PG 129Euthymius Zigabeno
Commentary on Mark
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) — PG column chips mark the printed columns.

Exposition on MarkExpositio in Marcum

Chapter ICaput Primum

Chapter IIICaput III

Chapter IVCaput IV

Chapter VCaput V

Chapter VICaput VI

Chapter VIICaput VII

Chapter VIIICaput VIII

Chapter IXCaput IX

Chapter XCaput X

Chapter XIICaput XII

Chapter XIIICaput XIII

Chapter XVCaput XV

Chapter XVICaput XVI

col. 765–766page 1 of 44
PG 129:765Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, ᾧ πρέπει δόξα καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ καὶ ἀϊδίῳ Πατρὶ, καὶ τῷ συνάρχῳ καὶ συναϊδίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΤΟΥ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ. α΄. Περὶ τοῦ δαιμονιζομένου (Cap. Ι, vers. 23.) Λου. η΄. β΄. Περὶ τῆς πενθερᾶς Πέτρου. (Ι, 29.) Μθ. η΄. Λου. θ΄. γ΄. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. (Ι, 32.) Μθ. θ΄. Λου. ι΄. δ΄. Περὶ τοῦ λεπροῦ (Ι, 40.) Μθ. ς΄. Λου. ιβ΄. ε΄. Περὶ τοῦ παραλυτικοῦ. (ΙΙ, 3.) Μθ. ιγ΄. Λου. ιγ΄. Ἰω. Γ΄. ς΄. Περὶ Λευὶ τοῦ τελώνου. (ΙΙ, 14.) Μθ. ιδ΄. Λου. ιδ΄. ζ΄. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. (ΙΙΙ, 1.) Μθ. κα΄. Λου. ιδ΄. η΄. Περὶ τῆς ἐκλογῆς τῶν δώδεκα.
(ΙΙΙ, 13.) Μθ. ιθ΄. Λου. ις΄. θ΄. Περὶ τοῦ σπόρου παραβολή. (ΙV, 2.) Μθ. κδ΄. Λου. κβ΄ καὶ με΄. ι΄. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. (ΙV, 35.) Μθ. ια΄. Λου. κγ΄. ια΄. Περὶ τοῦ λεγεώνος (V, 1.) Μθ. ιβ΄. Λου. κδ΄. ιβ΄. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου (V, 21.) Μθ. ιδ΄. Λου. κε΄. ιγ΄. Περὶ τῆς αἱμορροούσης. (V, 25.) Μθ. ιε΄. Λου. κε΄. ιδ΄. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. (VI, 6.) Μθ. ιθ΄. Λου. κζ΄. ιε΄. Περὶ Ἰωάννου καὶ Ἡρώδου. (VΙ, 14.) Μθ. κε΄. ις΄. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. (VI, 34.) Μθ. κς΄. Λου. κη΄. Ἰω. η΄. ιζ΄. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. (VI, 47.) Μθ. κζ΄. Ἰω. θ΄. ιη΄. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. (VΙΙ, 1.) Μθ. κη΄. ιθ΄. Περὶ τῆς φοινικίσσης.
(VΙΙ, 24.) Μθ. κθ΄. κ΄. Περὶ τοῦ μογιλάλου. (VII, 31.) κα΄. Περὶ τῶν ἑπτὰ ἄρτων. (VIII, 1.) Μθ. Λου. κβ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. (VIII, 14.) Μθ. λβ΄. Λου. με΄.
col. 767–768page 2 of 44
PG 129:767πγ'. Περὶ τοῦ τυφλοῦ. κδ'. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. κε'. Περὶ τῆς μεταμορφώσεως. κς'. Περὶ τοῦ σεληνιαζομένου. κζ'. Περὶ τῶν διαλογιζομένων, τίς μείζων. κη'. Περὶ τῶν ἐπερωτησάντων, εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα. κθ'. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. λ'. Περὶ τῶν υἱῶν Ζεβεδαίου. λα'. Περὶ Βαρτιμαίου. λβ'. Περὶ τοῦ πώλου. λγ'. Περὶ τῆς ξηρανθείσης συκῆς. λδ'. Περὶ ἀμνησικακίας. λε'. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. λς'. Περὶ τοῦ ἀμπελῶνος. λζ'. Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον. λη'. Περὶ τῶν Σαδδουκαίων. λθ'. Περὶ τοῦ Γραμματέως. μ'. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. μα'. Περὶ τῆς τὰ δύο λεπτὰ βαλούσης. μβ'. Περὶ συντελείας. μγ'.
Περὶ τῆς ἡμέρας καὶ ὥρας. μδ'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. με'. Περὶ τοῦ Πάσχα. μς'. Περὶ τῆς παραδόσεως προφητεία. μζ'. Περὶ τῆς ἀρνήσεως. μη'. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΥ. Μάρκος ὁ εὐαγγελιστής, υἱὸς μὲν γέγονε Μαρίας, τῆς δεξιωσαμένης ἐν τῇ ἑαυτῆς οἰκίᾳ τοὺς ἀποστόλους· ἐκαλεῖτο δὲ καὶ Ἰωάννης, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εὑρίσκομεν. Συνιδὼν γάρ, φησὶν, ὁ Πέτρος ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. Καὶ καταρχὰς μὲν συνείπετο Βαρνάβᾳ, τῷ θείῳ αὐτοῦ, καὶ Παύλῳ, καθώς ἥ τε βίβλος τῶν Πράξεων παριστᾷ, καὶ Παῦλος, ἐν Ἐπιστολαῖς μνήμην αὐτοῦ
col. 769–770page 3 of 44
PG 129:769ποιούμενος, τῇ τε πρὸς Κολασσαεῖς καὶ τῇ πρὸς Τιμόθεον δευτέρᾳ· εἶτα τῷ Πέτρῳ συνῆν ἐν Ῥώμῃ, ὡς ἡ πρώτη αὐτοῦ Ἐπιστολὴ δείκνυσιν, ἐν ᾗ καὶ υἱὸν αὐτοῦ κατὰ πνεῦμα τὸν Μάρκον οὗτος ὠνόμασε, παρ' οὗ καὶ ὅλον τὸν τοῦ Εὐαγγελίου λόγον ὁ Μάρκος μεμάθηκεν. Ἔπειτα συνεγράψατο τὸ Εὐαγγέλιον, ὡς μὲν ἱστορεῖ καὶ Κλήμης ὁ Στρωματεύς, ἐν αὐτῇ τῇ Ῥώμῃ, κατὰ δὲ τὸν Χρυσόστομον ἐν Αἰγύπτῳ, παρακληθεὶς ὑπὸ τῶν ἐκεῖ πιστῶν, μετὰ ἔτη δέκα τῆς τοῦ Σωτῆρος ἀναλήψεως. Συμφωνεῖ δὲ τῷ Ματθαίῳ λίαν, πλὴν ὅσον ἐκεῖνος ἐστι πλατύτερος. Χρὴ δὴ καθόλου γινώσκειν, ὡς οἱ εὐαγγελισταί ποτὲ μὲν κατὰ τάξιν ἀπαγγέλλουσι τὰς διδασκαλίας καὶ τὰ θαύματα τοῦ Χριστοῦ, νόμῳ ἱστορίας·
ποτὲ δὲ, οὐ τηροῦσι τάξιν, σπεύδοντες μόνον εἰς τὸ ἀπαγγέλλειν αὐτά. ᾿Αρχὴ τοῦ — τοῖς προφήταις. Εὐαγγέλιον νῦν ὁ Μάρκος, τὴν Καινὴν Διαθήκην, τὴν νέαν νομοθεσίαν τοῦ Χριστοῦ κέκληκε. Διατί δὲ οὕτως αὐτὴν ὠνόμασεν, εἴρηται ἐν τῷ προοιμίῳ τῆς ἐξηγήσεως τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου, ἔνθα περὶ τῆς ἐπιγραφῆς τῶν Εὐαγγελίων προδιείληπται. Φησὶ δὲ ὁ παρὼν εὐαγγελιστὴς, ὅτι ἀρχὴ τῆς νέας νομοθεσίας Χριστοῦ οὕτω γέγονεν, ὡς γέγραπται ἐν τοῖς προφήταις· λέγει δὲ Μαλαχίαν καὶ Ἡσαΐαν. Εἶτα τίθησι καὶ τὰ ῥητὰ τῶν προφητῶν, ἵνα μάθης, ὅτι τοιαύτη ἀρχὴ τοῦ Εὐαγγελίου γέγονεν, οἵαν ταῦτά φασιν. Ταῦτα δέ φασιν, ἀρχὴν αὐτοῦ γενήσεσθαι τὸν Ἰωάννην, ὡς ἀναπτυσσόμενα δείξουσιν.
Ἐπεὶ γὰρ πάντες οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν, κατὰ τὸν τοῦ Κυρίου λόγον, ἔδει τοῦτον, τέλος ὄντα τῆς Παλαιᾶς, ἀρχὴν γενέσθαι τῆς Νέας. ᾿Αλλὰ διαιρετέον ἰδίᾳ τῶν δύο προφητῶν τὰ ῥητά. Ἰδού, ἐγώ – ἔμπροσθέν σου. Μαλαχίου μὲν τὸ ῥητόν· εἴρηται δὲ περὶ τούτου σαφῶς ἐν τῇ ἐξηγήσει τοῦ εἰκοστοῦ κεφαλαίου τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Καὶ περιττὸν τὰ αὐτὰ πάλιν εἰς μέσον ἄγειν. Φωνή – τρίβους αὐτοῦ. Ἑτοιμάζει μὲν τὴν ὁδὸν Κυρίου, ὁ τὴν ἀρετὴν ἐργαζόμενος· οὐκ εὐθείας δὲ ποιεῖ τὰς τρίβους αὐτοῦ, ὁ μὴ πρὸς εὐαρέστησιν Θεοῦ, ἀλλὰ δι' ἀνθρωπαρέσκειαν, ἤ τινα σκοπόν, οὐκ ἀγαθὸν, ταύτην ἐργαζόμενος.
Οὗτος τὸν μὲν πόνον τῆς ἑτοιμασίας ὑφίσταται, τὸν δὲ Θεὸν οὐκ ἔχει ταῖς τοιαύταις τρίβοις ἐμπεριπατοῦντα. Τοῦτο τοῦ Ἡσαΐου ἐστίν· ἡρμήνευται δὲ καὶ τοῦτο πάλιν ἐν τῇ ἐξηγήσει τοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου, καὶ ζήτει ἐκεῖ. Τὰ μὲν οὖν προφητικὰ ταῦτα ῥητὰ συμφώνως κεκράγασιν, ὅτι ὁ Ἰωάννης προοδεύσει τοῦ Χριστοῦ, καὶ εὐτρε
col. 771–772page 4 of 44
PG 129:771πίσει αὐτῷ τὴν ὁδὸν τοῦ Εὐαγγελίου, καὶ ὅτι ἐντεῦθεν ἔσται ἀρχὴ τῆς νέας νομοθεσίας. Γέγονε δὲ πάντα οὕτως. Ὁ γὰρ Ἰωάννης, πρὸ τοῦ Σωτῆρος ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, καὶ κηρύξας μετάνοιαν, ὤρυξεν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων τόπους θεμελίων· παραγενόμενος δὲ ὁ Χριστός, ἐνέβαλε τὰ θεμέλια τῆς πίστεως, καὶ ᾠκοδόμησε τὴν νέαν νομοθεσίαν. Εἰπὼν δὲ ὁ Μάρκος, ὅτι Ἀρχὴ τοῦ Εὐαγγελίου οὕτω γέγονεν, ὡς γέγραπται ἐν τοῖς προφήταις· εἶτα παραγαγὼν καὶ τὰ προφητικά ῥητά, λοιπὸν ἐπιχειρεῖ ἀποδεικνύειν, ὁ προέθετο, καὶ ἄρχεται λέγειν τὰ κατὰ τὸν Ἰωάννην, ὅπως ἦλθεν ἐπὶ τὸν Ἰορδάνην, ὅπως ἐκήρυξε, καὶ ἁπλῶς, ὅπως ἡ ἀρχὴ τοῦ Εὐαγγελίου γέγονεν.
Ἐπεὶ δὲ ὁ Μάρκος ἄγαν συμφωνεῖ τῷ Ματθαίῳ, καθὼς ἐν προοιμίοις ἐπεσημηνάμεθα, ὅσα μὲν ἐν ἐκείνῳ διηρμηνεύθη, παρήσομεν, ὡς ἤδη σαφηνισθέντα, τοῦτο μόνον σημειούμενοι ἐφ' ἑκάστῳ τούτων, ὅτι προείρηται περὶ τούτου ἐν τῷ δεῖνι κεφαλαίῳ. Σὺ δὲ αὐτίκα ζήτησον ἐκεῖνο τὸ κεφάλαιον, καὶ ἀνάγνωθι τοῦτο μέχρις ἂν εὑρήσεις τὸ ζητούμενον. Ὅσα δὲ παραλλάττει, ταῦτα λοιπὸν ἀγάγωμεν εἰς ἐξήγησιν. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἑξῆς εὐαγγελιστῶν. Ἐγένετο — ἁμαρτιῶν. Ἐγένετο, ἀντὶ τοῦ, Ἦν. Ἀλλ' ὅτι μὲν οὗτος κατήγγελλε βάπτισμα μετανοίας, δῆλον, ἀφ' ὧν τε ἔλεγεν, ἀφ' ὧν τε ἔπραττεν· ἐντελλόμενος γὰρ μετανοεῖν, ἐβάπτιζε τοὺς μετανοοῦντας· ὅτι δὲ τὸ βάπτισμα, ὁ ἐβάπτιζεν, οὐ παρείχεν ἄφεσιν ἁμαρτιῶν, ὁμοίως φανερόν.
Τὸ μὲν γὰρ Ἰωάννου βάπτισμα, μετανοίας ἦν μόνον· τὸ δὲ τοῦ Χριστοῦ, τοῦτο ἦν ἀφέσεως. Καὶ τούτων τὴν διαφορὰν αὐτὸς ὁ Πρόδρομος ἐδίδαξεν εἰπών· Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, δηλαδή, ψιλῷ· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ. Πρὸ γὰρ τοῦ Σωτῆρος, οὐδαμοῦ φαίνεται δοθεῖσα ἄφεσις ἁμαρτιῶν, ἀλλ' αὐτὸς πρῶτος ὁ Χριστὸς τοῦτο τὸ δῶρον ἐχαρίσατο, διά τε ἑαυτοῦ καὶ διὰ τοῦ ἰδίου βαπτίσματος. Δῆλον οὖν, ὅτι τὸ βάπτισμα Ἰωάννου προπαρασκευὴ ἦν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Δεῖ γὰρ τὸν ἁμαρτωλὸν μετανοῆσαι πρῶτον, εἶτα τυχεῖν ἀφέσεως. Ἀλλ' ἴδωμεν αὖθις, τί φησιν ὁ εὐαγγελιστής· Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
Οὐκ εἶπε Καὶ ἀφέσεως ἁμαρτιῶν, ἵνα μὴ νομέσῃς, ὅτι τὸ τοιοῦτον βάπτισμα παρεῖχε καὶ ἄφεσιν· ἀλλὰ προσέθηκεν, ὅτι εἰς ἄφεσιν ἁμαρτιῶν, τουτέστι, διὰ ἄφεσιν. Ἐκήρυσσε γὰρ μετάνοιαν ἕνεκεν ἀφέσεως, ἵνα τῇ μετανοίᾳ καταγνόντες ἑαυτῶν, καὶ κατανυγέντες, ἐφ' οἷς ἥμαρτον, ζητήσωσι θερμῶς τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ φανέντι προσδράμωσι, καὶ λάβωσι παρ' αὐτοῦ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.
col. 773–774page 5 of 44
PG 129:773Καὶ ἐξεπορεύοντο ἁμαρτίας αὐτῶν. Ταῦτα ὁ προηρμηνεύθησαν ἐν τῇ ἐξηγήσει τοῦ δηλωθέντος τρίτου κεφαλαίου. Ἦν δὲ – μέλι ἄγριον. Καὶ ταῦτα ἐν τῇ ἐξηγήσει τοῦ αὐτοῦ κεφαλαίου ἐσαφηνίσθησαν. Ἐνεδέδυτο δὲ τρίχας καμήλου, οὐχὶ ἀκατεργάστους, ἀλλ' ὑφασμένας. Εἴρηκε γὰρ ὁ Ματθαῖος, ὅτι εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου. Τὸ δὲ Ἐνδεδυμένος ἐξακούεται καὶ εἰς τὸ καὶ ζώνην δερματίνην. Καὶ ἐκήρυσσε – ὑποδημάτων αὐτοῦ. [Τὸν ἱμάντα. Γρηγορίου τοῦ Θεολόγου· Τί δὲ ὁ σφαιρωτὴρ τοῦ ὑποδήματος, ὃν οὐ λύεις, ὦ Βαπτιστά; Τυχὸν ὁ τῆς ἐπιδημίας λόγος καὶ τῆς σαρκὸς, οὗ μηδὲ τὸ ἀκρότατον εὐδιάλυτον.] Εἴρηται μὲν τοῦτο, καὶ διὰ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν τοῦ κηρυσσομένου, ὡς ἐν τῷ εἰρημένῳ κεφαλαίῳ παραδεδώκαμεν.
Φασὶ δὲ τίνες, ὑποδήματα μὲν νοεῖσθαι, τὴν σάρκα, ἣν ὑποδὺς ἐφόρεσεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἱμάντα δὲ, τὸν ἀπόῤῥητον λόγον τῆς ἑνώσεως αὐτῆς, οἷον, πῶς μεμενήκασιν αἱ φύσεις ἀσύγχυτοι, καὶ τὰ τοιαῦτα. Κατὰ δὲ τὴν φανερὰν ἑρμηνείαν, ἱμάντα λέγει, τὸν ἐκ λώρου δεσμόν. Ἔστι δὲ ἡ τοῦ ῥητοῦ σύνταξις οὕτως· Οὗτινος αὐτοῦ τὸν ἱμάντα τῶν ὑποδημάτων οὐκ εἰμὶ ἱκανὸς λύσαι κύψας. Κύπτει γὰρ, ὁ λύσαι τοῦτον βουλόμενος. Ὑποδήματα δὲ λέγει, τὰ σανδάλια. Τὸ δὲ οὗτινος αὐτοῦ, σύνηθες παρ' Ἑβραίοις, ὡς τό· Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει. Ὁμοίως δὲ καὶ τόν τινι αὐτῷ, ὡς τό· Μακάριος ἀνὴρ ᾧ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ. Ἐγὼ μὲν – Πνεύματι ἁγίῳ. Ὁμοίως καὶ περὶ τούτου προείρηται ἐν τῷ δηλωθέντι κεφαλαίῳ.
Καὶ ἐγένετο – εἰς τὸν Ἰορδάνην. Τό, Καὶ ἐγένετο, σύνηθές ἐστι πρόσρημα τοῖς Ἑβραίοις. Καὶ ἐγένετο, φησίν, ἐν ἐκείναις ταῖς ἡμέραις· εἶτα ἄρχεται λέγειν, τί ἐγένετο. Ἡμέρας δὲ νῦν φησιν, ἐν οἷς ἐκήρυσσε τὸ βάπτισμα τῆς μετανοίας ὁ Ἰωάννης. Εἴρηται δὲ καὶ περὶ τῶν ἑξῆς ἐν τῷ ῥηθέντι κεφαλαίῳ. Ἀλλὰ Ματθαῖος μὲν ἁπλῶς, Ἀπὸ τῆς Γαλιλαίας, εἶπε· Μάρκος δὲ ἰδικώτερον καὶ τὴν πόλιν, ἐν ᾗ διέτριβε, προσέθηκε. Καὶ εὐθέως ἐπ' αὐτόν. Καὶ περὶ τούτων εὑρήσεις ἐν τῷ τοιούτῳ κεφαλαίῳ. Ἀλλὰ Ματθαῖος μὲν, καὶ Λουκᾶς ἀνοιγῆναι φασι τοὺς οὐρανούς· οὗτος δὲ σχισθῆναι. Εἰσὶ δὲ ταῦτα.
col. 775–776page 6 of 44
PG 129:775Καὶ φωνή – εὐδόκησα. Ἐν τῷ κατὰ Ματθαῖον μὲν, Οὗτός ἐστιν ὁ Υἱός μου, γέγραπται· Μάρκος δὲ καὶ Λουκᾶς, Σὺ εἶ ὁ Υἱός μου, γράφουσι. Τί οὖν ἐροῦμεν; Οὐδὲν ἕτερον, ἢ ὅπερ ἐν τῷ κατὰ Ματθαῖον εἰρήκαμεν, ὅτι οἱ εὐαγγελισταί ποτὲ μὲν, ἀκεραίων τῶν τοιούτων ῥητῶν ἀπομνημονεύουσι· ποτὲ δὲ, τὴν μὲν τοῦ ῥητοῦ διάνοιαν ὁλόκληρον ἀποσώζουσι, λέξεις δέ τινας ἀπαρατηρήτως ἀπαλλάτ τουσιν, ὅταν οὐδέν τι μέλλῃ τῷ λόγῳ τοῦτο λυμαί νεσθαι, τῆς ἀντεισαχθείσης λέξεως ταὐτὸν σημαίνούσης. Δεικτικὰ γὰρ ἄμφω, καὶ τὸ, Οὗτος, καὶ τὸ Σύ. Αὖθις οὖν τοῦ Ματθαίου μὲν καὶ τοῦ Μάρκου γραψάντων, Ἐν ᾧ εὐδόκησα· ὁ Λουκᾶς, Ἐν σοὶ εὐδόκησα, εἴρηκε. Καὶ τοῦτο κανὼν ἔστω σοι καθολικὸς ἐπὶ τῶν τοιούτων πάντων. Καὶ εὐθὺς — Σατανά.
