PG 130Euthymius Zigabeno
Table of Contentsindex
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 9–10page 1 of 20
PG 130:9ΠΑΝΟΠΛΙΑ ΔΟΓΜΑΤΙΚΗ ΑΛΕΞΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΚΟΜΝΗΝΟΥ, * ΠΕΡΙΕΧΟΥΣΑ ΕΝ ΣΥΝΟΨΕΙ ΤΑ ΤΟΙΣ ΜΑΚΑΡΙΟΙΣ ΚΑΙ ΘΕΟΦΟΡΟΙΣ ΠΑΤΡΑΣΙ ΣΥΓΓΡΑΦΕΝΤΑ, ΕΙΣ ΤΑΞΙΝ ΔΕ ΚΑΙ ΔΙΕΣΚΕΜΜΕΝΗΝ ΑΡΜΟΝΙΑΝ ΠΑΡΑ ΕΥΘΥΜΙΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΙΓΑΔΗΝΟΥ ΤΕΘΕΝΤΑ Ἐπὶ ἀνατροπῇ καὶ καταφθορᾷ τῶν δυσσεβεστάτων δογμάτων τε καὶ διδαγμάτων τῶν ἀθέων αιρεσιαρχών, τῶν κακῶς κατὰ τῆς ἱερᾶς αὐτῶν θεολογίας λυττησάντων, Αφιερωθεῖσα Ἐπὶ τοῦ εὐσεβεστάτου, ὑψηλοτάτου, καὶ θεοστέπτου αὐθέντου καὶ ἡγεμόνος πάσης Ουγγροβλαχίας κυρίου. κυρίου Ιωάννου Κωνσταντίνου Μπασσαράμπα Βοεβόδα του Μπραγκοβάνου, Τῷ ἐκλαμπροτάτῳ καὶ σοφωτάτῳ υἱῷ αὐτοῦ κυρίῳ κυρίῳ Στεφάνω Βοεβόδα τῷ Μπραγκοβάνῳ, Παρὰ τοῦ πανιερωτάτου καὶ λογιωτάτου μητροπολίτου Δρύστρας κυρίου κυρίου Αθανασίου, Οὗ καὶ τοῖς ἀναλώμασι νῦν πρῶτον τετύπωται Παρὰ τῷ πανιερωτάτῳ, λογιωτάτῳ καὶ θεοπροβλήτῳ μητροπολίτη Ουγγροβλαχίας κυρίῳ κυρίῳ 'Ανθίμ, τῷ ἐξ Ιβηρίας, Επιμελείᾳ καὶ διορθώσει Μητροφάνους ἱερομονάχου Γρηγορᾶ τοῦ ἐκ Δωδώνης. Ἐν τῇ ἁγιωτάτῃ Μητροπόλει τῇ ἐν τῷ τῆς Οὐγγροβλαχίας Τεογοβύστῳ, Ἐν ἔτει ἀπὸ θεογονίας χιλιοστῷ ἑπτακοσιοστῷ δεκάτῳ, κατὰ μῆνα Μάϊον Πρὸς τὸν ἐκλαμπρότατον, εὐσεβέστατον καὶ γαληνότατον αὐθέντην, καὶ ἡγεμόνα πάσης Ουγγροβλαχίας Κύριον, Κύριον, Ιωάννην Κωνσταντίνου Βασσαράβας Βοεβόδαν τον Μπραγκοβᾶνον. Ἡγεμόνων κλέος, εὐσεβέων αὐχημά γε θεῖον, Κωνσταντίνε Μυσῶν κοίρανε, φρουρέ νόμων Αντωπῆσαί νυ τίς ποτε αἷς ἀρεταῖς περ ἱκάνοι; Οὗ ἐπὶ πᾶν ἀτρεκῶς εἰς φάος ἦλθε καλόν. Εἰς ἑτέων ἀμέλει σε Θεὸς φρουροίη Ελίξεις Θώχῳ εἰν σφετέρῳ ιδρυμένον πολέας. ΑΝΤΩΝΙΟΣ ὁ διδάσκαλος τῆς ἐν Κωνσταντινουπόλει σχολῆς, καὶ λογοθέτης γενικοῦ τῆς Μεγάλης Ἐκκλησίας. πιπτέτω φθόνος, Η βίβλος αὕτη τοῦ κρατίστου δεσπότου ἀπτοήτως εξίτω. τοῦ Παμφίλου, Πρόγραμμα βίβλου – ἠμφιεσμένους. Ώ; ηὐδόκησεν Των δύο βιβλίων τῆς δογματικῆς πανοπλίας τὸ πρώτον. Τίτλοι τοῦ πρώτου βιβλίου ἔνδεκα. Προοίμιον κατὰ Ἐπικουρείων· ἔτι κατὰ τῶν αὐτ τῶν· ὅτι κατὰ τῶν αὐτῶν· κατὰ τῶν ἄλλων Ἑλλήνων· ἔτι κατὰ τῶν αὐτῶν· ἔτι κατὰ τῶν αὐτῶν· ἔτι κατὰ τῶν αὐτῶν. Τίτλος πρώτος συλλογιστικὴ ἀπόδειξις, ὅτι εἰς ἐστι Θεὸς, καὶ ὅτι καὶ Λόγον ἔχει ὁοούσιον
col. 11–12page 2 of 20
PG 130:11ΤΟ ΕΚΛΑΜΠΡΟΤΑΤΟ ΚΑΙ ΕΝΔΟΞΟΤΑΤΟ ΚΥΡΙΟ Στεφάνῳ Βοεβόδα τῷ Μπραγκοθάνω. Πολλῶν μοι καὶ δυσπαραιτήτων χρεῶν λύσιν τὴν περὶ ταυτηνὶ τὴν βίβλον σπουδήν οίσειν σκεψάμενος, ἐπεβαλόμην μετὰ προθυμίας τῷ ἐγχειρήματι. Τὰ μὲν γάρ μοι τῆς πρὸς τοὺς ἀδελφοὺς ὀφειλομένης ἀγάπης, ἀποδείξεις διὰ τούτου δὴ παρασχόμενος ἔσομαι τούργου, οἷς ἔχω τούτους εὖ δρῶν, οὐκ ἐφικνουμένης μοι τῆς αὐτῷ, καὶ Πνεῦμα ἐμοίως, ἅπερ εἰσὶν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τίτ. β'. Περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ ματος, διακεκριμένη ἅμα καὶ ἡνωμένη θεο λογία. Τίτ. γ. Περὶ Θεοῦ κοινῶς, ἤτοι περὶ Θεότητος. Δῆλον δὲ, ὅτι ὁ Θεὸν εἰπὼν, ἢ Θεότητα, ἢ τὸ Θεῖον, ἁπλῶς καὶ ἀπροσδιορίστως, τὰς τρεῖς ὑποστάσεις τῆς μιᾶς Θεότητος ἐνέφηνε, τῇ μιᾷ τούτων προσηγορία. Τίτ. δ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὴν θείαν φύσιν. Τίτ. ε. Περὶ θεωνυμίας. Τίτ. ς'. Περὶ τῆς θείας δημιουργίας. Τίτ. ζ. Περὶ τῆς θείας ἐνανθρωπήσεως. Τίτ. η'. Κατὰ ῾Εβραίων. Τίτ. θ. Κατὰ Σίμωνος τοῦ Σαμαρέως, κατὰ Μαρκίωνος τοῦ Ποντικοῦ, καὶ τοῦ Πέρσου Μάγεντος, καὶ τῶν Μανιχαίων. Τίτ. ί. Κατὰ Σαβελλιανῶν. Τίτ. ιπ· Κατὰ 'Αρειανῶν τε καὶ Εὐνομιανών. Πάλαι βασιλεὺς τῶν σοφῶν συνθεὶς λόγους, Τῶν τῆς παλαιᾶς καὶ νέας μυστη πόλων, Ηδρασεν, ἐστήριξε τοὺς κλονουμένους, Επιστόμισε τα στίφη τῶν φληνάφων, Τῶν ὡς ἀληθῶς ὑποφητῶν βελίας, Λόγους προτείνων ἐκ θεογράφων βίβλων, Καὶ συμπεραίνων ἀσφάλειαν δογμάτων. Καὶ νῦν βασιλεὺς εὐσεβῆ;, οὐ συγγράφων. Μᾶλλον δὲ συγγράφουσιν οὐ κεχρημένος, 'Αλλ' αὐτὸς αὐχῶν καρδίας ἐν πυξίδι, Λόγους ἀκριβεῖς τῶν σοφῶν θεηγόρων, Ως καὶ πᾶν ἄλλο τῶν ἀγαθῶν, πλουσίως Ψυχῆς τε πλαξὶ καὶ φρενών κεύθει βάθει, Καὶ τοῖς συνοῦσι καθεκάστην ἐκφέρων, Καὶ διὰ τούτων τοὺς μακράν, τοὺς ἐγγύθεν, Όρθα φρονεῖν το μυσταγωγών καὶ λέγειν, Εν χεῖλος ἀνέδειξε τοὺς ἑνὸς φύλου, θεὶ; δόγμα πᾶν ἔκφυλον ὡς τοῤῥωτάτω, Καὶ δόξαν εισφρήσασαν ἐξ ἀλλοθρέων. Ἐκεῖνον, ὅστις, ἡ γραφὴ δείχνυσί σοι, Καὶ τοῦτον, ὅστις, ἐξ ἐμῶν λόγων μάθε, Παλαιολόγος Ανδρόνικος (α) αὐτάναξ, Οὐ γνῶσις ἀσύγκριτος εἰς τα πρακτέα, Οἱ γλῶττα θαυμάσιος εἰς τὰ λεκτέα, Ἂν ἀγλαΐζει τῶν τρόπων ἡ χρηστότης, “Ον ἀρεται κοσμούσιν ὑπὲρ τὸ στέφος, *();, συνελών εἴποιμι, καλῶν ἑστία, Καὶ τῶν χαρίτων εὐπρεπή; συνοικία. ᾿Αλλὰ φυλάττοι τοῦτον εἰς μακροὺς χρόνους Ο τῶν ἀγαθῶν παροχούς τε καὶ φύλαξ, Και συμφυλάττοι τον πεφιλημένον γόνον, Τον Μιχαήλ, ἔρεισμα της σκηπτουχίας, Τὴν τῆς ἀπάσης καλλονήν κραταρχίας. Τὴν λαμπράν ὄντως ἐλπίδα ρωμαϊδος, “υς δόξα πατρός, Σολομών ὥς του γράφει, Οὐ δόξα Πατὴρ ἀγαθὸν πλουτῶν ἅπαν. Επαν μεταστήσῃ δὲ τούσος του βίου, (α) Τὴν βασιλείαν οὐρανῶν ἔψη λάχος, καὶ συναριθμήσε ε ἁγίων στίφει. Εν σοι γένοιτο τῆς σοφῆς εὐβουλίας. Πολλή χάρις τοις πρὸς Θεοῦ στεφηφόρε, ᾿Ανθ' ὧν συνῆξας ὧδε τοὺς ἡμῶν λόγους, Ἐκεῖ συναχθῇς παγγενεί σεσωσμένος. Ὑμεῖς μὲν ἐσπείρατε, σεπτοί Πατέρες, Ἐγὼ δὲ συνέλεξα τοὺς ὑμῶν κόπους, Αμ᾿ ἐκδυσωπῶν καὶ τὸ φῶς ὑμῶν ἔχειν, Ως συγκομισθῶ πρὸς μονὰς οὐρανίου;. Πολλοὶ βασιλεῖς εἰργάσαντο δυνάμει Σὺ δὲ ὑπερῆρας πάντας ἔργῳ καὶ λόγῳ. Η παγκρατής μου δεξιά σε κρατύνει, Εκτεινε βασιλεὺς, ζῶν αἰωνίως. προοίμιον. Καὶ πάντα μὲν τὰ κατορθώματα καταρτίσωμεν τὸ ἡμέτερον, μας. 9. καὶ Κύριος τὸ πνεῦμά ἐστιν εἰ ἐπὶ τῆς ἁγίας "Ετι περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, διακεκριμένη ἅμα καὶ ἡνωμένη θεολογία του μεγάλου ᾿Αθανασίου, καὶ ὅτι ὁ λέγουσιν αἱ θεῖαι Γραφαὶ περὶ τοῦ Πατρὸς ταῦ τα φασι πάλιν καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, δεικνύουσα: μίαν τὴν ἐν τοῖς τρισὶ θεότητα. *Απερ εἶπεν ὁ Πατήρ πληροῖ τὰ πάντα, ἐδήλωσεν. τὸν βίον.
