PG 131Anna Comnena
The Alexiad
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 131:605Οἱ δὲ Ῥωμαῖοι δεδιότες τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὰς ἀμυθήτους ἁρμαμάξας τειχῶν ὥσπερ παρεχομένας αὐτοῖς χρείαν τὸν ὅλων Κύριον εἰς ἔλεον μιᾷ φωνῇ ἐπικαλεσάμενοι ὅλας ἡνίας χαλάσαντες τὴν μετὰ τῶν Σκυθῶν μάχην ἐπέσπευδον τοῦ αὐτοκράτορος ἁπάντων προπάροιθεν θέοντος. Μηνοειδοῦς δὲ τῆς παρατάξεως γεγονυίας, ἐν ταὐτῷ καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος παντὸς τοῦ στρατοῦ καὶ αὐτῶν δὴ τῶν Κομάνων τὴν κατ’ αὐτῶν ποιησαμένων ὁρμήν, στοχασάμενος τοῦ μέλλοντος Σκύθης τις τῶν ἐκκρίτων ἡγεμὼν τηνικαῦτα καθεστὼς προηρπάκει τὴν σωτηρίαν καὶ ὀλίγους συμπαραλαβὼν πρόσεισι τοῖς Κομάνοις ὡς ὁμογλώττοις. Κἂν γὰρ κατὰ τῶν Σκυθῶν ἐκθύμως καὶ οὗτοι ἐμάχοντο, ἀλλὰ θαρρήσας μᾶλλον ἢ τοῖς Ῥωμαίοις αὐτοῖς προσεληλύθει ἐφ’ ᾧ μεσίταις τούτοις πρὸς τὸν αὐτοκράτωρα χρήσασθαι.
Τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πτοηθεῖς μὴ τούτοις καὶ ἕτεροι τῶν Σκυθῶν προσχωρήσαντες ἀναπείσωσι τοὺς Κομάνους τὰ ὑπὲρ αὐτῶν φρονήσαντας κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος στρέψαι μετὰ τῆς γνώμης καὶ τὰς ἡνίας, παραχρῆμα, ὁποῖος ἐκεῖνος δραστήριος ἐν ὀξείᾳ ῥοπῇ τοῦ συνοίσοντος καταστοχάσασθαι, τῷ τὴν βασιλικὴν σημαίαν κατέχοντι ἐπέταξε ταύτην ἐν χεροῖν φέροντι μετὰ τῆς τῶν Κομάνων στῆναι παρεμβολῆς. Τῆς Σκυθικῆς δὲ ὁμαιχμίας διασπασθείσης ἤδη καὶ προςχωρησάντων ἀλλήλοιν τοῖν στρατοπέδοιν ἀνδροκτασίαν ἦν θεάσασθαι τηνικαῦτα, ὁποίαν οὐδείς πω ἐθεάσατο. Τῶν δὲ Σκυθῶν δεινῶς ἀποσφαττομένων ὡς ἐγκαταλειφθέντων ἤδη ὑπὸ τῆς θείας δυνάμεως κεκοπιακότες οἱ σφάττοντες τῇ σφοδρᾷ καὶ πυκνῇ κινήσει τῶν ξιφῶν λειποθυμοῦντες ἀνεκόπτοντο τῆς ὁρμῆς. Ὁ δὲ αὐτοκράτωρ ἐν μέσοις τοῖς πολεμίοις ἐξιππαζόμενος ὅλας συνετάραττε φάλαγγας πλήττων μὲν τοὺς ἀντικαθισταμένους, καταπτήσσων δὲ καὶ τοὺς πόρρω τοῖς ἐμβοήμασιν. Ἐπεὶ δὲ τὸν ἥλιον ὑπὲρ κεφαλῆς τὰς ἀκτῖνας βάλλοντα ἑώρα μεσημβρίας ἀπαρτὶ οὔσης, προμηθεύεταί τι τοιοῦτον.
PG 131:607Μεταπεμψάμενός τινας ἀποστέλλει ἐφ’ ᾧ ἀγρότας ἀσκοὺς πλήσαντας ὕδατος καὶ ταῖς ἰδίαις ἐπισάξαντας ἡμιόνοις ἐξελάσαντας ἀγαγεῖν. Τούτους δὲ ἤδη θεασάμενοι καὶ οἱ μὴ προσκληθέντες τῶν πλησιοχώρων τὸ αὐτὸ τοῦτ’ ἐποίουν τοὺς τῆς δεινῆς τῶν Σκυθῶν χειρὸς αὐτοὺς ἀπαλλάττοντας ὁ μὲν δι’ ἀμφορέως, ὁ δὲ δι’ ἀσκοῦ, ὁ δὲ δι’ ὁποίου τύχοιεν ἄγγους ἀναψύχοντες ὕδατι. Οἱ δὲ μικρὸν τοῦ ὕδατος σπώμενοι αὖθις τῆς μάχης ἀντείχοντο. Καὶ ἦν ἰδεῖν θέαμα καινόν, ἔθνος ὅλον, οὐ μυριάνθρωπον, ἀλλ’ ἀριθμὸν ἅπαντα ὑπερβαῖνον, σὺν γυναιξὶ καὶ τέκνοις ἄρδην κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀπολωλός. Ἦν δὲ μηνὸς Ἀπριλλίου εἰκοστὴ πρὸς τῇ ἐννάτῃ ἡμέρᾳ, τρίτη δὲ τῆς ἑβδομάδος. Ἔνθεν τοι καὶ παρῴδιόν τι οἱ Βυζάντιοι ἐπῇδον φάσκοντες· «Διὰ μίαν ἡμέραν οἱ Σκύθαι τὸν Μάϊον οὐκ εἶδον». Ἐπεὶ δὲ ὁ ἥλιος πρὸς δυσμαῖς ἤδη ἦν καὶ ἅπαντες μὲν ξιφῶν ἔργον γεγόνασι, καὶ τὰ τέκνα φημὶ καὶ αἱ μητέρες, πολλοὶ δὲ καὶ ζωγρία ἐλήφθησαν, τὸ ἀνακλητικὸν ὁ αὐτοκράτωρ κελεύσας ἠχῆσαι πρὸς τὴν ἰδίαν ἐπάνεισι παρεμβολήν.
PG 131:609Καὶ ἦν τῷ κατανοοῦντι θαῦμα ἰδέσθαι πῶς οἱ πάλαι κατὰ τῶν Σκυθῶν ἐξερχόμενοι καλῴδια τοῦ Βυζαντίου ἐξωνούμενοι καὶ ἱμάντας, δι’ ὧν δεσμώτας ἄγοιεν τοὺς τῶν Σκυθῶν ἑαλωκότας, τοὐναντίον πεπόνθασιν αὐτοί τε παρὰ τῶν Σκυθῶν ἑαλωκότες καὶ δεσμῶται γενόμενοι. Ἀλλὰ ταῦτα μὲν τότε, ὁπηνίκα κατὰ τὴν Δρίστραν ὁ μετὰ τῶν Σκυθῶν γέγονε πόλεμος· καὶ γὰρ τὸ φρύαγμα τότε τῶν Ῥωμαίων καθεῖλε Θεός. Ἐν ὑστέροις δέ, καθ’ ὃν ὑφηγοῦμαι καιρόν, ὁπηνίκα περιδεεῖς τούτους ἔγνω καὶ τὰς σῳζούσας ἀπολωλεκότας ἐλπίδας πρὸς τοσαῦτα πλήθη μὴ ἐξισχύοντας, τὴν νίκην παραδόξως ἐχαρίσατο τούτοις, ὡς καὶ δεσμεῖν καὶ σφάττειν καὶ ζωγρίαν ἄγειν τοὺς Σκύθας, οὐ τοῦτο δὲ μόνον (τάχα γάρ τι τοιοῦτον κἀν τοῖς μερικοῖς τῶν πολέμων πολλάκις εἴωθε γίνεσθαι), ἀλλὰ καὶ ὅλον ἔθνος μυρίανδρον κατὰ μίαν καὶ μόνην ἀφανίσαι ἡμέραν. Τῶν ταγμάτων δὲ τοῦ τε κομανικοῦ καὶ ῥωμαϊκοῦ ἀπ’ ἀλλήλων διακριθέντων καὶ τοῦ αὐτοκράτορος περὶ λύχνων ἁφὰς πρὸς δεῖπνον ἀπιδόντος δυσχεραίνων εἱστήκει ὁ καλούμενος Συνέσιος· «Τί τὸ γινόμενον καὶ τίς αὕτη ἡ οἰκονομία;» λέγων πρὸς τὸν αὐτοκράτορα.
«Ἕκαστος τῶν στρατιωτῶν ἀνὰ τριάκοντα καὶ πλείω δεσμώτας ἔχει Σκύθας. Ἡ τῶν Κομάνων πληθὺς ἐγγὺς ἡμῶν ἐστιν. Εἰ γοῦν ὑπνώσαιεν οἱ στρατιῶται, καθά γε καὶ δεῖ, τοσοῦτον κεκοπιακότες καὶ οἱ Σκύθαι ἄλλος ἄλλον λύσαντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι ἀναιρήσουσιν αὐτούς, τί τὸ λοιπὸν ἔσται; Ἀλλὰ κέλευσον ἀναιρεθῆναι θᾶττον τοὺς πλείονας.» Ὁ δὲ βασιλεὺς δριμὺ πρὸς αὐτὸν ἐνιδὼν ἔφη· «Κἂν Σκύθαι, ἀλλὰ πάντως ἄνθρωποι, κἂν ἐχθροί, ἀλλ’ ἐλέους ἄξιοι· αὐτὸς δ’ οὐκ οἶδα τί φρονήσας ταῦτα ληρεῖς». Τὸν δ’ ἐνιστάμενον μετ’ ὀργῆς ἀπεπέμψατο. Προσέταξε δὲ τηνικαῦτα διαλαλιὰν εἰς ἅπαν τὸ στράτευμα γενέσθαι, ἅπαντα τὰ τῶν Σκυθῶν ἀναλαβομένους ὅπλα εἰς ἕνα τόπον καταθέσθαι, τοὺς δὲ δεσμώτας παραφυλάττειν. Ταῦτα κελεύσας ἐν ἀμεριμνίᾳ τὸ λοιπὸν τῆς νυκτὸς ἦν. Περὶ μέσην δὲ φυλακὴν τῆς νυκτὸς εἴτ’ ἐκ θείας ὀμφῆς εἴτε καὶ ὅπως οὐκ οἶδα, ὅμως δ’ οὖν ὡς ἐξ ἑνὸς συνθήματος μικροῦ πάντας οἱ στρατιῶται ἀπέκτειναν. Τοῦτο ὁ βασιλεὺς αὐγαζούσης ἡμέρας ἀκηκοὼς ὕποπτον εὐθὺς τὸν Συνέσιον εἶχε. Μετακαλεῖται τοίνυν παραχρῆμα τοῦτον, καὶ αἰτιώμενος σφοδρῶς ἠπειλεῖτο λέγων· «Τοῦτο τὸ ἔργον σόν».
PG 131:611Τοῦ δὲ ἐπομνυμένου μὴ εἰδέναι ἐπέταξε δεσμηθέντα τοῦτον κατασχεθῆναι· «Γνώτω», λέγων, «ὁποῖον καὶ, μόνον ὁ δεσμὸς κακόν ἐστιν, ὡς μηκέτι κατὰ ἀνθρώπων τοιαύτας ἀποφάσεις ποιεῖσθαι». Τάχα δὲ ἂν καὶ ἐκόλασε τοῦτον, εἰ μὴ προσελθόντες οἱ καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας προσήκοντες τῷ αὐτοκράτορι μεγιστᾶνες κοινὴν τὴν ὑπὲρ τοῦ Συνεσίου ἱκετηρίαν ἐποιοῦντο. Τῶν δὲ Κομάνων οἱ πλείους πτοηθέντες, μή τι δεινὸν καὶ κατ’ αὐτῶν ὁ αὐτοκράτωρ νυκτὸς μελετήσειε, τὴν λείαν πᾶσαν ἀναλαβόμενοι νυκτὸς ᾤχοντο τὴν πρὸς τὸν Δάνουβιν φέρουσαν ὁδεύοντες. Αὐτὸς δὲ αὐγαζούσης ἡμέρας φεύγων τὴν τῶν νεκρῶν σωμάτων δυσωδίαν ἀπάρας ἐκεῖθεν ἔρχεται ἐπί τινα τόπον Καλὰ Δένδρα καλούμενον σταδίους δέκα πρὸς τοῖς ὀκτὼ ἀπέχοντα τῶν Χοιρηνῶν. Ἀπερχόμενον δὲ ἐκεῖσε κατέλαβεν ὁ Μελισσηνός. Οὐ γὰρ ἔφθασε παραγενέσθαι ἐν τῷ καιρῷ τῆς μάχης ἀσχολούμενος τὴν πληθὺν ἐκείνην τῶν νεολέκτων ἀποστεῖλαι πρὸς τὸν αὐτοκράτορα. Ἀλλήλους τοίνυν ἀσπασάμενοι καὶ συγχαρέντες, ὡς εἰκός, τὸ λοιπὸν τῆς ὁδοιπορίας περὶ τῶν συμπεσόντων ἐπὶ τῇ τῶν Σκυθῶν ἥττῃ ὡμίλουν.
Μεμαθηκὼς δὲ ὁ αὐτοκράτωρ, ὁπηνίκα τὰ Καλὰ Δένδρα κατέλαβε, τὸν δρασμὸν τῶν Κομάνων, ὁπόσα τούτοις ἀνῆκε πρὸς λόγον τῶν συμφωνηθέντων αὐτοῖς, ἐπισάξας ἐν ἡμιόνοις ἀπέστειλε πρὸς αὐτοὺς ἐντειλάμενος σπεῦσαι καταλαβεῖν αὐτοὺς καὶ πέραθεν εἰ δυνηθεῖεν Δανούβεως καὶ δοῦναι τὰ ἀποσταλέντα. Βαρὺ γὰρ ἦν αὐτῷ διὰ παντὸς μὴ μόνον ψεύσασθαι, ἀλλὰ καὶ τὸ δόξαι ψεύσασθαι ὁμιλίαν ἱκανὴν πρὸς ἅπαντας περὶ ψεύδους ποιουμένῳ. Ἀλλὰ ταῦτα μὲν περὶ τῶν πεφευγότων· τοὺς δέ γε λοιποὺς ἐφεπομένους αὐτῷ εἱστία τὸ λοιπὸν τῆς ἡμέρας δαψιλῶς. Δέον δὲ ἐλογίσατο μὴ τηνικαῦτα τοὺς ἀνήκοντας δοῦναι μισθούς, ἀλλὰ μεθεῖναι τοὺς εἰς ὕπνον τραπέντας καταπέψαι τὸν οἶνον καὶ οὕτω τὸ φρονοῦν τῆς ψυχῆς συλλεξαμένους ἐν ἐπιγνώσει γενέσθαι τοῦ πραττομένου. Τῇ μετ’ αὐτὴν οὖν μετακαλεσάμενος ἅπαντας οὐ τὰ προϋπεσχημένα δίδωσι μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Σκεψάμενος δέ, ἐπεὶ ἀπολύειν τούτους οἴκαδε ἐβούλετο, μὴ ἐν τῷ ἀπιέναι εἰς προνομὴν σκεδασθέντες οὐ μικρὰν ταῖς κατὰ τὴν ὁδὸν παρακειμέναις κωμοπόλεσι τὴν βλάβην ἐπάξωσιν, ὁμήρους ἐξ αὐτῶν λαμβάνει.
PG 131:613Αἰτησαμένων δὲ καὶ αὐτῶν τὰ κατὰ τὴν ὁδὸν αὐτοῖς ἀσφαλίσασθαι δίδωσιν αὐτοῖς τὸν Ἰωαννάκην (ἀνὴρ δὲ οὗτος ἀνδρείᾳ καὶ φρονήσει διαφέρων) τὴν τῶν ἁπάντων οἰκονομίαν ἀναθέμενος καὶ τὴν μέχρις αὐτοῦ τοῦ Ζυγοῦ τῶν Κομάνων εὐθέτησιν. Τοιαῦτα μὲν οὖν τὰ τοῦ αὐτοκράτορος θείᾳ πάντως προνοίᾳ. Πάντα γοῦν κατὰ τὸ πλῆρες τελέσας τροπαιοφόρος αὐτὸς νικητὴς πρὸς τὸ Βυζάντιον ἐπανέρχεται Μαί̈ου παριππεύοντος μηνός. Ἀλλὰ τὰ μὲν τῶν Σκυθῶν ὧδέ πῃ πέρας ἐχέτω, κἂν ἐκ πολλῶν ὀλίγα μοι εἴρηται ἄκρῳ δακτύλῳ. τοῦ Ἀδριαντικοῦ ἁψαμένῃ πελάγους. Τὰς γὰρ λαμπρὰς τοῦ αὐτοκράτορος νίκας, τὰς μερικὰς τῶν πολεμίων ἥττας, τὰς καθ’ ἕνα τούτου ἀνδραγαθίας, τὰ ἐν τῷ μεταξὺ συμπίπτοντα τοῖς τότε καιροῖς καὶ ὅπως πρὸς ἅπαντα ἐποικίλλετό τε καὶ διὰ παντοίας μεθόδου διέλυε τὰ συμπίπτοντα δεινά, οὐδ’ ἂν Δημοσθένης ἄλλος ἢ καὶ ὁ ἅπας τῶν ῥητόρων χορός, οὐδ’ ἂν ἡ Ἀκαδημία πᾶσα καὶ ἡ Στοὰ εἰς ταὐτὸν συνεληλυθέτην καὶ προὔργου παντὸς τὰς Ἀλεξίου πράξεις ἐποιήσαντο, τούτων ἐφικέσθαι ἐξίσχυσαν.
Οὐ πολλαὶ διῆλθον ἡμέραι τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, καὶ ὁ Ἀριέβης Ἀρμένιος καὶ ὁ Κελτὸς Οὐμπερτόπουλος (λογάδες οὗτοι ἄνδρες τῶν ἐπιφανῶν ἀρειμάνιοι) κατὰ τοῦ αὐτοκράτορος μελετήσαντες ἐφωράθησαν πλῆθος οὐκ ἀγεννὲς πρὸς ταυτηνὶ τὴν βουλὴν ἐπισυρόμενοι. Καὶ οἱ ἔλεγχοι παρῆσαν καὶ ἡ ἀλήθεια ἐπαρρησιάζετο. Κατάκριτοι δὲ ἤδη καταστάντες οἱ ἐπίβουλοι δήμευσιν τηνικαῦτα καὶ ὑπερορίαν κατεκρίθησαν τῶν ἐκ τῶν νόμων ποινῶν τοῦ αὐτοκράτορος σχολὴν παντελῆ καταψηφισαμένου. Λογοποιουμένην δὲ Κομάνων ἔφοδον μανθάνων ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ καὶ τὸν Βοδῖνον καὶ αὐτοὺς Δαλμάτας παρασπονδῆσαί τε καὶ κατὰ τῆς ἡμεδαπῆς χωρῆσαι βουλομένους, ἐμερίζετο τοῖς λογισμοῖς πρὸς ὁπότερον ἂν ἀπονεύσειε τῶν ἐχθρῶν. Δέον οὖν αὐτῷ ἐδόκει κατὰ τῶν Δαλματῶν πρώτως ἐξοπλίσασθαι καὶ προκαταλαβεῖν τὰ ἀναμεταξὺ τῆς ἡμεδαπῆς καὶ αὐτῶν διακείμενα τέμπη καὶ ὡς ἐνὸν ἀσφαλίσασθαι. Συναγαγὼν τοίνυν ἅπαντας καὶ ἀνακοινωσάμενος τὸ σκοπούμενον, ἐπεὶ συνοῖσον ἅπασι τοῦτ’ ἐδόκει, ἔξεισι τῆς μεγαλοπόλεως τὰ κατὰ τὴν ἑσπέραν προμηθευσόμενος.
PG 131:615Καὶ ταχὺ τὴν Φιλιππούπολιν καταλαβὼν καὶ γράμματα δεξάμενος τοῦ τηνικαῦτα ἀρχιεπισκόπου Βουλγαρίας χρηματίζοντος περὶ τοῦ δουκὸς Δυρραχίου Ἰωάννου τοῦ υἱοῦ τοῦ σεβαστοκράτορος διαβεβαιούμενα ἀποστασίαν ἐκεῖνον ὠδίνειν, ἀθυμῶν διὰ πάσης νυκτὸς καὶ ἡμέρας ἦν πῂ μὲν διὰ τὸν ἐκείνου πατέρα ἀναβαλλόμενος τὴν τῆς ὑποθέσεως ἐξέτασιν, πῂ δὲ καὶ δεδιὼς μὴ ἅπερ ἡ φήμη λέγει οὐ ψεύσεται. Καὶ ἐπεὶ μειράκιον ἦν ὁ Ἰωάννης, ὡς ἐπίπαν τὰς τῶν τοιούτων ὁρμὰς ἀκαθέκτους γινώσκων, ἐδεδίει μή τι νεωτερίσειε καὶ λύπης ἀφορήτου ἀμφοῖν τῷ τε πατρὶ καὶ θείῳ πρόξενος γένοιτο. Δεῖν οὖν ἐλογίσατο διὰ πάσης μεθόδου σπεῦσαι τὴν ἐκείνου σφῆλαι βουλήν. Ἐκήδετο γὰρ τούτου ὁπόσον ἄν τις εἴποι. Μεταπεμψάμενος οὖν τὸν τότε μέγαν ἑταιρειάρχην Ἀργυρὸν τὸν Καρατζάν, Σκύθην μὲν ὄντα, φρονιμώτατον δὲ καὶ ἀρετῆς καὶ ἀληθείας ἐπιμελούμενον, διττὰς ἐπιδίδωσιν αὐτῷ γραφάς, τὴν μὲν πρὸς τὸν Ἰωάννην τοιαῦτα διαλαμβάνουσαν· «Ἡ μὲν βασιλεία μου βαρβαρικὴν διὰ τῶν κλεισουρῶν ἔλευσιν κατ’ αὐτῆς μεμαθηκυῖα ἐξεληλύθει τῆς Κωνσταντίνου ἐφ’ ᾧ τὰ μεσαίχμια τῆς Ῥωμαίων ἀρχῆς ἀσφαλίσασθαι.
PG 131:617Δέον οὖν ἐστι καὶ αὐτόν σε παραγενέσθαι τὰ κατὰ τὴν ὑπό σε ἀρχὴν ἀναδιδάξοντα (δέδια γὰρ καὶ τὸν Βολκάνον μὴ καὶ αὐτὸς ἐναντία καθ’ ἡμῶν φρονήσας μελετήσῃ), πρὸς δὲ καὶ τὰ κατὰ τὴν Δαλματίαν ἀναγγελεῖν πρὸς ἡμᾶς καὶ περὶ αὐτοῦ τοῦ Βολκάνου εἰ ταῖς εἰρηνικαῖς ἐμμένει σπονδαῖς (καὶ γὰρ οὐκ ἀγαθαί μοι περὶ αὐτοῦ ἀγγελίαι καθ’ ἑκάστην κομίζονται), ἵνα σαφέστερόν τι μεμαθηκότες καὶ πρὸς τὰς αὐτοῦ ἐπὶ πλέον παρασκευασώμεθα μηχανὰς καί σοι τὸ δέον ὑποθέμενοι αὖθις πρὸς τὸ Ἰλλυρικὸν ἐκπέμψωμεν, ὅπως ἐξ ἑκατέρου τοῖς ἐχθροῖς μαχόμενοι τὴν νικῶσαν Θεοῦ ἐπαρήγοντος σχοίημεν.» Ταῦτα μὲν ἡ πρὸς τὸν Ἰωάννην γραφὴ διελάμβανεν· ἡ δέ γε πρὸς τοὺς λογάδας τῶν ἐποίκων Δυρραχίου τοιαῦθ’ ὑπηγόρευεν·
«Ἐπεὶ καθ’ ἡμῶν μελετᾶν τὸν Βολκάνον αὖθις μεμαθηκότες τῆς Βυζαντίδος ἐξεληλύθειμεν κατασφαλισόμενοί τε τὰ ἐν μεσαιχμίῳ τῆς τε ἡμεδαπῆς καὶ τῶν Δαλματῶν διακείμενα τέμπη, ἅμα δὲ καὶ τὰ κατ’ αὐτὸν καὶ τοὺς Δαλμάτας ἀκριβώσασθαι, διά τοι ταῦτα δέον κρίναντες μετακαλέσασθαι τὸν ὑμέτερον δοῦκα καὶ ποθούμενον ἀνεψιὸν τοῦ κράτους ἡμῶν τουτονὶ τὸν τὴν ἡμετέραν ἐγχειρίζοντα ὑμῖν γραφὴν ἐξαπεστείλαμεν δοῦκα τοῦτον προχειρισάμενοι. Δέξασθε αὐτὸν καὶ ὑμεῖς καὶ εἰς πᾶν τὸ παρ’ αὐτοῦ προσταττόμενον ὑπείκετε.» Ταύτας οὖν τὰς γραφὰς ἐγχειρίσας τῷ Καρατζῷ ἐνετείλατο ἀπελθόντα πρῶτα μὲν ἐγχειρίσαι τῷ Ἰωάννῃ τὴν πρὸς αὐτὸν γραφὴν καὶ εἰ μὲν αὐθαιρέτως ἕπεται, ἐκεῖνον μὲν ἐκεῖθεν μετ’ εἰρήνης προπέμψαι, αὐτὸν δὲ τὴν φρουρὰν τῆς χώρας ἀναδέξασθαι, μέχρις ἂν ἐκεῖνος αὖθις ἐπανέλθοι· εἰ δὲ ἀντιτείνει καὶ μὴ πείθεται, μεταπέμψασθαι τοὺς ὑπερέχοντας τῶν Δυρραχιτῶν καὶ τὴν ἑτέραν ὑπαναγνῶναι γραφὴν ἐφ’ ᾧ συνάρασθαι αὐτῷ ἐπὶ τὸ τὸν Ἰωάννην κατασχεῖν. Ταῦτα ἐνωτισθεὶς Ἰσαάκιος ὁ σεβαστοκράτωρ ἐν Κωνσταντινουπόλει διατρίβων σπουδαίως ἐξῄει καὶ ἐπὶ δυσὶ νυχθημέροις καταλαμβάνει τὴν Φιλιππούπολιν.
PG 131:619Ὑπνώττοντος δὲ τοῦ βασιλέως εἴσω τῆς βασιλικῆς σκηνῆς ἀψοφητὶ εἰσελθὼν εἰς τὴν ἑτέραν κλίνην τοῦ ἀδελφοῦ καὶ βασιλέως κατακλιθεὶς καὶ αὐτὸς ὕπνωττε τοὺς κατευνάζοντας τὸν αὐτοκράτορα διὰ τῆς χειρὸς ἡσυχάζειν ἐπιτάξας. Ὡς γοῦν ὁ βασιλεὺς τοῦ ὕπνου ἀνέθορε καὶ τὸν ἀδελφὸν παρ’ ἐλπίδας ἐθεάσατο, ἡσυχάζων τέως ἦν καὶ τοὺς παρατυχόντας αὐτὸ τοῦτο ποιεῖν καὶ αὐτὸς ἐκέλευεν. Ἐπεὶ δὲ καὶ ὁ σεβαστοκράτωρ ἔξυπνος γενόμενος τὸν ἀδελφὸν καὶ βασιλέα γρηγοροῦντα ἐθεάσατο κἀκεῖνος ἐνιδὼν αὐτόν, προσελθόντες ἀμφότεροι ἀλλήλους κατησπάζοντο. Εἶτα ὁ μὲν βασιλεὺς ἐπυνθάνετο, τί ποτε ἄρα καὶ βούλοιτο καὶ τίς ἡ αἰτία τῆς αὐτοῦ ἐλεύσεως. Ἐκεῖνος δέ, «Σοῦ ἕνεκα» ἔφη. Καὶ ὅς· «Μάτην ἑαυτὸν συντείνας τοσοῦτον κεκοπίακας». Ὁ δὲ σεβαστοκράτωρ τέως οὐκ ἀντεφθέγξατο, ἀλλ’ ὀνειρώττων ἦν τὰ ἀπὸ τοῦ Δυρραχίου μετὰ τοῦ προπεμφθέντος παρ’ αὐτοῦ κομισθησόμενα μηνύματα.
Καὶ γὰρ ἅμα τῷ ἐνωτισθῆναι τὰ θρυλλούμενα περὶ τοῦ υἱοῦ αὐτοῦ δισύλλαβον ἐγχαράξας πρὸς αὐτὸν γράμμα παρεκελεύσατο θᾶττον πρὸς τὸν αὐτοκράτορα φοιτῆσαι, ὡς καὶ αὐτὸν ἐπ’ αὐτῷ τούτῳ τοῦ Βυζαντίου ἐξεληλυθότα πρὸς Φιλιππούπολιν ἐπείγεσθαι ἐφ’ ᾧ τὰ κατ’ αὐτοῦ πρὸς τὸν αὐτοκράτορα εἰσηγηθέντα κατασεῖσαι τὰ εἰκότα πρὸς τὸν ἀδελφὸν καὶ βασιλέα ὁμιλήσαντα, ἅμα δὲ καὶ τὴν αὐτοῦ πρὸς αὐτὸν ἐγκαρτερῆσαι ἄφιξιν. Ὑποχωρήσας δὲ ἀπὸ τοῦ βασιλέως εἰς τὴν ἀποτεταγμένην αὐτῷ σκηνὴν ἄπεισιν. Παραχρῆμα δὲ καὶ ὁ πρὸς τὸν Ἰωάννην ἀποσταλεὶς γραμματοκομιστὴς δρομαῖος εἴσεισιν ἐκεῖθεν ἐπανελθὼν τὴν τοῦ Ἰωάννου ἀπαγγέλλων ἔλευσιν. Τῆς ὑποψίας οὖν τηνικαῦτα ὁ σεβαστοκράτωρ ἀπαλλαγεὶς καὶ κρείττοσιν ἀναρρώσας ἑαυτὸν λογισμοῖς θυμοῦ πλησθεὶς κατὰ τῶν πρώτως εἰσηγησαμένων τὰ κατὰ τοῦ υἱοῦ αὐτοῦ τεταραγμένος πρὸς τὸν βασιλέα εἰσῄει. Ὁ δὲ βασιλεὺς τοῦτον θεασάμενος ἐγνώκει μὲν παρευθὺ τὴν αἰτίαν, ἠρώτα δ’ ὅμως ὅπως ἔχοι. Ὁ δέ, «Κακῶς» ἔφη «ἐξ αἰτίας σῆς». Οὐδὲ γὰρ ὅλως τὸν θυμὸν περιυλακτοῦντα χαλιναγωγεῖν ἠπίστατο, παρεφέρετο δὲ καὶ ὑπὸ ψιλοῦ, εἰ ἔτυχε, ῥήματος. Ἐπὶ τούτοις δὲ καὶ ἄλλο τι προσέθετο λέγων·
«Οὐ τοσοῦτον κατὰ τῆς σῆς λελύπημαι βασιλείας, ὅσον κατὰ τουτουί» τὸν Ἀδριανὸν τῷ δακτύλῳ ὑποδείξας «καταψευδομένου». Πρὸς ταῦτα ὁ πραὺ̈ς ἐκεῖνος καὶ ἡδὺς βασιλεὺς οὐδ’ ὁτιοῦν ἐφθέγξατο. Ἐγίνωσκε γὰρ ὅπως ζέοντα τὸν θυμὸν τἀδελφοῦ καταπαύσει. Συγκαθεσθέντες οὖν ἄμφω μετὰ τοῦ Μελισσηνοῦ Νικηφόρου τοῦ καίσαρος καί τινων τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτοῖς μόνοι πρὸς ἀλλήλους ὡμίλουν περὶ τῶν κατὰ τοῦ Ἰωάννου ῥηθέντων. Ὡς δὲ τὸν Μελισσηνὸν καὶ τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν κατατρέχοντας ἐσχηματισμένως τοῦ ἰδίου υἱοῦ ἑώρα, αὖθις τὸν θυμὸν παφλάζοντα μὴ δυνηθεὶς κατασχεῖν δριμὺ πρὸς τὸν Ἀδριανὸν ἀτενίσας ψιλῶσαι τὸν αὐτοῦ πώγωνα ἠπειλήσατο καὶ διδάξαι μὴ προφανῶς ψευδόμενον τοιούτων συγγενῶν ἀποστερῆσαι τὸν βασιλέα ἐπιχειρεῖν. Ἐν τούτοις ὁ Ἰωάννης κατέλαβε καὶ παραχρῆμα εἴσω τῆς βασιλικῆς σκηνῆς εἰσάγεται καὶ πάντων τῶν κατ’ αὐτοῦ λαληθέντων ἀκούει. Οὐ μέντοι γε εἰς ἐξέτασιν ὅλως ἄγεται, ἀλλ’ ὁ κατάκριτος ἐλεύθερος ἵσταται τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντος· «Πρὸς τὸν σὸν πατέρα καὶ ἀδελφὸν ἐμὸν ἀφορῶν οὐδ’ ἀκοῦσαι τῶν κατὰ σοῦ λαληθέντων ἀνέχομαι.
PG 131:621Ἔσο τοίνυν ἀμερίμνως διάγων ὡς τὸ πρότερον.» Ταῦτα μὲν οὖν ἅπαντα ἐντὸς τῆς βασιλικῆς ἐρρήθη σκηνῆς μόνων τῶν συγγενῶν, ὀθνείου δὲ οὐδενὸς παρόντος. Οὕτω γοῦν τῶν λαληθέντων ἢ καὶ μελετηθέντων ἴσως κατευνασθέντων τὸν ἴδιον ἀδελφόν, τὸν σεβαστοκράτορά φημι Ἰσαάκιον, μετακαλεσάμενος σὺν αὐτῷ τῷ Ἰωάννῃ καὶ υἱῷ αὐτοῦ πολλὰ πρότερον ὁμιλήσας ἔφη πρὸς τὸν σεβαστοκράτορα· «Σὺ μὲν χαίρων ἄπιθι πρὸς τὴν βασιλεύουσαν τὰ καθ’ ἡμᾶς τῇ μητρὶ ἀνακοινωσόμενος. Ἐγὼ δὲ τουτονί», τὸν Ἰωάννην φησὶν ὑποδείξας, «αὖθις, ὡς ὁρᾷς, ἐκπέμπω πρὸς τὸ Δυρράχιον ἐφ’ ᾧ τὰ τῆς ἰδίας ἀρχῆς ἐπιμελῶς ἐνεργεῖν.» Οὕτως οὖν ἀπ’ ἀλλήλων διακριθέντες ὁ μὲν τῆς πρὸς τὸ Βυζάντιον τῇ μετ’ αὐτὴν εἴχετο, ὁ δὲ πρὸς τὸ Δυρράχιον στέλλεται. Οὐ μέχρι δὲ τούτου τὰ κατὰ τὸν αὐτοκράτορα ἔστη. Ἀλλ’ ἐπεὶ Θεόδωρος ὁ Γαβρᾶς ἐνδημήσας ἦν ἐν τῇ βασιλευούσῃ, γινώσκων τὸ τούτου ὀμβριμοεργὸν καὶ περὶ τὰς πράξεις ὀξύ, βουλόμενος τοῦτον ἀπελάσαι τῆς πόλεως, δοῦκα Τραπεζοῦντος προὐβάλλετο πάλαι ταύτην ἀπὸ τῶν Τούρκων ἀφελόμενον.
PG 131:623Ὥρμητο μὲν γὰρ οὗτος ἐκ Χαλδαίας καὶ τῶν ἀνωτέρω μερῶν, στρατιώτης δὲ περιφανὴς γενόμενος ἐπί τε φρονήσει καὶ ἀνδρείᾳ ὑπερέχων ἁπάντων, μικροῦ καὶ μηδέποτε ἔργου ἁψάμενος καὶ ἀτυχήσας, ἀλλὰ πάντων ἀεὶ τῶν πολεμίων κρατῶν. Καὶ αὐτὴν δὴ τὴν Τραπεζοῦντα ἑλὼν καὶ ὡς ἴδιον λάχος ἑαυτῷ ἀποκληρωσάμενος ἄμαχος ἦν. Τούτου τὸν υἱὸν Γρηγόριον ὁ σεβαστοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς εἰς μίαν τῶν θυγατέρων αὐτοῦ εἰσῳκίσατο. Ἀνήβων δὲ ἄμφω τῶν παίδων ὄντων γαμήλια μόνα σύμφωνα ἀναμεταξὺ προέβησαν. Εἶτα τὸν υἱὸν αὐτοῦ Γρηγόριον εἰς χεῖρας τοῦ σεβαστοκράτορος παραθέμενος, ἵν’, ὁπηνίκα νομίμου ἅψωνται οἱ παῖδες ἡλικίας, καὶ ἡ μνηστεία τελεσθῇ, αὐτὸς συνταξάμενος τῷ βασιλεῖ εἰς τὴν ἰδίαν ἐπανῄει χώραν. Τῆς δὲ ὁμευνέτιδος αὐτοῦ μετ’ οὐ πολὺ τὸ κοινὸν ἀποδεδωκυίας χρέος, ἄλλην αὖθις ἐξ Ἀλανῶν ἠγάγετο εὐγενεστάτην. Ἔτυχε δὲ τήν τε τοῦ σεβαστοκράτορος ὁμευνέτιν καὶ ἣν ὁ Γαβρᾶς ἔλαβε δυεῖν ἀδελφοῖν θυγατέρας εἶναι. Τούτου δήλου γεγονότος, ἐπεὶ ἀπό τε τῶν νόμων ἀπό τε τῶν κανόνων ἡ τῶν παίδων ἐκωλύετο συνάφεια, διεσπάσθη τὸ τοιοῦτον συνάλλαγμα.
PG 131:625Γινώσκων δὲ ὁ βασιλεὺς ὁποῖος ὁ Γαβρᾶς στρατιώτης ἐστὶ καὶ ὁπόσα πράγματα συνταράττειν δύναται, οὐκ ἤθελε τὸν υἱὸν αὐτοῦ Γρηγόριον διασπασθέντος τοῦ τοιούτου συναλλάγματος παλινδρομῆσαι πρὸς αὐτόν, ἀλλὰ κατέχειν τοῦτον εἰς τὴν βασιλεύουσαν δυεῖν ἕνεκα, ἵν’ ἅμα μὲν ὡς ὅμηρον αὐτὸν παρακατέχοι, ἅμα δὲ καὶ τὴν τοῦ Γαβρᾶ εὔνοιαν ἐπισπάσαιτο, κἀντεῦθεν, ἐὰν πονηρόν τι βούληται, ἀπόσχηται τοῦ τοιούτου. Μιᾷ γοῦν τῶν ἐμῶν ἀδελφῶν τὸν Γρηγόριον συνάψαι ἐβούλετο. Διά τοι ταῦτα ὑπερετίθετο τὴν τοῦ παιδὸς ἀποστολήν. Καταλαβὼν δὲ αὖθις ὁ Γαβρᾶς τὴν βασιλίδα τῶν πόλεων καὶ μηδὲν τῶν παρὰ τοῦ αὐτοκράτορος μελετωμένων συνεὶς ἐσκόπει τὸν ἴδιον υἱὸν λεληθότως ἀναλαβέσθαι. Εἶχε δὲ τέως τὸ βεβουλευμένον ἀνέκφορον, κἂν ὁ αὐτοκράτωρ παρῃνίσσετό τι καὶ παρενέφαινε αὐτῷ περὶ τοῦ σκοπουμένου. Ὁ δὲ εἴτε μὴ γνοὺς εἴτε καὶ ἀκηδιάσας διὰ τὴν πρὸ μικροῦ γεγονυῖαν τοῦ τοιούτου κήδους διάζευξιν, οὐκ οἶδ’ ὅπως, ᾐτεῖτο τὸν υἱὸν δοθῆναί οἱ ἐπαναστρέφοντι. Ὁ δὲ αὐτοκράτωρ ἀνένευε πρὸς τοῦτο.
Σχηματιζόμενος δὲ ὁ Γαβρᾶς ἑκοντὶ τοῦτον καταλιμπάνειν καὶ τῇ τοῦ αὐτοκράτορος τὰ κατὰ τὸ παιδίον ἀναθέσθαι γνώμῃ, ἐπεὶ συνταξάμενος αὐτῷ τοῦ Βυζαντίου ἀπάρτι ἐξιέναι ἔμελλεν, ὑπεδέχθη παρὰ τοῦ σεβαστοκράτορος διὰ τὸ παρακολουθῆσαν κῆδος καὶ ἣν πρὸς αὐτὸν ἐκ ταυτησὶ τῆς αἰτίας ἔσχε συνήθειαν, ἔνθα τὸ τοῦ μεγαλομάρτυρος Φωκᾶ τέμενος ἵδρυται· προάστειόν τι τοῦτο περὶ τὴν Προποντίδα διακείμενον περικαλλές. Δαψιλῶς οὖν αὐτοῦ που εὐωχηθέντες ὁ μὲν σεβαστοκράτωρ πρὸς τὸ Βυζάντιον ἐπανῄει, ὁ δὲ τὸν υἱὸν αὐτοῦ ᾐτεῖτο παραχωρηθῆναί οἱ καὶ τῇ μετ’ αὐτὴν συνεῖναι αὐτῷ. Ὁ δ’ εὐθὺς κατένευεν. Ὁ δὲ πολλάκις ῥηθεὶς Γαβρᾶς, ἐπεὶ τῇ μετ’ αὐτὴν χωρίζεσθαι ἤδη τοῦ παιδὸς ἔμελλε, τοὺς παιδαγωγοὺς ἠξίου συνέψεςθαί οἱ μέχρι Σωσθενίου· κεῖθι γὰρ ἔμελλε κατασκηνοῦν. Οἱ δὲ κατανεύσαντες συναπῄεσαν μετ’ αὐτοῦ. Κᾆθ’ οὕτως καὶ ἐν τῷ μέλλειν αὖθις ἐκεῖθεν ἀπαίρειν τὸ αὐτὸ τοὺς παιδαγωγοὺς ᾐτεῖτο συνέψεσθαι τούτῳ τὸν υἱὸν καὶ μέχρι τοῦ Φάρου. Οἱ δὲ ἀνένευον.
PG 131:627Ὁ δὲ σπλάγχνα τε πατρικὰ προεβάλλετο καὶ ἀποδημίαν μακρὰν καὶ ἄλλα τινὰ συνείρων τούτοις κατέκλασε τὰς τῶν παιδαγωγῶν καρδίας, καὶ πεισθέντες τοῖς αὐτοῦ λόγοις συνείποντο αὐτῷ. Τὸν Φάρον τοίνυν καταλαβὼν εἰς φῶς τὴν σκῆψιν προήγαγε καὶ ἀναλαβόμενος τὸ παιδίον καὶ ἐμβαλὼν εἰς ὁλκάδα τῷ τοῦ Πόντου ῥοθίῳ ἑαυτόν τε καὶ τὸν υἱὸν ἐπαφῆκε. Μεμαθηκὼς δὲ τοῦτο ὁ αὐτοκράτωρ θᾶττον ἢ λόγος δρομάδας νῆας κατ’ αὐτοῦ ἐξέπεμψεν ἐντειλάμενος τοῖς ἀπερχομένοις τῷ μὲν Γαβρᾷ τὰς πρὸς αὐτὸν ἐγχειρίσαι γραφάς, τὸ δὲ παιδίον σπεῦσαι μετὰ τῆς ἐκείνου γνώμης ἀναλαβέσθαι, εἰ μὴ ἄρα ἐχθρὸν τὸν αὐτοκράτορα βούλοιτο ἐσχηκέναι. Καταλαμβάνουσι τοίνυν αὐτὸν οἱ ἀπελθόντες ἔνθεν τῆς Αἰγίνου πόλεως κατὰ τὴν πόλιν τὴν οὑτωσὶ ἐγχωρίως Κάραμβιν καλουμένην. Καὶ δὴ τὰς βασιλικὰς ἐγχειρίσαντες γραφάς, δι’ ὧν ὁ αὐτοκράτωρ ἐνέφαινε μιᾷ τῶν ἐμῶν ἀδελφῶν τὸ παιδίον βούλεσθαι συναρμόσαι, καὶ πολλὰ ἄττα πρὸς αὐτὸν ὡμιληκότες πείθουσιν ἐκπέμψαι τὸν υἱόν. Ὅνπερ θεασάμενος ὁ αὐτοκράτωρ καὶ διὰ τῶν συνηθῶν ἐγγράφων μόνων τάχα τὸ συνάλλαγμα ἐμπεδώσας παιδαγωγῷ παραδέδωκεν ἑνὶ τῶν τῆς βασιλίδος θεραπόντων, Μιχαὴλ τῷ ἐκτομίᾳ.
Κᾆθ’ οὕτως περὶ τὰ ἀνάκτορα ἐνδιατρίβοντα πολλῆς ἐπιμελείας ἠξίου τά τε ἤθη διορθούμενος καὶ πᾶσαν παιδείαν στρατιωτικὴν ἐκδιδάσκων. Ὁποῖα δὲ τὰ τῶν νέων, μὴ βουλόμενος ὅλως ὑποτάσσεσθαί τινι ἠνιᾶτο ὡς μὴ προσηκούσης δῆθεν ἀξιούμενος τιμῆς. Δυσαρεστῶν δὲ ἅμα καὶ πρὸς τὸν παιδαγωγὸν ἐσκέπτετο πρὸς τὸν ἴδιον φοιτῆσαι πατέρα, δέον μᾶλλον εὐχαριστεῖν ἐπιμελείας τοσαύτης ἀξιούμενον. Οὐ μέχρι δὲ τούτου περιίστατο τούτῳ τὸ βούλευμα, ἀλλὰ καὶ ἔργου ἥπτετο. Προσελθὼν οὖν ἀνακοινοῦταί τισι τὸ ἀπόρρητον. Ἦσαν δὲ ὅ τε Γεώργιος τοῦ Δεκανοῦ, Εὐστάθιος ὁ Καμύτζης καὶ Μιχαὴλ ὁ οἰνοχόος, ὃν καὶ πιγκέρνην συνηθῶς οἱ τῆς βασιλικῆς αὐλῆς ὀνομάζουσιν. Ἄνδρες δὲ οὗτοι μαχιμώτατοί τε καὶ τῶν λίαν προσῳκειωμένων τῷ βασιλεῖ. Τούτων ὁ Μιχαὴλ προσελθὼν ἀπαγγέλλει πάντα πρὸς τὸν αὐτοκράτορα. Ὁ δὲ οὐ πάνυ πιστεύειν ἔχων ἀνένευε πρὸς τὰ ῥηθέντα. Ἐπικειμένου δὲ τοῦ Γαβρᾶ καὶ τὸν δρασμὸν ἐπείγοντος οἱ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι ἔφασαν· «Εἰ μὴ δι’ ὅρκου ἡμῖν τὸ βεβουλευμένον πιστώσειας, οὐ συνεψόμεθά σοι».
PG 131:629Τοῦ δὲ κατανεύσαντος τὸν ἅγιον ἧλον, δι’ οὗ τὴν τοῦ ἐμοῦ σωτῆρος πλευρὰν οἱ ἄνομοι ἔνυξαν, ὑπεδείκνυον οὗ ἔκειτο βουλευσάμενοι ἀναλαβέσθαι καὶ ἐξαγαγεῖν, ὥστε εἰς τὸν δι’ αὐτοῦ τρωθέντα ἐπομόσασθαι. Πείθεται τούτοις ὁ Γαβρᾶς καὶ εἰσελθὼν ἀναλαμβάνεται λαθραίως τὸν ἅγιον ἧλον. Εἷς δέ τις τῶν προκαταγγειλάντων τῷ αὐτοκράτορι τὴν βουλὴν δρομαῖος εἰσελθὼν ἔφη ὡς «Ἴδε καὶ ὁ Γαβρᾶς καὶ ὁ ἧλος ἐγκόλπιος αὐτῷ». Καὶ παραχρῆμα ἐπισκήψαντος τοῦ αὐτοκράτορος καὶ ὁ Γαβρᾶς εἰσήγετο καὶ ὁ ἧλος εὐθὺς τοῦ κόλπου ἐξήγετο. Ἐρωτηθεὶς δὲ ἀπήγγειλε πάντα ἐκ ψιλῆς ἐπερωτήσεως τούς τε συνίςτορας ὁμολογήσας καὶ τὰ βεβουλευμένα ἅπαντα. Αὐτοῦ μὲν οὖν καταψηφισάμενος παραδίδωσι πρὸς τὸν δοῦκα Φιλιππουπόλεως Γεώργιον τὸν Μεσοποταμίτην, ὥστε ἔμφρουρον τοῦτον τηρεῖν δεσμώτην ἐν τῇ ἀκροπόλει. Γεώργιον δὲ τὸν τοῦ Δεκανοῦ μετὰ γραμμάτων πρὸς Λέοντα τὸν Νικερίτην δοῦκα τῷ τότε τοῦ Παραδουνάβου τυγχάνοντα πέπομφεν, ὡς δῆθεν καὶ αὐτὸν σὺν ἐκείνῳ τὰ περὶ τὸν Δάνουβιν φυλάττειν, τὸ δὲ πᾶν, ἵνα μᾶλλον ἐκεῖνος παρὰ τοῦ Νικερίτου ἐπιτηροῖτο.
Ἐμφρούρους δὲ καὶ αὐτὸν Εὐστάθιον τὸν τοῦ Καμύτζη καὶ τοὺς λοιποὺς περιορίσας εἶχεν. ΑΛΕΞΙΑΣ Θ Οὕτω μὲν οὖν τὰ κατὰ τὸν Ἰωάννην καὶ Γρηγόριον τὸν Γαβρᾶν αὐτοκράτωρ οἰκονομήσας ἀπάρας τῆς Φιλιππουπόλεως τὰ ἀναμεταξὺ Δαλματίας καὶ τῆς ἡμεδαπῆς τέμπη καταλαμβάνει. Καὶ τὸν ὅλον αὐχένα διαδραμὼν τοῦ οὑτωσί πως ἐγχωρίως καλουμένου Ζυγοῦ, οὐκ ἐποχούμενος (οὐ γὰρ ἐδίδου τοῦτο ἐς ἀεὶ ὁ τόπος ὀχθώδης τε καὶ χαραδρώδης ὢν καὶ συνηρεφὴς καὶ μικροῦ ἄβατος), ἀλλὰ πεζῇ ἅπαντα διερχόμενος καὶ οἰκείοις περιαθρῶν ὀφθαλμοῖς, μὴ διαλάθῃ τι ἀφύλακτον δι’ οὗ ῥᾳδία τοῖς πολεμίοις πολλάκις ἡ δίοδος γένηται, καὶ οὗ μὲν διώρυχας ἐπιτρέπων γενέσθαι, οὗ δὲ καὶ ξυλίνους κατασκευασθῆναι πύργους καὶ πολίχνια, ἔνθα ὁ τόπος παρεῖχε, γενέσθαι διὰ πλίνθων ἢ λίθων ἐπέταττε, τὰ ἀπ’ ἀλλήλων διαστήματα καὶ τὰ μεγέθη αὐτὸς διαμετρῶν. Ἔστι δ’ οὗ καὶ οὐρανομήκη δένδρα ῥιζοτομηθέντα κατατεθῆναι εἰς τὸ ἔδαφος διετάξατο. Καὶ οὕτω τὰς τῶν πολεμίων διόδους ἀποταφρεύσας ἐπάνεισιν εἰς τὴν μεγαλόπολιν. Ἀλλ’ ὁ μὲν λόγος ῥᾳδίαν ἴσως τὴν τοιαύτην οἰκονομίαν τοῖς ἀκροαταῖς παρίστησιν·
PG 131:631ὁπόσον δὲ τὸν ἱδρῶτα ὁ αὐτοκράτωρ τῷ τότε ὑπέστη, μαρτυροῦσι πολλοὶ τῶν τότε παρόντων καὶ εἰς ἔτι καὶ νῦν περιόντων. Ἀλλ’ οὐ πολὺς παρεληλύθει καιρὸς καὶ τὰ κατὰ τὸν Τζαχᾶν ἀκριβέστερον αὐτῷ ἐπηγγέλλετο, ὡς οὐδὲν τῶν συμβάντων αὐτῷ κατά τε τὴν θάλατταν καὶ τὴν ἤπειρον τῆς πρότερον γνώμης ἀπέστησεν, ἀλλὰ τοῖς προσήκουσι βασιλεῦσι χρᾶται παρασήμοις βασιλέα ἑαυτὸν ὀνομάζων καὶ τὴν Σμύρνην οἰκῶν καθαπερεὶ βασίλειά τινα στόλον εὐτρεπίζει ἐφ’ ᾧ τάς τε νήσους αὖθις δῃώσασθαι καὶ μέχρι αὐτοῦ φθάσαι Βυζαντίου καὶ εἰς αὐτὴν δὲ εἰ δυνατὸν τὴν τῆς βασιλείας ἀνενεχθῆναι περιωπήν. Ταῦτα ὁ αὐτοκράτωρ βεβαιούμενος ὁσημέραι δεῖν ἔγνω μὴ ἀναπίπτειν μηδὲ μαλακίζεσθαι πρὸς τὰ θρυλλούμενα, ἀλλὰ παρασκευάζεσθαι διὰ τοῦ ἔτι λείποντος ἐαρινοῦ καιροῦ καὶ τοῦ μετ’ αὐτὸν χειμῶνος, κατὰ τὸ ἐπιὸν ἔαρ καρτερῶς πρὸς αὐτὸν ἀντικαταστῆναι καὶ σπεῦσαι διὰ πάσης μηχανῆς μὴ μόνον φροῦδα τὰ ἐκείνου ἀναδεῖξαι ἅπαντα, τὰς βουλάς, τὰς ἐλπίδας, τὰς ἐγχειρήσεις, ἀλλὰ καὶ αὐτῆς ἀπελάσαι τῆς Σμύρνης καὶ ὅσα ἄλλα προφθάσας κατέσχε τῆς ἐκείνου χειρὸς ῥύσασθαι.
PG 131:633Τοῦ χειμῶνος δὲ ἤδη παρῳχηκότος, ἐπεὶ προσμειδιῶν ἤδη τὸ ἔαρ παρῆν, μεταπεμψάμενος ἀπὸ τῆς Ἐπιδάμνου τὸν γυναικάδελφον αὐτοῦ Ἰωάννην τὸν Δούκαν μέγαν δοῦκα τοῦ στόλου προεχειρίσατο. Καὶ ἠπειρώτας δὲ στρατὸν ἐπίλεκτον ἐπιδοὺς παρεκελεύσατο αὐτὸν μὲν διὰ τῆς ἠπείρου τὴν πρὸς τὸν Τζαχᾶν πορείαν ποιεῖσθαι, τῷ δέ γε Κωνσταντίνῳ τῷ Δαλασσηνῷ τὴν τοῦ στόλου ἡγεμονίαν ἐγχειρίσαι ἐντειλάμενον αὐτῷ τὴν ᾐόνα παραθέειν, ἵν’ ἅμα τὴν Μιτυλήνην καταλαβόντες ἐξ ἀμφοῖν θαλάττης τε καὶ ἠπείρου τὸν μετὰ τοῦ Τζαχᾶ συνάψωσι πόλεμον. Καταλαβὼν τοίνυν τὴν Μιτυλήνην ὁ Δούκας παραχρῆμα ξυλίνους κατεσκεύασε πύργους καὶ ὥσπερ ἐξ ὁρμητηρίου τινὸς ἐκεῖθεν ἀφορμῶν καρτερώτερον τοῖς βαρβάροις ἀντικαθίσταται. Ὁ δὲ Τζαχᾶς τὴν τῆς Μιτυλήνης φρουρὰν τῷ ἀδελφῷ αὐτοῦ Γαλαβάτζῃ προαναθέμενος, ἐπεὶ μὴ ἐξαρκοῦντα τοῦτον πρὸς μάχας τοιούτου ἀνδρὸς ἐγίνωσκε, θᾶττον φθάσας καὶ πολέμου σχῆμα διατυπώσας ξυμμίγνυται τῷ Δούκᾳ. Καρτερᾶς δὲ τῆς μάχης γενομένης ἡ νὺξ ταύτην διέλυσε.
Κἄκτοτε ὁ Δούκας διὰ τριττῆς σεληνιακῆς περιφορᾶς οὐκ ἐνεδίδου καθ’ ἑκάστην ἡμέραν προσβάλλων τε τοῖς τείχεσι Μιτυλήνης καὶ μετὰ τοῦ Τζαχᾶ λαμπροὺς πολέμους συναίρων ἐξ ἡλίου ἀνατολῆς μέχρι δυσμῶν. Καὶ οὐδὲν πλέον ἦν τῷ Δούκᾳ τοῦ τοσούτου καμάτου· ὅπερ μανθάνων ὁ αὐτοκράτωρ ἠνιᾶτο καὶ ἤσχαλλεν. Ἐπερωτήσας δέ ποτε τὸν ἐκεῖθεν ἐλθόντα στρατιώτην καὶ διαγνοὺς ὡς οὐδὲν ἄλλο τῷ Δούκᾳ ἢ μάχαι τε καὶ πόλεμοι, καὶ περὶ τοῦ καιροῦ ἤρετο, καθ’ ὁποίαν ὥραν αἱ μετὰ τοῦ Τζαχᾶ μάχαι συνίστανται. Τοῦ δὲ περὶ αὐτὰς τὰς τοῦ ἡλίου αὐγὰς εἰρηκότος ὁ βασιλεὺς αὖθις· «Καὶ τίνες τῶν μαχομένων πρὸς ἀνατολὰς ἀποβλέπουσι;» Καὶ ὁ στρατιώτης· «Τὸ ἡμέτερον» ἔφη «στράτευμα». Ξυνεὶς οὖν τηνικαῦτα τὴν αἰτίαν, ὁποῖος ἐκεῖνος ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον εὑρίσκων, γράμμα πρὸς τὸν Δούκαν σχεδιάζει ξυμβουλεῦον ἀποστῆναι τῆς κατὰ τὰς αὐγὰς τοῦ ἡλίου μετὰ τοῦ Τζαχᾶ μάχης καὶ μὴ ἕνα πρὸς δύο μάχεσθαι, τὰς ἡλιακὰς ἀκτῖνας δηλαδὴ καὶ αὐτὸν τὸν Τζαχᾶν· ἐπὰν δὲ ὁ ἥλιος τὸν μεσημβρινὸν κύκλον διελθὼν πρὸς δυσμὰς ἀποκλίνῃ, τηνικαῦτα προσβάλλειν τοῖς ἐναντίοις.
PG 131:635Ἐγχειρίσας οὖν τὸ γράμμα τῷ στρατιώτῃ καὶ πολλάκις περὶ τούτου παραγγείλας τέλος ἀποφαντικῶς ἔφη· «Ἐὰν κλίνοντος τοῦ ἡλίου τοῖς ἐναντίοις προσβαλεῖτε, νικηταὶ παραχρῆμα ἔσεσθε». Ταῦτα τοῦ Δούκα διὰ τοῦ στρατιώτου μεμαθηκότος καὶ μηδέποτε τοῦ αὐτοκράτορος μηδὲ τὴν ἐπὶ τῷ τυχόντι παραβλεψαμένου ξυμβουλὴν τῇ μετ’ αὐτὴν κατὰ τὸ σύνηθες οἱ βάρβαροι ὁπλισάμενοι, ἐπεὶ τῶν ἀντιμάχων οὐδεὶς ἐφαίνετο (ἠρέμουν γὰρ αἱ ῥωμαϊκαὶ φάλαγγες κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας), τὴν μάχην ἀπηλπικότες κατὰ τὴν ἡμέραν ἐκείνην αὐτοῦ που μεμενήκασι τὰ ὅπλα ἀποθέμενοι. Ἀλλ’ ὁ Δούκας οὐκ ἠρέμει· ἐς μεσουράνημα γὰρ τοῦ ἡλίου ἤδη ἐφθακότος αὐτός τε καὶ τὸ στρατιωτικὸν ἅπαν ἐπὶ τοῖς ὅπλοις ἦν. Καὶ κλίνοντος ἤδη τοῦ ἡλίου πολέμου τάξιν διατυπώσας σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ αἰφνηδὸν κατὰ τῶν βαρβάρων ἵεται. Οὐ μέντοι οὐδ’ ὁ Τζαχᾶς ἀνέτοιμος ἐφάνη, ἀλλ’ εὐθὺς καρτερῶς ὁπλισάμενος ξυμμίγνυσι ταῖς ῥωμαϊκαῖς φάλαγξι. Πνεύσαντος δὲ τηνικαῦτα καὶ ἀνέμου σφοδροῦ καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας ὁ κονίσσαλος ἐς οὐρανὸν αὐτὸν ἦρτο.
Καὶ τὸ μέν τι κατὰ πρόσωπον τὸν ἥλιον λάμποντα ἔχοντες, τὸ δέ τι καὶ τοῦ ἀνέμου τὰς ὄψεις διὰ τῆς κόνεως τρόπον τινὰ κατασβολοῦντος τῶν τε Ῥωμαίων καρτερώτερον εἴπερ ποτὲ προσβαλόντων ἡττήθησαν τὰ νῶτα δεδωκότες. Καὶ οὕτω μὴ φέρων ὁ Τζαχᾶς τὴν ἐπὶ πλέον πολιορκίαν καὶ πρὸς τὴν ἀδιάστατον μάχην μὴ ἐξαρκῶν τὰ περὶ εἰρήνης ἐπερωτᾷ τοῦτο καὶ μόνον ἐξαιτούμενος, ἐκχωρηθῆναί οἱ ἀβλαβῆ τὸν πρὸς τὴν Σμύρνην ἀπόπλουν. Πείθεται τούτῳ ὁ Δούκας καὶ λαβὼν ὁμήρους δύο τῶν ἐκκρίτων σατραπῶν, ἐπεὶ κἀκεῖνος αὖθις ἄλλους ᾐτεῖτο τὸν Δούκαν ἐφ’ ᾧ τὸν μὲν μηδένα τῶν Μιτυληναίων ἀδικῆσαι ἐξερχόμενον ἢ συνεπαγαγέσθαι ἀποπλέοντα πρὸς Σμύρνην, τὸν δὲ διατηρῆσαι αὐτὸν ἀβλαβῆ τὸν ὡς πρὸς Σμύρνην ἀπόπλουν ποιούμενον, δέδωκε τούτῳ τόν τε Εὐφορβηνὸν Ἀλέξανδρον καὶ Μανουὴλ τὸν Βουτουμίτην· ἄνδρες οὗτοι φιλοπόλεμοί τε καὶ γενναῖοι. Εἶτα πίστεις ἐξ ἀλλήλων λαβόντες ὁ μὲν ἀμεριμνίαν ἤδη εἶχε τοῦ μὴ ἐν τῷ ἐξέρχεςθαι τὸν Τζαχᾶν βλάβην τινὰ τοῖς Μιτυληναίοις ἐπαγαγεῖν, ὁ δὲ ἐν τῷ διαπερᾶν μὴ παρὰ τοῦ ῥωμαϊκοῦ στόλου κάκωσιν ἐσχηκέναι.
PG 131:637Ἀλλ’ ὁ καρκίνος ὀρθῶς βαδίζειν οὐκ ἐμάνθανεν, οὐδ’ ὁ Τζαχᾶς τῆς πρότερον ἀφίστατο πονηρίας. Πάντας γὰρ τοὺς Μιτυληναίους ἀπεπειρᾶτο σὺν γυναιξὶ καὶ τέκνοις ἑαυτῷ συνεπαγαγέσθαι. Ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, ὁ Δαλασσηνὸς Κωνσταντῖνος θαλασσοκράτωρ τηνικαῦτα ὢν καὶ μήπω ἐφθακὼς κατὰ τὰ ἐντεταλμένα παρὰ τοῦ Δούκα εἰς ἀκρωτήριόν τι τὰς ναῦς προσορμίσας, ἐπεὶ ταῦτα μεμαθήκοι, ἐλθὼν ἠξίου τὸν Δούκαν παραχωρηθῆναί οἱ μετὰ τοῦ Τζαχᾶ συνάψαι πόλεμον. Ὁ δὲ τὸν προγεγονότα εὐλαβούμενος ὅρκον ἀνεβάλλετο τέως. Ὁ δὲ Δαλασσηνὸς ἐνέκειτο λέγων ὡς «Σὺ μὲν ὀμώμοκας, ἐγὼ δ’ οὐ παρῆν. Καὶ σὺ μὲν τήρει ἃς δέδωκας πίστεις ἀρραγεῖς, ἐγὼ δ’ ὁ μήτε παρὼν μήτ’ ὀμωμοκὼς μήτε τι τῶν συνδοξάντων ἀμφοῖν γινώσκων ἐπαποδύσομαι πρὸς τὸν κατὰ τοῦ Τζαχᾶ πόλεμον». Ἐπεὶ δ’ ὁ Τζαχᾶς τὰ πρυμνήσια λύσας ὡς εἶχε κατευθὺ Σμύρνης τὸν ἀπόπλουν ἐποιεῖτο, καταλαμβάνει τοῦτον ὁ Δαλασσηνὸς θᾶττον ἢ λόγος καὶ παραχρῆμα προσβαλὼν ἐδίωκεν.
PG 131:639Ἀλλὰ καὶ ὁ Δούκας τὸ ἐπίλοιπον τοῦ ναυτικοῦ τοῦ Τζαχᾶ λῦον τὰ πρυμνήσια ἐφθακὼς κατέσχε μὲν τὰς ναῦς καὶ τῆς βαρβαρικῆς χειρὸς τοὺς δορυαλώτους ἅπαντας καὶ τοὺς ἐν αὐτοῖς δεσμώτας αἰχμαλώτους ἐρρύσατο. Ὁ δὲ Δαλασσηνὸς πολλὰ τῶν τοῦ Τζαχᾶ λῃστρικῶν πλοίων κατασχὼν τοὺς ἐνόντας σὺν αὐτοῖς ἐρέταις ἀναιρεῖσθαι παρεκελεύετο. Τάχα δ’ ἂν καὶ ὁ Τζαχᾶς αὐτὸς ἑαλώκει, εἰ μὴ πανοῦργος ὢν καὶ τὸ μέλλον ὑφορώμενος εἰς ἓν τῶν κουφοτέρων ἀκατίων μεταβὰς διὰ τὸ ἀνύποπτον διεσώθη λαθών. Στοχαζόμενος γὰρ τοῦ συμπεσόντος αὐτῷ ἐκ τῆς ἠπείρου Τούρκους παρεσκευάκει εἴς τι ἀκρωτήριον ἑστάναι καὶ ὁρᾶν, μέχρις ἂν ἢ τὴν Σμύρνην ἀκινδύνως αὐτὸς καταλάβῃ ἢ πολεμίοις περιτυχὼν πρὸς αὐτοὺς τὴν ναῦν ἐξορμίσῃ καθάπερ εἴς τι κρησφύγετον. Καὶ δὴ τοῦ σκοποῦ οὐκ ἠστόχει, ἀλλ’ ἐκεῖ τὴν ναῦν προσορμίσας μετὰ τῶν ἀπεκδεχομένων αὐτὸν Τούρκων ἑνωθεὶς ὡς πρὸς Σμύρνην ᾤχετο, καὶ δὴ καὶ ταύτην κατέλαβεν. Ὁ δὲ Δαλασσηνὸς νικητὴς ὑποστρέψας ἑνοῦται τῷ μεγάλῳ δουκί.
Καὶ ὁ Δούκας τὰ κατὰ τὴν Μιτυλήνην ἀσφαλισάμενος, ἐπεὶ καὶ ὁ Δαλασσηνὸς ἐκεῖθεν ὑπέστρεψε, τοῦ ῥωμαϊκοῦ στόλου πολὺ μέρος ἀφελόμενος κατὰ τῶν παρὰ τοῦ Τζαχᾶ κατεχομένων (καὶ γὰρ ἱκανὰς ἔφθασε νήσους χειρώσασθαι) ἐξαπέστειλε. Καὶ ἐξ ἐπιδρομῆς τήν τε Σάμον καί τινας ἄλλας νήσους κατασχὼν ἐπανέρχεται πρὸς τὴν βασιλεύουσαν. Οὐ πολλαὶ παρῆλθον ἡμέραι, καὶ μεμαθηκὼς ὁ αὐτοκράτωρ τὴν τοῦ Καρύκη ἀποστασίαν καὶ ὅτι τὴν Κρήτην κατέσχεν, ἐκεῖθεν δὲ ὁ Ῥαψομάτης τὴν Κύπρον, μετὰ στόλου μεγάλου κατ’ αὐτῶν τὸν Δούκαν Ἰωάννην ἐξέπεμψε. Καταλαβόντα δὲ τὸν Δούκαν τὴν Κάρπαθον οἱ Κρῆτες μεμαθηκότες, ἐπεὶ οὐ πόρρω ταύτην εἶναι ἐγίνωσκον, ἐπιθέμενοι τῷ Καρύκῃ δεινὸν τὸν φόνον κατ’ αὐτοῦ ἀπειργάσαντο καὶ οὕτω τὴν Κρήτην τῷ μεγάλῳ δουκὶ παραδεδώκασι. Κατασφαλισάμενος δὲ τὰ περὶ αὐτὴν ὁ Δούκας καὶ ἀποχρῶσαν δύναμιν εἰς τὴν αὐτῆς φρουρὰν καταλιπὼν ἐπὶ τὴν Κύπρον τὸν κατάπλουν ποιεῖται. Καὶ ἅμα τῷ ταύτῃ προσοκεῖλαι ἐξ ἐφόδου τὴν Κυρήνην κατέσχεν. Ὁ δὲ Ῥαψομάτης τοῦτο μεμαθηκὼς καρτερῶς ὁπλίζεται κατ’ αὐτοῦ.
PG 131:641Ἀπὸ Λευκουσίας τοιγαροῦν ἀπάρας καὶ τὰς ἀκρολοφίας τῆς Κυρήνης καταλαβὼν ἐκεῖ που τὸν χάρακα ἐπήξατο ἀναβαλλόμενος τέως τὸν πόλεμον ὡς ἀπειροπόλεμος καὶ στρατηγικῶν τεχνασμάτων ἀδαής· χρεὼν γὰρ τούτοις ἀνετοίμοις ἐπεισπεσεῖν. Ὁ δὲ ἀνεβάλλετο τέως τὴν μάχην οὐχ ὅπως εἰς συμβολὴν πολέμου παρασκευασθησόμενος ὡς δῆθεν ἀνετοίμως ἔχων (παρεσκεύαστο γὰρ εὖ μάλα καί, εἴπερ ἐβούλετο, συνεκρότησεν ἂν αὐτίκα τὸν πόλεμον), ἀλλ’ ὡς ἂν μηδὲ συμπλακῆναι βουλόμενος ὥσπερ ἐν παιδιαῖς μειρακίων τὰ τοῦ πολέμου ἐπικεχειρήκει μαλακῶς τε πρὸς αὐτοὺς διαπρεσβευόμενος καὶ μειλιχίοις λόγοις ἐφέλκεσθαι τούτους ὥσπερ οἰκονομούμενος. Καὶ οἶμαι ἢ δι’ ἀπειρίαν πολέμων ταῦτ’ ἐποίει· ἦν γάρ, ὡς ἔγωγε περὶ τούτου ἤκουον, χθὲς καὶ πρῴην ἡμμένος ξίφους καὶ δόρατος καὶ μηδ’ ἐπιβῆναι ἐφ’ ἵππον εἰδώς, ἀλλ’ εἰ καὶ τύχοι ἐπιβεβηκὼς κᾆθ’ οὕτως ἐξιππάσασθαι βούλοιτο, ταραχὴν εἶχε καὶ σάλον· οὕτως εἶχε περὶ τὴν στρατιωτικὴν ἐμπειρίαν ἀπείρως ὁ Ῥαψομάτης. Ἢ τοίνυν διὰ ταῦτα ἢ καταπλαγεὶς τὴν ψυχὴν τῷ αἰφνιδίῳ τῆς ἐφόδου τῶν βασιλικῶν στρατευμάτων τὰς φρένας περιπεπλάνητο.
Ἔνθεν τοι καὶ τὸν πόλεμον μετά τινος δυσελπιστίας ἐπιχειρήσαντι οὐκ εἰς καλὸν αὐτῷ ἀπηντήκει τὰ πράγματα. Ὁ γὰρ Βουτουμίτης ὑποποιησάμενός τινας τῶν ἐκείνῳ συναραμένων αὐτομολήσαντας τῷ ἰδίῳ συγκατέλεξε στρατεύματι. Τῇ δὲ μετ’ αὐτὴν τὰς φάλαγγας στήσας ὁ Ῥαψομάτης τὸν μετὰ τοῦ Δούκα ἐζήτει πόλεμον διὰ τοῦ πρανοῦς τῆς ἀκρολοφίας βραδεῖ ποδὶ στείχων. Ὡς δὲ τὸ μεσαίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν ἀπεστενοῦτο ἤδη, ἀπόμοιρά τις τῶν τοῦ Ῥαψομάτου εἰς ἑκατὸν ποσουμένη τὸν ἀριθμὸν διακριθεῖσα ὡς τάχα κατὰ τοῦ Δούκα τὰς ἡνίας ὅλας ἐνδόντες, τὰς ἀκωκὰς τῶν δοράτων ὄπισθεν στρέψαντες προσχωροῦσιν αὐτῷ. Τοῦτο θεασάμενος ὁ Ῥαψομάτης τὰ νῶτα παραχρῆμα δίδωσιν ὅλας ἡνίας εἰς φυγὴν χαλάσας ὡς πρὸς τὴν Νεμεσὸν ἀπονενευκώς, εἴ που γένοιτό οἱ ταύτην καταλαβόντι πλοίῳ ἐντυχεῖν, δι’ οὗ τῇ Συρίᾳ προσορμίσας τὴν σωτηρίαν ἑαυτῷ περιποιήσαιτο. Μανουὴλ δὲ ὁ Βουτουμίτης ἐξ ὀπισθίων αὐτοῦ διώκων ἤλαυνεν. Ὁ δὲ ὑπ’ αὐτοῦ κατεπειγόμενος καὶ τῆς ἐλπίδος διημαρτηκὼς τῷ ἐπὶ θάτερα προσεχώρησεν ὄρει εἰς τὸν ἐπ’ ὀνόματι τοῦ Τιμίου Σταυροῦ ἀνεγερθέντα πάλαι νεὼν προσπεφευγώς.
PG 131:643Ὁ δὲ Βουτουμίτης (οὗτος γὰρ τὴν αὐτοῦ διωκὴν παρὰ τοῦ Δούκα ἐπετέτραπτο) τοῦτον αὐτοῦ που καταλαβὼν λόγον ἀπαθείας αὐτῷ δίδωσι καὶ συμπαραλαβὼν ἄγει πρὸς τὸν μέγαν δοῦκα. Κἀντεῦθεν πάντες τὴν Λευκουσίαν καταλαμβάνουσι κἀκεῖθεν τὴν ὅλην νῆσον ὑπὸ τὴν ἰδίαν χεῖρα ποιησάμενοι ἠσφαλίσαντο κατὰ τὸ ἐγχωροῦν τῷ αὐτοκράτορι τὰ συμπεσόντα ἅπαντα διὰ γραμμάτων δηλώσαντες. Ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτῶν τὸν ἀγῶνα δεῖν ἔγνω τὰ κατὰ τὴν Κύπρον ἀσφαλίσασθαι. Κριτὴν μὲν οὖν τηνικαῦτα καὶ ἐξισωτὴν τὸν Καλλιππάριον προὐβάλλετο· ἀνὴρ δὲ οὗτος οὐ τῶν ἐπισήμων, μαρτυρίαν δὲ πολλὴν δικαιοπραγίας τε καὶ ἀφιλοχρηματίας καὶ ταπεινοφροσύνης συνεπαγόμενος. Ἐπεὶ δὲ καί τινος ἡ νῆσος ἐδεῖτο τοῦ ταύτην φρουρήσοντος, τὸν Φιλοκάλην Εὐμάθιον τὴν ταύτης ἀναθέμενος φρουρὰν στρατοπεδάρχην προεχειρίσατο ναῦς πολεμικὰς δεδωκὼς αὐτῷ καὶ ἱππότας ἐφ’ ᾧ τὰ κατὰ τὴν Κύπρον διά τε θαλάττης καὶ ἠπείρου ἀσφαλίζεσθαι. Ὁ μέντοι Βουτουμίτης ἀναλαβόμενος τὸν Ῥαψομάτην καὶ τοὺς συναποστατήσαντας αὐτῷ ἀθανάτους ἐπάνεισι πρὸς τὸν Δούκαν, καὶ οὕτως εἴσεισι πρὸς τὴν βασιλεύουσαν.
Τοιαῦτα μὲν οὖν τὰ κατὰ τὰς νήσους, τὴν Κύπρον φημὶ καὶ Κρήτην. Ὁ δέ γε Τζαχᾶς ἀνὴρ ὢν φιλοπόλεμος δραστηριότητι γνώμης οὐκ ἤθελεν ἠρεμεῖν, ἀλλὰ μετ’ οὐ πολὺ τὴν Σμύρνην ἐπελθὼν κατέλαβε. Καὶ αὖθις λῃστρικὰς ἐπιμελῶς κατεσκεύαζε ναῦς, δρόμωνάς τε καὶ διήρεις καὶ τριήρεις καὶ ἄλλα τινὰ τῶν κουφοτέρων νηῶν, τοῦ αὐτοῦ σκοποῦ ἐχόμενος. Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐκ ἀνέπιπτεν αὖθις οὐδ’ ἀνεβάλλετο, ἀλλ’ ἐκ θαλάττης καὶ ἠπείρου ἔσπευδε τοῦτον καταγωνίσασθαι. Τὸν μὲν οὖν Κωνσταντῖνον τὸν Δαλασσηνὸν θαλασσοκράτορα προχειρισάμενος τηνικαῦτα μετὰ τοῦ ναυτικοῦ παντὸς ἐξέπεμψε κατὰ τοῦ Τζαχᾶ. Τὸν δέ γε σουλτάνον συνοῖσον ἐδόκει διὰ γραμμάτων ἐρεθίσαι κατ’ αὐτοῦ· εἶχε δ’ οὕτω τὰ γράμματα· «Οἶδας, μεγαλοδοξότατε σουλτὰν Κλιτζιασθλάν, ὅτι τὸ σουλτανικὸν ἀξίωμά σοι πατρόθεν προσήκει. Ὁ δὲ σὸς γαμβρὸς ὁ Τζαχᾶς κἂν κατὰ τῆς βασιλείας Ῥωμαίων τῷ φαινομένῳ ὁπλίζηται βασιλέα ἑαυτὸν ἀποκαλῶν, ἀλλὰ τοῦτο πρόδηλος σκῆψίς ἐστιν. Οὐ γὰρ λέληθεν αὐτὸν πολυπειρίαν ἔχοντα καὶ ἀκριβῶς γινώσκοντα ὡς οὐ προσήκει τούτῳ ἡ βασιλεία Ῥωμαίων καὶ ἀδύνατον τοιαύτης ἀρχῆς ἐπιδράξασθαι.
PG 131:645Τὸ δὲ πᾶν σκαιώρημα κατὰ σοῦ ἐξαρτύεται. Οὐ χρὴ τοιγαροῦν ἀνέχεσθαι αὐτοῦ οὔτε μὴν ἀναπεπτωκέναι, ἀλλ’ ἐγρηγορέναι μᾶλλον, ἵνα μὴ τῆς ἀρχῆς παραλυθῇς. Ἐγὼ μὲν οὖν τοῦτον τῶν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων ὁρίων ἀπελάσω Θεοῦ ἀρήγοντος· κηδόμενος δὲ σοῦ, παρεγγυῶμαι ὡς ἂν καὶ αὐτὸς τῆς ἰδίας φροντίσῃς ἀρχῆς καὶ ἐξουσίας καὶ πὴ μὲν μετ’ εἰρήνης, πὴ δέ, εἰ μὴ ταύτην ἀσπάζοιτο, μετὰ ξίφους σπεύσῃς αὐτὸν καθυποτάξαι.» Τούτων οὕτω παρὰ τοῦ βασιλέως οἰκονομηθέντων καταλαμβάνει τὴν Ἄβυδον ὁ Τζαχᾶς μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων ἐξ ἠπείρου καὶ ἐπολιόρκει ταύτην δι’ ἑλεπόλεων καὶ παντοίων πετροβόλων ὀργάνων. Οὐδὲ γὰρ παρῆσαν τούτῳ ἔτι λῃστρικαὶ νῆες μήπω ἀπαρτισθεῖσαι. Ὁ δέ γε Δαλασσηνὸς εἴχετο μὲν μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων τῆς πρὸς Ἄβυδον φερούσης, φιλοκινδυνότατος καὶ εὐψυχότατος ὢν ὁ ἀνήρ. Ὁ δὲ σουλτὰν Κλιτζιασθλὰν δεξάμενος τὰ παρὰ τοῦ βασιλέως διαμηνυθέντα ἔργου εὐθὺς εἴχετο τῆς πρὸς τὸν Τζαχᾶν φερούσης ἁψάμενος σὺν παντὶ τῷ στρατεύματι. Τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἕτοιμον πρὸς σφαγὰς καὶ πολέμους.
Ἔγγιστα δὲ τούτου γενομένου, ἐπεὶ ἐξ ἠπείρου καὶ θαλάττης τοὺς πολεμίους ἑώρα ἐπιόντας, πλοῖον δὲ οὐδαμοῦ μήπω τῶν παρ’ αὐτοῦ ἑτοιμαζομένων νηῶν ἀπαρτιςθεισῶν μήτε δυνάμεις ἀποχρώσας ἔχων πρός τε τὸ ῥωμαϊκὸν καὶ τὸ τοῦ κηδεστοῦ αὐτοῦ σουλτὰν Κλιτζιασθλὰν στράτευμα, ἐν ἀμηχανίᾳ καθειστήκει. Πτοούμενος δὲ καὶ τοὺς ἐποίκους καὶ στρατιώτας Ἀβύδου δεῖν ἐλογίσατο προσεληλυθέναι τῷ σουλτὰν ἀγνοῶν τὴν τοῦ αὐτοκράτορος κατ’ αὐτοῦ κατασκευασθεῖσαν τυρείαν. Ὁ δὲ σουλτὰν τοῦτον θεασάμενος ἱλαρὸν εὐθὺς ἐδείκνυ βλέμμα καὶ ἀσπασίως ἐδέχετο. Τράπεζαν τοίνυν ὡς ἔθος ἑτοιμάσας καὶ συνδειπνῶν μετ’ αὐτοῦ ζωρότερον πίνειν τὸν Τζαχᾶν κατηνάγκαζεν. Ὁπηνίκα δὲ τοῦτον ἐμφορηθέντα οἴνου διέγνω, σπασάμενος ξίφος κατὰ τῶν λαγόνων ὦσεν αὐτοῦ. Καὶ αὐτὸς μὲν αὐτοῦ που νεκρὸς ἔκειτο· ὁ δέ γε σουλτὰν τὰ περὶ εἰρήνης τοῦ λοιποῦ πρὸς τὸν αὐτοκράτορα διαπρεςβεύεται, καὶ δὴ τοῦ σκοποῦ οὐ διήμαρτε. Δέχεται γὰρ αὐτοῦ τὴν αἴτησιν ὁ αὐτοκράτωρ, καὶ τῶν εἰρηνικῶν σπονδῶν ὡς ἔθος τελεσθεισῶν ἐν καταστάσει τὰ παρὰ θάλασσαν ἧσαν ὅρια.
Μήπω δὲ τοσούτων φροντίδων ὁ αὐτοκράτωρ ἀπαλλαγεὶς μηδὲ τῶν ἀπὸ τούτου κακώσεων καθαριεύσας (εἰ γὰρ καὶ αὐτὸς μὴ παρῆν ἔν τισιν, ἀλλά γε ταῖς οἰκονομίαις καὶ ταῖς φροντίσι καὶ συμπαρῆν καὶ συνέπραττεν) εἰς ἕτερον ἀγῶνα αὖθις ἠπείγετο. Ὁ γὰρ Βολκάνος (ἀνὴρ δὲ οὗτος τὸ πᾶν τῆς ἀρχῆς τῶν Δαλματῶν φέρων, δεινὸς μὲν εἰπεῖν, δεινὸς δὲ καταπράξασθαι) μετὰ διττὴν ἡλίου περιφορὰν τῆς τῶν Σκυθῶν καταλύσεως τῶν ἰδίων ὅρων ἐξεληλυθὼς τὰς παρακειμένας ἐλῄζετο πόλεις καὶ χώρας καὶ αὐτὸ δὴ τὸ Λιπένιον κατασχὼν πῦρ ἐμβαλὼν ἐνέπρησε. Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ’ ἀνεκτῶς εἶχεν, ἀλλ’ ἀποχρώσας δυνάμεις συναγηοχὼς κατὰ τῶν Σέρβων κατευθὺ τοῦ Λιπενίου ἤλαυνε (τοῦτο δὲ πολίχνιόν τι μικρὸν περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ τοῦ διαιροῦντος τὴν Δαλματίαν ἀπὸ τῆς ἡμεδαπῆς χώρας) ἐφ’ ᾧ τῷ Βολκάνῳ εἰ τύχοι ἀντικαταστῆναι καὶ πόλεμον συνάψαι καρτερὸν καί, εἰ τὴν νίκην δοίη αὐτῷ Θεός, τό τε Λιπένιον καὶ τὰ λοιπὰ ἅπαντα ἀνεγεῖραι καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα. Ὁ δὲ Βολκάνος τὴν τοῦ αὐτοκράτορος μεμαθηκὼς ἔλευσιν ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὸ Σφεντζάνιον·
πολίχνιον δὲ τοῦτο ἄνωθεν τοῦ ἤδη ῥηθέντος Ζυγοῦ διακείμενον ἐν μεσαιχμίῳ τῶν τε ῥωμαϊκῶν ὁρίων καὶ τῆς Δαλματίας. Ὁπηνίκα δὲ τὰ Σκόπια ὁ αὐτοκράτωρ κατειλήφει, ἀποστείλας ὁ Βολκάνος διετίθετο τὰ περὶ εἰρήνης καὶ ἑαυτὸν ἅμα τῆς αἰτίας τῶν κακῶς γεγονότων ἀπολύων καὶ τὸ αἴτιον ὅλον τοῖς σατράπαις τῶν Ῥωμαίων ἀνατιθεὶς λέγων ὡς «Ἐκεῖνοι μὴ τοῖς οἰκείοις ὅροις ἐμμένειν βουλόμενοι διαφόρους ἐκδρομὰς ποιούμενοι οὐ μικρὰν τὴν βλάβην τῇ Σερβίᾳ προσῆξαν. Ἐγὼ δὲ οὐκέτι τοιοῦτον τοῦ λοιποῦ διαπράξομαι, ἀλλ’ ἐπαναστρέψας καὶ ὁμήρους ἀποστελῶ τῶν ἐμῶν συγγενῶν τῇ σῇ βασιλείᾳ καὶ τῶν οἰκείων ὅρων οὐχ ὑπερβήσομαι.» Πρὸς ταῦτα ὁ βασιλεὺς κατένευσε, καὶ καταλείψας ἐκεῖσε τοὺς μέλλοντας τὰς ἐριπωθείσας πόλεις ἀνεγεῖραι καὶ ὁμήρους ἀναλαβέσθαι πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξεν. Ὁ δὲ Βολκάνος τοὺς ὁμήρους ἀπαιτούμενος οὐκ ἐδίδου τούτους, ἀλλ’ ἡμέραν ἐξ ἡμέρας ὑπερετίθετο, ἐνιαυτοῦ τε μήπω παρῳχηκότος ὅλου αὖθις εἰς προνομὴν τῶν ῥωμαϊκῶν χωρῶν ἐξεληλύθει.

Book IXLiber IX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 131:649Καὶ διαφόρους γραφὰς τοῦ αὐτοκράτορος δεξάμενος ἀναμιμνήσκοντος αὐτὸν τῶν συνθηκῶν καὶ ὑποσχέσεων, ἃς φθάσας πρὸς αὐτὸν ἐποιήσατο, οὐδ’ οὕτως τὰ ὑπεσχημένα τελέσαι ἤθελε. Μεταπεμψάμενος οὖν ὁ βασιλεὺς Ἰωάννην τὸν υἱὸν τοῦ σεβαστοκράτορος καὶ αὐταδέλφου αὐτοῦ κατ’ αὐτοῦ ἐξέπεμψε μετὰ ἀποχρώσης δυνάμεως. Ὁ δὲ οἷα ἀπειροπόλεμος καὶ σφαδᾴζων ὡς νέος πρὸς μάχας ἀπελθὼν καὶ τὸν τοῦ Λιπενίου ποταμὸν διαβὰς περὶ τοὺς πρόποδας τοῦ Ζυγοῦ κατευθὺ τοῦ Σφεντζανίου τὸν χάρακα ἐπήξατο. Οὐκ ἔλαθε τοῦτο τὸν Βολκάνον, καὶ πάλιν περὶ εἰρήνης καὶ πρὸς αὐτὸν ἠρώτα ὑπισχνούμενος καὶ τοὺς ὑπεσχημένους ὁμήρους δοῦναι καὶ τὴν καθαρὰν εἰρήνην τοῦ λοιποῦ μετὰ τῶν Ῥωμαίων τηρῆσαι. Ἀλλὰ ταῦτα μὲν ἐν μόναις ψιλαῖς ὑποσχέσεσιν· αὐτὸς δὲ ἐξωπλίζετο ἀγνώστως αὐτῷ προσβαλεῖν. Καὶ τῆς πρὸς τὸν Ἰωάννην φερούσης τοῦ Βολκάνου ἁψαμένου μοναχός τις προκαταλαβὼν τὸ μελετώμενον ἀπαγγέλλει τῷ Ἰωάννῃ καὶ καταλαμβάνειν τὸν ἐχθρὸν ἤδη διισχυρίζετο. Ὁ δὲ μετὰ θυμοῦ τοῦτον ἀπεπέμψατο ψεύστην καὶ ἀπατεῶνα ἀποκαλῶν· ἀλλὰ τὸ ἔργον τὸν λόγον προέφθασε πιστώσασθαι.
PG 131:651Νυκτὸς γὰρ ἐπεισπεσὼν αὐτῷ πολλοὺς μὲν τῶν στρατιωτῶν ἐντὸς τῶν σκηνῶν ἀνεῖλε, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις τοῦ κάτω ῥέοντος ποταμοῦ παρασυρέντες ἀπεπνίγησαν. Ὁπόσοι δὲ σταθηροτέρας γνώμης ἦσαν, τὴν τοῦ Ἰωάννου ἀναζητήσαντες σκηνὴν ἐκθύμως μαχόμενοι ταύτην ἐπὶ ταὐτοῦ μόγις διετήρησαν. Οὕτω γοῦν τὸ μὲν πλεῖστον τοῦ ῥωμαϊκοῦ στρατεύματος ᾤχετο· ὁ δὲ Βολκάνος τοὺς ἰδίους ἀναλεξάμενος καὶ ἀνελθὼν ἄνωθεν τοῦ Ζυγοῦ κατὰ τὸ Σφεντζάνιον ἔστη. Οἱ δ’ ἀμφὶ τὸν Ἰωάννην τούτους θεασάμενοι ὀλίγοι ὄντες μετὰ τοσούτων μάχεσθαι μὴ δυνάμενοι ἐβουλεύσαντο εἰς τοὐπίσω διαπερᾶσαι τὸν ποταμόν. Τούτου δὲ γεγονότος καταλαμβάνουσι τὸ Λιπένιον ὡσεὶ δώδεκα σταδίους τούτου ἀπέχον. Ἐπὶ πλέον δ’ ἀντέχειν τοὺς πλείστους ἀπολωλεκὼς μὴ δυνάμενος τὴν ὡς πρὸς τὴν βασιλεύουσαν ἀνεζήτησε. Κᾆθ’ οὕτως τεθαρρηκὼς ὁ Βολκάνος ὡς μή τινος τοῦ ἀντικαθισταμένου περιλειφθέντος ἐλῄζετο τὰς παρακειμένας πόλεις καὶ χώρας. Καὶ τῶν Σκοπίων τὴν ἔξω χώραν τελείως ἠρείπωσε, τὸ δέ τι καὶ κατέκαυσεν.
Οὐ μέχρι δὲ τούτου, ἀλλὰ καὶ τὸν Πόλοβον καταλαβὼν καὶ ἄχρι Βρανέας φθάσας καὶ δῃώσας ἅπαντα πολλήν τε λείαν ἐκεῖθεν ἀφελόμενος εἰς τὴν οἰκείαν ὑπέστρεψε χώραν. Ταῦτα ὁ βασιλεὺς μεμαθηκὼς οὐκέτ’ ἀνεκτῶς εἶχεν, ἀλλ’ εὐθὺς αὖθις ἐξωπλίσατο μὴ πάνυ τι μηδὲ τοῦ αὐλητοῦ Τιμοθέου πρὸς τοῦτο δεόμενος καθάπερ Ἀλέξανδρος περιμείνας τὸν ὄρθιον νόμον. Αὐτός τε οὖν ὁ αὐτοκράτωρ περιθέμενος ὅπλα καὶ τοὺς ἄλλους ὁπλίσας τοὺς τότε παρατυχόντας τῆς κατευθὺ Δαλματίας φερούσης εἴχετο σπεύδων τὰ μὲν φθάσαντα ἐρειπωθῆναι τῶν κάστρων ἀνεγεῖραι αὖθις καὶ εἰς τὸ πρότερον ἀποκαταστῆσαι σχῆμα καὶ ἀντίποινα τῶν παρ’ αὐτοῦ πεπραγμένων ἐκ περιουσίας κατ’ αὐτοῦ διαπράξασθαι. Ἀπάρας οὖν τῆς μεγαλοπόλεως καὶ τὸ Δαφνούτιον καταλαβών (πόλις δὲ τοῦτο παλαιὰ τῆς Κωνσταντίνου σταδίους ἀπέχουσα τεσσαράκοντα) καὶ τοὺς μήπω ἐφθακότας τῶν συγγενῶν ἐκδεχόμενος αὐτοῦ που ἐγκαρτερεῖ. Τῇ γοῦν μετ’ αὐτὴν καταλαμβάνει ὁ Διογένης Νικηφόρος πλήρης θυμοῦ καὶ φρονήματος· τῷ συνήθει δὲ χρώμενος προσωπείῳ τὴν ἀλωπεκῆν περιεβέβλητο καὶ τὴν ὄψιν χαριεστέραν διατιθεὶς τῷ βασιλεῖ προσφέρεσθαι ἐλευθέρως ἐσχηματίζετο.
PG 131:653Τὴν μέντοι σκηνὴν οὐ τῷ συνήθει ἀποστήματι τοῦ βασιλικοῦ κοιτῶνος ἐπήξατο, ἀλλ’ ἀγχοῦ τῆς πρὸς τὸν βασιλέα εἰσαγούσης ἀνόδου. Μανουὴλ δὲ ὁ Φιλοκάλης τοῦτο θεασάμενος καὶ ὡς ὑπὸ κεραυνοῦ βληθείς, ἐπεὶ οὐδὲ τὰ παρ’ αὐτοῦ μελετώμενα τοῦτον διελάνθανεν, αὖος παραχρῆμα εἱστήκει. Μόλις δὲ συναγαγὼν τὸ φρονοῦν τῆς ψυχῆς πρόσεισιν εὐθὺς τῷ βασιλεῖ καί φησιν· «Οὐχ ἁπλοῦν τὸ γινόμενόν μοι δοκεῖ, ἀλλὰ δέος μοι ἔπεισι μή τι νυκτὸς κατὰ τῆς σῆς νεωτερισθῇ βασιλείας. Ῥήμασι γοῦν τισι πρὸς αὐτὸν χρησάμενος ἐκεῖθεν μεταβῆναι τοῦτον παρασκευάσω.» Ὁ δέ, ὁποῖος ἐκεῖνος ἀκατάσειστον ὡς ἐπίπαν ἔχων τὸ φρόνημα, οὐδαμοῦ παρεχώρει τοῦ ἔργου τῷ Φιλοκάλῃ. Πολλὰ δὲ τούτου βιαζομένου, «Ἔα», φησίν, «οὐ χρὴ πρόφασιν τοῦτον ἐξ ἡμῶν ἐσχηκέναι. Ἔστω τῆς καθ’ ἡμῶν μελέτης αὐτὸς ὁ αἴτιος πρός τε Θεὸν καὶ ἀνθρώπους.» Ἀχθόμενος δὲ ὁ Φιλοκάλης καὶ τύπτων τὰς χεῖρας μεματαιωμένον τε τὸν βασιλέα ἀποκαλῶν μεθίστατο. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τοῦ βασιλέως σὺν αὐτῇ τῇ βασιλίδι ἀπεριμερίμνως ὑπνώττοντος περὶ μέσην φυλακὴν τῆς νυκτὸς ἄνεισιν ὁ Διογένης ξίφος ὑπὸ τὴν μάλην φέρων καὶ ἐπιβεβηκὼς τῶν οὐδῶν ἔστη.
Κοιμωμένῳ γὰρ τούτῳ τῷ βασιλεῖ οὔτε θύραι ἐπεζυγοῦντο οὔτ’ ἐκτὸς ἐπηγρύπνει φρουρά. Ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὸν βασιλέα· τὸν δέ γε Νικηφόρον θεία τις τῷ τότε δύναμις ἀπεῖρξε τοῦ ἐγχειρήματος. Τὴν παιδίσκην γὰρ θεασάμενον τὴν τὸν ἀέρα ἀναρριπίζουσαν καὶ πόρρω ποι τοὺς κώνωπας ἀπωθουμένην τοῦ τῶν βασιλέων χρωτὸς παραχρῆμα ὑπό τε τρόμος ἔλαβε γυῖα ὦχρός τέ μιν εἷλε παρειάς, κατὰ τὸν ποιητὴν φάναι, ἐς νέωτα τὸν φόνον ἀναρτήσαντα. Καὶ οὗτος μὲν τὴν ἀπροφάσιστον τοῦ αὐτοκράτορος σφαγὴν ἐμελέτα διὰ παντός, ἐκεῖνον δὲ οὐδὲν τῶν μελετηθέντων κατ’ αὐτοῦ διελάνθανε. Ταχὺ γὰρ ἡ παιδίσκη τούτῳ προσελθοῦσα τὸ δρᾶμα ἀπήγγειλε. Τοιγαροῦν ἐκεῖθεν τῇ μετ’ αὐτὴν ἀπάρας τῆς προκειμένης ὁδοῦ εἴχετο τὸν ἀγνοοῦντα μὲν ὑποκρινόμενος, οἰκονομῶν δὲ καὶ τὰ κατ’ αὐτὸν τοσοῦτον ὡς ἅμα μὲν καὶ φυλάττεσθαι, ἅμα δὲ καὶ μηδ’ ἡντιναοῦν εὔλογον λαβὴν διδόναι τῷ Νικηφόρῳ.
PG 131:655Ἐν τοῖς μέρεσιν οὖν γενόμενος τῶν Σερρῶν, ἐπεὶ ὁ Πορφυρογέννητος Κωνσταντῖνος ὁ Δοῦκας συνεπόμενος τῷ αὐτοκράτορι ᾐτεῖτο εἰς τὸν ἴδιον ἀγρὸν καταλῦσαι ἐπιτερπῆ ὄντα καὶ ὕδασι ψυχροῖς καὶ ποτίμοις κατάρρυτον καὶ ἀποχρῶντα οἰκήματα ἔχοντα πρὸς τὴν βασιλέως ὑποδοχήν (Πεντήγοστις τούτῳ τὸ ὄνομα), ὁ βασιλεὺς ὑπείξας τῷ τούτου θελήματι αὐτοῦ που κατέλυσεν. Ἀλλ’ οὐδὲ τῇ μετ’ αὐτὴν βουλομένῳ ἐξελθεῖν ὁ Πορφυρογέννητος συνεχώρει· ἠξίου δὲ μᾶλλον ἐγκαρτερῆσαι καὶ ἔτι ἐφ’ ᾧ ἀνακτήσασθαί τε ἑαυτὸν τῆς ὁδοιπορίας καὶ τὸ σῶμα τοῦ κονιορτοῦ καθᾶραι λουσάμενον. Εὐτρέπιστο γὰρ αὐτῷ ἤδη καὶ τὰ πρὸς εὐωχίαν δαψιλῆ· ὁ δὲ καὶ αὖθις τῷ τοῦ Πορφυρογεννήτου ὑπεῖξε θελήματι. Ὡς δὲ λουσάμενον καὶ τοῦ βαλανείου ἐξεληλυθότα τοῦτον μεμαθήκοι Νικηφόρος ὁ Διογένης πάλαι τυραννιῶν, ἐπιτηρῶν δὲ εἴ που καὶ αὐτόχειρ δυνηθῇ τούτου γενέσθαι, περιζωσάμενος τὸν ἀκινάκην εἰσῄει ὡς δῆθεν ἐκ θήρας ἐπανιὼν κατὰ τὸ σύνηθες. Τοῦτον οὖν ὁ Τατίκιος θεασάμενος καὶ πάλαι γινώσκων τὸ παρ’ αὐτοῦ μελετώμενον ἀπώσατο ἐπειπών· «Ἵνα τί ἀσυντάκτως οὕτως καὶ ξιφήρης εἰσέρχῃ;
PG 131:657Καιρὸς βαλανείου καὶ οὐχὶ ὁδοιπορίας οὐδὲ θήρας ἢ μάχης ἐστίν». Ὁ δὲ τοῦ σκοποῦ διημαρτηκὼς ὑπεχώρησεν. Ὑπολαβὼν δὲ ὡς ἤδη ἐπέγνωσται (δεινὸς γὰρ ἔλεγχος ἡ συνείδησις) δρασμῷ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι ἐβουλεύετο καὶ εἰς τοὺς ἐν Χριστουπόλει ἀγροὺς τῆς βασιλίδος Μαρίας ἢ εἰς τὸν Πέρνικον ἢ τὸν Πετριτζὸν προσχωρῆσαι κἀκεῖθεν αὖθις πρὸς τὰ συμπίπτοντα τὰ κατ’ αὐτὸν εὖ διαθέσθαι. Προεφθάκει γὰρ ἡ βασιλὶς Μαρία τοῦτον προσλαβέσθαι ἀδελφὸν ὄντα μητρόθεν τοῦ προβεβασιλευκότος ἀνδρὸς αὐτὴς Μιχαὴλ τοῦ Δούκα, κἂν τὰ ἐς πατέρας διήλλαττον. Καὶ ὁ μὲν βασιλεὺς τριταῖος ἐκεῖθεν ἔξεισι· τὸν δὲ Κωνσταντῖνον αὐτοῦ που καταλελοίπει ῥᾳστώνης χάριν δεδιὼς τὸ ἁπαλὸν καὶ ἀσύνηθες τοῦ νεανίου τότε πρώτως τῆς ἐνεγκαμένης πρὸς ἐκστρατείαν ἐξεληλυθότος. Ἦν γὰρ μονογενὴς τῇ μητρί. Καὶ ὁ αὐτοκράτωρ σφόδρα τοῦ νεανίσκου κηδόμενος πάσης ἀνέσεως συνεχώρει ἐπαπολαύειν αὐτὸν σὺν τῇ βασιλίδι μητρί, ἅμα δὲ καὶ ὡς ἴδιον ἀπαρτὶ τέκνον ἐξόχως φιλῶν τοῦτον. Ἀλλ’ ἵνα μὴ συγκεχυμένος ὁ λόγος προί̈ῃ, τὰ κατὰ τὸν Διογένην Νικηφόρον ἐξ ἀρχῆς αὐτῆς ἱστορείτω.
Ὅπως μὲν οὖν ὁ τούτου πατὴρ Ῥωμανὸς εἰς τὴν βασίλειον ἀνήχθη περιωπὴν καὶ ὁποῖον τέλος ἔσχε τὰ κατ’ αὐτὸν, διαφόροις τῶν ἱστοριογράφων ἐμέλησε, κἀκεῖθεν ἐξέσται τὰ περὶ τούτου ἀναλέγεσθαι τοῖς βουλομένοις. Ἐπὶ παισὶ δὲ ὅμως τετελευτήκει τῷ τε Λέοντι καὶ τῷ Νικηφόρῳ. Ὁ δὲ αὐτοκράτωρ Ἀλέξιος ἐκ προοιμίων τῆς αὐτοῦ ἀναρρήσεως παραλαβὼν τούτους ἰδιώτας ἐκ βασιλέων (καὶ γὰρ ἅμα τῷ τῆς βασιλείας ἐπιβῆναι ὁ Μιχαὴλ καὶ αὐτάδελφος αὐτῶν αὐτοὺς μὲν τῶν ἐρυθρῶν ἀπογυμνοῖ πεδίλων καὶ τὰ στέφη τούτων ἀφαιρεῖται καὶ ὑπερορίαν ξὺν τῇ μητρὶ αὐτῶν τῇ βασιλίσσῃ Εὐδοκίᾳ εἰς τὴν μονὴν τοῦ Κυπερούδη καταψηφίζεται) παντοίας θεραπείας ἠξίου τὸ μέν τι δι’ ὃ πεπόνθασιν οἰκτείρων αὐτούς, τὸ δέ τι καὶ τοὺς νέους ὁρῶν κατά τε σώματος ὥραν καὶ ῥώμην διαφέροντας τῶν πολλῶν, χνοάζοντας μὲν καὶ ἀρτιφυεῖς τὸ γένειον, ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος καὶ αὐτὸ τὸ νεοτήσιον ἤδη ἐκφύοντας ἄνθος ἐξ αὐτῆς τε ὄψεως τὸ θυμοειδὲς αὐτῶν καὶ γενναῖον τοῖς μὴ διὰ πάθος τυφλώττουσιν ἀριδήλως ἐμφαίνοντας καὶ σκύμνους οἷον λέοντος.
PG 131:659Καὶ ἄλλως δέ, ὁποῖος ἐκεῖνος μὴ ἐπιπολαίως ὁρῶν μήτε πρὸς τὴν ἀλήθειαν μύων μηδὲ πάθεσιν ἁλισκόμενος ἐπιψόγοις, ἀλλὰ ταλαντεύων τὸ ὂν ἐν ἰσορρόπῳ στάθμῃ τῆς συνειδήσεως καὶ τὸ ὕψος ἐξ οὗπερ ἐκπεπτώκεσαν λογιζόμενος ἐνηγκαλίζετο ἶσα καὶ τέκνοις ἰδίοις. Τί μὲν οὐ λέγων, τί δὲ οὐ πράττων ἀγαθὸν ἐς αὐτούς, τί δὲ οὐ προμηθευόμενος; Κἂν ὁ φθόνος βάλλων αὐτοὺς τοῖς τοξεύμασιν οὐκ ἀνίει. Ἐκ πολλῶν γὰρ κατ’ αὐτῶν ἐρεθιζόμενος ὁ αὐτοκράτωρ αὐτὸς μᾶλλον πάσης αὐτοὺς ἐπικουρίας ἠξίου ἱλαρὸν ἐνατενίζων ἀεὶ καὶ ἐνωραϊζόμενος οἷον ἐπ’ αὐτοῖς ξυμβουλεύων τε διὰ παντὸς τὰ συνοίσοντα. Ἄλλος μὲν γὰρ ἴσως καὶ ὑπόπτους ἂν ἐλογίσατο τούτους καὶ ἐκποδὼν διὰ παντοίας μεθόδου ἐξ αὐτῆς ἀρχῆς ποιῆσαι ἐσπούδασεν ἄν. Οὗτος δὲ ὁ αὐτοκράτωρ τὰς τῶν πολλῶν κατὰ τῶν νέων εἰσηγήσεις παρ’ οὐδὲν ἐτίθετο ἐξόχως τούτους φιλῶν, τὴν μέντοι μητέρα τούτων Εὐδοκίαν καὶ δωρεῶν ἀξιῶν καὶ τιμῆς τῆς προσηκούσης βασιλίσσαις μὴ ἀποστερῶν. Καὶ αὐτῷ δὴ τῷ Νικηφόρῳ τὴν τῆς νήσου Κρήτης ἀρχὴν ἀνέθετο εἰς ἐνδιαίτημα ἴδιον. Ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς·
τούτων δὲ ὁ μὲν Λέων φρονήματος ὢν ἀγαθοῦ καὶ γνώμης ἐλευθέρας, ὁρῶν δὲ καὶ τὴν βασιλέως εἰς αὐτοὺς εὐμένειαν ἔστεργε τὴν λαχοῦσαν ἐπαναπαυόμενος οἷον ἐπὶ τοῖς παροῦσι κατὰ τὸν εἰπόντα· «Σπάρταν ἔλαχες, ταύταν κόσμει». Ὁ δέ γε Νικηφόρος δύσοργος καὶ βαρύμηνις ὢν βυσσοδομεύων κατὰ τοὺ αὐτοκράτορος καὶ τυραννήσειν μελετῶν οὐκ ἐπαύετο· ὑποβρύχιον δὲ ὅμως εἶχε τὴν βουλήν. Ἤδη δὲ καὶ τοῦ ἔργου ἀπαρξάμενος γνησιώτερόν τισι προσωμίλει. Οὐκ ἐλάνθανε τοῦτο τοὺς πλείστους· δι’ ὧν καὶ εἰς τὰς ἀκοὰς ἔφθανε τοῦ βασιλέως. Ὁ δὲ βασιλεὺς καινόν τι ποιῶν μεταπεμπόμενος τούτους ἐν καιροῖς ἁρμοδίοις οὐκ ἐνέφαινε μὲν τὸ ἀκουσθέν, εὐφυῶς δὲ παρῄνει καὶ τὰ εἰκότα συνεβούλευε. Καὶ ὅσῳ μᾶλλον τῆς ἐπιβουλῆς ἐν γνώσει ἐγίνετο, τοσούτῳ μᾶλλον ἐλευθεριώτερον πρὸς αὐτοὺς διετίθετο οὕτω βουλόμενος τούτους κερδανεῖν. Ἀλλ’ ὁ Αἰθίοψ οὐκ ἐλευκαίνετο. Ἔμενε γὰρ ὁ αὐτὸς καὶ μετεδίδου τῆς λύμης ὁπόσοις ἂν προσεπέλασε, τοὺς μὲν δι’ ὅρκων, τοὺς δὲ δι’ ὑποσχέσεων σφετεριζόμενος. Τοῦ μὲν οὖν κοινοῦ τοῦ στρατοῦ οὐ τοσοῦτον ἔμελε τῷ Νικηφόρῳ· ἤδη γὰρ ἅπαντες πρὸς αὐτὸν ἀπονενεύκασιν·
PG 131:661ἀλλ’ ὅλος πρὸς τοὺς μεγιστᾶνας ἀπονενευκὼς τῶν τε ἡγεμόνων καὶ τῶν τῇ συγκλήτῳ κατειλεγμένων προκρίτων ἀνδρῶν πολλὴν φροντίδα ποιούμενος ὑπεποιεῖτο αὐτούς. Ἦν γὰρ τὴν φρένα μὲν ὀξύτερος ἀμφιστόμου ξίφους, στάσιμος δὲ οὐδαμῶς, εἰ μὴ ὅσον πρὸς τὸ τυραννήσειν τὸ ἀμετάθετον ἐνεδείκνυτο, μελιχρὸς ἐν λόγοις, ἐν συναναστροφαῖς ἡδύς, ταπεινοφροσύνην μὲν ὡς ἀλωπεκῆν ποτε περιβαλλόμενος, ἔστιν οὗ καὶ τὸ θυμοειδὲς καθάπερ λέων ἐμφαίνων ποτέ, ῥωμαλέος καὶ πρὸς Γίγαντας ἐγκαυχώμενος ἁμιλλᾶσθαι, σιτόχρους τὴν ὄψιν, εὐρὺς τὰ στέρνα, ὑπερωμίας τῶν τότε καιροῦ ὄντων ἀνδρῶν. Εἰ δὲ σφαιρίζοντα τοῦτον εἶδέ τις, εἰ δὲ ἱππαζόμενον, εἰ δὲ ὀϊστὸν πέμποντα ἢ δόρυ κραδαίνοντα καὶ ἱππασίας ποιούμενον, θαῦμα ἐδόκει καινὸν θεᾶσθαι ἐκεχήνει τε καὶ μόνον οὐ πεπηγὼς ἦν. Διὰ τοῦτο καὶ μᾶλλον τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν. Τοσοῦτον δὲ τὸ σπουδαζόμενον αὐτῷ προῄει, ὡς καὶ αὐτὸν τὸν ἐπ’ ἀδελφῇ τοῦ αὐτοκράτορος γαμβρὸν Μιχαὴλ τὸν Ταρωνίτην τῷ τοῦ πανυπερσεβάστου τιμώμενον ἀξιώματι ὑποποιήσασθαι. Ἀλλ’ ἐπανακτέον τὸν λόγον αὖθις ὅθεν ἀπερρύη καὶ καθ’ εἱρμὸν ἑκτέον τῆς διηγήσεως.
PG 131:663Ὁ μὲν οὖν αὐτοκράτωρ τοῖς λογισμοῖς ἀνατρέχων, ἐξ οὗπερ τὴν καθ’ ἑαυτοῦ τοῦ Διογένους μελετὴν ἐπέγνωκε, καὶ ὅπως ἐξ αὐτῆς ἀρχῆς τῆς αὐτοῦ ἀναρρήσεως ἀμφοῖν ἐχρήσατο τοῖν ἀδελφοῖν ὁπόσης τε φιλοφροσύνης καὶ κηδεμονίας ἐπὶ τοσούτοις ἔτεσιν αὐτοὺς ἠξίου, κἂν οὐδὲν τούτων τὴν τοῦ Νικηφόρου γνώμην ἐπὶ τὸ βέλτιον μετηλλοίωσεν, εἰς ἀμηχανίαν ἐνέπιπτε. Ταῦτ’ οὖν ὁ βασιλεὺς ἀναλογιζόμενος πάντα καὶ ὅπως μετὰ τὸ σφαλῆναι αὖθις εἰσῄει, ὅπως ἀπώσθη παρὰ τοῦ Τατικίου, καὶ γνοὺς ὡς τὸ φονουργὸν σιδήριον θήγων κατ’ αὐτοῦ αἵμασιν ἀναιτίοις σπεύδει χρᾶναι τὰς χεῖρας καὶ ὁ τέως ἐφεδρεύων καὶ νυκτὸς ἐπιτηρῶν τὸν φόνον τελέσαι ἀπαρακαλύπτως τοῦτον ἤδη ἐπισπεύδει, πολλοῖς ἐκυμαίνετο λογισμοῖς. Ἤθελε μὲν οὖν οὐδαμῶς τὸν Διογένην μετελεύσεσθαι δι’ ὃν πρὸς αὐτὸν ἐγκάρδιον ἐκέκτητο πόθον ἐξόχως τὸν ἄνδρα φιλῶν· ἁπαξαπλῶς δὲ ἅπαντα συνελὼν ὅπη τε προβήσεται τὸ δεινὸν ἐννοῶν, ἐπεὶ τὸν περὶ ψυχῆς κίνδυνον αὐτῷ ἐφιστάμενον ἔγνω, πλήττεται τὴν καρδίαν. Καὶ εἰς ἓν τὸ πᾶν συναγαγὼν δεῖν ἔκρινεν κατασχεῖν τὸν Νικηφόρον.
Ἐκεῖνος δὲ τὸν μελετώμενον ἐπισπεύδων δρασμὸν καὶ βουλόμενος νυκτὸς τῆς πρὸς Χριστούπολιν φερούσης ἅψασθαι ἑσπέρας ἀποστείλας εἰς τὸν Πορφυρογέννητον Κωνσταντῖνον τὸν δοθέντα αὐτῷ παρὰ τοῦ βασιλέως ταχυδρόμον ἵππον ᾐτεῖτο ἀποχαρίσασθαί οἱ. Ὁ δὲ ἀνένευε λέγων μὴ δύνασθαι δῶρον τοιοῦτον αὐθήμερον τοῦ βασιλέως ἀποποιήσασθαι. Ἐπεὶ δὲ πρωί̈ας ὁ βασιλεὺς τῆς προκειμένης ὁδοῦ ἥψατο, συνείπετο τούτῳ καὶ ὁ Διογένης τοῦ διασκεδάζοντος βουλὰς καὶ λογισμοὺς ἀθετοῦντος λαῶν Θεοῦ τοῦτον σφήλαντος γνωσιμαχοῦντα μὲν τὸν δρασμόν, ὑπερτιθέμενον δὲ ὥραν ἐξ ὥρας, ὁποῖα τὰ τοῦ Θεοῦ κρίματα. Κατασκηνώσας οὖν ἀγχοῦ τῶν Σερρῶν, ὅπου καὶ ὁ βασιλεύς, αὐτὸς μὲν τῶν συνήθων εἴχετο λογισμῶν ὡς πεφωραμένος ἤδη καὶ δεδιὼς τὸ μέλλον. Ὁ δὲ βασιλεὺς μετακαλεῖται τηνικαῦτα τὸν ἴδιον ἀδελφὸν Ἀδριανὸν καὶ μέγαν δομέστικον κατ’ αὐτὴν τὴν ἑσπέραν, ἐν ᾗ καὶ ἡ τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐτελεῖτο μνήμη. Καὶ κοινοῦται αὖθις τούτῳ τὰ τοῦ Διογένους μηδὲ πρότερον ἀγνοοῦντι ὡς ξιφήρης εἰσῄει, ὡς ἀπώσθη τῆς θύρας, ὡς τὸ πάλαι βεβουλευμένον εἰ δυνατὸν ἵσταται σπεύδων τελέσαι.
Τηνικαῦτα οὖν ἐπισκήπτει τῷ δομεστίκῳ ὁ βασιλεὺς τὸν Διογένην εἰς τὴν ἰδίαν μετακαλέσασθαι σκηνὴν καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑποσχέσεων πεῖσαι ἀνακαλύψαι ἅπαντα τὰ βεβουλευμένα ἀπάθειαν αὐτῷ ὑπισχνουμένῳ καὶ ἀμνηστίαν τοῦ λοιποῦ τῶν κακῶν, εἰ μηδ’ ὁτιοῦν ἀποκρύψειεν, ἀλλὰ καὶ τοὺς συνίστορας ἐξείποι ἅπαντας. Ὁ δὲ ἀθυμίας πλήρης γενόμενος ὅμως ἐπλήρου τὸ κελευσθέν. Ποτὲ μὲν οὖν ἀπειλῶν, ὁτὲ δὲ ὑπισχνούμενος, ὁτὲ δὲ καὶ συμβουλεύων οὐκ ἔπειθε τὸν Διογένην ὅλως οὐδ’ ὁτιοῦν τῶν βεβουλευμένων ἀνακαλύψαι. Τί τὸ ἐπὶ τούτοις; Ἤχθετο μὲν ὁ μέγας δομέστικος καὶ ἠνιᾶτο, οὗ κακῶν φέρεται ὁ Διογένης στοχαζόμενος. Ἔσχε γὰρ τοῦτον προφθάσας ὁ Διογένης γαμβρὸν ἐπὶ τῇ ὑστάτῃ τῶν ἑτεροθαλῶν αὐτοῦ ἀδελφῶν. Ἔνθεν τοι καὶ μετὰ δακρύων ἐκλιπαρῶν αὐτὸν οὐκ ἀνίει· ἔπειθε δὲ οὐδαμῶς, κἂν αὐτὸς ἐνέκειτο ἀναμιμνήσκων ἅμα καὶ τῶν ὄπισθεν.
PG 131:665Σφαιρίζοντι γάρ ποτε τῷ αὐτοκράτορι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ ἱππηλάσιον ἀνήρ τις βάρβαρος ἐξ Ἀρμενίων καὶ Τούρκων φὺς ξίφος ἔσωθεν τῶν ἀμφίων φέρων, ἐπὰν τὸν αὐτοκράτορα τῶν συσφαιριζόντων ἀνασειράσαντα τὸν χαλινὸν ἀπολειφθέντα ἐθεάσατο ἐφ’ ᾧ πνευστιῶντα τὸν ἵππον ἀναψῦξαι, πρόσεισι μὲν τῷ αὐτοκράτορι γονυπετῶν ἅμα καὶ αἰτεῖσθαι ὑποκρινόμενος. Ὁ δὲ ἀνασειράζει τὸν ἵππον εὐθὺς καὶ ἐπιστραφεὶς ἐπυνθάνετο τί ἂν τὸ αἰτούμενον εἴη. Ὁ δὲ φονεὺς μᾶλλον ἢ προσαίτης ὢν τὴν χεῖρα ὑποβαλὼν καὶ τοῦ ξίφους ἁψάμενος εἷλκε τοῦ κουλεοῦ. Τὸ δ’ οὐ συνείπετο τῇ χειρί. Ἅπαξ οὖν καὶ δὶς τοῦ μὲν ξίφους ἀποπειρώμενος, τοῖς δὲ χείλεσι ψευδεῖς αἰτήσεις συνείρων ἀπογνοὺς καὶ προσουδίσας ἑαυτὸν τῇ γῇ ἔκειτο συγγνώμην ἐξαιτούμενος. Ὁ δὲ πρὸς αὐτὸν στρέψας τὸν χαλινὸν ἠρώτα ὅτου χάριν συγγνώμην αἰτεῖ, καὶ ὃς τὸ ξίφος σὺν αὐτῷ κουλεῷ ἐδείκνυ. Στερνοτυπῶν δ’ ἅμα καὶ ἐκθαμβούμενος καὶ βοῶν ἔλεγε· «Νῦν σε δοῦλον τοῦ Θεοῦ γνήσιον ἔγνωκα, νῦν τὸν μέγαν Θεὸν σκέποντά σε ἐν ὀφθαλμοῖς τεθέαμαι.
PG 131:667Ἐπὶ τῇ σφαγῇ γὰρ τῇ σῇ τουτὶ τὸ ξίφος κατασκευάσας καὶ λαβὼν οἴκοθεν ἐνταῦθα πάρειμι ἐφ’ ᾧ κατὰ τῶν σῶν ὠθῆσαι σπλάγχνων. Ἅπαξ δὲ καὶ δὶς καὶ τρὶς τοῦτο σπασάμενος οὐδαμῶς ὑπεῖκον ἔσχον τῇ βίᾳ τῆς ἐμῆς χειρός.» Ὁ μὲν γὰρ βασιλεὺς καθαπερεὶ μηδέν τι τοιοῦτον ἀκηκοὼς ἐπὶ ταὐτοῦ σχήματος θαρσαλέος εἱστήκει· συνέδραμον δὲ πρὸς αὐτὸν παραχρῆμα ἅπαντες, οἱ μὲν ἀκροασόμενοι τῶν λεγομένων, οἱ δὲ ἐκθαμβούμενοι ἐπὶ τούτοις. Οἱ δὲ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι καὶ διασπαράττειν αὐτὸν ἐπεχείρουν, κἂν αὐτὸς νεύματί τε καὶ χειρὶ καὶ συχνοῖς ἐμβριμήμασιν ἀπεῖργε τῆς ἐγχειρήσεως. Τί τὸ ἐπὶ τούτοις; Παντελοῦς ἀφέσεως ὁ φονεὺς ἐκεῖνος παραχρῆμα τυγχάνει στρατιώτης, οὐκ ἀφέσεως δὲ μόνον, ἀλλὰ καὶ μεγίστων δωρεῶν· ἐπὶ τούτοις καὶ ἐλευθερίας παραπολαύει. Πολλοὶ μὲν οὖν τούτων καὶ ὀχλοῦντες ἐνέκειντο τῆς βασιλευούσης ἀπελαθῆναι τὸν φονέα ἐκεῖνον· ὁ δ’ οὐκ ἐπείθετο λέγων· «Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες.
Λοιπὸν Θεῷ ἐπεύχεσθαι δεῖ τὴν ἡμετέραν ἐκεῖθεν ἐξαιτουμένους διαμονὴν καὶ φρουράν.» Ὑπεψιθύριζον οὖν τινες μετὰ τῆς τοῦ Διογένους γνώμης τῷ τοῦ αὐτοκράτορος φόνῳ ἐπικεχειρηκέναι τὸν ἄνδρα ἐκεῖνον, κἂν ὁ βασιλεὺς οὐδ’ ὅλως ὑπεῖχε τούτοις τοῖς λόγοις τὰ ὦτα, ἀλλὰ μᾶλλον ἐβαρυμηνία κατ’ αὐτῶν, τοσοῦτον αὐτοῦ ἀνεχόμενος ὡς μέχρις αὐτοῦ λαιμοῦ τῆς ἀκωκῆς τοῦ ξίφους φθανούσης τὸν ἀγνοοῦντα ὑποκρίνεσθαι. Ἀλλὰ ταῦτα μὲν οὕτω· Τούτων οὖν ἀναμνήσας αὐτὸν ὁ μέγας δομέστικος καὶ μηδαμῶς πείθων προσελθὼν ἀπαγγέλλει τῷ βασιλεῖ τὴν τοῦ Διογένους ἔνστασιν καὶ ὅτι ἔξαρνος παντάπασιν ὁ Διογένης ἐστί, καίτοι πολλὰ παρακληθεὶς παρ’ αὐτοῦ, ὡς ἔλεγε. Μεταπέμπεται τοίνυν τὸν Μουζάκην καὶ ἐπισκήπτει ἔνοπλον μεθ’ ἑτέρων παραγενόμενον ἀναλαβέσθαι τοῦτον τῆς τοῦ μεγάλου δομεστίκου σκηνῆς καὶ εἰς τὴν ἰδίαν ἀπαγαγεῖν κἀκεῖσε μετὰ ἀσφαλείας τηρεῖν δεσμῶν ἄτερ καὶ ἑτέρας κακώσεως. Ὁ δ’ εὐθὺς τὸ κελευσθὲν ἐπλήρου, καὶ παραλαβὼν τοῦτον εἰς τὴν ἰδίαν ἀπάγει σκηνήν.