Εἴρηται καὶ περὶ τούτων ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἀλλ' ἐκεῖνος μὲν, ἔτι δὲ καὶ Λουκᾶς, Ὑπὸ τοῦ διαβόλου· εἶπον, Μάρκος δὲ, Ὑπὸ τοῦ Σατανά. Πολυωνόμου γὰρ ὄντος τοῦ δαίμονος, καὶ ἀφ' ἑκάστης αὐτοῦ κακίας ὀνομαζομένου, τὸ μὲν οὗτοι, τὸ δὲ οὗτος εἰρήκασι. Λέγεται δὲ Σατανάς, ὁ ἀντικείμενος. Ἀντίκειται γὰρ ὁ δαίμων τῷ Θεῷ, τὰ ἐναντία νομοθετῶν. Καὶ ἦν μετὰ τῶν θηρίων. Ματθαῖος μὲν καὶ Λουκᾶς καὶ τὰ εἴδη τῶν πειρασμῶν αὐτοῦ ἀνέγραψαν· ὁ δὲ Μάρκος, φιλοσύντομος ὢν ὑπὲρ τοὺς ἄλλους, ἠρκέσθη τῷ εἰπεῖν, ὅτι καὶ ἦν πειραζόμενος. Ἐν τούτῳ γὰρ καὶ τὰ εἴδη συμπεριέλαβεν.
Ἦν δὲ μετὰ τῶν θηρίων, διά τε τὴν ἄγαν ἐρημίαν τοῦ τόπου, καὶ ἵνα μάθῃς ὅτι ὁ φυλάττων τὸ ἀξίωμα τῆς ψυχῆς, φοβερὸς μᾶλλον τοῖς θηρίοις ἐστίν. Ἄρχειν γὰρ πάντων αὐτῶν πρὸ τῆς παρακοῆς ὁ ἄνθρωπος ἐκελεύσθη. Καὶ οἱ ἄγγελοι — αὐτῷ. Μετὰ τοὺς πειρασμοὺς δηλονότι, καὶ μετὰ τὴν κατὰ τοῦ πειραστοῦ περιφανῆ νίκην, ὡς ὁ Ματθαῖος ἐπεσημήνατο. Μετὰ δὲ τοῦ Θεοῦ. Εἴρηται καὶ περὶ τούτων ἐν τῷ αὐτῷ κεφαλαίῳ. Εὐαγγέλιον δὲ τῆς βασιλείας τοῦ Θεοῦ νῦν, τὴν Καινὴν Διαθήκην λέγει, ὡς μηνύουσαν περὶ τῆς βασιλείας τοῦ Θεοῦ, ἢ ὡς εἰσάγουσαν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ λέγων – καιρός. Ὁ καιρὸς ὁ ἀφορισθεὶς παρὰ Θεοῦ τῇ πολιτείᾳ τῆς Παλαιᾶς Διαθήκης, περὶ οὗ φησιν ὁ Ἀπόστολος·
ὅτι Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ. Καὶ — Θεοῦ. Ἤγγικεν ἵνα βασιλεύσῃ τῶν πιστευόντων, ὡς ἡρμηνεύθη φανερώτερον ἐν τῷ δηλωθέντι κεφαλαίῳ.
col. 777–778page 7 of 44
PG 129:777Εὐαγγελίω. Πάλιν Εὐαγγέλιον ἐνταῦθα, τὴν Καινὴν Διαθήκην ὠνόμασε, παραινῶν, ὅτι Πιστεύετε τῇ Καινῇ Διαθήκῃ, ἤγουν, ὡς αὕτη ὑποτίθησι. Περιπατῶν — ἁλιεῖς. Εἴρηται καὶ περὶ τούτων ἐν τῷ τοιούτῳ κεφαλαίῳ. Καὶ εἶπεν — ἠκολούθησαν αὐτῷ. Καὶ περὶ τούτων ὁμοίως ἐν ἐκείνῳ εἴρηται. Καὶ προβὰς αὐτοῦ. Εἴρηται καὶ περὶ τούτων ἐκεῖ. Καὶ εἰσπορεύονται — ἐδίδασκε. Ταῦτα καὶ ὁ Λουκᾶς ἱστόρησεν. Ἦλθον δὲ εἰς Καπερναοὺμ ἀπὸ τῆς Ναζαρέτ, ὡς ὁ αὐτὸς ἐπεσημειώσατο. Τοῖς Σάββασι δὲ, ἀντὶ τοῦ, Ἐν ταῖς ἡμέραις τῶν Σαββάτων, ὅτι ἦν δηλαδὴ Σάββατον. Ἐν ταύταις γὰρ ταῖς ἡμέραις ἀργοῦσιν αὐτοῖς ἐπέτρεπεν ὁ νόμος συνάγεσθαι, καὶ τοὺς νόμους ἀναγινώσκειν. Τότε οὖν εἰσήρχετο, ἵνα πάντες ἀκούσωσιν αὐτοῦ κατὰ σχολήν.
Καὶ ἐξεπλήσσοντο — οἱ Γραμματεῖς. Ταῦτα καὶ ὁ Ματθαῖος παρέθηκεν ἐν τῷ τέλει τοῦ πέμπτου κεφαλαίου. Ἀλλ' ἐκεῖνος, εἰς τὸ ὄρος ἀναβῆναι λέγει τὸν Χριστόν, κἀκεῖ καθίσαντα διδάξαι τοὺς μαθητάς αὐτοῦ, παρεστώτων τῶν ὄχλων. Εἶτα μετὰ μακρὰν διδασκαλίαν ἐπάγει ὅτι καὶ ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, καὶ τὰ ἑξῆς. Δήλον οὖν ἐστιν, ὅτι καὶ ἀμφότερα γεγόνασιν. Καὶ ἦν — τοῦ Θεοῦ. Ταῦτα καὶ ὁ Λουκᾶς εἴρηκεν. Ἀκάθαρτον δὲ καλοῦσι τὸ δαιμόνιον, ὡς ἐφηδυνόμενον ταῖς ἀκαθαρσίαις καὶ μιαρίαις. Ἀνέκραξε δὲ ὁ ἄνθρωπος, μὴ φέροντος τοῦ ἐν αὐτῷ δαιμονίου τὴν προσβολὴν τῆς θεότητος. Ἔα δὲ, ἀντὶ τοῦ, Ἄφες ἡμᾶς. Τί κοινὸν ἡμῖν καὶ σοί;
Ναζαρηνὸν δὲ τὸν Χριστὸν ὠνόμασεν, ὡς ἀνατραφέντα ἐν τῇ πόλει Ναζαρέτ, καθὼς ὁ Ματθαῖος ἱστόρησεν. Ἀπώλειαν δὲ ἐνταῦθα ὁ δαίμων, τὴν ἐποχὴν τῆς δυνάμεως καὶ ἀνενεργησίαν καὶ δίωξιν ἑαυτῶν καλεῖ. Τὸ δέ· Οἶδά σε τίς εἶ, εἶπε, κολακεύων αὐτόν, ἵνα φείσηται αὐτοῦ· οὐκ εἶπε δὲ Ἅγιος, ἀλλ' Ὁ ἅγιος, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης. Ἅγιοι μὲν γὰρ καὶ οἱ προφῆται, ἀλλὰ κατὰ μετοχήν· μόνος δὲ ὁ Θεὸς φύσει καὶ κυρίως ἅγιος. Διὰ τοῦτο τοίνυν εἶπεν, Ὁ ἅγιος, ἀντὶ τοῦ, ὁ φύσει καὶ κυρίως ἅγιος. Καὶ ἐπετίμησεν ἐξ αὐτοῦ. Ἐπετίμησεν, ἀντὶ τοῦ, Ἐπεστόμισεν. Ὅρα δὲ, πῶς οὐκ ἐδέξατο τὴν ἀπὸ τοῦ δαίμονος μαρτυρίαν ὁ Χριστὸς, καίτοι ἀληθεύουσαν· πρῶτον μέν, ὅτι οὐκ ἔχρηζεν ἡ ἀλήθεια μαρτυρηθῆναι παρὰ τοῦ ψεύδους·
ἔπειτα ἐδίδαξεν ἡμᾶς, μὴ πιστεύειν τοῖς δαίμοσι, κἂν ἀληθῆ λέγωσι. Φιλοψευδεῖς γὰρ ὄντες καὶ πολεμιώτατοι, οὐκ ἄν
col. 779–780page 8 of 44
PG 129:779Καὶ σπαράξαν — ἐξ αὐτοῦ. Τὸ σπαράξαν, ῥίψαν εἶπεν ὁ Λουκᾶς, προσθείς· ὅτι μηδὲν βλάψαν αὐτόν. Ῥίψαι μὲν γὰρ τὸν ἄνθρωπον συνεχώρησεν ὁ Χριστός, ἵνα δειχθῇ τοῦ ῥίψαντος ἡ κακία· βλάψαι δὲ οὐκ εἴασεν, ἵνα φανῇ τοῦ ἀπελαύνοντος αὐτὸν ἡ δύναμις. Ἔκραξε δὲ φωνῇ μεγάλῃ, μαστιχθὲν ὑπὸ τῆς Δεσποτικῆς φωνῆς. Οὐκ εἶπε δὲ, τί ἔκραξεν, ὡς ἀσήμαντα κράξαντος. Καὶ ἐθαμβήθησαν — ὑπακούουσιν αὐτῷ; Τί ἐστι τοῦτο ὃ βλέπομεν; Διδαχὴν δὲ καινὴν ἔλεγον, τὴν τοῦ Χριστοῦ, ὡς παραλλάττουσαν τῆς διδαχῆς τῶν Γραμματέων, ἢ τῆς τοῦ Βαπτιστοῦ Ἰωάννου. Οἱ μὲν γὰρ ἐδίδασκον μόνον, ὁ δὲ Χριστὸς ἔτι καὶ δαίμονας ἀπήλαυνε κατ᾽ ἐξουσίαν. Ἐξουσιαστικὸν γὰρ τὸ, Φιμώθητι, καὶ τὸ, Ἔξελθε. Ὁ δὲ Λουκᾶς, ἀντὶ τοῦ·
Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη; Τίς ὁ λόγος οὗτος, εἴρηκε· λόγον ὀνομάσας, τὴν διὰ λόγου διδαχήν· ἢ λόγον λέγων, τὸν λεχθέντα πρὸς τὸ δαιμόνιον, τὸ Φιμώθητι, καὶ τὸ, Ἔξελθε. Προσέθηκε γάρ· Ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν. Ἐν ἐξουσίᾳ μὲν, διὰ τὸ προστάσσειν· ἐν δυνάμει δὲ, διὰ τὸ ἀνύειν. Ἐξῆλθε δὲ — Γαλιλαίας. Εἴρηται περὶ τούτου ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. ΚΕΦ. Β΄. Περὶ τῆς πενθερᾶς Πέτρου. Καὶ εὐθέως — Ἰωάννου. Τίνος ἕνεκεν ἦλθεν ἐκεῖ, προείρηται ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἡ δὲ πενθερά — αὐτοῖς. Εἴρηται καὶ περὶ τούτων ἐν τῷ αὐτῷ κεφαλαίῳ·
σκόπει δὲ, ὅτι πολλάκις ὁ Χριστὸς τῇ ἑτέρων πίστει χαρίζεται τὴν ἑτέρων ἴασιν, ὅταν μέλλοι πιστεύειν καὶ ὁ θεραπευόμενος, καὶ μὴ δύνηται πρὸς αὐτὸν ἐλθεῖν, ἢ διὰ νόσον, ἢ δι᾽ ἄωρον ἡλικίαν, ἢ καὶ δι᾽ ἄγνοιαν. Καὶ γὰρ ἐνταῦθα ἕτεροι αὐτὸν παρεκάλεσαν. Ὑποδεξώμεθα οὖν καὶ ἡμεῖς τὸν Χριστόν, εἴσουν, τὸν λόγον αὐτοῦ, ἵνα τῶν ἐν ἡμῖν παθῶν τὴν πύρωσιν ἀποσβέσῃ· τυχόντες δὲ εὐεργεσίας, διακονήσωμεν αὐτῷ, θεραπεύοντες τοὺς πένητας. Ἐφ᾽ ὅσον γάρ, φησίν, ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Διακονήσωμεν δὲ καὶ τοῖς αὐτοῦ μιμηταῖς, ὡς μαθηταῖς αὐτοῦ καὶ ὡς ὑπὲρ ἡμῶν ἱκετεύουσιν. ΚΕΦ. Γ΄. Περὶ τῶν ἱαθέντων ἀπὸ ποικίλων νόσων. Ὀψίας δὲ γενομένης — τὴν θύραν. Εἴρηται καὶ
col. 781–782page 9 of 44
PG 129:781περὶ τούτου ἐν τῷ ἐνάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἐθεράπευσε — ἐξέβαλε. Ὁ μὲν Μάρκος εἶπεν, ὅτι ἐθεράπευσε πολλούς· ὁ δὲ Ματθαῖος, ὅτι πάντας. Ὁμοίως δὲ καὶ περὶ τῶν δαιμονίων, ὁ μὲν Μάρκος, ὅτι δαιμόνια πολλὰ ἐξέβαλεν· ὁ δὲ Ματθαῖος, ὅτι ἐξέβαλε τὰ πνεύματα, δηλονότι, πάντα. Τί οὖν φαμέν; Τὸ πολλοὺς ἐνταῦθα καὶ τὸ Πολλὰ προσέθηκεν ὁ εὐαγγελιστής, οὐχ ὅτι παρέλιπέ τινας ἀθεραπεύτους, ὁ Κύριος οὐδ᾽ ὅτι δαιμόνιά τινα ἀφῆκεν, ἀλλ᾽, ἵνα δείξῃ μόνον ὁ Μάρκος, ὅτι πλῆθος ἦσαν οἱ θεραπευθέντες, καὶ ὅτι πολλὰ ἦν τὰ ἐκβληθέντα δαιμόνια. Σκόπει δὲ, πῶς τὸ δαιμονᾷν οὐ συντάττει ταῖς ἄλλαις νόσοις ἀλλ᾽ ἰδίως αὐτὸ τίθησιν, ὡς χαλεπώτατον. Καὶ οὐκ — αὐτόν.
Ἐκώλυεν αὐτὰ λαλεῖν, περὶ ἑαυτοῦ κράζοντα, καθὰ ἱστόρησεν ὁ Λουκᾶς, καὶ λέγοντα, ὅτι Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Ἐλάλουν δὲ περὶ αὐτοῦ ὅτι ᾔδεσαν αὐτὸν ὄντα τὸν Χριστὸν, ὡς ὁ Λουκᾶς πάλιν εἴρηκεν. Ἐγίνωσκον δὲ αὐτὸν, προσβαλούσης αὐτοῖς σφοδρῶς τῆς ἀκτῖνος τῆς θεότητος, πυρὸς δίκην· οὐκ εἴα δὲ αὐτὰ λαλεῖν, διὰ τὴν αἰτίαν, ἣν ἀποδεδώκαμεν ἀνωτέρω, ἔνθα ἐφίμωσε τὸ ἀκάθαρτον πνεῦμα τοῦ ἐν τῇ συναγωγῇ ὄντος ἀνθρώπου. Καὶ πρωΐ ἔννυχον — προσηύχετο. Ἔννυχον, ἀντὶ τοῦ, Νυκτὸς ὅτι οὔσης. Τὸ γὰρ λίαν πρωΐ, ἔννυχόν ἐστιν, εἴτουν, ἔνσκοτον. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης εἴρηκεν ἐν ἄλλοις, ὅτι Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον· ἀλλὰ καὶ Μάρκος μέν, Ἔννυχον εἶπε·
Λουκᾶς δέ, γενομένης ἡμέρας. Οὐκ ἔστι δὲ ἐναντιοφωνία. Τὸ γὰρ λίαν πρωΐ, ἔνσκοτόν τε ἐστὶ, καὶ ἀρχὴ τῆς ἡμέρας. Ἀπῆλθε δὲ εἰς ἐρημίαν, διδάσκων ἡμᾶς, ἐάν τι ποτε ποιήσωμεν ἀξιοθαύμαστον, φεύγειν τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον, καὶ κατὰ μόνους γινομένους εὐχαριστεῖν τε τῷ Θεῷ, τῷ δόντι χάριν ἡμῖν, καὶ προσεύχεσθαι ἐνδυναμωθῆναι ἔτι. Ἐπιτηδεία δὲ εἰς προσευχὴν ἡ ἐρημία, διὰ τὸ ἀπερίσπαστον. Καὶ κατεδίωξαν — ζητοῦσι. Μάρκος μὲν λέγει, ὅτι Ὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ μαθηταὶ καταδιώξαντες εὗρον αὐτόν· ὁ δὲ Λουκᾶς ὅτι οἱ ὄχλοι. Εἰκὸς δὲ, καὶ ἄμφω ταῦτα γενέσθαι, καὶ πρῶτον μέν, τοὺς μαθητὰς τοῦτο ποιῆσαι· εἶτα τοὺς ὄχλους.
Καὶ γὰρ προλαβόντες οἱ μαθηταί, οἷα θερμότερον αὐτὸν ἀγαπῶντες, εἶπον περὶ τῶν ὄχλων, ὅτι Πάντες σε ζητοῦσιν. Ὅρα δὲ ὅπως ἡ ἀναχώρησις ποθεινότερον αὐτὸν ἐποίησε. Καὶ λέγει — ἐξελήλυθα. Πόλις μέν ἐστιν, ἡ τετειχισμένη· κώμη δέ, ἡ ἀτείχιστος· κωμόπολις δέ,
col. 783–784page 10 of 44
PG 129:783σμένη. Ἐχομένας δὲ λέγει, τὰς πλησιαζούσας. Ἀπέλθωμεν, φησί, καὶ εἰς ταύτας. Διὰ τοῦτο γὰρ ἐξελήλυθα, διὰ τὸ κηρύξαι, δηλαδή, καὶ ἐν αὐταῖς. Ὁ δὲ Λουκᾶς καὶ τὸ εἶδος τοῦ κηρύγματος προσέθηκεν, εἰπών· ὅτι Εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ, δηλαδὴ ὅτι ἤγγικεν, ἵνα βασιλεύσῃ τῶν πιστευόντων, ὡς κατ' ἀρχάς τοῦ κηρύγματος τοῦ Χριστοῦ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ προείρηται. Ἀλλὰ Μάρκος μέν φησιν· ὅτι Ἐξελήλυθα· Λουκᾶς δὲ, ὅτι ἀπέσταλμαι. Εἰκὸς δὲ καὶ ἄμφω ῥηθῆναι νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο. Καὶ ἐπεὶ διπλοῦς ἦν ὁ Χριστός, τὸ μὲν Ἀπέσταλμαι, ὡς ἄνθρωπος εἴρηκε· τὸ δὲ Ἐξελήλυθα, ὡς Θεός. ἐν μέρει μὲν ἀτείχιστος· ἐν μέρει δὲ τετειχι- Καὶ ἦν κηρύσσων — ἐκβάλλων.
Ἀπὸ τῆς διδασκαλίας μετέβαινεν ἐπὶ τὰ θαύματα, ἵνα οὓς ἐπισπᾶται ὁ λόγος, ἐλκύσῃ τῶν θαυμάτων ἡ δύναμις, καὶ ἵνα βεβαιώσῃ τὸν λόγον τοῖς θαύμασι. Καὶ ἅμα τύπος ἡμῖν ἐγίνετο, τοῦ μὴ μόνον λέγειν περὶ ἀρετῆς, ἀλλὰ καὶ πράττειν. ΚΕΦ. Δ. Περὶ τοῦ λεπροῦ. Καὶ ἔρχεται — καθαρίσαι. Εἴρηται περὶ τοῦ κεφαλαίου τούτου ἐν τῷ ἔκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Φαίνονται δὲ ἐνταῦθα περὶ τὸν καιρὸν τῆς ἰάσεως οἱ εὐαγγελισταί μικρόν τι παραλλάττοντες. Ματθαῖος μὲν γὰρ, πρὸ τοῦ θεραπευθῆναι τὴν πενθερὰν Πέτρου, παρατίθεται τὰ κατὰ τὸν λεπρόν· Μάρκος δὲ καὶ Λουκᾶς, μετ' αὐτήν. Εἰκὸς δὲ αὐτοὺς, τὸ θαῦμα μόνον ἀκριβολογησαμένους, μὴ πολυπραγμονῆσαι τὸν καιρὸν, ὡς οὐκ ἀναγκαῖον, ὃ καὶ πολλαχοῦ πεποιήκασιν.
Ὁ δὲ Ἰησοῦς — ἐκαθαρίσθη. Εἴρηται καὶ περὶ τούτων ὁμοίως ἐν τῷ ῥηθέντι κεφαλαίῳ. Καὶ ἐμβριμησάμενος — αὐτοῖς. Ἐνεβριμήσατο καὶ τοῖς δυσὶ τυφλοῖς, καὶ ζήτησον τὴν ἐξήγησιν τοῦ ἑπτακαιδεκάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον, ἐν ᾗ εἴρηται περὶ τῆς ἐμβριμήσεως. Ἐξέβαλε δὲ αὐτὸν ἀπενώπιον αὐτοῦ, τουτέστιν, ἀπέλυσε. Περὶ δὲ τῶν ἑξῆς ἡρμήνευται ἐν τῷ δηλωθέντι ἕκτῳ κεφαλαίῳ. Ὁ δὲ – πανταχόθεν. Εὐγνώμων ὢν ὁ λεπρός, οὐκ ἠνέσχετο σιγῇ καλύψαι τὴν εὐεργεσίαν, ἀλλ' ἐκήρυττε πολλὰ περὶ τῆς δυνάμεως τοῦ Χριστοῦ, καὶ διεφήμιζε τὸν λόγον, ὃν εἴρηκεν αὐτῷ ὁ Χριστός, δηλαδή, τὸ Θέλω, καθαρίσθητι, ὡς μετ' ἐξουσίας γενόμενον, καὶ εὐθὺς εἰς ἔργον ἐκβεβηκότα.
Ἤρχοντο δὲ πρὸς τὸν Χριστὸν πανταχόθεν, οἷα τῆς φήμης ἐπὶ πάντας διαθεούσης. Φησὶ γὰρ ὁ Λουκᾶς ὅτι διήρχετο μάλλον ὁ λόγος περὶ αὐτοῦ, τουτέστιν, ἡ φήμη, καὶ ἐνίκα τὸν κόπον ἡ ἐπιθυμία τοῦ ἰδεῖν τὸν φημιζόμενον.
col. 785–786page 11 of 44
PG 129:785Καὶ — δι' ἡμερῶν. Δι' ἡμερῶν, ἀντί τοῦ, Διελθουσῶν ἡμερῶν τινῶν. Καὶ ἠκούσθη — ἐστιν. Εἰς οἶκόν τινα. Καὶ εὐθέως — θύραν. Ἀκούσαντες, ὅτι ἐν οἴκῳ ἐστί, συνέδραμον, προσδοκήσαντες ῥᾷον ἐντυχεῖν αὐτῷ. Τοσοῦτοι δὲ συνήχθησαν, ὡς μηκέτι μηδὲ τὰ πρὸς τὴν θύραν μέρη χωρεῖν ἑτέρους, εἴτουν, τὰ πρόθυρα, ἤδη τῶν ἔνδον πεπληρωμένων. Καὶ — λόγον. Τὸν τῆς διδασκαλίας. ΚΕΦ. Ε'. Περὶ τοῦ παραλυτικοῦ. Καὶ — κατέκειτο. Ὅμοια τούτοις καὶ ὁ Λουκᾶς παρέθετο· Ματθαῖος δὲ, τὰ περὶ τῆς στέγης σιωπήσας, τὰ ἑξῆς ὁμοίως ἱστόρησεν. Ἰδών — ἁμαρτίαι σου. Εἴρηται περὶ τούτων ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Παράλυτος δὲ ἐστι, καὶ πᾶς ὁ ἔχων τὰς δυνάμεις τῆς ψυχῆς ἀκινήτους εἰς ἐργασίαν ἀρετῆς·