col. 13–14page 3 of 20
PG 130:13δυνάμεως συμβάλλεσθαι τούτοις, οἷς γε τυγχάνω βουλόμενος. Οὐδὲ γὰρ λέληθε γ' ἀπαραιτήτως ἀεὶ τὴν πρὸς τὸ ὁμόφυλον ἀγάπην εισπραττόμενος, ήτις δὴ μόνη ἡ ὀφειλὴ τέλος οὐκ ἐπίσταται, ὅσῳπερ ἀποδίδοται μᾶλ δεν ὀφειλομένη, καὶ μακαριστοὺς ἀποφαίνουσα τοὺς περὶ ταύτην πονοῦντας. Τὰ δὲ καὶ παλαιὰν εὐχὴν τυγμένην μοι πρὸς Θεὸν ἐν καιρῷ λύσει τὸ πόνημα, ἐφ᾽ οἷς δὴ καὶ τὴν ὑμετέραν ἐκλαμπρότητα, ἐκλαμ πρότατε, καὶ θεοσεβέστατε κύριε Στέφανε Μπραγκοβᾶνε, υἱὲ ἐν πνεύματι περιπόθητε τῆς ἡμῶν ταπεινότητας, δωρησάμενος ἔσομαι, δώρῳ, ὡς γ᾽ ἐμαυτὸν πείθω, ἄγαν κεχαρισμένῳ. Τί δ' ἂν ἄλλο σου τῇ Οίαξ διαθέσει προσενέγκοιμι θυμηρέστερον, ἢ τῇ θεοφιλεί, καὶ εὐσεβεῖ προα ρίσει προσφιλέστερόν τε ἅμα και επαλληλότερον; Τίνι δ' ἂν ἑτέρῳ μοι τὴν πρὸς Θεὸν εὐχὴν ἀφοσίωσαίμην κρείττονι, ναὶ δὴ καὶ τὴν πρὸς τοῖς ἀδελφοὺς ἀγάπην καταφανή ποιησαίμην ἢ ταύτην εἰς φῶς ἀγαγών, καὶ κοινὴν ἅπασι ποιησάμενος τὴν διηπιμωτάτην βίβλον, Δογματικὴν Πανοπλίαν οὖσάν τε καὶ προσφυέστατα κεκλημένην, κατὰ δὲ τῆς αἱρε τικῆς καὶ ἀντιθέου παρατάξεως αγωνιζομένην; Τοῦτο γὰρ αὐτῇ ἡ ὑπόθεσις, ὡς αὐτὴ προαναφωνεῖ ἐκ προοιμίων ἡ ὑπόσχεσις, παριστῶσα τῆς βίβλου τὴν τιμιότητα. Ητις ἐκπεπόνητο μὲν πάλαι ἐπὶ τῶν ᾿Αλε ξίου Κομνηνοῦ τοῦ αὐτοκράτορος χρόνων, μοναχῷ τινι, περὶ Εὐθύμιος Ζυγαδηνός ἡ κλῆσις, ἐπιτάγματι τοῦ τηνικαῦτα τοῖς οἴαξι τῆς Ρωμαϊκῆς ἀρχῆς ἐφεδρεύοντος, τοῦ προῤῥηθέντος φημί κυροῦ Αλεξίου, ἀνδρὶ τοῖς κατ' ἐκεῖνο χρόνου δι' ἀρετὴν, καὶ τὴν ἄλλην του τρόπου λαμπρότητα γνωρίμῳ, ἀλλὰ καὶ τῇ θύραθεν ούχ ήταν σεμνυνομένῳ παιδεία, ῥητορικῆς τε οὐκ ἀμελετήτως ἔχοντι· θεολογίαν δὲ, ὅση περὶ τὰ τῆς εὐσεβείας ἐνασχολείται δόγματα, καλῶς ἐξηκριβωκάτι, καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἐναμβρυνομένῳ, ὧν δὴ πλείους παράγειν ἀπειπάμενοι μάρτυρας, αξιόχρεων εἰς πίστιν τοῦ λόγου ἀποχρῆν ἡγησάμεθα αὐτὴν τὴν φιλτάτην τοῦ αὐτοκράτορος Αλεξίου θυγατέρα, "Ανναν φημὶ τὴν Κομνηνὴν, ἥτις ἐν τῷ κατ' αὐτὴν ἱστορικῷ ὑπομνήματι ταῦτα προσμαρτύρεται τἀνδρὶ, ἐπαίνους οὐκ ὀλίγους αὐτῷ ἐπιμετροῦσα, καὶ αὐτὸν δὴ τὸν αὐτοκράτορα, αποδεξάμενον δηλονότι τὸ πόνημα, ἀποφαινομένη επιθεῖναι τῇ βίβλῳ, ἤδη κατ' επιταγὴν αὐτοῦ ἐξειργασμένῃ τὴν κλήσιν, Δογματικὴν πανοπλίαν, προσειρημένην εἰκότως. Ἐνίστησι γάρ τοι ἐν ταύτῃ, καὶ σὺν θεῷ συναινομένῳ καρτερὰν συῤῥήγνυσι πρὸς τὴν τῶν αἱρετικῶν φάλαγγα μάχην, καὶ τούτους γενναίως μέλα τροποῦται τῇ παντευχίᾳ τῶν λόγων, ἣν ἐκ πάντων τῶν τῆς Ἀνατολικῆς Ἐκκλησίας θεοφόρων Πατέ σαν άριστα συνεραντσάμενος ὁ τῆς ὁσίας μνήμης Πατὴρ ἐκεῖνος ἐχαλκεύσατο, καὶ πολλῷ πόνῳ μετὰ τοῦ πνεύματος ἐξυφηνάμενος, τοῖς τῆς εὐσεβείας προβθετο στρατιώταις, επαλείφων αὐτοὺς καὶ ἐξοπλίζων διά ταύτης κατὰ τῶν ἀντιπάλων τῆς πίστεως, τοῖς ὑπὲρ τοῦ Θεοῦ πολεμοῦσιν αὐτὴν τὴν θείαν χεῖρα συνεργόν καὶ συναγωνιζομένην ἐπαγγελλόμενος, καὶ θαῤῥεῖν πρὸς τὸν ἀγῶνα διακελευόμενος μετὰ τοσούτων ὑποδυο μένας τὸν ὑπὲρ εὐσεβείας πόλεμον. Ελελήθει μέντοι γε τέως, καὶ ἐν ἀφανεῖ που κειμένη ἡγνοεῖτο παρ' ἀξίαν ἡ άτω χρησίμη τε καὶ παγκάλη πραγματεία, οὐκ οἶδ' ὅπως ὁ θησαυρὸς τῆς Ἐκκλησίας ἀμεληθεῖσά τα καὶ παροραθεῖσα, καὶ τὴν ἐσχάτην ἀπειλοῦσα καταφθοράν, ἣν μή τις φθὰς τῆς τοῦ Πανδαμάτορος ἐξαρ πάπια ῥύμης, καὶ ἀνασώσηται τὴν ὀλίγου δεῖν ἐξίτηλον γεγονυίαν ἀρίστην Χριστιανων παισὶ Πανοπλίαν. Ανθ' ὧν οἷς περ φθὰς εἰρήκειν κινούμενος, τὴν δυνατὴν τέως κατεθέμην σπουδὴν ὅπως τύποις ἐκδόθεν σουτὶ τὸ πολυωφελέστατον πόνημα, προίκα τοῖς ὀρθοδοξίας τροφίμοις διαδοθῇ εἰς ἀσφάλειαν μὲν καὶ ἀπο τροπὴν τῆς ἀπὸ τῶν αἱρέσεων λύμης, εἰς μνημόσυνον δὲ τῆς ἐμῆς ταπεινότητος, καὶ τῷ κοινῷ τῆς Ἐκκλη 12; πληρώματι ἡ παντευχία τῆς τῶν εὐαγῶν τῆς καθ' ἡμᾶς Ἐκκλησίας Πατέρων διδασκαλίας χορηγηθῇ, ἵνα τοῖς αἱρουμένοις ἀντικαθίστασθαι πρὸς τοὺς ἑτεροδοξούντας ραστώνη εἴη πρὸς τὴν ἐκπλήρωσιν τοῦ βου λήματος, οἷον ἐξ ἱεροῦ τινος ταμιείου τὰ κατὰ πάσης αἱρετικῆς κακομυθίας ἀντίδοτα προφέρουσι, καὶ ἐξ ἑτοίμον ἀποχρωμένοις πρὸς ἄμυναν. Οὐ γὰρ κατὰ τὴν μυθικὴν Ηφαίστου Αχιλλεῖ πονηθεῖσαν ἀσπίδα, ἀλλ' οὐρανοχάλκευτόν πανοπλίαν κατὰ πάσης αἱρετικῆς κακονοίας ή προκειμένη βίβλος προτίθησι, καὶ ἀήττητον ἐπιφαίνει τὸν μετ' αὐτῆς κατὰ τῶν ἀντιθέων λήρων στρατευόμενον. Έξι περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, διακεκριμένη ἅμα καὶ ἡνωμένη θεολογία τοῦ μεγάλου Βασιλείου, ἐκ τοῦ λόγου τοῦ περί πίστεως. Διαρθραμὼν τὰ σύμπαντα καὶ μηδένα καιρὸν ἡμᾶς ἀπολιμπάνειν. 13. ΤΙΤΛΟΣ ΙΘ'. Κατὰ Αγνοητών, λεγόντων ἀγνοεῖν τὸν Υἱὸν καὶ Θεὸν τὴν ἡμέραν καὶ ὥραν τῆς παγκοσμίου συντελείας, ὡς ἐλάττω τοῦ Πατρός. Του μετ γάλου Βασιλείου. Εἰς τὴν γνῶσιν πάντων, τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου, ἐκ τοῦ περὶ Υἱοῦ δευτέρου λόγου. Δέκατόν ἐστιν αὐτοῖς ἡ ἄγνοια πλὴν τῆς πρώτ της φύσεως. Τοῦ ἁγίου Κυρίλλου. Εἰ γὰρ τὰ ἐσόμενα πάντα τὴν γνῶσιν τῶν ἐσομένων. ΤΙΤΛΟΣ Κ'. Κατὰ 'Ωριγένους. πως και κατά Σαρακηνών, ταῦθα τὰ περὶ αὐτοῦ τέθειται. 4. Ασώματον πρὸ τῆς παραβάσεως διὸ καὶ ἐν
col. 15–16page 4 of 20
PG 130:15Το τοιοῦτο τοιγαροῦν καὶ τηλικοῦτο τῆς εὐσεβείας κειμήλιον τίνι δ' ἂν ἑτέρῳ προσφωνήσαιμι δικαιότερον, ἐκλαμπρότατε, και μεγαλεπιφανέστατε κύριε Στέφανε Μπραγκοδάνε, πατρὸς ἀγαθοῦ χρηστὸν γέννημα, καὶ τῆς ἐκείνου ἀρετῆς καὶ χρηστότητος ἐκμαγεῖον, καὶ γνήσιον ἀποσφράγισμα, ἢ τῇ σῇ ἐκλαμπρότητι, ἥτις πᾶσαν μὲν τὴν ἔξω λαμπρότητα, τὴν ἀπὸ τοῦ θεοστέπτου κράτους τοῦ ἐκλαμπροτάτου καὶ γαληνοτάτου πατρός σου κυρίου κυρίου Ἰωάννου Κωνσταντίνου Βασσαράβα βοεβόδα καὶ ἡγεμόνος πάσης Ουγγροβλα χίας ἐπιῤῥέουσαν, καὶ ἀφθόνως μετοχετευομένην, μικρὸν καὶ ἀσθενὲς πρός γε τὴν ἀκροτάτην εὐδοξίαν σὺν τῷ ἀληθεῖ λόγῳ ἡγησαμένη, καὶ τοῖς ἀγεννέσι μᾶλλον οἰηθεῖσα προσήκειν ἀλλοτρίοις καλοίς σεμνύνεσθαι, καὶ ἀπορίᾳ οἰκείων πρὸς τὴν τῶν Πατέρων, ὡς πρὸς τὸ νόθον, καὶ τεχνητὸν ἔρευθος αἱ τοῦ ἐμφύτου χηρεύουσαι, καταφεύγειν ἀρετὴν, καὶ λαμπρότητα, οὕτως ἑαυτὴν ἐξεπόνησε καὶ διεκόσμησε πάσῃ μὲν ἀρετῆς ἰδέᾳ, πάσῃ δὲ παιδείᾳ καὶ ὡς συνελόντι πᾶσιν, οἷς κοσμεῖσθαι καὶ οἷς ὁ ἀληθὴς χαρακτηρίζεσθαι πέφυκεν ἄνθρωπος, ὥστε ἀγαλμα δή τι τῆς ἀρετῆς ἔμπνουν, καὶ ἀγαθοῦ παντὸς ἔμβιον ἄγαλμα πρόκειται. 'Ανθο ὅτου καὶ τὸ μὲν αὐτῆς σῶμα οἱ Μυσίας ὅροι περιειλήφασι, τὸ δὲ τῆς ἀρετῆς καὶ καλοκαγαθίας κλέος περιθεῖ τὴν ὑφ' ἥλιον, καὶ περιηχεῖ τοῖς ἐπαίνοις τῆς σοφωτάτης σου ἐκλαμπρότητος. Ητις ἐν τηλικαύτῃ ἀφθονίᾳ τῶν ἔξω, καὶ εὐῤῥείᾳ πραγμάτων οὐ παρεῖδεν ἑαυτὴν ὑποσυρομένην εἰς ἃ πέφυκεν ἐλεεινῶς ὑφέλκειν ἐξυβρίζων ὁ πλοῦτος, ἀλλὰ γενναίῳ καὶ ἐῤῥωμένῳ φρονήματι ὅλη γ' ὑπεράνω τῆς κατ' αὐτὸν βίας γε νομένη, εἰς σκέψιν ἑαυτὴν καθῆκε, καὶ διηκριβώσατο νουνεχῶς ἄστα κοσμεῖν οἶδε τὸν ἄνθρωπον. Διὸ δὴ παιδείᾳ σαυτὸν ἐκ νέου τῇ ἐλευθερίῳ ὑποβαλών, διττήν ἐκεῖθεν τῇ σαυτοῦ ψυχῇ πηγὴν ἐφειλκύσω, τοί; σε κατὰ θεωρίαν καὶ τοῖς ἐν πράξει καλῶς ἐνησχολημένος. Διὸ καὶ εὐδοκιμεῖς μὲν ἐν συνεδρίῳ σοφῶν, οἷς συνε διημερεύειν καὶ συμπαννυχίζειν τὰ πλεῖστα φιλεῖς, ὅσον τῆς πρὸς φιλοσοφίαν οἰκειώσεως δείγμα λαμπρός τατον, ὁπότε τοῖς ὁμοίοις χαίρειν ἔκαστον τοῖς σοφοῖς γνωματεύεται, αὔξεις δὲ διὰ σαυτοῦ τὸν κατάλογον τῶν κατὰ τὴν ἐν πράξει ἀρετὴν εὐδοκίμων, εὐαρίθμων ἄγαν φέρων τα δεύτερα, καὶ τοῖς πρωτεύουσι κατ' ἐκείνην διαμιλλώμενος, ὥστε με οὐκ εἰς μακράν σε πάντας ἐᾶσαι κατόπιν τῇ δόξῃ τῶν κατορθουμένων θαρρούντα διατείνεσθαι, είγε τὰ φθάσαντα τῶν ἐσομένων ἀσφαλέστατα τεκμήρια πέφυκεν. ᾿Αλλὰ τούτων μὲν ἄλλοι, καὶ οἷς ἔργον ἐγκώμια πλέκειν τοὺς ἐπαίνους φιλοτεχνούντων. Εγώ δ' δ τῆς ὑμετέρας ἐνδοξότητος διαμεσ ρόντως ἀποδέχομαί τε καὶ ἄγαμαι σιγῇ παραδραμεῖν οὐκ ἀνέχομαι, ἀλλὰ καὶ ὡς ἔχω δυνάμεως ἕως ὑπὲρ γῆς ετην διαθρυλλῶν καὶ κηρύττων μετά γε θαύματος οὐ παύσομαι. Πῶς γὰρ οὐκ ἂν λήθην ἢ φθόνον δηλω δικαίως, ὅ γε διὰ πλείστων πέπεισμαι μὴ προτιθείς, μηδὲ δημοσιεύων, ἀποστερῶν δὲ τῇ ἀκαίρῳ σιγῇ τῆς ἐκ τούτου ὠφελείας τούς γε εὐγνώμονας, οἷς ὑπέκκαυμα γίγνεσθαι φιλοῦσι πρὸς τὰ βελτίω τῶν ἀγαθῶν Εργων οἱ ἔπαινοι; Εἰ δὲ τὰ τῶν ἄλλων σπινθῆρος χρείαν συμβάλλοιτο, πῶς οὐχὶ πυρσὸν ἐν αὐτοῖς ἀρετῆς ἀνακαύσει τοῦ ἐν σοὶ κατ' ἐξοχὴν ἐνυπάρχοντος τὸ διήγημα; Οπερ οὐδένας οἶμαι γ' ἐς τόδε διατελεῖν ἀνη κόους, πλὴν εἰ μή τις εἴη ἀνέραστος τῶν καλῶν καὶ ὀλίγωρος. Τίνα