PG 134Joannis Zonar
Annals of John Zonaras
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 134:606Μαίσης οὖν τῆς ὁμαίμονος τῆς Ἰουλίας τῆς βασιλίδος θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους ἄρσενας ἐξ αὐτῶν, τὸν ἕνα τούτων λαβὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν εἶναι μοιχίδιον τοῦ Καρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπαναστάσεως νεωτερίσαι ἀνέπεισεν. οἳ καὶ Ἀντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόντες ἐπὶ τὸν Μακρῖνον ἤλασαν ἐν Ἀντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ ἔν τινι χωρίῳ πολὺ τῆς Ἀντιοχείας διέχοντι, ἡττήθησαν μέν· εἶτ’ αὖθις ἐπισυστάντας αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς Ἀντιόχειαν ὡς δῆθεν νενικηκώς, ἵνα μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν Ἀρτάβανον ἔπεμψεν. ἀγγελθείσης δὲ τῆς ἥττης αὐτοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν ἐσθῆτα λαβών, ὡς ἂν μὴ ἐπιγινώσκοιτο·
PG 134:607καὶ μετ’ ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας παραγενόμενος, καὶ διὰ Καππαδοκίας Γαλατίας τε καὶ Βιθυνίας ἐλθὼν μέχρις Ἐριβώλου τοῦ ἐπινείου κατ’ ἀντικρὺ κειμένου Νικομηδείας, διέπλευσεν εἰς Χαλκηδόνα. καὶ πρός τινα στείλας τῶν ἐπιτρόπων ἀργύριον ᾔτησεν. ὅθεν γνωσθεὶς συνελήφθη παρὰ τῶν τὰ Ψευδαντωνίνου φρονούντων, καὶ ἤχθη μέχρι Καππαδοκίας. ἔνθα μαθὼν ὡς ὁ υἱὸς αὐτοῦ ἑαλώκει, ἐκ τοῦ ὀχήματος ἑαυτὸν ἔρριψε καὶ τὸν ὦμον συντέτριπτο. μετ’ οὐ πολὺ δὲ καὶ ἐσφάγη, ζήσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα, αὐταρχήσας δὲ Ῥωμαίων ἕνα ἐνιαυτὸν καὶ μῆνας δύο τριῶν δέοντας ἡμερῶν, καὶ καταλυθεὶς ὑπὸ παιδαρίου. λέγεται δὲ τοῦτο τὸ ἔπος ἐν τῷ χρησμῷ ῥηθῆναι αὐτῷ ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει. Ἄβιτος δὲ ὁ Ψευδαντωνῖνος ἢ Ἀσσύριός τε καὶ Σαρδανάπαλος ἐς τὴν Ῥώμην ἐλθὼν ἕν τι χρηστοῦ αὐτοκράτορος ἔργον ἐποίησε. πολλὰ γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ λόγῳ τε καὶ ἔργῳ ὑβρισθεὶς παρὰ τῶν ἐν τῇ Ῥώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστείλαντος, οὐδένα ἐκόλασεν. ἐς τἄλλα δὲ καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ἦν.
ὁ μὲν οὖν Εὐτυχιανὸς τῶν τε δορυφόρων ἦρξε καὶ μετὰ τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ ἄλλοι τῶν ἐπιφανῶν ἀνδρῶν ἢ προφάσεων πλαττομένων ἢ καὶ δίχα προφάσεως ἐφονεύοντο, ὅτι τοῖς πραττομένοις παρ’ αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε καὶ ἐθηλύνετο, καὶ ἔδρα καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα. καὶ οὐ τοὺς ἄλλους ἔκτεινε μόνον, ἀλλὰ καὶ τῶν πάνυ φιλτάτων τινάς, οἳ σωφρόνως αὐτὸν παρῄνουν βιοῦν. καὶ θεὸν δέ τινα ξενικὸν εἰς τὴν Ῥώμην εἰσήνεγκεν Ἐλεαγάβαλον καλούμενον, καὶ τοῦ Διὸς αὐτὸν προετίμησεν· ὅθεν κἀκεῖνος ἐπωνομάσθη Ἐλεαγάβαλος. περιετμήθη τε τὸ αἰδοῖον καὶ κρεῶν χοιρείων ἀπείχετο καὶ ἐσθῆτα βαρβαρικὴν δημοσιεύων ἠμπίσχετο, οἵᾳ αἱ τῶν Σύρων κέχρηνται ἱερεῖς· ὅθεν καὶ ἐπεκλήθη Ἀσσύριος. ἔγημε δὲ πρὸς ταῖς ἄλλαις καὶ ἱερωμένην τῇ Ἑστίᾳ παρθένον, ἀσεβήσας περὶ τὰ πάτρια ἀναιδέστατα. καὶ ἔλεγε διὰ τοῦτο γῆμαι τὴν τῆς Ἑστίας ἱέρειαν, ἵν’ ἐξ ἐκείνου ἀρχιερέως ὄντος τοῦ Ἐλεαγαβάλου καὶ τῆς ἱερείας παῖδες γένωνται θεοπρεπεῖς.
PG 134:608οὐ μόνον δὲ βαρβαρικὰς ᾠδὰς ἅμα τῇ μητρὶ καὶ τῇ τήθῃ τῷ ξένῳ θεῷ αὐτοῦ ᾖδε, καὶ ἀπορρήτους προσῆγε θυσίας, παῖδας σφαγιάζων καὶ γοητεύμασι χρώμενος καὶ περιάπτοις μυρίοις ἑκάστοτε, ἀλλὰ καὶ γυναῖκα τῷ θεῷ αὐτοῦ ἐκείνῳ ἐμνήστευσεν ὡς καὶ παίδων δεομένῳ, καὶ τὴν γυναῖκα ἐς τὸ παλάτιον καθιδρύσατο, καὶ ἕδνα αὐτῇ ἐκ τῶν ὑπηκόων ἐπράξατο. αὐτὸς δὲ ἀσελγέστατα διεβίω. ἀλλ’ ἕκαστον τῶν ἐκείνου καταριθμεῖν καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσιν ἀηδέστατον· εἰρήσθω δ’ ὀλίγα τινά. ἐς καπηλεῖα νυκτὸς εἰσῄει, κόμας περιθέτους περιάπτων τῇ κεφαλῇ, καὶ ταῖς καπηλίσι συνεξητάζετό τε καὶ συνειργάζετο. καὶ εἰς τὰ περιβόητα τῶν πορνείων ἐφοίτα καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπόρνευε. καὶ ἐν τῷ παλατίῳ οἴκημά τι ἀποτάξας, γυμνός τε ἐπὶ τὰς θύρας τούτου ἑστὼς ὡς αἱ πόρναι καὶ τὸ σινδόνιον διασείων, γυναικώδει καὶ ἁβρᾷ καὶ κεκλασμένῃ φωνῇ τοὺς παριόντας προςηταιρίζετο, χρήματά τε συνέλεγε παρ’ αὐτῶν. καὶ πρὸς τοὺς συνασχημονοῦντας αὐτῷ διεφέρετο, πλείους αὐτῶν ἐραστὰς ἔχειν αὐχῶν καὶ μᾶλλον αὐτῶν ἀργυρίζεσθαι.
καὶ οὐχ οὕτω μόνον ἠσέλγαινεν, ἡρματηλάτει τε καὶ ὠρχεῖτο, ἀλλὰ καὶ ἄνδρα σχεῖν ἤθελεν ἕνα ὥσπερ γαμέτην δή τινα νόμιμον, καὶ Καίσαρα αὐτὸν ἐβούλετο προχειρίσασθαι, καὶ δέσποινα καὶ βασιλὶς ὠνομάζετο, καὶ ἐφόρει κεκρύφαλον καὶ ἐριούργει καὶ τοὺς ὀφθαλμοὺς ὑπεγράφετο. ἅπαξ τε τὸ γένειον ἀποκείρας μετέπειτα ἐψιλίζετο, ἵνα δοκοίη γυνή. ὁ δ’ ἀνὴρ αὐτῆς Καρικὸν ἦν ἀνδράποδον, ἐκαλεῖτο δ’ Ἱεροκλῆς. ἤθελε δὲ καὶ μοιχεύεσθαι δοκεῖν, ἵνα τὰς ἀσελγεστάτας μιμῆται τῶν γυναικῶν. καὶ ἐπ’ αὐτοφώρῳ ἑκουσίως ἡλίσκετο, καὶ ἐλοιδορεῖτο πρὸς τοῦ ἀνδρός, ἐπλήττετό τε ὑπώπια. καί τις δ’ Αὐρήλιος καλὸς μὲν καὶ πᾶν τὸ σῶμα, τὰ δ’ αἰδοῖα φέρων ὑπερμεγέθη, ἐμηνύθη αὐτῷ, καὶ αὐτίκα ὑπὸ πομπῇ μεγαλοπρεπεῖ προσήχθη, ᾧ προσειπόντι χαῖρε, κύριε αὐτόκρατορ ἐκεῖνος θρύψει γυναικώδει τὸν αὐχένα παρεγκλίνας καὶ ἐπιμύσας βραχύ τι τὰ ὄμματα μή με λέγε κύριον ἔφη, ἐγὼ γὰρ κυρία εἰμί. ἐπεὶ δὲ συλλουσάμενος αὐτῷ εὗρε τὴν φήμην οὐ ψευσαμένην, ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη καὶ ἐν τοῖς κόλποις ὡς ἐρωμένη ἐδείπνησε.
δείσας οὖν ὁ Ἱεροκλῆς μὴ ὑπὸ τοῦ Αὐρηλίου παρευδοκιμηθῇ, γοητείαις ἢ καὶ φαρμάκῳ τινὶ ἐξεθήλυνεν αὐτὸν καὶ ἐνάρκωσεν, ὡς ἐπὶ πᾶσαν τὴν νύκτα μεῖναι πρὸς μίξιν ἀκίνητον· διὸ καὶ ἐκ τοῦ παλατίου ἐξηλάθη καὶ ἐκ τῆς Ῥώμης καὶ ἐκ τῆς Ἰταλίας αὐτῆς. ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι’ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προϊσχόμενος. Διὰ ταῦτα ἐμισήθη ὑπὸ πάντων ὁ Σαρδανάπαλος, μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ. εἶτα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελφῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα ἔθετο, καὶ Ἀλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέλευσεν. μετ’ οὐ πολὺ μέντοι πάντας ὑποπτεύων, μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, μετέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἱ δορυφόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ Ἀλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπειρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ’ ᾔσθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ὥρμησε μὲν ἐκδρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περιπλακεῖσα αὐτῷ συναπώλετο.
PG 134:609ὧν ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· εἶτα τὸ τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς ἄλλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγκατεσφάγη δ’ αὐτῷ καὶ ὁ Ἱεροκλῆς καὶ ἄλλοι πολλοί, ἄρξαντι ἔτη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν, ἐξ ὅτου τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς αὐταρχίας τετύχηκε. Τούτου κρατοῦντος Ζεφυρῖνος ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος μεταλλάττει τὸν βίον, ἰθύνας ταύτην ἔτεσιν ὀκτωκαίδεκα· μεθ’ ὃν Κάλλιστος προέστη τῶν ἐκεῖσε πιστῶν ἐπὶ πέντε ἐνιαυτούς· καὶ τοῦτον Οὐρβανὸς διαδέχεται. Τοῦ δὲ Ψευδαντωνίνου ἀναιρεθέντος Ἀλέξανδρος ὁ Μαμαίας ὁ ἐκείνου ἀνεψιός, οὕτω γὰρ οἱ παλαιοὶ τοὺς ἐξαδέλφους ὠνόμαζον, τὴν αὐταρχίαν ἀπεκληρώσατο. ὃς αὐτίκα τὴν οἰκείαν μητέρα Μαμαίαν Αὐγούσταν ἀνεῖπεν, ἣ τὴν τῶν πραγμάτων οἰκονομίαν μετεκεχείριστο, καὶ περὶ τὸν υἱὸν σοφοὺς ἄνδρας συνήγαγεν, ἵνα δι’ ἐκείνων αὐτῷ τὰ ἤθη ῥυθμίζοιτο, κἀκ τῆς γερουσίας τοὺς ἀμείνονας συμβούλους προσείλετο, ἅπαν πρακτέον κοινουμένη αὐτοῖς.
Δομιτίῳ δέ γε Οὐλπιανῷ τῆς τῶν δορυφόρων ἀνατεθείσης ἀρχῆς καὶ τῆς τῶν κοινῶν διοικήσεως, πολλὰ τῶν ὑπὸ Σαρδαναπάλου πραχθέντων παρ’ ἐκείνου ἐπηνωρθώθη. ὃς τὸν Φλαβιανὸν καὶ τὸν Χρῆστον ἀποκτείνας, ἵν’ αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων νυκτὸς ἐπιθεμένων αὐτῷ κατεσφάγη. ζῶντος δ’ ἔτι τοῦ Οὐλπιανοῦ στάσις ἔκ τινος βραχείας λαβῆς μέσον τοῦ δήμου καὶ τῶν δορυφόρων ἐγένετο, καὶ ἐπὶ τρεῖς ἡμέρας ἀλλήλοις ἐμάχοντο. ἡττωμένων δὲ τῶν στρατιωτῶν καὶ πῦρ ταῖς οἰκίαις ὑποβαλλόντων, δείσας ὁ δῆμος περὶ τῆς πόλεως κατηλλάγη καὶ ἄκων αὐτοῖς. καὶ ἄλλαι δ’ ἐπαναστάσεις γενόμεναι κατεπαύθησαν. Ἥττων δ’ οὖσα χρημάτων ἡ Ἀλεξάνδρου μήτηρ ἐχρηματίζετο πάντοθεν. ἠγάγετο δὲ καὶ τῷ υἱῷ γαμετήν, ἣν οὐ συνεχώρησεν ἀναρρηθῆναι Αὐγούσταν, ἀλλὰ καὶ μετά τινα χρόνον τοῦ υἱοῦ αὐτὴν ἀποσπάσασα εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ’ ἐκείνου. ὁ δὲ ἀντειπεῖν τῇ μητρὶ οὐκ ἠδύνατο, καταρχούσῃ αὐτοῦ. Ἀρταξέρξης μέντοι ὁ Πέρσης, ὃς ἐξ ἀφανῶν καὶ ἀδόξων ἦν, τὴν τῶν Πάρθων βασιλείαν Πέρσαις περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ’ οὗ λέγεται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος.
PG 134:610μετὰ γὰρ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διάδοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων ἦρχον καὶ τῶν ἄλλων ἐθνῶν, κατ’ ἀλλήλων δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων δ’ οὕτως ἠσθενηκότων πρῶτος Ἀρσακίδης Παρθυαῖος τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ὧν τελευταῖος γέγονεν ὁ Ἀρτάβανος. τὸν δὲ ὁ ῥηθεὶς Ἀρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. εἶτα καὶ ἐπὶ τὴν Ἀρμενίαν ἐλάσας ἡττήθη τῶν Ἀρμενίων καὶ Μήδων μετὰ τῶν παίδων τοῦ Ἀρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αὖθις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυνάμεως μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφήδρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. εἶτα Καππαδοκίαν ὁ Ἀρταξέρξης οὗτος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπολιόρκει τὴν Νίσιβιν. ὁ μέντοι Ἀλέξανδρος οὗτος πρέσβεις ἔπεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν.
ὁ δὲ βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, ἄνδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ἵπποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ ὅπλοις κοσμήσας λαμπροῖς ἔπεμψε πρὸς τὸν Ἀλέξανδρον, οὕτω καταπλήξειν αὐτόν τε καὶ τοὺς Ῥωμαίους οἰόμενος. οἳ ἀφικόμενοι καὶ εἰς ὄψιν ἐλθόντες τῷ Ἀλεξάνδρῳ κελεύει ὁ μέγας βασιλεὺς Ἀρταξέρξης εἶπον ἀφίστασθαι Ῥωμαίους Συρίας καὶ τῆς ἀντικειμένης τῇ Εὐρώπῃ Ἀσίας πάσης, καὶ παραχωρῆσαι Πέρσαις ἄρχειν μέχρι θαλάσσης. τούτους συλλαβὼν ὁ Ἀλέξανδρος, καὶ περιδύσας τὰ ὅπλα καὶ τὰς στολάς, ἀφελόμενός τε τοὺς ἵππους, εἰς κώμας πλείστας διέσπειρε καὶ ἠνάγκαζε γεωργεῖν· κτεῖναι γὰρ αὐτοὺς οὐκ ἔκρινεν ὅσιον. αὐτὸς δὲ τὰ οἰκεῖα στρατεύματα εἰς τρεῖς διελὼν μοίρας τριχῇ τοῖς Πέρσαις προσέβαλε. καὶ πολὺς μὲν τῶν Περσῶν συμβέβηκεν ὄλεθρος, πλεῖστοι δὲ καὶ τῶν Ῥωμαίων ἐφθάρησαν, οὐ τοσοῦτον ὑπὸ τῶν πολεμίων ὅσον ἐν τῷ ἐπανιέναι διὰ τῶν τῆς Ἀρμενίας ὀρῶν. δυσχειμέρων γὰρ ὄντων τούτων οἱ τῶν ὁδοιπορούντων πόδες, ἐνίων δὲ καὶ αἱ χεῖρες ἐκ τοῦ ψύχους ἠκρωτηριάσθησαν μελανθεῖσαι καὶ νεκρωθεῖσαι. διὸ καὶ ἐν αἰτίᾳ Ῥωμαίοις γέγονεν ὁ Ἀλέξανδρος.
ὅθεν ἐξ ἀθυμίας ἢ καὶ ἀπὸ τῆς τῶν ἀέρων ἐναλλαγῆς σφόδρα ἐνόσησεν. ἀναρρωσθεὶς δὲ καὶ εἰς Γερμανοὺς ἐμβαλὼν δι’ ἀκοντιστῶν καὶ τοξοτῶν ἐλύπει αὐτούς. στέλλει δὲ καὶ πρὸς αὐτοὺς πρέσβεις περὶ συμβάσεων ἐπὶ χρήμασι. διὸ χαλεπήναντες οἱ στρατιῶται πρὸς ἀποστασίαν ἀπεῖδον. καί τινα Μαξιμῖνον Θρᾷκα τὸ γένος, ἐκ παίδων δὲ ποιμαίνειν λαχόντα καὶ μετὰ ταῦτα στρατιώτην γενόμενον, ἄκοντα δῆθεν λαβόντες ὠνόμασαν αὐτοκράτορα. ὁ δὲ τοὺς ἀνειπόντας αὐτὸν παραλαβὼν ἀπῄει εὐθὺς ὅπου διέτριβεν ὁ Ἀλέξανδρος. ταῦτα δ’ ἐκεῖνος πυθόμενος τοὺς μετ’ αὐτοῦ στρατιώτας εἰς ἀντίληψιν αὐτοῦ παρεκάλει· οἱ δὲ ἐπηγγέλλοντο. καὶ ἐπιστάντος τοῦ Μαξιμίνου συνήγαγε τὴν στρατιὰν ὁ Ἀλέξανδρος καὶ συμβαλεῖν τοῖς τοῦ Μαξιμίνου ἐπέτρεπεν. οἱ δὲ τήν τε μητέρα αὐτοῦ ἐλοιδόρουν καὶ ἐπὶ φιλοχρηματίᾳ διέσυρον, καὶ εἰς ἐκεῖνον ἐξύβριζον ὡς δειλόν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρουν. ὁ δὲ ἔρημον βοηθείας ὁρῶν ἑαυτόν, ἐπανῆλθεν εἰς τὴν σκηνήν, καὶ τῇ μητρὶ περιπλακεὶς ὠλοφύρετο. καὶ ὁ Μαξιμῖνος ἑκατόνταρχον στείλας καὶ αὐτὸν ἀνεῖλε καὶ τὴν μητέρα καὶ τοὺς οἳ συνῆσαν αὐτοῖς, καὶ τῆς βασιλείας γέγονεν ἐγκρατής.
PG 134:611Μαμαία δὲ ἡ Ἀλεξάνδρου μήτηρ ἀρετῆς ἦν ἀντιποιουμένη καὶ βίου σεμνοῦ. ἣ ἐν Ἀντιοχείᾳ συνδιάγουσα τῷ υἱῷ, καὶ περὶ Ὠριγένους πυθομένη, μετεπέμψατο ἐξ Ἀλεξανδρείας αὐτόν· καὶ ὑπ’ αὐτοῦ τὸν λόγον κατηχηθεῖσα τῆς πίστεως, θεοσεβεστάτη γέγονεν, ὡς ὁ Εὐσέβιος ἱστορεῖ καὶ ἄλλοι δέ τινες τῶν συγγραφέων φασίν. ὅθεν οὐ μόνον ὁ κατὰ χριστιανῶν ἠρέμησε διωγμὸς τότε, ἀλλὰ καὶ τιμῆς ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν. Τότε Οὐρβανοῦ τῆς ἐπισκοπῆς τῆς Ῥωμαίων πόλεως προεστῶτος καὶ Ἱππόλυτος ἤνθει, ἀνὴρ ἱερώτατος καὶ σοφώτατος, ἐπίσκοπος τοῦ κατὰ Ῥώμην πόρτου γενόμενος, ὃς καὶ πολλὰ συγγράμματα συνεγράψατο, διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. Ἀντιοχείας δὲ ἦν τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων Ἀσκληπιάδης· καὶ Σαρδιανὸς Ἱεροσολύμων. Καὶ ὁ μὲν Ἀλέξανδρος ἔτη Ῥωμαίων ἡγεμονεύσας δέκα, ὃν εἴρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξιμῖνος τὴν ἀρχὴν διεδέξατο. ὃς αὐτίκα καὶ διωγμὸν κατὰ τῶν χριστωνύμων ἐπήγειρε, καὶ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας ἀναιρεῖσθαι κεκέλευκεν ὡς διδασκάλους τοῦ κατὰ Χριστὸν μυστηρίου καὶ κήρυκας.
λέγεται δὲ κατὰ μῆνιν τὴν πρὸς Ἀλέξανδρον κινῆσαι τὸν διωγμόν, ὡς ἐκείνου τιμῶντος τοὺς σεβομένους Χριστόν. ἐμεμήνει γὰρ κατ’ ἐκείνου τοῦ αὐτοκράτορος, ὅτι στρατηγὸς ὑπ’ ἐκείνου προχειρισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας καὶ αἴσχιστα ἡττηθεὶς ὀργῆς ἐπειράθη βασιλικῆς. ἦν δὲ τοῦ διωγμοῦ καὶ δεύτερον αἴτιον, ὅτι πολλοὶ κατὰ τὸν Ἀλεξάνδρου οἶκον ἦσαν τὸν Χριστὸν ἐπεγνωκότες θεόν. ὅτε καὶ Ἀμβρόσιος φιλόλογος ἀνήρ, ὃς τὸν Ὠριγένην πρὸς ἐξήγησιν ἠρέθισε τῆς θείας γραφῆς καὶ δαψιλῆ αὐτῷ ἐχορήγει τὰ ἀναλώματα καὶ ταχυγράφους ἑπτὰ αὐτῷ παρεστήσατο ἀμοιβαδὸν τῇ γραφῇ χρωμένους κατὰ τεταγμένους καιροὺς καὶ βιβλιογράφους οὐχ ἥττους κόρας τε καλλιγραφεῖν ἠσκημένας, τῷ τοῦ μαρτυρίου λέγεται κοσμηθῆναι στεφάνῳ, ἅμα Πρωτοκτήτῳ πρεςβυτέρῳ. Αὐταρχήσας δ’ οὗτος ὁ Μαξιμῖνος εὐθὺς ἐπέστειλε τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις.
PG 134:612ὑβριστής τε γὰρ ἦν καὶ ἐρασιχρήματος, κἀντεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύραννος ἄντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ’ εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φείσασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν δ’ οἷον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρίδας ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας δὲ κατὰ Γερμανῶν τὴν χώραν αὐτῶν ἐληίσατο, τῶν βαρβάρων μηδενὸς ὑποφαινομένου. εἶτα περὶ τὰ ἕλη καὶ τὰς συνεχεῖς ἀνεφάνησαν ὕλας· κἀκεῖ δὲ τῶν Ῥωμαίων εἰσελασάντων πλήθη πολλὰ ἀνῃρέθησαν. καὶ οὕτω νικήσας ἐπανῆλθεν ὁ Μαξιμῖνος, αἰχμαλώτων πληθὺν ἐπαγόμενος. πάντα δὲ τὰ τῶν ὑπηκόων σφετεριζόμενος καὶ χρηματιζόμενος πάντοθεν οὐδὲ τῶν ἱερῶν ἀπέσχετο. αἰτιωμένων οὖν ξυμπάντων τοὺς στρατιώτας τοὺς αὐτὸν βασιλεύσαντας, οἱ ἐν Λιβύῃ στρατευόμενοι ταῦτα μαθόντες πρὸς ἀποστασίαν ἀπεῖδον, καί τινος ἑτέρας αἰτίας ἐρεθισάσης αὐτούς.
οἱ γὰρ τῶν τῆς Λιβύης πραγμάτων ἐπίτροποι τῶν ἐν αὐτῇ εὐπορούντων τὰς οὐσίας ἐξ οὐδεμιᾶς εὐλόγου ἀφῃροῦντο λαβῆς καὶ τοὺς κεκτημένους αὐτὰς προσαπώλλυον. ἐντεῦθεν ἀγανακτήσαντες οἱ ἐκεῖ ἐπανέστησαν, καί τινα τῶν ἐκ τῆς βουλῆς ἄνδρα πρεσβύτην κεκλημένον Γορδιανὸν καὶ ἄκοντα κατασχόντες, διάδημά τε τούτῳ περιτιθέασι καὶ πορφύραν ἐνδύουσι καὶ ἀναγορεύουσιν αὐτοκράτορά τε καὶ Αὔγουστον. ὁ δὲ ἐν Καρθαγένῃ παραγίνεται· καὶ αὐτὸν ἀσμένως τῷ πρὸς τὸν Μαξιμῖνον μίσει ἐδέξαντο σύμπαντες. ἐπιστέλλει οὖν τῇ βουλῇ, καὶ τοὺς ἀγγελοῦντας τὴν ἀνάρρησιν αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ ἀπέστειλε. τῶν δὲ σταλέντων χρονισάντων κατὰ τὸν πλοῦν, καὶ οἱ ἐν τῇ Ῥώμῃ μὴ φέροντες τὴν τυραννίδα τοῦ Μαξιμίνου πρὸς ἀποστασίαν κεκίνηντο καὶ τὰς ἐκείνου εἰκόνας καθῄρουν καὶ τῷ τυράννῳ ἐλοιδοροῦντο. εἶτα γνωσιμαχήσαντες, ὡς εἰ σώζοιτο Μαξιμῖνος, οὐκ ἔσται σφίσι σωτηρίας ἐλπίς, δύο προβάλλονται στρατηγοὺς Μάξιμόν τε καὶ Ἀλβῖνον, καὶ ἄμφω τῇ βουλῇ συναριθμουμένους. τινὲς δὲ Καίσαρας αὐτοὺς πρὸς τῆς βουλῆς ἱστόρησαν ἀναγορευθῆναι, μήπω μαθούσης τὴν ἀνάρρησιν τοῦ Γορδιανοῦ.
Ὁ δέ γε Μαξιμῖνος ταῦτα μαθὼν ὥρμησεν ἐπὶ Ἰταλίαν, πολλὰ τῇ συγκλήτῳ ἀπειλησάμενος. γνοὺς δὲ τὸν Μάξιμον χωρήσαντα κατ’ αὐτοῦ, ὁ γὰρ Ἀλβῖνος εἰς φυλακὴν τῆς Ῥώμης ἔμεινεν ἐν αὐτῇ, ἐπὶ Ἀκυληίαν ἀπένευσε, Μαυρουσίους ἔχων μεθ’ ἑαυτοῦ, ταύτην σπεύδων προκατασχεῖν. Ἀκυληία δὲ ἡ νῦν Βενετία λέγεται εἶναι. ἀλλ’ ἀπεκρούσθη, τῶν ἐν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀποκρουσθεὶς δὲ τῆς Ἀκυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκηνὴν ἀνεχώρησε· στασιασάντων δὲ τῶν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. ἦν δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἑξήκοντα, ἀφ’ ὧν ἐβασίλευσεν ἕξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν Ἀκυληίᾳ ἐπεδείχθησαν καὶ εἰς τὴν Ῥώμην ἐπέμφθησαν. οἱ δ’ ἐν τῇ Ῥώμῃ κατὰ τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολόπισαν, ἵν’ εἴη πᾶσι περίοπτος. Ἐντεῦθεν ὁ Μάξιμος εἰς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ ὁ Ἀλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο·
PG 134:613καὶ συνῆρχον ἄμφω, καὶ ἦρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ὅτι οὐκ αὐτοί, ἀλλ’ ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. εἶτα καὶ αὐτοὶ οἱ βασιλεῖς πρὸς ἀλλήλους ἔσχον διαφοράς, καὶ τοῦτ’ αἴτιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. εἶτα πυθόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περισῶσαι βουλεύονται, ἵνα μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ὧν ὁ μὲν Μάξιμος ἐτῶν ἦν ἑβδομήκοντα καὶ τεσσάρων, ὁ δὲ Ἀλβῖνος ἑξήκοντα· καὶ ἐβασίλευσαν κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ εἴκοσι, καθ’ ἑτέρους δὲ οὐχ ὅλους μῆνας τρεῖς. Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγεγράφασι τὴν Ῥωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ’ ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπολαύσαντα, οὔπω γὰρ δύο παρεληλυθέναι μῆνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ’ ἕτερόν τινα.
μεθ’ ὃν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, ἄρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ὃς ἐκεῖ, ὡς ἤδη μοι ἐρρήθη, προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς Ῥώμης ἐπιβεβηκότα νοσῆσαι, τὸ μὲν ὅτι ὑπέργηρως ἦν, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ’ ὅτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας εἴκοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί. Οἱ μὲν οὖν οὕτω παρηκολουθηκέναι ταῦθ’ ἱστορήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδιανοῦ, καὶ πολλοὺς αὐτῶν, ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ οὕτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν.
PG 134:614Οἱ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περσῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ἵππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ἵππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ οὕτως ἀνακομισθῆναι εἰς Ῥώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, ἐπὶ ἓξ ἐνιαυτοὺς αὐταρχήσαντα. Οὐρβανὸς δὲ ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἔτεσιν ἀρχιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπεβίω· ὃν Ποντιανὸς διεδέξατο. τῆς δ’ Ἀντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν Ῥώμῃ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ἔσχε διάδοχον τὸν Ἀντέρωτα, ἐν ἓξ ἔτεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε Ἀντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς ἄλλην ζωὴν μετελήλυθε. μεθ’ ὃν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος.
λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ὥστε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ’ αὐτῶν ἐκλεγῆναι, παρεῖναι καὶ τὸν Φλαβιανὸν ἄρτι ἥκοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησομένου τῆς ἐκκλησίας, ἀλλ’ ἑτέρους εἶναι περὶ ὧν ἦν τοῖς συνειλεγμένοις φροντὶς τίς ἂν προκριθείη αὐτῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν ἅπαντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ὥσπερ ἀπὸ συνθήματος, καί ἄξιος ἐπιβοῆσαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν ἄνδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. Ὠριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν ἐκέκτητο φοιτητάς, εἶχε δὲ καὶ τὸν μέγαν Γρηγόριον τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα Ἀθηνόδωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο. Μετὰ δὲ τὸν νέον Γορδιανὸν ἕτερος αὖθις Γορδιανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς.
ὃς ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ Ἀρταξέρξου τοῦ ἔθνους ἡγεμονεύοντος, ἥττησέ τε τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κάρας Ῥωμαίοις αὖθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, εἶτα πρὸς Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. οὗτος γὰρ ὁ Γορδιανὸς ἄρξας ἔπαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκλέα καλούμενον. μέχρι μὲν οὖν περιῆν ἐκεῖνος, καλῶς εἶχε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἱ τὰ πράγματα, Τιμησοκλέους δὲ τελευτήσαντος Φίλιππος προκεχείριστο ἔπαρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ αὐτοκράτορος. οἱ δέ φασιν ὅτι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ὥστε τοὺς στρατιώτας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκράτορος ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λιμοῦ, καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυτοὺς ἡγεμονεύσαντα ἕξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ.
PG 134:615ὡς δ’ ἀπηγγέλη τῇ γερουσίᾳ ἡ τοῦ Γορδιανοῦ σφαγή, ἕτερον αὐτοκράτορα διήγειρεν αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διάγων. τοῦ δὲ θανόντος κρατεῖ τῆς Ῥωμαίων ἡγεμονίας Σευῆρος Ὁστιλιανός. ἀλλὰ καὶ οὗτος οὔπω σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νοσήσας γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν. Ἐπανελθὼν οὖν ὁ Φίλιππος ἐγκρατὴς ἐγένετο τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐν δὲ τῷ ἐπανιέναι τὸν υἱὸν Φίλιππον κοινωνὸν τῆς βασιλείας προσείλετο. σπονδὰς δὲ πρὸς Σαπώρην θέμενος τὸν τῶν Περσῶν βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ Ἀρμενίας. γνοὺς δὲ Ῥωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν τούτων παραχώρησιν, μετ’ ὀλίγον ἠθέτησε τὰς συνθήκας καὶ τῶν χωρῶν ἐπελάβετο. ἦν δὲ ὁ Σαπώρης, ὡς ἱστόρηται, ὑπερμεγέθης τὸν ὄγκον τοῦ σώματος, καὶ οἷος οὔπω τότε ὤφθη ἀνήρ.
Ἐπαναζεύξας δὲ ὁ Φίλιππος εὐμενὴς ἦν τοῖς χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ὥστε καὶ εὐχῶν ἐπ’ ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι ὅσα οἱ ἡμάρτητο. οὐ γὰρ ἄλλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομολογήσεται καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν καταλέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι τινὲς τοῦτον εἶναι τὸν πατέρα τῆς μάρτυρος Εὐγενίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. ἔπαρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ’ Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται. Οὗτος δ’ ὁ αὐτοκράτωρ Φίλιππος πρὸς Σκύθας ἀράμενος πόλεμον εἰς Ῥώμην ἐπανῆλθεν. ἐν δὲ Μυσοῖς Μαρῖνός τις ταξιάρχης ὢν παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθορύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως.
PG 134:616τῶν ἄλλων δὲ σιωπώντων ὁ Δέκιος μὴ δεῖν φροντίζειν εἶπεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ’ αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οἷα ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ὃ μετ’ ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας οὖν ὁ Φίλιππος διὰ τοῦτο τὸν Δέκιον, ἀπελθεῖν προετρέπετο εἰς Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ’ ἑαυτῷ μήτε τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ Φίλιππος καὶ ἔτι ἐνέκειτο. κἀκεῖνος καὶ ἄκων ἀπῄει· καὶ ἀπελθόντα εὐθὺς αὐτὸν οἱ στρατιῶται βασιλέα εὐφήμησαν. τοῦ δὲ ἀπαναινομένου, τὰ ξίφη σπασάμενοι δέξασθαι αὐτὸν ἠνάγκασαν τὴν ἀρχήν. γράφει οὖν ἐκεῖθεν τῷ Φιλίππῳ μὴ ταραχθῆναι· εἰ γὰρ ἐπισταίη τῇ Ῥώμῃ, ἀποθήσεται τὰ τῆς βασιλείας παράσημα. ἀλλ’ ἀπιστήσας τούτῳ ὁ Φίλιππος ἐξεστράτευσε κατ’ αὐτοῦ· καὶ συμβαλὼν τοῖς τοῦ Δεκίου ἔπεσεν ἐν πρώτοις ἀγωνιζόμενος· σὺν αὐτῷ δὲ καὶ ὁ υἱὸς αὐτοῦ ἀνῄρητο Φίλιππος. ὧν θανόντων τῷ Δεκίῳ ξύμπαντες προσεχώρησαν. ἐβασίλευσε δὲ κατὰ μέν τινας πέντε ἐνιαυτούς, καθ’ ἑτέρους δὲ ἓξ ἐπὶ τοσούτοις μησίν.
ὥρμητο δ’ ἐκ Βόστρων, ὅπου καὶ πόλιν βασιλεύσας ἐπώνυμον ἑαυτῷ ἐδομήσατο, Φιλιππούπολιν ὀνομάσας αὐτήν. Ὅ γε μὴν Δέκιος πάντων, ὡς εἴρηται, τῶν στρατευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν Ῥώμην ἐπανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ὄγκον καὶ τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ἔνιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ’ οἳ καὶ δι’ ἔχθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι τὸν Δέκιον, οἷα παρ’ ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ὅτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν Ῥώμῃ προϊστάμενος ἐκκλησίας ἔτυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν Ἀντιοχείᾳ πιστῶν τὴν ἐκκλησίαν διέπων, καὶ Ἀλέξανδρος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς ἤδη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ὢν τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως.
τῶν οὖν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν Ῥώμῃ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν Ἀντιοχείᾳ δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν Ἀλεξανδρείᾳ Διονύσιος, ἐν δ’ Ἱεροσολύμοις ἀντὶ Ἀλεξάνδρου Μαζαβάνης· καὶ ἄλλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατηξιώθησαν. Τότε καὶ Ὠριγένης παρήχθη μὲν εἰς βῆμα τυραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ἔτυχε δὲ τέλους μαρτυρικοῦ, οἶμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος ἄξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. οὗτος, ὡς ἔμπροσθεν εἴρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ’ ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εἴς τε τὴν ἁγίαν τριάδα καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς·
PG 134:617καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς οὔτε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς οὔτε μὴν τὸν υἱὸν τὸ πνεῦμα, ὥσπερ οὐδὲ οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε τοὺς ἀγγέλους οἱ ἄνθρωποι. αὗται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ Ὠριγένους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλαςφήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶσθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ὃν ἀνέπλαττεν ἐκεῖνος ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν τούτῳ ἐπ’ ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προςειληφέναι δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος ἕξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαιμόνων εἰσηγεῖτο ἔσεσθαι μέλλειν ἀποκατάστασιν, καὶ τὴν κόλασιν χρονικήν, ἀλλ’ οὐκ αἰωνίζουσαν· πρὸς κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας.
τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεόμενα, ἵν’ ὁ ταύτης ὕθλος σαφηνισθείη, παρείθησαν, ὥσπερ καὶ ἄλλαι τῶν ἐκείνου βλασφημιῶν. Τὰ μὲν οὖν κατὰ τὸν Ὠριγένην, ὃν ἐκάλουν καὶ Ἀδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ Ῥώμην ἐκκλησίας πρεσβύτερος αἱρεσιάρχης ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν, εἶτ’ ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ’ οὗ καὶ σύνοδος ἐν Ῥώμῃ συνέστη, Κορνηλίου ταύτης προϊσταμένου. ἐν ᾗ προσδέχεσθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτωκότας δεῖν ἔδοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἱ θεῖοι πατέρες ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον. Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπιστολῆς Διονυσίου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης.
PG 134:618φησὶ γὰρ ταῦτ’ ἐπιστεῖλαι πρὸς ῥῆμα τὸν Διονύσιον Σαραπίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν ἄφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί σπεῦσον εἶπε, κάλεσόν μοι τῶν πρεσβυτέρων τινά· καὶ πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ’ ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἵν’ εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων ἧκες ἔφη τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ με.3 ἀπέβρεξεν ὁ παῖς, καὶ ἅμα τε ἐνέχεε τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα.
ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ἕως λυθῇ καὶ τῆς ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οἷς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ; ταῦτα ἡ τοῦ Διονυσίου διέξεισιν ἐπιστολή. Δέκιος δὲ οὕτω διατεθεὶς εἰς τοὺς τὸν Χριστὸν σεβομένους, οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν Ῥωμαίων ἀνύσας ἀρχῇ αἴσχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ἕνα τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ὄντος, ἐκεῖ παρατάξασθαι. οὕτω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν Ῥωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύϊ τοῦ τέλματος.
Κρατεῖ οὖν ὁ Γάλλος, ὃν τινὲς μὲν τῶν συγγραφέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυμον, ἄλλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ εἶναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν τῆς τῶν Ῥωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ Ῥωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ Ῥωμαίων ληίζεσθαι. καὶ σπεισάμενος οὕτως ἐπανῆλθεν εἰς Ῥώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ οὗτος γέγονε τοῖς χριστιανοῖς, καὶ οὐχ ἧττον Δεκίου, διωγμὸν κατ’ αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. ἤρξατο δ’ αὖθις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατεσχέθη παρ’ αὐτῶν ἡ Ἀρμενία, τοῦ ταύτης βασιλέως Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προςρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν Ἰταλίαν εἰσέβαλον, πλῆθος ὄντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἑλλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λίμνην ὑπερβᾶσαν ἐπὶ τὸν Εὔξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ ἄλλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ὡρμήκεσαν.
PG 134:619ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχεδὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἑσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οἵ γε μὴν Σκύθαι τεταγμένα παρὰ Ῥωμαίων κατὰ συνθήκας λαμβάνοντες ἐπετείως, ἥκασι ταῦτα ληψόμενοι, καὶ ἥττονα λέγοντες εἶναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, ἄρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις διδόμενα ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἱ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, ἄτερ ὀλίγων ἀπέκτειναν ἅπαντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδραμόντες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ’ αὐτὸν στρατιώτας· καὶ Ῥωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ὃς αὐτίκα τὰς δυνάμεις ἀγείρας ἔσπευδε τὴν Ἰταλίαν καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν ἦλθον ταῦτα τῷ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο.
καὶ συρραγέντων ἀλλήλοις τῶν στρατευμάτων ἥττηντο οἱ τοῦ Γάλλου, ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασιλεύσαντας ἔτη δύο καὶ μῆνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφισάμενοι. Ἀναρρηθεὶς δὲ οὕτως αὐτοκράτωρ ὁ Αἰμιλιανὸς ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκστρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ καταλιπών. ἀλλ’ οὐδὲν τούτων ἔφθη πεποιηκώς, Οὐαλεριανοῦ ἐπαναστάντος αὐτῷ· ὃς τῶν ὑπὲρ τὰς Ἄλπεις ἄρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις συναγαγὼν πρὸς τὴν Ῥώμην ἠπείγετο.
PG 134:620οἱ γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρατιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι Ῥωμαίους ὑπ’ ἀλλήλων ὅσιον κρίναντες καὶ πολέμους συγκροτεῖσθαι ὁμογενῶν, καὶ ἄλλως δὲ τὸν μὲν Αἰμιλιανὸν ἀνάξιον λογιζόμενοι βασιλείας ὡς ἄδοξόν τε καὶ χαμερπῆ, τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οἷα δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν οὔπω τέσσαρας μῆνας ἡγεμονεύσαντα, ἄγοντα δὲ τῆς ἡλικίας ἐνιαυτὸν τεσσαρακοστόν· καὶ προσίασιν Οὐαλεριανῷ καὶ ἀμάχως αὐτῷ τὴν Ῥωμαίων ἀρχὴν ἐγχειρίζουσι. Φλαβιανοῦ δὲ ἐπὶ Δεκίου, ὡς εἴρηται, μαρτυρήσαντος, Κορνήλιος τὴν τῆς Ῥώμης ποιμαντικὴν διεδέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον, ὃς οὐδ’ ὄγδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς Ῥώμης ἐπισκοπῇ τελευτᾷ. καὶ Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· οὗπερ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς.
οὗ καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρτυρα ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξύστος εἰς τὸν ἀρχιερατικὸν τῆς Ῥώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αἵρεσις ἐν Πτολεμαί̈δι τῆς Πενταπόλεως. Ἀλλὰ τὰ μὲν κατὰ τοὺς τῆς Ῥώμης ἀρχιερεῖς ἔσχον οὕτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς Ῥωμαίων ἡγεμονίας δραξάμενος, καὶ οὗτος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες. ἐθνῶν οὖν καὶ ἐπὶ τούτου γενομένης ἐπαναστάσεως, κακῶς εἶχον Ῥωμαίοις τὰ πράγματα. οἵ τε γὰρ Σκύθαι τὸν Ἴστρον διαβάντες καὶ αὖθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν καὶ εἷλον. εἰς δέος δὲ τοσοῦτον ἅπαντας περιέστησαν ὡς Ἀθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖχος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλα χρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν Ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν.
ἀλλὰ μὴν καὶ Πέρσαι, Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδραμον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν Ἔδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ὤκνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν Ἐδέσῃ στρατιῶται ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβάροις πολλοὺς ἀναιροῦσι καὶ πλεῖστα σκῦλα λαμβάνουσιν, ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ πολυπλασίους ὄντες τοὺς Ῥωμαίους ἐκύκλωσαν, καὶ οἱ πλείους μὲν ἔπεσον, ἔνιοι δὲ καὶ διέφυγον, Οὐαλεριανὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων ἤδη κρατεῖν ᾤετο· καὶ ὠμὸς ὢν πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν. Οἱ μὲν οὖν οὕτως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ’ οἳ ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ὅτι ἐν Ἐδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα.
PG 134:621ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ἵνα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ὅσον τὸ ἐπ’ αὐτῷ, καὶ τὰ Ῥωμαίων στρατεύματα. οὐ μὴν οἱ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδοσίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. εἴτε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς εἴθ’ ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως ἤγετο παρὰ τοῦ Σαπώρου. Οἱ Πέρσαι δὲ κατὰ πᾶσαν ἄδειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ Ὀρόντῃ αἱροῦσιν Ἀντιόχειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ὥστ’ ἀποζῆν, οὔτε μὴν ὕδατος μετέχειν εἰς κόρον εἴων αὐτούς, ἀλλ’ ἅπαξ τῆς ἡμέρας οἱ τούτων φρουροὶ ἤλαυνον αὐτοὺς ἐφ’ ὕδωρ ὥσπερ βοσκήματα.
τὴν Καισάρειαν δὲ πολυάνθρωπον οὖσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον εἷλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν ἤ τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ὅθεν νυκτὸς εἰσῆλθον οἱ Πέρσαι καὶ πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ἵππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέσον τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε τῆς πόλεως καὶ διαφυγεῖν ἴσχυσεν. Οὕτω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχθέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην Ῥωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἱ μέντοι Ῥωμαῖοι φυγόντες, ὡς εἴρηται, στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα·
PG 134:622ὃς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως ἐπιόντας ταῖς χώραις τῷ μή τινα οἴεσθαι αὐτοῖς ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς εἷλε Σαπώρου σὺν πλούτῳ πολλῷ. οἷς ἐκεῖνος περιαλγήσας οἴκαδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐαλεριανὸν ἐπαγόμενος· ὃς καὶ ἐν Περσίδι κατέστρεψε τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαιζόμενος. Οὐ μόνος δ’ ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος Ὠδέναθος συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν. Ἐν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρατεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ’ ἄνδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ Ῥωμαίων.
ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, ἣν διελθεῖν τοῖς ὑποζυγίοις ἄπορον ἦν, αἰχμαλώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ἵν’ οὕτως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν ὑποζύγια· καὶ οὕτω διελθεῖν ἱστορεῖται τὴν φάραγγα. Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν Ῥωμαίων ἐκκλησίας καθηγεῖτο Ξύστος, τῆς δὲ τῶν Ἀντιοχέων Δημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν Ἱεροσολύμων Ὑμέναιος Μαζαβάνου θανόντος, τῆς δ’ ἐν Ἀλεξανδρείᾳ προίστατο Διονύσιος. Μετὰ δὲ τὸν Οὐαλεριανὸν Γαλιῆνος ὁ ἐκείνου υἱὸς τῆς τῶν Ῥωμαίων ἡγεμονίας γέγονεν ἐγκρατής, ὃν ὁ πατὴρ κατὰ Περσῶν στρατευόμενος εἰς τὰ ἑσπέρια εἴασε τοῖς ἐν τῇ Ἰταλίᾳ ἐφεδρεύουσι καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ὃς Ἀλαμαννοῖς περὶ τριάκοντα μυριάδας οὖσι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· εἶτα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπεξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις.
Αὐρίολος δὲ ἐκ χώρας ὢν Γετικῆς τῆς ὕστερον Δακίας ἐπικληθείσης καὶ γένους ἐκφὺς ἀσήμου, ποιμὴν γὰρ ἐτύγχανε πρότερον, τῆς τύχης δὲ αὐτὸν εἰς μέγα βουληθείσης ἐπᾶραι, ἐστρατεύσατο, καὶ περιδέξιος γεγονώς, τῶν βασιλικῶν ἵππων φροντιστὴς προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρισμένος ἔδοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ Ἰγγενοῦον αὐτοκράτορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξαμένου περὶ τὸ Σίρμιον μετὰ τῶν ἄλλων καὶ Μαυρουσίους ἐπαγομένου, οἳ ἀπὸ Μήδων κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ Ἰγγενούου φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν Ἰγγενοῦον φεύγειν ἀπεγνωκότα καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ. Αὖθις οὖν Ποστοῦμος τῷ Γαλιήνῳ ἐπανίσταται. παῖδα γὰρ ἔχων ὁ αὐτοκράτωρ οὗτος ὁμώνυμον, δεξιόν τε καὶ εὐπρόσωπον, ὃν καὶ τῆς βασιλείας εἶχε διάδοχον, ἐν Ἀγριππίνῃ τῇ πόλει κατέλιπε, τοῖς Γάλλοις ὑπὸ Σκυθῶν πορθουμένοις ἐπικουρήσοντα. ᾧ καί τινα Ἀλβανὸν κεκλημένον ἐπέστησε διὰ τὴν νεότητα τοῦ υἱοῦ.
PG 134:623Ποστοῦμος δὲ εἰς φυλακὴν τοῦ Ῥήνου ποταμοῦ ἐαθείς, ὥστε κωλύειν τοῖς πέραν οἰκοῦσιν βαρβάροις τὴν εἰς τὴν Ῥωμαί̈δα χώραν διάβασιν, λαθοῦσί τισι καὶ διαβᾶσι τὸν ποταμὸν καὶ λείαν ἐπαγομένοις πολλὴν ἐν τῷ ἐπανιέναι ἐπέθετο, καὶ πολλοὺς μὲν ἀνεῖλε, τὴν δὲ λείαν ἀφείλετο ξύμπασαν, καὶ αὐτίκα ταύτην τοῖς στρατιώταις διένειμεν. ὃ μαθὼν ὁ Ἀλβανός, πέμψας ἀποκομισθῆναι αὐτῷ καὶ τῷ νέῳ Γαλιήνῳ τὴν λείαν ἀπῄτει. καὶ ὁ Ποστοῦμος συγκαλέσας τοὺς στρατιώτας εἰσέπραττεν ἐξ αὐτῶν τὰ τῆς λείας, εἰς ἀποστασίαν αὐτοὺς παρακινῆσαι μηχανώμενος· ὃ καὶ γέγονε· καὶ μετ’ αὐτῶν τῇ πόλει τῇ Ἀγριππίνῃ προσέβαλε, καὶ οἱ τῆς πόλεως τόν τε παῖδα τοῦ βασιλέως καὶ τὸν Ἀλβανὸν αὐτῷ ἐκδεδώκασιν, οὓς καὶ ἄμφω ἀπέκτεινε. Ταῦτα γνοὺς ὁ Γαλιῆνος πρὸς τὸν Ποστοῦμον ἀπῄει, καὶ συμμίξας αὐτῷ πρότερον μὲν ἡττήθη, εἶτα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Ποστοῦμον φεύγειν. στέλλεται οὖν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ’ ἐπανελθὼν εἶπε μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Ποστοῦμος δ’ οὕτω διαφυγὼν αὖθις συνίστα στρατόν.
καὶ πάλιν ὁ Γαλιῆνος ἤλαυνεν ἐπ’ αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασιλεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολιορκίαν διέλυσε. Καὶ ἄλλος δὲ τῷ Γαλιήνῳ κεκίνητο πόλεμος παρὰ Μακρίνου, ὃς δύο ἔχων υἱοὺς Μακριανὸν καὶ Κύιντον τυραννίδι ἐπικεχείρηκε. καὶ αὐτὸς μέν, ὅτι θάτερον πεπήρωτο τῶν σκελῶν, οὐκ ἐνέδυ τὴν στολὴν τὴν βασίλειον, τοῖς δ’ υἱοῖς αὐτὴν περιέβαλε. καὶ οἱ ἐν τῇ Ἀσίᾳ ἀσμένως αὐτὸν προσεδέξαντο· ὁ δὲ ὀλίγα πρὸς Πέρσας ἐνδιατρίψας ἐπὶ Γαλιῆνον παρεσκευάζετο, καὶ τοῖς Πέρσαις Βαλλίσταν ἀντικατέστησεν, ὃν αὐτὸς προεχειρίσατο ἵππαρχον, καὶ σὺν τούτῳ καὶ τὸν υἱὸν αὐτοῦ καταλέλοιπε Κύιντον. πέμπει οὖν ὁ βασιλεὺς κατὰ Μακρίνου καὶ Μακριανοῦ τοῦ υἱοῦ αὐτοῦ τὸν Αὐρίολον μετὰ καὶ στρατηγῶν ἑτέρων. καὶ προσμίξαντες αὐτοῖς ἐκύκλωσαν σφᾶς καί τινας ἀνεῖλον· ἐφείδοντο γὰρ αὐτῶν ὡς ὁμογενῶν, καὶ ἤλπιζον προσρυῆναι αὐτοὺς τῷ βασιλεῖ. ἐκεῖνοι δ’ οὐκ ἐνεδίδουν. ἐκ δέ τινος τυχαίου συμβάματος ἅπαντες τῷ βασιλεῖ προσερύησαν.
PG 134:624βαδίζοντες γὰρ οἱ περὶ τοὺς τυραννοῦντας ὀρθίας τὰς σημαίας ἀνεῖχον, εἷς δὲ τῶν σημαίας φερόντων ἐν τῷ βαδίζειν συμποδισθεὶς πέπτωκε, καὶ ἡ σημαία ἐκείνου πεσόντος κατήνεκτο. ἰδόντες οὖν οἱ λοιποὶ ὅσοι τὰς σημαίας ἔφερον τὴν κλιθεῖσαν σημαίαν, καὶ ἀγνοήσαντες ὅπως ἐκείνη ἐκέκλιτο, ὑπέλαβον ἑκόντα τὸν ταύτην κατέχοντα ἐπικλῖναι αὐτὴν τῷ βασιλεῖ μεταθέμενον. καὶ αὐτίκα κἀκεῖνοι πάσας κεκλίκασι καὶ προσούδισαν καὶ τὸν Γαλιῆνον εὐφήμησαν, μόνον τῶν Παιόνων περιλειφθέντων τοῖς περὶ τὸν Μακρῖνον. εἶτα κἀκείνων μεταθέσθαι βουλομένων, ὁ Μακρῖνος σὺν τῷ υἱῷ αὐτοῦ μὴ ἐκδοῦναι αὐτοὺς αὐτῶν ἐδεήθησαν, ἀλλ’ ἀνελεῖν πρότερον σφᾶς καὶ οὕτω προσχωρῆσαι τῷ βασιλεῖ· ὃ πεποιηκότες οἱ Παίονες παρέδωκαν ἑαυτούς. Κύιντός γε μὴν ὁ νεώτερος τοῦ Μακρίνου υἱὸς ἐν τῇ ἑῴᾳ ἦν σὺν Βαλλίστᾳ, πᾶσαν αὐτὴν σχεδὸν πεποιημένος ὑφ’ ἑαυτόν. ἐφ’ οὓς ὁ Γαλιῆνος Ὠδέναθον ἔπεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. τῆς ἥττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμβάσης ἀγγελθείσης τῷ Κυί̈ντῳ καὶ τῷ Βαλλίστᾳ, πολλαὶ τῶν ὑπ’ αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ’ ἐν Ἐμέσῃ διῆγον.
ἔνθα γενόμενος ὁ Ὠδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. Ὠδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν. Οὗτος ὁ Ὠδέναθος μέγας γενόμενος καὶ Ῥωμαίοις πιστὸς καὶ ἐν πολλοῖς πολέμοις διαφόρων ἐθνῶν καὶ κατ’ αὐτῶν τῶν Περσῶν ἀριστεύσας, τελευταῖον ὑπὸ τοῦ ἰδίου ἀδελφόπαιδος ἀνῃρέθη. ἐν γὰρ θήρᾳ τῷ θείῳ συνὼν ἐκεῖνος, ἐπεὶ θηρίον ἐξέθορε, προεπεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ Ὠδέναθος ἠγανάκτησε καὶ ἠπείλησε τῷ ἀνεψιῷ. ὁ δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ Ὠδέναθος ἀφείλετο τὸν ἵππον αὐτοῦ· τοῦτο δὲ εἰς μεγάλην ὕβριν τοῖς βαρβάροις λογίζεται. ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. εἶτα ὁ πρεσβύτερος τῶν Ὠδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πατέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ Ὠδενάθῳ ἐπελθὼν μετὰ ξίφους κἀκεῖνον ἀνεῖλε καὶ τὸν ἐκείνου υἱόν, δι’ οὗπερ ἐλέλυτο. ἀνῃρέθη δὲ κἀκεῖνος, τινῶν ἐπιθεμένων αὐτῷ.
Αὖθις δὲ ἑτέρα κατὰ τοῦ Γαλιήνου ἐπανάστασις γέγονεν, ἣν Αὐρίολος συνεστήσατο, πάσης ἄρχων τῆς ἵππου καὶ μέγα δυνάμενος. ὃς τὴν πόλιν τὰ Μεδιόλανα κατασχὼν ἑτοιμάζετο συμμίξαι τῷ βασιλεῖ. ἐλθὼν δὲ κἀκεῖνος μετὰ δυνάμεως, καὶ τῷ τυραννοῦντι ἀντιταξάμενος, πολλοὺς τῶν αὐτῷ συνόντων διέφθειρεν. ὅτε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιουμένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. ὅπερ οἱ πολέμιοι θεασάμενοι ἐπῆλθον τῇ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. εἷς δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβαλὼν συνέρραπτεν αὐτό. ὡς οὖν εἶδε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περιθύμως ὥρμησε κατ’ αὐτῶν. καὶ πλήξας ἕνα καὶ δεύτερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς τὴν ἐκείνου ὁρμήν.
PG 134:625καὶ οὕτω πλειόνων συνδραμόντων στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή. Ἔτι δὲ πολιορκοῦντος τοῦ βασιλέως τὰ Μεδιόλανα Αὐρηλιανὸς σὺν ἱππεῦσι προσῆλθεν αὐτῷ· μεθ’ οὗ ἀνελεῖν αὐτὸν οἱ μεγιστᾶνες προεβουλεύσαντο, ὑπερετίθεντο δὲ τὸ σκέμμα ἕως ἁλῷεν τὰ Μεδιόλανα. μαθόντες δ’ ἐγνῶσθαι τὸ σφῶν διαβούλιον, ἐπετάχυναν τὴν ἐπιβουλήν. καὶ στέλλουσί τινας, πολεμίους ἐπιέναι τῷ Γαλιήνῳ ἀγγέλλοντας· ὁ δὲ αὐτίκα ἐξώρμησε κατ’ αὐτῶν, ὥρας ἤδη ἐφεστώσης ἀρίστου, καὶ ὀλίγων συνεφεπομένων αὐτῷ. ἀπιόντι δὲ συναντῶσιν ἱππεῖς· ὧν οὐ πόρρω που ἀφεστώτων αὐτοῦ, καὶ μήτε τῶν ἵππων ἀποβάντων μήτε τι ἕτερον ποιούντων ἃ πρὸς βασιλεῖς νενόμιστο γίνεσθαι, ἤρετο τοὺς παρόντας ἐκεῖνος τί οὗτοι βούλονται; οἱ δέ παῦσαί σε τῆς ἀρχῆς ἀπεκρίθησαν. καὶ ὃς αὐτίκα τῷ ἵππῳ τὸν χαλινὸν ἐνδοὺς εἰς φυγὴν ἐτράπη. καὶ κἂν διέφυγε τοὺς ἐπιβουλεύοντας τῇ ταχυτῆτι τοῦ ἵππου, εἰ μὴ ὕδατος ἐνέτυχεν ὀχετῷ· παρελθεῖν γὰρ τοῦτον ὁ ἵππος ἀποδεδειλιακὼς ἔστη, καὶ οὕτω κατέλαβον οἱ διώκοντες. καί τις κατ’ αὐτοῦ τὸ δόρυ ἠκόντισεν.
ὁ δὲ πληγεὶς τοῦ ἵππου κατήνεκτο, καὶ ἐπὶ μικρὸν διαρκέσας ἐκ τῆς τοῦ αἵματος ἐτελεύτησε ῥύσεως, βασιλεύσας ἐνιαυτοὺς πεντεκαίδεκα σὺν τοῖς τοῦ πατρός. ἦν δὲ τὴν γνώμην φιλότιμος καὶ πᾶσι θέλων χαρίζεσθαι, καὶ οὐδεὶς αἰτούμενος αὐτὸν διημάρτανεν. οὔτε μὴν τοὺς ἐναντιωθέντας αὐτῷ ἢ προστεθέντας τοῖς τυραννήσασιν ἐτιμωρήσατο. Οἱ μὲν οὖν οὕτως ἱστόρησαν ἀναιρεθῆναι τὸν Γαλιῆνον, οἱ δὲ παρὰ Ἡρακλειανοῦ τοῦ ἐπάρχου σφαγῆναι τοῦτόν φασι. τοῦ γὰρ Αὐριόλου ἐν Κελτοῖς στρατηγοῦντος καὶ ἐπαναστάντος αὐτῷ ἥκοντός τε ἐπὶ Ἰταλίαν σὺν ταῖς δυνάμεσι, καὶ ὁ Γαλιῆνος κατ’ ἐκείνου ἐξώρμησε. νυκτὸς δὲ πρόσεισιν αὐτῷ ἐν τῇ σκηνῇ καθεύδοντι ὁ Ἡρακλειανός, κεκοινωνηκὼς τῆς ἐπιβουλῆς καὶ Κλαυδίῳ ἀνδρὶ στρατηγικωτάτῳ, ἀπαγγέλλων ὡς Αὐρίολος ἤδη ἔπεισι μετὰ βαρείας δυνάμεως. ὁ δὲ πρὸς τὸ τῆς ἀγγελίας αἰφνίδιον τεθορυβημένος, τῆς κλίνης ἀναθορὼν καὶ ἡμίγυμνος ᾔτει τὰ ὅπλα. καὶ ὁ Ἡρακλειανὸς πλήττει τοῦτον καιρίαν καὶ ἀποκτίννυσιν. Ἐν τοῖς τούτου χρόνοις Ξύστος ὁ τῆς Ῥωμαίων ἐκκλησίας προστὰς ἐπ’ ἔτη ἕνδεκα τελευτᾷ, καὶ Διονύσιος αὐτὸν διαδέχεται.
PG 134:626ἀλλὰ καὶ τοῦ ἐν Ἀντιοχείᾳ τὴν τοῦ Χριστοῦ ποιμαίνοντος ποίμνην Δημητριανοῦ τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς παραλαμβάνει τὴν ἐκκλησίαν, ὃς ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενομένου καὶ οὐ θεοῦ. καθ’ οὗ σύνοδον οἱ τῶν λοιπῶν ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ᾗ παρῆν καὶ Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος Ἀθηνόδωρος, ἤλεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ’ ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ ἔντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθοδόξων, διάταγμα ἔθετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκκλησίαν οἷς ἂν οἱ κατὰ τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη Δόμνος. Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ὅπλα καταθέμενος αὐτῷ ὑπετάγη· ὃς αὖθις τυραννῆσαι ἐπιχειρῶν ὑπὸ τῶν στρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα.
νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· ὅθεν καὶ οἱ ἔτι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν οὖν γυνή τις, ἧς χωρίον αὐτὸς πρὸ τῆς βασιλείας εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα Κλαύδιος ὁ ἵππαρχος ἠδίκησέ με. ὁ δέ ὅπερ ὁ Κλαύδιος ἰδιώτης ὢν ἀφείλετο εἶπεν ἡνίκα μή τι αὐτῷ τῶν νόμων ἔμελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν. Ἐν Ῥώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ἔτι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς Ἀσίαν τε καὶ Εὐρώπην καὶ ληιζομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ἔφη ὡς ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι. Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· ἣ πάλαι μὲν Ἠμαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου δὲ γυναικὸς Θεσσαλονίκης.
ἀλλ’ ἐκείνης μὲν τῆς πόλεως ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς Ἀθήναις εἷλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εἷς δέ τις τῶν συνετῶν παρ’ αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἱ Ἕλληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ἔργων καὶ οὕτως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ Ἀθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συναγαγών, μετὰ πλοίων ἐκ θαλάσσης ἐπῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμαχίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνίκησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν ἄξιον τῆς βασιλείας εἶπε τυγχάνειν. εἰσὶ δ’ οἳ λέγουσιν ὅτι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν.
PG 134:627ἔνιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν Ῥώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντιλιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ὢν ὁ Κυντιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχείρισιν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυτὸν ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αἵματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ὥσπερ τὴν βασιλείαν. ἀλλ’ οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις συμφωνοῦσιν οἱ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ’ ἕνα ἄρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἱ δὲ ἐπὶ δύο, ὧν ἐστι καὶ Εὐσέβιος. Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς ἦν Κώνστας ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ. Αὐρηλιανὸς δὲ τῆς ἡγεμονίας ἐπιβεβηκὼς Ῥωμαίων ἤρετο τοὺς ἐν τέλει ὅπως βασιλεύειν χρεών. ὧν εἷς εἶπεν αὐτῷ ὡς ἐὰν βούλῃ βασιλεῦσαι καλῶς, χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον.
ὃς πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, μετ’ οὐ πολὺ τοῦ σιδήρου πειραθείς. Οὗτος ὁ αὐτοκράτωρ πρότερον μὲν τοῖς τὸν Χριστὸν σεβομένοις ἐπιεικῶς προσεφέρετο, προϊόντος δέ οἱ τοῦ χρόνου τῆς αὐταρχίας ἠλλοίωτο, καὶ διωγμὸν ἐγεῖραι κατὰ τῶν πιστῶν καὶ αὐτὸς ἐβουλεύσατο, καὶ ἤδη καὶ διατάγματα συνεγράφετο. ἀλλ’ ἐπέσχεν ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων Ἰησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν. Ἀλλὰ μήπω περὶ τοῦ τέλους αὐτοῦ, τὰ δ’ ἐν τῇ αὐταρχίᾳ αὐτῷ πραχθέντα διηγητέον. στρατηγικώτατος γὰρ ὢν πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασίλισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ’ αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. ἣν ἔνιοι μὲν εἰς Ῥώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συναφθῆναι τῶν ἐπιφανεστέρων ἑνί, οἱ δὲ καθ’ ὁδὸν θανεῖν αὐτὴν λέγουσι, περιαλγήσασαν διὰ τὴν τῆς τύχης μεταβολήν· μίαν δὲ τῶν θυγατέρων αὐτῆς λαβεῖν εἰς γυναῖκα τὸν Αὐρηλιανόν, τὰς δὲ λοιπὰς ἐπισήμοις τῶν Ῥωμαίων συζεῦξαι.
PG 134:628Οὗτος καὶ τὰς Γαλλίας ἐπὶ πλείστοις ἔτεσι παρά τινων τυραννούντων κατεχομένας τῇ Ῥωμαίων ἡγεμονίᾳ αὖθις ἐπανεσώσατο, καὶ ἄρχοντας ταύταις ἐγκαταστήσας αὐτὸς ἐπὶ Ῥώμην ἐπανελήλυθε, καὶ ἐθριάμβευσεν ἐπὶ ὀχήματος ἐλεφάντων τεσσάρων. ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν ἔθετο, ἀνῃρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν Ἡράκλειαν. Ἔρως γάρ τις καλούμενος καὶ τῶν ἔξωθεν φερομένων ἀποκρίσεων ὢν μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν, ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνόματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· ἣν ἐκείνοις ὑποδείξας παρέθηξε τοὺς ἄνδρας πρὸς φόνον τοῦ αὐτοκράτορος. δείσαντες γὰρ ἐκεῖνοι περὶ τῇ σφετέρᾳ ζωῇ ἐπιτίθενται τῷ Αὐρηλιανῷ καὶ ἀναιροῦσιν αὐτόν, ἓξ ἐνιαυτοὺς ἠνυκότα παρὰ τῇ βασιλείᾳ μηνῶν ὀλίγων ἐνδέοντας. Ὃν διεδέξατο Τάκιτος, πρεσβύτης ἀνήρ· πέντε γὰρ ἐτῶν εἶναι καὶ ἑβδομήκοντα ἀναγράφεται ὅτε ᾑρέθη εἰς μοναρχίαν.
τὸ στρατιωτικὸν δὲ αὐτὸν ἀνηγόρευσε καὶ ἀπόντα· ἐν Καμπανίᾳ γὰρ τότε διέτριβεν. ἔνθα δεδεγμένος τὸ ψήφισμα, εἰς Ῥώμην εἰσήλασε μετὰ σχήματος ἰδιωτικοῦ, καὶ γνώμῃ τῆς συγκλήτου τε καὶ τοῦ δήμου τὴν στολὴν περιεβάλετο τὴν βασίλειον. Σκύθαι δὲ τὴν Μαιώτιδα λίμνην καὶ τὸν Φᾶσιν ποταμὸν περαιωθέντες Πόντῳ καὶ Καππαδοκίᾳ ἐπῆλθον καὶ Γαλατίᾳ καὶ Κιλικίᾳ. τούτοις ὁ Τάκιτος συμμίξας καὶ ὁ Φλωριανὸς ὕπαρχος ὢν πολλοὺς ἀνεῖλον, οἱ δὲ λοιποὶ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο. Μαξιμῖνον δέ τινα συγγενῆ ἑαυτοῦ ἡγεμόνα τῆς Συρίας προεχειρίσατο Τάκιτος· ὁ δὲ κακῶς τῇ ἀρχῇ χρώμενος ἀνῃρέθη παρὰ στρατιωτῶν. καὶ δείσαντες οἱ τοῦτον ἀνελόντες ὡς οὐκ ἀτιμωρήτους αὐτοὺς ὁ αὐτοκράτωρ παρόψεται, ἐπιδιώξαντες κἀκεῖνον ἀνεῖλον, οὔπω ἕβδομον μῆνα παρὰ τῇ βασιλείᾳ ἀνύσαντα, κατὰ δέ τινας μὴ ὅλους δύο ἐνιαυτούς. Καὶ τούτου σφαγέντος δύο κατὰ ταὐτὸν ἀνερρήθησαν βασιλεῖς, Πρόβος μὲν ἐν τῇ ἑῴᾳ παρὰ τῶν στρατιωτῶν, ἐν δὲ Ῥώμῃ παρὰ τῆς συγκλήτου Φλωριανός. καὶ ἦρχον ἄμφω, Πρόβος μὲν ἐν τῇ Αἰγύπτῳ καὶ Συρίᾳ καὶ Φοινίκῃ καὶ Παλαιστίνῃ, ὁ δέ γε Φλωριανὸς ἐκ Κιλικίας μέχρις Ἰταλίας καὶ τῶν Ἑσπερίων.
PG 134:629ἀλλ’ οὗτος οὐδ’ ὅλον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς ἅμα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναιρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων σταλῆναι. τοῦ δὲ θανόντος, ὡς εἴρηται, ὁ Πρόβος τὴν ὅλην ἐξουσίαν περιεζώσατο. ὃς ἐλλογιμώτατος εἶναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οἳ τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ ὀνειδίσαι καὶ ἀποκτεῖναι. Σατορνίνου δὲ Μαυρουσίου τυραννίδι ἐπιχειρήσαντος, ὃς ἦν αὐτῷ φίλτατος, τὸν τοῦτο μεμηνυκότα ἐτιμωρήσατο, τῇ ἀγγελίᾳ διαπιστῶν· ὁ δὲ Σατορνῖνος ὑπὸ στρατιωτῶν ἀνῃρέθη. ἕτερος δέ τις ἐν Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ὃν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρουσίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ὃς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆθεν φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος.