ἀλλ᾽ ἐὰν ἀπὸ τῶν γηίνων ἀρθῇ ὑπὸ τῶν τεσσάρων Εὐαγγελίων, καὶ χαλασθῇ, εἴτουν, ταπεινωθῇ ἐνώπιον τοῦ Χριστοῦ, ἀκούσει καὶ οὗτος τὸν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἦσαν δὲ — ἐκεῖ. — ὁ Θεός; Εἴρηται καὶ περὶ τούτων. Καὶ εὐθέως — αὐτοῖς. Πνεῦμα ἐνταῦθα, τὴν θεότητα καλεῖ. Ὡς Θεὸς γὰρ ἔγνω τὰς διανοίας αὐτῶν. Τί ταῦτα — τῶν. ὁμοίως. Καὶ — περιπάτει; Εἴρηται καὶ περὶ τούτων. Ἵνα — οἶκόν σου. Καὶ περὶ τούτων ἐν τῷ δηλωθέντι κεφαλαίῳ ἡρμήνευται. Καὶ ἠγέρθη — εἴδομεν. Καὶ ταῦτα ἐκείνῳ διασεσάφηται. Οὐδέποτε δὲ οὕτως εἴδομεν, ἐφ' ἑτέρου, δηλονότι, τερατουργοῦντος. Καὶ — αὐτούς. Ἐξῆλθε, φεύγων τε τὸν ἐπὶ τῷ θαύματι κρότον, καὶ ἰδιάσαι βουλόμενος. ΚΕΦ. Γ'. Περὶ Λευὶ τοῦ τελώνου. Καὶ παράγων — αὐτῷ.
Ὁ Λευΐς οὗτος, ὁ Ματθαῖός ἐστι. Διώνυμος γὰρ ἦν. Περὶ οὗ λεπτομερέστερον ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου προείρηται. Ὅρα δὲ, πῶς ἐκλέγεται τοὺς ἀξίους, ὥσπερ μαργαρίτας ἐν βορβόρῳ κειμένους. Καὶ ἐγένετο — αὐτῷ. Καὶ περὶ τούτων πάντων ἐν ἐκείνῳ τῷ κεφαλαίῳ ζήτησον. Καὶ — ἁμαρτωλούς. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ ταῦτα διηρμηνεύθησαν. Ἐπελάβοντο δὲ τοῦ Χριστοῦ, ὡς μὴ διαστέλλοντος ἀνὰ μέσον ἁγίου καὶ βεβήλου κατὰ τὸν νόμον, μὴ γινώσκοντες, ὡς ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέχει τὴν φιλάνθρωπον χάριν. Ὁ μὲν γὰρ νόμος ἐξέβαλλε τὸ κακόν, ὁ δὲ Χριστὸς μετέβαλλεν. Ἔδειξεν οὖν ὅτι οὐχ ὡς κριτής
col. 787–788page 12 of 44
PG 129:787Καὶ ἦσαν — ἡμέραις. Καὶ περὶ τοῦτον εὑρήσεις ἐν τῷ δηλωθέντι κεφαλαίῳ. Τὸ δὲ Ἐν ᾧ, ἀντὶ τοῦ, Ἐφ' ὅσον. Καὶ οὐδεὶς γίνεται. Καὶ αὕτη ἡ παραβολὴ ἐν τῷ τοιούτῳ κεφαλαίῳ σεσαφήνισται. Καὶ οὐδεὶς — βλητέον. Καὶ περὶ ταύτης τῆς παραβολῆς ὁμοίως ἐν ἐκείνῳ ζήτησον. Καὶ ἐγένετο — ἔξεστι; Ζήτησον περὶ τούτων πρὸς τῷ τέλει τοῦ εἰκοστοῦ κεφαλαίου τοῦ κατὰ Ματθαῖον. [Τίλλοντες· οἱ μετὰ τὴν πρακτικὴν ἐν τῇ ἀπαθείᾳ γενόμενοι, τοὺς λόγους ἀναλέγονται τῶν γεγονότων, καὶ τούτοις εὐσεβῶς τρέφονται. Τὸ γὰρ Σάββατον, ἀπαθείας σύμβολον, διὰ τὴν ἀργίαν, ὥσπερ καὶ πρακτικῆς, αἱ πρὸ ταύτης ἡμέραι, διὰ τὴν ἐργασίαν.] Καὶ — οὖσι· Καὶ ταύτην τὴν ἱστορίαν ἐν ἐκείνῳ ζήτησον.
Τοῦτον δὲ τὸν Ἀβιάθαρ, ἡ μὲν βίβλος τῶν Βασιλειῶν Ἀχιμέλεχ ὀνομάζει· ἡ δὲ βίβλος τῶν Ψαλμῶν, Ἀβιμέλεχ. Δήλον οὖν, ὅτι διώνυμος ἦν, ἀμφότερα καλούμενος, Ἀχιμέλεχ καὶ Ἀβιμέλεχ, ὡς καὶ ἄλλοι πολλοὶ τῶν Ἑβραίων. Τὸ δὲ Ἀβιάθαρ προσωνυμίαν εἶχε, καταγομένην ἐκ προγόνων. Διὸ καὶ ὁ υἱὸς αὐτοῦ ὁμοίως Ἀβιάθαρ ἐκέκλητο. [Ἐπὶ Ἀβιάθαρ· ὁ μὲν Ἀβιάθαρ ἀρχιερεὺς ἐνταῦθα ἀναγέγραπται· τὸν δὲ Ἀχιμέλεχ ἱερέα παραδίδωσιν ἡ τῶν Βασιλειῶν ἱστορία. Εἰκὸς οὖν, τὸν μὲν Ἀβιάθαρ ἀναπαύεσθαι, ὅτε ὁ Δαυΐδ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἢ ὡς ὑπερέχοντα τῇ ἀρχιερωσύνῃ, ἢ ὡς ἀσθενῆ διὰ τὸ γῆρας·
τὸν Ἀχιμέλεχ δὲ τὰ τῆς λατρείας τηνικαῦτα μεταχειρίζεσθαι, ἢ ὡς διαφέροντα τῶν ἄλλων ἱερέων, ἢ ὡς λαχόντα ἐφημερεύειν ἐν ἐκείναις ταῖς ἡμέραις.] Καὶ λέγει — Σαββάτου. Καὶ ταῦτα ἐν τῷ ῥηθέντι κεφαλαίῳ τετυχήκασιν ἐξηγήσεως. ΚΕΦ. Ζ'. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Καὶ — αὐτοῦ. Εἴρηται περὶ τούτου ἐν τῷ εἰκοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ λέγει — ἐσιώπων. Ἡρμηνεύθησαν καὶ ταῦτα ἐν τῷ τοιούτῳ κεφαλαίῳ. Ψυχὴν δὲ νῦν, τὸν ἄνθρωπον λέγει· ἀπὸ μέρους, τὸ ὅλον. Ἐρωτᾷ γὰρ, ἔξεστιν ἄνθρωπον σῶσαι ἀπὸ θανάτου ἢ ἀποκτεῖναι; Καὶ περιβλεψάμενος — ἡ ἄλλη. Ὁμοίως καὶ ταῦτα. Καὶ ἐξελθόντες — θάλασσαν. Ἔτι καὶ ταῦτα.
col. 789–790page 13 of 44
PG 129:789Καὶ πολὺ πλῆθος αὐτόν. Πέραν τοῦ Ἰορδάνου, ἤγουν οἱ πέραν τοῦ Ἰορδάνου. Ἠκολούθουν δὲ, οἱ μὲν ἀρρώστους κομίζοντες, οἱ δὲ, ὅπως αὐτοὶ τύχωσιν ἰάσεως· οἱ δὲ, ἵνα θεάσωνται θαύματα. Καὶ οὐχ Ἑβραῖοι μόνον, ἀλλὰ καὶ ἀλλόφυλοι, Ἰδουμαῖοι καὶ Τύριοι καὶ Σιδώνιοι. Καὶ οἱ μὲν ἀλλογενεῖς ἤρχοντο πρὸς αὐτόν· οἱ δὲ συγγενεῖς Ἰουδαῖοι μᾶλλον ἐρχόμενον πρὸς αὐτοὺς ἐδίωκον αὐτόν. Καὶ εἶπε — εἶχον μάστιγας. Προσκαρτερῇ ἀντὶ τοῦ Ὑπηρετῇ. Ἔμελλε γὰρ, ἐμβὰς εἰς αὐτὸ, μὴ ἐνοχλεῖσθαι. θλίψιν δὲ νόει νῦν, τὴν σύσφιγξιν· μάστιγας δὲ, τὰς νόσους. Καὶ τὰ πνεύματα — ποιήσωσιν. Ἐπιγνόντες τὴν θείαν δύναμιν οἱ δαίμονες, προσέπιπτον καὶ ἀνεκήρυττον αὐτὸν Υἱὸν τοῦ Θεοῦ·
τοῦτο μὲν τὴν ὑποταγὴν δηλοῦντες καὶ ἄκοντες, τοῦτο δὲ καὶ ὑπὲρ τοῦ μὴ βασανισθῆναι δεόμενοι. Ἐπεστόμιζε δὲ αὐτοὺς, ἵνα μὴ, φανερὸν αὐτὸν ποιήσαντες, ἀνάψωσι τὸν φθόνον τῶν Ἰουδαίων. Ζήτησον δὲ καὶ ἐν ἀρχῇ τοῦ πρώτου κεφαλαίου διατί ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ εὑρήσεις αὖθις ἑτέρας αἰτίας. Ἀλλὰ καὶ ἐν τῷ εἰκοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐπετίμησε τοῖς ὄχλοις, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι. Καὶ ζήτησον κἀκεῖ τὴν ἐξήγησιν. ΚΕΦ. Ε΄. Περὶ τῆς ἐκλογῆς τῶν δώδεκα. Καὶ ἀναβαίνει· δαιμόνια. Λουκᾶς δέ φησιν ὅτι ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.
Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ' αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, καὶ τὰ ἑξῆς. Διανυκτέρευσε γὰρ ἐν τῇ προσευχῇ, τῇ πρὸς Θεόν, παιδεύων ἡμᾶς, ὅταν τινὰ προβάλλεσθαι μέλλωμεν, διανυκτερεύειν προσευχομένους, ἵνα ὁ ἄξιος ἡμῖν γνωρισθῇ, καὶ μὴ κοινωνήσωμεν ἀλλοτρίαις ἁμαρτίαις. Ἐξελέξατο δὲ ἐκ πάντων τῶν πιστευσάντων εἰς αὐτὸν, οὓς ἤθελε, δηλαδή, τοὺς ἀξιολογωτέρους. Ἐπελέξατο δὲ καὶ Ἰούδαν τὸν Ἰσκαριώτην, ὡς τηνικαῦτα καλόν· δεικνύς, ὅτι προσίεται τὸν καλὸν, μέχρις ἂν γένηται κακὸς, εἰ καὶ προγινώσκει τὸ μέλλον, καὶ οὐκ ἀπὸ τῆς εἰς ὕστερον κακίας ἀποπέμπεται τὸν ἄρτι καλόν· ἀλλὰ ἀπὸ τῆς νῦν ἀρετῆς οἰκειοῦται τὸν εἰς ὕστερον πονηρόν.
Ἐξουσίαν δὲ νόει, τὴν δύναμιν τοῦ θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια. Εἶτα λέγει καὶ τὰ ὀνόματα διὰ τοὺς ψευδαποστόλους. Καὶ ἐπέθηκε — Πέτρον. Καὶ μὴν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ μανθάνομεν, ὅτι, ὅτε πρῶτον ὁ ἀδελφὸς αὐτοῦ Ἀνδρέας ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν, τότε ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, εἶπε· Σὺ εἶ Σίμων, ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὅ
col. 791–792page 14 of 44
PG 129:791ὅτι Κληθήσῃ Πέτρος· νῦν δὲ καλέσαι τοῦτον Πέτρον. Ζήτησον δὲ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τῆς ἀπαριθμήσεως τῶν ὀνομάτων τῆς δωδεκάδος τῶν ἀποστόλων, καὶ εὑρήσεις πάντα κατὰ λόγον τεταγμένα. Καὶ Ἰάκωβον ἀδελφὸν τοῦ Ἰακώβου. Ἀπὸ κοινοῦ τὸ, προσκαλεῖται. Καὶ γὰρ καὶ ἐπὶ τοὺς ἑξῆς τοῦτο λαμβάνεται. Καὶ ἐπέθηκεν – βροντής. Ὥσπερ υἱὸς ἀνομίας ὁ ἄνομος, καὶ υἱὸς ἀπωλείας, ὁ ἀπολωλώς, καὶ υἱὸς εἰρήνης, ὁ εἰρηνικός· οὕτω καὶ υἱοὶ βροντῆς, οἱ βροντώντες. Δίκην γὰρ βροντῆς οὐρανόθεν ἐξάκουστον ἐβρόντησαν οὗτοι τὰ θεολογικὰ δόγματα, ὁ μὲν Ἰάκωβος, ἀγράφως· ὁ δὲ Ἰωάννης, ἐγγράφως. Ἑβραϊκὸν δὲ τὸ Βοανεργές, ὥσπερ καὶ τὸ Κηφάς. Καὶ Ἀνδρέαν – αὐτόν.
Περὶ τούτων πάντων εἴρηται ἐν τῷ δηλωθέντι ἐννεακαιδεκάτῳ κεφαλαίῳ. Καὶ ἔρχονται – φαγεῖν. Εἰς οἶκόν τινος πιστοῦ. Καὶ ἀκούσαντες αὐτόν. Ἀκούσαντες οἱ οἰκεῖοι αὐτοῦ, ὅτι συνέρχεται πολὺς ὄχλος, ἐξῆλθον ἐπισχεῖν αὐτὸν, καὶ κωλῦσαι θεραπεύειν περαιτέρω. Εἶεν δ' ἂν οὗτοι, εἴτε οἱ ἐξ Ἰωσὴφ ἀδελφοὶ αὐτοῦ, εἴτε καὶ ἕτεροι συγγενεῖς. Ἔλεγον – ἐξέστη. Ἔλεγον γάρ τινες φθονεροί, ὅτι παρεφρόνησε, διότι ὅλον ἑαυτὸν ἐπέδωκεν εἰς τὸ θεραπεύειν, τὴν φιλανθρωπίαν νομίζοντες μανίαν, καὶ τὸν ἔλεον, ἔγκλημα ποιούμενοι, καὶ ὄντως αὐτοὶ μαινόμενοι. Διὰ γοῦν τὸν λόγον τοῦτον μᾶλλον ἐξῆλθον οἱ αὐτοῦ κωλῦσαι αὐτόν.
Ἕτεροι δὲ τὰ ῥητὰ τρόπον ἕτερον ἑρμηνεύουσιν, ὅτι ἐξῆλθον οἱ οἰκεῖοι αὐτοῦ κρατῆσαι αὐτὸν, ἵνα μὴ ὑποχωρήσῃ. Ἔλεγον γάρ τινες, ὅτι Ἐξέστη, τουτέστιν, Ἀπέστη ἀπ' αὐτῶν διὰ τὸν ὄχλον. Ἢ Ἐξῆλθον κρατῆσαι αὐτὸν, τουτέστι, Παραβοηθῆσαι. Ἔλεγον γὰρ ὅτι Ἐξέστη, ὅ ἐστι Παρελύθη τὸν τόνον τοῦ σώματος, ἄγαν κοπιάσας. Καὶ οἱ Γραμματεῖς – δαιμόνια. Εἶπον τοῦτο καὶ οἱ Φαρισαῖοι ἐν τῷ εἰκοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Καὶ προσκαλεσάμενος αὐτοὺς – αὐτοῖς. Ἐν παραδείγμασιν. Πῶς δύναται ἐκβάλλειν; Εἴρηται περὶ τούτων ἐν ἐκείνῳ τῷ κεφαλαίῳ. Καὶ ἐὰν – ἐκείνη. Καὶ περὶ τούτων ἐν ἐκείνῳ διείληπται. Καὶ εἰ – ἔχει. Ζήτησον ἐν τῷ δηλωθέντι κεφαλαίῳ καὶ περὶ τούτων.
Οὐδεὶς – διαρπάσῃ. Καὶ ταῦτα ἐντελῶς ἐν αὐτῷ διηρμηνεύθησαν. Ἀμὴν – κρίσεως. Ἔτι καὶ ταῦτα καλλίστης ἐκεῖ τῆς ἐξηγήσεως τετυχήκασιν. Εἰς τὸν αἰῶνα
col. 793–794page 15 of 44
PG 129:793μὲν οὖν, ἀντὶ τοῦ, Οὐδέποτε. Κρίσιν δὲ νῦν, τὴν κατάκρισιν εἶπεν. Εἶτα προσέθηκε, καὶ διατί τὰ ῥηθέντα εἴρηκεν. Ὅτι — ἔχει. Ἔλεγον τοῦτο, οἱ λέγοντες, ὅτι Βεελζεβοὺλ ἔχει. Ἔρχονται — ζητοῦσί σε. Ζήτησαν περὶ τούτων πρὸς τῷ τέλει τοῦ εἰκοστοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. Καὶ ἀπεκρίθη — μήτηρ ἐστί. Καὶ περὶ τούτων πάντων ἀκριβῶς εὑρήσεις ἐν ἐκείνῳ τῷ κεφαλαίῳ. Καὶ πάλιν — θαλάσσῃ. Ἐκεῖ καὶ περὶ τούτων ζήτησον. Ἐκάθισε δὲ οὕτω, βουλόμενος πάντας κατὰ πρόσωπον ἔχειν, καὶ μηδένα κατὰ νώτου, καὶ ἀπὸ τῆς θαλάσσης ἡλίευε τοὺς ἐν τῇ γῇ. Καὶ πᾶς — ἦν. Ἤγουν ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καθὼς εἶπε Ματθαῖος. ΚΕΦ. Θ΄. Περὶ τοῦ σπόρου παραβολή. Καὶ ἐδίδασκεν· πολλά.
Εἴρηται περὶ τῶν παραβολῶν τούτων ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἔλεγεν — ἀκούετε. Ἤγουν, προσέχετε. Ἰδοὺ — ἑκατόν. Περὶ τούτων πάντων εἰρήκαμεν ἐν τῷ ῥηθέντι κεφαλαίῳ καθ᾿ ἕκαστον ῥητόν. Καὶ ἔλεγεν — ἀκουέτω. Ὁ ἔχων ὦτα νοητά, εἰς τὸ συνιέναι, συνιέτω. Ὅτε — παραβολήν. Οἱ περὶ αὐτὸν, ἤγουν, οἱ τῆς ἑβδομηκοντάδος τῶν ἄλλων μαθητῶν. Ἐπηρώτων δὲ αὐτὸν περὶ τῆς παραβολῆς, ὅτι τίς εἴη ἡ παραβολὴ αὕτη, καθὼς ἔγραψεν ὁ Λουκᾶς. Καὶ ἔλεγεν — τοῦ Θεοῦ. Εἴρηται καὶ περὶ τούτου ἐν ἐκείνῳ τῷ κεφαλαίῳ. Ἐκείνοις — γίνεται. Ἔξω λέγει τοὺς ἔξω τῆς εἰς αὐτὸν πίστεως· ἐν παραβολαῖς δὲ τὰ πάντα γίνεται, τὰ τῆς διδασκαλίας, δηλονότι. Ἵνα — συνιῶσι.
Τὸ, Ἵνα βλέποντες βλέπωσιν, ἀναδίπλωσίς ἐστι, ἀντὶ τοῦ, ἵνα βλέπωσιν. Ὁμοίως δὲ καὶ τό, Ἀκούοντες ἀκούωσιν, ἀντὶ τοῦ, Ἀκούωσι. Λέγει δὲ, ὅτι ἵνα βλέπωσι μὲν τὴν διδασκαλίαν, ὅτι ἐνωτιζόμενοι ταύτην· μὴ ἴδωσι δὲ αὐτὴν, ἅτε κεκαλυμμένην τῇ ἀσαφείᾳ τῆς παραβολῆς, διὰ τὸ εἶναι αὐτοὺς ἀναξίους τῆς γνώσεως αὐτῆς, ὡς ἀνιάτους. Τὰ αὐτὰ δὲ δηλοῖ καὶ τὸ ἑξῆς. Ἐν δὲ τῷ δηλωθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἑτέρα κεῖται ἀπολογία, καὶ εἰκὸς, ἀμφοτέρας ῥηθῆναι παρὰ τοῦ Χριστοῦ. Μήποτε — ἁμαρτήματα. Εἴρηται καὶ περὶ τούτου ἐν τῷ τοιούτῳ κεφαλαίῳ.
col. 795–796page 16 of 44
PG 129:795Καὶ λέγει – γνώσεσθε; Πάσας τὰς παραβολάς, ἃς μέλλει προϊὼν ἐρεῖν. Εἰ ταύτην οὐκ οἴδατε, πῶς ἐκείνας γνώσεσθε; Τοῦτο δὲ εἶπεν, ἐγείρων αὐτοὺς καὶ διορατικωτέρους ποιῶν. Εἶτα ἑρμηνεύει τὴν ῥηθεῖσαν παραβολήν. Ὁ σπείρει. Τὸν τῆς διδασκαλίας. Οὗτοι δὲ ὁδόν. Οὗτοι, ποῖοι; Οὓς ἐρεῖ. Ὅπου αὐτῶν. Ὅπου σπείρεται ὁ λόγος, ἀντὶ τοῦ, Εἰς οὓς σπείρεται. Εἴρηται δὲ περὶ τούτων ἐν τῷ προῤῥηθέντι κεφαλαίῳ. Καὶ οὗτοι σκανδαλίζονται. Εἴρηται καὶ περὶ τούτων ἐν ἐκείνῳ. Καὶ οὗτοι γίνεται. Εἴρηται καὶ περὶ τούτων ὁμοίως. Καὶ οὗτοι ἑκατόν. Εἴρηται καὶ περὶ τούτων. Καὶ ἔλεγεν—τεθῇ; Ἔρχεται, ἀντὶ τοῦ, Ἄγεται, κομίζεται. Εἴρηται δὲ καὶ περὶ τούτου ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Οὐ φανερωθῇ.
