Πάντων τούτων γενομένων. Ἀλλὰ καὶ — ζῇν. Γυναῖκές τινες ἐξ ἡμῶν, ἤγουν ἡμέτεραι, ἢ ὡς ἡμεῖς πισταί. Λέγει δὲ τὰς περὶ Μαρίαν τὴν Μαγδαληνήν. Ἐξέστησαν δὲ ἡμᾶς, ὡς ἄπιστα διισχυριζόμεναι. Καὶ — μνημεῖον. Πέτρος καὶ Ἰωάννης, ὡς προειρήκαμεν. Καὶ εἶδον. Εὗρον οὕτω, τουτέστιν, οὐχ εὗρον τὸ σῶμα αὐτοῦ. Καὶ — προφῆται. Ἀνοήτους μὲν αὐτοὺς ὠνόμασε, διεγείρων ἠρέμα πρὸς ἐπίγνωσιν αὐτοῦ·
βραδεῖς δὲ τῇ καρδίᾳ, ὡς νωθροὺς εἰς τὸ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται περί τε τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ. Οὐχὶ — αὐτοῦ; Ταῦτα, ἃ ἐλάλησαν οἱ προφῆται. Δόξαν δὲ αὐτοῦ, τὴν τῆς θεότητος. Κατ' ἐρώτησιν δὲ λόγος. Καὶ — ἑαυτοῦ. Ἀπὸ Μωϋσέως, ἤγουν ἀπὸ τῶν Μωσαϊκῶν βίβλων. Καὶ — ἐπορεύοντο. Ὅπου ἐπορεύοντο. Καὶ — πορεύεσθαι. Ἐσχηματίζετο πορρωτέρω πορεύεσθαι, ὡς ἁπλῶς συνοδοιπόρος. Καὶ — ἡμέρα. Ἔκλινεν εἰς τὸ δῦναι. Καὶ — αὐτόν. Ἰδόντων τὴν συνήθη καὶ γνώριμον εὐλογίαν τοῦ ἄρτου. Τότε γὰρ συνεχωρήθησαν ἐπιγνῶναι αὐτόν. Καὶ — αὐτῶν. Ἵνα μὴ βραδύνωσιν ἔτι, ἀλλὰ τάχιον ὑποστρέψωσιν εἰς τοὺς μαθητάς· ἐβούλετο γὰρ αὐθημερὸν ἐμφανισθῆναι πᾶσιν αὐτοῖς. Καὶ — Γραφάς;
Καιομένη, ἤγουν σφύζουσα, παλλομένη. Καὶ — Ἱερουσαλήμ. Ἀνέστησαν αὐτῇ τῇ ὥρᾳ, οὐ μὴν αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν· ἐξήκοντα γὰρ σταδίων ἦν ἡ ὁδός. Εἰκὸς δέ, κλίναντος τοῦ ἡλίου, δραμεῖν αὐτοὺς ὑπὸ περιχαρείας ὅλον τὸ διάστημα μέχρι τῆς νυκτός, εἰς ὀκτὼ καὶ ἥμισυ μίλια συμπoσουμένων τῶν ἐξήκοντα σταδίων. Καὶ — αὐτοῖς. Σὺν αὐτοῖς ἦσαν, ἤ τινες τῶν
col. 1099–1100page 124 of 127
PG 129:1099ἑβδομήκοντα, ἢ πάντες. Ἀλλὰ πῶς εἶπεν ὅτι εὗρον συνηθροισμένους τοὺς ἕνδεκα, τοῦ Ἰσκαριώτου μὲν ἀποβληθέντος ἤδη, τοῦ Θωμᾶ δὲ μὴ παρόντος τίτ; Φησὶ γὰρ ὁ Ἰωάννης· Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν, ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔστι τοίνυν εἰπεῖν ὅτι, ἐπειδὴ Ματθίας παρὴν ὁ κληρωθεὶς ἀντὶ τοῦ Ἰσκαριώτου, συνηρίθμησεν ἤδη καὶ τοῦτον, ὡς συγκαταψηφισθέντα μετὰ τῶν ἔνδεκα ἀποστόλων. Λέγοντας — Σίμωνι. Ζήτησον αὖθις ἐν τῷ τελευταίῳ κεφαλαίῳ τοῦ κατὰ Μάρκον τό· Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευόμενος εἰς ἀγρόν, καὶ τὰ ἑξῆς. Καὶ ἀνάγνωθι τὴν ἐξήγησιν αὐτῶν πάν χρησιμεύουσαν τῷ προκειμένῳ ῥητῷ. Καὶ αὐτοὶ — ὑμῖν.