PG 131:669Ἐπεὶ δὲ δι’ ὅλης νυκτὸς παρακαλῶν αὐτὸν καὶ ξυμβουλεύων οὐ μόνον οὐκ ἔπειθεν, ἀλλὰ καὶ ἀναισχύντως αὐτῷ προσφερόμενον ἑώρα, θυμοῦ πλησθεὶς καὶ ὃ μὴ προςτέτακτο ἐπιχειρεῖν ἠπείγετο. Δοκιμάσας οὖν ἐτάσαι αὐτόν, ἤδη δὲ καὶ ἐτάζων, ἐπεὶ οὐδὲ πρὸς τὴν πρώτην προσβολὴν ὁ Διογένης ἀντισχὼν ἅπαντα ἀνομολογῆσαι διεβεβαιοῦτο, τῶν μὲν δεσμῶν λύει παραχρῆμα, καὶ γραφεὺς τηνικαῦτα προκαλεῖται γραφίδα κατέχων. Γρηγόριος δὲ ἦν ὁ Καματηρὸς νεωστὶ προσληφθεὶς καὶ ὑπογραμματεύων τῷ αὐτοκράτορι. Καὶ ὁ Διογένης ἅπαντα ἀπαγγέλλων οὐδὲ τὸν φόνον παρεσιώπα. Ἀναλαβόμενος δὲ πρωί̈ας ὁ Μουζάκης τάς τε ἐγγράφους αὐτοῦ ὁμολογίας καὶ ἃ ἀναζητήσας εὗρε παρά τινων πρὸς αὐτὸν πεμπομένας γραφάς, δι’ ὧν ἐφαίνετο καὶ ἡ βασιλὶς Μαρία τὴν μὲν ἀποστασίαν τοῦ Διογένους εἰδέναι, τὸν δὲ φόνον μηδαμῶς συγχωρεῖν, ἀλλὰ καὶ μετ’ ἐπιμελείας ἀπείργειν αὐτὸν οὐκ ἀπὸ τοῦ φόνου μόνον, ἀλλὰ καὶ ἐξ αὐτῆς ψιλῆς ἐννοίας, κομίζει τῷ βασιλεῖ. Ὁ δὲ ταῦτας ὑπαναγνοὺς καὶ πλείους τῶν ὑποπτευομένων ἐγγεγραμμένους εὑρηκὼς καὶ τούτους ἐκκρίτους ἅπαντας ἐν ἀμηχανίᾳ ἦν. Οὐδὲ γὰρ ἔμελλε τῷ Διογένει τοσοῦτον τῆς κοινότητος·
εἶχε γὰρ αὐτοὺς πάλαι ὅλῃ ψυχῇ κεχηνότας πρὸς αὐτὸν καὶ ἀπονενευκότας· ἀλλὰ πᾶν τὸ τὰ πρῶτα φέρον τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος ἔσπευδεν ὑποποιήσασθαι. Ὁ μὲν οὖν αὐτοκράτωρ τὰ τῆς βασιλίδος Μαρίας ἀνέκφορα μένειν ἠβούλετο· καὶ μέντοι καὶ διετήρησε τὸν ἀγνοοῦντα ὑποκριθεὶς δι’ ἣν πρὸς αὐτὴν εἶχε πίστιν καὶ ὁμολογίαν καὶ πρὸ τοῦ τὰ τῆς βασιλείας ἀναδέξασθαι σκῆπτρα. Διεδίδοτο δὲ πανταχοῦ τὴν τοῦ Διογένους βουλὴν παρὰ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου τοῦ βασιλέως καὶ υἱοῦ αὐτῆς διαμηνυθῆναι τῷ βασιλεῖ, κἂν ἄλλως εἶχε τὸ πρᾶγμα. Ἐξ αὐτῶν δὲ τῶν ἐξυπηρετουμένων τῷ Διογένει τὰ τῆς βουλῆς ἠρέμα διεπορθμεύετο.
PG 131:671Ἐπεὶ δ’ ὁ Διογένης πεφώρατο καὶ δέσμιος ἤδη καὶ ὑπερόριος καθίστατο, καὶ οἱ τῆς αὐτοῦ βουλῆς ἔκκριτοι οἱ μὴ φθάσαντες ἁλῶναι ὑπόπτους ἑαυτοὺς ἤδη γεγενημένους διαγνόντες περίφοβοί τε ἐφαίνοντο καὶ σκεπτόμενοι ὅ τι καὶ δράσαιεν, τούτους οἱ ἀμφὶ τὸν βασιλέα οὕτω κυμαινομένους κατανοοῦντες ἐν ἀμηχάνοις ἑστάναι ἐδόκουν ἐν στενῷ κομιδῇ τὰ κατ’ αὐτὸν ὁρῶντες ὡς εἰς ῥητούς τινας περιγραφείσης ἤδη τῆς τοῦ αὐτοκράτορος ἀρωγῆς τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἐφιστάμενον ἤδη ἔχοντος. Ὁ δὲ βασιλεὺς τοῖς λογισμοῖς ἀναλύων ἐς τὰ ἐξ ἀρχῆς καὶ ποσάκις κατ’ αὐτοῦ ὁ Διογένης ὁρμήσας καὶ σφαλεὶς ἐκ θείας δυνάμεως, αὐτὸς αὐτόχειρ τούτου φονεὺς ἤδη ἐφίστατο, πολλοῖς ἐκυμαίνετο λογισμοῖς.
PG 131:673Καὶ πολλὰς νοημάτων λαμβάνων μεταβολὰς καὶ τροπὰς παρ’ ἑαυτῷ, ἐπεὶ ἅπαν τοῦ τε πολιτικοῦ καὶ στρατιωτικοῦ συντάγματος διεφθορὸς ταῖς τοῦ Διογένους θωπείαις ἐπέγνω, ἀποχρῶσαν μὴ ἔχων δύναμιν ὥστε φρουρὰν πρὸς τοσούτους ἐπιστῆσαι, μήτε μὴν ἀκρωτηριάσαι λαὸν παμπληθῆ ἐθέλων τὸν μὲν Διογένην καὶ Κεκαυμένον τὸν Κατακαλὼν τοὺς πρωταιτίους ἐς Καισαρόπολιν ἐξέπεμψεν ἐφ’ ᾧ ἐμφρούρους καὶ δεσμώτας εἶναι μόνον, μηδὲν ἄλλο δεινὸν τέως κατ’ αὐτῶν βουλευσάμενος, κἂν πάντες ἀκρωτηριάσαι τούτους αὐτῷ ξυνεβούλευον (ἠγάπα γὰρ τὸν Διογένην διαφερόντως καὶ τῆς προτέρας ἔτι περὶ αὐτὸν εἴχετο κηδεμονίας), ὑπερόριον δὲ καὶ τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν αὐτοῦ Μιχαὴλ τὸν Ταρωνίτην καὶ τὸν ... καὶ τὰς περιουσίας αὐτῶν ἀφελόμενος. Τὰ δέ γε κατὰ τοὺς λοιποὺς ἀσφαλὲς ἐλογίσατο μηδὲ εἰς ἐξέτασιν ἀγαγεῖν ὅλως, ἀλλὰ διὰ συμπαθείας τούτους μᾶλλον καταμαλθάξαι. Κατὰ μὲν οὖν τὴν ἑσπέραν ἕκαστος τῶν ὑπερορίων τὴν λαχοῦσαν αὐτῷ κατελάμβανε, καὶ ὁ Διογένης τὴν Καισαρόπολιν. Τῶν δ’ ἄλλων οὐδεὶς τῆς οἰκείας μεθίστατο καταστάσεως, ἀλλ’ ἐπὶ ταὐτοῦ ἅπαντες μεμενήκεσαν.
Ἐν τούτοις δὲ τοῖς δεινοῖς ὄντων τῇ μετ’ αὐτὴν βουλομένου τοῦ αὐτοκράτορος μετακαλέσασθαι πάντας καὶ τὸ δοκοῦν αὐτῷ διαπράξασθαι, ὁπόσοι εἰς τὸν αὐτοκράτορα πόθον ἐγκάρδιον ἔτρεφον τῶν τε ἐξ αἵματος καὶ ἀγχιστείας αὐτῷ προσηκόντων καὶ ὁπόσοι πατρῷοι θεράποντες τότε παρῆσαν. Ὀμβριμοεργοὶ καὶ ταχεῖς μὲν συνιδεῖν τὸ μέλλον, ἀγχίνοι δὲ τὸ συνοῖσον ἐν ἀσκέπτῳ καταπράξασθαι χρόνῳ, δεδιότες μή πως τῇ μετ’ αὐτὴν τοῦ πλήθους συρρεύσαντος ἐφορμήσαντές τινες διαμελίσωσιν αὐτὸν ἐπὶ τοῦ θρόνου πολλάκις ξίφη ὑπὸ τὰ ἄμφια φέροντες ὥσπερ ποτὲ ἐκεῖνος ὁ σφαιρίζοντι τούτῳ ἐν σχήματι προσαίτου προσελθών (τὸ δὲ οὐκ ἄλλην εἶχε τὴν θεραπείαν ἢ τὸ τὰς πρὸς τὸν Διογένην ἁπάντων περιελεῖν ἐλπίδας, τὴν τῶν τούτου ὀμμάτων ὡς ἐν παραβύστῳ διαφημισάντων ἐκτύφλωσιν) μεταπεμψάμενοί τινας διαπέμπονται τοὺς τοῦτο πρὸς πάντας διακηρυκεύσοντας ἐν ἀπορρήτοις, κἂν μηδ’ εἰς νοῦν οὔπω τοῦτο τοῦ αὐτοκράτορος ὅλως ἀνῄει. Ὁ δὲ λόγος οὗτος κἂν ψιλὸς τότ’ ἦν, εἰς ἔργον ὅμως προὐβέβηκε, καθὼς ὁ λόγος κατωτέρω διατρανώσειεν.
PG 131:675Ἐπὰν δὲ ὁ ἥλιος τοῦ ὁρίζοντος ὑπερκύψας λαμπρὸς ἀνέθορεν, ὁπόσοι τῶν περὶ τὸν αὐτοκράτορα μὴ τῆς τοῦ Διογένους λύμης μετειλήχασι καὶ αὐτοὶ δὲ οἱ πάλαι τῶν βασιλικῶν σωμάτων τεταγμένοι φύλακες, πρῶτοι πρὸς τὴν βασιλικὴν ἐχώρουν σκηνὴν οἱ μὲν ξίφη περιεζωσμένοι, οἱ δὲ δόρατα φέροντες, οἱ δὲ τὰς βαρυσιδήρους ῥομφαίας ἐπὶ τῶν ὤμων ἔχοντες, ἐκ διαστήματός τινος τοῦ βασιλικοῦ θρόνου εἰς μηνοειδὲς σχῆμα ἑαυτοὺς ἰλαδὸν καταστήσαντες καὶ οἷον ἐναγκαλισάμενοι τὸν αὐτοκράτορα, θυμῷ στρατηγούμενοι πάντες καὶ θήγοντες κἂν μὴ τὰ ξίφη, ἀλλὰ τὰς καρδίας. Ὅσον δὲ συγγενὲς ἐξ αἵματός τε καὶ ἀγχιστείας τούτῳ προσῆκον, ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἐφ’ ἑκάτερα ἵσταντο. Δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμων ἕτεροι καθίσταντο ὑπασπισταί. Ὁ δὲ βασιλεὺς ἐπὶ θώκου φοβερὸς προὐκάθητο, οὐ βασιλικῶς ἐσταλμένος μᾶλλον ἢ στρατιωτικῶς οὐδὲ πολὺ μετέωρος, ὁποῖα τὰ ἐκείνου μὴ ἐπηρμένα. Χρυσὸς δὲ ὅμως τὸν θρόνον ὑπήλειφεν ὑπερανεστήκει τε τὴν κεφαλήν. Συνέσταλτο δὲ τούτου τὸ ἐπισκύνιον, τὴν δὲ παρειὰν ἐπιπλέον τότε ὁ ἀγὼν κατεφοίνισσε, τὰ δὲ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμημάτων ὑπεμφαίνοντα τὴν ψυχήν.
PG 131:677Συνέθεον δὲ ἅπαντες ὁμοῦ πεφοβημένοι καὶ τὰς ψυχὰς μικροῦ ἐς ἀέρα ἐξερεύξασθαι ὑπὸ φόβου ἐκβιαζόμενοι, τῶν μὲν ὀξύτερον βέλους ὑπὸ τῆς σφῶν συνειδήσεως κεντουμένων, τῶν δὲ τὴν κενὴν ὑποψίαν δεδιότων. Φωνὴ δέ τις παρ’ οὐδενὸς ἐξηκούετο, ἀλλ’ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες ἐπτοημένοι ἑστήκεσαν. Ἀνὴρ δὲ οὗτος καὶ εἰπεῖν συνετὸς καὶ καταπράξασθαι δυνατός· Τατίκιος τούτῳ τὸ ὄνομα. Τούτῳ ὁ βασιλεὺς ἐνατενίσας δοῦναι τοῖς ἔξωθεν τὴν εἴσοδον διὰ τοῦ βλέμματος ἐνέφηνεν. Ὁ δὲ παραχρῆμα τῆς εἰσόδου τούτοις παραχωρεῖ. Οἱ δὲ καίπερ δεδιότες, ἀλλ’ ὅμως εἰσῄεσαν τετραμμένοι τε τὰς ὄψεις καὶ βραδεῖ ποδὶ στείχοντες. Κατὰ στοίχους δὲ τὴν στάσιν λαχόντες ἐκαραδόκουν τὸ μέλλον ἕκαστος δεδιὼς ὡς τὸν περὶ ψυχῆς λοίσθιον δρόμον δραμούμενος. Ἀλλ’ οὐδὲ αὐτὸς ὁ αὐτοκράτωρ ἐθάρρει παντάπασι (κατ’ ἄνθρωπον λέγω, εἰ μὴ ὅσον εἰς Θεὸν ἀναφέρων τὸ πᾶν) δεδιὼς τὸ σύμμικτον τῶν παρεστώτων, μὴ ἄλλο τι ὀξὺ καὶ δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν.
Στερροτέροις δὲ λογισμοῖς ἑαυτὸν ἑδράσας καὶ ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς τῆς πρὸς αὐτοὺς δημηγορίας ἤρχετο (οἱ δὲ καὶ αὐτῶν ἰχθύων ἀφωνότεροι ἑστήκεσαν καθαπερεὶ τὰς γλώττας ἐκκεκομμένοι)· «Οἴδατε» λέγων «ὡς οὐδὲν δεινὸν παρ’ ἐμοῦ ὁ Διογένης ἐπεπόνθει ποτέ. Οὔτε γὰρ τὴν ἀρχὴν ταυτησὶ τῆς βασιλείας ἐκ τοῦ πατρὸς αὐτοῦ ἀφειλόμην ἐγώ, ἀλλ’ ἕτερος, οὔτε τι δεινὸν ἢ λυπηρὸν τὸ παράπαν εἰς αὐτὸν πέπραχα. Καὶ τῆς βασιλείας εἰς ἐμὲ Θεοῦ πάντως νεύσει μεταβιβασθείσης οὐ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ ἀδελφὸν Λέοντα ἐπὶ ταὐτοῦ διεφύλαξα, ἀλλ’ ὡς οἰκείους παῖδας καὶ ἐπόθησα καὶ ἐχρησάμην. Τὸν δὲ Νικηφόρον καὶ πολλάκις κατ’ ἐμοῦ βουλευόμενον φωράσας τοσαυτάκις συμπαθείας ἠξίωσα. Καὶ μηδὲ πάλιν διορθουμένου ἠνειχόμην ἐπικρύπτων τὰ πολλὰ τῶν αὐτοῦ μηνιμάτων κατανοῶν τὴν τῶν ἁπάντων πρὸς αὐτοὺς δυσμένειαν, κἂν μηδὲν τῶν παρ’ ἐμοῦ εἰς αὐτὸν γενομένων ἀγαθῶν τὸ δολερὸν τῆς αὐτοῦ γνώμης ἠλλοίωσεν.
Ἀλλ’ αὐτὸς ἀντὶ πάντων θάνατόν μοι ἐπεψηφίσατο.» Ἐπεβόησαν δ’ ἐπὶ τούτοις ἅπαντες, ὡς οὐ βούλοιντ’ ἂν ἕτερον προεστηκότα ἐν βασιλείῳ ἰδεῖν σχήματι, οὐ τοῦτο οἱ πλείους βουλόμενοι, ἀλλ’ ἦσαν θῶπες αὐτῶν οἱ λόγοι τὸν ὑπόγυον διαδρᾶναι κίνδυνον ἐντεῦθεν μηχανωμένων. Ὁ δὲ βασιλεὺς προαρπάσας τὸν καιρὸν συμπαθείας κοινῆς τοὺς πλείονας ἠξίου ὡς τῶν αἰτίων τῆς βουλῆς ὑπερορίαν πρότερον κατακριθέντων. Ἐπὶ τούτοις θροῦς ἦρτο πολύς, οἷον οὐδείς πω τῶν τότε παρόντων εἰς ἔτι καὶ νῦν τῶν ὤτων ὡς λέγουσιν ἐντὸς εἰσεδέξατο, τῶν μὲν ἐπαινούντων τὸν βασιλέα καὶ θαυμαζόντων τῆς ἀνεξικακίας καὶ πρᾳότητος, τῶν δὲ τοὺς ὑπερορίους διασυρόντων καὶ θανάτου ἀξίους εἶναι διενισταμένων, ὁποῖα τὰ τῶν ἀνθρώπων. Ὃν γὰρ τὴν σήμερον μακαρισμῶν ἀξιοῦσι προπέμπουσί τε καὶ διὰ τιμῆς ἄγουσιν, ἐπὰν περιτραπέντα τούτῳ τοῦ βίου τὸν κύβον θεάσοιντο, πᾶν τοὐναντίον εἰς αὐτὸν ἐνδεικνύμενοι οὐκ αἰσχύνονται. Ὁ δὲ βασιλεὺς νεύματι τούτους κατασιγάσας αὖθις ἔφη· «Οὐ χρὴ θορυβεῖσθαι οὐδὲ συγχεῖν τὴν προκειμένην ὑπόθεσιν.
PG 131:679Ἔγωγε γάρ, καθὼς ἔφην, ἅπαντας συμπαθείας ἀξιώσας πάλιν ὁποῖος τὸ πρότερον πρὸς ὑμᾶς ἔσομαι.» Ἐν ᾧ δὲ τούτους συμπαθείας ὁ βασιλεὺς ἠξίου, ἄτερ τῆς αὐτοῦ γνώμης ἀποστείλαντες οἱ τὴν βουλὴν ἐκείνην βουλευσάμενοι τῶν ὀμμάτων τὸν Διογένην ἐστέρησαν. Ταὐτὰ τούτῳ. καὶ κατὰ τοῦ Κεκαυμένου Κατακαλὼν ὡς τῆς αὐτῆς βουλῆς κεκοινωνηκότος τῷ Διογένει κατεψηφίσαντο. Ἡμέρα δὲ ἦν ἐν ᾗ ἡ τῶν κορυφαίων ἀποστόλων μνήμη ἐτελεῖτο. Ἀλλὰ ταῦτα μὲν ἔκτοτε καὶ μέχρι σήμερον λογοποιεῖται. Εἰ δὲ καὶ ὁ βασιλεὺς περὶ τούτου παρ’ αὐτῶν εἰσηγηθεὶς ἐνδέδωκεν ἢ καὶ τὸ πᾶν τῆς ἐκείνου γνώμης ἦν, Θεὸς ἂν εἰδείη· ἔγωγε τέως οὐ πάνυ τι γινώσκειν ἔχω βεβαίως. Τοιαῦτα μὲν οὖν τὰ ἐκ τοῦ Διογένους συμπεσόντα τῷ αὐτοκράτορι, παραδόξως τῆς ἀμάχου τοῦ Ὑψίστου χειρὸς ῥυσαμένης τοῦτον ἐξ ὑπογύου κινδύνου· αὐτὸς δὲ πρὸς οὐδὲν τῶν συμπιπτόντων ἐμαλακίζετο, ἀλλὰ καὶ ὣς κατευθὺ Δαλματίας ἤλαυνε.
Μεμαθηκὼς δὲ ὁ Βολκάνος τὴν εἰς τὸ Λιπένιον τοῦ αὐτοκράτορος ἔλευσιν καὶ ἐπικαταλαβόντα τοῦτον θεασάμενος καὶ πρὸς τὰς ῥωμαϊκὰς παρατάξεις καὶ τὸν συνασπισμὸν ἐκεῖνον καὶ τὴν στρατηγικὴν πανοπλίαν μηδ’ ἀντωπῆσαι δυνάμενος ἀποστείλας παραχρῆμα τὰ περὶ εἰρήνης ἠρώτα ὑπισχνούμενος ἅμα καὶ αὐτοὺς τοὺς προϋποσχεθέντας ὁμήρους ἀποστεῖλαι καὶ μηδέν τι δεινὸν τοῦ λοιποῦ διαπράξασθαι. Δέχεται τοίνυν τὸν βάρβαρον ἀσμένως ὁ αὐτοκράτωρ ἀκηδιῶν οἷον καὶ ἀποστρεφόμενος τὴν ἐμφύλιον μάχην· κἂν γὰρ Δαλμάται ἦσαν, ἀλλ’ ὅμως Χριστιανοί. Ἐκεῖνος δ’ εὐθὺς τεθαρρηκὼς προσεληλύθει συνεπαγόμενος τούς τε συγγενεῖς καὶ ἐκκρίτους τῶν ζουπάνων καὶ προθύμως ὁμήρους τοὺς αὐτοῦ ἀνεψιαδεῖς τῷ αὐτοκράτορι παραδέδωκε, τόν τε Οὔρεσιν καλούμενον καὶ Στέφανον τὸν Βολκάνον καὶ ἑτέρους τὸν εἴκοσιν ἀριθμὸν ἀποπληροῦντας. Οὐ γὰρ ἐνὸν ἦν αὐτῷ ἄλλως πως τοῦ λοιποῦ διατεθήσεσθαι. Ὁ δὲ αὐτοκράτωρ ὁπόσα διὰ μάχης καὶ σιδήρου ἀνύεσθαι πέφυκεν εἰρηνικῶς διαλύσας, πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψε.
PG 131:681Τοῦ μέντοι Διογένους ἐκήδετο πάνυ, καὶ δακρύων ὡρᾶτο καὶ βύθιον στένων δι’ αὐτὸν ἐξηκούετο πολλήν τε τὴν περὶ αὐτὸν φιλοφροσύνην ἐπεδείκνυτο καὶ ἀνακτᾶσθαι τοῦτον ἔσπευδε κἀν τοῖς πλείοσι τῶν ἐξ αὐτοῦ ἀφαιρεθέντων αὖθις τοῦτον ἀποκατέστησεν. Αὐτὸς δὲ κατακώχιμος ὑπὸ τῆς λύπης ὢν καὶ τὴν ἐν τῇ μεγαλοπόλει διατριβὴν ἀποστρεφόμενος τοῖς ἰδίοις ἀγροῖς ἐμφιλοχωρῶν ἦν ταῖς τῶν παλαιῶν προσανέχων διόλου βίβλοις ἄλλων ὑπαναγινωσκόντων αὐτῷ. Στερούμενος γὰρ φωτὸς ἑτέρων ἐχρᾶτο πρὸς τὴν ἀνάγνωσιν ὄμμασιν. Ἀνὴρ δὲ οὗτος τοσοῦτος τὴν φύσιν ὡς καὶ μὴ ὁρῶν τὰ τοῖς ὁρῶσι δυστέκμαρτα ῥᾳδίως καταλαμβάνειν. Πᾶσαν μὲν δὴ ἔκτοτε παιδείαν διελθὼν καὶ αὐτὴν δὴ τὴν περίκλυτον γεωμετρίαν, τὸ καινότατον, φιλοσόφων τινὶ ἐντυχὼν διὰ στερεῶν τούτῳ τὰ σχήματα παρέχειν ἐπέταττεν. Ὁ δὲ τῇ τῶν χειρῶν ψηλαφήσει ἁπάντων τῶν τῆς γεωμετρίας θεωρημάτων τε καὶ σχημάτων ἔσχε κατάληψιν καθάπερ ἐκεῖνος ὁ Δίδυμος, ὃς δι’ ὀξύτητα νοῦ καὶ ἄνευ ὀμμάτων μουσικῆς καὶ γεωμετρίας εἰς ἄκρον ἐλήλυθεν, εἰ καὶ μετὰ τὴν γνῶσιν τούτων εἰς αἵρεσιν ἄτοπον συνηλάθη τὸν νοῦν ἐκτυφλωθεὶς ὑπὸ κενοδοξίας καθάπερ ὑπὸ πάθους τὰ ὄμματα.
PG 131:683Θαυμάζει μὲν οὖν ἅπας ταῦτα ἀκούων· ἐγὼ δὲ καὶ τεθέαμαι τὸν ἄνδρα καὶ τεθαύμακα καὶ περὶ τοιούτων λαλοῦντος ἀκήκοα. Μηδ’ αὐτὴ δὲ τῶν τοιούτων παντάπασιν ἀμελέτητος οὖσα ἐπεγίνωσκον τοῦτον ἀκριβῆ τῶν θεωρημάτων γνῶσιν ἔχοντα. Εἰ δὲ καὶ περὶ λόγους ἠσχόλητο, τῆς παλαιᾶς ὅμως κατὰ τοῦ αὐτοκράτορος οὐκ ἀφίστατο μήνιδος, ἀλλὰ τὸν τῆς τυραννίδος λογισμὸν ὑποτυφόμενον εἶχε διόλου. Καὶ μέντοι καί τισιν αὖθις τοῦ ἀπορρήτου τούτου κεκοινώνηκε λογισμοῦ, ἀφ’ ὧν εἷς τις τὰ βεβουλευμένα προσελθὼν προσαγγέλλει τῷ αὐτοκράτορι. Μεταπεμψάμενος δὲ τὸν Διογένην ἐπυνθάνετο περὶ ὧν τε βεβούλευται καὶ περὶ τῶν τῆς βουλῆς αὐτῷ κεκοινωνηκότων. Καὶ ὃς ἅπαντα θᾶττον ἀνομολογήσας παραχρῆμα συμπαθείας ἠξίωτο. ΑΛΕΞΙΑΣ Ι. Ἐπεὶ δὲ τὴν ἐκκλησίαν ὥσπερ τι ῥεῦμα κακίας ὁ Νεῖλος ἐκεῖνος ἐπικλύζων πολὺν τὸν σάλον ταῖς τῶν ἁπάντων ἐνεποίει ψυχαῖς μετ’ οὐ πολὺ τῆς τῶν τοῦ Ἰταλοῦ δογμάτων καθαιρέσεως ἀναφανείς, καὶ πολλοὺς ταῖς δίναις τῆς αὐτοῦ κακοδοξίας ἐβύθισεν.
PG 131:685Ἀνὴρ δὲ οὗτος δεξιὸς μὲν τὴν ἀρετὴν ὑποκρίνασθαι οὐκ οἶδα μὲν ὅθεν, τέως δ’ οὖν τῇ μεγαλοπόλει ἐφοίτησε καὶ ἐγγωνιάζων Θεῷ μόνῳ δῆθεν καὶ ἑαυτῷ προσανεῖχε διὰ παντὸς ταῖς ἱεραῖς βίβλοις ἐνασχολούμενος. Ἀμύητος δὲ πάσης ἑλληνικῆς παιδείας ὢν καὶ μηδὲ καθηγητήν τινα ἐσχηκὼς ἀρχῆθεν τὸν ὑφαπλοῦντα τούτῳ τὸ τῆς θείας γραφῆς βάθος ἐνεκεκύφει μὲν τοῖς τῶν ἁγίων συγγράμμασιν, ἄγευστος δὲ πάσης λογικῆς παιδείας ὢν ἐπεπλάνητο περὶ τὸν νοῦν τῶν γραφῶν. Οὐκ ἀγεννῆ δέ τινα χορὸν ὑποσυρόμενος ἐν μεγάλαις οἰκίαις εἰσέδυ διδάσκαλος αὐτοχειροτόνητος, τὸ μέν τι διὰ τὴν ἐπιφαινομένην αὐτῷ ἀρετὴν καὶ τὸ κατεσκληκὸς ἐκεῖνο ἦθος, τὸ δὲ καὶ διὰ τὴν ὑποκεκρυμμένως ἐμφαινομένην αὐτῷ τάχα γνῶσιν· ἔνθεν τοι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν τοῦ καθ’ ἡμᾶς ἀγνοήσας μυστηρίου καὶ μήθ’ ὅ τι ἐστὶν ἕνωσις ἁπλῶς συνιέναι δυνάμενος μήθ’ ὅ τι ἐστὶν ὅλως ὑπόστασις εἰδὼς οὔτε διακεκριμένως ὑπόστασιν ἢ ἕνωσιν νοεῖν δυνάμενος μήτ’ αὖθις ἡνωμένως καθ’ ὑπόστασιν ἕνωσιν μήθ’ ὅπως ἐθεώθη τὸ πρόσλημμα παρὰ τῶν ἁγίων διδασκόμενος, πόρρω τοῦ ὄντος ἐξενεχθεὶς φύσει τοῦτο θεωθῆναι ἐδόξαζεν ἀπατώμενος.
Οὐδὲ τοῦτο διέλαθε τὸν αὐτοκράτορα· ἀλλ’ ὡς ᾔσθετο τὰ περὶ τούτου ὀξύρροπον ἐπινοεῖ τὴν βοήθειαν καὶ τὸν ἄνδρα μετακαλεσάμενος πολλὰ τοῦ θράσους καὶ τῆς ἀμαθίας ἐμέμφετο καὶ πολλὰ τοῦτον ἐλέγξας τήν τε καθ’ ὑπόστασιν ἕνωσιν τοῦ θεανθρώπου λόγου τρανῶς ἐδίδασκε καὶ τὸν τῆς ἀντιδόσεως τρόπον παρίστα καὶ ὅπως ἐθεώθη τὸ πρόσλημμα μετὰ τῆς ἄνωθεν ἐδίδασκε χάριτος. Ὁ δὲ τῆς ἰδίας ψευδοδοξίας ἀπρὶξ εἴχετο καὶ πρὸς πᾶσαν κάκωσιν, στρέβλας τε καὶ δεσμὰ καὶ ξεσμοὺς σαρκὸς ἑτοιμότατος ἦν ἢ ἀποστῆναι τοῦ μὴ θεωθῆναι φύσει διδάσκειν τὸ πρόσλημμα. Εἶχε δὲ τότε καὶ πολλοὺς τῶν Ἀρμενίων ἡ μεγαλόπολις, οἷς τῆς ἀσεβείας ὑπέκκαυμα ὁ Νεῖλος ἐκεῖνος ἐγίνετο· ἐντεῦθεν διαλέξεις τε συχναὶ πρὸς τὸν Τικράνην ἐκεῖνον καὶ τὸν Ἀρσάκην, οὓς ἐπὶ πλέον τὰ τοῦ Νείλου δόγματα πρὸς ἀσέβειαν ἠρέθιζε. Τί τὸ ἐντεῦθεν;
PG 131:687Τὴν ἀσέβειαν πολλῶν ἐπινεμομένην ψυχὰς ὁρῶν ὁ αὐτοκράτωρ καὶ ἀλλήλοις τὰ τοῦ Νείλου καὶ τῶν Ἀρμενίων ἐπιπλεκόμενα καὶ ἁπανταχῇ τὸ φύσει θεωθῆναι τὸ πρόσλημμα λαμπρᾷ φωνῇ κηρυττόμενον ἀθετουμένας τε τὰς τῶν ἁγίων πατέρων περὶ τούτου γραφὰς καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀγνοουμένην σχεδόν, στῆσαι τὴν σφοδρὰν τοῦ κακοῦ ῥύμην βουληθεὶς τοὺς τῆς ἐκκλησίας λογάδας συναγαγὼν σύνοδον περὶ τούτου γενέσθαι κοινῇ συνεσκέψατο. Καὶ παρῆν τηνικαῦτα ἅπαν τὸ τῶν ἀρχιερέων πλήρωμα καὶ αὐτὸς ὁ πατριάρχης Νικόλαος. Καὶ ὁ Νεῖλος εἰς τὸ μέσον μετὰ τῶν Ἀρμενίων ἵστατο, καὶ τὰ τούτου ἀνεκαλύπτοντο δόγματα, καὶ ὃς λαμπρᾷ τῇ φωνῇ ταῦτα ἐδίδασκε καὶ ἰσχυρῶς αὐτῶν διὰ πλειόνων ἀντείχετο. Τί τὸ ἐντεῦθεν; Ἡ σύνοδος, ἵνα πολλῶν ἀπαλλάξῃ ψυχὰς τῆς διεφθαρμένης αὐτοῦ διδαχῆς, αἰωνίῳ τούτου καθυπέβαλεν ἀναθέματι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν κατὰ τὰς τῶν ἁγίων παραδόσεις ἐμφανέστερον ἀνεκήρυξε. Μετὰ τοῦτον ἢ μᾶλλον εἰπεῖν σὺν τούτῳ καὶ ὁ Βλαχερνίτης δεδημοσίευτο ἀσεβῆ καὶ ἔκφυλα τῆς ἐκκλησίας φρονῶν, κἂν ἱερωμένος ἦν.
Ἐνθουσιασταῖς γὰρ ὁμιλήσας καὶ τῆς τούτων λύμης μετασχὼν πολλούς τε ἐξαπατῶν καὶ μεγάλας τῶν ἐν τῇ μεγαλοπόλει οἰκίας ὑπορύττων καὶ παραδιδοὺς τὰ τῆς ἀσεβείας δόγματα, ἐπεὶ πολλὰ πολλάκις μεταπεμπόμενος καὶ διδασκόμενος παρὰ τοῦ αὐτοκράτορος οὐδ’ ὅλως τῆς οἰκείας κακοδοξίας ἀφίστατο, τῇ ἐκκλησίᾳ καὶ τοῦτον ὁ αὐτοκράτωρ παρέπεμψεν. Οἱ δὲ ἐπὶ πλέον τοῦτον ἐξετάσαντες, ὡς ἀμετάθετον καὶ αὐτοὶ ἐγνώκεσαν, αὐτόν τε αἰωνίῳ ἀναθέματι καὶ τὰ τούτου δόγματα καθυπέβαλον. Οὕτω μὲν οὖν ὥσπερ τις ἀγαθὸς κυβερνήτης ὁ αὐτοκράτωρ τὰς ἀλλεπαλλήλους τῶν κυμάτων ἐπιδρομὰς ὥσπερ διανηξάμενος καὶ πολλὴν ἀποκλυσάμενος ἅλμην τῆς οἰκουμένης καὶ τὰ κατὰ τὴν ἐκκλησίαν εὖ διαθέμενος ἐπ’ ἄλλα τινὰ πάλιν πελάγη πολέμων καὶ θορύβων ἐπάγεται. Ἀεὶ γὰρ ἕτερον ἐφ’ ἑτέρῳ προσίστατο καὶ θάλασσά φασιν ἐπὶ θαλάσσῃ καὶ ποταμὸς κακῶν ἐπὶ ποταμῷ, ὡς μηδ’ ἀναπνεῖν ἐᾶν τὸ τοῦ λόγου τὸν βασιλέα μηδ’ ἐπιμῦσαι τὰ βλέφαρα.
PG 131:689Κἂν ἡμεῖς σταγόνα μικράν, εἶπεν ἄν τις εἰκότως, ἐκ τοῦ Ἀδριαντικοῦ πελάγους ἀνιμησάμεθα ὀλίγα τῶν κατ’ ἐκείνου καιροῦ πεπραγμένων τῷ βασιλεῖ περιγράψαντες μᾶλλον ἢ γράψαντες, ἀλλ’ ἐκεῖνος ἀντέσχε πρὸς ἅπαντα κύματά τε καὶ κλύδωνας, ἕως τὴν τῆς βασιλείας οὐριοδρομοῦσαν ναῦν εἰς λιμένας ἀκλύστους ὁρμίσειε. Καὶ τίς ἂν ἢ Δημοσθένους ἠχὼ ἢ ῥοῖζος Πολέμωνος ἢ Ὁμηρικαὶ πᾶσαι Μοῦσαι τὰ ἐκείνῳ κατωρθωμένα πρὸς ἀξίαν ὑμνήσειαν; Ἐγὼ δ’ ἂν φαίην, οὐδ’ ἂν αὐτὸς Πλάτων οὐδ’ ἂν ξύμπασα στοὰ καὶ ἀκαδημία εἰς ταὐτὸ ξυνεληλυθυῖαι προσῆκον τῆς ἐκείνου ψυχῆς ἐφιλοσόφησαν. Μήπω γὰρ παυσαμένων τῶν χειμώνων ἐκείνων καὶ τῶν πολυπλόκων πολέμων μηδὲ τοῦ κλύδωνος ἀφυβρίσαντος ἕτερος χειμὼν οὐδενὸς τῶν εἰρημένων ἐλάττων αὐτῷ ἐπεγείρεται. Καὶ γὰρ ἄνθρωπός τις οὐ τῶν ἐπιφανῶν, ἀλλὰ τῆς κάτω τύχης ἐκ τοῦ χάρακος ὁρμώμενος τὸν τοῦ Διογένους υἱὸν ἑαυτὸν εἶναι ἔλεγε, κἂν ἐκεῖνος φθάσας ἀνῃρέθη, ὁπηνίκα τὸν μετὰ τῶν Τούρκων κατὰ τὴν Ἀντιόχειαν πόλεμον ὁ Κομνηνὸς Ἰσαάκιος καὶ αὐτάδελφος τοῦ αὐτοκράτορος συνεκρότησεν·
ὅπως δὲ τῷ λεπτομερέστερον ἐθέλοντι μανθάνειν ἐξέσται ἀπὸ τῶν τοῦ κλεινοῦ Καίσαρος συγγραμμάτων διεντυχεῖν. Παρὰ πολλῶν μὲν οὖν ἐπιστομιζόμενος ὁ τοιοῦτος ἐπαύετο οὐδαμῶς. Καὶ γὰρ ἦλθε μὲν οὗτος ἐξ ἀνατολῆς πένης τε καὶ σισυροφορῶν, πανουργότατος δὲ ὢν καὶ τὸ ἦθος πολύτροπος περιενόστει τὴν πόλιν κατ’ οἴκους τε καὶ ῥυμοτομίας περὶ ἑαυτοῦ ὑψηλά τινα διαγγέλλων καὶ ὡς εἴη τοῦ προβεβασιλευκότος Διογένους υἱὸς Λέων ἐκεῖνος, ὃς κατὰ τὴν Ἀντιόχειαν ὑπὸ βέλους, ὡς εἴρηται, πληγεὶς ἐτετελευτήκει. Ἀναβιώσκων τοίνυν τὸν τεθνηκότα οὗτος ὁ ἀλαζὼν τοὔνομά τε ἐκείνου ἑαυτῷ περιετίθει καὶ φανερῶς ἐβασιλεία καὶ τοὺς κουφοτέρους ὑπήγετο. Καὶ ἦν ἄρα καὶ τοῦτο τὸ δεινὸν ἐπιθήκη τῶν τοῦ βασιλέως συμφορῶν, ὥσπερ τι δρᾶμα ἐπιτραγῳδούσης αὐτῷ τῆς Τύχης τοῦτον τὸν κακοδαίμονα. Καὶ ὥσπερ, οἶμαι, οἱ τρυφῶντες μετὰ τὸν κόρον ἐπιτραγηματίζονται τῶν μελιπήκτων τινὰ προσφερόμενοι, οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων Τύχη πολλοῖς ἐπορχησαμένη κακοῖς καὶ διακορὴς γεγονυῖα τοῖς τοιούτοις ψευδοβασιλεῦσι τὸν βασιλέα προσέπαιζεν. Ὁ μέντοι αὐτοκράτωρ κατεφρόνει τῶν λεγομένων παντάπασιν.
PG 131:691Ἐπεὶ δ’ ὁ χαρακηνὸς κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς ἀμφόδοις ἐν παντὶ καιρῷ τοιαῦτα ληρῶν οὐκ ἐπαύετο, ἦλθε ταῦτα εἰς ἀκοὰς τῆς Ἀλεξίου τοῦ κρατοῦντος ἀδελφῆς Θεοδώρας καὶ ὁμεύνου τοῦ ἀναιρεθέντος ἐκείνου υἱοῦ τοῦ Διογένους. Ἡ δὲ τοὺς λήρους ἐκείνους μὴ φέρουσα ἤχθετο. Ἐπὶ τῇ σφαγῇ γὰρ τἀνδρὸς τὸν μονήρη βίον ἠλλάξατο τὸν ἀσκητικὸν ἀκριβέστατα μετεληλυθυῖα βίον καὶ Θεῷ μόνῳ προσανέχουσα. Ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ μετὰ δευτέραν καὶ τρίτην παραίνεσιν ὁ λῆρος ἐκεῖνος οὐχ ἡσύχαζεν, ἐς Χερσῶνα τοῦτον ἀποστείλας ἔμφρουρον εἶναι παρεκελεύσατο. Ἐκεῖσε δὲ παραγενόμενος, νυκτὸς ἀνερχόμενος διὰ τοῦ τείχους καὶ προκύπτων, τοῖς συνήθως φοιτῶσι Κομάνοις ἐμπορίας χάριν καὶ τοῦ τὰ πρὸς χρείαν ἐκεῖθεν κομίζεσθαι ἅπαξ καὶ δὶς ὁμιλήσας καὶ πίστεις δοὺς καὶ λαβὼν διὰ καλῳδίων νυκτὸς ἑαυτὸν δεσμήσας ἐχαλάσθη τοῦ τείχους. Συμπαραλαβόντες δὲ τοῦτον οἱ Κόμανοι πρὸς τὴν ἰδίαν ἀπῄεσαν χώραν. Συναυλιζόμενος δὲ τούτοις ἐφ’ ἱκανόν, ἐς τοσοῦτον συνήλασεν ὡς καὶ βασιλέα αὐτὸν κατονομάζειν ἤδη.
PG 131:693Οἱ δὲ αἵμασιν ἀνθρώπων λαφύξαι ἱμειρόμενοι καὶ κρεῶν ἀνθρωπείων ἐμφορηθῆναι καὶ λείαν πολλὴν ἐκ τῆς ἡμεδαπῆς ἐπισυνάξαι, Πάτροκλον εὑρηκότες τοῦτον πρόφασιν κατὰ τῆς Ῥωμαίων πανστρατιᾷ χωρῆσαι ἐβουλεύοντο ὡς δῆθεν τῷ πατρῴῳ τοῦτον ἐγκαθιδρῦσαι θρόνῳ. Καὶ ἀπαιωρουμένην εἶχον τέως ταυτηνὶ τὴν βουλήν· οὐκ ἔλαθε ταῦτα τὸν αὐτοκράτορα. Ἔνθεν τοι καὶ τὰς δυνάμεις ὡς δυνατὸν ἐξώπλιζέ τε καὶ πρὸς τὴν τῶν βαρβάρων μάχην ἡτοιμάζετο. Τὰ γὰρ τέμπη, ἅπερ κλεισούρας ἡ ἰδιῶτις οἶδε γλῶττα καλεῖν, ὡς ἔφαμεν, φθάσας ἤδη κατωχυρώσατο. Καιροῦ δὲ παρεληλυθότος ἐπεὶ τὸ Παρίστριον τοὺς Κομάνους μετὰ τοῦ ψευδωνύμου καταλαβεῖν μεμαθήκοι, τοὺς τὰ πρῶτα τοῦ στρατιωτικοῦ συντάγματος φέροντας καὶ αὐτοὺς δὴ τοὺς καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντας συναγαγών, εἰ χρὴ κατ’ αὐτῶν ἐξιέναι ἐβουλεύετο. Πάντες δὲ πρὸς τοῦτο αὐτὸν ἀπεῖργον. Τοίνυν αὐτὸς ἑαυτῷ πιστεύειν οὐκ εἶχεν οὔτε μὴν τοῖς οἰκείοις ἤθελε λογισμοῖς χρήσασθαι, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ ἀναθέμενος ἐξ ἐκείνου τὴν κρίσιν ᾐτεῖτο.
Τοιγαροῦν ἅπαντας μετακαλεσάμενος τοῦ ἱερατικοῦ καὶ στρατιωτικοῦ καταλόγου εἰς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν ἑσπέρας φοιτᾷ καὶ αὐτοῦ δὴ τοῦ πατριάρχου Νικολάου παρόντος. Ἔφθασε γὰρ εἰς τὸν πατριαρχικὸν ἀναβεβηκέναι θρόνον ἐπινεμήσεως παριππευούσης ἑβδόμης ἔτους φβ μετὰ τὴν Εὐστρατίου τοῦ Γαριδᾶ παραίτησιν. Ἐν δυσὶ δὲ πυκτίοις τὴν ἐπερώτησιν περὶ τοῦ εἰ δεῖ ἐξεληλυθότα τοῖς Κομάνοις ἐπιθέσθαι ἢ μή, ἐνσημηνάμενος τῷ κορυφαίῳ πάντων παρεκελεύσατο καταθέσθαι εἰς τὴν ἱερὰν τράπεζαν. Παννύχου δὲ τῆς ὑμνῳδίας τελουμένης κατὰ τὸ περίορθρον εἴσεισιν ὁ τεθεικὼς καὶ ἀναλαμβάνεται τὸν χάρτην καὶ ἐξαγαγὼν καὶ λύσας ἐνώπιον πάντων ὑπανεγίνωσκε. Τὸ ἐνδόσιμον οὖν ἐκεῖθεν ὥσπερ ἐκ θείας ὀμφῆς ὁ αὐτοκράτωρ λαβὼν ὅλος ἐγεγόνει τῆς ἐκστρατείας καὶ διὰ γραφῶν ἁπανταχόθεν ἀνεκαλεῖτο τὸ στράτευμα. Καλῶς τοίνυν παρασκευασάμενος τῆς κατὰ τῶν Κομάνων ὁδοῦ εἴχετο.

Book XLiber X

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἅπαν οὖν τὸ στράτευμα μετακαλεσάμενος καὶ καταλαβὼν τὴν Ἀγχίαλον τὸν μὲν ἴδιον γαμβρὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν καὶ τὸν Παλαιολόγον Γεώργιον καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ Ἰωάννην τὸν Ταρωνίτην μεταπεμψάμενος, εἰς Βερόην ἐκπέμπει ἐφ’ ᾧ ἐπαγρυπνεῖν καὶ ἀσφάλειαν αὐτῆς τε καὶ τῶν παρακειμένων αὐτῇ ποιεῖσθαι. Τοὺς δέ γε λοιποὺς τῶν ἐκκρίτων διελὼν τὰ στρατεύματα καὶ ἡγεμόνας τούτων αὐτοὺς καταστήσας τὸν Δαβατηνόν, τὸν Εὐφορβηνὸν Γεώργιον καὶ Κωνσταντῖνον τὸν Οὐμπερτόπουλον εἰς φυλακὴν τῶν περὶ τὸν Ζυγὸν διακειμένων κλεισουρῶν ἐκπέπομφεν. Ἐκεῖθεν δὲ τὴν Χορταρέαν καταλαβών (κλείσουρα δὲ τοῦ Ζυγοῦ οὑτωσί πως ὀνομαζομένη) τὸν ὅλον περιῄει Ζυγὸν κατασκεπτόμενος, εἰ πάντα τὰ πρῴην παρ’ αὐτοῦ ἐντεταλμένα οἱ τὴν τούτων οἰκονομίαν ἀναδεξάμενοι τετελέκασι καὶ εἴ τι ἡμιτελὲς ἢ ἐνδέον ἐστί, καὶ τοῦτο ἐπανορθώσασθαι, ὡς μὴ ῥᾳδίως διὰ τούτων ἐξεῖναι τοῖς Κομάνοις διελθεῖν. Πάντα γοῦν οἰκονομήσας κᾆθ’ οὕτως ἐκεῖθεν ὑποστρέψας περὶ τὴν Ἱερὰν καλουμένην Λίμνην τὸν χάρακα ἐπήξατο τῆς Ἀγχιάλου ἀγχοῦ διακειμένην.
PG 131:695Νυκτὸς δὲ καταλαβόντος Πουδίλου τινὸς ἐκκρίτου τῶν Βλάχων καὶ τὴν τῶν Κομάνων διὰ τοῦ Δανούβεως διαπεραίωσιν ἀπαγγείλαντος, δέον ἔκρινεν αὐγαζούσης τῆς ἡμέρας μετακαλεσάμενος τοὺς ἐκκρίτους τῶν συγγενῶν τε καὶ ἡγεμόνων βουλεύσασθαι ὅ τι δεῖ ποιεῖν. Ἐπεὶ δὲ εἰς τὴν Ἀγχίαλον πάντες παραγενέσθαι δεῖν ἔλεγον, παραχρῆμα τὸν μὲν Καντακουζηνὸν καὶ τὸν Τατίκιον εἰς τὰ καλούμενα Θερμὰ ἐξαπέστειλε μετὰ καί τινων ἐθνικῶν, τοῦ τε Σκαλιαρίου τοῦ Ἐλχὰν καὶ ἑτέρων τῶν ἐκκρίτων, ἐφ’ ᾧ τὴν φυλακὴν τῶν ἐκεῖσε ποιεῖσθαι μερῶν. Αὐτὸς δὲ ἀπέρχεται εἰς Ἀγχίαλον.
PG 131:697Ἐπεὶ δὲ πρὸς Ἀδριανούπολιν τὸ ὅρμημα τῶν Κομάνων μεμαθήκοι, μεταπεμψάμενος τοὺς ἐκκρίτους τῶν Ἀδριανουπολιτῶν ἅπαντας, ὧν ὑπερέχοντες ὅ τε Κατακαλὼν ὁ Ταρχανειώτης λεγόμενος καὶ Νικηφόρος ὁ υἱὸς τοῦ πάλαι τυραννήσαντος Βρυεννίου, καὶ αὐτὸς τυραννήσας καὶ τῶν ὀφθαλμῶν στερηθείς, τούτοις πολλὴν τὴν τοῦ κάστρου φυλακὴν ἐνετείλατο ποιεῖσθαι καὶ τῶν Κομάνων καταλαβόντων μὴ μετὰ μικροψυχίας τὸν μετ’ αὐτῶν συναίρειν πόλεμον, ἀλλὰ μετὰ σκοποῦ καὶ ἐκ διαστήματος τὰς κατ’ ἐκείνων βολὰς ποιεῖσθαι, τὰ δὲ πλεῖστα κεκλεισμένας τὰς πύλας ἔχειν, πολλὰς ὑποσχόμενος εὐεργεσίας εἰ τὰ προστεταγμένα τηρήσαιεν. Ταῦτα μὲν οὖν πρὸς τὸν Βρυέννιον καὶ τοὺς ἄλλους ὁ αὐτοκράτωρ παρεγγυησάμενος οἷον μετὰ χρηστῶν τῶν ἐλπίδων πρὸς Ἀδριανούπολιν ἐκπέπομφε.
Τῷ δέ γε Κατακαλὼν τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ διὰ γραμμάτων προσέταξεν ἀναλαβέσθαι τὸν καλούμενον Μοναστρᾶν (μιξοβάρβαρος δὲ οὗτος ἀνὴρ πολλὴν τὴν περὶ τὰ στρατιωτικὰ ἐμπειρίαν κεκτημένος) καὶ Μιχαὴλ τὸν Ἀνεμᾶν μετὰ τῶν ὑπ’ αὐτοὺς τεταγμένων στρατιωτῶν, καὶ ἐπὰν τοὺς Κομάνους τὰς κλεισούρας διελθόντας μάθοιεν, παρέσπεσθαι ὄπισθεν αὐτῶν καὶ ἀξυμφανῶς αὐτῶν ἀποπειρᾶσθαι. Τῶν γοῦν Κομάνων παρὰ τῶν Βλάχων τὰς διὰ τῶν κλεισουρῶν ἀτραποὺς μεμαθηκότων καὶ οὕτω τὸν Ζυγὸν ῥᾳδίως διεληλυθότων ἅμα τῷ τῇ Γολόῃ προσπελάσαι εὐθὺς οἱ ἔποικοι ταύτης δεσμήσαντες τὸν τὴν φυλακὴν τοῦ κάστρου πεπιστευμένον παραδεδώκασι τοῖς Κομάνοις, αὐτοὶ δὲ εὐφημήσαντες ἄσμενοι τούτους ὑπεδέξαντο. Ὁ δὲ Κατακαλὼν Κωνσταντῖνος ἐναύλους τὰς τοῦ βασιλέως ὑποθημοσύνας ἔχων Κομάνοις ἐντυχὼν εἰς προνομὴν ἐξερχομένοις καὶ προσβαλὼν θαρσαλέως ζωγρίαν εὐθὺς ἐκ τούτων ἄγει εἰς ἑκατὸν ποσουμένους. Τοῦτον ὁ βασιλεὺς ὑποδεξάμενος εὐθὺς τῷ τοῦ νωβελλισίμου τιμᾷ ἀξιώματι.
PG 131:699Κατασχόντας δὲ τὴν Γολόην τοὺς Κομάνους θεασάμενοι οἱ τῶν παρακειμένων πόλεων ἔποικοι, Δαμπόλεώς τε καὶ τῶν λοιπῶν, προσεληλυθότες αὐτοὺς ἄσμενοι ὑπεδέχοντο καὶ παρεδίδουν τὰς πόλεις ἐπευφήμουν τε τὸν ψευδώνυμον Διογένην. Ὃς μετὰ τὸ πάντων ἐγκρατὴς γενέσθαι ἀναλαβόμενος ἅπαν τὸ Κομανικὸν στράτευμα καταλαμβάνει τὴν Ἀγχίαλον ἀποπειρᾶσθαι τάχα βουλόμενος τῶν ταύτης τειχῶν. Ὁ δὲ βασιλεὺς ἐντὸς ὢν καὶ πολλὴν ἐμπειρίαν περὶ τὰ στρατιωτικὰ ἐκ νηπίου κεκτημένος, ἐπεὶ τὴν τοῦ τόπου θέσιν διέγνω τοὺς μὲν Κομάνους ἀπείργουσαν τῆς ὁρμῆς, ὀχύρωμα δὲ τοῦ τείχους οὖσαν, διελὼν τὰς δυνάμεις καὶ τὰς πύλας ἀναπετάσας τοῦ κάστρου ἔξωθεν τούτους συνησπικότας ἰλαδὸν κατέστησε, περὶ δὲ τὸ ἄκρον τῆς Κομανικῆς παρατάξεως ... ἐγκεκραγότος μέρους τῆς ῥωμαϊκῆς φάλαγγος ... ἐτρέψαντο μέχρις αὐτῆς θαλάττης διώξαντες. Τοῦτο ὁ αὐτοκράτωρ θεασάμενος καὶ πρὸς τοσαῦτα πλήθη μὴ ἐξαρκούσας ἔχων δυνάμεις μήτε ἀντικαταστῆναι δυνάμενος ἐκέλευσε τοῦ λοιποῦ συνησπικότας ἅπαντας ἵστασθαι καὶ μηδένα προθέειν τῆς παρατάξεως.
PG 131:701Οἱ δὲ Κόμανοι παραταξάμενοι ἵσταντο καὶ αὐτοὶ προμετώπιοι τῆς ῥωμαϊκῆς φάλαγγος, μὴ προσβάλλοντες δὲ ὅμως μηδὲ αὐτοί. Τοῦτο δὲ ἐτελεῖτο ἐπὶ τρισὶν ἡμέραις ἐκ πρωί̈ας μέχρις ἑσπέρας, τῆς τε τοῦ τόπου θέσεως ἀπειργούσης τούτους ἐθέλοντας μάχεσθαι καὶ τοῦ μηδένα τῆς ῥωμαϊκῆς φάλαγγος προεκτρέχειν κατ’ αὐτῶν. Τὸ δὲ κάστρον ἡ Ἀγχίαλος τοιαύτης ἔτυχε θέσεως. Δεξιόθεν μὲν τὴν Ποντηρὰν εἶχε θάλασσαν, ἐξ εὐωνύμου δὲ τραχύν τινα τόπον καὶ δύσβατον καὶ ὑπάμπελον καὶ τοῖς ἱππόταις εὔοδον τὸν δρόμον μὴ παρέχοντα. Τί τὸ ἐπὶ τούτοις; Τὴν τοῦ βασιλέως θεασάμενοι καρτερίαν οἱ βάρβαροι καὶ τὰ βεβουλευμένα ἀπηλπικότες ἐφ’ ἑτέραν ἀτραπὸν τὴν πρὸς Ἀδριανούπολιν ἐτράποντο, ἐξαπατῶντος αὐτοὺς τοῦ ψευδωνύμου καὶ λέγοντος ὡς «Ὁπηνίκα με τὴν Ἀδριανούπολιν καταλαβόντα ὁ Βρυέννιος Νικηφόρος ἀκούσει, ἀνοίξας τὰς πύλας μετὰ περιχαρείας ὑποδέξεται χρήματά τε παρέξει καὶ παντοίας φιλοφροσύνης ἀξιώσει. Κἂν γὰρ μὴ ἐκ φύσεως, ἀλλά γε ἐκ προαιρέσεως τὴν πρὸς τὸν ἐμὸν πατέρα ἀδελφικὴν ἔσχε διάθεσιν.
Ἐπὰν δὲ τὸ κάστρον ἡμῖν παραδοθῇ, οὕτω τῆς ἐπὶ τὰ ἔμπροσθεν καὶ πρὸς τὴν βασιλεύουσαν φερούσης ἁψόμεθα.» Θεῖον δὲ τὸν Βρυέννιον ὠνόμαζε παράκουσμά τι ἔχων ἀληθοῦς ὑποθέσεως. Καὶ γὰρ ὁ πάλαι βεβασιλευκὼς Ῥωμανὸς ὁ Διογένης ἄνδρα τουτονὶ τὸν Βρυέννιον γινώσκων φρονήσει τε ὑπερέχοντα ἁπάντων τῶν τότε εὐθῆ τε τὴν γνώμην καὶ ἐπαληθεύοντα ὡς ἐπίπαν ἐν λόγοις καὶ πράξεσι τοῦτον ἀκριβῶς ἐπιστάμενος ἀδελφὸν εἰσποιήσασθαι ἠβουλήθη· καὶ δὴ καὶ τὸ ἔργον τετέλεστο ἀμφοῖν τούτου συνδόξαντος. Ἀλλὰ ταῦτα μὲν ἀληθῆ καὶ παρὰ πάντων οὕτω γινώσκεται, ὁ δέ γε ψευδώνυμος τοσοῦτον ἀπηναισχύντησεν, ὡς καὶ θεῖον ἐπ’ ἀληθείας τοῦτον κατονομάζειν. Οὕτω μὲν οὖν τὰ τοῦ ψευδωνύμου τεχνάσματα· οἱ δὲ Κόμανοι ὡς βάρβαροι τὸ κοῦφον καὶ εὐμετάβλητον ὡς φυσικόν τι παρακολούθημα κεκτημένοι πείθονται τοῖς αὐτοῦ λόγοις καὶ καταλαβόντες τὴν Ἀδριανούπολιν ἔξωθεν τῆς πόλεως ταύτης ηὐλίσαντο.
Ἐπὶ δὲ τεσσαράκοντα καὶ ὀκτὼ ἡμέραις καθ’ ἑκάστην πολέμων συγκροτουμένων (καὶ γὰρ οἱ νεώτεροι καὶ πρὸς πόλεμον σφαδᾴζοντες καθ’ ἡμέραν ἐξερχόμενοι πολέμους συχνοὺς μετὰ τῶν βαρβάρων συνεκρότουν) Νικηφόρος ὁ Βρυέννιος, ἐπεὶ κάτωθεν παρὰ τοῦ ψευδωνύμου ἐζητεῖτο, πυργόθεν προκύψας, ὅσα γε ἀπὸ τῆς φωνῆς τοῦ ἀνδρὸς τεκμαιρόμενος ἔλεγε μήτε υἱὸν αὐτὸν ἐπιγινώσκειν Ῥωμανοῦ τοῦ Διογένους, τοῦ ἐκ προαιρέσεως ἀδελφοῦ αὐτοῦ χρηματίσαντος, ὡς εἴρηται, ὁποῖα φιλεῖ πολλάκις γίνεσθαι, καὶ ὅτι ὁ ἐπ’ ἀληθείᾳ υἱὸς αὐτοῦ εἰς Ἀντιόχειαν ἀνῃρέθη. Ταῦτα εἰπὼν μετ’ αἰσχύνης τὸν ὑποκριτὴν ἀπεπέμψατο. Ἐπεὶ δὲ οἱ ἐντὸς παρεκτεινομένου τοῦ καιροῦ ἐστενοῦντο ἤδη, διὰ γραφῆς ᾐτήσαντο βοήθειαν παρὰ τοῦ αὐτοκράτορος. Ὁ δὲ παρευθὺ παρακελεύεται Κωνσταντίνῳ τῷ Εὐφορβηνῷ ἀποχρῶσαν ἀποδιελέσθαι δύναμιν τῶν ὑπ’ αὐτὸν κομήτων καὶ διὰ νυκτὸς μετ’ αὐτῶν εἰς Ἀδριανούπολιν διὰ τοῦ μέρους τῶν Καλαθάδων εἰσελθεῖν. Καὶ ὁ Κατακαλὼν παραχρῆμα τῆς πρὸς τὴν Ὀρεστιάδα φερούσης εἴχετο μετ’ ἀγαθῶν τῶν ἐλπίδων λήσεσθαι τοὺς Κομάνους οἰόμενος. Ἀλλὰ διημάρτανε τοῦ σκοποῦ.
PG 131:703Αἰσθόμενοι γὰρ τούτου πολλαπλάσιοι τηνικαῦτα ἐξιππασάμενοι καὶ προσβαλόντες ἀπώσαντό τε εἰς τοὐπίσω καὶ ὀξέως ἐδίωκον. Ὁπηνίκα καὶ ὁ τούτου υἱὸς Νικηφόρος καὶ ἐμὸς ἐν ὑστέροις χρηματίσας γαμβρὸς ἐπὶ τῇ μετ’ ἐμὲ ἀδελφῇ τῇ πορφυρογεννήτῳ Μαρίᾳ δόρυ μακρὸν ἐναγκαλισάμενος καὶ συναντήσας ἐξ ὑποστροφῆς τὸν διώκοντα αὐτὸν Σκύθην πλήττει κατὰ τὸ στέρνον, ὁ δ’ εὐθὺς νεκρὸς ἔκειτο. Οἶδε γὰρ ἐπ’ ἀληθείᾳ δόρυ κραδαίνειν καὶ ἀσπίδι περιφράττεσθαι· καὶ ἱππαζόμενον ἄν τις αὐτὸν ἐθεάσατο, οὐ Ῥωμαῖον εἴκασεν εἶναι, ἀλλὰ Νορμανόθεν ἥκειν. Θαῦμα γὰρ ἦν ὁ νεανίσκος ἐκεῖνος ἐξιππαζόμενος καὶ ὄντως φιλοτίμημα φύσεως· τὴν πρὸς Θεὸν εὐσέβειαν πολύς, τὰ πρὸς ἀνθρώπους ἡδὺς καὶ μειλίχιος. Οὔπω τεσσαράκοντα πρὸς ταῖς ὀκτὼ διῆλθον ἡμέραι, καὶ παρακελευσαμένου Νικηφόρου τοῦ Βρυεννίου (ἐν ἐκείνῳ γὰρ ἡ πᾶσα ἐξουσία τῆς Ἀδριανουπόλεως ἦν) τὰς πύλας ἀθρόον ἀναπετάσαντες ἐξῆλθον κατὰ τῶν Κομάνων γενναῖοι στρατιῶται. Καὶ πολέμου καρτεροῦ συρραγέντος πίπτουσι μὲν ἱκανοὶ τῶν Ῥωμαίων γενναίως ἀγωνιζόμενοι καὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες, πλείους δὲ κτείνουσιν.
PG 131:705Ὁπηνίκα καὶ Μαριανὸς ὁ Μαυροκατακαλὼν τοῦ Τογορτὰκ καταστοχασάμενος (ἡγεμὼν δὲ οὗτος ὑπερέχων τῆς τῶν Κομάνων στρατιᾶς), δόρυ μακρὸν ἐναγκαλισάμενος ὅλας τε τῷ ἵππῳ δοὺς τὰς ἡνίας εὐθὺ κατ’ αὐτοῦ ἤλαυνε καὶ μικροῦ ἂν τοῦτον ἀνεῖλεν, εἰ μὴ προφθάσαντες οἱ περὶ αὐτὸν τυχόντες Κόμανοι τοῦτον ἐξείλοντο, μικροῦ καὶ τὸν Μαριανὸν ἀποκτείναντες. Οὗτος δὲ ὁ Μαριανός, κἂν νέος τὴν ἡλικίαν ἦν καὶ ἐς μείρακας ἄρτι παραγγέλλων, ἀλλὰ πολλάκις τῶν τῆς Ὀρεστιάδος πυλῶν ἐξερχόμενος μετὰ τῶν Κομάνων ἐμάχετο καὶ τοσαυτάκις πλήττων ἢ καὶ κτείνων νικητὴς ἀνθυπέστρεφεν. Ἦν γὰρ ὡς ἀληθῶς μαχητὴς γενναιότατος, καθάπερ τινὰ κλῆρον πατρῷον τὴν ἀνδρείαν κληρωσάμενος ἐκ γενναιοτάτων ἀνδρῶν γενναιότερος παῖς γεννηθείς. Ἐξ ὑπογύου δὲ τοῦ θανάτου ῥυσθείς, ἀναζέσας τῷ θυμῷ κατὰ τοῦ Ψευδοδιογένους ἐχώρησε πέραθεν παρὰ τῷ χείλει τοῦ ποταμοῦ καὶ αὐτοῦ ἱσταμένου, ὅπου ὁ Μαριανὸς μετὰ τῶν βαρβάρων ἐμάχετο· καὶ θεασάμενος ἐρυθροφοροῦντα καὶ βασιλικῶς ἐσταλμένον καὶ τοὺς περὶ αὐτὸν σκεδασθέντας, ἀνατείνας τηνικαῦτα τὴν μάστιγα ἔπαιε τοῦτον κατὰ κεφαλῆς ἀφειδῶς ψευδώνυμον ἀποκαλῶν βασιλέα.
Ὁ δὲ βασιλεὺς τὴν περὶ τὴν Ἀδριανούπολιν καρτερίαν τῶν Κομάνων μανθάνων καὶ τοὺς συχνοὺς ἐκεῖσε πολέμους δέον ἔκρινε καὶ αὐτὸς ἐξ Ἀγχιάλου κεῖθι παραγενέσθαι. Μεταπεμψάμενος οὖν τοὺς ἐκκρίτους τῶν ἡγεμόνων καὶ προέχοντας τοῦ λαοῦ ἐβουλεύετο τί ἂν ποιήσειεν. Εἰσελθὼν δέ τις ἀνὴρ Ἀλακασεὺς ὀνομαζόμενος ἔφη· «Ὁ ἐμὸς πατὴρ συνήθης πάλαι τῷ τοῦ ψευδωνύμου πατρὶ ἔτυχεν ὤν. Ἔγωγε τοίνυν ἀπελθὼν καὶ εἰς ἓν τῶν πολιχνίων εἰσαγαγὼν αὐτὸν κατασχήσω.» Ἐζητεῖτο οὖν τηνικαῦτα ὁ τρόπος τῆς τοῦ τοιούτου ἔργου μεταχειρίσεως. Ὁ δὲ τὸν ἐπὶ Κύρου Ζώπυρον μιμησάμενος τὸν ἐκείνου τρόπον ὑπέθετο πρὸς τὸν αὐτοκράτορα· αἰκίσασθαι γὰρ ἑαυτὸν ἐπηγγείλατο καὶ τὸν πώγωνα καὶ τὰς τρίχας ἀποκερεῖν καὶ εἰς ἐκεῖνον φοιτῆσαι ὡς δῆθεν ταῦτα παρὰ τοῦ αὐτοκράτορος πεπονθώς. Ταῦτ’ οὐκ εἶπε μέν, οὐκ εἰργάσατο δέ, οὐδ’ ἐπηγγείλατο μέν, εἰς ἔργον δὲ τὴν ἐπαγγελίαν οὐκ ἤγαγεν, ἀλλ’ ἅμα τε ὁ βασιλεὺς ἐπῄνει τὴν συμβουλὴν καὶ ὁ Ἀλακασεὺς ἐν χρῷ τε κουρίας ἐγίνετο καὶ τὰς σάρκας κατῄκιστο καὶ πρὸς τὸν ἐπίπλαστον Διογένην ἐκεῖνον ἐφοίτησε.
PG 131:707Καὶ τά τε ἄλλα καὶ τὴν παλαιὰν ὑπέμνησε φιλίαν καὶ ὡς «Πολλὰ δεινὰ παρὰ τοῦ αὐτοκράτορος πεπονθὼς Ἀλεξίου ἥκω πρὸς σὲ θαρρήσας» ἔλεγεν «ἐπὶ τῇ πάλαι τοὐμοῦ πατρὸς πρὸς τὴν σὴν βασιλείαν γνησιότητι ἐφ’ ᾧ συνάρασθαί σοι πρὸς τὸ προκείμενον». Ἐχρῆτο γὰρ καὶ τοιούτοις ὀνόμασι κολακευτικοῖς, ἵνα πλέον αὐτὸν ἐφελκύσηται. Καὶ ἵνα πλατύτερον τὰ κατ’ αὐτὸν διηγήσωμαι, λαβὼν τὸ ἐνδόσιμον παρὰ τοῦ αὐτοκράτορος Ἀλεξίου καὶ γραφὰς ὡσαύτως παραδηλούσας πρὸς τὸν τὴν φυλακὴν πολιχνίου τινὸς Πούτζης ὠνομασμένου πεπιστευμένον ὡς «Πᾶν ὅπερ ἂν ὁ παρών σοι ὑπόθηται, ποίησον ἀδιστάκτως ὑπακούσας αὐτοῦ» (ἐκεῖσε γὰρ ὁ βασιλεὺς καλῶς ἐστοχάσατο τοὺς Κομάνους καταλαβεῖν ἀπὸ Ἀδριανουπόλεως ἀπάραντας), τούτων οὕτως οἰκονομηθέντων προσηκάμενος ὁ Ἀλακασεύς, καθάπερ εἴπομεν, τὴν ἐν χρῷ κουρείαν πρόσεισι τῷ ψευδωνύμῳ λέγων· «Διὰ σὲ πολλὰ δεινὰ πέπονθα, διὰ σὲ ὑβρίσθην καὶ σιδηρόδετος γέγονα, διὰ σὲ καθείρχθην ἐπὶ πολλαῖς ἤδη ἡμέραις, ἐξ ὅτου τῶν ῥωμαϊκῶν ὁρίων ἐπέβης, αὐτὸς ὕποπτος διὰ τὴν τοῦ ἐμοῦ πατρὸς πρὸς σὲ φιλίαν δόξας τῷ αὐτοκράτορι.
Λαθὼν οὖν αὐτὸς σοὶ τῷ ἐμῷ δεσπότῃ προσπέφευγα ἐμαυτόν τε τῶν δεσμῶν ἐλευθερώσας καὶ σοὶ τὰ συνοίσοντα ὑποθέμενος.» Ὁ δὲ καλῶς τοῦτον ἀποδεξάμενος ἐπυνθάνετο ὅ τι δεῖ ποιεῖν ἐφ’ ᾧ τὰ κατὰ σκοπὸν πληρῶσαι. Καὶ ὅς· «Ὁρᾶς τουτὶ τὸ πολίχνιον καὶ τὴν εὐρεῖαν ταύτην πεδιάδα ἀποχρῶσαν πρὸς νομὰς τῶν ἵππων ἐφ’ ἡμέραις ἐφ’ ὅσαις βούλει διαναπαῦσαι σαυτόν τε καὶ τὸ σὸν στράτευμα; Χρὴ οὖν μὴ περαιτέρω τέως ἡμᾶς προβαίνειν, ἀλλ’ ἐνταῦθα προσκαρτερῆσαι μικρὸν ἐφ’ ᾧ καὶ σὲ ἀνακτήσασθαι τὸ πολίχνιον τοῦτο κατασχόντα καὶ τοὺς Κομάνους ἐξελθόντας τὰ πρὸς χρείαν κομίσασθαι καὶ οὕτω τῆς πρὸς τὴν βασιλεύουσαν ἅψασθαι. Καὶ εἰ ἀρεστὸν δοκεῖ σοι, τὸν τοῦ πολιχνίου φύλακα πάλαι ὅλον ἐμὸν ὄντα θεάσομαί τε καὶ ἀμαχητὶ παρασκευάσω παραδοῦναί σοι τοῦτο.» Ἤρεσκεν ὁ σκοπὸς οὑτοσὶ τῷ Διογένει. Διὰ τῆς νυκτὸς δὲ τὴν βασιλικὴν δεσμήσας γραφὴν ὁ Ἀλακασεὺς πέμπει διὰ βέλους ἐντὸς τοῦ κάστρου· ἣν ὑπαναγνοὺς ὁ τοῦτο φυλάςσων παρεσκευάσθη πρὸς τὸ δοῦναι τὸ εἰρημένον πολίχνιον.
PG 131:709Πρωί̈ας δὲ ὁ μὲν Ἀλακασεὺς πρῶτος ταῖς πύλαις προσπελάσας ὁμιλεῖν ὑπεκρίνατο τῷ φύλακι, πρότερον σημεῖον δοὺς τῷ Διογένει, ἵν’ ὁπηνίκα τοῦτο θεάσοιτο, εὐθὺ τοῦ κάστρου χωρήσειεν. Ἐφ’ ἱκανὸν δὲ προσποιουμένου τὴν μετὰ τοῦ φύλακος ὁμιλίαν καὶ ὅπερ φθάσας δεδώκει τῷ ψευδωνύμῳ ποιήσαντος σημεῖον, καθὼς ὁ Διογένης τοῦτ’ ἐθεάσατο, τινὰς ἀναλαβόμενος στρατιώτας οὐ πάνυ πολλοὺς θαρσαλέως εἴσεισι. Περιχαρῶς δὲ τῶν ἐντὸς ὑποδεξαμένων αὐτὸν καὶ τοῦ φρουροῦντος τὴν Ποῦτζαν ἐπὶ τὸ βαλανεῖον αὐτὸν προκαλουμένου συνωθούμενός τε ἐπὶ τοῦτο καὶ παρὰ τοῦ Ἀλακασέως πείθεται τούτοις εὐθύς. Εἶτα δαψιλῆ τράπεζαν αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ Κομάνοις παρέθεντο. Οἱ δὲ πάντες ὁμοῦ ἱκανῶς εὐωχηθέντες πλησθέντες τε οἴνου, ὃν ἐξ ἐμπεπλησμένων ἀσκῶν ἀπερρόφησαν, ἔκειντο ῥέγχοντες. Περιελθόντες δὲ εὐθὺς αὐτός τε ὁ Ἀλακασεὺς καὶ ὁ φύλαξ μετά τινων ἑτέρων τούς τε ἵππους ἀφελόμενοι καὶ τὰ ὅπλα αὐτὸν μὲν αὐτοῦ που καταλιμπάνουσι ῥέγχοντα, τοὺς δ’ ὑπ’ αὐτὸν ἀναιρήσαντες ἐν διώρυξί τισιν εὐθέως ἀπέρριψαν ὥσπερ εἴς τινας τάφους αὐτοφυεῖς.
Ὁ δὲ Κατακαλὼν παρεπόμενος τῷ Κομανικῷ στρατεύματι κατὰ τὰς τοῦ βασιλέως ὑποθημοσύνας, ἐπεὶ ἐκεῖνον μὲν ἐντὸς εἰσελθόντα τοῦ κάστρου ἐθεάσατο, τοὺς δέ γε Κομάνους εἰς προνομὴν διασκεδασθέντας, ἀπελθὼν τὸν χάρακα ἐπήξατο ἀγχοῦ που τῆς πόλεως ἣν φθάσαντες ὠνομάσαμεν. Ὁ δὲ Ἀλακασεὺς τῶν Κομάνων ἁπανταχοῦ διασπαρέντων οὐκ ἐθάρρησε δηλῶσαι περὶ τούτου τῷ αὐτοκράτορι, ἀλλὰ ἀναλαβόμενος τοῦτον τὴν κατευθὺ Τζουρουλοῦ ἤλαυνεν ὡς πρὸς τὴν βασιλεύουσαν ἀπερχόμενος. Μεμαθηκυῖα δὲ τοῦτο ἡ τοῦ βασιλέως μήτηρ καὶ δέσποινα περὶ τὰ βασίλεια ἐνδιατρίβουσα εὐθὺς τὸν δρουγγάριον τοῦ στόλου Κυμινειανὸν τὸν ἐκτομίαν Εὐστάθιον διὰ τάχους ἀπέστειλεν ἐφ’ ᾧ τὸν τοιοῦτον παραλαβεῖν καὶ εἰσαγαγεῖν εἰς τὴν μεγαλόπολιν. Ὁ δὲ ἔχων μεθ’ ἑαυτοῦ Τοῦρκόν τινα Καμύρην ὀνομαζόμενον εἰς τὴν τούτου ἐκτύφλωσιν τῷ τοιούτῳ ἐχρήσατο. Ὁ δὲ αὐτοκράτωρ ἔτι εἰς Ἀγχίαλον ἐγκαρτερῶν, μεμαθηκὼς τὸν ἐπὶ τῇ προνομῇ τῶν παρακειμένων χωρῶν σκεδασμὸν τῶν Κομάνων, ἀπάρας ἐκεῖθεν καταλαμβάνει τὴν μικρὰν Νίκαιαν.
PG 131:711Ὡς δὲ μεμαθήκοι ὅτι ὁ Κιτζῆς, ἡγεμὼν δὲ οὗτος εἷς τῶν τοῦ Κομανικοῦ στρατεύματος, ἀναλαβόμενος Κομάνους ποσουμένους εἰς δώδεκα χιλιάδας καὶ εἰς προνομὴν τούτους διασπείρας λείαν τε πολλὴν συναγαγὼν τὸν αὐχένα τοῦ Ταυροκώμου κατείληφε, τὰς ὑπ’ αὐτὸν ἀναλαβόμενος δυνάμεις κατελθὼν παρὰ τῷ χείλει εἱστήκει τοῦ ποταμοῦ τοῦ κατὰ τὴν πεδιάδα τὴν κάτωθεν τοῦ τοιούτου αὐχένος διακειμένην ῥέοντος. Τόπος δὲ οὗτος πλήρης χαμαιδρύων καὶ ἀρτιφυῶν δένδρων. Ἐκεῖσε γοῦν τὰς δυνάμεις καταστησάμενος ἀπόμοιραν Τούρκων ἱκανὴν ἀποτεμόμενος τῆς τοξείας ἐκκρίτους εἰδήμονας κατὰ τῶν Κομάνων ἐπαφίησιν, ὥστε τὸν μετ’ αὐτῶν συναραμένους πόλεμον καὶ ἱππασίας τινὰς ποιησαμένους ἐπισπάσασθαι τούτους πρὸς τὸ πρανές. Οἱ δὲ Κόμανοι προσβαλόντες τούτοις ἐδίωκον ἀκρατῶς μέχρι τῆς ῥωμαϊκῆς φάλαγγος· εἶτα μικρὸν τοὺς ἵππους ἀνασειράσαντες καὶ κατὰ τῆς ῥωμαϊκῆς ἐξορμῆσαι φάλαγγος ἡτοιμάζοντο καθιστῶντες τὰς παρατάξεις.
PG 131:713Ἐπεὶ δὲ Κόμανόν τινα ἀγέρωχον ἱππότην τῆς φάλαγγος προπηδήσαντα ὁ αὐτοκράτωρ ἐθεάσατο καὶ τὰς παρατάξεις παραθέοντα καὶ μονονοὺ τὸν μετ’ αὐτοῦ μαχεσόμενον ἀναζητεῖν ἐοικότα, οὐκ ἔφερεν οὔτε τὸ δεξιὸν καρτερεῖν οὔτε τὸ εὐώνυμον κέρας, ἀλλ’ αὐτὸς πρὸ πάντων ὅλας τὰς ἡνίας χαλάσας τὸν ἀναζητοῦντα τὸν πόλεμον βάρβαρον πρώτως παίει διὰ τοῦ δόρατος καὶ ἀμφὶ στήθεσι διαμπερὲς ἐλάσας τὸ ξίφος τοῦ ἵππου κατέβαλε κατὰ ταυτηνὶ τὴν ἡμέραν στρατιώτην μᾶλλον ἢ στρατηγὸν ἑαυτὸν ἀποδείξας. Μέγα τοίνυν ταῖς ῥωμαϊκαῖς παραυτίκα θάρσος ἐμβαλὼν παρατάξεσιν, οὐχ ἥσσονα δὲ τοῖς Σκύθαις φόβον, ὡς πύργος τούτοις προσβαλὼν διεῖλε τὸ στράτευμα. Οὕτω γοῦν τῆς ὁμαιχμίας τῶν βαρβάρων διασπασθείσης διασπαρέντες ἁπανταχῇ ἔφευγον ἀκρατῶς. Κόμανοι μὲν οὖν τηνικαῦτα πίπτουσιν ὡσεὶ χιλιάδες ἑπτά, ἄγονται δὲ καὶ ζωγρία τρισχίλιοι. Τὴν μέντοι λείαν ἅπασαν ἀφελόμενοι οἱ τοῦ ῥωμαϊκοῦ στρατεύματος οὐ συνεχωρήθησαν παρὰ τοῦ αὐτοκράτορος κατὰ τὸ εἰωθὸς ταύτην ἐπιμοιράσασθαι, καθὸ ἐξ ὑπογύου τῶν παρακειμένων χωρῶν ἐσκυλεύθη, ἀλλὰ δοθῆναι τοῖς ἐποίκοις.
PG 131:715Τοῦ γοῦν βασιλικοῦ προστάγματος πτηνοῦ δίκην εἰς ἅπασαν τὴν περίχωρον διαδεδραμηκότος ἕκαστος τῶν σκυλευθέντων παραγενόμενος ἐπιγινώσκων τὸ ἴδιον ἀνελαμβάνετο. Στερνοτυποῦντες οὖν καὶ χεῖρας ἱκετίδας εἰς οὐρανὸν αἴροντες τῷ αὐτοκράτορι τὰ λῴονα ἐπηύχοντο. Καὶ ἦν ἀκούειν φωνὴν σύμμικτον ἀνδρῶν τε καὶ γυναικῶν μέχρις αὐτῆς σεληνιακῆς σφαίρας φθάνουσαν. Ἀλλὰ ταῦτα μὲν οὕτω· ὁ δέ γε αὐτοκράτωρ χαίρων τὰς δυνάμεις ἀνακτησάμενος εἰς τὴν εἰρημένην μικρὰν Νίκαιαν αὖθις ἐπαναζεύγνυσιν. Ἐκεῖσε γοῦν ἐπὶ δυσὶν ἡμέραις ἐγκαρτερήσας τριταῖος ἐκεῖθεν ἐξελθὼν καταλαμβάνει τὴν Ἀδριανούπολιν περὶ τὴν οἰκίαν τοῦ Σιλβέστρου ἱκανὰς ἐνδιατρίψας ἡμέρας. Τῶν γοῦν Κομάνων οἱ λογάδες ἅπαντες ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος βουληθέντες τοῦτον ἀπατῆσαι προσέρχονται τούτῳ ὡς αὐτόμολοι σπείσασθαι τάχα μετ’ αὐτοῦ προσποιούμενοι, ἵνα τριβομένου τοῦ μετ’ εἰρήνης καιροῦ προχωροίη τὸ Κομανικὸν στράτευμα τοῖς ἔμπροσθεν. Ἐπὶ τρισὶν οὖν ἡμέραις ἐγκαρτερήσαντες μετὰ τὴν τρίτην ἡμέραν νυκτὸς τῆς πρὸς τὰ οἴκοι φερούσης ἥψαντο.
Αἰσθόμενος δὲ τῆς τῶν Κομάνων ἀπάτης ὁ αὐτοκράτωρ ὑποπτέρους ἀποστείλας δηλοῖ τοῦτο τοῖς πεπιστευμένοις τὴν φυλακὴν τῶν τοῦ Ζυγοῦ ἀτραπῶν ἐφ’ ᾧ μὴ ἀναπίπτειν, ἀλλ’ ἐγρηγορέναι διὰ παντός, εἴ που τούτους κατάσχοιεν. Αὐτὸς δὲ τὸ ὅλον στράτευμα τῶν Κομάνων μεμαθηκὼς ἐπὶ τὰ πρόσω τὴν πορείαν ποιούμενον εὐθὺς ἀναλαβόμενος τοὺς παρατυχόντας τῶν στρατιωτῶν καταλαμβάνει τόπον τινὰ Σκουτάριον καλούμενον σταδίους τῆς Ἀδριανουπόλεως ἀπέχοντα ὀκτωκαίδεκα, τὴν δὲ μετ’ αὐτὴν εἰς Ἀγαθονίκην. Ἐπεὶ δὲ μεμαθήκοι τὸ Κομανικὸν φοσσάτον ἔτι κατὰ τὸν Ἀβριλεβὼ διακείμενον (τόπος δὲ οὗτος οὐ πορρωτέρω τῶν εἰρημένων πόλεων κείμενος), ἐνταῦθα γενόμενος καὶ τὰ ἄπειρα ἅπερ ἀνῆψαν πυρὰ πόρρωθεν ἐξιδὼν καὶ κατασκεψάμενος ἀποστείλας μετεπέμψατο Νικόλαον τὸν Μαυροκατακαλὼν καὶ ἑτέρους τῶν ἐκκρίτων ἡγεμόνων τοῦ ὁπλιτικοῦ καὶ τί χρὴ ποιεῖν διεσκοπεῖτο.
PG 131:717Δέον οὖν τηνικαῦτα ἐκρίθη μεταπέμψασθαι τοὺς τῶν ἐθνικῶν ἀρχηγούς, τόν τε Οὐζᾶν (ἐκ Σαυροματῶν δὲ οὗτος) καὶ Καρατζᾶν τὸν Σκύθην καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν, καὶ παρασκευάσασθαι ἵνα ἀπελθόντες παρασκευάσωσιν ἐφ’ ἑκάστῃ σκηνῇ πεντεκαίδεκα καὶ πλείους ἀνάψαι πυρσούς, ὥστε τοὺς Κομάνους τοὺς τοσούτους πυρσοὺς θεασαμένους ἀπειροπληθὲς τὸ ῥωμαϊκὸν νομίσαι στράτευμα κἀντεῦθεν ἐκδειματωθέντες τοῦ λοιποῦ μὴ θαρσαλέως τούτοις προσβαλεῖν. Τοῦτο δὲ γεγονὸς ταῖς τῶν Κομάνων ψυχαῖς φόβον μέγαν ἐνίησιν. Ὁ δέ γε αὐτοκράτωρ πρωί̈ας ὁπλισάμενος καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις ἀναλαβόμενος ἵεται κατ’ αὐτῶν· πολέμου δὲ ἐξ ἑκατέρων συρραγέντος οἱ Κόμανοι τὰ νῶτα διδόασιν. Ὁ δὲ βασιλεὺς διελὼν τὸ στράτευμα τοὺς μὲν ψιλοὺς ἔμπροσθεν διώκειν ἐκπέπομφεν, αὐτὸς δὲ φευγόντων ἀκρατῶς ἐλαύνων ἐδίωκε. Τούτους δὲ περὶ τὴν Σιδηρᾶν Κλείσουραν καταλαβὼν πολλοὺς μὲν ἀναιρεῖ, πλείστους δὲ καὶ ζωγρίαν ἄγει. Οἱ δέ γε προπεμφθέντες τῶν Κομάνων τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ὑπεχώρησαν.
Ὁ δὲ βασιλεὺς περὶ τὴν ἀκρολοφίαν τῆς Σιδηρᾶς Κλεισούρας παννύχιος διατελέσας χειμῶνος ὄντος σφοδροῦ, αὐγαζούσης ἤδη ἡμέρας τὴν Γολόην κατείληφεν. Ἐκεῖσε δὲ ἡμερονύχθιον ἓν διακαρτερήσας ἐφ’ ᾧ τιμῆσαι πάντας τοὺς ἀνδρικῶς ἀγωνισαμένους καὶ δωρεῶν μεγίστων ἀξιῶσαι καὶ τὸ βουλευθὲν εἰς ἔργον ἀγαγὼν καὶ μετ’ εὐφροσύνης πάντας ἐκπέμψας οἴκαδε ἐν δυσὶ νυχθημέροις κατείληφε τὰ βασίλεια. Καὶ μικρὸν ἑαυτὸν ἀνακτησάμενος τῶν πολλῶν μόχθων, ἐπεὶ τοὺς Τούρκους τὰ ἐντὸς Βιθυνίας κατατρέχοντας εὗρε καὶ λῃζομένους ἅπαντα, τῶν δυτικῶν πραγμάτων ἐκ θατέρου μέρους πρὸς ἑαυτὰ ἐπισπωμένων τὸν αὐτοκράτορα, πλέον ἐν τούτοις ἢ ἐν ἐκείνοις κάμνων (πρὸς γὰρ τὸ κατεπεῖγον μᾶλλον ὁ πόνος ἦν) ἐπίνοιαν ἐπινοεῖται μάλα μεγαλουργὸν καὶ ἀξίαν τῆς ἐκείνου ψυχῆς καὶ πρὸς ἀσφάλειαν Βιθυνίας ἀποταφρεύει τὰς ἐκείνων καταδρομὰς διὰ τοιαύτης κατασκευῆς· ἄξιον δὲ καὶ τὴν κατασκευὴν ἐκείνην διηγήσασθαι. Ὁ γὰρ Σάγγαρις ποταμὸς καὶ ἡ παραλία ἡ μέχρι τοῦ χωρίου Χηλῆς ἰθυτενῶς καταφερομένη καὶ ἡ πρὸς βορρᾶν ἀνακάμπτουσα πολλὴν ἔνδον περικλείουσι χώραν.
PG 131:719Ταύτην τοίνυν τὴν χώραν πονηροὶ γείτονες γεγονότες ἡμῖν ἀνέκαθεν οἱ τοῦ Ἰσμαὴλ κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων διά τε Μαρυανδηνῶν καὶ τῶν πέραν Σαγγάρεως ῥᾳδίως κατελῄζοντο καὶ μᾶλλον τὴν Νικομήδους ἐπέθλιβον τὸν ποταμὸν διαπεραιούμενοι. Τὴν τοιαύτην τοίνυν ὁρμὴν ἀνακόπτων τῶν βαρβάρων ὁ βασιλεὺς καὶ τὴν τῆς χώρας καταδρομὴν καὶ μάλιστα τὴν Νικομήδους ἀσφαλιζόμενος κατωτέρω τῆς Βαάνης λίμνης μακρότατον ὄρυγμα κατιδὼν καὶ παρακολουθήσας αὐτῷ μέχρι πέρατος κατενόει ἀπό τε τῆς θέσεως καὶ τοῦ σχήματος, ὡς ἄρα ὁ τόπος οὐκ ἐκ ταὐτομάτου διαβεβόθρωται οὐδὲ συσσεσηράγγωται φυσικῶς, ἀλλὰ χειρός τινος ὑπῆρχε μηχάνημα. Πολυπραγμονήσας οὖν τὸ τοῦ τόπου μανθάνει παρά τινων, ὡς ἄρα τῆς τοιαύτης διώρυχος Ἀναστάσιος ὁ Δίκουρος ἐπεστάτησε. Τί μὲν βουλόμενος, οὐκ εἶχον λέγειν· ἐφαίνετο δ’ οὖν τῷ βασιλεῖ Ἀλεξίῳ, ὡς δὴ ὁ αὐτοκράτωρ ἐκεῖνος ἐβούλετο ἀπὸ τῆς λίμνης ὕδωρ μετοχετεύειν ἐς ταυτηνὶ τὴν χειροποίητον χαράδραν. Πρὸς τοιαύτην τοίνυν ἐνθύμησιν ἀναχθεὶς ὁ αὐτοκράτωρ Ἀλέξιος τήν τε τάφρον εἰς βάθος ἱκανώτατον διορύσσειν ἐκέλευε.
Δεδοικὼς δὲ μή ποτε καὶ πορεύσιμα γένοιτο τὰ τῶν ποταμῶν κατὰ τὰς συναφὰς τῶν ῥευμάτων, ἀνιστᾷ φρούριον ἐρυμνότατον, πανταχόθεν τὸ ἀσφαλὲς καὶ τὸ ἀνεπιχείρητον ἔχον ἀπό τε τοῦ ποταμοῦ καὶ τῆς εἰς ὕψος καὶ πάχος τειχοποιίας· ὅθεν καὶ τὴν σιδηρᾶν ἀπηνέγκατο κλῆσιν. Καὶ ἔστι νῦν τὸ σιδηροῦν τουτὶ πυργίον πόλις πρὸ πόλεως καὶ τείχους προτείχισμα. Αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἐφίστατο τῇ τοῦ πολιχνίου οἰκοδομῇ ἀπὸ πρωί̈ας μέχρις ἑσπέρας, καίτοι πολλῆς τῆς ἀλέας οὔσης τὸν θερινὸν τροπικὸν τοῦ ἡλίου διαπορευομένου, καὶ καύσωνος ἠνείχετο καὶ κονίας. Καὶ πολλὴν τὴν δαπάνην κατεβάλλετο ὡς ἐντεῦθεν ἐρυμνότατον γεγονέναι τὸ τεῖχος καὶ ἀπρόσμαχον, τοὺς σύροντας ἕκαστον τῶν λίθων, εἰ ἔτυχεν εἶναι πεντήκοντα ἢ ἑκατὸν ἄνδρας, δαψιλῶς ἐπιφιλοτιμούμενος. Ἐντεῦθεν δὲ οὐ τῶν τυχόντων, ἀλλὰ καὶ στρατιώτης ἅπας καὶ ὑπηρέτης αὐτόχθων τε καὶ ἐξ ἀλλοδαπῆς ὁρμώμενος πρὸς τὴν τῶν τοιούτων λίθων ὁλκὴν ἐκεκίνητο δαψιλεῖς ὁρῶντες τοὺς μισθοὺς καὶ αὐτὸν τὸν αὐτοκράτορα καθάπερ ἀθλοθέτην τινὰ ἐφιστάμενον. Τέχνη γὰρ ἦν καὶ τοῦτο ἵνα πολλῶν συρρεόντων ῥᾷον ἡ ὁλκὴ τῶν παμμεγέθων ἐκείνων λίθων γίνοιτο.
PG 131:721Οὕτως ἦν ἐκεῖνος καὶ ἐπινοῆσαι βαθύτατος καὶ καταπρᾶξαι μεγαλουργότατος. Τὰ μὲν οὖν κατὰ τὸν αὐτοκράτορα μέχρι τῆς ... ἐπινεμήσεως τοῦ ... ἔτους κατὰ τὸν εἰρημένον τρόπον προβέβηκεν· οὔπω δὲ μικρὸν ἑαυτὸν ἀναπαύσας λογοποιουμένην ἠκηκόει ἀπείρων Φραγγικῶν στρατευμάτων ἐπέλευσιν. Ἐδεδίει μὲν οὖν τὴν τούτων ἔφοδον γνωρίσας αὐτῶν τὸ ἀκατάσχετον τῆς ὁρμῆς, τὸ τῆς γνώμης ἄστατον καὶ εὐάγωγον καὶ τἆλλα ὁπόσα ἡ τῶν Κελτῶν φύσις ὡς ἴδια ἢ παρακολουθήματά τινα ἔχει διὰ παντὸς καὶ ὅπως ἐπὶ χρήμασι κεχηνότες ἀεὶ διὰ τὴν τυχοῦσαν αἰτίαν τὰς σφῶν συνθήκας εὐκόλως ἀνατρέποντες φαίνονται. Εἶχε γὰρ ἀεὶ τοῦτο ᾀδόμενον καὶ πάνυ ἐπαληθεῦον. Καὶ οὐκ ἀναπεπτώκει, ἀλλὰ παντοίως παρεσκευάζετο, ὥστε καιροῦ καλοῦντος ἕτοιμον πρὸς τὰς μάχας εἶναι. Καὶ γὰρ καὶ πλέω καὶ φοβερώτερα τῶν φημιζομένων λόγων ἦσαν τὰ πράγματα. Πᾶσα γὰρ ἡ ἑσπέρα καὶ ὁπόσον γένος βαρβάρων τὴν πέραθεν Ἀδρίου μέχρις Ἡρακλείων στηλῶν κατῴκει γῆν, ἅπαν ἀθρόον μεταναστεῦσαν ἐπὶ τὴν Ἀσίαν διὰ τῆς ἑξῆς Εὐρώπης ἐβάδιζε πανοικὶ τὴν πορείαν ποιούμενον. Ἔσχε δὲ τὰ κατὰ τὴν τοιαύτην συγκίνησιν τὴν αἰτίαν ἐνθένδε ποθέν.
PG 131:723Κελτός τις Πέτρος τοὔνομα, τὴν ἐπωνυμίαν Κουκούπετρος, εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθὼν καὶ πολλὰ δεινὰ πεπονθὼς παρὰ τῶν τὴν Ἀσίαν πᾶσαν λῃζομένων Τούρκων τε καὶ Σαρακηνῶν μόγις ἐπανῆλθεν εἰς τὰ ἴδια. Καὶ διαμαρτὼν τοῦ σκοποῦ οὐκ ἔφερεν, ἀλλ’ αὖθις ἠβούλετο τῆς αὐτῆς ἅψασθαι ὁδοῦ. Συνιδὼν δὲ ὡς οὐ χρὴ μόνον αὖθις τῆς πρὸς τὸν ἅγιον τάφον ὁδοιπορίας ἅψασθαι, ἵνα μὴ χεῖρόν τι γένηταί οἱ, βουλὴν βουλεύεται συνετήν. Ἡ δὲ ἦν διακηρυκεῦσαι εἰς ἁπάσας τὰς τῶν Λατίνων χώρας ὡς «Ὀμφὴ θεία παρακελεύεταί με πᾶσι τοῖς ἐν Φραγγίᾳ κόμησι κηρῦξαι, ἅπαντας τῶν ἰδίων ἀπᾶραι καὶ εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἀπελθεῖν καὶ σπεῦσαι ὅλῃ χειρὶ καὶ γνώμῃ τῆς τῶν Ἀγαρηνῶν τὰ Ἱεροσόλυμα λυτρώσασθαι χειρός». Καὶ μέντοι καὶ κατώρθωκεν. Ὥσπερ γάρ τινα θείαν ὀμφὴν ἐνθέμενος εἰς τὰς ἁπάντων ψυχὰς τοὺς ὁπουδήποτε Κελτοὺς ἄλλον ἀλλαχόθεν σὺν ὅπλοις καὶ ἵπποις καὶ τῇ λοιπῇ τοῦ πολέμου παρασκευῇ συναθροίζεσθαι παρεσκεύαζε. Κἀκεῖνοι μὲν οὕτως εἶχον προθυμίας τε καὶ ὁρμῆς καὶ πᾶσα λεωφόρος τούτους εἶχε·
συνεπῄει δὲ τοῖς στρατιώταις ἐκείνοις Κελτοῖς καὶ ψιλὸν ὑπὲρ τὴν ἄμμον καὶ τὰ ἄστρα πλῆθος φοίνικας φέρον καὶ σταυροὺς ἐπ’ ὤμων, γύναιά τε καὶ τέκνα τῶν σφῶν ἐξεληλυθότα χωρῶν. Καὶ ἦν ὁρᾶν αὐτοὺς καθάπερ τινὰς ποταμοὺς ἁπανταχόθεν συρρέοντας καὶ διὰ τῶν Δακῶν ὡς ἐπίπαν [πρὸς τὰς] πρὸς ἡμᾶς ἐπερχομένους πανστρατιᾷ. Προηγήσατο δὲ τῆς τῶν τοσούτων λαῶν ἐλεύσεως ἀκρὶς τῶν μὲν πυρῶν ἀπεχομένη, τοὺς δὲ ἀμπελῶνας δεινῶς κατεσθίουσα. Ἦν δ’ ἄρα τοῦτο τὸ σύμβολον, ὡς οἱ τότε συμβολομάντεις ἀπεμαντεύοντο, ὡς ἡ ἔφοδος τοῦ τοσούτου Κελτικοῦ στρατεύματος τῶν μὲν Χριστιανικῶν πραγμάτων ἀπόσχηται, δεινῶς δ’ ἐπιβρίσειε κατὰ τῶν βαρβάρων Ἰσμαηλιτῶν μέθῃ καὶ οἴνῳ καὶ τῷ Διονύσῳ δεδουλευκότων. Τοῦτο γὰρ τὸ γένος Διονύσῳ τε ὑπείκει καὶ Ἔρωτι καὶ πρὸς παντοίας μίξεις καταφορώτατον καὶ μὴ συμπεριτεμνόμενον τῇ σαρκὶ καὶ τὰ πάθη, καὶ ἔστιν οὐδὲν ἄλλο ἢ δοῦλον καὶ τρίδουλον τῶν τῆς Ἀφροδίτης κακῶν. Ἔνθεν τοι καὶ τὴν Ἀστάρτην αὐτοὶ καὶ τὴν Ἀσταρὼθ προσκυνοῦσι καὶ σέβονται καὶ τοῦ ἄστρου τὸν τύπον περὶ πλείονος τίθενται καὶ τὴν χρυσῆν παρ’ ἐκείνοις Χοβάρ.
PG 131:725Ὁ μέντοι σῖτος εἰς τὸν χριστιανισμὸν τοῖς συμβολικοῖς τούτοις ἐξελαμβάνετο διὰ τὸ νηφάλιόν τε καὶ τροφιμώτατον. Οὕτω μὲν οὖν οἱ μάντεις τὰς ἀμπέλους καὶ τὸν πυρὸν ἐξεδέξαντο. Ἀλλὰ τὰ μὲν περὶ τῶν μάντεων οὕτως ἐχέτω· τὰ δὲ κατὰ τὴν ἔφοδον τῶν βαρβάρων οὕτω παρηκολουθήκει καὶ καινόν τι κατανοεῖν τοῖς γε νοῦν ἔχουσιν ἐνῆν. Τῆς γὰρ τῶν τοσούτων ἐλεύσεως οὐχ ὁμοῦ οὐδὲ κατὰ ταὐτὸν γινομένης (καὶ πῶς γὰρ τοσαῦτα πλήθη ἐκ διαφόρων τόπων ἐξορμήσαντα ὁμαδὸν τὸν τῆς Λογγιβαρδίας πορθμὸν διανήξασθαι ἐνῆν;) οἱ μὲν πρῶτοι, οἱ δὲ δεύτεροι, οἱ δὲ τούτων ὄπισθεν καὶ καθεξῆς οἱ ἅπαντες τὸν ἀπόπλουν οὕτω ποιούμενοι διὰ τῆς ἠπείρου διήρχοντο. Προηγεῖτο δὲ ἑκάστου στρατεύματος τούτων ἀκρὶς ἀμύθητος, ὡς ἔφαμεν. Ἅπαντες γοῦν ἅπαξ καὶ δὶς τοῦτο θεασάμενοι προδρόμους ταύτας τῶν Φραγγικῶν ταγμάτων ἐγνώρισαν.
Ὡς δὲ σποράδην τινὲς τὸν τῆς Λογγιβαρδίας διεπέρων ἤδη πορθμόν, ὁ αὐτοκράτωρ μετακαλεσάμενός τινας τῶν ῥωμαϊκῶν δυνάμεων ἀρχηγοὺς ἐκπέμπει τούτους πρὸς τὰ μέρη Δυρραχίου καὶ Αὐλῶνος ἐντειλάμενος δέχεσθαι μὲν προσηνῶς τοὺς διαπερῶντας πανηγύρεις τε δαψιλεῖς ἐξ ἁπασῶν τῶν χωρῶν κατὰ τὴν ὁδὸν ἐξάγειν, εἶτα ἐνεδρεύειν παρακολουθοῦντας διόλου καὶ ἐπὰν ἐκδρομάς τινας τούτους θεάσοιντο ποιουμένους εἰς προνομὴν τῶν παρακειμένων χωρῶν ἐκτρέχοντας, ἀναστέλλειν διὰ μετρίων ἀκροβολισμῶν. Συμπαρῆσαν δὲ τούτοις καί τινες τῆς λατινικῆς διαλέκτου εἰδήμονες, ἵνα τὰς ἀναφυομένας μεταξὺ μάχας καταστέλλωσιν. Ἀλλ’ ὅπως σαφέστερον ἀφηγησαίμην τὸ πρᾶγμα καὶ κατὰ μέρος, ταύτης τῆς φήμης διαδραμούσης ἁπανταχοῦ πρῶτος ὁ Γοντοφρὲ τὴν ἰδίαν ἀπεμπολήσας χώραν τῆς προκειμένης ὁδοῦ εἴχετο. Ἀνὴρ δὲ οὗτος πολυχρήματος καὶ ἐπὶ γενναιότητι καὶ ἀνδρείᾳ καὶ γένους περιφανείᾳ μεγάλως αὐχῶν· ἕκαστος γὰρ τῶν Κελτῶν ἔσπευδε προτρέχειν τῶν ἄλλων.
PG 131:727Καὶ γέγονε συγκίνησις οἵαν οὐδέπω τις μέμνηται ἀνδρῶν τε καὶ γυναικῶν, τῶν μὲν ἁπλουστέρων ὡς τὸν τοῦ Κυρίου προσκυνῆσαι τάφον καὶ τὰ κατὰ τοὺς ἱεροὺς ἱστορῆσαι τόπους ἐπειγομένων ἐπ’ ἀληθείᾳ, τῶν δέ γε πονηροτέρων καὶ μᾶλλον ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες ἄλλον ἐνδομυχοῦντα λογισμὸν ἐχόντων, εἴ που ἐν τῷ διέρχεσθαι δυνηθεῖεν καὶ αὐτὴν τὴν βασιλεύουσαν κατασχεῖν καθάπερ πόρισμά τι ταύτην εὑρηκότες. Ἐτάρασσε δὲ τὰς τῶν πλειόνων καὶ γενναιοτέρων ψυχὰς ὁ Βαϊμοῦντος ὡς παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφων. Ὁ μὲν οὖν Πέτρος μετὰ τὸ ταῦτα διακηρυκεῦσαι πάντων προηγησάμενος τὸν τῆς Λογγιβαρδίας διεπέρασε πορθμὸν μετὰ πεζῶν μὲν χιλιάδων ὀγδοήκοντα, ἱππέων δὲ χιλιάδων ἀνδρῶν ἑκατὸν καὶ διὰ τῶν μερῶν τῆς Οὐγγρίας τὴν βασιλεύουσαν κατέλαβεν. Ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος, ὡς εἰκάσαι τινά, καὶ ἄλλως λίαν θερμότατον καὶ ὀξύ, ἐπὰν δὲ καὶ ἀφορμῆς δράξοιτο, ἀκάθεκτον.
Τοῦ δὲ βασιλέως ἅπερ ὁ Πέτρος προεπεπόνθει παρὰ τῶν Τούρκων γινώσκοντος καὶ συμβουλεύοντος αὐτῷ καὶ τὴν τῶν λοιπῶν κομήτων καρτερῆσαι ἔλευσιν, οὐκ ἐπείθετο θαρρῶν εἰς τὸ πλῆθος τῶν συνεπομένων αὐτῷ καὶ διαπεράσας ἐπήξατο τὸν χάρακα εἴς τι πολίχνιον Ἑλενούπολιν ὀνομαζόμενον. Ἐπεὶ δὲ καὶ Νορμάνοι τούτῳ συνείποντο εἰς δέκα χιλιάδας ποσούμενοι, ἀποκριθέντες τοῦ λοιποῦ στρατεύματος τὰ κατὰ τὴν Νίκαιαν ἐλῄζοντο πᾶσιν ὠμοτάτως χρησάμενοι. Τῶν τε γὰρ βρεφῶν τὰ μὲν ἐμέλιζον, τὰ δὲ ξύλοις περιπείροντες ὤπτιζον ἐν πυρί, πρὸς δὲ τοὺς τῷ χρόνῳ προήκοντας· πᾶν εἶδος ποινῆς ἐπεδείκνυντο. Οἱ δὲ ἐντὸς τῶν γινομένων ἐν αἰσθήσει γεγονότες ἀναπετάσαντες τὰς πύλας κατ’ αὐτῶν ἐξῄεσαν. Καρτεροῦ δὲ τηνικαῦτα συρραγέντος πολέμου παλίνορσοι εἴσω τοῦ κάστρου γεγόνασιν ἐκθύμως τῶν Νορμάνων ἀγωνισαμένων. Καὶ ὣς τὴν λείαν ἅπασαν ἀναλαβόμενοι κατέλαβον αὖθις τὴν Ἑλενούπολιν.
PG 131:729Λόγου δὲ ἀναμεταξὺ αὐτῶν τε καὶ τῶν μὴ σὺν αὐτοῖς ἀπελθόντων κινηθέντος, ὁποῖα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαι, τοῦ φθόνου τὸν θυμὸν ἀναφλέγοντος τῶν ἀπολειφθέντων κἀντεῦθεν ἁψιμαχίας ἀμφοῖν γενομένης οἱ τολμητίαι Νορμάνοι ἀποκριθέντες αὖθις τὴν Ξερίγορδον καταλαβόντες ἐξ ἐφόδου κατέσχον. Μαθὼν δὲ τὸ γεγονὸς ὁ σουλτὰν κατ’ αὐτῶν μετὰ ἀποχρώσης δυνάμεως ἐκπέμπει τὸν Ἐλχάνην. Ὁ δὲ καταλαβὼν αἱρεῖ μὲν τὴν Ξερίγορδον, τῶν δέ γε Νορμάνων τοὺς μὲν ξιφῶν παρανάλωμα ἐποιήσατο, τοὺς δὲ καὶ ζωγρίαν ἦγε μελετήσας ἅμα καὶ κατὰ τῶν συναπολειφθέντων τῷ Κουκουπέτρῳ. Καὶ λόχους μὲν ἐν ἐπικαίροις καταστήσας τόποις, ὡς ἂν [ἐν] τῷ κατὰ τῆς Νικαίας ἀπιέναι τούτοις ἀπροόπτως ἐμπίπτοντες ἀναιρῶνται, γινώσκων δὲ καὶ τὸ τῶν Κελτῶν ἐρασιχρήματον δύο τινὰς δραστηρίους τὴν γνώμην μεταπεμψάμενος ἐνετείλατο ἀπελθεῖν πρὸς τὸ στράτευμα τοῦ Κουκουπέτρου διακηρυκεύοντας ὡς οἱ Νορμάνοι, κατασχόντες τὴν Νίκαιαν, δασμὸν τῶν ἐνόντων ἐν αὐτῇ ποιοῦνται. Αὕτη ἡ φήμη τοὺς μετὰ τοῦ Πέτρου συνόντας καταλαβοῦσα δεινῶς συνετάραξε.
PG 131:731Δασμὸν γὰρ καὶ χρήματα ἀκηκοότες παραχρῆμα τῆς πρὸς τὴν Νίκαιαν φερούσης ὁδοῦ ἀσυντάκτως ἥψαντο ἐπιλαθόμενοι μονονοὺ καὶ στρατιωτικῆς ἐμπειρίας καὶ τῆς τοῖς πρὸς μάχην ἀπιοῦσιν ... εὐταξίας. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν Λατίνων γένος φιλοχρηματώτατον, ὥσπερ ἄνωθεν εἴρηται, ἐπὰν δὲ καὶ πρὸς καταδρομὴν χώρας ἀπονεύσειε, καὶ λόγῳ μὴ χρώμενον ἀχαλιναγώγητον. Μὴ κατὰ στοίχους δὲ μήτε ἰλαδὸν πορευόμενοι τοῖς περὶ τὸν Δράκοντα λοχῶσι Τούρκοις περιπίπτοντες οἰκτρῶς ἀνῃροῦντο. Καὶ τοσοῦτον πλῆθος Κελτῶν τε καὶ Νορμάνων ἔργον μαχαίρας Ἰσμαηλιτικῆς ἐγεγόνει ὥστε, τὰ ἑκασταχοῦ κείμενα λείψανα τῶν ἀποσφαγέντων ἀνδρῶν συγκομίσαντες, μέγιστον οὐ λόφον φημὶ οὐδὲ βουνὸν οὐδὲ σκοπιὰν ἐποιήσαντο, ἀλλ’ οἷον ὄρος ὑψηλὸν καὶ βάθος καὶ πλάτος ἀξιολογώτατον ἀπολαμβάνον· τοσοῦτος ἔκειτο ὁ τῶν ὀστῶν κολωνός. Καί τινες ὕστερον τῶν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀποσφαγέντων βαρβάρων ἐν σχήματι πόλεως οἰκοδομήσαντες τεῖχος μεσέμβολά τινα καθάπερ κάχληκας τὰ ὀστᾶ τῶν ἀπολωλότων ἐνέθεντο τρόπον τινὰ τάφον αὐτοῖς τὴν πόλιν ποιούμενοι.
Ἥτις καὶ εἰς τὴν τήμερον ἵσταται τετειχισμένη ὁμοῦ τε λίθοις καὶ ὀστοῖς ἀναμὶξ ἔχουσα τὸν περίβολον. Πάντων οὖν ξιφῶν παρανάλωμα γεγονότων μόνος ὁ Πέτρος μετ’ ὀλίγων τινῶν εἰς Ἑλενούπολιν αὖθις ὑποστρέψας εἰσῄει. Οἱ δὲ Τοῦρκοι αὖθις τοῦτον ἐνήδρευον ἑλεῖν ἐθέλοντες. Ὁ δὲ αὐτοκράτωρ, ἅπαντα ἀκηκοὼς καὶ τὴν τοσαύτην ἀνδροκτασίαν βεβαιωθείς, ἐν δεινῷ ἐποιεῖτο εἰ καὶ ὁ Πέτρος ἁλῴη. Παραχρῆμα τοίνυν μεταπεμψάμενος τὸν Κατακαλὼν Κωνσταντῖνον τὸν Εὐφορβηνόν, οὗ ὁ λόγος ἐν πολλοῖς ἤδη ἐμνήσθη, ἀποχρώσας δυνάμεις ἐν ναυσὶ πολεμικαῖς ἐμβαλὼν διαπόντιον εἰς ἀρωγὴν αὐτοῦ πέπομφε. Θεασάμενοι δὲ τοῦτον οἱ Τοῦρκοι καταλαβόντα φυγαδείᾳ ἐχρήσαντο. Ὁ δὲ μηδὲ μικρὸν ἀναμείνας ἀναλαβόμενος τὸν Πέτρον μετὰ τῶν σὺν αὐτῷ, ῥητοὶ γὰρ ἦσαν, διασῴζει πρὸς τὸν βασιλέα.
PG 131:733Τοῦ δὲ βασιλέως ἀναμιμνήσκοντος αὐτὸν τῆς ἀρχῆθεν ἀβουλίας αὐτοῦ καὶ ὅπως ταῖς αὐτοῦ ὑποθημοσύναις μὴ πειθόμενος τοσούτοις ἐνεπεπτώκει δεινοῖς, ὁποῖα Λατῖνος ὑψαύχην οὐχὶ ἑαυτὸν αἴτιον τοῦ τοσούτου κακοῦ ἔλεγεν, ἀλλ’ ἐκείνους τοὺς μὴ αὐτῷ πειθομένους, ἀλλὰ τοῖς ἰδίοις θελήμασι χρωμένους, λῃστὰς ἀποκαλῶν τούτους καὶ ἅρπαγας καὶ μηδὲ παρὰ τοῦ Σωτῆρος εἰς προσκύνησιν τοῦ ἁγίου τάφου διὰ ταῦτα δεκτούς. Οἱ μὲν οὖν τῶν Λατίνων, ὁποῖος ὁ Βαϊμοῦντος καὶ οἱ τούτου ὁμόφρονες, ἔρωτα τῆς τῶν Ῥωμαίων ἀρχῆς ἐκ μακροῦ ἔχοντες καὶ ταύτην ἑαυτοῖς περιποιήσασθαι βουλόμενοι, πρόφασιν τὴν τοῦ Πέτρου διακηρύκευσιν εὑρηκότες, ὡς εἴρηται, τὴν τοιαύτην συγκίνησιν ἐποιήσαντο ἀπατήσαντες τοὺς ἀκεραιοτέρους καὶ σχηματιζόμενοι κατὰ τῶν Τούρκων ἀπέρχεσθαι εἰς ἐκδίκησιν τοῦ ἁγίου τάφου τὰς ἰδίας ἐπίπρασκον χώρας. Οὖβος δέ τις ὁ τοῦ ῥηγὸς Φραγγίας ἀδελφὸς φυσῶν τὰ Ναυάτου ἐπ’ εὐγενείᾳ καὶ πλούτῳ καὶ δυνάμει τῆς ἐνεγκαμένης μέλλων ἐξελθεῖν τάχα ὡς πρὸς τὸν ἅγιον τάφον ἀποστείλας ἀπονοίας ῥήματα ἐμήνυσε πρὸς τὸν αὐτοκράτορα προμηθευόμενος λαμπρὰν τὴν ὑπαντὴν αὐτῷ γενέσθαι·
«Ἴσθι» λέγων «ὦ βασιλεῦ, ὡς ἐγὼ ὁ βασιλεὺς τῶν βασιλέων καὶ ὁ μείζων τῶν ὑπ’ οὐρανόν. Καὶ καταλαμβάνοντά με ἤδη ἐνδέχεται ὑπαντῆσαί τε καὶ δέξασθαι μεγαλοπρεπῶς καὶ ἀξίως τῆς ἐμῆς εὐγενείας». Ταῦτα ὁ βασιλεὺς ἀκούσας, ἐπεὶ δοὺξ μὲν ἔτυχε Δυρραχίου Ἰωάννης ὁ υἱὸς Ἰσαακίου τοῦ σεβαστοκράτορος, περὶ οὗ ἄνωθεν εἴρηται, τοῦ δὲ στόλου Νικόλαος ὁ Μαυροκατακαλὼν περὶ τὸν λιμένα τοῦ Δυρραχίου ἐκ διαστημάτων ἐνορμίσας τὰς ναῦς κἀκεῖθεν αὖθις τὰς ἐκδρομὰς ποιούμενος καὶ τὰ πελάγη περισκοπῶν, ὡς μὴ λάθοιεν αὐτὸν λῃστρικαὶ νῆες παραπλεύσασαι, ὁ αὐτοκράτωρ εὐθὺς γράμματα πρὸς ἀμφοτέρους ἐκπέμπει ἐντειλάμενος τὸν μὲν δοῦκα Δυρραχίου διὰ τῆς ἠπείρου καὶ τῆς παραλίας ἐφεδρεύειν τὴν τούτου ἔλευσιν καὶ παραυτίκα τῷ αὐτοκράτορι ταχεῖαν τῆς τούτου ἐλεύσεως δοῦναι γνῶσιν, αὐτὸν δὲ τὸν Οὖβον ὑποδέξασθαι μεγαλοπρεπῶς, τὸν δὲ δοῦκα τοῦ στόλου παρακελεύσασθαι μηδαμῶς ἀναπεπτωκέναι μηδὲ καταρρᾳθυμεῖν, ἀλλ’ ἐγρηγορέναι διὰ παντός.
Κατὰ τὴν παραλίαν δὲ τῆς Λογγιβαρδίας ὁ Οὖβος διασωθεὶς πρέσβεις τηνικαῦτα ἐκπέμπει πρὸς τὸν δοῦκα Δυρραχίου εἴκοσι πρὸς τοῖς τέσσαρσι τὸν ἀριθμόν, θώραξι χρυσέοις σὺν αὐταῖς κνημῖσι περιπεφραγμένους, μετὰ τοῦ κόμητος Τζερπεντηρίου καὶ Ἠλία τοῦ ἐκ Θεσσαλονίκης ἀποδράσαντος ἀπὸ τοῦ αὐτοκράτορος. Οἱ δὲ πρὸς τὸν δοῦκα τοιαῦτα ἔλεγον· «Γνωστὸν ἔστω σοι, δούξ, ὅτι ὁ κύριος ἡμῶν Οὖβος ὅσον ἤδη καταλαμβάνει ἀναλαβόμενος ἀπὸ Ῥώμης τὴν χρυσῆν τοῦ ἁγίου Πέτρου σημαίαν. Ἀρχηγὸν δὲ τοῦτον ἐπίστασο τοῦ Φραγγικοῦ στρατεύματος ἅπαντος. Ἡτοιμάσθητι γοῦν πρὸς τὴν τούτου καὶ τῶν ὑπ’ αὐτὸν δυνάμεων δοχὴν ἀξίαν τῆς αὐτοῦ ἐξουσίας καὶ τὴν πρὸς αὐτὸν ὑπαντὴν ποιησόμενος.» Τούτων τοιαῦτα πρὸς τὸν δοῦκα λεγόντων ὁ Οὖβος διὰ τῆς Ῥώμης εἰς Λογγιβαρδίαν, ὡς εἴρηται, κατελθὼν καὶ διὰ τῆς Βάρεως ὡς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ποιούμενος κλύδωνι μεγίστῳ περιπεσὼν ἀπώλεσε τὰ πλείω τῶν αὐτοῦ πλοίων σὺν αὐτοῖς ἐρέταις καὶ ἐπιβάταις, ἑνὸς μόνου σκάφους, ἐν ᾧ αὐτὸς ἔτυχε, κατὰ τὴν μεσαίχμιον παραλίαν τοῦ τε Δυρραχίου καὶ τόπου τινὸς καλουμένου Πάλους ἀποπτυσθέντος οἷον παρὰ τῶν κυμάτων καὶ αὐτοῦ ἡμιθραύστου.
PG 131:735Παραδόξως δὲ τούτῳ σωθέντι περιτυχόντες δύο τινὲς τῶν περισκοπούντων τὴν τούτου ἔλευσιν μετεκαλοῦντο αὐτὸν λέγοντες ὡς «Ὁ δοὺξ ἀπεκδέχεταί σου τὴν ἄφιξιν ἐπιποθῶν σε θεάσασθαι». Ὁ δ’ εὐθὺς ἵππον ἐζήτει. Ἅτερος δὲ τούτων ἀποβὰς τοῦ ἵππου τοῦτον αὐτῷ μάλα προθύμως δίδωσιν. Οὕτω γοῦν τοῦτον ὁ δοὺξ σωθέντα θεασάμενος καὶ προσηγορίας ἀξιώσας, ὅπη τε καὶ ὅθεν ἐπερωτήσας καὶ ὅπως αὐτῷ διαπλωζομένῳ τὰ δεινὰ ξυμβέβηκε μαθὼν καὶ ἐπανακτησάμενος χρησταῖς ὑποσχέσεσι τράπεζαν αὐτῷ δαψιλῆ τοῦ λοιποῦ παρατίθησιν. Μετὰ δὲ τὴν εὐωχίαν ἄνετον μέν, οὐκ ἐλεύθερον δὲ παντελῶς εἶχε. Ταχὺ δὲ τῷ αὐτοκράτορι τὰ κατ’ αὐτὸν δηλώσας ἐκαρτέρει τὸ ποιητέον ἐκεῖθεν δέξασθαι. Ἅπαντα δὲ μεμαθηκὼς ὁ αὐτοκράτωρ ὀξέως τὸν Βουτουμίτην πέμπει πρὸς τὴν Ἐπίδαμνον, ἣν πολλάκις Δυρράχιον κατωνομάσαμεν, ἐφ’ ᾧ τὸν Οὖβον ἀναλαβέσθαι καὶ μὴ τὴν εὐθεῖαν βαδίσαι, ἀλλὰ παρεκκλῖναι καὶ διὰ τῆς Φιλιππουπόλεως αὐτὸν ἀγαγεῖν εἰς τὴν μεγαλόπολιν. Ἐδεδίει γὰρ τὰ ὄπισθεν ἐρχόμενα Κελτικὰ πλήθη καὶ στρατεύματα.
