PG 129Euthymius Zigabeno
Commentary on Matthew
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) — PG column chips mark the printed columns.
col. 509–510page 202 of 329
PG 129:509ἀλλὰ τὸ ἄμετρον, καὶ διηνεκές, καὶ ἀεί. Καθάπερ γὰρ τὸ μυριάκις τὸ πολλάκις δηλοῖ παρ' Ἕλλησιν, οὕτω δὴ καὶ τὸ ἑπτάκις παρ' Ἑβραίοις, καὶ πολλῷ μᾶλλον τὸ ἑβδομηκοντάκις· ἔτι δὲ πλεῖον τὸ ἐξ ἀμφοῖν συγκείμενον, λέγω δὴ τὸ ἑβδομηκοντάκις ἑπτά. Ἐπεὶ τοίνυν ἄμετρα εἰς Θεὸν ἁμαρτάνομεν ἡμεῖς, ἄμετρα καὶ συγχωρεῖν τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσιν ἐκέλευσεν, ἀλλὰ τοῖς ἀεὶ μετανοοῦσιν. Ἐπεὶ τὸν μὴ μετανοοῦντα μετὰ τρίτην παραίνεσιν, ἀπωθεῖσθαι προσέταξεν, ὡς τὸν ἐθνικὸν καὶ ὡς τὸν τελώνην. Πῶς γὰρ ἄν τις ἀφήσει τῷ μὴ ζητοῦντι ἄφεσιν; ΚΕΦ. ΛΘ'. Περὶ τοῦ ὀφείλοντος τὰ μύρια τάλαντα. Διὰ τοῦτο — αὐτοῦ. Διὰ τοῦτο, τίνος; Διὰ τὸ χρῆναι πάντοτε συγχωρεῖν τῷ πάντοτε μετανοοῦντι.
Βασιλείαν δὲ οὐρανῶν ἑαυτὸν λέγει νῦν, ὡς βασιλέα οὐράνιον, καθώς πολλάκις εἰρήκαμεν. Συνᾶραι δὲ λόγον, ἀντὶ τοῦ, κινῆσαι λογοθέσιον μέσον τῶν δούλων αὐτοῦ, οἵτινές εἰσιν οἱ ἄνθρωποι. Πλάττει δὲ τὴν παραβολὴν ταύτην, δεῖξαι βουλόμενος, ὅτι ὁ μὴ συγχωρῶν τῷ εἰς αὐτὸν ἁμαρτάνοντι ἀποστερεῖ ἑαυτὸν τοῦ παρὰ Θεοῦ ἐλέους. Ἀρξαμένου — ταλάντων. Εἷς δοῦλος δηλονότι. Ὅπερ δέ ἐστι παρ' ἡμῖν ἡ λίτρα τοῦ χρυσοῦ, τοῦτο παρὰ τοῖς Ἑβραίοις τὸ τάλαντον. Σταθμὸς γὰρ ἦν νομισμάτων πολυτιμότατος, καὶ τῶν ἄλλων σταθμῶν ὑπερκείμενος. Μὴ ἔχοντος δὲ — καὶ ἀποδοθῆναι. Ἀποδοθῆναι τὸ χρέος πάντως.
Οὐκ ἐξ ὠμότητος δὲ τοῦτο ἐκέλευσεν, ἀλλ' ἐκ συμπαθείας, ἵνα φοβηθεὶς ἐκεῖνος τὴν τοιαύτην ἀπόφασιν ἱκετεύσῃ, καὶ τύχῃ τῆς ἀφέσεως. Εἰ γὰρ μὴ διὰ τοῦτο τοιαύτην ἐξήνεγκεν ἀπόφασιν, οὐκ ἂν ἱκετεύσαντι τὸ χρέος ἀφῆκε. Καὶ διατί μὴ πρὸ τῆς ἀποφάσεως ἀφῆκε; Διότι, ῥᾳδίως οὕτω συγχωρηθεὶς, οὐκ ἔμελλεν ἐπιγινώσκειν τὸ τῆς χάριτος μέγεθος. Διὰ τοῦτο οὖν εἰς ἀνάγκην μεγάλην αὐτὸν κατέστησεν, ἵνα διαμνημονεύειν ὕστερον ἔχοι, ποίας ἀφείθη καταδίκης, καὶ συμπαθὴς γένηται καὶ αὐτὸς περὶ τὸν ἑαυτοῦ χρεώστην, παιδευθεὶς ἐν ταῖς οἰκείαις συμφοραῖς. Πεσών — αὐτῷ. Ὅρα φιλανθρωπίας ὑπερβολήν. Ὁ μὲν γὰρ προθεσμίαν ἐζήτησε μόνον· ὁ δὲ τὸ χρέος ἀφῆκεν αὐτῷ, μείζον οὗ ᾔτησε, δεδωκώς.
Ἴδε τὴν τῆς μετανοίας ἰσχύν, καὶ τὴν φιλανθρωπίαν τοῦ Κυρίου. Ἡ μὲν γὰρ μετάνοια ἐποίησε τὸν δοῦλον πεσεῖν ἀπὸ τῆς κακίας· ὁ γὰρ ἱστάμενος βεβαίως ἐν τῇ κακίᾳ οὐ συγχωρητέος· ἡ δὲ φιλανθρωπία τοῦ Θεοῦ συνεχώρησε παντελῶς τὸ δάνειον· καίτοιγε ὁ δοῦλος οὐ συγχώρησιν παντελῆ ἐζήτει, ἀλλὰ προθεσμίαν. Μάνθανε τοίνυν, ὅτι ὁ Θεὸς καὶ πλείονα δίδωσιν, ὧν αἰτούμεθα.
col. 511–512page 203 of 329
PG 129:511τοσαύτη ἐστὶν ἡ φιλανθρωπία αὐτοῦ, ὥστε καὶ ἐκεῖνο τὸ δοκοῦν σκληρόν, τὸ προστάξαι πωληθῆναι αὐτόν, οὐκ ἀπὸ σκληρότητος εἶπεν, ἀλλ᾽ ἵνα καταπτοήσῃ τὸν δοῦλον, καὶ πείσῃ αὐτὸν πρὸς ἱκετείαν καὶ παράκλησιν ἀποβλέψαι. Ἐξελθὼν — ὀφείλεις. Εἶδες Δεσπότου φιλανθρωπίαν, ὅρα καὶ δούλου πάλιν ἀπανθρωπίαν. Ἐξελθὼν γὰρ εὐθύς, ἔδειξε τὴν οἰκείαν ἀπήνειαν, οὐδὲ καιροῦ τινὸς παρελθόντος. Πεσών — ὀφειλόμενον. Οὔτε τὸ σχῆμα τῆς ἱκετηρίας ᾐδέσθη, δι᾽ οὗ καὶ αὐτὸς ἐσώθη, οὔτε τῆς ἰδίας ἀνεμνήσθη συμφορᾶς ἀπὸ τῆς ὁμοίας· ἀλλ᾽ ἔμεινε θηρίου παντὸς ὠμύτερος. Καίτοιγε, οὐχ ὑπὲρ τῶν ἴσων ἦν ἡ ἱκετηρία· ὁ μὲν γὰρ ὑπὲρ ταλάντων, ὁ δὲ ὑπὲρ δηναρίων παρεκάλει. Καὶ ὁ μὲν ὑπὲρ μυρίων, ὁ δὲ ὑπὲρ ἑκατόν.
Καὶ ὁ μὲν τὸν Δεσπότην, ὁ δὲ τὸν ὁμόδουλον. Καὶ ὁ μὲν δεσπότης ἅπαν αὐτῷ τὸ τοσοῦτον χρέος ἀφῆκεν· αὐτὸς δὲ οὐδὲ προθεσμίαν μόνην τῷ συνδούλῳ δέδωκεν. Ἰδόντες — τὰ γενόμενα. Τὸ ἀσυμπαθὲς γὰρ οὐ μόνον τῷ Θεῷ μισητόν, ἀλλ᾽ οὐδὲ τοῖς ἐπιεικέσιν ἀνθρώποις ἀρεστόν. Τότε — ἠλέησα. Ὦ τῆς πολλῆς ἡμερότητος! Δικαιολογεῖται πρὸς τὸν ἀνάξιον λόγου παντός, καὶ μακροθύμως ἐλέγχει τὸν αὐτοκατάκριτον· καὶ δείκνυσιν, ὅτι αὐτὸς ἑαυτῷ καὶ τὴν προτέραν χάριν ἀνέτρεψε, καὶ τὴν μετὰ τοῦτο κόλασιν προεξένησε. Καὶ ὅτε μὲν οὐκ εἶχεν ἀποδοῦναι τὸ χρέος, οὐκ ὠνόμασεν αὐτὸν πονηρόν, ἀλλὰ καὶ μᾶλλον ἠλέησεν· ὅτε δὲ περὶ τὸν σύνδουλον γέγονεν ἀσυμπαθής, τότε καὶ πονηρὸν ὠνόμασε, καὶ ἐκόλασεν.
Ἀκούσωμεν οἱ ἀσυμπαθεῖς καὶ φρίξωμεν, καὶ γνῶμεν, ὅτι αὐτοὶ πάντως ἑαυτοὺς καταδικάζομεν, τὸν εἰς ἡμᾶς προγεγενημένον ἔλεον τοῦ Θεοῦ ἀνατρέποντες, καὶ τὴν αἰωνίαν κόλασιν ἐπισπώμενοι. Καὶ — πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Τουτέστι, διηνεκῶς· οὐδέποτε γὰρ λοιπὸν ἀποδώσει. Σὺ δὲ τἆλλα μὲν τῆς παραβολῆς μὴ περιεργάζου, χάριν πιθανότητος συμπαραληφθέντα· τοῦτο δὲ μόνον ἐκ ταύτης μάθε σαφῶς, ὅτι τὰ εἰς Θεὸν ἁμαρτήματα ἡμῶν μυριοπλάσιά εἰσι τῶν εἰς ἡμᾶς ἁμαρτημάτων τῶν ἀδελφῶν. Καὶ ἕκαστος μὲν ἡμῶν χρεωφειλέτης ἐστὶ τῷ Θεῷ μυρίων ταλάντων, τουτέστιν ὑπεύθυνος πολλοῦ καὶ μεγάλου χρέους· χρεωστοῦμεν γὰρ αὐτῷ πολλὰς καὶ μεγάλας τιμωρίας ἐπὶ πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασιν·
ἕκαστος δὲ τῶν ἁμαρτανόντων εἰς ἡμᾶς χρεωφειλέτης ἐστὶν ἡμῖν ἑκατὸν δηναρίων, ἤγουν ὀλίγου καὶ εὐτελοῦς χρέους πρὸς σύγκρισιν τῶν μυρίων ταλάντων. Καὶ ὅτι οἱ τηλικαῦτα τῷ Θεῷ χρεωστοῦντες, ἐὰν φανῶμεν πρὸς τοὺς μικρὰ χρεωστοῦντας ἡμῖν ἀνελεήμονες,
col. 513–514page 204 of 329
PG 129:513Οὕτως αὐτῶν. Διὰ τοῦτον τὸν λόγον συνέθηκε τὴν ὅλην παραβολήν, βεβαιώσας τοῦτον διὰ παραδείγματος, ἵνα μᾶλλον εὐπαράδεκτος γένηται. Ἐν ἀρχῇ μὲν οὖν τῆς παραβολῆς ἑαυτὸν εἶπε βασιλέα καὶ λογοθέτην· μετὰ τὸ τέλος δὲ ταύτης τῷ Πατρὶ τὴν ἐξουσίαν τῆς κολάσεως ἀνέθηκεν, ἵνα τε μὴ δόξῃ κομπάζειν αὐτὸς, καὶ ἅμα δεικνύων, ὅτι μία ἀμφοτέροις ἡ ἐξουσία. Τὸ δὲ, Ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀντὶ τοῦ, ἐκ καρδίας, καὶ μὴ ἀπὸ στόματος μόνον. Καὶ Ἰορδάνου. Ἦλθεν εἰς τὰ μέρη τῆς Ἰουδαίας, διότι ἤγγιζεν ὁ καιρὸς τοῦ Πάθους αὐτοῦ. Καὶ ἐκεῖ. Πάλιν, ὡς πολλάκις ἔφημεν, ἀπὸ τῆς διδασκαλίας ἐπὶ τὰ θαύματα μέτεισι, ποτὲ μὲν ψυχὰς θεραπεύων, ποτὲ δὲ σώματα, καὶ οὐδέποτε ἀμελῶν. ΚΕΦ. Μ'.
Περὶ τῶν ἐπερωτησάντων, εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα. Καὶ αἰτίαν. Πάλιν, ἰδόντες τὰ θαύματα καὶ τὴν δύναμιν αὐτοῦ, ἐξεθηριώθησαν· καὶ ἐπεὶ μέμψασθαι τοῖς πράγμασιν οὐκ ἴσχυον, προσέρχονται πειράζοντες ἐν λόγοις, ἐὰν ἄρα δυνηθῶσιν ἐπιλαβέσθαι αὐτοῦ, καίτοι πολλάκις τοῦτο ποιήσαντες, καὶ πανταχοῦ θαυμασίως ἐπιστομισθέντες. Ἀλλ' ἀναίσχυντον ὄντως ὁ φθόνος καὶ ἄτεγκτον. Ἐρωτῶσιν οὖν, εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν. Καὶ ὅρα μοι τὴν πανουργίαν. Ἐπεὶ γὰρ περὶ τούτου τοῦ ζητήματος προλαβὼν ἐδίδαξεν ἐν τῷ πέμπτῳ κεφαλαίῳ, εἰπών, ὅτι Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ τὰ ἑξῆς·
ἐνόμισαν, ὅτι ἐπελάθετο τῆς τοιαύτης διδασκαλίας. Διὸ καὶ οὐ λέγουσι, Διατί τόδε ἐδίδαξας; ἀλλ' ὡς μήπω περὶ τούτου διδάξαντα, κακοήθως ἐρωτῶσιν, ἵνα, εἰ μὲν εἴπῃ, ὅτι ἔξεστιν, ἀντιθήσουσιν, ὅτι καὶ πῶς προλαβὼν ἐδίδαξας, ὅτι οὐκ ἔξεστιν; εἰ δὲ εἴπῃ, ὅτι οὐκ ἔξεστιν, ἀντιθήσουσιν αὐτῷ τὸν νόμον. Ζήτησον δὲ ἐν τῷ δηλωθέντι πέμπτῳ κεφαλαίῳ τὴν ἐξήγησιν τοῦ, Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ μαθήσῃ ῥᾳδίως ἐκεῖ καὶ τὸν νόμον, καὶ τὴν αἰτίαν, δι' ἣν ἐνομοθετήθη. Τί οὖν ὁ τὰς πανουργίας καὶ τὰ σοφίσματα τούτων ἀκριβῶς ἐπιστάμενος; Ὁ δὲ αὐτούς. Αὐτοὺς, δηλαδὴ τοὺς ἀνθρώπους. Τουτὶ μὲν οὖν τὸ ῥητὸν ἐν τῇ βίβλῳ τῆς Γενέσεως γέγραπται.
Σὺ δὲ θαύμασον τὴν ἡμερότητα τοῦ Δεσπότου, πῶς, γνούς, ὅτι πειράζουσιν, οὐκ εἶπε, Τί με πειράζετε, ὅπερ ἐν ἄλλοις εἴρηκε.
col. 515–516page 205 of 329
PG 129:515πρὸς αὐτοῦ, οὐδὲ ἐτραχύνθη, καθὼς ἔστιν ὅτε ποιεῖ. Οὔτε γὰρ πάντοτε ἐλέγχει, ἵνα δείξῃ τὴν ἑαυτοῦ μακροθυμίαν, καὶ ἵνα παιδεύσῃ τοὺς μαθητὰς μακροθύμως φέρειν τὰς παροινίας· οὔτε ἀεὶ μακροθυμεῖ, ἵνα μὴ δόξωσιν οἱ πονηροὶ λανθάνειν αὐτὸν, καὶ ἵνα ἀναχαιτίσῃ τὴν πονηρίαν. Καὶ ὅρα σοφίαν. Ἐρωτηθεὶς γὰρ, εἰ ἔξεστιν, οὐκ εὐθέως εἶπεν, ὅτι οὐκ ἔξεστιν, ἵνα μὴ δῷ τούτοις ἀφορμὴν φιλονεικίας καὶ ταραχῆς, ἀλλ᾽ ἑτέρῳ τρόπῳ τοῦτο κατασκευάζει, πιθανῶς πάνυ, ἀπ᾽ αὐτῆς τῆς ἐν ἀρχῇ δημιουργίας. Τί οὖν φησιν; Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; τουτέστιν, ἵνα ἄρσενα καὶ μίαν θήλειαν, ὥστε τὸν ἕνα τὴν μίαν ἔχειν.
Εἰ γὰρ ἐβούλετο, ἵνα ὁ ἄρσην ταύτην μὲν ἀφήσει, ἑτέραν δὲ πάλιν ἀγάγηται, πλείους ἂν ἔπλασε κατ᾽ ἀρχὰς θηλείας· ἐπεὶ δὲ πλείους οὐκ ἔπλασε, λοιπὸν βούλεται μὴ ἀπολύειν τὸν ἄνδρα τὴν γυναῖκα αὐτοῦ. Καὶ — μίαν. Δείξας ἀπὸ τῆς δημιουργίας, ὅτι οὐκ ἔξεστιν ἀπολύειν, δείκνυσι τοῦτο καὶ ἀπὸ προστάγματος τοῦ Θεοῦ. Χρὴ δὲ γινώσκειν, ὅτι ἐν μὲν τῇ βίβλῳ τῆς Γενέσεως φαίνεται τοῦ Ἀδὰμ εἶναι τὸ παρὸν ῥητὸν, προφητεύοντος περὶ τῆς γυναικός· ἀλλ᾽ ὁ Χριστὸς διδάσκει νῦν, ὅτι τοῦ Θεοῦ ἐστι τοῦτο τὸ πρόσταγμα, καὶ οὐ προφητεία τοῦ Ἀδάμ, ὡς δοκεῖ. [Οὐδὲν δὲ κωλύει τὸ αὐτὸ ῥητὸν καὶ τοῦ Ἀδὰμ εἶναι προφητείαν, ἐνηχηθεῖσαν παρὰ τοῦ Θεοῦ, καὶ αὖθις τοῦ Θεοῦ πρόσταγμα, ῥηθὲν διὰ τοῦ Ἀδάμ.
Οἷον, καὶ εἶπεν ὁ Ἀδάμ, ἐνηχηθεὶς παρὰ τοῦ Θεοῦ, καὶ πάλιν, καὶ εἶπεν ὁ Θεὸς, λαλήσας διὰ τοῦ Ἀδάμ.] Φησὶν οὖν, ὅτι καὶ εἶπεν ὁ Δημιουργός, Ἕνεκεν τούτου, δηλαδὴ τοῦ πλασθῆναι τὴν γυναῖκα ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρὸς αὐτῆς· περὶ τούτου γὰρ ἀνωτέρω τοῦ δηλωθέντος προστάγματος γέγραπται· Καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ τὰ ἑξῆς· καὶ ἔσονται οἱ δύο σύζυγοι εἰς σάρκα μίαν, ἤγουν σῶμα ἓν διὰ τὸν σύνδεσμον τῆς ἑνώσεως, εἴτουν διὰ τὴν συναπτικὴν σχέσιν. Ἐπεὶ δὲ ἓν σῶμα τούτους εἶναι προσέταξεν, οὐκ ἔξεστιν ἀπολύειν. Ὥστε — σὰρξ μία. Ἀναγνοὺς τοῖς πειρασταῖς τὸ θεῖον πρόσταγμα, ἑρμηνεύει λοιπόν, ὅτι μετὰ τὴν συνάφειαν ἓν σῶμα οἱ δύο σύζυγοι γίνονται.
Εἶτα ἐπιφέρει καὶ τὴν ἑαυτοῦ γνώμην. Λέγει γάρ· Ὁ — χωριζέτω. Ἰδοὺ τὸ Οὐκ ἔξεστι συνεπέρανεν, ὁμαλῶς τε καὶ πιθανῶς, ὡς εἰρήκαμεν, δεικνύων, ὅτι παρὰ φύσιν καὶ παρὰ νόμον τὸ διελεῖν· παρὰ φύσιν μὲν, ὅτι μία διατέμνεται σάρξ· παρὰ νόμον δὲ, ὅτι, τοῦ Θεοῦ κελεύσαντος ἓν εἶναι, διασπώνται. Λέγουσιν — αὐτήν; Τί, ἀντὶ τοῦ, διατί, ἢ ἀντὶ
col. 517–518page 206 of 329
PG 129:517τοῦ, πῶς. Βιβλίον δὲ ἀποστασίου λέγουσι τὸ ἔγγραφον τῆς ἀπολύσεως, ὡς καὶ ἐν τῷ πέμτῳ κεφαλαίῳ προεδιδάξαμεν. Λέγει – γέγονεν οὕτω. Τὴν αἰτίαν εἰς τὴν αὐτῶν περιτρέπει κεφαλήν, ὅπερ εἴωθε πολλάκις ποιεῖν. Διὰ τὴν σκληροκαρδίαν γὰρ, φησὶν ὑμῶν, ἐπέτρεψε τοῦτο, κατὰ διαφόρους αἰτίας μισούντων τὰς γαμετάς, καὶ μὴ καταλλαττομένων αὐταῖς. Ἐνομοθέτησε γὰρ ἀπολύειν ταύτας, ἵνα μὴ φονεύωνται. Διατί δὲ βιβλίον ἀποστασίου ἐδίδοτο, προείπομεν σαφῶς ἐν τῷ δηλωθέντι πέμπτῳ κεφαλαίῳ. Ἀπ' ἀρχῆς δέ, φησίν, οὐ γέγονεν οὕτως· εἰ γὰρ τοῦτο ἐξ ἀρχῆς ὁ Θεὸς ἐβούλετο, οὐκ ἂν ἔπλασεν ἕνα μὲν ἄρσενα, μίαν δὲ θήλειαν· οὐδ᾽ ἂν προσέταξεν εἶναι τοὺς δύο εἰς σάρκα μίαν. Λέγω δὲ – μοιχᾶται.
Κἄν τε μὴ ἀπολελυμένην ὑφ' ἑτέρου γαμήσῃ, κἄν τε ἀπολελυμένην, μοιχεύει. Ταῦτα δὲ πρὸς τοὺς μαθητὰς ῥηθῆναί φησιν ὁ Μάρκος. Ἐῤῥήθησαν γὰρ πρῶτον μὲν πρὸς τοὺς Φαρισείους, εἶτα καὶ πρὸς τοὺς μαθητὰς ἐν τῇ οἰκίᾳ κατ' ἰδίαν. Εἴρηται δὲ περὶ τούτων καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ. Καὶ ζήτησον ἐκεῖ τὴν ἐξήγησιν. Μόνην δὲ τὴν πορνευθεῖσαν, ἤτοι μοιχευθεῖσαν, ἐκέλευσεν ἐκβάλλειν διὰ τὴν σύγχυσιν τῆς γονῆς, καὶ διὰ τὴν ἀμφιβολίαν τοῦ τεχθησομένου, ὡς πάσης μὲν ἄλλης αἰτίας καθῆναι δυναμένης, ταύτης δὲ μόνης οὐκ ἐπιδεχομένης ἴασιν. [Νοηθείη ἂν καὶ περὶ παρθένου ὁ λόγος.] Λέγουσιν – γαμήσαι. Νῦν συνῆκαν ἢ πρότερον τὸ βάρος τῆς ἐντολῆς, ἅτε πολυπραγμονηθέντος τοῦ πράγματος.
Διὸ σφόδρα ἐπαχθὲς ἔδειξεν αὐτοῖς, τὸ ἀνέχεσθαι πικρᾶς καὶ πονηρᾶς γυναικός, καὶ μὴ δύνασθαι ἀπολύειν τὴν θηρίου χαλεπωτέραν. Διὸ καὶ λέγουσιν· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, [τουτέστιν, ἐὰν τοιαύτη ἐστὶν ἡ αἰτία τῆς συζυγίας, ὥστε μὴ χωρίζεσθαι, εἰ μὴ διὰ μόνην μοιχείαν,] οὐ συμφέρει τῷ ἀνδρὶ γῆμαι. Πῶς γὰρ ἂν ὑπομείνοι τὰς ἄλλας κακίας τῆς ἀναισχύντου γυναικός; Ἑρμηνεύεται δὲ καὶ ἑτέρως τὸ ῥητόν, ὅτι καὶ ἐὰν οὕτως, ὡς ἐκέλευσας, ἐστὶν ἡ αἰτία τοῦ ἀνδρὸς μετὰ τῆς γυναικός· τουτέστιν, ἐὰν μία μόνη ἐστὶν ἡ αἰτία, ἡ μέσον τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς διαζευγνύουσα, λέγω δή, ἡ μοιχεία, οὐ συμφέρει ἐλθεῖν εἰς γάμον.
col. 519–520page 207 of 329
PG 129:519Ο — τὸν λόγον τοῦτον. Οὐ πάντες παραδέχονται τὸν λόγον τοῦτον, τὸν περὶ τοῦ μὴ γῆμαι, οὐ πάντες βαστάζουσι. Μεγάλη γὰρ ἡ ἀγαμία, καὶ ὀλίγοις φορητόν. Ἀλλ' οἷς δέδοται. Ἐκεῖνοι μόνοι τὸν λόγον τοῦτον παραδέχονται καὶ βαστάζουσιν, οἷς δέδοται τοῦτο τὸ δώρον παρὰ Θεοῦ· δέδοται δὲ αἰτήσασιν. Αἰτεῖτε γάρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· αἰτήσασι δὲ οὐχ ἁπλῶς, ἀλλὰ θερμῶς καὶ ἐπιμόνως, καὶ ἁπλῶς εἰπεῖν, ὡς χρή. Σημείωσαι δὲ, ὅτι Θεοῦ δώρον ἡ παρθενία, δεδομένη τοῖς αἰτοῦσιν, ὡς χρή. Εἰσὶ — οὐρανῶν. Ἐπειδὴ περὶ ἀγαμίας ἐνέπεσε λόγος, διδάσκει λοιπὸν περὶ τῶν ἀγάμων, καὶ ἀπαριθμεῖται τρία εἴδη τῶν εὐνούχων, ὧν τὸ πρῶτον μὲν ἀδιάβλητόν ἐστι, τὸ δεύτερον δὲ διαβεβλημένον·
τὸ δὲ τρίτον ἐπαινετόν, οἵτινες εὐνούχισαν ἑαυτοὺς, ἵνα τύχωσι τῆς βασιλείας τῶν οὐρανῶν, οὐ ξυρῷ σιδήρου τὰ παιδογόνα μόρια ἐκτεμόντες, ἀλλὰ ξυρῷ σωφροσύνης τὸν οἶστρον τῆς ἐπιθυμίας ἀποκόψαντες, καὶ ἔρωτι παρθενίας τὸν ἔρωτα τῆς συνουσίας καταμαράναντες. Ὧν γὰρ τὴν φύσιν ἀνθρωπίνη μετέπλασε χείρ, καὶ σίδηρος παρεχάραξεν, οὐ τοσοῦτον ἀπόδεκτοι παρθενεύοντες, ὅσον κατηγορητοί, λαγνεύοντες, ὡς τῆς ἀκολασίας νικησάσης καὶ τὴν ἀπὸ τοῦ σιδήρου βοήθειαν. [Τοῦ Θεολόγου· Οἱ μὲν ἐκ φύσεως νεύουσι πρὸς τὸ ἀγαθόν· φύσεως δὲ ὅταν εἶπω, οὐκ ἀτιμάζω τὴν προαίρεσιν, ἀλλ' ἀμφότερα τίθημι, τήν γε πρὸς τὸ καλὸν ἐπιτηδειότητα, καὶ τὴν εἰς ἔργον ἄγουσαν τὸ ἐκ φύσεως ἐπιτήδειον·
οἱ δὲ ὑπὸ διδασκάλων ἐκτέμνονται τὰ πάθη· οἱ δὲ δι' ἑαυτῶν ἐκτέμνουσι ταῦτα, διδασκάλων μὲν οὐκ ἐπιτυχόντες, ἑαυτοὺς δὲ διδάξαντες τὰ προσήκοντα, καὶ τήν τε ρίζαν τῆς κακίας ἐκτεμόντες, καὶ τὰ ὄργανα τῆς πονηρίας ἐξορίσαντες.] Ο — χωρείτω. Τελευταῖον, ὑποδείξας τοὺς ἀγάμους τοὺς ἐπαινουμένους, καὶ οὕτω τὴν τοιαύτην ἀγαμίαν ἐπαινέσας, καὶ λεληθότως μὲν τοὺς ἀκροατὰς εἰς τὸ παρθενεύειν οὕτως ἐκκαλεσάμενος· εἰδὼς δὲ μέγα τοῦτο καὶ ὀλίγοις αἱρετόν, καταλιμπάνει τὸ πρᾶγμα τῇ προαιρέσει τῶν ἀνθρώπων. Ο δυνάμενος γάρ, φησί, χωρεῖν τοῦτο, [ἢ χωρεῖν εἰς τοῦτο,] χωρείτω. Τότε — αὐτοῖς. Βρέφη εἶπεν ὁ Λουκᾶς, ἅτινα προσηνέχθησαν μὲν ἐκ πίστεως τῶν γονέων·
οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν, ὡς ὁ Μάρκος ἔγραψε, τουτέστιν ἐκώλυον. Εἰκὸς δὲ καὶ τοῖς παισὶν ἐπιτιμᾶν. Ἐκώλυον δὲ κἀκείνους καὶ ταῦτα, τιμῶντες τὸν διδάσκαλον.
col. 521–522page 208 of 329
PG 129:521Ο δὲ Ἰησοῦς — οὐρανῶν. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ ἡγανάκτησε κατὰ τῶν κωλυόντων· προσίεται δὲ τὰ παιδία, δεικνύων μὲν, ὅτι τοὺς ἀκάκους προσίεται· διδάσκων δὲ καὶ, ὅτι προσήκει καταπατεῖν τὸν ἀπὸ τῆς ὑπεροχῆς τύφον, καὶ προσίεσθαι καὶ τοὺς εὐκαταφρονήτους. Οὐκ εἶπε δὲ, ὅτι τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ' ὅτι τῶν τοιούτων, τῶν μιμουμένων τὴν ἁπλότητα τούτων, περὶ ὧν εἴρηται πλατύτερον ἐν τῷ τριακοστῷ ἑβδόμῳ κεφαλαίῳ. Καὶ ἐκεῖθεν. Μάρκος δὲ εἶπεν, ὅτι καὶ ἐναγκαλισάμενος αὐτὰ, τιθεὶς τὰς χεῖρας ἐπ' αὐτά, εὐλόγει αὐτά. Τοῦτο δὲ ἐποίει, πληρῶν τὴν αἴτησιν τῶν ταῦτα προσαγαγόντων. Προσηνέχθησαν γάρ, φησίν, αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται.
Ἅμα δὲ πάλιν ἔδειξεν, ὅτι καὶ ἐναγκαλίζεται, καὶ οἰκειοῦται τὸν ἀπόνηρον, καὶ τίθησιν ἐπ' αὐτὸν τὰς χεῖρας, ἤτοι τὴν φρουρητικὴν ἑαυτοῦ δύναμιν, καὶ εὐλογεῖ καὶ ἁγιάζει αὐτόν. ΚΕΦ. ΜΔ'. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλουσίου. Καὶ — αἰώνιον. Ἄρχοντα τοῦτον εἶπεν ὁ Λουκᾶς, δηλαδή, τῶν Ἰουδαίων. Οὐκ ἦν δὲ ὕπουλος ὁ νεανίσκος οὗτος, ὡς φασί τινες. Οὐ γὰρ ἂν ὁ Ἰησοῦς ἐμβλέψας αὐτῷ, ἐγάπησεν αὐτόν, ὡς εἴρηκε Μάρκος. Ἀλλὰ τάλλα μὲν καλὸς ἦν, καὶ ζωῆς ἐπεθύμει τῆς αἰωνίου· τῆς δὲ φιλαργυρίας ἡ ἄκανθα τὴν λιπαρὰν ἄρουραν τῆς ψυχῆς αὐτοῦ διελυμήνατο. Ο — Θεός. Οὐδεὶς οὔτε ὑλικὸς, οὔτε ἄϋλος, ἀγαθός ἐστι κυρίως, εἰ μὴ μόνος ὁ Θεός. Διότι τῷ Θεῷ μὲν, κατὰ φύσιν ἡ ἀγαθότης, καὶ διὰ τοῦτο ἀτρεπτοτάτη·
τοῖς ἄλλοις δὲ πᾶσιν, ὁρατοῖς τε καὶ ἀοράτοις, κατὰ προαίρεσιν, καὶ διὰ τοῦτο τρεπτή. Ἐπεὶ τοίνυν οὗτος ἄνθρωπον ἁπλῶς τὸν Χριστὸν ὑπέλαβεν εἶναι, καὶ ἀγαθὸν αὐτὸν ἐκάλεσεν, οὐχ ὡς Θεόν, ἀλλ' ὡς ἄνθρωπον, ἕνα τῶν παρ' Ἑβραίοις διδασκάλων, πρὸς τὴν τοιαύτην ὑπόληψιν αὐτοῦ λοιπὸν καὶ αὐτὸς, ὡς ἄνθρωπος, αὐτῷ διαλέγεται, λέγων· Διατί με λέγεις ἀγαθόν, ἄνθρωπον ὄντα κατὰ τὴν σὴν ὑπόληψιν; ὡς μὲν γὰρ ἄνθρωπος, οὐκ εἰμι ἀγαθός· ὡς δὲ Θεός, καὶ μάλα. Μόνος γὰρ κυρίως ἀγαθὸς ὁ Θεός. Τοῦτο δὲ εἰπών, οὐ τοὺς ἀνθρώπους ἀπεστέρησε τῆς ἀγαθότητος, ἀλλὰ περὶ τῆς κυρίως ἀγαθότητος ἐδίδαξεν· ἅμα δὲ καὶ τὴν κολακείαν ἀπώσατο, καὶ ἐπαίδευσε, μὴ συγκατατίθεσθαι τοῖς ἐπαίνοις. Φύσει μὲν ἀγαθὸς, μόνος ὁ Θεός·
γνώμῃ δὲ ἀγαθός, μόνος ὁ θεομίμητος. Εἰ — ποίας; Οὐχ, ὡς πειράζων, εἶπε, ποίας· ἀλλ' ἐνόμισε, παρὰ τὰς νομικὰς ἑτέρας εἶναί τινας, τὰς εἰσαγούσας εἰς τὴν τοιαύτην ζωήν.
col. 523–524page 209 of 329
PG 129:523Ὁ δὲ Ἰησοῦς — νεότητός μου. Τὰς κεφαλαιωδεστέρας αὐτῷ προτείνει τῶν νομικῶν ἐντολῶν οἰκονομικῶς, ἅμα μὲν τιμῶν αὐτὰς, ἅμα δὲ καὶ, ἵνα εἰπόντος αὐτοῦ, ὅτι κατώρθωσα ταύτας [τοῦτο γὰρ δηλοῖ τὸν Ἐφυλαξάμην, καὶ ὅτι ἐκ νεότητος· ἐγίνωσκε γάρ, καὶ ὅτι οὕτω κατώρθωκε ταύτας] καὶ ὅτι οὕτως ἀποκριθήσεται, γνωρισθῇ μὲν τοῖς ἀκροωμένοις ἡ φιλάρετος αὐτοῦ πολιτεία· εἶτα λοιπόν, μίαν αὐτῷ προτείνας τῶν εὐαγγελικῶν ἐντολῶν, φημὶ δή, τὴν ἀπόκτησιν τοῦ πλούτου, ῥᾷον ἐλέγξῃ φιλάργυρον, καὶ οὕτω εὐαγόρμως καὶ ἐναργῶς ὑποδείξῃ τὴν φιλαργυρίαν πάσας λυμαινομένην τὰς ἀρετὰς, καὶ λοιπὸν, φανείσης τῆς ἐντεῦθεν ζημίας, φευκτόν γένηται τὸ τοιοῦτον πάθος.
Καὶ διατί μὴ προέτεινεν αὐτῷ καὶ τὴν πρώτην καὶ μεγάλην ἐντολὴν, τὸ Ἀγαπήσεις Κύριον τὸν Θεόν σου; Διότι τὰ μὲν ἄλλα τούτου κατορθώματα κεκρυμμένα ἦσαν· ἡ θεοσέβεια δὲ αὐτοῦ τοῖς πᾶσι γνώριμος ἐτύγχανεν. Ἀπορήσειε δ' ἄν τις, εἰ αἱ προταθεῖσαι νομικαὶ ἐντολαί προεξέχουν ζωήν αἰώνιον· Πρὸς ἐν εἴποιμι ἂν, ὅτι προεξέχουν μὲν, ἀλλ᾽ οὐ τοιαύτην, οἷαν αἱ εὐαγγελικαί. Ζωὴν γὰρ αἰώνιον τὴν ἐν οὐρανοῖς ἀπόλαυσιν ὑποληπτέον, ἥτις ποικίλη καὶ πολυειδής ἐστι. Πολλαὶ γὰρ μοναί παρὰ τῷ Θεῷ. Ἐπαπορήσει δέ τις, εἰ ἀληθῶς ἔλεγεν ὁ νεανίσκος· Ἔχων γὰρ κτήματα πολλά, καθὼς δηλωθήσεται, πῶς ἠγάπα τὸν πλησίον, ὡς ἑαυτόν; Ἢ γὰρ ἂν ἐμερίσατο ταῦτα πρὸς τοὺς ὀλίγα, ἢ οὐδόλως ἔχοντας; Τί οὖν ἔστιν εἰπεῖν;
Ὅτι κατώρθωσε καὶ ταύτην τὴν ἐντολὴν, ὡς ἐνεχώρει τότε κατορθοῦν αὐτήν. Ἠγάπα μὲν γὰρ τὸν πλησίον, ὡς ἑαυτόν, ἀλλ᾽ ὥστε μηδὲν βλαβερὸν αὐτῷ ἐνδείξασθαι, οὐ μὴν ὥστε καὶ συμμερίσασθαι αὐτῷ τὸν ἴδιον πλοῦτον. Τοῦτο γὰρ ὑψηλὸν, καὶ τῆς Ἰουδαϊκῆς χαμαιζηλίας ἀνώτερον. [ἂν εἶχε χρείαν μᾶλλον ὁ τότε καιρός. Αἱ μὲν οὖν ἄλλαι καθ' ἓν μέρος ἐν τῇ Ἐξόδῳ νενομοθέτηνται· τὸ δὲ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καθ' ἕτερον, καὶ φανερῶς οὕτως ἐν τῷ Λευιτικῷ. Παρέλαβε καὶ τοῦτο νῦν, ὡς χρειωδέστατον.] Τί ὅτι ὑστερῶ; Τί λείπομαι; Τοῦτο δὲ εἰπὼν, ἐνέφηνεν, ὅτι μείζονος ἐφίεται ἀρετῆς. Διὸ καὶ, ὡς φησι Μάρκος, Ὁ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἕν σοι ὑστερεῖ.
Λουκᾶς δὲ εἶπεν, ὅτι Ἕν σοι λείπει. Ἐνέβλεψε μὲν
col. 525–526page 210 of 329
PG 129:525γὰρ αὐτῷ ἡμερον· ἠγάπησε δὲ αὐτὸν, ὡς σφόδρα σωτηρίας ὀρεγόμενον, εἰ καὶ τῇ τυραννίδι τῆς φιλοαργυρίας ἐπεπέδητο. Τί δέ ἐστι τὸ λείπον; Τὸ ἀκολουθῆσαι αὐτῷ. Καὶ ἄκουε. Ἔφη — ἀκολούθει μοι. Ἐπεὶ τὰ ὑπάρχοντα, τουτέστιν, ὁ πλοῦτος, ἐμπόδιον ἦσαν τοῦ ἀκολουθῆσαι, κελεύει ταῦτα πωλῆσαι, καὶ δοῦναι πτωχοῖς. Φησὶν οὖν, Εἰ θέλεις τέλειος εἶναι. Καὶ γὰρ ἀτελεῖς οἱ τὰς νομικὰς κατορθοῦντες ἐντολὰς, ἐπεὶ καὶ αὐται ἀτελεῖς, διὰ τὴν ἀσθένειαν τῶν Ἰουδαίων. Ἕξεις δὲ θησαυρόν, εἶπε, παραμυθούμενος τὴν φιλοχρηματίαν αὐτοῦ, καὶ ἐπαγγελλόμενος, ὅτι θησαυρίσει πάλιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κρεῖττον· ἐν οὐρανῷ γάρ.
Θησαυρὸν δὲ ἐν οὐρανῷ λέγει τὴν ἀποκειμένην ἐκεῖ τοῖς ἀξίοις ἀμοιβὴν τῶν κατορθωμάτων. Τὸ δὲ Δεῦρο, ἀκολούθει μοι, ἀντὶ τοῦ, Βάδιζε κατ᾽ ἴχνος τῆς ἐμῆς πολιτείας, ἀκολούθει ταῖς ἐμαῖς ἐντολαῖς. Τοῦτο γάρ σοι λείπει, τὰ νομικὰ κατορθώσαντι. Ἀκούσας — κτήματα πολλά. Ὅσον εἶχε πολλά, τοσοῦτον αὐτοῖς ἐδεδούλωτο. Καὶ γὰρ ἡ προσθήκη τοῦ πλούτου προσθήκην ποιεῖ τῆς φιλαργυρίας. Γέγονεν οὖν αἰτία τῆς λύπης καὶ τῆς ἀπειθείας ἡ πολυκτημοσύνη. Ὁ δὲ — οὐρανῶν. Εἰ δὲ πλούσιος δυσκόλως, πλεονέκτης οὐδ᾽ ὅλως· εἰ γὰρ ὁ μὴ διδοὺς τὰ ἑαυτοῦ κατακρίνεται, πολλῷ μᾶλλον, ὁ καὶ τὰ ἑτέρων ἁρπάζων. Πάλιν — εἰσελθεῖν.
Εἰπὼν τὸ πρᾶγμα δύσκολον, ἔπειτα λέγει τοῦτο καὶ ἀδύνατον, καὶ οὐχ ἁπλῶς ἀδύνατον, ἀλλὰ καὶ τοῦ ἀδυνάτου ἀδυνατώτερον. Ἀδύνατον μὲν γὰρ τὴν κάμηλον, τὸ ζῶον, διὰ τρυπήματος βελόνης διελθεῖν· ἀδυνατώτερον δὲ τούτου ἐκεῖνο. Κατ᾽ ἐπίτασιν δὲ ὁ λόγος, εἰς φόβον τῶν φιλαργύρων. Τινὲς δὲ κάμηλόν φασι σχοινίον παχύτατον πλοίου. Ταῦτα δὲ λέγων ὁ Χριστὸς, οὐ διαβάλλει τὸν πλοῦτον, ἀλλὰ τὸ δουλοῦσθαι τῷ πλούτῳ. Κάλλιστον δὲ τὸ παράδειγμα. Καθάπερ γὰρ τὸ τρύπημα τῆς ῥαφίδος οὐ χωρεῖ τὴν κάμηλον, διά τε τὴν ἄγαν ἑαυτοῦ στενότητα, καὶ διὰ τὸν ἄγαν ἐκείνης ὄγκον· οὕτω καὶ ἡ ὁδός, ἡ ἀπάγουσα εἰς τὴν ζωήν, οὐ χωρεῖ τὸν πλούσιον, διά τε τὴν ἑαυτῆς στενότητα, καὶ διὰ τὸν τούτου ὄγκον.
Προσήκει οὖν ὄγκον ἀποθέσθαι πάντα, κατὰ τὸν Ἀπόστολον, καὶ λεπτυνθῆναι δι᾽ ἑκουσίου πενίας. Ἀκούσαντες δὲ — σωθῆναι; Ἐξεπλήσσοντο, ἀντὶ τοῦ, Ἐθορυβοῦντο. Πλὴν οὐχ ὑπὲρ ἑαυτῶν· πένητες γὰρ ἦσαν· ἀλλ᾽ ὑπὲρ τῶν πλουσίων. Ἤρξαντο γὰρ σπλάγχνα διδασκάλων ἀναλαβεῖν, καὶ ὑπεραλγεῖν τῆς ἀπωλείας τῶν ἀνθρώπων, λέγοντες, Τίς ἄρα τῶν πλουσίων δύναται σωθῆναι;
col. 527–528page 211 of 329
PG 129:527Ἐμβλέψας — δυνατά. Πρῶτον ἡμέρᾳ βλέμματι φρίττουσαν αὐτῶν τὴν διάνοιαν παρηγόρησεν, εἶτα εἶπεν, ὅτι παρὰ ἀνθρώποις πλουσίοις τοῦτο, δηλαδὴ τὸ σωθῆναι, ἀδύνατόν ἐστι. Δεδεσμημένοι γὰρ ἰσχυρῶς ταῖς σειραῖς τῆς φιλαργυρίας, ἀδυνατοῦσιν ἀφ' ἑαυτῶν μόνων ἐλευθερωθῆναι τῆς τοιαύτης τυραννίδος. Ὁ δὲ Θεὸς οὐ μόνον σῶσαι τούτους δύναται, ἀλλὰ καὶ πᾶν ἕτερον δύναται. Σώσει δὲ τούτους, ἐὰν τὴν παρ' ἑαυτῶν σπουδὴν εἰσφέροντες, καὶ κενοῦντες τὸν πλοῦτον εἰς πένητας, καὶ σβεννύοντες τὸ πῦρ τῆς ἐπιθυμίας τῶν χρημάτων, ἐπικαλέσωνται καὶ τοῦτον ἐπίκουρον καὶ συλλήπτορα τῆς ἐλευθερίας.
Ἐδίδαξε τοίνυν ὁ σύμπας λόγος, ὅτι ἀδύνατον σωθῆναι φιλάργυρον, ἐὰν μὴ τὴν παρ' ἑαυτοῦ σπουδὴν εἰσφέρων, ὡς εἴρηται, σχοίη καὶ τὸν Θεὸν βοηθὸν τῆς ἀπαλλαγῆς τοῦ τοιούτου χαλεπωτάτου πάθους. Φασὶ δέ τινες, ὅτι ἐὰν πάντα δυνατὰ τῷ Θεῷ, δυνατὸν ἄρα τῷ Θεῷ καὶ τὸ κακόν. Πρὸς οὓς λέγομεν, ὅτι τὸ κακὸν οὐκ ἔστι δυνάμεως, ἀλλ' ἀδυναμίας. Διὸ καὶ ὁ Δαυΐδ τὰς ἁμαρτίας ἀσθενείας ὠνόμασεν, εἰπών, Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Καὶ ὁ Παῦλος δέ φησιν, Ὄντων ἡμῶν ἀσθενῶν, ἤγουν, ἁμαρτωλῶν. Καὶ ἑτέρως δέ, κατὰ τὸν Θεολόγον Γρηγόριον, ἀρχὴ τοῦ κακοῦ, τὸ ἀμελῆσαι τοῦ ἀγαθοῦ. Πῶς δ' ἂν ἀμελήσῃ τοῦ ἀγαθοῦ ἡ αὐτοαγαθότης; Τότε — ἡμῖν; Ποῖα πάντα, ὦ μακάριε Πέτρε;
τὸν κάλαμον, τὸ δίκτυον, τὸ πλοῖον, τὴν ἁλιευτικήν; Ναί, φησίν, ἃ εἶχον, καὶ ὅσα εἶχον. Ἡ προαίρεσίς μου γὰρ ἐντελής. Εἰπόντος οὖν τοῦ Σωτῆρος πρὸς τὸν νεανίσκον, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· ἐδειλίασεν ὁ Πέτρος περί τε ἑαυτοῦ καὶ περὶ τῶν μαθητῶν, ὡς ἠλαττωμένων, διὰ τὸ μὴ πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι πτωχοῖς. Διὸ καί φησιν· Ἰδοὺ ἡμεῖς οὐκ ἐπωλήσαμεν, οὐ μὴν ἐδώκαμεν πτωχοῖς, ἀλλ' ἀφήκαμεν ἁπλῶς πάντα, ὅσα εἴχομεν, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν εἰς ἀμοιβήν; Ὁ δὲ Ἰησοῦς — Ἰσραήλ. Παλιγγενεσίαν λέγει νῦν τὴν ἐκ νεκρῶν ἀνάστασιν, ὡς παλινζωΐαν. Τί οὖν; καθεδοῦνται καὶ οἱ ἀπόστολοι τότε, καὶ κρινοῦσιν;
Οὐδαμῶς. Μόνος γὰρ ὁ Χριστὸς καθίσει, καὶ μόνος αὐτὸς κρινεῖ. Ἀλλὰ διὰ μὲν τῶν δώδεκα θρόνων παρεδήλωσε τὴν τότε ἀνάπαυσιν, καὶ προτίμησιν τῶν δώδεκα μαθητῶν, καὶ τὴν κοινωνίαν τῆς βασιλείας αὐτοῦ. Κρίνοντες δέ φησιν, ἀντὶ τοῦ, Κατακρίνοντες. Εἶπεν οὖν, ὅτι Ἀναπαυθήσεσθε τότε, καὶ προτιμηθήσεσθε, καὶ συμβασιλεύσετέ μοι, κατακρίνοντας τοὺς Ἰσραηλίτας, οὐχ ὡς αὐτοὶ δικάζοντες, ἀλλ' ὥσπερ ἐν τῷ εἰκοστῷ τρίτῳ κεφαλαίῳ τοὺς Νινευΐτας ἔφησε καὶ τὴν βασίλισσαν τοῦ Νότου κατακρίνειν τὴν γενεὰν ἐκείνην, οὕτω καὶ νῦν τούτους τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Διὰ τοῦτο γὰρ οὐκ εἶπε τὰ ἔθνη, οὐδὲ τὴν οἰκουμένην, ἀλλὰ μόνους τοὺς Ἰσραηλίτας, τοὺς ὁμοφύλους, τοὺς συγγενεῖς. Κατακρίνουσι
col. 529–530page 212 of 329
PG 129:529γὰρ αὐτοὺς, οὐχ ὡς δικάζοντες, ὡς εἰρήκαμεν, ἀλλ' ὡς τοῦ δικάζοντος ἀπὸ τῆς τούτων πίστεως καταδικάζοντος αὐτοὺς, ὅτι τοῖς αὐτοῖς ἐνετράφησαν οὗτοί τε κἀκεῖνοι νόμοις καὶ ἤθεσι, καὶ ὅμως οὗτος μὲν ἐπίστευσαν, ἐκεῖνοι δὲ ἐπέστησαν. Τί δέ; καὶ ὁ Ἰούδας θρόνον ἕξει, καὶ κατακρινεῖ; Οὐχί. Κοινὴ μὲν γὰρ ἡ ἐπαγγελία πρὸς τοὺς δώδεκα μαθητάς, ἵνα μηδ' ἐν ταύτῃ τῶν ἄλλων ὁ Ἰούδας ἐλαττωθείη. Φαυλότητι δὲ ψυχῆς αὐτὸς ἑαυτὸν ταύτης ἀπεστέρησεν. Ἔστι γὰρ νόμος τοῦ Θεοῦ παρὰ Ἱερεμίου πρὸς Ἰουδαίους ἐκφωνηθείς, καὶ λέγων· Ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακιῶν αὐτῶν, μετανοήσω κἀγὼ ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς.
Εἶτα, Καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν ἐνώπιόν μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω κἀγὼ περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. Τί οὖν φησιν οὗτος ὁ νόμος; ὅτι Ἐὰν ἀπειλήσω κακῶν ταί σε, καὶ διορθωθῇς, λύσεις μου τὴν ψῆφον· καὶ ἐὰν ὑπόσχωμαι σοι ἀγαθὰ, καὶ ῥᾳθυμήσῃς, λύσεις μου τὴν ἐπαγγελίαν. Σὺ γὰρ αἴτιος, ἀνάξιος ταύτης γενόμενος. Μετάνοιαν γὰρ ἐπὶ τοῦ Θεοῦ τὴν ἐναλλαγὴν τοῦ σκοποῦ νοοῦμεν, ἧς αἴτιοι πάντως ἡμεῖς. Χρὴ δὲ γινώσκειν, ὅτι τοῖς δώδεκα μαθηταῖς συναριθμεῖ καὶ τοὺς ὕστερον ἀντεισαχθέντας εἰς τὸν χορὸν τῶν δώδεκα μαθητῶν, ὡς τὴν αὐτὴν καὶ πίστιν καὶ διακονίαν ἀναδέξασθαι μέλλοντας. Καὶ — κληρονομήσει.
Ὑμῖν μὲν τοῖς δώδεκα γενήσεται, καθὼς εἴρηκα, καὶ τοῖς ἄλλοις δὲ πᾶσι, τοῖς πιστεύουσιν, ἔσται τάδε καὶ τάδε. Ματθαῖος μὲν οὖν εἶπεν, ἕνεκεν τοῦ ὀνόματός μου, ἀντὶ τοῦ, δι' ἐμέ. Μάρκος δὲ προσέθηκεν, ὅτι καὶ τοῦ Εὐαγγελίου, τουτέστι, καὶ διὰ τὸ κήρυγμα. Λουκᾶς δέ φησιν, ὅτι ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ἤγουν, διὰ τὴν βασιλείαν τοῦ Θεοῦ, ἵνα τύχῃ ταύτης. Ὥσπερ δὲ, ὅταν ἔλεγεν, Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτὴν, οὐ τοῦτο ἔλεγεν, ἵνα ἀναιρῶμεν ἑαυτοὺς, ἀλλ' ἵνα καὶ αὐτῆς τῆς ψυχῆς ἡμῶν προτιμῶμεν τὴν εἰς αὐτὸν πίστιν·
οὕτω καὶ νῦν λέγων, ὃς ἀφῆκε γυναῖκα, οὐχ ἵνα διασπώμεν ἁπλῶς τοὺς γάμους, τοῦτό φησιν, ἀλλ' ἵνα καὶ αὐτῆς τῆς συζύγου προτιμῶμεν καὶ αὐτὸν, καὶ τὸ Εὐαγγέλιον, καὶ τὴν βασιλείαν τοῦ Θεοῦ. Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἄλλης συγγενείας καὶ οἰκειότητος. Μάρκος δὲ καὶ Λουκᾶς φανερώτερον περὶ τούτων ἐκθέμενοι, τὴν ἑκατονταπλασίονα ἀμοιβὴν τῷ καιρῷ τούτῳ ἀποκεκληρῶσθαί φασιν, ἤγουν, τῷ νῦν αἰῶνι· τὴν δὲ αἰώνιον ζωήν, τῷ ἐρχομένῳ, εἴτουν, τῷ μέλλοντι. Ἑκατονταπλασίονα δέ, ἀντὶ τοῦ, πολλαπλασίονα. Οὕτω γὰρ εἶπεν ὁ Λουκᾶς. Ἀλλὰ πῶς ἄν τις λάβοι τὴν πολλαπλασίονα ταύτην ἀμοιβὴν ἐν τῷ νῦν αἰῶνι; Πῶς; Ὡς ἔλαβον οἱ ἀπόστολοι
col. 531–532page 213 of 329
PG 129:531ὅτι πάσας τὰς πάντων τῶν πιστῶν οἰκίας ἔσχον ἀναπεπταμένας αὐτοῖς, καὶ ἀδελφοὺς μὲν καὶ ἀδελφὰς ἐκτήσαντο πάντας τοὺς ἁγίους καὶ πάσας τὰς ἁγίας, πατέρας δὲ πάντας τοὺς στέργοντας καὶ φροντίζοντας καὶ σπλαγχνιζομένους ἐπ' αὐτοῖς· ταῦτα γὰρ ἴδια πατρός· μητέρας δὲ, πάσας τὰς ὁμοίως ἐχούσας· γυναῖκας δὲ πάσας τὰς διακονούσας καὶ ὑπηρετούσας καὶ ἐπιμελομένας αὐτῶν· ταῦτα γὰρ ἔργα γυναικός· τέκνα δὲ πάντας τοὺς μαθητάς. Ἀλλὰ καὶ πάντας τοὺς ἀγροὺς τῶν πιστῶν εἶχον εἰς ἐξουσίαν. Καὶ τὸ παραδοξότατον, πάντα ταῦτα ἔσχον μετὰ διωγμῶν, ὡς ὁ Μάρκος προσέθηκεν· ὅ ἐστι, διωκόμενοι παρὰ τῶν ἐχθρῶν τῆς πίστεως.
Εἴη δ' ἂν πολλαπλασίων ἀμοιβὴ, καὶ ἡ χάρις τῶν ἰαμάτων, ἢ τοῦ προβλέπειν τὸ μέλλον, ἢ τοιούτουτινὸς. Πολλοὶ — πρῶτοι. Πολλοὶ πρῶτοι δοκοῦντες ἐν τῷ παρόντι βίῳ, ἔσονται ἔσχατοι κατὰ τὸν μέλλοντα, καὶ τοὐναντίον, ἔσχατοι δοκοῦντες ἐνταῦθα, ἔσονται πρῶτοι ἐκεῖ. Τοῦτο δὲ εἴρηται μὲν καὶ περὶ πάντων ἁπλῶς, ἵνα μήτε οἱ κατὰ τὸν παρόντα βίον προτιμώμενοι ἐπαίρωνται, μήτε οἱ ἐνταῦθα καταφρονούμενοι ἀθυμῶσι· μάλιστα δὲ πρὸς τοὺς Φαρισαίους, καὶ τοὺς τοιούτους, ὁ λόγος ἀποτέταται, τῶν πρωτείων ἰσχυρῶς ἀντιποιουμένους.
Ἐπεὶ δὲ οὐ πάντες κατὰ τὸν αὐτὸν χρόνον πιστεύουσιν, ἀλλ' οἱ μὲν πρῶτον, οἱ δὲ ὕστερον, τίθησι παραβολὴν παραμυθουμένην τοὺς ὑστεροῦντας, καὶ προθυμίαν αὐτοῖς ἐμβάλλουσαν, ἣν ὁμοῦ πᾶσαν ἀναγκαῖον ἐκθέσθαι πρῶτον, οὕτως ἀπαιτούσης τῆς ἐξηγήσεως αὐτῆς· εἶτα λοιπὸν ὁμοῦ καὶ τὰ δοκοῦντα περὶ ταύτης εἰπεῖν. Εἰ γὰρ καὶ μακρά τίς ἐστιν, ἀλλ' εὔληπτος πέφυκεν. ΚΕΦ. ΜΒ. Περὶ τῶν μισθουμένων ἐργατῶν. Ὁμοία — ἐν τοῖς ἐμοῖς; Τῆς ὅλης ταύτης παραβολῆς τὰ καίρια μόνον ἑρμηνευτέον, ὡς ὁ Χρυσόστομος ἐπιτρέπει, τἆλλα δ' οὐ περιεργαστέον, ὡς καὶ ἐν τῷ εἰκοστῷ τετάρτῳ κεφαλαίῳ προδιελάβομεν. Νοεῖται γὰρ ἐν ταύτῃ βασιλεία μὲν τῶν οὐρανῶν αὐτὸς ὁ Χριστὸς, καθὼς πολλαχοῦ τῶν παραβολῶν εἰρήκαμεν·
ἀμπελὼν δὲ αὐτοῦ, αἱ εὐαγγελικαὶ ἐντολαὶ αὐτοῦ· ἐργάται δὲ τοῦ τοιούτου ἀμπελῶνος, οἱ ἐργάται τῶν τοιούτων ἐντολῶν ἄνθρωποι· καιρὸς δὲ τῆς ἐργασίας, ὁ παρὼν βίος· πρωῒ δὲ καὶ τρίτη ὥρα καὶ ἔκτη καὶ ἐνάτη καὶ ἐνδεκάτη, αἱ διάφοροι τῶν ἀνθρώπων ἡλικίαι, καθ' ἃς τῇ πίστει προσέρχονται, καὶ εὐδοκιμοῦσι. Πρωῒ μὲν γὰρ, ἤτοι, πρώτη ὥρα, ἡ ἡλικία τῶν νηπιόθεν κληθέντων εἰς τὰς ῥη
col. 533–534page 214 of 329
PG 129:533Ἐξῆλθεν οὖν ὁ Χριστὸς εἰς τὴν οἰκουμένην, τοῦτο μὲν, δι' ἑαυτοῦ, τοῦτο δὲ, διὰ τῶν ἀποστόλων, καὶ διὰ τῶν μετ' αὐτοὺς διδασκάλων, μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ, τὸν καρποφοροῦντα βότρυας ἀρετῶν, εὐφραίνοντας τὸν οἰκοδεσπότην, τὸν τῆς οἰκουμένης Δεσπότην. Εἰκότως δὲ εἶπε, μισθώσασθαι. Μισθός γὰρ ἀπόκειται τοῖς ἐργάταις τῶν ἐντολῶν, ἡ ἑκάστου σωτηρία. Ταύτην γὰρ νοοῦμεν δηνάριον. Πλάττει δὲ τοὺς πρώτους ἡ παραβολὴ γογγύζοντας, καὶ ἐπιστομιζομένους, οὐχ ὅτι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἔσται φθόνος· εἰ γὰρ ἐνταῦθα ὄντες οἱ δίκαιοι τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ τῶν ἀνθρώπων τιθέασι, πολλῷ μᾶλλον ἐκεῖ τούτους βλέποντες σωζομένους χαίρουσιν·
ἀλλ' ὁ τοιοῦτος ἐσχημάτισται γογγυσμὸς, καὶ ἡ ἐπιστόμισις, εἰς ἔμφασιν μόνον τῆς τοῦ Θεοῦ περὶ τοὺς ἔσχατον προσερχομένους φιλανθρωπίας, ἵνα θαῤῥῶσιν, ὡς οὐδὲν ἐμποδιζούσης τῆς ὑστερήσεως, ἐὰν εἰς τὸ ἑξῆς ἐργάζωνται. Καὶ ἡμεῖς γὰρ, ὅταν τινὰ πολλῆς ἀξιώσωμεν τιμῆς, εἶτα βουληθῶμεν ἐμφῆναι τὴν ταύτης ὑπερβολήν, εἰώθαμεν λέγειν, ὅτι ὁ δεῖνα ἐγόγγυσε διὰ τὴν τοσαύτην τιμήν. Τοῦτο δὲ λέγομεν, οὐκ ἐκεῖνον διαβάλλοντες, ἀλλὰ τοῦτον διεγείροντες εἰς εὐχαριστίαν. Διατί δὲ οὐχ ὁμοῦ πάντας ἐκάλεσεν εἰς τὸν ἀμπελῶνα; Διότι οὐχ ὁμοῦ πάντας εὗρεν. Ἀδύνατον γὰρ κατὰ τὸν αὐτὸν χρόνον, ὡς προειρήκαμεν, καὶ κατὰ τὴν αὐτὴν ἡλικίαν πάντας προσελθεῖν. Τότε δὲ εὑρίσκει ἕκαστον, ὅταν οὗτος ὑπακούσαι μέλλῃ·
φησί γὰρ ὁ Παῦλος, Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· τότε δὲ εὐδόκησεν, ὅτε οὗτος ἔμελλεν ὑπακούειν. Ἡ μὲν οὖν παραβολὴ διδάσκει, τοὺς ἐν ἐσχάτῳ γήρᾳ προσερχομένους μὴ ἀπογινώσκειν, ἀλλὰ γινώσκειν, ὅτι δυνατὸν καὶ ἐν βραχείᾳ σπουδῇ σωθῆναι. Τοῦτο γὰρ ὁ ταύτης σκοπός. Χρὴ δὲ ἡμᾶς τὸν σκοπὸν μόνον αὐτῆς δρεψαμένους, τἆλλα μὴ πολυπραγμονεῖν. Τἆλλα γὰρ πάντα διὰ τὸν σκοπὸν συνετέθησαν, ἵνα πιθανὸς γένηται, καὶ οὐκ ἀκίνδυνον τὸ καὶ περὶ τούτων ζητεῖν, ὡς ὁ Χρυσόστομος ἐν τῷ Περὶ παραβολῶν κεφαλαίῳ παραδέδωκεν. [Νοοῖτο δ' ἂν βάρος καὶ καύσων τῆς ἡμέρας τὸ βάρος τῶν πειρασμῶν καὶ τὸ πῦρ τῶν ἀτιθάσσων ἡδονῶν καὶ ἀγρίων παθῶν, ἅπερ ἐβάστασαν, εἴτουν, ὑπέμειναν, μὴ ἐνδόντες αὐτοῖς.]
col. 535–536page 215 of 329
PG 129:535Εἰ — εἰμι· Τὸ ὅτι, ἀντὶ τοῦ, ἀλλά· λέγει γάρ, ὅτι Ἐὰν ὁ ὀφθαλμός σου βάσκανός ἐστιν, ἀλλ' οὖν ἐγὼ ἀγαθός εἰμι, σώζων μὲν καὶ σὲ, σώζων δὲ καὶ τοῦτον. Σὺ δὲ μὴ θορυβηθῇς ἐντεῦθεν, ὡς ἴσων βραβείων παρεχομένων καὶ τοῖς ἐκ πρώτης ἡλικίας ἄχρι τέλους ἐργασαμένοις τὰς εὐαγγελικὰς ἐντολὰς, καὶ τοῖς ἐν ἐσχάτῳ γήρᾳ εὐαρεστήσασιν. Ἡ παραβολὴ γὰρ μόνον ἐδίδαξεν, ὅτι ἐπίσης σώζονται, οὐ μὴν ὅτι καὶ ἐπίσης δοξάζονται. Σωτηρία μὲν γὰρ, τὸ μὴ ἀπολέσθαι· δόξα δὲ, τὸ τυχεῖν βραβείων, ἃ διαφορὰ εἰσι κατὰ ἀναλογίαν διδόμενα τοῖς σωζομένοις. Οὕτως — ἔσχατοι. Οὐκ ἐκ τῆς παραβολῆς τοῦτο συνεπέρανεν· ἀνοίκειον γάρ· διότι ἐκεῖ μὲν ἴσοι τοῖς πρώτοις οἱ ἔσχατοι· ἐνταῦθα δὲ οἱ ἔσχατοι πρῶτοι·
ἀλλ᾽ ἕτερος οὗτος ὁ λόγος, διδάσκων, ὅτι ὥσπερ ἐκεῖνο γίνεται, τὸ τοῖς ἐκ πρώτης ἡλικίας ἐργασαμένοις ἴσον μισθὸν λαβεῖν τοὺς ἐν ἐσχάτῳ γήρᾳ εὐαρεστήσαντας, οὕτως ἄρα καὶ τοῦτο γίνεται, τὸ τοὺς ἐσχάτους πρώτους φανῆναι, καὶ τοὺς πρώτους ἐσχάτους. Εἶεν δ᾽ ἂν οἵ τε Χριστιανοί, καὶ οἱ Ἰουδαῖοι, καὶ τῶν πιστῶν οἱ ἐξ ἀρχῆς μὲν ἀμελήσαντες, ὕστερον δὲ σπουδάσαντες, καὶ οἱ ἐν ἀρχῇ μὲν σπουδάσαντες, ὕστερον δὲ ἀμελήσαντες· οὐ γὰρ ἐπὶ πίστεως μόνον, ἀλλὰ καὶ ἐπὶ βίου αἱ τοιαῦται μεταβολαί. Πολλοί — ἐκλεκτοί. Πολλοὶ μέν, οἱ καλούμενοι εἰς τὴν πίστιν· ὀλίγοι δέ, οἱ εὐαρεστοῦντες. Καὶ — σταυρῶσαι.
Ἀνερχόμενος ἐπὶ τὸ Πάθος ἤδη, πάλιν προλέγει τοῖς μαθηταῖς τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ἐν τῷ πυκνῶς ταῦτα προλέγειν τὸ πολὺ τῆς λύπης αὐτῶν ὑποτεμνόμενος. Κατ' ἰδίαν δὲ αὐτοῖς περὶ τούτων διαλέγεται, διότι οὐκ ἔδει ταῦτα μαθεῖν τοὺς πολλοὺς, ἵνα μὴ σκανδαλισθῶσιν. Εἰ γὰρ οἱ μαθηταὶ ταῦτα ἀκούοντες ἐθορυβοῦντο, πολλῷ μᾶλλον οἱ ὄχλοι. Τί οὖν οὐκ ἐλέχθη περὶ τούτων καὶ πρὸς τοὺς πολλούς; Ἐλέχθη μέν, ἀλλ' οὐχ οὕτω σαφῶς. Οὕτω γάρ, φησίν, ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ ἀλλαχοῦ δὲ τοιαῦτα πρὸς αὐτοὺς εἶπεν ἀσαφῶς, ὡς προϊόντος εὑρήσομεν. Καὶ ἐπεὶ οὐ συνίεσαν αὐτά, διατί ὅλως ταῦτα πρὸς αὐτοὺς ἔλεγεν;
Ἵνα μετὰ ταῦτα μαθόντες αὐτὰ γνῶσιν, ὅτι προγινώσκων, ἃ παθεῖν ἔμελλεν, ἑκὼν ἦλθεν εἰς τὸ παθεῖν. Ἀλλὰ καὶ τοῖς μαθηταῖς οὐκ ἐξ ἀρχῆς λεπτομερῶς εἶπε περὶ τούτων, ἀλλὰ πρῶτον μὲν ἀμυδρότερον, εἶτα φανερώτερον. Νῦν δέ, ὅτε λοιπὸν ἐνεγυμνάσθησαν τῇ προσδοκίᾳ τοῦ Πάθους, λεπτομερέστερον καὶ τὰ ἄλλα προστίθησιν, ὅτι καὶ παραδώσουσιν
col. 537–538page 216 of 329
PG 129:537αὐτὸν τοῖς ἔθνεσιν, ἤγουν, τοῖς ἐκ Ρώμης στρατιώταις τοῦ ἡγεμονεύοντος ἐν Ἱεροσολύμοις Πιλάτου, καὶ ὅτι ἐμπαίξουσιν οὗτοι αὐτῷ, καὶ μαστιγώσουσιν καὶ σταυρώσουσιν. Καὶ ἀναστήσεται. Εἰπὼν τὰ λυποῦντα, λέγει καὶ τὸ παραμυθούμενον, ἵνα ὅταν ἴδωσιν ἐκεῖνα, προσδοκήσωσι καὶ τοῦτο. Λουκᾶς δέ φησιν, εἰπεῖν πρὸς αὐτοὺς τὸν Χριστόν, ὅτι καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου, καὶ, ὅτι αὐτοὶ οὐδὲν τούτων συνῆκαν. Οἱ μὲν γὰρ προφῆται λεπτομερῶς περὶ πάντων αὐτοῦ τῶν παθημάτων προεἶπον, καὶ εἰ μὴ πολὺν ἔμελλον ἀποτείνειν λόγον, πάσας ἂν παρεθέμην τὰς περὶ τούτων προφητείας. Οἱ δὲ μαθηταὶ οὐδὲν τούτων, τῶν γεγραμμένων δηλονότι διὰ τῶν προφητῶν, συνῆκαν τότε.
Ἀλλὰ καὶ ἦν, ὡς ὁ αὐτὸς ἔφη Λουκᾶς, τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ' αὐτῶν, ἤγουν, ἀγνοούμενον, λέγω δή, τὸ Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα περὶ αὐτοῦ, καθὼς εἰρήκαμεν καὶ ἐν τῷ τέλει τοῦ τριακοστοῦ πέμπτου κεφαλαίου. Προστίθησι δὲ καὶ ἑτέραν αἰτίαν τῆς τοιαύτης ἀγνοίας ὁ Χρυσόστομος· ὅτι περὶ ἄλλου μὲν ὑφ' ἑτέρου ἀναστάντος καὶ ἤκουσαν, καὶ εἶδον· περὶ νεκροῦ δὲ ἀναστήσαντος ἑαυτὸν οὔτε ἤκουσαν, οὔτε εἶδον. Ἀλλὰ καὶ περὶ τοῦ μέλλειν ἀναιρεῖσθαι τὸν Χριστόν, ὅτε μὲν ἀπέβλεπον εἰς τὰς ἀνθρωποπρεπεῖς αὐτοῦ ἐνεργείας, ἐπίστευον τοῦτο, καὶ ἐλυποῦντο·
ὅτε δὲ τὰς θεοπρεπεῖς αὐτοῦ πράξεις ἐλάμβανον εἰς νοῦν, ἠπίστουν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα περὶ αὐτοῦ, τουτέστιν, οὐ παρεδέχοντο τοὺς τοιούτους περὶ αὐτοῦ λόγους, παραβολήν τινα καὶ τούτους νομίζοντες. ΚΕΦ. ΜΓ΄. Περὶ τῶν υἱῶν Ζεβεδαίου. Τότε σου. Ἐν τῷ τεσσαρακοστῷ πρώτῳ κεφαλαίῳ τοῦ Σωτῆρος εἰπόντος πρὸς τοὺς μαθητάς, ὅτι Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνων, ἀκούσαντες οἱ υἱοὶ τοῦ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, προσεδόκησαν θρόνον δόξης λέγειν, τὸν θρόνον τῆς ἐν Ἱεροσολύμοις βασιλείας· καὶ λοιπὸν ἄρτι πάλιν εἰπόντος, ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τὰ ἐξῆς·
ὅτε μὲν ἐῤῥήθησαν περὶ τῶν παθημάτων, οὐ παρεδέξαντο, καθὼς ἀνωτέρω ἐξεδηλώκαμεν· ἤλπισαν δὲ πλησιάζειν ἤδη τὴν βασιλείαν αὐτοῦ. Καὶ γὰρ καὶ τῶν προφητῶν ἤκουον, βασιλέα τοῦ Ἰσραὴλ τὸν Χριστὸν κατεπαγγελλόντων. Αὐτίκα οὖν ἑάλωσαν ἔρωτι προεδρίας. Καὶ ὅτι μὲν προτετίμηνται τῶν ἄλλων, ἐγίνωσκον· ἐφοβοῦντο δὲ τὸν Πέτρον· διὸ καὶ πρῶτα μέν, ὡς ὁ Μάρκος φησίν, αὐτοὶ μόνοι προσπαρεύονται αὐτῷ, ἤγουν, προσέρχονται, λέγοντες· Διδάσκαλε, θέλομεν,
col. 539–540page 217 of 329
PG 129:539ἵνα, ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ· Δός ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. Μὴ τυχόντες δὲ ἀποκρίσεως, διὰ τὸ αἰτεῖν ἀνάξια, παραλαμβάνουσι καὶ τὴν ἑαυτῶν μητέρα πρὸς ἱκετηρίαν. Ἐρωτᾷ δὲ ὁ Χριστὸς πρῶτον μὲν ἐκείνους, εἶτα τὴν μητέρα αὐτῶν ἀνθρωποπρεπῶς, ἅμα δὲ καὶ, ἵνα ἡ ἀπόκρισις αὐτῶν ἐξομολόγησις τρόπον τινὰ γένηται τοῦ πάθους. Ἀποκριθεὶς — αἰτεῖσθε. Πρὸς αὐτοὺς ἀποκρίνεται λοιπόν, ὡς αὐτῶν τὴν μητέρα προβαλλομένων εἰς τὴν ὑπὲρ αὐτῶν αἴτησιν, καί φησιν· Οὐκ οἴδατε, τί αἰτεῖσθε.