γὰρ ἂν καὶ λήσειεν ὁ παρ' αὐτῇ θερμός καὶ διάπυρος ὑπὲρ εὐσεβείας ζῆλος, καὶ ὡς μετὰ πολλῆς καὶ διακαοῦς προθυμίας ὑπεραγωνίζῃ καὶ προασπίζεις τῶν ὀρθῶν, καὶ πατρίων δογμάτων, στρατείαν ταύτην ἀρίστην τῷ Χριστῷ στρατευόμενος, καὶ προπολεμῶν τῆς ὀρθοδοξίας μετὰ πολλῆς καὶ καρτερικῆς τῆς ἐνστάσεως ἢ πύλαις ᾅδου κατὰ τὴν ἀψευδή τοῦ Σωτῆρος ἐπαγγελίαν οὐδέποτε κατισχυθήσεται, ὅσῳ πλέον πολεμεῖται μᾶλλον ἀκμάζουσα, καὶ ἐν τῇ τα πεινώσει αὐτῆς λαμπρυνομένη καὶ ἀναθάλλουσα; Διὰ ταῦτ᾽ ἄρα κἀγὼ σοὶ τῷ θερμῷ ζηλωτῇ καὶ προμάχῳ τῶν τῆς ἀληθείας δογμάτων ταυτηνί φέρων προσφωνῶ τὴν δογματικὴν Πανοπλίαν, όπως τεθωρακισμένος τῇ τοῦ Πνεύματος χάριτι, ρωμαλεώτερον ἀντιπαρατάττῃ τὸ ἀπὸ τοῦδε τοῖς ἀντιλέγουσι τῇ ἀληθείᾳ, τὸ θεῖον βήμα φέρων κατὰ τὴν σάλπιγγα τῶν Ἐκκλησιῶν, Παῦλόν φημι τὸν μακάριον, ὑπὲρ πᾶσαν μάχαιραν, καὶ ῥομφαίαν ἀμφήκη, καὶ δι᾿ αὐτοῦ τοὺς τοῦ εὐσεβοῦς λόγου διαχρώμενος πολεμίους, καὶ λαμπρά κατ' αὐτῶν ἱστῶν τρόπαια, ὧνπερ οὐ ῥέοντα καὶ χαμαίζηλα κομίσῃ τὰ ἆθλα, οὐδὲ δόξαν βάστ' ἀπανθοῦσαν καὶ ἐκλείπουσαν, ἀλλ᾽ ἅπερ οὔτ᾽ ὀφθαλμοῖς εἰς θέαν ἐφικτά, οὔτ᾽ ἀκοῇ χωρητὰ, καὶ λόγου παντὸς ὑπερπαίει δύναμιν, βασιλείαν οὐρανῶν, καὶ μακαριότητα διαιωνίζουσαν, τὴν ἀποκειμένην τοῖς ἐκλελεγμένοι, πρὸ πάντων αἰών νων. Οὐ μόνον δὲ διὰ ταῦτα προσήκειν ἔγνων σου τῇ ἐνδοξότητι τὸ δώρημα, ἀλλὰ καὶ ὅτι δὴ παρὰ πάντας αὐτῇ ᾠκείωται, βασίλειον οὖσα κειμήλιον, σοὶ δ' οὐ μόνον τὰ τοῦ γένους ἐκ βασιλικῶν πηγῶν ἐπιῤῥέοντα ὁμο λογεῖται, τὰ πρὸς μάμμης εἰς τοὺς ἐπιφανεῖς Καντακουζηνούς ἀναγόμενα, ἀλλὰ δὴ καὶ τὰ πραττόμενα βασιλικῆς εὐγενείας λαμπρότατα ἀποσώζει μαρτύρια, καὶ κηρύττει τὴν πρὸς ἐκείνους συγγένειαν ἡ τῶν πράξεων ὁμοιότης. ἂν οἴκοθεν ἔχεις, καὶ ἀφ' ἑστίας φασὶ τὸ παράδειγμα, ὡς ὑπὸ ζῶντι ἀρχετύπῳ τῷ κλεινῷ καὶ ἐκλαμπροτάτῳ γενέτη παιδαγωγούμενος, καὶ σύνε: νύκτωρ καὶ μεθ' ἡμέραν τῇ πηγῇ, ἐξ ἧς ἀφθόνως ὑπάρχει ἀρύεσθαί σοι, καὶ κατὰ τὰς φιλεργοὺς μελίττας οἷον ἐξ ἀθανάτου λειμῶνος ἀπανθίζεσθαι τῶν ἀρετῶν τὰ εὐώδη καὶ ἀειθαλῆ ἄνθη. ᾿Ανθ' ὅτου καὶ διπλασίους εἰκότως τυγχάνεις ὀφείλων τῇ αὐτοῦ ἐκλάμπρῳ γαληνότητι χάριτας, πρός γε τῷ εἶναι καὶ αὐτοῦ τοῦ εὖ εἶναι παρὰ τῆς αὐτοῦ ὑψηλότητος προσ υπάρχοντος. "Ης δήτα καθ' ἡμᾶς αἱ ἀρεταὶ τοῖς πέρασι διατεθρύλληνται, τῆς ἀρίστης εὐνομίας μετὰ τῆς δικαιοσύνης καταγλαϊζούσης τὸν ὑψηλότατον καὶ λαμπρότατον θρόνον, ἐφ᾽ οὗ δὴ πρὸς Θεοῦ πάλαι προω ρισμένη ἐν τῷ καταλλήλῳ χρόνῳ παρὰ τῆς αὐτοῦ προνοίας ἐφίδρυται, ὁπότε ἡ τοῦ χρόνου ανωμαλία τὸν δεινὸν εἰς διοίκησιν ἀπῄτει, διὰ πολυσχιδῶν ὁδῶν παραστήσοντα τὴν ἔμφυτον καλοκαγαθίαν, καὶ ἑκάστῳ προσφόρως επαρκέσοντα πρὸς τὴν χρείαν, καὶ τῷ οἰκείῳ ὑποδείγματι τὸν ὑπὸ χεῖρα λεὼν τὰ θεοφιλῆ ἐκπαι δεύσοντα. Ἀλλὰ τίς ἄν μοι λόγος ἀρκέσ:ιε, ποῖος κάλαμος ὑπηρετήσει ἵν᾿ ἀπαριθμήσει γοῦν μόνῃ χρήσω» και τῶν προτερημάτων, οἷς ὁ σὸς γενέτης καθωραΐζεται, τῶν ἀγαθῶν, ὧν οὐ τῇ Μυσίᾳ μόνῃ, ἣν καὶ λόγου μικροῦ δεῖν ἄμοιρον πρώην οὖσαν, Μουσῶν ἀπέφηνε καταγώγιον, καὶ σοφῶν ἀνδρῶν περιώνυμον ἐνδιαίτημα, ἀρετῆς τε πάσης τῷ ὄντι γυμνάσιον, ἀλλ᾽ ἤδη καὶ τῇ ὑψηλίῳ ξυμπάσῃ ὑπῆρξε πατὴρ, πολυτρόπως
col. 17–18page 5 of 20
PG 130:17εἰ δρῶν τὸ Χριστώνυμον πλήρωμα, τῶν εὐποιιῶν ἀφθόνως καὶ ῥύδην προχεομένων τοῖς πᾶσιν, ἀλλὰ καὶ διὰ τῆς τυπογραφίας, ἥτις ἐπὶ τῆς αὐτοῦ θεοδοξάστου ἡγεμονίας συνέστη, οὐκ εὐαρίθμων Ιερών βιβλίων οἷον εἰς τὸ ζῆν ἀνακληθέντων καὶ ἀναβεβιωκότων, καὶ τοῖς Χριστωνύμοις κεχορηγημένων παρὰ τῆς αὐτοῦ θεοφρουρή του έκλαμπρότητος, ἐφ' ἧς οἷον ὑπὸ χοροστάτῃ τῇ εὐσεβείς τὸ λοιπὸν σμήνος συγχορεύει τῶν ἀρετῶν, κἀντεῦθεν ἀρετή, παρ' αὐτῇ τιμωμένη ὅλοις, πήχεσι τὸ τοῦ λόγου, βασιλικοῖς ἐπιδίδωσι, καὶ εἰς αύξην χωρεί, οἷον ἐν ἀθανάτοις στήλαις τῇ ἀλήκτῳ διαδοχή εγκεκολαμμένα εἰς γενεάς γενεῶν παραδιδούσα αὐτῆς τὰ ἐγκώμια. Εκείνης οὖν ἀποῤῥοια πέφυκας τῆς πηγῆς, ἐκλαμπρότατε Στέφανε· τοῦ τηλικούτου δέν όρου μεγαλοφυή; ὑπάρχων καρπὸς παριστᾷς τῇ μιμήσει, καὶ τὴν συγγένειαν οὐ ψεύδη, διαζωγραφῶν ἀκρι βῶς ἐν σαυτῷ ὅλην τὴν τοῦ γεννήτορος ἀρετὴν, σὺν ᾧ σε εὔχομαι ὑπὸ τῆς ζωαρχικῆς καὶ μακαρίας Τριάδος περιφρουρεῖσθαι εἰς μακραίωνας μετὰ τῆς ἐγχωρούσης εὐδαιμονίας, ἐπιδιδόντα ἐν τοῖς κατὰ Θεὸν ἐπιτηδεύμασι, εὐθυμοῦντά τε διὰ παντὸς, καὶ οὐτινοσοῦν ἀβουλήτου ἄγευστον. Αμήν. ΔΡΥΣΤΡΑΣ ΑΘΑΝΑΣΙΟΣ. Τῆς ὑμετέρας Εκλαμπρότητος θερμότατος εὐχέτης. Πρὸς τὸν ἐκλαμπρότατον, καὶ ἐνδοξότατον κύ ριον κύριον Στέφανον βοεβόδα. τὸν Μπραγκο βάνον. Αρετῆς ἰδ᾽ εὐσεβίης Συνάρασθέ μοι παροῦσαι Ελικωνίηθεν Μοῦσαι Ορθοδοξίης τὸ κλέος, Βαθύ, κλεινὸν οὖν τε γῆρας Στεφάνου πλέκειν ἐπαίνους Ἐπέων καλοῖς ἀώτοις Σοφίης ἄριστον υἷα Θεὸς ᾧ βίον παράσχοι Βασιλείαν τ' ἐπὶ τούτοις γε ἀγήρω. Αντώνιος ὁ προῤῥηθείς. Τοῦ αὐτοῦ. Πρὸς τὸν πανιερώτατον καὶ 'σεβασμιώτατόν μητροπολίτην Δρύστρας κύριον Αθανάσιον. Τεύχεσιν εὐσεβίης ἰδὲ πνεύματος πλισε θεῖος Αρχιερεὺς Δρύστρας πανοπλίῃ ζαθέους. Λύκους δὲ φθορέας κατεύχει σηχόθεν οὗτος Χριστοῖα, κλεινὴν εἰς φάος τήνδε βίβλον, Ζιγαδινοῦ πόνον αἷς ἀγαγὼν δαπάναις ἀφειδέσσι, Δέρχετε ποιμένες σὺν θαύματι εὐσεβίην. Πρὸς τὸν αὐτόν. Ἠλιος λάμπων ἀπάσης δρόμοις πείρατα χθονός, Αντὶ ψυχῆς τελέθει τοῖς ἐπὶ γῆς ἅπασιν. Ακτίνες σῶν δ' ἀρετῶν ἀστράψασαι ὄμματα πιστῶν, Ονησαν πλείω ἢ τὸ πάροιθ᾽ ἕτεροι, Ὁ ἐν σπουδαίοις ἐλάχιστος Χουρμούζιος. Ἕτερον τοῦ αὐτοῦ ὡς ἀπὸ τῆς βίβλου. Πανοπλίη κέκλημαι εἰκότως μάλα, Χορηγὸς ὅπλων φασγάνου τομωτέρων, Αίρειν πασῶν οἷς θυμὸς καθ' αἱρήσεων Λαμπρὰ τρόπαια, καὶ νίκας πρὸς ἀξίαν. Πατὴρ πέλει μοι Ζυγαδηνός μοναχός, Γραφῶν ἀτεχνῶς ηκριβωκώς βένθεσι. Τέως δ' ἐνὶ σκότῳ ἐοῦσαν ἄγνωστον, Μυχοῖς ὁρωρυγμένος αίης ὡς χρυσός, Αρχιθύτης Δρύστρας τυποι ᾿Αθανάσιος 'Εαῖς δαπάναις, ὠφελείας εἵνεκα. Εὔχεσθε οὖν ἅπαντες οἱ γῆρας βαθύ Λαχεῖν τ' ἔπειτα χῶρον οὐρανιόνων. Ετερον πρὸς τὸν ἐκλαμπρότατον Στέφανον βος βόδα τὸν Μπραγκοβάνον· καὶ πρὸς τὸν παγιε μώτατον Αθανάσιον Δρύστρας. Ιδμονι τῶν ὅπλων ὁπλίζεσθαι θέμις ὅπλοις, “Οφρ' ἀρετὴν κόσμῳ παμφανόεσσαν ἔχῃ. Σοί δ' ᾧ Βασσαράδων λαμπρὸν στέφος, ἡδέ τε εξ Έχος, Ταῦτα τὰ ὅπλα πρέπει αἱρετικῶν ἐφόδι. Τῶν ῥα Ζυγαδινὸς χαλκευτής πάμπαν ετύχθη, Ποιμὴν δὲ Δρύστρας θῆξε τυπογραφία, Οὔνομα δ' ἔπλετο τῷδε φερώνυμον ἀθανασίης, Ην ἀρετῇσιν ἐῇς πλέξατ' ἀπειρεσίως. ῾Ο ἐλάχιστος ἐν Ἱεροδιακόνοις Ἰωαννίκιος ὁ Χατζής. Ετερον εἰς τὴν βίβλον. Τόξον σὸν ἤδη καρτερώς τείνον λίαν, Βέλη τε ρίπτε ἀντιπάλων καρδίῃ. Λέλογχας ᾗ γὰρ τηλικούτου δαίμονος, Δοῦν' ὥστε φέγγει μιν σὲ δὴ καὶ γουνέα. Ἐόντα τοῦτον Ζυγαδηνὸν τοῦ πίκλη, Εὐθυμίης φερώνυμον φῶτ᾽ ἀγλαόν. Ετερον πρός τε τὸν ἐκλαμπρότατον κύριον Στέ φανον βοεβόδα τὸν Μπραγκοβᾶνον, καὶ πρὸς τὸν πανιερώτατων μητροπολίτην Δρύστρας κύριον Αθανάσιον. Μπραγκοβάνων Στέφανε στέλεχος ρίζης περιδόξου, Ηδ᾽ ἀγαθοῦ τοχέως εὐφρόσυνόν τε τέκος, Δέξει τα κορυφᾷ στέφος ἀϊδιον τόδε δώρον, Λαμπροῦ σου ήθους σήμ᾽ ἀγλαὸν τελέθον, Τιθέμενον παρὰ ἀρχιθύτου σοῦ εὐχέτιδός τε Εξάρχου Δρύστρας τοὔνομ᾽ Ἀθανασίου, “υς δὴ θῆκε τύπος δαπάνησιν ἀειρομένῃσι Τὴν βίβλον ταύτην εἰς χάριν εὐσεβέων. ῾Ο ἐν σπουδαίοις ελάχιστος Γεώργιος Χαζηγάνου Λαρισσαίος. Στίχοι Ιαμβικοὶ πρὸς βασιλέα 'Αλέξιον τὸν Κομνηνόν, καὶ πρὸς τὴν βίβλον Ευθυμίου μου ναχοῦ τοῦ Ζιγαδηνοῦ. Η Βίβλος αὕτη τοῦ κρατίστου δεσπότου Θείων πέφυκεν ὁπλοθήκη δογμάτων, Παντευχίαν φέρουσα καὶ πανοπλίαν Αῤῥηκτον, ἀκράδαντον, ἀδαμαντίνην. Τοῦ γὰρ δυνατοῦ τὰ τεθηγμένα βέλη, "Α πηγνύουσιν οἱ στρατηγοὶ τοῦ Λόγου Τῶν τοῦ κρατοῦντος δυσμενῶν ἐν καρδίᾳ,
col. 19–20page 6 of 20