Ἐφεξῆς ἐκεῖ καὶ περὶ τούτων εὑρήσεις. Ὅρα δὲ ὅτι καὶ ἀποδημῶν εἰρήνην αὐτοῖς ἀφῆκεν, ὡς ὁ Ἰωάννης ἔγραψε, καὶ αὖτις ἐπιδημήσας, εἰρήνην δίδωσιν· εἰρήνην, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα. Πτοηθέντες — ὑμῶν; Πτοηθέντες, ἤτοι ταραχθέντες· διαλογισμοὶ δὲ ἀνέβαινον, περὶ τοῦ εἶναι πνεῦμα τὸ ὁρώμενον, ἤγουν φάσμα. Ἔδειξεν οὖν, καὶ ὅτι καρδιογνώστης ἐστίν. Εἶτα δίδωσι καὶ ἄλλο τεκμήριον. Ἴδετε — εἰμί. Καὶ πῶς ἀπὸ τούτων ἔμελλον αὐτὸν γνωρίζειν; Διότι τὰς ἀπὸ τῶν ἥλων διατρήσεις ἔφερον ἔτι. Ψηλαφήσατε — ἔχοντα. Ψηλαφήσατε οἱ ἐπαφές. Καὶ — πόδας. Ἰωάννης δέ φησιν ὅτι Ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Πρῶτον μὲν γὰρ ἔδειξε τὰς χεῖρας καὶ τὴν πλευράν, εἶτα τοὺς πόδας.
Ἑκάτερος δὲ τῶν εὐαγγελιστῶν, ἀφ' ὧν εἶπεν, ἐνέφηνε καὶ τὸ παρασεσιωπημένον, ὡς ἤδη γνώριμον. Ἔτι — θαυμαζόντων. Εἴωθε γὰρ τοῦτο πολλάκις γίνεσθαι. Εἶπεν — ἔφαγεν. Οὐχ ὡς ἔτι δεόμενος τροφῆς, ἀλλὰ πρὸς πλείονα πίστιν, καὶ βεβαιοτέραν ἀπόδειξιν τοῦ μὴ δοκεῖν φάσμα. Ὥσπερ δὲ ὑπερφυῶς ἔφαγεν, οὕτω καὶ ὑπερφυῶς ἀνάλωσεν, ἅπερ ἔφαγε. Χρὴ δὲ γινώσκειν ὅτι τὰ κατ' οἰκονομίαν τινὰ γινόμενα ὑπὸ τοῦ Σωτῆρος οὐκ εἰσὶ κανὼν καὶ ὅρος τῆς φύσεως· οὐδεὶς γὰρ ἕτερος μετὰ τὴν ἀφθαρσίαν τοῦ σώματος ὠτειλὰς ἕξει, ἢ βρῶσιν προσήσεται. Εἶπε — σὺν ὑμῖν. Ἀναμιμνήσκει αὐτοὺς καὶ ὧν προέλεγε περὶ ἑαυτοῦ, ἵνα κἀντεῦθεν γνοίεν, ὅτι αὐτός ἐστιν. Οὗτοι, φησίν, εἰσὶν οἱ λόγοι, οὓς
col. 1101–1102page 125 of 127
PG 129:1101ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν· Οὗτοι. ποῖοι: Ὅτι – Ἱερουσαλήμ. Ἀρξάμενον, τὸ κηρυχθῆναι, δηλονότι. Ὑμεῖς τούτων. Τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ὅλης οἰκονομίας μου. Καὶ ὑμᾶς. Ἐπαγγελίαν τοῦ Πατρὸς αὐτοῦ λέγει, τὴν ἐν εἴδει πυρίνων γλωσσῶν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος. Ἐπηγγείλατο γὰρ ταύτην διὰ τοῦ προφήτου Ἰωήλ, εἰρηκότος· καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος παντοκράτωρ, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, δηλαδὴ τὴν ἀποστολικὴν προηγουμένως. Ὑμεῖς ὕψους.