Τὸ γὰρ καθίσαι τινὰ ἐκ δεξιῶν, ἢ ἐξ εὐωνύμων, ἐν τῇ βασιλείᾳ μου, μέγα καὶ ὑπὲρ τὴν ἀξίαν, οὐ μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων. Ἡ γὰρ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, καθὼς ὑμεῖς οἴεσθε. Ἐπεὶ δὲ προσεδόκησαν, οὐ μόνον βασιλείας εἶναι τὸν καιρὸν ἐκεῖνον, ἀλλὰ καὶ ἀναπαύσεως, καὶ τοῦτο διορθοῦνται τὸ μέρος, ἐμφαίνων θλίψεως μᾶλλον εἶναι τὸν καιρὸν τοῦτον καὶ σφαγῆς. Φησί γάρ· Δύνασθε βαπτισθῆναι; Ποτήριον τὸ τοῦ θανάτου λέγει, καὶ βάπτισμα, τὸ δι' αἵματος. Τὴν σφαγὴν γὰρ ὀνομάζει καὶ ποτήριον καὶ βάπτισμα. Ποτήριον μέν, ὡς ἡδέως προσδεχθεῖσαν ὑπὲρ τῶν ἀνθρώπων· βάπτισμα δέ, ὡς καθάρσιον αὐτῶν.
Εἰπὼν δέ, ὅτι Ὃ ἐγὼ πίνω, καὶ Ὃ ἐγὼ βαπτίζομαι, παρεδήλωσεν, ὡς ὁ μὴ κοινωνῶν τοῦ πάθους αὐτοῦ, οὐδὲ τῆς βασιλείας αὐτοῦ κοινωνήσει. Λέγουσιν αὐτῷ· Δυνάμεθα. Πάντα ἐπαγγέλλονται, ποθοῦντες τυχεῖν τῆς αἰτήσεως. Ὁ δὲ Χρυσόστομός φησιν, ὅτι οὐδὲ τὸ ποτήριον καὶ τὸ βάπτισμα νοήσαντες, ἀπὸ τῆς προθυμίας μόνης κατέθεντο. Τί οὖν ὁ Χριστός; Καὶ — βαπτισθήσεσθε. Προεφήτευσεν αὐτοῖς, ὅτι καὶ αὐτοὶ σφαγήσονται, καὶ μαρτυρικοῦ θανάτου καταξιωθήσονται. Καὶ περὶ μὲν Ἰακώβου πάντες οἴδασιν, ὅτι ἀνῃρέθη παρὰ Ἡρώδου τοῦ τετράρχου· περὶ δὲ τοῦ Ἰωάννου ζήτησίς ἐστι παρὰ πολλοῖς.
Φασὶ γάρ, ὡς ἐπεὶ ἀψευδὴς ἡ τοῦ Χριστοῦ προφητεία, καὶ οὔπω μαρτυρικὸν οὗτος ὑπέστη θάνατον, οὔπω τέθνηκεν, ἀλλ' ἔτι ζῇ, καὶ μέλλει μετὰ Ἐνὼχ καὶ Ἠλιοῦ σφαγῆναι κατὰ τὸν τῆς συντελείας καιρόν. Ὁ δὲ Χρυσόστομος διδάσκει φανερῶς, ὅτι ἀπέθανε, καὶ ὅτι ἐσφάγη· τὸ γὰρ κατ' αὐτὸν Εὐαγγέλιον ἑρμηνεύων, ἐν μὲν τῷ δευτέρῳ λόγῳ περὶ αὐτοῦ φησιν, ὅτι Τῷ μὲν Εὐαγγελίῳ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν· τῷ δὲ σώματι μέσην κατέσχε τὴν Ἀσίαν, φημὶ δή, τὴν Ἔφεσον· τῇ δὲ ψυχῇ πρὸς τὸν τόπον ἀνέδραμεν ἐκεῖνον, τὸν τοῖς ἁγίοις ἁρμόζοντα. Ἐν δὲ τῷ πρώτῳ λέγει, ὅτι καὶ τὸ ποτήτήριον
col. 541–542page 218 of 329
PG 129:541τοῦ Χριστοῦ ἔπιε, καὶ τὸ βάπτισμα αὐτοῦ ἐβαπτίσατο. Τῇ προαιρέσει γὰρ ἐσφάγη καὶ οὗτος, τὰς μαρτυρικὰς πληγὰς ὑποστάς, καὶ μυρία δεινὰ παθὼν διὰ τὸν Χριστόν. Ἀθλητής γὰρ καὶ μάρτυς, οὐ μόνον ὁ βιαίως ἀποθανών διὰ τὸν Χριστόν, ἀλλὰ καὶ ὁ μαστιγωθεὶς καὶ κακοπαθήσας δι' αὐτόν. Εὑρίσκομεν γὰρ καὶ μετὰ τοῦτον πολλοὺς ἀθλήσαντας μέν, τὴν δὲ ψυχὴν ἐν εἰρήνῃ παραθεμένους Θεῷ, καὶ διὰ τοῦτο φήσει τις αὐτοὺς ἐκβεβλῆσθαι τοῦ μαρτυρικοῦ ἀξιώματος. Ὅτι δὲ τέθνηκεν, αὐτὸς οὗτός φησιν, ἐν τῷ Εὐαγγελίῳ μὲν λέγων, ὅτι οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· ἐν δὲ τῇ βίβλῳ τῆς Ἀποκαλύψεως, προσώπῳ τοῦ Σωτῆρος, ὅτι καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας τόσας· Ἐνὼχ καὶ Ἠλίας.
Τὸ δὲ καθίσαι — μου. Προλαβόντες εἰρήκαμεν, ὅτι τὸ καθίσαι ἐκ δεξιῶν, ἢ ἐξ εὐωνύμων αὐτοῦ, ὑπὲρ τὴν ἀξίαν ἐστὶν, οὐ μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων· λοιπὸν οὖν οὐδεὶς καθελεῖται. Καὶ πῶς ἐνταῦθά φησιν, ὅτι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ἐκείνων ἐστὶν, οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου; Δείκνυσι γὰρ, ὅτι καθεδοῦνταί τινες. Λέγομεν οὖν, ὡς ἐπεὶ προεδρίαν ἐν τοῖς μαθηταῖς ᾐτοῦντο, λοιπὸν ὁ Χριστὸς καθέδραν ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων λέγει τὴν πρώτην τάξιν ἐν αὐτοῖς, ἧς ἀξιωθήσονται Πέτρος καὶ Παῦλος, οἱ κορυφαῖοι τῶν μαθητῶν, ὡς πλεῖον τῶν ἄλλων πάντων ἀγωνισάμενοι. Καὶ πῶς ὁ παντοδύναμος ἀδυνατεῖ δοῦναι ταύτην; Οὐκ ἔστιν, ὅπερ εἶπεν, ἀδυναμίας, ἀλλὰ δικαιοσύνης.
Ἐπεὶ γὰρ χαρίσασθαι αὐτοῖς τὴν προεδρίαν ᾐτοῦντο, φησίν, ὅτι οὐκ ἔστιν ἐμὸν τὸ τὴν πρώτην τάξιν χαρίσασθαι· τοῦτο γὰρ νῦν τὸ δοῦναι σημαίνει, δίκαιος γὰρ εἰμι, καὶ ἀπροσωπόληπτος· ἀλλ' ἐκείνων ἐστὶν αὕτη, οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Ἡτοίμασται δὲ τοῖς δικαιουμένοις ταύτης τυχεῖν. Οὐ γὰρ μόνον τὸ κοινωνεῖν μοι τῆς σφαγῆς προξενεῖ τὴν πρώτην τάξιν, ἀλλὰ τὸ πρωτεῦσαι πάντων καὶ ἐν ταῖς λοιπαῖς ἀρεταῖς. Ἐντεῦθεν δὲ μάλιστα παρέθηκεν αὐτούς. Ὑπὸ τοῦ Πατρός μου δὲ εἶπεν, ἅμα μὲν τὸν Πατέρα τιμῶν, ἅμα δὲ καὶ ἑαυτὸν συνεμφαίνων, ὡς ταὐτὸν τῷ Πατρὶ δυνάμενον. Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἓν ἐσμεν. Καὶ — ἀδελφῶν. Οἱ δύο μὲν τῶν δέκα μαθητῶν κατεπήρθησαν·
εἰ δέκα δὲ, τοῖς δυσὶ μαθηταῖς ἐφθόνησαν, τῶν πρωτείων ἐφιεμένοι· οὕτω πάντες ἦσαν ἀτελεῖς, μήπω τοῦ θείου Πνεύματος ἐπιφοιτήσαντος αὐτοῖς. Ἀλλ' ὕστερον αὐτοὺς κατάμαθε, καὶ ὄψει πάντας πάθους ἀπηλλαγμένους, καὶ ἀλλήλους ἐπαινοῦντας, καὶ ἀλλήλοις τῶν πρωτείων παραχωροῦντας.
col. 543–544page 219 of 329
PG 129:543Τότε δ' οὖν ἠγανάκτησαν, ἤγουν δυσφόρως ἤνεγκαν. Ἐπειδὴ γὰρ προετίμα τούτους πολλάκις ὁ Χριστὸς, οὐκ ἐδυσφόρησαν, αἰδούμενοι τοῦτον· ὅτε δὲ οἴκοθεν ᾐτήσαντο τὴν προεδρίαν, ἠγανάκτησαν, καὶ μάλιστα γνόντες, ὅτι οὐκ εἰσηκούσθησαν. Ἐκ τῆς ἀποκρίσεως γὰρ τοῦ διδασκάλου συνῆκαν καὶ ὃ ᾐτήσαντο. Ὁ δὲ Ἰησοῦς εἶπεν. Ἐπεὶ μόνοι, τῶν ἄλλων ἀποῤῥαγέντες, οἱ δύο προσήγγισαν αὐτῷ, καὶ παρεστῶτες ὡμίλουν, προσκαλεῖται καὶ τοὺς ἄλλους, καὶ πρῶτα μὲν, ταρασσομένους αὐτοὺς καταπραΰνει, διὰ τοῦ πρὸς ἑαυτὸν καὶ τούτους ἐπισπάσασθαι· εἶτά φησι· Οἴδατε — ἐν ὑμῖν. Γνοὺς τοὺς δύο διὰ τοῦτο τὴν προεδρίαν αἰτοῦντας, ἵνα κατάρχωσι τῶν ἄλλων, διασύρει τὸν τοιοῦτον σκοπόν, ὡς ἐθνικόν.
Οἱ ἄρχοντες γάρ, φησὶ, τῶν ἐθνῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατακυριεύουσι καὶ κατεξουσιάζουσι τῶν ἄλλων. Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, τοῖς ἐμοῖς. Εἶτα διδάσκει καὶ πῶς χρὴ κτᾶσθαι τὸ πρωτεῖον, καὶ ἄκουε. Ἀλλ' — δοῦλος. Ὥσπερ ἀνωτέρω, ἄρχοντας καὶ μεγάλους τοὺς αὐτοὺς ἔλεγον· οὕτω καὶ νῦν μέγαν καὶ πρῶτον, τὸν αὐτόν. Εἰς ἐπήκοον δὲ πάντων ταῦτά φησιν, ὡς κοινωφελῆ. Λέγει τοίνυν, ὅτι τὸ μὲν κατεξουσιάζειν τῶν ἄλλων ἐθνικόν ἐστιν· ἐγὼ δὲ νομοθετῶ ὑμῖν, κτᾶσθαι τὸ πρωτεῖον, ἀπὸ τοῦ διακονεῖν τοῖς ἄλλοις, καὶ δουλεύειν αὐτοῖς. Τὸν γὰρ τοῦτο ποιοῦντα, τοῦτον ἐγὼ μέγαν καὶ πρῶτον ἀναγορεύω, καὶ οὗτος παρ' ἐμοὶ τὸ πρωτεῖον ἕξει.
Ἔπειτα καὶ παράδειγμα τίθησιν ἑαυτὸν, οὐ μόνον διακονοῦντα πᾶσιν, ἀλλὰ καὶ ὑπεραποθνήσκοντα πάντων. Ὥσπερ — πολλῶν. Ἔστω, φησίν, οὗτος τῶν ἄλλων διάκονος καὶ δοῦλος, ὃν τρόπον ἐγὼ οὐκ ἦλθον εἰς τὸν κόσμον, ἵνα διακονήσωσί μοί τινες. Εἰ γὰρ καὶ ἡ πενθερὰ τοῦ Πέτρου, καὶ Μάρθα, ἡ ἀδελφὴ τοῦ Λαζάρου, καὶ ἄλλαι γυναῖκες διηκόνουν αὐτῷ, ἀλλ' οὐχ ὡς χρήζοντι τῆς τούτων διακονίας. Οὐκ ἦλθον οὖν, φησίν, ἵνα διακονηθῶ παρά τινων, ἀλλ' ἵνα μᾶλλον αὐτὸς διακονήσω τοῖς ἄλλοις, ἐπιμελόμενος καὶ θεραπεύων, τῶν μὲν τὰς ψυχὰς, τῶν δὲ τὰ σώματα, τῶν δὲ καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ τὸ μεῖζον τῆς διακονίας καὶ δουλείας, ἵνα δώσω τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν, δεδουλωμένων τῷ διαβόλῳ.
Πολλοὺς δὲ νῦν τοὺς πάντας λέγει. Πολλάκις γὰρ ἡ Γραφὴ πολλοὺς τοὺς πάντας φησίν. Ὑπὲρ πάντων γὰρ ἔδωκε τὴν ψυχὴν αὐτοῦ καὶ πάντας ἐλυτρώσατο, εἰ καὶ πολλοὶ θέλοντες ἐνέμειναν τῇ δουλείᾳ.
col. 545–546page 220 of 329
PG 129:545Τίνι δὲ τὴν ψυχὴν αὐτοῦ ἔδωκε; Τῷ Πατρί. Ἐφώνη σε γὰρ ἀποθνήσκων· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ μὴν, οὐχ ὑπὸ τοῦ Πατρός, ἀλλ' ὑπὸ τοῦ διαβόλου κατειχόμεθα. Καὶ προσεκτέον τῇ λύσει τῆς ἀπορίας. Πᾶν λύτρον αὐτὸ μέν, ὑπὸ τὴν ἐξουσίαν πίπτει τοῦ κατέχοντός τινας· τοὺς κατεχομένους δὲ λυτροῦται τῆς ἐκείνου χειρός· τὸ δὲ παρὰ τοῦ Χριστοῦ δοθὲν λύτρον, ὡς παντὸς λύτρου διαφερόντως ὑπερφυέστερον, ἐλυτρώσατο μὲν τοὺς κατεχομένους· αὐτὸ δὲ ὑπὸ τὴν ἐξουσίαν τοῦ κατέχοντος αὐτοὺς οὐκ ἔπεσε, μὴ δυνηθέντος λαβεῖν αὐτό. Δέδωκε δὲ τῷ Πατρὶ ταύτην, ὡς ψυχὴν τοῦ Υἱοῦ αὐτοῦ. Διὸ καὶ, ὡς ἤδη τοῦ λύτρου δοθέντος, εἰ καὶ μὴ τοῦτο λαβεῖν ἴσχυσεν ὁ τύραννος, ἐλυτρώθησαν οἱ κατεχόμενοι.
Καὶ πῶς ἔδωκε τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν; Ὡς ἑκουσίως ἐπιδοὺς ἑαυτὸν εἰς θάνατον ὑπὲρ τῆς ἐλευθερίας τῶν ἀνθρώπων. Ἀποθανὼν γὰρ καθεῖλεν εὐκόλως τὸν τύραννον, ὡς ἀνελόντα τὸν ἀναμάρτητον. Ἁμαρτίας γάρ ἐστιν ἐπιτίμιον ὁ θάνατος· μόνος δὲ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησε. Χρὴ δὲ γινώσκειν, ὅτι οὐχ ἡ ψυχὴ μόνον τοῦ Χριστοῦ καλεῖται λύτρον ἡμῶν, ἀλλὰ καὶ τὸ αἷμα αὐτοῦ, καὶ λοιπόν, ἃ νῦν περὶ τῆς ψυχῆς αὐτοῦ εἴρηνται, ταῦτα καὶ περὶ τοῦ αἵματος αὐτοῦ λέγονται. ΚΕΦ. ΜΔ'. Περὶ τῶν δύο τυφλῶν. Καὶ — Δαυίδ. Τὰ παραπλήσια γέγραπται καὶ περὶ τῶν ἐν τῷ ἑπτακαιδεκάτῳ κεφαλαίῳ δύο τυφλῶν, καὶ ζήτησον ἐν ἐκείνῳ τὴν ἐξήγησιν ἀκριβῶς ἀναγεγραμμένην. Ὁ δὲ ὄχλος — σιωπήσωσιν.
Ἐπεστόμισεν αὐτούς, εἰς τιμὴν τοῦ Ἰησοῦ, ὡς ἐνοχλοῦντας αὐτόν. Οἱ — Δαυίδ. Ὅρα καρτερίαν. Τούτους μιμησώμεθα καὶ ἡμεῖς, οἱ πεπηρωμένοι τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, καὶ κράξωμεν πρὸς αὐτὸν ἐξ ὅλης καρδίας, καὶ μὴ ὑπό τινων ἐμποδισθῶμεν, ἐπιτείνωμεν τὴν δέησιν, καὶ μὴ ἀποστῶμεν, καὶ πάντως κάμψομεν αὐτόν, ὡς καὶ οὗτοι. Καὶ — ἡμῶν οἱ ὀφθαλμοί. Ἐφώνησεν, ἀντὶ τοῦ, ἐκάλεσεν. Καὶ τίνος ἕνεκεν ἐρωτᾷ τούτους; Ἵνα μὴ νομίσῃ τις, ὅτι ἄλλα βουλομένοις λαβεῖν, ἄλλα δίδωσι. Καὶ πῶς οὐκ ἀπῄτησεν αὐτοὺς πίστιν; Διότι πίστεως ἀπόδειξις ἦν ἡ κραυγή, καὶ τὸ μὴ ἀποστῆναι ἐπιστομισθέντας. Σπλαγχνισθεὶς — αὐτῷ. Οὐ καρτερικοὶ μόνον ἦταν, ἀλλὰ καὶ εὐγνώμονες. Ἠκολούθησαν γὰρ αὐτῷ, τὴν εὐεργεσίαν ἀμειβόμενοι.
Φασὶ δέ τινες, ἕνα τῶν δύο τούτων τυφλῶν, τὸν
col. 547–548page 221 of 329
PG 129:547ἐπισημότερον, μνημονευθῆναι παρὰ Μάρκῳ μέν, ἐν τῷ τριακοστῷ πρώτῳ κεφαλαίῳ τοῦ Εὐαγγελίου αὐτοῦ, Βαρτιμαῖον καλούμενον· παρὰ Λουκᾷ δέ, ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ τοῦ κατ᾿ αὐτὸν Εὐαγγελίου· τὸν ἄλλον δὲ παρασιωπηθῆναι τούτοις ὡς ὑπηρέτην ἐκείνου· καθὰ δὴ καὶ περὶ τῶν δύο δαιμονιζομένων ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ προείρηται. Καὶ τεκμηριοῦνται τὸν λόγον, ἀπὸ τοῦ τὰ αὐτὰ καὶ εἰπεῖν, καὶ ἀκοῦσαι, καὶ ὁμοίως ἀκολουθῆσαι· ἐγὼ δὲ στοχαζόμενος, ἕτερον εἶναι λέγω, παρὰ τοὺς δύο τούτους, τὸν τοῦ Μάρκου, καὶ ἕτερον πάλιν, παρὰ τὸν τοῦ Μάρκου, τὸν τοῦ Λουκᾶ. Καὶ γὰρ ὁ μὲν τοῦ Μάρκου καὶ τὸ ἱμάτιον ἔῤῥιψεν ὑπὸ τῆς ἄγαν σπουδῆς, καὶ χωρὶς ἐπαφῆς τὴν ἴασιν ἔλαβεν·
ὁ δὲ τοῦ Λουκᾶ, ἐρχομένου μᾶλλον εἰς Ἱεριχὼ τοῦ Χριστοῦ, καὶ οὐκ ἐκπορευομένου, τῆς ἰάσεως ἔτυχε. Βεβαιοῖ δέ μοι μάλιστα τὴν τοιαύτην ὑπόληψιν ὁ Χρυσόστομος, οὐδέν τι περὶ ἐκείνων ἐπισημηνάμενος, ὡς ἑτέρων ὄντων. ΚΕΦ. ΜΕ΄. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. Καὶ ὅτε αὐτούς. Ἤδη τῆς τελευτῆς αὐτοῦ προσεγγιζούσης, ἐξουσιαστικώτερον ἅπτεται τῶν πραγμάτων, καὶ ἐπεὶ προεφήτευσε τὰ κατὰ τὴν ὄνον καὶ τὸν πῶλον, λοιπόν, ὡς Κύριος πάντων, κελεύει τοῖς ἀποστελλομένοις εἰπεῖν, ὅτι Ὁ Κύριος χρείαν αὐτῶν ἔχει, καὶ μετὰ τὴν χρείαν ἀντιστρέφει αὐτοὺς πρὸς τοὺς κυρίους αὐτῶν. Ἀλλὰ Ματθαῖος μὲν ὄνον καὶ πῶλον λέγει· Μάρκος δὲ πῶλον μόνον. Εὑρήσετε γάρ, φησί, πώλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν.
Ὁμοίως δὲ γράφει καὶ Λουκᾶς. Καὶ ὁ Ἰωάννης δὲ τὸν πῶλον τοῦτον ὀνάριον ὠνόμασεν, ὡς ὄνον νέον, ἐπεὶ καὶ πῶλος, τὸ τῆς ὄνου πωλάριον. Τί οὖν ἐροῦμεν; Ὅτι καὶ ἀμφοτέρων μὲν ἔσχε χρείαν ὁ Χριστός, ἀλλὰ τοῦ πώλου μὲν εἰς τὸ ἐποχηθῆναι αὐτῷ· τῆς ὄνου δέ, εἰς τὸ ἀκολουθεῖν τῷ πώλῳ. Μυστήριον γὰρ ἐτέλει προτυποῦν τὰ μέλλοντα. Καὶ ἦν ὁ πῶλος μὲν εἰς τύπον τοῦ ἐξ ἐθνῶν νέου λαοῦ, τοῦ πρὸ τῆς εἰς Χριστὸν πίστεως ἀγυμνάστου πρὸς τὸν ζυγὸν τοῦ θείου νόμου τυγχάνοντος, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισε, δηλαδή, προφήτης ἢ ἀπόστολος· ἡ ὄνος δέ, εἰς τύπον τοῦ ἐξ Ἰουδαίων παλαιοῦ λαοῦ, τοῦ ὑπὸ τὸν ζυγὸν τοῦ νόμου τελοῦντος. Καὶ ὁ πῶλος μὲν φέρει τὸν Χριστὸν ἔποχον· ἕπεται δὲ ἡ ὄνος·
τοῦ πράγματος διδάσκοντος, ὅτι μετὰ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, καὶ ἐπαναπαύσασθαι αὐτοῖς πιστεύσασιν εἰς αὐτόν, ἀκολουθήσουσι τούτοις καὶ οἱ Ἰουδαῖοι. Λέγει γὰρ καὶ Παῦλος, ὅτι Πώρωσις τῷ Ἰσραὴλ ἀπὸ μέρους γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ τότε πᾶς Ἰσραὴλ σωθήσεται. Δια
col. 549–550page 222 of 329
PG 129:549τοῦτο τοίνυν Ματθαῖος μὲν, δι' ἀκρίβειαν, καὶ ἀμφοτέρων ἐμνημόνευσε τῶν ὑποζυγίων· οἱ δ' ἄλλοι, διὰ συντομίαν, τὸν πῶλον μὲν ἀνέγραψαν, ὡς ἐποχηθέντος αὐτῷ τοῦ Σωτῆρος· τὴν ὄνον δὲ παρεσιώπησαν, ὡς ἑπομένην μόνον. Ἐπωχήθη μὲν οὖν τῷ πώλῳ Χριστός, ἅμα μὲν, ὡς εἴρηται, προτυπῶν τὸ μέλλον, ἅμα δὲ καὶ, ἐπειδὴ συνέβαινεν, ἀσθενεστέρους ὄντας τινὰς ὑποζυγίων δεῖσθαι, κἀνταῦθα. Μέτρον ἔθηκε, δεικνύς, ὅτι οὐ χρὴ τὸν αὐτοῦ μαθητὴν ἵππῳ ἢ ἡμιόνῳ κεχρῆσθαι, ἀλλ' ὄνῳ, καὶ πανταχοῦ μόνης Τοῦτο — υἱὸν ὑποζυγίου. Τοῦτο, ποῖον; Τὸ ἀποστεῖλαι τοὺς μαθητὰς εἰς τὸ ἀγαγεῖν τὴν ὄνον καὶ τὸν πῶλον. Προφήτην δὲ νῦν λέγει τὸν Ζαχαρίαν. Πεπλήρωται μὲν οὖν ἡ τοιαύτη προφητεία.
Γέγονε δὲ ταύτης ἡ πλήρωσις προφητεία πάλιν ἑτέρου πράγματος, φημὶ δὴ, τῆς πίστεως τῶν ἐθνῶν, ὡς εἰρήκαμεν. Θυγάτηρ δὲ Σιών, αὐτὴ ἡ Σιών, ὡς Υἱὸς ἀνθρώπου, αὐτὸς ὁ ἄνθρωπος. Ἰδίωμα γὰρ καὶ τοῦτο τῆς Ἑβραΐδος διαλέκτου. Καὶ Σιὼν μὲν, ἡ Ἱερουσαλήμ· βασιλεὺς δὲ τῆς Σιών, ὁ Χριστός· τοῦτο μὲν, ὡς Θεός· τοῦτο δὲ, καὶ ὡς ἐκ βασιλικῆς ῥίζης ἀναβλαστήσας τῆς τοῦ Δαυΐδ· ἔτι δὲ καί, ὡς εὐεργέτης αὐτῆς. Ἔρχεται δὲ πρὸς αὐτὴν πραΰς, μήτε δορυφόρους ἔχων, μήτε ξιφηφόρους, μήτε ῥαβδούχους, ἀλλὰ πολλὴν τὴν ἡμερότητα καὶ ἐπιείκειαν ἐνδεικνύμενος. Ἐπιβεβηκὼς δὲ ἐπὶ ὄνον καὶ πῶλον, οὐκ ἰδίᾳ καὶ ἰδίᾳ, οὐδ' ὡς ἐν συνωρίδι· ἀλλ' ὄνον καὶ πῶλον, τὸν πῶλον νόησον. Ὄνον μὲν, τῇ φύσει· πῶλον δὲ, τῇ ἡλικίᾳ.
Σὺ δ' ἐρώτησον τὸν Ἰουδαῖον, ποῖος βασιλεὺς ἦλθεν εἰς Ἱερουσαλὴμ ὄνῳ καὶ πώλῳ ἐποχούμενος; Οὐδένα γὰρ ἕτερον εἰπεῖν ἂν ἔχοι παρὰ τὸν Χριστόν. [Καὶ ἄλλως δὲ θυγάτηρ τῆς Σιών, Ἱερουσαλήμ, διὰ τὸ ταύτην ὑποκεῖσθαι τῷ ὄρει τῷ καλουμένῳ Σιών· λέγεται δὲ καὶ ἡ Ἱερουσαλήμ Σιών, ἀπὸ τοῦ ἐπικειμένου ὄρους μεταλαχοῦσα τῆς τοιαύτης κλήσεως.] Πορευθέντες — πῶλον. Μάρκος δὲ λεπτομερῶς ἀπαγγέλλει, τί ἐποίησαν. Λέγει γάρ, ὅτι ἀπῆλθον, καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν. Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; Οἱ δὲ εἶπον αὐτοῖς, καθὼς ἐνετείλατο ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
Ταῦτα μὲν οὖν ὁ Μάρκος, θύραν λέγων, τὴν τοῦ οἴκου τῶν κυρίων τοῦ πώλου· ἄμφοδον δὲ ἐστιν ἡ δίοδος. Σκόπει δὲ πάντα κατὰ προτύπωσιν. Ὥσπερ γὰρ ἡ ὄνος καὶ ὁ πῶλος ἐδέδοντο σχοίνοις ἔξω, ἐπὶ τοῦ ἀμφόδου· οὕτω καὶ ὁ παλαιὸς λαὸς, ὁ ἐξ Ἰουδαίων,
col. 551–552page 223 of 329
PG 129:551καὶ ὁ νέος, ὁ ἐξ ἐθνῶν, δέδενται ταῖς ἁμαρτίαις, ἔξω τῆς Ἐκκλησίας, ἐπὶ τοῦ βίου. Τοῦτον γὰρ ἄμφοδον νοούμεν. Καὶ ὥσπερ ἐκεῖνα τὰ ζῶα λύσαντες οἱ ἀπόστολοι προσάγουσι τῷ Χριστῷ· οὕτω δὴ καὶ τούτους· καὶ ὥσπερ ἐπ' ἐκείνων ἐπεχείρησαν μὲν τινες κωλύσαι, ἤγουν, οἱ κύριοι αὐτῶν, ὡς εἶπε Λουκᾶς· ἀκούσαντες δὲ, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, παρεχώρησαν· οὕτω δὴ καὶ ἐπὶ τούτων ἐπιχειρούσι μὲν οἱ κυριεύοντες αὐτῶν δαίμονες κωλύσαι· ἀκούσαντες δὲ, ὅτι ὁ Θεὸς αὐτῶν χρείαν ἔχει, παραχωρούσι. Καὶ — τὰ ἱμάτια αὐτῶν. Ἐπέθηκαν καὶ ἐπὶ τῆς ὄνου, καὶ ἐπὶ τοῦ πώλου, μὴ γινώσκοντες, ἐπὶ τίνος αὐτῶν ἐχθῆναι βούλεται. Καὶ — ἐπάνω αὐτῶν. Ἐπάνω αὐτῶν, δηλαδὴ τῶν ἱματίων, τῶν ἐπιτεθέντων τῷ πώλῳ.
Εἶεν δ' ἂν ἱμάτια τῶν ἀποστόλων ἀναγωγικῶς αἱ ἀρεταί, τὰ νοητὰ περιβόλαια τῆς ψυχῆς αἷς περιστέλλουσι τοὺς προσαγομένους τῷ Χριστῷ. Λουκᾶς δὲ εἴρηκεν, ὅτι οἱ μαθηταὶ ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπὶ τὸν πῶλον. Οἱ μαθηταὶ γὰρ ἐπιβιβάζουσι τὸν λόγον ἐπὶ τὰ ἔθνη. Ὁ δὲ πλεῖστος — αὐτῶν. Ἔδειξαν, ὅτι ὑπὲρ προφήτην αὐτὸν εἶχον. Διὸ καὶ ὑπερβαλλόντως αὐτὸν ἐτίμησαν. Πρὸ ὀλίγου γὰρ τὸν Λάζαρον ἀναστήσας, ὡς ὁ Ἰωάννης φησί, πολὺ σέβας τούτοις ἐνέβαλε. Ῥίψωμεν οὖν καὶ ἡμεῖς τὸν κόσμον τοῦ σώματος διὰ Χριστὸν, καὶ κοσμήσωμεν τὴν ὁδὸν αὐτοῦ, ῥίπτοντες, ἃ περιβεβλήμεθα, χρήματα καὶ πάθη. Ἄλλοι — ἐν τῇ ὁδῷ. Μάρκος δὲ στοιβάδες εἶπε. Στοιβὰς δὲ, ἡ σωρεία τῶν κλάδων. Ἐλαιῶν δὲ ἦσαν οἱ κλάδοι.
Τὸ γὰρ ὄρος τῶν Ἐλαιῶν τηνικαῦτα παρήμειβον. Οἱ δὲ ὄχλοι — Δαυίδ. Τὸ Ὡσαννά, Ἑβραϊκὸν μέν ἐστι, σημαίνει δὲ, ποτὲ μὲν, ὕμνον, ποτὲ δὲ, σῶσον δή. Νῦν οὖν φησιν, ὕμνος τῷ υἱῷ Δαυίδ. Εὐλογημένος — Κυρίου. Τὸ ἐν ὀνόματι Κυρίου, ἀντὶ τοῦ, παρὰ Κυρίου. Εὐλογημένος ὁ ἐρχόμενος ἀπὸ Θεοῦ, εὐλογημένος ὁ πεμφθεὶς ἐκ Θεοῦ. Μάρκος δὲ προσέθηκε, καὶ εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου, τοῦ πατρὸς ἡμῶν Δαυίδ. Ὑπέλαβον γὰρ ὅτι ἀνωρθώθη ὁ καταβεβλημένος θρόνος τῆς βασιλείας τοῦ Δαυίδ. Ὅθεν χαίροντες ἔλεγον, Καὶ εὐλογημένη ἡ ἐρχομένη πάλιν βασιλεία τοῦ προπάτορος ἡμῶν Δαυίδ· ἐρχομένη δὲ ἐν ὀνόματι Κυρίου, τουτέστιν, ἀπὸ Θεοῦ. Ὁ δὲ Ἰωάννης φησίν·
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου βασιλεὺς τοῦ Ἰσραήλ. Πάντα γάρ εἰκὸς ὑπὸ τῶν ὄχλων τότε ῥηθῆναι,
col. 553–554page 224 of 329
PG 129:553τῶν τε προαγόντων, καὶ τῶν ἀκολουθούντων, καὶ τῶν ἐξελθόντων εἰς ὑπάντησιν αὐτοῦ. Νοεῖται δὲ τὸ Ἐν ὀνόματι Κυρίου, καὶ ἀντὶ τοῦ, Ἐν δόξῃ Κυρίου, ἐν τάξει βασιλέως. Ὡσαννὰ — ὑψίστοις. Ὕμνος ἐν ὑψίστοις, ὑμνούντων καὶ τῶν ὑψίστων δυνάμεων, ἤτοι, τῶν ἀγγέλων τὸν Θεὸν, τὸν πέμψαντα ἡμῖν βασιλέα καὶ ἀνορθώσαντα τὴν βασιλείαν Δαυΐδ. Ὁ δὲ Λουκᾶς, ἀντὶ τοῦ, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, Δόξα ἐν ὑψίστοις εἶπεν. Οὗτος δὲ ἱστορεῖ καὶ περὶ τῶν μαθητῶν, ὅτι ἔλεγον, Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου, εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις· εἰρήνην τὴν χαρὰν ὀνομάσας. Σκόπει δὲ, πῶς ἐν τοιούτῳ κρότῳ, καὶ τοσαύταις κραυγαῖς, ὁ πῶλος·
καίτοι παντελῶς ἀδάμαστος ὤν, ὅμως εὐτάκτως ἐφέρετο, προτυπῶν πάντως τὸ καταπειθὲς τῶν ἐθνῶν καὶ τὴν ἀθρόαν αὐτῶν μεταβολὴν εἰς εὐταξίαν. Καὶ εἰσελθόντος — οὗτος; Ἐσείσθη, ἀντὶ τοῦ, ἐταράχθη, θορυβηθεῖσα ἐπὶ τῷ κρότῳ καὶ ταῖς εὐφημίαις. Οἱ δὲ ὄχλοι — Γαλιλαίας. Εἰ καὶ ὑπὲρ προφήτην αὐτὸν εἶχον, ὅμως προφήτην αὐτὸν ὠνόμαζον, οὐδὲν ὑψηλότερον ἐννοεῖν δυνάμενοι, διὰ τὰ ἀνθρωποπρεπῆ τούτου. Λουκᾶς δέ φησιν, ὅτι Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Φθονήσαντες γὰρ ἔλεγον, ὅτι Κώλυσον τοὺς μαθητάς σου τοιαῦτα κροτεῖν καὶ εὐφημεῖν σε.
Εἰπὼν δὲ, ὅτι Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται, ἀνέφηνεν ὅτι ἀδύνατον σιωπηθῆναι τὴν δόξαν αὐτοῦ. Λέγοιντο δ᾽ ἂν λίθοι καὶ οἱ πιστεύσαντες ἐξ ἐθνῶν, ὡς ὄντες πρότερον πεπωρωμένοι τὸν νοῦν, καὶ ἀναίσθητοι θεογνωσίας ἀληθινῆς, οἵτινες σιωπησάντων τῶν ἀποστόλων τῇ τελευτῇ, λοιπὸν αὐτοὶ κράζουσι κηρύττοντες. Καὶ — περιστεράς. Τὰ παραπλήσια καὶ ὁ Ἰωάννης φησίν, ἀλλ᾽ ἐκεῖνος μὲν κατ᾽ ἀρχὰς τοῦ Εὐαγγελίου, Ματθαῖος δὲ καὶ οἱ λοιποὶ πρὸς τῷ τέλει. Δῆλον οὖν, ὅτι δὶς ταῦτα πεποίηκεν ὁ Χριστὸς, καὶ κατὰ διαφόρους καιρούς. Καὶ τότε μὲν λέγουσιν Ἰουδαῖοι πρὸς αὐτόν, Τί σημεῖον δεικνύεις ἡμῖν; ἄρτι δὲ σιγῶσιν. Ὅρα δὲ τὴν καταφρόνησιν αὐτῶν. Ἐν τῷ ναῷ γὰρ ἐκαπήλευον.
Καὶ οἱ μὲν ἐπώλουν τὰ πρὸς θυσίαν ἐπιτήδεια τοῖς χρήζουσι, πρόβατα λέγω, καὶ βόας καὶ περιστεράς, ὡς ὁ Ἰωάννης ἐδήλωσε, καὶ εἴ τι τοιοῦτον· οἱ δὲ ἠγόραζον. Κολλυβισταὶ δὲ εἰσιν οἱ τραπεζίται, Καταλλάκτες δὲ τούτους ὀνομάζουσιν οἱ πολλοί.
col. 555–556page 225 of 329
PG 129:555καταλλάσσω. Εἰσῆλθεν οὖν ὁ Χριστὸς εἰς τὸ ἱερὸν μετὰ παρρησίας, ὡς οἰκοδεσπότης. Ἐξέβαλε δὲ καὶ τοὺς ῥηθέντας, καὶ τὰ ῥηθέντα, τήν τε κατὰ πάντων ἐξουσίαν, ἣν ὡς Θεὸς εἶχε, παραγυμνῶν, καὶ τῇ ἀναμαρτησίᾳ τεθαρρηκώς· καὶ τοῦτο μὲν, τῆς εὐακοσμίας τοῦ οἰκείου ναοῦ φροντίζων· τοῦτο δὲ, προδηλῶν τὴν ἐκβολὴν τῶν δι' αἵματος θυσιῶν· τοῦτο δὲ καὶ παιδεύων ἡμᾶς, ὑπὲρ τῆς Ἐκκλησίας παῤῥησιάζεσθαι. Κόλλυβος γάρ, ὁ ὀβολός, καὶ κολλυβίζω λέγεται τὸ καταλλάσσω. Καὶ – κληθήσεται. Γέγραπται ἐν τῷ προφήτῃ Ἠσαΐᾳ. Ὑμεῖς — λῃστῶν. Λῃστὰς ὠνόμασε τοὺς ἐν αὐτῷ καπηλεύοντας, διὰ τὸ ὁμοίως τοῖς λῃσταῖς φιλοκερδεῖν. Οἱ λῃσταὶ γὰρ φιλοκερδεῖς. Ἢ διότι τὰ πωλούμενα ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ἦσαν.
Ἐν τῷ Ἱερεμίᾳ δὲ γέγραπται, Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μού ἐστι; ΚΕΦ. ΜΖ'. Περὶ τῶν τυφλῶν καὶ χωλῶν. Καὶ αὐτούς. Χωλός ἐστι καὶ πᾶς ὁ μὴ βαίνων ὀρθὰ πρὸς ἀρετήν· τυφλός ἐστι καὶ πᾶς ὁ μὴ νοῶν τὸ καλόν. Ἰδόντες — ἠγανάκτησαν. ὨΙκονόμησεν ὁ Θεὸς, καὶ τοὺς παῖδας ὑμνῆσαι αὐτὸν, ἵνα πάσης ἀντιλογίας ἀποκλεισθῶσιν Ἰουδαῖοι, βλέποντες τὰ ἔκγονα αὐτῶν, τὰ παρ' αὐτοῖς τρεφόμενα καὶ παιδευόμενα, κινούμενα πρὸς ὕμνον τοῦ Χριστοῦ παραδόξως καὶ ὑπερφυῶς· οἱ δὲ σφοδρότερον μᾶλλον ἀναισχυντοῦσι καὶ τῷ φθόνῳ διαρρηγνύμενοι μαίνονται. Καὶ — λέγουσιν; Ὢ τῆς ἀναιδείας! τὸν Χριστὸν εἰκὸς ἦν εἰπεῖν πρὸς αὐτοὺς, Ἀκούετε τί οὗτοι λέγουσιν, οἱ παῖδες ὑμῶν, οἱ μηδέποτέ με θεασάμενοι; Ὁ δὲ Ἰησοῦς — ναί.
Ναί, φησίν, ἀκούω. Καὶ ἐπεὶ ὡς ἔφημεν, σφόδρα ἀναισχύντουν, ἐπιπληκτικώτερον κέχρηται τῇ ἀπολογίᾳ λέγων· Οὐδέποτε — αἶνον; Τοῦ Δαυῒδ μὲν τὸ ῥητόν, προεφήτευε δὲ τὰ τηνικαῦτα γινόμενα. Ἐκπληκτικώτατον οὖν τὸ τοιοῦτον θαῦμα. Τότε γὰρ πρῶτον χορὸς παίδων ὑπομαζίων τρανῶς ἐφθέγξατο. Οὐδὲ γὰρ ἁπλῶς ἦσαν παῖδες, ἀλλὰ παῖδες νήπιοι καὶ θηλάζοντες. Κατηρτίσω δὲ, ἀντὶ τοῦ, τέλειον ἐποίησας ἐξ ἀτελοῦς στόματος. Καλῶς δὲ εἶπεν, Ἐκ στόματος νηπίων. Τὸ στόμα γὰρ ἦν τῶν νηπίων· τὸ δὲ λεγόμενον, τῆς δυνάμεως αὐτοῦ, τρανούσης τὴν ἄωρον γλῶσσαν τῶν θηλαζόντων.
Ἐθαυματουργήθη δὲ τοῦτο καὶ πρὸς παράκλησιν τῶν μαθητῶν, ἵνα θαῤῥήσωσιν ὑπὲρ ἑαυτῶν, ὡς ὁ τὴν ψελλίζουσαν γλῶσσαν τρανώσας, σοφίσει καὶ τὴν ἰδιωτείαν αὐτῶν. Ἦν δὲ τοῦτο καὶ τύπος τῶν ἐθνῶν ἃ ψελλίζοντα πρὸς θεολογίαν, αἰφνίδιον ἤχησαν τέλειον καὶ ἐξάκουστον.
col. 557–558page 226 of 329
PG 129:557Καὶ — ἐκεῖ. Ἐξῆλθε, χαλῶν αὐτοῖς τὸν ὄγκον τοῦ πάθους, καὶ σβεννύων τὴν πυρκαϊὰν τοῦ φθόνου αὐτῶν. ΚΕΦ. ΜΖ'. Περὶ τῆς ξηρανθείσης συκῆς. Πρωΐας — συκή. Ἐπεὶ τὴν μὲν εὐεργετικὴν αὐτοῦ δύναμιν πολλάκις ἐπεδείξατο· τὴν δὲ τιμωρητικὴν οὐδ᾽ ἅπαξ, δεῖξαι λοιπὸν καὶ ταύτην βουληθείς, ἵνα θαῤῥήσωσιν οἱ μαθηταὶ κἀντεῦθεν, ὅτι δυνατός ἐστιν ἀμύνασθαι τοὺς ἐπιβουλεύοντας Ἰουδαίους, καὶ ὅτι οὐκ ἄν ποτε πάθοι, μὴ θέλων, εἰς ἄνθρωπον μὲν οὐκ ἐπιδείκνυται ταύτην, ὡς φιλάνθρωπος, εἰς τὸ φυτὸν δέ. Διὸ καὶ σχηματίζεται πειναν, καὶ ἔρχεται πρὸς τὴν συκῆν, εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καθὼς εἶπε Μάρκος, καίτοι γινώσκων, ὡς οὐχ εὑρήσει. Καὶ τοῦτο γὰρ αὐτὸς οὗτος ὁ Μάρκος εἴρηκε, προσθείς· ὅτι οὐκ ἦν καιρὸς σύκων.
Καὶ ταῦτα πλάττεται κατ᾽ οἰκονομίαν, ἵνα εὐαφόρμως ἐπὶ τὴν θαυματουργίαν ἔλθῃ. Καὶ λόγῳ μόνῳ ξηραίνει τὴν συκῆν, καὶ δείκνυσι τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν, ὡς ἦν αὐτῷ σκοπός. Ξηραίνει δὲ τὸ ὑγρότερον τῶν ἄλλων φυτῶν, ἵνα καὶ μεῖζον τὸ θαῦμα γένηται. Μὴ τοίνυν ἀκριβολογοῦ, διατί τετιμώρηται τὸ φυτόν, ἀναίτιον ὄν, ἀλλὰ μόνον ἔρα τὸ θαῦμα, καὶ θαύμαζε τὸν θαυματουργόν. Τετιμώρηται γάρ, οὐχ ὡς ἁμαρτήσαν, ἀλλ᾽ ἵνα μάθωσιν οἱ ἀκολουθοῦντες, ὅτι καὶ κολάζειν ὁ Χριστὸς δύναται. [Συκή φύλλοις κομῶσα μόνοις, ἡ τῶν Ἰουδαίων Συναγωγή, καρπὸν μὲν δικαιοσύνης οὐκ ἔχουσα, μόνην δὲ τὴν τῶν πεπλανημένων ἠθῶν ἐπίδειξιν, ὡς φύλλα, προβαλλομένη.
Ἢ καὶ ἄλλως, ἡ ἐν σκιαῖς καὶ τύποις σωματικοῖς τοῦ νόμου λατρεία, καὶ τὰ Ἰουδαϊκὰ παρατηρήματα.] Καὶ — συκῆ; Ἰδόντες, οὐκ αὐτίκα, ἀλλὰ τῇ ἐπαύριον. Λέγει γὰρ ὁ Μάρκος, ὅτι καὶ ὅτε ἑσπέρα ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. Καὶ πρωΐ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ριζῶν. Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ὅ ἐστι, διδάσκαλε, ἴδε ἡ συκή, ἣν κατηράσω, ἐξήρανται. Ἀναμνησθεὶς γὰρ τῆς κατάρας, ἔδειξεν αὐτῷ τὴν συκῆν. Ἀποκριθεὶς — γενήσεται. Τὰ παραπλήσια τούτοις εἶπε καὶ ἐν τῷ τριακοστῷ πέμπτῳ κεφαλαίῳ, καὶ ζήτησιν ἐκεῖ τὴν ἐξήγησιν, δι᾽ ἧς γνοίης ἂν καὶ ταῦτα σαφῶς. Μάρκος δέ φησιν, εἰρηκέναι τὸν Ἰησοῦν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν·
καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ὃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
col. 559–560page 227 of 329
PG 129:559Διάκρισιν γὰρ ἀμφότεροι τὸν δισταγμόν ὀνομάζουσιν. Ὄρος δὲ νοεῖται, καὶ ὁ διάβολος, διὰ τὴν ἔπαρσιν· θάλασσα δὲ, ἡ ἄβυσσος καὶ τὸ χάος. Καὶ — λήψεσθε. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι Καὶ πάντα ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε, ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν· πάντα δὲ νόει, μὴ ἁπλῶς, ἀλλὰ τὰ ἄξια. ΚΕΦ. ΜΗ. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. Καὶ ἐλθόντι αὐτῷ — ταύτην; Ἐπεὶ τοῖς θαύμασιν οὐκ ἠδύναντο μέμψασθαι, περὶ τῆς ἐκβολῆς ἐγκαλοῦσι τῶν πωλούντων καὶ ἀγοραζόντων ἐν τῷ ἱερῷ, λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; κωλύων, ἅπερ ἡμεῖς οὐκ ἐκωλύσαμεν. Καὶ εἰς τίς ἔδωκε τὴν ἐξουσίαν ταύτην τοῦ ἐξωθεῖν; μηδεμίαν ἀρχὴν τοῦ ναοῦ ἐμπεπιστευμένῳ.
Καὶ μὴν καλὸν ἐποίησεν, ἀνακαθάρας τὸ ἱερόν· ἀλλ' ἡ βασκανία καὶ τοῖς καλοῖς εἴωθεν ἐπηρεάζειν. Ἀποκριθεὶς — ἀνθρώπων; Ἐξ οὐρανοῦ μὲν, ἀντὶ τοῦ, Ἄνωθεν, ἐκ τοῦ Θεοῦ· Ἐξ ἀνθρώπων δὲ, ἀντὶ τοῦ, Ἐξ ἐντολῆς ἀνθρώπων. Ὅρα δὲ, πῶς ἐξ εὐθείας μὲν οὐκ ἀπεκρίθη τούτοις, ἵνα μὴ δόξῃ μεγαλύνειν ἑαυτὸν, καὶ ἵνα μὴ διασύρωσιν αὐτὸν, ὡς ἀντίθεον. Ἐπεὶ δὲ ὁ Βαπτιστής Ἰωάννης πολλὰ περὶ τῆς μεγαλειότητος αὐτοῦ μεμαρτύρηκεν, ἐκεῖθεν αὐτοὺς ἀντεπερωτᾷ, καὶ συνελαύνει πρὸς ἀπορίαν, ὁ καὶ αὐτοὶ γνόντες θορυβήθησαν. Οἱ δὲ — ἐπιστεύσατε αὐτῷ; Τοῦτό ἐστιν ἡ ἀπορία. Εἶπε γὰρ ἂν αὐτοῖς, Διατί οὐκ ἐπιστεύσατε αὐτῷ, λέγοντι πολλὰ καὶ μεγάλα περὶ ἐμοῦ;
εἰ γὰρ ἐπιστεύσατε, οἷς ἔλεγεν, ἐγινώσκετε ἂν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Λοιπὸν οὖν ἐλέγχεσθε, μάτην ἔχοντες προφήτην τὸν Ἰωάννην, ἀπιστοῦντες αὐτῷ. Ἐὰν δὲ — προφήτης. Ὢ τῆς ἀνελευθέρου τῶν ἀθλίων ἀνθρωπαρεσκείας! Τοῦ μὲν Θεοῦ καταφρονοῦσι, τοὺς ἀνθρώπους δὲ φοβοῦνται, καὶ πρὸς χάριν αὐτῶν ἅπαντα πράττουσιν. Καὶ ἀποκριθέντες — ποιῶ. Ἔδει μὲν αὐτοὺς εἰπεῖν, ὅτι καὶ τὸ βάπτισμα ἐκ Θεοῦ ἦν, καὶ ὁ Ἰωάννης ἐκ Θεοῦ ἔσταλται· ἐπεὶ δὲ φεύγοντες τὸν ἔλεγχον, ἵνα μὴ ἀπιστοῦντες αὐτῷ φανῶσιν, ἔκρυπτον τὴν ἀλήθειαν, φησίν, οὐδὲ ἐγὼ λέγω ὑμῖν ὃ βούλεσθε μαθεῖν, οὐ κρύπτων, ὡς ὑμεῖς, τὴν ἀλήθειαν, ἀλλ' ἀναξίους τῆς ἀποκρίσεως ὑμᾶς λογιζόμενος, οὕτω κακουργοῦντας. ΚΕΦ. ΜΘ'. Περὶ τῶν δύο υἱῶν παραβολή.
Τί δὲ ὑμῖν δοκεῖ; Περὶ ὧν ἐρῶ, δηλονότι. Μὴ θελησάντων γὰρ εἰπεῖν, πόθεν ἦν τὸ βάπτισμα Ἰωάννου, ἵνα μὴ ἐλεγχθῶσιν ἀπιστήσαντες ἐκείνῳ, βούλεται διὰ παραβολῆς αὐτοὺς ἐμβαλεῖν εἰς τὸ αὐτοὺς καταψηφίσασθαι ἑαυτῶν ὡς ἀπειθῶν, καὶ λέγει.
col. 561–562page 228 of 329
PG 129:561Ἄνθρωπος — οὐκ ἀπῆλθεν. Ἄνθρωπον μὲν ὑποδηλοῖ τὸν Θεόν, ὡς φιλάνθρωπον· τέκνα δὲ αὐτοῦ δύο, τόν τε λαὸν τῶν ἐθνῶν, καὶ τὸν τῶν Ἰουδαίων, ὡς ποιήματα αὐτοῦ. Καὶ ἔστιν ὁ μὴ ὑποσχόμενος μέν, ἀπελθὼν δέ, ὁ λαὸς τῶν ἐθνῶν· ὁ δὲ ὑποσχόμενος μέν, μὴ ἀπελθὼν δέ, ὁ λαὸς τῶν Ἰουδαίων. Τὰ ἔθνη μὲν γὰρ οὐχ ὑπέσχοντο ἀκούσεσθαι τοῦ Θεοῦ, καὶ ὅμως ὕστερον ὑπήκουσαν πιστεύσαντα τῷ Θεῷ καὶ Χριστῷ· οἱ δὲ Ἰουδαῖοι ὑπέσχοντο, εἰπόντες ἐν τῇ βίβλῳ τοῦ Δευτερονομίου· Πάντα, ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα, καὶ ὕστερον παρήκουσαν, ἀπιστήσαντες τῷ Χριστῷ καὶ Θεῷ. Ταῦτα μόνα τῆς παραβολῆς ἐκλέγου, καὶ ἐπιγίνωσκε· τἄλλα δὲ πάρες, ὡς καὶ ἐπὶ τῶν ἄλλων παραβολῶν παρηγγείλαμεν.
Ἐπὶ τὸ ἀσαφέστερον γάρ τινα ταύτης οἰκονομικῶς συνετέθησαν, διὰ τὸ ἀνύποπτον, ἵνα μηδὲν περὶ ἑαυτῶν οἱ Ἰουδαῖοι γνόντες, ὀρθὴν ἐξενέγκωσι τὴν ψῆφον. Τίς — πρῶτος. Αὐτοὺς ἠνάγκασεν, ὡς εἴρηται, τὴν ψῆφον ἐξαγαγεῖν, ἵνα αὐτοκατάκριτοι γένωνται. Εἶτα μεταβαίνει πρὸς τοὺς τελώνας καὶ τὰς πόρνας, ἐπὶ πλέον ἐλέγχων αὐτούς. Λέγει αὐτοῖς — Θεοῦ. Τελώνας λέγει τοὺς μετανοήσαντας καὶ βαπτισθέντας, ὅτε ὁ Ἰωάννης ἐκήρυσσε, καὶ πόρνας ὁμοίως. Προάγουσι δέ, ἀντὶ τοῦ, προλαμβάνουσιν. Εἶτα σαφηνίζει τὸν λόγον, καὶ διδάσκει, πῶς προλαμβάνουσι, λέγων· Ἦλθε — αὐτῷ.
Ἦλθε πρὸς ὑμᾶς, οὐκ ἐν ἡμελημένῳ βίῳ, ἀλλ' ἐν ὁδῷ ἀρετῆς, ἵνα καὶ ἀξιόπιστος φανῇ, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, παραινοῦντι μετανοεῖν καὶ εὐτρεπίζεσθαι πρὸς ὑποδοχὴν τῆς βασιλείας τοῦ Θεοῦ. Ὑμεῖς — αὐτῷ. Ὑμεῖς δέ, ἰδόντες τοὺς τελώνας καὶ τὰς πόρνας, πῶς μετεβλήθησαν, ὅτι ὁ Ἰωάννης ἐκήρυσσε, καὶ προέλαβον ὑμᾶς, οὐ μετεβλήθητε, ὥστε πιστεῦσαι αὐτῷ. ΚΕΦ. Ν΄. Περὶ τοῦ ἀμπελῶνος παραβολή. Ἄλλην — ἀπεδήμησεν. Ἄνθρωπον μὲν ὁμοίως ὑπαινίττεται, τὸν Θεὸν καὶ Πατέρα, διὰ τὸ φιλάνθρωπον, καὶ διὰ τὸ τῆς παραβολῆς ἔθος· ἀμπελὼν δὲ φυτευθεὶς ὑπ' αὐτοῦ, ὁ Ἰσραηλίτης λαός, ὃν ἐφύτευσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φησὶ γὰρ ὁ Δαυΐδ· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
φραγμὸς δέ, ὁ νόμος, οὐκ ἐῶν αὐτὸν ἐπιμιγῆναι τοῖς ἔθνεσι. Λέγοιτο δ' ἂν φραγμὸς καὶ ἡ παρὰ τοῦ Θεοῦ φυλακή, φρουροῦσα τοῦτον ἀπὸ πάσης ἐπιβουλῆς τῶν πέριξ ἐθνῶν. Καθεῖλες γάρ, φησί, τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν· ληνὸς δέ, τὸ θυσιαστήριον, ἐν ᾧ τὸ αἷμα ἐξεχεῖτο· πύργος δέ, ὁ ναός, διὰ τὸ τῆς οἰκοδομῆς ὀχυρὸν καὶ ὑψηλόν· γεωργοὶ δέ, οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ· τούτοις γὰρ ἐνεπίστευσεν ὁ Θεός, ὡς διδασκάλοις, τὸν ἀμπελῶνα τοῦτον· ἀποδημίαν δὲ τοῦ οἰκοδεσπότου φησίν
col. 563–564page 229 of 329
PG 129:563ἡμάρτανον. Ὅτε δὲ — ὡσαύτως. Καρπὶ μὲν τοῦ ῥηθέντος ἀμπελῶνος, ἡ φυλακὴ τῶν νομικῶν ἐντολῶν καὶ αἱ ἀρεταί· δοῦλοι δὲ, οἱ προφῆται, οὓς ἄλλοτε ἄλλους ἀποσταλέντας εἰς ἀπαίτησιν τῆς τοιαύτης, ὡς εἴρηται, φυλακῆς καὶ τῶν ἀρετῶν, διαφόρως τιμωρήσαντο. Μάρκος δὲ καὶ Λουκᾶς τρεῖς ἀποστολὰς τῶν προφητῶν ἀνέγραψαν, λέγοντες ἀπεστάλθαι πρῶτον, ἕνα δοῦλον, εἶτα ἕτερον, ἔπειτα τρίτον. Οὐκ ἔστι δὲ τοῦτο ἐναντιολογία πρὸς τὸν Ματθαῖον. Κἀκεῖνος γὰρ διὰ τῶν δύο ἀποστολῶν πάντας συμπεριέλαβε, καὶ οὗτοι διὰ τῶν τριῶν ὁμοίως. Πλὴν ἐκεῖνος μὲν παχύτερον, οὗτοι δὲ λεπτομερέστερον, οἱ καὶ διὰ τοῦ ἑνὸς δούλου πάντας δηλοῦσι τοὺς τῆς μιᾶς ἀποστολῆς καὶ τοῦ αὐτοῦ καιροῦ.
Τί δέ ἐστιν, ὃ φησιν Μάρκος περὶ ἑνὸς, ὅτι κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν; Τινὲς μὲν εἶπον, ὅτι ἐκεφαλαίωσαν τὴν ὕβριν, ἤγουν, ἐκορύφωσαν· ἐγὼ δὲ οἶμαι τὸ, ἐκεφαλαίωσαν, ἀντὶ τοῦ, τὴν κεφαλὴν αὐτοῦ συνέτριψαν. Ὕστερον δὲ — τὸν υἱόν μου. Τοῦτο εἶπεν, οὐχ ὡς ἀποβησόμενον· ἐγίνωσκε γάρ, ὅτι οὐκ ἐντραπήσονται τοῦτον· ἀλλ' ὡς ὀφειλόμενον, ὡσανεὶ λέγων, ὅτι χρὴ αὐτοὺς ἐντραπῆναι τὸν υἱόν μου. Λουκᾶς δέ φησιν, ὅτι εἶπεν ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. Εἶπε δὲ, Τί ποιήσω;
οὐκ ἐξ ἀπορίας, ἀλλ' ἐκ φιλανθρωπίας, δεικνύων, πόσον κήδεται τῶν ἀχαρίστων, μήπω θέλων κακῶσαι τούτους, ἀλλὰ ζητῶν τρόπον, δι' οὗ τούτους ἀγριωθέντας ἡμερώσει. Καὶ τὸ ἴσως δὲ, τὸ εἰκὸς δηλοῖ. Οἱ — αὐτοῦ. Σκόπει, πῶς ἀκριβῶς προλέγει τὰ μέλλοντα. Καὶ μὴν, οὐχ ὡς Υἱὸν Θεοῦ τοῦτον ἀνεῖλον· οὐκ ἀνεῖλον αὐτὸν, ὡς Υἱὸν Θεοῦ· ἀλλ' ὡς κληρονόμον τοῦ ἀμπελῶνος, ἤγουν, ὡς βασιλέα τοῦ Ἰσραήλ. Βλέποντες γὰρ ἃ ἐτερατούργει, καὶ ἀκούοντες ἃ ἐφιλοσόφει, συνήσθοντο μὲν ἐν ἑαυτοῖς, ὅτι αὐτός ἐστιν ὃν οἱ προφῆται καταγγέλλουσι βασιλέα τοῦ Ἰσραήλ·
ἐκνικηθέντες δὲ τῷ φθόνῳ, καὶ σκοτισθέντες ὑπὸ τῆς βασκανίας τοῦτο μὲν συνεκάλυψαν, συμβούλιον δὲ ἔλαβον, ἵνα αὐτὸν ἀποκτείνωσι, καὶ λοιπὸν κυριαρχήσωσι τῆς κληρονομίας αὐτοῦ, τουτέστι, τοῦ λαοῦ, μηδὲν εἰς τὸ ἑξῆς ὑποπτεύοντες. Καὶ γὰρ ζῶν, ἤλεγχεν αὐτοὺς, καὶ ὠνείδιζε, καὶ ἠπείλει. Καὶ — ἀπέκτειναν. Ἔξω τῶν ὁρίων τοῦ ἀμπελῶνος, ἤγουν, ἔξω τῆς πόλεως. Ἔξω γὰρ αὐτῆς
col. 565–566page 230 of 329
PG 129:565τοῦτον ἐσταυρώσαν. Μάρκος δέ φησιν, ὅτι πρῶτον ἀπέκτειναν αὐτὸν, εἶτα ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. Τί οὖν ἐροῦμεν; ὅτι τὸ Ἐξέβαλον ἔξω καθ᾿ ἕτερον μὲν ἐκεῖνος εἶπε σημαινόμενον, ἀντὶ τοῦ, Ἀπεστέρησαν ὡς αὐτοῖς ἐδόκει. Ὅταν ἐκείνοις; Αὐτοὺς ἐρωτᾷ πάλιν, ἵνα αὐτοὶ καθ᾿ ἑαυτῶν ἐξαγαγόντες, κανταῦθα τὴν ἀπόφασιν αὐτοκατάκριτος γένωνται. Λέγουσιν — ἀπολέσει αὐτούς. Κακοὺς ὄντας πικρῶς κολάσει αὐτούς. Καὶ — αὐτῶν. Ἄκοντες προφητεύουσι καὶ αὐτοὶ τὸ μέλλον. Ἐλθὼν γὰρ ὁ κύριος τοῦ τοιούτου ἀμπελῶνος, ἤγουν, ἀναστὰς ἐκ νεκρῶν ὁ Χριστὸς, ὁ κληρονόμος, καὶ ἐπανελθὼν εἰς τὴν ἰδίαν ἐξουσίαν, παρέδωκεν αὐτοὺς τοῖς Ῥωμαίοις εἰς ὄλεθρον καὶ ἀφανισμόν.
Τὸν δὲ τόπον τοῦ ἀμπελῶνος ἐξέδωκε τοῖς τῶν Χριστιανῶν ἐπισκόποις, οἳ καὶ κατὰ τοὺς καιροὺς αὐτῶν, ὅτε δηλαδὴ τὰ Χριστιανῶν ἤνθει, διαφερόντως ἐκαρποφόρουν τὰς ἀρετάς. Ἀλλὰ Ματθαῖος μὲν αὐτοὺς λέγει καθ᾿ ἑαυτῶν τὴν ψῆφον ἐξενεγκεῖν· Μάρκος δὲ καὶ Λουκᾶς φασιν, ὅτι αὐτὸς ἀπεφήνατο κατ᾿ αὐτῶν. Εἰκὸς δὲ πρῶτον ἐκείνους ἀποφήνασθαι, εἶτα τὸν Χριστὸν εἰπεῖν, ὅπερ ἐκεῖνοι εἶπον, ἐπιβεβαιοῦντα τὸν λόγον αὐτῶν. Ἰδιαίτατα δὲ Λουκᾶς εἴρηκεν, ὅτι ἀκούσαντες εἶπον, Μή γένοιτο. Πρὸ τούτου γὰρ ἀγνοοῦντες, ὅτι περὶ αὐτῶν ἦν ἡ παραβολή, κατεψηφίσαντο ἑαυτῶν· ὕστερον δὲ, ἐπιψηφισαμένου τοῦ Χριστοῦ, συνῆκαν, καὶ εἶπον, Μὴ γένοιτο. Λέγει — γωνίας;
Δαυϊτικὴ μὲν ἡ προφητεία, δείκνυσι δὲ διὰ ταύτης ὁ Χριστός, ὅτι πάντως ἔσται, ἃ εἶπεν, προαγγελθέντα πάλαι παρὰ τοῦ ἁγίου Πνεύματος. Καὶ ἀναιρεθήσεται μὲν ὑπ᾿ αὐτῶν, ἀναστὰς δὲ ἐκ νεκρῶν, γενήσεται εἰς κεφαλὴν γωνίας. Τί δὲ τοῦτό ἐστιν, ἐροῦμεν. Τροπικῶς ἡ προφητεία λίθον μὲν ὠνόμασε τὸν Χριστόν· οἰκοδομοῦντας δὲ, τοὺς διδασκάλους τῶν Ἰουδαίων, οὓς καὶ γεωργοὺς ἡ παραβολὴ προσηγόρευσεν· ἀπεδοκίμασαν δὲ τὸν τοιοῦτον οὗτοι λίθον, ἤγουν, ἀπεύσαντο, πρῶτον μὲν λέγοντες· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· καὶ πάλιν, Οὗτος πλανᾷ τὸν κόσμον καὶ τὰ τοιαῦτα· τελευταῖον δὲ σταυρώσαντες. Κεφαλὴ δὲ γωνίας ἐστὶν ὁ ἀκρογωνιαῖος λίθος.
Ἐγένετο οὖν εἰς κεφαλὴν γωνίας ὁ Χριστός, ἤγουν, ὑπῆρξεν ἀκρογωνιαῖος λίθος, ἐν τῷ παρεικάζεσθαι τοιούτῳ λίθῳ. Καθάπερ γὰρ ἐκεῖνος ἐφ᾿ ἑαυτῷ συνδεῖ τοίχους δύο, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς, ἐφ᾿ ἑαυτῷ συνδεσμεῖ τοὺς δύο λαούς, τόν τε ἐξ ἐθνῶν καὶ τὸν ἐξ Ἰουδαίων,
col. 567–568page 231 of 329
PG 129:567καὶ συνεναί διὰ τῆς εἰς αὐτὸν πίστεως. Τινὲς δὲ γωνίαν ἐνόησαν τὴν Ἐκκλησίαν, ὡς συνδεσμούσαν τοὺς πιστοὺς, ἡστινος εἰς κεφαλὴν γέγονεν ὁ Χριστός, εἴτουν, κεφαλὴ καὶ ἄρχων. Παρὰ Κυρίου – ἡμῶν. Καὶ τοῦτο μέρος τῆς εἰρημένης προφητείας ἐστὶν, διδάσκον, ὅτι καὶ κατὰ βούλησιν Θεοῦ γενήσεται αὕτη ἡ γωνία, τουτέστιν, ἡ συνάφεια τῶν λαῶν, καὶ θαυμασθήσεται παρὰ πάντων, οὐ μόνον, ὡς κεκαλλωπισμένη ταῖς ποικιλίαις τῶν ἀρετῶν, ἀλλὰ καὶ, ὡς ἰσχυροτέρα πάσης ἐπιβουλῆς. Διὰ τοῦτο αὐτῆς. Βασιλείαν τοῦ Θεοῦ λέγει τὴν ἐπισκοπὴν τοῦ Θεοῦ, ὑφ᾽ ἧς ἐφρουροῦντο. Ἔθνος δὲ ποιοῦν τοὺς ἀξίους αὐτῆς καρπούς, τὸ γένος τῶν Χριστιανῶν. Καὶ – συνθλασθήσεται.
Ὁ προσκόψας αὐτῷ, ἑαυτὸν βλάψει, καὶ οὐκ ἐκεῖνον, ὅ πεπόνθασιν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ. Ἐφ' – αὐτόν. Ἐφ' ὃν ἂν βαρήσῃ, τουτέστιν, ᾧ ἂν ὀργισθῇ, λεπτυνεῖ καὶ διασκορπίσει καὶ ἐξολοθρεύσει αὐτὸν, ὃ γέγονεν εἰς ὅλον τὸ γένος τῶν Ἰουδαίων, παραδοθὲν εἰς πολιορκίαν τοῖς Ῥωμαϊκοῖς στρατεύμασι. Καὶ – εἶχον. Πανταχοῦ τοὺς ἀνθρώπους φοβοῦνται, καὶ οὐ τὸν Θεόν. Ἀλλ' ὁ μὲν Χριστὸς καὶ τὰς παραβολὰς εἶπε, καὶ τὴν προφητείαν ἐπήγαγεν, ἵνα δειλιάσαντες ἀπόσχωνται τῆς πονηρίας· αὐτοὶ δὲ μᾶλλον ἐζήτησαν ἀνελεῖν αὐτόν. Καὶ μὴν ἐγίνωσκεν, ὡς οὐ μεταβληθήσονται, ἀλλὰ πανταχοῦ τὸ ἑαυτοῦ ποιεῖ, μηδὲν ἐλλείπων τῶν καθηκόντων. ΚΕΦ. ΝΑ΄. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον.
Καὶ ἀποκριθεὶς – ἐλθεῖν. Ἡ μὲν πρὸ ταύτης παραβολή, τὰ μέχρι τοῦ σταυροῦ διέγραψεν, οἷον τὴν τοῦ Θεοῦ πρόνοιαν, ᾗ πρὸς Ἰουδαίους ἐκέχρητο, τὴν τούτων προφητοκτονίαν, καὶ τελευταῖον, τὴν ἀναίρεσιν τοῦ Σωτῆρος. Αὕτη δέ, ἡ νῦν προκειμένη, τὰ μετὰ τὸν σταυρὸν προσημαίνει, βασιλείαν μὲν οὐρανῶν ὀνομάζουσα τὸν Θεὸν καὶ Πατέρα· γάμους δὲ, τὴν μυστικὴν συνάφειαν τοῦ Υἱοῦ πρὸς τὴν Ἐκκλησίαν τῶν πιστῶν. Διττὴν δὲ νοοῦμεν τὴν τοιαύτην συνάφειαν, τὴν μὲν ἐνταῦθα γινομένην, διὰ πίστεως καὶ ἀρετῶν, τὴν δὲ ἐκεῖ τελεσθησομένην ὑπερφυέστερον. Γάμους δὲ τὸ πρᾶγμα καλεῖ, διά τε τὸν αὐτοῦ πάθον, ὃν ἔχει πρὸς αὐτὴν, καὶ διὰ τὴν αὐτῆς χαράν. Καὶ γὰρ καὶ ὁ Βαπτιστὴς νυμφίον αὐτὸν προσηγόρευσε·
δούλους δὲ λέγει τοὺς ἀποστόλους, οἵτινες πρῶτον ἐν Ἱεροσολύμοις ἐδίδαξαν· κεκλημένους δὲ, τοὺς Ἰουδαίους, οἱ προεκλήθησαν εἰς τοὺς τοιούτους γάμους, πάλαι μὲν ὑπὸ τῶν προφητῶν, ὕστερον δὲ ὑπὸ τοῦ Βαπτιστοῦ· πρὸς
col. 569–570page 232 of 329
PG 129:569αὐτὸν γὰρ αὐτοὺς παρέπεμπον· ἔτι δὲ καὶ ὑπ' αὐτοῦ τοῦ νυμφίου. Καὶ ὅρα τὴν κακίαν μὲν τῶν Ἰουδαίων, ἀγαθότητα δὲ τοῦ Σωτῆρος. Ἀνεῖλον αὐτὸν ἐκεῖνοι· ὁ δὲ καὶ φονεῖς ὄντας αὐτοῦ πάλιν καλεῖ πρὸς εὐφροσύνην αἰώνιον, οἱ δὲ ἀποπηδῶσι. Πάλιν γάμους. Προτέρους μὲν δούλους νόει τοὺς περὶ Πέτρον· ὑστέρους δὲ, τοὺς περὶ Παῦλον. Ἄριστον δὲ καὶ ταύρους καὶ σιτιστὰ τεθυμένα, εἴτ' οὖν, ηὐτρεπισμένα, εἴρηκε, κατὰ τὸ ἐν τοῖς γάμοις ἔθος. Εἶεν δ' ἂν ταῦτα ἐνταῦθα μέν, ἡ τρυφὴ τῶν θείων δογμάτων· ἐκεῖ δὲ, ἡ οὐράνιος τρυφὴ καὶ ἀπόλαυσις. Διὰ δὲ τῶν ταύρων καὶ τῶν σιτιστῶν τὸ φιλότιμον καὶ πολυτελὲς τῆς εὐωχίας ἐμφαίνεται. Οἱ — αὐτοῦ.