PG 131:737Δεξάμενος δὲ τοῦτον ὁ βασιλεὺς ἐντίμως καὶ παντοίας φιλοφροσύνης ἀξιώσας χρήματά τε ἱκανὰ ἐπιδοὺς πείθει παραχρῆμα ἄνθρωπον αὐτοῦ γενέσθαι τὸν τοῖς Λατίνοις συνήθη ὅρκον ἐπομοσάμενον. Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Οὖβον ἐκ προοιμίων· ὁ δέ γε Βαϊμοῦντος, οὗ ἄνωθεν ὁ λόγος πολλάκις ἐμνήσθη, πεντεκαίδεκα ἡμερῶν οὔπω διελθουσῶν διεπέρασεν εἰς τὴν ἀκτὴν τοῦ Καβαλίωνος μετὰ κομήτων διαφόρων καὶ στρατεύματος ἀριθμὸν ὑπερβαίνοντος ἅπαντα. Τόπος δὲ οὗτος ἐγγὺς τῆς Βοούσης· ὀνόματα δὲ ταῦτα τῶν ἐν τοῖς μέρεσιν ἐκείνοις τόπων. Καὶ μεμφέσθω μηδεὶς ἡμῖν τοιούτοις χρωμένοις ὀνόμασι βαρβαρικοῖς καὶ ἀφ’ ὧν ἔστι τὸ ὕφος τῆς ἱστορίας καταμιαίνεσθαι· οὐδὲ γὰρ οὐδ’ Ὅμηρος ἀπηξίωσε Βοιωτοὺς ὀνομάζειν καί τινας βαρβαρώδεις νήσους διὰ τὴν τῆς ἱστορίας ἀκρίβειαν. Κατὰ πόδας δὲ τούτου καὶ ὁ κόμης Πρεβέντζας ταῖς ἀκταῖς τοῦ πορθμοῦ Λογγιβαρδίας προσπελάσας, ἐπεὶ διαπερᾶν καὶ αὐτὸς ἐβούλετο, μυριοφόρον ναῦν λῃστρικὴν μισθωσάμενος τριάρμενον ἑξακισχιλίων χρυσίνων στατήρων, ἐν ᾗ ἐρέται μὲν διακόσιοι, ἐφόλκια δὲ τὰ συνεφεπόμενα ταύτῃ τρία.
PG 131:739Τὸν ἀπόπλουν οὐ πρὸς τὰ μέρη τοῦ Αὐλῶνος ἐπεποίητο καθὼς τὰ λοιπὰ τῶν Λατίνων στρατεύματα, ἀλλὰ τὸν ῥωμαϊκὸν ὑφορώμενος στόλον λύσας τὰ πρυμνήσια μικρὸν παρεκκλίνας κατευθὺ Χιμάρας τὸν ἀπόπλουν ἐποιεῖτο οὐρίου τυχὼν πνεύματος. Φεύγων δὲ τὸν καπνὸν εἰς πῦρ ἐπεπτώκει. Καὶ γὰρ οὐχὶ τοῖς σποράδην ἐνεδρεύουσι τὸν τῆς Λογγιβαρδίας πορθμὸν ναυτικοῖς περιέτυχεν, ἀλλ’ αὐτῷ τῷ δουκὶ τοῦ ὅλου ῥωμαϊκοῦ στόλου Νικολάῳ τῷ Μαυροκατακαλών. Ὃς πόρρω περὶ τῆς λῃστρικῆς ἐκείνης νηὸς μεμαθηκώς, τὰς τοῦ ὅλου στόλου διήρεις καὶ τριήρεις καί τινας δρομάδας ἀναλαβόμενος ναῦς ἀπελθὼν ἵστατο εἰς Καβαλίωνα ἀντικρὺ τοῦ Ἄσωνος, ἐξ οὗπερ ἐξεληλύθει τὸν μέγαν ἐκεῖσε στόλον καταλιπών. Καὶ ἀπέςτειλε τὸν καλούμενον δεύτερον κόμητα μετὰ τοῦ ἰδίου κατέργου ἐξκουσσάτου παρὰ τοῖς ναυτικοῖς καλουμένου ἐπισκήψας αὐτῷ, ἵν’ ὁπηνίκα τὰ πρυμνήσια τῆς ἤδη ῥηθείσης νηὸς οἱ ἐρέται λύσαντες εἰς κῦμα θαλάσσης ἐμβάλωσι, πυρσὸν ἀνάψῃ. Ὁ δὲ ἀπελθὼν παραχρῆμα τὸ κελευςθὲν ἐποίει.
Ὁ δὲ δοὺξ Νικόλαος τοῦτο θεασάμενος τὰς μὲν τῶν νηῶν τοῖς ἱστίοις παραχρῆμα ἐπτέρου, τὰς δὲ καὶ οἷον πολύποδας ταῖς κώπαις ἀπεργασάμενος κατὰ τοῦ διαπερῶντος χωρεῖ κόμητος. Οὔπω δὲ τρεῖς σταδίους ἀπὸ τῆς χέρσου διαπλῳσάμενον καταλαμβάνει τοῦτον πρὸς τὴν περαίαν Ἐπιδάμνου σπεύδοντα, ἐνόπλους μὲν στρατιώτας ἔχοντα χιλίους πρὸς τοῖς πεντακοσίοις, ἵππους δὲ τῶν ἐκκρίτων ὀγδοήκοντα. Ὃν θεασάμενος ὁ πηδαλιοῦχος τῆς νεώς φησι πρὸς τὸν κόμητα Πρεβέντζας· «Ἐκ Συρίας ὁ ἤδη καταλαμβάνων ἡμᾶς στόλος ἐστὶ καὶ κίνδυνος μαχαίρας καὶ ξιφῶν παρανάλωμα γενέσθαι.» Παραχρῆμα γοῦν ὁ κόμης θωρήξασθαί τε ἐκέλευεν ἅπαντας καὶ καρτερῶς μάχεσθαι. Κἂν δὲ μέσος χειμὼν ἦν, ὁπότε ἡ μνήμη τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου τελεῖται, ἀλλ’ ὅμως νηνεμία ἔτυχε παντελὴς καὶ ἡ νὺξ πανσέληνος φαίνουσα τότε μᾶλλον ἢ ἐν ἔαρι. Πεπαυμένων δὲ παντάπασι τῶν ἀνέμων οὐκέτι ἡ λῃστρικὴ ναῦς κινεῖσθαι πρὸς ἰσχύος εἶχε καὶ συνέβαινε ταύτην ἀτρεμεῖν ἐν τοῖς ὕδασιν. Ἀλλ’ ἐνταυθοῖ τοῦ λόγου γενομένη βουλοίμην ἂν τὴν γλῶτταν ἐπαφεῖναι τοῖς τοῦ Μαριανοῦ κατορθώμασιν.
PG 131:741Ὃς παραχρῆμα [παρὰ] τοῦ δουκὸς τοῦ στόλου καὶ ἰδίου πατρὸς τὰ κουφότερα τῶν πλοίων αἰτήσας κατευθὺ τῆς νεὼς ἐκείνης ἵεται καὶ τῇ πρώρᾳ συνεισπεσὼν ταύτης ἀπεπειρᾶτο. Συνέρρεον δὲ παραχρῆμα ἐκεῖσε οἱ ἔνοπλοι καρτερῶς τοῦτον ἐξωπλισμένον πρὸς μάχην θεασάμενοι. Ὁ δὲ Μαριανὸς τοῖς Λατίνοις τῇ ἐκείνων ἀποχρώμενος διαλέκτῳ παρεκελεύετο μὴ δεδιέναι μηδὲ μάχεσθαι πρὸς ὁμοπίστους. Βάλλει δέ τις τοῦτον τῶν Λατίνων διὰ τῆς τζάγγρας κατὰ τῆς κόρυθος. Ἡ δὲ τζάγγρα τόξον μέν ἐστι βαρβαρικὸν καὶ Ἕλλησι παντελῶς ἀγνοούμενον. Τείνεται δὲ οὐχὶ τῆς μὲν δεξιᾶς ἑλκούσης τὴν νευράν, τῆς δὲ λαιᾶς ἀνθελκούσης τὸ τόξον, ἀλλὰ δεῖ τὸν διατείνοντα τὸ ὄργανον τουτὶ τὸ πολεμικὸν καὶ ἑκηβολώτατον, ὡς ἄν τις εἴποι, ὕπτιον κείμενον ἑκάτερον μὲν τῶν ποδῶν ἐνερεῖσαι τοῖς ἡμικυκλίοις τοῦ τόξου, ἀμφοτέραις δὲ ταῖς χερσὶ τὴν νευρὰν μάλα γενναίως ἀνθελκύσαι. Ἧς κατὰ τὸ μέσον σωλήν ἐστι κυλινδρικὸν ἡμίτομον ἐξημμένον αὐτῆς τῆς νευρᾶς καὶ ὥσπερ τι βέλος ἀξιόλογον μέγεθος ἀπολαμβάνον διήκει ἀπ’ αὐτῆς τῆς νευρᾶς ἐς τὸ τοῦ τόξου μεσαίτατον· ἀφ’ οὗ βέλη παντοδαπὰ διεκπίπτουσιν.
Ἐν τούτῳ τοίνυν τὰ βέλη τιθέμενα βραχύτατα μὲν τῷ μήκει, παχύτατα δὲ καὶ πρόςθεν ἀξιόμαχον βάρος σιδήρου λαμβάνοντα. Καὶ τῇ ἀφέσει τῆς νευρᾶς μετὰ σφοδρότητος καὶ ῥύμης ἁπάσης ἀφιείσης τὰ βέλεμνα οὗ ἂν τύχῃ ἐπεισπεσόντα οὐκ εἰς τοὔμπαλιν ἀποπίπτει, ἀλλὰ καὶ ἀσπίδα διέτρησε καὶ θώρακα βαρυσίδηρον διατεμόντα ἐκεῖθεν διὰ θατέρου μέρους ἐξεπετάσθη. Οὕτως ἐστὶ σφοδρὰ καὶ ἀκατάσχετος ἡ ἄφεσις τῶν τοιούτων βελῶν. Ἤδη τοῦτο τὸ βέλος καὶ ἀνδριάντα διεπερόνησε χαλκοῦν καὶ τείχει ἐμπεπτωκὸς μεγίστης πόλεως ἢ ἐπὶ τἄνδον προὔκυψε τοῦ βέλους ἡ ἀκμὴ ἢ ἐνδεδυκὸς κατὰ τὸ μέσον τοῦ τείχους ἀφανὲς γέγονε. Τὸ μὲν οὖν τῆς τζάγγρας πρᾶγμα τοιοῦτόν ἐστιν ὡς ὄντως δαιμόνιον· ὁ δὲ πειρασθεὶς τῆς ἐκ τούτου πληγῆς ἀθλιώτατος ἀναισθήτως ἀποθνήσκων καὶ μηδὲ τῆς πληγῆς, ὁπόση τίς ἐστιν, αἰσθανόμενος. Τὸ μὲν οὖν ἀπὸ τῆς τζάγγρας βέλος ἐμπεσὸν τῷ ἄκρῳ τῆς κόρυθος διήλασεν αὐτὴν ἀποπτὰν οὐδ’ ἄχρι τριχὸς τοῦ Μαριανοῦ ἐφαψάμενον· πρόνοια γὰρ ἀπεῖρξεν. Ὁ δὲ γοργῶς ἄλλον κατὰ τοῦ κόμητος ἐπαφεὶς ὀϊστὸν πλήττει τοῦτον κατὰ τοῦ βραχίονος·
PG 131:743ὃς τὴν ἀσπίδα διατρήσας τόν τε φολιδωτὸν διεληλυθὼς θώρακα καὶ αὐτῆς ἥψατο τῆς πλευρᾶς. Ἱερεὺς δέ τις Λατῖνος τρισκαιδέκατος τυγχάνων τῶν σὺν αὐτῷ μαχομένων τοῦτο θεασάμενος πρυμνόθεν ἱστάμενος πολλὰς βολίδας κατὰ τοῦ Μαριανοῦ ἐξέπεμψεν. Ἀλλ’ οὐδ’ ὁ Μαριανὸς ἐνεδίδου αὐτός τε ἐκθύμως μαχόμενος καὶ τοῖς ὑπ’ αὐτὸν τοῦτο παρακελευόμενος, ὡς τρισσάκις τοὺς μετὰ τοῦ Λατίνου ἱερέως ὑπαλλαχθῆναι τιτρωσκομένους τε καὶ κοπιῶντας. Καὶ αὐτὸς δὲ ὁ ἱερεύς, κἂν πολλὰς τὰς πληγὰς δεδεγμένος ἦν καὶ τῷ ἰδίῳ αἵματι περιρρεόμενος, ἀλλ’ ὅμως ἄτρεστος ἦν. Οὐ γὰρ κατὰ τὰ αὐτὰ ἡμῖν τε καὶ τοῖς Λατίνοις περὶ τῶν ἱερωμένων δέδοκται· ἀλλ’ ἡμεῖς μὲν ἐντετάλμεθα παρά τε τῶν κανόνων καὶ νόμων καὶ τοῦ εὐαγγελικοῦ δόγματος· «Μὴ θίξῃς, μὴ γρύξῃς, μὴ ἅψῃ· ἱερωμένος γὰρ εἶ». Ὁ δέ τοι βάρβαρος Λατῖνος ἅμα τε τὰ θεῖα μεταχειριεῖται καὶ τὴν ἀσπίδα ἐπὶ τοῦ λαιοῦ θέμενος καὶ τὸ δόρυ τῇ δεξιᾷ ἐναγκαλισάμενος ὁμοῦ τε μεταδίδωσι τοῦ θείου σώματός τε καὶ αἵματος καὶ φόνιον ὁρᾷ καὶ αἱμάτων ἀνὴρ κατὰ τὸν Δαυιτικὸν ψαλμὸν γίνεται. Οὕτως ἐστὶ τὸ βάρβαρον τοῦτο γένος οὐχ ἧττον ἱερατικὸν ἢ φιλοπόλεμον.
PG 131:745Οὗτος τοίνυν ὁ ῥέκτης μᾶλλον ἢ ἱερεὺς ὁμοῦ τε καὶ τὴν ἱερατικὴν στολὴν ἐνεδιδύσκετο καὶ τὴν κώπην μετεχειρίζετο καὶ πρὸς ναυτικὸν πόλεμον καὶ μάχην ἀφώρα κατὰ ταὐτὸν καὶ θαλάττῃ καὶ ἀνδράσι μαχόμενος. Τὰ γὰρ ἡμέτερα, καθάπερ ἔφθην εἰρηκυῖα, τῆς ... Ἀαρὼν καὶ Μωσέως καὶ τοῦ καθ’ ἡμᾶς πρώτου ἀρχιερέως ἐξήρτηται. Ἀλλὰ τῆς μάχης ἐξ ἑσπέρας αὐτῆς μέχρι μέσης τῆς ἐπιφαινούσης ἡμέρας καρτερᾶς γεγονυίας ὑπείκουσι κἂν μὴ ἐβούλοντο οἱ Λατῖνοι τῷ Μαριανῷ λόγον ἀπαθείας ἐξ αὐτοῦ αἰτησάμενοι καὶ τυχόντες. Ὁ δέ γε μαχιμώτατος ἱερεὺς ἐκεῖνος οὐδὲ τῶν εἰρηνικῶν σπονδῶν τελουμένων τῆς μάχης ἐπέπαυτο, ἀλλὰ τὸν γωρυτὸν βελῶν ἐκκενώσας χερμάδα ἀναλαβόμενος λίθον πέμπει κατὰ τοῦ Μαριανοῦ, τοῦ δὲ τὴν κεφαλὴν διὰ τῆς ἀσπίδος περιφράττοντος πλήξας τὴν ἀσπίδα διεῖλε τετραχῇ καὶ τὴν κόρυθα κατέθραυσεν. Ὁ δὲ Μαριανὸς τῇ τοῦ λίθου βολῇ συγχυθεὶς ἀπολωλεκὼς τὸ φρονοῦν τῆς ψυχῆς ἄναυδος παραχρῆμα ἐφ’ ἱκανὸν ἔκειτο, ὥσπερ ὁ Ἕκτωρ ἐκεῖνος ὑπὸ τῆς τοῦ λίθου βολῆς τοῦ Αἴαντος μικροῦ δεῖν ἐψυχορράγει. Μόλις δ’ ἀνενεγκὼν καὶ ἑαυτὸν συναγαγὼν τρισσάκις τὸν παίσαντα ἔπληξε βέλεμνα κατ’ αὐτοῦ ἐπαφείς.
Ὁ δὲ πολέμαρχος ἐκεῖνος μᾶλλον ἢ ἱερεὺς μηδέποτε μάχης κορεννύμενος, ἐπεὶ καὶ τοὺς λίθους ἅπαντας ἀπεπέμψατο τῶν χειρῶν καὶ ἁπλῶς ἦν καὶ λίθων κενὸς καὶ βελῶν, οὐκ ἔχων ὅ τι καὶ δράσειεν οὐδὲ δι’ ὧν ἀμυνεῖται τὸν ἀντίπαλον, ἐσφάδᾳζε μὲν ἐνταῦθα καὶ ἐξεφλέγετο καὶ ἐμεμήνει καθάπερ θηρίον εἰς ἑαυτὸν συστρεφόμενος. Τοῖς γοῦν παρατυχοῦσιν αὐτίκα καὶ ἀποχρώμενος ἦν. Σάκκον οὖν μάζης μεστὸν ἐφευράμενος ἐκεῖθεν ἀπὸ τοῦ σάκκου καθάπερ χερμάδας τὰς μάζας ἔβαλλεν, ὥσπερ ἱερατεύων καὶ τελετήν τινα ποιούμενος καὶ ἱεροτελεστίαν τὸν πόλεμον. Μᾶζαν γοῦν τινα μίαν ἀναλαβόμενος καὶ ὅλῃ χειρὶ πιθήσας ἐπαφίησι ταύτην κατὰ τῆς τοῦ Μαριανοῦ ὄψεως καὶ πλήττει τοῦτον κατὰ τῆς παρειᾶς. Ταῦτα μὲν οὖν τὰ κατὰ τὸν ἱερέα ἐκεῖνον καὶ τὴν ναῦν καὶ τοὺς ἐπιβάτας· ὁ δὲ κόμης Πρεβέντζας πιστεύσας ἑαυτὸν σὺν αὐτῇ τῇ νηὶ̈ καὶ τοῖς ὑπ’ αὐτὸν προθύμως τῷ Μαριανῷ εἵπετο τοῦ λοιποῦ. Ἐπεὶ δὲ κατὰ τὴν χέρσον γενόμενοι ἀπέβαινον τῆς νηός, πολλὰ καὶ πολλάκις ὁ ἱερεὺς ἐκεῖνος ἐζήτει τὸν Μαριανὸν τὴν κλῆσιν μὲν αὐτοῦ μὴ γινώσκων, ἀπὸ δὲ τοῦ χρώματος τῶν ἀμφίων τοῦτον ἀνακαλούμενος.
PG 131:747Προσελθὼν δὲ τούτῳ περιχυθεὶς κατησπάζετο ἐγκαυχώμενος ἅμα ὡς «Εἴ μοι κατὰ τὴν χέρσον ἐντετυχήκατε, πολλοὶ ἂν ταῖς ἐμαῖς χερσὶν ἀνῃρέθητε». Ἐκβαλὼν δ’ ἐπιδίδωσι τούτῳ ἀργυροῦν θηρίκλειον τιμῆς στατήρων ἑκατὸν πρὸς τοῖς τριάκοντα. Ταῦτα δὲ ὁμιλῶν καὶ διδοὺς ἐξεπεπνεύκει. Ἀλλὰ καὶ ὁ κόμης Γοντοφρὲ τῷ τότε καιροῦ διαπεράσας μεθ’ ἑτέρων κομήτων καὶ στρατεύματος ἱππέων μὲν χιλιάδων δέκα, πεζῶν δὲ χιλιάδων ἑβδομήκοντα, καὶ καταλαβὼν τὴν μεγαλόπολιν περὶ τὰ μέρη τῆς Προποντίδος κατατίθησιν αὐτοῦ τὸ στράτευμα, διῆκον ἀπὸ τῆς ἔγγιστα τοῦ Κοσμιδίου διακειμένης γεφύρας μέχρι καὶ αὐτοῦ τοῦ ἁγίου Φωκᾶ. Παρακελευομένου δὲ αὐτῷ τοῦ βασιλέως τὸν τῆς Προποντίδος διαπερᾶσαι πορθμὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος καὶ αἰτίαν αἰτίᾳ συνείρων ἀνεβάλλετο. Τὸ δὲ πᾶν, τὴν τοῦ Βαϊμούντου καὶ τῶν λοιπῶν κομήτων ἀνέμενεν ἄφιξιν.
Καὶ γὰρ ὁ μὲν Πέτρος ἐξ αὐτῆς ἀρχῆς εἰς προσκύνησιν τοῦ ἁγίου τάφου τὴν τοσαύτην ὁδοιπορίαν ἀνεδέξατο, οἱ δέ γε λοιποὶ κόμητες καὶ τούτων μᾶλλον ὁ Βαϊμοῦντος παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφοντες καὶ εὐκαιρίαν ζητοῦντες ἀντίποινα τούτῳ παρασχεῖν τῆς λαμπρᾶς ἐκείνης νίκης, ἣν ἤρατο κατ’ αὐτοῦ, ὁπότε κατὰ τὴν Λάρισσαν τὸν μετ’ αὐτοῦ συνῆψε πόλεμον, ὁμογνωμονήσαντες καὶ αὐτὴν τὴν μεγαλόπολιν κατασχεῖν ὀνειρώττοντες εἰς τὴν αὐτὴν ἐληλύθεισαν γνώμην (καὶ τούτου πολλάκις ἐμνημονεύσαμεν ἄνωθεν), τῷ μὲν φαινομένῳ τὴν πρὸς τὰ Ἱεροσόλυμα ὁδοιπορίαν ποιούμενοι, τῇ δ’ ἀληθείᾳ τὸν αὐτοκράτορα τῆς ἀρχῆς παραλῦσαι καὶ τὴν μεγαλόπολιν κατασχεῖν ἐθέλοντες. Ἀλλ’ ὁ βασιλεὺς τὸ πανοῦργον αὐτῶν πάλαι γινώσκων τὰς τῶν ἐθνικῶν δυνάμεις σὺν αὐτοῖς ἡγεμόσι διὰ γραφῶν παρεκελεύσατο ἀπὸ τοῦ Ἀθύρα μέχρις αὐτοῦ Φιλέα ἰλαδὸν καταστῆναι (τόπος δὲ παράλιος οὗτος τοῦ Πόντου) καὶ ἐφεδρεύειν, εἴ πού τις τοῦ Γοντοφρὲ πρὸς τὸν Βαϊμοῦντον καὶ τοὺς ὄπισθεν ἐρχομένους κόμητας ἀποστέλλοιτο ἢ ἐξ ἐκείνων αὖθις πρὸς αὐτόν, [καὶ] ἀπείργειν αὐτῶν τὴν δίοδον. Ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον.
PG 131:749Μεταπεμψαμένου γὰρ τοῦ βασιλέως τινὰς τῶν μετὰ τοῦ Γοντοφρὲ κομήτων ἐφ’ ᾧ τούτοις συμβουλεύσασθαι ὑποθέσθαι αὐτῷ πληρῶσαι τὸν ὅρκον, τριβομένου τε τοῦ καιροῦ διὰ τὸ φύσει λάλον τε καὶ μακρηγορώτατον τῶν Λατίνων ψευδὴς διέδραμεν εἰς αὐτοὺς φήμη κατασχεθῆναι τοὺς κόμητας παρὰ τοῦ βασιλέως. Εὐθὺς οὖν πυκιναὶ κατὰ τῆς Βυζαντίδος κεκίνηντο φάλαγγες καὶ παραχρῆμα τὰ κατὰ τὴν Ἀργυρᾶν καλουμένην Λίμνην διακείμενα παλάτια παντελῶς ἐξηρίπωσαν, ἅμα δὲ καὶ τῶν τειχῶν τῆς Βυζαντίδος ἀπεπειρῶντο κἂν μὴ δι’ ἑλεπόλεων, οὐ γὰρ παρῆσαν, ἀλλὰ τῷ ἑαυτῶν πλήθει θαρροῦντες τοσοῦτον κατηναιδεύσαντο ὡς καὶ πῦρ τολμῆσαι ἐπαφεῖναι κατὰ τῆς κάτωθεν τῶν ἀνακτόρων πύλης, ἀγχοῦ τοῦ ἐπ’ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου πάλαι παρά του τῶν βασιλέων ἀνοικοδομηθέντος τεμένους.
Οὐ μόνον δὲ ὁπόσοι τοῦ συρφετώδους ὄχλου τῶν Βυζαντίων καὶ ἀνάλκιδες πάντη καὶ ἀπειροπόλεμοι τὰς τῶν Λατίνων φάλαγγας θεασάμενοι ἔστενον ᾤμωζον ἐστερνοτύπουν μὴ ἔχοντες ὑπὸ φόβου ὅ τι καὶ δράσαιεν, ἀλλὰ καὶ μᾶλλον ὁπόσοι εὖνοι περὶ τὸν αὐτοκράτορα, τὴν πέμπτην ἐκείνην φανταζόμενοι καθ’ ἣν ἡ τῆς πόλεως γέγονεν ἅλωσις, καὶ δεδιότες διὰ τοῦτο τὴν ἐνισταμένην ἡμέραν, μή τις ἔκτισις τῶν τότε γεγενημένων συμβαίη. Πάντες δὲ ὅσοι στρατιωτικῆς εἰδήμονες ἦσαν ἀσυντάκτως πρὸς τὰ βασίλεια συνέρρεον. Ὁ δὲ βασιλεὺς ὡπλίσατο μὲν οὐδαμῶς οὐδὲ φολιδωτὸν περιεβάλετο θώρακα οὐδὲ σάκος οὐδ’ ἔγχος ἐνηγκαλίσατο οὐδὲ ξίφος περιεζώσατο, ἀλλ’ ἑδραίως ἐπὶ τοῦ βασιλικοῦ ἐσταλμένος καθῆστο θρόνου καὶ μεθ’ ἱλαροῦ βλέμματος πάντας θαρρύνων καὶ θάρσος ἐνιεὶς ταῖς σφῶν ψυχαῖς καὶ τοῖς συγγενέσι δὲ καὶ ἡγεμόσι τοῦ στρατοῦ περὶ τῶν μελλόντων συμβουλευόμενος.
PG 131:751Τὰ μὲν οὖν πρῶτα οὐδ’ ὁντιναοῦν κατὰ τῶν Λατίνων τοῦ τείχους ἐξενεγκεῖν προτεθύμητο, τὸ μὲν διὰ τὴν ἐνισταμένην ἐκείνην σεβαςμίαν τῶν ἡμερῶν (πέμπτην γὰρ ἦν τῆς μεγίστης καὶ ἁγίας τῶν ἑβδομάδων, ἐν ᾗ ὁ Σωτὴρ τὸν ἐπονείδιστον ὑπὲρ ἁπάντων ὑπέστη θάνατον), τὸ δὲ καὶ τὸν ἐμφύλιον παρεκκλίνων φόνον. Πολλάκις οὖν μεταπεμψάμενος συνεβούλευε τοῦ τοιούτου ἀπέχεσθαι ἔργου· «Αἰδέσθητε» λέγων «τὸν ὑπὲρ πάντων ἡμῶν τὴν σήμερον σφαγέντα Θεὸν μηδὲ σταυρὸν καὶ ἥλους καὶ λόγχην τὰ κακούργοις προσήκοντα τῆς ἡμῶν ἕνεκα παραιτησάμενον σωτηρίας. Εἰ δὲ μάχης ὑμῖν ἔφεσίς ἐστι, μετὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν καὶ ἡμεῖς ἕτοιμοι παρεσόμεθα.» Οἱ δὲ οὐ μόνον οὐχ ὑπείκοντο, ἀλλὰ καὶ κατεπύκνουν μᾶλλον τὰς φάλαγγας συχνὰς τὰς βολὰς πέμποντες, ὡς καί τινα τῶν ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἱσταμένων κατὰ τὸ στέρνον πλῆξαι. Ὅπερ οἱ πλείονες τῶν ἐφ’ ἑκάτερα παρισταμένων τοῦ βασιλέως θεασάμενοι ἀνεχώρουν· ὁ δὲ ἀτρέμας ἐκάθητο ἀνακτώμενος τούτους καὶ πρᾴως πως νεμεσῶν· ὃ καὶ θάμβος πᾶσι παρεῖχεν.
PG 131:753Ἐπεὶ δ’ ἀναισχύντως τοὺς Λατίνους τοῖς τείχεσι πελάζοντας ἑώρα καὶ τὸ συμφέρον βουλευομένῳ μὴ ὑπείκοντας, τὰ μὲν πρῶτα μεταπεμψάμενος τὸν γαμβρὸν αὐτοῦ Νικηφόρον τὸν ἐμὸν Καίσαρα παρεκελεύσατο ἄνδρας πολεμικωτάτους ἀναλαβόμενον καὶ τοξείας εἰδήμονας τοῦ τείχους ἄνωθεν καταστῆσαι παρεγγυησάμενος συχνοὺς μὲν ὀϊστοὺς κατὰ τῶν Λατίνων πέμπειν, μὴ κατὰ σκοποῦ δέ, ἀλλὰ διαμαρτάνειν τὰ πλείω, ὡς μόνον ἐκφοβεῖν τῇ πυκνότητι τῶν βελῶν, ἀναιρεῖν δὲ μηδαμῶς. Ἐδεδίει γάρ, ὡς ἄνωθεν εἴρηται, τὸ τῆς ἡμέρας σεβάσμιον καὶ τὸν ἐμφύλιον φόνον οὐκ ἤθελεν. Ἑτέρους δὲ τῶν ἐκκρίτων [ἡγεμόνων] τοὺς πλείους μὲν τόξα φέροντας, τοὺς δὲ ἔγχεα μακρὰ ἐναγκαλισαμένους τὴν κατὰ τὸν ἅγιον Ῥωμανὸν πύλην ἀναπετάσαντας σφοδρὰν ἐνδείξασθαι κατ’ αὐτῶν τὴν ὁρμὴν ἐκέλευε τοιαύτην καταστησαμένους τὴν παράταξιν, ... ἕκαστον τῶν τὰ δόρατα φερόντων ἐξ ἑκατέρου μέρους ὑπὸ δύο φυλάττεσθαι πελταστῶν.
Οὕτω δὲ ἑαυτοὺς καταστήσαντας αὐτοὺς μὲν βραδεῖ ποδὶ στείχειν, ὀλίγους δέ τινας τῆς τοξείας εἰδήμονας κατὰ τῶν Κελτῶν προεκπέμπειν πόρρωθεν μὲν τοὺς ὀϊστοὺς βάλλοντας καὶ ἐφ’ ἑκάτερα πυκνὰ περιστρεφομένους, ἐπὰν δὲ τὸ μεσαίχμιον ἀποστενωθὲν θεάσοιντο, τηνικαῦτα τοῖς συνεφεπομένοις αὐτοῖς τοξόταις παρακελευσαμένους πυκνοὺς ἐκπέμψαι τοὺς ὀϊστοὺς κατὰ τῶν ἵππων, οὐ τῶν ἐποχουμένων, ὅλας ἡνίας κατὰ τῶν Λατίνων λῦσαι, τὸ μὲν ἵνα τῶν ἵππων πληττομένων ἀποπαύηται τὸ πολὺ τῆς ὁρμῆς τῶν Κελτῶν καὶ μὴ ῥᾳδίως κατὰ τῶν Ῥωμαίων ἱππάζωνται, τὸ δέ τι, ὃ καὶ μᾶλλον, ἵνα μὴ χριστιανοὶ κτείνωνται. Ἐκθύμως τοίνυν τὸ βασιλικὸν ἀπεπλήρουν πρόσταγμα καὶ τὰς πύλας ἀναπετάσαντες καὶ ποτὲ μὲν τοὺς ῥυτῆρας κατ’ αὐτῶν ἐνδιδόντες, ποτὲ δὲ τοὺς ἵππους ἀνασειράζοντες κτείνουσι μὲν πολλούς, ὀλίγοι δ’ ἐξ αὐτῶν κατὰ ταυτηνὶ τὴν ἡμέραν ἐτρώθησαν. Οὗτοι μὲν οὖν ἐρρέσθων· ὁ δ’ ἐμὸς δεσπότης ὁ Καῖσαρ ἀναλαβόμενος, ὡς εἴρηται, τοὺς τῆς τοξείας εἰδήμονας ἐπὶ τῶν πύργων ἵστατο τοῖς βαρβάροις ἐπιτοξαζόμενος. Καὶ πάντες μὲν εἶχον τόξα καὶ εὔστοχα καὶ εὐθύβολα·
PG 131:755νεανίαι γὰρ ἧσαν σύμπαντες οὐχ ἥττους τοῦ ὁμηρικοῦ Τεύκρου εἰς τοξικὴν ἐμπειρίαν. Τὸ δὲ τόξον τοῦ Καίσαρος Ἀπόλλωνος ἦν ἄρα τόξον αὐτόχρημα· οὐδὲ γὰρ κατ’ ἐκείνους τοὺς ὁμηρικοὺς Ἕλληνας νευρὴν μὲν μαζῷ, τόξῳ δὲ σίδηρον ἦγέ τε καὶ ἐφήρμοττε κυνηγετῶν ἀρετὴν ἐνδεικνύμενος κατ’ ἐκείνους, ἀλλ’ ὥσπερ τις Ἡρακλῆς ἐξ ἀθανάτων τόξων θανασίμους ἀπέπεμπεν ὀϊστοὺς καὶ οὗπερ ἂν στοχάσαιτο κατευστοχῶν ἦν, εἰ μόνον θελήσειε. Καὶ γὰρ καὶ ἐν ἄλλοις καιροῖς, ὁπηνίκα καιρὸς ἀγῶνος καὶ μάχης παρῆν, ὅντινα καὶ σκοπὸν ἔθετο, εὐθὺς οὐκ ἄστοχον ἔβαλλε, καὶ ᾧ ἂν μέρει ἐπετοξάσατο, κατ’ ἐκείνου τοῦ μέρους εὐθὺς ἐτίτρωσκεν ἀεί. Οὕτως ἰσχυρὸν ἔτεινε τόξον ἐκεῖνος καὶ βέλος ἠφίει ὀξύτατον, κἀν τῇ τοξείᾳ δὲ καὶ ὑπὲρ τὸν Τεῦκρον αὐτὸν καὶ τοὺς Αἴαντας φαινόμενος. Ἀλλὰ καίπερ τοιοῦτος ὢν δεδιὼς τὸ τῆς αὐτῆς ἡμέρας αἰδέσιμον καὶ τὴν τοῦ αὐτοκράτορος παραγγελίαν ἐγκάρδιον ἔχων ἔτεινε μὲν τόξον ἰταμῶς τούτους καὶ ἀλόγως τοῖς τείχεσι πελάζοντας ὁρῶν καὶ ἀσπίσι καὶ κυνέῃ ἑαυτοὺς περιφράττοντας καὶ τὸ βέλος ἐτίθετο τῇ νευρᾷ, ἀλλ’ ὅμως ἄστοχα θέλων ἔβαλλεν, ὅπου μὲν εἴσω πέμπων, ὅπου δὲ καὶ ὑπερπέμπων.
Κἂν δὲ διὰ τὴν ἐνεστῶσαν ἡμέραν ὑπεστέλλετο εὐστόχως κατὰ τῶν Λατίνων βαλεῖν, ἀλλ’ ἐπεὶ Λατῖνός τις ἰταμὸς καὶ ἀναίσχυντος οὐ μόνον κατὰ τῶν ἄνωθεν ἱσταμένων πυκνοὺς ἐξέπεμπεν ὀϊστούς, ἀλλὰ καὶ τῇ ἰδίᾳ διαλέκτῳ πολλὰ φωνῶν ὑβρίζειν ἐδόκει, τείνει μὲν κατ’ αὐτοῦ ὁ Καῖσαρ τὸ τόξον· τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκθορε χειρός, ἀλλὰ διέτρησε μὲν τὸν θυρεόν, τὸν δὲ φολιδωτὸν θώρακα σὺν αὐτῷ διελὼν τῷ βραχίονι τῇ πλευρᾷ τὸ βέλος περιέπειρεν. Ὁ δ’ εὐθὺς ἄφωνος ἔκειτο χαμᾶζε κατὰ τὸν ποιητήν, φωνὴ δ’ οὐρανὸν ἧκε τῶν μὲν ἐπαγαλλομένων τῷ Καίσαρι, τῶν δὲ ἐπὶ τῷ πεπτωκότι ἀπολοφυρομένων. Καρτερῶς οὖν αὖθις τῶν τε ἱππέων ἐκεῖθεν μαχομένων τῶν τε ἐν τοῖς τείχεσιν ἱσταμένων βαρὺς καὶ δεινὸς ἐξ ἀμφοτέρων ἀνερριπίζετο πόλεμος. Ἐπιβαλὼν δ’ αὖθις ὁ αὐτοκράτωρ τὰς ἰδίας δυνάμεις εἰς φυγὴν τὰς τῶν Λατίνων προὐτρέψατο φάλαγγας. Τῇ δὲ μετ’ αὐτὴν ἀπελθὼν ὁ Οὖβος συνεβούλευε τῷ Γοντοφρὲ τῷ τοῦ βασιλέως ὑπεῖξαι θελήματι, εἰ μὴ καὶ δευτέραν βούλοιτο τῆς τούτου περὶ τὰ πολεμικὰ ἐμπειρίας πεῖραν λαβεῖν, καὶ ὀμωμοκέναι καθαρὰν πίστιν φυλάττειν αὐτῷ. Ὁ δὲ πολλὰ τοῦτον κατεμέμφετο λέγων·
«Σὺ ὡς βασιλεὺς τῆς ἰδίας ἐξεληλυθὼς χώρας μετὰ τοσούτου πλούτου καὶ στρατεύματος νῦν ἐξ ὕψους τοσούτου εἰς δούλου τάξιν ἑαυτὸν συνήλασας· εἶτα ὡς μέγα τι κατωρθωκὼς κἀμοὶ τοιαῦτα συμβουλεύων ἥκεις;» Ὁ δέ· «Ἐχρῆν ἡμᾶς» ἔφη «ἐν ταῖς ἰδίαις προσμένειν χώραις καὶ τῶν ἀλλοτρίων ἀπέχεσθαι· ἐπεὶ δὲ μέχρις ὧδε κατήλθομεν τῆς τοῦ βασιλέως κηδεμονίας δεόμενοι, εἰ μὴ τοῖς αὐτοῦ πειθόμεθα λόγοις, οὐκ ἀγαθὰ ἡμῖν συμβήσεται». Ὡς δὲ κενὸν τὸν Οὖβον ἐκεῖθεν ἐξέπεμψε, πληροφορηθεὶς ὁ βασιλεὺς καὶ τοὺς ὄπισθεν ἐρχομένους ἐγγίζειν ἤδη κόμητας, ἀποστείλας τῶν ἡγεμόνων ἐκκρίτους τινὰς μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων ἐπέσκηψεν αὖθις συμβουλεύσασθαι αὐτῷ καὶ καταναγκάσαι διαπερᾶσαι. Τούτους οἱ Λατῖνοι θεασάμενοι καὶ μηδὲ μικρὸν ἀναμείναντες μήτε μὴν τὸ τί ἂν βούλοιντο ἐπερωτήσαντες πρὸς πολέμους καὶ μάχας ἐχώρουν. Πολέμου δὲ ἀναμεταξὺ συρραγέντος ἰσχυροῦ πίπτουσιν ἐξ ἑκατέρου μέρους ἱκανοί, τιτρώσκονται δὲ οἱ τοῦ αὐτοκράτορος, ὁπόσοι ἀναιςχυντότερον αὐτῷ προσέβαλον. Ἐκθυμότερον δὲ τούτων μαχομένων τὰ νῶτα οἱ Λατῖνοι ὑπεῖχον. Καὶ οὕτως ὁ Γοντοφρὲ μετ’ οὐ πολὺ τῷ τοῦ βασιλέως ἐστοίχει θελήματι.
PG 131:757Προσελθὼν οὖν τῷ βασιλεῖ ἐπωμόσατο ὅνπερ ἀπῃτεῖτο ὅρκον, ὥστε ὁπόσας πόλεις καὶ χώρας ἢ φρούρια φθάσει κατασχεῖν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων τὸ πρῶτον τελοῦντα, πρὸς τὸν ἐπ’ αὐτῷ τούτῳ παρὰ τοῦ βασιλέως ἀποστελλόμενον ἀρχηγὸν παραδιδόναι. Ταῦτ’ οὖν ἐπομοσάμενος χρήματά τε ἱκανὰ λαβὼν ὁμέστιός τε καὶ ὁμοτράπεζος αὐτῷ γεγονὼς καὶ δαψιλῶς εὐωχηθεὶς διαπεράσας κατὰ τὸν Πελεκάνον ηὐλίσατο. Ὁ δὲ βασιλεὺς τηνικαῦτα ἐπέσκηψε δαψιλεῖς πανηγύρεις ἐξάγειν αὐτοῖς. Κατόπιν δὲ τούτου ἐφθακὼς καὶ ὁ Ῥαοὺλ καλούμενος κόμης μετὰ πεντεκαίδεκα χιλιάδων ἱππέων τε καὶ πεζῶν καὶ κατὰ τὴν Προποντίδα περὶ τὴν καλουμένην μονὴν τοῦ Πατριάρχου σκηνώσας μετὰ τῶν ὑπ’ αὐτὸν κομήτων τοὺς λοιποὺς μέχρις αὐτοῦ Σωσθενίου κατέθετο. Ὡς δὲ καὶ αὐτὸς τὰ αὐτὰ τῷ Γοντοφρὲ φρονῶν ἀνεβάλλετο τέως τὴν τῶν ὄπισθεν ἐρχομένων ἀπεκδεχόμενος ἔλευσιν, ὁ βασιλεὺς στοχαζόμενος τοῦ μέλλοντος ἐδεδίει τὴν τούτων ἄφιξιν καὶ αὐτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ τὴν διαπεραίωσιν ἐπέσπευδεν.
PG 131:759Ἀποστείλας τοίνυν τὸν Ὦπον μετεκαλεῖτο (εὐγενὴς δὲ οὗτος φρονήσει καὶ τῇ περὶ τὰ στρατιωτικὰ ἐμπειρίᾳ μηδενὸς ἀποδέων) καὶ ἐπειδὴ παρῆν, μεθ’ ἑτέρων γενναίων ἀνδρῶν διὰ τῆς ἠπείρου πρὸς αὐτὸν ἐξέπεμψε παρακελευσάμενος καταναγκάσαι τούτου τὴν διαπεραίωσιν. Ἐπεὶ δὲ τοῦτον ἑώρα τῷ βασιλικῷ μηδαμῶς ὑπείκοντα προστάγματι, ἀλλ’ ἀναισχυντοῦντα καὶ πολλὰ κατὰ τοῦ βασιλέως φρυαττόμενον, ὁπλισάμενος παρετάξατο μορμολυττόμενος τάχα τὸν βάρβαρον καὶ διὰ τοῦτο οἰόμενος πείσειν αὐτὸν πρὸς τὴν περαίαν διαπλώσασθαι. Ὁ δὲ θᾶττον ἢ λόγος μετὰ τῶν συνόντων αὐτῷ Κελτῶν παραταξάμενος ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας καὶ τηνικαῦτα μετὰ τοῦ Ὤπου μέγαν συνίστησι πόλεμον. Καταλαβὼν δὲ καὶ ὁ Πηγάσιος διαπόντιος ἐφ’ ᾧ τούτους διαπερᾶν καὶ θεασάμενος τὴν κατὰ τὴν ἤπειρον μάχην καὶ τοὺς Κελτοὺς ἰταμώτερον τῷ ῥωμαϊκῷ στρατεύματι προσβάλλοντας τῶν νηῶν ἐξεληλυθὼς ἐξ ὀπισθίων προσβάλλει καὶ αὐτὸς τοῖς Κελτοῖς. Ἀναιροῦνται τοίνυν τηνικαῦτα πολλοί· πλεῖστοι δὲ καὶ τιτρώσκονται. Καὶ οὕτως οἱ σωθέντες ἀνακαλοῦνται τὴν διαπεραίωσιν.
PG 131:761Ὁ δὲ βασιλεύς, μηχανικώτατος ὢν ἀνήρ, σκεψάμενος μὴ τῷ Γοντοφρὲ ἑνωθέντες καὶ τὰ συμβάντα τούτοις ἀφηγησάμενοι τοῦτον κατ’ αὐτοῦ ἐρεθίσωσι, τὴν αἴτησιν τούτων ἀσμένως δεξάμενος ἐν πλοίοις τούτους ἐνίησι καὶ διαποντίους πρὸς τὸν τοῦ Σωτῆρος τάφον ἐκπέμπει, τοῦτο καὶ αὐτῶν ἐξαιτησαμένων. Ἀποστέλλει δὲ καὶ πρὸς τοὺς ἐλπιζομένους κόμητας καὶ φιλοφροσύνης μηνύει ῥήματα χρηστὰς αὐτοῖς ἐλπίδας διδούς. Οἱ καὶ καταλαβόντες πᾶν τὸ προσταττόμενον προθύμως ἐπλήρουν. Τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ κόμητος Ῥαούλ· ἀναριθμήτου δὲ καὶ ἑτέρου πλήθους ὄπισθεν ἐρχομένου συμμίγδην ἐξ ἁπασῶν μικροῦ τῶν Κελτικῶν χωρῶν συνειλεγμένου μετὰ τῶν ἀγόντων αὐτοὺς ἡγεμόνων, ῥηγῶν τε καὶ δουκῶν καὶ κομήτων καὶ αὐτῶν ἐπισκόπων, ἀποστέλλων ὁ αὐτοκράτωρ φιλοφρόνως αὐτοὺς ὑπεδέχετο καὶ ἐπιεικείας ἐξέπεμπε λόγους, ὁποῖος ἐκεῖνος δεινὸς τὸ μέλλον προμηθεύσασθαι καὶ προαρπάσαι τὸ συμφέρον. Ἐπισκήπτει δὲ καὶ τὰ ζωαρκῆ τούτοις ἐρχομένοις ἐπιχορηγεῖν τοῖς ἐπ’ αὐτῷ τούτῳ τεταγμένοις, ὡς μὴ λαβὴν αὐτοὺς τὸ παράπαν ἐσχηκέναι μηδ’ ἐξ οἵας οὖν αἰτίας. Οἱ δὲ πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο.
Τάχα δὲ εἶπέ τις οὐρανοῦ ἀστέρας εἶναι τούτους ἢ ψάμμον παρὰ τῷ χείλει τῆς θαλάττης ἐκκεχυμένην. Ἦσαν γὰρ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ καθ’ Ὅμηρον τῇ Κωνσταντίνου πελάζειν ἤδη κατεπειγόμενοι. Τὰς δὲ τῶν ἡγεμόνων κλήσεις καὶ προθυμουμένη περ ἐξειπεῖν οὐ βούλομαι. Ναρκᾷ γάρ μοι ὁ λόγος τὸ μέν τι βαρβαρικὰς φωνὰς ἀπαγγέλλειν ἀδυνατούσῃ διὰ τὸ ἄναρθρον, τὸ δέ τι καὶ πρὸς τὸ πλῆθος ἐκείνων ἀποβλεπούσῃ. Καὶ ἵνα τί τοσούτου πλήθους κλήσεις ἀπαριθμεῖσθαι πειρώμεθα, οὓς καὶ οἱ τότε παρόντες ἀκηδίας ἐπληροῦντο ὁρῶντες; Ὡς οὖν τὴν μεγαλόπολιν ἤδη κατέλαβον, κατατίθενται τὰ τούτων στρατεύματα ἐπισκήψει τοῦ αὐτοκράτορος ἀγχοῦ τῆς μονῆς Κοσμιδίου καὶ μέχρις αὐτοῦ διήκοντα Ἱεροῦ. Οὐκ ἐννέα δὲ κήρυκες, καθάπερ ποτὲ τὸ Ἑλληνικόν, τούτους βοόωντες ἐρήτυον, ἀλλ’ ἱκανοὶ καὶ γενναῖοι ὁπλῖται οἱ τούτοις ἐφεπόμενοι τοῖς τοῦ αὐτοκράτορος κελεύσμασιν ὑπείκειν ἀνέπειθον. Τούτους δὲ ὁ βασιλεὺς βουλόμενος ὑπὸ τὸν τοῦ Γοντοφρὲ συνελάσαι ὅρκον διῃρημένως προσεκαλεῖτο ἰδίᾳ προσομιλῶν, ἅττα καὶ βούλοιτο, καὶ τοῖς εὐγνωμονεστέροις χρώμενος μεσασταῖς τῶν ἀπειθεστέρων.
PG 131:763Ἐπεὶ δ’ οὐκ ἐπείθοντο τὴν τοῦ Βαϊμούντου καραδοκοῦντες ἔλευσιν, ἀλλὰ ποικίλους τρόπους εὑρίσκοντες ἐξαιτήσεων ἄλλα τινὰ προσαπαιτοῦντες ἦσαν, ὁ βασιλεὺς τὸ παρ’ αὐτῶν προτιθέμενον ῥᾷστα διαλύων καὶ παντοίως τούτους μετελθὼν συνήλασεν εἰς τὸν τοῦ Γοντοφρὲ ὅρκον μεταπεμψάμενος καὶ αὐτὸν ἀπὸ τοῦ Πελεκάνου ἐπὶ τῷ παρεῖναι τοῦ ὅρκου τελουμένου διαπόντιον. Πάντων οὖν συνεληλυθότων καὶ αὐτοῦ δὴ τοῦ Γοντοφρέ, ἐπεὶ καὶ ὁ ὅρκος ἤδη τετέλεστο ὑπὸ πάντων τῶν κομήτων, τολμήσας τις εὐγενὴς εἰς τὸν σκίμποδα τοῦ βασιλέως ἐκάθισεν. Ὁ δὲ βασιλεὺς ἠνείχετο τούτου μηδέν τι φθεγξάμενος, πάλαι τὴν ἀγέρωχον τῶν Λατίνων φύσιν εἰδώς. Προσελθὼν δὲ ὁ κόμης Βαλδουῖνος καὶ ἁψάμενος αὐτοῦ τῆς χειρὸς ἤγειρεν ἐκεῖθεν καὶ πολλὰ καταμεμψάμενος ἔφη· «Οὐκ ἐξῆν σοι τοιοῦτον ἐνταῦθα ποιῆσαι δουλείαν τῷ βασιλεῖ καὶ ταῦτα ὑποσχομένῳ. Οὐδὲ γὰρ ἔθιμον τοῖς βασιλεῦσι Ῥωμαίων συνέδρους ἔχειν τοὺς ὑπ’ αὐτούς· δούλους δὲ ὀμότας τῆς αὐτοῦ βασιλείας γεγονότας χρὴ καὶ τὰ ἔθη τῆς χώρας τηρεῖν».
Ὁ δὲ πρὸς μὲν τὸν Βαλδουῖνον ἐφθέγξατο οὐδέν, δριμύτερον δὲ ἐνατενίσας τῷ βασιλεῖ πρὸς ἑαυτὸν τῇ οἰκείᾳ διαλέκτῳ λόγους τινὰς ἀπεφθέγξατο λέγων· «Ἴδε, ποῖος χωρίτης κάθηται μόνος παρισταμένων αὐτῷ τοιούτων ἡγεμόνων». Οὐδ’ ἡ κίνησις τῶν χειλέων τοῦ Λατίνου τὸν βασιλέα διέλαθε· καλέσας δ’ ἕνα τῶν τὴν λατινικὴν διάλεκτον μεθερμηνευόντων ἠρώτα περὶ τῶν λεχθέντων. Ἀκούσας δὲ τὰ παρ’ αὐτοῦ ῥηθέντα οὐδὲν μὲν τέως πρὸς τὸν Λατῖνον εἰρήκει, ἐτήρει δ’ ὅμως τὸν λόγον παρ’ ἑαυτῷ. Συντασσομένων δὲ τῷ βασιλεῖ πάντων μετεκαλεῖτο τὸν ὑψηλόφρονα Λατῖνον ἐκεῖνον καὶ ἀναιδῆ καὶ ἐπυνθάνετο τίς τέ ἐστι καὶ ὅθεν ὥρμηται καὶ ἐκ ποίου γένους. Ὁ δὲ· «Φράγγος μέν εἰμι καθαρός» ἔφη «τῶν εὐγενῶν· ἓν δὲ ἐπίσταμαι, ὅτι ἐν τριόδῳ τῆς χώρας ὅθεν αὐτὸς ὥρμημαι, τέμενός ἐστι πάλαι οἰκοδομηθέν, ἐν ᾧ πᾶς ὁ προθυμούμενος μόνος πρὸς μόνον μάχην ἀναδήσασθαι εἰς μονομάχου τάξιν ἑαυτὸν καταστήσας προσερχόμενος βοήθειαν μὲν τὴν τοῦ θείου ἐκεῖθεν αἰτεῖται, βραδύνει δὲ τὸν κατ’ αὐτοῦ τολμήσαντα ἀπεκδεχόμενος. Καθ’ ἣν τρίοδον ἐχρόνισα καὶ αὐτὸς σχολάζων καὶ ζητῶν τὸν μετ’ ἐμοῦ μαχεσόμενον·
ὁ δὲ τοῦτο τολμήσων οὐδαμοῦ.» Ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς ἔφη· «Εἰ πόλεμον τότε ζητῶν οὐχ εὗρες, πάρεστί σοι καιρὸς ὁ πολλῶν σε πολέμων ἐμπλήσων· παρεγγυῶμαι δέ σοι, μήτε πρὸς οὐραγίαν μήτε πρὸς λοχαγίαν ἵστασθαι φάλαγγος, ἀλλὰ τὸ μέσον ἔχειν τῶν ἡμιλοχιτῶν· ἐπιστήμην γὰρ τῆς μεθόδου τῶν πολέμων τῶν Τούρκων ἐκ μακροῦ ἔσχηκα». Οὐκ αὐτῷ δὲ μόνῳ ταῦτα συνεβούλευεν, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ὁπόσα τούτοις συναντήσειν ἔμελλεν ἀπερχομένοις κατὰ τὴν ὁδὸν προλέγων παρηγγυᾶτο μὴ ἀκρατῶς διώκειν, ὁπηνίκα τὴν νίκην αὐτοῖς κατὰ τῶν βαρβάρων δοίη Θεός, ἵνα μὴ τοῖς ἐνεδρεύουσι λοχαγοῖς περιπίπτοντες ἀναιρῶνται. Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Γοντοφρὲ καὶ Ῥαοὺλ καὶ τοὺς ἄλλους τοὺς συνεπομένους αὐτοῖς· ὁ δέ γε Βαϊμοῦντος μετὰ τῶν ἄλλων κομήτων καταλαβὼν τὸν Ἄπρων καὶ μήτ’ ἐξ εὐγενῶν φύντα ἑαυτὸν ἐπιγινώσκων μήτε δυνάμεις πολλὰς συνεπαγόμενος δι’ ἣν εἶχε σπάνιν τῶν χρημάτων, τὴν τοῦ αὐτοκράτορος βουλόμενος ἐπισπάσασθαι εὔνοιαν, ἅμα δὲ καὶ συγκαλύψαι τὰ κατ’ αὐτὸν ἐθέλων, μετὰ δέκα καὶ μόνων Κελτῶν προεξελθὼν τῶν ἄλλων κομήτων ἔσπευσε καταλαβεῖν τὴν βασιλεύουσαν.
PG 131:765Ὁ δὲ βασιλεὺς τὰς αὐτοῦ μηχανὰς γινώσκων καὶ τὸ ὕπουλον καὶ ἐνεδρευτικὸν αὐτοῦ ἦθος ἐκ μακροῦ ἐπιστάμενος ἔσπευσε πρὸ τοῦ καὶ τοὺς ἄλλους καταλαβεῖν κόμητας ὁμιλῆσαί τε καὶ ἀκοῦσαι τῶν παρ’ αὐτοῦ λεγομένων καὶ πεῖσαι πρὸ τῆς ἐκείνων ἀφίξεως διαπερᾶσαι, ἵνα μὴ ἑνωθεὶς μετ’ αὐτῶν καταλαμβανόντων ἤδη καὶ τὰς ἐκείνων διαστρέψειε γνώμας. Εἰσελθόντι δὲ ἱλαρὸν εὐθὺς ἐνατενίσας τὰ κατὰ τὴν ὁδοιπορίαν ἐπυνθάνετο καὶ ὅπου τοὺς κόμητας κατέλιπε. Τοῦ δὲ ἅπαντα διασαφήσαντος αὐτῷ, ὡς εἶχε γνώμης, ἀστεϊζόμενος ὁ βασιλεὺς καὶ τῶν κατὰ τὸ Δυρράχιον καὶ τὴν Λάρισσαν τετολμημένων παρ’ αὐτοῦ ἀναμιμνήσκει τηνικαῦτα καὶ τῆς ἔχθρας ἐκείνης. Ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν ὡς «Ἔγωγε κἂν ἐχθρὸς κἂν πολέμιος τότ’ ἦν, ἀλλὰ νῦν αὐτόμολος ἥκω φίλος τῆς σῆς βασιλείας». Ὁ δὲ αὐτοκράτωρ διὰ πολλῶν μετελθὼν αὐτὸν καὶ ἀκροθιγῶς πως ἀποπειράσας τὸν αὐτοῦ λογισμόν, ἐπεὶ διέγνω κατανεύσοντα τοῦτον ὅρκια πιστὰ δοῦναι πρὸς αὐτὸν ἔφη· «Τὰ νῦν μὲν κεκοπιακότα σε ἀπὸ τῆς ὁδοιπορίας χρὴ ἀπελθόντα διαναπαύσασθαι, ἐς νέωτα δὲ περὶ ὧν βουλόμεθα ὁμιλήσομεν».
PG 131:767Ἀπελθόντι οὖν εἰς τὸ Κοσμίδιον, οὗπερ τὰ τῆς οἰκίας αὐτῷ προηυτρέπιστο, τράπεζα τούτῳ παρατίθεται δαψιλὴς παντοίων ὄψων καὶ ἐδεσμάτων μεστή. Εἶτα καὶ ὠμὰ κρέα χερσαίων τε καὶ πτηνῶν ζῴων προσενεγκόντες οἱ ὀψοποιοὶ ἔφασαν· «Ἡμῖν μὲν τὰ ὄψα, ὡς ὁρᾷς, ηὐτρέπισται κατὰ τὸ σύνηθες· εἰ δὲ μὴ ἀρεστά σοι ταῦτα, ἰδοὺ καὶ ὠμὰ καὶ κατασκευασθήτωσαν καθά γε βούλει». Οὕτω γὰρ παρὰ τοῦ αὐτοκράτορος κατασκευάσαι τε καὶ εἰπεῖν ἐντεταλμένον αὐτοῖς ἦν. Καὶ γὰρ ὁποῖος ἐκεῖνος δεινὸς ἤθους καταστοχάσασθαι ἀνδρός, δεινὸς εἰς καρδίαν βάψαι καὶ λογισμοὺς θηρᾶσαι ἀνθρώπου, τὸ τοῦ ἀνδρὸς ἐπιστάμενος δύσνουν καὶ κακόηθες ἐστοχάσατο τοῦ ὄντος. Ἵν’ οὖν μὴ ὑποψίαν τινὰ κατ’ αὐτοῦ σχοίη, καὶ τὰ ὠμὰ κρέα ἐν ταὐτῷ προσενεχθῆναι αὐτῷ προσέταξε διαλύων τάχα τὴν ὑποψίαν. Οὐκ ἠστόχει δὲ τοῦ σκοποῦ.
PG 131:769Ὁ γὰρ δεινὸς Βαϊμοῦντος τῶν μὲν ὄψων οὐ μόνον ἀπογεύσασθαι ὅλως, ἀλλ’ οὐδ’ ἄκροις δακτύλοις προσψαῦσαι ἠνέσχετο, ἀλλ’ ἀπώσατό τ’ εὐθὺς καὶ μηδενί τι τῆς ὑποδραμούσης αὐτῷ ὑπονοίας ἐμφήνας τοῖς παρεστῶσι πάντα διένειμε, τῷ μὲν φαινομένῳ φιλοφρονεῖσθαι τούτους ὑποκρινόμενος, τῇ δ’ ἀληθείᾳ, εἴ τις καλῶς σκοποίη, θανάτου κρατῆρα κεράσας αὐτοῖς. Οὐδὲ τὸν δόλον ἐπέκρυπτε, τοσοῦτον καταφρονητικῶς περὶ τοὺς ὑπ’ αὐτὸν διέκειτο. Τὰ μέντοι ὠμὰ κρέατα κατὰ τὸ ἔθος τῆς ἐνεγκαμένης τοῖς ἰδίοις ὀψοποιοῖς κατασκευάσαι ἐπέταττε. Τῇ μετ’ αὐτὴν δὲ τοὺς τὰ ὄψα ἐκεῖνα ἐδηδοκότας ἐπυνθάνετο ὅπως αὐτοὺς διέθεντο. Τῶν δὲ «Καὶ λίαν καλῶς» εἰρηκότων καὶ ὡς μηδὲ τῆς τυχούσης αἰσθέσθαι βλάβης, ἀποκαλύψας αὐτοῖς τὸ ἀπόρρητον ἔφη ὡς «Ἔγωγε, μεμνημένος τῶν μετ’ αὐτοῦ πολέμων καὶ τῆς μάχης ἐκείνης, ἐδεδίειν μὴ τὸν ἐμὸν ἴσως ἐξαρτύσῃ θάνατον, θανάσιμόν τι φάρμακον τοῖς ὄψοις ἐπεμβαλών». Τοιαῦτα μὲν τὰ τοῦ Βαϊμούντου· ἐγὼ δ’ οὔποτε πονηρὸν ἐθεασάμην μὴ τοῦ ὀρθῶς τι ποιεῖν πόρρω που ἐν πᾶσι λόγοις καὶ πρακτέοις θέοντα·
ὁπηνίκα γάρ τις τῆς μεσότητος ἐκσταίη, πρὸς ὁπότερον ἂν τῶν ἄκρων νεύσειε, πόρρωθεν τῆς ἀρετῆς ἕστηκε. Μεταπεμψάμενος οὖν τὸν Βαϊμοῦντον ὁ βασιλεὺς τὸν συνήθη τοῖς Λατίνοις καὶ ἐξ αὐτοῦ ἐζήτει ὅρκον. Ὁ δὲ τὰ ἑαυτοῦ ἐπιστάμενος καὶ ὅτι οὔτε ἐκ προγόνων περιφανῶν ἐγεγόνει οὔτε χρημάτων εὐπορίαν εἶχε καὶ διὰ τοῦτο οὐδὲ δυνάμεις πολλάς, ἀλλὰ μετρίους πάνυ τοὺς συνεπομένους αὐτῷ Κελτούς, καὶ ἄλλως δὲ φύσει ἐπίορκος ὤν, μάλα προθύμως τῷ τοῦ αὐτοκράτορος ὑπεῖξε θελήματι. Κᾆθ’ οὕτως ὁ βασιλεὺς περὶ τὰ βασίλεια οἰκίσκον τινὰ ἀφορίσας εἰς τοὔδαφος κατέστρωσε παντοῖον εἶδος χρημάτων, ... καὶ ἀμφίων χαράγματός τε χρυσίου καὶ ἀργύρου καὶ τῆς κατωτέρω ὕλης τοσοῦτον πληρώσας τὸ οἴκημα, ὡς μηδὲ βαδίζειν δύνασθαί τινα τῷ πλήθει τούτων συμποδιζόμενον. Τῷ δὲ μέλλοντι ὑποδεῖξαι ταῦτα τῷ Βαϊμούντῳ ἐπέταττεν ἀθρόον τὰς πύλας ἀναπετάσαι. Ὁ δὲ ἐπὶ τῇ τούτων θέᾳ ἐκπλαγείς φησιν· «Εἰ τοσαῦτά μοι προσῆν χρήματα, πολλῶν ἂν χωρῶν κύριος πάλαι ἐγεγόνειν αὐτός». Καὶ ὅς· «Ταῦτά σοι τὴν σήμερον ἀποχαρίζεται ἅπαντα ὁ βασιλεύς».
PG 131:771Ὁ δὲ περιχαρῶς ταῦτα δεξάμενος καὶ εὐχαριστήσας ἀπῄει ἀναπαυθησόμενος οὗ κατέλυσεν. Ἀποκομισθέντων δὲ τούτων αὐτῷ, μεταβαλὼν ὁ πρὶν τεθαυμακὼς ἔφη· «Οὐδέποτε τοιαύτην ἀτιμίαν ἔσεσθαί μοι ἀπὸ τοῦ βασιλέως ἤλπισα· λαβόντες οὖν ταῦτα ἀπαγάγετε τῷ πέμψαντι». Ὁ δὲ βασιλεὺς τὸ φύσει παλίμβουλον τῶν Λατίνων γινώσκων τὸν δημώδη λόγον ἀντέφησε· «Κακὸν πρᾶγμα πρὸς τὸν ἴδιον ἐπανερχέσθω αὐθέντην». Τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας καὶ τοὺς ἀποκομίσαντας ἐπιμελῶς ἀναζητοῦντας αὖθις αὐτὰ ὁρῶν μεταβαλὼν ὁ πρὶν ἀποπεμπόμενος ταῦτα καὶ ἀχθόμενος ἐπὶ τούτοις ἱλαρὸν βλέμμα τοῖς ἀποκομισταῖς ἐδείκνυ καθάπερ τις πολύπους μετασχηματιζόμενος ἐν βραχεῖ. Φύσει μὲν γὰρ ἦν ὁ ἀνὴρ πονηρὸς καὶ ὀξὺς πρὸς τὰ συμπίπτοντα, πονηρίᾳ καὶ ἀνδρείᾳ τοσοῦτον ὑπερέχων ἁπάντων τῶν τότε διερχομένων Λατίνων, ὁπόσον δυνάμεσί τε καὶ χρήμασιν ἥττητο· ἀλλὰ καὶ ὣς πάντων ἐκράτει κακεντρεχείας περιουσίᾳ, τὸ δὲ παλίμβουλον ὡς φυσικόν τι τῶν Λατίνων παρακολούθημα παρείπετο καὶ αὐτῷ. Τὰ γοῦν χρήματα ὁ ἀπωθούμενος περιχαρῶς τηνικαῦτα ἐλάμβανε.
Δύσνους γὰρ ὢν τὴν γνώμην, ἐπεὶ μηδὲ χώραν ὅλως κεκτημένος τῆς ἐνεγκαμένης ἐξῄει τῷ μὲν φαινομένῳ χάριν τῆς τοῦ ἁγίου τάφου προσκυνήσεως, τῇ δ’ ἀληθείᾳ ἀρχὴν ἑαυτῷ περιποιήσασθαι προμηθευόμενος καὶ μᾶλλον, εἰ γένοιτό οἱ, καὶ αὐτῆς τῆς βασιλείας Ῥωμαίων ἐπιδράξασθαι χρωμένῳ ταῖς τοῦ πατρὸς ὑποθημοσύναις· καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦντι, πολλῶν ἐδεῖτο χρημάτων. Ὁ δὲ αὐτοκράτωρ τὸ δύσνουν καὶ κακόηθες αὐτοῦ ἐπιστάμενος ἔσπευδε τὰ συναιρόμενα πρὸς τοὺς ὑποτυφομένους αὐτῷ λογισμοὺς εὐφυῶς περιαιρεῖν. Διὸ καὶ τὸ δομεστικάτον αἰτούμενος τῆς ἀνατολῆς οὐκ ἔτυχε τῆς αἰτήσεως πρὸς Κρῆτα κρητίζων. Δεδιὼς γὰρ ὁ βασιλεύς, μὴ ἐξουσίας δραξάμενος καὶ δι’ αὐτῆς δουλαγωγήσας τοὺς κόμητας ἅπαντας ῥᾳδίως περιάγοι τοῦ λοιποῦ, ὅπη βουλητὸν αὐτῷ ἐστι, μὴ θέλων τε τὸν Βαϊμοῦντον ὑπονοῆσαι ὅλως ὅτι ἤδη πεφώραται, ἐλπίσι χρησταῖς αὐτὸν ὑποσαίνων ἔφη· «Τούτου μὲν καιρὸς οὔπω πάρεστι, διὰ δὲ τῆς σῆς ἐνεργείας καὶ πίστεως μετ’ οὐ πολὺ καὶ τοῦτο γενήσεται». Ὁμιλήσας τοίνυν αὐτοῖς καὶ παντοίαις δωρεαῖς καὶ τιμαῖς φιλοφρονησάμενος τῇ μετ’ αὐτὴν αὐτὸς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου·
PG 131:773μεταπεμψάμενος δὲ αὐτόν τε τὸν Βαϊμοῦντον καὶ τοὺς κόμητας ἅπαντας περὶ τῶν κατὰ τὴν ὁδὸν αὐτοῖς συμβησομένων ὡμίλει βουλευόμενος τὰ συμφέροντα, ἀναδιδάσκων ἅμα καὶ αἷς εἰώθασιν οἱ Τοῦρκοι χρῆσθαι μεθοδείαις ἐν ταῖς μάχαις καὶ ὑποτιθέμενος ὅπως τε παρατάττεσθαι χρὴ καὶ λόχους καθιστᾶν καὶ μὴ ἐπὶ πολὺ διώκειν, ὁπηνίκα τούτοις οἱ Τοῦρκοι τὰ νῶτα διδόασι. Καὶ οὕτως διά τε χρημάτων διά τε λόγων καταμαλάξας αὐτῶν τὸ ἄγριον καὶ τὰ συνοίσοντα ὑποθέμενος τὴν διαπεραίωσιν προὐτρέψατο. Τὸν δέ γε Ἰσαγγέλην ἠγάπα διαφερόντως διά τε τὸ περιὸν αὐτῷ τοῦ φρονήματος καὶ τῆς ὑπολήψεως τὸ ἀνόθευτον καὶ τὸ τοῦ βίου καθαρόν, γινώσκων ἅμα καὶ ὁπόσον αὐτῷ τῆς ἀληθείας μέλει μηδὲν ταύτης μηδέποτε προτιμωμένῳ· τοσοῦτον γὰρ ἁπάντων τῶν Λατίνων ἐν πᾶσι διέφερεν ὅσον ἀστέρων ἥλιος. Διά τοι τοῦτο παρακατέσχεν αὐτὸν τέως μεθ’ ἑαυτοῦ.
Ἁπάντων οὖν συνταξαμένων τῷ αὐτοκράτορι καὶ διὰ τοῦ τῆς Προποντίδος πορθμοῦ τὸ Δαμάλιον καταλαβόντων ἀναθεὶς τῆς ἐξ αὐτῶν ὀχλήσεως συχνάκις τὸν Ἰσαγγέλην μετεπέμπετο, ἀναδιδάσκων ἅμα καθαρώτερον τὰ κατὰ τὴν ὁδὸν συμβήσεσθαι μέλλοντα τοῖς Λατίνοις, παρεγύμνου δὲ καὶ ἣν περὶ τῆς τῶν Φράγγων γνώμης εἶχεν ὑπόληψιν. Ταῦτα πολλάκις ἀποστοματίσας τῷ Ἰσαγγέλῃ καὶ τὰς τῆς ψυχῆς οἷον ὑπανοίξας αὐτῷ πύλας καὶ πάντα διατρανώσας ἐπέςκηψεν ἀεὶ πρὸς τὴν τοῦ Βαϊμούντου ἐγρηγορέναι κακίαν, ἵνα βουλόμενον παρασπονδῆσαι ἀπείργῃ τοῦτον τοῦ ἐγχειρήματος καὶ διὰ πάσης μεθόδου διαλύῃ τὰς ἐκείνου μηχανάς. Ὁ δὲ πρὸς τὸν αὐτοκράτορά φησιν· «Ἐκ προγόνων καθάπερ τινὰ κλῆρον τὴν ἐπιορκίαν καὶ τὸν δόλον ὁ Βαϊμοῦντος κεκτημένος, θαῦμα μέγιστον εἰ τὰ ὀμωμοσμένα διατηρήσειεν· ἔγωγε δ’ ὅμως ὡς ἐνὸν σπεύσω τὸ προσταχθὲν ἀεὶ ἀποπληροῦν». Καὶ συνταξάμενος τῷ αὐτοκράτορι ἄπεισιν ἑνωθησόμενος τῷ παντὶ στρατεύματι τῶν Κελτῶν. Ὁ μέντοι αὐτοκράτωρ ἤθελε μὲν μετὰ τῶν Κελτῶν κατὰ τῶν βαρβάρων ἀπιέναι, ἐδεδίει δὲ τὸ αὐτῶν ἀναρίθμητον πλῆθος.
PG 131:775Δεῖν οὖν ἐλογίσατο τὸν Πελεκάνον καταλαβεῖν, ἵν’ ἐγγύθεν Νικαίας ἐνδιατρίβων μανθάνοι μὲν τὰ τοῖς Κελτοῖς συμβαίνοντα, ἅμα δὲ καὶ τὰς τῶν Τούρκων ἔξωθεν ἐφόδους καὶ τὴν τῶν ἐντὸς Νικαίας κατάστασιν. Ἐν δεινῷ γὰρ ἐποιεῖτο εἰ μή τι στρατηγικὸν ἐν τῷ μεταξὺ καὶ αὐτὸς κατορθώσοι, καὶ διεσκοπεῖτο, ἵνα εἰ ἐπιτήδεια τὰ πράγματα εὑρήσει, αὐτὸς τὴν Νίκαιαν ἀνέλῃ καὶ μὴ παρὰ τῶν Κελτῶν αὐτὴν σχοίη κατὰ τὰ παρ’ ἐκείνων ὀμωμοσμένα. Εἶχε δὲ τὴν βουλὴν ταύτην ὑποβρύχιον καὶ πᾶν ὅπερ ἂν ᾠκονόμει καὶ τὴν αἰτίαν δι’ ἣν γίνεται αὐτὸς καὶ μόνος ἠπίστατο μόνῳ τῷ Βουτουμίτῃ τοῦτο ἐμπεπιστευκὼς καὶ τοῦτον ἀποστείλας ἐφ’ ᾧ ὑποποιεῖσθαι τοὺς ἐντὸς Νικαίας βαρβάρους διὰ παντοίων ὑποσχέσεων καὶ ἀπαθείας τελείας, ἐν μέρει δὲ καὶ ἀπειλούμενος τόσα καὶ τόσα πείσεσθαι καὶ παρανάλωμα ξίφους γενέσθαι, εἰ παρὰ τῶν Κελτῶν ἁλῷεν, καὶ πάλαι τὸν Βουτουμίτην γινώσκων εὐνούστατον καὶ περὶ τὰ τοιαῦτα δραστήριον. Ταῦτα μὲν οὖν ἐξ ἀρχῆς τοῦτον παρηκολουθήκει τὸν τρόπον.
PG 131:777ΑΛΕΞΙΑΣ ΙΑ Ὁ δέ γε Βαϊμοῦντος καὶ πάντες οἱ κόμητες ἑνωθέντες, οὗ διαπλῴσασθαι πρὸς τὴν Κιβωτὸν ἔμελλον, μετὰ τοῦ Γοντοφρὲ τὴν τοῦ Ἰσαγγέλη προσέμενον ἄφιξιν. Πλῆθος δὲ ὄντες ἀναρίθμητον, ἐπεὶ οὐκ ἠδύναντο αὐτοῦ που προσμένειν διὰ τὴν σπάνιν τῶν βοσκημάτων, εἰ καὶ τὴν τοῦ βασιλέως μετὰ τοῦ Ἰσαγγέλη ἀνέμενον ἄφιξιν, ἵνα κεῖθι συνταξάμενοι αὐτῷ τῆς πρὸς Νίκαιαν φερούσης ἅψωνται, διχῆ διαιρεθέντες οἱ μὲν διὰ τῆς Βιθυνῶν καὶ τῆς Νικομηδείας πρὸς Νίκαιαν ἤλαυνον, οἱ δὲ τὸν τῆς Κιβωτοῦ διανηξάμενοι πορθμὸν ἐς ταὐτὸν συνεληλύθεσαν. Καὶ οὕτως τῇ Νικαίᾳ προσπελάσαντες τοὺς πύργους καὶ τὰς μεταξὺ κορτίνας σφίσιν αὐτοῖς διενείμαντο, κατὰ τάξεις τινὰς τὴν τειχομαχίαν ποιεῖν βουλευσάμενοι, ἵν’ ἐντεῦθεν ἕτερος πρὸς ἕτερον ἐρίζοντες καρτερωτέραν τὴν πολιορκίαν ποιοῖντο· τὸ δὲ λάχος τοῦ Ἰσαγγέλη κενὸν ἐάσαντες, τὴν ἐκείνου προσέμενον ἄφιξιν. Ἐν ταὐτῷ δὲ καὶ ὁ αὐτοκράτωρ τὸν Πελεκάνον κατέλαβε κατὰ νοῦν ἔχων τὴν Νίκαιαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. Οἱ δὲ ἐντὸς Νικαίας βάρβαροι τὸν σουλτάνον πολλάκις εἰς τὴν σφῶν αὐτῶν ἀρωγὴν μετεπέμποντο.
Ἐκείνου δ’ ἔτι βραδύνοντος καὶ τῆς πολιορκίας ἐξ ἀνατολῆς ἡλίου μέχρι καὶ δύσεως αὐτῆς ἐν πολλαῖς ἤδη γινομένης ἡμέραις, ἐπεὶ ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἑώρων, γνωσιμαχήσαντες βέλτιον προσεληλυθέναι τῷ βασιλεῖ ἢ παρὰ τῶν Κελτῶν ἁλῶναι ἐγνώκεσαν. Μετακαλοῦνται τοίνυν ἐπ’ αὐτῷ τὸν Βουτουμίτην, τόσα καὶ τόσα ἀγαθὰ παρὰ τοῦ βασιλέως πείσεσθαι διὰ γραμμάτων συχνῶν πολλάκις αὐτοῖς ἐπαγγελλόμενον, εἰ τὴν Νίκαιαν αὐτῷ παραδοῖεν. Ὁ δὲ τὰς τοῦ βασιλέως φιλοφροσύνας καθαρώτερον ἀπαγγείλας καὶ τὰς ἐγγράφους ὑποσχέσεις ὑποδείξας, εἰ τὸ κάστρον αὐτῷ παραδοῖεν, ἀσμένως δέχεται παρὰ τῶν Τούρκων ἀπειρηκότων ἤδη πρὸς τοσαῦτα πλήθη ἀντικαθίστασθαι καὶ βέλτιον λογιζομένων τῷ βασιλεῖ τὴν πόλιν αὐθαιρέτως παραδοῦναι καὶ χρημάτων καὶ τιμῆς μετασχεῖν ἢ ξίφους παρανάλωμα γενέσθαι. Οὔπω τρίτην ἡμέραν ὁ Βουτουμίτης ἐντὸς εἶχε καὶ ὁ Ἰσαγγέλης καταλαβὼν ἀποπειρᾶσθαι τοῦ τείχους δι’ ὧν ἡτοίμαζεν ἑλεπόλεων ἔσπευδεν. Ἐν τῷ μεταξὺ δὲ φήμη τις αὐτοὺς καταλαμβάνει τὴν τοῦ σουλτάνου ἔλευσιν μηνύουσα. Τοῦτο οἱ Τοῦρκοι μεμαθηκότες καὶ τεθαρρηκότες τὸν Βουτουμίτην παραχρῆμα ἐξέωσαν.
PG 131:779Ὁ δὲ σουλτάνος μέρος τοῦ στρατοῦ ἀποδιελόμενος ἀπέστειλε σκεψομένους τὴν τοῦ Ἰσαγγέλη ἔφοδον παραγγείλας ὡς, εἴ τισι τῶν Κελτῶν ἐντύχοιεν, μὴ ἀναβαλέσθαι τὴν μετ’ αὐτῶν μάχην. Θεασάμενοι δὲ πόρρωθεν τούτους οἱ τοῦ Ἰσαγγέλη ξυμμίγνυνται. Ἀλλὰ καὶ οἱ λοιποὶ κόμητες καὶ αὐτὸς ὁ Βαϊμοῦντος, τὴν τουτωνὶ τῶν βαρβάρων ἐνωτισθέντες ἔφοδον, ἐξ ἑκάστης κομητούρας ἀνὰ διακοσίους διελόμενοι καὶ εἰς πολὺ πλῆθος ξυμποσώσαντες παραχρῆμα εἰς ἀρωγὴν τῶν τοῦ Ἰσαγγέλη πέμπουσιν· ἐφθακότες δὲ μέχρις ἑσπέρας τοὺς βαρβάρους ἐδίωκον. Ὁ δὲ σουλτάνος οὐδαμῶς ἐπὶ τούτοις ἀναπεπτώκει, ἀλλ’ αὐγαζούσης ἡμέρας ὁπλίζεται καὶ πανσυδὶ τὴν ἔξω τειχῶν Νικαίας πεδιάδα κατειλήφει. Καὶ οἱ Κελτοί, αἰσθόμενοι τῆς τούτου παρουσίας, καρτερῶς ὁπλισάμενοι καθαπερεὶ λέοντες κατ’ αὐτῶν ἵενται. Καὶ συρρήγνυται τηνικαῦτα πόλεμος βαρὺς καὶ δεινός. Ἐν ἴσῃ δὲ μοίρᾳ τῆς μάχης ἀμφοτέροις ἱσταμένης τοῖς μέρεσι δι’ ὅλης ἡμέρας, ἐπεὶ ὁ ἥλιος ἐπὶ κνέφας ἦλθε, τρέπονται οἱ Τοῦρκοι τῆς νυκτὸς αὐτοῖς διαιτησάσης τὴν μάχην. Πίπτουσι μὲν οὖν ἐξ ἑκατέρων πολλοί, κτείνονται δὲ οὐχ ἥττονες, τιτρώσκονται δὲ οἱ πλείους.
Καὶ λαμπρὰν τὴν νίκην ἀράμενοι οἱ Κελτοί, πολλῶν δὲ καὶ κεφαλὰς τοῖς δόρασι περιπείραντες ἐπανέρχονται καθαπερεὶ σημαίας ταύτας φέροντες, ἵν’ οὕτω πόρρωθεν τὸ γεγονὸς διαγνόντες οἱ βάρβαροι καὶ τὴν ἐκ πρώτης βαλβίδος ἧτταν δειλιάσαντες τῆς συντόνου μάχης ἀποστήσονται. Τοιαῦτα μὲν οὖν οἱ Λατῖνοι πεπράχασί τε καὶ διελογίσαντο· ὁ δὲ σουλτάνος, τὰ ἄπειρα τούτων θεασάμενος πλήθη καὶ τὴν ἀκάθεκτον τόλμαν ἐξ αὐτῆς προσβολῆς ἐγνωκώς, τοῖς ἐντὸς Νικαίας Τούρκοις τὸ ἐνδόσιμον δίδωσι· «Πράσσετε τοῦ λοιποῦ, λέγων, πᾶν ὅπερ βέλτιον κρίνετε». Ἤδει γὰρ πρὸ καιροῦ τῷ βασιλεῖ μᾶλλον προαιρουμένους παραδοῦναι τὴν πόλιν ἢ παρὰ τῶν Κελτῶν ἁλῶναι. Ὁ δέ γε Ἰσαγγέλης, τοῦ προκειμένου ἐχόμενος ἔργου, μόσυνα κυκλοτερῆ τεκτηνάμενος καὶ ἐξ ἑκατέρου μέρους βύρσας αὐτὸν περιστείλας, κατὰ δὲ τὸ μέσον λύγοις διαπλέξας καὶ πάντοθεν κατοχυρώσας τῇ πλευρᾷ προσεπέλασε τοῦ καλουμένου Γονάτου πύργου.
PG 131:781Ὃς τὴν ἐπωνυμίαν ἐκληρώσατο πάλαι, ὁπηνίκα Μανουὴλ ἐκεῖνος, ὁ τοῦ προβεβασιλευκότος Ἰσαακίου τοῦ Κομνηνοῦ πατὴρ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἰωάννου τοῦ πρὸς πατρὸς ἐμοῦ πάππου, στρατηγὸς αὐτοκράτωρ τῆς ἑῴας ἁπάσης παρὰ τοῦ τότε βασιλεύοντος Βασιλείου προὐβέβλητο ἐφ’ ᾧ τὴν μετὰ τοῦ Σκληροῦ ἔχθραν διαλῦσαι ἢ χειρὶ πρὸς τοῦτον ἀντικαταστὰς ἢ γνώμῃ εἰς εἰρηνικὰς σπονδὰς τοῦτον συνελάσας. Ἐπεὶ δ’ ὁ Σκληρὸς μαχιμώτατος ὢν καὶ αἵμασι χαίρων ἀεὶ τὴν μάχην τῆς εἰρήνης μᾶλλον ἠσπάσατο, πολέμων μεγάλων καθ’ ἑκάστην συρρηγνυμένων, ὡς τοῦ Σκληροῦ μὴ μόνον τὴν εἰρήνην μὴ θέλοντος, ἀλλὰ καὶ δι’ ἑλεπόλεων γενναίως ἀγωνιζομένου τὴν Νίκαιαν ἑλεῖν καὶ καταρράξαντος τὰ τείχη, τοῦ πλείονος μέρους τοῦ πύργου ποδοκοπηθέντος κάτωθεν συνέβη σάξαι τὸν πύργον, ὡς ἐπὶ γόνυ δοκεῖν ἐπικλιθῆναι κἀκ τούτου τῆς τοιαύτης μετειληχέναι προσηγορίας. Οὕτω μὲν οὖν τὰ κατὰ τὸν Γονάτην παρηκολουθήκει·
PG 131:783ὁ δὲ Ἰσαγγέλης τὸν ἤδη ῥηθέντα μόσυνα ἐμπείρως πάνυ κατασκευάσας, ὃν οἱ πλείονα ἐμπειρίαν τῶν μηχανικῶν κεκτημένοι χελώνην κατονομάζουσιν, ἐντὸς τούτου ἄνδρας ὁπλοφόρους τειχεσιπλήτας εἰσῆξε καὶ ἑτέρους τοὺς τὸν πύργον κάτωθεν κατασείειν διὰ σιδήρων εἰδότας ἐφ’ ᾧ τοὺς μὲν πρὸς τοὺς ἄνωθεν τοῦ τείχους μάχεσθαι, τοὺς δὲ ἐκεχειρίαν ἔχειν ἐντεῦθεν τὸν πύργον διορύττειν. Οἳ καὶ κορμοὺς ξύλων εἰσῆγον ἀντὶ τῶν ἐξαγομένων λίθων· μέχρι δὲ τῆς ἐντὸς ἐπιφανείας ἐφθακότες, ὡς καὶ αὐγήν τινα ἐκεῖθεν εἰσιοῦσαν θεάσασθαι, πῦρ ἐμβαλόντες ἐνέπρησαν τοὺς κορμούς. Τούτων δὲ ἐκτεφρωθέντων συνέβη τὸν Γονάτην ἐπὶ πλέον κλιθῆναι, ὡς μὴ ἀπολωλέναι τὴν κλῆσιν. Ἐμβόλοις δὲ καὶ οἰκήμασι τὸ ἐπίλοιπον περιζώσαντες τῶν τειχῶν καὶ τὸν ἐκτὸς τούτων διακείμενον τάφρον ὡς ἐν ῥιπῇ πληρώσαντες κόνεως, ὡς εἰς μίαν ἐπιφάνειαν συναφθῆναι ταῖς ἐφ’ ἑκάτερα παρακειμέναις πεδιάσιν, ὡς ἐνὸν τῆς πολιορκίας εἴχοντο.
Ὁ δὲ βασιλεύς, πολλὰ πολλάκις ἀκριβολογησάμενος καὶ διαγνοὺς ἀμήχανον εἶναι τὴν Νίκαιαν παρὰ τῶν Λατίνων ἁλῶναι, κἂν πάντα ὑπερέβαλλον ἀριθμόν, ἐν μέρει μὲν παντοῖα εἴδη ἑλεπόλεων κατασκευάσας καὶ τὰ πλείω τούτων οὐ κατὰ τοὺς τῶν μηχανικῶν τρόπους, ἀλλὰ καθ’ ἑτέρους τινὰς λόγους αὐτῷ δοκοῦντας, ὃ καὶ θαῦμα πᾶσι παρεῖχε, τοῖς κόμησιν ἐκπέπομφεν· ἐκεῖνος δὲ μετὰ τῶν παρατυχόντων διαπεράσας, ὡς ἤδη φθάσας ὁ λόγος ἐδήλωσε, κατὰ τὸν Πελεκάνον διέτριβεν ἀγχοῦ τῶν Μεσαμπέλων, οὗ καὶ τέμενος ἐπ’ ὀνόματι τοῦ μεγαλομάρτυρος Γεωργίου πάλαι ᾠκοδόμηται. Ἤθελε μὲν οὖν οὕτως ὁ αὐτοκράτωρ μετὰ τῶν Λατίνων κατὰ τῶν ἀθέων συναπελθεῖν Τούρκων· ταλαντεύων δὲ τὴν ὑπόθεσιν καὶ τὸ ἀπειροπληθὲς τοῦ φραγγικοῦ φοσσάτου ὡς πρὸς τὸ ῥωμαϊκὸν στράτευμα κατανοῶν ἀνυπέρβλητον καὶ τὴν παλίμβουλον τῶν Λατίνων γνώμην ἐκ μακροῦ ἐπιστάμενος ἀπέστη τοῦ ἐγχειρήματος.
PG 131:785Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἀβέβαιον ἐκείνων καὶ ἄπιστον προειδὼς Εὐρίπου δίκην μεταφερομένων ἐς τἀναντία πολλάκις τάς τε γυναῖκας καὶ τὰ τέκνα ἑτοίμως ἐχόντων ὀβολοῦ ἑνὸς ἀπεμπολεῖν διὰ φιλοχρήματον γνώμην, τούτοις μὲν οὖν τοῖς λογισμοῖς ἑαυτὸν τῷ τότε ἀπεῖρξεν ὁ αὐτοκράτωρ τοῦ ἐγχειρήματος. Δεῖν δὲ ἔγνω μὴ συμπαρεῖναι μὲν τοῖς Κελτοῖς, τοσαύτην δὲ αὐτοῖς διδόναι ῥοπὴν ὁπόσην ἂν καὶ παρών. Τὸ γοῦν ἐρυμνότατον τῶν τῆς Νικαίας τειχῶν γινώσκων ἀδύνατον τὴν ταύτης κατάσχεσιν παρὰ τῶν Λατίνων ἠπίστατο· μανθάνων δὲ ὅτι ῥᾳδίως διὰ τῆς παρακειμένης λίμνης δυνάμεις ἱκανὰς καὶ τὰ ζωαρκῆ πάντα ὁ σουλτάνος εἰς Νίκαιαν εἰσάγει, τὴν τῆς λίμνης ἐμελέτα κατάσχεσιν. Κατασκευάσας τοίνυν ἀκάτια ὁποῖα τὸ ὕδωρ ἐκεῖνο ἀνέχειν ἠδύνατο, διὰ τοῦ μέρους τῆς Κίου ταῦτα ἐν ἁμάξαις ἐπισάξας εἰς τὴν λίμνην εἰσήλασε, στρατιώτας ἐμβαλὼν ἐν αὐτοῖς ὁπλοφόρους, ἡγεμόνα τούτων Μανουὴλ τὸν Βουτουμίτην καταστησάμενος καὶ σημαίας τούτοις πλείους τῆς χρείας ἐπιδούς, ὡς ἐντεῦθεν πολλαπλασίους δοκεῖν, πρὸς δὲ καὶ βύκινά τε καὶ τύμπανα. Ἀλλ’ οὕτω μὲν τὰ κατὰ τὴν λίμνην ᾠκονόμηται τῷ αὐτοκράτορι·

Book XILiber XI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀπὸ δέ γε τῆς ἠπείρου μεταπεμψάμενος τὸν Τατίκιον καὶ τὸν καλούμενον Τζίταν μετὰ πελταστῶν γενναίων εἰς δισχιλίους ποσουμένων, κατὰ τῆς Νικαίας ἀπέστειλεν ἐπισκήψας ἅμα τῷ τῶν νεῶν ἀποβῆναι τὸ τοῦ κυροῦ Γεωργίου καστέλλιον καταλαβόντας ἐν ἡμιόνοις μὲν ἐπισάξαι ὅπερ ἐπεφέροντο πλῆθος τῶν ὀϊστῶν, πόρρω δὲ τῶν τειχῶν τῆς Νικαίας τῶν ἵππων ἀποβάντας καὶ βάδην πορευομένους κατευθὺ τοῦ πύργου τοῦ καλουμένου Γονάτου τὸν χάρακα πήξασθαι, εἶτα ἐξ ἑνὸς συνθήματος συνησπικότας προσβαλεῖν τοῖς τείχεσιν. Ἐφθακὼς οὖν ὁ Τατίκιος μετὰ τοῦ ὑπ’ αὐτὸν στρατεύματος, δίδωσιν εἴδησιν τοῖς Κελτοῖς κατὰ τὴν τοῦ βασιλέως ὑποθήκην. Καὶ τηνικαῦτα ἐσιδηροφόρησαν ἅπαντες καὶ σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσέβαλον τοῖς τείχεσι.
PG 131:789Τῶν μὲν τοῦ Τατικίου συχνοὺς τηνικαῦτα πεμπόντων ὀϊστούς, τῶν δὲ Κελτῶν ὅπου μὲν διατιτραινόντων τὰ τείχη, ὅπου δὲ διὰ πετροβόλων ὀργάνων καταπυκνούντων τὰς τῶν λίθων βολάς, ἀπὸ δέ γε τῆς λίμνης διά τε τῶν βασιλικῶν σημαιῶν καὶ βυκίνων ἐκδειματούμενοι παρὰ τοῦ Βουτουμίτου ἐν ταὐτῷ καὶ περὶ τῶν βασιλικῶν ὑποσχέσεων πρὸς αὐτοὺς διαπεμπομένου, ἐς τοσοῦτον συνηλάθησαν οἱ βάρβαροι ὡς μηδὲ τῶν κρηδέμνων Νικαίας προκῦψαι θαρρεῖν. Ἅμα δὲ καὶ τὴν τοῦ σουλτάνου ἀπεγνωκότες ἔλευσιν, βέλτιον ἐλογίσαντο τῷ αὐτοκράτορι παραδοῦναι τὴν πόλιν καὶ εἰς ὁμιλίαν περὶ τούτου μετὰ τοῦ Βουτουμίτου ἐλθεῖν. Ὁ δὲ τὰ εἰκότα προσομιλήσας αὐτοῖς ὑποδείκνυσι τὸν χρυσόβουλλον λόγον ὅνπερ ὁ βασιλεὺς αὐτῷ προενεχείρισεν. Ἀκροασάμενοι τοίνυν τοῦ χρυσοβούλλου δι’ οὗ ὑπισχνεῖτο ὁ βασιλεὺς οὐ μόνον ἀπάθειαν, ἀλλὰ καὶ δαψιλῆ δόσιν χρημάτων τε καὶ ἀξιωμάτων τῇ τε ἀδελφῇ καὶ τῇ γυναικὶ τοῦ σουλτάνου, ἥτις θυγάτριον ἦν, ὡς ἐλέγετο, τοῦ Τζαχᾶ, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐν Νικαίᾳ βαρβάροις, καὶ ταῖς ὑποσχέσεσι τοῦ αὐτοκράτορος τεθαρρηκότες ἐνεδίδουν τὴν εἰσέλευσιν τῷ Βουτουμίτῃ.
Ὁ δὲ παραχρῆμα διὰ γραμμάτων ἐδήλου τῷ Τατικίῳ ὡς «τὴν ἄγραν ἐν χερσὶν ἤδη ἔχομεν· καὶ χρὴ πρὸς τειχομαχίαν ἑτοιμάσασθαι, ταὐτὸ δὲ τοῦτο καὶ τοῖς Κελτοῖς παρασκευάσαι καὶ μηδὲν πλέον αὐτοῖς τεθαρρηκέναι ἢ τὴν κυκλοτερῆ τειχομαχίαν καὶ ὡς χρὴ περιζῶσαι τὰ τείχη καὶ τῆς πολιορκίας ἀνίσχοντος ἡλίου ἀποπειρᾶσθαι» Τὸ δὲ ἄρα μηχανή τις ἦν ἵνα δόξῃ τοῖς Κελτοῖς πολέμῳ ταυτηνὶ τὴν πόλιν ἁλῶναι παρὰ τοῦ Βουτουμίτου καὶ λάθῃ τὸ μελετηθὲν παρὰ τοῦ αὐτοκράτορος δρᾶμα τῆς προδοσίας. Ἀπόρρητα γὰρ τοῖς Κελτοῖς ὁ βασιλεὺς ἤθελεν εἶναι τὰ παρὰ τοῦ Βουτουμίτου οἰκονομούμενα. Τῇ δὲ μετ’ αὐτὴν τὸ ἐνυάλιον ἀλαλάξαντες ἐξ ἑκατέρου μέρους τῆς πόλεως, ἐκεῖθεν μὲν διὰ τῆς ἠπείρου ἐκθυμότερον οἱ Κελτοὶ τῆς πολιορκίας εἴχοντο, ἔνθεν δ’ ὁ Βουτουμίτης, εἰς τὰς ἐπάλξεις ἀνεληλυθὼς καὶ τὰ σκῆπτρα καὶ τὰς σημαίας περὶ τὰ τείχη καταστήσας, μετὰ βυκίνων καὶ σαλπίγγων ἀνευφήμει τὸν αὐτοκράτορα. Καὶ οὕτως τὸ ῥωμαϊκὸν ἅπαν στράτευμα εἴσω Νικαίας εἰσεληλύθει.
Ὁ δὲ Βουτουμίτης, τὰ πλήθη τῶν Κελτῶν γινώσκων καὶ διὰ τὸ τῆς γνώμης αὐτῶν ἀβέβαιον καὶ τὸ τῆς ὁρμῆς ἀκάθεκτον ὑπόπτους ἔχων αὐτοὺς μὴ εἰσελθόντες αὐτοὶ τὸ κάστρον κατάσχωσιν, ὁρῶν δὲ καὶ τοὺς ἐντὸς σατράπας ἱκανοὺς ὄντας πρὸς ἣν αὐτὸς εἶχε δύναμιν, εἰ μόνον θελήσαιεν, καὶ δεσμεῖν καὶ σφάττειν δυνατῶς ἔχοντας, τὰς κλεῖς εὐθὺς ἀναλαμβάνεται τῆς πύλης. Μία γὰρ τέως ἦν ἡ εἰσάγουσα καὶ ἐξάγουσα, τῶν ἄλλων προκεκλεισμένων διὰ τὸν φόβον τῶν παρακειμένων Κελτῶν. Τὰς κλεῖς τοίνυν ταυτησὶ τῆς πύλης αὐτὸς ἔχων δεῖν ἐλογίσατο τοὺς σατράπας διὰ μεθοδείας ἐλαττῶσαι, ἵν’ ἔχῃ τούτους ῥᾳδίως καταγωνίζεσθαι, ὡς μή τι δεινὸν κατ’ αὐτοῦ μελετήσαιεν. Μεταπεμπόμενος τοίνυν αὐτοὺς συνεβούλευε πρὸς τὸν αὐτοκράτορα ἀπέρχεσθαι, εἰ βούλοιντο πολλά τε χρήματα ἐκεῖθεν λαβεῖν καὶ τιμῆς ἀξιωθῆναι μεγίστης καὶ ἐτησίους τυπωθῆναι φιλοτιμίας.
PG 131:791Πείθει τοὺς Τούρκους, καὶ νυκτὸς διανοίγων ἀπέστελλε τούτους διὰ τῆς παρακειμένης λίμνης ὀλίγους καὶ συχνάκις πρός τε τὸν Ῥοδομηρὸν καὶ τὸν μιξοβάρβαρον Μοναστρᾶν, ἀμφὶ τὸ πολίχνιον ἐνδιατρίβοντας τὸ οὑτωσί πως τοῦ κυροῦ Γεωργίου ὀνομαζόμενον, ἐπισκήψας αὐτοῖς ὡς, ὁπηνίκα τῶν νεῶν ἀποβαῖεν, παραχρῆμα ἐκπέμπεσθαι τούτους πρὸς τὸν αὐτοκράτορα καὶ μηδὲ πρὸς βραχύν τινα χρόνον παρακατέχειν αὐτούς, ἵνα μὴ μετὰ τῶν ὄπισθεν πεμπομένων Τούρκων ἑνωθέντες σκαιόν τι κατ’ αὐτῶν μελετήσαιεν. Τὸ δὲ ἄρα προφητεία ἦν ἄντικρυς καὶ τῆς πολλῆς τοῦ ἀνδρὸς ἐκείνου ἐμπειρίας στοχασμὸς ἀναντίρρητος. Καὶ γὰρ ἔστ’ ἂν ταχὺ πρὸς τὸν αὐτοκράτορα τοὺς καταλαμβάνοντας ἐξέπεμπον, ἐν ἀσφαλείᾳ τε ἦσαν καὶ οὐδεὶς αὐτοῖς κίνδυνος ἐφειστήκει· ἐπὰν δὲ ἀναπεπτώκεσαν, ὁ παρὰ τῶν βαρβάρων, οὓς ἄρα παρακατέσχον, κατ’ αὐτῶν ἐξηρτύετο κίνδυνος. Καὶ γὰρ πλεονάσαντες ἐβουλεύοντο δυοῖν θάτερον, ἢ νυκτὸς ἐπιθέμενοι τούτοις ἀποκτεῖναι ἢ δεσμώτας τῷ σουλτάνῳ προσενεγκεῖν. Συνδόξαντος δὲ πᾶσι τούτου βελτίονος, νυκτὸς αὐτοῖς ἐπιθέμενοι δεσμώτας κατὰ τὰ προβεβουλευμένα περιάγοντες ἐκεῖθεν ἐξῄεσαν.
Εἶτα δὴ τὴν ἀκρολοφίαν τοῦ Ἀζαλᾶ κατειληφότες (τόπος δὲ οὗτος σταδίους .... τῶν τειχῶν Νικαίας ἀπέχων), κεῖθι γοῦν, ὡς λόγος, παραγενόμενοι τῶν ἵππων ἀποβάντες τούτους ἀνέψυχον. Ἐπεὶ δ’ ὁ μὲν Μοναστρᾶς μιξοβάρβαρος ἦν καὶ τῆς τουρκικῆς εἰδήμων διαλέκτου, καὶ αὐτὸς ὁ Ῥοδομηρός, πάλαι πρὸς τῶν Τούρκων κατασχεθεὶς καὶ χρόνον συχνὸν μετ’ αὐτῶν ἐνδιατρίψας, οὐδ’ αὐτὸς ἀδαὴς τῆς τοιαύτης ἦν διαλέκτου, πιθανοὺς πρὸς αὐτοὺς συχνῶς ἀνεκίνουν λόγους· «Ἵνα τί, λέγοντες, ἡμῖν μὲν θανάτου ποτήριον κιρνᾶτε οὐδὲ μικράν τινα τὴν ὄνησιν ἑαυτοῖς ἐντεῦθεν πραγματευόμενοι; Ὑμεῖς δέ, τῶν ἄλλων πάντων μεγάλων δωρημάτων παρὰ τοῦ αὐτοκράτορος ἀπολαυσάντων καὶ ἐτησίων χρημάτων λῆψιν τυπωθέντων, ἑαυτοὺς τοσούτων ἀποστερεῖτε. Μὴ τοίνυν οὕτω περὶ ἑαυτῶν φρονεῖτε καὶ ἐξὸν ἀκινδύνως σῴζεσθαι καὶ πλούτῳ κομῶντας εἰς τὰ σφέτερα ἐπαναστρέφειν καὶ χωρῶν ἐγκρατεῖς ἴσως γενέσθαι εἰς προὖπτον ἑαυτοὺς ἐπιρρίπτετε κίνδυνον. Ἴσως γὰρ καὶ τοῖς λοχῶσιν αὐτοῦ που Ῥωμαίοις ἐντυχόντες», ῥύακας ταῖν χεροῖν ἐπιδείξαντες καὶ ἑλώδεις τόπους, «ἀναιρεθήσεσθε καὶ ἐπὶ κενοῖς τὴν σφῶν ἀπολέσετε ζωήν.
Καὶ γὰρ ἐνεδρεύουσιν ὑμᾶς μάλα γε πλεῖστοι οὐ Κελτοὶ καὶ βάρβαροι μόνον, ἀλλὰ καὶ Ῥωμαίων πλῆθος οὐ μετρητόν. Εἰ γοῦν ἡμῖν πείθεσθε, στρέψαντες τὰς ἡνίας ὁμοῦ φοιτήσωμεν πρὸς τὸν αὐτοκράτορα. Καὶ Θεὸν ὑμῖν ἐπομνύμεθα μυρίων ἀπολαῦσαι τῶν ἐξ αὐτοῦ δωρημάτων· κἄπειτα, ὅπη βουλητὸν ὑμῖν, ἀπελεύσεσθε ἀνέτως ὡς ἐλεύθεροι» Πείθονται τοῖς τούτων λόγοις οἱ Τοῦρκοι καὶ πίστεις πρὸς ἀλλήλους δόντες ἅμα καὶ λαβόντες τῆς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχοντο. Καταλαβόντων δὲ τὸν Πελεκάνον, ὡς τούτους ὁ αὐτοκράτωρ ἐθεάσατο, μεθ’ ἱλαροῦ πᾶσιν ἐνατενίσας βλέμματος, καίτοι πολλὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν παρ’ ἑαυτῷ νεμεσῶν, τὸ μὲν παρὸν ἀναπαυθησομένους τούτους ἐξαπέστειλε, κατὰ δὲ τὴν ἐπιοῦσαν, ὁπόσοι μὲν τῶν Τούρκων αὐτῷ θητεῦσαι προτεθύμηντο, μυρίων τῶν εὐεργεσιῶν ἀπήλαυσαν· οἱ δὲ τὰ σφέτερα ἀναζητοῦντες καὶ αὐτοὶ οὐκ ὀλίγων δωρημάτων τετυχηκότες παρεχωρήθησαν τῇ σφῶν γνώμῃ ξυγχρήσασθαι. Εἶθ’ ὕστερον πολλὰ τῆς ἀβουλίας τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν κατεμέμφετο· μηδ’ ἀντωπῆσαι δὲ τούτους ὑπ’ αἰσχύνης ἰσχύοντας ὁρῶν, μεταβαλὼν ὁ βασιλεὺς ἀνακτᾶσθαι δι’ ἑτέρων λόγων ἔσπευδεν.
PG 131:793Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν Ῥοδομηρὸν καὶ τὸν Μοναστρᾶν· τοῦ δὲ Βουτουμίτου τηνικαῦτα δουκὸς Νικαίας παρὰ τοῦ αὐτοκράτορος προχειρισθέντος, ᾐτήσαντο τοῦτον οἱ Κελτοὶ εἰςελθεῖν καὶ τὰ ἐν αὐτῇ ἱερὰ τεμένη θεᾶσθαι καὶ προςκυνεῖν. Ὁ δὲ τὴν αὐτῶν γνώμην σαφῶς ἐπιστάμενος, καθὰ δήπου καὶ εἴρηται, οὐ πᾶσιν ὁμαδὸν τὴν εἰσέλευσιν συνεχώρει, ἀλλὰ κατὰ δεκάδας ὑπανοίγων τὰς πύλας παρεχώρει τοῖς Κελτοῖς τῆς εἰσόδου. Ὁ δὲ αὐτοκράτωρ ἔτι περὶ τὸν Πελεκάνον ἐνδιατρίβων καὶ θέλων ὁπόσοι μὴ ἔφθασαν τῶν κομήτων ὀμωμοκέναι καὶ αὐτοὺς ὅρκια πρὸς αὐτὸν δοῦναι, ἐνετείλατο διὰ γραμμάτων τῷ Βουτουμίτῃ συμβουλεῦσαι ἅπασι κοινῶς τοῖς κόμησι μὴ πρὸ τοῦ συντάξασθαι τῷ βασιλεῖ τῆς πρὸς Ἀντιόχειαν φερούσης ἅψεσθαι· οὕτω γὰρ ἂν γένοιτο τούτοις καὶ πλειόνων αὖθις δωρεῶν τυχεῖν. Ἁπάντων δὲ πρῶτος ὁ Βαϊμοῦντος, χρήματα καὶ δωρεὰς ἀκούσας, τοῖς τοῦ Βουτουμίτου λόγοις παραυτίκα πεισθεὶς ἅπασι συνεβούλευε πρὸς τὸν βασιλέα ἐπανελεύσεσθαι, ὁποῖος ἐκεῖνος περὶ τὰς λήψεις ἀκάθεκτον ἔχων τὸν ἔρωτα. Καταλαβόντας δὲ τούτους τὸν Πελεκάνον ὁ αὐτοκράτωρ μεγαλοπρεπῶς δέχεται πολλῆς κηδεμονίας ἀξιώσας·
PG 131:795εἶτα συναγαγὼν αὐτοὺς ἔφη· «Τὸν ὅρκον ἐπίστασθε, ὃν πρὸς ἡμᾶς ἅπαντες ἐποιήσατε, καὶ εἰ μὴ παραβάται ἀπεντεῦθέν ἐστε, ὁπόσους ἴστε μὴ ὀμωμοκότας ξυμβουλεύσασθε τὸν αὐτὸν ὅρκον ἐπιτελέσαι». Οἱ δὲ παραχρῆμα μετεπέμποντο τοὺς μὴ ὀμωμοκότας· καὶ δὴ συνεληλύθεσαν ἅπαντες καὶ ἐπλήρουν τὸν ὅρκον. Ὁ δὲ τοῦ Βαϊμούντου ἀνεψιάδης Ταγγρῆς, ἐλευθέρας ὢν γνώμης, ἐνίστατο μόνῳ τῷ Βαϊμούντῳ πίστιν χρεωστεῖν καὶ ταύτην φυλάξαι μέχρις αὐτοῦ θανάτου βούλεσθαι. Ὀχλούμενος δὲ ὑπὸ τῶν παρεστώτων καὶ αὐτῶν δὴ τῶν τοῦ βασιλέως συγγενῶν, ἀκκιζόμενος οἷον, ἐνατενίσας πρὸς τὴν σκηνὴν ἐν ᾗ ὁ βασιλεὺς προὐκάθητο (ἦν γὰρ κατὰ μέγεθος ὁποίαν οὔπω τότε οὐδεὶς ἐθεάσατο)· «Ἐὰν ταύτην, ἔφη, πλήρη χρημάτων μοι δώσεις καὶ ἄλλα ὁπόσα τοῖς ἅπασι δέδωκας κόμησι, τελέσω τὸν ὅρκον κἀγώ» Ὁ δὲ Παλαιολόγος, δι’ ὃν εἶχεν ὑπὲρ τοῦ αὐτοκράτορος ζῆλον, μὴ ἐνεγκὼν τὸν τοῦ Ταγγρῆ λόγον ἐσχηματισμένον ὄντα ἐξουθενήσας αὐτὸν ἀπεπέμψατο. Ὁ δὲ ἰταμώτατος ὢν ὥρμησε κατ’ αὐτοῦ· τοῦτο ἰδὼν ὁ βασιλεὺς ἐξαναστὰς τοῦ θρόνου μέσος ἔστη.
Καὶ ὁ Βαϊμοῦντος δὲ κατέσχε τοῦτον τῆς ὁρμῆς φάμενος ὡς «οὐ πρέπον ἐστὶ τοῖς τοῦ βασιλέως ἀναισχύντως προσφέρεσθαι συγγενέσιν». Εἶτα αἰσχυνθεὶς οὕτω πρὸς τὸν Παλαιολόγον παροινήσας ὁ Ταγγρῆς, τὸ δέ τι καὶ ταῖς τοῦ Βαϊμούντου καὶ τῶν ἄλλων πεισθεὶς παραινέσεσι, δίδωσι καὶ αὐτὸς ὅρκια. Καὶ δὴ συνταξαμένων ἁπάντων τῷ βασιλεῖ, παραδίδωσιν αὐτοῖς τὸν Τατίκιον μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων μέγαν τηνικαῦτα πριμικήριον χρηματίζοντα, πῆ μὲν συνεπαρήγοντα τούτοις ἐν πᾶσι καὶ προκινδυνεύοντα, πῆ δὲ καὶ τῶν παρ’ αὐτῶν ἁλισκομένων πόλεων, εἴ γε καὶ τοῦτο δοίη Θεός, ἐπιδραττόμενον. Διαπεράσαντες οὖν αὖθις οἱ Κελτοὶ τῇ μετ’ αὐτὴν τῆς πρὸς Ἀντιόχειαν εἴχοντο ἅπαντες. Εἶτα στοχασάμενος ὁ βασιλεὺς ὡς οὐ πάντες ἐξ ἀνάγκης συναπῆλθον τοῖς κόμησι, δηλοῖ τῷ Βουτουμίτῃ ἵν’ ὁπόσοι τῶν Κελτῶν τῆς ἰδίας στρατιᾶς ἀπελείφθησαν, εἰς φρουρὰν τῆς Νικαίας μισθώσηται. Ὁ δέ γε Τατίκιος μετὰ τοῦ ὑπ’ αὐτὸν στρατοῦ καὶ οἱ κόμητες ἅπαντες καὶ τὰ ὑπ’ αὐτοὺς ἀναρίθμητα κελτικὰ πλήθη, ἐν δυσὶν ἡμέραις τὰς Λεύκας καταλαβόντες, τῷ μὲν Βαϊμούντῳ τὸν ἔμπροσθεν ἀπεμερίσαντο τόπον τοῦτο αὐτοῦ ἐξαιτησαμένου·
PG 131:797ἐκεῖνοι δ’ ὄπισθεν αὐτοῦ παραταξάμενοι βραδεῖ ποδὶ ἔστειχον. Ὀξυτέραν δὲ τὴν κίνησιν ποιούμενον ἐπεὶ περὶ τὰς τοῦ Δορυλαίου πεδιάδας Τοῦρκοι τοῦτον ἐθεάσαντο, οἰηθέντες τῷ παντὶ στρατεύματι τῶν Κελτῶν ἐντετυχηκέναι καὶ καταπεφρονηκότες αὐτοῦ παραχρῆμα τὸν μετ’ αὐτοῦ συνῆψαν πόλεμον. Ὁ δέ γε τετυφωμένος ἐκεῖνος Λατῖνος, ὁ ἐπὶ τοῦ βασιλικοῦ σκίμποδος καθεσθῆναι τολμήσας, τῆς τοῦ αὐτοκράτορος ἐπιλαθόμενος ξυμβουλῆς, τὸ ἄκρον εἶχε τῆς τοῦ Βαϊμούντου παρατάξεως καὶ μικροψυχήσας τῶν λοιπῶν προεξέδραμε. Κτείνονται μὲν οὖν τηνικαῦτα τεσσαράκοντα τῶν μετ’ αὐτοῦ· ἐκεῖνος δὲ καιρίως πληγείς, νῶτα τοῖς ἐχθροῖς ὑποσχών, εἰς τὸ μέσον τῆς παρατάξεως ἥλατο ἔργῳ τὸν αὐτοκράτορα, ὁποῖος ξύμβουλός ἐστι, διακηρυκεύων, κἂν μὴ λόγοις ἠβούλετο. Ὁ δὲ Βαϊμοῦντος τοὺς Τούρκους ἐκθύμως μαχομένους ὁρῶν, ἀποστείλας τὰς κελτικὰς μετεπέμπετο δυνάμεις. Φθάνουσι δὲ τάχος· κἀντεῦθεν συνίςταται πόλεμος βαρὺς καὶ δεινός. Καὶ τὴν νικῶσαν εἶχε τὸ ῥωμαϊκὸν καὶ κελτικὸν στράτευμα.
Πορευομένων δ’ ἐκεῖθεν ἰλαδὸν τῶν ταγμάτων, συνέλαχον τούτοις κατὰ τὴν Ἑβραϊκὴν ὅ τε Τανισμὰν ὁ σουλτὰν καὶ ὁ Ἀσάν, ὃς μόνος ἦρχε χιλιάδων ἀνδρῶν ὁπλιτῶν ὀγδοήκοντα. Μάχης οὖν καρτερᾶς γενομένης, ἐκ πολλῶν χειρῶν καὶ δυνάμεων καὶ μηδὲ θατέρου μέρους τὰ νῶτα θατέρῳ διδόντος, ἐπεὶ θαρρλεώτερον οἱ Τοῦρκοι τοῖς ἐναντίοις ἐμάχοντο, τοῦτο θεασάμενος ὁ Βαϊμοῦντος τοῦ δεξιοῦ κέρως ἐξάρχων, τοῦ λοιποῦ στρατεύματος διαιρεθεὶς κατ’ αὐτοῦ τοῦ Κλιτζιασθλὰν σουλτὰν ἰταμῶς ἐξώρμησε, λέων ὣς ἀλκὶ πεποιθὼς κατὰ τὸν ποιητήν. Τοῦτο τοὺς Τούρκους ἐκδειματῶσαν τὰ νῶτα τοῖς Κελτοῖς δοῦναι ἐποίησεν. Οἱ δὲ οὐκ ἐπὶ πολὺ τούτους ἐδίωκον, τῶν τοῦ αὐτοκράτορος μεμνημένοι παραγγελμάτων, ἀλλὰ τὴν ταφρείαν τῶν Τούρκων καταλαβόντες κἀκεῖσε μικρὸν ἑαυτοὺς διαναπαύσαντες, τοὺς Τούρκους κατὰ τὴν Αὐγουστόπολιν αὖθις καταλαμβάνουσι καὶ προςβαλόντες τρέπουσι κατὰ κράτος. Κἀντεῦθεν πίπτει τὸ βάρβαρον, οἱ δέ γε σωθέντες ἄλλοσε ἀλλαχῆ διεσπάρησαν τάς τε γυναῖκας καὶ τοὺς παῖδας καταλιπόντες, ὡς τοῦ λοιποῦ μηδ’ ἀντωπῆσαι τοῖς Λατίνοις ἰσχύοντες, ἀλλὰ φυγῇ τὴν οἰκείαν πραγματευόμενοι σωτηρίαν. Τί τὸ ἐντεῦθεν;
PG 131:799Καταλαμβάνουσιν οἱ Λατῖνοι μετὰ τῆς ῥωμαϊκῆς στρατιᾶς τὴν Ἀντιόχειαν διὰ τοῦ καλουμένου Ὀξέος Δρόμου, τῶν ἐφ’ ἑκάτερα μηδένα λόγον ποιούμενοι· ἀγχοῦ δὲ τῶν τειχῶν τάφρον ποιήσαντες, τὰς σκευὰς ἐναπέθεντο καὶ ἐπολιόρκουν ταυτηνὶ τὴν πόλιν σεληνιακαῖς τρισὶ περιόδοις. Οἱ δὲ Τοῦρκοι, πτοηθέντες περὶ τῆς καταλαβούσης αὐτοὺς ἀνάγκης, τῷ τοῦ Χοροσὰν σουλτάνῳ μηνύουσιν ἀποχρώσας δυνάμεις ἀποστεῖλαι πρὸς βοήθειαν ἐξαιτούμενοι ἐφ’ ᾧ τοῖς τε Ἀντιοχεῦσιν ἐπαρήξειν καὶ τοὺς ἔξωθεν πολιορκοῦντας Λατίνους ἀποδιῶξαι. Ἔτυχε δέ τις ἄνωθεν τοῦ πύργου Ἀρμένιος τηρῶν τὸ κληρωθὲν τῷ Βαϊμούντῳ μέρος τοῦ τείχους. Τοῦτον ἄνωθεν πολλάκις προκύπτοντα ὁ Βαϊμοῦντος ἐκμειλισσόμενος καὶ ὑποσχέσεσι πολλαῖς ὑποσαίνων ἀνέπεισε προδοῦναί οἱ τὴν πόλιν. Ὁ δὲ Ἀρμένιος πρὸς αὐτὸν· «Ὁπηνίκα ἂν βούλει καὶ σημεῖόν τι ἔξωθεν αὐτὸς ὑποδείξῃς μοι, παραχρῆμά σοι τουτοὶ̈ παραδώσω τὸ πυργίον· μόνον ἕτοιμος ἔσο, σύ τε καὶ ὁ ὑπὸ χεῖρά σοι ἅπας λαός, ηὐτρεπισμένας ἔχων ἅμα καὶ κλίμακας.
PG 131:801Οὐ σὲ δὲ μόνον ἕτοιμον εἶναι χρή, ἀλλὰ καὶ ἅπαν τὸ στράτευμα θωρήξασθαι, ἵν’ εὐθὺς ἀνελθόντας ὑμᾶς οἱ Τοῦρκοι θεασάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάζοντας ἐκδειματωθέντες εἰς φυγὴν ἀπονεύσειαν.» Εἶχε μὲν οὖν ὁ Βαϊμοῦντος τὸ σκοπούμενον τέως ἀνέκφορον. Τούτων δὲ οὕτω διασκοπουμένων κατέλαβέ τις λέγων, λίαν πολὺ πλῆθος Ἀγαρηνῶν καταλαμβάνειν ὅσον ἤδη τοῦ Χοροσὰν κατ’ αὐτῶν ἡγεμόνα συνεπαγόμενον τὸν καλούμενον Κουρπαγάν. Ὅπερ μεμαθηκὼς ὁ Βαϊμοῦντος καὶ μὴ θέλων τὴν Ἀντιόχειαν παραδοῦναι πρὸς τὸν Τατίκιον κατὰ τοὺς προγεγονότας πρὸς τὸν βασιλέα ὅρκους, ἀλλ’ ἑαυτῷ μνηστευόμενος ταύτην, βουλὴν βουλεύεται πονηρὰν δι’ ἦς αὐτὸν ἄκοντα μεταναστεῦσαι παρασκευάσειε. Προσελθὼν τοίνυν αὐτῷ φησιν· «Ἀπόρρητόν τι ἀποκαλύψαι σοι βούλομαι, κηδόμενός σου τῆς σωτηρίας. Λόγος τις τοῖς ὠσὶ τῶν κομήτων ἐνηχηθεὶς συνετάραξεν αὐτῶν τὰς ψυχάς, ὅτι τοὺς ἀπὸ τοῦ Χοροσὰν ἐρχομένους ὁ βασιλεὺς τὸν σουλτάνον ἔπεισε καθ’ ἡμῶν ἐκπέμψαι. Τοῦτο δὲ πιστὸν οἱ κόμητες ἡγησάμενοι κατὰ τῆς σῆς μελετῶσι ζωῆς. Κἀγὼ μὲν τοὐμὸν ἤδη πεπλήρωκα καὶ τὸν ἐπερχόμενόν σοι προείρηκα κίνδυνον·
τοῦ λοιποῦ σόν ἐστιν, ὑπὲρ τῆς ἑαυτοῦ καὶ τῶν ὑπὸ σὲ ταγμάτων φροντίσαι σωτηρίας.» Ὁ δὲ Τατίκιος, ὁρῶν μὲν καὶ τὸν λιμὸν πολύν (καὶ γὰρ ἡ κεφαλὴ τοῦ βοὸς ἐπὶ τρισὶ χρυσίνοις στατῆρσιν ἀπεμπολεῖτο), ἀπαγορεύων δὲ καὶ τὴν τῆς Ἀντιοχείας ἅλωσιν, ἤδη ἐκεῖθεν ἀπάρας, εἰς τὸν ἐν τῷ λιμένι Σουδὶ ἱστάμενον ῥωμαϊκὸν στόλον εἰσελθὼν τὴν Κύπρον κατέλαβε. Τούτου δὲ ὑποχωρήσαντος, τὸν λόγον τοῦ Ἀρμενίου ὑποβρύχιον ἔτι ἔχων ὁ Βαϊμοῦντος καὶ χρησταῖς ἐλπίσι τρεφόμενος περιποιούμενός τε ἑαυτῷ τὴν τῆς Ἀντιοχείας ἐξουσίαν, πρὸς τοὺς κόμητας ἔφη· «Ὁρᾶτε ὁπόσον ἤδη χρόνον ἐνταῦθα προσταλαιπωρήσαντες οὐ μόνον οὐδὲν χρηστὸν μέχρι καὶ νῦν κατωρθώσαμεν, ἀλλὰ καὶ λιμοῦ ὅσον ἤδη γενώμεθα παρανάλωμα, εἰ μή τι βέλτιον περὶ τῆς σφῶν σωτηρίας σκεψόμεθα». Τῶν δὲ τί ἂν εἴη τοῦτο πυνθανομένων αὐτὸς ἔφη· «Οὐ πάσας τὰς νίκας διὰ σιδήρου Θεὸς τοῖς δημαγωγοῖς δίδωσιν, οὐδὲ διὰ μάχης ἀεὶ τὰ τοιαῦτα κατορθοῦται, ἀλλ’ ἅπερ ὁ μόθος οὐ δέδωκε, ταῦτα πολλάκις ὁ λόγος ἐχαρίσατο, καὶ ἡ μετὰ φιλίας καὶ ὑποποιήσεως περίοδος μείζονα τρόπαια ἔστησεν.