Διατρίβετε ἐν Ἱερουσαλὴμ ἀχώριστοι, διὰ τὴν ἔτι ἀσθένειαν καὶ δειλίαν ὑμῶν, ἕως οὗ ἐνδύσησθε, δίκην πανοπλίας, δύναμιν ἐξ ὕψους, τοῦ οὐρανοῦ, ἢ τῆς θεότητος, διὰ τῆς δηλωθείσης ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος. Ἐξήγαγε – Βηθανίαν. Οὐ τότε, ἀλλ᾽ ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ μετὰ τὴν ἀνάστασιν· τὰ γὰρ ἐν τῷ μέσῳ παρέδραμεν ὁ εὐαγγελιστής. Καὶ – οὐρανόν. Νεφέλης ὑπολαβούσης αὐτόν, ὡς ὁ παρὼν εὐαγγελιστὴς ἔγραψεν ἐν τῇ βίβλῳ τῶν ἀποστολικῶν Πράξεων. Καὶ – μεγάλης. Μετὰ χαρᾶς μεγάλης, διὰ τὴν ἀνάστασιν αὐτοῦ, καὶ διὰ τὴν ἐλπίδα τῆς εἰρημένης ἐπαγγελίας. Ἐν τῇ δηλωθείσῃ δὲ βίβλῳ γέγραπται· ὅτι ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος.
Δῆλον οὖν, ὅτι προσήνωται τῇ Βηθανίᾳ τὸ ὄρος τῶν Ἐλαιῶν. Καὶ ἦσαν – Θεόν. Ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, κατὰ τοὺς καιρούς δηλονότι τῶν συνάξεων, ὅτε εἶναι ἐν αὐτῷ ἐξῆν. Γένοιτο δὲ καὶ ἡμᾶς διὰ παντὸς αἰνεῖν καὶ εὐλογεῖν τὸν Θεόν, καὶ οὕτως εὑρεῖν τέλος τῆς παρούσης ζωῆς ἡδὺ καὶ μακάριον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν. Τέλος τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. ΥΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΕΝ ΤΩ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΩ. Ἐπίγραμμα. Τίκτεις, Μαριάμ, τὸν θεάνθρωπον Λόγον,
col. 1103–1104page 126 of 127
PG 129:1103Καὶ μακαρισμῶν ἄλλον ὠδίνεις λόγον, Τὸν μὲν, δι' αὐτῆς τῆς πνοῆς τῆς ἐνθέου, Τὸν δὲ, πρὸ αὐτῆς τῆς πνοῆς τῶν ἐγκάτων. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, Καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Καὶ τὸ ἔλεος αὐτοῦ, εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς. Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, Καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τουτέστιν, εὐφημεῖ καὶ δοξάζει. Ἐχάρη, φησίν, ἡ ψυχή μου ἐπὶ τῷ Θεῷ τῷ σώσαντί με ἀπὸ πάσης παγίδος τοῦ διαβόλου. Αὕτη ἡ αἰτία τῆς εὐχαριστίας. Ταπείνωσιν δέ φησιν, τὴν εὐτέλειαν. Διὰ τῶν πιστευσάντων δηλαδή. Ὅτι ἐποίησεν εἰς ἐμὲ μεγάλα καὶ ὑπερφυῆ θαύματα ὁ Δυνατὸς ποιεῖν ταῦτα. Καὶ τὸ ἔλεος αὐτοῦ ἀεὶ ἐστιν ἐν τοῖς φοβουμένοις αὐτόν. Καταλέγει τὰς θείας δυνάμεις, καί φησιν, Ἐποίησε νίκος ἀνέλπιστον ἐν τῇ δυνάμει αὐτοῦ. Τοὺς ὑπερηφάνους τῇ διανοίᾳ τῆς ψυχῆς αὐτῶν, ἤγουν τοὺς ὑπεραιρομένους ἐν ἑαυτοῖς, τοὺς οἰηματίας.