Οὗτος τῷ ἔθνει τῶν Γερμανῶν ἐπιτιθεμένων ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἀντιταττόμενος, τοῦ πολέμου πλείονα χρόνον ἐπικρατήσαντος ἐν περιστάσει ἐγένετο, λιμοῦ συμβεβηκότος ἐπὶ τῇ αὐτοῦ στρατιᾷ. ὅτε λάβρος λέγεται καταρραγῆναι ὄμβρος ἐν τῷ αὐτοῦ στρατοπέδῳ, τῷ δ’ ὑετῷ καὶ σῖτον συγκατενεχθῆναι πολύν, εἴ τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι’ αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι. Γέγονε δὲ κατ’ αὐτοῦ καὶ ἄλλη τις ἐπανάστασις. μέρους γὰρ τῆς Εὐρώπης ὁ Κᾶρος ἄρχων ἔγνω τοὺς ὑπ’ αὐτὸν στρατιώτας βουλευομένους ἀνειπεῖν αὐτὸν αὐτοκράτορα, καὶ τοῦτο τῷ Πρόβῳ ἐδήλωσε, δεόμενος ἐκεῖθεν ἀνακληθῆναι. ὁ δὲ οὐκ ἤθελεν ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες οὖν οἱ στρατιῶται τὸν Κᾶρον καὶ ἄκοντα καταδέξασθαι τὴν τῶν Ῥωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν αὐτῷ ἐπὶ Ἰταλίαν ὡρμήκεσαν. καὶ ὁ Πρόβος τοῦτο μαθὼν στράτευμα ἔπεμψε σὺν ἄρχοντι ἀντιστῆναι αὐτῷ. ἤδη δὲ πλησιάσαντες οἱ πεμφθέντες τῷ Κάρῳ, δεσμήσαντες τὸν ἄρχοντα ἑαυτῶν, κἀκεῖνον καὶ ἑαυτοὺς τῷ Κάρῳ παραδεδώκασιν.
ὁ δὲ Πρόβος ὑπὸ τῶν οἰκείων ἀνῄρητο δορυφόρων, μαθόντων τὴν τῶν στρατιωτῶν πρὸς Κᾶρον προσχώρησιν. ὁ δὲ χρόνος τῆς αὐταρχίας τοῦ Πρόβου οὐχ ὁλόκληροι γεγόνασιν ἐνιαυτοὶ ἕξ. Κᾶρος δὲ τῆς βασιλείας γενόμενος ἐγκρατὴς τοὺς οἰκείους υἱοὺς Καρῖνον καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν ἐξεστράτευσεν ἅμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ’ ἂν ἐκινδύνευσε τὸ στράτευμα τῶν Ῥωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ὃ οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ Κᾶρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς Ῥώμην ἄγων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. εἶτα τοῦ ἔθνους ἐπαναστάντος τῶν Σαρματῶν κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ἔθνος ὑπέταξεν. ὃς τὸ μὲν γένος Γαλάτης ἦν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται.

Book VIIILiber Octavus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 134:630οἱ μὲν γάρ φασι κατὰ Οὔννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἱ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ἔνθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἱστόρησαν. Ὧι ἐπεὶ τὸ βιώσιμον εἴθ’ οὕτως εἴτ’ ἄλλως ἐπιλελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλινάντων νῶτα Ῥωμαίων, οἱ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ὅλου τοῦ σώματος τὴν δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ οὕτω διαφθαρῆναι, οἱ δὲ ἐκ Περσίδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιανὸν αὐτοκράτορα εἵλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ἔργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον.
Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς Ῥώμην διάγων χαλεπὸς τοῖς Ῥωμαίοις ἐτύγχανεν, ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ὃς ὑπὸ Διοκλητιανοῦ εἰς Ῥώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ’ ὁλόκληρον τριετής. Ἐν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος ἐκ τῶν Περσῶν εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ’ οὗ τὸ τῶν Μανιχαίων ὄνομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ὃς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν ἅγιον, ᾧ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρισθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, ἣν ἐκ πολλῶν ἀθέων δογμάτων τῶν ἤδη ἀπεσβηκυιῶν αἱρέσεων συνεφόρησε. Διονυσίου μέντοι τοῦ τοὺς ἐν Ῥώμῃ πιστοὺς ποιμαίνοντος ἔτη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς Ῥώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς Ῥωμαίων ἐπισκοπῆς.
PG 134:631οὔπω δὲ μησὶ δέκα καὶ οὗτος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος. οὗπερ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. οὗτοι δ’ ἦσαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τίμαιος, τὸν δὲ Τίμαιον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ’ ὃν ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν ἔσχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν Ἱεροσολύμων ἐκκλησίας μετὰ τὸν Ὑμέναιον προέστη Ζάβδας, οὗ κεκοιμημένου μετ’ οὐ πολὺ Ἕρμων τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ Διονύσιον ἔτεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκόπησεν. ὃν διεδέξατο Πέτρος, ὃς καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἤρατο, τὴν κεφαλὴν ἐκτμηθείς. Αἱ μὲν οὖν τῶν ἀρχιερέων τούτων διαδοχαὶ ἔσχον οὕτως. Διοκλητιανὸς δὲ τὴν ἡγεμονίαν λαχών, ὃς Δαλμάτης μὲν ἦν τὸ γένος, πατέρων δ’ ἀσήμων, τινὲς δὲ καὶ ἀπελεύθερον αὐτόν φασιν Ἀνουλίνου συγκλητικοῦ, ἐξ εὐτελῶν στρατιωτῶν δοὺξ Μυσίας ἐγένετο.
ἄλλοι δὲ κόμητα δομεστίκων αὐτὸν γενέσθαι φασί· δομεστίκους δέ τινες τοὺς ἱππέας νομίζουσι. διαλεγόμενος δὲ τοῖς στρατιώταις διεβεβαίου μὴ κοινωνῆσαι τῷ φόνῳ τοῦ Νουμεριανοῦ· καὶ ἐν τῷ ταῦτα λέγειν στραφεὶς πρὸς τὸν Ἄπρον ἔπαρχον ὄντα τοῦ στρατεύματος οὗτος ἔφη ὁ ἐκείνου φονεύς, καὶ αὐτίκα τῷ μετὰ χεῖρας ξίφει αὐτὸν ἀνεῖλεν. ἐν δὲ τῇ Ῥώμῃ γενόμενος τῶν τῆς ἀρχῆς πραγμάτων ἀντεποιεῖτο καὶ τῆς τούτων ἥψατο διοικήσεως. ἀπιδὼν δὲ πρὸς τὸ τῆς βασιλείας ὑπέρογκον, κοινωνὸν αὐτῆς προσλαμβάνεται κατὰ τὸ τέταρτον ἔτος τῆς ἡγεμονίας αὐτοῦ, ἢ καθ’ ἑτέρους κατὰ τὸ δεύτερον, Μαξιμιανὸν τὸν Ἑρκούλιον, μὴ ἑαυτὸν μόνον ἀρκοῦντα πρὸς τοσαύτης ἀρχῆς διοίκησιν λογισάμενος. Ἄμφω τοίνυν συμπνεύσαντες διωγμὸν ἐγείρουσι κατὰ χριστιανῶν, τῶν πρὶν γεγονότων ἁπάντων σφοδρότερόν τε καὶ ἀγριώτερον. ἐκθύμως γὰρ ἢ μᾶλλον περιμανῶς τὸ τοῦ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ἔσπευδον ἐκ πάσης γῆς ἐξαλεῖψαι σωτήριον ὄνομα. ὅτε κατὰ πᾶσαν πόλιν καὶ χώραν τοσοῦτοι ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσαντο, ὡς μηδ’ ἀριθμῷ σχεδὸν αὐτοὺς ὑπαχθῆναι ῥᾴδιον εἶναι·
ἔργον γὰρ τοῦτο τῶν ἄλλων ἁπάντων ἐτίθεντο σπουδαιότερον. Βουσίρεως δὲ καὶ Κοπτοῦ πόλεων Αἰγυπτιακῶν περὶ τὰς ἐκεῖ Θήβας οἰκουμένων εἰς ἀποστασίαν ἐκκλινασῶν, ὁ Διοκλητιανὸς ἐκστρατεύσας κατ’ αὐτῶν εἷλέ τε αὐτὰς καὶ κατέσκαψεν. εἶτ’ αὖθις Ἀλεξάνδρεια καὶ ἡ Αἴγυπτος ἀντῆραν χεῖρα Ῥωμαίοις, Ἀχιλλέως τινὸς εἰς τοῦτο τοὺς Αἰγυπτίους ὑπαγαγόντος· ἀλλὰ Ῥωμαίων αὐτοῖς ἐπελθόντων σὺν Διοκλητιανῷ, οὐκ ἀντέσχον ἐπὶ πολύ, καὶ πολλοὶ τῶν αἰτίων τῆς στάσεως ἀνῃρέθησαν, καὶ αὐτὸς Ἀχιλλεύς. Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς Καίσαρας ἐχειροτόνησαν τοὺς ἑαυτῶν κηδεστάς, ὁ μὲν Διοκλητιανὸς Μαξιμῖνον τὸν Γαλέριον, τὴν οἰκείαν θυγατέρα συζεύξας αὐτῷ Βαλερίαν· ὁ δ’ Ἑρκούλιος Μαξιμιανὸς Κώνσταντα, ὃς ἐπεκλήθη Χλωρὸς διὰ τὴν ὠχρότητα, θυγατριδοῦν ὄντα Κλαυδίου τοῦ πρὸ μικροῦ βασιλεύσαντος, ὡς ἤδη μοι εἴρηται, καὶ αὐτὸς τούτῳ τὴν ἑαυτοῦ θυγατέρα Θεοδώραν κατεγγυήσας. καὶ ἄμφω δὲ τὼ Καίσαρε τούτω γαμετὰς εἰχέτην, ἀλλὰ διὰ τὸ πρὸς τοὺς βασιλεῖς κῆδος τὰς μὲν ἀπώσαντο, ταῖς δὲ τῶν βασιλέων θυγατράσι συνῴκησαν.
PG 134:632Ἀμάνδου δέ τινος νεωτερίσαντος ἐν Γαλλίαις, Μαξιμιανὸς ἐκεῖσε γενόμενος τὸν νεωτερισμὸν κατέστειλε. Κράσσον δὲ Βρεττανίαν κατεσχηκότα ἐπὶ ἐνιαυτοὺς τρεῖς ὁ ἔπαρχος ἀνεῖλεν Ἀσκληπιόδοτος· καὶ πέντε τινῶν Γεντιανῶν τὴν Ἀφρικὴν κατασχόντων ὁ Ἑρκούλιος τούτους κατηγωνίσατο. Ὁ δέ γε Καῖσαρ Κώνστας ἐν ταῖς Γαλλίαις πρὸς Ἀλαμαννοὺς μαχόμενος τῆς αὐτῆς ἡμέρας ἥττητο καὶ νενίκηκε. πρότερον μὲν γὰρ τῶν Ἀλαμαννῶν τῇ αὐτοῦ στρατιᾷ μετὰ ῥύμης ἐφορμησάντων σφοδρᾶς, εἰς φυγὴν ἐτράπησαν ἅπαντες. οἷς καὶ αὐτὸς ὁ Κώνστας συναποδιδράσκων ἑάλω ἂν παρὰ βραχύ. ὀπίσω γὰρ ἐρχόμενος κεκλεισμένας εὗρε τὰς πύλας τῆς πόλεως. οἱ δὲ διώκοντες ἐγγίζοντες ἤδη ἕτοιμοι ἦσαν ἐκεῖνον συλλήψεσθαι, καὶ κἂν ἀπήχθη δέσμιος, εἰ μὴ σχοίνους ἐκ τοῦ τείχους ἄνωθεν καθιμήσαντες ταύταις αὐτὸν ἀνιμήσαντο. οὕτω δὲ περισωθεὶς καὶ τῆς πόλεως ἐντὸς γεγονώς, καὶ τὴν στρατιὰν ἀθροίσας αὐτίκα καὶ λόγοις αὐτὴν παρακλητικοῖς εἰς ἀλκὴν διεγείρας καὶ θάρσος οἷον ἐμπνεύσας αὐτῇ, ἔξεισιν εὐθὺς καὶ συμμίξας τοῖς πολεμίοις νικᾷ νίκην περιφανῆ, ὥστε περὶ ἑξήκοντα χιλιάδας ἐκείνων πεσεῖν.
Περσῶν δὲ Ναρσοῦ βασιλεύοντος, ὃς ἕβδομος ἀναγράφεται βασιλεῦσαι Περσῶν ἀπὸ Ἀρταξέρξου, οὗ πρόσθεν ἡ ἱστορία ἐμνημόνευσεν ὡς αὖθις Πέρσαις ἀνανεωσαμένου τὴν βασιλείαν· μετὰ γὰρ τὸν Ἀρταξέρξην τοῦτον ἢ Ἀρταξάρην, διώνυμον ὄντα, Σαπώρης ἦρξε Περσῶν, καὶ μετ’ ἐκεῖνον Ὁρμίσδας, εἶτα Οὐαραράνης, καὶ μετὰ τοῦτον Οὐαραράκης, καὶ αὖθις ἄλλος Οὐαραράνης, καὶ ἐπὶ τούτοις Ναρσῆς· τοῦ Ναρσοῦ τοίνυν τούτου τότε τὴν Συρίαν ληιζομένου, τὸν ἴδιον γαμβρὸν τὸν Γαλέριον Μαξιμῖνον ὁ Διοκλητιανός, διὰ τῆς Αἰγύπτου ἐπὶ τοὺς Αἰθίοπας ἀπιών, συμβαλεῖν αὐτῷ μετὰ δυνάμεως ἀξιομάχου ἐξέπεμψεν. ὃς καὶ συμμίξας τοῖς Πέρσαις ἡττήθη καὶ ἔφυγεν. αὖθις δὲ μετὰ πλείονος αὐτὸν ὁ Διοκλητιανὸς ἐξέπεμψε στρατιᾶς. συμβαλὼν οὖν αὐτοῖς πάλιν, οὕτως ἐνίκησεν ὡς καὶ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι. τούς τε γὰρ πλείονας ἀπέκτεινε τῶν Περσῶν καὶ τὸν Ναρσῆν τρωθέντα μέχρι τῆς ἐνδοτέρας Περσίδος ἐδίωκε, καὶ τὰς τούτου γυναῖκας καὶ τοὺς παῖδας καὶ ἀδελφὰς αἰχμαλώτους ἀπήγαγε, καὶ χρήματα ὅσα ἐπήγετο Ναρσῆς στρατευόμενος ἐχειρώσατο, καὶ πολλοὺς τῶν ἐν Πέρσαις ἐπιφανῶν.
PG 134:633ἀναρρωσθεὶς δ’ ἐκ τοῦ τραύματος ὁ Ναρσῆς πρεσβείαν πρὸς Διοκλητιανὸν καὶ Γαλέριον ἐποιήσατο, τοὺς παῖδας καὶ τὰς γυναῖκας ἀποδοθῆναι αὐτῷ ἀξιῶν σπονδὰς θέσθαι εἰρηνικάς. καὶ ἔτυχε τῆς αἰτήσεως, ἐκστὰς τοῖς Ῥωμαίοις ὅσων ἐβούλοντο. Καὶ ἄλλους δὲ πολλοὺς πολέμους κατώρθωσαν Διοκλητιανὸς καὶ Μαξιμιανός, τοὺς μὲν δι’ ἑαυτῶν ἢ τῶν Καισάρων, τοὺς δὲ διὰ στρατηγῶν, καὶ τοὺς ὅρους τῆς βασιλείας ἐπλάτυναν. οἷς ἐπαρθεὶς ὁ Διοκλητιανὸς καὶ μέγα φρονήσας οὐκέτι προσαγορεύεσθαι παρὰ τῆς γερουσίας ὡς πρῴην ἠνείχετο, ἀλλὰ προσκυνεῖσθαι ἐθέσπισε, καὶ τὰς ἐσθῆτας ἑαυτοῦ καὶ τὰ ὑποδήματα χρυσῷ καὶ λίθοις καὶ μαργάροις ἐκόσμησε, καὶ πλείονα πολυτέλειαν τοῖς βασιλικοῖς παρασήμοις ἐνέθετο. οἱ πρῴην γὰρ βασιλεῖς κατὰ τοὺς ὑπάτους τετίμηντο, καὶ τῆς βασιλείας παράσημον μόνον εἶχον πορφυροῦν περιβόλαιον.
Τοῦ διωγμοῦ δ’ ἐπιταθέντος, καὶ ἀναριθμήτων ἀνδρῶν καὶ γυναικῶν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θνησκόντων, καὶ τῶν πιστῶν ἔτι πλεοναζόντων, ἐκμανέντες οἱ τύραννοι οὗτοι περὶ τὸ ἐννεακαιδέκατον ἔτος τῆς Διοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκάπτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ’ ἄλλων τοὺς ἀξίαις ἢ στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς δὲ τύχης ἰδιώτιδος ὄντας δουλοῦσθαι. Ἤδη δὲ εἰκοστὸν διανύσαντος ἐνιαυτὸν Διοκλητιανοῦ παρὰ τῇ ἀρχῇ, ἐκ συμφώνου ἄμφω τὼ αὐτοκράτορε τὴν βασιλείαν ἀπέθεντο, δημοσίᾳ μὲν τὸν ὄχλον τῶν πραγμάτων ἀποσκευάζεσθαι λέγοντες· οἷς δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, ὅτι μὴ περιγενέσθαι χριστιανῶν ἠδυνήθησαν μηδ’ ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύειν αἱρούμενοι.
ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, Διοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς Δαλματίας διῆγεν, ἥτις ἦν αὐτοῦ καὶ πατρίς, ὁ δ’ Ἑρκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν Ῥώμῃ κατήγαγον θρίαμβον, ἐν ᾧ τάς τε τοῦ Ναρσοῦ γαμετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον ὅσον ἐκ Περσῶν ἐληίσαντο. Ἀλλ’ ἐνταῦθα δηλωθῆναι καλὸν ὅθεν τὸ τοῦ θριάμβου ἐξείληπται ὄνομα. φασὶν οὖν κληθῆναι τοῦτον ἐκ τῶν θρίων, ἅ ἐστι τὰ τῆς συκῆς φύλλα. πρὸ γὰρ τοῦ τὰ προσωπεῖα ἐπινοηθῆναι τοῖς σκηνικοῖς συκῆς φύλλοις τὰ ἑαυτῶν καλύπτοντες πρόςωπα δι’ ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρατιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες ὄψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νομίζεται θριάμβους τὰς ἐπινικίους πομπάς.
PG 134:634ἕτεροι δέ φασιν ὀνομασθῆναι τὸν θρίαμβον, ὅτι ἐκ τριῶν οἱ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν τινα κληθῆναι, ἀντὶ δὲ τοῦ τ τὸ θ παραληφθῆναι διὰ τὸ εὐφωνότερον. Μετὰ δὲ τὴν ἐπινίκιον ταύτην πομπὴν ἐκεῖνοι μὲν τῆς ἐξουσίας ἀπέστησαν, τοὺς Καίσαρας δ’ ἀνέδειξαν αὐτοκράτορας, μερίσαντες αὐτοῖς τὴν ἀρχήν, καὶ τὴν μὲν ἑῴαν μοῖραν τῷ Γαλερίῳ προσκληρώσαντες Μαξιμίνῳ σὺν τῷ Ἰλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ Ἀφρικῇ. τούτων δὲ οὕτω γεγονότων οἱ στρατιῶται, οἳ πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ Ἑρκουλίου Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ Ῥώμῃ ἀνεῖπον. Ἐκ τοίνυν τῶν τριῶν τούτων ὁ μὲν Κώνστας ἐν Βρεττανίαις καὶ ταῖς Κοττίαις Ἄλπεσι καὶ ταῖς Γαλλίαις κρατῶν τοῖς τὸν Χριστὸν σεβομένοις μάλα ἐπιεικῶς προσεφέρετο, ἀλλὰ μέντοι καὶ πᾶσι τοῖς ὑπ’ αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας ἄρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς ἄλλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο.
γυναικομανέστατος γὰρ καὶ μοιχικώτατος ὢν οὐκ ἰδιώτιδας μόνον γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοίχευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς οὕτως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. μαντείαις δ’ ἦν προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ τοὐλάχιστον ἄνευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα ἤγοντο. οὗτος τῶν εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπάρξεις αὐτῶν δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ἕτερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα ἢ τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν. Μαξέντιος δ’ ἐν Ῥώμῃ οὐδέν τι μετριώτερος τύραννος τοῖς ὑπηκόοις ἐτύγχανεν ὤν, ἀλλ’ ἐπ’ ἴσης τῷ Μαξιμίνῳ διεῖπε τὰ τῆς ἀρχῆς, λυττῶν κἀκεῖνος κατὰ τῶν ὑπὸ χεῖρα χριστιανῶν, καὶ πάσαις αὐτοὺς ὑπάγων κακώσεσι, καὶ πρὸς πάντας δὲ τοὺς ὑπ’ αὐτὸν πικρότατα διακείμενος.
PG 134:635σφαγάς τε γὰρ πολλῶν περιφανῶν ἀνδρῶν ἐξ οὐδεμιᾶς ἐνδίκου δίκης ἐτίθετο, καὶ μοιχείας ὁσημέραι εὐγενῶν ἐτόλμα γυναίων καὶ παρθένων φθοράς, ἐνυβρίζων αὐταῖς ἀναιδέστατα, καὶ οὐσιῶν ἀφαιρέσεις ἀδίκους τοῖς εὐποροῦσιν ἐπῆγε, καὶ καιναῖς εἰσπράξεσι καὶ βαρείαις ἐπίεζε τὸ ὑπήκοον. Οὗτος ἐν Ῥώμῃ εὐγενεστάτης τινὸς γυναικός, ἀλλὰ μέντοι καὶ σώφρονος ἀνδρὶ συζώσης τῶν ἐν Ῥώμῃ ἐπιφανῶν ἐρασθεὶς ἀκόλαστον ἔρωτα, ἔστειλε τοὺς τὰ τοιαῦτα διακονουμένους αὐτῷ τὸ γύναιον ἄξοντας. ὡς δ’ ἐκεῖνο ἐπιστάντας τῷ οἴκῳ τοὺς προαγωγοὺς ἔγνω, καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἐπιδημίας ἐμεμαθήκει, καὶ ἀπαραίτητον τὴν πρὸς τὸν τύραννον ἀπέλευσιν ᾔσθετο, ὁ γὰρ ἀνὴρ αὐτῆς φόβῳ τοῦ θανεῖν ὑποπτήσσων λαβεῖν τὴν γυναῖκα καὶ ἄγειν ἐπέτρεπεν, ἑτέρωθεν δ’ οὐκ ἦν αὐτῇ ἐπικούρημα, ὥραν αὐτῇ βραχεῖαν ἐνδοῦναι ᾐτήσατο, ἵν’ ἐπικοσμηθείη καὶ οὕτω σὺν αὐτοῖς ἀπελεύσοιτο. ἦν δὲ καὶ τὸν Χριστὸν ἡ γυνὴ σεβομένη καὶ τὸ θεῖον μεμυημένη μυστήριον.
εἰσῆλθεν οὖν εἰς τὸν ἑαυτῆς κοιτωνίσκον, καὶ μονωθεῖσα διεχειρίσατο ἑαυτήν, ἵν’ ἀνύβριστος μείνῃ καὶ τὴν σωφροσύνην μὴ πρόοιτο, ἑλομένη τὸν ἑκούσιον θάνατον, καὶ τὸ σῶμα νεκρὸν τοῖς προαγωγοῖς καὶ τῷ ἐναγεῖ ἐραστῇ καταλείψασα. Οἱ μὲν οὖν οὕτως ἦρχον, Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς ἰδιωτεύοντες ἔθανον. περὶ δὲ τῆς σφῶν τελευτῆς διαφωνοῦσιν οἱ συγγραφεῖς. ὁ μὲν γὰρ Εὐσέβιος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔκστασιν τὸν Διοκλητιανὸν ὑποστῆναι λέγει φρενῶν καὶ νόσῳ χρονίᾳ τὸ σῶμα κατασκελετευθέντα βιαίως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπερεύξασθαι, τὸν δέ γε Μαξιμιανὸν τὸν Ἑρκούλιον ἀγχόνῃ ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν· ἕτεροι δ’ οὐχ οὕτως ἱστοροῦσι τούτους θανεῖν, ἀλλὰ μεταμεληθέντας καὶ τῆς ἀρχῆς αὖθις ἐπιλαβέσθαι βουλευομένους φωραθῆναι καὶ δόγματι τῆς συγκλήτου ἀναιρεθῆναι. Εἰσὶ δὲ καὶ οἳ τὸν Ἑρκούλιον λέγουσι τῆς βασιλείας αὖθις ἐφιέμενον τῷ Διοκλητιανῷ κοινώσασθαι τὸ αὖθις πειραθῆναι τὴν βασιλείαν ἀναλαβεῖν· τὸν δὲ παραιτήσασθαι. ἐκεῖνον δὲ πρὸς τὸ τῶν Ῥωμαίων παρελθόντα συνέδριον φάναι μὴ ἀρκεῖν τὸν υἱὸν αὐτοῦ εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν.
κινηθέντων δὲ τῶν στρατιωτῶν πρὸς θυμὸν ἐπὶ τῷ λόγῳ αὐτοῦ ὡς σφετεριζομένου τὴν ἀρχήν, τὸν Ἑρκούλιον τὸν κίνδυνον δείσαντα μὴ οὕτω γνώμης ἔχειν εἰπεῖν, ἀλλὰ διάπειραν τῶν στρατευομένων ποιούμενον, ὅπως ἔχουσι πρὸς τὸν υἱὸν αὐτοῦ διαθέσεως, ταῦτα εἰπεῖν· καὶ οὕτω καταστεῖλαι τὸν θόρυβον τῶν στρατιωτῶν. εἶτα εἰς Γαλλίας ἐλθεῖν πρὸς τὸν μέγαν Κωνσταντῖνον, κηδεστὴν αὐτοῦ καὶ αὐτὸν ὄντα ἐπὶ Φαύστᾳ τῇ αὐτοῦ θυγατρί, κἀκείνῳ ἐπιβουλεύοντα καὶ πειρώμενον τὴν ἐκείνου βασιλείαν λαβεῖν· γνωσθῆναι δὲ κἀκεῖσε καὶ ἀποκρουσθῆναι τοῦ ἐγχειρήματος, καὶ οὕτως ἀπάγξασθαι. Ἀλλ’ οὗτοι μὲν ἑνί γέ τῳ τρόπῳ τῶν εἰρημένων τὴν ζωὴν ἐξεμέτρησαν, Κώνστας δὲ ἑνδέκατον ἠνυκὼς ἐνιαυτὸν παρὰ τῇ ἀρχῇ ἐξ ὅτου Καῖσαρ ἀνηγορεύθη, καὶ ἠπίως ἄρξας καὶ προσηνῶς, ἐν Βρεττανίαις διάγων κατέλυσε τὴν ζωήν, πένθος ἑαυτοῦ τοῖς ὑπ’ αὐτὸν καταλελοιπὼς διὰ τὴν χρηστότητα, πρότερον τὸν πρεσβύτερον τῶν οἰκείων υἱῶν τῆς ἀρχῆς καταστήσας διάδοχον, τὸν μέγαν δηλαδὴ Κωνσταντῖνον, ὃν ἐκ τῆς προτέρας αὐτοῦ ἐγείνατο γαμετῆς.
PG 134:636εἶχε δὲ κἀκ τῆς δευτέρας τῆς τοῦ Ἑρκουλίου θυγατρὸς Θεοδώρας ἑτέρους υἱούς, Κωνσταντῖνον, Ἀναβαλλιανὸν καὶ Κωνστάντιον. προτετίμητο δὲ τούτων ὁ μέγας Κωνσταντῖνος, ὅτι ἐκεῖνοι τῷ πατρὶ ἀνεπιτήδειοι πρὸς τὴν βασιλείαν ἐκρίθησαν. τὸ δ’ ὅλον ἦν ἐκ θεοῦ οἰκονομηθὲν ὑπὲρ τοῦ θείου κηρύγματος, ἢ μᾶλλον καὶ ὑπὲρ πάντων τῶν τῇ Ῥωμαίων ὑποκειμένων ἀρχῇ, ἵνα δι’ αὐτοῦ καταλυθεῖεν αἱ τυραννίδες. λέγεται γὰρ ὅτι νοσοῦντι τῷ Κώνσταντι καὶ ἀθυμοῦντι διὰ τὴν ἐπὶ τοῖς ἄλλοις παισὶν ἀποτυχίαν ἄγγελος ἐπέστη, τῷ Κωνσταντίνῳ κελεύων τὴν ἐξουσίαν καταλιπεῖν. Τοῦτον δὴ τὸν Κωνσταντῖνον ὁ πατὴρ μειράκιον ὄντα τῷ Γαλερίῳ εἰς ὁμηρείαν παρέσχετο, ἵν’ ὁμηρεύων ἅμα καὶ πρὸς ἄσκησιν γυμνάζοιτο τῆς τέχνης τῆς στρατιώτιδος. ὁ δὲ περιδέξιον τοῦτον ὁρῶν καὶ φθονῶν αὐτῷ ἐπεβούλευε. καὶ πρῶτον μὲν τοῖς Σαρμάταις μαχόμενος τῷ ἐκείνων ἀρχηγῷ ἐκ τῆς πανοπλίας ἐπισήμῳ τυγχάνοντι προσέταξεν ἐπελθεῖν. ὁ δὲ καὶ ἐπῆλθε καὶ ἁρπάσας αὐτὸν ζῶντα τῷ Γαλερίῳ ἐκόμισεν. εἶτα λέοντα φρικτόν τινα θῆρα καὶ παλαμναῖον ἐκέλευσε δέξασθαι.
ὁ δὲ καὶ τοῦτον τὸν ἄεθλον ἤνυσεν ἐπικινδύνως μέν, τῆς θείας δέ γε χάριτος συντηρούσης αὐτόν. γνοὺς δ’ ἐντεῦθεν φθονούμενος παρὰ τοῦ Γαλερίου καὶ ἐπιβουλευόμενος, νυκτὸς μετά τινων οἷς ἐθάρρει ἀπέδρα καὶ πρὸς τὸν πατέρα ἐπανελήλυθε. Καὶ ὁ μὲν οὕτως τόν τε κίνδυνον διαπέφευγε καὶ τῆς πατρῴας βασιλείας ἠξίωτο. Μαξιμῖνος δὲ κοινωνὸν τῆς ἀρχῆς τὸν Λικίνιον προσειλήφει, ἐκ Δακῶν ἕλκοντα τὴν τοῦ γένους σειρὰν καὶ γαμβρὸν ὄντα ἐπ’ ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοινωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ Ἰλλυρικῷ καταλέλοιπεν, ἵν’ ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ’ εἰς Ῥώμην ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. εἶτα τοὺς οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀνεχώρησε. μεταμεληθεὶς δ’ ἐπὶ τῇ προσλήψει τοῦ Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, εἶτα καὶ μάχην κατ’ αὐτοῦ εἰς τοὐμφανὲς συνεστήσατο. καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος ἔφυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο.
PG 134:637Οἱ μὲν οὖν τοιούτῳ τέλει καταλῦσαι τὴν ζωὴν τὸν Μαξιμῖνον ἱστόρησαν, οἱ δὲ κατὰ χριστιανῶν ἐκμανέντα μετελθεῖν αὐτὸν τὴν θείαν παραδεδώκασι δίκην. ἕλκος γὰρ ἐνσκῆψαν αὐτοῦ περὶ τὸν βουβῶνα καὶ τὴν αἰδῶ χαλεπώτατον τὰ τῆς ἀκολασίας αὐτοῦ ἐπιβόσκεσθαι ὄργανα. ἐκ δέ γε τῆς σήψεως τούτων καὶ σκώληκας ἀναβράσσεσθαι, καὶ εἶναι τὸ πάθος ἀνίατον. ἰατρῶν δὲ τοὺς μὲν αὐτόθεν ἀπαγορεύοντας τὴν ἐγχείρησιν ὠμῶς ἀποσφάττεσθαι, τοὺς δ’ ἐπιχειροῦντας μέν, μὴ δυναμένους δ’ ἀκέσασθαι, κτείνεσθαι ἀπηνέστατα, ὅτι μὴ κατώρθουν ἀδύνατα. ὀψὲ δ’ οὖν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν, καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, εὔχεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, εἶτ’ αὖθις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, ἕως οὗ τοῦ ἐν χειρὶ κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν·
ὁ δ’ ἕτερος ἀρνεῖται τῷ ἀσεβεῖ τὴν ἀνάρρωσιν, ὡς ἐκ τῆς εἰρημένης τελευτήσαντι νόσου καὶ ἀνενεγκόντι διὰ στόματος σκώληκας. Ὁ μὲν οὖν καθ’ ἕνα τρόπον τῶν ἱστορηθέντων βιαίως ἀπέρρηξε τὴν ζωήν.

Book XIIILiber XIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
. Οὕτω μὲν οὖν, ὡς εἴρηται, τῆς τοῦ πατρὸς βασιλείας ὁ μέγας Κωνσταντῖνος διάδοχος γέγονεν, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος καὶ ἐν ὀρθοδόξοις ἐπισημότατος. ὃς ἐκ τῆς μακαρίας Ἐλένης γεγέννητο τῷ πατρί, περὶ ἧς διαφωνοῦσιν οἱ συγγραφεῖς καὶ παρ’ αὐτοῖς τὰ περὶ ταύτης οὐχ ὡμολόγηται. οἱ μὲν γὰρ τῷ Κώνσταντι νόμῳ γάμου φασὶν αὐτὴν συνοικεῖν, ἀποπεμφθῆναι δέ, τοῦ Μαξιμιανοῦ Ἑρκουλίου, ὡς ἔμπροσθεν εἴρηται, τὴν οἰκείαν παῖδα τὴν Θεοδώραν τούτῳ κατεγγυήσαντος καὶ ἀναδείξαντος Καίσαρα· οἱ δὲ οὐ γαμετὴν αὐτὴν γενέσθαι νόμιμον τοῦ Κώνσταντος ἱστόρησαν, ἀλλὰ πάρεργον ἐρωτικῶν ἐπιθυμιῶν, καὶ ἐξ ἐκείνου τοῦτον δὴ συλλαβέσθαι τὸν Κωνσταντῖνον. Διαδεξάμενος δὲ τὴν βασιλείαν τὴν πατρικὴν ἦρχε τῆς Βρεττανίας τε καὶ τῶν Ἄλπεων καὶ ἐπὶ ταύταις τῶν Γαλλιῶν, ἔτι τῇ τῶν Ἑλλήνων θρησκείᾳ προσκείμενος καὶ τοῖς χριστιανοῖς ἀντικείμενος, παρὰ Φαύστας τῆς γαμετῆς εἰς ζῆλον τῆς τῶν εἰδώλων τιμῆς ἐκκαλούμενος. θυγάτηρ δ’ ἦν ἡ Φαῦστα τοῦ Μαξιμιανοῦ· αὐτὸς γὰρ καὶ ὁ πατὴρ ἀδελφαῖς συνῴκουν δυσί. Τριῶν δ’ ὄντων τῶν βασιλέων, αὐτοῦ Κωνσταντίνου καὶ Λικιννίου καὶ Μαξεντίου, ὃς ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ ἐκράτει, ὁ Μαξέντιος οὗτος οὐχ ὡς βασιλεύς, ἀλλ’ ὡς τύραννος ἄντικρυς διῆγε, πλεῖστα δεινὰ καὶ ἄτοπα τοῖς ὑπ’ αὐτοῦ τυραννουμένοις ἐπάγων, ὡς ἤδη μοι ἀναγέγραπται. ἃ μὴ φέροντες οἱ ἐν τῇ Ῥώμῃ διαπέμπονται πρὸς τὸν Κωνσταντῖνον, ἀπαλλάξαι σφᾶς τῆς τυραννίδος τοῦ Μαξεντίου δεόμενοι. ἐντεῦθεν πρὸς καθαίρεσιν αὐτοῦ διανίσταται καὶ στρατεύει καὶ πρὸς τὴν Ῥώμην χωρεῖ· ὁ δέ γε Μαξέντιος ἐπὶ πολὺ μὲν ἐντὸς καθῆστο τειχῶν, μὴ ἀντεπεξιὼν τοῖς πολιορκοῦσιν αὐτόν, ὥστε καὶ σκώμματα κατ’ αὐτοῦ πεποιῆσθαι ὑπό τινων. ὀψὲ δέ ποτε ἀντιπαρετάξατο, γοητείαις κεχρημένος καὶ δι’ ἀνατομῆς βρεφῶν μαντευόμενος καὶ ἄλλα πράττων ἀθέμιτα, ἃ δέος ἐνεποίει τῷ Κωνσταντίνῳ. ἀγωνιῶντι γοῦν διὰ ταῦτα τύπος αὐτῷ σταυρικὸς μεσούσης ἡμέρας δι’ ἀστέρος ἐφάνη κατ’ οὐρανὸν καὶ γραφὴ περὶ τὸν σταυρὸν Ῥωμαϊκοῖς στοιχείοις, δι’ ἀστέρων καὶ αὐτοῖς τυπουμένοις καὶ φράζουσιν "ἐν τούτῳ νίκα." ἐκ χρυσοῦ τοίνυν αὐτίκα σχεδιάσας σταυρὸν κατὰ τὸν φανέντα τύπον αὐτῷ καὶ τοῦτον κελεύσας τῆς στρατιᾶς αὐτοῦ προπορεύεσθαι, τοῖς τοῦ Μαξεντίου συρρήγνυται καὶ ὑπερτερεῖ, ὡς τοὺς πλείους τῶν ὑπ’ ἐκείνῳ στρατευομένων ἀναιρεθῆναι, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἀπιδεῖν. οἷς καὶ αὐτὸς ὁ Μαξέντιος συναποδιδράσκων καὶ ἐν τῇ γεφύρᾳ γενόμενος τοῦ Τιβέριδος τῇ καλουμένῃ Βουλβίᾳ, σὺν τῷ ἵππῳ κατὰ τοῦ ποταμοῦ ἐξωλίσθησε καὶ ἀπώλετο. καὶ ὁ μὲν οὕτω διέφθαρτο· οἱ δέ γε Ῥωμαῖοι τῆς ἐκείνου τυραννίδος ἀπαλλαγέντες τὰς πύλας τῆς Ῥώμης ἀναπετάσαντες εἰσεδέξαντο τὸν Κωνσταντῖνον λαμπρῶς καὶ ὡς ἐλευθερωτὴν αὐτὸν τῆς πόλεως εὐφήμουν καὶ ἀπεσέμνυνον, καὶ στήλην αὐτῷ ἐν τῇ τῆς Ῥώμης ἀγορᾷ στῆσαι κοινῶς ἐψηφίσαντο. ὁ δὲ τὸ τοῦ σταυροῦ σημεῖον ἐγκεχειρισμένην τὴν στήλην αὐτοῦ πλασθήσεσθαι διετάξατο· καὶ δόγματα δὲ μὴ κολάζεσθαι διὰ τὴν θρησκείαν τοὺς τὸν Χριστὸν σεβομένους ὡς θεὸν ἐκπεφώνηκεν. Οὕτω δὲ καὶ τῆς Ἰταλίας καὶ τῆς Ῥώμης αὐτῆς προστεθείσης τῇ βασιλείᾳ αὐτοῦ, αὐτός τε καὶ Λικίννιος ὁ ἐπ’ ἀδελφῇ γαμβρὸς αὐτοῦ κατελείφθησαν βασιλεῖς. ὁ γὰρ Λικίννιος τόν τε τοῦ Μαξιμίνου υἱὸν καὶ τὴν θυγατέρα ἀπέκτεινε καὶ λοιπὸν ἑκάτερος τούτων τὸν ἕτερον ὑπεβλέπετο· ᾤετο γὰρ ἕκαστος τοῦ ἑνὸς ἐπιλείποντος αὐτὸς μόνος ἔσεσθαι μόναρχος, μὴ ὄντος τοῦ ἀμφισβητήσοντος περὶ τῆς ἀρχῆς. Οἱ μὲν οὖν οὕτω τὸν Λικίννιόν φασιν ἐγκρατῆ γενέσθαι τῆς Γαλλερίου μερίδος, κοινωνὸν παρ’ ἐκείνου προσληφθέντα, ὡς εἴρηται· οἱ δὲ τῆς τοῦ Κωνσταντίνου ἀδελφῆς παρ’ αὐτοῦ συζυγείσης αὐτῷ, λέγουσι τοὺς στρατιώτας τῷ Κωνσταντίνῳ χαριζομένους Καίσαρα αὐτὸν ἀνειπεῖν, καὶ παρ’ ἐκείνου σταλῆναι αὐτὸν τῷ Μαξιμίνῳ ἀντιπαραταξόμενον, νενικηκότι δ’ ἐκεῖνον καὶ κατατροπωσαμένῳ ἐκχωρῆσαι τῆς βασιλείας ἐκείνῳ, μὴ ἐνοχλεῖν χριστιανοῖς ἐπισκήψαντα, μὴ μέντοι τὰς ἐντολὰς τηρῆσαι αὐτόν, ἀλλὰ λυττῆσαι κατὰ χριστιανῶν, οὐδὲν ἧττον τῶν πρὸ αὐτοῦ, εἰ μὴ καὶ μᾶλλον. πᾶσαν γὰρ ὑπερβολὴν ὑπερελάσαι ὠμότητος· πρὸς ἄλλαις δ’ αἰτίαις τῶν πρὸς ἀλλήλους διαφορῶν καὶ ταύτην γενέσθαι. Κινήσας οὖν κατὰ Λικιννίου τὴν στρατιὰν ὁ Κωνσταντῖνος καὶ πολλάκις αὐτῷ συμβαλών, τέλος νικᾷ. εἶτα σπένδεται τούτῳ διὰ τὴν ἀδελφήν, καὶ τὴν ἀρχὴν αὐτὸν οὐκ ἀφείλετο, ἀλλ’ ἐπὶ συνθήκαις αὖθις αὐτῆς αὐτῷ παρεχώρησεν· ὁ δὲ ἄπιστος ὢν οὐκ ἐτήρησε τὰς συμβάσεις· ὅθεν καὶ πάλιν αὐτῷ ὁ Κωνσταντῖνος ἐπολέμησε καὶ νικήσας εἷλε τό τε Βυζάντιον καὶ τὴν Χρυσόπολιν. ὁ δέ γε Λικίννιος εἰς Νικομήδειαν ἔφυγε, καὶ ἡ ἀδελφὴ τοῦ Κωνσταντίνου προσελθοῦσα αὐτῷ ἐδέετο ὑπὲρ τοῦ ἀνδρὸς τηρηθῆναι αὐτῷ τὴν ἀρχήν. ὡς δὲ πρὸς τοῦτο οὐκ ἔσχηκε τὸν ἀδελφὸν κατανεύοντα, περὶ τῆς ἐκείνου σωτηρίας προσῆγε τὴν δέησιν· καὶ ἔπεισε τὸν ὁμαίμονα. πρόσεισιν αὐτῷ ὁ Λικίννιος ἐν σχήματι ἰδιωτικῷ, καὶ εἰς Θεσσαλονίκην ἐνδιατρίβειν ἰδιωτεύων κελεύεται. καὶ ὁ μὲν ἐκεῖσε διῆγεν· οἱ δέ γε στρατιῶται ᾐτιῶντο τὸ σώζεσθαι τὸν Λικίννιον, ἄπιστον φανέντα πολλάκις καὶ παραβάτην τῶν συνθηκῶν· διὸ καὶ τῇ συγκλήτῳ διὰ γραμμάτων τοῦ βασιλέως ἡ περὶ τούτου ἀνετέθη βουλή. τινὲς μὲν οὖν τοῖς στρατιώταις ἐνδοθῆναι παρὰ τῆς γερουσίας ἱστόρησαν ὃ σφίσι δοκεῖ ἐπὶ τῷ Λικιννίῳ διαπράξασθαι, κἀκείνους ἐν Θεσσαλονίκῃ αὐτὸν ἀναιρῆσαι ἢ πλησίον Σερρῶν ἀπιόντα ποι. ἄλλοι δὲ οὐδὲ ἐν Θεσσαλονίκῃ αὐτόν φασι διατρίβοντα ἠρεμῆσαι, τυραννίδα δὲ μελετᾶν· καὶ τοῦτο γνόντα τὸν βασιλέα Κωνσταντῖνον στεῖλαι τοὺς αὐτὸν ἀναιρήσοντας. Λέγεται δὲ ἐν ταῖς πρὸς αὐτὸν μάχαις ἢ ταῖς πρὸς Μαξέντιον θεάσασθαί τινα τὸν Κωνσταντῖνον ἱππότην καὶ ὡπλισμένον τὸν τοῦ σταυροῦ τύπον ἀντὶ σημαίας ἐπιφερόμενον καὶ τῆς αὐτοῦ προπορευόμενον παρατάξεως. καὶ αὖθις ἐν Ἀδριανουπόλει δύο ὤφθησαν αὐτῷ νεανίαι τὰς τῶν ἐναντίων συγκόπτοντες φάλαγγας. καὶ περὶ τὸ Βυζάντιον δὲ νυκτὸς καθευδόντων ἁπάντων φῶς ὤφθη αὐτῷ περιαστράψαν τὸν τοῦ οἰκείου στρατεύματος χάρακα. ἐκ τούτων οὖν εἰς ἔννοιαν ἐνήγετο τοῦ θεόθεν αὐτῷ τὰς εὐτυχίας καὶ τὰς νίκας προσγίνεσθαι. Οὕτω δὲ μοναρχήσας ὁ Κωνσταντῖνος καὶ Φλάβιος ὠνομάσθη καὶ οὕτω πως ἐχρημάτιζε Φλάβιος Κωνσταντῖνος καὶ ἐν Ῥώμῃ διῆγε, τῆς μὲν τῶν εἰδώλων θρησκείας οὐκ ἀποστάς, τὰ περὶ Χριστοῦ δὲ μυούμενος καὶ ἤδη παραδεχόμενος. σώματος δὲ νοσεροῦ καὶ πλεῖστα φύοντος ἐκ κακοχυμίας καὶ ὕλης μοχθηρᾶς ἐξανθήματα τυχών, ὡς λώβην ταῦτα παρὰ τῶν ἰατρῶν ὀνομάζεσθαι καὶ λέπρᾳ παρεικάζεσθαι καὶ τὴν τούτων θεραπείαν ἀπαγορεύεσθαι, εὗρε τοὺς ἱερεῖς τοῦ ἐν τῷ Καπιτωλίῳ Διὸς οὐκ ἄλλως λέγοντας τεύξεσθαι θεραπείας αὐτὸν εἰ μὴ ἐν παίδων νηπίων ἔτι ἀτμίζοντι λούσαιτο αἵματι. αὐτίκα τοίνυν ἐκ πάσης τῆς ὑπ’ ἐκεῖνον χώρας συνῆκτο τὰ νήπια, καὶ ἡμέρα ὥριστο τῆς τούτων σφαγῆς. καὶ ὁ βασιλεὺς ἀπῄει τότε τῷ αἵματι τῶν παίδων λουσόμενος εἰς τὸ Καπιτώλιον. αἱ δὲ τούτων μητέρες προϊόντος αὐτοῦ γοερὰς ἠφίουν φωνὰς καὶ ὠλόλυζον. ὧν ἀκούσας ἐκεῖνος ἤρετο "τί τοῦ θρήνου τὸ αἴτιον;" καὶ μαθὼν τὰς μητέρας θρηνεῖν τῶν βρεφῶν, ὥσπερ ἐκ μέθης ἀνενεγκών, "τὸ μὲν τῆς πράξεως" εἶπεν "ἀνόσιον πρόδηλον, ἄδηλον δέ γε τὸ ἀποτέλεσμα· εἰ δὲ καὶ τοῦτο ἦν ἀναμφίβολον, κρεῖσσον πάσχειν ἐμὲ ταῖς νόσοις ταλαιπωρούμενον ἢ τοσούτων βρεφῶν καταψηφιεῖσθαι ἀπώλειαν καὶ ῥομφαίᾳ λύπης τὰς τῶν μητέρων αὐτῶν διελάσαι ψυχάς." καὶ ταῦτα εἰπὼν ἐπανῆλθεν, ἀποδοθῆναι ταῖς μητράσι προστάξας τὰ νήπια, καὶ χρήματα δὲ δοθῆναι αὐταῖς, ἵν’ ἀντίρροπον ἕξουσιν ἢ καὶ διπλασίονα τὴν χαράν, ὅτι τε ζῶντα τὰ ἔκγονα ἀπειλήφασι καὶ ὅτι ἐπὶ τούτοις καὶ χρήματα προσειλήφασι. Ταῦτα δὲ διαπραξαμένῳ νυκτὸς αὐτῷ ἐδοξάτην ἄνδρε παρεστάναι διττώ, Πέτρος εἶναι καὶ Παῦλος λέγοντες οἱ ἀπόστολοι τοῦ Χριστοῦ, καὶ "εἰ σωματικῆς" ἔλεγον "καὶ ψυχικῆς ὑγείας βούλει τυχεῖν, τὸν ἐπίσκοπον μετακάλεσαι Σίλβεστρον, κἀκεῖνός σοι καὶ τὴν λύμην ἀκέσεται τῆς σαρκὸς καὶ ζωῆς ἀνωλέθρου καταξιώσει σε." ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ ὕπνου ἀνενεγκὼν στέλλει τοὺς μεταπεμψομένους σὺν αἰδοῖ τὸν ἐπίσκοπον. καὶ παραγενομένῳ τῷ ἱερῷ Σιλβέστρῳ "εἰπέ μοι" ἔφη, "ἐπίσκοπε· θρησκεύονται παρ’ ὑμῖν θεοὶ Πέτρος καὶ Παῦλος ὀνομαζόμενοι;" ὁ δὲ "εἷς ἡμῖν θεὸς γινώσκεται" ἀπεκρίνατο, "Πέτρος δὲ καὶ Παῦλος θεράποντες ἐκείνου καὶ ὑπηρέται εἰσίν." ἑξῆς οὖν ὁ βασιλεὺς διηγεῖται αὐτῷ τὸ ἐνύπνιον, καὶ τὸ καθ’ ἡμᾶς παρ’ αὐτοῦ μυεῖται μυστήριον καὶ βαπτίζεται. καὶ ἄνεισιν ἐκ τῆς παναγοῦς κολυμβήθρας ὑγιὴς ὅλος, καὶ αὐτίκα ἄδειάν τε κηρύττει χριστιανοῖς καὶ τοὺς ναοὺς σφίσιν ἀναπετάννυσι καὶ νέους ἐφίησιν ἀνεγείρεσθαι. κλείει δὲ τοὔμπαλιν τὰ τεμένη τῶν ψευδωνύμων θεῶν, ἀδεῶς τε θεσπίζει προσιέναι τοὺς βουλομένους τῇ πίστει τοῦ Χριστοῦ. βιάζεσθαι μὲν γὰρ οὐδένα ἔλεγε βούλεσθαι, τοὺς δ’ ἑκόντας προστιθεμένους τῷ Χριστῷ ἀποδέχεσθαι. Ὁ μὲν οὖν οὕτω τῇ πίστει τοῦ Χριστοῦ προσελήλυθε· τὸ κήρυγμα δ’ ἐπλατύνετο καὶ παρρησία τοῖς χριστωνύμοις ἐδίδοτο. προσίασιν οὖν τῇ τοῦ βασιλέως μητρὶ Ἰουδαῖοι, ἠπατῆσθαι λέγοντες τὸν βασιλέα καὶ ἔργῳ θεοφιλεῖ ἔργον ἀναμίξαι θεομισές, θεοφιλὲς μὲν τὴν τῶν εἰδώλων καθαίρεσιν ὀνομάζοντες, θεομισὲς δὲ τὴν πίστιν τὴν εἰς Χριστόν· μόνον γὰρ εἶναι θεὸν ἀληθῆ τὸν παρ’ αὐτῶν θρησκευόμενον· τὸν Ἰησοῦν δὲ ἄνθρωπον οἱ ἀλιτήριοι κακοῦργον ἀπεκάλουν καὶ γόητα. ἀναφέρει ταῦθ’ ἡ μήτηρ τῷ βασιλεῖ καὶ υἱῷ· ὁ δὲ διαλεχθῆναι δεῖν ἔκρινεν ἐπ’ ἀκροάσει αὐτοῦ καὶ τῶν τῆς γερουσίας λογάδων τοὺς ταῦτα λέγοντας Ἰουδαίους τῷ Ῥώμης ἐπισκόπῳ Σιλβέστρῳ καὶ τοῖς περὶ αὐτόν, ἵν’ οὕτω γνοίη τίνα τὰ παρὰ τῶν Ἰουδαίων εἰσὶν εἰσαγόμενα. γέγονεν ἡ διάλεξις· ἔδοξαν οἱ λόγοι τοῦ ἱεροῦ Σιλβέστρου ἐπικρατέστεροι. ἐκ διαλεκτικῆς δυνάμεως ὑπερτερεῖν οἱ Ἰουδαῖοι τὸν Σίλβεστρον ἔλεγον, σημείων ἐζήτουν ἐπίδειξιν. μᾶλλον δέ τις παρ’ αὐτοῖς γόης ἀνὴρ Ζαμβρῆς καλούμενος βοῦν ἐνεχθῆναι ἠξίου, διὰ τούτου λέγων μέλλειν ἐνδείξασθαι τὴν δύναμιν τοῦ οἰκείου θεοῦ. προσήχθη ὁ βοῦς· πεπλησίακεν αὐτῷ ὁ Ζαμβρῆς, ὑπεψιθύρισέ τι αὐτῷ εἰς τὸ οὖς. κἀκεῖνος μέγα τι καὶ γοερὸν μυκησάμενος καὶ τρόμῳ συνδινηθεὶς καταπέπτωκε καὶ νενέκρωτο. ηὔχουν ἐπὶ τούτῳ οἱ Ἰουδαῖοι, τὸ τοῦ σφετέρου θεοῦ ὄνομα μὴ στέγειν λέγοντες τὸν ἀκούοντα. "τί δέ;" φησὶν ὁ Σίλβεστρος, "ὁ λέγων τοῦτο τῷ ζῴῳ πρὸς οὖς οὐκ ἀκούει τοῦ λεγομένου; πῶς οὖν οὐ θνήσκει κἀκεῖνος; καὶ ὁ Ζαμβρῆς "οὐ λόγων" ἔφη "στροφῆς τε καὶ πιθανότητος ἄρτι χρεία, ἀλλ’ ἔργων, ἐπίσκοπε." "εἰ οὖν τὸν παρὰ σοῦ νεκρωθέντα τοῦτον ταῦρον" ὁ Σίλβεστρος εἶπε "ζωώσω αὐτὸς τῇ τοῦ Χριστοῦ ἐπικλήσει, οὐκ ἄν τι μεῖζον δόξω ποιεῖν καὶ μεγάλην ἀποδείξω τὴν δύναμιν τοῦ Χριστοῦ;" κἀκεῖνος κατέθετο καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως εὐθὺς ἐξωμόσατο, εἰ τὸν ταῦρον ἴδοι ἀναβιώσαντα, τὸν Χριστὸν ὁμολογῆσαι θεόν. καὶ ὁ Σίλβεστρος εἰς οὐρανὸν ἀτενίσας καὶ τὸν κύριον ἐπικαλεσάμενος ἔστη τοῦ ταύρου ἐγγὺς καὶ τὴν φωνὴν ἐπάρας ἐβόησεν "εἰ θεὸς ἀληθής ἐστιν ὃν ἐγὼ κηρύττω Χριστόν, ἔγειραι, ταῦρε, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου." αὐτίκα γοῦν κινηθεὶς ὁ ταῦρος ἀνέθορε. καὶ οἱ παρόντες "μέγας ὁ τοῦ Σιλβέστρου θεός" ἐξεβόησαν. Ἰουδαῖοι δὲ καταπλαγέντες τῷ θαύματι τοῖς ποσὶ τοῦ ἁγίου προσέπιπτον καὶ ἱκέτευον ἱλεώσασθαι αὐτοῖς τὸν θεὸν καὶ τοῦ θείου σφᾶς ἀξιῶσαι βαπτίσματος. καὶ ἡ ἀοίδιμος δὲ τοῦ βασιλέως μήτηρ, ἀμύητος οὖσα, ἠξίου καὶ μυηθῆναι καὶ βαπτισθῆναι· τυχοῦσα τοίνυν τοῦ ἐφετοῦ καὶ τὸν ἀληθῆ ἐπιγνοῦσα θεόν, τοὺς τόπους οὓς οἱ ὡραῖοι πόδες Χριστοῦ, ὡς εἰρήνην εὐαγγελισαμένου, διώδευσαν, θεάσασθαι ἐπεθύμησε. καὶ συμπαραλαβοῦσα τὸν θεσπέσιον Σίλβεστρον εἰς Ἱεροσόλυμα παραγέγονε· καὶ τὸ τοῦ κυρίου προσκυνήσασα μνῆμα καὶ τὸν θεῖον εὑρηκυῖα σταυρόν, ἐν ᾧ προσεπάγη σωματικῶς ὁ θεὸς ἡμῶν, ναούς τε δομησαμένη πολυτελεῖς πρὸς τὸν υἱὸν καὶ βασιλέα ἐπανελήλυθεν. Υἱοὺς δ’ ἐκ Φαύστας τῆς τοῦ Μαξιμιανοῦ θυγατρὸς ὁ βασιλεὺς ἐγείνατο τρεῖς, Κωνσταντῖνον, Κωνστάντιον καὶ Κώνσταντα, καὶ θυγατέρα Ἐλένην, ἣ τῷ Ἰουλιανῷ συνῴκησεν ὕστερον. εἶχε δὲ καὶ ἐκ παλλακῆς υἱὸν ἕτερον, Κρίσπον καλούμενον, τῶν ἄλλων αὐτοῦ υἱέων πρεσβύτερον, ὃς καὶ παρὰ τῷ πρὸς Λικίννιον πολέμῳ πολλάκις ἠρίστευσε. τούτῳ ἡ μητρυιὰ Φαῦστα ἐπιμανεῖσα ἐρωτικῶς, ἐπεὶ μὴ εὐπειθοῦς ἐκείνου ἐτύγχανε, κατεῖπε πρὸς τὸν πατέρα ὡς ἐρῶντος αὐτῆς καὶ βιάσασθαι πολλάκις ἐπιχειρήσαντος. διὸ καὶ θάνατον ὁ Κρίσπος παρὰ τοῦ πατρὸς κατεδικάσθη, πεισθέντος τῇ γαμετῇ. ὡς δ’ ἔγνω μετέπειτα ὁ αὐτοκράτωρ τὸ ἀληθές, καὶ τὴν γυναῖκα ἐκόλασε διά τε τὸ ταύτης ἀκόλαστον καὶ τὸν φόνον τὸν τοῦ παιδός. εἰσαχθεῖσα γὰρ ἐν λουτρῷ ἡ Φαῦστα σφοδρῶς ἐκκαυθέντι ἐκεῖ τὴν ζωὴν βιαίως ἀπέρρηξε. Σαρματῶν δὲ καὶ Γότθων κατὰ τῆς Ῥωμαίων ὑπηκόου κεκινημένων καὶ τὴν Θρᾳκῴαν μοῖραν ληιζομένων, διανίσταται κατ’ αὐτῶν Κωνσταντῖνος ὁ μέγιστος· καὶ τὴν Θρᾴκην καταλαβὼν τοῖς βαρβάροις συρρήγνυται καὶ κατ’ αὐτῶν ἵστησι λαμπρότατον τρόπαιον. Κατὰ δὲ θεῖον χρησμὸν βουληθεὶς ἀνεγεῖραι πόλιν, ὡς ἂν αὐτὴν ἐπὶ τῷ οἰκείῳ καλέσῃ ὀνόματι, πρότερον μὲν ἐν Σαρδικῇ ταύτην κτίσαι προέθετο· εἶτα ἐν Σιγαίῳ τὸ δὲ τῆς Τρῳάδος ἐστὶν ἀκρωτήριον, ἔνθα καὶ θεμελίους αὐτὸν καταβαλέσθαι φασί. καὶ αὖθις ἐν Χαλκηδόνι τὴν πόλιν ἤρξατο ἀνιστᾶν. λέγεται δὲ καθίπτασθαι ἀετοὺς καὶ τὰ τῶν οἰκοδόμων ἁρπάζειν σπαρτία· τὸν μεταξὺ δὲ διιπταμένους πορθμὸν ῥίπτειν αὐτὰ κατὰ τὸ Βυζάντιον. τοῦτο γοῦν πολλάκις γενόμενον ἀπηγγέλη τῷ βασιλεῖ· καὶ οὐκ ἐδόκει τυχαίως γίνεσθαι τὸ γινόμενον, ἀλλά τι διὰ τούτου τὸ θεῖον παραδηλοῦν. ἐφίσταται γοῦν αὐτὸς τῷ Βυζαντίῳ ὁ αὐτοκράτωρ, τὸν τόπον κατασκοπῶν ἀρέσκεται, μετατίθησι τὸν σκοπόν, μετάγει τοὺς τεχνίτας ἐκ Χαλκηδόνος ἐκεῖ, τὴν πόλιν φιλοτίμως οἰκοδομεῖ, Κωνσταντινούπολιν αὐτὴν ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ καλεῖ, καὶ ἀνατίθησιν αὐτὴν τῇ παρθένῳ καὶ θεομήτορι. Ἤδη δ’ ἀπαρτισθείσης τῆς πόλεως, κατὰ τὴν ἑνδεκάτην τοῦ Μαί̈ου μηνὸς τελεῖται τὰ ταύτης γενέθλια εἴτουν ἐγκαίνια, ἔτους ἐνισταμένου πεντακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ ὀγδόου. ὅτε, ὥς τινες ἱστορήκασι, τὸν ἀστρονόμον καλέσας Οὐάλεντα, τῶν τότε περὶ τὴν τέχνην ταύτην ἐσχολακότων τὸν ἀκριβέστερον, ἐκέλευσεν ἐπὶ τῷ γενεθλίῳ τῆς πόλεως συντάξαι θεμάτιον, ἵν’ ὁπόσους μέλλοι διαμεῖναι αὕτη γνοίη ἐνιαυτούς. ὁ δὲ εἰς ἑξακοσίους καὶ ἐνενήκοντα πρὸς τοῖς ἓξ ἐνιαυτοὺς διαρκέσαι αὐτὴν ἀπεφοίβασεν· οἵπερ ἤδη καὶ παρερρυήκεσαν πρὸ πολλοῦ. ἢ γοῦν ἐψευσμένην ὑποληπτέον τὴν τοῦ Οὐάλεντος πρόρρησιν καὶ διημαρτημένην τὴν τέχνην ἢ ἐκεῖνα νομιστέον ἐκεῖνον εἰπεῖν τὰ ἔτη, ἐν οἷς τὰ τῆς πολιτείας ἔθη ἐτηρεῖτο καὶ ἡ κατάστασις καὶ ἡ γερουσία τετίμητο καὶ οἱ ταύτης ἤνθουν πολῖται καὶ ἔννομος ἦν ἐπιστασία, τὸ κράτος δὴ τὸ βασίλειον, ἀλλ’ οὐκ ἄντικρυς τυραννίς, ἴδια τὰ κοινὰ τῶν κρατούντων λογιζομένων καὶ εἰς οἰκείας ἀπολαύσεις χρωμένων αὐτοῖς, καὶ τούτων ἐνίας οὐκ εὐαγεῖς, καὶ δωρουμένων οἷς βούλονται τὰ δημόσια καὶ οὐ ποιμένων τρόπον τοῖς ὑπηκόοις προσφερομένων, κειρόντων τὸ περιττὸν τῆς τριχὸς καὶ πεφεισμένως ἐμφορουμένων τοῦ γάλακτος, ἀλλὰ δίκην λῃστῶν αὐτὰ καταθυόντων τὰ πρόβατα καὶ τῶν σαρκῶν ἐμφορουμένων ἢ καὶ αὐτοὺς ἐκμυζώντων τοὺς μυελούς. Ἡ μὲν οὖν πόλις οὕτω παρὰ τοῦ εὐσεβοῦς ἐκείνου βασιλέως ἀνῳκοδόμητο κατὰ τὸ πάλαι Βυζάντιον. τὸ δὲ Βυζάντιον πόλις καὶ πρῴην ἐτύγχανεν οὐ τῶν ἀνωνύμων ἢ τῶν ἀσήμων, ἀλλὰ καὶ πλήθεσι πολιτῶν εὐθηνουμένη καὶ πλούτῳ καὶ ἀνδρῶν γενναιότητι καὶ τειχῶν ἐρυμνότητι, καὶ τοσοῦτον ὡς ἐπὶ τρεῖς ἐνιαυτοὺς ἐπὶ Σευήρου τοῦ ἐν Ῥώμῃ τῇ παλαιᾷ βασιλεύσαντος παρὰ Ῥωμαίων πολιορκεῖσθαι καὶ πολλὰ παρὰ τῶν πολιορκουμένων ὑποστῆναι αὐτούς, ὡς ἐν τοῖς περὶ Σευήρου μοι προϊστόρηται. Περὶ δὲ τῆς τῶν Βυζαντίων δυνάμεως καὶ τῆς τῶν τειχῶν ὀχυρότητος ταῦτα ὁ Δίων ἐν τοῖς περὶ Σευήρου φησί· "Τείχη δὲ τὸ Βυζάντιον καρτερώτατα εἶχεν· ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλους ἔχοντες ἦσαν. καὶ τὰ μὲν πρὸς τὴν ἤπειρον τείχη ἐς μέγα ὕψος ἦρτο, τὰ δὲ πρὸς θάλασσαν ἧττον ὑψοῦτο, οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ’ ἑκάτερα πολὺ προέχοντας ἔφερον. πλοῖα δ’ ἦσαν τοῖς Βυζαντίοις πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ’ ἃ καὶ διήρη, καί τισιν αὐτῶν καὶ ἐκ τῆς πρῴρας καὶ ἐκ τῆς πρύμνης πηδάλια ἤσκητο, καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχον, ὅπως καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι μὴ ἀναστρεφόμενοι καὶ τοὺς ἐναντίους ἔν τε τῷ πρόσπλῳ καὶ τῷ ἀπόπλῳ αὐτῶν σφάλλωσι." πρὸς τούτοις ἐπάγει ὁ Δίων, ὡς ἑπτὰ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν· τούτων δ’ εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν· εἰ δὲ δὴ τῷ πρώτῳ τι ἐνεβόησεν ἢ καὶ λίθον προσέρριψεν, αὐτός τε ἐλάλει ἔκ τινος μηχανῆς καὶ τῷ δευτέρῳ τὸ αὐτὸ παρεδίδου