Ὁ ἂν οὐ φανερωθῇ. Οὐδὲ ἔλθῃ. Οὐδὲ ἐγένετο, φησίν, ἀπόκρυφον, ἵνα κρυφθῇ διὰ παντὸς, ἀλλ᾽ ἵνα ποτὲ εἰς φανερὸν ἔλθῃ. Περὶ τούτου δὲ εἴρηται ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Εἴ τις ἀκουέτω. Ἀνωτέρω περὶ τούτου διείλησται. Καὶ λέγει ἀκούετε. Βλέπετε, ἀντὶ τοῦ, Προσέχετε. Ἐν ᾧ μέτρῳ ὑμῖν. Ἐν ᾧ μέτρῳ μετρεῖτε τὴν προσοχὴν, ἐν τῷ αὐτῷ μετρηθήσεται ὑμῖν ἡ γνῶσις, τουτέστιν, ὅσην εἰσφέρετε προσοχὴν, τοσαύτη παρασχεθήσεται ὑμῖν γνῶσις. Καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσι. Καὶ οὐ μόνον ἐν τῷ αὐτῷ μέτρῳ, ἀλλὰ καὶ πλέον. Ὃς γὰρ ἀπ᾽ αὐτοῦ. Ὃς ἂν ἔχῃ προσοχὴν, δοθήσεται αὐτῷ γνῶσις, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει σπέρμα γνώσεως, ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Καθάπερ γὰρ ἡ σπουδὴ αὔξει τὸ τοιοῦτον, οὕτω καὶ ἡ ῥᾳθυμία διαφθείρει. Ἐν τῷ κατὰ Ματθαῖον δὲ, τρόπον ἕτερον ἐῤῥήθησαν ταῦτα, καὶ κατ᾿ ἄλλην ἔννοιαν. Καὶ ἔλεγεν οἶδεν αὐτός. Βασιλείαν τοῦ Θεοῦ· νῦν ὀνομάζει ἑαυτὸν, ὡς βασιλέα καὶ Θεόν· ὁμοίως δὲ καὶ ἄνθρωπον, ὡς ἐνανθρωπήσαντα. Σπόρου δὲ λέγει, τὰς εὐαγγελικὰς ἐντολάς· γῆν δὲ, τοὺς ἐπιγείους ἀνθρώπους, ἀλλὰ τοὺς ἀγαθούς· περὶ μόνων γὰρ τούτων ὁ λόγος ἐνταῦθα· καθεύδησιν δὲ, τὴν ἀναμονήν· ἐγείρεται δὲ, νύκτα μέν, ὅταν παραχωρῇ τοὺς πειρασμοὺς ἐπάγεσθαι, διανιστώντας ἡμᾶς εἰς εὐαρέστησιν Θεοῦ· νύξ γὰρ, οἱ πειρασμοί, διὰ τὸν σκοτισμὸν τῆς λύπης· ἡμέραν δὲ, ὅταν διὰ
col. 797–798page 17 of 44
PG 129:797τῶν χρηστοτέρων παραμυθῆται, παραθηγόντων ἡμᾶς εἰς ἀρετήν· ἡμέρα γὰρ ταῦτα, διὰ τὸν φωτισμὸν τῆς εὐφροσύνης· βλαστάνειν δὲ καὶ μηκύνεσθαι τὸν σπόρον ἐν ἀγνοίᾳ τοῦ σπείραντος εἶπεν, ἐμφαίνων τὸ αὐτόματον τῆς τοιαύτης βλαστήσεως καὶ αὐξήσεως, καὶ ὅτι κατὰ προαίρεσιν, καὶ οὐ κατὰ ἀνάγκην βλαστάνει καὶ αὔξεται. Καὶ τοῦτο δῆλον ἀπὸ τῶν ἑξῆς. Αὐτομάτη – στάχυ. Χόρτον μὲν βλαστάνουσιν, οἱ ἀρχὴν τῆς ἀρετῆς παραφαίνοντες, καὶ ἀπάλοι πρὸς ἀγῶνας ὄντες ἔτι· στάχυν δὲ, οἱ προκόψαντες εἰς τὸ ἀγαθὸν καὶ στεῤῥότεροι πρὸς τὰς ἐπηρείας γεγονότες· καὶ γὰρ ὁ στάχυς καὶ γόνασι διαζώννυται, καὶ ὄρθιος ἵσταται· πλήρη δὲ σίτον, οἱ τὸ τέλειον καρποφοροῦντες. Ὅταν δὲ· ὁ θερισμός.
Ὅταν παραδῷ, ἀντὶ τοῦ, Ὅταν ὥριμος γένηται, τουτέστιν, ὅταν πάντες οἱ καρποφορῆσαι μέλλοντες καρποφορήσωσι. Δρέπανον δὲ, ὁ λόγος, ὁ τὴν συντέλειαν τοῦ κόσμου καλεύων· θερισμὸς δὲ, ἡ συγκομιδὴ τῶν δικαίων. Οὗτοι γὰρ καρποὶ τοῦ εὐαγγελικοῦ σπέρματος. Καὶ ἔλεγε αὐτήν· — Παραβαλοῦμεν, ἀντὶ τοῦ, Παραδείξομεν. Ὡς κόκκον σινάπεως. Παραδείξομεν αὐτὴν, δηλονότι. Ζήτησον δὲ τὴν ἐξήγησιν τῆς παραβολῆς ταύτης ὅλης ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ὃς ὅταν – κατασκηνοῦν. Τρίτην εὑρήσεις τὴν παραβολὴν ταύτην τεταγμένην ἐν ταῖς παραβολαῖς τοῦ ῥηθέντος εἰκοστοῦ τετάρτου κεφαλαίου. Καὶ τοιαύταις ἀκούειν. Καθὼς ἦσαν ἄξιοι ἀκούειν.
Εἴρηται δὲ καὶ περὶ τούτου ἐν τῷ δηλωθέντι κεφαλαίῳ, ἐπὶ τέλους τῶν παραβολῶν. Χωρὶς – πάντα. Ἐν ἐκείνῳ ταῦτα πάντα σεσαφήνισται. ΚΕΦ. Γ. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Καὶ λέγει – πλοίῳ. — Ὡς ἦν, ἀντὶ τοῦ, ὡς ἐκεῖθεν ἐκάθητο ἐν τῷ πλοίῳ. Ἐν τούτῳ γὰρ καθήμενος ἐδίδασκεν, ὡς προείρηται. Τὸ δὲ, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἴσον ἐστὶ τῷ, Ἐν μιᾷ τῶν ἡμερῶν, ὡς εἶπε Λουκᾶς. Οὐδὲ γὰρ ἐκείνην δηλοῖ, καθ' ἣν εἶπε τὰς παραβολάς, ἀλλ' ἑτέραν, καθ' ἣν τὰ ῥηθησόμενα γέγονε, καθὼς καὶ ἐν ἀρχῇ τοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον παρεσημειωσάμεθα. Καὶ ἄλλα – αὐτοῦ. Μετ' αὐτοῦ τοῦ πλοίου, δηλονότι. Προσέθηκε δὲ περὶ τῶν ἄλλων, οὐχ ἁπλῶς, ἀλλὰ δεῖξαι θέλων, ὅτι τοῦτο μόνον ἐκλυδωνίσθη κατ' οἰκονομίαν.
Καὶ γίνεται γεμίζεσθαι. Εἴρηται περὶ τούτων ἐν τῷ ἐνδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον.
col. 799–800page 18 of 44
PG 129:799Καὶ ἦν — μεγάλη. Ἐῤῥέθη καὶ περὶ τούτων πάντων ἐν ἐκείνῳ. Καὶ εἶπεν — οὕτως; Διατί φοβεῖσθε οὕτως, ἔχοντες μεθ' ἑαυτῶν ἐμὲ, τὸν σώζειν ἐκ θανάτου ἰσχύοντα, καὶ πάντα δυνάμενον; Πῶς — πίστιν. Ἀδίστακτον, ἀναμφίβολον. Καὶ ἐφοβήθησαν — αὐτῷ. Καὶ περὶ τούτων ἐκεῖ δεδήλωται. ΚΕΦ. ΙΔ'. Περὶ τοῦ λεγεῶνος. Καὶ ἦλθον — Γαδαρηνῶν. Εἴρηται περὶ τούτων ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαίων. Καὶ ἐξελθόντι — μνήμασιν. Ἐκεῖ καὶ ταῦτα ζήτησον. Καὶ οὔτε — προσεκύνησεν αὐτῷ. Σαφῆ ταῦτα καὶ πρόδηλα. Καὶ κράξας — Ὑψίστου; Ζήτησον ἐν τῷ ἐθέντι κεφαλαίῳ. Ὁρκίζω — βασανίσης. Ἐκεῖθεν καὶ τοῦτο γνοίης ἄν. Ἔλεγε — ἀνθρώπου. Ὡς ἐνὶ τοῖς πολλοῖς δαίμασιν, ἐπιτάττει, διὰ τὴν ἀσθένειαν αὐτῶν. Καὶ ἐπηρώτα — ἐσμέν.
Τὸν ἄνθρωπον μὲν ἐπηρώτα· πρὸς τὸ πλῆθος δὲ τῶν ἐν αὐτῷ δαιμόνων διέβαινεν ἡ ἐρώτησις. Διὸ καὶ τὸ πλῆθος τούτων ἀπεκρίθη. Λεγεὼν δὲ ὠνομάζετο, διὰ τὸ πλῆθος. Λεγεὼν γὰρ κυρίως, τάγμα στρατιωτικόν. Ἐπηρώτα δὲ, ἵνα γνώσιν οἱ παρόντες, ὅτι πολλῶν δαιμόνων οἰκητήριον ὁ εἷς ἄνθρωπος ἦν. Καὶ παρεκάλει — χώρας. Ὁ δὲ Λουκᾶς εἶπεν· ὅτι καὶ παρεκάλει αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Εἰκὸς γὰρ, καὶ περὶ τούτου κἀκείνου παρακαλεῖν. Ἂν δὲ — ἐν τῇ θαλάσσῃ. Περὶ τούτων εἴρηται λεπτομερῶς ἐν τῷ προῤῥηθέντι δωδεκάτῳ κεφαλαίῳ. Οἱ δὲ βόσκοντες — γεγονός. Ὁμοίως καὶ περὶ τούτων. Καὶ ἔρχονται — ἐφοβήθησαν. Ὁ δὲ Λουκᾶς εἶπε, καὶ Ποῦ εὗρον αὐτὸν καθήμενον, ὅτι παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ.
Διηγήσαντο — δαιμονιζομένῳ. Πῶς ἐγένετο αὐτῷ ἡ μεταβολὴ καὶ σωφροσύνη. Καὶ περὶ τῶν χοίρων. Πῶς οὗτοι ἀπώλοντο. Καὶ ἤρξαντο — αὐτῶν. Καὶ περὶ τούτων ὁμοίως τὸ κεφάλαιον ἐκεῖνο διδάσκει. Καὶ ἐμβάντος — μετ' αὐτοῦ. Ἅμα μὲν εὐγνωμονῶν, ἅμα δὲ καὶ φοβούμενος τοὺς δαίμονας, μὴ χωρὶς αὐτοῦ τοῦτον εὑρόντες, πάλιν ἐπιπηδήσωσιν αὐτῷ. Ὁ δὲ Ἰησοῦς — ἠλέησέ σε. Ἀπέλυσεν αὐτὸν, τοῦτο μὲν τὸν τοιοῦτον φόβον ἐκβαλὼν ἀπ' αὐτοῦ,
col. 801–802page 19 of 44
PG 129:801ὡς μηκέτι τῶν δαιμόνων κατατολμώντων αὐτοῦ· τοῦτο δὲ, καὶ ἵνα τοῖς ἐν τῷ οἴκῳ καὶ τῇ πατρίδι αὐτοῦ διδάσκαλος τοῦ θαύματος γένηται. Οὐκ εἶπε δὲ, ὅτι Ὅσα σοι πεποίηκα, ἀλλ' ὅτι Ὅσα σοι ὁ Κύριος πεποίηκε, τῷ Πατρὶ τὸ θαῦμα ἐπιγραφόμενος, καὶ παιδεύων ἡμᾶς, τῷ Θεῷ τὰ κατορθώματα ἐπιγράφεσθαι. Καὶ ἀπῆλθε — ἐθαύμαζον. Ὁ μὲν Χριστὸς μεγαλοφρονῶν, τῷ Πατρὶ τὸ ἔργον ἀνέθηκεν· ὁ δὲ θεραπευθεὶς εὐγνωμονῶν, τῷ Χριστῷ τοῦτο ἀνετίθει. ΚΕΦ. ΙΒ'. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ — ἐσχάτως ἔχει. Περὶ τούτου διελάβομεν ἐν τῷ πεντεκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Τὸ δὲ Ἐσχάτως ἔχει, ἀντὶ τοῦ, Τελευταία πνέει. Ἵνα ἐλθὼν· ζήσεται.
Καθ' ὑπερβατόν ἐστιν ἡ τῶν ῥητῶν σύνταξις, ὅτι παρεκάλει αὐτὸν πολλά, ἵνα ἐλθὼν ἐπιθῇ αὐτῷ τὰς χεῖρας, καὶ τὰ ἑξῆς. Εἶτα τὸ ἐν μέσῳ. Καὶ ἀπῆλθε — αὐτὸν. Συνέπνιγον, εἶπεν ὁ Λουκᾶς, εἴτουν συνώθουν. ΚΕΦ. ΙΓ'. Περὶ τῆς αἱμορροούσης. Καὶ γυνὴ — αὐτοῦ. Τὸ κεφάλαιον τοῦτο φανερώτερον ἐξέθηκεν ὁ Λουκᾶς, καὶ ζήτησον παρ' αὐτῷ τὴν ἐξήγησιν τοῦ εἰκοστοῦ ἔκτου κεφαλαίου. Ἔλεγε — σωθήσομαι. Εἴρηται περὶ τούτου ἐν τῷ ἑκκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ εὐθέως — μάστιγος. Ἔγνω διὰ τοῦ σώματος, μηκέτι φαινομένου τοῖς σταλαγμοῖς, ὅτι τεθεράπευται. Μάστιγα δὲ, τὴν νόσον ἐκάλεσεν, ὡς μαστίζουσαν αὐτὴν, καὶ τῷ πόνῳ καὶ τῇ αἰσχύνῃ. Καὶ εὐθέως — τὴν τοῦτο ποιήσασαν.
Ζήτησον καὶ περὶ τούτων ἐν τῇ ἐξηγήσει τοῦ εἰκοστοῦ ἔκτου κεφαλαίου τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Τὸ δὲ, ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, καθ' ὑπερβατὸν ἀναγνωστέον, ὅτι ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξελθοῦσαν ἐξ αὐτοῦ δύναμιν. Ἡ δὲ γυνὴ — εἰρήνην. Καὶ ταῦτα πάντα διηρμηνεύθησαν ἐν τῷ ῥηθέντι εἰκοστῷ ἔκτῳ κεφαλαίῳ. Καὶ ἴσθι — μάστιγος σου. Τοῦτο οὔτε ὁ Ματθαῖος, οὔτε ὁ Λουκᾶς προστεθείκασι, καὶ καινὸν οὐδέν. Εἴρηται γάρ, ὅτι τὰ μὴ ἀναγκαῖα, τινὲς μὲν τῶν εὐαγγελιστῶν παρελίμπανον, συντομίας χάριν· τινὲς δὲ καὶ ταῦτα συνέγραφον, ἀκριβείας ἕνεκεν. Εἰκὸς δὲ, αὐτοὺς καὶ τῶν μὲν θαυμάτων μνημονεύειν· τῶν δὲ ῥημάτων μὴ πάντων. Ἔτι διδάσκαλον;
— Ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, τουτέστιν, ἀπὸ τῆς οἰκίας τοῦ ἀρχισυναγώγου. Σκύλλεις δὲ, ἀντὶ τοῦ, Περισπᾷς, ἐνοχλεῖς. Οἱ γὰρ περὶ τὸν ἀρχισυνάγωγον ἀτελῆ πίστιν εἰς Χριστὸν ἔχοντες, ὑπελάμβανον, ὅτι νοσήματα μὲν πάντα δύναται θεραπεύειν, ἀναστῆσαι δὲ
col. 803–804page 20 of 44
PG 129:803νεκρὸν οὐ δύναται. Οὔπω γὰρ εἶδον τοιοῦτον ὑπ' αὐτοῦ θαῦμα γεγενημένον. Διὸ καὶ εἶπον· Ἡ θυγάτηρ σου ἀπέθανε, τί ἔτι σκύλλεις τὸν διδάσκαλον, μὴ δυνάμενον αὐτὴν ἀναστῆσαι; Ὁ δὲ Ἰησοῦς — πίστευε. Γνοὺς τὸν ἀρχισυνάγωγον ἀμβλυνθέντα περὶ τὴν πίστιν, οἷα συναπαχθέντα τοῖς λόγοις αὐτῶν, ἐπιθαῤῥύνει καὶ ἀνακτᾶται τὴν ἀσθένειαν τῆς αὐτοῦ πίστεως. Καὶ οὐκ — Ἰακώβου. Μόνους τούτους ἀπὸ τῶν ἄλλων μαθητῶν συμπαρέλαβεν, ὡς διαφορωτέρους τῶν ἄλλων. Καὶ γὰρ καὶ ἐπὶ τῆς μεταμορφώσεως αὐτοῦ, μόνους τούτους παρέλαβε θεατάς. Καὶ ζήτησον ἐν τῷ τριακοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὰς αἰτίας τῆς προτιμήσεως αὐτῶν. Προετίμα δὲ τούτους, ἵνα καὶ οἱ ἄλλοι τοιοῦτοι γένωνται.
Καὶ ἔρχεται — καὶ ἀλαλάζοντας πολλά. Ἀλάλαζον οἱ αὐληταί, περὶ ὧν εἰρήκαμεν ἐν τῷ ἑκκαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ εἰσελθὼν — καθεύδει. Εἶπε τοῦτο, πρῶτα μὲν, τὴν λύπην αὐτῶν παραμυθούμενος· ἔπειτα καὶ διδάσκων, ὅτι παρ' ἐκείνοις μὲν τέθνηκε, παρ' αὐτῷ δὲ κοιμᾶται· καὶ γὰρ ἐκεῖνοι μὲν, οὐκ ἠδύναντο ἀναστῆσαι ταύτην· αὐτὸς δὲ καὶ μάλιστα· εἶτα καὶ διδοὺς θαῤῥεῖν ὅτι καθάπερ ὕπνον ἀπελάσει τὸν θάνατον, ὡς Κύριος θανάτου, καὶ ὡς ζωή. Καὶ κατεγέλων αὐτοῦ. Ὡς λέγοντος καθεύδειν τὴν τεθνηκυίαν, εἰδότος ὅτι ἀπέθανεν, ὡς ὁ Λουκᾶς εἶπεν.
Ἐβούλετο δὲ καὶ αὐτὸς καταγελασθῆναι, ἵνα καὶ οἱ αὐληταὶ καὶ ὁ κατάγελως, καὶ τὰ τοιαῦτα, σαφὴς εἶεν ἀπόδειξις τοῦ τεθνηκέναι τὸ κοράσιον, καὶ μηδεὶς ὕστερον δυνηθείη λέγειν, ὅτι οὐ τέθνηκε· διὰ τοῦτο γὰρ καὶ τῷ κατὰ τὴν αἱμοῤῥουν θαύματι ἀνεβράδυνεν· ἵνα προδήλως τὸ παιδίον ἀποθάνῃ, καὶ εἰσενεχθῶσι μὲν οἱ αὐληταί, γένωνται δὲ καὶ τὰ ἑξῆς. Ὁ δὲ ἐκβαλὼν πάντας — καὶ τοὺς μετ' αὐτοῦ. Τοὺς μετ' αὐτοῦ συνεισελθόντας, λέγει δὲ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην. Τὸν μὲν οὖν πατέρα καὶ τὴν μητέρα τῆς κόρης παρέλαβε θεατὰς τοῦ θαύματος ὡς οἰκείους ἐκείνῃ· τοὺς δὲ μαθητάς, ὡς οἰκείους ἑαυτῷ· τοὺς ἄλλους δὲ πάντας ἐξέβαλε, φεύγων τὸν παρ' αὐτῶν ἔπαινον.
Οὐδέποτε γὰρ τοιοῦτον ἰδόντες, ἔμελλον αὐτὸν κροτῆσαι καὶ ὑπερευφημῆσαι. Καὶ εἰσπορεύεται — περιεπάτει. Ἐκράτησε
col. 805–806page 21 of 44
PG 129:805τῆς χειρὸς αὐτῆς καὶ ἐφώνησεν, ἵνα ἡ φωνὴ μὲν ἐπιστρέψῃ τὴν οἰχομένην ψυχήν, ἡ δὲ χεὶρ συμπήξῃ τὸ σῶμα. Ἢ καὶ ἑτέρως, ἐκράτησε τῆς χειρὸς αὐτῆς, δεικνὺς ὅτι καὶ ἡ παναγία σὰρξ αὐτοῦ ζωοποιεῖ τοὺς νεκρούς. Ἦν γὰρ — δώδεκα. Ἐπειδὴ παιδίον ἄνω ταύτην ἔλεγε, νῦν σαφηνίζει καὶ τὴν ἡλικίαν αὐτῆς. Καὶ ἐξέστησαν — γνῷ τοῦτο. Διεστείλατο, ἀντὶ τοῦ, Παρήγγειλεν. Οὕτω γὰρ εἶπεν ὁ Λουκᾶς. Διὰ τοῦτο γὰρ καὶ τοὺς ἄλλους πάντας ἐξέβαλε. Γινώσκων δὲ ὅτι πανταχοῦ δραμείται τοῦ θαύματος ὁ λόγος· καὶ γὰρ ὁ Ματθαῖος εἶπεν, ὅτι ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην· ὅμως τὸ οἰκεῖον πανταχοῦ ποιεῖ. Καὶ εἶπε — φαγεῖν. Τοῦτο προσέταξεν, ἵνα μὴ φάσμα δόξῃ τούτοις ἡ ἀναστᾶσα.
Διὰ τοῦτο γὰρ οὐδ' αὐτὸς δίδωσιν αὐτῇ φαγεῖν, ἀλλὰ τοῖς γονεῦσιν ἐπιτρέπει τοῦτο ποιῆσαι. Καὶ ἐξῆλθεν — ἐπ' αὐτῷ. Ἐπιβαίνει τῆς πατρίδος, οὐκ ἀγνοῶν, ὅτι καταφρονήσουσιν αὐτοῦ, ἀλλ' ἵνα μὴ δύνωνται λέγειν ὕστερον, ὅτι οὐκ ἐδίδαξεν αὐτούς, ἅμα δὲ καὶ τὸν φθόνον αὐτῶν ἐξελέγχων. Δέον γὰρ χαίρειν ἐπ' αὐτῷ, κοσμοῦντι τὴν πατρίδα αὐτῶν διδασκαλίαις καὶ θαύμασιν, ἐσκανδαλίζοντο μᾶλλον ἐπ' αὐτῷ διὰ τὴν τοῦ γένους αὐτοῦ εὐτέλειαν. Τὸ δέ, Καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται, ἐλλειπτικόν ἐστιν. Ἐλλείπει γὰρ τὸ, Πόθεν· οἷον, Καὶ πόθεν δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται;