PG 131:803Οὐ χρὴ τοιγαροῦν μάτην τὸν καιρὸν τρίβειν, σπεῦσαι δὲ μᾶλλον πρὸ τοῦ τὸν Κουρπαγὰν καταλαβεῖν νουνεχές τι καὶ ἀνδρικὸν διαπράξασθαι τῆς ἡμῶν ἕνεκα σωτηρίας· καὶ σπουδαίως ἕκαστος ἡμῶν τὸν τὸ ἴδιον λάχος τηροῦντα βάρβαρον ὑποποιείσθω. Καὶ εἰ βούλεσθε, κείσθω καὶ ἆθλον τῷ πρώτως τοῦτο τὸ ἔργον κατωρθωκότι ἡ τῆς πόλεως ταυτησὶ φυλακή, μέχρις ἂν ὁ μέλλων ταύτην ἐξ ἡμῶν ἀναλαβέσθαι ἀπὸ τοῦ αὐτοκράτορος ἐλεύσεται. Ἴσως μὲν οὖν οὐδ’ οὕτω κατωρθωκέναι τι χρηστὸν δυνησόμεθα.» Ταῦτα ὁ δεινὸς Βαϊμοῦντος, φίλαρχος ὢν οὐχ ὑπὲρ τῶν Λατίνων καὶ τοῦ κοινοῦ τοσοῦτον ὅσον ὑπὲρ τῆς ἑαυτοῦ τιμῆς, καὶ σκοπήσας καὶ εἰπὼν καὶ ἀπατήσας οὐ διήμαρτε τοῦ σκοποῦ, ὡς ὁ λόγος κατιὼν παραστήσει. Πρὸς τοῦτο τοίνυν ἅπαντες οἱ κόμητες κατανεύσαντες ἔργου ἥψαντο. Καὶ αὐγαζούσης ἡμέρας ὁ μὲν Βαϊμοῦντος αὐτίκα πρὸς τὸν πύργον ἀπῄει· ὁ δέ γε Ἀρμένιος κατὰ τὰς συνθήκας τὰς πύλας ὑπανοίγνυσιν. Ὁ δὲ ἅλλεταί τε εὐθὺς μετὰ τῶν συνεφεπομένων αὐτῷ ἄνωθεν θᾶττον ἢ λόγος, καὶ περὶ τὰ κρήδεμνα τοῦ πύργου ὡρᾶτο τοῖς ἐντός τε καὶ ἐκτὸς ἱστάμενος καὶ τὴν ἐνυάλιον ἠχεῖν ἐγκελεύων σάλπιγγα.
Καὶ ἦν ἰδεῖν τηνικαῦτα καινόν τι γινόμενον, τοὺς μὲν Τούρκους ἐκδειματωθέντας εὐθὺς διὰ τῆς ἀπέναντι πύλης φεύγοντας καὶ μόνους ἐξ αὐτῶν ἐναπολειφθέντας ὀλίγους καὶ γενναίους ἄνδρας διὰ τὴν τοῦ κουλᾶ φρουράν· τοὺς δὲ Κελτοὺς ἔξωθεν κατὰ πόδας τοῦ Βαϊμούντου διὰ κλιμάκων ἀνελθόντας καὶ παραχρῆμα κατασχόντας τὴν Ἀντιόχου πόλιν. Καὶ ὁ μὲν Ταγγρῆς εὐθὺς Κελτοὺς ἱκανοὺς ἀναλαβόμενος ὄπισθεν τῶν φευγόντων ἐδίωκε· καὶ πολλοὶ μὲν κτείνονται, πολλοὶ δὲ τιτρώσκονται. Ὁ δὲ Κουρπαγὰν μετὰ ἀναριθμήτων χιλιάδων καταλαβὼν εἰς ἀρωγὴν τῆς Ἀντιόχου πόλεως, προκατασχεθεῖσαν ταύτην εὑρηκώς, χάρακά τε ἐπήξατο καὶ τάφρον πεποιηκὼς καὶ τὰς σκευὰς ἐν αὐτῇ καταθέμενος ἐβουλεύετο πολιορκεῖν τὴν πόλιν. Ἀλλ’ οὔπω ἔργου ἁψάμενον ἐπικαταλαμβάνουσιν αὐτὸν ἐξελθόντες οἱ Κελτοί· καὶ τηνικαῦτα μέγας ἀναμεταξὺ ἀναρρήγνυται πόλεμος. Εἶχον δὲ τὴν νικῶσαν οἱ Τοῦρκοι· καὶ οἱ Λατῖνοι εἴσω τῶν πυλῶν συνεκλείοντο, τὸν μόθον ἑκατέρωθεν ἔχοντες ἀπό τε τῶν τὸ κουλᾶ φρουρούντων (ἔτι γὰρ τοῦτο κατεῖχον οἱ βάρβαροι) ἀπό τε τῶν ἔξωθεν παρακαθημένων Τούρκων.
Δεινὸς δὲ ἀνὴρ ὢν ὁ Βαϊμοῦντος καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν σφετερίσασθαι θέλων ἐν σχήματι συμβουλῆς αὖθις· «Οὐ χρή, φησι πρὸς τοὺς κόμητας, τοὺς αὐτοὺς καθ’ ἑκάτερον μέρος ἐν ταὐτῷ μετά τε τῶν ἐντὸς καὶ ἐκτὸς μάχεσθαι, ἀλλὰ διχῆ διαιρεθέντας ἐν ἀνίσοις τμήμασι πρὸς λόγον τῶν ἑκατέρωθεν πρὸς ἡμᾶς μαχομένων ἐχθρῶν, οὕτω τὴν πρὸς αὐτοὺς ἀναδέχεσθαι μάχην. Ἐμοὶ μὲν οὖν ἐξέσται μετὰ τῶν τὴν ἀκρόπολιν τηρούντων μάχεσθαι, εἰ καὶ ὑμῖν τοῦτο συνδόξειε· τοῖς δέ γε λοιποῖς μετὰ τῶν ἔξωθεν μελήσει καρτερῶς συμπλέκεσθαι.» Συντίθενται ἅπαντες τῇ τοῦ Βαϊμούντου γνώμῃ. Ὁ δ’ εὐθὺς ἔργου ἥψατο καὶ παραχρῆμα τειχίον ἀντίθετον ἐγκάρσιον ἀποδιαιροῦν τῆς ὅλης Ἀντιοχείας τὴν ἀκρόπολιν ἐδείματο, ἔρυμα καρτερώτατον πολέμου ἀποχρῶντος. Κᾷθ’ οὕτως ἀνύστακτος φύλαξ τοῦ τοιούτου τείχους καθίστατο διὰ παντὸς ἀπομαχόμενος, ὁπηνίκα καιρὸς ἐδίδου, πρὸς τοὺς ἐντὸς γενναιότατα.
PG 131:807Οἱ δ’ ἄλλοι κόμητες πολλὴν τοῦ λάχους αὐτῶν ἐπεποίηντο τὴν φροντίδα, φρουροῦντες μὲν τὴν πόλιν διὰ παντός, κατασκοποῦντες δὲ τὰς ἐπάλξεις καὶ τὰ κρήδεμνα τῶν τειχῶν, μή πως οἱ βάρβαροι ἔξωθεν νυκτὸς διὰ κλιμάκων ἀνελθόντες τὴν πόλιν κατάσχωσι, μὴ λάθοι τις τῶν ἐντὸς ἄνωθεν τοῦ τείχους γενέσθαι κᾷθ’ οὕτως ὁμιλήσας τοῖς βαρβάροις προδοσίας πέρι προδῷ τὴν πόλιν. Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὴν Ἀντιόχειαν [ἔτι]· ὁ δέ γε αὐτοκράτωρ πολλὴν μὲν εἶχε τὴν προθυμίαν αὐτὸς εἰς ἀρωγὴν τῶν Κελτῶν παραγενέσθαι, ἀπεῖργε δ’ αὐτὸν καίπερ σφαδάζοντα ἡ τῶν κατὰ θάλατταν διακειμένων πόλεών τε καὶ χωρῶν λεηλασία καὶ παντελὴς ἐρείπωσις. Ὁ μὲν γὰρ Τζαχᾶς τὴν Σμύρνην ὥσπερ ἴδιόν τι λάχος κατεῖχεν, ὁ δέ γε Ταγγριπερμῆς καλούμενος πόλιν τινὰ Ἐφεσίων ἀγχοῦ τῆς θαλάττης διακειμένην, ἐν ᾗ πάλαι τέμενος ἐπ’ ὀνόματι Ἰωάννου ἀποστόλου τοῦ θεολόγου ἵδρυτο. Καὶ ἄλλος ἄλλα φρούρια τῶν σατραπῶν κατέχοντες ὡς ἀργυρωνήτοις τοῖς Χριστιανοῖς ἐκέχρηντο ἅπαντα λῃζόμενοι· ἀλλὰ καὶ αὐτὰς δὴ τὰς νήσους Χίον τε καὶ Ῥόδον καὶ τὰς ἐπιλοίπους πάσας κατέσχον λῃστρικὰς ἐκεῖθεν κατασκευάσαντες ναῦς.
Διά τοι ταῦτα δεῖν ἐλογίσατο πρότερον τῶν κατὰ θάλατταν καὶ τὸν Τζαχᾶν πρόνοιαν ποιήσασθαι, καὶ δυνάμεις διὰ ξηρᾶς ἀρκούσας καὶ στόλον ἱκανὸν καταλιπεῖν, εἶτα δι’ αὐτῶν τὰς τῶν βαρβάρων ἀναχαιτίζειν ὁρμὰς καὶ ἀντικαθίστασθαι αὐτοῖς, κᾆθ’ οὕτως μετὰ τοῦ λοιποῦ στρατεύματος τῆς πρὸς Ἀντιόχειαν φερούσης ἅψασθαι μετὰ τῶν ἀναμεταξὺ βαρβάρων ὡς ἐνὸν μαχόμενος. Μεταπεμψάμενος τοίνυν Ἰωάννην τὸν Δούκαν καὶ γυναικάδελφον αὐτοῦ, παραδίδωσι δυνάμεις ἐκ διαφόρων συνειλεγμένας χωρῶν καὶ στόλον ἀποχρῶντα πρὸς τὴν τῶν παραλίων πόλεων πολιορκίαν, καὶ αὐτὴν δὲ τὴν τοῦ Τζαχᾶ θυγατέρα κατασχεθεῖσαν μετὰ τῶν ἄλλων ὁπόσοι ἐντὸς τῆς Νικαίας τότε ἔτυχον, ἐπισκήψας διακηρυκεύειν μὲν πανταχοῦ τὴν τῆς Νικαίας ἅλωσιν, εἰ δὲ μὴ πιστεύοιτο, αὐτὴν τὴν τοῦ Τζαχᾶ θυγατέρα ὑποδεικνύναι τοῖς σατράπαις τῶν Τούρκων καὶ τοῖς τὰ παρὰ θάλατταν νεμομένοις βαρβάροις, ὡς ἂν οἱ τὰς ἤδη ῥηθείσας πόλεις κατέχοντες, ὁρῶντες ταύτην καὶ βεβαιούμενοι τὴν τῆς Νικαίας ἅλωσιν, ἀπογνόντες ἀμαχητὶ παραδοῖεν τὰς πόλεις. Ἐφοδιάσας οὖν ἱκανῶς διὰ παντοίων τὸν Ἰωάννην ἐκπέμπει.
PG 131:809Ὁπόσα δὲ κατὰ τοῦ Τζαχᾶ τρόπαια οὗτος ἐστήσατο καὶ ὅπως τοῦτον ἐκεῖθεν ἀπήλασε, προϊὼν ὁ λόγος δηλώσειεν. Ὁ μὲν οὖν δοὺξ καὶ θεῖος οὑμὸς πρὸς μητρὸς τῷ βασιλεῖ συνταξάμενος, τῆς μεγαλοπόλεως ἔξεισι καί, διαπεράσας τὴν Ἄβυδον, μεταπεμψάμενος τὸν καλούμενον Κάσπακα, τήν τε τοῦ στόλου ἐξουσίαν καὶ τὴν τοῦ πλοὸς ἅπασαν οἰκονομίαν αὐτῷ ἀνέθετο ὑποσχόμενος ὡς, εἰ καλῶς ἀγωνίσοιτο, ὁπηνίκα τὴν Σμύρνην συμβαίη ἁλῶναι, ἡγεμόνα τοῦτον αὐτῆς τε τῆς Σμύρνης καὶ τῶν ὁμορούντων πάντων αὐτῇ καταστῆσαι. Ἐκπέμπει τοίνυν αὐτὸν διαπόντιον θαλασσοκράτορα τοῦ στόλου, ὡς εἴρηται· ἐκεῖνον δὲ ταγματάρχην εἶχεν ἡ ἤπειρος.
Ἅμα τοίνυν τόν τε Κάσπακα διὰ τοῦ στόλου καὶ τὸν Δούκαν Ἰωάννην διὰ τῆς ἠπείρου οἱ ἐντὸς τῇ Σμύρνῃ ἄμφω προσπελάσαντας θεασάμενοι, καὶ τὸν μὲν Δούκαν ἀγχοῦ τῶν τειχῶν ἐκ διαστήματός τινος τὸν χάρακα πηξάμενον, τὸν δέ γε Κάσπακα τῷ λιμένι προσοκείλαντα, ἐπεὶ καὶ ἡ τῆς Νικαίας ἅλωσις ἤδη ἐγνώσθη αὐτοῖς, οὐδ’ ὅλως ἀντικαταστῆναι τούτοις ἠθέλησαν, ἀλλ’ εἰς λόγους καὶ σπονδὰς εἰρηνικὰς ἐλθεῖν ᾑρετίσαντο ὑποσχόμενοι, εἴπερ ὀμωμοκέναι αὐτοῖς ὁ Δούκας Ἰωάννης θελήσει ὥστε παραχωρῆσαι ἀπαθεῖς κακῶν πρὸς τὰ οἴκοι τούτους ἐπαναζεῦξαι, ἀναιμωτὶ καὶ μάχης ἄτερ τὴν Σμύρνην αὐτῷ παραδοῦναι. Συντίθεται τοίνυν ὁ Δούκας τηνικαῦτα τῇ τοῦ Τζαχᾶ γνώμῃ τὰ κατὰ σκοπὸν ἅπαντα πληρῶσαι ὑποσχόμενος. Μετ’ εἰρήνης οὖν ἐκεῖθεν αὐτοὺς ἀπελάσας, τῷ Κάσπακι τὴν πᾶσαν ἐξουσίαν τῆς Σμύρνης ἀνέθετο. Γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. Τοῦ Κάσπακος ἀπὸ τοῦ Δούκα Ἰωάννου ὑποστρέφοντος, προσῆλθεν αὐτῷ Σμυρναῖός τις διεγκαλῶν ἀφαιρεθῆναι παρά του Σαρακηνοῦ χρυσίνους πεντακοσίους στατῆρας. Ὁ δὲ ἀχθῆναι τούτους κριθησομένους ἐπέταξεν·
PG 131:811ὡς δ’ ὁ Σύρος εἵλκετο, νομίσας ὡς ἐπὶ τῷ ἀναιρεθῆναι ἄγεται, καὶ ἀπογνοὺς τῆς ἑαυτοῦ σωτηρίας, σπασάμενος μάχαιραν, κατὰ τῶν σπλάγχνων τοῦ Κάσπακος ὠθεῖ· ἐπιστραφεὶς δὲ πλήττει καὶ τὸν τούτου ὁμαίμονα περὶ τὸν μηρόν. Συγχύσεως δ’ ἐπὶ τούτῳ γενομένης πολλῆς, ὁ μὲν Σαρακηνὸς ἀποδιδράσκει, οἱ δὲ τοῦ στόλου ἅπαντες σὺν αὐτοῖς ἐρέταις εἰς τὴν πόλιν ἀτάκτως εἰσῄεσαν καὶ πάντας ἀνηλεῶς ἀπέκτανον. Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν ὡσεὶ δέκα χιλιάδας ἀποκτανθέντας ἐν ὀξείᾳ καιροῦ ῥοπῇ. Ὁ δὲ Δούκας Ἰωάννης, περιαλγήσας ἐπὶ τῇ τοῦ Κάσπακος ἀναιρέσει, ἐφ’ ἱκανὸν ὅλος αὖθις τῆς τοῦ κάστρου φροντίδος ἐγεγόνει. Ἐξελθὼν τοίνυν καὶ περιαθρήσας τὰ τείχη τάς τε τῶν ἐποίκων γνώμας παρὰ τῶν εἰδότων ἀκριβωσάμενος, ἐπεὶ χρεία γενναίου ἦν ἀνδρός, τὸν Ὑαλέαν, φέριστον τῶν ἄλλων εἰδώς, δοῦκα τῆς Σμύρνης κατέστησεν· ἀνὴρ δὲ οὗτος ἀρειμάνιος. Καταλιπὼν δὲ καὶ τὸ ναυτικὸν ἅπαν εἰς φυλακὴν τῆς Σμύρνης, αὐτὸς τὰς δυνάμεις ἀναλαβόμενος πρὸς τὴν Ἐφεσίων ἤλαυνε παρὰ τοῦ Ταγγριπερμῆ καὶ τοῦ Μαράκη τῶν σατραπῶν κατεχομένην.
PG 131:813Τοῦτον θεασάμενοι οἱ βάρβαροι κατ’ αὐτῶν ἱέμενον, ὁπλισάμενοι καὶ σχῆμα πολέμου περὶ τὴν ἔξω τοῦ κάστρου πεδιάδα διατυπώσαντες τὰς φάλαγγας ἔστησαν. Ὁ δὲ δοὺξ μηδὲ μικρόν τι μελλήσας σὺν εὐταξίᾳ στρατιωτικῇ κατ’ αὐτῶν ἐξώρμησε. Τῆς γοῦν συμβολῆς τοῦ πολέμου γεγονυίας τὸ πλεῖον τῆς ἡμέρας παρῳχήκει· μαχομένων δ’ ἀμφοτέρων τῶν μερῶν καὶ τῆς μάχης οὔσης ἀμφιρρεποῦς οἱ Τοῦρκοι τὰ νῶτα ὑποσχόντες τρέπονται κατὰ κράτος. Κτείνονται δὲ τηνικαῦτα πολλοί, ἁλίσκονται δὲ οὐ τῶν τυχαίων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν σατραπῶν οἱ πλείους, ὡς συμποσοῦσθαι τοὺς ἑαλωκότας εἰς χιλιάδας δύο. Περὶ ὧν μεμαθηκὼς ὁ βασιλεὺς διασπαρῆναι τούτους εἰς τὰς νήσους προσέταξεν. Οἱ δὲ καταλειφθέντες τῶν Τούρκων, διὰ τοῦ ποταμοῦ Μαιάνδρου πρὸς τὸ Πολυβοτὸν ἀπερχόμενοι, καταφρονητικῶς διετέθησαν τὸν Δούκαν τέλεον ἀπελπίσαντες. Τὸ δὲ οὐχ οὕτως εἶχεν, ἀλλὰ τὸν Πετζέαν δοῦκα ταυτησὶ τῆς πόλεως καταλιπών, αὐτὸς τὸ ὁπλιτικὸν ἅπαν ἀναλαβόμενος παραυτίκα ὄπισθεν οὐ φύρδην, ἀλλ’ εὐτάκτως καὶ ὡς ἐχρῆν ἐμπειρότατον στρατηγὸν κατὰ τῶν ἐναντίων ἰέναι, ἤλαυνε κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος.
Οἱ μέντοι Τοῦρκοι, καθά γε εἴρηται, διά τε Μαιάνδρου καὶ τῶν παρακειμένων αὐτῷ πόλεων ὁδεύσαντες, καταλαμβάνουσι τὸ Πολυβοτόν. Ὁ δὲ δοὺξ οὐ κατὰ πόδας τούτους ἐδίωκεν, ἀλλὰ τὴν συντομωτέραν ὁδεύσας τάς τε Σάρδεις καὶ τὴν Φιλαδέλφειαν ἐξ ἐπιδρομῆς κατέσχε, τὴν τούτων φρουρὰν Μιχαὴλ τῷ Κεκαυμένῳ πιστεύσας. Καταλαβὼν δὲ τὴν Λαοδίκειαν, καὶ πάντων παραυτίκα προσεληλυθότων αὐτῷ, αὐτοῖς μὲν ὡς αὐτομόλοις χρησάμενος καὶ τεθαρρηκὼς ἀνετῶς τὰ σφέτερα κατοικεῖν εἴασε μηδὲ ἡγεμόνα ἐπιστήσας. Ἐκεῖθεν δὲ διὰ τοῦ Χώματος διελθὼν τὴν Λάμπην κατέλαβε κἀν ταύτῃ καὶ τὸν Καμύτζην Εὐστάθιον στρατηγὸν ἐπέστησεν. Ἐφθακὼς δὲ εἰς τὸ Πολυβοτὸν καταλαμβάνει Τούρκων πλῆθος πολύ, καὶ ἐπεισπεσὼν αὐτοῖς ἄρτι τὰς σκευὰς κατατιθεμένοις ξυμβαλὼν παραυτίκα νικᾷ κατὰ κράτος, καὶ κτείνει μὲν πολλούς, ἀναλαμβάνει δὲ λείαν πολλὴν καὶ τοῦ πλήθους ἀνάλογον.
Τούτου γοῦν μήπω ἐπανεληλυθότος, ἀλλ’ ἀγωνιζομένου κατὰ τῶν Τούρκων, ὁ βασιλεὺς ἑτοιμασθεὶς εἰς ἀρωγὴν τῶν περὶ τὴν Ἀντιόχειαν φθάσαι Κελτῶν, ἐπεὶ τὸ Φιλομήλιον κατέλαβε σὺν ὅλαις δυνάμεσι πολλοὺς ἐν τῷ μεταξὺ κτείνας βαρβάρους, πολλὰς δὲ καὶ πόλεις δῃωσάμενος ὑπ’ αὐτῶν πρὶν κατεχομένας, φθάνει τηνικαῦτα τοῦτον ἐξ Ἀντιοχείας Γελίελμος ὁ Γραντεμανῆ καὶ Στέφανος κόμης Φραγγίας καὶ Πέτρος ὁ τοῦ Ἀλίφα, χαλασθέντες καλῳδίοις διὰ τῶν κρηδέμνων Ἀντιοχείας καὶ διὰ τῆς Ταρσοῦ ἀφικόμενοι διαβεβαιοῦντο εἰς στενὸν κομιδῆ συνελαθῆναι τοὺς Κελτούς, καὶ ἐπομνύμενοι τὴν αὐτῶν παντελῆ πτῶσιν. Ὁ δὲ βασιλεὺς διὰ τοῦτο καὶ μᾶλλον εἰς βοήθειαν αὐτῶν ἐσκόπει ταχῦναι, κἂν ἅπαντες αὐτὸν τῆς τοιαύτης ὁρμῆς ἀνέκοπτον.
PG 131:815Ἐπεὶ δὲ βαρβάρων κατ’ αὐτοῦ ἔφοδος ἀμυθήτων ἁπανταχῆ διεκηρυκεύετο ἐπικαταλαμβάνειν αὐτὸν ἤδη (καὶ γὰρ ὁ τοῦ Χοροσὰν σουλτάν, τὴν τοῦ αὐτοκράτορος ὑπὲρ τῶν Κελτῶν μεμαθηκὼς ἀπέλευσιν τὸν ἴδιον υἱὸν Ἰσμαὴλ τὴν κλῆσιν ἀπείρους δυνάμεις ἀπό τε τοῦ Χοροσὰν ἀπό τε τῶν πορρωτέρων μερῶν συναγαγὼν καὶ καρτερῶς ἐξοπλίσας ἅπαντας κατ’ αὐτοῦ ἐξέπεμψεν, ἐντειλάμενος τάχος τὸν αὐτοκράτορα ἐφθακέναι πρὸ τοῦ τὴν Ἀντιόχειαν καταλαβεῖν), τὴν μὲν δὴ ὁρμὴν τοῦ αὐτοκράτορος, ἣν εἶχεν ὑπὲρ τῆς τῶν Κελτῶν σωτηρίας, διαχρήσασθαί τε σπεύδων τοὺς κατ’ αὐτῶν λυττῶντας Τούρκους καὶ αὐτὸν δὴ τὸν τούτων ἡγεμόνα Κουρπαγάν, ἐπέσχε τὰ διαμηνυθέντα ὑπό τε τῶν ἐληλυθότων Φράγγων ὑπό τε τῶν τὴν τοῦ Ἰσμαὴλ κατ’ αὐτοῦ μηνυσάντων ἔλευσιν. Λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος λαμβάνων, ὡς ἀμήχανον εἴη πρᾶγμα σῶσαι πόλιν ἄρτι μὲν ὑπὸ τῶν Κελτῶν ἁλοῦσαν, ἀστατοῦσαν δ’ ἔτι κἀκ τῶν ἔξωθεν ὑπὸ τῶν Ἀγαρηνῶν αὐτίκα πολιορκουμένην, τῶν Κελτῶν τὰς σῳζούσας ἀπεγνωκότων ἐλπίδας καὶ βουλευομένων τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, ἑαυτοὺς δὲ μόνους περισῶσαι διὰ φυγῆς.
PG 131:817Ἔστι μὲν γὰρ τὸ τῶν Κελτῶν γένος μετὰ τῶν ἄλλων αὐτόνομόν τε καὶ ἀξύμβουλον, στρατηγικῇ δὲ εὐταξίᾳ καὶ ἐπιστήμῃ μηδέποτε χρώμενον, ἀλλ’ ἐπειδὰν μάχη καὶ πόλεμος παρασταίη, περιυλακτοῦντος αὐτοῖς τοῦ θυμοῦ ἀκάθεκτοί τέ εἰσιν οὐ τὸ στρατιωτικὸν μόνον, ἀλλὰ καὶ αὐτοὶ ἡγεμόνες, ὡς ἐς μέσας φάλαγγας τῶν πολεμίων εἰσπίπτοντες ἀφόρητοι, εἰ ὅλως τὸ ἀντικαθιστάμενον ὑποχαλάσειεν· εἰ δὲ στρατιωτικαῖς ἐμπειρίαις λόχους οἱ πολέμιοι πολλάκις καταστήσαιεν καὶ τεχνικῶς αὐτοὺς μετελεύσονται, εἰς τοὐναντίον πᾶν τὸ θράσος αὐτοῖς περιίσταται. Τὸ γὰρ ὅλον εἰπεῖν, εἰς πρώτους ῥυτῆρας ἀνύποιστοί εἰσιν οἱ Κελτοί, τὸ δέ γε μετὰ ταῦτα καὶ λίαν εὐχείρωτοι διά τε τὸ τῶν ὅπλων βάρος καὶ τὸ τῆς γνώμης θυμοειδὲς καὶ ἀλόγιστον. Διὰ ταῦτα μήτε ἀποχρώσας πρὸς τοσαῦτα πλήθη δυνάμεις ἔχων μήτε τὰς τῶν Κελτῶν γνώμας μεταβαλεῖν μήτε ξυμβουλῇ τούτους βελτίονι εἰς τὸ ξυμφέρον μετενεγκεῖν δυνάμενος, δέον ἐλογίζετο μὴ προσωτέρω χωρεῖν, ἵνα μὴ εἰς τὴν τῆς Ἀντιοχείας ἀρωγὴν ἐπειγόμενος καὶ τὴν Κωνσταντίνου προσαπολέσειε.
Πτοηθεὶς δὲ μὴ ἐπικαταλαμβανόντων αὐτὸν ἤδη Τουρκικῶν ἀμυθήτων λαῶν οἱ ἔποικοι τῶν μερῶν Φιλομηλίου παρανάλωμα βαρβαρικῆς γένωνται μαχαίρας, εἰς νοῦν βάλλεται διακηρυκεῦσαι μὲν ἁπανταχῆ τὴν τῶν Ἀγαρηνῶν ἔφοδον· καὶ παραυτίκα διεκηρυκεύετο καὶ ὅτι ἕκαστος ἢ ἑκάστη προεξελθέτω τῆς τούτων ἐλεύσεως, τὰ σώματα αὐτὰ καὶ τὰ χρήματα ὁπόσα φέρειν δύνανται διασῴζοντες. Εἵλοντο μὲν οὖν εὐθὺς ἅπαντες συνέψεσθαι τῷ βασιλεῖ, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ αὐταὶ γυναῖκες ..... Οὕτω μὲν οὖν τὰ τῶν αἰχμαλώτων ᾠκονόμητο τῷ βασιλεῖ. Μέρος δὲ τοῦ στρατιωτικοῦ ἀποτεμόμενος καὶ τοῦτο εἰς πολλὰ διελών, ἐν πολλοῖς μέρεσι κατὰ τῶν Ἀγαρηνῶν ἐξαπέστειλεν, εἴ που προεκδρομάς τινας ποιουμένους τοὺς Τούρκους εὕροιεν, ξυμμίγνυσθαί τε αὐτοῖς καὶ καρτερῶς μαχομένους ἀναστέλλειν τὴν κατὰ τοῦ αὐτοκράτορος ἔφοδον. Αὐτὸς δὲ μετὰ παντὸς τοῦ λαοῦ τῶν τε ἑαλωκότων βαρβάρων καὶ τῶν προσκεχωρηκότων Χριστιανῶν ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν.
PG 131:819Ὁ δέ γε ἀρχισατράπης Ἰσμαήλ, μεμαθηκὼς περὶ τοῦ αὐτοκράτορος ὅτι τῆς Κωνσταντίνου ἐξεληλυθὼς πολλὴν μὲν ἀνδροκτασίαν πεποιηκώς, πολλὰς δὲ καὶ κωμοπόλεις ἐν τῷ διέρχεσθαι παντελῶς ἐρειπώσας, πολλήν τε λείαν καὶ δορυαλώτους ἀναλαβόμενος ἐπαναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν μηδὲν ἔργον αὐτῷ καταλελοιπώς, ὡς τῆς ἄγρας ἀπέγνω, ἐν ἀμηχάνοις καθίστατο, καὶ ἐφ’ ἑτέραν τραπόμενος τὸ Παί̈περτ πολιορκῆσαι ἐπέγνω, ὅπερ πρὸ μικροῦ κατασχὼν εἶχεν ὁ περίκλυτος ἐκεῖνος Γαβρᾶς Θεόδωρος, καὶ καταλαβὼν τὸν ἀγχοῦ τούτου ῥέοντα ποταμὸν ἅπαν ἐκεῖ τὸ στρατιωτικὸν κατέθετο. Τοῦτο μεμαθηκὼς ὁ Γαβρᾶς διεσκοπεῖτο νυκτὸς ἐπεισπεσεῖν αὐτῷ. Ἀλλ’ ὁποῖον μὲν πέρας τὰ κατὰ τὸν Γαβρᾶν ἔσχηκε καὶ ὅθεν οὗτος ὥρμητο καὶ ὁποῖος ἦν, ταμιευσάσθω ὁ λόγος ἐς τὸν προσήκοντα τόπον· τὰ νῦν δ’ ἐχέσθω τοῦ προκειμένου. Οἱ δέ γε Λατῖνοι, ὑπό τε λιμοῦ καὶ συνεχοῦς πολιορκίας δεινῶς πιεζόμενοι, προσεληλυθότες τῷ εἰς Ἑλενούπολιν τότε ἡττηθέντι Πέτρῳ τῷ ἐπισκόπῳ αὐτῶν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ᾐτοῦντο βουλὴν ἐξ αὐτοῦ. Ὁ δὲ πρὸς αὐτούς·
PG 131:821«Ἁγνούς, φησι, τηρῆσαι ἑαυτοὺς ὑποσχόμενοι, μέχρις ἂν τὴν Ἱερουσαλὴμ καταλάβητε, παρέβητε, οἶμαι, τὴν ὑπόσχεσιν. Διὰ τοῦτο νῦν ὑμῖν οὐκ ἐπαρήγει ὡς τὸ πρότερον ὁ Θεός. Δεῖ οὖν ἐπιστραφῆναι πρὸς τὸν Κύριον καὶ τὰς σφῶν ἀποκλαύσασθαι ἁμαρτίας ἐν σάκκῳ καὶ σποδῷ, καὶ δάκρυσι θερμοῖς τὴν μετάνοιαν ἐνδειξαμένους καὶ παννύχοις δεήσεσι. Τότε δὴ σχολάσω καὶ αὐτὸς ὑπὲρ ὑμῶν τὸ Θεῖον ἐξιλεούμενος.» Πείθονται ταῖς τοῦ ἀρχιερέως παραινέσεσι. Καὶ μεθ’ ἡμέρας τινὰς ἐκ θείας ὀμφῆς κινηθεὶς ὁ ἀρχιερεὺς μεταπεμψάμενος τοὺς μεγιστᾶνας τῶν κομήτων παρηγγυᾶτο δεξιόθεν διορύξαι τοῦ θυσιαστηρίου κἀκεῖσε τὸν ἅγιον εὑρηκέναι ἧλον. Τὸ ἐπιταχθὲν οὖν πεποιηκότες, ἐπεὶ μὴ εὕρισκον, ἐπαναστρέψαντες μετὰ ἀθυμίας τὴν τοῦ ζητουμένου διαμαρτίαν ἀπήγγελλον. Ὁ δὲ ἐκτενέστερον τὴν δέησιν ποιησάμενος ἐπιμελέστερον τὴν τοῦ ζητουμένου ἀναψηλάφησιν ποιήσασθαι ἐπέταττεν. Οἱ δὲ καὶ αὖθις ἐπλήρουν τὸ κελευσθὲν καί, τὸν ζητούμενον εὑρηκότες, δρομαίως τῷ Πέτρῳ προσέφερον χαρᾷ καὶ φρίκῃ συνεχόμενοι. Κἄκτοτε ὡς ἁγνοτέρῳ τῶν ἄλλων τῷ Ἰσαγγέλῃ ἐν ταῖς μάχαις τὸν σεπτὸν καὶ θεῖον ἐνεχείριζον ἧλον.
Τῇ γοῦν μετ’ αὐτὴν ἐξ ἀνυπόπτου πύλης κατὰ τῶν Τούρκων ἐξώρμησαν. Τότε δὴ ὁ καλούμενος Φλάντρας ᾐτήσατο τοὺς λοιποὺς μίαν ταύτην αἴτησιν παραχωρηθῆναί οἱ, μετὰ τριῶν μόνων κατὰ τῶν Τούρκων τῶν ἄλλων πρῶτον αὐτὸν ἐξιππάσασθαι. Δέδοται δὴ τούτῳ τὸ αἰτηθέν· καὶ ὁπηνίκα αἱ φάλαγγες ἑκατέρωθεν ἰλαδὸν ἔστησαν καὶ ἡ τοῦ πολέμου σύναψις ηὐτρέπιστο, αὐτὸς τοῦ ἵππου ἀποβὰς καὶ προςουδίσας ἑαυτὸν τρισσάκις τῷ Θεῷ ἐπηύξατο ἐκεῖθεν τὴν βοήθειαν ἐξαιτούμενος. Βοησάντων δὲ πάντων· «Ὁ Θεὸς μεθ’ ἡμῶν», ὅλους ῥυτῆρας κατ’ αὐτοῦ τοῦ Κουρπαγᾶ ἐνέδωκεν ἐπί τινος λόφου ἱσταμένου. Εὐθὺς οὖν τοὺς κατὰ πρόσωπον αὐτῶν ὑπαντιάσαντας τοῖς δόρασι βαλόντες κατὰ γῆς ἔρριψαν. Ἐντεῦθεν οὖν ἐκδειματωθέντες οἱ Τοῦρκοι πρὸ τοῦ συρραγῆναι τὸν πόλεμον εἰς φυγὴν ἐτράπησαν, θείας πάντως δυνάμεως ἐπαρηγούσης τοῖς Χριστιανοῖς· κἀν τῷ φεύγειν παραπορήσαντες οἱ πλεῖστοι τῶν βαρβάρων ταῖς δίναις τῶν ποταμίων συσχεθέντες ῥευμάτων ἀπεπνίγησαν, ὡς ἀντὶ γεφύρας χρηματίσαι τὰ σώματα τῶν ἀποπνιγέντων τοῖς ὄπισθεν ἐρχομένοις.
PG 131:823Ἐφ’ ἱκανὸν οὖν καὶ τοὺς φεύγοντας διώξαντες πρὸς τὴν Τουρκικὴν ταφρείαν ὑπέστρεψαν, κἀκεῖσε τὰς βαρβαρικὰς σκευὰς εὑρηκότες καὶ ἣν συνεπεφέροντο λείαν ἅπασαν, ἀναλαβέσθαι μὲν ἤθελον παραχρῆμα, πολλὴν δὲ οὖσαν διὰ τριακονθημέρου μόγις ταύτην εἰσαγαγεῖν εἰς τὴν Ἀντιόχου πόλιν ἐξίσχυσαν. Ἐπ’ ὀλίγον οὖν αὐτοῦ που ἐγκαρτερήσαντες ἐφ’ ᾧ τῆς τοῦ πολέμου κακοπαθείας ἑαυτοὺς διαναπαῦσαι, ἅμα δὲ καὶ τῆς Ἀντιόχου φροντίδα ποιούμενοι ἀνεζήτουν τὸν ταύτην φρουρήσοντα. Ἦν δὲ ὁ Βαϊμοῦντος, καθά γε πρὸ τοῦ τὴν πόλιν ἁλῶναι φθάσας ᾐτήσατο. Παρακεχωρηκότες δὲ αὐτῷ τῆς ἁπάσης ἐξουσίας τῆς Ἀντιόχου αὐτοὶ τῆς πρὸς τὰ Ἱεροσόλυμα φερούσης ἥψαντο. Ἐν δὲ τῷ διέρχεσθαι πολλὰ μὲν τῶν παραλίων κάστρων κατέσχον· ὁπόσα δὲ ἐρυμνότατα ὄντα πλείονος ἐδεῖτο τῆς πολιορκίας παραδραμόντες τῷ τέως αὐτά, πρὸς τὴν Ἱερουσαλὴμ ἔσπευδον. Περιζώσαντες δὲ τὰ τείχη καὶ πυκναῖς προσβολαῖς πολιορκοῦντες, αὐτὴν διὰ μιᾶς σεληνιακῆς περιόδου κατέσχον πολλοὺς τῶν ἐντὸς Σαρακηνῶν καὶ Ἑβραίων ἀνῃρηκότες. Πάντων δὲ ὑποταγέντων αὐτοῖς, ἐπεὶ ὁ ἀντιβαίνων οὐδείς, τὴν ἐξουσίαν ἅπασαν τῷ Γοντοφρὲ ἀναθέμενοι ῥῆγα τοῦτον ὠνόμασαν.
Διαμηνυθείσης δὲ τῆς τῶν Κελτῶν ἐφόδου τῷ ἐξουσιαστῇ Βαβυλῶνος Ἀμεριμνῇ, καὶ ὅπως παρ’ αὐτῶν ἥ τε Ἱερουσαλὴμ ἑάλω καὶ αὐτὴ ἡ Ἀντιόχου καὶ ἄλλαι πολλαὶ πόλεις αἱ ταύτῃ παρακείμεναι παρὰ τῶν Κελτῶν κατεσχέθησαν, τηνικαῦτα πολὺ πλῆθος συναγηοχὼς ἔκ τε Ἀρμενίων καὶ Ἀράβων Σαρακηνῶν τε καὶ Ἀγαρηνῶν κατ’ αὐτῶν ἐξαπέστειλε. Τούτου διαμηνυθέντος παρὰ τοῦ Γοντοφρὲ τοῖς Κελτοῖς, τηνικαῦτα ὡπλίσαντο κατ’ αὐτῶν καὶ κατελθόντες εἰς τὸ Ἰάφα τὴν ἐκείνων περιέμενον ἔφοδον· εἶτα ἐκεῖθεν κατέλαβον τὸ Ῥάμελ, ἐν ᾧ καὶ ὁ μεγαλόμαρτυρ Γεώργιος μεμαρτύρηκε, καὶ ἑνωθέντες τῷ κατ’ αὐτῶν ἐρχομένῳ στρατεύματι τοῦ Ἀμεριμνῆ συνῆψαν πόλεμον μετ’ αὐτῶν. Καὶ τὴν νικῶσαν εἶχον εὐθὺς οἱ Κελτοί. Τῇ δὲ μετ’ αὐτὴν καταλαβόντος ἐξ ὀπισθίων τοῦ προμετωπίου τῆς φάλαγγος ἡττήθησαν οἱ Λατῖνοι μέχρι τοῦ Ῥάμελ περισωθέντες. Μόνος δὲ ὁ Βαλδουῖνος κόμης ἀπῆν φυγαδείᾳ χρησάμενος οὐχ ὡς ἄνανδρος, ἀλλ’ ὥς τι κρεῖττον προμηθευσόμενος περί τε τῆς ἑαυτοῦ σωτηρίας καὶ τοῦ κατὰ τῶν Βαβυλωνίων στρατεύματος. Καταλαβόντες δὲ οἱ Βαβυλώνιοι καὶ κυκλοτερῆ τὴν πολιορκίαν τοῦ Ῥάμελ ποιούμενοι θᾶττον τοῦτο κατέσχον.
PG 131:825Πολλοὶ δὲ τῶν Λατίνων τηνικαῦτα κτείνονται, πλείους δὲ καὶ ζωγρία πρὸς Βαβυλῶνα ἐστάλησαν. Ἐκεῖθεν δὲ ὑποστρέφον τὸ ὁπλιτικὸν ἅπαν τῶν Βαβυλωνίων πρὸς τὴν πολιορκίαν τοῦ Ἰάφα ἠπείγετο· τοιοῦτον γὰρ τὸ βάρβαρον ἀεί. Ὁ δέ γε ἀνωτέρω ῥηθεὶς Βαλδουῖνος, τὰς παρὰ τῶν Φράγγων ἑαλωκυίας κωμοπόλεις ἁπάσας περιιὼν οὐκ ὀλίγους τε συναγηοχὼς ἱππεῖς καὶ πεζούς, ἀξιόμαχον στράτευμα συνεστήσατο κἀντεῦθεν τοῖς Βαβυλωνίοις ἐπελθὼν ἥττησε κατὰ κράτος. Ὁ δὲ βασιλεὺς τὴν κατὰ τὸ Ῥάμελ τῶν Λατίνων ἧτταν μεμαθηκώς, περιαλγήσας ἐπὶ τῇ τῶν κομήτων αἰχμαλωσίᾳ, ἅτε γινώσκων αὐτοὺς κατά τε ὥραν καὶ ῥώμην σώματος καὶ περιφάνειαν γένους τῶν πάλαι ὑμνουμένων, οὐκ ἔφερεν ἐπὶ πλέον τούτους δορυαλώτους ἐπὶ ξένης εἶναι. Ἔνθεν τοι μεταπεμψάμενός τινα Βαρδαλῆν καλούμενον χρήματά τε ἱκανὰ ἐπιδοὺς πρὸς τὴν ἐκείνων ἀνάρρυσιν πρὸς Βαβυλῶνα ἐκπέπομφεν, ἐγχειρίσας αὐτῷ καὶ τὰ πρὸς τὸν Ἀμεριμνῆν γράμματα περὶ τῶν κομήτων διαλαμβάνοντα. Ὁ δέ, τὰς τοῦ αὐτοκράτορος ἀνελίξας γραφάς, ἄτερ τιμῆς τοὺς κόμητας ἀπεδίδου μετὰ περιχαρείας πλὴν τοῦ Γοντοφρέ.
Ἐκεῖνον γὰρ προφθάσας πρὸς τὸν αὐτάδελφον αὐτοῦ Βαλδουῖνον τιμῆς ἀπέδοτο. Καταλαβόντας δὲ τὴν μεγαλόπολιν τοὺς κόμητας ὁ βασιλεὺς ἐντίμως ἐδέξατο χρήματά τε ἱκανὰ ἐπιδοὺς καὶ ἐφ’ ἱκανὸν τούτους διαναπαύσας χαίροντας ἐξαπέστειλεν οἴκαδε. Ὁ δὲ Γοντοφρὲ ῥὴξ Ἱεροσολύμων αὖθις ἀποκαταστὰς τὸν ἀδελφὸν αὐτοῦ Βαλδουῖνον εἰς Ἔδεσαν ἐκπέπομφε. Τότε δὴ καὶ ὁ αὐτοκράτωρ τῷ Ἰσαγγέλῃ ἐπέσκηψε τὴν μὲν Λαοδίκειαν Ἀνδρονίκῳ τῷ Τζιντζιλούκῃ ἀναθέσθαι, τὸ δέ γε Μαρακέως καὶ τὸ Βαλανέως τοῖς ὑπὸ τὸν Εὐμάθιον δοῦκα Κύπρου τῷ τότε ὑπάρχοντα, ἐκεῖνον δὲ προσωτέρω βαδίσαι καὶ περὶ τῆς τῶν λοιπῶν κάστρων κατασχέσεως ὡς ἐνὸν διαγωνιεῖσθαι· ὅπερ δὴ καὶ πεποίηκε τοῖς γράμμασι τοῦ βασιλέως πεισθείς. Μετὰ γοῦν τὸ παραδοῦναι τὰ κάστρα τοῖς ἀνωτέρω δηλωθεῖσιν ἀπῆλθεν εἰς Ἀντάραδον καὶ ταύτην ἀμαχητὶ ἐχειρώσατο. Τοῦτο ἐνωτισθεὶς ὁ Ἀταπάκας τῆς Δαμασκοῦ δυνάμεις συναθροίσας ἱκανὰς κατ’ αὐτοῦ ἐστρατεύσατο. Ἐπεὶ δὲ ὁ Ἰσαγγέλης ἀποχρώσας δυνάμεις πρὸς τοσοῦτον πλῆθος οὐκ εἶχε, βουλὴν ἐβουλεύσατο οὐ τοσοῦτον ἀνδρείαν ὁπόσον συνετήν. Θαρρήσας γὰρ τοῖς ἐντοπίοις ἔφη ὡς·
«Ἐγὼ μὲν τοῦ κάστρου παμμεγέθους ὄντος ἔν τινι τόπῳ κρυβήσομαι· ὑμεῖς δέ, ὁπηνίκα ὁ Ἀταπάκας καταλάβῃ, τὸ μὲν ἀληθὲς μὴ ὁμολογήσητε, πτοηθέντα δέ με φυγάδα γενέσθαι διαβεβαιώσατε». Καταλαβὼν οὖν ὁ Ἀταπάκας καὶ ἐρωτήσας περὶ τοῦ Ἰσαγγέλη, ἐπεὶ ἀποδεδρακέναι τοῦτον ἐπίστευσε, κεκμηκὼς ἀπὸ τῆς ὁδοιπορίας ἀγχοῦ τῶν τειχῶν τὴν σκηνὴν ἐπήξατο. Τῶν δὲ ἐντοπίων πᾶσαν φιλοφροσύνην εἰς αὐτὸν ἐνδεικνυμένων, τεθαρρηκότες οἱ Τοῦρκοι καὶ μηδὲν ἐναντίον ὑποτοπάσαντες τοὺς ἰδίους ἵππους πρὸς τὸ πεδίον ἔλυσαν. Ὁ δὲ Ἰσαγγέλης μέσης ἡμέρας τοῦ ἡλίου κατὰ κορυφὴν τὰς ἀκτῖνας βάλλοντος καρτερῶς ὁπλισάμενος μετὰ τῶν ὑπ’ αὐτόν (εἰς τετρακοσίους δὲ περιίσταντο) αἴφνης τὰς πύλας ἀνοίξας διὰ μέσης τῆς αὐτῶν παρεμβολῆς ὥρμησεν. Ὁπόσοι μὲν οὖν ἐκθύμως εἰώθασι μάχεσθαι, τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τὸν μετ’ αὐτῶν ἱστάμενοι ἀνεδέξαντο πόλεμον· οἱ δὲ λοιποὶ φυγαδείᾳ τὴν ἑαυτῶν ἀπεπειρῶντο πραγματεύσασθαι σωτηρίαν. Ἀλλὰ τὸ τῆς πεδιάδος εὐρὺ καὶ τὸ μή τι ἕλος παρακεῖσθαι ἢ βουνὸν ἢ φάραγγα ταῖς τῶν Λατίνων χερσὶν ἅπαντας παραδέδωκεν. Ἔνθεν τοι καὶ παρανάλωμα ξιφῶν πάντες γεγόνασιν·
PG 131:829ὀλίγοι δὲ καὶ κατεσχέθησαν. Οὕτω γοῦν τῶν Τούρκων καταστρατηγήσας κατὰ τῆς Τριπόλεως χωρεῖ. Ἄνεισι γοῦν κατευθὺ καὶ προκαταλαμβάνει τὴν ἀκρολοφίαν τοῦ ἀντικρὺ Τριπόλεως διακειμένου βουνοῦ, μέρους ὄντος τοῦ Λιβάνου, ἐφ’ ᾧ καὶ ὡς ὀχύρωμα τοῦτον ἔχειν καὶ τὸ ἐκ τοῦ Λιβάνου καταρρέον ὕδωρ εἰς Τρίπολιν διὰ τοῦ πρανοῦς τοῦ τοιούτου βουνοῦ ἐπισχεῖν. Τηνικαῦτα δὲ πρὸς τὸν βασιλέα τὰ συμβάντα δηλώσας ᾐτεῖτο ἐρυμνότατόν τι ὀχύρωμα γενέσθαι πρὸ τοῦ καταλαβεῖν ἀπὸ τοῦ Χοροσὰν δυνάμεις πλείονας καὶ καταγωνίσασθαι αὐτούς. Ὁ δὲ βασιλεὺς τῷ δουκὶ Κύπρου τὴν τοῦ τοιούτου πολιχνίου κτίσιν ἀνέθετο, ἐπισκήψας ἵνα διὰ τοῦ στόλου πάντα τὰ συνοίσοντα ταχέως ἐξαποστέλλῃ καὶ τοὺς τὸ τοιοῦτον πολίχνιον οἰκοδομήσοντας ἐφ’ ὃν ἂν ὁ Ἰσαγγέλης ὑποδείξειε τόπον. Γέγονε τοῦτο τῷ τέως. Καὶ ὁ μὲν Ἰσαγγέλης ἔξωθεν τῆς Τριπόλεως στρατοπεδευσάμενος πάντα κάλων κινῶν περὶ τὴν ταύτης ἅλωσιν οὐκ ἐνεδίδου.
Ὁ δέ γε Βαϊμοῦντος τὴν τοῦ Τζιντζιλούκη εἰσέλευσιν εἰς Λαοδίκειαν μεμαθηκὼς τὴν ἔχθραν, ἣν πάλαι κατὰ τοῦ αὐτοκράτορος ἐγκυμονήσας εἶχεν, εἰς τοὐμφανὲς ἐξαγαγὼν μετὰ δυνάμεως ἀποχρώσης τὸν ἀνεψιὸν αὐτοῦ Ταγγρὲ κατὰ τῆς Λαοδικείας ἐκπέμπει ταύτην πολιορκήσοντα. Τῆς δὲ περὶ τούτου φήμης μέχρι καὶ ἐς τὰς τοῦ Ἰσαγγέλη διαδραμούσης ἀκοάς, εὐθὺς μηδὲ μικρόν τι μελλήσας οὗτος καταλαμβάνει τὴν Λαοδίκειαν καὶ λόγους συνείρει πρὸς τὸν Ταγγρὲ διὰ παντοίων λόγων συμβουλεύων αὐτῷ τῆς τοῦ κάστρου πολιορκίας ἀποσχέσθαι. Ὡς δὲ πολλὰ μετ’ αὐτοῦ κοινολογούμενος καταπειθῆ τοῦτον οὐχ εὕρισκεν, ἀλλ’ ἄντικρυς ᾄδειν ἐδόκει παρὰ κωφῷ, ἐκεῖθεν παλινοστήσας καταλαμβάνει αὖθις τὴν Τρίπολιν. Ἐκεῖνος δὲ οὐδοπωσοῦν τῆς πολιορκίας ἀφίστατο. Ἰδὼν οὖν ὁ Τζιντζιλούκης τὴν ὁρμὴν τοῦ Ταγγρὲ καὶ ὡς ἐν στενῷ τὰ κατ’ αὐτὸν συνελαύνεται, βοήθειαν ἐκεῖθεν ᾐτεῖτο. Βραδυνόντων δὲ τῶν ἐν τῇ Κύπρῳ, εἰς ἀμηχανίαν ἐλθὼν τὸ μὲν ἀπὸ τῆς πολιορκίας, τὸ δὲ καὶ ὑπὸ τοῦ λιμοῦ πιεζόμενος, προδοῦναι τὸ κάστρον ᾑρετίσατο.
PG 131:833Τούτων οὕτω τελουμένων, ἐπεὶ τετελευτηκότος τοῦ Γοντοφρὲ ἕτερον ἔδει πάλιν ῥῆγα γενέσθαι τὸν ἐκείνου ἀναπληροῦντα τόπον, εὐθὺς οἱ ἐν Ἱεροσολύμοις Λατῖνοι μετεκαλοῦντο τὸν Ἰσαγγέλην ἀπὸ Τριπόλεως ῥῆγα τῶν Ἱεροσολύμων ποιῆσαι ἐθέλοντες. Ὁ δὲ ἀνεβάλλετο τέως τὴν ἐκεῖσε ἀπέλευσιν. Εἰσελθόντος οὖν εἰς τὴν μεγαλόπολιν, ἐπεὶ ἀναβαλλόμενον αὐτὸν οἱ ἐν Ἱεροσολύμοις ἐγνώκεσαν, μεταπεμψάμενοι τὸν Βαλδουῖνον περὶ τὴν Ἔδεσαν τότε ἐνδιατρίβοντα ῥῆγα Ἱεροσολύμων κατέστησαν. Ὁ μὲν οὖν βασιλεὺς τὸν Ἰσαγγέλην ἀσμένως ἀποδεξάμενος, ἐπεὶ τὸν Βαλδουῖνον μεμαθήκοι τὴν ἐν Ἱεροσολύμοις ἀρχὴν ἀναδέξασθαι, παρακατεῖχε μεθ’ ἑαυτοῦ, ὁπηνίκα καὶ τὸ τῶν Νορμάνων φοσσάτον κατέλαβεν ἡγεμόνας ἔχον ἀδελφοὺς δύο Φλάντρας καλουμένους. Οἷς πολλὰ πολλάκις ὁ βασιλεὺς συμβουλευόμενος τὴν αὐτὴν τοῖς προλαβοῦσι φοσσάτοις ὁδεῦσαι καὶ διὰ τῶν παραλίων τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ οὕτως τῷ λοιπῷ στρατεύματι τῶν Λατίνων ἑνωθῆναι, πειθομένους τούτους οὐχ εὕρισκεν ἅτε τοῖς Φράγγοις ἑνωθῆναι μὴ βουλομένους, ἀλλ’ ἑτέραν ὁδεῦσαι ὁδὸν διὰ τοῦ ἀνατολικοῦ καὶ κατευθὺ χωρῆσαι τοῦ Χοροσὰν οἰομένους κατασχεῖν τὸ τοιοῦτον.
Ὁ δὲ βασιλεύς, πάντη ἀσύμφορον τοῦτο γινώσκων καὶ τὴν ἀπώλειαν μὴ θέλων τοῦ τοσούτου λαοῦ (πεντήκοντα γὰρ ἦσαν χιλιάδες ἱππέων ἀνδρῶν καὶ ἑκατὸν πεζῶν), ἐπεὶ μὴ πειθομένους τούτους ἑώρα, τὸν δεύτερον, ὅ φασι, πλοῦν ἐρχόμενος, μεταπεμψάμενος τὸν Ἰσαγγέλην καὶ τὸν Τζίταν συνεκπέμπει τούτοις ἐφ’ ᾧ συμβουλεύειν τε τὰ συνοίσοντα καὶ τῶν παραλόγων ὁρμῶν ὡς ἐνὸν ἀνασειράζειν αὐτούς. Διαπεραιωθέντες οὖν τὸν τῆς Κιβωτοῦ πορθμὸν καὶ πρὸς τὸν Ἀρμενιακὸν ἐπειγόμενοι τὴν Ἄγκυραν καταλαβόντες ἐξ ἐφόδου ταύτην κατέσχον. Καὶ οὕτω τὸν Ἅλυν διαβάντες πολίχνιόν τι κατέλαβον· ἐπεὶ δὲ τοῦτο Ῥωμαῖοι κατεῖχον, θαρρήσαντες καὶ τὰς ἱερὰς ἐπενδυθέντες οἱ ἱερεῖς στολὰς εὐαγγέλιόν τε καὶ σταυροὺς κομιζόμενοι ὡς Χριστιανοῖς τούτοις προσῄεσαν. Οἱ δὲ ἀπανθρώπως καὶ ἀπηνῶς οὐ τοὺς ἱερεῖς μόνον, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν Χριστιανῶν ἀναιροῦσι καὶ ἀφροντίςτως τοῦ λοιποῦ ὡς πρὸς Ἀμάσειαν ἀπονεύσαντες τὴν ὁδοιπορίαν ἐποιοῦντο. Οἱ δὲ Τοῦρκοι, ἐμπειροπόλεμοι ὄντες, προκαταλαβόντες τὰς κώμας πάσας καὶ τὰ χορτάςματα πάντα ἐνέπρησαν, ἐφθακότες δὲ τούτους ὀξέως προςέβαλον.
Δευτέρα δὲ ἦν καθ’ ἣν ὑπερίσχυσαν τούτων οἱ Τοῦρκοι. Καὶ τηνικαῦτα αὐτοῦ που κατασκηνώσαντες χάρακά τε πηξάμενοι τὰς σκευὰς ἐναπέθεντο. Τῇ δὲ μετ’ αὐτὴν αὖθις ἄμφω ἐμάχοντο τὰ στρατεύματα. Οἱ δὲ Τοῦρκοι κυκλοτερῶς κατασκηνώσαντες οὐ χορταγωγίας χώραν τούτοις ἐδίδουν οὔτε μὴν τὰ ὑποζύγια καὶ τοὺς ἵππους ἐς ποτὸν ἐξάγειν συνεχώρουν. Τὴν ἑαυτῶν οὖν πανωλεθρίαν ἐπ’ ὀφθαλμῶν ἤδη ὁρῶντες οἱ Κελτοὶ τῆς ἑαυτῶν ζωῆς ἀφειδήσαντες τῇ μετ’ αὐτήν, τετρὰς δὲ ἦν, καρτερῶς ὁπλισάμενοι τὸν μετὰ τῶν βαρβάρων ἀνεδέξαντο πόλεμον. Οἱ δὲ Τοῦρκοι, εἰς χεῖρας τούτους ἔχοντες, οὐκέτι μετὰ τῶν δοράτων οὐδὲ διὰ τόξων πρὸς αὐτοὺς ἀπεμάχοντο, ἀλλὰ τὰ ξίφη σπασάμενοι καὶ τῶν κουλεῶν ἐξελκύσαντες ἀγχέμαχον τὴν μάχην ἐποιοῦντο καὶ παρευθὺ τρέπουσι τοὺς Νορμάνους. Οἱ δὲ καταλαβόντες τὸν ἴδιον χάρακα σύμβουλον ἀνεζήτουν. Ὁ δ’ ἄριστος αὐτοκράτωρ ὁ τὰ λῴονα τούτοις ὑποτιθέμενος καὶ μὴ εἰσακουσθεὶς οὐ παρῆν. Λοιπὸν ἐπὶ τὴν τοῦ Ἰσαγγέλη καὶ τοῦ Τζίτα γνώμην καταφεύγουσιν, ἅμα δὲ καί, εἰ χώρα τις τῶν ὑπὸ τὸν αὐτοκράτορα πλησίον παράκειται, ἐπυνθάνοντο ἀναζητοῦντες αὐτήν.
Καὶ δὴ τάς τε σκευὰς καὶ τὰς σκηνὰς καὶ τὸ πεζὸν ἅπαν αὐτοῦ που καταλιπόντες τοῖς ἰδίοις ἵπποις ἐποχηθέντες ὡς εἶχον τάχους πρὸς τὰ παρὰ θάλασσαν τοῦ Ἀρμενιακοῦ καὶ τῆς Παυράης ἔθεον. Ἐπεισπεσόντες δ’ ἀθρόον οἱ Τοῦρκοι τούτων τῷ χάρακι πάντα ἀφείλοντο. Εἶτα κατόπιν τούτων διώξαντες τὸ πεζὸν ἅπαν ἐφθακότες ἀνεῖλον· τινὰς δὲ καὶ κατασχόντες πρὸς τὸν Χοροσὰν δεῖγμα ἀπήγαγον. Ἀλλὰ ταῦτα μὲν τὰ τῶν Τούρκων κατὰ τῶν Νορμάνων ἀνδραγαθήματα· ὁ δέ γε Ἰσαγγέλης καὶ ὁ Τζίτας μετὰ τῶν καταλειφθέντων ὀλίγων ἱππέων τὴν βασιλεύουσαν καταλαμβάνουσι. Δεξάμενος δὲ τούτους ὁ αὐτοκράτωρ καὶ χρήματα δοὺς ἱκανὰ καὶ διαναπαύσας ἤρετο ὅπου τοῦ λοιποῦ αἱρετὸν αὐτοῖς ἀπιέναι. Οἱ δὲ τὰ Ἱεροσόλυμα ἐπεζήτουν. Φιλοτιμησάμενος οὖν αὐτοὺς δαψιλῶς διαποντίους ἐκπέμπει τῇ αὐτῶν γνώμῃ τὸ πᾶν ἀναθέμενος. Ὁ δέ γε Ἰσαγγέλης μεγαλοπόλεως ἐξελθὼν τὴν πρὸς τὸ οἰκεῖον στράτευμα ἀνεζήτει ἀπέλευσιν· καὶ δὴ καταλαμβάνει αὖθις τὴν Τρίπολιν χειρώσασθαι ταύτην γλιχόμενος.
PG 131:835Μετὰ δὲ ταῦτα νόσῳ θανασίμῳ περιπεσὼν καὶ πνέων τὰ ἔσχατα, μεταπεμψάμενος τὸν αὐτοῦ ἀνεψιὸν Γελίελμον ὥσπερ τινὰ κλῆρον ἅπαντα τὰ ὑπ’ αὐτοῦ κατασχεθέντα κάστρα τούτῳ ἀπεχαρίσατο, ἡγεμόνα καὶ ἀρχηγὸν τῶν αὐτοῦ ταγμάτων καταστήσας. Τούτου τοίνυν τὴν τελευτὴν μεμαθηκώς, ὁ αὐτοκράτωρ εὐθὺς πρὸς τὸν δοῦκα Κύπρου διὰ γραμμάτων ἐδήλωσεν, ἵνα Νικήταν τὸν Χαλίντζην μετὰ χρημάτων ἱκανῶν πρὸς τὸν Γελίελμον ἐκπέμψῃ ἐφ’ ᾧ ὑποποιήσασθαί τε αὐτὸν καὶ παρασκευάσαι ὀμωμοκέναι πρὸς τὸν αὐτοκράτορα πίστιν βεβαίαν φυλάξαι εἰς αὐτὸν καὶ ὁποίαν ὁ ἀποβεβιωκὼς θεῖος αὐτοῦ Ἰσαγγέλης μέχρι τέλους ἐτήρησεν. Εἶτα μεμαθηκὼς ὁ αὐτοκράτωρ καὶ τὴν τῆς Λαοδικείας παρὰ τοῦ Ταγγρὲ κατάσχεσιν πρὸς τὸν Βαϊμοῦντον γράμματα ἐκτίθεται οὑτωσὶ περιέχοντα· «Τὰ ὅρκια οἶδας καὶ τὰς ἐπαγγελίας ἃς οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ἅπαντες πρὸς τὴν βασιλείαν Ῥωμαίων ἐποιήσαντο. Νῦν δὲ αὐτὸς πρῶτος παρασπονδήσας τὴν Ἀντιόχειαν κατέσχες καὶ ἀλλάττα φρούρια ὑποποιησάμενος καὶ αὐτὴν δὴ τὴν Λαοδίκειαν.
PG 131:837Ἀπόστηθι τοίνυν τῆς πόλεως Ἀντιοχείας καὶ τῶν ἄλλων ἁπάντων, δίκαιόν τι πρᾶγμα ποιῶν, καὶ μὴ θέλε πολέμους ἄλλους καὶ μάχας κατὰ σαυτοῦ ἐρεθίζειν.» Ὁ δέ γε Βαϊμοῦντος τὰς βασιλικὰς ὑπαναγνοὺς γραφάς, ἐπειδὴ μὴ τῷ συνήθει ψεύδει χρήσασθαι οἷός τε ἦν τῶν πραγμάτων ἀριδήλως τὴν ἀλήθειαν ἐλεγχόντων, πρὸς τὰ γραφέντα τῷ φαινομένῳ κατένευσεν, αἰτίαν μέντοι τῶν κακῶς παρ’ αὐτοῦ πραχθέντων εἶναι τὸν αὐτοκράτορα ἔλεγε, γράψας ὡς· «Οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλὰ σύ. Ὑποσχόμενος γὰρ κατόπιν ἡμῶν μετὰ δυνάμεως ἔρχεσθαι πολλῆς, οὐκ ἠθέλησας τὴν ὑπόσχεσιν ἔργοις πιστώσασθαι. Ἡμεῖς δὲ τὴν Ἀντιόχειαν καταλαβόντες καὶ ἐπὶ τρισὶ μησὶ πολλὰ μογήσαντες πρὸς πολεμίους ἀπεμαχόμεθα καὶ λιμόν, οἷον οὐδείς πως τῶν ἀνθρώπων τεθέαται, ὡς τοὺς πλείστους ἡμῶν καὶ ἀπ’ αὐτῶν τῶν ὑπὸ τοῦ νόμου ἀπηγορευμένων κρεῶν βεβρωκέναι. Ἐφ’ ἱκανὸν δὲ ἐγκαρτερούντων ἡμῶν καὶ αὐτὸς ὁ δοθεὶς ἡμῖν εἰς ἀρωγὴν πιστότατος οἰκέτης τοῦ σοῦ κράτους Τατίκιος οὕτω κινδυνεύοντας καταλιπὼν ἡμᾶς ᾤχετο. Εἵλομεν δὲ τὴν πόλιν παραδόξως καὶ αὐτὰς τὰς ἀπὸ τοῦ Χοροσὰν εἰς ἀρωγὴν τῶν Ἀντιοχέων καταλαβούσας δυνάμεις κατετροπωσάμεθα.
Καὶ πῶς δίκαιόν ἐστιν, ἅπερ οἰκείοις ἱδρῶσι καὶ πόνοις ἐκτησάμεθα, ῥᾳδίως οὕτως ἀποποιήσασθαι;» Ὑποστρεψάντων δ’ ἐκεῖθεν τῶν πρέσβεων, ὡς τὰς τοῦ Βαϊμούντου ὑπανέγνω γραφάς, διαγνοὺς αὐτὸν ἐκεῖνον αὖθις εἶναι τὸν Βαϊμοῦντον μηδοπωσοῦν ἐπὶ τὸ βέλτιον μεταβληθέντα, δεῖν ἔγνω τῶν ὁρίων τῆς βασιλείας Ῥωμαίων ἀντέχεσθαι καὶ τὴν ἀκάθεκτον αὐτοῦ ὁρμὴν ὡς ἐνὸν ἀνακόπτειν. Δυνάμεις τοίνυν πολλὰς μετὰ τοῦ Βουτουμίτου κατὰ τῆς Κιλικίας ἐξέπεμψε καὶ τὸ ἐλλογιμώτατον τοῦ στρατιωτικοῦ καταλόγου, ἄνδρας μαχιμωτάτους καὶ Ἄρεως ὑπασπιστὰς ἅπαντας καὶ αὐτὸν δὴ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαήλ, ἀκμάζοντας καὶ ἀρτιφυεῖς τὸ γένειον. Οὓς νηπιόθεν προσλαβόμενος ὁ αὐτοκράτωρ καὶ τὰ στρατιωτικὰ ἐκπαιδεύσας ὡς εὐνουστέρους τῶν ἄλλων τῷ Βουτουμίτῃ παραδίδωσι μεθ’ ἑτέρων χιλίων ἀνδρῶν γενναίων Κελτῶν καὶ Ῥωμαίων ἐφ’ ᾧ συμπαρομαρτεῖν τε αὐτῷ καὶ ὑπείκειν ἐν ἅπασιν, ἅμα δὲ καὶ τὸ τυχὸν τῶν καθ’ ὥραν ξυμπιπτόντων δι’ ἀπορρήτων γραμμάτων δηλοῦν αὐτῷ. Ἔσπευδε δὲ τὴν ἅπασαν χώραν τῆς Κιλικίας κατασχεῖν, ἵν’ ἐντεῦθεν ῥᾷον τὰ κατὰ τὴν Ἀντιόχειαν ἐξαρτύῃ.
PG 131:839Ἀπάρας οὖν ὁ Βουτουμίτης σὺν ὅλαις δυνάμεσι καὶ περὶ τὴν Ἀττάλου ἐφθακώς, ἐπεὶ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ μὴ ὑπείκοντας ἑώρα τῷ τούτου θελήματι, ἵνα μὴ καὶ τὸ ὁπλιτικὸν συμβαίη στασιάζειν κἀκ τούτου κενόσπουδος ἡ σπουδὴ τῷ Βουτουμίτῃ γένηται καὶ ἄπρακτος τῆς Κιλικίας ἀποπεμφθείη, παραχρῆμα τὰ περὶ τούτων δηλοῖ τῷ αὐτοκράτορι τὴν μετ’ αὐτῶν συνδιατριβὴν παραιτούμενος. Ὁ δέ, τὰς ἐκ τῶν τοιούτων εἰωθυίας γίνεσθαι βλάβας γινώσκων, γοργῶς ἐφ’ ἑτέραν ὑπόθεσιν τούτους τε καὶ ὁπόσους ὑπόπτους εἶχε διὰ γραμμάτων προὐτρέπετο, ἵνα τὴν Κύπρον τάχιον καταλαβόντες τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ, τὴν δουκικὴν ἀρχὴν τηνικαῦτα τῆς νήσου Κύπρου ἀναδεξαμένῳ, συνόντες ἐν πάσιν ὑπείκωσιν. Οἱ δὲ ἀσμένως τὰ γράμματα δεξάμενοι θᾶττον πρὸς τὴν Κύπρον διαπλῴζονται· μικρὸν οὖν χρόνον μετὰ τοῦ δουκὸς Κύπρου ἐνδιατρίψαντες τῇ συνήθει ἀναισχυντίᾳ καὶ πρὸς αὐτὸν ἐκέχρηντο. Ἔνθεν τοι καὶ λοξὸν αὐτοὺς ὑπεβλέπετο. Οἱ δὲ νεανίαι, τῆς τοῦ βασιλέως περὶ αὐτοὺς κηδεμονίας μεμνημένοι, διὰ τῶν πρὸς τὸν βασιλέα γραμμάτων τοῦ δουκὸς πολλὰ κατέτρεχον τὴν Κωνσταντίνου ἀνακαλούμενοι.
Ἀναπτύξας δὲ τὰς αὐτῶν γραφὰς ὁ αὐτοκράτωρ, ἐπεὶ καί τινας τῶν τῆς μείζονος τύχης, ὅσους ὑπόπτους ὁ αὐτοκράτωρ εἶχε, σὺν αὐτοῖς εἰς Κύπρον ἀπέστειλε, πτοηθεὶς μὴ καὶ αὐτοὶ ἐκ λύπης ἴσως συναπαχθῶσιν ἐκείνοις, εὐθὺς τῷ Καντακουζηνῷ ἐπέσκηψεν ἀναλαβέσθαι τούτους μεθ’ ἑαυτοῦ. Ὃς φθάσας εἰς Κυρήνειαν καὶ μετακαλεσάμενος τούτους μεθ’ ἑαυτοῦ ἀνελάβετο. Ἀλλὰ ταῦτα μὲν τὰ περὶ τούτων, τοῦ Βάρδα φημὶ καὶ τοῦ ἀρχιοινοχόου Μιχαήλ· ὁ δέ γε Βουτουμίτης μετὰ τοῦ Μοναστρᾶ καὶ τῶν σὺν αὐτῷ καταλειφθέντων λογάδων ἡγεμόνων τὴν Κιλικίαν ἐφθακώς, ὡς τοὺς Ἀρμενίους εὗρε σπεισαμένους μετὰ τοῦ Ταγγρέ, παραδραμὼν τούτους καὶ τὸ Μαράσιν καταλαβὼν κατέσχεν αὐτό, ἅμα δὲ καὶ τὰς παρακειμένας ἁπάσας κωμοπόλεις καὶ τὰ πολίχνια. Καὶ ἀποχρώσας δυνάμεις εἰς φρουρὰν τῆς χώρας ἁπάσης καὶ ἡγεμόνα τὸν μιξοβάρβαρον καταλιπὼν Μοναστρᾶν, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψεν.
PG 131:841Ἐπεὶ δὲ ἐξερχόμενοι οἱ Φράγγοι πρὸς τὰ Ἱεροσόλυμα πρὸς κατάσχεσιν τῶν πόλεων Συρίας ὑπέσχοντο τῷ ἐπιςκόπῳ Πίσσης ἱκανά, εἰ τούτοις συνάρηται πρὸς τὸν προκείμενον αὐτοῖς σκοπόν, ὁ δὲ καταπειθὴς τοῖς λόγοις τούτων γεγονὼς καὶ ἑτέρους δύο τῶν παρὰ θάλατταν οἰκούντων ἐς αὐτὸ τοῦτο ἐρεθίσας οὐκ ἀνεβάλλετο, ἀλλ’ ἐξοπλίσας διήρεις τε καὶ τριήρεις καὶ δρόμωνας καὶ ἕτερα τῶν ταχυδρόμων πλοίων εἰς ἐνακόσια περιιστάμενα ἔξεισιν ὡς πρὸς αὐτοὺς ἀπερχόμενος. Ἱκανὰ δὲ τούτων ἀποτεμόμενος εἰς προνομὴν τῆς Κορυφοῦς, τῆς Λευκάδος, τῆς Κεφαληνίας καὶ τῆς Ζακύνθου ἀπέστειλε. Ταῦτα μανθάνων ὁ βασιλεὺς ἐξ ἁπασῶν τῶν ὑπὸ τὴν τῶν Ῥωμαίων ἀρχὴν χωρῶν προσέταξε γενέσθαι πλοῖα. Καὶ εἰς αὐτὴν δὲ τὴν βασιλεύουσαν ἱκανὰ κατασκευάζων, ἐκ διαλειμμάτων εἰς μονῆρες εἰσερχόμενος ἐπέσκηπτε τοῖς κατασκευάζουσιν ὅπως χρὴ ταῦτα ποιεῖν.
Γινώσκων δὲ τοὺς Πισσαίους τοῦ περὶ τὴν θάλατταν πολέμου ἐπιστήμονας καὶ δεδιὼς τὴν μετ’ αὐτῶν μάχην, ἐν ἑκάστῃ πρώρᾳ τῶν πλοίων διὰ χαλκῶν καὶ σιδήρων λεόντων καὶ ἀλλοίων χερσαίων ζῴων κεφαλὰς μετὰ στομάτων ἀνεῳγμένων κατασκευάσας, χρυσῷ τε περιστείλας αὐτὰ ὡς ἐκ μόνης θέας φοβερὸν φαίνεσθαι, τὸ διὰ τῶν στρεπτῶν κατὰ τῶν πολεμίων μέλλον ἀφίεσθαι πῦρ διὰ τῶν στομάτων αὐτῶν παρεσκεύασε διιέναι, ὥστε δοκεῖν τοὺς λέοντας καὶ τἆλλα τῶν τοιούτων ζῴων τοῦτο ἐξερεύγεσθαι. Οὕτω γοῦν ταῦτα κατασκευάσας, μετακαλεσάμενος τὸν Τατίκιον ἐξ Ἀντιοχείας νεωστὶ παραγενόμενον, αὐτῷ μὲν τὰ τοιαῦτα πλοῖα παραδεδωκὼς περιφανεστάτην κεφαλὴν ὠνόμασε· τῷ δέ γε Λαντούλφῳ τὸν ἅπαντα στόλον ἀναθέμενος, μέγαν δοῦκα προὐβάλετο ὡς τῆς ναυμαχίας εἰδήμονα ἄριστον. Ἐξελθόντες οὖν τῆς μεγαλοπόλεως μηνὸς παριππεύοντος Ἀπριλλίου μετὰ τοῦ ῥωμαϊκοῦ στόλου τὴν Σάμον κατέλαβον καὶ τὰ πλοῖα τῇ χέρσῳ προσορμίσαντες ἐξῆλθον πρὸς τὴν ἤπειρον ἐπὶ τῷ διὰ τῆς ἀσφάλτου ἐπὶ πλέον ἀσφαλισαμένους κατοχυρῶσαι αὐτά.
PG 131:843Μεμαθηκότες δὲ τὴν τοῦ πισσαϊκοῦ στόλου διέλευσιν τὰ πρυμνήσια λύσαντες καὶ αὐτοὶ ὄπισθεν αὐτῶν ἔθεον ὡς πρὸς τὴν Κῶ. Πρῴας δὲ τῶν Πισσαίων ἐκεῖσε καταλαβόντων ἑσπέρας οὗτοι ταύτην κατέλαβον. Μὴ ἐντετυχηκότες δὲ τοῖς Πισσαίοις ἀπῆλθον εἰς τὴν Κνίδον περὶ τὴν ἤπειρον τῆς ἀνατολῆς διακειμένην. Κεῖθι δὲ παραγενόμενοι, ὡς τῆς ἄγρας ἠστόχουν, ὀλίγους τινὰς ἐφευρηκότες τῶν Πισσαίων αὐτοῦ που καταλειφθέντας ἐπυνθάνοντο ὅπου ὁ πισσαϊκὸς ἐξώρμησε στόλος· οἱ δὲ πρὸς τὴν Ῥόδον ἔφασαν. Καὶ παραχρῆμα λύσαντες τὰ πρυμνήσια θᾶττον τούτους κατέλαβον μεταξὺ Πατάρων καὶ Ῥόδου. Τούτους δ’ οἱ Πισσαῖοι θεασάμενοι μόθου παραυτίκα σχῆμα διατυπώσαντες πρὸς μάχην οὐ τὰ ξίφη μόνον, ἀλλὰ καὶ τὰς καρδίας ἔθηγον. Ἐπικαταλαβόντος δὲ τοῦ ῥωμαϊκοῦ στόλου κόμης τις πελοποννήσιος Περιχύτης καλούμενος ναυλοχεῖν ἄριστα ἐπιστάμενος, ὡς τούτους ἐθεάσατο, ταῖς κώπαις τὸ ἴδιον πτερώσας μονῆρες ὡς εἶχε κατ’ αὐτῶν ἵεται. Καὶ διὰ μέσου τούτων ὡς πῦρ διελθὼν εἰς τὸν ῥωμαϊκὸν αὖθις ἐπανέστρεφε στόλον.
PG 131:845Ὁ μέντοι ῥωμαϊκὸς στόλος οὐκ εὐτάκτως τῆς μετὰ τῶν Πισσαίων μάχης ἀπεπειρᾶτο, ἀλλ’ ὀξέως καὶ ἀσυντάκτως τούτοις προσέβαλε. Καὶ αὐτὸς δὲ ὁ Λαντοῦλφος, πρῶτος προσπελάσας ταῖς πισσαϊκαῖς ναυσίν, ἄστοχα τὸ πῦρ ἔβαλε καὶ οὐδέν τι πλέον εἰργάσατο τοῦ πυρὸς σκεδασθέντος. Ὁ δὲ λεγόμενος Ἐλεήμων κόμης, ἀναισχύντως μεγίστῳ πλοίῳ κατὰ πρύμναν προσβαλών, τοῖς πηδαλίοις τούτου περιπεσὼν καὶ μὴ εὐχερῶς ἔχων ἐκεῖθεν διαπλῴσασθαι, κατεσχέθη ἂν εἰ μὴ γοργῶς πρὸς τὴν σκευὴν ἀπεῖδε καὶ πῦρ κατ’ αὐτῶν ἀφεὶς οὐκ ἄστοχα ἔβαλεν. Εἶτα τὴν ναῦν ἐπὶ θάτερα γοργῶς μεταφέρων καὶ ἑτέρας παραχρῆμα τρεῖς μεγίστας ἐπυρπόλει τῶν βαρβάρων ναῦς.
Ἐπεὶ δ’ ἅμα καὶ συστροφὴ ἀνέμου τὴν θάλατταν ἀθρόον ἐπεισπεσοῦσα διετάραττε τάς τε ναῦς συνέτριβε καὶ μονονοὺ βυθίζειν ἠπείλει (ἐρρόχθει γὰρ τὸ κῦμα, ἐτετρίγεσαν αἱ κεραῖαι τά θ’ ἱστία διερρήγνυντο), ἐκδειματωθέντες οἱ βάρβαροι τὸ μὲν διὰ τὸ πεμπόμενον πῦρ (οὐδὲ γὰρ ἐθάδες ἦσαν τοιούτων σκευῶν ἢ πυρὸς ἄνω μὲν φύσει τὴν φορὰν ἔχοντος, πεμπομένου δ’ ἐφ’ ἃ βούλεται ὁ πέμπων κατά τε τὸ πρανὲς πολλάκις καὶ ἐφ’ ἑκάτερα), τὸ δὲ ὑπὸ τοῦ θαλαττίου κλύδωνος συγχυθέντες τὸν νοῦν φυγαδείας ἥψαντο. Οὕτω μὲν οὖν τὰ τῶν βαρβάρων· ὁ δέ τοι ῥωμαϊκὸς στόλος νησιδίῳ τινὶ προσώκειλεν οὑτωσί πως καλουμένῳ Σεύτλῳ. Αὐγαζούσης δὲ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες τῇ Ῥόδῳ προσώρμισαν. Τῶν πλοίων οὖν ἀποβάντες καὶ ἐξαγαγόντες ὅσους ἔφθασαν κατασχεῖν καὶ αὐτὸν δὴ τὸν τοῦ Βαϊμούντου ἀδελφιδοῦν, ἐξεδειμάτουν αὐτοὺς ὡς μέλλοντες τιμῆς πάντας ἀπεμπολεῖν ἢ κατασφάττειν. Ὡς δὲ ἀκαταπλήκτους πρὸς τοῦτο ἑώρων αὐτοὺς καὶ τὴν ἀπεμπόλησιν ἐν οὐδενὶ τιθεμένους, εὐθὺς ξίφους παρανάλωμα πεποιήκασιν. Οἱ δέ γε περιλειφθέντες τοῦ πισσαϊκοῦ στόλου πρὸς τὸ τὰς παρατυχούσας νήσους καὶ τὴν Κύπρον λῄζεσθαι ἀπέβλεψαν·
PG 131:847ἔνθα τυχὼν ὁ Φιλοκάλης Εὐμάθιος κατ’ αὐτῶν ἵεται. Οἱ δὲ περὶ τὰς ναῦς δειλίᾳ συσχεθέντες μηδὲ τοῦ ἐξιόντος προνομῆς χάριν ἀπὸ τῶν πλοίων αὐτῶν λαοῦ πεφροντικότες, ἀλλὰ τοὺς πλείονας περὶ τὴν νῆσον ἐάσαντες, ἀσυντάκτως οὕτω λύσαντες τὰ πρυμνήσια πρὸς τὴν Λαοδίκειαν ἀπέπλεον τὸν Βαϊμοῦντον ἐπὶ νοῦν ἔχοντες. Καὶ δὴ καὶ καταλαβόντες προσεληλύθεσάν τε αὐτῷ καὶ τὴν μετ’ αὐτοῦ ἀγάπην ἀσπάζεσθαι ἔλεγον· ὁ δέ, ὁποῖος ἐκεῖνος, ἀσμένως αὐτοὺς ὑποδέχεται. Ἐπεὶ δ’ οἱ περὶ τὴν ᾐόνα καταλειφθέντες λαφυραγωγίας ἕνεκα ὑποστρέψαντες τὸν ἴδιον στόλον οὐχ ἑώρων, ἔρριπτον ἀφειδῶς ἑαυτοὺς εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγοντο. Οἱ δὲ τοῦ ῥωμαϊκοῦ στόλου θαλασσοκράτορες καὶ αὐτὸς δὴ ὁ Λαντοῦλφος καταλαβόντες τὴν Κύπρον συνεληλυθότες περὶ εἰρήνης ἐπερωτᾶν ἐβουλεύοντο. Πάντων οὖν ὁμογνωμονησάντων πρὸς τοῦτο, στέλλεται ὁ Βουτουμίτης πρὸς τὸν Βαϊμοῦντον. Τοῦτον οὖν θεασάμενος καὶ παρακατασχὼν ἐπὶ ὅλαις πέντε καὶ δέκα ἡμέραις, ἐπεὶ τὴν Λαοδίκειαν καὶ λιμὸς κατειλήφει καὶ ὁ Βαϊμοῦντος αὖθις Βαϊμοῦντος ἦν καὶ οὐκ ἠλλοίωτο οὔτε μὴν εἰρηνεύειν ἐμεμαθήκει, μεταπεμψάμενος αὐτόν φησιν·
«Οὐ διὰ φιλίαν ἢ εἰρήνην αὐτὸς ἐνταυθοῖ παραγέγονας, ἀλλ’ ἐφ’ ᾧ τὰς ἐμὰς ἐμπρῆσαι ναῦς. Ἄπιθι τοίνυν· ἀρκεῖ γάρ σοι αὐτὸ τοῦτο τὸ ἀνακρωτηρίαστον τῶν ἐνταῦθα ἀπολυθῆναι.» Ἀπάρας οὖν ἐκεῖθεν καταλαμβάνει τοὺς αὐτὸν ἀποστείλαντας περὶ τὸν λιμένα τῆς Κύπρου. Καὶ τὴν Βαϊμούντου πονηρὰν γνώμην ἐπὶ πλέον ἐκ τῶν ἐκεῖθεν μηνυμάτων διαγνόντες καὶ ὡς ἀδύνατον σπείσασθαι μετὰ τοῦ αὐτοκράτορος, ἐκεῖθεν ἀπάραντες, ὅλοις ἱστίοις τὴν πρὸς τὴν μεγαλόπολιν ὑγρὰν ὑπέπλεον κέλευθον. Κατὰ δὲ τὴν Συκὴν τρικυμίας μεγάλης καὶ κλύδωνος διεγερθέντος σφοδροῦ τὰ πλοῖα τῇ χέρσῳ προσραγέντα ἡμίθραυστα πάντα γεγόνασι πλὴν τῶν νηῶν ὧν ἐξῆρχεν ὁ Τατίκιος. Ἀλλὰ τὰ μὲν κατὰ τὸν πισσαϊκὸν στόλον ὧδέ πη προκεχωρήκει· ὁ δὲ Βαϊμοῦντος φύσει πονηρότατος ὢν ἐδεδίει, μὴ τὸ Κούρικον ὁ βασιλεὺς προκατάσχῃ καὶ στόλον ῥωμαϊκὸν τῷ λιμένι προσορμίσας φυλάττῃ μὲν τὴν Κύπρον, ἀπείργῃ δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας διὰ τῆς παραλίας τῆς ἀνατολῆς μέλλοντας ἰέναι πρὸς αὐτὸν συμμάχους. Ταῦτα οὖν λογιζόμενος αὐτὸς τοῦτο ἀνοικοδομῆσαι καὶ τὸν λιμένα κατασχεῖν ἐβουλεύετο.
PG 131:849Πόλις γὰρ πρότερον οὖσα ἐρυμνοτάτη τὸ Κούρικον ἐν ὑστέροις ἔφθασεν ἐριπωθῆναι χρόνοις. Ὁ δέ γε αὐτοκράτωρ, ταῦτα προμηθευσάμενος καὶ τὰς ἐπινοίας αὐτοῦ προκαταλαβών, πέμπει τὸν ἐκτομίαν Εὐστάθιον, ἀπὸ τῆς τοῦ κανικλείου ἀξίας μέγαν δρουγγάριον τοῦ στόλου προχειρισάμενος, ἐπισκήψας αὐτῷ σπεῦσαι καταλαβεῖν τὸ Κούρικον καὶ διὰ τάχους ἀνοικοδομῆσαί τε αὐτὸ καὶ τὸ κάστρον Σελεύκειαν στάδια ἓξ τούτου ἀφισταμένην καὶ δύναμιν ἀποχρῶσαν καταλιπεῖν ἐν αὐτοῖς δοῦκα δὲ προχειρίσασθαι Στρατήγιον τὸν Στραβόν, ἄνδρα μικρὸν μὲν τῷ σώματι, ταῖς δὲ πολεμικαῖς ἐμπειρίαις πολύν τε καὶ μέγιστον, ἀλλὰ καὶ εἰς τὸν λιμένα στόλον ἱκανὸν προσορμίσαι καὶ παραγγεῖλαι ἐγρηγορέναι καὶ ἐνεδρεύειν τοὺς ἀπὸ Λογγιβαρδίας εἰς ἀρωγὴν τοῦ Βαϊμούντου ἐρχομένους, ἐπαρήγειν δὲ καὶ τῇ Κύπρῳ. Ἐξελθὼν οὖν ὁ ῥηθεὶς δρουγγάριος τοῦ στόλου καὶ προκαταλαβὼν τὰ τοῦ Βαϊμούντου διανοήματα ἀνεγείρει μὲν αὐτὸ καὶ εἰς τὴν προτέραν ἀποκαθιστᾷ κατάστασιν.
PG 131:851Παραχρῆμα δὲ καὶ τὴν Σελεύκειαν ἀνοικοδομήσας καὶ κατοχυρώσας διὰ τάφρων γυρόθεν δυνάμεις τε ἱκανὰς ἐν ἀμφοτέροις καταλιπὼν μετὰ τοῦ δουκὸς Στρατηγίου κατελθὼν εἰς τὸν λιμένα καὶ στόλον ἀποχρῶντα ἐν αὐτῷ καταλιπὼν κατὰ τὰς τοῦ αὐτοκράτορος εἰσηγήσεις ἐπαναζεύγνυσι πρὸς τὴν μεγαλόπολιν, καὶ μεγάλως παρὰ τοῦ αὐτοκράτορος ἐπαινεθεὶς δαψιλῶς πεφιλοτίμηται. Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸ Κούρικον· μετὰ δὲ παραδρομὴν ἐνιαυτοῦ, ἀναμαθὼν ὁ βασιλεὺς ὅτι καὶ γενούσιος στόλος εἰς συμμαχίαν τῶν Φράγγων ἐξελθεῖν ἑτοιμάζεται, στοχασάμενος ὅτι οὐ μικρᾶς βλάβης παραίτιοι καὶ αὐτοὶ τῇ τῶν Ῥωμαίων ἀρχῇ ἔσονται, τὸν μὲν Καντακουζηνὸν διὰ τῆς ἠπείρου μετὰ ἀποχρώσης δυνάμεως, τὸν δὲ Λαντοῦλφον γοργῶς ἐξοπλίσας μετὰ στόλου διὰ θαλάσσης ἀπέστειλε παρακελευσάμενος αὐτῷ τὸ τάχος καταλαβεῖν τὰ κατωτικὰ ἐφ’ ᾧ τὸν μετὰ τῶν Γενουσίων ἐκεῖσε διερχομένων ἀναδέξασθαι πόλεμον. Τούτων οὖν ἀπελθόντων ἔνθα καὶ προσετάχθησαν, χειμὼν βαρὺς ἐπιγέγονε καὶ ἀφόρητος, ὑφ’ οὗ καὶ πολλὰς τῶν νηῶν συνέβη διαθραυσθῆναι. Ἅσπερ πάλιν πρὸς τὴν χέρσον ἐξελκύσαντες ἐπιμελῶς τὴν διὰ τῆς ὑγρᾶς πίσσης ἐπίχρισιν ταύταις ἐπέφερον.
Τηνικαῦτα δὲ καὶ ὁ Καντακουζηνός, τὸν τῶν Γενουσίων στόλον περὶ τὰ κατωτικὰ διαπλέοντα ἐγγύς που εἶναι μεμαθηκώς, ὑποτίθεται τῷ Λαντούλφῳ ὀκτωκαίδεκα ναῦς ἀναλαβέσθαι (τοσαύτας γὰρ μόνας συνέβη τῷ τότε ἀποπλέειν τῶν ἄλλων ἐξελκυσθεισῶν τῆς θαλάσσης) καὶ ἀπελθόντα κατὰ τὸ ἀκρωτήριον τοῦ Μαλέου προσοκεῖλαι αὐτὰς κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας, καὶ διερχομένων τῶν Γενουσίων, εἰ μὲν τὸν μετ’ αὐτῶν ἀποθαρροίη πόλεμον, εὐθὺς τὴν μετ’ αὐτῶν ἀναδέξασθαι μάχην, εἰ δ’ οὐ, τὴν σωτηρίαν ἑαυτῷ καὶ ταῖς ὑπ’ αὐτὸν νηυσὶ σὺν αὐτοῖς πλωτῆρσιν εἰς Κορώνην προσοκείλαντι περιποιήσασθαι. Ὁ δ’ ἀπελθὼν καὶ τὸν πολὺν στόλον τῶν Γενουσίων θεασάμενος καὶ ἀπαγορεύσας τὴν μετ’ αὐτῶν μάχην θᾶττον τὴν Κορώνην κατέλαβεν. Ὁ δὲ Καντακουζηνός, τὸν ὅλον ῥωμαϊκὸν στόλον ὡς ἔδει περιποιησάμενος καὶ τοὺς συνόντας αὐτῷ ἐκεῖσε συναγαγών, ὡς εἶχε τάχους κατόπιν τῶν Γενουσίων ἐδίωκε. Μὴ ἐφθακὼς δέ, τὴν Λαοδίκειαν κατέλαβε, σπεύδων πρὸς τοὺς μετὰ τοῦ Βαϊμούντου πολέμους ὅλῃ γνώμῃ καὶ χειρὶ ἀποδύεσθαι. Καὶ μέντοι καὶ ἔργου ἁψάμενος, τὸν λιμένα κατέλαβε καὶ διὰ πάσης νυκτὸς καὶ ἡμέρας τῆς τειχομαχίας οὐκ ἀφίστατο.
PG 131:853Ὡς δ’ ἄπρακτος τοῦ λοιποῦ ἔμενε μυριάκις μὲν προσβαλών, τοσαυτάκις δ’ ἀποτυχὼν καὶ πῆ μὲν ὑποποιούμενος τοὺς Κελτοὺς οὐκ ἔπειθε, πῆ δὲ μαχόμενος ἀπετύγχανε, τειχίον τι διὰ ξηρῶν λίθων κυκλοτερὲς δειμάμενος ἀναμεταξὺ τῆς ψάμμου καὶ τῶν τειχῶν Λαοδικείας ἐν τρισὶ νυχθημέροις, κἄκτοτε ὡς ἔρεισμα τοῦτο κτησάμενος, ἕτερον πολίχνιον δι’ ἐγχορήγου ὕλης ἐντὸς τούτου θᾶττον ἀνήγειρεν, ἵν’ ἐντεῦθεν ὡς ἐξ ὁρμητηρίου τινὸς γενναιότερον τῆς τειχομαχίας ἀντέχοιτο. Ἀλλὰ καὶ πύργους δύο διὰ τοῦ στομίου τοῦ λιμένος ἐφ’ ἑκάτερα οἰκοδομήσας, ἅλυσιν σιδηρᾶν διαμπερὲς τούτων εἰσελάσας, δι’ αὐτοῦ ἀπετάφρευε τὰς ἴσως ἐλπιζομένας εἰς βοήθειαν τῶν Κελτῶν ἐκ θαλάττης ναῦς. Ἐν ταὐτῷ δὲ καὶ πολλὰ τῶν περὶ θάλατταν πολιχνίων κατέσχε, τό τε Ἀργυρόκαστρον καλούμενον, τὸ Μαρχάπιν, τὰ Γάβαλα καὶ ἀλλάττα μέχρις αὐτῶν συνόρων Τριπόλεως ἐφθακώς, ἅπερ πρότερον μὲν φόρους τοῖς Σαρακηνοῖς ἐδίδου, ἐν ὑστέροις δὲ παρὰ τοῦ αὐτοκράτορος πολλοῖς ἱδρῶσι καὶ πόνοις τῇ Ῥωμαίων ἐπανεσώθησαν.
Ὁ μέντοι βασιλεὺς δέον λογισάμενος καὶ ἀπὸ τοῦ μέρους τῆς ξηρᾶς πολιορκεῖσθαι τὴν Λαοδίκειαν, γινώσκων ἐκ μακροῦ τὸν δεινὸν Βαϊμοῦντον καὶ τὰς αὐτοῦ μηχανάς, ὁποῖος ἐκεῖνος δεξιὸς ἦθος ἀνθρώπου ἐν βραχεῖ καταμαθεῖν, καὶ τῆς αὐτοῦ δολερᾶς καὶ ἀποστατικῆς γνώμης κατάληψιν ἀκριβῆ ἔχων, τὸν Μοναστρᾶν μετακαλεσάμενος μετὰ ἀποχρώσης δυνάμεως διὰ τῆς ἠπείρου ἀπέστειλεν, ὥστε ἐν ταὐτῷ τὸν μὲν Καντακουζηνὸν ἐκ θαλάττης, αὐτὸν δὲ ἐκ τοῦ μέρους τῆς ἠπείρου πολιορκεῖν τὴν Λαοδίκειαν. Ἀλλ’ ὁ Καντακουζηνὸς πρὸ τοῦ τὸν Μοναστρᾶν ἐφθακέναι τὸν λιμένα καὶ τὸ κάστρον αὐτὸ κατέσχε· τὴν μέντοι ἀκρόπολιν, ὅπερ κουλᾶ νῦν ἡ συνήθεια καλεῖν εἴωθεν, ἔτι Κελτοὶ κατεῖχον πεζοὶ πεντακόσιοι καὶ ἱππεῖς ἑκατόν.
PG 131:855Τούτων οὖν τῶν πολιχνίων τὴν κατάσχεσιν ὁ Βαϊμοῦντος ἀκηκοώς, μεμαθηκὼς δὲ καὶ ἀπὸ τοῦ φυλάσσοντος κόμητος τὴν τῆς Λαοδικείας ἀκρόπολιν, ὅτι ἐπιδεής ἐστι χορτασμάτων, μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων πασῶν [ταῖς] τοῦ τε ἀνεψιοῦ αὐτοῦ Ταγγρὲ καὶ τοῦ Ἰσαγγέλη ἑνωθεὶς καὶ βρώσιμα παντοῖα ἐπισάξας ἐν ἡμιόνοις καὶ τὴν Λαοδίκειαν καταλαβὼν τὰ μὲν χορτάσματα θᾶττον εἰσήγαγεν εἰς τὸ κουλᾶ, μετὰ δέ γε τοῦ Καντακουζηνοῦ εἰς ὁμιλίαν ἐλθὼν τοιαῦτα πρὸς αὐτὸν ἔφη· «Τίνα σκοπὸν ἔχων πρὸς οἰκοδομὰς καὶ κτίσεις ἀπέβλεψας;» Ὁ δέ· «Οἶδας ὅτι δουλείαν ὁμολογήσαντες τῷ αὐτοκράτορι καὶ τὰς παρ’ ὑμῶν αἱρουμένας πόλεις ἐνωμότως παραδοῦναι κατέθεσθε. Εἶτα αὐτὸς καταψευσάμενος τῶν ὁρκίων, ἀθετήσας δὲ καὶ τὰς εἰρηνικὰς σπονδὰς καὶ ταυτηνὶ τὴν πόλιν ἑλὼν καὶ παραδοὺς ἡμῖν, μεταγνοὺς αὖθις κατέσχες, ὥστε μάτην αὐτὸς ἐνταυθοῖ παρεγενόμην ἐπὶ τῷ τὰς παρ’ ὑμῶν αἱρουμένας πόλεις ἀναλαμβάνεσθαι.» Ὁ δὲ Βαϊμοῦντος· «Διὰ χρημάτων ἢ διὰ σιδήρου ταύτας ἐλπίζων ἐξ ἡμῶν λαμβάνειν ἥκεις;» Ὁ δὲ· «Τὰ χρήματα οἱ συνεφεπόμενοι ἡμῖν ἔλαβον ἐπὶ τῷ ἐκθύμως ἀγωνίζεσθαι». Ὁ δὲ Βαϊμοῦντος θυμοῦ πλησθεὶς ἔφη·
«Ἄτερ χρημάτων ἴσθι ὡς οὐδὲ φρούριον κατασχεῖν δυνηθῇς». Καὶ τηνικαῦτα τὰς ὑπ’ αὐτὸν φάλαγγας παρέθηξε μέχρις αὐτῶν πυλῶν τῆς πόλεως ἐξιππάσασθαι. Οἱ δὲ τοῦ Καντακουζηνοῦ τὰ τείχη τηροῦντες δίκην νιφάδος τοὺς ὀϊστοὺς κατὰ τῶν τοῖς τείχεσι προσπελαζόντων Φράγγων ἐπαφιέντες μικρόν τι τούτους ἀπώσαντο. Καὶ παραχρῆμα ὁ Βαϊμοῦντος συναγαγὼν ἅπαντας εἰσῆλθεν ἐντὸς τῆς ἀκροπόλεως. Ὑποπτεύσας δὲ τὸν φυλάσσοντα κόμητα μετὰ τῶν ὑπ’ αὐτὸν Κελτῶν, ἕτερον εἰς φυλακὴν τῆς πόλεως ἐπέστησεν ἐκείνους ἐκεῖθεν ἀπελάσας. Ἅμα δὲ καὶ τοὺς ἀγχοῦ τῶν τειχῶν ὄντας ἀμπελῶνας ἠρίπωσεν, ὥστε μὴ ἐμποδὼν τοῖς ἱππάζεσθαι μέλλουσι καθεστάναι Λατίνοις. Ταῦτα μὲν οὕτω καταστήσας ἐκεῖθεν ἐξελθὼν τὴν Ἀντιόχου κατέλαβεν· ὁ δέ γε Καντακουζηνὸς οὐκ ἠμέλει παντοίως πολιορκῶν τε καὶ διὰ μυρίων μηχανῶν τε καὶ ἐπιχειρημάτων καὶ ἑλεπόλεων, συνταράσσων τοὺς ἐντὸς τῆς ἀκροπόλεως Λατίνους. Ἀλλὰ καὶ ὁ Μοναστρᾶς, διὰ τῆς ἠπείρου ἐρχόμενος μετὰ τοῦ ἱππικοῦ φοσσάτου, παραλαμβάνει τήν τε Λογγινιάδα, τὴν Ταρσόν, τὴν Ἄδαναν καὶ τὴν Μάμισταν καὶ αὐτὴν δὴ τὴν Κιλικίαν ἅπασαν.
PG 131:857Πρὸς δὲ τὰς τοῦ αὐτοκράτορος ἀπειλὰς ὁ Βαϊμοῦντος ὀρρωδήσας καὶ μὴ ἔχων ὅ τι καὶ χρήσαιτο πρὸς ἄμυναν (οὔτε γὰρ κατ’ ἤπειρον εἶχε στράτευμα οὔτε κατὰ θάλατταν στόλον· ἑκατέρωθεν γὰρ αὐτῷ ὁ κίνδυνος ἐπεκρέματο) μηχανᾶταί τι τοιοῦτον σφόδρα μὲν ἀγεννές, σφόδρα δὲ πανουργότατον. Πρῶτον γὰρ τὴν Ἀντιόχου πόλιν καταλείψας τῷ τοῦ Μαρκέση Ταγγρὲ καὶ τούτου ἀδελφιδῷ, αὐτὸς ἁπανταχόθεν φήμας πέμπει περὶ ἑαυτοῦ, ὡς ἄρα ὁ Βαϊμοῦντος ἀποτεθνήκει, καὶ ζῶν ἔτι ὡς περὶ κατοιχομένου αὐτοῦ τὴν οἰκουμένην διέθετο. Καὶ ἡ φήμη διέτρεχεν ἁπανταχῆ πτερῶν ταχυτέρα καὶ τὸν Βαϊμοῦντον νεκρὸν ἐκήρυττε. Καὶ δῆτα ὡς ἑώρα τὰ τῆς φήμης ἀποχρώντως ἔχειν, λάρναξ τὸ ἐντεῦθεν .... ξυλίνη καὶ ναῦς διήρης, ἐν ᾗ κατατιθεμένη ἡ λάρναξ, καὶ ὁ ἔμπνους οὗτος νεκρὸς ἀπὸ τοῦ Σουδεί̈, ὅπερ ἐστὶ τῆς Ἀντιοχείας ἐπίνειον, ἐπὶ τὴν Ῥώμην ἀπέπλει.
PG 131:859Καὶ διαπόντιος ὡς νεκρὸς ἐκομίζετο, τὰ μὲν ἔξωθεν νεκρὸς καὶ τῇ σορῷ καὶ τοῖς τῶν ἀμφ’ αὐτὸν σχήμασιν (καὶ γὰρ ἑκασταχοῦ γινόμενοι ἀπέτιλλόν τε τὰς τρίχας οἱ βάρβαροι καὶ σαφῶς ἀνωλόλυζον), τὰ δ’ ἔνδον ἐκεῖνος ἐκτάδην κείμενος μέχρι τούτων νεκρὸς ἦν, τὰ δ’ ἄλλα εἰσέπνει τε τὸν ἀέρα καὶ ἀπέπνει διά τινων κρυφίων ὀπῶν. Ταῦτα μὲν ἐν τοῖς παραλίοις· ἐπειδὰν δὲ κατὰ πελάγους τὸ σκάφος γένοιτο, τροφῆς τε αὐτῷ μετεδίδοσαν καὶ ἐπεμελοῦντο· καὶ μετὰ τοῦτο πάλιν οἱ αὐτοὶ θρῆνοι καὶ τὰ αὐτὰ μαγγανεύματα. Ἵνα δὲ καὶ δοκοίη ὁ νεκρὸς ἕωλος εἶναι καὶ ὀδωδώς, ἀλεκτρυόνα ἀποπνίξαντες ἢ ἀποσφάξαντες ἐνέθηκαν τῷ νεκρῷ. Καὶ εὐθὺς ἐκεῖνος εἰς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν βαρυοδμότατος ἦν τοῖς ὄσφρησιν ἔχουσιν. Καὶ ἐδόκει μὲν τοῦ χρωτὸς εἶναι τοῦ Βαϊμούντου τὸ βαρὺ τῆς ἀναπνοῆς τοῖς ἔξωθεν ἠπατημένοις· πλέον δ’ ἐκεῖνος ὁ Βαϊμοῦντος τοῦ ἐπιπλάστου κακοῦ συναπέλαυεν, ὥστε ἔγωγε θαυμάζω πῶς τοσαύτην ὑπήνεγκε τῆς ῥινὸς πολιορκίαν ζῶν ἔτι μετὰ νεκροῦ συμφερόμενος σώματος.
Ἀλλ’ ἐντεῦθεν μεμάθηκα ὡς ἄρα πᾶν τὸ βάρβαρον γένος δυσανάκλητον ἐφ’ ὅπερ ἂν ἐφορμήσειε, καὶ οὐδὲν αὐτῷ φορτικώτατον ὃ μὴ ἐνέγκοι καθάπαξ ἐμβαλὸν ἑαυτὸ πρὸς αὐθαιρέτους κακώσεις. Καὶ γὰρ οὗτος μηδέπω ἀποθανών, ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν οὐκ ἀπώκνησε ζῆν μετὰ ἀποθανόντων σωμάτων. Τέχνη μὲν οὖν τοῦ βαρβάρου αὕτη πρώτη καὶ μόνη κατὰ τὴν καθ’ ἡμᾶς οἰκουμένην πέφηνεν εἰς καταστροφὴν ἀποβλέπουσα τῆς Ῥωμαίων ἡγεμονίας. Οὐδὲ πρὸ ταύτης βάρβαρος ἢ Ἕλλην τοιαῦτα κατὰ πολεμίων ἐμηχανήσατο οὔτ’ ἄν, οἶμαι, μετὰ ταῦτα ὁ καθ’ ἡμᾶς θεάσαιτο βίος. Ἐπεὶ δὲ τὴν Κορυφὼ καταλάβοι, ὥσπερ εἰς ἀκρώρειάν τινα γενόμενος καὶ κορυφὴν καὶ κρησφύγετον τὴν Κορυφὼ ταυτηνὶ καὶ ἐν τῷ ἀκινδύνῳ τυγχάνων, ἀνήγερτό τε ἀπὸ τῶν ἐν δόξῃ νεκρῶν, καὶ τὴν νεκροφόρον ἐκεῖσε λάρνακα καταλείψας, ἡλίου τε ἐνεφορεῖτο πλείονος καὶ τοῦ ἀέρος ἀνέπνει καθαρωτέρου καὶ περιενόστει τὴν πόλιν τὴν Κορυφώ· ὃν ἑωρακότες ἐν ξένῃ καὶ βαρβαρικῇ στολῇ ἀνεπυνθάνοντο τό τε γένος καὶ τὴν τύχην καὶ τίς τε εἴη καὶ πόθεν ἥκει καὶ εἰς οὓς παραγίνεται. Ὁ δὲ τῶν μὲν ἄλλων ὑπερεώρα πάντων, ἀνεζήτει δὲ τὸν δοῦκα τῆς πόλεως.
PG 131:861Ἦν δὲ ἄρα οὗτος Ἀλέξιός τις θέματος Ἀρμενιακοῦ γενόμενος· Ὃν θεασάμενος, μετὰ σοβαροῦ τοῦ βλέμματός τε καὶ σχήματος καὶ σοβαρᾷ τῇ φωνῇ χρώμενος καὶ ὅλως βαρβαρικῇ, ἀπαγγεῖλαι προσέταττεν Ἀλεξίῳ τῷ αὐτοκράτορι ὅτι «Σοὶ ἐγὼ Βαϊμοῦντος ἐκεῖνος ὁ τοῦ Ῥομπέρτου, ὃν ὁ ἀνέκαθεν χρόνος καὶ σὲ καὶ τὴν ὑπὸ σὲ βασιλείαν ἐδίδαξεν, ὁπόσος τίς εἰμι τὴν ἀνδρείαν καὶ τὴν ἔνστασιν. Ἐφ’ ᾧπερ ἂν καὶ τὴν ῥοπὴν λάβοιμι, ὡς οὐκ ἂν ἀνασχοίμην, ἴστω Θεός, τῶν πρὸς ἐμὲ γεγενημένων κακῶν. Ἐξ ὅτου γὰρ διὰ τῆς Ῥωμαίων τὴν Ἀντιόχου κατέλαβον καὶ Συρίαν ὅλην ἠνδραποδιασάμην τῷ ἐμῷ δόρατι, πολλῆς παρὰ σοῦ καὶ τῆς σῆς στρατιᾶς πικρίας ἐνεφορήθην, ἐλπίσιν ἐξ ἐλπίδων παραπεμπόμενος, καὶ εἰς μυρίας συμφορὰς καὶ πολέμους βαρβαρικοὺς ἐμβαλλόμενος. Ἀλλὰ νῦν γε ἴσθι με, κἂν ἀπέθανον, πάλιν ἐξ ὑπαρχῆς ἀναβεβιωκότα καὶ τὰς σὰς διαδεδρακότα χεῖρας.
Πάντα γὰρ ὀφθαλμὸν καὶ πᾶσαν χεῖρα καὶ γνώμην διαλαθὼν ἐν σχήματι ἀποτεθνηκότος, νῦν καὶ ζῶν καὶ κινούμενος καὶ τὸν ἀέρα πνέων ἐκ τῆσδε τῆς Κορυφοῦς διαπέμπω πάνυ μεμισημένας ἀγγελίας τῇ σῇ βασιλείᾳ, ἃς καὶ ἀναμαθὼν οὐκ ἂν περιχαρῶς ἀποδέξαιο, ὡς τῷ μὲν Ταγγρὲ καὶ ἐμῷ ἀνεψιῷ τὴν Ἀντιόχου πόλιν παρακατεθέμην, πρὸς τοὺς σοὺς στρατηγοὺς ἀντίμαχον ἀξιόμαχον καταλείψας αὐτόν, αὐτὸς δὲ πρὸς τὴν ἰδίαν ἄπειμι χώραν, σοὶ μὲν νεκρὸς φημιζόμενος καὶ τοῖς σοῖς, ἐμοὶ δὲ καὶ τοῖς ἐμαυτοῦ καὶ ζῶν καὶ κατὰ σοῦ δεινὰ βουλευόμενος. Ἐφ’ ᾧ γὰρ τὴν ὑπὸ σὲ Ῥωμανίαν κλονήσειν, καὶ ζῶν ἀποτέθνηκα καὶ ἀποθανὼν ἔζησα. Εἰ γὰρ τὴν ἀντιπέραν ἤπειρον καταλάβοιμι καὶ Λογγιβάρδους καὶ πάντας Λατίνους καὶ Γερμανοὺς καὶ τοὺς καθ’ ἡμᾶς Φράγγους ὀψαίμην, ἄνδρας Ἄρεως μνήμονας, πολλῶν φόνων καὶ πολλῶν αἱμάτων τὰς σὰς ἐμπλήσω πόλεις καὶ χώρας, ἕως ἂν ἐπ’ αὐτοῦ τοῦ Βυζαντίου τὸ δόρυ πηξαίμην.» Εἰς τοσοῦτον ἄρα ὁ βάρβαρος ἀλαζονείας ἐπῆρτο.
PG 131:863ΑΛΕΞΙΑΣ ΙΒ Τὰ μὲν οὖν τῆς πρώτης τοῦ Βαϊμούντου διαπεραιώσεως ἔργα, καὶ ὁπόσα πραγματευσάμενος κατὰ τοῦ αὐτοκράτορος φαίνεται τὰ σκῆπτρα τῶν Ῥωμαίων ἑαυτῷ μνηστευόμενος, καὶ ὅπως τὴν ἐκεῖθεν ὑποχώρησιν μετὰ ῥᾳδιουργίας προμηθευσάμενος καὶ δὴ καὶ τυχὼν τοῦ σκοποῦ, καὶ τοιαύτην τὴν ναυλοχίαν καθαπερεὶ νεκρὸς φερόμενος ποιησάμενος τὴν Κορυφὼ κατέλαβεν, ὧδέ πη περιγεγράφθω. Ἐχέσθω δ’ αὖθις ὁ λόγος τῶν μετ’ ἐκεῖνα τούτου πράξεων. Καταλαβὼν δὲ ὁ νεκρὸς ὀδωδὼς τὴν Κορυφώ, καθά γε καὶ εἴρηται, καὶ ἀπειλησάμενος διὰ τοῦ ἐκεῖσε δουκὸς τῷ αὐτοκράτορι, ὁπόσα ὁ λόγος φθάσας ἐδήλωσε, πρὸς τὴν Λογγιβαρδίαν τὸν ἀπόπλουν ποιησάμενος ἔργου ἥπτετο, σκεπτόμενος αὖθις τὸ Ἰλλυρικὸν καταλαβεῖν καὶ συμμάχους διὰ τοῦτο σπεύδων συναγηοχέναι πλείους τῶν πρὸ τοῦ. Καὶ περὶ κήδους τῷ ῥηγὶ Φραγγίας ὁμιλήσας, τὴν μὲν τῶν θυγατέρων αὐτοῦ εἰς ἰδίαν αὐτῷ γυναῖκα ἐξέδοτο, τὴν δέ γε ἑτέραν διαπόντιον πρὸς τὴν Ἀντιόχου πόλιν ἐξέπεμψεν ἐφ’ ᾧ συναφθῆναι τῷ ἀνεψιῷ αὐτοῦ Ταγγρέ.
Εἶτα δυνάμεις ἁπανταχόθεν μυριοπληθεῖς συλλεξάμενος ἐκ πάσης τε χώρας καὶ πόλεως τοὺς κόμητας μεταπεμψάμενος μετὰ τῶν ὑπ’ αὐτοὺς στρατευμάτων τὴν πρὸς τὸ Ἰλλυρικὸν διαπεραίωσιν ἐπετάχυνεν. Ὁ γοῦν βασιλεύς, τὰ διὰ τοῦ Ἀλεξίου πρὸς αὐτὸν διαμηνυθέντα ἀκηκοώς, εὐθὺς κατὰ πάσας τὰς χώρας, Πίσσαν τε καὶ Γένουαν καὶ Βενετίαν γράμματα ἐπέστελλε, προπαρασκευάζων αὐτοὺς μὴ συναπαχθέντας τοῖς ἀπατηλοῖς τοῦ Βαϊμούντου λόγοις ἐκείνῳ συνεφέψεσθαι. Καὶ γὰρ περιιὼν ἁπάσας τὰς πόλεις καὶ χώρας πολλὴν τὴν κατὰ τοῦ αὐτοκράτορος καταδρομὴν ἐπεποίητο, παγάνον ὀνομάζων αὐτὸν καὶ τῶν Χριστιανῶν πολέμιον. Ἐπεὶ δὲ καὶ ὁ Βαβυλώνιος τριακοσίους φθάσας κατέσχε τότε κόμητας, ὁπότε τὰ ἄπειρα πλήθη τῶν Κελτῶν διὰ τῆς ἑσπέρας διαπεραιωσάμενα τὴν Ἀσίαν τήν τε Ἀντιόχου πόλιν καὶ τὴν Τύρον καὶ τὰς παρακειμένας ἁπάσας πόλεις καὶ χώρας ἐμάςτιζον, καὶ δεσμώτας ἐμφρούρους εἶχεν, ἡ δὲ φρουρὰ δεινὴ τῶν πάλαι γεγενημένων. Καὶ [τὰ] περὶ τῆς τούτων ἁλώσεως καὶ τὰ ἐντεῦθεν συμπεσόντα τούτοις δεινὰ μεμαθηκῶς ὁ αὐτοκράτωρ ἐδάκνετο τὴν ψυχὴν καὶ ὅλος τῆς ἐκείνων ἀναρρύσεως ἐγεγόνει.
PG 131:865Καὶ μεταπεμψάμενος Νικήταν τὸν Πανουκωμίτην μετὰ χρημάτων πρὸς τὸν Βαβυλώνιον ἐξαπέστειλε, γραφὰς πρὸς αὐτὸν ἐγχειρίσας δι’ ὧν τοὺς δορυαλώτους ἐκείνους ᾐτεῖτο κόμητας, πολλὰς ὑποσχόμενος αὐτῷ τὰς χάριτας, εἰ τούτους λύσας τῶν δεσμῶν ἀπολύσει. Ὁ δὲ Βαβυλώνιος τὸν Πανουκωμίτην θεασάμενος καὶ ἀκούσας, ἅττα δὴ παρὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν διεμηνύθη, ἀνελίξας δὲ καὶ τὰς γραφὰς λύει μὲν παραχρῆμα τοὺς κόμητας τῶν δεσμῶν, ἐξάγει δὲ τῆς φρουρᾶς· οὐ μέντοι γε παντελοῦς ἐλευθερίας αὐτοὺς ἀξιοῖ, ἀλλὰ τῷ Πανουκωμίτῃ παραδίδωσι πρὸς τὸν αὐτοκράτορα τούτους ἐξαποστείλας μηδ’ ὁτιοῦν τῶν ἀποσταλέντων χρημάτων ἀναλαβόμενος· εἴτε δὲ ὡς μὴ ἀποχρῶντα πρὸς τοσούτων λύτρον, εἴτε καὶ δωροληψίας ἐκφεύγων ὑπόνοιαν καὶ ὡς μὴ φαίνοιτο τιμῆς τούτους ἀποδόμενος, ἀλλὰ καθαρὰν τὴν χάριν ἀπονέμων τῷ βασιλεῖ καὶ ἀκίβδηλον, εἴτε καὶ πλειόνων ἐφιέμενος, Θεὸς ἂν εἰδείη.
PG 131:867Τούτους ὁ βασιλεὺς καταλαβόντας θεασάμενος ὑπερηγάσθη μὲν τὴν τοῦ βαρβάρου γνώμην καὶ τεθαύμακεν, ἐπιπόνως δὲ τούτους περὶ τῶν συμβεβηκότων αὐτοῖς ἐπερωτήσας καὶ μεμαθηκὼς ὅπως, ἐπὶ τοσοῦτον χρόνον καὶ τοσούτων κύκλων περιόδους ἔμφρουροι ὄντες, οὐδὲ ἅπαξ ἥλιον ἐθεάσαντο οὐδὲ τῶν δεσμῶν ἐλύθησαν, ἀλλὰ καὶ τροφῶν παντοίων ἄγευστοι τὸ παράπαν ἐπὶ τοσοῦτον διαμεμενήκεσαν μόνου ἄρτου καὶ ὕδατος μεταλαμβάνοντες, οἰκτείρας τοῦ πάθους καὶ θερμὸν καταστάξας δάκρυον, πολλῆς παραχρῆμα ἠξίου φιλοφροσύνης χρήματά τε ἐπιδοὺς καὶ ἄμφια παντοῖα παρασχὼν ἐς βαλανεῖά τε προτρεπόμενος καὶ παντοίως τῆς τοσαύτης κακότητος ἀνακτήσασθαι τούτους μηχανώμενος. Οἱ δὲ ἔχαιρον ἐφ’ οἷς παρὰ τοῦ αὐτοκράτορος εὖ πεπόνθασιν, οἱ πρὶν ἐχθροὶ καὶ πολέμιοι, οἱ παραβάται τῶν πρὸς αὐτὸν ὁρκίων καὶ ὑποσχέσεων, τὴν τοσαύτην ἐς αὐτοὺς κατανοοῦντες ἀνεξικακίαν. Ὁ δὲ μεθ’ ἡμέρας μεταπεμψάμενος τούτους ἔφη· «Ἄδειαν ὑμῖν τοῦ λοιποῦ δίδωμι, ἵνα ὁπόσον βούλεσθε κατὰ ταύτην τὴν πόλιν ἐγκαρτερήσητε μεθ’ ἡμῶν.
Ὁπηνίκα δέ τις τῶν οἰκείων ἐπιμνησθεὶς ἐθελήσοι ἀναχωρεῖν, ἀκωλύτως καὶ τῆς πρὸς τὰ οἴκοι φερούσης ἅψαιτο συνταξάμενος ἡμῖν καὶ οὕτως διὰ χρημάτων καὶ παντοίας ἄλλης οἰκονομίας ἐφοδιασθεὶς καλῶς διευθετηθείη. Καὶ ἁπλῶς καὶ παρεῖναι καὶ ἀπεῖναι ἄδειαν ἔχειν ὑμᾶς βούλομαι καὶ τὸ βουλητὸν ὡς ἐλευθέρους κατὰ τὴν οἰκείαν γνώμην πράττειν.» Ἦσαν μὲν οὖν τέως οἱ κόμητες μετὰ τοῦ αὐτοκράτορος παντοίας, ὡς εἴρηται, θεραπείας ἀξιούμενοι καὶ δυσαποσπάστως αὐτοῦ ἔχοντες. Ἐπεὶ δὲ τὴν Λογγιβαρδίαν ὁ Βαϊμοῦντος καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πλείω τῶν προτέρων στρατευμάτων σπεύδων συναγαγεῖν, πολλὰ τοῦ αὐτοκράτορος κατέτρεχε κατὰ πᾶσαν πόλιν καὶ χώραν περιιὼν καὶ παγάνον αὐτὸν λαμπρᾷ τῇ φωνῇ ἀνακηρύττων καὶ τοῖς παγάνοις ὅλῃ γνώμῃ ἐπαρήγοντα, τοῦτο ὁ αὐτοκράτωρ μεμαθηκὼς τοὺς ῥηθέντας κόμητας, τὸ μέν τι καὶ αὐτῶν προθυμουμένων ἤδη πρὸς τὰς σφῶν ἀπιέναι χώρας, τὸ δέ τι καὶ πρὸς ἔλεγχον τῶν κατ’ αὐτοῦ παρὰ τοῦ Βαϊμούντου διακηρυκευομένων, δαψιλεῖς τὰς δωρεὰς ἐπιχορηγήσας αὐτοῖς οἴκαδε ἐξαπέστειλεν.
