PG 129Euthymius Zigabeno
Commentary on Matthew
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) — PG column chips mark the printed columns.

Exposition on MatthewExpositio in Matthæum

Chapter ICaput Primum

Chapter IICaput II

Chapter IIICaput III

Chapter IVCaput IV

Chapter VCaput V

Chapter VICaput VI

Chapter VIICaput VII

Chapter VIIICaput VIII

Chapter IXCaput IX

Chapter XCaput X

Chapter XICaput XI

Chapter XIICaput XII

Chapter XIIICaput XIII

Chapter XIVCaput XIV

Chapter XVCaput XV

Chapter XVICaput XVI

Chapter XVIICaput XVII

Chapter XVIIICaput XVIII

Chapter XIXCaput XIX

Chapter XXCaput XX

Chapter XXICaput XXI

Chapter XXIICaput XXII

Chapter XXIIICaput XXIII

Chapter XXIVCaput XXIV

Chapter XXVCaput XXV

Chapter XXVICaput XXVI

Chapter XXVIICaput XXVII

Chapter XXVIIICaput XXVIII

col. 107–108page 1 of 329
PG 129:107ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. Τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰ κεφάλαια. α'. Περὶ τῶν Μάγων. (Ἐν ταῖς ἐκδόσεσι κεφ. β', v. 1.) β'. Περὶ τῶν ἀναιρεθέντων παίδων. (ΙΙ, 16.) γ'. Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανῶν. (ΙΙΙ, 1.) δ'. Περὶ τῆς διδασκαλίας τοῦ Σωτῆρος. (ΙV, 17.) ε'. Περὶ τῶν μακαρισμῶν. (V, 1.) Δου. ιζ. ς'. Περὶ τοῦ λεπροῦ. (VΙΙΙ, 1.) Πρ. δ'. Λου. ιβ'. ζ'. Περὶ τοῦ ἑκατοντάρχου. (VIII, 5.) Ἰω. σ'. Λου. θ'. η'. Περὶ τῆς πενθερᾶς Πέτρου. (VIII, 14.) Πρ. ε'. θ'. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. (VIII, 16.) Μρ. γ'. Λου. ς'. ι'. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. (VIII, 19.) Λου. λγ'. ια'. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. (VIII, 23.) Μρ. ι'. Λου. κγ'. ιβ'.
Περὶ τῶν δύο δαιμονιζομένων. (VIII, 28.) Μρ. κ'. Λου. κδ'.
col. 109–110page 2 of 329
PG 129:109ιγ. Περὶ τοῦ παραλυτικοῦ. (ΙΧ, 5.) Μρ. δ'. Λου. ια'. ιδ. Περὶ Ματθαίου τοῦ τελώνου. (ΙΧ, 9.) Μρ. ε'. Λου. ιδ'. ιε. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. (ΙΧ, 23.) Μρ. ιβ. Λου. κε'. ις. Περὶ τῆς αἱμορροούσης. (ΙΧ, 20.) Μρ. ιγ'. Λου. κς'. ιζ. Περὶ τῶν δύο τυφλῶν. (ΙΧ, 27.) ιη. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ. (ΙΧ, 33.) ιθ. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. (Χ, 1.) Μρ. η' καὶ ιδ'. Λου. ις' καὶ κ. κ. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου. (ΧΙ, 2.) Λου. κ'. κα. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. (ΧΙΙ, 10.) Μρ. ς'. Λου. ιθ. κβ. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ. (ΧΙΙ, 22.) Λου. λθ. κγ. Περὶ τῶν αἰτούντων σημεῖον. (ΧΙΙ, 38.) Λου. μα. κδ. Περὶ τῶν παραβολῶν. (ΧΙΙΙ, 2.) Μρ. θ. Λου. κβ' καὶ μθ. κε.
Περὶ Ἰωάννου καὶ Ἡρώδου. (ΧΙV, 1.) Μρ. ιε. κς. Περὶ τῶν πέντε ἄρτων. (ΧΙV, 15.) Μρ. ις'. Λου. κη'. Ἰω. η'. κζ. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. (ΧΙV, 22.) Μρ. ιζ. Ἰω. θ. κη. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. (ΧV, 1.) Μρ. ιη'. κθ. Περὶ τῆς Χαναναίας. (ΧV, 21.) Μρ. ιθ'. λ. Περὶ τῶν θεραπευθέντων ὄχλων. (ΧV, 30.) λα. Περὶ τῶν ἑπτὰ ἄρτων. (ΧV, 32.) Μρ. κα'. λβ. Περὶ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. (ΧVΙ, 5.) Μρ. κβ'. Λου. μδ'. λγ. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. (ΧVΙ, 15.) Μρ. κγ. Λου. κθ'. λδ. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. (ΧVΙΙ, 1.) Μρ. κε'. Λου. λ. λε. Περὶ τοῦ σεληνιαζομένου. (ΧVΙΙ, 14.) Μρ. κς'. Λου. λα'. λς. Περὶ τῶν αἰτούντων τὰ δίδραχμα. (ΧVΙΙ, 24.) λζ.
Περὶ τῶν λεγόντων, Τίς μείζων. (ΧVΙΙΙ, 1.) Μρ. κζ. Λου. λβ'. λη. Περὶ τῶν ἑκατὸν προβάτων. (ΧVΙΙΙ, 12.) λθ. Περὶ τοῦ ὀφείλοντος τὰ μύρια τάλαντα. (ΧVΙΙΙ, 23.) μ. Περὶ τῶν ἐπερωτησάντων, εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα. (ΧΙΧ, 3.) Μρ. κη'. μα. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλουσίου. (ΧΙΧ, 16.) Μρ. κθ. Λου. ξγ. μβ. Περὶ τῶν μισθουμένων ἐργατῶν. (ΧΧ, 1.) μγ. Περὶ τῶν υἱῶν Ζεβεδαίου. (ΧΧ, 20.) Μρ. λ'. Λου. ξδ'. μδ. Περὶ τῶν δύο τυφλῶν. (ΧΧ, 29.) Μρ. λα'. Λου. ξδ'. με. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. (ΧΧΙ, 1.) Μρ. λβ'. Λου. ξη'. Ἰω. ιδ'. μς. Περὶ τῶν τυφλῶν καὶ χωλῶν. (ΧΧΙ, 14.) μζ. Περὶ τῆς ξηρανθείσης συκῆς. (ΧΧΙ, 18.) Μρ. λγ'. μη. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων.
(ΧΧΙ, 23.) Μρ. λδ. Λου. ξθ'. μθ. Περὶ τῶν δύο υἱῶν παραβολή. (ΧΧΙ, 28.) ν. Περὶ τοῦ ἀμπελῶνος παραβολή. (ΧΧΙ, 33.) Μρ. λς'. Λου. ο'. να. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. (ΧΧΙΙ, 1.) Λου. κδ'. νβ. Περὶ τοῦ κήνσου. (ΧΧΙΙ, 15.) Μρ. λζ. Λου. οα'. νγ. Περὶ τῶν Σαδδουκαίων. (ΧΧΙΙ, 23.) Μρ. λη'. Λου. οβ'. νδ. Περὶ τοῦ νομικοῦ. (ΧΧΙΙ, 35.) Μρ. λθ'.
col. 111–112page 3 of 329
PG 129:111ΕΡΜΗΝΕΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΥ, ὑπὸ Εὐθυμίου φιλοπόνως ἐρανισθεῖσα, μάλιστα μὲν ἀπὸ τῆς ἐξηγήσεως τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου, ἔτι δὲ καὶ ἀπὸ διαφόρων ἄλλων Πατέρων, συνεισενεγκόντος τινὰ καὶ τοῦ ταύτην ἐρανισαμένου. Ἀμήν. Πρῶτον μὲν ἀγαθὸν ἦν, μὴ δεῖσθαι ἡμᾶς τῆς ἀπὸ τῶν γραμμάτων βοηθείας, ἀλλ᾿ οὕτω παρέχεσθαι βίον καθαρόν, ὥστε τὰς ἡμετέρας καρδίας ἀντὶ βιβλίων γίνεσθαι, καὶ καθάπερ ταῦτα διὰ μέλανος, οὕτω ταύτας διὰ Πνεύματος ἐγγεγράφθαι. Ἐπεὶ δὲ ταύτην διακρουσάμεθα τὴν χάριν, φέρε, κἂν τὸν δεύτερον ἀσπασώμεθα πλοῦν, καὶ τοῖς γράμμασιν εἰς δέον χρησώμεθα.
Καὶ γὰρ ἐπὶ τῶν ἐν τῇ Παλαιᾷ, τῷ Νῶε καὶ τῷ Ἀβραὰμ καὶ τοῖς ἐγγόνοις τοῖς ἐκείνου, καὶ τῷ Ἰώβ, καὶ τῷ Μωϋσῇ, οὐ διὰ γραμμάτων ὁ Θεὸς, ἀλλὰ δι᾿ ἑαυτοῦ διελέγετο, καθαρὰν εὑρίσκων αὐτῶν τὴν διάνοιαν. Ἐπεὶ δὲ εἰς αὐτὸν τὸν τῆς κακίας ἐνέπεσε πυθμένα πᾶς ὁ τῶν Ἑβραίων δῆμος, τότε λοιπὸν πλάκες, καὶ γράμματα, καὶ ἡ διὰ τούτων ὑπόμνησις. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐν τῇ Καινῇ τοῦτο συμβὰν ἴδοι τις ἄν. Οὐδὲ γὰρ τοῖς ἀποστόλοις ἔδωκέ τι γραπτὸν ὁ Θεός· ἀλλ᾿ ἀντὶ γραμμάτων τὴν τοῦ Πνεύματος αὐτοῖς ἐπηγγείλατο δώσειν χάριν. Ἐκεῖνος γὰρ ὑμᾶς ἀναμνήσει, φησί, πάντα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο πολὺ ἄμεινον ἦν, ἄκουσον, διὰ τοῦ προφήτου τί φησι·
Διαθήσομαι ὑμῖν διαθήκην καινήν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας
col. 113–114page 4 of 329
PG 129:113γράψω αὐτούς· καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Καὶ ὁ Παῦλος δὲ, ταύτην ἐνδεικνύμενος τὴν ὑπεροχήν, ἔλεγεν εἰληφέναι νόμον, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ἐπεὶ δὲ χρόνου προϊόντος ἐξώκειλαν, οἱ μὲν δογμάτων ἕνεκεν, οἱ δὲ βίου καὶ τρόπου, ἐδέησε πάλιν τῆς ἀπὸ τῶν γραμμάτων ὑπομνήσεως.
Ἐννόησον οὖν, ἡλίκον ἐστὶ κακόν, τοὺς οὕτω καθαρῶς ὀφείλοντας ζῆν ὡς μὴ δεῖσθαι γραμμάτων, ἀλλ' ἀντὶ βιβλίων παρέχειν τὰς καρδίας τῷ Πνεύματι, ἐπειδὴ τὴν τιμὴν ἀπωλέσαμεν ἐκείνην, καὶ κατέστημεν εἰς τὴν τούτων χρείαν, μηδὲ τῷ δευτέρῳ κεχρῆσθαι φαρμάκῳ, ἀλλ' εἰκῇ καὶ μάτην περιορᾶν κείμενα τὰ γράμματα, ὅπερ ἵνα μὴ γένηται, φέρε, προσέχωμεν τοῖς γεγραμμένοις, καὶ φιλοπονώτερον ἐξετάζωμεν τὴν ἑκάστου δύναμιν, ὥστε καὶ πλοῦτον ὀρθῶν δογμάτων ἐντεῦθεν ἀποθησαυρίζειν, καὶ συλλέγειν πολιτείας ὑψοῦς ὑποδείγματα. Διατί δὲ, δώδεκα τῶν ἀποστόλων ὄντων, δύο μόνοι γράφουσιν ἐξ αὐτῶν Εὐαγγέλια, Ματθαῖος καὶ Ἰωάννης; Οἱ γὰρ ἕτεροι δύο ἀκόλουθοι μᾶλλον ἦσαν· Μάρκος μὲν, Πέτρου· Παύλου δὲ, Λουκᾶς.
Διότι οὐδὲν ἐποίουν πρὸς φιλοτιμίαν, ἀλλὰ πάντα πρὸς χρείαν. Τὸν μὲν γὰρ Ματθαῖον οἱ ἐξ Ἰουδαίων πιστεύσαντες παρεκάλεσαν ἔγγραφον αὐτοῖς ἀφεῖναι τὴν τοῦ κηρύγματος ἱστορίαν, ἣν πρότερον διὰ γλώττης αὐτοὺς ἐδίδαξε· τὸν δὲ Μάρκον ὁμοίως οἱ ἐν Αἰγύπτῳ μαθητευθέντες αὐτῷ. Καὶ ὁ Λουκᾶς δὲ τέθεικε τὴν αἰτίαν τῆς γραφῆς τοῦ Εὐαγγελίου, ἀπολογησάμενος πρὸς τὸν Θεόφιλον, ὅτι δι' ἀσφάλειαν αὐτοῦ τοῦτο συνέγραψε. Φησί γάρ· ἵνα ἐπιγνῷς, περὶ ὧν κατηχήθης λόγων, τὴν ἀσφάλειαν.
Ὁ δὲ Ἰωάννης ἐντυχών τοῖς τούτων Εὐαγγελίοις, καὶ ἰδών, ὅτι καὶ οἱ τρεῖς τῷ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἐνδιέτριψαν μάλιστα λόγῳ, καὶ λοιπὸν ἔμελλον ἀποσιωπηθῆναι τὰ περὶ τῆς θεότητος αὐτοῦ δόγματα, τοῦ Χριστοῦ κινήσαντος αὐτόν, ἦλθεν ἐπὶ τὴν τοῦ Εὐαγγελίου συγγραφήν. Διὸ καὶ ἐκ προοιμίων περὶ αὐτῶν διαλέγεται. Διὰ ταῦτα γὰρ καὶ τὸ πᾶν βιβλίον συνέθηκε.
Σὺ δὲ θαύμασον, πῶς μήτε κατὰ τὸν αὐτὸν καιρὸν τὰ Εὐαγγέλια συγγράψαντες, μήτε κατὰ τὸν αὐτὸν τόπον, μήτε κοινολογησάμενοι πρὸς ἀλλήλους, ὅμως, ὥσπερ ἀφ' ἑνὸς στόματος, οἱ τέσσαρες φθέγγονται, ἔν γε τοῖς καιρίοις καὶ συνεκτικοῖς τῆς πίστεως δόγμασι, καὶ πολλὴν ἐπιδείκνυνται περὶ ταῦτα τὴν συμφωνίαν, οἷον, ὅτι ὁ Θεὸς γέγονεν ἄνθρωπος, καὶ ὅτι ἐκ Παρθένου γεγέννηται, καὶ ἔτι θαύματα πεποίηκε, καὶ ὅτι σωτηριώδεις δέδωκεν ἐντολάς, καὶ ὅτι ἐσταυρώθη, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη, καὶ ὅτι ἀνῆλθε, καὶ ὅτι μέλλει κρῖναι πάντας, καὶ ὅτι μονογενής ἐστιν Υἱός, καὶ ὅτι ὁμοούσιος καὶ ὁμοδύναμος καὶ ὁμότιμος τῷ Πατρί, καὶ ὅσα τοιαῦτα.
col. 115–116page 5 of 329
PG 129:115δοκοῦσα αὕτη διαφωνία, μεγίστη γίνεται τῆς ἀληθείας ἀπόδειξις, καὶ πάσης αὐτοὺς ὑποψίας ἀπαλλάττει. Εἰ γὰρ πάντα μέχρι καιροῦ καὶ τόπου καὶ ῥημάτων συνεφώνησαν, οὐδεὶς ἂν ἐπίστευσεν, ὅτι μή, συνελθόντες ἀλλήλοις, ἀπὸ κοινῆς συνθήκης ἔγραψαν, ἅπερ ἔγραψαν. Διαφωνίαν δὲ νῦν φαμεν, οὐ τὴν ἐναντιοφωνίαν· οὐδὲ γὰρ ἐναντιώθησαν ἀλλήλοις μέχρι καὶ τοῦ τυχόντος· ἀλλὰ τὴν ἀλλοιοφωνίαν. Ἐν τισι γὰρ ὁ μὲν, τόδε τὸ θαῦμα τέθεικεν, ὁ δὲ, τόδε· καὶ ὁ μὲν, τόνδε τὸν τόπον, ὁ δὲ, τόνδε· καὶ ὁ μὲν, τήνδε τὴν λέξιν, ὁ δὲ, τήνδε· περὶ ὧν ἐροῦμεν ἐν τοῖς προσήκουσι τόποις, καὶ προδήλως ἀποδείξομεν, ὅτι οὐδ᾽ ὅλως ἠναντιώθησαν. Ἄλλο γάρ ἐστιν ἐναντίως εἰπεῖν, καὶ ἄλλο ἑτέρωςεἰπεῖν.
Ἔγραψε δὲ πρῶτος ὁ Ματθαῖος τὸ προκείμενον Εὐαγγέλιον, μετὰ ὀκτὼ ἔτη τῆς τοῦ Σωτῆρος ἀναλήψεως. Ἔγραψε δὲ τοῦτο πρὸς τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας, ὡς προέφημεν, Ἑβραϊκῇ συνθήκῃ χρησάμενος· ὕστερον δὲ μεθηρμηνεύθη πρὸς τὴν ἡμετέραν διάλεκτον. [Μετέφρασε δὲ τοῦτο Ἰωάννης ἀπὸ τῆς Ἑβραΐδος γλώττης εἰς τὴν Ἑλληνίδα, ὡς λέγουσι. Μάρκος δὲ, μετὰ δέκα ἔτη τῆς ἀναλήψεως, παρὰ τοῦ Πέτρου διδαχθείς· Λουκᾶς δὲ, μετὰ πεντεκαίδεκα· Ἰωάννης δὲ ὁ θεολογικώτατος, μετὰ τριάκοντα δύο.] ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ. Ἐν ταῖς ἐπιγραφαῖς Εὐαγγέλιον οἱ εὐαγγελισταὶ τὴν διήγησιν ὠνόμασαν. Καὶ μαρτυρεῖ Λουκᾶς εἰρηκώς· Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων.
Εὐαγγέλιον δὲ ταύτην κεκλήκασι· διότι ἀγαθὰ μηνύει τοῖς ἀνθρώποις, οἷον, Θεοῦ ἐνανθρώπησιν, ἀνθρώπου θέωσιν, δαιμόνων κατάλυσιν, ἁμαρτημάτων λύσιν, ἀναγέννησιν, υἱοθεσίαν καὶ κληρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν. Εὐαγγελισταὶ δὲ εἰσιν, οὐχ οἱ τέσσαρες οὗτοι μόνοι, ἀλλὰ σύμπαντες οἱ ἀπόστολοι, περὶ ὧν κοινῇ προανεφώνησεν Ἡσαΐας· Ὡς ὡραῖοι, λέγων, οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! Ἀλλ᾽ οἱ τέσσαρες μὲν ἰδίως εὐαγγελισταὶ κέκληνται, ὡς ἐγγράφως περὶ πάντων διηγησάμενοι καὶ ἱστορήσαντες· οἱ δ᾽ ἄλλοι πάντες, ὡς ἀγράφως τοῦτο ποιήσαντες. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Γένεσιν ἐνταῦθα τὴν γέννησιν ἐνόησεν ὁ Χρυσόστομος Ἰωάννης.
Ἡ γὰρ γένεσις καθολικὴ λέξις οὖσα, σημαίνει
col. 117–118page 6 of 329
PG 129:117καὶ ταύτην. Τινὲς δὲ φασιν, ὅτι, ἐπειδὴ ὁ Χριστὸς ὑπερφυῶς γεννηθεὶς ἐκ Παρθένου, τὴν κατὰ φύσιν γέννησιν ἐκαινοτόμησε, λοιπὸν καὶ ὁ εὐαγγελιστὴς ἐκαινοτόμησε τὴν κατὰ φύσιν ὄνομα τῆς γεννήσεως, γένεσιν αὐτὴν καλέσας. Τὸ δὲ Ἰησοῦς ὄνομα, Ἑβραϊκὸν μὲν ἐστι, σημαίνει δὲ τὸν Σωτήρα. Αὐτὸς γὰρ σώσει, φησὶ, τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ἵνα δὲ μὴ πλανηθῇς περὶ τὴν ὁμωνυμίαν, Ἰησοῦν ἀκούσας· γέγονε γὰρ καὶ ἄλλος Ἰησοῦς, ὁ τοῦ Ναυῆ· οὐκ εἶπεν Ἰησοῦ μόνον, ἀλλὰ Ἰησοῦ Χριστοῦ, διαστέλλων ἀπ' ἐκείνου τοῦτον. Ἀπορήσειε δ' ἄν τις, ὅτι, καὶ μὴν ἡ βίβλος αὕτη οὐκ ἔστι μόνης τῆς γεννήσεως Ἰησοῦ Χριστοῦ, ἀλλ' ὅλης αὐτοῦ τῆς οἰκονομίας καὶ πολιτείας·
λύομεν δὲ τὴν ἀπορίαν, ὅτι τὸ κεφάλαιον ὅλης τῆς οἰκονομίας καὶ πολιτείας, καὶ ἀρχὴ καὶ ῥίζα τῆς σωτηρίας ἡμῶν ἡ γέννησις ἦν. Τοῦτο γὰρ ἐκπλήξεως γέμει καὶ φρίκης, καὶ ὑπὲρ ἐλπίδα πᾶσαν καὶ προσδοκίαν ἐστὶ, τὸ, γενέσθαι τὸν Θεὸν ἄνθρωπον. Τούτου γὰρ γενομένου, τὰ μετὰ τοῦτο πάντα κατ' ἀκολουθίαν καὶ λόγον ἔπονται. Λοιπὸν οὖν ἀπὸ τοῦ κυριωτέρου μέρους, βίβλον γενέσεως, ὅλον τὸ βιβλίον ἐκάλεσεν. Οὕτω γὰρ καὶ ὁ Μωϋσῆς, βίβλον Γενέσεως οὐρανοῦ καὶ γῆς, τὸ πρῶτον αὐτοῦ βιβλίον ὠνόμασε, καίτοι οὐ περὶ οὐρανοῦ καὶ γῆς μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐν μέσῳ πάντων διαλεχθείς.
[Ἤ, ἐπεὶ ὁ Χριστὸς καὶ ὑπὲρ φύσιν ἐγεννήθη, ὡς ἄνευ σπέρματος, καὶ ὡς ἐκ Παρθένου, καὶ κατὰ φύσιν, ὡς ἐκ γυναικὸς, καὶ ὡς μετὰ θηλῆς· ἄνω μὲν εἶπεν Γενέσεως, τὸ ὑπὲρ φύσιν αἰνιττόμενος· κάτω δὲ, τοῦ Ἰησοῦ Χριστοῦ, φησίν, ἡ γέννησις οὕτως ἦν, τῇ κατὰ φύσιν δηλῶν. Τινὲς δὲ εἶπον γένεσιν Ἰησοῦ, τὴν εἰς τὸν κόσμον παραγωγὴν αὐτοῦ, οἷον πῶς γέγονεν.] Υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. Υἱὸν μὲν τοῦ Δαυΐδ, τὸν Χριστὸν ἐκάλεσεν· υἱὸν δὲ τοῦ Ἀβραάμ, τὸν Δαυΐδ, ἀνάγων τὰς διανοίας τῶν ἀκροατῶν εἰς μνήμην τῶν ἐπαγγελιῶν. Πάλαι γὰρ ὁ Θεὸς ἐπηγγείλατο, καὶ τῷ Ἀβραὰμ καὶ τῷ Δαυΐδ, ἀναστήσειν ἐκ τοῦ σπέρματος αὐτῶν τὸν Χριστόν. Ἐξ Ἰουδαίων γὰρ ὄντες οἱ ἀκροαταί, καθὰ προειρήκαμεν, ἐγνώριζον ταύτας.
Πρῶτον δὲ τὸν Δαυΐδ τέθεικεν, ὅτι ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν, ὡς προφήτης μέγας καὶ ὡς βασιλεὺς ἐνδοξότατος, καὶ ὡς οὐ πάλαι τετελευτηκώς. Ὁ γὰρ Ἀβραὰμ, εἰ καὶ αὐτὸς ἐπίσημος ἦν ὡς πατριάρχης, ἀλλ' οὖν πάλαι θανών, οὐ τοσαύτης μνήμης ἠξίωτο. Εἰ γὰρ καὶ ἀμφοτέροις ἐπηγγείλατο ὁ Θεὸς, ἀλλ' ὅμως ἐκεῖνο μὲν, ὡς παλαιὸν, ἐσιγάτο· τοῦτο δὲ ὡς νεώτερον, ὑπὸ πάντων
col. 119–120page 7 of 329
PG 129:119περιεφέρετο. Διὸ καὶ ἔλεγον· οὐκ ἐκ τοῦ σπέρματος τοῦ Δαυΐδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν ὁ Δαυΐδ, ἔρχεται ὁ Χριστός; Καὶ οὐδεὶς αὐτὸν υἱὸν ᾿Αβραάμ, ἀλλὰ πάντες υἱὸν Δαυΐδ ἐκάλουν. Οὕτω γοῦν ἀπὸ τοῦ γνωριμωτέρου μᾶλλον ἀρξάμενος, ἐπὶ τὸν παλαιότερον ἀνῆλθεν. ᾿Αλλὰ Ματθαῖος μὲν πρὸς τοὺς ἐκ περιτομῆς γράφων, οὐκ ἀνωτέρω τοῦ ᾿Αβραὰμ ἀνήγαγε τὴν γενεαλογίαν, ἀλλ᾽ ἀπὸ τούτου ἀρξάμενος, κατήλθεν ἄχρις αὐτοῦ τοῦ Χριστοῦ, δεικνύων μόνον, ὅτι ἐκ σπέρματος ᾿Αβραὰμ καὶ Δαυΐδ ἐβλάστησε, κατὰ τὰς πρὸς ἐκείνους ἐπαγγελίας. Οὐδὲν γὰρ οὕτως ἀνέπανε τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας, ὡς τὸ μαθεῖν, ὅτι ἐκ σπέρματος ᾿Αβραὰμ καὶ Δαυΐδ ἦν ὁ Χριστὸς, ὡς ἐκεῖθεν αὐτὸν ἀεὶ προσδοκῶντας.
Ὁ δὲ Λουκᾶς, ἅτε, διὰ μέσου τοῦ Θεοφίλου, κοινῇ πᾶσι πιστοῖς διαλεγόμενος, ὁλοτελῆ ποιεῖται τὴν γενεαλογίαν, κάτωθεν ἀπὸ τοῦ Χριστοῦ μᾶλλον ἀρξάμενος, καὶ ἀναβὰς ἄχρι τοῦ Ἀδάμ, ἵνα δείξῃ, πόσαις τε γενεαῖς ἀφειστήκει τοῦ παλαιοῦ ὁ νέος Ἀδάμ, καὶ πόσων γενεῶν ἐξεβασίλευσεν ἡ ἁμαρτία. Ἡ διαφορὰ τοίνυν τῶν ἀποδεδειγμένων πραγμάτων, διαφορὰν ἐποίησε καὶ τῶν ἀποδείξεων. Ὁ μὲν γὰρ Ματθαῖος ἀναγκαίως τοῦ ᾿Αβραὰμ ἐπιμνησθείς, εἰκότως ἀπὸ τούτου κάτεισιν ἐπὶ τὸν γενεαλογούμενον Χριστόν· ὁ δὲ Λουκᾶς, μὴ ἐλθὼν εἰς χρείαν τῆς τοιαύτης μνήμης τοῦ ᾿Αβραάμ, ἀναγκαίως ἀπὸ τοῦ Χριστοῦ ἀρξάμενος, ἀνεπόδισε. Σύνηθες δὲ τοῖς Ἑβραίοις, καὶ τὸ κατὰ ἀναποδισμὸν γενεαλογεῖν. ᾿Αβραὰμ ἀδελφοὺς αὐτοῦ.
Ἔθος ἦν, δι᾽ ἀρσένων ποιεῖσθαι τὰς γενεαλογίας. Ὁ ἀνὴρ γὰρ σπείρει, καὶ οὗτός ἐστιν ἀρχὴ μὲν καὶ ῥίζα τοῦ τέκνου, κεφαλὴ δὲ τῆς γυναικός· ἡ δὲ γυνή, ἐκτρέφουσα, καὶ θάλπουσα, καὶ συναύξουσα τὸ σπέρμα, βοηθὸς δέδοται τῷ ἀνδρί. Τὸν Ἰούδαν δὲ παρέλαβεν ἀπὸ τῶν ἄλλων υἱῶν τοῦ Ἰακώβ, καίτοι μὴ πρωτότοκον ὄντα, ὅτι ἐκ τῆς φυλῆς αὐτοῦ κατήγετο ὁ Χριστός. Ἐπεὶ δὲ ἐν ταῖς γενεαλογίαις, εἷς ἀφ᾽ ἑκάστου διάδοχος ἀεὶ τίθεται, παρατηρητέον, ἔνθα παραλαμβάνονται πλείους, ὅτι οὐ μάτην ἡ τῶν πλειόνων προσθήκη γέγονεν, ἀλλ᾽ αἰτία τίς ἐστιν αὐτῆς. Αὐτίκα γὰρ τῶν ἀδελφῶν ἐμνημόνευσε τοῦ Ἰούδα, διότι ἓν ἔθνος ἐστὶ τὸ Ἰσραηλιτικὸν, εἰς δώδεκα ῥίζας ἀναφερόμενον, αἵτινές εἰσιν οἱ δώδεκα υἱοὶ τοῦ Ἰακώβ.
Καὶ δοκοῦσι καὶ αὐτοὶ πρόγονοι χρηματίζειν τοῦ Χριστοῦ, ὡς τοῦ Ἰσραηλιτικοῦ γένους ὄντες φύλαρχοι, ἐξ οὗ ὁ Χριστὸς διάστησεν.
col. 121–122page 8 of 329
PG 129:121Ὁ Ἰούδας, τέταρτος μὲν ἦν υἱὸς τοῦ Ἰακώβ, ἔλαβε δὲ τὴν Θάμαρ νύμφην εἰς τὸν πρῶτον ἑαυτοῦ υἱὸν Ἠρ· τούτου δὲ τελευτήσαντος ἀπαιδος, ἔζευξεν αὐτὴν τῷ δευτέρῳ Αὐνάν· καὶ τούτου δὲ ὁμοίως ἀποθανόντος, ὑπέσχετο καὶ τὸν τρίτον αὐτῇ συνάψαι Σηλώμ. Φοβηθεὶς δὲ, μὴ καὶ οὗτος εὐθὺς ἀποθάνῃ, τὸν γάμον ὑπερετίθετο. Ἡ δὲ νύμφη, λίαν ἐπιθυμοῦσα σπέρμα λαβεῖν ἀπὸ τοῦ Ἀβραμιαίου γένους, ὡς λαμπροῦ καὶ περιβοήτου, ἐπεὶ τὴν πενθερὸν Ἰούδαν ὑπερτιθέμενον ἔγνω, κατασοφίζεται τοῦτον, καὶ περιθεμένη σχῆμα πόρνης, ἐκάθισε πρὸς ταῖς πύλαις τῆς πόλεως ἐγκαλυψαμένη. Θεασάμενος δὲ ταύτην Ἰούδας καὶ ἀγνοήσας, εἰσῆλθε πρὸς αὐτὴν, ὡς εἰς πόρνην, καὶ συμφθαρείς, ἔγκυον διδύμων τέκνων ἐποίησε.
Παραγενομένων δὲ τῶν ὠδίνων, ἐπεὶ τὸν Φαρὲς καὶ τὸν Ζαρὰ τίκτειν ἔμελλεν, ἐξήνεγκε πρῶτος ὁ Ζαρὰ τὴν χεῖρα· εἶτα ἡ μαία θεασαμένη τοῦτο, καὶ βουληθεῖσα γνώριμον ποιῆσαι τὸν πρωτότοκον, κοκκίνῳ τὴν ἐξενεχθεῖσαν ἔδησε χεῖρα· ὡς δὲ ἐδέθη, συνέστειλεν αὐτὴν τὸ παιδίον· συσταλείσης δὲ, προήλθεν ὁ Φαρές, εἶτα ὁ Ζαρά. Ἡ μὲν οὖν ἱστορία τοιαύτη. Ἦν δὲ εἰκὸς, τὸν Φαρὲς παραλαβεῖν μόνον εἰς γενεαλογίαν, ὡς δι' αὐτοῦ βαδίζοντος τοῦ γένους ἐπὶ τὸν Δαυΐδ· νῦν δὲ καὶ τὸν Ζαρὰ τέθεικεν, ὡς τύπον τοῦ Χριστιανικοῦ λαοῦ. Ὁ γὰρ Φαρὲς τύπος ἦν τοῦ Ἑβραϊκοῦ. Καθάπερ γὰρ ὁ Ζαρά, πρῶτος ἐξενεγκὼν τὴν χεῖρα, συνέστειλε ταύτην, εἶτα ἐξολισθήσαντος τοῦ Φαρές, τότε καὶ αὐτὸς ἐξῆλθεν ὁλοτελῶς·
οὕτω καὶ τῆς εὐαγγελικῆς πολιτείας, μέρος μὲν ἐφάνη ἐν τοῖς χρόνοις τοῦ Ἀβραάμ, εἶτα συσταλέντος, ἦλθεν ἡ νομική, καὶ μετὰ ταύτην ἐξέλαμψεν ἐντελῶς ἡ εὐαγγελική. Ὁρᾷς, ὅτι οὐ μάτην ὁ Ζαρὰ παρείληπται. Λοιπὸν οὖν, οὐδὲ τῆς Θάμαρ ἀκαίρως ἐμνημόνευσεν, οὐδὲ τῶν ἄλλων τριῶν γυναικῶν, μετὰ τοῦτο. Ἀλλ' ἐπεὶ ἡ μὲν Θάμαρ ἀθεμιτόγαμος ἦν, ὡς τῷ πενθερῷ μιγεῖσα, πόρνη δὲ ἡ Ῥαάβ, ἡ δὲ Ῥούθ, ἀλλόφυλος, ἡ δὲ τοῦ Οὐρίου Βηρσαβεέ, μοιχαλίς, ὡς αἱ κατ' αὐτὰς ἱστορίαι διδάσκουσιν· ἤγαγε τὰς τοιαύτας γυναῖκας εἰς μέσον, ἵνα δείξῃ, ὅτι οὐκ ἐπῃσχύνετο ὁ Χριστὸς ἀπὸ τοιούτων προγόνων καταγόμενος, ὧν ὁ μὲν ἐξ ἀθεμιτογαμίας ἦν, ὁ δὲ ἐκ πορνείας, ὁ δὲ ἐξ ἀλλοφύλου μητρὸς, ὁ δὲ ἀπὸ μοιχαλίδος.
Οὐδὲν γὰρ βλάπτει τὸν ἐνάρετον ἡ τῶν προγόνων αὐτοῦ παρανομία. Πᾶς γὰρ ἀπὸ τῶν οἰκείων πράξεων, ἀλλ' οὐκ ἀπὸ τῶν ἀλλοτρίων κρίνεται καἢ
col. 123–124page 9 of 329
PG 129:123φαῦλος. Καὶ γὰρ καὶ διὰ τοῦτο ἦλθεν ὁ Χριστὸς, οὐχ ἵνα φύγῃ τὰ ἡμέτερα ὀνείδη, ἀλλ᾽ ἵνα δέξηται ταῦτα, καὶ ἀνέλῃ διὰ τῶν ἑαυτοῦ ἀρετῶν. Ὣς ἰατρὸς γὰρ, οὐχ ὡς κριτής, παραγέγονε. Μία μὲν οὖν αὕτη αἰτία. Δευτέρα δὲ, ὅτι, ἐπειδὴ Ἰουδαῖοι τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελοῦντες, μέγα ἐπὶ τοῖς προγόνοις ἐκόμπαζον, τὴν εὐγένειαν ἐκείνων ἄνω καὶ κάτω περιφέροντες, καταστέλλει τὸ φύσημα τούτων, δεικνύων, ὅτι κἀκεῖνοι ἐκ παρανόμων γάμων ἐγένοντο. Αὐτίκα γὰρ ὁ πατριάρχης αὐτῶν καὶ ὁμώνυμος Ἰούδας, ἐξ ἀθεμιτογαμίας τὸν πρόγονον αὐτῶν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπεγέννησε. Καὶ ὁ περιβόητος δὲ Δαυΐδ, ἐκ μοιχείας τὸν Σολομῶντα. Καὶ λοιπὸν μάτην ἐπὶ τοῖς προγόνοις μεγαλαυχοῦσιν.
Οἶμαι γὰρ διὰ τὴν αἰτίαν μᾶλλον ταύτην μνημονευθῆναι καὶ τοὺς ἀδελφοὺς τοῦ Ἰούδα. Οἱ τέσσαρες γὰρ αὐτῶν ἀπὸ δουλίδων τῷ Ἰακὼβ ἐγεννήθησαν, καὶ ὅμως οὐκ ἔβλαψεν οὐδένα τούτων ἡ τοῦ γένους διαφορά. Πάντες γὰρ ὁμοίως ἐγένοντο καὶ πατριάρχαι, καὶ φύλαρχοι. Τρίτη δὲ αἰτία, ὅτι αἱ γυναῖκες ἐκεῖναι, τύπος ἦσαν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ὥσπερ γὰρ ἐκείνας, διαφόροις ἁμαρτήμασιν ὑποκειμένας, οἱ δηλωθέντες ἄνδρες ἡγάγοντο· οὕτω καὶ ὁ Χριστὸς τὴν ἀνθρωπίνην φύσιν, διαφόροις ἁμαρτήμασιν ὑποπεσοῦσαν, ἡρμόσατο ἑαυτῷ. Καὶ ὥσπερ τὸ γένος τῶν τοιούτων γυναικῶν οὐκ ἀπηξίωσεν· οὕτως οὐδὲ τὴν τῆς Ἐκκλησίας νύμφευσιν.
Ἅμα δὲ καὶ διδασκόμεθα διὰ τῶν τοιούτων, μὴ ἐπὶ ταῖς τῶν προγόνων ἁμαρτίαις, ἀλλ᾽ ἐπὶ ταῖς οἰκείαις αἰσχύνεσθαι, μηδὲ μέγα φρονεῖν ἐπὶ προγόνοις, ἀλλ᾽ οἰκείας ἐπιμελεῖσθαι ἀρετῆς· μηδὲ φαυλίζειν τοὺς ἀπὸ διαβεβλημένων γάμων ἐναρέτους γεγενημένους, μηδὲ παρωθεῖσθαι τοὺς ἐκ διαφόρων ἁμαρτημάτων τῇ πίστει προσερχομένους. Φαρὲς — Βαβυλῶνος. Ἡ μὲν τετάρτη βίβλος τῶν Βασιλειῶν καὶ ἡ δευτέρα τῶν Παραλειπομένων τρεῖς υἱοὺς ἱστοροῦσι τοῦ Ἰωσίου, τὸν Ἰωάχαζ καὶ τὸν Ἰωακεὶμ, ὃς καὶ Ἐλιακεὶμ ἐκαλεῖτο, καὶ τὸν Σεδεκίαν, ὃς καὶ Ματθανίας ἐλέγετο, ἑνὸς δὲ τούτων, τοῦ Ἰωακεὶμ ἀπογεννηθῆναι τὸν Ἰεχονίαν· ἡ δὲ τοῦ Ἔσρα βίβλος, τὸν Ἰεχονίαν, υἱὸν εἶναι τοῦ Ἰωσίου φησίν, ὥσπερ καὶ ὁ παρὼν εὐαγγελιστής.
Τί οὖν ἐροῦμεν; Ὅτι ὃν ἐκεῖναι εἶπον Ἰωάχαζ, τοῦτον αὕτη φησὶν Ἰεχονίαν. Διώνυμος γὰρ ἦν, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Καὶ γὰρ, ἅπερ ἔφασαν ἐκεῖναι παράσημα τοῦ Ἰωάχαζ, ταῦτα εἴρηκεν ἀπαραλλάκτως ἡ τοῦ Ἔσρα βίβλος πάντα ἐπὶ τῷ Ἰεχονίᾳ, ὅτι τε μητέρα εἶχε τὴν Ἀμιτὰδ θυγατέρα Ἱερεμίου, καὶ ὅτι εἴκοσι καὶ τριῶν ἐτῶν ἐβασίλευσε, καὶ ὅτι
col. 125–126page 10 of 329
PG 129:125τρεῖς μόνους μῆνας βασιλεύσας ἐξεβλήθη παρὰ τοῦ Φαραώ, βασιλέως Αἰγύπτου, καὶ κατήχθη δοῦλος εἰς Αἴγυπτον. Ὥστε λοιπὸν ἕτερος Ἰεχονίας ἦν, ὁ υἱὸς Ἰωακεὶμ, οὔτινος οὐδὲ ἀδελφοὺς οὐδεμία βίβλος ἀνέγραψεν. Εἰκός δὲ, μετὰ τὸ κατατροπωθῆναι τοὺς Αἰγυπτίους ὑπὸ Ναβουχοδονόσορ, βασιλέως Βαβυλῶνος, μετενεχθῆναι καὶ τὸν Ἰεχονίαν, εἰς Βαβυλῶνα, καὶ ἐν ταύτῃ γεννῆσαι τὸν Σαλαθιήλ. Ἰωσίας δὲ, φησιν, ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Καὶ μὴν πρὸ τῆς εἰς Βαβυλῶνα μετοικεσίας τῶν Ἰουδαίων, τούτους ὁ Ἰωσίας ἐγέννησε. Λοιπὸν οὖν τό, Ἐπὶ τῆς μετοικεσίας, ἀντὶ τοῦ, Πλησίον τοῦ καιροῦ τῆς μετοικεσίας.
Ἐμνημόνευσε δὲ καὶ τῶν ἀδελφῶν αὐτοῦ, διότι καὶ αὐτοὶ πάντες ἀμοιβαδὸν ἐβασίλευσαν, καὶ μετωκίσθησαν καὶ οὗτοι ὑπὸ Ναβουχοδονόσορ αἰχμάλωτοι εἰς Βαβυλῶνα. Τί δέ δήποτε κατὰ τὴν μέσην ταύτην μερίδα τρεῖς παρέλιπε βασιλεῖς, τόν τε τοῦ Ἰωρὰμ υἱόν, Ὀχοζίαν, καὶ τὸν τοῦ Ὀχοζίου υἱόν, Ἰωάς, καὶ τὸν τοῦ Ἰωὰς υἱὸν Ἀμεσίαν; Ἀμεσίας γὰρ ἐγέννησε τὸν Ἀζαρίαν, κατὰ τὴν τετάρτην τῶν Βασιλειῶν βίβλον, ὃν Ὀζίαν ἡ δευτέρα τῶν Παραλειπομένων ὠνόμασε· διώνυμος γὰρ ἦν. Πῶς οὖν ὁ Ματθαῖος φησιν, ὅτι Ἰωρὰμ ἐγέννησε τὸν Ὀζίαν; ἀλλ᾽ ὅτι μὲν Ἰωρὰμ ἐγέννησε τὸν Ὀζίαν, ὡς ἀπόγονον αὐτοῦ, δῆλον· διὰ τίνα δὲ λόγον οἱ τρεῖς παρείθησαν, ὡς εἴρηται, βασιλεῖς, οὐδείς πω μέχρι καὶ νῦν εἶπε.
Πάνυ γὰρ ἄπορος ὁ λόγος τοῖσγε κατὰ τὰς ἡμετέρας γενεάς, ὅτι μηδὲ τῶν πρὸ ἡμῶν τις ἔλυσε τὸ ζητούμενον. Μετὰ δὲ ὁ λεγόμενος Χριστός. Καταντήσας εἰς τὸν Ἰωσήφ, οὐκ ἔστησε μέχρι τούτου τὸν λόγον, ἀλλὰ προσέθηκεν, ὅτι τὸν ἄνδρα Μαρίας, διδάσκων, ὅτι διὰ ταύτην αὐτὸν ἐγενεαλόγησεν. Ἐπεὶ γὰρ οὐκ ἦν ἔθος γενεαλογεῖσθαι γυναῖκας, ἐσπούδασεν, ἵνα καὶ τὸ ἔθος φυλάξῃ, καὶ τρόπον ἕτερον ἀποδείξῃ τὸν Χριστὸν ἐκ γένους τοῦ Ἀβραὰμ καὶ τοῦ Δαυῒδ καταγόμενον. Διὸ καὶ γενεαλογήσας τὸν μνηστήρα τῆς Θεομήτορος, διὰ τούτου τὸ σπουδαζόμενον ἀπέδειξεν. Ἐπεὶ γὰρ ὁ Ἰωσὴφ ἐκ τοῦ γένους ἐκείνων ἀπεδείχθη, πρόδηλον, ὅτι ἐκεῖθεν καὶ ἡ Θεοτόκος κατήγετο.
Οὐ γὰρ ἐξῆν ἑτέρωθεν ἄγεσθαι μνηστήν, ἀλλ᾽ ἢ ἐκ τῆς ἑαυτοῦ φυλῆς, καὶ τῆς αὐτῆς πατριᾶς, εἴτουν συγγενείας. Ἄνδρα δὲ αὐτῆς εἶπε τὸν Ἰωσήφ, ὡς μνηστήρα. Καὶ γὰρ καὶ γυναῖκα ταύτην αὐτοῦ
col. 127–128page 11 of 329
PG 129:127καλεῖ προϊών, ὡς μνηστήν. Οὕτω γὰρ ἦν ἔθος καλεῖσθαι, καὶ πρὸ τῆς συναφείας. Πᾶσαι οὖν — δεκατέσσαρες. Εἰς τρεῖς μερίδας διεῖλε τὰς γενεὰς ἁπάσας· εἰκότως. Τρεῖς γὰρ πολιτείαι τούτων ἐγένοντο. Ἀπὸ μὲν γὰρ Ἀβραὰμ ἕως Δαυΐδ, μετὰ Μωϋσέα καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ὑπὸ τῶν κριτῶν ἡγεμονεύοντο· ἀπὸ δὲ τοῦ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, ὑπὸ βασιλέων ἰθύνοντο· ἀπὸ δὲ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, ὑπὸ ἀρχιερέων ἐκυβερνῶντο. Ἐλθόντος δὲ τοῦ Χριστοῦ, τοῦ ἀληθοῦς Κριτοῦ καὶ Βασιλέως, καὶ Ἀρχιερέως, ἐπαύθησαν αἱ δηλωθεῖσαι πολιτείαι. Ἄξιον δὲ ζητῆσαι, πῶς ἐν τῇ τρίτῃ μερίδι δώδεκα πρόσωπα θείς, δεκατέσσαρας ταύτας γενεὰς ἐκάλεσε.
Διότι καὶ τὸν χρόνον τῆς μετοικεσίας ἐν τάξει τέθεικε γενεᾶς, καὶ αὐτὸν τὸν Χριστὸν, ὡς ὁ μέγας φησὶ Χρυσόστομος. Τοῦ δὲ Ἰησοῦ — οὕτως ἦν. Οὕτως ὡς εἰπεῖν μέλλει, ἤγουν ἀπόκειται. Μνηστευθείσης — ἐκ Πνεύματος ἁγίου. Πρὸ τοῦ συνελθεῖν αὐτοὺς εἰς συνάφειαν. Οὐκ εἶπε δὲ, ὅτι Πρὸ τοῦ ἐλθεῖν αὐτὴν εἰς τὴν οἰκίαν αὐτοῦ· ἔνδον γὰρ ἦν. Ἔθος γὰρ τοῖς πολλοῖς, παρ' ἑαυτοῖς ἔχειν τὰς μνηστάς, δι' ἀσφάλειαν. Εὑρέθη δὲ, ἀντὶ τοῦ, Ἐφάνη. Εὑρέθη δὲ εἶπε, διὰ τὸ ἀπροσδόκητον. Ἐπεὶ δὲ εἴρηκεν, ὅτι εὑρέθη ἐν γαστρὶ ἔχουσα, ἵνα μὴ θροηθῇ τις, ἀκούσας τοῦτο μόνον, ἐθεράπευσε τὸν λόγον, προσθείς, ὅτι Ἐκ Πνεύματος ἁγίου. Καὶ τίνος ἕνεκεν οὐ γέγονεν ἔγκυος πρὸ τῆς μνηστείας;
ἵνα μὴ ἀποθάνῃ, ὡς ὑποπτευθεῖσα διαφθαρῆναι. Τίνα γὰρ ἂν ἔπεισεν, ὅτι οὐχ ὡμίλησεν ἀνδρί; Διὰ τοῦτο τοίνυν μετὰ τὴν μνηστείαν, καὶ ἔνδον τῆς οἰκίας αὐτοῦ, ἐγκυμονεῖ, ἵνα νομισθῇ συλλαβεῖν ἐξ αὐτοῦ, καὶ οὕτω διαδράσῃ τὸν κίνδυνον, καὶ ἵνα σχῇ τοῦτον χορηγόν τε τῶν ἀναγκαίων καὶ κηδεμόνα, καὶ μάλιστα παρὰ τὸν καιρὸν τῆς εἰς Αἴγυπτον φυγῆς. Σὺ δὲ μὴ ζητήσῃς, πῶς συνέλαβε, μηδὲ περιεργάσῃ, πῶς διεπλάσθη τὸ ἔμβρυον. Τοῦτο γὰρ οὔτε ὁ εὐαγγελιστὴς ἐδίδαξεν, οὔτε πρὸ αὐτοῦ ὁ ἄγγελος, ὁ εὐαγγελισάμενος τῇ Θεοτόκῳ τὴν σύλληψιν. Ἠγνόησαν γὰρ τοῦτο καὶ αὐτοί, διὰ τὸ εἶναι πᾶσιν ἀκατάληπτον, καὶ μόνῃ τῇ μακαρίᾳ Τριάδι γνώριμον.
Τοῦτο δὲ γίνωσκε μόνον, ὅτι σεσάρκωται ὁ Υἱὸς, εὐδοκίᾳ τοῦ Πατρός, καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος. Ἰωσὴφ — ἀπολῦσαι αὐτήν. Δίκαιος λέγεται μέν, καὶ ὁ μισῶν τὴν πλεονεξίαν, λέγεται δὲ, καὶ ὁ καθόλου ἐνάρετος, ὥσπερ καὶ νῦν ὁ Ἰωσήφ, δίκαιος
col. 129–130page 12 of 329
PG 129:129εἶναι μαρτυρηθείς, διά τε τὰς ἄλλας αὐτοῦ ἀρετὰς, καὶ διὰ τὴν πραότητα καὶ ἀγαθωσύνην. Παραδειγματίσαι δὲ ἐλέγετο, ὅταν ἀνὴρ παρὰ τὸ συνέδριον ἦγε τὴν ὑποπτευομένην, καὶ κατηγόρει ταύτης, καὶ οὕτως αὐτὴν φανερῶς ἀπέλυεν ἀπὸ τῆς οἰκίας αὐτοῦ, ὅπερ μὴ θέλων ποιῆσαι ὁ Ἰωσήφ, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν, ἵνα καὶ αὐτὸς ἀνεύθυνος ἀπὸ τοῦ νόμου μείνῃ, τοῦ κελεύοντος, ἀπολύειν τὰς κυούσας ἑτέρωθεν, κἀκείνην ἀπαθῆ κακῶν συντηρήσῃ, μὴ δημοσιεύσας τὸ γεγονός. Ταῦτα δὲ — ἐφάνη αὐτῷ. Ὅρα πραότητος ὑπερβολήν· οὐ μόνον γὰρ οὐκ ἐξεῖπεν ἑτέρῳ περὶ τοῦ πράγματος, ἀλλ' οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ, ἀλλὰ καθ' ἑαυτὸν ἐνεθυμήθη, λάθρα ἀπολῦσαι αὐτήν.
Καὶ διατί μὴ, πρὸ τοῦ ἐξογκωθῆναι τὴν γαστέρα αὐτῆς, ὁ ἄγγελος εἶπε τῷ Ἰωσὴφ τὰ περὶ τῆς ἀσπόρου συλλήψεως; Διότι ἔμελλεν ἀπιστεῖσθαι, διὰ τὸ παράδοξον. Λοιπὸν οὖν, ἐρωτωμένου τοῦ πράγματος, μηνύει, καὶ πείθει ῥᾴδιον. Καὶ διατί μὴ ἡ Παρθένος τῷ Ἰωσὴφ ἀνήγγειλε, προδιδαχθεῖσα ταῦτα παρὰ τοῦ Γαβριήλ; Διότι ἐγίνωσκεν, ὡς οὐ πιστευθήσεται, μᾶλλον μὲν οὖν καὶ παροξυνεῖ, ὡς ἐπιχειροῦσα συσκιάζειν τὸ πεπλημμελημένον. Καὶ διατί μὴ καὶ τῇ Παρθένῳ, μετὰ τὸν ὄγκον τῆς γαστρός, ἐμήνυσεν ὁ ἄγγελος τὴν ἐκ Πνεύματος ἁγίου σύλληψιν; Διότι, εἰ μὴ προμεμάθηκε τοῦτο, ἔμελλεν ἐν θορύβῳ εἶναι καὶ ταραχῇ, καὶ ἐπὶ βρόχον ἐλθεῖν εὖ εἰδυῖα, ὡς οὐκ ἄν ποτε πείσῃ τινά, λέγουσα, μὴ ὁμιλῆσαι ἀνδρί.
Διὰ τοῦτο, τῇ μὲν Παρθένῳ, πρὸ τῆς συλλήψεως, ὁ ἄγγελος διαλέγεται· τῷ δὲ Ἰωσήφ, ἐν τῷ καιρῷ τῶν ὠδίνων. Καὶ ὁ μὲν Ματθαῖος περὶ τοῦ ἀγγέλου τοῦ ἐπιστάντος τῷ Ἰωσὴφ ἀνέγραψεν· ὁ δὲ Λουκᾶς περὶ τοῦ εὐαγγελισαμένου τῇ Παρθένῳ τὴν θείαν σύλληψιν. Ἀμφότερα γάρ γεγόνασι. Καὶ διατί κατ' ὄναρ αὐτῷ φαίνεται ὁ ἄγγελος, καὶ μὴ φανερῶς, ὥσπερ καὶ τῇ Παρθένῳ; Διότι ἡ μὲν Παρθένος ἔχρῃζε φανερᾶς ὄψεως, διὰ τὸ παράδοξον τοῦ μηνύματος· ὁ δὲ Ἰωσήφ, βλέπων μὲν καὶ τὸν ὄγκον τῆς γαστρός, γινώσκων δὲ καὶ τὸν βίον τῆς Παρθένου καθαρόν τε καὶ ἀνεπίληπτον, εὐχερέστερον ἔμελλε πιστεύειν. Ἄλλως τε δέ, καὶ ὡς εὖ εἰδὼς διακρίνειν ὀνείρους, ἐν ὀνείρῳ βλέπει τὸν ἄγγελον. Λέγων γυναῖκά σου.
Υἱὸν Δαυὶδ αὐτὸν ἐκάλεσσεν, ἀνάγων τὴν διάνοιαν αὐτοῦ ἐπὶ τὸν Δαυΐδ, ἀφ' οὗ προσεδόκων Ἰουδαῖοι τὸν Χριστὸν ἔσεσθαι. Εἰπὼν δὲ, Μὴ φοβηθῇς, ἀνεκάλυψεν αὐτῷ τὸ τῆς καρδίας αὐτοῦ μυστήριον. Ἐφοβεῖτο γὰρ κατέχειν τὴν Θεοτόκον, μὴ προσκρούσῃ τῷ Θεῷ, μοιχαλίδα κατέχων παρὰ τὸν νόμον. Τί δέ ἐστι τὸ, παραλαβεῖν; Ἔνδον κατέχειν παρ' ἑαυτῷ, λαβεῖν αὖθις. Ἤδη γὰρ αὐτῷ κατὰ διάνοιαν ἀπολέλυτο. Παραλαβεῖν δὲ οὐκ εἰς γάμον, ἀλλ' εἰς φυλακήν. Τὴν γυναῖκά σου δὲ εἶπε, κἀντεῦθεν πληροφορῶν αὐτὸν, ὅτι οὐχ ὡμίλησεν ἀνδρί. Τὸ γὰρ ἐκ Πνεύματός ἐστιν ἁγίου. Τὸ ἐν
col. 131–132page 13 of 329
PG 129:131αὐτῇ διαπλασθέν. Γεννηθὲν γὰρ εἶπεν, ἵνα μάθωμεν, ὅτι οὐ κατὰ μικρὸν ἐμορφώθη, νόμῳ σπέρματος, ἀλλ' εὐθὺς, ὅσον εἰς μόρφωσιν, τέλειον διεπλάσθη. Ὅρα δὲ, πῶς πρότερον ἀνέμνησεν αὐτὸν τῆς ἐκ Δαυὶδ προσδοκίας, ἔπειτα ἐξεκάλυψεν αὐτῷ τὸν ἀπόῤῥητον φόβον τῆς καρδίας, καὶ ὃ ἐξουλήθη, εἶτα ἐδίδαξεν, ὅτι καθαρῶς μνηστή ἐστιν αὐτοῦ, καὶ τότε τὸ κεφάλαιον ἐπήνεγκεν, ὅτι ἐκ Πνεύματός ἐστιν ἁγίου, ἵνα εὐπαράδεκτον οὕτω γένηται. [Τὸ Ἐκ τινος, ἢ γεννητικῶς κατὰ τό· Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον· ἢ δημιουργικῶς, κατὰ τό· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· ἢ φυσικῶς, ὡς ἡ ἐνέργεια ἐκ τοῦ ἐνεργοῦντος. Τὸ τοίνυν ἐν τῇ Παρθένῳ γεννηθέν, οὔτε γεννητικῶς ἐκ τοῦ ἁγίου Πνεύματος· ὅτι τὸ γεννηθὲν σάρξ· οὔτε φυσικῶς·
ὅτι τὸ Πνεῦμα ἀσώματον. Λειπόμενον οὖν ἐστιν, ἐξ αὐτοῦ εἶναι, ὡς δημιούργημα καὶ κτίσμα αὐτοῦ.] Τέξεται — ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Σὺ τοῦτον καλέσεις Ἰησοῦν, ὡς νόμῳ πατὴρ, εἰ καὶ μὴ φύσει, καὶ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτὸν, εἰ καὶ μὴ σόν ἐστι γέννημα. Διὰ τοῦτο γὰρ τὸ μὲν ὄνομα αὐτὸς ἄνωθεν ἐκόμισα, σὺ δὲ τοῦτο ἐπιθήσεις αὐτῷ. Ἐπεὶ δὲ τὸ Ἰησοῦς ὄνομα, Σωτῆρα σημαίνει, δείκνυσιν, ὅτι δικαίως οὕτω κληθήσεται. Αὐτὸς γὰρ σώσει, φησί, τὸν λαὸν αὐτοῦ, οὐκ ἀπὸ πολεμίων αἰσθητῶν, ἀλλ' ὅ πολλῷ μεῖζον ἦν, ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ὅπερ οὐδεὶς ἀνθρώπων ποτὲ πεποίηκεν· ὡς εἶναι κἀντεῦθεν γνώριμον, ὅτι θεός ἐστιν ὁ τικτόμενος.
Λαὸν δὲ αὐτοῦ φησι, κατὰ μὲν τὴν πρόχειρον γνῶσιν, τοὺς Ἰουδαίους, ἐξ ὧν ἀνεβλάστησε· κατὰ δὲ τὴν βαθυτέραν, πάντας τοὺς αὐτῷ πιστεύσοντας, καὶ βασιλέα τοῦτον ἑαυτοῖς ἐπιγραφομένους. Τοῦτο δὲ—προφήτου. Ὁ ἄγγελος καὶ τοῦτό φησι. Τοῦτο δὲ ὅλον, τὸ τηλικοῦτον, φημὶ δὴ τὸ ἐγκυμονῆσαι τὴν Παρθένον ἐκ Πνεύματος ἁγίου. Εἶτα παράγει μαρτυρίαν, διὰ τοῦ προφήτου μὲν Ἡσαΐου ῥηθεῖσαν, οὐκ αὐτοῦ δὲ οὖσαν, ἀλλὰ τοῦ Θεοῦ· Τὸ ῥηθὲν γὰρ, φησὶν, ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου. Λέγοντος — ἐν γαστρὶ ἕξει. Ἐνταῦθα κακουργοῦσιν Ἰουδαῖοι, προβαλλόμενοί τινας ἑρμηνευτάς, γράψαντας· Ἰδοὺ ἡ νεάνις.
Πρὸς οὓς φαμεν, ὅτι μᾶλλον τῶν ἄλλων ἁπάντων ἑρμηνευτῶν τὸ ἀξιοπιστότερον οἱ Ἑβδομήκοντα ἔχουσιν, οὐ μόνον διὰ τὸ πλῆθος καὶ τὴν συμφωνίαν, ἀλλὰ καὶ διὰ τὸν χρόνον. Οὗτοι μὲν γὰρ πρὸ ἑκατὸν ἢ καὶ πλειόνων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας ἑρμηνεύσαντες, πάσης εἰσὶν ὑποψίας ἀπηλλαγμένοι· οἱ δὲ γράψαντες τὸ, Ἰδοὺ ἡ νεάνις, μετὰ τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ ἑρμηνεύσαντες, ἀπεχθείᾳ μᾶλλον, ὡς
col. 133–134page 14 of 329
PG 129:133Ἑβραῖοι, συνεσκίασαν τὴν ἀλήθειαν. Ἄλλως τε δέ, καὶ τὸ τῆς νεανιότητος ὄνομα ἐπὶ τῆς παρθενίας ἡ Γραφὴ τίθησι. Καὶ γὰρ περὶ κόρης ἐπιβουλευομένης διαλεγομένη, φησίν, ἐὰν φωνήσῃ ἡ νεάνις, τοῦτ᾽ ἐστιν, ἡ παρθένος. Εἰ δὲ κατ᾿ αὐτοὺς νεάνις, ἡ γεγαμημένη ἐστί, τί καινὸν, τὸ τὴν γεγαμημένην ἐγκυμονῆσαι καὶ τεκεῖν; Ὁ γὰρ προφήτης πρῶτον εἶπεν· Ἰδοὺ δώσει Κύριος ὑμῖν σημεῖον. Εἶτα ἐπήγαγεν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Σημεῖον δέ ἐστι, τὸ ὑπὲρ τὴν φύσιν, ἀλλ᾽ οὐ τὸ κατὰ φύσιν. Καὶ τέξεται – μεθ᾽ ἡμῶν ὁ Θεός. Καλέσουσι, τίνες; Ὅσοι δηλαδὴ πιστεύσουσιν εἰς αὐτόν. Καὶ μὴν οὐδεὶς αὐτὸν Ἐμμανουὴλ ὠνόμασεν. Ὀνομαστὶ μέν, οὐδείς· πραγματικῶς δέ, πάντες.
Οἱ γὰρ πιστεύοντες, ὅτι ὁ διαλεγόμενος αὐτοῖς, οὗτός ἐστι Θεός, ἀφ᾽ ὧν οὕτως ἐπίστευον, συνωμολόγουν, ὅτι Μεθ᾽ ἡμῶν ὁ Θεὸς, εἴτουν συναναστρέφεται ἡμῖν, ὡς ἄνθρωπος. Τοῦτο δέ ἐστι τὸ Ἐμμανουήλ. Ἔθος δὲ, καὶ ἑτέρως πολλάκις τοῖς προφήταις κλήσεις ὀνομάζειν, τὰς ἀποβησομένας πράξεις. Καὶ γὰρ τουτὶ τὸ παιδίον ἐν ἄλλοις ὁ προφήτης ἐπιτρέπεται καλέσαι, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον· οὐχ ὡς οὕτω κληθέντος ὀνομαστί, ἀλλ᾽ ὡς αὐτίκα τὸν διάβολον κατατροπωσαμένου καὶ σκυλεύσαντος, οὓς εἶχεν ἐκεῖνος αἰχμαλώτους, καὶ προνομεύσαντος, εἴτουν, διαρπάσαντος τὰ σκεύη τὰ τὴν πονηρίαν αὐτοῦ δεξάμενα, φημὶ δή, τελώνας, καὶ πόρνας, καὶ λῃστὰς, καὶ τοὺς ἐξ ἐθνῶν· καὶ πολλὰ τοιαῦτα εὑρήσομεν.
Διεγερθεὶς παρέλαβε τὴν γυναῖκα αὐτοῦ. Διατί τῷ ἐνυπνίῳ ῥᾳδίως ἐπίστευσε περὶ τηλικούτου πράγματος; Διότι ὁ φανεὶς ἄγγελος ἀνεκάλυψεν αὐτῷ τὸ τῆς καρδίας αὐτοῦ ἐνθύμημα. Συνῆκε γάρ, ὅτι ὄντως παρὰ Θεοῦ ἧκεν ὁ φανείς. Μόνος γὰρ ὁ Θεὸς οἶδε τὰ τῶν καρδιῶν ἐνθυμήματα. Ἐπεὶ δὲ ἀνέμνησεν αὐτὸν καὶ τῆς Ἠσαίου προφητείας, ἔτι μᾶλλον εἰς πληροφορίαν ἐβεβαιώθη. Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν πρωτότοκον.
Τό, ἕως, ἐνταῦθα τέθεικεν, οὐχ ἵνα ὑποπτεύσῃς, ὅτι μετὰ ταῦτα ἔγνω αὐτήν, ἀλλ᾽ ἐπεὶ ἐκ πορνείας γεγεννῆσθαι τὸν Χριστὸν ἐφλυάρουν Ἰουδαῖοι, πρὸς τὴν βλάσφημον ὑπόληψιν αὐτῶν ἱστάμενος ὁ εὐαγγελιστής, περὶ μόνου τοῦ μέχρι τῆς αὐτοῦ γεννήσεως ἐπληροφόρησε χρόνου, τὸ δὲ μετὰ ταῦτα, σοὶ κατέλιπε συλλογίζεσθαι. Πῶς γὰρ ἂν ἐπεχείρησεν, ἢ καὶ ὅλως ἐνεθυμήθη γνῶναι τὴν συλλαβοῦσαν ἐκ Πνεύματος ἁγίου, καὶ τοιοῦτον δοχεῖον γεγενημένην; Γνῶσιν δέ, ἐνταῦθα τὴν συνάφειαν εὐφήμως ἐκάλεσεν. Ἀλλὰ καὶ ἰδίωμά ἐστι τῆς Γραφῆς, τὸ τὴν λέξιν πολλάκις, τὴν ἕως, μὴ ἐπὶ περιωρισμένου τιθέναι χρόνου· ὡς τὸ ἐπὶ τῆς κιβωτοῦ· Καὶ οὐκ ἐπέστρεψεν ὁ κόραξ, ἕως οὗ ἐξηράνθη ἡ γῆ. Οὔτε γὰρ μετὰ ταῦτα ἐπέστρεψε. Καὶ αὖθις·
Κάθου ἐκ δε
col. 135–136page 15 of 329
PG 129:135ξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καίτοι, καὶ μετὰ τὴν ὑποταγήν τῶν ἐχθρῶν, ὁμοίως ἐκ δεξιῶν αὐτοῦ καθεδεῖται. Καὶ πολλὰ τοιαῦτα πολλαχοῦ κείμενα. Πρωτότοκον δὲ, λέγει νῦν, οὐ τὸν πρῶτον ἐν ἀδελφοῖς, ἀλλὰ τὸν καὶ πρῶτον, καὶ μόνον. Ἔστι γάρ τι καὶ τοιοῦτον εἶδος ἐν ταῖς σημασίαις τοῦ πρωτοτόκου. Καὶ γάρ πρῶτον ἐστιν, ὅτε τὸν μόνον ἡ Γραφὴ καλεῖ· ὡς τό· Ἐγώ εἰμι Θεὸς πρῶτος, καὶ μετ᾽ ἐμὲ οὐκ ἔστιν ἕτερος. [Τέσσερα δὲ παρὰ τῇ θείᾳ Γραφῇ τοῦ πρωτοτόκου τὰ σημαινόμενα. Δηλοῖ γὰρ τὸν πρῶτον τεχθέντα ἐν ἀδελφοῖς, ὡς ὁ Ρουβεὶμ λέγεται πρωτότοκος ἐν υἱοῖς Ἰακώβ. Ἔτι δὲ καὶ τὸν πρῶτον καὶ μόνον τεχθέντα, ὡς ἐπὶ τοῦ προκειμένου ῥητοῦ.
Πρὸς δὲ τούτοις, καὶ τὸν ἐξαίρετον καὶ τίμιον· ὡς τό· Καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἐπὶ πᾶσι δὲ, καὶ τὸν ἁπλῶς προόντα, ὡς τό· Πρωτότοκος πάσης κτίσεως, τουτέστι, πρὸ πάσης κτίσεως ών.] Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Ἐκάλεσεν αὐτὸ ὁ Ἰωσήφ, ὡς ἐδιδάχθη παρὰ τοῦ ἀγγέλου. ΚΕΦ. Α΄. Περὶ τῶν Μάγων. Β΄. Τοῦ δὲ Ἰησοῦ γεννηθέντος — Ἱεροσόλυμα. Τίνος ἕνεκεν, καὶ τὸν τόπον λέγει, καὶ τὸν χρόνον, καὶ τὸ τοῦ Ἡρώδου ἀξίωμα; Τὸν μὲν τόπον, ἵνα δείξῃ, ὅτι πεπλήρωται ἡ τοῦ Μιχαίου προφητεία, εἰρηκότος· Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
Τὸν δὲ χρόνον, ἵνα διδάξῃ, ὅτι ὁμοίως ἐπληρώθη καὶ ἡ προφητεία τοῦ Ἰακώβ, εἰπόντος· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται. Τοῦ Χριστοῦ γὰρ γεννηθῆναι μέλλοντος, ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ λοιπὸν ἦρξε τῶν Ἰουδαίων Ἡρώδης ὁ Ἰδουμαῖος, ἀλλόφυλος. Τὸ δὲ ἀξίωμα τοῦ Ἡρώδου, διότι καὶ ἕτερος γέγονεν Ἡρώδης ὁ τετράρχης, ὁ τὸν Πρόδρομον ἀνελών. Οὗτοι δὲ οἱ Μάγοι, Πέρσαι ἦσαν. Οἱ Πέρσαι γὰρ μάλιστα τῶν ἄλλων ἤσκουν τὰ μαγικά. Ὅρα δέ, ὅπως ἐκ προοιμίων ἀνοίγεται τοῖς ἔθνεσι θύρα πίστεως, εἰς αἰσχύνην τῶν Ἰουδαίων.
Ἐπεὶ γὰρ τῶν προφητῶν ἀκούοντες, προαναφωνούντων τὴν Χριστοῦ παρουσίαν, οὐ σφόδρα προσεῖχον, ᾠκονομήθη, Βαρβάρους ἐλθεῖν, καὶ τούτους Μάγους, καὶ ἐκ χώρας μακρᾶς, καὶ διδάξαι αὐτούς, ἃ παρὰ τῶν προφητῶν μαθεῖν οὐκ ἠνέσχοντο, ἵνα, εἰ φιλονεικήσουσιν ἔτι, πάσης ἀπολογίας ὦσιν ἐστερημένοι. Τί γὰρ ἂν καὶ δύναιντο λέγειν, ὅταν Μάγοι μὲν ἀπὸ ὄψεως
col. 137–138page 16 of 329
PG 129:137ἑνὸς ἀστέρος πιστεύσωσιν, αὐτοὶ δὲ μηδὲ τοῖς τοσούτοις προφήταις ἀνέχονται πιστεύειν Λέγοντες προσκυνῆσαι αὐτῷ. Καὶ πόθεν ἔγνωσαν, ὅτι ὁ ἀστὴρ ἐκεῖνος βασιλέως Ἰουδαίων ἐδήλου γέννησιν; Ἐκ τοῦ γένους τοῦ ἀστρολόγου Βαλαάμ καταγόμενοι, καὶ τὴν ἐκείνου μετιόντες ἐπιστήμην, εὕρισκον αὐτὸν προειρηκότα, ὅτι Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ λοιπὸν ἀπὸ τῆς τοιαύτης προφητείας ἐγίνωσκον, ὅτι βλαστῆσαι μέλλει ἐξ Ἰουδαίων βασιλεύς, δίκην ἀστέρος ὑψηλὸς καὶ λαμπρότατος. Καὶ λοιπὸν ἔκτοτε παρετήρουν τοὺς ἀστέρας·
τηνικαῦτα δὲ τὸν ἀσυνήθη τοῦτον καὶ καινοφανῆ θεασάμενοι, μηδὲν μελλήσαντες ἦλθον προσκυνῆσαι τῷ γεννηθέντι, θέλοντες ἐκ πρώτης ἡλικίας αὐτῷ φιλίαν καταβαλέσθαι, καὶ ἵνα γνόντες, τίς τε εἴη, καὶ ἐν ποίᾳ πόλει γεγέννηται, αὐξάνοντι φίλῳ χρήσωνται. Ἀλλὰ μέχρι μὲν Παλαιστίνης ὑπὸ τοῦ ἀστέρος ὡδηγοῦντο· τοῖς Ἱεροσολύμοις δὲ πλησιάσαντες, οὐκέτι τοῦτο εἶδον. Τοῦτο δὲ γέγονεν, ἵνα τὸν ὁδηγὸν ἀπολέσαντες, ἀναγκασθῶσιν ἐρωτῆσαι, καὶ οὕτω γένηται κατάδηλον Ἰουδαίοις, ὅτι γεγέννηται ὁ Χριστὸς, ὡς μὴ δυνασθαι αὐτοὺς ἐς ὕστερον λέγειν, ὅτι οὐκ οἴδαμεν, εἰ γεγέννηται. Ἐμήνυσε δὲ τὸν Χριστὸν ἀστὴρ, ἵνα καὶ ἡ τοῦ Βαλαὰμ προφητεία πληρωθῇ.
Ἐπεὶ γὰρ οἱ προφῆται, τοῖς Ἰουδαίοις περὶ τοῦ Χριστοῦ προμηνύοντες, οὐκ ἔμελλον πείθειν, λοιπὸν τοῖς ἔθνεσιν ἀστὴρ μηνύει τὸν ἥλιον τῆς δικαιοσύνης, ἐκ τῆς γῆς ἀνατέλλοντα. Οὔτε γὰρ προφήτην, οὔτε ἄγγελον ᾔδεισαν, ἵνα δι' αὐτῶν ἑλκυσθῶσι. Μόνοι δὲ τὸν ἀστέρα τοῦτον παρεσημειώσαντο Πέρσαι, ὡς μόνοι περὶ τὴν ὀξυτέραν ἀστρολογίαν ἐκ νεότητος ἀσχολούμενοι. Οὐ πάντες δὲ οἱ Πέρσαι, ὅτι οὐδὲ πάντες ἦσαν ὀξεῖς, οὐδὲ ἔμελλον ὁμοίως πιστεύειν. Πρὸς δὲ τοὺς προβαλλομένους τὸν ἀστέρα τοῦτον εἰς συνηγορίαν τῆς γενεθλιολογίας, ῥητέον, ὅτι οὐκ ἦν οὗτος φύσει ἀστὴρ, ἀλλ' ὄψει μόνον ἀστὴρ, καὶ ὡς ἀληθῶς θεία τις δύναμις, εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν. Καὶ τοῦτο δῆλον ἀπὸ πολλῶν.
Πρῶτον μὲν, ἀπὸ τῆς πορείας. Παντὸς γὰρ ἀστέρος ἐξ ἀνατολῆς εἰς δύσιν βαδίζοντος, οὗτος μόνος ἐξ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· τοιαύτην γὰρ ἔλαχε θέσιν ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα. Δεύτερον δὲ, ἀπὸ τῆς λαμπρότητος· οὐδενὸς γὰρ ἀστέρος ἐν ἡμέρᾳ φαινομένου, διὰ τὴν ὑπερβολὴν τῆς ἡλιακῆς λαμπρότητος, τοῦτον μόνον, ἐν ἡμέρᾳ φαινόμενον, οὐκ ἠδύνατο ὁ ἥλιος ἀποκρύπτειν. Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι κατὰ λόγον, καὶ πάλιν κρύπτεσθαι. Μέχρι μὲν γὰρ Παλαιστίνης ἐφαίνετο ὁδηγῶν αὐτούς· ἐπεὶ δὲ τῶν Ἱεροσολύμων ἐπέβησαν, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν ἐξελθοῦσιν αὐτοῖς ἀπὸ τῶν Ἱεροσολύμων
col. 139–140page 17 of 329
PG 129:139ἐπεφάνη, καὶ βαδιζόντων μὲν προηγεῖτο, ἱσταμένων δὲ περιέμενε, πρὸς τὴν χρείαν αὐτῶν τὴν ἑαυτοῦ ποιούμενος κίνησιν. Τέταρτον, ἀπὸ τοῦ βαδίζειν πρόσγεια· οὐ γὰρ ἂν ἔδειξε τὸ σπήλαιον, εἰ παραπλησίως τοῖς ἄλλοις ἄστρασιν ὑψηλὸς ἐφέρετο. Οὗτος δὲ, ἐλθὼν ἔστη ἐπάνω, οὗ ἦν τὸ παιδίον. Ἀκούσας δὲ – μετ' αὐτοῦ. Ὁ μὲν Ἡρώδης ἐταράχθη, δειλιάσας περὶ τῆς βασιλείας ἑαυτοῦ τε καὶ τῶν παίδων αὐτοῦ. Πᾶσα δὲ ἡ πόλις, ἡ καλουμένη Ἱεροσόλυμα, διατί τετάρακται; καίτοι χαίρειν αὐτὴν ἔδει μᾶλλον, ὅτι ἐγεννήθη αὐτοῖς βασιλεύς, ὃν οἱ προφῆται πάλαι προκατήγγειλαν Σωτῆρα καὶ Λυτρωτὴν τοῦ Ἰσραὴλ, καὶ ἐγκαλλωπίζεσθαι ὡς συγγενεῖς, ὅτι εὐθὺς ἐκ σπαργάνων τοὺς Πέρσας εἵλκυσεν εἰς προσκύνησιν·
ἀλλ' ἡ βασκανία τετύφλωκεν αὐτούς, καὶ εὐθὺς ἀκούσαντες ἐταράχθησαν, ὥσπερ δεδοικότες, μήποτε σωτηρίας τύχωσιν. Ἀλλὰ Πέρσαι μὲν, ἀλλογενεῖς ὄντες, οὐ μόνον οὐκ ἐφθόνησαν τῷ γεννηθέντι, ἀλλὰ καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης μέχρι τῆς Βηθλεὲμ ἦλθον δι' αὐτόν. Ἰουδαῖοι δὲ, συγγενεῖς τυγχάνοντες, καὶ ἐφθόνησαν αὐτῷ τῆς δόξης, εἰ μέλλοι μέγας ἔσεσθαι, καὶ τὴν Βηθλεὲμ ἐγγὺς ἔχοντες, οὐκ ἀπῆλθον. Οὕτω καὶ φθονεροὶ ἦσαν καὶ ὀκνηροί. Καὶ συναγαγών – ὁ Χριστὸς γεννᾶται. Καὶ μὴν οἱ Μάγοι οὐκ εἶπον, ὅτι τὸν Χριστὸν ζητοῦσι. Πῶς οὖν ὁ Ἡρώδης περὶ τοῦ Χριστοῦ ἐρωτᾷ;
Διότι πάλαι ἤκουεν, ὅτι μέλλει γεννηθῆναι ὁ Χριστὸς βασιλεὺς τοῦ Ἰσραὴλ, καὶ εὐθὺς ἀκούσας, ὅτι βασιλεὺς ἐγεννήθη ἐν Ἰουδαίᾳ, καὶ ὅτι ἀστὴρ τοῦτον Πέρσαις ἐμήνυσε, συνῆκεν, ὅτι οὗτός ἐστιν ὁ λεγόμενος Χριστός, καὶ συγκαλεῖ τοὺς ἀρχιερεῖς καὶ τοὺς Γραμματεῖς, ὡς τὰς προφητικὰς βίβλους καὶ ῥήσεις διὰ στόματος ἔχοντας, καὶ διερωτᾷ ποῦ ὁ Χριστὸς γεννᾶται, τουτέστιν, ἐν ποίῳ τόπῳ τῆς γῆς εὑρίσκεται, ὅτι γεννᾶται· οἱ δὲ καὶ τὸν τόπον λέγουσι, καὶ μάρτυρα παράγουσι τὸν προφήτην. Χρὴ δὲ γινώσκειν, ὅτι ὀνομαστὶ Χριστὸν τὸν Χριστὸν φανερώτερον τῶν ἄλλων προφητῶν ὁ Δανιὴλ ἀνέγραψεν. Οἱ δὲ – Ἰσραήλ. Μιχαίου μὲν ἡ προφητεία, καθὼς ἀνωτέρω δεδηλώκαμεν·
ἀπαγγέλλουσι δὲ αὐτὴν κατ' ἐπιτομὴν οἱ ἀρχιερεῖς καὶ Γραμματεῖς. Ὅρα δὲ, ὁποῖα περὶ τῆς Βηθλεὲμ διὰ τοῦ προφήτου προανεφώνησεν ὁ Θεὸς, ὅτι Εἰ καὶ τὸ φαινόμενον εὐτελὴς εἶ, ἀλλά γε τὸ νοούμενον οὐκ ἐλαχίστη τις ὑπάρχεις ἐν ὅλαις ταῖς ἡγεμονίαις τῆς τοῦ Ἰούδα φυλῆς. Ἑκάστη γὰρ φυλὴ διαφόρους εἶχεν ἡγεμονίας ἐν ταῖς οἰκείαις πόλεσι. Καὶ ὄντως ἐνομαστοτάτη γέγονε, μετὰ τὴν γέννησιν τοῦ Σωτῆρος.
col. 141–142page 18 of 329
PG 129:141Ἐκάστοτε γὰρ ἐκ περάτων τῆς οἰκουμένης ἔρχονται ταύτην ὀψόμενοι, καὶ προσκυνήσοντες τὸν τόπον, ἔνθα ὁ Χριστὸς γεγέννηται. Εἶτα τίθησι καὶ τὴν αἰτίαν τῆς ἐνδοξότητος· ὅτι Ἐκ σοῦ ἐξελεύσεται, εἴτουν βλαστήσει, ἡγούμενος. Ἡγούμενον δὲ καὶ ποιμένα ἐκάλεσε τὸν βασιλέα. Ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεύς, καὶ ὡς Θεός. Ἡ βασιλεία γάρ, φησίν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ, ὡς ἄνθρωπος. Εἶχε γὰρ ἔργα βασιλέως, τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν, ᾧ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασιλέα. Τὸ γὰρ διάδημα, καὶ ἡ πορφυρίς, καὶ τὰ τοιαῦτα, τύπου μᾶλλον καὶ ἀλαζονείας εἰσί. Καὶ πῶς εἶπεν αὐτὸν ποιμένα τοῦ Ἰσραήλ;
σύμπασαν γὰρ τὴν οἰκουμένην ἐποίμανε. Πῶς; Ἵνα μὴ σκανδαλισθῶσιν Ἰουδαῖοι, ὡς μηδέν τι πλέον τῶν ἄλλων ἔχοντες, ἀλλ᾽ ἵνα μᾶλλον ἔχωσιν ἀφορμὴν οἰκειώσεως, ἐπεὶ καὶ ἐξ αὐτῶν ἐβλάστησε, καὶ παρ᾽ αὐτοῖς ἐγεννήθη. Εἰ δέ τις εἴποι· Καὶ πῶς οὐκ ἐποίμανεν αὐτούς; οὗτοι γάρ εἰσιν Ἰσραήλ· ἀκούσει, ὅτι καὶ τοῦτο πεποίηκεν. Ὅσοι γὰρ ἐξ αὐτῶν ἐπίστευσαν, ἐποίμανε τούτους. Ἄλλως τε δὲ, Ἰσραήλ ἐστι πᾶς εἰδὼς Θεόν. Ἰσραήλ γὰρ ἑρμηνεύεται, ἐρῶν Θεόν. Φησὶ γὰρ ὁ Παῦλος, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ. Εἰ δὲ μὴ πάντας τοὺς Ἑβραίους ἐποίμανεν, ἐκείνων ἐστὶ τὸ ἔγκλημα, μὴ θελησάντων ὑπ᾽ αὐτοῦ ποιμαίνεσθαι. Εἴρηκε γάρ· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
Καὶ ὁ εὐαγγελιστὴς δέ φησιν Ἰωάννης, ὅτι Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Κἀνταῦθα δὲ κακουργοῦσιν Ἰουδαῖοι λέγοντες, ὅτι περὶ τοῦ Ζοροβάβελ εἶπε ταῦτα ἡ προφητεία. Πρὸς οὓς φαμεν, ὅτι καὶ μὴν ὁ Ζοροβάβελ οὐκ ἐν Βηθλεέμ, ἀλλ᾽ ἐν Βαβυλῶνι γεγέννηται. Σὺ δὲ θαύμασον τὴν οἰκονομίαν τοῦ Θεοῦ, πῶς παρεσκεύασεν ὑπὸ μὲν τῶν Μάγων διδαχθῆναι τοὺς Ἰουδαίους, ὅτι καὶ ἀστὴρ τὸν Χριστὸν ἐκήρυξεν, ὑπὸ δὲ τῶν Ἰουδαίων τοὺς Μάγους, ὅτι καὶ προφῆται τοῦτον προκατήγγειλαν. Τότε Ἡρώδης—ἀστέρος. Διατί λάθρα τούτους ἐκάλεσε;
διότι ὑπώπτευε τοὺς Ἰουδαίους, ὡς συγγενεῖς τοῦ Χριστοῦ, καὶ οὐκ ἤθελεν ἀκούειν αὐτούς, ἃ ἔμελλεν ἐρωτῆσαι καὶ παραγγεῖλαι, μήποτε νοήσαντες, ὅτι ἐπιβουλεύει αὐτῷ, διασῶσιν αὐτόν, ὡς ἴδιον βασιλέα. Ἀκρίβωσε δὲ, ἀντὶ τοῦ· Ἀκριβῶς ἔμαθεν. Ἠκρίβωσε δὲ τὸν χρόνον τοῦ ἀστέρος, ὅτε ἐφάνη αὐτοῖς, ἵνα ἐκεῖθεν ἀριθμήσῃ τὸν χρόνον τῆς τοῦ Χριστοῦ γεννήσεως. Προσεδόκησε γὰρ, ὅτι ὅτε οὗτος ἐφάνη, τότε πάντως ἐγεννήθη καὶ ὁ Χριστός.
col. 143–144page 19 of 329
PG 129:143Καὶ πέμψας αὐτοὺς —προσκυνήσω αὐτῷ. Ὅρα τὸν δόλον τοῦ Ἡρώδου, καὶ διάσυρε τὴν ἄνοιαν αὐτοῦ. Εἰ μὲν γὰρ ἀληθῶς ἔμελλεν αὐτῷ προσκυνῆσαι, διατί λάθρα τοῦτο παρήγγειλεν; εἰ δὲ ἀνελεῖν αὐτὸν ἐβούλετο, πῶς οὐ συνείδεν, ὅτι ἐκ τοῦ λάθρα παραγγέλλειν εἰς ὑποψίαν δόλου τούτους ἐνίησι; Πρῶτον δὲ ἠκρίβωσε περὶ τοῦ ἀστέρος, καὶ τότε παρήγγειλεν, ἵνα εἰ μὴ δηλώσουσιν αὐτῷ, περὶ οὗ παρήγγειλεν, ἀπὸ τοῦ χρόνου τοῦ ἀστέρος δυνηθῇ θηρᾶσαι τὸν ἐπιβουλευόμενον. Ἀλλ᾽, ὦ θεομάχε, φαίην ἂν πρὸς αὐτὸν, πῶς ἐπιχειρεῖς ἀνελεῖν τὸν ἀνάλωτον; πῶς οὐ συνῆκας, ὅτι ὃν προφῆται πάλαι κατήγγειλαν, καὶ ἀστὴρ ἐμήνυσε, καὶ Μάγοι προσκυνεῖν ἐπείγονται, τούτου περιγενέσθαι παντελῶς ἀδύνατον; Οἱ δὲ ἀκούσαντες —ἦν τὸ παιδίον.
Ἐπεὶ τὸ χωρίον ἔμαθον, τίνος ἕνεκεν ὁ ἀστὴρ πάλιν ἐφάνη αὐτοῖς; Ἵνα ὑποδείξῃ τὸ παιδίον. Πῶς γὰρ ἂν ἐπέγνωσαν αὐτὸ ἐν καλύβῃ γεγεννημένον, καὶ μήτε μητέρα ἔχον λαμπράν; Διὰ τοῦτο τοίνυν ἐλθὼν ἔστη ἐπάνω, ὅπου ἦν τὸ παιδίον, δεικνύων, ὅτι θεῖόν ἐστι τὸ γεννηθέν. Ἰδόντες δὲ τὸν ἀστέρα —σφόδρα. Ἐχάρησαν, ὡς εὑρόντες τὸν ἀψευδέστατον ὁδηγόν. Ἐπληροφορήθησαν γὰρ λοιπὸν, ὅτι καὶ τὸ ζητούμενον εὑρήσουσι. Καὶ ἐλθόντες εἰς —τῆς μητρὸς αὐτοῦ. Οἰκίαν ἐνταῦθα τὴν καλύβην εἴρηκεν, ἣν ὁ Λουκᾶς κατάλυμα εἶπεν. Οἰκία μὲν γὰρ ἦν, διὰ τὸ ἐπωσδήποτε οἰκεῖσθαι· κατάλυμα δὲ ὡς καταγωγὴ τῶν εἰσερχομένων. Καταλύειν γὰρ λέγομεν καὶ τὸ κατασκηνοῦν.
Πάντων γὰρ τῶν ἐκ Δαυΐδ καταγομένων συνδεδραμηκότων εἰς τὴν πόλιν αὐτοῦ, τὴν Βηθλεέμ, διὰ τὴν παρὰ Καίσαρος ἀπογραφήν, ὡς ὁ Λουκᾶς ἱστόρησεν, οὐχ εὗρον ἐλεύθερον οἶκον ξενίας οἱ περὶ τὴν Παρθένον· διὸ καὶ εἰς καλύβην τινὰ κατέλυσαν, ἐν ᾗ φάτνη ἀλόγων ἦν. Αὐτίκα δὲ γεννήσασα τὸν Χριστὸν ἡ Παρθένος, ἐπεὶ οὐκ ἦν τόπος ἄλλος ἐν τῷ καταλύματι ἐκείνῳ, σπαργανώσασα ἀνέκλινε τὸ βρέφος ἐν τῇ φάτνῃ, κατὰ τὸν Λουκᾶν. Εἶτα, καθώς φησιν ὁ Χρυσόστομος, ἀνείλετο τοῦτο, καὶ ἐπὶ τῶν γονάτων εἶχεν, ὅτε οἱ Μάγοι εἰσῄεσαν. Οὐδὲ γὰρ ἐν ὀδύναις ἦν, ὡς αἱ ἄλλαι μητέρες, διότι οὐκ ἐξ ἀνδρὸς ἐγέννησε. Καὶ πεσόντες —σμύρναν.
Καὶ πῶς ἐπείσθησαν ὅτι οὗτός ἐστιν, οὐδὲν μέγα περὶ αὐτὸν ὁρῶντες, ἀλλὰ καλύβην, καὶ μητέρα πενιχράν, καὶ τὸ παιδίον εὐτελῶς ἐσπαργανωμένον; Πῶς; Πρῶτα μὲν, ἀπὸ τοῦ ἐφισταμένου ἀστέρος, ἔπειτα δὲ καὶ θεία τις
col. 145–146page 20 of 329
PG 129:145ἔλλαμψις ἐπληροφόρησε τὰς ψυχὰς αὐτῶν. Καὶ τοῦτο δῆλον, ἀφ᾽ ὧν προσήνεγκαν δώρων. Σύμβολον γάρ, ὁ μὲν χρυσός, βασιλεία· χρυσὸν γὰρ οἱ ὑπήκοοι τοῖς βασιλεῦσι δασμοφοροῦσιν· ὁ δὲ λίβανος, θεότητος· λίβανος γὰρ τῷ Θεῷ ἐθυμᾶτο· ἡ δὲ σμύρνα, νεκρώσεως· ταύτῃ γὰρ οἱ πάλαι τοὺς νεκρούς ἤλειφον, χάριν τοῦ μὴ σήπεσθαι, μηδὲ ὄζειν. Ἔδειξαν οὖν, ἀφ᾽ ὧν προσήγαγον, ὅτι τὸ φαινόμενον τοῦτο παιδίον καὶ βασιλεύς ἐστι, καὶ Θεός, καὶ νεκρωθήσεται, ὡς ἄνθρωπος, διὰ τοὺς ἀνθρώπους. Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι ἐπεὶ οἱ βασιλεῖς Βαβυλώνος τὴν Ἱερουσαλὴμ πάλαι πολιορκήσαντες, τά τε θεῖα κειμήλια ἀπεσύλησαν, καὶ τὰς θυσίας ἔπαυσαν, καὶ τὸν λαὸν κατέσφαξαν·
ἡ δὲ τῆς Βαβυλῶνος βασιλεία μετὰ καὶ τῶν χρημάτων εἰς τοὺς Πέρσας μετέπεσε· κομίζουσι λοιπὸν οἱ Πέρσαι, διάδοχοι τῶν Βαβυλωνίων γεγονότες, τῷ Δεσπότῃ τοῦ ἀτιμασθέντος τότε ναοῦ χρυσὸν μέν, ἀντὶ τῶν ἀφαιρεθέντων χρυσῶν κειμηλίων· λίβανον δέ, ἀντὶ τῶν θυσιῶν· σμύρναν δέ, ὑπὲρ τῶν κατασφαγέντων. Σὺ δὲ γίνωσκε, ὅτι ὥσπερ οἱ Μάγοι, εἰ μὴ πόρρω τῆς ἑαυτῶν ἐγένοντο γῆς, οὐκ ἂν εἶδον τὸν Χριστόν· οὕτως οὐδὲ αὐτὸς τοῦτον ἴδῃς, εἰ μὴ πόρρω τῶν γηΐνων σχέσεων ἀποστῇς. Ἄφες καὶ σὺ τὴν ἐπίβουλον βασιλέα, καὶ τὴν ταραττομένην πόλιν, λέγω δὴ τὸν ἐνεδρεύοντα κοσμοκράτορα, καὶ τὴν πολιτικὴν τύρβην, καὶ σπεῦσον ἐπὶ τὸν Χριστόν.
Κἂν μάγος περίεργος εἴης, καὶ ποιμὴν ἁπλοῦς, οὐδέν σε κωλύσει τοῦτο, μόνον ἐὰν, ἄξιον σεαυτὸν τοιαύτης θέας ἀπεργασάμενος, ἐπὶ τῷ προσκυνῆσαι ἥκῃς, καὶ μὴ ἐπὶ τῷ ἀτιμάσαι. Καὶ γὰρ ἀτιμάζει τὸν Χριστὸν ὁ ἀναξίως αὐτοῦ μεταλαμβάνων. Καὶ προσάγαγε αὐτῷ, ἀντὶ μὲν χρυσοῦ, λαμπρότητα καθαρῶν πράξεων καὶ τιμίων λόγων· ἀντὶ δὲ λιβάνου, προσευχήν· Κατευθυνθήτω γάρ, φησίν, ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἀντὶ δὲ σμύρνης, νέκρωσιν παθῶν, ἥτις μάλιστα συνέχει τὴν οὐσίαν τῆς ψυχῆς, καὶ εὐωδίας ἐμπίπλησι.
Σκόπει δέ, ὅτι τῶν Μάγων ἐλθόντων εἰς Ἱεροσόλυμα, καὶ περὶ τοῦ ἀστέρος εἰπόντων, εὐθὺς ἐθορυβήθη πᾶσα ἡ πόλις, καὶ ὁ προφήτης εἰς μέσον ἤγετο, καὶ ὁ τοῦ τόκου τόπος ἐφανεροῦτο, καὶ ἄλλα τινὰ ἐγίνετο, τὰ κατὰ τοὺς ἀγραυλοῦντας ποιμένας, τὰ κατὰ τοὺς αἰνοῦντας τὸν Θεὸν ἀγγέλους, τὰ κατὰ τὸν Συμεών, τὰ κατὰ τὴν Ἄννα, ἅπερ Λουκᾶς ἀνέγραψε. Ταῦτα δὲ πάντα ἐτελεῖτο, ἵνα, καθὼς προειρήκαμεν, μὴ δύνωνται λέγειν εἰς ὕστερον Ἰουδαῖοι, ὅτι οὐκ ἔγνωσαν, πότε γεγέννηται. Καὶ γάρ, ὥς φησιν ὁ Χρυσόστομος, ἄχρι συμπληρώσεως τῶν ἡμερῶν τοῦ καθαρισμοῦ, τουτέστιν ἐπὶ τεσσαράκοντα ἡμέρας, ἐν Βηθλεὲμ ἦν τὸ παιδίον.
col. 147–148page 21 of 329
PG 129:147μὴ ἐχόντες ἐκώφευαν καὶ ἔμυον πρὸς τὰ λεγόμενα καὶ ὁρώμενα, πάντως ἂν εἰσῆλθον εἰς Βηθλεέμ, καὶ εἶδον αὐτό. Νῦν δὲ Πέρσαι μὲν ἀπὸ περάτων τῆς οἰκουμένης ἦλθον ἕως τῆς Βηθλεέμ, Ἑβραῖοι δὲ παρακαθήμενοι τῇ Βηθλεέμ, οὐκ ἠθέλησαν εἰσελθεῖν εἰς αὐτὴν, οὐδὲ ἰδεῖν τὰ παρὰ τῶν ὁρώντων θρυλλούμενα. Καὶ γὰρ καὶ οἱ ποιμένες πάσιν, οἷς ἐνετύγχανον, ἀνήγγελον, ἃ εἶδον, ὡς εἴρηκεν ὁ Λουκᾶς. Οἱ μέντοι Πέρσαι, πρὸ τοῦ δήμου τῶν Ἑβραίων ἰδόντες τὸν Χριστὸν ἐσήμαναν, ὡς ἐν συμβόλοις, ὅτι τὰ ἔθνη πρὸ τοῦ δήμου τῶν Ἑβραίων ἐπιγνώσονται αὐτόν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε πρὸς Ἰουδαίους· ὅτι ὑμῖν ἀναγκαῖον ἦν πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε. ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
Καὶ χρηματισθέντες χώραν αὐτῶν. Πρὸ μὲν τοῦ ἰδεῖν τὸ παιδίον, ἀστὴρ αὐτοὺς ὡδήγει· μετὰ δὲ τὸ ἰδεῖν, ἄγγελος αὐτοῖς λοιπόν, ὡς ἁγιασθεῖσιν, ὁμιλεῖ. Χρηματισθέντες δὲ, ἀντὶ τοῦ, Παραγγελθέντες. Ἀνεχώρησαν δὲ εὐπειθῶς, ὡς πιστοί, καὶ ἀπῆλθον εἰς τὴν χώραν αὐτῶν, ἐσόμενοι διδάσκαλοι τῶν γεγενημένων, καὶ οὐκ ἀνέκαμψαν πρὸς Ἡρώδην, ἵνα συνήσῃ, ὅτι μάτην ἐπιβουλεύει, καὶ παυθῇ τῆς ἐπιχειρήσεως. Ἀναχωρησάντων δὲ αὐτῶν — Αἴγυπτον. Πληρωθεισῶν τῶν τεσσαράκοντα ἡμερῶν τοῦ καθαρισμοῦ, ὡς φησιν ὁ Λουκᾶς, ἀνήγαγον τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ, καθώς γέγραπται ἐν νόμῳ Κυρίου. Καὶ, ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέτ.
Καὶ λοιπὸν εὐθὺς ἄγγελος φαίνεται τῷ Ἰωσὴφ κατ᾽ ὄναρ, κελεύων φυγεῖν αὐτοὺς εἰς Αἴγυπτον. Ἃ τοίνυν, ὡς φιλοσύντομος, παρῆκεν ὁ Ματθαῖος, ταῦτα, ὡς ἀκριβῆς, ὁ Λουκᾶς ἀνέγραψε. Καὶ διατί οὐκ ἔμεινεν ὁ Χριστὸς ἀνάλωτος ἐν τῇ Ναζαρέτ; Διότι, εἰ τοῦτο γέγονεν, ἔλεγον ἄν τινες ἰσχυρῶς, ὅτι κατὰ φαντασίαν ἐνηνθρώπησε, μὴ ὑποκείμενος ἀνθρωπίνοις πάθεσι. Καὶ μὴν τοὺς ἐν Βηθλεὲμ καὶ τοῖς ὁρίοις αὐτῆς παῖδας ἀνεῖλεν Ἡρώδης, οὐ μὴν τοὺς ἐν Ναζαρέτ· ἀλλὰ προεγίνωσκεν ὁ Θεὸς, ὅτι μένων ἐν Ναζαρέτ καταμηνυθήσεται τῷ Ἡρώδῃ· διὸ καὶ ἀπὸ ταύτης φεύγειν προσέταξεν. Εἰς Αἴγυπτον δὲ πέμπεται, ἅμα μὲν διὰ τὴν αἰτίαν, ἣν εἶπεν ὁ Εὐαγγελιστής, ὅτι Ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος·
Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου· ἅμα δὲ, ἐπειδὴ ἡ Βαβυλὼν καὶ ἡ Αἴγυπτος μάλιστα τῆς οἰ
col. 149–150page 22 of 329
PG 129:149κουμένης ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, τῇ μὲν τοὺς μάγους ἀπέστειλε, τῆς δὲ αὐτὸς ἐπέβη, βουλόμενος ἀμφοτέρας διορθώσασθαι. Διδάσκει δὲ ἡμᾶς ἐντεῦθεν, καὶ ὅτι χρὴ τὴν πιστὸν εὐθὺς ἐκ προοιμίων πειρασμοὺς προσδοκᾷν. Ὅρα οὖν αὐτὸν ἐκ σπαργάνων ἐπιβουλευόμενον καὶ φεύγοντα πρὸς τὴν ὑπερορίαν· φεύγει δὲ καὶ ἡ μήτηρ καὶ ὁ Ἰωσήφ. Καὶ οἱ μάγοι δὲ ἐν τάξει φυγάδων λεληθότως ἀνεχώρησαν.
Καὶ μυρίους ἅπαντες ὑπέστησαν πειρασμούς, ἵνα, ὅταν καὶ σὺ διακονῇς πνευματικῷ πράγματι, καὶ περιπίπτῃς πειρασμοῖς, ἔχῃς ὑπόδειγμα, καὶ μὴ δυσφορῇς, ἀλλὰ γινώσκῃς, ὅτι πειρασμοὶ τοῖς ἀγαθοῖς πράγμασι συγκεκλήρωνται, τοῦ διαβόλου μὲν εἰς ἐμπόδιον αὐτοὺς ἐπεγείροντος, τοῦ Θεοῦ δὲ παραχωροῦντος, εἰς δοκίμιον τῶν ἀγαπώντων αὐτόν. Καὶ βλέπε παράδοξον. Παλαιστίνη μὲν ἐπιβουλεύει, Αἴγυπτος δὲ σώζει τὸν φεύγοντα· ἵνα μάθῃς, ὅτι ὁ Θεὸς τοῖς ἐπιπόνοις τὰ ἡδέα συνέζευξε, καὶ ἀμφοτέρωθεν ὑφαίνεται τῶν ἁγίων ὁ βίος· ὃ δὴ καὶ ἐνταῦθα γέγονε. Πρῶτον, ὑποψία περὶ τὴν Παρθένον· εἶτα, μετὰ τὸν τόκον, χαρά· πάλιν φυγὴ εἰς Αἴγυπτον, εἶτα ἐκεῖθεν ἀνάκλησις· αὖθις φόβος, διὰ τὸν Ἀρχέλαον·
ἔπειτα ἐν τῇ Ναζαρὲτ ἄνεσις. Οὔπω γὰρ ἦν τοῦ θαυματουργεῖν καιρός. Εἰ γὰρ ἐκ πρώτης ἡλικίας ἐπεδείξατο θαύματα, οὐκ ἂν ἐπιστεύθη γεγονέναι ἄνθρωπος, ὡς προέφημεν. Διὰ τοῦτο κύησις ἐννεάμηνος, καὶ γέννησις, καὶ γαλακτοτροφία, καὶ τὰ ἑξῆς, ἵνα διὰ πάντων εὐπαράδεκτος ἡ ἐνανθρώπησις αὐτοῦ γένηται. Οὐκ ἔτι δὲ ὁ ἄγγελος ὀνομάζει τὴν Παρθένον γυναῖκα τοῦ Ἰωσήφ, ἀλλὰ μητέρα τοῦ παιδίου. Ἐλύθη γὰρ ἤδη ἡ ὑποψία, καὶ πεπληροφόρητο λοιπὸν Ἰωσήφ, ὅτι θεῖός ἐστιν ὁ τόκος. Εἰπὼν δὲ, ὅτι φεύγε εἰς Αἴγυπτον, οὐκ ἐπηγγείλατο συνοδεύσειν αὐτοῖς, αἰνιττόμενος, ὅτι μέγαν ἔχουσι συνοδοιπόρον τὸ παιδίον, ὃ καὶ εἰς Αἴγυπτον ὑπερορισθέν, δέδωκε τοῖς Αἰγυπτίοις ἀφορμὴν οἰκειώσεως.
Ὕστερον γὰρ ἅπαντες οὗτοι δεξάμενοι τὸ κήρυγμα τοῦ Εὐαγγελίου, μέγα ἐφρόνουν ἐπὶ τῷ ὑποδέξασθαι φεύγοντα τὸν Κύριον. Καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· ἕως γὰρ τοῦ ἀπολέσαι αὐτό. Ἴσθι ἐκεῖ, ἀντὶ τοῦ Οἴκει, διέτριβε. Ταῦτα δὲ ἀκούσας Ἰωσήφ, οὐκ ἐσκανδαλίσθη. Συνῆκε γὰρ, ὅτι, ἐπεὶ ἄγγελοι διακονοῦσιν εἰς τὰ κατὰ τὸ παιδίον, οἰκονομικῶς πάντα γίνεται, καὶ οὐ χρὴ περιεργάζεσθαι, οὐδὲ ἀντιλέγειν, ἀλλ᾽ εὐπειθῶς εἴκειν, οἷς ἂν ὁ Θεὸς κελεύῃ. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον. Τὸ δέ, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου, περὶ τῆς ἀνακλήσεως ἑαυτῶν Ἰουδαῖοι ῥηθῆναι λέγουσι. Πρὸς οὓς φαμεν,
col. 151–152page 23 of 329
PG 129:151ὅτι καὶ τοῦτο προφητείας νόμος ἐστί, τὰ πολλὰ πολλάκις βηθῆναι μὲν ἐπ' ἄλλων, πληρωθῆναι δὲ ἐπ' ἑτέρων· ὡς τὸ ἐπὶ τοῦ Συμεὼν καὶ τοῦ Λεὶ ῥηθέν, ὅτι Διαμεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Καὶ γὰρ ἐπὶ τῶν ἐκγόνων αὐτῶν ἐξέβη. Καὶ τὸ ἐπὶ τοῦ Ἰακὼβ δὲ εἰρημένον, ὅτι Γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνησάτωσάν σε υἱοὶ τοῦ πατρός σου, οὐκ ἐπ' αὐτοῦ τέλος ἔσχε· πῶς γάρ, τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις προσκυνοῦντος τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἡσαῦ; ἀλλ᾽ ἐπὶ τῶν ἐκγόνων αὐτοῦ. Καὶ τὸ παρὰ τοῦ Νῶε δὲ λεχθὲν ἐπὶ τοῦ Χαναάν, ἐπὶ τῶν ἐκγόνων αὐτοῦ πεπλήρωται. Οὕτω δὴ κἀνταῦθα λέγομεν. Τίς γὰρ ἀληθέστερος υἱὸς Θεοῦ;
ὁ τὸν μόσχον προσκυνήσας, καὶ τελεσθεὶς τῷ Βεελφεγώρ, καὶ θύσας τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις, ἢ ὁ φύσει Υἱὸς καὶ ὁμότιμος τῷ γεγεννηκότι; [Τοῦτο τοῦ Ἰωήλ μέν ἐστιν, ὡς ὁ Νύσσης λέγει· ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων οὐχ εὕρηται, παρ' Ἰουδαίων ἐκβληθέν, μετὰ τὸ Εὐαγγέλιον.] ΚΕΦ. Β'. Περὶ τῶν ἀναιρεθέντων παίδων Τότε Ἡρώδης λίαν. Τότε, πότε; Μεθ' ὃ δηλαδὴ οἱ περὶ τὸν Ἰησοῦν ἔφυγον εἰς Αἴγυπτον. Ἄχρι γὰρ τότε περὶ φροντίδας ἑτέρας ὁ Ἡρώδης ἀσχολούμενος, οἷα τῆς γυναικὸς αὐτοῦ καὶ τῶν παίδων, συσκευασαμένων ἐπιβουλὴν κατ᾿ αὐτοῦ, τῶν Μάγων ἐπελάθετο, κατὰ θείαν πρόνοιαν, ἵνα διασωθῇ εἰς Αἴγυπτον τὸ παιδίον. Οἱ μὲν οὖν Μάγοι, τῷ ἀγγέλῳ πεισθέντες, ἀνεχώρησαν·
οὗτος δὲ ὑπέλαβεν, ὅτι ἐνέπαιξαν αὐτῷ, μὴ μηνύσαντες, ὡς ὑπέσχοντο. Ἔδει δὲ μὴ θυμωθῆναι, ἀλλὰ φοβηθῆναι καὶ συνιδεῖν, ὅτι μάτην σπεύδει. Καὶ γὰρ καὶ πρότερον ἤκουσε παρὰ μὲν τῶν Μάγων, ὅτι ἀστὴρ τὸν γεννηθέντα μεμήνυκε· παρὰ δὲ τῶν ἀρχιερέων καὶ Γραμματέων, ὅτι προφῆται περὶ αὐτοῦ προανεφώνησαν· ὁ δὲ μάλιστα μαίνεται, ἵνα δειχθῇ τέλεον ἡ πονηρία καὶ ἄνοια αὐτοῦ. Καὶ παρὰ τῶν Μάγων. Ἐντεῦθεν ὁρμώμενοι τινες εἶπον, δύο ἐνιαυτῶν εἶναι τὸν Χριστόν, ἐπηνίκα ὑπὸ τῶν Μάγων προσεκυνήθη. Φανῆναι μὲν γὰρ τὸν ἀστέρα ἅμα τῇ γεννήσει αὐτοῦ, τοὺς δύο δὲ ἐνιαυτοὺς ἀναλωθῆναι κατὰ τὴν τῶν Μάγων ὁδοιπορίαν. Ὁ δὲ Χρυσόστομος ἐπιστομίζει τοὺς οὕτω λέγοντας.
Πῶς γὰρ ἦν εἰκός, διετῆ χρόνον αὐτοὺς ὁδεύειν, εἰ καὶ δι' ἐθνῶν καὶ τόπων ἀσυνήθων ἐβάδιζον; Τίνος δὲ καὶ χάριν οἱ περὶ τὸν Χριστὸν δύο ἐνιαυτοὺς ἔμελλον ἐνδημεῖν τῇ Βηθλεέμ, μετὰ τὴν ἀπογραφήν, ἧς χάριν ἦλθον ἐκεῖ; Ἀλλὰ φανῆναι μὲν τὸν ἀστέρα πρὸ χρόνου, δι' ὅσου ἔμελλον
col. 153–154page 24 of 329
PG 129:153ἐξεύοντες φθάσαι, καὶ ἐπιστῆναι αὐτίκα γεννηθέντι τῷ Χριστῷ. Διὰ τοῦτο γὰρ προέλαβεν ὁ ἀστὴρ, ἵν᾿ φθάσαντες εὕρωσιν αὐτὸν ἐν σπαργάνοις. Τοῦτο γὰρ ἦν τὸ παράδοξον. Ὥστε ἄδηλον, εἴτε οὗτοι πρὸ τῶν ποιμένων, εἴτε πρὸ τούτων οἱ ποιμένες εἶδον τὸν Χριστόν. Ὁπότερον γὰρ ἂν εἴπῃς, ἀκινδύνως ἐρεῖς. Εἰ δὲ ἀπὸ διετοῦς καὶ κατωτέρω τοὺς παῖδας ὁ Ἡρώδης ἀναιρεῖ, μὴ θαυμάσῃς. Ὑπώπτευσε γάρ, μὴ εὐθὺς ἐραθῆναι τὴν ἀστέρα τοῖς Μάγοις, ἀλλ᾿ ἴσως προλαβεῖν, καὶ διὰ τοῦτο, ἀσφαλείας ἕνεκεν, ἐπλάτυνε τε τὸν καιρὸν, καὶ μέχρι τῶν ὁρίων τῆς Βηθλεὲμ τὸν φόνον ἐξέτεινε, ἵνα συγκλείσῃ πανταχόθεν τὸ θήραμα, καὶ τῷ πλήθει τῶν ἀναιρουμένων συνανέλῃ καὶ τὸν Χριστόν.
Καὶ τοὺς μὲν διετεῖς ἀναιρεῖ, ἵνα ἔχῃ πλάτος ὁ χρόνος, καθὼς εἰρήκαμεν· τοὺς κατωτέρω δὲ φονεύει, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Ὥστε καὶ τὸν χρόνον, ὃν ἔμαθε παρὰ τῶν Μάγων, ἐτήρησε, καὶ πλάτος ἔτερον αὐτὸς προσέθηκε. Λοιπὸν οὖν τὸ κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων, ἢ πρὸς τὸ ἀπὸ διετοῦς νοήσῃς, ἀλλὰ πρὸς τὸ κατωτέρω σύνταξον. Χρὴ γάρ μετὰ τὸ ἀπὸ διετοῦς στίζειν, εἶτα τὸ ἑξῆς ὅλον ἀναγινώσκειν. Εἰ γάρ, ὡς φασιν, ἔμαθε παρὰ τῶν Μάγων διετῆ πληρωθῆναι χρόνον, οὐκ ἂν ἀνεῖλε τοὺς κατωτέρω. Ἀποροῦσι δέ τινες, διατί, τοῦ Χριστοῦ φυγαδευθέντος, περιώφθησαν οἱ παῖδες ἀδίκως ἀντ᾿ αὐτοῦ κατασφαττόμενοι. Πρὸς οὓς λέγομεν, ὅτι πολλοὶ μὲν οἱ ἀδικοῦντες, οὐδεὶς δὲ ὁ ἀδικούμενος.
Πᾶς γὰρ ἀδικεῖσθαι δοκῶν, ἢ διὰ λύσιν οἰκείων ἁμαρτημάτων πάσχει κακῶς, καὶ οὐκ ἀδικεῖται, εἰ μὴ καὶ μᾶλλον εὐεργετεῖται· ἢ δι᾿ ἀφορμὴν στεφάνων, καὶ ὁμοίως εὐεργετεῖται, προσκαίρου κακοπαθείας αἰωνίαν ἀνάπαυσιν ἀντικομιζόμενος. Καὶ ὁ μὲν ἀδικῶν ἀδικεῖ· ὁ δὲ κακῶς πάσχων οὐκ ἀδικεῖται. Ἐπεὶ τοίνυν οἱ παῖδες οὗτοι διὰ λύσιν οἰκείων ἁμαρτημάτων οὐκ ἀνηρέθησαν, πρόδηλον, ὅτι δι᾿ ἀφορμὴν στεφάνων πεπόνθασι, καὶ οὐκ ἠδικήθησαν. Ἴσως δὲ καὶ οὐδ᾿ ἔμελλον ἀποδῆναι χρηστοί. Εἰ γὰρ τοὺς ἁμαρτάνοντας οὐκ ἐκκόπτει πολλάκις ἀπὸ τῆς ζωῆς ὁ Θεός, ἀναμένων τὴν ἐπιστροφὴν αὐτῶν, πολλῷ μᾶλλον οὐκ ἂν ἐριζοτόμησε τοὺς μέλλοντας ἔσεσθαι μεγάλους εἰς ἀρετήν.
Οὐκ εἰς μακρὰν δὲ καὶ ὁ παιδοκτόνος Ἡρώδης δίκην ἔδωκε τῆς τοιαύτης μιαιφονίας, πικρῷ θανάτῳ καταλύσας τὸν βίον, ὡς Ἰώσηπος ἱστορεῖ. ὅτε ἐπληρώθη οὐκ εἰσίν. Ἔνθα φησίν, ὅτι Τότε ἐπληρώθη τὸ ῥηθὲν, δείκνυσιν, ὅτι τοῦτο γέγονε, προειδότος τοῦ Θεοῦ, καὶ προαναφωνήσαντος αὐτὸ διὰ τοῦ προφήτου, καὶ συγχωρήσαντος γενέσθαι
col. 155–156page 25 of 329
PG 129:155δι' οἰκονομίαν. Ῥαμὰ μὲν οὖν ὄνομα ἦν τύπου, ἐν Βηθλεέμ· Ῥαχὴλ δὲ τὴν Βηθλεὲμ ὠνόμασεν, ἀπὸ Ῥαχήλ, τῆς γυναικὸς Ἰακώβ, ταφείσης ἐν Βηθλεέμ. Εἰπὼν δὲ, ὅτι φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, ἐφερμηνεύει, τίς ἦν ἡ φωνὴ, ὅτι θρήνος, καὶ τὰ ἑξῆς, διὰ τὴν ὠμοτάτην ἀναίρεσιν τῶν παιδίων. Καὶ οὐκ ἤθελεν ἡ Βηθλεὲμ παρηγορηθῆναι, διότι οὐκ εἰσὶ τὰ παιδία αὐτῆς, τουτέστιν, οὐ ζῶσιν. Ἐντεῦθεν δὲ τὴν ὑπερβολὴν τοῦ πάθους ἐνέφηνε. Τελευτήσαντος — παιδίου. Γῆν Ἰσραήλ, ἁπλῶς εἶπε τὴν Παλαιστίνην· ζητοῦντας δὲ τὴν ψυχὴν τοῦ παιδίου, τοῦ ἐξᾶραι αὐτὴν, καὶ διαζεύξαι τοῦ σώματος, φησὶ τοὺς περὶ τὸν Ἡρώδην.
† Πικρὰν τελευτὴν ἔσχεν ὁ Ἡρώδης, πυρετῷ καὶ δυσεντερίᾳ, καὶ κνησμῷ καὶ ὄγκῳ ποδῶν, καὶ σήψει τοῦ αἰδοίου σκώληκας γεννώσῃ, καὶ δυσπνοίᾳ, καὶ τρόμῳ, καὶ σπασμῷ τῶν μελῶν, ἀποῤῥήξας τὴν πονηρὰν ψυχήν. Ὁ δὲ ἐγερθεὶς — ἀπελθεῖν. Ἐβούλετο μὲν κατοικῆσαι ἐν τοῖς μέρεσι τῆς Ἰουδαίας· χῶραι γὰρ ἦσαν τῆς Παλαιστίνης, ἥ τε Ἰουδαία καὶ ἡ Γαλιλαία· διὰ δὲ τὸν Ἀρχέλαον ἐφοβήθη ἐκεῖ ἀπελθεῖν, μήποτε καὶ αὐτὸς μιμήσηται τὸν πατέρα. Οὐ γὰρ ἰδικῶς ἐσήμανεν ὁ ἄγγελος τὸν τόπον τῆς κατοικίας, ἵνα ἔχοι θαῤῥεῖν. Χρὴ δὲ γινώσκειν ὅτι, τοῦ παιδοκτόνου Ἡρώδου τελευτήσαντος, τοῖς προκριθεῖσι τέσσαρσι τούτου παισὶ τὴν βασιλείαν αὐτοῦ διείλεν ὁ Καίσαρ Αὔγουστος·