Ἐπεσκέψατο τὸν Ἰσραηλιτικὸν λαόν, τὸν δοῦλον αὐτοῦ, τὸν νέον δηλαδή, τὸν ἐπεγνωκότα δεσπότην αὐτόν. Ἀντελάβετο δὲ, καὶ ἐπεσκέψατο ἐν τῷ μνησθῆναι ἐλέους εἰς τὸν αἰῶνα, ἤγουν ἐλέους αἰωνίου, καθὼς ἐλάλησεν, εἴτουν ἐπηγγείλατο πρὸς τοὺς πατέρας ἡμῶν. Ἀπὸ κοινοῦ πάλιν, καθὼς ἐλάλησε τῷ Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ. Ἔλεος δὲ εἰς αἰῶνα, ἡ θεία ἐνανθρώπησις, ὡς δι' ἔλεον τῶν ἀνθρώπων γεγενημένη. ΠΡΟΦΗΤΕΙΑ ΖΑΧΑΡΙΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΕΝ ΤΩ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΩ. Ἐπίγραμμα. Τῆς ἀγγελικῆς ἀστραπῆς δεδειγμένης, Τὸν ψαλμὸν ἐβρόντησεν ὁ Ζαχαρίας, Ὅπως τὸ σῶμα τῆς πανάγνου Παρθένου Τὸν μαργαρίτην ὀστρακώσῃ τὸν μέγαν.
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυὶδ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ, Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. Ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, Ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν, ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας, λατρεύειν αὐτῷ, Ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Καὶ Διὰ τῆς ἐνανθρωπήσεως τοῦ Υἱοῦ αὐτοῦ ἐπεσκέψατο καὶ ἐλυτρώσατο τῆς τῶν δαιμόνων τυραννίδος ὁ Θεὸς καὶ πατὴρ τὸν λαὸν αὐτοῦ.
Καὶ ἀνέστησεν ἡμῖν, τῷ λαῷ αὐτοῦ, βασιλείαν καὶ δύναμιν σωτήριον ἐν τῷ οἴκῳ, ἤγουν ἐκ τοῦ οἴκου, τουτέστι τοῦ γένους Δαυΐδ, τοῦ δούλου αὐτοῦ. Τοῦτο δὲ πεποίηκεν, ὡς ἐπηγγείλατο διὰ στόματος τῶν ἁγίων τῶν ἐκπαλαι προφητῶν. Δι' αὐτῶν γὰρ ἐπηγγείλατο ἀναστήσειν βασιλέα δυνατὸν ἐν οἴκῳ Δαυίδ, Σωτῆρα τοῦ Ἰσραήλ, ὅς ἐστιν Ἰησοῦς· αὐτὸς δὲ ὁ Θεὸς Λόγος προσείληφε καὶ ἤνωσεν ἑαυτῷ καθ' ὑπόστασιν. Ἤγειρε δὲ τὸ κέρας τοῦτο, τὴν βασιλείαν δηλαδὴ καὶ δύναμιν τὴν σωτήριον, ἐξ ἐχθρῶν ἡμῶν σωτηρίαν καὶ λύτρωσιν καὶ ἐκ τῆς ἐξουσίας καὶ τυραννίδος τῶν μισούντων δαιμόνων.
Ἐν τῷ ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, ἤγουν ἐν τῷ ἐλεῆσαι τοὺς πατέρας ἡμῶν, πρὸς οὓς ἡ ἐπαγγελία τῆς εἰρημένης σωτηρίας κατὰ τὸν ὅρκον ὃν ὤμοσε, τουτέστι κατὰ τὴν βεβαίωσιν ἣν ἐβεβαίωσε πρὸς Ἀβραάμ. Τίνος πράγματος βεβαίωσιν; Τοῦ δοῦναι ἡμῖν ἀφόβως λατρεύειν ἡμᾶς αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ κατὰ πᾶσαν τὴν ζωὴν ἡμῶν. Ὑπερβατῶς γὰρ ἀναγνωστέον. Εἶτα τὸ ἐν μέσῳ, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας, ἤγουν μὴ φοβεῖσθαι τὸ κατάκριμα τοῦ προπάτορος Ἀδάμ, διὰ τὸ λελυτρώσθαι ἡμᾶς τοῦ εἰσαγαγόντος αὐτὸ εἰς τὸν κόσμον διαβόλου, καὶ τῆς καταδυναστείας τοῦ ἀνθρωπίνου γένους, προβαλλομένου τούτου τὸ δικαίωμα. Ὁσιότητα μὲν οὖν λέγει, τὴν εὐσέβειαν·
δικαιοσύνην δὲ, τὴν τελειότητα τῶν ἄλλων ἀρετῶν.
col. 1105–1106page 127 of 127
PG 129:1105σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν. Διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, Ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθύναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Μεταβαίνει τῇ προφητείᾳ πρὸς τὸν ἑαυτοῦ παῖδα τὸν Ἰωάννην, Κύριον δὲ ἐνταῦθα τὸν Χριστὸν ὀνομάζει. Τὸ δὲ ἑτοιμάσαι τὸν Ἰωάννην τὰς ὁδοὺς τοῦ Χριστοῦ, τὸ ἀγαγεῖν ἐστι τοὺς ἀνθρώπους εἰς ἐπίγνωσιν καὶ πίστιν αὐτοῦ, δι' ἧς εἰσέρχεται ὁ Κύριος εἰς τὰς ἀνθρώπων ψυχὰς καὶ ἐνοικεῖ ταύταις καὶ ἐμπεριπατεῖ.