PG 131:869Αὐτὸς δὲ πρὸς τὴν Θετταλοῦ πόλιν σπουδαίως ἐξῄει, ἅμα μὲν καὶ τοὺς νεήλυδας τὰ στρατιωτικὰ παιδεύειν, ἅμα δὲ καὶ τὸν Βαϊμοῦντον ἐκ τῆς περὶ αὐτοῦ φήμης ἀπείργεσθαι τῆς ἀπὸ Λογγιβαρδίας πρὸς τὴν ἡμεδαπὴν διαπεραιώσεως. Ἀπελθόντες τοίνυν οἱ κόμητες ἐκεῖνοι ἔλεγχοι τοῦ Βαϊμούντου γεγόνασιν ἀψευδέστατοι, ἀπατεῶνα ἀποκαλοῦντες αὐτὸν καὶ μηδ’ ἐπὶ τῷ τυχόντι ἐπαληθεύοντα, κατὰ πρόσωπον αὐτὸν πολλάκις ἐλέγχοντες καὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν ἀποκηρύττοντες, μάρτυρας αὐτοπίστους ἑαυτοὺς παριστῶντες. Ἐπεὶ δ’ ἡ τοῦ Βαϊμούντου διαπεραίωσις ἁπανταχῆ διεδίδοτο καὶ πολλῶν ἐδεῖτο ὁ αὐτοκράτωρ δυνάμεων καὶ ἀναλόγου στρατεύματος ἀντικαθισταμένου πρὸς τὰ κελτικὰ πλήθη, οὐκ ἔμελλεν οὐδ’ ἀνεδύετο, ἀλλὰ τοὺς περὶ τὴν Κοίλην Συρίαν μετεπέμπετο, τὸν Καντακουζηνόν φημι καὶ τὸν Μοναστρᾶν· ὁ μὲν γὰρ τὴν Λαοδίκειαν ἐφρούρει, ὁ δὲ τὴν Ταρσόν. Τούτους οὖν ἐκεῖθεν μεταπεμπόμενος οὐκ ἐρήμους τὰς ὑπ’ αὐτῶν φρουρουμένας χώρας καὶ πόλεις κατέλιπεν· ἐς μὲν γὰρ τὴν Λαοδίκειαν τὸν Πετζέαν μεθ’ ἑτέρων ἐκπέμπει δυνάμεων, ἐς δέ γε Ταρσὸν καὶ ἁπάσας τὰς ὑπὸ τὸν Μοναστρᾶν πόλεις καὶ χώρας τὸν Ἀσπιέτην.

Book XIILiber XII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀνὴρ δὲ οὗτος εὐγενὴς ἐξ Ἀρμενίων ὁρμώμενος καὶ τῶν ἐπ’ ἀνδρείᾳ διαβεβοημένων, ὡς ἡ φήμη τὸ τηνικαῦτα ἐκήρυττε, κἂν ὁ τότε καιρὸς οὐ πάνυ τοιοῦτον ὄντα ἐξήλεγξεν ὅσον γε τὰ εἰς στρατηγικὴν δύναμιν. Ὁ μὲν γὰρ τῆς Ἀντιόχου ἐπιτροπεύων Ταγγρέ, ὃν ὁ λόγος φθάσας καταλέλοιπεν ἐν Συρίᾳ, φήμας τε ὑπεπέμπετο πυκνάς, ὡς ἄρα ταχὺ καταλάβοι τὴν Κιλικίαν ἐφ’ ᾧ πολιορκήσειν αὐτὴν καὶ τῶν τοῦ βασιλέως ἀφελέσθαι χειρῶν, ἅτε ἰδίαν οὖσαν καὶ τῷ δόρατι τούτου τῶν Τούρκων ἀφαιρεθεῖσαν. Καὶ οὐ μόνον φήμας τοιαύτας πανταχόσε κατέπεμπεν, ἀλλὰ καὶ διὰ γραμμάτων ἠπείλει τὰ χείρω τούτων, ἃ καὶ τῷ Ἀσπιέτῃ καθ’ ἡμέραν ἑκάστην ἐνεχειρίζετο. Καὶ οὐκ ἠπείλει μόνον, ἀλλὰ καὶ τῶν ἀπειλῶν πρόδρομά τινα καὶ ἐποίει καὶ καθυπισχνεῖτο ποιεῖν, δυνάμεις τε συναγηοχὼς ἁπανταχόθεν ἐξ Ἀρμενίων τε καὶ Κελτῶν καὶ τούτους καθ’ ἑκάστην ἡμέραν γυμνάζων καὶ πρὸς παρατάξεις καὶ μάχας ἐξομαλίζων τὸ στράτευμα. Καὶ ἔστιν οὗ καὶ εἰς προνομὰς ἀποστέλλων καὶ τὸν καπνὸν πρὸ τοῦ πυρὸς παρεμφαίνων, τά τε πολιορκητικὰ ὄργανα κατασκευαζόμενος καὶ παντοιοτρόπως πρὸς τὴν πολιορκίαν ἑαυτὸν ἀνιστῶν. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνος·
ὁ δὲ ἀρμένιος Ἀσπιέτης, ὥσπερ μηδενὸς αὐτῷ ἐπικειμένου μηδὲ φοβοῦντος μηδὲ τοσοῦτον ἐπικρεμαννύντος κίνδυνον, ἐκάθητο ῥᾳθυμῶν βαρυτάτους πότους νύκτωρ ἑαυτῷ συνιστῶν. Καίτοι ἀνδρικώτατός τε ἦν καὶ Ἄρεως ὑπασπιστὴς γενναιότατος· ἐπὰν δὲ Κιλικίᾳ προςώκειλε, πόρρω δεσποτικῆς χειρὸς γεγονὼς καὶ ἐναυθεντήσας τοῖς πράγμασι τρυφαῖς ἑαυτὸν ἐκδεδώκει παντοίαις. Οὕτως ὁ Ἀρμένιος ἐκεῖνος ἐκθηλυνόμενος καὶ διαρρέων διηνεκῶς, ἐπειδὴ καταλάβοι ὁ τῆς πολιορκίας καιρός, ἀναπεπτωκὼς ὤφθη πρὸς στρατιώτην φερεπονώτατον τὸν Ταγγρέ. Καὶ οὔτε πρὸς τὰς βροντὰς ἐκείνου τῶν ἀπειλῶν κατεκροτήθη τὴν ἀκοὴν οὔτε κεραυνοφόρου τούτου ἐληλυθότος διὰ τῶν κατὰ Κιλικίαν πορθήσεων πρὸς τὰς ἀστραπὰς ἐνητένιζεν. Ὁ μὲν γὰρ Ταγγρὲ ἀθρόον ἐξ Ἀντιοχείας στρατεύσας στρατὸν μυρίανδρον καί, διχῆ τούτους διελόμενος, τοὺς μὲν διὰ τῆς ἠπείρου πέμπει ταῖς Μόψου πόλεσι, τοὺς δὲ ναυσὶ τριήρεσιν ἐμβαλὼν διὰ τῆς θαλάττης ἄγει τῷ ποταμῷ Σάρωνι. Ῥεῖ δὲ ἄνωθεν οὗτος ἀπὸ τῶν τοῦ Ταύρου ὀρῶν καὶ διὰ μέσου παραρρέων τῶν δυεῖν πόλεων Μόψου, τῆς τε καταλελυμένης καὶ τῆς ἱσταμένης, ἐς τὸ συριακὸν ἐκδίδωσι πέλαγος.
PG 131:871Ἀφ’ οὗ αἱ νῆες ἀναπλεύσασαι τοῦ Ταγγρὲ καὶ τῷ στόματι πελάσασαι τούτου τοῦ ποταμοῦ πρὸς τὰς γεφύρας ἀνήχθησαν, αἳ τὰς ἀμφοτέρας πόλεις ξυνάπτουσι. Περιερρεῖτο τοίνυν ἡ πόλις ἑκατέρωθεν τῷ στρατεύματι βαλλομένη. Ἔνθεν τοι καὶ ῥᾳδίως εἶχον διαναυμαχεῖν πρὸς τὴν πόλιν οὗτοι, καὶ πεζομαχεῖν ἐκ θατέρου οἱ ἀπὸ τῆς γῆς αὐτὴν ἐπιθλίβοντες. Ὁ δέ, ὥσπερ μηδεμιᾶς καινοτομίας ὑπούσης μηδὲ τοσούτου σμήνους στρατιωτῶν περιβομβοῦντος κύκλῳ τὴν πόλιν, ὀλίγα τούτων ἐφρόντιζεν οὐκ οἶδ’ ὅ τι παθὼν καὶ ἀναξίως τότε τῆς αὐτοῦ γενναιότητος διατεθείς. Τοῦτο εὐμισητότατον τὸν ἄνδρα τῷ βασιλικῷ στρατεύματι πεποίηκε. Τί οὖν ἔδει παθεῖν τὰς κίλικας πόλεις ὑπὸ τηλικούτου καταστρατηγουμένας ἀνδρός; Τά τε γὰρ ἄλλα ὁ Ταγγρὲ ῥωμαλεώτατος τῶν κατ’ αὐτὸν ἐγεγόνει καὶ εἰς στρατηγικὴν ἐμπειρίαν τῶν σφόδρα θαυμαζομένων, πολιορκῆσαι δὲ πόλεις ἀφυκτότατος στρατηγός. Καὶ θαυμάσειέ τις ἐνταυθοῖ γεγονώς, πῶς τὸν αὐτοκράτορα διέλαθε τὸ τοῦ Ἀσπιέτου ἀπειροπόλεμον.
PG 131:873Ἐγὼ δ’ ἂν ὑπεραπολογησαίμην τοὐμοῦ πατρός, ὅτι τὸ τοῦ γένους ἐπίσημον τὸν αὐτοκράτορα πέπεικεν, ὡς ἥ τε τοῦ γένους λαμπρότης καὶ τὸ τοῦ ὀνόματος περιβόητον πολλὰ συνεισενεγκεῖν ἔχοι τῇ τοῦ Ἀσπιέτου ἀρχῇ. Ἦν γὰρ τῶν Ἀρσακιδῶν τὰ πρῶτα φέρων ἐκεῖνος καὶ ἐκ βασιλικοῦ καταγόμενος αἵματος. Ἔνθεν τοι καὶ στρατοπεδάρχην αὐτὸν ἠξιώκει πάσης ἀνατολῆς καὶ εἰς ὑπερηφάνους βαθμίδας ἀνήνεγκεν ἄλλως τε καὶ πεῖραν τῆς ἀνδρείας ἐκείνου λαβών. Καὶ γὰρ ὁπόταν τῷ Ῥομπέρτῳ συνεκρότησε πόλεμον ὁ αὐτοκράτωρ καὶ ἐμὸς γενέτης, καθάπερ ἐμνημόνευσα, κατὰ τὴν τοῦ πολέμου ἐκείνου σύρραξιν Κελτός τις ὑπερωμίας ἰθύνας τὸ δόρυ καὶ μυωπίσας τὸν ἵππον καθάπερ τις σκηπτὸς ἐμπίπτει τῷ Ἀσπιέτῃ. Ὁ δὲ τοῦ ξίφους ἐπιδραξάμενος δέχεται τὴν τοῦ Κελτοῦ βιαίαν φορὰν καὶ τιτρώσκεται μὲν καιριωτάτην πληγήν, τοῦ δόρατος τὸν πνεύμονα μὲν παραμείψαντος, ἐκεῖθεν δὲ διὰ τῆς ῥάχεως διενεχθέντος. Ὁ δὲ μήπω συγχυθεὶς τῇ πληγῇ μηδὲ τῆς ἕδρας ἐκκυλισθείς, ἀλλ’ ἑδράσας ἑαυτὸν ἰσχυρότερον παίει τὸν βάρβαρον κατὰ τῆς κόρυθος καὶ δίχα διαιρεῖ καὶ τὴν κεφαλὴν καὶ τὴν κόρυθα.
PG 131:875Καὶ πίπτουσι καὶ ἄμφω τῶν ἵππων, ὁ μὲν νεκρὸς ὁ Κελτός, ὁ δ’ Ἀσπιέτης ἔτι ἐμπνέων. Ὃν οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι γεγονότα παντάπασιν ἔξαιμον καὶ καλῶς ἐπιμεληθέντες πρὸς τὸν αὐτοκράτορα ἤνεγκαν, δεικνύντες καὶ [τὸ] δόρυ καὶ τὴν πληγὴν καὶ τὸν θάνατον τοῦ Κελτοῦ διηγούμενοι. Ταύτης τῆς οὐκ οἶδ’ ὅπως ἀνδρείας καὶ τόλμης τὸ τηνικαῦτα τῷ Ἀσπιέτῃ μεμνημένος ὁ αὐτοκράτωρ καὶ τούτοις ἐπισυνάψας τὸ γένος καὶ τὴν ἀπὸ τοῦ γένους εὔκλειαν ... ἀξιόμαχον στρατηγὸν ἀποστέλλει κατὰ τὴν Κιλικίαν πρὸς τὸν Ταγγρὲ στρατοπεδάρχην τετιμηκώς, καθάπερ φθάσασα γέγραφα. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων· πρὸς δέ γε τοὺς κατὰ τὴν ἑσπέραν ἐνδιατρίβοντας ἡγεμόνας ἑτέρας ἐκπέμπει γραφὰς κατευθὺ Σθλανίτζης τὴν πορείαν ἐντειλάμενος ποιεῖσθαι. Τί δέ; Τοὺς μὲν προμάχους μετεκαλεῖτο, αὐτὸς δὲ ἀναπεπτώκει ῥᾳστώνης ἀπολαύων καὶ βαλανείοις χρώμενος, ὁποῖα εἰώθασιν οἱ τὸν βοσκηματώδη βίον προελόμενοι βασιλεῖς; Οὐμενοῦν, ἀλλ’ οὐδὲ περὶ τὰ ἀνάκτορα ὅλως ἐνδιατρίβειν ἔτι ἠνέσχετο.
Ἐξεληλυθὼς δὲ τοῦ Βυζαντίου, ὡς ἄνωθεν εἴρηται, κατὰ τὸ μέσον τῶν ἑσπερίων ἐληλύθει χωρῶν τὴν Θετταλοῦ πόλιν καταλαβὼν εἰς μῆνα Σεπτέμβριον ἐπινεμήσεως τεσσαρεσκαιδεκάτης εἰκοστοῦ ἔτους ὄντος, ἐξ οὗ τὰς τῆς βασιλείας ἡνίας περιεζώσατο. Καὶ τὴν Αὔγουσταν δὲ παρεβιάσατο συνεξεληλυθέναι μετ’ αὐτοῦ. Ὁ γὰρ τρόπος ἐκείνης τοιοῦτός τις ἦν· οὐ πάνυ τι δημοσιεύεσθαι ἤθελεν, ἀλλὰ τὰ πολλὰ μὲν οἰκουροῦσα ἦν καὶ τὰ ἐκείνης ἔργα ἐποίει, λέγω δὲ βίβλων τε ἀνελίξεις τῶν μακαρίων ἀνδρῶν καὶ τὸ πρὸς ἑαυτὴν ἐπιστρέφειν καὶ εὐποιίας καὶ χάριτας εἰς ἀνθρώπους, μάλιστα δὲ εἰς ἐκείνους οὓς οἶδεν ἀπό τε τοῦ σχήματος ἀπό τε τοῦ βίου θεραπεύειν Θεὸν καὶ προσευχῇ προσανέχειν καὶ καταλλήλοις ᾠδαῖς. Ἐπειδὰν δὲ μέλλοι δημοσιεύειν ἑαυτὴν κατά τινα χρείαν ἀναγκαιοτάτην ὡς βασιλίδα, αἰδοῦς τε ὑπεπίμπλατο καὶ ἐρύθημα εὐθὺς ἐξηνθήκει ταῖς παρειαῖς. Καὶ ἡ μὲν φιλόσοφος Θεανὼ τοῦ πήχεως αὐτῆς γυμνωθέντος, ἐπειδή τις παίζων εἰρήκει πρὸς ταύτην· «Καλὸς ὁ πῆχυς». «Ἀλλ’ οὐ δημόσιος», εἶπεν ἐκείνη.
Ἡ δὲ βασιλὶς καὶ μήτηρ ἐμή, τὸ τῆς σεμνότητος ἄγαλμα, τὸ τῆς ἁγιότητος καταγώγιον, μὴ ὅτι γε πῆχυν ἢ βλέμμα δημοσιεύειν ἠγάπα, ἀλλ’ οὐδὲ φωνὴν ἐκείνης ἤθελεν εἰς ἀσυνήθεις παραπέμπεσθαι ἀκοάς· τοσοῦτον ἦν ἐκείνη χρῆμα θαυμάσιον εἰς αἰδῶ. Ἐπεὶ δὲ ἀνάγκῃ οὐδὲ θεοί, φησι, μάχονται, ἀναγκάζεται πρὸς τὰς συχνὰς τοῦ αὐτοκράτορος ἐκστρατεύσεις αὐτῷ παρακολουθεῖν. Κατεῖχε μὲν γὰρ αὐτὴν ἡ σύμφυτος αἰδὼς ἔνδον τῶν βασιλείων, τὸ δὲ πρὸς τὸν αὐτοκράτορα φίλτρον καὶ ἡ διάπυρος πρὸς ἐκεῖνον ἀγάπη ἐξῆγεν αὐτὴν καὶ μὴ βουλομένην τῶν ἀνακτόρων διὰ ταυτασὶ τὰς αἰτίας. Πρῶτον μὲν ὅτι τὸ συμπεσὸν αὐτῷ νόσημα τῶν ποδῶν ἐπιμελείας ἐδεῖτο πλείστης. Καὶ γὰρ ἀλγηδόνας εἶχε δριμείας ὁ αὐτοκράτωρ ἐκ τῆς ποδαλγικῆς διαθέσεως καὶ οὐδεμίαν ἐπαφὴν οὕτω προσίετο ὡς τῆς ἐμῆς δεσποίνης καὶ μητρός. Ἐμμελῶς τε γὰρ αὐτῷ προσεφέρετο καὶ ψαύουσα δεξιῶς τὰς ὀδύνας τῶν ποδῶν ὑπεκούφιζέ πως. Ὁ γάρ τοι βασιλεὺς ἐκεῖνος (καὶ μοὶ μηδεὶς τῆς περιαυτολογίας ἐπιμεμφέσθω· τὰ γὰρ οἰκεῖα θαυμάζω· μηδ’ ὡς καταψευδομένην τοῦ αὐτοκράτορος ὑφοράσθω·
PG 131:877τὰ γὰρ ἀληθῆ λέγω) πάντα τὰ ἑαυτοῦ καὶ τὰ κατ’ αὐτὸν κατόπιν ἐποιεῖτο τῆς σωτηρίας τῶν πόλεων. Οὐδὲν γὰρ ἐχώριζεν αὐτὸν τῆς τῶν Χριστιανῶν ἀγάπης, οὐκ ἀλγηδόνες, οὐχ ἡδοναί, οὐ πολέμων κακώσεις, οὐκ ἄλλο οὐδέν, οὐ μικρὸν οὐ μέγα, οὐχ ἡλίου φλογώσεις, οὐ χειμώνων δριμύτητες, οὐ προσβολαὶ βαρβάρων παντοδαπαί. Ἀλλ’ ἀκλινῶς εἶχε πρὸς ἅπαντα ταῦτα καὶ ὤκλαζε μὲν πρὸς τὴν φύρσιν τῶν νοσημάτων, ἀντανέθορε δὲ πρὸς τὴν βοήθειαν τῶν πραγμάτων. Δεύτερον δὲ καὶ μέγιστον αἴτιον τοῦ τὴν βασιλίδα συνοπαδὸν εἶναι τῷ αὐτοκράτορι, ὅτι τοι πολλῶν ἐπιβούλων ἀναφυομένων ἁπανταχόθεν πολλῆς ἐδεῖτο τῆς ἐπιβλέψεως καὶ ὡς ὄντως πολυομμάτου δυνάμεως. Καὶ γὰρ καὶ νὺξ αὐτῷ ἐπίβουλος ἣν καὶ τὸ μεσαίτατον τῆς ἡμέρας, καὶ ἡ ἑσπέρα προσανέφυέ τι κακόν, καὶ ἡ πρῴα ἐτέκταινε χείριστα· μάρτυς τούτων Θεός. Ἆρ’ οὖν οὐκ ἔδει τὸν βασιλέα ὑπὸ τοσούτων κακῶν ἐπιβουλευόμενον ὑπὸ μυρίων ὀμμάτων φρουρεῖσθαι, τῶν μὲν ἐπιτοξαζόντων αὐτῷ, τῶν δὲ τὸ ξίφος παραθηγόντων, τῶν δ’ ἀφιέντων, ὁπόταν οὐκ ἐνῆν τι δρᾶσαι, λοίδορον γλῶτταν καὶ τὸ κακῶς εἰπεῖν; Τίνα τοίνυν ἔδει παρεῖναι τῷ βασιλεῖ σύμμαχον παρὰ τὴν σύμφυτον σύμβουλον;
PG 131:879Τίς μᾶλλον ἐκείνης πλέον ἐπεσκέπτετο μὲν τὸν αὐτοκράτορα, ὑπεβλέπετο δὲ τοὺς ἐπιβουλεύοντας; Τίς ὀξεῖα μὲν τὸ συμφέρον ἐκείνῳ ἰδεῖν, ὀξυτέρα δὲ τὸ παρὰ τῶν ἐχθρῶν σκευωρούμενον κατιδεῖν; Διὰ ταῦτα καὶ πάντα ἐν πᾶσιν ἦν ἡ ἐμὴ μήτηρ τῷ δεσπότῃ μου καὶ πατρί, καὶ νύκτωρ ἄγρυπνον ὄμμα καὶ ἡμέρας περιφανέστατος φυλακτὴρ καὶ τραπέζης καιροῖς ἀντίδοτος ἀγαθὴ καὶ τῆς ἀπὸ τροφῶν ἀδικίας φυγαδευτήριον φάρμακον. Ταῦτα τοίνυν τὰ αἴτια τὴν σύμφυτον αἰδῶ τῆς γυναικὸς ἐκείνης παρηγκωνίζετο, καὶ ἐθάρρει τοὺς ἄρρενας ὀφθαλμούς. Καίτοι οὐδὲ τότε τῆς συνήθους εὐκοσμίας ἐπελανθάνετο, ἀλλὰ καὶ βλέμματι καὶ σιγῇ καὶ τῇ περὶ αὐτὴν θεραπείᾳ τοῖς πλείοσι μὲν ἀγνωστοτέρα ἐτύγχανε. Καὶ τοῦτο μόνον, ὅτι βασιλὶς παρέπεται τῷ στρατεύματι, ὁ φερόμενος ταῖν ἡμιόνοιν οἰκίσκος ἐδείκνυ καὶ τὸ ἄνωθεν βασιλικὸν καταπέτασμα, τὰ δ’ ἄλλα ἐπηλυγάζετο τὸ θεῖον ἐκείνης σῶμα. Μόνον ὅτι πρόνοιά τις ἀρίστη τὰ κατὰ τὴν νόσον τοῦ βασιλέως διεξάγοι καὶ φρουρὰ βασιλέως ἀκοίμητος παρὰ πᾶσι διεγινώσκετο καὶ ὄμμα ἐγρηγορὸς καὶ μὴ ἐπινυστάζον τοῖς πράγμασι.
Καὶ ἡμεῖς δέ, ὅσοι περὶ τὸν αὐτοκράτορα εὖνοι, περὶ τὴν ἐκείνου φρουρὰν διεπονούμεθά τε καὶ συνῃρόμεθα τῇ δεσποίνῃ καὶ μητρὶ ἕκαστος ὡς εἶχεν ὅλῃ ψυχῇ καὶ γνώμῃ μηδ’ ἐπινυστάζοντες ὅλως. Ταῦτα πρὸς τοὺς φιλοσκώμμονας καὶ τὰς φιλολοιδόρους γλώττας γεγράφαται. Τόν τε γὰρ ἀναίτιον ὑπ’ αἰτίασιν ἄγουσι (καὶ τοῦτον οἶδε τὸν ἀνθρώπινον τρόπον καὶ ἡ Ὁμήρου Μοῦσα) καὶ τὰ καλῶς πεπραγμένα διαφαυλίζουσι καὶ ὑπὸ μέμψιν ποιοῦσι τὸ ἄμεμπτον. Καίτοι ἐκείνη κατὰ τὴν ἐκστρατείαν τὴν κατ’ ἐκεῖνο καιροῦ γεγονυῖαν (κατὰ γὰρ τοῦ Βαϊμούντου τὴν ὁρμὴν ὁ βασιλεὺς ἐπεποίητο) τὸ μέν τι ἄκουσα, τὸ δ’ ἑκουσίως συνείπετο. Οὐ γὰρ συνεισβαλεῖν ἔδει τὴν βασιλίδα τῷ βαρβαρικῷ στρατεύματι. Πῶς γὰρ ἄν; Τομύριδος ταῦτα καὶ Σπαρέθρας τῆς Μασσαγέτιδος, ἀλλ’ οὐχὶ τῆς ἐμῆς Εἰρήνης. Ἄλλοσε γὰρ ἐτρέπετο τὸ ταύτης ἀνδρεῖον καὶ ἄλλως ἐξώπλιστο, ἀλλ’ οὐ τῷ τῆς Ἀθηνᾶς δόρατι οὐδὲ τῇ κυνέῃ τοῦ Ἄιδος·
PG 131:881ἀλλ’ ἀσπὶς μὲν ἐκείνῃ καὶ θυρεὸς καὶ ξίφος ἐς τὸ πρὸς τὰς συμφορὰς καλῶς ἀντιπαρατάσσεσθαι καὶ τὰς τοῦ βίου ἐπαναστάσεις, ἃς οἶδεν ἡ βασίλεια τοῖς βασιλεῦσιν ἐπικειμένας, ἡ περὶ τὰ πράγματα δραστηριότης καὶ τὸ κατὰ τῶν παθῶν ἐπιπληκτικώτατον καὶ ἡ ἀνυπόκριτος πίστις, ὡς Σολομῶντι δοκεῖ. Οὕτως ἡ ἐμὴ μήτηρ καὶ πρὸς τοιούτους πολέμους ἐσκεύαστο, τὰ δ’ ἄλλα εἰρηνικωτάτη ἦν κατὰ τοὔνομα. Ἀλλ’ ἐπειδὴ τὰ μὲν τῆς συμπλοκῆς τῶν βαρβάρων ἔμελλε, πρὸς δὲ παρασκευὴν τῶν τῆς συμπλοκῆς ὁ βασιλεὺς ἀφεώρα καὶ τὰ μὲν ἀσφαλίσασθαι τῶν φρουρίων σκοπὸν εἶχε, τὰ δὲ κατοχυρῶσαι καὶ ὅλως εὔοδα πάντα τὰ κατὰ τοῦ Βαϊμούντου καταστήσασθαι ἔσπευδε. Συνεξυπήγετο καὶ τὴν βασιλίδα τὸ μέν τι καὶ ἑαυτοῦ ἕνεκα καὶ δι’ ἃς αἰτίας εἰρήκειμεν, τὸ δέ τι καὶ ἐν τῷ ἀκινδύνῳ τῶν πραγμάτων ἔτι καθεστηκότων καὶ μήπω καιροῦ πολέμου ἐπιδεδημηκότος. Ἀναλαβομένη τοίνυν ὁπόσον διὰ χρυσοῦ καὶ ἄλλης ποιότητος προσῆν αὐτῇ χάραγμα καὶ ἕτερά τινα τῶν χρημάτων ἔξεισι τῆς πόλεως. Καὶ τοῦ λοιποῦ ἐν τῷ διιέναι τὰς ὁδοὺς πᾶσι τοῖς ἐπαίταις καὶ τοῖς σισυροφόροις καὶ γυμνοῖς δαψιλῆ τὴν χεῖρα παρεῖχε·
PG 131:883καὶ οὐδεὶς ὁ αἰτησάμενος καὶ κενὸς ἀπελθών. Ἐπὰν δὲ τὴν ἀποτεταγμένην σκηνὴν κατειλήφει, οὐ πρὸς ῥᾳστώνην εὐθὺς ἀπέκλινεν εἴσω ταύτης γεγονυῖα, ἀλλ’ ἀναπεταννῦσα ταύτην ἄνετον τοῖς αἰτοῦσι παρεῖχε τὴν εἴσοδον. Τοῖς τοιούτοις γὰρ καὶ μάλα εὐπρόσιτος ἦν καὶ παρεῖχεν ἑαυτὴν ὁρᾶσθαί τε καὶ ἀκούεσθαι. Οὐ χρημάτων δὲ μετεδίδου τοῖς πένησι μόνον, ἀλλὰ καὶ τὰ λῴονα συνεβούλευε. Καὶ ὁπόσους μὲν εὐρώστους τὰ σώματα κατενόει, ῥᾳθύμως δὲ περὶ τὸν βίον ἔχοντας, πρὸς ἔργα καὶ πράξεις προὐτρέπετο, ἵν’ ἐντεῦθεν τὰ πρὸς χρείαν κομίζοιντο, καὶ μὴ δι’ ἀμέλειαν ἀναπεπτωκότας θύραν ἐκ θύρας ἐπαιτοῦντας περινοστεῖν. Καιρὸς δὲ οὐδεὶς τῆς τοιαύτης ἐργασίας ἀπεῖργε τὴν βασιλίδα. Ὁ μὲν οὖν Δαυὶδ μετὰ κλαυθμοῦ τὸ πόμα κιρνῶν φαίνεται· ἡ δέ γε βασιλὶς αὕτη καὶ τροφὴν καὶ ποτὸν ἐλέῳ συγκεραννῦσα καθ’ ἑκάστην ἐδείκνυτο. Καὶ πολλὰ ἂν εἶχον εἰπεῖν περὶ ταύτης τῆς βασιλίδος, εἰ μὴ τὸ θυγάτριον εἶναι ψεύδους παρεῖχεν ὑπόνοιαν καὶ ὅτι μητρὶ χαριζόμεθα. Πρὸς δὲ τοὺς ταῦτα ὑπονοοῦντας παρέξομαι τοῖς λόγοις συνεπιμαρτυροῦντα τὰ πράγματα.
Τὸν δέ γε αὐτοκράτορα τὴν Θεσσαλονίκην καταλαβόντα μεμαθηκότες οἱ ἐκ τῶν ἑσπερίων λήξεων, καθάπερ τὰ βαρέα τῶν σωμάτων ἐπὶ κέντρα φέρεται, οὕτω δὴ καὶ ἅπαντες πρὸς αὐτὸν ἐφοίτων. Ἀκρὶς μὲν οὖν οὐ προηγήσατο τῶν Κελτῶν καθαπερεὶ τῶν πρότερον διελθόντων· ἐν οὐρανῷ δὲ κομήτης ἐφάνη μέγας καὶ τῶν πάλαι φανέντων ὁ μέγιστος, ὃν οἱ μὲν δοκίδα, οἱ δ’ ἀκοντίαν ἔφασαν εἶναι. Ἔδει γὰρ τῶν μελλόντων καινισθῆναι ξενοπρεπῶν πραγμάτων προοίμιά τινα προκαταγγελτικὰ τούτων μηνυθῆναι ἄνωθεν. Καὶ γὰρ ἦν τοῦτον θεᾶσθαι ἐπὶ τεσσαράκοντα νυχθημέροις ὅλοις παμφαίνοντα· ἐφαίνετο δὲ ἀπὸ τῶν δυτικῶν μερῶν ἐξιὼν καὶ πρὸς ἀνατολὰς ἡλίου διήκων. Ὃν οἱ θεώμενοι ἅπαντες ἐκδειματούμενοι ἐζήτουν, τίνων ὁ ἀστὴρ ἄγγελός ἐστιν. Ὁ δὲ αὐτοκράτωρ μηδὲ πάνυ τοῖς τοιούτοις προσέχων, ἀλλὰ φυσικῆς τινος ἐξηρτῆσθαι τὰ τοιαῦτα αἰτίας δοξάζων, ὅμως ἠρώτα τοὺς περὶ τὰ τοιαῦτα δεινούς. Μεταπεμψάμενος δὲ καὶ τὸν τῆς ἐπαρχίας τοῦ Βυζαντίου τὴν ἀξίαν πρῴην εἰληφότα Βασίλειον (ἀνὴρ δὲ οὗτος πολλὴν τὴν περὶ τὸν αὐτοκράτορα εὔνοιαν ἐνδεικνύμενος) περὶ τοῦ φανέντος ἀστέρος ἐπυνθάνετο.
PG 131:885Ὁ δὲ ἐς νέωτα φυλάξειν ἐπηγγείλατο τὴν ἀπόκρισιν καὶ ἀπελθὼν οὗ κατέλυε (τέμενος δὲ τοῦτο ἐπ’ ὀνόματι τοῦ εὐαγγελιστοῦ Ἰωάννου πάλαι ἀνοικοδομηθέν), ἐπεὶ πρὸς δυσμὰς ὁ ἥλιος ἦν, περιεσκόπει τὸν ἀστέρα. Διαπορουμένῳ δὲ καὶ καμόντι τοῖς λογισμοῖς ὑπνῶσαι συμβεβήκει καὶ τηνικαῦτα τὸν ἅγιον θεάσασθαι ἱερατικῶς ἐσταλμένον. Ὁ δὲ περιχαρὴς γεγονὼς οὐκέτ’ ὄναρ ἐδόκει, ἀλλ’ ὕπαρ ὁρᾶν. Ἔνθεν τοι καὶ γνωρίσας τὸν ἅγιον, ἔμφοβος γενόμενος, μεθ’ ὑποστολῆς ᾐτεῖτο τίνων ἀγγελτικὸς ὁ ἀστήρ ἐστι γνωρίσαι οἱ. Ὁ δὲ Κελτῶν κίνησιν προσημαίνειν τοῦτον ἔφη· «Τὸ δὲ σβέννυσθαι τὴν τούτων αὐτοῦ που κατάλυσιν δηλοῖ.» Ἀλλὰ περὶ μὲν τοῦ φανέντος ἀστέρος τοιαῦτα· ὁ δὲ βασιλεὺς τὴν Θεσσαλονίκην καταλαβών, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡτοιμάζετο πρὸς τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν ἐκπαιδεύων μὲν τοὺς νεολέκτους τόξον τε τείνειν καὶ βέλη κατὰ σκοποῦ πέμπειν καὶ περιφράττεσθαι θυρεῷ, ἀλλὰ καὶ ξενικὰς ἐξ ἀλλοδαπῶν διὰ γραμμάτων παρασκευάζων δυνάμεις, ἵν’, ὁπηνίκα καιρὸς καλοίη, θᾶττον παραγένωνται.
Πολλὴν δὲ καὶ τοῦ Ἰλλυρικοῦ ἐπεποίητο πρόνοιαν τήν τε πόλιν τὸ Δυρράχιον ἀσφαλισάμενος καὶ ἡγεμόνα ταύτης τὸν δεύτερον υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος Ἀλέξιον καταστησάμενος. Ἅμα δὲ κἀκ τῶν Κυκλάδων νήσων καὶ τῶν παρὰ θάλασσαν τῆς Ἀσίας πόλεων καὶ αὐτῆς τῆς Εὐρώπης στόλον παρεκελεύσατο ἀπαρτίσαι· πολλῶν δὲ παρεμποδιζόντων τὴν τοῦ στόλου κτίσιν διὰ τὸ μήπω τὴν τοῦ Βαϊμούντου κατεπείγειν διαπεραίωσιν, ὁ δ’ ὅμως οὐκ ἐπείθετο λέγων δεῖν εἶναι τὸν στρατηγὸν ἀνύστακτον φύλακα καὶ μὴ πρὸς τὰ ἐν ποσὶ μόνον παρασκευάζεσθαι, ἀλλὰ καὶ τὰ πόρρω ὁρᾶν μήτε μὴν φειδοῖ χρημάτων καιροῦ καλοῦντος ἀνέτοιμον φαίνεσθαι, καὶ μᾶλλον ὁπηνίκα ἔφοδον ἐχθροῦ αἴσθηται. Ταῦτα τοίνυν δεξιώτατα διαθέμενος, ἐκεῖθεν μεταναστὰς καταλαμβάνει τὴν Στρούμπιτζαν, κἀκεῖθεν αὖθις ἄχρι τοῦ Σλοπίμου. Μεμαθηκὼς δὲ καὶ τὴν Ἰωάννου τοῦ υἱοῦ τοῦ σεβαστοκράτορος ἧτταν κατὰ τῶν Δαλματῶν προαποσταλέντος δυνάμεις ἀποχρώσας ἐκπέμπει εἰς ἀρωγήν. Ὁ μὲν οὖν Βολκάνος εὐθὺς πονηρότατος ὢν ἐρωτᾷ πρὸς τὸν βασιλέα τὰ περὶ εἰρήνης καὶ τοὺς ζητηθέντας ὁμήρους ἐκπέμπει.
PG 131:887Ἐκεῖνος δὲ ἐγκαρτερήσας ἐπὶ ἐνιαυτὸν ἕνα καὶ μῆνας δύο, ὡς τὸν Βαϊμοῦντον ἔτι [ἐν] τοῖς τῆς Λογγιβαρδίας μέρεσι διατρίβοντα ἐπεπληροφόρητο, τοῦ χειμῶνος ἐπικαταλαμβάνοντος ἤδη, τοὺς στρατιώτας πρὸς τὰς σφῶν οἰκίας ἐξέπεμψεν, αὐτὸς δὲ τὴν Θεσσαλονίκην καταλαμβάνει. Ἐν δὲ τῷ τὴν πρὸς Θεσσαλονίκην ἀνύειν ἐτέχθη ὁ πρωτότοκος τῶν υἱῶν τοῦ πορφυρογεννήτου καὶ βασιλέως Ἰωάννου κατὰ τὴν Βαλαβίσταν συνεπαγόμενος ἐν τῷ τίκτεσθαι καὶ ἕτερον θῆλυ. Ἐκεῖσε γοῦν τὴν μνήμην τοῦ μεγαλομάρτυρος Δημητρίου ἐκτελέσας εἰσέρχεται εἰς τὴν μεγαλόπολιν. Γέγονε δὲ καί τι τοιοῦτον. Περὶ τὰ μέσα τοῦ Κωνσταντινίου φόρου, χαλκοῦς τις ἀνδριὰς ἵστατο καὶ πρὸς ἀνατολὰς ἀπέστραπτο ἐπὶ πορφυροῦ κίονος περιόπτου, σκῆπτρον μὲν κατέχων τῇ δεξιᾷ, τῇ δὲ λαιᾷ σφαῖραν ἀπὸ χαλκοῦ κατασκευασθεῖσαν. Ἐλέγετο δ’ οὖν εἶναι οὗτος Ἀπόλλωνος ἀνδριάς· Ἀνθήλιον δέ, οἶμαι, οἱ τῆς Κωνσταντίνου οἰκήτορες αὐτὸν προσηγόρευον. Ὃν ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος ἐκεῖνος καὶ τῆς πόλεως καὶ πατὴρ καὶ δεσπότης εἰς τὸ ἑαυτοῦ μετέθηκεν ὄνομα, Κωνσταντίνου αὐτοκράτορος ἀνδριάντα αὐτὸν προσειπών.
PG 131:889Ἐπεκράτησε δὲ ἡ ἀρχῆθεν τεθεῖσα προσηγορία τῷ ἀνδριάντι καὶ ἤτοι Ἀνήλιος ἢ Ἀνθήλιος ὑπὸ πάντων ἐλέγετο. Τοῦτον τὸν ἀνδριάντα ἐξ αἰφνιδίου πνεύσαντες ἄνεμοι πλατύτατοι λίβες ἐκεῖθέν τε ὧσαν καὶ εἰς γῆν ἔρριψαν, περὶ τὸν ταῦρον τοῦ ἡλίου τότε ὁδεύοντος. Ὅπερ οὐκ ἀγαθὸς οἰωνὸς τοῖς πλείοσιν ἔδοξε καὶ μᾶλλον, ὁπόσοι μὴ καλῶς πρὸς τὸν αὐτοκράτορα εἶχον· ὑπεψιθύριζον γὰρ τὸν τοῦ βασιλέως θάνατον τὸ συμβὰν προμηνύειν. Ὁ δέ· «Ζωῆς καὶ θανάτου ἕνα κύριον ἐπίσταμαι, ἔλεγε, πτώσεις δὲ εἰδώλων θάνατον ἐπάγειν οὐδ’ ὅλως πιστεύειν ἔχω. Ὁπηνίκα γὰρ Φειδίας τις, φέρε εἰπεῖν, ἤ τις τῶν λιθοξόων λίθον ἀποξέσας εἴδωλον ἀπεργάσοιτο, ἀναστήσει μὲν καὶ νεκρούς, παράξει δὲ καὶ ἔμψυχα; Καὶ εἰ ταῦτα, τῷ τῶν ἁπάντων Δημιουργῷ τί καταλειφθήσεται; »Ἀποκτενῶ γὰρ καὶ ζῆν ἐγὼ ποιήσω«, φησί. Καὶ οὐχὶ τοῦδε ἢ τοῦδε εἰδώλου πτῶσις ἢ ἀνέγερσις.» Καὶ γὰρ τὰ πάντα τῇ μεγίστῃ τοῦ Θεοῦ ἀνετίθει Προνοίᾳ. Κυκεὼν δὲ κατὰ τοῦ αὐτοκράτορος ἄλλος αὖθις κακῶν ἐξεγήγερτο, ὃς οὐχ ὑπὸ τῶν τυχόντων ἐξηρτύετο ἤδη.
Ἄνδρες γάρ τινες, ἐπ’ ἀνδρείᾳ καὶ γένους εὐκλείᾳ μεγάλα αὐχοῦντες, κατὰ τοῦ βασιλικοῦ ἐμελέτησαν σώματος φόνιον πνέοντες. Καὶ θαυμάζω, ἐνταῦθα τῆς ἱστορίας γεγονυῖα, πόθεν τοσοῦτον πλῆθος κακῶν τὸν βασιλέα περιεστοίχισεν· οὐδὲν γάρ, οὐδὲν ἦν οὐδ’ ὁποθενοῦν, ὃ μὴ κατ’ αὐτοῦ ἐκεκίνητο. Τά τε γὰρ ἔνδον ἀποστασίας ἦσαν μεστὰ καὶ τὰ ἔξωθεν ἐπαναστάσεως ἔγεμε. Καὶ μήπω πρὸς τὰ ἔνδον τοῦ αὐτοκράτορος ἀντικαταστάντος τἀκτὸς πάντα περιεφλέγμαινε, βαρβάρους ἅμα καὶ τοὺς ἔνδον τυράννους τῆς Τύχης αὐτῆς ὥσπερ τινὰς Γίγαντας αὐτοφυεῖς ἀναβλαστανούσης, καίτοι τοῦ βασιλέως ἅπαντα πρὸς τὸ ἡμερώτερον καὶ φιλανθρωπότερον ἐπιτροπεύοντος καὶ διοικονομουμένου τὰ πράγματα, καὶ οὐκ ἔστιν ὅντινα μὴ τοῖς ἀγαθοῖς κατακλύζοντος. Τοὺς μὲν γὰρ καὶ ἀξιωμάτων τιμαῖς κατεκύδαινε καὶ δωρεαῖς μεγάλαις καταπλουτίζων ἀεὶ οὐκ ἀνῆκε· τοὺς δὲ ὁπουδήποτε βαρβάρους, ἀφορμὰς μὴ διδοὺς πολέμων μηδ’ ἀνάγκην ἐπάγων αὐτός, ἀνασοβοῦντας ὅμως ἀνέστελλεν, ὡς ἔστι κακῶν στρατηγῶν, τῶν πραγμάτων ἡσυχαζόντων, αὐτοὺς ἐξεπίτηδες ἀνερεθίζειν τοὺς πέριξ εἰς πόλεμον.
PG 131:891Εἰρήνη μὲν γὰρ τέλος ἐστὶ πολέμου παντός, τὸ δ’ ἀνθελέσθαι ἀεὶ αὐτόθεν τὸ ἕνεκά του .... καὶ τοῦ ἀγαθοῦ τέλους ἀεὶ ἀμελεῖν, τοῦτο ἀνοήτων ἐστὶ στρατηγῶν καὶ δημαγωγῶν καὶ ὄλεθρον πραγματευομένων τῆς πόλεως. Ἀλλ’ ὁ βασιλεὺς Ἀλέξιος τοὐναντίον ἅπαν ἐποίει καὶ τοῦ εἰρηνεύειν ἐκτόπως ἐπεμελεῖτο καὶ .... παροῦσαν ἀεὶ πανταχόθεν συνεῖχε καὶ ἀπούσης ἐπηγρύπνει πολλάκις, ὅπως ἐπανέλθοι. Καὶ ἦν ὁ αὐτὸς κατὰ φύσιν μὲν εἰρηνικός, ἀναγκαζόντων δὲ τῶν πραγμάτων πολεμικώτατος. Καὶ ἔγωγ’ ἂν φαίην θαρρούντως περὶ τοῦ ἀνδρὸς ἐκείνου, ὡς ἄρα τοῦ βασιλικοῦ χαρακτῆρος, πολλοῦ χρόνου καταλελοιπότος τὰ τῶν Ῥωμαίων βασίλεια, ἐπ’ αὐτοῦ καὶ μόνου ἐπανεληλυθέναι τρόπον τινὰ τότε πρώτως τῇ Ῥωμαίων ἡγεμονίᾳ ἐπιξενουμένου. Ἀλλ’ ὅπερ ἔλεγον τοῦ λόγου ἀρχομένη, ὅτι θαυμάζειν ἔχω τὴν τοσαύτην τῶν πραγμάτων τῶν πολεμικῶν ἐπίχυσιν· τά τε γὰρ ἔξω καὶ τἄνδον πάντα ἦν ἰδεῖν κυμαινόμενα πανταχόθεν.
Ἀλλ’ ὅ γε βασιλεὺς Ἀλέξιος καὶ τὰ ἀφανῆ τῶν ἐχθρῶν καὶ κρύφια καὶ προῃσθάνετό τε καὶ παντοδαποῖς μηχανήμασι πόρρω τὰς βλάβας ἀπήλαυνε, καὶ πρὸς τοὺς ἔνδοθεν τυράννους καὶ πρὸς τοὺς ἔξωθεν βαρβάρους ἀνταγωνιζόμενος ἀεὶ προφθάνων ὀξύτητι νοῦ τὰς τῶν ἐπιβουλευόντων ἐπιβουλὰς καὶ ἀνακόπτων τὰς τούτων ὁρμάς. Καὶ ἔγωγε στοχάζομαι ἀπὸ τῶν πραγμάτων αὐτῶν τὴν Τύχην τῆς βασιλείας, ὅτι πανταχόθεν συνέρρευσε τὰ δεινὰ καὶ ἐτετάρακτο αὐτό τε τὸ σῶμα τῆς πολιτείας καὶ πᾶν ἀλλότριον ἐμεμήνει κατὰ τῆς βασιλείας Ῥωμαίων, ὡς εἴ τις οὕτως ἔχοι κακῶς, ὥστε καὶ ὑπὸ τῶν ἀλλοδαπῶν πολεμεῖσθαι καὶ ὑπὸ τῶν οἰκείων κατατρύχεσθαι τὰς σάρκας διαμασσώμενον, τοῦτον δὲ ἀνεγεῖραι τὴν Πρόνοιαν, ἵνα πρὸς τὰ πανταχόθεν κακὰ ἀντιμηχανῷτο, ὥσπερ δὴ καὶ τὸ τηνικαῦτα συνιδεῖν ἔδει. Ὅ τε γὰρ Βαϊμοῦντος ὁ βάρβαρος ὁ πολλάκις ἡμῖν εἰρημένος ἐξηρτύετο κατὰ τῶν σκήπτρων Ῥωμαίων βαρύτατον στράτευμα ἐπαγόμενος καὶ τὸ τυραννικὸν τοῦτο πλῆθος ἑτέρωθεν ἀντεπηγείρετο, καθάπερ ἄνωθεν τοῦ λόγου πεπροοιμίασται.
PG 131:893Τέσσαρες μὲν ἦσαν οἱ ξύμπαντες οἱ τῆς βουλῆς καταρχόμενοι, Ἀνεμάδες τὴν ἐπωνυμίαν, τὰς κλήσεις ὁ μὲν Μιχαήλ, ὁ δὲ Λέων, ὁ ἕτερος ..., ὁ ἄλλος ... προςηγορεύετο. Ἀδελφοὶ δ’ ἦσαν καὶ τὰ σώματα πρότερον καὶ τότε τὴν γνώμην· εἰς ταὐτὸ γὰρ ἅπαντες συνεφρόνησαν, ἀποκτεῖναί τε τὸν αὐτοκράτορα καὶ τῶν βασιλικῶν ἐπιλήψεσθαι σκήπτρων. Συνυπήγοντο δὲ αὐτοῖς καὶ ἕτεροι τῶν εὐγενῶν, οἵ τε Ἀντίοχοι γένους ὄντες περιφανοῦς καὶ οἱ Ἐξαζηνοὶ καλούμενοι, ὅ τε Δούκας καὶ ὁ Ὑαλέας, ἄνδρες ἐκθυμότατοι τῶν πώποτε γεγενημένων πρὸς μάχας, πρὸς δὲ καὶ Νικήτας ὁ Κασταμονίτης καὶ Κουρτίκιός τις καὶ ὁ Βασιλάκιος Γεώργιος. Οὗτοι μὲν οὖν ἦσαν τοῦ στρατιωτικοῦ καταλόγου πρωτεύοντες, τῆς δέ γε συγκλήτου ὁ Σολομῶν Ἰωάννης. Ὃν διὰ πλούτου περιουσίαν καὶ γένους λαμπρότητα βασιλέα χρίσειν ὁ Μιχαὴλ ὁ καὶ κορυφαῖος τῆς τετρακτύος τῶν Ἀνεμάδων σχηματιζόμενος ἐπηγγέλλετο. Ὁ δὲ Σολομῶν οὗτος τῆς συγκλήτου λογάδος τὰ πρῶτα φέρων οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν συνεξηπατημένων αὐτῷ βραχύτατος μὲν ἦν τὴν ἡλικίαν, κουφότατος δὲ τὴν γνώμην. Ἀριστοτελικῶν τε καὶ Πλατωνικῶν μαθημάτων ᾤετο εἰς ἄκρον ἐληλυθέναι·
οὐ μὴν εὖ ἧκε τῆς φιλοσόφου εἰδήσεως, ἀλλ’ ὅμως ἐτετύφωτο διὰ περιουσίαν κουφότητος. Λοιπὸν πρὸς τὴν βασιλείαν ὅλοις ἱστίοις ἀπένευε καθάπερ ὑπὸ τούτων τῶν Ἀνεμάδων ἐμπνεόμενος. Ἀλλ’ ἦσαν ἄρα τὰ πάντα πλάνοι. Οὐ γὰρ εἶχον ἐν νῷ τοῦτον οἱ ἀμφὶ τὸν Μιχαὴλ ἐς τὸν βασιλικὸν θρόνον ἀναγαγεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τῇ κουφότητι τοῦ ἀνδρὸς καὶ τῷ πλούτῳ πρὸς τὴν ἰδίαν ἐπιχείρησιν ἀπεχρῶντο. Ἀεί τι ἐκεῖθεν τοῦ χρυσοῦ ῥεύματος ἐπισπῶντες καὶ ταῖς ἐλπίσι τῆς βασιλείας ποιοῦντες ὑπότυφον ὅλον ἑαυτοῖς τιθασσὸν ἐποιήσαντο γνώμης τοιαύτης ἔχοντες, ὡς εἰ εὔοδα πράξαιεν καὶ ἡ Τύχη αὐτοῖς εὐνούστερόν πως ἐνατενίσειε, τὸν μὲν παραγκωνίσαιντο ἀφέντες ψαίρειν ἐπὶ πελάγους, αὐτοὶ δὲ τῶν σκήπτρων ἀνθέξοιντο μικράν τινα δόξαν καὶ εὐετηρίαν αὐτῷ ἀπονείμαντες. Οἱ μέντοι γε πρὸς ἐκεῖνον λόγοι τῆς ἐπιβουλῆς οὐ φόνον τοῦ αὐτοκράτορος ἐπηγγέλλοντο οὐδὲ ξιφουλκίας ἐμέμνηντο, οὐ μάχης οὐδὲ πολέμων, ἵνα μὴ καταπτοήσαιεν τὸν ἄνδρα, πάλαι τοῦτον εἰδότες πρὸς ἅπαν εἶδος πολέμου δειλότατον. Τοῦτον τοίνυν τὸν Σολομῶντα ὥσπερ δὴ κορυφαιότατον. τῶν ἄλλων ἐνηγκαλίσαντο.
PG 131:895Συνυπήχθησαν δὲ τῇ τούτων βουλῇ καὶ ὁ Σκληρὸς καὶ ὁ τὴν ἐπαρχίαν τῆς Κωνσταντίνου τῷ τότε διηνυκὼς Ξηρός. Ὁ μέντοι Σολομῶν κουφοτέρας ὢν γνώμης, καθάπερ ἄνωθεν εἴρηται, καὶ μηδὲν τῶν παρὰ τοῦ Ἐξαζηνοῦ καὶ τοῦ Ὑαλέα καὶ αὐτῶν δὴ τῶν Ἀνεμάδων μελετωμένων συνείς, ἐν χερσὶν ἤδη τὴν βασιλείαν Ῥωμαίων κατέχειν οἰόμενος, προσωμίλει τισὶ καὶ ὑπεποιεῖτο ὑποσχέσεσι δωρεῶν καὶ ἀξιωμάτων τούτους ὑπαγόμενος. Φοιτήσας δέ ποτε πρὸς αὐτὸν ὁ τοῦ δράματος κορυφαῖος Μιχαὴλ ὁ Ἀνεμᾶς καὶ θεασάμενος ὁμιλοῦντά τινι ἐπυνθάνετο, τί ἂν εἴη τὸ λεγόμενον. Ὁ δὲ Σολομῶν μετὰ τῆς συνήθους ἁπλότητος φησιν ὡς «Ἀξίωμα αἰτήσας ἡμᾶς καὶ λαβὼν τὴν ὑπόσχεσιν συνέθετο κοινωνὸς ἡμῖν τῆς βουλῆς τῶν πάντων ἔσεσθαι». Ὁ δὲ μωρίαν τούτου καταψηφισάμενος καὶ περίφοβος γεγονώς, ὡς μηδ’ ὅλως ἐχεμυθεῖν πεφυκότα διαγνούς, οὐκέθ’ ὡς τὸ πρότερον πρὸς αὐτὸν ἐφοίτα. Οἱ μὲν οὖν στρατιῶται, τοὺς Ἀνεμάδας φημὶ καὶ Ἀντιόχους καὶ τοὺς τούτων συνωμότας, κατὰ τοῦ βασιλικοῦ τὴν σκαιωρίαν ἐποιοῦντο σώματος, ἵν’, ὁπηνίκα καιροῦ εὐθέτου τύχοιεν, παρευθὺ τὸν μελετώμενον κατὰ τοῦ αὐτοκράτορος φόνον εἰς ἔργον προάξωσιν.
Ὡς δὲ παρὰ τῆς Προνοίας ἄδεια οὐδεμία τούτοις ἐδίδοτο καὶ ὁ καιρὸς παρερρύετο, πτοηθέντες μὴ κατάφωροι γένωνται, ὃν ἐπεζήτουν καιρὸν ἔδοξαν εὑρηκέναι. Ἐπεὶ γὰρ ὁ αὐτοκράτωρ μετὰ τὸ διυπνισθῆναι κατὰ δείλην ἑῴαν τὴν ἐκ τῶν πολλῶν φροντίδων ἐγγινομένην ἅλμην καταγλυκαίνειν ἐθέλων ἐνίοτε συμπαίστορας εἶχε τῶν συγγενέων τινὰς παίζων τὸ ζατρίκιον (παιδιὰ δὲ τοῦτο ἐκ τῆς τῶν Ἀσσυρίων τρυφῆς ἐξευρημένον καὶ εἰς ἡμᾶς ἐκεῖθεν ἐληλυθός), οἱ τὴν τυραννικὴν ἐξοπλίσαντες χεῖρα διὰ τοῦ βασιλικοῦ κοιτωνίσκου ἔμελλον ὡς εἰς τὸν βασιλέα χωρῆσαι τὸν φόνον ὠδίνοντες. Ὁ δέ τοι βασιλικὸς κοιτωνίσκος οὗτος, οὗπερ οἱ βασιλεῖς ἔτυχον εὐναζόμενοι, κατὰ τὴν εὐώνυμον κεῖται πλευρὰν τοῦ ἐπ’ ὀνόματι τῆς Θεομήτορος ἀνεγηγερμένου τεμένους κατὰ τὰ ἀνάκτορα, κἂν οἱ πολλοὶ τὸ τοῦ μεγαλομάρτυρος Δημητρίου ὄνομα ταύτῃ ἐπέγραφον. Κατὰ δὲ τὴν δεξιὰν αἴθριον ἔδαφος ἦν ὑπὸ μαρμάρων κατεστρωμένον, καὶ ἡ πρὸς τοῦτο ἐξάγουσα πύλη τοῦ τεμένους ἄνετος πᾶσι τοῖς ἐθέλουσιν ἦν.
PG 131:897Ἐκεῖθεν οὖν ἐσκέψαντο εἰσελθεῖν εἴσω τοῦ τεμένους καὶ τὰς τὸν βασιλικὸν κοιτωνίσκον ἀποκλειούσας κατεάξαι πύλας κᾆθ’ οὕτως εἰσελθόντες ἀνελεῖν διὰ ξίφους τὸν αὐτοκράτορα. Ἀλλὰ ταῦτα μὲν οἱ μιαιφόνοι ἐκεῖνοι ἄνδρες κατὰ τοῦ μηδὲν ἠδικηκότος διεσκοποῦντο· ἔσφηλε δὲ τὴν τούτων βουλὴν ὁ Θεός. Δηλωθέντος δὲ τοῦ δράματος διά τινος τῷ αὐτοκράτορι παραχρῆμα μετεπέμποντο ἅπαντες. Πρῶτον μὲν οὖν Ἰωάννην τὸν Σολομῶντα καὶ Γεώργιον τὸν Βασιλάκιον εἰς τὰ ἀνάκτορα εἰσαχθῆναι ὁ βασιλεὺς ἐπέτρεψεν ἐγγυτέρω γενομένους τοῦ οἰκίσκου, ἐν ᾧπερ αὐτὸς ἐτύγχανεν ὢν μετὰ τῆς περὶ αὐτὸν συγγενείας, ἵνα διά τινων ἐξερωτῴη αὐτούς, ἁπλουστέρου φρονήματος τούτους πάλαι γινώσκων κἀκ τούτου ῥᾳδίως τὰ βεβουλευμένα μεμαθηκέναι οἰόμενος. Ὡς δὲ πολλάκις ἐρωτώμενοι ἔξαρνοι ἦσαν, ἔξεισιν ὁ σεβαστοκράτωρ Ἰσαάκιος καὶ πρὸς τὸν Σολομῶντα ἀπονεύσας ἔφη· «Οἶσθα πάντως, Σολομῶν, τὴν τοῦ ἐμοῦ ἀδελφοῦ καὶ βασιλέως ἀγαθότητα. Εἰ μὲν τὰ βεβουλευμένα πάντα ἀπαγγείλῃς, συμπαθείας παραχρῆμα ἀξιωθήσῃ, εἰ δ’ οὐκ, ἀνηκέστοις βασάνοις παραδοθήσῃ».
PG 131:899Ὁ δὲ ἐνατενίσας καὶ τοὺς περικυκλοῦντας τὸν σεβαστοκράτορα βαρβάρους θεασάμενος ἐπὶ τῶν ὤμων τὰ ἑτερόστομα ξίφη κραδαίνοντας, ἔντρομος γεγονώς, παραχρῆμα ἅπαντα ἀπαγγέλλει τούς τε συνίστορας ὁμολογήσας, μηδὲν δὲ περὶ τοῦ φόνου εἰδέναι διισχυριζόμενος. Εἶτα παραδοθέντες τοῖς τὴν φυλακὴν τούτων ἐμπεπιστευμένοις τῶν ἀνακτόρων καὶ διαιρεθέντες ἔμφρουροι γεγόνασι. Τοὺς δέ γε λοιποὺς αὖθις ἠρώτων περὶ τοῦ δράματος. Ὁμολογήσαντες δὲ ἅπαντα καὶ μηδὲ τὸν φόνον ἐπικρύψαντες, ἐπεὶ οἱ στρατιῶται τοῦτον μεμελετηκέναι ἐγνώσθησαν καὶ μᾶλλον ὁ Ἀνεμᾶς Μιχαήλ, ὁ καὶ τῆς βουλῆς κορυφαῖος, ὁ καὶ κατὰ τοῦ αὐτοκράτορος φόνιον πνέων, ἅπαντας περιορίσας καὶ τὰς σφῶν ἐδήμευσε περιουσίας. Ὁ μέντοι οἶκος τοῦ Σολομῶντος περιφανὴς ὢν ἐδόθη πρὸς τὴν Αὔγουσταν· ἐκείνη δέ, ὁποία περὶ τὰ τοιαῦτα, οἶκτον λαβοῦσα τῆς τοῦ Σολομῶντος ὁμευνέτιδος, ἀπεχαρίσατο τοῦτον αὐτῇ μηδὲ τὸ τυχὸν ἐκεῖθεν ἀφελομένη. Τὸν μέντοι Σολομῶντα ἔμφρουρον εἶχεν ἡ Σῳζόπολις·
τὸν δὲ Ἀνεμᾶν καὶ τοὺς σὺν αὐτῷ ὡς πρωταιτίους καὶ τὴν ἐν χρῷ κουρὰν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ψιλώσας διὰ μέσης πομπεῦσαι τῆς ἀγορᾶς παρεκελεύσατο, εἶτα ἐξορυχθῆναι τοὺς ὀφθαλμούς. Παραλαβόντες οὖν τούτους οἱ σκηνικοὶ καὶ σάκκους περιβαλόντες, τὰς δὲ κεφαλὰς ἐντοσθίοις βοῶν καὶ προβάτων ταινίας δίκην κοσμήσαντες, ἐν βουσὶν ἀναγαγόντες καὶ ἐγκαθίσαντες οὐ περιβάδην, ἀλλὰ κατὰ θατέραν πλευρὰν τούτους διὰ τῆς βασιλικῆς ἦγον αὐλίδος. Ῥαβδοῦχοι ἔμπροσθεν τούτων ἐφαλλόμενοι καὶ ᾀσμάτιόν τι γελοῖον καὶ κατάλληλον τῇ πομπῇ προσᾴδοντες ἀνεβόων, λέξει μὲν ἰδιώτιδι διηρμοσμένον, νοῦν δὲ ἔχον τοιοῦτον. Ἐβούλετο γὰρ τὸ ᾆσμα πάνδημον πᾶσι παρακελεύεσθαι ... τε καὶ ἰδεῖν τοὺς τετυραννευκότας τούτους κερασφόρους ἄνδρας, οἵτινες τὰ ξίφη κατὰ τοῦ αὐτοκράτορος ἔθηξαν. Ἅπασα μὲν οὖν ἡλικία εἰς τὴν τοιαύτην θέαν συνέτρεχεν, ὡς καὶ ἡμᾶς, τὰς τοῦ βασιλέως θυγατέρας, ἐξελθούσας λαθραίαν τὴν θέαν ποιεῖσθαι.
PG 131:901Ὡς δὲ τὸν Μιχαὴλ ὡς πρὸς τὰ ἀνάκτορα ἐθεάσαντο ἐνατενίζοντα καὶ χεῖρας ἱκέτιδας ἐς οὐρανὸν αἴροντα, αἰτούμενον ἐν σχήματι χεῖρας ἐξ ὤμων ἀφαιρεθῆναι καὶ πόδας ἐκ γλουτῶν αὐτῶν καὶ κεφαλὴν αὐτὴν ἀποτμηθῆναι, ἅπασα φύσις πρὸς δάκρυον καὶ οἰμωγὰς κεκίνηται, καὶ μᾶλλον ἡμεῖς, αἱ τοῦ βασιλέως θυγατέρες. Ἐγὼ δὲ, βουλομένη τὸν ἄνδρα τοῦ τοιούτου ῥύσασθαι κακοῦ, τὴν βασιλίδα καὶ μητέρα ἅπαξ καὶ δὶς προὐκαλούμην ἐς θέαν τῶν πομπευομένων. Ἐκηδόμεθα γὰρ τῶν ἀνδρῶν τοῦ αὐτοκράτορος χάριν, εἰρήσεται γὰρ τἀληθές, μὴ τοιούτων ἀποστεροῖτο στρατιωτῶν καὶ μᾶλλον τοῦ Μιχαήλ, ὅσῳ καὶ βαρυτέρα ἡ κατ’ αὐτοῦ ψῆφος ἐξενήνεκτο. Ὁρῶσα ὁπόσον αὐτὸν ἐξεταπείνου ἡ ξυμφορά, ὅπερ οὖν ἔλεγον, ἐξεβιαζόμην τὴν μητέρα τὴν ἐμαυτῆς, εἴ πως τοῦ κινδύνου ῥυσθεῖεν οἱ ἄνδρες ἤδη τούτοις ἐγγύθεν ἐφεστηκότος. Σχολαιοτέραν γὰρ τὴν πορείαν οἱ σκηνικοὶ ἐποιοῦντο, χώραν πραγματευόμενοι συμπαθείας τοῖς μιαιφόνοις.
Ὡς δ’ ἐκείνη ἀπώκνει τὴν ἔλευσιν (καθῆστο γὰρ μετὰ τοῦ αὐτοκράτορος, οὗ τὰς πρὸς Θεὸν ἐντεύξεις κοινῇ ἐποιοῦντο ἐνώπιον τῆς Θεομήτορος), κατελθοῦσα καὶ ἔξω τῶν πυλῶν περίφοβος ἑστηκυῖα, ἐπεὶ μὴ ἀπεθάρρουν τὴν εἴσοδον, νεύμασι τὴν βασίλισσαν προὐκαλούμην. Καὶ δὴ πεισθεῖσα εἰς τὴν θέαν ἀνέρχεται, καὶ θεασαμένη τὸν Μιχαὴλ ᾤκτειρέ τε καὶ δάκρυον ἐπαφεῖσα τούτῳ θερμὸν ἐπανατρέχει πρὸς τὸν αὐτοκράτορα, ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐξαιτουμένη χαρίσασθαι τῷ Μιχαὴλ τοὺς ὀφθαλμούς. Καὶ παραχρῆμα πέμπεται ὁ τοὺς δημίους ἀπείρξων· καὶ δὴ σπεύσας προφθάνει τούτους ἔνδοθεν τῶν λεγομένων χειρῶν, ἃς ὁ διαβὰς οὐκέτι ῥύεται τοῦ δεινοῦ. Οἱ γὰρ τὰς χαλκᾶς ταυτασὶ χεῖρας βασιλεῖς πήξαντες ἐπί τινος ὑψηλοτάτης περιωπῆς καὶ μετεώρου λιθίνης ἁψῖδος τοῦτο κρατῆσαι ἐβούλοντο ὡς, εἰ μέν τις ἐντὸς τούτων γένοιτο, ὃν ὁ νόμος θανάτῳ κατέκρινε, καὶ μεταξὺ τῆς ὁδοῦ φθάσοι τὰ τῆς αὐτοκρατορόθεν φιλανθρωπίας, ἐλεύθερος ἔσται τῆς συμφορᾶς, ὡς τῶν χειρῶν τοῦτο σημαινουσῶν, ὅτι ὁ βασιλεὺς τούτους πάλιν ἐνηγκαλίσατο καὶ ὅλαις κατέσχε χερσὶ καὶ μήπω τῶν τῆς φιλανθρωπίας χειρῶν ἀπολέλυκεν.
PG 131:903Εἰ δ’ ὑπερβαῖεν ἐκείνας, σύμβολόν ἐστι τοῦτο ὡς δῆθεν καὶ τὸ βασίλειον κράτος τούτους ἀπώσατο. Τῆς Τύχης οὖν ἐστι [τὰ] τῶν ὑπὸ τὴν τιμωρίαν ἀνθρώπων, ἣν ἐγὼ θείαν ψῆφον εἶναι λογίζομαι, καὶ δεῖ καλεῖν ἐκείνην εἰς ἀρωγήν. Ἢ γὰρ τὰ τῆς συμπαθείας ἐντὸς ἔφθακε τῶν χειρῶν καὶ ἐξῄρηντο τῶν κινδύνων οἱ δυστυχοῦντες, ἢ τὰς χεῖρας παρωδευκότες καὶ πόρρω σωτηρίας εἰσίν. Ἐγὼ δὲ τὸ πᾶν εἰς τὴν τοῦ Θεοῦ ἀνατίθημι Πρόνοιαν, ἣ καὶ τότε τὸν ἄνδρα τῆς ἐξορύξεως τῶν ὀμμάτων τοῦτον ἐξείλετο. Θεὸς γὰρ ἡμᾶς, ὡς ἔοικε, τὸ τηνικαῦτα ἐκίνησεν εἰς τὴν τούτου συμπάθειαν. Ὁ γάρ τοι τῆς σωτηρίας ἄγγελος σπεύσας ἔνθεν τῆς ἁψῖδος, ἐν ᾗ αἱ χαλκαῖ χεῖρες ἦσαν ἐμπεπηγμέναι, τὸ τῆς συμπαθείας γραμμάτιον ἐπιδοὺς τοῖς τὸν Μιχαὴλ ἄγουσιν ἐκεῖθεν τοῦτον λαβὼν ὑπέστρεφε. Καὶ καταλαβὼν τὸν ἀγχοῦ τῶν ἀνακτόρων ᾠκοδομημένον πύργον κεῖθι τοῦτον καθεῖρξε· τοῦτο γὰρ ποιῆσαι κεκέλευστο. Οὔπω δ’ οὗτος τῆς εἱρκτῆς ἠλευθεροῦτο καὶ τὸν Γρηγόριον αὖθις ἡ τοῦ Ἀνεμᾶ εἶχεν εἱρκτή.
PG 131:905Πύργος δ’ ἦν εἷς τις τῶν ἀγχοῦ τῶν ἐν Βλαχέρναις ἀνακτόρων διακειμένων τειχῶν τῆς πόλεως, ὁ τοῦ Ἀνεμᾶ καλούμενος, ὥσπερ τι λάχος τὴν ἐπωνυμίαν ταυτηνὶ κληρωσάμενος διὰ τὸ πρώτως τὸν Ἀνεμᾶν σιδηρόδετον δέξασθαι ἐπὶ πολὺν ἐν αὐτῷ χρονοτριβήσαντα χρόνον. Καὶ γὰρ ἐπινεμήσεως παριππευούσης δωδεκάτης δοὺξ προβληθεὶς Τραπεζοῦντος ὁ ἤδη ῥηθεὶς Γρηγόριος ἀποστασίαν πάλαι ὠδίνων ἐν τῷ πρὸς Τραπεζοῦντα ἀπέρχεσθαι εἰς φῶς ἐξήγαγε τὸ ἀπόρρητον. Ἐπανιόντι γὰρ πρὸς τὴν Κωνσταντινούπολιν τῷ Δαβατηνῷ τῆς δουκικῆς ἀρχῆς εἰς τὸν Ταρωνίτην μετατεθείσης συναντήσας, δεσμώτην εὐθὺς αὐτὸν καὶ ἔμφρουρον εἰς Τήβενναν εἶχεν, οὐ τὸν Δαβατηνὸν δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν Τραπεζουντίων ἱκανοὺς καὶ αὐτὸν δὴ τὸν τοῦ Βακχηνοῦ ἀδελφιδοῦν. Ἐπεὶ δὲ τῶν δεσμῶν καὶ τῆς εἱρκτῆς οὐκ ἐλύοντο, ὁμοφρονήσαντες ἅπαντες τοὺς μὲν φρουροῦντας αὐτοὺς τοῦ ἀποστάτου αἰκίαις καθυποβαλόντες ἔξω τῶν τειχῶν ἐξαγαγόντες πόρρω που ἀπήλασαν, αὐτοὶ δὲ τὴν Τήβενναν σφετερισάμενοι κατεῖχον.
Ὁ δ’ αὐτοκράτωρ πολλάκις διὰ γραφῶν ποτὲ μὲν μετεπέμπετο αὐτόν, ποτὲ δὲ καὶ ξυνεβούλευε τῆς κακίστης ἀποστῆναι πράξεως, εἰ βούλοιτο συμπαθείας τυχεῖν καὶ εἰς τὴν προτέραν ἀναχθῆναι κατάστασιν, ἐνίοτε δὲ καὶ ἠπείλει, εἰ μὴ πείθοιτο. Ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ὑπακούειν τοῦ αὐτοκράτορος τὰ λῴονα συμβουλεύοντος, ὡς καὶ γραφὴν πολύστιχον πρὸς αὐτὸν ἐκπεπομφέναι καθαπτομένην οὐ μόνον τῶν τῆς συγκλήτου καὶ τοῦ στρατοῦ λογάδων, ἀλλὰ καὶ αὐτῶν δὴ τῶν συγγενῶν καὶ γαμβρῶν τοῦ αὐτοκράτορος. Ἐκ ταυτησὶ δὲ τῆς γραφῆς διαγνοὺς αὐτὸν ὁ αὐτοκράτωρ καθ’ ἑκάστην ἐπὶ τὸ χεῖρον προβαίνοντα καὶ εἰς παντελῆ ἀπόνοιαν ἤδη συνελαυνόμενον καὶ ἀπογνοὺς αὐτοῦ παντάπασι τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως ἐφισταμένης Ἰωάννην τὸν ἴδιον ἀδελφιδοῦν τῆς πρωτοτόκου αὐταδέλφης, ἐξάδελφον δὲ πατρόθεν τοῦ ἀποστάτου πέμπει κατ’ αὐτοῦ κατὰ πρῶτον μὲν λόγον μᾶλλον συμβουλευόμενον τὰ σωτήρια, οἰόμενος πεισθῆναι τούτῳ διὰ τὴν ἐκ τῆς συγγενείας γνησιότητα καὶ τὴν ἐκ ταὐτοῦ αἵματος ἀμφοῖν κοινωνίαν· εἰ δὲ μὴ βούλοιτο, ἀνδρικῶς ἀντικαταστῆναι διά τε ξηρᾶς καὶ θαλάσσης πολλὰς συνεπαγόμενον δυνάμεις.
PG 131:907Μαθὼν δὲ τὴν τούτου ἔλευσιν ὁ Ταρωνίτης Γρηγόριος ἐξελθὼν ὡς πρὸς Κολώνειαν ἀπῄει (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον καὶ ἀνάλωτον) ἐφ’ ᾧ μετακαλέσασθαι τὸν Τανισμάνην εἰς ἀρωγήν. Τοῦτο ἐν τῷ ἀπιέναι μεμαθηκὼς ὁ Ἰωάννης, τοὺς Κελτοὺς τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος καὶ λογάδας Ῥωμαίους κατ’ αὐτοῦ ἐξέπεμψεν, οἳ καὶ προκαταλαβόντες καρτερὰν τὴν μετ’ αὐτοῦ ἀνεδήσαντο μάχην. Δύο δὲ γενναῖοι ἐντυχόντες αὐτῷ κατέσχον διὰ τῶν δοράτων καταβαλόντες τοῦ ἵππου. Κᾆθ’ οὕτως ἀναλαβόμενος αὐτὸν ὁ Ἰωάννης ζωγρίαν ἄγει τῷ αὐτοκράτορι ἐπομοσάμενος μηδὲ θεάσασθαι αὐτὸν τὸ παράπαν, μήτε ὁμιλίας ἀξιῶσαι κατὰ τὴν ὁδόν, πολλὰ δὲ ὅμως ὑπὲρ αὐτοῦ παρεκάλει τὸν αὐτοκράτορα, ἐκείνου ὑποκρινομένου τῶν ὀμμάτων αὐτὸν βούλεσθαι ἀποστερῆσαι. Μόγις οὖν ὁ αὐτοκράτωρ τὴν ὑπόκρισιν παρεγύμνωσε κατανεύσας δῆθεν ταῖς αὐτοῦ παρακλήσεσι, πολλὰ παρεγγυησάμενος μὴ ἔκφορον τὸν λόγον ποιήσασθαι. Μετὰ δὲ τρίτην ἡμέραν, τὴν ἐν χρῷ κουρείαν κειράμενον τὴν κεφαλήν τε καὶ τὸν πώγωνα διὰ μέσης περιαχθῆναι τῆς ἀγορᾶς ἐκέλευσε, κᾆθ’ οὕτως εἰς τὸν ἤδη ῥηθέντα πύργον τοῦ Ἀνεμᾶ εἰσαχθῆναι.
Ἐπεὶ δὲ καὶ ἔμφρουρος ὢν ἀσύνετος ἦν ἀπονοίας ῥήματα πρὸς τοὺς δεσμοφύλακας ὁσημέραι ἀποφοιβάζων, πολλῆς παρὰ τοῦ αὐτοκράτορος ἐπιμελείας διὰ μακρῶν ἠξιοῦτο χειρῶν, ὥστε μεταβαλεῖν καὶ μετανοίας ἐνδείξασθαι τρόπον. Ὁ δὲ ὁ αὐτὸς καὶ αὖθις ἦν, μετεκαλεῖτο δὲ συχνῶς τὸν ἐμὸν καίσαρα πάλαι πρὸς ἡμᾶς φιλίως ἔχων. Καὶ παρεχώρει τούτῳ τηνικαῦτα καὶ ὁ αὐτοκράτωρ ἐφ’ ᾧ καὶ τῆς πολλῆς αὐτὸν ἀνακτᾶσθαι ἀθυμίας καὶ συμβουλεύειν τὰ λῴονα. Ὁ δὲ βραδὺς πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἐφαίνετο· ἔνθεν τοι καὶ ἐπὶ πλείονα καιρὸν ἔμφρουρος ἦν. Εἶτα συμπαθείας ἀξιωθεὶς τοσαύτης φιλοφροσύνης ἀπήλαυε καὶ δωρεῶν καὶ τιμῆς ὁπόσης οὐδὲ πρὸ τοῦ, ὁποῖος ὁ ἐμὸς βασιλεὺς περὶ τὰ τοιαῦτα. Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς ἐπιβούλους καὶ τὸν ἀποστάτην Γρηγόριον οἰκονομήσας οὐδὲ τὰ κατὰ τὸν Βαϊμοῦντον ἐλάθετο, ἀλλὰ μεταπεμψάμενος τὸν Κοντοστέφανον Ἰσαάκιον μέγαν δοῦκα τοῦ στόλου προὐβάλετο καὶ πρὸς τὸ Δυρράχιον ἐξέπεμψεν ἐπαπειλησάμενος τὴν τῶν ὀφθαλμῶν αὐτοῦ ἐκκοπήν, εἰ μὴ φθάσας προκαταλάβοι τὴν πρὸς τὸ Ἰλλυρικὸν τοῦ Βαϊμούντου διαπεραίωσιν.
PG 131:909Πέμπει δὲ καὶ συνεχῆ γράμματα πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον, τὸν ἀδελφιδοῦν αὐτοῦ, ἐπαλείφων τοῦτον καὶ παρασκευάζων ἐγρηγορέναι διὰ παντὸς καὶ τοὺς κατὰ τὴν θάλασσαν ἐπισκοποῦντας αὐτὸ τοῦτο ποιεῖν παρακελεύεσθαι, ὡς μὴ λάθοι ὁ Βαϊμοῦντος διαπεράσας, ἀλλ’ εὐθὺς δηλωθῆναί οἱ διὰ γραμμάτων. Ταῦτα μὲν οὖν ὁ αὐτοκράτωρ· ὁ δὲ Κοντοστέφανος ἐντεταλμένον ἔχων μηδὲν ἄλλο ἢ τὸν ἀναμεταξὺ Λογγιβαρδίας ἐπιμελῶς τηρεῖν πορθμὸν καὶ τοὺς πρὸς τὸ Δυρράχιον προπομποὺς τοῦ Βαϊμούντου καὶ πᾶσαν τὴν αὐτοῦ παρασκευὴν ἐκεῖθεν ἐνθάδε κομισομένους ἀπείργειν καὶ μηδὲ τὸ τυχὸν κομίζεσθαί οἱ ἐκ Λογγιβαρδίας παράπαν συγχωρεῖν, ἀπελθὼν ἠγνόησε τὸν ἐπιτήδειον τόπον τῶν ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπλῳζομένων. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ παραβλεψάμενος τὰ προστεταγμένα εἰς Ὑδροῦντα διαπερᾷ, ὅπερ πόλις ἐστὶ κατὰ τὴν παραλίαν τῆς Λογγιβαρδίας διακειμένη. Ταύτην τὴν πόλιν γυνή τις ἐφρούρει, μήτηρ, ὡς ἐλέγετο, τοῦ Ταγγρέ, εἴτε ἀδελφὴ τοῦ ἐν πολλοῖς ἤδη ῥηθέντος Βαϊμούντου εἴτε καὶ μή, συνιδεῖν οὐκ ἔχω· οὐ γὰρ οἶδα σαφῶς εἰ πατρόθεν ἢ μητρόθεν τὴν πρὸς τὸν Βαϊμοῦντον ὁ Ταγγρὲ συγγένειαν ἐκέκτητο.
Ἐκεῖσε παραγενόμενος καὶ προσορμίσας τὰς νῆας ἀπεπειρᾶτο τῶν [τοῦ Βρεντησίου] τειχῶν καὶ εἰς χεῖρας εἶχεν ἤδη. Ὡς δὲ τοῦτο ἡ ἐντὸς οὖσα γυνὴ φρενήρης οὖσα καὶ σταθηρὰ τὴν γνώμην ἐθεάσατο, ὁπηνίκα τὰς ναῦς κεῖθι προσώρμισεν, εἰς ἕνα τῶν υἱῶν αὐτῆς ἀποστείλασα σπουδαίως τοῦτον μετεκαλεῖτο. Τοῦ δὲ ναυτικοῦ παντὸς θαρσήσαντος ἤδη, ὡς ἐν χερσὶ τὴν πόλιν ἔχοντος, καὶ τὴν τοῦ βασιλέως εὐφημίαν ποιουμένων ἁπάντων, καὶ αὕτη ἐν ἀμηχανίᾳ καταστᾶσα ταὐτὸ τοῦτο παρεκελεύετο ποιεῖν καὶ τοὺς ἐντός. Ἅμα δὲ καὶ πρὸς τὸν Κοντοστέφανον πρέσβεις ἀποστείλασα, δουλείαν ὡμολόγει τῷ αὐτοκράτορι καὶ εἰρηνικὰς μετ’ αὐτοῦ σπονδὰς ὑπισχνεῖτο ποιήσασθαι πρὸς αὐτόν τε ἐξελεύσεσθαι τὰ κατὰ σκοπὸν ἀνακοινωσομένη, ὡς πάντα δι’ αὐτοῦ δηλωθείη τῷ αὐτοκράτορι. Τοιαῦτα δὲ ἐμηχανᾶτο ἀπαιωροῦσα τὸν τοῦ Κοντοστεφάνου λογισμόν, εἴ που ἐν τῷ μεταξὺ καταλάβοι ὁ ταύτης υἱὸς καὶ τηνικαῦτα τὴν σκηνήν, καθάπερ τοὺς τραγικούς φασι, ῥίψασα μάχης ἀνθέξοιτο.
PG 131:911Συμμιγοῦς οὖν τῆς εὐφημίας ἀπό τε τῶν ἐντὸς ἀπό τε τῶν ἐκτὸς γινομένης καὶ πάντα τὰ πέριξ κατειληφυίας, ἐπεὶ τοιούτοις λόγοις καὶ ἐπαγγελίαις ψευδέσι τὸν τοῦ Κοντοστεφάνου ἀπῃώρει λογισμὸν ἡ στρατιῶτις ἐκείνη γυνὴ ὡς εἴρηται, καταλαμβάνει καὶ ὁ προσδοκώμενος μεθ’ ὧν συνυπήγετο κομήτων καὶ ὁμόσε κατὰ τοῦ Κοντοστεφάνου χωρήσας ἡττᾷ κατὰ κράτος. Οἱ μὲν οὖν τοῦ ναυτικοῦ ἅπαντες ὡς ἄπειροι τῆς διὰ ξηρᾶς μάχης τῇ θαλάσσῃ ἑαυτοὺς προσέρριψαν· τῶν δέ γε Σκυθῶν προεκδραμόντων (παρῆσαν γὰρ ἱκανοὶ μετὰ τοῦ ῥωμαϊκοῦ στρατεύματος) ἐν τῷ καιρῷ τῆς μάχης εἰς προνομήν, ὡς ἔθος τοῖς τοιούτοις βαρβάροις, συμβέβηκεν ἁλῶναι τούτων ἓξ τὸν ἀριθμόν, οὓς καὶ ἀποσταλέντας θεασάμενος ὁ Βαϊμοῦντος καθάπερ τι μέγιστον πόρισμα τούτους λαβὼν εὐθὺς πρὸς Ῥώμην ἀπῄει.
PG 131:913Καὶ καταλαβὼν τὸν ἀποστολικὸν θρόνον καὶ τῷ πάπᾳ διαλεχθεὶς καὶ πρὸς ὀργὴν ὅλον κινήσας κατὰ τῶν Ῥωμαίων καὶ τὴν ἀνέκαθεν τῶν βαρβάρων τούτων μῆνιν κατὰ τοῦ ἡμεδαποῦ γένους ἀνερεθίσας, ἵνα μᾶλλον τοὺς ἀμφὶ τὸν πάπαν Ἰταλοὺς ἐκμήνειεν, ὁ Βαϊμοῦντος καὶ τοὺς ἑαλωκότας τῶν Σκυθῶν παρεστήσατο ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων ἐνδεικνύμενος ὡς ἄρα ὁ αὐτοκράτωρ Ἀλέξιος, δυσμενῶς ἔχων τὰ πρὸς Χριστιανούς, βαρβάρους τινὰς ἀπίστους καὶ ἀλλοκότους ἱπποτοξότας ἐφίστησι κατὰ τῶν Χριστιανῶν ὅπλον κινοῦντας καὶ τόξον ἐντείνοντας. Καὶ ἐφ’ ἑκάστου λόγου τοιούτου ὑπεδείκνυ τοὺς Σκύθας ἐκείνους τῷ πάπᾳ σκυθικῶς ἐσταλμένους καὶ κατὰ τὸ εἰωθὸς πρὸς τὸ βαρβαρικώτερον ἀποβλέποντας, καὶ τούτους κατὰ τὸ ἔθος τῶν Λατίνων παγάνους ἄνω καὶ κάτω προσηγόρευε, καταμωκώμενος καὶ τοὔνομα καὶ τὸ σχῆμα. Πανούργως δέ, ὡς ἔοικε, τὸ πρᾶγμα μετεχειρίζετο τοῦ κατὰ Χριστιανῶν πολέμου, ἵνα δὴ καὶ ἀρχιερατικὴν γνώμην συμπείσειεν ὡς εὐλόγως ἄρα κατὰ τῆς τῶν Ῥωμαίων ἔχθρας κεκίνητο, ἐν ταὐτῷ μνηστευόμενος καὶ πολλῶν ἀνδρῶν αὐτόματον συλλογὴν ἀγροικοτέρων καὶ ἀνοήτων.
Τίς γὰρ ἂν οὐχὶ τῶν ἀγχοῦ καὶ πόρρω βαρβάρων αὐτόμολος ἧκεν εἰς τὸν καθ’ ἡμῶν πόλεμον, ἀρχιερατικῆς γνώμης ἐπιτρεπούσης καὶ τοῦ φαινομένου εὐλόγου πᾶσαν ἵππον καὶ ἄνδρα καὶ χεῖρα στρατιωτικὴν ἐξοπλίζοντος; Τοῖς τούτου λόγοις οὖν συνελαθεὶς ὁ πάπας καὶ ὁμογνωμονήσας αὐτῷ τὴν πρὸς τὸ Ἰλλυρικὸν ἐπέτρεψε διαπεραίωσιν. Ἐπανιτέον δ’ αὖθις τὸν λόγον πρὸς τὸ προκείμενον. Ἐκθυμότερον μὲν οὖν οἱ ἠπειρῶται στρατιῶται τῆς μάχης ἀντείχοντο· τοὺς δέ γε λοιποὺς τὸ τῆς θαλάττης ῥόθιον ὑπεδέξατο. Κἀντεῦθεν λαμπρὰν οἱ Κελτοὶ εἶχον εἰς χεῖρας νίκην· οἱ δέ γε γενναιότεροι τῶν στρατιωτῶν καὶ μᾶλλον οἱ τῆς μείζονος τύχης, ὧν φέριστοι [μᾶλλον] ἐκεῖνος Νικηφόρος Ἐξαζηνὸς ὁ Ὑαλέας καὶ ὁ τούτου ἐξάδελφος Κωνσταντῖνος Ἐξαζηνὸς ὁ καλούμενος Δούκας καὶ ὁ ἀνδρικώτατος Ἀλέξανδρος ὁ Εὐφορβηνὸς καὶ ἕτεροι τῆς αὐτῆς ἀξίας καὶ τύχης, μνησάμενοι θούριδος ἀλκῆς ἐπιστραφέντες καὶ τοὺς ἀκινάκεις σπασάμενοι, ὅλῃ χειρὶ καὶ γνώμῃ πρὸς τοὺς ἡττήσαντες αὐτοὺς λαμπρὰν τὴν κατ’ αὐτῶν νίκην ἤραντο.
PG 131:915Ἀνακωχὴν οὖν ὁ Κοντοστέφανος ἐντεῦθεν λαβὼν τῆς κελτικῆς ἐπελεύσεως λύσας ἐκεῖθεν τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ παντὸς τὸν Αὐλῶνα καταλαμβάνει. Ἐπεὶ δέ, ὁπότε πρώτως τὸ Δυρράχιον καταλαβὼν τὰς ὑφ’ ἑαυτὸν πολεμικὰς ναῦς ἐξ αὐτοῦ Δυρραχίου μέχρι τοῦ Αὐλῶνος καὶ αὐτῆς τῆς καλουμένης Χιμάρας διέσπειρεν, ἀπέχοντος μὲν τοῦ Δυρραχίου τοῦ Αὐλῶνος σταδίους ἑκατόν, τῆς δὲ Χιμάρας τοῦ Αὐλῶνος αὖθις ἀπεχούσης σταδίους ἑξήκοντα, τὴν τοῦ Βαϊμούντου ἐπειγομένην ἤδη ἐμάνθανε διαπεραίωσιν, στοχασάμενος ἐνδεχόμενον εἶναι μᾶλλον εἰς τὸν Αὐλῶνα διαπερᾶσαι αὐτὸν διὰ τὸ ἥττονα εἶναι τὸν πρὸς τὸν Αὐλῶνα πλοῦν τοῦ πρὸς τὸ Δυρράχιον, καὶ διὰ τοῦτο δεῖν πλείονα τὴν φυλακὴν τοῦ Αὐλῶνος ποιήσασθαι, ἀπελθὼν μετὰ τῶν ἑτέρων δουκῶν ἐτήρει ἐπιμελῶς τὸν ἀναμεταξὺ πορθμὸν τοῦ Αὐλῶνος καὶ κατὰ τὴν ἀκρολοφίαν τοῦ καλουμένου Ἰάσονος βουνοῦ σκοποὺς ἐπιστήσας ἐφ’ ᾧ τὴν θάλασσαν περιαθρεῖν καὶ τὰς ναῦς ἐπισκοπεῖν. Κελτὸς δέ τις ἐκεῖθεν ἄρτι διαπεραιωθεὶς ἐβεβαίου τούτοις τὴν τοῦ Βαϊμούντου ἐπὶ ξυροῦ εἶναι διαπεραίωσιν.
Τοῦτο οἱ Κοντοστέφανοι μεμαθηκότες καὶ ἀποδειλιῶντες πρὸς τὴν μετὰ τοῦ Βαϊμούντου ναυμαχίαν (καὶ γὰρ καὶ φήμη μόνη τούτους κατέπληττε) νοσεῖν ἐσκήψαντο καὶ διὰ τοῦτο δεῖσθαι βαλανείων. Καὶ ὁ Λαντοῦλφος καὶ τοῦ ναυτικοῦ παντὸς ἐξηγούμενος, ἐμπειρίαν πολλὴν τῆς ναυλοχίας καὶ τοῦ κατὰ θάλασσαν πολέμου ἐκ πολλοῦ κεκτημένος, πολλὰ τούτοις παρηγγυᾶτο ἐγρηγορέναι διὰ παντὸς καὶ τὴν τοῦ Βαϊμούντου καραδοκεῖν ἔφοδον. Οἱ δὲ Κοντοστέφανοι, ἐν τῷ πρὸς Χιμάραν ἀπιέναι βαλανείου χάριν, τὸν καλούμενον δεύτερον τὸν δρουγγάριον τοῦ στόλου μετὰ τοῦ Ἐξκουσσάτου μονήρους κατ’ αὐτὴν τὴν Γλῶσσαν σκοπέα κατέλιπον οὐ πόρρω που τοῦ Αὐλῶνος διακειμένην. Ὁ δέ γε Λαντοῦλφος κατὰ τὸν Αὐλῶνα προσέμενε μετά τινων συμμέτρων νηῶν. Τούτων οὕτω διατεθέντων οἱ μὲν ἀπῄεσαν ἢ λουσόμενοι ἢ κατὰ σχῆμα λουσόμενοι· ὁ δὲ Βαϊμοῦντος δώδεκα μὲν λῃστρικὰς νῆας τάξας ἀμφ’ αὐτὸν διήρεις ἁπάσας οὔσας καὶ εἰρεσίαν πολλὴν κεκτημένας, ὡς καὶ ἠχητικόν τι καὶ κατάκροτον ἐπικτυποῦσαν ταῖς.
PG 131:917τῶν κωπῶν συνεχέσιν ἐπεμβολαῖς, κύκλῳ δὲ τοῦ τοιούτου στόλου συντάξας στρογγύλας νῆας ἐξ ἑκατέρου μέρους καθάπερ περίβολον ἐντὸς τὸν πολεμικὸν συνέκλειε στόλον. Καὶ εἶπες ἂν ἰδὼν καὶ πόρρωθεν ἀπὸ σκοπιᾶς θεασάμενος πόλιν εἶναι διαπόντιον τὴν πλέουσαν ναυστολίαν. Συνεπέβαλε γάρ τι καὶ τὰ τῆς τύχης αὐτῷ. Καὶ γὰρ ἥ γε θάλασσα ἀκύμαντος ἦν, εἰ μὴ ὅσον κατὰ τὸν νότον ἐπέφρισσεν αὔρας λιγείας ἐπιπνεούσης καὶ ὅσον ἐξογκούσης τὰ τῶν ὁλκάδων ἱστία. Ἐποίει γὰρ ἐκείνας μὲν οὐριοδρομεῖν, τὰς δ’ ἐρεσσομένας τῶν νηῶν ταῖς πλεούσαις εὐθυδρομεῖν καὶ κρότον ἐξάκουστον καὶ ἐν μέσῳ πελάγους τοῦ Ἀδριαντικοῦ ἑκατέραις ταῖς ἠπείροις ἠχεῖν. Οὕτως ἦν θέαμα θάμβους ἄξιον ὁ βαρβαρικὸς οὗτος στόλος τοῦ Βαϊμούντου, ὃν εἰ καὶ οἱ περὶ τοὺς Κοντοστεφάνους ὠρρώδησαν, οὐκ ἂν μεμψαίμην οὔτ’ ἂν δειλίας τοὺς ἄνδρας γραψαίμην. Καὶ γὰρ ἂν τοῦτον καὶ τὸν οὕτως ἔχοντα στόλον καὶ ὁ Ἀργοναυτικὸς ἐκεῖνος ἐδεδοίκει στόλος, μὴ ὅτι γε Κοντοστέφανοι καὶ Λαντοῦλφοι καὶ τοιοῦτοί τινες.
Ὁ γάρ τοι Λαντοῦλφος τὸν Βαϊμοῦντον θεασάμενος οὕτω φρικτῶς διαπλῳζόμενον μετὰ μυριοφόρων ὁλκάδων, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν ἀκριβέστερον, ἐπεὶ οὐχ οἷός τε πρὸς τοσούτους μάχεσθαι ἦν, μικρὸν τοῦ Αὐλῶνος παρεκκλίνας ἄδειαν τῷ Βαϊμούντῳ δίδωσι. Δεξιᾷ δὲ τύχῃ χρησάμενος, ἐκ Βάρεως ἐπὶ τὸν Αὐλῶνα περαιωσάμενος ἅπαν τὸ διαπόντιον αὐτοῦ στράτευμα εἰς τὴν περαίαν ἀποβησάμενος, πρῶτα μὲν ἐλῄσατο τὴν παραλίαν ἅπασαν, ἀμύθητον στράτευμα ἐπαγόμενος φραγγικόν τε καὶ κελτικὸν καὶ ὅσοι ἀπὸ τῆς Θούλης νήσου στρατεύονται Ῥωμαίοις τότε δὴ αὐτῷ προσχωρήσαντες διὰ τὴν τοῦ καιροῦ δυναστείαν καὶ δὴ καὶ πλείους τοῦ γερμανικοῦ γένους καὶ ἀπὸ τῶν Κελτιβήρων. Τούτους γὰρ ἅπαντας συλλεξάμενος [ἐπὶ] πάσης τῆς ἐντὸς Ἀδρίου ὑφήπλωσε γῆς καὶ τὰ ἐφεξῆς ἅπαντα λῃσάμενος τῇ Ἐπιδάμνῳ προσέβαλεν, ἣν Δυρράχιον ὀνομάζομεν, ταύτην τὴν πόλιν σκοπὸν ἔχων ἑλεῖν κᾆθ’ οὕτως τὴν ἐπὶ τάδε μέχρι τῆς Κωνσταντίνου λῄσασθαι.
PG 131:919Δεινὸς δὲ ὢν εἴπερ ἄλλος τις εἰς πολιορκίαν ὁ Βαϊμοῦντος καὶ τὸν Πολιορκητὴν ἐκεῖνον Δημήτριον ὑπερβαλλόμενος τὴν Ἐπίδαμνον πᾶσαν ἐν νῷ βαλλόμενος πάσας ὠδῖνας μηχανικὰς κατὰ τῆς πόλεως ταύτης ἐκίνησε. Πρῶτα μὲν κύκλῳ περιβαλόμενος τὸ ἑαυτοῦ στράτευμα καὶ τὰ ἐγγὺς καὶ πορρωτέρω τῆς πόλεως Δυρραχίου πολιορκῶν, καὶ ποτὲ μὲν ὑπαντιαζόντων αὐτῷ στρατευμάτων ῥωμαϊκῶν, ποτὲ δὲ καὶ ἐρημίας οὔσης τῶν ἀποκωλυόντων αὐτόν. Καὶ πολέμων πολλῶν καὶ κλόνων ἐγγινομένων καὶ φόνων, καθάπερ ἄνωθεν εἴρηται, πρὸς τὴν πολιορκίαν αὐτὴν τῆς πόλεως Δυρραχίου ἀπέβλεψεν. Ἀλλὰ πρὶν ἥκειν εἰς αὐτὴν ἐκείνην τὴν ἐπὶ τῷ Δυρραχίῳ μάχην τοῦ τυράννου Βαϊμούντου, ἀναγκαῖόν ἐστιν εἰπεῖν ὅπως ἔχει θέσεως ἡ πόλις. Κεῖται μὲν ἐπ’ αὐταῖς ᾐόσι τοῦ Ἀδριαντικοῦ πελάγους· ἐν τῷ μέσῳ δὲ ὑφήπλωται πέλαγος πολὺ καὶ μακρὸν καὶ κατὰ πλάτος μὲν παρατεῖνον εἰς τὴν περαίαν τῶν Ἰταλῶν, κατὰ μῆκος δὲ ἀνιὸν καὶ ἐπικάμπτον πρὸς ἀνατολάς τε καὶ πρὸς βορρᾶν πρὸς τοὺς Οὐέτονας βαρβάρους, ὧν καταντικρὺ κεῖται τῶν Ἀπουληίων ἡ χώρα. Καὶ καθόλου μὲν ὁ Ἀδρίας ὧδε περατοῦται·
PG 131:921τὸ μέντοι Δυρράχιον ἢ Ἐπίδαμνος, ἀρχαία πόλις καὶ ἑλληνίς, κατωτέρω μὲν κεῖται τοῦ Ἐλισσοῦ καὶ πρὸς τὰ εὐώνυμα μέρη τούτου, ἀνωτέρω δὲ ὁ Ἐλισσὸς καὶ δεξιώτερος. Οὗτος δὲ ὁ Ἐλισσός, εἴτε ἀπό τινος ποταμοῦ Ἐλισσοῦ ὀνομαζομένου συμμιγνυμένου τῷ Δρυμόνι μεγίστῳ ποταμῷ, εἴτε οὕτως ἁπλῶς τὸ πολίχνιον ὠνόμαστο, οὐκ ἔχω σαφῶς εἰπεῖν. Ὁ δὲ Ἐλισσὸς μετέωρόν ἐστι πολίχνιον καὶ πάντη δυσάλωτον, κάτω καὶ περὶ τὰς πεδιάδας ὁρῶν τὸ Δυρράχιον, ὡς λέγουσι, τοιοῦτον δὲ ἀσφαλές, ὥστε καὶ ἠπειρόθεν καὶ ἐκ θαλάττης πολλὴν ἀρωγὴν ποιεῖν Δυρραχίῳ. Ὥι πολιχνίῳ, τῷ Ἐλισσῷ, καὶ ἀποχρησάμενος ὁ αὐτοκράτωρ Ἀλέξιος εἰς βοήθειαν τῆς πόλεως Ἐπιδάμνου, ἀπό τε τοῦ ποταμοῦ Δρυμόνος ναυσιπόρου τυγχάνοντος καὶ ἀπὸ τῆς ἠπείρου τὴν πόλιν Δυρραχίου κατησφαλίσατο, τὰ χρειώδη ἐκ γῆς καὶ θαλάττης εἰσάγων, ὅσα τε εἰς τροφὴν τῶν αὐτόθι στρατιωτῶν τε καὶ οἰκητόρων, καὶ ὅσα πρὸς ὅπλα καὶ μάχας ἦν ἐπιτήδεια.
Ὁ δὲ Δρυμὼν οὗτος ὁ ποταμός, ἵνα τι καὶ περὶ τοῦ ῥεύματος τούτου προσιστορήσαιμι, ῥεῖ μὲν ἄνωθεν ἀπὸ τῆς Λυχνίτιδος λίμνης, ἣν ἡ νῦν γλῶττα ἐκβαρβαρώσασα Ἀχρίδα προσηγόρευσεν, ἀπὸ [δὲ] Μόκρου διά τινων τάφρων ἑκατόν, ἃς γεφύρας ἐπονομάζομεν. Καὶ γὰρ ἀπορρέουσιν ὥσπερ ἀπό τινων ἀρχῶν διαφόρων τῆς λίμνης διῃρημένοι ποταμοὶ καὶ εἰς ἑκατὸν ἥκοντες οὐ λήγουσι, κᾆθ’ οὕτως τῷ ποταμῷ τῷ κατὰ τὴν Δεύρην ἑνούμενοι, ἐξ οὗ καὶ Δρυμὼν ἐπονομάζεται, καὶ συνεχεῖς αὐτῷ γινόμενοι πλατύνουσί τε αὐτὸν καὶ μέγιστον ἐξεργάζονται. Ὃς τοὺς ἐσχάτους τῶν Δαλματῶν παραμείβων καὶ πρὸς βορρᾶν ἀνιὼν ἔπειτα ἐπικάμπτει πρὸς νότον καί, περὶ τὰς ῥίζας τοῦ Ἐλισσοῦ γινόμενος, εἰς τὸν Ἀδριαντικὸν ἐκδίδωσι κόλπον. Ταῦτα μὲν περί τε τῆς θέσεως Δυρραχίου καὶ Ἐλισσοῦ καὶ τῆς ἀσφαλείας ἑκατέρων τῶν τόπων γεγράφθω· ὁ δὲ βασιλεύς, ἔτι εἰς τὴν βασιλεύουσαν ἐνδιατρίβων, μεμαθηκὼς διὰ γραφῶν τοῦ δουκὸς Δυρραχίου τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν ἐπετάχυνε τὴν ἐξέλευσιν.
Ἀνύστακτος γὰρ ὢν ὁ δοὺξ Δυρραχίου, μὴ διδοὺς τὸ παράπαν ὕπνον τοῖς ὀφθαλμοῖς, ὁπηνίκα διέγνω διαπλῳσάμενον τὸν Βαϊμοῦντον παρὰ τὴν τοῦ Ἰλλυρικοῦ πεδιάδα καὶ τῆς νηὸς ἀποβεβηκότα καὶ αὐτόθι που πηξάμενον χάρακα, Σκύθην μεταπεμψάμενος ὑπόπτερον, [τοῦτο] δὴ τὸ τοῦ λόγου, πρὸς τὸν αὐτοκράτορα τὴν τούτου διαπεραίωσιν ἐδήλου. Ὃς ἐπανιόντα τὸν αὐτοκράτορα τοῦ κυνηγεσίου καταλαβών, δρομαῖος εἰσελθὼν καὶ προσουδίσας τὴν κεφαλήν, τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν τρανῶς ἐβόα. Ἅπαντες μὲν οὖν οἱ τότε παρόντες ἐπάγησαν, οὗπερ ἕκαστος ἔτυχε, καὶ πρὸς μόνην τὴν τοῦ Βαϊμούντου κλῆσιν ἀποναρκήσαντες. Ὁ δὲ αὐτοκράτωρ, πλήρης θυμοῦ καὶ φρονήματος ὤν, λύων τὸν ἱμάντα τοῦ ὑποδήματος· «Πρὸς ἄριστον, ἔφη, τὸ παρὸν τραπώμεθα· τὰ δέ γε κατὰ τὸν Βαϊμοῦντον αὖθις κατασκεψόμεθα». ΑΛΕΞΙΑΣ ΙΓ Ἐξεπλάγημεν οὖν ἅπας τότε τὸ τῆς ψυχῆς τοῦ αὐτοκράτορος ἀνάστημα. Ὁ δέ, κἂν καταφρονητικῶς πρὸς τὴν ἀγγελίαν ἐκείνην διὰ τοὺς τηνικαῦτα παρόντας τῷ φαινομένῳ ἐδόκει διατεθείς, ἀλλ’ ἐντὸς πολλὰ περὶ τούτου ἐκυμαίνετο τὸν λογισμόν. Καὶ δὴ δεῖν ἐλογίσατο αὖθις τοῦ Βυζαντίου ἐξεληλυθέναι·
PG 131:923μηδὲ τὰ κατ’ οἶκον αὐτοῦ καλῶς πρὸς αὐτὸν ἔχοντα πάλιν διαγνούς, ὅμως τὰ κατὰ τὰ ἀνάκτορα καὶ τὴν βασιλίδα τῶν πόλεων εὖ διαθέμενος, καὶ φύλακας ἐπιστήσας τόν τε μέγαν δρουγγάριον τοῦ στόλου καὶ ἐκτομίαν Εὐστάθιον τὸν Κυμινειανὸν καὶ Νικηφόρον τὸν τοῦ Δεκανοῦ καλούμενον, οὕτως ἐκεῖνος ἔξεισι τοῦ Βυζαντίου μετ’ ὀλίγων καὶ τῶν καθ’ αἷμα τούτῳ προσηκόντων πρώτην ἄγοντος μηνὸς Νοεμβρίου ἐπινεμήσεως πρώτης, κατὰ τὸ ἔξω Γεράνιον τὴν ἐρυθροβαφῆ καὶ βασιλικὴν καταλαβὼν σκηνήν. Ἐδεδίει δὲ ὅτι ἐξερχομένῳ τὸ σύνηθες θαῦμα ἡ Θεομήτωρ ἐν Βλαχέρναις οὐκ ἐπεδείξατο. Διὰ τοῦτο ἐπὶ τέσσαρσιν αὐτοῦ που ἐμβραδύνας ἡμέραις, ἡλίου δύνοντος σὺν αὐτῇ δεσποίνῃ παλίντροπον τὴν πορείαν ποιησάμενος, εἴσεισιν εἰς τὸ ἱερὸν τῆς Θεομήτορος τέμενος μετ’ ὀλίγων λεληθότως, καὶ τὴν συνήθη τελέσας ὑμνῳδίαν καὶ ἐκτενεστέρας τὰς δεήσεις ποιησάμενος, τηνικαῦτα τελεσθέντος τοῦ συνήθους θαύματος, οὕτως μετὰ χρηστῶν ἔξεισιν ἐκεῖθεν τῶν ἐλπίδων. Τῇ δὲ μετ’ αὐτὴν τῆς πρὸς Θεσσαλονίκην ἥψατο· καταλαβὼν δὲ τοὺς Χοιροβάκχους ἔπαρχον Ἰωάννην τὸν Ταρωνίτην προὐβάλετο.
PG 131:925Ἀνὴρ δὲ οὗτος τῶν εὐγενῶν, νηπιόθεν πρὸς αὐτοῦ προσληφθεὶς καὶ ὑπογραμματεύσας αὐτῷ ἐπὶ πολύ, φρονήματος μὲν ὢν δραστικωτάτου καὶ νόμων ῥωμαϊκῶν ἐπιστήμων καὶ τὰ βασιλέως προστάγματα μεγαληγορῶν, ὁπηνίκα προστάττοιτο βασιλικῆς μεγαλοφροσύνης ἐπάξια, ἐλευθέραν ἔχων τὴν γλῶτταν καὶ οὐκ ἐπὶ ψόγῳ ἀναισχυντίας στομούμενος, ἀλλ’ ὁποῖον ὁ Σταγειρίτης τὸν διαλεκτικὸν εἶναι παρακελεύεται. Ἐκεῖθεν δὲ ὑποχωρῶν συνεχῆ τὰ γράμματα πρός τε τὸν δοῦκα τοῦ στόλου Ἰσαάκιον καὶ τοὺς σὺν αὐτῷ, τὸν Δούκαν φημὶ Ἐξαζηνὸν καὶ τὸν Ὑαλέαν, ἐγρηγορέναι τούτους διὰ παντὸς καὶ ἀπείργειν τοὺς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλῳζομένους ἐξέπεμπεν. Ἐπὰν δὲ τὸν Μέστον κατειλήφει, ἡ μὲν Αὔγουστα πρὸς τὰ βασίλεια ἐπαναστρέψαι ἠβούλετο, ὁ δὲ αὐτοκράτωρ προσωτέρω ταύτην βαδίζειν παρεβιάζετο. Καὶ δὴ περάσαντες ἄμφω τὸν Εὖρον καλούμενον ποταμὸν κατὰ τὸν Ψύλλον τὰς σκηνὰς ἐπήξαντο. Ὁ δὲ ἄλλον φόνον πεφευγὼς ἑτέρῳ μικροῦ περιπέπτωκεν ἄν, εἰ μή τις θεία χεὶρ τοὺς μιαιφόνους ἐκείνους ἀπεῖρξε τοῦ δράματος.
Ἀνὴρ γάρ τις ἐς Ἀρωνίους ἐκείνους ἀπὸ μέρους ἀνέλκων τὸ γένος, κἂν ἐκ νόθων κατήγετο, πρὸς φόνον τὸ στασιάζον τοῦ αὐτοκράτορος μέρος παρέθηγε· κεκοινώνηκε δὲ τοῦ ἀπορρήτου καὶ πρὸς τὸν ἴδιον ἀδελφὸν Θεόδωρον. Εἰ δὲ καὶ ἕτεροι τῶν στασιαζόντων συνίστορες τοῦ τοιούτου δράματος ἦσαν, λέγειν οὐ βούλομαι· ὅμως δὲ Σκύθην ἀργυρώνητον τὴν κλῆσιν Δημήτριον αὐτουργὸν τοῦ φόνου παρεσκευάσαντο (καὶ αὐτὸς δὴ ὁ τούτου δεσπότης Ἀαρών) πέρας τοῦ σκοπουμένου τὴν τῆς βασιλίδος ὑποχώρησιν θέμενοι, ὡς ἐντεῦθεν εὐκαιρίας ὁ Σκύθης δραξάμενος κατὰ τῶν τοῦ βασιλέως λαγόνων ὠθήσῃ τὸ ξίφος ἢ ἐν στενῷ περιτυχὼν ἢ καὶ ὑπνώττοντι λαθών. Καὶ ὁ Δημήτριος φόνιον πνέων τὸ σιδήριον ἔθηγε καὶ τὴν μιαιφόνον δεξιὰν ηὐτρέπιστο. Ἀλλά τι καινὸν κἀνταῦθα ἡ Δίκη δραματουργεῖ.
PG 131:927Καὶ γὰρ ἐπεὶ οὐ ταχὺ τοῦ βασιλέως ἡ βασιλὶς ἐχωρίζετο, ἀλλὰ συνείπετό οἱ ἡμέραν ἐξ ἡμέρας τοῦ αὐτοκράτορος αὐτὴν ὑποσύροντος, οἱ μιαιφόνοι ἐκεῖνοι τὸν ἀνύστακτον τοῦ αὐτοκράτορος φύλακα, τὴν βασιλίδα φημί, ἔτι ἐμβραδύνουσαν ὁρῶντες, ἐκκακήσαντες φάμουσά τινα γράφοντες κατὰ τὴν τοῦ βασιλέως ἔρριπτον σκηνήν (οἱ δὲ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἦσαν· δηλοῖ δὲ ἡ λέξις τὰ φάμουσα λοιδορήματά τινα ἔγγραφα) τῷ αὐτοκράτορι τὴν πρόσω πορείαν ξυμβουλεύοντα, τῇ δέ γε Αὐγούστῃ τὴν πρὸς τὸ Βυζάντιον. Ἅπερ καὶ ὁ νόμος τιμωρίαις βαρυτάταις κολάζει, αὐτὰ μὲν ἀναλίσκων πυρί, τοὺς δὲ ταῦτα τολμῶντας ποιναῖς καθυποβάλλων παλαμναιοτάταις. Ἀστοχοῦντες γὰρ τοῦ σκοποῦ εἰς τὴν τῶν φαμούσων φλυαρίαν κατέπιπτον. Μετὰ γὰρ τὸ ἀριστῆσαι τὸν αὐτοκράτορα τῶν πολλῶν ὑποχωρησάντων, μόνου δὲ τῷ τότε τυχόντος τοῦ τε Ῥωμανοῦ τοῦ ἐκ Μανιχαίων καὶ Βασιλείου ἐκτομίου τοῦ Ψύλλου καὶ Θεοδώρου τοῦ ἀδελφοῦ Ἀαρών, εὑρέθη αὖθις φάμουσον ὑπερριμμένον τῇ τοῦ βασιλέως κλίνῃ πολλὴν τὴν κατὰ τῆς βασιλίδος περιέχον καταδρομήν, ὅτου χάριν συνέπεται τῷ βασιλεῖ καὶ μὴ τάχιον πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέφοι.
PG 131:929Τοῦτο γὰρ ἦν αὐτοῖς τὸ σκοπούμενον, ἄδειαν πᾶσαν ἐσχηκέναι. Ὁ δὲ αὐτοκράτωρ γνοὺς τὸν ῥίψαντα καὶ θυμοῦ πλησθεὶς ἔφη· «Τοῦτο ἐγὼ ἢ σύ», πρὸς τὴν βασιλίδα ἀπονεύσας, «ἤ τις τῶν παρόντων ἔρριψε». Κάτωθεν δὲ οὕτως ἐπεγέγραπτο· «Ταῦτα ὁ μοναχὸς ἐγὼ γράφω· ὃν σύ, βασιλεῦ, τὸ παρὸν οὐ γινώσκεις, ὄψει δέ με ἐν ὀνείροις». Κωνσταντῖνος δέ τις ἐκτομίας ἐπὶ τραπέζης πατρῷος τοῦ βασιλέως θεράπων, τῇ δὲ βασιλίδι τηνικαῦτα ὑπηρετῶν, περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἔξω τῆς σκηνῆς ἱστάμενος καὶ τὴν συνήθη τελῶν ὑμνῳδίαν, ἀκούει τινὸς βοῶντος· «Εἰ ἐγὼ οὐ προσελθὼν ἀπαγγείλω τὰ παρ’ ὑμῶν βεβουλευμένα ἅπαντα καὶ αὐτὰ δὴ τὰ παρ’ ὑμῶν ῥιπτόμενα φάμουσα φαυλίσω, μηδείς με μετ’ ἀνθρώπων λογιζέσθω». Ὁ δ’ εὐθὺς τὸν ἴδιον οἰκέτην ἐπέταξε τὸν φωνοῦντα ἄνθρωπον ἀναζητῆσαι. Καὶ ὃς ἀπελθὼν καὶ τὸν τοῦ Ἀαρὼν οἰκέτην γνωρίσας Στρατήγιον αὐτὸν συμπαραλαβὼν ἄγει πρὸς τὸν ἐπὶ τῆς τραπέζης. Καὶ παραχρῆμα προσελθὼν ἀπαγγέλλει ὅσαπερ σύνοιδεν. Οὗτος δὲ συμπαραλαβὼν αὐτὸν ἀπῆλθε πρὸς τὸν αὐτοκράτορα. Ὕπνωττον δὲ τηνικαῦτα οἱ βασιλεῖς.
Ἐντυχὼν δὲ Βασιλείῳ τῷ ἐκτομίᾳ κατηνάγκαζεν ἀπαγγεῖλαι τὰ περὶ τοῦ Στρατηγίου τοῦ ἀνθρώπου τοῦ Ἀαρὼν ῥηθέντα. Ὁ δ’ εὐθὺς εἰσελθὼν καὶ αὐτὸν εἰσάγει τὸν Στρατήγιον. Ὃς ἐπειδὴ καθάπαξ εἰς ἐρωτήσεις ἐλήλυθεν, ἅπαν τὸ δρᾶμα τῶν φλυάρων φαμούσων, τὸν τοῦ φόνου δραματουργὸν καὶ αὐτὸν ἐκεῖνον τὸν εἰς σφαγὴν τοῦ βασιλέως παρεσκευασμένον σαφῶς ἀνεκάλυψεν. «Ὁ γὰρ ἐμός, φησί, δεσπότης Ἀαρὼν μεθ’ ἑτέρων, οὓς οὐδὲ ἡ σὴ βασιλεία παντάπασιν ἠγνόησε, κατὰ τῆς σῆς, βασιλεῦ, ζωῆς μελετήσαντες καθῆκάν σοι φονέα Δημήτριον, τὸν ἐμαυτοῦ σύνδουλον, ἄνδρα Σκύθην μὲν τὸ γένος, φονικώτατον δὲ τὴν γνώμην, τοὺς βραχίονας καρτερόν, πρὸς πᾶν ὁτιοῦν τολμηρότατον καὶ τὴν ψυχὴν θηριώδη καὶ ὠμότατον. Τούτῳ ξίφος ἐγχειρίσαντες ἄμφηκες παρήγγειλαν παραγγελίαν ταύτην ἀπάνθρωπον, ὡς ὁμόσε προσελθόντα μετὰ θράσους ἀκατασχέτου ἐμβάψαι τοῖς βασιλικοῖς σπλάγχνοις τὸ ξίφος.» Ὁ δὲ βασιλεύς (καὶ γὰρ οὐκ ἦν εὔκολος τοῖς τοιούτοις πιστεύειν)· «Μὴ διά τινά, φησιν, ἀπέχθειαν πρὸς τοὺς σοὺς δεσπότας καὶ πρὸς τὸν σεαυτοῦ ὁμόδουλον τὴν κατηγορίαν ταύτην συμπλέκῃς, ἀλλὰ τἀληθῆ πάντα καὶ ὅσα σύνοιδας ἐξορχοῦ.

Book XIIILiber XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 131:931Εἰ δὲ καὶ ἁλοίης ψευδόμενος, οὐκ εἰς καλὸν τὰ τῆς κατηγορίας σοι ἀπαντήσεται.» Ἐκεῖνος δὲ ἐνιστάμενος ἀληθῆ λέγειν παραδίδοται πρὸς τὸν ἐκτομίαν Βασίλειον ἵνα τέως τοὺς φλυάρους χάρτας ἐπιδοίη πρὸς αὐτόν. Ὁ δὲ παραλαβὼν τοῦτον καὶ ἀπελθὼν εἰσάγει εἰς τὴν σκηνὴν τοῦ Ἀαρών, πάντων κοιμωμένων, καὶ ἀναλαβόμενος ἐκεῖθεν πήραν τινὰ στρατιωτικὴν μεστὴν τοιούτων γραμμάτων δίδωσι τῷ Βασιλείῳ. Αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας, θεασάμενος τὰ τοιαῦτα γράμματα ὁ βασιλεὺς καὶ διαγνοὺς τὸν κατ’ αὐτοῦ μελετώμενον φόνον, τὴν μὲν μητέρα τοῦ Ἀαρὼν προσέταξε τοῖς τὰ τῶν κοινῶν διοικοῦσιν ἐν τῇ πόλει περιορισθῆναι εἰς Χοιροβάκχους, τὸν δὲ Ἀαρὼν ..., τὸν δὲ Θεόδωρον τὸν αὐτάδελφον αὐτοῦ εἰς Ἀγχίαλον. Ταῦτα τὸν βασιλέα τῆς πρόσω φερούσης ἐπὶ πέντε ἡμέραις ἀπεῖρξεν. Ἐν δὲ τῷ πρὸς Θεσσαλονίκην ἀπέρχεσθαι, ἐπεὶ ἁπανταχόθεν συνηλαύνετο ἐς ταὐτὸν τὰ τάγματα, δεῖν ἐλογίσατο σύνταξιν ποιῆσαι εἰς πολέμου σχῆμα διατετυπωμένην.
Καὶ αὐτίκα κατὰ λόχους αἱ φάλαγγες ἵσταντο καὶ οἱ λοχαγοὶ προὐβέβληντο καὶ τῶν οὐραγῶν ἡ τάξις ἐφείπετο καὶ οἱ τὸ μέσον τῆς φάλαγγος ἀναπληροῦντες εἱστήκεσαν ἅπαντες τοῖς ὅπλοις μαρμαίροντες (καὶ ἦν φοβερὸν θέαμα ἐκεῖνο τὸ σύνταγμα) καὶ καθάπερ τι τεῖχος πόλεως ἀλλήλοις συνηρμοσμένοι. Εἶπες ἂν χαλκοῦς ἀνδριάντας ὁρᾶν καὶ αὐτοχύτους τινὰς στρατιώτας ἐπὶ τοῦ πεδίου σύμπαντας ἀτρεμεῖν, μόνων τῶν δοράτων κραδαινομένων καὶ ὥσπερ ἐπιθυμούντων χρωτὸς ἅψασθαι. Ταύτην τὴν σύνταξιν ὁ βασιλεὺς ποιησάμενος καὶ κινήσας αὐτήν, καὶ ὑποτυπωσάμενος πῶς μὲν ἐπὶ δόρυ, πῶς δὲ ἐπ’ ἀσπίδα κινοῖντο, τὴν νέηλυν στρατιὰν ἐκ τῆς συντάξεως πάσης ἀπολεξάμενος καὶ οὓς μᾶλλον αὐτὸς ἀνεθρέψατο καὶ τὰ στρατιωτικὰ ἐξεπαίδευσεν, ἀρχηγοὺς στρατευμάτων κατέςτησεν. Ἦσαν δ’ οὗτοι ξύμπαντες τριακόσιοι, πάντες νέοι καὶ εὐμήκεις, σφριγῶντες τὸ σῶμα καὶ ἕκαστος τούτων ἀρτίχνους τὸ γένειον, πάντες δὲ καὶ τόξον ἐντεῖναι δεξιώτατοι καὶ ἀφεῖναι δόρυ στερρότατοι. Ἐκ διαφόρου μὲν γένους ἦσαν συνηθροισμένοι, ἐξ ἁπάσης δὲ τῆς ῥωμαϊκῆς στρατιᾶς στρατιά τις ἦσαν ἔκκριτος ὑπὸ στρατηγῷ τῷ βασιλεῖ ταττόμενοι·
PG 131:933τῷ αὐτῷ γὰρ καὶ βασιλεῖ καὶ στρατηγῷ καὶ διδασκάλῳ ἐχρῶντο. Τούτων οὖν ἀπολεξάμενος αὖθις τοὺς δεξιωτέρους καὶ ξυνταγματάρχας χειροτονήσας ἐπὶ τὰ τέμπη πέμπει, δι’ ὧν ἔμελλε τὸ βαρβαρικὸν στράτευμα διελθεῖν. Ἐκεῖνος δὲ ἐν Θεσσαλονίκῃ τὴν παραχειμασίαν ἐποιεῖτο. Ἐπεὶ δέ, καθάπερ ἔφημεν, ὁ τύραννος Βαϊμοῦντος μετὰ βαρυτάτου στόλου διεπεραιώσατο ἐκεῖθεν ἐνθάδε πρὸς τὰ ἡμέτερα, καὶ τὸ φραγγικὸν ἅπαν στράτευμα κατὰ τῶν ἡμετέρων πεδιάδων ἐξέχεε, συνταξάμενος ἐκεῖθεν ἔρχεται κατὰ τῆς Ἐπιδάμνου, εἰ μὲν δύναιτο, καὶ αὐτοβοεὶ αἱρήσων αὐτήν, εἰ δ’ οὐ, ἀλλὰ τειχομάχοις μηχανήμασι καὶ πετροβόλοις ὀργάνοις τὴν ὅλην πόλιν παραστησόμενος. Ὁ μὲν οὖν σκοπὸς αὐτῷ οὗτος· ηὐλίσατο δὲ ἀντικρὺ τῆς πύλης τῆς κατὰ τὰς ἀνατολὰς ἀνεῳγυίας, ἧς ὕπερθεν ἱππότης ἐστὶ χαλκοῦς, καὶ κατασκοπήσας τοῦ πολιορκεῖν ἤρξατο.