Εἴρηται δὲ περὶ τούτων ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, πρὸς τῷ τέλει, μετὰ τὴν συμπλήρωσιν τῶν παραβολῶν. Ἔλεγε δὲ — αὐτοῦ. Καὶ περὶ τούτων ἐν ἐκείνῳ τῷ κεφαλαίῳ διείληπται. Καὶ οὐκ — αὐτῶν. Καὶ περὶ τούτων σαφῶς ἐκεῖ διηρμήνευται. Νοεῖται δὲ τὸ, Οὐκ ἠδύνατο, καὶ ἀντὶ τοῦ, Οὐκ ἐνδεχόμενον ἐνόμιζε. Φησὶ γὰρ ὁ Θεολόγος Γρηγόριος, ὅτι, ἐπεὶ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπευτοῦ δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον, τοῦ συζύγου ἐλλείποντος. Οὐκ οἶδα δέ, εἰ μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον. Οὐ γὰρ εὔλογος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας.
col. 807–808page 22 of 44
PG 129:807ΚΕΦ. ΙΔ'. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. Καὶ περιῆγε — δύο δύο. Πρὸς παρηγορίαν ἀλλήλων, ὡς εἴρηται ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἐδίδου — ἀκαθάρτων. Ματθαῖος δὲ προσέθηκεν, ὅτι Ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Ὁ δὲ Λουκᾶς ἔγραψεν, ὅτι Ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. Καὶ παρήγγειλεν — σανδάλια. Εἴρηται καὶ περὶ τούτων κατὰ λεπτὸν ἐν τῷ δηλωθέντι ἐννεακαιδεκάτῳ κεφαλαίῳ. Καὶ μὴ — χιτώνας. Ἀπὸ κοινοῦ ληπτέον τὸν Παρήγγειλε. Καὶ ἔλεγεν — ἐκεῖθεν. Ἐκεῖ καὶ ταῦτα σεσαφήνισται. Καὶ ὅσοι — αὐτοῖς. Εἴρηται καὶ περὶ τούτων ἐν τῷ ῥηθέντι κεφαλαίῳ. Ἀμὴν — ἐκείνῃ. Ὁμοίως καὶ περὶ τούτου.
Καὶ ἐξελθόντες — ἐθεράπευον. Περὶ τῆς ἀλείψεως τοῦ ἐλαίου μόνος ὁ Μάρκος φησί. Παραγγέλλει δὲ περὶ ταύτης καὶ Ἰάκωβος ἐν τῇ καθολικῇ Ἐπιστολῇ αὐτοῦ, λέγων· Ἀσθενεῖ τις ἐν ὑμῖν, προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος. Εἰκὸς δὲ καὶ τοῦτο παρὰ τοῦ Κυρίου διδαχθῆναι τοὺς ἀποστόλους. Ἦν δὲ τὸ ἔλαιον σύμβολον ἱλαρότητος τοῦ σώματος καὶ φαιδρότητος τῆς ψυχῆς. ΚΕΦ. ΙΕ'. Περὶ Ἰωάννου καὶ Ἡρώδου. Καὶ ἤκουσεν — νεκρῶν. Περὶ τῆς ὑποθέσεως ταύτης εἴρηται ἀκριβῶς ἐν τῷ εἰκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον.
Τινὰ δὲ τῶν ἀντιγράφων μετὰ τοῦ ἄρθρου γράφουσιν· Ὁ προφήτης ἐστίν, ἢ ὡς εἷς τῶν προφητῶν. Προσεδόκων γὰρ προφήτην, περὶ οὗ προεφήτευσεν αὐτοῖς ὁ Μωϋσῆς. Οὗτος δὲ ἦν ὁ Χριστός. Αὐτὸς γὰρ — ἀδελφοῦ σου. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ καὶ περὶ τούτων εἴρηται.
col. 809–810page 23 of 44
PG 129:809Η δὲ Ἡρωδιάς — ἤκουεν. Ἔτι καὶ περὶ τούτων. Καὶ — τῆς βασιλείας μου. Ὁμοίως καὶ περὶ τούτων. Ἡ δὲ — μητρὶ αὐτῆς. Καὶ περὶ τούτων πάντων ἡ ἐξήγησις ἐκείνου τοῦ κεφαλαίου διέξεισι. Καὶ — μνημείῳ. Εἴρηται καὶ περὶ τούτων ἐν ἐκείνῳ. Καὶ συνάγονται — εὐκαίρουν. Ἐκεῖ καὶ περὶ τούτων ζήτησον. Διδασκόμεθα δὲ ἐντεῦθεν, ὅτι χρὴ τοὺς διδασκάλους τῆς Ἐκκλησίας μὴ διαπαντὸς ἑαυτοὺς ἐκδιδόναι τοῖς πλήθεσιν, ἀλλ' ἐν καιρῷ συστέλλεσθαι, καὶ ἰδιάζειν, καὶ συνάγειν τὸν νοῦν ἀπὸ τῆς ἔξω περιφορᾶς· καὶ ὅτι προσήκει διαναπαύειν τοὺς διακονοῦντας, καὶ σωματικῶς παρηγορεῖν μετὰ τὴν διακονίαν. Καὶ ἀπῆλθον — ἐκεῖ. Ὡσαύτως καὶ περὶ τούτων. Ἀπὸ πασῶν δὲ τῶν πόλεων, τῶν πέριξ δηλονότι. ΚΕΦ. ΙΓ'.
Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Καὶ ἐξελθὼν — ποιμένα. Καὶ περὶ τούτων ἐν τῷ προδιαληφθέντι κεφαλαίῳ διείληπται. Ποιμένα δὲ λέγει φροντίζοντα τῆς σωτηρίας αὐτῶν. Καὶ ἤρξατο — φαγεῖν. Καὶ ταῦτα ἐκεῖθεν διαγνωσθῆναι ῥᾴδιον. Καὶ λέγουσιν — φαγεῖν; Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον. Βαρυνομένων δὲ ὁ τοιοῦτος λόγος. Ὁ δέ — πεντήκοντα. Περὶ τούτων εἴρηται ἐν τῷ εἰκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ λαβὼν — ἄνδρες. Ἐν ἐκείνῳ καὶ περὶ τούτων πάντων εὑρέθη. Καὶ εὐθέως — προσεύξασθαι. Ὁμοίως καὶ περὶ τούτων. Ἀποταξάμενος δὲ αὐτοῖς, ἀντὶ τοῦ, ἀπολύσας αὐτοὺς, δηλαδὴ τοὺς ὄχλους. Οὕτω γὰρ εἶπεν ὁ Ματθαῖος. ΚΕΦ. ΙΖ'. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. Καὶ ὀψίας — θαλάσσης.
Ζήτησον περὶ τούτων ἐν τῷ εἰκοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἤθελε — αὐτούς. Ἵνα πλέον ἀγωνιάσωσιν. Οἱ δέ — μὴ φοβεῖσθε. Καὶ περὶ τούτων ἐν ἐκείνῳ εἴρηται. Καὶ ἀνέβη — ἄνεμος. Συνέτεμεν ὁ Μάρκος τὰ κατὰ τὸν Πέτρον, ἔτι δὲ καὶ ὁ Ἰωάννης· ὁ δὲ Ματθαῖος καὶ ταῦτα σαφῶς ἀνέγραψεν. Καὶ λίαν — πεπωρωμένη. Καὶ ταῦτα ἐν τῷ τοιούτῳ κεφαλαίῳ διασεσάφηται. Καὶ διαπεράσαντες — ἐσώζοντο. Ἐκεῖ καὶ περὶ
col. 811–812page 24 of 44
PG 129:811ὑγείαν νόει. ΚΕΦ. ΙΗ. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. Καὶ συνάγονται — ἐσθίουσι. Καὶ περὶ τούτων ἡ ἐξήγησις ἐκείνου τοῦ κεφαλαίου διαλαμβάνει. Καὶ ἄλλα πολλά ἐστιν — κλινών. Ἔχει καὶ περὶ τούτων εἴρηται. Ἔπειτα — ποιεῖτε. Ἡ τούτων διάγνωσις ἐν τῷ εἰκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον κεῖται. Καὶ ἔλεγεν — τηρήσητε. Κατ' εἰρωνείαν τοῦτό φησι. Μωυσῆς — ὠφεληθῇς. Καὶ περὶ τούτων ἐν ἐκείνῳ τῷ κεφαλαίῳ λελεπτολόγηται. Καὶ — μητρί. Οὐδὲν εὐάρεστον. Ἀκυρούντες — ποιεῖτε. Λόγον τοῦ Θεοῦ λέγει, τὸν κελεύοντα τιμᾶν τοὺς γονεῖς. Ζήτει δὲ καὶ περὶ τούτων ἐν τῷ ῥηθέντι κεφαλαίῳ. Καὶ — τὸν ἄνθρωπον. Ἐκεῖ καὶ περὶ τούτων εἴρηται. Εἴ τις — ἀκουέτω. Τοῦτο πολλάκις ἑρμηνεύθη. Καὶ ὅτι βρώματα.
Ἐκεῖ καὶ περὶ τούτων ἀκριβέστατα διεσαφηνίσθη. Ἔλεγεν — ἄνθρωπον. Ὁμοίως καὶ περὶ τούτων. ΚΕΦ. ΙΘ'. Περὶ τῆς Φοινικίσσης. Καὶ ἐκεῖθεν — Σιδώνος. Εἰς τὰ μέρη Ματθαῖος εἶπε. Ζήτησον δὲ τὴν ἐξήγησιν τοῦ τέλους τοῦ εἰκοστοῦ ὀγδόου κεφαλαίου αὐτοῦ. Καὶ εἰσελθὼν — λαθεῖν. Ἐκεῖσε τὴν αἰτίαν εἰρήκαμεν. Ἀκούσασα γὰρ — γένει. Εἴρηται περὶ ταύτης ἐν τῷ εἰκοστῷ ἐνάτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἠρώτα — θυγατρὸς αὐτῆς. — Ἠρώτα, ἀντὶ τοῦ, παρεκάλει, ὡς ἐν ἐκείνῳ παρασεσημείωται. Ὁ δὲ Ἰησοῦς — θυγατρός σου. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ πάντα ταῦτα διηρμηνεύθησαν. Καὶ ἀπελθοῦσα — κλίνης. Κειμένην ἐν εἰρήνῃ. ΚΕΦ. Κ'. Περὶ τοῦ μογιλάλου. Καὶ πάλιν ἐξελθὼν — δεκαπόλεως.
Οὐκ ἐμβραδύνει τοῖς μέρεσι τῶν ἐθνῶν, ἵνα μὴ κατηγορηθῇ παρ' Ἰουδαίων, ὡς τοῖς ἐθνικοῖς ἐπιμιγνύμενος. Καὶ φέρουσιν — γλώσσης αὐτοῦ. Ἀπέλαβεν αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ' ἰδίαν, τουτέστι, παρέλαβεν, ἐχώριζεν, ἵνα μὴ δόξῃ θεατρίζειν τὰ θαύματα, καὶ μάλιστα, γνοὺς τινας τῶν μεμψιμοίρων ἀναμεμιγμένους τοῖς πλήθεσιν. Ἄλλως τε, ποτὲ μὲν ἐνώπιον πολλῶν θαυματουρ
col. 813–814page 25 of 44
PG 129:813γεῖ, δι' ὠφέλειαν τῶν ὁρώντων· ποτὲ δὲ, καὶ ἰδίαν, διὰ τὸ φεύγειν τὸν ἔπαινον, ὡς τύφου γεννητικόν. Ἔβαλε δὲ τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, ἕνα μὲν τῆς δεξιᾶς χειρός, εἰς τοῦτο τὸ οὖς· ἕνα δὲ τῆς ἀριστερᾶς, εἰς ἐκεῖνο, διὰ τὸ στενὸν καὶ βαθὺ τῆς ἀκοῆς, ἵνα θίξῃ ταύτης. Ἠδύνατο δὲ καὶ τρόπον ἕτερον θεραπεῦσαι αὐτὸν, ἀλλ᾽ ἵνα γνῶμεν, ὅτι πᾶν μέρος τοῦ ἁγίου σώματος αὐτοῦ θείας δυνάμεως μεστὸν ἦν. Ἰδοὺ γὰρ καὶ τὸ πτύελον τοῦ ἀχράντου στόματος, μεθ᾽ οὗ τῆς μογγῆς γλώσσης ἥψατο, θείας μετεῖχε δυνάμεως· καὶ πάντα δὲ πάντως τὰ περιττώματα τοῦ θεανδρικοῦ σώματος ἅγια ἦν, ὡς τοιούτου σώματος. Ἐνήργουν δὲ μόνον ὅτε ἤθελε.
Καὶ ἐν τῷ εἰκοστῷ δὲ τρίτῳ κεφαλαίῳ τοῦ παρόντος Εὐαγγελιστοῦ πτυέλῳ πρὸς τὴν θεραπείαν ἐχρήσατο τοῦ τυφλοῦ, καὶ ἐν τῷ δεκάτῳ δὲ τοῦ Ἰωάννου, ὅτε τὸν ἐκ γενετῆς τυφλὸν ἰάσατο. Τοῦτο δὲ ἐποίει πρὸς πίστωσιν τῆς ἡνωμένης αὐτῷ θεότητος. Πῶς γὰρ ἂν ἐνήργουν ταῦτα, εἰ μὴ Θεὸς ἦν; Καὶ ἀναβλέψας — ὀρθῶς. Ἀνέβλεψε μὲν εἰς τὸν οὐρανὸν, διδάσκων τοὺς μέλλοντας θεραπεύειν πρὸς Θεὸν ἀφορᾶν, καὶ παρ᾽ αὐτοῦ δύναμιν αἰτεῖν· ἐστέναξε δὲ, ἐπικαμπτόμενος τοῖς πάθεσι τοῦ ἀνθρώπου, καὶ κατοικτείρων τὴν ἀνθρωπίνην φύσιν, οὕτως ἐπηρεαζομένην ὑπό τε νόσων καὶ δαιμόνων, διὰ τὴν τῆς ἐντολῆς παράβασιν. Καὶ διεστείλατο — λαλεῖν. Τὴν αἰτίαν, δι᾽ ἣν παρήγγειλε σιγᾶν, εἰρήκαμεν διαφόρως. ΚΕΦ. ΚΑ΄. Περὶ τῶν ἑπτὰ ἄρτων.
Ἐν ἐκείναις — ἥκουσιν. Εἴρηται περὶ τούτων ἐπὶ τέλους τοῦ τριακοστοῦ κεφαλαίου τοῦ κατὰ Ματθαῖον. Καὶ ἀπεκρίθησαν τῷ ὄχλῳ. Διέξεισι καὶ περὶ τούτων τὸ τριακοστὸν πρῶτον κεφάλαιον τοῦ κατὰ Ματθαῖον. Καὶ εἶχον αὐτούς. Καὶ ταῦτα ἐν ἐκείνῳ ἡρμήνευται. Καὶ εὐθέως — αὐτόν. Ἐκεῖ καὶ περὶ τούτων εἰρήνευται. Καὶ ἀναστενάξας — ἐπιζητεῖ; Ὁμοίως καὶ περὶ τούτων. Τὸ δὲ, Τί σημεῖον, ἀντὶ τοῦ, ὁποῖον σημεῖον. Ἤ εἰ, ἀντὶ τοῦ, διατί. Ἔγνω γὰρ τὴν αἰτίαν, δι᾽ ἣν τοιοῦτον σημεῖον ἐπεζήτουν. Ἀμὴν λέγω — ταύτῃ σημεῖον. Εἰ δοθήσεται, ἀντὶ τοῦ, οὐ δοθήσεται. Ἰδίωμα γὰρ τοῦτο τῆς Ἑβραΐδος διαλέκτου. Καὶ ἀφεὶς αὐτοὺς — εἰς τὸ πέραν. Ἔτι καὶ περὶ τούτων ἐν ἐκείνῳ τῷ κεφαλαίῳ διείληπται.
col. 815–816page 26 of 44
PG 129:815ΚΕΦ. ΚΒ'. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Καὶ ἐπελάθοντο ζύμης Ἡρώδου. Περὶ τοῦ τῶν εὑρήσεις ἀκριβῶς ἐν τῷ τριακοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ διελογίζοντο — οὐ μνημονεύετε; Καὶ περὶ τούτων. Ὅτι οὐ συνίετε; Σαφέστερον ὁ Ματθαῖος τὸ παρὸν κεφάλαιον ἀνέγραψε. Καὶ ζήτησον ἐκεῖ περὶ πάντων. ΚΕΦ. ΚΓ'. Περὶ τοῦ τυφλοῦ. Καὶ ἔρχεται — ἔξω τῆς κώμης. Οὐ γὰρ ἦσαν οἱ τῆς κώμης ταύτης οἰκήτορες ἄξιοι θεάσασθαι γινόμενον τὸ τοιοῦτον θαῦμα. Πολλὰ γὰρ ἄλλα θεασάμενοι, μεμενήκασιν ἄπιστοι. Καὶ πτύσας — βλέπει. Πτύσματι καὶ χερσὶ τοῦτον ἰᾶται, δεικνύς, ὅτι συζευγνύμενα λόγος καὶ πρᾶξις θαύματα ἐργάζεσθαι δύνανται. Σύμβολα γὰρ λόγου μὲν, τὸ πτύσμα· καὶ ἄμφω γὰρ ἀπὸ τοῦ στόματος ἐξέρχονται·
πράξεως δὲ, αἱ χεῖρες. Λόγον δὲ λέγω τὸν ἐπαινετὸν, καὶ πρᾶξιν ὁμοίως. Εἴρηται δὲ καὶ τρόπον ἕτερον ἐν τῷ εἰκοστῷ κεφαλαίῳ τοῦ παρόντος Εὐαγγελίου. Ἀτελῶς δὲ τὸν τυφλὸν τοῦτον ἐθεράπευσεν, ὡς ἀτελῶς πιστεύοντα. Διὰ καὶ ἐπηρώτησεν αὐτὸν, εἴ τι βλέπει, ἵνα μικρὸν ἀναβλέψας, ἀπὸ τῆς μικρᾶς ὄψεως πιστεύσῃ τελεώτερον, καὶ ἰαθῇ τελεώτερον. Σοφὸς γάρ ἐστιν ἰατρός. Καὶ ἀναβλέψας — τοὺς ἀνθρώπους. Ἀμυδρῶς, δηλονότι. Ὅτι ὡς — περιπατοῦντας. Διὰ τὴν ἀμυδρότητα τῆς ὄψεως. Τὸ δεῖ παρέλκει, καθ' Ἑβραϊκὴν ἰδίωμα. Εἶτα πάλιν — ἅπαντας. Ἡ ἐπίδοσις τῆς πίστεως ἐπίδοσιν αὐτῷ τῆς ὑγείας περιεποιήσατο. Καὶ ἀπέστειλεν — ἐν τῇ κώμῃ. Διὰ τὴν ἀπιστίαν τῶν ἐν αὐτῇ, καὶ ἵνα μὴ διαστρέψωσι τὴν πίστιν αὐτοῦ. ΚΕΦ. ΚΔ'.
Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Καὶ ἐξῆλθεν — τῶν προφητῶν. Εἴρηται περὶ τούτων ἐν τῷ τριακοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ αὐτὸς — περὶ αὐτοῦ. Καὶ ταῦτα ἐν ἐκείνῳ διηρμηνεύθησαν λεπτομερῶς. Καὶ ἤρξατο — ἀναστῆναι. Ἐκεῖ καὶ περὶ τούτων εἴρηται. Καὶ παῤῥησίᾳ — ἐλάλει. Φανερῶς καὶ ἀπαρακαλύπτως τὸν λόγον τοῦτον ἐλάλει. Καὶ προσλαβόμενος — τῶν ἀνθρώπων. Ὁμοίως καὶ περὶ τούτων. Καὶ προσκαλεσάμενος — σώσει αὐτήν. Ἐκεῖ καὶ περὶ τούτων. Τί γὰρ — ψυχῆς αὐτοῦ; Καὶ περὶ τούτων.
col. 817–818page 27 of 44
PG 129:817Ὃς γὰρ τῶν ἀγγέλων τῶν ἁγίων. Οστις ἐπαισχυνθῇ με ὁμολογῆσαι Θεὸν, καὶ τοὺς ἐμοὺς λόγους ὁμολογῆσαι Θεοῦ διὰ τὴν εὐτέλειαν τῆς ἐνανθρωπήσεως, καὶ διὰ τὰ πάθη καὶ τὸν σταυρὸν, κἀγὼ ἐπαισχυνθήσομαι αὐτὸν ὁμολογῆσαι ἐμὸν, ὅταν ἔλθω, οὐκέτι ταπεινός, ὡς νῦν, ἀλλ' ἔνδοξος, ὡς ὁ Πατήρ μου. Δεῖ γὰρ μὴ μόνον πιστεύειν, ἀλλὰ καὶ παῤῥησία κηρύσσειν. Μοιχαλίδα δὲ τὴν γενεὰν τῶν ἀσεβῶν ὠνόμασεν, ὡς ἀποστᾶσαν μὲν Θεοῦ τοῦ σπορέως τῆς εὐσεβείας καὶ ἀληθείας· κολληθεῖσαν δὲ τῷ δαίμονι, τῷ σπορεῖ τῆς ἀσεβείας καὶ κακίας. Καὶ ἔλεγεν — ἐν δυνάμει. Καὶ περὶ τούτων ἐν τῷ ῥηθέντι κεφαλαίῳ διασεσάφηται. ΚΕΦ. ΚΕ. Περὶ τῆς μεταμορφώσεως. Καὶ μεθ' — Ιησού.
Εἴρηται περὶ τούτων ἐν τῷ τριακοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἀποκριθεὶς — Εκφοβοι. Ετι καὶ περὶ τούτων ἀκριβῶς. Καὶ ἐγένετο — μεθ' ἑαυτῶν. Ομοίως καὶ περὶ τούτων. Ἐξάπινα δὲ, ἀντὶ τοῦ, ἐξαίφνης. Καταβαινόντων — ἀναστῇ. Ετι καὶ περὶ τούτων. Καὶ — πρὸς ἑαυτούς. Τὸν λόγον, τὸν περὶ τοῦ ἐκ νεκρῶν ἀναστῆναι αὐτόν. Εκράτησαν πρὸς αὐτοὺς, πρὸς μηδένα ἕτερον τοῦτον ἐξειπόντες. Η τὸν λόγον, τὸν περὶ τῆς μεταμορφώσεως. Συζητούντες — ἀναστῆναι. Μήτε γὰρ ἰδόντες τινὰ ἀναστήσαντα ἑαυτὸν ἐκ νεκρῶν, μήτε μὴν ἀκούσαντες ᾤοντο παραβολήν εἶναι καὶ τοῦτο, καὶ συνεζήτουν τί δηλοῖ; Εἴρηται δὲ περὶ τούτου καὶ ἐν τῷ τέλει τῆς ἐξηγήσεως τοῦ τριακοστοῦ πέμπτου κεφαλαίου τοῦ κατὰ Ματθαίον.