ποιεῖν, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλ’ ἐν τῷ μέρει πάντες παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος τήν τε φωνὴν καὶ τὴν ἠχὴν διεδέχοντο. Τοιαύτη μὲν οὖν τοῦ Βυζαντίου πάλαι ἡ πόλις ἐτύγχανεν· ὁ δὲ ἀοίδιμος Κωνσταντῖνος πολλαπλασίαν αὐτὴν ἐξειργάσατο. καὶ ναοὶ δὲ ἐν αὐτῇ παρ’ αὐτοῦ καθιδρύθησαν καὶ πολλὰ πρὸς κόσμον ταύτης γεγόνασιν, ἐπὶ πᾶσι δὲ καὶ ὁ κυκλοτερὴς κίων ὁ πορφυροῦς, ὃν ἐκ Ῥώμης, ὡς λόγος, κομισθέντα κατὰ τὴν ἀγορὰν ἔστησεν, ἣ κατέστρωται λιθίναις πλαξίν, ἀφ’ ὧν Πλακωτὸν παρωνόμασται· καὶ ἐπ’ αὐτοῦ χάλκεον ἐνίδρυσεν ἄγαλμα, θαῦμα ἰδέσθαι διά τε τὴν τέχνην διά τε τὸ μέγεθος. τὸ μὲν γὰρ πελώριον ἦν, ἡ δὲ ἀκρίβειαν ἐδείκνυ χειρὸς ἀρχαίας μικροῦ πλαττούσης καὶ ἔμπνοα· λέγεται δὲ τοῦ Ἀπόλλωνος εἶναι στήλη τὸ ἄγαλμα καὶ μετενεχθῆναι ἀπὸ τῆς ἐν τῇ Φρυγίᾳ πόλεως τοῦ Ἰλίου. ὁ δὲ θειότατος αὐτοκράτωρ ἐκεῖνος εἰς οἰκεῖον ὄνομα τὸ ἄγαλμα ἔστησε, τῇ κεφαλῇ τούτου τινὰς τῶν ἥλων ἐναρμοσάμενος, οἳ τὸ σῶμα τοῦ κυρίου προσεπαττάλευσαν τῷ σωτηρίῳ σταυρῷ· ὃ καὶ μέχρις ἡμῶν διήρκεσεν ἐπὶ τοῦ κίονος ἑστηκός. πέπτωκε δὲ βασιλεύοντος Ἀλεξίου τοῦ Κομνηνοῦ, ἀνέμου πνεύσαντος βιαίου τε καὶ σφοδροῦ· κἀκεῖνό τε συντέτριπτο καὶ πολλοὺς τῶν ἐκεῖ παρατυχόντων συνέτριψε. καὶ τὸ Παλλάδιον δὲ ἀπὸ τῆς Τροίας μετήνεγκε καὶ ἐν τῇ Πλακωτῇ καὶ τοῦτο ἔστησεν ἀγορᾷ. Ἄλλοις τε οὖν, ὡς εἴρηται, πολλοῖς τὴν πόλιν ὁ μέγας Κωνσταντῖνος ἐκόσμησε καὶ πρότερον ἐπισκοπὴν ὂν τὸ Βυζάντιον τῆς Θρᾳκικῆ Ἡρακλείας, ὡς ὑπὸ Σευήρου τοῖς Πειρινθίοις ὑποτεθὲν μετὰ τὴν ἅλωσιν, ὡς ἐν τοῖς περὶ Σευήρου ἱστόρηται, εἰς τιμὴν ἀνήγαγε πατριαρχικήν, τῇ πρεσβυτέρᾳ Ῥώμῃ τὰ πρεσβεῖα τηρήσας διὰ τὴν πρεσβυγένειαν καὶ τὸ τὴν βασιλείαν ἐκεῖθεν ἐνταῦθα μετενεχθῆναι. ἦν δὲ τότε τοῦ Βυζαντίου ἐπίσκοπος Μητροφάνης ὁ ἱερώτατος, υἱὸς Δομετίου ἀδελφοῦ Πρόβου τοῦ βασιλέως γενόμενος· ὅσπερ δὴ ὁ Δομέτιος ἐξ ἀπιστίας εἰς πίστιν μετενεχθεὶς καὶ διὰ τοῦτο τὴν Ῥώμην λιπών, εἰς τὸ Βυζάντιον παραγέγονε καὶ εἰς τὴν τῆς ἐπισκοπῆς ἀνήχθη περιωπήν. μεθ’ ὃν Πρόβος υἱὸς αὐτοῦ ἕτερος εἰς τὸν ἀρχιερατικὸν τοῦτον ἱδρύεται θρόνον, ὃν Μητροφάνης ὁ ἀδελφὸς διεδέξατο. Ἐπὶ τούτου τοῦ αὐτοκράτορος καὶ ὁ Ἄρειος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἱερεὺς ἐγνωρίζετο, κτίσμα τολμήσας εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον καὶ οὐσίας ἑτέρας καὶ οὐ συναί̈διον τῷ πατρί, οὐκ αὐτὸς γεννήτωρ τῆς αἱρέσεως γεγονώς. πρῶτος γὰρ Ὠριγένης πρὸς ἄλλαις πλείσταις δόξαις διεφθαρμέναις καὶ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ κτιστὸν καὶ ἀλλότριον εἶναι τῆς οὐσίας τῆς πατρικῆς εἰσηγήσατο καὶ μὴ δυνάμενον ὁρᾶν τὸν πατέρα, καὶ αὐτὸν δὲ τὸν υἱὸν ἀόρατον εἰσῆγε τυγχάνειν τῷ πνεύματι, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξερευγόμενος ταυτὶ τὰ ἀπόφημα, ἀλλ’ ἦσαν ἐν μόνοις γράμμασι κείμενα σεσίγηντό τε καὶ οὔπω δεδημοσίευντο· ὁ Ἄρειος δὲ εἰς προῦπτον ταῦτα προήνεγκε καὶ ἐπὶ τῶν δωμάτων ἐκήρυξε καὶ πολλοὺς εἰς ἀσέβειαν ὑπεσκέλισε θορύβων τε καὶ σχισμάτων τὰς ἐκκλησίας· ἐνέπλησεν. ὃ γνοὺς ὁ εὐσεβέστατος βασιλεὺς ἐκεῖνος ἐν Νικαίᾳ τῇ Βιθυνῶν συνελθεῖν τοὺς τῶν ἐπαρχιῶν ἐπισκόπους ἐκέλευσε καί, ἀθροισθέντων τι καὶ η ἁγίων πατέρων, ἐν οἷς ἦσαν καὶ ἱερεῖς τινες καὶ διάκονοι, ἀλλὰ μέντοι καὶ μοναχοί ὅτε καὶ ὁ μέγας Ἀθανάσιος ἐκεῖ παρῆν τῷ τῶν διακόνων ἔτι κατειλεγμένος ὢν τάγματι καὶ αὐτὸς ὁ χριστιανικώτατος βασιλεὺς ἀφίκετο πρὸς τὴν Νίκαιαν καὶ συγκαθίσας τοῖς ἱεροῖς πατράσιν ἐκείνοις ἐπέτρεπε ζητῆσαι τὰ παρὰ τοῦ Ἀρείου λεγόμενα καὶ διαγνῶναι εἴ τι τῆς ὀρθῆς ἐκκλίνουσι δόξης. οἱ δὲ ζητήσαντες καὶ ἀκριβῶς ἐξετάσαντες τὸν μὲν υἱὸν ὁμοούσιον καὶ ὁμότιμον καὶ συναί̈διον ἐδογμάτισαν τῷ πατρί, τὸν Ἄρειον δὲ καὶ τοὺς ἐκείνῳ ὁμόφρονας τῆς τῶν ὀρθοδόξων ὁμηγύρεως ἐξεκήρυξαν. Ἦν δὲ τῶν τὰ Ἀρείου πρεσβευόντων καὶ ὁ Παμφίλου Εὐσέβιος, τῆς ἐν Παλαιστίνῃ Καισαρείας τυγχάνων ἐπίσκοπος, ὃς μετέπειτα λέγεται ἀποστῆναι τῆς τοῦ Ἀρείου δόξης καὶ ὁμογνωμονῆσαι τοῖς συναί̈διον τὸν υἱὸν καὶ ὁμοούσιον τῷ πατρὶ δογματίζουσι καὶ δεχθῆναι παρὰ τῶν θείων πατέρων εἰς κοινωνίαν. οὕτω μὲν οὖν ταῦθ’ ἱστορούμενα παρά τινων εὕρηται· ἀμφίβολα δ’ ἐκεῖνος αὐτὰ δι’ ὧν ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ εὕρηται συγγραψάμενος τίθησι. πολλαχοῦ γὰρ ἐν τῷ εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται, αὐτίκα περί που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν Δαβὶδ εἰσάγων λέγοντα "αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν," φησὶ τὸν μὲν πατέρα καὶ ποιητὴν ὡς ποιητὴν πανηγεμόνα νομίζεσθαι βασιλικῷ προστάττοντα νεύματι, τὸν δὲ τούτου δευτερεύοντα θεῖον λόγον ταῖς πατρικαῖς ὑπουργοῦντα ἐπιταγαῖς. καὶ μετά τινα λέγει τοῦτον ὡσανεὶ τοῦ πατρὸς ὑπάρχοντα δύναμιν καὶ σοφίαν καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας καὶ ἀρχῆς ἐμπεπιστευμένον. καὶ αὖθις μετ’ ὀλίγα καὶ ὅτι ἔστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα ἡ τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετησαμένη, καὶ ὁ Σολομὼν λέγει προσώπῳ τῆς τοῦ θεοῦ σοφίας "κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ" καὶ ἑξῆς. καὶ μεθ’ ἕτερα πλείονα φάσκει "καὶ ἐπὶ πᾶσι τούτοις, οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς εἰληφότα, προσκυνεῖσθαι ὡς ἂν θεόν." ταῦτα καὶ ἕτερα τοῖς ἀρειανίζουσι δόγμασι δεικνύουσιν ὁμόφρονα τὸν Εὐσέβιον, εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ πονηθῆναι τούτων τὴν συγγραφήν. εὕρηται γὰρ ἐν τῷ πρακτικῷ τῆς πρώτης συνόδου ὑπερμαχῶν τοῦ ὀρθοῦ δόγματος. Ἡ μὲν οὖν ἁγία σύνοδος τὸ ὁμοούσιον καὶ συναί̈διον ἐπὶ τοῦ υἱοῦ δογματίσασα καὶ τὸ θεῖον αὐτίκα τῆς πίστεως ἐξέθετο σύμβολον περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεολογήσασα ἐν αὐτῷ καὶ μέχρι τοῦ "οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος," τὸ τούτου τέλος ποιησαμένη. ἡ γὰρ περὶ τοῦ ἁγίου πνεύματος θεολογία μετέπειτα προσετέθη ἐν τῇ δευτέρᾳ συνόδῳ τῆς περὶ τούτου γενομένης ζητήσεως, ἣ κατὰ Μακεδονίου συνῆκτο. Ὁ δ’ ἰσαπόστολος αὐτοκράτωρ ἐπὶ τῇ τῶν πατέρων ὁμονοίᾳ ἡσθεὶς ἐδεξιοῦτο αὐτούς. καί τινων τῆς ὑπὲρ τοῦ σωτῆρος ὁμολογίας φερόντων τὰ στίγματα ἐν τοῖς σώμασι, κατησπάζετο τὰ πεπηρωμένα τούτων μέλη καὶ μόρια καὶ αὐτοὺς διὰ τὰς πηρώσεις αὐτῶν ἐμακάριζε. δοθέντων δὲ λιβέλλων αὐτῷ κατά τινων ἐπισκόπων, οὔτ’ ἀνέγνω τούτους οὔτ’ εἰς ζήτησιν ἤνεγκεν, ἀλλ’ ἐνώπιον ἁπάντων πυρὶ αὐτοὺς ἀπετέφρωσεν, ἐπειπὼν ὅτι "κἂν αὐτόπτης ἐγενόμην ἀρχιερέως τινὸς ἁμαρτάνοντος, τῇ πορφυρίδι μου ἂν αὐτὸν συνεκάλυψα." ἐκεῖθεν εἰς τὸ παρ’ αὐτοῦ κτισθὲν βασίλειον ἄστυ τοὺς θείους ἐκείνους μεταγαγὼν πατέρας καὶ τῆς ἐξ αὐτῶν εὐλογίας ἀξιώσας αὐτὸ καὶ χειροτονηθῆναι παρασκευάσας ἐν αὐτῷ δεύτερον πατριάρχην τὸν ἱερὸν Ἀλέξανδρον ὁ γὰρ ἀοίδιμος Μητροφάνης μετήλλαξε τὴν ζωήν, ἀφῆκεν ἕκαστον εἰς τὴν οἰκείαν ἀπελθεῖν παροικίαν, τιμαῖς τε καὶ δωρεαῖς αὐτοὺς φιλοφρονησάμενος. Ἡ δὲ τοῦ βασιλέως μήτηρ ἡ μακαρία Ἐλένη εἰς γῆρας βαθὺ καταντήσασα ὀγδοήκοντα γὰρ λέγεται ζῆσαι ἐνιαυτούς πρὸς τὰς οὐρανίους ἀπῆρε μονάς, ἣν ὁ υἱὸς βασιλικῶς ἐθησαύρισεν. ἐκεῖνος δὲ κατὰ Περσῶν ἐκστρατεύων τριήρεσι κομίζεται εἰς τὴν Σωτηρόπολιν, ἣ νῦν ὀνομάζεται Πύθια· καὶ τοῖς ἐκεῖ χρησάμενος θερμοῖς ὕδασιν, ἔνθα καὶ φάρμακον πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν ἀδελφῶν, εἰς Νικομήδειαν παραγίνεται· ὅπου καὶ τετελεύτηκε, νοσήσας ἐφ’ ἱκανόν, ἐτῶν γεγονὼς πέντε πρὸς τοῖς ἑξήκοντα, βασιλεύσας δ’ ἐκ τούτων τριάκοντα πρὸς δυσίν, ἐνδεόντων δύο μηνῶν. ὃν ὁ υἱὸς Κωνστάντιος ἐξ Ἀντιοχείας παραγενόμενος ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος ἔτι ζῶντα εὑρὼν ἐκήδευσε μεγαλοπρεπῶς καὶ ἐν τῷ τῶν ἁγίων ἀποστόλων κατέθετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν. Ἱστόρηται δὲ ὁ ἀοίδιμος ἐκεῖνος αὐτοκράτωρ ἀφειδῶς τε τὰ χρήματα ἀναλίσκειν καὶ ταῦτα πορίζειν ἑαυτῷ ἀφειδέστερον, ὡς μὴ μεγαλοπρέπειαν κρίνεσθαι τὸ περὶ τὰς δαπάνας φιλότιμον, ἄντικρυς δέ—ἀλλὰ μή τι φαῦλον ἐρῶ περὶ τοῦ θείου ἐκείνου ἀνδρός. ὅθεν καὶ ὁ βέβηλος Ἰουλιανὸς ἐν τῷ περὶ τῶν Καισάρων λόγῳ αὐτοῦ ἀποσκώπτων ὥσπερ εἰς τὸν εὐσεβέστατον τουτονὶ βασιλέα διὰ τὸ πολυδάπανον πλάττεται τὸν Ἑρμῆν διαλεγόμενόν οἱ καὶ τί ἂν εἴη γνώρισμα βασιλέως ἀγαθοῦ πυνθανόμενον, κἀκεῖνον πρὸς τὸ ἐρώτημα λέγοντα πολλὰ κεκτῆσθαι τὸν αὐτοκράτορα χρῆναι καὶ ἀναλίσκειν πολλά. λέγεται δὲ μηδὲ λόγοις ἀνομίλητος εἶναι, ἀλλὰ καὶ περὶ τούτους ἐσπουδακέναι οὔτι μεῖον τῶν ὅπλων. κἀντεῦθεν αὐτῷ τὴν γλῶτταν γενέσθαι πρὸς διάλεξιν εὔθηκτον, καί τινας ἴυγγας προσεῖναι αὐτῇ κατακηλούσας τὰς τῶν ἀκροατῶν ἀκοάς. ἀναγέγραπται δὲ καὶ μισοπόνηρος εἶναι καὶ εἰωθὼς λέγειν μηδὲν τῶν ἁπάντων τῆς τῶν κοινῶν πραγμάτων καταστάσεως ἕνεκεν τὸν κρατοῦντα φείδεσθαι δεῖν, μηδ’ αὐτῶν τῶν οἰκείων μελῶν. τοῖς δὲ μεταβαλλομένοις ἐκ πονηρίας φιλανθρώπως διατιθέμενος ἔλεγεν ὅτι τὸ νοσοῦν μέλος ἀποκοπτέον καὶ σεσηπός, ἵνα μὴ καὶ τοῖς ὑγιαίνουσι λυμανεῖται, οὐ μέντοι τὸ ὑγείας ἤδη τυχὸν ἢ καὶ ὑγιαζόμενον. Καὶ ὁ μὲν τρισόλβιος βασιλεὺς ἐκεῖνος πρὸς τὰς αἰωνίους μετετέθη σκηνάς· ἡ δὲ τῶν Ῥωμαίων ἡγεμονία εἰς τοὺς τρεῖς ἐκείνου παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο, παρὰ τοῦ πατρὸς αὐτοῖς διανεμηθεῖσα, ὡς δ’ ἕτεροι, καθ’ ἑαυτοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ’ ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων, ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ Ἑλλάδι τὴν Πελοπόννησον· τῷ δὲ Κωνσταντίνῳ τὰς Κοττίας Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι Κοττίαι δὲ ὠνομάσθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κωνσταντίου δὲ λάχος γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ. Οὕτω δὲ τοῦ μερισμοῦ τῆς ἀρχῆς προβάντος, ὁ μὲν Κωνστάντιος εἰς τὴν ἑῴαν ἐχώρησεν, ἐκστρατεύων κατὰ Περσῶν. ὁ γὰρ τούτων ἡγεμονεύων Σαπώρης, τὸν θάνατον τοῦ μεγάλου γνοὺς Κωνσταντίνου, κατὰ τῶν ὑπὸ Ῥωμαίοις τελούντων ἐπιὼν καὶ ληιζόμενος οὐκ ἐπαύετο. ὁ δὲ Κωνσταντῖνος τῷ Κώνσταντι ἐπεφύετο, τὴν διανέμησιν τῶν χωρῶν αἰτιώμενος καὶ ἢ παραχωρῆσαι μέρους αὐτῷ τῆς ἀρχῆς ἀπαιτῶν ἢ ἀναδάσασθαι τὰς βασιλείας ἄμφω ζητῶν. ὡς δ’ ἐκεῖνος τῆς ἤδη γεγονυίας διανεμήσεως εἴχετο καὶ τῶν αὐτῷ προσκληρωθέντων ἀντείχετο καὶ οὐδὲ τοῦ βραχίστου παρεχώρει τῷ ἀδελφῷ, ὅπλα κατ’ αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος καὶ ἐπῆλθε τῷ λάχει τοῦ Κώνσταντος. ὁ δὲ ἐν Δακίᾳ ἀποδημῶν καὶ τὴν κίνησιν τοῦ Κωνσταντίνου μαθών, στράτευμα κατ’ αὐτοῦ πέμπει καὶ στρατηγούς, καὶ αὐτὸς ὅσον ἤδη μετὰ πλείονος στρατιᾶς ἐπιστῆναι ἐπαγγειλάμενος. οἱ γοῦν πεμφθέντες ἐγγὺς τοῦ Κωνσταντίνου γενόμενοι λόχους καθίζουσι καὶ συμβαλόντες αὐτῷ φεύγειν ὑπεκρίνοντο. τῶν δὲ τοῦ Κωνσταντίνου διωκόντων αὐτούς, ἐξόπισθεν αὐτῶν οἱ λοχῶντες γενόμενοι κατὰ νώτων αὐτοῖς ἐπιτίθενται, καὶ οἱ φεύγοντες ἐπιστραφέντες μέσον περιέσχον αὐτούς· καὶ πολὺ τῆς τοῦ Κωνσταντίνου διέφθαρτο στρατιᾶς κἀκεῖνος αὐτός. τοῦ γὰρ ἵππου τρωθέντος αὐτῷ καὶ διὰ τὸ τραῦμα σφαδάζοντος καὶ ἀνασκιρτῶντος, ἐκπέπτωκε τῆς ἕδρας ὁ Κωνσταντῖνος καὶ ἀνῃρέθη πολλὰ δεξάμενος τραύματα, οὔτε τυχὼν τῆς ἐφέσεως καὶ αὐτὴν προσζημιωθεὶς τὴν ζωήν, καὶ ὅτι ἀδίκων ἦρξε, καὶ τὴν οἰκείαν τῆς ἀρχῆς μοῖραν ἀποβαλών. καὶ γέγονε καὶ τῆς ἑσπερίου λήξεως ἐπικράτεια ὑφ’ ἑνὶ τῷ Κώνσταντι βασιλεῖ. εἶτα κἀκεῖνος εἰς ἀλλοκότους ἐκκυλισθεὶς ἔρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη καὶ ἀθλίως ἀπώλετο, Μαγνεντίου, ὃν ἐκεῖνος ἐκ στάσεως στρατιωτικῆς περιέσωσε κινδυνεύοντα, ἤδη τῶν στρατιωτῶν κατ’ ἐκείνου ἠρκότων τὰ ξίφη καὶ διαχειρίσασθαι αὐτὸν ὡρμηκότων. Ὁ Κωνστάντιος δὲ περὶ τὴν ἑῴαν διατρίβων τοῖς Πέρσαις ἐμάχετο, Σαπώρου τοῦ ἔθνους, ὡς εἴρηται, βασιλεύοντος· ὃς Ναρσῆ μὲν ἦν υἱός, οὐ μέντοι ἐξ ἐπισήμου γυναικός. ἐκ γὰρ τῆς πρωτευούσης τῶν αὐτοῦ γαμετῶν τρεῖς ἐγένοντο τῷ Ναρσῇ παῖδες, Ἀδαρνάρσης καὶ Ὁρμίσδας καὶ τρίτος ἕτερος. τελευτήσαντος δὲ Ναρσοῦ ὁ πρεσβύτερος τῶν τριῶν τούτων Ἀδαρνάρσης τῆς ἀρχῆς διάδοχος γέγονεν. ὠμὸς δὲ λίαν τυγχάνων καὶ ἀπηνὴς κἀντεῦθεν μισούμενος ὑπὸ τῶν Περσῶν, τῆς βασιλείας ἐκπέπτωκεν. Εἰρήσθω δέ τι καὶ τῆς ἐκείνου γνωμικῆς ὠμότητος γνώρισμα. σκηνή ποτε τῷ πατρὶ αὐτοῦ διεκομίσθη ἐκ Βαβυλῶνος δέρμασιν ἐγχωρίοις ποικιλώτερον εἰργασμένη. ταύτην ἐκταθεῖσαν ἄρτι θεώμενος ὁ Ναρσῆς ἠρώτησε τὸν Ἀδαρνάρσην, παιδίον ἔτι τυγχάνοντα, εἰ ἀρέσκει αὐτῷ ἡ σκηνή. ὁ δὲ ἀπεκρίνατο, εἰ κρατήσει τῆς βασιλείας, κρείττω ταύτης ποιήσειν ἐξ ἀνθρώπων δορᾶς. οὕτω νηπιόθεν ἐνέφαινε τὴν ὠμότητα. Τούτου τοίνυν οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, Σαπώρης εἰς τὴν ἀρχὴν ἀντεισῆκτο. καὶ ὃς εὐθὺς τὸν μὲν ἕτερον τῶν ἀδελφῶν ἐξετύφλωσε, τὸν Ὁρμίσδαν δὲ δεσμήσας ἔμφρουρον εἶχεν. ἡ δέ γε μήτηρ ἐκείνου καὶ ἡ γυνὴ χρήμασι δεξιωσάμεναι τοὺς φρουρούς, εἰς ἐπίσκεψιν ἐκείνου παρεχωρήθησαν εἰσελθεῖν. καὶ εἰσελθοῦσαι ῥίνην αὐτῷ παρέσχον, ἵνα ταύτῃ τὰ σιδήρεα διακόψῃ δεσμά, ὑποθέμεναι καὶ ὅσα δέοι μετὰ ταῦτα ποιεῖν ἵππους τε αὐτῷ καὶ τοὺς συναποδράσοντας ἑτοιμάσασαι. εἶτα τοῖς φρουροῖς ἡ ἐκείνου σύνευνος δεῖπνον παρέθετο δαψιλές· οἱ δὲ καὶ βρωμάτων ἐμφορηθέντες καὶ τοῦ ἀκράτου σπάσαντες ἀκρατέστερον ἐλήφθησαν ὕπνῳ βαρεῖ. ὁ δ’ Ὁρμίσδας κοιμωμένων ἐκείνων καὶ τὰ δεσμὰ τῇ ῥίνῃ διέκοψε καὶ τῆς φρουρᾶς ἐξελθὼν ᾤχετο καὶ πρὸς Ῥωμαίους ἀπέδρα καὶ ὑπεδέχθη φιλοτιμότατα. ὁ δὲ Σαπώρης ἐῴκει τῇ φυγῇ ἐκείνου ἐφήδεσθαι, οἷα τὸν ἐξ ἐκείνου ἀποσκευασάμενος φόβον· οὐ μόνον γὰρ ἐκδοθῆναί οἱ τὸν φυγάδα οὐκ ἐξεζήτησεν, ἀλλὰ καὶ τὴν γυναῖκα αὐτῷ ἐντίμως ἐξέπεμψεν. ἦν δὲ ὁ Ὁρμίσδας καὶ πολὺς τὴν ἰσχὺν καὶ ἀκοντιστὴς περιδέξιος, ὡς ἐν τῷ πάλλειν κατά τινος τὸ ἀκόντιον προλέγειν, ὅπου βαλεῖ τὸν πολέμιον. οὗτος τοίνυν τῷ Κωνσταντίῳ κατὰ τῶν ὁμοφύλων συνεστρατεύετο, ἄρχειν ταχθεὶς ἱππέων ἴλης πολλῆς. ὁ βασιλεὺς δὲ Κωνστάντιος πολλάκις τοῖς Πέρσαις συμβαλὼν τὴν ἥττονα μοῖραν εἶχε καὶ πολλοὺς τῶν οἰκείων ἀπέβαλε. καὶ τῶν Περσῶν δὲ πλεῖστοι πεπτώκασι καὶ αὐτὸς ὁ Σαπώρης ἐτέτρωτο. Οὕτω μέντοι τῶν ἐπὶ Πέρσας πολέμων συνενεχθέντων τῷ βασιλεῖ Κωνσταντίῳ, μαθὼν ταῦτα Μαγνέντιος, ὃς ἐκ πατρὸς μὲν γεγέννητο Βρεττανοῦ, ἐν τοῖς προτίκτορσι δ’ ἐστρατεύετο εἶτα καὶ κόμης ὠνομάσθη ταγμάτων δύο Ῥωμαϊκῶν, τυραννῆσαί τε καὶ πρῴην ἐπιθυμῶν τότε μᾶλλον ἔθετο τῷ σκοπῷ, ὅτι ἀτυχοῦντα περὶ τὸν Περσικὸν πόλεμον ἤκουε τὸν Κωνστάντιον, καὶ εὐκαιρίαν ἔκρινε τηνικαῦτα τοῦ ἐπικεχειρηκέναι τῇ τυραννίδι. καὶ πλασάμενος τὰ ἑαυτοῦ ἑορτάζειν γενέθλια ἐν Αὐγουστούλῳ τῇ πόλει συνεκάλεσε τοὺς ἐξόχους τῆς πόλεως τοῦ συμποσίου αὐτοῦ συμμεθέξοντας, τοὺς μὲν καὶ συνίστορας αὐτῷ τοῦ σκοποῦ, τοὺς δὲ καὶ ἀμετόχους τοῦ σκέμματος. καὶ παρέτεινε τὸν πότον ἕως ἑσπέρας. ἐξαναστὰς δὲ τοῦ συμποσίου αἴφνης εἰς τὸν κοιτῶνα εἰσέδραμε καὶ πρόεισιν ἐκεῖθεν μετὰ βραχὺ ἐν σχήματι βασιλείας σὺν δορυφόροις πολλοῖς, ὃ τοὺς μὴ συνειδότας αὐτῷ τὴν πρᾶξιν ἐτάραξεν. ἐκεῖνος δὲ διαλεχθεὶς τοῖς παροῦσι τοὺς μὲν ἔπεισε συνθέσθαι αὐτῷ, ἐνίους δέ γε καὶ ἐβιάσατο. καὶ συμπαραλαβὼν αὐτοὺς εὐθὺς εἰς τὰ βασίλεια ἄπεισι καὶ διανομὰς χρημάτων πεποίητο ταῖς τε πύλαις τῆς πόλεως ἐπέστησε φύλακας, ἐνταλθέντας τοῖς μὲν εἰσιοῦσι τὴν εἴσοδον συγχωρεῖν, ἐξιέναι δὲ μηδένα παραχωρεῖν, ἵνα μὴ τέως τὸ τόλμημα κηρυχθῇ. καὶ αὐτίκα στέλλει τοὺς τὸν Κώνσταντα ἀναιρήσοντας, πρὶν ἢ γνοίη τὸ τόλμημα. ὁ δὲ περὶ θήραν ἠσχόλητο. καὶ γὰρ ἐμεμήνει περὶ τὰ κυνηγέσια καὶ ταῦτα ἀρθρίτιδι προσπαλαίων διηνεκεῖ, ἣν ἐξ ἡδονῶν ἀμετρίας ἐνόσησεν ἀκολάστως βιούς· ἢ καὶ ἐν προσχήματι θήρας εἰς ὕλας ἐγκατεδύετο μετὰ τῶν περὶ αὐτὸν μειρακίσκων καὶ νεανίσκων, οἳ ἐκείνῳ διὰ κάλλος συνελέγοντο καὶ ᾠκείωντο ἐκαλλωπίζοντό τε περιεργότερον καὶ λίχνοις ἦσαν ὀφθαλμοῖς, ἀκολασίας ἐμπύρευμα, κἀκείνῳ ἐτύγχανον, ὡς λέγεται, παιδικά. ἀλλὰ καὶ ἐπὶ πλέον ταῖς ὕλαις διέτριβεν, ἐκκλίνων τὴν μετὰ τῶν κοσμίων ἀνδρῶν συνδιαγωγήν. παρὰ τὸν Ῥοδανὸν τοίνυν ποταμὸν οἱ παρὰ Μαγνεντίου σταλέντες γενόμενοι μετὰ τὴν θήραν ὑπνώττοντα τὸν Κώνσταντα διεχρήσαντο καὶ τοὺς ἐκείνῳ δὲ συνόντας ὀλίγους ὄντας ἀπέκτειναν. οἱ δὲ μὴ οὕτω φασὶ γενέσθαι τὴν ἐκείνου ἀναίρεσιν, γνῶναι δ’ ἐκεῖνον τὴν κατ’ αὐτοῦ ἐπανάστασιν καὶ μονωθέντα, καταλιπόντων αὐτὸν τῶν περὶ αὐτόν, ναῷ προσφυγεῖν. κἀκεῖ τὰ τῆς βασιλείας παράσημα ἀπεκδύσασθαι κἀκεῖθεν ἐκβληθέντα ἀναιρεθῆναι, ἑπτακαιδέκατον ἔτος ἀνύσαντα παρὰ τῇ ἀρχῇ, τῆς δ’ ἡλικίας ἤδη παρεληλυθότα τριακοστόν. λέγεται δὲ ἄρτι γεννηθέντος αὐτοῦ ἐπιτρέψαι τοῖς ἀστρολόγοις τὸν πατέρα αὐτοῦ ἐπὶ τῷ τούτου γενεθλίῳ ποιῆσαι θεμάτιον, κἀκείνους πρὸς ἄλλοις οἷς περὶ αὐτοῦ προειρήκασι καὶ τοῦτο εἰπεῖν ὡς ἐν ταῖς ἀγκάλαις τῆς αὐτοῦ μάμμης ἀναιρεθήσεται. ὃ θανούσης ἐκείνης καὶ διέπαιζεν ὁ Κώνστας· τὸ δ’ εἰς ἔργον ἀποβεβήκει, καὶ ἡ τῶν ἀστρολόγων οὐ διήμαρτε πρόρρησις, κἂν ὑπῆρξε λοξή. ἐν γὰρ πολίχνῃ Ἐλένῃ καλουμένῃ εἰς ὄνομα τῆς βασιλίσσης ἐκείνης ὁ Κώνστας ἀνῄρητο. Ὁ μὲν οὖν οὕτω βεβιωκὼς ἀσελγῶς οὕτως οἰκτρῶς ἐστέρητο τῆς ζωῆς· ὁ δὲ Μαγνέντιος κατὰ ῥοῦν αὐτῷ τῶν τῆς τυραννίδος χωρησάντων πραγμάτων ἐσπούδασε τῶν τὰς ἀρχὰς ἐχόντων τοὺς λογιμωτάτους ἐκ μέσου ποιήσασθαι. καὶ γραφὰς πλασάμενος πρὸς αὐτοὺς ὡς ἐκ τοῦ Κώνσταντος σταλείσας αὐτοῖς μετακαλουμένου τούτους δῆθεν πρὸς ἑαυτόν, καθ’ ὁδὸν λοχήσας πλείστους ἀπέκτεινε, μηδὲ τῶν οἰκείων συνωμοτῶν φειδόμενος, ἀλλὰ καὶ τούτους διαφθείρων. Καὶ ὁ μὲν ἐν τοιούτοις ἦν, ἑαυτῷ κρατύνων τὴν τυραννίδα· τῷ δὲ Κωνσταντίῳ τὸν θάνατον πυθομένῳ τοῦ ἀδελφοῦ ἐμερίζετο ἡ διάνοια ἐννοουμένῳ πότερον ἂν προτιμήσαιτο τὸ Πέρσαις ἀντικαθίστασθαι κείρουσι τὰ Ῥωμαίοις ὑπήκοα ἢ τούτων κατά γε τὸ παρὸν ἀμελῆσαι καὶ χωρῆσαι κατὰ τοῦ τυραννήσαντος, ἵνα καὶ τὸν τοῦ συγγόνου τίσαιτο φόνον καὶ ἑαυτῷ προσποιήσαιτο τὰ ἑσπέρια. Ταῦτα τοῦ Κωνσταντίου σκοποῦντος καὶ διαμέλλοντος, ὁ Σαπώρης, ἐπεὶ κἀκείνῳ πρὸς γνῶσιν ἦλθον τὰ συμβεβηκότα περὶ τὸν Κώνσταντα, ἐπιτίθεται τῷ καιρῷ καὶ σὺν βαρεῖ στρατεύματι κατὰ τῶν ὑποκειμένων Ῥωμαίοις ἔπεισι χωρῶν τε καὶ πόλεων· καὶ πολλὴν μὲν ἐληίσατο χώραν, ἀλλὰ μέντοι καὶ φρούρια εἷλε καὶ τέλος ἐπολιόρκει τὴν Νίσιβιν, ἣ πάλαι μὲν τῇ τῶν Ἀρμενίων διέφερε βασιλείᾳ, ἐπὶ δὲ Μιθριδάτου, ὃς Τιγράνου τοῦ τῶν Ἀρμενίων τότε κρατοῦντος γαμβρὸς ἦν καὶ ἐξ ἐκείνου τὴν πόλιν εἰλήφει, ὑπὸ Ῥωμαίων ἑάλω πολιορκίᾳ. ἐν ταύτῃ γὰρ ὁ Σαπώρης ἐλθὼν πᾶσαν ἐκίνησε μηχανὴν ἵνα αὐτῷ ἡ πόλις ἁλῷ· κριούς τε γὰρ προσῆγε τοῖς τείχεσι καὶ διώρυχας ὑπογαίους πεποίητο, ἀλλὰ πρὸς πάντα γενναίως ἀντικαθίσταντο οἱ πολιορκούμενοι. καὶ τὸν ποταμὸν δέ, ὃς διὰ μέσης ἔρρει τῆς πόλεως, μετωχέτευσεν, ἵνα δίψει πιεζόμενοι οἱ τῆς πόλεως προδοῖεν αὐτῷ τὴν πόλιν. τοῖς δὲ ἀφθονία ἦν ὑδάτων καὶ ἐκ φρεάτων καὶ ἐκ πηγῶν. ὡς δ’ εἰς οὐδὲν αὐτῷ κατήντησαν ἀνύσιμον αἱ ἐπίνοιαι, ἕτερόν τι αὐτῷ μεμηχάνητο. ἀναδραμὼν τὸν ποταμόν, ὅς, ὡς εἴρηται, διὰ τῆς πόλεως ἔρρει, καὶ πρὸς φάραγγας γεγονώς, ἔνθα ὁ χῶρος, δι’ οὗ διέρρει, ἐστένωτο, ἀπέφραξε τὸν τόπον καὶ ἐπέσχε τὸ ῥεῦμα αὐτοῦ. τοῦ δ’ ὕδατος πλημμυρήσαντος, ἀθρόον τὰ φραγνύντα τὴν τοῦ ὕδατος διέξοδον ἐξελὼν ἀφῆκε τὸ ῥεῦμα κατὰ τῆς πόλεως· τὸ δὲ πολύ τε σεσωρευμένον καὶ σὺν βίᾳ σφοδρᾷ τῷ τείχει προσπεσὸν μέρος ἐκείνου κατήραξεν. οὐκ εὐθὺς δὲ ὁ βάρβαρος εἰσέδυ τὴν πόλιν, ἀλλ’ ὡς ἤδη ἁλωθείσης αὐτῆς, ἐπεὶ καὶ πρὸς ἑσπέραν ἦν ὁ καιρός, εἰς αὔριον παραλήψεσθαι τὴν πόλιν, μή τινος ἀντιβαίνοντος, ὑπερέθετο. οἱ δ’ ἐν τῇ πόλει πρὸς μὲν τὸ ῥῆγμα τοῦ τείχους ἐθορυβήθησαν, ὡς δ’ εἶδον τοὺς Πέρσας ὑπερθεμένους τὴν εἴσοδον, ἄϋπνοι τὴν νύκτα διατελέσαντες πολυχειρίᾳ τὸν τόπον ὠχύρωσαν, τεῖχος ἐντὸς ἀνεγείραντες ἕτερον. ὅπερ ἕωθεν ὁ Σαπώρης ἰδὼν ἀμελείᾳ οἰκείᾳ τὸ ἀτύχημα ἐπεγράφετο. ἀλλ’ οὐδ’ οὕτω τῆς πολιορκίας ἀφίστατο. πολλὰ δὲ καὶ ἕτερα κατὰ τῆς πόλεως ἐπινοησάμενος καὶ πλείστους τῶν οἰκείων ἀποβαλών ὑπὲρ γὰρ τὰς εἴκοσι χιλιάδας κινδυνεῦσαι λέγεται τοῦ Περσικοῦ στρατεύματος πολιορκουμένης Νισίβεως μετ’ αἰσχύνης ἀνεχώρησεν. ἤδη γὰρ καὶ Μασσαγέται τῇ Περσίδι ἐπήλθοσαν καὶ αὐτῇ ἐλυμαίνοντο. Κωνστάντιος δὲ ὁ βασιλεὺς τὴν μὲν Νίσιβιν κατωχύρωσε καὶ τοὺς πολίτας αὐτῆς ἀνεκτήσατο, αὐτὸς δέ, ἀνακωχῆς ἤδη τῇ ἑῴᾳ γενομένης ἐκ τῶν Περσῶν, πρὸς τὰ ἑσπέρια ὥρμησε. καί οἱ ἀγγέλλεται Βετρανίων κοινοπραγήσας τῷ Μαγνεντίῳ. τῶν γὰρ παρ’ Ἰλλυριοῖς ἄρχων οὗτος στρατευμάτων τυγχάνων καὶ μαθὼν τοῦ Μαγνεντίου τὴν ἐπανάστασιν καὶ τὸν φόνον τοῦ Κώνσταντος οὐχ ὑπεῖξε τῷ τυραννήσαντι, ἀλλὰ καὶ αὐτὸς ἑτέρωθεν τυραννίδι ἐπικεχείρηκε. τῷ Κωνσταντίῳ δ’ ἐπιστέλλων ἔλεγε τῷ τυράννῳ ἀντικαθίστασθαι καὶ αὐτὸν ἀφικέσθαι εἰς ἐκείνου κατάλυσιν κατήπειγεν. ἐπὶ συνθήκαις οὖν ὁ Βετρανίων καὶ ὁ Μαγνέντιος ἀλλήλοις σπεισάμενοι πρέσβεις ἄμφω κοινῶς πρὸς τὸν Κωνστάντιον στέλλουσιν, ἀξιοῦντες αὐτὸν καταθέσθαι τὰ ὅπλα καὶ τὴν πρώτην ἔχειν τιμήν. περὶ γοῦν τὴν τῆς Θρᾴκης Ἡράκλειαν ἐντυχόντες οἱ πρέσβεις τῷ αὐτοκράτορι τὰ μεμηνυμένα οἱ ἀπήγγειλαν. ὁ δὲ ἐν φροντίδι διὰ ταῦτα γενόμενος, νυκτὸς ἐπιγενομένης ὄναρ ὁρᾷ τοιοῦτον. ἐδόκει τὸν πατέρα αὐτῷ παρεστάναι, τὸν υἱὸν αὐτοῦ τὸν Κώνσταντα κατέχοντα τῇ χειρί, καὶ λέγειν αὐτῷ· "Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ σὸς ἀδελφός, πολλῶν δὲ βασιλέων ἀπόγονος, ὃς ἐκ τυράννου διώλετο. χρή σε τοίνυν τούτῳ τε τιμωρῆσαι καὶ τὴν ἀρχὴν μὴ παρόψεσθαι διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην, σπεῦσαι δὲ τὴν τυραννίδα καθελεῖν καὶ μὴ περιιδεῖν τὸν ἀδελφὸν ἀνεκδίκητον." ἐπὶ τούτοις διυπνισθεὶς ὁ Κωνστάντιος τοὺς μὲν πρέσβεις κατέσχε καὶ φρουρᾷ παραδέδωκεν· αὐτὸς δ’ αὐτίκα μηδὲν μελλήσας εἰς Σαρδικὴν παραγίνεται. καὶ ὁ Βετρανίων τὴν ἀνέλπιστον ἐπιδημίαν πτήξας τοῦ Κωνσταντίου ὡς δεσπότῃ προσυπηντήκει αὐτῷ, τάς τε προτέρας καταλείψας βουλὰς καὶ τὰς συνθήκας ἀθετήσας τὰς πρὸς Μαγνέντιον. καὶ ὁ Κωνστάντιος δὲ αὐτὸν γνησίως προσήκατο καὶ ὁμοδίαιτον ἐποιήσατο. τὰ γὰρ τῆς βασιλείας ἀποδυσάμενος ὁ Βετρανίων γνωρίσματα ἐν ἰδιώτου στολῇ τῶν τοῦ βασιλέως ποδῶν ἐπελάβετο. ὁ δὲ περιεπτύξατό τε τὸν Βετρανίωνα καὶ πατέρα ὠνόμασε καὶ χεῖρα ὀρέγων αὐτῷ καὶ ὑποστηρίζων πρεσβύτην ὄντα σύνδειπνον ἐποιήσατο· εἶτα ἡ Προῦσα αὐτῷ πόλις δ’ αὕτη τῶν Βιθυνῶν εἰς κατοικίαν ἀφώριστο καὶ χωρία πρὸς χορηγίαν τῶν ἐπιτηδείων ἀπονενέμητο. ἔνθα τρυφῶν ἐπὶ ἓξ ἐνιαυτοὺς τὴν ζωὴν ἐξεμέτρησε. Καὶ τὰ μὲν περὶ Βετρανίωνα εἰς τοιοῦτον κατηντήκασι τέλος· ὁ δὲ αὐτοκράτωρ Κωνστάντιος πρὸς Μαγνέντιον ὥρμητο. ὁ δὲ ἐν Μεδιολάνῳ διῆγε, τὸν ἀδελφὸν Δεκέντιον ἀνειπὼν Καίσαρα καὶ στείλας αὐτὸν τὰς Γαλλίας φυλάξοντα. ἐν τούτοις δ’ αὖθις ὁ Σαπώρης ἀδείας δραξάμενος, τὰ πρὸς ἕω ἐπόρθησε καὶ λείαν λαβὼν καὶ δορυαλώτους πολλοὺς ἐπανέζευξεν. οὕτω δ’ ἑκατέρωθεν ὁ βασιλεὺς περιστοιχιζόμενος ταῖς ἐκ τῶν πολέμων φροντίσι Γάλλον τὸν οἰκεῖον ἐξάδελφον τιμήσας τῇ ἀξίᾳ τοῦ Καίσαρος καὶ τὴν ἑαυτοῦ ἀδελφὴν Κωνσταντίαν κατεγγυήσας αὐτῷ εἰς τὴν ἑῴαν ἐξέπεμψε, τὰς ἐφόδους τὰς Περσικὰς ἀνακόψοντα. Ὁ μὲν οὖν Γάλλος Καῖσαρ τὸν τρόπον τοῦτον ἀναρρηθεὶς ἐπὶ τὴν ἑῴαν ἀπῄει, καὶ τὴν σύζυγον ἐπαγόμενος· ὁ δέ γε Κωνστάντιος εἰς τὸν κατὰ Μαγνεντίου ἀνεχώρησε πόλεμον. ἵνα δὲ μὴ μάχαις ἐμφυλίοις καὶ σφαγαῖς ἀλλήλων οἱ Ῥωμαῖοι μιαίνοιντο, δεῖν ἔκρινεν εἰς συμβάσεις τὸν τύραννον προκαλέσασθαι. στέλλει τοίνυν πρὸς αὐτὸν ἄνδρας τῶν ἐπιφανῶν καὶ γράμματα δ’ ἐγχαράττει αὐτῷ, συγγνώμην διδοὺς ἐπὶ τῷ τολμήματι, εἰ τῶν ὅπλων ἀπόσχοιτο, καὶ παραχωρῶν αὐτῷ τῶν Γαλλιῶν, ἵνα τούτων ἄρχῃ καὶ ταύταις περιορίζηται. ὁ δὲ οὐδέν τι φρονῶν μέτριον οὐ προσήκατο τὰ παρὰ τοῦ Κωνσταντίου ἀπραγμόνως αὐτῷ παρεχόμενα, ἀλλὰ τὸν πόλεμον εἵλετο· καὶ μᾶλλον σὺν τάχει πρὸς τοῦτον ἐχώρησεν, ὅτι Σιλβανός, εἷς τις τῶν αὐτοῦ ταξιάρχων, μετὰ πλήθους ὁπλιτῶν ἐκεῖνον λιπὼν Κωνσταντίῳ προσῆλθε τῷ αὐτοκράτορι. ἤδη δὲ πλησιασάντων ἀλλήλοις καὶ ἀντιστρατοπεδευσαμένων, ὅ τε Κωνστάντιος τοὺς οἰκείους στρατιώτας λόγοις διήγειρεν εἰς ἀλκὴν καὶ ὁ Μαγνέντιος τοὺς ἑαυτοῦ παρεκάλει ἄνδρας φανῆναι πιστούς τε καὶ ἀγαθούς, πολλὰ σφίσιν ἐπαγγελλόμενος. ἀντιπαραταξάμενοι δὲ τὸ μὲν πλεῖστον τῆς ἡμέρας ἀπρακτοῦντες διήγαγον, μηδενὸς τῷ ἀντιπαρατεταγμένῳ μέρει ἐπεξιόντος. ὁ δὲ Μαγνέντιος καὶ γοητείαις ἐχρήσατο· γυνὴ γάρ τις μάγος παρθένον αὐτῷ σφαγιάσαι ὑπέθετο καὶ οἴνῳ τὸ ταύτης αἷμα προσμίξαι καὶ δοῦναι τοῖς στρατιώταις αὐτοῦ ἀπογεύσασθαι, ἐπὶ τούτοις ἐκείνης ἐπῳδὰς εἰπούσης τινὰς καὶ δαιμόνων ἐπικαλουμένης ἐπικουρίαν. ἄρτι δὲ τῆς ἡμέρας κλινάσης ἀλλήλοις συνερράγησαν τὰ στρατεύματα, καὶ πολλὰς τῆς μάχης σχούσης μεταβολὰς τέλος ἡ νίκη τῷ Κωνσταντίῳ ἐπεμειδίασε, καὶ μέχρι βαθείας νυκτὸς συνεκόπτοντο οἱ τοῦ Μαγνεντίου καὶ ἀπώλλυντο· οὕτω δὲ τῆς τοῦ πολέμου ῥοπῆς τῷ τυράννῳ συνενεχθείσης, εἰς φυγὴν ἐκεῖνος ἀπεῖδεν. ἵνα δὲ μὴ τοῖς βασιλικοῖς παρασήμοις φεύγων γνωρίζοιτο, ἀποτίθεται ταῦτα καὶ ἰδιωτικὴν ἀναλαμβάνει στολὴν καὶ τῷ βασιλείῳ ἵππῳ τὰ παράσημα ἐπιθέμενος ἄνετον ἀφῆκε τρέχειν αὐτόν, ἵνα νομίζοιτο πρὸς τῶν ὁρώντων τὸν ἵππον θέοντα τοῦ ἐπιβάτου χωρὶς ἀνῃρημένος αὐτὸς καὶ μὴ καταδιώκοιτο πρός τινων. ὁ μὲν οὖν οὕτω διέδρα· ἕωθεν δὲ ὁ Κωνστάντιος ἐπί τινος ἀναβὰς λόφου καὶ τὴν παρακειμένην πεδιάδα, ἀλλὰ μὴν καὶ τὸν παραρρέοντα ποταμὸν νεκρῶν ἰδὼν γέμοντα, εἰς φανερὰ κατήνεκτο δάκρυα, οὐ μᾶλλον διὰ τὴν νίκην ἡδόμενος ὅσον διὰ τὸν τῶν πεσόντων δακνόμενος ὄλεθρον. λέγονται γὰρ ἐκ μὲν τῶν ἐκείνου περὶ τριάκοντα πεσεῖν χιλιάδας, ἁπασῶν ἀριθμουμένων εἰς ὀγδοήκοντα, ἐκ δὲ τῶν Μαγνεντίου τριάκοντα καὶ ἓξ οὐσῶν χιλιάδων διαφθαρῆναι τὰς εἴκοσι πρὸς ταῖς τέσσαρσιν. αὐτίκα τοίνυν τοὺς μὲν ἀνῃρημένους τῶν πεσόντων ταφῆς ἀξιωθῆναι πάντας ἐκέλευσε, μὴ διακρινομένων τῶν οἰκείων ἢ τῶν πολεμίων, τοὺς δ’ ἔτι ἐμπνέοντας ἐπιμελείας τυχεῖν καὶ ἰατρικῆς θεραπεία. Διαδρὰς δέ, ὡς εἴρηται, Μαγνέντιος τούς τε περισωθέντας ἐκ τῶν οἰκείων ἤθροιζε καὶ ἄλλους συνέλεγε καὶ αὖθις ἐπαναλαμβάνειν ἑαυτὸν ἐπειρᾶτο. ἔστειλε δὲ καὶ πρὸς τὸν Κωνστάντιον συγκλητικόν τινα πρεσβεύσοντα, ὃν ὁ Κωνστάντιος οἰηθεὶς τῷ τῆς πρεσβείας ὀνόματι κατασκοπήσοντα καὶ τὰ κατ’ αὐτὸν περιεργασόμενον, περιώρισεν. ὁ δὲ Μαγνέντιος ἐπισκόποις αὖθις εἰς πρεσβείαν ἐχρήσατο, συγγνωμονηθῆναι ζητῶν, ἵν’ ἐν στρατιώτου μοίρᾳ τῷ βασιλεῖ συστρατεύοιτο. ἀλλ’ οὐδὲν πρὸς τὴν πρεσβείαν ταύτην ἀνταπεκρίνατο ὁ Κωνστάντιος, ἀφῆκε δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπελθεῖν. κἀκεῖνος ἀπῄει κινήσας τὸ στράτευμα, καὶ πολλοὶ τῶν ὑπὸ Μαγνέντιον αὐτῷ προσῄεσαν ἑαυτούς τε καὶ τὰ φρούρια ἐγχειρίζοντες. Μαγνέντιος δὲ ἀπογνοὺς τοῦ συγγνώμης τυχεῖν πρὸς πόλεμον ἡτοιμάζετο καὶ ἐν Γαλλίαις διάγων πλήθη συνήθροιζεν. ἵνα δὲ φροντίσι περιβάλῃ τὸν αὐτοκράτορα καὶ ἐξ ἑαυτοῦ ἀντιπερισπάσῃ πρὸς ἕτερα, ἔπεμψέ τινα τῶν ἑαυτῷ οἰκείων εἰς Ἀντιόχειαν, ἀναιρήσοντα τὸν Γάλλον. καὶ ὁ πεμφθεὶς διὰ τὸ ἀνύποπτον εἰς καλύβην τινὸς κατέλυσε γραὸς παρὰ τῷ Ὀρόντῃ ποταμῷ πεπηγμένην ὃς Ὀφίτης πρῴην καλούμενος, ὥς τινες ἱστοροῦσιν, Ὀρόντης ἐπεκλήθη μετέπειτα, τοῦ υἱοῦ Καμβύσου τοῦ Περσῶν βασιλέως εἰς αὐτὸν ἐμπεσόντος, καλουμένου Ὀρόντου—ἤδη γοῦν παρὰ τοῦ Μαγνεντίου σταλεὶς τὴν κατὰ τοῦ Γάλλου ἐξαρτύσας ἐπιβουλὴν καὶ πολλοὺς τῶν ἐκεῖ προσποιησάμενος ὁπλιτῶν, ἑσπέρας παρὰ τῇ τῆς γραὸς καλύβῃ τῶν συνιστόρων τισὶ συνδειπνῶν ἀδεέστερον αὐτοῖς ὡμίλει περὶ ὧν ἐβουλεύοντο, καταφρονῶν τῆς γραὸς ὡς ἀπράγμονος καὶ μηδὲ συνιείσης διὰ τὸ γῆρας τῶν λεγομένων. ἡ δὲ φύσεως, ὡς ἔοικεν, ἐντρεχεστέρας τυγχάνουσα ἐῴκει μὲν μηδ’ ἀκούειν τῶν λεγομένων, πάντα δὲ συνετήρει καθ’ ἑαυτήν. καὶ ἐπεὶ ὁ ξένος αὐτῆς οἰνωθεὶς ὕπνωσεν, ἐκείνη λάθρᾳ τῆς καλύβης ὑπεξελθοῦσα παρὰ τὴν πόλιν ἀφίκετο καὶ πάντα καταγγέλλει τῷ Καίσαρι. παρ’ οὗ σταλέντες τινὲς συνέσχον αὐτοῦ τὸν ἐπίβουλον, ὃς ἐν ἀνάγκῃ καταστὰς τὸ ἅπαν δρᾶμα ἐξέφηνε. καὶ οὕτω τὴν ἐπιβουλὴν ὁ Γάλλος διέφυγεν, ἐκεῖνον κολάσας καὶ τοὺς ἐκείνῳ συνίστορας. Τούτων οὕτω συμβεβηκότων ὁ Μαγνέντιος αὖθις πρὸς μάχην ηὐτρέπιστο καὶ συμβαλὼν τοῖς τοῦ Κωνσταντίου ἡττᾶται καὶ φεύγει. οἱ γοῦν αὐτῷ συμφυγόντες στρατιῶται, ἐπεὶ μηδαμόθεν ἑώρων αὐτοῖς σωτηρίας ἐλπίδα περιλιπῆ, καὶ μάταιον κρίναντες κινδυνεύειν ὑπὲρ ἀπεγνωσμένου ἀνδρός, ἐκδοῦναι αὐτὸν τῷ βασιλεῖ ἐβουλεύσαντο. καὶ περιστάντες τὴν οἰκίαν, ἔνθα κατέκειτο, ἐν σχήματι φρουρῶν ἐφρούρουν αὐτόν, ἵνα μὴ λάθῃ σφᾶς ἐκφυγών. ὡς δ’ ἔγνω τὴν αὐτῶν διάνοιαν ὁ Μαγνέντιος καὶ ἐν ἀφύκτοις ἑαυτὸν περιειλημμένον, ἐξ ἀπονοίας μεμηνότος ἔργον, ὡς λόγος, εἰργάσατο, τοὺς μεθ’ ἑαυτοῦ πάντας συγγενεῖς τε καὶ φίλους ἀνῃρηκώς· εἶτα καὶ Δισιδερίῳ τῷ ἀδελφῷ πληγὰς πολλὰς διὰ ξίφους ἐπήνεγκεν, οὐ μέντοι τις αὐτῶν θανάσιμος ἦν. καὶ ταῦτα πράξας καὶ ἑαυτὸν ἀνεῖλεν, ἵνα μὴ παραδοθῇ πρὸς τῶν αὐτὸν φυλασσόντων Κωνσταντίῳ τῷ αὐτοκράτορι καὶ χρονιώτερον κολασθῇ. καὶ Δεκέντιος δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὃν προεχειρίσατο Καίσαρα, ἐν Γαλλίαις ὢν καὶ πρὸς τὸν ἀδελφὸν ἑτοιμαζόμενος ἀφίξεσθαι σύμμαχος, ὡς τὸν ἐκείνου ἐπύθετο ὄλεθρον, ἀπογνοὺς ἀγχόνῃ ἐχρήσατο. ὁ δὲ παρὰ τοῦ Μαγνεντίου πληγὰς δεξάμενος ἐκείνου ὁμαίμων ὁ Δισιδέριος, τὸν θάνατον ἐκφυγὼν καὶ ἀναρρωσθεὶς ἀπὸ τῶν πληγῶν, τῷ Κωνσταντίῳ προσῆλθεν ἐθελοντής. οὕτω δὲ τῆς τοῦ Μαγνεντίου τυραννίδος διαλυθείσης, ὅσα ἐκεῖνος κατεῖχε, καὶ ταῦτα ὑπὸ τὸν Κωνστάντιον γέγονε, καὶ ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς μόνος γέγονεν ἐγκρατής. Τὰ μὲν οὖν ἑσπέρια εἰρήνην ἦγον ἐντεῦθεν· τὰ δὲ τῆς ἑῴας ἐταράττετο μοίρας. ὁ Γάλλος γὰρ τῷ εὐτυχήματι ἐπαρθείς, ἐπεὶ ἐν Ἀντιοχείᾳ ἐγένετο, βαρὺς τοῖς ὑπ’ αὐτὸν προσεφέρετο, κακουμένοις πολυειδῶς πρὸς αὐτοῦ, ἔχοντος καὶ τὴν ὁμόζυγα πρὸς τοῦτο αὐτὸν ἐρεθίζουσαν. δείσας οὖν ὁ Κωνστάντιος μὴ κινηθεῖεν εἰς ἀποστασίαν οἱ ὑπ’ ἐκείνου κακούμενοι καὶ ἐμφυλίου πολέμου δεήσῃ αὐτῷ, Δομιτιανόν, ἄνδρα ἐπιφανῆ τε καὶ γηραιόν, ἔπαρχον πραιτωρίων, προχειρισάμενος εἰς Ἀντιόχειαν ἔστειλεν, ἐντειλάμενος τῷ ἀνδρὶ ἐν ἀπορρήτοις εὐφυῶς πως τὸν Γάλλον ὑπελθεῖν καὶ πεῖσαι ἀφίξεσθαι πρὸς αὐτόν. ὁ δὲ εἰς Ἀντιόχειαν παραγεγονὼς καὶ πάνυ ἀδεξίως τὸ πρᾶγμα μετεχειρίσατο, ἀναφανδὸν ἐπιτάξας τῷ Καίσαρι πορεύεσθαι πρὸς τὸν αὐτοκράτορα καὶ ἀπειλήσας, εἰ μὴ πείθοιτο, τὰς σιτήσεις τῶν ὑπ’ αὐτὸν ἐπισχεῖν. τούτοις εἰς θυμὸν ἐκεῖνος παροξυνθείς, καὶ ἄλλως εὐκίνητος ὢν πρὸς ὀργήν, συνέσχε τὸν ἔπαρχον καὶ φρουροὺς αὐτῷ στρατιώτας ἐπέστησε. Μοντίου δὲ τοῦ κοιαίστωρος αἰτιωμένου τὴν πρᾶξιν καὶ εἰς σαφῆ τυραννίδα ταύτην ἀνάγεσθαι λέγοντος, ἔτι χαλεπήνας ὁ Καῖσαρ, ἀλλὰ καὶ πρὸς τῆς γυναικὸς ἐξαφθεὶς εἰς ὀργὴν ὡς καταφρονούμενος, καὶ αὐτὸν ὑπὸ δεσμοῖς ἐποιήσατο τὸν κοιαίστωρα καὶ τοῖς στρατιώταις καὶ ἄμφω παρέδωκεν. οἱ δὲ ἄμφω τὼ ἄνδρε συνδήσαντες ἔσυραν διὰ τῆς ἀγορᾶς καὶ ᾐκίσαντο καὶ τέλος ἐνέβαλον εἰς τὸν ποταμὸν καὶ διέφθειραν. Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἔπεμψε τοὺς ἄξοντας τὸν Γάλλον ὡς ἑαυτόν. ὁ δὲ τὴν γυναῖκα προέπεμψεν ἐξευμενισομένην τὸν ἀδελφόν· ἣν ὁδοιποροῦσαν ἔτι τὸ τέλος ἐκ νόσου κατέλαβε τῆς ζωῆς. γνοὺς οὖν τὸν τῆς ἀδελφῆς ὁ Κωνστάντιος θάνατον αὐτίκα στείλας γυμνοῖ τὸν Γάλλον τοῦ ἀξιώματος καὶ ὑπερόριον τίθησιν. εἶτα στέλλει καὶ τοὺς αὐτὸν ἀναιρήσοντας, παρὰ τῶν περὶ αὐτὸν πρὸς τοῦτο ἐρεθισθείς. μεταμεληθεὶς δ’ αὖθις ἑτέρους στέλλει τοὺς εἴρξοντας τὴν ἀναίρεσιν· οὓς ἀνέπεισαν οἱ τῷ Γάλλῳ ἐχθραίνοντες, καὶ μᾶλλον ὁ εὐνοῦχος Εὐσέβιος, τὴν τοῦ πραιποσίτου διέπων ἀρχὴν καὶ μέγα παρὰ τῷ Κωνσταντίῳ δυνάμενος, μὴ πρότερον ἀπαγγεῖλαι τοῖς τὸν Γάλλον ἐνταλθεῖσι κτανεῖν τὴν βασιλικὴν μεταμέλειαν πρὶν ἂν γνοῖεν ἀνῃρημένον τὸν ἄνθρωπον. Ὁ μὲν οὖν ἀνῄρητο· τῶν πέραν δὲ τοῦ Ῥήνου βαρβάρων ταῖς Γαλλίαις ἐπικειμένων, ἐκπέμπεται Σιλβανὸς ἀνακόψων αὐτῶν τὰς ὁρμάς, ἀνὴρ στρατηγικώτατος καὶ ἄριστος τὰ πολέμια. διαβολαῖς δὲ κατ’ αὐτοῦ πιστεύσας ὁ βασιλεύς εἶχε γὰρ ἐπικλινεῖς τὰς ἀκοὰς πρὸς διαβολάς ἐβυσσοδόμευε δεινὰ κατὰ τοῦ ἀνδρός. ὃ γνοὺς ἐκεῖνος πρὸς ἀποστασίαν ἀπέκλινε καὶ σχῆμα Καίσαρος ἑαυτῷ περιέθετο· οὐκ ἐπὶ μακρὸν δὲ τῇ ἀποστασίᾳ ἐχρήσατο. σταλεὶς γὰρ Οὐρσικῖνος ἐκεῖ καὶ χρήμασι τῶν ἐκείνου στρατιωτῶν τινας ὑποφθείρας, δι’ ἐκείνων ἀνεῖλε τὸν Σιλβανὸν καὶ τὴν ἀποστασίαν κατέπαυσε. Τῷ μέντοι Κωνσταντίῳ ἀναζευγνύντι ἀπὸ τῶν ἑσπερίων καὶ ἐπανιόντι πρὸς τὸ Βυζάντιον ἐκ τῶν Περσῶν πρέσβεις περὶ τὸ Σίρμιον συνηντήκασιν, ἐσταλμένοι παρὰ Σαπώρου, ἀπαιτοῦντος ἀποδοθῆναι Πέρσαις τὴν Μεσοποταμίαν καὶ Ἀρμενίαν, ἵν’ οὕτω παύσαιντο Ῥωμαίοις μαχόμενοι· ταύτας γὰρ τὰς χώρας ἀνέκαθεν ἐκ προγόνων αὐτοῖς διαφέρειν· εἰ δ’ οὐ πείθοιτο, δηλοῦντος τῷ αὐτοκράτορι ὑπὸ τῷ Ἄρει δικαστῇ ποιήσασθαι τὴν τῆς ὑποθέσεως ζήτησιν. πρὸς ταῦτα ἀνταπέστειλεν αὐτῷ ὁ Κωνστάντιος θαυμάζειν, εἰ ἐπελάθετο, ὅτι Πέρσαι Μακεδόσιν ἐδούλευσαν καὶ ὅτι Μακεδόνων Ῥωμαίοις ὑποταγέντων καὶ οἱ ἐκείνοις δουλεύοντες ὑπήκοοι Ῥωμαίοις ἐγένοντο. τούτοις ὁ Σαπώρης παροξυνθεὶς πρὸς πόλεμον ἀπεῖδε. καὶ αὖθις εἰς πολιορκίαν κατέστη Νισίβεως. ὡς δ’ οὐδὲν ἐπέραινε κατ’ αὐτῆς, ἀπέστη καὶ ἑτέρων ἀπεπειρᾶτο. ὡς δὲ κἀκείνων ἀπεκρούσθη, εἰς Ἄμιδαν κατηντήκει καὶ ταύτης ἐκράτησε. Κωνστάντιος δὲ μὴ οἷός τε ὢν τὴν ὅλην διευθύνειν μόνος ἀρχήν, τοσαύτην οὖσαν ὡς ἐξ ἄκρων σχεδὸν περάτων γῆς εἰς ἄκρα πέρατα καταντᾶν, ἐξ Ἀθηνῶν τὸν τοῦ Γάλλου ὁμαίμονα τὸν Ἰουλιανὸν μετακαλεσάμενος Καίσαρά τε ἀνεῖπε καὶ Ἐλένην αὐτῷ τὴν οἰκείαν συνῴκισεν ἀδελφήν. λέγεται δὲ τῇ μητρὶ αὐτοῦ κυούσῃ αὐτὸν ἐνύπνιον γενέσθαι καὶ δόξαι τὸν Ἀχιλλέα τεκεῖν. ἡ δὲ διυπνισθεῖσα καὶ τὸ ὄναρ διηγουμένη τῷ ἀνδρὶ ἔτεκε τοῦτον μήτ’ ὠδίνων σχεδὸν ἐπ’ αὐτῷ πειραθεῖσα καὶ τεκοῦσα πρὶν ἢ γνοίη ὡς μέλλει τίκτειν. ἐντεῦθεν μεγάλας ἐπ’ αὐτῷ ἐσχηκότες ἐλπίδας οἱ τούτου γονεῖς Εὐσεβίῳ τῷ Νικομηδείας αὐτὸν παραδεδώκασι παρ’ αὐτοῦ μυηθησόμενον τὴν θείαν γραφήν. Καίσαρα δὲ τοῦτον ἀναγορεύσας ὁ αὐτοκράτωρ Κωνστάντιος εἰς Γαλλίας ἐξέπεμψε μετ’ ὀλίγων πάνυ στρατιωτῶν, ὡς ὑπόνοιαν ἐντεῦθεν ἐγγίνεσθαι ὅτι οὐ κοινωνὸν τῆς ἀρχῆς ὁ Κωνστάντιος εἵλετο τὸν Ἰουλιανόν, ἀλλ’ εἰς ἐπιβουλῆς αὐτῷ πρόφασιν τὸ σχῆμα περιέβαλε τὸ τοῦ Καίσαρος, ἵν’ ὑπὸ τῶν πολεμίων διαφθαρῇ, μὴ ἔχων δύναμιν πρὸς τὸν κατ’ ἐκείνων πόλεμον ἀξιόχρεων. ὁ δὲ ἀπελθὼν καὶ ἀγαθῇ τύχῃ χρησάμενος συμβάλλει τοῖς πολεμίοις καὶ ἀνελπίστως νικᾷ. καὶ αὖθις ἑαυτοὺς ἀνακτησαμένων τῶν πολεμίων, προσμίγνυται αὐτοῖς καὶ τρόπαιον ἵστησι, πολλῶν μὲν ἀναιρεθέντων, πολλῶν δ’ ἀπολομένων ἐν τῷ παραρρέοντι ποταμῷ, καὶ ζωγρηθέντων οὐκ ἐλαττόνων. ὅτε καὶ ἕνδεκα φασὶ χιλιάδας αἰχμαλώτων Ῥωμαίων τῶν τῆς αἰχμαλωσίας ἀπολυθῆναι δεσμῶν, ἡττηθέντων τῶν πολεμίων. εἶτα καὶ Ἀλαμαννοῖς πολεμήσας καὶ κατὰ τούτων ηὐτύχησε καὶ δεηθέντων αὐτοῦ τῷ ἔθνει ἐσπείσατο, λύσαντι τῆς δουλείας τοὺς παρ’ αὐτοῖς ὄντας δορυαλώτους Ῥωμαίους. Τούτοις οὖν ὁ Καῖσαρ Ἰουλιανὸς ἐπαρθεὶς καὶ ὑπερφρονήσας, ὡς δ’ ἔνιοι συνεγράψαντο, ὅτι καὶ δεδιὼς τὸν Κωνστάντιον βασκαίνοντά οἱ διὰ τὰ εὐτυχήματα, μὴ κατὰ τὸν ἀδελφὸν Γάλλον καὶ αὐτὸν ὑπεξαγάγῃ τοῦ ζῆν, εἰς ἀποστασίαν ἀπεῖδε καί τινας τῶν ὑπ’ αὐτὸν ταξιαρχῶν ὑπελθὼν δι’ ἐκείνων τὸ στρατιωτικὸν παρεκίνησε, καὶ συστὰν ἀνεῖπεν αὐτὸν Αὔγουστον. εἶτα ξιφήρεις ἐπιστάντες αὐτῷ, ὡς δῆθεν μὴ προσιεμένῳ τὴν τῆς βασιλείας ἀνάρρησιν, ἠπείλουν διαχειρίσασθαι αὐτόν, εἰ μὴ πείθοιτο. οὕτω δὲ τάχα καὶ ἄκων τῇ τοῦ στρατιωτικοῦ πλήθους ὑπείξας ὁρμῇ, προσήκατο τὴν ἀρχήν. ζητουμένου δὲ διαδήματος, ἵν’ αὐτίκα τούτῳ ταινιωθείη, ἐκεῖνος μὲν μὴ ἔχειν ἐξώμνυτο· τινῶν δὲ κόσμον αἰτούντων γυναικεῖόν τινα, ἵν’ ἐκ τούτου σχεδιασθείη διάδημα, παρῃτήσατο τοῦτο ὁ Ἰουλιανὸς ὡς ἀπαίσιον οἰωνόν. ἐπεὶ δέ τις τῶν ταξιάρχων χρύσεον ἐφόρει στρεπτόν, λίθους ἔχοντα χρυσοδέτους, τοῦτον λαβόντες τῇ ἐκείνου προσήρμοσαν κεφαλῇ. ὁ δὲ Πεντάδιον τὸν μάγιστρον τῶν βασιλικῶν τάξεων σὺν ἑτέροις ἀπέστειλε πρὸς Κωνστάντιον, ἐπιστείλας αὐτῷ καὶ ἀπολογούμενος, ὡς οὐχ ἑκὼν προήχθη πρὸς τὴν τῆς βασιλείας ἀνάρρησιν, βιασθεὶς δ’ ὑπὸ στρατιω- τῶν μὴ βουλομένων στρατεύεσθαι ὑπὸ Καίσαρι, ἀλλ’ ὑπὸ βασιλεῖ καὶ ἵν’ ἔχοιεν ἐξ αὐτοῦ ἀξίας τῶν πόνων τὰς ἀμοιβὰς ἀπαιτεῖν, καὶ ἀξιῶν δέξασθαι τὴν τῆς ἀρχῆς κοινωνίαν εἰς ὠφέλειαν ἐσομένην τῇ πολιτείᾳ, ἐπαγγελλόμενός τε καὶ τοὺς ἁμιλλητηρίους ἵππους ἐξ Ἰσπανίας, ὡς ἔθος, καὶ τοὺς ἐπιλέκτους ἄνδρας ἐκ τῶν Γαλλιῶν στέλλειν αὐτῷ. ταῦτ’ ἐπιστείλας οὐ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιγραφῇ προσεγράψατο, ἀλλὰ Καίσαρα, ἵνα μὴ τῇ ἐπιγραφῇ προσοχθίσας ὁ Κωνστάντιος τὴν ἐπιστολὴν ἀποπέμψηται. ταύτης τῷ βασιλεῖ Κωνσταντίῳ κομισθείσης κατὰ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν διατρίβοντι, ἐκεῖνος οὐδὲν ὑπ’ ὀργῆς ἀπεκρίνατο. ἀλλὰ τὴν μὲν στρατείαν κατὰ Περσῶν τοῖς στρατιώταις ἐκήρυξε, πρὸς δὲ τὸν Ἰουλιανὸν Λεωνᾶν τὸν κοιαίστωρα ἔστειλεν, ἐπιστείλας αὐτῷ καὶ αἰτιώμενος ὅτι μὴ ἀνέμεινε τὴν γνώμην αὐτοῦ, καὶ εἰς ὕβριν ἐκείνου μᾶλλον ἀνάγων ἢ ἑαυτοῦ τὸ μὴ κρίσει τοῦ τὴν ἐξουσίαν ἔχοντος, ἀλλ’ ἀτάκτῳ θορύβῳ στρατιωτῶν δέξασθαι αὐτὸν τὴν τοῦ Αὐγούστου κλῆσιν, καὶ συμβουλεύων ἀποσχέσθαι τοῦ μὴ προσηκόντως γενομένου καὶ εἰς τὸ πρότερον ἐπανελθεῖν σχῆμα, ὃ παρ’ αὐτοῦ εἴληφε. τῷ μέντοι κοιαίστωρι ἐπέτρεψε καὶ τοὺς τὰς ἀρχὰς ἐκεῖσε ἀνύοντας παραλῦσαι τῆς ἐξουσίας καὶ αὐτὸν τὸν πραιτωρίων ἔπαρχον ἑτέρους τε εἰς ταύτας ἐγκαταστῆσαι, οὓς ἐκεῖνος εἰς ἑκάστην ὠνόμασεν. ἀπελθὼν οὖν ὁ κοιαίστωρ πρὸς τὸν Ἰουλιανὸν τοὺς λόγους αὐτῷ τοῦ Κωνσταντίου ἀπήγγειλεν. οἱ δ’ ἦσαν ὅτι "ἔδει σε μεμνῆσθαι ὅσων ὀφειλέτης μοι εἶ, οὐ μόνον ὅτι σε Καίσαρα ἀνηγόρευσα, ἀλλ’ ὅτι καὶ ὀρφανὸν ἐν παιδικῇ γενόμενον ἡλικίᾳ ἀνεθρεψάμην, αὐτὸς προσλαβόμενος." ὁ δ’ ὑπολαβὼν τῷ κοιαίστωρι ἔφη "τίς δέ μοι, ὦ βέλτιστε, ἐν τοιαύτῃ ἡλικίᾳ τὴν ὀρφανίαν ἐπήνεγκεν; ἢ οὐχὶ ὁ τῶν ἐμῶν γονέων φονεύς; εἶτα οὐκ οἶδε τούτων ἀναμιμνήσκων με ἀναξαίνων τὸ τραῦμα καὶ χαλεπώτερον ἐργαζόμενος;" ἐπελθὼν δὲ καὶ τὸ πρὸς αὐτὸν ἐπιστόλιον ὁ Ἰουλιανὸς πρὸς τὴν συμβουλὴν τοῦ ἀποθέσθαι τὸ βασίλειον σχῆμα καὶ αὖθις ἑλέσθαι τὸ Καίσαρος, ἔφη πρὸς τὸν κοιαίστωρα ὅτι "ποιήσω τοῦτο, ἀλλὰ γνώμῃ τῶν στρατευμάτων." ὁ δέ γε κοιαίστωρ φοβηθείς, ὡς, εἰ τοῖς στρατιώταις τοῦτο ἐκφήνειεν ὁ Ἰουλιανός, παρὼν αὐτὸς διασπασθήσεται παρ’ αὐτῶν, ἐδεῖτο μή τι τούτων τῷ στρατιωτικῷ κοινώσασθαι ὄχλῳ. ἀπογνοὺς μέντοι δυνήσεσθαί τι τῶν αὐτῷ προστεταγμένων ἀνύσαι, ὑπέστρεψε μετὰ γραμμάτων τοῦ τυραννήσαντος, ἀναιδῶς ὀνειδιζόντων τὸν αὐτοκράτορα καὶ ἐπιπληττόντων ὡς πλεῖστα ἐξαμαρτόντα κατὰ τοῦ γένους αὐτοῦ καὶ ἀπειλούντων αὐτὸν γενήσεσθαι τιμωρὸν τῶν ἀδίκως παθόντων. Καὶ ὁ μὲν ἀπῄει πρὸς τὸν Κωνστάντιον· ὁ τύραννος δὲ πολλοὺς εἰδὼς ἐν τοῖς αὐτῷ συνοῦσι τὰ Κωνσταντίου φρονοῦντας πάντας ἐκεῖθεν ἐξήλασεν, αὐτὸς δὲ πρὸς ἐμφύλιον ἡτοιμάζετο πόλεμον. ἐν τούτοις καὶ ἡ αὐτοῦ γυνὴ τελευτᾷ, ὡς μέν τινές φασι, τίκτουσα παρ’ αὐτῷ, ὡς δ’ ἕτεροι, ἤδη ἐκβεβλημένη. ἐκεῖνος δὲ τοὺς στρατιώτας συναγαγὼν ἐπὶ τὸν ἐμφύλιον ἠρέθιζε πόλεμον καὶ συνεβούλευε δεῖν αὐτοὺς κατὰ τοῦ Κωνσταντίου χωρῆσαι καὶ μὴ μένειν ἐκεῖνον κατ’ αὐτῶν ἐπελθεῖν. ἤδη δὲ τὴν εἰς Χριστὸν ἐξομοσάμενος πίστιν ηὐλαβεῖτο διὰ τοῦτο τοὺς στρατιώτας, εἰδὼς σχεδὸν ξύμπαντας χριστιανούς. διὸ συσκιάζων τὴν ἑαυτοῦ κακίαν ἕκαστον ἐκέλευε θρησκεύειν ὡς βούλοιτο. αὐτὸς δὲ τῆς γενεθλίου τοῦ Σωτῆρος ἡμέρας ἐφεστηκυίας εἰσῆλθεν εἰς τὸν ναὸν καὶ προσκυνήσας, ἵν’ ὁμόδοξος τοῖς στρατιώταις δοκῇ, ἀπῆλθεν. ἐπέστησε δὲ καὶ ταῖς ἀρχαῖς οὓς ἐκεῖνος ἠβούλετο· καὶ οὕτως ᾔει πρὸς τὸν ἐμφύλιον πόλεμον. ἔλεγε δὲ μὴ κατὰ τοῦ Κωνσταντίου χωρεῖν, ἀλλ’ ἐθέλειν εἰς ἓν συνελθεῖν τὰ ἑῷα στρατεύματα καὶ τὰ ἑσπέρια, ἵν’ ὁμοῦ γενόμενα τὸν αὐτῶν ἐκλέξωνται βασιλεύσοντα. ηὔχει δὲ καὶ προεγνωκέναι τὴν ἡμέραν καθ’ ἣν τεθνήξεται ὁ Κωνστάντιος, ἐν ὀνείρῳ αὐτὴν μυηθεὶς δι’ ἐπῶν ταῦτα φραζόντων· Ζεὺς ὅταν εἰς πλατὺ τέρμα μόλῃ κλυτοῦ ὑδροχόοιο, παρθενικῆς δὲ Κρόνος μοίρης βαίνῃ ἐπὶ πέμπτης εἰκοστῆς, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης τέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἕξει. τέθνηκε δὲ ὁ Κωνστάντιος τὰ μὲν τῶν Περσῶν λιπών ἐπεὶ καὶ ὁ ἐκείνων βασιλεὺς ἐπ’ οἶκον ἀνεχώρησε, κατὰ δὲ τοῦ τυραννήσαντος ἐπιών. φροντίσι γὰρ πολλαῖς συνεχόμενος κἀντεῦθεν συνεχεῖ ληφθεὶς πυρετῷ χολήν τε ἀναγαγὼν μέλαιναν ἐτελεύτησεν ἐν Μόψου κρήνῃ κεῖται δὲ αὕτη κατὰ τὴν τοῦ Ταύρου ὑπώρειαν, ἐπὶ τρισίν, ὡς λέγεται, μεμφόμενος ἑαυτῷ, τῷ φόνῳ τῶν συγγενῶν οὐ γὰρ τὸν Γάλλον μόνον ἀπέκτεινεν, ὡς εἴρηται ἤδη, ἀλλὰ καὶ τοὺς ἀδελφοὺς τοῦ οἰκείου πατρός, τῇ ἀναρρήσει τοῦ Ἰουλιανοῦ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως. Ἦν δὲ ὁ αὐτοκράτωρ οὗτος εὐμενὴς μὲν τοῖς ὑπηκόοις, δικαιοσύνῃ δὲ περὶ τὰς κρίσεις στοιχῶν, περὶ τὴν δίαιταν ἐγκρατής, ἐν ταῖς τῶν ἡγεμονιῶν καὶ ταῖς τῶν ἀξιωμάτων διανομαῖς τοῦ προσήκοντος στοχαζόμενος, μηδένα τῇ γερουσίᾳ συντάσσων, ὃς οὐ παιδείας μετείληχεν οὐδὲ ἤσκητο πρὸς τὸ λέγειν καὶ ᾔδει γράφειν ἐμμέτρως τε καὶ πεζῶς. περὶ δὲ τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής· οὐ γὰρ τῇ πατρικῇ εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ προσέθετο τοῖς ἀρειανίζουσι σπουδῇ τοῦ τῶν βασιλικῶν εὐνούχων πρωτεύοντος Εὐσεβίου· ὅθεν καὶ τὸν θεῖον Ἀλέξανδρον, ὃς μετὰ τὸν ἱερὸν Μητροφάνην πατριάρχης τῆς νέας Ῥώμης κεχειροτόνητο, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον δέξασθαι, ὁ δὲ οὐ κατένευε· διὸ καὶ σύνοδον ὁ βασιλεὺς συγκροτηθῆναι προσέταξεν. ὥριστο οὖν τῇ συνόδῳ ἡμέρα· καὶ ὁ Ἀλέξανδρος κατὰ τὴν ἑσπέραν ἐκείνην εἰς τὸ θυσιαστήριον εἰσελθὼν καὶ πρηνῆ καταβαλὼν ἑαυτὸν ἐδέετο τοῦ θεοῦ μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν "ἢ ἐμὲ πρότερον τῆς ζωῆς ἀπόλυσον" ἔλεγε. ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν. ἕωθεν οὖν ἄρτι τῆς συνόδου συνισταμένης ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν. καὶ ἀπιὼν νύττεται τὴν γαστέρα πρὸς ἔκκρισιν κοιλίας καὶ κύστεως. παρεκκλίνας τε τῆς ὁδοῦ κεκάθικεν ἀποσκυβαλίσασθαι τὸ περίττωμα· συνεξερρύη δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ δειλαίου, βιαίως ἀπορρήξαντος τὴν ζωήν. Ὁ μέντοι πατριάρχης Ἀλέξανδρος εἴκοσι πρὸς τρισὶν ἀρχιερατεύσας ἐνιαυτοὺς μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη παρὰ τῶν ὀρθοδόξων εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως Παῦλος ὁ ὁμολογητής. ἐπανελθὼν δ’ ὁ Κωνστάντιος ἐξ Ἀντιοχείας μεθίστησι τοῦ θρόνου αὐτὸν καὶ ἀντικαθίστησι τὸν Νικομηδείας Εὐσέβιον, αἱρεσιώτην Ἀρείου τυγχάνοντα. ὁ δὲ ἅγιος Παῦλος τῷ πάπᾳ τῆς Ῥώμης προσελθὼν Ἰουλίῳ καὶ ὑπ’ αὐτοῦ εἰς τὸν θρόνον καταστὰς Κωνσταντινουπόλεως αὖθις ὑπὸ Κωνσταντίου διώκεται καὶ σταλεὶς ὑπερόριος ὑπὸ Ἀρειανῶν ἀναιρεῖται. τοῦ δ’ Εὐσεβίου θανόντος ὁ πνευματομάχος παρὰ τῶν Ἀρειανῶν εἰς τὸν τῆς νέας Ῥώμης θρόνον ἀνάγεται Μακεδόνιος, ὃς ὑπερφρονήσας μετήνεγκε τὸ ἱερώτατον σῶμα τοῦ ἐν ἁγίοις Κωνσταντίνου ἐκ τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ εἰς τὸ τοῦ ἁγίου μάρτυρος Ἀκακίου θεῖον τεμένισμα. διόπερ ἐξώργιστο ὁ Κωνστάντιος καὶ πρὸς τὴν πατρικὴν πόλιν ἐπανελθὼν τὸν Μακεδόνιον ἔτος ἓν ἠνυκότα τοῦ θρόνου κατέσπασέ τε καὶ ὑπερώρισε, καθίδρυσε δ’ ἐν αὐτῷ τὸν Εὐδόξιον, τὰ τοῦ Ἀρείου πρεσβεύοντα, ἐπὶ δέκα ἐνιαυτοὺς ἀρχιερατεύσαντα. μετεκόμισε δ’ αὖθις τὸ σῶμα τοῦ οἰκείου πατρὸς εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναόν. Οὗτος δὴ οὖν ὁ Κωνστάντιος καὶ τὰ τῶν ἁγίων ἀποστόλων ἱερώτατα σώματα Ἀνδρέου τε καὶ Λουκᾶ διὰ τοῦ δουκὸς Ἀλεξανδρείας, ὕστερον δὲ καὶ καλλινίκου μάρτυρος Ἀρτεμίου, εἰς τὸ πατρῷον ἀνεκόμισεν ἄστυ καὶ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἀπεθησαύρισε τοῦ θυσιαστηρίου ἐντός. Γαμετὴ δὲ αὐτῷ ἦν Εὐσεβία, ἣ ἐπὶ κάλλει γέγονε περιβόητος. περὶ δὲ τὸν γαμέτην ἠτύχησε μαλθακὸν ὄντα καὶ τὰ πρὸς ἀφροδίτην νωθέστερον ἐκ νόσων τε καὶ ἐκ φύσεως. ὅθεν κατὰ βραχὺ φθίνουσα τοῦ Κωνσταντίου προτέθνηκεν, ἄπαις διὰ βίου μείνασα· ὡς δέ τινες λέγουσι, καὶ μητρομανίας νοσήματι περιπεσοῦσα ἐξέλιπε. λέγεται δὲ καὶ πρὸς τὸ ἱππεύειν καὶ ἀκοντίζειν περιδέξιος ὁ Κωνστάντιος εἶναι καὶ λόγοις ὡμιληκέναι, ὡς ἔπος δύνασθαι συντιθέναι. Ἀγγελθείσης δὲ τῷ Ἰουλιανῷ τῆς τοῦ Κωνσταντίου τελευτῆς τὰ μὲν στρατεύματα Αὔγουστον αὐτὸν ἀνευφήμησαν, ἐκεῖνος δὲ τὸ βασιλικὸν ἀμείψας σχῆμα καὶ πενθῆρες ἐνδὺς σκυθρωπάζων ὦπτο. καὶ δημόσιον ἐπὶ τῷ τελευτήσαντι βασιλεῖ κατ’ ἔθος πεποίηκε πένθος. εἶτα ἐπὶ τὸ Βυζάντιον ὥρμησε· καί οἱ προσυπήντησεν ἡ σύγκλητος καὶ ὁ δῆμος καὶ σὺν εὐφήμοις φωναῖς προῆλθεν εἰς τὰ βασίλεια, καὶ τῆς τῶν κοινῶν διοικήσεως ἥψατο. τὸ δὲ τοῦ Κωνσταντίου σῶμα τὸ σὺν ἐκείνῳ στρατιωτικὸν καὶ οἱ ἄρχοντες ἐπ’ ὀχήματος εἰς Κωνσταντινούπολιν διεκόμισαν· ὃ καὶ ὁ Ἰουλιανὸς προσυπήντησε καὶ παρέπεμψε, περιελόμενος τῆς κεφαλῆς τὸ διάδημα. κατετέθη δὲ ὁ τοῦ τελευτήσαντος νεκρὸς αὐτοκράτορος ἐν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ. Πολλοὺς δὲ τῶν περὶ τὰ βασίλεια ὁ Ἰουλιανὸς τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ὑπερώρισε καὶ τῶν οὐσιῶν ἀπεστέρησε. ταῖς δὲ λοιπαῖς τῆς βασιλείας διοικήσεσι καὶ τὸ δικάζειν συνέταττε. ποτὲ γοῦν δικάζων τινὶ κεκλοφέναι κατηγορουμένῳ δημόσια χρήματα καὶ τὴν κλοπὴν ἀρνουμένῳ, ἐπεὶ ὁ κατήγορος "τίς" ἔφη "βασιλεῦ, ἐπ’ ἐγκλήματι δίκην ὑπόσχῃ, εἰ ἐξ ἀρνήσεως ὠφελοῖντο οἱ αἰτιώμενοι;" ἐκεῖνος ἀνταπεκρίνατο "καὶ τίς ἔσται ἀναίτιος, εἰ ἐλέγχων ἄνευ πιστεύοιντο οἱ κατήγοροι;" ἐχρημάτιζε δὲ καὶ πρέσβεσιν ἐκ διαφόρων ἐθνῶν σταλεῖσι πρὸς τὸν Κωνστάντιον. καὶ τὰ στρατεύματα δὲ ἐπεσκέπτετο καὶ ἐξήταζε, τὸ πολύ τε τῆς βασιλικῆς θεραπείας ἀπεπέμψατο. κουρέα τε ζητήσας, ὡς προσῆλθεν αὐτῷ τοῦ Κωνσταντίου κουρεὺς πολυτελῶς ἐσταλμένος, κουρέα ζητεῖν εἶπεν, ἀλλ’ οὐ συγκλητικόν, καὶ αὐτὸν ἀπεπέμψατο. καὶ μάγειρον δὲ τῶν βασιλικῶν ἐν ἐσθῆτι λαμπροτέρᾳ τῆς ὑπουργίας αὐτοῦ θεασάμενος καὶ τὸν ἑαυτοῦ μετεπέμψατο μάγειρον κατὰ μάγειρον ἐσταλμένον· καὶ ἤρετο τοὺς παρόντας, πότερον αὐτῶν κρίνοιεν μάγειρον. τῶν δὲ τὸν εὐτελῶς εἰπόντων ἐσκευασμένον, παρῃτήσατο τὸν λοιπόν. ταῦτα δ’ ἐποίει δόξαν θηρῶν ἐκ τοῦ δοκεῖν ἀπέριττος καὶ ὄντως φιλόσοφος. τοῖς στρατιώταις δὲ διανείμας χρήματα εἰς τὸν κατὰ Περσῶν ἡτοιμάζετο πόλεμον. Αὐτοκράτωρ δὲ γεγονὼς καὶ ἑαυτῷ τὴν ἀρχὴν κρατυνάμενος αὐτίκα εἰς προῦπτον ἐξερράγη ἑλληνισμόν. ἐξωμόσατο μὲν γὰρ πρότερον, ὡς εἴρηται, τὰ χριστιανῶν, οὐ μὴν εἰς τοὐμφανὲς ἐκρῆξαι τὴν ὠδῖνα τῆς ἀσεβείας ἐτόλμησε. λέγεται γὰρ ὅτι ἔρωτα τρέφων τῆς βασιλείας καὶ ὡς ὑπὸ σποδιᾷ τοῦτον κρύπτων ἐν τῇ ψυχῇ μάντεσι προσῄει καὶ γόησιν, εἰ τοῦ κράτους τεύξεται πυνθανόμενος, καὶ παρ’ ἐκείνων διέφθαρτο καὶ μετήνεκτο εἰς ἑλληνισμόν. τυχὼν δὲ τοῦ κράτους τοῖς ἀνεφίκτοις κρίμασι τοῦ θεοῦ πολλοὺς εἰργάσατο μάρτυρας· οὕτω γὰρ ἐξεμάνη κατὰ χριστιανῶν ὡς καὶ κωλύειν αὐτοὺς μαθημάτων μετέχειν Ἑλληνικῶν, μὴ δεῖν λέγων μύθους αὐτὰ ὀνομάζοντάς τε καὶ διαβάλλοντας τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύειν καὶ δι’ αὐτῶν ὁπλίζεσθαι κατ’ αὐτῶν. ὅθεν τῶν παίδων τῶν χριστωνύμων εἱργομένων μετιέναι τοὺς ποιητὰς ὁ Ἀπολινάριος λέγεται εἰς τὴν τοῦ Ψαλτηρίου ὁρμηθῆναι παράφρασιν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἰς τὴν ποίησιν τῶν ἐπῶν, ἵν’ ἀντὶ τῶν Ἑλληνικῶν μαθημάτων ταῦτα οἱ νέοι μανθάνοντες τήν τε γλῶσσαν ἐξελληνίζωνται καὶ τὰ μέτρα διδάσκωνται. Οὗτος καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνεγεῖραι ναὸν τοῖς Ἰουδαίοις ἐπέτρεψε. κἀκείνων σπουδῇ πολλῇ καὶ μεγάλαις δαπάναις τῆς οἰκοδομῆς ἀρξαμένων καὶ ὀρύττειν τὴν γῆν εἰς καταβολὴν θεμελίων ἐπιχειρούντων πῦρ λέγεται τῶν ὀρυγμάτων ἀθρόον ἀναδιδόμενον καταφλέγειν τοὺς σκάπτοντας, ὡς ἀναγκασθῆναι αὐτοὺς τῆς οἰκοδομῆς ἀποσχέσθαι. Εὐσέβιον δὲ τὸν εὐνοῦχον ὡς τὸν φόνον τοῦ ἀδελφοῦ αὐτοῦ Γάλλου κατεργασάμενον ἔκτεινε καὶ τοὺς ἄλλους πάντας εὐνούχους τοῦ παλατίου ἐξήλασε. διιόντα δέ ποτε τὸν παραβάτην περὶ Χαλκηδόνα ὁ ταύτης ἐπίσκοπος Μάρις ἀλάστορα καὶ ἀρνησίχριστον ἐκάλει. ὁ δὲ τὸ ἀνεξίκακον προσποιούμενος "ἄπιθι" εἶπε "ταλαίπωρε καὶ ἀποκλαίου σου τῶν ὀμμάτων τὴν πήρωσιν" ἦν γὰρ πάσχων ταύτην ἐξ ἐπιχύσεως. ὁ δὲ "εὐχαριστῶ τῷ σωτῆρί μου Χριστῷ" ἀντεπήνεγκεν, "ὅτι μου προεμηθεύσατο μὴ ἰδεῖν τὸ ἀναιδές σου καὶ ἀσεβέστατον πρόσωπον." Κατὰ Περσῶν δὲ τὴν στρατιὰν κινήσας κατήντησεν εἰς Ταρσὸν τῆς Κιλικίας πόλιν ἐπιφανῆ· ἔνθα γενομένῳ Ἀρτέμιος προσῆλθεν ὁ τοῦ Ἀσκληπιοῦ ἱερεύς—ἦν γὰρ ἐν Αἰγαῖς πόλις δὲ καὶ αὗται τῆς Κιλικίας περίφημον Ἀσκληπιοῦ ἱερόν— καὶ ᾔτησεν αὐτὸν τοὺς κίονας, οὓς ἔτυχεν ἀφελόμενος ἐκ τούτου τοῦ ἱεροῦ ὁ ἀρχιερεὺς τοῦ λαοῦ τῶν χριστιανῶν καὶ ἐποικοδομήσας αὐτοῖς οἰκεῖον ναόν, ἀποκαταστῆναι αὖθις τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ. καὶ ὁ παραβάτης αὐτίκα τοῦτο γενέσθαι προσέταξε δαπάναις τοῦ ἐπισκόπου. μόλις οὖν οἱ Ἕλληνες καὶ πόνοις πολλοῖς καὶ ἀναλώμασι πλείστοις ἕνα τῶν κιόνων καθελόντες καὶ μέχρι τῆς φλιᾶς τῆς πύλης τῆς ἐκκλησίας σὺν μηχανήμασιν ἀγαγόντες, καὶ χρόνῳ συχνῷ περαιτέρω προενεγκεῖν ἐκεῖνον οὐκ ἠδυνήθησαν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρησαν. τοῦ δὲ Ἰουλιανοῦ θανόντος αὖθις αὐτὸν ὁ ἐπίσκοπος ἀνορθώσας ῥᾷστα εἰς τὸν τόπον τὸν ἑαυτοῦ ἐπανήγαγε. Γενομένου δὲ τοῦ Ἰουλιανοῦ εἰς Ἀντιόχειαν καὶ συνεχῶς προϊόντος εἰς τὸ τῆς Δάφνης χωρίον, ἐν ᾧ τοῦ Ἀπόλλωνος ἄγαλμα, ἔργον τι πρὸς τέχνην θαυμάσιον, ἵδρυτο, καὶ θυσίας αὐτῷ ποιοῦντος, οἱ Ἀντιοχεῖς ἀποσκώπτοντες εἰς αὐτὸν θύτην ἔλεγον καὶ οὐ βασιλέα σφίσιν ἐπιδημῆσαι. καὶ διὰ τὸ καθειμένον ἔχειν ἐκεῖνον τὸν πώγωνα τράγον αὐτὸν ὠνόμαζον οἱ αὐτοὶ καὶ πρὸς σχοίνων πλοκὴν ἔλεγον αὐτὸν ἐπιτήδειον. ὁ δὲ ἀντεπισκώπτων αὐτοῖς εἰς βλακείαν καὶ θρύψιν καὶ τρυφερότητα ἔλεγε μὴ παρέχειν τοῖς Ἀντιοχεῦσι τὸν πώγωνα εἰς σχοίνων πλοκήν, ἵνα μὴ τῇ τούτου τραχύτητι θλιβεῖεν αἱ χεῖρες αὐτῶν· πρὸς οὓς καὶ λόγον ἔγραψεν, ὃς ἐπιγέγραπται Ἀντιοχικὸς ἢ Μισοπώγων. ἔθυε δὲ τῷ Δαφναίῳ Ἀπόλλωνι ἑκατόμβας ὅλας, χρησμὸν ζητῶν ἐξ αὐτοῦ. ὡς δ’ ἦν τὸ εἴδωλον ἐκεῖνο κωφόν, οἱ νεωκόροι τὴν αἰτίαν τῆς σιωπῆς ἀπαιτούμενοι διὰ τοὺς κειμένους ἐκεῖ νεκροὺς σιωπᾶν τὸ ἄγαλμα ἔλεγον. ἦσαν γὰρ ἐκεῖ ἑτέρων τε μαρτύρων κείμενα λείψανα καὶ τοῦ ἱερομάρτυρος δὲ Βαβύλα. πάντα τοίνυν μετατεθῆναι ἐκεῖθεν προσέταξεν Ἰουλιανός. ὡς δὲ μετηνέχθησαν, σκηπτὸς ἐνσκήψας νυκτὸς τῇ Δάφνῃ καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα ἀπετέφρωσεν. οἰηθεὶς οὖν ἐξ ἐπιβουλῆς χριστιανῶν γενέσθαι τὸν ἐμπρησμὸν ὁ ἀλάστωρ ἐκεῖνος καὶ ἐκμανεὶς τὰς τῶν πιστῶν ἐκκλησίας ἀπέκλεισεν. ὑπ’ αὐτοῦ καὶ ὁ μέγας Ἀρτέμιος ἐκολάσθη μὲν ὡς χριστιανός, ἐπήνεκτο δὲ αὐτῷ ὁ τοῦ Γάλλου φόνος αἰτίαμα, καὶ οἱ πρεσβύτεροι Εὐγένιος καὶ Μακάριος ὑπὸ τούτου κολασθέντες τῶν μαρτυρικῶν στεφάνων κατηξιώθησαν, καὶ οἱ ἐκ Περσίδος πρὸς αὐτὸν σταλέντες πρεσβείας χάριν Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ καὶ πολλοὶ ἄλλοι. Στρατεύσας δὲ κατὰ Περσῶν πρότερον μὲν εὐτύχησε καὶ πόλεις εἷλέ τινας καὶ πολλοὺς ἀνεῖλε καὶ λείας πολλῆς καὶ αἰχμαλώτων ἐκράτησε καὶ Κτησιφῶντα ἐπολιόρκει. εἶτ’ ἀθρόον τῶν πραγμάτων αὐτῷ εἰς τὸ χεῖρον περιτραπέντων αὐτός τε καὶ τοῦ στρατεύματος τὸ πλέον ἀπώλετο. οἱ γὰρ Πέρσαι ἀπογνόντες καὶ εἰς ὄλεθρον ἑαυτοὺς εἰσωθεῖν προφανῆ ἐβουλεύοντο, ἵνα τι κατεργάσωνται τοὺς Ῥωμαίους δεινόν. δύο γοῦν ἐν σχήματι αὐτομόλων τῷ βασιλεῖ προσερρύησαν καὶ νίκην αὐτῷ κατὰ Περσῶν, εἰ ἕποιτο αὐτοῖς, ἐπηγγέλλοντο. ἐᾶσαι γὰρ τὸν ποταμὸν αὐτῷ συνεβούλευον καὶ τὰς τριήρεις ἃς ἐπήγετο κατακαῦσαι καὶ τὰ ἄλλα πλοῖα τὰ φορτηγά, ἵνα μὴ τούτοις οἱ πολέμιοι χρήσαιντο, αὐτῶν δ’ ἡγουμένων δι’ ἑτέρων ὁδῶν ἀγαγεῖν τὰ στρατεύματα ἀκινδύνως τε καὶ δι’ ὀλίγου τὰ τῆς Περσίδος κατειληφέναι ἐνδότερα καὶ εὐμαρῶς κυριεῦσαι αὐτῆς. τούτοις φρενοβλαβῶς ὁ ἀλιτήριος ἐκεῖνος πεισθείς, καὶ ταῦτα πολλῶν λεγόντων αὐτῷ καὶ αὐτοῦ τοῦ Ὁρμίσδου δόλον εἶναι τὸ πρᾶγμα, πῦρ ἐνέβαλε ταῖς ναυσὶ καὶ πάσας κατέκαυσε πλὴν δυοκαίδεκα. ἦσαν δὲ τριήρεις μὲν ἑπτακόσιαι, φορτηγοὶ δὲ τετρακόσιαι. ἤδη δ’ ἐκείνων ἐκτεφρωθεισῶν, ἐπεὶ πολλοὶ τῶν ταξιαρχῶν ἐνέδραν καὶ δόλον ἐνίσταντο εἶναι τὰ παρὰ τῶν αὐτομόλων ἐκείνων λεγόμενα, μόλις που κατένευσεν ἐτασθῆναι τοὺς ψευδαυτομόλους· οἳ ἐτασθέντες βασάνοις ἐξέφηναν τὸ ἀπόρρητον. Οἱ μὲν οὖν οὕτως ἀπατηθῆναί φασι τὸν Ἰουλιανόν, οἱ δὲ ἀπειπάμενον λέγουσι τὴν πρὸς Κτησιφῶντα πολιορκίαν δι’ ὀχυρότητα καὶ ὅτι καὶ τῷ στρατεύματι τὰ ἀναγκαῖα ἐπέλιπον, ἐπανόδου μνησθῆναι· ἀπιοῦσι δὲ ἐπιφανῆναι τοὺς Πέρσας ὄπισθεν καὶ τοὺς οὐραγοῦντας ταράττειν· τοὺς Γάλλους δ’ ὀπισθοφυλακοῦντας ἀντιτάξασθαι τοῖς πολεμίοις γενναιότερον καὶ πολλοὺς αὐτῶν ἀνελεῖν, οὐ τῶν τυχόντων μόνον, ἀλλὰ καὶ τῶν παρ’ ἐκείνοις ἐπιφανῶν. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων οἱ Ῥωμαῖοι σφοδρῶς ἐπιέζοντο. Ἰουλιανὸς δ’ ἐν ἀπορίᾳ τοῦ τί δεῖ πράττειν καὶ ὅθεν ἐπανιέναι χρεὼν καταστάς, εἵλετο διὰ τῆς ὀρεινῆς τὴν πορείαν ποιήσασθαι. τοῦτο οἱ Πέρσαι κατανοήσαντες καὶ εἰς ταὐτὸν ἀθροισθέντες τοῖς Ῥωμαίοις ἐπέθεντο· καὶ κατὰ μὲν τὸ εὐώνυμον κέρας ἐκράτουν Ῥωμαῖοι, κατὰ δέ γε τὸ δεξιὸν ἠλαττοῦντο. ὃ γνοὺς Ἰουλιανὸς ἀμύνειν τοῖς ἡττωμένοις ἠπείγετο. ἔτυχε δὲ διὰ βάρος καὶ τὴν ἐκ τοῦ ἡλίου φλόγωσιν θέρους γὰρ ἦν ὥρα τὸν θώρακα ἐκδυσάμενος. ἐν μέσοις οὖν τοῖς πολεμίοις γενόμενος δόρατι βάλλεται κατὰ τῆς πλευρᾶς. λέγεται δὲ ὅτι σφοδροῦ τότε πνεύσαντος πνεύματος ἀχλὺς βαθεῖα τοῦ ἀέρος τοῦ ἐκεῖ κατεσκέδαστο· τὰ γὰρ πλήθη τῶν στρατευμάτων πολὺν ἐκίνουν κονιορτόν, ὡς μηδὲ γινώσκειν οὔθ’ ὅποι εἰσὶν οὔθ’ ὅ, τι πράττοιεν· ἄδηλον δ’ εἶναι ὅθεν ἡ αὐτὸν πλήξασα αἰχμὴ κατ’ ἐκείνου ἐβέβλητο, εἴθ’ ὑπὸ πολεμίου εἴθ’ ὑπό τινος τῶν αὐτοῦ εἴτ’ ἐκ θειοτέρας δυνάμεως· ᾄδεται γὰρ καὶ ταῦτα. διό φασιν αὐτὸν ἐκ τοῦ καταρρέοντος τοῦ τραύματος αἵματος κοίλῃ δεξάμενον τῇ χειρὶ καὶ τοῦ ἀέρος τοῦτο κατασκεδάσαντα εἰπεῖν "κορέσθητι, Ναζωραῖε." Καὶ ὁ μὲν οὕτως ἀσεβῶς ζήσας βιαίως τὴν ψυχὴν ἐξηρεύξατο, βασιλεύσας ἔτη δύο. τὸ δὲ σῶμα αὐτοῦ ἡ στρατιὰ εἰς Ταρσὸν τῆς Κιλικίας κομίσασα ἔθαψεν ἐν προαστείῳ τῆς πόλεως· οὗ τῷ τάφῳ καὶ τόδε τὸ ἐπίγραμμα ἐπεγράφη· Κύδνῳ ἐπ’ ἀργυρόεντι ἀπ’ Εὐφρήταο ῥοάων Περσίδος ἐκ γαίης ἀτελευτήτῳ ἐπὶ ἔργῳ κινήσας στρατιὴν τόδ’ Ἰουλιανὸς λάχε σῆμα, ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. ὕστερον δὲ ἀνεκομίσθη εἰς τὴν βασιλίδα τῶν πόλεων. Ἦν δ’ ἐκεῖνος περὶ δόξαν ἐπτοημένος καὶ ἐπὶ τοῖς τυχοῦσιν ἐπαινεῖσθαι βουλόμενος, ἐφ’ οἷς δ’ ἐσφάλλετο διορθούμενος παρὰ τῶν φίλων οὐκ ἤχθετο. ἦν δὲ καὶ παντοδαπῆς σοφίας μετειληχὼς καὶ μάλιστα τῆς περιττοτέρας, περὶ τὴν δίαιταν ἐγκρατής, ὥστε καὶ τὰ φυσικὰ ταῦτα διαφυγγάνειν, ἐρυγὰς καὶ τὰς ἐκκρίσεις τὰς διὰ στόματος. ἔλεγε δὲ χρῆναι τὸν φιλόσοφον, εἰ οἷόν τε, μηδὲ ἀναπνεῖν. φασὶ δὲ αὐτὸν ἐν Ἀντιοχείᾳ ὄντα ὄναρ ἰδεῖν νεανίαν ξανθὸν τὴν κόμην εἰρηκότα αὐτῷ ὡς "ἐν Φρυγίᾳ τελευτῆσαί σε δεῖ." ὅτε οὖν ἐπλήγη, ἤρετο τοὺς παρόντας ὅπως ὁ τόπος καλοῖτο· ὡς δ’ ἤκουσε Φρυγίαν καλεῖσθαι αὐτόν, ἀνέκραξεν "ὦ ἥλιε, ἀπώλεσας Ἰουλιανόν." λέγεται δὲ κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐτελεύτησεν ἐν Ἀντιοχείᾳ γνωσθῆναι τὸν θάνατον αὐτοῦ. τινὰ γὰρ τῶν τῆς τάξεως τοῦ ἐκεῖσε δικαστηρίου, Ἕλληνα κἀκεῖνον καὶ τῆς αὐτῆς θρησκείας τῷ παραβάτῃ, διανυκτερεύοντα περὶ τὴν φυλακὴν τοῦ ἀρχείου συνθήκην ἀστέρων ἐν οὐρανῷ θεάσασθαι γράμματα ἐκτυποῦσαν λέγοντα "σήμερον ἐν Περσίδι Ἰουλιανὸς ἀναιρεῖται." σημειωθείσης οὖν τῆς ἡμέρας, μετὰ ταῦτα ἐγνώσθη ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν ἀνῄρητο. καὶ ὁ μὲν τριάκοντα πρὸς ἑνὶ βιώσας ἐνιαυτοὺς οὕτως ὡς εἴρηται ἀπεβίω. ὁ δὲ διὰ τῶν ἀστέρων τὴν ἐκείνου προμυηθεὶς τελευτὴν ἀφορμὴν ἔσχε πρὸς εὐπιστίαν τὸ ὅραμα. Τελευτήσαντος δὲ Ἰουλιανοῦ ψήφῳ κοινῇ Ἰοβιανὸς εἰς τὴν αὐταρχίαν προυκέκριτο, τότε χιλιαρχῶν, ἀνὴρ εὐσεβής, υἱὸς Βαρωνιανοῦ χρηματίσαντος κόμητος. ὁ δ’ ἦν τὴν βασιλείαν ἀπαναινόμενος· καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ἐξεβόησε χριστιανὸς εἶναι καὶ μὴ ἀνέχεσθαι βασιλεύειν στρατοῦ ἑλληνίζοντος. καὶ εὐθὺς ὁμοφώνως ὡς ἐκ συνθήματος ἅπαντες ἀντεβόησαν εἶναι χριστιανοί. καὶ οὕτως ἐκεῖνος δεξάμενος τὴν ἀρχὴν τοῖς Πέρσαις ἐσπείσατο, οὐ προσηκούσας Ῥωμαίοις σπονδὰς ἐξ ἀνάγκης πεποιηκώς. τῆς γὰρ Νισίβεως καὶ Σιγγάρας, πόλεων περιφανῶν, ἐξέστη αὐτοῖς, μετοικίσας τοὺς κατοίκους τῶν πόλεων· ὑφ’ ὧν θρηνούντων καὶ ἀναίδην ἐβλασφημεῖτο. ἀλλὰ καὶ χωρῶν αὐτοῖς πολλῶν παρεχώρησε καὶ δικαίων Ῥωμαίοις ἀνηκόντων ἀνέκαθεν. καὶ ὁμήρων δοθέντων ἑκατέρωθεν, οὕτως ἐβεβαιώθησαν αἱ σπονδαί. ἐντεῦθεν ἀναζευγνύντες οἱ Ῥωμαῖοι σπάνει τῶν ἀναγκαίων περιπεπτώκασιν, ὡς μηδὲ ὕδατος εὐπορεῖν. μόλις γοῦν εἰς τὴν τῆς Κοίλης Συρίας Ἀντιόχειαν ὁ Ἰοβιανὸς καταντήσας τοὺς τῶν χριστιανῶν ἱερεῖς, ὅσοι τε ἐπὶ Κωνσταντίου καὶ ὅσοι ἐπὶ τοῦ παραβάτου τῶν ἐκκλησιῶν ἐξηλάθησαν, εἰς αὐτὰς ἐπανήγαγε καὶ πρὸ τῶν ἄλλων τὸν μέγαν Ἀθανάσιον ἐπὶ Ἀλεξάνδρειαν. ἐξ Ἀντιοχείας δὲ εἰς Ταρσὸν γεγονὼς καὶ τὸ μνῆμα κοσμήσας τοῦ Ἰουλιανοῦ ἐπανῄει· καὶ εἰς Ἄγκυραν τῆς Γαλατίας γεγονὼς κἀκεῖθεν ἀπάρας καὶ σταθμὸν προελθὼν εἰς Δαδάστανά τε καταλύσας αἰφνίδιον τετελεύτηκεν, ὡς μὲν ἔνιοι συνεγράψαντο, ἀρτιφυεῖς μύκητας δηλητηρίους φαγών ἦν γὰρ λιτὸς περὶ δίαιταν, ὡς δ’ ἕτεροι, χειμῶνος ὄντος ἐν οἰκήματι κατέδραθε νέον ἐμπεπλασμένῳ κονίᾳ, καὶ διὰ τὸ τοῦ ψύχους πολὺ ἀνθράκων ἀναφθέντων ἐντὸς ἀτμὶς ἐκ τῆς κονίας πυρουμένης ἀνεδόθη πολλή, καὶ δι’ αὐτῆς ἀπεπνίγη κοιμώμενος μηδ’ αἰσθόμενος τῆς πνιγμονῆς, ἐξ οἴνου καρηβαρῶν· πολλῷ γὰρ λέγεται κεχρῆσθαι ἀκράτῳ. καὶ οὐδὲ ἡ γυνὴ αὐτοῦ ἔφθη τοῦτον θεάσασθαι, καὶ ταῦτα εἰς ὑπαντὴν αὐτοῦ προελθοῦσα μετὰ βασιλικῆς πομπῆς σὺν τῷ υἱῷ αὐτῆς Βαρωνιανῷ. Θανόντος μέντοι τοῦ Ἰοβιανοῦ οἱ στρατιῶται σκυθρωπάζοντες τὴν Νίκαιαν κατειλήφασι καὶ γεγονότες ἐκεῖ περὶ βασιλέως ἐβουλεύοντο. καὶ οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ὠνόμαζον, οἱ πλείους δ’ ἐπὶ τῷ Σαλουστίῳ ὑπάρχῳ τῶν πραιτωρίων τυγχάνοντι ὡμοφώνησαν. ὁ δ’ ἀπηνήνατο, τὸ γῆρας εἰς παραίτησιν προβαλόμενος. αἰτουμένων δὲ τὸν τούτου υἱὸν οὐ κατένευσε, διὰ νεότητα καὶ γνώμης ἀφέλειαν κρίνας ἐκεῖνον πρὸς ἀρχὴν τοιαύτην ἀνεπιτήδειον. διὸ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ὁ Σαλούστιος βασιλέα καὶ ἀπόντα Οὐαλεντινιανὸν ἐψηφίσατο. Ὁ μέντοι Ἰοβιανὸς εὐσεβὴς ἦν περὶ τὸ δόγμα καὶ ἀγαθοθελής. οἴνου δ’ ἥττητο καὶ ἀφροδισίων· καὶ τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης ἐτύγχανε καὶ γραμμάτων οὐκ ἄπειρος. ὃς ὀπίσω ποτὲ τοῦ Ἰουλιανοῦ πορευόμενος ὡς χιλίαρχος ἐν τόπῳ κατάντει προϊόντος ἐπάτησε τὸ κράσπεδον τῆς πορφυρίδος αὐτοῦ. ὁ δέ, εἴτ’ ἐκ τούτου διάδοχον αὐτοῦ τὸν Ἰοβιανὸν ἐτεκμήρατο εἴτ’ ἐκ μαντείας ἔγνω τοῦτό τινος, εἶπεν "αἴθε κἂν ἄνθρωπος." ἦρξε δὲ οὐδ’ ὅλους μῆνας ὀκτώ· ὁ μέντοι νεκρὸς αὐτοῦ εἰς τὸ Βυζάντιον ἀνακομισθεὶς ἐν τῷ τῶν ἁγίων ἀποστόλων ἐτάφη ναῷ, ὅπου μετὰ ταῦτα συνετάφη καὶ ἡ γυνὴ αὐτοῦ Χαριτώ. ἔθανε δὲ Ἰοβιανὸς τρίτον ἄγων τῆς ἡλικίας ἔτος ἐπὶ τριακοστῷ. Οὕτω μὲν οὖν, ὡς εἴρηται, Οὐαλεντινιανὸς ἐψήφιστο βασιλεύς. ἀχθεὶς δὲ καὶ ἀναρρηθεὶς καὶ τὰ βασιλικὰ περιέθετο σύμβολα. ὁ δὲ Σαλούστιος, ὅτι σπουδὴν ἐνεδείξατο ἀναρρηθῆναι αὐτόν, ἀμοιβὴν ᾔτει τῶν τῆς ἐπαρχότητος ἀνεθῆναι φροντίδων. καὶ ὁ βασιλεύς "διὰ τοῦτο" εἶπε "τοσούτων μοι πραγμάτων ἐπεφόρτισας ὄγκον, ἵν’ αὐτὸς μηδ’ ἐφάπτοιο τούτου;" ὥρμητο δὲ Οὐαλεντινιανὸς ἐκ Παιονίας· ἦν δ’ εὐσεβὴς τὰ πρὸς τὸν θεόν· διὸ καὶ ὑπερορίᾳ αὐτὸν ὁ Ἰουλιανὸς κατεδίκασεν· εἶτα τριβοῦνον ἀριθμοῦ τῆς ὑπερορίας ἀνακληθέντα ἐποίησεν. οὗτος καὶ τὴν ἰσχὺν γενναιότατος καὶ τὴν γνώμην ἦν δικαιότατος. διὸ καὶ τῶν ἀρχὰς τότε μετιόντων πολλοὺς ὡς ἀδίκους ἐτιμωρήσατο, τὸν κρατοῦντα λέγων ἀπαιτεῖσθαι δικαιοσύνης πρὸ τῶν ἄλλων φροντίζειν. Οὗτος κοινωνὸν τῆς βασιλείας Οὐάλεντα τὸν ἀδελφὸν προςελάβετο καὶ τὴν ἑῴαν μοῖραν αὐτῷ πιστεύσας αὐτὸς ἐν τοῖς ἑσπερίοις διέτριβε καὶ πολέμους κατὰ βαρβάρων συγκροτήσας πολλοὺς τρόπαια κατ’ ἐκείνων ἐστήσατο. εἶχε δὲ πρὸ τῆς βασιλείας υἱὸν κεκλημένον Γρατιανόν, ὃς αὐτῷ ἐκ τῆς γαμετῆς Σευήρας ἐγένετο· ὃν καὶ ἀνηγόρευσεν αὐτοκράτορα. ἔγημε δὲ καὶ δευτέραν γυναῖκα, ἔτι περιούσης καὶ τῆς προτέρας, Ἰουστῖνα ἦν ἡ δευτέρα, ἐξ ἧς καὶ τὸν νέον ἐγείνατο Οὐαλεντινιανὸν καὶ θυγατέρας Ἰοῦσταν, Γράταν καὶ Γάλλαν. Ἐπὶ τούτου τελευτήσαντος Εὐδοξίου τοῦ κακοδόξου τῆς νέας Ῥώμης ἀρχιερέως ἀντεισήχθη Δημόφιλος ὁμόδοξος τυγχάνων τῷ πρὸ αὐτοῦ· ὃς ἐπ’ ἔτεσι δώδεκα τῆς ἐκκλησίας ἐκράτησεν. οὗτος ὁ βασιλεὺς καὶ τὸν μέγαν Ἀμβρόσιον ἐπίσκοπον τῆς Μεδιολάνων προεχειρίσατο πόλεως. μαθὼν δὲ περὶ τοῦ ἀδελφοῦ Οὐάλεντος ὅτι τῆς Ἀρειανικῆς ἀντιποιεῖται αἱρέσεως καὶ πάντας βιάζει ταύτῃ συντίθεσθαι, διὰ γραμμάτων ἐπιπλήττει αὐτὸν καὶ ἀποστῆναι παραινεῖ τῆς αἱρέσεως. ὁ δὲ τοῦ οἰκείου θελήματος οὐκ ἀφίστατο καὶ μᾶλλον κατὰ τῶν ὀρθοδόξων ἐξηγριαίνετο. Ῥοδανὸς δέ τις πραιπόσιτος παρὰ Οὐαλεντινιανῷ μέγα ἠδύνατο. κατ’ αὐτοῦ προσῆλθε γυνή τις Βερνίκη καλουμένη τῷ βασιλεῖ Οὐαλεντινιανῷ ἀδικίαν ἐπεγκαλοῦσα τῷ πραιποσίτῳ. ἐρευνήσας γοῦν ὁ αὐτοκράτωρ καὶ γνοὺς μὴ ψεύδεσθαι τὴν γυναῖκα, προσκαλεσάμενος τὸν πραιπόσιτον θεραπεῦσαι κεκέλευκε τῇ γυναικὶ τὸ ἀδίκημα. κἀκεῖνος τῇ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα θαρρῶν οὐδένα λόγον ἔθετο τῆς ἀδικουμένης. προσῆλθεν οὖν καὶ αὖθις τῷ βασιλεῖ ἡ γυνή· καὶ ὃς μαθὼν μήτινα θέσθαι φροντίδα τῆς γυναικὸς τὸν πραιπόσιτον, αὐτίκα γυμνοῖ μὲν ἐκεῖνον τοῦ ἀξιώματος, κελεύει δὲ δεθέντα ἐν τῷ θεάτρῳ περιαχθῆναι, ἀγῶνος ἱππικοῦ ἀγομένου, κηρύκων αὐτοῦ προαγόντων καὶ τὸ εἰς τὴν γυναῖκα βοώντων ἀδίκημα καὶ τοῦ βασιλικοῦ κελεύσματος τὴν παρακοήν· καὶ μετὰ τὴν περιαγωγὴν καὶ τὸ κήρυγμα ἐκεῖ παρευθὺ καυθῆναι αὐτόν. καὶ ὁ μὲν τοιοῦτον εὕρατο τέλος· ἡ δὲ πᾶσα ἐκείνου περιουσία τῇ γυναικὶ διὰ βασιλείου παρακεχώρητο γράμματος. Ἐξέλιπε δὲ ὁ βασιλεὺς οὗτος ἐν Γαλλίαις διάγων, ἀπολαύσας χρόνου μακροῦ· ἐβίω γὰρ ἔτη πρὸς τέσσαρσιν ὀγδοήκοντα, ἕνδεκα τούτων βασιλεύσας ἐνιαυτοὺς καὶ τὸν υἱὸν Γρατιανὸν τῆς βασιλείας τῶν ἑσπερίων διάδοχον καταλελοιπώς. Οὐάλης δὲ τῶν ἀρειανιζόντων ὑπερμαχῶν ὡς ὁμογνώμων αὐτοῖς τοὺς ὀρθοδόξους ἐδίωκε καὶ πολλὰ ἐπήνεγκεν αὐτοῖς τὰ δεινά, τῇ οἰκείᾳ συζύγῳ Δομνίκᾳ πειθόμενος. καί ποτε ἐν Νικομηδείᾳ διάγοντι προσῆλθον αὐτῷ εἰς πρεσβείαν ἐκ τοῦ τῶν ὀρθοδόξων συστήματος ἄνδρες ἱερατικοὶ ὀγδοήκοντα, οὓς ἅπαντας σὺν τῷ πλοίῳ, δι’ οὗ ἐκομίζοντο, καυθῆναι προσέταξε. καὶ κατεφλέχθησαν ἅπαντες ἐν μέσῃ τῇ θαλάσσῃ σὺν τῇ νηὶ ἄχρι Δακιβύζης διαρκεσάσῃ. ὧν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος μέμνηται, λέγων "πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι." οὐ μόνον δὲ τοὺς ὀρθοδόξους ἐκόλαζεν, ἀλλὰ καὶ τὰς ἐκκλησίας ἁπάσας ἀπένεμε τοῖς Ἀρειανοῖς, τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκδιώκων αὐτῶν. λέγεται γοῦν καὶ τῆς ἐν Νικαίᾳ καθολικῆς ἐκκλησίας ἐκδιωχθέντας τοὺς τοῦ ὀρθοῦ δόγματος τῷ μεγάλῳ προσελθεῖν Βασιλείῳ, κἀκεῖνον πρεσβεῦσαι περὶ τούτου πρὸς τὸν Οὐάλεντα, τὸν δὲ μὴ πείθεσθαι, καὶ τὸν μέγαν φάναι Βασίλειον ὡς "ἐπιτρεπτέον, ὦ βασιλεῦ, τὴν περὶ τούτου κρίσιν τῷ θεῷ, καὶ κλεισθήτω μὲν ἀσφαλῶς ὁ ναός, ἐκτὸς δ’ ἑστῶτες οἱ τὰ Ἀρείου φρονοῦντες δείσθωσαν τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως αὐτοῖς ἀνοιχθῇ ὁ ναός, ἐχέτωσαν αὐτόν· εἰ δὲ μὴ ἀνοιγῇ, ἐπιτρεπτέον καὶ ἡμῖν δεηθῆναι τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως ἀναπετασθῶσιν αἱ πύλαι, νομιστέον ἐκ θεοῦ προςκληρωθῆναι ἡμῖν τὸ θεῖον τεμένισμα· εἰ δὲ οὐδ’ ἡμῖν τὸ ἱερὸν ἀνοιγῇ, καὶ οὕτως ἀνείσθω αὐτὸ τοῖς ἀρειανίζουσιν." ἤρεσε ταῦτα τῷ βασιλεῖ καὶ γενέσθαι οὕτως ἐπέτρεψεν. ἐκλείσθη οὖν πάντοθεν ὁ ἐν Νικαίᾳ ναός. ἐδέοντο οἱ ἀρειανίζοντες καὶ ἠδολέσχουν ἐφ’ ἱκανόν, ὁ δὲ ναὸς οὐκ ἠνέῳκτο. ὀψὲ δέ ποτε τῶν αἱρετικῶν μεταστάντων οἱ ὀρθόδοξοι τοῦ μεγάλου Βασιλείου προϊσταμένου αὐτῶν τῆς δεήσεως ἤρξαντο· καὶ αὐτίκα τῶν κλείθρων διαρραγέντων καὶ τῶν μοχλῶν αἱ πύλαι διέστησαν ἀπ’ ἀλλήλων καὶ τῆς εἰσόδου τοῖς πιστοῖς παρεχώρησαν. Οὗτος ὁ βασιλεὺς Ἕλλησι μὲν ἐδίδου θυσίας ποιεῖν καὶ Ἰουδαίοις προσέκειτο· τοῖς δ’ ὀρθοδόξοις μόνοις ἀντέκειτο. Σκυθῶν δὲ τὴν Θρᾳκῴαν καὶ Μακεδονικὴν κατατρεχόντων χώραν ἐξῄει τούτοις ἀντιταξόμενος. ὅτε καὶ ὁ μέγας πατὴρ Ἰσαάκιος ἐφ’ ἵππῳ αὐτῷ ἐντυχών "ἀπόδος" ἔφη "τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις, ὦ βασιλεῦ, καὶ ἴσθι ὡς ἐπανήξεις νενικηκώς· εἰ δὲ κατὰ θεοῦ στρατεύῃ, οὐκ ἐπανήξεις ἐκεῖθεν." ὠργίσθη ἐπὶ τούτοις ὁ δυσσεβέστατος βασιλεὺς καὶ φρουρεῖσθαι προστάττει τὸν ἅγιον, ἕως ἐπανελεύσεται. ὁ δὲ "εἰ σὺ ὑποστρέψεις" ἔφη "οὐ λελάληκεν ἐν ἐμοὶ ὁ θεός." καὶ ἐν ὀνείρῳ δὲ ἐθεάσατο ὁ Οὐάλης ἄνδρα τινὰ λέγοντα αὐτῷ· τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν, ἔνθα μόρος σε δεινὸς ἁρπάζει, τάλαν. διυπνισθεὶς οὖν ἐπυνθάνετο τίς ἂν εἴη ὁ Μίμας. καί τις τῶν λόγοις ἐσχολακότων τοιοῦτοι γὰρ τοῖς βασιλεῦσι συμπαρωμάρ- τουν τε καὶ ᾠκείωντο, ὡς εἴθε καὶ νῦν ἔφη αὐτῷ ὄρος εἶναι τῆς Ἀσίας τὸν Μίμαντα πρὸς τῇ θαλάσσῃ κείμενον. τούτου δὲ καὶ τὸν Ὅμηρον ἐν Ὀδυσσείᾳ μεμνῆσθαι λέγοντα "παρ’ ἠνεμόεντα Μίμαντα." καὶ ὃς ἔφη "τίς οὖν μοι ἀνάγκη τὸ ὄρος τοῦτο καταλαβεῖν κἀκεῖσε θανεῖν;" στρατεύσας οὖν κατὰ Σκυθῶν καὶ περὶ τὴν Θρᾴκην αὐτοῖς συμβαλὼν αἰσχρῶς ἡττήθη καὶ φεύγων ἐν οἰκήματι κατεκρύφθη· παρ’ ᾧ ἀχυρώδης σεσώρευτο συρφετός. τῶν οὖν Σκυθῶν μετὰ τὴν ἧτταν τοῦ βασιλέως τὴν χώραν ἐκείνην ληιζομένων καὶ ἐμπιπρώντων καὶ τὰς οἰκίας, κἀκεῖνο τὸ οἴκημα καταπέπρηστο, καὶ ὁ Οὐάλης διέφθαρτο ἐν αὐτῷ. ὁ μέντοι ἅγιος Ἰσαάκιος καθειργμένος τὴν κατάφλεξιν τοῦ Οὐάλεντος ἐγνώκει τῷ πνεύματι καὶ εἶπε τοῖς παρατυχοῦσιν ἐκεῖ ὡς "Οὐάλης ἄρτι θνήσκει διὰ πυρός." σημειωθείσης οὖν τῆς ἡμέρας ἐγνώσθη μετὰ ταῦτα μὴ πλανηθῆναι τὸν ἅγιον. μετὰ δὲ τὴν τῶν βαρβάρων ἐκεῖθεν ὑπαναχώρησιν τὸ σῶμα τοῦ βασιλέως ἀναζητούντων τινῶν, εὑρέθη τάφος ἐν τῇ οἰκίᾳ, ἐν ᾗπερ ἐκεῖνος ἐκέκαυτο, παλαιοῦ τινος ἔχων ἐπίγραμμα "ἐνταῦθα Μίμας Μακεδὼν στρατηγέτης." Τούτῳ τῷ βασιλεῖ ἐπανέστη Προκόπιος ὁ ἀνεψιὸς Ἰουλιανοῦ καὶ ἐκράτησε τοῦ Βυζαντίου. προδοθεὶς δὲ παρὰ τῶν οἰκείων καὶ προσδεθεὶς ἐκ τῶν σκελῶν δύο δένδροις βίᾳ κλιθεῖσι, τῶν δένδρων ἀνεθέντων διεσπάσθη ὁ δείλαιος. καθῃρέθη δὲ τότε καὶ τὰ τείχη τῆς πόλεως Χαλκηδόνος, ὡς τῶν αὐτῆς πολιτῶν τὰ Προκοπίου φρονούντων· ὧν καθαιρουμένων εὑρέθη πλὰξ ἐν τοῖς θεμελίοις αὐτῶν ἔχουσα γεγραμμένα ταυτί· ἀλλ’ ὅτε δὴ Νύμφαι ἱερὸν κατὰ ἄστυ χορείην τερπόμεναι στήσονται ἐϋστεφέας κατ’ ἀγυιάς, καὶ τεῖχος λουτροῖσι πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων ἄγρια μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκήν, Ἴστρου Κιμμερίοιο πόρον διαβάντα σὺν αἰχμῇ Σκυθικὴν ὀλέσει χώραν καὶ Μυσίδα γαῖαν. Θρηικίης δ’ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι. ὁ μὲν οὖν Οὐάλης τῇ τῶν τειχῶν τῆς Χαλκηδόνος ὕλῃ εἰς οἰκοδομὴν ὁλκοῦ ἐχρήσατο ὕδατος, ὃν ἀγωγὸν ἡ δημώδης ὀνομάζει φωνή, καὶ τοῦτον Οὐάλεντα ἐπωνόμασε, δι’ οὗ πεποίηκεν εἰς τὴν πόλιν ὕδωρ εἰσάγεσθαι, ἵν’ ἀφθονία ὕδατος εἴη αὐτῇ καὶ πρὸς ἄλλην χρῆσιν καὶ πρὸς λουτρά. ὁ δὲ τῆς πόλεως ἔπαρχος Νυμφαῖον ἐν τῷ καλουμένῳ Ταύρῳ κατεσκευάκει, τὰς ἐκ τοῦ τῶν ὑδάτων ὁλκοῦ χάριτας ἐκ τούτου παραδεικνύς. οἷς εἵπετο καὶ ἡ τῶν βαρβάρων ἐπέλευσις κατὰ τὰ γεγραμμένα ἐν τῇ πλακί, οἳ ἐληίσαντο μὲν τὴν Θρᾴκην, περὶ δὲ αὐτὴν κατηναλώθησαν ὕστερον. Ἐπὶ τούτου δὴ τοῦ Οὐάλεντος λέγεται Λιβάνιος ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος ἀλεκτορομαντείαν ποιῆσαι, ζητοῦντες γνῶναι τὸν μετὰ τὸν Οὐάλεντα βασιλεύσοντα. ἡ δὲ τοιαύτη, ὡς λόγος, ἐστίν. ἐν κόνει τὰ κδ γράφονται γράμματα, καὶ τούτων ἑκάστῳ σίτου κόκκος ἢ κριθῆς ἐπιτίθεται. εἶτ’ ἀλέκτωρ ἀφίεται, ἐπᾳδομένων ἐπὶ τούτοις τινῶν ἐπῳδῶν, καὶ κατασκοπεῖται ἐκ τίνων στοιχείων λαμβάνει κόκκους. καὶ ταῦτα συντιθέμενα δήλωσιν ποιεῖσθαι τοῦ ζητουμένου δοξάζεται. τοῦτο τοίνυν κἀκεῖνοι τότε ποιήσαντες εἶδον λαβόντα τὸν ἀλέκτορα τὸν ἐν τῷ θ κόκκον καὶ τὸν ἐν τῷ ε, τὸν ἐν τῷ ο καὶ τὸν ἐν τῷ δ. ἔδοξεν οὖν ἀμφίβολον τὸ δηλούμενον· ἢ γὰρ Θεόδωρον ἐδόκει δηλοῦν ἢ Θεοδόσιον ἢ Θεόδοτον. τοῦτο μαθὼν ὁ Οὐάλης πολλοὺς τῶν τοιούτοις κεκλημένων ὀνόμασιν ὑποπτεύσας ἀπώλεσεν. ἐζήτει δὲ καὶ αὐτοὺς τοὺς τὴν μαντείαν ποιήσαντας. ὅθεν τὴν ἐκείνου δείσας ὠμότητα ὁ Ἰάμβλιχος φάρμακον δηλητήριον πεπωκώς, ὥς τινες ἱστορήκασιν, ἑαυτὸν τοῦ ζῆν ὑπεξήγαγεν. ἦν γὰρ δυσπαραίτητος τὰς ὀργὰς ὁ Οὐάλης· ὅθεν καὶ ἔλεγεν ὡς "ὁ ταχὺ μεταθέμενος τῆς ὀργῆς καὶ τοῦ δικαίου ἂν μετάθοιτο τάχιστα." οὗτος ἔτη βεβασίλευκε δέκα ἐπὶ τρισὶ καὶ μῆνας τέσσαρας καὶ ἀξίως τῆς οἰκείας δυσσεβείας διέφθαρτο. Γρατιανὸς δὲ ὁ υἱὸς Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανὸς ὁ νέος ὁ τούτου ἀδελφὸς τῆς Ῥωμαϊκῆς ἀρχῆς γεγόνασιν ἐγκρατεῖς· μόνος μὲν γὰρ ὁ Γρατιανὸς παρὰ τοῦ πατρὸς ἀνερρήθη, ὥσπερ ἤδη ἱστόρηται. ὅτε δὲ ὁ Οὐαλεντινιανὸς ἐτελεύτησεν, οὐ παρῆν οὗτος ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν βασιλέα ἀνεῖπε τετραετῆ τότε τυγχάνοντα. ἐπανελθὼν δ’ ἐκ τῆς ἀποδημίας Γρατιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καί τινας αὐτῶν καὶ ἐκάκωσε, κολάσας τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως, ὡς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο, ἀλλὰ κοινωνὸν τῆς βασιλείας προσείλετο. οὗτος ὁ βασιλεὺς τὸν πατέρα ἐζήλωσεν εἰς εὐσέβειαν. ὅθεν καὶ τῷ θείῳ Οὐάλεντι συμμαχίαν αἰτήσαντί ποτε κατὰ τῶν Σκυθῶν ἐξ αὐτοῦ οὐ παρέσχετο, γράψας αὐτῷ ὡς "οὐ δεῖ τῷ ἐχθρῷ τοῦ θεοῦ συμμαχεῖν." τοῖς δ’ ἐξελαθεῖσι ποιμέσι τῶν οἰκείων ἐκκλησιῶν διὰ δόγματος ἐφῆκε τὴν εἰς αὐτὰς ὑπονόστησιν. Τῶν δὲ Σκυθῶν μετὰ τὴν Οὐάλεντος ἧτταν ἐξογκωθέντων τὸ φρόνημα καὶ τήν τε Θρᾴκην ληιζομένων καὶ τὰ περὶ αὐτὴν καὶ ἀκαθέκτων ὄντων τὸν ἐξ Ἰσπανίας μετεκαλέσατο Θεοδόσιον ἡ δ’ Ἰσπανία τῆς Εὐρωπαίας Ἰβηρίας ἐστὶ πόλις ἡ διαφορωτάτη τῶν ἐν αὐτῇ, ἄνδρα γενναιότατόν τε καὶ εὐσεβέστατον. τοῦτον οὖν προχειρισάμενος στρατηγὸν μετὰ στρατιᾶς κατὰ βαρβάρων ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ νικήσας τρόπαιον ἤρατο, πλήθους μὲν Σκυθικοῦ κατασφαγέντος ἐν τῷ πολέμῳ πολλοῦ, τῶν δὲ λοιπῶν εἰς φυγὴν τραπέντων, καὶ τῶν μὲν ἀπολλυμένων ἐν τῷ καταλαμβάνεσθαι, τῶν δ’ ὑπ’ ἀλλήλων διαφθαρέντων ἐν τῇ φυγῇ. πάντων τοίνυν σχεδὸν τῶν βαρβάρων ἐκείνων ἀπολωλότων τὴν στρατιὰν ἐκεῖ καταλείψας ὁ Θεοδόσιος, αὐτὸς πρὸς τὸν Γρατιανὸν τῆς νίκης ἧκεν αὐτάγγελος ἐν Παιονίᾳ τότε διάγοντα. ἀπαγγείλας δὲ τὴν νίκην τῷ βασιλεῖ καὶ τὸν τῶν βαρβάρων εὐαγγελισάμενος ὄλεθρον ἠπιστεῖτο διά τε τὸ τοῦ ἔργου ταχὺ καὶ τὸ δυσμαχώτατον τῶν Σκυθῶν. ἐπεὶ δ’ ἔγνω τὸ ἀληθὲς καὶ τὴν τῶν βαρβάρων φθορὰν ὁ αὐτοκράτωρ πεπληροφόρητο, καὶ ἐθαύμασε τὸν ἄνδρα τῆς τε ταχυτῆτος καὶ τοῦ ἀριστεύματος ἕνεκα καὶ ἐπῄνεσεν. ἤδη δὲ καὶ τῆς Οὐάλεντος μοίρας προσκτηθείσης αὐτῷ μετὰ τὴν ἐκείνου φθορὰν ἀπιδὼν πρὸς τὸ ἄπειρον σχεδὸν τῆς ἀρχῆς καὶ συνιδὼν ὡς οὐχ οἷός τ’ ἂν εἴη αὐτὸς μόνος τὴν τοσαύτην ἰθύνειν ἀρχήν, βασιλέα τῆς νέας Ῥώμης ἀναγορεύει τὸν Θεοδόσιον, ἅμα μὲν τῆς ἀριστείας αὐτὸν ἀμειβόμενος, ἅμα δὲ καὶ μηδένα κρίνας ἕτερον εἰς κοινωνίαν τῆς ἀρχῆς τούτου κρείττω ἐσόμενον. τὴν γοῦν ἑῴαν ἅπασαν καὶ τὴν Θρᾴκην αὐτῷ ἀναθέμενος ἐκεῖνος ἑαυτῷ ἀπεκλήρωσε τὰ ἑσπέρια. καὶ ἐπὶ τὰς Γαλλίας γενόμενος ἀνῃρέθη δόλῳ ὑπὸ Ἀνδραγαθίου τοῦ στρατηγοῦ, βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἐπὶ ἐνιαυτοὺς ἕξ. Τοῦ δὲ Γρατιανοῦ τελευτήσαντος κατελείφθη βασιλεὺς αὐτοκράτωρ τῶν ἑσπερίων ὁ νέος Οὐαλεντινιανός, μήπω δὲ πρόσηβος γεγονώς. ὃς ὑποφθαρεὶς παρὰ τῆς μητρὸς Ἰουστίνης ἀρειανιζούσης τῷ τῶν Ἀρειανῶν συνέθετο δόγματι καὶ τοῖς ὀρθοδόξοις ἀντέκειτο. ἐπαναστάντος οὖν αὐτῷ τοῦ Μαξίμου καὶ τυραννίδι ἐπιχειρήσαντος καὶ ἐν μάχαις ὑπερτερήσαντος ἔγραψε πρὸς τὸν βασιλέα Θεοδόσιον τὰ συμβάντα, συμμαχίαν αἰτούμενος. κἀ- κεῖνος μὴ δεῖν θαυμάζειν ἀντέγραψεν εἰ ὁ δοῦλος ὑπερτερεῖ δεσπότου κατεξαναστὰς τοῦ τὸν οἰκεῖον ἀθετοῦντος δεσπότην καὶ κτίσμα καὶ δοῦλον καλοῦντος τὸν κτίστην καὶ τῷ πατρὶ ὁμοούσιον καὶ ὁμότιμον. ἀπελθὼν δὲ εἰς συμμαχίαν αὐτοῦ τόν τε Μάξιμον συλλαβὼν ἀνεῖλε καὶ τὸν στρατηγὸν Ἀνδραγάθιον, ὃς ἐδολοφόνησε τὸν Γρατιανόν. Εἶτ’ αὖθις Εὐγένιος ἐπανέστη κατὰ τοῦ νέου Οὐαλεντινιανοῦ καὶ τυραννίδι ἐπέθετο. φοβηθεὶς οὖν Οὐαλεντινιανὸς ἀγχόνῃ τοῦ βίου ἑαυτὸν ὑπεξήγαγε. καὶ μαθὼν τὴν Εὐγενίου τυραννίδα Θεοδόσιος ἐξεστράτευσε κατ’ αὐτοῦ. καὶ εἰς Θεσσαλονίκην ἐλθὼν μετὰ τοῦ στρατεύματος ἐκεῖνος μὲν ὑβρίσθη ὑπὸ τῶν Θεσσαλονικέων, ὁ δὲ ἔπαρχος ἐφονεύθη, στασιάσαντος τοῦ δήμου δι’ αἰτίας τινάς. τότε μὲν οὖν ἐπὶ τῇ τοῦ λαοῦ κινήσει ἔδοξεν ἀνεξικακῆσαι ὁ βασιλεύς· μετὰ δὲ ταῦτα ἱππικὸν ἀγῶνα ἐκήρυξε καὶ τοῦ λαοῦ ἀθροισθέντος ἐπὶ τὸ θέατρον περιέστησεν αὐτοῖς τὰ στρατεύματα καὶ κατετόξευσαν τὸν δῆμον καὶ κατηκόντισαν, ὥστε θανεῖν ἐξ αὐτῶν ἄχρι τῶν πεντεκαίδεκα χιλιάδων. καὶ οὕτως ἐκπλήσας ὁ Θεοδόσιος τὸν θυμόν, ἐκεῖθεν ἀπάρας εἰς τὴν πόλιν τῶν Μεδιολάνων ἀφίκετο. ὅπου καὶ ἠλέγχθη παρὰ τοῦ μεγάλου Ἀμβροσίου καὶ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν οὐ συγκεχώρητο. καὶ οὐ πρότερον ἐφῆκεν αὐτῷ τὴν εἰς τὸ θεῖον τέμενος εἴσοδον, εἰ μὴ νόμον ἔθετο τὰς ψήφους τὰς φονικὰς μὴ πρότερον ἐκβιβάζεσθαι, πρὶν ἂν παρέλθοιεν μετὰ τὴν ψῆφον ἡμέραι τριάκοντα. τοῦτο δ’ ἐποίησε διὰ τὸ τοῦ βασιλέως ὀξύρροπον εἰς θυμόν, ἵνα διὰ τῶν τριάκοντα ἡμερῶν τοῦ θυμοῦ καταστορεννυμένου ἀπαθῶς ἐπισκέπτηται τὰς ψήφους καὶ τὰς μὲν ἐννόμους κυροῖ, τῶν δὲ δι’ ὀργὴν ἴσως ἐψηφισμένων ἀργίαν καταψηφίζηται. τῷ δὲ τυράννῳ Εὐγενίῳ συμμίξας ἐν ταῖς Γαλλίαις ὁ Θεοδόσιος νικᾷ τε αὐτὸν καὶ συλλαμβάνει καὶ ἀναιρεῖ. Οὗτος ὁ βασιλεὺς ἰδιωτεύων εἶχε γυναῖκα εὐσεβῆ καὶ σώφρονα καὶ φιλόπτωχον τὴν Πλακίλλαν, ἐξ ἧς αὐτῷ ἐγεννήθησαν Ὀνώριος καὶ Ἀρκάδιος· ἣν καὶ Αὐγούσταν ἐποίησε. μετὰ δὲ τὴν βασιλείαν θανούσης αὐτῆς ἔγημε Γάλλαν τὴν Οὐαλεντινιανοῦ τοῦ μεγάλου θυγατέρα. Ἀποδημοῦντος δὲ τοῦ βασιλέως εἰς τὰ ἑσπέρια οἱ Ἰουδαῖοι τὸν τῆς πόλεως ἔπαρχον Ὀνωράτον δεξιωσάμενοι κτίζουσι συναγωγὴν ἐν τοῖς Χαλκοπρατίοις πολυτελῆ, ἐκείνου παραχωρήσαντος· ἦν γὰρ τὰ Ἑλλήνων πρεσβεύων. ὁ δὲ τῆς πόλεως δῆμος ἀγανακτήσας ἐπὶ τούτῳ ἐβλασφήμει τὸν ἔπαρχον· καὶ ὃς ἐν οὐδενὶ λόγῳ τὰς βλασφημίας πεποίητο. μὴ φέρων οὖν ὁ λαὸς πῦρ ἐνίησι νυκτὸς τῇ συναγωγῇ καὶ ταύτην ἐμπίπρησι. γράφει οὖν περὶ τούτου τῷ βασιλεῖ Θεοδοσίῳ ὁ ἔπαρχος. κἀκεῖνος ἐπιτιμᾷ τοῖς τολμήσασι τὸν ἐμπρησμὸν τῆς συναγωγῆς ἔκτισιν τῶν ἀναλωμάτων τῶν εἰς αὐτὴν καὶ ἐφίησιν αὖθις κτισθῆναι αὐτήν. τοῦτο μαθὼν ὁ μέγας Ἀμβρόσιος, τοῦ βασιλέως τῇ πόλει Μεδιολάνων ἐνδημοῦντος καὶ κατά τινα τῶν δεσποτικῶν