PG 130:19Ενταῦθα κεῖνται πάντα συνειλεγμένα, Τῷ συγκροτισμῷ τοῦ σοφοῦ προμηθέως, ᾿Αλεξίου γῆς Αὐσόνων βασιλέως, Θεόφρονος Μέδοντος Εὐσεβεστάτου, ὐχ ἡ πρόνοια τοῦ φιλανθρώπου Λόγου Ἐν ἐσχατιᾷ τῶν χρόνων τῶν δυσκόλων, Καὶ τῶν ἀναγκῶν τῶνδε τῶν πολυπλόκων Ήνεγκεν ευτύχημα 'Ρωμαίοις μέγα, Στρατηγὸν εὐμήχανον ηκριβωμένον, Αρχηγὸν εὐδόκιμον ἐξῃρημένον, Καὶ πρὸ κράτους. τείχισμα, καὶ μετὰ κράτος Πύργωμα, κραταίωμα τῆς σκηπτουχίας, Οὗ τὰ κατορθώματα πολλὰ καὶ ξένα, Καὶ τὰ τρόπαια τὰ κατ' ἐχθρῶν μυρία. Σφραγὶς δὲ πάντων, καὶ κορωνίς αἰσία, Η Δογματική τυγχάνει Πανοπλία, Τῆς ὀρθοδόξου πίστεως ή στερεότης. Ἡ συλλογὴ γὰρ τῶν θεοπνεύστων λόγων Γνώρισμα λαμπρὸν εὐσεβοῦς βασιλέως. *Ος συρραγήναι τοῖς ἐναντίοις θέλων, Καὶ πρὸς λογικὴν συμβαλεῖν αὐτοῖς μάχην Τούτοις κατ' αὐτῶν εν τεθωρακισμένος Τοῖς μηχανικοῖς ἀπτοήτως ἐξίτω. Τοῦ αὐτοῦ. Πρόγραμμα βίβλου τήσδε τῆς τῶν δογμάτων ᾿Αλεξίου φρόντισμα, καὶ γλυκὺς πόνος, Ῥώμης βασιλεύοντος εὐσεβῶς Νέας, Καὶ φαιδρὸν ἐκλάμποντος ἀρετῶν σέλας. Κοινωφελὲς σύνταγμα, πίστεως κράτος, Στήλη θριαμβεύουσα τους νόθους λόγους. Αθροισις ευσύνοπτος ὀρθοδοξίας, Ἔλεγχος ἐντρέπων τε καὶ καταισχύνων Τοὺς τῆς ἀληθοῦς πίστεως ἀποστάτας. Θείον ταμεῖον ὀργάνων τῶν ἐν μάχαις, "Απερ καταστρέφουσι τείχη δογμάτων Θεῷ μισουμένων τε καὶ λαοπλάνων, Πηγή δι' αὐτῆς ἐνθέων διδαγμάτων, Ποταμός αὐτόχρημα σεπτῶν δογμάτων. "Αρδην κατακλύζων τε καὶ σύρων κάτω Τῶν κακοδόξων τὰς βεβήλους αἱρέσεις. Φρικτή βελῶν φαρέτρα δογματοκτόνων, Τῶν συλλογισμῶν πλεκτάνη, καὶ σφενδόνη, Τοῖς τοῦ Θεοῦ φῶς, πῦρ δὲ τοῖς ἀλλοτρίοις. Σάλπιγξ καταπλήττουσα τοὺς ἐναντίους, Πανοπλία φράττουσα τοὺς κεχρημένους, Παντευχία σφάττουσα τους θεηλάτους. Αλλ' ὦ Μονάς Τρίφωτε, καὶ Τριάς πάλιν Εν φῶς ἀπαστράπτουσα τῆς Θεαρχίας, Τον Ήλιον φύλαττε τῶν ᾿Ανακτόρων, Τὸν μηχανουργὸν τῆς τοσαύτης Ισχύος. Επειτα τήνδε την σελήνην τοῦ κράτους Καλὴν βοηθὸν ἐκ Θεοῦ συνημμένην, Καὶ τὸν ποθεινὸν Πορφύρας Εωσφόρον Κάλλιστον ἄνθος Δεσπότην ἡμῶν νέον, Εἰρηνικήν σύμπνοιαν ἐν βίφ νέμων, Ζωήν τε μακράν, καὶ κακῶν ἐλευθέραν, Καὶ τὴν τελευτὴν εὐφόρως τελουμένην, Πανοικὶ σώζων, παγγενή στέφων άνω Μαρμαρυγὴν ἄφθαρτον ἡμφιεσμένους. Τοῦ αὐτοῦ. Ως ηὐδόκησεν ὁ κρατῶν στεφηφόρος, Ως ἐγγράφως ὥρισεν, ὡς ἔδειξέ μοι Σπεύσας κατεσκεύασα τὴν Πανοπλίαν. Ταῦτ᾽ οὖν μαθόντες οἱ κριταὶ τοῦ βιβλίου Στέργοιτε, καὶ βάλοιτε ταῖς εὐφημίαις Τὸν ἀγχίνουν τε καὶ μέγαν βασιλέα. Τούτῳ γὰρ ἡ σύμπασα καὶ μόνῳ χάρις. Εἰ γὰρ προσήκει τὴν ἀλήθειαν λέγειν, Εὐμήχανον τὸ χρῆμα, πιπτέτω φθόνος. ΠΡΟΛΟΓΟΣ ΜΕΤ' ΕΓΚΩΜΙΟΥ ΤΩΝ ΠΡΟΣ ΒΑΣΙΛΕΑ ΑΛΕΞΙΟΝ ΤΟΝ ΚΟΜΝΗΝΟΝ ΕΙΣ ΤΗΝ ΔΟΓΜΑΤΙΚΗΝ ΠΑΝΟΠΛΙΑΝ, Εὐθυμίου πόνημα καὶ μονοτρόπου, Τοῦ Ζιγαδηνοῦ δογμάτων Πανοπλία, ᾿Αλεξίῳ τευχθεῖσα Κομνηνῶν γένους, *Ανακτι πιστῷ τῶν ἀπίστων εἰς πάλην. Καὶ πάντα μὲν τὰ κατορθώματα τοῦ μεγίστου καὶ θεοκυβερνήτου βασιλέως ἡμῶν ᾿Αλεξίου περιφανῆ καὶ λαμπρὰ καὶ ἀξιοθαύμαστα πολιτικῶν πραγμάτ των επιστημονικαὶ διαταγαι, καὶ δεξιαὶ μεταχειρί. σεις καὶ ἀντιλήψεις πολεμικῶν στρατηγημάτων εύν βουλίαι, γνωμῶν ὑποθῆκαι, καὶ μηχανημάτων ἐπίσ νοιαι, μηδὲν ἐλαττούμεναι πολλάκις τῶν ᾿Αρχιμή δους καὶ Παλλαμήδους· ἀποκρίσεις περιεσκεμμέναι, καὶ ἀγχίνοιαι μεσταὶ πρὸς τοὺς πρέσβεις τῶν μετ γάλων ἐθνῶν· τάλλα πάντα, συντόμως εἰπεῖν, ἐξ ὧν
col. 21–22page 7 of 20
PG 130:21ὁ πανταχόθεν συγκεκροτημένος αὐτοκράτωρ, καὶ ὁ δεινὸς ὁμιλῆσαι πράγμασι, καὶ πόρον ἀμηχάνοις εὑρεῖν, καὶ πρὸς τοὺς καιροὺς καὶ τὰς καταστάσεις συμφερόντως μεθαρμοζόμενος γνωρίζεται καὶ δια γινώσκεται· τῶν ἄλλων δὲ τούτου προτερημάτων οὐκ ἔλαττον εἰς λόγον εὐφημίας το προκείμενον σπούδασμα, τὴν συλλογὴν λέγω τῶν δογμάτων τῆς ὀρθοδόξου πίστεως. Πῶς τοσαύταις κοσμικαῖς φροντίσι περιῤῥεόμενος, καὶ μυρίων πραγμάτων ἀνθολκαῖς εκάστοτε περισπώμενος, οὐδὲ τούτου τοῦ μέρους ἀφρονίσεως ἔσχε, καθάπερ πολλοὶ τῶν προλαβόντων αυτοκρατόρων, οις ήρκεσε μόνον ὥσπερ καὶ τοῖς πλείοσι τῶν τότε καὶ νῦν ὑπηκόων ἡ στοιχειώδης καὶ σύντομος ὁμολογία τῆς πίστεως, δ καὶ Σύμβολον Ιερὸν καλεῖται. Διασκεψάμενος δὲ καὶ τῇ πείρᾳ γκὺς ὅτι πολλῶν μέρεσι τῆς Ῥωμαϊκής ἐπικρατείᾳ; παρεισεφθάρη πάλιν ἰοβόλα καὶ θεοστυγῆ δόγ μετα, καὶ τῶν πνευματικῶν γεωργῶν ἀπονυσταξάν των διὰ τὴν τῶν πολεμίων ίσως μακρὰν καὶ πολυ χρόνιον προσεδρίαν, ἐπεσπάρη τῷ καλῷ σίτῳ ἐπεσπάρη τῷ καλῷ σίτῳ ζιζάνιον ἀκαρπίας, καὶ πρὸς μόνην καῦσιν ἐπιτή ξεων τῶν αἱρετιζόντων εἰδωλομανίας, & καὶ θολεροῖς θέματι λόγων αρδεύοντες οἱ τούτων διδάσκαλοι, βλαστάνειν παρασκευάζουσι, τί ποιεί; περιοιδησά στις αὐτῷ τῆς καρδίας της τοσαύτῃ καταφρονήσει, διανίσταται πρὸς ζῆλον, καὶ τῆς θεραπείας αὐτουρ τὰς γίνεται, καὶ περινοεῖ τι μέγα καὶ ὑψηλόν. Και τοὺς γὰρ ἀποταξάμενος τῇ μελέτῃ τῶν θεοπνεύστων Γραφῶν, ὅτε καὶ μικρὰν ἐκεχειρίαν ἦγεν ἀπὸ τῶν δημοσίων· καὶ κοινωφελῶν φροντίδων, ἀναγνώσει φιλοπόνῳ συντόνως ἑαυτὸν ἐπεδίδου, συναιρουμένους ἔχων τοὺς παρατυχόντας τῶν ἐλλογίμων, ὧν πολλῶν καὶ καλῶν εὐπορεῖν εἴωθεν ἀεὶ τὰ βασίλεια, μάλιστα δὲ τοὺς δογματικοὺς ἡσκείτο λόγους, καὶ θερμόν τι να καὶ διάπυρον ἔρωτα τούτων ἐν τῇ ψυχῇ περιέφερεν. Ένθεν τοι καὶ καθάπερ σίδηρος θερμός υδατι ψυχρῷ στομωθεί;, καὶ τὴν γλῶτταν ταῖς παρατρίψεσι τῶν τοιούτων λόγων ἀκονηθεὶς, ἀμφίστομος ἀπετελέσθη μάχαιρα κατὰ τῶν βλασφήμων δογμάτων, καὶ διδαγμάτων, καὶ πέλεκυς κόπτων πέτραν, τὸ τῆς Γραφῆς εἰπεῖν, τὴν σκληρὰν καὶ πεπωρωμένην ἀναισθησίαν τῶν θεομάχων, ὡς αὐτὸς ἐγὼ δις παρα τυχών διαλεγομένῳ κατενόησα, καὶ παρεσημειωσά μην· οὕτω τοιγαροῦν τοὺς μὲν τῶν εἰς χεῖρα ἰόντων ἀγχεμάχοις όπλοις ἔβαλε καὶ κατέβαλε· τινὰς δὲ τῶν ἐνδιαστρόφων καὶ πρὸς τὴν ἁρμονικὴν ἡδυφωνίαν ὑπαλλαττόμενος νουθετεῖν ἐπειρᾶτο, καὶ μετακλίνειν, πολλὴν μακροθυμίαν καὶ ἐπιείκειαν τοῖς λόγοις πα ραχερνῶν. Ἵνα δὲ καὶ μετ' αὐτὸν οἱ βασιλεύοντες ἀνάγωνται πρὸς τὴν μίμησιν, ἐσκέψατο μάλα συνετώς ἔγγραφον αὐτοῖς τε καὶ πᾶσι τοῖς ὑπηκόοις καταλιπεῖν τὴν τῶν δογματικών όπλων παρασκευήν, καὶ τὰς πνευματικὰς ἐλεπόλεις, καὶ τὰ λογικά μηχανήματα, καθάπερ οἱ τὰ προσαγορευόμενα τακτικά συγ τάξαντες, οὐ τὸ τῶν ἀρχιερέων ἔργον σφετεριζόμενος, ἀλλὰ κἀκείνους διεγείρων τῷ καθ᾿ ἑαυτὸν ὑπου δείγματι, καὶ συμμαχίαν μάλιστα παρεχόμενος.
col. 23–24page 8 of 20
PG 130:23Έχοντος τοῦ διαλέγεσθαι περὶ πίστεως, ἀντιλαμβάνεσθαι κινδυνεύοντος τοῦ λόγου, μὴ ὅτι γε τὸν εὐσε βέστατον βασιλέα, τὸν καὶ τοῖς δόγμασι τῶν ἀρχιερέων τὸ κῦρος διὰ τῆς ἑαυτοῦ ροπῆς καὶ συνέσεως χαριζόμενον, ἀλλὰ καὶ τὸν ἁπλῶς πιστὸν ἄνδρα, καὶ λέγειν επιστάμενον καὶ δυνάμενον, εἰ μὴ καὶ τὸν ἀνελόντα θηρίον ανθρωποφθόρον αἰτιάσαιτό τις, ὅτι μὴ ἐγχώριος ὧν τὸν καινὸν ὄλεθρον ἐκ μέσου πεποίηκε, καὶ τῆς ἐντεῦθεν λύμης ἀπήλλαξε τοὺς αὐτόχθονας. Καὶ δὴ τὰ δόγματα τῶν μακαρίων Πατέρων, καὶ προμάχων τῆς ὀρθῆς πίστεως διὰ τῶν τοῦ παρόντος καιροῦ σοφῶν καὶ πολυπείρων ἀνδρῶν ἐκλεξάμενος, καὶ συναγαγὼν ἐμοὶ τὴν συνθήκην τούτων επέτρεψε, καὶ τάξιν ἐπιθεῖναι τούτοις, καὶ διεσκεμμένην άρμο νίαν, καὶ λελογισμένην οἰκονομίαν ἐκέλευσεν. Επει δὲ οὐκ ἦν ἀναδύεσθαι, λοιπὸν τοῦ Λόγου καὶ Θεοῦ στρατηγοῦντος τοῦ συντάγματος τῶν λόγων, δι' οὗ καὶ χεῖρες διδάσκονται πρὸς παράταξιν, καὶ δάκτυλος γράφοντες κατορθοῦσι τὸν κατὰ τῶν αἱρέσεων πόλε μον· Ιτέον ἡμῖν ἤδη πρὸς τὴν ἐγχείρησιν, καὶ κατασκευαστέον, μᾶλλον δὲ συντακτέον Πανοπλίαν τοῖς βουλομένοις ὑπερμαχεῖν τῆς εὐσεβείας, καὶ συρρήγνυσθαι τοῖς ἐχθροῖς αὐτῆς, παθεῖν μὲν ἀδαμαντίνην, δρᾷν δὲ καιριωτάτην, καὶ ὅλως ακαταγώνιστον, καὶ ὄντως οὐραναχάλκευτον. Ανάγκη γὰρ, σιωπῶντος ἀκαίρως τοῦ τὴν ἐξουσίαν Εσται δὲ τῇ βίβλῳ ταύτῃ κλήσις Δογματική, Παν οπλία, η οπλοθήκη δογμάτων, ὥστε καιροῦ πατε καλοῦντο; εἰς μάχην, καὶ τοὺς πνευματικοὺς ὁπλίτας ἐγείροντος, ἀναπτύσσειν ταύτην, καὶ πρὸς τὰς ἰδέας τῶν πολέμων φράττεσθαι τοῖς ἐναποκειμένοις ὅπλοις πολυειδὴ γὰρ ταῦτα, καὶ δαψιλῆ, καὶ πρὸς παν τοῖαν πόλεμον ἐξαρχοῦντα. Διττοῦ δὲ ὄντος λόγου παντὸς, κατὰ τὸν Θεολόγον φάναι Γρηγόριον, τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀντίπαλον ἀνατρέποντος, καὶ ἡμεῖς τὸν οἰκεῖον ἐκθέμενοι πρέ τερον, οὕτω τῷ τῶν ἐναντίων ἀνατρέψαι πειρασόμεθα, καὶ ἀμφότερα δὲ διὰ τῶν πανσόφων, ὡς εἴρη ται, Πατέρων τῶν προκεκμηκότων ὑπὲρ τοῦ Λόγου, καὶ καθάπερ τινὰ κλῆρον καταλελοιπότων ἡμῖν τοὺς οἰκείους λόγους, καὶ τὰς ἐκ τούτων πρὸς τὰς ὑπεναντίους ποικίλας συμπλοκάς, καὶ τοὺς τρόπους τῶν ἀνδραγαθημάτων. Εκτεθήσονται δὲ τάξει τινὶ κατὰ τοὺς χρόνους αἱ τῶν ἄλλων ὡς ἐν ἐκλογῇ κακῶν ἐπιλογεῖσαι κακοήθεις αἱρέσεις τὰς ἀνατροπὰς ἐπο μένας ἔχουσαι, καὶ τοὺς ἐφ' ἑκάστης ἀριστεύσαντας κατατρέχοντας αὐτῶν διὰ τῶν οἰκείων ἀντιῤῥήσεων καὶ κατακοντίζοντας. Τὰς μὲν οὖν παλαιοτέρας ὡς πρὸ πολλοῦ σεσηπυίας, καὶ πάντη διαφθαρείσας παρ εδράμομεν, τὰς ἐπισημοτέρας δὲ, καὶ ὧν, εἰ καὶ ἡ φλόξ ἀπεμαράνθη, παραλυποῦντες ἔτι τὴν ἐκκλησίαν οἱ ἄνθρακες, ταύτας ἐστήσαμεν σκοποὺς εἰς τὸ βάλλεσθαι καὶ κατατοξεύεσθαι. Καὶ εἴ τινες δὲ τῶν μεταξὺ καὶ προσεχῶν παρειάθησαν, ὡς ἀποσπάδες τούτων, ἢ παραφυάδες ἀφείθησαν, τῆς καταπτώσεως τῶν προβεβλημένων ἱκανῆς καὶ ταύτας συγ καταβάλλειν.