καὶ τῷ μὲν Ἀρχελάῳ τὴν Ἰουδαίαν χώραν ἀπένειμε, τοῖς ἄλλοις δὲ τὰς ἄλλας μερίδας, ὡς φησιν ὁ Λουκᾶς. Ὠνόμασε δὲ αὐτοὺς βασιλεῖς τετράρχας, διότι ἕκαστος τετάρτης μερίδος ἦρχεν. Εἰ δὲ ὁ Λουκᾶς τὸν Πόντιον Πιλάτον ἡγεμονεύειν τῆς Ἰουδαίας ἀνέγραψεν, οὐδὲν καινόν. Ὕστερον γάρ, Ἀρχελάου τῆς βασιλείας ἐκπεσόντος ἐκ κατηγορίας, οὐκέτι βασιλεύς, ἀλλ' ἐπίτροπος, εἴτουν ἡγεμὼν τῆς Ἰουδαίας ὁ Πιλάτος ὑπὸ Τιβερίου Καίσαρος ἀπὸ Ῥώμης ἐξαπεστάλη. Χρηματισθεὶς δὲ — Ναζαρέτ. Καὶ μήν, εἰ τὴν Ἰουδαίαν ἐφοβήθη, δι' Ἀρχέλαον, ἔδει φοβηθῆναι καὶ τὴν Γαλιλαίαν, διὰ τὸν ἀδελφὸν αὐτοῦ Ἡρώδην, τετραρχοῦντα αὐτῆς, ὡς φησι Λουκᾶς· ἀλλ' ἡ Βηθλεὲμ ἦν ὕποπτος, ἐν τῇ Ἰουδαίᾳ κειμένη. Ὅπως — κληθήσεται.
Καὶ ποῖοι προφῆται τοῦτο εἶπον, μὴ ζητήσῃς· οὐχ εὑρήσεις γάρ, διότι πολλὰ τῶν προφητικῶν βιβλίων ἀπώλοντο, τὰ μὲν ἐν ταῖς αἰχμαλωσίαις, τὰ δὲ καὶ ἐξ ἀμελείας τῶν Ἑβραίων, τινὰ δὲ καὶ ἐκ κακουργίας.
col. 157–158page 26 of 329
PG 129:157ΚΕΦ. Γ'. Πρώτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανῶν. Ἐν δὲ ταῖς ἡμέραις — Ἰουδαίας. Ἐν ποίαις ἡμέραις; Οὐ γὰρ ὁπότε, παῖς ὢν ὁ Ἰησοῦς, εἰς Ναζαρὲτ ἦλθεν ἐξ Αἰγύπτου, ἀλλ' ἐν τῷ τριακοστῷ αὐτοῦ πάντως ἔτει, καθώς ἱστορεῖ Λουκᾶς. Ἀλλ' ἔθος ἐπὶ τῇ Γραφῇ, τὸ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπολύτως λέγειν, ἐφ' οὗ ἂν ἐθελήσῃ χρόνου, δηλούσῃ μόνον τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ γέγονεν, ἃ διηγήσασθαι βούλεται, καθάπερ καὶ νῦν ὁ Εὐαγγελιστὴς ἐποίησε, τὰ ἐν μέσῳ παραδραμών. Καὶ διατί μετὰ τριακοστὸν ἔτος ὁ Χριστὸς ἦλθεν ἐπὶ τὸ βάπτισμα; Διότι ἡ ἡλικία αὕτη στερεοῦ καὶ καθεστηκότος ἐστὶ φρονήματος.
Ἐπεὶ γὰρ ἔμελλε μεταποιεῖν μὲν τὸν παλαιὸν νόμον, νομοθετεῖν δὲ τὸν νέον, τὸ δὲ μεταποιεῖν καὶ νομοθετεῖν τοιούτου δεῖται φρονήματος, ἀνέμεινε ταύτην τὴν ἡλικίαν. Διελθὼν γὰρ πρότερον τὰς ἐπισφαλεῖς ἡλικίας, λέγω δὴ τὴν παιδικήν, ἐν ᾗ πολὺ τὸ ἀνόητον, καὶ τὴν μειρακιώδη, ἐν ᾗ σφοδρὸν τὸ φιλήδονον, καὶ τὴν νεανικήν, ἐν ᾗ λίαν τὸ φιλοχρήματον, ἐν τῇ ἀνδρικῇ, κατά τε σῶμα καὶ φρόνημα, λοιπὸν ἦλθεν ἐπὶ τὸ βάπτισμα, ἵνα, ἀπὸ τούτου ἀναδειχθείς, ἐντεῦθεν ἄρξηται τοῦ διδάσκειν καὶ σημεῖα ποιεῖν.
Διὰ τοῦτο γὰρ τότε καὶ ὁ Ἰωάννης ὑπὸ Θεοῦ πέμπεται πρὸς τὸν Ἰορδάνην κηρύσσων βάπτισμα, ἵνα διὰ τὸ βάπτισμα συνδράμωσι πολλοί, καὶ ἐπιστὰς ὁ Χριστὸς μέσον πολλῶν μαρτυρηθῇ, κάτωθεν μὲν περὶ Ἰωάννου, ἄνωθεν δὲ παρὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, καὶ ἐντεῦθεν, ἐπισπασάμενος αὐτούς, ἄρξηται μυσταγωγεῖν καὶ θαυματουργεῖν. Καὶ πόθεν ὁ Ἰωάννης παραγέγονεν; Ἀπὸ τῆς ἐνδοτέρας ἐρήμου. Φησὶ γὰρ ὁ Λουκᾶς, ὅτι Ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ, καὶ ἦλθεν εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου. Ταύτην τοίνυν τὴν περίχωρον ὁ Ματθαῖος ἔρημον τῆς Ἰουδαίας ὠνόμασε. Δύο γὰρ νοοῦμεν ἐρήμους· μίαν μὲν τὴν ἐνδοτέραν, ἀφ' ἧς ἦλθε· δευτέραν δέ, τὴν παρὰ τὸν Ἰορδάνην, ἐφ' ἣν ἐξῆλθε.
Καὶ λέγων — ἡ βασιλεία τῶν οὐρανῶν. Μετανοεῖτε, φησίν, ἐφ' οἷς ἡμαρτήκατε· ἤγγικε γὰρ ὁ Χριστός, ὀπίσω μου ἐρχόμενος (τοῦτον γὰρ νῦν ὀνομάζει βασιλείαν οὐρανῶν, ὡς βασιλέα οὐράνιον, κατὰ τὴν θεότητα), ὅς, εὑρίσκων ὑμᾶς μετανοοῦντας, δωρήσεται ἄφεσιν τῶν ἡμαρτημένων. Ἢ βασιλείαν οὐρανῶν λέγει τὴν πολιτείαν τῶν ἀγγέλων, ἣν ὁ Χριστὸς ὅσον οὔπω νομοθετεῖν ἔμελλε διὰ τῶν εὐαγγελικῶν ἐντολῶν. Λέγεται δὲ βασιλεία οὐρανῶν καὶ ἡ ἀπόλαυσις τῶν ἐν οὐρανοῖς ἀγαθῶν. Δηλοῖ δὲ καὶ ἄλλα πλείονα τὸ ὄνομα τῆς βασιλείας τῶν οὐρανῶν, πολυσήμαντον ὄν, ὡς προϊόντες εὑρήσομεν.
col. 159–160page 27 of 329
PG 129:159Οὗτος — τὰς τρίβους αὐτοῦ. Τ, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἐλλειπτικόν ἐστι. Νοεῖται γάρ, ὅτι φωνὴ ἐξακούεταί μοι ἀνδρὸς βοῶντος ἐν τῇ ἐρήμῳ, δηλαδὴ τῇ παρὰ τὸν Ἰορδάνην· βοῶντος δὲ ταῦτα· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς. Ὁδὸν δὲ Κυρίου καὶ τρίβους αὐτοῦ καλεῖ τὰς ψυχάς, ὧν ἐπιβαίνειν ἔμελλεν ὁ λόγος τοῦ Εὐαγγελίου, ἃς καὶ προτρέπεται ἑτοιμάζειν, ἤγουν καθαίρειν, τῷ ἐργαλείῳ τῆς μετανοίας ἀνασπῶντας μὲν τὰς ἀκάνθας τῶν παθῶν, ἐκρίπτοντας δὲ τοὺς λίθους τῆς ἁμαρτίας, καὶ οὕτως εὐθείας καὶ ὁμαλὰς αὐτὰς ἀπεργάζεσθαι πρὸς ὑποδοχὴν αὐτοῦ. Αὐτὸς — μέλι ἄγριον.
Ἐμνημόνευσε καὶ τῆς στολῆς, καὶ τῆς τροφῆς αὐτοῦ, δεικνύων τὸ λιτὸν καὶ σχέδιον αὐτῶν, καὶ διδάσκων, μικρὰ μὲν φροντίζειν τοῦ σώματος, καταφρονεῖν δὲ τῆς πολυτελείας. Μὴ ζητήσῃς δέ, τίς ὕφηνεν αὐτῷ τὸ ἔνδυμα, ἢ πόθεν ἔσχε τὴν ζώνην· ἐπεὶ θαυμασιώτερον μᾶλλον, πῶς ἐν ἐρήμῳ νηπιόθεν ἀέρος ἀνωμαλίαις μετὰ τοιαύτης ἡλικίας ἐπάλαιε· γίνωσκε δὲ μόνον, ὅτι κατὰ θείαν πρόνοιαν ἐκεῖνά τε ἐκτήσατο, καὶ διήρκει ταλαιπωρούμενος. Ἀκρίδας δὲ τινὲς μὲν ἀκρέμονας βοτανῶν εἶναι εἶπον, τινὰς δέ, βοτάνην ἀκρίδα καλουμένην, ἄλλοι δὲ τὸ ζῶον αὐτό. Φασὶ γάρ, μέχρι καὶ σήμερον ἐν ταῖς μέρεσιν ἐκείνοις πολλοὺς ἐσθίειν αὐτὸ τεταριχευμένον. Καὶ γὰρ μετὰ τῶν καθαρῶν ζώων καὶ τοῦτο τάξαι τὸν νομοθέτην·
ἔχειν δὲ δυσώδη καὶ πονηρὰν γεύσιν. Κρεῖττον δὲ τὸ πρῶτον. Μέλι δὲ ἄγριον, τὸ ἐν ταῖς τῶν πετρῶν σχισμαῖς ὑπὸ τῶν ἀγρίων μελισσῶν γεωργούμενον, πικρὸν καὶ ἀηδὲς ὄν. † Εἰς μετάνοιαν παρεκάλει καὶ ἀπὸ τοῦ σχήματος. Πενθικὴν γὰρ εἶχε τὴν στολήν. Λέγουσι δέ, τὴν κάμηλον μεταξὺ εἶναι καθαροῦ καὶ μή. Καθὸ μὲν γὰρ μηρυκίζει, καθαρόν ἐστι· καθὸ δὲ οὐκ ἔστι διχηλὸν κατὰ τοὺς ὄνυχας, οὐκ ἔστι καθαρόν. Ἐπεὶ οὖν καὶ ὁ Ἰωάννης τόν τε καθαρὸν δοκοῦντα λαόν, τὸν Ἰουδαϊκόν, καὶ τὸν ἀκάθαρτον, τὸν ἐθνικόν, προσῆγε τῷ Θεῷ, διὰ τοῦτο ἐφόρει τὰς τρίχας τῆς καμήλου. † Πάντες οἱ ἅγιοι ἐζωσμένοι εἰσάγονται παρὰ τῇ Γραφῇ, ὡς ἀεὶ ἐν ἔργῳ ὄντες. Οἱ γὰρ ἀμελεῖς καὶ τρυφηλοί, οὐ ζώννυνται· ἢ ὅτι ἐνέκρωσαν τὰ
col. 161–162page 28 of 329
PG 129:161τάθη τῆς ἐπιθυμίας· τὸ γὰρ δέρμα, νεκροῦ ζώου ἐστὶ μέρος. Τότε — τὰς ἁμαρτίας αὐτῶν. Ἀνεπτέρωσε γὰρ ἅπαντας, πρῶτα μὲν, ἡ τοῦ βαπτίζοντος ὑπόληψις· ἀρχιερέως γὰρ ἦν υἱὸς, καὶ ἄρτι πρῶτον ἐκ τῆς ἐρήμου κατέβη, πολλὰς ἀρετὰς ἐπικομιζόμενος, καὶ ἀπὸ μόνης ὄψεως πολλὴν ἀπέστραπτεν εὐλάβειαν· δεύτερον δὲ, ἡ τοῦ κηρύγματος καινοφάνεια· βασιλείαν γὰρ οὐρανῶν κατήγγειλε, περὶ ἧς τότε πρῶτον ἤκουον· τρίτον δὲ καὶ πλεῖον, ὁ προφήτης Ἡσαίας, τό· Φωνὴ βοώντος ἐν τῇ ἐρήμῳ, περὶ αὐτοῦ προαναφωνήσας. Καὶ πῶς οὐδεὶς τῶν εὐαγγελιστῶν ἀνέγραψεν, ὅτι ὁ Ἰωάννης ἐβόησε πρὸς τοὺς ὄχλους· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, ὡς ὁ προφήτης περὶ αὐτοῦ φησι;
Ῥητῶς μὲν οὐδεὶς ἀνέγραψε τοῦτο, εἰκὸς δὲ βοῆσαι μὲν αὐτὸν καὶ τοῦτο, μὴ ἀναγραφῆναι δὲ, ὡς ἔξωθεν νοούμενον. Ἄλλως τε δέ, τό, Μετανοεῖτε, καὶ τὸν Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας, ἴσα εἰσὶ τῷ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ἑτοιμασία γὰρ καὶ ἀνακάθαρσις τῆς δηλωθείσης ὁδοῦ ἡ μετάνοια, καὶ ἡ καρποφορία τῶν ἀρετῶν. Ἐξεπορεύετο δὲ πρὸς αὐτὸν Ἱεροσόλυμα ἡ πόλις, εἴτουν οἱ Ἱεροσολυμίται. Οὕτω γὰρ εἶπεν ὁ Μάρκος. Ὁποίαν δὲ δύναμιν εἶχε τὸ βάπτισμα τοῦ Ἰωάννου, καὶ τίνα διαφορὰν πρὸς τὸ βάπτισμα τὸ νομοθετηθὲν ὑπὸ τοῦ Χριστοῦ, ἀκριβῶς εὑρήσεις ἐν τῇ ἐξηγήσει τοῦ κατὰ Μάρκον Εὐαγγελίου. Ἐπιτηδειότερον γὰρ ἦν, ἐν ἐκείνῃ ταύτην ἑρμηνευθῆναι, ἔνθα κεῖται τό·
Καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Ἰδὼν δὲ ὀργῆς. Τὸ γένος τῶν Ἰουδαίων καλεῖται διαφόροις ὀνόμασι. Λέγονται γὰρ Ἑβραῖοι μὲν, ἀπὸ τοῦ Ἔβερ, ὡς κεχρημένοι τῇ διαλέκτῳ αὐτοῦ· μόνου γὰρ ἐκείνου τὴν γλῶσσαν ἀσύγχυτον διετήρησεν ὁ Θεὸς, μὴ θελήσαντος κοινωνῆσαι τοῖς τὸν πύργον τῆς χαλάνης οἰκοδομοῦσι. Πρόγονος δὲ ἦν οὗτος τοῦ Ἀβραάμ. Ἰσραηλῖται δὲ, ἀπὸ τοῦ Ἰακώβ, ὃς, ἰδὼν ἐν τῇ κλίμακι τὸν Θεὸν, ἐπωνομάσθη καὶ Ἰσραήλ. Τὸ γὰρ Ἰσραήλ, ὁρῶν Θεόν, ἑρμηνεύεται.
Ἰουδαῖοι δὲ ἀπὸ τοῦ Δαυΐδ, ὃν ἐκ τῆς Ἰούδα φυλῆς ἐπιλεξάμενος ὁ Θεὸς εἰς τὴν βασιλείαν, καὶ τοῖς ἀπ' αὐτοῦ καταγομένοις τὸ βασιλεύειν ἀποκληρώσας, ὀνομαστὴν ἄγαν τὴν φυλὴν ταύτην, ὡς τοῦ λοιποῦ βασιλικὴν, ἐποίησεν, ὥστε καὶ τοὺς ἐκ τῶν ἄλλων φυλῶν χρόνῳ ὕστερον Ἰουδαίους κοινῶς ἀπὸ ταύτης λέγεσθαι. Τούτων οὕτως εὐκρινηθέντων εἰπεῖν χρὴ καὶ
col. 163–164page 29 of 329
PG 129:163Σαδδουκαῖοι τἆλλα μὲν Ἰουδαῖοι ἦσαν, Πνεῦμα δὲ ἅγιον καὶ ἀγγέλους καὶ νεκρῶν ἀνάστασιν ἀθετοῦσι, καὶ οὐδ᾽ ὅλως εἶναί φασιν. Οἱ Φαρισαῖοι δὲ, καὶ αὐτοὶ τἆλλα μὲν Ἰουδαῖοι, εἶχον δὲ περιττάς τινας παρατηρήσεις, οἷον, νηστείαν δὶς τῆς ἑβδομάδος, ἀποδεκατώσεις τῆς οὐσίας εἰς τοὺς πένητας, βαπτισμοὺς καὶ καθαρισμοὺς ξεστῶν, καὶ πινάκων, καὶ ποτηρίων, καὶ τοιαῦτα ἕτερα ἔθη. Ὥσπερ δὲ οἱ νομικοὶ καὶ διδάσκαλοι διαφορώτεροι τῶν ἄλλων ἦσαν, οὕτω δὴ καὶ οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι μέγα ἐχρόνουν, ὡς περιττότεροι τῶν ἄλλων.
Τούτους προσιόντας ἰδὼν ὁ Ἰωάννης, καὶ ἐπιγνοὺς αὐτούς, τοῦτο μὲν, ἐκ τῆς ἐνοικούσης αὐτῷ θείας χάριτος, τοῦτο δὲ καὶ ἐκ τῶν παρασήμων τῆς στολῆς καὶ τοῦ σχήματος, παρρησιαστικώτερον αὐτοῖς διαλέγεται. Καὶ γὰρ ἐθάρρει τῷ ἀποστείλαντι αὐτόν. Μίγνυσι δὲ τῇ αὐστηρίᾳ τῶν ἐλέγχων καὶ ἔπαινον, ἵνα τῇ μὲν ταπεινωθῶσι, τῷ δὲ παρηγορηθῶσιν. Ἤλεγξε μὲν γὰρ αὐτοὺς, Γεννήματα ἐχιδνῶν τούτους προσαγορεύσας. Ὥσπερ γὰρ τὰ γεννήματα τῶν ἐχιδνῶν ἀποκτείνουσι τὰς ἑαυτῶν μητέρας, διαβιβρώσκοντα τὰς τούτων γαστέρας ἐν τῷ κυΐσκεσθαι· οὕτω δὴ καὶ οἱ Ἰουδαῖοι τοὺς πνευματικοὺς αὐτῶν πατέρας, τοὺς προφήτας, ἀπέκτενον. Ἐπῄνεσε δὲ αὐτοὺς, εἰπών· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Ἐνέφηνε γάρ, ὅτι οὐδεὶς ἄλλος, εἰ μὴ ἡ σύνεσις αὐτῶν. Μέλλουσαν δὲ ὀργὴν λέγει, ἢ τὴν ἀπὸ Ῥωμαίων ἐν τῇ πολιορκίᾳ, ἢ τὴν ἀπὸ Θεοῦ ἐν ἡμέρᾳ κρίσεως, ἣν ἔφευγον ἐρχόμενοι εἰς μετάνοιαν. Προηγουμένως μὲν οὖν πρὸς τοὺς Φαρισαίους καὶ Σαδδουκαίους ἀπέτεινε τὸν λόγον, ὡς δοκοῦντας φρονιμωτέρους· διὰ μέσου δὲ αὐτῶν ἔλεγε ταῦτα πρὸς τοὺς μέλλοντας εἰς Χριστὸν πιστεύειν, οἱ πάντως καὶ τὴν δηλωθεῖσαν ὀργὴν ἔμελλον ἐκφυγεῖν. Εἰ δὲ ὁ Λουκᾶς φησιν, ὅτι ἔλεγε ταῦτα τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, μὴ ταραχθῇς. Εἰκὸς γάρ, δὶς ταῦτα τὸν Ἰωάννην εἰπεῖν, νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις.
Ἐκπλήττεται δὲ ὁ Ἰωάννης τὴν ἀθρόαν αὐτῶν μεταβολήν, πῶς προφητοκτόνοι ὄντες, οὐκ ἀναιροῦσι καὶ αὐτόν, ἀλλ᾽ ἔρχονται εἰς μετάνοιαν. Ποιήσατε — μετανοίας. Ἐπεὶ τοίνυν μετανοεῖτε, γινώσκετε, ὅτι οὐκ ἀρκεῖ μόνον τὸ φυγεῖν τὴν κακίαν, ἀλλὰ χρὴ καὶ ἀρετὴν ἐπιδείξασθαι. Ἔκκλινον γὰρ, φησίν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Καὶ μὴ — Ἀβραάμ. Μὴ δόξητε, ἀντὶ τοῦ, Μὴ
col. 165–166page 30 of 329
PG 129:165θελήσητε. Παραινεῖ δὲ, μὴ λέγειν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ, καὶ ἀρκεῖ ἡμῖν εἰς ἀρετήν, τὸ ἀπ' ἐκείνου κατάγεσθαι. Οὐ χρὴ γὰρ, μέγα φρονοῦντας ἐπὶ ταῖς τῶν προγόνων ἀρεταῖς, αὐτοὺς ἀμελεῖν οἰκείων κατορθωμάτων. Λέγω – Ἀβραάμ. Μὴ νομίσητε, φησίν, ὅτι, ἐὰν ὑμεῖς ἀπόλησθε, ὡς ἄκαρποι ἀρετῆς, οὐκέτι ἕξει τέκνα ὁ Ἀβραάμ· δύναται γὰρ ὁ Θεὸς ἐκ τῶν ἀψύχων τούτων λίθων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Καὶ γὰρ καὶ τὸν Ἰσαὰκ ἐκ τῆς ἀψύχου καὶ λιθώδους μήτρας τῆς Σάρρας ἤγειρεν αὐτῷ. Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, Μὴ κομπάζετε ἐπὶ τῷ ἔχειν ῥίζαν γένους τὸν Ἀβραάμ.
Τοῦτο γὰρ οὐχ ὑμέτερόν ἐστι κατόρθωμα, ἀλλὰ θεοῦ δῶρον, ὃς δύναται μὴ μόνον ἐξ ἀνθρώπων, ἀλλὰ καὶ ἐκ τῶν φαινομένων τούτων λίθων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ, οἷα παντοδύναμος. Τινές δέ φασι, τοὺς ἐξ ἐθνῶν πεπιστευκότας αἰνίττεσθαι τὸν λόγον, οἱ, πεπωρωμένοι καὶ ἀναίσθητοι ὄντες τῆς ἀληθείας πρότερον, διὰ τῆς πίστεως υἱοθετήθησαν ὕστερον. Ἄλλοι δὲ λέγουσι, παραδηλοῦσθαι τοὺς ἐν τῷ καιρῷ τοῦ πάθους τοῦ Σωτῆρος, ἀπὸ τοῦ σχίζεσθαι τὰς πέτρας, διὰ πίστεως υἱοθετηθέντας. Καὶ οὗτοι δὲ κἀκεῖνοι τῷ Ἀβραὰμ υἱοθετήθησαν, ὡς τοῦ κατ' αὐτὸν αἰωνίου κλήρου μεταλαχόντες.
Κυρίως γὰρ τέκνα τοῦ Ἀβραάμ εἰσιν οἱ τὰς ἀρετὰς αὐτοῦ μιμούμενοι, καὶ τῆς αὐτῆς αὐτῷ καταξιούμενοι μερίδος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, κἂν ἐξ Ἰουδαίων εἶεν, κἂν ἐξ ἐθνῶν. Μείζων γὰρ ἡ ἐξ ἀρετῆς συγγένεια τῆς ἐξ αἵματος οἰκειώσεως, ὅσον καὶ ἡ ψυχὴ τιμιωτέρα τοῦ σώματος. Ἤδη – εἰς πῦρ βάλλεται. Ἀξίνη μέν, ἡ εὐαγγελική τομή, ἐκτέμνουσα τοὺς ἀκάρπους εἰς ἀρετὰς καὶ πίστιν Ἰουδαίους ἀπὸ τοῦ νόμου, οὐ μὴν ἐκριζοῦσα. Ῥίζα γὰρ αὐτῶν ὁ νόμος, ᾧ ἀντ' ἐκείνων οἱ πιστεύσαντες ἐγκεντρίζονται· δένδρα δὲ οἱ Ἰσραηλῖται. Φοβήσας δὲ αὐτούς, ὡς ἀποπεσουμένους τοῦ γένους τοῦ Ἀβραάμ, εἰ μὴ προσέχοιεν, ἐπιτείνει τὸν φόβον ἔτι.
Οὐ μόνον γάρ, φησὶν, ἀποπεσεῖσθε τοῦ τοιούτου γένους, ἀλλ', ὡς ἀνίατοι λοιπόν, ταχέως ἀποκοπέντες τῆς ἐνταῦθα ζωῆς, καὶ ἐκεῖ τιμωρηθήσεσθε. Ἀξίνην μὲν γὰρ τροπικῶς ὠνόμασε τὸν θάνατον· δένδρα δὲ τοὺς ἀνθρώπους· ῥίζαν δὲ αὐτῶν, τὴν ζωήν. Πῦρ δὲ εἶπε τὸ τῆς γεέννης. Τινὲς δὲ ῥίζαν μὲν ἡρμήνευσαν, τὸν Ἀβραάμ, δένδρα δὲ, τούτους τοὺς ἀναβλαστήσαντας ἐξ αὐτοῦ Ἰουδαίους, ἀξίνην δὲ, τὸν Χριστὸν, ὃς ἔμελλεν ἀποτεμεῖν μὲν αὐτοὺς, μένοντας ἀκάρπους εἰς τὴν πίστιν τοῦ Εὐαγγελίου, ἐγκεντρίσαι δὲ τοὺς ἐξ ἐθνῶν.
Οὕτως οὖν κατασείσας αὐτῶν τὸ φρόνημα, καὶ μαλάξας τῆς τούτων καρδίας τὸ σκληρόν, τῷ φόβῳ τῆς ἐκπτώσεως τοῦ γένους Ἀβραάμ, καὶ τῇ ἐκτομῇ, καὶ τῷ πυρί, λοιπὸν εἰσάγει τὸν περὶ τοῦ Χριστοῦ λόγον μετὰ πολλῆς τῆς ὑπεροχῆς, ἵνα φανέντι προσδράμωσιν αὐτῷ.
col. 167–168page 31 of 329
PG 129:167Ἐγὼ μὲν Πνεύματι ἁγίῳ. Εἰς μετάνοιαν, ἀντὶ τοῦ, Διὰ τὴν μετάνοιαν. Ἐξομολογουμένους γὰρ αὐτούς, εἴτουν μετανοοῦντας, ἐβάπτιζε, διότι μετανόησαν. Καὶ ἦν τὸ τοιοῦτον βάπτισμα ἀπόδειξις μετανοίας. Ὀπίσω δὲ αὐτοῦ ἐρχόμενον λέγει τὸν Ἰησοῦν, οὗ ἔμπροσθεν αὐτὸς κατεσκεύαζε τὴν ὁδὸν αὐτοῦ βοῶν· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, ὡς ἀνωτέρω ἐξηγησάμεθα. Ἰσχυρότερον δὲ αὐτὸν εἴρηκεν, ὡς ἡνωμένον θεότητι. Τὸ δὲ, Οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, τὴν ὑπερβάλλουσαν ὑπεροχὴν τοῦ κηρυσσομένου παρίστησι. Λέγει γάρ, ὅτι οὐδὲ εἰς τοὺς ἐσχάτους αὐτοῦ δούλους ταγῆναι δύναμαι, διὰ τὸ μέγεθος τῆς ἡνωμένης αὐτῷ θεότητος· τοῖς γὰρ ἐσχάτοις οἰκέταις ἐπιτέτραπται ἡ τοιαύτη ὑπηρεσία.
Οἱ δὲ λοιποὶ εὐαγγελισταὶ λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ εἶπον, ὡς εἶναι δῆλον, ὅτι καὶ ἀμφότερα ὁ Ἰωάννης εἶπε, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο. Εἰπὼν δὲ, ὅτι αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, ἐδήλωσε καὶ τὴν τοῦ Δεσποτικοῦ βαπτίσματος ὑπεροχήν. Τὸ μὲν ἐμὸν, φησί, βάπτισμα ἀποχὴν ἁμαρτιῶν ἐνεργεῖ, τὸ δὲ τούτου μετοχὴν Πνεύματος ἁγίου παρέχει. Ματθαῖος μὲν οὖν, καὶ Μάρκος, καὶ Ἰωάννης εἶπον, ὅτι Ἐν Πνεύματι ἁγίῳ· Λουκᾶς δὲ, ὅτι Ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· καὶ δῆλον πάλιν, ὅτι καὶ τοῦτο κἀκεῖνο εἴρηκεν ὁ Βαπτιστής, ἐν διαφόροις καιροῖς. Ἐμφαίνει δὲ ὁ λόγος προηγουμένως μὲν τὴν τοῦ ἁγίου Πνεύματος, ἐν εἴδει πυρίνων γλωσσῶν, ἐπὶ τοὺς ἀποστόλους κάθοδον·
τηνικαῦτα γὰρ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ ἐβαπτίσθησαν· ἔπειτα δὲ καὶ τὸ νομοθετηθὲν ὑπὸ Χριστοῦ βάπτισμα. Καὶ γὰρ ἐφίπταται παντὶ βαπτιζομένῳ Πνεῦμα ἅγιον, οὐ μόνον ἁγιάζον, ἀλλὰ καὶ ὡς πῦρ ἀοράτως ἀναλίσκον τὸν ῥύπον τῆς ψυχῆς αὐτοῦ. Οὐκ εἰμὶ δὲ ἱκανὸς, ἀντὶ τοῦ, Οὐκ εἰμὶ ἄξιος· οὕτω γὰρ ἔγραψεν ὁ Ἰωάννης. [Αὐτὸς ὑμᾶς βαπτίσει· τῇ μεταφορᾷ τῆς λέξεως τὸ δαψιλὲς τῆς χάριτος ἐμφαίνει ὁ Βαπτιστής, καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρὸν καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδείκνυται. Οὗ ἀσβέστῳ. Ἐκ τούτων παριστᾷ, ὅτι καὶ κριτής ἐστιν οὗτος τοῦ μέλλοντος αἰῶνος. Καὶ ἄλωνα μὲν ὀνομάζει τὴν πάνδημον Ἐκκλησίαν τῆς οἰκουμένης, εἰς ἣν πάντες οἱ γεωργηθέντες ὑπὸ τῆς Δεσποτικῆς ἐπιμελείας συνάγονται·
πτύον δὲ, τὴν δικαίαν αὐτοῦ κρίσιν, ἥτις τοὺς μὲν παντὶ ἀνέμῳ τῆς ἁμαρτίας ῥιπιζομένους, ὡς ἀχυρώδεις, ἐκδίδωσι πυρὶ ἀσβέστῳ τῆς γεέννης· τοὺς δὲ βάρος ἔχοντας ἀρετῆς συλλέγει εἰς τὴν ἀποθήκην τῶν οὐρανίων σκηνῶν.
col. 169–170page 32 of 329
PG 129:169Νῦν μὲν γάρ, ὡς ἐν ἅλων, ἀναμὶξ ὁ σίτος καὶ τὸ ἄχυρον· τότε δὲ, πολλὴ ἔσται ἡ διάκρισις, ὅτι μέλλει ὁ σῖτος εἰς τὴν ἀποθήκην συγκομισθήναι. Ἐν τῇ χειρὶ δὲ αὐτοῦ εἶπε, διὰ τὸ εἶναι πρόχειρον καὶ ἕτοιμον εἰς τὸ διακρίνειν. Ὅρα δὲ, ὅτι μετὰ τὸ βαπτίζειν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί, διακαθαίρει τὴν ἄλωνα, ἵνα μὴ μετὰ τὸ βάπτισμα ῥᾳθυμήσῃς. Τότε ὑπ' αὐτοῦ. Μετὰ τῶν δούλων ὁ Δεσπότης· ἀλλ' ἐκεῖνοι μὲν, ἵνα μετανοήσωσι, παρεγίνοντο· οὗτος δὲ, ἵνα ἀναδειχθῇ τῷ λαῷ. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης εἶπεν, ὅτι Ἵνα φανερωθῇ τῷ Ἰσραήλ. Ὁ δὲ Ἰωάννης — πρός με. Ἔγνω τίς ἦν, ὑπὸ τοῦ ἐνοικοῦντος αὐτῷ θείου Πνεύματος. Φησὶ γὰρ ὁ εὐαγγελιστής Ἰωάννης, ὅτι Βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει·
Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὰ ἑξῆς. Νῦν δὲ διεκώλυεν αὐτὸν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ἐγὼ, ὁ ὑπεύθυνος ἁμαρτίαις, ὑπὸ τοῦ ἀναμαρτήτου, ὁ βαπτίζων ἐν ψιλῷ ὕδατι, ὑπὸ τοῦ βαπτίζοντος ἐν Πνεύματι ἁγίῳ καὶ πυρί, ὁ δοῦλος, ὑπὸ τοῦ Δεσπότου, ὁ ἄνθρωπος, ὑπὸ τοῦ Θεοῦ· καὶ σὺ λοιπὸν ἀνάπαλιν ἔρχῃ πρός με. Οἱ μὲν οὖν ἄλλοι κατ' ἐρώτησιν ἀναγινώσκουσι τό, καὶ Σὺ ἔρχῃ πρός με; ὁ Θεολόγος δὲ Γρηγόριος κατὰ ἀπόφασιν, ὡς προφητεύσαντος, ὅτι Ἀκολουθήσεις μοι ἀναιρουμένῳ, τουτέστιν ἀναιρεθήσῃ καὶ σύ. Ἀποκριθεὶς — ἄρει. Παραχώρησον τό γε νῦν ἔχον, μὴ προβαλλόμενος εἰς παραίτησιν τὰ τῆς ἐμῆς ἀναμαρτησίας καὶ θεότητος. Νῦν γὰρ οὐκ ἔστι τούτων καιρός·
ἀλλ' οἰκονομικῶς ὑπὸ σοῦ βαπτίζομαι. Ὥσπερ γὰρ διὰ τοὺς ἀνθρώπους γέγονα ἄνθρωπος, ἵνα ὡς ἄνθρωπος καταβαλῶ τὸν καταβαλόντα αὐτοὺς διάβολον· οὕτω δι' αὐτούς, ὡς αὐτοί, βαπτίζομαι, ἵνα ἐνθάψω τοῖς ὕδασι τὸν ῥύπον τῶν μελλόντων ἀναγεννηθῆναι δι' ὕδατος καὶ Πνεύματος. Ἅμα δὲ καὶ ἕτερόν τι οἰκονομῶ, τὸ ἀπὸ τοῦ βαπτίσματος ἀναδειχθῆναι με τῷ λαῷ. Οὕτω — δικαιοσύνην. Οὕτως ἁρμόζει μοι, πληρῶσαι πᾶσαν ἐντολὴν Θεοῦ. Δικαιοσύνην γὰρ νῦν, τὴν ἐντολὴν τοῦ Θεοῦ λέγει· Πάσας τὰς ἐντολάς, φησίν, ἐξεπλήρωσα, ὅσας ὁ νόμος ἐκέλευσεν· αὕτη δὲ μόνη ὑπελείφθη, ἡ περὶ τοῦ βαπτισθῆναι· λοιπὸν οὖν οὕτω πρέπει μοι πληρῶσαι πᾶσαν ἐντολήν, ἤγουν, διὰ τοῦ βαπτισθῆναι·
ἵνα, ἐπεὶ ὁ παλαιὸς Ἀδὰμ τὴν μίαν ἐντολὴν οὐκ ἐπλήρωσεν, ἐγὼ λοιπόν,
col. 171–172page 33 of 329
PG 129:171ὁ νέος Ἀδάμ, ἀντ᾿ αὐτοῦ πληρώσω πάσας, καὶ ἀναπληρώσω τὸ ἐκείνου ὑστέρημα· καὶ ἧς ἐκεῖνος πάλαι καταδίκης τοῖς ἐξ αὐτοῦ μετέδωκε, ταύτης ἐγὼ νῦν ἀπαλλάξω τοὺς ἐξ ἐμοῦ. Ἐντολὴ δὲ ἦν Θεοῦ, καὶ τὸ Ἰωάννου βάπτισμα· εἴρηκε γὰρ αὐτό, ὅτι ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπε, καὶ τὰ ἑξῆς. Τότε — ὕδατος. Φασί τινες, ὅτι ἕκαστον τῶν βαπτιζομένων, χαλῶν ὁ βαπτιστής ἄχρι τραχήλου, κατεῖχεν αὐτὸν, ἕως ἂν ἐξωμολογήσατο τάς ἁμαρτίας αὐτοῦ, καὶ τότε ἀφεθεὶς ἀνέδυεν ἀπὸ τοῦ ὕδατος· ὁ δὲ Χριστός, μὴ ἔχων ἁμαρτίαν, οὐκ ἐνεβράδυνε τῷ ὕδατι, καὶ τούτων χάριν εἰπεῖν τὸν εὐαγγελιστήν, ὅτι εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος. Καὶ ἰδοὺ — εὐδόκησα.
Ἡ μὲν παρακοὴ τοῦ πάλαι Ἀδὰμ ἀπέκλεισεν ἡμῖν τὸν παράδεισον, ἡ δ᾿ ὑπακοὴ τοῦ νέου, ἤνοιξε τοὺς οὐρανούς, περιποιησαμένου ἡμῖν ἀπόλαυσιν μείζονα τῆς ἀπολωλυίας. Ὅρα δὲ, πῶς ὁ Χριστὸς ἀναδείκνυται τῷ λαῷ λαμπρῶς τε καὶ μεγαλοπρεπῶς. Ἐπεὶ γὰρ ὁ Ἰωάννης προείπε περὶ αὐτοῦ τοῖς ὄχλοις, καὶ ἠρέμα τούτῳ προσεῖχον, ὡς εἶδον καὶ αὐτὸν βαπτιζόμενον, ὡς ἕνα τῶν πολλῶν, ἐσκανδαλίσθησαν. Καὶ λοιπὸν ἀνοίγονται μὲν οἱ οὐρανοί, δεικνύοντες, ὅτι ἐξ αὐτῶν κατῆλθε καὶ ἡ περιστερά, καὶ ἡ φωνή. Κάτεισι δὲ ἡ μὲν φωνὴ, ἵνα μάθωσιν οἱ παρόντες, τίς ἐστιν ὁ βαπτιζόμενος· ἡ δὲ περιστερά, ἵνα ἐλκύσῃ τὴν φωνὴν ἐπ᾿ αὐτὸν, καὶ μὴ νομίσωσιν, ὅτι περὶ Ἰωάννου μαρτυρεῖ ἡ φωνή. Καὶ ὁ μὲν Πατὴρ ἄνωθεν ἐμαρτύρησε περὶ τοῦ Υἱοῦ·
τὸ δὲ Πνεῦμα τὸ ἅγιον κατέβη ἐπ᾿ αὐτὸν, ἀντὶ δακτύλου δεικνύον, ὅτι οὗτός ἐστιν ὁ μαρτυρούμενος. Ἐν εἴδει δὲ περιστερᾶς, διότι τουτὶ τὸ ζῶον ἐκ φύσεως μιμήματα ἔχει τοῦ ἁγίου Πνεύματος. Φιλάνθρωπον γάρ ἐστι καὶ ἀνεξίκακον. Ἀποστερούμενον γὰρ τῶν νεοσσῶν ὑπομένει, καὶ οὐδὲν ἧττον τοὺς ἀποστεροῦντας προσίεται. Καὶ καθαρώτατόν ἐστι, καὶ τῇ εὐωδίᾳ χαίρει. Ἅμα δὲ ταύτης τῆς περιστερᾶς τύπος ἦν ἐκείνη, ἡ τῷ Νῶε τοῦ κατακλυσμοῦ τὴν λύσιν εὐαγγελισαμένη. Ὥσπερ γὰρ τότε κατακλυσμὸς ἦν ἐξ ὕδατος, οὕτω καὶ νῦν ἐξ ἁμαρτίας. Καὶ ὥσπερ ἐκείνη εὐηγγελίσατο τὴν κόπασιν ἐκείνου τοῦ κατακλυσμοῦ, οὕτω καὶ αὕτη τοῦ παρόντος.
Ἠνεώχθησαν δὲ οἱ οὐρανοὶ, καὶ κατῆλθεν ἐπὶ τὸν βαπτιζόμενον τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα μάθωμεν ὅτι ἐπὶ παντὸς ἀνθρώπου βαπτιζομένου ἀνοίγονται μὲν οἱ οὐρανοὶ, καλοῦντες αὐτὸν εἰς τὴν ἄνω κατοικίαν· ἐπιφοιτᾷ δὲ τούτῳ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ μὴ τοῖς αἰσθητοῖς ταῦτα βλέπομεν ὀφθαλμοῖς, μὴ ἀπιστήσῃς. Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡμῖν δὲ ἀρκεῖ ἡ πίστις, ἀντὶ σημείων.
col. 173–174page 34 of 329
PG 129:173Σὺ δὲ προσεπιθεώρησον, ὅτι, ὥσπερ ἐπὶ τοῦ Πάσχα ἐν μιᾷ τραπέζῃ πεπλήρωκε μὲν καὶ ἔπαυσε τὸ Ἰουδαϊκὸν Πάσχα, ἀρχὴν δὲ τῷ οἰκείῳ δέδωκεν· οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος, ἐν ἑνὶ ποταμῷ καὶ ἄμφω πεποίηκεν. Ἥ τε γὰρ ἄνοιξις τῶν οὐρανῶν, καὶ ἡ ἐπιφοίτησις τοῦ ἁγίου Πνεύματος, τοῦ Χριστιανικοῦ βαπτίσματος ἦσαν προχαράγματα. Τί δέ ἐστι τό, Ἐν ᾧ εὐδόκησα; Ἀντὶ τοῦ, ᾧ ἐπαναπαύομαι· ἢ ἐπειδή, γεννηθέντος αὐτοῦ, οἱ ἄγγελοι ὕμνουν λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· Εὐδοκία δέ ἐστιν, ἡ ἀγαθὴ θέλησις· ἀγαθὴ δὲ θέλησις ἦν, τὸ σωθῆναι τοὺς ἀνθρώπους· νῦν εἶπεν, ὅτι οὗτός ἐστιν, ἐν ᾧ τὰ ἀγαθὰ ἐθέλησα, τουτέστι, δι' οὗ ἡ σωτηρία τῶν ἀνθρώπων. Τότε ὑπὸ τοῦ διαβόλου.
Ἐπειδή, ὡς ἄνθρωπος, πάντα πρὸς διδασκαλίαν τῶν ἀνθρώπων καὶ ἔπραττε καὶ ὑπέμενεν, ἐκδίδωσιν ἑαυτὸν μετὰ τὸ βάπτισμα τῷ ἁγίῳ Πνεύματι, καὶ ὑπ' αὐτοῦ ἄγεται, πρὸς ὅ ἂν ἐκεῖνο κελεύῃ, καὶ ἀνάγεται εἰς τὴν ἔρημον, ἐπὶ τῷ πολεμηθῆναι ὑπὸ τοῦ διαβόλου, ἵνα καὶ σὺ μετὰ τὸ βάπτισμα μηκέτι σεαυτὸν ἄγῃς, ἀλλὰ ἄγῃ μᾶλλον ὑπὸ τοῦ Πνεύματος, καὶ ἵνα, μετὰ τὸ βάπτισμα περιπίπτων πειρασμοῖς, μὴ ταράττῃ. Διὰ τοῦτο γὰρ ὅπλισε, ἵνα πολεμῇς. Ὅθεν οὐδὲ κωλύει τοὺς πειρασμοὺς ἐπιόντας ὁ Θεός. Πρῶτον μέν, ἵνα γνῷς τὴν δύναμιν τῆς περιτεθείσης σοι πανοπλίας. Ἔπειτα, ἵνα μάθῃς πολεμεῖν· εἶτα, ἵνα γένῃ δόκιμος· εἶθ' οὕτως, ἵνα μὴ ὑψηλοφρονῇς· ἐπὶ δὲ τούτοις, ἵνα εἰδῇς, ὅτι μέγαν ἐνεπιστεύθης θησαυρόν.
Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν προσέβαλε μάτην ὁ ἐχθρός. Ἔνθα γὰρ ἴδῃ πλοῦτον, ἐκεῖ παρατάττεται. Ἀνήχθη δὲ εἰς ἔρημον ἄβατον· ὁ δηλῶν ὁ Μάρκος, εἴρηκεν, ὅτι καὶ ἦν ἐκεῖ μετὰ τῶν θηρίων, ἔνθα καὶ μᾶλλον ὁ πόλεμος. Τότε γὰρ ἐπιτίθεται μᾶλλον ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένον τὸν ἄνθρωπον, καὶ παρακλήσεως πάσης ἐστερημένον. Καὶ — ἐπείνασεν. Ἐνήστευσε πρῶτον, διδάσκων, ὅτι μέγα προπύργιον ἡ νηστεία τοῖς ἀνταγωνιζομένοις τῷ δαίμονι. Οὐχ ὑπερέβη δὲ τὸ μέτρον, ὃ ἐνήστευσε πρὸ αὐτοῦ Ἠλίας, καὶ πρὸ ἐκείνου Μωϋσῆς, ἵνα μὴ ὑπερελάσας τὴν δύναμιν τῆς ἀνθρωπίνης φύσεως, ἀπιστηθῇ, ὅτι ἄνθρωπός ἐστιν. Ὅθεν ὕστερον ἐπείνασε, βεβαιῶν, ὅτι ἄνθρωπός ἐστιν. Ἴδιον γὰρ ἀνθρώπου τὸ ἐκ νηστείας πεινᾶν.
Περιττὸν δὲ δοκεῖ, τὸ περὶ τῶν νυκτῶν· οἶμαι δὲ διὰ τὰς νηστείας τῶν Ἑβραίων τοῦτο προστεθῆναι, οἳ τὰς ἡμέρας νηστεύοντες, ἐν ταῖς νυξὶν ἐσθίουσιν. Ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς παρῆκαν τὰς νύκτας, ὡς νοουμένας. Καὶ — γένωνται. Ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς εἶπον, ὅτι καὶ ἐν ταῖς τεσσαράκοντα ἡμέραις ἦν
col. 175–176page 35 of 329
PG 129:175πειραζόμενος, ὡς εἶναι δῆλον, ὅτι ἐν ἐκείναις μὲν πόρρωθεν αὐτὸν ἐπείραζε δι᾽ ὕπνου, δι᾽ ἀκηδίας, διὰ δειλίας καὶ τῶν τοιούτων· ἐπεὶ δὲ ἔγνω τοῦτον πεινάσαντα, λοιπὸν προσῆλθεν ἐγγύς, καὶ φανερῶς αὐτῷ προσβάλλει διὰ τοῦ ἐπιτηδείου τῇ πείνῃ πάθους, λέγω δή, τῆς γαστριμαργίας. Καὶ σκόπει, τί ποιεῖ. Ἤκουσε καὶ παρὰ τοῦ Ἰωάννου, καὶ παρὰ τῆς κατενεχθείσης ἄνωθεν φωνῆς, ὅτι οὗτος Υἱός ἐστι τοῦ Θεοῦ· καὶ ἀγνοῶν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐνηνθρώπησεν· ἔλαβε γὰρ αὐτὸν ἡ ἀπόῤῥητος αὐτοῦ ἐνανθρώπησις· ὑπέλαβεν ὅτι, ἄνθρωπος ὤν, υἱοθετήθη τῷ Θεῷ διὰ τὰς ἀρετὰς αὐτοῦ, καὶ λοιπὸν ἐφθόνησεν αὐτῷ τῆς τηλικαύτης τιμῆς, ὥσπερ καὶ τῷ παλαιῷ Ἀδάμ, καὶ ἔσπευσεν ἐκβαλεῖν καὶ τοῦτον ταύτης, ὡς ἐκεῖνον ἐκείνης.
Διὸ καὶ προσελθὼν ἐγγύς, πρώτην προσάγει πεῖραν, τὴν γαστριμαργίαν, δι᾽ ἧς εἷλε καὶ τὸν πρῶτον Ἀδάμ· καὶ ἐπεὶ οὐδαμοῦ βρῶσις ἦν, διὰ τὴν ἄγαν ἐρημίαν, ἐγίνωσκε δὲ τῇ πείνῃ τὸν ἄρτον εἶναι κατάλληλον, αὐτὸς μὲν οὐ προσφέρει, διότι οὐκ ἔμελλεν αὐτὸν παρὰ τοῦ πολεμίου λαβεῖν ὁ Χριστός, ἐπιτάττει δὲ αὐτῷ, ποιῆσαι τοὺς ὑποδεικνυμένους λίθους, ἄρτους· καὶ ἵνα μὴ νοήσῃ τὴν ἐπιβουλὴν ὁ Χριστός, ὅρα μηχανὴν καὶ πονηρίας ὑπερβολήν· οὐκ εἶπεν ἁπλῶς ὅτι, Ποίησον τοὺς λίθους ἄρτους, ἀλλὰ προέταξε τό· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, ἵνα δόξῃ ὅτι πρὸς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν Υἱὸν Θεοῦ ζητεῖ γενέσθαι τὴν μεταποίησιν τῶν λίθων εἰς ἄρτους.
ὬΙετο γάρ, ὅτι παρακνισθήσεται τῷ λόγῳ, καθάπερ ὀνειδισθεὶς ἐπὶ τῷ μὴ εἶναι Υἱὸς Θεοῦ, καὶ ἀγνοῶν τὸν δόλον, μεταβαλεῖ τοὺς λίθους εἰς ἄρτους, ὡς ἔχων ἐκ Θεοῦ δύναμιν, καὶ λοιπόν, ἰδὼν αὐτούς, πάνυ πεινῶν ἡττηθήσεται τῆς γαστρός· ἀλλ᾽ οὐκ ἔλαβε τὸν δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Ὁ δὲ ἀποκριθεὶς — Θεοῦ. Συνεὶς τὴν πανουργίαν αὐτοῦ, τὸ μὲν ἐπιζητηθὲν σημεῖον οὐκ ἐποίησε· διότι τὰ σημεῖα δι᾽ ὠφέλειαν τῶν ὁρώντων εἴωθε γίνεσθαι, ὁ δὲ διάβολος οὐδὲν ἔμελλεν ἐντεῦθεν ὠφεληθῆναι· καὶ γὰρ ὕστερον, ἰδὼν πάντα, ὅσα ἐποίησεν ὁ Χριστός, οὐδὲν μετεβλήθη· πρὸς δὲ τὸν κεκρυμμένον αὐτοῦ σκοπὸν ἀπολογεῖται, καὶ ἀπὸ τῆς ἐν τῇ βίβλῳ τοῦ Δευτερονομίου Γραφῆς ἐπιστομίζει αὐτόν, ὡσανεὶ λέγων·
Τί μοι ποιεῖν ἄρτους ἐκ λίθων ἐπιτάττεις; Πάντως διὰ τὴν συνέχουσάν με πείναν, ἵνα φανέντων δελεασθῶ; Ἀλλ᾽ οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἔστι καὶ ἕτερος τρόπος τροφῆς. Καὶ γὰρ πᾶν ῥῆμα, ἐκπορευόμενον διὰ στόματος Θεοῦ ἐπὶ τὸν πεινώντα, δίκην τροφῆς συνέχει τὴν ζωὴν αὐτοῦ, καὶ ἀρκεῖ αὐτῷ. Οὕτω μακροθύμως ἀπεκρούσατο τὴν μηχανὴν τῆς γαστριμαργίας.
col. 177–178page 36 of 329
PG 129:177Ἀπαρατήρητον δὲ τό, τὸν Ματθαῖον μὲν λίθους εἰπεῖν πληθυντικῶς, τὸν δὲ Λουκᾶν λίθον ἑνικῶς. Πολλαχοῦ γὰρ τῶν εὐαγγελιστῶν τοιαύτας εὑρήσεις ἀβλαβεῖς ἀδιαφορίας. Ἀπὸ τῆς Παλαιᾶς ἐστιν ἡ μαρτυρία· Μωϋσέως γὰρ ὁ λόγος. Καὶ γὰρ καὶ οἱ Ἑβραῖοι τῷ μάννα ἐτράφησαν, οὐκ ἄρτῳ ὄντι, ἀλλὰ διὰ ῥήματος Θεοῦ πᾶσαν χρείαν τῶν Ἑβραίων πληροῦντι, καὶ πάντα γινομένῳ, ὅσα ἂν φαγεῖν τις ἐπεθύμει. Εἴτε γὰρ ἰχθύος, εἴτε ὠοῦ, εἴτε τυροῦ ἐπεθύμει ὁ Ἰουδαῖος, τοιαύτην γεῦσιν παρεῖχεν αὐτῷ τὸ μάννα. Τότε — Πόλιν. Παραλαμβάνει, ἀντὶ τοῦ παραλαβὼν ἄγει. Καὶ γὰρ ἀφῆκε τὸν ἐχθρὸν ἄγειν αὐτόν, ὅπου θέλει, καὶ πολεμεῖν, ὡς βούλεται, ἵνα πανταχόθεν ἡττηθείς, μόνος δραπετεύσῃ.
Ἁγίαν δὲ πόλιν λέγει, τὴν Ἱερουσαλήμ, ὡς τῷ Θεῷ ἀφωρισμένην, καὶ διὰ τοῦτο σεβασμίαν· ἢ ὡς τὸν ἅγιον ναὸν ἔχουσαν. Καὶ — ἱεροῦ. Τὸ πτερύγιον, οἰκοδόμημα ἦν ὑψηλὸν ἄγαν, παρῳκοδομημένον τῇ πλευρᾷ τοῦ ἱεροῦ, ἤτοι τοῦ ναοῦ. Καὶ — πόδι σου. Ἡττηθεὶς τὴν πρώτην πεῖραν, ἐπὶ δεύτερον ἀγῶνα χωρεῖ, καὶ διὰ κενοδοξίας ἑλεῖν αὐτὸν ἐπιχειρεῖ. Διὸ καὶ ἐπιτάττει, κατακρημνίσαι ἑαυτὸν καὶ διασωθῆναι. Ἵνα δὲ παρακνίσῃ πάλιν αὐτόν, πάλιν προτάττει τό· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, ὡς ἂν δόξῃ πάλιν ζητεῖν καὶ τοῦτο τὸ σημεῖον, εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἅτε τοῦ προτέρου μὴ γεγονότος. ᾤετο γὰρ ὅτι ῥᾷον πεισθήσεται, εἰ καὶ μὴ δι' ἕτερον, ἀλλά γε διὰ τοὺς μέλλοντας αὐτὸν ὁρᾷν οὕτω τερατουργοῦντα·
πολλοί γὰρ ἦσαν τότε κάτω παρόντες· καὶ λοιπὸν περιπεσεῖται τῷ ὑφαπλωθέντι δικτύῳ τῆς κενοδοξίας, ὡς τοῦ ἐπαινεθῆναι παρ' αὐτῶν ἕνεκεν κάτω βαλὼν ἑαυτόν. Ἐφέλκεται δὲ τοῦτον καὶ ἀπὸ τῆς Δαυϊτικῆς Γραφῆς, ἵνα δόξῃ καὶ αὐτὸς ἀπὸ Γραφῆς πείθειν ἀξιοπίστως· ἀλλ' οὐδ' ἐνταῦθα λέληθε κακουργῶν. Ἔφη — Θεόν σου. Γέγραπται ἐν τῷ Δευτερονομίῳ καὶ τοῦτο· Ἐκπειράζει δὲ τὸν Θεόν, ὁ μηδεμιᾶς ἀνάγκης ἐπικειμένης ἐπιρρίπτων ἑαυτὸν εἰς προφανῆ κίνδυνον, ἐν τῷ θαῤῥεῖν τῷ Θεῷ. Πάλιν — προσκυνήσῃς με. Περιττὸν ἦν, ἀναγραφῆναι καὶ τὸ ὄνομα τοῦ ὄρους. Ποία γὰρ ἐκεῖθεν ὠφέλεια;
τέως δ' οὖν, ἀποτυχὼν καὶ τῆς δευτέρας προσβολῆς ὁ ἐχθρός, καὶ εἰς τρίτην παρασκευάζεται, τὴν διὰ φιλαργυρίας, ἣν καὶ τελευταίαν ἐτήρησεν, ὡς χαλεπωτέραν. Καὶ ἀνάγει αὐτὸν εἰς ὄρος ὑψηλότατον, καὶ τῷ δακτύλῳ δείκνυσιν αὐτῷ, ἐν στιγμῇ χρόνου, καθὼς προσέθηκεν ὁ Λουκᾶς, τουτέστιν, ἐν
col. 179–180page 37 of 329
PG 129:179αἱ βασιλεῖαι τοῦ κόσμου, λέγων· Ἐν τούτῳ μὲν τῷ μέρει κεῖται ἡ βασιλεία τῶν Ῥωμαίων, ἐν τούτῳ δὲ, ἡ τῶν Περσῶν, ἐν ἐκείνῳ δὲ, ἡ τῶν Ἀσσυρίων καὶ τὰ ἑξῆς ὁμοίως· καὶ ὅτι ἡ μὲν ἔχει δόξαν ἐπὶ τοῖσδε τοῖς εἴδεσιν, ἡ δὲ ἐπὶ τοῖσδε, καὶ ἄλλη ἐπ᾽ ἄλλοις, καὶ ἁπλῶς πάντα καταλέγει. Εἶτά φησι· Ταῦτα πάντα σοι δώσω, δηλαδὴ τὰ τῶν βασιλειῶν τοῦ κόσμου, ἐὰν πεσὼν προσκυνήσῃς με. Πῶς, ὦ δόλιε, τὰ τοσαῦτα καὶ τοιαῦτα προσκυνήματος ἑνὸς ἀπεμπολεῖς; Πάντως, ἵνα, τῇ εὐκολίᾳ τοῦ ἐπιτάγματος ἀπατήσας, περιπείρῃς αὐτὸν τῷ ἀγκίστρῳ τῆς φιλαργυρίας, ὡς ἔρωτι τοῦ κτήσασθαι τὸν πλοῦτον τῶν βασιλειῶν προσκυνήσαντά σε. Πλατύτερον δέ φησιν ὁ Λουκᾶς, ὅτι εἶπεν αὐτῷ ὁ διάβολος·
Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν. Σὺ οὖν, ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σου πᾶσα. Ὁ μὲν οὖν Ματθαῖος ταῦτα παρέλειψεν, ὡς οὐκ ἀναγκαῖα· ὁ δὲ Λουκᾶς προσέθηκεν αὐτὰ, ὡς τηνικαῦτα ῥηθέντα. Πολλὰς δὲ τοιαύτας παραλείψεις καὶ προσθήκας ἐν τοῖς εὐαγγελισταῖς εὑρήσεις, καὶ ἐπὶ πασῶν ἔχε λύσιν τὰς δηλωθείσας αἰτίας. Τότε μόνῳ λατρεύσεις. Καὶ τοῦτο ἐν τῷ Δευτερονομίῳ γέγραπται. Σκόπει δὲ, ὅτι ἐπὶ μὲν τοῖς προλαβοῦσι πειρασμοῖς μακροθύμως ἀπεκρίνετο, ὅτε δὲ εἶδεν αὐτὸν τὴν τοῦ Θεοῦ προσκύνησιν εἰς ἑαυτὸν ἀναισχύντως ἔλκοντα, καὶ Θεοῦ τιμὴν ἀπαιτοῦντα, τότε ἐπετίμησεν αὐτῷ εἰπών·
Ὕπαγε Σατανᾶ, τουτέστιν, ἀναχώρει, ἀντικείμενε. Ὁ δὲ Λουκᾶς· Ὕπαγε ὀπίσω μου, ἔγραψεν, ὅ ἐστιν Ἀφανίσθητι. Ὁ γὰρ ὀπίσω τινός γενόμενος, οὐ φαίνεται αὐτῷ. Οὐκ ἠνέχετο δὲ ἐλέγξαι αὐτὸν ψευσάμενον, ὅτι ὁ κόσμος αὐτῷ παραδέδοται, ἀλλὰ πάλιν ἀπὸ τῆς Γραφῆς αὐτὸν καταισχύνει. Καὶ λοιπὸν μάστιξ τῷ πονηρῷ γέγονεν ἡ ἐπιτίμησις. Οὐκέτι γὰρ ἐκαρτέρησε. Καὶ διατὶ Ματθαῖος μὲν τελευταῖον ἔγραψε τὸν πειρασμὸν τῆς φιλαργυρίας, ὁ δὲ Λουκᾶς μᾶλλον τὸν τῆς κενοδοξίας; Διότι Ματθαῖος μὲν καὶ τῆς τάξεως τῶν πειρασμῶν ἐφρόντισε· Λουκᾶς δὲ μόνης τῆς διηγήσεως αὐτῶν. Τί οὖν ἀπὸ τῶν πειρασμῶν τοῦ Σωτῆρος παιδευόμεθα; Τὸ μὴ πείθεσθαι τῷ ἐχθρῷ μηδέποτε, μηδὲ εἰ χρήσιμα καὶ ἀναγκαῖα
col. 181–182page 38 of 329
PG 129:181ἐπιτάττει. Σαίνει μὲν γὰρ τῷ χρηστῷ, τελευτᾷ δὲ εἰς πονηρόν· τὸ μὴ διὰ λιμὸν ἢ τοιαύτην ἄλλην ἀνάγκην ποιεῖν θέλημα τοῦ δαίμονος, ἀλλὰ καταφεύγειν ἐπὶ τὸν Θεόν· τὸ μὴ ἐκπειράζειν τὸν Θεὸν, καὶ τὸ μὴ προσέχειν τῷ διαβόλῳ σημεία ζητοῦντι. Δήλων γὰρ τούτοις ἐναποκρύψας αἰτεῖ. Τινὲς δὲ φασι, τὸν διάβολον ὑποδεῖξαι τῷ Χριστῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, οὐ κατ' αἴσθησιν τοπικῶς, ἀλλὰ κατὰ διάνοιαν ὑπογραφικῶς. Τοῦτο δὲ εἶπον, διὰ τὸ ἐν στιγμῇ χρόνου ταύτας ὑποδεῖξαι. Τότε – διάβολος. Ὁ δὲ Λουκᾶς ἔγραψεν, ὅτι καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπῆλθεν ἀπ' αὐτοῦ ἄχρι καιροῦ. Καὶ φαίνεται, ὅτι οἱ ἀπαριθμηθέντες τρεῖς πειρασμοί, κεφάλαια πάντων εἰσὶ τῶν πειρασμῶν.
Ἐκ τούτων γὰρ καὶ οἱ ἄλλοι πάντες ἀπογεννῶνται, καὶ ὁ τὰ πάθη ταῦτα νικήσας, ἔχει κατὰ πάντων τὰ νικητήρια. Τὸ δὲ Ἄχρι καιροῦ, σημαίνει, ὅτι μέχρι τῆς παρὰ τῶν Ἰουδαίων ἐπιβουλῆς. Τότε γὰρ πάλιν προσέβαλεν, οὐ δι' ἑαυτοῦ, ἀλλὰ διὰ τῶν Ἰουδαίων, ὡς δι' ὀργάνων τίνων. Τοὺς τρεῖς πειρασμοὺς ἐνίκησεν ὁ Κύριος, τὸν τῆς γαστριμαργίας, τὸν τῆς κενοδοξίας, καὶ τὸν τῆς φιλοχρηματίας, ἤγουν φιλοπλουτίας. Οὗτοι γάρ εἰσιν οἱ ἄρχοντες τῶν παθῶν. Τούτους οὖν νικήσας, καὶ τοὺς ἄλλους πολλῷ μᾶλλον. Ὅθεν ὁ Λουκᾶς φησιν, ὅτι πάντα πειρασμὸν ἐτέλεσε. Ὅτι δὲ ἄγγελοι διακονοῦσιν αὐτῷ, δείκνυσιν, ὅτι καὶ ἡμῖν μετὰ τὴν νίκην ἄγγελοι ὑπηρετοῦσι.
Πάντα γὰρ δι' ἡμᾶς καὶ ποιεῖ καὶ δείκνυσιν ὁ Χριστὸς, ἐπεὶ αὐτῷ, ὡς Θεῷ, ἀεὶ οἱ ἄγγελοι ὑπουργοῦσιν. Καὶ – διηκόνουν αὐτῷ. Ὅτε μὲν οἱ ἀγῶνες ἦσαν, οὐκ εἴασεν αὐτοὺς φαίνεσθαι, ἵνα μὴ ἀπολέσῃ τὴν ἄγραν· ὅτε δὲ τὸν ἀνταγωνιστὴν ἐνίκησε κατὰ κράτος, καὶ φυγεῖν παρεσκεύασε, τότε φαίνονται λοιπόν, ἵνα μάθῃς ὅτι καὶ σὲ μετὰ τὰς κατ' ἐκείνου νίκας, ἄγγελοι δέξονται καὶ δορυφορήσουσιν. Ἀκούσας – Γαλιλαίαν. Ἀκούσας, ὅτι παρεδέθη εἰς τὸ δεσμωτήριον ὑπὸ Ἡρώδου τοῦ τετράρχου, καθὼς ἐρεῖ προϊών. Ἀνεχώρησε δὲ, παιδεύων ἡμᾶς, φεύγειν τοὺς πειρασμούς. Οὐκ ἔστι γὰρ ἔγκλημα, τὸ μὴ ἐπιῤῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ, ἐμπεσόντα μὴ
col. 183–184page 39 of 329
PG 129:183στῆναι γενναίως. Εἰς τὴν Γαλιλαίαν δὲ ἄπεισιν, ἅμα μὲν, ἵνα πληρωθῇ ἡ περὶ αὐτῆς προφητεία, ὡς ῥηθήσεται· ἅμα δὲ, ἵνα ἐκεῖθεν ἀλιεύσῃ τοὺς ἁλιεῖς, λέγω δὴ τοὺς ἀποστόλους. Ἐκεῖ γὰρ διέτριβον. Καὶ γὰρ καὶ οἱ ἄγγελοι ὕστερον, εἰς οὐρανὸν ἀναλαμβανομένου τοῦ Χριστοῦ, Γαλιλαίους αὐτοὺς ἐκάλεσαν, εἰπόντες, ὅτι Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν. Καὶ — Νεφθαλείμ. Καταλιπών, ἀντὶ τοῦ, παραδραμών. Τότε γὰρ οὐκ εἰσῆλθεν εἰς τὴν Ναζαρέτ. Ἵνα πληρωθῇ αὐτοῖς. Ἡ Γαλιλαία χώρα μὲν ἦν τῆς Παλαιστίνης, ὡς προειρήκαμεν· ἐκληροδοτήθη δὲ πάλαι ταῖς δυσὶ φυλαῖς, τῇ τοῦ Ζαβουλών, καὶ τῇ τοῦ Νεφθαλείμ· μέρος δὲ αὐτῆς ἔθνη κατώκουν ἀλλόφυλα.
Καὶ δοκεῖ μὲν ἡ τῶν προφητικῶν τούτων ῥητῶν σύνταξις δυσχερής, διά τε τὸ ἐλλείπειν τινά, καὶ διὰ τὸ ἀγνοεῖσθαι τὴν ἔννοιαν αὐτῶν. Ἐγὼ δὲ ταύτην ἀπὸ τῆς προφητικῆς βίβλου διαγνούς, ἔγνων, πῶς χρὴ ταῦτα συντάττειν. Προσήκει γὰρ οὕτως. Ὦ γῆ τοῦ Ζαβουλών! καὶ ὦ γῆ τοῦ Νεφθαλείμ! λέγει δὲ τὴν Γαλιλαίαν, ὡς εἴρηται· καὶ, ὦ οἱ κατὰ τὴν ὁδὸν τῆς θαλάσσης, τουτέστιν, οἱ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας οἰκοῦντες· καὶ ὦ οἱ πέραν τοῦ Ἰορδάνου! καὶ ὦ Γαλιλαία τῶν ἐθνῶν! ἐκάλεσε δὲ Γαλιλαίαν τῶν ἐθνῶν, τὸ μέρος τῆς Γαλιλαίας, ὃ τὰ ἔθνη κατῴκουν· εἶτα, ἐπισυνάψας πάντας τοὺς ἐν τοῖς δηλωθεῖσι τόποις, εὐηγγελίσατο τὰ σωτήρια, εἰπών· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς μέγα, καὶ τὰ ἑξῆς.
Καὶ σκότος μὲν ὠνόμασε, τὴν πλάνην. Ἐπλανῶντο γὰρ Ἰουδαῖοι μὲν περὶ τὰς Γραφάς, τὰ ἔθνη δὲ περὶ τὸ σέβας. Φῶς δὲ μέγα, τὸν Χριστὸν, ὃς ἀλλαχοῦ φῶς ἀληθινὸν προσηγόρευται. Καὶ γὰρ αὐτὸς τούτους ἐξήγαγεν ἐκ τῆς πλάνης, δίκην φωτὸς αὐτοῖς ἐπιλάμψας. Εἶτα πάλιν ἐφηρμήνευσε τὸ τοιοῦτον σκότος, Χώραν θανάτου καὶ σκιὰν θανάτου τοῦτο καλέσας. Ὥσπερ γὰρ τοῦ σωματικοῦ θανάτου χώρα καὶ σκιὰ ὁ τάφος ἐστί· χώρα μέν, ὡς τόπος· σκιὰ δὲ, ὡς σκότος· σκότος γὰρ ἡ σκιά· οὕτω καὶ τοῦ ψυχικοῦ θανάτου χώρα καὶ σκιά, ἡ πλάνη ἐκείνη ἦν· χώρα μέν, ὡς τρόπον τάφου συνέχουσα τοὺς ἐμπεπτωκότας αὐτῇ νενεκρωμένους εἰς αἴσθησιν ἀληθείας· σκιὰ δὲ, ὡς σκοτίζουσα αὐτούς.
Εἰ δὲ μὴ ἀκέραια τὰ προφητικὰ τέθεικε ῥητά, μὴ θαυμάσῃς. Χρὴ γὰρ καθολικῶς γινώσκειν, ὅτι οἱ εὐαγγελισταί ποτὲ μὲν ἀκεραίων τῶν ῥητῶν ἀπομνημονεύουσι, ποτὲ δὲ, ἐπιτέμνουσιν αὐτά, ποτὲ δὲ τὴν μὲν τῶν ῥητῶν διάνοιαν ὁλόκληρον ἀποσώζουσι, λέξεις δέ τινας ἀπαρατηρήτως ὑπαλλάττουσιν, ὅταν οὐδέν τι μέλλοι τῷ λόγῳ τοῦτο λυμαίνεσθαι.
col. 185–186page 40 of 329
PG 129:185Περὶ τῆς διδασκαλίας τοῦ Σωτῆρος. Ἀπὸ τότε – οὐρανῶν. Τοῦτο πρὸ τοῦ Σωτῆρος ὁ Ἰωάννης ἐκήρυξεν. Ἄρχεται δὲ καὶ ὁ Χριστὸς ἐντεῦθεν, ἵνα δείξῃ, ὅτι προοίμιον αὐτοῦ ἦν ὁ Ἰωάννης, καὶ δεῖ οὐκ ἔστιν οὗτος ἐναντίος ἐκείνῳ. Καὶ γὰρ ἔδει πρῶτον ἄλλον μαρτυρῆσαι περὶ αὐτοῦ, καὶ τότε αὐτὸν ἐλθεῖν. Τινὲς δὲ λέγουσιν, ὅτι δοκεῖ μὲν ὁ Χριστὸς τὰ αὐτὰ τῷ Ἰωάννῃ κηρύσσειν, οἷον τὸ Μετανοεῖτε, καὶ τὸ Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, οὐκ ἔστι δέ. Ὁ μὲν γὰρ Ἰωάννης, Μετανοεῖτε, ἔλεγεν, ἐφ᾽ οἷς ἡμαρτήκατε· ὁ δὲ Χριστός, Μετανοεῖτε, ἀντὶ τοῦ, Μεταβάλλεσθε ἀπὸ τῆς παλαιᾶς ἐπὶ τὴν καινήν. Καὶ παράγουσι μάρτυρα τὸν Μάρκον, προσθέντα τό· καὶ πιστεύετε ἐν τῷ Εὐαγγελίῳ.
Καὶ ὁ μὲν Ἰωάννης, φασί, βασιλείαν οὐρανῶν, τὸν Χριστὸν ὠνόμασεν· ὁ δὲ Χριστὸς τὴν οὐράνιον καὶ ἀγγελικὴν πολιτείαν, ἣν αὐτὸς ἔμελλε νομοθετεῖν, ὡς προειρήκαμεν. Ὁ μέντοι Μάρκος, ἀντὶ τοῦ Βασιλεία τῶν οὐρανῶν, Ἡ βασιλεία τοῦ Θεοῦ εἶπε. Καὶ νοεῖται ὅτι, ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, ἵνα βασιλεύσῃ τῶν πιστευόντων. Τῶν μὲν γὰρ ἀπίστων φύσει ἐστὶ βασιλεὺς ὁ Υἱὸς καὶ Λόγος· τῶν δὲ πιστευόντων, καὶ φύσει καὶ προαιρέσει, ἑκουσίως δεχομένων τὸ ὑπ' αὐτοῦ βασιλεύεσθαι. Περιπατῶν – αὐτῷ. Ματθαῖος μὲν ἐνταῦθά φησιν, ὅτι μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἠκολούθησαν οὗτοι τῷ Ἰησοῦ· ὁ δ᾽ εὐαγγελιστὴς Ἰωάννης μᾶλλον, ὅτι πρὸ τοῦ παραδοθῆναι. Καὶ Ματθαῖος μὲν εἶπεν, ὅτι καὶ ἀμφοτέρους ὁ Ἰησοῦς ἐκάλεσεν·
ὁ δὲ Ἰωάννης, ὅτι τὸν μὲν Ἀνδρέαν, ὁ Ἰησοῦς, τὸν δὲ Πέτρον, ὁ Ἀνδρέας. Ὅθεν φανερόν, ὅτι δευτέρα αὕτη ἡ κλῆσις ἦν. Καὶ γὰρ ἀκολουθήσαντες αὐτῷ, πρὸ τοῦ παραδοθῆναι τὸν Ἰωάννην, ἐπανῆλθον πάλιν εἰς τὴν ἰδίαν πατρίδα, καὶ τὴν προτέραν τέχνην μετεχειρίζοντο, ἅτε τὸν μὲν Ἰωάννην ἰδόντες παραδοθέντα, τὸν δὲ Ἰησοῦν ἀναχωρήσαντα. Λοιπὸν οὖν ὁ Χριστὸς, ἐνδοὺς αὐτοῖς τὸ πρῶτον, ἔρχεται πάλιν ἀνακτησόμενος καὶ κελεύει ἀκολουθεῖν, ἵνα, ἀνθ᾽ ὧν εἶχαν δικτύων, λαβόντες παρ᾽ αὐτοῦ τὴν λογικὴν σαγήνην, καὶ βάλλοντες εἰς τὴν θάλασσαν τοῦ βίου, τοὺς ἀνθρώπους θηρεύσωσιν, ἀντὶ τῶν ἰχθύων. Σκόπει δὲ, πῶς εὐθέως ὑπήκουσαν, καὶ ἀφῆκαν ἃ εἶχον, μηδέν τι προφασισάμενοι.
Καὶ γὰρ οὕτως ὁ Χριστὸς βούλεται, παντὸς ἀναγκαίου προτιμᾶν τὸ ἀκολουθεῖν αὐτῷ. Δεῦτε δὲ, ὀπίσω μου, εἶπεν, ἀντὶ τοῦ, Ἀκολουθήσατέ μοι. Ἀδελφοὶ δύο, γεγόνασι πρώτη κλῆσις τῷ Χριστῷ, διδάσκοντι καὶ διὰ τούτου τὸ προσήκειν ἀδελφικῶς πολιτεύεσθαι, καὶ ἀδελφὰ φρονεῖν, τοὺς μαθητευομένους αὐτῷ.
col. 187–188page 41 of 329
PG 129:187Καὶ προβὰς — αὐτῷ. Ὅρα καὶ τὴν τούτων πίστιν, δι' ἣν καὶ τοῦ Πατρὸς κατεφρόνησαν. Χρὴ γὰρ καὶ τῶν γονέων προτιμᾶν τὸν Χριστόν. Οὐ μικρὰ δὲ ἀπόδειξις τῆς ἀρετῆς αὐτῶν, τὸ πενίαν φέρειν εὐκόλως, καὶ τὸ ἀπὸ τῶν οἰκείων τρέφεσθαι χειρῶν, καὶ τὸ συνδεδέσθαι ἀλλήλοις, καὶ τὸ τὸν Πατέρα μεθ' ἑαυτῶν ἔχειν καὶ θεραπεύειν. Εἰκὸς δὲ, καὶ τούτους ἀκοῦσαι παρὰ Πέτρου καὶ Ἀνδρέου, ὅτι ὑπέσχετο ποιῆσαι τοὺς ἀκολουθοῦντας αὐτῷ, ἁλιεῖς ἀνθρώπων. Καὶ — συναγωγαῖς αὐτῶν. Περιήγεν, ἀντὶ τοῦ, Περιήρχετο. Ἐν ταῖς συναγωγαῖς δὲ ἐδίδασκε· τοῦτο μὲν, ἵνα πλείονας ἐφελκύσηται· τοῦτο δὲ, ἵνα μηδεὶς ἔχοι λέγειν, ὅτι λάθρα διδάσκων τοὺς ἀμαθεῖς, ἐξαπατᾷ τούτους, μὴ θαῤῥῶν ἐν πλήθει διδάσκειν. Καὶ κηρύσσων — βασιλείας.
Ὁ δὲ Μάρκος, τῆς βασιλείας τοῦ Θεοῦ ἔγραψεν. Εὐαγγέλιον δὲ τῆς βασιλείας τοῦ Θεοῦ, ἡ Καινὴ Διαθήκη, ὡς περὶ τῆς βασιλείας τοῦ Θεοῦ διαλαμβάνουσα, ἢ ὡς εἰσάγουσα εἰς τὴν βασιλείαν τοῦ Θεοῦ τοὺς πειθομένους αὐτῇ. Καὶ — λαῷ. Νόσος μέν ἐστι, ἡ χρονία παρατροπὴ τῆς τοῦ σώματος ἕξεως· μαλακία δὲ, ἀρχὴ χαυνώσεως σώματος, προάγγελος νόσου. Ἀλλ' οὕτω μὲν ἐπὶ σώματος. Ἐπὶ δὲ ψυχῆς, νόσος μὲν, ἁμαρτίας ἐνέργεια· μαλακία δὲ, χαύνωσις λογισμοῦ, πρὸς συγκατάθεσιν ἐνεργείας. Καὶ ἀπῆλθεν — Συρίαν. Ὁ δὲ Μάρκος εἶπεν· Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. Ὁ δὲ Λουκᾶς· Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. Ἀκοὴν δὲ καὶ ἦχον, τὴν περὶ αὐτοῦ φήμην λέγουσιν.
Ἣν δὲ εἶπε Συρίαν ὁ Ματθαῖος, ταύτην εἶπον οἱ ἄλλοι περίχωρον τῆς Γαλιλαίας. Ἀπῆλθε δὲ ἡ περὶ αὐτοῦ ἀκοὴ, διότι τοιαῦτα ἐδίδασκεν, οἷα οὐδέποτε ἤκουσαν, καὶ ὅτι τοὺς λόγους ἐβεβαίου τοῖς θαύμασι, καὶ ὅτι ἐξουσιαστικῶς καὶ ἐδίδασκε, καὶ ἐθαυματούργει, ὡς εὑρήσεις φανερώτερον ἐν τῷ Μάρκῳ. Καὶ ἐθεράπευσεν αὐτούς. Μετὰ τὸ, ποικίλαις νόσοις, στικτέον τελείαν. Βασάνους δὲ λέγει, τὰς ἀπὸ τῶν νόσων ὀδύνας. Ὁ δὲ σεληνιασμὸς πάθος ἐστὶν ἀπὸ σεσηπότων χυμῶν συνιστάμενος.
Ἐπεὶ γὰρ ἡ σελήνη, πλησιφαὴς γινομένη, φύσιν ἔχει, διὰ τῆς ἐκεῖθεν πεμπομένης αὐγῆς ἀνασπᾶν τὰς ἐν τοῖς σώμασιν ὑγρότητας, ταράσσονται τηνικαῦτα καὶ οὗτοι, καὶ λοιπὸν ἐξ αὐτῶν ἀτμὸς δριμὺς καὶ πονηρὸς ἀναφερόμενος, σπαράσσει τὸν ἐγκέφαλον, καὶ διαστρέφει τὸν ἄνθρωπον. Διότι δὲ ταῦτα πάσχουσιν ὑπὸ σελήνης, λέγεται σεληνιασμός. Διατί δὲ παρ' οὐδενὸς τούτων πρὸ τῆς θεραπείας οὐκ ἐπεζήτησε
col. 189–190page 42 of 329
PG 129:189πίστιν, ὡς παρὰ πολλῶν ἄλλων ὕστερον; Διότι οὔπω τῆς ἑαυτοῦ δυνάμεως ἀπόδειξιν σαφῆ δέδωκεν. Ἄλλως τε δὲ αὐτὸ τοῦτο, τὸ προσιέναι καὶ προσάγειν, οὗ τῆς τυχούσης πίστεως ἦν. Καὶ ἠκολούθησαν — πέραν τοῦ Ἰορδάνου. Καὶ ἀπὸ τοῦ τόπου δηλαδή, τοῦ πέραν τοῦ Ἰορδάνου. ΚΕΦ. Ε. Περὶ τῶν μακαρισμῶν. Ἰδὼν — ὄρος. [Εἰς ὄρος ἀναβὰς ἐξέθετο τοὺς μακαρισμοὺς ὁ Κύριος, διδάσκων κἀντεῦθεν, ὅτι χρὴ τὸν μακαρισμοῦ τυχεῖν ἐφιέμενον ἀποστῆναι τῶν χαμαιζήλων, καὶ πρὸς τὰ ὑψηλότερα μετεωρισθῆναι.] Ἀνέβη δὲ εἰς τὸ ὄρος τὸ πλησίον, ἅμα μὲν ἐκκλίνων τοὺς ἐν μέσῳ θορύβους, ἅμα δὲ καὶ ἀπερίσπαστον τὴν διδασκαλίαν ποιήσασθαι βουλόμενος. Μετέβη γὰρ ἀπὸ τῆς θεραπείας τῶν σωμάτων ἐπὶ τὴν ἰατρείαν τῶν ψυχῶν.
Οὕτω γὰρ ἀεὶ ποιῶν διετέλει, μεταβαίνων ἀπ' ἐκείνης ἐπὶ ταύτην, καὶ αὖθις ἀπὸ ταύτης ἐπ' ἐκείνην, καὶ ποικίλην παρεχόμενος τὴν ὠφέλειαν. Καὶ καθίσαντος — αὐτοῦ. Συνανῆλθον μὲν καὶ οἱ ὄχλοι, προσῆλθον δὲ οἱ μαθηταὶ, ὡς οἰκειότερον αὐτῷ διακείμενοι, θέλοντες διδαχθῆναι τι παρ' αὐτοῦ. Καὶ ἀνοίξας — ἐδίδασκεν αὐτούς. Τίνος ἕνεκεν εἶπεν, ὅτι καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ; Διότι καὶ μὴ ἀνοίγων αὐτὸ ἐδίδασκεν αὐτούς, ἀφ' ὧν ἔπραττε. Πρὸς μὲν οὖν τοὺς μαθητὰς ἀποτείνει τοὺς λόγους, ἵνα ἀνεπαχθὴς δόξῃ τοῖς ὄχλοις, κοινοὺς δὲ αὐτοὺς ποιεῖται πρὸς πάντας ἀνθρώπους καὶ καθολικούς. Λέγων — οὐρανῶν. Οὐκ εἶπεν, οἱ πτωχοὶ τοῖς χρήμασιν, ἀλλ' οἱ πτωχοὶ τῷ πνεύματι·
τουτέστιν οἱ ταπεινοὶ τῇ προαιρέσει καὶ τῇ ψυχῇ, ταῦτα νῦν πνεῦμα ὀνομάσας. Οὐ γὰρ ὁ ἐκ περιστάσεώς τινος ταπεινός, οὗτος μακαριστὸς, διότι οὐδὲν τῶν ἀπροαιρέτων μακαριστόν. Πάσα γὰρ ἀρετὴ τῷ ἑκουσίῳ χαρακτηρίζεται. Πτωχὸν δὲ ἐνταῦθα, τὸν ταπεινὸν ἐκάλεσεν ἀπὸ τοῦ κατεπτηχέναι, ὅ ἐστι πεφοβῆσθαι. Ὁ γὰρ ταπεινόφρων ἀεὶ φοβεῖται τὸν Θεὸν, ὡς μηδέποτε εὐαρεστήσας αὐτῷ. Σκόπει δὲ, ὁποῖον θεμέλιον τῆς διδασκαλίας κατεβάλετο.
Ἐπεὶ γὰρ ἡ ὑψηλοφροσύνη τόν τε διάβολον κατέβαλε, καὶ τὸν πρωτόπλαστον ἐξέβαλεν, οἰηθέντα θεὸν ἔσεσθαι μετὰ τὴν τοῦ ξύλου βρῶσιν, καὶ ῥίζα καὶ πηγὴ τῶν κακῶν ἁπάντων γέγονεν αὕτη, ἀντίπαλον αὐτῇ κατασκευάζει φάρμακον, τὴν ταπεινοφροσύνην, καὶ ῥίζαν ταύτην καὶ κρηπίδα τῶν ἀρετῶν ὑποτίθησιν, ἧς ὑποσπασθείσης ἅπαντα τἄλλα, καὶ εἰ μέχρι τοῦ οὐρανοῦ φθάνουσιν, ὑποσύρονται καὶ καταπίπτουσιν, ὡς ἐπὶ τοῦ Φαρισαίου.
col. 191–192page 43 of 329
PG 129:191Κατάλληλον δὲ, καὶ τὸ ταύτης ἔπαθλον. Ἀντὶ γὰρ τῆς ἄκρας ἀτιμίας, ἄκρα τιμή· καὶ οὐκ ἔστιν εὑρεῖν ἐπέκεινα. Ἐν τάξει δὲ μακαρισμοῦ τὰς ἐντολὰς ταύτας εἰσήγαγεν, ἀνεπαχθέστερον τὸν λόγον ποιῶν. Ἔδει γὰρ ἐν ἀρχῇ πραότερον αὐτοῖς ὁμιλῆσαι, καὶ οὕτως ἠρέμα προβαίνειν εἰς τὸ ἐπιτάττειν. Τίνος ἕνεκεν οὐκ εἶπεν, Οἱ ταπεινοί, ἀλλ' οἱ πτωχοί; Ὅτι τοῦτο ἐκείνου πλέον. Καὶ γὰρ πολλοί τῆς ταπεινοφροσύνης οἱ τρόποι. Καὶ ὁ μέν ἐστι ταπεινὸς συμμέτρως· ὁ δὲ μεθ᾽ ὑπερβολῆς ἁπάσης. Ταύτην καὶ ὁ μακάριος Δαυὶδ ἐπαινεῖ λέγων· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Μακάριοι — παρακληθήσονται.
Ἐπεὶ πάντες ὑπελάμβανον μακαρίους μέν, τοὺς ἐν χαρᾷ, ἀθλίους δὲ τοὺς ἐν θλίψει, πρόῤῥιζον ἀνασπᾷ τὴν τοιαύτην ὑπόληψιν, τοὐναντίον ὑποτιθέμενος. Πενθοῦντας δὲ λέγει, οὐ τοὺς ἁπλῶς πενθοῦντας, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων. Τὸ γὰρ ὑπὲρ βιωτικοῦ πράγματος πενθεῖν, ἄθλιον καὶ κεκωλυμένον. Φησὶ γὰρ ὁ Παῦλος, ὅτι Ἡ μὲν τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεόν, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον. Καὶ πῶς ὁ Παῦλος πάλιν εἶπε· Χαίρετε ἐν Κυρίῳ πάντοτε; Διότι κἀκεῖνος τὴν ἐκ τοῦ πένθους λέγει χαράν. Ἔχει γὰρ τοῦτο χαρὰν συγκεκληρωμένην. Καθάπερ γάρ, ὑετοῦ σφοδροῦ καταρραγέντος, εὐδία γίνεσθαι εἴωθεν, οὕτω καὶ, δακρύων κατενεχθέντων, γαλήνη καὶ χαρὰ τῇ ψυχῇ ἐγγίνεται.
Βούλεται δὲ νῦν ὁ λόγος πενθεῖν ἡμᾶς μὴ μόνον ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων, οἷα ἦν ἡ ψυχὴ Μωϋσέως καὶ Δαυὶδ καὶ Παύλου καὶ τῶν τοιούτων. Παρακληθήσονται δέ, ἤγουν εὐφρανθήσονται. Ποῦ; Καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ἐνταῦθα μέν, τῇ ἐλπίδι τῆς ἀπολυτρώσεως αὐτῶν· ἐκεῖ δέ, οὐ μόνον τῇ ἀφέσει τούτων, ἀλλὰ καὶ τῇ μακαριότητι. Οἱ γὰρ παῖδας καὶ γυναῖκας ἀποθανόντας θρηνοῦντες, οὐ χρημάτων, οὐ σωμάτων ἐρῶσιν, οὐδὲ κατ᾽ ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν ἄλλου τινὸς ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ ἄλλου πολιορκοῦνται τινος πάθους· πόσῳ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες τὰ ἑαυτῶν, ὡς πενθεῖν ἄξιον; Μακάριοι — τὴν γῆν.
Ἐπεὶ πάλαι τοῖς ἀνθρώποις περισπούδαστος ἦν ἡ κληρονομία τῆς γῆς, τίθησι καὶ ταύτην ἔπαθλον ἀρετῆς. Καί τινες μὲν γῆν νοητὴν
col. 193–194page 44 of 329
PG 129:193ἐν οὐρανῷ λέγουσιν, ὁ δὲ Χρυσόστομος φησι, ὅτι καὶ αἰσθητὸν τέθεικεν ἔπαθλον, διὰ τοὺς παχυτέρους, τοὺς τὰ αἰσθητὰ πρὸ τῶν νοητῶν ζητοῦντας. Εἴωθε γὰρ δι᾿ ὅλου τοῦ Εὐαγγελίου προτρέπειν εἰς ἀρετὴν, ποτὲ μὲν, ἀπὸ τῶν μελλόντων, ποτὲ δὲ, ἀπὸ τῶν παρόντων, καὶ οὔτε ὅταν νοητὰ ἔπαθλα τίθησιν, ἀποστερεῖ τῶν αἰσθητῶν, οὔτε, ὅταν αἰσθητά, ἀφαιρεῖται τὰ νοητά. Ζητεῖτε γὰρ, φησί, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ αὖθις· Οὐδεὶς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, καὶ τὰ ἑξῆς, ὃς οὐ μὴ ἀπολάβη πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι ζωὴν αἰώνιον. Πραεῖς λέγονται, οὐχ οἱ μηδόλως ὀργιζόμενοι· οἱ τοιοῦτοι γὰρ ἀναίσθητοι·
ἀλλ᾽ οἱ θυμὸν μὲν ἔχοντες, κρατοῦντες δὲ, καὶ ὅτε δεῖ ὀργιζόμενοι, ὡς καὶ Δαυίδ εἶπεν· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Μακάριοι — χορτασθήσονται. Ἐπεὶ μέλλει περὶ ἐλεημοσύνης εἰπεῖν, προαναιρεῖ τὴν πλεονεξίαν, ἵνα καθαρὸς ὁ ἔλεος γίνηται. Ἡ δικαιοσύνη γὰρ, ἀντίπαλός ἐστι τῇ πλεονεξίᾳ. Οἱ πεινώντες δὲ καὶ διψώντες εἶπεν, ἀντὶ τοῦ· Οἱ σφόδρα ἐπιθυμοῦντες, ἵνα ὁ σφοδρὸς ἔρως τῆς πλεονεξίας, ἐπὶ τὴν δικαιοσύνην μεταστάς, ἀνέλῃ ἐκείνην. Χορτασθήσονται δὲ, παντὸς ἀγαθοῦ. Ἐπειδὴ οἱ πλεονέκται δοκοῦσιν εὔποροι εἶναι καὶ χορτάζεσθαι, διὰ τοῦτό φησιν, ὅτι οἱ δίκαιοι μᾶλλον χορτασθήσονται. Μακάριοι — ἐλεηθήσονται. Παρὰ τοῦ Θεοῦ, δηλονότι. Πλὴν οὐ τοσοῦτον, ὅσον ἠλέησαν.
Ὅση γάρ ἐστι διαφορὰ πονηρίας καὶ ἀγαθότητος, ἢ μᾶλλον, ὅση ἀνθρώπου καὶ Θεοῦ, τοσαύτη καὶ ἀνθρωπίνης καὶ θείας ἐλεημοσύνης. Οὐχὶ διὰ χρημάτων μόνον ἔστιν ἐλεεῖν, ἀλλὰ καὶ λόγου, κἂν μηδὲν ἔχῃς, διὰ δακρύων. Ποικίλος γὰρ ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεία αὕτη ἡ ἐντολή. Ἐλεηθήσονται δὲ ἐνταῦθα μὲν, παρὰ ἀνθρώπων· ἐκεῖ δὲ, παρὰ τοῦ Θεοῦ. Μακάριοι — ὄψονται. Καθαροὺς τῇ καρδίᾳ νόει, τοὺς μηδέν τι πονηρὸν ἑαυτοῖς συνειδότας, ἢ τοὺς φυλάσσοντας τὴν καρδίαν ἀμόλυντον ἀπὸ τῶν ἡδυπαθειῶν, ὅπερ ὁ Παῦλος ἁγιασμὸν ἐκάλεσεν, εἰπών· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὄψονται δὲ τὸν Θεόν, ὡς δυνατὸν ἀνθρωπίνῃ φύσει.
Τέθεικε δὲ τὸν μακαρισμὸν τοῦτον μετὰ τὸν τῆς ἐλεημοσύνης,
col. 195–196page 45 of 329
PG 129:195διότι πολλοὶ δικαιοσύνην καὶ ἐλεημοσύνην κατορθοῦντες, ἡττῶνται τῆς ἠδυπαθείας, καὶ δείκνυσιν, ὅτι οὐκ ἀρκοῦσιν ἐκεῖναι μόναι αἱ ἀρεταί. Καθαροί τῇ καρδίᾳ εἰσὶν οἱ σώφρονες. Τοῦ ἁγιασμοῦ γὰρ, ἤτοι τῆς σωφροσύνης χωρίς, οὐδεὶς δίνεται τὸν Κύριον. Ὥσπερ γὰρ τὸ κάτοπτρον, ἐὰν ᾖ καθαρόν, τότε δέχεται τὰς ἐμφάσεις, οὕτω καὶ ἡ καθαρὰ ψυχή δέχεται ὄψιν Θεοῦ. Μακάριοι — κληθήσονται. Οἱ μὴ μόνον αὐτοὶ μὴ στασιάζοντες, ἀλλὰ καὶ ἑτέρους στασιάζοντας συνάγοντες εἰς εἰρήνην. Υἱοὶ δὲ Θεοῦ κληθήσονται, ὡς μιμησάμενοι τὸν μονογενῆ Υἱὸν αὐτοῦ, ᾧ γέγονεν ἔργον, συναγαγεῖν τὰ διεστῶτα, καὶ καταλλάξαι τὰ ἐκπεπολεμωμένα.
Εἴη δ' ἂν μεμακαρισμένος εἰρηνοποιός, καὶ ὁ εἰρηνεύσας τὸ θέλημα τῆς ἰδίας σαρκὸς μετὰ τοῦ θελήματος τῆς ψυχῆς αὐτοῦ, καὶ ὑποτάξας τὸ χεῖρον τῷ κρείττονι. Οὐ μόνον οἱ εἰρηνεύοντες αὐτοὶ πρὸς πάντας, ἀλλὰ καὶ οἱ ἑτέρους στασιάζοντας καταλλάσσοντες. Εἰρηνοποιοὶ δὲ εἰσι καὶ οἱ διὰ διδασκαλίας τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἐπιστρέφοντες· υἱοὶ δὲ Θεοῦ οἱ τοιοῦτοι. Καὶ γὰρ καὶ ὁ μονογενής κατήλλαξεν ἡμᾶς τῷ Θεῷ. Μακάριοι — οὐρανῶν.
Βασιλείαν τῶν οὐρανῶν, οἱ μὲν λέγουσι τὴν ἐν οὐρανοῖς διαγωγήν, οἱ δὲ, τὴν ἰσάγγελον ἐν οὐρανοῖς κατάστασιν, οἱ δὲ, τὸ εἶδος τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἥτις δίδοται κατὰ τὸ ποιόν τε καὶ ποσὸν τῆς ἐν ἑκάστῳ δικαιοσύνης, οἱ δὲ τὴν κατὰ χάριν μετάδοσιν τῶν φυσικῶς προσόντων τῷ Θεῷ ἀγαθῶν. Τῶν τεσσάρων δὲ, τὸ τρίτον καὶ τὸ τέταρτον, καὶ βασιλείαν τοῦ Θεοῦ λέγουσιν. Τοῦτο εἶπεν, ἵνα μὴ νομίσῃς, ὅτι πανταχοῦ καλὴν ἡ εἰρήνη. Δικαιοσύνην δὲ νῦν, καθόλου πᾶσαν ἀρετὴν ὠνόμασεν. Ἐπεὶ δὲ καὶ τούτου τοῦ κατορθώματος ἔπαθλον τέθεικε τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ δυσχεράνῃς ἐπὶ τοῖς ἀλλοῖον ἔχουσιν ἔπαθλον.
Εἰ γὰρ καὶ διάφοροι δοκοῦσιν αἱ ῥηθεῖσαι ἀμοιβαί, διὰ τὴν ἑτερότητα τῶν ὀνομάτων, ἀλλ' οὖν πᾶσαι τὴν βασιλείαν τῶν οὐρανῶν αἰνίττονται. Πάντες γὰρ οἱ τούτων ἀξιωθέντες, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀπολαύουσι· διὸ καὶ πάντες μακάριοι ὠνομάσθησαν. Οὐ μόνον οἱ μάρτυρες διώκονται, ἀλλὰ καὶ
col. 197–198page 46 of 329
PG 129:197πολλοὶ ἔνεκεν τοῦ βοηθεῖν τοῖς ἀδικουμένοις, καὶ πάσης ἁπλῶς ἀρετῆς. Δικαιοσύνη γὰρ, ἡ πᾶσα ἀρετή. Ἐπεὶ καὶ κλέπται καὶ φονεῖς διώκονται ἀλλ᾽ οὐ μακάριοι. Μακάριοι ἕνεκεν ἐμοῦ. Ἵνα μὴ ὑπολάβῃς, ὅτι τὸ ἁπλῶς πονηροῖς ῥήμασι βάλλεσθαι μακάριον, δύο προσέθηκε διορισμούς, τό, ψευδῆ τὰ λεγόμενα εἶναι, καὶ διὰ τὸν Χριστὸν ταῦτα λέγεσθαι. Εἰ γὰρ μὴ ταῦτα οὕτως ἔχει, μᾶλλον ἄθλιος ὁ κακῶς ἀκούων. Τί τῶν ῥηθεισῶν τούτων παραινέσεων παραδοξότερον γένοιτ᾽ ἄν, ὅταν τὰ πᾶσι φευκτά, πᾶσι ποθεινὰ γίνηται, διὰ τὴν τῶν ἐπάθλων μεγαλειότητα; Ὁ δὲ καὶ φορτικά, καὶ ἐναντία τῇ μέχρι τότε συνηθεία τῶν ἀνθρώπων δογματίσας, ὅμως καὶ ἔπεισε, καὶ πείθει σχεδὸν πᾶσαν τὴν οἰκουμένην. Χαίρετε – οὐρανοῖς.
Χαίρετε καὶ ἀγαλλιάσθε, πάντες οἱ ὀνειδιζόμενοι, καὶ διωκόμενοι, καὶ κακῶς ἀκούοντες, ὡς εἴρηται. Εἰπὼν δέ, ὅτι ὁ Μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, ἐπήγαγε καὶ ἑτέραν παράκλησιν. † Τὸ γὰρ ὑπομεῖναι ὄνειδος, μέγα καὶ χαλεπώτατον. Διὸ καὶ ὁ Ἰώβ, τοὺς ἄλλους ὑπομείνας πειρασμούς, τότε μάλιστα ἐταράχθη, ὅτι ὠνείδιζον αὐτῷ οἱ φίλοι, ὡς δι᾽ ἁμαρτίας πάσχοντι. Οὕτω τοὺς πρὸ ὑμῶν. Ἐντεῦθεν φανερόν, ὅτι τὸ Μακάριοί ἐστε, καὶ τὰ ἑξῆς, ἰδίως πρὸς τοὺς μαθητὰς εἴρηκε, διὰ μέσου δὲ αὐτῶν, καὶ πρὸς ἅπαντας, ὅσοι μέλλουσι μιμεῖσθαι τοὺς μαθητὰς αὐτοῦ. Οὕτω γὰρ ἐδίωξαν, φησί, τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Πῶς οὕτως;
Ὀνειδίζοντες δηλονότι, καὶ διώκοντες, καὶ λέγοντες πᾶν πονηρὸν ῥῆμα κατ᾽ αὐτῶν ψευδόμενοι, ἕνεκεν τοῦ Θεοῦ. Ὥσπερ γὰρ ὑμεῖς παρ᾽ ἐμοῦ ἀποσταλήσεσθε, κηρύξοντες, ὅσα ἐντελοῦμαι· οὕτω δὴ κἀκεῖνοι παρὰ τοῦ Θεοῦ ἀπεστάλησαν. Εἰπὼν δέ, ὅτι τοὺς προφήτας τοὺς πρὸ ὑμῶν, ἐνέφηνεν, ὅτι καὶ οὗτοι προφητεύσουσιν. [Εἰ τοίνυν ἐκείνοις οὐκ ἦν ἐπίψογον, τὸ πάσχειν διὰ Θεόν, πάντως οὐδ᾽ ὑμῖν.] Οὕτω τοῖς προφήταις παρισώσας αὐτούς, ἀνέστησεν αὐτῶν τὰ φρονήματα.
Βλέπε δέ, μετὰ πόσας ἐντολὰς τὸν μακαρισμὸν τοῦ διωγμοῦ τοῦ ἕνεκεν δικαιοσύνης, καὶ τὸν τοῦ ὀνειδισμοῦ, καὶ τῆς διώξεως, καὶ τῆς κακολογίας τέθεικε, δηλῶν, ὅτι χρὴ πάσαις ταῖς προλαβούσαις ἐντολαῖς συγκεκροτῆσθαι τὸν εἰς τούτους τοὺς ἀγῶνας ἀποδυόμενον. Διὰ τοῦτο γὰρ καὶ τάξει τινὶ χρησάμενος χρυσῆν ἡμῖν σειρὰν ἔφηνεν. Ὁ μὲν γὰρ τα
col. 199–200page 47 of 329
PG 129:199ὁ δὲ ταῦτα πενθῶν, καὶ πρᾶος ἔσται· ὁ δὲ πρᾶος, πάντως ἔσται καὶ δίκαιος· ὁ δὲ δίκαιος, καὶ ἐλεήσει· ὁ δὲ ταῦτα πάντα κατορθώσας, καὶ καθαρὸς ἔσται τῇ καρδίᾳ· ὁ δὲ τοιοῦτος, καὶ εἰρηνοποιός· ὁ δὲ μέχρι τούτου προκόψας, καὶ πρὸς κινδύνους παρατάξεται, καὶ τὰ ἑξῆς ὑποστήσεται μεγαλοψύχως. Παραινέσας τοίνυν ἃ προσῆκεν, ἀναπαύει πάλιν αὐτοὺς τοῖς ἐγκωμίοις. Ὑμεῖς γῆς. Γῆν ἐνταῦθα, τοὺς ἀνθρώπους ἐκάλεσεν, ὡς ἐκ γῆς πλασθέντας. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν. Οἱ ἄνθρωποι πάντες σεσήπασι ταῖς ἁμαρτίαις, διαφθαρέντες ὑπὸ τῆς ὑγρότητος τῶν παθῶν·
ὑμεῖς οὖν, ἐκλεγέντες παρ' ἐμοῦ πρὸς ἰατρείαν τῆς παγκοσμίου ταύτης σηπεδόνος, ἐστὲ τὸ ἅλας τῶν ἀνθρώπων, δύναμιν λογικὴν ἐξ ἐμοῦ λαμβάνοντες στύφειν αὐτοὺς καὶ ἐπισφίγγειν, καὶ ἀποκτείνειν μὲν τοὺς ἀοράτους σκώληκας, φημὶ δὴ τοὺς ἐμπαθεῖς λογισμούς, ἀπαλλάττειν δὲ τῆς δυσωδίας τῶν ἁμαρτημάτων. † Οἱ μὲν προφῆται εἰς ἓν ἔθνος ἀπεστάλησαν· ὑμεῖς δὲ τῆς γῆς ἁπάσης ἐστὲ τὸ ἄλας, διὰ τῆς διδασκαλίας καὶ τῶν ἐλέγχων στύφοντες τοὺς χαύνους, ἵνα μὴ γεννήσωσι τοὺς ἀτελευτήτους σκώληκας. Ὥστε μὴ ἀποβάλλητε τὴν στυφνότητα τῶν ἐλέγχων, κἂν διώκησθε. Διό φησιν· Ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
Ὁ γὰρ διδάσκαλος ἐὰν μωρανθῇ, τουτέστιν, εἰ οὐκ ἐλέγχει καὶ στύφει, ἀλλὰ χαυνωθῇ, ἐν τίνι ἁλισθήσεται, τουτέστι, διορθωθήσεται; Ἀπὸ τότε οὖν ἔξω ῥίπτεται τοῦ διδασκαλικοῦ ἀξιώματος καὶ καταπατεῖται, τουτέστι, καταφρονεῖται. Ἐὰν – ἁλισθήσεται. Μωρία ἅλατός ἐστιν, ἡ ἀσθένεια τῆς ποιότητος αὐτοῦ. Λέγει τοίνυν, ὅτι Βλέπετε, ὅταν διακονίαν ἐγχειρίζεσθαι μέλλετε, καὶ ἀγωνίζεσθε, μὴ χαυνωθῆναι διωγμοῖς, ἢ ὀνειδισμοῖς, ἢ κακολογίαις, ὡς προδεδήλωται, μηδ' ἀποβαλεῖν τὴν ὠφέλιμον ποιότητα. Ἐὰν γὰρ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται, τουτέστιν, Ἐὰν ὑμεῖς χαυνωθῆτε, ἢ τὴν ὠφέλιμον ποιότητα ἀποβάλητε, ἐν τίνι ἑτέρῳ ἄλατι ἁλισθήσεσθε, εἴτουν ἀρτυθήσεσθε, ὡς ὁ Μάρκος εἶπεν.
Ὑμεῖς γάρ ἐστε τὸ ἐκλεκτὸν ἅλας, καὶ οὐχ ὑπολέλειπται ἕτερον. Ὅσῳ τοίνυν προεκρίθητε πάντων εἰς τὴν τοιαύτην διακονίαν, τοσούτῳ προσέχειν ὀφείλετε, ἵνα μὴ καὶ τῆς ἑαυτῶν χαυνότητος, καὶ ἀνενεργησίας, καὶ τῆς τῶν σεσηπότων, ὡς εἴρηται, ἀπωλείας ἀπαιτηθῆτε δίκην. Εἰς ἀνθρώπων. Εἰς οὐδὲν ἔτι χρησιμεύει,
col. 201–202page 48 of 329
PG 129:201μωρανθέν τὸ δηλωθὲν ἅλας, εἰ μὴ εἰς τὸ ῥιφῆναι ἔξω τῆς Δεσποτικῆς αὐλῆς, καὶ καταπατεῖσθαι, ὅ ἐστι καταφρονεῖσθαι παρὰ τῶν ἀνθρώπων. Ὑμεῖς — κόσμου. Κόσμον πάλιν τοὺς ἐν τῷ κόσμῳ εἶπεν ἀνθρώπους, ὧν σκοτισθέντων τῷ ζόφῳ τῆς πλάνης, Ὑμεῖς, φησίν, ἐξελέγητε εἶναι φῶς αὐτῶν, ὥστε φωτίζειν τὰ ὄμματα τῶν ψυχῶν αὐτῶν, φωτὶ διδασκαλίας καὶ φωτὶ γνώσεως, χειραγωγεῖν αὐτοῦς ἐπὶ τὴν ὀρθὴν τρίβον τῆς εὐσεβείας. Δύο τοίνυν διακονίας ἐνεχειρίσθησαν, τὸ ἁλίζειν καὶ τὸ φωτίζειν. Δεῖ γὰρ πρῶτον ἀπαλλαγῆναι τῆς σηπεδόνος, εἶτα συνετισθῆναι. Οὐ — κειμένη.
Διὰ ταύτης τῆς παραβολῆς, καὶ τῆς μετὰ ταύτην, εἰς ἀκρίβειαν καὶ ἀσφάλειαν βίου τούτους ἀνάγει, καὶ ἐναγωνίους εἶναι κελεύει, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς τοῦ λοιποῦ κειμένους, καὶ ἐν μέσῳ τῷ θεάτρῳ τῆς οἰκουμένης ἀγωνιζομένους. Οὐ δύναται, φησί, πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ ὑμεῖς δύνασθε κρυβῆναι, ἐπὶ τοῦ ὕψους τῆς διδασκαλίας τεθέντες. Λοιπὸν οὖν προσέχετε, πῶς πολιτεύεσθε καὶ γίνεσθε τοῖς ἀποβλέπουσιν εἰς ὑμᾶς κάλλιστον ἀρχέτυπον καὶ βίου καὶ λόγου. Οὐδὲ τοῖς ἐν τῇ οἰκίᾳ. Οὐδ᾽ ἀνάπτουσί τινες λύχνον, καὶ τὰ ἑξῆς. Λοιπὸν οὖν οὐδ᾽ ἐγώ, ἀνάψας ὑμᾶς φωτὶ θεογνωσίας, βούλομαι ὑμᾶς κρύπτεσθαι·
ἀλλ᾽ ἰδοὺ τίθημι ὑμᾶς ἐπὶ τὴν λυχνίαν, λέγω δή, ἐπὶ τὸν ὑψηλὸν τόπον τῆς διδασκαλίας, ὥστε φωτίζειν πάντας τοὺς ἐν τῇ οἰκουμένῃ. Οὕτω — τὸν ἐν τοῖς οὐρανοῖς. Λαμψάτω οὖν εἰπών, οὐ κελεύει θεατρίζειν τὴν ἀρετήν, ἀλλ᾽ ἐργάζεσθαι αὐτήν, εἰωθυῖαν ἀφ᾽ ἑαυτῆς λάμπειν, καὶ ἑαυτὴν δημοσιεύειν κατὰ τὴν τοῦ μύρου φύσιν. Διὰ τοῦτο δὲ λαμψάτω ἡ καθαρότης τοῦ βίου καὶ λόγου ὑμῶν ἐνώπιον τῶν ἀνθρώπων, οὐχ ἕνεκεν ἀνθρωπαρεσκείας, ἀλλ᾽ ἵνα ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, τὰ ἐν πράξεσι καὶ λόγοις, καὶ μιμήσωνται ταῦτα. Ἔτι δὲ καὶ ἵνα δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἤτοι τὸν Θεόν, ᾧτινι διὰ πίστεως υἱοθετήθητε, υἱοὶ μὲν αὐτοῦ, ἀδελφοὶ δὲ ἐμοῦ γενόμενοι.
Ὑμνήσουσι γὰρ αὐτόν, ὡς τοιαύτην ἐντειλάμενον πολιτείαν. Καὶ μὴν αὐτὸς ταύτην ἐνετείλατο, ἀλλ᾽ εἴωθε τὰ ἑαυτοῦ κατορθώματα τῷ Πατρὶ πολλάκις ἀνατιθέναι, ὡς προϊόντες εὑρήσομεν, τιμῶν ὡς Πατέρα, καὶ ἅμα δεικνύων, ὅτι ἓν εἰσιν, ὥσπερ τῇ φύσει, οὕτω καὶ τῷ θελήματι. Ὑμῶν, φησίν, ἐργαζομένων τὰ καλά, λαμψάτω τὸ ἀπ᾽ αὐτῶν φῶς ὑμῶν, ὃ καί, μηδενὸς δημοσιεύοντος, εἴωθεν αὐτὸ ἑαυτὸ θριαμβεύειν ἀποπαλλόμενον τῶν καλῶν. Μὴ — πληρῶσαι. Ἐπειδὴ μείζονα τῶν παλαιῶν
col. 203–204page 49 of 329
PG 129:203Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ ἔνοχος ἔσται τῇ κρίσει· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει, καὶ τὰ ἑξῆς· καὶ θείας τινὸς καὶ οὐρανίου πολιτείας ἐβούλετο τεμεῖν ὁδὸν, ἵνα μή τινες, διὰ τὸ ξενίζον, ὑπολάβωσιν, ὅτι ἀναιρῶν τὰ παλαιά, νομοθετεῖ νέα, καὶ νομίσωσιν αὐτὸν ἀντίθεον, προτεραπεύει τὴν τοιαύτην ὑπόληψιν. Ἀλλά, πῶς ἐπλήρωσε τὸν νόμον καὶ τοὺς προφήτας, ἴδωμεν. Τοὺς προφήτας μὲν ἐπλήρωσε, πληρώσας ἔργοις πάντα, ὅσα περὶ αὐτοῦ προεφήτευσαν· διὸ καὶ καθ᾽ ἕκαστον τῶν προφητευθέντων προσέθηκαν οἱ εὐαγγελισταὶ τό· Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου·
τὸν δὲ νόμον ἑνὶ μὲν τρόπῳ πεπλήρωκεν, ἐν τῷ μηδὲν νόμιμον παραβῆναι. Εἴρηκε γὰρ πρὸς τὸν Ἰωάννην, ὅτι οὕτω πρέπον ἐστὶν ἡμῖν, πληρώσαι πᾶσαν δικαιοσύνην· ἑτέρῳ δὲ, ἐν τῷ προσθεῖναι αὐτῷ τὰ λείποντα, ὃ καὶ μᾶλλον ἐνταῦθα νοεῖν ἁρμόδιον. Τοῦ νόμου γὰρ τὰ τέλη τῶν ἁμαρτημάτων κωλύοντος, ὁ Χριστὸς καὶ τὰς ἀρχὰς ἐκώλυσεν. Ὁ φόνος μὲν γὰρ καρπός ἐστιν ἁμαρτίας· ρίζα δὲ ταύτης ἡ ὀργή. Καὶ εἰ μή τις ἀνέλῃ τὴν ρίζαν, ἔστιν ὅτε καρποφορήσει. Δέδεικται τοίνυν, ὅτι ἐλλιπής ἦν ἡ περὶ τοῦ μὴ φονεύειν ἐντολή. Ἀνεπλήρωσε δὲ ταύτην ὁ Χριστὸς, ἐντειλάμενος μὴ ὀργίζεσθαι. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐντολῶν εὑρήσεις προϊών. Καὶ διατί ἀτελὴς ἦν ὁ παλαιὸς νόμος;
Διότι σκληροτράχηλοι ἦσαν οἱ Ἑβραῖοι, καὶ οὐκ ἠνείχοντο ζυγὸν βαρύν. Τοίνυν ἐκείνους μέν, ὡς νηπίους εἰς ἀρετήν, γάλα ἐπότισεν· ἡμῖν δέ, ὡς ἀνδράσι, προσήγαγε στερεὰν τροφήν. Καὶ πῶς ὁ Χριστὸς εἴρηκεν ἀλλαχοῦ, ὅτι Ὁ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν; Διότι ἐλαφρύνει τοῦτον ἡ τῶν πόνων ἀντίδοσις, καὶ ἡ μεγαλειότης τῶν ἐπάθλων. Ὁ νόμος μὲν γὰρ τοῖς κατορθοῦσιν αὐτὸν τὰ ἀγαθὰ τῆς γῆς ἐπηγγείλατο δώσειν· ὁ δὲ Χριστός, τὰ ἀγαθὰ τοῦ οὐρανοῦ. Ἄλλως τε, οὐ κατέλυσεν, ἀλλ᾽ ἐπλήρωσε τὸν παλαιὸν νόμον ὁ Χριστός. Οὐδὲ γὰρ ἀντέκειτο τῷ Εὐαγγελίῳ, μᾶλλον μὲν οὖν ὁδὸς ἦν οὗτος ἐπὶ τὸ Εὐαγγέλιον, καὶ προκήρυξις αὐτοῦ, καὶ σκιά, καὶ τύπος.
Ἐλθόντος δὲ τοῦ Εὐαγγελίου, ἐπληρώθη οὗτος, καὶ πέπαυται, ὡς νύξ, ἡμέρας φανείσης, ὡς σκιά, χρωμάτων ἐπιβληθέντων. Ἔδει γὰρ τὸν παιδαγωγὸν τῷ διδασκάλῳ παραχωρῆσαι.
col. 205–206page 50 of 329
PG 129:205Καὶ ἄλλως δὲ πεπλήρωκεν ὁ Χριστὸς τὸν νόμον, τὰ διατάγματα τούτου φυλάξας, καὶ πέπαυκε, διὰ τοῦ τελείου τὸ ἀτελὲς ἀποκρύψας. Ὅθεν οὐκ ἀντίκεινται τοῖς τοῦ νόμου τὰ τοῦ Εὐαγγελίου, ἀλλὰ συμφωνοῦσιν. Ὁ μὲν γὰρ προτέλειον ἦν, τὸ δὲ τελειότης. Ἀμὴν — γένηται. Τὸ Ἀμήν, ἐπὶ ῥήματός ἐστι βεβαιωτικόν, ἀντὶ τοῦ ἀληθῶς. Ἡ δὲ τῶν ἐφεξῆς ῥητῶν διάνοια, τοιαύτη ἐστίν, ὅτι ἕως ἂν ὁ κόσμος διαμένῃ (τοῦτο γὰρ δηλοῖ τό· Ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ), οὐ μὴ παρέλθῃ ἀτέλεστον οὐδὲ τὸ εὐτελέστατον ἐπίταγμα τοῦ νόμου, ἕως ἂν πάντα τὰ νόμιμα γένηται, ἤτοι πληρωθῇ ἔργοις παρ' ἐμοῦ. Διὰ γὰρ τοῦ ἰῶτα καὶ τῆς κεραίας, τὸ εὐτελέστατον ἐδήλωσεν.