PG 131:935Χειμῶνα μὲν οὖν ὅλον ἐπινοούμενος καὶ πανταχόθεν ἐπιβλέπων, οὗπερ ἁλώσιμόν ἐστι τὸ Δυρράχιον, ἔαρος δὲ διαγελῶντος, ἐπειδήπερ καθάπαξ παραυτίκα διαπεράσας πυρὶ παραδέδωκε τάς τε φορταγωγοὺς αὐτοῦ νῆας καὶ τὰς ἱππαγωγοὺς καὶ ὡς οὕτως εἰπεῖν στρατιώτιδας, τοῦτο μὲν καὶ στρατηγικόν τι μηχανώμενος ἵνα μὴ ὁρῷεν πρὸς θάλατταν τὸ στράτευμα τούτου, τοῦτο δ’ ὅτι καὶ καταναγκάζοντος αὐτὸν τοῦ ῥωμαϊκοῦ στόλου, ὅλος πρὸς πολιορκίαν ἀπέβλεψε. Κύκλῳ περιχεάμενος τὸ βαρβαρικὸν στράτευμα τὰ πρῶτα καὶ ἐν ἀκροβολισμοῖς ὤν (ἐπετοξάζοντο δὲ τούτοις καὶ οἱ ἀπὸ τοῦ ῥωμαϊκοῦ στρατεύματος ποτὲ μὲν καὶ πυργόθεν ἀπὸ τοῦ Δυρραχίου, ποτὲ δὲ καὶ πόρρωθεν), ἀποστέλλων τινὰς ἀποσπάδας τοῦ φραγγικοῦ στρατεύματος, ἐπολέμει τε καὶ ἐπολεμεῖτο. Τήν τε γὰρ Πέτρουλαν ἐχειρώσατο καὶ τὸ λεγόμενον Μύλου πόλισμα ὑπερκείμενον ποταμοῦ Διαβόλεως, καὶ ἄλλα τὰ τοιαῦτα πέριξ τῆς πόλεως Δυρραχίου τυγχάνοντα πάντα πολέμου νόμῳ κατεκληρώσατο. Ταῦτα μὲν οὖν ἐποίει πολεμικῇ δεξιᾷ·
ἠρχιτεκτόνει δὲ ἐν τοσούτῳ καιρῷ τὰ πολεμικὰ μηχανήματα, χελώνας κατασκευάζων πυργοφόρους καὶ κριοφόρους καί τινας ὀρυκτρίδας καὶ ἄλλας χωστρίδας, ὅλον χειμῶνα καὶ θέρος ἐργαζόμενος καὶ καταπλήττων καὶ ἀπειλῇ καὶ τοῖς πράγμασι καταπλῆγας ὄντας ἀνθρώπους. Ἀλλ’ οὔτι γε καὶ ῥωμαϊκὴν ἀνδρείαν ἠδύνατο καταπαλαίειν· δυστυχῶς δὲ αὐτῷ ἀπηντήκει καὶ τὰ πρὸς ἀποτροφήν. Ὅσα μὲν γὰρ προϋφηρπάκει ἀπὸ τῶν πέριξ τοῦ Δυρραχίου, τούτῳ ἀνήλωτο, τὰ δ’ ἀφ’ ὧν ἤλπικε κομισθῆναί οἱ, προκατασχόντες τὰ τέμπη καὶ τὰς ἐξόδους καὶ αὐτὴν δὴ τὴν θάλατταν οἱ τοῦ ῥωμαϊκοῦ στρατεύματος ἀπεκώλυον. Κἀντεῦθεν λιμὸς ἀθρόως ἐπιφοιτήσας τούς τε ἵππους καὶ τοὺς ἀνθρώπους ὁμοῦ διέφθειρε, μὴ ἐχόντων μήτε τῶν ἵππων χιλὴν μήτε τῶν ἀνθρώπων τροφήν. Προσεπετέθη δὲ τῷ βαρβαρικῷ τούτῳ στρατεύματι καὶ κοιλιακή τις διάθεσις τὸ μὲν δοκεῖν ἀπό τινος ἀπροσφόρου σιτήσεως, φημὶ δὴ τῆς κέγχρου· τὸ δ’ ἀληθὲς μήνιμα Θεοῦ κατὰ τοσούτου ἀναριθμήτου στρατεύματος καὶ ἀνυποίστου κατασκῆψαν ἐπαλλήλους θανάτους εἰργάσατο. Ἀλλὰ τοῦτο μὲν τὸ δυστύχημα κοῦφον ἐδόκει πρὸς ἄνδρα τυραννικὸν ἔχοντα φρόνημα καὶ ἀπολεῖν ἀπειλοῦντα ἅπασαν γῆν·
PG 131:937ὅμως μέντοι καὶ δυστυχὼν διεμηχανᾶτο καὶ καθάπερ θηρίον τιτρωσκόμενον πρὸς ἑαυτὸν συνεστρέφετο καί, ὥσπερ ἔφημεν, πρὸς τὰς πολιορκίας ὅλῳ βλέμματι ἀπετείνετο. Καὶ τὰ πρῶτα μὲν κριοφόρον χελώνην ἐξεργασάμενος, ἀπεριήγητόν τι θαῦμα, προσῆγε πρὸς τὸ ἀνατολικώτερον μέρος τῆς πόλεως· καὶ αὐτῇ τῇ ὄψει φοβερὸν θέαμα. Κατεσκεύαστο γὰρ ὧδε. Μικράν τινα χελώνην ποιησάμενοι καὶ ἐν παραλληλογράμμῳ σχήματι ταύτην κατασκευάσαντες καὶ τροχοὺς ὑποθέντες καὶ πανταχόθεν, ἄνωθέν τε καὶ ἑκατέρωθεν, τὰς πλευρὰς διαστεγάσαντες βύρσαις βοείαις καὶ συνερραφότες πανταχόθεν, καὶ τοῦτο δὴ τὸ παρ’ Ὁμήρου λεγόμενον, ἑπταβόειον τὸν ὄροφον καὶ τοὺς τοίχους τοῦ μηχανήματος ποιησάμενοι κᾆθ’ οὕτως ἔνδον τοὺς κριοὺς ἀπῃώρησαν. Ἐπεὶ δὲ οὕτως εἶχεν αὐτῷ τὸ μηχάνημα, τοῦτο καὶ προσήγγισε τῷ τείχει, μυριάνδρου πλήθους ἔνδοθεν μετά τινων κοντῶν προωθούντων αὐτὸ καὶ ἐγγύθεν ποιουμένων τῶν τοῦ Δυρραχίου τειχῶν. Ἐπειδὴ ἀποχρώντως εἶχεν αὐτοῖς ἡ ἐγγύτης καὶ συμμέτρως τὰ πρὸς ἀπόστασιν, ὑφεῖλον μὲν τὰς τροχιάς, περιπήγμασι δὲ πανταχόθεν ἀσφαλισάμενοι τὸ μηχάνημα, ἵνα μὴ ταῖς ὠθήσεσι τὸ στέγος διασαλεύοιτο·
PG 131:939ἐνταῦθά τινες ἄνδρες ῥωμαλεώτατοι ἑκατέρωθεν τοῦ κριοῦ σφοδρῶς ὠθοῦντες ἐπὶ τὸ τεῖχος εἴχοντο τῆς ὁμοταγοῦς τοιαύτης κινήσεως. Καὶ οἱ μὲν καθάπαξ ὤθησαν σφοδρῶς τὸν κρίον, ὁ δὲ καθάπαξ παρενεχθεὶς ἐσπάραττέ τε τὸ τεῖχος καὶ ἐκεῖθεν ἀποκρουόμενος καὶ παλιμπόρευτον τὴν φορὰν ποιούμενος ἀντεσπαράττετο. Καὶ τοῦτο πολλάκις ἐποίει τέως πολλάκις περιφερόμενος ἑκατέρωθεν καὶ διατιτραίνων τὸ τεῖχος οὐκ ἔληγε. Κριὸν δὲ εἰκότως οἱ ἀρχαῖοι μηχανικοὶ καὶ περὶ τὰ Γάδειρα τοῦτο ἐφευρηκότες, προςωνομάκασιν ἐκ μεταφορᾶς τῶν καθ’ ἡμᾶς κριῶν, οἳ κατ’ ἀλλήλων ἀντεπερχόμενοι διαγυμνάζονται. Ἀλλ’ οἱ ἔνδον καταγελῶντες τῆς τραγικῆς ταυτησὶ τειχομαχίας τῶν βαρβάρων τούτων καὶ κριοφόρων ἀνδρῶν καὶ ὅτι εἰς οὐδὲν αὐτοῖς περατοῦται τὰ τῆς πολιορκίας, ἀναπετάσαντες τὰς πύλας ἐκέλευον εἰσιέναι, καταγελῶντες τῶν ἀπὸ τοῦ κριοῦ προσκρουμάτων ἐγγινομένων.
«Οὐ γὰρ ἄν, ἔφασαν, ἐργάσαιτο κριὸς τοιοῦτον χάσμα ἐκ τῆς κατ’ αὐτὸν τειχομαχίας, οἷον ἡ πύλη παρέχεται.» Τοῦτο μὲν οὖν αὐτίκα τῇ τῶν ἔνδοθεν ἀνδρείᾳ καὶ τῷ θαρραλέῳ τοῦ στρατηγοῦντος Ἀλεξίου, καὶ ἀδελφιδοῦ τοῦ αὐτοκράτορος Ἀλεξίου, εἰς κενὸν ἀποδέδεικται, ἐρρᾳθυμηκότων καὶ αὐτῶν τῶν πολεμίων ὅσον γε πρὸς τοῦτο καὶ ἀπειπαμένων τὴν πολιορκίαν. Τὸ γὰρ ἀνδρεῖον τῶν ἔνδοθεν καὶ τὸ ἀνεῷξαι τὰς πύλας τοῖς βαρβάροις καὶ θαρρεῖν κατ’ αὐτῶν εἰς δειλίαν ἐνέβαλε καὶ τοῦ μηχανήματος ἀπαγόρευσιν. Οὕτω μὲν οὖν ἤργει τὰ περὶ τῆς κριοφόρου χελώνης· οὐδὲν δὲ ἧττον καὶ τὸ πῦρ ἄνωθεν ἐπιρριφὲν κατὰ τοῦ μηχανήματος ἀργοῦντος ἤδη καὶ ἀκινήτου μένοντος διὰ τὰς προειρημένας αἰτίας εἰς τέφραν μετήμειψεν. Ἀπὸ τοίνυν τούτων τὸ φραγγικὸν ἀπειπάμενον πλῆθος πρὸς ἄλλο μηχάνημα φοβερώτερον μετελήλυθεν ἐπὶ τὰ βορειότερα μεταστρέψαν ἀντικρὺ τῆς δουκικῆς καθέδρας, ὅπερ πραιτώριον προσωνόμαστο. Ἦν δὲ τὰ τῆς θέσεως τοῦ τόπου τοιάδε. Εἰς λόφον ὁ τόπος ἀνίστατο, λέγω δὲ οὐ πετρώδη τὸν λόφον, ἀλλὰ γεώδη· ἐφ’ οὗπερ λόφου τὸ τεῖχος τῆς πόλεως ἵδρυτο.
Τούτου καταντικρύ, καθάπερ ἔφημεν, εὐστοχώτατα ὀρύττειν οἱ περὶ τὸν Βαϊμοῦντον ἀπήρξαντο. Ἄλλο τοῦτο κακὸν ταῖς πόλεσι μεμηχανημένον παρὰ τοῖς πολιορκηταῖς καὶ ἄλλο πολιορκητικὸν ὄργανον κατὰ τῆς πόλεως τούτοις πανουργευόμενον. Ὀρύττοντες γὰρ ἐπῄεσαν ὑπὸ γῆν καθάπερ τινὲς ἀσπάλακες τὸν ὑπόγειον χοῦν διατιτραίνοντες, καὶ ποῦ μὲν χελώναις ἀκροστέγοις περιφρουροῦντες τὰ ἄνω μέρη διὰ τὰς ἄνωθεν βαλλομένας βολὰς πετρῶν τε καὶ τόξων, ποῦ δὲ καὶ τὸ μετέωρον τῆς γῆς στύλοις τισὶν ὑπερείδοντες ὑπώρυττον ἐξ εὐθείας φερόμενοι, πλατύτατόν τε καὶ εὐμηκέστατον τάφρον ποιούμενοι καὶ δι’ ἁμαξῶν ἀεὶ ἐκφερόμενοι τὸν ἀπὸ τοῦ ὀρύγματος χοῦν. Ἐπεὶ δὲ εἶχον ἀρκούντως τῆς διατρήσεως, ἔχαιρον ὥσπερ τι μέγα κατειργασμένοι. Ἀλλ’ οὐκ ἠμέλησαν οἱ ἐντός, ἀλλὰ κατὰ διάστημα τὴν γῆν ἀνορύξαντες καὶ τάφρον ἀξιόλογον ποιησάμενοι κατὰ τὸ διατεῖνον τῆς τάφρου ἐκάθηντο προσέχοντες, ὅπου δῆτα τὸ πολιορκοῦν μέρος τὴν ἐκεῖθεν ἐνθάδε διάτρησιν μέλλει ποιήσασθαι.
PG 131:941Καὶ εὐθὺς κατά τινα τόπον ἐφευρηκότες αὐτοὺς κρούοντάς τε καὶ ἀνασκάπτοντας καὶ τὰς ῥίζας τοῦ τείχους ὀρύττοντας, ᾔσθοντό τε αὐτοὺς καὶ μᾶλλον τὴν ἀπ’ ἐκείνων ὀπὴν ἀνερρωγότες καταντικρὺ καὶ θεασάμενοι τὸ πλῆθος ἀπὸ τῆς ἐντὸς γινομένης τρυμαλιᾶς, πυρὶ τὰ τούτων πρόσωπα κατῃθάλωσαν. Τοῦτο δὲ τὸ πῦρ ἀπὸ τοιούτων μηχανημάτων αὐτοῖς διεσκεύαστο. Ἀπὸ τῆς πεύκης καὶ ἄλλων τινῶν τοιούτων δένδρων ἀειθαλῶν συνάγεται δάκρυον εὔκαυστον. Τοῦτο μετὰ θείου τριβόμενον ἐμβάλλεταί τε εἰς αὐλίσκους καλάμων καὶ ἐμφυσᾶται παρὰ τοῦ παίζοντος λάβρῳ καὶ συνεχεῖ πνεύματι, κᾆθ’ οὕτως ὁμιλεῖ τῷ πρὸς ἄκραν πυρὶ καὶ ἐξάπτεται καὶ ὥσπερ πρηστὴρ ἐμπίπτει ταῖς ἀντιπρόσωπον ὄψεσι. Τούτῳ τῷ πυρὶ κεχρημένοι οἱ τἄνδον τοῦ Δυρραχίου κατέχοντες, ἐπείπερ ἀντιπρόσωποι ἦσαν τοῖς πολεμίοις, τάς τε γενειάδας αὐτῶν κατέφλεξαν καὶ τὰ πρόσωπα. Καὶ ἦν ἰδεῖν τούτους καθάπερ σμῆνος μελισσῶν ὑπὸ καπνοῦ διωκόμενον ἐξαγομένους ἀτάκτως, ὅθεν εὐτάκτως εἰσῄεσαν.
PG 131:943Ἐπεὶ δὲ καὶ τοῦτο αὐτοῖς εἰς μάτην ἐπεπόνητο καὶ ἡ βαρβαρικὴ φροντὶς αὕτη εἰς οὐδὲν δέον ἀπετελεύτησε, τρίτον αὐτοῖς ἐπινοεῖται μηχάνημα πύργος ξύλινος, ὅπερ, ὡς ἡ φήμη φησί, πολιορκητικὸν ὄργανον οὐ μετὰ τὴν ἀστοχίαν τῶν προεσκευασμένων ὀργάνων κατῆρκτο γίνεσθαι, ἀλλὰ πρὸ τούτων εἰς ἐνιαυτὸν ὅλον. Τοῦτο μὲν ἔργον εἶχε, τὰ δὲ προειρημένα ὄργανα πάρεργον. Ἀλλὰ δεῖ με πρότερον ὀλίγα περὶ τοῦ σχήματος τῆς πόλεως Δυρραχίου ἀφηγήσασθαι. Τὸ μὲν τεῖχος ταύτης ὑποχαλᾶται τοῖς πύργοις· οἱ δὲ πύργοι κυκλόθεν ταύτης ἐξυπανίστανται ὅσον εἰς ἕνδεκα πόδας ὑψούμενοι, διὰ κοχλίου τινὸς τὴν ἄνοδον ἔχοντες ἐπάλξεσί τε ἠσφαλισμένοι. Οὕτως ἔχει σχήματός τε καὶ ἀσφαλείας ἡ πόλις. Τὸ δὲ πάχος τοῦ τείχους εἰς ἀξιόλογον πλάτος ἐκτέταται, καὶ τοσοῦτον ὥστε ἱππότας ἄνδρας καὶ πλείους τῶν τεσσάρων τοὺς ὤμους συμμίξαντας διιππάσασθαι ἀσφαλῶς. Οὕτω μὲν οὖν ἐκπεφράσθω μοι τὰ περὶ τοῦ τείχους ὡς ἐν παραδρομῇ τινα σαφήνειαν τῶν μελλόντων ῥηθῆναι προαφηγησαμένῃ.
Τὰ δὲ τῆς πυργοποιίας τοῦ μηχανήματος τούτου, ὅπερ καθάπερ χελώνης πύργον ἐμηχανήσαντο οἱ περὶ τὸν Βαϊμοῦντον βάρβαροι, καὶ ἀφηγήσασθαι χαλεπὸν καὶ ἰδεῖν φοβερόν, ὡς οἱ ἑωρακότες ἔλεγον, μὴ ὅτι γε οἷς προσεπέλασε φρικωδέστατον θέαμα. Εἶχε δὲ τοιῶσδε. Πύργος ξύλινος κατεσκεύαστο ἐκ τετραγώνου βάσεως εἰς ἀξιόλογον μῆκος ἠρμένος, καὶ τοσοῦτον ὥστε τῶν τῆς πόλεως πύργων ὑπερανέχειν εἰς πέντε που καὶ ἓξ πήχεις τὸ ὕψος. Ἔδει γὰρ οὕτως κατεσκευάσθαι τὸν μόσυνα τοῦτον, ἵνα διά τινων ὑποβαθρῶν μετεώρων πρὸς τὸ χθαμαλώτερον καταχαλωμένων τὸ τεῖχος τῆς πόλεως ἐκεῖθεν εὐκόλως καταδραμεῖται. Οὕτω γὰρ ἂν τὸ σφοδρὸν τῆς ῥύμης οὐκ ἂν ὑπενέγκοιεν οἱ ἐγχώριοι ἀεὶ πρὸς τὸ κατόπιν ὠθούμενοι. Ὀπτικὴν δὲ ἄρα τὴν ἐπιστήμην ἐπλούτουν, ὡς ἔοικεν, οἱ τὸ Δυρράχιον πολιορκοῦντες βάρβαροι. Οὐ γὰρ ἄνευ τοιαύτης δυνάμεως τὰ ὕψη τῶν τειχῶν κατελάμβανον· εἰ δὲ μὴ ὀπτικῆς, ἀλλά γε τῆς ἀπὸ τῶν διοπτρῶν καταλήψεως. Ὁ γοῦν πύργος ἐκεῖνος φοβερὸς μὲν ἰδεῖν, φοβερώτερος δὲ κινούμενος κατεφαίνετο. Τροχοὶ γὰρ πολλοὶ τὴν βάσιν αὐτῷ μετεώριζον·
PG 131:945ἀναμοχλευόμενος δὲ ὑπὸ τῶν ἔνδον στρατιωτῶν τοῖς μοχλοῖς θάμβος ἐποίει μὴ φαινομένης τῆς ἀρχῆς τῆς κινήσεως, ἀλλ’ ὥσπερ τις γίγας ὑπερνεφὴς ἀφ’ ἑαυτοῦ ἐδόκει κινούμενος. Ἐστέγαστο δὲ ἁπανταχόθεν ἐκ βάσεως ἄχρι κορυφῆς καὶ εἰς στέγας πολλὰς διῄρητο καὶ θυρίσι κύκλῳ παντοδαπαῖς ἠνέῳκτο, ἀφ’ ὧν ἐξέπιπτε βέλη συχνά. Πρὸς δὲ τὸ ἀνωτάτω μέρος ἄνδρες ἦσαν ἐξωπλισμένοι θυμοειδεῖς καὶ ἐπὶ τῶν χειρῶν τὰ ξίφη φέροντες καὶ πρὸς ἄμυναν διηυτρεπισμένοι. Ἐπεὶ δὲ τῷ τείχει προσήγγισε τὸ φρικτὸν τουτὶ θέαμα, οὐκ ἀμελῶς ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον καὶ στρατηγὸν τῆς πόλεως Δυρραχίου, ἀλλ’ ἅμα τε τοῦτο τὸ μηχάνημα ἔξωθεν τῷ Βαϊμούντῳ κατεσκευάζετο ὥσπερ τις ἑλέπολις ἄφυκτος, καὶ ἄλλο τι ἔνδοθεν τοῦ τείχους αὐτοῖς ἀντεμηχανᾶτο. Ἑωρακότες γὰρ εἰς ὅσον ὕψος ὁ αὐτοκίνητος οὗτος πύργος ἐκτέταται καὶ ὅπου τοῦτον ἐστήριξαν ὑφελόμενοι τοὺς τροχούς, τέτταρα ξύλα μακρότατα καταντικρὺ τοῦ μόσυνος πήξαντες ὥσπερ ἀπὸ τετραγώνου βάσεως εἰς πήγματος σχῆμα διανιστάμενα, κᾆθ’ οὕτως βάσεις τινὰς διειληφότες μεταξὺ τῶν ἀντιτεταγμένων ξύλων, εἰς πῆχυν ἕνα τὸν ἔξωθεν ξύλινον πύργον ἐποίησαν ἀνατρέχειν.
Ἀστεγὲς δὲ ἦν ἁπανταχόθεν ὅλον τοῦτο τὸ διάστημα· οὐ γὰρ ἐδεῖτο προφυλακῆς, εἰ μὴ μόνον κατὰ τὴν κορυφὴν ἐξωρόφωτο. Ἐνταῦθα δὴ ἀναγαγόντες οἱ ἀμφὶ τὸν Ἀλέξιον στρατιῶται τὸ ἔνυγρον πῦρ περὶ τὰ ἀκρόστεγα τοῦ ἀνεπιφράκτου ξυλοπύργου ἔμελλον ἐξακοντίζειν πρὸς τὸν ἀντίθετον μόσυνα. Ἀλλ’ ἐδόκει καὶ ἡ βουλὴ καὶ τὸ πρᾶγμα οὐ πρὸς πανωλεθρίαν τοῦ μηχανήματος· ἀκροθιγῶς γὰρ ἔμελλε τὸ πῦρ τὸ ἐντεῦθεν ἐκεῖσε πεμπόμενον τοῦ μόσυνος ἅπτεσθαι. Ἀλλὰ τί μηχανῶνται; Πληροῦσι τὸν μεταξὺ τόπον τοῦ τε ξυλίνου καὶ τοῦ τῆς πόλεως πύργου εὐκαταπρήστου παντοίας ὕλης καὶ ἐλαίου πολλοῦ κατὰ ποταμοὺς κενουμένου· τούτοις ἐπενήνεκτο πῦρ, δαλοὶ καὶ φλόγες, ὃ κατὰ μικρὸν ὑποτυφόμενον κᾆθ’ οὕτως βραχείας ἀναπνοῆς ἐπιδραξάμενον, ἔπειτα εἰς περιφανῆ φλόγα διαρθὲν, συνεπιλαμβανομένων καὶ τῶν ἀπὸ τοῦ πυρὸς τοῦ ὑγροῦ πρηστήρων, ἅπαν ἀνῆψε τὸ φρικτὸν ἐκεῖνο καὶ πολυυλότατον μηχάνημα ἐμποιοῦν ἦχον καὶ φοβερὰν θέαν ταῖς ὄψεσιν. Αἴσθησις δὲ τοῦ πολλοῦ πυρὸς ἦν κυκλόθεν μέχρι καὶ σταδίων τρισκαίδεκα.
PG 131:947Θόρυβος δὲ καὶ ταραχὴ τοῖς ἔνδον βαρβάροις πολλὴ καὶ ἀμήχανος, τῶν μὲν ἐναπειλημμένων τῷ πυρὶ καὶ ἀποτεφρουμένων, τῶν δὲ ἀπὸ μετεώρου ῥιπτούντων ἑαυτοὺς πρὸς τὴν γῆν· βοὴ δὲ πολλὴ καὶ ἀμήχανος ταραχὴ ἀντηχούντων καὶ τῶν ἐκτός. Τοσαῦτα μὲν οὖν περὶ τοῦ ὑπερνεφοῦς μόσυνος καὶ τῆς παρὰ τῶν βαρβάρων τειχομαχίας· ἀλλ’ ἐπὶ τὸν βασιλέα καὶ αὖθις τὸν λόγον ἐπανακτέον. Ἔαρος τοίνυν ἐφισταμένου ἡ μὲν Αὔγουστα ἐκ τῆς Θεσσαλονίκης ὡς πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν, ὁ δὲ αὐτοκράτωρ τῆς πρόσω πορείας εἴχετο καὶ τὴν Διάβολιν διὰ τῆς Πελαγονίας καταλαμβάνει ἔνθεν περὶ τοὺς πρόποδας τῶν ἤδη ῥηθέντων δυσβάτων ἀτραπῶν οὖσαν.
Καὶ καινήν τινα στρατηγίαν κατὰ τῶν βαρβάρων μεμελετηκὼς δεῖν ἐλογίσατο τοῦ μὲν δημοσίου πολέμου σχολὴν παντελῶς καταψηφίσασθαι καὶ ἀγχέμαχον διὰ ταῦτα τὴν μάχην οὐκ ἤθελεν, ἀλλὰ τὰ δύσβατα τέμπη καὶ τὰς ἀδιεξοδεύτους ὁδοὺς μεταίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν καταλιπών, τοὺς εὔνους ἅπαντας κατὰ τὰς ἀκρολοφίας μετὰ ἀποχρώσης δυνάμεως καταστήσας, τὴν καινὴν ἐκείνην στρατηγίαν ἐμηχανήσατο, ὡς μήτε τοὺς ἔνθεν πρὸς τὸν Βαϊμοῦντον ῥᾷστα προσχωρεῖν δύνασθαι, μήτ’ ἐκεῖθεν πρὸς τούτους αὖθις γράμματα φοιτᾶν ἢ προσηγορίας διαπέμπεσθαι, ὑφ’ ὧν ὡς τὰ πολλὰ τὰ τῆς ἀγάπης ἑδράζεσθαι εἴωθε. Σπάνις γὰρ προσηγορίας κατὰ τὸν Σταγειρίτην πολλὰς φιλίας διέλυσε. Γινώσκων δὲ τὸν Βαϊμοῦντον ἄνδρα πονηρίας καὶ δραστηριότητος ἀνάπλεων, ἤθελε μὲν καὶ τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην ἀναδέξασθαι, καθά γε καὶ εἴρηται, ἀλλὰ καὶ δι’ ἑτέρου παντὸς τρόπου καὶ μηχανῆς κατ’ αὐτοῦ μελετῶν οὐδαμῶς ἐνεδίδου.
PG 131:949Διὰ δὲ τὰς ἤδη ῥηθείσας αἰτίας, καίτοι πολλὰ σφαδάζων πρὸς τοῦτο, φιλοκίνδυνός τε καὶ πυκνοκίνδυνος πάλαι ὢν οὑτοσὶ ὁ αὐτοκράτωρ καὶ ἐμὸς πατήρ, ἐπεὶ τὸν λόγον εἶχεν ἐν πᾶσι κρατοῦντα, δι’ ἑτέρας μεθόδου καταγωνίσασθαι τοῦτον ἔσπευδε. Δεῖ γάρ, οἶμαι, τὸν στρατηγὸν οὐκ ἀεὶ διὰ ξιφουλκίας τὴν νίκην ἑαυτῷ σπεύδειν περιποιεῖσθαι, ἀλλὰ καὶ πρὸς πανουργίαν ἔστιν οὗ εὐτρεπίζεσθαι, ἐπὰν ὁ καιρὸς καὶ τὰ συμπίπτοντα τοῦτο διδόασι, τὴν νίκην ἑαυτῷ πάντοσε περιποιούμενον. Καὶ τοῦτο γὰρ στρατηγῶν ἰδιαίτατον, ὅσαπερ ἴσμεν, μὴ μετὰ ξιφῶν καὶ μάχης μόνον, ἀλλὰ καὶ πρὸς σπονδὰς τρεπομένων· καὶ ἄλλως ἔστιν οὗ ῥαδιουργοῦντα τὸν ἐχθρὸν καταγωνίζεσθαι, ὁπηνίκα καὶ τοιούτου καιρὸς παρῇ. Ὁποῖον καὶ τότε ὁ αὐτοκράτωρ φαίνεται σκευωρήσας. Θέλων γὰρ διχόνοιαν ἐμβαλεῖν μεταξὺ τῶν τε κομήτων καὶ τοῦ Βαϊμούντου, καὶ κατασεῖσαι οἷον τὸν πρὸς ἀλλήλους συνασπιςμὸν ἢ διαρρῆξαι, τοιοῦτόν τι δραματουργεῖ. Μεταπεμψάμενος οὖν τὸν ἐκ Νεαπόλεως Μαρῖνον τὸν σεβαστόν (τῶν Μαϊστρομιλίων οὗτος ὑπῆρχε τὸ γένος·
PG 131:951κἂν μὴ πάνυ τὸν πρὸς αὐτὸν ὅρκον ἀνόθευτον τότε ἐτήρει, ἀπατηλοῖς ἐξαπατηθεὶς λόγοις καὶ ὑποσχέσεσιν, ἀλλ’ ὅσῳ γε τὰ πρὸς τὸν Βαϊμοῦντον ἀποκαλύψαι αὐτῷ τὸ ἀπόρρητον τεθάρρηκεν), ἅμα δὲ καὶ τὸν Ῥογέρην (τῶν ἐπιφανῶν δὲ οὗτος Φράγγων) καὶ τὸν Πέτρον Ἀλίφαν, ἄνδρα κατὰ πόλεμον περιβόητον καὶ τὴν ὡς πρὸς τὸν αὐτοκράτορα πίστιν ἀκράδαντον δι’ ὅλου τηρήσαντα. Τούτους μετακαλεσάμενος, βουλὴν ἐζήτει ὅπως τὰ κατὰ τὸν Βαϊμοῦντον εὖ διαθέμενος καταγωνιεῖται αὐτόν, ἀλλὰ καὶ περὶ τῶν εὐνουστέρων τῷ Βαϊμούντῳ καὶ ὁπόσους ἐκεῖνος ἰσοψύχους ἔχει διηρώτα. Καὶ περὶ τούτων μαθὼν ἐξ αὐτῶν, δεῖν ἔλεγεν ὑποποιήσασθαι τούτους διὰ παντοίας μηχανῆς· «Καὶ εἰ τοῦτο γένοιτο, δι’ ἐκείνων καὶ τὸ κοινὸν τοῦ κελτικοῦ στρατεύματος διαρραγήσεται εἰς διψυχίαν ἐμπεσόν.» Ἀνακοινοῦται τοῦτο τοῖς ἤδη ῥηθεῖσι, καὶ ἐξ ἑκάστου τούτων ἕνα αἰτεῖται τῶν εὐνουςτέρων θεραπόντων καὶ ἐχεμυθεῖν ἐπισταμένων. Οἱ δὲ ἑτοίμως τοὺς κρείττονας τῶν ὑπηκόων αὐτῷ ἔφησαν δοῦναι. Καὶ ἐπειδὴ παρῆσαν οἱ ἄνθρωποι, δραματουργεῖ τι τοιοῦτον.
Γράμματα συνθέμενος ὥσπερ ἀμοιβαῖα πρός τινας τῶν ἀμφὶ τὸν Βαϊμοῦντον οἰκειοτάτους, ὡς δῆθεν ἐκείνων γεγραφότων πρὸς τοῦτον καὶ οἰκειότητά τινα μνηστευομένων καὶ τὰ ἀπόρρητα τῆς τοῦ τυράννου γνώμης ἐξαγορευόντων, πέμπει πρὸς αὐτοὺς ὥσπερ εὐχαριστηρίους λόγους συντάξας καὶ ἀποδεξάμενος τάχα τὴν τῶν ἀνδρῶν εὔνοιαν. Ἦσαν δὲ οὗτοι ὅ τε Γίδος, ὁ τοῦ Βαϊμούντου αὐτάδελφος, καί τις τῶν ἐνδοξοτάτων ἀνδρῶν, Κοπρισίανος καλούμενος, καὶ πρὸς τούτοις ὁ Ῥικάρδος, καὶ τέταρτος ὁ Πριγκιπάτος, ἀνὴρ γενναῖος καὶ τὰ πρῶτα φέρων ἐν τῇ στρατιᾷ τοῦ Βαϊμούντου, καὶ ἕτεροι πλείους τούτων. Πρὸς οὓς τὰ ἐπίπλαστα γράμματα ἐξεπέμπετο. Ἐκεῖθεν μὲν γὰρ οὐδὲν ἐδέδεκτο τοιοῦτον ὁ βασιλεύς, οὔτε παρὰ Ῥικάρδου οὔτε παρ’ ἄλλου τινὸς τοιούτου, εὔνοιαν καὶ πίστιν ὑπαγορεῦον γραμμάτιον· αὐτὸς δὲ ἀφ’ ἑαυτοῦ τὰ τοιαῦτα τῶν γραμμάτων ἐπλάττετο.
PG 131:953Εἶχε δὲ νοῦν τοιοῦτον τὸ δραματούργημα, ὡς εἴπερ εἰς ἀκοὰς εἰσέλθοι Βαϊμούντου ἡ τῶν ἀνδρῶν τοιούτων προδοσία καὶ ὡς ἐκεῖνοι ἐκεῖθεν ἀποκοπέντες τῇ γνώμῃ τῷ μέρει τῷ βασιλικῷ προσεχώρησαν, αὐτὸς μὲν εὐθὺς ταραχθήσεται καὶ πρὸς τὴν βαρβαρικὴν φύσιν ἐπανελεύσεται, κακώσας δὲ τοὺς ἄνδρας ἀπορραγῆναι τούτου καταναγκάσειε, καί, ὅπερ εἰς νοῦν οὐκ ἦλθεν αὐτοῖς, ἐκ τῆς κατασκευῆς Ἀλεξίου ποιήσειαν πρὸς αὐτὸν στασιάσαντες. Ἤιδει γάρ, οἶμαι, ὁ στρατηγὸς ὡς τὸ ἀντίπαλον ἅπαν φῦλον ξυγκροτούμενον μὲν καὶ ἀλληλουχούμενον ἔρρωται, στασιάζον δὲ καὶ εἰς πολλὰ μεριζόμενον ἀδρανέστερον γίνεται καὶ οὕτω τοῖς πολεμοῦσιν εὐχείρωτον. Ὅπερ καὶ βαθέως ἐπραγματεύετο καὶ τὸν δόλον ὑποβρύχιον εἶχε τὰ γράμματα. Μεταχειρίζεται δὲ τὸ πρᾶγμα οὑτωσί πως ὁ Ἀλέξιος. Πέμπει μὲν γὰρ τὰ πεπλασμένα γράμματα πρὸς ἐκείνους παραγγείλας ἐπιδοῦναι ἑκάστῳ ἕκαστον. Εἶχε δὲ τὰ πεμπόμενα βιβλία ἐκεῖνα οὐ μόνον εὐχαριστίαν, ἀλλὰ καὶ δόσεις κατεπηγγέλλετο καὶ βασιλικὰς δωρεὰς καὶ ὑποσχέσεις ὑπερφυεῖς· ἐφεῖλκε δὲ τούτους καὶ εἰς τὸ μετέπειτα εἶναί τε εὔνους καὶ φαίνεσθαι, καὶ μηδὲν ἀποκρύπτειν τῶν ἀπορρήτων.
Κατόπιν δὲ τῶν πιστοτάτων αὐτῷ ἄνθρωπον ἀποστέλλει ἀνεπιφωράτως τούτοις παρέπεσθαι, καὶ ἐπειδὰν πλησιάσαντας ἴδοι, παρελάσαντα προφθῆναι τούτων τὴν ἔφοδον καὶ καταλαβόντα τὸν Βαϊμοῦντον τόν τε αὐτόμολον ὑποκριθῆναι καὶ εἰπεῖν, ὡς αὐτῷ προσχωρήσειε μισήσας τὴν μετὰ τοῦ βασιλέως διατριβήν, φιλίαν δὲ πρὸς τὸν τύραννον προσποιούμενον καὶ ὡς δή τινα εὔνοιαν, κατειπεῖν ἀριδήλως τῶν ἀνδρῶν ἐκείνων ἐφ’ οὓς τὰ γράμματα, ὡς ἄρα ὁ δεῖνα καὶ ὁ δεῖνα, ὀνομαστὶ τούτους καταριθμήσας, ἐξομοσάμενοι τὴν πρὸς ἐκεῖνον πίστιν, βασιλεῖ φίλοι καὶ εὖνοι γεγόνασι καὶ τὰ ἐκείνου φρονοῦσι, καὶ ὁρᾶν δεῖ μή τι κατ’ αὐτοῦ δεινὸν μελετήσειαν ἐξ ὑπογύου καὶ πάλαι προεσκεμμένον. Ἀλλὰ δεῖ καὶ τοῦτο πεπραγματεῦσθαι, ἵνα μή τι δεινὸν τοῖς γραμματοκομισταῖς τούτοις ὁ Βαϊμοῦντος ἐργάσηται. Ἐμέλησε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, ὅπως τοὺς μὲν καθέτους τούτους ἄνδρας ἀβλαβεῖς διατηρήσειε, τὰ δὲ κατὰ τὸν Βαϊμοῦντον πράγματα συνταράξειε.
PG 131:955Καὶ οὐκ εἶπε μὲν ταῦτα καὶ συμβεβούλευκεν, οὐ γέγονε δέ, ἀλλὰ προσελθὼν καὶ δι’ ὅρκου λαβὼν τὸ ἀφρόντιστον τῶν γραμματοκομιστῶν ὁ εἰρημένος ἀνὴρ ἀπαγγέλλει πάντα κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος. Ἐρωτηθεὶς δὲ ὅπη τούτους στοχάζεται ἐφθακέναι, τὴν Πέτρουλαν αὐτοὺς ἔλεγε διελθεῖν. Καὶ ἀποστείλας κατέσχε τοὺς γραμματοκομιστάς, καὶ τὰ γράμματα ἀναπτύξας, ἰλίγγου τε πλήρης γεγονώς, μικροῦ κατέπιπτε πιστὰ λογισάμενος εἶναι. Ἐκείνους μὲν οὖν παραφυλάττεσθαι ᾠκονόμησεν, αὐτὸς δὲ ἀπρόιτος ταῖς σκηναῖς ἐν ἓξ ἡμέραις ἦν, γνωσιμαχῶν τὸ τί ἂν χρὴ ποιῆσαι, πολλοὺς παρ’ ἑαυτῷ ἀνελίττων λογισμούς, εἰ χρὴ παραστῆναι τοὺς κονοσταύλους καὶ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Γίδον ἐξειπεῖν τὴν κατ’ αὐτοῦ δοθεῖσαν πρόληψιν, καὶ εἰ μετὰ τὸν ἔλεγχον παραστῆναι χρὴ ἢ ἄτερ ἐλέγχου, πρὸς τούτοις δὲ καὶ τὸ τίνας ἀντ’ αὐτῶν κονοσταύλους ποιήσειε.
PG 131:957Γενναίους δὲ ὄντας τοὺς τοιούτους κἀντεῦθεν πολλὴν τὴν βλάβην ἐσομένην παρασταλέντων ὑπονοῶν, κατὰ τὸ ἐγχωροῦν τὰ κατ’ αὐτοὺς οἰκονομήσας, οἶμαι δὲ καὶ τὸν κρυπτόμενον νοῦν τῶν γραμμάτων ὑποτοπάσας, μετεληλυθὼς εὐφυῶς τούτους καὶ θαρσήσας ἐπὶ ταὐτοῦ μεμενηκέναι τούτους ξυνεχώρησεν. Ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ προφθάσας ἀξιόμαχον δύναμιν ἐν πάσαις ταῖς κλεισούραις κατέθετο μετ’ ἐκκρίτων ἡγεμόνων, πᾶσάν γε ἀτραπὸν διὰ τῶν καλουμένων ξυλοκλασιῶν αὖθις τοῖς Κελτοῖς ἀπετάφρευσεν. Εἶχε μὲν γὰρ εὐθὺς ὁ Αὐλών, ἡ Ἱεριχὼ καὶ τὰ Κάνινα ἀνύστακτον φύλακα Μιχαὴλ τὸν Κεκαυμένον, ἡ δὲ Πέτρουλα Ἀλέξανδρον τὸν Καβάσιλαν μετὰ συμμίκτων πεζῶν στρατιωτῶν, ἄνδρα ἐκθυμότατον καὶ πολλοὺς τῶν κατὰ τὴν Ἀσίαν Τούρκων κατατροπωσάμενον· τὴν Δεύρην δὲ Λέων ὁ Νικερίτης μετὰ ἀποχρώσης ἐφρούρει δυνάμεως· τῷ δέ γε Εὐσταθίῳ τῷ Καμύτζῃ τὰς περὶ τὸ Ἄρβανον ἀνατεθείκει κλεισούρας. Ὁ δέ γε Βαϊμοῦντος ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας κατὰ τοῦ Καβασίλα τὸν ἀδελφὸν αὐτοῦ Γίδον καὶ κόμητά τινα Σαρακηνὸν καλούμενον καὶ τὸν Κοντοπαγάνον ἐξέπεμψεν.
Ἐπεὶ δέ τινα τῶν ὁμορούντων τῷ Ἀρβάνῳ πολίχνια προέφθασαν τῷ Βαϊμούντῳ προσχωρῆσαι, οἱ τούτων ἔποικοι, τὰς τοῦ Ἀρβάνου ἀτραποὺς ἀκριβῶς ἐπιστάμενοι, προσελθόντες πᾶσαν, ὡς εἶχε, τῆς Δεύρης τὴν θέσιν ἐξηγήσαντο καὶ τὰς λανθανούσας ἀτραποὺς ὑπέδειξαν. Τηνικαῦτα ὁ Γίδος διχῆ διελὼν τὸ στράτευμα αὐτὸς μὲν τὴν κατὰ πρόσωπον μετὰ τοῦ Καμύτζη μάχην ἀνεδέξατο, τὸν δέ γε Κοντοπαγάνον καὶ τὸν Σαρακηνὸν καλούμενον κόμητα παρὰ τῶν Δευριωτῶν ὁδηγουμένους ἐξ ὀπισθίων τῷ Καμύτζῃ ἐπεισπεσεῖν ἐπέταξε. Τούτου γοῦν συνδόξαντος ἀμφοῖν, ἐπεὶ ὁ μὲν Γίδος κατὰ πρόσωπον ἐμάχετο, οἱ δέ γε λοιποὶ κόμητες, τῇ παρεμβολῇ τοῦ Καμύτζη ἐπεισπεσόντες ἀπὸ τῶν μεταφρένων, δεινὸν τὸν φόνον κατ’ αὐτοῦ ἀπειργάσαντο, ὡς οὐκ ἐνῆν αὐτῷ πρὸς πάντας μάχεσθαι, τραπέντας τοὺς ὑφ’ ἑαυτὸν θεασάμενος συνείπετο τούτοις καὶ αὐτός. Καὶ πίπτουσι μὲν τηνικαῦτα τῶν Ῥωμαίων πολλοί, καὶ αὐτὸς ὁ Καρᾶς νηπιόθεν τοῖς γνησίοις παρὰ τοῦ αὐτοκράτορος προσληφθεὶς καὶ καταλεγείς, καὶ ὁ Σκαλιάριος Τοῦρκος τῶν ὀνομαστῶν πάλαι κατὰ τὴν ἕω ἡγεμόνων γεγονώς, αὐτομολήσας τῷ βασιλεῖ καὶ τοῦ ἁγίου βαπτίςματος τετυχηκώς.
PG 131:959Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν Καμύτζην· ὁ δέ γε Ἀλυάτης μετὰ καὶ ἑτέρων λογάδων τὴν Γλαβινίτζαν φυλάττων πρὸς τὴν πεδιάδα κατῆλθεν· εἴτε πρὸς πόλεμον εἴτε καὶ κατασκοπήσων τινὰ τόπου θέσιν, Θεὸς ἂν εἰδείη. Τυχαίως δ’ οὖν συναντῶσι τούτῳ παραχρῆμα κατάφρακτοι Κελτοί, ἄνδρες γενναῖοι καὶ τηνικαῦτα διχῆ διαιρεθέντες οἱ μέν (πεντήκοντα δὲ τὸν ἀριθμὸν ἦσαν) κατὰ πρόσωπον αὐτοῦ σφοδρᾷ τῇ ῥύμῃ ἵενται ὅλους χαλάσαντες χαλινούς, οἱ δέ γε λοιποὶ ἐξ ὀπισθίων ἀψοφητὶ τούτῳ παρείποντο· ἦν γὰρ ἑλώδης ὁ τόπος. Ὁ δὲ Ἀλυάτης, τῆς τῶν ὄπισθεν μὴ αἰσθόμενος ἐλεύσεως, ἀλλὰ κατὰ τῶν ἔμπροσθεν ὅλῃ γνώμῃ ἀγωνιζόμενος καὶ χειρί, λέληθεν ἑαυτὸν εἰς κίνδυνον συνελάσας. Ἐπεισπεσόντες γὰρ τούτῳ οἱ ἐξ ὀπισθίων ἐρχόμενοι καρτερῶς κατ’ αὐτοῦ ἐμάχοντο. Συναντήσας δὲ τούτῳ κόμης τις Κοντοπαγάνος καλούμενος βάλλει τοῦτον διὰ τοῦ δόρατος· καὶ παραχρῆμα ἄπνους κατὰ γῆς ἔκειτο. Πίπτουσι δὲ καὶ τῶν σὺν αὐτῷ οὐκ ὀλίγοι. Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ τὸν Καντακουζηνὸν μετεπέμψατο, ἄνδρα τοῦτον γινώσκων περὶ τὰς στρατιωτικὰς ἐγχειρήσεις ἱκανώτατον.
Ἔφθασε γάρ, ὡς ἔφην, καταλαβεῖν τὸν αὐτοκράτορα εἰς τόπον μετακληθεὶς ἀπὸ Λαοδικείας. Ἐπεὶ δ’ ἀναβολὴν τὰ κατὰ τὸν Βαϊμοῦντον οὐκ εἶχεν, ἀξιόμαχον στρατὸν μετ’ αὐτοῦ συνεκπέμπει καὶ τῆς παρεμβολῆς ἔξεισι προεκπέμπων οἷον καὶ πρὸς μάχας ὀτρύνων αὐτόν. Ἐφθακὼς δὲ τὴν κλεισούραν τὴν ἐγχωρίως οὕτω καλουμένην Πέτραν καὶ αὐτοῦ που ἐγκαρτερήσας, πολλοῖς τε λογισμοῖς καὶ στρατηγικοῖς ἐπιχειρήμασιν ἐφοδιάσας αὐτὸν καὶ τὰ λῴονα ὑποθέμενος πρὸς Γλαβινίτζαν χρησταῖς ἐλπίσι θαρσύνας ἐκπέμπει, ἐκεῖνος δὲ πρὸς Διάβολιν ἐπανέστρεψεν. Ὁ δὲ Καντακουζηνὸς προσπελάσας ἐν τῷ ἀπέρχεσθαι πολιχνίῳ τινί, τῷ τοῦ Μύλου καλουμένῳ, παραχρῆμα παντοίας κατασκευάσας ἑλεπόλεις ἐπολιόρκει τὸ πολίχνιον. Καὶ οἱ Ῥωμαῖοι ἀναισχύντως τοῖς τείχεσι προσεπέλαζον καὶ οἱ μὲν πῦρ ἐνιέντες τὰς πύλας ἐνεπίμπρων, οἱ δὲ καὶ διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις θᾶττον ἀνῄεσαν. Αἰσθόμενοι δ’ οἱ πέραθεν τοῦ ποταμοῦ, τοῦ οὑτωσὶ καλουμένου Βούση, αὐλιζόμενοι Κελτοὶ ὡς πρὸς τὸ τοῦ Μύλου καστέλλιον ἔθεον.
Οὓς θεασάμενοι οἱ τοῦ Καντακουζηνοῦ σκοποί (βάρβαροι δὲ ἦσαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν) ἐπανατρέχουσιν ἀσυντάκτως πρὸς αὐτὸν καὶ οὐ μυστηριωδῶς περὶ τῶν φανέντων κατήγγελλον, ἀλλὰ πόρρω που φωνοῦντες τὴν τούτων ἔφοδον ἔλεγον. Ἀκούσαντες δὲ οἱ στρατιῶται τὴν τῶν Κελτῶν ἔφοδον, κἂν τῶν τειχῶν ὑπερέβησαν, κἂν τὰς πύλας ἐνέπρησαν, κἂν ἐν χερσὶ τοῦτο κατέχοντες ἦσαν ἤδη, ἀλλ’ ἐκδειματωθέντες ἕκαστος πρὸς τὸν ἴδιον ἀπέτρεχεν ἵππον· ἔμφοβοι δὲ ὄντες καὶ συγχυθέντες τὸν νοῦν θάτερος θατέρου ἵππου ἐπέβαινε. Πολλὰ γοῦν ὁ Καντακουζηνὸς ἀγωνισάμενος καὶ πολλὰς ἱππασίας κατὰ τῶν ἐκδειματωθέντων ποιήσας· «Ἀνέρες ἔστε, φωνῶν κατὰ τὸν ποιητήν, μνήσθητε θούριδος ἀλκῆς», ὡς οὐκ ἔπειθεν, εὐφυῶς τούτους τῆς πτοίας ἀνήνεγκε φάμενος ὡς· «Οὐ χρὴ τὰς ἑλεπόλεις καταλιπεῖν τοῖς ἐχθροῖς καθ’ ἡμῶν ὄργανα, ἀλλὰ πῦρ εἰς αὐτὰς ἐμβαλεῖν κᾆθ’ οὕτως εὐσυντάκτως ὑποχωρεῖν». Παραχρῆμα γοῦν μάλα προθύμως ἐπλήρουν οἱ στρατιῶται τὸ προσταττόμενον, καὶ οὐ τὰς ἑλεπόλεις μόνον, ἀλλὰ καὶ τὰ κατὰ τὸν ποταμὸν Βούσην ἱστάμενα πλοῖα ἐνέπρησαν, ὡς μὴ ῥᾳδίως οἱ Κελτοὶ διαπερᾶν ἔνθεν ἔχοιεν.
PG 131:961Αὐτὸς δὲ ἀναποδίσας μικρὸν καὶ πεδιάδι τινὶ ἐντυχών, δεξιόθεν μὲν τὸν καλούμενον Χαρζάνην ποταμὸν ἐχούσῃ, ἐξ εὐωνύμου δὲ ἑλώδη τινὰ τόπον καὶ βαλτώδη, καὶ συγχρησάμενος τούτοις ὡς ὀχυρώμασιν αὐτοῦ που τὸν χάρακα ἐπήξατο. Οἱ δὲ ῥηθέντες Κελτοὶ παρὰ τῷ χείλει τοῦ ποταμοῦ γενόμενοι, τῶν πλοίων ἤδη προεμπρησθέντων, ἀστοχήσαντες τῶν ἐλπίδων κεχηνότες ὑπέστρεφον. Ὁ δὲ τοῦ Βαϊμούντου ἀδελφὸς Γίδος, τὰ ξυμβάντα πυθόμενος παρ’ αὐτῶν, ἄλλην ἐτράπετο καὶ στρατιώτας γενναίους τῶν ὑπ’ αὐτὸν διελόμενος πρὸς Ἱεριχὼ καὶ τὰ Κάνινα ἐξέπεμψε. Καταλαβόντες οὖν τὰ ὑπὸ τοῦ Κεκαυμένου Μιχαὴλ τηρούμενα τέμπη (ἐκεῖνον γὰρ φύλακα τούτων ἐπέστησεν ὁ αὐτοκράτωρ) καὶ συμμάχῳ τῷ τόπῳ χρησάμενοι καὶ θαρρήσαντες τρέπουσι ξυμβαλόντες κατὰ κράτος. Ἀνὴρ γὰρ Κελτός, ἐπὰν [ἐν] στενωπῷ τοῖς ἐχθροῖς ἐντύχοι, ἀκάθεκτος γίνεται, ὥσπερ ἐν πεδιάσι λίαν εὐάλωτος. Θαρσήσαντες οὖν ὡς πρὸς τὸν Καντακουζηνὸν αὖθις ἐπανατρέχουσιν. Ἐπεὶ δὲ τὸν τόπον, οὗπερ ἔφθασεν ὁ Καντακουζηνός, ὡς εἴπομεν, τὸν χάρακα πήξασθαι, μὴ προσβοηθοῦντα τούτοις ἐγνώκεσαν, δειλιάσαντες ἀνεβάλοντο τὴν μάχην.
PG 131:963Ὁ δέ, αὐτῶν αἰσθόμενος τῆς ἐφόδου, δι’ ὅλης νυκτὸς ξυμπάσῃ στρατιᾷ τὴν τοῦ ποταμοῦ περαίαν κατέλαβεν. Ἡλίου δὲ τοῦ ὁρίζοντος μήπω ὑπερκύψαντος, αὐτός τε θωρακισάμενος καὶ ἅπαν ὁπλίσας τὸ στράτευμα, τὴν μέσην τῆς παρατάξεως εἶχε χώραν προμετώπιος, οἱ δὲ Τοῦρκοι ἐξ εὐωνύμου· ὁ δέ γε Ἀλανὸς Ῥωσμίκης τὸ δεξιὸν διεῖπε κέρας μετὰ τῶν ὑπ’ αὐτὸν ὁμοχθόνων. Τοὺς δὲ Σκύθας προεξέπεμψε κατὰ τῶν Κελτῶν, ἐντειλάμενος δι’ ἀκροβολισμοῦ ἐπισπᾶσθαι τούτους καὶ βάλλειν μὲν συχνῶς, ὑπεκφεύγειν δὲ αὖθις καὶ παλιμπορεύτους γίνεσθαι. Καὶ οἱ μὲν προθύμως ἀπῄεσαν, ἤνυσαν δὲ οὐδαμῶς, ἐπείπερ οἱ Κελτοὶ συνησπικότες οὐδ’ ὅλως τὴν παράταξιν ἔλυον, ἀλλὰ βραδεῖ ποδὶ συντεταγμένως λίαν ᾔεσαν. Ὡς δὲ κατὰ τὰ προσήκοντα μέτρα τῆς μάχης ἄμφω τὰ στρατεύματα ἐληλύθεσαν, οἱ μὲν Σκύθαι οὐκέτι βάλλειν ὀϊστοὺς ἠδύναντο σφοδρᾷ τῇ ῥύμῃ τῶν Κελτῶν κατ’ αὐτῶν ἐξιππασαμένων, ἀλλ’ ἐδίδουν εὐθὺς τοῖς Κελτοῖς τὰ μετάφρενα. Τούτοις ἐπαμύνειν οἱ Τοῦρκοι προθυμηθέντες προσέβαλον· καὶ οὐδὲ τούτων λόγον ὅλως ποιησάμενοι οἱ Κελτοὶ ἐκθυμότερον ἐμάχοντο.
PG 131:965Ὁ δὲ Καντακουζηνὸς ἡττωμένους ἀπάρτι τούτους ὁρῶν, τὸν ἐξουσιοκράτορα Ῥωσμίκην τὸ δεξιὸν ἐπέχοντα κέρας μετὰ τῶν ὑπ’ αὐτόν (Ἀλανοὶ δὲ ἦσαν ἄνδρες μαχιμώτατοι) τὴν μετὰ τῶν Κελτῶν μάχην ἐπέτρεψεν. Ἀλλὰ καὶ οὗτος προσβαλὼν ὀπισθόπους ἐφαίνετο, καίπερ ὡς λέων δεινῶς κατ’ αὐτῶν βρυχώμενος. Ὡς δὲ καὶ τοῦτον ἡττώμενον ὁ Καντακουζηνὸς ἐθεάσατο, ἐπιρρώσας ἑαυτὸν ὥσπερ ἐξ ὁρμητηρίου τινός, κατὰ μέτωπον τῆς τῶν Κελτῶν παρατάξεως ἵεται, καὶ εἰς μέρη πολλὰ διαλύσας τὸ στράτευμα, τρέπει τοὺς Κελτοὺς κατὰ κράτος διώξας ἄχρι πολιχνίου τοῦ καλουμένου Μύλου, πολλοὺς μὲν τῆς δευτέρας τύχης καὶ τῶν μειζόνων ἀνελών, τινὰς δὲ καὶ τῶν ἐπιφανῶν κομήτων ζωγρήσας, τόν τε Οὖβον .... ἀδελφὸν Ῥιτζάρδον καλούμενον καὶ τὸν Κοντοπαγάνον, νικητὴς ὑπέστρεψεν. Ἀκριβεστέραν τοίνυν τὴν νίκην τῷ βασιλεῖ παραστῆσαι βουλόμενος, πολλῶν Κελτῶν κεφαλὰς τοῖς δόρασι περιπείρας καὶ τοὺς μείζονας τῶν κατασχεθέντων, Οὖβον καὶ τὸν Κοντοπαγάνον καλούμενον, παραχρῆμα ἐξέπεμψεν. Ἐνταῦθα δὲ γενομένη καὶ πρὸς λύχνων ἁφὰς τὸν κάλαμον ἐπισύρουσα, μικρὸν πρὸς τὴν γραφὴν ἐπινυστάζουσα ἐπαισθάνομαι τοῦ λόγου ἀπορρέοντος.
Ὅπου γὰρ βαρβαρικῶν ὀνομάτων ἐξ ἀνάγκης ἀπαιτεῖται χρῆσις καὶ ἀλλεπαλλήλων ὑποθέσεων διήγησις, τὸ σῶμα τῆς ἱστορίας καὶ τὸ συνεχὲς τῆς γραφῆς κατ’ ἄρθρα ἔοικε διακόπτεσθαι· καὶ οὐ νέμεσις τοῖς γε εὔνως ἐντυγχάνουσι τῇ γραφῇ. Ὡς δὲ ὁ μαχιμώτατος Βαϊμοῦντος ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ἑώρα, ἔκ τε θαλάσσης ἔκ τ’ ἠπείρου βαλλόμενος, ὡς καὶ τῶν χρειωδῶν αὐτῷ ἐπιλειπόντων ἤδη πάντοθεν ἐξαπορούμενος, ἱκανὸν ἀποδιελὼν στράτευμα πρὸς τὰς κατὰ τὸν Αὐλῶνα καὶ τὴν Ἱεριχὼ καὶ τὰ Κάνινα διακειμένας πόλεις πέπομφεν ἁπάσας λῄσασθαι. Ἀλλ’ οὐδ’ ὁ Καντακουζηνὸς ἠμέλει, οὔτε νήδυμος ὕπνος ἔσχε τὸν ἄνδρα κατὰ τὸν ποιητήν, ἀλλὰ γοργῶς τὸν Βεροί̈την μετὰ ἀξιομάχου στρατιᾶς ἀντίπαλον τοῖς Κελτοῖς ἐξέπεμψεν. Ἡττᾷ μὲν οὖν αὐτοὺς καταλαβὼν παραυτίκα καὶ οἷόν τι πόρισμα τὰς τοῦ Βαϊμούντου ναῦς ἐν τῷ ἐπανέρχεσθαι πυρπολήσας διεληλύθει. Ὡς ᾔσθητο δὲ ὁ τυραννικώτατος Βαϊμοῦντος τῆς τῶν πεμφθέντων ἥττης, ὥσπερ μηδένα τοῦ στρατεύματος ἀπολωλεκὼς κατέπιπτεν οὐδαμῶς·
PG 131:967μᾶλλον μὲν οὖν καὶ θαρραλεώτερος ἐφαίνετο, καὶ ἀποδιελόμενος αὖθις πεζοὺς καὶ ἱππεῖς πρὸς μάχας ἐκθυμοτάτους, εἰς χιλιάδας ἓξ ποσουμένους, κατὰ τοῦ Καντακουζηνοῦ ἐξαπέστειλεν, οἰόμενος αὐτοβοεὶ αἱρήσειν σὺν τῷ ῥωμαϊκῷ στρατεύματι καὶ αὐτὸν τὸν Καντακουζηνόν. Ἀλλ’ ἐκεῖνος σκοποὺς ἀεὶ τοὺς ἐφεδρεύοντας τὰ κελτικὰ πλήθη ἔχων, μεμαθηκὼς τὴν αὐτῶν ἐπέλευσιν, νυκτὸς τὴν στρατιωτικὴν ὡπλίζετο πανοπλίαν καὶ ὥπλιζε τοὺς στρατιώτας σφαδάζων ἐπεισπεσεῖν αὐτοὺς κατὰ τὸ περίορθρον. Ὡς δ’ οἱ Κελτοὶ κεκοπιακότες παρὰ τῷ χείλει Βούση τοῦ ποταμοῦ ῥᾳστώνης μικρᾶς ἕνεκα κατεκλίθησαν, αὐτοῦ που καταλαμβάνει τούτους μειδιώσης ἀπάρτι τῆς ἡμέρας καί, παραχρῆμα ἐπιθέμενος πολλοὺς μὲν ζωγρίαν ἄγει, πλείονας δὲ κτείνει. Οἱ δέ γε λοιποί, ταῖς δίναις τοῦ ποταμοῦ παρασυρέντες, ἀπεπνίγησαν καὶ φεύγοντες λύκον περιέτυχον λέοντι. Τοὺς μὲν οὖν κόμητας ἅπαντας πρὸς τὸν αὐτοκράτορα ἐξέπεμψε κᾆθ’ οὕτως ἀνέρχεται πρὸς τὸν Τίμορον· τόπος δὲ οὗτος ἑλώδης καὶ δύσβατος.
Κεῖθι γοῦν ἑβδόμην ἡμέραν ἐγκαρτερήσας, μετρητοῦς σκοποὺς ἐν διαφόροις ἐξέπεμπε τόποις περιαθρεῖν τὰ περὶ τὸν Βαϊμοῦντον καὶ γλῶτταν αὐτῷ ἐκεῖθεν κομίσαι, ὡς τὰ κατὰ τὸν Βαϊμοῦντον πυθόμενον ἀκριβέστερον ἐγνωκέναι. Ἐντυγχάνουσι δὲ τυχαίως οἱ πεμφθέντες Κελτοῖς ἑκατὸν σχεδίας εὐτρεπίζουσι, δι’ ὧν τὸν ποταμὸν διανηξάμενοι τὸ πρὸς τὴν περαίαν διακείμενον πολίχνιον αἱρήσειν ἠβούλοντο. Τούτοις ἀθρόον ἐπεισπεσόντες ζωγροῦσι μικροῦ ἅπαντας, καὶ αὐτὸν τὸν τοῦ Βαϊμούντου ἐξάδελφον εἰς δέκατον πόδα ἀνέλκοντα τὸ μέγεθος, εὐρὺν δὲ καθάπερ τινὰ ἄλλον Ἡρακλῆν. Καὶ ἦν ἰδεῖν καινόν τι, τὸν μέγαν ἐκεῖνον γίγαντα καὶ τῷ ὄντι πελώριον ὑπὸ πυγμαίου κατασχεθέντα Σκυθιδίου. Παρεκελεύσατο δὲ ὁ Καντακουζηνός, τοὺς κατασχεθέντας ἀποστέλλων, τὸν πυγμαῖον Σκύθην δέσμιον τὸν πελώριον ἐκεῖνον εἰσάξαι τῷ αὐτοκράτορι ἀστεϊζόμενος τάχα πρὸς τὸν αὐτοκράτορα. Ὡς δὲ φθάσαντας τούτους ὁ βασιλεὺς μεμαθήκει, ἐπὶ τοῦ βασιλικοῦ προκαθίσας θρόνου ἐκέλευσεν εἰσάγεσθαι τοὺς δεσμώτας· εἴσεισι δὲ καὶ ὁ Σκύθης μηδ’ ἄχρι γλουτοῦ φθάνων τοῦ γιγαντιαίου ἐκείνου Κελτοῦ δέσμιον τοῦτον ἐπαγόμενος.
PG 131:969Εὐθὺς οὖν γέλως πάντων ὦρτο πολύς. Καὶ τοὺς μὲν λοιποὺς κόμητας φρουρὰ διεδέξατο ..... Οὔπω μικρὸν ἐπιμειδιάσαντος τοῦ αὐτοκράτορος ἐπὶ τῷ τοῦ Καντακουζηνοῦ κατορθώματι, ἑτέρα τις ἀπόφημος κατέλαβεν ἀγγελία, φόνον ἀμύθητον τῶν μετὰ τοῦ Καμύτζη καὶ τοῦ Καβασίλα ῥωμαϊκῶν ταγμάτων μηνύουσα. Κατέπιπτε μὲν οὖν οὐδαμῶς ὁ αὐτοκράτωρ, καίτοι σφόδρα δηχθεὶς τὴν καρδίαν καὶ ἀνιώμενος ἐπιστενάζων τε τοῖς πεσοῦσιν, ἔστιν οὗ καὶ δακρύων τὰ καθ’ ἕκαστον. Ἀλλὰ Κωνσταντῖνον τὸν Γαβρᾶν, ἄνδρα ἀρηί̈- φιλον καὶ πῦρ κατὰ τῶν ἐναντίων πνέοντα, μεταπεμψάμενος εἰς τὴν οὕτω καλουμένην Πέτρουλαν ἀπέστειλε κατασκεψόμενον, ὅθεν οἱ Κελτοὶ εἰς τὰ τέμπη ἐμπεσόντες τὸν τοσοῦτον φόνον εἰργάσαντο, καὶ ἀποταφρεῦσαι τοῦ λοιποῦ τούτοις τὴν δίοδον. Δυσχεραίνοντος δὲ τοῦ Γαβρᾶ καὶ πρὸς τὴν ἐπιχείρησιν οἷον ἀποκναίοντος (οἰηματίας γὰρ ὁ ἀνὴρ καὶ μεγάλοις ἐγχειρεῖν ἐφιέμενος πράγμασι) Μαριανὸν τὸν Μαυροκτακαλὼν παραχρῆμα, τὸν ἐπ’ ἀδελφῇ γαμβρὸν τοὐμοῦ καίσαρος, ἄνδρα ἀρειμάνιον καὶ διὰ πολλῶν ἀνδραγαθημάτων τοῦτο παραστησάμενον φιλούμενόν τε λίαν παρὰ τοῦ αὐτοκράτορος μετὰ χιλίων γενναιοτάτων ἀνδρῶν ἐκπέμπει.
Οἷς καὶ πολλοὺς τῶν τοῖς πορφυρογεννήτοις καὶ τᾠμῷ καίσαρι ἐξυπηρετουμένων σφαδάζοντας πρὸς μάχην συγκαταλέξας ἐξέπεμψεν. Ἐδεδίει μέντοι πρὸς τοῦτο καὶ οὗτος, ἀλλ’ ὅμως σκοπήσων εἰς τὴν ἰδίαν ἀπῄει σκηνήν. Περὶ μέσας δὲ φυλακὰς τῆς νυκτὸς γράμματα τοῦ Λαντούλφου κατέλαβε ξυνόντος τῷ τότε μετὰ Ἰσαακίου τοῦ Κοντοστεφάνου θαλασσοκράτορος τυγχάνοντος, κατατρέχοντα αὐτῶν τε τῶν Κοντοστεφάνων τοῦ τε Ἰσαακίου καὶ τοῦ αὐταδέλφου αὐτοῦ Στεφάνου καὶ τοῦ Εὐφορβηνοῦ ὡς καταρρᾳθυμούντων τοῦ πορθμοῦ Λογγιβαρδίας καὶ ἐξερχομένων ἐνίοτε περὶ τὴν ἤπειρον χάριν ῥᾳστώνης, προσκειμένου τοῖς γράμμασιν ὅτι· «Κἂν σύ, βασιλεῦ, τὰς προνομὰς καὶ ἐκδρομὰς τῶν Κελτῶν ὅλῃ χειρὶ καὶ γνώμῃ κωλύων ἦσθα, ἀλλὰ τούτων ἀναπεπτωκότων καὶ ἐπινυσταζόντων ἔτι περὶ τὴν φυλακὴν τοῦ πορθμοῦ Λογγιβαρδίας, σχολὴν ἐξ ἀνάγκης οἱ πρὸς τὸν Βαϊμοῦντον διαπλῳζόμενοι καὶ τὰ πρὸς χρείαν κομίζοντες ἔχουσιν.
Οἱ γὰρ ἀπὸ Λογγιβαρδίας πρὸ μικροῦ πρὸς τὸν Βαϊμοῦντον τὸν ἀπόπλουν ποιησάμενοι, τὸν ἐπιπνέοντα τούτοις εὔθετον ἐπιτηρήσαντες ἄνεμον (καὶ γὰρ νότοι μὲν εὐρεῖς εὔθετοι τοῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸ Ἰλλυρικὸν διαπλέουσίν εἰσιν, οἱ δέ γε βορεῖς ἀνάπαλιν), πτερώσαντες τὰς ναῦς τοῖς λαίφεσι τὸν πρὸς τὸ Ἰλλυρικὸν ἀπόπλουν τότε ἐθάρρησαν. Σφοδρῶς δὲ ὁ νότος ἐπιπνέων προσορμίσαι μὲν εἰς τὸ Δυρράχιον οὐδαμῶς παρεχώρει, παραπλεῦσαι δὲ τὴν ᾐόνα Δυρραχίου καὶ τὸν Αὐλῶνα καταλαβεῖν ἠνάγκασε. Κεῖθι δὲ τὰς μυριοφόρους ὁλκάδας προσορμίσαντες δυνάμεις τε πολλὰς ἐξ ἱππέων καὶ πεζῶν συνεπαγόμενοι καὶ τὰ ζωαρκῆ ἅπαντα τῷ Βαϊμούντῳ προσαγηόχασι. Κἀντεῦθεν πανηγύρεις πολλὰς συνεστήσαντο, ὡς ἀφθονώτερον ἐκεῖθεν οἱ Κελτοὶ τὰ πρὸς διοίκησιν ἐμπορεύωνται». Ὁ δὲ βασιλεὺς θυμοῦ πλησθεὶς τὸν Ἰσαάκιον πολλὰ κατεμέμψατο καὶ ἀπειλησάμενος, εἰ μὴ διορθώσοιτο, ἀνυστάκτως ἐγρηγορέναι ἀνέπεισεν. Ἐπεὶ δὲ μὴ τὰ κατὰ γνώμην τῷ Κοντοστεφάνῳ ἐπεραίνετο (καὶ γὰρ ἅπαξ καὶ δὶς ἐπιχειρήσας τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας ἀπεῖρξαι ἡμάρτανε τοῦ σκοποῦ·
PG 131:973μέσον γὰρ τοῦ πορθμοῦ καταλαμβάνων, ἐπεὶ τοὺς Κελτοὺς ἐξ οὐρίας πλέοντας ἑώρα τά θ’ ἱστία ἀναπετάσαντας καὶ σφοδρὸν τὸν ἀπόπλουν ποιουμένους, οὐχ οἷός τε ἦν πρὸς τοὺς Κελτοὺς ἅμα καὶ τοὺς ἀνέμους ἀπομάχεσθαι κατὰ πρώραν τοῦ πνεύματος ἱσταμένου. Οὐδὲ γὰρ τὸν Ἡρακλέα πρὸς δύο φασί· τῇ βίᾳ τοίνυν τοῦ πνεύματος παλίνορσος ἐγίνετο), ἐπὶ τούτοις ὁ αὐτοκράτωρ διεπρίετο. Διαγνοὺς δὲ ὅτι οὐχ ὅπη προσήκει τὸν ῥωμαϊκὸν στόλον ὁ Κοντοστέφανος προσώρμισε, καὶ διὰ τοῦτο αὐτὸν οἱ νότοι ἀπείργουσιν εὔθετον τοῖς Κελτοῖς μᾶλλον τὸν πλοῦν παρεχόμενοι, διαγράψας τὴν τῆς Λογγιβαρδίας ᾐόνα καὶ τοῦ Ἰλλυρικοῦ καὶ τοὺς παρ’ ἑκάτερα διακειμένους λιμένας, ἀπέστειλε τῷ Κοντοστεφάνῳ ὑποδείξας ἐν γράμμασι καὶ ὅπη δεῖ προσορμίσαι τὰς ναῦς καὶ ὅθεν οὐρίου τύχοι τοῦ πνεύματος κατὰ τῶν διαπλῳζομένων Κελτῶν ἐξορμῶν. Ἀνέρρωσέ τε αὖθις τὸν Κοντοστέφανον καὶ ἔργου ἅψασθαι ἀνέπεισεν. Ἀνακτησάμενος οὖν ἑαυτὸν ὁ Ἰσαάκιος καὶ καταλαβὼν οὗπερ ὁ αὐτοκράτωρ αὐτῷ παρεκελεύσατο τὰς ναῦς προσώκειλε.
Καὶ καιρὸν ἐπιτηρήσας, ὁπηνίκα οἱ ἀπὸ Λογγιβαρδίας μετὰ πολλῆς παρασκευῆς πρὸς τὸ Ἰλλυρικὸν τὸν ἀπόπλουν ἐποιοῦντο, ἀνέμου δεξιοῦ τηνικαῦτα ἐπιπνέοντος, δέχεται τούτους τοῦ πορθμοῦ μέσον, καί τινα μὲν τῶν λῃστρικῶν πλοίων πυρίκαυστα πεποίηκε, πλείω δὲ καὶ αὔτανδρα τῷ βυθῷ παρέπεμψεν. Οὔπω ταῦτα μεμαθηκὼς ὁ βασιλεύς, ἀλλὰ πρὸς τὰ παρὰ τοῦ Λαντούλφου γραφέντα καὶ αὐτοῦ δουκὸς Δυρραχίου ἐγκείμενον ἔχων τὸν νοῦν, ἑτέρου λογισμοῦ γεγονώς, παραχρῆμα τὸν ἤδη ῥηθέντα Μαριανὸν τὸν Μαυροκατακαλὼν μεταπεμψάμενος ἐκεῖθεν δοῦκα τοῦ στόλου προχειρίζεται, τὰ δὲ τῆς Πετρούλας ἑτέρῳ ἀνατίθησιν. Οὗτος οὖν ἀπελθὼν καὶ κατά τινα συντυχίαν εὐθὺς ἐντυχὼν ταῖς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλῳζομέναις λῃστρικαῖς καὶ φορτηγοῖς ναυσὶ κατέσχεν ἁπάσας πλήρεις παντοίων ἐδωδίμων. Καὶ τοῦ λοιποῦ ἄγρυπνος φύλαξ τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τυγχάνων οὐ συνεχώρει τὸ παράπαν τοῖς Κελτοῖς τὸν πρὸς τὸ Δυρράχιον ἀπόπλουν.
PG 131:975Ὁ δέ γε αὐτοκράτωρ, περὶ τοὺς πρόποδας τῶν κλεισουρῶν καὶ κατὰ τὴν Διάβολιν αὐλιζόμενος, ἀπῆγχε μὲν τοὺς προσχωρῆσαι τῷ Βαϊμούντῳ ὠδίνοντας, ὡσεὶ νιφετοὺς δὲ πρὸς τοὺς τὰς κλεισούρας τηροῦντας ἐξέπεμπεν, ἑκάστῳ ὑποτιθέμενος ὁπόσους εἰς τὴν πεδιάδα Δυρραχίου ἐξαποστέλλειν κατὰ τοῦ Βαϊμούντου καὶ ὁποῖον τὸ τοῦ πολέμου σχῆμα διατυποῦν τοὺς κατερχομένους χρὴ ἐν τῷ μάχεσθαι, τὰ πλεῖστά τε προτρέχειν τοῖς ἵπποις καὶ αὖθις ἀνθυπονοστεῖν καὶ οὕτω πάλιν καὶ πάλιν ποιοῦντας διὰ τῆς τοξείας μάχεσθαι, τοὺς δὲ τὰ δόρατα φέροντας ὄπισθεν αὐτῶν βραδεῖ ποδὶ στείχειν, ἵν’ εἴ που γένηται τοῖς τοξόταις πλέον τοῦ δέοντος πρὸς τὰ ὄπισθεν παρασυρῆναι, δέχωνται τούτους, ἅμα δὲ καὶ τὸν εἰς χεῖρας τούτων ἴσως ἐλθόντα Κελτὸν πλήττοιεν. Ἐπεχορήγει δὲ δαψιλῆ τούτοις τὰ βέλη παρακελευόμενος μὴ φείδεσθαι τούτων ὅλως, ἀλλὰ κατὰ τῶν ἵππων μᾶλλον ἢ τῶν Κελτῶν ἐπιτοξάζεσθαι, τοῦτο μὲν εἰδὼς ὅτι ὅσον ἐπὶ τοῖς θώραξι καὶ τοῖς σιδηροῖς χιτῶσι δύστρωτοι ἦσαν ἢ καὶ παντάπασιν ἄτρωτοι. Βάλλειν οὖν εἰς μάτην καὶ πάντη ἀνόητον ᾤετο.
Ὅπλον γὰρ κελτικὸν χιτών ἐστι σιδηροῦς κρίκος ἐπὶ κρίκῳ περιπεπλεγμένος καὶ τὸ σιδήριον ἀγαθοῦ σιδήρου, ὥστε καὶ βέλος ἀπώσασθαι ἱκανὸν καὶ τὸν χρῶτα φυλάξαι τοῦ στρατιώτου. Προσθήκη δὲ τῆς φυλακῆς καὶ ἀσπὶς οὐ περιφερής, ἀλλὰ θυρεὸς ἀπὸ πλατυτάτου ἀρξάμενος καὶ εἰς ὀξὺ καταλήγων, καὶ τἄνδον ἠρέμα ὑποκοιλαινόμενος, λεῖος δὲ καὶ στίλβων κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν καὶ ἐπ’ ὀμφαλῷ χαλκοχύτῳ μαρμαίρων. Βέλος τοίνυν, κἂν σκυθικὸν εἴη, κἂν περσικόν, κἂν ἀπὸ βραχιόνων ἀπορριφείη γιγαντικῶν, ἐκεῖθεν ἀποκρουσθὲν παλινδρομήσειε πρὸς τὸν πέμψαντα. Διὰ ταῦτα τοίνυν ἔμπειρος ὢν οἶμαι ὁ βασιλεὺς τῶν κελτικῶν ὅπλων καὶ τῶν ἡμετέρων τοξευμάτων, ἀφεμένους τῶν ἀνδρῶν τοῖς ἵπποις μᾶλλον ἐπιθέσθαι παρεκελεύετο καὶ καταπτεροῦν αὐτοὺς τοῖς τοξεύμασι παρῄνει, ἅμα δὲ καὶ ἵνα τῶν ἵππων ἀποβεβηκότες εὐχείρωτοι γένοιντο. Κελτὸς γὰρ ἀνὴρ ἔποχος μὲν ἀκατάσχετος καὶ κἂν τεῖχος διατετρήνειε Βαβυλώνιον, ἀποβεβηκὼς δὲ τοῦ ἵππου ἄθυρμα τοῖς ἐθέλουσι γίνεται.
PG 131:977Γινώσκων γὰρ τὸ διάστροφον τῶν συνεφεπομένων αὐτῷ οὐκ ἤθελε τὰς κλεισούρας ὑπερβῆναι, καίτοι πολλὰ σφαδάζων δημοσίαν τὴν τοῦ Βαϊμούντου μάχην αὐτὸς ἀναδέξασθαι, καθά γε καὶ πάλαι πολλάκις ἡμῖν δεδιήγητο. Ἦν γὰρ πρὸς τὰς μάχας παντὸς ξίφους τομώτερος, ἄτρεστος τὴν γνώμην καὶ παντάπασιν ἀκατάπληκτος· ἀλλὰ τὰ συμπεσόντα οἱ ἀπεῖργε τοῦ ἐγχειρήματος δεινῶς αὐτοῦ τὴν ψυχὴν ἐκπιέζοντα. Στενοχωρούμενος οὖν ὁ Βαϊμοῦντος ἀπό τε ἠπείρου καὶ θαλάσσης (καὶ γὰρ ὁ μὲν αὐτοκράτωρ οἷον θεατὴς τῶν κατὰ τὴν πεδιάδα τοῦ Ἰλλυρικοῦ πραττομένων καθῆστο, κἂν ὅλῃ ψυχῇ καὶ γνώμῃ καὶ συμπαρῆν τοῖς μαχομένοις καὶ τῶν αὐτῶν ἐκείνοις ἱδρώτων καὶ πόνων μετεῖχεν, εἰ μή που καὶ πλείω τις φαίη, ἐρεθίζων πρὸς μάχας καὶ πολέμους τοὺς κατὰ τὰς ἀκρολοφίας τῶν κλεισουρῶν κατατεθέντας ἡγεμόνας καὶ ὑποτιθέμενος, ὅπως χρὴ προσβάλλειν τοῖς Κελτοῖς·
ὁ δέ γε Μαριανός, τοῦ ἀναμεταξὺ Λογγιβαρδίας καὶ Ἰλλυρικοῦ πορθμοῦ τὰς κελεύθους ἐπιτηρῶν, ἀπεῖργε παντάπασι τοὺς ἐκεῖθεν πρὸς τὸ Ἰλλυρικὸν διαπερῶντας, οὐ τριάρμενον οὐδὲ μυριοφόρον ὁλκάδα οὐδὲ μυοπάρωνα δίκωπον τὸ παράπαν ξυγχωρῶν πρὸς τὸν Βαϊμοῦντον διαπερᾶν) καὶ αὐτῶν γοῦν τῶν διὰ θαλάττης κομιζομένων τροφίμων ἐκλιπόντων αὐτῷ καὶ τῶν διὰ ξηρᾶς ἐπιτιθεμένων, σὺν ἐμπειρίᾳ πολλῇ τὸν πόλεμον ἑώρα προβαίνοντα (ὁπηνίκα γὰρ τοῦ χάρακος χορταγωγίας χάριν ἐξῄει τις ἢ καί τινων συγκομιδῶν ἄλλων ἢ καὶ τοὺς ἵππους εἰς ποτὸν ἐξήλαυνον, ἐπετίθεντο τούτοις οἱ Ῥωμαῖοι καὶ τοὺς πλείονας ἀνῄρουν, ὡς κατὰ μικρὸν τὸ αὐτοῦ δαπανᾶσθαι στράτευμα) ἀποστείλας πρὸς τὸν δοῦκα Δυρραχίου Ἀλέξιον τὰ περὶ εἰρήνης ἐπερωτᾷ. Ἐπεὶ δὲ καὶ εἷς τις εὐγενὴς τῶν τοῦ Βαϊμούντου κομήτων, Γελίελμος ὁ Κλαρέλης, ἑώρα τὸ ἅπαν στράτευμα τῶν Κελτῶν ὑπό τε λιμοῦ καὶ νόσου (δεινὴ γάρ τις τούτοις ἐπέσκηψεν ἄνωθεν) διαφθειρόμενον, τὴν ἑαυτοῦ σωτηρίαν πραγματευόμενος μεθ’ ἵππων πεντήκοντα αὐτομολεῖ πρὸς τὸν αὐτοκράτορα.
PG 131:979Ὁ δὲ βασιλεὺς τὸν τοιοῦτον ἀποδεξάμενος πυθόμενός τε τὰ κατὰ τὸν Βαϊμοῦντον, καὶ τήν τε ὑπὸ λιμοῦ τοῦ στρατεύματος πτῶσιν βεβαιωθεὶς καὶ ὡς ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτοὺς ἐληλάκει, αὐτὸν μὲν τῷ τοῦ νωβελλισίμου τηνικαῦτα τιμᾷ ἀξιώματι πολλαῖς δωρεαῖς καὶ χάρισιν ἀμειψάμενος. Μεμαθηκὼς δὲ διὰ τῶν τοῦ Ἀλεξίου γραμμάτων ὅτι ὁ Βαϊμοῦντος τὰ περὶ εἰρήνης πρὸς αὐτὸν διαπρεσβεύεται, κατανοῶν δὲ καὶ τοὺς ἀμφ’ αὐτὸν ἀεί τι κακὸν κατ’ αὐτοῦ διανοουμένους καὶ ὅσαι ὧραι ἐπανισταμένους ὁρῶν καὶ βαλλόμενος μᾶλλον ὑπὸ τῶν ἐγκολπίων ἢ τῶν ὀθνείων ἐχθρῶν, ἐπεὶ ἐδόκει αὐτῷ μὴ ἐπὶ πλέον πρὸς ἑκατέρους ἀμφοτέραις χερσὶ μάχεσθαι, τὴν ἀνάγκην φιλοτιμίαν ποιησάμενος, ὥς πού τις ἔφη, βέλτιον ἔγνωκεν εἶναι τὴν μετὰ τῶν Κελτῶν εἰρήνην ἀσπάσασθαι καὶ μὴ τὰς τοῦ Βαϊμούντου ἀπώσασθαι αἰτήσεις, ἐπτοεῖτο δὲ ἐπὶ τὰ προσωτέρω χωρῆσαι δι’ ἣν ἄνωθεν ὁ λόγος ἐνέφηνεν αἰτίαν. Διὰ ταῦτα αὐτὸς μὲν αὐτοῦ που προσέμενεν ἀντικαθιστάμενος πρὸς ἄμφω τὰ μέρη, τῷ δὲ δουκὶ Δυρραχίου τοιαῦτα πρὸς τὸν Βαϊμοῦντον εἰπεῖν διὰ γραμμάτων ἐπέσκηψεν· «Οἶσθα πάντως ὁσάκις ἠπάτημαι πιστεύων τοῖς σοῖς ὅρκοις καὶ ῥήμασιν.
PG 131:981Καὶ εἰ μὴ ὁ τοῦ εὐαγγελίου θεῖος νόμος Χριστιανοῖς ἅπαντα συγχωρεῖν ἀλλήλοις παρεκελεύετο, οὐκ ἂν πρὸς τοὺς σοὺς λόγους τὰ ὦτα ἀνέῳξα. Βέλτιον δὲ ὅμως ἀπατᾶσθαι ἢ προσκεκρουκέναι Θεῷ καὶ θείους παραβαίνειν νόμους. Διά τοι τοῦτο οὐκ ἀποπέμπομαί σου τὴν αἴτησιν. Εἰ μὲν οὖν ἐν ἀληθείᾳ τὴν εἰρήνην καὶ αὐτὸς βούλει, μυσαχθεὶς τὸ ἄτοπον οὗπερ ἐπεχείρησας ἔργου καὶ ἀτέλεστον, καὶ οὐκέτι αἵμασι Χριστιανῶν ἐκχεομένοις χαίρειν ἐθέλεις οὔθ’ ὑπὲρ τῆς σφῶν πατρίδος οὔθ’ ὑπὲρ τῶν Χριστιανῶν, ἀλλὰ σοῦ γε καὶ μόνου χάριν θελήματος, ἐπεὶ βραχὺ τὸ ἀναμεταξὺ ἡμῶν διάστημά ἐστιν, αὐτὸς παραγενοῦ μεθ’ ὅσων ἂν βούλῃ. Καὶ εἴτε τὰ σφῶν ἡμῶν θελήματα ἐς ταὐτὸν συμβαῖεν ὡς ἡ σύμβασις ἕξει τῶν πραγμάτων, εἴτε καὶ μή, καὶ οὕτως, ὡς εἴρηται, ἀβλαβὴς πρὸς τὴν ἰδίαν ἐπαναστρέψεις παρεμβολήν.» Ταῦτ’ ἀκούσας ὁ Βαϊμοῦντος ὁμήρους τῶν ἐπιφανῶν ᾐτήσατο δοθῆναί οἱ, ἐφ’ ᾧ τούτους παρὰ τῶν αὐτοῦ κομήτων ἐλευθέρους ἐν τῇ ἰδίᾳ κατέχεσθαι παρεμβολῇ, μέχρις ἂν αὐτὸς ἐπαναστρέψῃ· ἄλλως γὰρ μὴ ἀποθαρρεῖν τὴν πρὸς τὸν αὐτοκράτορα ἔλευσιν.
Μεταπεμψάμενος τοίνυν ὁ βασιλεὺς τὸν Νεαπολίτην Μαρῖνον καὶ τὸν ἐπ’ ἀνδρείᾳ περίκλυτον Φράγγον Ῥογέρην, ἄνδρας φρενήρεις καὶ τῶν λατινικῶν ἐθῶν ἐν πείρᾳ καθεστηκότας πολλῇ, καὶ Κωνσταντῖνον τὸν Εὐφορβηνόν (γενναῖος δὲ οὗτος καὶ χεῖρα καὶ γνώμην καὶ μηδέποτε κατά τι τῶν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτεταγμένων διημαρτηκώς) καὶ Ἀδράλεστόν τινα τῆς κελτικῆς γλώττης εἰδήμονα, τούτους, ὡς εἴρηται, πρὸς τὸν Βαϊμοῦντον ἀπέστειλεν ἐπισκήψας παντοίως αὐτὸν μετελθεῖν καὶ πεῖσαι αὐτόμολον ἀφικέσθαι πρὸς τὸν αὐτοκράτορα, ἐφ’ ᾧ ἀπαγγεῖλαι ἅπερ ἂν βούλοιτο καὶ ζητοίη ἐξ αὐτοῦ· κἂν μὲν ἀρεστὰ δόξῃ τῷ αὐτοκράτορι, ἐξ ἀνάγκης αὐτῶν ἐπιτεύξεσθαι, εἰ δὲ μή, ἀβλαβῆ αὖθις εἰς τὴν οἰκείαν παλινοστῆσαι παρεμβολήν. Καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὁμιλήσας ὁ βασιλεὺς ἐκεῖθεν ἀπέλυσεν· οἱ δὲ τὴν πρὸς τὸν Βαϊμοῦντον φέρουσαν ὥδευον. Ὃς τὴν τούτων πυθόμενος ἔλευσιν καὶ δεδιὼς μὴ τὴν τοῦ στρατεύματος αὐτοῦ πτῶσιν κατανοήσαντες τῷ βασιλεῖ τὰ περὶ τούτων ἀπαγγείλαιεν, ἔποχος πόρρω τῆς παρεμβολῆς αὐτοῖς ὑπήντησεν. Οἱ δὲ τὰ τοῦ αὐτοκράτορος πρὸς αὐτὸν ἀπεστομάτισαν ὡς·
PG 131:983«Οὐκ ἐπιλέλησται πάντως ὁ βασιλεύς, φησι, τῶν ὑποσχέσεων καὶ τῶν ὅρκων, ὧν ἐποιήσω οὐ σὺ μόνος, ἀλλὰ καὶ πάντες οἱ τότε διεληλυθότες κόμητες. Καὶ ὁρᾷς πάντως ὡς οὐκ εἰς καλὸν τὰ τῆς παραβάσεως τῶν ὅρκων ἐκείνων ἀπέβη σοι». Τούτων ὁ Βαϊμοῦντος ἀκούσας· «Ἅλις, ἔφη, τῶν τοιούτων λόγων. Εἰ δέ τι ἕτερον παρὰ τοῦ βασιλέως διεμηνύθη μοι, τοῦτο μαθεῖν ἐθέλω.» Καὶ οἱ πρέσβεις πρὸς αὐτόν· «Ὁ βασιλεὺς τὴν σήν τε καὶ τοῦ ὑπὸ σὲ στρατεύματος σωτηρίαν βουλόμενος ταῦτά σοι δι’ ἡμῶν ἀποφθέγγεται. Οἶσθα πάντως ὅτι, πολλὰ μογήσας, οὔτε τὴν πόλιν Δυρραχίου κατασχεῖν οἷός τε γέγονας οὔτε σαυτῷ καὶ τοῖς ὑπὸ σὲ ἀγαθόν τι προσενήνοχας. Εἰ γοῦν μὴ παντελῆ ἀπώλειαν ἑαυτοῦ τε καὶ τοῦ ὑπὸ σὲ λαοῦ βούλει πραγματεύσασθαι, ἴθι πρὸς τὴν βασιλείαν μου ἀδεῶς, ἀποκαλύψων ἅπαν τὸ σοὶ βουλητὸν καὶ ἀκουσόμενος αὖθις τὰ ἡμῖν δοκοῦντα. Καὶ εἰ μὲν ἐς ταὐτὸν αἱ ἀμφοτέρων γνῶμαι ξυνδράμοιεν, Θεῷ χάρις· εἰ δ’ οὔ, ἀσινῆ σε αὖθις πρὸς τὴν οἰκείαν ἐκπέμψω παρεμβολήν. Ἀλλὰ καὶ ὅσοι τῶν ὑπὸ σὲ πρὸς τὴν τοῦ ἁγίου τάφου προσκύνησιν ἀπιέναι βουλήσονται, διασωθήσονται παρ’ ἐμοῦ·
ὅσοι δὲ τὴν πρὸς τὴν χώραν αὐτῶν ἀναχώρησιν ἕλωνται, δαψιλῶν τῶν ἐξ ἐμοῦ δωρεῶν ἀπολαύσαντες πρὸς τὰ οἴκοι ἀπολυθήσονται.» Καὶ ὃς πρὸς αὐτούς· «Νῦν ἔγνων ὄντως παρὰ τοῦ βασιλέως σταλῆναι ἄνδρας ἱκανοὺς εἰπεῖν τε λόγον καὶ δέξασθαι. Αἰτῶ γοῦν ἀφ’ ὑμῶν πληροφορίαν λαβεῖν εἰς τὸ παντελὲς μὴ ἀτίμως ὑποδεχθῆναι παρὰ τοῦ αὐτοκράτορος, ἀλλὰ πρὸ ἓξ σταδίων τοὺς γνησιωτάτους τῶν καθ’ αἷμα προσῳκειωμένων αὐτῷ τὴν ἐμὴν ποιήσασθαι προϋπάντησιν, περὶ δὲ τὴν βασιλικὴν σκηνὴν πελάσαντα, ἅμα τῷ τὰς πύλας εἰσιέναι, καὶ αὐτὸν τῆς βασιλικῆς ἐξαναστάντα περιωπῆς ἐντίμως με ὑποδέξασθαι καὶ μηδ’ ἡντιναοῦν ἀναφορὰν τῶν προγεγονυιῶν συμφωνιῶν γεγονέναι μοι ἢ ὅλως εἰς κρίσιν ἀγαγέσθαι με, ἀλλ’ ἐλεύθερον ἄδειαν σχόντα κατὰ τὸ ἐμοὶ βουλητὸν εἰπεῖν ὁπόσα καὶ βούλομαι.
PG 131:985Πρὸς δὲ τούτοις καὶ τὸν βασιλέα τῆς ἐμῆς κρατῆσαι χειρὸς καὶ πρὸς τῇ κεφαλῇ τῆς κλίνης αὐτοῦ παραστῆσαί με, καὶ μετὰ δύο χλαμύδων τὴν εἴσοδον ποιησάμενον μηδ’ ὅλως εἰς προσκύνησιν κάμψαι γόνυ ἢ τράχηλον τῷ αὐτοκράτορι.» Τούτων ἀκούσαντες οἱ ἀνωτέρω δηλωθέντες πρέσβεις τὸ μὲν ἐξαναστῆναι τοῦ βασιλικοῦ θρόνου αὐτὸν οὐ προσεδέξαντο, ἀλλὰ καὶ ὡς περιττὴν τὴν αἴτησιν ἀπεπέμψαντο· οὐ μόνον δὲ τοῦτο ἀπεδοκίμασαν, ἀλλὰ καὶ τὸ μὴ κλῖναι γόνυ μήτε τράχηλον εἰς προσκύνησιν τῷ βασιλεῖ. Πρὸς δὲ τό τινας τῶν πορρωτέρω συγγενῶν αὐτοῦ μεταβῆναι διάστημα ἱκανὸν καὶ οὕτως τοῦτον προσδέξασθαι πρὸς τὸν βασιλέα εἰσελευσόμενον χάριν οἰκονομίας καὶ θεραπείας τῆς πρὸς αὐτόν, καὶ πρὸς τὸ σὺν δυσὶ χλαμύσιν εἰσελθεῖν, ἀλλὰ δὴ καὶ τὸ τῆς χειρὸς τούτου τὸν βασιλέα ἐφάψασθαι καὶ στῆσαι πρὸς τῷ ἄνωθεν μέρει τοῦ βασιλικοῦ σκίμποδος οὐκ ἀπεπέμψαντο. Μετὰ τὸ ταῦτα ῥηθῆναι διέστησαν οἱ πρέσβεις ἀπελθόντες ἔνθα ἡτοίμαστο ἡ τούτων ἀνάπαυσις, φυλαττόμενοι ὑπὸ σεργεντίων ἑκατόν, ἵνα μὴ νυκτὸς ἐξεληλυθότες τὰ περὶ τὸ στράτευμα κατασκοπήσαιεν καὶ οὕτω καταφρονητικώτερον πρὸς αὐτὸν διατεθήσονται.
Τῇ δὲ μετ’ αὐτήν, μεθ’ ἱππέων τριακοσίων καὶ τῶν κομήτων πάντων, κατέλαβεν οὗ τοῖς δηλωθεῖσιν ἀνδράσι τῇ προτεραίᾳ ὡμίλησε, κᾆθ’ οὕτως τοὺς ἐκκρίτους ἓξ τὸν ἀριθμὸν συμπαραλαβὼν ἄπεισι πρὸς τοὺς πρέσβεις, τοὺς ὑπολοίπους αὐτοῦ που καταλιπὼν ἀπεκδέχεσθαι αὐτὸν ἐκεῖθεν ἐπανελθόντα. Περὶ γοῦν τῶν προλεχθέντων αὖθις διασκεπτομένων, ἐπεὶ ὁ Βαϊμοῦντος ἐνίστατο, κόμης τις τῶν λίαν ὑψηλῶν, Οὖβος τὴν κλῆσιν, πρὸς τὸν Βαϊμοῦντον ἔφη ὡς· «Οὐδεὶς ἀφ’ ἡμῶν τῶν μελλόντων μετὰ τοῦ βασιλέως συνάψαι τὸν πόλεμον οὔπω ἔπληξέ τινα διὰ δόρατος. Ἔα τοίνυν τὰ πολλά· τὴν εἰρήνην τῆς μάχης ἀλλάξασθαι χρή.» Λόγων οὖν πολλῶν ἐξ ἑκατέρων κινηθέντων, βαρέως ὁ Βαϊμοῦντος εἶχεν ὑβριοπαθῶν εἰ μὴ πάντα γένοιντο ὁπόσα φθάσας ἐπεζήτει τοὺς πρέςβεις. Τῶν δ’ ἐπί τισι συγκατατιθεμένων, ἐφ’ ὧν δὲ ἀνανευόντων, πείθεται ὁ Βαϊμοῦντος καὶ τὴν ἀνάγκην, ὅ φασι, φιλοτιμίαν ποιησάμενος ὅρκον ἐξ αὐτῶν ἐζήτει, ὥστε ἐντίμως ὑποδεχθῆναι καὶ εἰ μὴ τοῖς θελήμασιν αὐτοῦ ὁ αὐτοκράτωρ κατανεύσειεν, ἀσινὴς πρὸς τὴν ἰδίαν ἐκπεμφθῆναι παρεμβολήν.
PG 131:987Τῶν οὖν ἁγίων εὐαγγελίων προτεθέντων, ὁμήρους ἐζήτει παραδοθῆναι τῷ ἀδελφῷ αὐτοῦ Γίδῳ καὶ φυλάττεσθαι παρ’ αὐτοῦ μέχρις οὗ αὐτὸς ὑποστρέψῃ. Οἱ δὲ πρέσβεις πρὸς τοῦτο κατανεύσαντες ὅρκους αὖθις ὑπὲρ τῆς τῶν ὁμήρων ἀσφαλείας καὶ αὐτοὶ ἀντεπεζήτουν. Κατανενευκὼς δὲ πρὸς τοῦτο ὁ Βαϊμοῦντος καὶ ὅρκους δοὺς καὶ λαβὼν τοὺς μὲν ὁμήρους, τόν τε σεβαστὸν Μαρῖνον καὶ τὸν καλούμενον Ἀδράλεστον καὶ τὸν Φράγγον Ῥογέρην, παραδίδωσι τῷ ἀδελφῷ αὐτοῦ Γίδῳ, ἵν’ ὁπηνίκα ἢ μετὰ τοῦ βασιλέως εἰρηνικὰς σπονδὰς ποιήσειεν ἢ εἰ μὴ τοῦτο, ἀβλαβεῖς ἐκεῖθεν κατὰ τοὺς ὅρκους αὐτοὺς πρὸς τὸν αὐτοκράτορα ἐξαποστείλῃ. Μέλλων τοίνυν τῆς πρὸς τὸν βασιλέα μετὰ τοῦ Εὐφορβηνοῦ Κωνσταντίνου τοῦ Κατακαλὼν φερούσης ἅψασθαι, ἐπεὶ δυσωδία πολλὴ διὰ τὸ περὶ τὸν αὐτὸν τόπον καιρὸν ἱκανὸν τὸ ὑπ’ αὐτὸν στράτευμα χρονοτριβῆσαι γέγονε, βουλόμενος μεταθεῖναι τὸ στράτευμα μηδὲ τοῦτ’ ἄνευ τῆς αὐτῶν βουλῆς ἐθέλειν γενέσθαι ἔλεγε. Τοιοῦτον γὰρ τὸ Κελτῶν γένος ἀνώμαλον καὶ ἐφ’ ἑκάτερα ἐν ὀξείᾳ καιροῦ ῥοπῇ μεταφερόμενον.
PG 131:989Καὶ ἔστιν ἰδεῖν τὸν αὐτὸν καὶ ἕνα ποτὲ μὲν αὐχοῦντα τὴν γῆν κλονήσειν ἅπασαν, ποτὲ δὲ ὑποπεπτωκότα καὶ μέχρι κονίας αὐτῆς καταγόμενον, καὶ μᾶλλον ὁπηνίκα στερροτέροις ἐντύχοι φρονήμασιν. Οἱ δὲ πλείω τῶν δύο καὶ δέκα σταδίων οὐ συνεχώρουν μετατεθῆναι τὸ στράτευμα καί· «Εἰ τοῦτο βούλει, πρὸς τὸν Βαϊμοῦντον ἔλεγον, συνελευσόμεθα καὶ ἡμεῖς ὀψόμενοι τὸν τόπον». Κατανεύσαντος δὲ καὶ πρὸς τοῦτο τοῦ Βαϊμούντου, παραχρῆμα διὰ γραμμάτων τοῖς τὰς κλεισούρας φυλάσσουσιν ἐδήλωσαν ὥστε μὴ ἐκδρομὰς ποιουμένους καταβλάπτειν αὐτούς. Ὁ δὲ Εὐφορβηνὸς Κωνσταντῖνος ὁ Κατακαλὼν ᾐτεῖτο αὖθις τὸν Βαϊμοῦντον, παραχωρηθῆναι τὴν εἰς τὸ Δυρράχιον ἀπέλευσιν. Κατανεύσαντος δὲ τοῦ Βαϊμούντου, γοργῶς τὸ Δυρράχιον ὁ Κατακαλὼν καταλαμβάνει καί, τὸν φυλάσσοντα τὴν πόλιν Ἀλέξιον τὸν υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναζητήσας, ἀπήγγειλε τὰ παρὰ τοῦ αὐτοκράτορος διαμηνυθέντα πρὸς αὐτόν τε καὶ τοὺς συγκατελθόντας μετ’ αὐτοῦ λογάδας τῶν στρατιωτῶν. Καὶ γὰρ οὐκ ἠδύναντο τοῦ τείχους προκύπτειν διὰ τὴν γεγενημένην ἄνωθεν περὶ τὰ κρήδεμνα τοῦ Δυρραχίου μηχανὴν τοῦ αὐτοκράτορος.
Σανίδες γάρ τινες περὶ τὰς ἐπάλξεις τοῦ κάστρου εὐμηχάνως ἐτέθησαν ἐπὶ τούτῳ αὐτῷ κατασκευασθεῖσαι ἀνήλωτοι, ὥστε τοὺς ἴσως ἀπὸ τῶν Λατίνων διὰ κλιμάκων ἀναρριχᾶσθαι πειρωμένους, ἐπὰν τῶν ἐπάλξεων ἐπιβαῖεν, μὴ ἐστηριγμένους ἵστασθαι, ἀλλὰ σὺν αὐταῖς σανίσι διολισθαίνειν τηνικαῦτα καὶ πίπτειν ἐντός, καθά γε καὶ εἴρηται. Τούτοις οὖν ὁμιλήσας ὁ Εὐφορβηνὸς καὶ τὰ τοῦ βασιλέως μηνύματα ἀπαγγείλας καὶ θάρσους ἐμπλήσας αὐτοὺς ἐρωτήσας τε τὰ περὶ τοῦ κάστρου καὶ διαγνοὺς τὰ κατ’ αὐτοὺς ἀρίστης τετυχηκέναι οἰκονομίας, ὡς τῶν πρὸς χρείαν αὐτάρκως ἔχοντας καὶ παρ’ οὐδὲν τὰς τοῦ Βαϊμούντου λογιζομένους μηχανάς, καταλαμβάνει τὸν Βαϊμοῦντον τὴν ταφρείαν, ἔνθα προεῖπε, ποιησάμενον καὶ ἑνωθεὶς αὐτῷ τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο. Οἱ δ’ ἐπίλοιποι τῶν πρέσβεων κατὰ τὰ προϋπεσχημένα μετὰ τῶν Γίδου κατελείφθησαν. Μανουὴλ δὲ τὸν Μοδηνόν, πιστότατόν τε καὶ εὐνούστατον τῶν αὐτοῦ θεραπόντων ὑπάρχοντα, προαποστέλλει πρὸς τὸν βασιλέα τὴν πρὸς αὐτὸν τοῦ Βαϊμούντου ἀπαγγέλλοντα ἔλευσιν.
PG 131:991Ἐπεὶ δὲ ἀγχοῦ τῆς βασιλικῆς ἐγεγόνει σκηνῆς, παρεσκεύαστο καὶ τὰ τῆς αὐτοῦ ὑπαντῆς, καθὼς οἱ πρέσβεις τούτῳ συνέθεντο. Εἰσελθόντος δὲ τούτου, ἐκτείνας τὴν χεῖρα ὁ βασιλεὺς καὶ τῆς ἐκείνου ἁψάμενος χειρὸς καὶ τὴν συνήθη τοῖς βασιλεῦσι προσαγόρευσιν ποιησάμενος, ἐγγὺς τοῦ βασιλικοῦ παρεστήσατο θρόνου. Ἦν δὲ τοιοῦτος ὁ ἀνὴρ οἷος, ὡς ἐν βραχεῖ μὲν εἰπεῖν, οὐδεὶς κατ’ ἐκεῖνον ὤφθη ἐν τῇ τῶν Ῥωμαίων γῇ οὔτε βάρβαρος οὔτε Ἕλλην· θάμβος γὰρ ἦν ὀφθαλμῶν ὁρώμενος καὶ φημιζόμενος ἔκπληξις. Κατὰ μέρος δὲ ὑπογράψαι τὸ τοῦ βαρβάρου εἶδος, τοιόσδε μακρὸς ἦν τὴν ἀναδρομὴν τοῦ σώματος ὥστε εἰς πῆχυν ἕνα μικροῦ τοὺς μακροτάτους ὑπερελαύνειν, τὴν γαστέρα συνεσταλμένος καὶ τὰς λαγόνας, καὶ τοὺς ὤμους καὶ τὰ στέρνα πλατὺς καὶ τοὺς βραχίονας καρτερός, καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος οὔτε περιεπτισμένος οὔτε περιβριθόμενος ταῖς σαρξίν, ἀλλ’ ὡς ἄριστα κεκραμένος καὶ οἷον εἰπεῖν κατὰ τὸν Πολυκλείτειον κανόνα ἐνηρμοσμένος· τὰς χεῖρας ἁδρὸς καὶ τῶν ποδῶν τὰς βάσεις στερρὸς καὶ τὸν αὐχένα καὶ τὰ μετάφρενα εὐπαγής.
Ὑποκεκυφὼς δὲ μετρίως τῷ ἀκριβῶς αὐτὸν περιεργαζομένῳ ἐφαίνετο, οὐ τῶν νωτιαίων σπονδύλων τι πεπονθότων τῆς ῥάχεως, ἀλλ’ οὕτω μετρίως ἐκ γενετῆς, ὡς ἔοικε, τὴν διάπλασιν ἔσχηκε. Τὸ χρῶμα κατὰ τὸ ἄλλο μὲν σῶμα λευκότατος, τὸ δὲ πρόσωπον μετὰ τοῦ λευκοῦ ἐπυρσοῦτο. Καὶ ἡ κόμη ὑπόξανθος, ἀλλ’ οὐ μὲν οὖν μέχρι τῶν μεταφρένων αἰωρουμένη κατὰ τοὺς ἄλλους βαρβάρους· οὐ γὰρ ἐτριχομάνει ὁ ἀνήρ, ἀλλὰ κουρίας ἦν μέχρι τῶν ὤτων. Τὸ δὲ γένειον εἴτε πυρσὸν εἴτε ἄλλο τι χρῶμα εἶχεν, οὐκ ἔχω λέγειν· ὁ ξυρὸς γὰρ ἐπεξῆλθεν αὐτὸ καὶ τιτάνου παντὸς ἀκριβέστερον· ἐδόκει δ’ οὖν εἶναι καὶ τοῦτο πυρσόν. Τὸ βλέμμα γλαυκὸν καὶ ἅμα θυμὸν καὶ ἐμβρίθειαν ὑποσημαῖνον. Καὶ ἡ ῥὶς αὐτῷ καὶ ὁ μυκτὴρ ἐλεύθερον ἔπνει τὸν ἀέρα· συνηγόρει δὲ τῷ μυκτῆρι διὰ τῶν στέρνων καὶ διὰ τοῦ μυκτῆρος τὴν τῶν στέρνων εὐρύτητα. Ἡ γὰρ φύσις διεξόδους ἐδεδώκει διὰ τῶν ῥινῶν τοῦ ἀπὸ τῆς καρδίας παφλάζοντος πνεύματος. Ἡδὺ δέ τι καὶ ἐνεφαίνετο τῷ ἀνδρὶ τούτῳ, ἀλλὰ τοῖς ἁπανταχόθεν φοβεροῖς ὑπεθραύετο.
PG 131:993Ὅλος γὰρ δι’ ὅλου τοῦ σώματος ἀμείλικτος ἦν καὶ θηριώδης ὁ ἄνθρωπος ἀπὸ τοῦ μεγέθους ἀπό τε βλέμματος, δοκεῖ μοι, καὶ ὁ γέλως αὐτοῦ τοῖς ἄλλοις ἐμβρίμημα ἦν. Οὕτως εἶχε ψυχῆς τε καὶ σώματος ὡς καὶ τὸν θυμὸν ἐν τούτῳ κορύσσεσθαι καὶ τὸν ἔρωτα, καὶ ἀμφοτέρους ὁρᾶν πρὸς πόλεμον. Τὸ δὲ φρόνημα αὐτῷ παντοδαπὸν καὶ πανοῦργον καὶ πρὸς ἅπασαν λαβὴν διαδιδράσκον. Αἱ γὰρ ὁμιλίαι τούτῳ ἀκριβεῖς καὶ τὰς ἀποκρίσεις ἐδίδου πανταχόθεν ἀπεριδράκτους. Καὶ τοιοῦτος ὢν καὶ τοσοῦτος μόνῳ τῷ αὐτοκράτορι ἁλώσιμος ἦν καὶ τύχῃ καὶ λόγοις καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς φύσεως πλεονεκτήμασιν. Ἀναμνήσας οὖν ὁ αὐτοκράτωρ αὐτὸν τῶν προτέρων ἐπιτροχάδην καὶ συνεσκιασμένως πως αὐτῷ παραστήσας ἑτέραν λόγου περίοδον ἐποιήσατο. Ὁ δέ, τὴν ἰδίαν συνείδησιν ἔχων ἐλέγχουσαν, ἐπιτηδείως τὰς πρὸς τοὺς λόγους αὐτοῦ ἐξέφυγεν ἀνθυποφορὰς τοῦτο μόνον φάμενος ὡς· «Οὐχὶ περὶ τῶν τοιούτων ἀνακρίνεσθαι ἐλήλυθα· εἶχον γὰρ ἂν καὶ αὐτὸς πολλὰ λέγειν. Τοῦ Θεοῦ δὲ ἐνταυθοῖ με συνελάσαντος πάντα τοῦ λοιποῦ τῷ σῷ ἀνατίθημι κράτει». Ὁ δὲ βασιλεὺς πρὸς αὐτόν·
«Τὰ μὲν παρεληλυθότα ἐατέον τὸ νῦν, σὺ δέ, εἰ βούλει σπείσασθαι μεθ’ ἡμῶν, πρῶτον μὲν ἕνα τῶν ὑπὸ τὸ ἐμὸν κράτος χρὴ σὲ γενέσθαι, εἶτα δηλῶσαι περὶ αὐτοῦ τε τούτου τῷ σῷ ἀνεψιῷ Ταγγρὲ ἐπισκῆψαί τε αὐτῷ, τοῖς ἐξ ἐμοῦ ἀποσταλεῖσι παραδοῦναι τὴν Ἀντιόχειαν κατὰ τὰς γεγονυίας ἐξ ἀρχῆς συμφωνίας ἡμῶν, εἶτα καὶ τἆλλα πάντα ὅσα τότε συμπεφώνηται ἡμῖν τηρῆσαί σε νῦν τε καὶ μετέπειτα». Ταῦτα τοῦ βασιλέως καὶ ἄλλα πλείω πρὸς αὐτὸν εἰπόντος τε καὶ ἀκούσαντος, ἐπεὶ ὁ αὐτὸς ἐκεῖνος ἦν Βαϊμοῦντος καὶ οὐκ ἠλλοίωτο, ἔφη· «Ἀδυνάτως ἔχω τοιαύτην ὑπόσχεσιν ποιήσασθαι»· καὶ δι’ ἄλλα τινὰ παρὰ τοῦ βασιλέως ἀπαιτούμενα ᾐτεῖτο τὴν πρὸς τὸ ἴδιον στράτευμα ἐπανάζευξιν κατὰ τὴν γενομένην συμφωνίαν παρὰ τῶν πρέσβεων. Ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν ὅτι· «Κρείττονα ἐμοῦ οὐκ ἔχω τὸν μετὰ ἀσφαλείας σε διασώσοντα». Καὶ ἅμα τῷ λόγῳ, τοῖς ἡγεμόσι παρρησίᾳ ἐπέταττε τοῦ στρατεύματος ἑτοιμάσαι τοὺς ἵππους αὐτῶν ἐφ’ ᾧ τῆς πρὸς τὸ Δυρράχιον φερούσης ἅψασθαι.
PG 131:995Τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας, ἐξελθὼν ἐπὶ τῷ πρὸς τὴν ἀποτεταγμένην αὐτῷ ἀπιέναι σκηνήν, τὸν ἐμὸν καίσαρα Νικηφόρον τὸν Βρυέννιον, τῷ τοῦ πανυπερσεβάστου τότε τετιμημένον ἀξιώματι, ἐζήτει θεάσασθαι. Ὁ δὲ ἐξελθὼν καὶ πᾶσαν πειθὼ λόγων κινήσας, ὁποῖος ἐκεῖνος ἐν δημηγορίαις καὶ διαλέξεσιν ἀπαράμιλλος, πείθει τὸν Βαϊμοῦντον τοῖς πλείστοις συνθέσθαι τῶν παρὰ τοῦ βασιλέως ῥηθέντων. Κρατήσας οὖν αὐτὸν τῆς χειρὸς εἰσάγει πρὸς τὸν βασιλέα. Τῇ δὲ μετ’ αὐτήν, ἐνωμότως καὶ μετὰ τῆς οἰκείας προαιρέσεως κατὰ τὸ δοκοῦν αὐτῷ, τὴν συμφωνίαν ἐπλήρωσεν. Εἶχε δὲ τὰ συμπεφωνημένα οὕτως. «Ἡ μὲν προτέρα συμφωνία, ἥτις δὴ καὶ κατ’ ἐκεῖνο καιροῦ γέγονε πρὸς τὸ θεοστεφὲς κράτος σου, ὁπόταν μετὰ τῆς πολυπληθοῦς ἐκείνης στρατιᾶς τῶν Φράγγων εἰς τὴν βασιλίδα πόλιν ἐπιδεδήμηκα, διαβαίνων ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἐλευθερίᾳ, ἐπειδὴ κατά τινας περιπετείας πραγμάτων ἠθέτηται, ἐκείνη μὲν σχολασάτω καὶ μὴ ἐχέτω τὸ ἐνεργὸν ὡς τὸ ἄκυρον ἀποφερομένη διὰ τὴν τῶν πραγμάτων περίστασιν.
PG 131:997Καὶ ἐξ ἐκείνης οὐ χρὴ κατ’ ἐμοῦ δίκαιόν τι ἔχειν τὴν βασιλείαν σου κἀντεῦθεν ἰσχυρίζεσθαι περὶ τῶν ἐν ἐκείνῃ συμπεφωνημένων τε καὶ ἀναγεγραμμένων. Πόλεμον γὰρ ἀραμένου μου κατὰ τοῦ σοῦ θεοπροβλήτου κράτους καὶ παραλύσαντος τὰ συμπεφωνημένα, συμπαραλέλυται τούτοις καὶ τὰ ἀπὸ τοῦ σοῦ κράτους κατ’ ἐμοῦ αἰτιάματα. Νῦν δὲ αὖ ὥσπερ ἐκ μεταμελείας ἐρχόμενος καὶ ὥσπερ ἁλιεὺς πληγεὶς καὶ ἀπενεγκάμενος νοῦν καὶ μονονουχὶ τῷ δόρατι τῷ σῷ νουνεχέστερος γεγονὼς καὶ τῆς κατ’ ἐκεῖνο καιροῦ ἥττης καὶ τῶν πολέμων ἀναμνησθεὶς εἰς ἑτέραν συμφωνίαν μετὰ τοῦ κράτους σου τρωπῶμαι ταυτηνί, ὥστε λίζιον γενέσθαι τοῦ σκήπτρου σου ἄνθρωπον καί, ἵνα σαφέστερον εἴποιμι καὶ φανερώτερον, οἰκέτην καὶ ὑποχείριον, ἐπειδὴ καὶ σὺ ὑπὸ τὴν σὴν δεξιὰν ἕλκειν ἐμὲ βεβούλησαι καὶ ἄνθρωπόν σου ἐθέλεις ποιήσασθαι λίζιον.
Ἔσομαι τοίνυν ἀπὸ τοῦ νῦν κατὰ τὴν δευτέραν ταυτηνὶ συμφωνίαν, ἣν καὶ φυλάττειν ἐς ἀεὶ βούλομαι, καὶ ἐπόμνυμι Θεόν τε καὶ πάντας τοὺς ἁγίους αὐτοῦ, ἐπεὶ καὶ ἐπὶ μάρτυσι τούτοις τὰ συμπεφωνημένα [καὶ] γράφεταί τε καὶ λέγεται, ἄνθρωπος πιστὸς τῆς σῆς βασιλείας καὶ τοῦ περιποθήτου σου υἱοῦ καὶ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου. Καὶ ὁπλίσομαι τὴν δεξιὰν κατὰ παντὸς ἀνθισταμένου τῷ κράτει σου, εἴτε τοῦ χριστιανικοῦ γένους ἐστὶν ὁ χεῖρας ἀνταράμενος εἴτε καὶ ἀλλότριός ἐστι τῆς ἡμετέρας αὐλῆς, οὓς παγάνους ἡμεῖς ὀνομάζομεν· ὥστε, ὅπερ καὶ τῷ προμνημονευθέντι συμφώνῳ περιείχετο καὶ ἀμφοῖν τοῖν μεροῖν συνήρεσε, τῇ τε βασιλείᾳ ὑμῶν καὶ ἐμοί, τῶν ἄλλων ἀνῃρημένων τοῦτο μόνον ἐκεῖθεν ἕλκω καὶ ἰσχυρίζομαι καὶ ἀπρὶξ ἔχομαι τὸ δοῦλον τῆς βασιλείας καὶ ἀμφοτέρων εἶναι καὶ λίζιον ἄνθρωπον, ὥσπερ καταλυθὲν ἀνανεούμενος. Καὶ οὐδ’ ἂν εἴ τι γένοιτο, εἰς ἀθέτησιν τούτου ἐλεύσομαι· οὐδέ τις αἰτία ἔσται ἢ τρόπος, φανερός τε καὶ ἀφανής, καθ’ ὃν ἐγὼ παραβάτης τῶν συνθηκῶν καὶ τῶν νῦν συμπεφωνημένων φανήσομαι.
PG 131:999Ἀλλ’ ἐπειδὴ λαμβάνω τὰ νῦν τὴν ῥητῶς ἐνταυθοῖ δηλωθησομένην χώραν ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς διὰ χρυσοβούλλου λόγου τῆς βασιλείας σου, ἐν ᾧ καὶ τὸ κράτος τὸ σὸν ὑποσημαίνεται δι’ ἐρυθροβαφοῦς ὑπογραφῆς, ὃς δὴ χρυσόβουλλος λόγος καὶ ἀμοιβαῖος γεγονὼς ἐπεδόθη μοι, δέχομαι μὲν τὰς δοθείσας χώρας ὡς ἀπὸ τῆς βασιλείας ὑμῶν δεδωρημένας καὶ τὸ ἐνδύναμον ἔχων τῆς δωρεᾶς ἐκ τῆς χρυσοβούλλου γραφῆς, ἀντίδοσιν τῶν τοσούτων χωρῶν καὶ πόλεων δίδωμι τὴν πίστιν τὴν ἐμαυτοῦ πρὸς τὴν ὑμῶν βασιλείαν, σοῦ τε, τοῦ μεγάλου αὐτοκράτορος κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ τοῦ τριποθήτου υἱοῦ σου τοῦ βασιλέως κυρίου Ἰωάννου τοῦ πορφυρογεννήτου, ἣν ἀμετακίνητον καὶ ἀσάλευτον καθέξειν ὑπισχνοῦμαι καθάπερ ἄγκυραν ἀσφαλῆ.
Καὶ ἵνα ἐπαναλάβω τὸν λόγον σαφέστερον καὶ τὴν ἰδιότητα φυλάξαιμι τῶν ἐγγράφως συμφωνούντων, ἰδοὺ ἐγὼ Βαϊμοῦντος υἱὸς Ῥομπέρτου Γισκάρδου συμφωνῶ μετὰ τοῦ κράτους ὑμῶν, καὶ τὴν συμφωνίαν ἀρραγῆ τίθημι φυλάττειν πρὸς τὴν βασιλείαν ὑμῶν, τοῦτ’ ἔστι σέ τε, τὸν αὐτοκράτορα Ῥωμαίων κύριον Ἀλέξιον, καὶ τὸν βασιλέα καὶ υἱόν σου τὸν πορφυρογέννητον, καὶ τὸ λίζιον ἄνθρωπον ἀνόθευτόν τε καὶ ἀπαραποίητον, ἕως ἂν ἐμπνέω καὶ μετὰ τῶν ζώντων συναριθμῶμαι. Καὶ ἐξοπλισαίμην τὴν χεῖρα κατὰ τῶν ἐντεῦθεν ἀναφανησομένων ἐχθρῶν ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων τῆς τῶν Ῥωμαίων ἡγεμονίας. Καὶ ἔνθα ἂν καὶ προσταχθείην ὑφ’ ὑμῶν, μετὰ πάσης τῆς περὶ ἐμὲ στρατιᾶς ἀπροφασίςτως ἐκδουλεύσω κατὰ τὴν παρισταμένην χρείαν. Καὶ εἴ τινες ἂν καὶ εἶεν δυσμενῶς ἔχοντες πρὸς τὸ ὑμέτερον κράτος, εἰ μή που τοῖς ἀθανάτοις ἀγγέλοις ἰσάζοιντ’ ἂν καί εἰσι τοῖς ἡμετέροις δόρασιν ἄτρωτοι ἢ ἀδαμάντινά τινα περίκεινται σώματα, κατὰ τούτων πάντων ὑπεραγωνισαίμην τῆς βασιλείας ὑμῶν.