col. 25–26page 9 of 20
PG 130:25Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ προκειμένου συντάγματος καὶ σπουδάσματος; πόθεν ἄλλοθεν, ἢ ὅθεν ὁ μέγας ἐν θεολογία φησὶ Γρηγόριος, Τρεῖς αἱ ἀνω κάτω δόξαι, λέγων περὶ Θεοῦ· ἀναρχία, πολυαρχία, καὶ μοναρχία. Αι μὲν οὖν δύο παισὶν Ελλήνων ἐπαίχθησαν, καὶ παιζέσθωσαν· τό τε γὰρ ἄναρχον άνατον, τό τε πολύαρχον στασιώδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. Εἰς ταυτὸν γὰρ ἀμφό πέρα φέρει τὴν ἀταξίαν, ἡ δὲ εἰς λύσιν· ἀταξία γὰρ μελέτη λύσεως. Ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον μοναρχία δὲ οὐχ ἣν ἐν περιγράφει πρόσωπον, καὶ τὰ ἑξῆς. Λοιπὸν οὖν ὀλίγα καὶ συντετμημένα κατά σε τῶν ἀνάρχων καὶ ἀθέων Επικουρείων, καὶ τῶν Ελλων πολυάρχων, καὶ ἀθέων Ελλήνων διεξελθόντες, καὶ τὴν ἐναντίαν πλάνην τούτων τε κἀκείνων κατὰ παραδρομὴν ἐλέγξαντες, καὶ ἀνατρέψαντες, οὕτως ἐπὶ τὰ οἰκεῖα χωρήσομεν. Τῶν γὰρ Ελλήνων οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ἀστέρων πλῆθος, οἱ δὲ εὐρανὸν αὐτὸν, ἅμα τούτοις, οις καὶ τὸ πᾶν ἄγειν δεδώκασι κατὰ τὸ ποιὸν ἢ τὸ ποσὸν τῆς κινήσεως· οἱ διὰ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ διὰ τὸ χρειῶδες, ὧν ἄνευ οὐδὲ συστῆναι δυνατὸν τὸν ἀνθρώπινον βίον· οἱ δὲ ὅ τι τύχοιεν ἕκαστος τῶν ὀρα τῶν ἐσεβάσθησαν, ὧν ἑώρων τὰ κάλλιστα θεοὺς προστησάμενοι. Περὶ τοῦ Ἐπικούρου ποσαχῶς τὸ ἄτομον. Επίκουρος δὲ ἐκβάλλων καὶ Θεὸν καὶ πρόνοιαν τὸ αὐτόματον εἰσῆγε, καὶ τὰς ἀτόμους. Πολυσήμαν τον δὲ τὸ ἄτομον. Λέγεται γὰρ τὸ δύστμητον, ὡς ὁ ἀδάμας, καὶ τὸ παντελῶς ἄτμητον, ὡς τὸ ἀσώματον, καὶ τὸ παρὰ τοῖς φιλοσόφοις μερικὸν καὶ καθ᾽ ἔκαν στον, ὁ τμηθῆναι μὲν δύναται, τετμημένον δὲ φθεί ρεται, ὥσπερ ὁ Σωκράτης τυχόν· τεμνόμενος γὰρ εἰς κεφαλὴν, καὶ χεῖρας, καὶ κοιλίαν, οὐκέτι ἐστὶ Σωκράτης· τέταρτον ἄτομον τὸ διὰ βραχύτητα μὴ δυνάμενον τμηθῆναι, ὡς τὸ σημεῖον μὲν παρὰ γεωμέτραις, ἡ μονὰς δὲ παρὰ ἀριθμητικοῖς, ὁ νῦν δὲ χρόνος παρὰ φυσικοῖς. Τοιοῦτόν τι ἄτομον, καὶ τὸ ἐξ ἡλιακῆς ἀκτῖνος ἐν ἀέρι διαφαινόμενον, καὶ οἷον ἐκ τοῦ ἐδάφους ἀνιμώμενον, ξεσμάτιά τινα δοκεῖ ταῦτα κονιορτώδη καὶ αὐτοῦ τοῦ χοὺς λεπτότερα. Εκ τούτων οὖν Επίκουρος συνίστασθαι πάντα ἔλεγεν, οἷα κατὰ ἀνάλυσιν ἀπὸ τῶν μεγεθῶν χωρῶν, καὶ μηδὲν εὑ ρίσκων ἁπλούστερον ἢ λεπτότερον. Λέγονται δὲ καὶ οὐδετέρως άτομα, καὶ θηλυκῶ; ἄτομοι. Κατὰ Επικουρείων του μεγάλου Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ περὶ Θεολογίας λόγου. Τοῦ μὲν γὰρ εἶναι Θεὸν, καὶ τὴν πάντων ποιη τικήν τε καὶ συνεκτικὴν αἰτίαν, καὶ ὄψις διδάσκα λας, καὶ ὁ φυσικός νόμος, ἡ μὲν τῶν ὀρωμένων. προβάλλουσα, καὶ πεπηγόσι καλῶς, καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵν' οὕτως εἴπω, κινουμένως καὶ φεσ ρομένως, 5 δὲ διὰ τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος. Πῶς γὰρ ἂν
col. 27–28page 10 of 20
PG 130:27καὶ οὐσιώσαντος καὶ συνέχοντος; Οὐδὲ γὰρ κιθά ραν τι; ὁρῶν κάλλιστα ἡσκημένην, καὶ τὴν ταύτης εὐαρμοστίαν καὶ εὐταξίαν, ἢ τῆς κιθαρωδίας αὐτῆς ἀκούων, ἄλλο τι ἢ τὸν τῆς κιθάρας δημιουργὸν, καὶ τὸν κιθαρῳδὸν ἐννοήσει, καὶ πρὸς αὐτὸν ἀναδραμεί. ται τῇ διανείς, κἂν ἀγνοῶν τύχῃ ταῖς ὄψεσιν. Οὕτω καὶ ἡμῖν τὸ ποιητικὸν δῆλον, καὶ τὸ τηροῦν καὶ δηλοῦν τὰ πεποιημένα, κἂν μὴ διανοία περιλαμ βάνηται· καὶ λίαν ἀγνώμων, ὁ μηδὲ μέχρι τούτων προϊὼν ἐκουσίως, καὶ ταῖς φυσικαῖς ἑπόμενος ἀπο δείξεσι. καὶ ὑπέστη τόδε τὸ πᾶν, ἢ συνέστη, μὴ Θεοῦ πάντα Κατὰ τῶν αὐτῶν ἐκ τοῦ αὐτοῦ λόγου. Ημᾶς δὲ ὁ λόγος δεξάμενος εφιεμένους Θεοῦ, καὶ μὴ ἀνεχομένους τὸ ἀνηγεμόνευτόν τε καὶ ἀκυβέρνη τον, εἶτα τοῖς ὁρωμένοις προσβάλλων, καὶ τῆς ἀπαρχῆς ἐντυγχάνων οὔτε μέχρι τούτων ἔστησεν. Οὐ γὰρ ἦν λόγου δοῦναι τὴν ἡγεμονίαν τοῖς ὁμοτίμοις κατὰ τὴν αἴσθησιν, καὶ διὰ τούτων ἄγει πρὸς τὸ ὑπὲρ ταῦτα καὶ δι᾿ οὗ τούτοι; τὸ εἶναι περίεστι. Τι γὰρ τὸ τάξαν τὰ οὐράγιά τε καὶ ἐπίγεια, ὅσα τε δι' αέρος, καὶ ὅσα καθ᾿ ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανόν τε, καὶ γῆν, καὶ ἀέρα, καὶ φύσιν ὕδατος; Τίς ταῦτα ἔμιξε, καὶ ἐμέρισε; Τίς ή κοι νωνία τούτων πρὸς ἄλληλα, καὶ συμφυΐα τούτων καὶ σύμπνοια; Επαινῷ γὰρ τὸν εἰρηκότα, κἂν ἀλλά τριος ᾖ. Τί τὸ ταῦτα κεκινηκός, καὶ ἄγον τὴν ἄληκ τον φοράν, καὶ ἀκώλυτον; "Αρ' οὐχ ὁ τεχνίτης τούτων, καὶ πᾶσι λόγον ἐνθεὶς, καθὼς τὸ πᾶν φέρεται τε καὶ διεξάγεται; Τίς δ' ὁ τεχνίτης τούτων; Ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα, καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ δὴ τῷ αὐτομάτῳ δοτέον τοσαύτην δύναμιν. Εστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου· τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν. Τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' ού; πρῶτον ὑπέστη λόγους; ἑτέρουτινὸς ἢ τοῦ αὐτομάτου; ἑτέρου δηλαδή παρὰ τὸ αυτόματον. Τοῦτο δὲ τί ποτε ἄλλο πλὴν Θεός; τοῦ Νύσσης ἐκ τῆς βίβλου τῆς λεγομένης γνωσίας κατὰ τῶν αὐτῶν. Εἴπερ ἐκ τῆς τῶν ἁπλῶν στοιχείων συνουσίας, γῆς λέγω, καὶ ὕδατος, καὶ ἀέρος, καὶ πυρὸς, ἢ τῶν λε γομένων ατόμων κατ' Επίκουρον τὰ ἐγκόσμια γεγέ νηται, εὑρεθήσεται τὸ γεννητὸν τοῦ ἀγεννήτου, καὶ τὸ ποιηθὲν τοῦ ποιήσαντος ἀσυγκρίτως κρείττον, καὶ τιμιώτερον, καὶ τοσοῦτον ὅσον ὁ ἄνθρωπος τῶν ἁπλῶν στοιχείων καὶ τῶν εἰρημένων ατόμων δια φορώτερος. Πῶς δ' ἂν καὶ κατὰ φύσιν εναντία συν έδραμον ἀβλαβῶς εἰς ἑνὸς κόσμου συμπλήρωσιν; Πῶς δ᾽ ἂν καὶ συνεφώνησαν οὐκ ἔχοντα βούλησιν, ἢ λόγον; "Η πῶς τῷ ἀνθρώπῳ λόγον ἀνέθηκαν τα παντελῶς ἄψυχα, καὶ ἄλογα, καὶ ἀναίσθητα; Εδει δὲ καὶ ᾧ τὸ πλέον τῆς σφετέρας ουσίας ἀπεκλήρω
col. 29–30page 11 of 20
PG 130:29σαν, ἐλέφαντά φημι, ἢ εἴ τι τούτου μείζον, ἐκείνῳ μᾶλλον συναποκληρῶσαι καὶ τὸ κατὰ πάντων τῶν ὑποδεεστέρων ἡγεμονικὸν καὶ βασιλικόν. Ἀλλὰ μὴν τὰ πολλῷ τούτων λειπόμενον κατά σωματικόν μέ γεθος καὶ ῥώμην ὁ ἄνθρωπος ἐκείνου κατάρχει διά τὸν λόγον, ὃν ἐκ τοῦ λόγον ἔχοντος Δημιουργοῦ πάν τως κατεπλούτησε. Πῶς δ᾽ ἂν καὶ ἐκ τῶν εἰκῇ καὶ ὡς ἔτυχε φερομένων τὰ τεταγμένα γεγονέναι λέγ γειντο; Κατὰ τῶν ἄλλων Ελλήνων τοῦ ἁγίου Γρηγορίου ἐκ τοῦ εἰς τὰ ἅγια Φῶτα λόγου. Οἱ γὰρ τοῦτο μόνον δεινὸν τὸ πεποιημένον ἐπ' ἔργοις ἀγαθοῖς εἰς δόξαν καὶ ἔπαινον τοῦ πεποιηκό τοῦ, καὶ Θεοῦ μίμησιν ὅσον ἐφικτὸν ὁρμητήριον γε νέσθαι παντοίων παθῶν, βοσκομένων κακῶς, καὶ δαπανώντων τὸν ἐντὸς ἄνθρωπον, ἀλλὰ καὶ τὸ θεούς στήσασθαι συνηγόρους τοῖς πάθεσιν, ἵνα μὴ μόνον ἀνεύθυνον τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ θεῖν νομίζηται, εἰ; τοιαύτην καταφεύγον ἀπολογίαν τὰ προσκυνούμενα Κατὰ τῶν αὐτῶν ἐκ τοῦ αὐτοῦ λόγου. Ως εἴπερ ἀσεβεῖν αὐτοὺς ἔδει πάντως, καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσεῖν εἰ; εἴδωλα κατενεχθέντας, καὶ τέχνης έργα, και χειρῶν ποιήματα, μὴ ἂν ἄλλο τι κατ' αὐτῶν εὔξασθαι τοὺς νοῦν ἔχοντας ἢ τοιαῦτα αξεσθῆναι, καὶ οὕτω τιμῆσαι, ἵνα τὴν ἀντιμισθίαν, ἦν ἔδει τῆς πλάνης, ὥς φησι Παῦλος, ἀπολαμβάνωσιν, ἐν οἷς σέβονται, οὐ μᾶλλον τιμῶντες δι' ἑαυτῶν τὰ σεβάσματα, ἢ δι᾽ ἐκείνων ἀτιμαζόμενοι βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς εὐτελείας τῶν προσκυνουμένων καὶ σεβομένων, ἵνα καὶ αὐτῶν τῶν τιμωμένων ὦσιν ἀναισθητότεροι, τοσοῦτον ὑπερβάλλοντες ἀνοίᾳ, ὅσον εὐτελείᾳ τὰ προσκυνούμενα. Κατὰ τῶν αὐτῶν ἐκ τοῦ λόγου τοῦ περὶ Θεο λογίας. Δίμασί τε καὶ κνίσσαις, ἔστι δὲ οὔτε καὶ πράξεσι λίαν αἰσχραῖς μανίαις τε καὶ ἀνθρωποκτονίαις. Τοι αύτας γὰρ ἔπρεπεν εἶναι θεῶν τοιούτων καὶ τὰς τιμάς. Κατὰ τῶν αὐτῶν ἐκ τοῦ λόγου τοῦ εἰς τὰ ἅγια Φώτα. Δαιμόνων εὕρημα σκοτεινῶν, καὶ διανοίας ἀνά πλασμα κακοδαίμονος χρόνῳ βοηθούμενον, καὶ μύθῳ κλεπτόμενον· Ο γὰρ ὡς ἀληθῆ προσκυνοῦσιν, ὡς μυθικά συγκαλύπτουσι. Δέον εἰ μὲν ἀληθῆ, μὴ μύ θους ὀνομάζεσθαι, εἰ δὲ ψευδῆ, μὴ θαυμάζεσθαι, μηδ' οὕτως ἐταμῶς ἐναντιωτάτας ἔχειν δόξας περὶ τοῦ αὐτοῦ πράγματος, ὥσπερ ἐν ἀγορᾷ μειρακίων παίζοντας, ἀλλ' οὐκ ἀνδράσι διαλεγομένους νοῦν ἔχουσι, καὶ Λόγου προσκυνηταῖς, καὶ τὴν ἔντεχνον ταύτην καὶ ῥυπαρὰν πιθανότητα διαπτύουσιν. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τὸ ἀλλότριον, φέρε καταρτίσωμεν τὸ ἡμέτερον.