ἑορτῶν εἰς τὴν ἐκκλησίαν ἀφικομένου, ἤρξατο λέγειν "ἵνα τί, βασιλεῦ, τὸν ἐξ ἰδιώτου σε βασιλέα ποιήσαντα καὶ τὴν οἰκείαν ἐγχειρίσαντα ποίμνην, ἣν τῷ ἑαυτοῦ ἐκτήσατο αἵματι, καὶ ταινιώσαντά σου τὴν κεφαλὴν αὐχμῶσαν πρῴην, αὐτὸς ὑβρίζεις, τοὺς ἀθετοῦντας αὐτὸν τῶν ἐπεγνωκότων προτιμοτέρους τιθέμενος καὶ δίκας εἰσπράττων ὑπὲρ Ἰουδαίων χριστιανοὺς καὶ βίαν αὐτοῖς ἐπάγων ἐν μέσῃ τῇ πόλει, ἐν ᾗ κηρύττεται ὁ Χριστὸς καὶ προσκυνεῖται σταυρός, συναγωγὴν οἰκοδομῆσαι τοῖς χριστοκτόνοις;" καὶ ὁ βασιλεὺς πρὸς τὸν ἔλεγχον αἰδεσθεὶς ἔφη "καὶ δώσομεν, ὦ ἐπίσκοπε, τοῖς δήμοις ἀτάκτως καὶ ἀναιδῶς εὐνομουμέναις πόλεσιν ὅσα βούλονται δρᾶν;" "ἀλλ’ οὐδὲ τοῦτο δοτέον, ὦ βασιλεῦ," ὁ ἱερὸς Ἀμβρόσιος ἀντεπήνεγκε "τὸ συναγωγὰς ἔχειν τοὺς Ἰουδαίους ἐν μέσῳ πόλεως εὐσεβοῦς καὶ βλασφήμους εὐχὰς ἀναπέμπειν ἐπ’ ἀκροάσει θεοσεβῶν. μὴ σύγε τοῦτο θεσπίσαις, ὀρθοδοξότατε Αὔγουστε." τούτοις ὁ Θεοδόσιος μαλαχθεὶς τοῖς Βυζαντίοις τε ἀνῆκε τὸ ἐπιτίμιον καὶ συναγωγὴν ἐντὸς τῆς βασιλίδος τῶν πόλεων τοὺς Ἰουδαίους ἔχειν ἀπείρηκε. Τοῖς Ἀντιοχεῦσι δὲ φόρων ἐπιταχθέντων νέων, κινηθεὶς ὁ δῆμος εἰς ἀγανάκτησιν διὰ τὸ καινὸν τῆς εἰσπράξεως εἰκόνας τῆς προτέρας γαμετῆς τοῦ βασιλέως Θεοδοσίου ἐν τῇ ἀγορᾷ τῆς πόλεως αὐτῶν ἱσταμένας κατέσπασε καὶ ἔσυρεν ἐν ταῖς δημοσίαις ὁδοῖς. διόπερ ὀργισθεὶς ἐκεῖνος τά τε δίκαια τῆς πόλεως ἀφείλετο καὶ τῇ ἐκ γειτόνων Λαοδικείᾳ ταύτην ὑπέταξε καὶ τοὺς αὐτῆς πολίτας διαθήσειν ἠπείλει κακῶς· καὶ διέθετο ἄν, εἰ μὴ Φλαβιανὸς ὁ τότε τῆς Ἀντιοχείας ἀρχιερεὺς τῷ βασιλεῖ προσελθὼν ἐπρέσβευσε καὶ ἐνδοῦναι αὐτὸν πεποίηκε τοῦ θυμοῦ. ὅτε καὶ ὁ μέγας πατὴρ ὁ Χρυσόστομος Ἰωάννης τοὺς Ἀνδριάντας ἐπιγραφομένους λόγους συνέγραψε, τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας τυγχάνων πρεσβύτερος. Τότε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος, κεκρυμμένως πρῴην διδάσκων τοὺς ὀρθοδόξους ἐν τῷ τῆς ἁγίας Ἀναστασίας ναῷ διὰ τὴν τῶν αἱρετικῶν ἀναίδειαν καὶ θρασύτητα, τοῦ βασιλέως Θεοδοσίου τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις ἀνεικότος καὶ τοὺς ἀρειανίζοντας ἐκδιώξαντος παρρησίᾳ τόν τε υἱὸν ὁμοούσιον ἐκήρυττε τῷ πατρὶ καὶ τὸ ἅγιον πνεῦμα θεὸν ἀμφοῖν συμπροςκυνούμενον καὶ συνδοξαζόμενον. ὁ γὰρ Μακεδόνιος, ὃς καὶ πατριάρχης ἐπ’ ὀλίγον, ὡς ἤδη ἱστόρηται, τῆς Κωνσταντινουπόλεως γέγονε, θεὸν αὐτὸ λέγεσθαι οὐκ ἠνείχετο, ἀλλ’ οὐδ’ ἰσοσθενὲς τῷ πατρὶ καὶ τῷ υἱῷ οὔτε μὴν ὁμοούσιον. διὸ καὶ ἡ δευτέρα τότε συγκεκρότητο σύνοδος, τοῦ βασιλέως προστάξαντος, ἑκατὸν καὶ πεντήκοντα συναθροισθέντων θεοφόρων πατέρων ἐν τῇ βασιλευούσῃ τῶν πόλεων, ὧν προεξῆρχον ἐν τοῖς ἀγῶσιν ὁ θεολόγος καὶ ὁ μέγας Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος καὶ ὁ ἱερὸς Ἀμφιλόχιος, τῆς Ἰκονιέων προεστὼς ἐκκλησίας, οἳ τὸ πνεῦμα τὸ ἅγιον καὶ θεὸν ἐδογμάτισαν καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιόν τε καὶ ὁμοδύναμον καὶ τὸν Μακεδόνιον καὶ τοὺς ὁμοδοξοῦντας αὐτῷ τῆς καθολικῆς ἐκκλησίας ἐξέκοψαν, καὶ εἰς τὸ ἅγιον σύμβολον τὴν περὶ τοῦ ἁγίου πνεύματος προσέθεντο συγγραφήν, ἀπὸ τοῦ "καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον" μέχρι τέλους, καὶ τὰ ἐν τῇ πρώτῃ συνόδῳ δογματισθέντα ἐπεβεβαίωσαν. ὅτε καί τινες τῶν ἐπισκόπων βασκήναντες τῷ θεολόγῳ τοῦ θρόνου χάριν τῆς Κωνσταντινουπόλεως οὐ κανονικῶς εἶπον αὐτὸν ἐπιβεβηκέναι τοῦ θρόνου, ὡς ἑτέρῳ πρότερον ἐπικηρυχθέντα. διὸ καὶ τὸν συντακτήριον ὁ ἅγιος συγγραψάμενος καὶ δημοσίᾳ ἀνεγνωκὼς ἐξέστη τοῦ θρόνου καὶ εἰς τὴν οἰκείαν πατρίδα τὴν Ναζιανζὸν ἐπανῆλθε. κεχειροτόνητο δὲ τῆς Κωνσταντινουπόλεως πατριάρχης Νεκτάριος, συγκλητικὸς ἀνὴρ καὶ πολιτικὰς ἀρχὰς ἠνυκώς. τότε καὶ ὁ θρόνος τῆς νέας Ῥώμης δευτέραν τάξιν ἔλαχε, μετὰ τὴν πρεσβυτέραν Ῥώμην ταχθείς, τῶν ἑτέρων δὲ προκριθείς. Ἀλλὰ καὶ ὁ μέγας Ἀμφιλόχιος τότε ἠξίου τὸν βασιλέα ἐξελαθῆναι τῆς πόλεως τοὺς Ἀρειανούς, οἷα τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντας, ἢ τέως μὴ παραχωρεῖσθαι συνάξεις ποιεῖν. ὡς δὲ νωθῆ πρὸς τοῦτο ἑώρα τὸν Θεοδόσιον, φυλάξας καιρόν, ὅτε καὶ ὁ Ἀρκάδιος συνεδριάζων ἦν τῷ πατρί, εἰσῆλθε καὶ τῷ μὲν βασιλεῖ τὴν προσήκουσαν ἀπένειμε καὶ πρόσρησιν καὶ προςκύνησιν, πρὸς δὲ τὸν Ἀρκάδιον ἀμελῶς οὕτως ἔφη "χαίροις καὶ σύ, παιδίον." χαλεπήναντος δὲ τοῦ βασιλέως ἐπὶ τῇ καταφρονήσει τοῦ υἱοῦ, εἶτά φησιν ὁ ἅγιος "σὺ μὲν ἄνθρωπος ὢν τὴν τοῦ παιδὸς ἀτιμίαν τοῦ σοῦ πρᾴως οὐκ ἤνεγκας. οἴει δὲ τὸν θεὸν τοὺς τὸν ἐκείνου μονογενῆ παῖδα βλασφημοῦντας μὴ βδελύττεσθαί τε καὶ ἀπεχθάνεσθαι μηδ’ ὀργίζεσθαι κατὰ τῶν ἐκχωρούντων ἐκείνοις τοῖς ὀρθοδόξοις συναναστρέφεσθαι καὶ διαφθείρειν πολλούς;" θαυμάσας οὖν ἐπὶ τῇ μεθόδῳ τοῦ ἁγίου ὁ βασιλεὺς δόγματι τοὺς τῶν αἱρετικῶν συλλόγους κεκώλυκε. Τὸν τελευταῖον δὲ τυραννήσαντα καθελόντι Εὐγένιον τούτῳ τῷ βασιλεῖ ἡ τῶν Ῥωμαίων ἀρχὴ περιελήλυθε ξύμπασα, καὶ ἀναγορεύει τοὺς δύο υἱοὺς αὐτοῦ βασιλεῖς. θέλων δὲ καὶ τῆς ἐν λόγοις μετασχεῖν αὐτοὺς παιδείας καὶ τῆς ἐν ἤθεσιν, ἐκ Ῥώμης ἤγαγε τὸν μέγαν Ἀρσένιον διάκονον ὄντα τῆς ἐκεῖ ἐκκλησίας, ἐπὶ σοφίᾳ τε καὶ ἀρετῇ περιβόητον· καὶ αὐτῷ τοὺς παῖδας παρέδωκε, μὴ ὡς βασιλεῦσιν αὐτοῖς, ἀλλ’ ὡς ἰδιώταις καὶ τοῖς τυχοῦσι προσφέρεσθαι ἐντειλάμενος, καὶ μαστίζειν, εἰ ἀμελοῦντας ὁρῴη ἢ παρεξιόντας τι τοῦ καθήκοντος, καὶ ὡς οἰκείοις τούτοις κεχρῆσθαι παισί. τιμῆς δὲ μεγάλης ἠξίωσε τὸν Ἀρσένιον καὶ χρήμασι κατεπλούτισεν. ὁ δὲ τοὺς παῖδας παραλαβὼν ἐκείνους μὲν ἐπὶ θρόνων ἐκάθιζεν, αὐτὸς δ’ ἑστὼς ἐπλήρου τὴν διδασκαλίαν αὐτοῖς. καί ποτε ἀθρόον αὐτοῖς ὁ βασιλεὺς ἐπιστὰς καὶ τοὺς μὲν καθημένους εὑρών, ἱστάμενον δὲ τὸν Ἀρσένιον, ἠγανάκτησε, καὶ τοὺς μὲν παῖδας τῶν θρόνων ἐξαναστήσας, καθίσας δὲ τὸν Ἀρσένιον, οὕτω διδάσκειν αὐτοὺς διετάξατο. καὶ ἦσαν ἔκτοτε οἱ μὲν παρεστῶτες τῷ διδασκάλῳ, ὁ δὲ διδάσκων καθήμενος. ποτὲ τοίνυν παρασφαλέντι τῷ Ἀρκαδίῳ μάστιγας ἐνέτεινεν ὁ διδάσκαλος. ὁ δὲ μηνιῶν διὰ ταύτας αὐτῷ ἐπιβουλὴν συντίθησι κατ’ αὐτοῦ καὶ κτεῖναι τὸν ἄνδρα διεμελέτησε καὶ τὸν σφαγέα ἡτοίμαζε. γνοὺς δὲ τὸ μελετώμενον ὁ Ἀρσένιος λάθρᾳ τῶν βασιλείων ὑπανεχώρησε καὶ εἰς τὴν Σκῆτιν ἀπελθὼν τὴν μονήρη ζωὴν ὑπῆλθε καὶ ἰσάγγελος γέγονε. πολλὴν δὲ αὐτοῦ θέμενος ζήτησιν ὁ βασιλεὺς Θεοδόσιος οὐκ ἔγνω ὅποι γῆς ἦν. Νοσήσας δὲ ὁ βασιλεὺς οὗτος ἐν Μεδιολάνοις μετήλλαξε τὴν ζωήν, ἑπτακαίδεκα ἔτη τὴν βασιλείαν ἰθύνας ἐπὶ πέντε μησί, μερίσας δὲ ταύτην τοῖς δυσὶν υἱέσιν αὐτοῦ, καὶ τῷ μὲν Ἀρκαδίῳ τὴν νέαν ἀπονείμας Ῥώμην καὶ τὸ ἑῷον τμῆμα, τῷ Ὀνωρίῳ δὲ τὴν πρεσβυτέραν Ῥώμην προσκληρώσας καὶ τὰ ἑσπέρια. Ἦρχεν μὲν οὖν ἑκάτερος τούτων τῆς ἀπονεμηθείσης μοίρας αὐτῷ, καὶ γνόντες ὡς ἐν τῇ Σκήτει μονάζων ὁ μέγας Ἀρσένιος ἦν, πλειστάκις αὐτῷ ἐπεστάλκασιν εὔχεσθαι ἀξιοῦντες ὑπὲρ αὐτῶν. ὁ δέ γε Ἀρκάδιος καὶ ἰδίᾳ τῷ ἁγίῳ ἐπέστειλε, παρακαλῶν συγγνώμην νεῖμαι αὐτῷ διὰ τὴν κατ’ αὐτοῦ ἐπιβουλήν, καὶ ἐπέτρεπε λαβεῖν αὐτὸν τὸν τῆς Αἰγύπτου πάσης δασμὸν καὶ χρήσασθαι ὡς αὐτῷ πρὸς βουλῆς. ὁ δὲ μέγας Ἀρσένιος ἀντεπιστεῖλαι μὲν τοῖς αὐτοκράτορσιν οὐκ ἠθέλησε, τοῖς δ’ εἰς αὐτὸν ἀποσταλεῖσιν εἰπεῖν αὐτοῖς ἐνετείλατο ὅτι "ὁ θεὸς συγχωρήσει ὑμῖν καὶ τὰ αὐτοῦ πράττειν ποιήσει θελήματα· ἐμοὶ δὲ ἤδη νεκρωθέντι τῷ κόσμῳ τὰ χρήματα ἄχρηστα." Οὗτος ὁ βασιλεὺς Ἀρκάδιος ἐν τῇ Θρᾴκῃ πόλιν οἰκοδομήσας Ἀρκαδιούπολιν αὐτὴν ἐπωνόμασε καὶ τὸν ἐν Ξηρολόφῳ ἀνήγειρε κίονα καὶ ἐπ’ αὐτοῦ ἀνδριάντα οἰκεῖον ἐνίδρυσε. Τοῦ πατριάρχου δὲ Κωνσταντινουπόλεως Νεκταρίου θανόντος τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην ἐξ Ἀντιοχείας ἀγαγὼν τῆς μεγάλης πατριάρχην τῆς νέας Ῥώμης προβάλλεται. νωθὴς δὲ ὢν καὶ τὴν γνώμην πέρα τοῦ δέοντος μαλθακὸς ὑπὸ τῆς γαμετῆς κατήρχετο Εὐδοξίας. ἡ δὲ ἦν γύναιον ἰταμὸν καὶ χρημάτων ἡττώμενον ἔρωτος, κἀντεῦθεν καὶ ἀδικώτατον. ὅθεν καὶ παρὰ τοῦ μεγάλου πατρὸς ἀνακοπτόμενον τῆς ὁρμῆς ἔστι δ’ οὗ καὶ ἐπιτιμώμενον ἠρέθιστο εἰς ὀργὴν καὶ ἀμύνασθαι τὸν ἅγιον ἔσπευδεν. εὑροῦσα δὲ καὶ τὸν Ἀλεξανδρείας Θεόφιλον τῆς κακίας αὐτῆς συνεργὸν πείθει τὸν Ἀρκάδιον ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐκβέβλητο καὶ ἀπήγετο ὑπερόριος· ὁ δὲ τῆς πόλεως δῆμος, οἱ μὲν ἐθρήνουν, οἱ δὲ ἐστασίαζον. ὃ γνοὺς ὁ νωθὴς Ἀρκάδιος στέλλει κατὰ τάχος τὸν Ἰωάννην ἀνακαλούμενος καὶ ἐπαναχθεὶς αὖθις ἀπεδόθη τῇ ἐκκλησίᾳ. ὁ δὲ ἀδούλωτος ὢν οὐκ ἐπαύετο κατὰ τῶν ἀδικούντων τὴν γλῶτταν κινῶν. ἡ δὲ βασιλὶς Εὐδοξία ἑαυτῇ τὰς περὶ ἀδικίας διδασκαλίας προσαρμόττουσα ἤλεγχε γὰρ αὐτὴν ἡ συνείδησις τοιαύτην οὖσαν ἐμηνία καὶ τοὺς θυμοὺς ἐξέκαιε κατὰ τοῦ μεγάλου πατρός. καὶ πάλιν, ἵνα τὰ ἐν μέσῳ παρῶ, πείθει τὸν γαμέτην, ἕλκουσα τοῦτον ὥσπερ ἐκ φορβειᾶς, ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐξώσθη τυραννικῶς καὶ εἰς χώρας ἀπήγετο ἐπικινδύνους καὶ εἰς πορρωτάτω κειμένας ἐσχατιάς, πολλῶν πειραθεὶς κατὰ τὴν ὁδὸν δυσχερῶν, ἃ τῆς ἐκείνου χρυσέας γλώττης ἐν ἐπιστολαῖς ἔξεστιν ἀκούειν διηγουμένης. καταντήσας δ’ εἰς Κουκουσὸν κἀκεῖθεν εἰς Πιτυοῦντα ἀπαγόμενος, ἐν Κομάνοις γενόμενος ἐκεῖ τὴν ζωὴν ἐξεμέτρησεν, ἐτῶν γεγονὼς δύο τε καὶ πεντήκοντα, ἀρχιερατεύσας τῆς βασιλίδος τῶν πόλεων ἔτη πέντε πρὸς τῷ ἡμίσει. οὐκ ἐπενύσταξε μέντοι ἡ θεία δίκη, ἀλλὰ ταχέως μετῆλθε τὴν τριτάλαιναν ἐκείνην βασίλισσαν. οὔπω γὰρ τρεῖς παρῆλθον μῆνες μετὰ τὸν θάνατον τοῦ Χρυσοστόμου πατρὸς καὶ βιαίῳ περιπέπτωκε μόρῳ. κυούσης γὰρ τὸ ἔμβρυον τέθνηκε, καὶ ὠδῖνες ἐκείνην συνεῖχον δριμεῖαι· σαπέντος δ’ ἔνδον ἐκείνου καὶ ἡ νηδὺς τῆς βασιλίσσης μετέσχε τῆς σήψεως, καὶ οὕτως ἀθλίως μετήλλαξε τὴν ζωήν. τοῦ μέντοι χρυσορρήμονος ἐκείνου πατρὸς ἐκβληθέντος τῆς ἐκκλησίας ἀντεισάγεταί τις Ἀρσάκιος καὶ ἐπὶ δύο ἐπισκοπήσας ἐνιαυτοὺς θνήσκει· μεθ’ ὃν κεχειροτόνητο Ἀττικός. Τῆς δὲ Εὐδοξίας προτεθνηκυίας τοῦ ὁμευνέτου καὶ αὐτοκράτορος, καὶ αὐτὸς οὐ μετὰ μακρὸν ἐπαπῆλθεν αὐτῇ ὁ Ἀρκάδιος, βασιλεύσας μετὰ τὸν θάνατον Θεοδοσίου τοῦ οἰκείου πατρὸς ἔτη τεσσαρεσκαίδεκα καὶ μῆνας τρεῖς πρὸς ἡμέραις τισί. λέγεται δὲ τῆς Εὐδοξίας τυγχάνειν ὁ εἰς τὰ λεγόμενα Πιττάκια ἑστὼς κίων. θνήσκων δὲ ὁ Ἀρκάδιος τὸν υἱὸν ἑαυτοῦ τῆς βασιλείας διάδοχον κατέλιπε Θεοδόσιον τὸν μικρὸν λεγόμενον πρὸς ἀντιδιαστολὴν τοῦ πάππου αὐτοῦ ἢ ὅτι ἐν παιδικῇ πάνυ ἐτύγχανεν ἡλικίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος· ἑπτὰ γὰρ ἦν τότε μόνον ἐνιαυτῶν. Ἀλλ’ ἀναβεβλήσθω τὰ περὶ τούτου· τὰ δὲ κατὰ τὸν Ὀνώριον ὁ λόγος ἐν ἐπιτομῇ διεξιέτω. Οὗτος βασιλεὺς τῆς πρεσβυτέρας Ῥώμης καταλειφθεὶς παρὰ τοῦ πατρὸς ἐν νεωτάτῃ τῇ ἡλικίᾳ δεκαέτης γὰρ ἦν, ὑπὸ ἐπίτροπον ἐτέλει γνώμῃ τοῦ πατρὸς τὸν Στιλίχωνα, ἄνδρα τῶν ἐν τῇ Ῥώμῃ πρωτεύοντα καὶ τὴν τῶν κοινῶν πραγμάτων ἐγκεχειρισμένον διοίκησιν. ἄγεται τοίνυν τὴν τούτου θυγατέρα Μαρίαν εἰς γαμετήν. ἧς θανούσης λέγεται τὴν ἀδελφὴν αὐτῆς Θερμαντίαν γῆμαι ἐν ἀτελεῖ τυγχάνουσαν ἡλικίᾳ. κἀκείνη δὲ ταχὺ ἐτελεύτησεν. Οὗτος ἀβέλτερος ὢν παρὰ τῶν ἐν τῇ Ῥώμῃ μεμίσητο δυνατῶν. καὶ γνοὺς ἐπιβουλευόμενος εἰς Ῥάβεννάν τε μεταναστεύσας λέγεται διαπέμψασθαι πρὸς Ἀλάριχον τὸν ἄρχοντα τοῦ τῶν Οὐανδήλων ἢ Γότθων ἔθνους, ἀξιῶν αὐτὸν κατὰ τῆς Ῥώμης στρατεύσασθαι, ἀμύνασθαι θέλων οὕτως τοὺς τῆς Ῥώμης πολίτας διὰ τὸ μῖσος τὸ πρὸς αὐτόν. καὶ ἐπελθεῖν μὲν τῇ Ῥώμῃ τὸν Ἀλάριχον, μὴ μέντοι πορθῆσαι αὐτήν, ἀλλὰ σπείσασθαι τοῖς Ῥωμαίοις, λαβόντα ὅσα ἐν τοῖς βασιλείοις εὑρέθησαν χρήματα καὶ τὴν ἀδελφὴν Ὀνωρίου τὴν Πλακιδίαν, καὶ ὑπονοστῆσαι. παραδοῦναι δὲ τὴν κόρην Κωνσταντίῳ τινὶ κόμητι ἐπὶ τῷ φυλάσσεσθαι· τὸν δὲ προσειληφότα αὐτὴν ἀποδρᾶναι καὶ κομίσαι τῷ ἀδελφῷ αὐτῆς, κἀκεῖνον συζεῦξαι ταύτην αὐτῷ, τετιμηκότα συγκλητικόν, εἶτα καὶ βασιλέα ἀναγορεῦσαι· γονῆς γὰρ οἰκείας ἄμοιρος ἦν Ὀνώριος. σφαγῆναι δὲ μετὰ μικρὸν τὸν Κωνστάντιον, γειναμένης αὐτῷ παῖδας τῆς Πλακιδίας, Οὐαλεντινιανὸν καὶ Ὀνωριάδα. Οἱ μὲν οὖν οὕτω ταῦθ’ ἱστοροῦσιν· ἕτεροι δὲ σφαγῆναι μὲν λέγουσι τὸν Στιλίχωνα, ἀπεχθάνεσθαι δὲ τοὺς ἐν τῇ Ῥώμῃ τῷ Ὀνωρίῳ, καὶ τὸν εἰς Ῥάβενναν μετοικήσασθαι. τὸν δὲ Ἀλάριχον τῆς ἀβελτηρίας ἐκείνου καταφρονήσαντα ἐπιστρατεῦσαι τῇ Ῥώμῃ καὶ ταύτην πολιορκίᾳ ἑλεῖν· ἁλούσης δὲ ἐπιστῆναι τῷ Ὀνωρίῳ τινὰ δεδακρυμένον, ἀπαγγέλλοντα ὡς "ἑάλω ὑπὸ Ἀλαρίχου ἡ Ῥώμη." τὸν δὲ πρὸς τὴν ἀγγελίαν συγκλονηθέντα σπασμῷ τὸ σῶμα καὶ τὼ μηρὼ πατάξαντα ταῖν χεροῖν φάναι "ἕως ἄρτι ὧδε ἦν ἡ Ῥώμη, πῶς οὖν ἑάλω;" συνέντα δὲ τὸν ἀγγελέα καὶ μέγα στενάξαντα εἰπεῖν ὡς "περὶ τῆς πόλεως λέγω καὶ οὐ περὶ τῆς ὄρνιθος." ἦν γὰρ τῷ βασιλεῖ τούτῳ ἀλεκτορὶς ὑπερμεγέθης, ᾗ ἐγεγήθει, ἣν ὠνόμαζε Ῥώμην, δι’ ἣν καὶ ἀνῴμωξεν, ἐκείνην νομίσας ἑαλωκέναι. Ὑδέρῳ δὲ περιπεπτωκὼς ὁ Ὀνώριος θνήσκει, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ δυσκλεῶς ἐκ τούτων τριάκοντα. Ἰωάννης δέ τις τυραννήσας ἐν Ῥώμῃ τὴν ἐκείνου ἀδελφὴν Πλακιδίαν μετὰ τῶν δύο τέκνων αὐτῆς, Οὐαλεντινιανοῦ τε καὶ Ὀνωριάδος, ἐκεῖθεν ἐξήλασεν. Ὁ δὲ μικρὸς Θεοδόσιος ἐν Κωνσταντινουπόλει διάγων παρὰ τῆς οἰκείας ἀνήγετο ἀδελφῆς τῆς Πουλχερίας ἐπιμελῶς τρεφόμενός τε καὶ παιδευόμενος. μηδενὸς ἐπανισταμένου αὐτοῖς φόβῳ τοῦ τῶν Περσῶν βασιλεύοντος Ἰσδιγέρδου. ὁ γὰρ Ἀρκάδιος τελευτῶν ἐπίτροπον τοῦ οἰκείου υἱοῦ, παιδὸς ἔτι, ὡς εἴρηται, ὄντος, ἔγραψεν ἐν διαθήκαις τὸν Ἰσδιγέρδην· ὃς τῆς διαθήκης κομισθείσης αὐτῷ ἔστειλεν Ἀντίοχον τῶν παρ’ αὐτῷ εὐνούχων τὸν ἐντιμότερον, φύλακα τοῦ βασιλέως Θεοδοσίου καὶ κηδεμόνα ἐσόμενον, παραινέσας διὰ γραμμάτων τοὺς ἄρχοντας ὑπείκειν τῷ σφετέρῳ βασιλεῖ· εἰ δὲ μὴ οὕτω ποιοῖεν, ἀπειλήσας αὐτοῖς αὐτὸς ἐπιστῆναι εἰς ἐκδίκησιν τοῦ παιδός. Τούτῳ τοίνυν ἤδη τελεῖν ἠργμένῳ εἰς μείρακας ἡ ἀδελφὴ Πουλχερία μνηστεύεται τὴν ἐξ Ἀθηνῶν Εὐδοκίαν, κάλλους μὲν ἔχουσαν περιττῶς, σοφίας δὲ μετασχοῦσαν παντοδαπῆς. ἣ θυγάτηρ μὲν ἦν Λεοντίου τινὸς φιλοσόφου Ἀθήνηθεν ὡρμημένου, Ἀθηναὶ̈ς δ’ ὠνομάζετο. ὃς γνοὺς ἐξ ἐπιστήμης εὐτυχῆσαι μέλλουσαν τὴν θυγατέρα λαμπρῶς, διατιθέμενος τὴν μὲν περιουσίαν αὐτοῦ τοῖς υἱοῖς καταλέλοιπε· δύο δ’ ἦσαν Οὐαλλέριος καὶ Γενέσιος· τῇ δὲ θυγατρὶ ἑκατὸν χρυσίνους μόνους δοθῆναι ἐπέσκηψε, γράψας ἀρκεῖν αὐτῇ τὴν τύχην αὐτῆς. τῶν γοῦν συγγόνων αὐτῆς σφετερισαμένων τὴν πατρικὴν οὐσίαν ἡ Ἀθηναὶ̈ς νόμιμον τὸ οἰκεῖον ἀπῄτει λάχος· καὶ ἠξίου τοὺς ἀδελφοὺς μὴ κατὰ τὰς τοῦ πατρὸς διαθήκας ἀδίκους οὔσας ποιεῖν. οἱ δὲ καὶ τῆς οἰκίας αὐτὴν ἐξῶσαν τῆς πατρικῆς. δεξαμένη τοίνυν αὐτὴν ἡ πρὸς μητρὸς θεία ἀνελήλυθεν εἰς Κωνσταντινούπολιν, καὶ τῆς Πουλχερίας ἐδέοντο, διηγούμεναι τὴν ὑπόθεσιν. ἰδοῦσα δ’ ἐκείνη τὴν κόρην περικαλλῆ καὶ νεάζουσαν ἤρετο εἰ ἀπείρατος ἔτι ἀνδρός ἐστι· καὶ γνοῦσα τοῦτο βαπτίζει αὐτὴν ἔτι οὖσαν ἀμύητον καὶ Εὐδοκίαν μετονομάσασα τῷ ἀδελφῷ ταύτην Θεοδοσίῳ συζεύγνυσι καὶ διαδήματι ταινιοῖ καὶ Αὐγούσταν καλεῖ. Γήμας δὲ ταύτην ὁ Θεοδόσιος τὸν Ἀντίοχον, ὃς τῶν βασιλικῶν εὐνούχων ὑπῆρχεν ὁ κράτιστος καὶ πάντα συνεκύκα δυναστεύων, οὐ παραδυναστεύων, ἀποσκευάζεται. καὶ οὕτως παραλύεται ὁ Ἀντίοχος τῆς τοῦ πραιποσίτου τιμῆς, ἀφαιρεῖται δὲ καὶ πᾶσαν τῆν ὕπαρξιν· αὐτὸς δὲ κείρεται κληρικὸς εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς πανευφήμου μάρτυρος Εὐφημίας καὶ θνήσκει μετ’ οὐ πολύ. Ἡ δὲ βασιλὶς Εὐδοκία μετακαλεῖται τοὺς ἀδελφοὺς καὶ μηδὲν αὐτοῖς μηνίσασα, ἀλλὰ χάριτας μᾶλλον ὁμολογήσασα, ὡς οὐκ ἂν τυχοῦσα τῆς βασιλείας, εἰ μὴ παρ’ αὐτῶν ἐξώσθη καὶ διὰ τοῦτο εἰς τὴν Κωνσταντινούπολιν πεπόρευτο, τὸν μὲν Γενέσιον ἔπαρχον τῶν Ἰλλυριῶν διὰ τοῦ βασιλέως πεποίηκε, τὸν δὲ Οὐαλλέριον ἐτίμησε μάγιστρον. Ὁ μέντοι πατριάρχης Ἀττικὸς Ἰουδαῖόν τινα παράλυτον εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ παραινέσεων ἀγαγὼν τοῦ θείου λουτροῦ κατηξίωσε καὶ ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἐξήγαγεν. οὗτος καὶ τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ὄνομα ἐν τοῖς τῆς ἐκκλησίας διπτύχοις ἐνέγραψε, μὴ πρότερον ἐγγραφέν· Ὠριγενιαστὴς γὰρ ὁ εὐσεβέστατος ἐκεῖνος πατὴρ καὶ ἐκαλεῖτο καὶ ἐνομίζετο. θανόντος δὲ Ἀττικοῦ, ὃς εἴκοσιν ἔτη τοῦ τῶν πιστῶν προέστη συστήματος, χειροτονεῖται Σισίννιος καὶ ἐπὶ δύο ἔτη τὴν ἀρχιερωσύνην κατεσχηκὼς τὴν ζωὴν ἐξεμέτρησε κατὰ τὸ εἰκοστὸν δεύτερον ἔτος τῆς βασιλείας Θεοδοσίου. καὶ ἀντεισήχθη Νεστόριος, ὃς ἐπὶ τρισὶν ἀρχιερατεύσας ἐνιαυτοῖς ἐδίδασκε τὴν ἁγίαν παρθένον Μαρίαν θεοτόκον μὴ λέγειν, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν δογματίζων καὶ αὐτῷ ἐνοικῆσαι τὸν υἱὸν τοῦ θεοῦ φλυαρῶν ὡς ἑνὶ τῶν προφητῶν, καὶ εἰς δύο διαιρῶν αὐτὸν οὐ σάρκα λαβεῖν ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς θεομήτορος τὸν τοῦ θεοῦ λόγον ἀπισχυρίζετο, ἀλλὰ ἄλλον μὲν εἶναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον, ἄλλον δὲ τὸν Χριστὸν θέσει υἱοποιηθέντα καὶ χάριτι θεωθέντα. ταῦτα δὲ μαθόντες οἱ τῶν λοιπῶν πατριαρχικῶν προεστῶτες θρόνων, ὁ τῆς Ῥώμης Κελεστῖνος, Κύριλλος ὁ Ἀλεξανδρείας, Ἰωάννης Ἀντιοχείας, Ἰουβενάλιος Ἱεροσολύμων, ἀναφέρουσι πρὸς τὸν ἄνακτα Θεοδόσιον καὶ τὴν Πουλχερίαν, αἰτούμενοι σύνοδον ἀθροισθῆναι καὶ γυμνασθῆναι τὰ παρὰ τοῦ Νεστορίου δογματιζόμενα. συγκροτηθείσης οὖν ἐν Ἐφέσῳ συνόδου διακοσίων πατέρων, ἧς ἐξῆρχεν ὁ ἁγιώτατος Κύριλλος, ἐπέχων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης, μὴ δυνηθέντος συνελθεῖν δι’ ἀσθένειαν, τὰ τοῦ Νεστορίου κατεξητάσθησαν δόγματα καὶ ἀπεβλήθησαν ὡς κακόδοξα· ἡ δὲ ἁγία παρθένος θεοτόκος ἀπεδείχθη καὶ φρονεῖσθαι καὶ λέγεσθαι, καὶ ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀνάνδρως υἱὸς τοῦ θεοῦ καὶ θεὸς παρὰ τῶν ἱερῶν ἐκείνων πατέρων κεκήρυκτο. πρὸς τρανοτέραν δὲ τῆς πίστεως ὁμολογίαν καὶ τῆς δυσσεβείας τοῦ Νεστορίου σαφέστερον ἔλεγχον καὶ δώδεκα συντάξας κεφάλαια ὁ ἱερώτατος Κύριλλος τῆς ὀρθῆς δόξης ὑπομνήματα τῇ ἐκκλησίᾳ παρέδωκεν. ὁ δὲ Νεστόριος ἀπεβλήθη καὶ τοῦ τῶν ὀρθὰ φρονούντων ἀρχιερέων ἀπεκινήθη χοροῦ. μετὰ τρίτην δὲ τῆς συνόδου ἡμέραν ἐφίστανται τῇ Ἐφέσῳ ὅ τε Ἀντιοχείας Ἰωάννης καὶ ὁ Κύρου ἐπίσκοπος Θεοδώρητος καὶ ὁ Ἐδέσης Ἴβας καὶ ἕτεροι καί, ὅτι μὴ καὶ τὴν αὐτῶν παρουσίαν ἀνέμειναν οἱ τῆς συνόδου, ὀργισθέντες κατὰ τοῦ μεγάλου Κυρίλλου ὡς τῶν ἄλλων ἐξάρχοντος, τήν τε τοῦ Νεστορίου καθαίρεσιν ᾐτιάσαντο καὶ ἐκείνῳ θέμενοι τοῦ τε θείου Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφέσου καθαίρεσιν ἐψηφίσαντο. ὁ Θεοδώρητος δὲ καὶ κατὰ τῶν ιβ κεφαλαίων τῶν τοῦ Κυρίλλου ἐχώρησε καὶ εἰς ἀνατροπὴν αὐτῶν συνέταξεν ἕτερα, πρὸς ἃ πάλιν ὁ μέγας ἀντηγωνίσατο Κύριλλος, οὐκ ὀρθῶς δογματίζειν ἐλέγχων τὸν Θεοδώρητον. κατεγνώσθησαν δὲ παρὰ τῆς συνόδου ὅ τε Ἀντιοχείας καὶ οἱ λοιποὶ καὶ τῶν ὀρθοδόξων ἠλλοτριώθησαν. οὕτως οὖν τούτων ἐχόντων καὶ κατ’ ἀλλήλων γενομένων τῶν ἐπισκόπων καὶ σχίσματος ὄντος μέσον αὐτῶν, ὁ βασιλεὺς Θεοδόσιος ἀφικέσθαι πάντας ἐκέλευσεν εἰς Κωνσταντινούπολιν· καὶ παραγενομένων, ἐνώπιον τοῦ βασιλέως ἡ ζήτησις γέγονε, καὶ καθῃρέθη Νεστόριος καὶ εἰς τὴν ἑῴαν ὑπερωρίσθη, τοῦ Ἀντιοχείας καὶ τοῦ Θεοδωρήτου συμφρονησάντων τῇ ἱερᾷ συνόδῳ, ὡς διὰ λύπην καὶ ἔριν ἀντικαθισταμένων τὸ πρότερον. τοῦ δὲ Νεστορίου πολλοὺς διαστρέφοντος, ὁ Ἀντιοχείας Ἰωάννης ἀναφορὰν περὶ τούτου πρὸς τὸν αὐτοκράτορα ἐποιήσατο, ἀξιῶν μετενεχθῆναι αὐτὸν ἀλλαχοῦ. καὶ ἀπηνέχθη ὁ δείλαιος εἰς Ὄασιν, χώραν οὖσαν τῆς Ἀραβίας λυπρὰν καὶ ὑπὸ ἀνέμων καταπνεομένην φθοροποιῶν. ἀντεισήχθη δὲ εἰς τὴν τῆς νέας Ῥώμης ποιμαντικὴν Μαξιμιανὸς τῆς ἐκκλησίας πρεσβύτερος. καὶ μετὰ τοῦτον ἐπὶ διετίαν ἀρχιερατεύσαντα Πρόκλος ὁ τοῦ Χρυσοστόμου μαθητὴς πατριάρχης προεχειρίσθη ὑπὸ Σισιννίου τοῦ πατριάρχου πρῴην ἐπίσκοπος χειροτονηθεὶς Κυζίκου, μὴ δεχθεὶς δὲ παρὰ τῶν ἐκεῖ ἕτερον ἑλομένων ἀρχιερέα καὶ τὸν μεταξὺ χρόνον σχολάζων. οὗτος τοίνυν τῷ θρόνῳ τῆς Κωνσταντίνου ἐνθρονισθεὶς ἀξιοῖ τὸν βασιλέα τὸ σῶμα τοῦ Χρυσοστόμου ἐκ Πιτυσῦντος ἀνακομισθῆναι καὶ μὴ μένειν καὶ θανόντα τὸν ἅγιον ὑπερόριον. πείθεται τούτῳ ὁ βασιλεύς, καὶ ἀνακομίζεται ὁ τοῦ ἁγίου νεκρὸς καὶ ὑποδέχεται μεθ’ ὑπερβαλλούσης τιμῆς καὶ κατατίθεται ἐντὸς τοῦ θυσιαστηρίου τοῦ τῶν ἁγίων ἀποστόλων περιωνύμου ναοῦ. Βουληθεὶς δὲ ὁ βασιλεὺς Θεοδόσιος τὰ τείχη μεταθεῖναι τῆς πόλεως καὶ μείζονα τὴν ταύτης θέσθαι περιοχήν, Κύρῳ τῷ ἐπάρχῳ τὸ ἔργον ἀνέθετο· καὶ ὃς σπουδῇ πολλῇ καὶ προθυμίᾳ χρησάμενος ἀνήγειρε τὸ χερσαῖον τεῖχος ἀπὸ θαλάσσης ἕως θαλάσσης δι’ ἑξήκοντα ἡμερῶν. ὁ γοῦν δῆμος τῆς πόλεως ἐπί τε τῷ ἔργῳ ἡσθεὶς καὶ τῆς ταχυτῆτος ὑπερθαυμάσας τὸν ἔπαρχον ἐξεβόησε δημοσίᾳ "Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσε." διὸ φθονηθεὶς παρὰ τοῦ βασιλέως καὶ ὑποπτευθείς, καὶ ἄκων κείρεται κληρικός, εἶτα καὶ Σμύρνης ἐπίσκοπος γίνεται. Τοῦ πατριάρχου δὲ Πρόκλου θανόντος μετὰ δωδέκατον ἔτος ἐξ ὅτου προέστη τοῦ ἐν Κωνσταντινουπόλει ὀρθοδόξου λαοῦ, ὁ θεῖος Φλαβιανὸς εἰς τὸν ἐκείνου θρόνον ἐγκαθιδρύεται. ὅτε καὶ ὁ Εὐτυχὴς ἀρχιμανδρίτης ὢν ἐδογμάτιζε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ τὰς δύο φύσεις τηρῆσαι μετὰ τὴν ἐνανθρώπησιν, ἀλλ’ εἰς μίαν φύσιν ἄμφω συγκραθῆναι καὶ συμφυρθῆναι. τοῦτον ἀδιόρθωτον μένοντα ὁ Φλαβιανὸς τοῦ τῆς ἐκκλησίας ἐξέκοψε σώματος, ἵνα μὴ τῆς λύμης καὶ τῷ ὑγιαίνοντι μεταδῷ. πρόσεισιν οὖν ὁ Εὐτυχὴς Χρυσαφίῳ τῷ ἐκτομίᾳ ὁμοδοξοῦντι αὐτῷ καὶ πλεῖστα δυναμένῳ παρὰ τῷ βασιλεῖ· καὶ ὃς πείθει τὸν Θεοδόσιον ἐπιτρέψαι τῷ μετὰ τὴν τοῦ ἁγιωτάτου Κυρίλλου μετάστασιν τῆς Ἀλεξανδρείας τὸν θρόνον διέποντι Διοσκόρῳ παραγενέσθαι εἰς Ἔφεσον μεθ’ ἑτέρων ἐπισκόπων καὶ τὰ κατὰ τὸν Εὐτυχῆ γυμνάσαι, παρόντος καὶ τοῦ Φλαβιανοῦ. οὗτος οὖν ὁ Διόσκορος τοῦ Εὐτυχοῦς τυγχάνων ὁμόδοξος καὶ ἄλλους ἐπισκόπους προσειληφὼς ὁμογνώμονας εἰς Ἔφεσον παραγίνεται καὶ κυροῖ τὰ παρὰ τοῦ Εὐτυχοῦς εἰσαγόμενα. ἀντιλέγοντος δὲ τοῦ ἱερωτάτου Φλαβιανοῦ, οἷά τις ἄγριος ὄνος ἀναθορὼν ὁ Διόσκορος λὰξ τῷ στέρνῳ ἐνέθορε τοῦ εὐσεβοῦς ἐκείνου ἀνδρὸς καὶ πὺξ αὐτὸν κατὰ κόρρης τύπτων οὐκ ἀνῆκεν ἕως τοῦ συνεδρίου ἐξώθησε. καὶ ὁ μὲν ἅγιος μετὰ τρίτην ἡμέραν ἐκ τῆς τοῦ στέρνου πληγῆς μετήλλαξε τὴν ζωήν, ἐν δύο ἐνιαυτοῖς τὸν ἀρχιερατικὸν κοσμήσας θρόνον τῆς νεωτέρας Ῥώμης. ὁ δὲ Διόσκορος τοὺς ἐκεῖ παρόντας ἐπισκόπους ὑποσημήνασθαι ἐβιάσατο τῷ παρ’ αὐτοῦ ἐκτεθέντι ὅρῳ· ἡ γὰρ τοῦ δηλωθέντος εὐνούχου δυναστεία στρατιώτας ἐνόπλους ἐκεῖ παρεῖναι ἐποίησε καὶ τοὺς ἀντιλέγοντας ἐκφοβεῖν. Δόμνος δὲ ὁ τῆς Ἀντιόχου ὑπεσημήνατο μὲν καὶ αὐτὸς συναρπαγείς, εἶτα κατεβόα τοῦ Διοσκόρου καὶ τὸν ὅρον διέβαλλεν ὡς ἀσεβείας μεστόν. ταῦτα μαθὼν ὁ βασιλεὺς Θεοδόσιος καὶ τὰ κατὰ τὸν Φλαβιανὸν γνοὺς ἐν αἰτίαις πεποίητο τὸν Χρυσάφιον καὶ ὠργίζετο. δείσας δὲ ὁ Διόσκορος ὑποτίθησιν αὐτῷ πεῖσαι τὸν βασιλέα πατριάρχην Κωνσταντινουπόλεως προχειρίσασθαι Ἀνατόλιον τὸν αὐτοῦ ἀποκρισιάριον, ἵνα καὶ τὸν Εὐτυχῆ δέξηται πρὸς κοινωνίαν καὶ τὰ κατὰ τὸν μακάριον Φλαβιανὸν μείνῃ ἀνεξερεύνητα. πείθει τοίνυν ὁ ἐκτομίας τὸν βασιλέα, εὐάγωγον ὄντα, καὶ χειροτονεῖται πατριάρχης ὁ Ἀνατόλιος. Οὗτος ὁ εἰρημένος Χρυσάφιος τῆς εὐκολίας τοῦ κρατοῦντος κατατρυφῶν ἔπεισεν αὐτόν, καὶ τὴν βασίλισσαν Εὐδοκίαν προςειληφὼς συνεργόν, τὴν Πουλχερίαν τῆς τῶν πραγμάτων μετενεγκεῖν διοικήσεως. καὶ ἡ μὲν τῶν ἀνακτόρων ὑποχωρήσασα καθ’ ἑαυτὴν ἔζη τε καὶ ἐν τῷ Ἑβδόμῳ ἡσύχαζεν. ὁ δὲ βασιλεὺς εἰς ἑαυτὸν ὀψὲ καὶ μόλις ἐλθὼν καὶ τὴν κατὰ τοῦ μακαρίτου Φλαβιανοῦ μιαιφονίαν ἀναλογισάμενος καὶ τὰ κατὰ τὴν Πουλχερίαν καὶ πάντων αἴτιον τὸν βέβηλον ἐκεῖνον εὐνοῦχον εὑρών, εἰς δίκαιον κατ’ αὐτοῦ κινεῖται θυμὸν καὶ τοῦ μὲν ὑπερορίαν καταψηφίζεται καὶ δημεύει τὴν οὐσίαν αὐτοῦ, τὴν δὲ ἀδελφὴν μετακαλεσάμενος συγγνώμην ᾔτει καὶ τὴν τῶν πραγμάτων διοίκησιν αὖθις αὐτῇ ἐνεχείρισεν. Ἦν δὲ ἡ Πουλχερία συνετωτάτη, καὶ πολλὰ τῶν ἐλαττωμάτων τοῦ ἀδελφοῦ τὰ μὲν ἐπηνώρθου, τὰ δὲ συνεκάλυπτε. λέγεται γοῦν ἀπροσέκτως τὸν βασιλέα τοῦτον ὑποσημαίνεσθαι τὰς γραφάς. ἡ δὲ παρῄνει αὐτῷ μὴ πᾶν τὸ προσαγόμενον βεβαιοῦν, ἀλλὰ τὰ γεγραμμένα προεπισκέπτεσθαι. ὁ δὲ διεβεβαιοῦτο μήτι παρά του κακουργεῖσθαι· εἰδέναι γὰρ αὐτὸς τὰ γραφόμενα ἀπισχυρίζετο. εἰς ἔλεγχον τοίνυν τῆς νωθρᾶς γνώμης τοῦ ἀδελφοῦ τοιόνδε τι τῇ Πουλχερίᾳ ἐπινενόηται. ἔγγραφον ἐξ ἐκείνου συντίθησι πράσεως, ὡς αὐτῇ τὴν Αὐγούσταν Εὐδοκίαν πωλήσαντος· καὶ ὡς ἕτερόν τι αὐτῷ προσαγαγοῦσα τὸ ὠνητήριον ἔπεισε βεβαιῶσαι τῇ οἰκείᾳ ὑπογραφῇ· εἶτα μετακαλουμένην παρ’ ἐκείνου τὴν Εὐδοκίαν ἀπιέναι οὐκ εἴα. ἐρομένου δὲ τὴν αἰτίαν τοῦ αὐτοκράτορος, τὸ πρατήριον ἡ Πουλχερία αὐτῷ ἐνεφάνισε καὶ οὕτως ἤλεγξεν αὐτὸν πολλὰ ὑποσημαίνεσθαι, ἃ οὔτε οἶδεν οὔτ’ ἴσως βούλεται γίνεσθαι. Τότε μὲν οὖν τῆς πεπλασμένης ἐκείνης πράσεως σχολασάσης, ἡ βασιλὶς ἀποκατέστη τῷ αὐτοκράτορι. μετέπειτα δ’ αἰτίας συμβάσης τινός, ἀπέστερξε τὴν Αὐγούσταν ὁ βασιλεύς· ἡ δ’ αἰτία· μῆλον ὑπερφυὲς εἰς ὄγκον ἐκομίσθη τῷ βασιλεῖ. ὁ δὲ τοῦτο θαυμάσας τῇ βασιλίδι ἀπέστειλε, κἀκείνη τῷ Παυλίνῳ τὸ μῆλον δέδωκεν· ἦν δὲ λόγιος ὁ ἀνήρ, κἀντεῦθεν τῇ βασιλίσσῃ ᾠκείωτο. ὁ δὲ τὸ τοῦ μήλου μέγεθος ἀγασθεὶς καὶ ἀγνοῶν περὶ αὐτοῦ προσάγει τοῦτο τῷ βασιλεῖ. ἐκεῖνος δ’ ἐπέγνω τὸ προσαχθὲν καὶ κρύψας αὐτὸ τὴν γυναῖκα ἠρώτησεν ὅποι τὸ σταλὲν αὐτῇ μῆλόν ἐστιν. ἡ δὲ φαγεῖν εἶπε τοῦτο, δείσασα μὴ ὁ ἀνὴρ ὑποπτεύσῃ ὃ ἐκεῖνος ἤδη ὑπώπτευσεν. ὁ δ’ ἔτι προσήρετο ἐπιτατικώτερον· ἡ δ’ αὖθις μεθ’ ὅρκου φαγεῖν τὸ μῆλον ἀπισχυρίζετο. ἐξάγει τοῦτο μεστὸς ὁ αὐτοκράτωρ ὀργῆς. καὶ ἡ μὲν ἐπ’ αὐτοφώρῳ ἑάλω μὴ ἀληθεύουσα· τῷ δὲ τὰ τῆς ὑπονοίας ἐστήρικτο. κἀντεῦθεν κτείνεται μὲν ὁ Παυλῖνος ἐξ ὑπονοίας ψευδοῦς, ἡ δ’ Εὐδοκία μεμίσητο. καὶ ᾔτησεν ἀπελθεῖν εἰς Ἱεροσόλυμα· ἔνθα δὴ ἀπελθοῦσα σὺν πλούτῳ βαθεῖ ναούς τε ἐδείματο καὶ πολλὰ τοῖς πενομένοις καὶ τοῖς ἐκεῖ μοναστηρίοις δέδωκεν. ἐκεῖθεν δ’ ἐπανελθοῦσα αὖθις μετὰ θάνατον τοῦ ἀνδρὸς ἐκεῖσε ἀφίκετο κἀκεῖ τετελεύτηκεν. οἵα δὲ περὶ λόγους ἦν αὕτη δηλοῦσι τὰ λεγόμενα Ὁμηρόκεντρα. Πα- τρικίου γάρ τινος ἐπιχειρήσαντος τῷ σπουδάσματι, ἀτελὲς δὲ καταλιπόντος αὐτὸ καὶ οἷον εἰπεῖν ἀνοργάνωτον, ἐκείνη καὶ εἰς τέλος ἤγαγε καὶ ὠργάνωσεν, ὡς καὶ ἡ παρ’ ἐκείνης διὰ στίχων ἡρωικῶν τῷ πονήματι γενομένη ἐπιγραφὴ τοῖς ταύτην ἐπιοῦσι παρίστησι. Θνήσκει δὲ ὁ βασιλεὺς Θεοδόσιος πεντηκοντούτης γενόμενος καὶ σχεδὸν ἅπαντας οὓς ἐβίω ἐνιαυτοὺς βασιλεύσας, βραχεῖς μὲν πάνυ σὺν τῷ πατρί, τοὺς δ’ ἄλλους καθ’ ἑαυτόν. τὴν δ’ αἰτίαν τῆς αὐτοῦ τελευτῆς οἱ μὲν νόσον γεγονέναι φασίν, οἱ δ’ ἐν θήρᾳ οἱ ἐλαύνοντι συμπεσεῖν τὸν ἵππον ἱστόρησαν καὶ πληγέντων αὐτῷ καιρίων μερῶν μετ’ ὀλίγον θανεῖν. ἦν δὲ λογικῆς παιδείας οὐκ ἀνομίλητος, ἀλλὰ καὶ τῶν ἄλλων μετεσχηκὼς μαθηματικῶν βίβλων καὶ τῆς ἀστρονομίας αὐτῆς ἀπεγεύσατο· ἱππεύειν καὶ τοξεύειν εἰς ἄκρον ἤσκητο, καὶ πρὸς τὴν γραφικὴν δὲ καὶ τὴν πλαστικὴν δεξιῶς εἶχεν. ἐπιεικὴς δὲ τὸν τρόπον γενόμενος μαλθακῶς πρὸς μεταχείρισιν πραγμάτων διέκειτο· ὅθεν καὶ οἱ παρ’ αὐτῷ δυνηθέντες ἐκτομίαι πολλὰ τῶν οὐ δεόντων εἰργάσαντο, ὁ Ἀντίοχος καὶ μετ’ ἐκεῖνον Ἀμάντιος καὶ τελευταῖος Χρυσάφιος. Ἐν τοῖς χρόνοις δὲ τούτου τοῦ βασιλέως, Πρόκλου τοῦ πατριάρχου λιτανεύοντος σὺν τῷ κλήρῳ καὶ πλείστῳ μέρει τοῦ πλήθους τῆς πόλεως, ἄφνω παιδίον αἴρεται ἐναέριον. τοῦ δὲ λαοῦ θαμβουμένου καὶ ἐπὶ πλεῖστον βοῶντος τὸ "Κύριε ἐλέησον," αὖθις κατάγεται τὸ παιδίον, λέγον μυηθῆναι μὴ δεῖν προστίθεσθαι τῷ Τρισαγίῳ τὸ "ὁ σταυρωθεὶς δι’ ἡμᾶς." Ὁ μὲν οὖν Θεοδόσιος τέθνηκε· Πουλχερία δὲ μήπω πολλοῖς γνωσθείσης τῆς τοῦ αὐτοκράτορος τελευτῆς τὸν Μαρκιανὸν μετεπέμψατο, ἄνδρα γηραιὸν ἤδη, χρηστὸν δὲ τοὺς τρόπους καὶ σώφρονα, καὶ ἀπαγγέλλει αὐτῷ τοῦ βασιλέως τὸν θάνατον καί φησιν ὡς "σὲ παρὰ πάντας εἰς βασιλέα προκέκρικα, εἴ μοι δῴης πληροφορίαν τηρῆσαί μου τὴν παρθενίαν ἀνέπαφον, ἣν τῷ θεῷ ἀνατέθεικα." τοῦ δὲ συνθεμένου μετακαλεῖται τὸν πατριάρχην καὶ τὴν βουλὴν καὶ ἀναγορεύει τοῦτον καὶ ταινιοῖ διαδήματι. Ἦν δὲ ὁ Μαρκιανὸς οὔτε τῶν ἐπιφανῶν πρῴην οὔτε τῶν ἐκ γένους λαμπροῦ, ἀλλὰ στρατιώτης ἁπλῶς· ὅς ποτε εἰς ἐκστρατείαν σὺν τῷ οἰκείῳ τάγματι ἀπιὼν κατὰ τὴν Λυκίων ἐπαρχίαν ἐνόσησε καὶ τῶν ὁμοταγῶν ἀπελείφθη. ξενισθεὶς οὖν ἐκεῖ παρά τισι δυσὶν ἀδελφοῖς, ὧν τῷ μὲν ἡ κλῆσις Ἰούλιος, τῷ δ’ ἑτέρῳ Τατιανός, καὶ τῆς νόσου ῥαί̈σας, θηρεύσων ἔξεισι σὺν τοῖς ξενισταῖς. ἐν δὲ τῷ θηρεύειν γεγονότες κατάκοποι κατὰ γῆς ἀνεκλίθησαν, ἑαυτοὺς ἀναπαύσοντες, καὶ ὕπνωσαν περὶ μεσημβρίαν. τὸν ὕπνον δὲ πρὸ τῶν ἄλλων ὁ Τατιανὸς ἀποτιναξάμενος ἀετὸν ὁρᾷ διαπεπετασμέναις ταῖς πτέρυξι κατασκιάζοντα τὸν Μαρκιανὸν καὶ τὸν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρούμενον καύσωνα. θαυμάσας οὖν ἠρέμα διυπνίζει τὸν ἀδελφὸν καὶ τὸ καινὸν ὑποδείκνυσι· κἀκεῖνος οὖν ἐξεπέπληκτο. ἐδοξάτην οὖν καὶ ἄμφω τὼ ἄνδρε βασιλείας εἶναι σημαντικὸν τὸ ὑπὸ τοῦ ἀετοῦ γεγονὸς εἰς Μαρκιανόν, καὶ διεγερθέντι τοῦ ὕπνου αὐτῷ τὴν βασιλείαν προκαταγγέλλουσι, καὶ μεμνῆσθαι αὐτῶν ἀξιοῦσιν ὅτε τεύξεται τῆς ἀρχῆς· καὶ δόντες αὐτῷ νομίσματα διακόσια ἀπιέναι ἀφῆκαν. αὖθις οὖν σὺν Ἄσπαρι στρατευόμενος κατὰ Οὐανδήλων πόλεμον ἀραμένῳ, αἰχμάλωτος σὺν ἑτέροις πλείστοις ἑαλωκώς, ἐν αὐλῇ τινι μετὰ τῶν συναιχμαλώτων πεφρούρητο. ἄνωθεν δὲ ὁ τῶν Οὐανδήλων ἀρχηγὸς προκύψας ἐπεσκόπει τοὺς αἰχμαλώτους, καὶ ὁρᾷ κἀκεῖνος κοιμώμενον τὸν Μαρκιανόν, καὶ ἀετὸν ἄνωθεν αὐτοῦ διηρμέναις ταῖς πτέρυξι σκιὰν αὐτῷ ἐργαζόμενον. κἀκεῖνος τοίνυν εἰς βασιλείαν τείνειν τὸ ὅραμα οἰωνίσατο καὶ μεταπεμψάμενος τὸν Μαρκιανὸν ἀπῄτησεν αὐτόν, εἰ βασιλεύσειε, μὴ πολεμεῖν Οὐανδήλοις· τοῦ δὲ συνθεμένου ἀπέλυσεν αὐτὸν τῆς εἱρκτῆς. οὕτω μὲν οὖν πρὸ μακροῦ τὴν βασιλείαν αὐτῷ προεσήμαινεν ὁ θεός· τότε δ’ εἰς ἔργον ἐκβεβήκασι τὰ προσημαινόμενα. καὶ αὐτίκα μετακαλεῖται τοὺς ξενίσαντας αὐτὸν ἀδελφοὺς καὶ εὐαγγελισαμένους αὐτῷ τὴν ἀρχήν, καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον τῆς πόλεως ἀναδείκνυσιν, Ἰουλίῳ δὲ τὴν τῶν Ἰλλυριῶν ἀρχὴν ἐνεχείρισε. γέγονε δὲ περὶ πάντας χρηστός. Κατὰ τοὺς χρόνους τούτους τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἡ Πουλχερία ἀνήγειρε· καὶ ἡ τετάρτη γέγονε σύνοδος, Λέοντος τοῦ πάπα Ῥώμης καὶ Ἀνατολίου τοῦ πατριάρχου τῆς νέας Ῥώμης αἰτησαμένων τὸν βασιλέα Μαρκιανὸν μὴ μεῖναι ἀζήτητα τὰ κατὰ τὸν Ἀλεξανδρείας Διόσκορον καὶ τὸν Εὐτυχῆ καὶ ὅσα παρ’ αὐτῶν εἰς τὸν ἱερώτατον ἐτολμήθη Φλαβιανόν. ὡρίσθη τοίνυν σύνοδον γενέσθαι, καὶ συνηθροίσθησαν εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς ἁγίας μάρτυρος Εὐφημίας θεοφόροι πατέρες ἑξακόσιοι καὶ τριάκοντα. ἐξῆρχον δὲ τούτων Λέων ὁ πάπας Ῥώμης καὶ ὁ Κωνσταντινουπόλεως Ἀνατόλιος καὶ Ἰουβενάλιος Ἱεροσολύμων. συνήθροιστο δὲ τὸ τῶν πατέρων πλῆθος κατὰ Διοσκόρου καὶ Εὐτυχοῦς, ἑτεροούσιον ἡμῖν τὴν σάρκα τὸν κύριον Ἰησοῦν Χριστὸν φορέσαι μυθολογούντων καὶ μίαν φύσιν αὐτὸν ὑπάρχειν, ὡς ἐντεῦθεν τῇ θεότητι τὰ παθήματα προσαρμόττεσθαι. οὓς καθεῖλόν τε καὶ ἀνεθεμάτισαν οἱ θεῖοι πατέρες, τὴν ἑαυτῶν κακοδοξίαν παραιτήσασθαι μὴ θελήσαντας. ἐδέξαντο δὲ τόν τε Θεοδώρητον καὶ τὸν Ἴβαν, ἀναθεματίσαντας τὸν Νεστόριον καὶ ἅπερ αὐτοὶ ἐκδεδώκασι πρὸς ἔριν κεφάλαια, ἐκύρωσαν δὲ καὶ τὰς πρότερον τρεῖς συνόδους καὶ τὸ ἅγιον σύμβολον ἐπεκράτυναν, ἀναθέματι καθυπαγαγόντες τούς τε υἱῶν δυάδα εἰσάγοντας καὶ τοὺς παθητὴν δογματίζοντας τὴν θεότητα καὶ τοὺς κρᾶσιν καὶ σύγχυσιν ἐπὶ τῶν δύο φύσεων φρονεῖν ἢ καὶ λέγειν τολμῶντας, ἢ δύο μὲν εἶναι φύσεις πρὸ τῆς ἑνώσεως ἐπὶ Χριστοῦ, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας καὶ τοὺς οὐράνιον ἤ τινος ἑτέρας οὐσίας μυθεύοντας τὴν προσληφθεῖσαν ἐξ ἡμῶν τῷ κυρίῳ μορφήν. ἐδογμάτισαν δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι καὶ θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὁμοούσιον κατὰ τὴν ἀνθρωπότητα καὶ ὅμοιον κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἕνα τὸν αὐτὸν ἐν δύο φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, σωζομένων τῶν ἰδιωμάτων φύσεως ἑκατέρας καὶ εἰς ἓν πρόσωπον συντρεχόντων καὶ μίαν ὑπόστασιν. Τούτων οὖν πᾶσι τοῖς θεοφορήτοις ἐκείνοις δεδογμένων πατράσι, παρόντος καὶ τοῦ εὐσεβοῦς βασιλέως Μαρκιανοῦ, ὁ Διόσκορος προστάξει βασιλικῇ εἰς Γάγγραν ὑπερόριος στέλλεται· ὁ γὰρ Εὐτυχὴς προτέθνηκε δυστυχῶς. ἀντὶ δὲ Διοσκόρου τῆς Ἀλεξανδρείας ἐπίσκοπος ἐχειροτονήθη Προτέριος, ἀνὴρ ἱερώτατος καὶ ὀρθοδοξότατος. Τῶν δὲ τοῦ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν αἱρεσιωτῶν ἀνὰ τὴν πόλιν στρεφομένων καὶ διαχλευαζόντων τὰ ὑπὸ τῆς συνόδου δογματισθέντα, κἀκ τῆς βασιλικῆς δυναστείας λεγόντων τὸ κράτος τῇ συνόδῳ περιεῖναι, καὶ οὐκ ἐκ τῆς ἀληθείας, καὶ τὴν οἰκείαν συνιστᾶν πειρωμένων ἔτι κακοδοξίαν, ὁ πατριάρχης Ἀνατόλιος ἐκκλησιάσας τούς τε αὐτῷ ὁμογνώμονας καὶ τοὺς ἀντιδοξοῦντας ἔφη πρὸς τοὺς ἐναντίους "ἐπεὶ ἔτι τῆς οἰκείας δόξης ἀντέχεσθε καὶ οὐ πείθεσθε μὴ δοξάζειν ὀρθῶς, ἀλλ’ αἰτιᾶσθε ἡμᾶς ὡς τὸ Νεστορίου παραδεχομένους δόγμα, δύο φύσεις ἐπὶ τοῦ σωτῆρος κηρύττοντας, ἑκατέρας τηρούσης ἀσυγχύτους τὰς ἰδιότητας, ἐπιτρεπτέον, εἰ δοκεῖ, τῷ θεῷ τὴν περὶ τούτου διάκρισιν, καὶ γραφήτω μὲν παρ’ ὑμῶν ἐν τόμῳ τὸ ὑμέτερον περὶ τῆς πίστεως φρόνημα, γραφήσεται δὲ καὶ παρ’ ἡμῶν τὸ ἡμέτερον· καὶ ἄμφω τὼ τόμω ἐν τῇ λάρνακι τεθήτων τῆς πανευφήμου μάρτυρος Εὐφημίας, καὶ ταύτῃ τὴν κρίσιν δοτέον τῶν ὀρθῶν καὶ διαστρόφων δογματιστῶν." ἤρεσε ταῦτα καὶ τοῖς αἱρετικοῖς, καὶ οἱ τόμοι γεγράφαται καὶ ὁ κλείων λίθος τὴν λάρνακα αἴρεται καὶ οἱ χάρται τῷ στήθει τῆς μάρτυρος ἐπιτίθενται καὶ ὁ λίθος αὖθις τῇ λάρνακι ἐπενήνεκται καὶ σφραγίζεται ὑπ’ ἀμφοῖν τοῖν μεροῖν. τὸ δ’ ἐντεῦθεν ἱκεσίαι πρὸς θεὸν καὶ δεήσεις παννύχιοι ἀποκαλύψαι τίς αὐτῷ τῶν δοξῶν καταθύμιος καὶ τίς ἀποβλητέα δοκεῖ. καὶ μετὰ τρίτην ἡμέραν συνέρχονται, μηδὲ τοῦ βασιλέως ἀπολειφθέντος, καὶ ἀνοιγείσης τῆς λάρνακος τῶν θαυμασίων σου, κύριε, εὑρέθη ὁ μὲν τῶν αἱρετικῶν τόμος ἐν τοῖς ποσὶ τῆς μάρτυρος κείμενος, ὁ δέ γε λοιπὸς τῇ δεξιᾷ ταύτης χειρὶ κατεχόμενος, ἣν ἐκτεῖναι λέγεται πρὸς τὸν βασιλέα καὶ τὸν πατριάρχην, τὸν τόμον αὐτοῖς ἐγχειρίζουσα. οἱ μὲν οὖν τὸ ὀρθὸν πρεσβεύοντες δόγμα ἦσαν ἐν κρότοις, οἱ δὲ τούτοις ἑτερογνώμονες κατηφιῶντες καὶ σκότος ὑπ’ αἰσχύνης περιχυθέντες ἀπήλθοσαν· τινὲς δ’ ἐκ τούτων καὶ πρὸς τὸ ὀρθόδοξον μετεβάλοντο. Κατὰ τὸν τότε χρόνον καὶ ἡ βασιλὶς Πουλχερία θνήσκει εὐσεβῶς τε καὶ εὐκλεῶς καὶ ἐπ’ ἐλπίσι χρησταῖς. πάντα γὰρ τὸν πλοῦτον αὐτῆς διένειμε πένησι καὶ τῷ πρὸς τούτους ἐλέῳ τὸν τοῦ θεοῦ ἐκτήσατο ἔλεον. Οὐαλεντινιανὸς δὲ ὁ ἀνεψιὸς Ὀνωρίου, οὗ ἄνω που ἐπεμνήσθημεν ὡς ἐκ τῆς ἀδελφῆς αὐτοῦ γεννηθέντος τῆς Πλακιδίας, βασιλεύων ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ἄγεται εἰς γυναῖκα Εὐδοξίαν τὴν παῖδα τοῦ νέου Θεοδοσίου. ἐκδεδιῃτημένως δὲ βιώσκων καὶ ἀσελγῶς τὴν μὲν οἰκείαν γαμετὴν εἴα, καίτοι κάλλους εὖ ἔχουσαν, ἀλλοτρίαις δὲ συνεφθείρετο· ἐκέχρητο δὲ καὶ μαντείαις καὶ γοητείαις. οὕτω δὲ βιώσκων οὐκ εὐαγῶς, ἀποβιώσκει ἐλεεινῶς. Μάξιμος γὰρ εἷς τῶν ἐν τῇ Ῥώμῃ πατρικίων, ἔγγονος δὲ τοῦ πάλαι τυραννήσαντος Μαξίμου, ὃν ὁ μέγας κατεπολέμησε Θεοδόσιος, ἔνδον τῶν βασιλείων γενόμενος, ἐν αὐτοῖς τὸν Οὐαλεντινιανὸν ἀποσφάττει καὶ τῇ Εὐδοξίᾳ βίᾳ συμμίγνυται καὶ τῆς βασιλείας κρατεῖ. ἡ δὲ τοῦ πατρὸς αὐτῆς Θεοδοσίου θανόντος καὶ τῆς Πουλχερίας ἐκμετρησάσης τὸ ζῆν ἐκδίκησιν ἑτέρωθεν μὴ ἐλπίζουσα, διαπέμπεται πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα καλούμενον καὶ τῆς τοῦ Μαξίμου τυραννίδος ἀπαλλαγῆναι ἐκλιπαρεῖ· καὶ ὃς ἔπεισι τῇ Ῥώμῃ σὺν στόλῳ καὶ δυνάμει πολλῇ. καὶ ὁ Μάξιμος ἀπέδρα ταύτης καὶ κτείνεται παρὰ τῶν συνόντων αὐτῷ. ὁ δὲ Γιζέριχος ἀπόνως τῆς Ῥώμης κρατεῖ, καὶ τὸν πλοῦτον αὐτῆς συγκομισάμενος ἅπαντα, καὶ τὰ τῶν θείων ναῶν ἀναθήματα ἐκ χρυσοῦ πεποιημένα καὶ λίθοις κοσμούμενα, καί τινα τῶν παρὰ Τίτου κομισθέντων ἐξ Ἱεροσολύμων σκευῶν τοῦ ἐκεῖσε ναοῦ, εἰργασμένα καὶ αὐτὰ ἐκ χρυσοῦ, λαβὼν καὶ τὴν Εὐδοξίαν σὺν ταῖς δύο θυγατράσιν αὐτῆς, ἐπανῆλθεν εἰς Ἀφρικήν. καὶ τὴν μὲν τῶν θυγατέρων αὐτῆς, τὴν Εὐδοκίαν, τῷ πρεσβυτέρῳ τῶν οἰκείων υἱῶν Ὀνωρίχῳ συνέζευξε, τὴν δέ γε Πλακιδίαν μαθὼν ἀνδρὶ κατηγγυῆσθαι τῷ πατρικίῳ Ὀλυβρίῳ, ἐτήρει σὺν τῇ μητρὶ Εὐδοξίᾳ· ἔνθα δύο διαγαγοῦσα ἐνιαυτοὺς ἡ βασιλὶς Εὐδοξία ἐπανῆλθεν εἰς τὸ Βυζάντιον μετὰ τῆς θυγατρὸς αὐτῆς Πλακιδίας, Μαρκιανοῦ βασιλεύοντος. ἡ γὰρ Εὐδοκία σὺν τῷ ἀνδρὶ κατελείφθη, ᾧ συμβιώσασα ἔτη ἓξ καὶ δέκα καὶ παῖδα τεκοῦσα Ἰλδέριχον, ὅτι τοῖς Ἀρειανοῖς ὁμόδοξος ἦν ὁ ἀνὴρ αὐτῆς, ἤχθετο τὴν μετ’ ἐκείνου συμβίωσιν. καὶ λαβομένη καιροῦ καὶ αὐτὴ εἰς τὴν Κωνσταντινούπολιν μεταχωρεῖ, ἤδη τῆς μητρὸς αὐτῆς θανούσης· εἶτα εἰς τὰ Ἱεροσόλυμα ἄπεισι, κἀκεῖ τελευτᾷ. Μαρκιανὸς δὲ θνήσκει ἓξ βασιλεύσας ἔτη καὶ μῆνάς τινας, ὡς μέν τινες λέγουσι, νοσήσας, ὡς δ’ ἕτεροι, φαρμαχθεὶς νεύσει τοῦ πατρικίου Ἄσπαρος, πρεσβύτης γενόμενος καὶ ζήσας ἐπὶ μακρόν. ἐπιεικὴς δὲ τὴν γνώμην ὢν καὶ πρὸς τοὺς ὑπηκόους χρηστὸς ἔλεγε μὴ δεῖν ὅπλα βασιλέα κινεῖν, ἕως εἰρηνεύειν ἐξόν. μέγα δὲ τότε δυνάμενος ὁ πατρίκιος Ἄσπαρ οὐχ ᾑρετίσθη βασιλεῦσαι παρὰ τοῦ δήμου τῆς πόλεως, ὅτι τῆς Ἀρείου ἦν μετέχων αἱρέσεως. διὸ τὸν Λέοντα αὐτὸς ἐβασίλευσεν, ὡς μέν τινες ἱστόρησαν, αὐτοβούλως, ὡς δ’ ἕτεροι, παρὰ τοῦ δήμου τὴν ἐξουσίαν λαβών, ὃν κτήσεων αὐτοῦ, ὡς λέγεται, προνοούμενον ἀπῄτησε Καίσαρα στέψαι θάτερον τῶν υἱῶν αὐτοῦ. καὶ τοῦτο ἐπαγγειλάμενον εἰς τὴν τῆς βασιλείας περιωπὴν ἀνεκόμισεν. ἔνιοι δὲ τριβοῦνον εἶναι αὐτόν φασι καὶ τῶν ἐν Σηλυβρίᾳ τελῶν ἄρχοντα. καὶ οἱ μὲν ἐκ Θρᾳκῶν τὸ γένος ἕλκειν αὐτὸν λέγουσιν, ἄλλοι δὲ ἐκ Δακῶν τῶν ἐν Ἰλλυριοῖς.