Καταφρονήσαντες τῆς κλήσεως, ἀπῆλθον εἰς τὰ οἰκεῖα ἔργα, τουτέστιν, εἴχοντο τῶν προτέρων. Οἱ δὲ λοιποὶ — ἀπέκτειναν. Ὢ τῆς ἀναισχυντίας! οὐ μόνον οὐκ ἦλθον, ἀλλὰ καὶ τοὺς ἀπεσταλμένους πρὸς αὐτοὺς ὕβρισαν καὶ ἀπέκτειναν. Καὶ ἐν μὲν τῇ προλαβούσῃ παραβολῇ οἱ ἀπαιτοῦντες τοὺς καρποὺς ἐσφάγησαν· ἐν ταύτῃ δὲ οἱ καλοῦντες εἰς τοὺς γάμους. Τί ταύτης ἴσον τῆς μανίας; Ὅσον ὁ βασιλεὺς ἐμακροθύμει καὶ ἐφιλανθρωπεύετο, τοσοῦτον οὗτοι ἐσκληρύνοντο καὶ ἠγρίαινον. Καὶ ἀκούσας — ἐνέπρησεν. Ἴδε κηδεμονίαν καὶ μακροθυμίαν ἄφατον. Ἐφύτευσεν ἀμπελῶνα καὶ ἀπήρτισεν, ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν, ἀπέστειλεν ἐν καιρῷ δούλους ἀπαιτῶν τοὺς καρπούς. Τούτων ἀναιρεθέντων, ἀπέστειλεν ἄλλους.
Καὶ τούτων σφαγέντων, ἔπεμψεν αὐτὸν τὸν υἱὸν αὐτοῦ τὸν ἀγαπητόν. Καὶ τούτου φονευθέντος, ἠνέσχετο, καὶ μᾶλλον ἀποστείλας δούλους, ἐκάλεσε τοὺς φονεῖς εἰς εὐωχίαν ἀτελεύτητον. Οὐκ ἠθέλησαν ἐλθεῖν. Πάλιν ἑτέρους ἀπέστειλεν. Οἱ δὲ καὶ τούτους ἀνεῖλον. Τότε λοιπόν, ὡς ἀνίατα νοσοῦντας, ἀναιρεῖ τοὺς παμπονήρους καὶ μιαρούς. Στρατεύματα δὲ αὐτοῦ νόει τὰ στρατεύματα τῶν Ῥωμαίων· πάντες γὰρ τοῦ Θεοῦ εἰσιν κατὰ τὸν λόγον τῆς δημιουργίας· ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου, καὶ τοὺς φονεῖς κατέσφαξαν, καὶ τὴν πόλιν αὐτῶν, τὰ Ἱεροσόλυμα, ἐνέπρησαν. Τότε — γάμους. Διεξόδους τῶν ὁδῶν λέγει τὰς πόλεις καὶ κώμας τῶν ἐθνῶν. Διεξόδους δὲ τῶν ὁδῶν ταύτας ὠνόμασε, δηλῶν τὸ ἀπερριμμένον τῶν ἐθνῶν.
Ἐν ταῖς διεξόδοις γὰρ οἱ ἀπερριμμένοι κατοικοῦσι. Πρῶτον μὲν γὰρ οἱ ἀπόστολοι τοῖς Ἰουδαίοις ἐκήρυσσον, ἔτι παρ' αὐτοῖς ὄντες· ἐπεὶ δὲ ἀπηλαύνοντο, φησὶ πρὸς αὐτοὺς ὁ Παῦλος· Ὑμῖν ἦν ἀναγκαῖον πρώτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
col. 571–572page 233 of 329
PG 129:571Καὶ μὴν ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εὐθὺς εἰς τὰ ἔθνη τούτους ἐξαπέστειλεν, εἰπών· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Πῶς οὖν πρῶτον τοῖς Ἰουδαίοις ἐκήρυξαν; γράφει Λουκᾶς ἐν τῇ βίβλῳ τῶν Πράξεων· ὅτι μέλλων ὁ Χριστὸς ἀναβαίνειν εἰς τὸν οὐρανὸν, εἶπε τοῖς ἀποστόλοις· Λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Ἰδοὺ δεδήλωκεν, ὅτι ἄρξονται ἀπὸ Ἱερουσαλήμ. Καὶ — ἀγαθούς. Πονηροὺς ὀνομάζει τοὺς κακοήθεις, ἢ τοὺς ἀκρατεῖς ἐν τοῖς πάθεσιν·
ἀγαθοὺς δὲ, τοὺς ἁπλοῦς, ἢ τοὺς ἐγκρατεῖς ἐν ταῖς ἀλόγοις ὁρμαῖς, οἷς ὁμοῦ πᾶσιν ἐκήρυξαν οἱ ἀπόστολοι, πάντας ἐπίσης καλοῦντες εἰς τὴν συνάφειαν τοῦ Χριστοῦ, τήν τε ἐν τῷ νῦν αἰῶνι, καὶ τὴν ἐν τῷ μέλλοντι. Καὶ — γάμου. Εἰπὼν, ὅτι ἐπλήσθη ὁ γάμος, ἤγουν, ὁ νυμφῶν, ἐσήμανεν ὅτι πολλοὶ εἰσελεύσονται μέχρι τῆς τοῦ κόσμου συντελείας. Ἐν δὲ τῷ ἐφεξῆς τῆς παραβολῆς διδάσκει περὶ τῆς μελλούσης κρίσεως. Σὺ δὲ μηδὲν πολυπραγμόνει βαθύτερον, οἷον, τίς ὁ νυμφών, καὶ πῶς συνεισῆλθε τοῖς κεκαλλωπισμένοις ὁ ἀκαλλώπιστος, καὶ εἴ τι τοιοῦτον. Ἐπικίνδυνος γὰρ ἡ τούτων ἐξέτασις, διά τε τὴν ἄβυσσον τῆς θεωρίας αὐτῶν, καὶ διὰ τὴν αὐτονομίαν τῆς παραβολῆς·
μόνον δὲ ἐντεῦθεν ἄρυου τὸ γινώσκειν, ὅτι οὐ χρή τινα θαῤῥεῖν μόνῳ τῷ ἐλθεῖν εἰς τοὺς γάμους, εἴτουν, μόνῃ τῇ εἰς Χριστὸν πίστει, ἀλλ᾽, ἐπεὶ διὰ τοῦ βαπτίσματος ἀπελούσατο, δεῖ περιβληθῆναι καὶ ἔνδυμα γαμικόν, ἤτοι, κεκαλλωπισμένον καὶ ἄξιον τῶν μελλόντων γάμων· ἔστι δὲ τοῦτο βίος καθαρὸς καὶ λαμπρός, τρόπον χιτῶνος ὑφηφασμένος ἐξ ἀρετῶν. Ἄνθρωπον μὲν οὖν, οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, προσηγόρευσε πάντα ἄνθρωπον ἀναξίως τοῦ γάμου στολισμένον. Οὐκ ἔνδυμα δὲ γάμου, βίος ῥυπαρὸς καὶ ἀκάθαρτος. Ἑταῖρον δὲ αὐτὸν εἶπεν, ὡς τέως Χριστιανόν, εἰ καὶ ἀναξίως τῆς προσηγορίας ταύτης ἐπολιτεύσατο. Καὶ μὴν χάριτι πάντας ἐκάλεσε· πῶς οὖν ἀκριβολογεῖται;
Διότι προσήκει τὸν εἰς γάμον κληθέντα, καὶ μάλιστα βασιλικόν, κεκοσμημένον εἰσελθεῖν, καὶ ἀμείψασθαι τὴν χάριν τῆς κλήσεως τῷ καλλωπισμῷ τῆς στολῆς. Ἐπὶ μὲν γὰρ τῶν φθαρτῶν γάμων, ἔχοι τις ἂν ἀπολογίαν καὶ συγγνώμην, διὰ τὸ δυσπόριστον εἶναι τὴν ἀξίαν στολήν· ἐπὶ δὲ τοῦ ἀφθάρτου τούτου γάμου, πάντα
col. 573–574page 234 of 329
PG 129:573περιήρηται πρόφασις. Ὁ γὰρ καλλωπισμὸς ἐγγὺς καὶ εὐπόριστος, εἰ μόνον ἀληθῶς αὐτὸν ζητήσωμεν. Ὥστε δικαίως ἐκβάλλει τὸν ἀκαλλώπιστον, ὡς ῥάθυμον καὶ καταφρονητήν. Καθάπερ γὰρ οἱ μὴ ἐλθόντες ὕβρισαν, οὕτω καὶ οἱ εἰσελθόντες ἐβουπωμένοι. † Τυπαρὰ γὰρ ἱμάτια φορεῖ ὁ μὴ ἐνδυσάμενος σπλάγχνα οἰκτειρμῶν, χρηστότητα, φιλαδελφίαν καὶ τὰ ὅμοια. Ὁ δὲ ἐφιμώθη. Ὡς μηδὲν ἔχων ἀπολογήσασθαι. Δείκνυσι δὲ ὁ λόγος, ὅτι, καίτοι προδήλον τῆς ἁμαρτίας οὔσης, ὅμως οὐ πρότερον ὁ Θεὸς κολάσει, μέχρις ἂν αὐτὸς ὁ ἡμαρτηκὼς ἑαυτὸν καταδικάσῃ. Τὸ γὰρ σιωπᾶν, καὶ μὴ δύνασθαί πως ἀποκριθῆναι, καταδίκης ἐστί. Τότε – διακόνοις. Τοῖς ἀγγέλοις, τοῖς εἰς τὸ κολάζειν ὑπηρετοῦσιν.
Ὡς γεγενημένα δὲ λέγει τὰ μέλλοντα, νόμῳ προφητείας. Δήσαντες – ἐξώτερον. Δέσιν λέγει τὴν ἐποχὴν τῆς ἐνεργείας τῆς τε διὰ ποδῶν καὶ τῆς διὰ χειρῶν τελουμένης. Τότε γὰρ καταργεῖται πᾶσα τῶν ἁμαρτωλῶν ἐνέργεια, καὶ οὐκέτι λοιπὸν οὐδεμία πρᾶξις εἰς ἐξιλασμόν. Ἐργασίας γάρ, φησὶν, ὁ παρὼν καιρός· ὁ δὲ μέλλων, ἀνταποδόσεως. Δεσμοῦνται δὲ πόδες μὲν, οἱ πρὸς ἁμαρτίαν βαδίσαντες· χεῖρες δὲ πάλιν, αἱ παράνομα διαπραξάμεναι. Ἐκεῖ – ὀδόντων. Ἵνα μὴ νομίσῃ τις, ὅτι σκέτος ἁπλῶς ἐστιν ἡ τοιαύτη κόλασις, εἴτουν, στέρησις φωτὸς μόνον, προσέθηκεν, ὅτι ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τὰς ἐν ἐκείνῳ πικράς τε καὶ ἀλγεινὰς ὀδύνας ὑποφαίνων.
Ἀκούσωμεν καὶ φρίξωμεν, ὅσοι μετὰ τὸ ἀπολούσασθαι διὰ τοῦ θείου βαπτίσματος, ἐν διεφθαρμένῳ βίῳ καταλυποῦμεν τὴν ψυχήν, ὅτι οὐ μόνον ἐκβληθησόμεθα τοῦ νυμφῶνος, ἀλλὰ καὶ εἰς τὴν χαλεπωτάτην κόλασιν ἀποπεμφθησόμεθα. Τοιγαροῦν ἐπιμελητέον τῆς ἐντὸς στολῆς, καὶ μὴ τῆς ἐκτός. Ἕως γὰρ ἂν τῆς ἔξω φροντίζωμεν, τῆς ἔνδον οὐ δυνησόμεθα φροντίζειν. Ζητήσει δ' ἄν τις, πῶς οὐ τῷ Πατρὶ μᾶλλον, ἀλλὰ τῷ Υἱῷ ἡ Ἐκκλησία συνάπτεται; Καὶ ἀκούσει πάντως, ὅτι ὁ Υἱὸς ἐνανθρωπήσας συνανεστράφη αὐτῇ, καὶ ὅτι τῷ Υἱῷ συναπτομένη, καὶ τῷ Πατρὶ συνάπτεται. Λέγει γὰρ ὁ Υἱός· Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν, καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Πολλοὶ – Ἐκλεκτοί.
Τοῦτο εἶπε καὶ ἐν τῷ τέλει τῆς παραβολῆς τῶν μισθουμένων ἐργατῶν. ΚΕΦ. ΝΒ΄. Περὶ τοῦ κήνσου. Τότε – λόγῳ. Ὢ τῆς βαθείας πωρώσεως! Οὐδὲν τῶν εἰρημένων ἥψατο τῆς ψυχῆς αὐτῶν· μεθύοντες δὲ τῷ φθόνῳ, τρέπονται πρὸς ἐπιβουλήν, καὶ ἐπεὶ
col. 575–576page 235 of 329
PG 129:575συλλαβεῖν αὐτὸν οὐκ ἠδύναντο διὰ τὸν ὄχλον, ὡς προδεδήλωται, συσκέπτονται θηρεῦσαι τοῦτον δι' ἐρωτήσεως. Καὶ — Ἡρωδιανῶν. Εἴρηται περὶ τῶν Ἡρωδιανῶν ἐν τῷ εἰκοστῷ πρώτῳ κεφαλαίῳ. Νῦν δέ φησιν ὁ Χρυσόστομος Ἡρωδιανοὺς νοεῖσθαι, τοὺς Ἡρώδου στρατιώτας, ἐπιδημοῦντας ἐκεῖ τότε, καὶ συνεξαποσταλέντας ἀπὸ τῶν Φαρισαίων ὡς μάρτυρας, εἴ τι κατὰ τοῦ Καίσαρος ἀποκριθείη. Φίλος γὰρ ἦν ὁ Ἡρώδης τοῦ Καίσαρος. Ὁ δὲ Λουκᾶς φανερώτερον περὶ τῶν ἀποσταλέντων μαθητῶν αὐτῶν ἔγραψεν, ἐγκαθέτους αὐτοὺς ὀνομάσας, ἤγουν, ἐνεδρεύοντας· ἔτι δὲ καὶ ὑποκρινομένους δικαιοσύνην, ἧς ἕνεκεν δῆθεν ἠρώτων, καὶ ὅτι ἀπεστάλησαν, ἵνα ἐπιλάβωνται λόγου αὐτοῦ, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
Ἤλπιζον γάρ, ὅτι κατὰ τοῦ Καίσαρος ἀποκριθήσεται. Λέγοντες — εἶ. Ὅρα κολακείαν ἀναίσχυντον, ᾗ κέχρηνται, χαυνώσαι τοῦτον βουλόμενοι πρὸς τὸ πάντως ἀποκριθῆναι. Καὶ εἰ ἀληθής ἐστι, πῶς ἀλλαχοῦ λέγετε, ὅτι πλανᾷ τὸν κόσμον; Καὶ — διδάσκεις. Καὶ πῶς πάλιν λέγετε, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ; Ὁδὸν δὲ τοῦ Θεοῦ φασι τὴν ἀρετὴν, δι' ἧς ὁδεύει τις πρὸς Θεόν. Καὶ — ἀνθρώπου. Καὶ τοῦτο λέγουσιν, ὑποχνίζοντες αὐτὸν εἰς τὸ μὴ αἰδεσθῆναι τὸν Καίσαρα, μηδὲ διὰ φόβον αὐτοῦ σιγῆσαι πρὸς τὸ ἐπερωτώμενον· Ἀληθῆ μὲν οὖν ἦσαν πάντα, ὅσα προσεμαρτύρησαν αὐτῷ, πλὴν ἄκοντες ὡμολόγησαν ταῦτα, πρὸς κατασκευὴν τῆς ἐπιβουλῆς. Εἰπέ — δοκεῖ; Περὶ οὗ δηλονότι μέλλομεν ἐρωτᾶν. Ἔξεστι — ἢ οὔ;
Κῆνσος Ῥωμαϊκὴ μέν ἐστι λέξις, ἑρμηνεύεται δὲ φόρος, ἤτοι, τέλος. Τὸ δὲ ἔξεστιν, ἀντὶ τοῦ, δυνατόν ἐστιν, εἴτουν, δίκαιόν ἐστι. Πάλαι μὲν γὰρ Ἰουδαῖοι, φυλάττοντες τοὺς νόμους, πάσης ἀπήλαυον ἐλευθερίας· ὕστερον δὲ παραβαίνοντες αὐτοὺς, κατεδουλώθησαν Ῥωμαίοις, ὧν ἦρχε Καίσαρ, καὶ φόρους αὐτοῖς ἐτέλουν. Ἐρωτῶσι δὲ πάνυ κακοήθως καὶ δολερῶς, ἵνα ἐὰν μὲν εἴπῃ ὅτι ἔξεστι, κινήσωσι κατ' αὐτοῦ τοὺς ὄχλους, ὡς συμβουλεύοντος δουλεύειν Καίσαρι, καὶ ὑποτάσσοντας ἀνθρώπῳ τὸν λαὸν τοῦ Θεοῦ· ἐὰν δὲ εἴπῃ ὅτι οὐκ ἔξεστι, παραδώσουσιν αὐτὸν τῷ ἡγεμόνι, ὡς ἀποστασίαν ἀπὸ Καίσαρος καὶ πόλεμον συμβουλεύοντα. Τί οὖν ἡ πηγὴ τῆς γνώσεως;
col. 577–578page 236 of 329
PG 129:577Γνούς - εἶπεν. Ὁ μὲν Μάρκος τὴν ὑπόκρισιν φησιν· ὁ δὲ Λουκάς, τὴν πανουργίαν. Τί ὑποκριταί; Ὑποκρινόμενοι μὲν ἐρωτῆν, ἵνα γνώτε τὸ δίκαιον· ὀρύσσοντες δὲ βόθρους διὰ τῆς ἐρωτήσεως, ἵνα με κατακρημνίσητε. Δείξας οὖν, ὅτι οὐκ ἔλαθον αὐτὸν, ὅμως ἀποκρίνεται καὶ πρὸς τὴν ἐρώτησιν. Καὶ σκόπει πῶς· Ἐπιδείξατε κήνσου. Παρὰ δὲ τῷ Μάρκῳ φησί, Φέρετέ μοι δηνάριον, ἵνα ἴδω· καὶ παρὰ τῷ Λουκᾷ δὲ ὁμοίως. Νόμισμα γὰρ ἐλέγετο καὶ τὸ δηνάριον. Ἐζήτησε δὲ ἰδεῖν τὸ νόμισμα, ἵνα θαυμασίως ἀπ' αὐτοῦ τὴν ἀπόκρισιν ἐργάσηται. Καίσαρος. Οὐκ ἀγνοῶν ἠρώτησεν, ἀλλ' ἵνα τὴν ἀπόκρισιν αὐτῶν ἀπόφασιν οἰκείαν ποιήσῃ. Τότε - Καίσαρι. Ἐπεὶ Καίσαρός ἐστιν, ἀπόδοτε λοιπὸν Καίσαρι τὰ ἴδια.
Διὰ τοῦτο γὰρ οὐκ εἶπε, πότε, ἀλλ', Ἀπόδοτε, ὡς ἐκείνου ὄντα. Ἵνα δὲ μὴ εἴπωσιν, ὅτι ἀνθρώπῳ ἡμᾶς ὑποτάττεις καὶ οὐ Θεῷ, ἐπήγαγε· Καὶ τὰ - Θεῷ. Ἔξεστι γὰρ καὶ ἀνθρώποις ἀπονέμειν τὰ προσήκοντα, καὶ Θεῷ τὰ ὀφειλόμενα· τοῖς μὲν, τοὺς φόρους, καὶ εἴ τι τοιοῦτον· τῷ δὲ, τὴν εὐσέβειαν καὶ φυλακὴν τῶν ἐντολῶν. Λέγοιτο δ' ἂν Καίσαρ καὶ ὁ κοσμοκράτωρ διάβολος, τινὶ δέον ἀποδιδόναι τὰ αὐτοῦ, φημὶ δὴ πᾶσαν ἐμπάθειαν καὶ κακίαν. Καὶ - ἀπῆλθον. Ἐθαύμασαν μὲν, οὐκ ἐπίστευσαν δὲ· ὃ καὶ αὐτὸ μεγάλη τούτων κατηγορία. ΚΕΦ. ΝΓ΄. Περὶ τῶν Σαδδουκαίων. Ἐν ἐκείνῃ - ἀνάστασιν. Εἴρηται περὶ τῆς αἱρέσεως τῶν Σαδδουκαίων ἐν τῷ τρίτῳ κεφαλαίῳ.
Οὗτοι δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἠθέτουν, διὰ τὸ μὴ μνημονεύεσθαι ταύτην φανερῶς ἐν ταῖς Μωσαϊκαῖς γραφαῖς, ὡς δὴ μόνας ἐγίνωσκον, τὰς ἄλλας οὐ παραδεχόμενοι βίβλους. Ἀλλ', ὦ τῆς ἀνοίας! ἐπιστομισθέντων γὰρ τῶν Φαρισαίων, τῶν ἀκριβεστέρων ἐν Ἰουδαίοις, οἱ καταδεέστεροι τούτων Σαδδουκαίοι, καθάπερ ἐκ διαδοχῆς, προσβάλλουσι, δέον μάλιστα συσταλῆναι. Ἀλλ' ὄντως ἡ θρασύτης ἀναίσχυντον καὶ ἰταμὸν καὶ ἀδυνάτοις ἐπιχειροῦν. Καὶ ἐπεὶ ταῖς προφητικαῖς Γραφαῖς φανερώτερον ἐνέκειτο τὸ δόγμα τῆς ἀναστάσεως, ὑπελάμβανον, ἐκεῖνο δογματίζειν τοιούτους ἀνίστασθαι τοὺς ἀνθρώπους, οἷοι πρὸ τοῦ ἀποθανεῖν ἦσαν, μετὰ τῶν αὐτῶν σχέσεων καὶ παθῶν.
Διὸ καὶ πρὸς ἀνατροπὴν τοῦ τοιούτου δόγματος πλάσαντες οἴκοθεν ὑπόθεσιν προσίασι.
col. 579–580page 237 of 329
PG 129:579Καὶ — αὐτοῦ. Ἐκ Μωσαϊκοῦ νόμου τὴν ἀφορμὴν τοῦ πλάσματος λαμβάνουσιν, ὅπως ἀξιόλογον φανείη τὸ ζήτημα. Καὶ γὰρ ἐν τῇ γραφῇ τοῦ Δευτερονομίου παρήγγειλε Μωϋσῆς, ἵνα τὴν γυναῖκα τοῦ τετελευτηκότος ἀπαιδος γαμήσῃ πάλιν ὁ ἀδελφὸς αὐτοῦ· τοῦτο γὰρ δηλοῖ τὸ Ἐπιγαμβρεύσει· καὶ ὃ ἂν γεννήσῃ πρῶτον, ὀνομάσῃ τοῦτο τέκνον τοῦ θανόντος ἀδελφοῦ, πρὸς μνημόσυνον ἐκείνου. Ταῦτα μὲν οὖν τοῦ νόμου. Σκόπει δὲ, τί οὗτοι κατασκευάζουσιν; Ἦσαν — αὐτήν. Ἑπτὰ δὲ τούτους ὑποτιθέασιν, ὥστε δοκεῖν ἀπορώτερον τὸ πρόβλημα.
Σκοπὸς δὲ τοῖς Σαδδουκαίοις, ἵνα εἴτε ἑνὸς, εἴτε πάντων ἀποκριθείη, ταχέως ἀντιθήσουσιν, ὡς ἐπεὶ γάμοι πάλιν, ἄρα καὶ τεκνογονίας καὶ παιδοτροφίας καὶ πορισμοὶ χρημάτων καὶ δίκαι καὶ πόλεμοι καὶ νόσοι καὶ θάνατοι πάλιν, καὶ πάντα τὰ τοῦ παρόντος βίου, καὶ οὐκ ἔσται λοιπὸν ὁ βίος ἐκεῖνος ἕτερος παρὰ τοῦτον. Εἰ δ' ὁ αὐτὸς ἔσται, τίνος χάριν ἔσται ἀνάστασις; ὥστε οὐκ ἔσται ἀνάστασις. Τί οὖν ὁ Χριστός; Ἀποκριθεὶς — Θεοῦ. Πλανᾶσθε, ὡς μὴ νοοῦντες
col. 581–582page 238 of 329
PG 129:581τὰς Γραφὰς τὰς προφητικάς, αἵτινες οὐ τοιαύτην, οἷαν ὑπολαμβάνετε, δογματίζουσιν ἀνάστασιν. Πλανᾶσθε δὲ καὶ, ὡς μὴ εἰδότες τὴν δύναμιν τοῦ Θεοῦ, τὴν ἰσχύουσαν ἀναστῆσαι τοὺς νεκροὺς χωρὶς τῶν προτέρων σχέσεων καὶ παθῶν. Ἐν – ἐκγαμίζονται. Οὔτε γαμοῦσιν οἱ ἄνδρες, οὔτε ἐκγαμίζονται αἱ γυναῖκες, τουτέστιν οὐ συνάπτονται ἀνδράσιν, ὡς μὴ οὔσης ἐκεῖ σχέσεως γαμικῆς. Παρὰ δὲ τῷ Λουκᾷ προσέθηκεν, ὅτι οὔτε ἀποθανεῖν ὅτι δύνανται, δεικνύων, ὡς ὁ γάμος διὰ τὸν θάνατον γέγονεν, ἀντὶ τῶν τελευτώντων ἑτέρους ὑποδιαστάτων. Ὅπου δὲ θάνατος οὐκ ἔστιν, οὐδὲ γάμος λοιπόν. Ἀλλ' εἰσι.
Περὶ μόνων τῶν δικαίων ἐνταῦθα λέγει, ὅτι τοῦ λοιποῦ ὡς ἄγγελοί εἰσιν, κατὰ τὸ ἀπαθὲς καὶ ἀφιλήδονον, ἔτι δὲ καὶ κατὰ τὸ ἀκήρατον καὶ φωτοειδές. Τὸ δὲ, ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ, ἀντὶ τοῦ, ὡς ἄγγελοι τοῦ Θεοῦ, οἱ ἐν οὐρανῷ. Οὕτω γὰρ εἶπεν ὁ Μάρκος. Λουκᾶς δὲ τὸ μεῖζόν φησιν, ὅτι καὶ υἱοί εἰσιν τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες, τουτέστιν, ἀναγεννηθέντες διὰ τῆς ἀναστάσεως, ἥτις ἐστὶ παλιγγενεσία. Περὶ τῶν δικαίων γὰρ εἴρηται παρ' αὐτῷ καὶ τό· Οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, καὶ τὰ ἑξῆς.
[Ἡ τῶν ἀγγέλων φύσις τὴν εἰς ἄῤῥεν καὶ θήλυ διαίρεσιν οὐκ ἐπιδέχεται, διότι τῆς θνητῆς φύσεως ἡ τοιαύτη διαίρεσις, οἷα τῆς διὰ τοῦ γάμου παιδοποιίας τὸ διὰ τοῦ θανάτου κενούμενον ἀναπληρούσης.] Περὶ Ἰακώβ. Ἐπειδήπερ ἐκεῖνοι τὸν Μωϋσσέα προεβάλοντο, λοιπὸν καὶ αὐτὸς ἀπὸ τῆς Μωσαϊκῆς γραφῆς τούτους ἐπιστομίζει. Ἐν τῇ βίβλῳ γὰρ τῆς Ἐξόδου τὰ ῥηθέντα γέγραπται. Καὶ σκόπει τὸν λόγον· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ, οὐ τῶν πάντη νεκρῶν· εἰ γὰρ πάντη νεκροὶ ἦσαν, εἶπεν ἂν, ὅτι Ἐγὼ ἤμην ὁ Θεός· ἐπεὶ δὲ εἶπεν, ὅτι Ἐγώ εἰμι ὁ Θεός, ἔδειξεν, ὅτι τῶν ἀναστῆναι μελλόντων.
Ὥσπερ γὰρ ὁ Ἀδάμ, εἰ καὶ ἔζη μετὰ τὴν ἀπὸ τοῦ ξύλου ἐκείνου βρῶσιν, ἀλλ' οὖν ἐν ᾗ ἡμέρᾳ ἔφαγε, τέθνηκε τῇ ἀποφάσει τῆς τελευτῆς· οὕτω καὶ οὗτοι, εἰ καὶ ἀπέθανον, ἀλλ' οὖν ἔζων, τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Οὐκ – ζώντων. Ὁ μὲν γὰρ Θεός, ὢν καὶ ζῶν· ὁ δὲ νεκρός, οὐκ ὂν καὶ οὐ ζῶν. Καὶ μὴν ἀλλαχοῦ γέγραπται, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἀλλὰ κἀκεῖ νεκρούς νόει, τοὺς ἀναστῆναι μέλλοντας.
col. 583–584page 239 of 329
PG 129:583Ο δὲ Λουκάς προσέθηκεν, ὅτι πάντες αὐτῷ ζῶσιν, ἤγουν, παρ' αὐτῷ. Καὶ ἀκούσαντες αὐτοῦ. Οἱ ἀπόνηροι καὶ ἀδέκαστοι ὄχλοι. ὡς δὲ εἶπεν ὁ Λουκᾶς, καὶ τινες τῶν Γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας. Οὗτος γὰρ ὡμολόγουν μὲν τὴν ἀνάστασιν, ἀλλ' ὅμως ἐθαύμασαν καὶ αὐτοὶ τὴν ἐπιχείρησιν καὶ ἑρμηνείαν τοῦ, Ἐγώ εἰμι ὁ Θεός· οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Καὶ τοῦτο Λουκᾶς φησιν. ΚΕΦ. ΝΔ'. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Οἱ δὲ Φαρισαῖοι — νόμῳ; Ἐπιστομισθέντων ἐκείνων, οὗτοι πάλιν ἐπιτίθενται, καὶ προβάλλονται τὸν νομικόν, οὐ βουλόμενοι μαθεῖν, ἀλλὰ κακουργοῦντες.
Ἐπεὶ γὰρ πρώτη ἐντολὴ αὕτη ἦν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὰ ἑξῆς, προσεδόκησαν, ὅτι προσθήσει τι καὶ περὶ ἑαυτοῦ, διὰ τὸ λέγειν καὶ ἑαυτὸν Θεὸν, καὶ παρέξει τούτοις ἀφορμὴν, ὡς βλάσφημος. Ὁ δὲ Ἰησοῦς — σεαυτόν. Γνοὺς τὴν πονηρίαν αὐτῶν, ἀπεκρίθη μὲν ἀνεπιλήπτως, ὃ ἠρωτήθη. Προσέθηκε δὲ καὶ τὴν δευτέραν ἐντολὴν, καθαπτόμενος αὐτῶν διὰ ταύτης, ὡς οὐκ ἀγαπώντων αὐτὸν, ἀλλὰ φθονούντων καὶ ἐπιβουλευόντων, καὶ διὰ τοῦτο καὶ νῦν ἐρωτώντων. Εἰ γὰρ ἠγάπων, οὐκ ἂν ἐπείραζον. Ὁμοίαν δὲ τῇ πρώτῃ τὴν δευτέραν εἶπε, κατὰ τὴν μεγαλειότητα. Μεγάλη γὰρ καὶ αὕτη, καὶ ἀλληλουχοῦνται καὶ φεράλληλοί εἰσιν αἱ δύο. Καὶ γὰρ ὁ μὲν ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν πλησίον, φυλάττων τὴν ἐντολὴν αὐτοῦ·
ὁ δὲ μὴ ἀγαπῶν τὸν πλησίον οὐδὲ τὸν Θεὸν ἀγαπᾷ, παραβαίνων τὴν ἐντολὴν αὐτοῦ. [Δευτέρα δὲ, οὐ τῇ τάξει τῆς νομοθεσίας, ἀλλὰ τῇ δυνάμει. Ἐν ἑτέρῳ γὰρ μέρει κεῖται αὕτη ἡ ἐντολή.] Ἐν — κρέμανται. Εἴρηται περὶ τούτου σαφῶς ἐν τῷ πέμπτῳ κεφαλαίῳ, καὶ ζήτησον ἐκεῖ τὸν οὕτως γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ἀλλὰ παρὰ μὲν τῷ Ματθαίῳ πειραστής ἐστιν ὁ νομικὸς οὗτος, παρὰ δὲ τῷ Μάρκῳ μᾶλλον ἐπαίνου τετύχηκε. Διατί; Διότι πρῶτον μὲν ἐπείραζεν, παρὰ τῶν Φαρισαίων ἀποσταλείς· ἐνωτισθεὶς δὲ τὴν ἀπόκρισιν, ἀπεδέξατο ταύτην, καὶ μεταβληθεὶς συνωμολόγησεν, οὕτως ἔχειν, καὶ λοιπὸν ὁ Ἰησοῦς ἰδὼν αὐτὸν, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ·
Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ, τουτέστιν, ἐγγίζεις τῇ πίστει, τὸν φθόνον ἀποβαλών, καὶ
col. 585–586page 240 of 329
PG 129:585τὴν ἀλήθειαν συνομολογῶν. Τοῦτο δὲ εἶπε προτρεπόμενος αὐτὸν ἐπὶ τὴν τελείαν πίστιν. Ταῦτα δὲ εὑρήσεις παρὰ τῷ Μάρκῳ. ΚΕΦ. ΝΕ'. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους. Συνηγμένων—ἐστί; Περὶ τοῦ Χριστοῦ φησι, τοῦ καταγγελλομένου μὲν ὑπὸ τῶν προφητῶν, μήπω δὲ παραγεγονότος, ὡς ὑμεῖς λέγετε, προσδοκωμένου δὲ παρ' ὑμῖν. Καὶ ὅρα σοφίαν. Αὐτοὶ μὲν γὰρ ᾤοντο, προσθήσειν αὐτὸν εἰς τὴν πρώτην ἐντολήν, ὡς εἴρηται, καὶ περὶ ἑαυτοῦ τι, πρὸς ἔμφασιν τοῦ καὶ αὐτὸν εἶναι Θεόν· αὐτὸς δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἐκκλίνων τὴν πανουργίαν αὐτῶν, ἰδίᾳ δὲ περὶ τῆς ἑαυτοῦ θεότητος διαλέγεται, καὶ οὐκ ἐκ τοῦ προφανοῦς, ἀλλὰ πλαγίως, διὰ τὸ ἀνύποπτον.
Καὶ τῷ δοκεῖν μὲν, περὶ τοῦ προσδοκωμένου Χριστοῦ καὶ ἐρωτᾷ καὶ ἀποφαίνεται, δεικνύων, ὅτι Κύριος καὶ Θεός ἐστι· τῇ δ' ἀληθείᾳ περὶ ἑαυτοῦ ταῦτα λέγει. λέγουσιν αὐτῷ, Τοῦ Δαυΐδ. Ἀπὸ τῶν προφητικῶν λόγων τοῦτο ἐγίνωσκον. Ἁπλῶς δὲ υἱὸν τοῦ Δαυΐδ, εἴτουν, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ὑπελάμβανον, καίτοι τῶν προφητῶν οὐχ ἁπλῶς υἱὸν τοῦ Δαυΐδ, ἀλλὰ καὶ Θεὸν τοῦτον ἀνακηρυττόντων. Λέγει σου; Ἐν Πνεύματι, δηλαδή, τῷ ἁγίῳ, καθὼς εἶπε Μάρκος, καὶ οὐκ ἀφ' ἑαυτοῦ. Εἰ—ἐστί; Τοῦτο εἴρηκεν, οὐκ ἀναιρῶν τὸ εἶναι υἱὸν αὐτοῦ τὸν Χριστὸν, ἀλλὰ διελέγχων τὴν ἐσφαλμένην αὐτῶν ὑπόληψιν, ὅτι οὐκ ἔστιν υἱὸς αὐτοῦ τοιοῦτος, οἷον ὑπολαμβάνουσιν, τουτέστι, ψιλὸς ἄνθρωπος, ἀλλὰ καὶ Κύριος αὐτοῦ.
Λέγεται γὰρ υἱὸς μὲν αὐτοῦ, ὡς ἐκ τῆς ῥίζης αὐτοῦ βλαστήσας, κατὰ τὴν ἐνανθρώπησιν· Κύριος δὲ αὐτοῦ, ὡς Θεὸς αὐτοῦ. Τούτῳ μὲν οὖν ἐχρήσατο τῷ Δαυϊδικῷ ῥητῷ πρὸς ἔλεγχον τῶν Φαρισαίων, δεικνύων, ὅτι οὐ μόνον υἱός ἐστι τοῦ Δαυΐδ, ἀλλὰ καὶ Κύριος αὐτοῦ. Χρὴ δὲ ἡμᾶς ἑρμηνεῦσαι καὶ τοῦτο. Φησὶ γὰρ ὁ Δαυΐδ ὅτι· Εἶπεν ὁ Κύριος καὶ Πατὴρ τῷ Κυρίῳ μου καὶ Υἱῷ αὐτοῦ, τῷ Χριστῷ, μετὰ τὴν εἰς οὐρανὸν ἀνάληψιν, ὅτι Κάθου ἐκ δεξιῶν μου, ἤγουν, ἀπόλαυε τῆς ἐμῆς βασιλείας, ὁμόθρονος καὶ ὁμότιμος ἐμοὶ διάγων. Ἐχθροὶ δὲ τοῦ Χριστοῦ ἐν μὲν αἰσθητοῖς προηγουμένως Ἰουδαῖοι, εἶτα Ἕλληνες καὶ αἱρετικοί· ἐν δὲ νοητοῖς οἱ δαίμονες.
Ὁ δὲ Μάρκος φησὶν, ὅτι τοῦτο ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, καὶ ὅτι ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. Εἰκὸς γὰρ, αὐτὸν πρῶτον μὲν ἐπερωτῆσαι περὶ τούτου τοὺς Φαρισαίους, εἶτα διδάξαι περὶ τούτου καὶ ἐν τῷ ἱερῷ τὸν ὄχλον. Καὶ οὐκέτι. Μέλλων γὰρ ἐπὶ τὸν θάνατον ἐλθεῖν, τὰ τελευταῖα τούτοις διελέχθη, καὶ οὐ μόνον
col. 587–588page 241 of 329
PG 129:587ἐφίμωσεν αὐτοὺς, ἀλλὰ καὶ εἰς τὸ ἑξῆς φόβον αὐτοῖς ἐνέβαλε. ΚΕΦ. ΑΓ. Τότε — αὐτοῦ. Τότε, πότε; Ὅτε ἐχαλίνωσε τοὺς πειράζοντας, ὅτι ἔστησεν, ὥστε μηκέτι τολμῆν ἐπερωτῆσαι αὐτόν, ὅτι ἀπέδειξεν ἀνίατα νοσοῦντας. Λέγων — μὴ ποιεῖτε. Τοῦ Μωσαϊκοῦ, φησί, θρόνου, τοῦ διδασκαλικοῦ, διάδοχοι γεγόνασι. Διὰ τοῦτο πάντα, ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε. Οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ὅτε διδάσκουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ, καὶ ὅσα διὰ Μωϋσέως ἐνομοθέτησε. Πάντα δὲ εἰπῶν, οὐ πᾶσαν λέγει τὴν νομοθεσίαν, οἷον καὶ τὰ περὶ θυσιῶν καὶ τὰ περὶ βρωμάτων καὶ τὰ τοιαῦτα· πῶς γὰρ ὁ προλαβὼν ἔπαυσεν; ἀλλὰ πάντα πάντως τὰ διορθοῦντα ἦθος καὶ βελτιοῦντα τρόπον, καὶ μὴ ἀντιπίπτοντα τοῖς εὐαγγελικοῖς διατάγμασι.
Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἀνοίκεια γὰρ εἰσι ταῖς διδασκαλίαις αὐτῶν, καὶ διεφθαρμένα. Ἐδίδαξε τοίνυν, ὅτι οὐ χρὴ κατεξανίστασθαι τῶν διδασκάλων, εἰ καὶ φαύλην ἔχουσι πολιτείαν, ἀλλὰ πείθεσθαι μὲν τῇ διδασκαλίᾳ τούτων, μὴ μιμεῖσθαι δὲ τὸν ἀνάξιον βίον αὐτῶν. Ἀξιόπιστοι μὲν γὰρ εἰσι διδάσκοντες, οὐκ ἀξιοζήλωτοι δὲ πολιτευόμενοι. Ἔστι δὲ καὶ ἕτερον εἰπεῖν, ὡς ἐπεὶ ἔμελλε διὰ φυλακὴν τοῦ ὄχλου τὰ τελευταῖα προδήλως ἀπελέγχειν τὰς πονηρὰς πράξεις αὐτῶν, ἵνα μὴ μή τινες εἰηθῶσιν, ὅτι ἔρωτι τῆς ἀρχῆς αὐτῶν διαβάλλει τούτους, προεθεράπευσε τὴν τοιαύτην ὑπόληψιν εἰπών·
Πάντα, ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, εἰ καὶ μὴ διὰ τὸν βίον αὐτῶν, ἀλλά γε διὰ τὸν ἀρχικὸν καὶ διδασκαλικὸν θρόνον· ἵνα δὲ μή τινες, πειθόμενοι ταῖς τούτων διδασκαλίαις, ζηλώσωσι καὶ τὸν βίον αὐτῶν, προσέθηκε, Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ οὕτως ἀνύποπτον καταστήσας ἑαυτόν, ἄρχεται τῆς κατηγορίας. Λέγουσι — ποιοῦσιν. Ἴδε, πόθεν ἄρχεται. Πᾶς μὲν γὰρ παραβαίνων τὸν νόμον καταδίκης ἐστὶν ἄξιος· ὁ δὲ διδάσκαλος τριπλῆς, ὅτι τε παραβαίνει, καὶ ὅτι ὁ καὶ τοὺς ἄλλους ὀφείλων διορθοῦν, καὶ ὅτι βλάπτει τοὺς μαθητάς. Δεσμεύουσιν — ἀνθρώπων. Φορτία μὲν βαρέα καὶ δυσβάστακτα λέγει τὰ ἀκρότατα καὶ ἀκριβῆ ἐπιτάγματα τῆς πολιτείας· ὤμους δὲ, τὴν ἐνέργειαν τῶν ἀνθρώπων.
Φαίνεται δὲ, ὅτι καὶ τὰ ὑπὲρ τὸν νόμον ἐπέταττον. Τῷ δὲ δακτύλῳ αὐτά. Οὐ μόνον τοῖς ἑαυτῶν ὤμοις οὐ βούλονται βαστάσαι, ἃ τοῖς ἑτέρων ὤμοις ἐπιφορτίζουσιν ἵνα καὶ τῷ παραδείγματι προθυμοτέρους αὐτοὺς ποιήσωσιν· ἀλλ᾽ οὐδὲ τῷ δακτύλῳ αὐτῶν θέλουσι κινῆσαι αὐτά, τουτέστιν, οὐδὲ μερικῶς καὶ ἀκροθιγῶς ἅψασθαι. Φησὶ
col. 589–590page 242 of 329
PG 129:589γὰρ καὶ ὁ Λουκᾶς, ὅτι Ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. Καὶ τοῖς μὲν ὑπηκόοις ἐπιτάττουσιν ἀκρότητα βίου, ἑαυτοῖς δὲ πᾶσαν ἄδειαν ἐπιτρέπουσι, δέον τοὐναντίον ποιεῖν, καὶ ἑαυτοὺς μὲν μᾶλλον κατατείνειν, ἐκείνοις δὲ τὰ πολλὰ συγγνωμονεῖν. Πάντα — ἀνθρώποις. Πάντα, ποῖα; Τὰ δοκοῦντα αὐτοῖς καλά. Παρατήρησον δὲ, ὅτι τὰ προεβήθέντα μὲν ὠμότητος ἦσαν καὶ ῥᾳθυμίας ἐγκλήματα, τοῦτο δὲ δοξομανίας διαβολή. Εἶτα δείκνυσιν, ὅτι οὐδ᾽ ἐπὶ μεγάλοις φιλοδοξοῦσιν, ἔρημοι κατορθωμάτων ὄντες· ἀλλ᾽ ἐπὶ μικροῖς τισι καὶ εὐτελέσιν, ὃ καὶ αὐτὸ προσθήκη γίνεται τῆς διαβολῆς. Πλατύνουσι — αὐτῶν. Ταῦτα μὲν ἦσαν, ἐφ᾽ οἷς ἐκενοδόξουν, ὡς ἐπὶ κατορθώμασι. Χρὴ δὲ καὶ περὶ τούτων εἰπεῖν.
Ἐπεὶ γὰρ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, προσέταξεν ὁ Θεὸς ἐγγραφῆναι ταύτας βιβλιδίοις καὶ ἐξαρτηθῆναι τῆς χειρὸς τῶν διδασκάλων, ὥστε διὰ παντὸς ὁρᾶσθαι καὶ μνημονεύεσθαι. Καὶ τὰ τοιαῦτα βιβλίδια ὠνόμαζον φυλακτήρια, διὰ τὸ φυλάττειν καὶ ῥύεσθαι. Καὶ πάλιν, ἵνα μὴ ἐπιλανθάνωνται τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐκέλευσε κλῶσμα ὑακίνθινον προσράπτεσθαι τῇ κατὰ τοὺς πόδας ὄψει τοῦ ἱματίου αὐτῶν, ἵνα, πάντοτε φαινόμενον, ὑπομιμνήσκῃ τούτους τῶν ἐντολῶν. Καὶ τὰ τοιαῦτα ἐκάλουν κράσπεδα.
Οἱ γοῦν Γραμματεῖς καὶ Φαρισαῖοι τῶν μὲν ἐντολῶν ἠμέλουν, τὰ δὲ τοιαῦτα φυλακτήρια πλατέα κατεσκεύαζον ἑαυτοῖς, καὶ τὰ ῥηθέντα κράσπεδα τῶν ἱματίων αὐτῶν μεγάλα ἀπῄρουν, ἐναβρυνόμενοι τούτοις καὶ ἀνοήτως ἐνσεμνυνόμενοι. Ταῦτα δὲ στολὰς ὁ Μάρκος ἐκάλεσεν, εἰπών· Βλέπετε ἀπὸ τῶν γραμματέων, ἤγουν, φυλάττεσθε, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν. Ὁμοίως δὲ εἶπε καὶ ὁ Λουκᾶς. Καὶ οὐκ ἐν τούτοις μόνον, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ἐνόσουν τὴν φιλοδοξίαν. Καὶ ἄκουε. Φιλοῦσί τε — συναγωγαῖς. Πρωτοκλισίαν εἶπε καὶ πρωτοκαθεδρίαν, διότι ἐν μὲν τοῖς δείπνοις ἀνεκλίνοντο, ἐν δὲ ταῖς συναγωγαῖς ἐκάθηντο. Καὶ Ῥαββί. Φιλοῦσι καὶ τοὺς ἀσπασμούς, εἴτε τοὺς σωματικούς, εἴτε καὶ τοὺς διὰ προσφωνήσεως.
Φιλοῦσι καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων διδάσκαλοι. Ῥαββὶ γὰρ Ἑβραϊστὶ ὁ διδάσκαλος. Ὑμεῖς — ἐστε. Τὰ μὲν ἄλλα μέχρι τῆς ἐκείνων κατηγορίας ἔστησεν, ὡς εὐτελῆ καὶ μὴ δεόμενα λόγου πλείονος εἰς διόρθωσιν· τὴν δὲ φιλαρχίαν, ὡς πολλῶν αἰτίαν κακῶν, εἰς μέσον ἄγει, καὶ διορθοῦται σπουδαιότερον. Μὴ κληθῆτε δὲ, ἀντὶ τοῦ, μὴ ζητήσητε κληθῆναι. Εἰ γὰρ ἕτεροι τοῦτο καλοῦσιν ὑμᾶς, οὐχ ὑμετέρα τοῦτο κατάγνωσις.
col. 591–592page 243 of 329
PG 129:591Καὶ — οὐρανοῖς. Τοῦτο εἶπεν, οὐ κωλύων τὸ καλεῖν πατέρας τοὺς κατὰ σάρκα γεννήτορας, ἢ καὶ κατὰ πνεῦμα, ἀλλ᾽ ἵνα γνῶμεν, τίς ἐστιν ὁ προηγουμένως καὶ πρωταιτίως Πατὴρ ἡμῶν. Μόνος γὰρ τοῦτο ἡμῖν ἐστιν ὁ ἐν τοῖς οὐρανοῖς Θεός· οἱ δὲ κατὰ σάρκα, καὶ κατὰ πνεῦμα, συναίτιοί εἰσι, μᾶλλον δὲ διάκονοι τῆς γεννήσεως ἡμῶν. Λέγει τοίνυν, ὅτι Πατέρα ὑμῶν προηγουμένως καὶ πρωταιτίως μὴ καλέσητε ἐπὶ τῆς γῆς· εἷς γὰρ τοῦτό ἐστιν ὁ ἐν τοῖς οὐρανοῖς, ὁ ἐν Τριάδι προσώπων εἷς Θεός. Μηδέ — Χριστός. Ῥαββὶ καὶ καθηγητὴς τὸ αὐτό εἰσιν. Ἐπαναλαμβάνει τοίνυν τὸν πρῶτον λόγον, εἰς ἐπίτασιν τῆς ἀποτροπῆς τοῦ τοιούτου κακοῦ. Ὥσπερ οὖν εἷς καθηγητὴς λεγόμενος, ὁ Χριστός, οὐκ ἐκβάλλει τὸν Πατέρα τοῦ λέγεσθαι καθηγητήν·
οὕτω καὶ εἷς Πατὴρ ἡμῶν λεγόμενος, ὁ Πατήρ, οὐκ ἐκβάλλει τὸν Υἱὸν τοῦ λέγεσθαι Πατέρα ἡμῶν. Τὸ γὰρ εἷς καὶ εἷς πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων. Ὁ δὲ — διάκονος. Ἀπαγορεύσας τὸ χαλεπὸν νόσημα τῆς φιλαρχίας, λοιπὸν διδάσκει, καὶ πῶς ἂν αὐτὸ φύγοιεν, ὅτι διὰ τοῦ διακονεῖν, εἴτουν, ταπεινοῦσθαι. Εἶτα λέγει καὶ τῆς ἐπάρσεως τὸ ἔπαθλον, καὶ τῆς ταπεινώσεως, ἵνα τὴν μὲν ῥίπτωσι, τὴν δὲ λαμβάνωσιν. Ὅστις — ὑψωθήσεται; Μέγιστον χρῆμα ἡ ταπεινοφροσύνη· διὸ καὶ πολλάκις περὶ αὐτῆς διαλέγεται, τῇ συνεχείᾳ τῆς ὑπομνήσεως ἐγκαθιδρύων ταύτην ταῖς τῶν μαθητῶν ψυχαῖς. Κελεύει δὲ μὴ μόνον μὴ ἐρᾶν τῶν πρωτείων, ἀλλὰ καὶ μάλιστα μεταδιώκειν τὰ ἔσχατα.
Τὸ μὲν γὰρ ταπεινοῖ τὸν ἐρῶντα, τὸ δὲ ὑψοῖ τὸν μεταδιώκοντα. ΚΕΦ. ΝΖ΄. Περὶ τοῦ ταλανισμοῦ τῶν Γραμματέων καὶ Φαρισαίων. Οὐαὶ — ὑποκριταί. Καθολικώτερον εἰπεῖν, ὑποκριτὰς ὀνομάζει τούτους, ὡς ὑποκρινομένους εὐλάβειαν καὶ ἀρετήν. Ὅτι — χηρῶν. Αἷς βοηθεῖν ἔδει. Παραβάλλοντες γὰρ αὐταῖς, ἐπὶ προστασίᾳ, μᾶλλον ἐπέτριβον, τὰς οὐσίας αὐτῶν προσαναλίσκοντες. Καὶ — προσευχόμενοι. Καὶ προφάσει τοῦ κατεσθίειν τὰς οἰκίας τῶν χηρῶν, ἤτοι, τὰ ἐν ταῖς οἰκίαις αὐτῶν, μακρὰ καὶ ἐπιτεταμένα προσευχόμενοι παρ᾽ αὐταῖς, ὥστε δοκεῖν ἁγίους καὶ θεραπείας ἀξίους. Διὰ — κρίμα.
Διότι προστάται τούτων εἰσερχόμενοι, λυμεῶνες αὐτῶν ἐξέρχεσθε, καὶ διότι πρόφασιν γαστριμαργίας ποιεῖτε τὴν μακρὰν προσευχήν, διὰ τοῦτο περισσότερον καταδικασθήσεσθε. Κρίμα γὰρ τὴν καταδίκην φησί. Πᾶς μὲν γὰρ ἁμαρτάνων, τιμωρίας ἄξιος· ὁ δὲ καὶ πρόφασιν ἁμαρτίας τὴν ἀρετὴν ποιῶν χαλεπώτερον κολασθήσεται. Ταλανίζει δὲ αὐτοὺς καὶ ἀπελέγχει, κατασκευάζων τῷ λαῷ τὸ ἀνεξαπάτητον, ἵνα μὴ διὰ τὴν ἀξίαν αὐτῶν ἑλκωνται πρὸς ζῆλον. Οὐαὶ — εἰσελθεῖν. Κλείετε, φησί, ταύτην ἔμπροσθεν τῶν ἀνθρώπων, ὅτουν πρὸς ὑμᾶς καὶ τοὺς ὑφ᾽ ὑμᾶς,
col. 593–594page 244 of 329
PG 129:593ὡς μήτε αὐτοὶ εἰσερχόμενοι εἰς αὐτὴν, διὰ τῆς εἰς ἐμὲ πίστεως, μήτε ἄλλους ἐῶντες. Εἰσερχομένους δὲ λέγει τοὺς ἐπιτηδείους, τοὺς δυναμένους εἰσέρχεσθαι. Βαρεία δὲ τοῦτο κατηγορία. Εἰ γὰρ τὸ μηδένα ὠφελεῖν καταδίκη, τὸ καὶ βλάπτειν ἀσύγγνωστον, καὶ ἀνδρὸς λοιμοῦ. Παρὰ δὲ τῷ Λουκᾶ φησιν, ὅτι Ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· οὕτω καλέσας τὴν εἰς αὐτὸν πίστιν, ὡς εἰσάγουσαν εἰς τὴν γνῶσιν τῶν ὀρθῶν δογμάτων καὶ τῆς ἀπορρήτου σοφίας, ἥντινα κλεῖδα ἦραν, ἤγουν, ἀφεῖλον ἀπὸ τοῦ λαοῦ. Οὐαὶ — ὑμῶν. Περιάγετε, ἀντὶ τοῦ, περιέρχεσθε, διατρέχετε. Προσήλυτον δὲ ὠνόμασεν ὁ νόμος τὸν ἐξ εἰδωλολατρίας προεληλυθότα τῇ θρησκείᾳ τῶν Ἰουδαίων.
Λέγει τοίνυν ὁ Χριστός, ὅτι Μόγις καὶ μετὰ μυρίων πόνων ποιεῖτε ἕνα προσήλυτον, καὶ οὐδ' οὕτως αὐτοῦ φείδεσθε. Τοσοῦτόν ἐστε καὶ πρὸς σωτηρίαν τῶν εἰδωλολατρούντων ἄχρηστοι, καὶ πρὸς φυλακὴν τοῦ προσεληλυθότος ῥάθυμοι· μᾶλλον δὲ προδόται, διαφθείροντες αὐτὸν τῇ κατὰ τὸν βίον ὑμῶν πονηρίᾳ, καὶ ποιοῦντες υἱὸν γεέννης, τουτέστιν, οἰκεῖον γεέννης καὶ ἄξιον αὐτῆς. Διπλότερον δὲ εἶπε, διότι πᾶς ἔχων διδάσκαλον πονηρόν, οὐ μέχρι τῆς τούτου κακίας ἵσταται· παραδείγματι δὲ τούτῳ χρώμενος ἐπὶ τὸ χεῖρον προβαίνειν εἴωθεν. Οὐαὶ — τυφλοί. Ζήτει ἐν τῷ εἰκοστῷ ὀγδόῳ κεφαλαίῳ τὴν ἐξήγησιν τοῦ, Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Ὃς ὀφείλει. Οὐδέν ἐστι, δηλονότι, τοῦτο. Ὀφείλει δὲ, ἀντὶ τοῦ, χρεωστεῖ.
Εἰ γὰρ τις ὤμοσε δοῦναί τι, εἰ μὲν κατὰ τοῦ ναοῦ ὤμοσεν, ἔλεγον, ὅτι οὐδέν ἐστι τοῦτο· εἰ δὲ κατά τινος χρυσοῦ σκεύους, ἔλεγον, ὅτι χρεωστεῖ. Ταῦτα δὲ ἐδογμάτιζον ἐξ ἀνοίας. Διὸ καὶ σκώπτει τούτους εἰς μωρίαν. Μωροί — χρυσόν; Τυφλότητα τούτοις ὀνειδίζει, τὴν τῆς ψυχῆς. Καὶ — δῶρον. Θυσιαστήριόν φησιν, ἐφ' οὗ ἔσφαζον τὰ προσαγόμενα θύματα. Ὁ ἐπάνω αὐτοῦ. Ταῦτά φησιν, οὐχ ὡς ἐπιτρέπων ὀμνύειν· ἐν γὰρ τῷ πέμπτῳ κεφαλαίῳ παντελῶς τὸν ὅρκον ἐκώλυσεν· ἀλλ' ὡς τῶν Ἰουδαίων ὀμνυόντων κατὰ τῶν τοιούτων. Οὐαὶ — πίστιν.
Τοῦ νόμου τῷ λαῷ κελεύοντος δεκάτας παρέχειν πάντων τῶν καρπῶν, αὐτοὶ καὶ περὶ τὰς δεκάτας τοῦ ἡδυόσμου καὶ τοῦ ἀνήθου καὶ τοῦ κυμίνου, τῶν εὐτελεστάτων, ἠκριβολογοῦντο, προβαλλόμενοι τὸν νόμον. Διασύρει τοίνυν αὐτοὺς, ὡς περὶ τὰ ἐλάχιστα μὲν τοῦ νόμου παραγγέλματα λίαν ἀκριβολογουμένους, τῶν δὲ μεγάλων ἀμελοῦντας. Κρίσιν δὲ λέγει τὴν ὑπὲρ τῶν ἀδικουμένων, καὶ ἔλεον, τὸν εἰς τοὺς δεομένους, καὶ πίστιν
col. 595–596page 245 of 329
PG 129:595τὴν εἰς τὸν Θεόν. Ὁ δὲ Λουκᾶς καὶ τὴν ἀγάπην τοῦ Θεοῦ φησι. Δεῖ ἕκαστον τῶν διδασκάλων ἀποδεκατοῦν ἀπὸ τοῦ λαοῦ αὐτοῦ, τουτέστιν, ἀπαιτεῖν ἀπὸ τῶν δέκα αἰσθήσεων, τῶν πέντε σωματικῶν καὶ τῶν πέντε ψυχικῶν, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἀφιέναι. Ταῦτα προηγουμένως ἔδει κατορθῶσαι, τὰ βαρύτερα, κἀκεῖνα πάλιν, τὰ ἐλαφρά, μὴ παραδραμεῖν, εἴγε τὴν ἀκρίβειαν τοῦ νόμου τηρεῖν ἐβούλεσθε. Ὁδηγοί – καταπίνοντες. Οἱ τὰ μικρὰ μὲν πολυπραγμονοῦντες, τὰ μέγιστα δὲ ἀπαρατηρήτως ἁμαρτάνοντες. Οὐαὶ — ἀδικίας. Τὴν παροψίδα, πίνακος εἶδος εἶναι φασι. Πίνακα γὰρ ταύτην εἶπε καὶ ὁ Λουκᾶς ἐν τῷ τεσσαρακοστῷ τρίτῳ κεφαλαίῳ.
Αἰνιγματώδης καὶ οὗτος ὁ λόγος, σημαίνων, ὅτι τὰ μὲν σώματα ὑμῶν καθαρίζετε· ταῦτα γὰρ νοεῖται τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος· ἔσω δὲ αἱ ψυχαὶ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας παθῶν. Τουτέστι, τῶν μὲν τοῦ σώματος καθαρσίων φροντίζετε· τῶν δὲ τῆς ψυχῆς ἀμελεῖτε. Ἀδικίαν δὲ νῦν λέγομεν καὶ πᾶσαν ἁμαρτίαν, ὥσπερ καὶ δικαιοσύνην ἐστιν ὅτι πᾶσαν ἀρετήν. Λουκᾶς δὲ φανερώτερον εἶπεν, ὅτι τὸ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. Φαρισαῖε – καθαρόν. Τῆς μὲν γὰρ ψυχῆς καθαριζομένης, συγκαθαρίζεται καὶ τὸ σῶμα· τοῦ σώματος δὲ καθαριζομένου, οὐ συγκαθαρίζεται καὶ ἡ ψυχή. Διὸ προσήκει τὴν ψυχὴν καθαρίζειν, ἵνα γένηται καὶ τὸ σῶμα καθαρόν. Οὐαὶ — ἀκαθαρσίας.
Κονίαμα μέν ἐστιν, ὁ τίτανος, ᾧ χρίουσι καὶ χρώζουσι τοὺς τοίχους· ἀκαθαρσίαν δὲ λέγει τὴν σαπρίαν. Οὕτως ἀνομίας. Ὁ δὲ Λουκᾶς εἶπεν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω, οὐκ οἴδασι. Τὰ γὰρ ἀφανῆ μνημεῖα ἔνδον μὲν γέμουσι σαπρίας, ἄνω δὲ φαίνονται γῆ καθαρὰ καὶ λεωφόρος. Οὐαὶ — προφητῶν. Οὐαὶ, φησιν, ὑμῖν, οὐχ ὅτι ταῦτα ποιεῖτε, καὶ ταῦτα λέγετε· [καλὰ γάρ εἰσιν·] ἀλλ᾽ ὅτι ταῦτα ποιοῦντες, καὶ ταῦτα λέγοντες, καὶ ἀμφοτέρωθεν κατηγοροῦντες τῆς μιαιφονίας τῶν πατέρων ὑμῶν, ἐπὶ ταύτην καὶ αὐτοὶ τρέχετε, σπεύδοντες ἀνελεῖν κἀμὲ καὶ τοὺς μαθητάς μου· καὶ ὅτι μάτην καὶ ἐν ὑποκρίσει ταῦτα ποιεῖτε καὶ ταῦτα λέγετε.
Καὶ γὰρ καὶ αὐτοὶ μιμεῖσθε τὴν μιαιφονίαν τῶν κατηγορουμένων. Ὥστε — προφήτας. Ὥστε, ἀφ᾽ ὧν ὁμολογεῖτε τήν
col. 597–598page 246 of 329
PG 129:597μιαιφονίαν τῶν πατέρων ὑμῶν, ἔτι δὲ καὶ, ἀφ' ὧν μιμεῖσθε ταύτην, ἀποδεικνύετε ἑαυτοὺς υἱοὺς τῶν προφητοκτόνων. Λουκᾶς δὲ προσέθηκεν, ὅτι καὶ Συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, τουτέστιν, ἀποδέχεσθε ταῦτα τρόπον τινά, ἅτε διὰ τοῦ κατασκευάζειν τάφους λαμπροὺς τοῖς φονευθεῖσι κηρύττοντες τὴν τόλμαν τῶν φονέων, ὅπερ ἐστὶν ἐγκαλλωπιζομένων, καὶ οἷον ἀποδεχομένων αὐτήν. Ἐδοκεῖτε γὰρ ἀνεῖς τιμὴν τῶν φονευθέντων κοσμεῖν τὰ μνημεῖα τούτων, καὶ εἰς κατηγορίαν τῶν πατέρων ὑμῶν τὰ ῥηθέντα λέγειν, εἰ μὴ ἐμιμεῖσθε τὴν μιαιφονίαν αὐτῶν. Καὶ — ὑμῶν. Τὸ μέτρον τῆς κακίας. Οὐκ ἐπιτάττων δὲ τοῦτο εἶπεν, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον. Ὄφεις — γεέννης;
Ὄφεις μὲν αὐτοὺς ὠνόμασεν, ὡς πονηροὺς καὶ ἐπιβούλους καὶ λυμαντικούς· γεννήματα δὲ ἐχιδνῶν, ὡς ἐοικότας τοῖς πατράσιν αὐτῶν κατὰ τὸν ἰὸν τῆς κακίας καὶ κατὰ τὸ φονικόν. Γεννήματα δὲ ἐχιδνῶν καὶ ὁ Βαπτιστὴς Ἰωάννης αὐτοὺς προσηγόρευσεν ἐν τῷ τρίτῳ κεφαλαίῳ, εἰ καὶ καθ᾿ ἑτέραν ἔννοιαν. Κρίσιν δὲ γεέννης λέγει τὴν κατάκρισιν καὶ τιμωρίαν τῆς γεέννης, ἤτοι, τὴν παραπέμπουσαν εἰς τὴν γέενναν. Διὰ — πόλιν. Διὰ τοῦτο, ποῖον; Διότι μέλλετε πληρῶσαι τὸ μέτρον τῆς κακίας τῶν πατέρων ὑμῶν. Ἀποστέλλω δὲ εἶπε, παραδεικνύων τὸ ἀξίωμα τῆς θεότητος.
Προφήτας δὲ καὶ σοφοὺς καὶ γραμματεῖς τοὺς ἀποστόλους φησὶ καὶ τοὺς μετ' ἐκείνους ποιμένας καὶ διδασκάλους τῶν Ἐκκλησιῶν ὡς ἠξιωμένους προφητικοῦ χαρίσματος καὶ ὡς σεσοφισμένους ὑπ' αὐτοῦ καὶ ὡς τὴν Γραφὴν εἰδότας. Τὸ δὲ ἐξ αὐτῶν δηλοῖ, ὅτι οὐ πάντας ἀποκτενοῦσιν, οὐδὲ πάντας μαστιγώσουσιν. Ὅπως — γῆς. Αἷμα νόει τὴν καταδίκην τοῦ αἵματος, ἤτοι τοῦ φόνου. Ὅπως ἔλθῃ, φησίν, ἐφ' ὑμᾶς καταδίκη παντὸς αἵματος δικαίου ἐκχυνομένου ἐπὶ τῆς γῆς· ὁ δὲ Λουκᾶς εἶπεν, ὅτι ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν, τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου, ἀπὸ τῆς γενεᾶς ταύτης.
Διδάσκει δέ τι φοβερὸν ὁ λόγος, ὅτι ὁ γινώσκων τὰς τῶν πεπλημμεληκότων τιμωρίας, καὶ μιμησάμενος αὐτούς, ἔνοχός ἐστιν ἀπαιτηθῆναι πάντων τὰς τιμωρίας· τουτέστι, δοῦναι ἐφ' ἑκάστῳ δίκην, ὡς μὴ σωφρονισθεὶς τοῖς παραδείγμασι. Καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, φησίν, ὅπως ἀπαιτηθῆτε κόλασιν παντὸς φόνου προτετολμημένου κατὰ τῶν δικαίων. Ἤκουσαν γάρ, ὅτι ὁ μὲν Κάϊν ἑπτὰ τιμωριῶν ἦν ἄξιος· ὁ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά, διὰ τὸ μὴ σωφρονισθῆναι τῷ παραδείγματι. Τὸ δὲ ὅπως, καὶ τὸ ἵνα, οὐκ αἰτιολογικὰ νῦν φασί τινες, ἀλλὰ δηλωτικὰ τοῦ μέλλοντος. Ἀπό — θυσιαστηρίου. Εὐκαίρως τοῦ Ἄβελ ἐμνημόνευσε, δεικνύων, ὅτι καὶ ὁ ἐκείνου φόνος δια
col. 599–600page 247 of 329
PG 129:599ἕνα τῶν δώδεκα προφητῶν, οἱ δὲ τὸν καὶ Ἰωδὲ καλούμενον· ἕτεροι δὲ τὸν Ἀζαρίαν· οἱ πλείους δὲ, τὸν πατέρα τοῦ Βαπτιστοῦ. Γράφουσι γὰρ, ὅτι παρέλαβον ἐξ ἀγράφου παραδόσεως τῶν πατέρων, ὡς ἦν τόπος ἐν τῷ ναῷ ταῖς παρθένοις ἀποτεταγμένος, ἐν ᾧ στᾶσάν ποτε τὴν Θεοτόκον μετὰ τὸν τόκον οὐκ ἐξέβαλεν οὗτος, εἰπὼν ὅτι παρθένος ἐστί. Διὸ καὶ ἐφονεύθη μεταξὺ τοῦ ναοῦ καὶ τοῦ ἔξω θυσιαστηρίου. Ἀμὴν — ταύτην. Ἐπεὶ, τὸν φόβον τῆς γεέννης ἐπικρεμάσας αὐτοῖς, οὐ καθίκετο τούτων, διὰ τὸ μέλλειν αὐτήν, ἐκφοβεῖ καὶ κατασφαλίζεται τούτους ἀπὸ τῶν οὐκ εἰς μακρὰν συμφορῶν. Διὸ καὶ διαβεβαιοῦται, ἥξειν ταῦτα πάντα, δηλαδή, τὰ τῆς παγχαλέπου τιμωρίας, ἐπὶ τὴν γενεὰν ταύτην, ἤγουν, ἐπ' αὐτοὺς δὴ τούτους.
Ἐπὶ Οὐεσπασιανοῦ γὰρ καὶ Τίτου κατέλαβον αὐτοὺς τὰ ἐκ Ῥωμαίων κακά. Ἰερουσαλήμ — αὐτήν. Πρὸς τὴν πόλιν ἀποστρέψας τὸν λόγον, ταλανίζει ταύτην· ὁ διπλασιασμὸς δὲ τῆς κλήσεως ἐμφαντικὸς ἐλέους ἐστίν. Οἰκτείρει γὰρ ταύτην, ὡς πάλαι μὲν ἠγαπημένην, νῦν δὲ παθεῖν τὰ ἔσχατα μέλλουσαν, διὰ τὰς παρανομίας τῶν κατοικούντων ἐν αὐτῇ. Τὸ δ' ἐξῆς ὀνειδίζει ταύτην, ὡς διαφθείρουσαν τοὺς προφήτας, οὓς αὐτὸς ἀπέστελλε πρὸς αὐτήν. Ποσάκις ἠθελήσατε. Ἠθέλησα, φησίν, ἐπισυναγαγεῖν τὰ τέκνα σου ὑπὸ τὴν ἐμὴν σκέπην, ἅτινα αἱ ἁμαρτίαι διεσκόρπισαν ἀπὸ τῆς θείας ἐπισκοπῆς. Διὰ δὲ τοῦ παραδείγματος τῆς ὄρνιθος τὸ περὶ τοὺς Ἰουδαίους φιλόστοργον ἑαυτοῦ δείκνυσι.
Τινὲς δὲ νοοῦσι τὸν λόγον περὶ τῶν διεσπαρμένων Ἰουδαίων εἰς διαφόρους χώρας ὑπὸ τῶν προγεγενημένων αἰχμαλωσιῶν. Καὶ οὐκ ἠθελήσατε, μὴ παραδεξάμενοί με, ἀλλὰ διώκοντες καὶ ἀποκτεῖναι σπουδάζοντες. Πρὸς τοὺς ἐνοικοῦντας δὲ τῇ πόλει διαλέγεται πάλιν. Ἰδού — ἔρημος. Ὁ οἶκος ὑμῶν, ἤγουν, ὁ ναός, ἀφίεται ὑμῖν ἔρημος τῆς ἐνοικούσης αὐτῷ θείας χάριτος. Οἶκος δὲ αὐτῶν οὗτος, ὡς ἱδρυμένος ἐν τῇ πόλει αὐτῶν. Λέγω — Κυρίου. Καὶ πότε τοῦτο εἴπωσιν; Ἑκόντες μέν, οὐδέποτε, ἄκοντες δέ, κατὰ τὸν καιρὸν τῆς δευτέρας αὐτοῦ παρουσίας, ὅταν ἥξει μετὰ δυνάμεως καὶ δόξης πολλῆς, ὅταν οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐπιγνώσεως.
Ἐραστοῦ δὲ τό, Οὐ μὴ με ἴδητε ἀπάρτι, σφόδρα μὲν ἐρῶντος, ἀτιμαζομένου δέ, καὶ διὰ τοῦτο περιαλγοῦντος. Ἀπάρτι δὲ εἰπών, οὐ τὴν ὥραν ἐκείνην μόνην ἐδήλωσεν, ἀλλ' ὅλον τὸν ἄχρι τῆς σταυρώσεως καιρόν, μεθ' ὃν οὐκ ἔτι εἶδον αὐτόν.
col. 601–602page 248 of 329
PG 129:601Εἰ γὰρ καὶ ὤφθη τισὶ μετὰ τὴν ἀνάστασιν, ἀλλ' οὐ τοῖς ἀπίστοις Ἰουδαίοις. Τὸ δὲ Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Δαυϊδικὸν μέν ἐστιν, ἡρμηνεύθη δὲ ἐν τῷ τεσσαρακοστῷ πέμπτῳ κεφαλαίῳ. Καὶ ἱεροῦ. Ἀκούσαντες, ὅτι Ἰδού ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, ἐθαύμασαν, εἰ τοιοῦτος ναὸς ἐρημωθήσεται· διὸ καὶ προσῆλθον ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ, ὡς θαυμαστάς. Ὁ δὲ Ἰησοῦς καταλυθήσεται. Ἐρωτᾷ πρῶτον αὐτούς· Οὐ βλέπετε ταῦτα πάντα τὰ θαυμαστά; εἶτα προαναφωνεῖ τὸν ὄλεθρον αὐτῶν, καὶ οὐκέτι λοιπὸν περὶ ἐρημώσεως, ἀλλὰ περὶ παντελοῦς ἀφανισμοῦ προφητεύει. Μάρκος δέ φησιν, ὅτι καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ·
Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῳ ὃς οὐ μὴ καταλυθῇ. Ὁ δὲ Λουκᾶς ἔγραψεν, ὅτι Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε· Ταῦτα, ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι, ἐν οἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται. Καὶ γὰρ προσῆλθον μὲν οἱ μαθηταὶ πάντες ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομάς· τινῶν δὲ ἐξ αὐτῶν λεγόντων περὶ τοῦ ἱεροῦ καθ' ἑαυτούς, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἷς τῶν μαθητῶν εἶπε τῷ Χριστῷ· Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί· ὁ δὲ καὶ πρὸς αὐτὸν καὶ πρὸς τοὺς ἄλλους πάντας εἶπεν, ἃ εἶπε.