Ἐν γὰρ ταῖς γραμμαῖς ταῦτά εἰσιν εὐτελέστατα, ὡς εὐχερέστερον τῶν ἄλλων ἐγχαρασσόμενα. Ἔστι δὲ τὸ μὲν ἰῶτα γραμμὴ ὀρθή· ἡ δὲ κεραία, γραμμὴ πλαγία. Σχῆμα δέ ἐστι βεβαιώσεως τὸ λέγειν, ὅτι Ἕως ἂν παρέλθῃ οὐρανὸς καὶ ἡ γῆ, οὐ μὴ ἐάσω τόδε. Εἴρηκε δὲ τοῦτο ὁ Χριστὸς, βεβαιῶν, ὅτι οὐ μεταποιεῖ τὸν νόμον, ὡς μὴ δυνάμενος ποιεῖν, ἃ ἐκεῖνος ἐντέλλεται. Καὶ γὰρ μέχρι θανάτου τοῦτον ἐξετέλει. Ὃς — οὐρανῶν. Τῶν μικροτέρων, ἵνα μὴ λέγω τῶν μειζόνων. Ἐπείπερ δὲ ἀπήλλαξεν ἑαυτὸν τῆς πονηρᾶς ὑποψίας, λοιπὸν ἐκφοβεῖ, καὶ ἀπειλήν τίθησι μεγίστην, ὑπὲρ τῆς μελλούσης νομοθεσίας αὐτοῦ.
Ὅστις ἀθετήσῃ, φησί, μίαν τῶν ἐντολῶν τούτων, ὧν μέλλω νομοθετήσαι, καὶ μὴ μόνον ἀθετήσῃ, ἀλλὰ καὶ ἑτέροις ὑπόδειγμα τοιοῦτον γένηται· ἐλαχίστας δὲ ταύτας ἐκάλεσε, τοῦτο μὲν, μετριοφρονῶν, τοῦτο δὲ, ἵνα μὴ ἐπαίρωνται οἱ κατορθοῦντες αὐτάς· ἅμα δὲ καὶ παιδεύων ἡμᾶς, ἐξευτελίζειν τὰ οἰκεῖα, ἐπεὶ μεγάλαι εἰσὶ καὶ ὑψηλαί· ὁ τοιοῦτος οὖν ἐλάχιστος κληθήσεται, τουτέστιν, ἔσχατος πάντων, φαυλότατος, ἀπεῤῥιμμένος, ὅ ἐστιν, εἰς τὴν κόλασιν ἐμβληθήσεται. Βασιλείαν δὲ τῶν οὐρανῶν νῦν τὴν δευτέραν παρουσίαν αὐτοῦ φησιν, ἐν ᾗ βασιλεὺς οὗτος ἁπάντων ἀναφανήσεται. Ὃς — οὐρανῶν. Ὅρα πῶς εἶπεν, ὅτι χρὴ πρῶτον ποιεῖν, εἶτα διδάσκειν, καὶ μὴ μόνον ποιεῖν, ἀλλὰ καὶ διδάσκειν.
Ὥσπερ γὰρ μεμπτόν, τὸ μὴ ποιεῖν μὲν, διδάσκειν δέ· οὕτω πάλιν ἀτελὲς τὸ ποιεῖν μὲν, μὴ διδάσκειν δέ. Τελεία δὲ ἀρετή, τὸ μὴ μόνον ἑαυτῷ χρησιμεύειν, ἀλλὰ καὶ τοῖς ἑτέροις. Σὺ δὲ οὐκ ἂν ὀρθῶς διδάξῃς, ὃ μὴ πεποίηκας, οὐδ' εὐχερῶς πείσῃς ποιεῖν, ὃ μὴ σὺ πεποίηκας. Ἀκούσεις γάρ· Ἰατρέ, θεράπευσον σεαυτόν. οὐρανῶν. Ἐκεῖνοι μὲν γὰρ οὐ ποιοῦσιν,
col. 207–208page 51 of 329
PG 129:207ἀλλὰ μόνον διδάσκουσιν, ἀντιφθεγγόμενον τῇ διδασκαλίᾳ τὸν βίον ἔχοντες· ὑμεῖς δὲ καὶ ποιεῖν, καὶ διδάσκειν ὀφείλετε, ἵνα συνάδωσι τὰ ἔργα τοῖς λόγοις. Ἢ καὶ ἑτέρως τοῦτο νοήσεις, ὅτι Ἐκεῖνοι μὲν τὰ τέλη τῶν ἁμαρτημάτων φυλάττουσιν· ὑμεῖς δὲ καὶ τὰς ἀρχὰς φυλάττειν ὀφείλετε, εἴγε Γραμματεῖς καὶ Φαρισαίους ἐνταῦθα τοὺς κατορθοῦντας, καὶ οὐ τοὺς παρανομοῦντας λάβοις. Δικαιοσύνην δὲ εἶπεν ἁπλῶς πᾶσαν ἀρετήν. Ὅρα δὲ, ὅπως καὶ διὰ τῶν παρόντων ῥημάτων, καὶ διὰ τῶν ἀνωτέρω εἰρημένων, οὐ διαβάλλει τὴν παλαιὰν νομοθεσίαν, ἀλλ᾽ ἐπιτείνει μᾶλλον αὐτήν. Καὶ εἰ ἀδιάβλητός ἐστι, διατί οὐ σώζει τοὺς μετερχομένους αὐτήν;
Μέχρι μὲν τῆς τοῦ Χριστοῦ παρουσίας ἔσωζε τοὺς ἀκριβεῖς φύλακας αὐτῆς, μετὰ τοῦτο δὲ, τῆς νηπιότητος εἰς ἀνδρότητα προκαψάσης, καὶ πολλῆς χάριτος δοθείσης τοῖς ἀνθρώποις, καὶ μεγίστων ἐπάθλων προτεθέντων εἰς ἀμοιβὴν τῶν κατορθωμάτων· οὐκέτι γὰρ κληρονομία γῆς, καὶ τῶν ἐκ γῆς ἀγαθῶν, οὐδὲ πολυπαιδία, καὶ γῆρας, καὶ νῖκαι κατ᾽ ἐχθρῶν, ἀλλ᾽ οὐρανοῦ κληρονομία καὶ τῶν οὐρανίων ἀγαθῶν, καὶ υἱοθεσία Θεοῦ, καὶ ἀδελφότης πρὸς τὸν Μονογενῆ, καὶ νῖκαι κατὰ δαιμόνων, καὶ κοινωνία βασιλείας ἀτελευτήτου· εἰκότως καὶ μεγάλους ἀγῶνας ἀπαιτοῦνται πάντες οἱ τῶν τοιούτων ἐπάθλων τυχεῖν μέλλοντες, καὶ οἵους ὑποτίθενται αἱ ἐντολαὶ τοῦ Χριστοῦ, τοῦ καὶ τὰ δηλωθέντα ἔπαθλα ἐπαγγειλαμένου.
Τὰ γὰρ μεγέθη τῶν ἀγώνων, πρὸς τὰ μεγέθη τῶν ἐπάθλων ἐνομοθέτησεν. Ἀκούσατε-κρίσει. [Τῆς βίβλου τῆς Ἐξόδου· Οὐ φονεύσεις. Καὶ μετὰ πολλά· Ἐὰν κατάξῃ εἴς τινα, θανάτῳ θανατούσθω, καὶ τὰ ἑξῆς.] Προαπαλύνας τὰς καρδίας αὐτῶν ἐν τοῖς μακαρισμοῖς, καὶ παραθήξας εἰς ἀρετὴν, ἅπτεται λοιπὸν καὶ μειζόνων ἐντολῶν. Ἀπὸ τῶν φυσικωτέρων δὲ ἄρχεται παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας. Καὶ πρῶτον μὲν περὶ τοῦ θυμοῦ διαλέγεται, εἶτα διαλαμβάνει καὶ περὶ τῆς ἐπιθυμίας. Ἄξιον δὲ ζητῆσαι, διατί μὴ ἤρξατο ἀπὸ τῆς ἐν τῷ νόμῳ πρώτης κειμένης ἐντολῆς. Διότι, περὶ τῆς θεότητος οὖσαν, ἔδει καὶ αὐτὴν ἀναπληρῶσαι, καὶ προσθεῖναι φανερῶς περὶ τῆς ἑαυτοῦ θεότητος. Οὔπω δὲ καιρὸς ἦν.
Εἰ γὰρ καὶ μετὰ τὴν διδασκαλίαν καὶ τὰ σημεῖα, δαιμονῶντα αὐτὸν ἐκάλουν, καίτοι μηδὲν περὶ αὐτῆς φανερὸν εἰπόντα· τί οὐκ ἂν καὶ εἶπον, καὶ ἐποίησαν, εἰ πρὸ τούτων ἁπάντων ἐπεχείρησε τι τοιοῦτον φθέγξασθαι; Καὶ διατί μὴ φανερῶς ἔλεγεν,
col. 209–210page 52 of 329
PG 129:209ὅτι θεός ἐστι; Διότι θορυβεῖν ἔμελλε τοὺς ἀκροατάς. Εἰ γὰρ οἱ μαθηταί, συνόντες αὐτῷ, καὶ καθεκάστην διδασκόμενοι, καὶ θαυματουργοῦντα βλέποντες, καὶ τῶν ἀποβλήτων κοινωνοῦντες, καὶ δύναμιν παρ' αὐτοῦ τοσαύτην λαβόντες, ὡς καὶ νεκρούς ἀνιστῶν, οὐκ ἐδύναντο πάντα βαστάζειν πρὸ τῆς ἐπιδημίας τοῦ ἁγίου Πνεύματος· πῶς δῆμος ἀσύνετος, καὶ τοσαύτης ἀρετῆς ἀπολιμπανόμενος, ἔμελλε μὴ ταραχθῆναι, καὶ μὴ μάλιστα νομίσαι τοῦτον ἀντίθεον, καὶ τὴν τοῦ Θεοῦ τιμὴν ἀναισχύντως σφετεριζόμενον; Διὰ τοῦτο σοφῶς τε καὶ οἰκονομικῶς, ποτὲ μὲν, θεοπρεπεῖς ἐργαζόμενος παραδοξοποιίας, ταύτας ἀφίησι κηρύττειν, ὅτι θεός ἐστι· ποτὲ δὲ, παρακιρνᾷ καὶ ῥήματα τοῖς λόγοις, ἐμφαντικὰ τῆς αὐτοῦ θεότητος·
ἐκ τοῦ φανεροῦ δὲ, καὶ ὡς ἐπὶ τὸ πλεῖστον, ταπεινὰ περὶ ἑαυτοῦ φθέγγεται, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. Ἐγίνωσκε γὰρ, ὅτι τὰ ἔργα τοῦτον φανερώσουσιν, ἃ οὐδεὶς ἄλλος ἐποίησεν. Ἀλαζονικὸν γὰρ, τὸ περὶ ἑαυτοῦ τινα μεγάλα λέγειν, καὶ ὕποπτον. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανελθόντες, θεασώμεθα, πῶς οὐ καταλύει τὸν νόμον, ἀλλὰ μᾶλλον ἀναπληροῖ, ὡς ἐλλιπῶς ἔχοντα. Φησί γάρ, ὅτι Ἐλέχθη παρὰ τοῦ νομοθέτου πρὸς τοὺς ἀρχαίους Ἑβραίους, ὅτι οὐ φονεύσεις ὁμόφυλον, ὦ ἄνθρωπε· ὃς δ' ἂν φονεύσῃ, ὑπεύθυνος ἔσται τῇ κατακρίσει, εἰς τὸ δοῦναι δίκην ἀξίαν τοῦ φόνου· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ μάτην, ἀκαίρως (ταῦτα γὰρ δηλοῖ τὸ εἰκῆ), ἔνοχος ἔσται τῇ κατακρίσει.
Προσθεὶς δὲ τὸ εἰκῇ, οὐκ ἀνεῖλε παντάπασι τὴν ὀργὴν, ἀλλὰ μόνην τὴν ἄκαιρον ἐξέβαλεν. Ἡ γὰρ εὔκαιρος, ὠφέλιμος. Ἔστι δὲ εὔκαιρος ὀργὴ ἡ γινομένη κατὰ τῶν πολιτευομένων ἐναντίως τῶν ἐντολῶν τοῦ Θεοῦ, ὅταν μὴ πρὸς ἐκδίκησιν ἡμετέραν, ἀλλὰ πρὸς ὠφέλειαν τῶν κακῶς βιούντων ἐξ ἀγάπης καὶ φιλαδελφίας ὀργιζώμεθα, μετὰ τῆς προσηκούσης εὐσχημοσύνης. Ὀργίζεσθε γάρ, φησί, καὶ μὴ ἁμαρτάνετε, τουτέστι, Μὴ ἐν τῷ ὀργίζεσθαι πταίετε, κακῶς χρώμενοι τῇ ὀργῇ. Ἀδελφοὺς δὲ ἡμᾶς ἀλλήλων ἐκάλεσεν, ὡς τὸν αὐτὸν ἔχοντας Θεὸν, καὶ τὸν αὐτὸν προπάτορα, καὶ τὴν αὐτὴν φύσιν, καὶ τὴν αὐτὴν πίστιν, καὶ τὰς αὐτὰς ἐντολὰς καὶ τὰς αὐτὰς ἐπαγγελίας τῶν ἐπάθλων. Εἶδες τί προσέταξε. Τοῦ φόνου τὴν ῥίζαν ἐξέκοψεν.
Ὁ γὰρ μὴ οὕτως ὀργιζόμενος, οὐχ ἥξει ποτὲ πρὸς φόνον, ὥσπερ οὐδ' ὁ ῥίζαν ἐκκόπτων, βλέπει κλάδον φῦναί ποτε.
col. 211–212page 53 of 329
PG 129:211Ὃς – συνεδρίῳ. Ἀνωτέρω μὲν τὸν ψιλῶς ὀργιζόμενον κατέκρινεν· ἐνταῦθα δὲ, τὸν καὶ μέχρι λόγου προϊόντα. Τὸ ῥακὰ δὲ, Ἑβραϊκή ἐστι φωνή, δηλοῦσα τὸ, σύ. Ἐπεὶ γὰρ ὀργιζόμενός τις κατά τινος οὐκ ἀξιοῖ καλέσαι τοῦτον ἐξ ὀνόματος, ὡς ἀνάξιον ὀνόματος· ἀντὶ ὀνόματος δὲ τὸ σὺ τίθησιν, εἰς ἔνδειγμα τῆς ὀργῆς καὶ βδελύξεως· κατέκρινε καὶ τοῦτον, ὡς τὴν κοινὴν φύσιν βδελυσσόμενον, καὶ ἔνοχον αὐτὸν τῷ συνεδρίῳ τῶν πρεσβυτέρων τοῦ λαοῦ κατέστησεν, εἰς τὸ παρ' αὐτῶν ἐπιτιμηθῆναι. Ὃς – πυρός. Τοῦτον μεγάλως κατέκρινεν, ὡς ἀφαιρούμενον ἀπὸ τοῦ ἀδελφοῦ τὴν φρόνησιν, καθ' ἣν τῶν ἀλόγων διαφέρομεν, ἢ μᾶλλον, ὡς εἰς τὴν πίστιν ὑβρίζοντα. Εἰ γὰρ ὁ πιστὸς ἀδελφὸς μωρός ἐστιν, ὡς οὗτός φησι, μωρὰ καὶ ἡ πίστις αὐτοῦ.
Ἐνταῦθα δὲ πρῶτον ἐξέφηνε τὸ ὄνομα τῆς γεέννης τοῦ πυρός. Γέενναν δὲ καλεῖσθαι ταύτην φασίν, οἱ μὲν, ὡς ἀεὶ γεννῶσαν τὸ πῦρ· οἱ δὲ Ἑβραϊκὸν ὄνομα τοῦτο λέγουσι, δηλοῦν τὴν τοιαύτην κόλασιν. Εἰ τοίνυν τὰς δοκούσας παρ' ἡμῖν ἐλαφρὰς ὕβρεις οὕτως ἐκόλασε, ποίας ἐσμὲν ἄξιοι καταδίκης, οἱ τὰς βαρείας κατὰ τῶν ἀδελφῶν ἀφειδῶς ἐκχέοντες; Ἐκόλασεν οὖν τὰς δοκούσας ἐλαφράς, διὰ τὰς βαρείας, ἵνα ταύτας φοβερὰς κρίνοντες, ἐκείνας φοβερωτέρας νομίζωμεν. Ἄλλως τε καὶ, διότι τοῖς ὀργιζομένοις οὐ μόνον αἱ μεγάλαι ὕβρεις, ἀλλὰ καὶ αἱ μερικαὶ φόνους ἐξαρτύουσι πολλάκις, δίκην σπινθῆρος ἐξάπτουσαι τὴν ὀργήν. Ἐάν – δωρόν σου.
Πάντα, ὅσα τε ἀνωτέρω εἶπε, καὶ ὅσα νῦν λέγει, καὶ ὅσα μετὰ τοῦτο ἐρεῖ, ὑπὲρ ἀγάπης εἰσὶν, ἣν μάλιστα περὶ πολλοῦ τίθεται, καὶ διαφερόντως ἐπαινεῖ, ὡς ἐν πολλοῖς προβαίνοντες εὑρήσομεν. Θεὶς γὰρ ὤν, ἀγαπῶν ἡμᾶς, ἐνηνθρώπησε, καὶ πάντα πέπονθεν, ἵνα καὶ ἡμεῖς τὸν Θεόν τε καὶ ἑαυτοὺς ἀγαπῶμεν, καὶ διὰ τῆς ἀγάπης συνδεθῶμεν ἀλλήλοις, καὶ γενώμεθα ἓν σῶμα, κεφαλὴν ἔχοντες αὐτὸν τὸν Χριστόν. Διὸ καὶ πρῶτον τὰ νεῦρα τῆς μάχης ὑποτέμνων, τὰ λυμαντικὰ τῆς ἀγάπης ἀπέλαυνε. Καὶ ἄρα φιλανθρωπίας ὑπερβολήν. Καταφρονεῖ τῆς εἰς αὐτὸν τιμῆς, ὑπὲρ τῆς εἰς τὸν ἀδελφὸν ἀγάπης, μονονουχὶ λέγων· Ἐγκοπτέσθω ἡ ἐμὴ λατρεία, ἵνα σὺ διαλλαγῇς πρὸς τὸν ἀδελφόν σου.
Καὶ γὰρ θυσία ἐστὶ καὶ ἡ πρὸς τὸν ἀδελφὸν καταλλαγή, ὁ καὶ χωρὶς ταύτης οὐδὲ ἐκείνην προσδέχεται. Λοιπὸν οὖν, κἂν ὕμνον προσάγῃς Θεῷ, κἂν εὐχήν, καὶ ταῦτα γὰρ θυσία ἐστί· κἂν ὁτιοῦν ἕτερον, μὴ ἀκατάλλακτος ταῦτα προσαγάγῃς, εἰδὼς, ὅτι οὐδὲν προσδέξεται τούτων, εἰ μὴ πρῶτον διαλλαγῇς. Ἀδιορίστως δὲ καὶ πρὸς τὸν ἀδικήσαντα ὁ λόγος, καὶ πρὸς τὸν κακῶς πεπονθότα. Καὶ εἰ μὲν κακῶς πέπονθας, ἄφες αὐτῷ τὴν ἀδικίαν, καὶ συγγνωμόνησον· εἰ δὲ ἠδίκησας, θεράπευσον τὴν ἀδικίαν, καὶ μηδὲν ἐλλείψῃς, ὅσα πρὸς καταλλαγήν φέρουσιν.
col. 213–214page 54 of 329
PG 129:213ἄλλαξε τοίνυν, ὅτι οὗ ἡ θυσία δι' ἔχθραν ἀπρόσδεκτος, τούτου καὶ ὁ βίος ἅπας βδελυκτός ἐστι τῷ Θεῷ. Ἴσθι—κοδράντην. [Ἀντίδικόν τινες τὸ συνειδὲς λέγουσι, ὡς ἀντικείμενον ἀεὶ τῷ πονηρῷ θελήματι, καὶ κατηγοροῦν τοῦ ποιοῦντος τὸ κακόν· εἶδον δὲ, τὸν παρόντα βίον, ᾧ χρὴ εὐνοεῖν, ἤγουν πείθεσθαι, τὰ μὲν κατὰ ἐπιτρέποντι, τῶν δὲ κακῶν ἀποτρέποντι.] Ὥσπερ εἴωθε προτρέπειν εἰς ἀρετὴν, οὐ μόνον ἀπὸ τῶν μελλόντων, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, καθὼς ἐν τοῖς Μακαρισμοῖς εἰρήκαμεν· οὕτω πάλιν ἐξωθεν ἀποτρέπειν τῆς κακίας, οὐ μόνον ἀπὸ τῶν μελλόντων, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων.
Ἀποτρέψας γὰρ τῆς ἔχθρας, διὰ τῆς μελλούσης γεέννης, νῦν ἀποτρέπει ταύτης καὶ φοβεῖ, καὶ διὰ τοῦ παρόντος κριτοῦ, καὶ τῶν καθεκάστην γινομένων. Φησὶν οὖν, ὅτι καὶ ἐὰν εἰς δικαστήριον ἑλκυσθῇς, ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, τουτέστι, γένου εὔνους αὐτῷ καὶ φίλος, ἐν ὅσῳ τυγχάνεις ἐν τῇ ὁδῷ μετ' αὐτοῦ, τῇ πρὸς τὸν δικαστὴν φερούσῃ, ὅ ἐστι, πρὸ τοῦ ἐλθεῖν εἰς τὸν δικαστήν. Ἔξεστι γάρ σοι τηνικαῦτα καταλλαγῆναι, χρήματα καταβαλλομένῳ, ἅπερ ὁ Λουκᾶς ἐργασίαν ἐκάλεσεν, ὡς ἐργαζόμενα ὃ βουλόμεθα, καὶ ἀνύοντα τὸ σπουδαζόμενον. Κρεῖσσον γὰρ ζημιωθῆναι, ἢ δικασθῆναι.
Ζημιωθεὶς μὲν γὰρ διὰ τὴν ἀγάπην, τρία κερδανεῖς κάλλιστα, τὸ μὴ ἐκβληθῆναι τῇ φυλακῇ, τὸ μὴ ζημιωθῆναι τὰ ἔσχατα, καὶ τὸ καταλλαγῆναι τῷ ἐχθρῷ· δικασθεὶς δὲ, τρία τοὐναντίον ὑποστήσῃ τὰ κάκιστα· τὸ ἐμβληθῆναι τῇ φυλακῇ, τὸ ἀποδοῦναι τὸν ἔσχατον κοδράντην, ὅντινα ἔσχατον λεπτὸν εἶπεν ὁ Λουκᾶς, τουτέστι καὶ τὸ λεπτότατον εἶδος, ὧν δοῦναι κατεδικάσθης· καὶ τρίτον, τὸ μηδὲ οὕτω καταλλαγῆναι. Εἰκὸς γὰρ τὸν ἀντίδικον ὁπωσδήποτε περιγενέσθαι σου. Εἰσὶ δέ τινες ἀναγωγικῶς ἑρμηνεύοντες τὰ ῥηθέντα, ὅπερ ὁ Χρυσόστομος ἐπὶ τοῦ παρόντος οὐκ ἀπεδέξατο. Ἠκούσατε—ἐν τῇ καρδίᾳ αὐτοῦ. Καὶ ἐν τῷ νόμῳ μετὰ τὸ, Οὐ φονεύσεις, τὸ Οὐ μοιχεύσεις κεῖται.
Λοιπὸν οὖν ἀπαρτίσας τὴν προτέραν ἐντολὴν, καὶ ἐπὶ τὴν μετ' ἐκείνην πρόεισι, καὶ τὸν θυμὸν ῥυθμίσας, παιδαγωγεῖ καὶ τὴν ἐπιθυμίαν. Ὥσπερ δὲ ἐπὶ τῆς προτέρας ἐντολῆς, προσθεὶς τὸ εἰκῇ, διέστειλε
col. 215–216page 55 of 329
PG 129:215τὴν εὔκαιρον ὀργὴν ἀπὸ τῆς ἀκαίρου· οὕτω δὴ καὶ ἐπὶ τῆς παρούσης, τὸ πρὸς τὸ ἐπιθυμῆσαι προσθεὶς, διέστειλε τὴν ἀπαθὴ ὄψιν ἀπὸ τῆς ἐμπαθούς. Οὐκ εἶπε γὰρ, ὅτι ὁ βλέπων ἁπλῶς, ἀλλ' ὁ βλέπων πρὸς τὸ ἐπιθυμήσαι, τουτέστιν, ὁ βλέπων περιέργως, ὁ βλέπων ἐμπαθῶς, ὥστε ἐπιθυμήσει συνουσίας. Ο τοιοῦτος γὰρ ἤδη τοῦ πάθους ἐνέπλησε τὴν καρδίαν ἑαυτοῦ, καὶ λοιπὸν τῇ προαιρέσει ἐμοίχευσεν. Η, ὁ διὰ τοῦτο βλέπων, ἵνα ἐπιθυμήσῃ. Ὁ τοιοῦτος γὰρ ἐζήτησε τὸ πάθος, καὶ αὐτομόλησε πρὸς τὴν ἐπιθυμίαν, καὶ προδέδωκεν ἑαυτὸν τῷ πάθει, καὶ εἰ καὶ μὴ τῷ σώματι ἤψατο τῆς γυναικός, ἀλλά γε τῇ προαιρέσει. Ο δὲ κατὰ πάροδον βλέπων, ἢ κατά τινα χρείαν ἄλλην, ἀνέγκλητος.
Γυναῖκα δὲ νῦν λέγει, καὶ τὴν ἐζευγμένην ἀνδρὶ, καὶ τὴν ἀπολελυμένην, καὶ τὴν παρθένον. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ τοιαῦτα παραγγέλματα, εἰ καὶ πρὸς ἄνδρας ἀποτείνεσθαι δοκοῦσιν, ἀλλά γε καὶ πρὸς γυναῖκας ὁρῶσιν. Ο γὰρ ἀνὴρ κεφαλὴ τῆς γυναικός ἐστι· τῇ δὲ κεφαλῇ καὶ τὰ μέλη ἤνωνται. Ἐκόλασε τοίνυν τὴν περίεργον θέαν, διότι ἐκ ταύτης καταῤῥεῖ πάθος ἐπὶ τὴν καρδίαν· αὕτη δὲ παθούσα, παροξύνει τὸ σῶμα πρὸς συνουσίαν. Προανείλεν οὖν τὴν ῥίζαν, ἵνα μὴ κλάδος φυεὶς ἐνέγκῃ καρπόν. Εἰ δὲ — γέενναν. Οὐ περὶ μελῶν σώματός φησιν· ἀνέγκλητα γὰρ τὰ μέλη τοῦ σώματος· ὑπὸ γὰρ τῆς ψυχῆς ἄγονται, καὶ πρὸς ὃ ἂν αὕτη κελεύσῃ κινοῦνται· ἀλλ᾽ ὀφθαλμὸν μὲν δεξιὸν καλεῖ τὸν δίκην ὀφθαλμοῦ στεργόμενον δεξιόν φίλον·
χεῖρα δὲ δεξιάν, τὸν δίκην χειρὸς χρησιμεύοντα δεξιὸν ὑπηρέτην, καὶ εἴτε ἄνδρες εἴεν, εἴτε γυναίκες. Λέγει τοίνυν, ὅτι Ἐὰν οἱ τοιοῦτοι σκανδαλίζωσί σε πρὸς ἐμπάθειαν, μηδὲ τούτων φείσῃ· ἀλλ' ἔκκοψον αὐτοὺς τῆς πρὸς σὲ σχέσεως, καὶ ῥίψον πόρρω σου. Καὶ οὐκ εἶπε, Κόψον, ἀλλ', Ἐκκοψον, τὴν παντελῆ διάζευξιν ἐμφήνας. Καὶ εἰπὼν, Ἐκκοψον, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπέτεινε τὸν λόγον, προσθεὶς τὸ, Καὶ βάλε ἀπὸ σου, ἵνα μὴ πλησίον τυγχάνων αὖθις οἰκειωθῇ. Ἐπεὶ δὲ ἀποτόμως ἐκέλευσεν, ἔδειξε λοιπὸν τὸ ἐντεῦθεν κέρδος, ἀπὸ τοῦ συμφέροντος. Ἐῤῥέθη δὲ — μοιχάται. Ἰδοὺ καὶ ἕτερον εἶδος μοιχείας δείκνυσι.
Νόμος γὰρ ἦν παλαιὸς κελεύων τὸν ὁπωσδήποτε μισοῦντα τὴν ἰδίαν γυναῖκα, μὴ κατέχειν, ἀλλ' ἐκβάλλειν αὐτὴν, δόντα αὐτῇ ἀποστάσιον, ὃ ἐστιν ἔγγραφον ἀπολύσεως, καὶ ἐκβάλλειν μὲν αὐτὴν, ἵνα μὴ φόνος γένηται. Δυσκατάλλακτοι γὰρ ἦσαν Ἰουδαῖοι, οὐ πρὸς τὰς γαμετάς μόνον, ἀλλὰ καὶ πρὸς τὰ τέκνα. Διὸ καὶ ὁ Χριστὸς εἴρηκε πρὸς αὐτοὺς ἐν τῷ τεσσαρακοστῷ κεφαλαίῳ, ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολύσαι τὰς γυναῖκας ὑμῶν· διδόναι δὲ ἀποστάσιον, ἵνα μετὰ τοῦτο, γαμηθείσης
col. 217–218page 56 of 329
PG 129:217Ὁ δὲ Χριστὸς νῦν, ἡμερωτέρους αὐτοὺς διὰ τῶν προλαβόντων λόγων καταστήσας, κελεύει, μὴ ἀπολύειν τὴν γυναῖκα, παρεκτὸς λόγου πορνείας, τουτέστι, δίχα αἰτίας πορνείας· πορνείαν ἐνταῦθα, τὴν μοιχείαν ὀνομάσας· ἀλλὰ μηδ' ἀπολελυμένην ὑφ' ἑτέρου ἀνδρὸς γαμεῖν. Δίχα γὰρ λόγου πορνείας, ὁ μὲν ἀπολύσας τὴν ἑαυτοῦ, ποιεῖ αὐτὴν μοιχεύειν, συμπλεκομένην ἑτέρῳ ἀνδρί· ὁ δὲ γαμήσας ἀπολελυμένην ὑφ' ἑτέρου, μοιχεύει τὴν ἀλλοτρίαν. Ταῦτα δὲ νομοθετήσας, σώφρονα καὶ τὴν γυναῖκα πεποίηκεν. Ἀκούσασα γὰρ, ὅτι ἀπολυθεῖσαν αὐτὴν οὐδεὶς γαμήσει, στέρξει τὴν οἰκεῖον ἄνδρα, καὶ θεραπεύσει.
Οὕτω μοιχείας ὑποβαλὼν ἐγκλήματι καὶ τὸν ἀλόγως ἐκβάλλοντα τὴν ἑαυτοῦ γυναῖκα, καὶ τὸν γαμοῦντα τὴν ἀπολελυμένην ἑτέρῳ, ἐπέσφιγξε τὴν εἰρήνην τῶν συζύγων, καὶ τὸ μὴ μοιχεύειν μᾶλλον ἐπέτεινεν. Ὁ γὰρ μὴ ἐκβάλλων, ἀλλὰ στέργων τὴν ἑαυτοῦ, οὐκ ἂν ἐπιθυμήσῃ τῆς ἀλλοτρίας· καὶ ὁ κωλυόμενος γαμεῖν τὴν ἀπολελυμένην ἑτέρῳ, οὐκ ἂν ἀπολύσῃ τὴν ἑαυτοῦ. Πάλιν — ὅλως. Τὸ μέν, Οὐκ ἐπιορκήσεις, γέγραπται ἐν τῇ βίβλῳ τῆς Ἐξόδου· τὸ δέ, Ἀποδώσεις τῷ Κυρίῳ τοὺς ὅρκους σου, ἐν τῇ βίβλῳ τοῦ Δευτερονομίου, πλὴν δι' ἑτέρων λέξεων· Καὶ τῷ ὀνόματι Κυρίου ὀμῇ. Τοῦτο δὲ προσέταξεν, ἵνα μὴ κατὰ τῶν ψευδωνύμων θεῶν ὀμνύωσι. Τὸ μὴ ὀμύσαι, καὶ τὸ μὴ ἀπαιτῆσαι ὅρκον συνεισάγει.
Ὁ γάρ σὺ φεύγεις, πῶς ἐπάξεις τῷ ἀδελφῷ σου, εἴπερ φιλάδελφος εἶ, καὶ οὐ φιλοχρήματος; Ὁ μὲν παλαιὸς νόμος φησίν, ὅτι οὐκ ἐπιορκήσεις, προσενέγκῃς δὲ τῷ Θεῷ τοὺς ὅρκους σου. Τοῦτο δὲ εἶπε, φόβον τοῦ μὴ ἐπιορκῆσαι ἐπικρεμαννὺς τῷ ὀμνύοντι, γινώσκοντι, ὅτι ὁ Θεὸς αὐτὸς δέχεται τὸν ὅρκον, ὁ πάντα γινώσκων. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Ὁ μὲν γὰρ εὐορκῶν, ἴσως ἐπιορκήσει ποτὲ τῇ συνηθείᾳ τοῦ ὀμνύειν· ὁ δὲ μηδέποτε ὀμνύων, οὐκ ἐπιορκήσει ποτέ. Ἄλλως τε δέ, καὶ τὸ μὲν ὀμνύοντα μὴ ἐπιορκεῖν, εὐσέβειαν εἰς θεὸν ἐπαίδευε· τὸ δὲ μὴ ὀμνύειν ὅλως, ἐπιτείνει μάλιστα τὴν εὐσέβειαν. Κἀκεῖνο μὲν τῆς μέσης καὶ ἀτελοῦς ἦν φιλοσοφίας· τοῦτο δὲ τῆς ἄκρας καὶ τελείας ἐστί. Μήτε – βασιλέως.
Ἵνα μὴ νομίσωσιν, ὅτι μόνον τὸ κατὰ Θεοῦ ὀμνύειν ἐκώλυσε, λέγω δὴ τό, μὰ τὸν θεόν, προστίθησι λοιπὸν καὶ τἄλλα εἴδη τῶν ὅρκων, ἐν οἷς Ἰουδαῖοι τηνικαῦτα ὤμνυον. Ὁ γὰρ κατὰ τούτων ὀμνύων, ὀμνύει πάλιν κατὰ τοῦ Θεοῦ, τοῦ
col. 219–220page 57 of 329
PG 129:219ταῦτα οὐ δι' ἑαυτὰ, ἀλλὰ δι' αὐτόν. Προφητικὸν δὲ, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· δηλοῦν, ὅτι ὁ Θεὸς τὰ πάντα πληροῖ. Φησί γάρ· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; Δαυϊτικὴν δέ· Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Μήτε – ποιῆσαι. Μηδὲ τὸν εὐτελέστατον, καὶ διὰ τοῦτο προχειρότατον ὅρκον ὀμόσῃς, φημὶ δή, τὸν κατὰ τῆς ἰδίας κεφαλῆς, ἵνα μὴ καὶ εἰς μείζονα προβῆς· ἄλλως τε δὲ, καὶ αὕτη κτίσμα, καὶ κτῆμα Θεοῦ ἐστι, καὶ πάλιν κατὰ τοῦ Θεοῦ, τοῦ ἐξουσιάζοντος αὐτῆς, γίνεται ὁ ὅρκος. Εἰ γὰρ καὶ σή ἐστι, ἀλλ' οὐ σὸν ποίημα. Καὶ δῆλον, ἀπὸ τοῦ μὴ δύνασθαί σε μίαν τρίχα ποιῆσαι λευκὴν ἢ μέλαιναν. Ἔστω – ἐστιν. Ἔστω, φησίν, ὁ λόγος ὑμῶν, ὁ βεβαιωτικός, ὅτι μὲν κατατίθεσθε, ναί·
ὅτε δὲ ἀρνεῖσθε, οὔ. Καὶ τούτοις μόνοις εἰς βεβαίωσιν ἀντὶ ὅρκων χρήσασθε, καὶ μηδὲν πλέον τοῦ ναὶ καὶ οὔ. Περισσὴν δὲ τούτων λέγει τὸν ὅρκον. Καὶ εἰ ἐκ τοῦ διαβόλου ἐστὶν ὁ ὅρκος, πῶς ὁ παλαιὸς νόμος αὐτὸν ἐπέτρεψε; Διότι καὶ αἱ ζωοθυσίαι ἐκ τοῦ πονηροῦ μὲν ἦσαν, καὶ τῆς εἰδωλικῆς πλάνης ἐτύγχανον, ἐπέτρεψε δὲ ὅμως αὐτὰς ὁ νόμος τηνικαῦτα, διὰ τὴν τῶν Ἑβραίων ἀσθένειαν, οἰκονομίᾳ σοφῇ. Ἐπεὶ γὰρ λαίμαργοι μὲν ὄντες, ἠγάπων τὸ ζωοθυτεῖν· ἀπειθεῖς δὲ τυγχάνοντες, ἐφίλουν τὸν ὅρκον, ἵνα λοιπὸν μήτε τοῖς εἰδώλοις θύωσι, μήτε κατὰ εἰδώλων ὀμνύωσι, συνεχώρησε μὲν καὶ τὸ θύειν, καὶ τὸ ὀμνύειν, καὶ εἴ τι τοιοῦτον· ἐπὶ τὸν Θεὸν δὲ πάντα μετέστησεν.
Ἔμελλε γὰρ, καιροῦ καλοῦντος, ἐκκόψαι καὶ ταῦτα, δι' ὑψηλοτέρας νομοθεσίας. Ἐπεὶ καὶ τὸ θηλάζειν νηπίοις μὲν λυσιτελές, ἀνδράσι δὲ καὶ λίαν ἀνεπιτήδειον, καὶ διὰ τοῦτο νηπιάζουσι μὲν τούτου παραχωροῦμεν, ἀνδρουμένους δὲ λοιπὸν ἀπάγομεν αὐτοῦ καὶ κωλύομεν. Τί οὖν, ἐάν τις ὅρκον ἀπαιτῇ καὶ καταναγκάζῃ; Ἔστω σοι τῆς ἀνάγκης ταύτης ὁ τοῦ Θεοῦ φόβος ἀναγκαιότερος, καὶ πάντα παθεῖν ὅλου μᾶλλον, ἢ παραβῆναι τὴν ἐντολήν. Καὶ γὰρ ἐπὶ πάσης ἐντολῆς πολλάκις ἀπαντήσεται σοι βία, καὶ βιωτικὸς κίνδυνος, καὶ εἰ μὴ πανταχοῦ βιαιοτέραν νομίσῃς τὴν θείαν ἐντολήν, οἰχήσονταί σοι πᾶσαι κεναὶ καὶ ἄπρακτοι. Προϊὼν γὰρ εἶπεν ὁ Κύριος, ὅτι Βιαστή ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
Ἠκούσατε – πονηρῷ. Τινὲς μέμφονται τῷ παλαιῷ νόμῳ, κελεύοντι ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ
col. 221–222page 58 of 329
PG 129:221ἐδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, καὶ ἀσυμπαθῶς κατὰ τοῦ ἐκβαλόντος ὀφθαλμὸν ἡ ὀδόντα τινὸς τὴν ταυτοπάθειαν ἀποφηναμένῳ· ἔστι δὲ μάλιστα φιλάνθρωπος οὗτος ὁ νόμος. Τοῦτο γὰρ ἐκέλευσεν, ἵνα φόβῳ τῆς ταυτοπαθείας μὴ τοὺς ἀλλήλων ἐκκόπτωσιν ὀφθαλμοὺς καὶ ὀδόντας οἱ τότε ἄνθρωποι, σφόδρα λυττώντες εἰς τὰς κατ' ἀλλήλων πληγάς. Ὁ δὲ Χριστὸς φιλανθρωπότερον νομοθετῶν, οὐκ ἐκ τῆς ταυτοπαθείας ἀνεχαίτισε τὰ τοιαῦτα, ἀλλ' ἐκ τῆς μελλούσης κολάσεως. Εἰρηκὼς γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι Ὃς δ' ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς, δέδωκε νοεῖν, ὅτι ὁ πλήξας μεῖζον τιμωρηθήσεται, ὁ δὲ πηρώσας, ἔτι πλεῖον. Ὅθεν ἐκέλευσε μὴ ἀντιστῆναι τῷ πονηρῷ.
Πονηρὸν δὲ νῦν, τινὲς μὲν τὸν πλήξαντα εἶπον· ὁ δὲ Χρυσόστομος τὸν διάβολον εἴρηκε. Τοῦτο δὲ εἶπεν ὁ Χριστός, διδάσκων, ὅτι ἐκείνου παροξύναντος, ταῦτα ἐτολμήθη, καὶ ἐπὶ τοῦτον μεθιστὰς τὸν θυμὸν τοῦ πεπονθότος, ἀγριούμενον κατὰ τοῦ τολμήσαντος. Τί οὖν; Οὐ δεῖ ἀντιστῆναι τῷ διαβόλῳ; Ναί· ἀλλὰ μὴ ἐν τῷ ἀμύνεσθαι τὸν ἀδελφόν· ταύτην γὰρ τὴν ἀντίστασιν ἐκώλυσεν· ἀλλ' ἐν τῷ μακροθυμεῖν τε καὶ ὑπομένειν. Οὐ γὰρ θυμῷ σβέννυται θυμὸς, ὥσπερ οὐδὲ πυρί, πῦρ· ἀλλὰ τὰ ἐναντία γίνονται τῶν ἐναντίων ἰάματα. Ἀλλ' — ἄλλην. Κελεύει, μὴ μόνον μὴ ἀμύνεσθαι, ἀλλὰ καὶ μᾶλλον ἐμπαρέχειν ἑαυτὸν τῷ παίοντι, καὶ διὰ τῆς ἀνεξικακίας καὶ μεγαλοψυχίας ἀναστέλλειν αὐτόν.
Βλέπων γὰρ ταῦτα ἐκεῖνος, οὐ μόνον οὐκ ἐπάξει πληγὴν δευτέραν, ἀλλὰ καὶ ἐπὶ τῇ πρώτῃ μεταμελήσεται, καὶ καταλλαγήσεται· ἀντιδρῶντος δέ σου, μᾶλλον ἐξαφθήσεται καὶ ἀγριωθήσεται. Καὶ διατί, πολλῶν ὄντων μελῶν τοῦ σώματος, περὶ μόνου τοῦ ὀφθαλμοῦ καὶ τοῦ ὀδόντος διέλαβεν ὁ νόμος; Διότι κατὰ τούτων μάλιστα τῶν μερῶν εἰώθασιν ἐπάγειν τὰς πληγὰς οἱ μαχόμενοι, ὡς ἀφυλάκτων καὶ προχείρων καὶ ῥᾳδίως τραυματιζομένων. Ὁ δ' ἐπὶ τούτοις νόμος καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἐκτείνεται μέλη. Καὶ ἡ δεξιὰ δὲ σιαγὼν πρόχειρος εἰς ὕβριν, ἐπιτηδειότερον ἐμπίπτουσα τῇ δεξιᾷ χειρὶ τοῦ ὑβρίζοντος. Καὶ ἡ ἐπὶ ταύτῃ ἐντολὴ καὶ ἐπὶ τὰ λοιπὰ ὁμοίως διήκει. Καὶ τῷ — ἱμάτιον.
Βούλεται σε τὴν ἀνεξικακίαν καὶ μεγαλοψυχίαν ταύτην, μὴ μόνον ἐπὶ πληγῶν καὶ ὕβρεων, ἀλλὰ καὶ ἐπὶ κτημάτων καὶ χρημάτων παρέχεσθαι. Ὁ γὰρ περὶ τοῦ χιτῶνος λόγος, ὡς προχείρου εἰς τὸ ἀφαιρεῖσθαι, καὶ ἐπὶ ταῦτα διήκει. Φησὶ γὰρ, ὅτι Τῷ θέλοντί σοι δικάσασθαι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον, καὶ νίκησον τὴν αὐτοῦ πλεονεξίαν, μὴ μόνον τῇ ἑκουσίῳ
col. 223–224page 59 of 329
PG 129:223παραχωρήσει τοῦ ἀπαιτουμένου, ἀλλὰ καὶ τῇ προσθήκῃ τοῦ μὴ ἀπαιτουμένου· τοῦτο γάρ σου ποιοῦντος, ἢ καταλείψει τὸ ἀπαιτούμενον, αἰδεσθεὶς τὴν τηλικαύτην σου φιλοσοφίαν, ἢ τὸ ἀπαιτούμενον μόνον λαβών, οὐχ ἅψεται μὲν τοῦ μὴ ἀπαιτουμένου, καταγνώσεται δὲ πολλὰ τῆς ἑαυτοῦ πλεονεξίας. Καὶ εἰ μὲν μὴ συνδικασθῇς αὐτῷ, ἀλλὰ δώσῃς, τὸ σεαυτοῦ συμφέρον μόνον ἐποίησας· εἰ δὲ προσθήσης, κακείνου τὴν ψυχὴν ὠφέλησας, καὶ διπλοῦν ἀγαθὸν κατώρθωσας, αὐτός τε δικαστηρίων ἀπαλλαγεὶς, καὶ τὸν πλεονέκτην ἐντρέψας. Ἱμάτιον μὲν οὖν ἐστι τὸ παρ᾽ ἡμῖν ἐπανωφόριον· χιτὼν δὲ τὸ ἔνδον. Ἀδιαφόρως δὲ πολλάκις λέγεται καὶ ὁ χιτὼν ἱμάτιον, καὶ τὸ ἱμάτιον χιτών. Ἔστι δὲ ὅτι καὶ πάντα χιτῶνες, καὶ πάντα ἱμάτια.
Εἰ δὲ ὁ Λουκᾶς φησιν, ὅτι Ἀπὸ τοῦ αἵροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς, οὐκ ἔστιν ἐναντιολογία. Καὶ ἄμφω γὰρ τὰ ῥητὰ εἶπεν ὁ Χριστὸς, ἐκεῖνο μὲν, ἐπὶ τοῦ ὄρους, τὸ δὲ παρὰ τῷ Λουκᾶ, ἐπὶ τόπου πεδινοῦ. Τί οὖν; γυμνὸν δεῖ περιιέναι; μέγα μὲν οὖν, τὸ δι᾽ ὠφέλειαν τοῦ ἀδελφοῦ περιιέναι γυμνόν· οὐκ ἂν δὲ εἰς τοσαύτην ἐκεῖνος ἀπανθρωπίαν ἐλάσῃ, δυσωπηθείς, ὡς εἴρηται, τὴν σὴν μεγαλοψυχίαν. Καὶ ὅστις — δύο. Ὁ μὲν παλαιὸς νόμος περὶ μόνου τοῦ βαρυτέρου εἴδους τῆς κακώσεως διαλαβών, τὰ ἐλαφρὰ παρέδραμεν· ὁ δὲ Χριστὸς καὶ περὶ τούτων ἐνομοθέτησεν, ἀρξάμενος μὲν ἀπὸ τοῦ βαρυτέρου, καταλήξας δὲ εἰς τὸ ἐλαφρότερον. Βαρύτερον μὲν γὰρ τῶν ἄλλων, ἡ τοῦ ὀφθαλμοῦ καὶ τοῦ ὀδόντος ἐκκοπή·
τοῦ μὲν ὁδηγοῦντος, τοῦ δὲ τῇ τροφῇ διακονοῦντος· εἶτα ἡ κατὰ τῆς σιαγόνος ὕβρις, ὡς ἐπονειδιστοτάτη· ἔπειτα ἡ τοῦ χιτῶνος ἀφαίρεσις· ἐλαφρότερον δὲ τούτων, ἡ ἀγγαρεία. Ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων εἰδῶν τῆς κακώσεως μετὰ προσθήκης φιλοσοφεῖν ἐκέλευσεν· οὕτω καὶ ἐπὶ τῆς ἀγγαρείας, καὶ ὑπερβῆναι τὴν ἄδικον τοῦ κακῶς ποιοῦντος ἐπιθυμίαν, καὶ πλέον παθεῖν, ἢ ἐκεῖνος ποιῆσαι βούλεται. Εἶδες ἐν σώματι παθητῷ φυτευομένην ἀπάθειαν· κατενόησας ἀγγελικὴν πολιτείαν, ἐν ἀνθρώποις κατασπειρομένην. Τὸ γὰρ μὴ ἐπιθυμεῖν ἐμπαθῶς, μηδὲ θυμοῦσθαι κατὰ πάθος, τῆς οὐρανίου πολιτείας εἰσὶν, ἃ διὰ τῶν εἰρημένων ἐντολῶν ἐνομοθέτησεν ὁ Χριστός.
Ἐν μὲν γὰρ τῷ κελεῦσαι μὴ ὀργίζεσθαι τῷ ἀδελφῷ εἰκῆ, μηδὲ λέγειν αὐτῷ Ῥακά, μηδὲ ὀνομάζειν τοῦτον μωρόν, μηδὲ προσάγειν Θεῷ τὸ δῶρον πρὸ τῆς εἰς τὸν ἀδελφὸν διαλλαγῆς, καὶ εὐνοεῖν τῷ ἀντιδίκῳ, τὰ νεύρα τοῦ ἐμπαθοῦς ἐξέκοψε θυμοῦ· ἐν δὲ τῷ προστάξαι, μὴ
col. 225–226page 60 of 329
PG 129:225βλέπειν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα, καὶ ἀποῤῥίψαι τὸν σκανδαλίζοντα καὶ τὴν σκανδαλίζουσαν, καὶ μὴ ἀπολύειν ἀλόγως τὴν ἰδίαν γυναῖκα, μηδὲ γαμεῖν ἀπολελυμένην ἑτέρῳ, τῆς ἐμπαθοῦς ἐπιθυμίας ἀνέσπασε τὰς ρίζας. Καὶ πάλιν ἐν μὲν τῷ ἐπιτάξαι, μὴ ὁμνύειν ὅλως, τὴν περὶ τὰ χρήματα καὶ κτήματα ἐπιθυμίαν ἐξήλασεν· ἐν δὲ τῷ ἐντείλασθαι, μὴ ἀνθίστασθαι τῷ πονηρῷ, καὶ στρέφειν καὶ τὴν ἄλλην σιαγόνα, καὶ ἀφιέναι καὶ τὸ ἱμάτιον, καὶ ὑπάγειν μίλια δύο, τὸν εἰς τὸ ἀμύνασθαι θυμὸν κατέστειλε. Τῷ αἰτοῦντι — δίδου. Ὅτε δὲ ἴστατο ἐπὶ τόπου πεδινοῦ διδάσκων, φανερώτερον εἶπεν, ὅτι Παντὶ τῷ αἰτοῦντί σε δίδου, ὡς ὁ Λουκᾶς ἔγραψε. Κελεύει δὲ, μὴ διακρῖναι τὸν ἄξιον ἀπὸ τοῦ ἀναξίου.
Ἐν ὅσῳ γὰρ αἰτεῖ, δεόμενός ἐστιν, οἷος ἂν καὶ εἴη. Ἐπεὶ καὶ ὁ Θεὸς πάντα τὰ πρὸς σύστασιν τῆς ζωῆς πᾶσιν ἀνθρώποις ὁμοίως ἀνῆκεν, ἀγαθοῖς τε καὶ πονηροῖς, πιστοῖς τε καὶ ἀπίστοις. Καὶ ἀποστραφῇς. Νῦν μὲν δίχα τόκου δανείζειν ἐνετείλατο· ὅτε δὲ, ὡς ἔφαμεν, ἐδίδασκεν ἐπὶ τόπου πεδινοῦ, προσέταξε, μηδὲ τὸ δανειζόμενον ἀπαιτεῖν. Ἐὰν γὰρ δανείζητε, φησί, παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; ὡς εἶναι τὸ μὲν πρὸς ἀτελεστέρους, τὸ δὲ πρὸς τελειοτέρους. Ἠκούσατε — ὑμᾶς. Καταμαράνας, ὡς εἴρηται, τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν, καὶ παντὸς τοιούτου πάθους ἀπαλλάξας τὸν πειθόμενον, λοιπὸν ἐκέλευσε καὶ εὐεργετεῖν, ἐν τῷ διδόναι τοῖς αἰτοῦσι, καὶ δανείζειν τοῖς χρήζουσιν·
εἶτα, προϊών, ἀνήγαγεν εἰς τὴν ἄκραν ἀρετήν. Κορωνὶς γὰρ καὶ κορυφὴ πάσης ἀρετῆς, τὸ ἀγαπᾶν τοὺς ἐχθροὺς, καὶ τὰ ἑξῆς. Ἀγαπᾶν δὲ αὐτοὺς, οὐ καθό εἰσιν ἐχθροὶ, ἀλλὰ καθό εἰσιν ἄνθρωποι. Ναὶ μὴ μόνον ἀγαπᾶν, ἀλλὰ καὶ ὑπερεύχεσθαι. Τῷ δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς ἕπεται καὶ τἆλλα, λέγω δὴ τὸ εὐλογεῖν τοὺς καταρωμένους, καὶ καλῶς ποιεῖν τοῖς μισοῦσι, καὶ εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων. Ταῦτα γὰρ ἡ τελεία ἀγάπη. Σκόπει δὲ καὶ τὸ ἔπαθλον τῆς τηλικαύτης ἀρετῆς, ὡς μέγιστον. Ἐπεὶ γὰρ τὸ τοιοῦτον κατόρθωμα μεῖζον ἦν παντὸς, τίθησιν αὐτῷ καὶ τὸν μισθὸν μείζονα παντός. Φησί γάρ· Ὅπως ἀδίκους. Πατὴρ μὲν τῶν ἀνθρώπων ἐστὶν ὁ Θεὸς, ὡς ποιητὴς αὐτῶν· πατέρας γὰρ λέγομεν καὶ τοὺς ἔργων τινῶν ποιητάς·
ἔτι δὲ καὶ, ὡς κηδεμὼν καὶ προνοητὴς αὐτῶν· ἴδιον γὰρ πατρὸς κήδεσθαι καὶ προνοείσθαι τοῦ οἰκείου παιδός. Υἱοὶ δὲ τοῦ Θεοῦ γίνονται οἱ ὁμοιούμενοι αὐτῷ δι' ἀρετῆς, καθόσον ἐστὶν ἀνθρώπῳ δυνατόν. Ἴδιον γὰρ υἱοῦ ὁμοιοῦσθαι τῷ οἰκείῳ πατρί. Ὅπως, φησί,
col. 227–228page 61 of 329
PG 129:227γένησθε υἱοὶ τοῦ Θεοῦ, οὐ φύσει, ἀλλ' ὁμοιώσει, διὰ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν. Ἐπείπερ ἐκεῖνος, ὑπὸ τῶν πονηρῶν καὶ τῶν ἀδίκων βλασφημίαις, ὡς βέλεσι, βαλλόμενος, καὶ ὑβριζόμενος, καὶ τῆς οἰκείας τιμῆς ἀποστερούμενος, ὅμως ἀγαπῶν αὐτοὺς, ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπίσης ἐπὶ δικαίους καὶ ἀδίκους. Ἀλλὰ σὺ μὲν παρὰ τῶν ὁμοδούλων πάσχεις κακῶς· ἐκεῖνος δὲ, παρὰ τῶν δούλων. Καὶ σὺ μὲν ὀλίγα καὶ μικρὰ τούτους εὐεργετήσεις· ἐκεῖνος δὲ πολλὰ καὶ μεγάλα. Καὶ ὅμως δίδωσί σοι ὅμοιον αὐτῷ διὰ τῆς τοιαύτης μιμήσεως γενέσθαι, καὶ υἱὸν αὐτοῦ ὀνομάζεσθαι. Διὰ μέντοι τοῦ ἡλίου καὶ τῆς βροχῆς πάντα τὰ πρὸς ζωὴν ἐπιτήδεια δεδήλωκε.
Διὰ τούτων γὰρ πάντα τὰ ἐκ γῆς γεννῶνται, καὶ τρέφονται, καὶ αὐξύνονται, καὶ τελειοῦνται. Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν· Ὅπως γένησθε υἱοὶ τοῦ Θεοῦ, ἐν τῷ ὁμοιωθῆναι τῷ Υἱῷ αὐτοῦ, ὃς μυρία δεινὰ παρὰ τῶν ἐχθρῶν αὐτοῦ παθών, ἠγάπα αὐτοὺς καὶ εὐηργέτει, διδάσκων καὶ ἰώμενος, καὶ τέλος ὑπ' αὐτῶν σταυρωθείς, ηὔχετο ὑπὲρ αὐτῶν, λέγων· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Βούλεται σε τοίνυν ὁ Χριστὸς τοῖς φίλοις μὲν διαλλάττεσθαι· Ὕπαγε γὰρ, φησί, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· τοὺς ἐχθροὺς δὲ ἀγαπᾶν καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν, ὡς προείρηται. Ἐὰν γὰρ — ποιοῦσιν. Οὐκ ἔστιν ἀρετὴ τὸ ἀγαπᾶν τὸν ἀγαπῶντα, ἀλλὰ φύσεως ἀκολουθία. Καὶ γὰρ καὶ οἱ τελῶναι τοῦτο ποιοῦσι, παρ' οἷς οὐδὲ ἴχνος ἀρετῆς.
Τελῶναι δέ εἰσιν, οἱ φορολόγοι καὶ οἱ κομμερκιάριοι. Σφόδρα δὲ διεβάλλοντο τὰ τοιαῦτα ἐπιτηδεύματα, ὡς ἄδικα καὶ πλεονεκτικὰ καὶ ἀσύμφαθῆ. Ἐπεὶ καὶ ἐν τῇ ἐπὶ τοῦ πεδινοῦ τόπου διδασκαλίᾳ, ἀντὶ τοῦ εἰπεῖν, οἱ τελῶναι, οἱ ἁμαρτωλοί εἶπεν. Ὅταν δὲ μηδὲ τοὺς ἀγαπῶντας ἀγαπῶμεν, ἐν τῷ φθονεῖν εὐδοκιμοῦσιν αὐτοῖς, τίνος οὐκ ἂν εἴημεν ἄξιοι κατακρίσεως, οἱ περισσεύειν τῶν Γραμματέων καὶ Φαρισαίων ἐν δικαιοσύνῃ κεκελευσμένοι, ἐλλείποντες καὶ τῶν παρ' ἐκείνοις διαβεβλημένων τελωνῶν; Ἔσεσθε — ἐστιν. Οἱ μὲν ἀγαπῶντες τοὺς ἀγαπῶντας αὐτοὺς, ἀτελεῖς εἰσιν εἰς ἀγάπην· οἱ δὲ τοὺς ἐχθρούς, οὗτοι τέλειοι. Προσέχετε — τῷ ἐν τοῖς οὐρανοῖς.
Φυτεύσας ἤδη τὰς ἀρετὰς, λοιπὸν ἀναιρεῖ καὶ τὸ παραφυόμενον καὶ ἐνοχλοῦν αὐταῖς πάθος, λέγω δὴ τὴν κενο
col. 229–230page 62 of 329
PG 129:229ἐξίαν, ἣν καὶ, μετὰ τὸ φυτεῦσαι τὰ κατορθώματα, ἀνασπᾷ, διότι οὐ πρὸ τούτων, ἀλλὰ μετὰ ταῦτα παραφύεται. Κενοδοξία γάρ, τὸ πρὸς ἐπίδειξιν ἀνθρώπων κατορθοῦν τι. Καὶ ὅρα, πόθεν ἄρχεται διώκειν αὐτήν· ἀπὸ τῆς ἐλεημοσύνης, καὶ τῆς εὐχῆς, καὶ τῆς νηστείας. Διότι τούτοις μάλιστα τοῖς κατορθώμασιν ἐμφιλοχωρεῖ. Ὁ γοῦν Φαρισαῖος προσηύχετό τε κενοδόξως ἐπιδεικνύμενος τῷ τελώνῃ, καὶ κομπάζων ἔλεγε· Νηστεύω δὶς τῆς ἑβδομάδος· ἀποδεκατῶ μου πάντα τὰ ὑπάρχοντα. Προσέχετε δὲ εἶπεν, ἐμφαίνων, ὅτι τὸ θηρίον τοῦτο λεληθότως παρεισδύεται, δίκην κλέπτου. Εἰπὼν δὲ Προσέχετε, τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, οὐκ ἔστη μέχρι τούτου, ἵνα μὴ, διὰ τὸ βλέπειν τινάς, παραδράμῃς τὸν δεόμενον·
ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς λέγων, Προσέχετε, μὴ διὰ τοῦτο ποιεῖν αὐτὴν ἐνώπιον τῶν ἀνθρώπων, διὰ τὸ θεαθῆναι αὐτοῖς. Εἰ γὰρ μὴ διὰ τοῦτο ταύτην ποιήσετε, οὐδὲν κωλύει καὶ ἔμπροσθεν αὐτῶν ταύτην ποιεῖν. Ὁ σκοπὸς γὰρ αὐτῆς ἐξετάζεται, οὐχ ὁ τρόπος. Ἔστι γὰρ καὶ ἔμπροσθεν τῶν ἀνθρώπων ποιοῦντα, μὴ ποιεῖν πρὸς ἐπίδειξιν, ὅταν τις διὰ μόνην ποιῇ συμπάθειαν· καὶ μὴ ἔμπροσθεν αὐτῶν ποιοῦντα, ποιεῖν πρὸς ἐπίδειξιν, ὅταν μὴ διὰ ταύτην ποιῇ, ἀλλὰ διὰ τὸ κηρυχθῆναι ὑπὸ τοῦ ἐλεηθέντος. Μισθὸν δὲ, φησίν, οὐκ ἔχετε παρὰ τῷ Θεῷ, διότι παρὰ ἀνθρώποις ἐζητήσατε μισθὸν τῆς τοιαύτης ἐλεημοσύνης, τὸν ὑπὲρ ταύτης ἔπαινον.
Συνεχῶς δὲ τίθησιν ἐν τοῖς λόγοις τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς, ἐντρέπων αὐτούς, ὅτι Πατέρα ἔχοντες οὐράνιον, γήϊνα φρονοῦσι, καὶ ἅμα παραθήγων εἰς τὸ πολιτεύεσθαι ἀξίως τοιούτου Πατρός. Ὅταν δὲ αὐτῶν. Ἐπιτείνει τὴν ἀποτροπὴν τῆς πρὸς ἐπίδειξιν ἐλεημοσύνης. Μὴ σαλπίσῃς δέ, ἀντὶ τοῦ, μὴ δημοσιεύσῃς, πρὸς τὸ γνωσθῆναι τοῖς ἀνθρώποις. Οἱ γὰρ σαλπίζοντες πρὸς τὸ ἀκουσθῆναι τῷ πλήθει σαλπίζουσι. Φασὶ δέ τινες, ὅτι οἱ ὑποκριταὶ τότε διὰ σάλπιγγος συνεκάλουν τοὺς δεομένους. Ὑποκριτής δέ ἐστιν, ὁ ἕτερον μὲν ὤν, ἕτερον δὲ φαινόμενος, δι᾿ ἀνθρωπίνην ἀρέσκειαν. Κἀκείνων γὰρ τὸ μὲν προσωπεῖον ἐλεημοσύνης ἦν, τὸ δὲ πρόσωπον, δοξομανίας. Ἀπέχουσι δέ, ἀντὶ τοῦ, ἔχουσι. Σοῦ δέ σοι.
Εἰπὼν, πῶς δεῖ μὴ ποιεῖν, λοιπὸν λέγει, καὶ πῶς δεῖ ποιεῖν. Ἐνταῦθα δέ, διὰ τῆς ἀριστερᾶς χειρός, τοὺς ἐγγυτάτω καὶ οἰκειοτάτους ᾐνίξατο. Οὐδὲν γάρ σοι τῆς χειρός σου ἐγγύτερόν τε καὶ οἰκειότερον. Μηδὲ
col. 231–232page 63 of 329
PG 129:231οὕτω, φησί, γνώτωσαν τῆς δεξιᾶς σου τὴν ἐλεημοσύνην. Ἢ καὶ καθ' ὑπερβολὴν ὁ λόγος, ὅτι καὶ αὐτὴν λαθέτω ἡ δεξιὰ τὴν ἀριστεράν, δι' οὗ δηλοῦται τὸ δεῖν λίαν λανθάνειν. [Καὶ καθ' ἕτερον δὲ λόγον, δεξιὰ μέν, ἡ ἀρετή· ἀριστερὰ δέ, ἡ κακία. Μὴ γνώτω οὖν ἡ κακία τὴν πράξιν τῆς ἀρετῆς, δι' ἐπιμιξίας, ἀλλ' ἀμιγές ἐνεργείσθω τὸ καλόν.] Τὸ δὲ ἑξῆς προσέθηκε, διδάσκων, ὅτι τε τὸν Θεὸν ἔχεις συνίστορα, τὸν δίκην πατρὸς χαίροντα βλέπειν τὰ σὰ κατορθώματα, καὶ ὅτι οὐκ ἀπολέσεις, ἃ δίδως, ἀλλὰ παρ' αὐτοῦ πάντως ἀπολήψῃ τὸν ὑπὲρ τῆς ἐλεημοσύνης μισθόν· οὐκ εἶπε δέ, πόθεν χρὴ ποιεῖν ἐλεημοσύνην, οἷον ὅτι ἀπὸ δικαίων πόρων. Πᾶσι γὰρ τοῦτο γνώριμον ἦν.
Ἄλλως τε καὶ ἀνωτέρω τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην ἐμακάρισε. Καὶ ὅταν αὐτῶν. Στενωποὶ μὲν εἰσιν αἱ στεναὶ ὁδοί, δι' ὧν ὀλίγοι βαδίζουσιν, ἃς ἡμεῖς ἐμβόλους καλοῦμεν· πλατεῖαι δέ, αἱ λεωφόροι, δι' ὧν πολλοὶ ἅμα βαίνειν δύνανται, ἃς ἡμεῖς ἐξαέρους λέγομεν, ὡς ὑπαίθρους. Σὺ δὲ – φανερῷ. Ὁμοίως κἀνταῦθα εἰπών, πῶς δεῖ μὴ ποιεῖν, λέγει, καὶ πῶς δεῖ ποιεῖν, καὶ τούτῳ τῷ τρόπῳ πολλαχοῦ τῆς διδασκαλίας αὐτοῦ κέχρηται. Τῷ Πατρί σου δὲ τῷ ἐν τῷ κρυπτῷ, ἀντὶ τοῦ, τῷ ἀοράτῳ. Πάλιν δὲ προσέθηκεν, ὅτι Ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ, δηλῶν, ὅτι, εἰ ζητεῖς θεατάς, ἔχεις ἀντὶ πάντων αὐτὸν τὸν Θεόν·
εἰ δὲ καὶ ἀνθρώπους θέλεις θεωρούς, ἕξεις καὶ τούτους ἐν τῷ καιρῷ τῆς ἀναρρήσεώς τε καὶ μισθαποδοσίας, καὶ οὐ πολλούς, ἀλλὰ πάντας, καὶ οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ ἀγγέλους, καὶ ἀρχαγγέλους, καὶ πάσας τὰς ἐπουρανίους δυνάμεις. Νῦν γὰρ εἰ φανεροῖς τὰ κατορθώματά σου, καὶ τὸν ἀπὸ Θεοῦ μισθὸν ἀπόλλεις, καὶ οἱ ἄνθρωποι καταγνώσονται σου, ὡς κενοδόξου. Ὅταν οὖν ἔξεστι, καὶ μισθὸν τῶν κατορθωμάτων λαβεῖν, καὶ ἀνακηρυχθῆναι ἐν τῷ φανερῷ, ἐνώπιον τοσούτων, ἀναμείναντα μικρόν, πῶς οὐ παντάπασιν ἀλόγιστον καὶ μωρόν, ἀμφοτέρων τούτων ἐκπεσεῖν, καὶ τοῦ θεάτρου ἐκείνου τὸ παρὸν ἀλλάξασθαι θέατρον; Εἴη δ' ἂν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ταμιεῖον μὲν ὁ νοῦς, τὸ κάλλιστον οἴκημα τῶν νοημάτων·
θύραι δέ, τὰ αἰσθητήρια, ὀφθαλμοί, ἀκοή, καὶ τὰ λοιπά, δι' ὧν εἰσερχόμενος ὁ πονηρὸς λογισμὸς συλᾷ τὸν πλοῦτον τῆς ἀρετῆς. Τί οὖν; ἐν ἐκκλησίᾳ οὐ δεῖ προσεύχεσθαι; Σφόδρα μέν· ἀλλὰ μή, ὅπως φανῇς τοῖς ἀνθρώποις· τοῦτο γὰρ τῶν ὑποκριτῶν κατηγόρησεν· ἀλλ' ὅπως ἵλεων σεαυτῷ τὸν Θεὸν ποιήσῃς. Ἔστι γὰρ καὶ ἐν μέσῳ πολλῶν προσευχόμενόν τινα, μὴ ἁμαρτάνειν,
col. 233–234page 64 of 329
PG 129:233ὅταν μὴ πρὸς ἐπίδειξιν προσεύχηται· καὶ ἐν ταμιείῳ κεκλεισμένῳ προσευχόμενον, ἁμαρτάνειν, ὅταν τοὐναντίον ποιῇ. Πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ἐξετάζει τοῦ γινομένου. Υποκριτὰς δὲ καὶ τούτους ἐκάλεσεν, ὡς σχῆμα μὲν ἔχοντας προσευχομένου, γνώμην δὲ δοξομανούς. Προσευχόμενοι — ἐθνικοί. Βαττολογίαν μὲν λέγει, τὴν περὶ τῶν μὴ προσηκόντων αἴτησιν, οἷον περὶ πλούτου, περὶ δόξης, περὶ δυναστείας, καὶ τῶν τοιούτων, ὅσα οὔτε ψυχὴν ὠφελοῦσιν, οὔτε σώματι πρὸς σύστασιν εἰσιν ἀναγκαῖα. Ἐθνικούς δέ φησι, τοὺς ἀπίστους.
Ἐπεὶ δὲ οὗτοι οὐ μόνον αἰτοῦσι περὶ τῶν μὴ προσηκόντων, ἀλλὰ καὶ μακράς ποιούμενοι τὰς ἐπὶ τοῖς τοιούτοις αἰτήσεις, δοκοῦσι πείθειν, ἐν τῷ μακρολογεῖν, διαβάλλει τὴν τοιαύτην αὐτῶν ὑπόληψιν εἰρηκώς. Δοκοῦσι — εἰσακουσθήσονται. Δοκοῦσι μέν, οὐκ ὀρθῶς δέ. Μὴ οὖν αἰτῆσαι αὐτόν. Οἶδε, τίνων χρήζετε, καὶ πρὸ τοῦ αἰτῆσαι αὐτὸν ὅλως περί τινος. Καὶ λοιπόν, οὐ χρὴ αἰτεῖν τὰ μὴ χρειώδη, μηδ' ἀναγκαῖα, καθώς εἰρήκαμεν, ὅπερ ἐστὶ βαττολογία. Ἐπεὶ καὶ πατὴρ δυσχεραίνει κατὰ παίδων αἰτούντων τὰ μὴ προσήκοντα. Καὶ εἰ οἶδεν, ὧν χρήζομεν, διατί ὅλως περὶ τούτων αἰτοῦμεν αὐτόν;
Πάντως οὐχ ἵνα διδάξωμεν, ἀλλ' ἵνα δείξωμεν, ὅτι αὐτὸν ἔχομεν καὶ τροφέα καὶ Δεσπότην, καὶ ἵνα, ἀναρτῶντες μόνου αὐτοῦ τὴν ἐλπίδα τῆς προνοίας καὶ σωτηρίας ἡμῶν, ἐπικάμπτωμεν εὐχερέστερον. Ὡς μὲν γὰρ πατὴρ, καὶ οἶδεν ὧν χρήζομεν, καὶ ἕτοιμός ἐστι παρέχειν τὰ χρειώδη· ζητεῖ δὲ ὅμως καὶ τὴν παρ' ἡμῶν αἴτησιν, διὰ τὰς δηλωθείσας αἰτίας. Ταῦτα διδάξας, παραδίδωσι καὶ τύπον εὐχῆς, οὐχ ἵνα ταύτην μόνην τὴν εὐχὴν εὐχώμεθα, ἀλλ' ἵνα, ταύτην ἔχοντες πηγὴν εὐχῆς ἐκ ταύτης ἀρυώμεθα τὰς ἐννοίας τῶν εὐχῶν. Οὕτως — ὑμεῖς. Πῶς; Πάτερ — οὐρανοῖς. Ἑκάστην λέξιν ἐξεταστέον.
Κελεύει γὰρ λέγειν, τὸ Πάτερ μέν, ἵνα ἀναμιμνησκώμεθα τῆς ἄνωθεν εὐγενείας, καὶ οἵας δωρεὰς ἠξιώθημεν, υἱοθετηθέντες τῷ Θεῷ, καὶ ἵνα ἀξίως Πατρὸς τοιούτου πολιτευώμεθα· ὁ γὰρ φαύλως μὲν βιῶν, Πατέρα δὲ ἑαυτοῦ τὸν Θεὸν ὀνομάζων, καταψεύδεται καὶ τοῦ Θεοῦ καὶ ἑαυτοῦ. Τὸ δὲ Ἡμῶν, ἵνα γινώσκωμεν, ὅτι ἀδελφοὶ ἀλλήλων οἱ πιστοὶ πάντες ἐσμέν, κοινῶς υἱοθετηθέντες τῷ ἑνὶ καὶ μόνῳ Θεῷ, καὶ ἵνα τοῦτο συνεχῶς ὁμολογοῦντες, μὴ κατεπαιρώμεθα τῶν ταπεινῶν, μηδὲ ὅλως ἐναντίον τι κατὰ τῶν ἀδελφῶν ἡμῶν ἢ μελετῶμεν, ἢ λέγωμεν,
col. 235–236page 65 of 329
PG 129:235εὐχώμεθα. Τὸ δὲ, Ὁ ἐν τοῖς οὐρανοῖς, ἵνα πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπωμεν, πατρίδα τοῦτον ἡμῶν ἀκούοντας, μᾶλλον δὲ αὐτοὶ τοῦτο λέγοντες, καὶ ἵνα τῶν γηίνων καταφρονῶμεν, ἐκεῖ σπεύδοντες ἀναβήναι, διὰ τῆς τῶν ἀρετῶν κλίμακος, ὅπου ὁ Πατήρ ἡμῶν ἐστι. Ἐν οὐρανῷ δὲ τὸν Θεὸν εἶναι λέγοντες, οὐκ ἐν οὐρανῷ αὐτὸν συγκλείοντας περιγράφομεν· ἀχώρητος γάρ ἐστι καὶ ἀπερίγραπτος· ἀλλὰ πανταχοῦ μὲν εἶναι λέγεται ὁ Θεός, μάλιστα δὲ ἐν τόποις ἀξίοις, διὰ τὸ μᾶλλον αὐτοὺς εἶναι δεκτικοὺς αὐτοῦ. Διὰ τοῦτο τοίνυν ἐν τῷ οὐρανῷ λέγομεν εἶναι τὸν Θεόν, διότι καθαρώτατος ὁ τόπος ἐκεῖνος, καὶ διότι ἐν αὐτῷ εἰσιν αἱ ἄϋλοι δυνάμεις, καὶ οἱ δῆμοι τῶν ἁγίων. οἷς ἐπαναπαύεται.
[Ὁ μὲν Χρυσόστομος πρὸς τὸν Υἱὸν ἀναφέρεσθαι τὴν παραδοθεῖσαν ταύτην ὅλην προσευχὴν ἀνέφηνε. Λέγεται γὰρ καὶ οὗτος Πατήρ ἡμῶν, ὡς δημιουργός, καὶ κηδεμών, καὶ προνοητής, καὶ διδάσκαλος. Κατὰ τοῦτον δὲ τὸν λόγον λέγοιτ' ἂν Πατὴρ ἡμῶν, καὶ τὸ ἅγιον Πνεῦμα. Λοιπὸν οὖν καὶ ἰδικῶς πρὸς ἕκαστον τούτων ἀναχθείη ἂν, καὶ κοινῶς πρὸς τὴν ἐν τούτοις μίαν Θεότητα.] Ἁγιασθήτω τὸ ὄνομά σου. Ἁγιασθήτω, ἀντὶ τοῦ, Δοξασθήτω. Ἡμῶν γὰρ πολιτευομένων ἐναρέτως, δοξάζεται παρὰ τῶν ὁρώντων ὁ Θεός. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Δεδοξασμένον οὖν ὑπάρχον τὸ ὄνομά σου, δοξασθήτω καὶ διὰ τῆς πολιτείας ἡμῶν.
Ἐλθέτω σου. Βασιλείαν δὲ νῦν, τὴν δευτέραν αὐτοῦ παρουσίαν φησίν, ὡς μετὰ πολλῆς δόξης ἐσομένην. Τοῦτο δὲ προσέταξεν αἰτεῖν, ἵνα γινώσκοντες, ὅπερ αἰτούμεν, ἐμπαράσκευοι πρὸς ὑπαντὴν αὐτοῦ διὰ παντὸς εἴημεν. Ἐμπαρασκεύου γὰρ, τὸ ζητεῖν ἐλθεῖν τὸν δικαστήν. Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι Ἐλθέτω ἐφ' ἡμᾶς ἡ βασιλεία σου, τουτέστι, βασιλευθείημεν ὑπὸ σοῦ καὶ μὴ ὑπὸ τοῦ διαβόλου, καὶ σὺ πείσαις καὶ ὑποτάξαις ἡμᾶς τοῖς σοῖς προστάγμασι, καὶ μὴ ἐκεῖνος. Γενηθήτω τὸ θέλημά σου, καὶ ἐπὶ τῆς γῆς, παρὰ τῶν ἀνθρώπων, ὡς γίνεται ἐν οὐρανῷ, παρὰ τῶν ἀγγέλων, περὶ ὧν εἶπεν ὁ Δαυΐδ· Λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ. Θέλημα δὲ Θεοῦ, αἱ ἐντολαὶ αὐτοῦ. Εὐκτικὸν δὲ καὶ τὸ, Ἁγιασθήτω, καὶ τὸ Γενηθήτω.
Εὐχόμεθα γὰρ ταῦτα, διὰ τὸ χρήζειν πρὸς ταῦτα καὶ τῆς
col. 237–238page 66 of 329
PG 129:237παρὰ Θεοῦ βοηθείας. Καὶ τὰ λοιπὰ δὲ ῥήματα, εὐκτικά εἰσιν, εἰ καὶ προστακτικὰ δοκοῦσι. Τὸν ἄρτον σήμερον. Εἰδὼς, τὴν μὲν ἀγγελικὴν φύσιν ἀπροσδεή τροφῆς, τὴν ἀνθρωπίνην δὲ ταύτης ἐπιδεῖ, προσέταξεν αἰτεῖσθαι τὸ ἀναγκαῖον τῆς φύσεως. Ἄρτον δὲ ἡμῶν εἶπεν, ἀντὶ τοῦ, Τὸν δι' ἡμᾶς γενόμενον. Ἐπιούσιον δὲ προσηγόρευσε, τὸν ἐπὶ τῇ οὐσίᾳ καὶ ὑπάρξει καὶ συστάσει τοῦ σώματος ἐπιτήδειον. Ἢ κατὰ τὸν Χρυσόστομον, ἐπιούσιον εἶπε, τὸν ἐφήμερον. Ἔω γὰρ ὀνομάζομεν τὴν ἡμέραν. Προσέθηκε δὲ καὶ τὸ σήμερον, φανερώτερον ἀπάγων ἡμᾶς τοῦ μὴ φροντίζειν περαιτέρω.
Βούλεται γὰρ, τοὺς πιστοὺς ἐν ταῖς εὐχαῖς ἄρτον μόνον αἰτεῖν, καὶ τοῦτον σήμερον μόνον, καὶ μὴ μεριμνᾶν περὶ τῆς ἐπιούσης ἡμέρας, διότι οὐκ οἴδαμεν, εἰ καὶ ἐν αὐτῇ ζήσομεν. Καὶ λοιπὸν περιττόν ἐστι μεριμνᾷν περὶ ἡμέρας, ἧς, οὐκ οἴδαμεν, εἰ φθάσομεν τὸ διάστημα. Τοῦτο δὲ καὶ προϊών, διὰ πλειόνων λόγων ἐπέταξε, λέγων· Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Οὕτω γὰρ ἂν εὐσταλεῖς ἐσόμεθα, ὀλίγα μὲν ὑπείκοντες τῷ ἀναγκαίῳ τῆς φύσεως, τἄλλα δὲ τρεπόμενοι πρὸς ἐργασίαν πνευματικήν. [Εἰκὸς δὲ, καὶ τὸν τῆς ψυχῆς ἄρτον αἰτεῖν. Χρήζει γὰρ καὶ αὕτη τροφῆς ἐπιουσίου, λέγω δὴ τῆς ἄνωθεν ἐλλάμψεως, καὶ ἐπιχορηγίας τῆς θείας γνώσεως.] Καὶ ἡμῶν.
Ἐπιστάμενος τὸ πρὸς ἁμαρτίαν εὐόλισθον τῆς φύσεως ἡμῶν, καὶ προγινώσκων, ὅτι καὶ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας ἁμαρτήσομεν, κελεύει παρακαλεῖν ὑπὲρ τῶν ἁμαρτημάτων, ἅπερ ὀφειλήματα ὠνόμασεν. Ὀφείλημα γάρ, καὶ τὸ ἁμάρτημα, ὡς καὶ αὐτὸ ποιοῦν ὑπεύθυνον τὸν ἄνθρωπον, ὥσπερ καὶ τὰ χρέος. Παρακαλοῦντες δὲ ὑπὲρ ἀφέσεως αὐτῶν, ἀναμιμνησκόμεθά τε αὐτῶν, καὶ ταπεινούμενοι συντριβόμεθα. Διδάσκει δὲ καὶ τρόπον, δι' οὗ κάμψαι δυνησόμεθα τὸν Θεόν, φημὶ δή, τὸ καὶ ἡμᾶς συγχωρεῖν τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς· τούτους γὰρ ὀφειλέτας εἶπε· καὶ τοῦτο προβάλλεσθαι, ἀντὶ πάσης ἱκετηρίας, ὡς ἐξελέσθαι ἡμᾶς δυνάμενον. Διὸ καὶ μετὰ τὸ πληρῶσαι τὴν διδασκαλίαν τῆς εὐχῆς, πάλιν ἐπαναλαμβάνει τὸν περὶ αὐτοῦ λόγον.
Νῦν δὲ τοῦτο προσέθηκε τῇ εὐχῇ, ἵνα τοῦτο καθ' ἑκάστην πρὸς Θεὸν λέγοντες, ἀνάγκην ἕξομεν συγχωρεῖν τοῖς πταίουσιν εἰς ἡμᾶς, φοβούμενοι, μὴ κατακριθῶμεν, ὡς ψευδόμενοι, πρὸς ἀπάτην τοῦ Θεοῦ.
col. 239–240page 67 of 329
PG 129:239Καὶ μὴ – πειρασμόν. Πειρασμός ἐστι, πᾶς ἀγών, ἐξ ἐπηρείας τοῦ δαίμονος ὁπωσδήποτε ἡμῖν προσαγόμενος, δι' οὗ δοκιμάζεται ἡ ἀνδρεία τῆς ψυχῆς ἡμῶν. Παιδεύει τοίνυν ἡμᾶς ὁ λόγος, μὴ θαῤῥεῖν ἑαυτοῖς, μηδ' ἐπιπηδᾶν τοῖς πειρασμοῖς ὑπὸ θρασύτητος. Τὸ γὰρ εὔχεσθαι, μὴ εἰσενεχθῆναι εἰς πειρασμόν, ταῦτά τε παιδεύει, καὶ εἰς ἐπίγνωσιν ἡμᾶς ἄγει τῆς ἀσθενείας ἡμῶν, καὶ μετριοφροσύνην ἐντίθησι. Καὶ μήν ὁ Θεὸς οὐδένα πειράζει, καθώς φησιν Ἰάκωβος ὁ ἀπόστολος. Πῶς οὖν εἶπε, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν; Τὸ Μὴ εἰσενέγκῃς, ἀντὶ τοῦ, Μὴ παραχωρήσῃς εἰσενεχθῆναι. Ἰδίωμα δὲ τοῦτο τῆς Γραφῆς. Ἐν τῷ παραχωρεῖν γὰρ, αὐτὸς εἰσάγειν δοκεῖ.
Πᾶς μὲν γὰρ πειρασμὸς ὑπὸ τοῦ διαβόλου προσάγεται, οὐχ ἅπτεται δέ τινος ἀνθρώπου, εἰ μὴ παραχωρήσῃ ὁ Θεός. Οὐδὲ γὰρ χοίρους βλάψαι δύναται, μὴ παραχωροῦντος αὐτοῦ. Καὶ τοῦτο προϊόντες εὑρήσομεν φανερώτερον. Παραχωρεῖ δὲ πολλάκις ἐπάγεσθαι ἡμῖν τοὺς πειρασμούς, ἢ πρὸς κάθαρσιν τῶν ἁμαρτιῶν ἡμῶν, ἢ πρὸς φανέρωσιν τῆς ψυχικῆς ἀνδρείας ἡμῶν, ὡς ἡ κατὰ τὸν Ἰὼβ ἐδίδαξεν ἱστορία. Κελεύει οὖν, εὔχεσθαι μὲν, μὴ εἰσενεχθῆναι εἰς πειρασμόν, διὰ τὰς ἀνωτέρω ῥηθείσας αἰτίας· αὐτὸς δὲ, οἰκονόμος ὢν τῶν ἡμετέρων ψυχῶν, ποτὲ μὲν παραχωρεῖ, ποτὲ δὲ κωλύει, πρὸς τὸ συμφέρον, ἑκάτερα.
Διὰ τοῦτο, μὴ ἐπαγομένων μὲν τῶν πειρασμῶν, παραιτητέον αὐτοὺς, ἐπαγομένων δὲ, ἀνδριστέον, ἵνα καὶ τὸ μέτριον, καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Ἀλλὰ – ἀπὸ τοῦ πονηροῦ. Πονηρὸν ἐνταῦθα, τὸν διάβολον ὠνόμασεν, οὐχ ὡς φύσει πονηρόν, ἀλλ' ὡς προαιρέσει. Κατ' ἐξαίρετον δὲ πονηρὸν αὐτὸν ἐκάλεσεν, ὡς καθ' ὑπερβολὴν πονηρόν. Ἐπιτάξας δὲ ἡμῖν εὔχεσθαι ῥυσθῆναι ἀπ' αὐτοῦ, ἔδειξεν, ὅτι ἄσπονδον καὶ βαρύτατον ἔχει καθ' ἡμῶν πόλεμον, καὶ χρεία τῆς ἄνωθεν συμμαχίας.
Εὔχεσθαι δὲ ῥυσθῆναι ἀπ' αὐτοῦ μόνου διωρίσατο, διδάσκων, ὅτι μόνος οὗτος κακοῦ παντὸς αἴτιός ἐστι, καὶ ὅτι πρὸς μόνον τοῦτον ἐχθραίνειν χρὴ, καὶ μὴ πρὸς τοὺς ἐξ ἀφροσύνης πειθομένους αὐτῷ, καὶ βλάπτοντας ἡμᾶς, οὓς μᾶλλον ἐλεεῖν προσῆκον, ὡς ἡττηθέντας αὐτοῦ. [Ἔτι καὶ τοῦ ἁγίου Μαξίμου εἰς τὸ Ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς. Ὄνομα μὲν οὖν τοῦ Πατρὸς, ὁ Υἱός. Καθάπερ γὰρ τὸ ὄνομα δηλωτικόν ἐστι τῆς φύσεως, ἧς ἔστιν ὄνομα· οὕτω καὶ ὁ
col. 241–242page 68 of 329
PG 129:241Υἱὸς δηλωτικὸς τοῦ Πατρός. Βασιλεία δὲ, τὸ ἅγιον Πνεῦμα, διὰ τὸν πλοῦτον τῶν θείων χαρισμάτων. Ἐπεὶ δὲ ὁ Χριστὸς κεφαλή ἐστιν ἡμῶν, ἁγιαζομένων ἡμῶν, τῶν μελῶν αὐτοῦ, δι' ἁγνείας, αὐτὸς ἁγιάζεται, καὶ ἁγιασθεῖσιν ἐπιφοιτᾷ τὸ Πνεῦμα τὸ ἅγιον. Θέλημα δὲ τοῦ Πατρὸς ἐν οὐρανοῖς, ἡ λογικὴ τῶν ἐπουρανίων τάξεων λατρεία. Εἴρηκε γὰρ καὶ πρὸς τὸν Δαυΐδ· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ παρὰ τῶν ἀγγέλων, οὐδὲν ἕτερον, πλὴν τῆς λογικῆς λατρείας δηλονότι· καὶ παρὰ σοῦ τοῦ ἀνθρώπου, τί ἠθέλησα ἐπὶ τῆς γῆς; οὐδὲν ἕτερον ἢ ταύτην. Αὕτη γὰρ τὸ ἀναγκαῖον καὶ προηγούμενον.
Λογικὴ δὲ λατρεία κυρίως, τὸ τείνειν τὸν νοῦν πρὸς τὸν Θεόν, τῷ τε κατὰ παθῶν καὶ δαιμόνων θυμῷ νευρούμενον, καὶ τῇ ἐπιθυμίᾳ τῶν ἄνω πυρούμενον. Ὁ δ' ἄρτος ἡμῶν διπλοῦς· ὁ μὲν τῇ οὐσίᾳ τῆς ψυχῆς ἐπιτήδειος, ὁ γνωστικός, ὅστις ἐπιχορηγεῖται κατὰ τὴν τῶν δεχομένων δύναμιν· ὁ δὲ, τῇ οὐσίᾳ τοῦ σώματος ἁρμόδιος, ὁ αἰσθητός· καὶ ὁ μὲν ἄνωθεν, ὁ δὲ κάτωθεν παρεχόμενος. Καὶ ὁ πειρασμὸς δὲ διττός· ὁ μὲν ἐνήδονος, ὁ δὲ ἐνόδυνος· καὶ ὁ μὲν ἐκούσιος καὶ γεννήτωρ παθῶν, ἡ δὲ ἀκούσιος, καὶ ἀναιρέτης παθῶν. Τὸν μὲν οὖν ἐκούσιον φεύγειν χρή· τὸν δ' ἀκούσιον ἀπεύχεσθαι μὲν διὰ τὴν ἀσθένειαν ἡμῶν, ἐπελθόντα δὲ ὑπομένειν γενναίως, ὡς καθαρτήριον. Ἔστι δὲ καὶ ἄλλο πειρασμῶν εἶδος, τὸ δοκιμαστήριον.
Ἀπὸ τοῦ πονηροῦ δὲ ἡ τοῦ δαίμονος, ἢ τοῦ πράγματος. Ὅτι— Ἀμήν. Ἀκροτελεύτιον τῆς εὐχῆς, εὐγνωμοσύνη τῶν εὐχομένων, καὶ εὐφημία τοῦ Θεοῦ. Νοεῖται γάρ· Πληρωθήτωσαν, ἃ ηὐξάμεθα, διότι σὺ Βασιλεὺς ἡμῶν, καὶ δυνατὸς εἰς ἅπαν, καὶ δεδοξασμένος ἀεί. Τοῦτο γὰρ δηλοῖ τὸ, Εἰς τοὺς αἰῶνας. Περὶ δὲ τοῦ Ἀμὴν, ἀνωτέρω εἴρηται. Ἐὰν — ὑμῶν. Ἐπανέλαβεν, ὡς εἰρήκαμεν, τὸν περὶ τούτου λόγον, καὶ πλατύνει τοῦτον, δεικνύς, ὅτι περισπούδαστόν ἐστι Θεῷ τὸ τοιοῦτον ἔργον. Καὶ ὅρα μοι φιλανθρωπίας ὑπερβολήν. Ἡμᾶς ποιεῖ κυρίους τῆς τῶν ἁμαρτημάτων ἡμῶν ἀφέσεως. Ἀλλ' ἴσως ἐρεῖς, ὅτι πολλὰ καὶ μεγάλα πεπλημμέληκεν ὁ ἀδικήσας· ἀλλὰ σὺ πλείονα καὶ μείζονα. Καὶ ὁ μὲν εἰς τὸν ὁμόδουλον, σὺ δὲ εἰς τὸν Δεσπότην·
καὶ σὺ μὲν, δεόμενος ἀφέσεως, ἀφήσεις· ὁ δὲ Θεὸς μὴ δεόμενος. Εἰ τοίνυν ἀφήσεις, σεαυτὸν ἠλευθέρωσας. Ἔσβεσας μὲν γὰρ τὸν θυμὸν, ἀπήλασας δὲ τὴν μνησικακίαν, εἰσήγαγες δὲ τὴν φιλανθρωπίαν, ἐξιλέωσας δὲ τὸν Θεὸν, ἐπραγματεύσω δὲ τὴν οἰκείαν ἄφεσιν. Ὅταν νηστεύοντες. Νηστεύοντας, μὴ ἐπιτηδεύετε τὴν σκυθρωπότητα, καθάπερ οἱ σπουδάζοντες
col. 243–244page 69 of 329
PG 129:243ὠχρίαν δι' ἀνθρωπίνην ἀρέσκειαν. Ἀφανίζουσι γὰρ οὗτοι τὸ φυσικὸν εἶδος, διὰ τῆς ἐπιπλάστου χρότητος. Ἀμὴν – αὐτῶν. Εἴρηται ἡμῖν ἀνωτέρω περὶ τούτου. Σὺ δὲ νίψαι. Ὥσπερ, ὅτε εἶπεν· Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιός σκανδαλίζει σε, ἔξελε αὐτόν· καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτήν· οὐ περὶ ἀκρωτηριασμοῦ τοῦ σώματος ἔλεγεν, ὡς ἐν ἐκείνοις τοῖς ῥητοῖς ἑρμηνεύσαμεν· οὕτως οὐδὲ νῦν ἁπλῶς ἀλείφεσθαι καὶ νίπτεσθαι κελεύει. Οὐδὲ γὰρ αὐτὸς τοῦτο πεποίηκε, νηστεύσας ἡμέρας τεσσαράκοντα. Ἀλλὰ διὰ τούτων ἕτερόν τι παραινεῖ, λέγω δή, τὸ συγκαλύπτειν τὴν ἀπὸ τῆς νηστείας στυγνότητα, ἐν τῷ φαίνεσθαι φαιδρόν καὶ χαρίεντα.
Ἐπεὶ γὰρ παρὰ τοῖς παλαιοῖς σημεῖον χαρᾶς ἦν, τὸ ἀλείφεσθαι μὲν ἐλαίῳ τὴν κεφαλὴν, νίπτεσθαι δὲ ὕδατι τὸ πρόσωπον· λοιπὸν καὶ αὐτὸς διὰ τοῦ σημείου τῆς χαρᾶς παραινεῖ χαίρειν ἐν τῷ νηστεύειν, ἵνα καὶ τοὺς ἀνθρώπους διαλάθῃς, καὶ τὸν πόνον τῆς νηστείας κουφίσῃς, τῆς ἡδονῆς τὴν ὀδύνην ὑφαιρουμένης. Καὶ καθ' ἕτερον δὲ τρόπον· Πίαινε μὲν τὸν ἐν τῇ κεφαλῇ σου νοῦν, τῷ ἐλαίῳ τῆς ἐλεημοσύνης· νίψαι δὲ τὸ πρόσωπόν σου, τῷ ὕδατι τῶν δακρύων. Καὶ ἐν πολλοῖς δὲ ἄλλοις δι' ἑτέρων ἕτερα παραινεῖ, παιδεύων ἡμᾶς, μὴ τῷ φαινομένῳ μόνῳ τῶν ἐντολῶν ἀεὶ προσέχειν, ἀλλὰ καὶ τὰς διανοίας αὐτῶν ἀκριβολογεῖν. Ὅπως μὴ – ἀποδώσει σοι.
Τὸ γὰρ θεατρίζειν τοῖς ἀνθρώποις τὴν ἀπὸ τῆς νηστείας κακουχίαν, φιλοδοξίας ἔργον ἐστί. Περὶ δὲ τῶν ἑξῆς ἀνωτέρω εἴρηται. Μὴ – κλέπτουσι. Σὴς μὲν καὶ βρῶσις νοοῖντ' ἂν, καὶ ἡ ἐντικτομένη τῇ ψυχῇ οἴησις, βεβρώσκουσα λαθραίως τά, ἐφ' οἷς συνέστη, καλά· κλέπται δὲ διορύσσοντες, οἱ ἔξωθεν ἐπεισερχόμενοι ἔπαινοι, διορύσσοντες τὰ κοῦφα φρονήματα, καὶ συλῶντες τὸν ἐναποτεθησαυρισμένον πλοῦτον τῆς ἀρετῆς. Ἐκβαλὼν δὲ ἤδη τὸ τῆς κενοδοξίας νόσημα, λοιπὸν εὐκαίρως περὶ ἀκτημοσύνης νομοθετεῖ. Καὶ γὰρ οὐδὲν οὕτω παρασκευάζει χρημάτων ἐρᾶν, ὡς ἡ κενοδοξία.
Διὰ ταύτην γὰρ καὶ τὰς τῶν ἀνδραπόδων ἀγέλας, καὶ τὸν ἑσμὸν τῶν εὐνούχων, καὶ τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τὰς ἀργυρᾶς τραπέζας, καὶ τὴν ἄλλην ἅπασαν φαντασίαν ἐπινοοῦσιν οἱ ἄνθρωποι, οὐ κατὰ χρείαν, ἀλλὰ δι' ἐπίδειξιν. Ἐπεὶ δὲ οὐκ ἦν εὐπαράδεκτον, τὸ ἀθρόον παραινέσαι περὶ τῆς ὑπεροψίας τῶν χρημάτων, σοφώτατα κατεμέρισε τὸν περὶ ταύτης λόγον, καὶ πρῶτον μὲν
col. 245–246page 70 of 329
PG 129:245εἶπε· Μακάριοι οἱ ἐλεήμονες· ἔπειτα· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου· εἶτα· Ἐάν τις σοι θέλει κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, δὸς αὐτῷ καὶ τὸ ἱμάτιον· τελευταῖον δὲ, τὸ μεῖζον ἐκείνων πάντων ἐπήγαγεν. Ἐν ἐκείνοις μὲν γὰρ καὶ ἐλεουμένου ἐμνήσθη, καὶ ἀντιδίκου, καὶ κριθῆναί σοι μέλλοντος· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον θεὶς, αὐτὴν καθ᾿ ἑαυτὴν ἐνομοθέτησε τὴν τῶν χρημάτων ὑπεροψίαν, δεικνύς, ὅτι οὐ δι᾿ ἐκείνους τοσοῦτον, ὅσον διὰ σὲ ταῦτα προσέταξεν, ἵνα, κἂν μηδεὶς ἐκείνων ἐνοχλῇ, σὺ καταφρονῇς τῶν ὄντων, καὶ διανέμῃς αὐτὰ τοῖς πένησιν. Ὥστε δὲ ῥᾷον πεῖσαι, διδάσκει τήν τε βλάβην τοῦ θησαυρίζειν ἐπὶ τῆς γῆς, καὶ τὴν ὠφέλειαν τοῦ θησαυρίζειν ἐν οὐρανῷ.
Ἔστι δὲ σὺς μὲν ὁ ἐγγεννώμενος πολλοῖς τῶν χρημάτων σκώληξ· βρῶσις δὲ, ἡ σήψις καὶ ἴωσις καὶ καθ᾿ ἑαυτὴν τοιαύτη διαφθορά. Τί οὖν; τὸ χρυσίον τῆς ἀφανίζει; Εἰ δὲ καὶ μὴ τῆς, ἀλλὰ κλέπται. Τί δέ; πάντες συλῶνται; Εἰ καὶ μὴ πάντες, ἀλλ᾿ οἱ πλείους. Ἄδηλον δὲ, τίνες ἀσύλημενοῦσι. Τὰ γοῦν διανεμόμενα τοῖς πένησι, πῶς θησαυρίζονται; ἐν τῷ οὐρανῷ. Πῶς; ἐν τῷ ταμιεύεσθαι ἐκεῖ τὰς ἀντιδόσεις τούτων καὶ τὰς ἀμοιβάς, αἱ συλλεγόμεναι καὶ θησαυριζόμεναι φυλάττονται ἀσφαλῶς. Εἶτα ἐπάγει καὶ ἕτερον λογισμόν, πείθων καὶ ἀπὸ τούτου μάλιστα. Ὅπου - ἡ καρδία ὑμῶν. Καρδίαν ἐνταῦθα, τὸν νοῦν ἐκάλεσε· λέγει δὲ, ὅτι καὶ εἰ μηδὲν τούτων γένηται, πάντως, ὅπου ἐστὶν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ὁ νοῦς ὑμῶν.
Καὶ οὐ μικρὰ τοῦτο βλάβη τῆς ψυχῆς, τὸ προσηλώσθαι τὸν νοῦν αὐτῆς ἐκεῖ, μεριμνώντα διόλου περὶ τῆς τοῦ θησαυροῦ φυλακῆς, καὶ τῇ τοιαύτῃ τυραννίδι καταδεδουλωμένον, καὶ μὴ τολμώντα μεταβῆναι πρὸς ἑτέραν ἔννοιαν. Ὁ λύχνος - σκοτεινὸν ἔσται. Λύχνος ἐστὶν, ὁ φωστήρ. Εἰπὼν δὲ περὶ τῆς ἀγενοῦς δουλείας τοῦ νοῦ, ὅς ἐστιν ὀφθαλμὸς τῆς ψυχῆς, βούλεται δεῖξαι φανερώτερον, ὅτι ἡ τοιαύτη δουλεία τοῦ νοῦ, λύμη τῆς ψυχῆς ἐστιν. Λαμβάνει δὲ παράδειγμα, τὸν ὀφθαλμὸν τοῦ σώματος, καὶ ἀπὸ τούτου δίδωσι καὶ τὰ ἐκείνου νοεῖν. Παρατηρητέον δὲ νῦν, ὅτι ἁπλοῦν μὲν λέγει, τὸν ὑγιᾶ· πονηρὸν δὲ, τὸν νοσερόν. Φησὶ δὲ, ὅτι Ἐὰν μὲν ὁ ὀφθαλμός σου ὑγιὴς εἴη, ὅλον τὸ σῶμά σου πεφωτισμένον ἔσται, φωτιζόμενον ὑπὸ τοῦ οἰκείου
col. 247–248page 71 of 329
PG 129:247φωταγωγοῦ· ἐὰν δὲ ὁ ὀφθαλμός σου νοσερός εἴη, ὅλον τὸ σῶμά σου ἐσκοτισμένον ἔσται, μὴ φωτιζόμενον ὑπ' αὐτοῦ. Οὕτω τοίνυν καὶ ὁ ὀφθαλμὸς τῆς ψυχῆς, ὁ νοῦς, δουλεύων τῇ φροντίδι τοῦ κατορωρυγμένου θησαυροῦ, νοσερός ἐστι· νόσος γὰρ ἡ τοιαύτη φροντίς· καὶ λοιπὸν, ἐσκότισται ἡ ψυχή. Εἰ οὖν — πόσον. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ, ὅ ἐστιν ὁ νοῦς, ὁ δωρηθεὶς εἰς τὸ φωτίζειν καὶ ὁδηγεῖν τὴν ψυχήν, σκότος ἐστὶ, τουτέστιν, ἐσκότισται, λοιπὸν τὸ σκότος, τὸ ἀπὸ τῶν παθῶν, πόσον ἔσται, εἰς τὸ σκοτίζειν τὴν ψυχὴν, σκοτισθέντος τοῦ ἀνατέλλοντος αὐτὸ φωτός; Οὐδεὶς — καταφρονήσει.
Ἔτι καὶ ἕτερον ἐπάγει λογισμὸν φοβερώτερον, εἰς ἰσχυροτέραν ἀποτροπὴν τῆς φιλοχρηματίας, δεικνύων, ὅτι αὕτη καὶ τῆς τοῦ Θεοῦ δουλείας ἡμᾶς ἐκβάλλει, καὶ τῷ πλούτῳ καταδουλοῖ. Ἁπλῶς δὲ καὶ ἀνωνύμως, δύο κυρίους λέγει πρώτον, ἵνα λάβῃ συνομολογοῦντας τοὺς ἀκροατάς τῇ ἀληθείᾳ τοῦ λεχθέντος· εἶτα τίθησιν ὀνομαστὶ καὶ αὐτοὺς, περὶ ὧν ὁ λόγος· δύο δὲ κυρίους φησίν, ἐναντία ἐπιτάττοντας. Ἀνθέξεται δὲ, ἀντὶ τοῦ, Ὑπακούσει. Οὐ — μαμωνᾶ. Ἰδοὺ καὶ ὀνομαστὶ τοὺς ῥηθέντας δύο κυρίους ἐδήλωσε. Μαμωνᾶς δὲ παρ' Ἑβραίοις, ὁ πλοῦτος, ὃν καὶ κύριον προσηγόρευσε, διὰ τὴν ἀσθένειαν τῶν ὑπ' αὐτοῦ κυριευομένων. Τί οὖν; οὐχ ὁ Ἀβραὰμ πλούσιος ἦν; οὐχ ὁ Ἰὼβ καὶ οἱ κατ' ἐκείνους; Ναί·
πλούσιοι μὲν ἦσαν, ἀλλ' οὐ τῷ πλούτῳ ἐδούλευον· ἀλλ' ἐκυρίευον αὐτοὶ τούτου, καὶ εἰς τοὺς δεομένους αὐτὸν ἀνήλισκον. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· διότι ὁ μὲν Θεὸς ἐπιτάττει, μὴ μόνον ἀπέχεσθαι τῶν ἀλλοτρίων, ἀλλὰ καὶ τῶν οἰκείων μεταδιδόναι, ὁ δὲ μαμωνᾶς τοὐναντίον, μὴ μόνον μὴ μεταδιδόναι τῶν οἰκείων, ἀλλὰ μηδὲ τῶν ἀλλοτρίων ἀπέχεσθαι· καὶ ὁ μὲν κρατεῖν γαστρὸς, ὁ δὲ ἐφιέναι γαστρί· καὶ ὁ μὲν σωφρονεῖν, ὁ δὲ πορνεύειν καὶ τὰ τοιαῦτα. Διὰ — ἐνδύσησθε. Ἀποστήσας τοῦ θησαυρίζειν ἐπὶ τῆς γῆς, καὶ πείσας διανέμειν τὰ προσόντα, διδάσκει λοιπόν, μηδὲ περὶ τῆς ἀναγκαίας χρείας μεριμνᾶν. Φησὶ γάρ· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τουτέστι, Μὴ μεριμνᾶτε διὰ τὴν ψυχὴν ἡμῶν, τί φάγητε ἢ τί πίητε.
Εἰ γὰρ καὶ ἡ ψυχὴ οὔτε ἐσθίει, οὔτε πίνει· ἀλλ' οὖν διὰ τὴν ψυχὴν ἐσθίουσι καὶ πίνουσιν οἱ ἄνθρωποι, μὴ δυναμένην ἐνοικεῖν σώματι μήτε τρεφομένῳ μήτε πίνοντι, μέχρις ἂν καὶ τοῦτο ἀφθαρτισθείη. Καὶ καθ' ἕτερον δὲ τρόπον ἑρμηνευτέον, ὅτι ἐπεὶ ποτὲ μὲν ἐν τῇ ψυχῇ μεριμνῶσιν οἱ ἄνθρωποι,
col. 249–250page 72 of 329
PG 129:249Στε κατὰ νοῦν μόνον φροντίζουσι, ποτὲ δὲ ἐν τῷ σώματι, ὅτε κατατείνουσι τοῦτο πρὸς κτήσιν τοῦ σπουδαζομένου, καὶ ταύτης κἀκείνης τῆς μερίμνης ἀπάγων αὐτοὺς ὁ Κύριος, εἶπε· Μὴ μεριμνᾶτε, μήτε τῇ ψυχῇ ὑμῶν, μήτε τῷ σώματι, περὶ βρώσεως, καὶ πόσεως, καὶ ἐνδύματος. Οὐχὶ ἐνδύματος; Τοῦτο εἶπε δηλῶν, ὅτι ὁ τὸ πλεῖον δοὺς ἡμῖν, καὶ τὸ ἔλαττον δώσει· πλεῖον δὲ, τὸ μείζον λέγει. Ἐμβλέψατε – αὐτά. Ἵνα μή τις εἴπῃ, ὅτι καὶ πῶς ἄρα ζησόμεθα, μὴ μεριμνώντες περὶ τῶν ἀναγκαίων; λύει τὴν τοιαύτην ἀντίθεσιν ἀπὸ τοῦ παραδείγματος τῶν πετεινῶν ἃ μὴ μεριμνῶντα τρέφει ὁ Θεός.
Δυνάμενος δὲ ἐξ ἀνθρώπων ἐνεγκεῖν τὸ παράδειγμα, καὶ εἰπεῖν τὴν Ἠλίαν, καὶ τὸν Ἰωάννην, καὶ τοὺς κατ' αὐτούς, ὅσοι μηδὲν τοιοῦτον ἐμερίμνησαν· τοῦτο μὲν οὐκ ἐποίησεν, ἀπὸ τῶν πετεινῶν δὲ μᾶλλον ἐπεστόμισε τὴν εἰρημένην ἀντίθεσιν, ἐντρεπτικώτερον καθαψάμενος, καὶ περιελὼν πᾶσαν πρόφασιν. Καὶ γὰρ καὶ ἡ παλαιὰ Γραφή, βουλομένη σφοδρότερον καθικέσθαι τῶν ἀνθρώπων, πρὸς τὴν μέλισσαν αὐτοὺς πέμπει, καὶ πρὸς τὸν μύρμηκα, καὶ πρὸς ἄλλα ζῶα. Τὰ μὲν οὖν πετεινὰ, μείναντα, ὡς ἐξ ἀρχῆς ἐγένοντο, εὐποροῦσι καὶ τῆς κατὰ φύσιν τροφῆς· ὁ δὲ ἄνθρωπος, ἐκτραπεὶς ἐστέρηται. Πλὴν ἅπερ ἡ ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσις ἀφείλε, ταῦτα πάλιν ἡ πρὸς αὐτὸν οἰκείωσις ἀποδίδωσι.
Διὰ τοῦτο προσέταξε, μὴ μεριμνᾷν περὶ τούτων, ἀλλὰ περὶ τοῦ οἰκειωθῆναι Θεῷ. Οὐχ – αὐτῶν; Οὐχ ὑμεῖς κρείττους κατὰ πολὺ τῶν πετεινῶν ἐστε; Καὶ εἰ τὰ χείρονα τρέφει ὁ Θεός, πολλῷ μᾶλλον τοὺς κρείττονας. Ὁ γὰρ διαπλάσας ἡμῖν σῶμα, δεόμενον τροφῆς, παρέξει πάντως καὶ τὴν τροφὴν αὐτοῦ. Τί οὖν; οὐ δεῖ σπείρειν; Οὐκ εἶπε, Μὴ σπείρετε, ἀλλὰ, Μὴ μεριμνᾶτε. Τῶν τελείων μὲν γάρ, τὸ μηδὲ σπείρειν, ἀλλ᾽ ἐργάζεσθαι μόνην τὴν βρῶσιν τὴν μὴ ἀπολλυμένην, λέγω δὴ τὰς ἀρετάς, ὡς οἱ ἀπόστολοι, καὶ οἱ μιμησάμενοι τὸν βίον αὐτῶν, καὶ ζητεῖν ἀπὸ τοῦ Θεοῦ τὴν τροφήν· Τὸν ἄρτον γάρ, φησί, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
τῶν μέσων δὲ, τὸ σπείρειν μέν, μὴ φροντίζειν δέ, πῶς ἂν φύσῃ τὸ σπέρμα, καὶ κατατείνειν ἑαυτοὺς ὅλους εἰς τὰς τοιαύτας μερίμνας, ὡς διὰ ταύτας ἀμελεῖν τῆς ψυχῆς. Διὰ τοῦτο τοίνυν τὸ σπείρειν οὔτε ἐκώλυσεν οὔτε ἐπέτρεψεν, ἀλλ᾽ ἐπὶ τῇ ἑκάστου προαιρέσει τοῦτο καταλέλοιπεν. Εἰ γὰρ καὶ περὶ τῶν πετεινῶν εἶπεν, ὅτι οὐ σπείρουσιν, μόνον δεῖξαι βουλόμενος, ὅτι ὁ Θεὸς τρέφει αὐτά, ἀλλ᾽ οὐκ εἶπε τοῦτο, κωλύων τὸ σπείρειν, ἀλλὰ
col. 251–252page 73 of 329
PG 129:251Τί γοῦν ὠφελήσεις, οὕτως ἐπιτεταμένως μεριμνῶν; Κἂν γὰρ μυρία σπουδάσῃς, οὐ δώσεις ὑετόν, οὐδὲ ἥλιον, οὐδὲ πνοὰς ἀνέμων, οἷς ὁ σπόρος καρπογονεῖ. Ταῦτα γὰρ ὁ Θεὸς μόνος δίδωσιν. Οὕτως οὖν καὶ ἐπὶ πόματος, καὶ ἐπὶ ἐνδύματος, καὶ τῶν τοιούτων. Καὶ πῶς δύναταί τις ζῆν, μὴ μεριμνῶν τὰ τοιαῦτα; Πῶς; Ὡς ἔζων οἱ δηλωθέντες ἅγιοι. Μηδὲ γὰρ τὴν ἑαυτῶν ἀσθένειαν, ποιῶμεν ἀδυναμίαν τῆς ἐντολῆς. Οὐδὲν γὰρ ἀδύνατον ὁ Θεὸς ἐπέταξεν. Οἶδε γὰρ τὸ μέτρον τῆς ἀνθρωπίνης δυνάμεως, οὐ μόνον ὡς δημιουργὸς αὐτῆς, ἀλλὰ καὶ ὡς ὑποδὺς αὐτήν. Ἀλλ' ἐκείνοις μὲν εὐχερὴς ἦν ἡ ἐντολή, ὡς χωρισθεῖσι κόσμου καὶ πάσης σωματικῆς σχέσεως· ἡμῖν δὲ ἀδύνατος φαίνεται, διὰ τὸ μὴ ἀποσπασθῆναι αὐτῶν.
Τρέφει δὲ τὰ πετεινὰ ὁ Θεὸς, ἐνθεὶς αὐτοῖς γνῶσιν, πόθεν συλλέξωσι τὴν τροφήν. Τίς δὲ — ἵνα; Οὐδείς. Ὥσπερ οὖν ἀδύνατον κατορθωθῆναι τοῦτο διὰ σπουδῆς ἡμετέρας· οὕτω καὶ τὸ συναγαγεῖν τροφήν, εἰ μὴ ὁ Θεὸς ἐπινεύσῃ. Κἂν γὰρ μυρία σπουδάσωμεν, οὐδὲν ἀνύσομεν, δίχα τῆς προνοίας αὐτοῦ. [Καὶ μὴν οὐδὲ σπιθαμήν, οὐδὲ δάκτυλον. Λοιπὸν οὖν πῆχυν εἶπε, διότι κυρίως μέτρον τῶν ἡλικιῶν ὁ πῆχύς ἐστι.] Καὶ περὶ οὐδὲ νήθει. Κρίνα νῦν, πάντα τὰ ἄνθη ὠνόμασε. Καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ εἰπεῖν, ὅτι Ὡς ἓν τούτων. Ὄντος δὲ τοῦ λόγου περὶ ἐνδύματος, πῶς λέγει περὶ αὐξήσεως; Διότι τὸ αὐξάνει πρὸς τὰ πέταλα αὐτῶν εἴρηκεν, ἅτινα ἔνδυμα ἑκάστῳ τούτων ἐστί·
Καταμάθετε, λέγων, τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσι κατὰ τὰ πέταλα, ἅπερ ὅσον αὐξάνει, τοσοῦτον ὡραΐζει. Λέγω ὑμᾶς. Διατί οὐκ ἀπὸ τῶν πετεινῶν πάλιν ἤγαγε παράδειγμα, ἢ καὶ ἀπὸ ζώων ἄλλων; Εἶχε γὰρ εἰπεῖν πολλὰ κεκαλλωπισμένα καὶ ὡραιότατα. Διότι βούλεται κανταῦθα δεῖξαι, τήν τε εὐτέλειαν τοῦ χόρτου τοῦ καλλωπισθέντος οὕτως ἐκ Θεοῦ, καὶ τὴν ὡραιότητα τοῦ δοθέντος κάλλους τῷ οὕτως εὐτελεστάτῳ χόρτῳ. Σκόπει γάρ, ὅτι τὴν μὲν εὐτέλειαν τῶν κρίνων ἐπιτείνων, χόρτον αὐτὰ προσ τῶν ἐκάλεσε, καὶ ἔτι μᾶλλον, Σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ἃ καὶ ἄμφω πρὸς ἐπίτασιν τῆς εὐτελείας εἴρηται.
Τὴν δὲ ὡραιότητα τοῦ κάλλους αὐτῶν ὁμοίως ἐπιτείνων, οὐχ εἶπεν ἁπλῶς, ὅτι ἀμφιέννυσιν, ἀλλ' ὅτι οὕτως ἀμφιέννυσι. Τὸ γὰρ οὕτως ἐνταῦθα ἐπίτασιν ἐμφαίνει τῆς ὡραιότητος. Τὸν Σολομῶντα δὲ τέθεικεν, ὡς φιλόκαλον,
col. 253–254page 74 of 329
PG 129:253καὶ σοφὸν ἐπινοείσθαι καλλωπισμούς. Κλίβανος δέ ἐστι, τὸ ὀπτανεῖον τῶν ἄρτων. Τὸ δὲ Ὑμᾶς ἐμφαντικὸν τιμῆς νόησον. Φησὶ γὰρ ἐρωτηματικῶς, ὅτι Οὐ πολλῷ μᾶλλον ὑμᾶς, τὸ τίμιον αὐτοῦ κτῆμα; οἷς σῶμα καὶ ψυχὴν καὶ νοῦν ἐχαρίσατο, δι᾽ οὔς τὸν κόσμον ἐποίησε, δι' ους προφήτας ἔπεμψε, δι' ους καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἐξέδωκεν. Ολιγόπιστοι. Επιπληκτικόν ἐστι τοῦτο. Καὶ γὰρ ἀπεδείξας ὁ ἐβούλετο, λοιπὸν ἐπιπλήττει αὐτοὺς, ὀλιγοπίστους ὀνομάζων, ὡς μὴ πιστεύοντας ἀδιστάκτως, ὅτι φροντίσει αὐτῶν ὁ Θεὸς, καὶ διὰ τοῦτο μεριμνώντας. Οὕτως ἐπιπλήξας, ἐντρέπει τούτους, καὶ εὐπειθεστέρους ποιεῖ.
Ἐπαίδευσε δὲ διὰ τοῦ ῥηθέντος παραδείγματος, καὶ τὸ μὴ μέγα φρονεῖν ἐπὶ τῇ πολυτελείᾳ τῶν ἱματίων, ὧν ὡραιότερα καὶ καλλίονα τὰ ἄνθη τοῦ χόρτου. Ωσπερ δὲ ἀνωτέρω περὶ τῶν πετεινῶν εἰπὼν, ὅτι οὐ σπείρουσιν, οὐκ ἐκώλυσε τὸ σπείρειν, ὡς ἐκεῖσε εἰρήκαμεν· οὕτως οὐδ᾽ ἐνταῦθα τὸ κοπιᾶν καὶ νήθειν ἐκώλυσεν, ἀλλ᾽ εἶπεν οὕτω δεῖξαι μόνον θέλων, ὅτι ὁ Θεὸς αὐτὰ ἀμφιέννυσι. Καὶ διατί τοσοῦτον κάλλος τοῖς ἄνθεσι περιτέθεικε; Διότι βούλεται σε καὶ ἀπὸ τούτου μανθάνειν τὸ μέγεθος τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως. Εἰ τοίνυν τὰ διὰ σὲ γενόμενα κρίνα φιλοτίμως ἐνέδυσε, πῶς οὐκ ἐνδύσει μάλιστά σε, δι᾿ ὃν ἐκεῖνα πεποίηκε;
Δημιουργὸς δὲ καὶ προνοητής πάντων αὐτὸς ὢν, ὅμως τῷ Πατρὶ τὴν δημιουργίαν καὶ πρόνοιαν πάντων ἀνατίθησι, δεικνύων τε ἐντεῦθεν τὸ πρὸς αὐτὸν ὁμόγνωμόν τε καὶ ὁμοδύναμον, καὶ διότι οὔπω καιρὸς ἦν, ἐκκαλύψαι φανερῶς περὶ τῆς ἑαυτοῦ θεότητος, ὡς ἡρμηνεύσαμεν ἐξηγούμενοι τό· Ακούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Μη – περιβαλώμεθα. Επαναλαμβάνει πάλιν τὸν περὶ τοῦ μὴ μεριμνᾶν λόγον, διὰ τὸ τῆς μερίμνης βίαιόν τε καὶ δυσαπάλλακτον. Σὺ δὲ ἐννόησον, ὅτι οἱ κελευσθέντες μηδὲ περὶ τῶν ἀναγκαίων μεριμνᾶν, τίνα συγγνώμην ἕξομεν, μεριμνώντες καὶ περὶ τῶν οὐκ ἀναγκαίων; Πάντα — ἐπιζητεῖ. Τὸ Ἐπιζητεῖ, ἀντὶ τοῦ, Μεριμνῶσι, νόησον. Τὰ ἔθνη γὰρ, ἀλόγων δίκην, πρὸς μόνη βλέπουσι τὴν φιληδονίαν.
Ὅταν δὲ μηδὲ τῶν ἐθνικῶν ὑπερτερῶμεν, οἱ τῶν Γραμματέων καὶ Φαρισαίων ὑπερτερεῖν ταῖς ἀρεταῖς κεκελευσμένοι, ποίας οὐκ ἂν εἴημεν κολάσεως ἄξιοι; Οἶδε — ἁπάντων. Καθαψάμενος αὐτῶν ἱκανῶς, παραθαρρύνει πάλιν ἑτέρωθεν. Ἔργον γὰρ διδακάλου
col. 255–256page 75 of 329
PG 129:255καὶ ἐπιπλήττειν, ἐν οἷς χρή, καὶ παρακαλεῖν, καὶ ἀμφοτέρωθεν διεγείρειν. Οὐκ εἶπε δὲ, ὅτι Οἶδεν ὁ Θεὸς, ἀλλ' ὅτι οἶδεν ὁ Πατὴρ ὑμῶν, ὥστε μάλιστα θαῤῥεῖν αὐτούς. Ἐπεὶ γὰρ Πατήρ ἐστι, καὶ Πατὴρ τοιοῦτος, οὐ δυνήσεται περιιδεῖν τοὺς υἱοὺς ἐνδείᾳ τῶν ἀναγκαίων διαφθειρομένους, ὅπουγε οὐδὲ ἀνθρώπινοι πατέρες τοῦτο ὑπομένουσι. Καὶ ἐπεὶ οἶδεν ὅτι χρήζετε τούτων ἁπάντων, δώσει πάντως. Οὐ γὰρ περιττὸν τὸ ἐσθίειν καὶ πίνειν καὶ ἐνδιδύσκεσθαι, ἵνα καὶ παρίδῃ· ἀλλὰ χρήσιμα τῷ σώματι, καὶ ἀναγκαῖα τῇ τούτου φύσει. Ὥστε, ὃ νομίζεις αἴτιον εἶναί σοι τῆς μερίμνης, τοῦτο μᾶλλον ἐστιν αἴτιον τῆς ἀμεριμνίας. Ἐπεὶ γὰρ ἀναγκαῖα ταῦτα, διὰ τοῦτο μάλιστα χρὴ θαῤῥεῖν.