Καὶ ἐπηρώτων — πάντα. Ερρήθη καὶ περὶ τούτων ἐν τῷ προειρημένῳ τριακοστῷ τετάρτῳ κεφαλαίῳ. Καὶ πῶς — ἐξουδενωθῇ. Τοῦτο εἶπεν ἐμβάλλων εἰς ἀπορίαν ἀπολογίας τοὺς Γραμματεῖς· εἰ γὰρ κατ' αὐτοὺς, μήπω ἐλθόντος τοῦ Ἠλιοῦ, οὔπω ἦλθεν ὁ Χριστός, Ἠλίας δὲ ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα, τουτέστιν, ἐνοποιεῖ, ἐπιστρέφει πάντα Ἰουδαῖον πρὸς τὸν Χριστὸν, πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἤγουν, περὶ τοῦ Χριστοῦ, ἵνα πολλὰ πάθῃ παρὰ τῶν Ἰουδαίων; Εἰ γὰρ ἐπιστραφήσονται πρὸς αὐτὸν, πῶς πολλὰ πάθῃ παρ' αὐτῶν; Ωστε Ἠλίας ὁ Θεσβίτης πρὸ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ἐλεύσεται, ὅτε οἱ τηνικαῦτα Ἰουδαῖοι ἐπιστραφήσονται πρὸς αὐτόν·
νῦν δὲ ἡ πρώτη παρουσία τοῦ Χριστοῦ ἐστιν, ὅτε πολλὰ πάσχει παρὰ τῶν Ἰουδαίων, ἦ; Πρόδρομος οὐχ ὁ Θεσβίτης, ἀλλ' ὁ Ἰωάννης. Αλλά λέγω — ἐθέλησαν. Σαφέστερον ὁ Ματθαῖος εἴρηκε περὶ τούτου, καὶ ζήτησον ἐν τῷ δηλωθέντι τριακοστῷ τετάρτῳ κεφαλαίῳ.
col. 819–820page 28 of 44
PG 129:819Καθώς - ἐπ' αὐτόν. Καθώς γέγραπται, ἐπὶ τοῦ ἐλήλυθε, νόησον. Φησὶ γὰρ Ἠσαΐας· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Καθώς γέγραπται περὶ αὐτοῦ. Προείπε γὰρ Ἠσαΐας καὶ περὶ τοῦ πάθους τοῦ Ἰωάννου. ΚΕΦ. Κϛ'. Περὶ τοῦ σεληνιαζομένου. Καὶ ἐλθὼν — αὐτοῖς. Μαθητάς, νῦν τοὺς ἐννέα λέγει, τοὺς μὴ συναναβάντας αὐτῷ εἰς τὸ ὄρος. Τούτους γὰρ εὑρόντες μόνους οἱ Γραμματεῖς περιείλκον ταῖς ἐρωτήσεσι, προσδοκήσαντες συμποδίζειν. Καὶ εὐθέως — ἐξεθαμβήθη. Ἐξεθαμβήθη, ἢ διὰ τὸ καίριον τῆς ἐπιδημίας, οἷα προεγνωκότος τὴν ἐπίθεσιν τῶν Γραμματέων, καὶ διὰ τοῦτο ταχέως ἐπιστάντος πρὸς ἐπικουρίαν τῶν μαθητῶν. Ἢ διὰ τὴν φαιδρότητα τῆς μορφῆς αὐτοῦ. Καὶ γὰρ εἰκὸς ἐφέλκεσθαί τινα χάριν ἐκ τῆς μεταμορφώσεως.
Καὶ προστρέχοντες — αὐτόν. Οἱ τοῦ ὄχλου, ποθοῦντες αὐτὸν, ὡς εὐεργέτην καὶ Σωτῆρα· οὐ μὴν οἱ βάσκανοι Γραμματεῖς. Καὶ ἐπηρώτησε — αὐτούς· Ἐπερωτήσαντος, οὐδεὶς ἐκείνων ἐτόλμησεν ἀποκριθῆναι. Καὶ ἀποκριθεὶς — ξηραίνεται. Ἄλαλον εἶπε τὸ πνεῦμα, ὡς ἐπέχον τὴν λαλιὰν τοῦ υἱοῦ αὐτοῦ. Οὐ μόνον δὲ ταύτην, ἀλλὰ καὶ τὴν ἀκοὴν αὐτοῦ, καθὼς ἑξῆς δηλωθήσεται. Τὸ μὲν οὖν ῥήσσει, ἀντὶ τοῦ, καταβάλλει εἰς γῆν· τὸ δὲ ξηραίνεται, ἀντὶ τοῦ, ἀναισθητεῖ. Ματθαῖος δέ φησιν ἐν τῷ τριακοστῷ πέμπτῳ κεφαλαίῳ, εἰπεῖν αὐτόν· Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει. Εἰκὸς δὲ, καὶ τοῦτο κἀκεῖνο εἰπεῖν αὐτόν. Καὶ εἶπον — πρός με. Ἐν ἐκείνῳ τῷ κεφαλαίῳ περὶ τούτων ἐσαφηνίσθη. Καὶ ἤνεγκαν — ἀφρίζων.
Συνεχώρησε ταῦτα παθεῖν αὐτὸν, ἵνα ἴδωσιν οἱ παρόντες, οἵας ἐπηρείας ἀπαλλάττεσθαι μέλλει, καὶ ἵνα γνοὺς ὁ πατὴρ, ὅτι θορυβεῖται τὸ δαιμόνιον, ἰδὼν τὸν Χριστὸν, εἰς πίστιν τῆς αὐτοῦ δυνάμεως ἐναχθῇ. Καὶ ἐπηρώτησε — αὐτόν. Ἐπηρώτησεν, ἵνα ἀποκριθέντος ἐκείνου, γνοίεν οἱ ἀκούοντες, ὅτι πάλαι ἂν ἀπώλεσε τοῦτον, εἰ μὴ θεόθεν ἀνεχαιτίζετο. Ἀλλ' εἴ τι — ἡμᾶς. Ὁρᾷς, πῶς οὐκ εἶχε πίστιν ἀδίστακτον. Ὁ δὲ Ἰησοῦς — πιστεύοντι. Τῇ πίστει αὐτοῦ τὴν δύναμιν ἀνέθηκε. Τοῦτο μὲν, προτρεπόμενος αὐτὸν εἰς πίστιν, τοῦτο δὲ, μετριοφρονῶν αὐτός.
col. 821–822page 29 of 44
PG 129:821Καὶ εὐθέως — μου τῇ ἀπιστίᾳ. Τῇ μέχρι νῦν. Ἰῶν — ἀκαθάρτῳ. Ταχέως ἀπήλασε τὸ δαιμόνιον, ἵνα μὴ ὑπὸ πλειόνων κροτηθῇ. Λέγων — αὐτοῦ. Ἐγώ σοι ἐπιτάσσω, ἐν σοὶ δάς. Καὶ αὐτόν. Τοῦτο εἶπε, προειδώς, ὅτι καὶ αὐτῷ θες ἔμελλεν ἀξίως ἐπιπηδῆσαι αὐτῷ, διὰ τὴν ἀπιστίαν αὐτοῦ. Κωλύει οὖν αὐτὸ, ἵνα μὴ δόξῃ ὅτι οὐκ ἀπηλάθη πρότερον. Καὶ κράξαν — ἀνέστη. Ἔκραξε, σημαίνον, ὅτι βιαίως ἀπελαύνεται. Καὶ εἰσελθύντα — αὐτό; Τὸ ὅτι, ἀντὶ τοῦ, διατί. Οὕτω γὰρ εἶπεν ὁ Ματθαῖος· ἢ τὸ ἐπηρώτων αὐτὸν, ἀντὶ τοῦ, ἔλεγον αὐτῷ. Πολλαὶ γὰρ τοιαῦται καταχρήσεις παρὰ τῷ Μέρκῳ. Εἴρηται δὲ καὶ περὶ ταύτης τῆς ἐρωτήσεως ἐν τῷ δηλωθέντι κεφαλαίῳ. Καὶ εἶπεν — νηστεία. Ἐν οὐδενὶ ἑτέρῳ τρόπῳ. Ἐκεῖ δὲ καὶ περὶ τούτου διείληπται.
Καὶ ἐκεῖθεν ἐξελθόντες — γνῷ. Διατί οὐκ ἤθελε, δηλοῖ τὸ ἐπαγόμενον, ἵνα μηδεὶς ἕτερος μάθῃ, περὶ ὧν τότε διελέγετο. Ἐδίδασκε — ἀναστήσεται. Εἴρηται καὶ περὶ τούτου ἐπὶ τέλους τοῦ ῥηθέντος τριακοστοῦ πέμπτου κεφαλαίου. Οἱ δὲ — ἐπερωτῆσαι. Ὁμοίως καὶ περὶ τούτου. ΚΕΦ. ΚΖ'. Περὶ τῶν διαλογιζομένων, τίς μείζων. Καὶ ἦλθεν — μείζων. Ἐσιώπων αἰσχυνθέντες, ὡς ἤδη καταγνωσθέντες. Παρεσημειώθη δὲ περὶ τούτου ἐν τῷ τριακοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ καθίσας — δοῦλος. Εἴρηκε τοῦτο καὶ ἐν τῷ τεσσαρακοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ζήτησον περὶ τὸ μέσον τοῦ τοιούτου κεφαλαίου. Καὶ λαβών — τὸν ἀποστείλαντά με.
Πρὸ τούτου καὶ ἑτέρα εἶπεν, ἅπερ ὁ Ματθαῖος ἀνέγραψε, περὶ ὧν ὁμοῦ πάντων ἐν τῷ τριακοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατ' αὐτὸν Εὐαγγελίου λελεπτολόγηται. Ἀπεκρίθη — ἡμῖν. Προσέθηκε καὶ τὴν αἰτίαν τῆς κωλύσεως, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. Τινὲς γὰρ τῶν πιστευσάντων, ἔρωτι δόξης, ἐμιμοῦντο τοὺς ἀποστόλους, καὶ τῇ ἐπικλήσει τοῦ ὀνόματος τοῦ Χριστοῦ δαίμονας ἀπήλαυνον, οὐκ ἠκολούθουν δὲ αὐτοῖς, διὰ τὴν ἐγκράτειαν καὶ σκληραγωγίαν αὐτῶν. Ὁ δὲ Ἰησοῦς — κακολογῆσαι με. Δοξαζόμενος γὰρ διὰ τοῦ ὀνόματός μου, βραδέως ἄν με κακολογήσῃ, τουτέστιν, ἕως ἂν ἐρᾷ δόξης καὶ ποιῇ σημεῖα διὰ τοῦ ὀνόματός μου, οὐκ ἂν βλασφημήσῃ με. Συνεχώρει δὲ καὶ τούτοις θαυματουργεῖν, ἅμα μὲν, εἰς
col. 823–824page 30 of 44
PG 129:823βεβαίωσιν τοῦ κηρύγματος, ἅμα δὲ, καὶ εἰς βελτίωσιν αὐτῶν δὴ τῶν θαυματουργούντων. Ζήτησον δὲ περὶ τῶν τοιούτων ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, πλησίον τοῦ τέλους, ἔνθα κείται τό· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; Ὃς γὰρ ἐστί. Αὐτὸ γὰρ τοῦτο, τὸ μὴ ἀντιπίπτειν αὐτὸν ὑμῖν, βοήθεια ὑμῶν ἐστι. Ἕτερον δέ ἐστι τὸ, Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ, κατ᾿ ἐμοῦ ἐστιν. Ἐκεῖνο γὰρ περὶ τοῦ δαίμονος εἴρηται, καὶ διάνοιαν ἄλλην ἔχει, καθὼς ἐν τῷ εἰκοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ἐξηγησάμεθα. Ὃς γὰρ — αὐτοῦ. Τοῦτο εἶπε καὶ πρὸς τῷ τέλει τοῦ ἐννεακαιδεκάτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. Καὶ ὃς — θάλασσαν.
Εἴρηται καὶ περὶ τούτου ἐν τῷ τριακοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἐὰν — σβέννυται. Καὶ περὶ τούτων ἐν ἐκείνῳ λέλεκται. Σκώληξ δὲ αὐτῶν, τίνων; Δηλαδὴ τῶν ἀπερχομένων εἰς τὴν γέενναν. Σκώληκα δὲ καὶ πῦρ, τινὲς τὴν συνείδησιν τῶν ἁμαρτωλῶν ἐνόησαν, ὡς δάκνουσαν καὶ πιμπρῶσαν αὐτοὺς, δίκην σκώληκος καὶ πυρός. Καὶ ἐὰν — σβέννυται. Ὁμοίως καὶ περὶ τούτων. Καὶ ἐὰν ὁ ὀφθαλμός — σβέννυται. Ὅτι καὶ περὶ τούτων. Πᾶς — ἁλισθήσεται. Πᾶς πιστὸς πυρὶ τῆς πρὸς Θεὸν πίστεως, ἢ τῆς πρὸς τὸν πλησίον ἀγάπης ἁλισθήσεται, ἤγουν, τὴν σηπεδόνα τῆς κακίας ἀποβαλεῖ. Ἢ ἀρτυθήσεται, καὶ ἡδὺς τῷ Θεῷ γενήσεται. Καὶ πᾶσα — ἁλισθήσεται.
Πᾶσα θυσία πνευματική, εἴτε δι᾿ εὐχῆς, εἴτε δι᾿ ἐλεημοσύνης, εἴτε τρόπον ἕτερον γινομένη, τῷ ἄλατι τῆς πίστεως ἢ τῆς ἀγάπης ἁλισθήσεται, εἴτουν, ἁλισθῆναι ὀφείλει. Τοῦτο δὲ ἀπὸ τῆς βίβλου τοῦ Λευϊτικοῦ μετείληπται. Γέγραπται γὰρ ἐν ἐκείνῳ· Πᾶν δῶρον θυσίας ὑμῶν ἁλισθήσεται. Καλὸν τὸ ἅλας. Δι᾿ ἣν ἔχει ποιότητα, ἡδύνουσαν μὲν τὰ βρώματα, παρέχουσαν δὲ τοῖς σώμασι τὸ ἄσηπτον. Ἐὰν δὲ ἀρτύσετε; Ἐὰν ἀπολέσῃ τὴν ἐπαινετὴν αὐτοῦ ποιότητα. Ἅλας δὲ ἐνταῦθα, κατὰ ἀναγωγήν, ἡ πίστις ἢ ἡ ἀγάπη. Λουκᾶς δέ φησιν· Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; ἅλας ἐκεῖ λέγων τὸν διδασκαλικὸν λόγον, ὅστις μωραίνεται, ὅταν παραφθαρῇ.
Διαφόρως δὲ κατὰ διαφόρους καιροὺς τὸ περὶ τοῦ ἄλατος νόημα ὁ Χριστὸς μετεχειρίσατο. Καὶ γὰρ καὶ παρὰ τῷ Ματθαίῳ τοὺς ἀποστόλους
col. 825–826page 31 of 44
PG 129:825ὠνόμασεν, ὡς εὑρήσεις ἐν τῷ πέμπτῳ κεφαλαίῳ αὐτοῦ, μετὰ τοὺς Μακαρισμούς, ἔνθα καὶ φανερώτερον ἐξηγησάμεθα τὰ περὶ τοῦ ἄλατος. Ἔχετε – ἐν ἀλλήλοις. Ἅλας ἀγάπης, συνέχον καὶ συσφίγγον εἰς ὁμόνοιαν. Λέγεται δὲ ἅλας καὶ ἡ σύνεσις καὶ χάρις, ὡς Παῦλός φησιν· Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἄλατι ἠρτυμένος. ΚΕΦ. ΚΗ'. Περὶ τῶν ἐπερωτησάντων, εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα; Κἀκεῖθεν ἀναστὰς Ἰορδάνου. Διὰ τοῦ τόπου τοῦ πέραν τοῦ Ἰορδάνου. Καὶ συμπορεύονται – πειράζοντες αὐτόν. Ζήτησον τὸ τεσσαρακοστὸν κεφάλαιον τοῦ κατὰ Ματθαῖον. Ὁ δὲ ἀπολῦσαι. Ἐν ἐκείνῳ καὶ περὶ τούτων εἴρηται. Καὶ ἀποκριθεὶς – ὁ Θεός. Ὁμοίως καὶ περὶ τούτων. Ἕνεκεν τούτου – χωριζέτω. Ὡσαύτως καὶ περὶ τούτων. Καὶ ἐν τῇ οἰκίᾳ αὐτόν.
Περὶ τοῦ αὐτοῦ ζητήματος. Καὶ λέγει – ἐπ' αὐτήν. Μοιχεύει πρὸς αὐτὴν, δηλαδή, τὴν ἐπείσακτον. Καὶ ἐὰν – μοιχᾶται. Ὁ δὲ Ματθαῖος πρὸς τοὺς Φαρισαίους ῥηθῆναι καὶ ταῦτά φησι, προσθεὶς καὶ πότε δεῖ ἀπολύειν. Εἰκὸς δὲ καὶ πρὸς ἐκείνους πρῶτον, καὶ πρὸς τοὺς μαθητὰς ὕστερον εἰπεῖν αὐτά. Καὶ προσέφερον τοῦ Θεοῦ. Εἴρηται καὶ περὶ τούτων ἀκριβῶς ἐπὶ τέλους τοῦ δηλωθέντος κεφαλαίου. Ἀμὴν – εἰς αὐτήν. Τοῦτό φησι καὶ Λουκᾶς. Βασιλείαν δὲ τοῦ Θεοῦ νῦν λέγει τὸ κήρυγμα τῆς βασιλείας τοῦ Θεοῦ, ὁ ἐκήρυσσεν αὐτός. Ὅστις οὖν οὐ δέξεται αὐτὸ, ὡς παιδίον, ἤγουν, μηδὲν διακρινόμενος, μηδὲ ἀμφιβάλλων περὶ αὐτοῦ, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Καὶ ἐναγκαλισάμενος – αὐτά.
Καὶ περὶ τούτων τὸ τέλος τοῦ τοιούτου κεφαλαίου διέξεισι. ΚΕΦ. ΚΘ'. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Καὶ ἐκπορευομένου – κληρονομήσω; Εἴρηται περὶ τούτου ἐν τῷ τεσσαρακοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ὁ δὲ Ἰησοῦς – ὁ Θεός. Ἐν ἐκείνῳ σαφῶς τὰ παρόντα διηκρίβωτα. Τὰς ἐντολὰς νεότητός μου. Ὁμοίως καὶ ταῦτα. Ὁ δὲ Ἰησοῦς – αὐτόν. Ἐκεῖ καὶ τοῦτο διασεσάφηται.
col. 827–828page 32 of 44
PG 129:827Καὶ εἶπεν· ἀκολούθει μοι. Ὡσαύτως καὶ ταῦτα. Ἄρας τὸν σταυρόν. Τὴν ἀναίρεσιν τοῦ σαρκικοῦ θελήματος, καὶ τὴν ἀποβολὴν τῆς ἐμπαθοῦς ἡδονῆς, καὶ τὴν αἴσθησιν τῆς ἐναρέτου ὀδύνης, καὶ τὴν ἀπὸ τῶν γηίνων ὕψωσιν. Ὁ δὲ — κτήματα πολλά. Καὶ περὶ τούτων ἐν ἐκείνῳ ζήτησον. Καὶ περιβλεψάμενος — εἰσελεύσονται. Τοῦτό φησι καὶ Λουκάς. Ἔστι δὲ τὸ πῶς βεβαιωτικόν, ἀντὶ τοῦ, ἀληθῶς. Οἱ ἔχοντες δὲ, ἤγουν, οἱ κατέχοντες, οἱ ταμιεύοντες, οὐ μὴν οἱ χρώμενοι. Χρήματα γὰρ ὀνομάζονται διὰ τὴν χρήσιν, καὶ χρὴ πάντως χρῆσθαι τούτοις εἰς δέον, οὐ μὴν ἀποκλείειν. Οἱ δὲ μαθηταί — αὐτοῦ. Διατί ἐθαμβοῦντο μετὰ μικρὸν ἐρεῖ. Ὁ δὲ Ἰησοῦς — εἰσελθεῖν. Ὁμοίως κἀνταῦθα νόει τὸ πῶς. Εὐκοπώτερόν ἐστι — εἰσελθεῖν.
Καὶ περὶ τούτων ἐκεῖνο τὸ κεφάλαιον διαλαμβάνει. Οἱ δὲ — σωθῆναι; Ἰδοὺ καὶ τὴν αἰτίαν προσέθηκε τοῦ θάμβους καὶ τῆς ἐκπλήξεως. Ἐμβλέψας — παρὰ τῷ Θεῷ. Εἴρηται καὶ περὶ τούτων ἐκεῖ. Ἤρξατο — ἠκολουθήσαμέν σοι. Καὶ περὶ τούτων. Ἀποκριθεὶς — αἰώνιον. Ἔτι καὶ περὶ τούτων πάντων ἐκεῖ διηρμήνευται λεπτομερῶς. Τινὰ δὲ παρελείφθησαν νῦν ἐν τῇ δευτέρᾳ ἀπαριθμήσει, συντομίας ἕνεκεν, καὶ ὡς ἐγνωσμένα. Πολλοὶ δὲ — πρῶτοι. Καὶ περὶ τούτων ὁμοίως. Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες — ὁ Ἰησοῦς. Ἦν προπορευόμενος αὐτῶν, δεικνύς, ὅτι ἑκὼν ἀπεισιν ἐπὶ τὸ ἀναιρεθῆναι, διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Καὶ ἐθαμβοῦντο. Ἐφ' οἷς ἔλεγεν, ἢ διότι αὐτόμολει πρὸς τὸ πάθος. Καὶ ἀκολουθοῦντες ἐφοβοῦντο.
Περὶ τῆς ἀναιρέσεως αὐτοῦ, περὶ ἧς προλαβὼν εἶπεν αὐτοῖς. Καὶ παραλαβὼν — ἀναστήσεται. Εἴρηται περὶ τούτων πάντων ἐν τῷ τέλει τοῦ τεσσαρακοστοῦ δευτέρου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. ΚΕΦ. Λ'. Περὶ τῶν υἱῶν Ζεβεδαίου. Καὶ προσπορεύονται — ἐν τῇ δόξῃ σου. Περὶ
col. 829–830page 33 of 44
PG 129:829τούτων ἡ ἐξήγησις τοῦ τεσσαρακοστοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον ἀριδήλως διδάσκει. Ὁ δὲ Ἰησοῦς — ἡτοίμασται. Ὁμοίως καὶ περὶ τούτων πάντων. Καὶ ἀκούσαντες — Ἰωάννου. Καὶ περὶ τούτων. Ὁ δὲ Ἰησοῦς — πολλῶν. Εἴρηται καὶ περὶ τούτων ἐν τῷ τέλει τοῦ ῥηθέντος κεφαλαίου. ΚΕΦ. ΛΑ'. Περὶ Βαρτιμαίου. Καὶ ἔρχονται — προσαιτῶν. Προσέθηκε τὸ ὄνομα, διὰ τὸ γνώριμον αὐτὸν εἶναι πολλοῖς. Καὶ ἀκούσας — ἐν τῇ ὁδῷ. Ἀνάγνωθι ὅλην τὴν ἐξήγησιν ὅλου τοῦ τεσσαρακοστοῦ τετάρτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. Εἰ γὰρ καὶ περὶ δύο τυφλῶν ἐκεῖνός φησι, ἀλλ' οὖν τάλλα παραπλήσια τοῖς παροῦσι ῥητοῖς ἀνέγραψε, καὶ ἡ ἐκείνων ἑρμηνεία καὶ ταῦτα σαφηνίζει, καὶ πρόσκειται κατὰ τὸ τέλος αὐτῆς λύσις χαριεστάτη. ΚΕΦ. ΛΒ'.