Λέγουσι δέ τινες, ὅτι καὶ μὴν ἔν τισι μέρεσιν, ἀφείθη λίθος ἐπὶ λίθῳ, ὃς οὐ κατελύθη. Πρὸς οὓς ἀντιλέγομεν, ὅτι τὰ ἐπιδειχθέντα πάντα, τὰ ἀξιοθαύμαστα μέχρι θεμελίων κατελύθησαν κατὰ τὴν δεσποτικὴν ἀπόφασιν, ἀλλὰ καὶ, εἴ τι λείψανον ἀφείθη παρὰ Ῥωμαίων, καὶ τοῦτο παρὰ τῶν ὕστερον καταλύεται, πρὸς οἰκοδομὰς ἑτέρας μεταφερόμενον. ΚΕΦ. ΝΖ΄. Περὶ τῆς συντελείας. Καθημένου — αἰῶνος; Ὁ δὲ Μάρκος εἶπε καὶ τὰ ὀνόματα τῶν ἐρωτησάντων, ὅτι Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας. Προσῆλθον μὲν γὰρ μαθησόμενοι πάντες· ἠρώτησαν δὲ οἱ τέσσαρες, ὡς πλείονα παρρησίαν ἔχοντες. Ἐρωτῶσι δέ, γλιχόμενοι μαθεῖν οὐ τοσοῦτον περὶ τοῦ ἀφανισμοῦ τοῦ
col. 603–604page 249 of 329
PG 129:603ναοῦ, ὅσον περὶ τοῦ καιροῦ τῆς δευτέρας παρουσίας αὐτοῦ. Διὸ καὶ κατ' ἰδίαν προσῆλθον, ἵνα μὴ τοῦτο τοῖς Ἰουδαίοις ἔκπυστον γένηται. Ἀλλὰ Ματθαῖος μέν φησιν, αὐτοὺς δύο ταῦτα ἐρωτῆσαι, Πότε ταῦτα ἔσται, δηλαδή, τὰ τοῦ ναοῦ τῆς καταστροφῆς, καί, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος· ὁ δὲ Μάρκος ἓν εἶναι λέγει τὸ ἐρώτημα, περὶ τοῦ ναοῦ μόνον. Ἔγραψε γάρ, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ ταῦτα πάντα συντελεῖσθαι. Παραπλησίως δὲ λέγει καὶ ὁ Λουκᾶς. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι μία μὲν ἦν ἡ ἐρώτησις, ὡς ἔγραψαν Μάρκος καὶ Λουκᾶς· σκοπὸς δὲ τοῖς μαθηταῖς περὶ τῶν δύο τούτων μαθεῖν, τῆς τε τοῦ ναοῦ καταστροφῆς, καὶ τῆς τοῦ Χριστοῦ δευτέρας παρουσίας.
Ὑπολαμβάνοντες γὰρ, ὅτι ἅμα τὰ δύο γενήσονται, μίαν περὶ τῶν δύο τὴν ἐρώτησιν ἐποιήσαντο. Ματθαῖος δὲ σαφηνίζων τὸν σκοπὸν αὐτῶν, διείλεν αὐτὴν εἰς τὰ δύο. Καὶ – πλανήσουσι. Οὐδὲν πρὸς τὰς ἐρωτήσεις ἀπεκρίθη ταύτας, ἀλλὰ πρότερον ἐκεῖνα λέγει τούτοις, ἃ πρῶτα τούτους ἔδει μαθεῖν, ὡς πρὸ ἐκείνων ἀπαντῆσαι μέλλοντα. Λουκᾶς δέ φησιν, Βλέπετε, μὴ πλανηθῆτε. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι, καί, Ὁ καιρὸς ἤγγικε. Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Ἐλεύσονται, φησί, τῷ ὀνόματί μου χρώμενοι πρὸς ἀπάτην τῶν πειθομένων αὐτοῖς, καὶ λέγοντες ἕκαστος, ὅτι Ἐγώ εἰμι, τουτέστιν, ὁ Χριστός, καὶ ὅτι Ὁ καιρὸς ἤγγικεν, ὁ τῆς δευτέρας μου δηλονότι παρουσίας.
Μὴ οὖν ἀκολουθήσητε αὐτοῖς, ἤγουν, τινὶ αὐτῶν. Ὁ δὲ Μάρκος εἶπεν, ὅτι καὶ πολλοὺς πλανήσουσιν. Ἐγένοντο δὲ τοιοῦτοι πλάνοι Σίμων καὶ Μένανδρος, οἱ Σαμαρεῖται, καὶ ἕτεροι. Μελλήσετε – πολέμων. Πολέμους λέγει τοὺς κατὰ τῶν Ἱεροσολύμων· ἀκοὰς δὲ πολέμων τὰς τῶν πρὸς τὰς ἄλλας πόλεις τῶν Ἰουδαίων, οὓς Ἰώσηπος ἱστορεῖ γενέσθαι πρὸ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. Καὶ γὰρ τὸ τῶν Ἰουδαίων ἔθνος ἀντῆρε, καὶ οὐκ ἀπεδίδου τοὺς φόρους· Ῥωμαῖοι δέ, μὴ ἐνεγκόντες τὴν ὕβριν, ἐπεστράτευσαν αὐτοῖς. Ὁρᾶτε – τέλος. Μὴ πτοηθῆτε, φησίν, ὡς τοῦ κηρύγματος ὑπὸ τῆς ἀκαταστασίας καὶ ταραχῆς διακοπησομένου. Μέλλουσι γὰρ πάντα τὰ τῶν πολέμων τούτων γενέσθαι, μηδὲν αὐτῇ βλάπτοντα.
μὴ πτοηθῆτε, ὡς ἤδη τοῦ τέλους ἐπιστάντος, ἤγουν, τοῦ ὀλέθρου τοῦ ναοῦ καὶ τῆς πόλεως. Δεῖ γὰρ πάντα ταῦτα γενέσθαι, ἀλλ' οὔπω τὸ τέλος, εἴτουν, ὁ ὄλεθρος αὐτῶν. Ὕστερον γὰρ ἐάλωσαν τὰ Ἱεροσόλυμα. Φησὶ δὲ ὁ Χρυσόστομος ὅτι οἱ μὲν μαθηταὶ περὶ τῆς παγχαλέπου τιμωρίας τῶν Ἰουδαίων ἀνωτέρω
col. 605–606page 250 of 329
PG 129:605μαθόντες, ὡς περὶ ἀλλοτρίας συμφορᾶς, ἀφροντίστως διέκειντο, καὶ μόνα τηνικαῦτα δίχα θορύβων ὠνειροπόλουν τὰ τῆς τοῦ Χριστοῦ δευτέρας παρουσίας ἀγαθά, δι' ἃ καὶ τὴν ἐρώτησιν προσήγαγον· ὁ δὲ Χριστὸς πάλιν ἐπίπονα τούτοις προμηνύει, ποιῶν αὐτοὺς ἐναγωνίους, καὶ διπλῇ νήφειν κελεύων, ὡς μήτε ὑπὸ τῶν πλάνων ἀπατηθῆναι, μήτε ὑπὸ τῆς ἀκοῆς τῶν πολέμων θροηθῆναι. Διπλοῦν γὰρ εἶναι τὸν πόλεμον, ἀπό τε τῶν πλάνων, ἀπό τε τῶν Ῥωμαίων, καὶ πολλὴν καὶ ποικίλην τὴν ζάλην, καὶ ἐντὸς καὶ ἑκτός. Ἐγερθήσεται — βασιλείαν. Τὰ ἔθνη τὰ συμμαχοῦντα Ῥωμαίοις ἐπὶ τὰ ἔθνη τὰ συμμαχοῦντα Ἰουδαίοις, καὶ αἱ βασιλεῖαι, αἱ συναιρόμεναι Ῥωμαίοις, ἐπὶ τὰς συναιρομένας Ἰουδαίοις.
Καὶ διὰ τοῦτο ἰσχυροὶ γενήσονται τούτων πόλεμοι. Καὶ — τόπους. Κατὰ τόπους τῶν Ἰουδαίων. Παρὰ τῷ Λουκᾷ δὲ πρόσκειται, ὅτι φόβητρά τε καὶ σημεῖα μεγάλα ἀπ' οὐρανοῦ ἔσται, ἵνα γνῶσιν Ἰουδαῖοι θεομηνίαν εἶναι τὰ γινόμενα, καὶ συνῶσιν, ὅτι διὰ τὴν τοῦ Σωτῆρος ἀναίρεσιν ταῦτα πάσχουσι. Πάντα — ὠδίνων. Ἀρχὴ τῶν κακῶν, προοίμια τῶν συμφορῶν, τῶν τοῖς Ἰουδαίοις ἐπερχομένων. Τότε — θλίψιν. Τότε, πότε; Πρὸ τῆς ἀποστασίας. Εἰς ἐκεῖνον γὰρ τὸν καιρὸν μετήγαγε τὸν λόγον, ὃ καὶ Λουκᾶς ἐδήλωσεν εἰπών, ὅτι πρὸ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.
Πολλὰ γὰρ τότε δεινά, μετὰ τὴν τοῦ Σωτῆρος ἀνάληψιν, οἱ Ἰουδαῖοι τοῖς ἀποστόλοις ἐπήγαγον· ποτὲ μὲν τοῖς ἀρχισυναγώγοις παραδιδόντες εἰς κάκωσιν, ποτὲ δὲ ἐπὶ βασιλεῖς ἄγοντες, οἷον ἐπὶ Ἡρώδην καὶ Ἀγρίππαν καὶ τοὺς τοιούτους, καὶ ἐπὶ τοὺς ἡγεμόνας καὶ στρατηγοὺς τῶν πόλεων, καὶ τοὺς ἀνθυπάτους καὶ πολιτάρχας, ὡς ἡ βίβλος τῶν ἀποστολικῶν Πράξεων ἱστορεῖ. Καὶ ἀποκτενοῦσιν ὑμᾶς. Τοῦτο λέγει πρὸς μόνους τοὺς ἀναιρεθῆναι μέλλοντας διὰ τῆς τῶν Ἰουδαίων κακεντρεχείας, οἷος ἦν Στέφανος καὶ Ἰάκωβος, ὁ ἀδελφὸς Ἰωάννου, καὶ εἴ τις ἕτερος. Καὶ — μου.
Ὑπὸ γονέων, ὑπὸ συγγενῶν, ὑπὸ φίλων, ὑπὸ ὁμοφύλων, ὑπὸ οἰκείων, ὑπὸ ξένων, ὑπὸ ἀρχόντων, ὑπὸ ἀρχομένων, καὶ ἁπλῶς εἰπεῖν, ὑπὸ πάντων τῶν ἀλλοτρίων τοῦ κηρύγματος. Προειπὼν δὲ τὰ σκυθρωπά, λοιπὸν ἐπήγαγε καὶ τὴν παραμυθίαν, ὅτι Δι' ἐμέ. Τοῦτο γὰρ δηλοῖ τὸ διὰ τὸ ὄνομά μου. Καὶ ὄντως μεγάλη τοῖς μαθηταῖς ἦν παραμυθία τὸ πάσχειν δι' αὐτόν.
col. 607–608page 251 of 329
PG 129:607Καὶ — πολλοί. Ὑποπτοι ἔσονται πρὸς ἀλλήλους, διὰ τὴν διαφορὰν τῆς πίστεως, ἤγουν, οἱ μὴ πιστεύοντες πρὸς τοὺς πιστεύοντας. Καὶ — μισήσουσιν ἀλλήλους. Μάρκος δὲ φανερώτερον εἶπεν, ὅτι Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Εἰκὸς γὰρ πάντα γενέσθαι, εἰ καὶ μὴ περὶ πάντων λεπτομερῶς ἡ βίβλος διαλαμβάνει τῶν Πράξεων. Καὶ ὁ Λουκᾶς δέ φησιν, ὅτι Παραδοθήσεσθε καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν.
Προεῖπε γὰρ τοῖς μαθηταῖς ὁ Χριστὸς καὶ τουτὶ τὸ πάντων δεινότατον, ὅτι καὶ ὑπὸ τῶν οἰκειοτάτων πολεμηθήσονται, ἵνα προμαθόντες ἑτοιμασθῶσιν εἰς ὑπομονὴν, καὶ λοιπὸν κουφότερον τὸ δεινὸν ἐνέγκοιεν. Ταῦτα δὲ πάντα προεῖπεν αὐτοῖς καὶ ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ, καὶ ζήτησον κἀκεῖ τὴν περὶ τούτων ἐξήγησιν. Καὶ — πολλούς. Ἀνωτέρω μὲν περὶ τῶν ὑποκρινομένων τὸν Χριστὸν εἶπεν· ἐνταῦθα δὲ λέγει περὶ τῶν ὑποκρινομένων προφητεύειν. Πολλοὶ γὰρ τοιοῦτοι τότε γεγόνασιν, ἀρχὴν ἔτι τοῦ κηρύγματος ἔχοντος. Καὶ — πολλῶν. Καὶ τοῦτο χαλεπώτατον, ὅτι οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσι. Τινὲς δὲ ἀγάπην ἐνταῦθα τὴν φιλοξενίαν ὠνόμασαν· ἕτεροι δὲ, τὴν συμπάθειαν.
Ὅρα, πόσα δεινὰ προεῖπεν αὐτοῖς, παραθήγων εἰς πάντα, καὶ στομῶν εἰς εὐψυχίαν, καὶ ταῖς ἐπιῤῥώσεσιν ἀδαμαντίνους ἀπεργαζόμενος. Ὁ δὲ — σωθήσεται. Εἴρηται καὶ τοῦτο ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ, καὶ διηρμηνεύθη πάνυ σαφῶς ἐκεῖ. Καὶ κηρυχθήσεται — οἰκουμένῃ. Ἐντεῦθεν ἔδειξεν, ὅτι οὐδὲν τῶν δεινῶν περιγενήσεται τοῦ κηρύγματος, καὶ πολλὴν οὕτω τοῖς κήρυξι παραμυθίαν ἐνέβαλε, πληροφορηθεῖσιν, ὅτι οὐδὲν αὐτοῖς ἐμποδίσει, ἐὰν μόνον ὦσι καρτερικοί. Μάρκος δὲ φανερώτερον εἶπεν, ὅτι Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ Εὐαγγέλιον. Εἰς — ἔθνεσιν. Εἰς ἔλεγχον, εἰς κατηγορίαν τῶν μὴ πιστευσάντων, ἵνα μὴ δύνωνται λέγειν ἐν ἡμέρᾳ κρίσεως, ὅτι οὐκ ἤκουσαν τοῦ κηρύγματος.
Εἴρηται δὲ καὶ τοῦτο ἐν τῷ ἐννεακαιδεκάτῳ κεφαλαίῳ. Καὶ — τέλος. Τὸ τέλος τοῦ ναοῦ καὶ τῆς Ἱερουσαλήμ, ὡς προέφημεν. Λέγει τοίνυν, ὅτι μετὰ τὸ γενέσθαι τὰ ῥηθέντα πάντα, καὶ μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ, τότε ἥξει τοῖς Ἰουδαίοις ὁ παντελὴς ὄλεθρος. Ὅτι δὲ πρὸ τῆς ἁλώσεως τῆς Ἱερουσαλὴμ ἐκηρύχθη τὸ Εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, εἴρηκεν ὁ Παῦλος, ὅτι Ἐστὶ καρποφορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ
col. 609–610page 252 of 329
PG 129:609τῇ κτίσει τῇ ὑπ' οὐρανόν. Εἰ γὰρ αὐτὸς ἀπὸ Ἱερουσαλήμ εἰς Ἱσπανίαν ἐκήρυξεν, ἐννόησον καὶ περὶ τῶν ἄλλων ἀποστόλων, ἄχρι πόσου διέδραμον. Διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης ἀπόλλυνται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν Ἰουδαῖοι, τοσαύτην ἰδόντες τὴν δύναμιν τοῦ κηρύγματος, ὡς ἐν βραχεῖ πᾶσαν ἐπιδραμεῖν τὴν οἰκουμένην, καὶ πανταχοῦ λάμψαι, καὶ μεμενηκότες ἐπὶ τῆς αὐτῆς ἀπιστίας καὶ ἀγνωμοσύνης. Ὅταν οὖν – νοείτω. Βδέλυγμα νῦν λέγει τὸν ἀνδριάντα τοῦ Τίτου, ὃν, ἑλὼν τὴν πόλιν, ἔστησεν ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ. Βδελύγματα γὰρ ὁ νόμος ὠνόμαζε τὰ τοιαῦτα ἀφομοιώματα.
Τῆς ἐρημώσεως δὲ τοῦτο κέκληκε, διότι, ἐρημουμένου τοῦ ναοῦ καὶ τῆς πόλεως, ἔστη τοῦτο· ἢ διότι τοῦ ἐρημώσαντος αὐτὰ ἦν ἡ εἰκών. Τὸ δέ, Ὅταν ἴδητε, δοκεῖ μὲν ῥηθῆναι πρὸς τοὺς ἀποστόλους· φέρεται δὲ πρὸς τοὺς Ἰουδαίους, ἵνα μάθωσιν, ὅτι οὐκ εἰς μακράν, ἀλλὰ ζώντων αὐτῶν τὸ βδέλυγμα στήσεται. Οἱ ἀπόστολοι γὰρ ἔφθασαν προϋποθανόντες οἱ πλείους, καὶ ὅσοι δὲ περιελείφθησαν, ἐν ἄλλοις τηνικαῦτα μέρεσι τῆς οἰκουμένης διέτριβον. Παρέπεμψε δὲ αὐτοὺς ἐπὶ τὸν Δανιήλ, προφητεύσαντα περὶ τοῦ τοιούτου βδελύγματος, καὶ τοῦ ὀλέθρου. Τότε, φησίν, ὁ ἀναγινώσκων τὴν βίβλον τοῦ Δανιήλ, νοείτω ἐπιστάντα τὸν ὄλεθρον.
Ὁ δὲ Λουκᾶς ἕτερον σημεῖόν φησιν, ὅτι Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνώτε, ὅτι ἧκεν ἡ ἐρήμωσις αὐτῆς. Φαίνεται οὖν, ὅτι καὶ ἀμφότερα εἶπεν ὁ Χριστός. Τότε – ἐπὶ τὰ ὄρη. Εἰπὼν περὶ τῶν κακῶν τῶν καταληψομένων τὰ Ἱεροσόλυμα, καὶ μὴν καὶ περὶ τῶν πολλῶν καὶ ποικίλων πειρασμῶν τῶν ἀποστόλων, ὅτι δὲ καὶ περὶ τῆς εὐοδώσεως τοῦ κηρύγματος, ὅτι ἀνεμποδίστως πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, λέγει πάλιν περὶ τῶν Ἰουδαϊκῶν συμφορῶν, δεικνύων, ὅτι ὅταν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ πανταχοῦ δοξάζωνται, τότε οὗτοι πανταχόθεν διαφθείρονται. Διὰ δὲ τῶν δοκούντων μικρῶν ἐμφαίνει τὸ τῶν πληγῶν ἐκείνων ἀφόρητον. Σκόπει γάρ.
Τότε, φησίν, ὅταν τὸ βδέλυγμα στῇ, οἱ ἐν τῇ Ἰουδαίᾳ, ἔνθα τὰ Ἱεροσόλυμα, φευγέτωσαν ἐπὶ τὰ ὄρη, μηδεμίαν ἐλπίδα σωτηρίας ἀπὸ τοῦ προσμένειν ἔχοντες. Οὐκ ἔσται γὰρ ἀνάκλησις ὅλως, οὐδὲ μεταβολή τοῦ κακοῦ. Διόπερ ἀγαπητὸν τὸ καὶ γυμνῷ τῷ σώματι φεύγειν ἀμεταστρεπτί. τῆς οἰκείας αὐτοῦ. Διὰ τὸν ἀφύλακτον κάτω κίνδυνον, ἵνα μὴ ἐμπεσὼν ἀπόληται. Καὶ τὰ ἱμάτια αὐτοῦ. Εἰ γὰρ οἱ ἐν τῇ πόλει φεύγουσι τὸν ἔνδον ὄλεθρον, πολλῷ μᾶλλον οἱ ἐν τοῖς ἀγροῖς. Παρὰ δὲ τῷ Λουκᾷ λέγει καὶ τὴν αἰτίαν τῆς σφοδρότητος τῶν πληγῶν, ὅτι ἡμέραι
col. 611–612page 253 of 329
PG 129:611τὰ γεγραμμένα, δηλαδή, ἐν ταῖς βίβλοις τοῦ τε Δανιὴλ, καὶ τῶν ἄλλων προφητῶν, περὶ τῆς τοιαύτης ἁλώσεως. Ἡμέραι δὲ ἐκδικήσεως τοῦ Δεσποτικοῦ φόνου. Ἀλλὰ ταῦτα μὲν καθ' ἱστορίαν. Κατὰ δὲ ἀναγωγὴν οἱ ἐν τῇ Ἰουδαίᾳ, τουτέστιν, οἱ ἐν τῇ εὐσεβείᾳ· τοῦτο γὰρ σημαίνει τὸ τῆς Ἰουδαίας ὄνομα· φευγέτωσαν ἐπὶ τὰ ὄρη· λέγω δὴ, ἐπὶ τὴν ὑψηλὴν βοήθειαν τοῦ Θεοῦ, ἢ ἐπὶ τὰ ὕψη τῶν ἀρετῶν· ὁ ἐπὶ τοῦ δώματος δὲ, ἤγουν, ὁ τῆς κάτω διατριβῆς ὑπεραρθεὶς καὶ ὑψηλὸς τῷ βίῳ γενόμενος, μὴ καταβαινέτω ἆραι τὰ ἐκ τοῦ κόσμου πάθη, ἅπερ ἀπολέλοιπε· καὶ ὁ ἐν τῷ ἀγρῷ δὲ, εἴτουν, ὁ ἐν τῷ ἀνακεχωρημένῳ βίῳ, μὴ ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ ἅπερ εἰσὶ τὰ περιβόλαια τῶν ἁμαρτιῶν, ἃ πάλαι ἀπεδύσατο. Οὐαὶ ταῖς ἡμέραις.
Τῶν μὲν διὰ τὸν ἐντὸς φόρτον, τῶν δὲ διὰ τὸν ἐκτὸς οὐ δυναμένων εὐκόλως φυγεῖν. Αἱ μὲν γὰρ βεβάρηνται τῷ ἄχθει τῶν ἐμβρύων, αἱ δὲ τῷ φορτίῳ τῶν θηλαζόντων. Χρημάτων μὲν γὰρ καὶ ἱματίων καταφρονῆσαι ῥᾴδιον, διὰ σωτηρίαν γενέσθαι δὲ τὴν ἔγκυον κούφην, καὶ ἀπορρίψαι τὴν θηλάζουσαν ὃ θηλάζει, παντελῶς ἀδύνατον, διὰ τὸν δεσμὸν τῆς φύσεως. Οὐαὶ τοίνυν αὐταῖς, εὐπετῶς καταλαμβανομέναις, καὶ τοῖς ἐμβρύοις καὶ ὑπομαζίοις συνδιαφθειρομέναις. Κατὰ δὲ ἀναγωγὴν ἐν γαστρὶ μὲν ἐχούσας νοοῦμεν τὰς μήπω τεκούσας ἀρετὴν ψυχάς· θηλαζούσας δὲ τὰς τεκούσας μὲν, νηπιῶδες δὲ κύημα καὶ βραχύτατον. Προσεύχεσθε — Σαββάτῳ.
Φανερὸν κἀντεῦθεν, ὅτι εἰ καὶ πρὸς τοὺς ἀποστόλους ἀπέτεινε τοὺς τοιούτους λόγους, ἀλλά γε πρὸς τοὺς Ἰουδαίους ἔβλεπον οὗτοι. Καὶ γὰρ οὐκέτι παρεφύλαττον τὸ Σάββατον οἱ ἀπόστολοι. Διατί δὲ, μὴ χειμῶνος, μηδὲ Σαββάτῳ; Μὴ χειμῶνος μὲν, διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· μὴ Σαββάτῳ δὲ, διὰ τὸν νόμον, οὐκ ἐπιτρέποντα βαδίζειν ἐν Σαββάτῳ περαιτέρω τῶν νενομισμένων βημάτων. Ἀναγωγικῶς δὲ φυγὴν μὲν νοοῦμεν τὴν ἔξοδον τῆς ψυχῆς ἀπὸ τοῦ σώματος· χειμῶνα δὲ τὴν ζάλην καὶ ταραχὴν τῶν λογισμῶν· Σάββατον δὲ τὴν ἀργίαν τῆς ἀρετῆς.
Παρεγγυᾷ γὰρ ὁ λόγος προσεύχεσθαι, μὴ γενέσθαι τὴν ἔξοδον τῆς ψυχῆς ἡμῶν ἐν ζάλῃ καὶ ταραχῇ λογισμῶν, μηδ' ἐν ἀργίᾳ τῆς ἀρετῆς, ἀλλὰ γαληνιώντων τῶν λογισμῶν, καὶ ἐνεργουμένης τῆς ἀρετῆς.
col. 613–614page 254 of 329
PG 129:613Ἔσται – γένηται. Εἴ τις ἐντύχῃ τοῖς Ἰωσήπου συγγράμμασι, πληροφορηθήσεται. Καίτοι γὰρ Ἑβραῖος ὤν, διαβεβαιοῦται περὶ τῆς τοιαύτης θεομηνίας, ὅτι πᾶσαν ἐνίκησε συμφοράν, καὶ πᾶσαν ὑπερέβη τραγῳδίαν. Μετὰ γὰρ τῆς ξένης ἐκείνης πολιορκίας τοσοῦτος ἦν ὁ λιμὸς, ὡς καὶ αὐταῖς ταῖς μητράσιν περιμάχητον εἶναι τὴν τεκνοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι. Τίνος οὖν ἔνεκεν χαλεπώτερα καὶ φρικωδέστερα πάντων τῶν ἀπ' αἰῶνος ἀνθρώπων πεπόνθασι; Διότι χαλεπώτερα καὶ φρικωδέστερα πάντων τῶν ἀπ' αἰῶνος ἀνθρώπων τετολμήκασιν, ἀνελόντες τὸν Υἱὸν τοῦ Θεοῦ.
Λουκᾶς δὲ πλατύτερόν φησιν, ὅτι Ἔσται ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ ἐν τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. Ὀργὴν μὲν λέγων τὴν τοῦ Θεοῦ, διὰ τὸν Υἱὸν αὐτοῦ, καιροὺς δὲ ἐθνῶν τοὺς ἄχρι συντελείας αὐτῶν, καὶ τοῦ κόσμου παντός. Καὶ εἰ μὴ – αἱ ἡμέραι ἐκεῖναι. Ἡμέρας τὰς τοῦ πολέμου καὶ τῆς πολιορκίας ἐκείνης φησί, λέγων· ὅτι εἰ μὴ ἠλαττώθησαν αἱ ἡμέραι ἐκεῖναι κατ' οἰκονομίαν παρὰ τοῦ Θεοῦ, οὐκ ἂν διεσώθη, οὐκ ἂν ὑπεξέφυγε τὸν θάνατον πᾶσα σὰρξ, ἤγουν, οὐδὲ μία σαρξ, Ἰουδαϊκὴ δηλονότι. Πάντες γὰρ ἂν διεφθάρησαν, καὶ οἱ ἐντὸς, καὶ οἱ ἐκτός·
οἱ μὲν λιμῷ, οἱ δὲ λοιμῷ, οἱ δὲ ξίφει καὶ παντοίοις θανάτου τρόποις. Κατὰ πάντων γὰρ Ἰουδαίων οἱ Ῥωμαῖοι σφοδρῶς ἐμάνησαν, καὶ κατὰ τῶν πανταχῇ διεσπαρμένων ἐφέροντο. Ἐκλεκτοὺς δὲ καλεῖ τοὺς ἐξ Ἰουδαίων πιστούς, δι' οὓς ταχύτερον ἔπαυσε τὸν πόλεμον, ἵνα μὴ συναπόλωνται τοῖς ὀπίστοις, ἀλλὰ μᾶλλον ἵνα τινὲς τῶν ἀπίστων συνδιασωθῶσι τούτοις, ὥστε μηδένα δυνηθῆναι λέγειν, ὅτι διὰ τοὺς πιστεύσαντας ἡ θεήλατος αὕτη μάστιξ ἐπῆλθεν· ἀλλ' ἵνα βλέποντες οἱ ὑπολειφθέντες ἅπαντας τοὺς ἐν αὐτοῖς πιστοὺς διαδράντας, συνῶσι τὴν αἰτίαν, καὶ βεβαιωθῶσιν, ὡς οὐ μόνον οὐκ ἀπώλοντο δι' αὐτοὺς οἱ διαφθαρέντες, ἀλλὰ μάλιστα καὶ αὐτοὶ διὰ τούτους περιεσώθησαν.
Ὅτι δὲ τὸ πᾶσα σὰρξ, ἀντὶ τοῦ, οὐδὲ μία, παρείληπται, δῆλον καὶ ἀπὸ τοῦ Δαυΐδικοῦ ῥητοῦ, λέγοντος· Μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, ἀντὶ τοῦ, μηδὲ μία. Καὶ τοῦτο γὰρ ἰδίωμα τῆς παλαιᾶς Γραφῆς. Σὺ δέ μοι σκόπει τοῦ θείου Πνεύματος τὴν οἰκονομίαν, πῶς ὁ μὲν Ἰωάννης, ὁ ζῶν, ὅτε ταῦτα γέγονε, καὶ μετὰ τὴν ἅλωσιν πολὺν ἔτι ζήσας χρόνον, οὐδὲν τούτων ἔγραψεν, ἵνα μὴ δόξῃ γράφειν, ὡς πάλαι εἰρημένα, τὰ ἤδη γεγενημένα· οἱ δὲ πρὸ τοῦ γενέσθαι ταῦτα τετελευτηκότες, ἐκεῖνοι πάντα σαφῶς ἔγραψαν, ἵνα ἀνύποπτος ἡ τοῦ Χριστοῦ περὶ
col. 615–616page 255 of 329
PG 129:615τούτων προφητεία φανῇ. Πληρώσας τοίνυν ἄχρι τούτου τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, μέτεισι καὶ ἐπὶ τὸ λοιπὸν ἐρώτημα, τὸ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ προλέγει τὰ σημεῖα ταύτης, χρήσιμα τοῖς Χριστιανοῖς ἐσόμενα. Ἐκολόβωσε δὲ ὁ Θεὸς τὰς θλίψεις καὶ τὸν πόλεμον. Εἰ γὰρ ἐκράτησεν ἐπὶ πλέον ὁ πόλεμος, πάντες ἂν οἱ ἔνδον ὑπὸ τοῦ λιμοῦ διεφθάρησαν. Τότε μὴ πιστεύσητε. Τὸ τότε ἔστιν ὅτι οὐκ ἀκολουθίαν δηλοῖ τῶν προειρημένων, ἀλλ' ἀρχὴν μόνον τῶν ῥηθῆναι μελλόντων, ὥσπερ καὶ τὸ ἐν ταῖς ἡμέραις ἐκείναις, περὶ οὗ διελάβομεν ἐν τῷ τρίτῳ κεφαλαίῳ. Καὶ νῦν οὖν τὸ τότε οὐ τάξιν καιροῦ σημαίνει, ἀλλ' ὅτι ὅτε γενήσονται τὰ ῥηθησόμενα. Δοκεῖ μὲν οὖν καὶ ταῦτα πρὸς τοὺς ἀποστόλους λέγεσθαι·
φέρονται δὲ πρὸς τοὺς ἐσομένους τότε Χριστιανούς. Ἐγερθήσονται — ψευδοπροφῆται. Ἐγερθήσονται, ἀντὶ τοῦ, ἐλεύσονται. Καὶ ψευδόχριστοι μέν εἰσιν οἱ ὑποκρινόμενοι τὸν Χριστόν, ψευδοπροφῆται δὲ οἱ ὑποκρινόμενοι τοὺς προφήτας. Καὶ — τέρατα. Καὶ πρὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων εἶπεν ἔσεσθαι ψευδοχρίστους καὶ ψευδοπροφήτας. Πολλοί γάρ, φησίν, ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός. Καὶ πάλιν· καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται. Ἀλλ' οἱ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οὗτοι πολλῷ βαρύτεροι τῶν πρὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων. Οὗτοι γὰρ καὶ ποιήσουσι σημεῖα μεγάλα καὶ τέρατα· οἱ μὲν ψευδόχριστοι, θαυματοποιοῦντες, οἱ δὲ ψευδοπροφῆται, προλέγοντές τινα μέλλοντα.
Ὥστε ἐκλεκτούς. Εἰ δυνατὸν αὐτοῖς γένηται. Τούτων τῶν ψευδοχρίστων εἷς ἐστι καὶ ὁ λεγόμενος Ἀντίχριστος, τελευταῖος τῶν ἄλλων ἐρχόμενος, οὗ προφῆται οἱ ῥηθέντες οὗτοι ψευδοπροφῆται. Περὶ τούτου καὶ Παῦλος ἔγραψε· καλέσας γὰρ αὐτὸν ἄνθρωπον ἁμαρτίας, καὶ υἱὸν ἀπωλείας, ἐπήγαγεν, Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους. Οὗτοι οὖν εἰσι τὸ σημεῖον τῆς δευτέρας παρουσίας. Ἰδού, προείρηκα ὑμῖν. Διαμαρτύρεται ἐξασφαλιζόμενος. Παρὰ δὲ τῷ Μάρκῳ φησίν, Ὑμεῖς δὲ βλέπετε, ἰδοὺ προείρηκα πάντα, δηλονότι, τὰ περὶ τῶν πλάνων. Διὰ δὲ τῶν ἀποστόλων, ὡς προδεδήλωται, πρὸς τοὺς ὕστερον ταῦτα λέγει.
Παρατήρησιν γάρ, ὅτι πρὸς τοὺς ἀποστόλους εἶπε καὶ τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, καὶ τὰ περὶ
col. 617–618page 256 of 329
PG 129:617τῆς δευτέρας αὐτοῦ παρουσίας, ὡς πρὸς διδασκάλους τοῦ νέου λαοῦ, γινώσκων, ὅτι καὶ διδάξουσι ταῦτα, καὶ γράψουσι, πρός τε ἀπόδειξιν, ὧν προεφήτευσε περὶ τῆς ἁλώσεως, καὶ πρὸς ἀσφάλειαν τῶν πρὸ τῆς δευτέρας παρουσίας πιστῶν. ᾿Εὰν οὖν πιστεύσητε. Οἱ ταῦτα τηνικαῦτα λέγοντες προπομποὶ καὶ ὑπηρέται τοῦ ᾿Αντιχρίστου εἰσί. Ταμεῖα δὲ νόει νῦν τὰ τῶν οἰκιῶν ἐνδότατα. Ὥσπερ ἀνθρώπου. Ὥσπερ ἡ ἀστραπὴ, φησίν, ἐξέρχεται, καὶ φαίνεται πᾶσιν, οὐ δεομένη κήρυκος, οὐδὲ προμηνύοντος, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ἰδίας λαμπρότητος ἐν ἀκαριαίᾳ ῥοπῇ καιροῦ φαινομένη πάσῃ τῇ οἰκουμένῃ·
οὕτως ἔσται καὶ ἡ παρουσία ἐκείνου διὰ τὴν ὑπερβολὴν τῆς οἰκείας λαμπρότητος πᾶσιν ὁμοῦ φαινομένη, καὶ γινομένη τοῖς ἀνθρώποις αὐτάγγελος ἑαυτῆς. Οὐ γὰρ, ὥσπερ ἡ πρώτη παρουσία μετὰ πτωχείας καὶ ἀδοξίας γέγονεν οὕτως ἔσται καὶ ἡ δευτέρα· ἀλλὰ τοὐναντίον αὕτη μετὰ δυνάμεως καὶ δόξης πολλῆς γενήσεται, δορυφορούσης ἁπάσης οὐρανίου στρατιάς. Διὸ οὐδεὶς ἀγνῆσαι ταύτην τότε δυνήσεται. Ὅπου ἀετοί. Τοῦτο εἶπε διὰ τὴν τηνικαῦτα δορυφορίαν. Καὶ ἀετοῖς μὲν τοὺς δορυφοροῦντας παρείκασεν, ὡς καὶ πτηνούς καὶ βασιλικούς· πτώματι δὲ ἑαυτὸν, ὡς συναγωγὴν τῶν τοιούτων ἀετῶν, καὶ ὡς τροφὴν πνευματικὴν αὐτῶν καὶ ζωὴν αἰώνιον. Σῶμα δὲ τὸ πτῶμα ἔγραψεν ὁ Λουκᾶς. Εὐθέως οὐρανοῦ.
Περὶ τούτων εἶπε καὶ ὁ Λουκᾶς, ὅτι καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις. Ὅρα δὲ, πῶς εἴρηκεν, ὅτι εὐθέως, παριστῶν ὅτι ὁμοῦ σχεδὸν ἅπαντα τά τε προειρημένα, καὶ ταῦτα, καὶ τὰ ῥηθησόμενα γενήσονται. Συστελεῖ γὰρ καὶ τοῦτον τὸν πειρασμὸν ὁ Θεὸς διὰ τοὺς ἐκλεκτοὺς αὐτοῦ. Θλίψιν μὲν οὖν λέγει τὴν ἀπὸ τοῦ ᾿Αντιχρίστου, καὶ τῶν περὶ αὐτὸν ἀπατεώνων, ἥτις ἐκθλίψει τοὺς εὐσεβεῖς. Ὁ ἥλιος δὲ σκοτισθήσεται, οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας τοῦ Χριστοῦ· ἡ δὲ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ τὰ ἄστρα πεσοῦνται, ὡς μηκέτι χρείας οὔσης αὐτῶν. Οὐκέτι γὰρ ἔσται νύξ.
Ὁ δὲ Λουκᾶς ἔγραψεν, ὅτι καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· συνοχήν μὲν ἐθνῶν ὀνομάσας τὴν ταραχήν, ἀπορίαν δὲ τὴν νηνεμίαν· χωρὶς γὰρ ἀνέμων ἠχήσει παρὰ φύσιν ἡ θάλασσα καὶ ὁ σάλος αὐτῆς· ἀπόψυξιν δὲ τὸν θάνατον.
col. 619–620page 257 of 329
PG 129:619σαλευθήσονται. Καὶ αἱ οὐράνιοι στρατιαὶ φρίξουσι, βλέπουσαι τὴν τοιαύτην τῆς κτίσεως μεταβολὴν, καὶ τὸν μὲν Θεὸν εἰς γῆν κατερχόμενον, τοὺς δὲ ἀπ᾿ αἰῶνος ἀνθρώπους ἐκ νεκρῶν ἀνισταμένους, καὶ μέλλοντας λόγους ὑποσχεῖν τῶν βεβιωμένων. Καὶ — οὐρανῷ. Σημεῖον αὐτοῦ λέγει τὸν σταυρόν, λάμποντα τότε τοῦ ἡλίου πολλῷ φαιδρότερον. Ἐκεῖνος μὲν γὰρ σκοτισθήσεται· οὗτος δὲ φανήσεται. Τίνος δὲ ἕνεκεν ὀφθήσεται; Ἵνα ταράξῃ πρωτγουμένως μὲν τοὺς Ἰουδαίους, εἶτα καὶ τοὺς Ἕλληνας, ὅσοι τῷ Χριστῷ τὸν σταυρὸν ὠνείδιζον, καὶ ἵνα γνῶσιν, ὅτι αὐτὸς οὗτος κάτεισι Θεὸς ὤν. Καὶ τότε — γῆς. Τότε θρηνήσει πᾶν γένος, δηλαδὴ τῶν ἀπίστων· οἱ μὲν, ὅτι ἐσταύρωσαν τὸν Θεόν· οἱ δὲ, ὅτι τοὺς Χριστιανοὺς ἐτιμώρησαν·
οἱ δὲ, ὅτι οὐκ ἐπίστευσαν. Οὐ χρεία γὰρ αὐτοῖς ἑτέρας κατηγορίας παρὰ τὸν σταυρόν. Ἀνόνητος δὲ αὐτοῖς ὁ τηνικαῦτα κλαυθμός. Καὶ ὄψονται — πολλῆς. Προοδεύει μὲν αὐτοῦ ὁ σταυρός, ὡς δικαίωμα κατὰ τῶν σταυρωσάντων αὐτόν· ἐπὶ νεφελῶν δὲ κάτεισιν, ὡς ἀνελήφθη. Καὶ ἀποστελεῖ — αὐτῶν. Πρὸ τοῦ φανῆναι τὸν σταυρὸν, ἀποστελεῖ τούτους. Οὐκ ἐχρήσατο γὰρ τάξει ἀπαγγελίας, ἀλλ᾽ ἁπλῶς λέγει τὰ γενησόμενα. Διὰ δὲ τῶν τεσσάρων ἀνέμων τὰ τέσσαρα πέρατα τῆς οἰκουμένης ἐδήλωσεν, ἀνατολήν, δύσιν, ἄρκτον καὶ μεσημβρίαν. Ἐξ ἑκάστου γὰρ πέρατος ἄνεμος ἴδιος πνεῖ, καὶ οὗτοι οἱ τέσσαράς εἰσιν, οἱ κυρίως ἄνεμοι. Διὰ δὲ τῶν περάτων καὶ τὰ μέσα συμπαρεδήλωσε.
Τὸ δὲ Ἀπ᾿ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν, ἐφερμηνευτικόν ἐστι τοῦ Ἐκ τῶν τεσσάρων ἀνέμων, σημαῖνον ὅτι τὰ ἄκρα ἐμφαίνουσιν. Ἄκρα δὲ τὰ ῥηθέντα πέρατα. Παρὰ Μάρκῳ δὲ φησιν Ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου οὐρανοῦ· διδάσκων ὅτι τὰ αὐτὰ εἰσιν ἄκρα γῆς καὶ οὐρανοῦ. Σκόπει δὲ ὅτι ἡ μὲν σάλπιγξ ἀναστήσει τοὺς νεκρούς· ἀναστάντας δὲ ἐπισυνάξουσιν οἱ ἄγγελοι· ἐπισυναχθέντας δὲ ἁρπάσουσιν αἱ νεφέλαι, καθὼς εἶπε Παῦλος Εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Ὅτι δὲ καὶ τοὺς ἁμαρτωλοὺς ἄγγελοι συλλέγουσιν, ἐδίδαξεν ὁ Χριστὸς, ἑρμηνεύων τὴν τετάρτην παραβολὴν τοῦ εἰκοστοῦ τετάρτου κεφαλαίου.
Εἴρηκε γάρ, ὅτι Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἀπὸ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν. Καὶ ζήτει κἀκεῖ τὴν ἐξήγησιν. Ἀπὸ — παραβολήν. Παραβολήν φησι τὸ παράδειγμα, ὃ μέλλει ἐρεῖν, πρὸς ἀπόδειξιν τοῦ μὴ πολὺ εἶναι τὸ διάστημα τὸ μεταξὺ τοῦ τε δηλωθέντος σημείου τῆς δευτέρας παρουσίας καὶ αὐτῆς δὴ ταύτης.
col. 621–622page 258 of 329
PG 129:621Ὅταν – ἐπὶ θύραις. Παρὰ δὲ τῷ Λουκᾷ σαφέστερον εἴρηκεν, ὅτι ἀρχομένων τούτων γίνεσθαι, δηλαδὴ τῶν κατὰ τοὺς ψευδοχρίστους καὶ ψευδοπροφήτας, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. Εἶτά φησι· Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα, ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε, ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε, ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. Ὅταν ἴδητε, φησί, ταῦτα γινόμενα, δηλονότι τὰ κατὰ τοὺς δηλωθέντας πλάνους, γνώτε, ὅτι ἐγγύς ἐστιν ἡ δευτέρα παρουσία τοῦ Χριστοῦ· ταύτην γὰρ λέγει νῦν καὶ βασιλείαν τοῦ Θεοῦ· καὶ ἀπολύτρωσιν τῶν δικαίων.
Βασιλείαν μέν, διότι ὡς βασιλεὺς παραγίνεται· ἀπολύτρωσιν δὲ αὐτῶν, διότι σώζει αὐτούς. Ἔλαβε δὲ ἀπὸ τῆς συκῆς τὸ παράδειγμα, δεικνύων, ὅτι, ὥσπερ ὅταν αὕτη προβάλῃ, τουτέστιν ὅταν ἐκφύσῃ τὰ φύλλα, ἀνάγκη πλησίον εἶναι τὸν καιρὸν τοῦ θέρους· οὕτω καὶ ὅταν τὸ σημεῖον τῆς δευτέρας παρουσίας γένηται, ἀνάγκη πλησίον εἶναι καὶ ταύτην. Εἴωθε γὰρ φυσικὰ παραδείγματα λαμβάνειν ἐπὶ τῶν ὄντως γενησομένων. Ἀμὴν – γένηται. Πάντα ταῦτα, ὅσα προεῖπε, δηλαδὴ περί τε τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, καὶ περὶ τῶν ἐγγὺς τῆς δευτέρας αὐτοῦ παρουσίας ἄχρις αὐτῆς. Πῶς οὖν εἶπεν, ὅτι Ἡ γενεὰ αὕτη; Γενεὰν ἐκάλεσε τὴν θρησκείαν τῶν πιστευσάντων αὐτῷ.
Ἵνα γὰρ μὴ ὑπολάβωσιν οἱ ἀπόστολοι ὅτι τὰ ῥηθέντα δεινὰ πρόῤῥιζον ἐξαφανίσουσι τὸ κήρυγμα καὶ τοὺς πιστούς, πληροφορεῖ τούτους, ὅτι οὐ μὴ ἀφανισθῇ ἡ θρησκεία τῶν πιστῶν ἕως τῆς δευτέρας παρουσίας, ἀλλὰ διαμενεῖ μέχρι συντελείας τοῦ κόσμου, μηδενὶ διακοπτομένη. Περὶ τούτου δὲ καὶ πρότερον διαφόρως αὐτοῖς προεῖπε καὶ διεβεβαιώσατο, ἀλλ᾽ ὡς ἔτι εὐεπιλήστου, ἔτι ἐξασφαλίζεται. ὁ – παρέλθωσιν. Ἀξιόπιστα κατασκευάζων, ἅπερ εἶπε, φησίν, ὅτι τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα μᾶλλον ἀφανισθήσονται ἢ οἱ λόγοι μου διαπεσοῦνται, οὓς εἶπον, περὶ ὧν ἠρωτήσατε. Καὶ ἀλλαχοῦ δὲ τῷ τοιούτῳ τρόπῳ τῆς διαβεβαιώσεως ἐχρήσατο, εἰπών· Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
Περὶ – οὐρανῶν. Τὰ μὲν ἄλλα πάντα προεῖπεν αὐτοῖς, ὅσα συνέφερεν εἰδέναι· μόνην δὲ τὴν ἡμέραν καὶ ὥραν τῆς τοῦ κόσμου συντελείας ἀπέκρυψεν οἰκονομικῶς, ἵνα ἀγνοοῦντες αὐτὰς οἱ τότε νήφωσι καὶ προσέχωσι καὶ προσδοκῶσιν ἀεί. Καὶ γάρ, εἰ
col. 623–624page 259 of 329
PG 129:623προείπε καὶ ταύτας, ἔμελλον ἀναπίπτειν καὶ βαθύμεῖν καὶ ἀφροντιστεῖν ἄχρις αὐτῶν. Καὶ ὅρα, πῶς θαυμασίως διακρούσατο τὴν περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας φιλομάθειαν αὐτῶν. Ἵνα γὰρ μηκέτι περὶ τούτων ἐνοχλῶσι, φησίν, ὅτι οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οἴδασι περὶ αὐτῶν, πότε ἥξουσιν, ὡσανεὶ λέγων, ὅτι Ἐὰν οἱ ἄγγελοι οἱ οὐράνιοι ταύτας ἀγνοῶσι, πολλῷ μᾶλλον τοὺς ἀνθρώπους τοὺς γηίνους οὐ χρὴ ταύτης γινώσκειν. Εἰ μὴ – μόνος. Τὸ μόνος πρὸς τοὺς κτιστοὺς νοεῖται, καὶ οὐ πρὸς τὸν Υἱόν. Εἰ γὰρ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστιν, ὡς ὁ Υἱὸς εἶπεν· ἐν δὲ τῶν πάντων καὶ τὸ εἰδέναι τὴν ἡμέραν ἐκείνην καὶ ὥραν· τοῦ Υἱοῦ καὶ τοῦτο πάντως. Παρὰ δὲ τῷ Μάρκῳ γέγραπται ὅτι οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.
Καί τινες μὲν νοοῦσιν ὅτι οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν ἐκείνην καὶ ὥραν, ὡς ἄνθρωπος· ὡς γὰρ Θεὸς οἶδεν ἐπίσης τῷ Πατρί· τὸ δὲ γλαφυρώτερόν ἐστιν οὕτως, ὅτι οὐδὲ ὁ Υἱὸς γινώσκει, εἰ μὴ ὁ Πατὴρ γινώσκει· ἐπεὶ δὲ γινώσκει ὁ Πατήρ, γινώσκει ἄρα καὶ ὁ Υἱός. Ἐγώ γάρ, φησί, καὶ ὁ Πατὴρ ἓν ἐσμεν. Σκόπει δὲ πῶς παρὰ μὲν τῷ Ματθαίῳ κεῖται μὲν τὸ μόνος, οὐ μνημονεύεται δὲ ὁ Υἱός, ἵνα μὴ καὶ πρὸς αὐτὸν ἀναφέρηται· παρὰ δὲ τῷ Μάρκῳ τὸ μὲν μόνος οὐ κεῖται, μνημονεύεται δὲ ὁ Υἱός, ἵνα νοηθείη, καθὼς εἰρήκαμεν. Ὥσπερ δὲ – ἀνθρώπου. Τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον αὐτῆς διὰ τοῦ παραδείγματος ἐμφαίνει. Ὥσπερ – ἀνθρώπου. Τὸ παράδειγμα σαφηνίζων, ἐδίδαξεν ὅτι καὶ τῶν πολλῶν τρυφώντων καὶ ἀμεριμνώντων ἐλεύσεται.
Τοῦτο δὲ καὶ Παῦλος γράφων οὕτω φησίν· Ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος. Ἐκγαμίζειν δέ ἐστι τὸ τὴν θυγατέρα συζευγνύειν ἀνδρί. Καὶ εἰ τρυφὴ ἔσται τότε, πῶς εἶπεν ὅτι Μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων; Θλίψις μὲν ἔσται τῶν εὐσεβῶν καὶ δικαίων, τρυφὴ δὲ τῶν πονηρῶν καὶ ἀναισθήτων. Ἁρμόζον δὲ τέθεικε παράδειγμα. Καθάπερ γὰρ οἱ ἐπὶ τοῦ Νῶε τὴν κιβωτὸν ὁρῶντες κατασκευαζομένην, καὶ τὴν ὅσον οὔπω καταστροφὴν αὐτῶν προμηνύουσαν, οὐκ ᾔσθάνοντο· οὕτω καὶ οὗτοι, τὸν Ἀντίχριστον βλέποντες ἐνεργοῦντα, καὶ τὰ σημεῖα τῆς συντελείας, ἀφροντίστως διακείσονται.
Παρατήρει δὲ πῶς πάντα προλέγει λεπτομερῶς τὰ μέχρι τῆς αὐτοῦ παρουσίας, ἐμφαίνων ὅτι καὶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν οἶδεν, ἀλλ᾽ οἰκονομικῶς αὐτάς, ὡς εἴρηται, παρασιωπᾷ. Ζήτησον δὲ καὶ ἐν τῷ περὶ Υἱοῦ δευτέρῳ λόγῳ τοῦ Θεολόγου τὸ δέκατον κεφάλαιον, καὶ χαριεστάτην εὑρήσεις λύσιν. Τότε ἀφίεται. Διὰ μὲν τῶν ὄντων ἐν τῷ ἀγρῷ
col. 625–626page 260 of 329
PG 129:625τοὺς πλουσίους δηλοῖ, διὰ δὲ τῶν ἀληθουσῶν ἐν τῷ μυλῶνι, τοὺς πένητας. Καὶ διδάσκει ὅτι καὶ ἐκ τῶν πλουσίων καὶ ἐκ τῶν πενήτων τινὲς μὲν σώζονται, τινὲς δὲ ἀπόλλυνται. Διὸ καὶ ἐπὶ μὲν τῶν πλουσίων ἀρσενικῶς τὸν λόγον προήγαγε, τὸ ὑψηλὸν καὶ ἰσχυρὸν αὐτῶν ἐνδεικνύμενος· ἐπὶ δὲ τῶν πενήτων θηλυκῶς, τὸ ταπεινὸν καὶ ἀσθενὲς τούτων ὑποφαίνων. Καὶ γὰρ ὅσοι μὲν ἢ τὸν πλοῦτον καλῶς διῴκησαν, ἢ τὴν πενίαν καλῶς ἐβάστασαν, παραλαμβάνονται εἰς ἀπάντησιν τοῦ Κυρίου, ὡς γνώριμοι αὐτῷ τυγχάνοντες· ὅσοι δὲ τοὐναντίον, ἀφίενται κάτω ὡς ἀνάξιοι περιμένοντες ἐνταῦθα τὸν δικαστήν. Λουκᾶς δὲ ἑτέρως φησὶ περὶ τούτου ἐν τῷ ἑξηκοστῷ κεφαλαίῳ, ὅτι Ἔσονται δύο ἐπὶ κλίνης μιᾶς·
εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται. Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται, διὰ μὲν τῶν ἐπὶ τῆς κλίνης τοὺς ἐν ἀναπαύσει δηλῶν, διὰ δὲ τῶν ἐν τῷ μυλῶνι τοὺς ἐν κακοπαθείᾳ. Δῆλον οὖν ὅτι διαφόρως κατ' ἄλλον καὶ ἄλλον καιρὸν ἐῤῥήθησαν, τὰ τοῦ Λουκᾶ μὲν πρότερον, τὰ δὲ τοῦ Ματθαίου ὕστερον. † † Ἀγρὸν ὠνόμασε τὸν κόσμον· παραλαμβάνεται οὖν ὁ σωζόμενος· ἀφίεται ὁ κατακρινόμενος. Ἐκ τούτου τοίνυν μάθωμεν ὅτι καὶ πένητες καὶ πλούσιοι, καὶ δοῦλοι καὶ κύριοι παραλαμβάνονταί τε καὶ ἀφίενται. Δείκνυσι δὲ ὅτι μηδὲ πλούσιοι πάντες ἀπόλλυνται, μηδὲ πένητες πάντες σώζονται. Ὅθεν καὶ ἐπάγει· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.
Τὴν ἡμέραν οὐκ εἶπε, βουλόμενος ἐναγωνίους εἶναι αὐτοὺς διηνεκῶς. Γρηγορεῖτε— ἔρχεται. Ὁ δὲ Μάρκος ἔγραψεν, Ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε πότε ὁ καιρός ἐστιν, ὁ τῆς δευτέρας δηλονότι παρουσίας αὐτοῦ. Ἐγρήγορσιν δὲ καὶ ἀγρυπνίαν νόει μὴ μόνον τὴν τοῦ ὕπνου ἐγκράτειαν, ἀλλὰ καὶ τὴν παντοίαν προσοχήν τε καὶ φυλακήν. Φησὶ γὰρ καὶ ὁ Λουκᾶς· Προσέχετε ἑαυτοῖς, μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ' ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον τῆς γῆς. [Ὡς παγὶς μὲν διὰ τὸ ἀσυμφανὲς αὐτῆς καὶ ἀπρόοπτον· πρόσωπον δὲ τῆς γῆς] ἡ ἐπιφάνεια αὐτῆς· καθήμενοι δὲ οἱ διάγοντες.
Εἶτα λέγει καὶ περὶ τῆς προσευχῆς, ὅτι Ἀγρυπνεῖτε ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γενέσθαι, δηλαδὴ παρὰ τῶν πλάνων, καὶ ὅσα δεινά.
col. 627–628page 261 of 329
PG 129:627αὐτοῦ. Φυλακὴ καλεῖται τὸ τεταρτημόριον τῆς νυκτός, ὡς καὶ ἐν ἄλλοις εἰρήκαμεν. Παραβολικῶς δέ φησι νῦν, ὅτι, ἐὰν ἐγίνωσκεν ὁ ἄνθρωπος ἐν ποίῳ καιρῷ τῆς ζωῆς αὐτοῦ τὸ τέλος ἔρχεται, ἐγρηγόρησεν ἂν κατ᾽ ἐκεῖνον τὸν καιρὸν, καὶ οὐκ ἂν ἀπώλετο. Ἀλλὰ διὰ τοῦτο καὶ τὸ κοινὸν πάντων τέλος, καὶ τὸ ἴδιον ἑκάστου πεποίηκεν ἀγνοούμενον ὁ Θεός, ἵνα μὴ κατ᾽ ἐκεῖνον μόνον τὸν καιρὸν νήφωσι, τὸν ἄλλον ἅπαντα κακῶς βιοῦντες· ἀλλ᾽ ἵνα, τοῦ τέλους ἀδήλου τυγχάνοντος, ἑκάστοτε τοῦτο προσδοκῶντες, ἑκάστοτε ὦσιν ἐναγώνιοι. Διὰ τοῦτο ἔρχεται. Διὰ τοῦτο, ποῖον; Διὰ τὸ μὴ εἰδέναι τὸν καιρόν. Ἐν μὲν οὖν τῷ παγκοσμίῳ τέλει φανερὸν ὅτι ὁ Κύριος ἔρχεται·
περὶ δὲ τοῦ ἰδικοῦ τινὲς μέν φασιν ὅτι, ἑκάστου Χριστιανοῦ τελευτῶντος, παραγίνεται μετὰ τῶν ἁγίων ἀγγέλων, ὅτε καὶ λογοθετεῖται ἡ ψυχή· τινὲς δὲ ἔλευσιν ἰδικὴν αὐτοῦ λέγουσι τὴν κέλευσιν τοῦ χωρισμοῦ τῆς ψυχῆς. Ἐπεὶ δὲ λοιπὸν εἰς τὴν τῆς μελλούσης κρίσεως ἐνέβαλε μνήμην, πρὸς τοὺς διδασκάλους τρέπει τὸν λόγον, καί φησι· Τίς — καιρῷ. Θεραπείαν μὲν λέγει τοὺς θεράποντας, τοὺς δούλους τοῦ Θεοῦ, τροφὴν δὲ τὴν λογικὴν, τὴν διδασκαλικήν. Μακάριος — ποιοῦντα οὕτως. Οὕτως, ὡς προσετάγη. Ἀμήν — αὐτόν. Εἰς μεγάλην τοῦτον καταστήσει τιμήν, τῶν ἀγαθῶν ἑαυτοῦ καταξιώσει αὐτόν. Σὺ δὲ μηδὲν ἐπὶ τῶν τοιούτων περαιτέρω πολυπραγμόνει. Τὰ παραβολικὰ γὰρ, ὡς ἐμφαντικὰ μόνων τῶν ἀναγκαίων, μεταχειριστέον.
Ὅρα δὲ ὅτι δύο ταῦτα χρὴ τὸν προϊστάμενον ἔχειν, πίστιν, ὥστε μὴ παρακατέχειν τὰ τῶν συνδούλων, ἢ μάτην παραναλίσκειν· καὶ φρόνησιν, ὥστε πρεπόντως διανέμειν τὰ ἐγκεχειρισμένα, καὶ μετὰ διακρίσεως ἔν τε ποιότητι καὶ ποσότητι. Ἁρμόζει δὲ ὁ λόγος οὗτος οὐ μόνον τοῖς πλουσίοις εἰς λόγον, ἀλλὰ καὶ τοῖς πλουσίοις εἰς χρήματα. Πάντας γὰρ οἰκονόμους, ὧν εὐποροῦσιν, ὁ Θεὸς κατέστησε, καὶ βούλεται πάντας πιστῶς καὶ φρονίμως πάντα διανέμειν. Ἀλλὰ καὶ τοῖς ἐντιναοῦν ἀρχὴν ἐγκεχειρισμένοις ὁ λόγος ἔτι προσήκει. Δεῖ γὰρ καὶ τούτους μὴ πρὸς ἰδίαν εὔνοιαν ἢ ἀπέχθειαν διοικεῖν, ὅπερ ἐστὶ νοσφισμοῦ καὶ ἀπιστίας, μηδὲ ἀφρόνως καὶ ἀσυνέτως. Ἐὰν δὲ — γινώσκει.
Ὁ κακὸς δοῦλος ἐκεῖνος, ὁ τοὐναντίον ἄπιστος καὶ ἄφρων ἀποβάς, ἐὰν, οἰόμενος βραδύνειν τὸν Κύριον αὐτοῦ, διὰ τὸ ἀγνοεῖν τὴν ἡμέραν, ὡς εἴρηται, καὶ τὴν ὥραν, ἄρξηται
col. 629–630page 262 of 329
PG 129:629τύπτειν τοὺς ὁμοδούλους αὐτοῦ, τουτέστιν ὁπωσδήποτε βλάπτειν αὐτοὺς εἴτε ψυχικῶς εἴτε σωματικῶς· ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, ἤγουν συναναστρέφηται φαύλοις καὶ διεφθαρμένοις ἀνθρώποις, ἀπροόπτως ἐπικαταλήψεται τοῦτον ὁ κύριος αὐτοῦ· Καὶ — αὐτόν. Διελεῖ ἀπ' αὐτοῦ τὸ οἰκονομικὸν ἀξίωμα. [Ἢ διχοτομίαν λέγει τὴν παντελῆ καὶ διηνεκῆ ἀφαίρεσιν τῆς χάριτος τοῦ ἁγίου Πνεύματος. Εἰ γὰρ μηδ' ἐνταῦθα ταῖς βεβηλωσάσαις αὐτὴν ἀνακέκραται ψυχαῖς, ἀλλ' οὖν πάρεστι τοῖς ἅπαξ ἐσφραγισμένοις, ἀναμένουσα τὴν ἐπιστροφὴν αὐτῶν, τότε δὲ παντελῶς καὶ διηνεκῶς αὐτῶν ἀλλοτριωθήσεται.] Καὶ τὸ μέρος — ὀδόντων. Μέρος αὐτοῦ λέγει αὐτὸν ἐκεῖνον, ὡς ἤδη κεχωρισμένον ἀπὸ τοῦ οἰκονομικοῦ ἀξιώματος.
Ἢ διελεῖ αὐτὸν ἀπὸ τῶν θεραπόντων αὐτοῦ, καὶ τὸν κλῆρον αὐτοῦ θήσει μετὰ τῶν ὑποκριτῶν, ὡς ὑποκρινομένου μὲν οἰκονομεῖν καὶ προΐστασθαι, βλάπτοντος δὲ μᾶλλον. Διχῆ τοίνυν διήγειρεν εἰς τὸ νήφειν ἀεὶ, καὶ ἀπὸ τῆς ἀποκειμένης τῷ πιστῷ καὶ φρονίμῳ δούλῳ τιμῆς, καὶ ἀπὸ τῆς μενούσης τὸν κακὸν δοῦλον τιμωρίας. Ταύτην δὲ τὴν παραβολὴν καὶ ὁ Λουκᾶς ἀνέγραψεν ἐν τῷ τεσσαρακοστῷ ἕκτῳ κεφαλαίῳ, ἐν ᾧ φησι περὶ τοῦ κακοῦ δούλου, ὅτι καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Καὶ οἱ ἄπιστοι δὲ πάντως ὑποκριταί. Ἐπαγγέλλονται μὲν γὰρ εἰδέναι Θεὸν, ψεύδονται δέ. Καὶ οὕτω συμφωνοῦσι τὰ ῥητά. Εἰ δὲ καὶ διαφωνοῦσιν, οὐδὲν καινόν· κατὰ διαφόρους γὰρ καιροὺς εἴρηνται. ΚΕΦ. ΝΘ'.
Περὶ τῶν δέκα παρθένων Τότε — παρθένοις. Βασιλείαν τῶν οὐρανῶν ἰδιοτρόπως λέγει νῦν αὐτὰ τὰ κατὰ τὴν βασιλείαν τῶν οὐρανῶν γενησόμενα· τότε παρθένους δὲ τοὺς παρθενεύοντας, εἴτε ἄνδρες ὦσιν, εἴτε γυναίκες. Χρὴ δὲ γινώσκειν ὅτι ἐν μὲν τῇ πρὸ ταύτης παραβολῇ καθολικώτερον περὶ πάσης ὠφελείας τῆς εἰς τοὺς ὁμοδούλους ὀφειλομένης ἐδίδαξεν· ἐν ταύτῃ δὲ ἰδικώτερον διαλέγεται περὶ μόνης τῆς ἐν χρήμασι. Παρθένους δὲ τῇ παραβολῇ νῦν ὑποτίθησιν οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ μέγα τὴν παρθενίαν ἀπέδειξεν, ἐν οἷς εἶπεν· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ γὰρ ὄντως μέγα ἐστί. Διὸ οὐδ' εἰς ἀνάγκην νόμου κατέστη, ἀλλὰ τῇ προαιρέσει τῶν ἀνθρώπων ἐπιτέτραπται.
Ὁ δυνάμενος γάρ, φησί, χωρεῖν χωρείτω. Δεῖξαι βούλεται νῦν ὅτι οὐδὲ τὸ μέγα τοῦτο κατόρθωμα τὸν κεκτημένον ὠφελεῖ χωρὶς ἐλεημοσύνης.
col. 631–632page 263 of 329
PG 129:631Αἵτινες — νυμφίου. Παρθενική λαμπάς ἡ ἀπὸ τῆς παρθενίας καθαρότης· νυμφίος δὲ ὁ Χριστὸς, ὡς ποθῶν καὶ ποθούμενος. Ἐξῆλθον δὲ εἰς ἀπάντησιν αὐτοῦ τῇ προσδοκίᾳ τῆς ἀπαντήσεως. Πέντε — αὐτῶν. Ἔλαιον καλεῖ τὴν ἀρετὴν τῆς ἐλεημοσύνης. Μωρὰς δὲ ταύτας εἰκότως ἐκάλεσεν, ὅτι, τὸν δριμὺν καὶ σφοδρὸν τοῦ σώματος ἔρωτα νικήσασαι, καὶ τὸν μείζονα πόνον ὑποστάσαι, τῆς φειδωλίας ἡττήθησαν. Ἐκεῖνος γὰρ ὁ πόλεμος πολλῷ ταύτης τυραννικώτερός τε καὶ βιαιότερος. Ἐκείνας δὲ φρονίμους αὖθις ὠνόμασεν, ὡς μὴ παθούσας, ὅπερ αἱ μωραὶ πεπόνθασιν. [Ἑτέρως δὲ ὁ Θεολόγος τινὰ τῶν προκειμένων ῥητῶν ἐξελάβετο ἐν τῷ εἰς τὸ βάπτισμα προτρεπτικῷ· καλὰ δὲ κἀκεῖνα καὶ ταῦτα.] Χρονίζοντος — ἐκάθευδον.
Χρονίζοντος διὰ τὴν βραδυτῆτα τῆς δευτέρας παρουσίας. Νυσταγμὸν δὲ ἐνταῦθα τὴν ψυχορραγίαν ὑποληπτέον, ὕπνον δὲ τὸν θάνατον. Μέσης — ἀπάντησιν αὐτοῦ. Μέσης τῆς νυκτός εἶπεν, ἢ πάλιν τὸ ἀνύποπτον καὶ ἀπροσδόκητον ἐμφαίνων, ἢ παραδηλῶν ὅτι ἐν νυκτὶ γενήσεται ἡ ἀνάστασις τῶν νεκρῶν. Τὴν δὲ ῥηθεῖσαν κραυγὴν ὁ Παῦλος κέλευσμα καὶ φωνὴν ἀρχαγγέλου εἴρηκεν. Ἐξέρχεσθε δὲ δηλονότι ἐκ τῶν μνημείων. Τότε — αὐτῶν. Πᾶσαι μὲν ἠγέρθησαν· ἐκόσμησαν δὲ τὰς λαμπάδας ἑαυτῶν αἱ φρόνιμοι. Ἐκόσμησαν δὲ αὐτὰς τῷ κόσμῳ τοῦ ἐλαίου. Αἱ δὲ μωραί — σβέννυνται. Καὶ τοῦτο μωρίας, τὸ προσδοκῆσαι ἐκεῖ ἔλαιον λαβεῖν εἰς κόσμησιν, καὶ τότε ἄλλοις κτηθέν. Σβέννυνται δὲ, ἀμαυρούμεναι τῷ σκότει τῆς ἀνελεημοσύνης.
Εἰώθασι γὰρ καὶ οἱ πολλοὶ σκοτεινοὺς καλεῖν τοὺς ἀνελεήμονας. Ἀπεκρίθησαν — ὑμῖν. Καὶ τοῦτο φρονήσεως. Διδάσκει δὲ ὁ λόγος, ὅτι οὐδεὶς ἐκ τῆς οἰκείας ἀρετῆς ἕτερον ὠφελῆσαι τότε δυνήσεται. [Μόγις γὰρ αὐτῷ πρὸς σωτηρίαν ἀρκέσει, διὰ τὸ πολλὰ πταῖσαι καὶ τὸν ἄγαν ἐνάρετον. Ὅρα δὲ πῶς αἱ φρόνιμοι κἀκεῖ τὴν ἐλεημοσύνην ἐπιδείκνυνται,] θέλουσαι μὲν μεταδοῦναι καὶ ταῖς μωραῖς, μὴ δυνάμεναι δέ. Τοῦτο γὰρ ἡ ἀπόκρισις τούτων ἐμφαίνει. Πορεύεσθε — αὐταῖς. Μὴ δυνάμεναι μεταδοῦναι δι' εὔλογον αἰτίαν, ὅμως ὑπὸ φιλανθρωπίας συμβουλεύουσι. Πωλοῦντες δέ εἰσιν οἱ πένητες· ἀλλ' οὐ τότε πωλοῦσιν.
col. 633–634page 264 of 329
PG 129:633Ἀπερχομένων - νυμφίος. Ὡρμησαν μὲν ἀπελθεῖν, οὐκ ἠδυνήθησαν δέ. Δείκνυσι δὲ καὶ οὗτος ὁ λόγος ὅτι τότε ματαία ἡ πρὸς ἀρετὴν ὁρμή. Καὶ — θύρα. Γάμοι εἰσὶν ἡ κοινωνία τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἡ σὺν Χριστῷ διαγωγή. Ύστερον — ἡμῖν. Οίονται γὰρ, ὡς παρθένοι εἰσελθεῖν. Ὁ δὲ — ὑμᾶς. Οὐ γνωρίζω, φησίν, ὑμᾶς, ὡς ἐσβεσμένων τῶν λαμπάδων ὑμῶν. Γνῶσιν δὲ νῦν τὴν ἐξ οἰκειώσεως νόησον. Οὐδεὶς γὰρ ἀνελεήμων οἰκειοῦται τῷ ἐλεήμονι Χριστῷ. Οἴμοι! μετὰ πόσους πόνους, μετὰ πόσους ἀγῶνας, μετὰ πόσα τρόπαια, ἃ κατὰ τῆς φύσεως λυττώσης ἀνέστησαν, ἀπεπέμφθησαν διὰ τὴν ἀνελεημοσύνην. Ὅταν δέ τις, ἀνελεήμων ὤν, μηδὲ παρθενίαν ἔχῃ, ποίας οὐκ ἂν εἴη καταδίκης ἄξιος;
Οὐ περιεργαστέον δὲ διατί δέκα παρθένοι, καὶ τίνα τὰ ἀγγεῖα αὐτῶν, καὶ τίς ἡ θύρα τῶν γάμων, καὶ τὰ τοιαῦτα τῆς παραβολῆς, ὡς πολλάκι· καὶ ἐπ᾽ ἄλλων παρήγγελται. Εἰ δὲ ἐν μὲν τῷ ἑξηκοστῷ πρώτῳ κεφαλαίῳ γέγραπται, ὅτι πρῶτον ἀπέρχονται οἱ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, εἶτα οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον· ἐν δὲ τῷ παρόντι κεφαλαίῳ τοὐναντίον φαίνεται, πρῶτον εἰσελθουσῶν τῶν φρονίμων παρθένων, εἶτα ἀποπεμφθεισῶν τῶν μωρῶν· μὴ ὑπολάβης ἐναντιολογίαν τῶν κεφαλαίων. Ἐκεῖνο μὲν γὰρ ἀκριβολογεῖ περὶ τῆς τάξεως·
τοῦτο δὲ σκοπὸν ἕτερον ἔχει, τὸ διδάξαι μόνον ὅτι οὐδ᾽ ἡ παρθενία σώζει, μὴ συγκεκραμένην ἑαυτῇ καὶ τὴν ἐλεημοσύνην ἔχουσα, καὶ ὅτι ἡ ἑτέρου ἀρετὴ ἕτερον οὐκ ὠφελεῖ τότε, καὶ ὅτι ἡ πρὸς ἀρετὴν ὁρμὴ τηνικαῦτα ματαία, καὶ ὅτι πολλὰ καθικετεύοντες οἱ κατακριθέντες οὐκ ἐπικάμπτουσι. Τἄλλα δὲ πάντα συνετέθησαν ἀπαρατηρήτως, ἵνα πιθανὴ γένηται ἡ παραβολή. Καὶ γὰρ οὐδ᾽ ὅτι ἀπεπέμφθησαν εἰς κόλασιν εἶπε, διὰ τὸ μὴ νῦν ἀκριβολογεῖσθαι περὶ τῶν τοιούτων. Γρηγορεῖτε - ἔρχεται. Πολλάκις ἐπιλέγει τοῦτο, δεικνύς, ὅτι πολλὴ χρεία προσοχῆς διὰ τὸ ἄδηλον τῆς τελευταίας ἡμέρας καὶ ὥρας. ΚΕΦ. Ε΄. Περὶ τῶν τὰ τάλαντα λαβόντων. Ὥσπερ — δύναμιν.
Καὶ αὕτη ἡ παραβολὴ ὁμοία μέν ἐστι τῇ τοῦ πιστοῦ δούλου καὶ φρονίμου, καθ᾽ ἕτερον δὲ τρόπον ἐσχημάτισται, καὶ διαλαμβάνει περὶ τῶν λαμβανόντων ἐκ Θεοῦ χαρίσματα διδασκαλικά· ταῦτα γὰρ νῦν ἐκάλεσε τάλαντα διὰ τὸ τίμιον αὐτῶν, καὶ ἡ χρωμένων αὐτοῖς καὶ κερδαινόντων, ἢ κατακρυπτόντων καὶ μηδὲν κερδαινόντων. Λέγει τοίνυν ὅτι ἐκάλεσε τοὺς δούλους αὐτοῦ, ὁ Υἱὸς δηλαβὴ
col. 635–636page 265 of 329
PG 129:635τοῦ ἀνθρώπου, ὥσπερ ἄνθρωπος ἀποδημήσας μέλλων· καὶ ἄλλῳ μὲν ἔδωκε πέντε τάλαντα, ἤγουν πολλά· διάφορα γὰρ τὰ διδασκαλικὰ χαρίσματα, ἅπερ ὁ Παῦλος ἀπηριθμήσατο· ἄλλῳ δὲ δύο, τουτέστιν ὀλίγα· ἄλλῳ δὲ ἓν μόνον. Εἶεν δ᾽ ἂν οὗτοι οἱ ἐπίσκοποι καὶ διδάσκαλοι τῶν ἐκκλησιῶν. Εἶτα προστίθησι καὶ τὴν αἰτίαν τῆς ἐν τῇ διανομῇ ἀνισότητος, ὅτι κατὰ τὴν ἑκάστου δύναμιν καὶ ἐπιτηδειότητα. Καὶ ἀπεδήμησεν εὐθέως. Ἀντὶ τοῦ, καὶ ἀφῆκεν αὐτοὺς ἐργάζεσθαι. Καθάπερ γὰρ ἐπὶ τοῦ ἀμπελῶνος εἶπεν ὅτι ἐξέδοτο αὐτὸν γεωργοῖς· καὶ ἀπεδήμησεν· οὕτω φησὶ καὶ νῦν, ἵνα μάθῃς τὴν μακροθυμίαν αὐτοῦ, πῶς οὐκ εὐθέως ἀπαιτεῖ. Τινὲς δέ φασιν ἀποδημίαν τὴν ἐκ γῆς εἰς οὐρανὸν ἀνάληψιν τοῦ Σωτῆρος. Πορευθεὶς — δύο.