PG 131:1001Καὶ εἰ μὲν ὑγιῶς ἔχω τοῦ σώματος καὶ ἐλευθεριάζω πολέμου τινὸς βαρβαρικοῦ τε καὶ τουρκικοῦ, αὐτὸς ἐγὼ τῷ ἐμῷ σώματι ἀγωνιοῦμαι τὸν ὑπὲρ ὑμῶν πόλεμον μετὰ τοῦ ξυνεπομένου στρατεύματος. Εἰ δὲ ἢ νόσῳ βαρείᾳ πεδοῦμαι, οἷα πολλὰ τὰ ἀνθρώπινα, ἢ πόλεμος ἐπικείμενος πρὸς ἑαυτὸν ἕλκει με, τότε δὴ τότε ὑπισχνοῦμαι διὰ τῶν περὶ ἐμὲ γενναίων ἀνθρώπων μου τὴν δυνατὴν ἐξαποστέλλειν βοήθειαν ὡς ἐπανασῳζόντων ἐκείνων τὸ ἐμὸν ἔλλειμμα. Ἡ γὰρ ὀρθὴ πίστις, ἣν σήμερον πρὸς τὴν βασιλείαν ὑμῶν δίδωμι, τοῦτο ἔστι τὸ ἢ δι’ ἐμαυτοῦ ἢ δι’ ἑτέρων, καθάπερ εἴρηται, ἀνακρωτηρίαστα διατηρεῖν τὰ τῆς συμφωνίας. Ὀρθήν τε πίστιν φυλάττειν διόμνυμι καὶ καθόλου καὶ κατὰ μέρος ὑπὲρ τοῦ ὑμετέρου κράτους καὶ τῆς ὑμετέρας ζωῆς, ταυτησὶ λέγω τῆς κάτω τε καὶ γηί̈νης. Ὑπὲρ γὰρ τῆς τοιαύτης ὑμῶν ζωῆς σιδηροῦς τις ἀνδριὰς καὶ σφυρήλατος γενοίμην τοῖς ὅπλοις. Ἀλλὰ μέχρι καὶ τῆς τιμῆς τῆς ὑμετέρας καὶ μέχρι τῶν βασιλικῶν ὑμῶν μελῶν ἐκτείνω τὸν ὅρκον, εἴ τις αὐτοῖς ἐπιβουλεύεται κάκωσις παρά τινων ἀλιτηρίων ἐχθρῶν, οὓς δυνατόν ἐστιν ἐμὲ καταλύειν καὶ ἀπείργειν τοῦ κακοῦ ἐγχειρήματος.
PG 131:1003Ἀλλὰ καὶ ὑπὲρ πάσης χώρας τῆς ὑμετέρας καὶ πόλεως μικρᾶς τε καὶ μείζονος καὶ νήσων αὐτῶν καὶ ἁπαξαπλῶς, ὁπόση τίς ἐστι γῆ τε καὶ θάλασσα ὑπὸ τὰ ὑμέτερα σκῆπτρα ἐξ αὐτοῦ δήπουθεν τοῦ Ἀδριαντικοῦ πελάγους καὶ ἄχρι πάσης ἀνατολῆς καὶ κατὰ μῆκος τῆς μεγάλης Ἀσίας, ἔνθα τὰ τῶν Ῥωμαίων ὁρίςματα ἦν. Ἔτι συμφωνῶ, καὶ ἔσται τῶν συμπεφωνημένων μάρτυς καὶ ἐπήκοος ὁ Θεός, μηδεμίαν μηδέποτε χώραν τεταγμένην ὑπὸ τὰ ὑμέτερα σκῆπτρα εἴτε νῦν εἴτε πρότερον μήτε πόλιν ἢ νῆσον κρατεῖν τε καὶ ἔχειν, καὶ ἁπλῶς, ὁπόσα ἡ βασιλεία Κωνσταντινουπόλεως περιεῖχεν ἢ νῦν κατέχει κατά τε τὴν ἀνατολὴν καὶ δύσιν, ἐκτὸς τῶν ῥητῶς δεδωρημένων μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν, ἃ καὶ κατ’ ὄνομα δηλωθήσεται ἐν τῷ παρόντι ἐγγράφῳ. Ἀλλ’ ὁπόσην ἂν δυνηθείην χειρώσασθαι χώραν τελοῦσάν ποτε ὑπὸ τὴν βασιλείαν ταύτην ἀπωσάμενος τοὺς τὴν χώραν ἐκείνην κατέχοντας, εἰς τὴν γνώμην τὴν ὑμετέραν ἀναρτᾶν ὀφείλω τὴν περὶ ταύτης οἰκονομίαν. Καὶ εἰ μὲν ἐμὲ βούλεσθε ἐπιτροπεύειν τῆς κυριευθείσης χώρας ὡς ἄνθρωπον ὑμέτερον λίζιον καὶ δοῦλον πιστόν, ἔσται τοῦτο·
εἰ δ’ οὔκ, ἀλλὰ παραδοίην ἄν, ᾧ ἂν ἀνδρὶ ἡ βασιλεία ὑμῶν βουληθείη, μὴ ἀμφιβάλλων κατά τι τὸ σύνολον. Χώραν δὲ οὐ δέξομαι ἀφ’ ἑτέρου τινὸς προδιδομένην ἐμοὶ ἢ πόλιν τινὰ ἢ πολίχνιον, ἅπερ ποτὲ ὑπὸ τὴν τῆς βασιλείας ἐξουσίαν ἐτύγχανον, ὡς ἐμοὶ διαφέροντα· ἀλλὰ καὶ τὰ πολιορκίᾳ κρατούμενα καὶ τὰ ἄνευ πολιορκίας, ὑμέτερα δ’ ἦσαν καὶ πάλιν ὑμέτερα ἔσονται μηδ’ ὁπωστιοῦν δικαιολογουμένου μου περὶ τούτων. Ἀλλ’ οὐδὲ ὅρκον δέξομαι παρά τινος Χριστιανοῦ ἢ δώσω πρὸς ἕτερον ἢ συμφωνίαν ἡντιναοῦν πρὸς βλάβην ὑμετέραν ὁρῶσαν ἢ πρὸς ζημίαν καὶ ὑμῶν καὶ τῆς βασιλείας τῆς ὑμετέρας. Ἀλλ’ οὐδὲ ἄνθρωπος ἑτέρου γενήσομαι ἢ ἑτέρας ἀρχῆς μείζονος ἢ ἐλάσσονος ἄνευ τοῦ κράτους τοῦ ὑμετέρου· ἀλλὰ μία κυριότης ἐμοί, ᾗ ὑπισχνοῦμαι δουλεύειν, ἡ βασιλεία σοῦ τε καὶ τοῦ τριποθήτου υἱοῦ σου. Τοὺς δὲ προσερχομένους μοι ἀνθρώπους τῆς βασιλείας σου ὡς κατεξαναστάντας τοῦ κράτους τοῦ σοῦ καὶ ἐμοὶ ἐκδουλεύειν ἐθέλοντας καὶ μισήσω καὶ ἀποπέμψομαι, μᾶλλον δὲ κατ’ αὐτῶν ἐξοπλίσομαι. Τοὺς δὲ ἄλλους βαρβάρους ἐθέλοντας δὲ ὅμως ὑπὸ τὸ ἐμὸν δόρυ γίνεσθαι, δεξαίμην μέν, ἀλλ’ οὐκ ἰδίῳ προσώπῳ·
ὁρκιῶ δὲ τούτους ἕνεκα σοῦ τε καὶ τοῦ περιποθήτου υἱοῦ σου, καὶ τὰς ἐξ αὐτῶν χώρας παραλήψομαι δικαίῳ τῆς βασιλείας τῆς ὑμετέρας, καὶ ἐντεῦθεν τὸ ὑπὲρ αὐτῶν προσταττόμενον ἀπροφασίστως ποιεῖν ἐπαγγέλλομαι. Ταῦτα μὲν περὶ τῶν πόλεων καὶ τῶν χωρῶν ὅσαι ὑπὸ τὸ σκῆπτρον τῆς Ῥωμαίων Τύχης ἐτύγχανον οὖσαι· περὶ δὲ τῶν μηδέπω δεδουλευκότων τῇ Ῥωμανίᾳ, ταῦτα ἐνόρκως κατεπαγγέλλομαι ὡς ἵνα τάς τε προσερχομένας μοι χώρας ἄνευ πολέμου ἢ καὶ μετὰ πολέμου καὶ μάχης καὶ ταύτας ἁπάσας ὡς ἀπὸ τῆς ὑμετέρας βασιλείας λογίζωμαι, εἴτε τουρκικαί εἰσιν, εἴτε ἀρμενικαὶ καί, ὡς ἄν τις εἴποι τῶν τὴν ἡμετέραν ἐπισταμένων φωνήν, παγανικαὶ ἢ χριστιανικαί, τούς τε ἀπὸ τῶν ἐθνῶν προσιόντας μοι καὶ δουλεύειν ἐμοὶ βουλομένους, οὕτως ἵνα τούτους παραδέχωμαι ὡς εἶναι καὶ αὐτοὺς μέλλοντας ἀνθρώπους τῆς βασιλείας ὑμῶν. Καὶ διαβαίνοι καὶ πρὸς τούτους ἡ ἐμὴ συμφωνία πρὸς τὸ κράτος τῆς βασιλείας καὶ οἱ κατεμπεδωθέντες ὅρκοι.
PG 131:1005Καὶ τούτων αὐτῶν οὓς μὲν ἂν ἐθέλοιτε ὑμεῖς οἱ ἀεισέβαστοι βασιλεῖς ὑπ’ ἐμὲ τάττεσθαι, τάττοιντ’ ἄν, οὓς δὲ πέμπειν πρὸς τὸ ὑμέτερον κράτος βούλεσθε, βουλομένων κἀκείνων ἀποστελῶ, μὴ βουλομένων δέ, ἀλλ’ ἀπαναινομένων τὴν πρὸς ὑμᾶς δουλείαν, οὐδὲ ἐγὼ παραδέξομαι. Πρὸς μέντοι τὸν Ταγγρὲ καὶ ἀνεψιόν μου ἀκήρυκτον ἕξω πόλεμον, εἰ μὴ ἐθελήσει καθυφεῖναί τι τῆς πρὸς τὴν βασιλείαν ὑμῶν δυσμενείας μηδὲ ἀπολύει τῆς χειρὸς αὐτοῦ τὰς πόλεις τῆς ὑμετέρας βασιλείας. Ἐπὰν δὲ καὶ θέλοντος αὐτοῦ ἢ καὶ μὴ θέλοντος ἀναρρυσθῶσιν αἱ πόλεις, αὐτὸς μὲν ἵνα δεσπόζω τῇ ἀντιλήψει τοῦ κράτους ὑμῶν τὰ διὰ χρυσοβούλλου λόγου δεδωρημένα μοι, ἃ καὶ ῥητῶς ἐξαριθμηθήσεται. Αἱ δὲ πόλεις ἐκεῖναι μετὰ τῆς ἐν Συρίᾳ Λαοδικείας, καὶ ὅσαι εἰσὶν ἐκτὸς τῶν δεδωρημένων ἐμοί, τῷ σκήπτρῳ ὑμῶν προσαρμόζωνται. Ἀλλ’ οὐδὲ τοὺς τῆς βασιλείας ὑμῶν φυγάδας προσδέξομαί ποτε, ἀλλὰ παλιμπορεύτους ποιήσω καὶ ὑποτροπιάζειν πρὸς τὴν βασιλείαν ὑμῶν ἀναγκάσω. Ἔτι καθυπισχνοῦμαι καὶ ταυτὶ πρὸς τοῖς ἄνωθεν εἰρημένοις βεβαιοτέρας τὰς συμφωνίας ποιούμενος.
Συμφωνῶ γάρ, ἵνα ἐγγυητὰς ἀποδοίην ἐπὶ ταύταις ταῖς συμφωνίαις, ὥστε ἀπαραβάτους καὶ ἀπαραθραύστους μένειν ἐς τὸ διηνεκές, τοὺς μέλλοντας ἀνθρώπους μου ἐμῷ δικαίῳ κατέχειν τὴν δεδομένην μοι χώραν παρὰ τῆς βασιλείας σου καὶ τὰς πόλεις καὶ τὰ πολίχνια, ἃ καὶ πρὸς ὄνομα ἐκτεθήσεται. Παρασκευάσω γὰρ καὶ τούτους ὀμόσαι τὰ φρικωδέστατα, ὡς ἂν καὶ οὗτοι φυλάττωσι πίστιν ὀρθὴν πρὸς τὸ ὑμέτερον κράτος καὶ ὁπόσην ὁ τῶν Ῥωμαίων κοσμεῖ θεσμὸς καὶ πάντα τὰ ἐν τῇ παρούσῃ συμφωνίᾳ ἐγγεγραμμένα στέργωσιν ἀκριβέστατα. Καὶ ὁρκιῶ τούτους εἰς τὰς ἐπουρανίους δυνάμεις καὶ τὴν ἄστεκτον ὀργὴν τοῦ Θεοῦ, ὡς εἴ ποτε βουλευσαίμην κατὰ τῆς βασιλείας ὑμῶν, ὃ μὴ γένοιτο, μὴ ὦ σῶτερ, μὴ ὦ δίκη Θεοῦ, πάντα τρόπον ἐκεῖνοι σπουδάζωσι πρῶτον μὲν διὰ τεσσαρακονθημέρου τινὸς διαστήματος ἐπαναγαγεῖν με εἰς τὴν πίστιν τῆς βασιλείας ὑμῶν καθάπαξ τραχηλιάσαντα. Τοῦτο δ’ ἂν γένοιτο, εἰ καὶ γενέσθαι παραχωρηθείη, μανίας ἄντικρυς καὶ λύττης καταλαβούσης ἐμὲ ἢ ὅταν δηλονότι τὰς φρένας ἐλαύνωμαι.
PG 131:1007Εἰ δ’ ἀνοήτως ἔχω καὶ ἀστεμφῶς πρὸς τὰς παραινέσεις ἐκείνων καὶ λάβρως ἐπαιγίζει τὰ τῆς λύττης τὴν ψυχὴν τὴν ἐμήν, ἀλλὰ τότε γε ἐξομόσονται μὲν ἐμὲ καὶ πάντα τρόπον ἀποπροσποιήσονται, μεταθῶνται δὲ πρὸς τὸ ὑμέτερον κράτος καὶ χεῖρα καὶ γνώμην, καὶ τὰς χώρας, ἃς ἐμῷ δικαίῳ κατέχουσιν, ἀποσπάσοντες τῆς ἐμῆς ἐξουσίας ὑμῖν καὶ τῷ μέρει τῷ ὑμετέρῳ παραδοῖεν. Ταῦτα δὲ ἐνωμότως ποιεῖν καταναγκασθήσονται καὶ τὴν αὐτὴν φυλάξουσι πίστιν καὶ δουλείαν καὶ εὔνοιαν πρὸς ὑμᾶς, ἣν κἀγὼ συμπεφώνηκα, καὶ ὑπὲρ τῆς ὑμετέρας ζωῆς καὶ τῆς ἐπιγείου τιμῆς ἀροῦνται τὰ ὅπλα, ἀλλὰ καὶ ὑπὲρ τῶν ὑμετέρων βασιλικῶν μερῶν καὶ μελῶν, ὡς μή τι πάθοιεν παρά τινος ἐχθροῦ, πολεμησείοντες οὐκ ἀνήσουσιν, εἴ γε τέως εἰς αἴσθησιν ἔλθοιεν τῶν ἐπιβούλων καὶ σφαλερῶν. Ταῦτα ἐπόμνυμι καὶ διαμαρτύρομαι καὶ Θεὸν καὶ ἀνθρώπους καὶ τοὺς ὑπερτάτους ἀγγέλους, ὡς ἄρα καταναγκάσω φρικαλέοις ὅρκοις αὐτοὺς κατειληφὼς ποιεῖν τε καὶ πράττειν εἰς δύναμιν.
Ὣς δὲ καὶ ὑπὲρ τῶν κάστρων τῶν ὑμετέρων καὶ τῶν πόλεων καὶ χωρῶν καὶ ἁπλῶς τῶν ὅλων μερῶν τῶν ὑπὸ τὴν βασιλείαν ὑμῶν, ὅσα ἡ δύσις ἔχει, ὅσα ἡ ἀνατολὴ περιέχει, ἐνόρκως τὰ αὐτὰ συμφωνήσουσιν ἃ κἀγὼ πρὸς ὑμᾶς συμπεφώνηκα. Καὶ ταῦτα ποιήσουσι καὶ ζῶντος ἐμοῦ καὶ ἀποτεθνηκότος· καὶ ἕξει καὶ τούτους τὸ κράτος ὑμῶν ἀνθρώπους ὑποχειρίους καὶ χρήσει τούτοις ὅσα καὶ ὑπηρέταις πιστοῖς. Καὶ ὅσοι μὲν ἐνταυθοῖ τυγχάνουσι συνεπιδημοῦντες ἐμοί, αὐτίκα καὶ τὰς ἐνόρκους πίστεις καὶ τὰς συμφωνίας δώσουσι πρὸς ὑμᾶς τοὺς σεβαστούς, τόν τε κύριον Ἀλέξιον καὶ αὐτοκράτορα τῶν Ῥωμαίων καὶ τὸν πορφυρογέννητον βασιλέα καὶ σὸν υἱόν· ὅσοι δὲ ἀπῶσι τῶν ἐμῶν ἱππέων καὶ ὁπλιτῶν, οὓς καβαλλαρίους συνήθως καλοῦμεν, ἀποστειλάσης ἄνθρωπον τῆς βασιλείας σου κατὰ τὴν Ἀντιόχειαν πόλιν, ἐκεῖ τοὺς αὐτοὺς ὅρκους ἀποτελέσουσι κἀκεῖνοι, ὁρκιοῦντος μὲν αὐτοὺς τοῦ ἀνθρώπου τῆς βασιλείας σου, ἐμοῦ δέ, ἐπόμνυμι τοῦτο, παρασκευάσοντος ὀμόσαι τοὺς ἄνδρας καὶ συμφωνῆσαι τὰ αὐτά τε καὶ ἀπαράλλακτα.
PG 131:1011Προσέτι συμφωνῶ καὶ ἐπόμνυμι ὡς ἄρα καθ’ ὧν μὲν ἂν βούληται ἡ βασιλεία ὑμῶν τῶν κατεχόντων πόλεις καὶ χώρας, αἵ ποτε ὑπέκειντο τῇ βασιλείᾳ τῆς Κωνσταντινουπόλεως, ἀντάρασθαι χεῖρας καὶ ξυγκροτήσειν πόλεμον, τοῦτο ποιήσω κἀγὼ καὶ ὁπλοποιήσομαι κατ’ αὐτῶν. Καθ’ ὧν δὲ οὐκ ἔστι σοι θυμῆρες στρατὸν κινῆσαι, οὐδὲ αὐτοὶ κατ’ ἐκείνων στρατεύσαιμεν. Διὰ πάντων γὰρ βουλόμεθα θεραπεύειν τὸ ὑμέτερον κράτος καὶ πᾶσαν πρᾶξιν καὶ πᾶσαν βούλησιν τῆς σῆς βουλήσεως ἐξαρτᾶν. Τῶν τε Σαρακηνῶν καὶ τῶν ἐκ τοῦ Ἰσμαὴλ ὁπόσοι συρρέουσιν εἰς τὴν βασιλείαν σου ηὐτομοληκότες καὶ τὰς πόλεις αὐτῶν παραδιδόντες, οὔτε ἀποκωλύσω οὔτε διὰ σπουδῆς θείην ὑποποιήσασθαι ἐμαυτῷ, εἰ μή που ἄρα διὰ τοῦ ἐμοῦ δόρατος καταναγκασθὲν τὸ μέρος ἐκεῖνο καὶ πανταχόθεν στενοχωρηθὲν πρὸς τὸ κράτος τὸ σὸν ἀπέβλεψε κίνδυνον ὑφορώμενον καὶ τὴν σωτηρίαν ἑαυτῷ ἐκ τοῦ προςέρχεσθαί σοι πραγματευόμενον.
Ἀλλὰ τοὺς τοιούτους τε πάντας καὶ ὅσοι τὸ φραγγικὸν πεφοβημένοι ξίφος καὶ τὸν ἐπηρτημένον θάνατον ἀποκλίναντες τοὺς σεβαστοὺς βασιλέας ἐπικαλοῦνται ὑμᾶς οὐ διὰ τοῦτο ἀνθέξεσθε τῶν ἡμετέρων δορυαλώτων, ἀλλὰ δηλονότι τῶν ἄνευ πόνων καὶ κόπων ἡμετέρων καὶ ἐθελουσίως εἰς τὴν ὑμετέραν δούλωσιν ἐρχομένων. Πρὸς ταῖς ἄλλοις καὶ ταυτὶ συμφωνῶ, ὅτι τοι ὅσοι ἂν ἐθέλωσι διαπερᾶσαι μετ’ ἐμοῦ τὸν Ἀδρίαν ἀπὸ Λογγιβαρδίας ἄνδρες στρατιῶται, ὀμοῦνται καὶ αὐτοὶ καὶ συμφωνήσουσι τῇ δουλείᾳ τῆς βασιλείας σου, ὁρκίζοντος δηλονότι τούτους ξύμπαντας ἀνθρώπου τινὸς τοῦ ὑμετέρου κράτους, ὃν ἂν αὐτοὶ ἐπὶ τούτῳ αὐτῷ ἀποστείλητε κατὰ τὸ πέραν Ἀδρίου. Εἰ δ’ ἀποπηδῶσι τὸν ὅρκον, μὴ ἄλλως ἐᾶσαι διαπερᾶν ὡς τὰ αὐτὰ φρονεῖν ἡμῖν ἀπαναινομένους. Δεῖ δὲ καὶ τὰς διὰ χρυσοβούλλου λόγου δωρηθείσας μοι παρὰ τοῦ θεοπροβλήτου κράτους ὑμῶν χώρας καὶ πόλεις ἐκθεῖναι ἐν τῷ παρόντι συγγράμματι· ἡ κατὰ τὴν Κοίλην Συρίαν Ἀντιόχου πόλις μετὰ τῆς περιοχῆς αὐτῆς καὶ τῆς διακρατήσεως σὺν αὐτῷ Σουετίῳ, ὃ παρὰ τὴν θάλασσαν ἥδρασται·
PG 131:1013τὸ Δοὺξ μετὰ τῆς διακρατήσεως αὐτοῦ πάσης σὺν τῷ τοῦ Καυκᾶ τό τε τοῦ Λουλοῦ λεγόμενον καὶ [τὸ] τοῦ Θαυμαστοῦ Ὄρους καὶ τὰ Φέρσια μετὰ τῆς ὑπ’ αὐτὰ πάσης χώρας· ὁ Ἅγιος Ἠλίας ἡ στρατηγὶς μετὰ τῶν ὑπ’ αὐτὴν πολιχνίων· ἡ στρατηγὶς τὸ Βορζὲ καὶ τὰ ὑπὸ ταύτην πολίχνια· ἡ περὶ τὴν στρατηγίδα τὸ Σέζερ ἅπασα χώρα, ἥντινα Λάρισσαν Ἕλληνες ὀνομάζουσιν· ὣς δὲ καὶ τὸ Ἀρτὰχ καὶ τὸ Τελοὺχ αἱ στρατηγίδες μετὰ τῆς ἑκάστης περιοχῆς· σὺν τούτοις ἡ Γερμανίκεια καὶ τὰ ὑπὸ ταύτην πολίχνια· τὸ Μαῦρον Ὄρος καὶ πάντα τὰ ὑπ’ ἐκεῖνο ταττόμενα κάστρα καὶ ἡ ὑποκειμένη τούτῳ σύμπασα πεδιὰς ἄνευ δηλονότι τῆς τῶν Ῥουπενίων διακρατήσεως Λέοντός τε καὶ Θεοδώρου τῶν Ἀρμενίων γεγονότων ἀνθρώπων τοῦ κράτους ὑμῶν. Μετὰ τῶν ἀναγεγραμμένων τὸ στρατηγάτον Παγρᾶς, τὸ στρατηγάτον Παλατζά, τὸ θέμα τοῦ Ζοῦμε καὶ τὰ ὑπὸ ταῦτα πάντα κάστρα τε καὶ πολίχνια καὶ ἡ ἑκάστῳ προσήκουσα χώρα.
Ταῦτα γὰρ πάντα κἀκεῖ περιέχεται ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς βασιλείας ὑμῶν ὡς δεδωρημένα μοι παρὰ τοῦ θείου κράτους μέχρι πέρατος τῆς ἐμῆς βιοτῆς, ὡς ὀφειλόντων μετὰ τὴν ἐνθένδε μου μετάστασιν εἰς τὴν βασιλείαν ἐπανακάμπτειν τῆς νέας Ῥώμης καὶ βασιλίδος τῶν πόλεων Κωνσταντινουπόλεως, ἐφ’ ᾧ φυλάττειν πίστιν ἀκραιφνεστάτην [καὶ] εὔνοιαν καθαρὰν δι’ ὑμῶν τῶν ἀεισεβάστων σεβαστῶν βασιλέων εἰς τὴν βασιλείαν αὐτῆς καὶ τοῦ θρόνου ταύτης καὶ τῆς βασιλικῆς ῥάβδου δοῦλον εἶναι καὶ λίζιον ὑποχείριον. Συμφωνῶ δὲ καὶ ὄμνυμι τὸν ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας πρεσβευόμενον Θεὸν ὡς οὐκ ἐκ τοῦ ἡμετέρου γένους πατριάρχης ἔσται Ἀντιοχείας, ἀλλ’ ὃν ἂν προβαλεῖται ἡ βασιλεία ὑμῶν ἐκ τῶν θρεμμάτων τυγχάνοντα τῆς κατὰ τὴν Κωνσταντινούπολιν μεγάλης ἐκκλησίας. Ὁ τοιοῦτος γὰρ καὶ τοῦ θρόνου τοῦ κατὰ τὴν Ἀντιόχειαν ἐπιβαίη καὶ πάντα πράξει ἀρχιερατικῶς ἔν τε χειροτονίαις καὶ ταῖς λοιπαῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι κατὰ τὰ τοῦ θρόνου τοῦδε προνόμια.
PG 131:1015Ἦσαν δὲ ἄρα καὶ αἱ ἀπὸ τῆς δουκικῆς ἀρχῆς τῆς κατὰ τὴν πόλιν Ἀντιοχείας ἀποτμηθεῖσαι μερίδες [καὶ] παρὰ τῆς βασιλείας ὑμῶν ὡς ἐθελόντων ταύτας προσοικειώσασθαι καθ’ ὁλόκληρον. Αὗται· τό τε θέμα τὸ Ποδανδὸν καὶ πρὸς τούτοις τὸ στρατηγάτον τῆς Ταρσοῦ πόλεως καὶ ἡ Ἄδανα πόλις καὶ αἱ τοῦ Μόψου ἑστίαι καὶ ἡ Ἀνάβαρζα καί, συνελόντα φάναι, ἡ χώρα πάσα τῆς Κιλικίας, ὅσην ὁ Κύδνος καὶ ὁ Ἕρμων περιορίζουσιν· ὣς δὲ καὶ ἡ στρατηγὶς Λαοδίκεια τῆς Συρίας καὶ αὐτὸ δήπουθεν τὸ στρατηγάτον Γαβάλων, ὃ καὶ Ζέβελ ὑποβαρβαρίζοντες λέγομεν, τά τε στρατηγάτα Βαλανέως καὶ Μαρακέως καὶ ἡ Ἀντάραδος μετὰ τῆς Ἀνταρτοῦς· στρατηγίδες γὰρ καὶ ἀμφότερα. Ταῦτά εἰσιν ἅπερ ἀποκόψασα ἡ βασιλεία ὑμῶν τῆς ὅλης δουκικῆς ἀρχῆς Ἀντιοχείας τῷ κύκλῳ τοῦ κράτους προσένειμεν ἐκεῖθεν ἀφελομένη. Καὶ στέργω καὶ τοῖς τε δεδομένοις καὶ τοῖς ἀφῃρημένοις ὡσαύτως. Καὶ ἀνθέξομαι μὲν τῶν δικαίων καὶ προνομίων ὧν παρέλαβον ἀφ’ ὑμῶν, οὐκ ἀντιποιησαίμην δὲ ὧν οὐ παρέλαβον. Οὐδ’ ἂν ὑπερβαίην τοὺς ὅρους, ἀλλ’ ἐμμενῶ τοῖς δεδωρημένοις κρατῶν αὐτὰ καὶ καρπούμενος, μέχρις ἂν τῷ βίῳ περιῶ, καθὰ προδεδήλωται.
Μετὰ δὲ τὴν ἐμὴν τελευτήν, ὡς καὶ τοῦτο προγέγραπται, ἀναδραμοῦνται πρὸς τὰς οἰκείας ἀρχὰς καὶ ὅθεν εἰς ἐμὴν ἐξουσίαν ἐδόθησαν. Ἐπισκήψω γὰρ τοῖς ἐμοῖς ἐπιτρόποις καὶ ἀνθρώποις κατὰ τὴν τελευταίαν μου βούλησιν ἀποδώσειν τὰς χώρας ἁπάσας τὰς εἰρημένας τῷ σκήπτρῳ τῆς τῶν Ῥωμαίων ἀρχῆς μηδὲν περὶ τὴν ἀπόδοσιν περιεργαζομένοις ἢ εἰς ἀμφισβήτησίν τινα διαπίπτουσι. Καὶ ὄμνυμι καὶ τοῦτο καὶ τὴν συμφωνίαν ταύτην κατεμπεδῶ ὡς ἀνυπερθέτως τε καὶ ἀναμφιβόλως τὸ προσταττόμενον πράξουσι. Πλὴν καὶ τοῦτο προσκείσθω ταῖς συμφωνίαις ὡς ἐπειδὴ ὑπὲρ τῶν ἀφῃρημένων παρὰ τοῦ κράτους ὑμῶν ἐκ τῆς Ἀντιοχικῆς ἀρχῆς καὶ τοῦ δουκάτου τῆς πόλεως ἐγώ τε κατελιπάρησα τὸν ὑμέτερον θρόνον ποιήσασθαι ἀντισήκωσιν καὶ οἱ περεγρῖνοι προσκατελιπάρησαν τὴν ὑμετέραν βασιλείαν, καὶ κατένευσε τὸ κράτος ὑμῶν ἀντισηκῶσαί μοι θέματα καὶ χώρας τινὰς καὶ πόλεις κατὰ τὴν ἀνατολὴν διακειμένας. Δεῖ καὶ τούτων ἐνταυθοῖ μνημονεῦσαι κατ’ ὄνομα, ἵνα μήτε ἡ βασιλεία ὑμῶν ἀμφιβάλλοι κατά τι καὶ ἐγὼ ἔχω περὶ ὧν ἂν ἐπιζητοίην. Ἦσαν δὲ ταῦτα·
PG 131:1017τό τε θέμα τῆς Κασιώτιδος πάσης χώρας, ἦς μητρόπολίς ἐστιν ἡ Βέρροια, ὃ κατὰ τὴν τῶν βαρβάρων φωνὴν Χάλεπ λέγεται, τὸ θέμα τῆς Λαπάρας καὶ τὰ ὑπὸ ταύτην πάντα πολίχνια, τοῦτ’ ἔστι τὰ Πλαστά, τὸ τοῦ Χωνίου κάστρον, τὰ Ῥωμαί̈να, τὸ κάστρον Ἀραμισός, τὸ τοῦ Ἀμηρᾶ πολίχνιον, τὸ κάστρον τοῦ Σαρβάνου, τὸ τοῦ Τελχαμψὼν φρούριον σὺν οἷς καὶ τὰ τρία Τίλια, τό τε Σθλαβοτίλιν καὶ τἆλλα δύο, τὸ φρούριον τὸ Σγένιν, τὸ κάστρον τὸ Καλτζιέριν· καὶ δὴ καὶ ταυτὶ τὰ πολίχνια, τό τε Κομμερμοέρι καὶ τὸ Καθισμάτιν λεγόμενον καὶ τὸ Σαρσάπιν καὶ τὸ Μέκραν τὸ πολισμάτιον. Ταῦτα μὲν τὰ ἐπὶ τάδε Συρίας κείμενα· τὰ δὲ ἀπὸ τῆς μέσης τῶν ποταμῶν θέματα, τὰ ἀγχοῦ που κείμενα τῆς πόλεως Ἐδέσης, τό τε θέμα τῶν Λιμνίων καὶ τὸ θέμα τοῦ Ἀετοῦ μετὰ πάσης τῆς ἑκάστου τούτων περιοχῆς. Μηδὲ ταῦτα ἀμνημόνευτα κείσθω τὰ περὶ τῆς Ἐδέσης μηδὲ τὰ παρὰ τοῦ θεοφρουρήτου κράτους ὑμῶν τετυπωμένα μοι ἐτήσια τάλαντα, λέγω δὴ τὰς διακοσίας λίτρας τῆς Μιχαηλάτου χαραγῆς. Προςδεδώρηται γάρ μοι διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου τῆς βασιλείας ὑμῶν καὶ τὸ δουκάτον ...
PG 131:1021ἐξ ὁλοκλήρου μετὰ τῶν ὑπ’ αὐτὸ ἁπάντων φρουρίων τε καὶ χωρῶν οὐκ εἰς ἐμὸν πρόσωπον μόνον περιισταμένης τῆς δουκικῆς ταύτης ἀρχῆς· ἀλλὰ γὰρ ἐφεῖταί μοι παραπέμπειν αὐτὴν διὰ τοῦ εὐσεβοῦς χρυσοβούλλου λόγου εἰς ὃν ἂν αὐτὸς ἐθέλοιμι, μέλλοντος δηλονότι κἀκείνου ὑποκύπτειν τοῖς τῆς βασιλείας ὑμῶν προστάγμασι καὶ θελήμασι καθαπερεὶ ἀνθρώπου λιζίου τυγχάνοντος τοῦ αὐτοῦ κράτους καὶ τῆς αὐτῆς βασιλείας καὶ τὰ αὐτὰ βουλομένου καὶ συμφωνοῦντος, ἅπερ κἀγώ, πρὸς ὑμᾶς. Ἀλλὰ καὶ τὸ ἀπὸ τοῦδε, ἐπειδὴ καθάπαξ ἐγενόμην ὑμέτερος ἄνθρωπος καὶ τοῦ κύκλου τοῦ κράτους ὑμῶν, ὀφείλω λαμβάνειν κατ’ ἐτησίαν δόσιν ἀπὸ τῶν βασιλικῶν θησαυρῶν τάλαντα διακόσια τοῦ προβεβασιλευκότος κυρίου Μιχαὴλ ποιότητά τε καὶ χαραγὴν ἀποφέροντα διά τινος ἀποστολέως ἡμετέρου Συριάθεν πεμπομένου μετὰ καὶ γραμμάτων ἐμῶν πρὸς ὑμᾶς εἰς τὴν βασιλίδα πόλιν, ἐφ’ ᾧ ταῦτα λαβεῖν εἰς ἡμέτερον πρόσωπον. Καὶ ὑμεῖς μέν, οἱ ἀεισέβαστοι βασιλεῖς καὶ σεβαστοί γε καὶ αὔγουστοι τῆς τῶν Ῥωμαίων ἡγεμονίας, στέρξετε δήπουθεν τὰ ἐν τῷ χρυσοβούλλῳ λόγῳ τῆς εὐσεβοῦς ὑμῶν βασιλείας ἐγγεγραμμένα καὶ τὰ ὑπεσχημένα διατηρήσετε.
Ἐγὼ δὲ διὰ τοῦδε τοῦ ὅρκου τὰ παρ’ ἐμοῦ πρὸς ὑμᾶς συμπεφωνημένα κατεμπεδῶ. Ὄμνυμι γὰρ εἰς τὰ πάθη τοῦ ἀπαθοῦς καὶ σωτῆρος Χριστοῦ καὶ εἰς τὸν ἀήττητον ἐκείνου σταυρόν, ὃν ὑπὲρ τῆς τῶν ἁπάντων σωτηρίας ὑπέμεινε, καὶ εἰς τὰ προκείμενα παναγέστατα εὐαγγέλια, ἃ τὴν οἰκουμένην ἅπασαν ἐσαγήνευσε·
ταῦτα γὰρ κρατῶν ἐπόμνυμι καὶ τὸν πολύτιμον σταυρὸν τοῦ Χριστοῦ συμπαραλαμβάνων τῷ νῷ καὶ τὸν ἀκάνθινον στέφανον καὶ τοὺς ἥλους καὶ τὴν λόγχην ἐκείνην τὴν διατρήσασαν τὴν δεσποτικὴν καὶ ζωσποιὸν πλευρὰν πρὸς σέ, τὸν κράτιστον καὶ ἅγιον ἡμῶν βασιλέα κύριον Ἀλέξιον τὸν Κομνηνὸν καὶ τὸν συμβασιλεύοντά σοι τριπόθητον κύριον Ἰωάννην τὸν πορφυρογέννητον, ὡς πάντα τὰ συμπεφωνημένα καὶ εἰρημένα ἀπὸ τοῦ στόματός μου φυλάξω καὶ ἀπαράβατα διατηρήσω μέχρι παντός, καὶ τὰ ὑπὲρ τοῦ κράτους ὑμῶν καὶ νῦν φρονῶ καὶ εἰσέτι φρονήσω, μηδ’ ἄχρι ψιλῆς ἐπινοίας κακόηθες ἢ δολερὸν πρὸς ὑμᾶς ἐνδειξόμενος, ἀλλ’ ἐμμενῶ τοῖς ὑπ’ ἐμοῦ συμπεφωνημένοις καὶ καθ’ οἱονδήτινα τρόπον οὔτε ψευδορκήσω πρὸς ὑμᾶς οὔτε εἰς ἀθέτησιν τῶν ὑπεσχημένων χωρήσω οὔτε πρὸς ἄσπονδόν τι ἐπινοήσομαι οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ σὺν ἐμοὶ πάντες καὶ ὁπόσοι τῆς ἐμῆς ἐξουσίας εἰσὶ καὶ τὸν χορὸν τῶν ἐμῶν στρατιωτῶν ἀπαρτίζουσιν. Ἀλλὰ καὶ ὑπὲρ τῶν σῶν ἐχθρῶν θωρακιούμεθα καὶ ἀροῦμεν ὅπλα καὶ δόρατα καὶ τοῖς σοῖς φίλοις ἐμβαλοῦμεν τὰς δεξιάς. Καὶ πάντα τὰ πρὸς ὠφέλειαν καὶ τιμὴν τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἐπινοήσω καὶ καταπράξομαι.
Οὕτως ὀναίμην τῆς τοῦ Θεοῦ βοηθείας, οὕτω τοῦ σταυροῦ καὶ τῶν θείων εὐαγγελίων. Ταῦτα ἐγράφη τε καὶ οἱ ὅρκοι συνετελέσθησαν παρουσίᾳ τῶν ὑπογεγραμμένων μαρτύρων κατὰ μῆνα Σεπτέμβριον δευτέρας ἐπινεμήσεως ἔτους ἤδη διαρρυϊσκομένου χιζ. Οἱ μέντοι παρουσιάσαντες μάρτυρες καὶ ὑπογεγραφότες, ὧν ἐναντίον ταῦτα τετέλεστο, εἰσὶν οὗτοι· οἱ θεοφιλέστατοι ἐπίσκοποι, ὅ τε Ἀμάλφης Μαῦρος καὶ ὁ τοῦ Τερεντοῦ Ῥενάρδος καὶ οἱ σὺν αὐτῷ κληρικοί· ὁ εὐλαβέστατος καθηγούμενος τῆς ἐν Λογγιβαρδίᾳ σεβασμίας μονῆς τοῦ ἁγίου Ἀνδρέου, τῆς ἐν τῇ νήσῳ τοῦ Βρεντησίου, καί τινες αὐτῶν δύο μοναχοί· οἱ ἄρχοντες τῶν περεγρίνων, ὧν τὰ μὲν σίγνα αὐτοὶ διεχάραξαν οἰκειοχείρως, τὰ δὲ τούτων ὀνόματα διὰ χειρὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἀμάλφης τοῖς σίγνοις προσπαρεγράφησαν, ὃς καὶ πρέσβυς παρὰ τοῦ πάπα πρὸς τὸν αὐτοκράτορα ἐληλύθει. Οἱ ἀπὸ τῆς βασιλείου αὐλῆς·
PG 131:1023ὁ σεβαστὸς Μαρῖνος, Ῥογέρης ὁ τοῦ Τακουπέρτου, Πέτρος Ἀλίφας, Γελίελμος ὁ Γανζῆ, Ῥιτζάρδος ὁ Πριντζίτας, Ἰοσφρὲ Μαλή, Οὐμπέρτος ὁ υἱὸς τοῦ Γραούλ, Παῦλος ὁ Ῥωμαῖος, οἱ ἐκ τῶν Δακῶν ἥκοντες ἀποκρισιάριοι παρὰ τοῦ κράλη καὶ συμπενθέρου τῆς βασιλείας, ζουπάνος ὁ Περὴς καὶ Σίμων, καὶ οἱ ἀποκρισιάριοι Ῥισκάρδου Σινισκάρδου, Βασίλειος νωβελλίσιμος ὁ εὐνοῦχος καὶ Κωνσταντῖνος νοτάριος.» Τὸν μὲν οὖν ἔγγραφον ὅρκον τοῦτον ὁ αὐτοκράτωρ παρὰ τοῦ Βαϊμούντου ἔλαβεν, ἀντιδέδωκε δὲ πρὸς αὐτὸν τὸν εἰρημένον ἄνωθεν χρυσόβουλλον λόγον ἐνσεσημασμένον διὰ κινναβάρεως, ὡς ἔθος, διὰ βασιλικῆς δεξιᾶς.
PG 131:1031ΑΛΕΞΙΑΣ ΙΔ Τῶν οὖν δεδογμένων τῷ αὐτοκράτορι πέρας ἐσχηκότων, τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον συμφωνίαν ἐνόρκως ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τῆς λόγχης δι’ ἧς τὴν τοῦ Σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκαμένην ἐπάνοδον ᾐτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ’ αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος, ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδῶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δὲ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτήσαιντο, ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύσεσθαι. Ταῦτ’ αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκατατιθέμενον ταῖς τούτου αἰτήσεσιν εἶχεν εὐθύς. Τιμηθεὶς οὖν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τὸ οἰκεῖον ἐπανέτρεχε στράτευμα.
Συναπῄει δὲ τούτῳ καὶ Κωνσταντῖνος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν Κατακαλών, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἔν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπεδεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις παρέχοι αὐτοῖς. Καταλαβὼν οὖν τὴν ἰδίαν παρεμβολὴν καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ’ αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος, εἰς μονῆρες εἰσελθὼν τὴν Λογγιβαρδίαν κατέλαθεν. Οὐ πλείω δὲ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. Ὁ δὲ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ’ αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. Ἐπανελθὼν δὲ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογιζόμενος αὖθις ὅπως τὰ κατὰ τὴν παραλίαν τῆς Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι τελείως ἠρίπωσαν, ἐν δεινῷ ἐποιεῖτο εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρῴην ἀποδοίη κόσμον καὶ τοὺς ἁπανταχῆ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο.
PG 131:1033Οὐ μὴν ἀλλ’ οὐδὲ περὶ τῆς τοῦ Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα. Ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δὲ οὗτος ἐπηβολώτατος καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλους, πρὸς δὲ τοὺς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρατιωτικῆς παιδείας πάμπαν ἀμύητος· οὔτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ᾔδει οὔτε θυρεῷ σκέπεσθαι· τἆλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μηχανημάτων τοὺς πολεμίους ἡττᾶν) οὗτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. Γινώσκων οὖν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται, οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ, πείθεται διὰ ταῦτα καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι, πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεῖς τὰς ἐπιχειρήσεις ποιεῖσθαι. Ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλῳσόμενος πορθμὸν καταλαμβάνει τὸ Ἀτραμύτιον.
Πόλις δὲ πρῴην μὲν ἦν πολυανθρωποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐλῄζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε. Τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαί ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησέ τε καὶ εἰς τὸ πρότερον ἀποκατέστησε σχῆμα, τούς τε ἐποίκους ἁπανταχόθεν ἀνεκαλέσατο ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσῴζοντο, καὶ ἐξ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισέ τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. Πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τῷ τότε ἐνδιατρίβειν, ἀπόμοιραν τῶν ὑπ’ αὐτὸν δυνάμεων ἀποδιελόμενος, ἐξέπεμψε κατ’ αὐτῶν. Οἳ καὶ καταλαβόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ’ αὐτῶν συνάψαντες τὴν νικῶσαν εἶχον παραυτίκα· ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο ὡς καὶ τὰ νεογνὰ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας. Πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν ἄγοντες πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν.
Οἱ δέ γε καταλειφθέντες Τοῦρκοι μελανδυτήσαντες καὶ τὰς σφῶν συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλοις βουλόμενοι, ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώραν γοερὸν ἀνοιμώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγούμενοι, κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινοῦντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. Ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ ἐγχειρήματος. Ἀρχισατράπης δέ τις Ἀσὰν τὴν κλῆσιν, ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα, τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοὺς μεταπεμψάμενος ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλιάδας παραστῆναι τὸ ὑπ’ αὐτὸν στράτευμα, κατ’ αὐτοῦ ἔξεισι. Δεινὸς δὲ ὢν ἀνὴρ ὁ Εὐμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ’ ἀναπεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῆ ἔπεμπε καί, ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέπεμπεν ἄλλους καὶ πρὸς ἐγρήγορσιν ἀνηρέθιζεν ὥστε παννύχους ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιάδας περιαθρεῖν.

Book XIVLiber XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τούτων οὖν τις πόρρωθεν τὸ τουρκικὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. Ὁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσκέπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε, καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἠχεῖν· καὶ ἁπλῶς ἐν τοιούτῳ σχήματι τὴν πόλιν κατεστήσατο ὡς πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις. Ὁ δὲ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ παρέμεινεν ἡμέραις. Ὡς δὲ οὐδεὶς ἄνωθεν προκύπτων ἐφαίνετο, αἱ δὲ πύλαι τῶν ἐντὸς εἶχον ἀσφάλειαν, ἑλεπόλεις δὲ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετροβόλα ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν, πολλὴν ἀσθένειαν καταψηφισάμενος τῶν ἐντὸς ἄλλην ἀτραπὸν ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. Δέκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξαπέστειλεν, ἑτέρας δὲ ...
ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμφαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ Χλιαρὰ καὶ τὴν Πέργαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην .... ἀπερχομένοις. Ὁ μέντοι Φιλοκάλης, διαγνοὺς τὸ τοῦ Ἀσὰν ἐπιχείρημα, ἁπάσας τὰς ὑπ’ αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. Οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ἀπεριμερίμνως καταλαμβάνουσι καὶ ἐπεισπεσόντες τούτοις αὐγαζούσης ἡμέρας ἀφειδῶς κατέσφαττον· τοὺς δὲ παρ’ αὐτῶν κατεχομένους δορυαλώτους ἐρρύσαντο ἅπαντας. Κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμφαιον ἀπερχομένους Τούρκους ἐδίωξαν· διεκδραμόντες δὲ καί τινες ἀπό τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων κεράτων τὸν κατ’ αὐτῶν συγκροτήσαντες πόλεμον κατὰ κράτος ἐνίκησαν. Καὶ πολλοὺς μὲν κτείνουσι, πολλοὺς δὲ καὶ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀπεπνίγησαν. Ποταμὸς δὲ οὗτος περὶ Φρυγίαν, σκολιώτατος ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. Θαρρήσαντες δὲ κἀπὶ τῇ δευτέρᾳ νίκῃ τοὺς ἐπιλοίπους ἐδίωκον.
Ἀλλ’ οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων φθασάντων πορρωτέρω γενέσθαι τούτων. Εἶθ’ οὕτως ἐπανῆλθον πρὸς Φιλαδέλφειαν. Ὁ δέ γε Εὐμάθιος, τούτους θεασάμενος καὶ μεμαθηκὼς ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.
Μετὰ δὲ τὴν τοῦ Βαϊμούντου τελευτήν, ἐπειδὴ ὁ Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταύτης ἀλλοτριῶν, ὁ βασιλεὺς ἐνταῦθα κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένους ὅρκους τῶν βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δὲ πεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστραχηλοτάτοις αὐτοῖς ἐντυγχάνων ἀεὶ καὶ καταπίκροις ἀνδράσι, πολλὰ δὲ ῥωμαϊκὰ στρατεύματα τούτοις συνεκπέμπων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μὲν ἵνα μὴ τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο (ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ’ ὅπως καὶ ὑφ’ ἡμῶν συγκροτούμενοι τὰς [μὲν] πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δὲ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύνοιντο, ἀπήντησε δὲ οὐδὲν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων καὶ δωρεῶν τῇ Ῥωμαίων ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ’ ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ τῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι.
PG 131:1035Τὸ γὰρ ἐκείνου μὲν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπὲρ αὐτῶν φροντίδα καὶ τῶν παρ’ αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδὲν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους λογίζεσθαι τὸ ἐκνίκημα ἴδιον τὰς πρὸς αὐτὸν συνθήκας καὶ τοὺς ὅρκους ἀθετήσαντας καὶ παρ’ οὐδὲν λογισαμένους, διεσπάραττεν αὐτοῦ τὴν ψυχὴν καὶ οὐκ εἶχεν ὅπως ἐνέγκοι τὴν ὕβριν. Ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρέ, διεγκαλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονούμενος, ἀλλὰ μετελεύσεται τοῦτον καὶ τῆς εἰς Ῥωμαίους ἀχαριστίας. Δεινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρήματα μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν ῥωμαϊκῶν συνταγμάτων ἕνεκα Συρίας ἁπάσης καὶ τῆς Ἀντιοχείας αὐτῆς, σπεύδων ὅλῃ χειρὶ καὶ γνώμῃ τὰ ὅρια πλατῦναι τῆς Ῥωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴη τῶν ἐκείνου καὶ χρημάτων καὶ πόνων.
Ταῦτα διαπρεςβευσαμένου τοῦ αὐτοκράτορος, ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος, οὐδ’ ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων, εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ’ ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια ἔλεγέ τε διαρρήδην καὶ ἐξετραγῴδει τὴν δύναμιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐδ’ ἄν, εἴ τι γένοιτο, μεθήσειν τὴν Ἀντιόχειαν διισχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντιμάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν μέγαν τὸν Ἀσσύριον καὶ ὥσπερ τινὰ γίγαντα μέγαν καὶ ἀνυπόστατον καὶ ἄχθος ἀρούρης ἑστῶτα τῇ γῇ, τοὺς δὲ Ῥωμαίους ξύμπαντας μύρμηκας ἐλογίζετο καὶ τῶν ζῴων τὰ ἀσθενέστατα. Ἐκεῖθεν δὲ τῶν πρέσβεων ἐπανελθόντων καὶ τὴν τοῦ Κελτοῦ ἀπόνοιαν διηγησαμένων, πλήρης ὁ βασιλεὺς ἐγεγόνει θυμοῦ καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλ’ ἤθελε παραχρῆμα τὴν Ἀντιόχου ἀναζητεῖν. Συναγαγὼν οὖν τοὺς ἐλλογιμωτάτους τοῦ στρατιωτικοῦ καταλόγου καὶ ἅπαντας τοὺς τῆς συγκλήτου βουλῆς βουλὴν ἐξ ἁπάντων ᾐτεῖτο.
PG 131:1037Ἅπαντες δὲ τηνικαῦτα ἀνένευον πρὸς τὴν κατὰ τοῦ Ταγγρὲ τοῦ αὐτοκράτορος ἀπέλευσιν, δέον λέγοντες πρότερον τοὺς ἄλλους ὑποποιήσασθαι κόμητας τοὺς κατὰ τὰς παρακειμένας τῇ Ἀντιόχου πόλει ἐξουσιάζοντας καὶ αὐτὸν δὴ τὸν ῥῆγα Ἱεροσολύμων Βαλδουῖνον καὶ τὰς τούτων γνώμας πειρᾶσαι, εἰ συνεπαρῆξαι ἀπελθόντι αὐτῷ βούλοιντο κατὰ τῆς Ἀντιόχου, καὶ εἰ μὲν γνοίη τούτους κατὰ τοῦ Ταγγρὲ ἔχοντας, τότε ἀποθαρρῆσαι τὴν κατ’ αὐτοῦ ἔλευσιν, εἰ δὲ μή, ἄλλως μετελθεῖν τὰ κατὰ τὴν Ἀντιόχου. Ὁ δὲ αὐτοκράτωρ τὴν βουλὴν ταύτην ἐπαινέσας, αὐτίκα μεταπεμψάμενος Μανουὴλ τὸν Βουτουμίτην καί τινα ἕτερον τῆς λατινικῆς εἰδήμονα διαλέκτου, πρὸς τοὺς κόμητας καὶ τὸν ῥῆγα Ἱεροσολύμων ἐξέπεμψε πολλὰ τούτοις ὑποθέμενος, περὶ ὧν αὐτοῖς τε χρὴ ὁμιλῆσαι καὶ αὐτῷ δὴ τῷ ῥηγὶ Ἱεροσολύμων Βαλδουίνῳ. Ἐπεὶ δὲ καὶ χρεία χρημάτων ἀποστολῆς πρὸς αὐτοὺς ἀπαραίτητος ἦν διὰ τὸ τῶν Λατίνων ἐρασιχρήματον, προστάγματα πρὸς τὸν τηνικαῦτα δοῦκα Κύπρου Εὐμάθιον τὸν Φιλοκάλην ἐνεχείρισε τῷ Βουτουμίτῃ διαλαμβάνοντα, ὅπως καὶ πλοῖα δοίη τούτοις ὁπόσων ἐν χρείᾳ γένοιντο·
ἅμα δὲ παρεκελεύετο τούτῳ καὶ χρήματα πολλὰ καὶ παντοδαπὰ καὶ ἀπὸ πάσης ἰδέας καὶ εἰκονίσματος παντοδαπῶν ποιοτήτων εἰς τὰς πρὸς τοὺς κόμητας δόσεις. Ἐπέσκηψε δὲ τοῖς ἤδη ῥηθεῖσι καὶ μᾶλλον Μανουὴλ τῷ Βουτουμίτῃ, ὡς ἂν τὰ μὲν χρήματα ἀναλαβόμενοι ἀπὸ τοῦ Φιλοκάλου εἰς Τρίπολιν προσορμίσωσι τὰς ἰδίας ναῦς καὶ θεασάμενοι Πελκτράνον κόμητα τὸν υἱὸν τοῦ Ἰσαγγέλη, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμνήσθη, ἀναμνήσωσι τῆς τοῦ πατρὸς αὐτοῦ πίστεως ἣν πρὸς τὸν αὐτοκράτορα ἐτήρησεν, ἅμα δὲ καὶ τὰς βασιλικὰς ἐγχειρίσωσιν αὐτῷ γραφὰς καὶ ἐξείποιεν πρὸς αὐτὸν ὡς· «Οὐ χρή σε δεύτερον τοῦ ἰδίου πατρὸς ὀφθῆναι, ἀλλ’ ὁμοίαν καὶ αὐτὸν τὴν πρὸς ἡμᾶς διατηρῆσαι πίστιν. Ἐμὲ δὲ ἴσθι καταλαμβάνειν ἤδη τὴν Ἀντιόχειαν ἑαυτὸν ἐκδικήσοντα εἰς τὸν μήτε εἰς Θεὸν μήτε εἰς ἐμὲ τοὺς φρικτοὺς ἐκείνους τηρήσαντα ὅρκους. Σὺ δὲ πρὸς τῷ μηδαμῶς αὐτῷ ἐπαρῆξαι σπεῦσον καὶ τοὺς κόμητας πρὸς τὴν ἡμετέραν πίστιν ἐφελκύσασθαι, ὡς μὴ διὰ οἱουδήτινος τρόπου ἀντιλήψεσθαι τοῦ Ταγγρέ.» Καταλαμβάνουσι τοιγαροῦν τὴν Κύπρον καὶ ἀναλαβόμενοι ἐκεῖθεν τὰ χρήματα καὶ ὁπόσας ἤθελον νῆας εὐθὺ Τριπόλεως πλέουσι.
Προσορμίσαντες δὲ εἰς τὸν αὐτῆς λιμένα τὰς ναῦς καὶ τῶν νηῶν ἀποβεβηκότες, ἐντυγχάνουσι τῷ Πελκτράνῳ καὶ ἀπεστομάτισαν ὁπόσα πρὸς τοῦ βασιλέως παρηγγέλθησαν. Ὡς δὲ τοῦτον ἐπιρρεπῆ τε καὶ ἕτοιμον πρὸς πᾶν θέλημα τοῦ αὐτοκράτορος ἑώρων καὶ θάνατον ὑπὲρ αὐτοῦ προθύμως ἑλέσθαι, εἰ καὶ τούτου δεήσει, ἐπαγγελλόμενον ναὶ μὴν καὶ εἰς προσκύνησιν αὐτοῦ ἐληλυθέναι, ἐπειδὰν ἐν τοῖς μέρεσι τῆς Ἀντιόχου ἀφίκηται, μετὰ τῆς αὐτοῦ γνώμης ἅπερ ἐπεφέροντο χρήματα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας. Ἐδεδίει γὰρ μὴ ἐπεφερομένους αὐτοὺς τὰ χρήματα οἱ κόμητες διαγνόντες αὐτὰ μὲν ἀναλάβωνται, τοὺς δὲ κενοὺς ἀποπέμψαιεν, τοῖς δὲ χρήμασιν ὑπὲρ ἑαυτῶν καὶ τοῦ Ταγγρὲ χρήσαιντο. Δέον οὖν ἐλογίσατο κενοὺς ἀπελθόντας πρότερον τὴν αὐτῶν ἐκπειρᾶσαι γνώμην ἀπαγγείλαντας ἅμα καὶ ὅσα παρὰ τοῦ αὐτοκράτορος ἐμηνύθη αὐτοῖς, καὶ τὴν τῶν χρημάτων δόσιν ὑποσχέσθαι καὶ ὅρκον ἐξ αὐτῶν ἀπαιτῆσαι, εἴ που τέως τοῖς τοῦ αὐτοκράτορος θελήμασιν ὑπεῖξαι βούλοιντο, κᾆθ’ οὕτως τὰ χρήματα αὐτοῦς ἐγχειρίσαι.
PG 131:1041Οἱ μὲν οὖν ἀμφὶ τὸν Βουτουμίτην ταῦτα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο, καθά γε καὶ εἴρηται. Ὁ δὲ Βαλδουῖνος, μεμαθηκὼς περὶ τῆς τουτωνὶ τῶν πρέσβεων εἰς Τρίπολιν ἀφίξεως, τηνικαῦτα Σιμοῦντον τὸν ἴδιον ἐξάδελφον ἐφέσει χρημάτων προαρπάζων τὴν τούτων ἔλευσιν πέπομφε μετακαλούμενος αὐτούς. Οἱ δὲ τὰ χρήματα αὐτοῦ που καταλιπόντες μετὰ τῆς τοῦ Πελκτράνου γνώμης εἵποντο τῷ ἀποσταλέντι ἐξ Ἱεροσολύμων Σιμούντῳ καὶ καταλαμβάνουσι τὸν Βαλδουῖνον πολιορκοῦντα τὴν Τύρον. Ὁ δὲ ἄσμενος αὐτοὺς ὑποδεξάμενος καὶ παντοίας φιλοφροσύνης ἀξιώσας, ἐπεὶ κατὰ τὴν ἀπόκρεω τοῦτον κατέλαβον, κατεῖχεν αὐτοὺς δι’ ὅλης τῆς τεσσαρακοστῆς πολιορκῶν τὴν Τύρον, ὡς εἴρηται. Ἐπεφρούρητο δὲ ἡ πόλις καὶ ἄλλοις μὲν ἀρραγέσι τείχεσι καὶ δὴ καὶ τρισὶ προτειχίσμασι κύκλῳ ταύτην περιλαμβάνουσιν· ὁ μὲν γὰρ ἐξώτατος κύκλος περιεῖχε τὸν δεύτερον, οὗτος δὲ τὸν ἐνδοτάτω καὶ τρίτον. Καὶ ἦσαν καθάπερ τινὲς κύκλοι ἀλλήλους περιλαμβάνοντες καὶ περιζωννύντες τὴν πόλιν. Ἀλλ’ ὅ γε Βαλδουῖνος ἔγνω πρότερον τὰ προτειχίσματα ταῦτα καταβαλεῖν, εἶθ’ οὕτω τὴν πόλιν ἑλεῖν·
οἷα γάρ τινα θωράκια τῆς Τύρου προβεβλημένα τὴν πολιορκίαν ἀπεῖργον. Ὁ δὲ διά τινων μηχανημάτων πορθητικῶν τήν τε πρώτην καὶ δευτέραν ζώνην καθεῖλε καὶ τῆς τρίτης ἀπεπειρᾶτο. Καὶ δὴ τὰς ἐπάλξεις αὐτῆς καθελὼν ἐς τὸ ἐφεξῆς ἐρρᾳθύμηκεν. Εἷλε γὰρ ἂν καὶ ταύτην, εἴπερ ἐπέσπευσεν. Ἀλλὰ διά τινων κλιμάκων οἰόμενος μετὰ ταῦτα ἐπιβῆναι τῆς πόλεως καὶ ὡς ἤδη ταύτην ἔχων εἰς χεῖρας πρὸς τὴν πολιορκίαν ἀνέπεσεν. Ὅπερ τοῖς Σαρακηνοῖς σωτηρίαν προὐξένησε· καὶ ὁ μὲν τῆς νίκης τυγχάνων ἐγγύθεν ἐξεκρούσθη παρὰ πολύ, αὐτοὶ δὲ ἐντὸς ἀρκύων τυγχάνοντες τῶν βρόχων ἀφήλλοντο. Ὁ γὰρ μεταξὺ τῆς ἀμελείας τοῦ Βαλδουίνου χρόνος αὐτοῖς εἰς ἐπιμέλειαν γέγονεν ἀναπνεύσασι. Πανουργεύονται δέ τι καὶ τοιοῦτον. Τῷ μὲν δοκεῖν πρὸς εἰρηνικὰς σπονδὰς ἀφορῶσι καὶ διαπέμπονται πρὸς αὐτὸν τὴν εἰρήνην, ταῖς δὲ ἀληθείαις, ἐν ᾧ τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, εἰς ἄμυναν ηὐτρεπίζοντο ἐκεῖνον μὲν μετέωρον ταῖς ἐλπίσι ποιοῦντες, αὐτοὶ δὲ μηχανάς τινας συρράπτοντες κατ’ αὐτοῦ.
PG 131:1043Ἑωρακότες γὰρ ἀσχολίαν πολλὴν τοῦ πολέμου καὶ ἀναπεπτωκότας τοὺς ἔξωθεν στρατιώτας, ἐν νυκτὶ μιᾷ πολλοὺς ἀμφορεῖς ὀστρακίνους ἐμπλήσαντες ὑγρᾶς πίττης ῥίπτουσι κατὰ τῶν ἐφισταμένων τῇ πόλει μηχανημάτων. Ὧν ἐξ ἀνάγκης καταθραυσθέντων περιεκέχυτο τὸ τοιοῦτον ὑγρὸν τοῖς ξύλοις. Οἷς ἐπερρίπτουν δᾷδας ἡμμένας, εἶτ’ αὖθις ἑτέρους ἀμφορεῖς φέροντας ἔνδον πολλὴν τὴν νάφθαν, ἣ ἐπιδραξαμένη τοῦ πυρὸς εὐθύς τε εἰς ἀέριον μετέβαλε φλόγα καὶ τὰς μηχανὰς αὐτῶν ἀπετέφρωσεν. Ἅμα τε γὰρ ἡμέρα διέλαμπε καὶ τὸ πῦρ συνεξέλαμπεν ἀπὸ τῶν ξυλίνων χελωνῶν εἰς αἰθέρα πυργούμενον. Καὶ οἱ μὲν περὶ τὸν Βαλδουῖνον τὰ τῆς ῥᾳθυμίας εἶχον ἐπίχειρα οἷς ἠμέλουν μεταμελόμενοι· ὁ γὰρ καπνὸς αὐτοὺς καὶ τὸ πῦρ τὸ γεγονὸς ἀνεδίδασκεν. Ἑάλωσαν δὲ καί τινες τῶν περὶ τὰς χελώνας ὄντων, ἓξ στρατιῶται τὸν ἀριθμόν, οὓς ὁ Τύριος ἐκεῖνος θεασάμενος ἀρχηγὸς καὶ τὰς κεφαλὰς ἀποκόψας διὰ πετροβόλων ὀργάνων τῷ στρατεύματι τοῦ Βαλδουίνου ἀπεσφενδόνησε.
Ταῦτα θεασάμενοι τὸ στράτευμα πᾶν καὶ τὸ πῦρ καὶ τὰς κεφαλάς, μετ’ ἐκπλήξεως ἔφευγον τοῖς ἵπποις ἐποχηθέντες ὥσπερ ὑπὸ τῶν κεφαλῶν ἐκείνων ἐκδειματούμενοι, καίτοι τοῦ Βαλδουίνου πανταχόθεν ἐξιππαζομένου καὶ ἀνακαλουμένου τοὺς φεύγοντας καὶ παντοίως παραθαρρύνοντος. Ἀλλὰ γὰρ ᾖδε παρὰ κωφοῖς· ἐκεῖνοι γὰρ καθάπαξ ἐκδεδωκότες ἑαυτοὺς εἰς φυγὴν ἀκατασχέτως εἴχοντο τοῦ δρόμου καὶ πτηνοῦ παντὸς ἐφαίνοντο ταχινώτεροι. Καὶ τέλος τοῦ δρόμου τούτοις τὸ φρούριον Ἄκε ἐγχωρίως καλούμενον· ἐκεῖνο γὰρ ἐγεγόνει τοῖς δειλοῖς δρομεῦσιν ἐκείνοις κρησφύγετον. Ἀπειπάμενος δ’ οὖν καὶ ὁ Βαλδουῖνος καὶ τοῖς ὅλοις ἐξαπορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. Ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυοκαίδεκα δὲ ἦσαν αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης, κεῖθι τὸν Βαλδουῖνον καταλαμβάνει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο· προσεπιβαλὼν δὲ τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε.
Τὸ δὲ ἄρα ἀληθὲς μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία ἵν’ οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖθεν αὐτόν. Ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ τοῦτον ὡς ψευσάμενον κατεμέμψατο. Προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς λῃζομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε, καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώσειε. Ταῦτα τῷ Βουτουμίτῃ ὁ Βαλδουῖνος ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη· «Μετ’ ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδόξαντα μετὰ πρέσβεων ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι». Ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. Ὁ δὲ Βουτουμίτης· «Εἴπερ βοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἐπαγγέλλεσθε, τὸν ὅρκον ὃν ἐν τῷ διέρχεσθαι πρὸς αὐτὸν ἐποιήσατε φυλάττοντες, καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῦτα λήψεσθε χρήματα». Ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δὲ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρέ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο.
PG 131:1045Τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἦθος· πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ τὰ χρήματα, πράττειν δὲ ὑπὲρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. Γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αὐτῷ ἀπέλυσεν. Ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ, κατὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἐληλυθότι, καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων, ἄπρακτοι ἐκεῖθεν ὑποχωρήσαντες. Καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελκτράνῳ ἐντυχόντες, ἐπεζήτουν τὰ κατατεθέντα παρ’ αὐτῶν εἰς τὴν ἐπισκοπὴν χρήματα. Ὁ δὲ υἱὸς ἐκείνου καὶ ὁ Τριπόλεως ἐπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων παροχήν. Οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον· «Εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῦ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελκτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. Λοιπὸν οὐδὲ τὴν ἀπὸ Κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ λοιποῦ ἕξετε, οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου, κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεσθε».
Ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μὲν διὰ μειλιχίων λόγων, πῆ δὲ δι’ ἀπειλῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον, δεῖν ἐλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ὁρκίσαι τοῦ αὐτοκράτορος καὶ οὕτω τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. Ὁ δὲ λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτορος. Τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δι’ αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε Δαμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. Ἐκεῖθεν δὲ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφύλιον παραμείψαντες κόλπον, τὸν πλοῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καί, τὸν Ἑλλήσποντον διαβεβηκότες, τὸν βασιλέα καταλαμβάνουσιν.
PG 131:1047Ἐπεὶ γὰρ ἀλλεπάλληλοι τούτῳ αἱ φροντίδες νιφετοῦ δίκην ἐπήρχοντο, ἀπὸ μὲν τῆς θαλάσσης διὰ στόλου εὐτρεπιζομένων τῶν ἡγεμόνων Πίσσης τε καὶ Γενούας καὶ Λογγιβαρδίας τὰ παρὰ θάλατταν ἅπαντα δῃώσασθαι, κἀκ τῆς ἠπείρου αὖθις ἐξ ἑῴας τοῦ Ἀμὴρ Σαϊσὰν καταλαμβάνοντος ἤδη κατὰ τῆς Φιλαδελφείας καὶ τῶν παραλίων μερῶν, δεῖν καὶ αὐτὸς ἐξεληλυθέναι τῆς βασιλευούσης ἔγνω κἀκεῖθεν παραγενέσθαι, οὗ δυνατὸν καὶ κατ’ ἄμφω τὰ μέρη μάχεσθαι. Καταλαμβάνει τοίνυν τὴν Χερρόνησον, εἶτα ἁπανταχόθεν ἀνακαλεσάμενος τὰς δυνάμεις ἀπό τε ξηρᾶς καὶ θαλάττης καὶ ἀποδιελὼν ἱκανὸν στράτευμα διὰ τοῦ Σκαμάνδρου μέχρις Ἀτραμυτίου καὶ αὐτοῦ δὴ τοῦ Θρακησίου κατατίθησιν. Εἶχε μὲν τηνικαῦτα στρατηγὸν ἡ Φιλαδέλφεια Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ λαὸν ἀποχρῶντα πρὸς τὴν ταύτης φρουράν, τὸν δὲ μιξοβάρβαρον Μοναστρᾶν, οὗπερ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, ἡ Πέργαμος καὶ τὰ Χλιαρὰ καὶ τούτοις παρακείμενα πολίχνια, καὶ αἱ παρὰ θάλατταν ἕτεραι πόλεις ἄλλους τόλμῃ καὶ πείρᾳ στρατηγικῇ διαφέροντας.
PG 131:1049Πολλὴν δὲ τὴν πρὸς αὐτοὺς παραγγελίαν ὁ αὐτοκράτωρ ἐποιήσατο ἐγρηγορέναι διὰ παντὸς καὶ σκοποὺς ἁπανταχόθεν ἐκπέμπειν τοὺς τὰς τῶν βαρβάρων ἐπιτηροῦντας διεκδρομὰς καὶ ἀπαγγέλλοντας αὐτοῖς καθ’ ὥραν. Οὕτω μὲν οὖν τὰ κατὰ τὴν Ἀσίαν ἀσφαλισάμενος πρὸς τοὺς θαλαττίους ἀπεῖδε πολέμους, τοῖς ναυτικοῖς ἐντειλάμενος, τοὺς μὲν τοῖς λιμέσι Μαδύτου καὶ Κοίλων προσορμίσαι καὶ τὸν ἀναμεταξὺ πορθμὸν ἀνυστάκτως φυλάττειν ἐκδρομάς τινας ποιουμένους διὰ δρομάδων κούφων νηῶν καὶ τὰς τῆς θαλάττης κελεύθους ἀνυστάκτως ἐπιτηρεῖν τὸν φραγγικὸν ἀπεκδεχομένους στόλον, τοὺς δὲ τὰς νήσους παραπλέοντας φρουρεῖν μηδὲ τὰ κατὰ τὴν Πελοπόννησον παριδόντας, ἀλλὰ καὶ ταύτης ἀποχρῶσαν ποιεῖσθαι φυλακήν. Ἐπεὶ δὲ βραδύνειν ἐν ἐκείνοις τοῖς μέρεσιν ἐβούλετο, ἐν ἐπικαίρῳ τόπῳ σχεδιάσας οἰκήματά τινα αὐτοῦ που τὴν παραχειμασίαν ἐποιεῖτο. Ὡς δὲ ὁ ἀπὸ Λογγιβαρδίας εὐτρεπισθεὶς στόλος καὶ τῶν λοιπῶν μερῶν λύσας τὰ πρυμνήσια τὸν ἀπόπλουν ἐπεποίητο, ἀποδιελόμενος ὁ τούτων ἀρχηγὸς πέντε διήρεις ἀπέστειλεν, ἐφ’ ᾧ κατασχεῖν τινας καὶ τὰ περὶ τοῦ βασιλέως καταμαθεῖν.
Ὡς δὲ τὴν Ἄβυδον κατέλαβον ἤδη, μίαν τούτων πρὸς τὸν πέμψαντα συνέβη ἐπανιέναι τῶν λοιπῶν κατασχεθεισῶν σὺν αὐτοῖς ἐρέταις. Δι’ ἧς οἱ ἀρχηγοὶ τῶν ἤδη ῥηθέντων στόλων τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκότες καὶ ὅτι τά τε κατὰ τὴν θάλασσαν καὶ τὴν ἤπειρον ἀκριβῶς ἐξασφαλισάμενος, κατὰ τὴν Χερρόνησον τὴν παραχειμασίαν ποιεῖται ἐφ’ ᾧ πάντας παραθαρρύνειν, ἐπεὶ πρὸς τὰ τοῦ αὐτοκράτορος μηχανήματα οὐχ οἷοί τε ἦσαν ἀπομάχεσθαι, τοὺς οἴακας μεταχειρισάμενοι ἄλλην ἐτράποντο. Εἷς δέ τις Κελτὸς τῶν ἀμφὶ τοὺς τοιούτους ἀρχηγούς, τὴν ἰδίαν ἀφελόμενος νῆα μονήρη ὠκυτάτην οὖσαν, πρὸς τὸν Βαλδουῖνον ἀπῄει καὶ τὴν Τύρον πολιορκοῦντα τοῦτον εὑρὼν ἅπαντα, καθὼς ὁ λόγος φθάσας ἐδήλωσε, τὰ κατὰ τὸν αὐτοκράτορα διηγήσατο, μετὰ γνώμης οἶμαι τῶν ἀρχηγῶν ἐκείνων ἀπελθών, καὶ ὅπως τὰς κατασκόπους δρομάδας ναῦς ὁ ῥωμαϊκὸς φθάσας κατέσχε στόλος, καθά γε καὶ εἴρηται.
PG 131:1051Ἀλλὰ δὴ καὶ τοῦτο ἀνερυθριάστως ἀνωμολόγει ὅτιπερ οἱ ἡγεμόνες τοῦ κελτικοῦ στόλου, οὕτω παρασκευασάμενον τὸν αὐτοκράτορα κατ’ αὐτῶν ἐγνωκότες, ὑπέστρεψαν βέλτιον εἶναι νομίσαντες ἀπράκτους ὑποστρέψαι ἢ μετὰ τοῦ ῥωμαϊκοῦ στόλου μαχομένους ἡττηθῆναι. Ὁ μὲν οὖν Κελτὸς ἐκεῖνος ταῦτα πρὸς τὸν Βαλδουῖνον ἐξεῖπεν ὑπότρομος ὢν καὶ τὸν ῥωμαϊκὸν ἔτι δεδιὼς στόλον. Ταῦτα μὲν οὖν τὰ κατὰ τὴν θάλατταν συμπεσόντα τοῖς Κελτοῖς· ἀλλ’ οὐδὲ [τὰ] κατὰ τὴν ἤπειρον ζάλης ἄνευ παρῆσαν οὐδὲ φροντίδων ἄτερ καθεστήκασι τῷ αὐτοκράτορι. Μιχαὴλ γάρ τις ἐξ Ἀμάστριδος τὴν Ἀκρουνὸν φρουρῶν, ἀποστασίαν μελετήσας, κατέσχεν αὐτὴν καὶ τὰ παρακείμενα ταύτῃ δεινῶς ἐλῄζετο. Τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ μετὰ ἀποχρώσης δυνάμεως κατ’ αὐτοῦ τὸν τοῦ Δεκανοῦ ἐξέπεμψε Γεώργιον. Ὃς καὶ πολιορκήσας ἐπὶ τρισὶ μησὶ ταυτηνὶ μὲν τὴν πόλιν κατέσχε, τὸν δὲ ἀποστάτην ἐκεῖνον πρὸς τὸν αὐτοκράτορα ταχέως ἐξέπεμψεν.
PG 131:1053Ὁ δὲ αὐτοκράτωρ τὴν μὲν τοῦ κάστρου φρουρὰν ἑτέρῳ ἀνέθετο, αὐτῷ δὲ τὰς ὀφρῦς ἐπιτοξεύσας, πολλὰ ἀπειλήσας καὶ θάνατον αὐτοῦ τῷ φαινομένῳ καταψηφισάμενος, εἰς φόβον μέγαν ἐνῆκε τὸν ἄνθρωπον, ταχὺ δὲ τὸ δέος ἔλυσε τοῦ στρατιώτου. Οὔπω γὰρ ὁ ἥλιος τοῦ ὁρίζοντος κατέδυ, καὶ ὁ δεσμώτης ἐλεύθερος ἵστατο καὶ ὁ θανάτου καταψηφισθεὶς μυρίων ἐτετυχήκει δωρεῶν. Τοιοῦτος ὁ ἐμὸς πατὴρ βασιλεὺς ἐν πᾶσιν ἐφαίνετο, κἂν πολλῆς ἐς ὕστερον τῆς ἐξ ἁπάντων ἀγνωμοσύνης ἀπήλαυσε, καθάπερ ποτὲ καὶ ὁ πάντων εὐεργέτης ὁ Κύριος μάννα βρέχων ἐν ἐρήμῳ, σιτίζων ἐν ὄρεσι καὶ ἐν θαλάττῃ ἀβρόχους διαβιβάζων καὶ ὕστερον ἀθετούμενος καὶ ὑβριζόμενος καὶ τυπτόμενος καὶ τέλος σταυρὸν παρὰ τῶν ἀνόμων κατακρινόμενος. Ἀλλ’ ἐνταῦθα γενομένης προεκπηδᾷ μου τοῦ λόγου τὸ δάκρυον, καὶ σφύζω περὶ τούτων ἐρεῖν καὶ ποιήσασθαι τῶν ἀγνωμόνων κατάλογον, ἀλλὰ τὴν γλῶτταν ἐπέχω καὶ τὴν καρδίαν σφαδάζουσαν καὶ τοῦτο δὴ πρὸς ἐμαυτὴν ἐπιλέγω συνεχῶς τὸ τοῦ ποιητοῦ· «Τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης». Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀγνώμονα στρατιώτην ἐκεῖνον·
τῶν δέ γε ἀπὸ τοῦ Χοροσὰν παρὰ τοῦ Σαϊσὰν σουλτάνου πεμφθέντων οἱ μὲν διὰ τῶν μερῶν τοῦ Σινάου κατήρχοντο, οἱ δὲ διὰ τῆς ἰδίως καλουμένης Ἀσίας ᾔεσαν. Ὅπερ μεμαθηκὼς ὁ Γαβρᾶς Κωνσταντῖνος τηνικαῦτα τὴν Φιλαδέλφειαν φρουρῶν, ἀναλαβόμενος τὰς ὑπ’ αὐτὸν δυνάμεις καὶ καταλαβὼν τούτους εἰς τὸ Κελβιανόν, αὐτὸς πρῶτος ἁπάντων κατ’ αὐτῶν λύσας τὸν χαλινὸν καὶ τοῖς ἄλλοις αὐτὸ τοῦτο παρακελευσάμενος ἡττᾷ τοὺς βαρβάρους. Ὁ δὲ τούτους ἐκπέμψας σουλτάνος τὴν ἧτταν τῶν τοσούτων μεμαθηκώς, ἀποστείλας πρὸς τὸν αὐτοκράτορα τὰ περὶ εἰρήνης διαπρεσβεύεται, ὁμολογῶν ἅμα ἐκ πολλοῦ τὴν ἀναμεταξὺ τῶν Μουσουλμάνων καὶ Ῥωμαίων εἰρήνην ἐπιποθεῖν θεάσασθαι. Ἐκ μακροῦ γὰρ τὰς τοῦ αὐτοκράτορος κατὰ πάντων ἀριστείας μανθάνων καὶ ἀπόπειραν αὐτοῦ οἷον ποιησάμενος, κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα καὶ ἐξ ὀνύχων τὸν λέοντα ἐπεγνωκώς, καὶ μὴ βουλόμενος πρὸς εἰρηνικὰς ἀπενενεύκει σπονδάς.
PG 131:1055Τῶν ἐκ Περσίδος τοίνυν καταλαβόντων πρέσβεων, ὁ βασιλεὺς φοβερὸς προὐκάθητο, καὶ οἱ ἐπὶ τῆς τάξεως τοὺς στρατιώτας ἐκ πάσης γλώττης συνειλεγμένους καὶ τοὺς πελεκυφόρους βαρβάρους ἐν τάξει καταστησάμενοι, τοὺς πρέσβεις ἐπὶ τοῦ βασιλικοῦ παρεστήσαντο βήματος. Ὁ δὲ περὶ τοῦ σουλτάνου τούτους τὰ εἰκότα ἐπερωτήσας καὶ ἀκούσας τὰ δι’ αὐτῶν μηνύματα ὡμολόγει μὲν τὴν μετὰ πάντων εἰρήνην ἀσπάζεσθαί τε καὶ θέλειν, πυθόμενος δὲ περὶ τῶν τῷ σουλτάνῳ δοκούντων, ἐπεὶ μὴ πάντα τὰ παρ’ αὐτῶν αἰτούμενα συνοίσοντα τῇ τῶν Ῥωμαίων ἀρχῇ διέγνω, πολλὴν τοῖς αὐτοῦ λόγοις πειθὼ περιστείλας, εὐστοχώτατά τε πρὸς αὐτοὺς ἀπολογησάμενος, διὰ πολλῶν ῥημάτων πείθει τοῖς αὐτοῦ συγκατανεῦσαι θελήμασιν. Εἶτα πρὸς τὴν παρασκευασθεῖσαν αὐτοῖς σκηνὴν ἀπέλυσεν ἐντειλάμενος σκοπῆσαι τὰ ῥηθέντα, καὶ εἰ μὲν ὅλῃ ψυχῇ πρὸς ταῦτα κατανεύσαιεν, ἐς νέωτα τὴν μεταξὺ συμφωνίαν πέρας λαβεῖν. Ἐπεὶ δὲ προθύμως τὰ παρὰ τοῦ αὐτοκράτορος ἐφαίνοντο δεχόμενοι, τῇ μετ’ αὐτὴν πέρας ἡ συμφωνία λαμβάνει. Οὐ πρὸς ἑαυτὸν δὲ ἀπένευε μόνον, ἀλλὰ πρὸς αὐτὴν τὴν βασιλείαν Ῥωμαίων.
PG 131:1057Κηδόμενος γὰρ τῶν κοσμικῶν μᾶλλον ἢ τῶν ἑαυτοῦ πᾶν τὸ οἰκονομούμενον πρὸς τὰ σκῆπτρα Ῥωμαίων ἀπονεύειν καὶ ἀναφέρεσθαι παντοίως διῳκονόμει, ἵνα καὶ μετ’ αὐτὸν καὶ ἐς τὸν ἐφεξῆς χρόνον τὰ συμπεφωνημένα διήκῃ, κἂν ἀπετύγχανε τοῦ σκοποῦ. Τὰ γὰρ μετ’ αὐτὸν ἄλλως ἔσχε καὶ εἰς σύγχυσιν ἀφώρα τὰ πράγματα. Κατεστόρεστο μὲν γὰρ τῷ τέως τὰ ἐνοχλοῦντα καὶ εἰς εἰρήνην ἀπεῖδε βαθεῖαν καὶ ἀπὸ .... μέχρι πέρατος αἰῶνος εἰρήνην ἤγομεν. Ἀλλὰ γὰρ συγκατέδυ τῷ βασιλεῖ πάντα τὰ λῴονα, καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ μετὰ τὴν αὐτοῦ παρέλευσιν γέγονεν ἀβελτηρίᾳ τῶν διαδεξαμένων τὰ σκῆπτρα. Οἱ δὲ τοῦ φραγγικοῦ στόλου ἡγεμόνες διὰ τῶν περισωθέντων ἀπὸ τῶν πέντε δρομάδων νηῶν τὰ περὶ τοῦ ῥωμαϊκοῦ στόλου, ὡς εἴρηται, βεβαιωθέντες, καὶ ὅτι ὁ βασιλεὺς τὸν στόλον εὐτρεπίσας τὴν αὐτῶν ἔφοδον περὶ τὴν Χερρόνησον περιμένων ἐνδιατρίβει, τοῦ προτέρου σκοποῦ ἀπέστησαν μηδ’ ὅλως τοῖς μέρεσι τῆς Ῥωμανίας πλησιάσαι θελήσαντες.
Παραχειμάσας οὖν ὁ βασιλεὺς εἰς Καλλιούπολιν μετὰ τῆς βασιλίδος (συνείπετο γὰρ αὐτῷ διὰ τὴν τῶν ποδῶν ὀδύνην, ὡς πολλάκις ἱστόρηται) καὶ τὸν καιρὸν καθ’ ὃν ὁ τῶν Λατίνων εἴωθεν ἀποπλεῖν στόλος παραφυλαξάμενος εἰς τὴν βασιλεύουσαν ὑπέστρεψεν. Οὐ πολὺς παρίππευκε χρόνος καὶ Τούρκων ἔφοδος καταγγέλλεται ἐξ ἁπασῶν τῶν τῆς ἀνατολῆς χωρῶν καὶ αὐτοῦ τοῦ Χορασὰν ὡς εἰς πεντήκοντα χιλιάδας συμποσουμένων. Οὐδὲ γὰρ πρὸς βραχὺ ῥᾳστώνης μετειλήχει τὸν ἅπαντα τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἄλλων καὶ ἄλλων ἐπιφυομένων πολεμίων διηνεκῶς. Μετακαλεῖται τοίνυν ἁπανταχόθεν τὸ ὁπλιτικὸν ἅπαν, καὶ τοῦ καιροῦ στοχασάμενος, καθ’ ὃν σύνηθες τοῖς βαρβάροις τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιεῖσθαι, τὸν ἀναμεταξὺ Βυζαντίου καὶ Δαμάλεως διαπερᾷ πορθμόν. Καὶ οὐδὲ ἡ ἐπελθοῦσα τούτῳ τῶν ποδῶν περιωδυνία ἀπεῖρξε τοῦ ἔργου. Ἥτις οὔτε τινὶ τῶν προγόνων ξυμβέβηκέ ποτε, ἵνα τις ἐκ σπερματικῶν λόγων καὶ ἐς αὐτὸν κατιοῦσαν νομίζοι τὴν νόσον, οὔτε ἐκ διαίτης ἁβρᾶς, ὁποῖα τοῖς διαρρέουσι τὸν βίον καὶ φιληδόνοις συμβαίνειν εἴωθεν. Ἀλλ’ ὅπως αὐτῷ ἡ διάθεσις τῶν ποδῶν ἐπηρέαζεν ἐγὼ διηγήσομαι.
PG 131:1059Ἐσφαίριζέ ποτε γυμναζόμενος συσφαιρίζοντα καὶ τὸν Τατίκιον ἔχων, περὶ οὗ πολλάκις διείλεγμαι. Ὃς καὶ ὑπὸ τοῦ ἵππου παρασυρεὶς ἐμπίπτει τῷ βασιλεῖ· κἀντεῦθεν ἀλγήσας τὴν κεφαλίδα τοῦ γόνυος καὶ αὐτὸν ὅλον τὸν πόδα διὰ τὸ ἀκροβαρὲς τῆς καταφορᾶς, οὐκ ἐνεδείξατο μὲν ἀλγῆσαι φερεπονώτατος ὤν, ὅμως μέντοι μικρᾶς τινος τυχὼν ἐπιμελείας καὶ κατ’ ὀλίγον ἐς τὸ ἀνώδυνον ἐλθὼν τῶν συνηθῶν διατριβῶν εἴχετο. Αὕτη μὲν πρώτη αἰτία τῆς τῶν ποδῶν ἀλγηδόνος τοῦ βασιλέως· αἱ γὰρ ὀδύναι τῶν τόπων εἰς ἑαυτὰς τὰ ῥεύματα ἐφειλκύσαντο. Δευτέρα δὲ καὶ ἐναργεστέρα καὶ τῆς ὅλης ὀδύνης μήτηρ τοιαύτη τις ἦν. Τίς οὐκ οἶδε τὰ ἄπειρα τῶν Κελτῶν ἐκεῖνα πλήθη τῶν τὴν βασιλίδα πόλιν κατειληφότων, ὁπότε τῆς ἑαυτῶν ἁπανταχόθεν ἀπαναστάντες πρὸς ἡμᾶς ὥρμησαν;
Τότε γὰρ οὗτος εἰς πέλαγος ἀχανὲς φροντίδων ἐμπεπτωκώς, ἐκ πολλοῦ συνιδὼν αὐτοὺς τὴν Ῥωμαίων βασιλείαν ὀνειρώττοντας, ὑπὲρ τὴν ἄμμον δὲ καὶ τὰ ἄστρα τὴν αὐτῶν πληθὺν ὁρῶν, τὰς δὲ ῥωμαϊκὰς ἁπάσας δυνάμεις οὐδὲ πρὸς πολλοστημόριον τούτων ἐξισουμένας, εἰ καὶ εἰς ἓν συναφθεῖεν, πολλῴ γε μᾶλλον διεσπαρμένων τῶν πλειόνων ὄντων καὶ τῶν μὲν τὰ περὶ τὴν Σερβίαν τέμπη καὶ Δαλματίαν ἐπιτηρούντων, τῶν δὲ τὰ περὶ τὸν Ἴστρον ὡς τὰς τῶν Κομάνων καὶ Δακῶν ἐφόδους φυλαττομένων, πολλῶν δὲ καὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐμπιστευομένων ὡς μὴ ὑπὸ τῶν Κελτῶν καὶ αὖθις ἁλῴη, ταῦτα συνορῶν ὁ αὐτοκράτωρ ὅλος γίνεται τῶν Κελτῶν τἆλλα πάντα ἐν δευτέρῳ θέμενος. Καὶ τὸ μὲν πέριξ ὑποκινούμενον βαρβαρικὸν καὶ μήπω ἐς φῶς ἐκρῆξαν τὴν ἔχθραν ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τῶν δὲ Κελτῶν τὴν ἔφεσιν παντοίαις μεθοδείαις ἀναστέλλων καὶ τῶν οἴκοι τὴν στάσιν οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ὑφορώμενος παντοίως φυλάττεσθαι ἔσπευδεν ἐντέχνως τούτων ἀπείργων τὰ βουλεύματα. Ἀλλὰ τίς τῶν ἐπεισπεσόντων αὐτῷ κακῶν τὸν κυκεῶνα ἀπαγγεῖλαι δυνήσεται;
PG 131:1061Παντοῖος οὖν πρὸς πάντας γινόμενος καὶ συμμετασχηματιζόμενος ὡς ἐνὸν τοῖς πράγμασι, πρὸς τὸ κατεπεῖγον ἐνίστατο καθάπερ τις δόκιμος ἰατρῶν τῷ τῆς τέχνης κανόνι χρώμενος. Ἐπὶ τοῦ βασιλικοῦ τοίνυν ἅμα ἡμέρᾳ καὶ εὐθὺς ἡλίου τὸν ἀνατολικὸν ἀναθορόντος ὁρίζοντα καθῆστο θρόνου, κελεύων τοῦς Κελτοὺς ἅπαντας ἀκωλύτως εἰσιέναι καθ’ ἡμέραν ἑκάστην, ἅμα μὲν τὰς ἑαυτῶν αἰτήσεις ἀπαγγέλλειν τούτους ἐθέλων, ἅμα δὲ καὶ τοῖς αὐτοῦ θελήμασιν ὑπάγεσθαι διὰ παντοίων λόγων αὐτοὺς μηχανώμενος. Οἱ δὲ Κελτοὶ κόμητες φύσει μὲν τὸ ἀναίσχυντον καὶ ἰταμὸν ἔχοντες, φύσει δὲ τὸ ἐρασιχρήματον καὶ πρὸς πᾶν τὸ αὐτοῖς βουλητὸν ἀκρατὲς καὶ πολυρρῆμον ὑπὲρ πᾶν γένος ἀνθρώπων κεκτημένοι, οὐ σὺν εὐταξίᾳ τὴν πρὸς τὸν αὐτοκράτορα εἴσοδον ἐποιοῦντο, ἀλλ’ ὁπόσους ἂν ἕκαστος τῶν κομήτων ἐβούλετο συμπαραλαμβάνων εἰσῄει· καὶ τούτου ἐχομένως ἕτερος, ἐφεξῆς δ’ ἐκείνου ἄλλος. Εἰσερχόμενοι δὲ οὐ πρὸς ὕδωρ, καθάπερ ποτὲ τοῖς ῥήτορσιν ἐφεῖτο, τὴν ὁμιλίαν ἐποιοῦντο, ἀλλ’ ὁπόσον ἕκαστος καὶ ὁ τυχὼν ἠβούλετο προσομιλεῖν τῷ αὐτοκράτορι χρόνον, τοσούτου καὶ ἐτύγχανεν.
PG 131:1063Οἱ δὲ τοιοῦτοι ὄντες τὸν τρόπον καὶ τὴν γλῶτταν ἀσύμμετροι καὶ μήτε τὸν αὐτοκράτορα αἰδούμενοι μήτε τὸν καιρὸν παραρρέοντα εὐλαβούμενοι μήτε τὴν τῶν ὁρώντων νέμεσιν ὑφορώμενοι, οὐ τοῖς ὄπισθεν ἐρχομένοις ἕκαστος τόπον ὁμιλίας παρεῖχεν, ἀλλ’ ἀνέτως τὰς ὁμιλίας καὶ τὰς αἰτήσεις ἐποιοῦντο. Τὸ λάλον δὲ τούτων καὶ θηρευτικὸν καὶ σμικρολόγον τῶν λέξεων ἅπαντες μὲν ἴσασιν ὁπόσοις ἠθῶν ἀνθρώπων μέλει καταστοχάζεσθαι· τοὺς δὲ τότε παρόντας ἀκριβέστερον ἡ πεῖρα δεδίδαχε. Καὶ γὰρ ἐπὰν ἑσπέρα καταλάβοι, ἄσιτος δι’ ὅλης διαμεμενηκὼς ἡμέρας, ἐξανίστατο τοῦ θρόνου πρὸς τὸν βασιλικὸν κοιτωνίσκον ἀπονεύων· ἀλλ’ οὐδ’ οὕτως τῆς τῶν Κελτῶν ἠλευθεροῦτο ὀχλήσεως. Ἄλλου γὰρ ἄλλον προφθάνοντος οὐ τῶν ἀπολειφθέντων μόνον τῆς ἡμερινῆς ὁμιλίας, ἀλλὰ κἀκείνων αὖθις ἐπανιόντων καὶ ἄλλας καὶ ἄλλας αἰτίας λόγων προβαλλομένων, ἐκεῖνος ἵστατο ἀκλινὴς τῆς τοσαύτης γλωσσαλγίας ἀνεχόμενος περιστοιχούμενος ὑπὸ τῶν Κελτῶν. Καὶ ἦν ἰδεῖν καὶ πρὸς τὰς ἁπάντων ὑποφορὰς ἑτοίμως τὸν αὐτὸν καὶ ἕνα τὰς ἀνθυποφορὰς ποιούμενον. Πέρας δὲ τῆς ἀκαίρου τούτων γλωσσαλγίας οὐκ ἦν.
Ὁπηνίκα δέ τις ἀνακόψαι τῶν μεσαζόντων τούτους ἐπεχείρει, παρὰ τοῦ βασιλέως ἀνεκόπτετο. Τὸ γὰρ τῶν Φράγγων φύσει ὀργίλον γινώσκων ἐδεδίει μὴ ἐκ μικρᾶς προφάσεως μέγας πυρσὸς σκανδάλου ἀναφθῇ κἀκ τούτου μεγάλη ἐσεῖται βλάβη τῇ Ῥωμαίων ἀρχῇ. Καὶ ἦν ὡς ἀληθῶς παραδοξότατον τὸ φαινόμενον. Ὥσπερ γὰρ σφυρήλατος ἀνδριὰς ἢ ἀπό τινος χαλκοῦ τυχὸν ἢ ψυχρηλάτου σιδήρου κατεσκευασμένος, οὕτω παννύχιος ἵστατο ἐξ ἑσπέρας πολλάκις μὲν μέχρι μέσης νυκτός, πολλάκις δὲ καὶ τρίτης ἀλεκτοροφωνίας, ἔστι δ’ ὅτε σχεδὸν καὶ περὶ τὰς σαφεστάτας ἡλίου αὐγάς. Πάντες δὲ κεκμηκότες πολλάκις μεθιστάμενοι ἀνέπαυον ἑαυτοὺς καὶ αὖθις εἰσῄεσαν δυσχεραίνοντες. Κἀντεῦθεν οὐδεὶς ἠδύνατο τῶν συνόντων αὐτῷ πρὸς τὴν τοσαύτην ἀμετακλινῆ στάσιν, ἀλλὰ μετώκλαζον ἅπαντες ἄλλοτε ἄλλος· καὶ ὁ μὲν ἐφηδράζετο, ὁ δ’ ἐπλαγίαζε τὴν κεφαλὴν ἐρεισάμενος, ὁ δ’ εἰς τοῖχον ὑπήρειδεν ἑαυτόν. Μόνος πρὸς τὸν τοσοῦτον πόνον ἀμειλίκτως εἶχεν ὁ βασιλεύς. Καὶ τίς γὰρ τῆς ἐκείνου φερεπονίας λόγος ἐφίκοιτο; Μυριάνδρου γὰρ οὔσης τῆς διαλέξεως πολλὰ μὲν ἕκαστος ἐλάλει καὶ ἀμετροεπῶς ἐκολῴα καθ’ Ὅμηρον·
PG 131:1067ἄλλος μεταστὰς παρεδίδου ἑτέρῳ τὴν λαλιὰν κἀκεῖνος εἰς ἄλλον μετέπεμπεν· εἶτ’ αὖθις οὗτος εἰς ἕτερον. Καὶ ἦν μὲν ἐν διαλείμμασι τούτοις ἡ στάσις, ὁ δὲ τὴν στάσιν εἶχεν ἀπέραντον μέχρι πρώτης ἢ καὶ δευτέρας ἀλεκτοροφωνίας. Μικρὸν δὲ διαναπαυόμενος ἡλίου πάλιν ἀνίσχοντος ἐπὶ τοῦ θρόνου καθῆστο, καὶ πάλιν ἕτεροι πόνοι καὶ ἀγῶνες διπλοῖ τοὺς νυκτερινοὺς ἐκείνους διαδεχόμενοι. Ἐκ ταύτης τοιγαροῦν τῆς αἰτίας ἡ ὀδύνη τῶν ποδῶν ἐνσκήπτει τοῦ αὐτοκράτορος. Ἔκτοτε δὲ μέχρι τέλους ἐκ διαστημάτων τινῶν χρονικῶν ἐπῄει τὸ ῥεῦμα ὀδύνην ἐπάγον σφροδράν. Ὁ δὲ τοσοῦτον ἐγκαρτερῶν ἦν ὡς μηδέποτε γογγυστικὸν εἰπεῖν ῥῆμα, ἀλλὰ τὸ· «Ἀξίως πάσχω· εὐλόγως μοι ταῦτα γίνεται διὰ τὴν τῶν ἐμῶν ἁμαρτιῶν πληθύν». Εἰ καί που δὲ τῶν χειλέων αὐτοῦ ῥῆμα μικροψυχίας ἐκδεδραμήκει, εὐθὺς τῷ τοῦ σταυροῦ σημείῳ κατὰ τοῦ παλαμναίου ἐχρῆτο δαίμονος· «Φεῦγε, λέγων, ἐξ ἐμοῦ, πονηρέ· οὐαί σοι καὶ τοῖς κατὰ τῶν Χριστιανῶν μηχανήμασιν». Ἀλλὰ τὰ μὲν τῆς τῶν ποδῶν ἀλγηδόνος ἱκανῶς ἡμῖν εἰρήσθω τὰ νῦν·
εἰ δέ τις τῇ νόσῳ ταύτῃ συνήρατο κἀκ τοῦ κερασθέντος τούτῳ μεστοῦ πικρίας κρατῆρος, καθὼς ἐν ὀλίγοις ἐνσημανούμεθα, ἵνα μὴ λέγω τὸ πᾶν, καὶ τὰς ἀλγηδόνας συνηύξανε, κἂν ἡ βασιλὶς μέλιτι τὸν κρατῆρα περιχρίουσα τὰ πολλὰ διολισθαίνειν τῶν κακῶν προσεμηχανᾶτο φύλαξ ἀνύστακτος τοῦ αὐτοκράτορας οὖσα, προσερρίφθω καὶ οὗτος τῷ λόγῳ καὶ ἔστω τρίτη τις αἰτία τῆς νόσου τοῦ βασιλέως οὐ προκαταρκτικὴ μόνον, ἀλλὰ καὶ συνεκτικωτάτη κατὰ τοὺς παῖδας τῶν ἰατρῶν. Οὐ γὰρ καθάπαξ προσκεκρουκὼς ἐκεῖνος ἀπῆν, ἀλλὰ συμπαρῆν καὶ συμπαρωμάρτει ὡς ἐν τοῖς ἀγγείοις οἱ πονηρότατοι τῶν χυμῶν· μᾶλλον δέ, εἴ τις εἰς τὴν ἐκείνου φύσιν ἀπεῖδεν, οὐ μόνον αἰτία νοσήματος ἦν, ἀλλὰ καὶ ἄντικρυς νόσημα καὶ βαρύτατον σύμπτωμα. Ἀλλ’ ἐπέχειν τὸν λόγον ἀνάγκη τὴν γλῶτταν ἐνδακόντας καὶ μὴ παρεκθέειν τῆς λεωφόρου, κἂν ὅτι μάλιστα προθυμότατος ᾖ κατὰ τῶν κακουργοτάτων ἐφάλλεσθαι. Εἰς καιρὸν γὰρ τὸν προσήκοντα τὰ περὶ τούτου τεταμιεύσθω μοι. Ὁ δὲ λόγος ἐχέσθω τῶν Κελτῶν διηγήσεως. Αὐλίζεται μὲν οὖν ὁ αὐτοκράτωρ κατὰ τὴν πέραθεν Δάμαλιν· ἐκεῖσε γὰρ τοῦτον ὁ λόγος περαιωσάμενον καταλέλοιπε.
Καὶ συνέρρεον αὐτίκα ἅπαντες νιφετοῦ δίκην διαπερῶντες πρὸς αὐτὸν αὐτοῦ που προσμένοντα, τὸ μὲν τὴν ἁπάντων ἔλευσιν ἀπεκδεχόμενον, τὸ δὲ καὶ τὴν σφοδρὰν ἐκείνην ὀδύνην ῥαί̈σαι ἐλπίζοντα. Πλησιφαῆ δὲ τὴν σελήνην ἤδη θεασάμενος, ἐπεὶ συμπαρῆν καὶ ἡ Αὔγουστα τῆς τῶν ποδῶν ὀδύνης ἐπιμελουμένη καὶ κουφίζουσα τούτου τὰς ἀλγηδόνας διὰ παντοίας ἐπιμελείας, ὡς· «Εἴ ποτε, εἶπεν ὁ βασιλεύς, ἐς προνομὴν οἱ Τοῦρκοι ὁρμῆσαι ἐβούλοντο, ὁ καιρὸς ἤδη ἐπιτήδειος πάρεστι, καὶ ἄχθομαι τὸν προσήκοντα καιρὸν ἀπολωλεκώς». Ἑσπέρας μὲν ἔφη τοῦτο, κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ περὶ τὸν κοιτῶνα τῶν βασιλέων ἐνασχολούμενος ἐκτομίας τὴν τῶν Τούρκων ἐς Νίκαιαν κατήγγειλεν ἔφοδον καὶ τοῦ τηνικαῦτα ταύτην φρουροῦντος Εὐσταθίου τοῦ Καμύτζη γραφὴν ὑπεδείκνυ τὰ κατ’ αὐτοὺς διαλαμβάνουσαν. Ὁ γοῦν αὐτοκράτωρ μηδὲ μικρὸν ἀναμείνας μηδὲ μελλήσας ὅλως, ἀλλ’ οἷον τῆς συνεχούσης αὐτὸν ὀδύνης ἐπιλαθόμενος δι’ ἁρμαμάξης τῆς πρὸς Νίκαιαν φερούσης ἥψατο τῇ δεξιᾷ χειρὶ λύγον κατέχων. Οἱ δὲ στρατιῶται τηνικαῦτα τὰ δόρατα τούτων ἀναλαβόμενοι κατ’ ἴλας στοιχηδὸν ἐφ’ ἑκάτερα ἵεντο.
Καὶ οἱ μὲν παρέθεον τούτῳ, οἱ δὲ προέπεμπον, οἱ δὲ συνείποντο συγχαίροντες μὲν αὐτῷ κατὰ τῶν βαρβάρων ἐξορμήσαντι, ἀνιώμενοι δὲ διὰ τὴν ἀπείργουσαν αὐτὸν ἱππάζεσθαι ὀδύνην. Ὁ δὲ πρὸς θάρσος ὤτρυνεν ἅπαντας νεύμασί τε καὶ λόγοις ἡδὺ προσμειδιῶν αὐτοῖς καὶ προσφθεγγόμενος. Δι’ ἡμερῶν δὲ τριῶν κατέλαβε τόπον τινὰ Αἰγιαλοὺς καλούμενον, ἐξ οὗ πρὸς τὴν Κιβωτὸν διαπλῴσασθαι ἔμελλεν. Ἐπειγόμενον δὲ τοῦτον τὴν διαπεραίωσιν ὁρῶσα ἡ Αὔγουστα συνταξαμένη τούτῳ πρὸς τὴν βασιλεύουσαν ἐπορεύετο. Τοῦ δὲ αὐτοκράτορος τὴν Κιβωτὸν καταλαβόντος προςέρχεταί τις αὐτῷ λέγων ἐκκρίτους σατράπας τεσσαράκοντα χιλιάδων διαιρεθῆναι καὶ τοὺς μὲν ἐς προνομὴν τῆς Νικαίας καὶ τῶν παρακειμένων αὐτῇ χωρῶν κατελθεῖν, τὸν δὲ Μονόλυκον καὶ τὸν ... τὰ παρὰ τὴν θάλασσαν δῃώσασθαι.
PG 131:1069Οἵτινες τά τε παρακείμενα τῇ περὶ τὴν Νίκαιαν λίμνῃ καὶ τὴν Προῦσαν δῃώσαντες, ὡς δὲ καὶ τὴν Ἀπολλωνιάδα, αὐτοῦ που περὶ ταύτην ηὐλίσαντο κἀκεῖσε τὴν λείαν πᾶσαν ἀφελόμενοι ὁμοῦ πρὸς τὰ πρόσω ἐχώρησαν τό τε Λοπάδιον καὶ πάντα τὰ ξυμπαρακείμενα λῃσάμενοι, ἀλλὰ καὶ αὐτήν, φησι, τὴν Κύζικον καταλαβόντες ἐξ ἐφόδου ἀπὸ τοῦ μέρους τῆς θαλάσσης κατέσχον, τοῦ ταύτην φρουροῦντος μηδοπωσοῦν ἀντισχόντος, ἀλλ’ ἀγεννῶς ἐκεῖθεν ὑποχωρήσαντος. Εἶτα τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχοῦμετ τῶν ἐκκρίτων ἀρχισατράπας διὰ τῶν Λεντιανῶν πρὸς τὸ Ποιμανηνὸν ἀπιέναι, ἐφελκομένους λείαν πολλὴν καὶ ἄνδρας πλείστους δορυθηράτους καὶ γύναια καὶ παῖδας, ὅσους ἀφῆκεν ὁ σίδηρος. Τὸν δέ γε Μονόλυκον ποταμόν τινα διαπεράσαντα Βαρηνὸν ἐγχωρίως καλούμενον, ῥέοντα μὲν ἀπό τινος ὄρους Ἴβιδος καλουμένου, ἀφ’ οὗ πολλοὶ καὶ ἄλλοι ἀπορρυίσκονται ποταμοί, Σκάμανδρός τε καὶ Ἀγγελοκωμίτης καὶ Ἔμπηλος, πρός τε τὸ Πάριον ἀπονενευκέναι καὶ τὴν ἐφ’ Ἑλλησπόντου Ἄβυδον, καὶ δι’ Ἀτραμυττίου τε καὶ τῶν Χλιαρῶν διεληλυθότα μετὰ πάσης αἰχμαλωσίας ἀναιμάκτως καὶ ἄνευ μάχης τινός.
PG 131:1071Πρὸς ταύτην τὴν ἀγγελίαν ὁ αὐτοκράτωρ τὸν Καμύτζην δοῦκα τηνικαῦτα Νικαίας χρηματίζοντα διὰ γραμμάτων παρεκελεύσατο παρέπεσθαί τε τοῖς βαρβάροις μετὰ πεντακοσίων στρατιωτῶν καὶ τὰ κατ’ αὐτοὺς διὰ γραμμάτων δηλοῦν, φείδεσθαι δὲ τῆς μετ’ αὐτῶν συμπλοκῆς. Ὁ δὲ ἐξελθὼν τῆς Νικαίας καταλαμβάνει τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχοῦμετ καὶ τοὺς λοιποὺς εἰς τὰ καλούμενα Ἀόρατα, καὶ ὥσπερ τῆς τοῦ αὐτοκράτορος παραγγελίας ἐπιλαθόμενος παραχρῆμα τούτοις προσβάλλει. Οἱ δὲ τὸν αὐτοκράτορα προσδόκιμον ἔχοντες καὶ τοῦτον εἶναι τὸν ἐπεισπεσόντα νομίσαντες πτοηθέντες τὰ νῶτα διδόασι. Σκύθην δέ τινα τηνικαῦτα κατασχόντες καὶ παρὰ τούτου πυθόμενοι, ἐπεὶ τὸν Καμύτζην ἐγνώκεσαν εἶναι, τὰς ἀκρολοφίας διῄεσαν καὶ θαρρύνοντες ἑαυτοὺς διά τε τυμπάνων καὶ ἀλαλαγμῶν ἀνεκαλοῦντο τοὺς ἁπανταχῆ σκεδασθέντας τῶν ὁμοφύλων. Οἱ δὲ ἀνακλητικὸν τουτὶ τὸ σύνθημα γινώσκοντες πάντες συνέρρεον. Ἐπανελθόντες οὖν κατὰ τὴν πεδιάδα τὴν διακειμένην ἐγγὺς κάτωθεν τῶν καλουμένων Ἀοράτων αὖθις ἠθροίσθησαν.
Ὁ δέ γε Καμύτζης τὴν λείαν πᾶσαν ἀφελόμενος ἐξ αὐτῶν οὐκ ἤθελε μέχρι τοῦ Ποιμανηνοῦ καταλαβεῖν, ὡς εὖ τὰ κατ’ αὐτὸν ἐν τούτῳ διαθέσθαι (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον), ἀλλὰ περὶ τὰ Ἀόρατα ἐμβραδύνων ἔλαθε καθ’ ἑαυτοῦ βουλευσάμενος. Οἱ βάρβαροι γὰρ ἐν τῷ ἀκινδύνῳ γεγονότες οὐκ ἐπελάθοντο τοῦ Καμύτζη, ἀλλ’ ἐνήδρευον τοῦτον διὰ παντός. Καὶ μεμαθηκότες ἔτι αὐτὸν εἰς τὰ Ἀόρατα ἐνδιατρίβοντα καὶ τὰ περὶ τὴν λείαν ἅπασαν καὶ τοὺς δορυαλώτους διατιθέμενον, παραχρῆμα τὰς ὑπ’ αὐτοὺς δυνάμεις κατ’ ἴλας καταστησάμενοι περὶ δείλην ἑῴαν εἰσπίπτουσιν αὐτῷ. Τὸ μὲν οὖν πλεῖον τοῦ στρατεύματος τοῦ Καμύτζη τοσαύτην πληθὺν βαρβάρων ἐπεισπεσοῦσαν αὐτοῖς ἑωρακότες φυγῇ τὴν ἑαυτῶν πραγματεύεσθαι ἐδόκουν σωτηρίαν· αὐτὸς δὲ μετὰ τῶν Σκυθῶν καὶ τῶν Κελτῶν καὶ ὁπόσοι τῶν Ῥωμαίων εὐψυχότεροι ἦσαν ἐκθύμως ἐμάχετο. Καὶ τηνικαῦτα οἱ τούτων πλείους πίπτουσιν. Ὁ δέ γε Καμύτζης μετ’ ὀλίγων καταλειφθεὶς ἔτι ἀντείχετο τῆς μάχης. Καιρίαν δὲ ὁ ἵππος ἐν ᾧ ἐπωχεῖτο πληγεὶς κατὰ γῆς ἔρριπτο. Ὁ δέ γε τούτου ἀδελφιδοῦς Καταρόδων οὕτω καλούμενος ἀποβὰς τοῦ ἰδίου ἵππου τοῦτον αὐτῷ δίδωσι.
PG 131:1073Βαρὺς δὲ ὢν ὁ ἀνὴρ καὶ μέγας ῥᾳδίως τοῦ ἵππου ἐπιβῆναι οὐκ εἶχεν· ἔνθεν τοι καὶ μικρὸν ἀναποδίσας ἐπί τινα δρῦν ἑαυτὸν προσερείσας καὶ τὸν ἀκινάκην σπασάμενος τάς τε σῳζούσας ἀπολωλεκὼς ἐλπίδας, ὁπόσοι τούτῳ τῶν βαρβάρων συμπλακῆναι κατετόλμων, κατά γε κόρυθος καὶ ὤμων καὶ αὐτῶν δὴ τῶν χειρῶν παίων οὐκ ἐνεδίδου. Ἐπὶ πολὺ γοῦν τοῦτον ἀντέχοντα ὁρῶντες οἱ βάρβαροι καὶ πολλοὺς κτείνοντα, πολλοὺς δὲ καὶ τιτρώσκοντα, ὑπεραγάμενοι τὴν τοῦ ἀνδρὸς τόλμαν καὶ τὸ σταθηρὸν αὐτοῦ θαυμάσαντες, τὴν σωτηρίαν αὐτοῦ διὰ ταῦτα πραγματεύσασθαι ἐβουλήθησαν. Ὁ δὲ ἀρχισατράπης Μουχοῦμετ τὴν κλῆσιν τοῦτον καὶ πάλαι γινώσκων καὶ τηνικαῦτα ἀναγνωρίσας ἀνακόπτει μὲν τῆς ὁρμῆς τοὺς αὐτῷ συμπλεκομένους, ἀποβὰς δὲ τοῦ ἵππου μεθ’ ὧν ἔτυχε προσελθὼν ἔφη· «Μὴ πρόκρινε τῆς σῆς σωτηρίας τὸν θάνατον· ἀλλὰ δίδου μοι χεῖρα καὶ σῴζου». Ὁ δὲ ὑπὸ τοσούτων περιστοιχούμενον ἑαυτὸν ὁρῶν καὶ μὴ πρὸς τοσούτους ἀντέχειν ἔτι δυνάμενον δίδωσι χεῖρας τῷ Μουχοῦμετ. Καὶ ὃς ἐφ’ ἵππον τοῦτον ἐπιβιβάσας τοὺς αὐτοῦ πόδας δεσμεῖ, ὡς μὴ ῥᾳδίως ἀποδρᾶσαι δύνασθαι. Ἀλλὰ ταῦτα μὲν τὰ τῷ Εὐσταθίῳ συμπεσόντα·
ὁ δέ γε αὐτοκράτωρ, στοχασάμενος τῆς ἀτραποῦ δι’ ἧς διιέναι ἔμελλον, ἄλλην τραπόμενος διά τε τῆς Νικαίας διελθὼν καὶ τῶν Μαλαγίνων καὶ τῶν οὕτω καλουμένων Βασιλικῶν (ταῦτα δὲ τέμπη εἰσὶ καὶ δύσβατοι ἀτραποὶ περὶ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου διακείμενα) κατέρχεται εἰς τὰ Ἀληθινὰ κἀκεῖσε καταλαμβάνει τὴν Ἀκροκόν, ἐπειγόμενος προκαταλαβεῖν ἀπὸ τῶν ἔμπροσθεν τοὺς Τούρκους καὶ οὕτω καρτερῶς μετ’ αὐτῶν συνάψαι τὸν πόλεμον. Οἱ δὲ μηδὲ μνείαν ὅλως ῥωμαϊκοῦ στρατεύματος εἰς νοῦν λαβόντες, τὸν κατὰ τὴν τέμπειαν διακείμενον καλαμῶνα καταλαβόντες, ἐκεῖ που περιχυθέντες ἐξέκειντο. Ἐπεὶ δὲ ἀπηγγέλη τῷ αὐτοκράτορι ἀπερχομένῳ κατ’ αὐτῶν τὴν πεδιάδα τῆς τεμπείας τοὺς βαρβάρους καταλαβεῖν, ἀπὸ διαστήματος ἱκανοῦ τὸ στράτευμα εἰς πολέμου τύπον καταστήσας καὶ παραταξάμενος, ἔμπροσθεν μὲν Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ τὸν Μοναστρᾶν ἔταξεν, ἐφ’ ἑκάτερα δὲ ἰλαδὸν καταστήσας τὸ στράτευμα, τὴν οὐραγίαν τῷ Τζιπουρέλῃ καὶ τῷ Ἀμπελᾷ πολλὴν τὴν τοῦ πολέμου πεῖραν ἐκ μακροῦ ἐσχηκόσι δέδωκε.
Τὸ δὲ μέσον τῆς παρατάξεως αὐτὸς διέπων ὅλας συνετάττε φάλαγγας, καὶ οὕτως ὥσπερ κεραυνὸς τοῖς Τούρκοις ἐμπεσὼν καρτερὸν τὸν μετ’ αὐτῶν συνῆψε πόλεμον. Πολλοὶ μὲν οὖν τηνικαῦτα κτείνονται τῶν βαρβάρων ἀγχεμάχου τῆς μάχης γεγονυίας, πολλοὶ δὲ καὶ δορυθήρατοι ἄγονται. Οἱ δὲ τῷ καλαμῶνι προσπεφευγότες τέως ἐσῴζοντο· ὁ δὲ αὐτοκράτωρ λαμπρὰν τὴν κατ’ αὐτῶν νίκην ἀράμενος, πρὸς τὸν καλαμῶνα ἐπιστραφείς, ἔσπευδε κἀκεῖθεν τούτους ἀπελάσαι. Οἱ δὲ στρατιῶται διὰ τὸ βαλτῶδες καὶ πυκνὸν τοῦ καλαμῶνος μὴ δυνάμενοι εἰσιέναι ἐν ἀμηχανίᾳ ἦσαν. Καὶ ὃς περιζώσας τὸν καλαμῶνα διὰ τῶν στρατιωτῶν πῦρ ἐκ μέρους τοῦ καλαμῶνος ἀφεῖναι ἐπέταξε· τούτου δὲ γενομένου ἡ φλὸξ εἰς ὕψος ἦρτο μέγα. Οἱ δὲ ἐντὸς φεύγοντες τὸ πῦρ εἰς τὰς τῶν στρατιωτῶν ἐνέπιπτον χεῖρας· καὶ τούτων οἱ μὲν παρανάλωμα ξίφους ἐγίνοντο, οἱ δὲ πρὸς τὸν αὐτοκράτορα ἤγοντο. Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς ἀπὸ τοῦ Καρμὲ κατελθόντας βαρβάρους·
PG 131:1075ὁ δὲ Ἀμὴρ Μουχοῦμετ, μεμαθηκὼς τὴν συμφορὰν τὴν περὶ τοὺς ἀπὸ τοῦ Καρμὲ Μουσουλμάνους, κατόπιν εὐθὺς ἐλαύνει τοῦ βασιλέως ἑνωθεὶς μετὰ τῶν κατὰ τὴν Ἀσίαν οἰκούντων Τουρκομάνων καὶ τῶν λοιπῶν, ὥστε ξυνέβαινε τὸν αὐτὸν διώκειν τε καὶ διώκεσθαι. Οἱ μὲν γὰρ ἀμφὶ τὸν Μουχοῦμετ βάρβαροι τὸν αὐτοκράτορα ἰχνηλατοῦντες ἐδίωκον· ὁ δὲ τοὺς ἀπὸ τοῦ Καρμὲ μεταπορευόμενος ἦν, ὥστε μέσον ἀμφοῖν ἐναπείληπτο. Ἀλλὰ τοὺς μὲν ἔφθασε νενικηκώς, οἱ δὲ διώκοντες ἔξω κακῶν εἱστήκεισαν ἔτι. Ἐπεὶ δ’ ἀθρόον τῇ οὐραγίᾳ τοῦ αὐτοκράτορος προσέπεσεν ὁ Μουχοῦμετ, πρώτως περιτυγχάνει τῷ Ἀμπελᾷ. Ὁ δὲ ἐν αἰσθήσει τοῦ αὐτοκράτορος ὢν καὶ διὰ τοῦτο ἐπὶ πλέον θαρσήσας καὶ ἄλλως θρασὺς ὢν ὁ ἀνήρ, μηδὲ πρὸς μικρὸν περιμείνας τοὺς μετ’ αὐτὸν ὥστε σὺν εὐταξίᾳ τὴν μετὰ τῶν Τούρκων προσβολὴν δέξασθαι, κατὰ τοῦ Μουχοῦμετ ἵεται. Παρείπετο δὲ καὶ ὁ Τζιπουρέλης. Περὶ παλαιοχώριον δέ τι γενομένω μήπω τῶν ὑπ’ αὐτοὺς στρατιωτῶν ἐφθακότων καταλαμβάνει τούτους ὁ Μουχοῦμετ σταθηρότατος ὤν. Τὸν ἵππον δὲ τοῦ Ἀμπελᾶ, οὐ τὸν ἱππότην, διὰ βέλους πλήξας κατὰ γῆς ἔρριψεν. Ὃ θεασάμενοι οἱ Τοῦρκοι πεζῷ περιτυχόντες κτείνουσιν.
PG 131:1077Ἀλλὰ καὶ τὸν Τζιπουρέλην ἀναισχύντως κατ’ αὐτῶν ἱέμενον ὁρῶντες τὸν ἵππον ἐν ᾧ ἐπωχεῖτο, πτερώσαντες οἷον τοῖς βέλεσιν, ἔξεδρον αὐτὸν ἐποίησαν καὶ διὰ μαχαίρας παραχρῆμα ἀνεῖλον. Οἱ δὲ τὴν οὐραγίαν τηροῦντες στρατιῶται, ὥστε τοὺς κεκοπιακότας τῶν τὰς σκευὰς τηρούντων στρατιωτῶν καὶ τοὺς ἵππους φρουρεῖν καὶ τοὺς κατ’ αὐτῶν ἱεμένους ἀπελαύνειν ὡς δύναμις, καταλαβόντας θεασάμενοι τοὺς Τούρκους κατ’ αὐτῶν ἵενται καὶ τρέπουσιν αὐτοὺς κατὰ κράτος. Ἐπεὶ δὲ ὁ Καμύτζης μετὰ τῶν Τούρκων τηνικαῦτα δέσμιος παρῆν, τὴν γενομένην σύγχυσιν ἐν τῇ συμβολῇ τῆς μάχης θεασάμενος καὶ τοὺς μὲν φεύγοντας, τοὺς δὲ διώκοντας ὁρῶν, σταθηρὸς ὢν δρασμὸν μελετήσας τῆς ὁδοῦ εἴχετο. Περιτυχὼν δὲ αὐτῷ κατάφρακτός τις Κελτὸς ἵππον δίδωσι· καὶ καταλαμβάνει τὸν αὐτοκράτορα περὶ τὴν πεδιάδα τῆς τεμπείας αὐλιζόμενον μεταξὺ Φιλαδελφείας καὶ Ἀκροκοῦ διακειμένην, οὐχ ἑνί, ἀλλὰ πολλοῖς ἀποχρῶσαν στρατεύμασι. Ὁ δὲ τὸν Καμύτζην θεασάμενος μεγάλως αὐτὸν ἀποδεξάμενος καὶ σῷστρα τῷ ῥυσαμένῳ τοῦτον Θεῷ θύσας πρὸς τὴν βασιλεύουσαν ἐκπέμπει·
PG 131:1079«Εἰπέ, λέγων, ὅσα τε πέπονθας καὶ ὁπόσα ἑώρακας καὶ τὴν ἡμῶν σὺν Θεῷ τοῖς ἡμετέροις κατάγγειλον ζωήν». Μεμαθηκὼς δὲ τὴν σφαγὴν τοῦ Ἀμπελᾶ καὶ τοῦ Τζιπουρέλη καὶ λίαν ἐπὶ τῇ τούτων σφαγῇ περιαλγήσας ὁ αὐτοκράτωρ τὴν ψυχὴν ἔφη· «Δύο δόντες ἕνα ἐλάβομεν». Ἔθος γὰρ αὐτῷ, ὁπηνίκα νικήσειέ τινα πόλεμον, ἀνερευνᾶν εἴ τις ἑάλω τῶν στρατιωτῶν, εἴ τις ἔργον ἐγεγόνει πολεμίας χειρός· καὶ κἂν ὅλας ἐτρέψατο φάλαγγας καὶ νίκην τὴν κατ’ αὐτῶν ἤρατο, ξυμβέβηκε δ’ ἕνα που τυχὸν καὶ τῶν ἐσχάτων στρατιωτῶν ἀπολέσθαι, τὸ τῆς νίκης εἰς οὐδὲν ἐλογίζετο πρᾶγμα καὶ Καδμείαν ὡς ἀληθῶς νίκην τὴν νίκην ἐκείνην ἡγεῖτο καὶ ἀντὶ κέρδους ζημίαν. Αὐτὸς δὲ ἡγεμόνας τινὰς μετὰ τῶν ὑπ’ αὐτὸν στρατιωτῶν ἐς φυλακὴν καταστήσας τῆς χώρας, Γεώργιον τὸν Λεβούνην καὶ ἑτέρους, πρὸς τὴν βασιλεύουσαν νικητὴς ἐπανῄει. Ὁ μὲν οὖν Καμύτζης καταλαβὼν τὸ Δαμάλιν καὶ ἐν ἀμφιρύκῳ εἰσελθὼν περὶ μέσην φυλακὴν τῆς νυκτός, ἐπεὶ τὴν βασιλίδα εἰς τὰ ὑπερκείμενα τῶν ἀνακτόρων ἐγίνωσκεν οὖσαν, κεῖθι καταλαβὼν πατάσσει τὴν περὶ τὸν αἰγιαλὸν πύλην.