Περὶ τοῦ πώλου. Καὶ ὅτε — ὧδε. Εἴρηται περὶ τούτων πάντων ἐν τῷ τεσσαρακοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἀπῆλθεν — πρὸς τὸν Ἰησοῦν. Ὁμοίως καὶ περὶ τούτων. Καὶ ἐπέβαλον — ὑψίστοις. Καὶ ταῦτα ἐν ἐκείνῳ διασεσάφηται. Καὶ εἰσῆλθεν — δώδεκα. Περιεβλέψατο πάντα τὰ ἐν τῷ ἱερῷ, ὡς Κύριος τοῦ τοιούτου οἴκου. Καὶ τότε μὲν ἐσίγησε, διδοὺς καιρὸν διορθώσεως τοῖς καταφρονηταῖς· ὕστερον δὲ ἐλθὼν, αὐστηρότερον μετῆλθεν αὐτοὺς, ὡς ἀδιορθώτους. ΚΕΦ. ΛΓ'. Περὶ τῆς ξηρανθείσης συκῆς. Καὶ τῇ ἐπαύριον — σύκων. Εἴρηται περὶ ταύτης ἐν τῷ τεσσαρακοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἀποκριθεὶς — Καὶ περὶ τούτου. Εἰς τὸν αἰῶνα δὲ, ἀντὶ τοῦ, ποτέ, ἤγουν, μηδέποτε. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
Δι' αὐτοὺς γὰρ καὶ τὴν πεῖναν ὑπεκρίνατο, καὶ κατηράσατο τῇ συκῇ· ἵνα γνῶσιν, ὅτι καὶ κολάζειν δυνατός ἐστι, ὡς ἐν τῷ ῥηθέντι κεφαλαίῳ δεδήλωται κατ' ἀκρίβειαν. Καὶ ἔρχονται — κατέστρεψε. Περὶ τούτων διέξεισι τὸ τέλος τοῦ τεσσαρακοστοῦ πέμπτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. Καὶ οὐκ — ἱεροῦ. Καταφρόνησις γὰρ καὶ τοῦτο. Ἐπαίδευσε δὲ καὶ διὰ τούτου, ὅτι χρὴ μηδὲν παροτὴν ἀνάξιον ἐν τοῖς ἱεροῖς. Καὶ ἐδίδασκε — λῃστῶν. Ἐκεῖ καὶ περὶ τούτων διηρμήνευται. Καὶ ἤκουσαν — ἀπολέσουσιν. Ἤκουσαν, πῶς ἐπαῤῥησιάσθη.
col. 831–832page 34 of 44
PG 129:831Ἐφοβοῦντο αὐτοῦ. Ἐφοβοῦντο αὐτὸν ἀπολέσαι, ὡς ἔτυχε διὰ τὸν ὄχλον. Καὶ ὅτε πόλεως. Ἐξεπορεύετο εἰς τὰ πράστεια, διὰ τὴν ἡσυχίαν. Καὶ πρωί — ἐξήρανται. Ἐν τῷ προῤῥηθέντι τεσσαρακοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον καὶ περὶ τούτων διείληπται. Καὶ ἀποκριθεὶς Θεοῦ. Κτήσασθε πίστιν εἰς Θεόν. Πίστιν δὲ καθαρὰν καὶ ἀδίστακτον. Ἀμὴν εἴπῃ. Ἐν τῷ τοιούτῳ κεφαλαίῳ καὶ περὶ τούτων ἐλέχθη. [Τὴν ἄμεσον λαχὼν ὁ νοῦς πρὸς τὴν Θεὸν ἔνωσιν, τὴν τοῦ νοεῖν κατὰ φύσιν δύναμιν ἔχει σχολάζουσαν παντελῶς·
ἡνίκα δὲ ταύτην λύσῃ, νοήσας τι τῶν μετὰ Θεὸν διεκρίθη, τεμὼν τὴν ὑπὲρ νόησιν ἔνωσιν, καθ' ἥν, ἕως ἐστὶ τῷ Θεῷ συνημμένος, ὡς ὑπὲρ φύσιν, καὶ τῇ μεθέξει θεὸς γεγενημένος, καθάπερ ὄρος ἀκίνητον ἑαυτοῦ, τὸν τῆς φύσεως μετατίθησι νόμον.] Διὰ τοῦτο ὑμῖν. Ὁμοίως καὶ περὶ τούτων. ΚΕΦ. ΛΔ'. Περὶ ἀμνησικακίας. Καὶ ὅταν ὑμῶν. Εἶπε ταῦτα καὶ πρότερον ὁ Κύριος, ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, μετὰ τὸ διδάξαι τὴν προσευχὴν τό· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· καὶ ζήτησον ἐκεῖ τὴν τούτων ἐξήγησιν. ΚΕΦ. ΛΕ'. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. Καὶ ἔρχονται — ποιῇς; Ταῦτα, ποῖα;
Τὸ ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, τὸ ἀνατρέπειν τὰς προῤῥηθείσας τραπέζας καὶ καθέδρας, τὸ μὴ ἀφιέναι διενεγκεῖν σκεῦος διὰ τοῦ ἱεροῦ, καὶ τὰ τοιαῦτα. Ζήτησον τὸ τεσσαρακοστὸν ὄγδοον κεφάλαιον τοῦ κατὰ Ματθαῖον. Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς — μοι. Ἐν ἐκείνῳ καὶ περὶ τούτων εὑρήσεις. Καὶ ἐλογίζοντο — ἀνθρώπων. Λείπει τὸ οὐχί. Ἐφοβοῦντο — ἦν. Εἶχον τὸν Ἰωάννην, ἀντὶ τοῦ, ἐπεπληροφόρηντο περὶ τοῦ Ἰωάννου. Εἴρηται δὲ καὶ περὶ τούτων ἐκεῖ. Καὶ ποιῶ. Ὁμοίως καὶ περὶ τούτων ἀκριβέστατα. ΚΕΦ. ΑϚ'. Περὶ τοῦ ἀμπελῶνος. Καὶ ἤρξατο — ἀπεδήμησε. Τάλλα μὲν τῆς παραβολῆς ταύτης ἡρμηνεύθησαν ἐν τῷ πεντηκοστῷ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον·
ὑπολήνιον δὲ λέγει τὸ ὑποκάτω τοῦ θυσιαστηρίου, ὅ τὸ αἷμα τῶν θυομένων ζώων ὑπεδέχετο.
col. 833–834page 35 of 44
PG 129:833Καὶ ἀπέστειλε — ἀμπελῶνος. Ἐν ἐκείνῳ καὶ περὶ τούτων εὑρήσεις. Ὅρα δέ, πῶς οἱ γεωργοὶ τοὺς καρποὺς ἀπαιτοῦνται, ὡς ἐπιμεληταὶ καὶ φύλακες τοῦ ἀμπελῶνος. Οἱ δὲ — ἀπέκτειναν. Καὶ ταῦτα πάντα διηρμηνεύθησαν ὁμοίως ἐκεῖ. Ἔτι — ἀμπελῶνος. Καὶ ταῦτα παραπλησίως τῆς προσηκούσης ἐκεῖ τετυχήκασιν ἐξηγήσεως. Τί οὖν — ἄλλοις. Ἔτι καὶ ταῦτα. Οὐδὲ — ὀφθαλμοῖς ἡμῶν. Ὁμοίως καὶ ταῦτα. Καὶ ἐζήτουν — εἶπε. Πρὸς αὐτοὺς, ἀντὶ τοῦ, περὶ αὐτῶν. Οὕτω γὰρ εἶπεν ὁ Ματθαῖος, παρ' ᾧ καὶ τὰ ῥηθέντα πάντα διασεσάφηται. Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. Ἵνα μὴ καὶ ἄλλα κατ' αὐτῶν εἴπῃ, καὶ ἵνα συσκευάσωσιν ἐπιβουλὴν κατ' αὐτοῦ. ΚΕΦ. ΛΖʹ. Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον. Καὶ ἀποστέλλουσι — λόγῳ.
Εἴρηται περὶ τούτων ἐν τῷ πεντηκοστῷ πρώτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, εἰς τὸ τέλος. Οἱ — διδάσκεις. Ἐπ' ἀληθείας, ἀντὶ τοῦ, ἀληθῶς. Εἴρηται δὲ καὶ περὶ τούτων ἐν ἐκείνῳ. Ἔξεστι — ἐπ' αὐτῷ. Καὶ περὶ τούτων πάντων ἐκεῖ διηρμήνευται. ΚΕΦ. ΛΗʹ. Περὶ τῶν Σαδδουκαίων. Καὶ ἔρχονται — εἶναι. Εἴρηται περὶ τούτων ἐν τῷ πεντηκοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἐπηρώτησαν — τῷ ἀδελφῷ αὐτοῦ. Ἐν ἐκείνῳ περὶ τούτων ἐλέχθη. Ἑπτὰ — γυναῖκα. Ὁμοίως καὶ περὶ τούτων πάντων. Καὶ ἀποκριθεὶς — Θεοῦ; Διὰ τοῦτο, ποῖον; Διὰ τὸ οὕτως ἐμπαθῶς ὑπολαμβάνειν περὶ τῆς ἀναστάσεως. Ἢ διὰ τὸ μὴ εἰδέναι τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ, περὶ ὧν ὁμοίως ἐκεῖ διασεσάφηται. Ὅταν — οὐρανοῖς.
Ὅταν ἀναστῶσι πάντες οἱ ἄνθρωποι. Καὶ περὶ τούτων δὲ ζήτησον ἐν ἐκείνῳ τῷ κεφαλαίῳ. Περὶ — ζώντων. Καὶ ταῦτα πάντα ἐκεῖ λελεπτολόγηται. Χρὴ δὲ γινώσκειν, ὅτι καὶ ἡ βάτος καὶ ὁ βάτος ἀδιαφόρως λέγονται. Ὑμεῖς — πλανᾶσθε. Οὐχ ἁπλῶς, ἀλλὰ πάνυ. Τοῦτο δὲ προσέθηκεν, ὡς προδήλως ἐληλεγμένων ἀνοήτων. ΚΕΦ. ΑΘʹ. Περὶ τοῦ Γραμματέως. Καὶ προσελθών — ἐντολή; Πρώτη πάντων, τῶν νόμων. Εἴρηται δὲ περὶ τούτου ἐν τῷ πεντηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον.
col. 835–836page 36 of 44
PG 129:835Ὁ δὲ Ἰησοῦς — σεαυτόν. Καὶ περὶ τούτων ἐν ἐκείνῳ διείληπται. Τὸ δέ, Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστιν, οὐκ ἀνέγραψεν ὁ Ματθαῖος, ὡς προοίμιον τῆς πρώτης ἐντολῆς· ἐμφαίνει δὲ τοῦτο τὰς τρεῖς ὑποστάσεις, καὶ τὴν μίαν φύσιν τῆς θεότητος· τὸ μὲν γὰρ Κύριος, καὶ τὸ ὁ Θεός, καὶ αὖθις τὸ Κύριος, τῶν τριῶν προσώπων εἰσὶ δηλωτικά· τὸ δὲ εἷς, τῆς μιᾶς φύσεως. Καὶ ἑτέρως δέ, συνήθης Ἑβραίοις ἡ ἀναδίπλωσις τοῦ Κύριος Κύριος, καὶ ὁ Θεὸς ὁ Θεός, διὰ τὴν ὑπεροχήν. Μείζων ἔστιν. Τοῦτο ἐπιβεβαίωσίς ἐστι τοῦ πρώτην καὶ δευτέραν, μόνας ἐκείνας εἶναι. Καὶ εἶπεν — θυσιῶν. Ὅρα, πῶς οἱ τηνικαῦτα Ἰουδαῖοι τὰς θυσίας ἀντὶ κατορθωμάτων ἐνόμιζον, τῶν ἄλλων ἀμελοῦντες ἀρετῶν.
Σύνεσιν δὲ ὁ γραμματεὺς τὴν διάνοιαν ὠνόμασε. Καὶ τοῦ Θεοῦ. Τὸ τέλος τῆς ἐξηγήσεως τοῦ δηλωθέντος κεφαλαίου περὶ τούτου διδάσκει. Καὶ οὐδεὶς — ἐπερωτῆσαι. Ἐν τῷ πεντηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον εἴρηται περὶ τούτου, μετὰ τὸ ἐπερωτηθῆναι παρ᾽ αὐτοῦ τοὺς Φαρισαίους. ΚΕΦ. Μ'. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. Καὶ ἀποκριθείς — ἐστι; Περὶ τούτων ἐλέχθη σαφῶς ἐν τῷ ῥηθέντι πεντηκοστῷ πέμπτῳ κεφαλαίῳ. Μὴ ξενίσῃ σε δὲ τό· Λέγει ὁ Κύριος τῷ Κυρίῳ μου. Ἡ γὰρ Ἑβραϊκὴ λέξις ἀμφότερα σημαίνει, καὶ τὸ Λέγει, καὶ τὸ Εἶπε. Διὸ καὶ ὁ μὲν ταύτην, ὁ δὲ ἐκείνην λαμβάνει τὴν σημασίαν ἀδιαφόρως. Καὶ πολλὰ τοιαῦτα πολλαχοῦ εὑρήσομεν. Καὶ ὁ πολὺς — ἡδέως.
Ὡς ἡδέως διαλεγομένου, καὶ εὐχερῶς αὐτοὺς ἀνατρέποντος, καὶ ὡς αὐτὸς ἀπηλλαγμένος τῆς βασκανίας. Καὶ ἔλεγεν — γραμματέων. Βλέπετε, ἀντὶ τοῦ, φυλάττεσθε. Τῶν θελόντων — περιπατεῖν. Λέγει περὶ αὐτῶν ὁ Ματθαῖος ἐν τῷ πεντηκοστῷ πέμπτῳ κεφαλαίῳ περὶ τὸ μέσον· ὅτι Πλατύνουσι τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν· ἅπερ νῦν ὁ Μάρκος στολὰς ὠνόμασε. Ζητήσαι οὖν ἐν ἐκείνῳ τὴν τούτων ἐξήγησιν. Καὶ ἀσπασμούς — δείπνοις. Τῶν θελόντων ἔτι, καὶ τόδε καὶ τόδε. Εἴρηται δὲ καὶ περὶ τούτων ἐκεῖ. Οἱ κατεσθίοντες — κρίμα. Εἴρηται περὶ τούτων
col. 837–838page 37 of 44
PG 129:837ΚΕΦ. ΜΑ'. Περὶ τῆς τὰ δύο λεπτά βαλούσης. Καὶ καθίσας — γαζοφυλάκιον. Τὸ γαζοφυλάκιον θησαυροφυλάκιον ἦν, ἐν τῷ ναῷ, εἰς ὃ πάντες οἱ ἔχοντες καὶ θέλοντες ἐνέβαλλον τὸ κατὰ δύναμιν, πρὸς ἀποτροφὴν τῶν πενήτων. Καὶ πολλοί — κοδράντης. Ὃ τὸ λεπτόν δηλονότι, ἔστι παρ' Ἑβραίοις, ἤγουν λέγεται κοδράντης. Λεπτόν δέ ἐστι παρ' ἡμῖν ὁ ὀβολός. Καὶ προσκαλεσάμενος — ὑστερήσεως αὐτῆς. Ὑστέρησις μὲν νοεῖται, ἡ ἔνδεια. Νῦν δὲ τὸ ἀναγκαῖον καὶ χρειῶδες ὑστέρησιν ὡς οἶμαι, ὠνόμασι. Πάντα — τὸν βίον αὐτῆς. Εἰ καὶ πτωχὴ τοῖς χρήμασιν ἦν, ἀλλὰ πλουσία τῇ γνώμῃ καθίστατο. Διὸ καὶ ὁ Σωτήρ, οὐ τὸ δῶρον μετρήσας, ἀλλὰ τὴν προαίρεσιν αὐτῆς, πλεῖον πάντων βαλεῖν εἶπε.
Γένοιτο δὲ καὶ τὴν ἐμὴν ψυχὴν γενέσθαι χήραν, ἀποβαλοῦσαν τὸν διάβολον, ᾧ κεκόλληται, καὶ ᾧ ὑποτέτακται· καὶ βαλεῖν εἰς τὸν τοῦ Θεοῦ θησαυρὸν δύο λεπτά, τὸ σῶμα καὶ τὸν νοῦν, λεπτυνθέντα, τὸ μέν, δι' ἐγκρατείας· τὸν δὲ διὰ ταπεινώσεως. Καὶ ἐκπορευομένου — καταλυθῇ. Περὶ τούτων ἐῤῥήθη ἐν τῷ τέλει τοῦ πεντηκοστοῦ ἕκτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον. ΚΕΦ. ΜΒ'. Περὶ συντελείας. Καὶ καθημένου αὐτοῦ — συντελεῖσθαι; Ζήτησον περὶ τούτων ἐν τῷ πεντηκοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ὁ δὲ Ἰησοῦς — ταῦτα. Ἐν ἐκείνῳ περὶ πάντων τούτων ἐῤῥήθη. Βλέπετε ἑαυτούς. Φυλάττετε ἑαυτοὺς ἀπὸ τῆς τότε ἀπάτης. Παραδώσουσι — ἕνεκεν ἐμοῦ. Ἐκεῖ καὶ περὶ τούτων εὑρήσεις. Εἰς μαρτύριον αὐτοῖς.
Εἰς κατηγορίαν καὶ ἔλεγχον αὐτῶν, ἵνα μὴ δύνωνται λέγειν ἐν καιρῷ τῆς παγκοσμίου κρίσεως, ὅτι οὐκ ἠνωτισάμεθα τὸ κήρυγμα. Τοσοῦτον γὰρ αὐτὸ ἐνωτισθήσονται, ὥστε καὶ τοὺς κήρυκας αὐτοῦ κολάσεσιν ἐσχάταις ὑποβαλεῖν. Καὶ εἰς — Εὐαγγέλιον. Ὁ δὲ Ματθαῖος ἔγραψεν ἐν τῷ δηλωθέντι κεφαλαίῳ· ὅτι καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ. Καὶ ζήτησον ἐκεῖ τὴν τούτου διάγνωσιν. Ὅταν δὲ ἄγωσιν ὑμᾶς — ἅγιον. Οἰκονομικῶς τὸ Πνεῦμα τὸ ἅγιον τηνικαῦτα λαλεῖ, χρώμενον τοῖς αὐτῶν στόμασιν, ἵνα μὴ ἡ τούτων ἀγροικία δόξῃ τοῖς ἀπίστοις ἧττα τοῦ κηρύγματος. Εἴρηκε δὲ ταῦτα καὶ
col. 839–840page 38 of 44
PG 129:839περὶ τὰ μέσα. Καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Παραδώσει - σωθήσεται. Καὶ ταῦτα πάντα ἐν τῷ ῥηθέντι ἐννεακαιδεκάτῳ κεφαλαίῳ προηρμηνεύθησαν. Ὅταν δὲ νοείτω. Εἴρηται περὶ τούτου ἐν τῷ προμνημονευθέντι πεντηκοστῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Τότε – ἡμέραις. Ἐν ἐκείνῳ καὶ περὶ τούτων διασεσάφηται. Προσεύχεσθε – ἡμέρας. Ὁμοίως καὶ περὶ τούτων. Τὸ δὲ, Ἔσονται αἱ ἡμέραι ἐκεῖναι, ἀντὶ τοῦ, κατὰ τὰς ἡμέρας ἐκείνας. Καὶ τότε – πάντα. Καὶ περὶ τούτων ἐκεῖ διείληπται. Ἀλλ' ἐκ – οὐρανοῦ. Καὶ περὶ τούτων ὡσαύτως. Ἀπὸ δὲ τῆς συκῆς – παρέλθωσιν. Ὅτι καὶ περὶ τούτων πάντων κατὰ ῥῆμα ἐν ἐκείνῳ τῷ κεφαλαίῳ λελεπτολόγηται. ΚΕΦ. ΜΓ. Περὶ τῆς ἡμέρας καὶ ὥρας. Περί – πατήρ.
Εἴρηται περὶ τούτου ἐν τῷ πεντηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Βλέπετε – ἐστιν. Ἐν ἐκείνῳ καὶ περὶ τούτων παρεσημειώθη. Ὡς ἄνθρωπος - γρηγορῇ. Περὶ τοῦ Χριστοῦ καὶ τῶν Χριστιανῶν εἴληπται τουτὶ τὸ παράδειγμα. Ἔστι δὲ ἐλλειπτικόν· ἐλλείπει γὰρ τὸ, ἔσται. Φησίν οὖν, ὅτι ὡς ἄνθρωπος ἀποδημῶν ἔσται· ἄνθρωπον μὲν ἑαυτὸν ὑποδηλῶν, ὡς ἐν πολλαῖς εἴρηται παραβολαῖς· ἀποδημίαν δὲ, τὴν εἰς οὐρανοὺς ἀνάληψιν· οἰκίαν δὲ αὐτοῦ, τὸν παρόντα κόσμον· δούλους δὲ αὐτοῦ, τοὺς Χριστιανούς· ἑκάστου δὲ τὸ ἔργον, τὴν φυλακὴν τῶν ἐντολῶν αὐτοῦ, καὶ ἐργασίαν τῶν ἀρετῶν· θυρωρὸν δέ, τὸν ἑκάστου νοῦν, τὸν ἐπιστατοῦντα ταῖς θυρίσι τῆς ψυχῆς, ἤγουν, τοῖς αἰσθητηρίοις, δι' ὧν ὁ νοητὸς κλέπτης εἰσπηδᾶν εἴωθεν.
Γρηγορεῖτε – καθεύδοντας. Ὀψὲ μὲν νοεῖται ἡ τῶν γερόντων ἡλικία· μεσονύκτιον δέ, ἡ τῶν μέσσων· ἀλεκτοροφωνία δέ, ἡ τῶν ἀρξαμένων ἤδη φρονεῖν, ὅτι ἡ φρόνησις, ὥσπερ ἀλέκτωρ, ἐγείρει αὐτοὺς ἀπὸ τῆς ἀναισθησίας· πρωΐ δέ, ἡ τῶν παίδων. Ζήτησον δὲ ἐν τῷ δηλωθέντι πεντηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἃ δὲ – λέγω. Πᾶσι τοῖς ἄχρι τῆς παγκοσμίου συντελείας Χριστιανοῖς.
col. 841–842page 39 of 44