Book XIVLiber XIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
LIBER QVARTVS DECIMVS. Ἄρτι δὲ καταστάντος τοῦ Λέοντος αὐτοκράτορος ὁ Ἄσπαρ ἐπέκειτο βιάζων αὐτὸν Καίσαρα ποιῆσαι θάτερον τῶν υἱῶν αὐτοῦ κατὰ τὴν ὑπόσχεσιν. ἀναβαλλομένου δ’ αὐτοῦ ὁ Ἄσπαρ τῆς βασιλικῆς ἁλουργίδος ἁψάμενος ἔφη "βασιλεῦ, τὸν ταύτην ἀμπεχόμενον ψεύδεσθαι οὐ χρεών·" καὶ ὃς ἀνθυπήνεγκεν "ἀλλ’ οὐδὲ βιάζεσθαι καὶ ἄγεσθαι ὡς ἀνδράποδον." μέχρι δὲ τέλους ἀντέχειν μὴ οἷός τε ὤν, εἴκων ἀνάγκῃ Καίσαρα ποιεῖ ἀπὸ πατρικίου τὸν τοῦ Ἄσπαρος παῖδα, Ἀρδαβουρίου δὲ ἀδελφόν. τοῦτο καὶ τῇ συγκλήτῳ ἔδοξεν ἀποθύμιον καὶ τὸν δῆμον τῆς πόλεως εἰς στάσιν ἐκίνησεν. ἐδεδίεσαν γὰρ μὴ εἰς τὸ γένος τοῦ Ἄσπαρος περιστάντος τοῦ κράτους παρρησίας αὖθις λαβόμενοι οἱ Ἀρειανοὶ πλείονα κακὰ τῶν προτέρων εἰς τοὺς ὀρθοδόξους ἐνδείξωνται. συνελθόντες οὖν οἱ τοῦ κλήρου καὶ οἱ μονάζοντες καὶ τοῦ δήμου τῆς πόλεως ὅσον ὑγιῶς ἐφρόνει περὶ τὴν πίστιν, ἐδέοντο τοῦ βασιλέως ὁμόφρονα σφίσι Καίσαρα προχειρίσασθαι. ὁ δὲ τότε μὲν οἷς τε εἶπε καὶ οἷς ἐποίησε τὴν στάσιν κατηύνασε. μεταξὺ δὲ παραρρυέντος καιροῦ, ἐπιβουλεύοντας αὐτῷ γνοὺς τοὺς περὶ τὸν Ἄσπαρα, κἀκεῖνον καὶ τὸν Ἀρδαβούριον ἔκτεινεν. Ἰσοκάσιον δὲ τὸν κοιαίστωρα λόγιον ἄνδρα, διαβληθέντα ἐπ’ ἄλλοις τέ τισι καὶ ἐπὶ ἑλληνισμῷ, τῆς ἀξίας γυμνώσας τῷ ἐπάρχῳ παρέδωκεν εἰς ἐξέτασιν· εἰσαγομένῳ δ’ εἰς τὸ δικαστήριον ἐν σχήματι κατακρίτου ἔφη αὐτῷ ὁ ἔπαρχος "ὁρᾷς, Ἰσοκάσιε, ἐν οἵᾳ εἶ καταστάσει;" ὁ δέ "ὁρῶ" εἶπε "καὶ οὐ ξενίζομαι ὅτι ἄνθρωπος ὢν ἀνθρωπίναις περιπέπτωκα συμφοραῖς· σὺ δὲ δίκασον ἐπ’ ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί." τούτων ἀκούσας ὁ δῆμος τὸν μὲν βασιλέα εὐφήμησε, τὸν δ’ Ἰσοκάσιον ἐξαρπάσαντες εἰς τὴν ἐκκλησίαν ἀπήγαγον· βαπτισθέντα δὲ τοῦτον μαθὼν ὁ κρατῶν ἥσθη. Οὗτος ὁ βασιλεὺς εἶχε γυναῖκα κεκλημένην Βηρῖναν, ἐξ ἧς ἐγένοντο αὐτῷ θυγατέρες δύο, Ἀριάδνη καὶ Λεοντία· ὧν τὴν μὲν τῷ Ζήνωνι κατηγγύησε, τὴν δὲ Λεοντίαν συνέζευξε τῷ πατρικίῳ Μαρκιανῷ, υἱῷ Ἀνθεμίου τοῦ βασιλεύσαντος ἐν τῇ Ῥώμῃ. Ἐπὶ τούτου τοῦ βασιλέως γέγονεν ἐν τῇ νέᾳ Ῥώμῃ φρικωδέστατος ἐμπρησμός, ὃς ἀπὸ θαλάσσης ἕως θαλάσσης, ἀπὸ τοῦ ἀρκτῴου δηλαδὴ μέρους ἕως τοῦ μεσημβρινοῦ, τὴν πόλιν διέζωσεν, εἰς μῆκος δὲ διεξῆλθεν ἀπὸ τοῦ Βοοσπορίου μέχρι τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ Καλυβίτου, πρὸς δὲ νότον ἀπὸ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μέχρι τοῦ ναοῦ τῶν μεγάλων μαρτύρων Σεργίου καὶ Βάκχου· ἐν δὲ τῷ μέσῳ τῆς πόλεως ἀπὸ τῶν Λαύσου ἕως τοῦ Ταύρου τὰ ἐν μέσῳ πάντα κατέκαυσεν. ὅτε λέγεται καὶ ὁ Ἄσπαρ διαθέειν τὰς ἀγυιὰς ἀγγεῖον ὕδατος πλῆρες ἐπὶ τῶν ὤμων φέρων καὶ τὸν δῆμον παρακαλῶν ὁμοίως ποιεῖν, ἵνα τὸ πῦρ κατασβέσωσι, καὶ διδοὺς ἑκάστῳ ὑπὲρ μισθοῦ νόμισμα ἀργυροῦν. διήρκεσε δὲ τὸ πῦρ ἐκεῖνο τὴν πόλιν νεμόμενον ἐφ’ ἡμερῶν τετρακτύν, καὶ κατέκαυσε πρὸς τοῖς ἄλλοις τόν τε ἐν τῷ Σενάτῳ καλουμένῳ μέγιστον οἶκον, εἰς ὃν ἥ τε γερουσία καὶ οἱ λογάδες συνερχόμενοι ἐβουλεύοντο, καὶ αὐτὸς ὁ βασιλεύων, ὅτε στολὴν ὑπατικὴν ἀνελάμβανεν, ἔργον περιφανὲς καὶ ὑπέρλαμπρον, καὶ τὸ καλούμενον Νυμφαῖον, οἶκον ἕτερον ἀντικρὺ κείμενον τοῦ προρρηθέντος οἴκου, εἰς τὸ τοὺς γάμους γίνεσθαι ἐν αὐτῷ χρηματίζοντα τῶν μὴ κεκτημένων οἴκους χωροῦντας πλῆθος ἐν ἑαυτοῖς· καὶ ἕτερον οἶκον ἐν τῷ Ταύρῳ βασιλικὸν πολυτελῆ τε καὶ μέγιστον· καὶ ἐπὶ τούτοις ναοὺς περιφανεστάτους καὶ ἰδιωτικὰς οἰκίας τῶν λαμπροτέρων πολλάς. Τούτου κρατοῦντος λέγεται καὶ σεισμὸν γενέσθαι σφοδρότατον ἐν Ἀντιοχείᾳ, ὡς μικροῦ τὴν πόλιν ἐκείνην πᾶσαν καταπεσεῖν. ὑσθῆναι δὲ καὶ σποδὸν ἐν τῇ Βυζαντίδι πολλήν, ὥστε καὶ εἰς παλαιστὴν αὐτὴν ὑψωθῆναι. ἐκ τούτου δὲ δεδειλιακότα τὸν βασιλέα τῆς πόλεως ἐξελθεῖν καὶ διατρίβειν ἐπὶ πολὺ κατὰ τὸν ἅγιον Μάμαντα. Οὗτος βασιλεύσας στρατοπεδάρχην προεχειρίσατο Ῥουστίκιον, ἄνδρα γενναῖόν τε καὶ στρατηγικώτατον· θανόντος δ’ ἐκείνου τὸν τῆς βασιλίσσης Βηρίνης ὁμαίμονα Βασιλίσκον ἀνθείλετο. ὃς σὺν στόλῳ πολλῷ κατὰ Γιζερίχου στρατεύσας ἐν Ἀφρικῇ ἡττήθη λίαν αἰσχρῶς καὶ τὸ πλεῖον τοῦ στόλου ἀπέβαλεν, ὡς μέν τινες ἱστοροῦσιν, ἐκ κακοβουλίας καὶ τοῦ μὴ στρατηγικῶς διαθεῖναι τὸν πόλεμον, ὡς δ’ ἕτεροι, ἐκ προδοσίας· χρήματα γὰρ αὐτὸν λαβεῖν πλεῖστά φασι παρὰ Γιζερίχου, καὶ τοῦ πολέμου συρραγέντος στρέψαι τὴν στρατηγίδα τριήρη, καὶ πρύμναν κρουσάμενον εἰς φυγὴν τραπέσθαι, κἀντεῦθεν θάρσος μὲν ἐνεικέναι τοῖς ἐναντίοις, τῶν δ’ οἰκείων καταβαλεῖν τὰ φρονήματα, καὶ τὸν μὲν ἐπανελθεῖν δυσκλεῶς μετ’ ὀλίγων, τοὺς δὲ λοιποὺς ἐν τῇ ναυμαχίᾳ πεσεῖν. Τούτῳ τῷ βασιλεῖ ἔγγονος ἐξ Ἀριάδνης τῆς θυγατρὸς ἐγεννήθη καὶ Ζήνωνος, ὃν Λέοντα ὀνομάσας ἐκεῖνος βασιλικῷ ταινιοῖ διαδήματι ἐπὶ πάνυ νηπίᾳ τῇ ἡλικίᾳ. τὸν γὰρ Ζήνωνα τῇ βασιλείᾳ μὴ προσήκοντα ἔκρινεν, ὅτι μήτε τὴν γνώμην εἶχε βασιλικὴν μήτε μὴν εἶδος ἄξιον τυραννίδος, ἀλλὰ καὶ τὴν ὄψιν ἦν εἰδεχθέστατος καὶ τὴν ψυχὴν εἶχε τῆς ὄψεως χείρονα. διὰ τοῦτό τινες ἱστοροῦσιν ἀναιρεθῆναι τὸν Ἄσπαρα καὶ τὸν Ἀρδαβούριον παρὰ τοῦ αὐτοκράτορος Λέοντος, θέλοντος τὸν θυγατριδὴν αὐτοῦ τὸν μικρὸν Λέοντα βασιλεύειν, φοβουμένου δ’ ἐκείνους ὡς μέγα δεδυνημένους, μήποτε τῆς νηπιότητος ἐκείνου καταφρονήσαντες τὴν ἀρχὴν σφετερίσωνται. Ἐπὶ τούτου τοῦ βασιλέως καὶ ἡ τιμία τῆς ὑπεραγίας θεοτόκου ἐσθὴς εἰς Κωνσταντινούπολιν ἐκομίσθη ἐκ Παλαιστίνης, καὶ ἀπετέθη ἐν τῷ παρ’ αὐτοῦ δομηθέντι ναῷ ἐν Βλαχέρναις ἐν ἀργυρέᾳ σορῷ· δι’ ἣν καὶ ὁ ναὸς Ἁγία σορὸς κατωνόμασται. Τοῦ πατριάρχου δὲ θανόντος Ἀνατολίου, ὃς ἐπ’ ἔτη τῆς ἐκκλησίας προέστη ὀκτώ, Γεννάδιος χειροτονεῖται. τούτου δὲ ἐνιαυτοῖς τὴν ἐκκλησίαν ἰθύναντος δέκα ἐπὶ τρισί, καὶ τὴν ζωὴν ἐκμετρήσαντος, ἀντεισήχθη Ἀκάκιος. Καὶ ὁ βασιλεὺς δὲ Λέων νοσήσας ἐξέλιπεν, ὀκτωκαίδεκα βασιλεύσας ἐνιαυτούς, τὸν μικρὸν Λέοντα διάδοχον τῆς βασιλείας καταλιπών. κεκόσμητο δὲ καὶ ἄλλαις μὲν ἀρεταῖς, ἐπέλαμπε δ’ ἐκείνῳ μάλιστα τὸ φιλοίκτιστον, εἰωθότι λέγειν ὅτι "ὥσπερ ὁ ἥλιος οἷς ἐπιλάμπει, τῆς θέρμης αὐτοῦ μεταδίδωσιν, οὕτω δεῖ καὶ τὸν βασιλέα, οἷς ἂν ἐπιβλέψῃ, οἴκτου αὐτοὺς ἀξιοῦν." Καταλειφθεὶς οὖν ὁ μικρὸς Λέων νηπιάζων ἔτι, ἐφ’ ἕνα ἐνιαυτὸν ἐπεβίω τῇ βασιλείᾳ, καὶ νήπιος ἐπαπῆλθε τῷ πάππῳ τὸν ἑαυτοῦ πατέρα τὸν Ζήνωνα βασιλέα καταλιπών, αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. Ἦν δὲ ὁ Ζήνων ἐξ ἔθνους αἰσχίστου τοῦ τῶν Ἰσαύρων, αἴσχιστος καὶ αὐτὸς καὶ τὴν μορφὴν καὶ τὴν ψυχὴν γεγονώς, καὶ οὐχ ὡς βασιλεὺς τὴν ἀρχὴν ἀνύων, ἀλλ’ ὡς ἄντικρυς τύραννος. ἦν δὲ τούτῳ καὶ ἀδελφὸς Κόνων καλούμενος καὶ τὸν ἀδελφὸν εἰς κακίαν ὑπερβαλλόμενος, αἵμασι χαίρων καὶ σφαγαῖς ἀνθρώπων ἡδόμενος. κατὰ τούτου τοῦ Ζήνωνος ἐν Θρᾴκῃ διατρίβων ὁ τῆς βασιλίσσης Βηρίνης ὁμαίμων ὁ δηλωθεὶς Βασιλίσκος ἀνταίρει χεῖρα, τῆς Βηρίνης συναιρομένης αὐτῷ κἀκ τῆς συγκλήτου τινῶν. δειλὸς δὲ ὢν ὁ Ζήνων καὶ ἄνανδρος φεύγει αὐτίκα σὺν Ἀριάδνῃ τῇ γυναικὶ ἐν Ἰσαυρίᾳ πρὸς τοὺς ὁμογενεῖς. Καὶ ὁ Βασιλίσκος ἐν τῷ Κάμπῳ ἀναγορεύεται βασιλεὺς καὶ τὴν οἰκείαν γαμετὴν Ζηνωνίδα Αὐγούσταν ἔστεψε καὶ Μάρκον τὸν υἱὸν προεχειρίσατο Καίσαρα. ἦν δὲ καὶ οὗτος τούς τε τρόπους οὐδὲν βελτίων τοῦ Ζήνωνος καὶ περὶ τὸ σέβας οὐκ ὀρθῶς διακείμενος. τῆς γὰρ Εὐτυχοῦς καὶ Διοσκόρου μετεῖχε καὶ οὗτος αἱρέσεως, παρὰ τῆς γαμετῆς εἰς ταύτην προβιβασθείς, καὶ σφόδρα τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τυραννικῷ γράμματι ἄκυρον εἶναι τεθέσπικε. καὶ τὸν πατριάρχην τῆς νέας Ῥώμης Ἀκάκιον τοῦτο ψηφίσασθαι συνοδικῶς ἐβιάζετο. ἀλλὰ τὸ ὀρθόδοξον πλῆθος τῆς πόλεως συνελθὸν εἰς τὴν ἐκκλησίαν καὶ τὸν Βασιλίσκον ἐκακηγόρησε καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν ἐκάλεσε. διὰ ταῦτα τοίνυν ὁ Βασιλίσκος παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας μεμίσητο. Ἔπεμψε δὲ κατὰ Ζήνωνος μετὰ δυνάμεως Ἴλλον καὶ Τροκοῦνδον· οἳ ἐπελθόντες ἐπολιόρκουν αὐτόν. ὅτι δὲ πολλὰ αὐτοῖς ὁ Βασιλίσκος ἐπαγγειλάμενος οὐκ ἐπιτελεῖς τὰς ὑποσχέσεις πεποίητο, καὶ ἡ σύγκλητος δὲ βαρυνομένη τὸν Βασιλίσκον διὰ τὴν κακίαν αὐτοῦ ἔγραψε τοῖς εἰρημένοις ἀνδράσι τὰ παρ’ ἐκείνου δρώμενα, προσέθεντο τῷ Ζήνωνι, καὶ ἀντὶ πολεμίων φίλοι αὐτῷ γεγόνασι καὶ συνέριθοι· καὶ λαβόντες αὐτὸν ἐπανῄεσαν. ὁ δὲ Βασιλίσκος Ἁρμάτιον τὸν οἰκεῖον ἀνεψιὸν μετὰ τῶν Θρᾳκικῶν ταγμάτων στέλλει κατὰ τοῦ Ζήνωνος· καὶ ὃς συναντήσας αὐτῷ περὶ Νίκαιαν καὶ χρήμασιν ὑποφθαρείς, πρὸς δὲ τοῖς καὶ ὑποσχέσει τοῦ Καίσαρα στεφθῆναι τὸν υἱὸν αὐτοῦ Βασιλίσκον, τῷ Ζήνωνι προσχωρεῖ. κἀντεῦθεν ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν ὁ Ζήνων ἐδέχθη ὑπό τε τῆς συγκλήτου καὶ τοῦ λαοῦ. καὶ ὁ Βασιλίσκος τῇ ἐκκλησίᾳ προσπέφευγε μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, ὅθεν ἐξῆλθε πληροφορίαν λαβὼν ὡς οὐ στερηθήσεται τῆς ζωῆς. καὶ ἀπήχθησαν εἴς τι φρούριον, ἔνθα λέγεται εἰς πύργον κατακλεισθῆναι σὺν τοῖς φιλτάτοις καὶ διαφθαρῆναι λιμῷ. ἕτεροι δὲ ἀναιρεθῆναι αὐτοὺς ἐν τῷ ἀπάγεσθαι λέγουσιν. ὁ Ζήνων δὲ καὶ τὴν ἑαυτοῦ πενθερὰν τὴν βασιλίδα Βηρῖναν ἐξώρισεν. ὁ γοῦν Βασιλίσκος εἴτε ὡς εἴρηται εἴτ’ ἄλλως ἐπὶ δύο τυραννήσας ἐνιαυτοὺς διώλετο. Οὗ κρατοῦντος ἐμπρησμὸς ἐν Κωνσταντινουπόλει ἐγένετο μέγιστος, ἐκ τῶν Χαλκοπρατίων ἀρξάμενος καὶ πάντα τὰ προςεχῆ τούτοις νεμηθεὶς καὶ ἀποτεφρώσας, τάς τε τῶν δημοσίων πλατειῶν στοὰς καὶ τὰς αὐταῖς ἐπικειμένας οἰκοδομάς, ἀλλὰ μὴν καὶ αὐτὴν τὴν κεκλημένην Βασιλικήν, καθ’ ἣν καὶ βιβλιοθήκη ἐτύγχανε δώδεκα μυριάδας βιβλίων ἀποκειμένων ἐν αὐτῇ ἔχουσα· ἐν οἷς ἀναγράφεται εἶναι καὶ δράκοντος ἔντερον, μήκους ὂν ποδῶν ἑκατὸν εἴκοσιν, ἔχον ἐγγεγραμμένα χρυσοῖς γράμμασι τὰ τοῦ Ὁμήρου ποιήματα, τήν τε Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, οὗ καὶ ὁ Μάλχος τὰ περὶ τούτων τῶν βασιλέων συγγραφόμενος μέμνηται. διέφθειρε δὲ τὸ πῦρ ἐκεῖνο καὶ τὴν ἐν τοῖς Λαύσου τῆς πόλεως ἀγλαί̈αν καὶ τὰ ἐκεῖ ἐνιδρυμένα ἀγάλματα τῆς τε Σαμίας Ἥρας καὶ τῆς Λινδίας Ἀθηνᾶς καὶ τῆς Κνιδίας Ἀφροδίτης, τὰ κατὰ τέχνην περιβόητα ἀφιδρύματα, καὶ μέχρι τοῦ Φόρου ἐπέδραμε. Ζήνων δὲ αὖθις τῆς ἐξουσίας δραξάμενος τὸν μὲν τοῦ Ἁρματίου υἱὸν προεχειρίσατο Καίσαρα, πληρῶν τὴν ὑπόσχεσιν, αὐτὸν δὲ τὸν Ἁρμάτιον στρατηλάτην· καὶ μετ’ ὀλίγον τὸν μὲν Ἁρμάτιον ἔκτεινε, λέγων ὅτι "ὥσπερ εἰς τὸν Βασιλίσκον οὐκ ἐφύλαξε πίστιν, οὐδ’ εἰς ἐμὲ πάντως φυλάξει αὐτήν." τὸν δὲ υἱὸν ἐκείνου τὸν Καίσαρα πεποίηκε κληρικόν. ἀνεῖλε δὲ καὶ τὸν Ἴλλον τὸν μάγιστρον, τυραννίδι ἐπιχειρήσαντα, ὅτι ἔγνω ἐπιβουλευόμενος παρὰ τῆς βασιλίσσης Ἀριάδνης, εἰδότος καὶ Ζήνωνος, ἀλλὰ μὴν καὶ Πελάγιον τὸν πατρίκιον, ἄνδρα λογιώτατόν τε καὶ δικαιότατον, τῷ μὲν δοκεῖν, ἑλληνισμὸν αὐτῷ ἐγκαλῶν, τῇ δ’ ἀληθείᾳ, τοὺς ἐλέγχους ἐκκλίνων αὐτοῦ· γνώμης γὰρ ὢν ἐλευθέρας ἤλεγχε τὰς ἀνοσίους πράξεις αὐτοῦ. καὶ ἄλλους δὲ πλείστους ἄνδρας τῶν περιφανῶν ὁ ἔχθιστος Ζήνων ἀπώλεσε καὶ εἰς αἱρέσεις ἀπέκλινε καὶ ἀθεμίτους πράξεις καὶ διεφθαρμένην ζωήν· καὶ οὕτω βιοὺς βιαίως ἀπερράγη τοῦ ζῆν. ὁ δὲ τρόπος τῆς τούτου τελευτῆς ἀντιλέγεται· οἱ μὲν γὰρ γαστριζόμενον αὐτόν φασι καὶ μεθύοντα τῶν τε φρενῶν ἐξίστασθαι καὶ καταπίπτοντα μηδὲν διαφέρειν νεκροῦ. μισούμενον δὲ καὶ ὑπ’ αὐτῆς τῆς γαμετῆς αὐτοῦ Ἀριάδνης, οὕτως οἰνωθέντα ποτὲ ὡς ἤδη θανόντα λάρνακι τῶν βασιλικῶν ἐντεθῆναι παρ’ ἐκείνης, καὶ αὐτίκα τὸν ἐπιπωματίζοντα ταύτην μέγιστον λίθον ἐπιτεθῆναι αὐτῇ· τὸν δὲ ἀνανήψαντα βοᾶν μὲν καὶ ὀλοφύρεσθαι ἔνδοθεν, μήτινος δ’ ἐπιστρεφομένου, οἰκτρῶς ἐκεῖσε θανεῖν. οἱ δὲ νοσήσαντά φασι καὶ περιωδυνίαις βαλλόμενον σφοδροτάταις δόκησιν τοῖς ὁρῶσιν ὡς τέθνηκε παρασχεῖν καὶ οὕτως ἐντεθῆναι τῷ τάφῳ καὶ ἐν αὐτῷ τεθνάναι γοώμενον καὶ τοὺς οἰκείους ἀνακαλούμενον, τῆς Ἀριάδνης μήτινι συγχωρούσης ἀνοῖξαι τὸ μνῆμα ἢ ὅλως ἐπιστροφὴν ἐκείνου ποιήσασθαι. Οὕτω δὲ θανόντος οἰκτρότατα Ζήνωνος, ἡ Ἀριάδνη τὸν Δίκορον Ἀναστάσιον σελεντιάριον ὄντα, τῶν χαμαιζήλων δὲ τοῦτο ἀξιωμάτων, εἰς τὴν βασιλείαν ἀνήγαγε, γνώμῃ καὶ τῆς γερουσίας καὶ τοῦ στρατεύματος, Οὐρβικίου τοῦ ἐκτομίου, μέγα τότε δυναμένου, σπουδάσαντος εἰς τὴν τούτου ἀνάρρησιν. Δίκορος δ’ ἐκαλεῖτο ὁ Ἀναστάσιος, ὅτι ἀνομοίας ἀλλήλαις τὰς κόρας εἶχε τῶν ὀφθαλμῶν· τῇ μὲν γὰρ ἦν τὸ χρῶμα μελάντερον, ἡ δὲ λαιὰ πρὸς τὸ γλαυκότερον ἐχρωμάτιστο. μέλλοντα δὲ στεφθῆναι αὐτὸν ἀπῄτησεν ἔγγραφον ὁμολογίαν τῆς πίστεως καὶ τοῦ μήτι παρακινῆσαι τῶν τῆς ἐκκλησίας δογμάτων ὁ πατριάρχης Εὐφήμιος. Μετὰ γὰρ Ἀκάκιον, κάκιστον τοῖς ὀρθοδοξοῦσι γενόμενον καὶ τὴν ἐκκλησίαν ἔτη κατεσχηκότα δέκα πρὸς τοῖς ἑπτὰ καὶ θανόντα, Φραβίτας κεχειροτόνητο πατριάρχης, ὁμόδοξος Ἀκακίῳ καὶ Ζήνωνι. μετὰ δὲ τρεῖς μῆνας πρὸς τῷ ἡμίσει καὶ οὗτος ἀπήλλαξε τὴν ζωήν, καὶ προέστη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ὁ Εὐφήμιος, ὅσιος ἀνὴρ καὶ ὀρθοδοξότατος. ὃς τοῦ Μογγοῦ Πέτρου ὄνομα τὸν θρόνον τῆς μεγάλης Ἀντιοχείας ἁρπάσαντος λῃστρικῶς τῶν διπτύχων ἀπήλειψεν ὡς αἱρετικοῦ. ἀντενέγραψε δὲ τὴν Φήλικος κλῆσιν τοῦ πάπα Ῥώμης, ἀνδρὸς ὀρθοδόξου καὶ καθαψαμένου διὰ γραμμάτων τοῦ τε Ζήνωνος καὶ τοῦ Ἀκακίου, ὅτι τῷ Μογγῷ ἐκοινώνουν Πέτρῳ, τῆς Εὐτυχοῦς καὶ Διοσκόρου ὄντι αἱρέσεως, μάλιστα δὲ καὶ καθαιρέσεως λίβελλον στείλαντος Ἀκακίῳ, διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὁ Ἀκάκιος ἐκ τῶν διπτύχων ἀπήλειψεν. οὗτος τοίνυν ὁ πατριάρχης Εὐφήμιος ἔγγραφον ἰδιόχειρον τοῦ Ἀναστασίου δεξάμενος ὡς δέχεται τὰ τῆς ἐκκλησίας δόγματα καὶ τὰ παρὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὁρισθέντα φυλάξει πάντα, στέφει αὐτόν. ὁ δὲ αὐτίκα τὴν Ἀριάδνην μνηστεύεται καὶ γραφὴν ποιεῖται βασίλειον ἀφιεῖσαν τὰ μέχρι τότε τῷ δημοσίῳ παρά τινων ὀφειλόμενα. ἤδη δὲ τεσσαρακοστῆς παραρρυείσης ἡμέρας μετὰ τὴν ταφὴν Ζήνωνος, καὶ τοὺς γάμους ἐτέλεσε. δασμοῦ δὲ τοὺς ὑπηκόους πιέζοντος τοῦ λεγομένου χρυσαργύρου, καὶ τοῦτον ἐξέκοψεν. ἦν δὲ ὁ τοῦ χρυσαργύρου δασμὸς τοιοῦτος· ἅπαντες καὶ προσαῖται καὶ πένητες καὶ πᾶσα πόρνη καὶ ξύμπαντες ἀπελεύθεροι ἐν ἀγροῖς τε καὶ πόλεσι διατρίβοντες εἰςφέρειν ἠναγκάζοντο τῷ δημοσίῳ τέλος ἐτήσιον· καὶ ὑπὲρ ἵππων καὶ ἡμιόνων καὶ βοῶν ὄνων τε καὶ κυνῶν ἐπράττετο φορολόγημα, ὑπὲρ ἀνθρώπων μὲν ἑκάστου νόμισμα ἀργυροῦν, τὸ δ’ αὐτὸ καὶ ὑπὲρ ἵππου, ἡμιόνου τε καὶ βοός, ὑπὲρ ὄνου δὲ καὶ κυνὸς φόλεις ἕξ· καὶ ἦν διὰ ταῦτα συντριβὴ τῶν ἀνθρώπων καὶ ὀδυρμὸς πανταχοῦ. ἀλλὰ ταύτην ἐκκόψας τὴν εἰσφορὰν ὁ βασιλεὺς Ἀναστάσιος καὶ αὐτὰς τὰς περὶ ταύτης καταγραφὰς ἐναντίον τοῦ δήμου κατέκαυσεν ἐν τῷ Ἱππικῷ· καὶ ἦν μὲν ἐν τούτοις φιλότιμος καὶ τὴν τῶν πολιτικῶν πραγμάτων διοίκησιν καλῶς μετερχόμενος. τὰς γὰρ πολιτικὰς ἀρχὰς ὠνίους παρεχομένας τὸ πρὶν ἐκεῖνος ἀμίσθους ἐδίδου. περὶ δὲ τὴν εἰς τὸ θεῖον δόξαν οὐκ ἀγαθὸς ἦν· ἀποκλίνας γὰρ εἰς τὴν τῶν Συγχυτικῶν αἵρεσιν τῶν μίαν φύσιν δοξαζόντων ἐπὶ τοῦ σωτῆρος μετὰ τὴν ἕνωσιν τῶν διττῶν φύσεων, πολλὰ τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε καὶ ἀδυσώπητος ἦν τοῖς τούτων προϊσταμένοις. τόν τε γὰρ πατριάρχην Εὐφήμιον ἐξώρισε, μὴ πειθόμενον ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, πρότερον μετὰ δόλου τὸ οἰκεῖον ἔγγραφον ἀφελόμενος, ἢ βίᾳ, ὡς ἕτεροι λέγουσι, καὶ τὸν μετ’ ἐκεῖνον Μακεδόνιον, ἱερὸν ἄνδρα, μὴ καταδεξάμενον συνθέσθαι αὐτῷ, εἰς Εὐχάϊτα ὑπερώρισε. μεθ’ ὃν ἀντειςήχθη Τιμόθεος ὁμόφρων τῷ βασιλεῖ. Λογγῖνος δὲ ὁ ἀδελφὸς Ζήνωνος, τυραννίδι ἐπιθέμενος, ἐχειρώθη παρὰ Ἀναστασίου, καὶ περιωρίσθη εἰς Ἀλεξάνδρειαν, ἔνθα καὶ πρεσβύτερος χειροτονηθεὶς ἔθανε. καὶ τοὺς Ἰσαύρους δὲ πολλοὺς ἐν τῇ βασιλίδι τῶν πόλεων διατρίβοντας ταύτης ἐξήλασεν· οὓς προσλαβόμενος ὁ μάγιστρος Λογγῖνος, οὐχ ὁ τοῦ Ζήνωνος ἀδελφός, ἀλλ’ ἕτερος, καταστασιάζει καὶ πολλὰ τῆς ἑῴας ἐληίσατο· κατεπολεμήθη δέ, καὶ οἱ μετ’ αὐτοῦ διεφθάρησαν βάρβαροι. Τότε λέγεται καὶ Θευδέριχος ὁ τῆς Ἀφρικῆς ἡγεμών, Ἀρειανὸς ὤν, διάκονόν τινα ὀρθόδοξον αὐτῷ πάνυ ᾠκειωμένον καὶ διὰ θεραπείαν αὐτοῦ εἰς ἀρειανισμὸν μεταθέμενον ἀποκτεῖναι, εἰπὼν ὡς "ἐπεὶ τῷ θεῷ οὐκ ἐτήρησας πίστιν, μᾶλλον οὐ τηρήσεις ταύτην ἐμοί." Ἀναστασίου δὲ τοῦ τῆς πρεσβυτέρας Ῥώμης πάπα θανόντος, καὶ τοῦ λαοῦ μερισθέντος, καὶ τῶν μὲν Λαυρέντιόν τινα ψηφισαμένων, τῶν ὀρθοδόξων δὲ Σύμμαχον, κἀντεῦθεν πρὸς ἀλλήλους στασιαζόντων, ὁ εἰρημένος Θευδέριχος, τῆς Ῥώμης τότε κρατῶν, ἀφίκετο πρὸς αὐτήν, καὶ σύνοδον ἀθροίσας τὸν μὲν Σύμμαχον ἐπίσκοπον εἶναι τῆς Ῥώμης ἐκύρωσεν, ἀπήλασε δὲ τὸν Λαυρέντιον. Κατὰ τούτους τοὺς χρόνους ἱστορεῖται τὸ τῶν Βουλγάρων ἔθνος τὸ Ἰλλυρικὸν καὶ τὴν Θρᾴκην καταδραμεῖν, μήπω πρὶν γινωσκόμενον. τῶν δὲ Ἀγαρηνῶν τὴν ἑῴαν ληιζομένων, σπονδὰς πρὸς αὐτοὺς ἐποιήσατο Ἀναστάσιος. τοῦ μέντοι Θρᾳκὸς Βιταλιανοῦ τυραννίδι ἐπικεχειρηκότος, Μυσούς τε καὶ Σκύθας προσεταιρισαμένου, καὶ ἅμα τούτοις τὰ περὶ τὴν βασιλίδα ληιζομένου τῶν πόλεων, ἀλλὰ μὴν καὶ στόλῳ κατ’ αὐτῆς ἐπελ- θόντος, ἀντικατέστη τούτῳ διὰ Μαριανοῦ τοῦ ὑπάρχου ὁ Ἀναστάσιος, καὶ ναυμαχίας γενομένης ἔκ τινος μηχανῆς παρὰ Πρόκλου τοῦ πάνυ γεγενημένης τότε γὰρ ἤνθει ἐπὶ φιλοσοφίᾳ καὶ ἐν τοῖς μηχανήμασι, τά τε τοῦ περιβοήτου ἐν τούτοις Ἀρχιμήδους ἅπαντα διελθὼν καὶ αὐτὸς ἐκείνοις προσεξευρών τὸ ναυτικὸν τῶν ἐναντίων κατεπολεμήθη. κάτοπτρα γὰρ ᾄδεται χαλκεῦσαι πυρφόρα ὁ Πρόκλος, καὶ ταῦτα ἐκ τοῦ τείχους τῶν πολεμίων νεῶν ἀπαιωρῆσαι κατέναντι, τούτοις δὲ τῶν τοῦ ἡλίου ἀκτίνων προσβαλουσῶν πῦρ ἐκεῖθεν ἐκκεραυνοῦσθαι καταφλέγον τὸν νηίτην τῶν ἐναντίων στρατόν, καὶ τὰς νῆας αὐτάς, ὃ πάλαι τὸν Ἀρχιμήδην ἐπινοῆσαι ὁ Δίων ἱστόρησε, τῶν Ῥωμαίων τότε πολιορκούντων Συράκουσαν. Ἀναστάσιος δὲ σπουδαστὴς τῆς Εὐτυχοῦς αἱρέσεως ὤν, ἐβουλήθη προσθεῖναι εἰς τὸ Τρισάγιον τὸ "ὁ σταυρωθεὶς δι’ ἡμᾶς." ἔστειλεν οὖν διὰ τοῦτο εἰς τὴν ἐκκλησίαν τὸν λογοθέτην τε καὶ τὸν ἔπαρχον· οἳ ἐν τῷ ἄμβωνι ὡς ἐπ’ ὀκρίβαντος στάντες διαγγέλλειν ἤρξαντο τὸ πρόσταγμα τὸ βασιλικόν. κινεῖται τοίνυν ὅσον τοῦ πλήθους ὀρθόδοξον, καὶ διασπάσαι τοὺς ἄνδρας ὡρμήκεσαν. ἀλλ’ οἱ μὲν μόλις τὴν δημοτικὴν μανίαν ἐξέφυγον, τὸ δέ γε πλῆθος εἰς θυμὸν ἐκκαυθὲν κατὰ τῶν οἰκιῶν ἐπῆλθον τῶν εἰρημένων ἀνδρῶν. καὶ τὰς μὲν καθῃρήκασι, τὰ δ’ ἐν αὐταῖς διηρπάκασι καὶ πολλοὺς ἀνεῖλον, καὶ εἰς τὸν βασιλέα ἐξύβριζον, τὸν δὲ Βιταλιανὸν ὡς βασιλέα εὐφήμουν, καὶ πολλοὺς οἴκους ἐνέπρησαν καὶ πλείστους ἐφόνευσαν· καί τινα μοναχὸν πλησίον ὄντα τῆς παρὰ τοῦ Ἀναστασίου κτισθείσης κινστέρνης τῆς Μωκισίας καλουμένης, καὶ διὰ τιμῆς τῷ βασιλεῖ τούτῳ ἀγόμενον, κτείναντες, ἀλλὰ μὴν καί τινα μονάζουσαν ἐγκεκλεισμένην ἐγγὺς τῆς πόρτης τῆς Ξηροκέρκου ἀνελόντες, ὡς πίστιν καὶ εἰς αὐτὴν κεκτημένου τοῦ βασιλέως, καὶ συνδήσαντες ἄμφω τὰ σώματα ἔσυραν, εἶτα κατέκαυσαν. Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως Ἀλαμούνδαρος ὁ τῶν Ἀγαρηνῶν φύλαρχος κατηχηθεὶς παρὰ ὀρθοδόξων ἐπίστευσέ τε καὶ ἐβαπτίσατο. πρὸς ὃν ὁ Σευῆρος ἐπισκόπους ἔστειλε δύο, σπεύδων εἰς τὴν ἰδίαν αἵρεσιν ἑλκύσαι αὐτόν. τῶν γοῦν ἐπισκόπων διδασκόντων αὐτὸν εἰς μίαν φύσιν τὰς δύο τοῦ Χριστοῦ συγχυθῆναι φύσεις, κἀντεῦθεν συναγομένου τοῦ συμπαθεῖν τῇ σαρκὶ τοῦ κυρίου καὶ τὴν θεότητα, ἐκεῖνος ἐλέγξαι θέλων ἄτοπα λέγοντας καὶ διδάσκοντας ἄπιστα, παρεσκεύασέ τινα τῶν οἰκείων παρόντων τῶν ἀνιέρων ἐπισκόπων ἐκείνων πρὸς οὖς τι αὐτῷ ἀπαγγεῖλαι. τοῦ δὲ ποιήσαντος τὸ ἐπιταχθὲν ὁ Ἀλαμούνδαρος ἐσκυθρώπασε καὶ λυπεῖσθαι ὑπεκρίθη. ἐρομένων δὲ τῶν ἐπισκόπων ὅτου χάριν συγκέχυται καὶ τί ἂν εἴη τὸ ἀγγελθέν, ἐκεῖνος ἔφη ἀγγελθῆναι αὐτῷ τὸν ἀρχάγγελον θανεῖν Μιχαήλ. τῶν δὲ ψευδῆ τὴν ἀγγελίαν διατεινομένων τυγχάνειν, ἀδύνατον γὰρ εἶναι θανεῖν τὸν ἀρχάγγελον, ὑπολαβὼν ὁ φύλαρχος εἶπεν "εἰ οὖν ἄγγελος οὐ θνήσκει, πῶς καθ’ ὑμᾶς ἡ θεότης ἔπαθέ τε καὶ ἔθανε τῇ σαρκὶ συγκραθεῖσα καὶ εἰς μίαν φύσιν ἀποτελεσθεῖσα;" τούτοις οἱ ἐπίσκοποι ἐκεῖνον μὲν ἐθαύμασαν τῆς συνέσεως· αὐτοὶ δὲ ἀπογνόντες ὡς οὐκ ἄν ποτε μετενεγκεῖν αὐτὸν δυνηθεῖεν εἰς τὴν δόξαν αὐτῶν, ὑπεχώρησαν. Τῶν δὲ Βουλγάρων αὖθις τὸ Ἰλλυρικὸν καταδραμόντων ἀντετάξαντο τούτοις τινὲς τῶν Ῥωμαίων ταξιαρχῶν μετὰ τῶν ὑπ’ αὐτοὺς ταγμάτων. ἐκείνων δὲ ἐπῳδαῖς χρησαμένων καὶ γοητείαις, ἡττήθησαν αἰσχρῶς οἱ Ῥωμαῖοι καὶ πλὴν ὀλίγων ἅπαντες διεφθάρησαν. ὧν τὴν φθορὰν κομήτης ἀστὴρ προεμήνυσε καὶ κόρακες πορευομένων αὐτῶν ὑπεριπτάμενοί τε καὶ προηγούμενοι καὶ οἱ σαλπιγκταὶ ἀντὶ ἐνυαλίου ἠχῆς περιπαθές τι καὶ θρηνῶδες ἠχήσαντες. Τοῦ δ’ ἄνωθεν ῥηθέντος Τιμοθέου πολλὰ τοῖς ὀρθοδόξοις ἐνδειξαμένου κακὰ καὶ τελευτήσαντος, Ἰωάννης ὁ Καππαδόκης τῆς ἐκκλησίας ἐνεχειρίσθη τὴν προστασίαν, ἔτη δύο ταύτης προστάς. τέθνηκε δὲ καὶ ἡ βασιλὶς Ἀριάδνη. Λέγεται δὲ ἐν τοῖς χρόνοις τῆς βασιλεία Ἀναστασίου ἄγαλμα τῆς Τύχης τῆς πόλεως ἐν εἴδει γυναικὸς ἐκ χαλκοῦ πεποιημένον, θάτερον τῶν ποδῶν ἐντὸς νηὸς ἐχούσης πρὸ αὐτῆς ἑστώσης καὶ ὁμοίας ὕλης ἐξειργασμένης, ἵστασθαί που τῆς πόλεως. τούτου δῆτα τοῦ τῆς νηὸς εἰκονίσματος ἢ τῷ χρόνῳ μογήσαντος ἢ ἐξ ἐπιβουλῆς μέρη τινὰ θραυσθέντα ἀφῄρηντο. οὐκέτι οὖν φορτηγοὶ νῆες προσώρμουν εἰς τὸ Βυζάντιον, ἀλλὰ πλησίον ἰοῦσαι βίαις πνευμάτων ἀνείργοντο, καὶ εἰ μὴ νῆες μακραὶ καὶ πολλοῖς ἐρέταις κινούμεναι τοὺς φόρτους ἐκείνων εἰς τὴν πόλιν ἐκόμιζον, τάχα ἂν λιμῷ οἱ ἐν αὐτῇ κατηνάλωνται. τοῦτο ἐπὶ καιρὸν κρατῆσαν τοῖς τῶν κοινῶν φροντισταῖς διὰ φροντίδος ἐγένετο. ὑπετοπάσθη τοίνυν παρά του τὸ αἴτιον, καὶ προσήγγελτο τοῖς οἷς ἡ τῶν τῆς πόλεως ἀνεῖτο φροντίς· καὶ τὰ θραύσματα τῆς νηὸς ἐκείνης ζητηθέντα εὑρέθησαν καὶ ταύτῃ ἀποκατέστησάν τε καὶ συνηρμόσθησαν, καὶ ὁ πλοῦς ἦν τοῖς πλοίοις ἀκώλυτος καὶ μεστὴ τούτων εἰσπλεόντων ἡ θάλασσα. ἵνα δὲ γνοῖεν εἰ τοῦτο τοῦ τῶν πλοίων εἴσπλου κώλυμα ἦν, ἀφῄρηντο αὖθις τὰ μέρη τῆς νηὸς ἐκείνης· καὶ ὅσαι τῶν νεῶν ἔτι ἦσαν εἰσπλέουσαι, πνεύματος αὖθις βίᾳ γεγόνασιν ὀπισθόρμητοι. ἐντεῦθεν ἐβεβαιώθησαν ἐκ τοῦ θραυσθῆναι τὴν χαλκῆν νῆα ἐκείνην τὴν κωλύμην γίνεσθαι τοῦ εἰς τὴν πόλιν εἴσπλου τῶν πλοίων τῶν φορτηγῶν, καὶ τὴν ναῦν ἐκείνην ἐπιμελείας ἀξιώσαντες ἀνεκαίνσαν. Πρὸ μικροῦ δὲ τῆς τελευτῆς αὐτοῦ Ἀναστάσιος, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλούς, σὺν οἷς καὶ Ἰουστῖνον καὶ Ἰουστινιανόν, καὶ ἦν γνώμης ἀπολέσαι αὐτούς· ἐκωλύθη δὲ κατ’ ὄναρ φοβεροῦ τινος ἀνδρὸς δόξαντος παραστῆναι αὐτῷ καὶ εἰπεῖν "Ἰουστίνῳ καὶ Ἰουστινιανῷ μηδὲν ἐργάσῃ κακόν· μέλλει γὰρ ἕκαστος αὐτῶν ὑπουργῆσαι τῷ θεῷ ἐν καιροῖς ἰδίοις·" ὅθεν ἀφῆκεν αὐτοῖς τὸ τῆς καθοσιώσεως ἔγκλημα. καὶ αὖθις δὲ ὄναρ ἰδεῖν λέγεται ὁ βασιλεὺς Ἀναστάσιος ἄνδρα τινὰ φοβερὸν τόμον κατέχοντα καὶ λέγοντα πρὸς αὐτόν "ἰδού, διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω τῆς ζωῆς σου ἔτη τεσσαρεσκαίδεκα." ἔχων δὲ κεχρησμοδοτημένον ὁ Ἀναστάσιος ὅτι ἐκ κεραυνοῦ θανεῖται, τὸ λεγόμενον Θολωτὸν ἐδομήσατο καὶ ἐν αὐτῷ διῆγεν, ἀλλ’ οὐδέν τι τούτου ἀπώνατο. βροντῶν γάρ ποτε καταρρηγνυμένων φρικωδεστάτων καὶ ἀστραπῶν ἐκτριβομένων ἐκεῖθεν πολλῶν, ἐκεῖνος δειμαίνων εἰς δίαιταν ἐκ διαίτης μετέβαινε καὶ ἐκ θαλάμου εἰς θάλαμον ὑπεδύετο. καὶ οὕτως ἐν ἑνὶ τῶν βασιλικῶν κοιτώνων εὑρέθη κείμενος τεθνεώς, ζήσας μὲν ἔτη ὀγδοήκοντα καὶ ὀκτώ, βασιλεύσας δ’ ἐξ αὐτῶν κ καὶ ζ ἐπὶ μησὶ τρισίν. Ἐν τοῖς χρόνοις τούτοις γέγονε σεισμὸς φοβερώτατος, καὶ ἐν μὲν τῷ Βυζαντίῳ ἐν διαφόροις τόποις συμπτώματα συμβεβήκασιν· ἡ μεγάλη δὲ Ἀντιόχεια σχεδὸν ἅπασα κατεπτώθη, καὶ οἱ ταύτης οἰκήτορες τοῖς συμπτώμασι κατεχώσθησαν. Οὗτος ὁ Ἀναστάσιος ἔκτισε τὸ Μακρὸν τεῖχος οὕτω λεγόμενον καὶ ἀπὸ τῆς μεγάλης θαλάσσης διῆκον ἄχρι τῆς Σηλυβρίας διὰ τὰς ἐφόδους τῶν τε Μυσῶν ἤγουν Βουλγάρων καὶ τῶν Σκυθῶν. ἔστησε δὲ καὶ στήλην οἰκείαν ἐν τῷ τοῦ Ταύρου κίονι ἐκ χαλκοῦ, τῆς πρῴην ἐν αὐτῷ ἱσταμένης πεσούσης, ἣ τοῦ μεγάλου Θεοδοσίου ἐτύγχανε. Καὶ ὁ μὲν ὧδε βασιλεύσας ὧδε κατέλυσε τὴν ζωήν· ἀνερρήθη δὲ βασιλεὺς Ἰουστῖνος ὁ Θρᾷξ, γονέων μὲν ἐκφὺς ἀσήμων καὶ ἀφανῶν, καὶ αὐτὸς τὸ πρότερον αὐτουργῶν ἢ βουκόλος τυγχάνων καὶ συφορβός, εἶτα εἰς τύχην μεταταξάμενος στρατιωτικὴν καὶ φθάσας μέχρι ταγματαρχίας καὶ κόμης γενόμενος. μετὰ δέ γε τὴν τελευτὴν Ἀναστασίου, βουλῆς προτεθείσης περὶ προχειρίσεως βασιλέως ὁ εὐνοῦχος Ἀμάντιος, ὃς καὶ πραιπόσιτος ἦν καὶ μέγα δεδύνητο, θέλων Θεοκριτιανόν τινα οἰκεῖον ὄντα αὐτῷ βασιλεῦσαι, χρήματα τῷ Ἰουστίνῳ παρέσχε διανεμεῖν τοῖς στρατιώταις, ἵν’ ἐκεῖνον ἕλωνται βασιλέα. ὁ δὲ τὰ χρήματα διανείμας ἑαυτῷ τὴν βασιλείαν προεμνηστεύσατο καὶ παρὰ τῶν στρατιωτῶν καὶ τοῦ δήμου εἰς τὴν τῆς αὐταρχίας ἀνήχθη περιωπήν. Ἀμάντιος δὲ ἐν δεινῷ πεποίητο τοῦ Ἰουστίνου τὸ σόφισμα καὶ αὐτῷ ἐπεβούλευε σὺν ἑτέροις τῶν ἐπιφανεστέρων, ὃν γνωσθέντα ὁ Ἰουστῖνος ἀνεῖλε σὺν Ἀνδρέᾳ τῷ κουβικουλαρίῳ καὶ τῷ Θεοκριτιανῷ. οὗτος ὁ Ἀμάντιος, ὅτε ὁ Ἀναστάσιος καθ’ ὕπνους ἐθεάσατο τὸν ἄνδρα τὸν τόμον φέροντα καὶ ἀπαλείψαντά τινας τῶν τῆς ζωῆς αὐτοῦ χρόνων, ὄναρ εἶδεν ὅτι ἐνώπιον τοῦ βασιλέως ἱσταμένῳ αὐτῷ χοῖρος ἐπῆλθε μέγας καὶ εἰς γῆν κατήραξεν αὐτὸν καὶ ἀνάλωσεν. οὗτος τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐδομήσατο· διὸ καὶ τὴν κλῆσιν ἐκείνου σώζει, τοῦ Ἀμαντίου καλούμενος. Ὀρθοδοξότατος δὲ ὢν Ἰουστῖνος, δόγμα ἐξέθετο τὴν ἐν Χαλκηδόνι πάντας σέβεσθαι σύνοδον καὶ τοὺς αὐτὴν συστησαμένους ἑξακοσίους τριάκοντα ἁγίους πατέρας τοῖς ἱεροῖς ἐγγραφῆναι διπτύχοις πασῶν τῶν ἐκκλησιῶν. γαμετὴν δ’ ἔχων Λουπικίαν κεκλημένην ἔστεψεν αὐτὴν καὶ Αὐγούσταν ἀνηγόρευσεν, Εὐφημίαν μετονομάσας. τούτῳ Βιταλιανός, ὃς ἐστασίασεν ἐπὶ Ἀναστασίου, πάνυ ᾠκείωτο καὶ στρατηλάτης προεχειρίσθη, ἀλλὰ μὴν καὶ ὑπάτευσε καὶ μέγα τι παρὰ τῷ Ἰουστίνῳ ἠδύνατο. ὀρθόδοξος δ’ ὢν τὸν Σευῆρον ἐκδιωχθῆναι τοῦ θρόνου τῆς Ἀντιοχείας καὶ ἀναιρεθῆναι προσέταξεν· ὃ γνοὺς ἐκεῖνος ἀπέδρα εἰς Αἴγυπτον μεθ’ ἑτέρων ὁμογνωμόνων καὶ ταύτην ἐτάραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον εἰσαγαγόντες. Σευήρου δὲ διαδράντος, Παῦλος ὁ ξενοδόχος τῶν Εὐβούλου Ἀντιοχείας προεχειρίσθη ἐπίσκοπος· καὶ πάντας δὲ τοὺς ἄδικον ὑπερορίαν ὑποστάντας ἐπὶ Ἀναστασίου ὁ Ἰουστῖνος κατήγαγεν. Ἐν τοῖς τούτου χρόνοις ἀστὴρ ἐφάνη κομήτης ἐν τῇ ἀνατολῇ, κάτω τὰς ἀκτῖνας ἀφιείς, ὃν πωγωνίαν οἱ μετεωρολογοῦντές φασι· καὶ ὁ Βιταλιανὸς ἐδολοφονήθη παρὰ τῶν Βυζαντίων, μηνιώντων αὐτῷ ὡς πολλοὺς ἀνελόντι, ὅτε ἐπανέστη κατὰ Ἀναστασίου. οἱ δὲ προστάξει τοῦ βασιλέως Ἰουστίνου καὶ Ἰουστινιανοῦ φασιν ἀναιρεθῆναι αὐτὸν ἐν τῷ Παλατίῳ, θέλοντα καὶ αὐτοῦ τοῦ κρατοῦντος κατάρχειν· στρατηλάτης δὲ τῶν στρατευμάτων Ἰουστινιανὸς προκεχείριστο. Ἰωάννου δὲ τοῦ Καππαδόκου θανόντος, ὃς πατριάρχης ἦν Κωνσταντινουπόλεως, κεχειροτόνητο Ἐπιφάνιος τῆς ἐκκλησίας ταύτης πρεσβύτερος· καὶ Ὁρμίσδα τοῦ πάπα Ῥώμης μετηλλαχότος τὸ ζῆν, Ἰωάννης τοὺς τῆς ἐκκλησίας Ῥωμαίων διεδέξατο οἴακας. Ἔχθρας δὲ Ῥωμαίοις πρὸς Πέρσας οὔσης, ὁ βασιλεὺς Ἰουστῖνος πρὸς τὸν ῥῆγα τῶν Οὔννων ἔστειλε πρέσβεις καὶ δῶρα, συμμαχίαν αἰτῶν κατὰ τῶν Περσῶν· καὶ ὃς συνέθετο. καὶ τοῦ Περσῶν δὲ βασιλέως Κουάδου τὸν αὐτὸν ῥῆγα περὶ συμμαχίας ἀξιώσαντος, ἐκεῖνος συμμαχῆσαι αὐτῷ ἐπηγγείλατο· καὶ ἀπῆλθε πρὸς Πέρσας μετὰ λαοῦ, κατὰ Ῥωμαίων ἀντιταξόμενος. ὁ μέντοι βασιλεὺς Ἰουστῖνος περὶ εἰρήνης πρεσβείαν στείλας πρὸς τὸν τῶν Περσῶν βασιλέα, μὴ πιστεύειν τοῖς Οὔννοις αὐτῷ ἔγραψεν, ὡς ὅρκους μετὰ Ῥωμαίων περὶ συμμαχίας ποιησαμένοις καὶ χρήματα λαβοῦσι πολλὰ καὶ βουλομένοις προδοῦναι αὐτοὺς ἐν πολέμου καιρῷ. ὁ δὲ Κουάδης τὸν ῥῆγα εἰ χρήματα παρὰ Ῥωμαίων εἴληφεν ἤρετο· τοῦ δὲ καταθεμένου, ἀληθεύειν τὸν Ἰουστῖνον ὑπέλαβε καὶ αὐτίκα τὸν μὲν ἀνεῖλε καὶ τοὺς Οὔννους σχεδὸν ἅπαντας, εἰ μή τινες ὀλίγοι διαδράντες ἐσώθησαν, τοῖς δὲ Ῥωμαίοις ἐσπείσατο καὶ τὸν Ἰουστῖνον ἐπίτροπον Χοσρόου τοῦ νεωτέρου τῶν υἱῶν αὐτοῦ ἐποιήσατο. τούτῳ γὰρ τὴν τῶν Περσῶν κατελίμπανε βασιλείαν, τοὺς πρεσβυτέρους παραβλεπόμενος. ὁ δὲ βασιλεὺς τὴν ἐπιτροπὴν παρῃτήσατο. ὁ μέντοι Λαζῶν ἀρχηγὸς Τζάθος ἀποστατήσας Περσῶν, προσερρύη τῷ Ἰουστίνῳ καὶ βαπτισθείς, υἱός τε τοῦ βασιλέως ὀνομασθεὶς καὶ βασιλεὺς Λαζῶν ἀναγορευθείς, γυναικί τε συζευχθεὶς ἑνὸς τῶν συγκλητικῶν θυγατρί, εἰς τὴν ἑαυτοῦ χώραν ἐπανελήλυθε. τοῦτο αἴτιον αὖθις μάχης Ῥωμαίοις καὶ Πέρσαις ἐγένετο, ὡς τοῦ βασιλέως Ῥωμαίων τοὺς αὐτοῖς ὑπείκοντας σφετεριζομένου. τότε καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει συμβέβηκε. Κουάδης δὲ τοὺς ἐν τῇ αὐτοῦ ἀρχῇ τυγχάνοντας Μανιχαίους ἐφόνευσεν ἅπαντας καὶ τὸν αὐτῶν ἐπίσκοπον καὶ τὰς βίβλους κατέκαυσεν, ὅτι ἕνα τῶν υἱῶν αὐτοῦ τὴν μυσαρὰν αὐτῶν διδάξαντες αἵρεσιν τὰ αὐτῶν φρονεῖν παρεσκεύασαν. Ἡ δὲ πόλις Ἀνάζαρβος ἢ Ἀνάβαρζα, τῆς δευτέρας Κιλικίας οὖσα μητρόπολις, τότε ὑπὸ σεισμοῦ συνεπτώθη· καὶ ἡ Ἔδεσα, πόλις οὖσα περιφανὴς τῆς Ὀσροηνῶν ἐπαρχίας, κατεκλύσθη, τοῦ μέσον αὐτῆς ῥέοντος ποταμοῦ πλημμυρήσαντος, κεκλημένου Σκιρτοῦ, καὶ τούς τε τῆς πόλεως οἴκους καταβαλόντος καὶ παρασύραντος καὶ τοὺς αὐτῆς ἐνοικοῦντας οὓς μὲν συγχώσαντος τοῖς συμπτώμασιν, οὓς δὲ καταποντίσαντος. μεθ’ ἡμέρας δέ γε τοῦ ὕδατος ἐλαττωθέντος, εὑρέθη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ πλὰξ λιθίνη ἐν ἱερογλυφικοῖς γράμμασιν αὐτῇ ἐγκεκολαμμένοις λέγουσα ταῦτα "Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις." καὶ τῆς Πομπηιουπόλεως τὸ ἥμισυ κατεπόθη, μέσον ῥαγείσης τῆς πόλεως, καὶ τῶν ἀνθρώπων πολλοὶ ἐν τῷ χάσματι ἔτι ζῶντες ἀπωλοφύροντο καὶ οὐδεὶς ἠδύνατο ἀνελέσθαι αὐτούς. καὶ γυνή τις ἐκ Κιλικίας τότε ἐγένετο γιγαντώδης καὶ τὴν ἀναδρομὴν τοῦ σώματος καὶ τὴν λοιπὴν διαρτίαν· παντὸς γὰρ εὐμήκους ἀνδρὸς εἰς πῆχυν ὅλον ὑπερανίστατο· ηὐρύνετο δὲ τοὺς ὤμους τε καὶ τὰ στέρνα ἐπὶ πολύ, καὶ τἄλλα δ’ εἶχε τῷ μήκει τε καὶ τῷ πλάτει ἀνάλογα, τὸ εἶδος λέγω καὶ τὴν φωνὴν καὶ τῶν βραχιόνων καὶ τῶν πήχεων τὴν στερρότητα καὶ τὸ μέγεθος καὶ τὸ τῶν δακτύλων ἁδρὸν καὶ ὅσα τούτοις ἑπόμενα. Ἰουστινιανοῦ δὲ στρατηλάτου, ὡς εἴρηται, μετὰ θάνατον Βιταλιανοῦ προβληθέντος, ἐκείνῳ ἀνεῖτο ἡ πᾶσα διοίκησις. καί ποτε τῶν τὰς ἡγεμονίας ἐχόντων δεομένων τοῦ βασιλέως κοινωνὸν τῆς βασιλείας ἑλέσθαι τὸν στρατηλάτην, ἐκεῖνος τῆς ἁλουργίδος ἁψάμενος "δι’ εὐχῆς ὑμῖν ἤτω" φησί "μὴ νεώτερον ταύτην περιβαλέσθαι." καὶ τότε μὲν οὕτω τὴν ἐκείνων δέησιν διεκρούσατο. οἱ δ’ αὖθις μετ’ οὐ πολὺ ψήφισμα ἔθεντο τὴν τοῦ νωβελισίμου ἀξίαν τῷ Ἰουστινιανῷ ἐπιψηφιζόμενον καὶ τὸν βασιλέα ᾐτοῦντο κυρῶσαι τὸ ψηφισθέν· καὶ ὃς εἴξας γράμμασιν οἰκείοις τοῦτο ἐκύρωσε. τραύματος δ’ οἱ γενομένου περὶ τὴν κνήμην κλινήρης ἦν. ὡς δ’ ἡ νόσος ἐκραταιοῦτο καὶ ἀμφίβολον ἦν αὐτῷ τὸ βιώσιμον, μετακαλεῖται τὸν πατριάρχην Ἐπιφάνιον, μεταπέμπεται δὲ τοὺς ἐν τέλει, καὶ βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ἀναδείκνυσιν, αὐτὸς τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. καὶ εἰς τὸ τῆς ἱππηλασίας θέατρον τοῦ δήμου τῆς πόλεως ἀθροισθέντος, ἔξεισι πρὸς αὐτοὺς ἐστεμμένος ὁ Ἰουστινιανός, καὶ παρὰ πάντων εὐφημισθεὶς ἐπανῆκεν εἰς τὰ βασίλεια, τεσσαράκοντα καὶ πέντε τότε τυγχάνων ἐνιαυτῶν. αὐτίκα δὲ καὶ ἡ γαμετὴ αὐτοῦ Θεοδώρα ἀνερρήθη Αὐγούστα. καὶ μετ’ ὀλίγον τῷ Ἰουστίνῳ ἐπέλιπεν ἡ ζωή, βασιλεύσαντι ἔτη ἐννέα ἐφ’ ἡμέραις εἴκοσι. Καὶ ὁ μὲν εὐσεβῶς βασιλεύσας ἀπῆλθεν· ἄρξαντος δὲ Ἰουστινιανοῦ οὐκ εἰς μοναρχίαν ἡ βασιλεία κατέστη, ἀλλ’ εἰς διπλοῦν τὸ κράτος μεμέριστο· οὐδὲν γὰρ ἧττον τοῦ κρατοῦντος, εἰ μὴ καὶ μᾶλλον, ἡ κοινωνὸς αὐτῷ τοῦ βίου δεδύνητο. ἦν δὲ ὁ βασιλεὺς οὗτος ῥᾷστος μὲν πρὸς ἔντευξιν καὶ ἀναπεπταμένας εἶχε τὰς ἀκοὰς πρὸς διαβολήν, ὀξὺς δὲ πρὸς ἄμυναν, ἀφειδὴς πρὸς χρημάτων ἐξάντλησιν καὶ πρὸς συλλογὴν αὐτῶν ἀφειδέστερος. τὰ μὲν γὰρ ἀνήλισκεν εἰς οἰκοδομάς, τὰ δὲ ἵν’ αὐτῷ κατορθοῖντο ὅσα οἱ ἐτύγχανε πρὸς βουλῆς, τὰ δὲ εἰς πολέμους καὶ τὰς πρὸς τοὺς ἀνθισταμένους ταῖς ἑαυτοῦ θελήσεσιν ἔριδας. ὅθεν ἀεὶ χρημάτων δεόμενος ἐξελέγετο ταῦτα ἐκ τρόπων οὐκ εὐαγῶν καὶ χάριτας ᾔδει τοῖς προφάσεις αὐτῷ τοῦ ἀργυρολογεῖν ἐφευρίσκουσι. καὶ οὐχ ὁ μὲν οὕτω διέκειτο, ἡ δὲ βασιλὶς ἠλαττοῦτο κατά τι τοῦ αὐτοκράτορος ἢ πρὸς ἐξουσίαν ἢ πρὸς χρημάτων κτῆσιν ἐκ τρόπου παντός. ἠδύνατο μὲν γὰρ πολλῷ τῷ μέσῳ τοῦ ξυνευνέτου ἐπέκεινα, ἦν δὲ καὶ ποριμωτάτη πρὸς εὕρεσιν καινοτέρων καὶ πολυτρόπων ἐπινοιῶν. ἐντεῦθεν τοῖς ὑπηκόοις διχόθεν αἱ συμφοραί· οἵ τε γὰρ ἐτήσιοι δασμοὶ ἐπὶ μεῖζον ἐξῄροντο καὶ καινοὶ προσεπινενόηντο. καὶ οἱ μὲν ὡς μὴ περὶ τὴν εἰς τὸ θεῖον δόξαν ὀρθῶς διακείμενοι, οἱ δὲ ὡς ἀκολάστως βιοῦντες ἐκολάζοντο καὶ τὰς περιουσίας ἀφῄρηντο, οἱ δὲ διὰ τὰς πρὸς ἀλλήλους διαφοράς, καὶ ἄλλοι ἐξ ἄλλων τρόπων καὶ ἕτεροι ἐξ ἑτέρων. πάντας γὰρ ἀπαριθμεῖν μακρᾶς ἂν δέοιτο συγγραφῆς. Κατὰ δὲ τὸ πέμπτον ἔτος τῆς βασιλείας αὐτοῦ ἀστέρος ὤφθη φαῦσις κομήτου, ὃς λαμπαδίας ὠνόμασται, ὡς ἄνω τὰς ἀκτῖνας ἱείς, ὃς ἐφ’ ἡμέρας εἴκοσι φαίνων διήρκεσεν. ἔθετο δὲ καὶ πρὸς τοὺς Πέρσας σπονδάς. καὶ τὰ μὲν κατὰ τὴν ἑῴαν εἰρήνευον, τὴν δὲ πόλιν κατέτρυχον ἐμφύλιοι πόλεμοι, καὶ τὸ κάλλος αὐτῆς καὶ τὴν ἀγλαί̈αν, ὅση περιελέλειπτο ἀπὸ τοῦ ἐν τῇ βασιλείᾳ τοῦ Λέοντος γεγονότος ἐμπρησμοῦ, διεφθάρκασι. μίσους γὰρ ἐμφύντος τοῖς δήμοις κατὰ τοῦ αὐτοκράτορος καὶ τῆς βασιλίσσης δι’ ἅπερ εἴρηται, ὡμονόησαν ἄμφω τὰ μέρη, τό τε Βένετον καὶ τὸ Πράσινον, καίτοι ἀεὶ ἀλλήλοις ἐναντιούμενα, καὶ στάσεως ἤρξαντο. ὁ δέ γε κρατῶν μοῖράν τινα βαρβάρων τῶν καλουμένων Αἰλούρων αὐτοῖς ἐπαφεὶς στῆσαι τὴν στάσιν οὕτως ἐπικεχείρηκεν. ἡ δ’ ἀνῆπτο μᾶλλον· μάχης γὰρ συρραγείσης μέσον τῶν δήμων καὶ τῶν βαρβάρων κατὰ τὸ λεγόμενον Μίλιον, καὶ πιπτόντων πολλῶν ἑκατέρωθεν, οἱ τῆς ἐκκλησίας καταπαῦσαι τὴν στάσιν καὶ τὸν πόλεμον σπεύδοντες τὰς παναγεῖς τῶν θείων εὐαγγελίων βίβλους ἀράμενοι καὶ τοῦ σωτῆρος ἡμῶν σεβάσμια ἐκτυπώματα εἰς μέσους τοὺς μαχομένους συνώθησαν ἑαυτούς, οἰόμενοι αἰδεσθέντας ἐκείνους τὰ ἅγια καταθέσθαι τὰ ὅπλα καὶ ἀποσχέσθαι τοῦ μάχεσθαι· ἀλλ’ οἱ βάρβαροι τῶν ἁγίων φροντίσαντες οὐδ’ ὁπωστιοῦν τούς τε δήμους συνέκοπτον καὶ οὐδὲ τῶν ἱερῶν ἢ τῶν ταῦτα φερόντων ἐφείδοντο. τοῦτο τοῖς τῆς πόλεως εἰς ἐρεθισμὸν τῆς στάσεως γέγονε, καὶ ὥσπερ αὐτῷ τῷ θείῳ ἀμύνοντες εἰς ἀπόνοιαν ἐξήφθησαν πλείονα, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ἐκ τῶν ὑπερῴων ἐμάχοντο, λίθοις καὶ κεράμοις καὶ παντὶ τῷ προστυχόντι βάλλουσαι ἄνωθεν τὴν βάρβαρον ἐκείνην πληθύν. οἱ δὲ μανίᾳ ληφθέντες καὶ ἀμύνασθαι τὰ γύναια θέλοντες, πῦρ ἐνιᾶσι τοῖς οἴκοις, ἐξ ὧνπερ ἐβάλλοντο. πνεύματος δὲ σφοδροῦ πνέοντος τηνικαῦτα, ἡ φλὸξ ἦρτο ταχέως ἀέριος καὶ πολλὰς μεγίστας τε καὶ καλλίστας οἰκοδομὰς κατῃθάλωσε καὶ ἀγάλματα κατέφλεξεν ἀρχαίων ἀνδρῶν ἐπισήμων ἐπὶ σοφίᾳ καὶ ἐπ’ ἀνδρείᾳ καὶ τοῖς διὰ χειρῶν καὶ συνετῶν βουλευμάτων ἀνδραγαθήμασι, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ θεῖον τέμενος τοῦ μεγάλου ναοῦ, ὃν βασιλεὺς Κωνστάντιος ἐδομήσατο, καὶ τὸ τῆς ἁγίας Εἰρήνης, καὶ τὸν τοῦ Εὐβούλου ξενῶνα καὶ τὴν τοῦ Παλατίου Χαλκόστεγον, ἥτις ἦν ἡ νῦν καλουμένη Χαλκῆ, καὶ εἱρκτὴν χρηματίζουσαν καὶ τὸ τοῦ Σευήρου λουτρὸν τὸ λεγόμενον Ζεύξιππον καὶ ἄλλα πολλὰ κόσμον καὶ θαῦμα τῇ πόλει καὶ τῇ βασιλείᾳ περιποιούμενα. τότε τοίνυν ὁ βασιλεὺς ἑτέρως καταστορέσαι τὴν στάσιν διανενόητο· καὶ ἀνελθὼν εἰς τὸ θέατρον διαλεχθῆναι τοῖς δήμοις βεβούλευτο, καὶ πέμψας ἐκεῖ τὸ δημοτικὸν μετεστέλλετο. τὸ δ’ οὐκ ἠνείχετο προσελθεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρεκελεύοντο φυλάξασθαι τὸ ἱππήλατον θέατρον, ἵνα μὴ ὡς ἐν εἱρκτῇ συγκλεισθεῖεν αὐτῷ καὶ τοῦ θυμοῦ τῶν κρατούντων γέγονε παρανάλωμα. ἐντεῦθεν εἰς τὴν ἀγορὰν διαθέοντες, ἕτερον βασιλέα ἑαυτοῖς ἐβουλεύσαντο προχειρίσασθαι καί τινα συγγενῆ τοῦ βασιλέως Ἀναστασίου περισχόντες Ὑπάτιον, πῇ μὲν ἄκοντα, πῇ δέ γε καὶ πεπεισμένον, εἰς τὸν τοῦ μεγάλου Κωνσταντίνου Φόρον ἀπάγουσι, καὶ ἐπὶ ἀσπίδος αὐτὸν μετάρσιον ἄραντες ἀναγορεύουσι βασιλέα καὶ τὸ τῶν ἵππων ἐκεῖθεν ἁμιλλητήριον καταλαμβάνουσι θέατρον, εὐφημοῦντες αὐτόν, καὶ πορφυρίδα ἐζήτουν καὶ στέφος. ἐν τούτοις τῶν δήμων ἀσχολουμένων, ἴσχυσαν οἱ περὶ τὸν βασιλέα πλείστων χρημάτων διανομαῖς ὑποσῦραι τῶν Βενέτων πολλούς, καὶ οὕτως τὴν τῶν δήμων ὁμόνοιαν διαστήσαντες χωρῆσαι κατ’ ἀλλήλων αὐτοὺς πεποιήκασι. τότε τοίνυν ἀθρόον ἐκ τῶν βασιλείων οἱ προκοιτοῦντες τῶν κρατούντων ἐξέθορον ἔνοπλοι, κἀκ τῆς πόλεως ἕτεροι στρατιῶται καὶ οἱ βάρβαροι ἐπεισέφρησαν, καὶ τὰ πλήθη ὡς χόρτον ἄνευ φειδοῦς ἐξεθέριζον, ἤδη καὶ πρὸς ἄλληλα στασιάσαντα· μεστὸν γὰρ ἦν ἀνθρώπων τὸ θέατρον, τῶν μὲν τῆς τῶν στασιαζόντων μοίρας, τῶν δέ γε πλειόνων κατὰ θέαν τῶν γινομένων καὶ τῆς τοῦ Ὑπατίου ἀναρρήσεως ἠθροισμένων. τὸν δὲ Ὑπάτιον συλλαβόντες καὶ Πομπήιον τὸν ἀδελφὸν αὐτοῦ τῷ βασιλεῖ προσήγαγον, οἳ καὶ ἀνῃρέθησαν καὶ αἱ περιουσίαι αὐτῶν ἐδημεύθησαν. τῶν δ’ ἐκ τοῦ δήμου ἀναιρεθέντων εἰκάσθη εἶναι ὁ ἀριθμὸς ὡσεὶ τεσσαράκοντα χιλιάδες. οὐχὶ τῶν εἰρημένων δὲ δύο ἀνδρῶν μόνων ἐδημεύθησαν αἱ περιουσίαι, ἀλλὰ καὶ ἑτέρων πλειόνων συγκλητικῶν· κἀκεῖνοι δὲ πολυειδῶς ἐκολάσθησαν. Ἐν δὲ τῇ στάσει ταύτῃ, ὡς εἴρηται, τῆς μεγάλης ἐκκλησίας καυθείσης, ἧς δομήτωρ ἦν ὁ Κωνστάντιος, ἑτέραν πολλῷ μείζω καὶ περιφανεστέραν ὁ βασιλεὺς Ἰουστινιανὸς ἀπήρξατο καινουργεῖν, τῆς οἰκοδομῆς αὐτῆς ἀρχθείσης κατὰ τὸ μ ἔτος, ἰνδικτιῶνος πεντεκαιδεκάτης ἐνισταμένης ἐν