col. 31–32page 12 of 20
PG 130:31ΠΙΝΑΞ ΤΗΣ ΒΙΒΛΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ ΔΟΓΜΑΤΙΚΗΣ ΠΑΝΟΠΛΙΑΣ. Τίτλος Δ'. Συλλογιστικὴ ἀπόδειξις, ὅτι εἰς ἐστι Θεὸς, καὶ ὅτι καὶ Λόγον έχει ὁμοούσιον ἑαυτῷ, καὶ Πνεῦμα ὁμοίως, ἅπερ εἰσὶν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ κατηχητικοῦ λόγου του Νύσσης. Τίτλος Β'. - Περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διακεκριμένη ἅμα και ηνωμένη θεολογία. Τίτλος Γ. - Περὶ Θεοῦ κοινῶς. Δῆλον δὲ ὅτι δ θεὸν εἰπὼν, ἢ θεότητα, ἢ τὸ θεῖον ἁπλῶς καὶ ἀπροσδιορίστως, τὰς τρεῖς ὑποστάσεις τῆς μιᾶς θεό τητος ἐνέφηνε τῇ καθολικῇ τού. των προσηγορία. Τίτλος Δ'. — Περὶ τοῦ ἀκατάληπτον εἶναι τὴν θείαν φύσιν. Τίτλος Ε'. — Περί θεωνυμίας. Τίτλος Γ'. - Περὶ τῆς θείας δημιουργίας. Τίτλος Ζ'. - Περὶ τῆς θείας ἐνανθρωπήσεως. Τίτλος Η'. - Κατὰ ῾Εβραίων ἐκ τῆς λεγομένης εἶναι τοῦ Νύσσης βίβλου, τῆς προσαγορευομένης Θεογνωσίας. Τίτλος Θ'. — Κατὰ Σίμωνος τοῦ Σαμαρέως, καὶ Μαρκίωνος τοῦ Ποντικοῦ, καὶ τοῦ Πέρσου Μάνετος, καὶ τῶν Ματ νιχαίων. Τίτλος 1. - Κατὰ Σαβελλιανῶν τοῦ ἁγίου Κυ ρίλλου. Τίτλος ΙΔ'. Κατὰ Ἀρειανῶν τοῦ μεγάλου Αθα νασίου. Τίτλος Β'. Κατὰ Πνευματομάχων. Τίτλος ΙΓ'. - Φωτίου Πατριάρχου κατὰ τῶν τῆς παλαιᾶς 'Ρώμης, ὅτι ἐκ Πατρός μόνου εκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ, Τίτλος ΙΔ'. - Κατά 'Απολλιναρίου. Τίτλος ΙΕ'.— Κατὰ Νεστοριανών. Τίτλος 1Ϛ'. Κατὰ Μονοφυσιτῶν, ὧν αιρεσιάρχης ὁ Εὐτυχὴς, ὁ ἀρχιμανδρίτης. Τίτλο; ΙΖ'. — Κατὰ ᾿Αφθαρτοδοκητών. Τίτλος ΙΗ'.-Κατὰ τῶν λεγόντων, Επαθεν ὁ Θεὸς Λόγος ἀπαθῶς.
col. 33–34page 13 of 20
PG 130:33ΤΙΤ. Ι. (Τίτλος Κατὰ ᾿Αγνοητῶν λεγόντων ἀγνοεῖν τὸν Υἱὸν καὶ Θεὸν τὴν ἡμέραν καὶ ὥραν τῆς παγκοσμίου συντελείας, ὡς ἐλάττω τοῦ Πατρός. ] (Τίτλος Κ'. -- Κατὰ 'Ωριγένους.] Τίτλος ΚΑ'. Κατά Σεργίου, και Πύρρου, καὶ Παύλου πατριαρχῶν Κωνσταντινουπόλεως δογματιζόντων ἐπὶ Χρι στοῦ μίαν θέλησιν, καὶ ἐνέργειαν, οι καὶ Μονοθελῆται λέγονται. Τίτλος ΚΒ.- Κατὰ Εικονομάχων. Τίτλος ΚΓ'.— Κατὰ ᾿Αρμενίων. Τίτλος ΚΔ'.— Κατὰ τῶν λεγομένων Παυλικιανῶν. Τίτλος ΚΕ'.— Περὶ τοῦ σταυροῦ, περὶ τοῦ ἁγίου βαπτίσματος, καὶ περὶ τῆς μετα λήψεως τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος. Τίτλος Κα'. Τίτλος ΚΖ'. Κατὰ Μασσαλιανῶν. Κατὰ Βογομίλων. [Τίτλος ΚΗ'. — Κατὰ Σαρακηνών ".] Παράτιτλος.- Φωτίου πατριάρχου Κωνσταντινουπόλεως ἐκ τῆς πρὸς Μιχαὴλ τὸν ἄρχοντα Βουλγαρίας ἐπιστολῆς περὶ τῶν ἑπτὰ οἰκουμενικῶν συν όδων. ΤΙΤΛΟΣ Α΄. Συλλογιστική απόδειξις, ὅτι εἷς ἐστι Θεός, καὶ ὅτι καὶ Λόγον ἔχει ὁμοούσιον αὐτῷ, καὶ Πνεῦμα ομοίως, ἅπερ εἰσὶν ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦ Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. Όταν πρός τινα τῶν ἑλληνιζόντων διάλεξις ᾖ, καλῶς ἂν ἔχοι τοιαύτην ἀρχὴν ποιεῖσθαι τοῦ λόγου. πότερον εἶναι τὸ θεῖον ὑπείληφεν, ἢ τῷ τῶν ἀθέων συμφέρεται δόγματι; Εἰ μὲν οὖν μὴ εἶναι λέγοι ἐκ τῶν τεχνικῶς καὶ σοφῶς κατὰ τὸν κόσμον οἰκονομουμένων, προαχθήσεται πρὸς τὸ διὰ τούτων εἶναί τινα δύναμιν τὴν ἐν τούτοις δεικνυμένην, καὶ τοῦ παντὸς ὑπερκειμένην ὁμολογήσαι· εἰ δὲ τὸ μὲν εἶναι μὴ ἀμφιβάλλοι, εἰς πλῆθος δὲ θεῶν ταῖς ὑπου νοίαις ἐκφέροιτο, τοιαύτῃ χρησόμεθα πρὸς αὐτὸν
col. 35–36page 14 of 20
PG 130:35ἀπολογίᾳ, πότερον τέλειον, ἢ ἐλλειπὲς ἡγεῖται τὸ θεῖον Τοῦ δὲ, κατὰ τὸ εἰκὸς, τὴν τελειότητα μαρτυροῦντος τῇ θείᾳ φύσει τὸ διὰ πάντων αὐτῶν τῶν Ανθεωρουμένων τῇ θεότητι τέλειον ἀπαιτήσομεν, ὡς ἂν μὴ σύμμικτον ἐκ τῶν ἐναντίων θεωροῖτο τὸ θεῖον ἐξ ἐλλειποῦς καὶ τελείου. Τοιούτου δὲ δοθέντο:, οὐκ ἔτ᾽ ἂν εἴη χαλεπὸν τὸ ἐσκεδασμένον τῆς διανοίας εἰς πλῆθος θεῶν πρὸς μιᾶς θεότητος περιαγαγεῖν ὁμο λογίαν. Εἰ γὰρ τὸ τέλειον ἐν παντὶ θείη περὶ τὸ ὑποκείμενον ὁμολογεῖσθαι, πολλὰ δὲ εἶναι τὰ τέλεια διὰ τῶν αὐτῶν χαρακτηριζόμενα λέγοι· ἀνάγκη πᾶσα ἐπὶ τῶν μηδεμια παραλλαγῇ διακρινομένων, ἀλλ' ἐν τοῖς αὐτοῖς θεωρουμένων, ἢ ἐπιδεῖξαι τὸ ἴδιον, ἢ εἰ μηδὲν ἰδιαζόντως καταλαμβάνοι ἡ ἔννοια, ἐφ' ὧν τὸ διακρίνον οὐκ ἔστι, μὴ ὑπονοεῖν τὴν διά κρισιν. Εἰ γὰρ μήτε παρὰ τὸ πλέον καὶ ἔλαττον τὴν διαφορὰν ἐξευρίσκοι, διότι τὴν ἐλάττωσιν ὁ τῆς τελειότητος οὐ παραδέχεται λόγος μήτε τὴν παρὰ τὸ χεῖρον, καὶ προτιμότερον· οὐ γὰρ ἂν ἔτι θεότητος ὑπόληψιν σχοίη οὗ ἡ τοῦ χείρονος οὐκ ἄπεστι προσηγορίᾳ, μήτε κατὰ τὰ ἀρχαῖον καὶ πρόσφατον· τὸ γὰρ μὴ ἀεὶ δν ἔξω τῆς περὶ τὸ θεῖόν ἐστιν υπολήψεως ἀλλ᾽ εἷς καὶ ὁ αὐτὸς τῆς θεότητος λόγος οὐδεμιάς Ιδιότητος ἐν οὐδενὶ κατὰ τὸ εὔλογον εὑρισκομένη; ἀνάγκη πᾶσα πρὸς μίαν θεότητος ὁμολογίαν συν θλιβῆναι τὴν πεπλανημένην περὶ τοῦ πλήθους τῶν θεῶν φαντασίαν. Εἰ γὰρ τὸ ἀγαθὸν, καὶ τὸ δίκαιον, τό τε σοφόν, καὶ τὸ δυνατὸν ὡσαύτως λέγοιτο, ή τε ἀφθαρσία, καὶ ἡ ἀϊδιότης, καὶ πᾶσα εὐσεβής διάνοια κατὰ τὸν αὐτὸν ὁμολογοῖτο τρόπον, πάσης κατά πά τα λόγον διαφοράς υφαιρουμένης, συνυφαιρείται κατὰ ἀνάγκην τὸ τῶν θεῶν πλῆθος ἀπὸ τοῦ δήμο ματος, τῆς διὰ πάντων τυπτότητος εἰς τὸ ἐν τὴν πίστιν περιαγούσης. δ 'Αλλ' ἐπειδήπερ ὁ τῆς εὐσεβείας λόγος οἶδέ τινα διάκρισιν ὑποστάσεων ἐν τῇ ἑνότητι τῆς πίστεως βλέπειν, ὡς ἂν μὴ τῇ πρὸς τοὺς Ἕλληνας μάχη πρὸς τὸν Ιουδαϊσμὸν ἡμῖν ὁ λόγος υπενεχθείη, πάλιν προσήκει διαστολῇ τινι τεχνικῇ καὶ τὴν περὶ τοῦτο πλάνην ἐπανορθώσασθαι· οὐδὲ γὰρ τοῖς ἔξω τοῦ καθ' ἡμᾶς δόγματος ἄλογον εἶναι τὸ θεῖον ὑπεί ληπται. Τοῦτο δὲ παρ᾽ ἐκείνων ὁμολογούμενον ἱκανῶς διαρθρώσει τὸν ἡμέτερον λόγον. Ο γὰρ ὁμολογῶν μὴ ἄλογον εἶναι τὸν Θεὸν πάντως λόγον ἔχειν τὸν μὴ ἄλογον συγκαταθήσεται. "Οτι ὡς αἱ οὐσίαι διάφοροι τοῦ τε Θεοῦ καὶ τοῦ ἀνθρώπου, διάφορός ἐστι κα: δ λόγος. ᾿Αλλὰ μὴν καὶ ὁ ἀνθρώπινος ὁμωνύμως λέγεται λόγος· οὐκοῦν εἰ λίγοι καθ' ὁμοιότητα τοῦ παρ' ἡμῖν, καὶ τὸν τοῦ Θεοῦ λόγον ὑπονοεῖν, οὕτω μετ ταχθήσεται πρὸς τὴν ὑψηλοτέραν ὑπόληψιν. Ανάγκη γὰρ πᾶσα κατάλληλον είναι πιστεύειν τῇ φύσει τὸν λόγον, ὡς καὶ τὰ ἄλλα πάντα. Καὶ γὰρ δύναμίς τις, καὶ ζωὴ, καὶ σοφία περὶ τὸ ἀνθρώπινον βλέπεται, ἀλλ᾽ οὐκ ἄν τις ἐκ τῆς ὁμωνύμου τοιαύτην καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ζωήν, ἢ τὴν δύναμιν ἢ τὴν σοφίαν ὑπονοήσειεν, ἀλλὰ πρὸς τὸ τῆς φύσεως τῆς ἡμετέρας μέτρον συνταπεινοῦνται καὶ αἱ τῶν τοιούτων ὄνο μάτων ἐμφάσεις. Ἐπειδὴ γὰρ φθαρτή καὶ ἀσθενής ἡμῶν ἡ φύσις, διὰ τοῦτο ὠκύμορος ἡμῶν ἡ ζωή, ἀνυπόστατος ἡ δύναμις, ἀπαγῆς ὁ λόγος. Ἐπὶ δὲ τῆς ὑπερκειμένης φύσεως τῷ μεγαλείῳ τοῦ θεωρουμένου πᾶν τὸ περὶ αὐτῆς λεγόμενον συνεπαίρεται. Οὐκοῦν
col. 37–38page 15 of 20
PG 130:37κἂν ὁ Λόγος Θεοῦ λέγηται, οὐκ ἐν τῇ ὁρμῇ τοῦ φθεγγομένου τὴν ὑπόστασιν ἔχειν νομισθήσεται, καθ' ὁμοιότητα τοῦ ἡμετέρου μεταχωρῶν εἰς ἀνύπαρκτον, ἀλλ' ὥσπερ ἡ ἡμετέρα φύσις· ἐπίκηρος οὗτα, καὶ ἐπίκερον τὸν λόγον ἔχει, οὕτως ἡ ἄφθαρτος, καὶ ἀεὶ ἐστῶσα φύσις ἀΐδιον ἔχει καὶ ὄρεστῶτα τὸν λό γον. Εἰ δὲ τοῦτο κατὰ τὸ ἀκόλουθον ὁμολογηθείη, τὸ ὑφεστάναι τὸν τοῦ Θεοῦ Λόγον ἀϊδίως, ἀνάγκη πάσα ἐν ζωῇ τοῦ Λόγου τὴν ὑπόστασιν εἶναι ὁμολογεῖν. Οὐ γὰρ καθ' ὁμοιότητα τῶν λίθων ἀψύχως ὑφεστάναι τὸν λόγον εὐαγές ἐστιν οἴεσθαι· ἀλλ᾽ εἰ ὑφέστηκε, νοερόν τι χρήμα καὶ ἀσώματον δν, ζῇ πάντως. Εἰ δὲ τοῦ ζῆν κεχώρισται, οὐδὲ ἐν ὑποστάσει πάντω; ἐστίν. ᾿Αλλὰ μὴν ἀσεβὲς ἀπεδείχθη τὸν τοῦ Θεοῦ Λόγον ἀνυπόστατον εἶναι· οὐκοῦν συναπεδείχθη κατὰ τὸ ἀκόλουθον τὸ ἐν ζωῇ τοῦτον θεωρεῖσθαι τὸν λόγον. ᾿Απλῆς δὲ τῆς τοῦ Λόγου φύσεως κατά τὸ εἰκὸς εἶναι πεπιστευμένης, καὶ οὐδὲ μίαν διπλόην, καὶ σύνθεσιν ἐν ἑαυτῇ δεικνυούσης, οὐκ ἔτ' ἄν τις κατά μετουσίαν ζωή; τὸν Λόγον ἐν ζωῇ θεωροίη. Ο γὰρ ἐκτὸς εἴη συνθέσεως ἡ τοιαύτη ὑπόληψις, το Ετερον ἐν ἑτέρῳ λέγειν εἶναι, ἀλλ' ἀνάγκη πάσα τῆς ἀπλότητος ὁμολογουμένης, αὐτοζωὴν εἶναι τὸν Λόο τον οίεσθαι, οὐ ζωῆς μετουσίαν. Εἰ οὖν ζῇ ὁ Λόγος, ὡς ζωή ῶν, καὶ προαιρετικὴν ἤτοι θεληματικὴν πάντως δύναμιν ἔχει. Οὐδὲν γὰρ ἀπροαίρετον τῶν ζώντων ἐστί. Τὴν γὰρ προαίρεσιν ταύτην καὶ δυνα τὴν εἶναι κατὰ τὸ ἀκόλουθον εὐσεβές ἐστι λογίζεσθαι. Η γὰρ μή τις τὸ δυνατὸν ὁμολογοίη, τὸ ἀδύνατον πάντως κατασκευάσει. ᾿Αλλὰ μὴν πόρρω πάντως τῆς περὶ τὸ θεῖον υπολήψεως ἐστι τὸ ἀδύνατον. Οὐδὲν γὰρ τῶν ἀπεμφαινόντων περὶ τὴν θείαν θεω ρεῖται φύσιν. 