Διπλασιάζουσι τὰ ἐμπιστευθέντα τούτοις χαρίσματα πάντες οἱ ἐμπορευόμενοι τὴν τῶν μαθητῶν σωτηρίαν, καὶ ποιοῦντες καὶ αὐτοὺς διδασκάλους πάλιν ἑτέρων. Ὁ καὶ πράττων καλῶς, καὶ διδάσκων ὀρθῶς, τὰ ἐμπιστευθέντα διπλασιάζει τάλαντα. Ὁ δὲ — αὐτοῦ. Γῆν αὐτὸν νόησον. Ἐν ἑαυτῷ γὰρ κατέχωσε τὸ δοθὲν εἰς ἐργασίαν, ὡς μήτε αὐτῷ μηθ᾽ ἑτέροις χρησιμεῦσαι. Μετὰ — λόγον. Ἔρχεται κατὰ τὴν δευτέραν παρουσίαν. Διὸ καὶ μετὰ χρόνον πολύν, εἶπε. Συναίρει δὲ λόγον, ἀντὶ τοῦ, Κινεῖ λογοθέσιον. Καὶ — ἐπ᾽ αὐτοῖς. Κέρδος εἰσὶν οἱ διὰ τῆς σπουδῆς αὐτοῦ κτηθέντες, ὡς εἴρηται, καὶ καρποφορηθέντες Θεῷ. Ἔφη — καταστήσω. Πολλῶν χαρίτων σε ἀξιώσω, πολλῶν ἀγαθῶν σοι μεταδώσω. Εἴσελθε — σου.
Τὴν ἅπασαν μακαριότητα διὰ τοῦ ὀνόματος τῆς χαρᾶς ἐδήλωσε. Προσελθὼν — σου. Εἰ καὶ διάφορα τὰ χαρίσματα, ἀλλ᾽ ἴση ἡ τιμή, διότι καὶ ἴση τούτοις ἡ σπουδή. Καὶ γὰρ ἑκάτερος τὰ δεδομένα διπλασίασεν. Ἢ καὶ ἑτέρως εἶπεν· Ἐπίσης μὲν ἐπαινοῦνται, καὶ ἐπίσης εἰσάγονται· διαφόρων δὲ τῶν ἀμοιβῶν ἀξιοῦνται κατ᾽ ἀναλογίαν τῶν ἐπικερδηθέντων. Προσελθὼν — τὸ σόν. Σκληρός, ἀντὶ τοῦ, αὐστηρός. ὬΙετο γὰρ ὅτι μόνη ἡ σπουδὴ τῶν ἐμπορευομένων ἄνευ τῆς ἐκ Θεοῦ βοηθείας κατορθοῖ τὸ πᾶν. Ταύτην δὲ τὴν ἀπολογίαν ἐσχημάτισεν ἡ παραβολή, δεῖξαι βουλομένη ὅτι οἱ τοιοῦτοι οὐδὲν εἰλόγον
col. 637–638page 266 of 329
PG 129:637ἀπολογήσασθαι δυνηθήσονται, καὶ ὅτι ὅσα ἂν ἀπολογήσωνται, κατ' αὐτῶν πάντα περιτραπήσονται. Καὶ ἄκουε τῶν ἑξῆς. Ἀποκριθεὶς – τόκῳ. Οὐχ ὡς ἀληθεύσαντος ἐκείνου, ταῦτα εἶπεν ὁ Κύριος· οὐδὲν γὰρ κατορθοῦται χωρὶς αὐτοῦ· ἀλλ' ὑποθετικῶς τὸν λόγον προήγαγεν, ὅτι Εἰ καὶ τοιοῦτος ἤμην, ὅπερ οὐκ ἀληθές, ὅμως ἐπεὶ τοιοῦτόν με ἐγίνωσκες, διὰ τοῦτο μᾶλλον ἔδει σε καταβαλεῖν τὸ χάρισμά μου τοῖς εἰδόσι διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ. Τούτους γὰρ λέγει τραπεζίτας. Ἔδει σε διδάξαι, νουθετῆσαι, συμβουλεῦσαι, πᾶν τὸ σὸν ποιῆσαι, τὸ δὲ λοιπὸν ἐμοὶ ἐπιτρέψαι, λέγω δὴ τὴν ἀπαίτησιν. Ἔδει σε τὸ εὐχερέστερον τέως διαπράξασθαι· τὸ δὲ δυσχερέστερον ἐμοὶ καταλιπεῖν. Δάνειον μὲν οὖν ἡ διδασκαλία·
τόκος δὲ τοῦ τοιούτου δανείου ἡ προσθήκη τῶν ἀρετῶν· τόκον δὲ τὴν ἐπικέρδειαν ἁπλῶς ὠνόμασε, τῇ συνηθείᾳ χρησάμενος. Ἄρατε ἀπ' αὐτοῦ. Ἐκέλευσε γυμνωθῆναι αὐτὸν τοῦ διδασκαλικοῦ ἀξιώματος· τοῦτο γὰρ εἶπε τάλαντον· καὶ τὴν τιμὴν ταύτην εἰς προσθήκην δοθῆναι τῷ ἔχοντι τὰ δέκα τάλαντα. Παντὶ γὰρ τῷ ἔχοντι σπουδήν τε καὶ ἐπιμέλειαν δοθήσεται τιμὴ καὶ περισσοτέρα τῆς ἐπιβαλλούσης αὐτῷ· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος σπουδήν, ὡς εἴρηται, καὶ ἐπιμέλειαν, καὶ ὃ ἔχει διδασκαλικὸν ἀξίωμα, ἀφαιρεθήσεται, οἷα μὴ χρησαμένου αὐτῷ. Καὶ τὸν ἀχρεῖον δοῦλον – ὀδόντων. Οὐ μέχρι τῆς ἀφαιρέσεως ἔστησε τὴν ζημίαν, ἀλλὰ καὶ εἰς ἀφόρητον ἀπέπεμψε κόλασιν, ἀχρεῖον αὐτὸν εἰπών, ὡς ἄχρηστον καὶ ὀκνηρόν. Ὅρα πρᾶγμα φοβερόν.
Κολάζεται γάρ, οὐχ ὅτι ἔπραξε κακά, ἀλλ' ὅτι οὐκ ἔπραξεν ἀγαθά. Ἔκκλινον γάρ, φησίν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἡ μέντοι κατὰ τὸ ἑξηκοστὸν ἕβδομον κεφάλαιον τοῦ Λουκᾶ τῶν δέκα μνῶν παραβολὴ ἑτέρα παρὰ ταύτην ἐστίν, εἰ καὶ τὰ πολλὰ ἔοικεν. Ἐν ἐκείνῃ γὰρ αἱ δόσεις μὲν ἴσαι, τὰ κέρδη δὲ ἄνισα καὶ αἱ τιμαί. [Διότι αὕτη μὲν περὶ διαφόρων διδασκαλικῶν χαρισμάτων διαλαμβάνει, μὴ διδομένων ἐπίσης· ἐκείνη δὲ περὶ διαφόρων διδομένων ἐπίσης.] ΚΕΦ. ΞΑ'. Περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ. Ὅταν – αὐτοῦ. Λοιπὸν διηγεῖται καὶ τὰ τῆς δευτέρας παρουσίας αὐτοῦ πρὸς φόβον καὶ διόρθωσιν τῶν ἀκροωμένων. Δόξαν δὲ αὐτοῦ λέγει τὴν θεοπρεπεστάτην. Ἡ πρώτη γὰρ αὐτοῦ ἔλευσις ἐν ἀδοξίᾳ γέγονε. Καθίσει δέ, ὡς κριτής·
θρόνος δὲ δόξης ὁ ἔνδοξος, ὁ βασιλικός. Καὶ – ἔθνη. Ἀναστάντα δηλαδὴ ἐκ νεκρῶν. Προείρηκε γὰρ διαφόρως περὶ τῆς ἀναστάσεως αὐτοῦ. Καὶ – ἐρίφων. Νῦν μὲν γὰρ ἀναμίξ εἰσι πάντες
col. 639–640page 267 of 329
PG 129:639τότε δὲ ἀκριβῶς διαχωρισθήσονται. Περὶ τῶν Χριστιανῶν δὲ μόνων ὁ λόγος ἐνταῦθα, ὡς κατωτέρω δηλωθήσεται. Καὶ – εὐωνύμων. Προβάτοις μὲν οἱ δίκαιοι παρεικάζονται διὰ τὸ πρᾶον καὶ εὔτακτον καὶ καρποφόρον ἐν ἀρεταῖς, ὡς ἐκεῖνα ἐν γάλακτι καὶ ἐρίῳ· ἐρίφοις δὲ οἱ ἁμαρτωλοὶ διὰ τὸ ἄγριον καὶ ἄτακτον καὶ ἄκαρπον. Εἴπεις δ᾽ ἂν, καὶ διὰ τὸ δυσῶδες τῆς ἁμαρτίας, καὶ διὰ τὸ μὴ εὐθυπορεῖν, ἀλλὰ παρεγκλίνειν, καὶ διὰ τὸ κρημνοβατεῖν. Ἀλλ᾽ ἐκεῖνα μὲν ἐκ φύσεως ἔχουσιν, ἃ ἔχουσιν· οἱ δὲ δίκαιοι καὶ οἱ ἁμαρτωλοὶ ἐκ προαιρέσεως. Διὸ καὶ οἱ μὲν τιμῶνται, οἱ δὲ τιμωρούνται. Διαιρεῖ δὲ αὐτούς, οὐ δεόμενος μαρτύρων, ἀλλ᾽ αὐτὸς καὶ μάρτυς ὢν καὶ κριτής. Τότε – κόσμου.
Ὢ φωνῆς εὐκταίας! ὢ τιμῆς ἀρρήτου! Οἱ εὐλογημένοι, φησί, τοῦ Πατρός μου, οἱ ἐπαινετοί, οἱ ἐκλεκτοί. Οὐκ εἶπε δέ, λάβετε, ἀλλά, Κληρονομήσατε, ὡς πατρῴαν, ὡς ὀφειλομένην, ὡς ἑτοιμασθεῖσαν ὑμῖν ἀπὸ συστάσεως κόσμου. Πρὸ τοῦ γενέσθαι γὰρ τοὺς ἀνθρώπους ηὐτρεπίσθη τοῖς δικαίοις, γινώσκοντος τοῦ Θεοῦ τὸ μέλλον. Εἶτα λέγει καὶ τὴν αἰτίαν τῆς τοσαύτης τιμῆς. Ἐπείνασα – πρός με. Ἐντεῦθεν φανερὸν ὅτι πρὸς τοὺς Χριστιανούς μόνους διαλέγεται, πρὸς οὓς αἱ τοῦ Εὐαγγελίου αὐτοῦ γεγόνασιν ἐντολαί. Πρὸς γὰρ τοὺς ἀπίστους οὐδεὶς αὐτῷ τηνικαῦτα λόγος· ἅπαντες γὰρ κοινῶς αὐτοκατάκριτοι ἔσονται.
Διὰ τοῦτο γάρ, φησίν, οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, τουτέστιν οὐκ ἀναστήσονται ἐπὶ τῷ κριθῆναι, ἀλλ᾽ ἐπὶ τῷ τιμωρηθῆναι. Καὶ γὰρ καὶ ἀνωτέρω δεδήλωκεν ὅτι, ὅτε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, μόνον τὸ συνειδὸς καταδικάζον ἔχοντες. Νῦν δὲ πρὸς τοὺς Χριστιανούς, ὡς ἔφημεν, ὁ λόγος. Ὅρα δὲ πῶς περὶ μόνης τῆς φιλανθρωπίας διαλέγεται, καὶ ἀπὸ μόνης ταύτης τοὺς μὲν δικαίους ἀξιοῖ τιμῆς, τοὺς δὲ ἁμαρτωλοὺς τιμωρίας· οὐχ ὡς τὰ λοιπὰ τῶν δικαίων μὲν κατορθώματα, τῶν ἁμαρτωλῶν δὲ πλημμελήματα, δίχα λόγου καταλιπεῖν μέλλων·
πάντων γὰρ ἐξετάσει πάντα, καὶ τὰς πράξεις, καὶ τοὺς λόγους, καὶ τὰς ἐνθυμήσεις, ὡς αὐτός τε πολλαχοῦ τῆς ἑαυτοῦ διδασκαλίας ἐνέφηνε, καὶ πολλαχόθεν τῆς θείας Γραφῆς μανθάνομεν· καὶ τῶν μὲν κατορθωμάτων τιμὰς ἀποδώσει, τῶν δὲ πλημμελημάτων τιμωρίας· ἀλλὰ νῦν περὶ μόνης ταύτης, ὡς εἴρηται, διαλέγεται, βεβαιώσαι βουλόμενος ὅτι ταύτην μάλιστα ζητεῖ, καὶ ταύτην ἀπαιτεῖ πρὸ πάντων, ὡς ἀναγκαιοτάτην Χριστιανοῖς. Χαρακτηριστικὸν μὲν γὰρ Χριστιανοῦ παντὸς ἡ ἀγάπη· Ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις· ταύτης δὲ τὸ κράτιστον ἡ φιλοπτωχία καὶ ἡ περὶ τὸ συγγενὲς εὐσπλαγχνία καὶ συμπάθεια κατά
col. 641–642page 268 of 329
PG 129:641τον Θεολόγον Γρηγόριον. Οὐδενὶ γὰρ, φησί, τῶν πάντων, ὡς ἐλέῳ Θεὸς θεραπεύεται, οὐδὲ ἄλλῳ τινὶ μᾶλλον ἢ φιλανθρωπία τὸ φιλάνθρωπον ἀντιδίδοται. Λοιπὸν οὖν ἐξαιρέτως διαλαμβάνει περὶ τοῦ ἐξαιρέτου Χριστιανοῦ κατορθώματος, ἐκφοβῶν οὕτω καὶ συμπείθων ἡμᾶς, ἀνθρώπους ὄντας, φιλανθρώπους γίνεσθαι, χρήζοντας τῆς παρ' αὐτοῦ τότε φιλανθρωπίας. Δικαιότατος δὲ μισθὸς τοῖς μὲν ἀνελεήμοσιν ἀνελεημοσύνη, τοῖς δὲ ἐλεήμοσιν ἐλεημοσύνη. Καὶ γὰρ ἐλεῶν ἀντιδίδωσιν μικρῶν κατορθωμάτων μεγάλας ἀμοιβάς. Τί γὰρ τῆς βασιλείας ἐκείνης ἀντάξιον; Δῆλον δὲ ὅτι ἐκ τῶν δυναμένων ἀπαιτεῖ τὴν φιλανθρωπίαν· τοῖς γὰρ μὴ δυναμένοις ἀρκεῖ τὸ βούλεσθαι.
Διάφορα δὲ μέρη καταλέγει τῆς φιλανθρωπίας, ἵνα, εἰ μὲν δυνατὸν, πάντα κατορθώσωμεν· εἰ δὲ μή, κἄν γε τὰ δυνατά. Τότε – ἐποιήσατε. Βασιλέα ἑαυτὸν ἐκάλεσεν, ὡς πάντων λοιπὸν ὑποτεταγμένων. Ἐφόσον δὲ, ἀντὶ τοῦ, Καθόσον. Ἀδελφοὺς δὲ τοὺς πένητας ὠνόμαζεν, ὡς ὁμοίαν αὐτοῖς ἀναλαβὼν φύσιν καὶ ἐλαχιστότητα, ἢ καὶ ὡς κοινωνοὺς τῆς αὐτοῦ πενίας. Τότε – αὐτοῦ. Ὁρᾷς, ἡ βασιλεία μὲν τοῖς ἀνθρώποις ἡτοιμάσθη, τὸ πῦρ δὲ τοῖς δαίμοσιν. Οἱ ἀφρονέστεροι δὲ τῶν ἀνθρώπων τὰ τῆς βασιλείας ἄξια καταλιπόντες, τὰ τοῦ πυρὸς ἄξια προετίμησαν· διὸ καὶ ἐκείνης ἐκπεσόντες, τοῦτο κατεκρίθησαν. Εἶτα καὶ ἡ αἰτία πάλιν τῆς τιμωρίας. Ἐπείνασα – με.
Οὐκ εἶπεν, ὅτι οὐκ ἀπηλλάξατε με τῆς πενίας καὶ τῆς ἀσθενείας καὶ τῆς φυλακῆς, ἀλλ' ὅτι Τὰ ἀναγκαῖα οὐκ ἐνεδείξασθε, ὅτι τὰ ῥᾴδια οὐκ ἐπράξατε. Πρῶτον δὲ τοὺς ἐλεήμονας ἀνακηρύττει, δεικνύων τὸ τοῦ κατορθώματος εὐχερές, ἵνα ἀπ' ἐκείνων τούτους καταδικάσῃ. Τότε – ἐποιήσατε. Εἰκότως ὁ μὲν ἐλεήμων κληρονομεῖ τὴν βασιλείαν, ὅτι τὴν ἀγάπην κατώρθωσε, τῶν ἀρετῶν τὸ κεφάλαιον· ταύτης γάρ μέρος ἡ ἐλεημοσύνη· ὁ δ' ἀνελεήμων εἰς τὸ πῦρ ἀποπέμπεται· διότι τὸ ἐναντίον τῇ ἀγάπῃ μίσος ἐκτήσατο, τῶν κακῶν τὸ κεφάλαιον· τούτου γὰρ ὁμοίως μέρος ἡ ἀνελεημοσύνη. Καὶ ὁ μὲν τὸν ἐλεήμονα καὶ φιλάνθρωπον Θεὸν ἐμιμήσατο, ὁ δὲ ἀνελεήμονα καὶ μισάνθρωπον διάβολον. Καὶ αἰώνιον.
Οὐαὶ πᾶσι μὲν τοῖς ἁμαρτωλοῖς, μάλιστα δὲ τοῖς ἀνελεήμοσι. Καὶ ἐγένετο – σταυρωθῆναι. Τοῦ νομικοῦ Πάσχα συμπίπτοντος κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός, ὡς ὁ περὶ τούτου νόμος ἐπέτρεπε, πρόδηλον ὅτι κατὰ τὴν δωδεκάτην τοῦτο πρὸς τοὺς μαθητάς εἴρηκε. Κατὰ ταύτην μὲν γὰρ τὴν δωδεκάτην παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ δεδείπνηκε, κατὰ
col. 643–644page 269 of 329
PG 129:643δὲ τὴν τρισκαιδεκάτην, παρ' ᾧ τὸ ἐστρωμένον ἀνώγαιον, ὡς μετ' οὐ πολὺ δειχθήσεται· κατὰ τὴν τεσσαρεσκαιδεκάτην δὲ τὸ Πάσχα συνέπεσεν. Εἶπε δὲ τοῦτο, σημαίνων ἐγγὺς οὖσαν τὴν ἑαυτοῦ τελευτήν. Ἐν αὐτῷ γὰρ τῷ καιρῷ τοῦ νομικοῦ Πάσχα παθεῖν ἔμελλε καὶ αὐτός. Οὐκ εἶπε δὲ ἁπλῶς ὅτι Παραδίδοται, ἀλλ' ὅτι εἰς τὸ σταυρωθῆναι. Ἁπλῶς μὲν γὰρ παρεδόθη τοῖς Ἰουδαίοις μετά μίαν ἡμέραν, ἤγουν ἐν τῇ τρισκαιδεκάτῃ. Ταύτης γὰρ ἐνισταμένης, μετὰ τὸ κοινωνῆσαι τοῖς μαθηταῖς τοῦ μυστικοῦ δείπνου παρεδόθη τοῖς ἐπιβούλοις· εἰς δὲ τὸ σταυρωθῆναι παρεδόθη, μετὰ δύο ταύτας ἡμέρας, ἤτοι μετὰ τὴν δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην. Ἐν τῇ τεσσαρεσκαιδεκάτῃ γὰρ φησὶν ὁ εὐαγγελιστής· Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββάν·
τὸν δὲ Ἰησοῦν φραγελώσας παρέδωκεν, ἵνα σταυρωθῇ. Τότε συνήχθησαν — ἀποκτείνωσιν. Τοῦ νόμου κελεύοντος ἕνα ἀρχιερέα καθίστασθαι μέχρις ἂν ζῇ, τούτου δὲ τελευτήσαντος, ἕτερον ἀντικαθίστασθαι, παρέλυσαν Ἰουδαῖοι τὸν νόμον, καὶ ἐνιαυσιαίαν τὴν ἀρχιερωσύνην ἐποίησαν. Ὅθεν εἰκὸς πολλούς εἶναι τοὺς ἀρχιερατεύσαντας μὲν, πεπληρωκότας δὲ τὴν λαχοῦσαν λειτουργίαν, οὓς νῦν ἀρχιερεῖς ὁ εὐαγγελιστὴς ὠνόμασε. Γραμματεῖς δὲ λέγει τοὺς νομοδιδασκάλους· πρεσβυτέρους δὲ τοῦ λαοῦ, τοὺς γηραιοὺς καὶ συνετωτέρους, οἳ πάντες ὁμοῦ τότε συνήχθησαν παρὰ τῷ Καϊάφᾳ, τὴν ἀρχιερωσύνην τηνικαῦτα κεκληρωμένῳ διέπειν· ὑπὸ τούτου θέλοντες τὸ τοῦ φόνου λαβεῖν ἐνδόσιμον, ὑφ' οὗ κωλυθῆναι μᾶλλον ἐχρῆν.
Δόλῳ δὲ κράτησιν εἶπε τὴν λαθραίαν κατάσχεσιν· τὴν γὰρ ἐκ τοῦ προφανοῦς ἐφυλάσσοντο διὰ τοὺς μαθητὰς αὐτοῦ καὶ τοὺς ἄλλως ἑπομένους. Ἔλεγον — λαῷ. Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, δηλαδὴ γενέσθω. Πάντων γὰρ πανταχόθεν ἐν τῇ ἑορτῇ τοῦ Πάσχα συνειλεγμένων, συνέβαινε πολλοὺς εἶναι περὶ τὸν Ἰησοῦν, ἄλλως τε καὶ μὴ λανθάνοντος τοῦ πράγματος, οὐκ ἀπροσδόκητον ἦν αὐτοῖς, ταραχθῆναι τὸν λαόν, μυσαχθέντα τούτους, οὐ μόνον ὅτι ἀθῶον ἀνεῖλον, ἀλλ' ὅτι καὶ ἐν τῇ ἑορτῇ, καθ' ἣν καὶ κατάδικον εἰς τιμὴν αὐτῆς ἀπολύειν σύνηθες ἦν. Οὕτως οὐ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους πανταχοῦ φοβοῦνται.
Ἀλλ' εἰ καὶ τοῦτο οὕτω κεκρίκασιν, ὅμως οὐκ ἀνέμειναν, ἀλλ' εὑρόντες τὸν προδότην, ἥρπασαν τὸν καιρὸν καὶ τῆς τοῦ φθόνου λύσσης ἀναβακχευσάσης αὐτοὺς, καὶ τὸ συμφέρον ἠγνόησαν, καὶ ἐν τῇ ἑορτῇ τοῦτον καταθύσαντες, ἔδειξαν τῆς κατ' αὐτοῦ μανίας τὴν ὑπερβολήν. Ἔδει γάρ, ἔδει τὸν σωτήριον Ἀμνὸν ἐν τῇ ἡμέρᾳ τῆς τοῦ νομικοῦ ἀμνοῦ θυσίας θυσιασθῆναι, τοῦ Σωτῆρος χρησαμένου τῇ ἐκείνων πονηρίᾳ πρὸς τὴν οἰκείαν οἰκονομίαν, ἵνα πάντως ὁ τύπος καταλλήλως λάβῃ τὴν ἔκβασιν.
col. 645–646page 270 of 329
PG 129:645Χρὴ δὲ καὶ τοῦτο συνιδεῖν ὅτι, πολλάκις μὲν αὐτὸν κατασχεῖν θελήσαντες, οὐκ ἠδυνήθησαν· οὐ γὰρ αὐτὸς ἤθελεν· ὅτε δὲ αὐτὸς ἠθέλησε, τότε καὶ μὴ θέλοντες αὐτοὶ, καὶ γὰρ ἐφυλάσσοντο τὴν ἑορτήν, ὡς εἴρηται, συνέσχον αὐτόν. Τὰ αὐτὰ δὲ καὶ ὁ Μάρκος περὶ τούτου φησίν. Ὁ δέ γε Λουκᾶς, ἐπιτόμως εἰπὼν, πρὸς τὸν Ἰούδαν μεταβέβηκεν. Ὁ δ᾽ Ἰωάννης τοῦτο μὲν τὸ κεφάλαιον παρῆκεν, ὡς τοῖς ἄλλοις εἰρημένον, ὃ καὶ ἐν πολλοῖς ἄλλοις κεφαλαίοις ἐποίησε· μακροβιώτατος γὰρ γενόμενος ἐνέτυχε ταῖς βίβλοις αὐτῶν, ὡς ἐν τῷ προοιμίῳ τῆς παρούσης βίβλου παρεσημειωσάμεθα· ἑτέρου δὲ λόγου ἅπτεται, καὶ τὰ περὶ τοῦ νιπτῆρος διέξεισιν, ὡς παραλελειμμένα τούτοις. ΚΕΦ. Β΄. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
Τοῦ δὲ Ἰησοῦ — ἀνακειμένου. Τρεῖς εἰσιν αἱ γυναῖκες αἱ τὸν Κύριον ἀλείψασαι μύρῳ. Πρώτη μὲν ἡ παρὰ τῷ Λουκᾷ, ἥτις καὶ ἁμαρτωλὸς ἦν, καὶ περὶ τὰ μέσα τοῦ κηρύγματος τοῦτο πεποίηκε, καὶ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ Φαρισαίου, ὅτε καὶ σκανδαλίζεται μόνος ὁ Φαρισαῖος, ᾧτινι καὶ μισθὸν δίδωσιν ὁ Σωτὴρ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· δευτέρα δὲ ἡ παρὰ τῷ Ἰωάννῃ, ἥτις Μαρία ἦν, ἡ ἀδελφὴ τοῦ Λαζάρου, βίον ἔχουσα σεμνόν· καὶ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα τοῦτο πεποίηκε, καὶ ἐν τῷ ἰδίῳ οἴκῳ, καὶ χαριστήριον τῆς τοῦ ἀδελφοῦ παλινζωίας προσήγαγε τὸ μύρον· διὸ οὐδὲ μισθὸς αὐτῇ ἐπαγγέλλεται, ὅτε καὶ γογγύζει μόνος Ἰούδας·
τρίτη δέ ἐστιν αὕτη, περὶ ἧς Ματθαῖος καὶ Μάρκος ὁμοίως διαλαμβάνουσιν, ἥτις πρὸ δύο ἡμερῶν τοῦ Πάσχα προσῆλθε καὶ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ Λεπροῦ· πρὸς ἀντιδιαστολὴν γὰρ τοῦ Φαρισαίου τὸ ἀπὸ τῆς λέπρας ἐπίσημον προστεθείκασιν· ἅμα δεικνύντες, καὶ ὅτι οὐκ ἐβδελύξατο τὴν ἀκαθαρσίαν τοῦ σώματος αὐτοῦ ὁ Χριστὸς διὰ τὴν τῆς ψυχῆς αὐτοῦ καθαρότητα· καὶ ἐπὶ τὴν κεφαλὴν τοῦ Χριστοῦ τὸ μύρον κατέχεεν, οὐκ ἐπὶ τοὺς πόδας, ὡς ἐκεῖναι, ὅτε καὶ ἀγανακτοῦσιν οἱ μαθηταί· ἧς καὶ τὸ μνημόσυνον εἰς τὴν οἰκουμένην ᾄδεσθαι ἐπαγγέλλεται. Φανεραὶ μὲν οὖν αἱ διαφοραὶ τῶν τριῶν. Αὕτη δὲ, λελεπρωμένη τὴν ψυχήν οὖσα, ἐπείπερ εἶδε τὸν λεπρὸν Σίμωνα τεθεραπευμένον, ἐθάρρησεν, ὅτι καὶ αὐτὴ τεύξεται τῆς σωτηρίας.
Ἀλάβαστρον δέ ἐστιν εἶδος ἀγγείου μυρολόχου. Μάρκος δὲ καὶ τὸ τοῦ μύρου εἶδος προσέθηκε. Νάρδου γάρ, φησί, πιστικῆς πολυτελοῦς, πιστικὴν καλῶν, ὡς ἔοικε, τὴν ἄκρατον καὶ καταπε
col. 647–648page 271 of 329
PG 129:647ἦν τοῦτο μύρου. λέγει δὲ καὶ ὅτι συνέτριψε τὸ ἄγγος ὑπὸ σπουδής, οἷα στενόπορον. Ἰδόντες δὲ – πτωχοίς. Ἠγανάκτησαν, ἀλλὰ πρὸς ἑαυτούς, ὡς ὁ Μάρκος εἶπεν, ὃς προσέθηκε καὶ ὅτι εἶπον· Ἠδύνατο τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ ὅτι καὶ Ἐνεβριμώντο αὐτῇ, τουτέστιν ἐπέπληττον, ἐμέμφοντο, διὰ τὴν παράχρησιν. Εἰς τοῦτο δὲ προήχθησαν ὑπὸ φιλανθρωπίας, πολλάκις τοῦ διδασκάλου πολλὰ περὶ ἐλεημοσύνης διαλεχθέντος, καὶ πολὺν ἤδη λόγον τῶν πενήτων ἔχοντες, καὶ γινώσκοντες ὅτι ὁ Θεὸς ἔλεον θέλει καὶ οὐ θυσίαν. Ἀξιοθαύμαστος δὲ ἐστιν ἡ γυνή, μὴ φεισαμένη τηλικούτου ἀναλώματος ὑπὲρ σωτηρίας ψυχῆς· οὐ γὰρ ὑπὲρ σωματικῆς ἰατρείας τοῦτο πεποίηκε. Γνούς – γυναικί·
Ἐπεὶ ἔφθασε καταχυθῆναι τὸ μύρον, ἠνέσχετο λοιπὸν ὁ Κύριος, οὐχ ὡς τοῦ μύρου δεόμενος, ἀλλ᾽ ἵνα μὴ ἀμβλύνῃ τὴν πίστιν αὐτῆς. Ἐπεὶ δὲ οἱ μαθηταὶ, τῇ γυναικὶ ἐπιτιμῶντες, εἰς μεταμέλειαν αὐτὴν τοῦ πεπραγμένου συνήλαυνον, μανθάνουσαν παρ᾽ αὐτῶν ὅτι μάτην ἀνάλωσε πολύτιμον χρῆμα, ἀντεπιτιμᾷ τούτοις, κόπους μὲν λέγων τὰς ἐκ μεταμελείας ὀδύνας, διδάσκων δὲ ὅτι οὐ χρὴ πηροῦν ἀρχομένην βλαστάνειν τὴν πίστιν τῶν ἀνθρώπων, ἀλλὰ συνεκτρέφειν μᾶλλον αὐτὴν, καὶ μὴ παρὰ τὴν ἀρχὴν ἐπιζητεῖν ἅπασαν ἀκρίβειαν, μηδὲ τὰ ὑψηλότερα τοὺς ἀσθενεστέρους ἀπαιτεῖν. Εἶτα παραμυθεῖται καὶ τὴν γυναῖκα, λέγων· Ἔργον – εἰς ἐμέ.
Ἐπαινέσας ἁπλῶς τὸ ἔργον αὐτῆς, πρῶτον μὲν λύει τὴν περὶ τῶν πτωχῶν πρόφασιν τῶν μαθητῶν, ἔπειτα ὑπεραπολογεῖται καὶ τοῦ ἔργου αὐτῆς. Τοὺς πτωχούς – ἐποίησε. Περὶ τῶν πτωχῶν ἐκδηλότερον ἔγραψεν ὁ Μάρκος. Ὅταν γάρ, φησί, θέλητε, αὐτοὺς δύνασθε εὖ ποιῆσαι. Εἰπὼν δὲ, ὅτι Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε, ὑπόμνησιν αὐτοῖς ἐνέβαλε τῆς μετ᾽ ὀλίγον σφαγῆς αὐτοῦ. Πρὸς τὸ ἐνταφιάσαι με αὕτη ἐποίησεν, ἀντὶ τοῦ, Πρὸς ἐνταφιασμόν μου, καθάπερ προφητεύουσα τὸν πλησιάζοντά μου θάνατον. Καὶ τοῦτο δὲ φανερώτερον εἴρηκεν ὁ Μάρκος, ὅτι Ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε γὰρ μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. Ἔθος γὰρ ἦν μύροις ἐνταφιάζειν τὰ σώματα πρὸς τὸ διαρκεῖν. Ὁ δὲ ἔσχεν ἀντὶ τοῦ, Ὁ ἠδύνατο.
Καὶ σὺ τοίνυν, ἐὰν μὲν ἴδῃς τινὰς κατασκευάζοντας ἐκκλησίας, ἢ μοναστήρια, ἢ ἀναθήματα, μὴ κέλευε καταλύειν τὸ γινόμενον, ἵνα μὴ πηρώσῃς αὐτῶν τὴν προθυμίαν· ἐὰν δὲ πρὸ τοῦ κατασκευάσαι τις ἐρωτήσῃ, κέλευε δοῦναι πτωχοῖς.
col. 649–650page 272 of 329
PG 129:649Ἀμήν – αὐτῆς. Τοῦτο καὶ τῆς γυναικὸς παράκλησις καὶ ἔπαινος ἦν, καὶ τῶν μαθητῶν παραμυθία· τῆς μὲν, ὅτι ἔσται κατὰ πᾶσαν ἀδομένη τὴν οἰκουμένην· τῶν δὲ, ὅτι τὸ κήρυγμα πᾶσαν περιλάβῃ τὴν οἰκουμένην. Τὸ Εὐαγγέλιον δὲ τοῦτο, ἀντὶ τοῦ, ἡ πραγματεία ἡ ἐμὴ, ἡ διήγησις ἡ κατ' ἐμέ. Καὶ ὄντως, ὅποι γινώσκουσι τὰ κατὰ τὸν Χριστόν, γινώσκουσι καὶ ὃ ἐποίησεν αὕτη, καὶ τῷ εὐαγγελίῳ συνεκηρύχθη τὸ ἔργον αὐτῆς, καὶ εἰς ἅπασαν τὴν γῆν διέδραμεν αὐτῆς τὸ μνημόσυνον. Καὶ πῶς οὐδὲν πνευματικὸν ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ μόνην τὴν εἰσαεὶ μνήμην; Ἀπὸ ταύτης καὶ περὶ ἐκείνου θαῤῥεῖν ἔδωκεν. Εἰ γὰρ καλὸν ἔργον αὐτῇ προσεμαρτύρησε, πρόδηλον, ὅτι δώσει καὶ τὸν ὑπὲρ τούτου μισθόν.
Προετύπου δὲ ἡ μὲν γυνὴ τὴν Ἐκκλησίαν, τὴν πρότερον οὖσαν ἁμαρτωλόν· τὸ δὲ μύρον, τὴν πίστιν, ἣν ἐξέχεεν εἰς Χριστόν. Ὑπόμνησιν δὲ τοῖς μαθηταῖς, ὡς εἰρήκαμεν, ἐμβαλὼν τῆς μετ' ὀλίγον σφαγῆς αὐτοῦ, καὶ τὸν Ἰούδαν ὑπένυξιν, ὡς οὐ λέληθε πονηρὰ σκεπτόμενος, ὑπανοίγων αὐτῷ μετανοίας θύραν. Ὁ δὲ καὶ πρότερον μὲν ἐπὶ τῆς ἀδελφῆς τοῦ Λαζάρου διεγόγγυσε, λέγων· Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ, φησί, τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζε. Τὸ γλωσσόκομον δὲ ἦν βαλάντιον, ἐν ᾧ τὰ προσαγόμενα χάριν τῶν πενήτων ἐναπεθησαυρίζοντο.
Ἦν δὲ βαλαντιοφύλαξ, ἐβούλετο καὶ τὸ τίμημα τοῦ μύρου ἐναποταμιευθῆναι τῷ βαλαντίῳ, ἵνα δύναιτο κλέψαι. Φιλαργυρίᾳ γὰρ ἁλοὺς, εἰς κλοπὴν ἑώρα. Τότε δὲ τυχὼν ἀπολογίας, ἐπεὶ καὶ νῦν τὸ αὐτὸ γεγονὸς εἶδε, καὶ τῆς ἀφορμῆς τοῦ κλέψαι πάλιν ἀπέτυχεν, εἰς ὀργὴν λοιπὸν ἐξεκαύθη, καὶ εἰσελθόντος εἰς αὐτὸν τοῦ Σατανᾶ, καθὼς εἶπεν ὁ Λουκᾶς, ἄρχεται τῆς ἐπιβουλῆς. Τότε – παραδώσω αὐτόν; Ὅτε ἡ ἀλλοτρία ᾠκειώθη, τότε ὁ οἰκεῖος ἀλλοτριώθη, καὶ ἐπορεύθη πρὸς αὐτοὺς, οὐχ ὑπ' αὐτῶν μετεκλήθη. Προστίθεται δὲ τὸ ἀπὸ τῆς ἐνεγκαμένης ἐπώνυμον, διότι καὶ ἄλλος Ἰούδας ἦν ὁ Ἰακώβου. Οὐκ εἶπε δὲ, ὅτι τὸν Ἰησοῦν, ἢ τὸν Χριστὸν, ἀλλ' ὅτι αὐτόν. Ἐμίσει γὰρ λοιπὸν αὐτοῦ καὶ τὸ ὄνομα.
Λουκᾶς δὲ εἶπεν, ὅτι συνελάλησε καὶ τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς. Οἱ γὰρ ἀρχιερεῖς παρέπεμσαν
col. 651–652page 273 of 329
PG 129:651καὶ τοὺς στρατηγούς, συνάρασθαι αὐτοῖς κατὰ τοῦ Σωτῆρος, ὡς ἀναστατοῦντος τὸ πλῆθος. Οἱ δὲ παραδῷ. Οἱ δ' ἀρχιερεῖς ἐστάθμησαν αὐτῷ τριάκοντα ἀργύρια. Τὸ ἀργύριον δὲ σταθμὸς ἦν ἀλκῆς, ὥσπερ καὶ τὸ δηνάριον, καὶ ὁ στατὴς, καὶ τὸ τάλαντον. Μάρκος δὲ εἶπεν, ὅτι ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· Λουκᾶς δὲ, ὅτι συνέθεντο. Εἰκὸς δὲ πρῶτον μὲν συνθέσθαι καὶ ἐπαγγείλασθαι, εἶτα σταθμῆσαι. Τινὲς δὲ τὸν ἔστησαν, ἀντὶ τοῦ, συνεφώνησαν καὶ ὡρίσαντο, νενήκασιν. Ἀργύριον δὲ ἁπλῶς λέγεται καὶ τὸ πλῆθος τῶν ἀργυρίων. Λουκᾶς δὲ περὶ τοῦ Ἰούδα προσέθηκεν, ὅτι καὶ ἐξωμολόγησεν, ἤγουν βεβαίως συνεφώνησεν, ἐκ καρδίας ἐπηγγείλατο ποιῆσαι τὸ συντεθέν. Εὐκαιρίαν δὲ νόει τὸν ἐπιτήδειον καιρὸν, ὅτε τυληφθέντο·
οὐκ ἔμελλε θόρυβος γενέσθαι. Χρὴ δὲ τὸ ἐντεῦθεν ἄχρι τέλους τῶν Εὐαγγελίων πᾶσαν εἰσενεγκεῖν παρατήρησιν καὶ ἀκρίβειαν, ὥστε συμβιβάσαι τὰ ῥητὰ τῶν εὐαγγελιστῶν, ἀλλήλοις οὐκ εὐάρμοστα δοκοῦντα, καὶ πολλὴν τοῖς μὴ προσέχουσι παρέχοντα τὴν δυσχέρειαν. Διὰ τοῦτο γοῦν τὰ τοῦ Ματθαίου μεταχειριζόμενοι, καὶ τὰ τῶν ἄλλων, ἐν οἷς εἰκὸς, παραθήσομεν, ὡς ἀναγκαῖα πρὸς τὴν ἐξήγησιν, ὑπὲρ τοῦ συνάδοντα καὶ σαφῆ γενέσθαι τὸν λόγον. ΚΕΦ. ΙΓʹ. Περὶ τῆς ἑτοιμασίας τοῦ Πάσχα. Τῇ δὲ πρώτῃ Πάσχα. Ἄζυμα μὲν ἐνταῦθα τὸ Πάσχα καλοῦσιν οἱ εὐαγγελισταί, Ματθαῖος καὶ Μάρκος, διότι κατὰ τὸ Πάσχα τοῖς τοῦ ἀμνοῦ κρέασι καὶ ἄζυμα συνησθίοντο, καὶ ἀπὸ τούτων τῶν ἀζύμων Ἄζυμα καὶ τὸ Πάσχα κατωνομάζετο.
Καὶ βεβαιοῖ τοῦτο Λουκᾶς εἰπών· Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν Ἀζύμων, ἡ λεγομένη Πάσχα. Πρώτην δὲ τῶν Ἀζύμων τὴν πρὸ τοῦ Πάσχα φασὶν ἡμέραν, τὴν τρισκαιδεκάτην μὲν τοῦ μηνός, πέμπτην δὲ τῆς ἑβδομάδος· πρώτην ταύτην τῶν Ἀζύμων καλέσαντες, ὡς προλαμβάνουσαν τὰ ἄζυμα τοῦ Πάσχα. Καὶ μάρτυς τοῦ λόγου σαφὴς Ἰωάννης εἰπών· Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα, καὶ τὰ ἑξῆς. Ταύτην γὰρ τὴν ἡμέραν, ἣν Ματθαῖος καὶ Μάρκος πρώτην τῶν Ἀζύμων ἐκάλεσαν, οὗτος πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα ὠνόμασεν. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Ἐπεὶ δὲ περὶ ταύτης τῆς ἡμέρας, τῆς τρισκαιδεκάτης μὲν τοῦ μηνός, πέμπτης δὲ τῆς ἑβδομάδος, Μάρκος μέν φησι· Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτι τὸ πάσχα ἔθυον·
Λουκᾶς δέ· Ἦλθε δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα· τὸ, Ὅτε τὸ πάσχα ἔθυον, καὶ τὸ, Ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, μὴ πρὸς τὴν πρώτην τῶν Ἀζύμων
col. 653–654page 274 of 329
PG 129:653συντάξῃς, ἀλλὰ πρὸς αὐτὴν τὴν τῶν ἀζύμων ἡμέραν. Οὐ γὰρ ἐν τῇ τρισκαιδεκάτῃ, ἀλλ' ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἐθύετο. Φησὶ γὰρ ὁ νόμος· Ἐν τῷ πρώτῳ μηνί, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, ἀνὰ μέσον τῶν ἑσπερινῶν, Πάσχα τῷ Κυρίῳ. Καὶ ἐπεὶ ἀνὰ μέσον τῆς ἑσπέρας τὸ πάσχα ἐθύετο, πῶς τὴν ἡμέραν Πάσχα καὶ Ἄζυμα ὀνομάζουσιν; Διότι τὴν ἑσπέραν τῇ πρὸ αὐτῆς ἡμέρᾳ συνάπτειν εἰώθασιν Ἰουδαῖοι. Καὶ λοιπὸν ἀπὸ τῆς ἑσπέρας τοῦ Πάσχα καὶ τῶν Ἀζύμων καὶ τὴν ἡμέραν αὐτῆς Ἄζυμα ὀνομάζουσι. Καὶ πῶς ἐπὶ τῆς τρισκαιδεκάτης τοῦ μηνὸς εἶπε Λουκᾶς, ὅτι Ἦλθεν ἡ ἡμέρα τῶν Ἀζύμων; Διότι τό, ἦλθε, σημαίνει καὶ τὸ ἐπλησίασε, καὶ τούτῳ λοιπὸν ἐχρήσατο τῷ σημαινομένῳ.
Χρὴ δὲ γινώσκειν, ὡς, εἰ καὶ τῶν ἀζύμων κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ἀπήρχοντο, ἀλλ' οὖν τὴν ἑορτὴν τῶν Ἀζύμων κατὰ τὴν πεντεκαιδεκάτην ἐτέλουν. Φησὶ γὰρ ὁ νόμος· Ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἑορτὴ τῶν Ἀζύμων τῷ Κυρίῳ. Ταύτην δὲ καὶ πρώτην τῶν Ἀζύμων ἐκάλουν, ὡς προαριθμουμένην τῶν ἑπτὰ ἡμερῶν τῶν ὡρισμένων, ἐν αἷς οὐδὲν ζυμωτὸν ἠσθίετο· Ἑπτὰ γὰρ, φησίν, μέρας ἄζυμα ἔδεσθε. Ἀλλ' οὐ περὶ ταύτης τῆς ἑορτῆς τῶν Ἀζύμων, οὐδὲ περὶ ταύτης τῆς πρώτης τῶν Ἀζύμων εἶπον οἱ εὐαγγελισταί, καθὼς ἀποδέδεικται. Αὕτη μὲν γὰρ κατὰ τὴν πεντεκαιδεκάτην ἤγετο τοῦ μηνός· ἐκεῖνοι δὲ περὶ τῆς τρισκαιδεκάτης ἔγραψαν. Εἰπόντες δὲ οἱ μαθηταί· Ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;
ἔδειξαν, ὅτι οὐκ εἶχεν ἴδιον καταγώγιον. Οἴμαι δὲ, ὅτι οὐδ' αὐτοί, πᾶσιν ἀποταξάμενοι. Ἡ γὰρ ἂν ἐκεῖ τοῦτον ἐλθεῖν παρεκάλεσαν. Ἐπιτελεῖ δὲ τὸ Πάσχα, δεικνύς, ὅτι μέχρι τελευτῆς τὸν νόμον ἐτήρει. Φησὶ δὲ ὁ Λουκᾶς, πρῶτον εἰπεῖν τὸν Χριστὸν τοῖς μαθηταῖς· Πορευθέντες ἑτοιμάσατέ ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν· εἶτα τοὺς μαθητὰς ἐρωτῆσαι· Ποῦ θέλεις ἑτοιμάσωμεν; Ὁ δὲ τῶν μαθητῶν μου. Μάρκος δὲ καὶ τὸν ἀριθμὸν εἶπε τῶν ἀποσταλέντων, ὅτι δύο. Λουκᾶς δὲ καὶ τὰ ὀνόματα τούτων προσέθηκεν, εἰπὼν, ὅτι ἀπέστειλε Πέτρον καὶ Ἰωάννην· πόλιν δὲ τὴν τῶν Ἱεροσολύμων ὑποληπτέον.
Ὅρα δέ, πῶς τὸν δεῖνα πλαγίως εἰπὼν, παρεσιώπησε μὲν τοῦ ἀνδρὸς τὴν κλῆσιν, ὅπως μὴ μαθὼν τὴν οἰκίαν Ἰούδας ἐκδράμῃ πρὸς τοὺς ἐπιβούλους, καὶ ἐπαγάγῃ τούτους αὐτῷ πρὸ τοῦ παραδούναι τὸ μυστικὸν δεῖπνον τοῖς μαθηταῖς· ἀντὶ δὲ ταύτης δέδωκεν ἕτερον γνώρισμα, ὅπερ ὁ Μάρκος ἀνέγραψεν, εἰπὼν, ὅτι ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἀκολουθήσατε αὐτῷ· καὶ ὅπου ἐὰν εἰσἔλθῃ,
col. 655–656page 275 of 329
PG 129:655εἴπατε τῷ οἰκοδεσπότῃ· Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεων μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν. Τὰ παραπλήσια δὲ καὶ ὁ Λουκᾶς ἱστόρησε. Καιρὸν δὲ αὐτοῦ νοοῦμεν ἐγγίζοντα τὸν τοῦ θανάτου. Μετὰ τῶν μαθητῶν μου δὲ εἶπεν, ἵνα καὶ πρὸς τούτους αὐτάρκης ἡ ὑποδοχή γένηται. Κατάλυμα δὲ λέγεται τὸ καταγώγιον. Φαίνεται δέ, ὅτι πιστὸς ὢν ἐκεῖνος ὁ οἰκοδεσπότης, εἴτε κατὰ ἀποκάλυψιν θειοτέραν, εἴτε καὶ κατὰ συντυχίαν σωματικὴν τοῦ Σωτῆρος, ἐγίνωσκε τοῦτον παρ' αὐτῷ τελέσοντα τὸ πάσχα, καὶ διὰ τοῦτο πρὸς ὑποδοχὴν ἡτρεπισμένον εἶχε καὶ τὸ ἀνώγεων. Μετ' ἐξουσίας δὲ κἀνταῦθα μηνύει, ὡς ἁπάντων Κύριος.
Ὑποσημαίνεται δὲ καί τι μυστικὸν ἐντεῦθεν, ὅτι εἰς ὃν ἂν εἰσέλθῃ τὸ θεῖον βάπτισμα· τοῦτο γὰρ αἰνίττεται τὸ τοῦ κεραμίου ὕδωρ· παρὰ τούτῳ καὶ ὁ Χριστὸς ἀναπαύεται· καὶ μᾶλλον, εἰ ἐστρωμένον ἔχει τὸ ἀνώγεων, ἤγουν, κεκαθαρμένον τὸν νοῦν καὶ κεκοσμημένον τῇ φαιδρότητι τῶν ἄνω θεωριῶν. Ἐκεῖ δέ, φησίν, ἑτοιμάσατε ἡμῖν τὰ πρὸς τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτήδεια, τὸν ἀμνόν, τὰ ἄζυμα, τὰς πικρίδας, τὰς βακτηρίας. Τοῦ ἁγίου Μαξίμου. Πόλις μὲν κατ' ἀναγωγὴν ὁ αἰσθητὸς κόσμος· ἄνθρωπος δὲ ἡ καθόλου φύσις τῶν ἀνθρώπων·
δύο δὲ μαθηταὶ πρὸς τοῦτον ἀποστελλόμενοι, ὁ τῆς Παλαιᾶς Διαθήκης νόμος καὶ ὁ τῆς Καινῆς, οἵ τινες πρόδρομοι καὶ ἑτοιμασταὶ τῆς τοῦ Χριστοῦ μυστικῆς εὐωχίας ἐν τοῖς ἀξίοις τῆς ἐπιδημίας αὐτοῦ· ὁ μέν, διὰ τῆς πρακτικῆς φιλοσοφίας παντὸς μολυσμοῦ τούτους ἀποκαθαίρων· ὁ δὲ διὰ τῆς θεωρητικῆς μυσταγωγίας ἀπὸ τῶν σωματικῶν πρὸς τὰ συγγενῆ νοητὰ θεάματα γνωστικῶς ἀναβιβάζων τὸν νοῦν. Πρακτικῆς μὲν γὰρ σύμβολον ὁ Πέτρος· θεωρητικῆς ὁ Ἰωάννης. Καὶ ὁ μὲν τὸ κεράμιον τοῦ ὕδατος βαστάζων εἴη ἂν ὁ διὰ τῆς πρακτικῆς τοῖς ὤμοις τῶν ἀρετῶν, ὡς ἐν κεραμίῳ, τῇ νεκρώσει τῶν ἐπὶ γῆς μελῶν τοῦ σώματος, φρουρουμένην βαστάζων τὴν διὰ τῆς πίστεως καθαρτικὴν χάριν τοῦ Πνεύματος.
Ὁ δὲ οἰκοδεσπότης νοηθείη ἂν ὁ διὰ τῆς θεωρητικῆς τὸ ὕψος τῆς ἑαυτοῦ μεγαλοφυοῦς διανοίας καταστρώσας θεοπρεπέσι νοήμασί τε καὶ δόγμασι πρὸς ὑποδοχὴν τοῦ μεγάλου λόγου. Εἰς τὸ αὐτό. Πόλις μέν, ἡ τοῦ καθ' ἕκαστον ψυχή, πρὸς ἣν ἀποστέλλονται παρὰ τοῦ Θεοῦ ὅ τε περὶ ἀρετῆς καὶ ὁ περὶ γνώσεως λόγος· ὁ δὲ τὸ κεράμιον τοῦ ὕδατος βαστάζων ἐστίν, ὁ τοῖς ὤμοις τῆς ἐγκρατείας ἀνέχων τὴν διὰ τοῦ βαπτίσματος δοθεῖσαν χάριν καρτερικὸς τρόπος καὶ λογισμός· οἰκία δὲ ἡ ἐκ πολλῶν καὶ διαφόρων, ὥσπερ λίθων, στερῥῶν
col. 657–658page 276 of 329
PG 129:657τε καὶ ἀνδρικῶν ἠθῶν καὶ λογισμῶν, οἰκοδομηθεῖσα κατάστασις καὶ ἕξις τῶν ἀρετῶν· τὸ δὲ ἀνώγειν ἡ ὑψηλὴ διάνοια καὶ πρὸς γνῶσιν ἐπιτηδειότης, ἑστρωμένη θείοις καὶ ἀποῤῥήτοις λόγοις τε καὶ θεάμασιν· ὁ δὲ οἰκοδεσπότης, ὁ νοῦς, ὁ τῷ λαμπρῷ τῆς κατ' ἀρετὴν οἰκίας ὕψει καὶ τῷ μεγέθει τῆς γνώσεως ἐμπλατυνόμενος, πρὸς δὲ ποιεῖ τὸ Πάσχα ὁ Κύριος, τουτέστι διάβασιν, ἐπιδημῶν αὐτῷ μετὰ τῶν μαθητῶν αὐτοῦ, λέγω δὴ τῶν περὶ Θεοῦ καὶ θείων ὑψηλοτέρων λόγων τε καὶ μυήσεων. Καὶ ἐποίησαν — ὁ Ἰησοῦς. Ὡς παρήγγειλε. Καὶ ἡτοίμασαν τὸ Πάσχα. Τὰ τοῦ Πάσχα, τὰ πρὸς τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτήδεια, καθώς εἴρηται. Φανερόν οὖν, ὅτι ὁ Χριστὸς ἔφαγε τὸ νομικὸν Πάσχα τότε. Οὐ γὰρ ἂν μάτην τὰ πρὸς τὴν χρείαν ἡτοίμαζαν.
Ὀψίας — δώδεκα. Ὀψίαν τὴν ἑσπέραν εἶπε. Καὶ ὁ Λουκᾶς δέ φησιν, ὅτι καὶ ὅτε ἐγένετο ἡ ὥρα, δηλονότι ἡ τῆς ἑσπέρας. Ἐντεῦθέν τινες ἰσχυρίζονται μὴ φαγεῖν τότε τὸ νομικὸν πάσχα τὸν Χριστὸν, καὶ παράγουσιν ἀποδείξεις· ὅτι τρισκαιδεκάτη τότε τοῦ μηνὸς ἦν· ἔδει δὲ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τὸ Πάσχα φαγεῖν. Καὶ ὅτι ὁ μὲν νόμος ἑστῶτας ἐκέλευεν ἐσθίειν τὸ Πάσχα· οὗτος δὲ ἀνέπεσε. Καὶ ὅτι πᾶς ἄρτος ζυμωτὸς ἐξῃρεῖτο πρὸ τῆς θυσίας, καὶ πυρὶ κατεκαίετο· νῦν δὲ καὶ ἄρτος παράκειται καὶ διαμερίζεται. Καὶ ὅτι ὀπτὸν μόνον θέμις ἦν φαγεῖν· ἐνταῦθα δὲ καὶ ζωμὸς παρατίθεται. Λοιπὸν οὖν πρὸς ἑκάστην ἀπολογίαν ἀπολογητέον. Προέλαβε μὲν τὸν καιρὸν ἡμέρᾳ μιᾷ κατ' οἰκονομίαν.
Ἐπειδὴ γὰρ ἐγίνωσκεν, ὅτι κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἀποθανεῖται· καὶ γὰρ εἰκὸς ἦν κατὰ τὴν ἡμέραν τῆς τοῦ τυπικοῦ ἀμνοῦ θυσίας θυσιασθῆναι καὶ τὸν ἀληθινὸν ἀμνὸν, ὅπως καταλλήλως ἐπενεχθῇ τῷ τύπῳ ἡ ἀλήθεια· λοιπὸν κατὰ τὴν τρισκαιδεκάτην ἐσθίει τὸ Πάσχα, μὴ ἐγχωροῦντος ἑτέρως τοῦ πράγματος. Οὕτω γὰρ καὶ τὸ νομικὸν ἐπλήρωσε πάσχα, καὶ τὸ πνευματικὸν παρέδωκε, καὶ αὐτίκα ἐν αὐτῇ τῇ νυκτὶ συνελήφθη παρὰ τῶν Ἰουδαίων.
Διὸ καὶ πρὸς τοὺς μαθητάς εἰπεῖν αὐτὸν ἱστορεῖ Λουκᾶς, ὅτι Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν, τουτέστι, Σπουδῇ ἐσπούδασα τὸ τοῦ ἐνιαυτοῦ τούτου πάσχα φαγεῖν μεθ' ὑμῶν, μὴ ἀναμείνας τὸν νενομισμένον καιρὸν, ἵνα μὴ τὸ πάθος τοῦ σταυροῦ κωλύσῃ καὶ τὸν νομικὸν δεῖπνον καὶ τὸν μυστικόν. Ταῦτα μὲν περὶ τοῦ καιροῦ. Περὶ δὲ τοῦ τρόπου τῆς βρώσεως· εἰκὸς πρῶτον μὲν ἑστῶτας φαγεῖν τὸ πάσχα κατὰ τὸν νόμον, εἶτα ἀναπεσεῖν καὶ δειπνεῖν. Ὁ δὲ ἄρτος καὶ ὁ ζωμὸς παρετέθησαν μετὰ τὸ φαγεῖν αὐτοὺς τὸ πάσχα καὶ ἀναπεσεῖν.
col. 659–660page 277 of 329
PG 129:659ἐν τῷ δείπνῳ· οὔπω γὰρ ἦλθεν ἡ τεσσαρεσκαιδεκάτη, καθ᾿ ἣν ἅπαν ζυμωτὸν ἐξηφανίζετο. Καὶ οὐδὲν ἐκώλυεν ἔτι καὶ ζωμὸν ἐσθίειν. Καὶ διατί παρεσιώπησαν οἱ εὐαγγελισταί τὴν τοῦ Πάσχα μετάληψιν; Διότι οὐκ ἦν ἀναγκαῖον τὸ περὶ ταύτης εἰπεῖν. Τί γὰρ ἂν καὶ συνετέλεσε Χριστιανοῖς ἡ ταύτης διήγησις; Διὸ ταύτην μὲν παρέδραμον· τοῖς δὲ λόγοις τοῦ μυστικοῦ δείπνου φιλοπονώτερον προσδιέτριψαν, ὡς ἀναγκαιοτάτου καὶ συνεκτικωτάτου τῆς ἡμῶν πίστεως. Καὶ πανταχοῦ δὲ τὸν κανόνα τοῦτον τηροῦσι, τὰ μὴ ἀναγκαῖα μὲν παρατρέχοντες, ἢ κατὰ πάροδον ἐπιμιμνησκόμενοι· πᾶσαν δὲ τὴν ἀκρίβειαν καὶ σπουδὴν περὶ τὰ χρήσιμα συντείνοντες.
Καὶ ἐπεὶ πρὸ τοῦ Πάσχα τὸ Πάσχα τετέλεκεν ὁ Χριστός, πῶς Ἰουδαῖοι τὴν προφανῆ ταύτην κατηγορίαν ἀφέντες, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ; Διότι ἐγίνωσκον, ὡς οὐ κείται νόμος καταδικάζων τὸν προεορτάζοντα τὸ Πάσχα, πάλαι τοῦ Θεοῦ προειδότος τὸ μέλλον, καὶ μηδέν τι περὶ τούτου νομοθετήσαντος. Καὶ ἄρα θαυμαστόν, ὅτι κατὰ μὲν τοῦ μεθεορτάζοντος νενομοθέτητο, εἰ μὴ πρόφασιν οὗτος ἀναγκαιοτάτην προβάλοιτο· κατὰ δὲ τοῦ προεορτάζοντος οὐδὲν ἄριστο ἐπιτίμιον. Ὁ δὲ Ἰωάννης φησίν, ὅτι ἀναστὰς ἀπὸ τοῦ δείπνου, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν, πάλιν ἀνέπεσε.
Παρείθη γὰρ τοῖς ἄλλοις εὐαγγελισταῖς τουτὶ τὸ κεφάλαιον, οὗ χάριν αὐτὸς ἱστόρησε τὰ περὶ τούτου, καθὼς ἐν τῷ Εὐαγγελίῳ αὐτοῦ Θεοῦ δόντος ἐξηγησόμεθα. Καὶ ἐσθιόντων παραδώσει με. Ὁ δὲ Μάρκος προσέθηκεν, ὅτι ὁ ἐσθίων μετ᾿ ἐμοῦ, ἵνα μὴ ὑπολάβωσιν, ὡς ἕνα λέγει τῶν πιστευσάντων μὲν εἰς αὐτὸν, μὴ συντριθμημένων δὲ τοῖς δώδεκα μαθηταῖς. Ἅμα δὲ καὶ πρὸς τὸν Ἰούδαν ἀφανῶς ἐμαρτύρατο ὅτι ἔγνω τὴν καρδίαν αὐτοῦ. Καὶ γὰρ καὶ τοὺς αὐτοῦ πόδας ἔνιψεν, εἰς μεταμέλειαν αὐτὸν ἐκκαλούμενος, εἰ καὶ σκληρὸς ἔμενε. Παράδοσιν δὲ νόει τὴν προδοσίαν. Παρέδωκε γὰρ αὐτὸν εἰς θάνατον, καὶ προδέδωκε τοῦτον τοῖς ἐπιβουλεύουσι. Καὶ λυπούμενοι – Κύριε; Ταῦτα καὶ Μάρκος εἴρηκεν.
Εἵλετο γὰρ ὁ Χριστὸς φοβῆσαι καὶ λυπῆσαι πάντας τοὺς ἄλλους, ὑπὲρ τοῦ ἐπιστρέψαι τὸν ἀπολλύμενον μαθητήν. Διατί δὲ οἱ λοιποὶ ἠγωνίων, μηδέν τι τοιοῦτον συνειδότες ἑαυτοῖς; Διότι σφόδρα τῷ διδασκάλῳ ἐπίστευον, ὡς ἀψευδεστάτῳ, καὶ ἐδεδίεσαν ἕκαστος, μήποτε τοιοῦτος ἀποβῇ, τυφλωθεὶς τὸν νοῦν. Ὁ δὲ παραδώσει. Τίθησι καὶ παράσημον εἰς διάγνωσιν αὐτοῦ. Μάρκος δὲ εἶπεν, ὅτι εἷς ἐκ τῶν δώδεκα ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυ
col. 661–662page 278 of 329
PG 129:661βλίον, ἤγουν, ὁ ἐμβάπτων. Τοῦτο δ' ἐπήγαγεν ὁ Σωτὴρ πρὸς ἐντροπὴν τοῦ Ἰούδα. Τοσοῦτον γὰρ τοῦ διδασκάλου κατεφρόνησεν, ὡς μηδ' ὑποστέλλεσθαι τοῦτον ἔτι, ἀλλ' ἐμβάπτειν μετ' αὐτοῦ. Τρυβλίον δέ ἐστιν, εἶδος πίνακος. Ὁ μὲν Υἱὸς – παραδίδοται. Ὑπάγει, ἀντὶ τοῦ, Πορεύεται, μεταβαίνει ἀπὸ τῆς ἐνταῦθα ζωῆς, καθὼς γέγραπται τοῖς προφήταις περὶ αὐτοῦ, πῶς μέλλει ἀποθανεῖν. Καλόν – ἐκεῖνος. Συμφέρον ἦν αὐτῷ, ὅτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐξόντι, μὴ γεννηθῆναι ὅλως τοιοῦτον μύσος ἐργάσασθαι μέλλοντι, καὶ τηλικαύτης ἀξιωθησομένῳ τιμωρίας. Φασὶ δέ τινες, ὅτι ἀνέγκλητός ἐστι, τὸ προωρισμένον ἐπιτελέσας. Πρὸς οὓς λέγομεν, ὅτι οὐ διότι προώριστο, διὰ τοῦτο παρέδωκεν·
ἀλλὰ διότι παρέδωκε, διὰ τοῦτο προώριστο, τοῦ Θεοῦ προειδότος τὸ πάντως ἀποθησόμενον· ἔμελλε γὰρ ὄντως ἀποθῆναι τοιοῦτος, οὐκ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως. Καὶ διατί παρέλαβεν αὐτὸν ὅλως εἰς μαθητὴν ὁ Χριστός, τοιοῦτον ἀποβησόμενον; Ἵνα φανῇ καὶ τῆς τοῦ Σωτῆρος ἀγαθότητος, καὶ τῆς τοῦ προδότου κακίας ἡ ὑπερβολή, πῶς ὁ μὲν τὸν ἑαυτοῦ προδότην ἐδίδασκε τὰ σωτήρια καὶ ἠγάπα καὶ χαρισμάτων ἠξίου καὶ τῶν ἄλλων οὐκ ἐχώριζε μαθητῶν, καὶ πάντα τὰ πρὸς ἐπιστροφὴν καὶ διόρθωσιν εἰσῆγεν, ἵνα μὴ δυνηθῇ λέγειν, ὡς οὐκ ἔτυχε διδασκάλου, δυναμένου σώζειν τοὺς βουλομένους, ὁ δὲ καὶ τούτων πάντων ἀπολαύσας, πάλιν ἔμεινε πονηρός.
Ἐπεὶ γὰρ τὴν ψυχὴν οἰκητήριον τοῦ διαβόλου πεποίηκε, τῆς φιλαργυρίας ἀνοιξάσης καὶ εἰσαγαγούσης αὐτόν, οὐκ ἐξέφυγε τὸ ἄγος. Ὅθεν ὡς οὐκ ἀναγκαστικῶς, ἀλλὰ προαιρετικῶς προδότην γενόμενον ταλανίζει τοῦτον ὁ Κύριος, ἐλεῶν μᾶλλον, παρ' οὐδὲν μὲν θέμενον τοὺς πολλοὺς αὐτοῦ περὶ ἀκτημοσύνης λόγους, εὐχείρωτον δὲ τῇ φιλαργυρίᾳ καὶ τῷ διαβόλῳ γενόμενον· οὐ δι' ἀσθένειαν τῶν τοῦ διδασκάλου λόγων, οἳ καὶ τελώνας ἐπεσπάσαντο καὶ πόρνας, ἀλλὰ δι' οἰκείαν ἀπροσεξίαν καὶ πονηρίαν. Ἀλλ' ἐρεῖ τις πάλιν, ὅτι Καὶ εἰ καλὸν ἦν τῷ Ἰούδᾳ, εἰ οὐκ ἐγεννήθη, διατί εἴασεν αὐτὸν γεννηθῆναι; Διότι οὐ κακὸς ἐγεννήθη, ἀλλὰ κακὸς ἐγένετο, μοχθηρίᾳ γνώμης καὶ φαυλότητι προαιρέσεως.
Οὐδένα δὲ ὁ Θεὸς ἀναγκάζει γενέσθαι καλόν, εἰ μὴ ἑκὼν εἴη καλός, ἀλλ' ὑποτίθησι μὲν τὰ σωτήρια, καὶ συνεργεῖ τῷ αἱρουμένῳ ταῦτα· συγχωρεῖ δὲ φέρεσθαι ἕκαστον, ὡς αὐτεξούσιον, ὅπα βούλοιτο· καὶ ὁ Ἰούδας τοίνυν, οὐκ ἐπειδὴ ἐγεννήθη, γέγονε κακός, ἀλλὰ ἐπειδὴ ἐῤῥᾳθύμησε. Διπλῆς δὲ οἱ γινόμενοι πονηροὶ κολάσεως ἄξιοι, διότι τε γεγόνασι πονηροί, καὶ διότι ἐκ τῶν ἀγαθῶν οὐκ ὠφελήθησαν· ὁμοίως δὲ καὶ οἱ γινόμενοι
col. 663–664page 279 of 329
PG 129:663ἀγαθοὶ, διπλῆς εἰσιν ἄξιοι τιμῆς, διότι τε γεγόνασιν ἀγαθοὶ, καὶ διότι οὐκ ἐκ τῶν πονηρῶν ἐβλάβησαν. Ἀποκριθεὶς — Ῥαββί; Ἡ τῆς ἀναισχυντίας ἐρωτᾷ, λαβεῖν τοὺς μαθητὰς τέως πειρώμενος. Ἐξ ἀρχῆς μὲν γὰρ οὐκ ἠρώτησεν, ὅτι ὁ Χριστὸς εἶπεν· Εἷς ἐξ ὑμῶν. Ἤλπει γὰρ ἔτι λανθάνειν τὸν διδάσκαλον. Ὅτε δὲ καὶ παράσημον προσέθηκεν, ἔγνω, ὅτι διέγνωσται, καὶ λοιπὸν, τῶν ἄλλων ἐρωτησάντων, ἐρωτᾷ καὶ αὐτὸς, θαῤῥῶν τῇ ἐπιεικείᾳ τοῦ διδασκάλου, ὅτι πάντως οὐκ ἐλέγξει προδήλως αὐτόν. Διὰ τοῦτο γὰρ καὶ Ῥαββὶ τοῦτον ἐκάλεσεν, τοι, διδάσκαλον. Λέγει αὐτῷ, Σὺ εἶπας. Ὅρα, πῶς ἀνεξικάκως αὐτὸν ἐλέγχει, ὄρους ἡμῖν καὶ κανόνας μακροθυμίας πηγνύς. Φησὶ γὰρ, Σὺ κατέθου, ὅτι σὺ εἶ.
Περιαιρουμένου γὰρ τοῦ μήτι, τὸ Ἐγώ εἰμι Ῥαββί, περιλείπεται, κατάθεσιν καὶ ὁμολογίαν ἐμφαῖνον. Ὁ μὲν οὖν Χριστὸς οὐδὲν παρέλειψε τῶν εἰς διόρθωσιν συντεινόντων. Διὰ τοῦτο γὰρ καὶ διαφόρως ὑπεμιμνήσκε, καὶ κατεῖχε, καὶ δι᾽ ἔργων, καὶ διὰ λόγων, καὶ διὰ φόβου, καὶ διὰ θεραπείας, καὶ διὰ πάντων. Ἐπεὶ δὲ οὐδὲν αὐτὸν ἀφίστα τοῦ νοσήματος, καὶ παντάπασιν ἀνίατος ἔμενε, λοιπὸν ἐκεῖνον ἀφείς, ἐπὶ τὰ ἑξῆς τρέπεται. ΚΕΦ. ΣΔ΄. Περὶ δείπνου μυστικοῦ Ἐσθιόντων — σῶμά μου. Μετὰ τὸ φαγεῖν τὸ νομικὸν Πάσχα, κατακλιθέντες ἐδείπνουν, ὡς προείρηται· εἶτα ἀναστὰς ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, ὡς ὁ Ἰωάννης φησί, καὶ αὖθις ἀναπεσόντες ἤσθιον· ἔπειτα μεταξὺ παρέδωκε τὸ μυστικὸν δεῖπνον τοῖς μαθηταῖς.
Ἐσθιόντων γάρ, φησὶν, αὐτῶν, λαβὼν ἄρτον, δηλαδὴ τὸν παρακείμενον αὐτῷ, ἢ καὶ ἕτερον συμπαρακείμενον, ὡς διδασκάλῳ, ἔκλασεν, εἴτουν συνέθρυψε, καὶ μετέδωκεν αὐτοῖς. Ὁ δὲ Λουκᾶς γράψας· Τοῦτό ἐστι τὸ σῶμά μου, προσέθηκε, τὸ ὑπὲρ ὑμῶν διδόμενον, ἤγουν, παραδιδόμενον εἰς θάνατον. Ηὐχαρίστησε δὲ νῦν μὲν πρὸ τοῦ ἄρτου, μετὰ τοῦτο δὲ καὶ πρὸ τοῦ ποτηρίου, διδάσκων, ὅτι εὐχαριστεῖν δεῖ πρὸ τοῦ τοιούτου μυστηρίου, τελουμένου πρὸς εὐεργεσίαν τῆς ἡμῶν φύσεως. Εἰ γὰρ ἡ τοῦ τυπικοῦ ἀμνοῦ θυσία καὶ ὁλοθρεύσεως ἀπαλλαγὴν, καὶ δουλείας ἐλευθερίαν τοῖς Ἑβραίοις ἐχαρίσατο, πολλῷ μᾶλλον ἡ τοῦ ἀληθινοῦ τοῖς Χριστιανοῖς·
ἅμα δὲ καὶ δεικνύων, ὅτι ἐκὼν ἐπὶ τὸ πάθος ἔρχεται, καὶ προσέτι παιδεύων ἡμᾶς, εὐχαριστεῖν ἐφ᾽ οἷς πάσχομεν. Ὥσπερ δὲ οἱ ζωγράφοι ἐπὶ τοῦ αὐτοῦ πίνακος καὶ τὰς γραμμὰς ὑποτιθέασι καὶ σκιαγραφοῦσι, καὶ τὰ χρώματα ἐπιβάλλουσι καὶ μορφοῦσιν· οὕτω
col. 665–666page 280 of 329
PG 129:665καὶ ὁ Χριστὸς ἐπὶ τῆς αὐτῆς τραπέζης καὶ τὸ τυπικὸν καὶ σκιῶδες Πάσχα ὑπέγραψε, καὶ τὸ ἀληθινὸν καὶ τέλειον προέθηκε. Καὶ ἐπείπερ ἡ σφαγὴ τοῦ νομικοῦ ἀμνοῦ τὴν σφαγὴν τοῦ λογικοῦ ἀμνοῦ προεμήνυεν, ἔδει πάντως τὴν σκιὰν ἀφανισθῆναι, φανέντος τοῦ ἡλίου, καὶ τὸν τύπον ὑποχωρῆσαι, τῆς ἀληθείας ἐλθούσης. Ἐπὶ τούτων μετάληψις μὲν λέγεται, διότι μεταλαμβάνομεν αὐτῶν· κοινωνία δὲ, διότι κοινωνοῦμεν καὶ τῷ Χριστῷ καὶ ἀλλήλοις δι' αὐτῶν, καὶ σύσσωμοι γινόμεθα Χριστοῦ καὶ μέλη ἀλλήλων. Οὔτε δὲ φθείρονται, οὔτε εἰς ἀφεδρῶνα χωροῦσιν, ἀλλ' εἰς σύστασιν ἀναλίσκονται οὐσιώδη τῶν μεταλαμβανόντων.