Ποῖος γὰρ πατὴρ ἀνέξεται μηδὲ τὰ ἀναγκαῖα χορηγεῖν τοῖς παισί; Ζητεῖτε ὑμῖν. Πρῶτον, ἀντὶ τοῦ, πρὸ τῶν ἀναγκαίων τοῦ σώματος, ἢ ἀντὶ τοῦ, ἐξαιρέτως καὶ μάλιστα. Βασιλείαν δὲ Θεοῦ λέγει νῦν, τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν. Δικαιοσύνην δὲ αὐτοῦ, τὴν δικαίωσιν τὴν παρ' αὐτοῦ, ἵνα δικαιώσῃ ὑμᾶς αὐτός· [ἢ τὴν κατόρθωσιν τῆς δικαιοσύνης, ἤτοι τῆς καθόλου ἀρετῆς, δι' ἣν δίκαιοι γινόμεθα.] Εἰ γὰρ περὶ τούτων αἰτεῖτε, ὄντων ἀναγκαίων τῆς ψυχῆς, ταῦτά τε δώσει, καὶ προσθήσει καὶ τὰ ἀναγκαῖα τοῦ σώματος.
Καὶ γὰρ καὶ ὄπισθεν, ἐν οἷς ἐδίδαξε, πῶς δεῖ εὔχεσθαι, πρῶτον μὲν εἶπε λέγειν, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἔπειτα δὲ, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Οὐ γὰρ διὰ τοῦτα γεγόναμεν, ἵνα ἐσθίωμεν, καὶ πίνωμεν, καὶ ἐνδυώμεθα, ἀλλ' ἵνα εὐαρεστήσαντες αὐτῷ, τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν. Διὰ τοῦτο μάλιστα χρὴ ζητεῖν καὶ ὑπὲρ τούτου μᾶλλον αἰτεῖν. Τοῦτο μὲν γὰρ ἐὰν μὴ ζητῶμεν, οὐ δώσει· τὰ δ' ἀναγκαῖα τοῦ σώματος, καὶ αἰτοῦντες, καὶ μὴ αἰτοῦντες λαμβάνομεν, διὰ τὴν σύστασιν τοῦ σώματος, ὡς καὶ τὰ ἄπιστα ἔθνη. Διὰ τοῦτο γὰρ εἶπεν, ὅτι προστεθήσεται.
Ὥστε οὐχ ὑπὲρ τούτου χρὴ μεριμνᾶν, ὃ καὶ μὴ μεριμνώντες λαμβάνομεν, ἀλλ' ὑπὲρ ἐκείνου. Καὶ εἰ τὰ ἀναγκαῖα τοῦ σώματος παρέχει, καὶ μὴ αἰτούντων ἡμῶν, διατί προσέταξε ζητεῖν τὸν ἄρτον τὸν ἐπιούσιον; Πάντως, ἵνα διὰ τῆς τοιαύτης αἰτήσεως ὁμολογῶμεν, ὅτι αὐτός ἐστιν ὁ τρέφων ἡμᾶς, καὶ οὐχ ἡ σπουδὴ ἡμῶν, καὶ ἵνα τοῦτο οὕτως ὁμολογοῦντες, οἰκειότεροι γινώμεθα διὰ τὴν εὐγνωμοσύνην. Μὴ — ἑαυτῆς. Ὄπισθεν εἰπὼν ἁπλῶς, ὅτι Μὴ μεριμνήσητε, ἐδόκει παντελῶς ἐκκόπτειν τὴν μέριμναν τῶν ἀναγκαίων τοῦ σώματος· λοιπὸν οὖν ἐνταῦθα διδάσκει φανερώτερον, ὅτι τὴν μὲν ἐπὶ τῇ
col. 257–258page 76 of 329
PG 129:257ἐνεστώσῃ ἡμέρᾳ συγχωρεῖ, ὡς ἀναγκαίαν, διὰ τὴν ἀσθένειαν τοῦ σώματος· τὴν δὲ τῆς αὔριον ἀπαγορεύει, ὡς περιττήν. Ἡ γὰρ αὔριον ἡμέρα ἕξει καὶ αὐτὴ πάλιν τὴν μέριμναν τῶν ἑαυτῆς, ἤγουν, ὧν ἐν αὐτῇ χρήζει ὁ ἄνθρωπος. Τινὲς δέ φασιν, ἐπίσω μεν παντελῶς ἐκκόψαι τὴν μέριμναν, διὰ τοὺς δυνατούς· ἐνταῦθα δὲ, συγχωρῆσαι τὴν τῆς ἐνεστώσης ἡμέρας, διὰ τοὺς ἀσθενεστέρους. Ἀρκετόν — αὐτῆς. Κακίαν ἐνταῦθα λέγει, τὴν μέριμναν, τὸν κόπον, τὰς ἐπιγινομένας ἑκάστοτε συμφοράς, ἅπερ ἀρκοῦσιν αὐτῇ, καὶ οὐ χρὴ προσθεῖναι καὶ τὴν μέριμναν τῆς αὔριον, καὶ καταβαρύνειν αὐτὴν, ὡς μὴ δύνασθαι χρησιμεύειν ἡμῖν εἰς ἐργασίαν πνευματικήν. Κακία γὰρ λέγεται, οὐ μόνον ἡ πονηρία, ἀλλὰ καὶ τὰ ῥηθέντα.
Καὶ γὰρ καὶ ἐν ἄλλοις εἴρηται κακία, ἡ θεήλατος ὀργὴ καὶ μάστις. Οὐκ ἔστι γάρ, φησί, κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε. Καὶ αὖθις· Ἐγώ, φησί, ποιῶν εἰρήνην καὶ κτίζων κακά, ἀντὶ τοῦ, λιμοὺς καὶ λοιμούς, καὶ τὰ τοιαῦτα. Καὶ γὰρ εἰώθαμεν κακὰ ὀνομάζειν, καὶ τὰ λυπηρὰ καὶ κακωτικά. Μὴ — κριθῆτε. Φησὶν ὁ Χρυσόστομος, ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς, ὅτι τό· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστίν, οὐ περὶ πίστεως. Ὁμοίως δὲ καὶ τό, Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Τὸ γάρ, ποιεῖν, ἔργων ἐστίν, ἀλλ' οὐ πίστεως. Κρίσιν δὲ ἐνταῦθα, τὴν κατάκρισιν νόησον. Ταύτην γὰρ ἐφερμηνεύων ὁ Λουκᾶς εἶπε· Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε.
Καὶ εἰ μὴ καταδικάσει τις τὸν ἁμαρτάνοντα, οἷον ἄρχων μὲν τὸν ἀρχόμενον, πατὴρ δὲ τὸν υἱόν, δεσπότης δὲ τὸν δοῦλον, ἐπιδώσει πάντως ἡ κακία, καὶ ἔσται σύγχυσις. Ἀλλ' οὐ περὶ ταύτης τῆς κατακρίσεως λέγει νῦν, τῆς φιλαγάθου καὶ διορθωτικῆς· προϊὼν γὰρ ἐνετείλατο, καὶ ἐλέγχειν οὕτω, καὶ δεσμεῖν· Ὕπαγε γάρ, φησί, καὶ ἔλεγξον αὐτόν· καὶ αὖθις· Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Νῦν δὲ ὁ λόγος οὐ πρὸς τοὺς ἄρχοντας ἐστιν, ἀλλὰ πρὸς τοὺς ἀρχομένους, παραινῶν μὴ ἀντὶ τοῦ βλέπειν τὰ οἰκεῖα, καὶ καταδικάζειν ἑαυτούς, ὁρᾶν τὰ ἀλλότρια, καὶ κατακρίνειν ἑτέρους. Φησὶ γὰρ καὶ Παῦλος ὁ ἀπόστολος, ὅτι Εἰ ἐκρίνομεν ἑαυτούς, οὐκ ἂν ἐκρινόμεθα.
Ἔστι δὲ ὁ λόγος καὶ πρὸς τοὺς μεγάλα μὲν ἁμαρτάνοντας, κατακρίνοντας δὲ τοὺς μικρὰ σφαλλομένους. Λέγει γὰρ ἐφεξῆς· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκόν
col. 259–260page 77 of 329
PG 129:259οὐ κατανοεῖς; ἔστι δὲ κάρφος, ἀπόσπασμα ξύλου βραχύτατον. Ἐν φ — κριθήσεσθε. Ἐν τινι καταδίκη καταδικάζεις τὸν ἀδελφὸν, ἐν ταύτῃ κριθήσῃ καὶ σύ· τουτέστιν, Εἰ τὸ λεπτὸν αὐτοῦ σφάλμα πολυπραγμονεῖς καὶ κατακρίνεις, καὶ τὰ λεπτὰ τὰ σὰ πολυπραγμονηθήσονται καὶ κατακριθήσονται ἐν καιρῷ τῆς φοβερᾶς κρίσεως. Καὶ — ὑμῖν. Καὶ ἐν ᾧ μέτρῳ ἀκριβείας μετρεῖς αὐτῷ τὴν πολιτείαν, οἷον, ὅτι τόσον ὤφειλε προσχεῖν· ἐν τούτῳ μετρηθήσεται καὶ σοὶ ἡ σὴ πολιτεία. Δηλοῖ δὲ ὁ λόγος, ὅτι Ὅσην ἀκρίβειαν ἀπαιτεῖς αὐτὸν, τοσαύτην ἀπαιτηθήσῃ καὶ σὺ παρὰ τοῦ Θεοῦ. Χρὴ δὲ προσέχειν, ὅτι ὥσπερ ἐὰν ἡμεῖς ἀφίωμεν τοῖς ὀφειλέταις ἡμῶν, ἀφίησι καὶ ὁ Θεὸς ἡμῖν· οὕτως ἐὰν ἡμεῖς οὐ κατακρίνωμεν τὸν ἀδελφόν, οὐδὲ ὁ Θεὸς ἡμᾶς.
Ὢ θαυμαστῆς ἐντολῶν δυάδος, ῥαδίων μὲν εἰς τὸ κατορθωθῆναι, μεγάλης δὲ σωτηρίας προξένων! Τί οὖν; ἐὰν ὁ ἀδελφὸς πορνεύῃ, ἢ τοιοῦτον ἄλλο τι πλημμελῇ; πότερον οὐ διορθώσω τοῦτον, ἀλλὰ σιγήσω; Διόρθωσον μὲν ἰατρικῶς, ὡς ἀδελφόν· μὴ κατάκρινε δὲ ἀπεχθῶς, ὡς μεμισημένον. Οὐ γὰρ εἶπε, Μὴ παύσῃς ἁμαρτάνοντα· ἀλλά, Μὴ κρίνῃς. Φησὶ γὰρ καὶ Παῦλος· Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Καὶ πάλιν· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Καὶ ὄντως τὸ κατακρίνειν τὸν μὴ ὑπεξούσιον, ψυχῆς ἐστι φαρισαϊκῆς, καὶ δικαιούσης ἑαυτήν. Τί δέ — κατανοεῖς; Διὰ τοῦ κάρφους μὲν, τὸ ἐλάχιστον ἁμάρτημα ἐνέφηνε· διὰ τῆς δοκοῦ δὲ, τὸ μέγιστον·
ξύλον γὰρ ἐπίμηκες ἡ δοκός. Λέγει δὲ, ὅτι Διατί τὸ μὲν ἐν τῇ ψυχῇ τοῦ ἀδελφοῦ σου ἐλαφρότατον σφάλμα βλέπεις ὀξέως· τὸ δὲ ἐν τῇ σῇ βαρύτατον οὐχ ὁρᾷς; Πᾶς γὰρ τὰ ἑαυτοῦ μᾶλλον οἶδεν, ἢ τὰ ἑτέρου, καὶ τὰ μείζω βλέπει μᾶλλον, ἢ τὰ ἐλάττω. Ἤ — σου. Ἢ πῶς ἐπιχειρήσεις ἰατρεῦσαι αὐτὸν, αὐτὸς μάλιστα δεόμενος ἰατρείας; Ἰδοὺ γὰρ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου ἐστίν. Ὑποκριτά — σου. Ὑποκριτήν, τὸν τοιοῦτον ὠνόμασεν, ὡς ἰατροῦ μὲν τάξιν ἀσπαζόμενον, νοσοῦντος δὲ τόπον ἐπέχοντα· ἢ ὡς προφάσει μὲν διορθώσεως τὸ ἀλλότριον σφάλμα πολυπραγμονοῦντα, σκοπῷ δὲ κατακρίσεως τοῦτο ποιοῦντα. Εἰ γὰρ κηδόμενος τοῦ ἀδελφοῦ σου τοῦτο ποιεῖς, πρῶτον κήδου σεαυτοῦ, μεῖζον ἐκείνου πλημμελήσας·
εἰ δὲ σεαυτοῦ καταφρονεῖς, πρόδηλον, ὡς οὐδ᾽ ἐκεῖνον φιλεῖς. Πᾶς γὰρ ἑαυτὸν φιλεῖ μᾶλλον, ἢ τὸν ἀδελφόν. Καὶ λοιπὸν οὐ διορθούμενος, ἀλλὰ κατακρίνων ἐκπομπεύεις
col. 261–262page 78 of 329
PG 129:261Ορις, οὐκ ἐκώλυσε θεραπεύειν ἑτέρους. εἰ τούτου πάντως ἐπιθυμεῖς· ἀλλ' ἐκέλευσε θεραπεύειν σεαυτὸν πρὸ ἐκείνων. Χρὴ γὰρ τὸν ἰατρὸν υγιαίνειν. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα νενομοθέτηκεν, οὐκ ἀνατρέπων, ὡς εἴρηται, τὸ διορθοῦν ἀλλήλους ἀλλ' ἀναστέλλων τὸ τῶν οἰκείων ἁμαρτημάτων ἀμελεῖν. Διπλῇ γὰρ καταδίκη, τὸ τὸν μεγάλοις ἀτοπήμασιν ὑπεύθυνον, ἐξετάζειν τὰ ἑτέρων ελάχιστα. Μη — χοίρων. Ἅγιον καὶ μαργαρίτας ὠνόμασε, τὸ μυστήριον τῆς πίστεως ἡμῶν· ἅγιον μὲν, ὡς θεῖον· μαργαρίτας δὲ, διὰ τὰ ἐν αὐτῷ τίμια δόγματα. Καὶ πάλιν, κύνας μὲν καὶ χοίρους ἐκάλεσε, τοὺς ἀνιάτους ἐν δυσσεβείᾳ· κύνας μὲν, ὡς καθυλακτοῦντας τοῦ Χριστοῦ· χοίρους δὲ, ὡς τῷ βορβόρῳ τῶν παθῶν ἐγκαλινδουμένους.
Κελεύει τοίνυν, μὴ παραδιδόναι τοῖς τοιούτοις τὸ μυστήριον τῶν δογμάτων τῆς πίστεως. Μὴ βάλητε δὲ, ἀντὶ τοῦ· Μὴ παραθῆσθε. Ἀνάξιοι γάρ εἰσι τοιαύτης ἱερᾶς ἀκροάσεως. Εἶτα προστίθησι καὶ αἰτίαν. Μήποτε ὑμᾶς. Κρείττόν ἐστιν, ἀγνοηθῆναι ταῦτα παρ' αὐτῶν, ἢ γνωρισθῆναι, μήποτε ὑποκριθέντες ἐπιείκειαν, καὶ μαθόντες αὐτὰ παρ' ἡμῶν, ἐμπαροινήσωσιν αὐτοῖς καὶ διασύρωσι. Τοῦτο γὰρ δηλοῖ τὸ Καταπατήσωσι. Πόδας δὲ αὐτῶν λέγει, τὴν ἀπιστίαν αὐτῶν, δι' ἧς βαδίζουσιν εἰς ἀπώλειαν. Εἶτα στραφέντες ἀπὸ τῆς ἐπιπλάστου ἐπιεικείας εἰς φανερὰν ἐναντίωσιν, ῥήξωσιν ὑμᾶς, τουτέστι, προσβάλωσιν, ἀντιστῶσι.
Μὴ δυνάμενοι γὰρ θεοπρεπῶς νοεῖν τὰ θεῖα δόγματα, προσάπτουσιν αὐτοῖς ἐμπάθειαν, κἀντεῦθεν ὁπλιζόμενοι, κωμῳδοῦσι μὲν αὐτὰ, προσαράσσουσι δὲ ἡμῖν. Αἰτεῖτε — ὑμῖν. Ἐπειδὴ μεγάλα τινὰ καὶ θαυμαστὰ προσέταξε, πάντων μὲν τῶν παθῶν ἀνωτέρους γίνεσθαι τοὺς μαθητάς, ὁμοιοῦσθαι δὲ τῷ Θεῷ, διακρίνειν δὲ τοὺς ἀναξίους, ἵνα μὴ δόξῃ χαλεπὰ τὰ προστάγματα, τέθεικε μὲν ἱκανοὺς λογισμούς, πείθοντας, ὅτι ῥᾴδια ταῦτα· μάλιστα δὲ προσέθηκε τὴν κορωνίδα τῆς εὐκολίας, φημὶ δὴ, τὴν ἀπὸ τῶν εὐχῶν συμμαχίαν. Χρὴ γὰρ μὴ μόνον σπουδάζειν τοὺς ἀγωνιζομένους, ἀλλὰ καὶ τὴν ἄνωθεν ἐπικαλεῖσθαι βοήθειαν. Καὶ πάντως ἥξει, καὶ παρέσται, καὶ συνεφάψεται, καὶ πάντα ποιήσει ῥᾴδια.
Διὰ τοῦτο καὶ αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ὑπέσχετο. Πλὴν μὴ ἁπλῶς αἰτεῖν, ἀλλὰ μετ᾿ ἐπιμονῆς καὶ εὐτονίας. Τοῦτο γὰρ δηλοῖ τὸ ζητεῖτε. Καὶ μὴ μόνον μετ' ἐπιμονῆς καὶ εὐτονίας, ἀλλὰ καὶ μετὰ θερμότητος καὶ σφοδρότητος. Τοῦτο γὰρ βούλεται, τὸ κρούετε. Πάς — ἀνοιγήσεται. [Ὁ χωρὶς πάθους
col. 263–264page 79 of 329
PG 129:263δυνάμεως εἰς πράξιν τῶν ἐντολῶν· καὶ ὁ ζητῶν ἀπαθῶς ἐν τῇ φυσικῇ θεωρίᾳ, εὑρήσει τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν· καὶ τῷ κρούοντι ἀπαθῶς τὴν θύραν τῆς γνώσεως ἐν τῇ θεολογικῇ μυσταγωγίᾳ, ἀνοιγήσεται ἡ γνῶσις τῶν ἀποκρύφων μυστηρίων. Ὁ δὲ μετά τινος πάθους αἰτῶν, ἢ ζητῶν, ἢ κρούων, οὐκ ἐπιτεύξεται. Αἰτεῖτε γὰρ, φησί, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. Ταῦτα δὲ προσέθηκεν εἰς βεβαίωσιν τῆς ὑποσχέσεως, ἵνα, εἰ μὴ παραυτίκα λάβῃς, μὴ ἀποστῇς, ἀλλ᾽ ἐπιμείνῃς καὶ θερμανθῇς. Διὰ τοῦτο γὰρ αἰτοῦντος οὐκ εὐθὺς δίδωσιν, ἵνα ζητήσῃς· καὶ διὰ τοῦτο οὐκ εὐθέως ἀνοίγει τὴν θύραν, ἵνα κρούσῃς. Ἐπὶ μὲν γὰρ ἀνθρώπων, ἐὰν ἐπιμείνῃς ἐγκείμενος ταῖς αἰτήσεσι, παροργίζεις αὐτούς·
ἐπὶ δὲ τοῦ Θεοῦ, μᾶλλον παραπικραίνεις αὐτὸν, ἐὰν μὴ τοῦτο ποιῇς. Δοκιμάζει γάρ σου τὴν εὐτονίαν καὶ τὴν σφοδρότητα, καὶ βούλεται σε αἰτεῖν ἐπιμόνως ἅμα καὶ θερμῶς, καὶ πάντως δίδωσιν. Ὁ γὰρ αἰτήσας καὶ μὴ λαβών, ἢ ἀναξίως ᾔτησεν, ἢ οὐκ ἐπέμεινεν, ἢ χλιαρῶς ᾐτησε. Δεῖ γὰρ συνδραμεῖν τὰ τρία. Ἢ τίς — αὐτῷ; Τίθησι πάλιν λογισμὸν ἀνθρωπίνου πράγματος, καὶ ἀπὸ παραδείγματος ἐνάγει τὸν ἀκροατὴν εἰς τὸ θαρρεῖν, περὶ ὧν εἴρηκε. Χρὴ δὲ τὸν αἰτοῦντα, καὶ υἱὸν εἶναι, καὶ αἰτεῖν ἅπερ τῷ πατρὶ μὲν πρέπει δοῦναι, τῷ υἱῷ δὲ συμφέρει λαβεῖν. Εἰ — αὐτόν; Πονηροὺς αὐτοὺς εἶπεν, οὐ διαβάλλων τὴν ἀνθρωπίνην φύσιν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀγαθότητος τοῦ Θεοῦ.
Ἡ γὰρ ἀνθρωπίνη ἀγαθότης, πρὸς τὴν θείαν, κακία δοκεῖ, καὶ τοσοῦτον ἀμφοῖν τὸ διάφορον, ὅσον ἀνθρώπου πρὸς Θεόν. Ὅρα δὲ πῶς ποτὲ μὲν προτρέπεται ἐργάζεσθαι τὴν ἀρετὴν, ποτὲ δὲ παραινεῖ εὔχεσθαι. Καὶ νῦν μὲν ἀπ᾽ ἐκείνου πρὸς τοῦτο μεταβαίνει· νῦν δὲ ἀπὸ τούτου πρὸς ἐκεῖνο μεταχωρεῖ. Τοῦτο δὲ ποιεῖ, διδάσκων, ὅτι οὔτε τῇ οἰκείᾳ σπουδῇ προσήκει μόνῃ θαρρεῖν, οὔτε μόνῃ τῇ εὐχῇ πάλιν, ἀλλὰ καὶ τὰ παρ᾽ ἑαυτῶν συνεισφέρειν, καὶ τὴν ἄνωθεν ἐπικαλεῖσθαι βοήθειαν. Δι᾽ ἀλλήλων γὰρ ταῦτα συμμαχούμενα κατορθοῦνται. Πάντα — αὐτοῖς.
Ὅσα περὶ ἀγάπης προλαβὼν ἐνομοθέτησε, πάντα νῦν ἐν τῷ βραχεῖ τούτῳ λόγῳ ἀνεκεφαλαιώσατο, καὶ συντόμως ἐδίδαξε πρᾶγμα ῥᾴδιόν τε καὶ δικαιότατον, εἰπὼν, ὅτι Πάντα, ὅσα ἂν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὕτω δὲ αὐτοῖς ταῦτα ποιεῖτε, ὡς θέλετε ἐκείνους ταῦτα ποιεῖν ὑμῖν, ὅπερ ταὐτόν ἐστι, τῷ ἀγαπᾶν τὸν πλησίον, ὡς ἑαυτόν. Διὸ καὶ ἐπήγαγεν· Οὕτως — προφῆται. Οὕτω διαλαμβάνει καὶ
col. 265–266page 80 of 329
PG 129:265Ὁ παλαιὸς νόμος, καὶ οἱ προφῆται. Ὁ μὲν γὰρ νόμος φησίν· Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν· οἱ προφῆται δὲ πάλιν πολλὰ περὶ φιλαδελφίας τοῖς Ἰουδαίοις παρήνεσαν. Ἀλλὰ καὶ πρὸς τὸν νομικὸν ὕστερον ὁ Χριστὸς, ἐπερωτήσαντα, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, ἀποκριθεὶς, περί τε τῆς εἰς Θεὸν ἀγάπης, καὶ περὶ τῆς εἰς τὸν πλησίον, ἐπήνεγκεν, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁ νόμος ὅλος καὶ οἱ προφῆται κρέμανται, τουτέστι, τῶν δύο τούτων μᾶλλον ἐκκρέμανται, περὶ τῶν δύο τούτων διαφερόντως διαλαμβάνουσι, καὶ προηγούμενον σκοπὸν ἔχουσι διδάξαι τοὺς ἀνθρώπους ἀγαπᾶν μὲν τὸν Θεόν, ἐν τῷ εὐσεβεῖν· ἀγαπᾶν δὲ καὶ ἀλλήλους ἐν τῷ μὴ ἀδικεῖν τὸν πλησίον.
Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι ὅλος ὁ νόμος καὶ οἱ προφῆται τὰς δύο ἐντολὰς ταύτας κέκτηνται ῥίζαν, καὶ αἰτίαν, καὶ ἀφορμήν. Εἰσέλθετε — πύλης. Στενὴν πύλην καλεῖ, τὴν ἄσκησιν τῶν ἀρετῶν· πύλην μέν, ὡς εἰσάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον· στενὴν δέ, ὡς παρασκευάζουσαν τοὺς εἰσερχομένους πονεῖν, καὶ ἱδροῦν, καὶ θλίβεσθαι, μέχρις ἂν διέλθωσι, καὶ ὡς μὴ χωροῦσαν τοὺς παχεῖς ταῖς ἁμαρτίαις, διὰ τὴν λεπτότητα τῆς ἀκριβείας αὐτῆς, ἕως ἂν ἀπόθωνται τὸ πάχος τῆς ἁμαρτίας. Ὅτι — αὐτῆς. Πάλιν ὠνόμασε πύλην καὶ ὁδόν, τὴν φιληδονίαν· πύλην μὲν καὶ ὁδόν, ὡς ἀπάγουσαν εἰς τὴν κόλασιν· ταύτην γὰρ νῦν ἀπώλειαν λέγει·
πλατεῖαν δὲ καὶ εὐρύχωρον, ὡς μηδένα πόνον παρέχουσαν τοῖς εἰσερχομένοις δι' αὐτῆς, διὰ τὸ ἀόριστον αὐτῆς καὶ ἄνετον καὶ ἀπαρατήρητον. Τί στενή — ζωήν. Τὸ τί, ἀντὶ τοῦ πάνυ. Μεγαλύνει γὰρ τὴν στενότητα καὶ τὸ θλιβερὸν αὐτῆς, ἵνα προμαθόντες αὐτὰ διεγερθῶμεν εἰς ἀγῶνας, καὶ παρασκευασθῶμεν εἰς ὑπομονὴν καὶ καρτερίαν τῶν πόνων. Τὸ γὰρ προεγνωσμένον καὶ προσδεδοκημένον λυπηρόν, εὐχερέστερον καὶ κουφότερον εἴωθε προσπίπτειν. Βουλόμενος μὲν οὖν ἐναγωνίους καὶ καρτερικοὺς εἶναι τοὺς μαθητάς, ἐδήλωσε τὸ στενόχωρον καὶ ἐπώδυνον τῆς εἰρημένης ὁδοῦ. Παραμυθούμενος δὲ τὴν ἐντεῦθεν κακοπάθειαν, καὶ κουφίζων τὸ ἐπίπονον αὐτῆς, ἐδίδαξε, ποῦ ἀπάγει, ὅτι εἰς τὴν ζωήν, δηλαδὴ τὴν αἰώνιον·
ἵνα, ὅταν βλέπων εἰς τοὺς πόνους, ἰλιγγιᾷς, ἀποβλέψας εἰς τὸ τέλος αὐτῶν, παροξυνθῇς, ταῖς τῆς ἀντιδόσεως ἐλπίσι νευρούμενος. Οὐ μικρὰ δὲ παρηγορία, καὶ τὸ καλέσαι ταύτην πύλην καὶ ὁδόν. Καὶ ἄμφω γὰρ παροδευόμενα, καὶ οὐ μόνιμα.
col. 267–268page 81 of 329
PG 129:267Καὶ — αὐτήν. Ἐκεῖ μὲν πολλοί, διὰ τὸ ἡδὺ καὶ ἄποιον· ἐνταῦθα δὲ ὀλίγοι, διὰ τὸ πικρὸν καὶ ἐπίμοχθον. Προσήκει δὲ γινώσκειν, ὅτι νῦν μὲν στενὴν καὶ τεθλιμμένην τὴν πύλην καὶ τὴν ὁδὸν τῆς αἰωνίου ζωῆς εἴρηκε, διὰ τὴν πρόσκαιρον αὐτῆς κακοπάθειαν· ἀλλαχοῦ δὲ χρηστὸν λέγει τὸν ζυγὸν τῶν ἐντολῶν αὐτοῦ καὶ τὸ φορτίον τῶν ἐπιταγμάτων αὐτοῦ ἐλαφρόν, διὰ τὴν χαρὰν τῆς ἐλπίδος τῶν αἰωνίων ἀγαθῶν. Ἡ ἀρετὴ γὰρ βαρεία μέν ἐστι, διὰ τὸ ἐπαχθὲς τῶν πόνων· ἐλαφρὰ δὲ, διὰ τὴν ἀντίδοσιν, καὶ τὴν αἴσθησιν τῆς δριμύτητος πραύνει καὶ λεαίνει ἡ προσδοκία τῆς μελλούσης χαράς. Προσέχετε — ἅρπαγες. Εἰπὼν περὶ τῆς ὁδοῦ, προστίθησι καὶ περὶ τῶν ἐπιβουλευόντων κατὰ τὴν ὁδόν, ἵνα προσεκτικώτεροι καὶ νηφαλεώτεροι ὦμεν·
ἀλλ᾽ ὀπίσω μὲν περὶ κυνῶν καὶ χοίρων ἐδίδαξεν· ἐνταῦθα δὲ ἕτερον εἶδος χαλεπώτερον εἰσάγει, τὸ τῶν λύκων, τῶν ἐπικεκαλυμμένων ταῖς τῶν προβάτων δοραῖς· ὅσον ἐκεῖνοι μέν, φανεροί εἰσιν, οὗτοι δὲ κρυπτοὶ καὶ λανθάνοντες. Φασὶ δέ τινες, τούτους εἶναι τερατολόγους καὶ ἀθέους τινὰς ἀνθρώπους, περιιόντας καὶ ἀποπλανῶντας πολλούς· ὀνομασθῆναι δὲ ψευδοπροφήτας μέν, ὡς ὑποκρινομένους καὶ προλέγειν τὰ μέλλοντα· ἐρχομένους δὲ ἐν ἐνδύμασι προβάτων, ὡς ἐν σχήματι προβάτων λογικῶν, ταῖς τοῦ Χριστοῦ ποίμναις προσερχομένους· λύκους δὲ ἅρπαγας, ὡς ἡρέμα καὶ λεληθότως τὰς ψυχὰς τῶν ἁπλουστέρων ἐξαπατῶντας, καὶ ὑφαρπάζοντας εἰς ἀπώλειαν.
Ὁ δὲ Χρυσόστομος τούτους λέγει Χριστιανούς, βίον μὲν ἔχοντας πονηρὸν καὶ βλαβερόν, ὑποκρινομένους δὲ ἀκακίαν καὶ εὐλάβειαν, ὧν αἱ ὁμιλίαι φθείρουσιν ἤθη χρηστά. Ἐμφαίνων δὲ τὸ διάφορον τούτων τε καὶ τῶν προειρημένων κυνῶν καὶ χοίρων ὁ Χριστός, ἐκείνοις μέν, μὴ καταπιστεύειν μυστικὰ δόγματα προσέταξεν· ἀπὸ τούτων δὲ προσέχειν, ὥστε μὴ μεταλαβεῖν λύμης, ὡς ἀπὸ θηρίων ἰοβόλων. Ἵνα δὲ μὴ θορυβηθῶσιν οἱ ἀκροαταὶ διὰ τὸ δυσδιάγνωστον τῶν τοιούτων ἀνθρώπων, διδάσκει καὶ πῶς αὐτοὺς ἐπιγνώσονται, λέγων· Ἀπὸ τῶν καρπῶν — αὐτούς. Εἰ καὶ δοκοῦσι, φησί, λανθάνειν, ἀλλ᾽ ὅμως ῥᾳδίως ἐλεγχθήσονται.
Ταύτῃ γὰρ ἡ ὁδός, ἣν ἐκέλευσα βαδίζειν τοὺς ἐμοὺς μαθητάς, ἐπίπονος καὶ δυσπρόσιτος, ὡς μὴ δύνασθαι τοὺς ὑποκριτὰς βαδίζειν δι᾽ αὐτῆς. Ὥσπερ γὰρ τὸ ἀγαθὸν δένδρον, εἴτουν τὸ εὐγενές, οὐκ ἐκ τῶν ἀνθέων, ἀλλ᾽ ἀπὸ τῶν καρπῶν γνωρίζεται· οὕτως ἄρα καὶ τούτους, οὐκ ἐκ τῶν λόγων, ἀλλ᾽ ἀπὸ τῶν ἔργων ἐπιγνωσόμεθα. Περὶ ὧν καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγεν, ὅτι τῇ χρηστολογίᾳ ἐξαπατῶσι
col. 269–270page 82 of 329
PG 129:269τὰς καρδίας τῶν ἀκάκων. Εἶτα τίθησι καὶ λογισμόν, ἀπὸ παραδείγματος, εἰς εὐχερεστέραν αὐτῶν διάγνωσιν. Μή τι – σύκα; Μή τι, ἀντὶ τοῦ, Ἆρα, ἐρωτηματικῶς. Λέγει γάρ, ὅτι Ἆρα τρυγῶσιν οἱ ἄνθρωποι ἐπὶ ἀκανθῶν σταφυλήν; καὶ τὰ ἑξῆς. Εἶδος δὲ ἀκάνθης ἐστὶ καὶ ἡ τρίβολος. Οὕτως – ποιεῖ. Ἐρωτήσας πράγμα παρὰ φύσιν, καὶ διὰ τοῦτο ἀδύνατον, ἐπάγει, ὅτι ὥσπερ ἐκεῖνο γενέσθαι οὐκ ἐνδέχεται, διὰ τὸ εἶναι τὰς μὲν ἀκάνθας καὶ τριβόλους σαπράς, ὅ ἐστιν, ἀχρήστους εἰς καρποφορίαν ἐδώδιμον· τὴν δὲ σταφυλὴν καὶ τὰ σύκα πρὸς βρῶσιν ἐπιτήδεια· οὕτω καὶ πᾶν δένδρον ἀγαθὸν, καρποὺς καλοὺς ποιεῖ, καὶ τὰ ἑξῆς. Σαπρὸν γάρ λέγεται, οὐ μόνον τὸ σεσημμένον, ἀλλὰ καὶ τὸ ἄχρηστον.
Λέγει δὲ νῦν δένδρα σαπρά, τοὺς προειρημένους ὑποκριτάς, ὧν οἱ καρποί, τουτέστιν, αἱ πράξεις ἄξιαι τῆς αὐτῶν σαπρίας. Οὐ ποιεῖν. ἵνα μὴ ὑπολάβῃ τις, ὅτι δύναται τὸ ἀγαθὸν δένδρον καὶ καρποὺς πονηρούς, ἤγουν, ἀχρήστους ποιεῖν, καὶ τὸ σαπρὸν καλοὺς, ἀποφαίνεται, ὅτι οὐ δύναται. Καὶ πῶς ὁ μὲν Δαυΐδ, ἀγαθὸν δένδρον ὤν, καρποὺς πονηροὺς ἐποίησε, μοιχείαν καὶ φόνον; ὁ δὲ Παῦλος, δένδρον σαπρὸν ὑπάρχων, καλοὺς καρποὺς ἤνεγκε, σκεῦος ἐκλογῆς τῷ Χριστῷ γενόμενος; Πῶς; Διότι μετεβλήθησαν, ὁ μὲν, ἀπὸ τῆς ἀρετῆς εἰς κακίαν· ὁ δὲ, ἀπὸ τῆς κακίας εἰς ἀρετήν. Ἕως δ' ἂν ἐνέμενον, ὁ Δαυΐδ μὲν τῇ ἀρετῇ, ὁ δὲ Παῦλος τῇ κακίᾳ, οὐκ ἠδύναντο καρποὺς τοιούτους ποιεῖν. Ὥστε τὸ ἀδύνατον ἐπὶ τῶν ἀμεταβλήτων εἴρηκε.
Πᾶν – βάλλεται. Ἐπειδὴ κολάζειν μὲν αὐτοὺς οὐ προσέταξε, προσέχειν δὲ μόνον ἀπ' αὐτῶν· ἐπήρτησε τούτοις τὴν ἀφειδεστάτην ἐκτομὴν τῆς ἐνταῦθα ζωῆς, καὶ τὴν τοῦ ἀσβέστου πυρὸς κόλασιν, ὁμοῦ τοὺς μὲν ἐπηρεαζομένους ὑπ' αὐτῶν παραμυθούμενος, ἐκείνους δὲ ἐκφοβῶν. Ἄραγε – αὐτούς. Τουτὶ τὸ Ἄρα, ἀποδεικτικόν ἐστιν, ἀντὶ τοῦ, Πάντως. Θεὶς γὰρ λογισμοὺς παραδειγμάτων, καὶ ἀποδείξας, ὅτι ἐπιγνώσονται τοὺς τοιούτους, ἐπάγει, ὅτι Πάντως, ὡς ἀποδέδεικται, ἐπιγνώσεσθε αὐτούς, ἀπὸ τῶν φαύλων πράξεων αὐτῶν.
col. 271–272page 83 of 329
PG 129:271Οὐ — τοῦ ἐν τοῖς οὐρανοῖς. Ὅρα τί λέγει νῦν, ὅτι Οὐ πᾶς ὁ πιστεύων εἰς ἐμὲ εἰσελεύσεται εἰς τὴν ἀπόλαυσιν τῶν οὐρανίων ἀγαθῶν, εἰ μὴ καὶ πλεῖ ὁ λέγω. οὕτω γὰρ προσέθηκεν ὁ Λουκᾶς. Οὔτε γὰρ πίστις μόνον ἀρκεῖ πρὸς σωτηρίαν, εἰ μὴ καὶ βίος ἄξιος τῆς πίστεως πρόσεστιν, οὔτε βίος μόνον ἐνάρετος, εἰ μὴ καὶ πίστιν πλουτεῖ. Προσήκει δὲ ἀμφότερα συζευχθῆναι, καὶ μὴ ἀπολειφθῆναι θατέρου θάτερον. Τὸ γὰρ ὀνομάζειν αὐτὸν Κύριον, πίστεως μόνης ἐστί. Καὶ πῶς οὐκ εἶπεν· Ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τὸ ἐμόν; Διὰ τὸ τιμᾶν τὸν Πατέρα, καὶ διὰ τὸ μὴ ἕτερον εἶναι τὸ τοῦ Πατρὸς θέλημα, παρὰ τὸ τοῦ Υἱοῦ. Θέλημα δὲ τοῦ Πατρός, αἱ ἐντολαὶ τοῦ Υἱοῦ. Πολλοὶ ἀνομίαν.
Ὅτι μὲν κόλασις ἐκδέξεται τοὺς ἁμαρτωλούς, προλαβὼν ἐδίδαξε· νῦν δὲ λέγει, καὶ εἷς ἔσται ὁ κολάζων, ὅτι αὐτός. Εἰπὼν δέ, ὅτι Οὐ πᾶς ὁ πιστεύων εἰς ἐμὲ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, εἰ μὴ καὶ βίου κρείττονος ἐπιμελήσεται, παραδοξότερον ἔτι φησίν, ὅτι οὐδὲ οἱ σημεῖα καὶ θαύματα ποιοῦντες ἀξιωθήσονται τῆς τοιαύτης βασιλείας, ἐὰν ἀνάξιον βίον ἔχωσιν. Ἰδοὺ γὰρ καὶ οὗτοι, πολλὰ τοιαῦτα ποιήσαντες, ὅμως ἀποπεμφθήσονται, διὰ τὸν ἡμελημένον βίον αὐτῶν. Πολλοί, φησίν, ἐκπίπτοντες ἐροῦσί μοι τάδε καὶ τάδε. Ἡμέραν οὖν ἐκείνην εἶπε, τὴν τῆς κρίσεως, ὡς ἐγνωσμένην καὶ προσδεδοκημένην. Δυνάμεις δὲ ὠνόμασε τὰ σημεῖα καὶ τὰ θαύματα. Τὸ δὲ Ὁμολογήσω αὐτοῖς, ἀντὶ τοῦ Ἀποκριθήσομαι.
Καὶ ἐπειδὴ ἐν τῷ ὀνόματι αὐτοῦ πάντα ἐποίουν, πῶς ἀγνοεῖ αὐτούς; Διότι βίον εἶχον ἐναντίον. Χρὴ γὰρ γινώσκειν, ὅτι διττή ἐστιν ἡ γνῶσις παρὰ τῷ Θεῷ· ἡ μέν, κατὰ φύσιν, καθ᾽ ἣν οἶδε πάντα, ὡς παντεπόπτης, καὶ ὡς πάντα εἰδώς, πρὶν γενέσεως αὐτῶν· ἡ δέ, κατ᾽ οἰκείωσιν, καθ᾽ ἣν οἶδε μόνους τοὺς δικαίους. Οἶδε, φησί, γινώσκει Κύριος ὁδὸν δικαίων· καὶ· Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων· καί· Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Τοὺς δὲ βίον ἔχοντας διεφθαρμένον, ἀγνοεῖν προσποιεῖται, ὡς πολιτευσαμένους ἀναξίως τῆς αὐτοῦ γνώσεως. Καὶ ἑτέρως δὲ ἀρνεῖται αὐτούς, ὡς ἀρνησαμένους αὐτὸν τοῖς ἔργοις. Εἴρηκε γὰρ διὰ τοῦ προφήτου, ὅτι Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.
Ὁ γὰρ ἀθετῶν ἐντολὰς αὐτοῦ, αὐτὸν ἀθετεῖ· διὸ καὶ ἀθετεῖται δικαίως. Καὶ ἐπεὶ ἀνάξιοι ἦσαν, πῶς ἐνήργησεν εἰς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον; Πάντως διὰ δύο ταῦτα, ἵνα δὲ ἡ φιλοτιμία τῆς χάριτος τοῦ Θεοῦ δειχθείη,
col. 273–274page 84 of 329
PG 129:273χεομένη καὶ εἰς τοὺς ἀναξίους, καὶ ἵνα ἕτερος δι' αὐτῶν ὠφεληθῶσιν, ὅσοι τε παρ' αὐτῶν ἐθεραπεύοντο, καὶ ὅσοι βλέποντες τὰς τοιαύτας θαυματουργίας, ἐπίστευον τῷ Χριστῷ. Οὐ χρὴ οὖν θαυμάζειν αὐτοὺς θαυματουργοῦντας. Οὐδὲν γὰρ παρ' ἑαυτῶν εἰσήνεγκαν, ἀλλὰ τὸν Θεὸν, τὸν δεδωκότα, τοιούτοις οὖσιν αὐτοῖς, τὴν χάριν. Τοιοῦτος ἦν ὁ τὰ δαιμόνια ἐκβάλλων, καὶ μὴ ὢν μετ' αὐτοῦ. Τοιοῦτος ἦν καὶ ὁ προδότης Ἰούδας. Ἀνάξιοι γὰρ ὄντες, ἔλαβον χαρίσματα. Καὶ ἐν τῇ Παλαιᾷ δὲ εἰς πολλούς ἀναξίους ἡ θεία χάρις ἐνήργησεν, ἵνα δι' αὐτῶν ἄλλους εὐεργετήσῃ. Ἀλλ' οὗτοι μὲν πάντες πίστιν τέως εἶχον, εἰ καὶ βίου ἦταν κατεγνωσμένου. Βαλαὰμ δὲ καὶ πίστεως καὶ πολιτείας ἀρίστης ἀλλότριος ὤν, προεφήτευσε.
Καὶ τῷ Φαραὼ δὲ, καὶ τῷ Ναβουχοδονόσορ, καὶ τῷ υἱῷ αὐτοῦ Βαλτάσαρ, ἀσεβέσι καὶ παρανομωτάτοις οὖσιν, ἔδειξεν ὁ Θεὸς τὰ μέλλοντα διὰ τὴν ἑτέρων οἰκονομίαν. Καὶ τί λέγω περὶ ἀνθρώπων; Εἰς τὴν ὄνον τοῦ Βαλαὰμ ἡ χάρις τὰ ἑαυτῆς ἐπεδείξατο, φωνὴν ἀνθρωπίνην αὐτῇ δωρησαμένη, πρὸς τὸ συνετίσαι τὸν ἐπιβάτην αὐτῆς. Ἐπεὶ τοίνυν, ὀρθοῦ βίου μὴ παρόντος, οὔτε πίστις οὔτε θαύματα σώζειν δύνανται, βίου μᾶλλον ἐπιμελητέον ἡμῖν. Τὰ δὲ θαύματα, παρεχόμενα μὲν ἀποδεκτέον, μὴ παρεχομένων δὲ μὴ ἀθυμητέον. Ὁ γὰρ ἐνάρετος, καὶ μὴ θαυματουργῶν, οὐδὲν ἐντεῦθεν ἐλάττωται. Καὶ γὰρ ὁ μὲν ἀγαθὸς βίος, πάντως σώζει τὸν πιστόν· τὰ θαύματα δὲ οὐ πάντως. Καὶ τοῦ μὲν ἐναρέτου βίου ἀμοιβὰς ἡμῖν ὀφείλει Θεός·
τῶν δὲ θαυμάτων ἡμεῖς μᾶλλον αὐτῷ. Τὰς αἰτίας δὲ, δι' ἃς οὔτε πᾶσι τοῖς ἁγίοις παρέχει τὴν χάριν τῶν θαυμάτων ὁ Θεὸς, οὔτε πᾶσι τοῖς ἀναξίοις, μόνος αὐτὸς οἶδεν ὀρθῶς, ὁ πάντα κατὰ λόγον ποιῶν. Πᾶς - φρονίμῳ. Ἀπαρτίσας τὴν διδασκαλίαν, λοιπὸν παραθαρρύνει τοὺς μαθητάς, εἰς τὸ βαδίσαι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν, ὑπισχνούμενος γενέσθαι αὐτοῖς ἀρκοῦσαν ἀσφάλειαν, τὴν φυλακὴν τῶν ἐντολῶν αὐτοῦ. Πᾶς, φησίν, ὁ ἀκούων μου τοὺς λόγους τούτους, ἤτοι τὰς ἐντολὰς, ἃς ἐπέταξα. Τινὰ μὲν οὖν τῶν ἀντιγράφων, Ὁμοιωθήσεται γρά
col. 275–276page 85 of 329
PG 129:275Καλὸν δὲ καὶ τὸ ὁμοιώσω. Χωρὶς γὰρ τῆς αὐτοῦ βοηθείας, οὐδεὶς οὐδὲν κατορθοῖ. Εἶτα τίθησι καὶ τὰ ἔργα τοῦ φρονίμου. Ὅστις — πέτραν. Οἰκίαν μὲν ὠνόμαζει, τὸν νοερὸν οἶκον τῆς ψυχῆς, τὸν ἐκ διαφόρων ἀρετῶν οἰκοδομούμενον· πέτραν δὲ τὴν ἀσφάλειαν τῶν ἐντολῶν αὐτοῦ· αἵτινες ἐδράζουσι καὶ στερεοῦσι τὰ ἐπῳκοδομημένα, καὶ πάσαις προσβολαῖς πειρασμῶν ἀπερίτρεπτα φυλάττουσι, πείθουσαι καταφρονεῖν πάσης ἐπηρείας καὶ παντοίας ἀπαγωγῆς καὶ αὐτοῦ τοῦ θανάτου, καὶ μὴ ἐνδιδόναι μηδενὶ τῶν βλαβερῶν. Καὶ — πέτραν. Αἰσθητῶς μὲν, διὰ τῆς βροχῆς, καὶ τῶν ποταμῶν, καὶ τῶν ἀνέμων, τοὺς ποικίλους πειρασμοὺς ἐδήλωσεν·
ἀναγωγικῶς δὲ νοοῦμεν βροχὴν μὲν, τοὺς ἐμπαθεῖς λογισμούς, οὓς ἐνσταλάζουσι ταῖς ψυχαῖς οἱ δαίμονες· ποταμοὺς δὲ, τὰ πάθη, κατασύροντα πρὸς ἀπώλειαν· ἀνέμους δὲ τοὺς δαίμονας, πνεύματα πονηρίας ὀνομαζομένους. Εἴτε οὖν αἰσθητούς, εἴτε νοητοὺς πειρασμοὺς εἴποιμεν, πάντες οὗτοι προσπίπτοντες τῇ δηλωθείσῃ οἰκίᾳ, εἴτουν, προσκρούοντες καὶ προσβάλλοντες,
col. 277–278page 86 of 329
PG 129:277οὐ δύνανται καταβαλεῖν καὶ διαλῦσαι τὴν οἰκοδομὴν αὐτῆς, διότι τεθεμελίωται στεῤῥῶς ἐπὶ πέτραν, ἤγουν, ἐπὶ ἀσφάλειαν, ὡς εἴρηται. Καὶ ὅρα μοι τοὺς ἀποστόλους εὐθέως, ἐφ' οὓς πολλαὶ μὲν ἐπιβουλαὶ χυθεῖσαι, μυρίοι δὲ χειμῶνες συμφορῶν καταῤῥαγέντες, οὐκ ἴσχυσαν περιτρέψαι τὸν πύργον τῆς ψυχῆς αὐτῶν, ἀλλὰ, τῶν σωμάτων αὐτοῖς διαφθειρομένων, μεμενήκασι τὰς γνώμας ἀνάλωτοι καὶ ἀήττητοι. Καὶ — μωρό. Ἐπειδή τινες τῶν ἀκροατῶν ἔμελλον ἐπαινεῖν μὲν τὰ εἰρημένα, μὴ ποιεῖν δὲ αὐτά, προκαταλαμβάνων ἐκφοβεῖ τούτους διὰ παραβολῆς.
Ἔργα δὲ φρονίμου καὶ μωροῦ θείς, τοῦ μὲν συνετά, τοῦ δὲ μάταια, ἀμφοτέρωθεν κατασκευάζει τοῖς μαθηταῖς τὴν σωτηρίαν, διά τε τοῦ ζήλου τῆς συνέσεως, καὶ τοῦ μίσους τῆς ματαιοπονίας. Τοῦτο δὲ πολλάκις ποιεῖ, προτρέπων εἰς ἀρετήν, ἀπό τε μιμήσεως τῶν καλῶν, καὶ ἀπὸ μίσους τῶν χειρόνων. Ὅστις ἔπεσε. Δικαίως μωρὸν αὐτὸν ἐκάλεσε. Τί γὰρ ἀνοητότερον τοῦ κτίζοντος οἰκίαν ἐπὶ τὴν ἄμμον, καὶ τὸν μὲν πόνον ὑπομένοντος, τῆς δὲ ἐντεῦθεν ἀπολαύσεως ἀποστερουμένου. Τοῦτο δὲ βούλεται νῦν εἰπεῖν, ὅτι Πᾶς ὁ μαθὼν τὰς ἐντολάς μου, καὶ μὴ ἐπὶ ταύταις, ὡς ἐπὶ θεμελίῳ στεῤῥῷ, τὰς ἑαυτοῦ πράξεις οἰκοδομῶν, τουτέστι, μὴ ὡς αὗται παραινοῦσι πολιτευόμενος, ἀλλ᾽ ἑτέραν ὁδὸν βαδίζων, μωρός ἐστι, μάτην κάμνων.
Παντοίοις γὰρ πειρασμοῖς ἐν καιρῷ περιστάσεως εὐάλωτος γίνεται. Ἐπεὶ δὲ ὁ τοιοῦτος δι' οὐδὲν ἕτερον παρατρέχει τὰς τοῦ Σωτῆρος ἐντολάς, ἢ διὰ μόνην τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν αὐτῶν, εἴη ἂν ἄμμος ἡ φιληδονία, ἐφ' ἣν οἰκοδομεῖ τὴν ἑαυτοῦ πολιτείαν. Διὸ καὶ πειρασμοῦ προσβάλλοντος, πίπτει εἰς ἄρνησιν, μὴ φέρων τὴν πικρίαν, οἷα μὴ συνειθισμένος πόνοις καὶ σκληραγωγίαις. Καὶ — μεγάλη. Πάντως μεγάλη. Καὶ γὰρ οὐκ ἀπὸ δόξης πέπτωκεν, οὐδ᾽ ἀπὸ πλούτου, καὶ τοιαύτης ἄλλης ἀνθρωπίνης εὐημερίας, ἀλλ' ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. Ὁ μὲν γὰρ ἄπιστος, οὐ πίπτει· κεῖται γὰρ διὰ παντὸς ἐν τῷ βόθρῳ τῆς πλάνης·
ὁ δὲ ταύτης ὑπεραρθείς, καὶ ἀναχθεὶς ἐπὶ τὸ τῆς πίστεως ὕψος, εἶτα μετακλιθείς, οὗτος πίπτει, καὶ ἐκπίπτει τῆς αἰωνίου ζωῆς. Καὶ — αὐτοῦ. Ἔθος ἐστὶν Ἑβραίοις, ἐν ταῖς ἀρχαῖς πολλάκις τῶν διηγήσεων ἁπλῶς τιθέναι τό, Ἐγένετο. Σὺ δέ μοι θαύμασον τὸ φιλήκοον τῶν ὄχλων, καὶ τὸ καρτερικὸν ἐν ταῖς ἀκροάσεσιν. Ἄχρι γὰρ συνεπλήρωσε τοὺς λόγους τῆς διδασκαλίας, παρέμενον ἡδέως ἀκούοντες. Ἐξεπλήσσοντο δέ, ὡς ἐλεύθεροι φθόνου καὶ πονηρίας. Εἶτα λέγει καὶ τὴν αἰτίαν τῆς ἐκπλήξεως. Ἦν — γραμματεῖς. Ἦν διδάσκων μετὰ παρρησίας, καὶ οὐ μεθ' ὑποστολῆς, ὡς οἱ Γραμματεῖς. Ἢ διότι οἱ Γραμματεῖς μὲν εἰς τὸν νόμον καὶ εἰς τοὺς προφήτας ἀνέφερον ἢ ἐδίδασκον, οἷον ὅτι Ὁ νόμος κελεύει τάδε, καὶ οἱ προφῆται τάδε φασίν·
ὁ δὲ
col. 279–280page 87 of 329
PG 129:279Χριστὸς ἀφ' ἑαυτοῦ, κατ' ἐξουσίαν ἐδίδασκε, καὶ ἐνομοθέτει, καὶ συνεχῶς προσετίθει τό· Ἐγὼ δὲ λέγω ὑμῖν· καὶ ὡς κριτὴς τοῦ μέλλοντος αἰῶνος, τοῖς μὲν ἀγαθοῖς ἐπηγγέλλετο σωτηρίαν· τοῖς πονηροῖς δὲ ἠπείλει κόλασιν. ΚΕΦ. Γ'. Περὶ τοῦ λεπροῦ. Καταβάντι δὲ αὐτῷ — πολλοί. Ἀπὸ τῆς διδασκαλίας, ἐπὶ τὰ θαύματα μεταβαίνει. Ἐπεὶ γὰρ ὡς ἐξουσίαν ἔχων ἐδίδασκεν, ἵνα μὴ νομισθῇ πομπάζειν καὶ ἀλαζονεύεσθαι, δείκνυσι τὴν ἐξουσίαν αὐτοῦ καὶ ἐν τοῖς ἔργοις, καὶ βεβαιοῖ τοὺς λόγους ἀπὸ τῶν πράξεων. Σκόπει δὲ καὶ τὴν τῶν ὄχλων εὐγνωμοσύνην, ὅτι αὐτοὶ μὲν, ψιλοὺς λόγους ἀκούσαμενοι, καὶ ἐθαύμασαν καὶ ἐπείσθησαν καὶ ἠκολούθησαν·
οἱ ἄρχοντες δὲ αὐτῶν καὶ οἱ Γραμματεῖς καὶ τῶν σημείων ἀνακηρυττόντων τὴν αὐτοῦ δύναμιν, ἐσκανδαλίζοντο καὶ ἡγρίαινον. Καὶ ἰδοὺ — καθαρίσαι. Οὐκ εἶπεν, Ἐὰν παρακαλέσῃς τὸν Θεὸν, ἀλλ', Ἐὰν θέλῃς, ὅπερ ἀπόδειξίς ἐστιν ἀδιστάκτου πίστεως. Μαθὼν γὰρ περὶ τῆς διδασκαλίας καὶ δυνάμεως αὐτοῦ, ἐπίστευσεν, ὅτι θεὸς οὗτός ἐστι παντοδύναμος. Διό καὶ μετὰ θερμότητος προσῆλθεν. Ὁ μὲν γὰρ Ματθαῖος ἁπλῶς εἶπεν, ὅτι Προσεκύνει· ὁ δὲ Μάρκος, φανερώτερον, ὅτι γονυπετῶν ἦν· καὶ ὁ Λουκᾶς δὲ, ὁμοίως, ὅτι Πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ. Καὶ — αὐτοῦ ἡ λέπρα. Βουλόμενος ἐπιβεβαιῶσαι μὲν καὶ τοῦ λεπροῦ τὴν διάγνωσιν, ὅτι ὀρθῶς ὑπέλαβεν, εἶναι αὐτὸν Θεὸν πάντα δυνάμενον·
ἐπιδεῖξαι δὲ καὶ τοῖς ὄχλοις τὴν ἐξουσίαν αὐτοῦ, καθὼς εἰρήκαμεν, εἶπε, Θέλω, καθαρίσθητι. Ἐνταῦθα δὲ, τὸ μὲν, Θέλω, φιλανθρωπίας ἐστὶν ἀπόδειξις· τὸ δὲ, Καθαρίσθητι, δυνάμεως. Καὶ ἐπεὶ λόγῳ ἰάσατο τοῦτον, τίνος ἕνεκεν ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ; Διότι νόμος ἦν, κωλύων ἅπτεσθαι λεπροῦ. Δεῖξαι δὲ βουλόμενος ὁ Χριστός, ὅτι ὡς Θεὸς ὑπέρκειται τοῦ νόμου· κατὰ γὰρ τῶν ψιλῶν ἀνθρώπων οὗτος νενομοθέτητο· θαρραλέως ἥψατο, καὶ οὐδεὶς ἀντεῖπεν ἀπὸ τῶν ὄχλων· πεπληροφόρηντο γὰρ ἐκ τῶν προλαβόντων, ὅτι κατὰ λόγον πάντα ποιεῖ· καὶ ἅμα ἐδίδαξε, μὴ βδελύττεσθαι τὴν σωματικὴν λέπραν τῶν ὁμοφύλων. Χρὴ γὰρ μόνην φοβεῖσθαι τὴν ψυχικήν, ἥτις ἐστὶν ἡ ἁμαρτία.
Καὶ γὰρ οὐ μόνον οὐ μετέλαβεν ἀκαθαρσίας ἡ τοῦ Χριστοῦ χείρ, ἀψαμένη τοῦ λεπροῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐκαθάρισε τοῦτο. Ἐπεὶ τοίνυν καὶ τῷ κάλλει τῆς ψυχῆς ἡμῶν ἡ λέπρα τῆς ἁμαρτίας ἐλυμήνατο, προσέλθωμεν τῷ λόγῳ τῶν ἐντολῶν τοῦ Χριστοῦ, καὶ ἁψάμενος ἡμῶν καθαρίσει ταύτην. Καὶ — εἴπῃς. Παρήγγειλεν αὐτῷ σιγᾶν, αὐτός τε φεύγων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον, καὶ παδεύων
col. 281–282page 88 of 329
PG 129:281τοὺς εὐεργετοῦντας, μισεῖν τὸ φιλότιμον· καίτοι σαφῶς ἐγίνωσκεν, ὅτι οὐ σιγήσει, ἀλλὰ καὶ τρανῶς ἀνακηρύξει τὸν εὐεργέτην· ὅμως τὸ οἰκεῖον ποιεῖ καὶ παραγγέλλει. Χρὴ γὰρ τὸν μὲν εὐεργετοῦντα παραγγέλλειν σιγᾶν, διὰ μετριοφροσύνην· τὸν δὲ εὐεργετούμενον κηρύττειν δι' εὐγνωμοσύνην. ΑΛΛ' — Μωϋσῆς. Ἐκέλευεν ὁ νόμος, τὸν καθαρισθέντα λεπρὸν μὴ τοῖς ἑαυτοῦ πιστεύειν ὀφθαλμοῖς, ἀλλὰ τοῖς τοῦ ἱερέως ἀναθεῖναι τὴν κρίσιν τοῦ καθαρισμοῦ, καὶ μὴ πρότερον ἀναμιγῆναι τοῖς καθαροῖς, εἰ μὴ ἐμφανισθῇ τούτῳ, καὶ παρὰ τούτου λογισθῇ καθαρός· εἶτα προσάγειν δῶρον ὑπὲρ ἐξιλασμοῦ, καθὼς ἐν τῇ βίβλῳ τοῦ Λευΐτικοῦ γέγραπται. Πῶς οὖν εἶπεν, ὅτι Ὁ προσέταξε Μωϋσῆς; ὁ Θεὸς γὰρ τοῦτο προσέταξε.
Διότι νομοθέτης λέγεται καὶ ὁ Μωϋσῆς, ὡς γράψας, ὅσα ὁ Θεὸς ἐνομοθέτησε. Τὴν μὲν οὖν θεραπείαν αὐτὸς εἰργάσατο, τὴν δοκιμασίαν δὲ ταύτης τῷ ἱερεῖ παρέπεμψεν, ἵνα μὴ δόξῃ τὸ τῶν ἱερέων ὑφαρπάζειν ἀξίωμα. Εἰς αὐτοῖς. Εἰς ἔλεγχον αὐτῶν, φημὶ δὴ τῶν ἱερέων. Μαρτύριον γὰρ νῦν, τὸν ἔλεγχον λέγει. Ἐπεὶ γὰρ οὗτοι παράνομον αὐτὸν ὠνόμαζον, παρήνεσε τῷ καθαρισθέντι λεπρῷ τηρῆσαι τὸν νόμον, καὶ ποιῆσαι, ὅσα ἐκεῖνος προσέταξε. Τοῦτο δὲ παρήνεσεν εἰς ἔλεγχον αὐτῶν. Πῶς γὰρ ἂν παρήνεσε τηρῆσαι τὸν νόμον, εἰ παράνομος ἦν;
Χρὴ δὲ παρατηρεῖν, πῶς ποτὲ μὲν παραλύει τὸν νόμον, ὁδοποιῶν τῇ μετὰ θάνατον αὐτοῦ φιλοσοφίᾳ καὶ πολιτείᾳ τῶν Χριστιανῶν, καὶ προοιμιαζόμενος τὴν ἐπὶ ταύτης ἀνάπαυσιν τοῦ παλαιοῦ καὶ γεγηρακότος νόμου· ποτὲ δὲ φυλάττει τοῦτον, συγκαταβαίνων τῇ ἀσθενείᾳ τῶν Ἰουδαίων, ἵνα μὴ σκανδαλίσῃ αὐτούς. ΚΕΦ. Ζ΄. Περὶ τοῦ ἑκατοντάρχου. Εἰσελθόντι δὲ αὐτῷ — βασανιζόμενος. Βέβληται, ἀντὶ τοῦ, Ἔρριπται. Καὶ — αὐτόν. Διατί μὴ κληθεὶς εἰς τὴν οἰκίαν, αὐτεπάγγελτος ἐλθεῖν λέγει; Διότι προέγνω αὐτὸν πεπιστευκότα, ὅτι Θεός ἐστι, καὶ λοιπὸν ἠθέλησε τὴν πολλὴν αὐτοῦ πίστιν ἐκκαλυφθῆναι καὶ τοῖς ἀκολουθοῦσι, καὶ πρόσχες τοῖς ἑξῆς. Καὶ — μου. Οὐκ εἰμι, φησίν, ἄξιος, διὰ τὸ εἶναί σε Θεόν·
ἀλλ' ὡς παντοδύναμος, εἰπὲ ἐν λόγῳ ψιλῷ, ὃ βούλει, καὶ αὐτίκα ὁ λόγος ἔργον γενήσεται. Ὁρᾷς μέγεθος πίστεως. Διὰ τοῦτο τοίνυν ὁ Χριστὸς εἶπεν, ὅτι Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν, ἵνα εἴπῃ ὁ ἑκατόνταρχος, ὅτι οὐκ εἰμι ἄξιος, καὶ τὰ ἑξῆς, καὶ οὕτω φανερωθῇ πᾶσιν ἡ πολλὴ πίστις αὐτοῦ. Εἰ γὰρ μὴ ὁ Χριστὸς ἐκεῖνο εἶπεν, οὐκ ἂν ὁ ἑκατόνταρχος τοῦτο εἴρηκε, καὶ πάντως ἔλαθεν ἂν τοὺς ἑπομένους ἡ τοσαύτη τοῦ ἀνδρὸς πίστις. Σκό
col. 283–284page 89 of 329
PG 129:283καὶ δὲ καὶ τὰ ἐφεξῆς τοῦ ἑκατοντάρχου βήματα, κατασκευάζοντα, ὅτι καὶ ἐκ ψιλοῦ λόγου δύναται. Καὶ γὰρ καὶ ποιεῖ. Ἀπὸ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος κατασκευάζει, ὅτι καὶ λόγῳ μόνῳ δύναται. Εἰρηκὼς γάρ, ὅτι Εἰπὲ λόγῳ, προσεπήγαγεν, ὅτι καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τοῦ στρατηγοῦ, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας καὶ δούλους· καὶ ὃ λέγω ἑκάστῳ, ἀναντιρρήτως τοῦτο ποιεῖ. Ταῦτα δὲ εἰπὼν ἐνέφηνεν, ὅτι Ἐὰν ἐγὼ ἄνθρωπος ὑπεξούσιος, διὰ τὴν ἐλίγην ὑπεροχὴν τῆς ἀρχῆς, λόγῳ μόνῳ δύναμαι· πολλῷ μᾶλλον σύ, Θεὸς ὢν παντεξούσιος καὶ πανυπέροχος· καὶ λοιπὸν, εἰ μὲν εἴπῃς πορευθῆναι τὸν θάνατον, πορευθήσεται, εἰ δὲ ἐλθεῖν, ἐλεύσεται.
Καὶ γὰρ οὐχ ἁπλῶς ἐστιν ὑπήκοος, ἀλλὰ καὶ δοῦλος, ὃ μείζονός ἐστιν ὑπακοῆς. Ἀκούσας εὗρον. Ἐθαύμασεν, ὅτι μὴ ὢν Ἰσραηλίτης, μηδὲ τὰς περὶ αὐτοῦ Γραφὰς τῶν Ἰουδαίων εἰδώς, ῥᾳδίως ἐπίστευσε· καὶ οὐ μόνον ἐθαύμασεν, ἀλλὰ καὶ ἀνεκήρυξε τὴν πίστιν αὐτοῦ, ἵνα καὶ ἄλλοι τοῦτον ζηλώσωσιν. Οὐδὲ ἐν τοῖς Ἰσραηλίταις, φησὶν, εὗρον τοσαύτην πίστιν, τοῖς ἀναγινώσκουσιν ἑκάστοτε τὰς περὶ ἐμοῦ μαρτυρίας τῶν Γραφῶν. Προείρηται δὲ ἡμῖν, ὅτι τὸ Ἀμὴν λέγω, ἀντὶ τοῦ, Ἀληθῶς καὶ βεβαίως λέγω, τέθειται. Καὶ οὐκ ἔτι χρὴ τοῦτο διερμηνεύειν. Λέγω — Ἀβραάμ. Πολλοὶ τοιοῦτοι, τουτέστιν, ἐξ ἐθνῶν. Διὰ δὲ τῆς Ἀνατολῆς καὶ τῆς Δύσεως, πάντα τόπον τῆς οἰκουμένης ἐδήλωσεν. Ἥξουσι δὲ πρός με, διὰ πίστεως.
Ἀνακλιθήσονται δέ, ἀντὶ τοῦ, Ἀναπαύσονται. Τὸν Ἀβραὰμ δὲ εἰς τὸ μέσον ἤγαγεν, ἵνα μάλιστα καθάψηται τῶν Ἰουδαίων, ὡς υἱοθετῶν αὐτῷ τοὺς ἐξ ἐθνῶν. Κόλπους δὲ τοῦ Ἀβραὰμ ὠνόμασε, τὴν ἀνάπαυσιν καὶ ἀπόλαυσιν τῶν δικαίων, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν καὶ συνδιαγωγήν, ἥτις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ ἐπίστευον ἐν ἀποῤῥήτοις ἀγαθοῖς διάγειν τὸν Ἀβραάμ, ἀντὶ τῆς βασιλείας τῶν οὐρανῶν, τοὺς κόλπους τοῦ Ἀβραὰμ ἔθηκε, διὰ τὸ γνωριμώτερον· ἅμα δὲ καί, ἵνα μὴ δόξῃ ἐναντίος τῇ παλαιᾷ πολιτείᾳ τῶν φιλαρέτων ἀνδρῶν. Ὁ γὰρ οὕτω θαυμάζων τὸν Ἀβραάμ, ὡς καὶ τοὺς ἐκείνου κόλπους, ἀνάπαυσιν αἰώνιον ὀνομάζειν, ἐκτὸς γίνεται τοιαύτης ὑπονοίας. Φασί δέ τινες, ὅτι καθάπερ τινὰ πελάγη
col. 285–286page 90 of 329
PG 129:285τῶν θαλασσῶν, κόλποι τοιοίδε ἢ τοιοίδε ὠνομάσθησαν· οὕτως ἄρα καὶ τὰ πελάγη τῶν ἀπολαύσεων, ἐν αἷς ἐστιν ἡ Ἀβραάμ, κόλποι τοῦ Ἀβραὰμ ἐκλήθησαν. Ὡς ἐπισημοτέρου δὲ πάντων παρ' Ἑβραίοις ὄντος τοῦ Ἀβραάμ, ἰδικῶς τοῦ Ἀβραὰμ τούτους ὠνόμασεν. Οἱ δὲ υἱοὶ ὀδόντων. Βασιλείαν νῦν, τὸν Θεὸν νοοῦμεν· υἱοὺς δὲ αὐτοῦ, τοὺς Ἰσραηλίτας. Υἱὸς γὰρ, φησί, πρωτότοκός μου Ἰσραήλ. Ἢ βασιλείαν μὲν, τὴν αἰώνιον ἀνάπαυσιν· υἱοὺς δὲ αὐτῆς, νῦν κληθῆναι τοὺς Ἰουδαίους, ὡς προσδοκῶντας τοῦτο, διὰ τὸ εἶναι σπέρμα τοῦ Ἀβραάμ. Οἱ δοκοῦντες δὲ, φησὶν, εἶναι υἱοὶ τῆς βασιλείας, ἐκβληθήσονται διὰ τὴν ἀπιστίαν αὐτῶν. Τὸ δὲ Ἐκβληθήσονται, ἀντὶ τοῦ, Ἀπελαθήσονται. Σκότος δὲ τὸ ἐξώτερον, τόπος ἐστὶ κολάσεως χαλεπωτάτης.
Ταῦτα δὲ εἶπε καταστέλλων μὲν καὶ τὸν τύπον τῶν Ἰουδαίων, ἀλαζονευομένων ἐπὶ τῷ εἶναι γένους τοῦ Ἀβραάμ· παρηγορῶν δὲ καὶ τοὺς ἐξ ἐθνῶν, καὶ πρὸς τὴν εἰς αὐτὸν πίστιν ἐφελκόμενος. Ἠκολούθουν γὰρ αὐτῷ πολλοὶ καὶ ἀπὸ τῶν ἐξ ἐθνῶν, διὰ τὰ σημεία. Καὶ τούτοις δὲ, κἀκείνοις πλέκει τὴν ὠφέλειαν, ἵνα μήτε οὗτοι θαῤῥῶσιν ἑστῶτες, μήτε ἐκεῖνοι ἀπογινώσκωσιν, ὡς κείμενοι. Θεώρησον δὲ, ὅτι ὁ μὲν ἑκατόνταρχος λόγον ἐζήτησεν· ὁ δὲ λεπρός, θέλημα μόνον, ὃ μεῖζόν ἐστιν εἰς πίστιν. Πῶς οὖν ἐθαυμάσθη μᾶλλον ὁ ἑκατόνταρχος; Διότι ὁ μὲν λεπρός, Ἰουδαῖος ὤν, ἔμπειρος ἦν τῶν περὶ τοῦ Χριστοῦ μαρτυρουσῶν βίβλων, καὶ πολλὴν ἐντεῦθεν εἶχεν εὐχέρειαν εἰς τὸ πιστεῦσαι·
ὁ δὲ ἑκατόνταρχος, ἐθνικὸς ὑπάρχων, παντελῶς ἀμύητος τούτων ἦν, καὶ οὐδαμόθεν ἄλλοθεν ὠδηγήθη πρὸς τὴν πίστιν, ἢ ἀπὸ μόνης γνώμης ὀρθῆς. Διὸ καὶ ὑπερετέθη τῶν πιστευσάντων ἐξ Ἰσραήλ. Ἐπεὶ δὲ τὸ περὶ τῆς ἀντεισαγωγῆς τῶν ἐξ ἐθνῶν καὶ ἀποβολῆς τῶν Ἰουδαίων, ἀπόφασις ἦν, βεβαιοῖ τοῦτο διὰ σημείου. Σκόπει γάρ. Καὶ εἶπεν — σοι. Ἔδειξεν ὁ Χριστὸς ἐντεῦθεν, ὅτι μεγάλα συμβάλλεται πρὸς θαυματουργίαν ἡ πίστις τοῦ δεομένου αὐτῆς. Ὡς ἐπίστευσας, φησί, γενηθήτω σοι· τουτέστιν, Ἐπείπερ ἐπίστευσας, δύνασθαί με, καὶ μὴ ἐλθόντα εἰς τὸν οἶκόν σου, θεραπεῦσαι τὸν πάσχοντα, γενηθήτω οὕτως. Καὶ ἰάθη — ἐκείνῃ. Ὥσπερ ἐπὶ τοῦ λεπροῦ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι εὐθέως ἐκαθαρίσθη·
οὕτω καὶ νῦν, ὅτι ἰάθη ἐν τῇ ὥρᾳ ἐκείνῃ. Ταῦτα δὲ προσέθηκεν, εἰς αὔξησιν τῶν θαυμάτων. Οὐ μόνον γὰρ ἐτέλει παράδοξα, ἀλλὰ καὶ ἐν βραχυτάτῃ καιροῦ ῥοπῇ τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο. Φασὶ δέ τινες, ἕτερον εἶναι τὸν ἑκατόνταρχον τοῦτον, καὶ ἕτερον τὸν παρὰ τῷ Λουκᾷ μνημονευόμενον.
col. 287–288page 91 of 329
PG 129:287γὰρ, παῖς ἦν παραλελυμένος· ἐκείνου δὲ, δοῦλος. Καὶ οὗτος μὲν ἦλθε πρὸς τὸν Χριστόν· ἐκεῖνος δὲ ἔπεμψε, πρῶτον μὲν πρεσβυτέρους τῶν Ἰουδαίων, εἶτα φίλους αὐτοῦ. Καὶ οὗτος μὲν οὐ μόνον οὐκ ἐκά λεσε τὸν Χριστὸν εἰς τὴν ἑαυτοῦ οἰκίαν, ἀλλὰ καὶ βουλόμενον ἐλθεῖν ἐκώλυσεν· ἐκεῖνος δὲ πρῶτον μὲν ἐκάλεσεν αὐτὸν διὰ τῶν πρεσβυτέρων, εἶτα διὰ τῶν φίλων ἐκώλυσεν. Ἔχοντες δὲ τοιαύτας διαφοράς, ὅμως ἔχουσι καὶ πολλὰς ὁμοιότητας· ἑκατόνταρχοι γὰρ ἄμφω, καὶ ἐν Καπερναοὺμ οἰκοῦντες, καὶ ἐπὶ παραλυτικῷ θλιβόμενοι, καὶ τὴν αὐτὴν πίστιν μετὰ τῶν αὐτῶν λόγων ἐπιδεικνύμενοι, καὶ τῶν ἴσων ἀξιούμενοι. Φησὶ δὲ ὁ Χρυσόστομος ὅτι ὁ αὐτός ἐστι, καὶ παρὰ τῷ Ματθαίῳ καὶ παρὰ τῷ Λουκᾶ.
Καὶ γὰρ ὁ μὲν Λουκᾶς, ἀκριβείας ἕνεκεν, πάντα λεπτομερῶς ἀπήγγειλε, πλὴν τῆς τοῦ ἑκατοντάρχου παρουσίας· ὁ δὲ Ματθαῖος, συντομίας χάριν, τὰς μὲν ἀπο στολὰς τῶν πρεσβυτέρων καὶ τῶν φίλων παρέλιπεν, ὡς οὐκ ἀναγκαίας, μόνην δὲ τὴν πίστιν τοῦ ἑκατοντάρχου, καὶ τὸν διὰ ταύτην ἔπαινον, καὶ τὸ ἐπὶ τῷ παραλυτικῷ θαῦμα σαφῶς ἀνέγραψε. Χρὴ δὲ διαλύσαι καὶ τὰς δοκούσας, ὡς εἴρηται, διαφοράς. Παῖδα λέγομεν, οὐ μόνον τὸν υἱὸν, ἀλλὰ καὶ τὸν δοῦλον. Εἶχε γάρ, φησί, Παῖδας καὶ παιδίσκας, ἀντὶ, Δούλους καὶ δούλας. Ἐπεὶ δὲ Ματθαῖος μὲν λέγει, παραγενέσθαι τὸν ἑκατόνταρχον πρὸς τὸν Χριστόν· πέμψαι δὲ πρὸς αὐτὸν ὁ Λουκᾶς πρεσβυτέρους, εἶτα φίλους· χρὴ νοεῖν, ὅτι καὶ τοῦτο κα κεῖνο γέγονε.
Πρῶτον μὲν γὰρ ἔπεμψε τοὺς πρεσ βυτέρους, παρακαλῶν αὐτὸν ἐλθεῖν· εἶτα μαθών, ὅτι ἔρχεται, καὶ ἑαυτὸν κρίνας ἀνάξιον τῆς ὑποδοχῆς αὐτοῦ, ἐπαπέστειλε τοὺς φίλους, κωλύων αὐτὸν καὶ μηνύων, ὅσα φησὶν ὁ Λουκᾶς· ἔπειτα τοῦ παραλυτικοῦ σφοδρότερον καταταθέντος ταῖς ὀδύναις· καὶ γὰρ, ὡς ὁ Λουκᾶς εἶπεν, ἔμελλε τελευτᾶν· μὴ φέρων ὁ ἑκατόνταρχος, ἔδραμε καὶ αὐτὸς ὀπίσω τῶν φίλων, ἐλπίζων δι' ἑαυτοῦ μᾶλλον ἱκετεῦσαι· ἐπεὶ δὲ οἵ τε φίλοι ἀπήγγειλαν, ὅσα παρηγγέλθησαν, ὅ τε Χριστὸς εἶπεν, ὅσα ὁ Λουκᾶς ἔγραψεν·
ἐπικατέλαβεν εὐθὺς ὁ ἑκατόνταρχος, καὶ πρὸ τοῦ ἐντυχεῖν τοῖς φίλοις, ἰδὼν τὸν Χριστὸν καὶ διαθερμανθείς, ἱκέτευσεν αὐτὸν ἐξ ἀρχῆς, εἰπών, Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, καὶ τὰ ἑξῆς· εἶτα ὁ Χριστὸς, θέλων ἐπιπλεῖον φανερῶσαι τὴν πίστιν αὐτοῦ, ἀπεκρίνατο· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν· ἔπειτα πάλιν ὁ ἑκατόνταρχος· Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, καὶ τὰ λοιπὰ, καθὼς ὁ Ματθαῖος συνεγράψατο. Δῆλον οὖν, ὅτι τὰ μὲν ἄχρι τοῦ ἐλθεῖν τὸν ἑκατό ταρχον, εἶπεν ὁ Λουκᾶς· τὰ δὲ ἐντεῦθεν ἐδίδαξεν ὁ
col. 289–290page 92 of 329
PG 129:289Ματθαίος, καὶ ἐν ἐκείνοις γάρ, καὶ ἐν τούτοις ἥ τε πίστις τοῦ ἑκατοντάρχου δείκνυται, καὶ ἡ θαυματουργία τοῦ Ἰησοῦ. Ἐπεὶ δὲ ὁ Λουκάς εἴρηκεν, ὅτι ὑποστρέψαντες οἱ πεμφθέντες, εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα· χρὴ λογίσασθαι, ὅτι ὁ μὲν ἑκατόνταρχος ἤδη πληροφορίαν περὶ τῆς ὑγείας αὐτοῦ λαβών, σχολαιότερον ἐβάδιζεν· ἐκεῖνοι δὲ δυσπιστοῦντες προέδραμον, γλιχόμενοι μαθεῖν, εἰ ὑγίανε. ΚΕΦ. Η'. Περὶ τῆς πενθερᾶς Πέτρου. Καὶ ἐλθὼν - αὐτῷ. Ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς εἶπον, καὶ πόθεν ἦλθεν ἐκεῖ, ὅτι ἀπὸ τῆς συναγωγῆς τῶν Ἰουδαίων, ἐν ᾗ ἐδίδασκε, Σαββάτου ὄντος. Προσέθηκε δὲ ὁ Μάρκος, ὅτι μετὰ Ἰακώβου καὶ Ἰωάννου ἦλθεν. Εἰκὸς γάρ, τὸν Πέτρον, μαθόντα τοῦτο, προδραμεῖν.
Καὶ Μάρκος μὲν καὶ Λουκᾶς φασιν, ὅτι παρεκάλεσαν αὐτὸν οἱ μαθηταὶ περὶ τῆς κατακειμένης· ὁ Ματθαῖος δὲ καὶ τοῦτο ἐσίγησεν. Οὐκ ἔστι δὲ τοῦτο διαφωνίας· ἀλλὰ τὸ μὲν ἐκείνων, ἀκριβείας· τὸ δὲ τούτου, συντομίας. Εἰσῆλθε δὲ τροφῆς μεταληψόμενος, ἤδη τοῦ καιροῦ καλοῦντος. Ἐγερθεῖσα γὰρ ἡ κειμένη διηκόνει αὐτῷ. Σὲ δέ μοι θαύμασαν τὴν συγκατάβασιν τοῦ Δεσπότου, πῶς οὐκ ἀπηξίωσεν εἰσελθεῖν εἰς φαύλην οἰκίαν ἁλιέως, ἅμα μὲν τιμῶν τὸν μαθητήν, ἅμα δὲ διδάσκων ἡμᾶς, μὴ κενοδοξεῖν. Ἁψάμενος δὲ τῆς χειρὸς αὐτῆς, οὐ μόνον τὸν πυρετὸν ἔσβεσεν, ἀλλὰ καὶ καθαρὴν εὐθὺς ἀπέδωκεν αὐτῇ τὴν ὑγείαν. Ἠγέρθη γάρ, καὶ αὐτίκα διηκόνει.
Καίτοι μετὰ τὴν ἀπαλλαγὴν τοῦ πυρετοῦ, πολλοῦ δεῖ χρόνου τοῖς κάμνουσιν, ὥστε τὴν προτέραν ὑγείαν ἐπαναλαβεῖν. Καὶ ἐπὶ τῆς θαλάσσης δέ, οὐ μόνον τὴν ζάλην ἔστησεν, ἀλλὰ καὶ τὸν σάλον τῶν κυμάτων ἔπαυσε. Καίτοι μετὰ τὴν ζάλην μένει μέχρι πολλοῦ τὰ ὕδατα σαλευόμενα. Οὕτω γὰρ οἶδεν ὁ Χριστὸς ἐμοῦ καὶ τὸ ἐνοχλοῦν δεινὸν λύειν, καὶ τὴν προτέραν ἀποδιδόναι κατάστασιν. ΚΕΦ. Θ'. Περὶ τῶν λαθέντων ἀπὸ ποικίλων νόσων. Ὀψίας – λόγῳ. Ὀψίαν, τὸ τέλος τῆς ἡμέρας ὠνόμασε. Διὸ καὶ ὁ Μάρκος καὶ ὁ Λουκᾶς προστεθείκασιν, ὅτι Ὅτε ἔδυ ὁ ἥλιος, φανερώτερον δηλώσαντες τὸν καιρόν· ὁ μὲν γὰρ δημώδης ὄχλος ἀναμείνας τὴν δύσιν τοῦ ἡλίου, διὰ τὴν τοῦ Σαββάτου παρατήρησιν, οὕτω τοὺς πάσχοντας προσήγαγεν·
οἱ δὲ μαθηταί, καὶ πρὸ τῆς τοῦ ἡλίου δύσεως, παρεκάλεσαν αὐτὸν, ἰάσασθαι τὴν πυρέσσουσαν, ἅτε καὶ πρότερον ἰδόντες αὐτὸν ἀπαρατηρήτως ἐν Σαββάτῳ θεραπεύοντα, καὶ μεμαθηκότες ἤδη παρ' αὐτοῦ, ποίων μὲν ἔργων ἀπέχεσθαι προσέταξεν ὁ περὶ τῆς ἀργίας τοῦ Σαββάτου νόμος, ποῖα δὲ μετιέναι παρεχώρησε.
col. 291–292page 93 of 329
PG 129:291Παρατήρησον δὲ, πῶς ποτὲ μὲν ἐκτείνων τὴν χεῖρα θεραπεύει, ὡς ἐπὶ τῆς τοῦ Πέτρου πενθεράς· ποτὲ δὲ λόγον λέγων, ὡς ἐπὶ τοῦ παιδὸς τοῦ ἑκατοντάρχου, καὶ ἐπὶ τῶν δαιμονιζομένων τούτων· ποτὲ δὲ καὶ ἀμφότερα ποιῶν, ὡς ἐπὶ τοῦ λεπρού. Δείκνυσι γάρ, ὅτι παντοδύναμές ἐστι. Καὶ — ἐβάστασεν. Ἀσθενείας καὶ νόσους νόει μοι νῦν, τὰς τῶν ἀσθενειῶν καὶ νόσων ὀφειλάς. Τῶν γὰρ ἀσθενειῶν καὶ νόσων ἐλευθερώσας τοὺς πάσχοντας, ἐφ' ἑαυτὸν μετέστησε τὸ χρέος αὐτῶν, λέγω δή, τοὺς πόνους καὶ τὸν θάνατον. Διὸ καὶ, πολλοὺς πόνους ὑποστὰς ἐν τῷ καιρῷ τοῦ ἀχράντου πάθους, ἀπέθανεν. Ἀλλὰ Ματθαῖος μὲν περὶ σωματικῶν ἀσθενειῶν καὶ νόσων εἶπε, μεταλαβὼν τὸ ῥητόν·
Ἠσαΐας δὲ ἀσθενείας καὶ νόσους, τὰς ἁμαρτίας ὠνόμασεν, ὡς ὁ Χριστὸς λαβεῖν καὶ βαστάσαι λέγεται, δίκην θύματος. Τὸ γὰρ εἰς θυσίαν προσαγόμενον ζῶον ὑπὲρ ἁμαρτιῶν τοῦ λαοῦ, τρόπον τινὰ τὰς ἁμαρτίας πάντων εἰς ἑαυτὸ ἐλάμβανε καὶ ἐβάσταζε. Καὶ τὸν μὲν λαὸν ἠλευθέρου τούτων, αὐτὸ δὲ διὰ ταύτας ἐσφάζετο. Καλῶς δὲ μετέλαβε τὸ προφητικὸν ῥητὸν ὁ εὐαγγελιστής. Καὶ γὰρ αἱ πλείους τῶν σωματικῶν ἀσθενειῶν καὶ νόσων ἐξ ἁμαρτιῶν φύονται, καθὼς μαθησόμεθα προβαίνοντες. Καὶ οὐδὲν κωλύει καλεῖν καὶ ταύτας ἁμαρτίας. Ἰδὼν δὲ εἰς τὸ πέραν. Ἐκέλευσε τοῦτο τοῖς μαθηταῖς, ἅμα μέν, ἵνα μὴ δόξῃ φιλενδείκτης, ἅμα δὲ θεραπεύων τὸν φθόνον τῶν Ἰουδαίων, ἅμα δὲ καὶ ἡμᾶς παιδεύων, φεύγειν τὸ ἀποβλέπεσθαι. ΚΕΦ. Ι.
Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. Καὶ — ἀπέρχῃ. Οὗτος ὁ Γραμματεύς, φιλάργυρος ὤν, ὑπώπτευσεν, ὅτι ἀπὸ τῶν θαυμάτων χρήματα πολλὰ συλλέγει ὁ Ἰησοῦς, καὶ ἤλπισεν, ὅτι, ἐὰν ὡς εἷς τῶν μαθητῶν ἀκολουθήσῃ αὐτῷ, συλλέξει πλοῦτον ἱκανόν. Ὁ δὲ Χριστός, γνοὺς ὃ βούλεται, πρὸς τὴν σκοπὸν αὐτοῦ ἀποκρίνεται, καὶ ὅρα τί φησι· Καὶ — κλίνῃ. Καὶ τῶν ἀλωπέκων, φησί, καὶ τῶν ὀρνέων πενέστερος εἰμι· οὐδὲ γὰρ ἔχω καταγώγιον, οὐδ' ὅσον ἀνακλῖναι μόνον τὴν κεφαλήν. Τοιούτους δὲ βούλομαι, καὶ τοὺς ἐμοὺς ἀκολούθους εἶναι, καὶ λοιπὸν μάτην ὑπέλαβες, καὶ εἰς κενὸν ἤλπισας.
Οὕτω διπλῶς αὐτὸν ὠφέλησε, δηλώσας τε, ὅτι εἶδε τὰ ἀπόρρητα τῆς ψυχῆς αὐτοῦ, καὶ οὐκ ἐλέγξας φανερῶς, ἀλλ' αὐτῷ μόνῳ τὸν ἔλεγχον ἐμβαλών, ὥστε καὶ τὴν αἰσχύνην ἐκφυγεῖν, καὶ, εἰ βούλοιτο, διορθωθῆναι. Τοῦτο δὲ εἰπών, οὐκ ἐκώλυσεν αὐτὸν ἀκολουθεῖν, ἀλλ' ἐδίδαξεν, ὅτι ἀκολουθῶν, οὐχ εὑρήσει κέρδος, οἷον ζητεῖ. Λοιπὸν οὖν ἐκεῖνος συνεὶς ὅτι διεγνώσθη, καὶ ἀποτυχὼν τοῦ σκοποῦ, σεσίγηκε. Τινὲς δέ φασιν, ὅτι προγινώσκων αὐτὸν ὁ Χριστός, οὐ μόνον φιλαργυρίᾳ δεδουλωμένον, ἀλλὰ καὶ ἑτέροις πάθεσιν, ἀναγωγικῶς ἀπεκρίνατο, ἀλώπεκας καὶ πετεινά, τοὺς δαίμονας ὀνομάσας, διά τε τὸ δολερὸν αὐτῶν, καὶ διὰ τὸ ἐπιβουλεύειν τοῖς σπέρμασι καὶ καρποῖς τῆς ἀρετῆς· ὡσανεὶ λέγων, ὅτι
col. 293–294page 94 of 329
PG 129:293Οἱ μὲν δαίμονες ἔχουσιν ἐν σοὶ φωλεοὺς καὶ κατασκηνώσεις· ἐγὼ δὲ οὐδὲ βραχείαν ἀνάπαυσιν εὑρίσω παρὰ τῇ σῇ ψυχῇ. Φωλεοὶ δὲ καὶ κατασκηνώσεις τῶν δαιμόνων, τὰ πάθη, οἷς ἐγκρύπτονται καὶ ἐναναπαύονται· Υἱὸν δὲ ἀνθρώπου καλεῖ ἑαυτὸν, βεβαιῶν, ὅτι κατὰ ἀλήθειαν σεσάρκωται, καὶ οὐ κατὰ φαντασίαν, ὥς τινες ὑπελάμβανον. Ἄνθρωπον δὲ νῦν λέγει, τὴν μητέρα αὐτοῦ. Ἄνθρωπος γὰρ λέγεται, οὐχ ὁ ἀνὴρ μόνον, ἀλλὰ καὶ ἡ γυνή. Ἕτερος — Πατέρα μου. Τίς μὲν ἦν οὗτος ὁ μαθητής, οὐκ ἐδήλωσεν ὁ εὐαγγελιστής. Ὅστις δὲ καὶ ἦν, εὐγνωμονέστατος ἦν. Ὅρα γὰρ, ὅτι, καίτοι τοῦ πράγματος δικαίου καὶ ἀναγκαίου δοκοῦντος, ὅμως αἰτεῖ περὶ τούτου, μὴ θελήσας ἀπελθεῖν ἀφ' ἑαυτοῦ·
τὸ δὲ, Πρῶτον, εἶπε, δηλῶν, ὅτι ἔπειτα ἀκολουθήσει πανταχοῦ. Ὁ δὲ Ἰησοῦς — τοὺς ἑαυτῶν νεκρούς. Ἐκώλυσεν αὐτὸν, οὐ κωλύων τὸ τιμᾶν τοὺς γονεῖς, ἀλλὰ διδάσκων, ὅτι χρὴ τὸν ἐφιέμενον τῶν οὐρανίων, μὴ ὑποστρέφειν εἰς τὰ γήινα, μηδ' ἀπολιμπάνειν μὲν τὰ ζωηρά, παλινδρομεῖν δὲ εἰς τὰ νεκρωτικά, μηδὲ Θεοῦ προτιμᾶν γονεῖς. Ἐγίνωσκε γὰρ, ὅτι θάψουσι τοῦτον ἄλλοι, καὶ οὐκ εἰκὸς, τοῦτον ἀπολειφθῆναι τῶν ἀναγκαιοτέρων. Οἴμαι δὲ, ὅτι καὶ ἄπιστος ἦν ὁ τελευτήσας. Διὸ καὶ εἶπεν· Ἄφες τοὺς νεκρούς, τουτέστι, Παραχώρησον τοῖς νενεκρωμένοις εἰς πίστιν, θάψαι τοὺς προσήκοντας αὐτοῖς νεκρούς. Ὁ γὰρ νεκρὸς οὗτος, οὐκ ἔστι σὸς νεκρός, διότι οὐκ ἔστι μερὶς πιστῷ μετὰ ἀπίστου.
Σὺ δὲ, εἰ θαυμάζεις, πῶς οὐκ αὐθαιρέτως ἀπῆλθεν, ἀλλ' ᾐτήσατο, θαύμασον, καὶ πῶς κωλυθεὶς ἔμεινεν. Εἰ δ' ἐκεῖνον οὐδ' ἐπὶ μικρὸν ἀφῆκεν ὁ Χριστὸς ἀπολειφθῆναι τῆς διδασκαλίας αὐτοῦ, τίνος ἂν εἴημεν ἡμεῖς ἄξιοι, τὸν ἅπαντα χρόνον ἀφιστάμενοι τῶν ἐντολῶν αὐτοῦ; ΚΕΦ. ΙΑ'. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Καὶ ἐμβάντι — οἱ μαθηταὶ αὐτοῦ. Τοὺς μὲν ὄχλους παρῆκε, διὰ τὰς προρρηθείσας αἰτίας· τοὺς δὲ μαθητὰς παρέλαβε, διὰ τὸ μέλλον ἐν τῇ θαλάσσῃ γενέσθαι θαῦμα. Ἐπεὶ γὰρ τῶν ὄχλων εὐεργετουμένων, ἐν τῷ θεραπεύεσθαι τὰς ἀσθενείας καὶ νόσους αὐτῶν, οἱ μαθηταὶ ἐδόκουν μένειν ἀνευεργέτητοι, λοιπὸν εὐεργετεῖ καὶ τούτους, καὶ παραχωρήσας ἐμπεσεῖν αὐτοὺς εἰς κίνδυνον καταποντισμοῦ, παραδόξως ῥύεται.
Καὶ — κυμάτων. Οὗτος μὲν σεισμὸν εἶπε, Μάρκος δὲ καὶ Λουκᾶς, λαίλαπα ἀνέμου φασίν· ἔστι δὲ ταὐτόν. Καὶ σεισμὸς γὰρ καὶ λαίλαψ, ὁ κλύδων ἐκλήθη, διὰ τὸ σείειν καὶ συστρέφειν καὶ ἀναμο
col. 295–296page 95 of 329
PG 129:295χλεύειν τὰ ὕδατα. Καὶ αὖθις Ματθαῖος μὲν καὶ Μάρκος ἐν θαλάσσῃ κλυδωνισθῆναι τὸ πλοῖον λέγουσιν, Λουκᾶς δὲ ἐν λίμνῃ. Καὶ οὐκ ἐναντιονοῦσιν· τὴν Τιβεριάδα γὰρ καὶ οὗτοι κἀκεῖνος δηλοῦσιν, ἥτις φύσει μέν ἐστι λίμνη, θέσει δὲ θάλασσα, διὰ τὸ μέγεθος. Ὅθεν καὶ ποτὲ δὲ θάλασσαν αὐτὴν ὀνομάζουσιν. Ἐγένετο δὲ ὁ κλύδων, ἵνα τε συσταλῇ τὸ φρόνημα τῶν μαθητῶν· ἐφαντάσθησαν γὰρ μεγάλα περὶ ἑαυτῶν, οἷα τῶν μὲν ἄλλων ἀποπεμφθέντων, αὐτῶν δὲ μόνων συνεισελθόντων τῷ διδασκάλῳ· καὶ ἵνα γυμνασθώσιν εἰς φόβους κινδύνων, ὡς ἀθληταὶ τοῦ κόσμου, καὶ εἰς χειμῶνα πειρασμῶν, ὡς κυβερνήται τῆς οἰκουμένης. Αὐτὸς δὲ ἐκάθευδεν. Ὁ δὲ Μάρκος ἐδήλωσε καὶ τὸν τόπον, ἐν ᾧ ἀφύπνωσεν·
εἶπε γάρ, ὅτι ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. Ξύλινον δὲ τοῦτο ἦν, ἐπὶ τῆς πρύμνης κατεσκευασμένον. Ἐκάθευδε δὲ κατ' οἰκονομίαν, ἵνα σφόδρα δειλιάσωσιν. Εἰ γὰρ ἦν ἐγρηγορώς, ἢ οὐκ ἂν ἐδειλίασαν, ἢ ὀλίγον ἂν ἐφοβήθησαν. Ἔδει δὲ αὐτοὺς πολλὴν αἴσθησιν τοῦ φόβου λαβεῖν, ἵνα καὶ εἰς πολλὴν αἴσθησιν τῆς αὐτοῦ δυνάμεως ἔλθωσι, καὶ λάβωσι πίστιν εἰς αὐτὴν πλείονα. Καὶ — ἀπολλύμεθα. Ὁ δὲ Μάρκος· Διδάσκαλε, οὐ μέλει σοι, ὅτι ἀπολλύμεθα; Ὁ δὲ Λουκᾶς, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Οἱ μὲν γὰρ αὐτῶν τοῦτο ἔλεγον, οἱ δὲ ἐκεῖνο, καὶ ἄλλοι τὸ ἄλλο, ἢ καὶ πάντα πάντες. Καὶ λέγει — ὀλιγόπιστοι;
Πρῶτον λύει τὴν δειλίαν τῆς ψυχῆς αὐτῶν, δεικνὺς ὅτι τὸν φόβον ἡ τῆς ψυχῆς ἀσθένεια ποιεῖν εἴωθεν· ὀλιγοπιστίαν δὲ τούτοις ὠνείδισεν, ὡς ἀτελῆ πίστιν εἰς αὐτὸν κεκτημένοις. Ἤλπιζον γὰρ ὅτι δύναται μὲν σώζειν, ἀλλ' ἐγρηγορώς, οὐ μὲν δὴ καὶ καθεύδων· διὰ καὶ ἐγείρουσιν αὐτόν. Τότε — μεγάλη. Ἐπετίμησεν, ἀντὶ τοῦ, ἐπέταξε· φησὶ γὰρ ὁ Μάρκος, ὅτι καὶ εἶπε τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. Οἱ δὲ ἄνθρωποι — αὐτῷ; Ὁ μὲν Λουκᾶς, τοὺς μαθητὰς εἰπεῖν τοῦτό φησιν· ὁ δὲ Ματθαῖος ἀνθρώπους νῦν, τοὺς ὄχλους λέγει, καθώς φησιν ὁ Χρυσόστομος. Καὶ γὰρ εἰκὸς, καὶ τούτους, μαθόντας τουτὶ τὸ θαῦμα παρὰ τῶν μαθητῶν, ὁμοίως θαυμάσαι, καὶ ὁμοίως εἰπεῖν.
Εἰ δ' οἱ μαθηταὶ, διὰ τὸ ἀτελὲς τῆς πίστεως αὐτῶν, ὡς ἄνθρωπον ἔτι τοῦτον ἐθαύμαζον, πολλῷ μᾶλλον οἱ ὄχλοι. Τὸ μὲν γὰρ κεχρῆσθαι πλοίῳ πρὸς περαίωσιν, καὶ ὑπνοῦν, ἄνθρωπον αὐτὸν ἐκήρυττεν· ἡ δὲ τῶν ἀνέμων καὶ τῆς θαλάσσης ὑπακοή, ξένην τινὰ φύσιν τούτῳ προσεμαρτύρει. Διὸ καὶ ἐξαπορούμενοι ἔλεγον· Ὁποῖος ἐστιν οὗτος; Πλεῖον δὲ τῶν προλαβόντων θαυμάτων τὸ
col. 297–298page 96 of 329
PG 129:297παρὸν ἐθαύμασαν, διότι οὐδεὶς ποτε τοιοῦτον εἰργάσατο. Οὔτε γὰρ ἐξέτεινε ῥάβδον, ὡς Μωϋσῆς, οὔτε προσηνέχθη τοῖς ὕδασιν, ὡς ἕτεροι, ἀλλὰ κατ' ἐξουσίαν ἐπέταξεν, ὡς δεσπότης δούλοις, καὶ ὡς δημιουργὸς κτίσμασι. ΚΕΦ. ΙΒ'. Περὶ τῶν δύο δαιμονιζομένων. Καὶ ἐλθόντι — δαιμονιζόμενοι. Τὸ δὲ κατὰ Μάρκον Εὐαγγέλιον, ἔτι δὲ καὶ τὸ κατὰ Λουκᾶν, τῶν Γαδαρηνῶν γράφουσιν. Ἀλλὰ τῇ Τιβεριάδι λίμνῃ ἡ πόλις Γέργεια παράκειται, καὶ οὐ τὰ Γάδαρα. Τινὲς δέ φασιν, διώνυμον εἶναι τὴν τοιαύτην πόλιν, καὶ καλεῖσθαι τοῦτο κἀκεῖνο.
Ἀλλὰ Ματθαῖος μὲν δύο δαιμονιζομένους φησί, Μάρκος δὲ καὶ Λουκᾶς ἑνὸς ἐμνημόνευσαν, τοῦ μᾶλλον ἐπισημοτέρου, τοῦ λεγομένου λεγεώνος, περὶ οὗ φοβερὰ πολλὰ λέγουσιν, ᾧ καὶ ὑπηρετεῖν ὁ ἕτερος ἐδόκει. Καὶ οἱ μὲν διὰ τοῦτο παρῆκαν αὐτόν, ὁ δὲ Ματθαῖος ἀνέγραψε καὶ τοῦτον, ὡς συνδαιμονιζόμενον. † Οὔτε Γαδαρηνῶν, οὔτε Γερατηνῶν, τὰ ἀκριβῆ ἔχει τῶν ἀντιγράφων, ἀλλὰ Γεργεσηνῶν. Γάδαρα γὰρ πόλις ἐστὶ τῆς Ἰουδαίας· λίμνη δὲ κρημνοῖς παρακειμένη, ἢ θάλασσα, οὐδαμῶς ἐστιν ἐν αὐτῇ. Καὶ Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶ πόλις, οὔτε θάλασσαν, οὔτε λίμνην πλησίον αὐτῆς ἔχουσα. Καὶ οὐκ ἂν οὕτω προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ εὐαγγελισταὶ εἰρήκασαν, ἄνδρες ἀκριβῶς γινώσκοντες τὰ περὶ τῆς Ἰουδαίας.
Γέργεσα τοίνυν ἐστίν, ἀφ' ἧς Γεργεσαῖοι, πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβεριάδος λίμνην, περὶ ἣν κρημνὸς παρακείμενος τῇ λίμνῃ, ἀφ' οὗ δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. Ἑρμηνεύεται δὲ ἡ Γέργεσα, παροικία ἐκβεβληκότων, ἐπώνυμος οὖσα τάχα προφητικῶς, οὗ περὶ τὸν Σωτῆρα πεποιήκασι, παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῶν χοίρων δεσπόται. Ἐκ — ἐξερχόμενοι. Τοῖς τάφοις οἱ δαίμονες ἐμφιλοχωροῦσιν, ὀλέθριον δόγμα τοῖς ἀνθρώποις ἐνθεῖναι θέλοντες, ὡς ἄρα τῶν τελευτώντων αἱ ψυχαί, γινόμεναι δαίμονες, παραμένουσι τοῖς μνήμασι τῶν ἰδίων σωμάτων, καὶ κολλῶνταί τισιν. Ἀλλ' οὐκ ἂν ποτε πείσωσι τὸν ὀρθόδοξον. Εἰ γὰρ
col. 299–300page 97 of 329
PG 129:299τοῦτο ἦν ἀληθὲς, οὐκ ἂν βασανιζόμενος ὁ πλούσιος ἐδεῖτο τοῦ Ἀβραὰμ ἀποστείλαι τὸν Λάζαρον εἰς τὸν κόσμον, καὶ μηνύσαι τοῖς ἀδελφοῖς αὐτοῦ τὰ κατ' αὐτὸν, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ ἐμήνυσεν ἂν αὐτοῖς. Χαλεποί – Θεοῦ; Ἐπειδὴ καὶ οἱ μαθηταί, καὶ οἱ ὄχλοι ἄνθρωπον αὐτὸν ἔλεγον, ἔρχονται λοιπὸν οἱ δαίμονες, ἀνακηρύττοντες τὴν αὐτοῦ θεότητα. Προσβαλούσης γὰρ αὐτοῖς τῆς θεϊκῆς ἀκτῖνος, εὐθὺς ἐπέγνωσαν αὐτόν· καὶ μὴ φέροντες τὴν ἀοράτως φλογίζουσαν αὐτοὺς δύναμιν τῆς προσβολῆς, ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, τουτέστι· Τίς ἡ ἡμετέρα δύναμις πρὸς τὴν σήν; Σὺ μὲν γὰρ πῦρ ἄστεκτον, ἡμεῖς δὲ χόρτος εὐέμπρηστος. Ἤλθες — ἡμᾶς.
Ἐπειδὴ κατέλαβεν αὐτοὺς, τὸ πλάσμα τὸ ἑαυτοῦ παντί τρόπῳ τυραννοῦντας καὶ διαφθείροντας, ἀρνήσασθαι μὲν τὴν ἁμαρτίαν οὐ δύνανται, προβάλλονται δέ τινα δικαιολογίαν, ὅτι οὐ νῦν ὀφείλουσι δοῦναι δίκην, ἀλλ' ἐν τῷ καιρῷ τῆς παγκοσμίου κρίσεως, καὶ δεινοπαθοῦντες λέγουσιν· Ἦλθες ὧδε, τουτέστιν ἐπὶ τὴν γῆν, βασανίσαι ἡμᾶς πρὸ τοῦ ὡρισμένου καιροῦ; Καὶ γὰρ ἤκουον παρὰ τῶν προφητῶν, ὅτι ὁ Χριστὸς μετὰ τὴν τοῦ κόσμου συντέλειαν μέλλει κατελθεῖν εἰς τὴν γῆν, καὶ κρῖναι τὸν κόσμον, καὶ βασανίσαι τοὺς δαίμονας. Ἦν δὲ – χοίρων. Μηκέτι δυνάμενοι βλάπτειν τοὺς ἀνθρώπους, ἐπὶ τὰ τῶν ἀνθρώπων τράπησαν, πρὸς ἔνδειξιν, ἧς ἔχουσι καθ' ἡμῶν μανίας.
Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι μηχανῶνται, σφόδρα πονηρόν. Μελετῶσι γὰρ ἀνελεῖν τοὺς χοίρους, ἵνα τῇ ζημίᾳ τούτων λυπηθέντες οἱ τῆς ἀγέλης κύριοι, μὴ παραδέξωνται τὸν Ἰησοῦν, καὶ ζημιωθῶσι μάλιστα, μὴ δεξάμενοι τὸ κήρυγμα τοῦ Εὐαγγελίου. Καὶ γὰρ οὐδ' ἀπελαυνόμενοι παύονται τοῦ βλάπτειν. Τί οὖν ὁ Χριστός; Καὶ — ἐν τοῖς ὕδασιν. Εἰδὼς τὴν πανουργίαν αὐτῶν, καὶ μὴ ἀγνοῶν, ἃ μελετῶσιν, ὅμως ἐπιτρέπει, οὐ χαριζόμενος ἐκείνοις, ἀλλ' οἰκονομῶν ἕτερα, ἓν μέν, ἵνα διδάξῃ τοὺς ἀπαλλαγέντας, ὅσους καὶ οἵους εἶχον ἐνοίκους· ἕτερον δέ, ἵνα μάθωσι πάντες, ὅτι οὐδὲ χοίροις ἐπιπηδῆσαι δύνανται, εἰ μὴ παραχωρήσῃ τούτοις αὐτός·
τρίτον, ὅτι χαλεπώτερα τῶν χοίρων ἐκείνοις ἂν εἰργάσαντο πάντως, εἰ μὴ καὶ ἐν αὐτῷ τῷ τυραννεῖν ἀναχαιτίζοντο παρὰ τοῦ Θεοῦ, καὶ οὐ συνεχωροῦντο ποιεῖν ὅσα βούλονται. Παντί γὰρ δῆλον, ὅτι τοὺς ἀνθρώπους πλεῖον μισοῦσι τῶν ἀλόγων, ἐπεὶ καὶ τὰ ἄλογα διὰ τοὺς ἀνθρώπους φθείρουσι, σπεύδοντες καὶ διὰ τῆς τούτων ἀπωλείας λυπεῖν αὐτούς· τέταρτον, ἵνα ὁ θάνατος τῶν χοίρων βεβαιώσῃ πάντας, ὅτι ἐξῆλθον οἱ δαίμονες.
col. 301–302page 98 of 329
PG 129:301Καὶ ὅρα πάνσοφον ἀντιμηχάνημα τοῦ Σωτῆρος. Μελετήσαντες γὰρ βλάψαι, πλεῖον ἐβλάβησαν, καὶ τοὐναντίον, οὗ ἐβούλοντο, γέγονεν. Ἐξέλαμψε μὲν γὰρ ἡ τοῦ Χριστοῦ δύναμις· ἐλέγχθη δὲ τούτων ἡ ἀσθένεια καὶ ἡ πονηρία. Κατὰ τοῦ κρημνοῦ δὲ ὥρμησεν ἡ ἀγέλη εἰς τὴν θάλασσαν, ἀντὶ τοῦ, διὰ τοῦ κρημνοῦ. Μάρκος δὲ καὶ τὸν ἀριθμὸν τῶν χοίρων ἔγραψεν, ὅτι ἦσαν ὡς δισχίλιοι. Σὺ δέ μοι νόει καὶ κατὰ ἀναγωγὴν, ὅτι οἱ δαίμονες ἀπὸ μὲν τῶν ἀνθρώπων ἐκβάλλονται, λέγω δή, τῶν λόγῳ βοηθουμένων· τοῖς δὲ χοίροις ἐφάλλονται, δηλαδὴ τοῖς ἀλόγως ἐγκυλιομένοις τῷ βορβόρῳ τῶν ἡδονῶν, καὶ κατακρημνίζουσιν αὐτοὺς εἰς ἀπώλειαν. Οἱ δὲ — πάντα. Ἔφυγον φοβηθέντες, μὴ καὶ αὐτοὺς ἀνέλωσιν οἱ τοὺς χοίρους αὐτῶν ἀνελόντες δαίμονες.
Ἀπήγγειλαν δὲ πάντα, δηλαδὴ τὰ ῥηθέντα, παρά τε τῶν δαιμόνων, καὶ παρὰ τοῦ Χριστοῦ, καὶ τὰ τῆς ἀπωλείας τῶν χοίρων. Καὶ τὰ δαιμονιζομένων. Τὰ τῆς μεταβολῆς καὶ εὐκοσμίας αὐτῶν. Καὶ ἰδοὺ — Ἰησοῦ. Ἤρχετο γάρ αὐτὸς ἐπὶ τὴν πόλιν. Πᾶσα δὲ ἡ πόλις, ἀντὶ τοῦ, πάντες οἱ πολίται. Καὶ — αὐτῶν. Λυπηθέντες μὲν, ὡς εἴρηται, καὶ διὰ τὴν ἀπώλειαν τῶν χοίρων, ἔτι δὲ καὶ φοβηθέντες, ὡς ὁ Λουκᾶς εἶπεν· ἐδεδοίκεισαν γὰρ, μήτι κακὸν καὶ εἰς αὐτοὺς οἱ δαίμονες ἐκβληθέντες δράσωσιν. Ὁ δὲ Χριστὸς εὐθὺς ὑπήκουσεν. Οὐ γὰρ ἦσαν ἄξιοι τῆς αὐτοῦ διδασκαλίας. Ἅμα δὲ καὶ κατέλιπεν αὐτοῖς διδασκάλους τοὺς ἀπαλλαγέντας τῶν δαιμόνων καὶ τοὺς συβώτας. Καὶ εἰς τὴν ἰδίαν πόλιν. Ἰδίαν πόλιν αὐτοῦ τὴν Καπερναοὺμ λέγει.
Καὶ γὰρ ἡ μὲν Βηθλεὲμ ἤνεγκεν αὐτόν· ἡ δὲ Ναζαρέτ ἔθρεψεν· ἡ δὲ Καπερναοὺμ εἶχεν εἰς τὸ ἑξῆς οἰκοῦντα. ΚΕΦ. ΙΓʹ. Περὶ τοῦ παραλυτικοῦ. Καὶ ἰδοὺ — βεβλημένον. Τὸ ἰδοὺ συνεχῶς ἡ Ἑβραῖς τίθησι γραφή, ὡς ἰδίωμα, καθάπερ καὶ πολλὰ ἕτερα. Προσήκει δὲ εἰπεῖν, ὅτι ἕτερός ἐστιν ὁ παραλυτικὸς οὗτος παρὰ τὸν ὑπὸ Ἰωάννου μνημονευόμενον. Ἐκεῖνος μὲν γὰρ ἐν τῇ Βηθεσδὰ κατέκειτο· οὗτος δὲ ἐν τῇ Καπερναούμ ἦν. Καὶ ὁ μὲν τριάκοντα καὶ ὀκτὼ εἶχεν ἔτη· περὶ τούτου δὲ οὐδὲν τοιοῦτον ἱστόρηται. Καὶ ὁ μὲν οὐκ εἶχεν ἄνθρωπον· οὗτος δὲ εἶχε τοὺς βαστάζοντας. Καὶ τούτῳ μέν φησιν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· ἐκείνῳ δὲ, Θέλεις ὑγιὴς γενέσθαι; Καὶ τὸν μὲν ἐν Σαββάτῳ τεθεράπευκε, διὸ καὶ ἐγόγγυζον Ἰουδαῖοι·
τοῦτον δὲ κατ' ἄλλην ἡμέραν, διὸ καὶ ἐσίγησαν.
col. 303–304page 99 of 329
PG 129:303Καὶ ἰδὼν αἱ ἁμαρτίαι σου. Ὡς γὰρ ὁ Μάρκος καὶ ὁ Λουκᾶς εἶπον, μὴ δυνάμενοι εἰσελθεῖν, διὰ τὸ πλῆθος τῶν συλλεγέντων, ἀνῆλθον ἐπὶ τὴν στέγην τῆς οἰκίας, ἐν ᾗ ἐδίδασκεν ὁ Ἰησοῦς, καὶ ἀνορύξαντες αὐτήν, ἐχάλασαν δι' αὐτῆς τὸν κράββατον, ἐφ' ᾧ κατέκειτο ὁ παράλυτος· καὶ πάντα μεγάλης πίστεως ἦσαν, ἥτις ἔπεισεν αὐτοὺς, μὴ ἀπογνῶναι, μηδ' ὑποστρέψαι, ἀλλὰ πάντα ποιῆσαι καὶ παθεῖν, ὑπὲρ τοῦ ἀγαγεῖν αὐτὸν εἰς ὄψιν τοῦ Σωτῆρος, πιστεύοντας, ὅτι αὐτίκα τεύξεται τῆς ἰάσεως. Πίστιν δὲ αὐτῶν φησιν, οὐ μόνον τῶν χαλασάντων, ἀλλὰ καὶ τοῦ χαλασθέντος· οὐ γὰρ ἂν ἠνέσχετο χαλασθῆναι, εἰ μὴ ἰαθῆναι ἐπίστευεν. Ἰδὼν δὲ ὁ Χριστὸς τὴν τηλικαύτην πίστιν αὐτῶν, πρῶτον μὲν ἀφίησι τῷ νοσοῦντι τὰς ἁμαρτίας αὐτοῦ·
μετὰ τοῦτο δὲ θεραπεύει τὸ σῶμα· ἅμα μὲν διδάσκων, ὅτι τὰ πολλὰ τῶν νοσημάτων ἐξ ἁμαρτιῶν φύονται, καὶ χρὴ πρῶτον καθεῖναι τὸ αἴτιον· καὶ γὰρ πρὸς τὸν παρὰ τῷ Ἰωάννῃ παραλυτικὸν εἴρηκεν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χειρόν τί σοι γένηται· ἅμα δὲ δεικνύων, ὅτι Θεός ἐστι. Τὸ μὲν γὰρ ἰᾶσθαι σωματικάς νόσους καὶ τῶν ἁγίων ἦν· τὸ δὲ ἀφιέναι ἁμαρτίας, μόνου Θεοῦ· διὸ καὶ οἱ Γραμματεῖς ἐθορυβήθησαν. Καὶ — βλασφημεῖ. Ὁ δὲ Μάρκος φανερώτερον εἶπεν, ὅτι καὶ Ἦσάν τινες τῶν Γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός; Ἐσκανδαλίζοντο δὲ ὑπὸ φθόνου καὶ πονηρίας.
Καὶ γὰρ πολλάκις αὐτὸν εἶδον ἐξουσιαστικῶς καὶ νόσους φυγαδεύοντα, καὶ δαίμονας ἀπελαύνοντα, καὶ ἀνέμοις καὶ θαλάσσῃ ἐπιτιμῶντα, καὶ πάντα ταῦτα διαπραττόμενον ὑπὲρ ἄνθρωπον· ἀλλ' αὐτοὶ τὰ ἴδια πάθη ἐκδικοῦντες, ἐδόκουν τὸν Θεὸν ἐκδικεῖν. Ἰδὼν δὲ — ὑμῶν; Ἐνταῦθα καὶ ἕτερον ἀναντίρρητον σημεῖον τῆς ἑαυτοῦ θεότητος δείκνυσι, καὶ τῆς πρὸς τὸν Πατέρα ἰσότητος, τὸ γινώσκειν τοὺς διαλογισμοὺς τῶν καρδιῶν αὐτῶν, ὅπερ ὁμοίως ἦν μόνου Θεοῦ. Γέγραπται γάρ· Σὺ ἐπίστασαι καρδίας μονώτατος. Καὶ πάλιν· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Καὶ αὖθις· Ἄνθρωπος ὄψεται εἰς πρόσωπον· ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν. Ἐπεὶ γὰρ ἐκεῖνο, ὡς φαινόμενον αὐτοῖς ἀδύνατον, οὐκ ἐδέξαντο, ἐπάγει τοῦτο λοιπόν, ὡς ἀναμφίβολον·
διὰ τούτου κἀκεῖνο βεβαιῶν, καὶ τρόπον τινὰ λέγων, ὅτι ὄντως οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς, ὁ βλέπων τὰς ἐνθυμήσεις τῶν ἀνθρώπων. Τί γὰρ — περιπάτει; Ἐπεὶ βλάσφημος ὑμῖν δοκῶ, φησίν, ὡς ἀφιεὶς ἁμαρτίας, καὶ ἴσον ἐμαυτὸν τῷ
col. 305–306page 100 of 329
PG 129:305Θεῷ ποιῶν, ἀποκρίθητε· Ποῖόν ἐστιν εὐχερέστερον εἰς πράξιν, πότερον τὸ εἰπεῖν τόδε, ἢ τὸ εἰπεῖν τόδε; Ἦσαν δὲ καὶ ἄμφω τά, περὶ ὧν ἠρώτησε, Θεῷ μὲν δυνατά, ἀνθρώπῳ δὲ ἀδύνατα. Καὶ γὰρ καὶ τὸ ἀφιέναι ἁμαρτίας Θεοῦ μόνου ἦν· ὁμοίως δὲ καὶ τὸ κατ' ἐξουσίαν ἐγεῖραι, καὶ ἀρτιῶσαι τὸν παράλυτον. Σιγώντων δὲ αὐτῶν, διὰ τὸ μηδέτερον ἔχειν εἰπεῖν εὐχερέστερον ἑτέρου, φησὶν αὐτός· Ἵνα δὲ εἰδῆτε — ἁμαρτίας. Ἐλλειπτικόν ἐστι τουτὶ τὸ σχῆμα τοῦ λόγου· λείπει γὰρ τὸ, θεωρήσατε. Ἵνα δέ, φησί, γνώτε, ὅτι ὁ φαινόμενος ὑμῖν ἄνθρωπος ἐξουσίαν ἔχει, ὡς Θεός, βλέψατε. Τὸ δέ, ἐπὶ τῆς γῆς, ἁπλῶς πρόσκειται, ἢ ἀντὶ τοῦ, ἐπὶ τῆς ἐν γῇ πολιτείας αὐτοῦ. Ἔλεγε δὲ τοῦτο περὶ ἑαυτοῦ. Τότε λέγει — αὐτοῦ.