Ἑρμηνεύει τὴν ἑτοιμασίαν τῶν τοῦ Κυρίου ὁδῶν, καί φησιν ὥστε διὰ τοῦ κηρύγματος αὐτοῦ γνῶσιν ἐνθεῖναι τῷ κατὰ δημιουργίαν λαῷ τοῦ Χριστοῦ τῆς δι' αὐτοῦ δὴ τοῦ Χριστοῦ σωτηρίας τῷ κόσμῳ παντί. Σωτηρίας, τῆς ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, ἤγουν τῆς γινομένης ἐν τῷ ἀφεθῆναι καὶ λυθῆναι τὰς ἁμαρτίας τοῦ κόσμου. Ἐν ἀφέσει ἁμαρτιῶν, τῇ διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἤτοι τῇ διδομένῃ διὰ τὴν συμπάθειαν τοῦ ἐλεήμονος Θεοῦ, καὶ οὐ διὰ τὰ ἔργα τῶν ἀνθρώπων. τὸν κόσμον ἡ ἀνατολὴ τοῦ νοητοῦ ἡλίου ἐξ ὕψους, ὅ ἐστι φανερωθεὶς τοῖς ἐν γῇ.
Τοῦτο γὰρ ἑρμηνεύων τῆς θεότητος, τουτέστιν, ὁ νοητὸς ἥλιος ἀνατείλας, φησὶν, ἐπεσκέψατο ἡμᾶς εἰς τὸ ἐπιφᾶναι, τουτέστιν, μένουσι καὶ τῇ σκιᾷ τοῦ θανάτου, ἤτοι τῇ ἁμαρτίᾳ, ἐπιλάμψαι τοῖς ἀνθρώποις, τοῖς ἐν σκότει τῆς πλάνης σκιᾷ μὲν, ἤγουν νυκτὶ λεγομένῃ, ὡς ἀπουσίᾳ τοῦ φωτὸς τῶν τοῦ Κυρίου ἐντολῶν· θανάτου δὲ νυκτί, χωρισμὸς τοῦ Θεοῦ, τῆς ζωῆς τῆς ἀληθινῆς. διὰ τὸ ἐπάγειν αὐτὴν θάνατον ψυχικόν, ὅς ἐστιν ὁ Ἐπεσκέψατο ἡμᾶς, ἵνα ἐπιφανῇ, φησίν, ὥστε ἁμαρτίᾳ, δι' ὧν ἡ διάστασις καὶ ὁ χωρισμὸς καὶ ἡ ἐγεῖραι τοὺς ἀκινήτως ἐμμένοντας τῇ ἀπιστίᾳ καὶ ἔχθρα μετὰ Θεοῦ. Καὶ κατευοδῶσαι τὰς πορείας τῆς πολιτείας ἡμῶν εἰς τὴν ὁδὸν τῆς κατὰ Θεὸν εἰρήνης, τουτέστιν εἰς εὐσέβειαν καὶ ἀρετήν.
Αὗται γὰρ ἄγουσιν ἡμᾶς εἰς συνέλευσιν καὶ ἕνωσιν καὶ φιλίωσιν μετὰ Θεοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ, λέγω, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐν οἷς σπλάγχνοις, ἤγουν δι' ἃ σπλάγχνα ἐλέους, ἐπεσκέψατο ἡμᾶς, εἴτουν ἐπεφοίτησεν εἰς ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ. α'. Περὶ τοῦ ἐν Κανᾷ γάμου. β'. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. γ'. Περὶ Νικοδήμου. δ'. Ζήτησις περὶ καθαρισμοῦ. ε'. Περὶ τῆς Σαμαρείτιδος. ς'. Περὶ τοῦ βασιλικοῦ. ζ'. Περὶ τοῦ τριακονταοκτὼ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ. η'. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. θ'. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. ι'.
Page scan enlarged

Notebook

Full View