Καὶ ὥσπερ οὐχ ἕτερον παρὰ τὸ πρότερον σῶμα καὶ αἷμα τοῦ μεταλαμβάνοντος γίνονται, οὕτως οὐδὲ πάλιν ἕτερον σῶμα καὶ αἷμα παρὰ τὸ τοῦ Δεσπότου· τοῦτό φαμεν· Τοῦτο γάρ, φησί, ἔστι τὸ σῶμά μου. Καὶ αὖθις· Τοῦτο γάρ ἐστι τὸ αἷμά μου. Ὑπερφυὴς δὲ ὁ λόγος. Εἰ δὲ καὶ ὁ μέγας Βασίλειος ἀντίτυπα ταῦτα εἶπε, ἀλλὰ πρὸ τοῦ ἁγιασθῆναι, καὶ πρὸ τοῦ τὴν χάριν λαβεῖν. Ὅρα δὲ, πῶς ἐκ τῶν κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γινόμεθα. Κατὰ φύσιν μὲν γάρ, ἡ τοῦ προκειμένου ἄρτου καὶ οἴνου βρῶσις καὶ πόσις· ὑπὲρ φύσιν δέ, ἡ τούτων ἐνέργειά τε καὶ δύναμις. Ἔνιψε δὲ πρῶτον τοὺς πόδας τῶν μαθητῶν, εἶτα τούτοις τοῦ μυστηρίου τούτου μετέδωκεν, ἵνα μάθωμεν, ὅτι χρὴ πρῶτον καθαίρεσθαι, εἶτα μεταλαμβάνειν. Ἄνθρακα εἶδεν Ἡσαΐας·
ἄνθραξ δέ, οὐ ξύλον ἐστὶν ἁπλῶς, ἀλλὰ πεπυρακτωμένον· φωτίζει μὲν τοὺς ἀξίους, φλέγει δὲ τοὺς ἀναξίους, κατὰ τὴν διπλῆν τοῦ πυρὸς ἐνέργειαν· φλέγει δέ, τῷ κολάζειν καὶ συντήκειν. Καὶ λαβὼν — Διαθήκης. Τῆς καινῆς Διαθήκης, ἤτοι τῆς νέας νομοθεσίας. Τὸ μὲν γὰρ αἷμα τοῦ τυπικοῦ ἀμνοῦ, τῆς παλαιᾶς ἦν Διαθήκης· τὸ δὲ τοῦ ἀληθινοῦ Ἀμνοῦ, τῆς νέας ἐστίν. Ἢ τοῦτο εἶπε διὰ τὸ αἷμα τὸ τῆς Παλαιᾶς Διαθήκης. Ἐν τῇ Ἐξόδῳ γὰρ μοσχάρια θύσας Μωϋσῆς, τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρα, καὶ λαβὼν τὸ βιβλίον τῆς Διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν· Πάντα ὅσα ἐλάλησε Κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. Λαβὼν δὲ Μωϋσῆς τὸ αἷμα, κατεσκέδασε τοῦ λαοῦ, καὶ εἶπεν·
Ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων. Ἦν οὖν ἐκεῖνο
col. 667–668page 281 of 329
PG 129:667τὸ αἷμα, σφραγὶς τῆς διαθήκης, καὶ μαρτύριον, καὶ βεβαίωσις τῆς συνθήκης τοῦ λαοῦ. Τὸ περὶ πολλῶν ἐκχυνόμενον. Περὶ πολλῶν, ἀντὶ τοῦ, ὑπὲρ πολλῶν. Ἐκεῖνο μὲν γὰρ τὸ αἷμα ὑπὲρ τῶν Ἑβραίων μόνων ἐξεχεῖτο· τοῦτο δὲ ὑπὲρ πάντων ἀνθρώπων. Πολλοὺς γὰρ τοὺς πάντας ἐνταῦθα καλεῖ. Καὶ γὰρ οἱ πάντες, πολλοί. Ἢ πολλῶν εἶπε, πρὸς σύγκρισιν τοῦ τῶν Ἑβραίων ἔθνους. Πλείους γὰρ αὐτῶν, οἱ ἐξ ἁπάντων ἐλευθερούμενοι καὶ σωζόμενοι, δι' οὓς ὁ Χριστὸς ἀπέθανεν. Εἰς ἄφεσιν ἁμαρτιῶν. Ἐκεῖνο μὲν γὰρ εἰς σωτηρίαν τῶν πρωτοτόκων μόνων ἐξεχεῖτο· τοῦτο δὲ, εἰς ἄφεσιν ἁμαρτιῶν τῶν πάντων ἀνθρώπων. Ὅρα, πόσον εἰσὶ μείζονα τῶν παλαιῶν τὰ νέα μυστήρια. Προσφυέστατα δὲ νῦν Διαθήκην ὠνόμασε, διὰ τὸν προσεγγίζοντα θάνατον.
Διατίθενται γὰρ οἱ ἀποθνήσκοντες. Ὥσπερ οὖν ἡ Παλαιὰ Διαθήκη θύματα καὶ αἵματα εἶχεν· οὕτως ἄρα καὶ ἡ Καινὴ, τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Δεσπότου. Οὐκ εἶπε δὲ, ὅτι Ταῦτά εἰσι σύμβολα τοῦ σώματός μου καὶ τοῦ αἵματός μου· ἀλλ᾽, ὅτι Ταῦτά εἰσιν αὐτὸ τὸ σῶμά μου, καὶ αὐτὸ τὸ αἷμά μου. Λοιπὸν οὖν, χρὴ μὴ πρὸς τὴν φύσιν τῶν προκειμένων βλέπειν, ἀλλὰ πρὸς τὴν δύναμιν αὐτῶν. Ὥσπερ γὰρ ὑπερφυῶς ἐθέωσε τὴν προσληφθεῖσαν σάρκα· οὕτως ἀποῤῥήτως μεταποιεῖ καὶ ταῦτα εἰς αὐτὸ τὸ ζωοποιὸν αὐτοῦ σῶμα, καὶ εἰς αὐτὸ τὸ τίμιον αὐτοῦ αἷμα, καὶ εἰς τὴν χάριν αὐτῶν. Ἔχουσι δέ τινα καὶ ὁ ἄρτος πρὸς τὸ σῶμα, καὶ ὁ οἶνος πρὸς τὸ αἷμα ἐμφέρειαν. Καὶ ὁ ἄρτος γὰρ καὶ τὸ σῶμα, γεώδη, καὶ ὁ οἶνος καὶ τὸ αἷμα, θερμαντικά.
Καὶ ὥσπερ ὁ ἄρτος στηρίζει, οὕτω καὶ τὸ σῶμα τοῦ Χριστοῦ τοῦτό τε ποιεῖ, καὶ πλέον, ἁγιάζει καὶ σῶμα καὶ ψυχήν. Καὶ ὥσπερ ὁ οἶνος εὐφραίνει, οὕτω καὶ τὸ αἷμα τοῦ Χριστοῦ τοῦτό τε ποιεῖ, καὶ πλέον, γίνεται φυλακτήριον. Εἰ δ' ἑνὸς σώματος καὶ αἵματος οἱ πάντες πιστοὶ μεταλαμβάνομεν, οἱ πάντες ἓν ἐσμεν, διὰ τῆς αὐτῆς τῶν αὐτῶν μυστηρίων μεταλήψεως, καὶ ἐν Χριστῷ πάντες, καὶ ὁ Χριστὸς ἐν πᾶσιν. Ὁ τρώγων μου γὰρ, φησί, τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Ὁ μὲν γὰρ Λόγος ἡνώθη τῇ σαρκί, διὰ τῆς προσλήψεως· αὕτη δὲ πάλιν ἐνοῦται ἡμῖν, διὰ τῆς μεταλήψεως.
Αἵματος δὲ καὶ διαθήκης μνημονεύσας, τὸν θάνατον αὐτοῦ πάλιν ἐνέφηνε, τῇ πυκνότητι τῆς μνήμης εὐπαράδεκτον αὐτοῖς τοῦτον καθιστῶν. Εἰ γὰρ, καὶ πολλάκις τούτου προκαταγγελθέντος, ὅμως παρ' αὐτὸ τὸ πάθος
col. 669–670page 282 of 329
PG 129:669ἀθορυβήθησαν, τί οὐκ ἂν ἔπαθον, μηδὲν προμαθόντες; Λουκᾶς δὲ λέγει καὶ τοῦτο εἰπεῖν τότε τὸν Κύριον, ὅτι τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· τοῦτο, φησί, τὸ καινὸν μυστήριον, καὶ μὴ ἐκεῖνο, τὸ παλαιόν. Ἐκεῖνο μὲν γὰρ, τὸ θυσίασμα, εἰς ἀνάμνησιν ἐγίνετο τῆς ἐν Αἰγύπτῳ σωτηρίας τῶν Ἑβραϊκῶν πρωτοτόκων, καὶ τῆς τῶν Ἑβραίων ἐλευθερίας· τοῦτο δὲ εἰς ἀνάμνησιν τοῦ Δεσπότου. Διὰ τῆς τοιαύτης γὰρ θυσίας ἀναμιμνησκόμεθα, ὅτι τὸ σῶμα αὐτοῦ παρέδωκεν εἰς θάνατον ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα αὐτοῦ ἐξέχεε, καὶ τῇ συνεχείᾳ τὴν μνήμην ἀνανεούμεθα. Εἶδες, πῶς μετέθηκε τοὺς μαθητὰς ἀπὸ τῆς παλαιᾶς θυσίας ἐπὶ τὴν καινήν. Ποίας γὰρ εἰκόνος ἔτι χρεία, τοῖς ἤδη τὸ πρωτότυπον ἔχουσι;
Φησὶ δὲ ὁ Χρυσόστομος ὅτι καὶ ὁ Χριστὸς πρῶτος τότε μετέσχε τοῦ μυστηρίου, ἵνα μὴ ἀηδισθῶσι, σαρκὸς καὶ αἵματος μεταλαβεῖν ἐπιτρεπόμενοι· καὶ τούτου δὲ τεκμήριον, τὸ εἰπεῖν αὐτόν· Λέγω — Πατρός μου. Εἰ δὲ τοῦ ποτηρίου μετέσχε, μετέλαβεν ἄρα καὶ τοῦ ἄρτου. Τὸ μὲν οὖν ἀπάρτι, σημαίνει τὸν ἀπὸ τοῦ νῦν. Ἡμέραν δὲ ἐκείνην λέγει τὸν μετὰ τὴν ἀνάστασιν αὐτοῦ καιρόν, ἔτι ἔφαγε καὶ ἔπιε μετὰ τῶν μαθητῶν, ὃ καὶ αὐτοὶ ποιούμενος τῆς ἀναστάσεως αὐτοῦ ἀπόδειξιν, ἔλεγον, Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Καινὸν δὲ, ἀντὶ τοῦ, καινῶς καὶ παραδόξως. Τοῦ σώματος γὰρ ἀθανατισθέντος, καὶ μηκέτι δεομένου βρώσεως ἢ πίσεως, ἔφαγε καὶ ἔπιεν, οὐ διὰ χρείαν, ἀλλὰ διὰ πληροφορίαν, τοῦ μὴ φάσμα δοκεῖν.
Βασιλείαν δὲ καλεῖ τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν, ὡς ἀνθρώπῳ, μετὰ τὴν ἀνάστασιν. Ἐδόθη μοι γάρ, φησί, πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τοῦ Πατρός μου δὲ, τουτέστι, τῇ ὑπὸ τοῦ Πατρός μου δοθείσῃ μοι. Τοῦτο δὲ εἶπε, καὶ διότι πρὸς αὐτὸν ἀναφέρει πάντα τὰ ἑαυτοῦ. Ὁμοίως δὲ καὶ Μάρκος ἔγραψεν. Ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ναὶ μὴν καὶ Λουκᾶς, Ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ· βασιλείαν καὶ οὗτοι, τὴν δηλωθεῖσαν, λέγοντες, ἐξουσίαν. Ὁ δὲ Λουκᾶς ἔτι καὶ περὶ τοῦ νομικοῦ Πάσχα φησὶν εἰπεῖν τὸν Χριστὸν, ὅτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, δηλαδή, τῇ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα.
Καὶ τότε γὰρ ἐπιτελέσει τὸ Πάσχα τελειότερόν τε καὶ καθαρώτερον, θύων τὸν ἀπόρρητον λόγον τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος, τῇ μαχαίρᾳ τῆς διδασκαλίας, καὶ διαιρῶν αὐτὸν καὶ διανέμων τοῖς ἀξίοις τῆς τοιαύτης μυσταγωγίας. Τίς δὲ πόσις καὶ ἡ ἀπόλαυσις; Ἡμῶν μέν,
col. 671–672page 283 of 329
PG 129:671τὸ μαθεῖν, ἐκείνου δὲ τὸ διδάξαι καὶ κοινώσασθαι τοῖς ἑαυτοῦ μαθηταῖς τὸν λόγον, ὡς ὁ Θεολόγος φησὶ Γρηγόριος, κάλλιστα περὶ τοῦ τοιούτου Πάσχα φιλοσοφήσας. Ἀλλὰ καὶ περὶ τούτων μὲν εἰς τοσοῦτον. Τὰ δὲ τοῦ Λουκᾶ ῥητὰ μεταχειριστέον καὶ συμβιβαστέον, ὡς οἷόν τε. Λέγει γὰρ ἐκεῖνος τὸν Χριστὸν πρῶτον μὲν λαβεῖν ποτήριον, καὶ εὐχαριστήσαι, καὶ εἰπεῖν· Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς· εἶτα λαβεῖν ἄρτον, καὶ εὐχαριστήσαι, καὶ διανείμαι· ὡσαύτως δὲ καὶ τὸ ποτήριον. Καὶ δοκεῖ περὶ δύο ποτηρίων λέγειν. Οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ πρῶτον μὲν ἔλαβε ποτήριον, καὶ εὐχαρίστησε, καὶ εἶπε· Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς.
Εἶτα προσθείς, ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ· τῷ φόβῳ τοῦ θανάτου αὐτοῦ διετάραξεν αὐτούς· οἷα δὲ εἰκὸς, διατριβῆς καὶ συγχύσεως γενομένης, ἀπέθετο τὸ ποτήριον· εἶτα, καιροῦ τινος διελθόντος, γεγόνασι τὰ ἑξῆς, ἥ τε τοῦ ἄρτου καὶ ἡ τοῦ ποτηρίου μετάδοσις. Εἰπὼν γὰρ ὁ εὐαγγελιστὴς περὶ τοῦ ἄρτου, ὅτι εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς· εἶτα ἐπαγαγών, ὅτι ὡσαύτως καὶ τὸ ποτήριον, ἔδειξεν, ὅτι ἐκεῖνο τὸ ποτήριον, ὃ πρότερον ἔλαβεν. Οὐκ εἶπε γὰρ, ὅτι Ὡσαύτως καὶ ποτήριον, ἀλλ᾽, ὅτι Ὡσαύτως καὶ τὸ ποτήριον· τῇ προσθήκῃ τοῦ ἄρθρου τὸ προεγνωσμένον δηλώσας.
Τὸ δὲ, Τοῦτο τὸ ποτήριον, ἡ καινὴ Διαθήκη, ἐν τῷ αἵματί μου, εἰ καὶ δοκεῖ δύσφραστον, ἀλλ᾽ οὐδὲν διαφέρει τοῦ λόγου τοῦ ῥηθέντος ὑπὸ Ματθαίου καὶ Μάρκου. Ἐκεῖνοι μὲν γὰρ εἶπον, Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς Διαθήκης, τουτέστι, ὃ ἡ καινὴ Διαθήκη παραδίδωσιν· οὗτος δέ φησιν, ὅτι τοῦτο τὸ ποτήριον ἡ καινὴ Διαθήκη ἐστὶν, ἣν ἐγὼ διατίθεμαι νῦν, ἐντελλόμενος ὑμῖν οὕτω ποιεῖν. Καινὴ δὲ τοῦτο Διαθήκη ἐστὶν, ἐν τῷ αἵματί μου· ἡ γὰρ παλαιὰ Διαθήκη ἀλόγου ζώου αἷμα εἶχεν· ὁμοίως δὲ καὶ τὸ, Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με, μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης, ὅμοιόν ἐστι τῷ, Ὁ ἐσθίων μετ᾿ ἐμοῦ, ἢ τῷ, Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα.
Τέθεικε δὲ τοῦτο Λουκᾶς μὲν μετὰ τὴν τοῦ ποτηρίου καὶ τοῦ ἄρτου διανομήν, Ματθαῖος δὲ καὶ Μάρκος πρὸ ταύτης. Καὶ φαίνεται, ὅτι δὶς εἶπε τοῦτο ὁ Χριστός, πρό τε τῆς μεταδόσεως τῶν μυστηρίων, ὅτε καὶ ἐν τῷ τρυβλίῳ βάπτοντες ἤσθιον, καὶ μετὰ τὴν μετάδοσιν, ὅτι τὸ τρυβλίον αὖθις παρετέθη. Καὶ τοῦτο δὲ πολλῆς ἄξιον ἀπορίας, πῶς, τοῦ
col. 673–674page 284 of 329
PG 129:673μῆς τῶν μυστηρίων ἐφανέρωσε τὸν προδότην, ἀποκριθεὶς πρὸς αὐτὸν τὸ Σὺ εἶπας, αὖθις ὁ Ἰωάννης, μετὰ τὴν διανομήν, ἀγνοοῦντας ἱστορεῖ τοὺς μαθητάς, καὶ ἀπορουμένους, ὅτε καὶ ἑαυτὸν, ὑπὸ Πέτρου παρορμηθέντα, διερωτήσαι λέγει τὸν Διδάσκαλον, καὶ δοθῆναι σημεῖον τὸ βαφὲν ψωμίον. Δῆλον γάρ, ὡς ὕστερον τοῦτο γέγονε· Λαβών γάρ, φησί, τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθε. Τοῖς μὲν οὖν ἄλλοις ἐξηγηταῖς οὐδεμιᾶς ἐπιστασίας ἠξιώθη τὸ παρὸν ζήτημα· φιλοπονήσασι δὲ ἡμῖν, ὃ διεγνώσθη, ῥηθήσεται. Νενοήκαμεν γάρ, ὅτι πρὸ τοῦ ἄρτου καὶ τοῦ ποτηρίου τῶν μαθητῶν κοινῶς ἐρωτησάντων, ὁ Χριστὸς πρῶτον μὲν ἔδωκε γνώρισμα κοινότερον τό, Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ, καὶ Ὁ ἐμβαπτόμενος.
Καὶ γὰρ πάντες καὶ ἐνέβαψαν καὶ ἐνεβάπτοντο ἔτι· εἶτα τοῦ προδότου ἰδικῶς ἐρωτήσαντος, προσέθηκεν ἰδικώτερον τό, Σὺ εἶπας. Ἀλλὰ τὸ μὲν πρῶτον γνώρισμα πλεῖον συνεσκίαστο, τὸ δεύτερον δὲ ἔλαττον. Ὅμως δὲ καὶ τοῦτο συνεσκίαστο, διὰ φιλανθρωπίαν, ὡς ἂν, ἀπό τε τοῦ κοινοτέρου καὶ τοῦ ἰδιωτέρου γνοὺς ὁ Ἰούδας ὅτι οὐ λέληθε, μεταμεληθείη πρὸ τοῦ διαγνωσθῆναι τοῖς ἄλλοις μαθηταῖς. Ἀλλ᾿ οὗτοι μέν, οὔτε ἀπὸ τοῦ πρώτου γνωρίσματος, οὔτε ἀπὸ τοῦ δευτέρου δυνηθέντες νοῆσαι, τίς ὁ προδότης ἐστί· τὸ γάρ, Σὺ εἶπας, αἰνίγματι ἐῴκει· οὐδὲ γὰρ ἐκ τοῦ προφανοῦς ὡμολόγησεν, ὅτι Ἐγώ εἰμι, ἀλλὰ κατ᾿ ἐρώτησιν, Μήτι ἐγὼ εἰμι; ἡσύχασαν, μήποτε καὶ προσονειδισθῶσιν, ὡς ἀνόητοι· καὶ γὰρ καὶ ἄλλοτε τοῦτο πεπόνθασιν·
Ἰούδας δέ, ἀπὸ τοῦ δευτέρου γνωρίσματος συνῆκε μέν, ὅτι διεγνώσθη τῷ Χριστῷ· λογισάμενος δέ, ὅτι οὔπω τέως τοῖς μαθηταῖς πεφανέρωται, μὴ νενοηκόσιν ἔτι, τὸν ἀγνοοῦντα προσεποιεῖτο, τῆς τοῦ διδασκάλου καταθαῤῥῶν ἀνεξικακίας· μετὰ δέ γε τὴν τῶν μυστηρίων διανομήν, πάλιν ὁ Σωτὴρ ἐμαρτύρησεν, ἤγουν, διεμαρτύρατο περὶ τῆς προδοσίας, ὡς ὁ Ἰωάννης ἔγραψεν, ἵνα ὁ Ἰούδας, τοσαύτης ἀξιωθεὶς μακροθυμίας, καὶ μὴ προδήλως παραδειγματισθείς, μηδὲ τῶν μυστηρίων ἀπελαθείς, ἀλλὰ καὶ τούτων ἐπίσης τοῖς μαθηταῖς μετασχών, γένηται βελτίων καὶ σωφρονέστερος· εὐθὺς δὲ οἱ μαθηταί, μηκέτι δυνηθέντες καρτερεῖν ἐπὶ πλεῖον· καὶ γὰρ ἠγωνίων, καὶ ἔβλεπον εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει·
αὐτοὶ μὲν καὶ οὕτως οὐκ ἐτόλμησαν τὴν ἐρώτησιν, δι᾿ ἣν εἰρήκαμεν αἰτίαν· τῷ Ἰωάννῃ δὲ ταύτην ἐπέτρεψεν ὁ Πέτρος, ὡς ἠγαπημένῳ μάλιστα τῷ διδασκάλῳ, καὶ ἀνακειμένῳ τηνικαῦτα ἐν τῷ κόλπῳ αὐτοῦ· ὁ δὲ μεταστραφείς, καὶ ἐπιπεσὼν ἐπὶ τὸ στῆθος αὐτοῦ, μετ᾿ εὐλαβείας ἠρώτησεν εἰς τὸ οὖς, καὶ λοιπὸν ὁ Σωτὴρ συνιδών, ὅτι ἀνίατος ὁ Ἰούδας μένει, οὐδ᾿
col. 675–676page 285 of 329
PG 129:675οὕτω μὲν ἐθριάμβευσεν αὐτόν, ἀπεκρίθη δὲ καὶ ἀπο τὸς εἰς τὸ εὖς, ὅτι Ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω· καὶ ἐμβάψας τὸ ψωμίον ἐπίδιδωσιν· Ἰούδας δὲ λαβὼν τὸ ψωμίον, καὶ γνοὺς ὅτι τεκμήριον ἦν ἀπό τε τῆς τοῦ Χριστοῦ πρὸς Ἰωάννην κρυφίας κοινολογίας, καὶ ἀπὸ τοῦ μόνῳ αὐτῷ τοιοῦτον ψωμίον δοθῆναι· ἕτερον γὰρ ἦν τοῦτο παρὰ τὸν διαμερισθέντα πᾶσιν ἄρτον· καὶ προσέτι ἀκούσας, ὅτι Ὃ ποιεῖς, ποίησον τάχιον, τουτέστι, Ὃ τῷ λογισμῷ ποιεῖς, ποίησον καὶ τῷ ἔργῳ· ἤγγισε γὰρ ὁ καιρός· εἰ καὶ ἔτι τοῖς μαθηταῖς καὶ τὰ περὶ τοῦ ψωμίου ἠγνόητο, πρὸς μόνον ῥηθέντα κρυφίως τὸν Ἰωάννην, καὶ ὁ λόγος ἄδηλος ἦν, πρὸς εἰ ἐρρήθη·
τινὲς γάρ, φησιν, ἐδόκουν, ἐπεὶ τὸ γλωσσίκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ· καὶ τοῦτο μέν, οὐκ ἐνεγκὼν τὴν αἰσχύνην· ὑπέλαβε γὰρ ἤδη πᾶσι φανερωθῆναι· τοῦτο δέ, καὶ φοβηθεὶς τοὺς μαθητάς, μήπω καὶ διασπαράξωσιν αὐτόν· εὐθέως ἐξῆλθε, καὶ πρὸς τοὺς ἐπιβούλους ἀπῆλθε. Ταῦτα δὲ πάντα μόνος ὁ Ἰωάννης ἀπήγγειλεν, ὡς παραλελειμμένα τοῖς ἄλλοις. Τὸ δέ, Ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἀπορίαν πολλοῖς τῶν ἐξηγητῶν ἐνεποίησε. Τὴν γὰρ τοῦ Πάσχα ἤδη ἑώρτασαν, ὡς προείρηται. Δῆλον οὖν, ὅτι τινὲς μὲν τῶν μαθητῶν ἔμαθον τὸν σκοπὸν τοῦ Διδασκάλου, καθ' ὃν προεώρτασε τὸ Πάσχα·
τινὲς δὲ ἀγνοοῦντες, ἐδόκουν ὅτι τοῦτο ἑορτάσει καὶ κατὰ τὴν Παρασκευήν· ἢ καὶ τὴν τῶν Ἀζύμων ἑορτὴν ὑποληπτέον. Διατί δὲ λέγεται ἀγαπᾶν τὸν Ἰωάννην ὁ Κύριος, καὶ διατί ἀνέκειτο ἐν τῷ κόλπῳ αὐτοῦ, ῥηθήσεται Θεοῦ διδόντος ἐν τῇ ἐξηγήσει τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Εἰ δὲ Λουκᾶς μέν φησιν, εἰσελθεῖν τὸν Σατανᾶν εἰς Ἰούδαν πρὸ τοῦ συλλαλῆσαι τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς περὶ προδοσίας, Ἰωάννης δέ, μετὰ τὸ ψωμίον, οὐκ ἐναντιολογοῦσι. Πρότερον μὲν γὰρ ὁ Σατανᾶς ἀπόπειραν ἐποιήσατο, καὶ διακωδώνισε τὸν ἄθλιον· ὕστερον δὲ γνοὺς ἀφορισθέντα, ὡς ἀδιόρθωτον, θαῤῥήσας ἐπεπήδησεν· οὐ τῶν θείων δὲ μυστηρίων καταφρονήσας εἰσεπήδη· πῶς γάρ;
ἀλλ' ἀνάξιον αὐτὸν εἰδὼς τῆς τούτων μεταλήψεως, καὶ μηδὲν ἐντεῦθεν ὠφελημένον. Καὶ Ἐλαιών. Ηὐχαρίστησε μὲν πρὸ τῆς διανο
col. 677–678page 286 of 329
PG 129:677μής, ὕμνησε δὲ μετὰ τὴν διανομὴν, ἵνα καὶ ἡμεῖς οὕτω ποιῶμεν εὐχαριστοῦντες καὶ δοξάζοντες τὸν Θεόν, τὸν ἀξιοῦντα ἡμᾶς τοιούτων ἀγαθῶν. Ἐξῆλθε δὲ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἵνα μὴ δόξῃ κρύπτεσθαι, καὶ ἵνα μὴ στάσις ἐν τῇ πόλει γένηται δι᾽ αὐτόν. Τὸ δὲ ὄρος τῶν Ἐλαιῶν πέραν τοῦ χειμάρρου τῶν Κέδρων ἦν, κατὰ τὴν Ἰωάννου Γραφήν, ὅπου ἦν καὶ κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. Ἤδει δὲ, φησὶ, καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Δῆλον οὖν, ὅτι τὰ πολλὰ ἔξω διενυκτέρευεν ἐν τοῖς ὄρεσι· τοῦτο μὲν εὐχῆς ἀπερισπάστου χάριν, τοῦτο δὲ καὶ ἵνα κοινωνῇ τοῖς μαθηταῖς λόγων μυστικωτέρων.
Πρὸ μέντοι τοῦ ἐξελθεῖν εἰς τὸ ὄρος πολλὰ εἶπεν, ὧν τὰ μὲν ὁ Λουκᾶς, τὰ δὲ ὁ Ἰωάννης ἱστόρησαν. Τότε λέγει — ποίμνης. Σκανδαλισθήσεσθε, ἀντὶ τοῦ, Σαλευθήσεσθε τὴν εἰς ἐμὲ πίστιν, ἤγουν φεύξεσθε. Τοῦ προφήτου δὲ Ζαχαρίου τὸ ἑξῆς ῥητόν. Λέγεται δὲ ὁ Πατὴρ πατάξαι τὸν Υἱόν, ὡς παταγῆναι αὐτὸν συγχωρήσας, εἴτουν, ἀναιρεθῆναι. Δηλοῦται δὲ καὶ ἐντεῦθεν, ὅτι κατὰ γνώμην τοῦ Πατρὸς ἀναιρεθήσεται διὰ τὴν οἰκονομίαν. Μετὰ δὲ — Γαλιλαίαν. Προειπὼν τὰ λυπηρά, προλέγει καὶ τὰ παραμυθούμενα. Προάξω δὲ, ἀντὶ τοῦ, Προλαβῶ ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ ἐκδεχόμενος. Ἀποκριθείς — σκανδαλισθήσομαι. Δέον μάλιστα δεηθῆναι, καὶ εἰπεῖν· Κύριε, βοήθησον ἡμῖν· ὁ δὲ τρία ὁμοῦ πταίει·
πρῶτον, ὅτι ἀντεῖπε καὶ τῷ προφήτῃ, καὶ τῷ Χριστῷ· δεύτερον, ὅτι τῶν ἄλλων ἑαυτὸν προέθηκε· τρίτον, ὅτι ἑαυτῷ μόνῳ, καὶ οὐ τῇ βοηθείᾳ τοῦ Θεοῦ τεθάρρηκε. Διὸ καὶ συγχωρεῖται πεσεῖν, ἵνα συσταλῇ, καὶ μάθῃ μὴ σφόδρα θαρρεῖν ἑαυτῷ, καὶ παιδευθῶσι καὶ ἕτεροι. Ὅπερ δέ φησι Λουκᾶς, ὅτι Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξητήσατο ὑμᾶς, καὶ τὰ ἑξῆς, καθ᾽ ἕτερον εἶπε καιρόν, πρὸ τοῦ ἐξελθεῖν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Διὸ καὶ ἑτέρου λόγου εἰσὶν ἐκεῖνα. Ἔφη — ἀπαρνήσῃ με. Πρὶν ἀλέκτορα φωνῆσαι, ἀντὶ τοῦ, πρὶν τὰς φωνὰς πληρῶσαι τῆς ἀγωγῆς. Εἴωθε γὰρ ὁ ἀλέκτωρ καθ᾽ ἑκάστην ἀγωγὴν πολλάκις φωνεῖν, εἶτα διαναπαύεσθαι, καὶ μετά τινα καιρὸν πάλιν ἀφ᾽ ἑτέρας ἀρχῆς φωνεῖν. Τοῦτο δὲ Μάρκος ἐσαφήνισεν εἰπών·
Σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ἄρνησιν δὲ λέγει τὴν τοῦ μὴ εἰδέναι αὐτόν· φησὶ γὰρ ὁ Λουκᾶς· Οὐ μὴ φωνήσῃ
col. 679–680page 287 of 329
PG 129:679σήμερον ἀλέκτωρ, πρὶν ἢ τρὶς ἀπαρνήσῃ, μὴ εἰδέναι με. Λέγει ἀπαρνήσομαι. Ὅσον διαβεβαιοῦται ὁ Χριστός, τοσοῦτον ὁ Πέτρος ἀντισχυρίζεται. Σφοδρὸν γὰρ ἐν αὐτῷ τὸ πάθος τῆς ἐφ' ἑαυτῷ πεποιθήσεως. Διὰ καὶ χαλεπὸν ὑφίσταται ναυάγιον, ἔρημος τῆς παρὰ Θεοῦ βοηθείας ἀπολειφθεὶς, καὶ ἐλεγχθείς, ὅτι ἀσθενῆς ἐστιν. Ὅρα γοῦν μετὰ ταῦτα, πῶς κατεσταλμένος ἐστί. Καὶ γὰρ μετὰ τὴν Ἀνάστασιν, εἰπὼν περὶ τοῦ Ἰωάννου, Κύριε, οὗτος δὲ τί; καὶ ἐπιστομισθεὶς, αὐτίκα σεσίγηκε. Καὶ πρὸ τῆς ἀναλήψεως, ἀκούσας· Οὐχ ὑμῶν ἐστι γνώναι χρόνους ἢ καιρούς, ὁμοίως ἡσύχασε. Καὶ μετὰ ταῦτα, ἐπὶ τῆς ὀθόνης ἐνωτισθεὶς, ὅτι Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου, καὶ οὐδὲ σαφῶς εἰδὼς τὸ ῥηθὲν, ὅμως οὐκ ἐτόλμησεν ἀντειπεῖν.
Ταῦτα δὲ πάντα τὸ πτῶμα ἐκεῖνο τῆς ἀρνήσεως κατώρθωσε. Καὶ πρὸ τούτου μὲν ἑαυτῷ τὸ πᾶν τῆς πίστεως ἀνετίθει, λέγων· Ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι, καὶ, Οὐ μή σε ἀπαρνήσωμαι· δέον παρακιρνᾶν τοῖς λόγοις, ὅτι Ἐὰν ἔχω σε βοηθόν. Ὕστερον δὲ, ἐπὶ τοῦ χωλοῦ, διαρρήδην ἔλεγεν, ὅτι Ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἐντεῦθεν οὖν μέγα δόγμα μανθάνομεν ὡς οὔτε ἀνθρωπίνη προθυμία κατορθοῖ τι χωρὶς τῆς θείας ῥοπῆς, οὔτε θεία ῥοπὴ κέρδος φέρει χωρὶς ἀνθρωπίνης προθυμίας. Καὶ ἀμφοτέρων παραδείγματα Πέτρος καὶ Ἰούδας. Ὅθεν χρὴ μήτε τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντας καθεύδειν, μήτε σπουδάζοντας, τὸ πᾶν ἑαυτοὺς οἴεσθαι κατορθοῦν·
οὔτε γὰρ τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, ἵνα μὴ ἀργοὶ μένωμεν· οὔτε τὸ πᾶν ἡμῖν ἐφίησιν, ἵνα μὴ καυχώμεθα· ἀλλ' ἑκατέρου τὸ βλαβερὸν ἀφελών, τὸ χρήσιμον ἡμῖν ἀπολέλοιπεν. Ἀφῆκεν οὖν τὸν κορυφαῖον πεσεῖν, οὐ μόνον διὰ τὰς ῥηθείσας αἰτίας, ἀλλὰ καὶ ἵνα πλεῖον ἀγαπήσῃ· ᾧ γὰρ πλεῖον ἀφεθῇ, πλεῖον ἀγαπήσει. Καὶ ἡμεῖς τὸ νῦν πειθώμεθα πανταχοῦ τῷ Θεῷ καὶ μὴ ἀντιλέγωμεν, καὶ εἰ τὸ παρ' αὐτοῦ λεγόμενον ἐναντίον εἶναι δοκεῖ τοῖς ἡμετέροις λογισμοῖς καὶ ταῖς ὄψεσι· καὶ ἔστω καὶ λογισμῶν καὶ ὄψεων κυριώτερος ὁ λόγος αὐτοῦ. Οὕτω καὶ ἐπὶ τῶν φρικτῶν μυστηρίων ποιῶμεν, μὴ τὰ προκείμενα μόνον βλέποντες, ἀλλὰ τοῖς λόγοις τοῦ Δεσπότου πειθόμενοι. Καὶ ἐπειδή φησι·
Τοῦτό ἐστι τὸ σῶμά μου, καὶ, Τοῦτό ἐστι τὸ αἷμά μου, καὶ πειθώμεθα καὶ πιστεύωμεν. Καὶ γὰρ καὶ ἐπὶ τοῦ βαπτίσματος αἰσθητὸν μὲν τὸ ὕδωρ, ἀλλὰ νοητὸν τὸ δῶρον, ἡ ἀναγέννησις· ἐπεὶ γὰρ σώματι συμπέπλεκται ἡμῶν ἡ ψυχή, ἐν αἰσθητοῖς τὰ νοητὰ παρέδωκεν ἡμῖν ὁ Θεός.
col. 681–682page 288 of 329
PG 129:681Ὁμοίως εἶπον. Μιμησάμενοι καὶ αὐτοὶ τὸν Πέτρον. Τότε ἐκεῖ. Μόνος ἄπεισιν εἰς προσευχήν, διδάσκων ὅτι χρὴ τὸν θερμῶς προσεύχεσθαι μέλλοντα μεμονωμένον προσεύχεσθαι. [Ὡς ἄνθρωπος προσηύξατο, διδάσκων τοὺς ἀνθρώπους ἐν πειρασμοῖς προσεύχεσθαι, καὶ εἰς Θεὸν ἀνατείνεσθαι, καὶ ἐκτενέστερον ἐπικαλεῖσθαι τὴν ἐκείνου βοήθειαν.] Καὶ παραλαβὼν — ἀδημονεῖν. [Ἔστι δειλία φυσική, μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος, διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ παρὰ τοῦ Δημιουργοῦ φυσικὴν συμπάθειάν τε καὶ οἰκειότητα. Καὶ ἔστι δειλία παρὰ φύσιν, ἐκ προδοσίας λογισμῶν καὶ ἀπιστίας συνισταμένη, ὡς ὅταν τις ἐν νυκτὶ δειλιᾷ διὰ τὰ φάσματα καὶ τοὺς ψόφους.
Ταύτην δὲ τὴν δειλίαν, ὡς παρὰ φύσιν, ὁ Χριστὸς οὐ προσήκατο.] Οὐκ εἰς τὴν προσευχὴν παρέλαβεν αὐτοὺς, ἀλλὰ πρὸ τῆς προσευχῆς, ἰδίᾳ τῶν ἄλλων μαθητῶν, ὥστε μόνον ἐνδείξασθαι αὐτοῖς τὰ τῆς λύπης. Μάρκος δέ φησιν ὅτι ἤρξατο ἐκθαμβεῖσθαι, ἤγουν δειλιᾷν. Ἐφῆκε γὰρ τῇ φύσει πάσχειν τὸ ἴδιον. Ἀδημονεῖν δὲ νῦν τὸ βαρυθυμεῖν νοεῖται. Τὴν μὲν οὖν λύπην καὶ βαρυθυμίαν ἐνδείκνυται, δεικνύων, ὅτι ὥσπερ τὰ πάντα Θεός ἐστιν, οὕτω καὶ τὰ πάντα ἄνθρωπος. Ἴδιον δὲ ἀνθρωπίνης φύσεως λυπεῖσθαι διὰ τὸν θάνατον, καὶ μάλιστα τὸν βίαιον, καὶ φοβεῖσθαι τοῦτον.
Μόνοις δὲ τούτοις ἐνδείκνυται, ὡς μόνοις θεωροῖς γεγονόσι καὶ τῆς ἐν τῇ μεταμορφώσει θείας δόξης αὐτοῦ, καὶ μᾶλλον τῶν ἄλλων δυναμένοις μὴ θορυβηθῆναι καὶ καταπεσεῖν. Τότε — μετ' ἐμοῦ. Φανερώτερον ἐξαγορεύει τὴν ἀσθένειαν τῆς φύσεως, ὡς ἄνθρωπος. Τὸ δέ, Ἕως θανάτου, ἀντὶ τοῦ, ὡς ἐν θανάτῳ. Γρηγορεῖν δὲ μετ' αὐτοῦ κελεύει παραμυθίας ἕνεκεν, ὡς ἔθος τοῖς ἐν περιστάσεσιν. Εἶτα καὶ τούτους ἀφίησιν ἐκεῖ, καὶ μόνος ἄπεισιν εἰς τὴν προσευχήν. Καὶ προελθὼν αὐτοῦ. Λουκᾶς δὲ καὶ τὸ μέτρον τοῦ διαστήματος εἶπεν, ὅτι ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολήν. Προσευχόμενος — ὡς σύ.
Εἰπὼν μὲν ὅτι Εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἔδειξε τὴν ἀνθρωπίνην δειλίαν, ποτήριον λέγων τὸ τοῦ θανάτου· εἰπὼν δὲ ὅτι Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ, ἐδίδαξεν ὅτι καὶ τῆς φύσεως ἀνθελκούσης χρὴ ἕπεσθαι τῷ θελήματι τοῦ Θεοῦ, καὶ προτιμᾶν αὐτὸ τοῦ ἰδίου θελήματος, ὡς λυσιτελέστερον. Τὸ δέ, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, σαφέστερον ὁ Λουκᾶς ἀπήγγειλεν, εἰπών, Πλὴν μὴ τὸ θέλημά
col. 683–684page 289 of 329
PG 129:683μου, ἀλλὰ τὸ σὸν γινέσθω. Μάρκος δέ φησιν ὅτι προσηύχετο ἵνα εἰ δυνατόν ἐστι, παρέλθη ἀπ' αὐτοῦ ἡ ὥρα, ἤγουν, ἡ τοῦ θανάτου· καὶ ὅτι ἔλεγεν, Ἀββᾶ ὁ Πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ' ἐμοῦ τοῦτο· ἀλλ' οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. Τὸ μὲν οὖν Ἀββά, ἑβραϊκὴ λέξις ἐστί, σημαῖνον τὸ Ὁ Πατήρ· διὸ καὶ ἡ ἑρμηνεία τούτου προσετέθη. Τὸ δὲ, Οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ, ἐλλιπῆ εἰσιν. Ἐλλείπει γὰρ τὸ Γινέσθω. Ἔστι γὰρ τὸ πλῆρες, ὅτι Γινέσθω, οὐχ ὃ ἐγὼ θέλω, ἀλλ' ὃ σύ. Παρὰ δὲ τῷ Λουκᾷ γέγραπται· Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ. Καὶ ἔστι καὶ τοῦτο ἐλλιπές. Ἐλλείπει γὰρ τὸ, Παρένεγκε. Ὁ δὲ ἄνθρωπος εἶπεν, Εἰ δυνατόν ἐστιν, ἀντὶ τοῦ, εἰ ἐνδεχόμενον.
Ἀνθρώπινον γὰρ τὸ ἐπιδοιάζειν· ὡς γὰρ Θεὸς ἐγίνωσκεν εἴτε δυνατὸν ἦν, εἴτε ἀδύνατον. Εἰκὸς δὲ, πάντα ῥηθῆναι ἀνὰ μέρος. Εἰώθαμεν γὰρ ἐν ταῖς προσευχαῖς διαφόρως τὸ αὐτὸ λέγειν. Καὶ ἔρχεται οὕτως· Τὸ οὕτως, κατ' ἐρώτησιν ἠθικὴν ἀναγνωστέον. Ἐνέτρεψε γὰρ αὐτόν, καίτοι καὶ τῶν ἄλλων καθευδόντων· ἀλλὰ τούτου διαφερόντως καθήψατο, ὡς προπετεστέρου, λέγων· Οὕτως ὑπέσχου; Οὐκ — μετ᾿ ἐμοῦ· Σὺν ἐμοὶ ἀποθανεῖν ἐπηγγείλασθε, καὶ οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ; Μάρκος δέ φησιν, ὅτι λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; Προηγουμένως μὲν γὰρ πρὸς ἐκεῖνον ἀπετείνατο, εἶτα καὶ πρὸς τοὺς ἄλλους. Γρηγορεῖτε — πειρασμόν.
Μὴ θαρρεῖτε ἑαυτοῖς, μηδὲ ἐπαγγέλλεσθε μεγάλα, ἀλλὰ προσέχετε καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Τινὲς δὲ πειρασμὸν ἐνταῦθα τὸν τῆς ἀρνήσεως ἑρμηνεύουσι. Τὸ μὲν πνεῦμα — ἀσθενής. Ἡ μὲν ψυχὴ προθυμεῖται καὶ κατατολμᾷ τοῦ κινδύνου· ἡ δὲ σάρξ, ἀσθενὴς οὖσα, ὑποστέλλεται καὶ οὐκ εὐτονεῖ· διὸ προσήκει μή, πρὸς τὴν τῆς ψυχῆς προθυμίαν βλέποντας, θρασύνεσθαι, ἀλλὰ, πρὸς τὴν τῆς σαρκὸς ἀσθένειαν ὁρῶντας, μετριοφρονεῖν. Πάλιν — θέλημά σου. Ὁ δὲ Μάρκος ἔγραψεν, ὅτι τὸν αὐτὸν λόγον εἶπεν, ὃν καὶ πρότερον. Εἰκὸς δὲ καὶ ἐκεῖνον, καὶ τοῦτον εἰπεῖν. Καὶ ἐλθὼν — βεβαρημένοι. Βεβάρηντο οὐ τῷ ὕπνῳ μόνον, ἀλλὰ καὶ τῇ λύπῃ, καθὼς εἶπε Λουκᾶς. Ἤδη γὰρ ἐπληροφορήθησαν περὶ τοῦ θανάτου αὐτοῦ.
Ὁ δὲ Μάρκος εἶπεν ὅτι Καὶ οὐκ ᾔδεισαν, τί αὐτῷ ἀποκριθῶσιν.
col. 685–686page 290 of 329
PG 129:685Καὶ ἀφεὶς εἰπών. Ἐκ δευτέρου μέν, καὶ ἐκ τρίτου προσηύξατο, διδάσκων ὅτι χρὴ πολλάκις προσεύχεσθαι, καὶ μὴ ἀποκάμνειν. Ἦλθε δὲ τὸ δεύτερον πρὸς τοὺς μαθητάς, ἐλέγχων τὴν ἀσθένειαν αὐτῶν, ὡς μηδὲ μετὰ τὴν ἐπιτίμησιν βελτιωθέντων, ἀλλὰ καὶ τοσοῦτον βεβαπτισμένων τῷ ὕπνῳ, ὅσον μηδὲ δύνασθαι ἀποκριθῆναι αὐτῷ. Διὸ οὐδὲ καθήψατο αὐτῶν τηνικαῦτα. Λουκᾶς δὲ πλατύτερον εἶπε καὶ ὅτι ὤφθη αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν, ἤγουν, ἰσχύειν καὶ κραταιοῦσθαι ἐπιφθεγγόμενος, ὡς ἀνθρώπῳ· καὶ ὅτι, καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο· παιδεύων ἡμᾶς, ἐν ἀνάγκαις ἐκτενέστερον προσεύχεσθαι· καὶ ὅτι Ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
Θρόμβοι δὲ αἵματος οἱ παχύτατοι σταλαγμοί τοῦ αἵματος. Τοῦτο δὲ εἶπε, δηλῶν οὐχ ὅτι αἷμα ἵδρωσεν, ἀλλ᾿ ὅτι παχεῖς κατήγεν ἱδρῶτας ὑπὸ τῆς ἀγωνίας. Ἵνα γὰρ μὴ δόξῃ ὑπόκρισις τὸ γινόμενον, οὐκ ἐπὶ τοῦ προσώπου μόνον ἐνδείκνυται τὴν λύπην, ἀλλὰ καὶ φανερώτερον ἐξαγορεύει ταύτην, καὶ προσεύχεται πυκνότερον, καὶ ἄγγελος αὐτῷ φαίνεται πρὸς ἀνδρείαν ἐπαλείφων, καὶ ἔτι ἀγωνιᾷ, καὶ ἐκτενέστερον προσεύχεται, καὶ ἱδρῶτες ἀδροὶ καταρρέουσι, καὶ πάντα ταῦτα καὶ ποιεῖ καὶ πάσχει, βεβαιῶν ὅτι οὐ κατὰ φαντασίαν ἐνηνθρώπησεν, ἀλλὰ κατ᾿ ἀλήθειαν.
Εἰ γὰρ καὶ τούτων ἀνθρωποπρεπῶς οὕτω γενομένων, καὶ τῆς μαρτυρικῆς καταδεέστερον γενναιότητος, ὅμως εἰσί τινες ἀπιστοῦντες τῇ ἐνανθρωπήσει αὐτοῦ, πολλῷ ἄλλον ἠπίστουν ἄν, εἰ μὴ ταῦτα γέγονεν. Ἄξιον δὲ ζητῆσαι, πόθεν οἱ εὐαγγελισταὶ μαθόντες συνεγράψαντο, τί τε προσευχόμενος εἶπε τηνικαῦτα, καὶ ποσάκις προσηύξατο, καὶ ἁπλῶς τὰ περὶ τοῦ ἀγγέλου, καὶ τὰ ἑξῆς. Οἱ μαθηταὶ γὰρ πάντες τότε μὲν ἐκάθευδον· ὕστερον δὲ ἀφέντες αὐτὸν ἔφυγον. Δοκεῖ γάρ μοι μετὰ τὴν ἀνάστασιν αὐτὸς ὁ Διδάσκαλος εἰπεῖν καὶ ταῦτα τοῖς μαθηταῖς, ὅτε δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος ἦν αὐτοῖς, ὡς ἡ βίβλος φησὶ τῶν Πράξεων. Τότε - ἀναπαύεσθε.
Ἐντρέπων αὐτοὺς τοῦτο λέγει, καὶ καθαπτόμενος, οἷα κοιμωμένων ἐν καιρῷ κινδύνου, καὶ τῶν πολλῶν αὐτοῦ περὶ τοῦ γρηγορεῖν καὶ προσεύχεσθαι παραγγελιῶν ἐπιλαθομένων, ὡσανεὶ λέγων· Ἐπεὶ μέχρι τοῦ νῦν οὐκ ἐγρηγορήσατε, τὸ λοιπὸν καθεύδετε, καὶ ἀναπαύεσθε, εἰ δύνασθε. Ἰδοὺ ἤγγικεν ἡ ὥρα. Ἡ τῆς προδοσίας. Μάρκος δέ φησιν εἰπεῖν αὐτὸν πρὸ τοῦ λόγου τούτου, ὅτι Ἀπέχει, τουτέστιν, ἔλαβε τὴν κατ᾿ ἐμοῦ ἐξουσίαν ὁ διάβολος, ἢ ἀπέχει τὰ κατ᾿ ἐμέ, ἤγουν, πέρας ἔχει. Καὶ γὰρ καὶ παρὰ τῷ Λουκᾷ εἴρηκεν, ὅτι τὰ περὶ ἐμοῦ τέλος ἔχει.
col. 687–688page 291 of 329
PG 129:687Καὶ — ἁμαρτωλῶν. Τοῦτο σαφές. ΚΕΦ. ΞΕ'. Περὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ. Ἐγείρεσθε — παραδιδούς με. Κἀντεῦθεν ἔδειξεν ὅτι ἑκὼν ἀποθανεῖται. Προειδὼς γάρ ἐρχομένους τοὺς περὶ τὸν προδότην, οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ εἰς ἀπάντησιν αὐτῶν ἐξιέναι παρασκευάζεται, λέγων· Ἄγωμεν πρὸς αὐτούς. Λουκᾶς δὲ φησιν εἰπεῖν αὐτὸν τοῖς μαθηταῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Εἰκὸς δὲ τοῦτο πρῶτον εἰπεῖν, εἶτα ἐπειπεῖν τὸ Ἐγείρεσθε, ἄγωμεν. Καὶ ἔτι τοῦ λαοῦ. Εἷς τῶν δώδεκα πρόσκειται γνώρισμα, δηλοῦν ὅτι ἐκ τοῦ πρώτου χοροῦ τῶν μαθητῶν ἦν. Καὶ ἔστι μὲν τοῦτο κατηγορία τοῦ Ἰούδα· καθάπτεται δὲ καὶ τῶν ἄλλων μαθητῶν· ἀλλ' οὐκ ἐπαισχύνονται τοῦτο γράφοντες οἱ εὐαγγελισταί.
Πανταχοῦ γὰρ τῆς ἀληθείας φροντίζουσιν. Ὁ δ' Ἰωάννης περὶ τοῦ Ἰούδα φησὶν ὅτι, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἡ σπεῖρα μὲν οὖν ἦν τάγμα στρατιωτικῶν, χρήμασιν ἀναπεισθεῖσα. Φανοὶ δὲ τὰ λεγόμενα φανάρια. Ὁ αὐτόν. [Προδότης μὲν κατὰ τὸν Ἰούδαν ὁ προδιδοὺς τὸν λόγον τοῖς πάθεσι, καὶ τὴν εὐνομίαν τῆς ψυχῆς τῇ παρανομίᾳ τῶν πράξεων. Ἀρνεῖται δὲ αὐτὸν, κατὰ τὸν Πέτρον, ὁ διὰ φόβον τὸ καλὸν παραιτούμενος.] Μετὰ τοσοῦτον δὲ ἔλεγχον, λαθεῖν ἐσπούδαζεν, ὅτι αὐτὸς αὐτὸν προδίδωσι.
Διὸ καὶ ἐκ τοῦ φανεροῦ μὲν οὐ προδίδωσι, σχηματίζεται δὲ τὸ φίλημα, θαρρήσας τῇ ἡμερότητι τοῦ Σωτῆρος, ὅτι οὐκ ἀπώσεται αὐτὸν, ὃ καὶ μᾶλλον ἱκανὸν ἦν ἐντρέψαι τοῦτον καὶ πάσης ἀποστερῆσαι συγγνώμης, ὅτι τὸν οὕτω πραότατον προεδίδου. Φοβηθεὶς δὲ μήποτε διαφύγῃ τοὺς ἐπιβουλεύοντας, ὃ πολλάκις ἐποίησε, παρήγγειλεν ὅτι Κρατήσατε αὐτόν, καὶ ἀπαγάγετε ἀσφαλῶς· τοῦτο γὰρ ὁ Μάρκος προσέθηκεν. Ἀλλ' ὁ Χριστός, ἐλέγχων αὐτὸν, μάτην ἐξασφαλιζόμενον, καὶ δεικνύων, ὅτι οὐκ ἂν τοῦτον ἄκοντα καθέξοιεν, ἐξελθὼν εἶπεν αὐτοῖς ὡς ὁ Ἰωάννης ἱστόρησε· Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ' αὐτῶν.
Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί. Ὦ λόγου δυνάμεως! οὐκ ἴσχυσαν ὑπενεγκεῖν τὸν Ἐγώ εἰμι, μόνον. Διὸ καὶ φανοὺς μὲν καὶ λαμπάδας ἔχοντες, ἐτυφλοῦντο
col. 689–690page 292 of 329
PG 129:689μετὰ τοῦ προδότου· μαχαίραις δὲ καὶ ξύλοις ὡπλισμένοι τυγχάνοντες, παρελύοντο καὶ κατέπιπτον. Ἐπεὶ δὲ ἔδειξε τὴν ἰσχὺν αὐτοῦ, τότε λοιπὸν συνεχώρησε, καὶ πάλιν αὐτοὺς ἐπηρώτησε· Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον. Ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν, ὅτι Ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν. Ὁ δὲ Ἰούδας, καὶ τούτων οὕτω γινομένων, οὐ μετεβλήθη κἂν γοῦν μικρόν, οὐδὲ τῶν δεδογμένων ἀπέσχετο. Καὶ εὐθέως αὐτόν. Φησὶ δὲ καὶ Λουκᾶς εἰπεῖν τὸν Χριστὸν πρὸς Ἰούδαν, ἐγγίσαντα φιλῆσαι αὐτόν· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Μακροθύμως γὰρ ἐξεῖπεν αὐτῷ καὶ τὸν σκοπὸν τοῦ φιλήματος, καὶ προσωνείδισε, ποιήσαντι τὸ σύμβολον τῆς ἀγάπης σύμβολον προδοσίας·
καὶ ὅμως οὐκ ἀπώσατο, ἀλλὰ καὶ τὸ φίλημα ἐδέξατο, καὶ παρέσχεν ἑαυτὸν εἰς ἀπαγωγήν. Ὁ δὲ, καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν, καὶ τῆς ἐπιεικείας καὶ ἡμερότητος, θηρίου παντὸς χαλεπώτερος ἔμενεν. Ὁ δὲ Ἰησοῦς — πάρει. Ὅρα εὐσπλαγχνίαν ἀνεκδιήγητον. Ἄχρι γὰρ καὶ παρεδόθη, ἐκήδετο τοῦ προδότου. Διὸ καὶ νῦν ἑταῖρον ὠνόμασε τὸν ἔχθιστον. Τὸ δέ, Ἐφ᾽ ᾧ πάρει, οὐκ ἐρωτηματικῶς ἀναγνωστέον· ἐγίνωσκε γὰρ, ἐφ᾽ ᾧ παρεγένετο· ἀλλ᾽ ἀποφαντικῶς. Δηλοῖ δὲ ὅτι· Δι᾽ ὃ παραγέγονας, ἤγουν, τὸ κατὰ σκοπὸν πρᾶττε, τοῦ προσχήματος ἀφέμενος. Σκοπὸς μὲν γὰρ ἦν ἡ προδοσία, πρόσχημα δὲ τὸ φίλημα καὶ ὁ λόγος. Τότε αὐτόν. Κατὰ τὸ σύνθημα. Καὶ ἰδοὺ ὠτίον.
Ὁ δὲ Λουκᾶς ἔγραψεν ὅτι Ἰδόντες οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; Καὶ ἐπάταξεν εἴς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. Ὁ δὲ Ἰωάννης ἐδήλωσε καὶ τὸν πατάξαντα, εἰπών· Σίμων οὖν Πέτρος ἔχων μάχαιραν, εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. Ἔτι γὰρ τῶν ἄλλων ἐρωτώντων, αὐτὸς οὐκ ἀναμείνας τὴν ἀπόκρισιν, οἷα θερμότατος, ἐπάταξεν μὲν κατὰ τῆς κεφαλῆς, ἀπέκοψε δὲ τὸ ὠτίον. Εἶχον γὰρ δύο μαχαίρας, ὡς ἔφη Λουκᾶς, ἀπὸ τοῦ δείπνου ταύτας, ὡς ἔοικε, λαβόντες, μεγάλας οὔσας, ὥστε χρῆσθαι πρὸς ἄμυναν τῶν ἐπιέναι μελλόντων.
Ἰδὼν δὲ τὸ γεγονὸς ὁ Χριστός, εἶπεν· Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ, ἰάσατο
col. 691–692page 293 of 329
PG 129:691μὲν οὖν ὁ Χριστὸς ὅτι ἕως τούτου, ἐνέφηνεν, ὅτι κατ' οἰκονομίαν ἀφῃρέθη τὸ οὖς ὁ δοῦλος τοῦ ἀρχιερέως, εἰς σημεῖον τοῦ ἀφαιρεθῆναι τοὺς ἀρχιερεῖς ὑπὸ φθόνου τὸ ἀκούειν τῶν περὶ αὐτοῦ προφητειῶν, ἤγουν, τὸ συνιέναι ταύτας. Ἰασάμενος δὲ αὐτὸν, ἔδειξε μὲν καὶ τὸν εἰς αὐτοὺς ἔλεον, καὶ ὅτι ἠμύνατο ἂν αὐτοὺς, εἴπερ ἤθελεν. Ἐδίδαξε δὲ καὶ ὅτι χρὴ μᾶλλον εὐεργετεῖν τοὺς κακῶς ποιοῦντας. Ἀλλὰ πῶς ὁ μὴ ἀμύνεσθαι προσταχθεὶς πατάσσει ἐν μαχαίρᾳ; Πρῶτον μὲν οὐχ ὑπὲρ ἑαυτοῦ τοῦτο πεποίηκεν, ἀλλ' ὑπὲρ τοῦ Διδασκάλου· ἔπειτα καὶ οὔπω τέλειος ἦν· ὕστερον δὲ βλέπε τοῦτον μυρία πάσχοντα, καὶ πράως ἅπαντα ὑπομένοντα.
Θαυμάσεις δ' ἄν τις, πῶς οὐ συνέλαβον καὶ τοὺς μαθητὰς, καὶ κατέκοψαν, διὰ τὸ γεγενημένον εἰς τὸν δοῦλον τοῦ ἀρχιερέως. Ἀλλ' ὄντως ἡ πηρώσασα καὶ ῥίψασα τούτους δύναμις ἐκείνη καὶ τότε διεσκέδασε τὴν ἐπὶ τῇ ἀποκοπῇ τοῦ ὠτίου θυμὸν αὐτῶν. Τότε λέγει — ἀποθανοῦνται. Ἐπιτιμήσας αὐτῷ, ἐδίδαξε μηδ' ὑπὲρ τοῦ Θεοῦ χρῆσθαι μαχαίρᾳ. Διὰ δὲ τῆς μαχαίρας καὶ πᾶν ὅπλον ἐκώλυσε. Τὸ δὲ Πάντες οἱ λαβόντες μάχαιραν, προφητεία ἐστὶ τῆς διαφθορᾶς τῶν ἐπελθόντων αὐτῷ Ἰουδαίων. Ὁ δ' Ἰωάννης εἰπεῖν αὐτὸν λέγει καὶ ὅτι τὸ ποτήριον, ὃ δέδωκέ μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό· δεικνύοντα ὅτι οὐ τῆς ἐκείνων δυνάμεως ἐστι τὸ γινόμενον, ἀλλὰ τῆς τοῦ Πατρὸς παραχωρήσεως, καὶ ὅτι ὑπήκοός ἐστι τῷ Πατρὶ μέχρι θανάτου.
Ἢ δοκεῖς — ἀγγέλων; Λεγεών ἐστι τάγμα στρατιωτικὸν πολυάριθμον. Οὐκ εἶπε δὲ, ὅτι Δύναμαι αὐτοὺς ἀπολέσαι, ἵνα μὴ δόξῃ λέγειν ἀπίθανα, διὰ τὰ προλαβόντα πάθη, τὴν λύπην, τὴν δειλίαν, τὴν ἀγωνίαν, τοὺς ἱδρῶτας, καὶ ὅσα πρὸ μικροῦ πέπονθεν ὡς ἄνθρωπος. Οὔπω γὰρ τὴν προσήκουσαν περὶ αὐτοῦ ὑπόληψιν εἶχον. Διὰ τοῦτο οὖν ταπεινὰ φθέγγεται. Τοσαύτας δὲ λεγεώνας εἶπεν ἀγγέλων, ἵνα ἐκ περιουσίας παραθαρρύνῃ τούτους ἀποτεθνηκότας τῷ δέει. Καὶ γὰρ εἷς ἄγγελος ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας ἀνεῖλεν ἐν βραχεῖ πάλαι. Πῶς γενέσθαι; Εἰ μὴ οὕτως ἀναιρεθῶ, φησί, πῶς πληρωθῶσιν αἱ Γραφαὶ αἱ προφητικαί, ὅσαι περὶ τοῦ θανάτου μου διεξίασιν; οἱ γράφουσαι ὅτι οὕτω δεῖ γενέσθαι, ὅτι οὕτω χρὴ ἀποθανεῖν με.
Ἐν ἐκείνῃ — ἐκρατήσατέ με. Δείκνυσι καὶ τούτοις ὅτι οὐχ ὑπὸ τῆς αὐτῶν κατεσχέθη δυνάμεως. Ὥσπερ γὰρ τότε κατασχεῖν αὐτὸν οὐκ ἠδυνήθησαν, οὕτως οὐδὲ νῦν, εἰ μὴ πάντως ἠθέλησεν. Λουκᾶς δέ φησιν εἰπεῖν ταῦτα πρὸς τοὺς παραγενομένους
col. 693–694page 294 of 329
PG 129:693ἐπ' αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους. Εἰκὸς δὲ καὶ πρὸς τούτους κακείνους. Φαίνεται δὲ, ὅτι ὁ μὲν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, προῆγεν· εἵποντο δὲ καί τινες τῶν ἀρχιερέων καὶ στρατηγῶν τοῦ ἱεροῦ καὶ πρεσβυτέρων, οὓς νῦν ὁ Λουκᾶς ἐδήλωσεν· ἅμα μὲν παραθήγοντες τοὺς ἀπεσταλμένους, ἅμα δὲ καὶ θεωροῦντες, ἵνα μὴ δωροδοκηθῶσι. Στρατηγοὺς δὲ τοῦ ἱεροῦ λέγει τοὺς φυλάσσοντας αὐτὸ μετὰ τῶν στρατιωτῶν, οἷς καὶ ἀνωτέρω συνελάλησεν ὁ Ἰούδας. Τοῦτο δὲ — προφητῶν. Τοῦτο δὲ ὅλον, δηλαδή, τὸ θελῆσαι κατασχεθῆναι με, γέγονεν, ἵνα τέλος λάβωσιν αἱ Γραφαὶ τῶν προφητῶν, ὅσαι περὶ τοῦ θανάτου μου διαλαμβάνουσι. Τότε ἔφυγον.
Ἀκούσαντες, ὅτι ἑκὼν ἑαυτὸν παρέδωκε κατὰ τὰς Γραφάς, καὶ ἰδόντες, ὅτι οὐκ ἔτι διαφεύξεται, λοιπὸν ἔφυγον, κατὰ τὴν ἀψευδῆ πρόρρησιν αὐτοῦ. Μάρκος δὲ προσέθηκεν ὅτι καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι· ὁ δὲ καταλιπὼν τὴν σινδόνα, γυμνὸς ἔφυγεν ἀπ' αὐτῶν. Τινὲς μὲν οὖν φασιν ἀπὸ τῆς οἰκίας ἐκείνης εἶναι τὸν νεανίσκον, ἐν ᾗ τὸ πάσχα ἔφαγεν ὁ Χριστός· ἕτεροι δὲ λέγουσιν εἶναι τοῦτον Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, ὃς καὶ παρ' ὅλην τὴν ἑαυτοῦ ζωὴν ἑνὶ περιβολαίῳ ἐκέχρητο. Περιεβέβλητο δὲ τὴν σινδόνα ἐπὶ γυμνοῦ, τοῦ σώματος δηλονότι. Οἱ δὲ συνήχθησαν. Τὰ ὅμοια καὶ Μάρκος ἔγραψε καὶ Λουκᾶς·
ὁ δ' Ἰωάννης πλατύτερον καὶ ἀκριβέστερον τὰ ἐντεῦθεν γράφων, οἷα παρὼν αὐτοῖς, οὕτω φησίν· Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτὸν, καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. Εἶτα κατὰ μέρος ἀπαγγείλας τὰ ἐν τῷ οἴκῳ τοῦ Ἄννα γενόμενα, ἅπερ οἱ ἄλλοι παρέδραμον εὐαγγελισταί, τέλος λέγει· Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. Ὁ δὲ Πέτρος — ἀρχιερέως. Ὑποστρέψαντες εὐθὺς αὐτὸς καὶ ὁ Ἰωάννης παρηκολούθουν. Ὁ δ' Ἰωάννης συνεχωρεῖτο καὶ πλησιάζειν, οἷα γνωστὸς τῷ ἀρχιερεῖ, καθὼς αὐτὸς ἱστορεῖ.
Ἀλλ' οἱ μὲν τρεῖς εὐαγγελισταὶ τοῦ Πέτρου μόνον μνημονεύουσι συμφώνως διὰ τὸ ἀναγκαῖον, ἵνα τε δείξωσι τὴν περὶ τῆς ἀρνήσεως αὐτοῦ πρόῤῥησιν τοῦ Σωτῆρος εἰς τέλος ἐκβεβηκυῖαν, καὶ ἵνα διδάξωσιν, ὁποῖόν ἐστι κακὸν τὸ θαρρεῖν ἐφ' ἑαυτῷ τινα, καὶ μὴ ἐπὶ τῷ Θεῷ. Ὁ δ' Ἰωάννης καὶ ἑαυτοῦ ἐμνημόνευσεν ἀκρι
col. 695–696page 295 of 329
PG 129:695δολογίας ἕνεκα· πλὴν ἵνα μὴ δόξῃ ἐπαινεῖν ἑαυτὸν ὡς ἐν τοιούτοις δεινοῖς ἀκολουθοῦντα τῷ διδασκάλῳ, παρεσιώπησε τὸ ἴδιον ὄνομα, καὶ εἶπεν, Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής. Καὶ εἰσελθὼν τέλος. Οἱ μὲν τρεῖς εὐαγγελισταὶ τὰς τρεῖς ἀρνήσεις τοῦ Πέτρου ἐν τῇ τοῦ Καϊάφα αὐλῇ γενέσθαι λέγουσιν, ὁ δ᾽ Ἰωάννης ἐν τῇ τοῦ Ἄννα, τοῦ πενθεροῦ αὐτοῦ. Καὶ οὐκ ἔστι τοῦτο διαφωνία. Καὶ γὰρ ἀμφοτέρων εἷς οἶκος καὶ μία αὐλὴ, ἔχουσα ἐν ἑαυτῇ δύο διαίτας ἰδιαιτάτας. Χρὴ δὲ γινώσκειν ὅτι ὁ Ματθαῖος μὲν πρῶτον παιδίσκην λέγει πτοῆσαι τὸν Πέτρον· εἶτα ἄλλην· ἔπειτα τοὺς ἑστῶτας· Μάρκος δὲ πρῶτον παιδίσκην, εἶτα τὴν αὐτὴν πάλιν, ἔπειτα τοὺς παρεστῶτας·
Λουκᾶς δὲ πρῶτον παιδίσκην, εἶτα ἕτερον, ἔπειτα ἄλλον τινά· Ἰωάννης δὲ πρῶτον παιδίσκην, τὴν θυρωρόν· εἶτα τινάς· ἔπειτα ἕνα τῶν δούλων τοῦ ἀρχιερέως, συγγενῆ, οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον. Πλὴν ἐὰν προσέχωμεν, οὐδ᾽ οὕτω διαφωνία τις εὑρεθήσεται. Ἐπὶ μὲν γὰρ τῆς πρώτης ἀρνήσεως ἡ αὐτὴ παιδίσκη ἐστὶν, ἡ παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς μνημονευομένη· ἐπὶ δὲ τῆς δευτέρας τινὰς ὁ Ἰωάννης ἐνέφηνεν ἐρωτῆσαι τὸν Πέτρον, οἵτινες ἦσαν ἡ παιδίσκη τε, περὶ ἧς εἶπε Ματθαῖος, καὶ ἡ πρώτη παιδίσκη, περὶ ἧς ἔφη Μάρκος, καὶ ὁ ἕτερος, περὶ οὗ ἱστόρησε Λουκᾶς· ἐπὶ δὲ τῆς τρίτης ἀρνήσεως ὁμοίως Μάρκος καὶ Ματθαῖος τοὺς παρεστῶτας εἶπον ἐρωτῆσαι αὐτὸν, ἐν οἷς ἔμελλεν εἶναι καὶ ὁ ἄλλος, ὁ παρὰ τῷ Λουκᾷ.
Οὗτος δέ ἐστιν ὁ παρὰ τῷ Ἰωάννῃ δοῦλος τοῦ ἀρχιερέως. Ἐπεὶ οὖν, ἅπερ ἔδει σημειώσασθαι, παρετηρήσαμεν, λοιπὸν ἑρμηνευτέον τὰ ἑξῆς, ἅπερ ἐν τῷ οἴκῳ μὲν τοῦ Καϊάφα γεγόνασιν, οὐκ ἐμνημονεύθησαν δὲ παρὰ τοῦ Ἰωάννου, διὰ τὸ ῥηθῆναι παρὰ τῶν ἄλλων. Οἱ δὲ ἀρχιερεῖς — εὗρον. Ὡς μὲν ἐκείνοις ἐδόκει, μαρτυρίαν, ὡς δὲ τῇ ἀληθείᾳ, ψευδομαρτυρίαν. Ἢ καὶ γινώσκοντες ὅτι μαρτυρίαν οὐχ εὑρήσουσι κατὰ τοῦ ἀνεπιλήπτου, λοιπὸν ἐζήτουν ψευδομαρτυρίαν. Ἐβούλοντο γὰρ ὡς ὑπεύθυνον καταδικάσαι αὐτόν. Διὸ καὶ σχηματίζουσι δικαστήριον καὶ ζητοῦσι ψευδομαρτυρίαν, αὐτοὶ καὶ δικασταὶ καὶ κατήγοροι γινόμενοι, καὶ σπουδάζοντες παρ᾽ ἑαυτοῖς τοῦτον καταδικάσαι.
Ἠπίσταντο γὰρ ὅτι παρ᾽ ἑτέροις δικασταῖς οὐκ ἂν ποτε τούτου περιγένοιντο.
col. 697–698page 296 of 329
PG 129:697Καὶ πολλῶν — εὗρον. Ἐναντία γὰρ ἀλλήλοις ἐμαρτύρουν. Φησὶ γὰρ ὁ Μάρκος ὅτι Καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. Ἐπληροῦτο δὲ καὶ ἡ Δαυιτικὴ προφητεία ἡ λέγουσα· Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Ὕστερον — αὐτόν. Εἶπεν, ἀλλ' οὐκ εἶπε, Λύω, ἀλλὰ, Λύσατε, οὐδὲ περὶ τοῦ ναοῦ τοῦ χειροποιήτου, ἀλλὰ περὶ τοῦ ἰδίου σώματος. Διὰ τοῦτο οὖν καὶ τούτους ψευδομάρτυρας ὁ εὐαγγελιστὴς ὠνόμασε. Μάρκος δέ φησι· Καί τινες ἀναστάντες, ἐψευδομαρτύρουν κατ' αὐτοῦ, λέγοντες, ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι Ἐγώ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. Πολλοὶ μὲν γὰρ περὶ τῆς τοιαύτης ὑποθέσεως ἐμαρτύρουν·
δύο δὲ ὡμοφώνησαν, οὓς εἶπε Ματθαῖος· οἱ δ' ἄλλοι διεφώνουν, δι' οὓς εἴρηκεν ὁ Μάρκος, ὅτι οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. Καὶ ἀναστὰς — ἐσιώπα. Βλέπων μὲν καὶ τὸ δικαστήριον παράνομον· ἐῴκει γὰρ λῃστῶν κριτηρίῳ καὶ τυραννικῷ βήματι· εἰδὼς δὲ καὶ ὅτι μάτην ἀποκρινεῖται παρὰ τοιούτοις, ἐσιώπα. Καὶ ἀποκριθεὶς — τοῦ Θεοῦ. Ἐξορκίζει, βουλόμενος αὐτὸν εἰς ἀπολογίαν καταστῆσαι, ἵνα, ταύτης δραξάμενος, ἐκ ταύτης τοῦτον καταδικάσῃ. Προστίθησι δὲ τὸ, Ὁ Υἱὸς τοῦ Θεοῦ, διότι καὶ οἱ βασιλεῖς καὶ οἱ προφῆται χριστοὶ ἀπὸ τοῦ χρίεσθαι ὠνομάζοντο. Μάρκος δέ φησιν ὅτι ὁ Υἱὸς τοῦ εὐλογητοῦ, ἤτοι, τοῦ Θεοῦ, τοῦ εὐλογητοῦ, τοῦ ὑμνητοῦ. Λέγει — εἶπας.