Ἐπειδὴ τὸ μὲν ἀφιέναι ἁμαρτίας ἀφανῆ τὴν ἀπόδειξιν εἶχε· τὸ δὲ κατ' ἐξουσίαν ἐγεῖραι τὸν παράλυτον φανερᾶς ἐδεῖτο τῆς ἀποδείξεως· ποιεῖται τὴν φανερὰν τεκμήριον τῆς ἀφανοῦς, καὶ διὰ ταύτης καὶ περὶ ἐκείνης πληροφορεῖ, ὅτι ὁ τοῦτο δυνηθεὶς δύναται κἀκεῖνο. Πρὸς βεβαίωσιν δὲ τῆς συσφίγξεως τοῦ παρειμένου σώματος, ἐκέλευσεν ἆραι τὸν κράββατον, ἵνα μὴ δόξῃ φαντασία τις τὸ γεγενημένον. Ἀποστέλλει δὲ αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· τοῦτο μέν, ἵνα μὴ παρὼν καὶ δρώμενος ἔπαινον αὐτῷ προξενήσῃ· τοῦτο δὲ καί, ἵνα σχῇ μάρτυρας τῆς ὑγείας ἀναντιρρήτους, αὐτοὺς τοὺς ἀπαραγράπτους καὶ τῆς νόσου μάρτυρας, καὶ ἵνα τούτοις ἀφορμὴ γένηται πίστεως. Ἰδόντες δὲ — ἀνθρώποις. Ἐθαύμασαν μέν, ὅτι ὡς Θεὸς ἐθαυματούργησεν·
ὅμως ἄνθρωπον αὐτὸν εἶναι ὑπελάμβανον, ἔχοντα ἐξουσίαν ὑπὲρ ἄνθρωπον. ΚΕΦ. ΙΔʹ. Περὶ Ματθαίου τοῦ τελώνου. Καὶ ἀκολούθει μοι. Παράγων, ἀντὶ τοῦ, πορευόμενος. Ὅρα δὲ τὸν εὐαγγελιστήν, πῶς οὐκ ἐπαισχύνεται τὸν πρότερον ἑαυτοῦ βίον. Ἀλλὰ Μάρκος μὲν καὶ Λουκᾶς, αἰδοῖ τοῦ συμμαθητοῦ, τὸ φανερὸν ὄνομα τούτου παρέδραμον, Λευῒν τοῦτον ὀνομάσαντες· ἐκαλεῖτο γὰρ καὶ τοῦτο. Αὐτὸς δὲ φανερῶς τελώνην ἑαυτὸν ἀνομολογεῖ, διότι οὐδὲ Χριστὸς ἐπῃσχύνθη τοῦτον. Ἅμα δὲ καὶ δείκνυσιν ἐντεῦθεν τὴν δύναμιν τοῦ καλέσαντος αὐτὸν εἰς μαθητείαν, πῶς ἀνέσπασε τοῦτον εὐχερῶς ἐκ μέσου τοῦ τελωνίου, σφόδρα φιλοκερδοῦς καὶ ἀναιδεστάτης καπηλείας. Τελώνιον γὰρ λέγει τὸ τοῦ κομμερκιαρίου πραιτώριον.
Δείξας δὲ πρότερον ὁ Χριστός, ὅτι δύναται ἀφιέναι ἁμαρτίας, τότε καὶ ἐπὶ τὸν
col. 307–308page 101 of 329
PG 129:307τελώνην ἔρχεται, ἵνα μὴ θορυβῶνται τινες, βλέποντες αὐτὸν τοῖς μαθηταῖς ἐναρίθμιον· ἀλλ᾽ ἵνα λογίζωνται, ὅτι ὁ ἑτέρων ἁμαρτήματα λύων, πολλῷ μᾶλλον ἔλυσε τὰ τοῦ μαθητοῦ. Ὡς περὶ ἑτέρου δὲ τὰ περὶ ἑαυτοῦ διηγείται, στέργων τὸ ἀκόμπαστον· μέγα γὰρ ἐποίησεν, εὐθὺς ἀκολουθήσας αὐτῷ. Ὁ δὲ — αὐτῷ. Θαύμασον τὴν τελείαν τοῦ κληθέντος ὑπακοὴν, πῶς οὐ διεσκέψατο, πῶς οὐκ ἀνεκοινώσατο περὶ τούτου φίλοις, πῶς οὐ διώκτησε τὰ κατὰ τὸν οἶκον καὶ τὴν οὐσίαν· ἀλλ' εὐθέως ἀναστὰς ἠκολούθησε, πάντα μὲν τὸν κόσμον ἀπολιπών, μόνην δὲ τὴν γνώμην ἐπαγόμενος παρεσκευασμένην πρὸς τὰ κελευόμενα παρὰ τοῦ καλέσαντος, ὃν τρόπον καὶ οἱ προκληθέντες.
Ἀλλὰ τίνος ἕνεκεν περὶ Πέτρου μὲν, καὶ Ἀνδρέου, καὶ Ἰακώβου, καὶ Ἰωάννου, καὶ Ματθαίου, οὐ μόνον αὐτὸς ὁ Ματθαῖος, ἀλλὰ καὶ Μάρκος καὶ Λουκᾶς ἔγραψαν, πῶς καὶ τίνα τρόπον ἐκλήθησαν· περὶ δὲ τῶν ἄλλων μαθητῶν οὐδὲν τοιοῦτον ἐδίδαξαν; Διότι μάλιστα τῶν ἄλλων οὗτοι ἦσαν ἐν ἀποβλήτοις ἐπιτηδεύμασιν. Οὔτε γὰρ τελώνου τι χεῖρον, οὔτε ἁλιέως εὐτελέστερον. Διὸ καὶ μᾶλλον οἱ εὐαγγελισταὶ τὸ ἀξιόπιστον ἐν ἅπασιν ἔχουσιν, ὅτι οὐδὲ τὰ δοκοῦντα φέρειν τοῖς μαθηταῖς ὄνειδος παρελίμπανον. Καὶ οὐκ ἐπὶ τῶν μαθητῶν μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ διδασκάλου τοῦτο ποιοῦσιν.
Αὐτίκα γοῦν πολλὰ μὲν τῶν θαυμάτων αὐτοῦ παρέδραμον, οὐδὲν δὲ τῶν παθημάτων αὐτοῦ παρέλιπον, δεικνύντες περὶ μὲν τῶν μαθητῶν, ὁποῖοι ὄντες ὁποίας χάριτος ἠξιώθησαν· περὶ δὲ τοῦ διδασκάλου, ὁποῖος ὢν ὁποία πέπονθε δι' ἡμᾶς. Καὶ ἐγένετο — αὐτοῦ. Ἰδὼν ὁ Χριστὸς τὴν εἰλικρινεστάτην ὑπακοὴν τούτου καὶ προθυμίαν, ἐπὶ τὴν οἰκίαν αὐτοῦ παραγίνεται, τιμῶν τε αὐτὸν καὶ οἰκειούμενος, καὶ παρρησίας μεταδιδούς, καὶ ἵνα καὶ τοῖς ἐκεῖ παράσχῃ τινὰ διόρθωσιν· αὐτὸς δέ, τοιούτου τυχὼν ἀγαθοῦ, φιλοτιμότερον διεγείρεται, καὶ, καθώς φησιν ὁ Λουκᾶς, ἐποίησε δοχὴν μεγάλην αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, τουτέστιν, ὑποδοχὴν, θεραπείαν, ἑστίασιν. Τελώνας δὲ καὶ ἁμαρτωλοὺς τοὺς αὐτοὺς λέγει, πρὸς διασυρμὸν αὐτῶν.
Διεβέβληντο γάρ, ὡς ἄδικοι, καὶ πλεονέκται, καὶ ἅρπαγες, καὶ ἀσυμπαθεῖς, καὶ ἀναιδεῖς· ἢ καὶ ἄλλοι τινὲς ἦσαν, ἴσως ἕτερα μὲν ἐπιτηδεύματα ἔχοντες, τοῖς αὐτοῖς δὲ πάθεσιν ἐνεχόμενοι. Τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. Παρέλαβε γὰρ καὶ τούτους εἰς ἑστίασιν ὁ Ματθαῖος,
col. 309–310page 102 of 329
PG 129:309κοινωνήσοντας αὐτῷ τῆς χαρᾶς, ὡς ὁμοτέχνους καὶ συνήθεις. Ὁ δὲ Χριστὸς ἠνέσχετο καὶ ἀναπεσεῖν καὶ συναναπεσεῖν τοιούτοις, διὰ τὴν μέλλουσαν γενέσθαι τοῖς συνανακειμένοις ὠφέλειαν· καὶ μετέσχε τῶν ἐξ ἀδικίας παρατεθέντων αὐτοῖς, διότι μέγα κέρδος ἐντεῦθεν ἔμελλεν ἔσεσθαι, καὶ οὐκ ἐφρόντισε τῆς παρὰ τῶν πολλῶν μέμψεως, εἰδὼς, ὅτι ὁ ἰατρός, ἐὰν μὴ ἀνάσχηται σηπεδόνος, οὐκ ἀπαλλάττει ταύτης τοὺς κάμνοντας· καίτοι σαφῶς ἐγίνωσκεν, ὅτι πονηρὰν ἐντεῦθεν ὑπόληψιν λήψεται, διότι τε πρὸς εὐωχίαν ἦλθε, καὶ διότι πρὸς εὐωχίαν τελώνου, καὶ διότι πολλοῖς τελώναις καὶ ἁμαρτωλοῖς συνανέπεσεν. Ὅρα γοῦν ὕστερον τοὺς Ἰουδαίους ὀνειδίζοντας αὐτῷ καὶ λέγοντας·
Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν· ἀλλ' ὅμως ἐκεῖνος ὑπερεώρα τούτων πάντων, ἵνα τὸ σπουδαζόμενον ἀνύσῃ, καὶ ἵνα μάθῃς, ὅτι συναναπεσὼν αὐτοῖς, μέγιστον ἤνυσεν. Ἄκουσον, τί φησι Ζακχαῖος ὁ τελώνης. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, ὅτι Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, πτερωθεὶς ὑπὸ τῆς χαρᾶς, εἶπεν· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μοι, Κύριε, δίδωμι πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Καὶ πῶς ὁ Παῦλος λέγει· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν; Ὁ Παῦλος οὐ πρὸς διδασκάλους, ἀλλὰ πρὸς ἁπλῶς ἀδελφοὺς τοῦτο παραινεῖ.
Ἀλλὰ καὶ περὶ ἀδελφῶν ἐκεῖνος τοῦτό φησιν· οὗτοι δὲ οἱ τελῶναι καὶ ἁμαρτωλοὶ οὔπω γεγόνασιν ἀδελφοί. Ἀλλὰ καὶ, ὅταν ἐπιμένωσι ταῖς ἁμαρτίαις· οὗτοι δὲ μεταβληθῆναι μᾶλλον ἔμελλον. Καὶ — ὁ διδάσκαλος ὑμῶν; Μάρκος δὲ καὶ Λουκᾶς φασιν, ὅτι καὶ οἱ Γραμματεῖς τοῦτο μετὰ τῶν Φαρισαίων εἶπον. Ὅρα δὲ, πῶς, ὅτε μὲν οἱ μαθηταὶ δοκοῦσιν ἁμαρτάνειν, τῷ διδασκάλῳ κατ' αὐτῶν λέγουσιν· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ· ὅτε δὲ ὁ διδάσκαλος, ὡς καὶ νῦν, παρὰ τοῖς μαθηταῖς διαβάλλουσιν αὐτὸν, κακουργοῦντες, ὥστε τὸν χορὸν τῶν μαθητῶν ἀποῤῥῆξαι τοῦ διδασκάλου. Τί οὖν ἡ ἄπειρος σοφία; Ὁ δὲ Ἰησοῦς ἀκούσας — κακῶς ἔχοντες.
Ἀπὸ κοινοῦ παραδείγματος ἐπεστόμισεν αὐτοὺς, καὶ τὸ ἔγκλημα τοῦτο μᾶλλον εἰς κατόρθωμα περιέτρεψε, δείξας οὐ μόνον ἄμεμπτον, ἀλλὰ καὶ μᾶλλον ἐπαινετόν. Εἶτα καὶ ἀπὸ Γραφῆς προφητικῆς αὐτοὺς ἔπεισεν, εἰπών·
col. 311–312page 103 of 329
PG 129:311Πορευθέντες – θυσίαν. Ὀνειδίζει μὲν αὐτοῖς καὶ ἀμάθειαν τῶν Γραφῶν, καταστέλλει δὲ καὶ τὸ φρόνημα τούτων, ἐπαιρομένων ἐπὶ ταῖς θυσίαις. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι οὐδὲν ἐναντίον τῇ θείᾳ Γραφῇ ποιῶ. Καὶ γὰρ ὁ Θεὸς εἰπὼν διὰ τοῦ προφήτου· Ἔλεον θέλω, καὶ οὐ θυσίαν· ἔδειξεν, ὅτι κρείττων θυσίας ἐστὶν ὁ ἔλεος. Διὸ κἀγὼ ἐλεῶν τοὺς νοσοῦντας ἐν ἁμαρτίαις, ἐπιδημῶ τούτοις, ὡς ἰατρὸς, καὶ συναναστρέφομαι, καὶ παντὶ τρόπῳ θεραπεύω. Οὐ μετάνοιαν. Οὐκ ἦλθον ἐπιστρέψαι δικαίους· αὐτοὶ γὰρ ἑαυτοῖς ἀρκοῦσιν εἰς σωτηρίαν· ἀλλ' ὁμολογῶ, διὰ μόνους τοὺς ἁμαρτωλοὺς ἐλθεῖν, δεομένους μετανοίας. Καὶ πῶς ἄρα βδελύξομαι τούτους, δι' οὓς ἐλήλυθα;
Φησὶ δὲ ὁ Χρυσόστομος, τὸν Χριστὸν τοῦτο κατ' εἰρωνείαν εἰπεῖν, ὅτι Οὐκ ἦλθον καλέσαι δικαίους, οἷοί ἐστε ὑμεῖς, οἱ δικαιοῦντες ἑαυτούς. Τότε – νηστεύουσιν; Ὁμοίως καὶ τοῦτο Μάρκος καὶ Λουκᾶς, τοὺς Γραμματεῖς καὶ Φαρισαίους εἰπεῖν λέγουσιν, ὡς εἶναι δῆλον, ὅτι πρῶτον μὲν ἐκεῖνοι τοῦτο εἶπον, εἶτα παρώρμησαν καὶ τοὺς τοῦ Βαπτιστοῦ μαθητάς, ὡς διακειμένους καὶ αὐτοὺς πρὸς τὸν Χριστὸν ζηλοτύπως. Καὶ ἐπεὶ ὑπὸ τοῦ Σωτῆρος ἐπεστομίσθησαν, μετέστησαν τὴν μέμψιν ἐπὶ τοὺς μαθητὰς αὐτοῦ, καὶ προσελθόντες ἐνεκάλουν κατ' αὐτῶν. Ὁ δὲ ἔλεγον, τοιοῦτον ἦν· ὅτι, Εἰ καὶ σύ, ὡς ἰατρός, ταῦτα ποιεῖς, διατί οὐκ ἐπιτάττεις τοῖς μαθηταῖς σου νηστεύειν, καὶ μὴ τρυφᾶν;
Ἑαυτοὺς δὲ πρῶτον ἐπαινοῦσι, κομπάζοντες, ὅτι Νηστεύομεν πολλά. Καὶ γὰρ ἐνήστευαν, οἱ μὲν, παρὰ Ἰωάννου τοῦτο μαθόντες, οἱ δὲ, παρὰ τοῦ νόμου. Εἶτα τοὺς μαθητὰς αὐτοῦ διασύρουσι. Καὶ ἄρα τὴν ἐπιείκειαν τοῦ Χριστοῦ, πῶς οὐκ ἤλεγξεν αὐτοὺς ἀλαζόνας, ἀλλὰ διὰ παραβολῆς αὐτοῖς ἀπελογήσατο μεθ' ἱλαρότητος. Καὶ εἶπεν – νυμφίος; Ἄνω μὲν ἰατρὸν ἑαυτὸν ὠνόμασεν, ἐνταῦθα δὲ νυμφίον. Καὶ εἰκότως. Ἰατρὸν μὲν, ὡς καθαίροντα τὰς νοσούσας ψυχάς· νυμφίον δὲ, ὡς μνηστευόμενον ταύτας παρθενευούσας. Υἱοὺς δὲ τοῦ νυμφῶνος λέγει τοὺς οἰκείους τῆς νυμφεύσεως. Ταῦτα δὲ εἴρηκεν, ἀναμιμνήσκων αὐτοὺς τῶν ῥημάτων τοῦ Ἰωάννου, φήσαντος, ὅτι ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν·
ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει, διὰ τὴν φωνὴν τοῦ νυμφίου. Ἔστι δὲ ὁ νοῦς τῶν ῥητῶν τοιούτος· ὅτι Παρεγενόμην ἐπὶ τῷ νυμφεύσασθαι καὶ συνάψαι ἐμαυτῷ
col. 313–314page 104 of 329
PG 129:313διὰ πίστεως τὴν Ἐκκλησίαν τῶν πιστῶν· ὁ δὲ καιρὸς οὗτος τῆς νυμφεύσεως οὐκ ἔστι πένθους καιρός, ἀλλὰ χαρᾶς· καὶ λοιπὸν οὐ δύνανται νηστεύειν οἱ οἰκεῖοι αὐτῆς· θλιβερὸν γὰρ τὸ νηστεύειν τοῖς ἀτελῶς ἔτι διακειμένοις· τούτους δὲ χρὴ χαίρειν, ἕως οὗ εἰμι μετ' αὐτῶν, συνόντας μοι, καὶ τῆς φωνῆς μου ἀκούοντας. Ἐλεύσονται — νηστεύσουσιν. Ἐνταῦθα παρεδήλωσεν, ὅτι ἀναιρεθήσεται μὲν αὐτὸς, αὐτοὶ δὲ μετὰ τοῦτο πολλὰ καὶ νηστεύσουσι, καὶ κακοπαθήσουσιν. Οὐδεὶς — παλαιῷ. Δεῖξαι θέλων, ὅτι ὡς ἀσθενέσιν ἔτι τοῖς μαθηταῖς οὐκ ἐπιφορτίζει τὸ βάρος τῆς νηστείας, διὰ παραβολῆς τοῦτο δείκνυσι, λέγων· Οὐδεὶς ἰώμενος ἱματίου παλαιοῦ σαθρότητα, ἐπιρράπτει τεμάχιον ράκους ἀγνάφου, τουτέστι καινοῦ, ἐπὶ μέρει παλαιῷ.
Εἶτα λέγει καὶ τὴν αἰτίαν. Αἴρει — γίνεται. Τὸ γὰρ πλήρωμα αὐτοῦ, τουτέστιν ἡ ὁλότης τοῦ ἀγνάφου ράκους, ἰσχυρὰ καὶ βαρεία οὖσα, αἴρει καὶ κατασπᾷ μᾶλλον ἀπὸ τοῦ ἱματίου, σαθροῦ τυγχάνοντος, ὅσον ἂν ἐπιλάβῃ· καὶ γίνεται μείζον σχίσμα. Λοιπὸν οὖν, οὐδὲ ἐγὼ νῦν, ἰώμενος τὴν σαθρότητα τῶν μαθητῶν, ἐπιβάλλω ταύτῃ ἰσχυρότητα καὶ βάρος νηστείας, ἵνα μὴ πλεῖον σαθρωθῇ, μὴ δυναμένη βαστάζειν τὸ ἐπιβληθέν· ἀλλὰ συγκαταβαίνω τῇ ἀσθενείᾳ αὐτῶν, μέχρις ἂν διὰ τοῦ θείου Πνεύματος ἀνακαινισθῶσιν. Οὐδὲ — παλαιούς. Καὶ ἑτέραν λαμβάνει παραβολήν, οἶνον νέον λέγων, τὴν αὐστηρίαν καὶ σφοδρότητα τῶν ἐντολῶν· οἶνον μὲν, ὡς εὐφραίνουσαν τὰς τῶν τελείων ψυχάς· νέον δέ, ὡς ἀσυνήθη τοῖς ἀγυμνάστοις.
Καὶ πάλιν, ἀσκοὺς παλαιοὺς ὀνομάζων, τοὺς μαθητάς· ἀσκοὺς μὲν, ὡς χωροῦντας διδασκαλίαν· παλαιοὺς δὲ, ὡς ἀσθενεῖς. Εἰ δὲ μή γε — ἀπολοῦνται. Ῥήγνυνται οἱ ἀσκοί, εἴτουν παραλύονται, μὴ δυνάμενοι φέρειν τὴν ἰσχὺν τοῦ νέου οἴνου· καὶ ὁ οἶνος ἐκχεῖται, μὴ κατασχεθείς, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται, ἄχρηστοι τοῦ λοιποῦ γενόμενοι. Ἀλλὰ — συντηροῦνται. Χρὴ γὰρ τὸν ἄριστον οἰκονόμον διακρίνειν καὶ τὴν φύσιν τοῦ οἴνου, καὶ τὴν δύναμιν τῶν ἀσκῶν, καὶ τὸν καιρόν. Νῦν γὰρ ἔτι παλαιοί εἰσιν οἱ μαθηταὶ, μήπω ἀνακαινισθέντες. Καὶ ἀλλαχοῦ δὲ πρὸς αὐτοὺς εἶπε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ἀμφότεροι δέ, φησί, συντηροῦνται, ὁ οἶνος δηλαδή, καὶ ὁ ἀσκὸς, ὁ μὲν βασταζόμενος, ὁ δὲ βαστάζων. ΚΕΦ.
ΙΕ΄. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Ταῦτα — ζήσεται. Ἡ τοῦ Ἰαείρου θυγάτης
col. 315–316page 105 of 329
PG 129:315αἰνίσσεται τὴν ἑκάστου ψυχὴν, ἀποθανοῦσαν τῇ ἀπραξίᾳ τῶν νομικῶν ἐντολῶν, καὶ τῇ ἀνενεργησίᾳ τῶν θείων προσταγμάτων. Οὗτος ἄρχων ἦν τῆς Συναγωγῆς τῶν Ἰουδαίων, Ἰάειρος ὀνομαζόμενος, ὡς λέγουσι Μάρκος καὶ Λουκᾶς. Ἐμπνέουσαν δὲ τὴν ἑαυτοῦ θυγατέρα κατέλιπε. Καὶ γὰρ Μάρκος μέν φησι, τοῦτον εἰπεῖν, ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· Λουκᾶς δὲ, ὅτι καὶ αὕτη ἀπέθνησκεν. Ὥστε τὸ, Ἄρτι τέθνηκε, στοχαζόμενος εἶπεν· ὑπέλαβε γάρ, ὅτι μέχρι τότε πάνυ ἕως ἂν ἀπέθανεν. Εἰκὸς δὲ, πρῶτον μὲν εἰπεῖν, ὅτι Ἐσχάτως ἔχει· εἶτα, ὅτι Ἄρτι τέθνηκεν, εἴτουν, ἕως ἄρτι. Δύο δὲ ἐζήτησεν, ἐλθεῖν τε καὶ ἐπιθεῖναι τὴν χεῖρα, παχύτερον διακείμενος. Καὶ — αὐτοῦ. Μάρκος δὲ καὶ Λουκᾶς φασιν, ὅτι καὶ ὄχλος πολύς ἠκολούθησε.
Καὶ γὰρ οἱ πλείους αὐτῶν σωματικώτερον ζῶντες, οὐχ οὕτω ψυχῆς ὠφέλειαν, ὡς σώματος ἰατρείαν ἐπεθύμουν ἰδεῖν. ΚΕΦ. ΙΓ'. Περὶ τῆς αἱμορροούσης. Καὶ — αὐτοῦ. Περὶ τοῦ παρόντος κεφαλαίου πλατύτερον καὶ φανερώτερον ἔγραψεν ὁ Λουκᾶς, καὶ ζήτησον παρ' ἐκείνῳ τὴν ἐξήγησιν τοῦ εἰκοστοῦ ἕκτου κεφαλαίου. Κράσπεδον δέ ἐστι τὸ ἄκρον τοῦ ἱματίου, ὃ παρὰ τοῖς ποσὶν εἰλούμενον ἐφάπτεται τῆς γῆς ἐν τῷ βαδίζειν. Ἔλεγε — σωθήσομαι. Πολλὴν μὲν εἶχε πίστιν. Ἐπίστευε γάρ, ὅτι μόνον ἁψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ σωθήσεται, τουτέστιν, ὑγιανεῖ. Πλὴν ἀτελῆ ταύτην εἶχεν. ὬΙετο γὰρ λαθεῖν αὐτὸν, ὃς βλέπει καὶ τὰ ἀφανῆ κινήματα τῆς ψυχῆς. Ὁ δὲ Ἰησοῦς — σέσωκέ σε.
Ὡς φιλοσύντομος ὁ Ματθαῖος, τὰ ἐν μέσῳ παρέδραμε, μόνον ἀπαγγείλας τὸ θαῦμα· ὁ δὲ Λουκᾶς ἅπαντα παρέθηκε δι' ἀκρίβειαν, καὶ εὑρήσεις ταῦτα ἐν τῷ δηλωθέντι κεφαλαίῳ. Καὶ — ὥρας ἐκείνης. Ἐσώθη, ἀντὶ τοῦ ὑγίανεν. Ἰάθη γὰρ εἶπεν ὁ Λουκᾶς. Ἀπὸ τῆς ὥρας δὲ, οὐκ ἀφ' ἧς ὁ Χριστὸς εἶπεν αὐτῇ τό· Θάρσει, θύγατερ, ἀλλ' ἀφ' ἧς ἥψατο τοῦ κρασπέδου, καθὼς Μάρκος τε καὶ Λουκᾶς ἱστόρησαν. Καὶ — αὐτοῦ. Ἔθος γὰρ ἦν ἐν ταῖς τοιαύταις συμφοραῖς αὐλητὰς εἰσάγειν, θρῆνον ἐγείροντας. Τοῦτο δὲ τὸ κεφάλαιον πλατύτερον ὁ Μάρκος ἀνέγραψε, καὶ ζήτησον παρ' αὐτῷ τὴν ἐξήγησιν τοῦ τρισκαιδεκάτου κεφαλαίου. Ὅτε δὲ — ἐκείνην. Περὶ τούτων πάντων εὑρήσεις ἀπαραλείπτως ἐν τῷ ῥηθέντι τρισκαιδεκάτῳ κεφαλαίῳ.
col. 317–318page 106 of 329
PG 129:317ΚΕΦ. ΙΖ'. Περὶ τῶν δύο τυφλῶν. Καὶ — Δαυίδ. Μαθόντες, περὶ ὧν ἐθαυματούργει, καὶ πιστεύσαντες αὐτὸν εἶναι τὸν προσδοκώμενον Χριστόν, περὶ οὗ πολλάκις ἤκουσαν, ἔρχονται καὶ ἀκολουθοῦσι κράζοντες· Ἐλέησον, ἤγουν, ἴασαι. Υἱὸν δὲ τοῦ Δαυΐδ τοῦτον λέγουσιν, ὡς ἀκηκοότες ὁμοίως ἐκ γένους Δαυΐδ ἀναβλαστήσειν αὐτόν. Εἰς τιμὴν δὲ αὐτοῦ τοῦτο κράζουσιν. Ἐντιμοτάτη γὰρ παρ' Ἰουδαίοις ἦν ἡ τοιαύτη προσηγορία· καὶ γὰρ ὅτι μὲν πάντα δύναται, ἐπίστευον· ὅτι δὲ καὶ Θεός ἐστιν, οὔπω πεπληροφόρηντο. Διὸ καὶ ἀνθρωποπρεπῶς αὐτὸν ἐτίμων, ὡς καὶ ἄλλοι πολλοί. Ἐλθόντι — τυφλοί. Παρείλκυσεν αὐτούς ἄχρι τῆς οἰκίας, ἵνα μὴ δόξῃ τοῖς μεμψιμοίροις ἐπιπηδᾶν ταῖς θαυματουργίαις, ὡς φιλόδοξος.
Πάντα γὰρ σαφῶς οἰκονομεῖ, περιαιρῶν πᾶσαν ἀφορμὴν μέμψεως. Εἰκὸς δὲ, πιστοῦ τινος εἶναι τὴν οἰκίαν, εἰς ἣν κατήχθη. Καὶ — ποιῆσαι; Δηλαδή, ὃ αἰτεῖσθε. Ἐγίνωσκε μὲν γὰρ, ὅτι πιστεύουσιν, ὅτι δύναται· πῶς γὰρ ἂν ἀκολουθοῦντες παρεκάλουν; Ἐρωτᾷ δὲ ὅμως, ἵνα φανερωθῇ καὶ τούτων ἡ πίστις, καὶ ἑλκυσθῶσι διὰ τούτων καὶ ἕτεροι. Τὰ θαύματα γὰρ οὐ μόνον διὰ τοὺς θεραπευομένους, ἀλλὰ καὶ μάλιστα διὰ τοὺς ὁρῶντας καὶ τοὺς ἀκούοντας εἰργάζετο. Λέγουσιν — Κύριε. Οὐκ ἔτι τοῦτον υἱὸν τοῦ Δαυΐδ, ἀλλὰ Δεσπότην ἀνακηρύττουσιν, ὑπὸ τῆς ἐρωτήσεως αὐτοῦ πτερωθέντες εἰς ὕψος πίστεως. Τότε — αὐτῶν οἱ ὀφθαλμοί.
Τῇ πίστει τούτων τὴν θεραπείαν ἀνατίθησιν, ὅπερ εἴωθε πολλαχοῦ ποιεῖν, διερεθίζων, ὡς εἴρηται, καὶ τοὺς ἄλλους εἰς πίστιν. Ἅπτεται δὲ καὶ τῇ χειρί, δεικνύων, ὅτι καὶ ἡ παναγία αὐτοῦ σὰρξ ζωῆς μεταδίδωσι. Μεγάλη δὲ κατηγορία τῶν Ἰουδαίων, ὅτι τυφλοὶ μὲν ἐξ ἀκοῆς μόνης ἐπίστευσαν, αὐτοὶ δέ, καὶ τὰ θαύματα βλέποντες, ἠπίστουν. Καὶ — γινωσκέτω. Ἐνεβριμήσατο, ἀντὶ τοῦ, αὐστηρῶς ἐνέβλεψε, συνελκύσας τὰς ὀφρύς, καὶ ἐπισείσας αὐτοῖς τὴν κεφαλήν, ὅπερ εἰώθασι ποιεῖν, οἱ ἐξασφαλιζόμενοί τινας περὶ φυλακῆς μυστηρίων. Οἱ — τῇ γῇ ἐκείνῃ.
Καὶ ἐν τῷ ἕκτῳ κεφαλαίῳ, καθαρίσας τὸν λεπρόν, παρήγγειλεν αὐτῷ σιγᾶν, καὶ ζήτησον ἐν τῇ ἐξηγήσει αὐτοῦ τὴν αἰτίαν, δι' ἣν σιγᾶν ἐπιτάττει, καὶ πῶς ὅλως ἐπιτάττει, γινώσκων, ὅτι οὐ σιγήσει, καὶ τὴν λύσιν ἐκείνην ἐπὶ πάντων ἔχε τῶν ὁμοίων. ΚΕΦ. ΙΗ'. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ. Αὐτῶν — δαιμονιζόμενον. Κωφὸν νῦν λέγει τὸ
col. 319–320page 107 of 329
PG 129:319Λέγεται γὰρ κωφός, οὐ μόνον ὁ μὴ ἀκούων, ἀλλὰ καὶ ὁ μὴ λαλῶν. Καὶ ἐκβληθέντος — χωφός. Οὐκ ἦν ἐκ φύσεως ἄλαλος, ἀλλ' ὁ δαίμων ἔδησε τὴν γλῶσσαν αὐτοῦ, καὶ πρὸ ταύτης τὴν ψυχήν. Διὰ τοῦτο γὰρ καὶ ἀφ' ἑτέρων προσάγεται, καὶ οὐκ ἀπαιτεῖται πίστιν. Οὔτε γὰρ λαλῆσαι, οὔτε συνιέναι ἐδύνατο. Καὶ τοῦτο γινώσκων ὁ Σωτὴρ, ἐξέβαλεν αὐτίκα τὸν δαίμονα, καὶ ἀπελαθέντος, ἐλύθη μὲν τὰ δεσμά, συνῆκε δὲ, καὶ ἐλάλησεν ὁ ἄνθρωπος. Καὶ — Ἰσραήλ. Οὐδέποτε ἐφάνη οὕτως, ἀντὶ τοῦ, Οὐδέποτε ἐφάνη τοιαῦτα παράδοξα. Πάντων δὲ τῶν ἀπ' αἰῶνος θαυματουργησάντων ὑπερετίθουν αὐτὸν, διότι πᾶν πάθος ἰάτο, καὶ ταχύτατα καὶ κατ' ἐξουσίαν·
καὶ ποτὲ μὲν λέγων, ποτὲ δὲ ἀπτόμενος, ποτὲ δὲ καὶ ἀπτόμενος καὶ λέγων, καὶ ἁπλῶς εἰπεῖν, ὡς ἐβούλετο· διὰ πάντων δεικνὺς τὸ ἑαυτοῦ παντοδύναμον. Οἱ δὲ Φαρισαῖοι — δαιμόνια. Οἱ ὄχλοι μὲν ἐθαύμαζον· οἱ Φαρισαῖοι δὲ διέβαλλον αὐτὸν, λέγοντες, ὅτι φίλον ἔχων τὸν ἄρχοντα τῶν δαιμονίων, δι' ἐκείνου ταῦτα διῴκει. Καὶ οὐδ' ἠσχύνοντο, φλυαροῦντες εὐέλεγκτα. Καὶ γὰρ ὁ τὸν ἄρχοντα τῶν δαιμονίων φίλον ἔχων, φίλα ἐκείνῳ διαπράττεται· φίλον δὲ τῷ δαίμονι, τὸ βλάπτειν ἀεὶ τοὺς ἀνθρώπους, τὸ διδάσκειν πᾶσαν ἁμαρτίαν, τὸ ἀφιστῶν πάντας ἀπὸ τοῦ Θεοῦ· ὁ δὲ Χριστὸς τἀναντία τούτων εἰργάζετο, εὐεργετῶν ἀεὶ τοὺς ἀνθρώπους, διδάσκων πᾶσαν ἀρετήν, προσάγων πάντας τῷ Θεῷ.
Ὅμως οὐ μόνον τούτους οὐκ ἐκόλασεν, ἀλλ' οὐδ' ἤλεγξεν αὐτοὺς, παιδεύων ἡμᾶς, μακροθύμως φέρειν τὰς διαβολάς, καὶ μᾶλλον εὖ ποιεῖν τοὺς ὑβρίζοντας. Ὅρα γὰρ, τί ἐποίησε. Καὶ ἐν τῷ λαῷ. Ταῦτα καὶ ἐν ἀρχῇ τοῦ τετάρτου κεφαλαίου εἴρηκεν ὁ παρὼν εὐαγγελιστής, καὶ ἡρμηνεύθησαν ἐν ἐκείνῳ. Ζήτησον δὲ καὶ παρὰ τῷ Μάρκῳ τὸ τέλος τοῦ τρίτου κεφαλαίου αὐτοῦ, καὶ εὑρήσεις διαφορὰν πόλεως καὶ κώμης ἐν τῇ ἐκείνου ἐξηγήσει. Περιήρχετο δὲ τὰς πόλεις πάσας καὶ τὰς κώμας τῶν Ἰουδαίων, ἵνα μηδεὶς αὐτῶν ἔχοι λέγειν, ὅτι πρὸς ἡμᾶς οὐκ ἦλθεν. Ἰδὼν — ποιμένα. Ἐσκυλμένοι μέν, ἀντὶ τοῦ, ἀνεπίστρεπτοι, διὰ τὸ μὴ ἔχειν τὸν ἐπιστρέφοντα· ἐῤῥιμμένοι δὲ, ἀντὶ τοῦ, ἡμελημένοι τέλεον, δίκην ἀποιμάντων προβάτων·
ὧν τὰ μὲν ἔσκυλται, ἤγουν πεπλάνηνται τῇδε κἀκεῖσε· τὰ δὲ ἔρριπται, ἤτοι καταβέβληνται, διὰ τὸ μὴ ἔχειν τὸν ἐπιμελόμενον. Οἱ γὰρ τῶν Ἰουδαίων ἄρχοντες οὐ μόνον οὐκ ἐπέστρεφον τοὺς ἁμαρτάνοντας, οὐδ' ἐπε
col. 321–322page 108 of 329
PG 129:321μελοῦντο τῶν κατεῤῥιμμένων, ἀλλὰ μᾶλλον αὐτοὶ χεῖρον τοῦ λαοῦ διέκειντο. Τότε — ὀλίγοι. Θερισμὸν μὲν, ἤγουν θέρος, καλεῖ νῦν τοὺς πιστεῦσαι μέλλοντας, ὡς ἑτοίμους εἰς τὸ συγκομισθῆναι διὰ τὸ προεγκατασπαρῆναι αὐτοῖς τὴν φήμην τῆς διδασκαλίας καὶ τῶν θαυμάτων αὐτοῦ. Ἀπῆλθε γὰρ, φησίν, ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν. Ἐργάτας δέ, ἤτοι θεριστάς, λέγει τοὺς μαθητὰς αὐτοῦ, οὓς ἐβούλετο πέμψαι πρὸς συγκομιδὴν τῶν τοιούτων ἀσταχύων. Ἵνα γὰρ μὴ, ἐπισυρόμενος τὰ πλήθη, δόξῃ διὰ τοῦτο περιέρχεσθαι τὰς πόλεις καὶ κώμας, ἐκπέμπει τοὺς μαθητὰς ἀνθ' ἑαυτοῦ.
Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι θερισμὸν εἴρηκε, δεικνύων τὴν εὐχέρειαν τῆς τοιαύτης διακονίας, ὡς τοῦ μείζονος πόνου προλαβόντος καὶ τελεσθέντος ὑπὸ τῶν προφητῶν, οἵ, καθάπερ τινα σπέρματα πίστεως, τοῖς Ἰουδαίοις τὰ περὶ τοῦ Χριστοῦ προκατεβάλοντο· ὃ καὶ ἐν τῷ Ἰωάννῃ ἔλεγεν, ὅτι Ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Θερισμὸν δὲ καὶ ἐργάτας νῦν εἰπών, ἀνέμνησεν αὐτοὺς καὶ τῶν τοῦ Βαπτιστοῦ ῥημάτων. Καὶ γὰρ ἐκεῖνος, περὶ τοῦ Χριστοῦ λέγων, γεωργὸν αὐτὸν ᾐνίξατο, προμνημονεύσας πτύου, καὶ ἄλωνος, καὶ σίτου, καὶ ἀχύρου, ὡς ἐν τῷ τρίτῳ κεφαλαίῳ προείρηται. Δεήθητε τὸν θερισμὸν αὐτοῦ.
Κύριον τοῦ θερισμοῦ ἑαυτὸν λέγει, ὡς αὐτῷ φυλαττομένου τοῦ τοιούτου θέρους, καὶ πρὸς αὐτὸν συγκομισθῆναι μέλλοντος, καὶ ὡς ἐξουσίαν ἔχων τοῦ θερισθῆναι αὐτό. Δεήθητε δέ, εἶπεν, οὐχ ὡς δεόμενος παρακληθῆναι ὑπ' αὐτῶν· τίς γὰρ ἐκείνου φιλανθρωπότερος; ἀλλὰ παιδεύων τοὺς μαθητάς, ἱκετεύειν τὸν Θεὸν ὑπὲρ τῶν πεπλανημένων. ΚΕΦ. ιʹ. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Καὶ πᾶσαν μαλακίαν. Πῶς οὖν, ὀλίγοις οὖσι τοῖς μαθηταῖς, οὐ προσέθηκε καὶ ἑτέρους; Προσέθηκεν αὐτοῖς, ἀλλ' οὐκ εἰς ἀριθμόν, ἀλλ' εἰς δύναμιν. Ἔδωκε γάρ, φησίν, αὐτοῖς ἐξουσίαν. Ὥστε καὶ ὀλίγους εἶπεν αὐτούς, οὐ κατ' ἔλλειψιν δυνάμεως, ἀλλὰ κατ' ἔλλειψιν ἀριθμοῦ. Καὶ τέως αὐτοὺς ἰατροὺς σωμάτων ποιεῖ·
μετὰ τοῦτο δὲ καὶ τὸ μεῖζον ἐμπιστεύει, τὴν τῶν ψυχῶν θεραπείαν. Ἐξέβαλλον δὲ τὰ δαιμόνια, καὶ ἰῶντο τὰς νόσους ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ. Τῶν δὲ δώδεκα — αὐτοῦ. Ἐπειδὴ περὶ Πέτρου
col. 323–324page 109 of 329
PG 129:323μὲν, καὶ ᾿Ανδρέου, καὶ Ἰακώβου, καὶ Ἰωάννου, καὶ ἑαυτοῦ προλαβὼν ἐδίδαξεν, ὅτι ἠκολούθησαν τῷ Χριστῷ, περὶ δὲ τῶν ἄλλων οὐδέν τι φανερὸν ἔγραψε· νῦν καταλέγει καὶ τὰ τούτων ὀνόματα, ἵνα τα γνωρίζωμεν αὐτοὺς, καὶ ἵνα διακρίνωμεν τούτους ἀπὸ τῶν ψευδαποστόλων. Εγένοντο γὰρ πολλοί ψευδαπόστολοι. Τοῦτο δὲ καὶ Μάρκος καὶ Λουκᾶς πεποιήκασι. Πρῶτον δὲ τὸν Πέτρον εἶπεν, οὐ μόνον ὡς πρεσβύτερον Ανδρέου τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλὰ καὶ ὡς πάντων διαφορώτερον ἐπὶ σταθερότητα. Διὸ καὶ ὁ Χριστός, Πέτρον αὐτὸν ὀνομάτας, εἶπεν· Ἐπὶ ταύτῃ τῇ πέτρα οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Διατί δὲ προσέθηκεν, ὅτι ὁ λεγόμενος Πέτρος;
Πάντως ἵνα μάθωμεν, ὅτι τε Σίμων ὠνομάζετο πρότερον, καὶ ἵνα διαστείλῃ τοῦτον ἀπὸ τοῦ ἑτέρου Σίμωνος, τοῦ προσαγορευομένου Κανανίτου. Ιάκωβος - ὁ ἀδελφὸς αὐτοῦ. Προέταξε τὸν Ἰάκωβον, ὡς τοῦ Ἰωάννου πρεσβυγενέστερον. Κατ' ἀρετὴν γὰρ ὁ Ιωάννης διέφερε. Φίλιππος - Βαρθολομαῖος. Οὗτοι μετὰ τοὺς προρρηθέντας ἠκολούθησαν τῷ Χριστῷ. Διὸ καὶ οὕτως ἐτάγησαν. Θωμάς - τελώνης. Μάρκος μὲν καὶ Λουκᾶς τὸν Ματθαῖον προτεθείκασι τοῦ Θωμᾶ, ὡς πρὸ αὐτοῦ μαθητευθέντα· Ματθαῖος δὲ νῦν μετριοφρονῶν ὑπεβίβασεν ἑαυτὸν, ἐπεὶ καὶ πάλιν τελώνην ἑαυτὸν ἐκάλεσεν, εἰς οἰκείαν ἐξουδένωσιν. Ιάκωβος - Θαδδαῖος. Οὗτος ὁ Ἰάκωβος ἀδελφὸς ἦν τοῦ Ματθαίου.
Καὶ γὰρ ὁ Ματθαῖος υἱὸς ἦν τοῦ ᾿Αλφαίου, οὐ μόνον Ματθαῖος, ἀλλὰ καὶ Λευῖ ὀνομαζόμενος. Εἶδε γὰρ, φησί, Λευῖν, τὸν τοῦ ᾿Αλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον. Ὁ δὲ Λουκάς, ἀντὶ μὲν τοῦ Θαδδαίου, νῦν Σίμωνα τὸν Ζηλωτήν, ἤτοι τὸν Κανανίτην ἔταξεν· ὕστερον δὲ τὸν Θαδδαίον συνέζευξεν Ἰούδᾳ τῷ Ἰσκαριώτῃ, Ἰούδαν καὶ τοῦτον καλέσας. Ἰούδαν γάρ, φησὶν, Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην. Συνέζευξε δὲ τούτους διὰ τὴν ὁμωνυμίαν. Ωστε δύο μὲν ἦσαν Σίμωνες· Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Σίμων ὁ Ζηλωτής, ὁ καὶ Κανανίτης· δύο δὲ Ἰάκωβοι· Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰάκωβος ὁ τοῦ Αλφαίου· δύο δὲ Ἰούδαι· Ἰούδας ὁ Ἰακώβου, ὁ καὶ Λεβαῖος καὶ Θαδδαῖος, καὶ Ἰούδας ὁ Ἰσκαριώτης.
Καὶ διὰ τὰς ὁμωνυμίας λοιπὸν προστιθέασιν οἱ εὐαγγελισταὶ καὶ ἕτερα γνωρίσματα πρὸς διαστολὴν αὐτῶν. Καὶ ἐὰν διὰ τὴν ὁμωνυμίαν Ἰούδα, τὸν Θαδδαίον Ἰούδῃ τῷ Ἰσκαριώτη συνέζευξεν ὁ Λουκᾶς· πῶς οὐχὶ καὶ τῷ Σίμωνι Πέτρῳ Σίμωνα τὸν Κανανίτην συνέζευξε; καὶ Ἰακώβῳ τῷ τοῦ Ζεβεδαίου, Ἰάκωβον
col. 325–326page 110 of 329
PG 129:325τὸν τοῦ ᾿Αλφαίου; Διότι Πέτρος μὲν μετὰ ᾿Ανδρέου τοῦ ἀδελφοῦ αὐτοῦ, Ἰάκωβος δὲ μετὰ Ἰωάννου τοῦ ἀδελφοῦ αὐτοῦ τῷ Χριστῷ ἠκολούθησαν, καὶ ἔδει αὐτοὺς ἄμα ταχθῆναι, οὐ μόνον ὡς ἀδελφούς, ἀλλὰ καὶ ὡς ἄμα ἀκολουθήσαντας. Καὶ διατί μὴ καὶ Ἰάκωβος ὁ ᾿Αλφαίου τῷ ἀδελφῷ αὐτοῦ Ματθαίῳ συντέτακται; Διότι ὕστερον οὗτος ἠκολούθησε. Σίμων – αὐτόν. Ο προδοὺς αὐτὸν τοῖς ἐπιβουλεύουσι. Τούτους -- αὐτοῖς. Ποίους τούτους; Τοὺς ἁλιεῖς, τοὺς τελώνας. Πέτρος μὲν γὰρ, καὶ ᾿Ανδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης ἁλιεῖς ἦσαν· Ματθαῖος δὲ καὶ Ἰάκωβος, ὁ τοῦ ᾿Αλφαίου, τελῶναι· ὁ δὲ Λουκᾶς εἶπε καὶ τὸν τόπον ἐν ᾧ αὐτοὺς εἰς ἀποστολὴν ἀφώρισεν. Εἴρηκε γὰρ, ὅτι Ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι·
καὶ ἦν διανυκτερεύων ἐν ταῖς προσευχαῖς τοῦ Θεοῦ. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητάς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ' αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, καὶ τὰ ἑξῆς. Ἀλλ' οὐ τότε τούτους ἀπέστειλε. Μάρκος δέ φησι καὶ τρόπον, ὅτι καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο· πάντως διὰ παρηγορίαν ἀλλήλων. Λέγων – Ἰσραήλ. Ἐπὶ τὰς τῶν Ἰουδαίων πόλεις καὶ κώμας πρῶτον πέμπει τοὺς μαθητάς, διδασκάλους καὶ ἰατροὺς αὐτοῖς, δεικνύων τὸ πρὸς ἐκείνους ὑπὲρ πάντας φίλτρον, καὶ τὴν ὑπερβολὴν τῆς κηδεμονίας, ὅτι καὶ ὑβριζόμενος ὑπ' αὐτῶν, οὐ μνησικακεῖ τούτοις, ἀλλὰ σπεύδει παντί τρόπῳ διορθοῦν καὶ θεραπεύειν αὐτούς. Διὸ καὶ κωλύει μὲν τοὺς ἀπεσταλμένους ἅψασθαι τῆς πρὸς τὰ ἔθνη φερούσης ὁδοῦ·
κελεύει δὲ, μηδὲ τῇ πόλει τῶν Σαμαρειτῶν ἐπιδημῆσαι, κειμένην μεταξὺ τῶν Ἰουδαϊκῶν πόλεων. Καὶ οἱ Σαμαρείται γὰρ, ἐξ ἡμισείας Ἰουδαΐζοντες, ἐναντίως πρὸς τοὺς Ἰουδαίους διέκειντο. Καὶ πανταχόθεν ἐμφράττει τὰ στόματα τῶν ἀχαρίστων, εἰ καὶ, πάντων ὑπ' αὐτοῦ προτιμηθέντες, πάντων μᾶλλον αὐτὸν ἠτίμασαν. Πρόβατα δὲ ἀπολωλότα οἴκου Ἰσραὴλ τούτους ὠνόμασεν, εἰκότως. Πρόβατα μὲν, ὡς ὑπὸ Θεοῦ πάλαι ποιμαινομένους· Ὁ ποιμαίνων γάρ, φησὶ, τὸν Ἰσραήλ, πρόσχες· ἀπολωλότα δὲ, διὰ τὸ εἶναι αὐτοὺς ἐσκυλμένους καὶ ἐῤῥιμμένους, ὡς προείρηται· οἴκου δὲ Ἰσραὴλ, ὡς Ἰσραηλίτας. Οὕτω δὲ προσαγορεύσας τοὺς Ἰουδαίους, ἐπράΰνε τὸν θυμὸν τῶν μαθητῶν, καὶ σπλάγχνα τούτοις μᾶλλον ἐπιμελείας ἐνέβαλε.
Πορευόμενοι - οὐρανῶν. Ἤγγικεν ἡ ἐν οὐρανοῖς ἀπόλαυσις, τουτέστι, παρ' ὑμῖν ἐστιν, ἐὰν θέλητε λαβεῖν αὐτήν. Λήψεσθε δὲ αὐτὴν, πιστεύοντες καὶ τὰς ἐντολὰς φυλάττοντες. Προείρηται δὲ διαφόρως περὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐν τῷ τρίτῳ κεφαλαίῳ, καὶ χρὴ κἀκεῖνα γινώσκειν, καὶ προσαρμόζειν τὸ δοκοῦν προσφυέστερον.
col. 327–328page 111 of 329
PG 129:327Ἀσθενοῦντας δότε. Ἔδωκε μὲν αὐτοῖς χάριν ἰαμάτων, ὥστε τοὺς μὴ πειθομένους τῷ κηρύγματι πείθεσθαι τοῖς θαύμασιν· ἅμα καὶ αὐτοὺς προθυμοτέρους ποιῶν εἰς τὸ κήρυγμα δι' αὐτῆς. Ἵνα δὲ μὴ ἐπαρθῶσιν, ὡς μεγάλα κατορθοῦντες, μηδὲ ζητῶσιν ἀμοιβὰς ὑλικάς, προασφαλίζεται τούτους, λέγων· Δωρεὰν ἐλάβετε παρ' ἐμοῦ τὴν χάριν ταύτην τῶν ἰαμάτων, μηδὲν αὐτοὶ πονέσαντες, δωρεὰν δότε ταῦτα τοῖς ἀνθρώποις, μηδὲν ἐπιζητοῦντες βιωτικὸν ἐξ αὐτῶν. Ἐπιτείνων δὲ τὸ ἀδωροδόκητον, κελεύει μηδὲ χάριν τῆς ὁδοῦ τι λαμβάνειν. Φησὶ γάρ· Μὴ ζώνας ἡμῶν. Ἔθος γὰρ ἦν τοῖς ὁδοιποροῦσι, φασκώλια φέρειν παρηωρημένα ταῖς ζώναις, ἐν οἷς εἶχον τοὺς ὀβολούς. Νομοθετεῖ δὲ τοῖς μαθηταῖς τελείαν ἀκτημοσύνην.
Πρῶτον μέν, οὐ μόνον ἀνυπόπτους, ἀλλὰ καὶ θαυμασίους μᾶλλον αὐτοὺς εἶναι βουλόμενος· οὐδὲν γὰρ οὕτω ποιεῖ θαυμαστούς, ὡς βίος ἄσκευος καὶ ὀλιγαρκής· εἶτα φροντίδος πάσης ἀπαλλάττων τούτους, εἰωθυίας ἐμποδίζειν πολλάκις· ἔπειτα δεῖξαι θέλων τὴν ἑαυτοῦ δύναμιν ὑπαρχοῦσαν αὐτοῖς εἰς ἅπαντα. Διὸ καὶ ὕστερον ἔλεγεν, ὅτι Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; [Καὶ μὴν αὐτὸς ἐπεφέρετο γλωσσόκομον, ἀλλ' οὐχ ὡς φιλοκτήμων, ἀλλ' ὡς οἰκονόμος τῶν ἐμβεβλημένων, ἀποκτώμενος μᾶλλον αὐτὰ πρὸς χρείαν ἑαυτοῦ τε καὶ τῶν μαθητῶν, καὶ τῶν πενήτων.] Μὴ πήραν — ράβδον.
Ἐπεὶ τὴν βασιλείαν τῶν οὐρανῶν κατήγγελλον, ἔδει πάντως αὐτούς, ὡς ἀγγέλους ἐξ οὐρανοῦ κατιόντας, οὕτω βαδίζειν κούφους καὶ εὐσταλεῖς, πάσης μὲν ὑλικῆς φροντίδος ἐλευθέρους, εἰς μόνην δὲ βλέποντας τὴν ἐγχειρισθεῖσαν αὐτοῖς διακονίαν. Πήραν δὲ λέγει τὸ μαρσίπιον, ᾧ ἐπέχρηντο κατὰ τὴν ὁδόν, ἐμβάλλοντες ἄρτον. Ἄξιον δὲ ζητῆσαι, πῶς Ματθαῖος μὲν καὶ Λουκᾶς φασι, κελευσθῆναι τούτους, μήτε ὑποδήματα μηδὲ βάβδον ἔχειν· ὁ δὲ Μάρκος λέγει, συγχωρηθῆναι ταῦτα μόνα αὐτοῖς. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι πρῶτον μὲν οὕτω προσέταξεν, ὡς Ματθαῖος καὶ Λουκᾶς εἶπον· ὕστερον δὲ παρεχώρησεν αὐτοῖς ὑποδεδέσθαι μόνον σανδάλια καὶ κατέχειν ράβδον, εἰς φυλακήν τε τῶν ποδῶν, καὶ ὑποστηριγμὸν τοῦ σώματος,
col. 329–330page 112 of 329
PG 129:329συγκαταβαίνων τῇ ἀσθενείᾳ αὐτῶν, διὰ τὴν ἀπὸ τῆς ὁδοιπορίας ταλαιπωρίαν, ὡς ὁ Μάρκος ἔγραψεν. Ἀντὶ δὲ τοῦ, Μὴ κτήσησθε, Μὴ αἴρετε εἶπεν ὁ Λουκᾶς. Ἵνα δὲ μὴ εἴπωσι· Πόθεν οὖν τραφησόμεθα, μηδὲν αἴροντες, φησίν· Ἄξιος — ἐστίν. Οὐ χρεία, φησίν, ὑμῖν ἐφοδίων. Ἄξιοι γάρ ἐστε τρέφεσθαι παρὰ τῶν ὠφελουμένων ὑφ' ὑμῶν, παρ' οἷς ἐργάζεσθε, παρ' οἷς κοπιᾶτε. Τοῦτο γὰρ οὐ δῶρον, ἀλλὰ μισθός ἐστι τῆς ἐργασίας ὑμῶν, καὶ ἀναγκαῖον, ὡς ὀφειλόμενον. Εἰς ἣν δ' ἂν — ἐξέλθητε.
Ἵνα μὴ νομίσωσιν, ὅτι τὰς πάντων τῶν ὠφελουμένων θύρας αὐτοῖς ἀνέῳξε, κελεύει, παρ' ἑκάστῃ πόλει καὶ κώμῃ ζητεῖν ἕνα τὸν ἄξιον τῆς ὑποδοχῆς αὐτῶν, ἤγουν τὸν σεμνότερον, τὸν θεοσεβέστερον, καὶ παρ' αὐτῷ μένειν, ἕως ἂν ἐξέλθωσιν ἐκ τῆς πόλεως, ὥστε μή, οἰκίαν ἐξ οἰκίας ἀμείβοντας, λυπεῖν τε τὸν ὑποδεξάμενον, καὶ γαστριμαργίας δόξαν λαμβάνειν. Εἰσερχόμενοι — αὐτήν. Ἀσπάσασθε, ἀντὶ τοῦ, Ἐπεύχεσθε εἰρήνην αὐτῇ. Ταῦτα γὰρ ὕστερον καὶ τοῖς ἑβδομήκοντα μαθηταῖς ἐντειλάμενος εἶπεν, ὅτι Εἰς ἣν δ' ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ — ἐπιστραφήτω.
Διότι πολλάκις ὁ ὑποδεχόμενος, ὄνομα μὲν εἶχεν ἀξίου, βίον δὲ ἀνάξιον, φησίν, ὅτι Ἐὰν μὲν ᾖ ἡ οἰκία αὕτη ἀξία, ἐλθέτω ἐπ' αὐτὴν ἡ δοθεῖσα παρ' ὑμῶν εἰρήνη, τουτέστιν, ἐνεργησάτω εἰς αὐτὴν, καὶ ἔστω εἰρήνης ἀπολαύουσα καὶ γαλήνης· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἀναστρεφέτω, ἤγουν, μηδὲν ἐνεργησάτω, ἀλλὰ ταύτην μεθ' ἑαυτῶν λαβόντες ἐξέλθετε. Σκόπει δὲ, πῶς οὐκ ἔδωκεν αὐτοῖς πρόγνωσιν ἀξίου καὶ ἀναξίου, ἵνα τῷ ἀναγκαιοτάτῳ λειπόμενοι ταπεινοφρονῶσιν, ὡς ἀτελεῖς. Χρὴ δὲ θαυμάζειν, πῶς πάντων γυμνώσας αὐτοὺς, τὰ πάντων αὐτοῖς ἀνῆκε. Τίς γὰρ οὐκ ἂν ἡδέως ἐξενοδόχησε τοὺς οὕτως ἀσκεύους καὶ ἀμερίμνους, λάμποντας οὐ μόνον ἀπὸ τῶν λόγων καὶ τῶν θαυμάτων, ἀλλὰ καὶ πρὸ τούτων, ἀπὸ τοῦ βίου;
Καὶ — ὑμῶν. Ὁ δὲ Μάρκος φησίν· Ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς, ἤγουν, εἰς ἔλεγχον αὐτῶν. Ἐδήλου γὰρ ὁ ἐκτιναγμὸς οὗτος, ὅτι οὐ μόνον οὐδὲν ἐκεῖθεν ἔλαβον, ἀλλὰ καὶ τὸν ἐκεῖθεν κονιορτὸν ἐκτινάσσουσιν ἀπὸ τῶν ποδῶν αὐτῶν, ὡς καὶ αὐτὸν δι' αὐτοὺς ἀνόσιον.
col. 331–332page 113 of 329
PG 129:331Ἀμὴν — ἐκείνῃ. Διὰ τῆς πόλεως, καὶ τὴν κώμην ἐδήλωσε. Τὰ δὲ Σόδομα καὶ τὰ Γόμορρα, πάλαι πόλεις οὖσαι μεγάλαι καὶ πολυανθρωπόταται, διὰ τὴν ἀσέλγειαν αὐτῶν πανωλεθρία κατατεφρώθησαν, οὐρανόθεν κατενεχθέντι πυρί. Καὶ τούτων ἡ θεήλατος αὕτη κόλασις φοβερωτέρα πάσης ἐδόκει πάσιν, ἅτε καὶ τῆς γῆς ἐκείνης ἄχρι καὶ νῦν ἐμπεπρησμένης φαινομένης, καὶ κηρυττούσης τὴν οἰκείαν συμφοράν. Ἀλλὰ νῦν ὁ Χριστὸς βαρύτερον κολασθήσεσθαι λέγει τοὺς μὴ δεχομένους, μηδ' ἀκούοντας τοὺς λόγους τῶν ἀποστόλων, διότι τὰ Σόδομα καὶ τὰ Γόμορρα, οὔτε θαύματα εἶδον, ὡς οὗτοι μυρία, οὔτε πρὸς τὴν γῆν αὐτῶν μαθηταὶ παρὰ τοῦ Σωτῆρος ἀπεστάλησαν.
Εἰπὼν δὲ, ὅτι Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἐδήλωσεν, ὅτι καὶ ἐν τῷ μέλλοντι αἰῶνι οἱ Σοδομῖται καὶ Γομοῤῥίται κολασθήσονται. Κἀντεῦθεν φανερόν, ὥς τινες ἁμαρτίαι καὶ ἐνταῦθα, καὶ ἐκεῖ κολάζονται. Φοβηθῶμεν οὖν καὶ ἡμεῖς τὴν τοιαύτην ἀπειλήν, εἰδότες, ὅτι πᾶς ὁ μὴ φυλάττων, μηδὲ ποιῶν ἅπερ ἐδίδαξαν οἱ ἀπόστολοι, πρόδηλον, ὡς οὐδὲ δέχεται τούτους, οὔτε ἀκούει τοὺς λόγους αὐτῶν. Διατί δέ, ἑνὸς μὴ δεξαμένου, πᾶσα ἡ πόλις κολασθήσεται; Διότι καὶ οἱ λοιποὶ βλέποντες, οὐκ ἐκώλυσαν αὐτόν. Οἱ γὰρ μὴ παραδεχόμενοι τοὺς ἀποστόλους, δημοσίᾳ τούτους ἀπήλαυνον. Ἰδοὺ — λύκων.
Θαῤῥύνας αὐτούς, δι' ὧν παρήγγειλε, καὶ στεῤῥοὺς καὶ ἀδαμαντίνους ἐργασάμενος, λοιπὸν προλέγει καὶ τὰ συμβησόμενα τούτοις, οὐ μόνον τὰ μικρὸν ὕστερον, ἀλλὰ καὶ τὰ μακρὸν ὕστερον. Πρῶτον μέν, ἵνα μάθωσι τὴν δύναμιν τῆς προγνώσεως αὐτοῦ· δεύτερον δέ, ἵνα πάσχοντες, μὴ ὑποπτεύωσι, δι' ἀσθένειαν τοῦ πέμψαντος ταῦτα πάσχειν· τρίτον, ἵνα προακηκοότες, ὅτι κακοπαθήσουσι, ῥᾷον τότε φέροιεν. Ἰδού, φησίν, ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· ἐγὼ ὁ πάντα δυνάμενος· ὥστε δάκνεσθαι ὑμᾶς καὶ σπαράττεσθαι παρὰ τῶν ἐπιβουλευόντων, μὴ ἀμύνεσθαι δέ, μηδ' ἀντιμάχεσθαι ταῖς χερσί. Διατί; Διότι μᾶλλον οὕτω νικήσετε καὶ μεταβαλεῖτε τοὺς λύκους εἰς πρόβατα. Πῶς;
Τῆς ἐμῆς δυνάμεως τὸ πᾶν κατεργαζομένης, καὶ τῆς ὑμετέρας δὲ πραότητος χαλώσης, ὡς τὰ πολλά, τὸ ἄγριον καὶ φονικὸν τῶν ἀπίστων. Οὐ γὰρ θρασύτητι θρασύτης, ἀλλ' ἐπιεικείᾳ καταστέλλεσθαι εἴωθε. Χρὴ γὰρ τὸν ἰατρεύοντα μεμηνότας μακροθύμως φέρειν τὰς παροινίας αὐτῶν, πρὸς μόνην ὁρῶντα τὴν τῆς μανίας ἀπαλλαγήν. Καὶ ἡμεῖς οὖν, ἐὰν μὴ προβάτων ἡμερότητα πρὸς τὴν ἀγριότητα τῶν ἐπηρεαζόντων ἡμῖν ἐπιδειξώμεθα, πάντως οὐχ ἕξομεν τὴν τοῦ ποιμένος ἡμῶν βοήθειαν· Προβάτων γάρ, οὐ λύκων ἐστὶ ποιμήν.
col. 333–334page 114 of 329
PG 129:333Βούλεται αὐτοὺς καὶ συνετοὺς εἶναι, πρὸς τὸ μὴ πλήττεσθαι καιρίως, καὶ ἀπονήμους, πρὸς τὸ μὴ μνησικακεῖν. Ἐπεὶ γὰρ φρόνιμός ἐστιν ὁ ὄφις· διότι τυπτόμενος, τὸ μὲν ἄλλο σῶμα προΐεται, μόνην δὲ φυλάσσει τὴν κεφαλὴν, εἰδὼς ἐν ταύτῃ μόνῃ καιρίαν γίνεσθαι τὴν πληγήν· ἐκέλευσε μιμεῖσθαι τὴν φρόνησιν τῶν ὄφεων, ἐν τῷ τἄλλα μὲν, καὶ σώματα, καὶ ψυχὰς, καὶ πάντα προΐεσθαι, μόνην δὲ φυλάσσειν τὴν πίστιν, ὡς κεφαλήν, ἐν ᾗ μόνη γίνεται καιρία πληγή.
Καὶ πάλιν, ἐπείπερ αἱ περιστεραί, ἀφαιρούμεναι τὰ τέκνα, οὐ μνησικακοῦσιν τοῖς ἀφελοῦσιν, ἀλλὰ καὶ προσίενται τούτους αὖθις, κἂν πολλάκις ἀφέλωσιν, ἐπιτάττει ζηλοῦν καὶ τὴν τούτων ἀκεραιότητα, τουτέστιν, ἀκακίαν, ἐν τῷ μὴ μνησικακεῖν τοῖς ἀδικοῦσιν, ἀλλὰ καὶ προσίεσθαι τούτους καὶ φιλεῖν. Καὶ ἄρα σοφίαν. Οὔτε γὰρ τὴν φρόνησιν μόνην τῶν ὄφεων μιμεῖσθαι προσέταξεν, οὔτε τὴν ἀκεραιότητα μόνην τῶν περιστερῶν, ἀλλ' ἐκέρασεν ἀμφοτέρας, διότι μίαν ἀμφότεραι ποιοῦσιν ἀρετήν. Οὐδὲν γὰρ ὄφελος τῆς τοιαύτης φρονήσεως, ἐὰν ἀπῇ ἡ ἀκεραιότης. Ἡμεῖς δὲ μιμησώμεθα καὶ ἄλλην φρόνησιν τοῦ ὄφεως.
Ὥσπερ γὰρ ἐκεῖνος, ὅταν γηράσῃ, στενῷ τόπῳ διείρας ἑαυτὸν, ἀποξύεται τὴν λεγομένην λεβηρίδα, φημὶ δὴ, τὴν ἐπιδερματίδα, καὶ γίνεται σθεναρός· οὕτω καὶ αὐτοί, γηράσαντες τῇ παλαιότητι τῶν παθῶν, ἐμβάλωμεν ἑαυτοὺς εἰς τὴν στενὴν καὶ τεθλιμμένην πολιτείαν, καὶ δι' αὐτῆς ἀποξύσαντες τὸν πεπαλαιωμένον χιτῶνα τῆς ψυχῆς, τὑσθενεῖς γενώμεθα. Νῦν μὲν οὖν εἰς καλὸν παράδειγμα τοὺς ὄφεις καὶ τὰς περιστερὰς ἔλαβεν· ἀλλαχοῦ δὲ μᾶλλον εἰς κακὸν ἐλήφθησαν. Κακίζονται γὰρ Ἰουδαῖοι, ὡς ὄφεις, γεννήματα ἐχιδνῶν· καὶ διαβάλλεται Ἐφραίμ, ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Εἴωθε γὰρ πολλάκις ἡ Γραφὴ διαφόρους εἰκόνας ἐξ ἑνὸς ζώου παριστάν, ὅταν ἐκεῖνο καὶ θαυμαστὰ ἔχῃ, καὶ πονηρὰ πλεονεκτήματα.
Καὶ γὰρ λέων μὲν, καὶ ὁ Χριστὸς, κατὰ τὸ βασιλικὸν καὶ ἄμαχον· Ἀναπεσών γὰρ, φησίν, ἐκοιμήθη, ὡς λέων· λέων δὲ καὶ ὁ διὡς
col. 335–336page 115 of 329
PG 129:335λέων πέποιθε· λέων δὲ καὶ ὁ διάβολος, κατὰ τὸ ἀνήμερον καὶ αἱμοβόρον· Ὡς λέων γάρ, φησί, περιπατεῖ, ζητῶν τινα καταπίῃ. Προσέχετε ὑμᾶς. Προαναφωνεῖ τούτοις τοὺς μέλλοντας πειρασμούς, παραθήγων εἰς τοὺς ἀγῶνας. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, ἀντὶ τοῦ, Φυλάττεσθε τοὺς ἀνθρώπους, εἴτουν, Προσδοκᾶτε δεινὰ ἀπ' αὐτῶν. Καὶ — ἐμοῦ. Εἰπών, ἃ ὑποστήσονται παρὰ τῶν Ἰουδαίων, λοιπὸν λέγει καὶ ἃ παρὰ τῶν ἄλλων ἐθνῶν. Εἰς — ἔθνεσιν. Εἰς ἔλεγχον καὶ τῶν Ἰουδαίων, καὶ τῶν ἐθνῶν, ἵνα μὴ δύνωνται λέγειν ὕστερον, ὅτι οὐκ ἤκουσαν τοῦ κηρύγματος. Τοσοῦτον γὰρ ἀκούσουσιν, ὥστε καὶ τοὺς κήρυκας μυρίοις κακοῖς ὑποβαλεῖν. Ὅταν δὲ — λαλήσετε.
Ἵνα μὴ λέγωσιν, ὅτι καὶ πῶς, ἰδιῶται καὶ ἀγράμματοι, πεῖσαι δυνησόμεθα ῥήτορας καὶ φιλοσόφους; προθεραπεύει καὶ ταύτην αὐτῶν τὴν ἀπορίαν λέγων· Μὴ μεριμνήσητε, πῶς ἢ τί λαλήσετε. Δοθήσεται — λαλήσετε. Δοθήσεται, παρ' ἐμοῦ δηλαδή. Ταῦτα δὲ εἶπεν αὐτοῖς καὶ αὖθις, ἐγγιζόντων τοῦ διὰ σταυροῦ πάθους, ὅτε περὶ τῆς τοῦ κόσμου συντελείας ἠρώτησαν αὐτόν. Φησὶ γὰρ ὁ Λουκᾶς, καὶ τηνικαῦτα εἰπεῖν αὐτόν, ὅτι Ἐγὼ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Οὐ — λαλοῦντες. Οἱ λαλοῦντες τότε. Ἀλλὰ — ὑμῖν. Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλοῦν ἐν ὑμῖν τότε. Παραδώσει — τέκνον. Οἱ μὴ πιστεύσαντες, τοὺς πιστεύσαντας. Καὶ — αὐτούς. Καὶ οὗτοι ὁμοίως.
Διὰ τῶν φιλτάτων δὲ τούτων, καὶ τὰς ἄλλας ἐνέφηνε συγγενείας καὶ οἰκειότητας. Καὶ — ὄνομά μου. Ὑπὸ πάντων, ἀντὶ τοῦ, Ὑπὸ τῶν πλειόνων. Πολλοὶ γὰρ αὐτοὺς ἠγάπησαν. Ἰδίωμα δὲ καὶ τοῦτο γραφικόν, πάντας λέγειν, καὶ τοὺς πλείονας. Ἀνωτέρω δὲ προσθείς, ὅτι Ἕνεκεν ἐμοῦ, καὶ νῦν δὲ πάλιν, ὅτι Διὰ τὸ ὄνομά μου· πολλὴν παράκλησιν καὶ προθυμίαν αὐτοῖς ἐνέβαλε, πεπεισμένοις, ὅτι συμπαρέσται καὶ ἀντιλήψεται τῶν πασχόντων δι' αὐτόν. Ὁ — σωθήσεται. Τρία τὸ παρὸν ἐμφαίνει ῥητόν· ὅτι οὐ μόνον χρεία τῆς παρ' αὐτοῦ βοηθείας, ἀλλὰ καὶ τῆς αὐτῶν καρτερίας, ἵνα μὴ αὐτοῦ μόνον, ἀλλὰ καὶ αὐτῶν γίνοιντο τὰ κατορθώματα· καὶ ὅτι οὐ χρὴ ἀποκάμνειν· τί γὰρ ὄφελος ἀρχῆς, οὐκ ἐχούσης τέλος;
καὶ ὅτι μέχρι τέλους ζωῆς αὐτῶν παραταθήσεται τὰ δεινά. Θαυμάσαι δὲ τούτους ἄξιον, πῶς εἰς τοσούτους καὶ τοιούτους κινδύνους ἀποστελλόμενοι, καὶ πᾶσαν μὲν
col. 337–338page 116 of 329
PG 129:337τὴν οἰκουμένην πολεμίαν ἔχειν ἀκούοντες, παρ' ὅλην δὲ πειράζεσθαι τὴν ζωήν, οὐκ ἐδειλίασαν, οὐδ' ἐζήτησαν ἀπαλλαγὴν τῶν δεινῶν· ὑπήκουον γὰρ, ὡς εὐπειθεῖς τῷ διδασκάλῳ, καὶ ἐθάρρουν ὡς πιστοὶ τῇ δυνάμει τοῦ ἀποστέλλοντος.
Μεμαθηκότες δὲ καὶ, ὅτι τοσοῦτον ἰσχύσει τὸ κήρυγμα τῆς πίστεως, ὡς διαλύσαι καὶ τὴν ἀδαμαντίνην στοργήν τῆς φύσεως, καὶ τὰς σχέσεις ἀλλήλαις ἐκπολεμῶσαι, μᾶλλον ἀνηρεθίσθησαν, καὶ νευρωθέντες λοιπὸν ταῖς ἀναμφιβόλοις ἐλπίσι τοῦ κατορθοῦν, ἀπεδύσαντο, δώδεκα μόνοι, πρὸς ἅπασαν τὴν οἰκουμένην, ᾗτινι συμπαρετάττετο κατ' αὐτῶν καὶ ὁ διάβολος μετὰ τῶν ἀπείρων αὐτοῦ δαιμόνων, καὶ νενικήκασιν, οὐκ ἀνελόντες τοὺς ἐναντίους, ἀλλὰ μεταρρυθμίσαντες, καὶ δαιμόνων ἴσους λαβόντες, ἀγγέλων ἴσους ἐποίησαν. Ὅταν δὲ — ἄλλην. Εἰπὼν τὰ μετὰ τὴν ἀνάληψιν αὐτοῦ συμβησόμενα, πάλιν ἤγαγε τὸν λόγον ἐπὶ τὰ πρὸ τοῦ σταυροῦ. Κελεύει δὲ φεύγειν, οὐχ ὡς δειλούς, ἀλλ' ὡς διωκομένους.
Ὁ δὲ Θεολόγος Γρηγόριος ἑρμηνεύων τοῦτό φησιν, ὅτι φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων· καὶ οὐδὲ μακρὰν φεύγειν, ἀλλ' ἀπὸ ταύτης τῆς πόλεως εἰς ἐκείνην, ἵνα μηδεμίαν παραλείψωσιν, εἰς ἣν οὐκ ἀφίξονται. Ἀμὴν — τοῦ ἀνθρώπου. Ἕως ἂν ἔλθῃ πρὸς ὑμᾶς. Τοῦτο δὲ πρὸς ψυχαγωγίαν καὶ ἀνάψυξιν αὐτῶν εἶπε, βεβαιῶν, ὅτι θᾶττον τούτους καταλάβῃ, πρὸ τοῦ περιελθεῖν αὐτοὺς πάσας τὰς πόλεις τῶν Ἰουδαίων, ἤγουν, πρὸ τοῦ διελθεῖν ὅλην τὴν Παλαιστίνην. Ἤρκει γὰρ, καὶ μόνον ἐπιφανεὶς αὐτοῖς ἀντὶ πάσης παρακλήσεως, οὕτως ἐλαυνομένοις, ὃ δὴ τότε καὶ πεποίηκεν, ὡς ὑπέσχετο.
Ἐπεὶ δὲ καὶ βλασφημεῖσθαι παρὰ τῶν διωκόντων ἔμελλον, καὶ διὰ τοῦτο δάκνεσθαι, παραμυθεῖται καὶ τοῦτο τὸ μέρος, ἀπὸ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος, εἰπών· Οὐκ — τὸν κύριον αὐτοῦ. Ἀπόφασιν μὲν λέγει κοινὴν καὶ πᾶσι γνώριμον, προσαρμόζει δὲ ταύτῃ τὰ καθ' ἑαυτὸν, ἵνα μηδεὶς ἀντιλέγειν ἔχοι. Οὐκ ἔστιν ὄντως, οὔτε μαθητὴς κρείττων τοῦ οἰκείου διδασκάλου, οὔτε δοῦλος κρείττων τοῦ κυρίου αὐτοῦ, ἕως ἂν ὁ μὲν εἴη μαθητής, ὁ δὲ δοῦλος. Ὕφεσις γάρ ἐστι καὶ τὸ διδάσκεσθαι καὶ τὸ δουλεύειν, καὶ κατ' αὐτὸ τοῦτο πάντως ὑποβεβήκασι. Λοιπὸν οὖν οὐδ' ὑμεῖς ἐστε ὑπὲρ ἐμὲ τὸν διδάσκαλον ὑμῶν καὶ Κύριον. Ἀρκετόν — ὁ διδάσκαλος αὐτοῦ.
Ἀρκεῖ τοῖς μαθηταῖς ὑμῖν εἰς παραμυθίαν, ἵνα γένησθε βλασφημούμενοι, ὡς ἐγὼ ὁ διδάσκαλος ὑμῶν, καὶ μέγα ὑμῖν τὸ, καὶ ἐν τοῖς τοιούτοις ἐξισωθῆναι μοι. Καὶ ὁ δοῦλος — αὐτοῦ. Ἑλκυστέον καὶ ἐπὶ τὸ ῥητὸν τοῦτο πάλιν τὸν ἀρκετόν, ἵνα γένηται. Εἰ — οἰκειακοὺς αὐτοῦ. Βεελζεβοὺλ ὠνόμαζον,
col. 339–340page 117 of 329
PG 129:339τὸν ἄρχοντα τῶν δαιμονίων. Εἰ δὲ καὶ φανερῶς οὐ γέγραπται, κληθῆναι Βεελζεβούλ τὸν Χριστὸν ὑπὸ τῶν Ἰουδαίων, ἀλλ᾽ εἰκὸς, καὶ τοῦτο βλασφημηθῆναι κατ' αὐτοῦ, ἢ καὶ ἑτέρως κληθῆναι τοῦτο λέγει, διότι φίλον αὐτοῦ τοῦτον ἐκάλουν, λέγοντες, ὅτι οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων, ὡς προϊόντες εὑρήσομεν. Καὶ μὴν πολλὰ καὶ ἄλλα κατεβλασφήμησαν αὐτοῦ. Τοῦτο δὲ μόνον τέθεικε νῦν, ὡς χεῖον τῶν ἄλλων. Μὴ — αὐτούς. Λοιδορούντας καὶ διακωμωδοῦντας. Οὐδὲν — γνωσθήσεται. Δοκεῖ μὲν καθολικὸς ὁ λόγος, ἔστι δὲ ἰδικός. Περὶ τῆς ἀρετῆς γὰρ λέγει τῶν ἀποστόλων, ὅτι ἀδύνατον κρυβῆναι ταύτην.
Εἰ γὰρ καὶ νῦν κεκάλυπται, καὶ διὰ τοῦτο λοιδορούσιν ὑμᾶς, ἀλλ᾽ ἀποκαλυφθήσεται τῷ χρόνῳ, καὶ λοιπὸν τιμηθήσεσθε παρὰ πάντων. Μὴ οὖν φοβηθῆτε τοὺς νῦν κωμῳδοῦντας, ἀλλὰ προσδοκάτε τοὺς ὕστερον ἐγκωμιάσοντας, μηδὲ τὰ παρόντα λυπείτω μᾶλλον, ἀλλὰ τὰ μέλλοντα πειθέτω θαῤῥεῖν. Ὁ — δωμάτων. Ἀπαλλάξας αὐτοὺς καὶ τῆς ἐπὶ τοῖς ὀνείδεσι λύπης, περὶ τοῦ κηρύγματος διαλέγεται. Καὶ μὴν οὔτε σκότος ἦν, ὅτε ταῦτα ἐλέγετο, οὔτε εἰς τὸ οὖς αὐτοῖς ἔλεγεν· ἀλλ᾽ ἐπειδήπερ ἰδίᾳ καὶ οὐ δημοσίᾳ ταῦτα εἶπε, καὶ μόνοις, καὶ οὐ πᾶσι, φησίν ὅτι Ὃ λέγω ὑμῖν ἰδίᾳ, εἴπατε δημοσίᾳ, καὶ ὃ ἠκούσατε μόνοι, κηρύξατε πᾶσιν· ἐν σκοτίᾳ μὲν ὀνομάσας, τὸ κατ' ἰδίαν· εἰς τὸ οὖς δὲ, τὸ μόνοις. Καὶ αὖθις· Ἐν φωτὶ μὲν, τὸ δημοσίᾳ·
ἐπὶ τῶν δωμάτων δὲ, τὸ πᾶσι. Καὶ — γεέννῃ. Περὶ τῶν ἄλλων δεινῶν προδιαλαβών, ὑποκατέβη καὶ εἰς τὸν περὶ τῆς ἀναιρέσεως αὐτῶν λόγον, καὶ προλέγει καὶ ταύτην, καὶ κελεύει καταφρονεῖν αὐτῆς. Μὴ φοβῆσθε, λέγων, ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τουτέστι, Μὴ φοβῆσθε τοὺς ἀποκτείνοντας τὸ σῶμα, μηδὲ διὰ τοῦτο καταλίπητε τὸ κηρύσσειν, ἀλλὰ φοβήθητε τὸν ἀποστείλαντα ὑμᾶς εἰς τὴν τοιαύτην διακονίαν, καὶ ποιεῖτε τὸ κελευσθέν. Ἐκεῖνοι μὲν γὰρ, εἰ καὶ τὸ σῶμα ἀποκτείνωσιν, ἀλλ᾽ οὖν οὐ περιγενήσονται καὶ τῆς ψυχῆς· οὗτος δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δύναται ἀπολέσαι ἐν γεέννῃ, ὅ ἐστι, κολάσαι. Φόβον οὖν ἀπώσασθε φόβῳ, τὸν τῶν ἀνθρώπων τῷ τοῦ Θεοῦ, καὶ τὸν ἥττονα τῷ μείζονι.
Καὶ ἑτέρωθεν δὲ παραμυθεῖται τούτοις τὴν δειλίαν τῆς ἀναιρέσεως. Καὶ ὅρα τί φησιν. Οὐχὶ — οὐρανοῖς. Τὸ μὲν ἀσσάριον, εἶδος ὀβολοῦ ἐστι. Λέγει δὲ νῦν ὁ Χριστὸς κατ' ἐρώτησιν, ὅτι οὐχὶ τοσοῦτόν εἰσιν εὐτελέστατα τὰ στρουθία,
col. 341–342page 118 of 329
PG 129:341ὡς πωλεῖσθαι δύο τοῦ ἀσσαρίου, καὶ ὅμως, οὐδὲ ἓν ἐκ τούτων θηρεύεται χωρὶς τοῦ Θεοῦ· οὐχ ὡς συνεργοῦντος, ἀλλ' ὡς παραχωροῦντος. Ὑμῶν δὲ εἰσίν. Ὑμεῖς δὲ τοσοῦτόν ἐστε τίμιοι, ὥστε καὶ πάσας ὑμῶν τὰς τρίχας ἠριθμημένας εἶναι παρὰ Θεοῦ. Δηλοῖ δὲ ἡ ἀπαρίθμησις τῶν τριχῶν, τὴν ἀκριβῆ γνῶσιν, ὅτι λίαν γινώσκεσθε αὐτῷ, καὶ λεπτομερῶς οἶδε πάντα τὰ καθ' ὑμᾶς διὰ τὴν ἄγαν ὑμῶν οἰκείωσιν. Καὶ εἰ τῶν εὐτελεστάτων στρουθίων οὐδὲν θηρεύεται χωρὶς αὐτοῦ, καθὼς εἴρηται, πολλῷ μᾶλλον ὑμεῖς οἱ τίμιοι οὐκ ἀναιρεθήσεσθε, μὴ παραχωροῦντος αὐτοῦ. Καὶ λοιπὸν οὐ χρὴ δεδοικέναι. Μὴ — οὖν ὑμεῖς. Πολλάκις ἐγκελεύεται τὴν ἀφοβίαν αὐτοῖς, διὰ τὰ μεγέθη τῶν μελλόντων πειρασμῶν. Πᾶς — ἐν οὐρανοῖς.
Ὁμολογίαν, τὴν μαρτυρίαν λέγει, παραθήγων αὐτοὺς εἰς τὸ μαρτύριον. Φησὶ γὰρ, ὅτι πᾶς ὅστις μαρτυρήσει μοι θεότητα ἐνώπιον τῶν ἀνθρώπων, μαρτυρήσω αὐτῷ κἀγὼ πίστιν ἐνώπιον τοῦ Πατρός μου, τουτέστιν, ὃς ἀνακηρύξει με Θεόν, ἀνακηρύξω αὐτὸν κἀγὼ πιστόν. Ὅστις δ' ἂν ἀπώσηταί με, ἀπώσομαι κἀγώ αὐτόν. Τὸ γοῦν Ἐν ἐμοί, ἀντὶ τοῦ, Ἐμοί. Καὶ τὸν Ἐν αὐτῷ, ἀντὶ τοῦ, Αὐτῷ. Ὁ δὲ Χρυσόστομος φησιν, ὅτι οὐκ εἶπεν, Ὅστις ὁμολογήσει ἐμοί, ἀλλ' Ἐν ἐμοί, τουτέστιν, ὑπ' ἐμοῦ βοηθούμενος. Ὅθεν ἀκολούθως νοοῦμεν καὶ τόν Ὁμολογήσω κἀγὼ ἐν αὐτῷ, ἀντὶ τοῦ, Ὑπὸ τῆς εὐγνωμοσύνης αὐτοῦ κινούμενος. Ἐπεὶ δὲ ταραχῆς καὶ φόβου μεστὸν ἔμελλε γίνεσθαι τὸ κήρυγμα, προδιαλαμβάνει καὶ περὶ τούτου, λέγων. Μὴ νομίσητε — μάχαιραν.
Τί δὲ ἡ μάχαιρα; Ἡ τομὴ τοῦ λόγου, ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ διχοτομοῦσα τὸν πιστὸν καὶ τὸν ἄπιστον, καὶ ἐπεγείρουσα τὸν υἱὸν, καὶ τὴν θυγατέρα, καὶ τὴν νύμφην τῷ πατρὶ, καὶ τῇ μητρὶ, καὶ τῇ πενθερᾷ, τὰ νέα καὶ πρόσφατα, τοῖς παλαιοῖς καὶ σκιώδεσι. Καὶ μὴν ἔλεγον οἱ ἄγγελοι, γεννηθέντος αὐτοῦ· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ οἱ προφῆται δὲ τὴν εἰρήνην αὐτοῦ πάλαι προκατήγγειλαν. Καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς προσέταξεν, εἰσερχομένους εἰς ἑκάστην οἰκίαν, εἰρήνην ἐπιλέγειν αὐτῇ. Πῶς οὖν φησι νῦν, ὅτι οὐκ ἦλθον βαλεῖν εἰρήνην; Διότι ἡ μάχαιρα αὕτη ποιεῖν ἔμελλε τὴν εἰρήνην ἐκείνην, περὶ ἧς εἶπον οἵ τε ἄγγελοι, καὶ πρὸ τούτων οἱ προφῆται.
Μάχαιραν δὲ λέγει, τὴν πρὸς αὐτὸν ἀγάπην, ὡς διαιρούσαν τοὺς πιστεύοντας
col. 343–344page 119 of 329
PG 129:343ἀπὸ τῶν μὴ πιστευόντων, ἧς τῇ ἀμάχῳ δυνάμει καὶ αὐτὰ τὰ φίλτατα γένη θάττον διεσπάσθησαν ἐκ τῆς ἀλλήλων συναφείας, καὶ εὐχερῶς ἀπεῤῥάγησαν. Καὶ ἀλλαχοῦ δὲ τὸ σφοδρὸν αὐτῆς καὶ δραστήριον ἐμφαίνων εἴρηκεν, ὅτι Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ἔδει γάρ, ἔδει πρῶτον ἀποκοπῆναι τὸ ἀνιάτως ἔχον, εἶτα τὸ λοιπὸν εἰρηνεῦσαι, πρός τε ἑαυτό, καὶ πρὸς τὸν Θεόν. Διὰ τοῦτο τοίνυν οὕτως ἀποτόμως εἶπεν, ἵνα γινώσκοντες ταῦτα, μὴ ταράττωνται. Προσεξωπλοῖ δὲ καὶ ἔτι τὸν περὶ τούτου λόγον, γυμνάζων τὴν ἀκοὴν αὐτῶν τῇ τραχύτητι τῶν ῥημάτων, ἵνα μὴ ἐν τῇ δυσκολίᾳ τῶν πραγμάτων ἰλιγγιάσωσιν. Ἦλθον – τῆς πενθερᾶς αὐτῆς. [Μιχαίου· θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς·
ἐχθροὶ ἀνδρός, πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.] Πάλιν διὰ τῶν φιλτάτων τούτων, παντοίαν συγγένειαν ἐνέφηνε. Οἰκειότατα δὲ εἶπεν, ἄνθρωπον μὲν εἴτουν υἱὸν, διελεῖν κατὰ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα δὲ κατὰ τῆς μητρὸς αὐτῆς· φίλτεροι γὰρ υἱὸς μὲν πατρί, θυγάτηρ δὲ μητρί, δι' ὁμοιότητα φύσεως. Καὶ τὴν νύμφην δὲ αὖθις ἁρμοδίως εἴρηκε διχάσαι κατὰ τῆς πενθερᾶς αὐτῆς. Πολλὴν γὰρ αἰδὼ, καὶ τιμὴν, καὶ θεραπείαν παρεῖχον αἱ νύμφαι ταῖς πενθεραῖς. Διὰ δὲ τῆς νύμφης, ἐδήλωσε καὶ τὸν νυμφίον κατὰ τοῦ πενθεροῦ διχαζόμενον. Ὄπισθεν μὲν οὖν ἁπλῆν ἀπαρίθμησιν ἐποιήσατο, εἰπών, ὅτι Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· ἐνταῦθα δὲ τρόπον ἕτερον ἀπηριθμήσατο φυσικώτερόν τε καὶ σχετικώτερον.
Εἰ δὲ τὸν ἄνθρωπον διχάσει κατὰ τοῦ ὑπερκειμένου πατρὸς αὐτοῦ, πολλῷ μᾶλλον κατὰ τῆς ὑποκειμένης αὐτῷ συζύγου. Τοῦ μὲν γὰρ φύσει, τῆς δὲ θέσει τὸ φίλτρον. Τιμιώτερον δὲ τὸ φύσει τοῦ θέσει. Λοιπὸν οὖν, ὡς δῆλον, ἀφῆκε τοῦτο νοεῖσθαι. Προϊὼν δὲ ῥητῶς καὶ περὶ τῶν συζύγων διέξεισι, λέγων, ὅτι πᾶς ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἐχθροὶ — αὐτοῦ. Τοῦτο προφητικόν ἐστι τὸ ῥητὸν λεχθὲν πάλαι κατὰ τῶν Ἰουδαίων, ὅτε κατ' ἀλλήλων ἐσχίσθησαν·
ὁ δὲ Χριστὸς εὐκαίρως τοῦτο τοῖς προκειμένοις προσήρμοσε, δηλῶν, ὅτι πάντες οἱ οἰκεῖοι τοῦ μέλλοντος πιστεύειν ἐχθροὶ τούτῳ γενήσονται. Ὁ φιλῶν – ἄξιος. Κἀνταῦθα περὶ μόνων τῶν ἀνιόντων καὶ κατιόντων ἐφ' ἑκάστῳ διέλαβεν, ὡς οἰκειοτέρων. Ὁ φιλῶν, φησίν, αὐτοὺς, ὑπὲρ ἐμέ. Ὅτε μὲν γὰρ εὐσεβοῦσιν, καλὸν τὸ φιλεῖν αὐτούς· ἀεὶ δὲ κακὸν, τὸ φιλεῖν αὐτοὺς ὑπὲρ τὸν Θεόν.
col. 345–346page 120 of 329
PG 129:345Καὶ ὃς — ἄξιος. Σταυρὸν λέγει, τὸν πρὸς τὰ βιωτικὰ θάνατον, διότι θανάσιμον ἦν ὄργανον ὁ σταυρός. Χρὴ γὰρ τὸν ἀκολουθεῖν μέλλοντα τῷ Χριστῷ, νεκρωθῆναι πρὸς τὰς κοσμικὰς ἡδονάς, ὡς ἐκεῖνος. Ἀκολουθεῖ δὲ ὀπίσω αὐτοῦ, πᾶς ὁ βαίνων κατ' ἴχνος τῆς πολιτείας αὐτοῦ. Ὁ — ἀπολέσει αὐτήν. Ὁ εὑρών, ἀντὶ τοῦ, ὁ κερδάνας αὐτὴν ἐν καιρῷ μαρτυρίου, καὶ μὴ ἀπολέσας αὐτὴν δι' ἀναιρέσεως, οὗτος ἀπολέσει αὐτήν, ἐν τῷ μέλλοντι αἰῶνι, τουτέστιν, εἰς κόλασιν ἐμβαλεῖ, ὡς προδεδωκυίαν τὴν πίστιν. Καὶ — εὑρήσει αὐτήν. Ὁ δὲ ἀφαιρεθεὶς αὐτὴν δι' ἐμὲ παρὰ τῶν ἀπίστων, οὗτος εὑρήσει μᾶλλον αὐτήν, ἤγουν, κερδανεῖ, σώσει. Ταῦτα δὲ ἔλεγεν, ἀπάγων μὲν αὐτοὺς τῆς ἀγεννοῦς φιλοψυχίας· παραθήγων δὲ ἐπὶ τὸ μαρτύριον.
Καὶ ἀλλαχοῦ ἐν τῷ τριακοστῷ τρίτῳ κεφαλαίῳ δὲ πάλιν, ἑτέρως ὁ Χριστὸς τὸ παρὸν μετεχειρίσατο νόημα. Καὶ πολλάκις ἐπὶ πολλῶν εἴωθε τοῦτο ποιεῖν. Ὁ — τὸν ἀποστείλαντά με. Ταῦτα εἶπεν, ἀνοίγων τοῖς μαθηταῖς τὰς οἰκίας τῶν πιστευόντων. Τίς γὰρ οὐκ ἂν ἀσπασίως αὐτοὺς ἐξένισε, μέλλων ὑποδέξασθαι δι' αὐτῶν μὲν τὸν Υἱόν, διὰ τοῦ Υἱοῦ δέ, τὸν Πατέρα; Ὁ — λήψεται. Καὶ ταῦτα διὰ τὴν αὐτὴν αἰτίαν εἴρηκε. Καθολικῶς δὲ πρῶτον ἀποφαίνεται περὶ ἁπλῶς προφήτου, καὶ περὶ ἁπλῶς δικαίου· εἶτα ἐπιφέρει περὶ τῶν μαθητῶν.
Λέγει δέ, ὅτι ὁ ξενίζων προφήτην, ἢ ἁπλῶς δίκαιον, μὴ κατ' ἐπίδειξιν, ἤ τινα τρόπον ἐσχηματισμένον, ἀλλ' εἰς ὄνομα προφήτου, ἢ δικαίου, τουτέστι, δι' αὐτὸ τὸ ὀνομάζεσθαι, καὶ εἶναι αὐτούς, τὸν μὲν προφήτην, τὸν δὲ δίκαιον, μισθὸν προφήτου λήψεται. Τοῦτο δὲ διπλῆν ἔχει τὴν ἑρμηνείαν. Ἢ ὅτι τῶν ἴσων αὐτοῖς τιμῶν καταξιωθήσεται· μέγα γὰρ καὶ ἡ φιλοξενία, καὶ μᾶλλον ἡ τῶν θεραπόντων τοῦ Θεοῦ. Ἢ ὅτι μισθὸν ὑπὲρ τοῦ προφήτου καὶ ὑπὲρ τοῦ δικαίου λήψεται. Περὶ προφήτου δὲ καὶ περὶ δικαίου εἰπὼν ἔδειξεν, ὅτι οἱ μαθηταί, καὶ προφῆται, καὶ δίκαιοι ἔσονται. Ἵνα δὲ μὴ προβάληταί τις πενίαν, ὅρα μέχρι πόσου συγκαταβαίνει. Καὶ — τὸν μισθὸν αὐτοῦ. Μικρούς, τοὺς μαθητὰς εἶπε, διδάσκων αὐτοὺς μετριοφρονεῖν·
ψυχρὸν δέ, τὸ ὕδωρ φησίν· ὁ Μάρκος γὰρ Ποτήριον ὕδατος εἴρηκε. Καὶ ἐγένετο — αὐτῶν. Διατάσσων, ἀντὶ τοῦ, Παραγέλλων, ἐντελλόμενος. Μετέβη δὲ ἐκεῖθεν, ὥστε διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσι τῶν μαθη‐
col. 347–348page 121 of 329
PG 129:347ΚΕΦ. Κ'. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου. Ἀκούσας δὲ Ἰωάννης – προσδοκῶμεν; Ὁ δὲ Λουκᾶς φησιν, ὅτι αὐτοὶ ἀπήγγειλαν τὰ σημεῖα τῷ Ἰωάννῃ, καὶ τότε ἔπεμψε δύο τινὰς ἐξ αὐτῶν, ὅπερ ἐμφαίνει τὴν ζηλοτυπίαν, ἣν εἶχον οὗτοι πρὸς τὸν Χριστόν. Ἔπεμψε δὲ αὐτοὺς ὁ Ἰωάννης, ἐρωτῶν, εἰ αὐτός ἐστιν, ὃν ἔρχεσθαί φασιν αἱ βίβλοι τῶν προφητῶν, οὐχ ὡς ἀγνοῶν· πῶς γάρ; ὁ προκηρύξας αὐτὸν καὶ χερσὶν ἰδίαις βαπτίσας, καὶ τῆς ἄνωθεν περὶ αὐτοῦ μαρτυρίας ἀκούσας, καὶ τὸ θεῖον Πνεῦμα καταπτὰν ἐπ᾽ αὐτὸν, ὡσεὶ περιστεράν, θεασάμενος· ἀλλ᾽ εἰδὼς τοὺς ἑαυτοῦ μαθητὰς ζηλοτύπως πρὸς τὸν Χριστὸν ἔχοντας.
Καὶ γὰρ καὶ πρότερον προσελθόντες εἶπον αὐτῷ, ὅτι Ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ὑπερφιλοῦντες γὰρ τὸν ἴδιον διδάσκαλον, καὶ παραπολαύειν τῆς αὐτοῦ δόξης ἐθέλοντες, ἐδάκνοντο βλέποντες αὐτὸν εὐδοκιμοῦντα. Ἐπεὶ δὲ πολλάκις παραινέσας, οὐκ ἔπεισεν αὐτοὺς, λοιπὸν μέλλων τελευτᾶν, δύο τοὺς συνετωτέρους ἐπιλεξάμενος, πέμπει τούτους πρὸς τὸν Χριστὸν, προφάσει μὲν ἐρωτήσοντας, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος, τῇ δὲ ἀληθείᾳ, ἵνα θεασάμενοι τὰ θαύματα, ἃ ποιεῖ, πεισθῶσι. Καὶ γὰρ τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν πιστοτέραν καὶ ἀνυποπτοτέραν ἐγίνωσκε.
Διὸ καὶ ὁ Χριστὸς, εἰδὼς ὅτι διὰ τοῦτο μάλλον αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, εὐθέως ἐν αὐτῇ τῇ ὥρᾳ ἐθαυματούργησε πολλά, καθώς φησιν ὁ Λουκᾶς. Εἰ γὰρ φανερῶς αὐτοὺς ἔπεμψε θεατάς, οὐκ ἂν ἀπῆλθον. Διὰ τοῦτο οὖν ἐπλάσατο πρόφασιν ἐρωτήσεως. Καὶ ἀποκριθεὶς εὐαγγελίζονται. Ὅρα, πῶς οὐ πρὸς τὴν πεπλανημένην αὐτῶν ἐρώτησιν ἀπεκρίνατο, ἀλλὰ πρὸς τὴν ἀληθῆ αἰτίαν, δι᾿ ἣν ἐπέμφθησαν. Πτωχοὺς δὲ εὐαγγελιζομένους, τοὺς ἀποστόλους ὠνόμασε. Τί γὰρ πενέστερον ἁλιευτικῆς; Καὶ μακάριος ἐν ἐμοί. Τοῦτο προηγουμένως δι᾽ αὐτοὺς εἶπε τοὺς μαθητὰς Ἰωάννου, ἀνακαλύπτων αὐτοῖς τὸ τῆς καρδίας αὐτῶν μυστήριον, καὶ δεικνύων, ὅτι οὐ λελήθασιν αὐτὸν, σκανδαλιζόμενοι καὶ αὐτοὶ, διότι μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει.
Καὶ γὰρ καὶ φανερῶς πρότερον ἐνεκάλεσαν αὐτῷ γαστριμαργίαν κατὰ τῶν μαθητῶν αὐτοῦ, ὡς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ κεφαλαίῳ προείρηται.
col. 349–350page 122 of 329
PG 129:349Τούτων δὲ — Ἰωάννου. Οὗτοι μὲν βελτιωθέντες, ἀπῆλθον. Διατί δὲ μὴ παρόντων αὐτῶν λέγει περὶ Ἰωάννου; ἵνα μὴ δόξῃ κολακεύειν αὐτόν. Τί — σαλευόμενον; Ἀκούσαντες οἱ ὄχλοι τὴν ἐρώτησιν Ἰωάννου, καὶ ἀγνοήσαντες τὸν σκοπὸν αὐτοῦ, διεθορυβήθησαν, πῶς ὁ τοσαῦτα καὶ τηλικαῦτα περὶ αὐτοῦ μαρτυρήσας, ἀμφιβάλλει νῦν, καὶ ὑπώπτευσαν, ὅτι μετεβλήθη. Τοῦτο δὲ γνοὺς ὁ Χριστὸς, θεραπεύει τὴν τοιαύτην ὑποψίαν, διδάσκων ἅμα, καὶ ὅτι καρδιογνώστης ἐστίν. Ἐντρεπτικώτερον δὲ καθαπτόμενος αὐτῶν, φησίν· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
τουτέστι, κοῦφον καὶ εὐρίπιστον ἄνθρωπον, καὶ δίκην καλάμου τὴν γνώμην εὐμετάτρεπτον, ὡς ὑπολαμβάνετε νῦν, ἢ τοὐναντίον μᾶλλον, σταθερὸν καὶ πέτρας στεῤῥότερον, ὡς ἡ τότε σπουδὴ καὶ συνδρομὴ ὑμῶν ἁμαρτύρει; Ἀλλὰ — ἠμφιεσμένον; Δηλονότι τρυφηλόν, ἵνα καὶ διὰ τοῦτο δόξῃ χαῦνος καὶ εὐμετάβλητος· ἢ τοὐναντίον μᾶλλον, ἐσκληραγωγημένον, ὡς καὶ ἡ στολὴ τούτου, καὶ ἡ τροφὴ διεβεβαιώσαντο. Ἰδού — εἰσίν. Οὗτος δὲ, πρότερον μέν, ἐν τῇ ἐρήμῳ διητᾶτο, νῦν δὲ, ἐν τῷ δεσμωτηρίῳ τετήρηται. Ἐπεὶ γάρ τινες μὲν οἴκοθεν εἰσὶ κοῦφοι, τινὲς δὲ καὶ ὑπὸ τρυφῆς τοῦτο πάσχουσι, τέθεικεν ὁ Χριστὸς καὶ τοῦτο κἀκεῖνο, καὶ ἤλεγξεν, ὡς οὐδέτερόν ἐστι περὶ τὸν Ἰωάννην.
Εἶτα ἐπιφέρει τὴν ἀλήθειαν, καὶ μαρτυρεῖ τῇ ἀληθείᾳ, καὶ πλέκει τῷ Βαπτιστῇ λαμπρὸν ἐγκωμίου στέφανον. Ἀλλὰ — προφήτου. Περισσότερον, ἀντὶ τοῦ, Μείζονα. Εἶτα λέγει καὶ κατὰ τί μείζονα, ὅτι κατὰ τὸ προπορεύεσθαι πλησίον τῆς παρουσίας αὐτοῦ. Μείζονες γὰρ τῶν ἄλλων κηρύκων οἱ προπορευόμενοι πλησίον τοῦ βασιλέως. [Περισσότερον προφήτου, ὡς καὶ αὐτὸν ἰδὼν ὀφθαλμοφανῶς τὸν ὑπ' αὐτοῦ προφητευόμενον, ὃν οἱ πρὸ αὐτοῦ προφῆται αἰνιγματωδῶς ἐθεάσαντο.] Οὗτος — ἔμπροσθέν σου. Μετὰ τὴν οἰκείαν μαρτυρίαν, ἐπιφέρει καὶ τὴν προφητικήν· ἔστι γὰρ Μαλαχίου τὸ ῥητόν. Εἴρηται δὲ, ὡς ἀπὸ τοῦ Πατρὸς καὶ Θεοῦ πρὸς τὸν Υἱὸν καὶ Θεόν.
Ἄγγελον δὲ αὐτοῦ, τὸν Ἰωάννην ὁ Θεὸς ὠνόμασεν, ἢ ὡς ἀπαγγείλαντα τῷ λαῷ τὰ λαληθέντα περὶ τοῦ Χριστοῦ· Ἐγένετο γάρ, φησί, ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ· ἢ ὡς ἀγγελικὸν βίον μετερχόμενον, ἐν τῷ ὑπεραρθῆναι τῶν γηίνων καὶ φρονεῖν οὐράνια. Τὸ δὲ, Πρὸ προσώπου σου, ἀντὶ τοῦ, Ἐνώπιόν σου προοδεύοντα, ὡς οἰκεῖον, ὃς καὶ ἔμπροσθέν σου εὐτρεπίσει τὴν ὁδόν σου. Ὁδὸς δὲ τοῦ Χριστοῦ, αἱ ψυχαὶ τῶν ἀνθρώπων, ὧν ἐπι—
col. 351–352page 123 of 329
PG 129:351βαίνειν ἔμελλεν ὁ λόγος, ὡς ἐν τῷ τρίτῳ κεφαλαίῳ πλατύτερον εἰρήκαμεν. Λέγοιτο δ᾽ ἂν περισσότερος προφήτου, καὶ ὡς τὸν ὑπ᾽ αὐτοῦ προφητευόμενον ἰδὼν, ὡς οὐδεὶς τῶν ἄλλων προφητῶν, καὶ μὴ μόνον ἰδὼν, ἀλλὰ καὶ βαπτίσας. Ἀμὴν Βαπτιστοῦ. Οὐ γεγέννηται, φησὶν, ἐν τοῖς γεννωμένοις ἐκ γυναικῶν ἀνθρώποις μείζων αὐτοῦ. Τίς γὰρ ἄλλος, ἐν σκότει μήτρας ἐπικρυπτόμενος, ἐγνώρισε τὸ φῶς ἐλθὸν, καὶ τοῦτο τοῖς σκιρτήμασι προσεκύνησεν; Οὐδεὶς ἕτερος, εἰ μὴ μόνος οὗτος. Μείζων ἄρα πάντων εἰκότως. Καὶ αὖθις, τίς ἐκ βρέφους οὕτω γέγονεν ἐρημικός, καὶ τοιαύτην ἄσκησιν ἔλετο; Τῶν πάντων ὄντων οὐδείς.
Ἐπαινέσας οὖν τὸν Βαπτιστήν, ἀπό τε τῆς πρὸς αὐτὸν συνδρομῆς τῶν Ἰουδαίων, ἀπό τε τῆς ἀρετῆς αὐτοῦ, καὶ τρίτον ἀπὸ τῆς οἰκείας ψήφου, καὶ τέταρτον ἀπὸ τῆς προφητικῆς μαρτυρίας· καὶ μείζονα μὲν τῶν προφητῶν ἀνακηρύξας αὐτὸν, μείζονα δὲ καθόλου πάντων ἀνθρώπων· θεραπεύει τὴν ὑπερβολὴν τῶν ἐγκωμίων, ἵνα μὴ διὰ ταῦτα μᾶλλον προτιμήσωσιν αὐτὸν τοῦ Χριστοῦ. Καὶ ἄρα, τί φησιν. Ὁ δὲ αὐτοῦ ἐστί. Μικρότερον, ἑαυτὸν λέγει, διὰ τὸ δοκεῖν οὕτω παρὰ τοῖς Ἰουδαίοις. Μείζονα γὰρ αὐτοῦ τὸν Ἰωάννην ἐνόμιζον, ὡς ἐκ βρέφους ἐρημικήν, καὶ ξένῃ διαίτῃ χρώμενον. Τὸν γὰρ Χριστὸν, ὡς κοινῶς διαιτώμενον, ὑπεβίβαζον.
Ὁ μικρότερός φησιν, ὁ δοκῶν ἐλάττων αὐτοῦ, μείζων αὐτοῦ ἐστιν ἐν τῷ βασιλεύειν τῶν οὐρανῶν, ὡς μὴ μόνον ἄνθρωπος, ἀλλὰ καὶ Θεός. Ἀπό – αὐτήν. Ὁ Χρυσόστομος φησιν, ὅτι βασιλείαν οὐρανῶν λέγει νῦν, τὴν εἰς αὐτὸν πίστιν, ὡς οὖσαν ἀρραβῶνα τῆς βασιλείας τῶν οὐρανῶν, φημὶ δή, τῆς ἀπολαύσεως τῶν ἐν οὐρανοῖς ἀγαθῶν. Βιάζεται δὲ, ἀντὶ τοῦ, βιαίως ἁρπάζεται παρὰ τῶν ἀνθρώπων, ἐν τῷ βιάζειν ἑαυτοὺς καὶ νικᾶν τὴν ἀνάγκην τῶν οἱωνδήποτε παθῶν, ἢ καὶ τὴν τυραννίδα τῆς ἀπιστίας. Διὸ καὶ τοῦτο σαφηνίζων ἐπήγαγεν, ὅτι Βιασταὶ ἁρπάσουσιν αὐτήν. Ταύτην δὲ τὴν ἐπαινετὴν βίαν ἄρξασθαί φησιν ἀπὸ τῶν ἡμερῶν τοῦ κηρύγματος Ἰωάννου, βοῶντος τῷ λαῷ· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Εἴρηκε δὲ τοῦτο νῦν ὁ Χριστός, ἅμα μὲν ἐπαινῶν τὸν Ἰωάννην, ὡς αὐτὸν ἐναρξάμενον τῆς σωτηρίας τῶν ἀνθρώπων, ἅμα δὲ καὶ παραθήγων τοὺς ἀκούοντας εἰς τὸ καὶ αὐτοὺς ὁμοίως βιάζειν ἑαυτούς. Πάντες – προεφήτευσαν. Νόμον λέγει, τὴν παλαιὰν νομοθεσίαν. Καὶ γὰρ καὶ ἐν ταύτῃ πολλὰ περὶ Χριστοῦ προείρητο, καὶ μᾶλλον ἐν τοῖς περὶ
col. 353–354page 124 of 329
PG 129:353θυσιών νόμοις, τύπον καὶ προμήνυμα κεκτημένοις τοῦ τυθῆναι μέλλοντος ὑπὲρ τοῦ κόσμου. Φησὶν οὖν, ὅτι πάντες οἱ προφῆται, οἱ προφητεύσαντες δηλαδὴ περὶ τοῦ μέλλοντος ἔρχεσθαι Χριστοῦ, καὶ ὁ νόμος, ὁ προφητεύσας περὶ τοῦ μέλλοντος θύεσθαι προβάτου καὶ ἀμνοῦ, μέχρις Ἰωάννου τὰς τοιαύτας αὐτῶν προφητείας ἐξέτειναν. Μέχρι μὲν γὰρ Ἰωάννου προφητεῖαι ἦσαν αὗται· ἐπ' αὐτοῦ δὲ λοιπόν, οὐκ ἔτι προφητεῖαι μεμενήκασιν, ἀλλὰ πράγματα γεγόνασι. Καὶ γὰρ αὐτὸς εἶδε τὴν ἔκβασιν τούτων. Διὸ καὶ, ἐπιγνοὺς τὸν Χριστὸν, ἀμνὸν αὐτὸν προσηγόρευσεν, εἰπών· Ἰδοὺ ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Εἴρηκε δὲ τὸν λόγον τοῦτον ὁ Χριστὸς, ἅμα μὲν καὶ ἐντεῦθεν ἐπαινῶν τὸν Ἰωάννην, ὡς πρῶτον ἐπιγνόντα τὴν ἔκβασιν τῶν τοιούτων προφητειῶν, οἷα καὶ αὐτὸν προφήτην· ἅμα δὲ καὶ διδάσκων, ὅτι παραγέγονεν προφητευόμενος, καὶ οὐκ ἔτι χρὴ προσδοκᾶν ἕτερον. Ἔστι δὲ καὶ ἄλλη τις ἐξήγησις, ὅτι πάντες ἁπλῶς οἱ προφῆται καὶ ὁ νόμος τοῦ προφητεύειν ἕως Ἰωάννου προεφήτευσαν ἐν Ἰουδαίοις, καὶ τελευταῖος προφήτης οὗτός ἐστι· τὸ λοιπὸν δέ, οὐδεὶς ἕτερος αὐτοῖς προφητεύσει, καὶ χρὴ τούτῳ πείθεσθαι πάντως, ὡς τελευταίῳ, πολλὰ περὶ ἐμοῦ μαρτυρήσαντι καὶ νυμφαγωγήσαντί μοι τὰς ἀπάντων ψυχάς· ἐπεὶ καὶ Κατασκευάζειν ἔμπροσθέν μου τὴν ὁδόν μου, Μαλαχίας ὁ προφήτης εἶπεν αὐτόν. Καὶ εἰ ὁ μέλλων ἔρχεσθαι.
Προσδοκῶσιν Ἰουδαῖοι, τότε τὸν Χριστὸν ἐλθεῖν, ὅταν ἐλθὼν Ἠλίας, προδράμῃ τῆς παρουσίας αὐτοῦ. Καὶ γὰρ ἔστι προφητεία Μαλαχίου λέγουσα· Ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν. Καὶ μέλλει μὲν Ἠλίας προδραμεῖν τῆς τοῦ Χριστοῦ παρουσίας, ἀλλὰ τῆς δευτέρας. Τῆς γὰρ πρώτης ὁ Ἰωάννης προέδραμε. Φησὶν οὖν ὁ Χριστὸς, ὅτι Ἐὰν θέλητε δέξασθαι, ὃ μέλλω νῦν εἰπεῖν· ἡ δέξασθαι, ἀντὶ τοῦ, Προσέχειν τοῖς πράγμασιν· αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· αὐτός ἐστιν, ὡς τὴν αὐτὴν αὐτῷ διακονίαν ἀνύων. Ὥσπερ γὰρ ἐκεῖνος, προτρέχων τῆς δευτέρας μου παρουσίας, ἐπιστρέψει τὰς καρδίας τῶν τηνικαῦτα Ἰουδαίων πρὸς τοὺς ἀποστόλους· πατέρες γὰρ οἱ Ἰουδαῖοι τῶν ἀποστόλων·
οὕτω καὶ οὗτος, προτρέχων τῆς πρώτης μου παρουσίας, ἐπιστρέφει τὰς καρδίας τῶν μελλόντων πιστεύειν Ἰουδαίων πρὸς ἐμέ, τὸν υἱὸν αὐτῶν. Κατὰ γὰρ τὴν ἐνανθρώπησιν ἐξ Ἰουδαίων ὁ Χριστὸς κατήγετο. Καὶ ὥσπερ ὁ πρῶτος Ἠλίας, δεύτερος πρόδρομος λέγεται· οὕτω δὴ καὶ ὁ πρῶτος πρόδρομος, δεύτερος Ἠλίας προσαγορεύεται, διὰ τὴν, ὡς εἴρηται, ὁμοίαν διακονίαν.
col. 355–356page 125 of 329
PG 129:355Ὁ ἔχων — ἀκουέτω. Ὦτα νοητὰ λέγει νῦν· αἰσθητὰ γὰρ πάντες εἶχον οἱ ἀκροώμενοι. Φησὶ δὲ ὅτι ὁ ἔχων ὦτα νοητὰ εἰς τὸ συνιέναι, συνιέτω τὸ ῥηθέν, ἤγουν, πῶς ἐστιν Ἠλίας ὁ Ἰωάννης. Ἐδόκει γὰρ αἰνίγματι ὅμοιον, ἀποδείξας μὲν οὖν Ἠλίαν, τὸν Ἰωάννην, συναπέδειξε, καὶ ὅτι παραγέγονεν ὁ Χριστός. Εἰπὼν δὲ, ὅτι ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, διήγειρεν αὐτοὺς εἰς τὸ ἐρωτῆσαι περὶ τοῦ δοκοῦντος αἰνίγματος. Τίνι — ταύτην; Ὁ δὲ Λουκᾶς· Τίνι ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης; Ὁμοιώσω δὲ, ἀντὶ τοῦ, Παρεικάσω. Βούλεται δὲ τὸ δυσάρεστον ἐλέγξαι τῶν Ἰουδαίων. Ὅμοια αὐτῶν. Παιδίοις τοὺς Ἰουδαίους παρείκασε, διὰ τὴν ἀφροσύνην αὐτῶν.
Ἀγορὰ δέ ἐστι τόπος δημόσιος, ἐν ᾧ τὰ πλήθη πανταχόθεν συμρέουσιν, ἐμπορίας χάριν. Ἑταίρους δὲ, τουτέστι, φίλους αὐτῶν, λέγει ἑαυτὸν, καὶ τὸν Βαπτιστὴν Ἰωάννην, οἷς προσεφώνουν, εἴτουν, συνελάλουν οἱ Ἰουδαῖοι. Καὶ — ἐκόψασθε. Καὶ λέγουσι τοῖς δηλωθεῖσι παιδίοις οἱ τοιοῦτοι ἑταῖροι αὐτῶν, ὅτι αὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Ταῦτα δὲ, τοιαύτην ἔχει διάνοιαν· ὅτι ἐπεδειξάμεθα ὑμῖν πολιτείαν εὐπρόσιτον, καὶ οὐκ ἠρέσθητε· καὶ δυσπρόσιτον, καὶ πάλιν οὐκ ἠρέσθητε. Τὸ μὲν γὰρ αὐλεῖν, εὐπρόσιτον· τὸ δὲ θρηνεῖν, δυσπρόσιτον. Καὶ αὖθις ὁ ἐρχόμενος τε αὐλοῦντός τινος ἀρέσκεται καὶ ὁ κοπτόμενος, εἴτουν κλαίων, θρηνοῦντός τινος ἀρέσκεται.
Εἶτα ἐφερμηνεύει τὰ ῥηθέντα λέγων· Ἦλθε — ἁμαρτωλῶν. Ἡ μὲν τοῦ Ἰωάννου δίαιτα, δυσπρόσιτος καὶ τραχεῖα· οὔτε γὰρ ἤσθιεν ἄρτον, οὔτε ἔπινεν οἶνον· ἡ δὲ τοῦ Χριστοῦ, εὐπρόσιτος καὶ ὁμαλή. Τί γάρ; ἤσθιεν ἄρτον, καὶ ἔπινεν οἶνον· καὶ ἦσαν μὲν ἀλλήλαις ἐναντίαι αὗται αἱ δίαιται. Οὐδετέρῳ δὲ τῶν οὕτω διαιτωμένων ἤρεσκοντο· ἀλλὰ τὸν Ἰωάννην μέν, διὰ τὴν ἀσιτίαν καὶ ἀοινίαν, δαιμόνιον ἔχειν ἔλεγον· τὸν δὲ Χριστόν, διὰ τὸ ἐσθίειν καὶ πίνειν, φάγον καὶ οἰνοπότην ὠνόμαζον, εἰ καὶ μὴ ῥητῶς τὰς διαβολὰς τούτων ἀνέγραψεν ὁ εὐαγγελιστής, νομίσας ἀρκεῖν τὸν παρόντα λόγον.