Τῶν δὲ ἐρομένων τίς ἂν εἴη, τὴν ἰδίαν οὐκ ἤθελεν ἀποκαλύπτειν κλῆσιν, ἀλλὰ τὰς πύλας ᾐτεῖτο ἀποζυγωθῆναί οἱ. Μόγις οὖν τοὔνομα ἀνακαλύψας παραχωρεῖται τῆς εἰσόδου. Ἡ δὲ Αὔγουστα περιχαρὴς γεγονυῖα ἐδέξατο τοῦτον ἔξω τῆς τοῦ κοιτῶνος θύρας (Ἀριστήριον τοῦτο πάλαι ὠνόμαζον), θεασαμένη δὲ τοῦτον τουρκικῶς ἐσταλμένον καὶ θατέρων τῶν ποδῶν χωλεύοντα διὰ τὸ πληγῆναι ἐν τῷ καιρῷ τῆς μάχης, περὶ τοῦ αὐτοκράτορος πρώτως ἐρομένη καθεσθῆναι ἐπέταξεν. Εἶτα περὶ πάντων πυθομένη καὶ τὴν καινὴν ἐκείνην ἐξ ἀπροσδοκήτου νίκην μεμαθηκυῖα τοῦ αὐτοκράτορος καὶ τὸν δορυάλωτον ἐλεύθερον ὁρῶσα, οὐκ εἶχεν ὑφ’ ἡδονῆς ὅ τι καὶ γένοιτο. Ἐπέτρεψε δὲ τοῦτον διαναπαύσασθαι μέχρις ἡμέρας κἄπειτα ἐξελθόντα τὰ συμβεβηκότα διακηρυκεύειν ἅπασι. Καὶ ὁ μὲν πρωίθεν ἐξαναςτὰς καὶ ἐπιβὰς ἵππου τινὸς μετὰ τῶν ἐσθημάτων ἐκείνων, μεθ’ ὧν ἀφῖκτο τῆς αἰχμαλωσίας παραδόξως ἐλευθερωθείς, ἐπὶ τὸν Κωνσταντίνιον φόρον ἐλήλυθε. Καὶ πᾶσα ἡ πόλις εὐθὺς ἐπ’ αὐτῷ ἐκεκίνητο, ὁμοῦ μὲν καὶ τὰ κατ’ αὐτὸν μαθεῖν ἐπειγομένη, ὁμοῦ δὲ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα πλέον ποθοῦσα.
PG 131:1081Αὐτὸς δὲ περιστοιχησάντων αὐτῷ ἱππέων πολλῶν καὶ πεζῶν τά τε κατὰ τὸν πόλεμον λαμπρῷ τῷ στόματι διηγήσατο καὶ ὅσα τότε ξυνέκυρσε κατὰ τοῦ ῥωμαϊκοῦ στρατεύματος καὶ δὴ καὶ ὁπόσα ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐμηχανήσατο καὶ ὅπως ἤρατο νίκην λαμπρὰν πολλαπλασίαν τὴν ἐκδίκησιν ποιησάμενος· καὶ τέλος ἐπέθηκε τὴν παράδοξον ἑαυτοῦ ἀπὸ τῶν βαρβάρων φυγήν. Οἷς ἐπευφήμησεν ὅλον τὸ πλῆθος καὶ μέχρις αἰθέρος ὁ κρότος τῆς εὐφημίας ἀνεληλύθει. Ταῦτα μὲν οὕτως ἐτετέλεστο καὶ ἡ Κωνσταντίνου ἐνεπέπληστο τῶν τοῦ βασιλέως κατορθωμάτων. Καὶ γὰρ ὡς ἀληθῶς ὅσον μὲν ἀπὸ τῆς τύχης δυσχερέσι πράγμασιν ὡμιλήκει καὶ ἀντίξως ἔχουσι πρός τε αὐτὸν καὶ τὰ τῶν Ῥωμαίων πράγματα καὶ ὅλως δυστυχημάτων πλήθει περιερρεῖτο, ἀλλ’ ἥ γε ἀρετὴ τούτου καὶ τὸ ἐγρηγορὸς καὶ δραςτήριον ἀντέβαινέ τε καὶ φιλονείκως εἶχε πρὸς ἅπαν δυστύχημα. Οὐδενὶ γὰρ τῶν ἀνέκαθεν βασιλέων καὶ εἰς τὴν τήμερον ὄντων πραγμάτων ἐπιπλοκὴ καὶ μοχθηρία παντοδαπῶν ἀνθρώπων, καὶ οἴκοι καὶ θύραθεν, προσεπέλασεν, ὡς ἐπὶ τούτου τοῦ αὐτοκράτορος εὕρομεν.
Εἴτε γὰρ ἔδει πονηρῶς διατεθῆναι τὰ τῶν Ῥωμαίων Θεοῦ παραχωροῦντος (οὐδὲ γὰρ ἂν ἀπὸ τῆς ἀστρῴας περιφορᾶς ἐξαπτοίμην ποτὲ τὰ ἡμέτερα) εἴτε ἀπὸ τῆς τῶν προβεβασιλευκότων ἀβουλίας εἰς τόδε καταστάσεως τὰ τῆς ῥωμαϊκῆς δυναςτείας ἔστη, ὄχλος πολὺς πραγμάτων καὶ πολυκύμαντος τάραχος ἐπὶ τῶν καιρῶν τῆς βασιλείας τοὐμοῦ πατρὸς συνελήλυθεν. Ἅμα γὰρ κατὰ ταὐτὸν καὶ Σκύθης ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς ἑσπέρας Κελτὸς καὶ ἐξ ἀνατολῶν Ἰσμαὴλ ἐτετάρακτο, χωρὶς τῶν ἀπὸ θαλάσσης κινδύνων, ἄνευ τῶν θαλασσοκρατούντων βαρβάρων, ἄνευ τῶν πειρατικῶν ἀναρίθμων νηῶν ἃς ἡ τῶν Σαρακηνῶν ἐτεκτόνευσε μῆνις, ἃς ἡ τῶν Οὐετόνων συνεπλέξατο πλεονεξία καὶ κατὰ τῆς ῥωμαϊκῆς βασιλείας δύσνοια. Καὶ γὰρ ἐποφθαλμιῶσι πάντες αὐτῇ. Φύσει γὰρ οὖσα δεσπότις τῶν ἄλλων ἐθνῶν ἡ βασιλεία Ῥωμαίων ἐχθρωδῶς διακείμενον ἔχει τὸ δοῦλον, καὶ ἐπειδὰν ἐπιδράξαιτο καιροῦ, φέρεται ἄλλος ἄλλοθεν ἐκ γῆς καὶ θαλάττης ἕκαστος. Ἀλλὰ τὰ μὲν πρότερον καὶ τὰ τῆς πρὸ ἡμῶν βασιλείας ἐλαφρότατα ἦν καὶ κουφότερα· ἐπὶ δὲ τοὐμοῦ πατρός, ἅμα τε ἐπιβεβήκει τοῦ βασιλικοῦ ἅρματος, καὶ εὐθὺς ἐπισυνέρρευσεν ἁπανταχόθεν ἅπαντα τὰ δεινά·
PG 131:1083καὶ ὁ Κελτὸς ἐκεκίνητο καὶ ἐδείκνυ τοῦ δόρατος τὴν ἀκμὴν καὶ ὁ Ἰσμαὴλ τόξον ἐνέτεινε καὶ τὸ Νομαδικὸν ἅπαν ἔθνος καὶ Σκυθικὸν ὅλον ἁμάξαις παμμυρίαις ἐπέβρισεν. Ἀλλ’ ἴσως τις ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ ἐντυγχάνων τῷ συγγράμματι δεδεκασμένην εἴποι τῇ φύσει τὴν γλῶτταν. Ἐγὼ δὲ οὐ μὰ τοὺς τοῦ βασιλέως ὑπὲρ τῆς τῶν Ῥωμαίων εὐδαιμονίας κινδύνους, οὐ μὰ τὰ τοῦ πατρὸς ἀθλήματα καὶ τὰς συμφοράς, ἃς ὑπὲρ τῶν Χριστιανῶν ἐπεπόνθει, οὐκ ἔγωγε χαριζομένη τὠμῷ πατρὶ τὰ τοιαῦτα καὶ λέγω καὶ γράφω. Ἥ γε καὶ ὅπη τὸν πατέρα σφαλλόμενον ἴδοιμι, ἄντικρυς καὶ παραβαίνω τὸν νόμον τὸν φυσικὸν καὶ τῆς ἀληθείας ἐξέχομαι, φίλον μὲν καὶ τοῦτον ἡγουμένη, φιλτέραν δὲ τὴν ἀλήθειαν ἔχουσα. Ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὥς πού τις ἔφη φιλόσοφος, κράτιστον προτιμᾶν τὴν ἀλήθειαν. Ἀλλὰ τοῖς πράγμασιν αὐτοῖς ἐπακολουθοῦσα, καὶ μήτε προστιθεμένη παρ’ ἐμαυτῇ μήτε ὑφαιροῦσα τὰ ξυμπεσόντα, καὶ λέγω καὶ γράφω. Καὶ ἐγγύθεν ὁ ἔλεγχος.
Οὐ γὰρ εἰς μυριοστὸν ἔτος ἀνάγω τὸ σύγγραμμα, ἀλλ’ εἰσὶν οἵτινες εἰς τὴν τήμερον περιόντες καὶ τὸν πατέρα τὸν ἐμὸν ἐγνωκότες καὶ τὰ κατ’ αὐτὸν ἀφηγούμενοι, ἀφ’ ὧν καὶ οὐκ ὀλίγα τῆς ἱστορίας ἐνταυθοῖ συνηράνιστο, ἄλλων ἄλλο τι διηγουμένων καὶ μεμνημένων ὧν ἕκαστος ἔτυχε καὶ πάντων ὁμοφωνούντων. Τὰ μὲν γὰρ πλείω καὶ ἡμεῖς συνῆμεν τῷ πατρὶ καὶ τῇ μητρὶ συνειπόμεθα. Οὐ γὰρ ἦν τὸ ἡμέτερον τοιοῦτον οἷον οἰκουρικὸν καὶ ὑπὸ σκιὰν καὶ τρυφὴν στρεφόμενον. Ἀλλ’ ἐμὲ γὰρ ἐξ αὐτῶν σπαργάνων, ὄμνυμι τὸν ἐμαυτῆς Θεὸν καὶ τὴν ἐκείνου μητέρα, πόνοι καὶ θλίψεις παρέλαβον καὶ συμφοραὶ συνεχεῖς, αἱ μὲν ἔξωθεν, αἱ δὲ οἴκοθεν. Τὰ μὲν γὰρ τοῦ σώματος ὁποδαπῶς εἶχον, οὐκ ἂν εἴποιμι, λεγέτωσαν δὲ ταῦτα οἱ περὶ τὴν γυναικωνῖτιν καὶ καταλεγέτωσαν. Τὰ δὲ ἔξωθεν καὶ ὅσα μοι συνεπεπτώκει οὔπω τὸν ὄγδοον ὑπερελασάσῃ χρόνον, καὶ ὅσους ἐχθροὺς ἡ τῶν ἀνθρώπων μοι κακία παρεβλάστησε, τῆς Ἰσοκράτους Σειρῆνος δεῖται, τῆς Πινδαρικῆς μεγαλοφωνίας, τοῦ Πολέμωνος ῥοίζου, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Σαπφικῆς λύρας ἤ τινος ἄλλης παρὰ ταύτας δυνάμεως.
PG 131:1085Οὐδὲν γάρ ἐστι τῶν δεινῶν οὐ μικρόν, οὐ μεῖζον, οὐκ ἐγγύθεν, οὐ πορρωτέρω, ὃ μὴ εὐθὺς ἐπέβρισε καθ’ ἡμῶν. Καὶ δῆτα καὶ ὑπερέσχε σαφῶς τὸ κλυδώνιον, καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ μέχρι οὗ τὸ σύγγραμμα τουτὶ γράφω ἡ τῶν συμφορῶν ἐμπορεύεταί μοι θάλαττα καὶ ἄλλα ἐπ’ ἄλλοις καταλαμβάνει τὰ κύματα. Ἀλλὰ γὰρ ἔλαθον εἰς τὰς ἐμαυτῆς συμφορὰς παρασυραμένη· νῦν οὖν ἐπὶ νοῦν ἐλθοῦσα ἐπανανήξομαι καθάπερ ἀνάρρουν ποιησαμένη καὶ πρὸς τὰς πρώτας λαβὰς ἐπανέλθοιμι. Τὰ μὲν οὖν, ὡς εἶπον, παρ’ ἐμαυτῆς ἔχω, τὰ δὲ καὶ ἀπὸ τῶν ξυστρατευσαμένων τῷ αὐτοκράτορι ποικίλως περὶ τούτων μανθάνουσα καὶ διά τινων πορθμέων εἰς ἡμᾶς διαβιβαζόντων τὰ τοῖς πολέμοις ξυμβεβηκότα, μάλιστα δὲ καὶ αὐτοπροσώπως περὶ τούτων διηγουμένων πολλάκις ἤκουον τοῦ τε αὐτοκράτορος καὶ Γεωργίου τοῦ Παλαιολόγου.
PG 131:1087Ἐγὼ δὲ καὶ τὰ πολλὰ τούτων συνελεξάμην, καὶ κράτιστα ἐπὶ τοῦ μετὰ τὸν ἐμὸν πατέρα τρίτου τὰ τῆς βασιλείας σκῆπτρα διέποντος, ὅτε καὶ πᾶσα κολακεία καὶ ψεῦδος τῷ πάππῳ αὐτῷ συναπέρρευσε, πάντων τὸν ἐφιστάμενον μὲν θρόνον κολακευόντων, πρὸς δὲ τὸν ἀπερρυηκότα μηδέν τι μὲν θωπείας ἐνδεικνυμένων, γυμνὰ δὲ τὰ πράγματα διηγουμένων καὶ αὐτὰ λεγόντων ὥσπερ ἐσχήκασιν. Ἐγὼ μὲν γὰρ τὰς ἐμαυτῆς συμφορὰς ἀποδυρομένη, κατὰ τόδε καιροῦ τρεῖς βασιλεῖς θρηνοῦσα, τὸν πατέρα καὶ αὐτοκράτορα, καὶ τὴν ἐμὴν δεσπότιν καὶ μητέρα καὶ βασιλίδα, καὶ τὸν ἐμόν, οἴμοι, σύζυγον καίσαρα ἐγγωνιάζω τὰ πολλὰ καὶ βιβλίοις καὶ Θεῷ προσανάκειμαι. Καὶ οὐδὲ τοῖς ἀφανεστέροις ἐξέσται τῶν ἀνθρώπων παρ’ ἡμᾶς φοιτᾶν, μὴ ὅτι γε δι’ ὧν μανθάνειν εἴχομεν, ἅπερ παρ’ ἄλλων διακηκοότες ἐτύγχανον, καὶ τοῖς τοῦ πατρὸς οἰκειοτάτοις. Εἰς τριακοστὸν γὰρ τοῦτο ἔτος, μὰ τὰς τῶν μακαριωτάτων αὐτοκρατόρων ψυχάς, οὐκ ἐθεασάμην, οὐκ εἶδον, οὐχ ὡμιλήκειν ἀνθρώπῳ πατρῴῳ, τοῦτο μὲν τῶν πολλῶν ἀπερρυηκότων, τοῦτο δὲ τῶν πολλῶν ἀπειργομένων τῷ φόβῳ διὰ τὴν τῶν πραγμάτων παλίρροιαν.
Καὶ τούτοις γὰρ ἡμᾶς κατεδίκασαν οἱ κρατοῦντες τοῖς ἀτοπήμασι μηδὲ θεατοὺς εἶναι ἀλλ’ ἐστυγημένους τοῖς πλείοσιν. Ἃ δὲ συνειλόχει τῆς ἱστορίας, ἴστω Θεός, ἴστω ἡ ὑπερκόσμιος μήτηρ αὐτοῦ καὶ ἐμὴ δεσπότις, ἀπό τινων συνελεξάμην ξυγγραμμάτων ἀχρείων καὶ ἀσπούδων παντάπασι καὶ γερόντων ἀνθρώπων στρατευσαμένων κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν οὑμὸς πατὴρ τῶν σκήπτρων Ῥωμαίων ἐπείληπτο, χρησαμένων δὲ συμφοραῖς καὶ μετασχηματισθέντων ἀπὸ τῆς κοσμικῆς τύρβης εἰς τὴν τῶν μοναχῶν γαληνιαίαν κατάστασιν. Τὰ γὰρ εἰς χεῖρας ἐμὰς ἐμπεσόντα συγγράμματα ἁπλᾶ μὲν ἦσαν τὴν φράσιν καὶ ἀπερίεργα καὶ τῆς ἀληθείας ἐχόμενα καὶ οὐδέν τι κομψὸν ἐπιδεδειγμένα οὐδὲ ῥητορικὸν ὄγκον ἐπισυρόμενα. Τὰ δὲ παρὰ τῶν γεραιτέρων ἐκδιηγούμενα τῆς αὐτῆς ἦσαν καὶ λέξεως καὶ διανοίας τῶν συγγραμμάτων ἐχόμενα· καὶ ἐτεκμηράμην ἐξ αὐτῶν τὴν τῆς ἱστορίας ἀλήθειαν, συμβάλλουσα καὶ παρεξετάζουσα τὰ παρ’ ἐμαυτῆς ἱστορούμενα πρὸς τὰ παρ’ ἐκείνων λεγόμενα καὶ τὰ παρ’ ἐκείνων πρὸς τὰ παρ’ ἐμαυτῆς, ἅπερ αὐτὴ ἐξ αὐτοῦ τε τοὐμοῦ πατρὸς καὶ τῶν πρὸς πατρὸς καὶ μητρὸς ἐμοὶ θείων ἠκηκόειν πολλάκις.
PG 131:1089Ἀφ’ ὧν ἁπάντων τὸ τῆς ἀληθείας ἅπαν σῶμα συνεξυφαίνεται. Ἀλλ’ ὅπερ ἄνωθεν εἶπον περὶ τῆς τοῦ Καμύτζη τῶν βαρβάρων ἀποφυγῆς καὶ τῆς παρ’ ἐκείνου πρὸς τοὺς πολίτας δημηγορίας, ὁ λόγος ἐχέσθω. Ὁ μὲν γὰρ διηγήσατο τὰ συμπεπτωκότα, καθάπερ εἴπομεν, καὶ ὅσα ὁ βασιλεὺς κατὰ τῶν Ἰσμαηλιτῶν ἐτεχνάσατο· οἱ δὲ τῆς Κωνσταντίνου οἰκήτορες, μία φωνὴ καὶ χεῖλος ἓν γεγονότες, ἀνευφήμουν, ὕμνουν τὸν αὐτοκράτορα, ἐξεθείαζον, ἐμακάριζον τῆς στρατηγίας, οὐκ εἶχον ὅπως τὴν ἐπ’ αὐτῷ ἡδονὴν κατασχεῖν. Ἀλλὰ τὸν μὲν Καμύτζην σὺν εὐθυμίᾳ παραπέμψαντες οἴκαδε, μεθ’ ἡμέρας τινὰς δέχονται καὶ τὸν αὐτοκράτορα νικητὴν τροπαιοῦχον, ἀνίκητον στρατηγόν, ἀήττητον βασιλέα, σεβαστὸν αὐτοκράτορα. Καὶ οἱ μὲν οὕτως· ὁ δὲ εἰσεληλυθὼς τὰ βασίλεια καὶ σῷστρα θύσας Θεῷ καὶ τῇ Θεομήτορι τῶν συνήθων εἴχετο τρόπων. Τοὺς γὰρ ἔξωθεν πολέμους καταστησάμενος καὶ τὰς τῶν τυράννων στάσεις ἀποκρουσάμενος εἰς δικαστήρια καὶ νόμους ἀπέβλεπεν. Ἦν γὰρ παρ’ ἑκάτερον καιρὸν καὶ εἰρήνης καὶ μάχης ἄριστος οἰκονόμος.
Ἔκρινε γὰρ ὀρφανὸν καὶ ἐδικαίου χήραν καὶ κατὰ πάσης ἀδικίας δριμύτατον ἔβλεπεν, ὀλίγα τὸ σῶμα διαναπαύων ἐν κυνηγεσίοις τε καὶ ἀνέσεσι. Καὶ γὰρ μετὰ τῶν ἄλλων ἐφιλοσόφει καὶ τοῦτο, χαλιναγωγεῖν τὸ σῶμα καὶ εὐαγωγότερον ἑαυτῷ καθιστᾶν. Ἐξεδίδου μὲν γὰρ αὐτὸ τοῖς πόνοις ὡς ἐπὶ τὸ πλεῖστον, πάλιν δὲ ἐπανεκαλεῖτο τῶν πόνων· καὶ ἡ ἄνεσις τούτῳ δεύτερος πόνος, βιβλίων ἀνάγνωσις καὶ ἐξέτασις καὶ ἡ τοῦ· «Ἐρευνᾶτε τὰς γραφάς» παραγγέλματος ἐπιμέλεια. Τὰ δ’ αὖ κυνηγέσια καὶ ἡ ἀπὸ τοῦ σφαιρίζειν παιδιὰ δευτέρου λόγου καὶ τρίτου προσῆν τὠμῷ πατρί, ἕως ἔτι νεώτερος ἦν καὶ οὔπω τὸ θηρίον, ἡ τῶν ποδῶν διάθεσις, αὐτῷ ἐπισυνεπλάκη καθάπερ ὄφις τις σκολιὸς καί, αὐτὸ δὴ τοῦτο τὸ τῆς κατάρας, δάκνων αὐτοῦ τὴν πτέρναν. Ἐξ ὅτου δὲ τὰ τοῦ νοσήματος ὑπήρξατο καὶ εἰς ἀκμὴν ἧκε, τότε δὴ καὶ γυμνασίοις ἑαυτὸν ἐπεδίδου καὶ τοῖς ἱππάσμασι καὶ ταῖς ἄλλαις παιδιαῖς, παράγγελμα τοῦτο λαβὼν ἐξ ἰατρικῆς ἐπιστήμης, ἵνα ταῖς συνεχέσιν ἱππασίαις διαφοροῖτό τι τῆς καταρρεούσης ὕλης καὶ τοῦ ἐπιβρίθοντος βάρους κουφίζοιτο.
PG 131:1091Τοῦτο γὰρ τὸ πάθος ὁ ἐμὸς πατήρ, καθάπερ εἰρήκειν ἄνωθεν, οὐκ ἐξ ἑτέρας αἰτίας ἔξωθεν, ἀλλ’ ἀπὸ τῶν πόνων καὶ τῶν καμάτων ὑπὲρ τῆς Ῥωμαίων δόξης ἐσπάσατο. Οὔπω ἐνιαυτὸς εἷς παρεληλύθει καί, λογοποιουμένην ἀκηκοὼς αὖθις περὶ τῶν Κομάνων διὰ τοῦ Ἴστρου διαπεραίωσιν, ὀγδόης ἤδη ἐπινεμήσεως ἐφισταμένης ἀρχομένου φθινοπώρου κατὰ μῆνα Νοέμβριον ἔξεισι τῆς βασιλίδος τῶν πόλεων καὶ τὰς δυνάμεις ἁπάσας μεταπεμψάμενος κατατίθησι τούτους εἴς τε Φιλιππούπολιν καὶ εἰς τὸν λεγόμενον Πετριτζὸν καὶ Τριάδιτζαν καὶ εἰς τὸ θέμα τοῦ Νίσου μέχρι καὶ τῆς Παρίστρας Βουρανιτζόβης, ἐπισκήψας πολλήν τε περὶ τοὺς ἵππους αὐτῶν ἐνδείκνυσθαι ἐπιμέλειαν ὥστε πίονας γεγονότας ἐν καιρῷ μάχης δύνασθαι φέρειν τοὺς ἐπιβάτας, αὐτὸς δὲ κατὰ τὴν Φιλιππούπολιν ἐνδιατρίβει. Πόλις δὲ αὕτη περὶ τὴν τῆς Θρᾴκης μεσόγειαν. Εὖρος τῇ πόλει παραρρεῖ πρὸς βορρᾶν ἄνεμον πνέοντα· ῥεῖ μὲν γὰρ οὗτος ἀπὸ τῶν περάτων αὐτῶν τῆς Ῥοδόπης καὶ πολλὰς ποιούμενος ἕλικας καὶ καμπὰς παραμείβει τε τὴν Ἀδριανοῦ· πολλῶν καὶ ἄλλων ἐς ταὐτὸ ποταμῶν συνεμβεβληκότων καὶ περὶ τὴν Αἶνον πόλιν ἐκδίδωσιν εἰς τὴν θάλασσαν.
Φίλιππον δὲ ὅταν εἴπω, οὐ τὸν Μακεδόνα λέγω, τὸν τοῦ Ἀμύντου, νεωτέρα γὰρ ἡ πόλις τοῦ Φιλίππου τούτου, ἀλλὰ τὸν Ῥωμαῖον Φίλιππον, ὃς ὑπερωμίας γέγονεν ἀνὴρ καὶ τὴν ἰσχὺν καὶ τὸ σῶμα ἀνυπόστατος. Πολίχνιον δὲ ἦν τὰ πρῶτα καὶ πρὸ Φιλίππου Κρηνίδες ὀνομαζόμενον, παρ’ ἐνίων δὲ Τριμοῦς. Ἀλλ’ ὅ τε μέγιστος ἐκεῖνος Φίλιππος εἰς μέγεθος τὴν πόλιν ἐξάρας καὶ περικυκλώσας ταύτην τείχεσι περιβόητον τῶν ἐν Θρᾴκῃ πεποίηκε πόλεων, ἱππικά τε καταστησάμενος ἐν αὐτῇ μέγιστα καὶ ἀλλάττα κατασκευάσματα θαύματος ἄξια, ὧν ἴχνη κατέλαβον καὶ αὐτὴ μετὰ τοῦ αὐτοκράτορος ἐπιδεδημηκυῖα τὴν πόλιν κατὰ χρείαν τινά. Ἡ δὲ πόλις τρίλοφός ἐστιν ἑκάστου λόφου περιζωννυμένου τείχει μεγάλῳ καὶ ὑψηλῷ· ὅπου δὲ πρὸς πεδιάδας ὑποκύπτει καὶ ὁμαλότητας, τάφρος αὐτὴν περιθέει παρ’ Εὔρῳ κειμένῃ. Καὶ ἦν, ὡς ἔοικε, ποτὲ πόλις ἡ πόλις αὕτη μεγάλη τε καὶ καλή. Ἀφ’ οὗ δὲ Ταῦροι καὶ Σκύθαι τὴν πόλιν ἐν τοῖς ἀνέκαθεν χρόνοις ἠνδραποδίσαντο, εἰς τόδε τοῦ σχήματος ἡ πόλις κατέστη ἐν ᾧ ἡμεῖς κατειληφότες αὐτὴν ἐπὶ τῶν τοῦ ἐμοῦ πατρὸς σκήπτρων τὴν πόλιν μεγαλόπολιν ὡς ὄντως ἐτεκμηράμεθα.
PG 131:1093Ἐδυστύχει δὲ μετὰ τῶν ἄλλων καὶ ἀσεβῶν ἐπιδημίᾳ πολλῶν. Ἀρμένιοί τε γὰρ διενείμαντο τὴν πόλιν ταύτην καὶ οἱ λεγόμενοι Βογόμιλοι, περὶ ὧν ὕστερον καὶ αὐτῶν καὶ τῆς τούτων αἱρέσεως ἐροῦμεν κατὰ καιρόν, καὶ δὴ καὶ οἱ δυσθεώτατοι Παυλικιανοί, τῆς Μανιχαϊκῆς ἀποσπάδαι τυγχάνοντες, ἐκ Παύλου καὶ Ἰωάννου, ὡς καὶ τοὔνομα λέγει, γεγενημένοι, οἳ τῆς ἀσεβείας τοῦ Μάνεντος ἐπισπασάμενοι ἄκρατον τοῖς ἀπ’ ἐκείνων μεταδεδώκασιν. Ἠβουλόμην οὖν τὸ δόγμα τῶν Μανιχαίων ἐπιδραμεῖν καὶ συνεσπειραμένως ἀναπτύξαι προσετισπουδάσαι τε τὴν ἀνατροπὴν τῶν ἀθεωτάτων δογμάτων τούτων. Ἀλλ’ ἅμα μὲν εἰδυῖα ὅτι πᾶσίν ἐστι καταγέλαστος ἡ τῶν Μανιχαίων αἵρεσις, ἅμα δὲ καὶ πρὸς τὴν ἱστορίαν ἐπισπεύδουσα παρίημι τοὺς κατὰ τούτων ἐλέγχους. Καὶ ἄλλως δὲ οὐ τοὺς τῆς ἡμετέρας αὐλῆς μόνον, ἀλλὰ καὶ αὐτὸν οἶδα τὸν καθ’ ἡμῶν λελυττηκότα Πορφύριον ἐν πλείοσι κεφαλαίοις εἰς ἀτοπίαν πολλὴν συνωθήσαντα τὸ τῶν Μανιχαίων φλύαρον δόγμα, ἐπιστημονικώτατα περὶ τῶν δύο ἀρχῶν ἐπισκεψάμενον, εἰ καὶ ἡ μοναρχία τούτου εἰς τὴν Πλατωνικὴν ἑνάδα ἢ καὶ τὸ ἓν τοὺς ἀναγινώσκοντας ἀναγκάζει συνάγειν.
PG 131:1095Ἡμεῖς γὰρ μοναρχίαν τιμῶμεν, οὐχ ἣ ἓν πρόσωπον περιγράφει. Οὐδὲ τὸ ἓν τὸ τοῦ Πλάτωνος προσηκάμεθα· τουτοὶ̈ τὸ παρ’ Ἕλλησιν ἄρρητον καὶ παρὰ Χαλδαίοις ἀπόρρητον· ἐξαρτῶσι γὰρ αὐτοῦ πολλὰς καὶ ἄλλας ἀρχὰς ἐγκοσμίως τε καὶ ὑπερκοσμίως. Ἀλλὰ τούτους δὴ τοὺς ἀπὸ Μάνεντος καὶ Παύλου καὶ Ἰωάννου, τῶν τῆς Καλλινίκης, ἀγριωτέρους ὄντας τὰς γνώμας καὶ ὠμοὺς καὶ μέχρις αἵματος διακινδυνεύοντας ὁ ἐν βασιλεῦσιν ἐκεῖνος θαυμάσιος Ἰωάννης ὁ Τζιμισκῆς πολέμῳ νικήσας, ἐξανδραποδισάμενος ἐκ τῆς Ἀσίας, ἐκεῖθεν ἀπὸ τῶν Χαλύβων καὶ τῶν Ἀρμενιακῶν τόπων εἰς τὴν Θρᾴκην μετήνεγκε. Καὶ τὰ περὶ τὴν Φιλιππούπολιν αὐλίζεσθαι κατηνάγκασεν, ἅμα μὲν τῶν ἐρυμνοτάτων πόλεων καὶ φρουρίων, ἃ κατεῖχον τυραννιῶντες, ἀπαγαγών, ἅμα δὲ καὶ φύλακας ἐπιστήσας ἀσφαλεστάτους τῶν σκυθικῶν ἐκείνων διεκδρομῶν, ἃς ὑποσύχνως ὑπὸ βαρβάρων τἀπὶ Θρᾴκης ἐπεπόνθει χωρία· ὑπερβαίνοντες γὰρ τὰ τέμπη τοῦ Αἵμου τὰς ὑπὸ τοῦτον πεδιάδας κατέτρεχον. Ὁ δ’ Αἷμος οὗτος ὄρος ἐστὶ μακρότατον κατὰ γραμμὴν παράλληλον τῇ Ῥοδόπῃ κείμενον.
Ἄρχεται μὲν ἀπὸ τοῦ Εὐξείνου Πόντου τὸ ὄρος καὶ μικρὸν παραμείβων τοὺς καταρράκτας μέχρις αὐτῶν Ἰλλυρικῶν διήκει· οἶμαι δ’ ὅτι καὶ διακοπτόμενον τῷ Ἀδριαντικῷ πελάγει, πάλιν εἰς ἀντιπέραν ἤπειρον ἀναλαμβάνει καὶ μέχρις αὐτῶν Ἑρκυνίων δρυμῶν ἀποτελευτᾷ. Ἑκατέρωθεν δὲ τῶν καταρρύτων αὐτοῦ πολλὰ καὶ πλουσιώτατα ἔθνη νέμεται, Δακῶν μὲν ὄντων βορειοτέρων καὶ τῶν Θρᾳκῶν, νοτιωτέρων δὲ Θρᾳκῶν τε αὐτῶν καὶ Μακεδόνων. Τοῦτον τὸν Αἷμον διαπερῶντες οἱ νομάδες Σκύθαι κατὰ τοὺς ἀνέκαθεν χρόνους, πρὶν ἢ τοῦ Ἀλεξίου τὸ δόρυ καὶ οἱ πολλοὶ ἀγῶνες εἰς πανωλεθρίαν κατήνεγκαν, πανστρατιᾷ τὴν Ῥωμαίων ἡγεμονίαν ἐκάκουν καὶ μάλιστα τὰς ἐγγυτέρους πόλεις, ὧν προὐκάθητο ἡ πάλαι πολυθρύλλητος Φιλιππούπολις. Ὁ δὲ Τζιμισκῆς Ἰωάννης τοὺς ἐκ τῆς Μανιχαϊκῆς αἱρέσεως ἀντιμάχους ἡμῖν ποιησάμενος συμμάχους κατά γε τὰ ὅπλα ἀξιομάχους δυνάμεις τοῖς νομάσι τούτοις Σκύθαις ἀντέςτησε· καὶ τὸ ἐντεῦθεν ἀπὸ τῶν πλειόνων καταδρομῶν ἀνέπνευσε τὰ τῶν πόλεων. Οἱ μέντοι Μανιχαῖοι φύσει ὄντες ἐλεύθεροι καὶ ἀνυπότακτοι τὸ εἰωθὸς ἐποίουν καὶ εἰς τὴν φύσιν ἀνέκαμπτον.
PG 131:1097Πᾶσα γὰρ ἡ Φιλιππούπολις πλὴν ὀλίγων ὄντες Μανιχαῖοι τῶν τε αὐτόθι Χριστιανῶν ἐτυράννουν καὶ τὰ τούτων διήρπαζον, μικρὰ φροντίζοντες ἢ οὐδὲν τῶν ἀποστελλομένων παρὰ βασιλέως. Ηὔξανον τοίνυν καὶ τὰ κύκλῳ Φιλιππουπόλεως πάντα ἦσαν αἱρετικοί. Συνεισέβαλε δὲ καὶ τούτοις ἕτερος ποταμὸς ὁ τῶν Ἀρμενίων ἁλμυρὸς καὶ ἄλλος ἀπὸ τῶν θολερωτάτων πηγῶν Ἰακώβου. Καὶ ἦν, ὡς οὕτω γε φάναι, κακῶν ἁπάντων μισγάγκεια· καὶ τὰ μὲν δόγματα διεφώνουν, συνεφώνουν δὲ ταῖς ἀποστασίαις οἱ ἄλλοι τοῖς Μανιχαίοις. Ἀλλ’ ὅ γε πατὴρ ἐμὸς καὶ αὐτοκράτωρ, καὶ πρὸς τούτους τὴν στρατιωτικὴν αὐτοῦ πολυπειρίαν ἀντιτάξας, τοὺς μὲν ἀμαχὶ συνειλήφει, τοὺς δὲ καὶ μετὰ μάχης ἠνδραποδίσατο. Οἷον δ’ αὖ τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ πρᾶγμα ὄντως καὶ ἀποστολικώτατον. Τί γὰρ ἄν τις τοῦτον οὐκ ἐπαινέσειε; Πότερον ὅτι περὶ τὰς στρατηγίας ἀμελῶς εἶχε; Καὶ μὴν ἀνατολὴν καὶ δύσιν ἐπλήρωσε τῶν στρατηγημάτων. Ἀλλ’ ὅτι τοὺς λόγους παρὰ φαῦλον ἐτίθει; Καὶ μήν, ὡς οὐδεὶς ἄλλος, περὶ τὴν θείαν γραφὴν ἐσπουδάκει, ὡς καὶ τὴν γλῶτταν διαθῆξαι πρὸς τὰς τῶν αἱρετικῶν συμπλοκάς.
Καὶ μόνος οὗτος ὅπλα καὶ λόγους ἀνέμιξε, καὶ τοῖς μὲν ὅπλοις τοὺς βαρβάρους ἐνίκα, τοῖς δὲ λόγοις ἐχειροῦτο τοὺς ἀντιθέους, ὥσπερ δὴ τότε καὶ κατὰ Μανιχαίων ἐξώπλιστο ἀποστολικὴν ἀντὶ στρατηγικῆς ἀναδεξάμενος ἀγωνίαν. Καὶ ἔγωγε τοῦτον τρισκαιδέκατον ἂν ἀπόστολον ὀνομάσαιμι. Καίτοι τινὲς Κωνσταντίνῳ τῷ μεγάλῳ τοῦτο τὸ κλέος προσάπτουσιν, ἐμοὶ δὲ δοκεῖ ἢ σὺν τῷ Κωνσταντίνῳ τῷ αὐτοκράτορι τετάχθαι τοῦτον, ἢ εἴ τις φιλονεικείη, ἔστω μετά γε Κωνσταντῖνον ἀπόστολος ἅμα καὶ βασιλεὺς ὁ Ἀλέξιος. Ὡς γὰρ ἔφθημεν ἄνωθεν εἰρηκότες, κατὰ τὴν Φιλίππου γενόμενος διὰ τὰς εἰρημένας αἰτίας, τῶν Κομάνων μήπω καταλαβόντων, ὁδοῦ πάρεργον μεῖζον τοῦ ἔργου ἐποιεῖτο, τοὺς Μανιχαίους τῆς ἁλμυρᾶς μετάγων θρησκείας καὶ τοῦ γλυκέος ἐμφορῶν δόγματος. Ἀπὸ πρωί̈ας οὖν μέχρι δείλης [ἑῴας] ἢ καὶ ἑσπέρας, ἔστιν οὗ καὶ δευτέρας ἢ καὶ τρίτης φυλακῆς τῆς νυκτός, μεταπεμπόμενος τούτους τὴν ὀρθότομον ἐδίδασκε πίστιν ἐξελέγχων τὸ διεστραμμένον τῆς αὐτῶν αἱρέσεως.
Συμπαρῆσαν δὲ τούτῳ Εὐστράτιος ὁ τῆς Νικαίας πρόεδρος, ἀνὴρ τά τε θεῖα σοφὸς καὶ τὰ θύραθεν, αὐχῶν ἐπὶ ταῖς διαλέξεσι μᾶλλον ἢ οἱ περὶ τὴν στοὰν καὶ ἀκαδημίαν ἐνδιατρίβοντες, καὶ αὐτὸς δὴ ὁ τῆς Φιλιππουπόλεως τῷ ἀρχιερατικῷ ἐγκαθιδρυμένος θρόνῳ. Ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὸν ἐμὸν καίσαρα Νικηφόρον ὁ αὐτοκράτωρ συναιρόμενον εἶχε, στομώσας τοῦτον τῇ τῶν θείων βιβλίων μελέτῃ. Πολλοὶ μὲν οὖν τηνικαῦτα τῶν Μανιχαίων, μηδὲ διστάζοντες ὅλως προσῄεσαν τοῖς ἱερεῦσιν, ἐξομολογούμενοι τὰς σφῶν ἁμαρτίας καὶ τοῦ θείου φωτίσματος ἐπιτυγχάνοντες· πολλοὺς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακαβαίους ἐκείνους τῆς ἰδίας ἀντεχομένους θρησκείας, χρήσεις τε καὶ μαρτυρίας τῶν θείων προφέροντας γραφῶν ἐντεῦθεν ἰσχυροποιεῖν οἰομένους τὸ σφῶν αὐτῶν κατάπτυστον δόγμα. Ἀλλὰ τῇ συνεχεῖ τοῦ αὐτοκράτορος ὁμιλίᾳ καὶ ταῖς συχναῖς παραινέσεσι, καὶ τούτων οἱ πλείους πειθόμενοι τοῦ θείου μετέσχον βαπτίσματος.
PG 131:1101Καὶ γὰρ ἐξ ἀνατολῶν ἡλιακῶν ἀκτίνων ἐς βαθυτάτην νύκτα πολλάκις τὰ τῆς διαλέξεως παρετείνετο, καὶ τῆς τοιαύτης ὁμιλίας μὴ ἀφιστάμενος ἄσιτος τὰ πολλὰ διετέλει, καὶ ταῦτα ἐν καιρῷ θέρους ἐν ὑπαίθρῳ σκηνῇ διακαρτερῶν. Ἐν ὅσῳ δὲ ταῦτα ἐτελεῖτο καὶ ἡ λογικὴ ἐκείνη μετὰ τῶν Μανιχαίων συνεκροτεῖτο ἅμιλλα, φθάσας τις ἀπὸ τοῦ Ἴστρου τὴν τῶν Κομάνων ἀπήγγελλε διαπεραίωσιν. Ὁ δὲ βασιλεὺς μὴ μελλήσας ὅλως πρὸς τὸν Δάνουβιν ἤλαυνε τοῖς περιτυχοῦσι στρατιώταις συγχρησάμενος. Καὶ τὴν Βιδύνην καταλαβὼν καὶ τοὺς βαρβάρους μὴ εὑρηκώς (προέφθασαν γὰρ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν μεμαθηκότες εἰς τοὐπίσω διαπερᾶσαι) παραχρῆμα στρατιώτας γενναίους ἀποδιελόμενος τὴν τῶν βαρβάρων ἐπιδίωξιν ἐπέτρεψεν. Οἱ δὲ κατόπιν τούτων παραχρῆμα ἤλαυνον τὸν Ἴστρον διαπεράσαντες. Καὶ ἐπὶ τρισὶ διώκοντες νυχθημέροις, ἐπεὶ τοὺς Κομάνους ἐθεάσαντο δι’ ὧν ἐπεφέροντο σχεδιῶν τὸν ἐκεῖσε τοῦ Δανούβεως ῥέοντα ποταμὸν διαπεράσαντας, ἄπρακτοι πρὸς τὸν αὐτοκράτορα ἐπανέστρεψαν.
Ὁ δὲ βασιλεὺς ἠνιάθη μὲν ὅτι μὴ κατελήφθησαν παρὰ τῶν στρατευμάτων οἱ βάρβαροι, ὅμως μέντοι καὶ τοῦτο μέρος νίκης ἡγήσατο, ὅτι ἐξ ἀκοῆς καὶ μόνης τοὺς βαρβάρους ἀπῶσε καὶ ὅτι πολλοὺς τῶν ἀπὸ τῆς Μανιχαϊκῆς αἱρέσεως εἰς τὴν ἡμετέραν μετήνεγκε πίστιν, διπλοῦν στησάμενος τρόπαιον καὶ κατὰ βαρβάρων ἀπὸ τῶν ὅπλων καὶ κατὰ τῶν αἱρετικῶν ἀπὸ τῶν εὐσεβεστάτων λόγων. Ὑποστρέψας τοίνυν καὶ αὖθις εἰς Φιλιππούπολιν καὶ μικρὸν διαναπαύσας ἑαυτὸν πάλιν ἀγώνων εἴχετο. Τὸν γάρ τοι Κουλέοντα καὶ τὸν Κούσινον καὶ τὸν ἐπὶ τούτοις Φῶλον, ἄνδρας προστάτας τῆς Μανιχαϊκῆς αἱρέσεως καὶ τὰ μὲν ἄλλα κατὰ τοὺς ἄλλους Μανιχαίους, δεινοὺς δὲ ἐνστῆναι τῇ ἑαυτῶν κακοδοξίᾳ καὶ πρὸς τὸ πεισθῆναι λόγοις ἀδαμαντίνους, σπαράξαι δὲ τὸ θεῖον λόγιον καὶ κακοσχόλως αὐτὸ ἐκλαβεῖν εἰς ὑπερβολὴν εὐμηχάνους, τούτους μεταπεμπόμενος καθ’ ἡμέραν ἑκάστην πρὸς αὐτοὺς τὸν λογικὸν συνεκρότει πόλεμον. Καὶ ἦν ἰδεῖν ἀγῶνα διπλοῦν, τοῦ μὲν βασιλέως, ὅπως σωθεῖεν, καὶ σφόδρα ὑπεραγωνιζομένου, τῶν δ’, ὅπως νικήσειαν τὴν λεγομένην Καδμείαν, διαφιλονεικούντων.
PG 131:1103Ἑστᾶσι μὲν γὰρ καὶ οἱ τρεῖς θήξαντες ἀλλήλους καθάπερ συῶν ὀδόντες καὶ τοὺς λόγους τοῦ αὐτοκράτορος ἐν νῷ ἔχοντες διατέμνειν· καὶ εἴ τις τὸν Κούσινον ἐξέφευγεν ἔνστασις, ταύτης ὁ Κουλέων ἀντελαμβάνετο, καὶ ἀμηχανοῦντος Κουλέοντος ὁ Φῶλος αὖθις ἀντεξανίστατο, ἢ καὶ πρὸς τὰς βασιλικὰς προτάσεις καὶ ὑποφορὰς ἄλλος ἐπ’ ἄλλῳ ἠγείρετο καθάπερ μέγιστα κύματα ἐπὶ μεγάλοις καταλαμβάνοντα κύμασιν. Ὁ δὲ αὐτοκράτωρ τὰς πάσας τούτων διαλύων ὡς ἱστὸν ἀράχνης ἐνστάσεις ἐπέρραπτε μὲν εὐθὺς τῶν ἀκαθάρτων τὰ στόματα· ὡς δὲ πέπεικεν οὐδαμῶς, τέλος ἀπειρηκὼς πρὸς τὴν τῶν ἀνδρῶν τούτων ἠλιθιότητα, προπέμπει τούτους εἰς τὴν βασιλίδα πόλιν ἑστίαν ἀποκληρωσάμενος αὐτοῖς τὰς περὶ τὸ μέγα παλάτιον περιδρόμους στοάς. Οὐ μὴν ἄθηρος παντάπασιν ἦν, εἰ καὶ τούτους τοὺς ἀρχηγοὺς λόγοις τῷ τέως οὐκ ἐθήρασεν, ἀλλ’ ἡμέρας ἑκάστης προσῆγε Θεῷ ὅπου μὲν ἑκατόν, ὅπου δὲ καὶ πλείους τῶν ἑκατόν, ὡς συμποσοῦσθαι τούς τε προτεθηραμένους καὶ τοὺς νῦν ὑπὸ τῆς τούτου γλώττης ἑαλωκότας εἰς μυρίας καὶ χιλιάδας ἀνδρῶν πολυαριθμήτων.
Καὶ τί γὰρ δεῖ λέγειν καὶ διατρίβειν περὶ ὧν ἡ σύμπασα οἰκουμένη ἐπίσταται καὶ μάρτυρές εἰσι καὶ ἀνατολὴ καὶ δύσις; Πόλεις γὰρ ὅλας καὶ χώρας ταῖς παντοδαπαῖς αἱρέσεσι κεκρατημένας πολυτρόπως εἰς τὴν ἡμετέραν ὀρθόδοξον μετήνεγκε πίστιν. Τοὺς μὲν τὰ πρῶτα φέροντας μεγάλων ἠξίου δωρεῶν καὶ τῶν στρατιωτῶν τοῖς λογάσι κατέλεγε· τοὺς δὲ χυδαιοτέρους συναθροίσας ἅπαντας καὶ ὅσοι σκαπανεῖς ἦσαν καὶ περὶ ἄροτρα καὶ βόας ἠσχόληντο, πάντας συναγαγὼν ἅμα καὶ τέκνοις καὶ γυναιξὶν καὶ πόλιν τούτοις δειμάμενος ἀγχοῦ που Φιλιππουπόλεως καὶ πέραν Εὔρου τοῦ ποταμοῦ ἐκεῖσε τούτους μετῴκισεν, Ἀλεξιούπολιν τὴν πόλιν κατονομάσας ἢ καὶ Νεόκαστρον, ὃ καὶ μᾶλλον ἐπεκράτησεν, ἀποδασάμενος καὶ τούτοις κἀκείνοις ἀρούρας τε καὶ οἰνόπεδα καὶ οἰκίας καὶ κτῆσιν ἀκίνητον. Οὐ μὴν ἀφῆκεν αὐτοῖς ἀνίσχυρα τὰ τῶν δόσεων οὐδ’ ὥσπερ Ἀδώνιδος κήπους σήμερον ἀνθοῦντας καὶ αὔριον καταρρέοντας, ἀλλὰ καὶ χρυσοβούλλοις λόγοις τὰς πρὸς τούτους ἐνεπέδωσε δωρεὰς καὶ οὐκ εἰς τούτους μόνους περιισταμένας τὰς χάριτας ἔστησεν, ἀλλὰ καὶ εἰς τοὺς ἐξ αὐτῶν καὶ τοὺς ἐξ ἐκείνων διαδοσίμους πεποίηκε·
PG 131:1105καὶ τούτων διαρρυέντων αἱ γυναῖκες αὖθις τῶν δεδωρημένων ἀντέχονται. Οὕτως ἐκεῖνος ἐξήπλου τὰς χάριτας. Ταῦτα μὲν οὕτω λελέχθω· τὰ γὰρ πλείω παρείθη. Καὶ μή τις ἐπιμεμφέσθω τὴν ἱστορίαν, ὡς δῆθεν δωροδοκοῦσαν τὴν συγγραφήν. Τῶν γὰρ νῦν ὄντων μάρτυρές εἰσι πολλοὶ τῶν ἀφηγουμένων, καὶ οὐκ ἂν ψευδηγορίας ἁλοίημεν. Καὶ ὁ μὲν αὐτοκράτωρ, πάνθ’ ὡς ἐχρῆν πεποιηκώς, ἀπάρας ἐκεῖθεν εἰς τὴν βασιλίδα πόλιν μετεσκηνώκει. Καὶ πάλιν οἱ αὐτοὶ ἀγῶνες καὶ διατάξεις πρὸς τοὺς ἀμφὶ τὸν Κουλέοντά τε καὶ Κούσινον ἐγίνοντο τῷ αὐτοκράτορι συνεχεῖς. Ἀλλὰ τὸν μὲν Κουλέοντα εἷλεν ὡς συνετώτερον, οἶμαι, καὶ δυνάμενον παρακολουθῆσαι λόγοις ἀληθείας, καὶ τῆς ἡμετέρας μάνδρας πεποίηκε πρόβατον ἡμερώτατον. Ὁ δέ γε Κούσινος καὶ ὁ Φῶλος ἐξαγριαίνοντες καὶ βαλλόμενοι μὲν καθάπερ σίδηρος ταῖς συχναῖς τοῦ αὐτοκράτορος ὁμιλίαις, ὅμως μέντοι σιδήρεοι μένοντες ἐξετράποντό τε καὶ οὐκ εὐαγώγως εἶχον αὐτῷ.
Καὶ διὰ τοῦτο ὡς πάντων Μανιχαίων βλασφημοτάτους καὶ καθαρῶς εἰς λαμπρὰν μελαγχολίαν ἐλαύνοντας εἰς τὴν οὑτωσὶ λεγομένην Ἐλεφαντίνην φρουρὰν ἐμβαλὼν καὶ τὰ πρὸς χρείαν ἅπαντα δαψιλῶς χορηγῶν μόναις ταῖς ἑαυτῶν κακοπραγίαις ἀφῆκεν ἀποθανεῖν. ΑΛΕΞΙΑΣ ΙΕ Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὴν Φιλιππούπολιν καὶ τοὺς Μανιχαίους ἔργα τοῦ αὐτοκράτορος· ἄλλος δ’ ἐκεῖθεν αὖθις βάρβαρος ἐξαρτύεται κατ’ αὐτοῦ κυκεών. Ἐβουλεύετο γὰρ ὁ Σολυμᾶς σουλτὰν τὴν Ἀσίαν αὖθις δῃώσασθαι κἀκ τοῦ Χοροσᾶ καὶ τοῦ Χάλεπ δυνάμεις μετεκαλεῖτο, εἴ που γενναίως παρὰ τὸν αὐτοκράτορα ἀντικαταστῆναι σχοίη. Ἐπεὶ δ’ αὐτῷ τὸ πᾶν τῆς τοῦ Σολυμᾶ σουλτὰν βουλῆς πρός τινος διεμηνύθη, ἐσκόπει καὶ αὐτὸν μέχρι τοῦ Ἰκονίου στρατεῦσαι καὶ καρτερώτατον τὸν μετ’ αὐτοῦ συναρράξαι πόλεμον. Κεῖθι γὰρ τὸ σουλτανίκιον τῷ Κλιτζιασθλὰν ἀπομεμέριστο. Δυνάμεις τοίνυν ἐξ ἀλλοδαπῶν καὶ μισθοφορικὸν μετεκαλεῖτο πολὺ καὶ τὸ ἴδιον στράτευμα πανταχόθεν μετεπέμπετο. Κατ’ ἀλλήλων οὖν ἀμφοτέρων τῶν στρατηγῶν τὴν μελέτην ποιουμένων ἐν τῷ μεταξὺ τὸ σύνηθες ἄλγημα τῶν ποδῶν συνέβη τῷ αὐτοκράτορι.
PG 131:1107Καὶ δυνάμεις ἁπανταχόθεν μὲν συνέρρεον, ἀλλὰ κατὰ στράγγα καὶ οὐκ ἀθρόον διὰ τὸ πόρρω που τὰς σφῶν εἶναι πατρίδας· ἡ δέ γε ὀδύνη ἀπεῖργε τοῦτον οὐ τοῦ προκειμένου μόνον ἅψασθαι σκοποῦ, ἀλλὰ καὶ τοῦ βαδίζειν ἁπλῶς. Καὶ κλινήρης ὢν ἤχθετο οὐ τοσοῦτον διὰ τὴν τῶν ποδῶν περιωδυνίαν ὁπόσον διὰ τὴν ἀναβολὴν τοῦ κατὰ τῶν βαρβάρων ἔργου. Οὐκ ἐλάνθανε ταῦτα τὸν βάρβαρον Κλιτζιασθλάν· ἔνθεν τοι καὶ ἀμεριμνήσας τὸ παρὸν τὴν Ἀσίαν ἅπασαν ἐλῄζετο ἑπτάκις κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιησάμενος. Καὶ γὰρ οὐδέποτε ἐπὶ τοσοῦτον τὸ ἄλγος ἐκεῖνο τὸν αὐτοκράτορα κατέσχεν· ἐκ διαστημάτων γὰρ μακρῶν πρὸ τοῦ ἐπερχομένη τούτῳ ἡ νόσος οὐ περιοδικῶς τὸ τηνικάδε ἀπήντησεν, ἀλλὰ συνεχὴς ἦν καὶ ἐπαλλήλους τοὺς παροξυσμοὺς ἐδίδου. Ἀλλὰ τοῦτο τὸ πάθος πρόσχημα ἐδόκει τοῖς περὶ τὸν Κλιτζιασθλὰν νοσήματος, οὐ μέντοι νόσημα, ἀλλ’ ὄκνος καὶ ῥᾳθυμία ἔξωθεν περιβεβλημένη τὴν ποδαλγίαν. Κἀντεῦθεν πολλὰ πολλάκις ἀπέσκωπτον κἀν ταῖς μέθαις κἀν τοῖς πότοις· καθάπερ αὐτοφυεῖς ῥήτορες ἠθοποιίας τῆς τῶν ποδῶν ὀδύνης τοῦ αὐτοκράτορος οἱ βάρβαροι ἐποιοῦντο, καὶ κωμῳδίας ἐγίνετο πρόφασις ἡ τῶν ποδῶν ἀλγηδών.
PG 131:1113Πρόσωπα γὰρ ἰατρῶν τε καὶ τῶν περὶ τὸν αὐτοκράτορα διαπονουμένων ὑπεκρίνοντο καὶ αὐτὸν δῆτα τὸν βασιλέα εἰς τὸ μέσον παράγοντες καὶ ἀναθέμενοι ἐπὶ κλίνης προσπαίζειν ᾤοντο. Καὶ ἐπὶ ταύταις ταῖς παιδιαῖς γέλως τοῖς βαρβάροις ἐπῆρτο πολύς. Οὐ μὴν ἐλάνθανε ταῦτα τὸν αὐτοκράτορα, κἀντεῦθεν ἠρεθίζετο πρὸς τὴν κατ’ αὐτῶν μάχην μᾶλλον παφλάζων τὰ τοῦ θυμοῦ. Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ κουφισθεὶς τῆς ὀδύνης τῆς προκειμένης ὁδοιπορίας εἴχετο. Τήν τε Δάμαλιν διαπεράσας, καὶ τὸν ἀναμεταξὺ Κιβωτοῦ καὶ Αἰγιαλῶν διαπλῳσάμενος πορθμόν, καὶ τὴν Κιβωτὸν καταλαβὼν ἐκεῖθεν εἰς τὸ Λοπάδιον ἄπεισι, τὴν τῶν ταγμάτων ἐκδεχόμενος ἄφιξιν καὶ ὁπόσον μισθοφορικὸν μετεπέμπετο. Ἐπὰν δὲ συνεληλύθεισαν ἅπαντες, ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὸ τοῦ κυρίου Γεωργίου καταλαμβάνει φρούριον ἀγχοῦ τῆς τῇ Νικαίᾳ παρακειμένης λίμνης διακείμενον κἀκεῖθεν εἰς Νίκαιαν.

Book XVLiber XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εἶτα διὰ τριῶν ἡμερῶν αὖθις ὑποστρέφει ἔνθεν τῆς γε τοῦ Λοπαδίου γεφύρας καὶ στρατοπεδεύει κατὰ τὴν Βρύσιν τοῦ Καρυκέως καλουμένην, οὕτω δόξαν αὐτῷ, ἵνα τὸ μὲν στράτευμα πρότερον διὰ τῆς γεφύρας διαβιβάσας ἐν ἐπικαίρῳ τόπῳ τὰς σκηνὰς πήξηται, κᾆθ’ οὕτως καὶ αὐτὸς ὁ αὐτοκράτωρ διὰ τῆς αὐτῆς γεφύρας διελθὼν μετὰ παντὸς τοῦ στρατεύματος τὴν βασιλικὴν καταθείη σκηνήν. Οἱ δὲ μηχανικώτατοι Τοῦρκοι τὰ κατὰ τὴν περὶ τοὺς πρόποδας τῶν Λεντιανῶν καὶ τῆς οὕτω καλουμένης Κοτοιραικίας διακειμένην πεδιάδα λῃζόμενοι, ἐπεὶ τὴν τοῦ αὐτοκράτορος κατ’ αὐτῶν μεμαθήκεισαν ἔφοδον, ἐκδειματωθέντες παραυτίκα πυρσοὺς παμπόλλους ἀνῆψαν ἐντεῦθεν φαντασίαν τοῖς ὁρῶσι στρατιᾶς πολλῆς παρέχοντες τάχα. Καὶ οἱ μὲν πυρσοὶ τὸν ἀέρα ἐξέκαιον καὶ πολλοὺς τῶν ἀπείρων ἐξεδειμάτουν· τὸν δὲ αὐτοκράτορα ἐθρόει τούτων οὐδέν. Κἀκεῖνοι μὲν τὴν λείαν πᾶσαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενοι ᾤχοντο·
αὐτὸς δὲ κατὰ τὸ περίορθρον πρὸς τὴν ἤδη ἐκεῖσε πεδιάδα ἠπείγετο σπεύδων αὐτοῦ που τούτους καταλήψεσθαι, ἀλλ’ ἀστοχήσας τῆς ἄγρας καὶ πολλοὺς μᾶλλον τῶν Ῥωμαίων ἔτι ἐμπνέοντας εὑρηκώς, πολλοῖς δὲ καὶ νεκρῶν σώμασιν ἐντετυχηκὼς ἤχθετο ὡς εἰκός. Καὶ ἤθελε μὲν διώκειν, ἀλλ’ ἵνα μὴ τὸ πᾶν ἀπολέσῃ θήραμα, μὴ δυνατοῦ ὄντος τοῦ παντὸς στρατεύματος τοὺς φεύγοντας ὀξέως καταλαβεῖν, χάρακα μὲν αὐτοῦ που περὶ τὸ Ποιμανηνὸν πήγνυται καί, παραχρῆμα ἀπολεξάμενος γενναίους ψιλοὺς στρατιώτας, τὴν ἐπιδίωξιν τῶν βαρβάρων ἐπιτρέπει παραγγείλας ὅπως χρὴ ἐπιπορεύσασθαι τοὺς ἀλάστορας. Οἱ δὲ τούτους ἐφθακότες εἴς τινα τόπον Κελλία ἐγχωρίως ὀνομαζόμενον μετὰ τῆς λείας πάσης καὶ τῶν δορυαλώτων, ὡς πῦρ κατ’ αὐτῶν ἵενται καὶ αὐτίκα πλείστους μὲν μαχαίρας ἔργον ἐποιήσαντο, ἐνίους δὲ ζωγρήσαντες καὶ τὴν λείαν πᾶσαν ἐκεῖθεν ἀναλαβόμενοι μετὰ νίκης λαμπρᾶς πρὸς τὸν αὐτοκράτορα ἐπανῆλθον. Τούτους ἀποδεξάμενος καὶ τὴν παντελῆ τῶν πολεμίων φθορὰν ἐγνωκὼς πρὸς τὸ Λοπάδιον ἐπανέρχεται.
Κεῖθι δὲ παραγενόμενος, καὶ μῆνας τρεῖς ὅλους ἐγκαρτερήσας τὸ μέν τι δι’ ἀνυδρίαν τῶν δι’ ὧν ἔμελλε διελθεῖν μερῶν (θέρους γὰρ ὥρα παρῆν καὶ ἡ ἀλέα ἀφόρητος), τὸ δὲ καὶ τὸ μήπω φθάσαν τοῦ μισθοφορικοῦ στρατεύματος ἀπεκδεχόμενος. Ἐπὰν δὲ ἅπαντες ἀθροισθεῖεν ἐκεῖ, ἐξαναστὰς ἅπαν τὸ ὁπλιτικόν, τηνικαῦτα κατὰ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου καταθέμενος καὶ τῶν οὕτω καλουμένων Μαλάγνων αὐτὸν τὸν Ἀέρα κατέλαβε. Τῆς δὲ βασιλίδος κατὰ τὴν Πρίγκιπον αὐλιζομένης, ἵν’ ἔχοι ῥᾷον ἐκεῖθεν τὰ περὶ τοῦ αὐτοκράτορος μανθάνειν περὶ τὸ Λοπάδιον ἐπανελθόντος, ὁ βασιλεὺς ἅμα τῷ τὸν Ἀέρα καταλαβεῖν διὰ τοῦ βασιλικοῦ μονήρους μεταπέμπεται αὐτὴν τὸ μέν τι καὶ τὸ ἄλγος ὑφορώμενος ἀεὶ τῶν ποδῶν, τὸ δέ τι καὶ τοὺς συμπαρομαρτοῦντας αὐτῷ τῶν ἐγκολπίων ἐχθρῶν δεδιὼς διὰ τὴν ἄκραν αὐτῆς περὶ αὐτὸν ἐπιμέλειαν καὶ τὸ ἀγρυπνικώτατον ὄμμα. Οὔπω τρίτη παρῆλθεν ἡμέρα καὶ ὁ περὶ τὸν βασιλικὸν κοιτωνίσκον ἀσχολούμενος κατὰ τὸ περίορθρον ἐλθὼν ἀγχοῦ τοῦ βασιλικοῦ σκίμποδος εἱστήκει. Ἡ δὲ βασίλισσα διυπνισθεῖσα καὶ τοῦτον θεασαμένη Τούρκων ἡμῖν ἔφοδον ἀπαγγέλλειν ἔφη.
Τοῦ δὲ περὶ τὸ οὕτω καλούμενον τοῦ Γεωργίου φρούριον ἐφθακέναι λέγοντος, κατεσίγασε τοῦτον ἡ βασιλὶς τῇ χειρὶ ἵνα μὴ τὸν αὐτοκράτορα διυπνίσῃ. Ὁ δὲ ἐν αἰσθήσει τῶν λεγομένων γεγονὼς ἐπὶ ταὐτῷ σχήματι καὶ γνώμης τέως ἦν· ἀνίσχοντος δὲ τοῦ ἡλίου πρὸς τὰς συνήθεις ἐργασίας ἐτράπετο ὅλος τῆς τούτου προμηθείας γεγονώς. Οὔπω τρίτη παρῆλθεν ὥρα καὶ ἕτερος ἐκεῖθεν καταλαβὼν ἐγγίζειν ἤδη τοὺς βαρβάρους ἔλεγεν. Ἡ δὲ αὐτοκρατόρισσα ἔτι συμπαρῆν τῷ αὐτοκράτορι, δειλιῶσα μὲν ὡς εἰκός, ἐξεχομένη δὲ ὅμως τῆς ἐκείνου γνώμης. Ἐπὰν δὲ πρὸς ἄριστον οἱ βασιλεῖς ἠπείγοντο, ἕτερος ᾑμαγμένος καταλαβών, προσουδίσας τοῖς ποσὶ τοῦ αὐτοκράτορος ἑαυτὸν ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἵστασθαι ἐπώμνυτο, τῶν βαρβάρων ἤδη ἐπικαταλαμβανόντων. Ὁ δὲ αὐτοκράτωρ εὐθὺς τὴν πρὸς τὸ Βυζάντιον ἐπάνοδον τὴν αὐτοκρατόρισσαν ἐπέτρεψεν. Ἡ δὲ πτοηθεῖσα ἐν μυχοῖς καρδίας ὅμως εἶχε τὸν φόβον καὶ οὔτε λόγοις οὔτε σχήμασι τοῦτον ἐνέφαινεν.
Ἀνδρεία γὰρ καὶ στάσιμος οὖσα τὴν φρένα καθάπερ [ἡ] παρὰ τοῦ Σολομῶντος ἐν παροιμίαις ὑμνουμένη ἐκείνη γυνὴ οὐ γυναικῶδές τι ἐνεδείξατο καὶ ἀθαρσὲς ἦθος, οἷα τὰ πολλὰ τὰς γυναῖκας ὁρῶμεν πασχούσας, ἐπειδάν τι φοβερὸν ἀκούσωσι. Καὶ αὐτὸ τὸ χρῶμα κατηγορεῖ τῆς ψυχῆς τὴν δειλίαν, καὶ συχνάκις ἀνακωκύουσι γοερὸν ὥσπερ ἐκ τοῦ σχεδὸν αὐταῖς τῶν δεινῶν ἐφεστηκότων. Ἀλλ’ ἥ γε βασιλὶς ἐκείνη, κἂν ἐδεδοίκει, περὶ τῷ αὐτοκράτορι ἐδεδοίκει, μή τι πάθῃ ἄτοπον· δευτέρως δὲ περὶ ἑαυτῆς ἐπεφόβητο. Οὐ τοίνυν ἐκείνη κατ’ ἐκεῖνο καιροῦ ἀνάξιόν τι τῆς ἑαυτοῦ γενναιότητος ἐπεπόνθει, ἀλλ’ ἐχωρίζετο μὲν τοῦ αὐτοκράτορος ἄκουσα καὶ πυκνὰ περιστρεφομένη πρὸς ἐκεῖνον καὶ θαμὰ προσβλέπουσα, ὅμως μέντοι συντείνασα ἑαυτὴν καὶ οἷον τονώσασα μόγις ἀπηλλάγη τοῦ βασιλέως. Κἀκεῖθεν καταβᾶσα πρὸς θάλασσαν κἄπειτα εἰς τὸ ταῖς βασιλίσιν ἀποτεταγμένον μονῆρες εἰσεληλυθυῖα, τὴν ᾐόνα τῆς Βιθυνῶν παραπλέουσα, θαλαττίου κλύδωνος αὐτὴν κατασχόντος ταῖς ἀκταῖς τῆς Ἑλενουπόλεως τὴν ναῦν προσορμίσασα κεῖθι τέως αὐλίζεται. Ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὴν Αὔγουσταν·
ὁ δὲ αὐτοκράτωρ μετὰ τῶν συνόντων στρατιωτῶν τε καὶ συγγενῶν εὐθὺς ἐπὶ τοῖς ὅπλοις ἦν. Καὶ δὴ ἐποχηθέντες ἅπαντες τὴν πρὸς Νίκαιαν ὥδευον. Οἱ δὲ βάρβαροι Ἀλανόν τινα κατασχόντες καὶ τὴν τοῦ βασιλέως κατ’ αὐτῶν ἔφοδον δι’ αὐτοῦ μεμαθηκότες, δι’ ὧν ἦλθον ἀτραπῶν, διὰ τούτων ἐπανῄεσαν φεύγοντες. Ὁ δέ γε Στραβοβασίλειος καὶ Μιχαὴλ ὁ Στυπειώτης (Στυπειώτην δὲ ἀκούων τις μὴ τὸν μιξοβάρβαρον νοείτω· ἀργυρώνητος γὰρ τούτου ἐκεῖνος δοῦλος γεγονὼς ἐς ὕστερον τῷ βασιλεῖ ὡς δῶρόν τι πρὸς αὐτὸν προσενήνεκται· ἀλλά τινα τῶν τῆς μείζονος τύχης), ἄνδρες οὗτοι μαχιμώτατοι καὶ τῶν πάλαι ὑμνουμένων, [οὗτοι] κατὰ τὰς ἀκρολοφίας τῶν Γερμίων ἐνδιατρίβοντες καὶ τὰς ἀμφόδους περισκοποῦντες, εἴ που ταῖς ἄρκυσιν αὐτῶν καθάπερ τις θήρα οἱ βάρβαροι περιπεσόντες ἁλῷεν, ὡς τὴν τούτων ἔλευσιν μεμαθήκεισαν, παρὰ τὰς πεδιάδας τὰς οὕτω καλουμένας ... ἀνελθόντες καὶ ἀναδεξάμενοι τὸν μετ’ αὐτῶν πόλεμον μάχην συνεστήσαντο καρτερὰν ἡττήσαντες τούτους κατὰ κράτος.
PG 131:1115Καταλαβὼν δὲ ὁ αὐτοκράτωρ τὸ πολλάκις εἰρημένον φρούριον Γεωργίου, κἀκεῖθεν αὖθις κωμόπολίν τινα Σαγουδάους ἐγχωρίως καλουμένην, καὶ τοῖς Τούρκοις μὲν μὴ ἐντυχών, μεμαθηκὼς δὲ τὰ συμβάντα τούτοις παρὰ τῶν ἤδη ῥηθέντων γενναίων ἀνδρῶν, τοῦ τε Στυπειώτου καὶ τοῦ Στραβοβασιλείου φημί, καὶ ἀποδεξάμενος τὴν ἐξ αὐτῆς ἀρχῆς τόλμαν καὶ νίκην τῶν Ῥωμαίων, τηνικαῦτα ὁ αὐτὸς αὐτοῦ που ἔξωθεν τουτουὶ̈ τοῦ καστελλίου τὸν χάρακα πήγνυται. Τῇ δὲ μετ’ αὐτὴν ὡς παρὰ τὴν Ἑλενούπολιν κατελθὼν τῇ βασιλίδι ἐντετυχήκει ἔτι αὐλιζομένῃ διὰ τὸ τῆς θαλάττης ἄπλωτον. Διηγησάμενος οὖν τὰ συμβάντα τοῖς Τούρκοις καὶ ὡς νίκης ἐπιθυμοῦντες συμφορᾷ προσεπέλασαν καὶ κρατεῖν φανταζόμενοι μᾶλλον κεκράτηνται καὶ τἀναντία τῶν προσδοκηθέντων ἐφεύροσαν, καὶ τῆς πολλῆς ἀθυμίας ἀνακτησάμενος αὐτὴν ἄπεισιν ὡς πρὸς Νίκαιαν. Ἐκεῖσε δὲ ἔφοδον ἑτέρων μεμαθηκὼς Τούρκων ἔρχεται πρὸς τὸ Λοπάδιον·
PG 131:1117ἐν ᾧ μικρὸν χρονοτριβήσας καί, μεμαθηκὼς τὴν Νίκαιαν καταλαμβάνειν πολὺ τουρκικὸν στράτευμα, τὰς δυνάμεις ἀναλαβόμενος ἀπονεύει πρὸς Κίον καὶ δι’ ὅλης τῆς αὐτῆς νυκτὸς μεμαθηκὼς αὐτοὺς τῇ Νικαίᾳ προσπελάζειν, ἤδη ἀπάρας ἐκεῖθεν, ἔρχεται διὰ τῆς Νικαίας πρὸς Μίσκουραν. Καὶ αὐτοῦ που βεβαιωθεὶς ὡς τὸ μὲν ἅπαν στράτευμα τῶν Τούρκων οὔπω κατέλαβεν, ὀλίγοι δέ τινες παρὰ τοῦ Μονολύκου ἀποσταλέντες κατὰ τὸ Δολύλον ἐνδιατρίβουσι καὶ τὰ τῆς Νικαίας μέρη, ἐφ’ ᾧ τὴν αὐτοῦ περισκοπεῖν ἔλευσιν καὶ τὰς περὶ αὐτοῦ τῷ Μονολύκῳ διδόναι συνεχεῖς εἰδήσεις, Λέοντα μὲν τὸν Νικερίτην μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων εἰς τὸ Λοπάδιον πέπομφεν, ἐγρηγορέναι τε διὰ παντὸς παρακελευσάμενος καὶ τὰς ἀμφόδους ἐπιτηρεῖν καὶ ἅττα δὴ περὶ τῶν Τούρκων γνοίη, ταῦτα διὰ γραφῶν δηλοῦν αὐτῷ.
PG 131:1119Τὸ δὲ ἐπίλοιπον στράτευμα ἐν ἐπικαίροις καταθέμενος τόποις διέγνω βέλτιον εἶναι μηκέτι κατὰ τοῦ σουλτάνου χωρεῖν, στοχαζόμενος τοὺς σωθέντας βαρβάρους τὴν κατ’ αὐτῶν ὁρμὴν διακηρυκεύσασθαι τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι Τούρκοις, ὡς ἐν διαφόροις ἐντετυχηκότες τοῖς Ῥωμαίοις προσέβαλλον, ὡς καρτερῶς ἀντέστησαν, ὡς ἡττηθέντες οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀνῃρέθησαν, ὀλίγοι δὲ καὶ τραυματισθέντες ἀπῴχοντο, κἀκ τούτου διαγνόντες τὴν αὐτοῦ ἐπέλευσιν οἱ βάρβαροι πορρωτέρω καὶ αὐτοῦ Ἰκονίου γενήσονται καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ γένηται. Διὰ ταῦτα στρέψας τοὺς χαλινοὺς διὰ τῆς Βιθυνῶν τὴν Νικομήδειαν κατέλαβεν, ἵν’ ἐντεῦθεν ἀπελπίσαντες τὴν κατ’ αὐτῶν ἔφοδον ἐπανέλθοιεν ἕκαστος οὗπερ τὴν οἴκησιν πρότερον ἐπεποίητο.
Ἐπὰν δὲ ἀποθαρρήσαντες αὖθις εἰς προνομὴν σκεδασθεῖεν, ὡς ἔθος τοῖς Τούρκοις, καὶ αὐτὸς ὁ σουλτάνος τοῦ προτέρου ἅψηται ἔργου, τηνικαῦτα καὶ αὐτὸς τῶν στρατιωτῶν μικρὸν ἀναπαυσαμένων καὶ τῶν ἵππων καὶ ὑποζυγίων πιόνων ἐντεῦθεν γεγονότων μετ’ οὐ πολὺ σφοδρότερον τοῦ κατ’ αὐτῶν ἅψηται πολέμου καὶ τῆς μάχης καρτερῶς ἀνθέξεται Διὰ ταῦτα τὴν Νικομήδειαν ἀναζητήσας, ὡς εἴρηται, καὶ καταλαβὼν τοὺς συνεφεπομένους αὐτῷ ἅπαντας τῶν στρατιωτῶν εἰς τὰς ἐγγύθι κωμοπόλεις κατέθετο, ὡς οἵ τε ἵπποι καὶ τὰ ὑποζύγια τροφὴν ἀποχρῶσαν ἔχοιεν, τῆς Βιθυνῶν γῆς πολὺν τὸν χόρτον ἀναδιδούσης, καὶ αὐτοὶ δὴ οἱ στρατιῶται ῥᾳδίως ἀπό τε τῆς Βυζαντίδος καὶ τῶν πέριξ διὰ τοῦ παρακειμένου κόλπου ἀποχρῶντα τὰ πρὸς χρείαν κομίζοιντο, ἐπισκήψας αὐτοῖς ὅλῃ γνώμῃ πολλὴν ἐπιμέλειαν τῶν ἵππων καὶ ἀχθοφόρων κτηνῶν ποιεῖσθαι, καὶ μηδ’ εἰς θήραν μηδ’ εἰς ἱππηλάσιον τὸ παράπαν ἐξιέναι, ἵνα καιροῦ καλοῦντος πίονες ὄντες τοὺς ἐπιβάτας εὐχερῶς φέροιεν καὶ πρὸς τὰς κατὰ τῶν ἐχθρῶν ἱππασίας χρήσιμοι αὐτοῖς εἶεν. Ταῦτα τοιγαροῦν οἰκονομήσας ἐκεῖνος οἷα σκοπὸς καθῆστο πόρρωθεν φύλακας διὰ πάσης ἀτραποῦ ἐπιστήσας·
PG 131:1121μέλλων δὲ αὐτοῦ που ἡμέρας ἱκανὰς αὐλίζεσθαι, μεταπέμπεται τὴν Αὔγουσταν δι’ ἃς πολλάκις αἰτίας εἰρήκειμεν, ἐφ’ ᾧ συνεῖναι τούτῳ μέχρις ἂν τὰς τῶν βαρβάρων ἐφόδους ἐνωτισθεὶς ἐκεῖθεν ἀπᾶραι βουληθείη. Ἡ δὲ θᾶττον τὴν Νικομήδειαν καταλαμβάνει· ὁρῶσα δέ τινας τῶν ἐναντίων ἐπιγανυμένους οἷον ἐφ’ οἷς ὁ βασιλεὺς ἠπρακτήκει καὶ πανταχοῦ διαλοιδορουμένους τῷ βασιλεῖ καὶ ὑποψιθυρίζοντας, ὡς ἄρα κατὰ τῶν βαρβάρων τοσοῦτον παρασκευασάμενος καὶ πολλὰς συνειλοχὼς δυνάμεις καὶ μηδὲν μέγα ἠνυκὼς ἀπέκλινε πρὸς τὴν Νικομήδειαν, καὶ τοῦτο οὐκ ἐν γωνίαις μόνον, ἀλλὰ καὶ ἐν πλατείαις καὶ ἀμφόδοις καὶ τριόδοις ἀναισχυντότερον λέγοντας ἠνιᾶτο καὶ ἤσχαλλεν. Ὁ δὲ αὐτοκράτωρ τὸ πέρας τῆς κατὰ τῶν ἐχθρῶν αὐτοῦ ὁρμῆς αἴσιον ἔσεσθαι στοχαζόμενος, δεινὸς ὢν περὶ τὰ τοιαῦτα, παρ’ οὐδὲν μὲν τὰς διατριβὰς ἐκείνων καὶ νεμέσεις ἐτίθετο, ὡς παιδαρίων ἀθυρμάτων πάμπαν τῶν τοιούτων καταφρονῶν καὶ τοῦ νηπιώδους αὐτῶν καταγελῶν φρονήματος. Τὴν δέ γε Αὔγουσταν κρείττοσιν ἀνεκτᾶτο λογισμοῖς αὐτὸ τοῦτ’ ἔσεσθαι μείζονος νίκης αἴτιον ἐπομνύμενος, ὅπερ ἐκεῖνοι διασύρουσιν.
Ἐγὼ μὲν οὖν ἀνδρείαν οἶμαι, ὅταν τις σὺν εὐβουλίᾳ τῆς νίκης κρατήσειε· τὸ γὰρ θυμοειδὲς τῆς ψυχῆς καὶ δραστήριον ἄνευ τοῦ φρονεῖν κατηγορούμενον γίνεται καὶ θράσος ἐστὶν ἀντὶ θάρσους. Θαρροῦμεν γὰρ τοῖς ὅπλοις καθ’ ὧν δυνάμεθα· θρασυνόμεθα δὲ καὶ καθ’ ὧν οὐ δυνάμεθα, ὥσθ’ ὁπόταν κίνδυνος ἡμῖν ἐπικρέμαται, ἀπὸ ... κατὰ πρόσωπον προσβαλεῖν, τότε τρόπον ἕτερον τὸν πόλεμον μεταχειριζόμεθα καὶ ἀμαχεὶ τῶν ἐχθρῶν κρατεῖν ἐπειγόμεθα. Καὶ πρώτη ἐστὶν ἀρετῶν ἡ στρατηγῶν σοφία κτᾶσθαι νίκην ἀκίνδυνον· τέχνῃ δ’ ἡνίοχος περιγίνεται ἡνιόχοιο, φησὶν Ὅμηρος. Τὸ γὰρ μετὰ κινδύνου νικᾶν καὶ ἡ Καδμόθεν παροιμία διαφαυλίζει. Ἐμοὶ δὲ ἄριστον νενόμισται καὶ τὸ ἐν αὐτῇ τῇ μάχῃ μηχανᾶσθαί τι πανοῦργον καὶ στρατηγικόν, ὁπηνίκα μὴ ἀπόχρη τὸ στράτευμα πρὸς τὴν τῶν ἐναντίων ἰσχύν· καθώς ἐστιν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι τῷ βουλομένῳ, ὡς οὐκ ἄρα μονότροπος ἡ νίκη οὐδὲ μονοειδής, ἀλλὰ διαφόροις κόποις πάλαι μέχρι τοῦ δεῦρο κατορθουμένη, ὥστε τὴν μὲν νίκην μίαν εἶναι, τοὺς δὲ τρόπους, δι’ ὧν αὕτη τοῖς στρατηγοῖς περιγίνεται, διαφόρους τε καὶ ποικίλους τὴν φύσιν.
PG 131:1123Τινὲς γὰρ τῶν πάλαι ὑμνουμένων στρατηγῶν αὐτῇ ἰσχύϊ τῷδε τρόπῳ τοὺς ἐναντίους νικήσαντες φαίνονται· ἄλλῳ δὲ ἄλλοι πολλάκις χρησάμενοι τὴν νικῶσαν εἶχον. Ὁ δέ γε ἐμὸς πατὴρ καὶ βασιλεὺς ὅπου μὲν ἀλκῇ τῶν ἐναντίων ἐκράτει, ὅπου δὲ καὶ περινοίᾳ τινὶ χρησάμενος, ἔστι δ’ οὗ κἀν ταῖς μάχαις αὐταῖς ὀξύ τι στοχασάμενος καὶ τολμήσας τὴν νικῶσαν εἶχεν εὐθύς. Ὅπου μὲν καὶ στρατηγικῷ μηχανήματι συγχρησάμενος, ὅπου δὲ καὶ διὰ χειρῶν μαχόμενος, πολλὰ πολλάκις ἐξ ἀπροσδοκήτων ἐστήσατο τρόπαια. Ἦν μὲν γάρ, εἴπερ ἄλλος τις, καὶ φιλοκίνδυνος ὁ ἀνήρ, καὶ συνεχεῖς ἦν ὁρᾶν αὐτῷ τοὺς κινδύνους ἐγειρομένους, ἀλλὰ ποτὲ μὲν γυμνῇ τῇ κεφαλῇ πρὸς τούτους παραπεδύετο καὶ ὁμόσε τοῖς βαρβάροις ἐχώρει, ποτὲ δὲ καὶ ἐσχηματίζετο ὑποκατακλίνεσθαι καὶ τὸν ὀρρωδοῦντα ὑπεκρίνετο, ὡς καιρὸς ἐδίδου καὶ τὰ πράγματα ὑπηγόρευε. Καὶ ἵνα συνελοῦσα τὸ πᾶν εἴποιμι, καὶ φεύγων ἐκράτει καὶ διώκων ἐνίκα, καὶ ἵστατο καταπίπτων καὶ καταβάλλων ὄρθιος ἦν κατὰ τὴν τῶν τριβόλων θέσιν· καὶ ταῦτα γὰρ ὅπως ἂν ῥίψειας ὀρθά σοι ἑστήξεται. Πάλιν δ’ ἐνταῦθα γενομένη παραιτοῦμαι τὴν μέμψιν ὅτι περιαυτολογοῦσα καταλαμβάνομαι·
PG 131:1125ἀλλὰ πολλάκις ἀπελογησάμην ὅτι οὐχ ἡ τοῦ πατρὸς εὔνοια τοὺς λόγους τούτους παρέχεται, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις. Τί γὰρ κωλύει πρὸς τῆς ἀληθείας αὐτῆς, καὶ φιλοπάτορα εἶναι κατὰ ταὐτόν τινα καὶ φιλαλήθη; Ἐγὼ μὲν γὰρ τἀληθῆ προειλόμην ξυγγράφειν καὶ περὶ ἀνδρὸς ἀγαθοῦ· εἰ δὲ τὸν αὐτὸν ξυμβέβηκεν εἶναι καὶ πατέρα τοῦ ξυγγραφέως, τὸ μὲν τοῦ πατρὸς ὄνομα προσερρίφθω ἐνταῦθα καὶ κείσθω ἐκ τοῦ παρέλκοντος· τῇ δὲ φύσει τῆς ἀληθείας ἀνακείσθω τὸ σύγγραμμα. Ἐν ἄλλοις μὲν γὰρ τὴν πρὸς τὸν πατέρα ἐνεδειξάμην εὔνοιαν καὶ διὰ τοῦτο καὶ δυσμενῶν κατ’ ἐμαυτῆς ἠκόνησα δόρατα καὶ ξίφη παρέθηξα, καὶ ἴσασιν ὁπόσοι τὰ καθ’ ἡμᾶς οὐκ ἠγνόησαν πράγματα. Οὐ μὴν ἐν τῷ τῆς ἱστορίας σχήματι καταπροδοίην ἂν τὴν ἀλήθειαν. Ἄλλος μὲν γὰρ καιρός ἐστιν εὐνοίας πατρικῆς, καθ’ ὃν ἡμεῖς ἠνδρισάμεθα, ἕτερος δὲ καιρὸς ἀληθείας, ὅντινα παραπεπτωκότα οὐκ ἂν παρὰ φαῦλον θείην. Εἰ δ’, ὅπερ εἶπον, καὶ φιλοπάτορας ἡμᾶς συναποδείκνυσιν ὁ καιρὸς οὗτος, οὐ παρὰ τοῦ τὰ τῆς ἀληθείας ἐπηλυγάσαι τὸ τῶν ἀνθρώπων μεμψίμοιρον. Ὁ μέντοι λόγος ἀνατρεχέτω αὖθις πρὸς τὸ προκείμενον.
Ἄλλο δ’ οὐδὲν ὁ αὐτοκράτωρ ἔργον εἶχεν, ἐφ’ ὅσον ἐκεῖ που τὴν αὐλαίαν ἐπήγνυτο, ἢ νεολέκτους τῷ παντὶ συγκαταλέγειν στρατεύματι ἐπιμελῶς τε ἐκπαιδεύειν, ὅπως χρὴ τόξον τείνειν καὶ δόρυ κραδαίνειν ἵππον τε ἐλαύνειν καὶ μερικὰς ποιεῖσθαι συντάξεις, τὸ καινὸν ἐκεῖνο σχῆμα τῆς παρατάξεως ὅπερ αὐτὸς ἐξεῦρεν, ἀναδιδάσκων τοὺς στρατιώτας, ἔστιν οὗ καὶ αὐτὸς συνιππαζόμενος τούτοις καὶ παραθέων τὰς φάλαγγας καὶ τὸ δέον ἅπαν ὑποτιθέμενος. Τοῦ ἡλίου δὲ τῶν μειζόνων ἀφισταμένου κύκλων καὶ παραμείψαντος μὲν τὴν φθινοπωρινὴν ἰσημερίαν, ἐπικύπτοντος δὲ ἤδη πρὸς τοὺς νοτιωτέρους κύκλους, ἐπεὶ οὑτοσὶ εὔθετος ὁ καιρὸς ταῖς ἐκστρατείαις ἐδόκει, σὺν ὅλαις δυνάμεσι κατευθὺ Ἰκονίου ἤλαυνε καθ’ ὃν ἀρχῆθεν προέθετο λογισμόν. Καὶ τηνικαῦτα τὴν Νίκαιαν καταλαβών, εὐζώνους στρατιώτας μετ’ ἐμπείρων ἡγεμόνων ἀποδιελόμενος τοῦ λοιποῦ στρατεύματος, εἰς προνομὴν κατὰ τῶν Τούρκων προεκδραμεῖν τούτους παρεκελεύσατο διεσπαρμένως τὰς ἐκδρομὰς ποιουμένους·
PG 131:1127ἀλλὰ μηδέ, εἰ τὴν νίκην θεόθεν λάβοιεν καὶ κατατροπώσαιντο τοὺς ἐχθρούς, ἐς μακρὰν ἀποτελεῖν τὴν καταδρομήν, ἀρκουμένους δὲ τῇ δεδομένῃ μετ’ εὐταξίας πάλιν τὴν ὑποστροφὴν παρηγγύα ποιεῖν. Καταλαβόντες οὖν ἅμα τῷ αὐτοκράτορι τόπον τινὰ .... διακείμενον, ἐγχωρίως οὑτωσὶ Γαί̈τα προσαγορευόμενον, ἐκεῖνοι μὲν εὐθὺς ἀπῄεσαν, ὁ δὲ ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὴν κατὰ τὸν Πιθηκᾶν διακειμένην καταλαμβάνει γέφυραν. Εἶτα ἐν τρισὶν ἡμέραις διὰ τοῦ Ἀρμενοκάστρου καὶ τῶν οὕτω καλουμένων Λευκῶν τὰς τοῦ Δορυλέου καταλαμβάνει πεδιάδας. Ἀποχρώσας δὲ ταύτας πρὸς παρατάξεις κατανοήσας, καὶ θέλων ἅπαντας θεάσασθαι καὶ τὴν ὁπλιτικὴν πάντως ἐγνωκέναι δύναμιν, ἣν πάλιν ὤδινε πολεμικὴν σύνταξιν καὶ ἐν διφθέραις πολλάκις συνεγράψατο σχηματίζων τὰς παρατάξεις (ἦν γὰρ οὐδὲ τῆς Αἰλιανοῦ τακτικῆς ἀδαής), ταύτην κατὰ τὸν παρεστηκότα τότε καιρὸν ἐν ἀληθείᾳ συντάξας, κατὰ τὸ πεδίον ἐκεῖνο ἐστρατοπέδευσεν.
Εἰδὼς γὰρ οὗτος ἐξ ἐμπειρίας πάνυ πολλῆς ὅτι ἡ τουρκικὴ παράταξις οὐ κατὰ τὰς τῶν ἄλλων ἐθνῶν παρατάξεις συνέστηκεν, οὐδ’, ὡς Ὅμηρός φησιν, ἀσπὶς [δ’] ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ, ἀλλὰ καὶ τὸ δεξιὸν κέρας τοῖς Τούρκοις καὶ τὸ εὐώνυμον καὶ τὸ μέτωπον ἀπ’ ἀλλήλων διέσπαςται καὶ ἑστήκασιν οἷον ἀπερρωγυῖαι ἀπ’ ἀλλήλων αἱ φάλαγγες, καὶ ὅταν τις ἐπὶ τὸ δεξιὸν ἢ τὸ εὐώνυμον κέρας ὁρμήσειεν, ἐφάλλεται αὐτῷ καὶ τὸ μέτωπον καὶ τὸ μετ’ ἐκεῖνο μέρος τῆς ὅλης παρατάξεως, καὶ καθάπερ τινὲς λαίλαπες τὸ ὑποκείμενον συνετάραξαν. Τὰ δὲ πολεμικὰ τούτοις ὄργανα, οὐ πάνυ δόρασι χρῶνται καθάπερ οἱ λεγόμενοι Κελτοί, ἀλλὰ πανταχόθεν κυκλοῦντες τὸν ἐχθρὸν τόξοις βάλλουσιν, καὶ ἔστιν ἡ ἄμυνα τούτων πόρρωθεν. Ὁπόταν διώκῃ, ἁλίσκει τῷ τόξῳ, καὶ διωκόμενος κρατεῖ τοῖς βέλεσι, καὶ βάλλει βέλος καὶ τὸ βέλος πετόμενον ἢ τὸν ἵππον ἢ τὸν ἱππότην ἔπληξεν, ἀπὸ δὲ βαρυτάτης χειρὸς ἀφεθὲν δι’ ὅλου τοῦ σώματος παρελήλυθεν· οὕτως εἰσὶ τοξικώτατοι.
PG 131:1129Πρὸς γοῦν τοῦτο ὁ πολυπειρότατος ἐκεῖνος βασιλεὺς ἐνιδών, τὰς παρατάξεις αὐτὸς ἐπεποίητο, καὶ συνίστα τὰς φάλαγγας οὕτως ὡς τοὺς μὲν ἀπὸ τῶν δεξιῶν τοξεύειν, ὅθεν αἱ ἀσπίδες προβέβληντο, τοὺς δὲ ἡμετέρους ἐκ τῶν ἀριστερῶν βάλλειν, ὅθεν τὰ ἀσκέπαστα ἦν τοῦ σώματος. Καὶ αὐτὸς μὲν τὴν τοιαύτην κατανοήσας παράταξιν ὡς ἄμαχός ἐστιν ἐθαύμασε τῆς δυνάμεως· ὥσπερ τινὰ Θεοῦ σύνταξιν ἄντικρυς καὶ ἀγγέλων παρεμβολὴν τὴν τοιαύτην ἡγεῖτο παράταξιν. Ἅπαντες δὲ καὶ ἐθαύμαζον καὶ ἐγεγήθεσαν τεθαρρηκότες ἐπὶ τῷ τοῦ αὐτοκράτορος σκέμματι. Ἐκεῖνος δὲ ἅμα καὶ τὰς δυνάμεις κατανοῶν καὶ τὰς πεδιάδας δι’ ὧν διιέναι ἔμελλε, φανταζόμενος καὶ τὸ τῆς παρατάξεως στερρὸν καὶ ἀδιάσπαστον λογιζόμενος, χρηστὰς ἐλπίδας ἐντεῦθεν ἐλάμβανε καὶ εἰς ἔργον ταύτας Θεῷ προβῆναι ἐπηύχετο. Οὕτω γοῦν παραταξάμενος τὴν Σαντάβαριν κατέλαβε … τοὺς ἡγεμόνας ἅπαντας τῆς τοιαύτης παρατάξεως διελὼν τὸν μὲν Καμύτζην κατὰ τοῦ Πολυβότου καὶ τῆς Κέδρου ἐξέπεμψε (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον παρά τινος σατράπου Πουχέα καλουμένου κατεχόμενον), τῷ δέ γε Στυπειώτῃ κατὰ τῶν ἐν τῷ Ἀμορίῳ βαρβάρων ἀπελθεῖν ....το.
PG 131:1131Αἰσθέμενοι δὲ τῆς βουλῆς δύο τινὲς Σκύθαι αὐτόμολοι προσεληλυθότες τῷ Πουχέᾳ τὴν τοῦ Καμύτζη διεμήνυον ἔφοδον, ἅμα δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν. Ὁ δὲ φόβῳ τηνικαῦτα πολλῷ συσχεθεὶς περὶ μέσας φυλακὰς τῆς νυκτὸς ἐκεῖθεν ἐξελθὼν μετὰ τῶν ὁμοφύλων ᾤχετο. Αὐγαζούσης δὲ ἤδη τῆς ἡμέρας καταλαβὼν ὁ Καμύτζης τὸν μὲν Πουχέαν οὐχ εὗρεν, ἀλλ’ οὐδέ τινα τὸ παράπαν Τοῦρκον· πλῆρες δὲ λαφύρων τὸ πολίχνιον, τὴν Κεδρέαν φημί, εὑρηκὼς πρὸς οὐδὲν τούτων ἀπένευσεν, ἀλλ’ ἠνιᾶτο καθάπερ οἱ θηραταὶ τὴν ἐν χεροῖν ἄγραν ἀπολωλεκότες, καὶ μὴ ἀνασχόμενος εὐθὺς τὰς ἡνίας στρέψας κατὰ τοῦ Πολυβότου ἄπεισι. Καὶ ἀθρόον τούτοις ἐπεισπεσὼν κτείνει μὲν βαρβάρους ὑπὲρ ἀριθμόν, ἅπασαν δὲ τὴν λείαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενος περὶ τὰ κεῖθι μέρη αὐλίζεται τὴν τοῦ αὐτοκράτορος ἀπεκδεχόμενος ἔλευσιν. Τὰ αὐτὰ καὶ ὁ Στυπειώτης τὸ Ποιμανηνὸν καταλαβὼν δράσας πρὸς τὸν βασιλέα ἐπανέστρεψε. Καταλαμβάνει δὲ καὶ ὁ αὐτοκράτωρ τὴν Κεδρέαν περὶ ἡλίου δυσμάς. Καὶ προσεληλυθότες παραχρῆμα αὐτῷ στρατιῶταί τινες ἔφασαν, πληθὺν ἀμέτρητον εἶναι βαρβάρων εἰς τὰ τοῦ πάλαι ᾀδομένου Βούρτζη πολίχνια ἀγχοῦ που διακείμενα.
Ὁ δὲ αὐτοκράτωρ αὐτίκα τε ἠκηκόει τοῦ λόγου καὶ πρὸς ἔργον ἡτοίμαστο. Καὶ παραυτίκα τὸν ἐκείνου τοῦ Βούρτζη ἀπόγονον Βάρδαν τὴν κλῆσιν μετὰ Γεωργίου τοῦ Λεβούνη καὶ Σκύθην Πιτικὰν σκυθικῶς καλούμενον μετὰ τῶν ὑπ’ αὐτοὺς εἰς ἀξιόμαχον παραστήσας δύναμιν, κατ’ ἐκείνων ἐξέπεμψεν ἐπισκήψας, ἐπὰν ἐκεῖσε παραγένωνται, προνομεῖς ἀποστεῖλαι κατὰ τῶν παρακειμένων κωμοπόλεων καὶ ἁπάσας δῃώσασθαι, καὶ αὐτοὺς δὴ τοὺς αὐτόχθονας ἐκεῖσε μετοικίσαντας κομίσαι οἱ. Ἐκεῖνοι μὲν οὖν εὐθὺς τῆς προκειμένης ὁδοῦ εἴχοντο, ὁ δὲ αὐτοκράτωρ ἐχόμενος τοῦ προτέρου σκοποῦ τὸ Πολύβοτον καταλαβεῖν ἠπείγετο καὶ μέχρις Ἰκονίου ἀποδραμεῖν. Ταῦτα διαλογιζόμενος καὶ ἔργου ἀπάρτι ἅπτεσθαι μέλλων, ἐπεὶ τοὺς βαρβάρους καὶ αὐτὸν δὴ τὸν Σολυμᾶν σουλτάνον, τὴν αὐτοῦ ἔφοδον μεμαθηκότας, ἐβεβαιοῦτο ἐμπρῆσαι τὰς ἀρούρας τῆς Ἀσίας ἁπάσας καὶ τὰς πεδιάδας, ὡς μήτε τοῖς ἀνθρώποις μήτε τοῖς ἵπποις τροφὴν τὸ παράπαν παρεῖναι· ἀπὸ δὲ τῶν ἀνωτέρων μερῶν ἄλλη βαρβάρων ἔφοδος διεκηρυκεύετο καὶ ἡ φήμη αὕτη ὑπόπτερος ἅπασαν διέτρεχε τὴν Ἀσίαν.
PG 131:1133Τὸ μὲν ἐδεδίει μὴ ἐν τῷ πρὸς Ἰκόνιον ἀπέρχεσθαι ἅπαν τὸ στράτευμα λιμοῦ παρανάλωμα διὰ τὴν σπάνιν τῶν χορτασμάτων γένηται, τὸ δὲ καὶ τοὺς ἐλπιζομένους ἐκεῖ βαρβάρους ὑφορώμενος ἤχθετο. Βουλὴν οὖν βουλεύεται συνετήν τε καὶ τολμηράν, Θεὸν ἐπερωτῆσαι εἰ χρὴ τῆς πρὸς τὸ Ἰκόνιον ἔχεσθαι ἢ κατὰ τῶν περὶ τὸ Φιλομήλιν ἐξορμῆσαι βαρβάρων. Ἐν δυσὶ γοῦν χαρτίοις περὶ τούτων ἐπερωτήσας καὶ ἄνωθεν τῆς ἱερᾶς καταθέμενος ταῦτα τραπέζης, παννύχιον τὸν ὕμνον καὶ ἐκτενεῖς τῷ Θεῷ προσέφερε τὰς ἐντεύξεις. Κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ ἱερεὺς καὶ θάτερον τῶν τεθέντων χαρτίων ἀναλαβόμενος καί, παρρησίᾳ λύσας ἁπάντων, ὑπανεγίνωσκε τῷ αὐτοκράτορι τῆς πρὸς τὸ Φιλομήλιν ἀνθέξεσθαι ὁδοῦ παρακελευόμενον. Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τὸν αὐτοκράτορα· ὁ δέ γε Βάρδας ὁ Βούρτζης, ἐν τῷ ἔχεσθαι τῆς ἤδη ῥηθείσης ὁδοῦ, στράτευμα πολὺ θεασάμενος ἑνωθῆναι μετὰ τοῦ Μονολύκου διὰ τῆς γεφύρας τοῦ Ζόμπη ἐπειγόμενον, παρευθὺ ὁπλισάμενος συμμίγνυται τούτοις περὶ τὴν τοῦ Ἀμορίου πεδιάδα καὶ νικᾷ κατὰ κράτος.
Ἕτεροι δὲ ἀπὸ τοῦ ἀνατολικοῦ μέρους Τοῦρκοι κατερχόμενοι καὶ ὡς πρὸς τὸν Μονόλυκον σπεύδοντες, παρατυχόντες τῇ τοῦ Βούρτζη παρεμβολῇ ἐκείνου μήπω φθάσαντος, ἀφαιροῦνται τὰ παρατυχόντα ὑποζύγια καὶ τὰς παρασκευὰς τῶν στρατιωτῶν. Ὁ δὲ Βούρτζης [ἐκεῖθεν] νικητὴς ὑποστρέφων καὶ πολλὴν συνεπιφερόμενος λείαν, συνηντηκώς τινι τῶν ἐκεῖθεν ἐρχομένων καί, μεμαθηκὼς ὅπως οἱ Τοῦρκοι ἅπαντα τὰ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ᾤχοντο, διεσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. Ὀξέως δὲ τὸν δρόμον τῶν βαρβάρων ποιουμένων, ἤθελε μὲν καὶ αὐτὸς ὄπισθεν διώκειν τούτων, οὐκ ἠδύνατο δὲ κεκμηκότων τῶν ἵππων. Καὶ διὰ τοῦτ’ ἀπειπὼν τὴν ἐπιδίωξιν, ὡς μὴ χεῖρόν τι συμβαίη, βραδεῖ ποδὶ σὺν εὐταξίᾳ στείχων, κατὰ τὸ περίορθρον τὰ ἤδη ῥηθέντα τοῦ Βούρτζη καταλαμβάνει πολίχνια καὶ ἐξοικίζει ἅπαντα. Κἀκεῖθεν τούς τε δορυαλώτους ἀναλαμβάνων καὶ ὁπόση τις ἦν περιουσία τοῖς βαρβάροις ἐπαγόμενος, καὶ μικρὸν ἐν ἐπικαίρῳ τόπῳ ἑαυτόν τε καὶ πάντας κεκοπιακότας ἀνακτησάμενος, ἀνίσχοντος ἡλίου τῆς ὡς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχετο.
PG 131:1135Ἐν τῷ μεταξὺ δὲ ἑτέρα τις περιτυχοῦσα τούτῳ τουρκικὴ δύναμις παραχρῆμα ξυμμίγνυται τούτοις καὶ πόλεμος ἐντεῦθεν ἀναρριπίζεται μέγας. Ἐφ’ ἱκανὸν δὲ τὴν μάχην ἀναδεξάμενοι τοὺς δορυαλώτους ᾐτοῦντο καὶ τὰ ἐξ αὐτῶν ἀφαιρεθέντα λάφυρα, διαβεβαιούμενοι ὡς, εἰ τῶν ἐπιζητουμένων τύχοιεν, οὐκέτι προσβαλεῖν τοῖς Ῥωμαίοις ἐπιχειρήσουσιν, ἀλλ’ οἴκαδε ἀπελεύσονται. Ὁ δὲ Βούρτζης οὐδαμῶς τῷ τῶν βαρβάρων θελήματι συνετίθετο, ἀλλὰ καρτερῶς τῆς μάχης ἀντείχετο γενναίως ἀγωνιζόμενος. Ἐπεὶ δὲ τῇ προτεραίᾳ ὕδατος τὸ παράπαν οὐκ ἀπεγεύσαντο μαχόμενοι, ἐπὰν ὄχθους ποταμοῦ τινος κατέλαβον, κατέψυχον τὸ καύμα τοῦ δίψους καὶ αὖθις ἀμοιβαδὸν τῆς μάχης ἀντείχοντο· τῶν δὲ αὖθις τοῦ πολέμου ἀντεχομένων, οἱ προκεκμηκότες διὰ τοῦ ὕδατος ἑαυτοὺς διανέπαυον. Τοσαύτην δὲ τῶν βαρβάρων τόλμαν ὁ Βούρτζης ὁρῶν καὶ πρὸς τοσοῦτον πλῆθος ἀποκναίων, ἐν ἀμηχανίᾳ ἦν καὶ οὐ τῶν κοινῶν τινα στρατιωτῶν πρὸς τὸν βασιλέα τὴν περὶ τούτων ἀγγελίαν κομίσοντα πέπομφεν, ἀλλὰ τὸν ἤδη ῥηθέντα Γεώργιον τὸν Λεβούνην.
Ὁ δὲ μὴ ἔχων ἄλλην ἀτραπόν, ἐν ᾗ οὐ πλῆθος Τούρκων παρῆν, ῥιψοκινδύνως ἐς μέσον τούτων ἑαυτὸν ὤσας διεληλύθει καὶ μέχρι βασιλέως διεσέσωστο. Ὁ δὲ τὰ κατὰ τὸν Βούρτζην μεμαθηκὼς περί τε Τούρκων πληθύος ἀκριβέστερον διαγνοὺς καὶ ὡς χρεία τῷ Βούρτζῃ πολλῶν καὶ χειρῶν καὶ δυνάμεων, αὐτὸς μὲν τηνικαῦτα ἐπὶ τοῖς ὅπλοις ἦν καὶ τὸ στράτευμα ἐξώπλιζε. Καὶ οὕτω κατὰ φάλαγγας καταστήσας τὸ ὁπλιτικὸν κατὰ τῶν βαρβάρων ἐπορεύετο σὺν εὐταξίᾳ πολλῇ. Εἶχε δὲ τὸ μὲν ἔμπροσθεν κέρας ὁ βασιλεύς [Μιχαήλ], τὸ δεξιὸν ὁ Βρυέννιος, τὸ ἀριστερὸν ὁ Γαβρᾶς καὶ τὴν οὐραγίαν ὁ Κεκαυμένος. Ὡς δὲ πόρρωθεν οἱ Τοῦρκοι τούτους ἐδέχοντο, Νικηφόρος ὁ τῆς βασιλίδος ἀδελφιδοῦς, νέος ὢν καὶ πρὸς μάχας σφαδάζων, αὐτός τε προεκδεδραμήκει τῆς παρατάξεως καί τινας σὺν αὐτῷ ἐφελκυσάμενος Ἄρεως ὑπασπιστὰς καὶ συμπλακεὶς τοῖς κατ’ αὐτοῦ πρότερον ἐφωρμηκόσι, πλήττεται μὲν τηνικαῦτα κατὰ τοῦ γόνυος, πλήττει δὲ τὸν παίσαντα κατὰ τὸ στέρνον διὰ τοῦ δόρατος. Ὁ δὲ παραχρῆμα τοῦ ἵππου κατενεχθεὶς ἄφωνος ἔκειτο. Τοῦτο οἱ ὄπισθεν βάρβαροι θεασάμενοι τὰ μετάφρενα τοῖς Ῥωμαίοις παραυτίκα διδόασιν.
PG 131:1137Ὁ δὲ βασιλεὺς ἀριστέα τὸν νεανίαν ἀπολαβὼν ἥσθη τὸ παραυτίκα καὶ μεγάλως τοῦτον ἐπαινέσας πρὸς τὸ Φιλομήλιον ἤλαυνε. Καὶ περὶ τὴν λίμνην τῶν τεσσαράκοντα μαρτύρων ἐφθακὼς τῇ μετ’ αὐτὴν τὰ καλούμενα Μεσάνακτα κατέλαβεν· ἐκεῖθεν δ’ ἀπάρας τὸ Φιλομήλιν ἐξ ἐφόδου κατέσχεν. Εἶτα ἀποσπάδας διαφόρους τοῦ στρατεύματος ἀποδιελόμενος παντὸς μεθ’ ἡγεμόνων γενναίων κατὰ πασῶν τῶν Ἰκονίῳ παρακειμένων κωμοπόλεων ἐξαπέστειλεν, ἐφ’ ᾧ δῃώσασθαί τε καὶ τοὺς δορυαλώτους τῆς ἐκείνων ἀφαρπάσαι χειρός. Οἱ δὲ ὡς θῆρές τινες διασπαρέντες ἁπανταχοῦ ἀγεληδόν, πρὸς τὸν βασιλέα τοὺς δορυαλώτους τῶν βαρβάρων κομίζοντες ἐπανῄεσαν μετὰ τῶν σκευῶν αὐτῶν τούτους ἐξανδραποδισάμενοι πάντας. Συνείποντο δὲ τούτοις αὐθαιρέτως καὶ οἱ αὐτόχθονες τῶν τοιούτων χωρῶν Ῥωμαῖοι φεύγοντες τὰς τῶν βαρβάρων χεῖρας, γυναῖκές τε ὁμοῦ μετὰ τῶν νεογνῶν καὶ ἄνδρες αὐτοὶ καὶ παῖδες, καθάπερ εἴς τι κρησφύγετον ἐς τὸν αὐτοκράτορα προσπεφευγότες.
Ὁ δὲ τὴν καινὴν ἐκείνην αὖθις παράταξιν διατυπωσάμενος καὶ μέσον τοὺς δορυαλώτους ἅπαντας [σὺν] γυναιξὶ καὶ παιδίοις εἰσελάσας, τὴν αὐτὴν ἀτραπὸν διῄει δι’ ἧς διεληλύθει ὁδοῦ, καὶ ἐφ’ οἷς ἂν προσεπέλασε τόποις, μετ’ ἀσφαλείας ἁπάσης ἐπορεύετο. Καὶ εἶπες ἂν ἰδὼν πόλιν τινὰ ἔμψυχον πεπυργωμένην πορεύεσθαι κατὰ τὴν εἰρημένην ἐκείνην καινουμένην σύνταξιν. Ὡς δὲ προσωτέρω προῄει, βάρβαροι μέν τινες οὐκ ἐφαίνοντο, παρείπετο δὲ ὁ Μονόλυκος ἐφ’ ἑκάτερα ἐν λόχοις τῷ στρατεύματι μετὰ ἀποχρώσης δυνάμεως. Ἐπὰν δὲ διὰ τῆς ἀναμεταξὺ πεδιάδος τοῦ τε Πολυβότου καὶ τῆς ἤδη ῥηθείσης ἐκείνης λίμνης διῄει, ἀπόμοιρά τις τοῦ βαρβαρικοῦ τάγματος, αὐτόσκευοι πάντες καὶ ψιλοὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοπέδου, ἀθρόον ἀπὸ τῶν μετεώρων αὐτοῖς ἀνεφάνησαν. Καὶ τὰ μὲν πρῶτα τὴν καινὴν ἐκείνην παράταξιν ὁ ἀρχισατράπης Μονόλυκος θεασάμενος, γέρων τε ὢν καὶ πολλῶν ἐν πείρᾳ πολέμων τε καὶ ταγμάτων, ἐξεπλάγη τεθαυμακὼς τὴν καινὴν ἐκείνην διασκευὴν τοῦ συντάγματος καὶ τὸν ξυνταγματάρχην ἐπεζήτει ἐγνωκέναι.
PG 131:1139Τὸν αὐτοκράτορα Ἀλέξιον ἐστοχάζετο καὶ οὐχ ἕτερον ἡγεμόνα τῶν ταγμάτων εἶναι καὶ τῆς καινῆς ἐκείνης παρατάξεως. Καὶ ἤθελε μὲν προσβαλεῖν, οὐκ εἶχε δέ· ἀλλ’ ὅμως τὸ ἐνυάλιον ἀλαλάξαι ἐκέλευσε. Πολλοῦ δὲ στρατεύματος φαντασίαν τοῖς Ῥωμαίοις παρασχεῖν μηχανώμενος, μὴ συνασπίζειν, ἀλλὰ διῃρημένως καὶ ἀτάκτως, καθάπερ ἄνωθεν τὴν παράταξιν αὐτῶν διεγράψαμεν, θέειν ἐπέτρεψεν, ἵν’ ἐντεῦθεν τῷ ἀπροσδοκήτῳ τῆς θέας καὶ τοῖς τῶν ἵππων δρόμοις κατάκροτον αὐτοῖς πεποιηκότες τὴν ἀκοὴν τὰς τῶν Ῥωμαίων δυνάμεις καταπλήξαιεν. Ὁ δέ γε αὐτοκράτωρ, καθαπερεὶ πύργος προὔχων τῆς παρατάξεως προϊὼν ἢ στῦλος πυρὸς ἢ θεία τις καὶ οὐρανία ὄψις, τὰς φάλαγγας αὐτῶν ἀνερρώννυε καὶ ἐπὶ ταὐτοῦ βαδίζειν σχήματος ἐκέλευε καὶ θαρρεῖν παρεκελεύετο καὶ προσετίθει, μὴ πρὸς τὴν ἑαυτοῦ σωτηρίαν ἀποβλέπων τὸν τοσοῦτον ἀναδέξασθαι μόχθον, ἀλλὰ τῆς τῶν Ῥωμαίων εὐκλείας [ἕνεκα] καὶ δόξης καὶ πρὸς τούτοις ἑτοιμότατον εἶναι ὑπὲρ ἁπάντων ἀποθανεῖν. Ἅπαντες οὖν τεθαρρηκότες ἕκαστος τὸν ἴδιον ἐφύλαττε τόπον, πάνυ τὴν πορείαν ἀνειμένως ποιούμενοι, τοσοῦτον ὡς μηδὲ κινεῖν δοκεῖσθαι τοῖς βαρβάροις.
Δι’ ὅλης οὖν τῆς ἡμέρας προσβάλλοντες τῷ ῥωμαϊκῷ στρατεύματι καὶ μηδὲν ἠνυκότες μηθ’ ὅλως μήτε ἐκ μέρους διασπᾶσαι τὸ ῥωμαϊκὸν σύνταγμα δυνηθέντες, αὖθις πρὸς τὰς ἀκρολοφίας ἀνέτρεχον ἄπρακτοι, καὶ πυρσοὺς τηνικαῦτα πλείονας ἀνάψαντες δι’ ὅλης νυκτὸς ὠρύοντο καθάπερ λύκοι, ἔστι δ’ οὗ καὶ πρὸς τοὺς Ῥωμαίους ἀπέσκωπτον· ἦσαν γὰρ καί τινες ἐν αὐτοῖς μιξοβάρβαροι ἑλληνίζοντες. Αὐγαζούσης δὲ τῆς ἡμέρας τὰ αὐτὰ μηχανώμενος ὁ Μονόλυκος τοῖς Τούρκοις ἐπέταττε ποιεῖν. Ἐπὶ τούτοις καταλαβὼν καὶ αὐτὸς ὁ Κλιτζιασθλὰν σουλτάνος καὶ θεασάμενος τὴν τοῦ στρατοπέδου εὐταξίαν ἐθαύμασε μέν, ἀπέσκωψε δὲ οἷα νέος πρὸς γέροντα τὸν Μονόλυκον ὅτου χάριν τὴν μετὰ τοῦ αὐτοκράτορος ἀνεβάλετο μάχην. Ὁ δέ· «Ἐγὼ μέν, ἔφη, ὡς γέρων ἢ δειλὸς ἀγχέμαχον τὴν μετ’ αὐτοῦ συμπλοκὴν ἀνεβαλόμην μέχρι τοῦδε. Εἰ δὲ σὺ θαρρῶν ἦσθα, ἄγε δὴ πειράθητι καὶ αὐτός· τὸ πρᾶγμα διδάξει.» Εὐθὺς οὖν αὐτὸς μὲν τοῖς περὶ τὴν οὐραγίαν οὖσι προσέβαλεν, ἑτέροις [δὲ] σατράπαις τὴν κατὰ πρόσωπον τοῦ αὐτοκράτορος προσβολὴν ἐπέταξε καὶ ἄλλοις τὴν καθ’ ἑτέραν πλευρὰν τῆς παρατάξεως μάχην ἀνέθετο.
PG 131:1141Ὁ γοῦν τὸ δεξιὸν κέρας ἐπέχων Νικηφόρος ὁ Βρυέννιος καῖσαρ, τῆς κατὰ τὴν οὐραγίαν μάχης αἰσθόμενος, ἐσφάδαζε μὲν ἀμύνειν τοῖς ὄπισθεν, οὐκ ἤθελε δὲ ἀπειρίας ἢ νεότητος ἐνδείξασθαί τι, ἀλλ’ ἐπεῖχε καίτοι λυττῶντα τὸν κατὰ τῶν βαρβάρων θυμὸν καὶ σὺν εὐταξίᾳ ἐπὶ ταὐτοῦ σχήματος τὴν πορείαν ποιεῖσθαι ἐσπούδαζε. Καρτερῶς δὲ τῶν βαρβάρων μαχομένων ὁ τὸ ἀριστερὸν κέρας ἐπέχων ὁ φίλτατός μοι τῶν ἀδελφῶν ὁ πορφυρογέννητος Ἀνδρόνικος τὰς ἡνίας στρέψας σφοδρὰν μετὰ τῆς ἰδίας φάλαγγος τὴν κατὰ τῶν βαρβάρων ἐπέλευσιν ἐποιήσατο. Ὃς εἰς τὸ χαριέστατον αὐτὸ τῆς ἡλικίας ἐληλυθώς, τόλμαν δὲ συνετὴν καὶ χεῖρα δεξιὰν καὶ φρόνησιν περιττὴν ἐν πολέμοις ἔχων πρὸ καιροῦ ᾤχετο καί, ὡς οὐκ ἄν τις ἤλπισεν, ἐξ ἡμῶν ἀπῆλθε καὶ κατέδυ. Ὦ νεότης καὶ ἀκμὴ σώματος καὶ ἐπὶ τῶν ἵππων ἅλματα κοῦφα ποῦ ποτε κατερρεύσατε; Μονῳδεῖν με τὸ ἐπὶ τούτῳ πάθος ἐκβιάζεται, ἀλλ’ ὁ τῆς ἱστορίας νόμος ἐκεῖθεν αὖθις ἀπείργει. Θαυμάζειν δὲ ἔστι πῶς οὐ γίνεταί τις καὶ νῦν καθάπερ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἤ τι τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής.
Καὶ τάχα κρεῖττον ἂν εἴη πρὸς τὰ μηδὲν αἰσθανόμενα μεταμείβειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ κακοῦ. Εἰ γὰρ τοῦτ’ ἦν, τάχ’ ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά. Τὴν δὲ μάχην ἀγχέμαχον ἤδη γεγονυῖαν ὁ Νικηφόρος θεασάμενος καὶ πτοηθεὶς τὴν ἧτταν, μετὰ τῆς ἰδίας παρατάξεως ὅλας ἡνίας στρέψας ἀμύνειν ἠπείγετο. Καὶ τηνικαῦτα οἱ βάρβαροι νῶτα δεδωκότες καὶ σὺν αὐτῷ δὴ τῷ Κλιτζιασθλὰν σουλτὰν ἀνὰ κράτος φεύγοντες πρὸς τὰς ἀκρολοφίας ἠπείγοντο. Πολλοὶ μὲν οὖν τηνικαῦτα πεπτώκασι πολεμοῦντες, οἱ πλείους δὲ καὶ ἑάλωσαν. Τῶν δὲ σωθέντων ἁπάντων διασπαρέντων καὶ αὐτὸς δὴ ὁ σουλτάνος, ἀπεγνωκὼς τὰς σῳζούσας ἐλπίδας, μετὰ τοῦ οἰνοχοοῦντος αὐτῷ μόνου φεύγων περί τι τέμενος κατὰ τὴν ἀκρολοφίαν ἱδρυμένον, οὗ κυκλόθεν οὐρανομήκεις κυπάριττοι στοιχηδὸν ἑστήκεσαν, ὑπὸ τῶν διωκόντων αὐτὸν τριῶν Σκυθῶν καὶ τοῦ υἱοῦ τοῦ Οὐζᾶ στενοχωρηθεὶς ἀνελήλυθε. Καὶ μικρὸν ἐπὶ θάτερον παρεκκλίνας, ἐπεὶ μηδὲ γνώριμος τοῖς διώκουσιν ἦν, αὐτὸς μὲν σέσωστο, ὁ δέ γε οἰνοχόος παρὰ τῶν Σκυθῶν κατασχεθεὶς τῷ αὐτοκράτορι ὡς μέγα τι δῶρον προσενήνεκται.
PG 131:1143Ὁ μὲν οὖν βασιλεὺς ἐπὶ τῇ τοιαύτῃ νίκῃ καταγωνισάμενος τοὺς ἐχθροὺς ἔχαιρεν, ἠνιᾶτο δὲ ὅτι μὴ καὶ ὁ σουλτάνος εἰς χεῖρας ἐμπεσὼν κατεσχέθη, ἀλλὰ παρὰ μικροῦ, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, ἐρρύσθη. Ἑσπέρας δὲ ἤδη καταλαβούσης αὐτοῦ κατὰ τόπον αὐλίζεται, οἱ δὲ περισωθέντες τῶν βαρβάρων, αὖθις κατὰ τὰς ἀκρολοφίας ἀνελθόντες, πυρσούς τε παμπόλλους ἀνῆψαν καὶ δι’ ὅλης νυκτὸς κατὰ τῶν Ῥωμαίων ὡς κύνες περιυλάκτουν. Σκύθης δέ τις ἀποδράσας ἀπὸ τοῦ ῥωμαϊκοῦ στρατεύματος καὶ προσεληλυθὼς τῷ σουλτὰν ἔφη· «Τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ἡμέρας οὔσης μηδαμῶς ἐπιχείρει· οὐ γάρ σοι πρὸς καλὸν ἐσεῖται. Ἀλλ’ ἐπεὶ μὴ ἀποχρώσης τῆς πεδιάδος συνεσφιγμένως τὰς σκηνὰς ἐπήξατο, δι’ ὅλης νυκτὸς τοὺς πρόποδας τῶν βουνῶν κατιόντες ψιλοὶ τοξόται καὶ συχνὰ τὰ βέλη κατ’ αὐτῶν πεμπέτωσαν καὶ οὐ τὴν τυχοῦσαν ζημίαν τῷ ῥωμαϊκῷ στρατεύματι ὑφέξουσι.» Τηνικαῦτα δὲ καὶ μιξοβάρβαρός τις ἐκεῖθεν αὖθις λαθὼν τοὺς Τούρκους πρὸς τὸν βασιλέα φοιτᾷ, ἀπαγγέλλων ὁπόσα ὁ Σκύθης τῷ σουλτάνῳ προσελθὼν ὑπέθετο, καὶ τὰ βεβουλευμένα ἅπαντα κατὰ τοῦ ῥωμαϊκοῦ στρατεύματος σαφῶς διηγήσατο.
Page scan enlarged

Notebook

Full View