PG 129:841Ἐντεῦθεν κινούμενοί τινες ἔφησαν, ὅτι αἱ προρ­ρηθεῖσαι ἡλικίαι τοῖς εὑρισκομένοις τότε Χριστιανοῖς ἁρμόζουσιν· ἐπ' ἐκείνων γὰρ ἡ δευτέρα παρουσία γενήσεται. Γρηγορεῖτε. Ἐπεφώνησεν ἔτι τοῦτο διαμαρτυρόμενος. Ἦν — δύο ἡμέρας. Πάσχα καὶ Ἄζυμα τὸ Πάσχα λέγει νῦν ὁ εὐαγγελιστής· διότι κατὰ τὸ Πάσχα τοῖς τοῦ ἀμνοῦ κρέασι καὶ ἄζυμα συνησθίοντο, ὡς ἐν τῷ ἑξηκοστῷ τρίτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον παρασεσημείωται. Ζήτησον δὲ καὶ περὶ τὰ τελευταῖα τοῦ ἑξηκοστοῦ πρώτου κεφαλαίου τό· Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Οἴδατε, ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται. Καὶ ἐζήτουν — λαοῦ. Ἐκεῖ καὶ περὶ τούτων εὑρήσεις. ΚΕΦ. ΜΔ'.
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Καὶ ὄντος — κεφαλῆς. Εἴρηται περὶ ταύτης ἐν τῷ ἑξηκοστῷ δευτέρῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Ἦσαν — αὐτῇ. Ὁμοίως καὶ περὶ τούτων πάντων. Ἐπάνω δὲ τριακοσίων δηναρίων, ἀντὶ τοῦ, Ἐπέκεινα. Ὁ δὲ Ἰησοῦς — αὐτῆς. Ἔτι καὶ περὶ τούτων λεπτομερῶς. Καὶ Ἰούδας — παραδῷ. Καὶ περὶ τούτων ἐκεῖ ζήτησον. Ἐχάρησαν δὲ οὐ μόνον, ὅτι χωρὶς θορύβου ἔμελλον αὐτὸν συλλαβεῖν, ὑπὸ τοῦ Ἰούδα παραδιδόμενον εὐκαίρως, ἀλλ' ὅτι καὶ ὑπὸ τῶν μαθητῶν ἤρξατο μισεῖσθαι. ΚΕΦ. ΜΕ'. Περὶ τοῦ Πάσχα. Καὶ τῇ πρώτῃ ἡτοίμασαν τὸ Πάσχα. Ἀπὸ τοῦ ἑξηκοστοῦ τρίτου κεφαλαίου τοῦ κατὰ Ματθαῖον ταῦτα ῥᾴδιον, ἀκριβῶς ἐκεῖ διαληφθέντα. ΚΕΦ. ΜΣΤ'. Περὶ τῆς παραδόσεως προφητεία.
Καὶ ὀψίας γενομένης — ἄνθρωπος ἐκεῖνος. Ἐκεῖ καὶ ταῦτα ἐπαφηνίσθησαν. Καὶ ἐσθιόντων — τοῦ Θεοῦ. Περὶ τούτων εἰρήκαμεν ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ὑμνήσαντες — πάντες ἔλεγον. Καὶ περὶ τούτων ἐν αὐτῷ κατὰ λόγον ἐρρήθη. Καὶ ἔρχονται — Ἀλλὰ τί σύ; Ὁμοίως καὶ περὶ τούτων. Καὶ ἔρχεται· ἤγγικε. Καὶ περὶ τούτων πάντων ἐκεῖνο τὸ κεφάλαιον ἐδίδαξεν. Καὶ εὐθέως — τῶν πρεσβυτέρων. Εἴρηται περὶ τούτων ἐν τῷ ἑξηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον.
col. 843–844page 40 of 44
PG 129:843Δεδώκει τὸ ὠτίον. Ὡσαύτως καὶ περὶ τούτων ἀνάγνωθι τὴν ὅλην αὐτῶν ἐξήγησιν, ἀκριβῶς ἐκτεθειμένην ἐκεῖ. Καὶ ἀποκριθεὶς — ἀπ' αὐτῶν. Καὶ περὶ τούτων ὁμοίως ἐν ἐκείνῳ διείληπται. Καὶ ἀπήγαγον — πρὸς τὸ φῶς. Πρὸς τὸ φῶς, τὸ ἐκ τῆς πυρκαϊάς, ὥστε φαίνεσθαι τοῖς συγκαθημένοις καὶ πᾶσι τοῖς ἐν τῇ αὐλῇ· εἴρηται δὲ καὶ περὶ τούτων ἐκεῖ. Οἱ δὲ ἀρχιερεῖς — μαρτυρία αὐτῶν. Ἐκεῖ καὶ ταῦτα διηρμηνεύθησαν. Καὶ ἀναστὰς — τοῦ οὐρανοῦ. Ὁμοίως καὶ ταῦτα. Τὸ δὲ Μετὰ τῶν νεφελῶν, ἀντὶ τοῦ, Ἐπὶ τῶν νεφελῶν. Ὁ δὲ ἀρχιερεὺς — ῥαπίσμασιν αὐτὸν ἔβαλλον. Παραπλησίως καὶ ταῦτα. ΚΕΦ. ΜΖ'. Περὶ τῆς ἀρνήσεως. Καὶ ὄντος — λέγεις. Εἴρηται ἐν τῷ ἑξηκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον. Καὶ ἐξῆλθεν — ἐφώνησεν.
Ἀνάγνωθι ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ, Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐφώνησεν. Περὶ τῆς παιδίσκης καὶ τῶν παρεστώτων εἴρηται λεπτομερῶς ἐν τῷ ἑξηκοστῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον, καὶ ἀνάγνωθι τὴν ἐξήγησιν ἐκεῖ τοῦ, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. Περὶ δὲ τῶν ἄλλων ἐλέχθη πάλιν ἐν τῷ ἑξηκοστῷ ἕκτῳ κεφαλαίῳ τοῦ τοιούτου Εὐαγγελίου. Καὶ ἀνεμνήσθη — ἔκλαιεν. Ἐν ἐκείνῳ καὶ περὶ τούτων εἴρηται. Οὐ μόνον δὲ τούτου τοῦ ῥήματος ἀπὸ τοῦ φόβου καὶ τῆς ἀσθενείας ἐπελάθετο, ἀλλὰ καὶ τοῦ· Ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ εὐθέως — Πιλάτῳ.
Καὶ περὶ τούτων. Καὶ ἐπηρώτησεν — Πιλάτον. Ζήτησον τὸ ἑξηκοστὸν ἕβδομον κεφάλαιον τοῦ κατὰ Ματθαῖον. Ἐκεῖθεν γὰρ καὶ ταῦτα διαγνῶναι ῥᾴδιον. Κατὰ δὲ ἑορτὴν — σταύρωσον αὐτόν. Ταῦτα πάντα ἐν ἐκείνῳ τῷ κεφαλαίῳ κατὰ τὸ εἰκὸς ἡρμηνεύθησαν. Ὁ δὲ Πιλάτος — αὐτῷ. Σαφέστερον ὁ Ματθαῖος περὶ τούτων ἱστόρησεν ἐν τῷ δηλωθέντι κεφαλαίῳ, ἐν ᾧ καὶ περὶ πάντων εἴρηται. Τὸ δὲ ἀσπάζεσθαι, νῦν τὸ προσαγορεύειν σημαίνει. Καὶ ὅτε ἔλαβε. Καὶ περὶ τούτων ὁμοίως ἐκεῖ σεσαφήνισται. Τὸν πατέρα δὲ εἶπεν Ἀλεξάνδρου καὶ Ῥούφου, ὡς ἔτι ζώντων καὶ ἐγνωσμένων. Τοῖς ἀπο
col. 845–846page 41 of 44
PG 129:845στόλοις γὰρ ἀκολουθῆσαι καὶ τούτους λέγουσι, πεπιστευκότας εἰς τὸν Χριστόν. Καὶ σταυρώσαντες αὐτὸν τούτων. Ἦν δὲ αὐτόν. Καὶ μὴν ἐν ἔκτῃ ὥρᾳ ἐσταυρώθη, καθὼς ὁ Ἰωάννης φησί. Τί οὖν ἔστιν εἰπεῖν ἢ ὅτι τὸ, Ἐν δὲ ἄρα τρίτη, οὐχ ἕλκεται πρὸς τὸ, καὶ ἐσταύρωσαν αὐτὸν, ἀλλὰ πρὸς τὴν ἀρχὴν τῶν παθῶν τοῦ Σωτῆρος ἀναφέρεται. Ἦν δέ, φησὶν, ὥρα τρίτη, ὅτε δηλονότι ἤρξατο πάσχειν ὑπὸ τῶν στρατιωτῶν τοῦ Πιλάτου. Εἶτα τὸ ἐξῆς ἀναγνωστέον καθ' ἑαυτὸ, Καὶ ἐσταύρωσαν αὐτὸν, ἐν ἔκτῃ δηλαδὴ ὥρᾳ. Ὥστε ἡ μὲν τῆς τρίτης ὥρας μνήμη παρὰ τῷ Μάρκῳ τὴν ἀρχὴν ἐμφαίνει τῶν Δεσποτικῶν παθημάτων, ἡ δὲ τῆς ἔκτης παρὰ τῷ Ἰωάννῃ, τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ σταύρωσις. Καὶ ἦν — ὠνείδιζον αὐτόν.
Καὶ περὶ τούτων ἐν τῷ προδιαληφθέντι κεφαλαίῳ λέλεκται. Λεγομένης δὲ Θεοῦ. Ὡσαύτως καὶ περὶ τούτων πάντων ἐκεῖ διηρμήνευται. Ἦσαν δὲ — Ἱεροσόλυμα. Καὶ περὶ τούτων ἐκεῖ ζήτησον. ΚΕΦ. ΜΗ'. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. Καὶ ἤδη ὀψίας γενομένης τοῦ Θεοῦ. Ἐν τῷ τέλει τοῦ τοιούτου κεφαλαίου καὶ περὶ τούτου διηκρίβωται. Προσάββατον δὲ ἡ παρασκευὴ λέγεται, ὡς πρὸ τοῦ Σαββάτου τεταγμένη εὐθύς. Καὶ τολμήσας — μνημείου. Ἐν τῷ ἑξηκοστῷ ὀγδόῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον ταῦτα πάντα κατὰ τὸ προσῆκον ἠρμηνεύθησαν. Ἡ δὲ Μαρία ἀλείψωσι τὸν Ἰησοῦν. Ὁμοίως καὶ ταῦτα. Καὶ λίαν — σφόδρα. Ὡσαύτως καὶ ταῦτα. Καὶ εἰσελθοῦσαι — ὑμῖν. Καὶ περὶ τούτων ἐκεῖ διασεσάφηται. Καὶ ἐξελθοῦσαι — ἐφοβοῦντο γάρ.
Ἔτι καὶ περὶ τούτων. Φασὶ δέ τινες τῶν ἐξηγητῶν ἐνταῦθα συμπληροῦσθαι τὸ κατὰ Μάρκον Εὐαγγέλιον· τὰ δὲ ἐφεξῆς προσθήκην εἶναι μεταγενεστέραν. Χρὴ δὲ καὶ ταύτην ἑρμηνεῦσαι, μηδὲν τῇ ἀληθείᾳ λυμαινομένην. Ἀναστὰς δὲ δαιμόνια. Μετὰ τὸ εἰπεῖν Ἀναστὰς, ὑπόστιξον, εἶτα ἀνάγνωθι, Πρωΐ πρώτῃ Σαββάτων ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ. Πότε μὲν γὰρ ἀνέστη, ἄδηλον· πότε δὲ ἐφάνη, δῆλον, ὡς καὶ ἐν τῷ ῥηθέντι κεφαλαίῳ προείρηται. Καὶ ὅτι
col. 847–848page 42 of 44
PG 129:847Ζητητέον δὲ, πῶς ἐνταῦθα γέγραπται ὅτι ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ. Καὶ γὰρ ἐφάνη πρῶτον οὐ τῇ Μαγδαληνῇ μόνῃ, ἀλλὰ καὶ τῇ ἄλλῃ τῇ τοῦ Ἰακώβου καὶ τοῦ Ἰωσῆ, καθὼς ὁ Ματθαῖος ἱστόρησεν. Ἔστιν οὖν εἰπεῖν ὅτι διὰ τῆς Μαγδαληνῆς καὶ τὴν ἄλλην ἐδήλωσεν. Ἔθος γὰρ τοῖς εὐαγγελισταῖς ἐν πολλοῖς διὰ τοῦ ἐπισημοτέρου προσώπου καὶ τὸ σὺν ἐκείνῳ ἐμφαίνειν. Ἐπισημοτέρα δὲ ἡ Μαγδαληνὴ κατὰ τὸ σπουδάζειν καὶ προπορεύεσθαι ἐπὶ τὸ μνημεῖον. Πολλὴν γὰρ εἶχε θέρμην τῆς πίστεως εἰς Χριστὸν, μεγάλως εὐεργετηθεῖσα παρ᾿ αὐτοῦ. Ἑπτὰ γὰρ δαιμονίων ταύτην ἀπήλλαξεν. Ἐκείνη κλαίουσι. ταῖς μετ᾿ αὐτοῦ ἀναστραφείσι, τοῖς αὐτῷ ἀκολουθήσασι μαθηταῖς, οὐ τοῖς ἕνδεκα μόνον, ἀλλὰ καὶ τοῖς τῆς ἑβδομηκοντά.
Ἀπήγγειλε μὲν οὖν τοῦτο αὐτοῖς αὕτη. Ναὶ μὴν καὶ ἡ ἄλλη Μαρία. Ἐπεμαρτύρουν δὲ καὶ αἱ ἕτεραι γυναῖκες, ὡς ὁ Λουκᾶς ἔγραψε, περὶ ὧν ζήτησον ἐν τῷ προλεχθέντι κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον τὴν ἐξήγησιν τοῦ· Οἱ δὲ, λαβόντες τὰ ἀργύρια, ἐποίησαν ὡς ἐδιδάχθησαν. Μετὰ δὲ ταῦτα· ἐπίστευσαν. Οὗτοι οἱ δύο ἐκ τῶν ἑβδομήκοντα μαθητῶν ἦσαν. Καὶ τινὲς μὲν λέγουσιν εἶναι αὐτοὺς Κλεόπαν καὶ τὸν σὺν ἐκείνῳ πορευόμενον εἰς κώμην, ᾗ ὄνομα Ἐμμαούς, περὶ ὧν ὁ Λουκᾶς ἱστόρησεν· δοκεῖ δὲ ὁ λόγος ἀπίθανος. Οὗτοι μὲν γὰρ, ἀπαγγείλαντες, ἠπιστήθησαν· ἐκεῖνοι δὲ μᾶλλον εὗρον τοὺς ἀποστόλους λέγοντας, ὅτι Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Δῆλον οὖν ὅτι ἕτεροι οὗτοι, καὶ ἕτεροι ἐκεῖνοι.
Ἐκ τῶν ἑβδομήκοντα δὲ καὶ οὗτοι κἀκεῖνοι. Πρῶτον μὲν οὖν ὁ Χριστὸς ἐνεφανίσθη τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ, εἶτα τῇ δυάδι τούτων, ἔπειτα τῷ Πέτρῳ, μετὰ τοῦτο δὲ τῇ δυάδι ἐκείνων. Διὸ καὶ οὗτοι μὲν ἠπιστήθησαν· ὁ δὲ Πέτρος, ὡς κορυφαῖος πάντων, ἐπιστεύθη. Καὶ λοιπὸν ἐλθόντες οἱ παρὰ τῷ Λουκᾷ δύο, εὗρον τοὺς ἀποστόλους λέγοντας ὅτι Ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως αἱ ὀπτασίαι αὗται πᾶσαι γεγόνασιν. Ὕστερον — ἐπίστευσαν. Ὕστερον, μετὰ τὸ πληροφορηθῆναι αὐτοὺς παρὰ τοῦ Πέτρου, καὶ ἐλθεῖν τόν τε Κλεόπαν καὶ τὸν σὺν αὐτῷ, καὶ ἐξηγεῖσθαι τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου, καθὼς εἴρηκεν ὁ Λουκᾶς.
Φησὶ γὰρ ὁ αὐτὸς ὅτι Ταῦτα αὐτῶν λαλούντων καὶ αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει
col. 849–850page 43 of 44
PG 129:849ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ αʹ. Περὶ τῆς ἀπογραφῆς. (Cap. II, vers. 1.) βʹ. Περὶ τῶν ἀτραυλούντων ποιμένων. (II, 8.) γʹ. Περὶ τοῦ Συμεών. (II, 25.) δʹ. Περὶ Ἄννης τῆς προφητίδος. (II, 36.) εʹ. Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην. (III, 1.) Μθ. ηʹ. ϛʹ. Περὶ τῶν ἐκπειραζόντων τὸν Ἰωάννην. (III, 10.) ζʹ. Περὶ τοῦ παρασμοῦ τοῦ Σωτῆρος. (IV, 1.) Μθ. θʹ. Μρ. αʹ. ηʹ. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμονίου. (IV, 33.) Μρ. αʹ. θʹ. Περὶ τῆς πενθερᾶς Πέτρου. (IV, 38.) Μθ. ηʹ. Μρ. αʹ. ιʹ. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικιλονόσων. (IV, 40.) Μθ. θʹ. Μρ. γʹ. ιαʹ. Περὶ τῆς ἄρας τοῦ Λευκοῦ. (V, 12.) Μθ. εʹ. Μρ. βʹ. ιβʹ. Περὶ τοῦ παραλυτικοῦ. (V, 18.) Μθ. εʹ. Μρ. βʹ. Ἰωʹ. ιγʹ.
Περὶ τοῦ τελωνίου. (V, 27.) Μθ. θʹ. Μρ. βʹ. Ἰωʹ. ιδʹ. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. (VI, 6.) Μθ. καʹ. Μρ. γʹ. Αʹ ιεʹ. Περὶ τῶν ἀποστόλων ἐκλογῆς. (VI, 12.) Μθ. ιθʹ. Μρ. ηʹ. ιϛʹ. Περὶ τῶν μακαρισμῶν. (VI, 20.) Μθ. εʹ. ιζʹ. Περὶ τοῦ ἑκατοντάρχου. (VII, 1.) Μθ. ιγʹ. Ἰωʹ. ιηʹ. Περὶ τοῦ υἱοῦ τῆς χήρας. (VII, 11.) ιθʹ. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου. (VII, 18.) Μθ. ιθʹ. κʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. (VII, 36.) Μθ. ξβʹ. Μρ. μηʹ. Ἰωʹ. νʹ. καʹ. Περὶ τῆς παραβολῆς τοῦ σπόρου. (VIII, 4.) Μθ. κεʹ. Μρ. ιζʹ. κβʹ. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. (VIII, 22.) Μθ. ιαʹ. Μρ. ιαʹ. κγʹ. Περὶ τοῦ ἔχοντος τὸν Λεγεῶνα. (VIII, 26.) Μθ. ιβʹ. Μρ. ιβʹ. κδʹ. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου.
(VIII, 40.) Μθ. ιεʹ. Μρ. ιεʹ. κεʹ. Περὶ τῆς αἱμορροούσης. (VIII, 43.) Μθ. ιεʹ. Μρ. ιεʹ. κϛʹ. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. (IX, 1.) Μθ. ιδʹ. Μρ. ιδʹ. κζʹ. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. (IX, 12.) Μθ. κεʹ. Μρ. ιεʹ. Ἰωʹ. ηʹ.
col. 851–852page 44 of 44
PG 129:851Ὁ μὲν οὖν Κύριος — οὐρανόν. Μετὰ τὸ λαλῆ­σαι αὐτοῖς οὐ μόνον τοὺς λόγους τούτους, ἀλλὰ πάν­τας, ὅσους ἐλάλησε τούτοις, ἀπὸ τῆς ἡμέρας τῆς ἀναστάσεως αὐτοῦ μέχρι συμπληρώσεως τῶν τεσ­σαράκοντα ἡμερῶν, ἐν αἷς ἦν ὀπτανόμενος τοῖς μαθη­ταῖς, καὶ συναυλιζόμενος αὐτοῖς. Εἴρηται δὲ περὶ τῆς ἀναλήψεως αὐτοῦ καὶ ἐν τῷ τέλει τῆς ἐξηγήσεως τοῦ κατὰ Ματθαῖον. Καὶ ἐκάθισεν τοῦ Θεοῦ. Καὶ μὴν ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ, ἀσώματος ὤν, οὐκ ἂν ἔχοι δεξιὰ ἢ ἀριστερά. Τῶν σωμάτων γὰρ ταῦτα σχήματα. Λοι­πὸν οὖν τὸ μὲν καθίσαι δηλοῖ ἀνάπαυσιν καὶ ἀπό­λαυσιν τῆς θείας βασιλείας· τὰ δὲ Ἐκ δεξιῶν τοῦ Θεοῦ οἰκείωσιν καὶ ὁμοτιμίαν πρὸς τὸν Πατέρα.
Οὐ μόνον καθῆσθαι ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ Υἱός, ἀλλὰ καὶ ἵστασθαι λέγεται, ὡς ἐν τῇ βίβλῳ τῶν Πράξεων ὁ Στέφανος εἴρηκε· τοῦ μὲν τὸ καθι­δρῦσθαι ἀμεταθέτως· τοῦ δέ, τὸ βεβηκέναι παγίως τὸ θεῖον ἐν τῷ ἀγαθῷ, δογματίζοντος· καὶ οὐδὲν ἡ τῶν ῥημάτων ἑτερότης περὶ τὸν νοῦν διαφέρεται. Ἄλλως τε, ὁ εἰπὼν ἵστασθαι τὸν Υἱὸν οὐκ εἶπε κα­θῆσθαι τὸν Πατέρα, ἵνα καὶ διαφορὰν νοή­σω­μεν ἀξιώματος. Λοιπὸν οὖν καὶ συγκάθηται καὶ συν­ίσταται. Ἐκεῖνοι δὲ — σημείων. Τὸν λόγον τοῦ κηρύγματος. Εἴη δὲ καὶ τὸν λόγον τῆς ἡμετέρας διδασκαλίας βεβαιοῦσθαι διὰ τῶν ἐπακολουθεῖν ὀφειλόντων ση­μείων τῆς ἀρετῆς, ἵνα τέλειοι εὑρεθῶμεν ἐν τῷ τέ­λει τῆς ἡμετέρας ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
Τέλος τοῦ κατὰ Μάρκον Εὐαγγελίου.
Page scan enlarged

Notebook

Full View