Ὥσπερ γὰρ δύο θηρευταί, ζῶον δυσθήρατον ἑλεῖν σπεύδοντες, ἐκ δύο μόνων διεξόδων θηρευθῆναι μέλλον, ἐναντίων ἀλλήλαις, ἑκατέραν διέξοδον ἑκάτερος διαλαβών, ἐξεναντίας μὲν ἀλλήλοις ἵστανται, τὸ αὐτὸ δὲ ποιοῦσιν· οὕτω ᾠκονομήθη, τὸν μὲν Ἰωάννην σκληροτέραν ἔχειν ἀγωγήν, τὸν δὲ Χριστὸν μαλακωτέραν, ἵνα εἴτε τοῦτον, εἴτε ἐκεῖνον ἀποδεξάμενοι, πεισθῶσιν αὐτοῖς, καὶ εἴτε διὰ τούτου, εἴτε δι' ἐκείνου θηραθῶσι. Καὶ ἦσαν
col. 357–358page 126 of 329
PG 129:357ἐναντίαι μὲν ἀλλήλαις αἱ ὁδοί· τὸ δὲ ἔργον, ὅμοιον. Ἀλλ᾽ αὐτοὶ, καθάπερ θηρίον δύστροπον, ἑκατέρους φεύγοντες, ἑκατέρους ἐκάκιζον. Ἐρωτήσωμεν τοίνυν αὐτούς· Καλὸν ἡ σκληροτέρα πολιτεία; Καὶ πῶς οὐκ ἐπείσθητε τῷ Ἰωάννῃ, τὸν Χριστὸν ὑμῖν ὑποδεικνύοντι; Ἀλλὰ καλὸν ἡ μαλακωτέρα· καὶ πῶς οὐκ ἐπείσθητε τῷ Χριστῷ, τὴν ὁδὸν ὑμᾶς τῆς σωτηρίας διδάσκοντι; Διατί δὲ μᾶλλον ὁ Ἰωάννης τὴν σκληροτέραν ἀγωγὴν εἶχε; Διότι ἔδει τὸν μὲν κήρυκα τῆς μετανοίας σκυθρωπὸν εἶναι, τὸν δὲ δοτῆρα τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, χαρίεντα. Καὶ ὅτι ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο τοῖς Ἰουδαίοις, εἰ μὴ πολιτείαν μόνην· Ἰωάννης γάρ, φησίν, οὐδὲν ἐποίησε σημεῖον·
ὁ δὲ Χριστὸς καὶ τὴν ἀπὸ τῶν θεοπρεπῶν θαυμάτων μαρτυρίαν ἐκέκτητο. Ἄλλως τε δὲ, καὶ γινώσκων ἀσθενεῖς τοὺς ἀνθρώπους, συγκατέβαινεν, ἵνα κερδήσῃ μᾶλλον αὐτοὺς ἐντεῦθεν. Διὰ τοῦτο καὶ εἰς τραπέζας τελωνῶν οἰκονομικῶς εἰσήρχετο, καὶ τοῖς μεμφομένοις ἀπελογεῖτο, τὴν αἰτίαν λέγων· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἀλλ᾽ οὐδὲ τῆς σκληρᾶς ἡμέλησεν ἀγωγῆς, ἐν τῇ ἐρήμῳ μετὰ τῶν θηρίων οἰκήσας, καὶ τεσσαράκοντα νηστεύσας ἡμέρας, ὡς προδεδήλωται. Καὶ εἰς τραπέζας δὲ εἰσιών, εὐλαβῶς τε καὶ ἐγκρατῶς καὶ ἁγιοπρεπῶς ἤσθιε καὶ ἔπινε. Καὶ — αὐτῆς.
Ἐδικαιώθη, ἀντὶ τοῦ, Δικαία ἐλογίσθη, τουτέστιν ἐθαυμάσθη ἡ σοφία τοῦ Θεοῦ, ἡ οἰκονομήσασα τὸν Ἰωάννην καὶ τὸν Χριστὸν ἐναντίας ὁδοὺς πολιτειῶν ἰέναι, διὰ τὴν αὐτὴν ὠφέλειαν τῶν ἀνθρώπων. Ἐθαυμάσθη δὲ, ἀπὸ τῶν τέκνων αὐτῆς, ἔγουν, παρὰ τῶν συνιέντων αὐτήν. Υἱοί γὰρ σοφίας, οἱ συνετοί· ἢ Ἐδικαιώθη, ἀντὶ τοῦ, Δικαία καὶ ἀνέγκλητος ἐλογίσθη, ὡς ποιήσασα πᾶν ὃ ἔδει, καὶ παντὶ τρόπῳ χρησαμένη πρὸς σωτηρίαν αὐτῶν. Τότε — μετενόησαν. Ὀνειδίζειν, ἀντὶ τοῦ, Ταλανίζειν. Ὄνειδος γὰρ καὶ ὁ ταλανισμός. Δυνάμεις δὲ, τὰ θαύματα λέγει. Οὐαί σοι — μετενόησαν. Τὸ Σόδομα μὲν καὶ Γόμορρα τίθησιν, ὡς εἰς ἀσέλγειαν ἐπιφανέστατα· τὴν Τύρον δὲ καὶ τὴν Σιδῶνα, ὡς εἰς εἰδωλολατρίαν διαβοήτους. Πλὴν ὑμῖν.
Τὸ Πλήν, ἀντὶ τοῦ, Διὰ τοῦτο. Μιγνύει δὲ τῷ ταλανισμῷ καὶ ἀπειλήν, ἵνα ἢ αἰσχυνθῶσιν, ἢ φοβηθῶσι.
col. 359–360page 127 of 329
PG 129:359Καὶ — σήμερον. Ἡ Καπερναοὺμ ἔνδοξος γέγονε διὰ τὸ κατοικεῖν ἐν αὐτῇ τὸν Χριστὸν, καὶ τὰ πολλὰ τῶν θαυμάτων ἐν αὐτῇ τελέσαι. Φησὶν οὖν, ὅτι Καὶ σύ, ἡ μέχρι τοῦ οὐρανοῦ ὑψωθεῖσα τῇ δόξῃ, ἕως ᾅδου καταβιβασθήσῃ τῇ ἀδοξίᾳ. Ἐμφαντικὰ δὲ τὸ, Μέχρι τοῦ οὐρανοῦ, καὶ τὸ, Ἕως ᾅδου. Ἐμφαίνουσι γὰρ, τὸ μὲν, μέγεθος δόξης· τὸ δὲ ἀδοξίας. Αὔξησις δὲ κατηγορίας καὶ ἀπόδειξις κακίας ὑπερβαλλούσης, τὸ λέγειν, αὐτοὺς μὴ μόνον χείρους τῶν τότε ἁμαρτωλῶν, ἀλλὰ καὶ τῶν πώποτε γενομένων. Πλήν — σεί. Τὸ μὲν, Ὑμῖν, πρὸς τοὺς πολίτας τῆς πόλεως ἐκείνης εἴρηται· τὸ δὲ Σοί, πρὸς τὴν πόλιν. Ἐν — νηπίοις. Τὸ τῆς ἀποκρίσεως ὄνομα, πολυσήμαντόν ἐστιν.
Ἵνα γὰρ ἐάσω τὸν διαχωρισμὸν καὶ τὴν διαφόρησιν, κατὰ τοὺς ἰατρούς, καὶ τὴν εἰς τοῦτο κατάληξιν· ποτὲ μὲν τόπον ἀρχῆς ἔχει, ὡς τό· Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· περὶ οὗ νῦν ὁ λόγος· οὐ προηγήσατο γὰρ ἐρώτησις· ποτὲ δὲ, πρὸς ἐρώτησιν ἀποδίδοται· ὡς τό· Ἀποκριθεὶς Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· προηγήσατο γὰρ ἐρώτησις· ποτὲ δὲ, λόγου διαδοχὴν δηλοῖ· τῆς γὰρ Χαναναίας εἰπούσης· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις· ποτὲ δὲ, σημαίνει παράκλησιν, ὡς τό·
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην· ποτὲ δὲ, περιττὸν τέθειται· ὡς τό· Ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι· καὶ γὰρ ὁ Μάρκος παρέλιπε τὸ, Ἀποκριθεὶς, καὶ εἶπεν· Ὁ δὲ Πέτρος ἔφη αὐτῷ· ἔστι δ' ὅτε δηλοῖ καὶ τὴν ἐρώτησιν, ὡς τό· Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην. Ἐξομολόγησιν δὲ νῦν, τὴν εὐχαριστίαν λέγει· καὶ σοφοὺς μὲν, καὶ συνετούς, τοὺς οὕτω δοκοῦντας τῷ λαῷ, Γραμματέας καὶ Φαρισαίους· νηπίους δὲ, τοὺς ἀποστόλους, διὰ τὸ ἄκακον, καὶ ἀπόνηρον, καὶ ἀφελές.
Εὐχαριστῶ σοι, φησὶν, ὅτι ἀπέκρυψας τὰ τῆς πίστεως μυστήρια ἀπὸ σοφῶν καὶ συνετῶν, μὴ θελησάντων ἐπιγνῶναι ταῦτα, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, τοῖς παραδεξαμένοις αὐτά. Εὐχαριστήσας μὲν οὖν τῷ Πατρὶ, ἔδειξεν, ὅτι
col. 361–362page 128 of 329
PG 129:361υἱός ἐστιν αὐτοῦ, καὶ παρ' ἐκείνου ἀπέσταλται· ὑπὲρ τῶν πιστευσάντων δὲ ποιήσας τὴν εὐχαριστίαν, ἐδήλωσεν, οἷαν ἀγάπην ἔχει περὶ αὐτούς. Ταύτην δὲ τὴν εὐχαριστίαν προσήγαγε τῷ Θεῷ, καὶ ὑπὲρ τῶν ἑβδομήκοντα ἀποστόλων, ὅτε ὑπέστρεψαν πρὸς αὐτόν, ὡς εἴρηκεν ὁ Λουκᾶς. Ναὶ ὁ Πατήρ — ἔμπροσθέν σου. Ναὶ εὐχαριστῶ σοι, ὦ Πάτερ, διότι οὕτως ἐγένετο εὐδοκία, ἤγουν, ἀρέσκεια ἐνώπιόν σου, τουτέστι διότι οὕτως ηὐδόκησας, ἀποκρυβῆναι μὲν ταῦτα ἀπὸ τῶν ἀποσεισαμένων αὐτὰ, ὡς ἀναξίων, ἀποκαλυφθῆναι δὲ ταῦτα τοῖς προσισμένοις αὐτὰ, ὡς ἀξίοις. Δίκαιον γὰρ τοῦτό ἐστιν. Ἵνα δὲ μὴ, ἀπὸ τοῦ εὐχαριστῆσαι τῷ Πατρὶ, δόξῃ τοῖς ἀνθρώποις ἀσθενέστερος αὐτοῦ, καὶ διὰ τοῦτο τῆς Πατρικῆς φύσεως ἀλλότριος, φησίν·
Πάντα — μου. Πάντα, τὰ τοῦ Πατρὸς δηλονότι. Καὶ ἀλλαχοῦ γάρ φησι· Πάντα, ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν. Ἐὰν δὲ πάντα αὐτῷ παρεδόθη, πάντων ἄρα Κύριος ἐστιν· εἰ δὲ πάντων ἐστὶ Κύριος, ἴσος ἄρα τῷ Πατρί ἐστι. Τὸ δὲ Παρεδόθη, θεοπρεπῶς νόησον, οὐχ ὅτι μὴ ἔχων ταῦτα πρότερον, παρέλαβεν ὕστερον· οὐδὲν γάρ ἐστιν αὐτοῦ προγενέστερον, οὐδὲ αὐτὸς ὁ Πατὴρ, ἀλλ' ἅμα Πατὴρ καὶ ἅμα Υἱὸς, καὶ ἅμα πάντων Κύριοι· ἀλλ᾽ εἴωθεν οἰκονομικῶς λέγειν τοιαῦτα πολλαχοῦ, τιμῶν τὸν Πατέρα, καὶ ταύτην ἐπὶ τῶν τοιούτων ἔχει τὴν λύσιν. Καὶ — εἰ μὴ ὁ Υἱός. Ἐπίγνωσιν, οὐ τὴν ἁπλῶς φησὶν, ἀλλὰ τὴν κατὰ φύσιν αὐτῶν. Ὅτι μὲν γάρ ἐστιν Υἱὸς καὶ Πατὴρ, ἐπιγινώσκομεν πάντες οἱ πιστεύοντες·
τίς δὲ κατὰ τὴν φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ τίς ὁ Πατὴρ, οὐδεὶς ἐπιγινώσκει. Λέγει γὰρ ὁ Λουκᾶς· Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· καὶ τίς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱός. Τοῦτο δὲ εἶπεν ὁ Χριστὸς, διδάσκων φανερώτερον τὴν πρὸς τὸν Πατέρα ἰσότητα. Εἰ γὰρ μόνοι τῶν πάντων ἴσην ἔχουσι τὴν περὶ ἀλλήλων γνῶσιν, ἴσοι ἄρα εἰσίν. Καὶ — ἀποκαλύψαι. Καὶ τοῦτο τὴν ἰσότητα δείκνυσιν. Εἰ γὰρ ἀποκαλύπτει μὲν ὁ Πατὴρ, ὡς ἀνωτέρω δεδήλωται, ἀποκαλύπτει δὲ καὶ ὁ Υἱὸς, ἴσοι ἄρα εἰσίν. Ἀποκαλύψει δὲ τοῖς ἀξίοις τὴν φύσιν τοῦ Πατρὸς, ἐν τῷ μέλλοντι αἰῶνι. Εἰ δὲ τὴν φύσιν τοῦ Πατρὸς ἀποκαλύψει, πάντως καὶ τὴν ἑαυτοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος· μία γὰρ καὶ ἡ αὐτή ἐστι τῶν τριῶν.
Ἀποκαλύψει δὲ ὅσον ἐφικτόν. Εἰπὼν δὲ, ὅτι οὐδεὶς ἐπιγινώσκει, τοὺς κτιστοὺς ἐδήλωσε. Τὸ Πνεῦμα δὲ τὸ ἅγιον, ὡς ἄκτιστον, οὐ συμπεριέλαβε. Καὶ διατί μὴ καὶ περὶ τούτου φανερῶς εἴρηκε; Διότι οὔπω καιρὸς ἦν διδάξαι περὶ αὐτοῦ. Καὶ γὰρ ἔδει πρῶτον τὴν περὶ τοῦ Υἱοῦ γνῶσιν ἐνσημανθῆναι καὶ ταῖς ψυχαῖς τῶν μαθητῶν· εἶτα καὶ τὰ περὶ τοῦ Ἁγίου Πνεύματος αὐτοῖς ἀποκαλυφθῆναι.
col. 363–364page 129 of 329
PG 129:363Δεύτε ὑμᾶς. Οἱ κοπιῶντες εἰς τὴν ἐργασίαν τῆς ἁμαρτίας, καὶ πεφορτισμένοι τῷ βάρει ταύτης. Ὁρᾷς, ὅπως ἔδειξε τὴν ἁμαρτίαν καὶ κόπον καὶ βάρος ἔχουσαν; Ἔχει γάρ, ἔχει κόπον μέν, πρὸ τοῦ ἀποτελεσθῆναι· βάρος δὲ, μετὰ τοῦτο. Λέγοιτο δ᾽ ἂν καὶ ἑτέρως, ὅτι καὶ οἱ κοπιῶντες εἰς τὰ μάταια, καὶ πεφορτισμένοι ταῖς μερίμναις τούτων. Κἀγὼ ἀναπαύσω ὑμᾶς, ἤγουν, ἐλευθερώσω καὶ τοῦ τοιούτου κόπου καὶ τοῦ τοιούτου βάρους. Ἄρατε ὑμᾶς. Ζυγὸν ὠνόμασε, τὰς εὐαγγελικὰς ἐντολὰς αὐτοῦ, διὰ τὸ ἐπικεῖσθαι τρόπον ζυγοῦ τοῖς ὑπερχομένοις αὐτὰς, καὶ συνδεῖν αὐτοὺς ἀλλήλοις τε καὶ τῷ ἐλατῆρι Χριστῷ. Καὶ καρδίᾳ. Πραότητα νῦν, τὴν ταπείνωσιν λέγει· μέρος γὰρ τῆς ταπεινώσεως, ἡ πραότης·
διὸ καὶ εἰπὼν, ὅτι Πρᾷός εἰμι, ἐφηρμήνευσεν ὅπερ εἶπε, καὶ σκόπει τὴν προσθήκην. Οὐ γὰρ εἶπεν, ὅτι ταπεινὸς μόνον, ἀλλ᾽ ὅτι ταπεινὸς τῇ καρδίᾳ, τουτέστι, ταπεινὸς τῇ ψυχῇ, τῇ προαιρέσει. Ἡ γὰρ ἐκ περιστάσεως ταπείνωσις ἄκαρπος, ὡς ἐπιπόλαιός τε καὶ ἀπροαίρετος. Τὴν ταπείνωσιν δὲ πάλιν αὐτοῖς προέτεινεν, ὡς ῥίζαν ἁπάσης ἀρετῆς· ἑαυτὸν δὲ παράδειγμα προεστήσατο, ποιῶν εὐπαράδεκτον τὸν λόγον. Καὶ ὑμῶν. Ὁ γὰρ ταπεινός, πάντα ὅσα πάσχει, κατὰ λόγον πάσχειν δοκῶν, οὐ ταράσσεται. Τινὲς δὲ ἀνάπαυσιν, τὴν αἰώνιον ἑρμηνεύουσιν. Ὁ γὰρ ζυγός – ἐλαφρόν ἐστι. Τὸν ζυγόν, ἐκάλεσε καὶ φορτίον· ἀλλὰ ζυγὸν μὲν, διὰ τὴν ῥηθεῖσαν αἰτίαν· φορτίον δὲ, διὰ τὸ βαρεῖν πρὸς καιρὸν τοὺς ἀγυμνάστους.
Ὅρα δὲ, πῶς καὶ ζυγὸν εἶπε, καὶ χρηστὸν ἐκάλεσε, καὶ φορτίον εἴρηκε, καὶ ἐλαφρὸν προσηγόρευσεν· ἵνα μήτε ὡς εὐκόλων καταφρονήσῃς, μήτε ὡς ἐπίπονα φύγῃς. Ζήτει δὲ καὶ εἰς τὸ πέμπτον κεφάλαιον, τὴν ἐξήγησιν τοῦ, Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ἐν σπορίμων. Τοῖς Σάββασιν, ἀντὶ τοῦ, Ἐν ἡμέρᾳ Σαββάτων, τουτέστιν, ἐν Σαββάτῳ· σπόριμα δὲ λέγει, τὰ γήδια, τὰ λήϊα. Οἱ δὲ μαθηταὶ ἐσθίειν. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας. Ἐπεὶ γὰρ μέσον τῶν σπορίμων διήρχοντο, ἅμα μὲν ἀνέσπων τοὺς στάχυας, ἵνα προβαίνειν ἔχοιεν· ἅμα δὲ ἤσθιον τοὺς ἀνασπωμένους, ψώχοντες ταῖς χερσὶν, ὡς ὁ Λουκᾶς
col. 365–366page 130 of 329
PG 129:365εἴρηκεν, ὅ ἐστι, τρίβοντες. Ἐπείνων γάρ, οἷα λιμῷ μαχόμενοι· βραχέα μὲν γὰρ τοῦ σώματος ἐφρόντιζον· τὸ πᾶν δὲ τῇ ἀκροάσει καὶ προσεδρείᾳ τοῦ Σωτῆρος ἄνεμον, καὶ διὰ τοῦτο ἐλίμωττον. Οἱ δὲ Φαρισαῖοι — Σαββάτῳ. Ὁ δὲ Λουκᾶς φησιν ὅτι τοῖς μαθηταῖς οὗτοι εἶπον· Τί ποιεῖτε δ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς Σάββασι; Καὶ γὰρ καὶ τούτῳ, κἀκείνοις ταῦτα εἶπον οἱ σμικρολόγοι καὶ μεμψίμοιροι. Καὶ περὶ ἐκείνου μὲν εἴρηκεν ὁ Ματθαῖος· περὶ τούτων δὲ ὁ Λουκᾶς. Καὶ πολλαχοῦ τοιαῦτα πολλάκις εὑρήσεις. Ἐμέμψαντο δὲ τὸ τέλλειν, ὡς ἔργον, οὐ τὸ ἐσθίειν. Ὁ δὲ Ἰησοῦς — μόνοις;
Ἐν τῇ πρώτῃ βίβλῳ τῶν Βασιλειῶν ἱστόρηται ὅτι Δαυΐδ, ἐπιβουλευθείς ὑπὸ Σαούλ, τοῦ ἰδίου πενθεροῦ, καὶ φεύγων αὐτόν, ἐπείνασε, καὶ ἀπελθὼν εἰς Νομμά, πόλιν τῶν ἱερέων τοῦ Θεοῦ, προσεποιήσατο παρά Σαούλ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς χρείαν τινὰ, καὶ ἐζήτησεν ἄρτους, καὶ μὴ εὑρὼν ἄλλους κατὰ τὸν καιρόν ἐκεῖνον, ἔλαβε παρὰ τοῦ ἱερέως, διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, τοὺς τῆς προθέσεως. Ἡ δὲ πρόθεσις, τράπεζα ἦν ἐν τῷ ναῷ, ἐφ᾿ ἧς οἱ ἄρτοι τῆς θυσίας προέκειντο· καὶ λαβὼν ἔφαγεν αὐτὸς καὶ τὰ μετ' αὐτοῦ παιδάρια. Ἡ μὲν οὖν ἱστορία τοιαύτη. Τὸ δὲ, Οὐκ ἐξὸν ἦν, ἀντὶ τοῦ, Οὐ συγκεχωρημένον ἦν παρὰ τοῦ νόμου.
Ταύτην δὲ τὴν ἱστορίαν προεβάλετο τοῖς Φαρισαίοις ὁ Χριστός, εἰς συνηγορίαν τῶν μαθητῶν αὐτοῦ, δεικνύων, ὅτι συγγνώμης εἰσὶν ἄξιοι, διὰ τὸν λιμὸν, δι' ἂν καὶ αὐτὸς ὁ περιώνυμος Δαυΐδ ἔλυσε τὸν νόμον τῶν ἄρτων τῆς προθέσεως, καὶ οὐ μόνον οὐκ ἐπετιμήθη παρὰ τοῦ τηνικαῦτα ἐφημερεύοντος ἱερέως, ἀλλὰ καὶ μᾶλλον παρ' αὐτοῦ τούτους ἔλαβεν. Ἢ οὐκ — εἰσιν; Συνεχῶς αὐτοῖς ἐπιλέγει τό, Οὐκ ἀνέγνωτε; ὀνειδίζων τούτοις ματαιοπονίαν, ὡς μὴ ἐπιγινώσκουσιν, ὃ ἀναγινώσκουσι. Νόμος δὲ ἦν, κελεύων, μηδὲν ἔργον ἐν Σαββάτῳ ποιεῖν· καὶ νόμος πάλιν ἕτερος, ἐπιτρέπων τοῖς ἱερεῦσι θύειν ἐν Σαββάτῳ, καὶ διὰ τὴν θυσίαν ξυλοκοπεῖν, καὶ πῦρ ἀνάπτειν, καὶ κρεανομεῖν, καὶ ἄλλα τινὰ τοιαῦτα ποιεῖν.
Καὶ ὡς μὲν ὅλως ἐργαζόμενοι, ἐβεβήλουν τὸ Σάββατον, εἴτουν, ἐμίαινον· ὡς δὲ ἱερὰ ἐργαζόμενοι, ἀναίτιοι ἦσαν. Τὴν μὲν οὖν κατὰ τὸν Δαυΐδ ἱστορίαν τέθεικε, συγγνώμης τοὺς μαθητὰς ἀξιῶν, ὡς προέφημεν· τὸ δὲ παρὸν ἔλαβε παράδειγμα, δεικνύων ἐκ περιουσίας, ὅτι παντελῶς εἰσιν ἀναίτιοι. Καὶ ὅρα ἀπὸ πόσων τοῦτο κατασκευάζει; Πρῶτον ἀπὸ τοῦ προσώπου· Οἱ ἱερεῖς γὰρ, φησίν· εἶτα
col. 367–368page 131 of 329
PG 129:367ἀπὸ τοῦ ναοῦ· Ἐν τῷ ἱερῷ γάρ· ἔπειτα, ἀπὸ τοῦ πράγματος· Βεβηλοῦσι γάρ· οὐδὲ γὰρ εἶπεν, ὅτι ἀθετοῦσι τὸ Σάββατον, ἀλλὰ τὸ βαρύτερον, ὅτι Βεβηλοῦσιν· εἶθ' οὕτως ἐπήγαγε τὸ τοῦ λόγου κεφάλαιον, ὅτι καὶ ἀναίτιοί εἰσι. Προέταξε μὲν οὖν τὴν εὐχερεστέραν ἀπολογίαν· εἶτα ἐπήγαγε τὴν ἰσχυροτέραν. Ὁ μὲν γὰρ Δαυΐδ, ἅπαξ διὰ περίστασιν λύσας τὸν περὶ τῶν ἄρτων τῆς προθέσεως νόμον, κατὰ συγγνώμην ἀφείθη τοῦ ἐγκλήματος· οἱ δ' ἱερεῖς, καθ' ἕκαστον Σάββατον, δίχα περιστάσεως, λύοντες τὸν τοῦ Σαββάτου νόμον, κατὰ νόμον ἀπολέλυνται τῆς παρανομίας. Λόγῳ — ὧδε. Αὐτὸς γὰρ ἐνταῦθα πάρεστιν ὁ τοῦ ἱεροῦ Δεσπότης. Καὶ ἐὰν οἱ τοῦ ἱεροῦ τὸ Σάββατον λύοντες, ἀναίτιοι ὦσι, πολλῷ μᾶλλον οἱ τοῦ Δεσπότου τοῦ ἱεροῦ.
Ὥσπερ γὰρ ἐκεῖνοι δι' αἰτίαν εὔλογον ἀναίτιοί εἰσι· διὰ τὸ θύειν γὰρ καὶ ἱερὰ ἔργα ποιεῖν· οὕτω καὶ οὗτοι. Καὶ γὰρ τοῖς μὲν Ἑβραίοις, διὰ τὴν ἀσθένειαν αὐτῶν, μίαν ἡμέραν τῆς ἑβδομάδος ἄπρακτον ἀπεκλήρωσεν ὁ Θεός· λέγω δὴ τὸ Σάββατον· ὥστε ἐν αὐτῷ τούτους ἀργεῖν μὲν ἀπὸ τῶν ἄλλων ἔργων, καὶ διαναπαύειν τοὺς ὑπὸ χεῖρα, καὶ τὰ ὑποζύγια· σχολάζειν δὲ τῇ ἀναγνώσει τοῦ νόμου καὶ ταῖς θυσίαις· τοῖς δὲ Χριστιανοῖς, ὡς ἰσχυροτέροις, ἅπασαν τὴν ἑβδομάδα σχολάζειν τῇ ἀναγνώσει καὶ ταῖς πνευματικαῖς θυσίαις ἐπέταξε. Κἀκείνους μὲν ἀπὸ τῶν ἄλλων ἐκώλυσεν, ἵνα σχολάζωσι τῇ ἀναγνώσει καὶ ταῖς θυσίαις· τούτους δὲ, σχολάζοντας τοῖς πνευματικοῖς, οὐδ' ἀπὸ τῶν ἄλλων ἐκώλυσεν.
Οὐκ ἔδει γὰρ δεδέσθαι τὰς χεῖρας τοὺς πρὸς μηδὲν φαῦλον ταύτας ἐκτείνοντας, οὐδὲ τὰ μικρὰ παιδεύεσθαι τοὺς τὰ μεγάλα φιλοσοφοῦντας, οὐδὲ τοῖς ἀτελέσιν ἐπίσης πολιτεύεσθαι τοὺς τελείους. [Τὴν μέντοι Κυριακήν τιμῶμεν κατ' ἐξαίρετον, ὡς κυρίως καταπαύσιμον, ἐν ᾗ τελείως κατέπαυσεν ἀπὸ τῆς θνητότητος ἡ ἀπαρχὴ τοῦ ἡμετέρου φυράματος, καὶ ἐνεκαίνισεν ἡμῖν τὴν ἀνάστασιν, καὶ τὴν ἐν ἀθανασίᾳ ζωήν.] Εἰ δὲ — ἀναιτίους. Ἐπειδὴ φορτικὸς ἔδοξεν, εἰπὼν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε, μεθιστᾷ τὸν λόγον ἐπὶ συγγνώμην, ἀλλὰ μετ' ἐπιπλήξεως. Πάλιν γὰρ ἄγνοιαν αὐτοῖς ὀνειδίζει τῶν Γραφῶν·
Εἰ ἐγνώκειτε, λέγων, τί σημαίνει τὸ προφητικὸν ῥητόν, δι' οὗ ὁ Θεὸς τὸν ἔλεον προτετίμηκε τῆς θυσίας, ἐλεήσατε ἂν τοὺς πεινῶντας τοσοῦτον, ὡς ἐσθίειν ἀκατέργαστον σίτον, καὶ οὐκ ἂν ἐμέμψασθε τούτοις, ἀναιτίοις οὖσιν, εἰ καὶ μὴ δι' ἕτερον, ἀλλά γε διὰ τὸν λιμόν. Εἰ γὰρ διὰ θυσίαν λύεται τὸ Σάββατον, ὡς προείρηται, πολλῷ μᾶλλον δι' ἔλεον. Μείζων γὰρ θυσίας ἡ ἐλεημοσύνη, κατὰ τὴν δηλωθεῖσαν θείαν ἀπόφασιν.
col. 369–370page 132 of 329
PG 129:369Κύριος - ἀνθρώπου. Πάλιν παρεμφαίνει τὴν ἑαυτοῦ θεότητα. Ποτὲ μὲν γὰρ συσκιάζει ταύτην διὰ τὴν ἀμβλυωπίαν τῶν μεμψιμοίρων· ποτὲ δὲ παρανοίγει διὰ τὴν ὀξυωπίαν τῶν ἐπιεικεστέρων. Κύριος γάρ, φησίν, ἐστὶ τοῦ Σαββάτου ὁ ἐνανθρωπήσας, ὡς ποιητὴς καὶ νομοθέτης αὐτοῦ. Καὶ λοιπόν, παρόντος ἐμοῦ τοῦ Κυρίου, καὶ ἀνεχομένου, μάτην ὑμεῖς τοὺς ἐμοὺς καταδικάζετε. Ἐν δὲ τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, καὶ ἑτέραν ἀπολογίαν εὕρηται λέγων ὁ Χριστὸς, ὅτι τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον, τουτέστιν, ἡ τοῦ Σαββάτου ἀργία δι' ὠφέλειαν τοῦ ἀνθρώπου νενομοθέτηται, καὶ οὐ τὸ ἀνάπαλιν. Ἢ καὶ αὐτὸ τὸ Σάββατον, καὶ αἱ πρὸ τούτου ἡμέραι πᾶσαι, δι' ὠφέλειαν τοῦ ἀνθρώπου, γεγόνασιν.
Οὐ χρὴ δὲ θαυμάζειν, εἰ τὰ μὲν οὗτος ὁ εὐαγγελιστὴς προστίθησι, τὰ δὲ ἐκεῖνος παραλιμπάνει. Καὶ γὰρ οὐχ ἅμα τῷ λέγειν τὸν Χριστὸν, ἔγραφον τὰ Εὐαγγέλια, ἵνα καὶ πάντων ὁμοῦ τῶν αὐτοῦ λόγων ἀπομνημονεύειν ἔχοιεν· ἀλλὰ μετὰ πολλοὺς ὕστερον ἐνιαυτούς. Καὶ εἰκὸς, ἀνθρώπους ὄντας αὐτοὺς, ἐπιλαθέσθαι τινῶν. Καὶ ταύτην ἔχε τὴν λύσιν ἐπὶ τῶν τοιούτων προσθηκῶν τε καὶ παραλείψεων. Πολλάκις δὲ καὶ διὰ συντομίαν τινά τινες παραλίμπανον· ἔστι δ' ὅτε καὶ ὡς οὐκ ἀναγκαῖα. Καὶ αὐτῶν. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγὴν αὐτῶν. Ὁ δὲ Λουκᾶς φανερώτερον εἴρηκεν, ὅτι· Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ Σαββάτῳ, εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν. ΚΕΦ. ΚΑ'.
Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Καὶ ἰδοὺ ξηράν. Ὁ δὲ Λουκᾶς εἶπε, καὶ ποίαν χεῖρα, γράψας, ὅτι καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. Καὶ — αὐτοῦ. Ὑποπτεύοντες, ὅτι πάλιν ἐν Σαββάτῳ θεραπεύσει τινάς, προκαταλαμβάνουσιν αὐτὸν τῇ ἐρωτήσει, ἵνα ἀποκριθέντος, ὅτι ἔξεστι, λάβωσιν ἀφορμὴν καὶ κατηγορήσωσιν αὐτοῦ λοιπόν, ὡς παρρανόμου, καὶ κωλύσωσιν οὕτω τὴν θεραπείαν, καὶ τοὺς ἀπὸ τῆς θεραπείας πιστεύειν μέλλοντας. Ἠροῦντο γὰρ φθείρεσθαι ταῖς νόσοις τοὺς ὁμοφύλους, ἢ δοξάζεσθαι τὸν Χριστόν. Ὁ δὲ — ἐγερεῖ; Ὅρα, πῶς συλλογίζεται αὐτοὺς διὰ τοῦ παραδείγματος τούτου καὶ δείκνυσι φιλοχρημάτους μᾶλλον, ἢ φιλανθρώπους, καὶ κτηνῶν μὲν φειδομένους, ἀνθρώπους δὲ οὐκ ἐλεοῦντας.
Παρατήρει δὲ καὶ, πῶς ἄλλοτε μὲν ἄλλας ἀπολογίας ποιεῖται περὶ τῆς τοῦ Σαββάτου λύσεως· πάσας δὲ καταλλήλους τοῖς πράγμασιν, ἵνα καὶ τὸν νόμον εὐλόγως ἀναπεύσῃ, καὶ μὴ πλήξῃ τοὺς Ἰουδαίους.
col. 371–372page 133 of 329
PG 129:371Πόσω προβάτου. Συνομολογησάντων αὐτῶν, διὰ τῆς σιωπῆς· καὶ γὰρ ὁ νόμος ἐπέτρεπεν· ὁ ἠρώτησε, καὶ ἀντειπεῖν οὐκ ἠδύναντο· φησὶν ἀποφαντικῶς, ὅτι πολλῷ τιμιώτερός ἐστιν ὁ ἄνθρωπος τοῦ προβάτου. Ὥστε ἔξεστι καλῶς ποιεῖν. Διὰ τοῦ κατὰ τὸ πρόβατον παραδείγματος φιμώσας αὐτούς, λοιπὸν ὃ ἠρωτήθη παρ' αὐτῶν, ἀποκρίνεται. Μάρκος δὲ καὶ Λουκᾶς φασιν, ὅτι καὶ ἔστησε τὸν ἄνθρωπον εἰς τὸ μέσον, καὶ ἠρώτησεν αὐτοὺς, τί ἔξεστι τοῖς Σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι. Μετὰ γὰρ τὸ ἀποκριθῆναι αὐτοῖς, ἔστησεν αὐτὸν εἰς τὸ μέσον, ἵνα ἀπὸ τῆς ἐλεεινῆς θέας καταμαλάξῃ τὴν σκληροκαρδίαν αὐτῶν, καὶ πείσῃ τούτους ἀποθέσθαι μὲν τὴν βασκανίαν, συνιδεῖν δὲ, ὅτι καλὸν ἀεὶ θεραπεύεσθαι τοὺς κακῶς ἔχοντας·
εἶτα ἀντηρώτησε καὶ αὐτὸς αὐτοὺς ἐρώτημα ἄλυτον· οἱ δὲ ἐσιώπων, ἐλεγχόμενοι μὲν ὑπὸ τῆς ἀληθείας, ἐθελοκακοῦντες δέ· διὸ καὶ περιεβλέψατο αὐτοὺς μετ' ὀργῆς, καθά φησιν ὁ Μάρκος, ὥστε ἐντρέψαι, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν. Πωρωθεῖσα γὰρ ὑπὸ τοῦ φθόνου, οὔτε ὄψιν ἐλεεινὴν ἐδυσωπεῖτο, οὔτε λόγον ἀναντίρρητον παρεδέχετο. Τότε λέγει — ἄλλη. Προστάγματι ταύτην ἰάσατο, καταπλήττων τε αὐτούς, καὶ δεικνύων, ὅτι Θεός ἐστι. Ξηρὰν δὲ φέρει τὴν δεξιὰν χεῖρα, καὶ πᾶς ὁ τὴν δεξιὰν πρᾶξιν μὴ μετερχόμενος, φημὶ δή, τὴν ἀρετήν. Οἱ δὲ Φαρισαῖοι — ἀπολέσωσι. Συμβούλιον ἔλαβον παρ' ἀλλήλων· ὁ δὲ Μάρκος φησὶν ὅτι μετὰ τῶν Ἡρωδιανῶν τοῦτο ἐβουλεύσαντο.
Οἱ δὲ Ἡρωδιανοὶ, γένος μὲν ἦσαν Ἰουδαῖοι καὶ αὐτοὶ, τὸν Ἡρώδην δὲ διαφερόντως ἐτίμων, καὶ αὐτὸν ἔλεγον εἶναι τὸν ὑπὸ τῶν προφητῶν καταγγελλόμενον Χριστόν. Ἐπεὶ γὰρ τότε προεφητεύετο ἐλθεῖν ὁ Χριστός, ὅτε ἐκλείψει ἡγούμενος Ἰουδαῖος· ἐξέλιπε δὲ ἐπὶ τῶν ἡμερῶν Ἡρώδου τοῦ βρεφοκτόνου· πρῶτος γὰρ οὗτος ἀλλόφυλος, Ἰουδαίων ἐβασίλευσεν· ὑπέλαβον αὐτὸν εἶναι τὸν προσδοκώμενον ἥξειν, καὶ συστάντες, ἰδίαν αἵρεσιν ἐποιήσαντο. Διὸ καὶ ἀπὸ τοῦ σφόδρα φιλεῖν τὸν Ἡρώδην, Ἡρωδιανοὶ ἐπωνομάσθησαν. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν Ἡρωδιανῶν. Περὶ δὲ τῶν Ἰουδαίων ὁ Λουκᾶς εἶπεν, ὅτι ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
Καὶ γὰρ οὐ μόνον οὐ κατεπλάγησαν, ἀλλὰ καὶ σκοτισθέντες ὑπὸ τῆς βασκανίας, ἐπλήσθησαν ἀσυνεσίας. Καὶ πρῶτα μὲν συνελάλησαν, τί ἂν ποιήσειαν αὐτῷ κακὸν, εἶτα συνεβουλεύσαντο ἀνελεῖν αὐτόν. Ὁ δὲ Ἰησοῦς — ἐκεῖθεν. Χρὴ γὰρ ἀναχωρεῖν ἀπὸ τῶν πονηρῶν, καὶ μὴ ῥιψοκινδύνως ἐφιέναι
col. 373–374page 134 of 329
PG 129:373ταῖς μανίαις αὐτῶν. Ἅμα δὲ καὶ, οὔπω ἐλήλυθεν ἡ ὥρα τοῦ θανάτου αὐτοῦ, καὶ ἔδει πολλοὺς ἔτι θεραπευθῆναι, καὶ ἀπολαῦσαι τῆς διδασκαλίας αὐτοῦ. Καὶ ποιήσωσιν. Ἐνταῦθα τό, Ἐπετίμησεν, ἀντὶ τοῦ, Παρήγγειλε, καὶ ἐξησφαλίσατο. Σκόπει δὲ, πῶς καὶ τῶν νοσούντων ἐπιμελεῖται, καὶ τὸν φθόνον τῶν Ἰουδαίων θεραπεύει, παραγγέλλων, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν, ὅτι θεραπεύει. Τοῦτο γὰρ ἀκούοντες, ἔμελλον ἐπὶ πλεῖον ἐξαγριοῦσθαι. Ἐπεὶ δὲ ὑπὸ μακροθυμίας πολλῆς ἐποιεῖτο τὴν τοιαύτην παραγγελίαν, αἱρούμενος μάλιστα συγκαλύπτεσθαι τὴν ἑαυτοῦ δόξαν, ὑπὲρ τοῦ μὴ ἐξάπτεσθαι τούτους εἰς πλείονα μανίαν, εἰσάγει τὸν προφήτην ὁ εὐαγγελιστής, προαναφωνοῦντα τὴν τοιαύτην αὐτοῦ μακροθυμίαν καὶ ἀνεξικακίαν, καὶ φησίν·
Ὅπως – ᾑρέτισα. Προσώπῳ τοῦ Πατρὸς ταῦτά φησιν, Ἰδοὺ ὁ Παῖς μου, ὁ μονογενής. Ὃν δὲ ᾑρέτισα, ἀντὶ τοῦ, ὃν προέκρινα πάντων. Ἐπεὶ δὲ διπλοῦς ἐστὶν ὁ Χριστός· τὸ μέν, Ὁ Παῖς μου, δηλωτικόν ἐστι τῆς θεότητος· τὸ δέ, Ὃν ᾑρέτισα, τῆς ἀνθρωπότητος. Καὶ τὰ ἑξῆς δέ, τοιαῦτα. Ὁ ἀγαπητός μου. Ὁμοίως τὸ μέν, Ὁ ἀγαπητός μου, περὶ τῆς θεότητος εἴρηται· τὸ δέ, Εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, περὶ τῆς ἀνθρωπότητος. Ἔστι γὰρ ἀγαπητὸς μέν, ὡς μονογενής· εἰς αὐτὸν δὲ εὐδόκησεν, ὡς εἰς αὐτὸν ἐπαναπαυόμενος, ἢ ὡς δι' αὐτοῦ τὰ ἀγαθὰ θελήσας, λέγω δή, τὴν σωτηρίαν τῶν ἀνθρώπων. Καὶ βαπτιζομένου δὲ αὐτοῦ τοιαύτην ὁ Πατὴρ ἄνωθεν ἀφῆκε φωνὴν εἰπών· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Καὶ τοιαύτην κἀκεῖ τὴν ἐξήγησιν ἐποιησάμεθα. Καὶ ἀνάγνωθι κἀκείνην, καὶ ἐπιγνώσῃ σαφέστερον. Τὸ δέ, Εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, ἀντὶ τοῦ, Εἰς ὃν εὐδόκησα ἐγώ. Πολλὰ δὲ τοιαῦτα ἀνθρωποπρεπῆ φησιν ἡ Παλαιὰ Γραφὴ ἐπὶ τοῦ Θεοῦ, διὰ τὴν παχύτητα τῆς διανοίας τῶν Ἑβραίων, ἃ χρὴ πάντα θεοπρεπῶς νοεῖν. Θήσω αὐτόν. Περὶ τοῦ ἐνανθρωπήσαντος υἱοῦ ταῦτα εἴρηκεν, ὡς περὶ ἀνθρώπου, προκόπτοντος τῇ ἐπιφοιτήσει τοῦ παναγίου Πνεύματος, περὶ οὗ φησὶ καὶ ὁ Λουκᾶς· Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτό. Καὶ ἀπαγγελεῖ. Κρίσιν λέγει, τὸν εὐαγγελικὸν νόμον, ὃν ἐκήρυξε τοῖς ἔθνεσι διὰ τῶν ἀποστόλων·
ἢ τὴν δικαιοκρισίαν αὐτοῦ, ὅτι τῶν Ἰουδαίων ἀπωσαμένων αὐτόν, προσελάβετο τὰ ἔθνη. Τοῦτο γὰρ δικαία κρίσις ὄντως ἐστίν, ἵνα μὴ τέλεον ἀπόληται τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ. Οὐκ· τὴν φωνὴν αὐτοῦ. Διὰ ταῦτα τὰ ῥητά, τὴν ὅλην ἐκτέθεικε προφητείαν. Μακρόθυμος γὰρ ὢν
col. 375–376page 135 of 329
PG 129:375καὶ πραότατος, οὐκ ἔριξε πρὸς τοὺς ἀντιλέγοντας, οὐδ' ἐκραύγαζεν ἀδικούμενος, οὐδ' ἐν ταῖς ἀγοραῖς ἐδίδασκεν, ὡς οἱ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρεύοντες· ἀλλ' ἐν τῷ ἱερῷ, καὶ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων, καὶ ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ αἰγιαλοῖς. Εἶτα προφητεύει, καὶ περὶ τῆς ἄγαν ἀσθενείας τῶν ἐπιβουλευόντων τῷ παντοδυνάμῳ τούτῳ Θεῷ. Κάλαμον — κατεάξει. Κάλαμον ὠνόμασε, τοὺς Ἰουδαίους, ὡς ἀσθενεστάτους πρὸς τὴν θείαν καὶ ἄμαχον αὐτοῦ δύναμιν, καὶ οὐδὲ ἁπλῶς κάλαμον, ἀλλὰ συντετριμμένον πρὸς ἐπίτασιν τῆς ἀσθενείας αὐτῶν. Λέγει δὲ, ὅτι δυνάμενος, ὡς κάλαμον συντετριμμένον, εὐκολώτατα διακλᾶσαι αὐτούς, ὅμως οὐ ποιήσει τοῦτο, δι' οἰκείαν μακροθυμίαν. Καὶ οὐ σβέσει.
Ἐνταῦθα δηλοῖ τὸν ἀναπτόμενον θυμὸν τῶν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος, ὃν καὶ λίνον τυφόμενον προσηγόρευσεν, ὡς εὐχερῆ πρὸς τὸ σβέννυσθαι, διὰ τὴν ἰσχὺν τοῦ Χριστοῦ, δυναμένου κατασβέσαι τοῦτον οὕτω ῥᾳδίως, ὡς ἂν σβέσῃ τις λίνον τυφόμενον, τουτέστι ἀνακαιόμενον. Λίνον δὲ νῦν νοοῦμεν, τὸ λινοῦν ῥάκος. Ἀλλ' οὐ σβέσει τοῦτον, ἵνα πάθῃ, καὶ ἵνα παθὼν δείξῃ τὴν περὶ ἡμᾶς ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ. Ἕως — αὐτοῦ. Ἕως ἂν ἐξενέγκῃ εἰς τέλος τὴν δικαιοσύνην αὐτοῦ. Νῖκος μὲν γὰρ, τὸ τέλος· κρίσιν δὲ, τὴν δικαιοσύνην ὠνόμασεν. Ἕως ἂν πληρώσῃ τὴν δικαιοσύνην αὐτοῦ, ἕως ἂν ἐπιδείξηται τὰ παρ' ἑαυτοῦ δικαιώματα, τὰ καταδικάζοντα τοὺς Ἰουδαίους, καὶ περιαιροῦντά πᾶσαν αὐτῶν ἀναίσχυντον πρόφασιν.
Μετὰ τοῦτο δὲ, συντρίψει αὐτούς, ὡς σκεύη κεραμέως ἐν ῥάβδῳ σιδηρᾷ, τῇ δυναστείᾳ τῶν Ῥωμαίων, Οὐεσπασιανοῦ καὶ Τίτου, τῶν πολιορκησάντων καὶ ἐξολοθρευσάντων αὐτούς. Καὶ ἐλπισοῦσιν. Ἐλπίσουσιν, ὅτι καὶ μόνον ὀνομαζόμενος ἐν πειρασμοῖς ἐξελεῖται τοὺς ἐλπίζοντας ἐπ' αὐτῷ. Τότε — βλέπειν. Τὸ τότε, ποτὲ μὲν ἀκολουθίαν καὶ τάξιν πραγμάτων σημαίνει, καθάπερ καὶ τὸ Τῷ καιρῷ ἐκείνῳ· ποτὲ δὲ καὶ ἄμφω τὸν χρόνον μόνον δηλοῦσι, καθ' ὃν ἐγένοντο τὰ ῥηθῆναι μέλλοντα. Κωφὸν δὲ νῦν, τὴν ἄλαλον λέγει. Καὶ — Δαυΐδ; Ἤκουον γὰρ τῶν προφητῶν καταγγελόντων ἐκ σπέρματος Δαυίδ ἥξειν τὸν Χριστόν. Οἱ δὲ Φαρισαῖοι — δαιμονίων. Ἐδάκνοντο γὰρ, ζηλοτυποῦντες τὴν δόξαν αὐτοῦ.
Διὸ καὶ ὑπὸ τῆς ἄγαν βασκανίας οὐκ ἐφείδοντο τῷ Βεελζεβοὺλ ἐπιγραφόμενοι τὰ ἔργα τῆς θείας φύσεως. καὶ λέγοντες· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια ἐν οἰκείᾳ δυνάμει, ἀλλ' ἐν τῷ Βεελζεβούλ, ἔνοικον καὶ φίλον ἔχων αὐτόν.
col. 377–378page 136 of 329
PG 129:377Καὶ ἀλλαχοῦ γὰρ ἔλεγον, ὅτι Βεελζεβοὺλ ἔχει. Εἰδὼς — αὐτοῖς. Καθ' ἑαυτοὺς γὰρ τοῦτο ἔλεγον, φοβούμενοι τὸν ὄχλον· αὐτὸς δὲ ἐδημοσίευσε τὸ τῆς διανοίας αὐτῶν μυστήριον, κἀντεῦθεν δεικνύων, ὅτι Θεός ἐστιν. Ὅρα δὲ, ὅτι καὶ πρότερον μὲν τοῦτο κατηγορηθεὶς οὐκ ἐπετίμησεν αὐτοῖς, ἐνδιδοὺς γνῶναι τὴν αὐτοῦ δύναμιν, ἀπό τε τῶν πλειόνων σημείων, ἀπὸ τε τῆς μετὰ τοῦτο διδασκαλίας· ἐπεὶ δὲ πάλιν τὸ αὐτὸ λέγοντες ἐπέμενον, οὐδὲν ἐκεῖθεν βελτιωθέντες, ἐπιτιμᾷ λοιπὸν, καὶ ἐξελέγχει τὴν τούτων ἄνοιαν. Μετὰ πραότητος δὲ τοῦτο ποιεῖ, παιδεύων ἡμᾶς πράως ἐλέγχειν τοὺς ἁμαρτάνοντας. Ἀπὸ δὲ τῶν κοινῇ συμβαινόντων ποιεῖται τὸν ἔλεγχον, καὶ παραδείγματα λαμβάνει γνώριμά τε καὶ ὡμολογημένα, καὶ τρία·
τὸ μὲν ἰσχυροτάτης δυνάμεως, τὸ δὲ, μέσης· τὸ δὲ, ἐλαχίστης· βεβαιῶν, ὅτι, κἂν μέγα τι στασιάζῃ πρὸς ἑαυτὸ, κἂν μέσον, κἂν μικρόν, ἀπόλλυται. Πᾶσα — ἐρημοῦται. Στασιαζόντων ἀλλήλοις, τῶν μερισθέντων. Καὶ πᾶσα — σταθήσεται. Οὐ συστήσεται, διὰ τὴν ῥηθεῖσαν αἰτίαν. Καὶ εἰ — αὐτοῦ; Εἰ ὁ Σατανᾶς, ὁ ἄρχων τῶν δαιμόνων, τὸν ἁπλῶς Σατανᾶν διώκει βιαίως· οὐ γὰρ ἂν ἑκὼν ποτε καταλίπῃ τὸ ἴδιον οἰκητήριον· ἐχθρὸς ἔσται πάντως ὁ διωκόμενος τῷ διώκοντι· καὶ λοιπὸν καθ' ἑαυτοῦ ἐμερίσθη, διαιρεθείσης ἀπ' αὐτοῦ τῆς ὑποταγῆς τῶν δαιμόνων· καὶ πῶς συστήσεται ἡ βασιλεία αὐτοῦ, ἡ πρὸς αὐτούς;
[ὥστε, εἰ τούτων ἄρχων ἐστὶν, οὐκ ἂν ἀπελάσας τούτους, στασιάσῃ πρὸς αὐτοὺς,] οὐδ' ἂν ἐπικουρήσῃ ἀνθρώπῳ κατὰ δαίμονος, οὐδ' ἂν γένοιτό ποτε φιλάνθρωπος, ἀνθρωποκτόνος ὢν ἀπ' ἀρχῆς. Καὶ εἰ — ἐκβάλλουσι; Μετὰ τὴν πρώτην λύσιν τῆς κατηγορίας, ἐπὶ δευτέραν ἔρχεται σαφεστέραν· ἐπεὶ γὰρ καὶ οἱ μαθηταὶ αὐτοῦ δαίμονας ἐξέβαλλον ἤδη, παρ' αὐτοῦ λαβόντες τὴν ἐξουσίαν, ἀπὸ τούτων ἐλέγχει μᾶλλον τοὺς Φαρισαίους, διὰ φθόνον μόνον τοιαῦτα κατηγοροῦντας αὐτοῦ. Καὶ γὰρ ἐκείνοις οὐδέν τι τοιοῦτον ἐγκαλοῦντες, αὐτοῦ μόνου κατηγόρουν οὕτως.
Υἱοὺς δὲ αὐτῶν, τοὺς ἀποστόλους ὠνόμασε, διὰ τὸ τοὺς Φαρισαίους πατέρων τάξιν ἐπέχειν ἐν Ἰουδαίοις, ἐξ ὧν οἱ ἀπόστολοι κατήγοντο, καὶ διὰ τὸ νεωτέρους ἐκείνων εἶναι τούτους. Ἐρωτᾷ οὖν, ὅτι· Ἐν τίνι ἐκβάλλουσιν. Ἆρα ἐν Βεελζεβούλ; καὶ πῶς οὐ κατηγορεῖτε καὶ αὐτῶν; Εἰ δὲ ἐν χάριτι Θεοῦ, Θεὸς ἄρα ἐγώ· ἐν τῷ ἐμῷ γὰρ ὀνόματι τὰ δαιμόνια διώκουσι. Διὰ τοῦτο — κριταί. Διότι τοίνυν ἐκβάλλουσι
col. 379–380page 137 of 329
PG 129:379καὶ αὐτοὶ δαιμόνια, καὶ οὐκ ἐγκαλοῦνται παρ᾽ ὑμῶν, διὰ τοῦτο αὐτοὶ ὑμῶν ἔσονται κριταί, καὶ κατακρινοῦσιν ὑμᾶς· οὐκ ἐπὶ τοῖς βεβιωμένοις· τοῦτο γὰρ μόνου Θεοῦ· ἀλλ᾽ ἐπὶ τῇ βλασφημίᾳ ταύτῃ, ὅτι διὰ φθόνον ἐγκαλεῖτε μόνῳ ἐμοὶ, ἐκείνους ἀφέντες· ἢ διὰ τοῦτο, διότι υἱοὶ ὑμῶν ὄντες, ἐπέγνωσαν τὴν ἀλήθειαν, κατακρινοῦσιν ὑμᾶς, τοὺς πατέρας αὐτῶν, μὴ θελήσαντας ἐπιγνῶναι ταύτην. Εἰ — τοῦ Θεοῦ. [Δάκτυλος Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον. Τῶν γὰρ ἄλλων εὐαγγελιστῶν εἰπόντων Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ὁ Λουκᾶς εἶπεν· Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.] Ἀποδείξας, ὅτι οὐκ ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, συναπέδειξεν, ὅτι λοιπὸν ἐν Πνεύματι Θεοῦ ταῦτα ἀπελαύνει.
Πνεῦμα δὲ Θεοῦ νῦν, τὴν δύναμιν τοῦ Θεοῦ φησι. Διὸ καὶ ὁ Λουκᾶς, Ἐν δακτύλῳ Θεοῦ εἶπε, τουτέστιν, ἐν χειρί. χεῖρα δὲ Θεοῦ, τὴν δύναμιν αὐτοῦ λέγομεν. Εἰ δὲ ἐν δυνάμει θείᾳ, φησὶν, ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ὡς μὴ ψιλὸς ἄνθρωπος ἀλλὰ καὶ Υἱὸς Θεοῦ, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ· λέγει δὲ τὴν ἑαυτοῦ, ἥντινα διὰ τοῦ Χριστοῦ ἔρχεσθαι ἐπ᾽ αὐτοὺς προκατήγγειλαν οἱ προφῆται. Μόνου γὰρ Θεοῦ, τὸ ἐν δυνάμει θείᾳ δαίμονας ἐκβάλλειν. Οἱ γὰρ ἀπόστολοι, οὐκ ἐν δυνάμει θείᾳ, ἀλλ᾽ ἐν χάριτι θείᾳ τούτους ἐξέβαλλον. Οὐ γὰρ ἠδύναντο, ὡς ὁ Θεὸς, ἀλλὰ χάριν εἶχον ἐκ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ ἐπιτάγματι μόνῳ τοὺς δαίμονας ἐφυγάδευεν· οἱ δὲ ἐν τῷ ὀνόματι αὐτοῦ τούτους ἐξώριζον.
Εἰ δὲ ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ, διατί ταύτην ἀπωθεῖσθε, διατί τοῖς ὑμετέροις ἀγαθοῖς πολεμεῖτε; Οὗτος γὰρ ἐκεῖνος ὁ καιρὸς τῆς σωτηρίας ὑμῶν, ὃν πάλαι προεῖπον οἱ προφῆται. Ἢ πῶς διαρπάσῃ; Παραδειγματικῶς μὲν ἐξάγει τὸν λόγον, ὑποδηλοῖ δὲ ἰσχυρὸν μὲν, τὸν ἄρχοντα τῶν δαιμονίων, οὐχ ὡς ἰσχυρὸν τῇ φύσει, ἀλλ᾽ ὡς τυραννοῦντα μέχρι τότε, καὶ καταδυναστεύοντα τῶν ἀσθενούντων ἐκ ῥᾳθυμίας. Σκεύη δὲ αὐτοῦ, τὰ ὑποτεταγμένα αὐτῷ δαιμόνια, ὡς ὅπλα αὐτοῦ· σκεύη γὰρ ὀνομάζονται, καὶ τὰ ὅπλα. Διὸ καὶ ὁ Λουκᾶς, πανοπλίαν αὐτοῦ ταῦτα ὠνόμασε, δι᾽ ὧν κατεδούλωτο τοὺς ἀθλίους ἀνθρώπους.
Εἰσάγει δὲ λογισμόν, διὰ τοῦ τοιούτου παραδείγματος ὁ Χριστός, δεικνύοντα, ὅτι οὐ μόνον οὐκ ἔχει φίλον τὸν ἄρχοντα τῶν δαιμονίων, ἀλλὰ καὶ μᾶλλον ἔδησεν αὐτοῦ τὴν ἰσχύν, ὡς ἐχθίστου. Ἔστι γὰρ ὁ τοῦ λογισμοῦ σκοπός, ὅτι ὥσπερ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, φυλαττόμενα παρ᾽ αὐτοῦ, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν· οὕτως οὐδ᾽ αὐτὸς διήρπα
col. 381–382page 138 of 329
PG 129:381σεν ἂν τὰ δαιμόνια, τουτέστι, διεσκόρπισεν, εἰ μὴ πρῶτον ἐδέσμησε τὸν ἄρχοντα τούτων, τὸν ἐνισχύοντα αὐτά. Χρὴ δὲ γινώσκειν, ὡς οὐ πάντοτε τὰ παραδείγματα κατὰ πάντα λόγον προσαρμόζουσι ταῖς ὑποθέσεσιν, εἰς ἃς ἐκλαμβάνονται, ἀλλ᾿ ὡς ἐπὶ τὸ πλεῖστον ἐν μόνοις τοῖς καιριωτέροις καὶ κεφαλαιωδεστέροις μέρεσι. Τινὲς δὲ σκεύη τῶν δαιμόνων λέγουσιν εἶναι, τοὺς δαιμονιζομένους, οἷς ὁ Χριστὸς διήρπασεν ἀπ' αὐτῶν, δήσας τὰς δυνάμεις αὐτῶν. Εἶεν δ᾽ ἂν σκεύη τοῦ διαβόλου, καὶ πάντες οἱ ἐργαζόμενοι τὰ τοῦ διαβόλου, καὶ ὑπηρετοῦντες τοῖς αὐτοῦ θελήμασιν. Ὁ — σκορπίζει. Καὶ δι᾿ ἑτέρου λογισμοῦ βεβαιοῖ, ὅτι μᾶλλον ἔχθιστος αὐτῷ ἐστιν ὁ ἄρχων τῶν δαιμόνων.
Ὅτι μὲν γὰρ οὐκ ἔστι μετὰ τοῦ Χριστοῦ, οὐδὲ συνάγει μετ' αὐτοῦ, δῆλον, ἀφ᾽ ὧν ὁ μὲν Χριστὸς πᾶσαν τε ἀρετὴν διδάσκει, καὶ φιλάνθρωπος ὤν, ἰᾶται τοὺς νοσοῦντας· ὁ δὲ τοὐναντίον, πᾶσάν τε κακίαν διδάσκει, καὶ μισάνθρωπος ὤν, λωβᾶται τοῖς ὑγιαίνουσιν. Εἰ δὲ οὔτε μετ᾿ αὐτοῦ ἐστιν, ἤγουν, οὐχ ὁμογνωμονεῖ αὐτῷ, καθὼς ἀποδέδεικται, οὔτε συνάγει μετ' αὐτοῦ πρὸς πίστιν, πάντως κατ' αὐτοῦ ἐστι, καὶ σκορπίζει, οὓς ὁ Χριστὸς συνάγει, ὅσον τὸ ἐπ' αὐτῷ. Εἰπὼν δὲ, ὅτι Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ, κατ' ἐμοῦ ἐστι, καὶ δόξας ἀσαφῶς εἰπεῖν, ἐφηρμήνευσε τὸν λόγον, προσθείς, ὅτι καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.
Τῷ διαβόλῳ δὲ συνέταξε καὶ τοὺς Ἰουδαίους, κατ' αὐτοῦ τε ὄντας, καὶ σκορπίζοντας, ὃ συνῆγεν, ὅσον τί ἐπ' αὐτοῖς. Διὰ τοῦτο. Διότι τοιαῦτα, κατ' ἐμοῦ λέγετε. Λέγω — αὐτοῖς. Οὐχ ἁπλῶς πᾶσαν ἁμαρτίαν καὶ βλασφημίαν λέγει· διὰ τῶν ἐφεξῆς γὰρ ἐσαφήνισε, ποίαν πᾶσαν λέγει. Φησί γάρ· Καὶ — ἐν τῷ μέλλοντι.
Ὃς μὲν ἂν ἁμάρτῃ κατὰ τῆς ἀνθρωπότητός μου, φησί, τουτέστιν, ὅστις ἂν εἴπῃ βλάσφημον λόγον κατ' αὐτῆς, σκανδαλιζόμενος, ἐφ᾽ οἷς, ὡς ἄνθρωπος, ἐσθίω, καὶ πίνω, καὶ ὑπνῶ, καὶ κοπιῶ, καὶ τἆλλα, ὅσα τῆς ἀνθρωπίνης φύσεως ἴδια, ἅπερ ἀνθρωποπρεπῶς, τὰ μὲν ἐνεργῶ, τὰ δὲ πάσχω, βεβαιῶν, ὅτι κατὰ ἀλήθειαν ἐνηνθρώπησα, ὁ τοιοῦτος συγγνωσθήσεται πάντως, ὡς οὐκ ἐθελοκακήσας, ἀλλ' ἐν ἀγνοίᾳ τῆς ἀληθείας βλασφημήσας· ὁ δὲ βλέπων τὰς θεοπρεπεῖς μου ἐνεργείας, ἃς μόνος δύναται ποιεῖν ὁ Θεὸς, καὶ τῷ Βεελζεβοὺλ ταύτας ἐπιγραφόμενος, ὡς καὶ ὑμεῖς νῦν, καὶ οὕτω βλασφημῶν κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ἤτοι, κατὰ τῆς θεότητος· ταύτην γὰρ νῦν καλεῖ Πνεῦμα ἅγιον·
οὗτος ὡς ἐθελοκακήσας προδήλως, καὶ ἐν γνώσει καθυβρίσας τὸν Θεὸν, καὶ ἀναπολόγητα πλημμελήσας, οὐ συγχωρηθήσεται. Τὸ δὲ, Οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι, προσέθηκε, διδάσκων, ὅτι μεγίστη καὶ φοβερωτάτη ἡ ἁμαρτία αὕτη.
col. 383–384page 139 of 329
PG 129:383βερωτάτη ἐστὶν ἡ κατὰ τοῦ Θεοῦ βλασφημία, καὶ ὅτι τῶν ἀνθρώπων, οἱ μὲν καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται, ὡς οἱ Σοδομῖται καὶ ὡς Ἰουδαῖοι· καὶ περὶ μὲν τῶν Σοδομιτῶν προειρήκαμεν ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ· Ἰουδαῖοι δὲ καὶ ἐνταῦθα δίκην ἔδοσαν, ἐλεεινῶς ὑπὸ Ῥωμαίων πολιορκηθέντες, καὶ ἐκεῖ τιμωρηθήσονται χαλεπώτερον· τινὲς δὲ ἐνταῦθα μόνον κολάζονται, ὡς ὁ πεπορνευκὼς παρὰ Κορινθίοις καὶ παραδοθεὶς τῷ Σατανᾷ. Τινὲς δὲ ἐκεῖ μόνον, ὡς ὁ ἀποτηγανιζόμενος ἐν τῇ φλογὶ πλούσιος. Τινὲς δὲ οὔτε ἐνταῦθα, οὔτε ἐκεῖ, ὡς οἱ ἀπόστολοι καὶ οἱ προφῆται, καὶ ὁ Ἰώβ· ἃ γὰρ ἔπασχον, οὐ τῆς ἐκ Θεοῦ κολάσεως ἦσαν, ἀλλ' ἀγώνων καὶ παλαισμάτων· ἡ μὲν οὖν ἀπειλὴ, κατὰ τῶν μενόντων ἀμεταμελήτων.
Δῆλον δὲ, ὅτι τοῖς μετανοοῦσιν ἀφεθήσεται καὶ ἐνταῦθα καὶ ἐκεῖ. Πολλοὶ γὰρ τῶν οὕτω τηνικαῦτα πλημμελησάντων, πιστεύσαντες ὕστερον, πάντα συνεχωρήθησαν. Ἢ — γινώσκεται. Ποιήσατε, ἀντὶ τοῦ, εἴπατε. Καταισχύνει δὲ πάλιν ἑτέρως αὐτούς, ὡς ἀνακόλουθα καὶ παρὰ φύσιν κατηγοροῦντας. Ἐπεὶ γὰρ τὸ μὲν ἀπελαύνεσθαι τοὺς δαίμονας, οὐκ ἐκάκιζον, εἰ καὶ σφόδρα ἠναισχύντουν· τὸν δὲ ἀπελαύνοντα τούτους διέβαλλον, παραδειγματικῶς αὐτοὺς ἐλέγχει, τὸ μὲν ἔργον καλὸν κρίνοντας, τὸν δὲ ἐργαζόμενον, κακόν, ὅπερ ἐστὶν ἐναντιότητος καὶ ἀναισχυντίας. Καὶ δένδρον μὲν ἑαυτὸν ὑποφαίνει· καρπὸν δὲ, τὸ ἔργον αὐτοῦ. Λέγει τοίνυν, ὅτι Ἢ εἴπατε τὸν ἐργάτην καλόν, καὶ τὸ ἔργον αὐτοῦ καλόν·
τὸν ἐργάτην αὐτοῦ κακόν, καὶ τὸ ἔργον αὐτοῦ κακόν. Εἰ γὰρ τὸ ἔργον καλόν, ἄρα καὶ ὁ ἐργάτης αὐτοῦ καλός· ἐκ γὰρ τοῦ ἔργου ὁ ἐργάτης αὐτοῦ γινώσκεται. Εἰ μὲν καλοῦ, καλός· εἰ δὲ κακοῦ, κακός. Ἐδίδαξε γὰρ ἐν τῷ πέμπτῳ κεφαλαίῳ ὅτι οὐ δύναται δένδρον ἀγαθὸν καρπούς πονηρούς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρπούς καλούς ποιεῖν. Γεννήματα — ὄντες; Οὐκ ἔστι θαυμαστόν, εἰ τοιαῦτα βλασφημεῖτε. Πονηροὶ γὰρ ὄντες, οὐ δύνασθε ἀγαθὰ λαλεῖν. Εἶτα καὶ φυσιολογικῶς ἀποδείκνυσι, πῶς οὐ δύνανται. Ἐκ — λαλεῖ. Ὑπερβλυζούσης γὰρ τῆς καρδίας, λοιπὸν ἐξ ἀνάγκης ἀπὸ τοῦ περιττεύοντος ἐκχεῖται κακία, ἥτις ἐστὶ λόγος πονηρός.
Καὶ καθάπερ οἱ ἐμοῦντες, παρὰ μὲν τὴν ἀρχὴν βιάζονται ἔνδον κατέχειν ἐκπηδῶντας τοὺς χυμούς, ὑπερβλυζόντων δὲ, νικῶνται καὶ προΐενται
col. 385–386page 140 of 329
PG 129:385τοὺς περιττεύοντας· οὕτω δὴ καὶ οἱ τὰ πονηρὰ βουλεύματα τρέφοντες. Γεννήματα δὲ ἐχιδνῶν αὐτοὺς προσηγόρευσεν, ὡς καὶ ὁ Βαπτιστής Ιωάννης ἐν τῷ τρίτῳ κεφαλαίῳ. Καὶ ζήτησον τὴν ἐν ἐκείνῳ ἐξήγησιν. ῾Ο ἀγαθὸς — πονηρά. Διδάσκει νῦν, ὅτι τὸ ἐκ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖν, οὐκ ἐπὶ τῶν πονηρῶν ἀνθρώπων γίνεται μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγαθῶν. Καὶ θησαυρὸν μὲν καλεῖ, τὴν βλύσιν καὶ πηγὴν τῆς ἀγαθότητος καὶ τῆς πονηρίας. ᾿Αγαθὰ δὲ καὶ πονηρά, τοὺς ἀγαθοὺς λόγους καὶ πονηρούς. Λέγω δὲ — κρίσεως. Ἀργὸν μὲν λέγει, τὸ συκοφαντικὸν καὶ μάταιον, ἢ τὸ περιττὸν καὶ βλαβερόν. Λόγον δὲ, τὴν εὐθύνην καὶ ἀπολογίαν.
Οὐ μικρόν δὲ μέρος διορθώσεως, τὸ μὴ μόνον ἀπολογεῖσθαι καὶ ἐλέγχειν, ἀλλὰ καὶ ἀπειλεῖν, ὃ δὴ πολλαχοῦ ποιεῖ. Ἐκ — καταδικασθήσῃ. Ἐκ μὲν τῶν ἀγαθῶν, δικαιωθήσῃ· ἐκ δὲ τῶν πονήρων, καταδικασθήσῃ. ΚΕΦ. ΚΓ΄. Περὶ τῶν αἰτούντων σημεῖον. Τότε — ἰδεῖν. Ὅτε θαυμάσαι καὶ ὑποκύψαι ἔδει, τότε πάλιν ἀναισχυντοῦσι, καὶ ἂν πρό μικροῦ θρασέως ἐκάλουν δαιμονῶντα, νῦν κολακευτικῶς διδάσκαλον ὀνομάζουσι, καὶ μετὰ τοσαῦτα θαύματα, σημεῖον ἰδεῖν αἰτοῦσιν, οὐχ ἵνα πιστεύσωσιν, ἀλλ' ἵνα ἐπιλάβωνται αὐτοῦ. Μὴ δυνάμενοι γὰρ ἀντειπεῖν αὐτῷ, ῥᾳδίως αὐτοὺς ἐλέγχοντι, πρὸς τὰ ἔργα μεταβαίνουσιν. Ὁ δὲ Λουκᾶς φησίν, ὅτι ἕτεροι πειράζοντες σημεῖον παρ' αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.
Ὑπελάμβανον γάρ, ὅτι τὰ μὲν ἐπὶ γῆς σημεῖα γοητεύων ἐπιτελεῖ· ἐξ οὐρανοῦ δὲ οὐκ ἂν δύναιτο ποιῆσαι σημεῖον, μὴ ὢν ἀπὸ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἀλλαχοῦ ἔλεγον· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ. Ὁ δὲ ἐπιζητεῖ. Ὅταν μὲν ὕβριζον αὐτὸν, διελέγετο μακροθύμως· ὅταν δὲ ἐκολάκευον, ἀπεκρίνετο τραχέως, ὡς μήτε θυμῷ νικώμενος, μήτε κολακείᾳ μαλακιζόμενος. Διασύρει δὲ τούτους, ἀπὸ τῆς τῶν προγόνων αὐτῶν κακίας, ὡς ἄξια ἐκείνων γεννήματα. Καὶ πονηρὰν μὲν τὴν γενεὰν τούτων ὠνόμασεν, ὡς ἔκπαλαι ἄπιστον καὶ πειράζουσαν. Φησὶ γὰρ ὁ Δαυΐδ· Καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ πάλιν· Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον.
Μοιχαλίδα δὲ, διὰ τὴν τῶν προγόνων αὐτῶν ἐκ Θεοῦ ἀποστασίαν, οἵτινες ἀποζυγέντες πάλαι τῆς πίστεως τοῦ Θεοῦ, ἐκολλήθησαν τῇ πίστει τῶν δαιμόνων. Μοιχείαν γὰρ ὀνομάζει, καὶ τὴν εἰδωλολατρίαν ἡ Παλαιὰ Γραφή· καὶ τοῦτο πολλαχοῦ τῶν προφητικῶν βίβλων εὑρήσεις. καὶ σημεῖον — προφήτου. Οὐ δοθήσεται αὐτῇ,
col. 387–388page 141 of 329
PG 129:387διότι οὐκ ἐκ πίστεως, ἀλλ' ἐκ πονηρίας, καὶ πειράζουσα σημεῖον ζητεῖ. Τί οὖν ἐποίησεν ἔκτοτε σημεῖον; Ἐποίησεν, ἀλλ' οὐ δι' αὐτούς· πεπωρωμένοι γὰρ ἦσαν, ἀλλὰ διὰ τὴν τῶν ἄλλων ὠφέλειαν. Σημεῖον δὲ Ἰωνᾶ τοῦ προφήτου λέγει, τὴν μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐκ τοῦ τάφου ἀνάστασιν αὐτοῦ. Προαναφωνεῖ γὰρ ἤδη ταύτην τοῖς Ἰουδαίοις, ἵνα ἀναστάντος μνημονεύωσιν, ὅτι προείπε τούτοις περὶ αὐτῆς, ἐπισημηνάμενος λεπτομερῶς καὶ τὰς ἡμέρας καὶ τὰς νύκτας τῆς ἰδίας ταφῆς. Διὰ τοῦτο γὰρ καὶ ὕστερον ταφέντος αὐτοῦ συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαίοι πρὸς Πιλάτον λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ὅτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
Σημεῖον δὲ Ἰωνᾶ τοῦ προφήτου ταύτην ὠνόμασε, διὰ τὴν ὁμοιότητα, ἣν καὶ ἑρμηνεύει λέγων. Ὥσπερ-νύκτας. Ὄντως τοῦτο σημεῖον ἦν, καὶ σημεῖον πάντων παραδοξότερον. Οὐδενὸς γὰρ οὐδέποτε τοιαύτη γέγονεν ἐκ νεκρῶν ἀνάστασις. Ἐδόθη δὲ τὸ σημεῖον τοῦτο τοῖς ἀπίστοις Ἰουδαίοις, τουτέστιν, ἐτερατουργήθη παρ' αὐτοῖς, ἵνα πληροφορηθῶσιν, ὅτι Θεός ἐστι παντοδύναμος. Καὶ λοιπὸν, ὡς θεομάχοι, τὸ συνειδὸς ἕξουσιν τύπτον καὶ πικρῶς αὐτοὺς βασανίζον καὶ προανατυποῦν τὰ μέλλοντα καταλαβεῖν τούτους κακά. Καρδίαν δὲ γῆς νόει, τὸ βάθος αὐτῆς. Ἐν βάθει γὰρ ἦν λελατομημένος ὁ τάφος. Τρία δὲ ἡμερονύκτια διήγαγεν ὑπὸ γῆν, ἵνα πιστευθῇ, ὅτι ἀπέθανεν. Ἄνδρες Νινευῖται ὧδε.
Ἅμα μὲν, ὡς πάντα εἰδὼς, προλέγει τό, καὶ μετὰ τὴν τοιαύτην ἀνάστασιν, ἀμετανόητον αὐτῶν· ἅμα δὲ καὶ ἐκφοβεῖ τούτους. Ἐπεὶ δὲ εἰώθαμεν λέγειν, ὅτι ἡ δεῖνα ἐν τῇ μελλούσῃ κρίσει κατακρινεῖ ἡμᾶς, οὐχ ὡς ἐκείνου κρίνοντος· εἷς γὰρ κριτῆς πάντων ὁ Χριστός· ἀλλ' ὡς τῆς ἐκείνου πράξεως ἐν τῷ παρεξετάζεσθαι ταῖς ἡμετέραις καταισχυνούσης ἡμᾶς· τῇ συνηθείᾳ ταύτῃ καὶ ὁ Χριστὸς ἠκολούθησε. Πλεῖον δὲ τοῦ Ἰωνᾶ ὧδε, φησί, διότι ὁ μὲν Ἰωνᾶς ἦν δοῦλος, ὁ δὲ Χριστὸς Δεσπότης· καὶ ὁ μὲν ἐκ κήτους ἐξῆλθεν, οὗτος δὲ ἐξ ᾅδου· καὶ ὁ μὲν ἄκων ἐκήρυξεν, οὗτος δὲ ἑκών· καὶ ὁ μὲν ξένος ἦν, οὗτος δὲ συγγενὴς κατὰ σάρκα· καὶ ὁ μὲν καταστροφὴν ἐκήρυξεν, οὗτος δὲ βασιλείαν οὐρανῶν·
καὶ ὁ μὲν οὐδὲν σημεῖον ἐποίησεν, οὗτος δὲ μυρία· καὶ περὶ ἐκείνου μὲν οὐδεὶς προείπε· περὶ τούτου δὲ πάντες οἱ προφῆται· καὶ οἱ μὲν Νινευῖται βάρβαροι ἐτύγχανον, οἱ δὲ Ἰουδαῖοι, ταῖς θείαις ἦσαν ἐντεθραμμένοι Γραφαῖς· κἀκεῖνοι μὲν οὐδὲν παρὰ τοῦ Ἰωνᾶ πλέον ἤκουσαν, εἰ μὴ μόνον· Ἔτι τρεῖς ἡμέραι καὶ ἡ Νινευὶ καταστραφήσεται, καὶ εἰ
col. 389–390page 142 of 329
PG 129:389θὺς ἐπίστευσαν αὐτῷ, καὶ μετενόησαν· οὗτοι δὲ παντοίαν ἠνωτίσθησαν παρὰ τοῦ Χριστοῦ φιλοσοφωτάτην διδασκαλίαν, καὶ οὐκ ἐπίστευσαν αὐτῷ. Καὶ πολλὰ ἕτερα τοιαῦτα εὕροιμεν ἂν, ἔχοντα τὸ μεῖζον. Βασίλισσα — ὧδε. Νότον λέγει, τὴν χώραν, ἀφ' ἧς ὁ νότος πνέει, λέγω δὴ τὴν Αἰθιοπίαν, ἣν Σαβὶ κέκληκεν ἡ τρίτη βίβλος τῶν Βασιλειῶν. Κεῖται δὲ ἡ τοιαύτη χώρα ἐν τῷ πέρατι τῆς οἰκουμένης. Πλεῖον δὲ Σολομῶνος ὧδε, φησίν, ὅτι Σολομών μὲν βασιλεὺς ἦν Ἰουδαίας μόνης· ὁ δὲ Χριστός, βασιλεὺς οὐρανοῦ καὶ γῆς. Καὶ ὁ μὲν περὶ σοφίας ἀνθρωπίνης αὐτῇ διελέχθη· οὗτος δὲ περὶ σοφίας θείας ἐποιεῖτο τὰς ὁμιλίας.
Οὕτω παραστήσας ἀπὸ συγκρίσεως τὴν ὑπερβολὴν τῆς κακίας αὐτῶν, λοιπὸν προλέγει διὰ παραβολῆς τὰ μέλλοντα καταλαβεῖν αὐτοὺς κακά. Ὅταν — εὑρίσκει. Ἀνύδρους τόπους λέγει, τὰς ἐρημίας. Δηλοῖ δὲ τὰς τῶν ἁγίων ψυχάς, μηδεμίαν ὑγρότητα πάθους ἐχούσας, ἐρήμους δὲ καὶ ἀγόνους κακίας ὑπαρχούσας, εἰς ἃς οὐκ ἔχει πάροδον.
col. 391–392page 143 of 329
PG 129:391ἑαυτῶν ἀνεῖλον, εὐεπιχείρητοι γεγόνασι τοῖς ταιμοσι πάλιν. Διὸ καὶ μανέντες ἐστασίασαν κατ' ἀλλήλων, καὶ ἐμφυλίων σφαγῶν τὴν Ἱερουσαλήμ ἐνέπλησαν, ὡς Ἰώσηπος ἱστόρησε. Καὶ λοιπὸν ἐγένοντο αἱ ἔσχαται συμφοραὶ αὐτῶν βαρύτεραι τῶν πρεσβυτέρων. Τὰ γὰρ ὑπὸ Οὐεσπασιανοῦ καὶ Τίτου ἐπενεχθέντα αὐτοῖς, πολλῷ χαλεπώτερα τῶν κατ' Αἴγυπτον, καὶ κατὰ Βαβυλῶνα, καὶ κατὰ Ἀντιόχου. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἔσται θλίψις μεγάλη, οἵα οὐδέποτε γέγονεν, οὐδ' οὐ μὴ ἔσται.
Διὰ τῆς ῥηθείσης οὖν παραβολῆς καὶ ἡμεῖς μανθάνομεν, ὅτι πᾶς ὁ ἀπαλλαγεὶς κακοῦ, καὶ μὴ βελτιωθεὶς, μεγάλην ὑποστήσεται τιμωρίαν, καὶ τῷ μετὰ τὴν ἐλευθερίαν τῆς τυραννούσης ἁμαρτίας ἐπεπίβατον πάλιν αὐτῇ ἑαυτὸν ποιήσαντι, χαλεπωτέρα τῆς προτέρας καταδίκης ἡ μετὰ τοῦτο. Διὰ ταῦτα γὰρ καὶ πρὸς τὸν παράλυτον εἶπεν ὁ Χριστός· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἔτι — λαλῆσαι. Ἔξω τῆς οἰκίας, ἐν ᾗ ἐδίδασκεν, ἵσταντο, διότι οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον, ὡς ὁ Λουκᾶς εἴρηκεν. Ἀπέστειλαν δὲ πρὸς αὐτὸν, φωνοῦντες αὐτὸν, ὡς ὁ Μάρκος εἶπεν, ἤγουν, καλοῦντες ἔξω. Ἀδελφοὺς δὲ αὐτοὺς φησι, τοὺς υἱοὺς Ἰωσήφ, διὰ τὸ τὸν πατέρα τούτων μνηστεύσασθαι τὴν τούτου μητέρα.
Ὁ δέ — μου; Τοῦτο εἶπεν, οὐκ ἀρνούμενος τὴν ἑαυτοῦ Μητέρα. Πῶς γάρ; ὁ καὶ κατὰ τὸν τοῦ θανάτου αὐτοῦ καιρὸν πολλὴν αὐτῆς φροντίδα ποιούμενος· οὐδ' αἰσχυνόμενος τὸ ἔχειν αὐτὴν μητέρα· πῶς γάρ; ὁ διὰ τὴν πρὸς αὐτὴν αἰδῶ μεταβαλὼν εἰς οἶνον τὸ ὕδωρ ἐν Κανᾷ, καὶ ὑποτασσόμενος οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ νομισθέντι πατρὶ αὐτοῦ· Ἦν γάρ, φησίν, ὑποτασσόμενος αὐτοῖς. Εἰ γὰρ ἔμελλεν ἀρνεῖσθαι αὐτὴν, ἢ αἰσχύνεσθαι δι' αὐτὴν, οὐκ ἂν ὅλως ἐξ αὐτῆς ἐγεννήθη. Ἀλλ' ἐπεὶ τηνικαῦτα τὸ πλῆθος ἐδίδασκε, καὶ οὐκ ἦν εἰκὸς, ἀπολιπεῖν αὐτοὺς καὶ δραμεῖν πρὸς τὴν Μητέρα καὶ τοὺς ἀδελφοὺς, λέγει·
Τίς τηλικαύτη ἐστὶν ἡ μήτηρ μου, καὶ τίνες τηλικοῦτοι εἰσὶν οἱ ἀδελφοί μου, ἵνα διὰ τὴν θεραπείαν αὐτῶν παρίδω τὴν τοῦ τοσούτου πλήθους ὠφέλειαν; Οὐ φαυλίζων οὖν αὐτοὺς, εἶπε τὸν λόγον τοῦτον, ἀλλὰ διδάσκων, ὅτι προτιμοτέραν κρίνει τῆς τῶν γονέων καὶ συγγενῶν θεραπείας, τὴν τῶν ἀπολλυμένων σωτηρίαν. Καὶ οὐδὲν θαυμαστόν· διὰ ταύτην γὰρ καὶ γονεῖς καὶ συγγενεῖς ἔχειν κατεδέξατο. Καὶ — οἱ ἀδελφοί μου. Μητέρα μὲν αὐτοὺς ὠνόμασεν, ὡς ὑποδεχομένους τὸν λόγον τῆς διδασκαλίας ἐν τῇ νοερᾷ γαστρὶ τῆς ψυχῆς, καὶ κατὰ τὴν
col. 393–394page 144 of 329
PG 129:393προσήκοντα καιρὸν ἀποτίκτοντας αὐτόν· ἀδελφοὺς δὲ, ὡς υἱοθετηθέντας τῷ οὐρανίῳ Πατρὶ, διὰ τῆς εἰς Χριστὸν πίστεως, καὶ γεγονότας συγκληρονόμους τῆς βασιλείας αὐτοῦ. Εἶτα ἐφερμηνεύει τὸν λόγον. Ὅστις—ἐστίν. Αὐτός μου καὶ ἀδελφὸς, καὶ ἀδελφὴ καὶ μήτηρ, ἀντὶ τοῦ, αὐτός μου συγγενὴς καλοίκεῖος, ὡς τὰ αὐτὰ ἐμοὶ ποιῶν. Καὶ γὰρ κἀγὼ τὸ θέλημα ποιῶ τοῦ Πατρός μου. Ἀδελφῆς δὲ ἐμνημόνευσε, διότι καὶ θυγατέρας εἶχεν ὁ Ἰωσήφ· ἢ διὰ τὰς γυναῖκας, τὰς τὸ θέλημα τοῦ Θεοῦ ποιούσας. Θέλημα δὲ τοῦ Θεοῦ, τὸ φυλάττειν τὰς εὐαγγελικὰς ἐντολὰς, καὶ σώζεσθαι. Ὥστε οὐδὲ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦσαν ἂν μήτηρ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, εἰ μὴ ἐποίουν τὸ θέλημα τοῦ Θεοῦ.
Οὐκ ἔστιν οὖν οὐδ' ὁ λόγος οὗτος ἀρνουμένου τὴν κατὰ σάρκα συγγένειαν ἐκείνων· οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ εἰσίν· ἀλλὰ προτιμῶντος τὴν κατ' ἀρετήν, καὶ διδάσκοντος, ὅτι οὐδὲν κέρδος ἐκείνης, μὴ παρούσης καὶ ταύτης. Εἰ οὖν τὴν Θεοτόκον οὐκ ὠφέλει τὸ γενέσθαι Μητέρα Θεοῦ, εἰ μὴ ἐνάρετος ἦν, τίνα ἂν ἕτερον ὠφελέσῃ συγγένεια ἁγίου, μὴ ἔχοντα ἀρετήν; ἔστι γὰρ καὶ τοὺς συγγενεῖς μὴ λογίζεσθαι συγγενεῖς, καὶ τοὺς μὴ συγγενεῖς λογίζεσθαι συγγενεῖς. Ἐκεῖνο μὲν, δι' ἀνομοιότητα βίου· τοῦτο δὲ, δι' ὁμοιότητα πολιτείας. Διὸ καὶ ἀλλαχοῦ, γυναικός τινος εἰπούσης· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας· οὐκ ἠρνήσατο, ἀλλ' ὁμοίως εἶπε·
Μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. Βαβαὶ τῆς ἀρετῆς, εἰς ἴσην τιμὴν ἀνάγει τοὺς μετιόντας αὐτὴν, συγγενεῖς αὐτοὺς τοῦ Χριστοῦ ποιοῦσα. Φησὶ δὲ ὁ Χρυσόστομος, ὡς ἡ Μήτηρ αὐτοῦ ἀνθρώπινόν τι καὶ αὐτὴ τότε παθοῦσα, ἠθέλησεν ἐπιδείξασθαι τοῖς ὄχλοις, οἵαν τιμὴν ἔχει πρὸς αὐτὴν ὁ Χριστός. Διὸ καὶ διδάσκοντος αὐτοῦ παραγέγονε, καὶ ἀπέστειλε μετακαλουμένη τοῦτον ἔξω τῆς οἰκίας, ὡς δῆθεν περὶ οἰκειακοῦ πράγματος ἐντυχεῖν αὐτῷ μέλλουσα, καὶ προσεδόκα παραυτίκα τοῦτον ἐξελθεῖν πρὸς αὐτὴν, ὡς πρὸς Μητέρα, καταλιπόντα πάντας.
Ὁ δὲ τοῦτο γνοὺς, ἀντέπραξε μᾶλλον, καὶ οὐ μόνον οὐκ ἐξῆλθε πρὸς αὐτὴν, ἀλλὰ καὶ μᾶλλον, δι' ὧν εἶπε, κατήσχυνεν ἠρέμα τὸν φιλόδοξον σκοπὸν αὐτῆς, καὶ τὸ τυραννικὸν πάθος τῆς κενοδοξίας ἀπήλασεν. Κεφ. ΙΓ'. Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ καθῆσθαι. Ἡ οἰκία τινὸς ἦν τῶν πιστευσάντων εἰς αὐτόν. Ἐκάθισεν οὖν παρὰ τὴν θάλασσαν, διὰ τὴν εὐρυχωρίαν τοῦ τόπου. Πολλοῦ δὲ πλήθους ἐπισυναχθέντος,
col. 395–396page 145 of 329
PG 129:395ΚΕΦ. ΚΔʹ. Περὶ τῶν παραβολῶν. Καὶ πᾶς — παραβολαῖς. Διὰ παραβολῶν ὑφαίνει ταύτην πᾶσαν τὴν ὁμιλίαν, διὰ τὸ ἀναμεμίχθαι νῦν μάλιστα τοῖς ὄχλοις πολλοὺς Γραμματεῖς καὶ Φαρισαίους, οἷς οὐκ ἐβούλετο γυμνὰ προθεῖναι τὰ τῆς διδασκαλίας μυστήρια, διὰ τὴν ἀνίατον κακίαν αὐτῶν. Λέγων — τοῦ σπεῖραι. Ὁ δὲ Λουκᾶς προσέθηκεν, ὅτι τὸν σπόρον αὐτοῦ. Καὶ σπείρων μέν ἐστιν, ὁ Χριστὸς διδάσκων· σπόρος δὲ αὐτοῦ, ὁ λόγος τῆς διδασκαλίας αὐτοῦ. Καὶ ἐξῆλθε μὲν εἰς τὰς πόλεις καὶ κώμας τῆς Ἰουδαίας, διὰ τὸ σπεῖραι τοῦτον ἐν τῇ νοητῇ γῇ τῶν ἀνθρωπίνων ψυχῶν, ἤγουν, ἐν τῷ νῷ καὶ τούτων. Καὶ ἐν αὐτά. Ἑρμήνευσε μὲν ταύτην τε τὴν παραβολὴν καὶ τὰς ἐφεξῆς ὁ Χριστὸς προϊών· ἐροῦμεν δὲ καὶ ἡμεῖς, ὡς δυνατόν.
Ὁδὸς ὠνόμασται νῦν, ὁ ῥᾴθυμος, ὁ ἐνωτισθεὶς μὲν τὸν λόγον τῆς διδασκαλίας, διὰ ῥαθυμίαν δὲ, μὴ κατακρύψας αὐτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ καθάπερ ὁδὸς καταπεπατημένη, καὶ διὰ τοῦτο σκληρά, φέρων αὐτὸν ἀκροβιγῶς ἐπικείμενον. Πετεινὰ δὲ τοῦ οὐρανοῦ, τὰ ἐν τῷ ἀέρι διαιτώμενα δαιμόνια· οὐρανὸν γὰρ, καὶ τὸν ἀέρα κέκληκεν ἡ Γραφή· ἅτινα ἐπικαταπτάντα αὐτῷ, αἴρουσι τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ, ὡς μὴ κατακρυβέν. Κατέφαγε γάρ, ἀντὶ τοῦ, Ἀφείλετο καὶ διέφθειρεν. Ἄλλα δὲ — ἐξηράνθη.
Πετρώδη μέρη ἐστὶν, ὁ μικρόψυχος, ὁ κατακρύψας μὲν τὸ σπαρὲν ἐν τῇ καρδίᾳ αὐτοῦ, μὴ ἔχων δὲ γῆν πολλήν, ἤτοι, σταθερότητα, παρ' ᾧτινι ἐξανέτειλε μὲν αὐτίκα ἡ πίστις, μήπω ῥιζωθεῖσα βεβαίως, διὰ τὸ μὴ ἔχειν αὐτὸν, ὡς εἴρηται, σταθερότητα. Τοιαῦτα γὰρ τὰ ἐν ὀλίγῃ κατακρυπτόμενα γῇ, ταχέως ἐξανατέλλουσιν· ἡλίου δὲ ἀνατείλαντος, λέγω δή, πυρώσεως πειρασμοῦ προσβαλούσης, ἐκαυματίσθη καὶ ἐφλογίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἀναψύχουσαν, εἴτουν, ἑδραίωσιν, ἐξηράνθη, καὶ προδίδωκε τὴν πίστιν. Ἄλλα δὲ — αὐτά. Ἄκανθαί εἰσιν, ἡ μέριμνα τοῦ βίου, κεντοῦσα καὶ νύττουσα καὶ κατατείνουσα τὴν ψυχήν.
Ἔτι δὲ καὶ ἡ ἀπάτη τοῦ πλούτου, οἷον ἡ τρυφή, ἡ κενοδοξία, ἡ οἴησις, καὶ τὰ τοιαῦτα, ἅπερ ἅπαντα ἀπάτη μόνον εἰσίν. Δοκοῦσι μὲν γὰρ ἀγαθά, οὐκ εἰσὶ δέ. Κεντοῦσι δὲ καὶ ταῦτα, δίκην ἀκάνθης, καὶ ἐνοχλοῦσιν. Ἀνέβησαν δὲ, ἀντὶ τοῦ, ηὐξήθησαν, ὑπερίσχυσαν.
col. 397–398page 146 of 329
PG 129:397Γῆ καλή ἐστι, ψυχὴ ἀγαθὴ καὶ ἐλευθέρα τῶν προαπηριθμημένων παθῶν καὶ ἐπιτηδεία πρὸς καρποφορίαν ἀρετῆς. Ὅρα δὲ, πῶς σπάνια τὰ καλά, καὶ ὀλίγοι οἱ σωζόμενοι. Ἰδοὺ γὰρ μόνον τὸ τέταρτον μέρος τοῦ σπόρου καρποφορεῖ, τὰ τρία δὲ φθείρονται. Καὶ ὁ μὲν σπείρων ἐπὶ πάντα σπείρει, μὴ διακρίνων τοῦτον ἀπ᾿ ἐκείνου. Ὁ δὲ σπόρος ἐν ἄλλοις μὲν ἀπώλετο, παρ᾿ ἄλλοις δὲ ἐπολυπλασίασε. Τοῦτο δὲ γέγονεν, οὐ διὰ τὴν τοῦ σπόρου φύσιν· ὁ αὐτὸς γὰρ καὶ ἐπίσης καὶ ἐπὶ πάντας· ἀλλὰ διὰ τὰς ἀνομοίους γνώμας τῶν ἀνθρώπων, εἰς οὓς ὁ σπόρος κατεβλήθη. Καὶ διατί ἔσπειρεν ἀδιακρίτως ἐπὶ τὴν ὁδόν, καὶ ἐπὶ τὰ πετρώδη, καὶ ἐπὶ τὰς ἀκάνθας;
Διὰ τὴν ὑπερβολὴν πάντως τῆς οἰκείας ἀγαθότητος καὶ δικαιοσύνης, καὶ ἵνα μὴ δύνωνται λέγειν ἐν ἡμέρᾳ κρίσεως, ὅτι εἰ ἔσπειρε καὶ ἐπ᾿ αὐτούς, ἐκαρποφόρησαν ἄν. Ἐγίνωσκε μὲν γὰρ αὐτοὺς ἀκάρπους, ὅμως δὲ τὸ ἑαυτοῦ πεποίηκεν, ὡς φιλάνθρωπος, ἵνα ἔχοι λέγειν· Τί με ἔδει ποιῆσαι, καὶ οὐ πεποίηκα; Ταύτην δὲ τὴν παραβολὴν εἶπε, παραινῶν διὰ ταύτης τοῖς μαθηταῖς, μὴ ἀποκάμνειν, εἰ πλείους εὑρίσκουσι τῶν σωζομένων τοὺς ἀπολλυμένους, μηδ᾿ ἀφίστασθαι τοῦ σπείρειν, ἔχοντας ὑπόδειγμα τὸν διδάσκαλον ἑαυτῶν, ὃς, καίτοι προειδὼς τοὺς ἀκάρπους, ὅμως ἔσπειρε καὶ ἐπ᾿ αὐτούς. Ὥσπερ διαφέρουσιν ἀλλήλων οἱ ἀπολλύμενοι, οὕτω πάλιν διαφέρουσιν ἀλλήλων καὶ οἱ σωζόμενοι.
Τρεῖς μὲν γὰρ ἀπηριθμήσατο τάξεις τῶν ἀπολλυμένων, λέγω δή, τοὺς ῥᾳθύμους, τοὺς μικροψύχους καὶ τοὺς ταῖς μερίμναις τοῦ βίου καὶ τῇ ἀπάτῃ τοῦ πλούτου δουλεύοντας· τρεῖς δὲ πάλιν τάξεις καὶ τῶν σωζομένων, φημὶ δὴ τοὺς καρποφοροῦντας ἐν ἑκατόν, καὶ τοὺς ἐν ἑξήκοντα, καὶ τοὺς ἐν τριάκοντα. Διὰ τῶν ἑκατὸν μὲν γάρ, ἐδήλωσε τὴν τελείαν καρποφορίαν τῆς ἀρετῆς· διὰ τῶν ἑξήκοντα δέ, τὴν μέσην· διὰ τῶν τριάκοντα δέ, τὴν ὑφειμένην. Τῶν γὰρ τριάκοντα, διπλάσια μὲν τὰ ἑξήκοντα, τριπλάσια δὲ τὰ ἑκατόν, μᾶλλον δὲ καὶ ὑπὲρ τὰ τριπλάσια, διὰ τὴν ὑπεροχὴν τῆς τελειότητος. Τὸ δὲ Ὁ μὲν ἑκατόν, ἀντὶ τοῦ, Ποτὲ μὲν ἑκατόν, ἐν τούτῳ τῷ ἀνθρώπῳ, ποτὲ δέ, τὰ ἑξῆς, ἐν ἄλλῳ καὶ ἄλλῳ.
Ἀποδέχεται δὲ καὶ τοὺς πρώτους, καὶ τοὺς δευτέρους, καὶ τοὺς τρίτους. Μὴ τοίνυν ἐκ ῥᾳθυμίας ἀπολέσωμεν τὸν σπόρον, μηδὲ ἐν μικροψυχίᾳ αὐτὸν προδώσωμεν, μηδὲ ἐκ φροντίδων βιωτικῶν καὶ ἀπάτης τοῦ πλούτου τοῦτον ἀποπνίξωμεν. Δεῖ γὰρ πρῶτον μὲν ἐγρηγορέναι περὶ τὴν ὑποδοχὴν αὐτοῦ· εἶτα μεγαλοψύχως φέρειν τοὺς πειρασμούς· ἔπειτα πάσης ἀπηλλάχθαι μερίμνης
col. 399–400page 147 of 329
PG 129:399βιωτικῆς καὶ ματαιότητος πλούτου, καὶ οὕτω γίνεσθαι γῆν καλήν, καὶ διδόναι καρπὸν κατὰ δύναμιν, εἴτε τέλειον, εἴτε μέσον, εἴτε ἐλάττονα, καὶ μηδενὶ τρόπῳ ἀπόλλυσθαι. Ἐὰν γὰρ τῶν μὲν ἀμετέχωμεν, τῶν δὲ ἐπιμελώμεθα, πάντως ἀπολλύμεθα. Ποία γὰρ διαφορά, εἰ μὴ διὰ ῥᾳθυμίας, ἀλλὰ διὰ μικροψυχίας, καὶ εἰ μὴ διὰ μικροψυχίας ἀλλὰ διὰ μερίμνης καὶ ματαιότητος ἀπολούμεθα. Ὁ — ἀκουέτω. Τοῦτο εἶπε καὶ ἐν τῷ εἰκοστῷ κεφαλαίῳ, καὶ ζήτησιν ἐν ἐκείνῳ τὴν τούτου ἐξήγησιν. Καὶ — αὐτοῖς. Ἰδόντες τοὺς ὄχλους ἀχθομένους, διὰ τὴν ἀσάφειαν τῶν εἰρημένων λόγων, προσελθόντες, ὡς οἰκεῖοι, καὶ ὑπὲρ ἐκείνων τοῦτο λέγουσιν. Ὁ δὲ — οὐρανῶν. Ὑμῖν, τοῖς ὀρθὰ καὶ βλέπουσι καὶ ἀκούουσι, καὶ διὰ τοῦτο πιστεύουσι·
μυστήρια δὲ, τὰ ἀπόῤῥητα· τῆς βασιλείας δὲ τῶν οὐρανῶν, τουτέστι, τοῦ βασιλέως τῶν οὐρανῶν. Δέδοται δὲ, παρὰ τοῦ Θεοῦ. Ἐκείνοις δέδοται. Τοῖς σκολιὰ καὶ βλέπουσι καὶ ἀκούουσι, καὶ μὴ πιστεύουσι. Λέγει δὲ, τοὺς ἀμεταβλήτους. Τί γὰρ ὠφέλεια, γνῶναι μέν, μὴ πιστεύειν δέ; Ταῦτα δὲ συνάδουσι καὶ οἷς πρότερον ἔλεγεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ὅστις — ἀπ' αὐτοῦ. Ὅστις μὲν ἔχει πίστιν, δοθήσεται αὐτῷ γνῶσις τῶν μυστηρίων, καὶ δαψιλῶς· ὅστι δὲ οὐκ ἔχει πίστιν, ἀρθήσεται ἀπ' αὐτοῦ καὶ ὃ ἔχει παρὰ Θεοῦ δώρημα. Πᾶς γὰρ δώρημα ἔχει θεοῦ, ὁ μὲν τοιόνδε, ὁ δὲ τοιόνδε.
Καὶ οἱ μὲν παρασκευάσαντες ἑαυτοὺς ἀξίους, οὐ μόνον λαμβάνουσι τὴν τοσαύτην γνῶσιν, ἀλλὰ καὶ δαψιλῶς· οἱ δὲ μὴ οὕτως ἔχοντες, οὐ μόνον οὐ λαμβάνουσι ταύτην, ἀλλὰ προσαφαιροῦνται, καὶ ὃ προέλαβον χαρίσματα. Διὰ τοῦτο — συνιοῦσιν. Διότι, βλέποντες τοῖς σωματικοῖς ὀφθαλμοῖς τὰ παρ' ἐμοῦ γινόμενα θαύματα, μύουσι τοὺς τῆς ψυχῆς· καὶ ἀκούοντες τοῖς σωματικοῖς ὠσὶ τοὺς παρ' ἐμοῦ λόγους, μύουσι τοὺς τῆς ψυχῆς, καὶ διὰ τοῦτο πάντως ἀπιστοῦσιν. Ἵνα δὲ γνῷς, ὅτι τύφλωσιν καὶ κώφευσιν τὴν τῆς ψυχῆς λέγει, ἐπήγαγεν· Οὐδὲ συνιοῦσι. Σύνεσις γάρ, τὸ βλέπειν καὶ ἀκούειν κατὰ ψυχήν. Ταῖς τοιούτοις οὖν δικαίως καὶ οἰκονομικῶς ἐν παραβολαῖς ἐλάλει, ὥστε αὐτοὺς ἀκούειν μέν, μὴ συνιέναι δέ.
Καὶ δικαίως μέν, ὡς διὰ τὴν ἐθελοκακίαν αὐτῶν ἀναξίοις ἀκοῆς γυμνῶν μυστηρίων· οἰκονομικῶς δέ, ἵνα μὴ τὴν γνῶσιν τῶν μυστηρίων ἀντιλογίας ὕλην ποιήσαντες, βαρυτέραν ἐπισπάσωνται καταδίκην. Καὶ Ἡσαΐου. Ἡ τοιαύτη προφητεία ἐπληρώθη μὲν ἐκ μέρους, ἐπὶ τῶν πάλαι σκληροκαρδίων Ἰουδαίων·
col. 401–402page 148 of 329
PG 129:401πληρούται δὲ παντελῶς νῦν, ἐπὶ τούτων. Διὰ τοῦτο γὰρ καὶ Ἀναπληροῦται εἶπεν, ἀντὶ τοῦ, Παντελῶς πληροῦται, ἢ Ἀναπληροῦται ἁπλῶς, ἀντὶ τοῦ πληροῦται. Ἡ — ἴδητε. Ἀκοῇ σωματικῇ ἀκούσετε τοὺς λόγους, καὶ οὐ μὴ συνῆτε τὴν ἀλήθειαν, ὡς ἐθελοκωφοῦντες κατὰ ψυχήν· καὶ βλέποντες σωματικῶς, βλέψετε τὰ θαύματα, καὶ οὐ μὴ ἴδητε τὴν ἀλήθειαν, ὁμοίως ὡς ἐθελοτυφλώττοντες κατὰ ψυχήν. Εἶτα λέγει καὶ τὴν αἰτίαν ὁ προφήτης, δι' ἣν τοῦτο πεπόνθασιν. Ἐπαχύνθη — τούτου. Ἐπαχύνθη, ἀντὶ τοῦ, Ἐσκληρύνθη, ἐπωρώθη τῷ φθόνῳ καὶ ταῖς ἄλλαις κακίαις. Καὶ διὰ τοῦτο ἀσυνετοῦσιν. Καὶ ἐκάμμυσαν. Ὦτα καὶ ὀφθαλμούς, τοὺς τῆς ψυχῆς λέγει· βαρέως δὲ ἤκουσαν, ἀντὶ τοῦ, ἐχώφευσαν. Μήποτε — αὐτούς.
Τὸ Μήποτε, νοηθείη ἂν, καὶ ἀντὶ τοῦ, Ἴσως, ὁποῖόν ἐστι καὶ παρὰ τῷ Ἀποστόλῳ· Ἐν πραότητι, φησί, παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δῴη αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν εἰς σωτηρίαν. Τοῦ γὰρ προφήτου, ὥσπερ λογιζομένου, μάτην εἰς τοιοῦτον λαὸν κηρύξαι, ἐπήγαγεν ὁ Θεὸς τουτὶ τὸ ῥητόν. Δι' ὑπερβολὴν δὲ φθόνου, καὶ τῶν ἄλλων, ὡς εἴρηται, κακιῶν, ἐπωρώθησαν εἰς σύνεσιν, καὶ ἐχώφευσαν μὲν πρὸς τοὺς ὑπερφυεῖς λόγους, ἐκάμμυον δὲ πρὸς τὰ παράδοξα ἔργα, ὥσπερ δειλιώντες, μήποτε ἀκούσαντες καὶ ἰδόντες τὰ παρ' ἐμοῦ, καὶ γνόντες τὸ δέον ἐπιστρέψωσι πρός με, καὶ ἰάσομαι αὐτοὺς ἀπὸ τῶν πλημμελημάτων αὐτῶν. Ἐκ προσώπου γὰρ τοῦ Χριστοῦ ὁ λόγος. Τοῦτο δὲ προσέθηκε, διασύρων αὐτοὺς εἰς ἐσχάτην ἄνοιαν.
Ὑμῶν — ἀκούει. Μακάριοι, ὅτι βλέπουσι καὶ ἀκούουσιν ὀρθῶς. Ἀμήν — Ἤκουσαν. Πολλοὶ, καὶ οὐ πάντες· τινὲς γὰρ ταῦτα καὶ εἶδον καὶ ἤκουσαν· ὑπερφυῶς δέ, ὡς ὁ Ἀβραὰμ καὶ οἱ ἐπισημότεροι· ἢ Πολλοί, ἀντὶ τοῦ, Πάντες. Ὡς τό· Καὶ ἐθεράπευσε πολλούς· πάντας γὰρ τότε ἐθεράπευσε. Καὶ πάλιν, καὶ δαιμόνια πολλὰ ἐξέβαλε. Πάντα γὰρ τηνικαῦτα ἐξέβαλεν. Ἐπεθύμησαν δὲ ἰδεῖν τὸν Θεὸν ἐνανθρωπήσαντα καὶ τὰ τοῦ Χριστοῦ θαύματα, καὶ ἀκοῦσαι αὐτοῦ διδάσκοντος. Τοὺς προφήτας δὲ προσηγόρευσε καὶ δικαίους. Ἢ δικαίους νόει, τοὺς ἄλλους ἀγίους, οἵτινες ἀκούσαντες τὰ περὶ τοῦ Χριστοῦ παρὰ τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν καὶ ἀκοῦσαι τὰ ῥηθέντα.
col. 403–404page 149 of 329
PG 129:403σπείροντος. Ὑμεῖς, οἱ πιστεύοντες. Παντὸς ἀκούοντος — αὐτοῦ. Λόγον τῆς βασιλείας φησί, τὸν λόγον τοῦ Θεοῦ, ἢ τὸν λόγον τῆς πίστεως. Βασιλεία γὰρ, καὶ ἡ πίστις. Ὁ γὰρ πιστεύων βασιλεύει μὲν κατὰ τῶν παθῶν, συμβασιλεύει δὲ τῷ Χριστῷ. Μὴ συνιέντος δὲ, ἀντὶ τοῦ, Μὴ ἐμβάλλοντος τὸν λόγον εἰς τὸ βάθος τῆς καρδίας, ἀλλ᾽ ἁπλῶς αὐτὸν ἐνωτιζομένου. Πονηρὸν δὲ λέγει, τὸν διάβολον, καθὼς ἐν τῷ πέμπτῳ κεφαλαίῳ τὴν εὐχὴν ἑρμηνεύοντες παραδεδώκαμεν. Ἁρπάζει δὲ τὸ ἐσπαρμένον, ὡς ἐπιπολαίως ἀκατάκρυπτον κείμενον. Οὗτος σπαρείς. Σπείρεται καὶ ὁ σπόρος, ἤγουν, εἰς γῆν καταβάλλεται· σπείρεται καὶ ἡ γῆ, τουτέστιν, ὑποδέχεται τὸν σπόρον. Διὸ νῦν τὸ, Σπαρεὶς, οὐκ ἐπὶ τοῦ σπόρου νοοῦμεν, ἀλλ᾽ ἐπὶ τῆς γῆς.
Οἷον, οὗτός ἐστιν, ἡ κατὰ τὴν ὁδὸν σπαρεῖσα γῆ. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων. Ὁ δὲ — ἐστίν. Ἡ δὲ κατὰ τὰ πετρώδη σπαρεῖσα γῆ πάλιν, οὗτός ἐστιν, περὶ οὗ μέλλει ἐρεῖν. Ὁ τὸν λόγον — ἐστί. Προλαβόντες εἰρήκαμεν ῥίζαν, τὴν ἑδραίωσιν, πρόσκαιρον δὲ λέγει, τὸν εὐμετάτρεπτον, ὅστις καὶ ἐν τῷ διδάσκεσθαι, εὐθὺς λαμβάνει, καὶ ἐν τῷ πειράζεσθαι, εὐθὺς ἀποβάλλει. Γενομένης — σκανδαλίζεται. Λόγον νῦν, τὸν τῆς πίστεως λέγει. Ὁ δὲ Λουκᾶς τὴν θλίψιν καὶ τὸν διωγμὸν, περιληπτικῶς πειρασμὸν προσηγόρευσεν. Ἀντὶ δὲ τοῦ Σκανδαλίζονται, Ἀφίστανται εἶπε. Ὁ δὲ ἐστίν. Ἡ δὲ κατὰ τὰς ἀκάνθας σπαρεῖσα γῆ, οὗτός ἐστιν, ὃν ἐρεῖ. Ὁ τὸν λόγον — γίνεται.
Ὁ δὲ Μάρκος τῇ ἁπάτῃ προσέθηκεν, ὅτι καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι, συμπεριλαβὼν πᾶσαν βλαβερὰν ἐπιθυμίαν. Καὶ ὁ Λουκᾶς δὲ ὁμοίως τῇ μερίμνῃ καὶ τὴν ἡδονὴν συνέζευξε. Τοῦ αἰῶνος δὲ τούτου, ἀντὶ τοῦ, τῆς ζωῆς ταύτης. Ἔστι γὰρ καὶ ἄλλος αἰών, ἡ μέλλουσα ζωή, ὁ κυρίως αἰῶν, ὡς ἀεὶ ὢν καὶ μηδέποτε περατούμενος. Ὁ — οὗτός ἐστιν. Ἡ δὲ κατὰ τὴν γῆν τὴν καλὴν σπαρεῖσα γῆ, οὗτός ἐστιν, ὁ δηλωθησόμενος. Ὁ τὸν λόγον — συνιών. Συνιών, ἤγουν, ἐγκρύπτων τῷ βάθει τῆς καρδίας ἀνεπιβούλευτον. Διὸ καὶ ὁ Μάρκος εἶπεν, Οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται. Καὶ ὁ Λουκᾶς δὲ πάλιν· Οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον, κατέχουσι.
Καρδίαν δὲ, τὴν ψυχὴν, ὡς ἐπὶ τὸ πλεῖστον ἡ θεία Γραφὴ προσαγορεύει.
col. 405–406page 150 of 329
PG 129:405Ὃς - τριάκοντα. Ταῦτα προλαβόντες ἐντελῶς διηρμηνεύσαμεν ἀνωτέρω. Ἄλλην ἐν τῷ ἀγρῷ αὐτοῦ. Βασιλείαν τῶν οὐρανῶν, ἑαυτὸν ὀνομάζει νῦν, ὅστις ὡμοιώθη ἀνθρώπῳ, ἐνανθρωπήσας. Ἐν ὁμοιώματι γάρ, φησίν, ἀνθρώπου γενόμενος. Καλὸν δὲ σπέρμα, τρόπον ἕτερον ἐκάλεσε, τοὺς υἱοὺς τῆς βασιλείας, ὡς αὐτὸς ἡρμήνευσεν, ἐρωτηθεὶς παρὰ τῶν μαθητῶν, περὶ ὧν ἐροῦμεν ἐκεῖ γενόμενοι. Ἀγρὸς δὲ αὐτοῦ ἐστιν ὁ κόσμος, ὡς κτίσμα καὶ κτῆμα αὐτοῦ. Ἐν δὲ τῷ καθεύδειν ἀπῆλθε. Προαγορεύει διὰ τῆς παραβολῆς ταύτης, τὴν δευτέραν ἐπιβουλὴν τοῦ διαβόλου.
Ὅταν γὰρ ἴδῃ τὴν καλὴν γῆν καρποφοροῦσαν ἐν ἑκατὸν, καὶ ἐν ἑξήκοντα, καὶ ἐν τριάκοντα, μὴ δυνάμενος λοιπὸν ἢ ἁρπάσαι τὸν σπόρον, ἢ φλογίσαι τὸ βλαστῆσαν, ἢ ἀποπνίξαι αὐτὸ, δευτέραν μέτεισι μηχανὴν, καὶ ὡς ἐχθρὸς τοῦ γεωργοῦ, σπουδάζει διαφθεῖραι τὸν πόνον αὐτοῦ, καὶ κοιμωμένων τῶν ἀνθρώπων, ἤγουν, ἀφροντιστούντων περὶ τὴν φυλακὴν τοῦ ἀγροῦ· ἐμφαίνει δὲ τοὺς διδασκάλους, τοὺς φύλακας τῶν ὀρθοδόξων· ἐνσπείρει ζιζάνια, τουτέστιν, αἱρετικούς, μεταξὺ τῶν ὀρθοδόξων. Τούτους γὰρ ὠνόμασε σίτον, ὡς εὐχρήστους τῷ σπείραντι. Ὅτε ζιζάνια. Ὥσπερ οὖν τὰ ζιζάνια ἐοίκασι μὲν τῷ σίτῳ, κατὰ τὴν καλάμην, ἀπεοίκασι δὲ, κατὰ τὸν καρπόν· εἰσὶ δὲ βλαβερὰ τῷ σίτῳ·
οὕτω καὶ οἱ αἱρετικοὶ ἐοίκασι μὲν τοῖς ὀρθοδόξοις κατὰ τὸ σχῆμα· ἀπεοίκασι δὲ κατὰ τὴν ἀρετὴν, ἥτις ἐστὶ καρπός. Ἀρετὴ δὲ καὶ καρπός, πρὸ πάντων, ἡ τῶν δογμάτων ἀλήθεια. Καὶ καθάπερ τὰ ζιζάνια μέχρι μὲν τῆς καρποφορίας λανθάνοντα συναύξονται, τότε δὲ διαγινώσκονται· οὕτως ἄρα καὶ οἱ αἱρετικοί, μέχρι μὲν τοῦ διδάσκειν, λανθάνοντες συνδιάγουσιν· ὅτε δὲ πολλὴν λάβωσι παρρησίαν, τότε τὸν ἰὸν ἐκχέουσι καὶ διαγινώσκονται. Διὸ καὶ προλαβὼν εἶπεν, ὅτι Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Καὶ ἑτέρως δέ· ὅτε μὲν ἔσπειρεν ὁ Χριστός, οὐκ ἐφάνησαν αἱρετικοί· ὅτε δὲ ηὐξήθησαν οἱ ὀρθόδοξοι, τότε ἀνεφάνησαν. Προσελθόντες ζιζάνια; Οἰκοδεσπότης μέν ἐστιν αὐτὸς, ὡς τοῦ κόσμου Δεσπότης·
δούλους δὲ αὐτοὺς ταῦτα λέγοντας πλάττει, τοὺς θερμοτέρους εἰς τὴν ὑπὲρ εὐσεβείας ζῆλον ὀρθοδόξους, οἳ πολλάκις ἀγανακτοῦντες ἐξαποροῦνται, πῶς ὁ Θεὸς παραχωρεῖ τοιαῦτα φύεσθαι ζιζάνια. Ὁ δὲ ἐποίησεν. Ἄνθρωπον ὠνόμασε, τὸν διάβολον, ὡς οὐδὲν ἀνθρώπου διαφέροντα, κατὰ τὸ
col. 407–408page 151 of 329
PG 129:407ἐμπαθὲς καὶ φιλήδονον, καὶ ὡς ἐπίσης ἀνθρώπῳ φιλοσωματοῦντα, καὶ τοῖς γηίνοις ἀναφυρόμενον. Οἱ δὲ δοῦλοι· αὐτά; Συλλέξομεν, ἀνασπώντες βιαίως, καὶ ξίφεσιν ἐκθερίζοντες. Ὁ δὲ — σῖτον. Ἐκώλυσεν ἀναιρεῖσθαι τοὺς αἱρετικοὺς, διὰ τὸ μὴ συναναιρεῖσθαι καὶ τοὺς ὀρθοδόξους. Ἔμελλον γὰρ πόλεμοι γίνεσθαι κατ᾿ ἀλλήλων καὶ σφαγεί. Ἄφετε — θερισμοῦ. Ἀμφότερα τὰ γένη. Θερισμὸν δὲ λέγει, τὴν τοῦ κόσμου συντέλειαν. Κελεύει οὖν ἐὰν ἀμφότερα τὰ γένη ζῇν, συναυξανόμενα ἐν τῷ κόσμῳ, μέχρι συντελείας· εἰκὸς γὰρ, πολλοὺς τῶν αἱρετικῶν ἄχρι τότε μεταβληθῆναι· οὐ μὴν διὰ τοῦτο συναναμίγνυσθαι τοῖς αἱρετικοῖς.