'Ανάγκη δὲ πᾶσα τοσαύτην είναι όμο λογεῖν τοῦ Λόγου, τὴν δύναμιν, ὅση ἐστὶ καὶ ἡ πρόθεσις, ἵνα μή τις μίξις τῶν ἐναντίων καὶ συν δρομὴ περὶ τὸ ἀπλοῦν θεωροῖτο. Αδυναμίας δὲ καὶ δυνάμεως ἐν τῇ αὐτῇ προθέσει θεωρουμένων, είπερ τὸ μὲν δύναται, πρὸς δέ τι ἀδυνάτως ἔχει, πάντα δὲ δυναμένην τὴν τοῦ Λόγου προαίρεσιν, πρὸς οὐδὲν τῶν κακῶν τὴν ροπὴν ἔχειν· ἀλλοτρία γὰρ τῆς θείας φύσεως ή πρὸς κακίαν ὁρμή· ἀλλὰ πᾶν ὅ τι περ ἐστὶν ἀγαθὸν, τοῦτο καὶ βούλεσθαι· βουλομένην δὲ, καὶ δύνασθαι· δυναμένην δὲ, μὴ ἀνενέργητον εἶναι, ἀλλὰ πᾶσαν ἀγαθοῦ πρόθεσιν εἰς ἐνέργειαν ἄγειν. ᾿Αγαθὸν δὲ ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ πάντα σοφῶς τε καὶ τεχνικῶς θεωρούμενα. Αρα τοῦ Λόγου ἔργα τὰ πάντα, τοῦ ζῶντος μὲν, καὶ ὑφεστῶτος, ὅτι Θεοῦ Λόγος ἐστὶ, προαιρουμένου δὲ, ὅτι ζῇ, δυ ναμένου δὲ πᾶν ὅ τι περ ἂν ἕληται· αἱρουμένου δὲ τὸ ἀγαθόν τε, καὶ σοφὸν πάντως, καὶ εἴ τι τῆς κρείτω τονος σημασίας ἐστίν. Ἐπεὶ οὖν ἀγαθόν τι ὁ κόσμος ὡμολόγηται, ἀπεδείχθη δὲ διὰ τῶν εἰρημένων του Λόγου ἔργον τὸν κόσμον εἶναι, τοῦ τὸ ἀγαθὸν καὶ αἱρουμένου, καὶ δυναμένου, ἄρα ὁ Λόγος οὗτος ἕτερός ἐστι παρὰ τὸν οὗ ἐστι Λόγος. Τρόπον γάρ τινα των πρός τι λεγομένων καὶ οὗτός ἐστιν, ἐπειδὴ χρὴ πάν τω; τῷ λόγῳ καὶ τὸν Πατέρα τοῦ Λόγου συνυπακούεσθαι. Οὐ γὰρ ἂν εἴη Λόγος, μή τινος ὢν Λόγος. Εἰ οὖν διακρίνεις τῷ σχετικῷ τῆς σημασίας ἡ τῶν
col. 39–40page 16 of 20
PG 130:39ἀκουόντων διάνοια αὐτόν τε τὸν Λόγον, καὶ τὸν ὅθεν ἐστὶν, οὐκ ἔτ᾽ ἂν ἡμῖν κινδυνεύσῃ τὸ μυστήριον ταῖς Ελληνικαῖς μαχόμενον ὑπολήψεσι τοῖς τὰ Ἰουδαίων πρεσβεύουσι συνενεχθῆναι. Ωσπερ γὰρ ἐφ' ἡμῶν ἐκ τοῦ νοῦ φαμεν εἶναι τὸν λόγον, οὔτε διόλου τον αὐτὸν ὄντα τῷ νῷ, οὔτε παντάπασιν ἕτερον· τὸ μὲν γὰρ ἐξ ἐκείνου εἶναι ἄλλο τι, καὶ οὐκ ἐκεῖνό ἐστι· τὸ δὲ αὐτὸν τὸν νοῦν τὸν εἰς τὸ ἐμφανὲς ἄγειν οὐκ ἔτ' ἂν ἕτερόν τι παρ' ἐκεῖνον ὑπονοοῖτο, ἀλλὰ κατὰ τὴν φύσιν ἐν ὧν ἕτερον τῷ ὑποκειμένῳ ἐστίν· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος τῷ μὲν ὑφεστάναι καθ᾿ ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον παρ' οὗ τὴν ὑπόστασιν ἔχει τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ. & περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ τῷ δι' αὐτῶν τῶν γνωρισμάτων εὑρισκομένῳ. Εἴτε γὰρ ' ἀγαθότητα, είτε δύναμιν, εἴτε σοφίαν, εἴτε τὸ ἀϊδίως εἶναι, εἴτε τὸ κακίας, καὶ θανάτου, καὶ φθορᾶς ἀνεπίδεκτον, εἴτε τὸν ἐν παντὶ τέλειον, εἴτε τι τοιοῦτον ὅλως σημείόν τις ποιεῖτο τῆς τοῦ Πατρὸς καταλήψεως, διὰ τῶν αὐτῶν εὑρήσει σημείων καὶ τὸν ἐξ ἐκείνου ὑφεστῶτα Λόγον. Περὶ τοῦ ἁγίου Πνεύματος. *Ωσπερ δὲ τὸν Λόγον ἐκ τῶν καθ᾿ ἡμᾶς ἀναγωγικῶς ἐπὶ τῆς ὑπερκειμένης ἔγνωμεν φύσεως, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῇ περὶ τοῦ Πνεύματος εννοία ὑπαχθησόμεθα, σκιάς τινας, καὶ μιμήματα τῆς ἀφράστου δυνάμεως ἐν τῇ καθ᾿ ἡμᾶς θεωροῦντες φύσει. 'Αλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἡ τοῦ ἀέρος ἐστὶν ὁλκὴ, ἀλλοτρίου πράγματος πρὸς τὴν τοῦ σώματος σύστασιν ἀναγκαίως εἰσελκομένου τε καὶ προχεομένου, ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως τοῦ λόγου φωνὴ γίνεται τὴν τοῦ Λόγου δύναμιν ἐν ἑαυτῇ φανεροῦσα· ἐπὶ δὲ τῆς θείας φύσεως τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ εὐσεβὲς ἐνομίσθη, καθὰ ἐδόθη καὶ Λόγον εἶναι Θεοῦ διὰ τὸ μηδὲν ἐλλειπέστερον τοῦ ἡμετέρου λόγου τὸν τοῦ Θεοῦ εἶναι λόγον, εἴπερ τούτου μετὰ τοῦ πνεύματος θεωρουμένου, ἐκεῖνος δίχα Πνεύματος εἶναι πιστεύοιτο· οὐ μὴν ἀλλότριόν τι καθ' ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος ἔξωθεν επιῤῥεῖν τῷ Θεῷ, καὶ ἐν αὐτῷ γίνεσθαι πνεῦμα θεοπρεπές ἐστιν οἴεσθαι. Αλλ' ὡς Θεοῦ Λόγου ἀκούσαντες οὐκ ἀνυπόστατόν τι πράγμα τὸν Λόγον Ο ᾠήθημεν, οὐδὲ ἐκ μαθήσεως εγγινόμενον, οὔτε διὰ φωνῆς προσφερόμενον, οὔτε μετὰ τὰ προσενεχθῆναι διαλυόμενον, οὐδὲ ἄλλο τι πάσχοντα τοιοῦτον, οἷα περὶ τὸν ἡμέτερον λόγον θεωρεῖτα: πάθη, ἀλλ᾽ οὐσιωδῶς ὑφεστῶτα, προαιρετικόν τε καὶ ἐνεργὸν, καὶ παντοδύναμον οὕτω· καὶ Πνεῦμα μεμαθηκότες Θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ λόγῳ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἄσματος ἐννοοῦμεν. Η γὰρ ἂν καθαιροῖτο πρός ταπεινότητα τὸ Μεγαλλεῖον τῆς θείας δυνάμεως, εἰ καθ' ὁμοιότητα τοῦ ἡμετέρου καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπονοοῖτο, ἀλλὰ δύναμιν οὐσιώδη αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούση ὑποστάσει θεωρουμένην, ούτε χωρισθῆναι τοῦ Θεοῦ ἐν ᾧ ἐστιν, ἢ τοῦ Λόγου τοῦ Θεοῦ, ᾧ παρομαρτεί, δυναμένην, οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην,
col. 41–42page 17 of 20
PG 130:41ἀλλὰ καθ' ὁμοιότητα τοῦ Θεοῦ Λόγου καθ' ὑπόστασιν οὖσαν, προαιρετικήν, αὐτοκίνητον, ἐνεργὸν, τάν τοτε τὸν ἀγαθὸν αἱρουμένην, καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσα τῇ βουλήσει την δύναμιγ. Ὥστε τὸν ἀκριβῶς τὰ βάθη του μυστηρίου δια σκοπούμενον, ἐν μὲν τῇ ψυχῇ κατὰ τὸ ἀπόῤῥητον μετρίαν τινὰ κατανόησιν τῆς κατὰ τὴν θεογνωσίαν Αβασκαλίας λαμβάνειν, μὴ μέντοι δύνασθαι λόγῳ καταφεῖν τὴν ἀνέκφραστον ταύτην τοῦ μυστηρίου βαθύτητα, πῶς τὸ αὐτὸ καὶ ἀριθμητόν ἐστι, καὶ διαφεύγει τὴν ἐξαρίθμησιν, και διηρημένως ὁρᾶται, καὶ ἐν ὁμάδι καταλαμβάνεται, καὶ διακέκριται τῇ ὑποστάσει, καὶ οὐ διώρισται τῇ ουσίᾳ. "Αλλο γάρ τι τῇ ὑποστάσει τὸ Πνεῦμα, καὶ ἔτερον ὁ Λόγος, καὶ Φίλο πάλιν ἐκεῖνο, οὗ καὶ ὁ Λόγος ἐστὶ, καὶ τὸ Πνεύμα. Αλλ' ἐπειδὰν τὴ διακεκριμένον ἐν τούτοις κατανοήσῃς, πάλιν ἡ τῆς φύσεως ἑνότης τὸν διαμερισμὸν οὐ προσίεται, ὡς μήτε τὸ τῆς μοναρχίας σχίζεσθαι κράτος εἰς θεότητας διαφόρους κατατεμνόμενον, μήτε τῷ Ἰουδαϊκῷ δόγματι συμβαίνειν τὸν λόγον, ἀλλὰ διὰ μέσων τῶν δύο υπολήψεων χωρεῖν τὴν ἀλήθειαν, ἑκατέραν τε τῶν αἱρέσεων καθαίρουσαν, καὶ ἀφ' ἑκατέρας παραδεχομένην τὸ χρήσιμον. Τοῦ μὲν γὰρ Ἰουδαίου καθαιρεῖται τὸ δόγμα τῇ τε τοῦ Λόγου παραδοχῃ, καὶ τῇ πίστει τοῦ Πνεύματος, τῶν δὲ ἑλληνιζόντων ή πολύθεος ἐξαφανίζεται πλά νη, τῆς κατὰ φύσιν ενότητος παραγραφομένης τὴν πληθυντικὴν φαντασίαν. Πάλιν δὲ αὖ ἐκ μὲν τῆς Ιουδαϊκής υπολήψεως ἡ τῆς φύσεως ἑνότης παρα μενέτω, ἐκ δὲ τοῦ ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη, θεραπευθείσης ἑκατέρωθεν καταλλήλως τῆς ἀσεβοῦς ὑπονοίας. Εστι γὰρ ὥσπερ θεραπεία τῶν μὲν περὶ τὸ ἓν πλανωμένων ὁ ἀριθ. μᾶς τῆς Τριάδος, τῶν δὲ εἰς πλῆθος ἐσκεδασμένων ὁ τῆς ἑνότητος λόγος. δ τοῦ Δαμασκηνοῦ περὶ τῶν αὐτῶν συλλογιστική ἀπόδειξις, ὅτι ἔστι Θεός. Πᾶν ὃν ἢ κτιστόν ἐστιν, ἢ ἄκτιστον. Καὶ εἰ μὲν χτιστήν, ὑφ᾽ ἑτέρου πάντως ἐκτίσθη· εἰ δ' ἄκτιστον, ταῦτ᾽ ἂν εἴη τὸ τὰ κτιστὰ κτίσαν· δεῖ γὰρ ἄκτιστον εἶναι τὸν ἀνωτάτω δημιουργόν. Τοῦτο δὲ τι ἂν ἄλλο εἴη ἡ Θεός; Τίς οὖν οὐχ ὁμολογήσει πάντα τὰ ὄντα κτιστὰ πλὴν Θεοῦ, νοητά τε καὶ αἰσθητά; Εἰ δὲ χτιστά, καὶ τρεπτά. Ον γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα πάντως τῇ τροπῇ ὑποκείσεται, ή φθειρόμενα ὡς τὰ ἐγκόσμια, ἢ κατὰ προαίρεσιν αλλοιούμενα, ὡς ἄγγελοι και ψυχαί, κατά τε τὴν ἐπὶ τὸ καλὸν προκοπήν, καὶ τὴν ἐπὶ τὸ κακὸν κίνησιν. Ἐπεὶ δὲ ὁ θεὸς ἄκτιστος πάντως, καὶ ἄτρεπτος. ῶν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πῶς ἶναι λόγος ἐναντίος. "Αλλως τε οὐ μόνον τὰ δημιουργήματα θεωρούμενα κηρύττει τὸν δημιουργόν, ἀλλὰ καὶ ἡ τούτων τάξις, καὶ εὐαρμοστία, καὶ συντήρη τις. Πῶς γὰρ αἱ ἐναντίαι τῶν στοιχείων φύσεις συνο λθον εἰς ἑνὸς κόσμου συμπλήρωσιν, μή τινος συμ βιβάσαντο; αὐτὰ καὶ συνέχοντος; Πῶς δὲ καὶ πάντα τὴν ἀπ᾿ ἀρχῆς ἐφύλαττον τάξιν, μὴ ὄντος τοῦ κυ βερνώντος καὶ διεξάγοντος;
col. 43–44page 18 of 20