Κἀνταῦθα, περιαιρουμένου τοῦ Εἰ, ὑπολιμπάνεται, σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει δὲ Μάρκος εἰπεῖν αὐτὸν ἔτι Ἐγώ εἰμι. Καὶ ἄμφω γὰρ εἶπε, Σὺ εἶπας ὅτι ἐγώ εἰμι. Γινώσκων οὖν ὅτι οὐ πιστευθήσεται, ὅμως κατατίθεται, ἵνα μὴ δύνωνται λέγειν ὕστερον ὅτι Εἰ μετὰ τὸ ἐξορκισθῆναι ὡμολόγησεν, ἐπιστεύσαμεν ἄν. Πλὴν — οὐρανοῦ. Ἀπάρτι, ἀντὶ τοῦ, Μετὰ μικρόν. Δηλοῖ δὲ τὸν μέχρι τῆς ἀναστάσεως αὐτοῦ καιρόν. Ὄψεσθέ με, τὸν παρ' ὑμῶν ἀναιρούμενον, καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τῆς τοῦ Θεοῦ, ἤγουν σύνθρονον τῷ Θεῷ καὶ Πατρί. Ἔτι δὲ καὶ ἐρχόμενον κατὰ τὴν δευτέραν παρουσίαν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Θεόν.
Ὄψεσθε δὲ εἶπεν, οὐχ ὡς δυναμένων οὕτως ἰδεῖν αὐτόν, ἀλλ' ὡς διαμαρτυρόμενος ἢ καὶ πρὸς τοὺς μέλλοντας ἐξ αὐτῶν
col. 699–700page 297 of 329
PG 129:699πιστεύειν ὁ λόγος. Τὸ δὲ Ὄψεσθε δηλοῖ καὶ τὸ, Γνώσεσθε. Φησὶ δὲ καὶ ὁ Λουκᾶς ὅτι ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ· τουτέστι, Βραχύς ὁ καιρὸς τῆς κατ' ἐμοῦ ἐπιβουλῆς· οὐκ εἰς μακρὰν γὰρ ἀνώτερος τῶν ἐπιβουλευόντων γενήσομαι. Τότε – μαρτύρων; Ἔθος τοῖς Ἰουδαίοις, ὅταν τι χαλεπὸν καὶ φρικτὸν ἴδωσιν ἢ ἀκούσωσι, διαρρήσσειν τὰ ἱμάτια αὐτῶν, ὅπερ καὶ νῦν ὁ ἀρχιερεύς ἐποίησεν, ὡς ἀκούσας δῆθεν βλασφημίας οὐκ ἀνεκτῆς. Ἅμα δὲ καὶ ἄκων, ἀφ᾽ ὧν ἐποίησε, προεφήτευσεν, ὅτι διαρρηχθήσεται ἡ ἀρχιερωσύνη τῶν Ἰουδαίων. Ἴδε – δοκεῖ;
Αὐξήσας τὴν κατηγορίαν τοῦ λεχθέντος, καὶ βλασφημίαν τοῦτο καλέσας, καὶ προκαταδικάσας αὐτὸν, καὶ ὁδὸς ἤδη καὶ τοῖς ἄλλοις εἰς τὸ καταδικάσαι γενόμενος, λοιπόν, ὡς φανεροῦ τοῦ πλημμελήματος ὄντος, ἀναγκάζει καὶ αὐτοὺς ἀποφήνασθαι, ἵνα, κυρωθείσης οὕτω τῆς καταδίκης, ὑπεύθυνον ἀπεντεῦθεν αὐτὸν παραδῷ τῷ Πιλάτῳ πρὸς ἀναίρεσιν. Οἱ δὲ – ἐστίν. Ὅπερ ἐβούλοντο, τοῦτο καὶ ἀπεφήναντο. Διεφθαρμένης οὖν γνώμης διεφθαρμένη καὶ ἡ ἀπόφασις. Ὁ δὲ Λουκᾶς ἔγραψεν ὅτι καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες· Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε.
Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. Εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. Οἱ δὲ εἶπον· Τί ὅτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. Εἰκός γὰρ καὶ τὸν ἀρχιερέα, καὶ τοὺς συνεδριάζοντας ἐπερωτᾷν καὶ ἀνακρίνειν αὐτὸν, πάλιν τε αὐτὸν ἀποκρίνεσθαι καὶ πρὸς ἐκεῖνον, καὶ πρὸς αὐτοὺς. Καὶ διατί μὴ λάθρα τοῦτον ἀνεῖλον; Διὰ τὸ μὴ δόξαι κατὰ φθόνον αὐτὸν ἀνελεῖν. Ἐσπούδαζαν οὖν δημοσίᾳ τοῦτον ὡς κακοῦργον ἀναιρεθῆναι, μηχανώμενοι βλάψαι τὴν ὑπόληψιν αὐτοῦ. Διὰ τοῦτο γὰρ καὶ σταυρῷ τοῦτον ἀναιρεθῆναι ᾐτήσαντο, καὶ λῃστὰς αὐτῷ συνεσταύρωσαν.
Γέγονε δὲ τοὐναντίον, οἷς ἐβούλοντο. Δημοσίᾳ γὰρ ἀναιρεθέντος, μᾶλλον ἐξέλαμψεν ἡ δόξα αὐτοῦ. Καὶ ἐπὶ τοῦ τάφου δὲ πάλιν αἱ σφραγίδες καὶ ἡ παραφυλακὴ μᾶλλον διαλάμψαι τὴν ἀλήθειαν πεποιήκασι. Τότε αὐτοῦ. Φρίξον, οὐρανὲ καὶ γῆ καὶ σύμπασα κτίσις, εἰς οἷον πρόσωπον οἵαν ἀτιμίαν ἐπήγαγον! Καὶ – παίσας σε; Ἐπεὶ παρὰ πολλοῖς προφή
col. 701–702page 298 of 329
PG 129:701τῆς ἐλέγετο, διέπαιζον αὐτὸν, ὡς ψευδοπροφήτην. Περικαλύψαντες γὰρ ἱματίῳ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ βλέπειν, ὡς Μάρκος καὶ Λουκᾶς εἶπον, τοῦτο μὲν ἐκολαφιζον, τοῦτο δὲ ἐῤῥάπιζον, λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; Ἔστι δὲ κολαφισμὸς μὲν τὸ παίειν κατὰ τοῦ τραχήλου κοίλῃ ἀφῇ, πρὸς τὸ ποιεῖν ψόφον· ῥαπισμὸς δὲ τὸ παίειν κατὰ τοῦ προσώπου. Μετὰ γὰρ τὴν ἄδικον καταδίκην, ὡς ἄτιμόν τινα καὶ τριωβολιμαῖον λαβόντες μέσον αὐτὸν, οἱ μὲν πᾶσαν εἰς αὐτὸν ἐνεδείκνυντο παροινίαν, οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ δοῦλοι, καὶ παντοίαν ἐκίνουν κατ' αὐτοῦ μανίαν, καὶ ἡδέως τῆς λύττης ἐνεφοροῦντο· ὁ δὲ πάντα μεγαλοψύχως ὑπέμενε, διδάσκων ἀνέχεσθαι.
Καὶ ἦν παρ' ἐκείνοις μὲν, κακίας ὑπερβολή, παρὰ τούτῳ δὲ, ἀνεξικακίας. Ἄξιον δὲ θαυμάσαι καὶ τοὺς εὐαγγελιστάς, πῶς καὶ τὰ δοκοῦντα ἐπονείδιστα φιλαληθῶς ἐπαγγέλλουσι, καὶ οὔτε τὸν Ἰούδαν ἢ τοὺς Ἰουδαίους ὡς ἐχθροὺς διασύρουσιν, οὔτε τὸν Διδάσκαλον ὡς διδάσκαλον ὑψοῦσιν· ἀλλ' ἀπαθῶς ἅπαντα διηγοῦνται, καὶ μόνης τῆς ἀληθείας φροντίζουσι, καὶ πανταχοῦ γίνονται τῆς χρείας. Ὁ δὲ Πέτρος εἰ λέγεις. Σκόπει, πῶς τὸν πρὸ μικροῦ τηλικαῦτα μεγαλαυχήσαντα θεραπαινίδιον ἀσθενὲς ἐπτόησεν, ὡς ὑπὸ τῆς θείας χάριτος ἐγκαταλειφθέντα. Ἐξελθόντα δὲ αὐτὸν — τὸν ἄνθρωπον. Φεῦ! οἷα διέθηκεν αὐτὸν ὁ φόβος. Οὐ μόνον γὰρ ἠρνήσατο, ἀλλὰ καὶ μεθ' ὅρκου.
Ἐξῆλθε δὲ, οὐκ ἔξω τοῦ πυλῶνος, ἀλλ' εἰς τὸν πυλῶνα, τουτέστιν, εἰς τὸ προαύλιον, ὡς ὁ Μάρκος εἶπε. Μετὰ μικρόν — τὸν ἄνθρωπον. Ὁ δὲ Μάρκος ἔγραψεν ὅτι καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει· εἶχον γάρ τι παράσημον στολῆς οἱ Γαλιλαῖοι, ναὶ μὴν καὶ ἰδιώματά τινα διαλέκτου. Καταθεματίζειν δέ ἐστι τὸ ἀναθεματίζειν. Οὕτω γὰρ ὁ Μάρκος εἶπε, καὶ ἄμφω δὲ ταυτὶ τὸ καταρᾶσθαι δηλοῦσι. Καὶ εὐθέως — με. Μάρκος δέ φησιν, ὅτε μὲν ἅπαξ ὁ Πέτρος ἠρνήσατο, τότε τὸν ἀλέκτορα φωνῆσαι τὸ πρῶτον· ὅτε δὲ τρίτον, τότε τὸ δεύτερον. Ἐσημειώσατο δὲ τοῦτο, δηλῶν ὅτι οὔτε ἡ πρώτη φωνὴ τοῦ ἀλέκτορος ἀνέμνησεν αὐτόν. Καὶ ὁ Λουκᾶς δὲ λέγει πάλιν ὅτι μετὰ τὸ φωνῆσαι τὸν ἀλέκτορα,
col. 703–704page 299 of 329
PG 129:703στραφεὶς ὁ Κύριος, ἐνέβλεψε τῷ Πέτρῳ, διὰ τοῦ βλέμματος ὑπομιμνήσκων αὐτόν. Τοσούτον γὰρ αὐτοῦ κατεκράτησεν ὁ φόβος, ὡς ἀποτεθνηκέναι μικροῦ, καὶ τοῦ ἀλέκτορος φωνήσαντος οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς, μηδ' οὕτως εἰς αἴσθησιν ἐλθεῖν, ἀλλὰ δεηθῆναι καὶ τοῦ βλέμματος τοῦ Σωτῆρος. Ἴδε γοῦν ἀσθένειαν, πῶς ἐν βραχεῖ καιρῷ τρίτον ἠρνήσατο, καὶ ἐκ διαδοχῆς τὰς τρεῖς ἀρνήσεις ἐποιήσατο, καὶ οὐκ ἐταζόμενος, ἀλλ', ὡς ἔτυχε, κατὰ πάροδον ἐρωτώμενος. Καὶ ἐξελθὼν — πικρῶς. Ἐξῆλθεν ἔξω, φοβούμενος μήποτε κλαίων κατασχεθῇ καὶ αὐτός. Ἔκλαυσε δὲ οὐχ ἁπλῶς, ἀλλὰ πικρῶς. Ὁ δὲ Μάρκος εἶπεν ὅτι ἐπιβαλὼν ἔκλαιεν· ἐπιβαλών, ἀντὶ τοῦ, ἀρξάμενος. Ἰωάννης δὲ καὶ τοῦτο παρέδραμεν, ὡς ταῖς ἄλλοις εἰρημένον.
Εἶδες τὴν ἁμαρτίαν, ἴδε καὶ τὴν μετάνοιαν. Διὰ τοῦτο γὰρ καὶ αἱ ἁμαρτίαι καὶ αἱ μετάνοιαι τῶν ἁγίων ἐγράφησαν, ἵνα, ὅταν ἁμάρτωμεν, μιμώμεθα τὴν τούτων μετάνοιαν. Παρεχωρήθη δὲ πεσεῖν ὁ Πέτρος οὐ μόνον διὰ τὰς ἀνωτέρω ῥηθείσας αἰτίας, ἀλλὰ καὶ ἵνα μάθῃ συγγνωμονεῖν τοῖς ὀλισθαίνουσιν, ἐκ τῆς οἰκείας ἀσθενείας καὶ τὴν τούτων ἐπιγινώσκων· ἔμελλε γὰρ ποιμὴν καταστῆναι· καὶ ἵνα τελεσιουργὸς μεγάλων θαυμάτων γινόμενος, μετριοφρονῇ, καὶ τοῦ πτώματος μνημονεύων, τῷ Θεῷ τὸ πᾶν ἐπιγράφηται. Καὶ Παῦλος γὰρ πειρασμοῖς ἀφέθη παλαίειν, ἵνα μὴ, ὡς αὐτός φησιν, ὑπεραίρηται· τὸ δὲ μείζον, ἵνα τοῖς ἁμαρτάνουσι λαμπρὸν εἴη παράδειγμα μετανοίας.
Εἰ γὰρ ὁ κορυφαῖος τῶν μαθητῶν, ὁ τηλικούτων δυνάμεων τὰς μὲν ἰδών, τὰς δὲ τελέσας, ὕστερον ὠλίσθησεν εἰς ἄρνησιν, εἶτα τὸ πεπλημμελημένον ἐπιγνοὺς καὶ μετανοήσας, οὐ μόνον ἐν ὀλίγῳ καιρῷ τέλεον ἅπαν ἀπήλειψεν, ἀλλὰ καὶ ποιμὴν τῶν ἄλλων μαθητῶν προεβλήθη, καὶ πολλῶν καὶ μεγάλων θαυμάτων αὐτουργὸς ἐχρημάτισεν· οὐδένα πεσόντα χρὴ καταπεσεῖν, ἀλλ' αὐτίκα μετανοεῖν, ἐννοοῦντα τὸν πλοῦτον τῆς τοῦ Δεσπότου χρηστότητος. Κἀνταῦθα δὲ παρατηρητέον ὅτι Ματθαῖος μὲν καὶ Μάρκος ἔγραψαν πρώτον γενέσθαι τὴν παρὰ τοῦ ἀρχιερέως ἐρώτησιν, εἶτα τὰς ἀπὸ τῶν Ἰουδαίων ἀτιμίας, ἔπειτα τὰς ἀρνήσεις τοῦ Πέτρου· Λουκᾶς δὲ πρῶτον τὰς ἀρνήσεις· εἶτα τὰς ἀτιμίας, ἔπειτα, γενομένης ἡμέρας λοιπόν, τὴν ἐρώτησιν.
Οἱ μὲν γὰρ οὐ μόνον ἀπήγγειλαν τὰ πεπραγμένα, ἀλλὰ καὶ τῆς τάξεως αὐτῶν ἐφρόντισαν· ὁ δέ, μόνης τῆς ἀπαγγελίας τῶν πεπραγμένων γενόμενος, τῆς τάξεως αὐτῶν οὐκ ἐφρόντισεν. Πρωίας ἡγεμόνι. Ὁμοίως καὶ Μάρκος καὶ Λουκᾶς εἶπον. Ἰωάννης δέ φησιν ὅτι Ἄγουσι τὴν
col. 705–706page 300 of 329
PG 129:705Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον. Ἦν δὲ πρωΐα. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Δι' ὅλης γὰρ τῆς νυκτὸς ἤταζον αὐτὸν, καὶ μετέφερον. Ἀλλ' ὢ τῆς ἀνοίας! φονῶντες μὲν, καὶ εἰς θάνατον παραδιδόντες, οὐκ ἐδόκουν μιαίνεσθαι· τὸ δ' ἐπιβῆναι τοῦ δικαστηρίου μιασμὸν ἐνόμιζον οἱ τὴν κώνωπα διυλίζοντες καὶ τὴν κάμηλον καταπίνοντες. ΚΕΦ. ΞΖ'. Περὶ τῆς Ἰούδα μεταμελείας. Τότε — ἀθῶον. Ἰδὼν ὅτι κατεκρίθη θανάτῳ παρὰ τῶν Ἰουδαίων ὁ Χριστός. Ἔδει δὲ πρὸ τῆς προδοσίας μεταμεληθῆναι. Ἀλλὰ τοιοῦτος ὁ διάβολος· πρὸ μὲν τῆς ἁμαρτίας οὐκ ἀφίησιν ἰδεῖν τὸ κακὸν, ἵνα μὴ γένηται μετάνοια·
μετὰ δὲ τὸ ἀπαρτισθῆναι τὴν ἁμαρτίαν, ἀφίησιν ἰδεῖν, ἵνα λυπήσῃ καὶ εἰς ἀπόγνωσιν συνελάσῃ. Ἥμαρτον, φησί, παραδοὺς αἷμα ἀθῶον, εἰς τὸ χυθῆναι. Οἱ δὲ — ὄψει. Καὶ ὁ Ἰούδας εἰπὼν ὅτι Ἥμαρτον, παραδοὺς αἷμα ἀθῶον, ἀδίκως αὐτὸν ἀποθνήσκειν ἐμαρτύρησε· καὶ οἱ Ἰουδαῖοι, φήσαντες, Τί πρὸς ἡμᾶς; σὺ ὄψει, τῇ μαρτυρίᾳ τούτου συγκατέθεντο καὶ ἡ ἀλήθεια παρὰ τῶν ἐχθρῶν ὡμολογήθη. Τοῦ θυμοῦ δὲ θήγοντος, ἅπαν τὸ ἔγκλημα προσάψαντες τῷ Ἰούδᾳ, λοιπὸν αὐτοὶ τῷ πάθει μεθύοντες, ἐπὶ τὸν φόνον ἠπείγοντο. Καὶ — ἀπήγξατο. Τὸ μὲν ἐξομολογήσασθαι τὴν ἁμαρτίαν ἐνώπιον πάντων, καὶ τὸ ῥίψαι τὰ ἀργύρια, μεταμελείας εἰσί· τὸ δὲ ἀπάγξασθαι ἀπογνώσεως. Ἐπέγνω μὲν γὰρ τὸ κακὸν, καὶ μετεμελήθη, καὶ ἐξωμολογήσατο·
οὐκ ἐζήτησε δὲ συγγνώμην παρὰ τοῦ δυναμένου δοῦναι ταύτην. Οὐ γὰρ ἀφῆκεν αὐτὸν ὁ διάβολος μετανοήσαι πρὸς τὸν Χριστὸν, εἰς ὃν ἐξήμαρτεν· ἀλλὰ προεξήγαγε τοῦτον τῆς μετανοίας, ὡς μὴ φέροντα τὸν ἀπὸ τοῦ συνειδότος ἔλεγχον. Δέον οὖν ἐπὶ τὸν ἀνεξίκακον τοῦτον καταφυγεῖν· ὁ δὲ μᾶλλον ἐπὶ τὸν θάνατον κατέφυγεν, ὅπως θᾶττον ἀπαλλαγείη τῆς κατεγνωσμένης καὶ ἐπωδύνου ζωῆς. Καὶ οὐδὲ τούτου παραυτίκα τετύχηκεν, ὡς ἐγλίχετο· διαγνωσθεὶς γὰρ ὑπό τινων, καθῃρέθη τῆς ἀγχόνης· εἶτα ἐν ἰδιάζοντι τόπῳ διέζησε καιρὸν ὀλίγον, καὶ πρηνὴς γενόμενος, εἴτουν, πεπρησμένος, ἐξωγκωμένος, ἐλάκισε καὶ διερράγη μέσος, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ, καθώς φησιν ἡ βίβλος τῶν Πράξεων. Εἰ δὲ καὶ γέγραπται ἐν αὐτῇ ὅτι
col. 707–708page 301 of 329
PG 129:707μετὰ τὴν ἀγχόνην, ὥς τινες οἴονται. Τοῦτο γὰρ ἑρμηνεύων ὁ Χρυσόστομος, τὸν ἀγρὸν τοῦ κεραμέως εἶναι τὸ χωρίον ἐκεῖνο λέγει. Τὰ τριάκοντα γὰρ ἀργύρα, ἐξ ὧν ἠγοράσθη οὗτος, μισθὸς ἦσαν τῷ Ἰούδᾳ τῆς ἀδικίας τῆς εἰς τὸν Διδάσκαλον. Τί γὰρ ἀδικώτερον τῆς προδοσίας αὐτοῦ; Ἐννοήσωμεν τοίνυν οἱ φιλάργυροι, πῶς ὁ Ἰούδας καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τῶν χρημάτων οὐκ ἀπήλαυσε, καὶ τὴν ἰδίαν ψυχὴν ἀπώλεσεν. ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, ἀλλ᾽ οὐ μετὰ τὴν ἀγχόνην, ὥς τινες οἴονται. Οἱ — ἐστιν. Ἀνεπαισχύντως ὁμολογοῦσιν, ὅτι τιμὴ αἵματός ἐστιν, εἴτουν, ὠνὴ φόνου. Κορβανᾶς δὲ ἦν τὸ τοῦ ναοῦ θησαυροφυλάκιον, τὸ δωροδοχεῖον. Οἶμαι δὲ τοῦτο εἶναι τὸ λεγόμενον γαζοφυλάκιον·
Γάζα γὰρ παρὰ Ῥωμαίοις ὁ πλοῦτος καλεῖται. Συμβούλιον δὲ λαβόντες σήμερον. Πολύ κάλλιον ἦν αὐτοῖς εἰς τὸν κορβανᾶν ταῦτα βαλεῖν· οὐ γὰρ ἂν οὕτω κατάδηλον τὸ πράγμα ἐγίνετο. Οἱ δὲ πρὸς ἔλεγχον τῆς αὐτῶν μιαιφονίας ἠγόρασαν τὸν ἀγρόν, οὗ τὸ ὄνομα σάλπιγγος λαμπρότερον ταύτην ἀνακηρύττει. Καὶ οὐδὲ ἁπλῶς τοῦτο ποιοῦσιν, ἀλλὰ συμβούλιον λαβόντες· καὶ πανταχοῦ συμβούλιον λαμβάνουσιν, ἵνα μηδεὶς ἀθῶος ὑπολειφθῇ. Καὶ ἡ βίβλος δὲ τῶν Πράξεων φησι κληθῆναι τὸ χωρίον ἐκεῖνο Ἀκελδαμά, τουτέστι, χωρίον αἵματος. Ὥστε ταὐτό ἐστι, περὶ οὗ κἀκείνη λέγει. Τότε — Κύριος. Ἐν τῇ ἀναγινωσκομένῃ μὲν βίβλῳ τοῦ Ἱερεμίου τοῦτο οὐ γέγραπται. Λοιπὸν οὖν ἐν τῇ ἀποκρύφῳ αὐτοῦ ἱστόρηται.
Εἰκὸς δὲ καὶ ὕστερον ἐκβληθῆναι ταῦτα ἀπὸ τῆς ἀναγινωσκομένης ἐκ κακουργίας τῶν Ἰουδαίων, ὅπερ καὶ ἐπὶ ἄλλων ῥητῶν ἐγένετο. Ἔλαβον οὖν οἱ ἀρχιερεῖς τὴν ὠνὴν τοῦ παντίμου Χριστοῦ, ὃν διετιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, ἤγουν, οἱ Ἰσραηλῖται. Λέγει δὲ αὐτοὺς τοὺς ἀρχιερεῖς, ὅτε πρὸς αὐτοὺς εἶπεν Ἰούδας· Τί θέλετε μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Συνέταξέ μοι δὲ ἀντὶ τοῦ, εἶπέ μοι. Ὁ δὲ Ἰησοῦς — ἡγεμόνος. Ἀγαγόντων αὐτὸν εἰς τὸ πραιτώριον, φησὶν ὁ Ἰωάννης ὅτι ἐξῆλθεν ὁ Πιλάτος πρὸς αὐτοὺς, καὶ εἶπε· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἂν σοι παρεδώκαμεν αὐτόν. Εἶπεν οὖν αὐτοῖς ὁ Πιλάτος·
Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν, καὶ τὰ ἑξῆς. Οἱ μὲν γὰρ
col. 709–710page 302 of 329
PG 129:709παρέδωκαν αὐτὸν τῷ Πιλάτῳ πρὸς ἀναίρεσιν, οὐ πρὸς ἐξέτασιν· ὁ δὲ πρὸ ἐξετάσεως οὐκ ἠνέσχετο τοῦτον ἀνελεῖν. Διὰ τοῦτο ζητεῖ μαθεῖν, τίς ἡ κατηγορία· οἱ δὲ, μὴ θαρρούντες ἑαυτοῖς, οὐ λέγουσι μὲν κατηγορίαν, φασὶ δὲ μόνον, ὅτι Εἰ μὴ ἦν οὗτος κακοῦργος, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν, ὡς δῆθεν οὐδὲν ἄδικον ποιοῦντες. Ὁ δὲ Πιλάτος δυσανασχετήσας, ὡς βουλομένων δίχα τῆς αὐτοῦ ἐξετάσεως τοῦτον ἀνελεῖν, αὐτοῖς ἐπιτρέπει τὴν ἀναίρεσιν. Ἀποτυχόντες δὲ τῆς προσδοκίας, λοιπόν κατηγοροῦσι καὶ ἄκοντες, ἅπερ ὁ Λουκᾶς ἱστόρησε, γράψας, ὅτι Ἤρξαντο κατηγορεῖν αὐτοῦ, λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν, καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
Καὶ ἄρα κακουργίαν. θέλοντες γὰρ ἀνάψαι τὸν θυμὸν τοῦ Πιλάτου κατὰ Χριστοῦ, καὶ συναρπάσαι πρὸς τὸ ταχέως ἀνελεῖν αὐτὸν, ἀποστασίας καὶ τυραννίδος ἔγκλημα τούτῳ προσάπτουσιν, ἅμα δὲ καὶ, ἵνα, φοβηθεὶς τὸν Καίσαρα Πιλάτος, μηδὲ βουλόμενος δυνηθῇ τοῦτον ἐξελέσθαι τοῦ θανάτου. Καὶ — λέγεις. Τὸ Σὺ λέγεις, καὶ τὸ Σὺ εἶπας, καὶ τὰ τοιαῦτα, ὁμολογία τίς ἐστιν ἀνεπίληπτος, καὶ μεστὴ μετριοφροσύνης. Ἰωάννης δὲ πλατύτερον καὶ περὶ τούτου τοῦ κεφαλαίου φησὶν ὅτι εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλάτος, καὶ ἐφώνησε τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἀφ' ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ; Ἀπεκρίθη ὁ Πιλάτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι;
Τὸ ἔθνος τὸ σὸν, καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. Τί ἐποίησας; Ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος· Οὐκοῦν βασιλεὺς εἶ σύ. Ἀπεκρίθη Ἰησοῦς· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Ὁ μὲν οὖν Πιλάτος, ἀκούσας περὶ ἀποστασίας καὶ τυραννίδος, καὶ φοβηθεὶς, ἰδίᾳ τοῦτον ἠρώτησε, μυστικώτερόν τι μαθεῖν βουλόμενος· ὁ δὲ Χριστὸς ἀντηρώτησεν, ὅτι Ἀφ' ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
οὐχ ὡς ἀγνοῶν, ἀλλὰ καθαπτόμενος αὐτοῦ, διότι οὐ συμπαρέστησεν αὐτῷ τοὺς κατηγόρους, οὐδὲ κατηνάγκασεν αὐτοὺς δεῖξαι σημεῖα τῆς ἀποστασίας καὶ τυραννίδος, ἵνα καὶ μᾶλλον καταισχυνθῶσιν. Ὁ δὲ Πιλάτος ἀπολογούμενος, ὅτι οὐκ ἀφ' ἑαυτοῦ τοῦτο λέγει, φησί, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι, ἵνα γινώσκω τὰ σά; Οἱ ὁμοεθνείς σου παρέδωκάν σε ἐμοὶ, καὶ τούτων οἱ πρῶτοι καὶ τιμιώτεροι καὶ αὐτοὶ τοῦτο λέγουσιν.
col. 711–712page 303 of 329
PG 129:711Εἶτα ἐρωτᾷ. Τί ἐποίησας, ὅτι τοιαῦτά σε ἐγκαλοῦσι; Καὶ λοιπὸν λύει τὴν ὑποψίαν τῆς τυραννίδος ὁ Χριστός, λέγων τὴν βασιλείαν αὐτοῦ μὴ εἶναι ἐκ τοῦ κόσμου τούτου, καὶ ἀπολύει τοῦ φόβου τὴν Πιλάτον. Τίθησι δὲ καὶ λογισμόν, αὐτό τε τοῦτο δεικνύοντα, καὶ ὅτι ἡ ἐκ τοῦ κόσμου βασιλεία ἐν τοῖς ὑπηρέταις ἔχει τὴν ἰσχύν· ἡ δὲ τούτου βασιλεία, οὐράνιος οὖσα, ἀφ' ἑαυτῆς κέκτηται τὸ κράτος. Εἰπὼν δὲ ὅτι Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, οὐχ ὑπεξήγαγε τῆς ἑαυτοῦ κυριότητος τὸν κόσμον, ἀλλ' ἐνέφηνεν ὅτι οὐκ ἔστιν, ὡς αἱ τοῦ κόσμου τούτου βασιλεῖαι, δεομένη ὑπηρετῶν, καὶ ὑποκειμένη φόβοις, καὶ τέλος ἔχουσα. Εἶτα ἐξελθὼν ὁ Πιλάτος ἐπειράθη ἐξελέσθαι αὐτόν.
Φησὶ γὰρ ὁ Λουκᾶς ὅτι εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ· οἱ δὲ ἐπίσχυον, λέγοντες, ὅτι Ἀνασείει τὸν λαὸν, διδάσκων καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. Πιλάτος δὲ, ἀκούσας Γαλιλαίαν, ἐπηρώτησεν, εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι. Καὶ ἐπιγνούς, ὅτι ἐκ τῆς ἐξουσίας Ἡρώδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρώδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις, καὶ τὰ ἑξῆς.
Ὁ μὲν οὖν Πιλάτος, ἀκούσας παρὰ τοῦ Χριστοῦ περὶ τῆς βασιλείας αὐτοῦ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, καὶ γνούς ὅτι οὐκ ἔχει παρασκευήν τινα τυραννικήν, ἢ τὸ οἰονοῦν παράσημον ἐπιγείου βασιλείας, καὶ διαγνοὺς ἀπέθανον τὴν κατηγορίαν, ἀναίτιον αὐτὸν ἀπέφηνεν· αὐτοὶ δὲ, μὴ δυνάμενοι δεῖξαι σημεῖα τῶν ῥηθέντων ἐγκλημάτων, μετέβησαν ἐφ' ἑτέραν κατηγορίαν, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, ἤγουν ἀναστατοῖ, διδάσκων. Καὶ ὅτι μὲν διδάσκει λέγουσι· τί δὲ διδάσκει, οὐ λέγουσιν, ἵνα μὴ καταγελασθῶσιν. Ὁ δὲ Ἡρώδης, ποιήσας ὅσα φησὶ Λουκᾶς, ἀντέπεμψε τοῦτον πάλιν πρὸς τὸν Πιλάτον, ἐφεπομένων καὶ τῶν ἀρχιερέων καὶ τῶν Γραμματέων, καὶ καταβοώντων.
Πιλάτος δὲ, συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, εἶπε πρὸς αὐτούς· ὁ Λουκᾶς καὶ ταῦτά φησι· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγώ, ἐνώπιον ὑμῶν ἀνακρίνας, οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον, ὧν κατηγορεῖτε κατ' αὐτοῦ· ἀλλ' οὐδὲ Ἡρώδης. Ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδοὺ, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. Παίδευσιν ἐνταῦθα τὴν μετρίαν μαστίγωσιν λέγων εἰς παραμυθίαν καὶ καταστολὴν τοῦ θυμοῦ αὐτῶν, ἵνα, δόξαντες περιγενέσθαι αὐτοῦ, παύσωνται τῆς περαιτέρω μανίας. Οἱ δὲ καὶ οὕτως οὐδὲν ἔλαττον ἐξεθηριοῦντο, πρὸς ἓν μόνον ἀκλινῶς ὁρῶντες, ἀνελεῖν αὐτὸν τάχιστα. Διὸ πάλιν καθυλακτοῦσι.
col. 713–714page 304 of 329
PG 129:713Καὶ — ἀπεκρίνατο. Σφοδρῶς γὰρ ἤδη λυττησάντων εἰς τὸν φόνον αὐτοῦ, καὶ ἀκαθέκτων ὅλως γεγονότων, ἔγνω ματαίαν εἶναι τοῦ λοιποῦ πᾶσαν ἀπολογίαν. Τότε — καταμαρτυροῦσι; Τοῦτο λέγει παρακινῶν αὐτὸν εἰς τὸ ἀπολογήσασθαι καὶ ἀπαλλαγῆναι· καὶ γὰρ ἐγίνωσκεν ὅτι ῥᾷον διαλύσει τὰς συκοφαντίας αὐτῶν. Καὶ — ῥῆμα. Τὸ ἑξῆς γὰρ περιττὴν ἡγεῖτο καὶ τὴν πρὸς αὐτὸν ἀπόκρισιν, ὡς μὴ δυνάμενον αὐτοὺς ἀναστείλαι. Καὶ γὰρ ἦν μὲν μισοπόνηρος ὁ Πιλάτος, καὶ σφόδρα θέλησεν ἐξελέσθαι τὸν Ἰησοῦν· μαλακὸς δὲ ὤν, ἐνεδίδου ταῖς ἐκείνων ὁρμαῖς. Ὥστε — λίαν. Θαυμάζειν, πῶς ἐνδείκνυται τοιαύτην ἐπιείκειαν, πῶς, δυνάμενος ἀπολογεῖσθαι καὶ καταισχύνειν αὐτοὺς, ἑκὼν σιγᾷ καὶ ἀνέχεται. Κατὰ δὲ ἑορτὴν — Χριστόν;
Κατὰ δὲ ἑορτήν, τὴν τοῦ Πάσχα δηλονότι. Φησὶ γὰρ ὁ Ἰωάννης εἰπεῖν τὸν Πιλάτον· Ἔστι δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα. Περὶ δὲ τοῦ Βαραββᾶ λέγει φανερώτερον ὁ Λουκᾶς ὅτι ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν. Ὁ Πιλάτος οὖν, μὴ δυνηθεὶς ὡς ἀθῶον ἐξελέσθαι τὸν Χριστὸν, ἐπεχείρησε κἂν γοῦν ὡς κατάδικον χαρίσασθαι τοῦτον τῇ ἑορτῇ. Ἤδει — αὐτόν. Διέγνω τοῦτο, καὶ ἤλπιζεν, ὅτι οὐκ ἂν προτιμήσωσι τὸν ἀνδροφόνον Βαραββᾶν. Διὰ τοῦτο τοίνυν θαρρήσας ἐρωτᾷ, Τίνα θέλετε ἀπολύσω ὑμῖν; Ὡς δὲ λέγει Μάρκος, πρὸ τῆς ἐρωτήσεως ἀναβοήσας ὁ ὄχλος, ἤρξατο αἰτεῖσθαι, καθὼς ἀεὶ ἐποίει αὐτοῖς, ἤγουν αἰτεῖσθαι γενέσθαι.
Ἦν δὲ ἡ αἴτησις περὶ τοῦ ἀπολῦσαι ἕνα τῷ ὄχλῳ δέσμιον. Ὅθεν δραξάμενος ἀφορμῆς ὁ Πιλάτος, ἐπεχείρησεν, ὡς εἴρηται, καὶ ἠρώτησε. Καθημένου — αὐτόν. Αὐτὸς μὲν οὐκ εἶδε τοιοῦτον ὄναρ, ἢ ὡς ἀνάξιος, ἢ ὅτι ἔμελλε σιγᾶν, ὡς κριτής, ἢ ὅτι ἔμελλεν ἀπιστεῖσθαι, ὡς πλαττόμενος αὐτὸς πρὸς τὸ ἐξελεῖν αὐτόν. Ἡ γυνὴ δὲ βλέπει μᾶλλον, ὡς ἀξία καὶ ὡς πιθανωτέρα πρὸς τοὺς Ἰουδαίους, ἵνα ὡς ἀνυπόπτῳ ταύτῃ πιστεύσαντες ἀναχαιτισθῶσιν. Καὶ οὐ βλέπει μόνον, ἀλλὰ καὶ πάσχει, τουτέστιν, ἐτάζεται, ἵνα τῇ συμπαθείᾳ τῆς γυναικὸς ὁ ἀνὴρ αὐτῆς, καὶ μὴ πειθομένων αὐτῶν, κωλύσῃ τὸν φόνον. Τὸ δὲ Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ, ἀντὶ τοῦ, Μηδέν σοι καὶ ἐκείνῳ ἀμφισβητήσιμον, ἀπέχου αὐτοῦ.
Σημειωτέον δέ, ὅτι τὸ Σήμερον καὶ ἐπὶ νυκτὸς λέγεται.
col. 715–716page 305 of 329
PG 129:715Οἱ δὲ ἀρχιερεῖς — ἀπολέσωσιν. Οἱ φονεῖς τὸν φονέα προτετιμήκασι τοῦ ζωοδότου, καὶ οὐχ ἁπλῶς φονέα, ἀλλ᾽ ἐπίσημον, εἴτουν, περιβόητον ἐπὶ κακουργίᾳ. Τοσοῦτον ὁ φθόνος ἐξέκαυσεν αὐτούς. Διεφθορότες δὲ αὐτοί, διέφθειραν καὶ τοὺς ὄχλους, ἵνα καὶ τῆς τούτων ἀπάτης δίκην ἀπαιτηθῶσι. Μάρκος δέ φησιν ὅτι ἀνέσεισαν τὸν ὄχλον, ἤγουν, ἀνεκίνησαν. Ἀποκριθεὶς — ὑμῖν; Ἠρώτησε πρῶτον, οὔπω δὲ ἀποκριθέντων, ἀσχοληθεὶς πρὸς τὸ μήνυμα τῆς γυναικὸς αὐτοῦ, πάλιν ἐπανέλαβε τὴν ἐρώτησιν. Οἱ δὲ — Βαραββάν. Ὡς ἐδιδάχθησαν. Λέγει — Χριστόν; Ἀστοχήσας τῆς ἐλπίδος, ἐρωτᾷ πάλιν περὶ αὐτοῦ, καὶ κυρίους αὐτοὺς ποιεῖται τοῦ πράγματος, θεραπεύων οὕτω καὶ μειλισσόμενος αὐτούς· οἱ δὲ μένουσιν ἀνένδοτοι. Λέγουσιν — Σταυρωθήτω.
Πάντες, οὐχ οἱ ὄχλοι μόνοι, ἀλλὰ καὶ οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι. Καὶ οὐ λέγουσι, Φονευθήτω, ἀλλὰ Σταυρωθήτω, ἵνα καὶ τὸ εἶδος τοῦ θανάτου κακοῦργον ἀπελέγχῃ αὐτόν. Ὁ δὲ ἡγεμὼν — ἐποίησε; Μὴ δυνάμενος δυσωπῆσαι τούτους, ἀντιλέγει λοιπόν. Οἱ δὲ — Σταυρωθήτω. Περισσῶς, ἀντὶ τοῦ, Περισσοτέρως. οὕτω γὰρ ἔγραψε Μάρκος· ὁ δὲ Λουκᾶς εἶπεν ὅτι ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. Ἰδὼν δὲ — ὄψεσθε. Ἐκάθηρε τὰς χεῖρας τῷ ὕδατι, δεικνύων ὅτι καθαρὸς καὶ ἀμέτοχός ἐστι τοῦ φόνου. Ἰουδαϊκὸν γὰρ ἔθος ἦν, οὕτω διαμαρτύρεσθαι τοὺς μὴ θέλοντας φόνου τινὸς κοινωνῆσαι. Φησὶ γὰρ καὶ ὁ Δαυΐδ· Νίψομαι ἐν ἀθώοις τὰς χεῖρας μου. Καὶ ἡμῶν.
Αἷμα λέγουσι τὴν τοῦ αἵματος καταδίκην. Ὦ μιαρᾶς φωνῆς! ὦ τολμηρίας ἐσχάτης! Ἀλλ᾽ οἱ μὲν οὐ μόνον καθ᾽ ἑαυτῶν, ἀλλὰ καὶ κατὰ τῶν τέκνων ἕλκουσι τὴν ἀράν· ὁ δὲ Χριστὸς καὶ ἐξ αὐτῶν, καὶ ἐκ τῶν τέκνων δέχεται τοὺς μετανοήσαντας· καὶ οὐ μόνον ἐξαιρεῖται τῆς τοιαύτης ἀρᾶς, ἀλλὰ καὶ μυρίων ἀγαθῶν ἀξιοῖ. Καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτῶν ἦν, καὶ μυριάδες τῶν πεπιστευκότων ἐν Ἱεροσολύμοις. Τότε — σταυρωθῇ. Μάρκος μὲν εἶπεν ὅτι βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι· Λουκᾶς δέ, ὅτι ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. Τὸ δὲ φραγέλιον μάστιξ ἦν ἐκ σχοίνων ἢ λώρων πεπλεγμένη, μεθ᾽ ἧς ἔτυπτον τὰ νῶτα τῶν καταδίκων. Ἐσαφήνισε δὲ τὴν φραγέλωσιν ὁ Ἰωάννης, γράψας ὅτι ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε.
Ταῦτα δὲ πεποίηκεν, ἐκλῦσαι τὸν τόνον τῆς μανίας τῶν Ἰουδαίων μηχανώμενος, ὅπως, ἰδόντες τὴν ὕβριν τὴν εἰς αὐτὸν γεγενημένην, καὶ ἀκούσαντες τῆς
col. 717–718page 306 of 329
PG 129:717ἀποφάσεως, παραδούσης τοῦτον τῷ θελήματι αὐτῶν, ὡς ὁ Λουκᾶς εἶπεν, ἤγουν τῷ σταυρωθῆναι· τοῦτο γὰρ ἦν τὸ θέλημα αὐτῶν· χαλάσωσι τὴν ὀργήν, καὶ ἐμέσωσιν εψέ ποτε τὸν ἰόν. Διὰ τοῦτο γὰρ καὶ τὰ ἑξῆς συνεχώρησε γενέσθαι, τὴν περίθεσιν τῆς χλαμύδος, τὴν ἐπίθεσιν τοῦ στεφάνου, τὴν δόσιν τοῦ καλάμου, καὶ τὸν ἄλλον ἐμπαιγμόν. Τότε – ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Τὴν χλαμύδα ταύτην Μάρκος μὲν πορφύραν εἶπεν, Ἰωάννης δὲ ἱμάτιον πορφυροῦν· ἱμάτιον δὲ ἦν πορφυρόχροον. Ὁ δὲ Ματθαῖος ἀδιαφόρως κοκκίνην ἐκάλεσε τὴν τοιαύτην βαφήν, ὡς ἐοικυίαν. Οὐ γὰρ ἀληθὴς ἦν πορφύρα.
Ἐπεὶ γὰρ βασιλεὺς τῶν Ἰουδαίων ἐλέγετο, λοιπόν, ὡς βασιλέα, τοῦτον διέπαιζον, τὴν πορφύραν ἐκείνην περιθέντες ἀντὶ ἀλουργίδος, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπιθέντες ἀντὶ διαδήματος, καὶ τὸν κάλαμον ἐγχειρίσαντες ἀντὶ σκήπτρου, καὶ ἔχοντες δὲ τὴν ἀλήθειαν ἐσχημάτιζον. Καὶ – τὴν κεφαλὴν αὐτοῦ. Ὦ ἀνεικάστου μακροθυμίας! ὦ πάντα λόγον νικώσης ἀνεξικακίας! Ἰωάννης δέ φησιν ὅτι καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα. Πᾶσαν γὰρ ὕβριν αὐτῷ προσήγον οἱ μιαροί, χαριζόμενοι τοῖς θεοστυγέσιν Ἰουδαίοις. Ὁ αὐτὸς δὲ Ἰωάννης καὶ τὰ ἐντεῦθεν ἱστόρησεν, ὡς τοῖς ἄλλοις παραλελειμμένα, λέγων· Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς·
Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, καὶ τὰ ἑξῆς ἄχρι τοῦ, Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Φαίνεται γὰρ ὅτι δὶς αὐτὸν παρέδωκεν εἰς τὸ σταυρωθῆναι· ἀλλὰ τὸ πρῶτον μὲν ἐν ὑποκρίσει διὰ τὴν προειρημένην αἰτίαν· ἐπεὶ δὲ, πάντα μηχανησάμενος, εἶδεν αὐτοὺς παντάπασιν ἀνενδότους, ἤκουσε δὲ καὶ τελευταῖον παρ' αὐτῶν ὅτι Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι· τότε λοιπὸν ἐν ἀληθείᾳ παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Διὸ καὶ τὸ πρῶτον μὲν ἁπλῶς αὐτὸν παρέδωκε· τὸ δεύτερον δὲ παρέδωκεν αὐτὸν αὐτοῖς. Μυρία μὲν οὖν ὁ Πιλάτος ἐπραγματεύσατο, πάσης εὐθύνης τὸν Χριστὸν ἀπαλλάττων, καὶ παντοίως μὴ ἀναιρεθῆναι τοῦτον ἀγωνιζόμενος·
ἔδει δὲ αὐτὸν ἀντιστῆναι δικαστικώτερον, καὶ μὴ παραχωρῆσαι τοῖς ἀδικοῦσι, μηδὲ προδοῦναι τὸν ὑπ' αὐτοῦ ἐκείνου μαρτυρούμενον ἀναίτιον εἰς θάνατον. Ὅτι γὰρ ἠδύνατο, δῆλον ἀπὸ τοῦ εἰπεῖν αὐτόν· Οὐκ οἶδας, ὅτι ἐξουσίαν ἔχω σταυρώσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαι σε; Διὸ καὶ ὁ Χριστὸς οὐκ ἀπέλυσεν αὐτὸν καταδίκης, εἰπὼν ὅτι Ὁ παραδι
col. 719–720page 307 of 329
PG 129:719δούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει· μείζονα, ἐπιλαβέ, τῆς σῆς. Οὐδὲ γὰρ ὁ περὶ τῆς τυραννίδος λόγος ἀπαλλάττει τοῦτον· ἐχρῆν γάρ, ἀκούσαντα, παραστῆσαι τοὺς κατηγόρους, καὶ ἀποδείξεις ἐπιζητῆσαι, καὶ ὅσα τυραννίδος τεκμήρια, οἷον εἰ στρατόπεδα κατέλεγεν, εἰ χρήματα συνέλεγεν, εἰ ὅπλα ἐχάλκευεν, καὶ εἴ τι τοιοῦτον. Ὁ δὲ, μόνον ἀκούσας, ἔπτηξεν ἀγεννῶς, καὶ ἀνεξέταστον ἀφεὶς τὴν τοιαύτην κατηγορίαν ὑπήχθη καὶ παρεσύρη. Ὅσον γὰρ ἦσαν οἱ Ἰουδαῖοι σκληροὶ καὶ τολμηροί, τοσοῦτον οὗτος μαλακὸς καὶ δειλός, καὶ διὰ τοῦτο κοῦφος καὶ εὐπαράγωγος. Ζήτησον δὲ καὶ τὴν ἐξήγησιν τῶν, ὡς εἴρηται προστεθέντων παρὰ τοῦ Ἰωάννου, σφόδρα συντελούντων εἰς τὰ προκείμενα. Καὶ — εἰς τὸ σταυρῶσαι.
Ἐπεὶ ἐξέδυσαν τὴν χλαμύδα, περιείλον πάντας καὶ τὸν στέφανον. Ἰωάννης δέ φησιν ὅτι Παρέλαβον τὸν Ἰησοῦν καὶ ἤγαγον εἰς τὸ πραιτώριον, τῶν Ἰουδαίων καὶ τοῦτο σπουδασάντων, ἵνα ἐκεῖθεν ἐξαγόμενος δοκῇ κατάκριτος. Ἐξερχόμενοι τὸν σταυρὸν αὐτοῦ. Μάρκος μὲν προσέθηκεν, ὅτι τὸν Πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου· Λουκᾶς δὲ, ὅτι Ἐρχόμενος ἀπ' ἀγροῦ· ὁ δὲ Ἰωάννης εἶπεν ὅτι Καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ, ἐξῆλθε. Πρῶτον μὲν γὰρ αὐτῷ τὸν σταυρὸν ἐπέθηκαν, ὡς καταδίκῳ, καὶ βαστάζων αὐτὸν ἐξῆλθεν· εἶτα, τῷ Σίμωνι συναντήσαντες, τοῦτον ἠγγάρευσαν, ἵνα ἄρῃ αὐτόν· Λουκᾶς δὲ καὶ ἔτι προσέθηκεν, ὅτι Ἠκολούθει αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς, εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ, πλὴν ἐφ' ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν· ὅτι ἰδοὺ ἔρχονται ἡμέραι, καὶ τὰ ἑξῆς. Μὴ κλαίετε λέγων ἐπ' ἐμέ, ἤγουν, δι' ἐμέ· ἀλλὰ δι' ἑαυτὰς καὶ διὰ τὰ τέκνα ὑμῶν, ὅτι ἰδοὺ ἔρχονται ἡμέραι, αἱ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων δηλονότι. Καὶ ἐλθόντες — Γολγοθάν. Οὗτος ὁ τόπος ἐγγύς ἦν τῆς πόλεως, ὡς ὁ Ἰωάννης ἔγραψεν. Ὁ — τόπος. Ὅπερ, τὸ Γολγοθά, δηλονότι, λεγόμενον, ἤτοι, μεθερμηνευόμενον, ὡς ὁ Μάρκος εἶπεν, ἀπὸ τῆς Ἑβραΐδος διαλέκτου πρὸς τὴν Ἑλληνίδα, ἔστι καὶ λέγεται Κρανίου τόπος.
Φασὶ δέ τινες ἐκεῖ τὸν Ἀδὰμ τετελευτηκέναι, καὶ κεῖσθαι, καὶ ᾠκονομήθη, ἵνα ὅπου ὁ παλαιὸς Ἀδὰμ ἔπεσεν ὑπὸ τοῦ θανάτου, ἐκεῖ καὶ τὸ τοῦ νέου Ἀδὰμ τρόπαιον στῇ κατὰ τοῦ θανάτου, λέγω δή, τὸν σταυρόν.
col. 721–722page 308 of 329
PG 129:721Ἔδωκαν πιεῖν. Ὁ δὲ Μάρκος εἶπεν ὅτι καὶ ἐδίδουν αὐτῷ πιεῖν ἑσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. Καὶ ἀμφότερα δὲ προσήνεγκαν αὐτῷ παίζοντες, καὶ λειποθυμοῦντα δῆθεν ἀνακτώμενοι. Τῷ ὄξει μὲν οὖν τὴν χολὴν ἔμιξαν, ἵνα τὸ δριμὺ γένηται καὶ πικρόν. Ἐνέφαινε δὲ ταῦτα τῆς τῶν Ἰουδαίων ψυχῆς τὴν δριμύτητα καὶ πικρίαν. Καὶ αὐτὴ δὲ ἡ σμύρνα πικροτάτη ἐστίν. Ἀλλὰ πρὸ μὲν τοῦ ἀνελθεῖν εἰς τὸν σταυρὸν τὰ βηθέντα προσηνέχθησαν αὐτῷ, καθώς Ματθαῖος καὶ Μάρκος εἶπον· μετὰ δὲ τὸ ἀνελθεῖν, ὄξος μόνον, ὡς αὐτοὶ πάλιν οὗτοι, καὶ Λουκᾶς καὶ Ἰωάννης φασί.
Παρατηρητέον δὲ καὶ ὅτι, τὸν ἐσμυρνισμένον οἶνον, ὡς ἄκαιρον, μὴ λαβών, νῦν μὲν τοῦ μίγματος τοῦ ὄξους καὶ τῆς χολῆς ἐγεύσατο διὰ μόνην τὴν χολήν, ὅπως πληρωθῇ τό· Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν· σταυρωθεὶς δὲ, μόνον ὄξος ἐποτίσθη, διὰ τὸ λεῖπον, λέγω δὴ τό, Καὶ εἰς τὴν δίψαν μου ἐπότισαν με ὄξος. Καὶ μὴν ἐν ταὐτῷ καὶ ὄξους καὶ χολῆς ἐγεύσατο, καὶ ἐν ταὐτῷ δοκοῦσι καὶ ἄμφω τὰ ῥητὰ τὸ πέρας λαβεῖν· Ἀλλ᾽ Εἰς τὴν δίψαν μου γέγραπται· οὐκ ἐδίψα δὲ πρὸ τοῦ ἀνελθεῖν εἰς τὸν σταυρόν, ἀλλὰ μετὰ τὸ ἀνελθεῖν. Φησὶ γὰρ ὁ Ἰωάννης ὅτι Ἰδὼν ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα πληρωθῇ ἡ Γραφή, λέγει· Διψῶ. Πρῶτον μὲν γὰρ οἴκοθεν αὐτοὶ τὰ δηλωθέντα πήματα προσέφεραν παίζοντες, ὡς εἰρήκαμεν·
ὕστερον δέ, ἀκούσαντες ὅτι διψᾷ, προσήγαγον τὸ ὄξος· καὶ ἐπεὶ γέγραπται ὅτι Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, ἤγουν, εἰς τὸ φαγεῖν με, πῶς αὐτοὶ εἰς τὸ πιεῖν καὶ ταύτην δεδώκασιν; Οἶμαι τρύφη ξηρᾶς χολῆς ἐντεθρύφθαι τῷ ὄξει, ἵνα τὸ μὲν εἴη ἀντὶ τοῦ οἴνου, τὰ δὲ ἀντὶ ψωμοῦ. Καὶ προηγουμένως μὲν πόμα δεδώκασιν, ἀκολούθως δὲ καὶ βρῶμα. Τοῖς γὰρ λειποθυμοῦσιν ὀρέγειν εἰώθαμεν οἶνον, ἄρτον ἐμβαλόντες, ἵνα, πρῶτον πιόντες, ἔπειτα καὶ φάγοιεν. Εἰ γὰρ μὴ οὕτω νοήσωμεν, οὐχ εὑρήσομεν ἱστορικῶς ἀλλαχοῦ δεδομένην εἰς τὸ βρῶμα αὐτοῦ χολήν, εἰ μή τις χολὴν ἀναγωγικῶς ἑρμηνεύσοι, τὴν πικρίαν, ἣν ἔδωκαν εἰς τὸ βρῶμα αὐτοῦ, τουτέστιν, ἀντὶ βρώματος αὐτοῦ παραπικραίνοντες αὐτὸν καθεκάστην.
Σταυρώσαντες δὲ – κλῆρον. Τὰ παραπλήσια λέγει καὶ ὁ Λουκᾶς· ὁ δὲ Μάρκος εἶπεν ὅτι βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ. Ἀλλ᾽ οὗτοι μὲν οἱ εὐαγγελισταὶ ἁπλῶς καὶ ἀδιαστόλως ἔγραψαν ὅτι διεμερίσαντο, καὶ ὅτι ἔβαλλον κλῆρον· Ἰωάννης δὲ σαφέστερον περὶ τοῦ προκειμένου γράψας φησίν· Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν,
col. 723–724page 309 of 329
PG 129:723ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα, ἔλαβον, δηλονότι. ἦν δὲ ὁ χιτὼν ἄῤῥαφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διόλου. Εἶπον οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλήρον. Μόνα γοῦν τὰ τοῦ Χριστοῦ ἱμάτια διεμερίσαντο, καίτοι εὐτελέστερα τῶν ἱματίων τῶν λῃστῶν ὄντα, ἵνα ἡ περὶ τούτων προφητεία τοῦ Δαυΐδ λάβῃ τέλος. Οἱ μὲν γὰρ καὶ ἐπὶ τούτοις χλευάζοντες, ὡς βασιλέως δῆθεν ἱμάτια, ταῦτα διεμερίζοντο· ᾠκονομεῖτο δὲ τὸ τέλος τῆς περὶ τούτων, ὡς εἴρηται, προφητείας. Καὶ τὰ μὲν ἱμάτια διεμερίσαντο·
ἐπὶ δὲ τὸν χιτῶνα τὸν ἄῤῥαφον ἔβαλον κλήρον. Τοῦτον γὰρ ὠνόμασεν ἱματισμὸν ἡ προφητεία. ᾿Αλλὰ πόσα τὰ ἱμάτια ἦσαν, οὐδεὶς τῶν εὐαγγελιστῶν ἐδήλωσε. Διό τινες πέντε ταῦτά φασι· τέσσαρα μὲν τὰ τοῖς τέσσαρσι στρατιώταις διαμερισθέντα· πέμπτον δὲ τὸν χιτῶνα τὸν ἄῤῥαφον. Δοκεῖ δὲ ἀπίθανος ὁ λόγος διὰ τὸ τοῦ Σωτῆρος ἀπέριττον· οὐδεὶς γὰρ οὐδὲ τῶν ἄλλων ἀνθρώπων τοσαῦτα περιβάλλεται. Στοχαζόμενοι οὖν αὐτοὶ λέγομεν, καὶ ἴσως οὐ πόῤῥω τοῦ προσήκοντος, τρία εἶναι τὰ πάντα· ἓν μὲν τὸν ἐπὶ τοῦ σώματος χιτῶνα, λέγω δή, τοῦτον τὸν ἄῤῥαφον· δεύτερον δὲ τὸ ἐπὶ τούτῳ περιβόλαιον· τρίτον δὲ τὸ ἐξωτάτω ἐπίβλημα.
Τοῦτον δὲ τὸν χιτῶνα ἐκ παραδόσεως Πατέρων ἀκούσαμεν ἔργον εἶναι τῆς Θεομήτορος, ἐκ τῶν ἄνωθεν μερῶν ὑφαντόν, ἤγουν, ἀπὸ τοῦ τραχήλου τὴν ἀρχὴν τῆς ὑφῆς λαβόντα, καὶ πλεκτὸν διόλου τυγχάνοντα, καθάπερ τὰ χειμερινὰ παρ' ἡμῖν περιβόλαια τῶν ποδῶν καὶ τῶν κεφαλῶν. Ὅθεν καὶ προσφυῶς ἀλληγοροῦσιν αὐτόν, λέγοντες ὅτι μόνον τὸ ἐκ τῆς Θεομήτορος ληφθὲν σῶμα ἐκ τῶν ἄνωθεν ἦν ὑφαντόν, τουτέστιν, ἐκ τοῦ οὐρανοῦ εἶχε συνυφασμένην ἑαυτοῦ τὴν θεότητα, ἢ ἐκ τοῦ Θεοῦ ἦν ὑφεστώς, καὶ οὐκ ἐκ σπέρματος ἀνθρωπίνου. Τὰ δύο δὲ ἱμάτια τέσσαρα μέρη πεποιήκασι, σχίσαντες αὐτά. Καὶ γὰρ εἰπόντες περὶ τοῦ ἀρράφου χιτῶνος ὅτι Μὴ σχίσωμεν αὐτόν, ἐδήλωσαν, ὅτι τὰ ἄλλα ἔσχισαν.
Οὐδὲ γὰρ ὡς πολυτελῆ ταῦτα διεμερίσαντο, ἵνα καὶ φείδωνται τῶν μερίδων, ἀλλὰ χλευάζοντες, ὡς προείρηται. Καὶ οὗτοι μὲν ἀτίμως τὰ τίμια διεμερίζοντο, δι' ὧν τηλικαῦτα θαύματα γεγόνασιν· ἡ δὲ τούτων δύναμις ἐπείχετο.
col. 725–726page 310 of 329
PG 129:725Τινὲς δὲ διαποροῦσιν, ὡς ἐπεὶ τοῖς ἀποστόλοις ἐνομοθέτησεν ὁ Χριστὸς μὴ κτάσθαι δύο χιτῶνας, πῶς αὐτὸς εὕρηται πλείονα κεκτημένος; Πρὸς οὓς ἀπολογητέον, ὅτι καὶ αὐτὸς ἕνα χιτῶνα εἶχε, τὸν ἐπὶ τοῦ σώματος· τἆλλα γὰρ οὐκ ἦσαν χιτῶνες, ἀλλ' ἱμάτια. Χιτὼν γὰρ κυρίως τὸ ἐνδοτάτω. Καὶ περὶ μὲν τούτων οὕτως. Ὅρα δὲ πᾶν τὸ σῶμα τοῦ Σωτῆρος ὑβριζόμενον· τὴν κεφαλὴν μὲν διὰ τοῦ ἀκανθίνου στεφάνου καὶ τοῦ τύπτεσθαι τῷ καλάμῳ, τὸ πρόσωπον δὲ διὰ τῶν ἐμπτυσμάτων, τὰς σιαγόνας δὲ διὰ τῶν ῥαπισμάτων, τὸ στόμα δὲ διὰ τῆς χολῆς καὶ τοῦ ὄξους·
τὰς ἀκοὰς δὲ διὰ τῶν βλασφημιῶν, τὸν τράχηλον δὲ διὰ τῶν κολαφισμάτων, τὰ νῶτα δὲ καὶ τὰ στέρνα διὰ τῶν φραγελωμάτων, ἤτοι μαστίγων, τὰς χεῖρας δὲ καὶ τοὺς πόδας διὰ τῶν ἥλων, τὴν πλευρὰν δὲ διὰ τῆς λόγχης, ὡς ὁ Ἰωάννης ἱστορεῖ· καὶ τὰ λοιπὰ μέρη διὰ τῆς χλαμύδος καὶ τῆς γυμνώσεως· καὶ ἁπλῶς τὸ ὅλον σῶμα διὰ τῆς ἐπὶ τοῦ σταυροῦ θριαμβεύσεως. Ὅταν οὖν ἢ βλασφημηθῶμεν, ἢ αἰκισθῶμεν, ἢ θριαμβευθῶμεν, ταῦτ' ἐννοοῦντες πᾶσαν ἐκβάλωμεν ἀπὸ τῆς ψυχῆς φλεγμονήν, λογιζόμενοι καὶ ὅτι ὁ μὲν Θεὸς ἦν, ἡμεῖς δὲ ἄνθρωποι· καὶ ὁ μὲν Δεσπότης, ἡμεῖς δὲ δοῦλοι· καὶ ὁ μὲν ἀναμάρτητος, ἡμεῖς δὲ ἁμαρτωλοί· καὶ ὁ μὲν παρὰ δούλων πάσχεν, ἡμεῖς δὲ παρὰ συνδούλων· καὶ ὁ μὲν δι' ἡμᾶς, ἡμεῖς δὲ δι' ἑαυτούς·
καὶ ὁ μὲν θεωρούντων Ἰουδαίων καὶ Ῥωμαίων καὶ Ἑλλήνων, ἡμεῖς δὲ ἐνώπιον ὀλίγων, εἰ δὲ καὶ πλειόνων, ἀλλ' οὐ τοσούτων. [Τοῦ ἁγίου Μαξίμου ὁ μὲν ἄνωθεν ὑφαντὸς χιτὼν ἡ διάλληλός ἐστι τῶν ἀρετῶν πλοκή τε καὶ συνοχή, διὰ τῆς ἄνωθεν χάριτος ὑφασμένη καὶ ἔνδον σκέπαζουσα τὸν ἐν ἡμῖν λόγον, οὗ πολλάκις γυμνοῦντες ἡμᾶς οἱ φονευταὶ δαίμονες δι' ἀμελείας καὶ ῥαθυμίας, ὅμως οὐ συγχωροῦνται σχίσαι αὐτόν, ὥστε μὴ γνωρίζειν ἡμᾶς ἔτι τὴν ἀρετήν· καὶ οὕτω γὰρ ἀεὶ γνωρίζομεν αὐτήν, εἰ καὶ μὴ περιβαλλόμεθα τὴν ἐκ ταύτης σκέπην· τὰ δὲ σχισθέντα ἡ ἔξωθέν ἐστι περιβολὴ τοῦ αἰσθητοῦ πλούτου, διαιρουμένη εἰς τέσσαρα κοσμικὰ στοιχεῖα, οἷς ἐμπαθῶς κεχρῆσθαι πείθουσιν ἡμᾶς οἱ ἐμπαίζοντες μιαιφόνοι.
Εἴη δ' ἂν καὶ καθ' ἕτερον λόγον χιτὼν μὲν ἄνωθεν ὑφαντὸς ἡ ἑκάστου ψυχή, ἄνωθεν ἐμπνευσθεῖσα· καὶ ἄῤῥαφος μὲν ὡς ἁπλῆ καὶ ἀσύνθετος, ἄσχιστος δὲ ὡς ἀθάνατος· διαιρούμενα δὲ ἱμάτια τὸ σῶμα, ὡς ἐκ φθορᾶς εἰς τὰ τέσσαρα στοιχεῖα διαλυόμενον.] Καὶ ἐκεῖ. Ἐφύλαττον αὐτόν, ἵνα μὴ κατενεχθῇ παρά τινος.
col. 727–728page 311 of 329
PG 129:727Καὶ — Ἰουδαίων. Ἡ ἐν τῷ τίτλῳ γραφὴ πρακτικῆς, καὶ θεωρητικῆς, καὶ θεολογικῆς φιλοσοφίας βασιλέα τὸν σταυρωθέντα ἐμήνυε· πρακτικῆς μὲν, διὰ τοῦ Ῥωμαϊστὶ γεγράφθαι· τὴν Ῥωμαϊκὴν γὰρ βασιλείαν ἀνδρειοτέραν πασῶν ὁ Δανιὴλ ἐθεάσατο· πρακτικῆς δὲ ἴδιον ἡ ἀνδρία· διὰ δὲ τοῦ Ἑλληνιστί, θεωρητικῆς· Ἕλληνες γὰρ θεωρητικώτεροι τῶν ἄλλων ἐθνῶν· διὰ δὲ τοῦ Ἑβραϊστί, θεολογικῆς· θεολογικώτεροι γὰρ πάντων Ἑβραῖοι. Τὴν αἰτίαν, δι᾽ ἣν ἐσταυρώθη· σανίδι γὰρ ταύτην ἐγχαράξαντες οἱ περὶ τὸν Πιλάτον, ἐπέθηκαν, ὥστε ὑπὸ πάντων ἀναγινώσκεσθαι τῶν τε παρόντων καὶ τῶν παριόντων. Μάρκος μὲν οὖν εἶπε· Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ γεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Λουκᾶς δέ·
Ἦν δὲ καὶ ἡ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτο δὲ τρισὶν ἐγράφη διαλέκτοις, διὰ τὸ πολλοὺς ἐπιχωριάζειν τότε τῇ πόλει τῶν Ἰουδαίων Ἕλληνας καὶ Ῥωμαίους. Ἰωάννης δέ φησιν· Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον· Ἰησοῦς, ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς. Καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί. Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπε· Βασιλεύς εἰμι τῶν Ἰουδαίων. Ἀπεκρίθη ὁ Πιλάτος·
Ὁ γέγραφα, γέγραφα. Τίτλος μὲν οὖν, κατὰ Ῥωμαίους, ἡ αἰτία· τὸ δὲ Ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς, οὕτω συντακτέον· ὅτι Ἐγγὺς τῆς πόλεως ἦν ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς. Ὁ μὲν οὖν Πιλάτος ἔγραψε τὴν ῥηθεῖσαν αἰτίαν καὶ στηλιτεύσας πᾶσι κατέστησεν αὐτὴν γνώριμον, ἵνα μὴ δύνωνται Ἰουδαῖοι κακουργίας ἄλλην αἰτίαν ἐπιφημίσαι τῷ Χριστῷ. Καὶ ὁμοῦ μὲν τούτους ἠμύνατο· ὁμοῦ δὲ ἐκείνου ὑπεραπολογήσατο, ὅτι διὰ φθόνον ἐσταυρώθη. Ἐπεὶ δὲ ἀνέκειντο τὰ γράμματα λαμπρῶς ἀνακηρύττοντα τὴν βασιλείαν αὐτοῦ, ἐπιχειροῦσιν οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων μετατρέψαι τὴν τοιαύτην ἐπιγραφήν, λέγοντες τῷ Πιλάτῳ· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἵνα μὴ ἀληθὴς ἡ ἐπιγραφὴ δοκῇ·
ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπε· Βασιλεύς εἰμι τῶν Ἰουδαίων, ἵνα ψευδὴς ἐκεῖνος φανῇ. Ἀλλ᾽ οὐκ ἐν τούτῳ τέως παρέπεισαν αὐτόν. Ἀπεκρίθη γάρ,
col. 729–730page 312 of 329
PG 129:729Ὁ γέγραφα, γέγραφα, τουτέστιν, οὐκ ἀλλοιῶ τὸ γραφέν. Κατὰ θείαν δὲ πάντως πρόνοιαν, ὁ τίτλος ἐπετέθη μόνῳ τῷ σταυρῷ τοῦ Χριστοῦ. Τῶν τριῶν γὰρ ἅμα τότε καταχωσθέντων, χρόνοις ὕστερον ὁ Δεσποτικὸς ἀναζητηθείς, ἀπὸ τοῦ τίτλου μάλλον γέγονε γνώριμος. Τότε – εὐωνύμων. Καὶ τοῦτο τῆς τῶν Ἰουδαίων ἦν σπουδῆς, ἵνα, μέσον τῶν κακούργων κρεμάμενος, κακοῦργος καὶ αὐτὸς δοκῇ, καὶ ἵνα ἡ κοινωνία τῆς τιμωρίας κοινωνὸν αὐτὸν ἀνακηρύττῃ καὶ τῆς κακουργίας. Διὰ τοῦτο γὰρ καὶ δημοσίᾳ τοῦτον ἐσταύρωσαν, πάντων ὁρώντων· φησὶ γὰρ ὁ Λουκᾶς, ὅτι καὶ εἱστήκει ὁ λαὸς θεωρῶν· καὶ χερσὶ στρατιωτικαῖς αὐτὸν σταυρωθῆναι παρεσκεύασαν, καὶ πάντα πεποιήκασιν, ἵνα καταχέωσιν αὐτοῦ παρὰ πᾶσι πονηρὰν ὑπόληψιν.
Ἐπληροῦτο δὲ κἀνταῦθα ἡ τοῦ Ἠσαΐου προφητεία ἡ λέγουσα· Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Καὶ οἱ μὲν δύο λῃσταὶ τοὺς δύο λαοὺς ᾐνίττοντο τόν τε παλαιόν, καὶ τὸν νέον. Τούτων γὰρ ὁ μὲν βλασφημῶν αὐτὸν ἀπέθανεν· ὁ δὲ πρὸς τῷ τέλει τούτου ἐπέγνω θεόν. Αὐτὸς δὲ μέσος ἐκρεμάσθη τῶν δύο τούτων, ὡς μέσος γενόμενος τῆς τε Παλαιᾶς καὶ τῆς Νέας Διαθήκης. Οἱ δὲ – σταυροί. Οἱ παραπορευόμενοι τὴν ὁδὸν ἐκείνην Ἰουδαῖοι. Μάρκος δέ φησιν ὅτι ἔλεγον· Οὐὰ ὁ καταλύων τὸν ναὸν, καὶ τὰ ἑξῆς. Ἔστι δὲ τὸ οὐὰ, χλευαστικὸν ἐπίρρημα καὶ ἐμπαικτικόν. Ἔλεγον δὲ τὰ τοιαῦτα, κωμῳδοῦντες αὐτὸν ὡς ψεύστην. Ὁμοίως – σώσαι. Τὸ Ὁμοίως, διὰ τὴν βλασφημίαν εἴρηται. Καὶ αὐτοὶ γὰρ ὁμοίως ἐβλασφήμουν αὐτὸν, εἰ καὶ ἐν ἑτέροις ῥήμασι.
Τὸ δὲ Ἄλλους ἔσωσεν, εἶπον, διαβάλλοντες τὰς θαυματουργίας αὐτοῦ, ὡς ἐν γοητείᾳ γενομένας. Εἰ – ἐπ' αὐτῷ. Τοῦτο εἶπον διὰ τὴν ἐπιγραφὴν τοῦ τίτλου. Μὴ δυνηθέντες γὰρ αὐτὴν μετατρέψαι, πειρῶνται ψευδῆ ταύτην ἀπελέγξαι, διὰ τοῦ ζητεῖν δῆθεν ἀδύνατα. Καὶ κατέβη ἄν, εἰ πιστεύειν ἔμελλον. Πέποιθεν – Υἱός. Ὁ προεῖπε Δαυΐδ ἐκ προσώπου αὐτῶν, νῦν αὐτοὶ τοῦτο λέγουσιν, ἄγοντες εἰς πέρας τὴν τοιαύτην προφητείαν. Γέγραπται γάρ· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Ἔλεγον οὖν ἐπικερτομοῦντες· Πέποιθεν ἐπὶ τὸν Θεὸν, ὡς Υἱὸς αὐτοῦ, σωθήτω παρ' αὐτοῦ. Τοῦτο δὲ ἔλεγον, οὐχ ὡς τοῦ Θεοῦ μὴ δυναμένου ῥύσασθαι αὐτόν· ἀλλ' ὡς αὐτοῦ
col. 731–732page 313 of 329
PG 129:731μὴ ὄντος Υἱοῦ τοῦ Θεοῦ, καθὼς αὐτοὶ ᾤοντο. Ἀλλ' ὢ μιαροὶ καὶ παμμίαρος! λοιπὸν οὐδ' οἱ προφῆται ἦσαν προφῆται, οὐδὲ οἱ δίκαιοι πάντως δίκαιοι, ἐπειδὴ αὐτοὺς οὐκ ἐξήρπασε τῶν κινδύνων ὁ Θεός. Ἀλλὰ μὴν καὶ ἦσαν καὶ ἐκινδύνευσαν κατὰ διαφόρους οἰκονομίας. Τὸ δ' αὐτὸ αὐτῶν. Τὸ δ' αὐτό, ἀντὶ τοῦ, Ὡσαύτως. Οὐ μόνον γὰρ τοὺς Ἰουδαίους ἐξέκαυσεν ὁ διάβολος, ἀλλὰ καὶ τοὺς Ῥωμαίους στρατιώτας ἐξοίστρησε, καὶ αὐτοὺς δὲ τοὺς λῃστάς, καὶ ταῦτα συνεσταυρωμένους, ἐξηγρίανε κατ' αὐτοῦ. Ματθαῖος μὲν οὖν καὶ Μάρκος τοὺς δύο φασὶν ὀνειδίζειν αὐτόν· Λουκᾶς δὲ τὸν ἕνα μὲν βλασφημεῖν αὐτὸν λέγει, τὸν ἕτερον δὲ μᾶλλον ἐπιτιμᾶν τῷ βλασφημοῦντι.