Εὐρύχωρος γὰρ ὁ κόσμος, καὶ δεῖ αὐτοὺς καθ᾿ ἑαυτοὺς ζῇν, μὴ ἀναιρουμένους μέν, ἀφαιρουμένους δὲ τὸ διδάσκειν καὶ λυμαίνεσθαι τῷ σίτῳ τοῦ σπείραντος. Καὶ — θερισταῖς. Θεριστὰς νῦν ὀνομάζει τοὺς ἀγγέλους. Συλλέξατε — ζιζάνια. Θερίσατε τῷ δρεπάνῳ τοῦ θανάτου τὰ εὑρισκόμενα τότε ζιζάνια. Διατί δὲ πρῶτον; ἵνα μὴ καὶ οἱ ζῶντες τηνικαῦτα ὀρθόδοξοι, συνεκθεριζόμενοι τοῖς αἱρετικοῖς ἀναμίξ, πονηρὰς ἔξουσιν ἐλπίδας. Καὶ — δεσμάς. Συνδήσατε αὐτοὺς ἀλλήλοις. Ἐμφαίνει δὲ ὁ λόγος, ὅτι οἱ κοινωνοὶ τῆς αὐτῆς ἁμαρτίας, κοινωνοὶ καὶ τῆς αὐτῆς κολάσεως γενήσονται, καὶ ὁμοῦ τὴν τιμωρίαν ὑφέξουσι. Πρὸς — μου.
Τὰ παραπλήσια καὶ ὁ Βαπτιστὴς ἐπείλησε τοῖς Σαδδουκαίοις καὶ Φαρισαίοις, ἐν τῷ τρίτῳ κεφαλαίῳ, εἰπὼν περὶ τοῦ Χριστοῦ, Καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Καὶ ζήτησον ἐν ἐκείνῳ, καὶ εὑρήσεις, τί μὲν λέγει κατάκαυσιν, τί δὲ ἀποθήκην. Περιττὸν γὰρ τὰ ἅπαξ ἑρμηνευθέντα πάλιν ὁμοίως ἐφερμηνεύειν. Ἄλλην — αὐτοῦ. Κόκκῳ σινάπεως παρείκασε τὸ κήρυγμα, καὶ διὰ τὸ μικροπρεπὲς καὶ εὐτελὲς τῶν λέξεων, ὃ τοσοῦτον ηὐξήθη, ὥστε τὴν ἀττικίζουσαν καὶ δεινὴν συλλογίζεσθαι σοφίαν τῶν Ἑλλήνων ἀποκρυβῆναι τῷ μεγέθει τοῦ ἀγροικικωμένου Εὐαγγελίου. Βασιλείαν δὲ τῶν οὐρανῶν λέγει νῦν, τὸν λόγον
col. 409–410page 152 of 329
PG 129:409τῆς πίστεως, ὡς ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν. Ἀπεικάζει δὲ αὐτὸν κόκκῳ σινάπεως, διότι βραχὺς μὲν καὶ εὐπερίγραφος σπείρεται, μὴ δυναμένων τῶν μαθητῶν βαστάζειν ἐν ἀρχῇ πλείω. Καὶ γὰρ καὶ ὁ προφήτης πάλαι, λόγον συντετμημένον αὐτὸν ἐκάλεσεν. Ὅταν δὲ γεωργηθεὶς αὐξήσῃ ταῖς ἀρδείαις τοῦ θείου Πνεύματος, ὑπερβάλλει πάντα λόγον, καὶ ὑψηλότερος ὅλων φαίνεται. Διὰ δὲ τῆς παραβολῆς ταύτης προαναφωνεῖ τὴν αὔξησιν τοῦ κηρύγματος. Περὶ δὲ τοῦ σπείροντος ἀνθρώπου, καὶ τοῦ ἀγροῦ, ἐν τῇ πρὸ ταύτης παραβολῇ προδιελάβομεν. Ἀγρὸς δὲ, ὁ κόσμος λέγεται, καὶ διὰ τὸ γεωργεῖσθαι ἐν αὐτῷ τὸν λογικὸν σῖτον. [Ἡ παραβολὴ σημαίνει καὶ τὸ διήγημα, ὡς τό· ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι·
καὶ τὸν αἰνιγματώδη λόγον, ὡς τό· Νοῆσαι τὴν παραβολὴν καὶ σκοτεινὸν λόγον· καὶ τὴν ὁμοίωσιν, ὡς τὰ προκείμενα ταῦτα· καὶ τὴν τροπολογίαν, ὡς τό· Υἱὲ ἀνθρώπου, εἰπὲ αὐτοῖς τὴν παραβολὴν ταύτην· Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος· ἀετὸν λέγων, τὸν βασιλέα τῶν Ἀσσυρίων· σημαίνει δὲ καὶ τὸν τύπον, ὡς ὅταν λέγῃ Παῦλος περὶ τοῦ Ἀβραάμ, ὅτι τὴν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας δεξάμενος. Ὅθεν ἐν παραβολῇ αὐτὸν ἐκομίσατο, τουτέστιν, ἐν τύπῳ, ἐν εἰκόνι.] Ὃ — ἐστίν. Ὅπερ, σπέρμα δηλονότι, σμικρότατον μέν ἐστι τῇ ποσότητι, μέγιστον δὲ τῇ ποιότητι, εἴτουν, τῇ δυνάμει. Διὸ καὶ εἰς μέγεθος ἐπιδίδωσι.
Κατὰ τὴν ὁμοιότητα γοῦν τοῦ σπέρματος τούτου καὶ οἱ μαθηταί, ποίμνιον ὄντες ὀλίγον, εἰς ἄπειρον ηὐξήθησαν. Καὶ γίνεται αὐτοῦ. Ταῦτα εἶπεν, εἰς ἔμφασιν τοῦ μεγέθους, καὶ τῆς στερεότητος αὐτοῦ. Τινὲς δὲ κλάδους τοῦ λόγου τῆς πίστεως εἶπον, τοὺς πιστεύοντας ἀνθρώπους ἐν οἷς κατασκηνοῦσι τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἤγουν, οἱ ἄγγελοι φυλάττοντες αὐτούς. Ἕτεροι δὲ φασι, κλάδους μὲν, τὰς ἀρετάς, ἃς βλαστάνειν ἔξωθεν ὁ λόγος τῆς πίστεως· πετεινὰ δὲ, τοὺς ὑπερβαίνοντας τὰ γεηρὰ πράγματα, καὶ τῷ πτερῷ τοῦ νοῦ κουφιζομένους εἰς ὕψος γνώσεως, καὶ πρὸς τὸν οὐρανὸν ἐπειγομένους. Ἄλλην — ζύμη.
Διὰ μὲν τῆς παραβολῆς τοῦ σινάπεως, τὴν αὔξησιν τῆς πίστεως προηγόρευσε, τὴν διὰ τῆς προσθήκης τῶν ἑκάστοτε πιστευόντων· διὰ δὲ τῆς παραβολῆς τῆς ζύμης, τὴν ἰσχὺν αὐτῆς προσκηρύττει. Βασιλείαν γὰρ τῶν οὐρανῶν πάλιν, τὸν λόγον τῆς πίστεως ὑποληπτέον. Ἥν — τρία. Σάτον μέν ἐστιν εἶδος μέτρου παρ᾽ Ἑβραίοις. Τρία δὲ, τὰ πολλὰ νῦν εἰρηκεν. Εἰώθασι γὰρ πολλάκις διὰ τοῦ ἀριθμοῦ τῶν τριῶν, τὰ πολλὰ
col. 411–412page 153 of 329
PG 129:411σημαίνειν. Καὶ γυνὴ μὲν νοεῖται, ἡ σοφία, ἤγουν, ὁ Χριστὸς, διὰ τὸ γόνιμον καὶ τρόφιμον. Γεννᾷ γὰρ τοὺς πιστοὺς διὰ τοῦ βαπτίσματος, καὶ τρέφει αὐτοὺς τῇ βρώσει τῶν δογμάτων τῆς πίστεως· ζύμῃ δὲ, ὁ λόγος τῆς πίστεως παρεικάζεται, διότι καθάπερ ἡ ζύμη, ὀλίγη τις οὖσα, καὶ εἰς πολὺ ἄλευρον ἐγχρυβεῖσα, διὰ τῆς ἀναφυράσεως ὅλον τὸ ἄλευρον εἰς ἓν σῶμα συνενοῖ, καὶ εἰς ἕτερον εἶδος, παρὰ πρότερον εἶχε, μεθιστᾷ, καὶ νεκρὸν ὄν, τρόπον τινά, ζωοῖ, καὶ ἄνω βαίνειν παρασκευάζει, δύναμιν ἔχουσα δραστικήν.
Οὕτω καὶ ὁ λόγος τῆς πίστεως, ὀλίγος ὤν, ὡς προείρηται, τῇ ποσότητι, καὶ ἐγκρυπτόμενος ψυχαῖς πολλῶν ἀνθρώπων διὰ τῆς διδασκαλίας, πάντας εἰς ἓν σῶμα τῆς Ἐκκλησίας συνενοῖ, καὶ εἰς ἕτερον εἶδος πολιτείας μεθιστᾷ, καὶ νεκρούς ὄντας εἰς ἐνέργειαν ἀρετῆς, ζωοῖ πρὸς ἐργασίαν αὐτῆς καὶ ἄνω βαίνειν πρὸς οὐρανὸν παρασκευάζει, καὶ πάντα ποιεῖ, δύναμιν ἔχων ἄφατον. Ἕως — ὅλον. Οὐ στήσεται γὰρ, ἐγκρυπτόμενος ταῖς ψυχαῖς τῶν ἀνθρώπων, ἕως οὗ ἐνωθῶσιν εἰς ἓν πάντες, οὓς προώρισεν ἡ πάντων τὰς γνώμας προγινώσκουσα σοφία. Τὰ γὰρ τρία σάτα, εἰ καὶ τῇ ἐμφάσει πλῆθος δηλοῦσιν, ἀλλὰ τῷ ἀριθμῷ πεπερατωμένα τέως εἰσί. Πολλὴ οὖν τοῦ κηρύγματος ἡ δύναμις, καὶ τὸ ζυμωθὲν ἅπαξ, ζύμη πάλιν τῷ λοιπῷ μέρει γίνεται.
Τινὲς δὲ ἄλευρον μὲν λέγουσι, τοὺς ἀνθρώπους· σάτα δὲ, ἤτοι, μέτρα τρία, τοὺς Ἰουδαίους, τοὺς Σαμαρείτας, καὶ τοὺς Ἕλληνας.
col. 413–414page 154 of 329
PG 129:413ἀλλὰ διὰ τὸ ἐπηρεάσαι τοῖς αὐτοῦ λόγοις, ἐν παραβολαῖς αὐτοῖς ἐλάλησεν, ἵνα καὶ αὐτὸς τὸ οἰκεῖον ἔργον εἴη πληρῶν, καὶ αὐτοὶ μὴ νοοῦντες, ἃ λέγει, μείνωσιν ἄπρακτοι. Τότε Ἰησοῦς. Εἰς τὴν οἰκίαν, ἐν ᾗ ἐξενοδοχεῖτο. Καὶ προσῆλθον ἀγροῦ. Κατά μόνας μετὰ παρρησίας ἐρωτῶσιν, ὡς ἀκούσαντες πρότερον, ὅτι αὐτοῖς δέδοται γνῶναι τὰ μυστήρια. Περὶ μόνης δὲ ταύτης τῆς παραβολῆς ἐρωτῶσιν, ὡς τὰς ἄλλας δύο συνέντες, τήν τε τοῦ σινάπεως, καὶ τὴν τῆς ζύμης, ἅτε σαφεστέρας οὔσας. Αὕτη δὲ καὶ φοβερὰν εἶχεν ἀπειλὴν ἐπὶ τέλει, θορυβοῦσαν αὐτούς. Ὁ δὲ ἀποκριθεὶς ἀνθρώπου. Υἱὸν ἀνθρώπου, ἑαυτὸν ὀνομάζει, διὰ τὴν φαινομένην ἐνανθρώπησιν αὐτοῦ.
Καὶ τοῦτο συνεχῶς λέγει, βεβαιῶν, ὅτι κατὰ ἀλήθειαν ἐνηνθρώπησε, καὶ ἔστω σοι τοῦτο τοῦ λοιποῦ γνώριμον. Ὁ δὲ ἀγρὸς κόσμος. Ἀνωτέρω περὶ τούτου προείρηται. Τὸ δὲ καλὸν εἰσίν. Τίνες οὗτοι; Οἱ υἱοὶ τῆς βασιλείας. Υἱοὶ μὲν τῆς βασιλείας λέγονται οἱ ὀρθόδοξοι, ὡς ὑπὸ τοῦ βασιλέως Χριστοῦ σπαρέντες εἰς γεωργίαν ἀρετῆς, καὶ κληρονομεῖν τῆς βασιλείας αὐτοῦ μέλλοντες· υἱοὶ δὲ τοῦ πονηροῦ, οἱ αἱρετικοί, ὡς ὑπὸ τοῦ διαβόλου σπαρέντες εἰς γεωργίαν κακίας, καὶ κληρονομεῖν τοῦ ἡτοιμασμένου αὐτῷ πυρὸς μέλλοντες ὁμοίως. Τὰ δὲ ζιζάνια πονηροῦ. Εἴρηται ἤδη περὶ τούτων. Ὁ δὲ ἐχθρὸς εἰσίν. Καὶ περὶ τούτων προδεδιδάξαμεν.
Χρὴ δέ σε μνημονεύειν, ὅτι ἐν τῷ ὀκτωκαιδεκάτῳ κεφαλαίῳ, θερισμόν μὲν ἐκάλεσε, τοὺς πιστεῦσαι μέλλοντας, ὡς ἑτοίμους εἰς τὸ συγκομισθῆναι· θεριστὰς δέ, τοὺς συγκομίζοντας αὐτοὺς ἀποστόλους. Ἐν δὲ τῷ παρόντι, θερισμὸν μέν, τὴν συντέλειαν τοῦ κόσμου, διὰ τὴν ἀπὸ τῆς ἐπικήρου ζωῆς ἐκτομὴν τῶν ἀνθρώπων· θεριστὰς δέ, τοὺς ἐκτέμνοντας αὐτοὺς ἀπ' αὐτῆς ἀγγέλους. Ὁμοίως δὲ καὶ σπέρμα, ὄπισθεν μέν, τὸν λόγον τῆς πίστεως ὠνόμασεν· ἐν δὲ τῇ προκειμένῃ παραβολῇ, αὐτοὺς τοὺς πιστεύσαντας κατ' ἄλλην καὶ ἄλλην ἔννοιαν. Ὁ γὰρ πιστεύσας λέγεται μὲν καὶ σίτος, ὡς καρπὸς τοῦ πρώτου σπέρματος, ἤτοι τοῦ λόγου τῆς πίστεως. Λέγοιτο δ' ἂν καὶ σπέρμα, ὡς καρποφορῶν πάλιν ἕτερον εἰς πίστιν.
Οὐχ ἡρμήνευσε δὲ, τίνες μέν εἰσιν οἱ καθεύδοντες ἄνθρωποι, τίνες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου, ἀλλὰ παρῆκεν αὐτούς, ἢ ὡς ἐγνωσμένους, ἢ καὶ διδάσκων, ὅτι οὐ χρὴ τὰς παραβολάς κατὰ ῥῆσιν ἑρμηνεύειν, ὥς φησιν ὁ Χρυσόστομος, ἀλλὰ κατὰ μόνα τὰ ἀναγκαιότερα μέρη, δι'
col. 415–416page 155 of 329
PG 129:415καὶ παραλαμβάνονται. Τάλλα γὰρ, διὰ μόνον τὸ πλασθῆναι ταύτας πιθανῶς, συμπαραλαμβάνονται, καὶ λοιπὸν οὐκ ἀκίνδυνον, τὸ καὶ ταῦτα πολυπραγμονεῖν. Ὥσπερ — τούτου. Εἶτα λέγει, πῶς ἔσται. Ἀποστελεῖ — ἀνομίαν. Βασιλείαν αὐτοῦ φησι, τὸν κόσμον, ὡς φύσει βασιλεύων αὐτοῦ, κατὰ τὴν θεότητα, ἢ καὶ ὡς δοθείσης αὐτῷ πάσης ἐξουσίας ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· σκάνδαλα δὲ καὶ ποιοῦντας τὴν ἀνομίαν, τοὺς αὐτοὺς ὀνομάζει. Συλλέξουσι δὲ αὐτοὺς, ἀναστάντας ἐκ νεκρῶν ἤδη. Χρὴ γὰρ γινώσκειν, ὅτι ἅμα μὲν τούτοις ἀναστήσονται καὶ οἱ δίκαιοι. Πρὸ δὲ τῆς συλλογῆς τούτων ἐκεῖνοι μὲν ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καθὼς εἶπε Παῦλος·
οὗτοι δὲ, κάτω ἀπολειφθέντες, ὡς ἀνάξιοι, μετὰ τὸ κατελθεῖν αὐτὸν συλλεγήσονται. Καὶ πρῶτον μὲν ἐκεῖνοι δικαιωθήσονται, εἶτα οὗτοι καταδικασθήσονται. Καὶ λοιπὸν μετὰ τὰς τοιαύτας ἀποφάσεις, πρῶτον μὲν οἱ ἁμαρτωλοὶ ἀπελεύσονται εἰς κόλασιν αἰώνιον· εἶτα οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, ὡς ἐν τῷ ἑξηκοστῷ πρώτῳ κεφαλαίῳ φησί. Καὶ — πυρός. Δι' ἑαυτοῦ μὲν σπείρει, δεικνύων, ὅτι οἰκεῖον αὐτοῦ τὸ εὐεργετεῖν· δι' ἑτέρων δὲ κολάζει, παριστῶν, ὅτι ἀλλότριον αὐτοῦ τὸ κολάζειν. Ἐκεῖ — ὀδόντων. Ἐκεῖ, ἐν τῇ καμίνῳ τοῦ αἰωνίου πυρός· ἢ ἐν αὐτοῖς. Διὰ δὲ τοῦ κλαυθμοῦ καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, τὴν ἄφατον ὀδύνην ἔφηνε. Τότε — τοῦ πατρὸς αὐτῶν.
Καὶ μὴν τῆς αἴγλης τοῦ Θεοῦ τότε προσβαλούσης αὐτοῖς, μετατυποῦνται πρὸς αὐτὴν, καὶ θεοειδεῖς γίνονται, καὶ ἀκόλουθόν ἐστι, λαμπρότερον ἡλίου λάμπειν αὐτούς. Πῶς οὖν φησιν, ὡς ὁ ἥλιος; Διότι γνωρίμῳ πρὸς αὐτοῦ, ἔδει χρήσεσθαι παραδείγματα. Οὐκ ἦν δὲ οὐδὲν τῶν γνωρίμων αὐτοῖς ἡλίου λαμπρότερον. Ὁ — ἀκουέτω. Τοῦτο πολλάκις ἐπιλέγει, παροξύνων αὐτοὺς εἰς τὸ γίνεσθαι διορατικωτέρους. Πάλιν — ἐκεῖνον. Διατί, τῶν ὄχλων μὴ παρόντων, ἐν παραβολαῖς ἔτι λαλεῖ τοῖς μαθηταῖς; Διότι ἔγνω τούτους σοφωτέρους ἤδη γενομένους ἀπὸ τῶν εἰρημένων, ὡς καὶ συνιέναι δύνασθαι. Διὸ καὶ μετὰ τὸ τέλος τῶν παραβολῶν λέγει αὐτοῖς· Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ· Ναί, Κύριε.
Ὥσπερ δὲ ἐπὶ τῶν ἀνωτέρω κειμένων δύο παραβολῶν, τοῦ τε σινάπεως καὶ τῆς ζύμης, βασιλείαν οὐρανῶν ἔλεγε τὸν λόγον τῆς πίστεως· οὕτω καὶ ἐπὶ ταύτης. Ἀπεικάζει δὲ αὐτὸν θησαυρῷ, διὰ τὸν ἐν αὐτῷ πλοῦτον τοῦ ἁγίου Πνεύματος. Ἀγρός δέ ἐστιν ὁ κόσμος, ὡς προδεδήλωται. Μάθε δὲ, ὅτι ἐν τῷ κόσμῳ μὲν κέκρυπται ἡ πίστις· ἐν τῇ πίστει δὲ, ὁ πλοῦτος τοῦ ἁγίου Πνεύματος. Καὶ τὰ μὲν ἄλλα τῆς παραβολῆς ἐα, καθώς προ
col. 417–418page 156 of 329
PG 129:417Σκόπει δὲ, πῶς ὁ εὑρὼν τοῦτον τὸν πλουτίζοντα θησαυρὸν, εἴτουν, ὁ ἐπιγνοὺς αὐτὸν, σπουδάζει· τοῦτο γὰρ ἐμφαίνει τό, Υπάγει, καὶ μετὰ χαρᾶς πάντα, ὅσα ἔχει, πωλεῖ, ἵνα μόνον κερδήσῃ τοῦτον· καὶ σύνες, ὅτι διδάσκει πάντας ἡ τοιαύτη παραβολή, μὴ μόνον μὴ λυπεῖσθαι προϊεμένους ὑπὲρ τῆς πίστεως πάντα, ὅσα ἔχουσιν, ἀλλὰ καὶ μετὰ χαρᾶς τοῦτο ποιεῖν, καὶ τὴν ἀποβολὴν ταύτην κέρδος ἡγεῖσθαι μέγιστον· καὶ ὅτι ὁ μὴ ἀποβάλλων αὐτά, καὶ ὁ μὴ μετὰ χαρᾶς ἀποβάλλων, οὐ δύναται κερδῆσαι τὸν τῆς πίστεως θησαυρόν. Πάντα δὲ, ὅσα τις ἔχει, νοοῦνται, καὶ τὰ ἐν ἔργῳ, καὶ ἐν λόγῳ, καὶ κατὰ διάνοιαν ἁμαρτήματα, ἅπερ ὁμοίως χρὴ πωλεῖν, ὅ ἐστιν, ἀποκτᾶσθαι. Πάλιν αὐτόν.
Βασιλείαν τῶν οὐρανῶν, ἰδιοτρόπως ἐνταῦθα νοοῦμεν, τὴν ἐπιθυμίαν τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ἄνθρωπον μὲν αὐτὴν εἶπεν, ὡς ἐν ἀνθρώπῳ ἐνεργοῦσαν· ἔμπορον δὲ, ὡς πραγματευομένην τὴν ἰδίαν σωτηρίαν. Ὅρα γὰρ, ὅτι εὑροῦσα ἕνα πολύτιμον μαργαρίτην, ὅς ἐστιν ὁ λόγος τῆς πίστεως· ὁ εἷς μὲν, διὰ τὸ εἶναι μίαν τὴν ἀληθῆ πίστιν, καὶ διὰ τὸ μὴ εἶναι τοιοῦτον ἄλλον· πολύτιμος δὲ, ὡς κατὰ πολὺ τίμιος, καὶ ὡς πολλοῖς ὢν τίμιος, δηλαδὴ τοῖς εἰδόσιν αὐτόν· Ἀπῆλθεν, ὃ δηλοῖ τὴν σπουδὴν, καὶ ἀπεκτήσατο πάντα, ἴσων ἀπήλαυε πρότερον, καὶ ἐκτήσατο τοῦτον μόνον. Αἱ δύο δὲ αὗται παραβολαὶ τὰ πλείω ἀλλήλαις ἐοικυῖαι, βραχέα διαφέρουσιν, ὅτι ἡ μὲν θησαυρόν, ἡ δὲ μαργαρίτην ὀνομάζει τὸν λόγον τῆς πίστεως.
Ὥσπερ ἄρα καὶ αἱ πρὸ τούτων δύο παραβολαί, ἡ μὲν κόκκον σινάπεως, ἡ δὲ ζύμην αὐτὸν ἐκάλεσε. Καὶ καθάπερ διὰ τῶν δύο ἐκείνων ἐδήλωσεν ὁ Χριστὸς τὴν αὔξησιν καὶ τὴν ἰσχὺν τῆς πίστεως· οὕτω καὶ διὰ τῶν δύο τούτων πάλιν, τὸν πλοῦτον καὶ τὸ ἐξαίρετον αὐτῆς. Αὔξει μὲν γὰρ, ὡς κόκκος σινάπεως· ἰσχύει δὲ, ὡς ζύμη· πλουτίζει δὲ, ὡς θησαυρός· ἐξαίρετος δέ ἐστιν, ὡς διαφορώτατος μαργαρίτης. Τἄλλα γὰρ τῆς παραβολῆς οὐ περιεργαστέον ἡμῖν. Ἵνα δὲ μὴ θαῤῥῶμεν τῇ πίστει μόνῃ, μηδὲ ἀρκεῖν αὐτὴν εἰς σωτηρίαν νομίζωμεν, προστίθησι καὶ ἑτέραν παραβολήν, δι' ἧς μανθάνομεν, ὅτι οὐ πάντες οἱ πιστεύοντες σώζονται, ἀλλὰ πολλοὶ τούτων ἀπόλλυνται.
Μαργαρίτης δὲ καὶ ὁ Κύριος κέκληται, διότι τῷ βυθῷ τῆς θεότητος ἥνωται, καὶ μόνοις τοῖς ἁλιεῦσι καὶ τοῖς αὐτῶν μαθηταῖς ἐγνώρισται. Πάλιν συναγαγούσῃ. Βασιλείαν τῶν οὐρανῶν αὖθις λέγει τὸν λόγον τῆς πίστεως· θάλασσαν δὲ, τὸν κόσμον, διὰ τὴν πικρίαν καὶ τὰ κύματα τῶν πειρασμῶν· παντοῖα δὲ γένη ἰχθύων, τὰ ποικίλα
col. 419–420page 157 of 329
PG 129:419πλήθη τῶν ἐνδιαιτωμένων αὐτῷ ἀνθρώπων, ἀνδρῶν, γυναικῶν, νέων, γερόντων, ἀγάμων, γεγαμηκότων, καὶ τοιούτων ἄλλων, ἢ καὶ τὰ διάφορα ἔθνη. Ἦν ἔβαλον. Ὅτε ἐπληρώθη, τουτέστιν, ὅταν πάντες ἐπίστευσαν, οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες· αἰγιαλὸν δὲ νόει τὸν τόπον, ἔνθα μέλλει κρῖναι ὁ Κύριος· συλλέγοντας δὲ, τοὺς ἀγγέλους· καὶ καλὰ μὲν θηράματα, τοὺς δικαίους· σαπρὰ δὲ τοὺς πονηρούς· ἀγγεῖα δὲ, τὰς ἀποκεκληρωμένας τοῖς δικαίοις μονάς. Τἄλλα δὲ τῆς παραβολῆς ὁμοίως οὐ πολυπραγμονητέον. Οὕτως — αἰῶνος. Οὕτως, ὡς ἐρεῖ. Ἐξελεύσονται — ὀδόντων. Καὶ μήν, ἐν τῷ ἑξηκοστῷ πρώτῳ κεφαλαίῳ φησίν, ὅτι αὐτὸς ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι αὐτὸς μὲν ἀφοριεῖ αὐτοὺς τῷ προστάγματι·
οἱ δὲ ἄγγελοι ἀφοροῦσιν αὐτοὺς τῇ ἐνεργείᾳ, τὸ πρόσταγμα τὸ Δεσποτικὸν ὡς ὑπηρέται πράττοντες. Ἀφορίζειν δέ ἐστι τὸ διαχωρίζειν. Ἐπεὶ δὲ ἐν τῷ τέλει τῆς παραβολῆς εἶπεν, ὅτι τὰ σαπρὰ ἔξω ἔβαλον, ἵνα μὴ ὑπολάβῃ τις, ἀκίνδυνον εἶναι τὴν τοιαύτην ἐξαγωγήν, ἡρμήνευσε ταύτην, εἰρηκώς, ὅτι καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς, καὶ τὰ ἑξῆς. Λέγει — πάντα; Τὰ ἀναγκαῖα δηλαδὴ τῶν παραβολῶν. Καὶ μήν, ὡς Θεὸς ἐγίνωσκεν, ὅτι συνήκαν αὐτά, λοιπὸν οὖν, ὡς ἄνθρωπος τοῦτο ἠρώτησε. Λέγουσιν — παλαιά. Ὁμολογησάντων γνώναι, λέγει παραβολὴν διδάσκουσαν, ὅτι πάντες οἱ γνησίως αὐτῷ μαθητευθέντες πλουτοῦσι γνώσιν.
Πᾶς γάρ, φησί, Γραμματεύς, ἤτοι, σοφός, μαθητευθεὶς τῷ Βασιλεῖ τῶν οὐρανῶν, ὅς ἐστιν ὁ Χριστός, πλουτεῖ γνώσιν. Μαθητευθεὶς δὲ αὐτῷ, πρὸ τοῦ σοφισθῆναι δηλονότι. Καὶ ἔοικεν ἀνθρώπῳ οἰκοδεσπότῃ, τουτέστι, πλουσίῳ, ὅστις ἐκβάλλει, ὅτε βούλεται, ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιὰ χρυσία. Νοοῦνται δέ, καινὰ μέν, τὰ τῆς Νέας Διαθήκης νοήματα· παλαιὰ δέ, τὰ τῆς Παλαιᾶς. Τὸ δὲ Διὰ τοῦτο, οὐκ ἔστι νῦν αἰτιολογικόν, ἀλλὰ βεβαιωτικόν, ἀντὶ τοῦ, Ἀληθῶς. Καὶ — αὐτῶν. Πατρίδα αὐτοῦ λέγει, τὴν Ναζαρέτ, ὡς πατρίδα τῆς Μητρὸς αὐτοῦ καὶ τοῦ νομιζομένου πατρὸς αὐτοῦ, καὶ ὡς τραφεὶς ἐν αὐτῇ. Φησὶ γὰρ ὁ Λουκᾶς, ὅτι καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος. Ἐδίδασκε δὲ αὐτούς, τίνας;
Δηλαδὴ τοὺς τῆς πατρίδος αὐτοῦ. Τὴν αἰτίαν δέ, δι' ἣν ἐν ταῖς συναγωγαῖς διδάσκει, προειρήκαμεν ἐν ἀρχῇ τοῦ τετάρτου κεφαλαίου.
col. 421–422page 158 of 329
PG 129:421Ὥστε δυνάμεις. Ἡ σοφία τῶν λόγων, καὶ αἱ δυνάμεις τῶν λόγων. Ἢ δυνάμεις καλεῖ τὰ θαύματα. Βλέποντες γὰρ αὐτὸν ὑψηλότερα μὲν καὶ πιθανώτερα τῶν πάλαι περιβοήτων ἀνδρῶν διδάσκοντα, μείζονα δὲ θαύματα ποιοῦντα, καὶ ἀγνοοῦντες, ὅτι αὐτὸς ἦν σοφία Θεοῦ καὶ δύναμις· ἐθαύμαζον μὲν καὶ τοὺς λόγους αὐτοῦ καὶ τὰ θαύματα· εἰς αὐτὸν δὲ, τὸν τοιαῦτα διδάσκοντα καὶ τερατουργοῦντα, ἐσκανδαλίζοντο, δι' οὐδὲν ἕτερον, ἢ διότι γονέων ἦν εὐτελῶν. Ἀλλ' ὄντως τυφλὸν καὶ ἀνόητον ὁ φθόνος. Ἀφ' ὧν γὰρ ἔδει μάλλον θαυμάζειν, καὶ προσκυνεῖν αὐτὸν, ὅτι τοιούτων γονέων τοιοῦτος προῆλθεν υἱός, ἀπὸ τούτων εἰς αὐτὸν σκανδαλίζονται. Οὐχ οὗτος – εἰσί; Ταυτὶ πάντα κατ' ἐρώτησιν ἀναγνωστέον.
Διαποροῦντες γὰρ ἔλεγον ταῦτα πρὸς ἀλλήλους. Πρὸς ἡμᾶς δὲ, ἀντὶ τοῦ, Παρ' ἡμῖν. Πόθεν πάντα; Ὅρα βαθεῖαν ἄνοιαν. Λέγουσι γάρ, ὅτι, Ἐπεὶ γονέων εὐτελῶν ἐστι, πόθεν ἄλλοθεν τούτῳ ταῦτα πάντα προσεγένοντο; Καὶ μὴν, ὦ μάταιοι, οὐκ ἀπὸ γονέων εὐκλείας, οὐδ' ἀπὸ χρημάτων δαψιλείας, ἢ τοιούτου τινὸς, ἀλλ' ἐξ ἐναρέτου πολιτείας ἡ γνῶσις καὶ τὰ θαύματα θεόθεν τοῖς ἀξίοις χαρίζονται. Καὶ – αὐτῷ. Ἀντὶ τοῦ, Ἐπ' αὐτῷ. Ὁ δὲ Ἰησοῦς – αὐτοῦ. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι Εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Παραδειγματικῶς δὲ ἑαυτὸν ἐδήλωσεν ὁ Χριστός. Καὶ ἐν μὲν τῇ πατρίδι εἴρηκε, διὰ πᾶσαν τὴν Ναζαρέτ· ἐν δὲ τοῖς συγγενέσι, διὰ τοὺς ὁπωσδήποτε συγγενεῖς αὐτοῦ·
ἐν δὲ τῇ οἰκίᾳ, διὰ μόνους τοὺς ἀδελφοὺς αὐτοῦ· πάντες γὰρ αὐτοῦ κατεφρόνουν· εἰ μὲν, ὡς συμπατριώτου, οἱ δὲ, ὡς συγγενοῦς, οἱ δὲ, ὡς ἀδελφοῦ. Διὸ καὶ ὑπερφυῶς εὐδοκιμοῦντος ἐσκανδαλίζοντο ἐπ' αὐτῷ, τουτέστιν, οὐκ ἠδύναντο πιστεύειν αὐτῷ διὰ τὸν φθόνον, εἰ καὶ οἱ μὲν πλεῖον, οἱ δὲ ἔλαττον ἐφθόνουν. Οὐκ ἔστιν οὖν, φησί, προφήτης ἄτιμος, παρ' οἷς δοκεῖ προφήτης, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Οὗτοι γάρ, καίτοι προφήτην αὐτὸν εἰδότες, ὅμως καταφρονοῦσιν αὐτοῦ, διά τε τὴν ῥηθεῖσαν αἰτίαν, καὶ διότι τὰ συνήθη, εὐκαταφρόνητα. Ὁ δὲ Λουκᾶς εἶπεν, ὅτι Οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ, δεκτὸν κἀκεῖνον λέγων, τὸν τίμιον. Καὶ – αὐτῶν.
Δυνάμεις, τὰ θαύματα λέγει, ὡς δυνάμεως θείας ἔργα. Καὶ ὅρα σοφίαν. Ἐποίησε μὲν γάρ, ἵνα μὴ δύνωνται λέγειν, ὅτι Μισῶν ἡμᾶς οὐ θεραπεύει τοὺς ἐν ἡμῖν, καὶ ὅτι, Εἰ ἐποίησε καὶ παρ' ἡμῖν, ἐπιστεύσαμεν ἂν καὶ ἡμεῖς. Οὐ πολλὰς δὲ διὰ τὴν ἀπιστίαν αὐτῶν, ὅτι καὶ γινομένων
col. 423–424page 159 of 329
PG 129:423ἠπίστουν ἔτι. Διὸ καὶ ὁ Μάρκος εἶπεν, ὅτι καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν, δηλονότι τοσοῦτον ἀναισχυντοῦσαν. Ἀλλ' ὁ μὲν Ματθαῖός φησιν, ὅτι οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς· ὁ δὲ Μάρκος, ὅτι καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε. Πῶς οὖν εἶπεν, ὅτι Οὐκ ἠδύνατο; Διότι ἀδυναμίαν ὀνομάζειν εἰώθαμεν, οὐ μόνον τὴν ἔλλειψιν τῆς δυνάμεως, ἀλλὰ καὶ τὸν ἐμποδισμὸν τῆς οἷας δή τινος αἰτίας, ὥσπερ καὶ νῦν. Ἐνεπόδιζε γὰρ αὐτῷ ἡ ἀπιστία τῶν εὐεργετουμένων. Οὐκ ἠδύνατο οὖν, ἀντὶ τοῦ, Ἐνεποδίζετο. Καὶ οὐκ ἔδει βιαίως εὐεργετεῖν αὐτούς. ΚΕΦ. ΚΕ'. Περὶ Ἰωάννου καὶ Ἡρώδου. Ἐν ἐκείνῳ αὐτῷ. Τὰ ὅμοια λέγει καὶ ὁ Μάρκος.
Ὁ δὲ Λουκᾶς φησιν, ὅτι ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα ὑπ' αὐτοῦ πάντα, καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων, ὅτι Ἰωάννης ἐγήγερται ἐκ νεκρῶν· ὑπό τινων δὲ, ὅτι Ἡλίας ἐφάνη· ἄλλων δὲ, ὅτι προφήτης εἷς τῶν ἀρχαίων ἀνέστη. Καὶ εἶπεν Ἡρώδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δὲ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; Καὶ ἐζήτει ἰδεῖν αὐτόν. Πῶς οὖν Ματθαῖος μὲν καὶ Μάρκος ἔγραψαν, ὅτι διεβεβαιοῦτο Ἡρώδης, αὐτὸν εἶναι τὸν Ἰωάννην· ὁ δὲ Λουκᾶς, ὅτι λεγόντων τοῦτό τινων, ὁ Ἡρώδης μᾶλλον εἶπε, μὴ εἶναι τοῦτον· Ἰωάννην γάρ, φησίν, ἐγὼ ἀπεκεφάλισα, καὶ λοιπὸν οὐκ ἔστιν Ἰωάννης. Τί οὖν ἐροῦμεν;
Ὅτι ὑπολαβὼν ἐκ νεκρῶν ἀναστῆναι τοῦτον, χαρίσματα θαυμάτων ἐκ Θεοῦ λαβόντα, διὰ τὴν ἄδικον ἑαυτοῦ σφαγήν, πρὸς μὲν τοὺς τοῦτο λέγοντας, εἶπε, μὴ εἶναι τὸν Ἰωάννην, ἵνα μὴ προσδράμωσιν αὐτῷ, καὶ στασιάσωσι κατ' αὐτοῦ· πρὸς δὲ τοὺς οἰκέτας αὐτοῦ θαῤῥεῖ τὸ μυστήριον. Παῖδας γὰρ νῦν, τοὺς οἰκέτας εἶπεν ὁ εὐαγγελιστής. Θαῤῥεῖ δὲ αὐτοῖς τοῦτο, σφόδρα δειλιάσας τοῦτον, ὡς ἰσχυρότερον ἤδη γεγενημένον, καὶ σφοδρότερον αὐτὸν ἐλέγξοντα. Καὶ ὅρα θαυμαστόν, ὁ φονεύσας φοβεῖται τὸν πεφονευμένον. Τοιοῦτον γὰρ ὁ κακός· φοβεῖται καὶ τοὺς νεκρούς. Καὶ τοιοῦτον ὁ ἐνάρετος, φόβον ἐμποιῶν τοῖς ζῶσι καὶ μετὰ θάνατον. Παρεμπεσούσης δὲ τῆς κατὰ τὸν Ἰωάννην ὑποθέσεως, λοιπὸν ὁ εὐαγγελιστής διηγεῖται, πῶς ἀπέθανεν.
Οὗτος ὁ Ἡρώδης υἱὸς ἦν τοῦ τὰ βρέφη ἐν Βηθλεὲμ ἀποκτείναντος. Ὁ γὰρ Ἡρώδης — εἶχον. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι ἡ Ἡρωδιὰς ἐνεῖχεν αὐτῷ, τουτέστιν, ἐνεκότει αὐτῷ, καὶ ὅτι ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ
col. 425–426page 160 of 329
PG 129:425ἐδύνατο. Εἶτα προτέθηκε καὶ τὴν αἰτίαν τοῦ μὴ δύνασθαι αὐτὴν ἀνελεῖν αὐτόν. Εἴρηκε γάρ, ὅτι ὁ Ἡρώδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτὸν, καὶ ὅτι ἀκούων αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκους. Ταῦτα μὲν οὖν ἱστόρησεν ὁ Μάρκος. Εἰ δὲ, εἰδὼς αὐτὸν ὁ Ἡρώδης ἄνδρα δίκαιον καὶ ἅγιον, συνετήρει αὐτὸν, πῶς εἴρηκεν ὁ Ματθαῖος, ὅτι ἤθελε μὲν αὐτὸν ἀποκτεῖναι, ἐφοβεῖτο δὲ τὸν ὄχλον; Καὶ εἰ πολλὰ ἐποίει, ὧν ὁ Ἰωάννης παρήνει, καὶ εἰ ἡδέως αὐτοῦ ἤκους παραινοῦντος, διατί ἔδησεν αὐτὸν καὶ ἀπέκλεισε; Διότι, ἃ μέν φησιν ὁ Μάρκος, πρῶτον ἐγένοντο· ἃ δέ φησιν ὁ Ματθαῖος, ὕστερον ἐπεγένοντο. Πρῶτον γὰρ ἡ μὲν Ἡρωδιὰς ἐχαλέπαινε τῷ Ἰωάννῃ, καὶ ἤθελεν ἀνελεῖν αὐτόν·
ὁ δὲ Ἡρώδης οὐ παρεχώρει, γινώσκων αὐτὸν δίκαιον καὶ ἅγιον· διὰ τοῦτο γὰρ καὶ ἀκούων αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. Ἐπεὶ δὲ ἀνέκειτο, σφοδρῶς ἐλέγχων αὐτὸν καὶ διασύρων, λοιπὸν, τοῦτο μὲν ἐκνικηθεὶς ὑπὸ τῆς λύπης Ἡρώδης, τοῦτο δὲ καὶ παρὰ τῆς Ἡρωδιάδος ἐκβιασθείς, μετέβαλε τὴν αἰδῶ πρὸς ὀργὴν, καὶ μὴ παυόμενον ὅλως, ἤθελεν αὐτὸν ἀνελεῖν· φοβηθεὶς δὲ τὸν ὄχλον, ἔδησε μὲν αὐτὸν ἀμυνόμενος, ἀπέκλεισε δὲ, ἵνα μὴ περιερχόμενος κωμῳδῇ αὐτόν. Ἐπετίμα δὲ αὐτῷ ὁ Ἰωάννης, ὡς παρανόμως ἔχοντι τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, κατὰ δύο αἰτίας· πρῶτον μὲν, ὅτι ζῶντος τοῦ ἀδελφοῦ αὐτοῦ βιαίως ἀφείλετο καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν τετραρχίαν·
ἔπειτα, ὅτι καὶ θυγατέρα ἔχουσαν ἐξ ἐκείνου, ταύτην ἔγημεν, ἃ καὶ ἄμφω παράνομα. Καὶ γὰρ ὁ νόμος ἐκέλευε μὲν γῆμαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἀλλ' οὐκ ἔτι ζῶντος, οὐδὲ παιδίον ἔχουσαν. Γενεσίων δὲ ἀγομένων – αἰτήσηται. Ὁ δὲ Μάρκος φησί, Καὶ ὡμολόγησεν αὐτῇ, ὅτι Ὃ ἐάν με αἰτήσῃς, δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. Γενεσίων δὲ ἀγομένων, ἀντὶ τοῦ, τελουμένων. Ἔθος γὰρ ἦν τοῖς ἄρχουσιν ἑορτάζειν τὰ οἰκεῖα γενέθλια. Ὁμολόγησιν δὲ νῦν τὴν ὑπόσχεσιν ὠνόμασεν. Ὢ πολλῆς ἀνοίας! καὶ ὤμοσε δοῦναι, καὶ κυρίαν τῆς αἰτήσεως τὴν κόρην ἐποίησε, καὶ τὸ ἥμισυ τῆς βασιλείας αὐτοῦ βραχείας ὀρχήσεων ἀπημπόλησεν! Ἡ δὲ — Βαπτιστοῦ. Προβιβασθεῖσα, ἀντὶ τοῦ, διδαχθεῖσα. Φησὶν οὖν·
Δός μοι ὧδε, τουτέστιν ἐνταῦθα, ἐν τῷ συμποσίῳ. Ὁ δὲ Μάρκος εἰπεῖν αὐτὴν λέγει, ὅτι θέλω, ἵνα μοι δῷς ἐξαυτῆς, ὅ ἐστιν, αὐτεὑροῦσα,
col. 427–428page 161 of 329
PG 129:427ὡς ἱστόρησε πάλιν ὁ Μάρκος, εἰπών· Ὅτι Καὶ γενομένης ἡμέρας εὐκαίρου. Ἐπεὶ πρὸς αὐτὴν εἰσῆλθεν ἡ θυγάτηρ ἐρωτῶσα, τί αἰτήσεται, παρήγγειλεν αὐτίκα ἐν τῷ συμποσίῳ αἰτῆσαι δοθῆναι αὐτῇ τὴν κεφαλὴν Ἰωάννου, φοβηθεῖσα μήπου τοῦ τηνικαῦτα καιροῦ παραδραμόντος, μεταμεληθῇ πάντως ὁ Ἡρώδης, ἀνανήψας τῆς μέθης, ἤ, μὴ καὶ τῶν φίλων τινὲς παρακαλέσαντες ἐλευθερώσωσι τὸν Ἰωάννην. Καὶ — βασιλεύς. Ἐλυπήθη, διότι ἔμελλε μέγαν ἀνελεῖν ἄνδρα, καὶ κινῆσαι πρὸς μῖσος ἑαυτοῦ τὸν ὄχλον. Διὰ δὲ — δοθῆναι. Ὦ γυναικεῖον ἀνδράποδον! ἐπιορκίας μὲν μάρτυρας ἔχειν ἐδειλίασας· παρανόμου δὲ σφαγῆς θεατὰς τοσούτους ἔχειν οὐκ ἐφοβήθης; Ἔδει γάρ σε μὴ προπετῶς ὀμόσαι· ἐπεὶ δὲ ἀπερισκέπτως ὤμοσας, κρεῖττον ἦν ἐπιορκῆσαι·
δύο γὰρ κακῶν τὸ κουφότερον αἱρετώτερον. Καὶ πέμψας — φυλακή. Πέμψας σπεκουλάτωρα, ἤτοι δήμιον, ὡς εἶπεν ὁ Μάρκος, λάθρα τοῦτον ἀνεῖλεν, ἵνα μὴ καὶ ἀναιρούμενος δημοσιεύῃ τὴν ἀσελγῆ μίξιν αὐτοῦ, καὶ ἵνα μὴ τὸν ὄχλον ἐξεγείρῃ κωλύοντα. Ὁ δὲ Θεὸς ἠνέσχετο, ὁμοῦ μὲν τὸν δίκαιον στεφανῶν μειζόνως, ὁμοῦ δὲ τοῖς ἀδίκως πάσχουσι καταλιμπάνων παραμυθίαν. Καὶ — πίνακι. Ὢ μικροῦ συμποσίου καὶ θηριώδους! Πῶς οὐκ ἰλιγγίασαν οἱ συνανακείμενοι θεάσασθαι κεφαλὴν ἀνθρώπου, θερμοῦ στάζουσαν αἵματος, ἐπὶ τὴν τράπεζαν αὐτῶν εἰσαγομένην, ὡς ἔδεσμα; Πῶς οὐκ ἔφριξαν; Καὶ ἐδόθη τῷ κορασίῳ. Μισθὸς ἐναγῆς ἀναισχύντου πράξεως! Ὄντως τοιαύτης μητρὸς ἀξία θυγάτηρ·
ἅπαξ γὰρ τὴν παρθενικὴν αἰδῶ παρωσαμένη, καὶ ἐν ὀφθαλμοῖς τοιούτων ἀνδρῶν ἀσέμνως ἑαυτὴν θεατρίσασα, καὶ ποικίλως ἀσχημονήσασα, ψυχὴν ἀπάνθρωπον ἐκτήσατο, καὶ κατετόλμησεν ἅψασθαι πίνακος φόνου γέμοντος, καὶ οὐχ ἅψασθαι μόνον, ἀλλὰ καὶ, καθάπερ τι δῶρον ἥδιστον, διαβαστάσαι, καὶ χαριέντως ἀποκομίσαι τῇ μητρί. Καὶ — αὐτῆς. Οὐκ ἠρκεῖτο γὰρ ἡ βδελυρὰ μήτηρ ἀναιρεθέντος, ἀλλ᾽ ἐδίψα καὶ λαβεῖν εἰς χεῖρας τὴν στηλιτεύουσαν τὴν ἀκολασίαν αὐτῆς κεφαλήν, ὥστε ἐνυβρίσαι αὐτῇ καὶ ἐπιτωθάσαι. Τοιαῦταί εἰσιν αἱ μοιχευόμεναι γυναῖκες, ἁπάντων ἰταμώτεραι καὶ ὠμότεραι καὶ ἀνοσιώτεραι. Σκόπει δὲ καὶ ὅσα κακὰ διεπράξατο·
κατῄσχυνε καὶ ἑαυτήν, καὶ τὸν ἄνδρα αὐτῆς Φίλιππον, καὶ τὸν μοιχὸν Ἡρώδην, καὶ τὴν θυγατέρα, καὶ ἀνεῖλε μὲν τὸν κατήγορον τῆς μοιχείας,
col. 429–430page 162 of 329
PG 129:429ἵνα μοιχευομένη λανθάνῃ τοὺς τότε μόνον· ἀνελοῦσα δὲ αὐτὸν, οὐ μόνον οὐκ ἔλαβεν ἐκείνους, ἀλλὰ καὶ τοῖς μεταγενεστέροις ἐδημοσιεύθη, καὶ μέχρι παντὸς ἐν ὅλῳ τῷ κόσμῳ δημοσιεύεται. Καὶ — αὐτό. Ὁ δὲ Μάρκος τὸ πτῶμα αὐτοῦ φησι, πτῶμα τὸ σῶμα καλέσας, διὰ τὸ πεσεῖν εἰς ἔδαφος μετὰ τὴν ἐκτομὴν τῆς κεφαλῆς. Καὶ — Ἰησοῦ. Λοιπὸν ἐνδεικνύμενοι τὴν πρὸς αὐτὸν εὔνοιαν· ἔκαμψε γὰρ αὐτοὺς μᾶλλον ἡ συμφορά. Καὶ — κατιδίαν. Ἀκούσας, ὅτι ἀνηρέθη ὁ Ἰωάννης· καὶ γὰρ καὶ, ὅτι ἤκουσεν, ὅτι παρεδόθη εἰς τὸ δεσμωτήριον, ἀνεχώρησε· δι' ἣν δὲ αἰτίαν, εἰρήκαμεν ἐν τῷ τρίτῳ κεφαλαίῳ· καὶ ἵνα φυλάξῃ ἑαυτὸν εἰς τὸν πρέποντα τοῦ σταυροῦ καιρόν.
Τινὲς δὲ ἑρμηνεύουσιν, ὅτι ἀκούσας, ὅτι προσεδόκησεν Ἡρώδης τὸν Ἰωάννην αὐτὸν εἶναι. Καὶ γὰρ τὴν ἀναίρεσιν αὐτοῦ κατὰ παρενθήκην μνημονευθῆναι νῦν, καὶ περατωθῆναι μέχρι τοῦ παρόντος ῥητοῦ τὴν διήγησιν αὐτῆς· εἶτα πάλιν ἀποκατα στῆναι τὸν λόγον εἰς τὴν προτέραν ἀκολουθίαν αὐτοῦ. Εἰκὸς δὲ αὐτὸν ἀκοῦσαι καὶ ἀμφότερα κατὰ τὸν τηνικαῦτα καιρὸν, καὶ ὑποχωρήσαι δι' ἀμφότερα. Καὶ γὰρ καὶ τρίτην αἰτίαν τῆς τοιαύτης ἀναχωρήσεως ὁ Μάρκος ἱστόρησε, τὸ βούλεσθαι διαναπαῦσαι τοὺς μαθητάς, ὑποστρέψαντας ἀπὸ τοῦ κηρύγματος· εἴρηκε γὰρ οὕτω· Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν, καὶ ὅσα ἐδίδαξαν. Καὶ εἶπεν αὐτοῖς·
Δεῦτε, ὑμεῖς αὐτοὶ κατ' ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί· καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. Καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ' ἰδίαν. Ταῦτα μὲν οὖν ὁ Μάρκος. Παραπλήσια δὲ λέγων καὶ ὁ Λουκάς, προστίθησι καὶ γνώρισμα τῆς ἐρήμου. Φησὶ γὰρ, ὅτι καὶ παραλαβὼν αὐτοὺς, ὑπεχώρησε κατ' ἰδίαν εἰς ἔρημον τόπον, πόλεως καλουμένης Βηθσαϊδά. Χρὴ δὲ γινώσκειν, ὅτι ἀνθρωποπρεπῶς ὁ Χριστὸς καὶ ἀκούει, καὶ ἀναχωρεῖ, καὶ οἰκονομεῖ τὰ καθ' ἑαυτόν. Ὡς γὰρ Θεός, καὶ ἐγίνωσκε πάντα, καὶ οὐκ ἐδεῖτο φυγῆς. Καὶ — πόλεων. Ὁ δὲ Μάρκος φησὶν, ὅτι καὶ εἶδον αὐτοὺς ὑπάγοντας.
Τινὲς μὲν γὰρ εἶδον αὐτοὺς, τινὲς δὲ ἤκουσαν τοῦτο παρὰ τῶν ἰδόντων, καὶ ἀκολουθοῦσι πεζῇ πάντες. Τοιοῦτον γάρ ἐστι πόθος· πᾶν ἐμπόδιον διακρούεται.
col. 431–432page 163 of 329
PG 129:431Καὶ ἐξελθὼν αὐτῶν. Εἶδες τόν πόθον, ἄρα καὶ τὸν μισθὸν αὐτοῦ. Καὶ οὐκ ἀπαιτεῖ τούτους πίστιν· ἔδειξαν γὰρ ταύτην ἀκολουθοῦντες πεζῇ, δίχα τροφῆς, εἰς ἔρημον τόπον. Μάρκος δὲ καὶ Λουκᾶς εἶπον, ὅτι καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλὰ, καὶ ὅτι ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Πόθεν δὲ ἐξελθὼν ἰάσατο καὶ ἐδίδαξε; Πάντως ἀπὸ τοῦ ὄρους. Φησὶ γὰρ ὁ Ἰωάννης, ὅτι Ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Προέλαβε γὰρ ἐν πλοίῳ μετὰ τῶν μαθητῶν, καὶ ἀνελθόντες εἰς τὸ ὄρος, διανεπαύοντο.
Εἶτα ἐξῆλθε, καὶ ἰάσατο, καὶ ἐδίδαξεν. ΚΕΦ. ΚΣΤ. Περὶ τῶν πέντε ἄρτων. Ὀψίας — βρώματα. Ἡ μὲν ἡμέρα κλίνειν ἤρξατο, καθὼς εἶπε Λουκᾶς· αὐτοὶ δὲ παρέμενον ἄσιτοι, τοῦ τῆς ἀκροάσεως ἔρωτος νικῶντος τὴν ἀνάγκην τῆς πείνης. Ὁ δὲ Χριστὸς, διὰ τοῦτο βουλόμενος θρέψαι παραδόξως αὐτούς, ὅμως ἀνέμεινε παρ᾽ ἑτέρων λαβεῖν ἀφορμὴν, ἵνα μὴ δόξῃ ταῖς θαυματουργίαις ἐπιπηδᾶν· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ πολλαχοῦ τοῦτο διατηρεῖ. Ναὶ μὴν καὶ ἵνα πεινάσαντες πολλὴν αἴσθησιν τοῦ θαύματος λάβωσιν. Ὁ δὲ Ἰησοῦς — φαγεῖν. Οὐ χρείαν ἔχουσιν, ἀντὶ τοῦ, Οὐκ ὀφείλουσιν. Οὐκ εἶπε δὲ, ὅτι Ἐγὼ θρέψω αὐτούς·
τοῦτο γὰρ ἐδόκει κομπηρόν, ἀλλὰ τοὺς μαθητάς προτρέπεται δοῦναι αὐτοῖς φαγεῖν, ἵνα, τούτων προβαλομένων ἀπορίαν, τότε λοιπὸν ἐξ ἀνάγκης αὐτὸς ποιήσῃ τὸ ἑαυτοῦ. Ἀλλὰ Ματθαῖος μὲν καὶ Μάρκος καὶ Λουκᾶς λέγουσι, παρὰ τῶν μαθητῶν ὑπομνησθῆναι τὸν Χριστὸν περὶ τοῦ ἀπολῦσαι τοὺς ὄχλους, ἵνα ἀγοράσωσι τροφάς. Ὁ δὲ Ἰωάννης φησί, ὅτι Ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς, καὶ θεασάμενος, ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι; Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν. Ἀπεκρίθη αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. Ταῦτα μὲν οὖν ἱστόρησεν ὁ Ἰωάννης.
Εἰκὸς δὲ πρῶτον μὲν ὑπομνησθῆναι παρὰ τῶν μαθητῶν, εἶτα εἰπεῖν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν, δότε αὐτοῖς ὑμεῖς φαγεῖν· ἔπειτα ἐπᾶραι τοὺς ὀφθαλμούς, καὶ θεάσασθαι πολὺν ὄχλον ἕτερον ἐρχόμενον, καὶ τότε λοιπὸν ἀνθρωποπρεπῶς πειράσαι τὸν Φίλιππον, εἴτουν δοκιμάσαι τοῦτον, εἰ πιστεύει δύνασθαι αὐτὸν διαθρέψαι πάν
col. 433–434page 164 of 329
PG 129:433Ἐπειράζε δὲ αὐτὸν, ὡς ἀτελέστερον τηνικαῦτα τῶν ἄλλων. Ἡ δι' αὐτοῦ καὶ πρὸς τοὺς ἄλλους ἀποτείνεται, πειράζων καὶ τούτους. Δῆλον τοίνυν, ὅτι ἃ μὲν εἶπον οἱ ἄλλοι εὐαγγελισταί, παρέδραμεν ὁ Ἰωάννης· ἃ δὲ παρέδραμον ἐκεῖνοι, ταῦτα οὗτος ἀπήγγειλεν. Οἱ δὲ Ἰχθύας. Ἰωάννης δέ φησι τὸν Ἀνδρέαν εἰπεῖν, ὅτι Ἔστι παιδάριον ἐν ὧδε, ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Πάντως δὲ τὸ παιδάριον ἐκεῖνο διεπώλει ταῦτα τοῖς μαθηταῖς. Διὸ καὶ, ὡς ἤδη ἔχοντες αὐτὰ ἀπεκρίθησαν, μὴ ἔχειν ἕτερον εἰ μὴ ταῦτα μόνον. Οὕτω πάρεργα αὐτοῖς ἦταν τὰ σωματικά, τῶν πνευματικῶν μᾶλλον ἀντεχομένοις. Οἱ δώδεκα γὰρ πέντε μόνοις ἄρτοις ἔμελλον τραφῆναι, καὶ τούτοις κριθίνοις. Ὁ δὲ ὧδε.
Αὐτὸς μὲν προσέταξεν ἐνεχθῆναι τοὺς ἄρτους καὶ τοὺς ἰχθύας, διδάσκων, ὅτι χρὴ καὶ αὐτὰ τὰ ὀλίγα παρασχεῖν τοῖς δεομένοις, καὶ προτιμᾶν αὐτούς· αὐτοὶ δὲ, καίτοι πεινώντες ὁμοίως, καὶ μηδὲν ἕτερον ἔχοντες, ὅμως ἀναντιρρήτως πείθονται. Καὶ κελεύσας χόρτους. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ ἐπέταξεν αὐτοῖς ἀνακλιθῆναι πάντας, συμπόσια συμπόσια, ἐπὶ τῷ χλωρῷ χόρτῳ. Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. Συμπόσια συμπόσια λέγων, ἀντὶ τοῦ, συμπόσια διηρημένα, τουτέστι, συναγωγὴν δὲ ἐκεῖ, συναγωγὴν δὲ ἀλλαχοῦ. Τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ πρασιαὶ πρασιαί. Εἶεν δ' ἂν καὶ ἑτέρως· συμπόσια μὲν αἱ κυκλοειδεῖς συναγωγαί, πρασιαὶ δὲ αἱ τετραγωνοειδεῖς. Τοιαῦται γὰρ αἱ τῶν κήπων πρασιαί.
Κλισίας δὲ ὁ Λουκᾶς ἐκάλεσε τὰ τοιαῦτα ἀπὸ τοῦ κατακλιθῆναι στιχηδόν. Λαβὼν εὐλόγησεν. Ἀνέβλεψεν εἰς τὸν οὐρανόν, τιμῶν τε τὸν Πατέρα, καὶ δεικνύων ὅτι οὐκ ἔστιν ἀντίθεος, καὶ διδάσκων μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἂν εὐχαριστήσωμεν τῷ Θεῷ, τῷ χορηγῷ τῆς τροφῆς, καὶ τὴν εὐλογίαν ταύτης οὐρανόθεν ἑλκύσωμεν. Θαυματουργεῖ τοίνυν, ποτὲ μὲν κατ' ἐξουσίαν, ὡς Θεός, ποτὲ δὲ εὐχόμενος, διὰ τὰς προρρηθείσας αἰτίας, ἵνα μὴ σκανδαλίσῃ τοὺς πονηρούς. Καὶ — ὄχλοις. Ἔδωκε τοῖς μαθηταῖς τοῦτο μὲν τιμῶν αὐτούς, ὡς οἰκειοτέρους, τοῦτο δὲ καὶ ἵνα μὴ ἐπιλάθωνται τοῦ θαύματος, εἰς ὃ διηκόνησαν αἱ χεῖρες αὐτῶν. Καὶ — ἐχορτάσθησαν.
Χορτάσας αὐτοὺς πρότερον πνευματικῆς τροφῆς, ἐν τῷ διδάσκειν, ὡς εἴρηται, καὶ λαλεῖν περὶ τῆς βασιλείας τοῦ Θεοῦ,
col. 435–436page 165 of 329
PG 129:435νῦν χορτάζει τούτους καὶ σωματικῆς. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ παιδεύει αὐτοὺς πολλά· ἀπὸ μὲν τῆς ἐπὶ τῷ χόρτῳ κατακλίσεως ταπεινοφροσύνην, ἀπὸ δὲ τοῦ μηδὲν πλέον ἄρτου καὶ ἰχθύος παρασχεῖν ἐγκράτειαν· ἀπὸ δὲ τοῦ πᾶσι τὰ αὐτὰ διανείμαι ἰσότητα. Καὶ — πλήρεις. Τοὺς πέντε ἄρτους κλάσας, ἔδωκε, τὰ κλάσματα δὲ τούτων ἐν ταῖς χερσὶ τῶν μαθητῶν ἐπληθύνοντο· καὶ τὸ θαῦμα ξένον. Οὐχ ἵστατο γὰρ μέχρι τοῦ κορεσθῆναι τὸν λαὸν, ἀλλὰ καὶ εἰς τὸ περισσεύειν ἐξεχείτο, καὶ τὸ περισσεῦον δώδεκα κόφινοι γέμοντες, ἵνα καὶ οἱ δώδεκα ἀπόστολοι διαβαστάσωσι τοὺς κοφίνους, καὶ ὥσπερ τὰς χεῖρας, οὕτω καὶ τοὺς ὤμους ἕξουσι διακόνους καὶ μάρτυρας τοῦ τοιούτου θαύματος.
Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ τοὺς δύο ἰχθύας ἡμέρεσεν αὐτοῖς, καὶ ὅτι καὶ ἐκ τούτων ἦραν περισσεύματα. Οἱ δὲ· παιδίων. Τοῦτο καὶ αὔξησίς ἐστι τοῦ θαύματος, καὶ τῶν ὄχλων ἔπαινος, ὅτι μετὰ γυναικῶν καὶ παιδίων προσήδρευον. Καὶ· ἐπειδὴ πανοικὶ παρέμειναν, πανοικὶ καὶ τῆς εὐεργεσίας ἀπήλαυσαν. ΚΕΦ. ΚΖ'. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. Καὶ εὐθέως ὄχλους. Μὴ βουλομένους ἀποσπασθῆναι αὐτοῦ, ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν, ἤτοι προλαμβάνειν αὐτὸν εἰς τὸ πέραν μέρος·
προφάσει μέν, ἵνα αὐτὸς ὑπολειφθεὶς ἀπολύσῃ τοὺς ὄχλους, τῇ δ' ἀληθείᾳ, ἵνα, μεθ' ἑαυτῶν ἔχοντες τοὺς κοφίνους τῶν κλασμάτων, κατὰ σχολὴν ἀπόντος αὐτοῦ, περιεργάσωνται τὰ κλάσματα, καὶ βεβαιωθῶσιν, ὅτι οὐ κατὰ φαντασίαν τὸ θαῦμα γέγονε. Διὰ τοῦτο γὰρ καὶ ἐπερίσσευσαν, καὶ ἔδει τοὺς μαθητὰς αὐτοῦ πληροφορηθῆναι μᾶλλον, ὡς κοινοὺς διδασκάλους εἰς τὴν οἰκουμένην εἰσιέναι μέλλοντας. Μία μὲν αὕτη αἰτία τοῦ προπέμψαι τοὺς μαθητάς. Δευτέρα δὲ, ὅτι ἐβούλετο μόνος εἰς τὸ ὄρος ἀνελθεῖν, ὡς δηλωθήσεται, διδάσκων ἐντεῦθεν, ὅτι χρὴ μήτε ἀναμίγνυσθαι διηνεκῶς τῷ πλήθει, μήτε φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ' ἑκάτερον χρησίμως ποιεῖν.
Λοιπὸν οὖν καὶ ἡμεῖς, ἀφέντες τὰς πόλεις καὶ τοὺς περισπασμοὺς αὐτῶν, πεζοὶ καὶ κοῦφοι τῷ Χριστῷ κατακολουθήσωμεν εἰς ἐρημίαν, εἴτουν ἡρεμίαν καὶ ἡσυχίαν ὑπάγοντι, καὶ παραμείνωμεν αὐτῷ, διδάσκοντι τὰ σωτήρια, ἵνα, νηστεύσαντες τῇ ἀποχῇ τῶν παθῶν, ἐμπλησθῶμεν τῆς θείας χάριτος. Καὶ ἀπολύσας ἐκεῖ. Χρήσιμον γὰρ ταῖς προσευχαῖς καὶ τὸ ὄρος, καὶ ἡ νύξ, καὶ ἡ μόνωσις, ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον καὶ γαλήνην παρέχοντα.
col. 437–438page 166 of 329
PG 129:437Τὸ δὲ πλοῖον — ἄνεμος. Πάλιν οἱ μαθηταὶ κλυδωνίζονται, καθὼς καὶ τὸ πρότερον. Ἀλλὰ τότε μὲν ἀτελεστέροις οὖσι συνῆν καὶ αὐτὸς εἰς παραμυθίαν, εἰ καὶ ἐκάθευδε· νῦν δὲ προκοψάντων ἄπεστιν, ἵνα, μηδαμόθεν ἔχοντες παραμυθίαν, καρτερικώτεροι γένωνται. Τετάρτη – θαλάσσης. Ὁ δὲ Μάρκος εἴρηκεν, ὅτι καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ὁ δὲ Ἰωάννης, ὅτι ἤλασαν ὡς σταδίους εἰκοσιπέντε ἢ καὶ τριάκοντα. Στάδιον δέ ἐστι τόπος ὀργυιῶν ἑκατόν. Τετάρτην δὲ φυλακὴν τῆς νυκτὸς ὠνόμασαν οἱ παλαιοὶ νυκτοφύλακες τῶν στρατοπέδων τὸ τέταρτον μέρος τῆς νυκτός, ἤτοι τὰς τελευταίας τρεῖς ὥρας. Ἀφῆκε δὲ τοὺς μαθητὰς ὁ Χριστὸς ἐπὶ τοσοῦτον κλυδωνίζεσθαι·
παιδεύων ἐγκαρτερεῖν τοῖς δεινοῖς, οἰκονομικῶς ἐπαγομένοις, καὶ μὴ ζητεῖν ταχείαν ἀπαλλαγήν· ἔτι δὲ καὶ, ἵνα πρὸ ὀφθαλμῶν τὸν θάνατον ἔχοντες, εἶτα παραδόξως ῥυσθέντες, ἐπιγνῶσιν, ὅτι Θεός ἐστιν ὁ τούτους διασωσάμενος· οὕτω γὰρ τελείαν εἶχον πληροφορίαν. Διὸ καὶ μετὰ τὴν ἀπαλλαγὴν προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱός εἶ. Καὶ ἔκραξαν. Τὸν ἀπὸ τοῦ κλύδωνος φόβον ἕτερος διαδέχεται· καὶ οὐκ ἔλυσε τοῦτον, ἕως ἐβόησαν, ἵνα γυμνασθῶσι φέρειν τὰς διαδοχὰς τῶν πειρασμῶν. Εὐθέως — μὴ φοβεῖσθε. Ἐπεὶ οὐκ ἠδύναντο γνωρίσαι αὐτὸν ἀπὸ τοῦ προσώπου διὰ τὴν νύκτα, λοιπὸν τὴν γνώριμον φωνὴν αὐτοῖς ἐπαφίησι, λύουσαν ἀμφοτέρους τοὺς φόβους. Ἀποκριθεὶς — ἐλθέ.
Ἀφικνεῖσθαι πρὸς αὐτὸν ἐπάνω τῶν ὑδάτων ζητεῖ, προφάσει μὲν, εἰς διάπειραν τοῦ γνῶναι ἐντεῦθεν, εἰ αὐτός ἐστιν ὁ Χριστός· τῇ δ' ἀληθείᾳ, ἐνωτισθεὶς τὴν φωνὴν αὐτοῦ, λίαν ἐχάρη, καὶ διαθερμανθεὶς γλίχεται πρὸ τῶν ἄλλων ἐντυχεῖν αὐτῷ. Καὶ καταβὰς — με. Τὴν μὲν θάλασσαν οὐκ ἐδειλίασε, καίτοι μαινομένην, ἀλλὰ πιστεύσας τῇ δυνάμει τοῦ κελεύσαντος, θαῤῥαλέως ἐπέβη τῶν κυμάτων, καὶ ὀρθὸς ἐβάδιζε· τὸν ἄνεμον δὲ μᾶλλον ἐφοβήθη, μήποτε περιτρέψῃ αὐτόν. Τοιοῦτον γὰρ ἡ ἀνθρωπίνη φύσις. Πολλάκις τὰ μεγάλα κατορθοῦσα, μᾶλλον ἐν τοῖς ἐλάττοσιν ἐλέγχεται. Λοιπὸν οὖν ἀσθενησάσης τῆς πίστεως, μεθ' ἧς κατετόλμησε τῶν κυμάτων, ἀφῆκεν αὐτὸν ἡ χάρις αὐτῆς, ἡ κουφίζουσα τοῦτον, καὶ κατεποντίζετο. Εὐθέως — δίστασας;
Ταῦτα ἐνειδίσας αὐτῷ, ἔδειξεν, ὅτι οὐχ ἡ τοῦ ἀνέμου βία τοῦτον κατέβαλεν,
col. 439–440page 167 of 329
PG 129:439ἀλλ' ἡ ὀλιγοπιστία, τουτέστιν, ἡ ἀσθένεια τῆς ῥηθείσης πίστεως. Ὀλιγόπιστον οὖν αὐτὸν ἐκάλεσεν, ὡς ἀποβαλόντα πολύ τι μέρος αὐτῆς ἐν τῷ φοβηθῆναι τὸν ἄνεμον. Λέγει τοίνυν αὐτῷ· Διατί ἐδίστασας; ἤγουν, διατί πρῶτον μὲν ἐθάρρησας, ὕστερον δὲ ἐδειλίασας; Τοῦτο γὰρ ὠνόμασε δισταγμόν. Ὁ γὰρ ἐνισχύων σε κατὰ τῶν κυμάτων ἐνίσχυσεν ἂν σε καὶ κατὰ τοῦ ἀνέμου. Καὶ ἐμβάντων — ἄνεμος. Οὐκ εὐθὺς ἐνέβησαν εἰς τὸ πλοῖον, ἀλλὰ καὶ τοῦ ἀνέμου σφοδρῶς ἐγχειμένου, πολύ διάστημα περιεπάτησαν ἔτι, πρὸς πληροφορίαν τοῦ Πέτρου, καὶ ἔλεγχον τῆς ὀλιγοπιστίας αὐτοῦ. Φησὶ γὰρ ὁ Ἰωάννης, ὅτι ἤθελον λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τὴν γῆν εἰς ἣν ὑπήγον.
Κἀντεῦθεν φανερόν, ὅτι πλησίον τῆς γῆς γενομένου τοῦ πλοίου, τότε λοιπὸν ἐνέβησαν εἰς αὐτό. Οἱ δὲ — εἶ. Τὸ μέγεθος τοῦ θαύματος τελειοτέραν αὐτοῖς τὴν πίστιν ἐνέθηκε. Τοῦ γὰρ ἐπιτιμᾶν τῇ θαλάσσῃ μεῖζον τὸ περιπατεῖν ἐπ' αὐτῆς, καὶ μὴ μόνον αὐτὸν περιπατεῖν, ἀλλὰ καὶ ἑτέρῳ τοῦτο χαρίζεσθαι· καὶ μὴ ταῦτα μόνον, ἀλλὰ καὶ βίας ἀνέμου καταιγιζούσης, καὶ ἀναμοχλευούσης τὴν θάλασσαν. Ἀλλ' ὁ μὲν παρὼν εὐαγγελιστὴς φησιν, ὅτι κοινῇ πάντες ὡμολόγησαν Θεοῦ Υἱόν εἶναι αὐτόν. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι ἐθαύμασαν μὲν, οὐ συνῆκαν δέ· λέγει γάρ, ὅτι καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον· οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.
Ἔστι δὲ ὁ νοῦς τῶν ῥητῶν τοιοῦτος, ὅτι ὑπερεξεπλήττοντο αὐτὸν, ὡς ἄνθρωπον τοιαῦτα δυνάμενον· δέον μάλιστα προσκυνεῖν αὐτὸν, ὡς Θεὸν πάντα δυνάμενον. Ἐμφῆναι δὲ θέλων, ὅτι οὐδ' ἐπὶ τῇ προλαβούσῃ θαυματουργίᾳ τῶν ἄρτων μετέμαθον τὸ δέον, προσέθηκεν, ὅτι οὐ συνῆκαν οὐδὲ ἐπὶ τοῖς ἄρτοις. Ἐπήγαγε δὲ καὶ τὴν αἰτίαν τοῦ μὴ συνιέναι, εἰρηκώς, ὅτι ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη. Λέγομεν δὲ ἡμεῖς, ὅτι ἅμα μὲν τῷ ἐμβῆναι εἰς τὸ πλοῖον τὸν Ἰησοῦν, συνέβησαν, ἅπερ εἶπεν ὁ Μάρκος· εἶτα λυθείσης τῆς πωρώσεως, λοιπὸν γεγόνασιν, ἅπερ ἱστόρησεν ὁ Ματθαῖος. Χρὴ γὰρ γινώσκειν, ὅτι ποτὲ μὲν ἐκρατεῖτο ἡ καρδία τῶν μαθητῶν, καὶ οὐκ ἠδύναντο συνιέναι, ποτὲ δὲ ἀπελύετο, καὶ συνίεσαν.
Ἑκάτερον δὲ συνέβαινε κατὰ θειοτέραν οἰκονομίαν. Καὶ ἡμεῖς τοίνυν, ὅταν ἀρχώμεθα καταποντίζεσθαι τῷ κλύδωνι τῶν πα
col. 441–442page 168 of 329
PG 129:441θῶν, ἐπικαλεσώμεθα τὸν Ἰησοῦν, καὶ εὐθέως δώσει καὶ ἡμῖν χείρα βοηθείας, καὶ ἀνελκύσει ἡμᾶς. Καὶ Γεννησαρέτ. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι ἠνάγκασε τοὺς μαθητάς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδά· ὁ δὲ Ἰωάννης, ὅτι ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Εἰσὶ δὲ καὶ ἡ Βηθσαϊδὰ, καὶ ἡ Καπερναούμ, ἐν τῇ γῇ Γεννησαρέτ. Λίμνη δὲ ἡ Γεννησαρέτ, ἡνωμένη τῇ Τιβεριάδι. Καὶ ἐπιγνόντες — διεσώθησαν. Εἶδες, πῶς κατὰ μικρὸν οἱ μαθηταὶ προέκοψαν· ἄρα καὶ τὸ πλῆθος. Οὐκ ἔτι γὰρ αὐτὸν εἰς τὰς οἰκίας ἕλκουσιν, οὐδὲ χεῖρας ἐπιθεῖναι ζητοῦσιν, οὐδὲ πρόσταγμα διὰ ῥήματος αἰτοῦσιν, ἀλλ' ὑψηλότερον πολλῷ καὶ θεοπρεπέστερον ἐπισπῶνται τὴν θεραπείαν.
Ἡ γὰρ αἱμόρρους πλείονα πίστιν αὐτοῖς ἐνέθηκε. ΚΕΦ. ΚΗ'. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. Τότε ἐσθίωσιν. Ἐν πάσαις μὲν ταῖς χώραις τῶν δώδεκα φυλῶν ἦσαν Γραμματεῖς καὶ Φαρισαῖοι· πονηρότεροι δὲ τῶν ἄλλων ἦσαν οἱ ἀπὸ Ἱεροσολύμων, ὡς τὴν μητρόπολιν οἰκοῦντες, καὶ διὰ τοῦτο τετυφωμένοι. Θεασάμενοι γὰρ τὴν μεγάλην τοῦ λαοῦ πίστιν, ἐσπούδασαν ἐλαττῶσαι αὐτήν. Καὶ τῷ Χριστῷ μὲν οὐδέν τι μέμψασθαι δύνανται, τῶν μαθητῶν δὲ κατηγοροῦσιν, οὐ παρανομίαν, ἀλλὰ παράβασιν ἀνθρωπίνου παραγγέλματος. Τὸ γὰρ μὴ ἐσθίειν πρὸ τοῦ νίψασθαι νόμος οὐ προσέταξε θεῖος, ἀλλ' οἱ πρεσβύτεροι τοῦ λαοῦ.
Φησὶ γὰρ ὁ Μάρκος, ὅτι Οἱ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων. Καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ ῥαντίσωνται, οὐκ ἐσθίουσι. Καὶ ἄλλα πολλά ἐστιν, ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν, καὶ χαλκίων καὶ κλινῶν. Ταῦτα μέν φησιν ὁ Μάρκος. Ἔστι δὲ πυγμῇ νίπτεσθαι τὸ νίπτεσθαι μέχρι τοῦ ἀγκῶνος. Ἐβάπτιζον δὲ τὰ ποτήρια, καὶ τοὺς ξέστας, καὶ τὰ χαλκία καὶ τὰς κλίνας, ἁγιάζειν οὕτω ταῦτα δοκοῦντες. Καὶ ἄλλα πολλὰ ἐκαινοτόμουν, τὸν μὲν νόμον παραβαίνοντες, τὰ καταγέλαστα δὲ ταῦτα παραφυλάττοντες. Οἱ μαθηταὶ δὲ πολλάκις ἀνίπτοις χερσὶν ἤσθιον, οὐκ ἐπιτηδεύοντες τοῦτο· πῶς γάρ;
οἱ μηδὲν μηδέποτε τοιοῦτον παρατηροῦντες· ἀλλὰ μόνης τῆς ἀρετῆς φροντίζοντες, τὰ τῆς σωματικῆς χρείας περιεφρόνουν, ὡς μηδὲν εἰς ψυχὴν δυνάμενα βλάπτειν.
col. 443–444page 169 of 329
PG 129:443Ο δὲ — ὑμῶν; Οὐκ εἶπεν, ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ δῷ τοῖς Ἰουδαίοις ἀφορμὴν φιλονεικίας, οὐδ' ὅτι κακῶς ποιοῦσιν, ἵνα μὴ βεβαιώσῃ τὴν τοιαύτην παράδοσιν, οὐδὲ διαβάλλει τοὺς παραδόντας αὐτὴν, ἵνα μὴ ὡς ὑβριστὴν τοῦτον ἀποστραφῶσιν, ἀλλ' εὐθὺς ἀντεγκαλεῖ περὶ μείζονος ἁμαρτήματος, δεικνύς, ὅτι τοὺς τὴν ἐντολὴν τοῦ Θεοῦ παραβαίνοντας οὐ χρὴ μέμφεσθαι τοῖς παραβαίνουσιν ἀνθρώπων παράδοσιν. Εἶτα λέγει, καὶ ποίαν ἐντολὴν τοῦ Θεοῦ παραβαίνουσι, καὶ διὰ ποίαν παράδοσιν αὐτῶν, καὶ εἰς μέσον φέρει μάλιστα τὴν ἐπιπολάζουσαν τότε παρανομίαν. Ο γὰρ — τελευτάτω. Ἐν τῇ βίβλῳ τῆς Γενέσεως καὶ ἄμφω αὗται αἱ ἐντολαὶ κεῖνται. Ὑμεῖς — ὠφεληθῇς.
Δυσχερής ἡ τῶν ῥητῶν τούτων ἔσται σύνταξις, εἰ μὴ προδιηγησόμεθα τὴν ὑπόθεσιν. Οἱ πρεσβύτεροι τῶν Ἰουδαίων ἐπαίδευσαν τοὺς νέους, ἐν προφάσει εὐσεβείας, καταφρονεῖν τῶν γονέων. Εἰ γὰρ τις τῶν γονέων ἐζήτησε λαβεῖν ἀπὸ τῶν τοῦ υἱοῦ πρόβατον, ἢ μόσχον ἢ ἕτερόν τι, παρήγγελλον αὐτοῖς λέγειν, ὅτι Δωρόν ἐστι τῷ Θεῷ, ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, τουτέστιν, ἀφιέρωται τῷ Θεῷ, ὃ ἂν ἐξ ἐμοῦ κερδανείς. Καὶ οὕτως ἐδίδασκον αὐτοὺς ἀτιμάζειν τοὺς γονεῖς καὶ παρανομεῖν. Ἀτιμία γάρ, τὸ τοὺς παῖδας ἀπατᾶν τοὺς γονεῖς, καὶ παρανομία. Τούς τε γὰρ γονεῖς ἀπεστέρουν προφάσει τοῦ Θεοῦ, καὶ οὐδὲ τῷ Θεῷ προσέφερον. Ἡ μὲν οὖν διήγησις τοιαύτη. Χρὴ δὲ λοιπὸν ἑρμηνεῦσαι καὶ τὰ ῥητά.
Ὑμεῖς δὲ λέγετε, ἀντὶ τοῦ, Ὑμεῖς ἑρμηνεύετε, ὑμεῖς διδάσκετε τὴν ἀπάτην τὸν ἄνθρωπον ἐκεῖνον, ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ, ὅτι Δωρόν ἐστι τῷ Θεῷ ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, εἴτουν, ὃ ἂν ἐξ ἐμοῦ κερδᾶναι θέλῃς. [Τινὲς δὲ ἐλλειπτικῶς τὸ ῥητὸν ἑρμηνεύοντες, φασὶν, ὅτι ὁ μὲν Θεὸς ἐνετείλατο τάδε καὶ τάδε· ὑμεῖς δὲ, ταῦτα ἀθετοῦντες, λέγετε, ὅτι ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ Κορβάν, ἤτοι, δωρόν ἐστι τῷ Θεῷ τὸ ζητούμενον, ἠλευθέρωται. Τοῦτο γὰρ λέγουσιν ἐλλείπειν, ὡς τοῖς Ἰουδαίοις γνώριμον, πρὸς οὓς εἴρηκε τὸν λόγον.] Καὶ — αὐτοῦ. Καὶ ὁ τοιοῦτος ἄνθρωπος, ἀναίσχυντος τοῦ λοιποῦ γενόμενος, οὐκ ἔτι τιμήσει τοὺς γονεῖς αὐτοῦ. Καὶ — ἡμῶν.
Προδήλως ἀποδείξας αὐτοὺς παρανομίας διδασκάλους, ἀπήλλαξε μέμψεως λοιπὸν καὶ τοὺς μαθητὰς αὐτοῦ, μὴ τηροῦντας τὴν παράδοσιν τῶν μὴ τηρούντων τὴν ἐντολὴν τοῦ Θεοῦ. Ὑποκριταί — Ἡσαΐας. Ὑποκριτὰς αὐτοὺς εἶπεν, ὡς δοκοῦντας μὲν εὐνόμους, ὄντας δὲ παρανόμους.
col. 445–446page 170 of 329
PG 129:445Ἄγει δὲ τὸν προφήτην εἰς μέσον, πάλαι κατηγοροῦντα αὐτῶν, ὁ νῦν οὗτος κατηγόρησε, καὶ δείκνυσιν, ὅτι αὐτός ἐστιν ὁ κἀκεῖνα δι᾽ ἐκείνου φθεγξάμενος. Λέγων — ἀνθρώπων. Εἰπών, ὅτι Ἐγγίζει μοι τῷ στόματι, ἐφηρμήνευσε τοῦτο, προσθεὶς, ὅτι καὶ τοῖς χείλεσί με τιμᾶ· Θεὸν ὁμολογῶν με καὶ ποιητὴν, καὶ Κύριον τοῦ παντός· ἡ δὲ καρδία αὐτῶν πόρρω διίσταται ἀπ᾽ ἐμοῦ, μὴ πλησιάζουσα τοῖς ἐμοῖς θελήμασι· μάτην δὲ σέβονταί με, μὴ τὰς ἐμὰς φυλάσσοντες ἐντολὰς, ἀλλὰ διδάσκοντες διδασκαλίας, οὔσας ἐντάλματα ἀνθρώπων, καὶ οὐ τοῦ Θεοῦ. Φοβηθῶμεν οὖν καὶ ἡμεῖς, ὁ τοῦ Χριστοῦ λαὸς, μὴ καὶ καθ᾽ ἡμῶν ταῦτα ῥηθείη. Καὶ — αὐτοῖς. Ἐκείνους μὲν ἐπιστομίσας καὶ καταισχύνας ἀφῆκεν, ὡς ἀνιάτους·
τρέπει δὲ τὸν λόγον πρὸς τὸν ὄχλον, ὡς ἀξιολογώτερον. Ἀκούετε — συνίετε. Ἀκούετε, ὃ ἐρῶ, καὶ γνῶτε αὐτό. Λέγει δὲ τοῦτο, τιμῶν αὐτοὺς, ἵνα εὐπαράδεκτον γένηται τὸ ῥηθησόμενον. Οὐ — ἄνθρωπον. Κοινοῖ, ἀντὶ τοῦ, μιαίνει. Λέγει τοίνυν, ὅτι οὐχ ὁ ἀπὸ τῶν ἀνίπτων χειρῶν ῥύπος, μετὰ τῶν βρωμάτων εἰσερχόμενος εἰς τὸ στόμα, μιαίνει τὸν ἄνθρωπον· οὐδὲ γὰρ ἅπτεται τῆς ψυχῆς· μόνον γὰρ μιαρὸν ἡ ἁμαρτία, βλάπτουσα τὴν ψυχήν. Ἡ μὲν οὖν πρόχειρος ἑρμηνεία τοῦ ῥητοῦ τοιαύτη. Φασὶ δὲ καὶ ἄλλην ὑποκεκρύφθαι βαθυτέραν, ὅτι οὐδὲν, παρὰ Θεοῦ γενόμενον, φύσει μιαρόν ἐστι. Φησὶ γὰρ ὁ Μωϋσῆς· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ, καλὰ λίαν.
Καὶ λέγουσι διὰ ταύτης τῆς βαθυτέρας τὴν τῶν βρωμάτων ἐκβάλλεσθαι παρατήρησιν, ἣν Ἰουδαῖοι παρεφυλάττοντο. Τοῦ γὰρ περὶ βρωμάτων νόμου συμβολικὴν θεωρίαν ἔχοντος, οἱ Ἰουδαῖοι μηδὲν ὑψηλὸν ἐννοεῖν δυνάμενοι, σωματικῶς πάντα καὶ κατὰ τὸ φαινόμενον ἐξελαμβάνοντο. Ἀλλὰ — ἄνθρωπον. Ἐκπορεύεται ἐκ τοῦ στόματος πᾶς λόγος· ἀλλὰ περὶ τοῦ πονηροῦ λέγει νῦν, ὃς ἔχει πηγὴν τὴν καρδίαν. Προϊὼν δὲ σαφηνίζει τὰ ἀσαφῶς ἐνταῦθα ῥηθέντα. Τότε — ἐσκανδαλίσθησαν. Ποῖον λόγον; Δηλαδὴ τὸν λέγοντα, ὅτι οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον. Ἀνέτρεπε γὰρ τὴν παράδοσιν τῶν πρεσβυτέρων. Ὁ δὲ — ἐκριζωθήσεται. Φυτείαν λέγει νῦν τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων. Ἄφετε αὐτούς.
Ὡς ἀνιάτους. Διὰ τοῦτο γὰρ οὐδὲ ἐθεράπευσε τὸ σκάνδαλον αὐτῶν, εἰδὼς αὐτοὺς οὐδὲν ὠφεληθησομένους. Ὁδηγοὶ τυφλῶν. Τυφλοὺς αὐτούς φησιν, ὡς πηρωθέντας τὸν τῆς ψυχῆς ὀφθαλμὸν ὑπὸ τοῦ ῥεύματος τῶν παθῶν, καὶ ὡς μὴ δυναμένους ἐνατενίζειν τῷ
col. 447–448page 171 of 329
PG 129:447φωτὶ τῆς ἀληθείας. Καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ ὁδηγοὺς ὄντας τῶν πεπηρωμένων ὑπὸ τῆς ἀγνοίας τῶν Γραφῶν. Μέγα μὲν γὰρ κακὸν τὸ τυφλὸν εἶναί τινα· τὸ δὲ καὶ τυφλὸν ὄντα ὁδηγεῖν ἕτερον διπλοῦν ἄρα κακόν. Τυφλός — ἐμπεσοῦνται. Τοῦτο σαφές ἐστιν. Ἀποκριθεὶς — ταύτην. Ὁ δὲ Μάρκος εἴρηκεν, ὅτι καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. Τοῦ Πέτρου γὰρ προκαταρξαμένου, καὶ οἱ ἄλλοι συνεπηρώτησαν. Παραβολὴν δὲ καλοῦσιν Ἑβραῖοι τὸ αἴνιγμα, τὸν σκοτεινὸν λόγον. Καὶ ἐπεὶ εἶπεν ὁ Χριστὸς ἀνωτέρω, ὅτι τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον· εἶτα, καθά φησι Μάρκος, ἐπήγαγεν, ὅτι Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω·
καὶ ἔδοξεν αὐτοῖς ἀσαφὴς ὁ λόγος· παραβολὴν τοῦτον ὀνομάσαντες, ἐρωτῶσι περὶ τούτου. Ὁ δὲ Ἰησοῦς — ἐστε; Ἀκμήν, ἀντὶ τοῦ ἔτι. Κατ' ἐρώτησιν δὲ καὶ τοῦτο καὶ τὰ ἑξῆς. Οὔπω ἐκβάλλεται; Ὁ δὲ Μάρκος εἰπών, ὅτι Καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, προσέθηκεν, Ὅτι καθαρίζον πάντα τὰ βρώματα, τουτέστι, καθαρὰ ἀπολιμπάνον. Καὶ γὰρ ὁ δηλωθεὶς ῥύπος ἐξέρχεται εἰς τὸν ἀφεδρῶνα, καθαρὰ ἀφιεὶς ἔνδον πάντα τὰ βρώματα, ὅσα δηλαδὴ παρακατέσχεν ἡ φύσις. [Ἕδρα μὲν τὸ μέρος τοῦ σώματος, ἀφεδρὼν δὲ ὁ κοπρών.] Τὰ — ἄνθρωπον. Εἴρηκε γὰρ καὶ πρὸς τῷ τέλει τοῦ εἰκοστοῦ δευτέρου κεφαλαίου, ὅτι ἐκ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
Ἐνθυμούμεθα γὰρ πρῶτον ἐν τῇ καρδίᾳ, εἶτα τὸ ἐνθυμηθὲν ἐξάγομεν διὰ τοῦ στόματος. Καὶ τὸ μὲν ἔξωθεν εἰσπορευόμενον, ἔξω πάλιν χωρεῖ· τὸ δὲ ἔσωθεν ἐκπορευόμενον, ἔσω πάλιν μένει, καὶ μιαίνει. Ἐκ — βλασφημίαι. Ὁ δὲ Μάρκος πλατύτερον ἀπαριθμεῖται καὶ ἕτερα· πλεονεξίαν, πονηρίαν, δόλον, ἀσέλγειαν, ὀφθαλμὸν πονηρόν, ὑπερηφανίαν καὶ ἀφροσύνην· συντόμως δὲ καὶ ἁπλῶς εἰπεῖν, διαλογισμοί μέν εἰσι πονηροὶ τὰ βλαβερὰ ἐνθυμήματα· ὁ δὲ φόνος, καὶ ἡ κλοπή, καὶ ἡ ψευδομαρτυρία, καὶ ἡ πλεονεξία καὶ ὁ δόλος, καὶ ἡ ὑπερηφανία, γνώριμα. Μοιχεία δέ ἐστι τὸ εἰς τὴν ὕπανδρον ἀπελθεῖν· πορνεία δὲ τὸ εἰς τὴν μὴ
col. 449–450page 172 of 329
PG 129:449ἢ ἀχαριστεῖν αὐτῷ ἢ μέμφεσθαι αὐτῷ· πονηρία δὲ τὸ μελετῶν κατά τινος, ἢ ὑπολαμβάνειν, ἃ μὴ χρὴ περὶ αὐτοῦ· ἀσέλγεια δὲ ἡ ἀρσενοκοιτία, καὶ εἴ τι τοιοῦτον ἀκόλαστον· ὀφθαλμὸν δὲ πονηρὸν ἐνταῦθα λέγει, τὴν βασκανίαν· ἀφροσύνη δὲ κυρίως τὸ μὴ εἰδέναι τὸν Θεόν. Εἶπε γάρ, φησίν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός, εἰσὶ δὲ καὶ ἕτεραι κακίαι μυρίαι. Παρέλιπε δὲ νῦν ταύτας ὁ Χριστὸς, διὰ τὸ ἀρκεῖν τὰ ῥηθέντα πρὸς τὴν κακείνων διάγνωσιν. Ταῦτα δὲ πάντα ἐκ τῆς καρδίας εἶπεν ἐξέρχεσθαι, διότι τὰς ἀρχὰς ἐξ αὐτῆς ἔχουσιν. Ἀρχαὶ γὰρ τούτων αἱ ἐνθυμήσεις, ἃς ἡ καρδία πηγάζειν εἴωθεν.
Ἐπεὶ δὲ ἐκ τῆς καρδίας ἐξέρχονται, πάντως καὶ ἐκ τοῦ στόματος, ὅταν ὑπερβλυσάντων ἐν τῇ καρδίᾳ, δίκην πονηροῦ χυμοῦ, τὸ περιττεύον ἐξεμεσθῆναι βιάσηται. Ταῦτα — ἄνθρωπον. Μαθόντες ἤδη καὶ ἡμεῖς τὰ μιαίνοντα τὸν ἄνθρωπον, ταύτην ἄρα τὴν ῥυπαρίαν ἀπορρίψωμεν, τὴν κηλιδοῦσαν τὴν ψυχήν. Ἐὰν γὰρ ὅλοις ποταμοῖς τὸ σῶμα λούσῃς, οὐδὲν ὄφελος, ἀκαθάρτου μενούσης αὐτῆς, ἥτις ὕδατι δακρύων καὶ καθαρσίοις ἀρετῶν ἀπολούεται. ΚΕΦ. ΚΘ. Περὶ τῆς Χαναναίας. Καὶ — Σιδώνος. Αὗται αἱ πόλεις τῶν Χαναναίων ἦσαν. Πῶς οὖν, τοῖς μαθηταῖς ἐντειλάμενος, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, αὐτὸς ἄπεισιν; Οὐκ ἀπῆλθε κηρύξων· εἰς τοῦτο γὰρ καὶ τοὺς μαθητὰς ἐκώλυσεν· ἀλλὰ θέλων ἀδειάσαι μικρόν.
Διὸ καὶ μετὰ τὸ ἀπελθεῖν, ὡς ὁ Μάρκος εἶπεν, εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. Καὶ αὐτῷ. Ὁ δὲ Μάρκος φησίν· Ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Σύρα, Φοινίκισσα τῷ γένει, τουτέστιν, Ἑλληνὶς μὲν τὴν θρησκείαν, Σύρα δὲ τῇ διαλέκτῳ, Φοινίκισσα δὲ τῷ γένει, εἴτουν τῷ ἔθνει. Φοίνικες γὰρ οἱ Χαναναίοι ἐλέγοντο, διὰ τὸ μητρόπολιν ἔχειν τὴν Φοινίκην. Ἀκούσασα δὲ πάλαι μὲν τὴν φήμην αὐτοῦ, νῦν δὲ, ὅτι ἐπιδεδήμηκεν, ἀνίχνευσεν αὐτόν. Συροφοινίκισσά ἐστιν ἡ ἑκάστου ψυχή, ἔχουσα, καθάπερ θυγατέρα, τὴν διάνοιαν κεκρατημένην τῇ φιλίᾳ τῆς ὕλης, καὶ διὰ τοῦτο ἐπιληπτευομένην καὶ διαῤῥησσομένην.
col. 451–452page 173 of 329
PG 129:451λέγουσα δαιμονίζεται. Τὴν θυγατέρα δαιμονιζομένην ἀπολιποῦσα, διὰ τὸ παντελῶς ἀναισθητεῖν, πρόσεισιν, ἑαυτὴν ἐλεηθῆναι μάλιστα δεομένη, τὴν αἰσθανομένην τῆς νόσου, καὶ διὰ τοῦτο μυρία πάσχουσαν. Υἱὸν δὲ Δαυΐδ αὐτὸν καλεῖ διὰ τὸ μαθεῖν, ὅτι ἐκ Δαυΐδ κατάγει τὸ γένος. Πᾶσι γὰρ ὁ Δαυὶδ ὀνομαστότατος ἦν. Κακῶς δέ, φησί, δαιμονίζεται, ἀντὶ τοῦ, χαλεπῶς. Ὁ — λόγον. Ἡ μὲν βοᾷ μεγάλα, τὸν ἐνδομυχοῦντα τῆς καρδίας πόνον ἐνδεικνυμένη· αὐτὸς δὲ σιγᾷ παντελῶς, ἀναμένων ἅπασαν φανερωθῆναι τὴν πίστιν, καὶ ταπείνωσιν, καὶ σύνεσιν αὐτῆς, ὅπερ διαφόρως εἴωθε ποιεῖν ἐν πολλοῖς·
ἅμα δὲ καὶ ἀντεπιδεικνύμενος Ἰουδαίοις, οἷαν περὶ αὐτοὺς ἔχει διάθεσιν, ὅτι τοὺς μὲν ἀρρώστους αὐτῶν ἅπαξ αἰτηθείς, ἢ οὐδ᾽ ἅπαξ, εὐθὺς θεραπεύει, τοὺς δὲ τῶν ἐθνῶν οὐχ οὕτως. Καὶ ἡμῶν. — Ἠρώτων, ἀντὶ τοῦ, παρεκάλουν. Καὶ γὰρ καὶ ὁ Μάρκος εἴρηκε περὶ τῆς γυναικός, ὅτι καὶ ἠρώτα αὐτόν, ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς, ἤγουν, παρεκάλει. Τὸ γὰρ ἐρωτῶ σημαίνει μὲν ὡς ἐπὶ τὸ πλεῖστον τὸ πυνθάνεσθαι· σημαίνει δὲ καὶ τό, παρακαλῶ· ὡς τὸ Ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Ἔστι δ᾽ ὅτε δηλοῖ καὶ τὸ προστάσσω, ὡς τό· Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Ὡς διδάσκαλος γὰρ προσέταξεν, ἐπεὶ καὶ μετὰ μικρὸν ἐξουσιαστικῶς εἶπεν·
Ἐπανάγαγε εἰς τὸ βάθος. Ὁ — Ἰσραήλ. Ἱκανὴ μὲν καὶ ἡ σιωπὴ εἰς ἀπόγνωσιν ἐμβαλεῖν αὐτήν· ἡ δ᾽ ἀπόκρισις πολλῷ πλέον τὴν ἀπορίαν ἐπέτεινεν. Ἀπεκρίθη γάρ, ὅτι Οὐκ ἀπεστάλην εἰς ἄλλους εἰ μὴ εἰς τοὺς Ἰουδαίους· τούτους γὰρ ὠνόμασε πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ. Ἐπεὶ καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ τοῖς ἀποστόλοις οὕτω πάλιν εἶπε· Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τί οὖν ἡ γυνή; Θεασαμένη παραφθεῖσαν μὲν ἑαυτήν, ἀποπεμφθέντας δὲ καὶ τοὺς ὑπὲρ αὐτῆς παρακαλέσαντας, οὐκ ἀπέγνω· πολλὴν γὰρ εἶχε πίστιν καὶ σύνεσιν· ἀλλὰ ἀναισχυντεῖ καλὴν ἀναισχυντίαν, καὶ ἀφεῖσα τὸ κράζειν πόρρωθεν, ἐγγὺς ἔρχεται.
Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὅταν μὴ τύχωμεν, ἀφιστάμεθα, δέον ἐγγύτερον προσελθεῖν, καὶ θερμότερον ἐπικεῖσθαι. Ἡ — μοι. Ἄχρι γὰρ τότε οὐδ᾽ εἰς ὄψιν αὐτοῦ τετόλμηκεν ἐλθεῖν, ἀναξίαν ἑαυτὴν κρίνουσα. Ὁ — κυναρίοις. Ὅσον ἀπέτεινεν ἐκείνη τὴν αἴτησιν, τοσοῦτον καὶ αὐτὸς τὴν παραίτησιν.
col. 453–454page 174 of 329
PG 129:453Μάρκος φησὶν, ὅτι εἶπεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· πανταχόθεν γὰρ ἐδήλου τὴν τῶν Ἰουδαίων οἰκείωσιν, καὶ τὴν εἰς αὐτοὺς ἀγάπην καὶ τιμὴν καὶ κηδεμονίαν. Καὶ τέκνα μὲν αὐτοὺς ὠνόμασεν, ὡς γνησίους καὶ ὡς ἠγαπημένους· κυνάρια δὲ τὰ ἔθνη, ὡς ἀκάθαρτα, καὶ ὡς μιαρά. Ἄρτον δὲ λέγει τὴν θεραπείαν, οὐ τὴν σωματικὴν μόνον, ἀλλὰ καὶ τὴν ψυχικήν. Καὶ ὅρα σύνεσιν γυναικός· δραξαμένη γὰρ τῶν τοῦ Χριστοῦ ῥημάτων, ἀπ' αὐτῶν πλέκει συνηγορίαν ἑαυτῆς. Ἡ δὲ — αὐτῶν. Ναὶ Κύριε, φησὶν, ἀληθῶς εἶπας. Τέκνα μὲν ἐκεῖνοι, κυνάριον δὲ ἐγώ· καὶ διὰ τοῦτό με χρὴ μᾶλλον ἐλεηθῆναι· Καὶ γὰρ τὰ κυνάρια ἀπὸ τῶν ψιχίων ἐσθίει τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
Ἐπεὶ τοίνυν κυνάριόν εἰμι, οὐκ εἰμὶ ἀλλοτρία, οὐδὲ κωλύομαι τῶν ψιχίων μετασχεῖν, ὥσπερ οὐδὲ τὰ κυνάρια ψιχίων νοουμένων τῶν ἐκ τοῦ παρατυχόντος ἰάσεων. Τὸ μὲν οὖν μὴ ἀποστῆναι, τοσοῦτον ἐξουδενωθεῖσαν, πίστεως ἦν· τὸ δὲ συνομολογήσαι κυνάριον ἑαυτὴν ταπεινώσεως· τὸ δ' ἀπὸ τῶν λόγων τοῦ Χριστοῦ κατασκευάσαι συνηγορίαν συνέσεως. Διὰ ταῦτα τοίνυν ἀνεβάλετο τὴν ἴασιν ὁ Χριστός, ἵνα ταῦτα φανερωθῶσιν, ἵνα δείξῃ τὴν ἐν τούτοις φιλοσοφίαν αὐτῆς, ἵνα καταισχυνθῶσιν Ἰουδαῖοι, τοσοῦτον εἰς πίστιν καὶ ταπείνωσιν καὶ σύνεσιν ἡττώμενοι γυναικὸς ἐθνικῆς, ἵνα, ταῦτα βλέποντες οἱ ἀπόστολοι, θαρρήσωσιν ὕστερον, ἀποστελλόμενοι πρὸς τὰ ἔθνη. Λοιπὸν οὖν ἀνεκήρυξεν αὐτὴν ὁ Χριστός. Τότε — ὥρας ἐκείνης.
Ὁ δὲ Μάρκος εἰπεῖν τὸν Χριστὸν πρὸς αὐτήν φησιν, ὅτι Διὰ τοῦτον τὸν λόγον, ὕπαγε, ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου, τουτέστι, διὰ τὸν λόγον, ᾧτινι πρὸς συνηγορίαν ἐχρήσω συνετῶς ἄγαν. Καὶ γὰρ ὁ Σωτὴρ καὶ τὴν πίστιν αὐτῆς ἐπήνεσε, καὶ τὴν σύνεσιν. Καὶ διὰ τοῦτο Ματθαῖος μὲν τὸν ἔπαινον τῆς πίστεως αὐτῇ ἔγραψε, Μάρκος δὲ τὸν τῆς συνέσεως. Σὺ δὲ σκόπει, πῶς τῶν ἀποστόλων δεηθέντων ὑπὲρ αὐτῆς, καὶ μηδὲν ἀνυσάντων, αὐτὴ μᾶλλον ἤνυσε. Διδασκόμεθα γὰρ ἐντεῦθεν, ὅτι ὁ Θεὸς βούλεται μᾶλλον ἡμᾶς αὐτοὺς ὑπὲρ ἑαυτῶν ἱκετεύειν. Οἱ μὲν γὰρ μαθηταὶ μείζονα παῤῥησίαν εἶχον, ἀλλ' ἡ γυνὴ πολλὴν καρτερίαν ἐπεδείξατο. Καὶ ὄντως μεγάλα δύναται προσεδρία παρακλήσεως.
Προετύπου δὲ κατὰ ἀλληγορίαν ἡ Χαναναία αὕτη γυνὴ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἥτις ἕως μὲν ἔμενεν ἐν τοῖς ὁρίοις τῆς θρησκείας αὐτῆς, εἶχε τὴν θυγατέρα δαιμονιζομένην, ἤγουν, τὴν πράξιν κυριευομένην ὑπὸ δαιμόνων· ἐξελθοῦσα δὲ τῶν ὁρίων αὐτῆς· Ἐπιλάθου γάρ, φησί, τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· λόγου ἠξιώθη παρὰ Χριστοῦ, καὶ ἀπηλλάγη τῆς δυναστείας τῶν δαιμόνων.
col. 455–456page 175 of 329
PG 129:455Καὶ — ἐκεῖ. Ποτὲ μὲν αὐτὸς περιέρχεται θεραπεύων τοὺς κακῶς ἔχοντας, ποτὲ δὲ κάθηται περιμένων τοὺς χρήζοντας θεραπείας· ἐκεῖνο μὲν δι᾽ οἰκείαν ἀγαθότητα, τοῦτο δὲ δοκιμάζων τὴν πίστιν τῶν καμνόντων. Συνεχῶς δὲ εἰς ὄρος ἄνεισι, διὰ τὸ ὕψος τῆς ἑαυτοῦ θεότητος, καὶ παιδεύων ἐπαίρεσθαι χαμόθεν τοὺς πλησιάζειν τῷ Θεῷ θέλοντας. ΚΕΦ. Λ'. Περὶ τῶν θεραπευθέντων ὄχλων. Καὶ — πολλούς. Κυλλοὶ κυρίως οἱ ἄχειρες, ὡς ἐν τῷ λζ' κεφαλαίῳ διαγνωσθήσεται. Καὶ — αὐτούς. Ὅρα προκόπτουσαν τὴν πίστιν αὐτῶν.
Οὐκ ἔτι γὰρ ἅπτονται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, ἀλλὰ ῥίπτονται μόνον πρὸ τῶν ποδῶν αὐτοῦ, καὶ παραχρῆμα θεραπεύει αὐτοὺς, οὐχ ὡς πιστοτέρους τῆς Χαναναίας, ἀλλ' ὡς Ἰουδαίους, ἐμφράττων τῶν ἀχαρίστων Ἰουδαίων τὰ στόματα, καὶ ἀποφαίνων αὐτοὺς μείζονος τιμωρίας ἀξίους. Ὁ γὰρ ἀχάριστος, ὅσον εὐεργετεῖται μεῖζον, τοσοῦτον γίνεται μείζονι κολάσει ὑπεύθυνος. Ὥστε — βλέποντας. Ἐθαύμαζον διά τε τὸ πλῆθος τῶν θεραπευομένων, καὶ διὰ τὸ τάχος τῆς θεραπείας. Καὶ — Ἰσραήλ. Τὸν Θεὸν Ἰσραήλ, τουτέστι, τὸν τιμώμενον ὑπὸ τῶν Ἰσραηλιτῶν. ΚΕΦ. ΛΔ'. Περὶ τῶν ἑπτὰ ἄρτων. Ὁ — φάγωσιν. Ἡμέραι τρεῖς, ἀντὶ τοῦ, ἡμέραις τρισί. Θαυμαστὴ δὲ ἡ τοσαύτη τοῦ ὄχλου καρτερία.
Διατί δὲ σιγῶσιν οἱ μαθηταὶ, καὶ οὐχ, ὡς πρότερον, λέγουσιν· Ἀπόλυσον τὸν ὄχλον, καὶ ταῦτα τριῶν παρελθουσῶν ἡμερῶν; Διότι ἔβλεπον τοὺς προσκαρτεροῦντας χαίροντας ἐπὶ ταῖς ἀναῤῥώσεσι τῶν ἀσθενούντων, καὶ οὐδ᾽ ὅλως αἰσθανομένους λιμοῦ. Ἴσως δὲ καὶ μέχρι τῆς τρίτης ἡμέρας εἶχον ἐφόδια. Διὰ καὶ τότε λοιπὸν ἐπὶ τὸ θαῦμα ἔρχεται, ὅτε κατέστησαν ἐν χρείᾳ τροφῆς. Τίνος δὲ ἔνεκεν πάλιν αὐτοὺς ἐν ἐρήμῳ τρέφει; Πάντως, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ, καθὼς αὐτὸς εἶπε προϊών, καὶ ἵνα βεβαιώσῃ τὸ σημεῖον τῶν προλαβόντων πέντε ἄρτων· διατεθρύλλητο γὰρ παρὰ πᾶσιν, ὡς καινοφανές. Καὶ — ὁδῷ. Ὁ δὲ Μάρκος προσέθηκε· Τινὲς γὰρ ἐξ αὐτῶν μακρόθεν ἥκουσιν. Ὅρα δὲ Δεσπότου φιλανθρωπίαν.
Εἰδὼς γὰρ τὴν ἀνθρωπίνην φύσιν δεομένην τροφῆς, προνοεῖται ταύτης, καὶ μὴ αἰτηθεὶς, παρέχει τροφήν. Κοινολογεῖται δὲ πρὸς τοὺς μαθητάς, ἵνα ἀναμνησθέντες τοῦ θαύματος τῶν πέντε ἄρτων, προσενέγκωσιν αὐτῷ τοὺς ἄρτους,
col. 457–458page 176 of 329
PG 129:457οὓς ἔχουσι, καὶ εἴπωσιν, ὅτι Πλήθυνον καὶ τούτους. ἀλλ' οὐ συνῆκαν ἐκεῖνο τὴν αἰτίαν τῆς ἐρωτήσεως· διὰ καὶ πάλιν τὰ τῆς ἀπορίας προβάλλονται. Καὶ — τοσοῦτον· Ἐρημία νοηθείη ἂν ἡ φύσις τῶν ἀνθρώπων, ἢ ὁ κόσμος οὗτος, ἐν ᾧ προσμένουσι τῷ λόγῳ τῆς ἀρετῆς καὶ γνώσεως οἱ διὰ τὴν πίστιν καὶ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν κακοπαθοῦντες. Ἡμέραι δὲ τρεῖς αἱ τῆς ψυχῆς τρεῖς δυνάμεις, καθ' ἃς προσμένουσιν· τῷ μὲν λόγῳ, ζητοῦντες, τῇ ἐπιθυμίᾳ δὲ, ποθοῦντες τὸ ζητούμενον, τῷ θυμῷ δὲ, ὑπεραγωνιζόμενοι τοῦ ποθουμένου. Ἢ οἱ τρεῖς γενικώτεροι νόμοι, ὁ φυσικός, ὁ Μωσαϊκός, ὁ εὐαγγελικός, φωτίζοντες δίκην ἡμέρας, καὶ πρὸς ἐργασίαν τοῦ συμφέροντος διεγείροντες.
Οἱ τοίνυν καὶ κατὰ τούτους τοὺς τρεῖς λόγους τῷ Θεῷ λόγῳ προσμείναντες, καὶ τοὺς ὑπὲρ ἑκάστου πόνους προθύμως ὑπομείναντες, οὐκ ἀπολύονται νήστεις, ἀλλὰ δέχονται τροφὴν δαψιλῆ καὶ θείαν· ὑπὲρ μὲν τοῦ φυσικοῦ νόμου τὴν ἄπταιστον τῶν κατὰ φύσιν ἐνέργειαν, ὑπὲρ δὲ τοῦ γραπτοῦ τὴν ἀνενεργησίαν τῶν παρὰ φύσιν παθῶν, ὑπὲρ δὲ τοῦ εὐαγγελικοῦ τὴν πρὸς αὐτὸν τὸν Θεὸν ἔνωσιν καὶ θέωσιν. Καὶ πρότερον, καὶ ὕστερον, ἐν ἐρημίᾳ, πόρρω πόλεων καὶ κωμῶν, τὸ θαῦμα τοῦτο ποιεῖ, ἵνα μὴ δόξῃ τοῖς ὄχλοις ἐκ πλησιαζούσης πόλεως ἢ κώμης τὰ βρώματα μετακομίζειν. Καὶ — ἰχθύδια. Καὶ ἐπὶ τῶν πέντε ἄρτων τοῦτο ἠρώτησεν, ὡς εἶπεν ὁ Λουκᾶς. Καὶ οὐδ' οὕτω συνῆκαν·
σὺ δὲ, εἰ καὶ κακίζεις τὴν τοσαύτην πώρωσιν αὐτῶν, ὅτι, νεαροῦ ὄντος ἔτι τοῦ προφθάσαντος θαύματος, οὕτω ταχέως ἐπελάθοντο· ἀλλὰ θαύμασον τὸ φιλάληθες αὐτῶν, πῶς γράφοντες οὐ κρύπτουσι τὸ οἰκεῖον ἔγκλημα. Ἐννόησον δὲ καὶ πῶς ἐκυρίευαν τῆς γαστρός. Ἐν ἐρημίᾳ γὰρ ὄντες, καὶ τρεῖς ἡμέρας διατρίβοντες, ἑπτὰ μόνους ἄρτους ἐπεφέροντο. Καὶ — ἐχορτάσθησαν. Ὅμοια τοῖς προτέροις καὶ λέγει καὶ ποιεῖ, ἵνα πανταχόθεν αὐτοὺς ἀναμνήσῃ τοῦ προτέρου θαύματος. Καὶ — παιδίων. Πῶς ἐκεῖ μὲν δώδεκα κόφινοι ἐπερίσσευσαν, ἐνταῦθα δὲ σπυρίδες ἑπτά· δέον ἐνταῦθα μάλιστα πλεῖον περισσεῦσαι, ἔνθα καὶ πλείονες οἱ ἄρτοι καὶ ἐλάττονες οἱ ἐσθίοντες;
Φησὶν ὁ Χρυσόστομος, ὅτι αἱ σπυρίδες ἴσως μείζους τῶν κοφίνων ἦσαν, ἢ καὶ ἑτέρως ᾠκονομήθη τὸ τοιοῦτον, ἵνα
col. 459–460page 177 of 329
PG 129:459ἡ τοιαύτη τῶν περισσευμάτων διαφορὰ καὶ ἀνοικτὸς τῆς ἑκατέρου θαύματος μνήμην ἀνεξάλειπτον συντημήσῃ. Καὶ τρόπον ἕτερον πάλιν· Ἐκεῖ μὲν τοὺς κοφίνους ἰσαρίθμους τοῖς ἀποστόλοις ἐποίησεν· ἐνταῦθα δὲ τὰς σπυρίδας ἰσαρίθμους τοῖς ἄρτοις· διδάσκων ἐντεῦθεν, ὅτι ῥᾷον αὐτῷ ποιεῖν, οἷα βούλεται. Χρὴ δὲ λοιπὸν καὶ μυστικώτερον ἐπιθεωρῆσαι περί τε τῶν πεντακισχιλίων ἐκείνων καὶ περὶ τῶν τετρακισχιλίων τούτων. Πεντακισχίλιοι μέν εἰσιν οἱ ἀτελέστεροι πρὸς ἀρετήν, τετρακισχίλιοι δὲ τελειότεροι. Πολλοὶ μὲν γὰρ καὶ οὗτοι κἀκεῖνοι· πλείονες δὲ ἀεὶ οἱ ἀτελέστεροι τῶν τελειοτέρων.