PG 130:43Τοῦ αὐτοῦ συλλογιστικὴ ἀπόδειξις, δει εἷς Θεός ἐστιν. Ο Θεός τέλειός ἐστι κατὰ πάντα. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰ ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ εἴη ἐν αὐτοῖ:, ὁ μὲν κατὰ πάντα τέλειος, οὗτος ἂν εἴη μόνος Θεός. Πᾶς δὲ ὁ τοῦ τελείου λειπόμενο; ἢ κατὰ ἀγαθότητα, ή δύναμιν, ἢ σοφίαν, ἢ ὅλως κατά τι, οὐκ ἂν εἴη Θεός. Πῶς δὲ καὶ πολλοῖς οὐσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ὁ ἕτερος. Δεῖ δὲ τὸν Θεὸν ἀπερίγραπτον εἶναι, καὶ πάντα πληροῦντα, καὶ ἐν ἑαυτῷ περιγράφοντα, *Αλλως τε καὶ πῶς ὑπὸ πολλῶν ὁ κόσμος σύγκειται καὶ κυβερνηθήσεται, τῆς διαφορᾶς ἐναντίωσιν εἰσα γούσης; Τοῦ αὐτοῦ συλλογιστικὴ ἀπόδειξις περὶ τοῦ Λό του καὶ Υἱοῦ. Ο Θεός, τέλειος ὤν, οὐκ ἀλογός ἐστι. Λόγον δι ἔχων, οὐκ ἀνυπόστατον ἔχει τοῦτον, οὐδ᾽ ἀρξάμενον τοῦ εἶναι, οὐδὲ παυσάμενον. Οὐ γὰρ ἦν ποτέ ἄλογος, ἀλλὰ ἀεὶ ὢν, ἀεὶ τὸν ἑαυτοῦ Λόγον ἔχει, ἐξ αὐτοῦ τε γεννώμενον, καὶ ἐν αὐτῷ μένοντα, καὶ ζῶντα, καὶ τέλειον, καὶ οὐ κατὰ τὸν ἡμέτερον λόγον. ἂν γὰρ τὸ εἶναι διάφορον, τούτων καὶ ὁ λόγος διάφορος. Ὥσπερ δὲ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ γεννώμενος οὔτε διόλου δ' αὐτός ἐστι τῷ νῷ, οὔτε παντάπασιν ἕτερος· ἐκ τοῦ νοῦ μὲν γὰρ ἂν ἄλλος ἐστὶ παρ' αὐ τὸν, αὐτὸν δὲ τὸν νοῦν ἐμφαίνων οὐκ ἔστι παντελῶς ἕτερος παρ' αὐτόν, ἀλλ' ἐν ὢν κατὰ τὴν φύσιν, ἔτε ρός ἐστι τῷ ὑποκειμένῳ· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λο γος, ἷς ἐστιν ὁ Υἱός, τῷ μὲν ὀφεστάναι καθ᾿ ἑαυτὴν διήρηται πρὸς ἐκεῖνον παρ' οὗ τὴν γέννησιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, & περὶ τὸν Θεὸν θεωρεῖται ἐν ἐστι πρὸς αὐτὸν κατὰ φύσιν. Τοῦ αὐτοῦ συλλογιστική απόδειξις περὶ τοῦ ἁγίου Πνεύματος. Δεῖ τὸν Λόγον ἔχειν καὶ Πνεῦμα συμπαρομαρτοῦν αὐτῷ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν. Καὶ γὰρ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος, ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνή γίνεται τῷ λόγῳ ἡμῶν φανεροῦσα τὴν τούτου δύναμιν. Αλλ ἐφ' ἡμῶν μὲν ἀλλότριον τῆς ἡμετέρας ουσίας τὸ πνεῦμα τὸ ἀέρος ἂν εἰσροὴ καὶ ἐκροή· ἐπὶ δὲ τοῦ Θεοῦ, ὥσπερ ὁ λόγος οὐ κατὰ τὸν ἡμέτερον, ἀλλ' οὐσιωδῶς ὑφεστώς, καὶ τῆς αὐτῆς οὐσίας καὶ φύσ σεως τῷ γεννήτορι, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐσιωδῶς ὑφεστώς, καὶ τῆς αὐτῆς τῷ Θεῷ οὐσίας καὶ φύσεως καὶ τελειότητος ἐκ τοῦ Πατρὸς προϊόν, καὶ ἐν αὐτῷ ὄν, καὶ τῷ λόγῳ καὶ Υἱῷ συμπαρομαρτοῦν, καὶ ἐκφαντικὸν ὑπάρχον αὐτοῦ. Τοῦ αὐτοῦ παραδειγματικὴ ἀπόδειξις θαυμασιωτάτη περί Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. ὥσπερ ἡ τοῦ ἡλίου ἀκτὶς καὶ φῶς οὔτε τοῦ ἡλίου χωριζόμενα, οὔτε ἀλλήλων ἀποδιαιρούμενα κατί σε
col. 45–46page 19 of 20
PG 130:45καὶ μέχρις ἡμῶν· οὕτω καὶ ὁ Ὑς, καὶ τὸ ἅγιον Πνεῦμα ἀδιαστάτως καὶ τοῦ Πατρὸς, καὶ ἀλλήλων ἄχρις ἡμῶν συγκαταβαίνουσιν, ἐνεργοῦντες τὴν συν τηρίαν ἡμῶν. Καὶ καθάπερ ἐπ' ἐκείνων τῇ ἀκτῖνε συμπαρομαρτοῦσα ἡ ἔλλαμψις δι᾽ ἐκείνης ἡμῖν μεν ταδίδοται, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ Υἱῷ συμπαρομαρτούν δι' ἐκείνου μεταδίδοται τοῖς ἀξίοις κατὰ τὴν μετάδοσιν τῶν χαρισμάτων. «Ενεφύσησε γάρ, φησὶ, καὶ εἶπε· Λάβετε Πνεῦμα Ἅγιον.» Καὶ ὥσπερ ἐπ' ἐκείνων φῶς λέγεται καὶ ἡλίου, καὶ ἐκεῖνος, οὕτω καὶ ἐπὶ τούτου Πνεῦμα λέγεται καὶ Πατρός, καὶ Υἱοῦ ἤτοι Χριστοῦ. ΤΙΤΛΟΣ Β. Περί Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος διακεκριμένη ἅμα καὶ ἡνωμένη θεολογία του Αγίου Διονυσίου του Αρεοπαγίτου ἐκ τοῦ β' κεφαλαίου τοῦ περὶ ἡνωμένης καὶ διακεκριμέ της θεολογίας. Ὅτι μέν έστι πηγεία θεότης ὁ Πατήρ, ὁ δὲ Υιός καὶ τὸ Πνεῦμα τῆς θεογόνου θεότητος, εἰ οὕτω χρή φάναι, βλαστοί θεόφυτοι, καὶ οἷον ἄνθη, καὶ ὑπερ κύσια φῶτα πρὸς τῶν ἱερῶν λογίων παρειλήφαμεν. όπως δὲ ταῦτά ἐστιν, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαι δυνατόν. Ἐκ τοῦ περὶ θείων ονομάτων κεφαλαίου α. Ὅθεν ἐν πάσῃ σχεδόν τῇ θεολογική πραγματεία τὴν θεαρχίαν ὁρῶμεν ἱερῶς ὑμνουμένην ὡς μονάδα μὲν καὶ ἐνάδα. διὰ τὴν ἁπλότητα καὶ ἐνότητα τῆς ὑπερφυοῖς ἀμερείας, ἐξ ἧς ὡς ἐνοποιοῦ δυνάμεως Διεύμεθα, καὶ τῶν μεριστῶν ἡμῶν ἑτεροτήτων υπερκοσμίων συμπτυσσομένων, εἰς θεοειδή μονάδα συναγόμεθα, καὶ θεομίμητον ἔνωσιν· ὡς Τριάδα δὲ διὰ τὴν τρισυπόστατον τῆς ὑπερουσίου γονιμότητος ἔκφανσιν, ε ἐξ ἧς πᾶσα πατριὰ ἐν οὐρανῷ ἔστι τε καὶ ονομάζεται. ο Εκ τοῦ περὶ τελείου καὶ ἑνὸς κεφαλαίου ιγ'. Καὶ μονὰς ὑμνουμένη, καὶ Τριὰς ἡ ὑπὲρ πάντα θεότης, οὐκ ἔστιν οὐδὲ μονάς, οὐδὲ τριάς ἢ πρὸς ἡμῶν, ἢ ἄλλου τινὸς τῶν ὄντων διεγνωσμένη. Αλλ' ἵνα καὶ τὸ ὑπερηνωμένον αὐτῆς, καὶ τὸ θεογόνον ἀληθῶς ὑμνήσωμεν τῇ τριαδικῇ καὶ ἐνιαία μονάς, ἢ τριὰς, οὐδὲ ἀριθμός, οὐδὲ ἑνότης, η γονιμότης, εὐδὲ ἄλλο τι τῶν ὄντων συνεγνωσμένον ἐξάγει τὴν ὑπὲρ πάντα λόγον καὶ νοῦν κρυφιότητα τῆς ὑπὲρ πάντα ὑπερουσίως ὑπερούσης υπερθεότητος, οὐδὲ δομα αὐτῆς ἐστιν, οὐδὲ λόγο;, ἀλλ' ἐν ἀβάτοις ἐξήρηται. Ἐκ τοῦ περὶ μυστικῆς θεογνωσίας κεφαλαίου γ'. ἓν μὲν οὖν ταῖς θεολογικαῖς ὑποτυπώσεσι τὰ κυριώτατα της καταφατικῆς θεολογίας ὑμνήσαμεν πῶς ἡ θεία καὶ ἀγαθὴ φύσις ἐνικὴ λέγεται; πῶς τρ αδική; τίς ή κατ' αὐτὴν λεγομένη πατρότης τε καὶ υἱότης; τί βούλεται δηλοῦν ἡ τοῦ Πνεύματος
col. 47–48page 20 of 20
PG 130:47θεολογία Πῶς ἐκ τοῦ ἀΰλου καὶ ἀμεροῦς ἀγαθοῦ τὰ ἐγκάρδια τῆς ἀγαθότητος ἐξέφυ φῶτα, καὶ τῆς ἐν αὐτῷ, καὶ ἐν αὐτοῖς, καὶ ἐν ἀλλήλοις συναϊδίου τῇ ἀναβλαστήσει μονῆς ἀπομεμένηκεν ἀνεκ φοίτητα; Ἐκ τοῦ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας κεφ. β'. Ἐπὶ τῆς ἑνώσεως τῆς θείας, ήτοι τῆς ὑπερουσιά τητος, ἠνωμένον ἐστὶ τῇ ἐναρχικῇ Τριάδι, καὶ κοι νὰν ἡ ὑπερούσιος ύπαρξις, ἡ ὑπέρθεος θεύτης, ή ὑπεράγαθος ἀγαθότης, ἡ ὑπὲρ ἐναρχίαν ἑνότης, τὸ άφθεγκτον, τὸ πολύφωνον, ἡ ἀγνωσία, τὸ παννόη-. τον, ἡ πάντων θέσις, ἡ πάντων ἀφαίρεσις, ἡ ἐν ἀλλήλαις, εἰ οὕτω χρὴ φάναι, τῶν ἐναρχικῶν ὑπο στάσεων μονὴ καὶ ἵδρυσις, ὁλικῶς ὑπερηνωμένη, καθάπερ φῶτα λαμπτήρων, ἵν᾿ αἰσθητοῖς καὶ οἱ κείοις παραδείγμασιν, ὄντων ἐν οἴκῳ ἑνί. Καὶ ὅλα γὰρ ἐν ἀλλήλοις ὅλοις ἐστὶ, καὶ ἀκριβῆ τὴν ἀπ' ἀλ λήλων ἰδικῶς ὑφισταμένην έχει διάκρισιν, ηνωμένα τῇ διακρίσει, καὶ τῇ ἐνώσει διακεκριμένα. Και γοῦν ὁρῶμεν, ἐν οἴκῳ πολλῶν ἐνόντων λαμπτήρων, πρὸς ἐν τι φῶς ἐνούμενα τὰ πάντων φώτα, καὶ μίαν αἴγλην ἀδιάκριτον ἀναλάμποντα, καὶ οὐκ ἄν τις, ὡς οἶμαι, δύναιτο τὸ τοῦδε τοῦ λαμπτῆρος φῶς ἀπὸ τῶν ἄλλων ἐκ τοῦ πάντα τὰ φῶτα περιέχοντος ἀέρος διακρῖναι, καὶ ἰδεῖν ἄνευ θατέρου θάτερον, ὅλων ἐν ὅλοις ἀμιγῶς συγκεκραμένων. Ἀλλὰ καὶ εἰ τὸν ἕνα τις πυρσὸν ὑπεξάγοι τοῦ δωματίου, συνεξελεύσεται καὶ τὸ οἰκεῖον ἅπαν φῶς, οὐδὲν τι τῶν ἑτέρων φώτων ἑαυτῷ συνεπισπασάμενον, ἢ τὸ ἑαυτοῦ τοῖς ἑτέροις καταλιπόν. Ην γὰρ από τῶν, ὅπερ ἔφην, ἡ ὅλων πρὸς ὅλα παντελὴς ἔνω σις ἀμιγής καθόλου, καὶ οὐδενὶ μέρει συμπεφυρμένη, Καὶ ταῦτα ὄντος ἐν σώματι τῷ ἀέρι, καὶ ἐξ ἐνύλου τοῦ πυρὸς ἠρτημένου τοῦ φωτὸς, ὅπου τὴν ὑπερούσιον ἔνωσιν ὑπεριδρύσθαι φαμὲν οὐ τῶν ἐν σώματι μόνον ενώσεων, ἀλλὰ καὶ τῶν ἐν ψυχαῖς αὐταῖς, καὶ ἐν αὐτοῖς νοῖς, ὡς ἔχουσιν ἀμιγῶς καὶ ύπερκοσμίως δι' ὅλων ὅλα τὰ θεοειδῆ καὶ ὑπερουράνια φῶτα κατά μέθεξιν ἀνάλογον τοῖς μετέχουσι τῆς πάντων ὑπερηρμένης ενώσεως. Εστι δὲ καὶ διάκρισις ἐν ταῖς ὑπερουσίοις θεολογίαις, οὐχ ἣν ἔφην μόνον, ὅτι κατὰ τὴν ἔνωσιν ἀμιγώς ἵδρυ ται καὶ ἀσυγχύτως ἑκάστη τῶν ἐναρχικῶν ὑπο στάσεων, ἀλλ' ὅτι καὶ τὰ τῆς ὑπερουσίου θεογο γίας οὐκ ἀντιστρέφει πρὸς ἄληλα. Μόνη δὲ πηγή τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, οὐκ ὄντος Υἱοῦ τοῦ Πατρὸ;, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ· φυλαττόν των δὲ τὰ οἰκεῖα τῶν ὕμνων εὐαγῶς ἑκάστῃ τῶν θεαρχικῶν ὑποστάσεων. Ἐκ τοῦ αὐτοῦ κεφαλαίου. Οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Θεός. Τοῦτο μὲν οὖν καὶ
Page scan enlarged

Notebook

Full View