Καὶ γὰρ πρῶτον μὲν οἱ δύο, τῶν ἰδίων ἐκλαθόμενοι πόνων, ἐξ ὠμότητος ὠνείδιζον αὐτὸν, Ἰουδαῖοι καὶ αὐτοὶ ὄντες· ἴσως δὲ καὶ πρὸς χάριν τῶν Ἰουδαίων, ἵνα διὰ τοῦτο κατενέγκωσιν αὐτούς. Ὕστερον δὲ μετενόησεν ὁ εἷς· τοῦτο μέν, ὑπομνησθεὶς τῶν σημείων τοῦ Χριστοῦ καὶ τῆς ἀνεπιλήπτου πολιτείας αὐτοῦ· τοῦτο δὲ καὶ ἀκούσας ὑπερευχομένου τῶν σταυρωσάντων μᾶλλον, ὡς ἱστόρησε Λουκᾶς· ἔτι δὲ καὶ ἰδὼν τὸν ἀέρα σκοτιζόμενον παρὰ φύσιν. Ἀπὸ ἐνάτης. Μετὰ τὸν κόρον τῆς παροινίας καὶ τῶν σκωμμάτων τοῦτο γέγονεν, ἵνα ἤδη παυθέντος τοῦ θυμοῦ κερδᾶναι τι δυνηθῶσιν ἀπὸ τοῦ θαύματος. Τοῦ καταβῆναι γὰρ ἀπὸ τοῦ σταυροῦ θαυμαστότερον ἦν τὸ τοιαῦτα ποιεῖν κρεμόμενον ἐπὶ τοῦ σταυροῦ.
Εἰ δὲ μὴ αὐτὸν ταῦτα ποιεῖν ὑπελάμβανον, ἀλλὰ καί, ὡς τοῦ Θεοῦ ταῦτα ποιοῦντος, ἔδει φοβηθῆναι καὶ συνιδεῖν ὅτι δι' αὐτὸν ὀργίζεται. Καὶ γὰρ οὐκ ἠδύναντο λέγειν ὅτι κατὰ φύσιν ἔκλειψις ἡλίου ἦν. Αὕτη μὲν γὰρ καὶ ἐν μιᾷ ῥοπῇ καιροῦ γίνεται, καὶ ἐν ἑνὶ μέρει τῆς γῆς, καὶ οὐκ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης. Τοῦτο δὲ τὸ σκότος καὶ ἐπὶ τρεῖς ὥρας διήρκεσε, καὶ ἐπὶ πᾶσαν γέγονε τὴν γῆν, καὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, ὅτε, πανσελήνου οὔσης, ἀμήχανον συμβαίνειν κατὰ φύσιν ἔκλειψιν ἡλίου. Περὶ ἐγκατέλιπες; Δαυιτικὸν μὲν τὸ ῥητόν· Ἑβραϊστὶ δὲ τοῦτο ἀνεβόησεν, ἵνα μόνοις Ἑβραίοις γνωρισθῇ, μόνοις εἰδόσι τὰ Δαυιτικά. Μάρκος δέ, Ἐλωΐ, Ἐλωΐ ἔγραψε.
Δηλοῖ δὲ τὸ μὲν Ἠλί, Θεέ μου, τὸ δὲ Ἐλωΐ, Ὁ Θεός μου. Ὡς ἄνθρωπος δέ, ταῖς ἀπὸ τῶν ἥλων ὀδύναις καταταθείς, φησί· Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; ἤγουν, διατί με ἀφῆκες οὕτως ἀδυνασθαι. Τοῦτο δὲ εἶπε βεβαιῶν ὅτι, ὥσπερ κατ' ἀλήθειαν ἐνηνθρώπησεν, οὕτω καὶ κατ' ἀλήθειαν ἐσταυρώθη, καὶ οὐ κατὰ φαντασίαν, ὡς πολλοὶ τῶν αἱρετικῶν ἐλήρησαν. Οὐ γὰρ ἂν ὀδυνώμενος οὕτως ἀνεβόησεν.
col. 733–734page 314 of 329
PG 129:733Ἔστι δὲ καὶ ἑτέρως εἰπεῖν ὅτι, ἤδη ἀποθνήσκων ὑπὲρ τῶν ἀνθρώπων, προσώπῳ τοῦ γένους τῶν ἀνθρώπων ἀνεβόησε τὴν δηλωθεῖσαν φωνήν. Φησὶ γὰρ ὁ Θεολόγος Γρηγόριος ὅτι ἐν ἑαυτῷ τυποῖ τὸ ἡμέτερον. Ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον, εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς αὐτοῦ πάθεσι. Τινές — οὗτος. Στρατιῶται καὶ οὗτοι ἦσαν Ρωμαῖοι, τὴν Ἑβραῖδα φωνὴν ἀγνοοῦντες. Καὶ εὐθέως ἐπότιζεν αὐτόν. Παίζων τοῦτο πεποίηκε παρηγορῶν δῆθεν, καθὼς καὶ ὁ πρὸ αὐτοῦ, ἢ καὶ ἵνα ἡ δριμύτης τοῦ ὄξους προσθήκη γένηται τῆς ὀδύνης. Οἱ — αὐτόν. Μάρκος δέ φησιν ὅτι αὐτὸς ἔλεγεν· Ἄφετε, ἴδωμεν, εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. Εἰκὸς δὲ τοῦτο λέγειν κἀκείνους καὶ τοῦτον. Ὁ δὲ Ἰησοῦς — πνεῦμα.
Τίς δὲ ἦν ἡ φωνὴ, ἐδήλωσεν ὁ Λουκᾶς, ὅτι Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Ἔκραξε δὲ φωνῇ μεγάλῃ, ἵνα πάντες ἀκούσωσι, καὶ πάντες εἰδῶσιν ὅτι μέχρι τῆς τελευταίας ὥρας πατέρα τὸν Θεὸν ὀνομάζει, καὶ αὐτῷ τὸ πᾶν ἀνατίθησι, καὶ οὐκ ἔστιν ἀντίθεος· ἔτι δὲ καὶ ἵνα μάθωσιν ὅτι κατ' ἐξουσίαν, ὅτι ἠθέλησεν, ἀποθνήσκει. Ὅτε γὰρ εἶπεν ὅτι Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, τότε λοιπὸν τῷ θανάτῳ παρεχώρησε προσεγγίζεσθαι αὐτῷ. Οὐκ εἶπε δὲ ὅτι Παρατίθημι, ἀλλ' ὅτι Παραθήσομαι, δηλῶν ὅτι μετὰ μικρὸν ἐκπνεύσει. Τὰ γὰρ μετὰ τὴν εἰρημένην κραυγὴν προσέθηκεν ὁ Ἰωάννης, ὡς καὶ αὐτὰ παραλελειμμένα τοῖς ἄλλοις, λέγων·
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ, καὶ τὰ ἑξῆς. Εἰπὼν δὲ, πῶς παρέθετο τὴν ἠγαπημένην Μητέρα καὶ παρθένον τῷ ἠγαπημένῳ μαθητῇ καὶ παρθένῳ, καὶ πῶς διψήσας ἔπιε τὸ ὄξος, τελευταῖόν φησιν· Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε· Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα. Περὶ ὧν ἁπάντων ζήτησον ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ. Καὶ ἰδοὺ — ἐσχίσθησαν. Ἐσχίσθη τὸ κάλυμμα τοῦ ναοῦ, καὶ ἀνεκαλύφθη τὰ ὑποκεκρυμμένα τούτῳ μυστήρια. Ἐρράγη τὰ τοῦ γράμματος, καὶ ἐφάνη τὰ τοῦ πνεύματος. Ἤ ὁ μὲν ἥλιος ἡμφιέσατο σκότος, ὁ δὲ ναὸς ἔσχισε τὸ καταπέτασμα, δηλοῦντες ὅτι πενθοῦσιν ἐπὶ τῷ παραλόγῳ τούτῳ θεάματι.
Πενθούντων γάρ ἐστι, καὶ τὸ ῥηγνύειν τὴν ἐσθῆτα, καὶ τὸ περιτίθεσθαι στολὴν μέλαιναν. Τῆς δὲ γῆς σεισθείσης, καὶ τῶν πετρῶν σχισθεισῶν,
col. 735–736page 315 of 329
PG 129:735ἔδειξεν ὁ Χριστὸς ὅτι δυνατὸς ἦν ἐπιχῶσαι καὶ καταχῶσαι αὐτούς. Ἀλλ' οὐκ ἠθέλησε δι' οἰκείαν χρηστότητα, καὶ διὰ τοὺς μέλλοντας ἐξ αὐτῶν πιστεῦσαι καὶ λάμψαι. Ἰδικώτερον δὲ τὸ καταπέτασμα τοῦ ναοῦ σχίζεται πρὸς ἀναντίῤῥητον ἔλεγχον αὐτῶν, ἵνα, παιρώμενοι αἰτιολογεῖν, καὶ ἀνάγειν εἰς τὰ κατὰ φύσιν πάθη τόν τε τοῦ ἡλίου σκοτασμὸν, καὶ τῆς γῆς τὸν σεισμὸν, καὶ τῶν πετρῶν τὴν σχίσιν, ἐπιστομίζωνται τῇ σχίσει τοῦ καταπετάσματος, οὐδέποτε δυνάμενοι δεῖξαι τοιοῦτον γενόμενον. Τοῦ καταπετάσματος δὲ σχισθέντος, ἐδήλωσεν ὁ Θεὸς ὅτι ἀπέστη λοιπὸν ἡ θεία χάρις ἀπὸ τοῦ ναοῦ, καὶ ὅτι τὰ ἔνδον, ἤτοι, τὰ Ἅγια τῶν ἁγίων, πᾶσι βατὰ καὶ θεατὰ καταστήσονται, ὃ καὶ γέγονεν ὕστερον, τῶν Ῥωμαίων εἰσελθόντων.
Τὸ δὲ χαριέστερον, ἐπεὶ τὰ μὲν ἐντὸς τοῦ καταπετάσματος τύπος ἦσαν τοῦ οὐρανοῦ, τὰ δ᾽ ἐκτὸς τύπος τῆς γῆς, σχισθὲν ἤδη τὸ καταπέτασμα δεδήλωκεν, ὅτι ἐσχίσθη ἤδη τὸ μεσότοιχον τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἤγουν, ἡ ἔχθρα ἡ μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἀνθρώπων, καὶ γέγονεν ὁ οὐρανὸς βατὸς τοῖς ἀνθρώποις, τοῦ Χριστοῦ λύσαντος τοῦτον τὸν φραγμὸν, καὶ τὴν τοιαύτην ἄνοδον ἡμῖν ἐγκαινίσαντος. Καθόλου δὲ δεῖγμα θεομηνίας ἦσαν τὰ γεγενημένα, καθαπτόμενα τῆς τῶν Ἰουδαίων ἀναισθησίας, καὶ προαγορεύοντα τὴν τούτων ἀπώλειαν. Καὶ — ἠγέρθη. Εἰς ἔνδειξιν καὶ τοῦτο γέγονε τῆς δυνάμεως αὐτοῦ καὶ φόβον τῶν Ἰουδαίων, ἵνα λογίσωνται, ὅτι ὁ ζωώσας οὕτως εὐχερῶς τοὺς νεκροὺς εὐχερέστερον ἂν ἠδύνατο θανατώσαι τοὺς ζῶντας·
ἔτι δὲ καὶ εἰς βεβαίωσιν τῆς μελλούσης ἀναστάσεως. Καὶ — πολλοῖς. Εἰσῆλθον καὶ ἐνεφανίσθησαν, ἵνα μὴ δόξῃ κατὰ φαντασίαν ἥ τε τῶν μνημείων ἄνοιξις καὶ ἡ τῶν κεκοιμημένων ἔγερσις. Μετὰ τὴν ἔγερσιν δὲ αὐτοῦ ἐξῆλθον ἐκ τῶν μνημείων, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς, ἵνα ἐκ τῆς τούτων ἐγέρσεως πληροφορηθῶσι καὶ περὶ τῆς ἐκείνου, λογιζόμενοι ὅτι ὁ τούτους ἀναστήσας πολλῷ μᾶλλον ἑαυτὸν ἀνέστησεν. Ἅγιοι δὲ ἠγέρθησαν, ἵνα δόξωσιν ἀξιόπιστοι, λέγοντες περὶ τοῦ Χριστοῦ. Ἐμφανισθέντες δὲ, πάλιν ἐκοιμήθησαν. Ὁ δὲ ἑκατόνταρχος ἦν οὗτος. Τοῦτον τὸν ἑκατόνταρχον ὁ Μάρκος κεντυρίωνα ὠνόμασε· κεντυρίων γὰρ παρὰ Ῥωμαίοις ὁ ἑκατόνταρχος ἐπειδὴ καὶ τὰ ἑκατὸν, κέντε λέγουσιν.
Ἰδὼν δὲ, φησίν, ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξεναντίας αὐτοῦ, ὅτι οὕτως κράξας ἐξέπνευσεν, εἶπεν·
col. 737–738page 316 of 329
PG 129:737Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ. Ἰδὼν ὅτι μετὰ παρρησίας Πατέρα τὸν Θεὸν καλέσας, καὶ εἰς χεῖρας αὐτοῦ παραθεῖναι τὴν ψυχὴν ἑαυτοῦ ἐπαγγειλάμενος, μετὰ μικρὸν ἐξέπνευσεν· ἰδὼν δὲ καὶ τὰ τηνικαῦτα γενόμενα φρικτά, ἐπίστευσεν ὅτι Υἱὸς ἦν Θεοῦ. Ὁ δὲ Λουκᾶς λέγει περὶ αὐτοῦ ὅτι Ἰδὼν ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεόν, λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν· δίκαιον, οἶμαι, τὸν θεῖον ὀνομάσας. Ἢ καὶ πρῶτον μὲν ἁπλῶς εἶπεν, ὅτι δίκαιος ἦν· εἶτα τελεώτερον, ὅτι Υἱὸς ἦν Θεοῦ. Προσέθηκε δὲ Λουκᾶς ὅτι καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
Μὴ τολμῶντες γὰρ λαλεῖν διὰ τὸν φόβον τῶν ἀρχιερέων, ἔτυπτον ἑαυτῶν τὰ στήθη, σημαίνοντες τὴν ἐντὸς ὀδύνην. Συνῆκαν γάρ, ἀπό τε τῶν προλαβόντων σημείων, ἀπό τε τῶν τότε γενομένων, ὅτι θεῖος ἄνθρωπος ἦν, καὶ συμπάσχει αὐτῷ ἡ κτίσις, μὴ φέρουσα τὸ πάθος αὐτοῦ. Ἦσαν — αὐτῷ. Χορηγοῦσαι τὰ πρὸς τὴν χρείαν. Χορὸς γὰρ ἦσαν καὶ αὗται μαθητριῶν, περὶ τὴν Θεομήτορα τεταγμέναι, καὶ παρέχουσαι δαπάνας ἐκ τῶν προσόντων αὐταῖς. Καὶ ὅρα τὴν τάξιν ἀντιστραφεῖσαν. Οἱ μαθηταὶ γὰρ ἔφυγον, αἱ δὲ μαθήτριαι παρέμειναν. Ἐν — τῶν υἱῶν Ζεβεδαίου.
Τινὲς δὲ λέγουσι, μετὰ τὸ ταφῆναι τὸν Χριστὸν, ἀπελθοῦσαν τὴν Θεοτόκον καταπεσεῖν ὑπὸ λύπης ὑπερβαλλούσης, καὶ μηδ' ἀφικέσθαι μετὰ τοῦτο πρὸς τὸν τάφον, ἀδυνατήσασαν ἐκ σφοδρᾶς περιωδυνίας, ἀλλὰ κεῖσθαι καὶ θρηνεῖν μέχρι τῶν εὐαγγελίων καὶ ἀναστάσεως. Πολλῶν οὐσῶν, τὰς ἐπισημοτέρας ἀπαριθμεῖται. Τινὲς μὲν οὖν φασιν, ὡς ἡ Θεοτόκος ἐστὶν ἡ παρὰ τοῖς εὐαγγελισταῖς ὀνομαζομένη ποτὲ μὲν τοῦ Ἰακώβου καὶ Ἰωσὴ μήτηρ, ποτὲ δὲ Μαρία ἡ Ἰακώβου, ποτὲ δὲ Μαρία ἡ τοῦ Ἰωσῇ· παῖδες γὰρ οὗτοι τῷ Ἰωσήφ. Καὶ ὥσπερ ὁ πατὴρ αὐτῶν ἀνὴρ αὐτῆς ὠνομάζετο διὰ τὴν οἰκονομίαν, οὕτω καὶ αὐτοὶ πάλιν υἱοὶ αὐτῆς. Δυσπαράδεκτος δὲ ὁ λόγος οὗτος δοκεῖ. Πρῶτον μὲν γὰρ οὐδὲν ἐκώλυεν μητέρα τοῦ Ἰησοῦ ταύτην ὀνομάσαι·
τοῦτο γὰρ διαφέρως αὐτὴν ὠνόμασαν ἐν ταῖς προλαβούσαις διηγήσεσιν· ἔπειτα καὶ παράλογον πανταχοῦ προτάττειν αὐτῆς τὴν Μαγδαληνὴν ἐν τοῖς ἐφεξῆς λόγοις, καὶ δεικνύειν θερμοτέραν τῆς Θεομήτορος. Ὅθεν ὑπονοοῦμεν ὅτι ἄλλη τις ἦν ἡ Μαρία αὕτη, μήτηρ οὖσα Ἰακώβου τοῦ Μικροῦ καὶ Ἰωσῆ, οὐ τῶν υἱῶν τοῦ Ἰωσήφ, ἀλλ' ἑτέρων, ἀπὸ τῶν ἑβδομήκοντα μαθητῶν.
col. 739–740page 317 of 329
PG 129:739Ἰουδαίοις. Εἰκὸς δὲ τότε μὲν τὴν Θεοτόκον ἐγγυτέρω παρὰ τὰς ἄλλας ἱστασθαι γυναῖκας, τῆς φλεγμονῆς τῶν σπλάγχνων νικώσης τὸν φόβον τῶν Ἰουδαίων· ἴσως δὲ καὶ περιέρχεσθαι, μὴ δυναμένην ἀφ' ἑνὸς τόπου μένειν διὰ τὰ κέντρα τῆς φύσεως· ὕστερον δὲ παραμένειν τῷ μνημείῳ, καὶ ὁρᾷν ἕκαστα. Καὶ εἰ τοῦτο δεξόμεθα, ζητητέον, πῶς οὐκ ἐμνημόνευσαν αὐτῆς οἱ εὐαγγελισταί; Διότι γνώριμον ἦν περὶ αὐτῆς ὅτι πάντως παρῆν, καὶ τὰ μητέρων ἐπεδείκνυτο. Διὰ τοῦτο γὰρ οὐδὲ θρήνον αὐτῆς ἱστόρησαν. Ἔφθασαν γὰρ ἀπαγγείλαντες ὅτι ἠκολούθει τῷ υἱῷ διδάσκοντι. Χρὴ δὲ, καὶ τοῦτο κἀκεῖνο γινώσκειν, καὶ τὸ προσφυέστερον ἀποδέχεσθαι. Μάρκος δέ φησιν·
Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ Μικροῦ καὶ Ἰωσή μήτηρ, καὶ Σαλώμη. Ταύτην δὲ τὴν Σαλώμην τινὲς εἶπον εἶναι τὴν παρὰ τῷ Ματθαίῳ ῥηθεῖσαν μητέρα τῶν υἱῶν Ζεβεδαίου. ΚΕΦ. ΠΖ΄. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Ἰησοῦ. Ὀψίας δὲ γενομένης – Ἰησοῦ. Ὁ δὲ Ἰωάννης καὶ ἄλλα, πρὸ τοῦ ἐλθεῖν τοῦτον, ἱστόρησεν· Οἱ οὖν Ἰουδαῖοι, λέγων, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν, καὶ τὰ ἑξῆς· περί τε τῆς κατεάξεως τῶν σκελῶν τῶν λῃστῶν, καὶ περὶ τῆς νύξεως τῆς πλευρᾶς τοῦ Κυρίου. Τοῦτον δὲ τὸν Ἰωσὴφ ὁ Μάρκος εὐσχήμονα βουλευτὴν ἀνέγραψε, καὶ προσδεχόμενον τὴν βασιλείαν τοῦ Θεοῦ.
Εὐσχήμονα μὲν, ὡς σεμνὸν καὶ κόσμιον· βουλευτὴν δὲ, ὡς ἕνα τῶν βουλευτῶν τῆς πόλεως· ὀφφικιάλιοι δὲ ἦσαν οἱ βουλευταί· προσδεχόμενον δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, τὴν μέλλουσαν, τὴν κατὰ τὴν παρουσίαν τὴν δευτέραν τοῦ Χριστοῦ. Λουκᾶς δὲ ἄνδρα ἀγαθὸν καὶ δίκαιον αὐτὸν ὠνόμασε, καὶ μὴ συγκατατεθειμένον τῇ βουλῇ καὶ τῇ πράξει τῶν Ἰουδαίων, ἀπὸ Ἀριμαθαίας, πόλεως τῶν Ἰουδαίων. Ἰωάννης δὲ μαθητὴν μὲν αὐτὸν εἶναι λέγει τοῦ Ἰησοῦ, κεκρυμμένον δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἓν δὲ ἐκ τῶν ἑβδομήκοντα μαθητῶν. Οὗτος — τὸ σῶμα τοῦ Ἰησοῦ. Γνώριμος ὢν αὐτῷ. Μάρκος δὲ εἶπεν ὅτι καὶ τολμήσας εἰσῆλθε πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τὴν
col. 741–742page 318 of 329
PG 129:741προτέραν γὰρ δειλίαν τῇ ὕστερον τολμημίᾳ θαυμασίως ἀπενίψατο, καὶ εἰς θάνατον ἐξέδωκεν ἑαυτὸν τῇ πρὸς τὸν διδάσκαλον εὐνοίᾳ, τὴν παρὰ πάντων τῶν Ἰουδαίων ἀπέχθειαν ἀναδεξάμενος. Τότε— σῶμα. Μάρκος δέ φησιν ὅτι Πιλάτος ἐθαύμασεν, εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὴν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν, εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Προσελόκα γάρ, βραδέως ἀποθανεῖν αὐτὸν, ὡς θεῖόν τινα καὶ ὑπὲρ τοὺς πολλούς. Αὐτὸς δὲ, ὡς ἄνθρωπος, νόμῳ φύσεως ἐτελεύτησε. Καὶ λαβὼν — καθαρᾷ. Ὁ δὲ Ἰωάννης πλατύτερον ἱστόρησε λέγων· Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.
Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἐπίσημος μὲν οὖν ἦν καὶ πρότερον ὁ Ἰωσήφ, ἐπισημότερος δὲ γέγονεν ἔκ τε τοῦ τολμῆσαι λαβεῖν τὸ σῶμα, καὶ τοῦ τιμῆσαι αὐτό. Καὶ γὰρ οὐ μόνον ἦρεν, ἀλλὰ καὶ πολυτελῶς ἐνεταφίασε μετὰ Νικοδήμου. Μίγματι δὲ σμύρνης καὶ ἀλόης τοῦτο ἐνεταφίασαν, ὥστε διαμένειν ἄσηπτον καὶ εὐῶδες· ἔτι γὰρ ὡς ἄνθρωπον ψιλόν, ἐτίμων αὐτόν. Καὶ ἡμεῖς οὖν, τὸ σῶμα τοῦ Κυρίου διὰ τῆς μεταλήψεως λαμβάνοντες, μυρίσωμεν τοῦτο ταῖς εὐωδίαις τῶν ἀρετῶν τῆς τε πράξεως καὶ τῆς θεωρίας.
Καὶ — ἀπῆλθεν. Οὗτος μὲν ὁ εὐαγγελιστὴς τοῦ Ἰωσήφ εἶναι τὸ μνημεῖον εἶπεν, οἱ ἄλλοι δὲ οὐκ ἐσημειώσαντο, τίνος ἦν. Φησὶ γὰρ ὁ Ἰωάννης· Ἦν δὲ ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον κενὸν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη, καὶ τὰ ἑξῆς. Εἰκὸς οὖν, τοῦ Ἰωσὴφ ὑπάρχειν τὸν κῆπον, ἐν ᾧ ἦν τὸ μνημεῖον. ὨΙκονομήθη δὲ κενὸν εἶναι τοῦτο, ἵνα τοῦ Σωτῆρος ἀναστάντος μὴ νομισθῇ ἕτερος ἀναστῆναι. Προσεκύλισε μέντοι λίθον μέγαν, συναραμένου αὐτῷ καὶ τοῦ Νικοδήμου. Τὸ δὲ μνημεῖον σπηλαιοειδὲς ἦν λαξευτόν. Ἦν δὲ — τάφου. Μάρκος δέ φησιν· Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰωσῆ ἐθεώρουν, ποῦ τίθεται. Λουκᾶς δὲ λέγει·
κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Αἱ ῥηθεῖσαι γὰρ, κατακολουθήσασαι τοῖς θάπτουσιν, ἐκάθισαν ἀπέναντι τοῦ τάφου, θεωροῦσαι ποῦ τίθεται τὸ σῶμα, καὶ πῶς τίθεται, ἵνα, ἀπελθοῦσαι καὶ ἑτοιμάσασαι ἀρώματα καὶ μύρα, ἔλθωσιν ἐν τῇ Κυριακῇ, καὶ ἀρωματίσωσιν καὶ μυρίσωσιν αὐτό.
col. 743–744page 319 of 329
PG 129:743Ὅτι μὲν γὰρ ἐτάφη, ἑσπέρα ἤδη κατέλαβε, καθ' ἦν οὐκ ἐξῆν εἰς μνημεῖον βαδίζειν. Ἐτίμων γὰρ Ἰουδαῖοι μάλιστα τὴν ἑσπέραν τῆς Παρασκευῆς ἐκείνης, οὐ μόνον ὡς προεόρτιον τοῦ Σαββάτου, ἀλλὰ καὶ ὡς ἑόρτιον διὰ τὸ Πάσχα. Ἐν ταύτῃ γὰρ ἔδει θύεσθαι τὸ Πάσχα. Τὸ δὲ Σάββατον ἡσύχαζον διὰ τὸν νόμον. Ἔτι γὰρ καὶ τὰ ἔθη καὶ τὸν νόμον ἐφύλαττον. Λοιπὸν οὖν ἐν τῇ Κυριακῇ πρὸς τὸν τάφον ἐλθεῖν ἐβούλοντο, δ δὴ καὶ πεποιήκασιν, ὡς μετ' ὀλίγον ῥηθήσεται. Οὔπω γὰρ οὐδὲν ὑψηλὸν εἰδυῖαι περὶ τῆς ἀναστάσεως, ἤλπιζον εὑρεῖν τὸ σῶμα τεθαμμένον. Τῇ – πρώτης. Ἀσφαλίσασθαι τὸν τάφον, ἤγουν σφραγίσαι καὶ φρουρῆσαι.
Ἐπεὶ δὲ ἔδει πιστευθῆναι, ὅτι καὶ ἀπέθανε, καὶ ἐτάφη, καὶ ἀνέστη, βλέπε καὶ τὰ τρία ταῦτα μαρτυρούμενα παρὰ τῶν ἐχθρῶν. Σκοπητέον γὰρ τοὺς λόγους αὐτῶν. Τὸ μὲν, Ἐμνήσθημεν, ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν, μαρτυρεῖ ὅτι ἀπέθανε· τὸ δὲ, Κέλευσον ἀσφαλισθῆναι τὸν τάφον, βεβαιοῖ, ὅτι ἐτάφη· τὸ δὲ, Μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, πληροφορεῖ ὅτι ἀσφαλισθέντος οὐ κλαπήσεται. Καὶ λοιπὸν ἀναντίῤῥητος ἡ ἀνάστασις. Ἄξιον δὲ ζητῆσαι, ποῦ εἶπεν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὅτι μὲν γὰρ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, διαφόρως εἶπε πρὸς τοὺς μαθητάς· ὅτι δὲ Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι, οὐκ εἶπεν οὐδαμοῦ.
Λοιπὸν οὖν Ἰουδαῖοι ἀπὸ τοῦ κατὰ τὸν Ἰωνᾶν παραδείγματος, τοῦ ῥηθέντος πρὸς αὐτοὺς, τοῦτο συνελογίσαντο. Ἐσχάτην μὲν οὖν πλάνην λέγουσι περὶ τοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· πρώτην δὲ περὶ τοῦ, ὅτι Υἱὸς Θεοῦ ἦν. Ἀλλ' ὦ ἀνόητοι, σκοπήσατε, τίνος ἕνεκεν κλέψουσιν αὐτόν; Ἐὰν γὰρ οὐκ ἀναστῇ τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἐπηγγείλατο, πρόδηλον, ὡς, ἀπατηθέντες, καὶ δι' αὐτὸν πρὸς ὅλον τὸ ἔθνος ἐκπολεμωθέντες, καὶ ἄοικοι, καὶ ἀπόλιδες γενόμενοι, ἀποστραφήσονται μᾶλλον καὶ μισήσουσιν αὐτὸν, ὡς πλάνον. Καὶ διὰ τοῦτο μὲν οὐ θελήσουσιν αὐτὸν κλέψαι. Ἀλλ' οὐδὲ δυνήσονται πεῖσαι τὸν λαὸν ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν. Τίνι γὰρ καὶ θαῤῥήσουσιν; τῇ δεινότητι τῶν λόγων; καὶ μὴν ἀγράμματοι εἰσιν·
Ἀλλὰ τῇ περιουσίᾳ τῶν χρημάτων; καὶ μὴν ἁπάντων εἰσὶ πενέστεροι. Ἀλλὰ τῇ περιφανείᾳ τοῦ γένους; καὶ μὴν εὐτελεῖς εἰσὶν ἐξ εὐτελῶν· Ἀλλὰ τῷ πλήθει ἑαυτῶν; καὶ μὴν οὐ πλείους εἰσὶ τῶν ἕνδεκα. Ἀλλὰ τῷ μεγέθει τῆς πατρίδος; καὶ μὴν ἀπὸ χωρίων εἰσὶν ἀσήμων· ἀλλὰ ταῖς ἐπαγγελίαις τοῦ διδασκάλου; Ποίαις; Εἰ μὴ ἀναστῇ γὰρ, οὐδ' ἐκείναις πιστεύουσι. Δέδεικται τοίνυν ὅτι μάτην ὑποπτεύετε κλαπῆναι τοῦτον· οὐκ ἐνδέχεται γὰρ διὰ τὰς εἰρημένας αἰτίας.
col. 745–746page 320 of 329
PG 129:745Ἔφη — οἴδατε. Ὥσπερ ἡ σπεῖρα, οὕτω καὶ ἡ κουστωδία, τάγμα ἦν στρατιωτικόν. Οὐκ ἀφῆκε δὲ τοὺς στρατιώτας μόνους ἀσφαλίσασθαι τὸν τάφον, ἀλλὰ προηγουμένως τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις ἐπέτρεψε τὰ τῆς ἀσφαλείας, ἑπομένης τῆς κουστωδίας, οὕτω τοῦ Θεοῦ οἰκονομήσαντος, ἵνα μὴ δύνωνται λέγειν μετὰ τὴν ἀνάστασιν, ὅτι οἱ στρατιῶται μόνοι ἀσφαλιζόμενοι, προδεδώκασι τὸ σῶμα τοῖς μαθηταῖς. Οἱ δὲ — κουστωδίας. Οὐ μόνον ἐσφράγισαν τὸν λίθον τῆς θύρας, ἐπιθέντες αὐτῷ σήμαντρα· ἀλλὰ καὶ ἐπιλεξάμενοι στρατιώτας, οὓς ἤθελον, φύλακας τούτῳ παρεκάθισαν, ὡς δηλωθήσεται μετ' ὀλίγον. Καὶ ταῦτα εἰργάσαντο ἐν Σαββάτῳ, λύσαντες τοῦτο, διὰ τὴν λύσσαν τῆς μανίας αὐτῶν.
Ἐπεὶ δὲ μέλλομεν ἐρεῖν περὶ τῆς ἐπὶ τὸ μνημεῖον ἀφίξεως τῶν γυναικῶν, οὐκ ἄκαιρον προειπεῖν, ὅτι διαφόρως περὶ τῶν ὀπτασιῶν ἱστορήσαντες οἱ εὐαγγελισταί, οὐκ ὀλίγην τοῖς μὴ προσέχουσι παρέχουσιν ἀπορίαν. Καὶ ὁ μὲν Χρυσόστομος οὐδέν τι περὶ τῆς τοιαύτης διαφορᾶς ἐπολυπραγμόνησεν· ἕτεροι δὲ πολλοί, μὴ δυνάμενοι συμβιβάσαι τὰ ῥητὰ τῶν εὐαγγελιστῶν, πολλοὺς περὶ αὐτῶν κατεβάλοντο λόγους. Οἱ μὲν γὰρ τέσσαρας τὰς ἀφίξεις λέγοντες, κατὰ διαφόρους καιρούς γενομένας, οὐ τὰς αὐτὰς γυναῖκας εἶναί φασι, τὰς ὑπὸ τῶν τεσσάρων εὐαγγελιστῶν μνημονευομένας, ἀλλ᾽ ἑτέρας καὶ ἑτέρας ὁμωνύμους ἀλλήλαις· οἱ δὲ περὶ μὲν τῶν τεσσάρων ἀφίξεων συνομολογοῦσιν, ὑπὸ δὲ τῶν αὐτῶν γυναικῶν γενέσθαι ταύτας διισχυρίζονται.
Καὶ οὗτοι δὲ κἀκεῖνοι ῥᾳδίως ἐλέγχονται, σαθρὰ καὶ εὐανάτρεπτα λέγοντες, εἴ τις φιλοπονώτερον προσέχει τοῖς εὐαγγελισταῖς. Ἀλλ᾽ ἡμεῖς παρ᾽ αὐτοῦ τοῦ ταφέντος καὶ ἀναστάντος αἰτησάμενοι χάριν, πειρασόμεθα συμβιβάσαι τὰ ῥητά, καὶ δεῖξαι σαφῶς, ἁρμονίαν μίαν παρὰ πᾶσι τοῖς εὐαγγελισταῖς. Ὀψέ — τάφον. Οἱ Ἑβραῖοι, τὸ Σάββατον τιμῶντες, ἤτοι, τὴν ἑβδόμην ἡμέραν τῆς ἑβδομάδος, Σάββατα καὶ τὰς πρὸ αὐτοῦ ἓξ ἡμέρας, εἰς τιμὴν αὐτοῦ, προσηγόρευον. Μίαν μὲν Σαββάτων, ἤγουν, πρώτην, τὴν Κυριακὴν ὀνομάζοντες· δευτέραν δὲ Σαββάτων, καὶ τρίτην Σαββάτων, τὴν δευτέραν, καὶ τρίτην ἡμέραν τῆς ἑβδομάδος. Ὁμοίως δὲ καὶ τὰς ἐφεξῆς.
Εἰπὼν οὖν Ματθαῖος, ὅτι ὀψὲ Σαββάτων, ἐσήμανε τὸ τέλος ὅλων τῶν Σαββάτων, ἤγουν τῶν ἑπτὰ ἡμερῶν τῆς ἑβδομάδος. Καὶ
col. 747–748page 321 of 329
PG 129:747ἡμεῖς γὰρ, ὀψὲ τῆς ἡμέρας λέγοντες, ἢ ὀψὲ τῆς νυκτός, τὰ τελευταῖα τούτων δηλοῦμεν. Τέλος δὲ τῶν ἑπτὰ ἡμερῶν τῆς ἑβδομάδος, οὐ μόνον αὐτὸ τὸ κυρίως Σάββατον, ἀλλὰ καὶ τὸ τούτου τέλος. Ἵνα δὲ μὴ νοήσῃς ὅτι ἐν τῷ τέλει τούτου τοῦ Σαββάτου αἱ δηλωθεῖσαι γυναῖκες ἦλθον εἰς τὸν τάφον, ἀλλ' ἐν ἀρχῇ τοῦ ὄρθρου τῆς Κυριακῆς, προσέθηκεν, ὅτι Τῇ ἐπιφωσκούσῃ, τουτέστι τῇ ἐπιφαινούσῃ ἡμέρᾳ, τῇ ἐπαυγαζούσῃ, τῇ ἐπανατελλούσῃ. Ἔτι δὲ σαφηνίζων τὸν λόγον, ἐπήγαγεν· ὅτι Εἰς μίαν Σαββάτων. Μία δὲ Σαββάτων, ἤγουν, πρώτη τῶν ἑπτὰ ἡμερῶν, ἡ Κυριακή, καθὼς προειρήκαμεν. Ἀλλὰ Ματθαῖος μέν, οὕτω γράψας, τὴν ἀρχὴν τοῦ ὄρθρου τῆς Κυριακῆς ἐνέφηνεν.
Ἄρχεται δὲ πᾶς ὄρθρος, μετὰ τὴν ἔκτην ὥραν τῆς νυκτός, ὅτι πρῶτον οἱ ἀλεκτρυόνες φωνοῦσι. Τὸν αὐτὸν δὲ καιρὸν καὶ Μάρκος ἱστόρησεν εἰπών· Καὶ λίαν πρωὶ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Λίαν γὰρ πρωΐ ἐστιν, ἡ ἀρχὴ τοῦ ὄρθρου. Καὶ ἐὰν ἦν λίαν πρωί, πῶς εἶπεν, ὅτι ἀνατείλαντος τοῦ ἡλίου; Διότι τότε κυρίως ἀνατέλλει ὁ ἥλιος, εἰ καὶ ἡμῖν οὔπω φαίνεται, διατρίβων ἔτι περὶ τὰ βαθύτατα καὶ ἀκρότατα μέρη τῆς Ἀνατολῆς, καὶ κατὰ μικρὸν ἐπαναβαίνων. Καὶ τούτου μαρτύριον, ἡ τῶν ἀλεκτρυόνων ᾠδή. Πρῶτοι γὰρ πάντων τῶν ζώων, αἰσθανόμενοι τῆς θέρμης αὐτοῦ, κράζουσιν αὐτίκα, καὶ τὴν τούτου παρουσίαν προμηνύουσι τοῖς ἀνθρώποις.
Τὸν αὐτὸν δὲ καιρὸν καὶ Λουκᾶς ἐδήλωσε λέγων ὅτι τὸ μὲν Σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν. Τῇ δὲ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Περὶ δὲ Μαρίας τῆς Μαγδαληνῆς, ἧς ἐμνημόνευσεν ὁ Ἰωάννης, ἐροῦμεν προϊόντες ἐν τῷ προσήκοντι τόπῳ. Καὶ ἰδοὺ — χιών. Ὁ μὲν Χριστὸς ἀνέστη, πρὸ τοῦ καταβῆναι τὸν ἄγγελον. Καθάπερ γὰρ ἐγεννήθη, σώων φυλαττομένων τῶν κλείθρων τῆς παρθενίας· οὕτως ἐξῆλθε, σώων φυλαττομένων τῶν σφραγίδων τοῦ μνήματος.
Ὁ δὲ σεισμὸς ἐγένετο διὰ τοὺς παρακαθημένους τῷ τάφῳ φύλακας, ἵνα τῷ φόβῳ τοῦ σεισμοῦ ἀναστάντες, καὶ τῷ φρικτῷ τῆς ἰδέας τοῦ τὸν λίθον ἀποκυλίσαντος ἐκπλαγέντες, φύγωσι καὶ ἀπαγγείλωσι ταῦτα τοῖς Ἰουδαίοις, καὶ μάρτυρες αὐτοὶ γένωνται τῆς ἀληθείας. Μάλιστα γὰρ αὕτη λάμπειν εἴωθεν, ὅταν ὑπὸ τῶν ἐχθρῶν αὐτῆς ἀνακηρύττηται. Ἀπεκύλισε δὲ τὸν λίθον ὁ ἄγγελος, διὰ τὰς γυναῖκας, ἵνα ἴδωσι τὸν τάφον κενὸν, καὶ πιστεύσωσιν ὅτι ἐγήγερται. Μάρκος δέ φησι περὶ τῶν γυναικῶν τούτων, ὅτι
col. 749–750page 322 of 329
PG 129:749ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος. Ἦν γὰρ μέγας σφόδρα. Ἐλθοῦσαι μὲν γὰρ, ἔλεγον πρὸς ἀλλήλας οὕτως· ἐν ὅσῳ δὲ ταῦτα διελογίζοντο, γέγονε μὲν ὁ σεισμός, προσελθὼν δὲ ὁ ἄγγελος ἀπεκύλισε τὸν λίθον, καὶ λοιπὸν ἀναβλέψασαι πρὸς τὸν τάφον, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος. Ὁ Μάρκος δὲ, φροντίσας τῆς συντομίας, οὔτε τὸν σεισμὸν ἀνέγραψεν, οὔτε, τίς ἀπεκύλισε τὸν λίθον, ἐδίδαξεν. Ὁμοίως δὲ καὶ ὁ Λουκᾶς συνέτεμε τὴν περὶ τούτων διήγησιν, εἰπών· Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Πότε μὲν οὖν ἦλθον εἰς τὸ μνημεῖον αἱ γυναῖκες, ἐδήλωσαν οἱ εὐαγγελισταί·
πότε δὲ ἀνέστη ὁ Κύριος, οὐδεὶς αὐτῶν παρεσημειώσατο. Μόνος γὰρ οἶδε τοῦτο, ὁ μόνος, ὡς οἶδεν, ἀναστάς. Πάντες δὲ συμφώνως οἱ ἱεροὶ Πατέρες καὶ διδάσκαλοι καιρὸν τῆς ἀναστάσεως αὐτοῦ φασί, τὴν πρώτην τῶν ἀλεκτρυόνων ᾠδήν, ἥτις ἤδη τὸ τῆς Κυριακῆς προανεκρούετο φῶς. Διὸ καὶ μετὰ τὴν ἕκτην ὥραν τῆς νυκτὸς οἱ φιλάρετοι τὴν νηστείαν καταλύοντες, τῆς εὐφροσύνης ἀπάρχονται. Ἀνέστη δὲ τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἔλεγεν. Ἐπεὶ γὰρ ἐν τῇ ἐνάτῃ ὥρᾳ τῆς παρασκευῆς ἀπέθανεν, ἀριθμεῖται πρώτη μὲν ἡμέρα ἡ παρασκευή, δευτέρα δὲ τὸ Σάββατον, τρίτη δὲ ἡ Κυριακή· ἐν ᾗ, ἀρχομένου τοῦ ὄρθρου, ἀνέστη, μικρόν τι πρὸ τῆς τῶν γυναικῶν ἀφίξεως, καὶ συναριθμοῦνται τῆς μὲν παρασκευῆς τὸ τέλος, τῆς δὲ Κυριακῆς ἡ ἀρχή.
Ἐπεὶ δὲ ἐν τῷ κατὰ τὸν Ἰωνᾶν παραδείγματι ἔφη· Οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· περὶ μὲν τῶν ἡμερῶν οὐκ ἔστι διαπορεῖν· ἠρίθμηνται γάρ. Περὶ δέ γε τῶν νυκτῶν ἐροῦμεν, ὡς οἱ Ἰουδαῖοι ἕως τρίτης ἡμέρας ἠσφαλίσαντο τὸν τάφον, ἤγουν, ἀπ' αὐτῆς τῆς παρασκευῆς ἕως τῆς Κυριακῆς, ἡλίου δύναντος. Οὕτω γὰρ ἐψηφίσαντο. Τὴν δὲ τρίτην νύκτα τῆς ἀσφαλείας ἐκτὸς ἀφῆκαν. Καὶ λοιπόν, εἰ καὶ ταύτην ἀνέμεινεν, ἔμελλε γενέσθαι ὕποπτος ἡ ἀνάστασις. Καὶ γὰρ ἀντεῖπον ἂν, ὡς, ἐπεὶ ἐντὸς τοῦ καιροῦ τῆς ἀσφαλείας οὐκ ἀνέστη, λυθείσης ταύτης, ἄπιστος ἡ ἀνάστασις· ἐκλάπη γάρ, οὐδενὸς φυλάττοντος. Λοιπὸν οὖν, ἔτι φυλαττόντων, ἀνέστη, περιαιρῶν πᾶσαν ἀντιλογίαν.
Καὶ οὐδὲ τὴν τρίτην ὅλην ἀνέμεινεν ἡμέραν, ἀλλ' εὐθὺς ἀρχομένης ἠγέρθη. Τὸ μὲν γὰρ ἐντὸς τοῦ καιροῦ τῆς ἀσφαλείας ἀναστῆναι, ἀνέγκλητον· τὸ δὲ ὑστερῆσαι τούτου, ὕποπτον. Καὶ τὸ μὲν ταχύτερον τῆς προσθεσμίας, δυνάμεώς ἐστι· τὸ δὲ βραδύτερον, ἀσθενείας.
col. 751–752page 323 of 329
PG 129:751Καὶ γὰρ καὶ βασιλεύς, ἐπαγγειλάμενος εὐεργετῆσαί τινας εἰς ῥητὴν ἡμέραν, εἶτα πρὸ ταύτης εὐεργετήσας αὐτοὺς, οὐ μόνον ἐπλήρωσε τὴν ἐπαγγελίαν, ἀλλὰ καὶ χάριν ἄλλην προσέθηκε, τὴν τῆς ταχύτητος. Οὐδὲν δὲ ἕτερον ἐσπούδασαν Ἰουδαῖοι τάς σφραγῖδας ἐπιβαλόντες καὶ τοὺς φύλακας παρακαθίσαντες ἢ τὸ δημοσιευθῆναι τὴν ἀνάστασιν, καὶ μαρτυρηθῆναι παρὰ τῶν φυλάκων αὐτῶν. Ἀλλ' ἐπανιτέον πάλιν πρὸς τὴν ἀκολουθίαν τῆς τῶν ῥητῶν ἐξηγήσεως. Ἀπὸ δὲ τοῦ φόβου — νεκροί. Ἀπὸ τοῦ φόβου, τοῦ σεισμοῦ· μέγας γὰρ ἦν· ἢ τοῦ ἀγγέλου· καταπληκτικός γὰρ ἦν. Ἐσείσθησαν δὲ, ἀντὶ τοῦ, Ἐτρόμαξαν. Εἶτα ἀνανήψαντες, ἔφυγον, καὶ γέγονεν ἄδεια ταῖς γυναιξίν. Ἀποκριθεὶς — ὑμεῖς. Μὴ φοβεῖσθε, φησίν, ὑμεῖς·
ἀλλ' οὗτοι, δηλαδή, οἱ φύλακες καὶ πάντες οἱ ἐχθροὶ τοῦ Κυρίου. Πρῶτον μὲν οὖν ἀπήλλαξεν αὐτὰς τοῦ δέους καὶ λόγῳ καὶ σχήματι· ἔπειτα περὶ τῆς ἀναστάσεως διαλέγεται. Οἶδα — ζητεῖτε. Οὐκ ἐπαισχύνεται λέγων ἐσταυρωμένον τὸν Δεσπότην αὐτοῦ, διότι τοῖς μὲν πρὸ αὐτοῦ σταυρωθεῖσιν, αἰσχύνη ὁ σταυρὸς ἦν· ἔλεγχος ὢν τῆς κακουργίας αὐτῶν· τούτῳ δὲ δόξα μᾶλλον, ἀπόδειξις ὢν τῆς εὐεργεσίας τῶν ἀνθρώπων, δι' ἣν τοῦτον καταδεδίκασται. Οὐκ — Κύριος. Εἰπών, Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος, ἐδήλωσεν ὅτι δι' αὐτάς, ἵνα ἴδωσιν, ἀπεκύλισε τὸν λίθον. Καὶ ταχὺ — ὄψεσθε. Προάγει, ἀντὶ τοῦ, Προλαμβάνει ὑμᾶς.
Κελεύει δὲ αὐτοὺς ἀπελθεῖν εἰς τὴν Γαλιλαίαν, ἐν ᾗ χωρὶς φόβου τῶν Ἰουδαίων ἔμελλον ἐντυχεῖν αὐτῷ. Ἰδοὺ εἶπον ὑμῖν. Περὶ πάντων δηλαδή. Ἢ καὶ ἑτέρως, Ἰδού, παρήγγειλα ὑμῖν, περὶ τῶν μαθητῶν. Λοιπὸν οὖν, μὴ ἀμελήσητε τῆς παραγγελίας. Ὁ μὲν οὖν ἄγγελος οὗτος, ἔξω τοῦ τάφου καθήμενος, ἐπάνω τοῦ λίθου, τὰ ῥηθέντα πρὸς τὰς γυναῖκας εἶπεν. Ἐπεὶ δὲ, μὴ τολμώσας ἐγγίσαι, παρεκελεύσατο εἰσελθεῖν εἰς τὸν τάφον· τοῦτο γὰρ ἐμφαίνει τὸ, Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· εἰσῆλθον. Καὶ ὁ μὲν Ματθαῖος, τὰ μέχρι τῆς εἰσελεύσεως εἰπών, τὰ ταύτης παρέδραμεν· ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς, τὰ μέχρι τῆς εἰσελεύσεως παραλιπόντες, τὰ ταύτης ἱστόρησαν.
Καὶ τοῦτό ἐστι τὸ μάλιστα παρέχον τοῖς μὴ προσέχουσι τὴν ἀπορίαν. Φησὶ γὰρ ὁ Μάρκος, ὅτι καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν, τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε. Ἴδε ὁ τόπος, ὅπου ἔθηκαν αὐτόν. Ἀλλ' ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
col. 753–754page 324 of 329
PG 129:753Ἐπεὶ γὰρ ὁ ἔξω καθήμενος ἄγγελος παρεκελεύσατο ταύτας εἰσελθεῖν, εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον ἕτερον ἄγγελον, καθήμενον ἐν τοῖς δεξιοῖς αὐτοῦ μέρεσι, καὶ, ὡς εἰκὸς, ἐξεθαμβήθησαν, ἐξαίφνης ἐντυχοῦσαι αὐτῷ. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε, καὶ τὰ ἑξῆς. Ὁμοίως δὲ τῷ ἐκτὸς ἀγγέλῳ, καὶ ὁ ἐντὸς, πρῶτον ἀπαλλάττει ταύτας τοῦ θάμβους· ἔπειτα περὶ τῆς ἀναστάσεως διαλέγεται. Καὶ ὁ μὲν ἐκτὸς, φοβερὸς ἦν, διὰ τοὺς φύλακας· ὁ δ' ἐντὸς, οὐ τοιοῦτος, διὰ τὰς γυναῖκας. Διὸ ἐκεῖνον μὲν ἰδοῦσαι, ἐφοβήθησαν αὗται· τοῦτον δὲ ἰδοῦσαι ἐξεθαμβήθησαν. Τὸ δὲ, Ἰδε ὁ τόπος, ἀντὶ τοῦ, Ἰδοὺ ὁ τόπος.
Ὀνομαστὶ δὲ προσέθηκε τὸν Πέτρον, ἵνα γνῷ, ὅτι συγκεχώρηται τὸ σφάλμα τῆς τριπλῆς ἀρνήσεως διὰ τὴν θερμὴν μετάνοιαν, καὶ ἀναπνεύσῃ. Καὶ γὰρ ἐβεβύθιστο τῇ ἀμέτρῳ λύπῃ. Ἐπαγαγὼν δὲ, ὅτι καθὼς εἶπεν ὑμῖν, ἀνέμνησεν αὐτοὺς οὗ εἶπεν ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ὅτι Μετὰ τὸ ἐγερθῆναι με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ὡς εἴρηκε Ματθαῖος ἐν τῷ ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ. Ὁ δὲ Λουκᾶς ἔγραψεν, ὅτι καὶ εἰσελθοῦσαι, οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ Ἰδού, ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Ἠγέρθη, οὐκ ἔστιν ὧδε.
Μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν, ὅτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ. Ὁ μὲν γὰρ καθήμενος ἐν τοῖς δεξιοῖς ἄγγελος, εἰπὼν πρὸς αὐτάς, ὅσα Μάρκος ἀπήγγειλεν, ὑπεξῆλθεν, ὃ καὶ αὐτὸ παρασιωπηθὲν τῷ Μάρκῳ, μετὰ καὶ τῶν δηλωθέντων ὑπὸ τοῦ Λουκᾶ, παρέσχεν ὁμοίως ἀπορίαν. Ἐπεὶ δὲ οὐχ εὗρον αὗται τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, διηπόρουν περὶ αὐτοῦ, τί γέγονεν· οὔπω γὰρ ἠδύναντο πιστεύειν, ὅτι ἀνέστη·
οὕτω δὲ διαπορουμέναις ἐπέστησαν αὐταῖς οἱ προρρηθέντες δύο ἄγγελοι, ἅν τε εἶδον ἔξω τοῦ τάφου, καὶ ὃν ἐθεάσαντο ἔνδον αὐτοῦ, μετασχηματισθέντες ἐν ἐσθήσεσιν ἀστραπτούσαις, ἵνα καὶ μᾶλλον ἄγγελοι Θεοῦ δόξωσι, τῷ ῥᾳδίῳ τοῦ μετασχηματισμοῦ· ἐμφόβων δὲ γενομένων αὐτῶν, ἐπὶ τῷ καινῷ τῆς ὄψεως, καὶ μὴ δυναμένων βλέπειν εἰς αὐτοὺς, διὰ τὸ τῶν ἐσθήτων ἀστραπηβόλον, εἶπον πρὸς αὐτὰς, οὐκέτι πράως, ὡς πρότερον, ἀλλ' ἐπιπληκτικῶς, διὰ τὴν ἀπιστίαν αὐτῶν· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἤγουν, ὡς νεκρόν; Τοῦτο
col. 755–756page 325 of 329
PG 129:755γὰρ σημαίνει τὸ Μετὰ τῶν νεκρῶν. Τί ζητεῖτε τὴν ἀναστάντα, ὡς μὴ ἀναστάντα; Οὐκ ἔστιν ὧδε, ἀλλ' ἡγέρθη· εἶτα εἰς πλείονα πίστιν τῆς ἀναστάσεως ἐνάγοντες αὐτάς, ἀναμιμνήσκοντες τῶν ῥημάτων τοῦ Κυρίου, λέγοντες· Μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Ἔπειτά φησιν ὁ εὐαγγελιστής, ὅτι καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, δηλῶν, ὅτι λοιπὸν ἐπίστευσαν. Ἔγραψε γὰρ ὁ Ματθαῖος ἐν τῷ τριακοστῷ πέμπτῳ κεφαλαίῳ, ὅτι ἀναστρεφομένων αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς·
Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτὸν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Οὐδὲν δὲ ἐνταῦθα περὶ τῶν ἀποστόλων οἱ ἄγγελοι παραγγέλλουσιν, οἷα προπαραγγείλαντες τὰ περὶ αὐτῶν. Καὶ ἐξελθοῦσαι αὐτοῦ. Εἰ καὶ οὐκ ἐμνημόνευσεν ὁ Ματθαῖος, ὅτι εἰσῆλθον εἰς τὸ μνημεῖον, ἀλλὰ νῦν εἰπὼν, ὅτι ἐξῆλθον, ἐνέφηνεν, ὅτι πρῶτον εἰσῆλθον. Μετὰ φόβου μὲν οὖν ἐξῆλθον, ἐφ' οἷς εἶδον παραδόξοις· μετὰ χαρᾶς δὲ, ἐφ' οἷς ἤκουσαν εὐαγγελίοις. Ὁ δὲ Μάρκος εἶπε· Καὶ ἐξελθοῦσαι, ἔφυγον ἀπὸ τοῦ μνημείου. Εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον. Ἐφοβοῦντο γάρ. Σκόπει δέ, πῶς οὐκ ἐναντιοῦται τὰ ῥητά.
Ἐξελθοῦσαι γὰρ ταχὺ ἀπὸ τοῦ μνημείου, κατὰ τὸν Ματθαῖον ἔφυγον, κατὰ τὸν Μάρκον, διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ θεαθεῖσαι δόξωσιν αὐταὶ κλέψαι τὸν Ἰησοῦν. Εἰ δὲ ὁ μὲν εἶπεν, ὅτι ἐφοβοῦντο καὶ ἔχαιρον, ὁ δὲ, ὅτι ἔτρεμον καὶ ἐξίσταντο, οὐκ ἔστιν ἐναντίωσις. Ὁ τρόμος γὰρ ἐκ φόβου γέγονεν αὐταῖς· τὴν χαρὰν δὲ παρεσιώπησεν ὁ Μάρκος· ἢ καὶ ταύτην διὰ τῆς ἐκστάσεως ἐσήμανε. Καὶ ἡ χαρὰ γὰρ ἐξιστᾷ. Οὐδενὶ δὲ οὐδὲν εἶπον τῶν ἄλλων ἀνθρώπων, τῶν ἐντυγχανόντων αὐταῖς κατὰ τὴν ὁδόν· τοῖς γὰρ ἀποστόλοις εἶπον ἅπαντα, ὑποστρέψασαι πρὸς αὐτούς, ὡς ὁ Λουκᾶς ἱστορεῖ. Αἰτία δὲ τοῦ μηδενὶ μηδὲν εἰπεῖν ὁ φόβος τῶν Ἰουδαίων, ἵνα μὴ ἀκούσαντες ὅτι κηρύττουσι τὴν ἀνάστασιν τοῦ Χριστοῦ, φονεύσωσι ταύτας. Ὡς — αὐταῖς.
Πρὸ πάντων ὀρθρίσασαι, πρὸ πάντων ὁρῶσι τὸν Κύριον, καὶ τοῦτο μισθὸν τῆς τοιαύτης σπουδῆς κομίζονται. Λέγων, Χαίρετε. Τὸ χαίρειν δίδωσι ταῖς τὸ λυπεῖσθαι κατακριθείσαις ἐκ τῆς ἀρχαίας παρα
col. 757–758page 326 of 329
PG 129:757κοῆς. Ἐλάλησε δὲ, ἵνα μάλιστα γνωρίσωσιν αὐτὸν, ἀπὸ τῆς φωνῆς, καὶ ἡ πρώτη φωνὴ αὐτοῦ χαρᾶς εὐαγγέλιον. Αἱ μὲν ἐκ πόθου καὶ τιμῆς τούτους ἐκράτησαν· ὁ δὲ οὐκ ἀπεκώλυσε, παρέχων πληροφορηθῆναι διὰ τῆς ἀφῆς, ὅτι οὐκ ἔστι φάσμα. Πάλιν καὶ αὐτὸς τὸ δέος αὐτῶν ἐκβάλλει πρῶτον· εἶτα παραγγέλλει περὶ τῶν μαθητῶν, βεβαιῶν, ὅτι ἄγγελοι αὐτοῦ ἦσαν, οἱ προφανέντες καὶ προπαραγγείλαντες. Ταῖς γυναιξὶν ἀποστόλοις ἐχρήσατο πρὸς τοὺς ἀποστόλους, τιμήσας τὸ ἀτιμωθὲν γένος ἐκ τῆς ἀπάτης τοῦ ὄφεως. Καὶ ἐπειδὴ πάλαι γυνὴ γέγονε τῷ ἀνδρὶ διάκονος λύπης, νῦν γυναίκες γίνονται τοῖς ἀνδράσι διάκονοι χαρᾶς. Ἀδελφοὺς δὲ τοὺς ἀποστόλους προσηγόρευσεν ἅμα μὲν διὰ τὴν ἐνανθρώπησιν· ἀδελφοὶ γὰρ ἀλλήλων ἅπαντες ἄνθρωποι·
ἅμα δὲ καὶ πρὸς τιμὴν αὐτῶν. Οἱ καταλειφθέντες παρ᾿ αὐτῷ φύλακες, ἢ οἱ ἐπισημότεροι τούτων. Πρότερον μὲν ὠνήσαντο τὸν φόνον αὐτοῦ, νῦν δὲ ὠνοῦνται καὶ τὴν ἀλήθειαν τῆς ἀναστάσεως αὐτοῦ, καὶ πατοῦσι τὸ οἰκεῖον συνειδός, καὶ οὐδὲ τοὺς φύλακας αἰδοῦνται, κακουργοῦντες καὶ συγκαλύπτοντες μὲν τὴν ἀλήθειαν, πλάττοντες δὲ τὸ ψεῦδος, καὶ χρώμενοι τούτου διακόνοις τοῖς ἐκείνης μάρτυσιν. Πείσετε αὐτὸν, ὡς εὐεξαπάτητον. Εἰ γὰρ σταθηρός ἐστιν, οὐκ ἂν πείσητε. Σφόδρα γὰρ ἀπίθανος ὁ λόγος ὑμῶν. Τί γὰρ κερδᾶναι μέλλοντες ἔκλεψαν ἂν αὐτόν; Πῶς δὲ καί, φυλάκων τοσούτων καὶ τοιούτων παρακαθημένων ἔλαθον ἄν;
Πῶς δὲ καὶ τηλικούτου κινδύνου κατετόλμησαν, εὐπτόητοι ἄνδρες, ὧν ὁ μὲν κορυφαῖος γυναικάριον δειλιάσας ἠρνήσατο τὸν Διδάσκαλον· οἱ δ᾿ ἄλλοι, δεσμούμενον αὐτὸν ἰδόντες, ἔφυγον; πῶς δὲ καί, δυνάμενοι κλέψαι αὐτὸν ἀκινδύνως ἐν τῇ πρώτῃ νυκτί, ὅτι οὐδεὶς τὸν τάφον ἐφύλαττεν, εἵλοντο κλέψαι αὐτὸν ἐπικινδύνως ἐν τῇ δευτέρᾳ νυκτί, ὅτε παρῆσαν οἱ φύλακες; Ἀλλ᾿ ὅρα, πῶς καθ᾿ ἑαυτῶν ἐσπούδασαν οἱ ματαιόφρονες Ἰουδαῖοι, καθώς ἀνωτέρω δεδηλώκαμεν. Εἰ γὰρ οὐ παρεκάθισαν τοὺς φύλακας, ἐδύνατό τι λέγειν περὶ κλοπῆς· νῦν δὲ οὐ δύνανται παρὰ δικασταῖς εὐθέσι, πολλαχόθεν ἐπιστομιζόμενοι. Εἰ τοῦ μαθητοῦ περιεγένοντο
col. 759–760page 327 of 329
PG 129:759οὖν κακὸν ὄντως ἡ φιλαργυρία, καὶ μεγάλων κακῶν αἰτία. Λόγον δὲ διαφημισθέντα λέγει, τὸν περὶ τοῦ κλαπῆναι αὐτόν. Ὁ δὲ Λουκᾶς περὶ τῶν γυναικῶν εἶπεν, ὅτι καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἔνδεκα καὶ πᾶσι τοῖς λοιποῖς, ἤγουν τοῖς ἑβδομήκοντα. Εἶτα ἀπαριθμεῖται ταύτας λέγων· Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία ἡ Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἱ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Ἀλλὰ Ματθαῖος μὲν Μαρίαν τὴν Μαγδαληνὴν καὶ Μαρίαν τὴν τοῦ Ἰακώβου καὶ Ἰωσὴ ἀνέγραψεν οὐχ ὡς μόνας, ἀλλ' ὡς ἐπισημοτέρας τῶν σὺν αὐταῖς· Μάρκος δὲ καὶ τὴν Σαλώμην ἐδήλωσε· Λουκᾶς δὲ τὴν μὲν Σαλώμην ἀνονόμαστον ἀφῆκεν, ἐδήλωσε δὲ τὴν Ἰωάνναν·
προσθεὶς δὲ, ὅτι καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, ἐνέφηνεν αὐτήν τε τὴν Σαλώμην καὶ ἄλλας τινάς. Μετὰ μέντοι τὴν εἰρημένην τῶν γυναικῶν ἀπαρίθμησιν, ἐπήγαγε πάλιν ὁ Λουκᾶς, ὅτι Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ἐντεῦθεν οὖν ἄρχονται τὰ περὶ Μαρίας τῆς Μαγδαληνῆς, ἃ μόνος ὁ Ἰωάννης ἱστόρησεν, ὡς καὶ αὐτὰ μὴ μνημονευθέντα παρὰ τοῖς ἄλλοις. Ἐπεὶ γὰρ ἐφάνησαν ἐνώπιον τῶν ἀποστόλων ὡσεὶ λῆρος τὰ ῥήματα τῶν γυναικῶν· αὕτη λογισαμένη καθ' ἑαυτὴν, ὅτι ὄντως ἠπατήθησαν, κατὰ φαντασίαν ἰδοῦσαι, ὅσα εἶδον, καὶ ἀκούσασαι, ὅσα ἤκουσαν· οὐ γὰρ ἂν ὡσεὶ λῆρος ταῦτα τοῖς συνετωτέροις ἐφάνησαν·
οὐκ ἠρέμησεν, ἀλλ' αὐτίκα μόνη ἔδραμεν ἐπὶ τὸ μνημεῖον, σκοτίας ἔτι οὔσης, προσδοκῶσα κεκλεισμένον εὑρεῖν αὐτό· θεασαμένη δὲ τὸν λίθον ἡρμένον ἐκ τοῦ μνημείου, οὐδὲν μὲν ἀνεμνήσθη τῶν προγεγενημένων, ὡς ἀποδοκιμασθείσης τῆς περὶ αὐτῶν ἀπαγγελίας ὑπὸ τῶν μαθητῶν· ὑπέλαβε δὲ μετατεθὲν τὸ σῶμα παρὰ τοῦ Ἰωσὴφ εἰς τόπον ἀσφαλέστερον. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Καὶ τὰ ἑξῆς γεγόνασιν, ὡς ὁ Ἰωάννης ἔγραψε. Δέδεικται τοίνυν ἁρμονία μία παρὰ πᾶσι τοῖς εὐαγγελισταῖς, καὶ σῶμα τῆς ἱστορίας ἕν, οἷα τῶν ῥητῶν κατὰ τὴν προσήκουσαν τάξιν ἑρμηνευθέντων.
Ὁ γὰρ οὗτος παρῆκεν ὁ εὐαγγελιστής, τοῦτο ἐκεῖνος εἶπεν· οὕτω τῆς θείας χάριτος οἰκονομησάσης, ἵνα κἀντεῦθεν εἴη δῆλον, ὡς οὐκ ἐκ συνθήματος ἔγραψαν. Οἱ δὲ ἔνδεκα — Γαλιλαίαν. Οὐκ εὐθὺς ἐπορεύθησαν. Καὶ γὰρ ἐν αὐτῇ τῇ ἡμέρᾳ, καθ' ἣν ἀνέστη
col. 761–762page 328 of 329
PG 129:761ἐκ νεκρῶν, ὤφθη αὐτοῖς, οὖσιν ἔτι ἐν Ἱεροσαλήμ. Καὶ τοῦτο ἐμφαίνουσι μὲν καὶ Μάρκος καὶ Λουκᾶς. Φανερώτερον δὲ τούτων ἱστόρησε Ἰωάννης. Μετὰ γὰρ τὸ ὑποστρέψαι πρὸς αὐτοὺς Μαρίαν τὴν Μαγδαληνὴν, φησὶν ὅτι οὔσης ἐσπέρας τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταὶ συνηθροισμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον, καὶ τὰ ἑξῆς. Δῆλον οὖν, ὅτι ὕστερον ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν.
Οὐκ ἐψεύσατο δὲ, καθὼς ἀνοήτως ἔλεγεν ὁ παραβάτης Ἰουλιανός, ἐν τῇ Γαλιλαίᾳ μὲν ὀφθῆναι τοῖς μαθηταῖς ἐπαγγειλάμενος, ἐν Ἱεροσολύμοις δὲ τούτοις ὀφθείς· ἀλλ᾽ ἐπλήρωσε μὲν καὶ τὴν τοιαύτην ἐπαγγελίαν, ὀφθεὶς αὐτοῖς ὕστερον ἐν τῇ Γαλιλαίᾳ· ἐδωρήσατο δὲ καὶ ἑτέραν χάριν, προεμφανισθεὶς αὐτοῖς ἐν Ἱεροσολύμοις, ἵνα καὶ τὴν λύπην αὐτῶν λύσῃ, καὶ βεβαιώσῃ τοὺς λόγους τῶν γυναικῶν, καὶ τῶν ἄλλων τῶν ἰδόντων αὐτὸν ἐγηγερμένον. Ὁ μὲν οὖν Ματθαῖος παρῆκε τὰ μέχρι τοῦ πορευθῆναι τοὺς μαθητὰς εἰς τὴν Γαλιλαίαν· οἱ δ᾽ ἄλλοι εὐαγγελισταὶ καὶ ταῦτα συνέγραψαν· Μάρκος μὲν ἐπιτομότερον· Λουκᾶς δὲ, πλατύτερον· Ἰωάννης δὲ, διεξοδικώτερον. Εἰς - Ἰησοῦς.
Οὗ ἐτάξατο αὐτοῖς, ἀντὶ τοῦ, Ὅπου ἐνετείλατο αὐτοῖς διὰ τῶν γυναικῶν, ὡς προείρηται, πορευθῆναι· ἢ ὅπου ὑπέσχετο αὐτοῖς, ὅτε εἶπε, Μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Καὶ μὴν εἰς τὴν Γαλιλαίαν ἐτάξατο αὐτοῖς πορευθῆναι, περὶ δὲ τοῦ ὄρους οὐδὲν ἀναγέγραπται. Πλὴν εἰκὸς ἢ εἰπεῖν αὐτοῖς, ἢ μηνύσαι καὶ περὶ τούτου διὰ τῶν γυναικῶν, εἰ καὶ μὴ ἀναγέγραπται. Ἄλλως τε δὲ καὶ σύνηθες αὐτοῖς ἦν ἐκεῖνο τὸ ὄρος. Ἐκεῖ γὰρ μάλιστα διὰ τὴν ἡσυχίαν ηὐλίζοντο. Καὶ ἰδόντες αὐτὸν, ἐκεῖ· προέλαβε γάρ. Οἱ δὲ ἐδίστασαν. Τινὲς δὲ αὐτῶν ἐδίστασαν περὶ αὐτοῦ, φοβούμενοι τὴν πλάνην. Χρὴ δὲ μὴ ζητεῖν, τίνες ἦσαν οὗτοι· σεσιώπηνται γάρ· μόνον δὲ γινώσκειν, ὅτι καὶ οὗτοι προσελθόντος αὐτοῖς ἐβεβαιώθησαν.
Καὶ ἐπὶ γῆς. Ἐδόθη μοι, φησίν, ὡς ἀνθρώπῳ, ἣν εἶχον, ὡς Θεός. Πορευθέντες - Ἔθνη. Τῇ δοθείσῃ μοι ἐξουσίᾳ θαῤῥοῦντες. Πάντα δὲ τὰ ἔθνη εἰπὼν, καὶ τὸ τῶν Ἑβραίων γένος ἐδήλωσε. Καὶ παρὰ τῷ Μάρκῳ
col. 763–764page 329 of 329
PG 129:763γὰρ φανερώτερον εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Καὶ παρὰ τῷ Λουκᾷ δὲ ἔτι ἐκδηλότερον εἴρηκε, κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Δεσπότης γάρ ἐστιν ἀμνησίκακος τοῖς μετανοοῦσιν. Ἐπεὶ καὶ ἀναστὰς ἐκ νεκρῶν, καὶ τοῖς μαθηταῖς ἐντυχών, οὐ μόνον οὐκ ἐμνημόνευσεν, ὧν πέπονθεν ὑπὸ Ἰουδαίων, ἀλλ' οὔτε τῷ Πέτρῳ τὴν ἄρνησιν ὠνείδισεν, οὔτε τοῖς ἄλλοις μαθηταῖς τὴν φυγήν. Βαπτίζοντες — τοῦ ἁγίου Πνεύματος. Τοῦτο παραγγελία περὶ βαπτίσματος καὶ δογμάτων. [Ἓν δὲ ὄνομα τῶν τριῶν, ὑποδηλοῦν τὴν μίαν φύσιν τῆς ἁγίας Τριάδος. Ὄνομα δέ, ἢ τὸ Ὁ ὤν, ἢ τὸ Θεός, ἢ ἕτερον ἄῤῥητον.
Διὸ καὶ εἰς τὸ ὄνομα μόνον λέγουσιν οἱ βαπτίζοντες, μηδὲν ἕτερον προστιθέντες.] Διδάσκοντες — ὑμῖν. Τοῦτο πάλιν παραγγελία περὶ πολιτείας. Οὐκ ἀρκεῖ γὰρ τὸ βάπτισμα καὶ τὰ δόγματα πρὸς σωτηρίαν, εἰ μὴ καὶ πολιτεία προσείη. Καὶ ἰδοὺ — ἡμέρας. Πλεῖον θάρσος ἐμβάλλων αὐτοῖς, εἶπε· Καὶ ἰδού, ἐγὼ μεθ' ὑμῶν εἰμι, συμπράττων, καὶ πᾶν σκῶλον ἐξομαλίζων, καὶ φυλάττων ὑμᾶς. Ἕως — αἰῶνος. [Τοῦτο εἶπεν, οὐχ ὡς μετὰ τοῦτο οὐκ ἐσόμενος μετ' αὐτῶν, ἀλλ' ὡς οὐχ οὕτως ἐσόμενος, ὑψηλότερον δὲ καὶ θεοπρεπέστερον ἢ νῦν.] Τοῦτο δὲ δείκνυσιν, ὅτι οὐ μόνον μετὰ τῶν τηνικαῦτα μαθητῶν, ἀλλὰ καὶ μετὰ τῶν μετ' αὐτούς ἐστιν. Οὐ γὰρ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον·
ἀλλὰ διὰ τῶν τότε καὶ τοῖς μετὰ ταῦτα τὴν τοιαύτην ἐπηγγείλατο χάριν, ὡς ἑνὶ σώματι διαλεγόμενος πᾶσι τοῖς πιστοῖς. Οὐκ αὐτίκα δὲ εἰς τὸν οὐρανὸν ἀνελήφθη, ἀλλὰ μετὰ καιρόν τινα, ὡς ἀπὸ τῶν ἄλλων εὐαγγελιστῶν ἔξεστι διαγινώσκειν. Καὶ γὰρ ἀπὸ τῆς ἀναστάσεως αὐτοῦ μέχρι τῆς ἀναλήψεως διὰ τεσσαράκοντα ἡμερῶν ἦν ὀπτανόμενος τοῖς μαθηταῖς, καὶ συναυλιζόμενος· Εἶτα ἀπὸ τοῦ ἐν Ἰουδαίᾳ ὄρους, τοῦ καλουμένου Ἐλαιῶνος, ἀνελήφθη, καθὼς ἡ βίβλος τῶν ἀποστολικῶν Πράξεων διέξεισιν. Εἴη δὲ ἡμῖν, ἀξίως τοῦ Εὐαγγελίου καὶ δογματίζουσι καὶ πολιτευομένοις καὶ τελειουμένοις τυχεῖν καὶ τῆς διὰ τοῦ Εὐαγγελίου ἐπηγγελμένης βασιλείας τοῖς τελείοις, χάριτι τοῦ παντελείου Βασιλέως
Page scan enlarged

Notebook

Full View