Ἐσθίουσι δὲ κατὰ Χριστόν, τουτέστιν, νοοῦσι πνευματικῶς, οἱ μὲν ἀτελέστεροι ἐλάττονα νοήματα δι' ἀσθένειαν τοῦ νοῦ, οἱ δὲ τελειότεροι πλείονα δι' εὐσθένειαν· περιττεύουσι δὲ ἀπὸ μὲν τῶν ἀτελεστέρων πλείονα δι' ὀλιγοτροφίαν, ἀπὸ δὲ τῶν τελειοτέρων ἐλάσσονα διὰ πολυτροφίαν. Ταῦτα μὲν οὖν εἰρήκαμεν ἡμεῖς ἁπλούστερον καὶ συνοπτικώτερον. Ἄλλοι δέ, καθέντες ἑαυτοὺς εἰς λεπτολογίαν, πολλὴν ἐπεσύραντο σμικρολογίαν καὶ ἀηδίαν, οὐκ ἐπὶ τοῦ παρόντος μόνον, ἀλλὰ καὶ ἐν πολλοῖς ἄλλοις θεωρήμασιν, ἅπερ ἑκόντες, ὡς ὀχληρά, παρατρέχομεν. Καὶ — πλοῖον. Οὐκ ἀπῆλθε πεζεύων, ἵνα μὴ ἀκολουθοῦντες δοξάζωσιν αὐτόν. Καὶ Μαγαλά.
Μάρκος δέ φησιν, ὅτι καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. Καὶ ἀμοτέρας γὰρ τὰς ἐπωνυμίας εἶχεν ἡ χώρα ἐκείνη. Καὶ προσελθόντες — αὐτοῖς. Ἐπηρώτησαν, ἀντὶ τοῦ, Παρεκάλεσαν, ὡς προειρήκαμεν. Σημεῖον δὲ ἐξ οὐρανοῦ ἐζήτουν ἰδεῖν, τερατουργούμενον ἢ περὶ τὸν ἥλιον, ἢ περὶ τὴν σελήνην, ἢ περὶ τοὺς ἀστέρας. Ἐζήτουν δὲ τοῦτο πειράζοντες· οὐ γὰρ ἵνα πιστεύσωσιν, ἀλλ' ἵνα ἐπιλάβωνται αὐτοῦ ὡς γόητος. Καὶ ἄλλοι δὲ πρὸ τούτων πειρασταὶ σημεῖον ἐξ οὐρανοῦ ἐζήτησαν ἀπ' αὐτοῦ, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ κεφαλαίῳ προειρήκαμεν. Καὶ ζήτησον ἐκεῖ καὶ ἄλλην αἰτίαν. Ὁ δὲ — αὐτοῖς.
Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ, λέγει, τουτέστιν ἀποστενάξας ἀπὸ τοῦ πνεύματος, ἀπὸ τῆς ψυχῆς, ὃ λέγομεν ἡμεῖς, ἀπὸ βάθους, ἀπὸ καρδίας. Γνοὺς γὰρ αὐτοὺς πειράζοντας, ἀνεστέναξεν ἐπὶ τῇ ἀνιάτῳ πονηρίᾳ αὐτῶν, καὶ εἶπεν αὐτοῖς· Ὀψίας — δύνασθε; Ὑποκριτάς αὐτοὺς ὠνόμασεν οὐ μόνον ὡς ἄλλα μὲν λέγοντας, ἄλλα δὲ φρονοῦντας,
col. 461–462page 178 of 329
PG 129:461τας, ἀλλὰ καὶ ὡς δοκοῦντας μὲν σοφούς, ὄντας δὲ ἀσόφους. Λέγει τοίνυν, ὅτι τὴν μὲν ἐπιφάνειαν τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, πότε μὲν εὐδίαν δηλοῖ, πότε δὲ χειμώνα· τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε διακρίνειν. Εἰ γὰρ ἦτε σοφοί, ἐγινώσκετε ἂν, ὅτι ταυτὶ μὲν τὰ ἐν τῇ γῇ σημεία τοῦ παρόντος εἰσὶ καιροῦ, τὰ δὲ ἐξ οὐρανοῦ σημεία τοῦ καιροῦ τῆς συντελείας εἰσί. Τότε γὰρ ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ. Καὶ — προφήτου. Ταῦτα εἶπεν ἀπαραλλάκτως καὶ ἐν τῷ εἰκοστῷ τρίτῳ κεφαλαίῳ, καὶ ἡρμηνεύθησαν ἐν ἐκείνῳ.
Σὺ δὲ αὐτῶν ὅρα τὴν πώρωσιν, ὅτι καὶ τὸν Ἰωνᾶν εἰδότες, καὶ τὰ παρόντα ῥητὰ καὶ πρότερον καὶ νῦν ἀκούσαντες, οὐκ ἠθέλησαν ἐρωτήσαι, καὶ μαθεῖν, τί ἐστι τοῦτο τὸ σημεῖον ὃ λέγει. Πειρασταὶ γὰρ ἦσαν, ὡς εἴρηται. Διὸ καὶ αὐτὸς, ἀφεὶς αὐτοὺς, ἀνεχώρησε. Καὶ — ἀπῆλθεν. Ὁ δὲ Μάρκος φησίν, ὅτι, ἐμβὰς πάλιν εἰς πλοῖον, ἀπῆλθεν εἰς τὸ πέραν. ΚΕΦ. ΛΒ'. Περὶ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Καὶ — λαβεῖν. [Ἀρκούντας αὐτοῖς δηλονότι.] Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ' ἑαυτῶν ἐν τῷ πλοίῳ. Ὁ δὲ Ἰησοῦς — Σαδδουκαίων. Ὁ δὲ Μάρκος εἴρηκεν, ὅτι καὶ διεστέλλετο αὐτοῖς, λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, καὶ τῆς ζύμης Ἡρώδου.
Διεστέλλετο μὲν οὖν, ἀντὶ τοῦ, Παρήγγελλε· τὸ δὲ, Ὁρᾶτε, βλέπετε, ἀναδίπλωσίς ἐστιν, ἐμφαίνουσα ἐπίτασιν τῆς παραγγελίας· ζύμην δὲ λέγει Φαρισαίων καὶ Σαδδουκαίων, καὶ Ἡρώδου, τὴν διδαχὴν τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Ἡρωδιανῶν. Προειρήκαμεν δὲ περὶ μὲν τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐν τῷ τρίτῳ κεφαλαίῳ, περὶ δὲ τῶν Ἡρωδιανῶν ἐν τῷ εἰκοστῷ πρώτῳ κεφαλαίῳ. Ζύμην δὲ τὴν διδαχὴν αὐτὴν ἐκάλεσεν, ὡς ὀξώδη καὶ σαπράν. Οἱ δὲ — ἐλάβομεν. Ὁ μὲν Χριστὸς ζύμην τὴν διδαχὴν τῶν εἰρημένων ὠνόμασε, καὶ ταύτης ἀπέχεσθαι παρήγγειλεν·
οἱ μαθηταὶ δὲ ζύμην τοὺς Ἰουδαϊκοὺς ἄρτους νοήσαντες, καὶ περὶ τῆς ἀποχῆς τούτων παραγγελθῆναι νομίσαντες, διελογίζοντο ἐν ἑαυτοῖς, τουτέστιν, ἐθορυβοῦντο, κωλυθέντες μὲν ἀπὸ τῶν Ἰουδαϊκῶν ἄρτων, ὡς προσεδόκησαν· ἑτέρους δὲ μὴ ἐπιφερόμενοι, λέγοντες ἐν μεταμελείᾳ,
col. 463–464page 179 of 329
PG 129:463ὅτι Ἄρτους οὐκ ἐλάβομεν ἐκ τῶν ξενοδοχούντων ἡμᾶς πιστῶν, ἵνα τούτοις τραφώμεν, εἰ συμβῇ χρησνίσαι. Τί οὖν ὁ Χριστὸς, ὁ τὰς διανοίας αὐτῶν εἰδώς; Μέμφεται αὐτοῖς εἰκότως δι' ἀμφότερα, διότι τε προσεδόκησαν παραγγελθῆναι περὶ τῆς τῶν βρωμάτων παρατηρήσεως, ἥν, Ἰουδαϊκὴν οὖσαν, αὐτὸς ἐξέβαλεν ἀνωτέρω, ὅτε ἐδίδαξεν, ὅτι οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· καὶ διότι περὶ τροφῆς ἐμερίμνησαν, ἔχοντες μεθ' ἑαυτῶν τὸν χορηγὸν ἀπάσης τροφής. Γνούς — ἐλάβετε; Πρῶτον τὴν μέριμναν τῆς τροφῆς αὐτοῖς ὀνειδίζει, λέγων· Τί θορυβεῖσθε, διότι ἄρτους ἑτέρωθεν οὐκ ἐλάβετε;
Ὀλιγοπίστους δὲ πάλιν αὐτοὺς ὀνομάζει, διότι οὐκ ἐπίστευσαν, ὅτι παρ' αὐτοῦ τραφήσονται πάντως, ἀλλ' αὐτοὶ περὶ ἑαυτῶν ἐφρόντιζον. Οὔπω — ἐλάβετε; Μάρκος δὲ βαρύτερον ἐπιτιμῆσαι αὐτοῖς λέγει, προσθείς· Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Οὐ βλέπετε, φησί, πῶς καὶ πόσους ἐν ἐρημίᾳ τρέφω; καὶ οὐκ ἀκούετε, περὶ ὧν διδάσκω; Καὶ διατί μὴ τότε μᾶλλον ὠνείδισεν αὐτοῖς, ὅτι εἶπον· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι; Διότι οὐκ ἦν εἰκὸς καταισχύναι τούτους ἐνώπιον πολλῶν· ἅμα δὲ καὶ ἀνέμενεν, ἵνα, διπλοῦ τοῦ θαύματος γενομένου, βαρυτέρα καὶ δραστικωτέρα ἡ κατηγορία γένηται. Πῶς — Σαδδουκαίων;
Ἰδοὺ λοιπὸν καὶ τὴν παρατήρησιν τῶν βρωμάτων αὐτοῖς ὀνειδίζει. Τότε — Σαδδουκαίων; Εἶδες ἀγανάκτησιν ἐπιτεταμένην, ἄρα καὶ τὸν καρπὸν αὐτῆς. Διήγειρε γὰρ αὐτίκα τὴν διάνοιαν αὐτῶν καθεύδουσαν, καὶ συνῆκαν. Χρὴ γὰρ μὴ πανταχοῦ πρᾶον εἶναι τὸν διδάσκαλον, ἀλλ' ἔστιν ὅτε καὶ τραχύνεσθαι, καὶ ποτὲ μὲν μεταδιδόναι παρρησίας τοῖς μαθηταῖς πρὸς ἀνάκτησιν, ποτὲ δὲ ἐπιτιμᾶν πρὸς συστολήν, καὶ τῇ τοιαύτῃ ποικιλίᾳ τὴν σωτηρίαν αὐτῶν οἰκονομεῖν. ΚΕΦ. ΛΓ'. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Ἐλθὼν — ἀνθρώπου; Τὴν Καισάρειαν ταύτην ὁ Φίλιππος ἐπὶ τιμῇ τοῦ Καίσαρος ἔκτισεν. Ἦν δὲ καὶ ἄλλη Καισάρεια, ἡ τοῦ Στράτωνος.
Πόρρω δὲ τῶν Ἰουδαίων ἀπαγαγὼν τοὺς μαθητάς, ἠρώτησεν, ἵνα χωρὶς φόβου μετὰ παρρησίας εἴπωσιν, ὃ ἠρωτήθησαν. Οὐκ ἐρωτᾷ δὲ περὶ τῶν Γραμματέων καὶ Φαρισαίων· προδήλως γὰρ ἐκεῖνοι τοῦτον ὕβριζον· ἀλλὰ περὶ τοῦ δημώδους ὄχλου, τοῦ χωρὶς φθόνου καὶ πονηρίας. Λέγει γὰρ ὁ Λουκᾶς, ὅτι καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με λέγουσιν οἱ ὄχλοι
col. 465–466page 180 of 329
PG 129:465εἶναι; Ὁ δὲ Μάρκος εἶπεν, ὅτι ἐν τῇ ὁδῷ ἐπηρώτησεν αὐτούς. Εἰκὸς γὰρ, ἐλθόντα εἰς τὰ μέρη Καισαρείας, εὔχεσθαι ἅμα καὶ ὁδεύειν. Τὸν Υἱὸν δὲ τοῦ ἀνθρώπου φησί, τουτέστι, τὸν φαινόμενον αὐτοῖς ἄνθρωπον. Ἠρώτησε δὲ, οὐχ ὡς ἀγνοῶν, ἀλλ᾽ οἰκονομικῶς, ἵνα ὁ Πέτρος εἴπῃ τὸ ἀποκαλυφθὲν αὐτῷ, καὶ ἀποδοκιμασθώσιν αἱ περὶ αὐτοῦ τῶν ἄλλων πάντων ὑπολήψεις, ὡς πεπλανημέναι. Καὶ γὰρ ἐγίνωσκεν, ὅτι ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τῷ Πέτρῳ περὶ αὐτοῦ, διανοίξας τὸν νοῦν αὐτοῦ. Σκόπει δέ, πῶς οὐκ ἐν ἀρχῇ τοῦ κηρύγματος ἠρώτησεν, ἀλλὰ μετὰ τὸ ποιῆσαι πολλὰ καὶ μεγάλα σημεῖα, μετὰ τὸ διδάξαι περὶ πολλῶν καὶ μεγάλων, μετὰ τὸ παρασχεῖν ἱκανὰς ἀποδείξεις τῆς ἑαυτοῦ θεότητος, καὶ τῆς πρὸς τὸν Πατέρα ἰσότητος. Οἱ δέ·
λέγετε εἶναι; Ὑμεῖς, φησίν, οἱ συνόντες μοι διαπαντός, καὶ πολλὴν πεῖραν ἔχοντες τῆς ἐμῆς δυνάμεως ἐν ἔργῳ καὶ λόγῳ. Εἰπὼν οὖν αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; δεδήλωκεν, ὅτι κακῶς οἱ ὄχλοι λέγουσιν. Ἀποκριθεὶς — ζώντος. Πάλιν ὁ Πέτρος, ὁ πανταχοῦ θερμός, προπηδᾷ, καὶ προλαμβάνει. Τοῦ ζώντος δὲ εἶπε, διότι γέγραπται περὶ αὐτοῦ, Θεὸς ζῶν ἐγώ εἰμι, καί, Ζῶ ἐγώ, λέγει Κύριος, καὶ πολλὰ τοιαῦτα, πρὸς ἀντιδιαστολὴν τῶν νεκρῶν εἰδώλων. Καὶ — οὐρανοῖς. Καὶ μὴν καὶ πρότερον, μετὰ τὴν ζάλην, οἱ μαθηταὶ Υἱὸν Θεοῦ εἶναι αὐτὸν ὡμολόγησαν, εἰπόντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ, καὶ οὐκ ἐμακαρίσθησαν. Καὶ ἄλλοι δέ τινες Θεὸν αὐτὸν ὑπάρχειν ἐπίστευσαν, ὡς προειρήκαμεν· ἀλλ᾽ οὐδένα τούτων ἐμακάρισε.
Τί οὖν ἐστὶν εἰπεῖν; Ὅτι πάντες, ὅσοι Υἱὸν Θεοῦ εἶναι αὐτὸν ὡμολόγησαν, ἢ Θεὸν ὑπάρχειν ἐπίστευσαν, οὐ φύσει καὶ κυρίως ταῦτα εἶναι αὐτὸν ὑπέλαβον, ἀλλὰ θέσει, καὶ κατὰ προκοπὴν ἀρετῆς, ὡς καὶ πάντας τοὺς ἁγίους· μόνος δὲ ὁ Πέτρος ἀληθῶς Χριστόν, καὶ φύσει καὶ κυρίως Υἱὸν τοῦ Θεοῦ τοῦτον ἐνόησε. Διὰ καὶ θέλων ὁ Χριστὸς δείξαι τοῖς μαθηταῖς, ὅτι μόνος οὗτος ὀρθῶς ἔγνω, καὶ ἀπλανῶς ὡμολόγησε, μακαρίζει τοῦτον, ὡς τετυχηκότα περὶ τούτου θείας ἀποκαλύψεως. Σὰρξ γάρ, φησί, καὶ αἷμα, τουτέστιν, ἄνθρωπος, οὐκ ἐμυσταγώγησέ σε τὴν περὶ ἐμοῦ ταύτην ὁμολογίαν, ἀλλ᾽ ὁ Πατήρ μου, ὡς ἄξιον τοιαύτης ἀποκαλύψεως. Τὸ δὲ Βὰρ ἑβραϊκὸν μέν ἐστι, σημαίνει δὲ τὸν υἱόν. Υἱὸς γὰρ ἦν ὁ Πέτρος Ἰωνά τινος.
Οὕτω γοῦν βεβαιώσας τὸ δόγμα τοῦ Πέτρου, καὶ Θεοδίδακτον ἀποφήνας αὐτό, βλέπε, τίνων αὐτὸν ἀξιοῖ. Κἀγώ — μου τὴν Ἐκκλησίαν. Σὺ εἶ Πέτρος, ὡς μέλλων γενέσθαι πέτρα πίστεως μετὰ τὴν ἄρνησιν, ἢ ὡς ἤδη στεῤῥὸς ὢν τῷ φρονήματι·
col. 467–468page 181 of 329
PG 129:467καὶ λοιπὸν ἐπὶ ταύτῃ τῇ στερρότητι οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, ἤγουν, σὲ θήσω θεμέλιον τῶν πιστευόντων. Ἐκκλησία γὰρ οἱ πιστοί. Εἶπε δὲ τοῦτο διανιστῶν αὐτοῦ τὸ φρόνημα πρὸς ποιμαντικήν. Καὶ — αὐτῆς. Οὐ κατακυριεύσουσι τῆς Ἐκκλησίας. Πύλας δὲ ᾅδου λέγει τὰς παρὰ τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν βλασφημίας, ὡς εἰσαγούσας εἰς κόλασιν αἰώνιον, ἢ τὰς παρ' αὐτῶν τιμωρίας, ὡς εἰσαγούσας εἰς θάνατον τῆς σαρκός. Εἶτα καὶ ἑτέραν λέγει τιμήν. Καὶ — οὐρανῶν. Ὁμολογήσαντος τοῦ Πέτρου Υἱὸν τοῦ Θεοῦ γνήσιον εἶναι αὐτὸν, δείκνυσιν αὐτῷ λοιπὸν τῆς ἑαυτοῦ θεότητος τὸ ἀξίωμα, λέγων· Οἰκοδομήσω ἐπὶ σοὶ τὴν Ἐκκλησίαν μου, καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, ἤγουν, τὸ εἰσάγειν εἰς αὐτήν·
κλειδούχου γὰρ ἔργον τὸ εἰσάγειν. Καὶ μὴν τὸ δῶρον τοῦτο καὶ τῶν ἄλλων ἀποστόλων γέγονεν· ἀλλὰ πρώτῳ τούτῳ δέδοται, διότι πρώτος οὗτος Υἱὸν τοῦ Θεοῦ γνήσιον τὸν Χριστὸν εἶναι ἀνωμολόγησε. Διὸ καὶ, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος, οὗτος ἐδίδαξε πρὸ πάντων μέχρι πολλοῦ, καὶ πολλοὺς εἰσήγαγε. Καὶ — οὐρανοῖς. Καὶ τοῦτο τῆς κλειδουχίας ταύτης ἴδιον. Καὶ δέσιν μὲν λέγει τὴν ἀσυγχωρησίαν λύσιν δὲ τὴν συγχώρησιν. Ὑπισχνείται δέ, ὃ ἂν ἁμάρτημα οὐ συγχωρήσῃς ἐπὶ γῆς, ἔσται ἀσυγχώρητον καὶ ἐν οὐρανῷ παρὰ τοῦ Θεοῦ· ὃ καὶ ἂν συγχωρήσῃς ἐνταῦθα, ἔσται κἀκεῖ συγκεχωρημένον. Ἀλλὰ Μάρκος μὲν καὶ Λουκᾶς συντομίας ἕνεκεν τὴν ἀπόκρισιν τοῦ Πέτρου κατ' ἐπιτομὴν εἰρήκασι·
διὸ καὶ τὸν μακαρισμὸν αὐτοῦ, καὶ τὴν ἄλλην τιμὴν ἀπεσιώπησαν, ἅμα καὶ ἀφιλοτίμου εἰδότες αὐτόν· ὁ δὲ Ματθαῖος ἀκριβείας χάριν ταῦτα πάντα ἔγραψεν, ἅμα καὶ τιμῶν τὸν κορυφαῖον. Τότε — Χριστός. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ· Ὁ δὲ Λουκᾶς, ὅτι Ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο. Διεστείλατο μὲν οὖν, ἀντὶ τοῦ, Παρήγγειλεν· Ἐπετίμησε δὲ, ἀντὶ τοῦ, Κατησφαλίσατο, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ὁ φύσει Υἱὸς δηλαδὴ τοῦ Θεοῦ, καθὼς ὁ Πέτρος ὡμολόγησεν. Ἀναγκαῖον μὲν γὰρ ἦν ἀποκαλυφθῆναι τοῦτο παρ' αὐτοῦ τοῦ Πατρός· βεβαιωθῆναι δὲ παρ' αὐτοῦ τοῦ Υἱοῦ, πρὸ τοῦ θανάτου αὐτοῦ, καὶ γνωρισθῆναι
col. 469–470page 182 of 329
PG 129:469μόνοις τοῖς μαθηταῖς, ὡς τελειοτέροις τῶν ὄχλων, καὶ ὡς κοινοῖς διδασκάλοις τῆς οἰκουμένης. Τοὺς ὄχλους δὲ τοῦτο μαθεῖν οὐκ ἐβούλετο νῦν, ἄχρι τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἵνα μὴ, νῦν μαθέντες, ὅτι φύσει Υἱός ἐστι τοῦ Θεοῦ, καὶ φύσει Θεός, εἶτα θεασάμενοι τοῦτον ἀτίμως ὑβριζόμενον καὶ δεινὰ πάσχοντα καὶ πικρῶς ἀναιρούμενον, σκανδαλισθῶσι, καὶ εἰς τὴν προτέραν ἀπιστίαν παλινδρομήσωσι, καὶ δυσανάκλητοι γένωνται. Εἰ γὰρ καὶ τοὺς μαθητὰς ἐσκανδάλισε ταῦτα, τοὺς τελειοτέρους τῶν ὄχλων, καὶ οὐ ταῦτα μόνον δρώμενα, ἀλλὰ καὶ οἱ περὶ τούτων λόγοι προμηνυόμενοι·
τί οὐκ ἂν ἔπαθον οἱ ἀτελεῖς ὄχλοι τοιαῦτα βλέποντες, καὶ ἀγνοοῦντες τὸ τοῦ πάθους μυστήριον, ὅπερ καὶ αὐτοῖς τοῖς μαθηταῖς ἔτι δυσπαράδεκτον ἦν; Καὶ οὗτοι γάρ, ὅτε μετὰ τὴν Ἀνάληψιν τοῦ Σωτῆρος ἐπεφοίτησεν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, τότε λοιπὸν θείας χάριτος πλησθέντες, καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς ἀποθέμενοι, συνῆκαν τὰ μυστήρια πάντα, καὶ στεῤῥότεροι γεγόνασιν ἀδάμαντος. Ἄχρι δὲ τότε συνεχῶς ἐσκανδάλιζον αὐτοὺς πάντα τὰ ἀνθρωποπρεπῆ τοῦ Χριστοῦ. Διὰ τοῦτο τοίνυν, ὡς εἴρηται, τότε μὲν οὐκ ἤθελε γνωσθῆναι τοῖς ὄχλοις, ὅτι φύσει Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ φύσει Θεός, καὶ διαφόρως τοῦτο παρήγγελλε τοῖς μαθηταῖς·
ὅτε δὲ, τῶν σκανδαλιζόντων πάντων τελεσθέντων, ἔμελλον λαμπρῶς ἀνακηρύττειν αὐτὸν φύσει Θεὸν ὁ ἥλιος σκοτιζόμενος, τὸ καταπέτασμα τοῦ ναοῦ ῥηγνύμενον, ἡ γῆ σειομένη, αἱ πέτραι σχιζόμεναι, καὶ τὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἐγειρόμενα, καὶ αὐτὸς ἐνδόξως ἐκ νεκρῶν ἀνιστάμενος· τηνικαῦτα γὰρ σαφῶς ἐξέλαμψεν ἡ δύναμις τῆς αὐτοῦ θεότητος, καὶ ἀναντίῤῥητος ἦν ἡ ἀπόδειξις· ἔμελλε δὲ καὶ τὸ πανάγιον Πνεῦμα σύνεσιν ἐμβαλεῖν οὐ τοῖς μαθηταῖς μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς πιστεύουσι· τότε δή, τότε λοιπὸν ἐβούλετο δημοσιευθῆναι πᾶσι καὶ τὸ τῆς θεότητος, καὶ τὸ τοῦ πάθους αὐτοῦ μυστήριον, ἵνα ἀσκανδάλιστον εὐδοκοῖ τὸ κήρυγμα. Ἀπὸ τότε — ἐγερθῆναι.
Ἀπὸ τότε, ἀφ' οὗ βεβαίως ἔμαθον οἱ μαθηταί, ὅτι γνήσιος Υἱός ἐστι τοῦ Θεοῦ. Τὸ λοιπὸν γὰρ ἤρξατο προδεικνύειν, τουτέστι, προλέγειν τούτοις, ἃ μέλλει παθεῖν, ἵνα, ταῦτα προγινώσκοντες, κατὰ τὸν καιρὸν τοῦ πάθους μὴ σκανδαλισθῶσι, μηδ' ὑπολάβωσιν, ὅτι δι' ἀσθένειαν φύσεως πάσχει. Πῶς γὰρ, ὃς καὶ προγινώσκει τοῦτο, καὶ προλέγει, καὶ σπεύδει μᾶλλον παθεῖν; Καὶ — αὐτῷ. Προσλαβόμενος, ἀντὶ τοῦ παραλαβὼν κατ' ἰδίαν. Ἀκούσας γάρ, ὅτι μέλλει ἀποθανεῖν, ἐβαρυθύμησεν, ἀνάξιον τῆς αὐτοῦ θεότητος τοῦτο νομίσας. Διὸ καὶ, ὡς ἤδη παρρησίαν ἀπὸ τοῦ μακαρρισθῆναι
col. 471–472page 183 of 329
PG 129:471κτησάμενος, κατ' ἰδίαν ἐπετίμησεν αὐτῷ, εἴτουν, ἐμέμψατο. Χρὴ γὰρ γινώσκειν, ὅτι τὸ ἐπετίμησε παρὰ τοῖς εὐαγγελισταῖς ποτὲ μὲν σημαίνει τὸ ἐπεστόμισεν, ὡς ἐπὶ τοῦ δαίμονος, τοῦ εἰπόντος εἰδέναι τὸν Χριστόν, ὅτι ἐστὶν ὁ ἅγιος τοῦ Θεοῦ· Ἐπετίμησε γάρ, φησίν, αὐτῷ, τουτέστιν, ἐπεστόμισεν αὐτόν· ποτὲ δὲ δηλοῖ τὸ ἐχαλίνωσεν, ἢ ἐπέταξεν, ὡς τὸ, Ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ· ποτὲ δὲ τὸ κατησφαλίσατο, ὡς τὸ, Ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ· ποτὲ δὲ τὸ ἐμέμψατο, ὡς τοῦτο, περὶ οὗ νῦν ὁ λόγος· ποτὲ δὲ τὸ ἐπέπληξεν, ὡς τὸ, Ἐπετίμησε τῷ Πέτρῳ, καθὼς ἐξῆς δηλωθήσεται· ἔστι δὲ ὅτε καὶ τὸ ἐκώλυσεν, ὡς εὑρήσομεν πρὸς τῷ τέλει τοῦ τεσσαρακοστοῦ κεφαλαίου. Λέγων — τοῦτο.
Συμβουλεύων δῆθεν τοῦτό φησι, ὡς γνήσιος. Τὸ μὲν οὖν Ἐλεώς σοι, κατὰ συνήθειαν εἴρηκεν· ἔθος γὰρ ἦν, τοῦτο λέγειν τὸν μεμφόμενόν τινι εἰπόντι παράλογον, οἷον, Ἵλεώς σοι Θεὸς εἴη, ἕνεκεν τοῦ τοιούτου λόγου· τὸ δὲ, Οὐ μὴ ἔσται σοι τοῦτο, ἀντὶ τοῦ, Μὴ γένοιτό σοι τοῦτο, ὃ λέγεις. Ὁ δὲ Σατανά. Μάρκος δέ φησιν, ὅτι, ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, ἤγουν, ἐπέπληξε. Καὶ γὰρ ἠθέλησε κἀκείνους ἀκοῦσαι τῆς ἐπιπλήξεως, καὶ σωφρονισθῆναι, παθόντας, ὅπερ ὁ Πέτρος. Σατανᾶν δὲ αὐτὸν ὠνόμασεν, ὡς μιμούμενον τὸν Σατανᾶν, ἐν τῷ μὴ θέλειν ἀναιρεθῆναι τὸν Χριστόν.
Καὶ γὰρ οὐδ' ὁ Σατανᾶς ἤθελεν ἀναιρεθῆναι αὐτόν, ἵνα φανῶσι ψευδεῖς αἱ περὶ τοῦ θανάτου αὐτοῦ προφητεῖαι, καὶ ἵνα μὴ ὁ θάνατος τῆς τούτου σαρκὸς θάνατος γένηται τῆς αὐτοῦ δυνάμεως, εἰ καὶ αὐτὸς τοὺς Ἰουδαίους εἰς τὸν κατὰ τοῦ Σωτῆρος φόνον παρέθηγεν, ὑπὸ τῆς ἑαυτοῦ κακίας νικώμενος. Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν, ὅτι ἐπεὶ Σατανᾶς μὲν ὁ ἀντικείμενος ἑρμηνεύεται, Πέτρος δέ, κωλύων τὸν Χριστὸν ἀποθανεῖν, οὐκ ἠκολούθει τῷ θελήματι αὐτοῦ, ἀλλ' ἀντέκειτο, φησὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, τουτέστιν, Ἀκολούθει μοι, ἀντικείμενε. Σκάνδαλόν μου εἶ. Ἐμπόδιόν μου νῦν ὑπάρχεις, ἀντικείμενος τῷ ἐμῷ θελήματι. Εἶτα λέγει καὶ τὴν αἰτίαν, δι' ἣν ἀντέκειτο. Ὅτι — ἀνθρώπων.
Τοῦτο, φησί, πάσχεις, διότι οὐ φρονεῖς θεϊκῶς, ἀλλ' ἀνθρωπίνως. Εἰ μὲν γὰρ ἐφρόνεις θεῖα, ἀνάξιόν μου ἐνόμισας ἂν τὸ μὴ ἀποθανεῖν
col. 473–474page 184 of 329
PG 129:473με ὑπὲρ τοῦ κόσμου· ἐπεὶ δὲ φρονεῖς ἀνθρώπινα, ἀνάξιόν μου κρίνεις μᾶλλον τὸ ἀποθανεῖν με. Σὺ δέ μοι βλέπε τὸν πρὸ μικροῦ μεγάλα μακαριζόμενον, νῦν μεγάλα ἐπιπληττόμενον, εἰς καταστολήν τε τῆς παρρησίας αὐτοῦ, καὶ ἵνα μάθῃ τὸ ἀπροσωπόληπτον τοῦ Σωτῆρος. Ὅτε μὲν γὰρ ὀρθῶς εἴρηκεν, ἐμακάρισεν αὐτόν· ὅτε δὲ οὐκ ὀρθῶς εἶπεν, ἐπέπληξε. Καὶ ὀρθῶς μὲν εἴρηκεν, ἐν οἷς ἀποκάλυψιν θεόθεν ἐδέξατο· οὐκ ὀρθῶς δὲ εἶπεν, ἐν οἷς οἴκοθεν ἐφθέγξατο. Τότε — μοι. Μάρκος δὲ καὶ Λουκᾶς φασι καὶ πρὸς τὸν ὄχλον, καὶ ἁπλῶς πρὸς πάντας ταῦτα εἰπεῖν αὐτόν. Εἶπε δὲ ταῦτα βεβαιῶν, ὅτι οὐ μόνον οὐκ ἔστιν ἀπρεπὲς τὸ ἀποθανεῖν αὐτόν, ἀλλ' οὐδὲ δύναταί τις εἶναι αὐτοῦ μαθητής, ἐὰν μὴ καὶ αὐτὸς ἀποθάνῃ ὑπὲρ τοῦ καλοῦ.
Εἰ τις γάρ, φησὶ, θέλει ὀπίσω μου ἐλθεῖν, ἤγουν, ἀκολουθῆσαί μοι, ὡς μαθητὴς καὶ μιμητής, ἀπαρνησάσθω ἑαυτόν· λέγω δή, τὸ ἑαυτοῦ θέλημα, τὸ φιλήδονος, τὸ φιλόζωον, ἢ τὸ ἑαυτοῦ σῶμα, μὴ φειδόμενος αὐτοῦ κακουχουμένου καὶ βασανιζομένου, ἀλλ᾽ ἐκδιδοὺς αὐτὸ κινδύνοις· καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, ἤγουν βασταζέτω ἐπὶ μνήμης τὴν ἀναίρεσιν ἑαυτοῦ. Διὰ τοῦ σταυροῦ γὰρ τὴν ἀναίρεσιν ἐδήλωσε, διότι τότε ἀναιρέσεως ἦν ὄργανον ὁ σταυρός· ἀεὶ προσδοκάτω τὴν σφαγὴν ἑαυτοῦ, πάντοτε ἕτοιμος ἔστω πρὸς θάνατον, καὶ καθεκάστην ἀποθνησκέτω τῇ προαιρέσει. Καὶ ἑτέρως δὲ τὸ παρὸν ἡρμηνεύσαμεν ῥητὸν ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ. Σκόπει δὲ, πῶς εἶπεν, Εἴ τις θέλει, κἂν ἀνήρ, κἂν γυνή, κἂν ἄρχων, κἂν ἀρχόμενος·
καὶ, ἐὰν θέλῃ· οὐδένα γὰρ ἄκοντα καταναγκάζει· ἵνα δὲ μὴ νομίσῃς, ὅτι τὸ κακῶς πάσχειν μόνον ἀρκεῖ· καὶ γὰρ καὶ λῃσταὶ καὶ τυμβωρύχοι καὶ γόητες καὶ ἄλλοι πονηροὶ πάσχουσι μυρία· προσέθηκεν, ὅτι καὶ ἀκολουθείτω μοι, διδάσκων, ὅτι χρὴ μὴ μόνον τοιαῦτα πάσχειν, ἀλλὰ καὶ ἀκολουθεῖν αὐτῷ, τουτέστι, κατ' ἴχνος βαίνειν τῆς πολιτείας αὐτοῦ. Ὃς — αὐτήν. Εἴρηκε ταῦτα καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ, καὶ ζήτησον ἐν ἐκείνῳ τὴν τούτων ἐξήγησιν. Μάρκος δέ φησιν, Ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, τουτέστι, δι' ἐμὲ καὶ διὰ τὴν ἐμὴν διδασκαλίαν. Τί γάρ — ζημιωθῇ; Ἀδύνατον μὲν ἕνα τινὰ τὸν κόσμον ὅλον κερδῆσαι· εἰ δὲ καὶ δυνατὸν ἦν, οὐδὲν ὄφελος. Τὰ μὲν γὰρ τοῦ κόσμου πάντα θνητά εἰσιν, ἡ δὲ ψυχὴ ἀθάνατος.
Καὶ τούτων μὲν ἡ τέρψις πρόσκαιρος· ταύτης δὲ ἡ κόλασις αἰώνιος. Εἶτα αὔξει τὸν φόβον. Εἴωθε γὰρ ἐντεῦθεν μᾶλλον βελτιοῦν τοὺς ἀκροατάς.
col. 475–476page 185 of 329
PG 129:475Ἡ αὐτοῦ; Εἰ γὰρ οὐδ' ὁ σύμπας κόσμος ἀντάξιός ἐστι ψυχῆς λογικῆς, τί δώσει τις ἀντάλλαγμα, ὥστε ταύτην ἐξελέσθαι τῆς αἰωνίου κολάσεως; Οὕτως οὐδέν. Λοιπὸν οὖν χρή, πάντων ἀφεμένους τῶν ἄλλων, ταύτης ἐπιμελεῖσθαι μόνης, ἧς ἡ ζημία καιριωτάτη, καὶ ἧς ἀπολομένης, οὐκ ἔστι δοῦναι ἀντάλλαγμα. Ἵνα δὲ μάθοιεν, ὅτι οὔτε τοῖς ῥαθύμοις ἀτιμώρητον ἔσται τὸ ῥαθυμον, οὔτε τοῖς σπουδαίοις ἀγέραστον τὸ σπουδαῖον, καὶ ἵνα ἐπὶ πλέον ἐκεῖνοι μὲν φοβηθῶσιν, οὗτοι δὲ παρηγορηθῶσι, φησί· Μέλλει — κατὰ τὴν πράξιν αὐτοῦ. Ἅμα ἐν έφηνε, καὶ ὅτι τῆς αὐτῆς τῷ Πατρὶ δόξης ἐστίν. Ἐν τῇ δόξῃ γὰρ, φησί, τοῦ Πατρὸς αὐτοῦ. Εἰ δὲ τῆς αὐτῆς δόξης ἐστί, τῆς αὐτῆς ἄρα καὶ οὐσίας ἐστί, καὶ δυνάμεως, καὶ θεότητος·
ὧν γὰρ δόξα ἡ αὐτή, τούτων ἄρα καὶ τἆλλα τὰ αὐτά. Ἀμὴν ἐν τῇ βασιλείᾳ αὐτοῦ. Εἰπὼν περὶ ἑαυτοῦ, ὅτι μέλλει ἔρχεσθαι ἐν δόξῃ μετὰ δορυφορίας καὶ προπομπῆς τῶν ἀγγέλων, καὶ γνοὺς τοὺς μαθητὰς δυσπιστοῦντας τῷ τοιούτῳ λόγῳ, βεβαιοῖ τοῦτον, προστιθείς, ὅτι οὐκ εἰς μακράν τινες αὐτῶν ὄψονται τὴν δόξαν αὐτοῦ. Ταύτην γὰρ νῦν ὠνόμασε βασιλείαν. Ἐδήλου δὲ τὴν λαμπρότητα τῆς μεταμορφώσεως αὐτοῦ, ἣν μετὰ καιρὸν ὀλίγον ἔμελλεν ὑποδείξαι Πέτρῳ, καὶ Ἰακώβῳ, καὶ Ἰωάννῃ. Περὶ τούτων γὰρ εἶπεν, ὅτι Εἰσί τινες τῶν ὧδε ἑστώτων.
Βασιλείαν δὲ αὐτοῦ, ἤγουν δόξαν, τὴν λαμπρότητα ταύτην ὠνόμασεν, ὡς οὖσαν προμήνυμα καὶ παράδειγμα τῆς λαμπρότητος ἐκείνης, μεθ' ἧς μέλλει κατελθεῖν ὕστερον, ὅτε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πράξιν αὐτοῦ. Ἐρχόμενον δὲ εἶπεν, ἀντὶ τοῦ, Φαινόμενον. Καὶ μεθ' — αὐτοῦ. Λουκᾶς δὲ Μετὰ ὀκτὼ φησιν, οὐκ ἐναντιολογῶν. Οὗτος μὲν γὰρ συνηρίθμησε καὶ αὐτὰς τὰς ἡμέρας, καθ' ἣν τε τὰ ῥηθέντα εἶπε τοῖς μαθηταῖς ὁ Χριστός, καὶ καθ' ἣν τούτους παρέλαβε· Ματθαῖος δέ, καὶ ἀμφοτέρας ταύτας παραλιπών, τὰς μεταξὺ μόνας ἀπηριθμήσατο. Διατί δὲ μόνους τοὺς τρεῖς τούτους παραλαμβάνει, καὶ οὐ νῦν μόνον, ἀλλὰ καὶ πολλάκις, ὡς προϊόντες εὑρήσομεν; Διότι τῶν ἄλλων μαθητῶν ὑπερεῖχον οὗτοι·
Πέτρος μέν, ἀπὸ τοῦ σφόδρα φιλεῖν αὐτόν, διὰ θερμότητα πίστεως· Ἰωάννης δέ, ἀπὸ τοῦ σφόδρα φιλεῖσθαι ὑπ' αὐτοῦ, δι' ὑπερβολὴν ἀρετῶν· Ἰάκωβος δέ, ἀπὸ τοῦ σφόδρα βαρὺς εἶναι τοῖς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην, ὕστερον ἀνελόντα τοῦτον, χάριν μεγίστην ἀπονεῖμαι τοῖς Ἰουδαίοις. Σκόπει δέ, πῶς ὁ Ματθαῖος οὐκ ἀπεκρύψατο τοὺς προτιμηθέντας αὐτοῦ. Τοῦτο δὲ καὶ Ἰωάννης πολλαχοῦ ποιεῖ, τὰ ἐξαίρετα τοῦ Πέτρου ἐγκώμια φιλα
col. 477–478page 186 of 329
PG 129:477ληθῶς ἀναγράφων, φθόνου γὰρ ἐκτὸς ἦν ὁ τῶν ἀποστόλων χορός. Διατί δὲ, εἰπὼν ὁ Χριστός, Εἰσί τινες τῶν ὧδε ἑστώτων, ἀπεκρύψατο τὰ τούτων ὀνόματα; Διὰ τὸ μὴ λυπῆσαι τοὺς ἄλλους· καὶ γὰρ ἤλγησαν ἂν, δόξαντες ὡς ἀνάξιοι παροράσθαι. Καὶ κατ' ἰδίαν. Ὁ δὲ Λουκᾶς εἶπεν, ὅτι, παραλαβὼν αὐτοὺς, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ — φῶς. Ἀναφέρει μὲν αὐτοὺς εἰς ὄρος ὑψηλόν, ἵνα γένηται πᾶσι τοῖς ἄλλοις ἀθέατος. Διὰ τοῦτο γὰρ προσέθηκεν, ὅτι κατ' ἰδίαν. Οὐδὲν γὰρ ἐποίει πρὸς φιλοτιμίαν, ἀλλὰ πάντα κατὰ χρείαν. Ἅμα δὲ καὶ, ἵνα μάθωμεν, ὅτι χρὴ ὑπεραρθῆναι τῆς γεηρᾶς χθαμαλότητος τὸν μέλλοντα θεωρίας θείας ἀξιωθῆναι.
Μετεμορφώθη δὲ, μείναντος μὲν τοῦ σώματος ἐπὶ τοῦ οἰκείου σχήματος τῆς θεϊκῆς δὲ λαμπρότητος μικρόν τι παραγυμνωθείσης, καὶ καταλαμπρυνάσης τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ εἶδος τούτου μεταβαλούσης ἐπὶ τὸ θεοειδέστερον. Ἔμπροσθεν δὲ αὐτῶν, ἵνα βλέποντες, πῶς μετεμορφώθη, μὴ ὑπολάβωσιν ἕτερον αὐτὸν εἶναι, καὶ ἵνα μάθωσι, πῶς οὕτω ῥᾷον, ὁ θέλει, δύναται. Ἔλαμψε δὲ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, διότι οὕτως ἔδοξεν αὐτοῖς. Ἡ γὰρ λαμπρότης ἐκείνη ὑπὲρ τὸν ἥλιον ἦν, καὶ θεία τις καὶ ἀπόρρητος. Τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκά, ὡς τὸ φῶς, διαδοθείσης καὶ εἰς αὐτὰ τῆς φωτοχυσίας.
Εἴ τις οὖν καὶ ἡμῶν ἢ ἀγαπήσει τὸν Ἰησοῦν, ὡς Πέτρος, ἢ ἀγαπηθῇ παρ' αὐτοῦ, ὡς Ἰωάννης, ἢ βαρὺς γένηται κατὰ τῶν ἐχθρῶν αὐτοῦ, ὡς Ἰάκωβος, ἐχθροὶ δὲ τούτου καὶ μᾶλλον οἱ δαίμονες· ἀναχθήσεται ὑπ' αὐτοῦ εἰς ὄρος ὑψηλόν, ἤγουν, εἰς ὕψος γνώσεως, καὶ θεωρήσει τὴν δόξαν αὐτοῦ, καθόσον ἐφικτὸν ἀνθρώπῳ, λέγω δή, τὰ τοῖς πολλοῖς ἀποκεκρυμμένα καὶ ἀθέατα μυστήρια. Οὐκ ἄκαιρον δὲ εἰπεῖν πρόσωπα μὲν τοῦ Ἰησοῦ τὴν γνῶσιν τῶν λόγων αὐτοῦ, ἱμάτια δὲ αὐτοῦ τὰς λέξεις τῶν λόγων αὐτοῦ, ἃς ἡ ἐγκεκρυμμένη τούτοις γνῶσις περιβέβληται, ὡς ἱμάτια· καὶ ὄψεται τὸ μὲν τοιοῦτον πρόσωπον αὐτοῦ λάμπον καὶ φωτίζον τοὺς ἐνατενίζοντας, τὰ δὲ τοιαῦτα πάλιν ἱμάτια αὐτοῦ λευκά, μηδὲν σκοτεινὸν καὶ ἀσαφὲς ἔχοντα.
Καὶ — μετ' αὐτοῦ συλλαλοῦντες. Διὰ πολλὰς αἰτίας τὸν Μωϋσῆν καὶ τὸν Ἠλίαν παρέστησεν ἑαυτῷ. Ἐπειδὴ γὰρ οἱ ὄχλοι ἔλεγον οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν εἶναι αὐτὸν, ἄλλοι δὲ, Ἠλίαν, ἕτεροι δὲ, Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν τῶν ἀρχαίων· συμπαρέστησεν, ὡς δούλους, τοὺς ἐπισημοτέρους τῶν ἐν τῇ Παλαιᾷ λαμψάντων, ἵνα φανῇ τὸ μέσον ἑαυτοῦ τε
col. 479–480page 187 of 329
PG 129:479κἀκείνων, καὶ τόσον αὐτὸς διαφέρει τούτων. Μία μὲν οὖν αὕτη αἰτία. Ἑτέρα δὲ πάλιν· Ἐπειδήπερ ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, λέγοντες· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ, καὶ πάλιν ἐκάλουν αὐτὸν βλάσφημον καὶ σφετεριζόμενον τὴν δόξαν τοῦ Θεοῦ, φάσκοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς ἑαυτὸν Θεόν· παρίστησιν ἑαυτῷ τὸν Μωϋσῆν μέν, ἵνα δειχθῇ, ὅτι εἰ παρέβαινε τὸν νόμον, οὐκ ἂν ὁ νομοθέτης δουλοπρεπῶς αὐτῷ παρίστατο· τὸν Ἠλίαν δέ, ἵνα φανῇ, ὅτι εἰ βλάσφημος ἦν καὶ τὴν τοῦ Θεοῦ δόξαν ἐσφετερίζετο, μὴ προσήκουσαν αὐτῷ, οὐκ ἂν ὁ ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης ἀεὶ ζηλῶν, ὡς δοῦλος τῷ ἀντιθέῳ παρίστατο.
Καὶ ἄλλη δὲ αὖθις αἰτία, ἵνα γνωρισθῇ, ὅτι Κύριός ἐστι καὶ θανάτου καὶ ζωῆς. Μωϋσῆς μὲν γὰρ θανὼν ἦν, Ἠλίας δὲ ζῶν. Καὶ ἵνα, βλέποντες αὐτὸν ὕστερον οἱ μαθηταὶ ἀποθνήσκοντα, νοήσωσιν ἑκούσιον τὸ τοιοῦτον πάθος, καὶ λογίσωνται, ὅτι οὐκ ἂν ἄκων ἀποθάνοι ὁ ζωῆς καὶ θανάτου Κύριος. Ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν αἰτίαν, ὅτι διὰ τοὺς μαθητὰς παρέστησεν αὐτούς, ἵνα διαναστῶσιν εἰς μίμησιν αὐτῶν. Καὶ γὰρ Μωϋσῆς μὲν βραδύγλωσσος ἦν· Ἠλίας δὲ ἀγροικότερον διακείμενος, καὶ ἀκτήμονες ἀμφότεροι· καὶ ὅμως πρὸς τυράννους ἕκαστος αὐτῶν ἐπαρρησιάσατο· Μωϋσῆς μὲν πρὸς τὸν Φαραώ, Ἠλίας δὲ πρὸς τὸν Ἀχαάβ.
Καὶ ὑπὲρ ἀγνωμόνων ἀνθρώπων, καὶ ὑπ᾽ αὐτῶν τῶν εὐεργετουμένων μυρία δεινὰ πεπόνθασι, καὶ οὐδ᾽ οὕτως ἀπέστησαν τοῦ περιέπειν αὐτούς. Καὶ ἵνα ἔτι μιμήσωνται Μωϋσέως μὲν τὴν ἀνεξικακίαν, Ἠλίου δὲ τὸν ὑπὲρ τοῦ Θεοῦ ζῆλον, ἀμφοτέρων δὲ τὸ δημαγωγικὸν καὶ φερέπονον. Μυριάκις γὰρ τὸ ἐπ᾽ αὐτοῖς ἀπέθανον ὑπὲρ τῶν ἀρεσκόντων Θεῷ, καὶ ὑπὲρ τοῦ δήμου τοῦ ἐμπιστευθέντος αὐτοῖς, καὶ τὰς ψυχὰς αὐτῶν ἀπολέσαντες, εὗρον αὐτάς. Συνελάλουν δὲ αὐτῷ, δεικνύντες, ὅτι καὶ ὁ διὰ Μωϋσέως νόμος, καὶ ὁ διὰ τῶν προφητῶν λόγος, περὶ τοῦ θανάτου αὐτοῦ συμφώνως αὐτῷ προανεφώνησαν· ὁ μὲν ἐν τύποις τῶν θυσιῶν, ὁ δὲ ἐν διαφόροις προῤῥήσεσι.
Λουκᾶς δέ φησιν, ὅτι καὶ οὗτοι ἐν δόξῃ ὤφθησαν, εἴτουν, ἐν λαμπρότητι, ἵνα μάθωμεν, ὅτι πάντες, οἱ κατὰ Θεὸν ζήσαντες, τῆς θείας μεταλαμβάνουσι λαμπρότητος. Τί δὲ συνελάλουν αὐτῷ, ἐδίδαξε πάλιν ὁ Λουκᾶς. Εἶπε γάρ, ὅτι ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· ἔξοδον ὀνομάσας τὴν ἀπὸ τῆς ζωῆς ταύτης ἐξέλευσιν καὶ μετάβασιν.
col. 481–482page 188 of 329
PG 129:481Τινὰ δὲ τῶν βιβλίων οὐχ Ἔξοδον, ἀλλὰ Δόξαν γράφουσι. Δόξα γὰρ καλεῖται καὶ ὁ σταυρός. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ὄνειδος ἦν, ὡς μεγάλων ἐγκλημάτων ἐπιτίμιον· μόνῳ δὲ τῷ Χριστῷ δόξα γέγονεν, ὡς μεγάλης ἀγάπης τῆς πρὸς ἡμᾶς ἐπιτίμιον. Τίς γὰρ εὐγνώμονα ψυχὴν ἔχων, ἀκούων τὸν ἐπέκεινα πάσης τιμῆς τηλικαύτην ἀτιμίαν ὑποστάντα διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων, οὐ δοξάσει τοῦτον; Ἔστι δὲ καὶ ἄλλος λόγος, καθ' ὃν λέγεται δόξα αὐτοῦ ὁ σταυρός, ἐν ἐροῦμεν ἐν καιρῷ τῷ προσήκοντι. Τέως δὲ Μωϋσῆς καὶ Ἠλίας ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἢ τὴν δόξαν αὐτοῦ, τουτέστι, περὶ τῆς ἐξόδου αὐτοῦ, ἢ περὶ τῆς δόξης αὐτοῦ, εἴτουν, περὶ τοῦ σταυροῦ αὐτοῦ, πῶς ἔμελλε σταυρωθῆναι.
Ἄξιον δὲ ζητῆσαι, πόθεν οἱ μαθηταὶ μετὰ τοσαῦτα ἔτη τὸν Μωϋσῆν καὶ τὸν Ἡλίαν ἐγνώρισαν· οὐ γὰρ ἦσαν παρ' Ἑβραίοις εἰκόνων πίνακες. Φαμὲν οὖν, ὅτι ἐν βιβλίοις τινὲς τῶν παλαιοτέρων Ἑβραίων τὰ εἴδη τῶν ἐπιφανῶν ἀνδρῶν τοῖς μεταγενεστέροις ἀπολελοίπασιν, ἅπερ ἀναγινώσκοντες, ἐντεῦθεν αὐτοὺς ἐγίνωσκον. Εἰκὸς δὲ, καὶ ἐξ ἀγράφου παραδόσεως μνημονεύεσθαι τὰς ἰδέας αὐτῶν. Ἴσως δὲ καὶ ἐξ ἀποκαλύψεως θείας ἐπέγνωσαν αὐτούς. [Ἢ καὶ ἄλλως· περὶ τὸν Χριστὸν φαίνονται Μωϋσῆς καὶ Ἠλίας, δηλοῦντες, ὅτι τὰ μυστήρια τῆς τε νομικῆς, τῆς τε προφητικῆς πραγματείας, εἰς τὸν Χριστὸν συνάγονται, καὶ τὰ περὶ αὐτὸν μηνύουσιν.] Ἀποκριθείς — Ἠλία.
Σφόδρα φιλῶν ὁ Πέτρος τὸν Διδάσκαλον, καὶ μὴ θέλων ἀπελθεῖν αὐτὸν εἰς Ἱεροσόλυμα, ἵνα μὴ ἀπελθὼν ἐκεῖ πάθῃ, καθὼς προείρηκε, φανερῶς μὲν οὐ τολμᾷ κωλύσαι αὐτόν, ἵνα μὴ πάλιν ἐπιτιμηθῇ· θεασάμενος δὲ τὸ ὄρος, πολλὴν ἔχον ἀσφάλειαν, ὡς ἀγνοούμενον τοῖς ἐπιβουλεύουσιν· ἅμα δὲ καὶ Μωϋσῆν καὶ Ἡλίαν, ἱκανοὺς ἀμύνειν· ὁ μὲν γὰρ πολλὰ ἔθνη κατηγωνίσατο, ὁ δὲ πῦρ ἐξ οὐρανοῦ κατήγαγεν ἐπὶ τοὺς πεντηκοντάρχους, συμβουλεύει μένειν ἐκεῖ. Εἰπὼν δὲ ὅτι Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ γνούς, ὅτι κακῶς εἶπεν, ὡς ἐξ οἰκείας γνώμης ἀποφηνάμενος, προσέθηκεν, ὅτι, Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ μίαν Ἠλίᾳ. Τί λέγεις, ὦ Πέτρε;
πρὸ μικροῦ μὲν γνήσιον Υἱὸν τοῦ Θεοῦ τοῦτον ὡμολόγησας· νῦν δὲ μετὰ τῶν δούλων ἀριθμεῖς τὸν Δεσπότην, καὶ ὑπὸ τούτων σωθῆναι αὐτὸν ἐλπίζεις; Ὅρα, πῶς πρὸ τοῦ
col. 483–484page 189 of 329
PG 129:483σταυροῦ σφόδρα ἀτελεῖς ἦσαν οἱ μαθηταί· ἅμα δὲ ὁ Πέτρος καὶ διπλοῦν τηνικαῦτα σάλον τῆς ψυχῆς ὑφιστάμενος, τοῦτο μὲν, ἀπὸ τοῦ ἀγωνιᾶν ὑπὲρ τοῦ Διδασκάλου, τοῦτο δ', ἀπὸ τῆς ὑπὲρ νοῦν ὄψεως ἐκεί νης ἐταράχθη, καὶ συνεχύθη, καὶ τοιαῦτα ἐφθέγγετο, μὴ εἰδὼς ὅ λέγει, καθώς εἶπε Λουκάς, δ ἐστιν, ἀσύνετα λαλῶν. Μάρκος δέ φησιν, ὅτι οὐκ ᾔδει, τί λαλήσει, τοῦ τέστιν, οὐκ ἐγίνωσκε, τί λαλήσει ἕτερον κρείττον. Εἶτα προσέθηκε καὶ αἰτίαν, εἰπών· ὅτι ἦσαν ἔκφοβοι. Λουκᾶς δὲ ἔγραψεν, ὅτι ἦσαν βεβαρημένοι ὕπνῳ. Ἐξεφοβήθησαν μὲν γὰρ, ἰδόντες εἶδος ὑπὲρ ἄνθρωπον· ἐβαρήθησαν δὲ ὕπνῳ, λέγω δή, κάρῳ, τῷ ἀπὸ τῆς λαμπηδόνος. Καὶ γὰρ οὐ νύξ ἦν, ἀλλ' ἡμέρα·
τὸ δὲ τῆς λαμπηδόνος ὑπερβάλλον ἐσκότισε μὲν τοὺς ὀφθαλμοὺς αὐτῶν· ἐκάρωσε δὲ τὸν νοῦν, ἕως οὗ διαγρηγορήσαντες, ὡς ὁ Λουκᾶς εἴρηκεν, εἴτουν ἀνανήψαντες τοῦ τοιούτου κάρου καὶ τῆς σκοτοδίνης, εἶδον, ὡς δυνατὸν, τὴν δόξαν αὐτοῦ. Λοιπὸν δὲ ὁ Πέτρος, ὅτι ἐντεῦθεν συγκεχυμένον ἔχων τὸν νοῦν, ἀσύνετα παρεφθέγγετο. [Τρεῖς σκηναὶ νοηθεῖεν ἂν αἱ τρεῖς ἕξεις τῆς σωτηρίας, ἥ τε τῆς πράξεως, καὶ ἡ τῆς θεωρίας, καὶ ἡ τῆς θεολογίας. Τῆς μὲν οὖν πράξεως τύπος ὁ Ἠλίας, ὡς ἀνδρεῖος καὶ σώφρων, τῆς δὲ θεωρίας ὁ Μωϋσῆς ὡς νομοθέτης καὶ δικαιοδότης· τῆς δὲ θεολογίας ὁ Χριστὸς, ὡς ἐν παντὶ τέλειος. Σκηναὶ δὲ αὗται, πρὸς σύγκρισιν τῶν μελλουσῶν λήξεων, τῶν ἀσυγκρίτως κρειττόνων.] Ἔτι — νεφέλης.
Νεφέλη καὶ φωνή, ἵνα βεβαιωθῶσιν, ὅτι φωνὴ τοῦ Θεοῦ ἐστι. Μεμαθηκότες γὰρ ἦσαν, ὅτι ὁ Θεὸς ἐπὶ νεφέλης ὀχεῖται. Ὁ τιθεὶς γὰρ, φησί, νέφη τὴν ἐπίβασιν αὐτοῦ. Καὶ πολλὰτοιαῦτα πολλαχοῦ τῆς Γραφῆς. Σκόπει δὲ, πῶς, ὅτι μὲν ἀπειλεῖ, σκοτεινὴν δείκνυσι νεφέλην περὶ ἑαυ τὸν, ὡς ἐπὶ τοῦ Σινᾶ· νῦν δὲ, διδάξαι θέλων, φωτεινὴν αὐτὴν ἔχει. Λέγουσα — εὐδόκησα. Ταῦτα καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ, βαπτιζομένου τοῦ Σωτῆρος, εἶπεν οὐρα νόθεν ὁ Πατήρ· ἀλλ' ἐκεῖ μὲν διὰ τὸν περιεστῶτα ὄχλον, ἐνταῦθα δὲ μάλιστα διὰ τὸν Πέτρον, ὡσανεὶ λεγούσης τῆς φωνῆς τοῦ Πατρός· Τί δέδιας, ὦ Πέτρε, περὶ τοῦ Ἰησοῦ; οὗτός ἐστιν ὁ Υἱός μου·
καὶ οὐχ ἁπλῶς Υἱός, ὡς οἱ δι' ἀρετῆς υἱοποιούμενοι μοι, ἀλλ' ὁ ἀγαπητός, ἤγουν, ὁ ἐξαίρετος, ὡς μονογενής· καὶ οὐ τοῦτο μόνον, ἀλλ', ἐν ᾧ ηὐδόκησα· τουτέστιν, ᾧ ἐπαναπαύομαι, ἐφ' ᾧ ἀρέσκομαι ὡς ὁμογνώμονι καὶ ἴσῳ ἐμοί. Μὴ τοίνυν φοβοῦ περὶ αὐτοῦ. Ὅσα γὰρ ἂν φιλῇς, οὐ τοσοῦτον φιλεῖς αὐτὸν, ὅσον ἐγώ. Τριπλοῦν γὰρ παρ' ἐμοῦ τὸ παρ' αὐτὸν φίλτρον. Φιλῶ γὰρ ὡς Υἱόν μου, καὶ ὡς ἀγαπητόν, καὶ ὡς ἀναπαύοντα καὶ ἀρέσκοντά μοι.
col. 485–486page 190 of 329
PG 129:485Λοιπὸν οὖν, εἰ μὴ τῇ δυνάμει τούτου θαῤῥεῖς, ἀλλ' ἤ γε τῇ ἐμῇ θάῤῥησον· οὐδεὶς γὰρ τὸν οὕτω φιλούμενον προΐεται ἀλογίστως. Αὐτοῦ ἀκούετε. Τούτῳ πείθεσθε, τούτῳ πιστεύετε, εἴ τι ἂν καὶ λέγῃ καὶ ποιῇ. Καὶ εἰ σταυρωθῆναι βουληθῇ, μηδεὶς ἀντιπέσῃ. Ὑμεῖς μὲν γὰρ οὐκ οἴδατε τὸ τῆς οἰκονομίας αὐτοῦ μυστήριον· αὐτὸς δὲ πᾶν ὃ λέγει καὶ ποιεῖ, κατὰ γνώμην ἐμὴν καὶ λέγει καὶ ποιεῖ. Λοιπὸν οὖν αὐτοῦ ἀκούετε, τὸν Μωσαϊκὸν νόμον καὶ τὰς προφητικὰς μυσταγωγίας ἀφέντες. Πλήρωμα γάρ νόμου καὶ προφητῶν ὁ Χριστός· καὶ λοιπὸν ἐκεῖνα πάντα συνετελέσθησαν, ἄχρι τούτου μόνον ἐκτεινόμενα. Καὶ σφόδρα.
Καὶ μὴν καὶ πρότερον ἐπὶ τοῦ Ἰορδάνου φωνὴ γέγονε τοιαύτη, καὶ μετὰ ταῦτα πάλιν, ὅτε καὶ βροντήν ἔλεγον γεγονέναι, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον ἔπαθε. Πῶς οὖν οὗτοι νῦν ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν; Διότι καὶ ὕψος ἦν μέγα, καὶ ἐρημία βαθεῖα, καὶ ἡσυχία πολλή, καὶ μεταμόρφωσις γέγονε φρίκης γέμουσα, καὶ φῶς ἐξέλαμψεν ἀκήρατον, καὶ λοιπόν, τῆς νεφέλης περιταθείσης ἄνωθεν, καὶ ἐπικαταρραγείσης τῆς φωνῆς, εἰκότως περιετράπησαν τε καὶ ἐφοβήθησαν. Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν τὸν Ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, ἀντὶ τοῦ, Προσεκύνησαν. Καὶ μὴ φοβεῖσθε. Ἠλέησε τὴν ἀσθένειαν αὐτῶν, καὶ ταχέως λύει τὸν φόβον. Ἐπάραντες — μόνον. Ἵνα πληροφορηθῶσιν, ὅτι περὶ αὐτοῦ γέγονεν ἡ φωνή, μόνος λοιπὸν ὁρᾶται αὐτοῖς.
Καὶ — ἀναστῇ. Ὅσον γὰρ μείζονα ἐλέγοντο περὶ αὐτοῦ, τοσοῦτον δυσπαραδεκτότερα ἐδόκουν. Κελεύει οὖν κρύπτειν παρ' ἑαυτοῖς τὸ θαῦμα τοῦτο, διότι αὐτοί τε οὐκ ἔμελλον πιστευθῆναι, καὶ οἱ Ἰουδαῖοι μᾶλλον ἂν ἡγριώθησαν. Καὶ — πρῶτον; Περὶ τῆς θεότητος αὐτοῦ μαθόντες ἀκριβέστερον, ἀπό τε τῆς ὁμολογίας Πέτρου, ἀπό τε τῆς μεταμορφώσεως, καὶ ἀπὸ τῆς ἄνωθεν φωνῆς, ἐρωτῶσιν, ὅτι ἐπειδὴ σὺ εἶ ὁ Χριστός, διατί οἱ Γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν χρὴ ἐλθεῖν πρὸ τοῦ Χριστοῦ; πῶς οὖν οὐκ ἦλθεν οὗτος πρὸ σοῦ; Τοῦτο μὲν οὖν ἠρώτησαν οἱ μαθηταί. Προσήκει δὲ γινώσκειν, ὅτι αἱ Γραφαὶ δύο παρουσίας τοῦ Χριστοῦ λέγουσι, τήν τε γεγενημένην καὶ τὴν μέλλουσαν. Περὶ ὧν ἀμφοτέρων καὶ ὁ Παῦλος ἐδίδαξε λέγων·
περὶ μὲν τῆς πρώτης Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος· περὶ δὲ τῆς δευτέρας· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
col. 487–488page 191 of 329
PG 129:487Καὶ τῆς μὲν πρώτης γέγονε πρόδρομος ὁ Ἰωάννης· τῆς δευτέρας δὲ γενήσεται πρόδρομος ὁ Ἠλίας· περὶ ἧς φησὶ Μαλαχίας ὁ προφήτης· Ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, τουτέστιν, ὃς ἐπιστρέψει τὰς καρδίας τῶν τηνικαῦτα Ἰουδαίων πρὸς τοὺς ἀποστόλους, ὥστε πεισθῆναι ταῖς διδασκαλίαις αὐτῶν, καὶ πιστεῦσαι τῷ Χριστῷ. Πατέρες γὰρ τῶν ἀποστόλων οἱ Ἰουδαίοι. Ἀλλ' οἱ Γραμματεῖς, τὰς δύο τοῦ Χριστοῦ παρουσίας εἰς μίαν συγχέοντες, καὶ τὴν πρώτην εἰς τὴν δευτέραν συνάγοντες, περὶ τῆς δευτέρας μόνης ἐδίδασκον τὸν λαόν. Καὶ διὰ τοῦτο τὸν Χριστὸν οὐκ ἐδέχοντο, λέγοντες, ὅτι τὸν Ἠλίαν χρὴ ἐλθεῖν πρῶτον, εἶτα τὸν Χριστόν. Ἀλλὰ νῦν ὁ Χριστὸς διδάσκει περὶ τῶν δύο σαφῶς.
Πρόσχες γάρ· Ὁ δὲ Ἰησοῦς — ἐπέγνωσαν αὐτόν. Ἠλίας μὲν ὁ πρῶτος, ἤγουν, ὁ Θεσβίτης, οὔπω ἦλθεν· ἔρχεται δὲ κατὰ τὴν δευτέραν μου παρουσίαν, καὶ ἀποκαταστήσει πάντα τὸν πειθόμενον αὐτῷ, τουτέστιν, ἐπιστρέψει καρδίαν πατρὸς πρὸς υἱόν, ὡς ὁ προφήτης Μαλαχίας φησί. Λέγω δὲ ὑμῖν, ὅτι Ἠλίας ὁ δεύτερος, εἴτουν, ὁ Βαπτιστής, ἤδη ἦλθε κατὰ τὴν πρώτην μου ταύτην παρουσίαν, ὡς αἱ Γραφαί φασι. Καὶ οὐκ ἐπέγνωσαν οἱ Γραμματεῖς, ὅτι καὶ οὗτος Ἠλίας ἐστὶν, οἷα πρόδρομος· οὐκ ἐπέγνωσαν δὲ αὐτὸν, ὡς κακῶς νοοῦντες τὰς Γραφάς. Ἀλλ' — ἠθέλησαν. Οἱ περὶ τὸν Ἡρώδην δηλονότι· πολλὰ γὰρ εἰς αὐτὸν ἐποίησαν, ἐμβαλόντες εἰς φυλακὴν, ἀποκεφαλίσαντες, ἐνεγκόντες τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. Οὕτως — ὑπ' αὐτῶν.
Οὕτω καὶ αὐτό, ἀγνοούμενος, ὅτι ὁ Χριστός ἐστιν· ἀγνοούμενος δὲ διὰ τὴν κακόνοιαν αὐτῶν. Ἀλλὰ πῶς, τῶν νῦν Ἑβραίων μὴ πιστευσάντων τῷ Χριστῷ, οἱ τότε τῷ Ἠλίᾳ πεισθήσονται; Διότι γνωρίζουσιν αὐτὸν, καὶ γινώσκουσιν, ὅτι περὶ αὐτοῦ προεῖπεν ὁ Μαλαχίας· ἅμα δὲ καὶ ὁ τοσοῦτος ἐν τῷ μέσῳ χρόνος, καὶ ἡ τηλικαύτη τοῦ κηρύγματος δύναμις, μαλάξουσι τὴν σκληροκαρδίαν αὐτῶν. Τότε — αὐτοῖς. Προεῖπε γὰρ αὐτοῖς καὶ ἐν τῷ εἰκοστῷ κεφαλαίῳ, ὅτι αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ΚΕΦ. ΛΕ. Περὶ τοῦ σεληνιαζομένου. Καὶ — πάσχει. Περὶ τοῦ σεληνιασμοῦ προείρηται μὲν καὶ ἐν τῷ τετάρτῳ κεφαλαίῳ φυσιολογικώτερον·
ῥηθήσεται δὲ καὶ νῦν ἀκριβέστερον, ὅτι τῶν δαιμόνων τινὲς παραχωρούμενοι κατά τινων ἀνθρώπων, ἐπετήρουν καιρόν τινα τῆς σελήνης, καὶ τότε τούτοις ἐπεπήδων, ἵνα, ὡς τῆς σελήνης αἰτίας δοκούσης, ὁ Δημιουργὸς αὐτῆς διαβάληται.
col. 489–490page 192 of 329
PG 129:489Πολλάκις ὕδωρ. Ὥστε, εἰ μὴ καὶ τότε ἡ τοῦ Θεοῦ δύναμις τὸν δαίμονα ἀνεχαίτιζε, πάλαι ἂν αὐτὸν διέφθειρε. Μάρκος δέ φησιν, ὅτι τὸ ἐν αὐτῷ δαιμόνιον ἄλαλον ἦν καὶ κωφόν· οὐχ ὡς φύσει τοιοῦτον, ἀλλ' ὡς δεσμῆσαν τὴν τοῦ δαιμονιζομένου φωνὴν καὶ ἀκοήν. Καὶ -- θεραπεῦσαι. Οὐκ ἠδυνήθησαν διὰ τὴν ἀπιστίαν τοῦ προσαγαγόντος. Εἰ γὰρ καὶ προσήγαγεν αὐτὸν, ἀλλ' οὐκ ἐπίστευσεν ἀδιστάκτως, ὅτι δύνανται τὸν δαίμονα φυγαδεῦσαι. Τοῦτο δὲ φανερὸν ἀπό τε τοῦ εἰπεῖν τὸν Χριστόν· Ὢ γενεὰ ἄπιστος· ἀπό τε τοῦ εἰπεῖν αὖθις τὸν προσαγαγόντα· Εἴ τι δύνασαι, βοήθησον ἡμῖν· καὶ ἀπὸ τοῦ ἐρωτῆσαι τὸν Χριστόν· Εἰ δύνασαι πιστεῦσαι· καὶ ἀπὸ τοῦ ἀποκριθῆναι αὐτόν· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ.
Ταῦτα γὰρ πλατύτερον ὁ Μάρκος ἱστόρησεν. Ἀποκριθεὶς -- διεστραμμένη. Καθολικώτερον ἐπιπλήττει, διὰ τὸ πολλοὺς τῶν Ἰουδαίων ὁμοίως ἀπιστεῖν, καίτοι μυρία τοιαῦτα θεασαμένους, οὐ δι' αὐτοῦ μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν θαυματουργηθέντα. Διεστραμμένη δὲ, ἀντὶ τοῦ, σκολιά, μὴ νοοῦσα τὸ εὐθές. Ἕως ὑμῶν; Ἀγανακτεῖ, καὶ ζητεῖ τὸν θάνατον, διὰ τὸ εἶναι αὐτοὺς ἀνιάτους τὴν ἀπιστίαν. Φέρετε -- ὧδε. Ἵνα μὴ δόξῃ καὶ αὐτὸς ἀσθενής, ἐκβάλλει τὸ δαιμόνιον. Ἀγαγεῖν δὲ τὸν δαιμονῶντα κελεύει, ἵνα φανερὰ ἡ δύναμις αὐτοῦ γένηται τοῖς ἀσθενεῖν καὶ αὐτὸν οἰομένοις. Καὶ -- Ἰησοῦς. Ἐπέταξε. Μάρκος δὲ καὶ Λουκᾶς φασιν, ὅτι ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ.
Καὶ ἀμφοτέροις γὰρ ἐπέταξε, τῷ δαιμονιζομένῳ μὲν σωφρονεῖν, τῷ δαίμονι δὲ φυγεῖν. Καὶ ἐκείνης. Ταῦτα μὲν σαφή. Δαίμονι δὲ ἀλάλῳ καὶ κωφῷ κατέχεται καὶ πᾶς ὁ μήτε λέγων μήτε ἀκούων τὰ θεῖα λόγια. Ῥίπτει δὲ τοῦτον ὁ δαίμων ποτὲ μὲν εἰς τὸ πῦρ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ποτὲ δὲ εἰς τὸ ὕδωρ τῆς ζάλης τῶν ἄλλων παθῶν. Τότε -- ὑμῶν. Μάρκος δέ φησιν, ὅτι εἰσελθόντα αὐτὸν εἰς οἶκον ἐπηρώτησαν. Ἐρωτῶσι δὲ, φοβούμενοι, μήποτε ἀπώλεσαν ἣν ἔλαβον ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων. Ὁ δὲ Χριστὸς ἐνώπιον μὲν τοῦ πλήθους τῇ ἀπιστίᾳ τοῦ προσενεγκόντος τὴν αἰτίαν ἐλογίσατο· κατ' ἰδίαν δὲ τὴν τῶν μαθητῶν ἀπιστίαν αἰτιᾶται. Καὶ γὰρ καὶ οὗτοι, πρὸ τῆς ἐπιχειρήσεως ἀπιστήσαντες, ὅτι δύνανται τὸν κάμνοντα
col. 491–492page 193 of 329
PG 129:491θεραπεῦσαι, καίτοι πολλοὺς ἄλλους θεραπεύσαντες, λοιπὸν οὐδὲ μετὰ τὴν ἐπιχείρησιν ηδυνήθησαν. Ἄριστα τοίνυν ἐνώπιον μὲν πολλῶν τὴν τῶν πολλῶν ἀπιστίαν διέσυρε, κατιδίαν δὲ τὴν τῶν ἰδίων. Οὐκ ἦν γὰρ εἰκὸς ἐπὶ πολλῶν καταισχύνεσθαι τοὺς κοινούς διδασκάλους τῆς οἰκουμένης. Ἀμήν – μεταβήσεται. Πίστιν λέγει νῦν οὐ τὴν περὶ τοῦ εἶναι αὐτὸν Θεὸν, ἀλλὰ τὴν περὶ τοῦ ποιεῖν σημεία. Φησί γάρ· Ἐὰν ἔχητε πίστιν οὕτω δριμείαν, καὶ σφοδράν, καὶ θερμὴν, ὡς κόκκον συνάπεως· τοιαύτης γὰρ ποιότητος οὗτος· πιστεύοντες ἀναμφιβόλως, ὅτι ποιήσετε σημεία, τηλικαύτην ἕξετε δύναμιν, ὡς καὶ αὐτὰ τὰ ὄρη μεθιστᾶν, εἰ βούλεσθε. Τὸ δὲ τοιαύτην πίστιν ἔχειν τινὰ δοκεῖ μὲν εὐχερές, ἔστι δὲ καὶ λίαν ὑψηλόν.
Γεννᾶται μὲν γὰρ ἐκ παρρησίας τῆς πρὸς τὸν Θεόν· ἡ δὲ τοιαύτη παρρησία πάλιν ἐξ εὐαρεστήσεως. Μεγάλου δὲ ἀγῶνος τὸ δι' εὐαρεστήσεως κτήσασθαι παρρησίαν πρὸς τὸν Θεὸν τοιαύτην, ὥστε πιστεύειν βεβαίως, ὅτι δώσει πᾶν τὸ αἰτούμενον. Αἰτεῖτε γάρ, φησὶ, καὶ δοθήσεται ὑμῖν. Εἰ δὲ μὴ μετέθηκαν ὄρη φανερῶς οἱ ἀπόστολοι, μὴ θαυμάσῃς· οὐ γὰρ ὡς μὴ δυνηθέντες, ἀλλ' ὡς μὴ βουληθέντες, ἅτε μὴ χρείας τοιαύτης γενομένης αὐτοῖς. Μετὰ τούτους γάρ τινες ἅγιοι, τούτων ἐλάττους πολλῷ, χρείας ἐπιτεθείσης, μετέστησαν ὄρη κατὰ τὴν Δεσποτικὴν ἀπόφασιν. Εἴη δ' ἂν ὄρος καὶ ὁ διάβολος διὰ τὴν ἔπαρσιν τῆς οἰήσεως, ὃν εὐχερῶς οἱ ἅγιοι μετακινοῦσιν, ὅτε καὶ βούλονται. Καὶ – ὑμῖν.
Οὐ μόνον ὄρη μεταστήσετε, φησίν, ἀλλὰ καὶ οὐδὲν ἕτερον ἀδύνατον ἔσται ὑμῖν. Τοῦτο – νηστεία. Τὸ γένος τῶν δαιμόνων πάντων οὐκ ἐκπορεύεται ἑτέρως εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ οὐ μόνον τοῦ θεραπεύοντος, ἀλλὰ καὶ τοῦ πάσχοντος, καὶ μᾶλλον τοῦ πάσχοντος. Ἡ μὲν γὰρ προσευχή σφόδρα φοβερὰ τῷ δαίμονι· ταύτην δὲ κρατύνει καὶ δυναμοῖ λίαν ἡ νηστεία, μὴ ἐῶσα τὴν πλησμονὴν χαλᾶν τὸν τόνον τοῦ σώματος, μηδὲ τοὺς ἐκ ταύτης ἀτμοὺς ἐνοχλεῖν τῷ ἐγκεφάλῳ, καὶ συγχέειν τὸν νοῦν· καὶ λοιπὸν, τοῦ σώματος μὲν αὐτονοοῦντος, τοῦ νοῦ δὲ ἀπερισπάστως ἐνεργοῦντος, σφοδροτέρα πυρὸς καὶ φοβερωτέρα παντὸς ἄνεισιν ἡ προσευχή· διὸ χρὴ συνεζεύχθαι ταύτας ἀεί. Ἀναστρεφομένων – σφόδρα.
Συνεχῶς προλέγει περὶ τῆς ἀναιρέσεως αὐτοῦ τοῖς μαθηταῖς, ἵνα, προγυμνασθέντες τῇ συνεχείᾳ τῆς ὑπομνήσεως, εὐχερῶς αὐτὴν φέροιεν γινομένην· καὶ ἁπλῶς εἰπεῖν, διὰ τὴν αἰτίαν, ἣν παραδεδώκαμεν ἐν τῷ τριακοστῷ
col. 493–494page 194 of 329
PG 129:493τρίτῳ κεφαλαίῳ. Ὅρα γοῦν, πῶς, καὶ τοῦ Πέτρου ἐπιτιμηθέντος ἐκεῖ, καὶ τοῦ Πατρὸς μετὰ τοῦτο κελεύσαντος αὐτοῦ ἀκούειν, καὶ τῆς ἀναστάσεως μετὰ τρεῖς ἡμέρας ὑποσχεθείσης, οὐδ' οὕτως ἤνεγκαν, ἀλλ' ἐλυπήθησαν, καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ σφόδρα. Τοῦτο δ' ἐγένετο διὰ τὸ ἀγνοεῖν αὐτοὺς τῶν λεγομένων τὴν δύναμιν, ὡς Μάρκος καὶ Λουκᾶς εἶπον. Εἴρηκε γὰρ ὁ μὲν, ὅτι ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι· ὁ δὲ, ὅτι Καὶ ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό. Κατὰ θείαν γὰρ οἰκονομίαν ἀπεκρύπτετο ἡ γνῶσις τοῦ ῥήματος ἀπ' αὐτῶν, ὡς ἀτελῶν ἔτι, καὶ μὴ δυναμένων ἐφικέσθαι τοῦ ὑπερφυοῦς τούτου μυστηρίου. Καὶ ἐὰν ἠγνόουν αὐτό, πῶς ἐλυπήθησαν σφόδρα;
Οὐ τὸ πᾶν ἠγνόουν, ἀλλὰ περὶ μὲν τοῦ θανάτου αὐτοῦ ἐγίνωσκον, διαφόρως ἀκούσαντες, ἐφ' ᾧ καὶ ἐλυπήθησαν σφόδρα· περὶ δὲ τῆς ἀναστάσεως ἠγνόουν. Πολλάκις γάρ, καὶ περὶ ταύτης ἀκούσαντες, ὅμως οὐκ ἠδύναντο νοεῖν, τί ἐστιν αὕτη. Φησὶ γὰρ ὁ Μάρκος ἐν ἄλλοις, ὅτι ἦσαν συζητοῦντες, τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. Ὑπελάμβανον γὰρ, ὅτι καὶ τοῦτο παραβολή τίς ἐστι. Καὶ γὰρ μετὰ τὴν ἀνάστασιν διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι περὶ πάντων. ΚΕΦ. ΑϚʹ. Περὶ τῶν αἰτούντων τὰ δίδραχμα. Καὶ — ναί. Οἱ πρωτότοκοι τῶν Ἑβραίων δίδραχμον ἕκαστος κατ' ἐνιαυτὸν ἐτέλουν τῷ Θεῷ πρὸς εὐχαριστίαν, ἀνθ' ὧν ἐξωλόθρευσε πάλαι τὰ τῶν Αἰγυπτίων πρωτότοκα.
Ἐπεὶ οὖν καὶ ὁ Χριστὸς πρωτότοκος ἦν, αὐτῷ μὲν οἱ ἐπισυνάγοντες ταῦτα προσελθεῖν ηὐλαβήθησαν, τιμῶντες αὐτὸν διὰ τὰ σημεία· τῷ Πέτρῳ δὲ λοιπόν, ὡς κορυφαίῳ τῶν μαθητῶν, προσέρχονται, καὶ οὐκ ἀπαιτοῦσιν, ἀλλὰ μετὰ πραότητος ἐρωτῶσιν. Ἔστι δὲ τὸ δίδραχμον εἷς ἀργυρίου. Καὶ ὅτε εἰσῆλθεν — ἀλλοτρίων; Πρὸ τοῦ εἰπεῖν τὸν Πέτρον περὶ τοῦ διδράχμου, προέλαβεν αὐτὸν ὁ Χριστός, ἐμφαίνων, ὅτι οὐ δεῖται παρ' ἑτέρου μαθεῖν, εἰδὼς οὐ τὰ λαλούμενα μόνον, ἀλλὰ καὶ τὰ ἐννοούμενα. Διὰ παραδείγματος δὲ ἀποδείκνυσιν, ὅτι, γνήσιος Υἱὸς ὢν τοῦ Θεοῦ, οὐκ ὀφείλει τελεῖν τῷ Πατρὶ τὸ δίδραχμον. Οἱ γὰρ βασιλεῖς οὐκ ἀπὸ τῶν γνησίων υἱῶν, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων τέλη ἢ κῆνσον λαμβάνουσι.
Τὸ αὐτὸ δὲ λέγεται καὶ τέλος καὶ κῆνσος· τέλος μὲν καθ' Ἕλληνας, κῆνσος δὲ κατὰ Ῥωμαίους. Λέγει — υἱοί. Τὸ ἄρα ἀντὶ τοῦ, λοιπόν. Ἐλεύθεροι δὲ τοῦ δοῦναι τέλη ἢ κῆνσον.
col. 495–496page 195 of 329
PG 129:495Ἴνα – σοῦ. Ἀποδείξας πρῶτον, ὅτι αὐτὸς οὐκ ὀφείλει τελέσαι διὰ τὴν θεότητα, λοιπὸν κελεύει δοῦναι διὰ τὴν ἀνθρωπότητα, ἵνα μὴ σκανδαλισθῶσιν, ὡς ἀτιμάζοντος αὐτοῦ τὸν Θεὸν, ἐν τῷ μὴ τελεῖν καὶ αὐτὸν τῷ Θεῷ τὸ δίδραχμον. Ἐκ τῆς θαλάσσης δὲ δίδωσι τὸ τέλος, δεικνύων κἀντεῦθεν, ὅτι, Θεὸς ὢν τῶν ὅλων, κυριεύει καὶ τῆς θαλάσσης, ἥτις τῷ βουλήματι αὐτοῦ καθυπηρετοῦσα πέμπει τὸν ἰχθὺν, κομίζοντα τὸ τέλος ὑπὲρ τοῦ Δεσπότου· καὶ οὐχ ὑπὲρ αὐτοῦ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ πρώτου τῶν μαθητῶν αὐτοῦ· πρωτότοκος γὰρ καὶ ὁ Πέτρος ἦν. Καὶ πρότερον μὲν γὰρ τοῦτο διαφόρως ἔδειξεν, ὅτε ἐπετίμησεν αὐτῇ μαινομένῃ, καὶ ὅτε διὰ ταύτης ἐπέζευσεν, ὡς διὰ ξηρᾶς·
καὶ νῦν δὲ πάλιν τρόπον ἕτερον τοῦτο δείκνυσι, πολλαχόθεν δηλῶν τὴν ὑποταγὴν αὐτῆς. Ἀργυρίου δὲ εἶδος καὶ ὁ στατὴρ ἦν, δύο διδράχμων ἀντάξιος. Σκόπει δὲ, πῶς νῦν μὲν οὐκ ἠβουλήθη σκανδαλίσαι τοὺς Ἰουδαίους, ἀλλαχοῦ δὲ κατεφρόνησε τοῦ σκανδάλου τῶν Φαρισαίων, ὅτε περὶ τῶν βρωμάτων διελέγετο. Διδάσκει γὰρ, ὅτι ποτὲ μὲν χρὴ φροντίζειν τοῦ σκανδάλου, ποτὲ δὲ καταφρονεῖν αὐτοῦ, μετὰ διακρίσεως δὲ ποιεῖν καὶ τοῦτο κἀκεῖνο. Καθόλου γὰρ ἐπὶ μὲν τοῖς κατ' ἐντολὴν Θεοῦ λεγομένοις ἢ πραττομένοις χρὴ καταφρονεῖν τοῦ σκανδάλου· ἐπὶ δὲ τοῖς κατὰ προαίρεσιν ἡμετέραν, προσήκει θεραπεύειν τὸ σκάνδαλον, ὡς ὁ μέγας Βασίλειος διέστειλεν. ΚΕΦ. ΛΖʹ. Περὶ τῶν λεγόντων, Τίς μείζων; Ἐν – οὐρανῶν;
Ἀνθρώπινόν τι τότε πεπόνθασιν οἱ μαθηταί. Θεασάμενοι γὰρ προτιμηθέντα τὸν Πέτρον· καὶ γὰρ καὶ Ἰάκωβος πρωτότοκος ἦν, καὶ ἕτεροι· ἀλλ' οὐδὲν τοιοῦτον ὑπὲρ τούτων εἶπεν· ἠλγησαν, καὶ αἰσχύνονται μὲν ὁμολογῆσαι τὸ πάθος, ἀδιορίστως δὲ τὸν διδάσκαλον ἐρωτῶσι, τίς ἄρα μείζων ἐξ αὐτῶν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερα πολλὰ τὸ πάθος ἀνῆψαν. Καὶ γὰρ καὶ πρότερον ἐμακάρισεν αὐτὸν, καὶ μεγάλα τούτῳ ἐπηγγείλατο, καὶ τὴν ἄλλην δὲ παρρησίαν αὐτοῦ βλέποντες, παρεκνίζοντο. Μάρκος δέ φησιν, ὅτι πρὸς ἑαυτοὺς διελογίζοντο, τίς μείζων. Τούτῳ δὲ συνάδει καὶ ὁ Λουκᾶς. Πρὸ μὲν γὰρ τοῦ ἐντυχεῖν τῷ Πέτρῳ τοὺς τὰ δίδραχμα λαμβάνοντας, διελογίσαντο περὶ τούτου κατὰ τὴν ὁδὸν ἁπλῶς·
ἐλθόντες δὲ εἰς Καπερναοὺμ, ἐν ᾗ καὶ τῷ Πέτρῳ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες, καὶ ἰδόντες τοῦτον ἔτι προτιμηθέντα μᾶλλον ἠρεθίσθησαν· καὶ τότε λοιπὸν ἠρώτησαν.
col. 497–498page 196 of 329
PG 129:497Καὶ δοκοῦσι μὲν ἐρωτῆσαι, περὶ οὗ ἐγίνωσκον· οὐκ ἔστι δὲ τοῦτο. Καὶ γὰρ, ὅτι μὲν ἐπὶ τῆς γῆς ὁ Πέτρος προτετίμηται τούτων, ᾔδεσαν ἐξ ὧν ἔβλεπον· ἐβούλοντο δὲ μαθεῖν, εἰ καὶ ἐν οὐρανῷ προτιμηθήσεται. Ἀλλὰ τότε μὲν ἤλγησαν, τέλειοι δὲ γενόμενοι, τῶν πρωτείων ἀλλήλοις παρεχώρουν. Καὶ — αὐτῶν. Μάρκος δέ φησιν, ὅτι καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· Λουκᾶς δὲ, ὅτι Ἔστησεν αὐτὸ παρ' ἑαυτῷ. Πάντα δὲ γεγόνασι. Πρῶτον μὲν γὰρ ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· εἶτα, παρ' ἑαυτῷ, ἔπειτα ἐνηγκαλίσατο αὐτό. Βούλεται δὲ διὰ τοῦ κατὰ τὸ παιδίον παραδείγματος καταστεῖλαι τὸ πάθος αὐτῶν. Καὶ — οὐρανῶν. Ὑμεῖς μὲν περὶ τοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν πρωτείου πυνθάνεσθε·
ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι, ἐὰν μὴ στραφῆτε ἀπὸ τῆς πονηρίας ἐπὶ τὸ ἀπόνηρον, καὶ γένησθε ἄκακοι, ὡς τὰ παιδία, οὐδὲ εἰσελεύσεσθε ὅλως εἰς αὐτήν. Τὸ γὰρ παιδίον ἐστὶ μὲν ἁπλοῦν, ἀπερίεργον, ἀκενόδοξον, ἄτυφον· ἀπήλλακται δὲ βασκανίας, καὶ ζηλοτυπίας, καὶ φιλοπρωτείας, καὶ ἔριδος, καὶ ἁπλῶς εἰπεῖν, ἐλεύθερόν ἐστι παντὸς προαιρετικοῦ πάθους, οὐκ ἐξ ἀσκήσεως, ἀλλ' ἐξ ἀφελείας. Εἴ τις οὖν ἀπέχεται τῶν προαιρετικῶν παθῶν, γίνεται ὡς τὰ παιδία, κτώμενος δι' ἀσκήσεως, ἅπερ ἔχουσι τὰ παιδία ἐξ ἀφελείας. Ὅστις — οὐρανῶν. Ὅστις λίαν ταπεινώσῃ ἑαυτὸν ἑκουσίως, ὡς τὸ παιδίον τοῦτο λίαν τεταπείνωται ἀκουσίως. Χρὴ γὰρ μιμεῖσθαι τὸ παιδίον, ὃ πολλὰς ἔχον, ὡς εἴρηται, ἀρετὰς ἐπ' οὐδεμιᾷ τούτων ἐπαίρεται.
Καὶ — δέχεται. Καὶ ὅστις ἂν ξενοδοχήσῃ παιδίον τοιοῦτον ἕν, οἷον εἶπον, ἤγουν, ἕνα τινά γενόμενον, ὡς παιδίον τοιοῦτον, λέγω δὴ ταπεινὸν, καὶ εὐτελῆ, καὶ ἀπεῤῥιμμένον. Τὸ δὲ, ἐπὶ τῷ ὀνόματί μου, ἀντὶ τοῦ, δι' ἐμέ, διὰ τὸ εἶναι τὸν τοιοῦτον ἐμόν. Ὅρα δέ, πόσον φιλεῖ τὸν τοιοῦτον. Ὁ τοῦτον γάρ, φησί, δεχόμενος ἐμὲ δέχεται. Μάρκος δὲ προσέθηκεν, ὅτι καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. Ἔστι δὲ ὁ νοῦς τῶν ὅλων ῥητῶν τοιοῦτος, ὅτι ὁ ἂν ὑποδέξηται τὸν γενόμενον ὡς παιδίον, δι' ἐκείνου μὲν ἐμὲ ὑποδέχεται, δι' ἐμοῦ δὲ τὸν ἀποστείλαντά με Πατέρα μου. Ὁ μὲν γὰρ Πατὴρ οἰκειοῦται τὴν εἰς ἐμὲ τιμὴν, ἐγὼ δὲ τὴν εἰς τὸν γενόμενον ὡς παιδίον.
Τί οὖν μακαριώτερον τοιαύτης ὑποδοχῆς, δι' ἧς ὑποδέχεταί τις τὴν μακαρίαν Τριάδα; Εἰ γὰρ τὸν Υἱὸν καὶ τὸν Πατέρα, πάντως καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀχώριστος γὰρ ἡ θεία Τριάς. Οὔπω δὲ καιρὸς ἦν τηνικαῦτα διδάξαι καὶ περὶ τοῦ ἁγίου Πνεύματος.
col. 499–500page 197 of 329
PG 129:499Τὸ δὲ, Οὐκ ἐμὲ δέχεται, κατὰ συνήθειαν λόγου εἴρηται. Καὶ γὰρ πολλάκις εἰώθαμεν λέγειν, ὅτι Ὃ ποιεῖς ἐμοὶ, οὐκ ἐμοὶ ποιεῖς, ἀλλὰ τῷ θεῷ. Διὸ καὶ ὁ Λουκάς, τἄλλα θεὶς, τοῦτο παραλέλοιπεν ὡς ἰδίωμα. Ὃς θαλάσσης. Σκανδαλισμὸν ἐνταῦθα τὴν ἀτιμίαν λέγει. Φησί γάρ, ὅτι Ὥσπερ οἱ τοὺς τοιούτους τιμῶντες, ἐν τῷ ὑποδέχεσθαι αὐτοὺς, δι' ἐμὲ τῆς ἄκρας ἀξιοῦνται μακαριότητος· οὕτω δὴ καὶ οἱ ἀτιμάζοντες αὐτοὺς, ἐν τῷ καταφρονεῖν αὐτῶν, τὴν ἐσχάτην δώσουσι δίκην. Ἕνα δὲ τῶν μικρῶν τούτων, εἴτουν τῶν μικρῶν κατὰ τὸ φαινόμενον, τῶν εὐτελῶν. Λέγει δὲ περὶ τῶν γενομένων ὡς τὰ παιδία. Εἰπὼν δὲ, ὅτι συμφέρει αὐτῷ, ἵνα πάθῃ τήνδε τὴν χαλεπὴν τιμωρίαν, ἐνέφηνεν, ὅτι χαλεπωτέραν μέλλει παθεῖν ἐν τῷ μέλλοντι αἰῶνι.
Οὐαὶ σκανδάλων. Προαναφωνεῖ τὴν ἐσομένην βλάβην ἀπὸ τῶν σκανδάλων, ἵνα, προσδοκῶντες αὐτά, νήφωσι διὰ παντὸς οὐχ οἱ ἀπόστολοι μόνον, ἀλλὰ καὶ πάντες. Καὶ κόσμον μὲν λέγει τοὺς ἐν τῷ κόσμῳ, σκάνδαλα δὲ τὰ ἐμπόδια τῆς ὀρθῆς πολιτείας. Ταλανίζει δὲ τὸν κόσμον διὰ τὰ σκάνδαλα, ὡς μέλλοντα πολλὰ παθεῖν ὑπ' αὐτῶν. Ἀνάγκη σκάνδαλα. Πρὸς τοῦτό φασί τινες, ὅτι, ἐὰν ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἀνάγκη καὶ ἁμαρτάνειν· ἐὰν δὲ ἀνάγκη ἁμαρτάνειν, ἀδίκως ἀπαιτοῦνται δίκην οἱ ἁμαρτάνοντες· τὸ γὰρ ἐξ ἀνάγκης ἀνεύθυνον. Πρὸς οὓς λέγομεν, ὅτι ἀνάγκη μέν ἐστιν ἐλθεῖν τὰ σκάνδαλα διὰ τὴν ἀνάγκην τῶν δαιμόνων· οὐκ ἀνάγκη δὲ σκανδαλισθῆναι τοὺς σπουδαίους διὰ τὸ τῆς προαιρέσεως αὐτεξούσιον.
Τὰ μὲν γὰρ ἐλθεῖν τὰ σκάνδαλα οὐκ ἔστιν ἡμέτερον, τὸ δὲ μὴ σκανδαλισθῆναι πάντως ἡμέτερον. Εἰδὼς οὖν ὁ Χριστὸς, ὅτι πάντως ἐλεύσονται τὰ σκάνδαλα, προλέγει περὶ τούτων, ἵνα προσέχωμεν, ὡς εἴρηται· πλὴν οὐ διὰ τοῦτο ἔρχονται, διότι προείπεν, ἀλλὰ διὰ τοῦτο προείπε, διότι ἔρχονται. Πλὴν ἔρχεται. Τὸ σκάνδαλον σπείρεται μὲν παρὰ τοῦ δαίμονος, ὑπ' ἀνθρώπου δὲ τρέφεται, καὶ αὐξεται, καὶ κομίζεται, προαίρεσιν ἔχοντος φαύλην καὶ διεφθαρμένην, ὃν καὶ ταλανίζει νῦν, ὡς ὑπηρέτην τοῦ δαίμονος. Εἶτα διδάσκει καὶ πῶς τὰ σκάνδαλα διαφευξόμεθα. Εἰ — αἰώνιον.
Οὐ περὶ μελῶν σώματος ταῦτά φησιν, ἀλλὰ περὶ συγγενῶν, καὶ φίλων, καὶ ὑπηρετῶν, οὓς ἐν τάξει μελῶν τοιούτων ἔχομεν, ὡς ἐν τῷ πέμπτῳ κεφαλαίῳ λεπτομερῶς ἐξηγησάμεθα. Καὶ ἐν ἐκείνῳ γὰρ ταῦτα εἴρηται· καὶ ζήτησον ἐκεῖ
col. 501–502page 198 of 329
PG 129:501τὴν ἐξήγησιν. Ἀλλ' ἐκεῖ μὲν περὶ ἐμπαθείας ἦν ὁ λόγος, ἐνταῦθα δὲ περὶ παντοίας βλάβης. Ὅρα δὲ νῦν, ὅτι κυλλὸν τὸν ἄχειρα λέγει. Καὶ πυρός. Εἴρηται καὶ περὶ τούτων ἐν ἐκείνῳ τῷ κεφαλαίῳ, καὶ περιττὸν παλιλλογεῖν. Ὄντως οὖν οὐδὲν οὕτω βλαβερόν, ὡς ἡ τῶν πονηρῶν συνουσία. Καὶ, εἰ ἐπὶ τῶν ἡμετέρων μελῶν πολλάκις ἀποτέμνομέν τινα τούτων, ὅταν αὐτά τε ἀνατάμένωσι, καὶ τοῖς ἄλλοις λυμαίνωνται, πολλῷ μᾶλλον ἐπὶ συγγενῶν, καὶ φίλων, καὶ ὑπηρετῶν τοῦτο χρὴ ποιεῖν, σκανδαλιζόντων, εἴτουν ἐμποδιζόντων ἡμῖν εἰς τὴν ὀρθὴν πολιτείαν. Κρεῖσσον γὰρ χωρὶς αὐτῶν σωθῆναι ἢ σὺν αὐτοῖς ἀπολέσθαι. Παραινέσας οὖν φεύγειν τοὺς πονηρούς, κελεύει τιμᾶν τοὺς ἀγαθούς. Λέγει γάρ· Ὁράτε τούτων.
Τῶν δοκούντων μὲν μικρῶν τοῖς ἀνθρώποις δι᾽ εὐτέλειαν, ὄντων δὲ μεγάλων τῷ Θεῷ δι᾽ ἀρετήν· εἰ δ᾽ ἑνὸς τούτων οὐ χρὴ καταφρονεῖν, πρόδηλον, ὡς οὐδὲ δύο πάντως, οὐδὲ πλειόνων. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς αἰδεσίμους ποιεῖ. Λέγω τοῦ ἐν οὐρανοῖς. Ἐντεῦθεν φανερόν, ὅτι ἀγγέλους ἔχουσιν οἱ δίκαιοι φύλακας· φησὶ γὰρ ὁ Δαυίδ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Οὓς δὲ φυλάττουσιν ἄγγελοι, τοσαύτην εἰς Θεὸν ἔχοντες παρρησίαν, ὡς διὰ παντὸς ἐν οὐρανοῖς ὁρᾶν τὸν Θεόν, τούτων ὄντως οὐ χρὴ καταφρονεῖν, εἰ καὶ μὴ διὰ τὴν ἀρετὴν αὐτῶν, ἀλλά γε διὰ τοὺς φύλακας αὐτῶν. Τὸ πρόσωπον δὲ τοῦ Πατρός μου, ἀντὶ τοῦ, τὸν Πατέρα μου.
[Βλέπουσι δὲ αὐτὸν οὐχ ὡς ἔστι κατ᾽ οὐσίαν, ἀλλ᾽ ὡς ἐφικτὸν αὐτοῖς. Θεὸν γάρ, φησίν, οὐδεὶς ἑώρακε πώποτε, οὐ μόνον ὑλικός, ἀλλ᾽ οὐδ᾽ ἄϋλος.] Ἔπειτα καὶ ἑτέραν τίθησιν εὐλογωτέραν αἰτίαν τοῦ μὴ καταφρονεῖν αὐτῶν. Ἦλθον τὸ ἀπολωλός. Ἦλθον γάρ, φησίν, εἰς τὸν κόσμον, ἤγουν, ἐνηνθρώπησα, ἵνα σώσω αὐτοὺς ἀπολωλότα, πρίν. Καὶ εἰ ἐγὼ τοσοῦτον ἐφρόντισα, πῶς ὑμεῖς καταφρονήσετε τούτων; Μετέπειτα δὲ λέγει καὶ παραβολήν, ἐμφαίνουσαν τὸ ὑπερβάλλον τῆς φιλοστοργίας αὐτοῦ. ΚΕΦ. ΛΗ΄. Περὶ τῶν ἑκατὸν προβάτων. Τί τὸ πλανώμενον; Ἄνθρωπον μὲν ὑποδηλοῖ ἑαυτόν, ὡς γενόμενον ἄνθρωπον· ἑκατὸν δὲ πρόβατα πᾶσαν τὴν λογικὴν κτίσιν ἀγγέλων καὶ ἀνθρώπων·
πρόβατα μὲν διά τε τὴν τούτων ὑποταγὴν, καὶ τὴν ἑαυτοῦ ποιμαντικήν· ἑκατὸν δὲ διὰ τὴν τελειότητα τῶν ταγμάτων τῆς λογικῆς ταύτης κτίσεως.
col. 503–504page 199 of 329
PG 129:503τὰ γάρ εἰσιν, ὅσα χρή. Τὸν γὰρ ἑκατὸν ἀριθμὸν ἐπὶ τελειότητος εἴωθε τιθέναι, καθάπερ καὶ ἐπὶ τῆς γῆς, τῆς καρποφορούσης ἐν ἑκατόν, ὡς ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ προείρηται. Πρόβατον δὲ πλανώμενον τὸ τάγμα τῶν ἀνθρώπων, ὡς ἀποῤῥαγὲν τῆς ποίμνης τοῦ Θεοῦ, καὶ ἀκολουθῆσαν τοῖς ἀπατήσασι δαίμοσιν. Ὄρη δὲ, κατὰ μέν τινας, ὁ οὐρανός, διὰ τὸ ὕψος, ἐφ' οὗ τὰ ἄλλα τάγματα καταλέλοιπε· κατὰ δέ τινας, ἡ γῆ, διὰ τὸ τοὺς ἀγρίους δαίμονας ἐμφιλοχωρεῖν αὐτῇ, καθάπερ τὰ θηρία τοῖς ὄρεσι, καὶ διὰ τὸ μὴ φέρειν καρπὸν ἥμερον, εὐφραίνοντα τὸν ἥμερον Δεσπότην ἡμῶν, ἀλλ' ἄγριον, ἡδύνοντα τὸν ἄγριον Σατανᾶν· ἐφ' ἣν ἐπορεύθη ζητῶν τὸ πλανώμενον.
Εἰ δὲ ἄνθρωπος οὐ περιορᾷ πλανώμενον τὸ ἄλογον πρόβατον, καίτοι πολλὰ ἔχων ἀπλανῆ, πολλῷ μᾶλλον ὁ Θεὸς τὸ λογικόν, οὗτινος ὁ ἔλεος πρὸς τὸν ἀνθρώπινον ἔλεον ὡς ὅλη θάλασσα πρὸς μίαν σταγόνα ὕδατος. Καὶ — πεπλανημένοις. Οὐ τοσοῦτον γὰρ χαίρομεν ἐφ' οἷς ἀσφαλῶς ἔχομεν, ὅσον ἐπὶ τῷ μετὰ τὴν ἀπώλειαν εὑρεθέντι. Καὶ γὰρ ἐκεῖνα μὲν ἀεὶ ἔχοντες, οὐ τοσοῦτον αἰσθανόμεθα τῆς χαρᾶς· τοῦτο δὲ ἀπολέσαντες, καὶ σφόδρα λυπηθέντες, ὡς ζημιωθέντες, εἶτα εὑρόντες, σφόδρα καὶ χαίρομεν, ὡς κερδήσαντες. Οὕτως — τούτων. Οὕτως, ὡς ἐδίδαξεν ἡ παραβολή. Πατέρα δὲ τῶν μαθητῶν ἑαυτὸν ὀνομάζει νῦν οὐ μόνον ὡς διδάσκαλον, ἀλλὰ καὶ ὡς δημιουργόν.
Χρὴ γὰρ γινώσκειν, ὅτι ποτὲ μὲν τὸν ἑαυτοῦ Πατέρα λέγει Πατέρα τῶν μαθητῶν, ποτὲ δὲ ἑαυτόν. Ἔμπροσθεν δὲ τοῦ Πατρὸς ὑμῶν, ἀντὶ τοῦ, ἐν τῷ Πατρὶ ὑμῶν. Ἰδίωμα γὰρ καὶ οὗτος ὁ λόγος. Ἀλλὰ πῶς οὐ παρέδωκε γνώρισμα, δι' οὗ τοὺς τοιούτους μικροὺς ἐμέλλομεν ἐπιγινώσκειν; Ἵνα, ἀγνοοῦντες τὸν ἄξιον, μηδενὸς καταφρονῶμεν, ἀλλὰ πάντων ἐπιμελώμεθα. Ἐὰν — μόνου. Ἐπειδὴ σφοδρὸν κατέτεινε λόγον κατὰ τῶν σκανδαλιζόντων, καὶ πανταχόθεν αὐτοὺς ἐφόβησε, λοιπὸν μεταβαίνει καὶ ἐπὶ τοὺς σκανδαλιζομένους, καὶ κελεύει μὴ ἀμελεῖν τῶν σκανδαλισάντων. Ἀδελφὸν δὲ λέγει τὸν ὁμόφυλον καὶ ὁμόπιστον.
Καὶ ἐπειδὴ ὁ σκανδαλίσας οὐκ ἂν εὐχερῶς ἔλθοι πρὸς ἀπολογίαν, ἐρυθρῶν τε καὶ αἰσχυνόμενος τὸν σκανδαλισθέντα, φέρει πρὸς ἐκεῖνον. Ὕπαγε γάρ, φησὶ, καὶ ἔλεγξον αὐτὸν, τουτέστιν, ὑπόμνησον ὅτι ἐσκανδάλισε, δίδαξον ὅτι ἠδίκησε· πλὴν ἀδελφικῶς τε καὶ διορθωτικῶς, καὶ μὴ ἐχθρωδῶς τε καὶ ἐπιπληκτικῶς. Καὶ ἵνα εὐπαράδεκτος ὁ ἔλεγχος γένοιτο, προτρέπει μεταξὺ τῶν δύο μόνων
col. 505–506page 200 of 329
PG 129:505γίνεσθαι τοῦτον, μήποτε δημοσιευθεὶς Ιταμώτερος ἔνηται καὶ δυσδιόρθωτος. Ἐάν σου. Ἐάν σοι πεισθῇ διορθουμένῳ, καὶ μετανοήσῃ, καὶ καταγνῷ ἑαυτοῦ, ἐκέρδησας μέγα κέρδος, αὐτὸν τὸν ἀδελφόν σου, τὸ μέλος τὸ σόν. Πρῶτον γὰρ ἐζημιοῦ τοῦτον, διὰ τοῦ σκανδάλου ῥηγνύμενον ἀπὸ τῆς ἀδελφικῆς σου συναφείας, ὅπερ μεγάλη ζημία τοῖς ἀληθῶς ἀδελφοῖς. Ἐάν ῥῆμα.
Ἐπειδὴ μόνος ἠτόνητας ἰατρεῦσαι, παράλαβε μετά σοῦ ἔτι μὴ πολλούς, ἵνα μὴ πάλιν ἐκεῖνος, δόξας ἐκπομπεύεσθαι, σκληρότερος ἀποβῇ, ἀλλ᾽ ἕνα ἢ δύο βοηθούς, ἵνα, εἰ ἐπιμείνῃ μὴ μαλασσόμενος, ὦσι καὶ μάρτυρες τῆς τε σῆς χρηστότητος καὶ τῆς ἐκείνου σκληρότητος, καὶ ἵνα κατὰ τὴν τῆς παλαιᾶς νομοθεσίας ἀπόφασιν ἐπὶ στόματος, ἤγουν διὰ στόματος, δύο μαρτύρων ἢ τριῶν σταθῇ, τουτέστι βεβαιωθῇ πᾶν ῥῆμα, ὅ ἐστιν, ὅτι σὺ τὸ σὸν ἐποίησας, καὶ οὐδὲν ἐνέλιπες, πρῶτα μὲν μόνος ἀπελθών, ἔπειτα δὲ καὶ ἄλλους συμπαραλαβών. Ἐάν — Ἐκκλησίᾳ. Ἐκκλησίαν λέγει νῦν τοὺς προεστῶτας τῆς Ἐκκλησίας τῶν πιστῶν. Ἀνάγγειλον αὐτοῖς τὰ περὶ αὐτοῦ· ἴσως αὐτοὶ τοῦτον μεταπείσουσιν, αἰδούμενον τὴν ὑπεροχήν αὐτῶν. Ἐάν — τελώνης.
Ἔστω σοι λοιπὸν ἀκοινώνητος, ὡς ἀνίατος. Τοῖς ἐθνικοῖς δὲ, τοῖς ἀπίστοις, τοὺς τελώνας συνέζευξε διὰ τὸ φιλοχρήματον καὶ πλεονεκτικὸν, καὶ ἀσυμπαθές, καὶ ἄδικον. Ἀκούσωμεν οἱ τοῖς τοιούτοις πάθεσιν ἐνεχόμενοι. Ὅρα δέ, πόσην σπουδὴν ἐπιδείξασθαι προσέταξεν ὑπὲρ τοῦ διορθοῦσθαι τοὺς σκανδαλίσαντας ἡμᾶς· ἡμεῖς δὲ λοιπὸν οὐδὲ τοὺς ὑφ᾽ ἡμῶν σκανδαλισθέντας θεραπεύειν καταδεχόμεθα. Τί οὖν; τοῦτο μόνον ἔσται κόλασις τῷ ἀνιάτῳ; Οὐχί, ἀλλ᾽ ἄκουε καὶ τῶν ἑξῆς. Ἀμὴν — οὐρανῷ. Κελεύσας τελευταῖον εἰπεῖν τῇ Ἐκκλησίᾳ, δηλαδὴ τοῖς προεστῶσι τῆς Ἐκκλησίας, λοιπὸν πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, καὶ τὰ ἑξῆς.
Τοῦτο δὲ καὶ πρὸς τὸν Πέτρον εἶπεν, ἐν τῷ τριακοστῷ τρίτῳ κεφαλαίῳ, καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Ἔστι δὲ νῦν ἡ διάνοια τοῦ ῥητοῦ τοιαύτη, ὅτι Ὃ ἂν ὑμεῖς ἐπὶ τῆς γῆς ἀποφήνησθε, τοῦτο καὶ ὁ Θεὸς ἐν τῷ οὐρανῷ κυρώσει, κἄν τε ἀνιάτως ἔχοντας ἐκκόψητε τούτους τῆς Ἐκκλησίας, κἄν τε μετανοοῦντας ὕστερον παραδέξησθε. Ταῦτα δὲ ἠπείλησεν, ἵνα μὴ ταῦτα γένωνται, ἀλλ' ἵνα, φοβούμενός τις καὶ τὴν ἔκπτωσιν τῆς Ἐκκλησίας, καὶ τὴν ψῆφον τοῦ Θεοῦ, διαλλάττηται. Διὰ τοῦτο γὰρ καὶ πρῶτον, καὶ δεύτερον, καὶ τρίτον ἐπέστησε κριτήριον, καὶ τότε πεποίηκεν αὐτὸν ἀπόβλητον, ἵνα, ἐὰν τοῦ πρώτου παρακούσῃ, τῷ δευτέρῳ πεισθῇ·
ἐὰν δὲ καὶ τούτου καταφρονήσῃ, τότε λοιπὸν τὴν ἀποβολὴν ὑποπτήξῃ, πικρὰν οὖσαν, εἶτα καὶ τὴν ἄνωθεν ψῆφον, φοβερωτέραν ταύτης τυγχάνουσαν, καὶ πάντως διορθωθῇ. Πάλιν — τοῦ ἐν τοῖς οὐρανοῖς.
col. 507–508page 201 of 329
PG 129:507φροντίδα ποιεῖται τῆς ἀγάπης, πολλαχοῦ τοῦ Εὐαγγελίου τὸν περὶ ταύτης λόγον ἀνακυκλῶν. Καὶ νῦν γὰρ ἀπειλήσας μεγάλα τοῖς σκανδαλίζουσι, καὶ τοῖς μὴ διορθουμένοις ὑπὸ τῆς τῶν σκανδαλιζομένων σπουδῆς, ἐπαγγέλλεται μεγάλα πάλιν τοῖς ἀγαπῶσι· τοῦτο μὲν διὰ τῆς ἀπειλῆς, τοῦτο δὲ διὰ τῆς ἐπαγγελίας, εἰς ἀγάπην συνάγων τοὺς Χριστιανούς. Λέγει τοίνυν, ὅτι Ἐὰν δύο ὑμῶν, ἐν ἀγάπῃ δηλονότι διάγοντες, συμφώνως αἰτήσωσι τὸν Θεὸν περὶ οἱουδήτινος πράγματος, εἰσακουσθήσονται· εἰ δὲ οἱ δύο, πολλῷ μᾶλλον οἱ πλείους. Καὶ πῶς πολλάκις δύο τινές, ἐν ἀγάπῃ ὄντες, καὶ συμφώνως τὸν Θεὸν αἰτοῦντες περί τινος, οὐκ εἰσακούονται; Διότι οὐκ εἰσὶ κατὰ τοὺς ἀποστόλους.
Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐὰν δύο συμφωνήσωσιν, ἀλλ', ἐὰν δύο ὑμῶν, τουτέστι, καθ' ὑμᾶς ἐνάρετοι. Ἢ τοίνυν τὰ παρ' αὐτῶν οὐκ εἰσφέρουσιν, ἢ ἀσύμφορον αἰτοῦσιν, ἢ κατὰ τοῦ λελυπηκότος παρακαλοῦσιν, ἢ ὑπὲρ ἀναξίου δέονται, ἢ πάντως ἑτέρα τις αἰτία πρόσεστι, ποιοῦσα τὴν ἀποτυχίαν· ὡς οἱ γε βίον ἔχοντες ἐνάρετον, καὶ ἐν ἀγάπῃ ζώντες, καὶ συμφώνως αἰτοῦντες, αὐτίκα ἐπιτυγχάνουσιν. Ἀψευδής γὰρ ὁ ἐπαγγειλάμενος. Καὶ μὴν καὶ εἷς ἐνάρετος αὐτῶν εἰσακούεται, ἀλλ' οὐ τοσοῦτον, ὅσον δύο συμφωνούντες. Ἐπεὶ δὲ εἶπεν, ὅτι Γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου, διδάσκει λοιπόν, ὅτι οὐ μόνος ὁ Πατὴρ δίδωσιν, ἀλλὰ καὶ αὐτός. Διὸ καὶ λέγει· αὐτῶν. Οὗ, ἀντὶ τοῦ, ὅπου.
Εἰς τὸ ἐμὸν δὲ ὄνομα, ἀντὶ τοῦ, δι' ἐμέ, διὰ τὰς ἐμὰς ἐντολάς, καὶ μὴ δι' ἑτέραν αἰτίαν. Ὅπου τοίνυν οὕτω συναχθῶσιν, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, συνδεσμῶν καὶ φυλάττων αὐτούς, καὶ πληρῶν τὰς τούτων αἰτήσεις. Οὐκ εἶπε δέ, ὅτι Ἔσομαι, ἀλλ' ὅτι Εἰμὶ αὐτίκα. Λέγεται δὲ ὁ Θεὸς εἶναι μὲν ἐν τούτοις, μὴ εἶναι δ' ἐν ἐκείνοις, οὐχ ὡς περίγραπτος· ἀπερίγραπτος γάρ· ἀλλ' ὡς τῆς δυνάμεως αὐτοῦ τοῖς ἀξίοις ἐμφιλοχωρούσης. Τότε αὐτῷ· Τοῦ Κυρίου περὶ ἀγάπης καὶ ἀμνησικακίας διδάξαντος, ἐρωτᾷ πάλιν ὁ φιλομαθέστατος Πέτρος, ἀγνοῶν, ὅτι πάντοτε χρὴ συγχωρεῖν τοῖς ἁμαρτάνουσιν. Ἕως ἑπτάκις; Περὶ τούτου κατὰ προσθήκην ἐρωτᾷ, νομίζων φανῆναι μεγαλοψυχότατος. Τί οὖν ὁ Χριστός; Λέγει ἑπτά.
Τὸ ἑβδομηκοντάκις ἑπτά φησιν ὁ Χρυσόστομος ἐνταῦθα μὴ σημαίνειν ἀριθμόν,
Page scan enlarged

Notebook

Full View