Φευρουαρίῳ μηνί. οὐ μόνου δὲ τοῦ ἱεροῦ τούτου δόμου τῆς δομήσεως ὁ βασιλεὺς ἐκεῖνος ἀπήρξατο, ἀλλὰ καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἀπείρων χρημάτων δεόμενος τὰς τυπωθείσας ἀνέκαθεν ἐν ἑκάστῃ τῶν πόλεων δίδοσθαι σιτήσεις τοῖς ἐν αὐταῖς διδασκάλοις τῶν λογικῶν τεχνῶν ὑποθήκαις τοῦ ἐπάρχου ἐξέκοψε. καὶ οὕτω τῶν ἐν ταῖς πόλεσι διδασκαλείων ἐσχολακότων ἀγροικία τῶν ἐν αὐταῖς κατεκράτησε. Κατά γε μὴν τὸ ἑπτακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ καὶ ὁ κίων ὁ μέγας, ὃς ἐν τῷ προαυλίῳ τοῦ μεγάλου ναοῦ καθίδρυται, τετελείωτο, ἐν ᾧ οἰκεῖον ἀνδριάντα ἔφιππον οὗτος ὁ βασιλεὺς ἀνεστήλωσεν, ἔνθαπερ πρὶν ἕτερος ἵστατο κίων τοῦ μεγάλου Θεοδοσίου φέρων στήλην ἐξ ἀργύρου πεποιημένην παρὰ τοῦ ἐκείνου παιδὸς Ἀρκαδίου, ἕλκουσαν σταθμὸν λιτρῶν ἑπτακισχιλίων τετρακοσίων, ἣν καθελὼν ἐκεῖνος μετὰ τοῦ κίονος καὶ τὸν ἄργυρον ἀφελόμενος τὸν νῦν ὁρώμενον μετὰ τῆς οἰκείας στήλης ἀνήγειρε κίονα. ἀλλὰ καὶ ὁλκὸν μέγιστον ἐκ μολίβδου ἐξειργασμένον, δι’ οὗ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγετο, καταλέλυκε, πολλῆς ἐν ταῖς οἰκοδομαῖς τῆς ὕλης ταύτης δεόμενος. καὶ κλόνος δὲ τότε τῆς γῆς συνέβη σφοδρότατος, ἐξ οὗ συνεπτώθη τῆς Κυζίκου τὸ ἥμισυ. Ἱστορεῖται δέ τις τότε τῷ Βυζαντίῳ ἐπιδημῆσαι ἕλκων κύνα τερατουργόν· πολλῶν γὰρ εἰς θέαν αὐτοῦ συνηγμένων, ἐδίδουν πλείους ἐκ τούτων τοὺς ἑαυτῶν δακτυλίους, καὶ πάντες ὁμοῦ πρὸ τοῦ κυνὸς κατετίθεντο. ὁ δ’ ἐκελεύετο πρὸς τοῦ κυρίου αὐτοῦ ἑκάστῳ παρεσχηκέναι τὸν ἴδιον, καὶ τῷ στόματι λαμβάνων αὐτοὺς καθ’ ἕνα ἀπλανῶς ἑκάστῳ τὸν οἰκεῖον προςένεμε. καὶ αὖθις προσετάττετο δεῖξαι τίς μὲν εὔπορος ἦν, τίς δὲ πένης ἢ τίς πόρνη τῶν γυναικῶν ἢ ποία χήρα, τίς δὲ συνεζευγμένη ἀνδρί, καὶ ἕτερα τοιαῦτα, καὶ πάντα ἐδείκνυεν ἀνεπισφαλῶς, ἑκάστου πρὸς τὸ ἐρώτημα τὸ ἱμάτιον κατέχων τῷ στόματι. Τῷ μέντοι δεκάτῳ ἔτει τῆς ἀρχῆς Ἰουστινιανοῦ τοῦ πατριάρχου Ἐπιφανίου θανόντος ὁ Τραπεζοῦντος Ἄνθιμος εἰς τὸν ἱερατικὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετατίθεται. οὗτος ὁ βασιλεὺς καὶ κατὰ τῶν ἀνδρομανῶν πολὺς ἔπνευσε καὶ πλείστους διὰ ταύτην τὴν αἰτίαν ἐκόλασε, τὴν αἰδῶ τούτων ἐκτέμνων. καὶ πρὸς τὸν ἐρόμενον "διὰ τί ταύτῃ τοὺς ἀρρενοφθόρους κολάζεις;" ἔφη "εἰ δ’ ἄρα ἱεροσυλήκασιν, οὐκ ἂν τὴν χεῖρα τούτων ἀπέτεμον;" οὗτος καὶ τὸν μέγαν ἐν τῇ Πηγῇ ναὸν τῆς Θεοτόκου ἀνήγειρε καὶ τὸ τῶν σεπτῶν μαρτύρων ἱερὸν Σεργίου καὶ Βάκχου καὶ ἄλλας οἰκοδομὰς πολλὰς ἐποιήσατο, καὶ γέφυραν ἔκτισε κατὰ τὸν Σάγγαριν ποταμόν, ἐν ᾗ καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε· καὶ σὺ μεθ’ ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθείς, οὕτως ἐδουλώθης κοιρανικῇ παλάμῃ, ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρής, κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. καὶ ἡ βασιλὶς Θεοδώρα τότε τὸν τῶν ἁγίων ἀποστόλων περιώνυμον ναὸν ἐδομήσατο. ἦν μὲν γὰρ καὶ πρῴην τοῖς ἀποστόλοις ἐκεῖσε ναός, παρὰ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου δεδομημένος, οὐχ οἷος δ’ ὁ νῦν ἐστι, πολλῷ δὲ τούτου καὶ πρὸς κάλλος καὶ πρὸς ὄγκον λειπόμενος. Ὀνωρίου δέ ποτε τῆς πρεσβυτέρας βασιλεύοντος Ῥώμης, μεταναστὰν τὸ τῶν Οὐανδήλων ἔθνος καὶ εἰς Ἰσπανίαν ἐλθὸν κἀκεῖθεν εἰς Λιβύην περαιωθὲν σὺν τῷ οἰκείῳ ῥηγὶ Γονδιγίσγλῳ κατέσχε ταύτην. ἐφ’ υἱοῖς δὲ δυσὶ τούτου θανόντος, ὧν ἅτερος Γόνδαρις, ὁ δὲ λοιπὸς ἐκαλεῖτο Γιζέριχος, εἰς μόνον τὸν Γιζέριχον ἡ ἀρχὴ περιέστη, τοῦ Γόνδαρι τελευτήσαντος. οὗτος οὖν ὁ Γιζέριχος τήν τε Καρτάγεναν παρειλήφει καὶ τὴν Ῥώμην αὐτήν, καὶ ἐπὶ τριάκοντα καὶ ἐννέα τῶν Οὐανδήλων ἡγεμονεύσας ἐνιαυτοὺς ἀπέτισε τὸ χρεών. ὃν Ὀνώριχος ὁ υἱὸς διεδέξατο, ὑφ’ οὗ πλεῖστα δεινὰ τοῖς ὀρθοδόξοις ἐπήχθησαν, ἀρειανίζειν πάντας καταναγκάζοντος. ὃς ἐπ’ ἔτη ἄρξας ὀκτὼ ἐπὶ διαδόχῳ Γουνδαμούνδῳ τῷ υἱωνῷ τελευτᾷ. καὶ οὗτος δὲ βαρὺς τοῖς ὀρθοδόξοις γενόμενος, κατέλυσε τὴν ζωὴν ἐπὶ ἐνιαυτοὺς τὴν ἀρχὴν κατασχὼν δυοκαίδεκα. εἶτα Τρασαμοῦνδος τῶν Οὐανδήλων γέγονεν ἡγεμών, καὶ οὗτος Ἀρειανός, οὐ κολάζων τοὺς ὀρθοδόξους, μόνον μέντοι ἀποστρεφόμενος· καὶ τούτου δὲ ἔτη εἴκοσι καὶ ἑπτὰ διαγαγόντος ἐν τῇ ἀρχῇ καὶ τὸ βιώσιμον ἐκμετρήσαντος, εἰς Ἰλδέριχον ἡ ἡγεμονία μετέπεσεν, ὃς Γιζερίχου ἦν υἱωνὸς ἐξ Ὀνωρίχου τοῦ ἐκείνου παιδός. οὔτε δὲ χριστιανοῖς χαλεπῶς προσεφέρετο καὶ πᾶσι πρᾷος ἐτύγχανεν, ἅτε καὶ μαλθακοῦ τυχὼν ἤθους ἐκ φύσεως, ὅθεν ἦν καὶ πρὸς πολέμους νωθέστερος. οὗτος δὴ ὁ Ἰλδέριχος συνήθης γέγονε τῷ Ἰουστινιανῷ ἔτι ἰδιωτεύοντι. Γελίμερ δέ τις ὁμογενὴς Ἰλδερίχου, ἀνὴρ κακοήθης, δραστήριος δὲ καὶ νεωτερίσαι δεινότατος, ἐπέθετο τυραννίδι· καὶ τὸν οἰκεῖον κατασχὼν δεσπότην εἱρκτῇ παραδίδωσι καὶ τοὺς ὅσοι ἐκείνῳ ᾠκείωντο. ἀποτριβόμενος δ’ οἷον τὸ τῆς τυραννίδος αἰτίαμα, γράφει πρὸς Ἰουστινιανὸν ὡς οὐ τῆς ἀρχῆς ἐρῶν ταύτης ἐδράξατο, ἀλλ’ ὅτι Ἰλδέριχος ἀποπεφύκει πρὸς τὴν ταύτης διοίκησιν. ὁ δὲ βασιλεὺς ἀνταπέστειλε τῷ Γελίμερι ὡς οὐκ ἀνέξεται, εἰ μὴ τῷ τυραννηθέντι μὲν βοηθήσει, τὸν δὲ τυραννήσαντα τιμωρήσεται. διὸ τὸν πατρίκιον Βελισάριον ἐκ τῆς ἑῴας μεταστειλάμενος, ἐκεῖ γὰρ ἦν ὁ ἀνὴρ τοῖς Πέρσαις μαχόμενος, εἰς Λιβύην μετὰ χειρὸς βαρείας καὶ στόλου πέμπει πολλοῦ, ταῖς δυνάμεσιν ἁπάσαις ἐπιστήσας αὐτὸν ἀρχιστράτηγον αὐτοκράτορα, ᾧ καὶ ὁ Καισαρεὺς συμπαρωμάρτει Προκόπιος, ὃς τὰ περὶ τῶν ἐκεῖ πολέμων ἱστόρησε πλατυκώτερον. καταπλεύσας οὖν εἰς Λιβύην ὁ Βελισάριος χάρακα βάλλεται. ὁ δὲ Γελίμερ τοῦτο μαθὼν ἐντέλλεται τῷ ἀδελφῷ Ἀματᾷ τόν τε Ἰλδέριχον καὶ τοὺς αὐτοῦ συγγενεῖς, οὓς ἐμφρούρους κατεῖχεν, αὐτίκα κτεῖναι. καὶ οἱ μὲν ἀνῄρηντο. Γελίμερ δὲ συμβαλὼν τῷ Βελισαρίῳ καὶ τραπεὶς τῆς τε Καρχηδόνος ἐξέπεσε καὶ τῶν ἄλλων καὶ πάσης τῆς Λιβύης ἐκράτησε Βελισάριος καὶ τῇ βασιλείᾳ Ῥωμαίων ὑπέταξεν, ἐνενήκοντα καὶ πέντε ἐνιαυτοὺς τῶν Οὐανδήλων κυριευσάντων αὐτῆς. συνέσχε δὲ ζωὸν καὶ αὐτὸν τὸν Γελίμερα σὺν γαμετῇ καὶ τέκνοις αὐτοῦ. λέγεται δὲ πολιορκουμένῳ αὐτῷ μετὰ τῶν οἰκείων ἐν χώρᾳ λυπρᾷ τῇ τῶν Μαυρουσίων ἐπιλεῖψαι τὰ ζωαρκῆ, τὸν δὲ ἐπιστεῖλαι τῷ ταγματάρχῳ, ὃν ὁ Βελισάριος τῇ πολιορκίᾳ ἐπέστησεν, ἀξιοῦντα στεῖλαί οἱ ἄρτον ἕνα καὶ κιθάραν καὶ σπόγγον. καὶ ὃς συνιδεῖν οὐκ ἔχων ὅτου χάριν αἰτοῦνται παρὰ τοῦ Γελίμερος τὰ αἰτούμενα, τὸν τῆς γραφῆς ἠρώτησε κομιστήν· ὁ δὲ τὸν μὲν ἄρτον εἶπεν αἰτεῖν ἐπιθυμῶν τοῦτον ἰδεῖν, ἐπεὶ μὴ εἶδεν ἐξότου τῆς Καρχηδόνος ἐκπέπτωκε, τῶν βαρβάρων, παρ’ οἷς ἦν, κακοβίων ὄντων, τὸν δὲ σπόγγον, ἵνα τούτῳ τῶν ὀμμάτων ἐκμάσσῃ τὰ δάκρυα, τὴν δὲ κιθάραν, ἵνα ταύτῃ τὰς οἰκείας συμφορὰς ἀποκλαύσηται. ἑαυτὸν δὲ ὅμως παραδοὺς τοῖς πολιορκοῦσι μετὰ τῶν συνόντων ἤχθη πρὸς Βελισάριον, καὶ ἐγέλα πρὸς αὐτὸν εἰσαγόμενος, ὡς τοῖς ὁρῶσιν ἐξεστηκέναι δοκεῖν αὐτὸν διὰ τὴν τοῦ πάθους ὑπερβολήν. ἦν δ’ ἑτεροῖόν τι τὸ γινόμενον. ἀναλογιζόμενος γὰρ εἰς οἵαν τύχην ἐξ οἵας κατήντησε καὶ γέλωτος ἄξια κεκρικὼς τὰ ἀνθρώπινα, ἐγέλα ταῦτα. Βελισάριος δὲ καὶ αὐτὸν καὶ τοὺς τῶν Οὐανδήλων ἄρχοντας ἐντίμως ἐφύλασσε, κομισθησομένους τῷ βασιλεῖ. παρειλήφει δὲ καὶ Σικελίαν καὶ τὴν Σαρδώ, νῆσος δὲ καὶ αὕτη, καὶ τὰ μέχρι Γαδείρων ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ οὕτως ἐπανῆλθεν εἰς τὸ Βυζάντιον καὶ τιμῆς μεγάλης παρὰ τοῦ βασιλέως ἠξίωτο, ἄγων αὐτόν τε τὸν Γελίμερα σὺν γυναικὶ καὶ τέκνοις καὶ συγγενέσι καὶ πᾶσαν τὴν θεραπείαν αὐτοῦ. εἶτα καὶ θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε, τελουμένης ἁμίλλης ἵππων ἐν τῷ θεάτρῳ, αὐτοῦ τε τοῦ κρατοῦντος, ὡς ἔθος, προκαθημένου καὶ τῆς γερουσίας παρούσης καὶ τοῦ δήμου παντός. καὶ προῄει μὲν ἐκ τῆς τῶν ἵππων ἀφετηρίας ὁ ἀρχιστράτηγος τῆς πορφυρίδος τοῦ Γελίμερος παρεπομένου ἐχόμενος τῇ χειρί· συμπαρωμάρτουν δ’ αὐτῷ καὶ οἱ τῶν τάξεων στρατηγοὶ καὶ ταγματάρχαι καὶ λοχαγοὶ καὶ οἱ τοῦ Γελίμερος συγγενεῖς. ἤδη δ’ ἐφθακὼς ἔναντι τοῦ κρατοῦντος ὁ Βελισάριος πείθει τὸν Γελίμερα εἰς τοὔδαφος καταβαλεῖν ἑαυτὸν καὶ οὕτως ἀπονεῖμαι τῷ βασιλεῖ τὴν προσκύνησιν. ὁ δ’ ἐποίει τὸ προσταττόμενον, καταχεόμενος δάκρυσι. καὶ αὐτὸς δὲ ὁ Βελισάριος προσούδισεν ἑαυτόν, ἐνδεικνύμενος τῷ Γελίμερι ὅτι οὐχ ὡς αἰχμάλωτος ἐκεῖνος τοῦτο ποιῆσαι ἀπῄτητο, ἀλλ’ ὅτι οὕτω νενόμισται προς- κυνεῖσθαι τῶν Ῥωμαίων τοὺς βασιλεῖς, καὶ οἱονεὶ κουφίζων αὐτῷ τὸ δυστύχημα. καὶ τὴν ἴσην δὲ τῇ βασιλίσσῃ προσκύνησιν ἀπονείμαντα τὸν Γελίμερα καταγωγὴ δέχεται λαμπρὰ καὶ θεραπεία βασιλικὴ προετοιμασθεῖσα αὐτῷ. μεθ’ ἡμέρας δέ τινας αὖθις ἱππηλασίας ἀγομένης κατὰ τὸ θέατρον, τὰ λάφυρα τοῦ πολέμου διὰ μέσης τῆς πόλεως κομιζόμενα εἰσήγοντο εἰς τὸ στάδιον, ἀκόντια καὶ θρόνοι καὶ φορεῖα καταστεγῆ γυναικεῖα, χρυσοῦ τὰ πάντα πεποιημένα καὶ λίθοις τιμαλφέσιν ἐπικοσμούμενα, καὶ κλίνη ὁμοία καὶ χρυσόπαστοι τάπητες καὶ σκεύη τὰ ταῖς τραπέζαις ὑπηρετούμενα, τὰ μὲν ἐκ χρυσοῦ εἰργασμένα, τὰ δ’ ἐξ ἀργύρου πεποιημένα, καὶ ἐκπώματα χρύσεά τε καὶ λιθοκόλλητα καὶ ἁλουργεῖς ἐσθῆτες καὶ πέπλοι παρόμοιοι καὶ βασίλειοι στέφανοι καὶ κόσμοι γυναικῶν διάλιθοί τε καὶ περιμάργαροι καὶ ἄλλα πλεῖστα καὶ ἀριθμὸν σχεδὸν ὑπερβαίνοντα, καὶ ἐπὶ πᾶσι λάρνακες ἑπτὰ χρυσίου μεσταὶ καὶ βίβλοι τῶν θείων εὐαγγελίων, χρυσῷ περιλαμπόμεναι πάντοθεν καὶ λίθων παντοίοις γένεσι ποικιλλόμεναι. τὰ μὲν οὖν τοῦ θριάμβου ἦσαν ἐν τούτοις. Βελισάριος δὲ καὶ ὑπατείας ἠξίωτο. Ἤδη δὲ τοῦ τῶν Οὐανδήλων πολέμου καταλυθέντος στέλλεται παρὰ τοῦ βασιλέως εἰς Ῥώμην, ταύτην τε καὶ πᾶσαν αὐτῷ τὴν Ἰταλίαν παραστησόμενος, ὑπὸ Γότθων κατεχομένην, ὧν Θευδάτος ἦν ἡγεμών. τοῦτο μαθὼν ὁ Θευδάτος Ἀγαπητὸν τὸν Ῥώμης μέγαν ἀρχιερέα, ἄνδρα θεσπέσιον, στέλλει τῷ βασιλεῖ πρεσβευσόμενον. ὁ δὲ καταλαβὼν τὸ Βυζάντιον καὶ τῷ Ἰουστινιανῷ ἐντυχὼν πρῶτον περὶ θεοῦ καὶ τῆς εἰς αὐτὸν διαλέγεται πίστεως καὶ τὴν εἰς τὸν θρόνον τῆς νέας Ῥώμης ἀναγωγὴν Ἀνθίμου ὑπ’ αἰτίαν πεποίητο, ὅτι τε μὴ κανονικῶς ἐκ Τραπεζοῦντος, ἣ τῶν εἰς τὸν Πολεμωνιακὸν πόντον κειμένων πόλεων τυγχάνει μητρόπολις, εἰς τὴν Κωνσταντινούπολιν μετήνεκτο, καὶ ὅτι καὶ τῆς Σευήρου κακοδοξίας μετέσχηκεν. ὁ δ’ αὐτοκράτωρ σπουδῇ τῆς βασιλίδος τὸν Ἄνθιμον τῆς ἀρχιερατικῆς ἀξιώσας καθέδρας τῆς Κωνσταντινουπόλεως, τῆς οἰκείας ἀντείχετο πράξεως. ἐνισταμένου δ’ ἔτι τοῦ θείου Ἀγαπητοῦ, καὶ ἠπείλει αὐτῷ, κύριος εἶναι λέγων πράττειν ὃ βούλοιτο. ὡς δ’ ἐπεγέλα ἀπειλοῦντι τῷ βασιλεῖ ὁ ἀρχιερεὺς καὶ ἡδέως ἂν δέξασθαι τὴν σφαγὴν ἀντεπῆγε καὶ μακάριος εἶναι, εἰ τοιούτου τέλους ἀξιωθείη, ᾐδέσθη ὁ αὐτοκράτωρ καὶ μεταβαλὼν ὑπὸ ζήτησιν τὴν πρᾶξιν καθίστησι. καὶ ἀντεῖπον μέν τινες τῶν ἀρχιερέων τῷ πάπᾳ Ῥώμης Ἀγαπητῷ, τῇ βασιλίσσῃ χαριζόμενοι, παρ’ ἧς καὶ χρήμασιν ὑπεφθάρησαν· πάντων δ’ ἐκεῖνος τῇ ἀληθείᾳ συνηγορῶν ὑπερτέρησε. καὶ ὁ Ἄνθιμος τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως ἐκβέβλητο, ἔτος ἓν ἀπολαύσας αὐτοῦ, τοῦ βασιλέως αἰδεσθέντος τὸν ἱερώτατον πάπαν καὶ τὴν ἀλήθειαν. ἀντεισήχθη δὲ Μηνᾶς, ἀνὴρ εὐσεβέστατος, αὐχῶν μὲν πατρίδα τὴν κατ’ Αἴγυπτον Ἀλεξάνδρειαν, ἐκφὺς δ’ ἑνὸς τῶν ἐν ταύτῃ ἐπιφανῶν, καὶ λόγων οὐκ ὢν ἀνομίλητος, καὶ μάλιστά γε τῶν θειοτέρων. οὕτω δὲ τῆς ἀρχιερωσύνης Μηνᾶς ὁ θεῖος τυχὼν ἢ μᾶλλον ἐκείνης εὐτυχησάσης αὐτόν, σύνοδον μερικὴν συγκροτεῖ σὺν τῷ πάπᾳ Ἀγαπητῷ καὶ ἀναθέματι περιβάλλει Σευῆρον καὶ Εὐτυχῆ καὶ Πέτρον καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ τὸν Ἄνθιμον ὡς ἐκείνοις ὁμόφρονα. ἔτι δ’ ἐν τῷ Βυζαντίῳ διάγων ὁ ἱερώτατος πάπας Ἀγαπητὸς μετήλλαξε τὴν ζωήν. ὁ μέντοι Μηνᾶς ἐπὶ δέκα καὶ ἓξ τὴν ἐκκλησίαν εὐσεβῶς ἰθύνας ἔτη τὸν βίον κατέλυσε· καὶ ἀνήχθη εἰς τὴν ἀρχιερατικὴν καθέδραν τῆς νέας Ῥώμης Εὐτύχιος, προστὰς ὀρθοφρόνως τῆς ἐκκλησίας ἐνιαυτοὺς δυοκαίδεκα. ἐφ’ οὗ καὶ ἡ πέμπτη συνήθροιστο σύνοδος τῶν ἑκατὸν ἑξήκοντα καὶ πέντε ἁγίων πατέρων, ὧν ἐξῆρχε Βιγίλιος πάπας Ῥώμης καὶ ὁ εἰρημένος Εὐτύχιος καὶ ὁ Ἀλεξανδρείας Ἀπολινάριος. συνήθροιστο δὲ κατὰ Ὠριγένους καὶ τῶν ἀλλοκότων ἐκείνου δοξῶν καὶ τῶν τὰ ἐκείνου πρεσβευσάντων Διδύμου καὶ Εὐαγρίου, οἵτινες τῶν ψυχῶν πρού̈παρξιν ἐδογμάτιζον καὶ τέλος τῆς κολάσεως ἔλεγον καὶ τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν καὶ ἕτερα πλείονα, οὓς καὶ ἀναθέματι σὺν τοῖς αὐτῶν ὑπέβαλε δόγμασιν, ἀλλὰ καὶ τὸν Μομψουεστίας Θεόδωρον τὰ Νεστορίου φρονοῦντα, ἢ μᾶλλον ἐκείνου γεγονότα διδάσκαλον, καὶ τοῦ βασιλέως Ἰουστινιανοῦ παρόντος ἐν τῇ συνόδῳ καὶ συνευδοκοῦντος οἷς οἱ θεῖοι πατέρες ἐκεῖνοι θεοφιλῶς ᾠκονόμησαν. Ἀλλὰ ταῦτα μὲν ταύτῃ συνήνεκτο. ὁ Βελισάριος δὲ εἰς Ἰταλίαν ἐκπλεύσας πρῶτον μὲν πολιορκίᾳ λαμβάνει Νεάπολιν, εἶτα καὶ εἰς αὐτὴν τὴν Ῥώμην ἐπιδημήσας, ὁμοῦ μὲν δυνάμει, ὁμοῦ δὲ καὶ τῇ τῶν ἀστῶν εὐνοίᾳ, γέγονε καὶ ταύτης ἐντός· ὁ γὰρ τῶν Γότθων ἄρχων Θευδάτος ἐν Ῥαβέννῃ διάγων ἐτύγχανε. καὶ Μεδιόλανα δὲ ἡ πόλις κατεσχέθη παρὰ Ῥωμαίων. τῶν δὲ Γότθων αὖθις πολιορκούντων αὐτὴν ὁ βασιλεὺς τὸν Ναρσῆν μετὰ δυνάμεως ἐπαρῆξαι τῷ Βελισαρίῳ ἀπέστειλεν. ἦν δὲ ὁ Ναρσῆς ἐκτομίας, ἄλλως μέντοι γενναῖός τε καὶ στρατηγικώτατος καὶ τοῖς κρατοῦσιν ᾠκειωμένος. ἀλλήλοιν οὖν μὴ συμφωνοῦντε τούτω τὼ διττὼ στρατηγώ ὁ μὲν γὰρ Βελισάριος ἑαυτῷ τῶν κατορθωμάτων ἤθελε τὸ πᾶν ἐπιγράφεσθαι, ὁ δέ γε Ναρσῆς οὐκ ἠνείχετο ὑπ’ ἐκεῖνον τετάχθαι δοκεῖν διῃρέθησαν, καὶ ὁ μὲν ἄλλῃ, ὁ δ’ ἄλλῃ διετίθουν τὸν πόλεμον, διὸ καὶ ἐσφάλησαν ἔν τισι. τῶν γὰρ Μεδιολάνων οἱ ταῦτα φρουροῦντες βασιλικοὶ τῶν ἀναγκαίων ἔνδειαν προβαλλόμενοι τοῖς Γότθοις ἐξέστησαν, καὶ τάχα καὶ εἰς μεῖζόν τι κακὸν ἐτελεύτησεν ἂν ἡ ἔρις ἀμφοῖν, εἰ μὴ ὁ βασιλεὺς τὸν Ναρσῆν διὰ γραμμάτων πρὸς ἑαυτὸν μετεστείλατο. Ἐντεῦθεν μόνος αὖθις ὁ Βελισάριος στρατηγῶν πᾶσαν τὴν Ἰταλίαν καὶ τὰς αὐτῆς πόλεις ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ τοσοῦτον τοῖς βαρβάροις καὶ φοβερὸς καὶ ἐράσμιος γέγονεν ὡς τῆς σφῶν ἀρχῆς αὐτὸν ἀξιοῦν καὶ βασιλέα ἱκετεύειν αὐτὸν γενήσεσθαι σφῶν καὶ ἑαυτοὺς καὶ τὰ σφέτερα πάντα ἀνατιθεμένων αὐτῷ. ὁ δὲ "οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ" ἔφη "βασιλεὺς αὐτὸς κληθῆναι ἀνέξομαι," ὡς περὶ τούτων ὁ Καισαρεὺς Προκόπιος, αὐτῷ τότε συστρατευόμενος, ἔγραψεν. ἐντεῦθεν τοίνυν ἐπίφθονος γεγονὼς διαβάλλεται πρὸς τὸν βασιλέα ὡς βασιλείας ἐρῶν· καὶ ὃς αὐτὸν ἐκεῖθεν μετεκαλέσατο ὡς εἰς τὴν ἑῴαν στρατεύσοντα καὶ τὸν Μηδικὸν ἐμπιστευθησόμενον πόλεμον. τελευτᾷ μέντοι καὶ ἡ Αὐγούστα Θεοδώρα, ἐπιβιοῦσα τῇ βασιλείᾳ ἔτη εἴκοσι πρὸς ἑνὶ καὶ μησὶ τρισί. τῆς δὲ μεγάλης ἐκκλησίας ἀπαρτισθείσης ἤδη καὶ καθιερωθείσης, συνέβη πεσεῖν ἐκ σεισμοῦ τὴν πρὸς ἀνατολὴν μεγάλην σφαῖραν τοῦ τοιούτου ναοῦ, ἣ πεσοῦσα τό τε κιβώριον τῆς ἁγίας τραπέζης καὶ αὐτὴν ἐκείνην τὴν παναγῆ τράπεζαν καὶ τὸν ἄμβωνα συνέτριψεν· ὅθεν λέγεται καὶ τὸν τροῦλον προστάξει τοῦ βασιλέως καθαιρεθῆναι, καὶ αὖθις ἀνεγερθῆναι ἐπὶ πόδας εἴκοσι καὶ πέντε μετεωρότερον, καὶ καθιερωθῆναι παρὰ Εὐτυχίου πατριάρχου τὸ δεύτερον. Ἐπὶ τούτου τοῦ βασιλέως καὶ τὸ κῆτος ἑάλω, ὃ εἰς πεντήκοντα καὶ ἐπέκεινα Βυζαντίοις ἠνώχλει ἐνιαυτούς, ὃ πορφύριον ἐκάλουν, οὐκ ἀεὶ μὲν φαινόμενον, ἀλλ’ ἐκ διαλειμμάτων. ὅτε δ’ ἐφαίνετο, πολλὰς μὲν τῶν νηῶν ὑποβρυχίους ἐτίθει, πολλοῖς δὲ φθορᾶς αἴτιον ἀνθρώποις ἐγίνετο, καθ’ οὗ πολλαῖς μὲν ἐχρήσαντο μηχαναῖς, πᾶσαι δ’ ἔμενον ἄπρακτοι, ἑάλω μέντοι δελφῖνας διῶκον. οἱ μὲν γὰρ ἐκεῖνο φεύγοντες τῇ γῇ προσεπέλαζον, τὸ δὲ τὴν κατ’ ἐκείνων ὁρμὴν οὐκ ἀνέκοπτεν, ἕως ἄγχιστά πῃ τῆς γῆς γεγονὸς ἰλύι βαθείᾳ καὶ τελματώδει ἐμπέπτωκεν. ἔνθα δὴ τῷ πηλῷ προσεπέπλαστο καὶ τοῦ τέλματος οὔπως ἔτι ἀναδῦναι δεδύνητο. ὃ τοῖς περιοίκοις γνωσθὲν ὥπλισεν αὐτοὺς κατὰ τοῦ θαλαττίου τούτου θηρός, καὶ ἀξίναις αὐτὸ συγκόψαντες καὶ πελέκεσιν ἀπέκτειναν. εἶτα σχοίνους τῶν ἁδροτέρων τούτου ἐξάψαντες ζεύγεσι βοῶν αὐτὸ τῆς θαλάσσης ἐξείλκυσαν. ἦν δὲ τὸ μῆκος μὲν αὐτοῦ τριάκοντα πήχεων, ἐς δέκα δ’ ηὐρύνετο, ὡς ὁ Καισαρεὺς Προκόπιος καὶ περὶ τούτου ἱστόρησεν. Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως κατὰ τὸν αὐτὸν συγγραφέα καὶ τὰ τῶν Σηρῶν νήματα, ἡ μέταξα δηλαδή, παρὰ Ῥωμαίοις γίνεσθαι ἤρξατο. ἤγετο μὲν γὰρ ἐν Περσῶν ὠνουμένη δι’ ἐμπόρων παρὰ Ῥωμαίους. τὸ τῆς μετάξης χρῆμα οὐκ ᾔδεισαν μέντοι οὔθ’ ὅπως γίνοιτο οὔθ’ ὅτι νήματα σκωλήκων ἐστί. μοναχοὶ δὲ δύο τινὲς πρὸς τὸ Βυζάντιον ἐξ Ἰνδίας ἀφικόμενοι τὴν ταύτης γένεσιν ἀφηγήσαντο καὶ ὑπισχνοῦντο κομίσαι τῶν σκωλήκων ἐκείνων γόνον, ᾠὰ ὄντα τὸν ὄγκον βραχύτατα, καὶ δεῖξαι Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταμείβονται, καὶ ὅπως δημιουργοῦσι τὴν μέταξαν, τὴν φύσιν σχόντα διδάσκαλον. τούτους τοίνυν τοὺς μοναχοὺς ὁ βασιλεὺς Ἰουστινιανὸς δωρεαῖς τε πρὸς τὸ παρὸν καὶ πρὸς τὸ μέλλον λαμπραῖς ὑποσχέσεσι πρὸς τὸ ἔργον ἐπέρρωσεν. οἱ δὲ τά τε τῶν Σηρῶν ᾠὰ μετεκόμισαν ἐς Βυζάντιον καὶ εἰς σκώληκας ταῦτα μετήμειψαν κόπρῳ ἐνθέμενοι καὶ ταύτῃ θερμήναντες καὶ συκαμίνων ἔθρεψαν φύλλοις καὶ μέταξαν εἰργάσαντο δι’ αὐτῶν, κἀντεῦθεν τοῦ λοιποῦ τοῖς Ῥωμαίοις ἐγνώσθη ὅπως ἐργάζοιτο μέταξα. Ἐπιβουλῆς δὲ παρὰ πολλῶν μελετωμένης μηνυθείσης τῷ βασιλεῖ, καὶ ὁ πατρίκιος Βελισάριος κατηγορήθη μετέχειν αὐτῆς, καὶ ἀφείλετο μὲν ὁ βασιλεὺς τοὺς δορυφόρους αὐτοῦ ξύμπαντας, ἐκεῖνον δ’ ἐν τῷ οἴκῳ αὐτοῦ ἀφῆκε τηρούμενον· τελευτήσαντος δὲ ἡ τούτου περιουσία τοῖς βασιλικοῖς ἀπονενέμητο θησαυροῖς. Ἰουστινιανὸς δὲ περὶ τὰ τελευταῖα αἱρέσει ἁλώσιμος γεγονὼς τῇ τῶν Ἀφθαρτοδοκητῶν, οἳ οὐ φθαρτὴν τὴν σάρκα προςλαβεῖν τὸν κύριον, ἀλλ’ ἄφθαρτον ἅμα τῇ προσλήψει εἶναι αὐτὴν δογματίζουσιν, οὕτω πιστεύειν ἅπαντας ἔσπευδεν, ἀντιλέγοντα δ’ αὐτῷ καὶ ἀντιδιατιθέμενον τὸν πατριάρχην Εὐτύχιον ὑπερόριον ἔθετο εἰς Ἀμάσειαν, καὶ προεχειρίσθη πατριάρχης ὁ ἀπὸ σχολαστικῶν Ἰωάννης, Ἀντιοχείας ὢν ἀποκρισιάριος. ἐτελεύτησε δ’ οὕτω φρονῶν Ἰουστινιανός, βασιλεύσας ἔτη τριάκοντα καὶ ὀκτώ, μῆνας ἑπτά, ἡμέρας τρισκαίδεκα, τῷ ἀνεψιῷ αὐτοῦ Ἰουστίνῳ τὴν βασιλείαν καταλιπών, ὃς κουροπαλάτης τετίμητο. Ἦν δὲ οὗτος τὸ γένος Ἰλλυριός, τὴν φύσιν εἰς ἅπαντα περιδέξιος, τὴν γνώμην δὲ μεγαλόψυχος· ὃς εὐσεβὴς ὢν τοὺς παρὰ τοῦ Ἰουστινιανοῦ δομηθέντας ἐπεκόσμει ναοὺς καὶ τὰς ἁψῖδας ἄμφω τῷ ναῷ τῷ ἐν Βλαχέρναις προσέθετο ἐκ καινῆς, ὡς εἶναι τοῦτον σταυροειδῆ· καὶ τὸν ἐν τῷ ὀρφανοτροφείῳ ναὸν τῶν κορυφαίων ἀποστόλων πολυτελῶς ἐδομήσατο καὶ τὸν τῶν θείων Ἀναργύρων ναὸν ἐν τοῖς Βασιλίσκου· καὶ τὸν τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλης καὶ τὸν τοῦ Παλατίου Χρυσοτρίκλινον καὶ τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος ἀνεκαίνισε, καὶ πλείονα δ’ ἕτερα. Ἦν δὲ τούτου γαμετὴ Σοφία, ἣν καὶ Αὐγούσταν ἔστεψεν, ἧς ὀνόματι καὶ τὸν λιμένα τῶν Σοφιῶν ᾠκοδόμησε καὶ βασίλεια πρὸ τῆς πόλεως, Σοφιανὰς δι’ ἐκείνην καὶ ταῦτα καὶ τὸν τόπον κατονομάσας, ἐν οἷς καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε· ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ’ ἠιόνων, χρύσεα συλλέκτρῳ τάδ’ ἀνάκτορα θῆκεν ἀνάσσῃ τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ. ἄξιον, ὦ Ῥώμη μεγαλόκρατες, ἀντία σεῖο κάλλος ἀπ’ Εὐρώπης δέρκεται εἰς Ἀσίην. αὕτη ἡ βασιλὶς Σοφία ἀκριβωσαμένη πάντας τοὺς δανειστὰς καὶ ὅσα τινὲς αὐτοῖς ὤφειλον εἴτε δι’ ἐγγράφων ἢ καὶ δι’ ἐνεχύρων, κατέβαλε μὲν αὐτοῖς τὰ δάνεια οἴκοθεν, ἔλαβε δὲ τὰ ἐνέχυρα καὶ τὰ ἔγγραφα, καὶ τὰ μὲν ἐνέχυρα τοῖς δεσπόταις ἀπέδωκε, τὰ δ’ ἔγγραφα ἐξηφάνισε. νοσεροῦ δὲ τυχὼν σώματος ὁ βασιλεὺς οὗτος καὶ διὰ τοῦτο μὴ συνεχῶς προϊών, τοὺς ἀδικεῖν βουλομένους, ὡς μηδενὸς ὄντος τοῦ ἐκδικοῦντος, ἀδεεστέρους ἐποίησε. καί ποτε προελθὼν ἠνωχλήθη παρὰ πολλῶν ὡς ἀδικουμένων. γέγονεν οὖν ἡ τῶν ἀδικουμένων ἐκδίκησις διὰ φροντίδος αὐτῷ. φροντίζοντι δὲ περὶ τούτου πρόςεισί τις ἐπαγγελλόμενος, εἰ ἔπαρχος γένοιτο καὶ κατὰ πάντων αὐτῷ ἐξουσία δοθῇ, δι’ ὡρισμένου καιροῦ μήτινα εὑρεθῆναι τὸν ἀδικούμενον. ἡσθεὶς οὖν τῇ ὑποσχέσει ταύτῃ ὁ βασιλεὺς τὸν ἄνδρα ἐκεῖνον προεχειρίσατο ἔπαρχον. ὁ δὲ προκαθίσας, προσελθόντος αὐτῷ τινος καὶ αἰτιωμένου τῶν ἐπισημοτέρων συγκλητικῶν ἕνα, μετεκαλέσατο τὸν αἰτιώμενον· ἀλλ’ οὐκ ἀπήντησεν ἐκεῖνος. εἶτα καὶ δεύτερον ἔθετο μήνυμα πρὸς αὐτόν· ὁ δὲ καὶ τούτου καταφρονήσας εἰς τὸ βασιλικὸν ἀπῄει συμπόσιον· ἔτυχε γὰρ κεκλημένος πρὸς τοῦτο. ὡς δὲ τοῦτο ἔγνω ὁ ἔπαρχος, ἀπῆλθε κἀκεῖνος εἰς τὰ ἀνάκτορα καὶ εὗρεν ἤδη συνιστάμενον τὸ συσσίτιον καί φησι πρὸς τὸν βασιλέα "ὑπεσχόμην σοι, βασιλεῦ, διὰ τόσου καιροῦ μηδένα καταλιπεῖν ἀδικούμενον· τοῦτο δὲ πάντως μοι ἀνυσθήσεται, εἰ καὶ τὴν ἐκ τοῦ κράτους σου ἐπικουρίαν ἔχω καὶ τὴν ῥοπήν· εἰ δὲ μᾶλλον αὐτὸς τῶν ἀδικούντων ἀντιποιῇ καὶ φιλίως αὐτοῖς διακείμενος συνεστιωμένους ἔχεις, οὐδέν μοι ἔσται ἀνύσιμον· ἢ γοῦν μὴ μεταδίδου παρρησίας αὐτοῖς ἢ παῦσόν με τῆς ἀρχῆς." καὶ ὁ βασιλεύς, "εἰ αὐτὸς ἐγώ εἰμι" φησίν "ἀδικῶν, ἐξανάστησόν με ἐντεῦθεν." αὐτίκα τοίνυν ὁ ἔπαρχος τὸν αἰτιώμενον ἐκεῖνον ἐκ τῆς πανδαισίας ἐξαναστήσας καὶ εἰς τὸ δικαστήριον καταστήσας καὶ τῷ κατ’ αὐτοῦ λέγοντι συνδικάσας αὐτόν, καὶ γνοὺς ἀδικοῦντα, ἐκεῖνον μὲν ἐκόλασε ταῖς εἰς σῶμα πληγαῖς, τῷ δὲ ἀδικουμένῳ ἐκ τῆς ἐκείνου ὑπάρξεως πολλαπλάσιον ἀποκατέστησε τὸ ἀδίκημα. ὅθεν δείσαντες οἷς ἦν προαίρεσις πλεονεκτική, τοῦ ἀδικεῖν ἀνεστάλησαν καὶ τοῖς ἠδικημένοις εἰς συμβάσεις ἐχώρησαν. Αἱ δὲ πρὸς Πέρσας σπονδαὶ ἐπὶ τούτου τοῦ βασιλέως ἐλύθησαν· δασμὸν γὰρ ἐνιαύσιον λίτρας πεντακοσίας τῶν Ῥωμαίων διδόντων αὐτοῖς, ἵνα τὰ σφίσιν ἀγχίθυρα τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἀβλαβῆ φυλάσσωνται φρούρια, ὁ Ἰουστῖνος οὗτος ἐπονείδιστον εἶναι τὸ φορολογεῖσθαι παρὰ Περσῶν Ῥωμαίους λέγων, ἐπέσχε τὸ χρυσίον. διαπρεσβευσάμενος δὲ πρὸς Ἀρέθαν τὸν Αἰθιόπων βασιλέα ἔπεισεν αὐτὸν τὰ πλησιάζοντα τοῖς Αἰθίοψι τῆς τῶν Περσῶν ἐπικρατείας καταδραμεῖν καὶ ληίσασθαι· διὸ καὶ αὖθις μέσον Περσῶν καὶ Ῥωμαίων ἀνερρίπιστο πόλεμος. στρατηγὸν οὖν τῆς ἀνατολῆς ὁ βασιλεὺς τὸν πατρίκιον Μαρτῖνον προχειρισάμενος ἔπεμψε κατ’ αὐτῶν, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ συνέστη πόλεμος, καὶ πολλοὶ μὲν ἀμφοτέρωθεν ἔπεσον, νικῶσι δ’ ὅμως Ῥωμαῖοι. ὁ δὲ τῶν Περσῶν κρατῶν Ὁρμίσδας Ἀρδαμάνην ἔπεμψε μετὰ βαρείας δυνάμεως τὰ ὑπὸ Ῥωμαίους ληίσασθαι· ὃς πολλὴν ἐπελθὼν χώραν Ῥωμαϊκὴν καὶ λείαν πλείστην ἐξ αὐτῆς ἡρπακὼς ἐπανῆλθε, τοῦ πατρικίου Μαρτίνου μὴ τολμήσαντος αὐτῷ ἀντεπεξελθεῖν. ἃ μαθὼν ὁ βασιλεὺς ἐν συμφορᾷ ἐποιήσατο καὶ τὸν μὲν Μαρτῖνον τὴν στρατηγίαν ἀφείλετο, Ἀρχελάῳ δὲ αὐτὴν ἐνεπίστευσε, καὶ πρὸς Ὁρμίσδαν σπονδὰς ἔθετο αὖθις. ἐκ δὲ τῆς διὰ ταῦτα λύπης νόσῳ φρενίτιδι περιπέπτωκεν, ἤλγει δὲ καὶ τοὺς πόδας. ἀμοιρῶν μέντοι γονῆς οἰκείας, ἔφθη τὸν κόμητα τῶν ἐξκουβίτων Τιβέριον υἱοποιησάμενος καὶ Καίσαρα ἀνειπών. ἀνεθεὶς δὲ τῆς νόσου προσεκαλέσατο τὸν πατριάρχην Εὐτύχιον θανόντος γὰρ τοῦ ἀπὸ σχολαστικῶν Ἰωάννου, πάλιν οὗτος ἐπανήχθη καὶ εἰς τὸν θρόνον ἀποκατέστη τὸν ἀρχιερατικόν, συναθροίσας δὲ καὶ τὴν σύγκλητον καὶ τὸν κλῆρον τῆς ἐκκλησίας βασιλέα τὸν Τιβέριον ἀνηγόρευσεν, ἐπ’ ἀκροάσει πάντων αὐτῷ ἐντειλάμενος τὰ πρὸς θεὸν εὐσεβεῖν, τοὺς ὑπηκόους εὐεργετεῖν, τοὺς ἀδικουμένους ἐκδικεῖν, τοῖς στρατιώταις μὴ ἐνδιδόναι πλεονεκτεῖν, μὴ μέγα ἐπὶ τῇ ἁλουργίδι φρονεῖν, τοῖς εὐποροῦσιν ἀπολαύειν τῶν οἰκείων ἀνεπιφθόνως παραχωρεῖν, τοῖς μὴ ἔχουσιν ὡς δύναμις ἐπαρκεῖν, τὴν βασιλίδα καὶ πρῴην κυρίαν αὐτοῦ προσηκόντως τιμᾶν. ταῦτα παραινέσας καὶ συμβουλεύσας ὁ Ἰουστῖνος τῷ Τιβερίῳ ὁ μὲν ἐξέλιπε. Τῷ δ’ ἡ βασιλεία περιελέλειπτο, στεφθέντι ὑπὸ Εὐτυχίου τοῦ πατριάρχου. ἔχων δὲ γαμετὴν ὁ Τιβέριος Ἀναστασίαν Αὐγούσταν αὐτὴν ἀνηγόρευσεν, ἣ δύο αὐτῷ θυγατέρας ἐγείνατο, Χαριτὼ καὶ Κωνσταντῖναν. Σοφία δὲ ἡ πρῴην βασίλισσα τῶν ἀνακτόρων ὑπαπελθοῦσα εἰς τὰ ὁμώνυμα ἑαυτῇ κατῳκίσθη βασίλεια, βασιλικὴν αὐτῇ τοῦ Τιβερίου δόντος ὑπηρεσίαν, ὡς οἰκείᾳ μητρί. οὗτος ὁ αὐτοκράτωρ καὶ πρὸς Ὁρμίσδαν πρεσβείαν ἐποιήσατο, ἀνανεῶν τὰς σπονδάς. ὁ δὲ τὴν ἀνανέωσιν οὐ προσήκατο· διὸ καὶ ὁ Τιβέριος πρὸς τὸν κατὰ Περσῶν πόλεμον πολλὴν ἡτοίμαζε στρατιὰν καὶ Ἰουστινιανὸν τῶν ἐπισήμων τινὰ τῆς ἀνατολῆς προὐβάλετο στρατηγόν, ὃς ἐπὶ Πέρσας χωρήσας, ἐπεὶ πλησίον αὐτῶν ἐστρατοπεδεύσατο, εἰς λόγους ἧκε πρὸ παρατάξεως καὶ ἔπεισεν αὐτοὺς σπείσασθαι Ῥωμαίοις ἐπὶ τριετίᾳ. ἤδη δὲ τοῦ τρίτου παραρρυϊσκομένου ἐνιαυτοῦ Ὁρμίσδας ὁ τῶν Περσῶν ἀρχηγὸς σὺν ταῖς αὐτοῦ δυνάμεσιν ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. τοῦτο εἰς δειλίαν ἐνέβαλε τὰ ἐκεῖ Ῥωμαίων στρατεύματα· διαλεχθεὶς δὲ τούτοις ὁ σφέτερος στρατηγὸς θάρσος ἅπασιν ἐνεποίησε, καὶ τὴν πρὸς Ὁρμίσδαν μάχην ὑπέστησαν. καὶ μέχρι μέν τινος ταῖς ἐκ τόξων κεχρημένοι βολαῖς ἐδόκουν ὑπερτερεῖν, τῶν Ῥωμαίων ταῖς ἀσπίσι καταφραγνύντων ἑαυτοὺς καὶ μὴ ἀντεπεξιόντων. ἐπεὶ δ’ ἔγνωσαν οἱ Ῥωμαῖοι ἤδη κεκενῶσθαι τὰς φαρέτρας τοῖς ἐναντίοις, συνησπικότες ἀλλήλοις καὶ ἀλαλάξαντες ἐνυάλιον ἐπῆλθον τοῖς Πέρσαις κατὰ συστάδην, ἀγχεμάχοις ὅπλοις αὐτοὺς ἀμυνόμενοι. οἳ οὐδὲ πρὸς βραχὺ τὴν ὁρμὴν αὐτῶν ὑπομείναντες τρέπονται, καὶ ἀναιροῦνται μὲν οἱ πλείους· τὸ δὲ στρατόπεδον αὐτῶν διαρπάζεται· καὶ ἡ μὲν βασιλικὴ τοῦ Ὁρμίσδου σκηνὴ καὶ ἡ ἀποσκευὴ ἐκείνου πᾶσα καὶ οἱ ἐλέφαντες τῷ βασιλεῖ ὑπεξῄρηντο, τὰ δ’ ἄλλα τοῖς στρατιώταις εἰάθησαν. καὶ οἱ Ῥωμαῖοι πρὸς τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησαν καὶ χώραν πολλὴν αὐτῆς ἐληίσαντο. τότε καὶ τὸ τῶν Βλαχερνῶν λοετρὸν οἰκοδομεῖν ὁ Τιβέριος ἤρξατο καὶ πολλοὺς ναοὺς καὶ δημοσίους οἴκους, ξενῶνάς φημι καὶ γηρωκομεῖα, ἀνενεώσατο καὶ τὸν Χρυσοτρίκλινον παρὰ Ἰουστίνου δομηθέντα προσεπεκόσμησεν. Εὐτυχίου δὲ τοῦ πατριάρχου ἐπὶ τέσσαρας ἐνιαυτοὺς τὸ δεύτερον τὸν θρόνον τῆς Βυζαντίδος κοσμήσαντος καὶ ἐκλελοιπότος, χειροτονεῖται πατριάρχης διάκονος τῆς μεγάλης ἐκκλησίας Ἰωάννης ὁ νηστευτής, ἀνὴρ ἱερώτατος. τοὺς δ’ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσαχθέντας δορυαλώτους Πέρσας ἅπαντας μεταμφιάσας ὁ βασιλεὺς μεγαλοπρεπῶς εἰς τὰ οἰκεῖα ἀφῆκεν ἐπανελθεῖν· οὓς ἀνελπίστως οἱ προσήκοντες θεασάμενοι ὑπερεθαύμασαν καὶ δι’ ἐπαίνων τὸν βασιλέα πεποίηντο. ἐπὶ τούτου τοῦ βασιλέως ὁ Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς ᾐτήσατο σταλῆναι αὐτῷ οἰκοδόμους, ἵνα αὐτῷ δομήσωνται λοετρόν. σταλέντων δὲ γέφυραν παρὰ τὸν Δάνουβιν ᾠκοδόμησε, βιασάμενος πρὸς τοῦτο αὐτούς, ἵνα δι’ αὐτῆς ἀπόνως περαιούμενος τὴν ὑπὸ Ῥωμαίους ληίζηται. ἐξ ἐθνικῶν δὲ πλῆθος ἐς χιλιάδας δώδεκα συνιστάμενον ἀθροίσας νέων καὶ σφριγώντων ἀνδρῶν, ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τούτους συνεκρότησε στράτευμα, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας Μαυρίκιον τὸν κόμητα τῶν φοιδεράτων καὶ ὑποστράτηγον Ναρσῆν τὸν κουβικουλάριον ἐκπέπομφε κατὰ τῶν Περσῶν. πολέμου δὲ συρραγέντος τὸ Ῥωμαϊκὸν ὑπερτέρησε στράτευμα καὶ πόλεις τῶν βαρβάρων καὶ πολλὴν χώραν ἀφείλετο. ὑποστρέψαντα δὲ τὸν Μαυρίκιον μετὰ τιμῆς ὁ βασιλεὺς ὑπεδέξατο καὶ κηδεστὴν ἐπὶ τῇ θυγατρὶ Κωνσταντίνᾳ αὐτὸν ἐποιήσατο. τὴν δ’ ἑτέραν τὴν Χαριτὼ τῷ στρατηγῷ συνέζευξε Γερμανῷ καὶ ἄμφω δὲ τετίμηκε Καίσαρε. νόσῳ δὲ φθινάδι περιπεσών, ἐν τῷ τριβουναλίῳ φοράδην ἐκκομισθεὶς ἐκεῖ τὸν οἰκεῖον γαμβρὸν Μαυρίκιον ἀναρρηθῆναι βασιλέα πεποίηκε παρουσίᾳ τοῦ πατριάρχου Ἰωάννου καὶ τῆς συγκλήτου βουλῆς. οὕτω δ’ ὑπὸ τῆς νόσου κατείργαστο ὡς μηδὲ δύνασθαι τοῖς συνειλεγμένοις ὁμιλῆσαι· διὸ καὶ διὰ γραφῆς τούτοις τὸ ἑαυτοῦ παρέστησε βούλημα. ὑποστρέψας δ’ ἐκεῖθεν εἰς τὰ βασίλεια τὴν ζωὴν ἐξεμέτρησε, βασιλεύσας ἔτη τρία, μῆνας δέκα καὶ ἡμέρας ὀκτώ. Ὁ δέ γε Μαυρίκιος τῆς τῶν κοινῶν διοικήσεως εἴχετο, στεφθεὶς ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ. ἦν δέ, ὅτε τῆς αὐταρχίας ἐπέβη, ἐτῶν τεσσαράκοντα πρὸς τρισίν. ἐγράφετο δ’ ἐν τοῖς συμβολαίοις Μαυρίκιος ὁ καὶ Τιβέριος. Χαγάνος δέ, ὁ τῶν Ἀβάρων ἀρχηγός, τὸ Σίρμιον χειρωσάμενος ἐζήτησε προστεθῆναι ταῖς ὀγδοήκοντα χιλιάσι ταῖς ἐτησίως αὐτῷ παρεχομέναις καὶ ἑτέρας εἴκοσι· καὶ ὁ βασιλεὺς εἰρηνεύειν ἐθέλων τὴν προσθήκην ταύτην ἐποίησεν. ὁ δὲ καὶ ἐλέφαντα ᾔτησε, μήπω τὸ ζῷον ἰδών. τὸν μείζονα τοίνυν ὧν εἶχεν ὁ βασιλεὺς αὐτῷ πέπομφεν. ὁ δὲ Χαγάνος ἀπληστευόμενος ἢ προφάσεις τοῦ μὴ εἰρηνεύειν ζητῶν, ἑτέρας εἴκοσι χιλιάδας ταῖς ἑκατὸν προστεθῆναι ἀπῄτησε. μὴ καταδεξαμένου δὲ καὶ ταύτην τὴν προσθήκην τοῦ βασιλέως ἐστράτευσε κατὰ Ῥωμαίων ἐκεῖνος καὶ πόλεις πολλὰς τοῦ Ἰλλυρικοῦ ἐχειρώσατο· ἠπείλει τε καὶ τὸ Μακρὸν καταστρέψαι τεῖχος. στείλας οὖν πρέσβεις πρὸς τὸν βάρβαρον ὁ Μαυρίκιος σπονδὰς ἔθετο. ὁ μέντοι Χαγάνος ἄπληστος καὶ ἄπιστος ὤν, δόλῳ κατὰ Ῥωμαίων ἐγίνετο, αὐτὸς μὲν ἡσυχάζων, ἔθνη δέ τινα τῶν Σκλαβηνῶν παρασκευάσας τὴν ὑπὸ Ῥωμαίους ληίζεσθαι, οἳ καὶ μέχρι τοῦ Μακροῦ τείχους πεφθάκασιν. ὁ βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν προβαλόμενος καὶ δι’ αὐτοῦ τοῖς βαρβάροις ἀθρόως ἐπεξελθών, τῶν Ῥωμαϊκῶν αὐτοὺς ὁρίων ἀπήλασεν, ἀναιρεθέντων πολλῶν, καὶ τὴν λείαν ὅσην ἔλαβον καὶ τοὺς αἰχμαλώτους ἐπανεσώσατο. Φιλιππικῷ δὲ τὴν ἰδίαν συζεύξας ἀδελφὴν κατὰ Περσῶν αὐτὸν σὺν βαρεῖ στρατεύματι ἐξαπέστειλεν. ὁ δὲ ἄγχιστα τῇ Νισίβει γενόμενος κἀκεῖθεν ἐμβαλὼν τῇ Περσίδι, ἤλασεν ἐκεῖθεν λείαν πολλὴν καὶ ἐπανιὼν τῇ τῶν Μήδων χώρᾳ προσέβαλε καὶ ταύτης οὐ μείω τινὰ ληισάμενος ἐπανῆλθεν ἐς τὰ Ῥωμαίων. καὶ αὖθις δὲ τοῖς Περσικοῖς ἐπελθὼν χωρίοις ὁμοίως εὐτύχησε. νοσήσας μέντοι εἰς Μαρτυρόπολιν παραγίνεται, κἀκεῖθεν ἐπανῆκεν εἰς τὸ Βυζάντιον. ἐτέχθη δὲ τῷ Μαυρικίῳ υἱός, ὃν ὠνόμασε Θεοδόσιον. Φιλιππικὸς δὲ καὶ πάλιν κατὰ Περσῶν ἐξεστράτευσε καὶ τὸ περὶ αὐτὸν στρατιωτικὸν ἠρώτησεν εἰ πρόθυμοι τοῖς Πέρσαις εἶεν μαχέσασθαι. οἱ δὲ καὶ ὅρκοις τὸ πρόθυμον αὐτῶν ἐβεβαίουν. ὡς οὖν συνέβαλον τοῖς ἐναντίοις, μέχρι μέν τινος ἀντεῖχον οἱ βάρβαροι· ἐπεὶ δὲ τοὺς ἵππους πλήττειν αὐτῶν ὁ στρατηγὸς τοῖς οἰκείοις παρεκελεύσατο καὶ πολλοὶ τῶν ἵππων πληττόμενοι ἔπιπτον, ἐτράπη τὸ Περσικόν· καὶ τὸ μὲν ἥττητο κραταιῶς καὶ πολὺ τούτου μέρος διέφθαρτο· οἱ Ῥωμαῖοι δὲ λαμπρῶς νενικήκασι καὶ ζῶντας τῶν πολεμίων περὶ δισχιλίους συνέλαβον. Ὁρμίσδας δὲ ὁ τῶν Περσῶν ἀρχηγὸς Βαρὰμ προχειρισάμενος στρατηγὸν συμβαλεῖν Ῥωμαίοις ἐκέλευσεν. ὁ δὲ συμβαλὼν ἡττᾶται· ὃ γνοὺς Ὁρμίσδας γυναικείαν ἐσθῆτα στέλλει αὐτῷ καὶ τὴν στρατηγίαν ἀφείλετο καὶ τῷ ὑποστρατήγῳ αὐτοῦ διὰ γραφῆς ἐνετείλατο τὸν Βαρὰμ ἀνελεῖν. ὁ δὲ οἷ κακοῦ γέγονεν ἐννοήσας, γράμματα ὡς ἐξ Ὁρμίσδου αὐτῷ σταλέντα ἐπλάσατο, ὀργὴν ἐμφαίνοντα κατὰ παντὸς τοῦ στρατεύματος, καὶ συναθροίσας αὐτὸ τά τε γράμματα εἰς ἐπήκοον ἀναγνωσθῆναι πεποίηκε καὶ αὐτὸς αὐτοὺς ἀνεμίμνησκε τῆς ἀπηνείας Ὁρμίσδου καὶ τῆς ὠμότητος καὶ διὰ τούτων ἀντᾶραι χεῖρας ἠρέθισε κατὰ τοῦ σφῶν ἀρχηγοῦ. ἐπελθόντες οὖν ἀθρόον αὐτῷ κατέσχον καὶ ἐνέβαλον εἰς εἱρκτήν. ὁ δὲ ὑποθέσθαι αὐτοῖς περὶ τῆς τῶν Περσῶν ἀρχῆς ἠξίου ἅττα τῷ ἔθνει γινώσκει συμφέροντα, καὶ συνεβούλευε μὴ τὸν Χοσρόην υἱὸν αὐτοῦ ὄντα προκριθῆναι εἰς τὴν ἀρχήν, ἄπληστον ὄντα καὶ ἄδικον, ὑβριστήν τε καὶ ἀλαζονικώτατον, ἀλλ’ ἕτερον υἱὸν αὐτοῦ προχειρισθῆναι τοῦ ἔθνους ἄρχειν. ἀντιπεσόντων δὲ τοῖς λόγοις τούτου ἐνίων τῶν ἐν ὑπεροχαῖς καὶ κατ’ αὐτοῦ τοὺς Πέρσας ἐκμηνάντων, ὁ μὲν υἱὸς αὐτοῦ, ὃν εἰς τὴν ἀρχὴν ἐκεῖνος προέκρινε, καὶ ἡ μήτηρ ἐκείνου ἐνώπιον αὐτοῦ ἀνῃρέθη παρὰ τοῦ πλήθους, καὶ αὐτὸς δὲ ἐξεκόπη τὰ ὄμματα καὶ οὕτω καθείρχθη. ὁ δέ γε Χοσρόης εἰς τὴν ἀρχὴν ᾑρέθη παρὰ τοῦ ἔθνους παντός· καὶ μέχρι μέν τινος φιλοφρόνως πρὸς τὸν πατέρα διέκειτο, τῆς μὲν φρουρᾶς οὐ λύσας αὐτόν, πᾶσαν δὲ θεραπείαν αὐτοῦ ἐκεῖσε ποιούμενος. ὁ δὲ οὐδὲν τῶν παρὰ τοῦ υἱοῦ αὐτῷ στελλομένων προσίετο, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον τὰς φιλοφροσύνας ἠμείβετο. θυμῷ οὖν διὰ ταῦτα ληφθεὶς ὁ Χοσρόης, ῥοπάλοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τὸν πατέρα θανεῖν. τοῦτο μῖσος ἐγγενέσθαι τοῖς Πέρσαις κατὰ Χοσρόου ἐποίησεν· ὁ δὲ κατὰ Βαρὰμ ἐξεστράτευσε, καὶ ὑποπτεύσας τινὰς τῶν παρ’ αὐτῷ μεγιστάνων τῷ Βαρὰμ προσκεῖσθαι ἀνεῖλεν αὐτούς. τοῦ δὲ στρατεύματος κατ’ αὐτοῦ στασιάσαντος, δείσας ἐκεῖνος μετά τινων ὀλίγων ἀποδιδράσκει καὶ πρὸς Ῥωμαίους ἀφίκετο. ὃ μαθὼν ὁ Μαυρίκιος κελεύει τῷ στρατηγοῦντι τῆς χώρας ὑποδέξασθαι τὸν Χοσρόην βασιλικαῖς θεραπείαις καὶ δεξιώσεσι. στέλλει δὲ Ναρσῆν μετὰ στρατευμάτων συμμαχῆσαι Χοσρόῃ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς τὴν οἰκείαν ἀρχήν. συμβαλὼν τοίνυν ὁ Ναρσῆς τῷ Βαρὰμ νίκην ἤρατο περιφανῆ, πολλοὺς μὲν τῶν Περσῶν ἀνελών, ζωγρήσας δὲ περὶ ἑξακισχιλίους, οὓς τῷ Χοσρόῃ προσήγαγεν· ὁ δὲ κατηκόντισεν ἅπαντας. ὅσοι δ’ ἐν τοῖς ζωγρηθεῖσιν ἦσαν τοῦ Τούρκων ἔθνους τῷ Βαρὰμ συμμαχοῦντες, τούτους ἀνέπεμψεν εἰς Μαυρίκιον, ὧν πολλοὶ ἐπὶ τῶν μετώπων σταυροὺς ἔφερον, καταστιχθέντων αὐτοῖς τῶν ἐπισκυνίων καὶ μέλανος ἐγχεθέντος τοῖς στίγμασιν εἰς τύπον σταυροῦ. οἳ περὶ τούτου ἐρωτώμενοι ἔλεγον πρὸ καιροῦ ἱκανοῦ λοιμῷ τὸ γένος αὐτῶν διαφθείρεσθαι, τινὰς δὲ τῶν παρ’ αὐτοῖς χριστιανῶν ὑποθέσθαι τοῦτο αὐτοῖς, καὶ μηδένα τῶν τοῦτο πεποιηκότων κινδυνεῦσαι ἐκ τοῦ λοιμοῦ. ὁ μὲν οὖν Βαρὰμ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο· ὁ δὲ Χοσρόης εἰς τὴν ἰδίαν ἀρχὴν καὶ χώραν ἐπανελήλυθε. λέγεται δὲ πρὸ τῆς νίκης, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἄλλως διατιθέναι σκεπτομένου τὸν πόλεμον, τὸν Χοσρόην ἐνίστασθαι μὴ κατὰ τὸ δοκοῦν ἐκείνῳ συγκροτῆσαι τὴν μάχην, ἀλλ’ ἄλλον ὑποτιθέναι τρόπον· τὸν δὲ στρατηγὸν ἀσύμφορον εἶναι λέγειν τὸ οὕτω μαχέσασθαι, καὶ τὸν Χοσρόην τοῦ σκοποῦ μὴ μεθίεσθαι, ὥστε παροξυνθέντα τὸν στρατηγὸν ἀποσκῶψαι πρὸς τὸν Χοσρόην, ἀστρατήγητον αὐτὸν εἰπόντα καὶ ἀδαῆ πολεμικῶν παρατάξεων. τὸν δὲ δηχθέντα ἐπὶ τοῖς σκώμμασιν, ὄντα δὲ καὶ ἐν γνώσει τῆς κατὰ τοὺς ἀστέρας κινήσεως κἀντεῦθεν αὐχοῦντα γινώσκειν τὰ μέλλοντα, φάναι "εἰ μὴ ὑπὸ τῶν πραγμάτων ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρσησας, στρατηγέ, τὸν μέγαν βασιλέα βάλλειν τοῖς σκώμμασιν. ὅτι δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἄκουσον τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς Ῥωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς χώρας τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐτῶν Ῥωμαῖοι Πέρσας δουλαγωγήσετε." τούτων δὲ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδημῆσαι ἀνθρώποις. ἀλλὰ ταῦτα μὲν ταύτῃ. Ὁ δὲ αὐτοκράτωρ Μαυρίκιος τὸν υἱὸν Θεοδόσιον ἀνηγόρευσε βασιλέα κατὰ τὸ πάσχα στεφθέντα ὑπὸ τοῦ πατριάρχου Ἰωάννου. καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων πρῴην ἀρχθέντα κτίζεσθαι παρὰ Τιβερίου, ἀτελῆ δὲ καταλειφθέντα, αὐτὸς ἀνεπλήρωσεν. εἰρήνης δὲ γεγονυίας πρὸς Πέρσας, τὰς δυνάμεις ἐξ ἑῴας ἐπὶ τὴν Θρᾴκην μετήνεγκε καὶ αὐτὸς ἐξῆλθε τῆς Βυζαντίδος τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα θεάσασθαι. ὅτε καὶ ὁ ἥλιος ἐσκιάσθη, καὶ γυνή τις ἐν Θρᾴκῃ παιδίον ἔτεκεν οὔτε ὀφθαλμοὺς οὔτε βλέφαρα ἔχον οὔτε χεῖρας οὔτε βραχίονας, ἰχθύος δὲ οὐραῖον πρὸς τῷ ἰσχίῳ προβεβλημένον. τοῦ μέντοι Χαγάνου τῇ Θρᾴκῃ ἐπελθόντος μετὰ πλήθους ἀπείρου, ὁ τῶν Ῥωμαίων στρατηγὸς Πρίσκος δείσας εἰς τὸ φρούριον Τζουρουλοῦ συνέκλεισεν ἑαυτόν. ὁ δὲ βάρβαρος πολιορκεῖν αὐτὸ ἡτοιμάζετο. τότε κατεστρατήγησεν ἐκείνου Μαυρίκιος τρόπῳ τοιούτῳ· γράμμα πρὸς Πρίσκον συντίθησιν ἀντέχειν αὐτὸν παραινοῦν· μικρὸν γὰρ ὅσον τοὺς βαρβάρους μετ’ αἰσχύνης ἀναχωρῆσαι. στέλλεσθαι γὰρ πλοῖα εἰς τὴν χώραν αὐτῶν σὺν στρατεύματι ληίσασθαι τὰς οἰκίας αὐτῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν δορυαλώτους ἑλεῖν. τοῦτο τὸ γράμμα δίδωσί τινι, ἐπισκήψας αὐτῷ περιπεσεῖν τοῖς βαρβάροις ἐν τῷ πρὸς Πρίσκον δῆθεν πορεύεσθαι. οὗ γενομένου, τὴν ἐπιστολὴν ὁ βάρβαρος ἀναγνοὺς καὶ δείσας περὶ τοῖς οἰκείοις, σπένδεται πρὸς Πρίσκον ἐπὶ δώροις ὀλίγοις καὶ ἄπεισιν. ἔκτισε δὲ Φιλιππικὸς ἐν Χρυσοπόλει μονὴν ἐπ’ ὀνόματι τῆς Θεοτόκου καὶ οἶκον ἐν ταύτῃ λαμπρότατον, ἵν’ ἐν αὐτῷ τὸν Μαυρίκιον ὑποδέχοιτο. Ὁ δέ γε Κωνσταντινουπόλεως πατριάρχης Ἰωάννης ὁ νηστευτὴς τὸν βίον λιπὼν πρὸς τὰς ἀϊδίους μετέστη μονάς, κοσμήσας τὸν ἀρχιερατικὸν θρόνον ἐπὶ ἔτη τρισκαίδεκα καὶ ἐπέκεινα. προεχειρίσθη οὖν πατριάρχης Κυριακός, ἱερεὺς καὶ οἰκονόμος τῆς ἐκκλησίας τῆς μεγάλης. ὑφ’ οὗ ὁ τῆς ὑπεραγίας θεοτόκου ναός, ὃς τῆς Διακονίσσης λέγεται, ᾠκοδόμηται. καὶ Πέτρος, ὁ τοῦ Μαυρικίου ὁμαίμων, τὸν ναόν, ὃς τοῦ Ἀρεοβίνδου καλεῖται, τῇ θεοτόκῳ ἀνήγειρε. Σοφία δὲ ἡ βασιλὶς καὶ ἡ Αὐγούστα Κωνσταντῖνα στέμμα προσήνεγκαν τῷ βασιλεῖ λίθοις ὑπερτίμοις καὶ μαργάροις ὑπερφυέσι κεκοσμημένον. ὁ δὲ τοῦτο λαβὼν ἀνέθετο τῷ θεῷ, τῇ ἐκκλησίᾳ προσαγαγών. Ὁ Χαγάνος μέντοι καὶ αὖθις πρὸς τὰ Ῥωμαίων ἐχώρησε. καὶ τούτῳ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἀντιταττομένων, ποτὲ μὲν ἐκράτει, ἐνίοτε δ’ ἥττητο. ἐν μιᾷ δὲ ἡμέρᾳ υἱοὶ αὐτοῦ ἑπτὰ ἐκ νόσου λοιμικῆς καὶ πυρετοῦ ἐτελεύτησαν. Κομεντίολον δὲ στείλας ὁ βασιλεὺς κατὰ Χαγάνου μετὰ πολυπληθοῦς στρατιᾶς λέγεται ἐντείλασθαι αὐτῷ προδοῦναι τοῖς ἐναντίοις τὸ στρατιωτικὸν διά τινας στάσεις καὶ ἀταξίας τούτοις μνησικακῶν. καὶ συμβαλὼν τοῖς βαρβάροις ἀσυντάκτως ὁ Κομεντίολος, αὐτὸς μὲν μετὰ τῶν περὶ αὐτὸν εἰς φυγὴν ἐτράπη, πρὸς τοῦτο προπαρασκευασάμενος. τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δ’ ἐζωγρήθησαν. εἶναι δὲ τοὺς ζωγρηθέντας φασὶ περὶ δώδεκα χιλιάδας. καὶ ὁ Χαγάνος τῇ νίκῃ ταύτῃ ἐξογκωθεὶς ἄχρι τοῦ Μακροῦ τείχους ἀφίκετο. συλλέξας δὲ ὁ βασιλεὺς λαὸν εἰς φυλακὴν τοῦ τείχους τούτους ἐκπέπομφεν. ἐκ δὲ τῆς λοιμικῆς νόσου οὐ μόνοι οἱ τοῦ Χαγάνου υἱοί, ὡς εἴρηται, ἔθανον, ἀλλὰ καὶ πλῆθος τῶν Ἀβάρων πολύ· ὅθεν ἀθυμήσας ὁ βάρβαρος ἔσπευδεν εἰς τὰ οἰκεῖα ἐπαναζεῦξαι. δηλοῖ οὖν τῷ Μαυρικίῳ ἐξωνήσασθαι τοὺς αἰχμαλώτους, ἓν ἐφ’ ἑκάστῳ διδόντι νόμισμα· ὁ δὲ βασιλεὺς οὐ κατένευσε. καὶ ὁ Χαγάνος ᾔτησε λαβεῖν εἰς ἕκαστον τῶν αἰχμαλώτων ἀνὰ ἥμισυ τοῦ νομίσματος. ὁ δὲ οὐδὲ οὕτως τοὺς ἁλόντας ἠθέλησε πρίασθαι, τὸ μέν τι ἐκ φειδωλίας ἥττητο γὰρ χρημάτων, τὸ δέ τι τοῖς στρατιώταις μνησικακῶν. ἐκμανεὶς οὖν ὁ βάρβαρος πάντας ξίφεσιν ἐξεθέρισε καὶ ἀνέζευξεν. ἐντεῦθεν πᾶσι μῖσος κατὰ τοῦ βασιλέως ἐφύετο καὶ πρὸς πάντων ἐλοιδορεῖτο. ὁ δὲ στρατὸς κατὰ Κομεντιόλου ἀναφορὰν ἐποιήσατο, ὡς προδόντος ἐν τῷ πολέμῳ τὸ στρατιωτικόν. τοῖς δὲ τὴν ἀναφορὰν ταύτην ποιουμένοις συνῆν καὶ ὁ στρατιώτης Φωκᾶς καὶ ἀναιδῶς τῷ βασιλεῖ διελέγετο, ὡς τυπτηθῆναι παρά τινων. ὁ δὲ βασιλεὺς μὴ προσσχὼν τοῖς κατὰ τοῦ Κομεντιόλου αἰτιάμασιν ἀπράκτους τοὺς αὐτὸν αἰτιωμένους ἀνέπεμψε. λιτανεύοντος οὖν τοῦ βασιλέως στάσις ἠγέρθη παρὰ τοῦ δήμου, καὶ λίθοι κατ’ αὐτοῦ παρά τινων ἠκοντίσθησαν· ὧν ζήτησιν ὁ βασιλεὺς ποιησάμενος καί τινας εὑρηκὼς ἐκόλασε. τῷ γε μὴν υἱῷ αὐτοῦ Θεοδοσίῳ κατηγγύησε τὴν θυγατέρα Γερμανοῦ πατρικίου, τοῦ πατριάρχου Κυριακοῦ τὴν ἐπὶ τῷ γάμῳ πληρώσαντος τελετήν. μοναχὸς δέ τις ξίφος κατέχων γυμνὸν ἀπὸ τοῦ Φόρου μέχρι τῆς Χαλκῆς προελήλυθεν, ἐν φόνῳ μαχαίρας λέγων τεθνήξεσθαι τὸν Μαυρίκιον. ὁ δὲ βασιλεὺς τὸ ἐπὶ τοῖς αἰχμαλώτοις ἀνόμημα ἀναλογισάμενος ἱκέτευε τὸν θεὸν ἐν τῇ παρούσῃ ζωῇ τὴν ὑπὲρ τούτου δίκην ἐκτῖσαι καὶ πανταχοῦ διεπέμψατο, ἀξιῶν πάντας τοῦτο αἰτεῖν τὸν θεόν. φήμης δὲ κρατούσης ὅτι τοῦ μέλλοντος αὐτὸν διαδέξασθαι ἐκ τοῦ φ στοιχείου τὸ ὄνομα ἄρχεται, τὸν γαμβρὸν αὐτοῦ Φιλιππικὸν τοῦτον ᾤετο εἶναι. καὶ ἦν αὐτῷ δι’ ὑποψίας ὁ ἄνθρωπος καὶ διομνύμενος μήποτέ τι κατὰ νοῦν τοιοῦτον βαλέσθαι, οὐκ ἔπειθεν. ὄναρ δέ ποτε τῷ βασιλεῖ θεαθὲν τὴν κατὰ τοῦ Φιλιππικοῦ ἔλυσεν ὑποψίαν. τὸ δ’ ὄναρ· ἐδόκει πλῆθος παρεστάναι πολὺ τῷ ἄνωθεν τῆς Χαλκῆς πύλης τοῦ σωτῆρος Χριστοῦ ἐκτυπώματι καὶ καταβοᾶν τοῦ βασιλέως, φωνὴν δ’ ἐκ τῆς εἰκόνος γενέσθαι, παραστῆναι καὶ τὸν Μαυρίκιον, καὶ τὸν αὐτίκα ἀχθῆναι καὶ ἐρωτᾶσθαι ὅποι βούλεται τὴν ἔκτισιν ἀποδοῦναι τοῦ ἀνομήματος οὗ καὶ εἰς τοὺς αἰχμαλώτους εἰργάσατο, ἐν τῷ νῦν αἰῶνι ἢ ἐν τῷ μέλλοντι. τὸν δὲ "ἐνταῦθα" φάναι, "φιλάνθρωπε δέσποτα." καὶ ἀκοῦσαι φωνῆς λεγούσης "παράδοτε οὖν αὐτὸν παγγενῆ Φωκᾷ τῷ στρατιώτῃ." διυπνισθεὶς τοίνυν ἐκ τῆς ἀγωνίας ὁ βασιλεὺς καὶ τὸν Φιλιππικὸν μετακαλεσάμενος πρῶτα μὲν συγγνώμην ᾔτει, ὡς μάτην ὑπονοῶν κατ’ αὐτοῦ, εἶτα ἤρετο εἰ ἐν τοῖς Ῥωμαϊκοῖς τάγμασιν οἶδε στρατιώτην Φωκᾶν. ὁ δὲ εἰδέναι ἀνταπεκρίνατο καὶ τοῦτον εἶναι τὸν πρὸ μικροῦ σταλέντα παρὰ τῆς στρατιᾶς, "ὅς σοι καὶ ἰταμώτερον διελέγετο." καὶ ὁ βασιλεὺς οἷός ἐστιν ὁ ἀνὴρ τὴν ἡλικίαν καὶ τὸ ἦθος προσήρετο· καὶ ὁ Φιλιππικὸς νέον εἶναι τὸν Φωκᾶν εἶπε, τὸν δὲ τρόπον θρασὺν καὶ δειλόν. πρὸς τοῦτο δὲ ὁ βασιλεὺς ἀντεφθέγξατο "εἰ δειλὸς καὶ φονεύς" καὶ διηγήσατο τὸ ὄναρ αὐτῷ. ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ ὁ λεγόμενος ξιφίας. τῷ γοῦν ἀδελφῷ αὐτοῦ Πέτρῳ στρατηγοῦντι τότε ἐπιστέλλει ὁ βασιλεὺς διαβάντι τὸν Ἴστρον μετὰ τῆς στρατιᾶς ἐκεῖθεν αὐτῇ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι. ἦν δὲ τοῦτο διὰ φιλαργυρίαν οἰκονομούμενον, ἵνα ληιζόμενον τὸ ὁπλιτικὸν ἀποτρέφοιτο καὶ αὐτὸς κερδήσοι τὸ στρατιωτικὸν σιτηρέσιον. τοῦτο στάσιν τῇ στρατιᾷ ἐνεποίησε· καὶ αὐτίκα βασιλεὺς παρ’ αὐτῶν ὁ Φωκᾶς ἀνηγόρευτο· ἐτύγχανε δ’ ὢν ἑκατόνταρχος. ὁ δὲ στρατηγὸς Πέτρος τοῦτο μαθὼν ἔφυγε καὶ τῷ βασιλεῖ αὐτάγγελος τοῦ γεγονότος ἐγένετο. ὁ δὲ καὶ τῶν ἐν τῇ πόλει στασιαζόντων ὑπεξῆλθε τῶν ἀνακτόρων καὶ δρόμωνι ἐμβεβηκὼς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἀπέδρα· τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον πρὸς Χοσρόην ἀπέστειλεν, ἵνα ἀπομνημονεύσας ἐκεῖνος τῶν παρὰ Μαυρικίου γενομένων αὐτῷ κἀκεῖνος εἰς αὐτὸν τὰ ἴσα ἐνδείξηται. ὡς δ’ ἐγνώσθη τῷ πλήθει ἡ τοῦ βασιλεύοντος ὑποχώρησις, καὶ τὴν στάσιν ἐπὶ μεῖζον ἦρε καὶ τὸν Μαυρίκιον δυσφημεῖσθαι διὰ τῆς ἀγορᾶς παρεσκεύασεν. Ἤδη δὲ τοῦ Φωκᾶ μὴ πόρρω τῆς Βυζαντίδος τυγχάνοντος, οἱ τοῦ δήμου τῶν Πρασίνων ἐξῄεσαν εὐφημοῦντες αὐτόν. ὃς σὺν αὐτοῖς ἐν τῷ Ἑβδόμῳ παραγενόμενος, ἐκεῖ παρὰ τοῦ πατριάρχου ταινιοῦται τὴν κεφαλήν· καὶ εἰσελθὼν εἰς τὰ βασίλεια καὶ τὴν γυναῖκα Λεοντίαν Αὐγούσταν εὐθὺς ἀνηγόρευσε τῶν δήμων παρόντων· ὅτε διὰ τόπους, ἐν οἷς ἵσταντο, ἀμφιβολίας γενομένης τοῖς Πρασίνοις καὶ τοῖς Βενέτοις, στασιάζειν ἤρξαντο κατ’ ἀλλήλων. πέμψας δέ τινας ὁ Φωκᾶς κατευνάζειν αὐτοῖς τὴν στάσιν ἐπεχείρει. ἑνὸς οὖν τῶν σταλέντων τὸν τῶν Βενέτων ὑβρίσαντος δήμαρχον καὶ τοῦτον ὠθήσαντος, μὴ ἐνεγκόντες οἱ τοῦ δήμου τοῦτο ἔκραζον "ἄπιθι, μάθε κατάστασιν, ὁ Μαυρίκιος ζῇ." ἐντεῦθεν ὁ τύραννος εἰς τὸν τοῦ Μαυρικίου φόνον ἠρέθιστο· καὶ ἀχθέντος εἰς τὸν ἐν Χαλκηδόνι τοῦ Εὐτροπίου λιμένα προανῃρέθησαν ἐπ’ ὄψεσιν αὐτοῦ οἱ παῖδες αὐτοῦ. ὁ δὲ "δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου" ἐφ’ ἑκάστῳ ἐφθέγγετο, γενναίως φέρων τὴν συμφοράν. ἔδειξε δὲ μᾶλλον τὴν τοῦ ἀνδρὸς γενναιότητα καὶ τὸ φέρειν εὐγνωμόνως τὸν πειρασμὸν ὕστατον αὐτοῦ παιδίον καὶ ὑπομάζιον· τῆς γὰρ αὐτὸ τιθηνούσης, ἵνα μὴ πάντῃ τὸ γένος τοῦ Μαυρικίου ἐξόληται, ὑποκλεψάσης τὸ τιθηνούμενον, ἀντιδούσης δὲ τὸ οἰκεῖον πρὸς τὴν σφαγήν, ὁ Μαυρίκιος τὸ ἑαυτοῦ ἐνεχθῆναι ἐζήτησεν. εἶτα καὶ αὐτὸς μεγαλοψύχως ἐδέξατο τὴν σφαγήν. λέγεται δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεοδόσιον ἀπιόντα πρὸς Χοσρόην κατασχεθῆναι καὶ ἀχθέντα πρὸς Φωκᾶν ἀναιρεθῆναι καὶ τὴν βασίλισσαν Κωνσταντῖναν καὶ τὰς τρεῖς θυγατέρας αὐτῆς, καὶ ταφῆναι ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, τῷ πλησίον τοῦ τείχους, ὃν ἔκτισε Φαρασμάνης ἐκτομίας, ἐπὶ τοῦ κοιτῶνος γεγονὼς Ἰουστινιανοῦ. ἐπεγράφησαν δὲ τῷ τάφῳ αὐτῆς τὰ ἡρωελεγεῖα ταῦτα· ἅδ’ ἐγὼ ἡ τριτάλαινα καὶ ἀμφοτέρων βασιλήων Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ, ἡ πολύπαις βασίλεια καὶ ᾗ δείξασα λοχείῃ ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη, κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς. τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα, τῆς Ἰοκάστης, αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς. ναὶ ναὶ τὸν γενέτην· τί μάτην τὰ νεογνὰ ἔκτειναν ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα; ἁμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη· ῥίζα γὰρ ἐκλάσθη Θρηικίοις ἀνέμοις. ἔθανε δὲ Μαυρίκιος ἐτῶν ἑξήκοντα καὶ τριῶν, εἴκοσι βασιλεύσας ἐνιαυτούς. Φωκᾶ δὲ κρατήσαντος ὁ Ναρσῆς ἀπεστάτησε καὶ κατέσχε τὴν Ἔδεσαν. προστάξει δὲ Φωκᾶ Γερμανὸς τῷ Ναρσῇ ἀντιμαχεσάμενος συμμαχουμένῳ παρὰ Χοσρόου ἡττήθη· καὶ πλη- γεὶς μεθ’ ἡμέρας τέθνηκε. μετὰ δὲ ταῦτα καταφυγὼν εἰς τὴν Ἱερὰν πόλιν Ναρσῆς καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ Φωκᾶ τοῦ μαγίστρου Δομεντζιόλου πίστεις ἐνόρκους λαβὼν πρὸς Φωκᾶν ἀπεστάλη. ὁ δὲ μηδὲν τοὺς ὅρκους ὑποσταλεὶς πυρὶ αὐτὸν παραδέδωκεν. οὗτος ὁ Ναρσῆς τὸν τοῦ ἁγίου Παντελεήμονος ναὸν ἐδομήσατο καὶ τὸν τῶν ἁγίων μαρτύρων Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου, καὶ τὸν ἐκεῖ ξενῶνα. οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ τὸν ἀδελφὸν Μαυρικίου Πέτρον ἀνεῖλε, καὶ Γερμανόν, τὸν πενθερὸν Θεοδοσίου τοῦ υἱοῦ Μαυρικίου, καὶ τὴν θυγατέρα τοῦ Γερμανοῦ καὶ πᾶσαν τὴν Μαυρικίου συγγένειαν. Φιλιππικὸς δὲ κείρεται κληρικὸς καὶ εἰς τὴν αὐτοῦ μονὴν ἐν Χρυσοπόλει διέτριβε. καὶ ἄλλους δὲ πολλοὺς ἔκτεινεν ὁ Φωκᾶς καὶ ποιναῖς ἀπηνέσιν ἐκόλαζε. Κυριακοῦ δὲ τοῦ πατριάρχου ἐκλιπόντος μετὰ ἐνιαυτοὺς ἕνδεκα ἐξότου προεχειρίσθη, πατριάρχης ἐγένετο Θωμᾶς σακελλάριος καὶ τῆς μεγάλης ἐκκλησίας διάκονος. πολυειδῆ μέντοι τότε κακὰ τοὺς Ῥωμαίους κατέλαβεν. ἐν μὲν γὰρ τῇ ἑῴᾳ Πέρσαι τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. τὴν Ἀρμενίαν δὲ καὶ Καππαδοκίαν καὶ τὴν Παφλαγονίαν καὶ Γαλατίαν κατέδραμον καὶ μέχρι Χαλκηδόνος προήλθοσαν, ἅπαντα ληιζόμενοι. ἐν δὲ τῇ Εὐρώπῃ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν, καὶ τὰ Ῥωμαϊκὰ στρατόπεδα, ἃ ἐν ἀμφοτέροις ἦσαν τοῖς τμήμασι, διεφθάρησαν· καὶ ἄλλως δὲ πολλὴ τῶν ἀνθρώπων θνῆσις ἐγένετο καὶ ἀφορία καρπῶν καὶ ζῴων φθορὰ ἐκ βαρυτάτων χειμώνων. ἐπὶ πᾶσι δὲ ὁ ἀλάστωρ Φωκᾶς ἐν ἵππων ἁμίλλῃ τῶν δήμων πρὸς αὐτόν τι ἀποσκωψάντων, ἐκμανεὶς πολλοὺς μὲν ἀνεῖλε, πολλοὺς δὲ ἠκρωτηρίασεν, ἐνίους μέντοι καὶ κατεπόντωσε, πλείστους δὲ καὶ τῷ ἐπάρχῳ παρέδωκεν, ἵνα κολάσῃ αὐτούς, οἳ ἐν τῷ πραιτωρίῳ καθείρχθησαν. οἱ δὲ ὄχλοι ὁμοῦ γενόμενοι ἐνέπρησαν τὸ πραιτώριον, καὶ οἱ καθειργμένοι διέφυγον. Ἑβραῖοι δὲ στασιάσαντες ἐν Ἀντιοχείᾳ κατὰ χριστιανῶν ἀνεῖλον τῶν Ἀντιοχέων πολλοὺς καὶ αὐτὸν δὲ τὸν πατριάρχην τῆς πόλεως Ἀναστάσιον καὶ τὸν νεκρὸν αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ. στείλας δὲ ὁ Φωκᾶς οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠκρωτηρίασε καὶ τῆς πόλεως ἐξεδίωξεν. ὁ μέντοι πατριάρχης Θωμᾶς ἐπὶ τρία ἔτη καὶ μῆνας δύο τῆς ἐκκλησίας προστὰς ἐτελεύτησε, καὶ ἀντεισήχθη Σέργιος, τῆς μεγάλης ἐκκλησίας διάκονος. Τὴν θυγατέρα δὲ ὁ Φωκᾶς Δομνεντίαν Πρίσκῳ τῷ στρατηλάτῃ συνέζευξε καὶ μετὰ τοὺς γάμους ἱππικὸν ἀγῶνα ἄγων ἐθεάσατο σὺν ταῖς αὐτοῦ εἰκόσι καὶ τοῦ Πρίσκου καὶ τῆς αὐτοῦ γυναικὸς Δομνεντίας ἱσταμένας εἰκόνας, καὶ ἐκμανὴς γεγονὼς ἐκτμηθῆναι τοὺς δημάρχους ἐκέλευσε. δεηθέντων δὲ τῶν δήμων μόλις ἀφῆκεν αὐτούς. ἐκ ταύτης οὖν τῆς αἰτίας ὁ Πρίσκος δεδοικὼς περὶ τῇ ζωῇ, ἅμα δὲ καὶ τὴν κατὰ πάντων τοῦ Φωκᾶ τυραννίδα μισῶν, ἐζήτει καταλῦσαι τὸν τύραννον. ὢν δὲ ὁ Φωκᾶς γυναικομανής τε καὶ μέθυσος καὶ ὠμὸς καὶ αἱμοχαρὴς ἐμισήθη παρὰ πάντων. καὶ στρατηγοῦντος ἐν Ἀφρικῇ καὶ Λιβύῃ Ἡρακλείου, τοῦ πατρὸς τοῦ βασιλεύσαντος Ἡρακλείου, οἱ τῆς συγκλήτου καὶ αὐτὸς ὁ Πρίσκος ὁ στρατηλάτης διεπέμποντο πρὸς αὐτόν, δεόμενοι ἀπαλλαγῆναι τῆς τυραννίδος Φωκᾶ. ἦν δὲ τῷ εἰρημένῳ στρατηγῷ Ἡρακλείῳ ὑποστράτηγος Γρηγορᾶς τις τῶν ἐπισήμων. οὗτοι γοῦν ἄμφω συμπνεύσαντες στέλλουσι κατὰ τοῦ τυράννου τοὺς ἰδίους υἱούς, ὁ μὲν Ἡράκλειος τὸν Ἡράκλειον πολλαῖς ναυσὶ καὶ πλῆθος στρατιωτῶν πλοϊζόμενον, ὁ δὲ πατρίκιος Γρηγορᾶς τὸν Νικήταν πεζοποροῦντα σὺν ἱππόταις πολλοῖς καὶ πεζῇ στρατιᾷ, ἐπὶ συνθήκαις τοῦ τὸν προκαταλαβόντα τὴν ὑπερκειμένην τῶν πόλεων καὶ καθελόντα τὸν τύραννον τῆς βασιλείας ἀξιωθήσεσθαι. ταῦτα μαθὼν ὁ Φωκᾶς τὴν τοῦ Ἡρακλείου μητέρα καὶ τὴν μνηστὴν Εὐδοκίαν, ἣν ἐξ Ἀφρικῆς ἐμνηστεύσατο, θυγατέρα οὖσαν τοῦ τῆς χώρας ἐκείνης πρωτεύοντος, κατασχὼν κατέκλεισεν ἐν μονῇ. προκατέλαβε τοίνυν Ἡράκλειος καὶ προσώρμισε τῷ λιμένι τῶν Σοφιῶν καὶ μάχης συγκροτηθείσης ὑπερέσχε τῶν τοῦ Φωκᾶ. συνήργητο γὰρ καὶ ὑπὸ τοῦ Κρίσπου τὴν τοῦ ἐπάρχου τότε μετιόντος ἀρχήν. Φώτιος δὲ τῶν ἐπιφανῶν ὑπάρχων, οὗ τὴν γυναῖκα ὁ τύραννος βίᾳ ἐμοίχευσε, σὺν πλήθει στρατιωτῶν καταλαβὼν τὰ βασίλεια κατέσπασε τοῦ θρόνου τὸν τύραννον οἱ γὰρ περὶ αὐτὸν ἀπογνόντες τῶν βασιλείων ὑπανεχώρησαν καὶ ἀποδύσας τὴν πορφυρίδα φαιὰν ἐσθῆτα ἐνέδυσε καὶ δέσμιον τῷ Ἡρακλείῳ παρέστησεν. ὁ δὲ ἰδὼν αὐτὸν ἔφη "οὕτως, ἄθλιε, τὰ τῆς πόλεως διῴκησας πράγματα;" καὶ ὁ Φωκᾶς ἀπονοίᾳ κάτοχος ὢν ἀπεκρίνατο "σὺ δὲ κρειττόνως μᾶλλον διοικήσεις αὐτά;" ὀργισθεὶς δὲ ὁ Ἡράκλειος λὰξ ἐκείνῳ ἐνέθορε καὶ ἐκτμηθῆναι προσέταξεν. οἱ μὲν οὖν αὐτίκα αὐτὸν ἀναιρεθῆναι ἱστόρησαν, οἱ δὲ πρότερον αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναί φασιν, εἶτα καὶ τὰ αἰδοῖα διὰ τὴν ἐκείνου ἀσέλγειαν καὶ ὅτι πολλῶν ᾔσχυνε γαμετάς, καὶ οὕτως αὐτοῦ τὴν κεφαλὴν ἐκκοπῆναι, τὸ δὲ δύστηνον σῶμα καυθῆναι κατὰ τὸν Βοῦν· ἔνθα κάμινος ἦν, ὡς λέγεται, ἐκ χαλκοῦ κατεσκευασμένη, σχῆμα βοὸς ἔχουσα, ἥπερ ἐκ Περγάμου κεκόμιστο, ἐξ ἧς καὶ ὁ τόπος ὠνόμαστο. καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἄλλοι τῶν ᾠκειωμένων αὐτῷ ἀνῃρέθησαν. Τῷ μὲν οὖν κακίστῳ Φωκᾷ τοιοῦτον τέλος τῆς τυραννίδος ἐγένετο, ἔτη κατορχησαμένῳ τῆς βασιλείας ὀκτώ. Ἡράκλειος δὲ ὑπὸ Σεργίου τοῦ πατριάρχου στεφθεὶς αὐτίκα καὶ τὴν Εὐδοκίαν τὴν μνηστὴν ταινιοῖ, καὶ ἅμα τά τε βασίλεια στέφη καὶ τοὺς γαμηλίους στεφάνους ἐδέξαντο, ὥστε κατὰ τὴν αὐτὴν ἡμέραν καὶ βασιλεῖς ἄμφω χρηματίσαι αὐτοὺς καὶ νυμφίους. οἱ δέ γε Πέρσαι τὴν ἑῴαν κατέτρεχον καὶ τὰς μὲν τῶν χωρῶν ὑφ’ ἑαυτοὺς ἐποιοῦντο, τὰς δὲ ἐληίζοντο· καὶ ἡ Ῥωμαϊκὴ στρατιὰ προσβάλλουσα τούτοις ἥττητο καὶ διώλλυτο βραχέων τινῶν περισωθέντων φυγῇ. καὶ τὴν Εὐρώπην οἱ Ἄβαροι καὶ οἱ Σκύθαι ἠρήμωσαν. διὸ καὶ ἠπόρει ὁ βασιλεὺς Ἡράκλειος ὅ, τι καὶ δράσει. ἐπισκεψάμενος γὰρ τοὺς στρατιωτικοὺς καταλόγους πάνυ τούτους εὗρε βραχεῖς, ἁπάντων σχεδὸν ἐν τοῖς πολέμοις ἀναλωθέντων. ἐκ γὰρ τῶν ἐπὶ Μαυρικίου τὸν Φωκᾶν ἀναγορευσάντων εἰς πολλὰς χιλιάδας ἀριθμουμένων δύο μόνοι στρατιῶται περιλειφθέντες εὑρέθησαν. στρατολογήσας οὖν Κρίσπον στρατηγὸν Καππαδοκίας προβάλλεται καὶ στέλλει τοῦτον ἐκεῖ. Γίνεται δὲ αὐτῷ ἐκ τῆς Αὐγούστης Εὐδοκίας, ἣν καὶ Φαβίαν ὠνόμασε, θυγάτηρ Ἐπιφανία. εἶτα καὶ υἱὸς ἐτέχθη ὁ μικρὸς Ἡράκλειος καὶ νέος Κωνσταντῖνος κληθείς, καὶ ἄμφω δὲ τὼ παῖδε βασιλικῷ διαδήματι τεταινίωκε. καὶ μετ’ ὀλίγον ἡ γαμετὴ αὐτοῦ ἡ Αὐγούστα Εὐδοκία τὸν βίον ἀπέλιπεν. ἐκφερομένου δὲ τοῦ ταύτης νεκροῦ βασιλικῶς διὰ τῆς ἀγορᾶς κόρη τις προκύπτουσα βάρβαρος τυχαίως ἀπέπτυσε, καὶ τὸ πτύσμα εἰς τὴν κλίνην, δι’ ἧς ἐξεφέρετο ἡ Αὐγούστα, κατήνεκτο· καὶ συλληφθεῖσα ἡ κόρη ἐκαύθη, προσενεχθεῖσα τῇ θανούσῃ λίαν οἰκτρὸν ἐπιτάφιον. ὁ δέ γε Ἡράκλειος ἔγημε Μαρτῖναν τὴν ἀδελφόπαιδα καὶ Αὐγούσταν αὐτὴν ἀνηγόρευσε. Τοῦ μέντοι Χοσρόου καὶ τῶν Περσῶν ἀκρατῶς φερομένων καὶ πάντα λεηλατούντων, πρέσβεις ὁ βασιλεὺς πρὸς αὐτὸν ἔστειλε, κόρον λαβεῖν ποτε τῆς τῶν ἀνθρώπων φθορᾶς ἀξιῶν καὶ σπείσασθαι ἐπὶ συνθήκαις ἐτησίων δασμῶν. ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο. πάλιν οὖν ἑτέρα πρεσβεία πρὸς αὐτὸν εἰρήνην ἐξαιτουμένη. ὁ δὲ Πέρσης ὑπερηφάνους καὶ βλασφή- μους τὰς ἀποκρίσεις πεποίηκε, λέγων μὴ ἄν ποτε φείσασθαι τῶν χριστιανῶν, εἰ μὴ τὸν ἐσταυρωμένον ἀρνήσαιντο καὶ σεβασθῶσι τὸν ἥλιον. ἀπογνοὺς οὖν τὴν εἰρήνην ὁ βασιλεὺς ἐπιστρατεῦσαι διενοεῖτο κατὰ Περσῶν· διὸ καὶ ἔσπευδε θέσθαι πρὸς τὸν Χαγάνον σπονδάς, μὴ ἀφιστάμενον τοῦ τὴν Θρᾴκην ληίζεσθαι. στείλας τοίνυν πρὸς αὐτὸν εἰρήνην ᾔτει· καὶ ὁ βάρβαρος οὐκ ἀνένευσεν. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐξῆλθε τῆς πόλεως καὶ ἔξω τοῦ Μακροῦ τείχους ηὐλίσατο μετὰ τῆς βασιλικῆς πολυτελείας καὶ δορυφορίας καὶ χρημάτων πολλῶν, ἃ τῷ Χαγάνῳ δῶρα ἐκόμιζεν. ὁ δὲ βάρβαρος ἀλογήσας τῶν ὅρκων τε καὶ τῶν συνθηκῶν ὥρμησε τὸν βασιλέα συσχεῖν. ἀλλὰ τούτου μὲν οὐκ ἐπέτυχεν ἔφθη γὰρ διαδράς, τὴν μέντοι βασιλικὴν ἀποσκευὴν καὶ τὴν δορυφορίαν, ἀλλὰ μὴν καὶ τὰ χρήματα καὶ δορυαλώτων χιλιάδας πολλὰς κατὰ πᾶσαν ἄδειαν εἰληφὼς ὑπέστρεψεν. αὖθις οὖν ὁ Ἡράκλειος πρεσβείαν ἔθετο πρὸς αὐτόν, ἐπεγκαλῶν αὐτῷ ἀπιστίαν καὶ πρὸς εἰρήνην αὐτὸν ἐφελκόμενος· ὁ δὲ σπένδεται. καὶ ὁ βασιλεὺς τῆς βασιλευούσης ἀπάρας τῶν πόλεων ἀφίκετο εἰς Καισάρειαν, ἔνθα καὶ ὁ Κρίσπος ἦν στρατηγῶν· οὗ νοσοῦντος ἢ τοῦτο προσποιουμένου πρὸς αὐτὸν ἀπῄει ὁ βασιλεύς, ἐπισκεψόμενος καὶ βουλευσόμενος περὶ τῶν πρακτέων. ὁ δὲ αὐτὸν ὀλιγώρως ἐδέχετο, μήτε προσυπαντῶν μήτε μὴν τῆς κλίνης ἐξανιστάμενος κἀν ταῖς ὁμιλίαις ἀλαζονικώτερόν πως διατιθέμενος. Ἡράκλειος δὲ συνίει μὲν τὸ γινόμενον καὶ καταφρονούμενος ἤχθετο, ὑπεκρίνετο δὲ μήτ’ ἄχθεσθαι μήτε συνιέναι τῆς ὀλιγωρίας τοῦ Κρίσπου τῆς κατ’ αὐτοῦ. ἐν τούτῳ ἀγγέλλεται αὐτῷ ἡ Αὐγούστα τεκοῦσα υἱόν. καὶ τὰ μὲν στρατεύματα τῷ Κρίσπῳ καταλελοίπει, αὐτὸς δ’ ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. τοῦ Νικήτα μέντοι τοῦ υἱοῦ τοῦ πατρικίου Γρηγορᾶ εἰσεληλυθότος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν, ὁ βασιλεὺς αὐτὸν ἐν τιμῇ μεγάλῃ πεποίητο, ἀδελφὸν αὐτὸν ὀνομάζων. ἐπανέζευξε δὲ καὶ ὁ Κρίσπος ἐκ τῆς στρατείας. συλλόγου τοίνυν τῆς συγκλήτου γενομένου καὶ τοῦ πατριάρχου παρόντος, ὡς μέλλοντος βαπτίσαι τὸν τοῦ βασιλέως υἱόν, φησὶ πρὸς τοὺς παρόντας ὁ βασιλεύς "ὁ ὑβρίζων τὸν βασιλέα τίνος ἐστὶν ἄξιος;" οἱ δὲ ἀπεκρίναντο "οὐ ζῆν ἐστιν ἄξιος· πάσης γὰρ φιλανθρωπίας ἑαυτὸν ἀνάξιον ἔθετο." καὶ ὁ βασιλεὺς τὰ παρὰ τοῦ Κρίσπου κἀκείνου παρόντος κατέλεγεν· εἶτα πρὸς ἐκεῖνον ἐπιστραφεὶς ἔφη "ὃς γαμβρὸν οὐκ ἐποίησας, οὐδὲ φίλον ἂν ποιήσεις ποτέ." ἐκέλευσεν οὖν αὐτὸν κληρικὸν γενέσθαι. ἐκ δὲ Μαρτίνης τῆς ἀνεψιᾶς αὐτοῦ ἔσχε δύο υἱούς, Φάβιον, ὃν καὶ Ἡρακλωνᾶν ὠνόμασε, καὶ Δαβὶδ τὸν λοιπόν. Τοῦ δὲ Χοσρόου πάντα ληιζομένου καὶ ἀφανίζοντος ὑφ’ ἑαυτὸν δὲ καὶ τὴν Παλαιστίνην πεποιηκότος καὶ τὴν Ἱερουσαλὴμ πολιορκίᾳ ἑλόντος, λέγεται ἄπειρόν τι πλῆθος ἀναιρεθῆναι χριστιανῶν. ἐξωνούμενοι γὰρ αὐτοὺς εὐώνως οἱ Ἰουδαῖοι ἐφόνευον, ὧν περὶ μυριάδας ἐννέα φασὶ συγκορυφοῦσθαι τὸν ἀριθμόν. τὸν δέ γε πατριάρχην τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τὰ τίμια τοῦ σταυροῦ ξύλα οἱ Πέρσαι λαβόντες εἰς Περσίδα ἤγαγον. ἀπορῶν οὖν ὁ βασιλεὺς ἀναλόγου τοῖς ἐναντίοις στρατεύματος, πρὸς δὲ καὶ χρημάτων, ἄργυρον μὲν καὶ χρυσὸν ἐδανείσατο ἔκ τε τῆς μεγάλης ἐκκλησίας καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων καὶ διὰ τούτων ἔκοψε νόμισμα. λαὸν δ’ ἐκ τῶν θεμάτων συνέλεγε καὶ τούτους πρὸς πολεμικὴν ἐμπειρίαν ἐγύμναζε καὶ συμμάχους προσεκαλέσατο. ἐξελθὼν οὖν μετὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς πόλεως καὶ προσβαλὼν Σαρβάρῳ τῷ τοῦ Χοςρόου ἀρχισατράπῃ μετὰ βαρείας δυνάμεως κατὰ Ῥωμαίων σταλέντι, τρέπεται τοῦτον καὶ τὰ στρατεύματα αὐτοῦ συγκόπτει καὶ μαχαίρας ἔργον ποιεῖ. Ἐν τούτοις παρασπονδήσας ὁ Χαγάνος ἐπῆλθε τῇ Βυζαντίδι, καὶ πρὸ τοῦ τείχους αἱ δυνάμεις αὐτοῦ ἐστρατοπεδεύσαντο, δῃοῦσαι σύμπαντα τὰ ἐκτός. ὅθεν οἵ τε τῆς πόλεως καὶ ὁ πατριάρχης καὶ ὁ πατρίκιος Βῶνος τούτους γὰρ ἄμφω κηδεμόνας τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου καταλελοίπει καὶ τῶν κοινῶν πραγμάτων διοικητὰς ἀποδημῶν ὁ Ἡράκλειος ἑτοιμασάμενοι πλῆθος ἀνδρῶν γενναίων κατὰ τῶν βαρβάρων ἀφροντιστούντων, ὡς μὴ παρόντος στρατεύματος, ἀπροσδοκήτως ἐξέπεμψαν καὶ πολλὰς αὐτῶν χιλιάδας διέφθειραν. οἱ δέ γε περιλειφθέντες αἰσχρῶς φεύγοντες ἐς ἤθη τὰ ἑαυτῶν ὑπενόστησαν. Ἡράκλειος δὲ πάλιν ἑτέρῳ σατράπῃ μετὰ τριάκοντα χιλιάδων κατ’ αὐτοῦ πεμφθέντι παρὰ Χοσρόου συμμίξας, καὶ τοῦτον ἐτρέψατο καὶ τοὺς μετ’ αὐτοῦ σχεδόν τι πάντας Ἄιδι προί̈αψεν. οἱ δέ γε περιλειφθέντες ὑποστρέψαντες καὶ τὰ συμβεβηκότα τοῖς ὁμογενέσιν ἀπηγγελκότες, καὶ πρῴην διὰ μίσους ἄγοντας τὸν Χοσρόην μᾶλλον αὐτοὺς μισεῖν αὐτὸν ἐξηρέθισαν. Ἡράκλειος δὲ καὶ εἰς τὴν ἐνδοτέρω Περσίδα εἰσέβαλε καὶ τάς τε πόλεις καθῄρει καὶ τὰ τεμένη τοῦ Πυρὸς αὐτῷ τῷ τιμωμένῳ παρ’ αὐτοῖς συνδιέφθειρε. μαθὼν δὲ ἀνῃρημένους οὓς ἔστειλε πρεσβευτάς, ὠργίσθη καὶ οὐκ ἐφείδετο ἀναιρῶν τε καὶ πυρπολῶν καὶ καταστρέφων τὰ ἐν ποσίν. ὁ μέντοι Χοσρόης, τοῦ βασιλέως τὴν Περσίδα ληιζομένου καὶ κατατρέχοντος, εἰς Κτησιφῶντα κατέφυγε. διαβληθέντος δὲ πρὸς αὐτὸν τοῦ ἀρχισατράπου Σαρβάρου ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντος, αὐτῷ δὲ λοιδορουμένου, ἐπιστέλλει τῷ ὑποστρατήγῳ αὐτοῦ τὸν Σάρβαρον ἀνελεῖν. τοῦ δὲ τὴν ἐπιστολὴν ταύτην κομίζοντος ἐν τῷ ἀπιέναι συλληφθέντος παρὰ Ῥωμαίων καὶ ἀπαχθέντος εἰς τὸ Βυζάντιον, γνόντες τὰ ἐν αὐτῇ γεγραμμένα οἱ τῶν κοινῶν πραγμάτων διοικηταὶ στέλλουσι ταύτην καὶ τὸν αὐτῆς κομιστὴν πρὸς τὸν Σάρβαρον· καὶ ὃς τὰ γεγραμμένα ἀναγνοὺς καὶ τοῦ γραμματοφόρου πυθόμενος καὶ μαθὼν τὴν γνώμην Χοσρόου, ἑτέραν πλάττει ἐπιστολήν, κελεύουσαν αὐτόν τε καὶ πολλοὺς σατράπας ἀναιρεθῆναι καὶ τοὺς τοῦ στρατεύματος προύχοντας. πείθει δὲ καὶ τὸν τὴν ἐπιστολὴν τοῦ Χοσρόου κομίσαντα λέγειν ὅτι παρὰ Χοσρόου ταύτην ἔλαβε τὴν ἐπιστολήν. συναγαγὼν οὖν τοὺς τῶν ταγμάτων ἡγεμονεύοντας ἐν ἐπηκόῳ πάντων τὴν ἐπιστολὴν ἀναγνωσθῆναι πεποίηκε. θυμοῦ τοίνυν πλησθέντες οἱ τῶν ταγμάτων ἐξάρχοντες κοινῇ συνέθεντο τῷ βασιλεῖ προσελθεῖν. Ἐπὶ τούτοις καὶ ἕτερόν τι συμβέβηκεν, ὃ τὸν Χοσρόην διώλεσε· παῖδας γὰρ ἔχων πολλούς, τὸν ἁπάντων πρεσβύτερον Σιρόην παραγκωνιζόμενος ἠβουλήθη διάδοχον τῆς ἀρχῆς ἕτερον ποιήσασθαι, καλούμενον Μερδασάν. ὃ γνοὺς ὁ Σιρόης καί τινας τῶν σατραπῶν ὑποποιησάμενος, ἐπιτίθεται τῷ πατρί, δεσμεῖ τε τοῦτον καὶ χρυσὸν αὐτῷ πολὺν παρατίθησι καὶ λίθων τῶν πολυτίμων σωρούς, "διὰ ταῦτα" λέγων "Ῥωμαίοις τοὺς Πέρσας ἐξεπολέμωσας καὶ ἀλλήλοις μάχεσθαι καὶ διαφθείρεσθαι κατηνάγκαζες· ἀπόλαυε τοίνυν τῶν ἐφετῶν σοι." εἶτα τὸν υἱὸν αὐτοῦ Μερδασάν, ᾧ τὴν τῶν Περσῶν ἀνετίθει ἀρχήν, ἀνεῖλε πρὸ ὀφθαλμῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ τοὺς ἄλλους παῖδας αὐτοῦ καὶ ἐπὶ πᾶσι κἀκεῖνον. ἐγκρατὴς οὖν τῆς τῶν Περσῶν ἀρχῆς γεγονὼς διαπέμπεται πρὸς Ἡράκλειον, τὸν τοῦ Χοσρόου ὄλεθρον αὐτῷ εὐαγγελιζόμενος· καὶ σπεισάμενος αὐτῷ πάντας τοὺς ἐν Περσίδι αἰχμαλώτους Ῥωμαίους ἐλευθέρους ἀφῆκε καὶ τὰ τίμια ξύλα τοῦ σωτηρίου σταυροῦ αὐτῷ ἀποδέδωκε καὶ τὸν πατριάρχην τῆς Ἱερουσαλὴμ Ζαχαρίαν. καὶ ὁ βασιλεὺς αὖθις πάντας τοὺς παρὰ Ῥωμαίων κατεχομένους Πέρσας ἀπελθεῖν ἀφῆκε πρὸς τοὺς οἰκείους. ταῦτα ἐν ἓξ ἔτεσιν ἀνύσας Ἡράκλειος καὶ ἀποκαταστήσας τῇ Ἱερουσαλὴμ τὰ τίμια ξύλα καὶ τὸν πατριάρχην αὐτόν, τῷ ἑβδόμῳ ἐπανῆλθεν εἰς τὰ βασίλεια, μετ’ εὐφημίας καὶ κρότων δεχθεὶς καὶ λαμπρότητος παρά τε τῆς γερουσίας καὶ τοῦ πλήθους τῆς πόλεως. Γενομένῳ δὲ τῷ βασιλεῖ Ἡρακλείῳ κατὰ τὴν Ἱερουσαλὴμ ὁ τῶν Ἰακωβιτῶν καθολικὸς προσελήλυθεν, ὃν ἐκεῖνοι πατριάρχην ὠνόμαζον. τούτῳ τοίνυν ὁ βασιλεὺς αἰτίαν προσῆπτεν, ὅτι τὴν ἐν Χαλκηδόνι μὴ δέχοιτο σύνοδον μηδὲ δύο φύσεις ἐν Χριστῷ ἡνωμένας ὁμολογεῖ, λέγων ὡς εἴ γε τὴν σύνοδον δέξοιτο καὶ δύο φύσεις ἀσυγχύτους ἐπὶ τοῦ σωτῆρος ὁμολογήσει, ὁμόδοξον αὐτὸν ἡγήσοιτο καὶ τῆς Ἀντιοχέων ἐκκλησίας πατριάρχην προβάλοιτο. ὁ δὲ δεινὸς ὢν καὶ πονηρίας μεστός, ἵνα μὴ ἀτευκτήσῃ τῆς βασιλικῆς ὑποσχέσεως, τήν τε σύνοδον ὑποκεκριμένως ἐδέξατο καὶ δύο φύσεις ἐπὶ Χριστοῦ λέγειν ἡνωμένας κατέθετο. περὶ δέ γε τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν ἐπυνθάνετο, εἰ διττὰ ταῦτα λέγειν χρεὼν ἢ ἑνιαῖά τε καὶ μοναδικά. ὁ δὲ αὐτοκράτωρ γράφει περὶ τούτου δὴ τοῦ ζητήματος πρὸς τὸν Κωνσταντινουπόλεως Σέργιον. κἀκεῖνος πάλαι τὰ τῆς Μονοθελητῶν πρεσβεύων αἱρέσεως, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν δεῖν δογματίζειν ἐπὶ Χριστοῦ τῷ βασιλεῖ ἀνταπέστειλεν. ἀλλὰ καὶ Κῦρον ἐρωτήσας τὸν Φάσιδος τῷ Σεργίῳ εὕρηκεν ὁμογνώμονα. τούτοις καὶ αὐτὸς ὑπαχθεὶς ὁ Ἡράκλειος τῆς δόξης γίνεται ταύτης καὶ ἀνατροπὴν ποτίζεται θολερὰν παρὰ τῶν μισθωτῶν, ἀλλ’ οὐ ποιμένων ἐκείνων. τοῦ Σωφρονίου μέντοι τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις ἀρχιερατεύοντος τοὺς ὑφ’ ἑαυτὸν ἀρχιερεῖς συναθροίσαντος καὶ συνοδικῶς ἀποδείξαντος τοὺς μίαν λέγοντας θέλησιν καὶ ἐνέργειαν ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ μίαν ἄντικρυς καὶ φύσιν κηρύττειν, σύμψηφον δὲ σχόντος ἐπὶ τούτῳ καὶ τὸν τὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης διέποντα Ἰωάννην, ὁ βασιλεὺς προέθετο πρόγραμμα μήτε ἑνιαίαν ἐνέργειαν μήτε διττὴν ἐν Χριστῷ δογματίζεσθαι· ὃ καταγέλαστον οὐ τοῖς ὀρθόφροσιν ἐδόκει μόνον, ἀλλὰ καὶ τοῖς Σευήρου ὁμόφροσι. Σεργίου δὲ τοῦ τὸν θρόνον ἔχοντος Κωνσταντινουπόλεως τὴν ζωὴν καταστρέψαντος, Πύρρος αὐτὸν διεδέξατο, τὰ αὐτὰ ἐκείνῳ δοξάζων καὶ τὰ Σευήρου καὶ Κύρου σέβων τε καὶ κυρῶν. Ὑποστρέφοντι δὲ τῷ βασιλεῖ τούτῳ ἐκ τῆς Περσίδος τροπαιοφόρῳ πρόσεισι Μωάμεθ ὁ τῶν Σαρακηνῶν φύλαρχος, οὐκ ἐκ γένους τὸ φυλαρχεῖν κληρωσάμενος τῶν γὰρ ἀσήμων ἐτύγχανεν ὤν, ἀλλὰ πονηρίᾳ τοῦτο κτησάμενος. πένης γὰρ ὢν παρά τινι γυναικὶ πλουσίᾳ χήρᾳ ἐθήτευεν, ἣν ἔγημε, γοητείαις ὑπαγαγὼν εἰς ἔρωτα ἑαυτοῦ. ἐπιληψίας δὲ νοσήματι συνεχόμενος καὶ κατὰ καιροὺς αὐτῷ τοῦ πάθους προσβάλλοντος πίπτων καὶ τῶν φρενῶν ἐξιστάμενος, ἀθυμίας αἴτιος τῇ ἑαυτοῦ κυρίᾳ καὶ γαμετῇ καὶ αἰσχύνης ἐγίνετο. ὁ δὲ αὐτός τε πονηρὸς ὢν καί τινι δὲ μοναχῷ πονηροτέρῳ ἑαυτοῦ ἐντετυχηκὼς διὰ κακοπιστίαν φυγαδευθέντι τῆς Βυζαντίδος καὶ παρ’ αὐτοῦ διδαχθείς, ἔλεγε τῇ γυναικὶ τὸν Γαβριὴλ τὸν ἀρχάγγελον οὐρανόθεν αὐτῷ φοιτῶντα ἀπόρρητά τινα μυεῖν, μὴ φέρειν δὲ τὴν τούτου θέαν καὶ διὰ τοῦτο ἰλιγγιᾶν καὶ φόβῳ συνέχεσθαι καὶ πρὸς γῆν κατακλίνεσθαι. ταῦτα δ’ εἶχεν αὐτῷ συμμαρτυροῦντα καὶ τὸν μοναχὸν ἐκεῖνον τὸν δόλιον καὶ τῇ γυναικὶ λέγοντα ὅτι ὡς ἀληθῶς πᾶσι τοῖς προφήταις οὗτος ὁ Γαβριὴλ ἐπιπέμπεται. ἐντεῦθεν ἡ γυνὴ ἀποσκευαζομένη τὸ ὄνειδος, ἐγκαυχωμένη δὲ μᾶλλον ὡς συνοικοῦσα προφήτῃ, τὸν λόγον τοῦτον εἰς τὰς λοιπὰς γυναῖκας προήνεγκε, καὶ οὕτως ὄνομα προφήτου παρὰ τοῖς ὁμοφύλοις ὁ μυσαρὸς ἐκεῖνος ἐκτήσατο. θανούσης δὲ τῆς γυναικὸς ἐκείνης, τῶν ἐκείνης κληρονόμος γενόμενος καὶ φύλαρχος καὶ διδάσκαλος καὶ νομοθέτης τοῦ ἔθνους τῶν Ἰσμαηλιτῶν ἐχρημάτισε, τοὺς μὲν λόγοις ἀπατῶν, τοῖς δὲ μὴ εὐχερῶς αὐτῷ πειθομένοις τὸ ξίφος ἀνατεινόμενος καὶ ὑποκλίνεσθαί οἱ ἐκβιαζόμενος. ἤδη γὰρ καὶ χεῖρα περὶ ἑαυτὸν συνήγαγεν ἱκανήν. οὗτος οὖν ἐκ τῆς Αἰθρίβου προϊὼν προσῆλθε τῷ βασιλεῖ, χώραν αἰτῶν εἰς κατοίκησιν, καὶ ἔλαβεν. ὃν δ’ εἴρηται τρόπον τὸ ἔθνος ἅπαν κατασοφισάμενος καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος τὴν Συρίαν κατέδραμέ τε καὶ ἐληίσατο καὶ τῶν Ῥωμαϊκῶν χωρῶν πολλὰς ἐξεπόρθησε· καὶ ἔκτοτε οὐκ ἐπαύσατο τὸ τῶν Ἰσμαηλιτῶν γένος τὴν Ῥωμαίων ἅπασαν γῆν κατατρέχον καὶ ληιζόμενον. Ἡράκλειος δέ, ὡς εἴρηται, εἰς τὴν τῶν Μονοθελητῶν ἐκκυλισθεὶς αἵρεσιν νόσῳ περιπίπτει ὑδερικῇ. λέγεται δὲ καὶ τὸ αἰδοῖον αὐτοῦ στρεφόμενον ἄνω τὸ οὖρον πέμπειν, καὶ εἰ μὴ σανὶς ἐν τῷ ἤτρῳ αὐτοῦ ἐτίθετο, κατὰ τοῦ προσώπου αὐτοῦ τὸ ἐκκρινόμενον ἀνεδίδοτο· ὃ συμβαίνειν ἐδόκει διὰ τὴν ἔκθεσμον μίξιν τῆς ἀδελφόπαιδος. θνήσκει οὖν ὁ βασιλεὺς οὗτος κατὰ τὸν τριακοστὸν πρῶτον χρόνον τῆς βασιλείας αὐτοῦ. Καὶ μεταβαίνει ἡ αὐταρχία πρὸς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον, ἧς βραχύ τι ἀπώνατο. ἕνα γὰρ μοναρχήσας ἐνιαυτὸν φαρμάκῳ διώλετο παρὰ Μαρτίνης αὐτῷ κερασθέντι τῆς μητρυιᾶς τε ὁμοῦ καὶ ἐξαδέλφης αὐτοῦ· ᾧ γυνὴ συνῴκιστο Γρηγορία, θυγάτηρ τοῦ πατρικίου Νικήτα, ἐξ ἧς υἱὸς αὐτῷ Κώνστας ἐγένετο. ἦν δὲ ὁ Κωνσταντῖνος περὶ τὴν πίστιν ὀρθός, τὴν βασιλείαν πατρόθεν διαδεξάμενος, οὐ μέντοι καὶ τὸ κακόδοξον. διὸ λέγεται τῆς κατ’ ἐκείνου ἐπιβουλῆς καὶ τὸν Πύρρον συμμετέχειν τὸν τῆς Κωνσταντινουπόλεως πρόεδρον. Τούτου δ’ οὕτω τὸν βίον καταλύσαντος Μαρτῖνα σὺν τῷ Ἡρακλωνᾷ τῷ παιδὶ τῆς βασιλείας ἀντέσχοντο, ἀλλὰ καὶ οὗτοι ταχέως τῆς ἀρχῆς ἐκπεπτώκασι. μισηθεῖσα γὰρ ἡ Μαρτῖνα παρὰ τῆς γερουσίας διὰ τὸν φόνον τοῦ Κωνσταντίνου κατασπᾶται μὲν τῶν βασιλείων, ἐπαναστάσης αὐτῇ τῆς συγκλήτου, ἐκτέμνεται δὲ τὴν γλῶσσαν αὐτή, τὴν ῥῖνα δὲ ὁ Ἡρακλωνᾶς ἔτι δεκέτης ὤν, καὶ ἀμφοῖν ὑπερορία καταψηφίζεται. καὶ ὁ Πύρρος τῆς ἐκκλησίας ἐκβάλλεται καὶ φυγὴν κατακρίνεται. Καὶ εἰς μὲν τὸν βασίλειον θρόνον Κώνστας ὁ ἔγγονος Ἡρακλείου, υἱὸς δὲ Κωνσταντίνου καθίζεται παρὰ τῆς συγκλήτου, εἰς δὲ τὸν ἀρχιερατικὸν Παῦλος ἀντικαθίσταται. καὶ οὗτος δὲ ὡμογνωμόνει τοῖς πρὸ αὐτοῦ, Σεργίῳ καὶ Πύρρῳ δηλαδή. ὁ γοῦν αὐτοκράτωρ Κώνστας τἄλλα μὲν οὐκ ἀχρεῖος γέγονε βασιλεύς, περὶ δὲ τὸ σέβας τῷ πάππῳ ὡμοίωτο. καὶ οὗτος γὰρ τὴν τῶν Μονοθελητῶν ἐδόξασεν αἵρεσιν. διὸ τόν τε σοφώτατον ἄνδρα τὸν θειότατον Μάξιμον καὶ τοὺς αὐτοῦ φοιτητὰς καὶ ἄμφω ἐκόλασε καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης ὑπερορίᾳ κατέκρινεν, ἐν ᾗ καὶ ἀπέθανεν. ὃς σὺν τῷ ἀοιδίμῳ πατρὶ Μαξίμῳ παραγενομένῳ ἐν Ῥώμῃ σύνοδον ἀθροίσας ἀρχιερέων ἀναθέματι τοὺς τὰ Μονοθελητῶν φρονοῦντας ὑπέβαλε· καὶ ἄλλους δὲ πολλοὺς τῶν ὀρθοδόξων ὁ Κώνστας ἐτιμωρήσατο μὴ θελήσαντας ὑποκύψαι τῷ αὐτοῦ μονοθελήτῳ θελήματι. Ἤδη δὲ τῶν Σαρακηνῶν μέγα δεδυνημένων καὶ πολλὰς τῶν Ῥωμαίων ὑποφόρους χώρας καὶ νήσους σφετερισαμένων, ὁ τούτων ἀρχηγὸς Μαυίας πολεμιστηρίους νῆας πλείστας πηξάμενος ἐπιθέσθαι διεμελέτα τῇ Ῥωμαίων ἡγεμονίᾳ. ὅπερ ὁ Κώνστας μαθὼν καὶ αὐτὸς στόλον ἑτοιμάσας εἰς τὸ τῆς Λυκίας κατῆρε νεώριον, ὀνομαζόμενον Φοίνικα· οὗ γενομένων καὶ τῶν Ἀγαρηνῶν ναυμαχία τῇ ἑξῆς γενήσεσθαι ἔμελλεν. ὁρᾷ οὖν ὁ βασιλεὺς κατὰ τὴν νύκτα ἐκείνην ἐνύπνιον ὅτι ἐν Θεσσαλονίκῃ ἦν. ὃ τῶν λογίων τινὶ κοινωσάμενος ἤκουσεν ἥττης εἶναι τὸ ὄναρ δηλωτικόν, "ἄλλῳ θὲς τὴν νίκην" δηλοῦν· ὃ καὶ γέγονε. ναυμαχίας γὰρ γενομένης ὑπερέσχον οἱ ἀντιπόλεμοι, καὶ τοσοῦτος γέγονε φόνος Ῥωμαίων ὡς ἐκ τοῦ αἵματος πορφυρωθῆναι τὴν θάλασσαν. ὁ δὲ βασιλεὺς ἐσθῆτα φαύλην ἐνδὺς καὶ εἰς πλοῖον ἐμβεβηκὼς τὸ παρατυχὸν μετά τινων ὀλίγων διέδρα καὶ εἰς τὸ Βυζάντιον διασέσωστο. οἱ Ἀγαρηνοὶ δὲ μηδενὸς ἔτι αὐτοῖς ἐναντιουμένου ὁμόσε κατὰ πάντων ἐχώρουν. τότε καὶ τὴν νῆσον Ῥόδον ὑφ’ ἑαυτοὺς ποιησάμενοι τὸν ἐν αὐτῇ περίπυστον κολοσσὸν καθῃρήκασιν, οὗ τὸν χαλκὸν Ἰουδαῖος πριάμενος ἔμπορος ἐννακοσίαις καμήλοις λέγεται τοῦτον μετενεγκεῖν. ἀλλ’ ἐπί τινα καιρὸν ἡ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων θρασύτης ἀνεστάλη ποσῶς· γεγόνασι γὰρ κατ’ ἀλλήλων διαφερόμενοι περὶ ἀρχηγοῦ. οἱ μὲν γὰρ τὸν Μαυίαν ᾑροῦντο, οἱ δὲ τὸν Ἀλήμ, γαμβρὸν τοῦ Μουχούμετ γενόμενον. εἶτα καὶ σπονδὰς ἔθεντο ἐπὶ δύο ἐνιαυτοὺς πρὸς Ῥωμαίους, καταδεξαμένους φόρους τελεῖν. γέγονε δὲ αὐταρχοῦντος τοῦ Κώνστα κλόνος τῆς γῆς καὶ πολλαὶ χῶραι τῆς Ῥωμαίων ἡγεμονίας κακῶς ἔπαθον καὶ πνεῦμα βίαιον ἔπνευσεν ἄλλοτε καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέβαλε. Τοῦ πατριάρχου δὲ Παύλου δώδεκα ἐνιαυτοὺς ἀνοσίως προστάντος τῆς ἐκκλησίας, εἶτα θανόντος, εἰσάγεται πάλιν ὁ Πύρρος εἰς τὴν ποιμαντικὴν τοῦ λαοῦ Κωνσταντινουπόλεως, τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ Κώνσταντος. οὗτος γὰρ ὁ Πύρρος ἐξωσθείς, ὡς εἴρηται, τῆς ἐκκλησίας εἰς Ῥώμην ἀφίκετο καὶ ἐλεγχθεὶς παρὰ τοῦ ἁγίου Μαξίμου κακῶς δοξάζων ὑπεκρίθη μετατεθῆναι τῆς δόξης τῶν Μονοθελητῶν, καὶ ἀπαιτηθεὶς παρὰ τοῦ τότε πάπα λίβελλον περὶ πίστεως δέδωκε καὶ ἐδέχθη. εἶτα τῆς Ῥώμης ὑποχωρήσας καὶ εἰς Ῥάβενναν ἀπελθὼν ἐγνώσθη τῆς αἱρέσεως μὴ ἐκστάς. ὅθεν ὁ πάπας τοῦτο μαθὼν καὶ τοὺς ὑπ’ αὐτὸν ἐπισκόπους ἀθροίσας καθαίρεσιν αὐτοῦ τελείαν κατεψηφίσατο. οὗτος οὖν τὸ δεύτερον μῆνας τέςσαρας τὸν θρόνον τῆς Κωνσταντίνου κατεσχηκὼς τέθνηκε· καὶ προεχειρίσθη πατριάρχης Πέτρος, ὁμόδοξος καὶ οὗτος τοῖ πρὸ αὐτοῦ, καὶ ἐπὶ δώδεκα τῆς ἐκκλησίας ἄρξας ἐνιαυτοὺς θνήσκει. μεθ’ ὃν προέστη τῶν ὀρθοδόξων Θωμᾶς, τῆς ὀρθῆς ἐχόμενος δόξης, ὃς μετὰ δύο ἔτη καὶ μῆνας ἑπτὰ τὸν βίον μετηλλαχὼς Ἰωάννην ἔσχε διάδοχον. Οὗτος ὁ βασιλεὺς Κώνστας τὸν ἴδιον ἀνεῖλεν ὁμαίμονα Θεοδόσιον καὶ ἐμισήθη ὑπὸ τῶν τῆς πόλεως διά τε τοῦτο καὶ διὰ τὰ εἰς τὸν πάπαν Μαρτῖνον καὶ τὸν μέγαν γενόμενα Μάξιμον. ἀπῆρεν οὖν τοῦ Βυζαντίου καὶ εἰς Σικελίαν κατῆρε, διάγων περὶ Συράκουσαν, βουλόμενος καὶ τὴν βασιλείαν εἰς τὴν πρεσβυτέραν Ῥώμην μετενεγκεῖν. ἔλεγε γὰρ δεῖν μᾶλλον τὰς μητέρας ἢ τὰς θυγατέρας τιμᾶν. διὸ καὶ τὴν βασίλισσαν καὶ τοὺς υἱοὺς αὐτοῦ τρεῖς δ’ ἦσαν, Κωνσταντῖνος, Ἡράκλειος καὶ Τιβέριος μετεκαλεῖτο πρὸς ἑαυτόν. ἀλλὰ τοῦτο μέν τινες τῶν ᾠκειωμένων αὐτῷ διεκώλυσαν. ἄλλοι δέ φασι τὸ πλῆθος τῆς πόλεως μὴ παραχωρῆσαι αὐτοῖς τῆς πρὸς ἐκεῖνον ἀφίξεως. ὁ δέ γε Κώνστας ἓξ ἐν Σικελίᾳ διαγαγὼν ἔτη, ἐκεῖθεν οὐκ ἐπανῆλθεν· ἐπιβουλευθεὶς γὰρ παρὰ τῶν περὶ αὐτὸν λουόμενος ἐπλήγη καιρίως τὴν κεφαλὴν μετὰ τοῦ ἀντλήματος, ᾧ αὐτοῦ κατεχεῖτο τὸ ζέον ὕδωρ, καὶ ἀπέθανεν, ἄρξας Ῥωμαίων ἐνιαυτοὺς ἑπτά τε καὶ εἴκοσι. Τούτου δὲ θανόντος τὸ μετ’ αὐτοῦ στρατιωτικὸν εὐθὺς Ἀρμένιόν τινα, Μιζίζιον ὄνομα, ἀγαλματίαν ὄντα καὶ ὡραιότατον, βασιλέα προεχειρίσαντο. ὅπερ ἀκούσας ὁ τῶν Κώνσταντος υἱέων πρεσβύτερος ὁ Πωγωνάτος κληθείς, ὃς καὶ τῷ τῆς βασιλείας κεκόσμητο διαδήματι, στεφθεὶς παρὰ τοῦ πατρός, μετὰ στόλου μεγάλου τὴν Σικελίαν κατέλαβε καὶ τόν τε Μιζίζιον χειρωσάμενος ἀνεῖλε καὶ τοὺς τὸν φόνον κατεργασαμένους αὐτῷ τοῦ πατρὸς καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸν πατρίκιον Ἰουστινιανὸν τὸν πατέρα Γερμανοῦ τοῦ πατριάρχου· αὐτὸν δὲ τὸν Γερμανὸν ἐκτομίαν ἐποίησεν, ἤδη παρηβηκότα καὶ ὑπερβεβηκότα τὴν ἡλικίαν, καθ’ ἣν εὐνουχίζεσθαι δεδοκίμασται. λειοπώγων δ’ ὢν ὅτ’ ἀπεδήμησεν οὗτος ὁ βασιλεύς, ἐκδικήσων τὸν φόνον τὸν τοῦ πατρός, καθειμένον ἔχων ἐπανῆγε τὸν πώγωνα· διὸ ἐξ ἐκείνου Πωγωνάτος παρὰ τῶν πολιτῶν ἐπεκέκλητο. Οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν εἰς Χρυσόπολιν ἀφικόμενοι ἐβόων δεῖν καὶ τοὺς λοιποὺς δύο συγγόνους τοῦ Κωνσταντίνου στεφθῆναι, λέγοντες ὅτι "ὥσπερ εἰς τριάδα πιστεύομεν, οὕτως καὶ παρὰ τῶν τριῶν ἡμᾶς χρεὼν βασιλεύεσθαι." ὁ γοῦν Κωνσταντῖνος στείλας πρὸς αὐτοὺς πληροῦν τὴν αἴτησιν αὐτῶν ἐπηγγέλλετο καὶ τοὺς τοῦ λαοῦ προεξάρχοντας μετεκαλεῖτο, ἵν’ αὐτῶν ἐνώπιον ἡ τῶν αὐτοῦ ἀδελφῶν ἀνάρρησις γένηται. ἐλθόντας δ’ εἰς τὸ Βυζάντιον ἀνεῖλεν ὡς στασιώδεις αὐτούς· ὃ γνόντες οἱ ἄλλοι μεστοὶ δέους ὑπενόστησαν εἰς τὰ ἑαυτῶν. καὶ ἀμφοῖν δὲ τῶν ἀδελφῶν αὐτοῦ τὰς ῥῖνας ἀπέτεμεν. Οἱ δὲ τῆς Ἄγαρ ἀπόγονοι οὐ διέλιπον τὴν ὑπὸ Ῥωμαίους ἅπασαν καὶ πεζῇ καὶ πλοϊζόμενοι δῃοῦντες καὶ ληιζόμενοι. εἶτα στόλῳ βαρεῖ καὶ κατ’ αὐτῆς ἐπῆλθον τῆς βασιλίδος τῶν πόλεων καὶ ναύσταθμον τοῦ σφετέρου στόλου πεποίηντο ἀπὸ τοῦ πρὸς δύσιν ἀκρωτηρίου τοῦ κατὰ τὸ Ἕβδομον μέχρι τοῦ Κυκλοβίου. στόλῳ δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνθοπλισάμενος καθ’ ἑκάστην αὐτοῖς ἀντετάσσετο, καὶ ναυμαχίαι ἐγίνοντο ἐξ ὥρας ἐαρινῆς μέχρι δὴ φθινοπωρινῆς. ὡς δ’ οὐδὲν οἱ βάρβαροι ἤνυον, ἀπάραντες τὴν Κύζικον κατειλήφασι καὶ ταύτην ἑλόντες ἐν αὐτῇ τὸν χειμῶνα διήγαγον. ἅμα δ’ ἔαρι αὖθις τὴν Κωνσταντίνου κατέλαβον, καὶ αὖθις ναυμαχίαι συχναί. τριβομένου δὲ τοῦ καιροῦ, ἐπεὶ κατέλαβε τὸ μετόπωρον, τῇ Κυζίκῳ καὶ πάλιν τὸν οἰκεῖον στόλον οἱ τῆς Ἄγαρ ἐνώρμισαν· καὶ τοῦτο οὕτως εἰς ἕβδομον ἐποίουν ἐνιαυτόν. ἀπογνόντες οὖν, μᾶλλον μέντοι καὶ πλῆθος ἀποβαλόντες πολύ, καὶ τῶν νηῶν ζημιωθέντες τὰς πλείονας τότε γὰρ καὶ τὸ ὑγρὸν ἐπινενόητο πῦρ, Καλλινίκου τινὸς ἀρχιτέκτονος ἀπὸ Συρίας ἐλθόντος καὶ τοῦτο σκευάσαντος, μετ’ αἰσχύνης καὶ λύπης πολλῆς ἀνθυπέστρεφον. ἤδη δὲ τοῦ περιλειφθέντος βαρβαρικοῦ στόλου γενομένου κατὰ τὸ Σύλαιον, καταιγὶς πνευμάτων σκληρὰ τούτῳ προσπεσοῦσα τὸν μὲν κατέδυσε, τὸν δὲ συνέτριψεν, ἀκταῖς προσαράξασα. ἐπιθεμένου δὲ αὐτῷ καὶ τοῦ τῶν Κιβυρραιωτῶν στρατηγοῦ, ἅπας διώλετο. κατὰ γῆν δ’ αὖθις ἑτέρα στρατιὰ τῶν Ἀράβων Ῥωμαϊκῷ προςβαλοῦσα στρατεύματι ἥττητο, ὥστε πεσεῖν, ὡς λέγεται, τριάκοντα χιλιάδων οὐ μείονας. ἐντεῦθεν οἱ Σαρακηνοὶ γνόντες ὡς οὐδὲν σφίσι τῶν ἐν ἐλπίσιν ἀνύσιμον, μᾶλλον μέντοι καὶ δείσαντες μὴ αὐτοῖς οἱ Ῥωμαῖοι ἐπέλθωσι, σπείσασθαι ἐβουλεύθησαν, καὶ στέλλει πρέσβεις ὁ Μαυίας πρὸς βασιλέα, εἰρήνην αἰτούμενος. καὶ ὁ βασιλεὺς πρὸς ταύτην κατένευσε καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Πιτζιγαύδην καλούμενον ἔπεμψεν, ὡς συνετὸν ἄνδρα καὶ γλῶτταν περὶ τὸ λέγειν ἔχοντα εὔστροφον, τὰς τῶν σπονδῶν συνθήκας πληρώσοντα. ὃς ἀπελθὼν πρὸς τοὺς Ἄραβας δεχθείς τε φιλοτιμότατα, τὰ τῆς εἰρήνης ἔθετο σύμφωνα καὶ δι’ ἐγγράφων αὐτὴν ἐπὶ τριάκοντα ἐνιαυτοὺς ἐβεβαίωσε, τῶν Ἀράβων καταθεμένων διδόναι τῇ βασιλείᾳ Ῥωμαίων δασμὸν ἐνιαύσιον χρυσίου χιλιάδας τρεῖς καὶ δούλους ὀκτὼ καὶ ἵππους τῶν παρ’ αὐτοῖς δοκίμων τοσούτους. οἱ μὲν οὖν τῆς Ἄγαρ οὕτω τῆς εἰρήνης ἔτυχον. οἱ δὲ κατὰ τὴν ἑσπέραν τῶν Ῥωμαίων πολέμιοι ταῦτα μαθόντες, κἀκεῖνοι καταλῦσαι τοὺς πολέμους σπουδὴν ἔθεντο καὶ πρέσβεις πρὸς τὸν βασιλέα μετὰ δώρων ἐστάλκασι, καὶ πρὸς αὐτοὺς ἡ εἰρήνη κεκύρωτο. Καὶ ἠρεμία πολέμων ἐγένετο καὶ κατὰ τὴν ἑῴαν λῆξιν καὶ τὴν ἑσπέριον. Θανόντος δὲ τοῦ πατριάρχου Ἰωάννου προκεχείριστο Κωνσταντῖνος καὶ μετὰ δύο ἔτη ἐξέλιπε· καὶ ἀνάγεται εἰς τὸν ἀρχιερατικὸν τοῦτον θρόνον Θεόδωρος. ὃς μετὰ δύο ἐνιαυτοὺς ἐκβληθεὶς διάδοχον ἔσχε Γεώργιον. Ὀρθόδοξος δὲ ὢν ὁ Κωνσταντῖνος ἐσπούδασεν ἑνῶσαι τὰς ἐκκλησίας διεσχισμένας διὰ τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπὸ τῶν χρόνων τῆς βασιλείας Ἡρακλείου τοῦ προπάππου αὐτοῦ. διὸ καὶ σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι κελεύει ἐν Κωνσταντινουπόλει, ἧς ἡγοῦντο τοῦ πάπα Ῥώμης Ἀγάθωνος τοποτηρηταί, Γεώργιος δὲ Κωνσταντινουπόλεως καὶ Θεοφάνης Ἀντιοχείας. Ἀλεξανδρείας γὰρ οὐκ ἦν πατριάρχης οὐδ’ Ἱεροσολύμων, ὅτι ὑπὸ τοὺς Σαρακηνοὺς αἱ πόλεις αὗται ἐτύγχανον. ἕκτη δὲ οὖσα ἡ σύνοδος αὕτη ἐκύρωσε δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπὶ τοῦ σωτῆρος Χριστοῦ καὶ λέγεσθαι καὶ πιστεύεσθαι, παρουσιάζοντος καὶ τοῦ αὐτοκράτορος, ἀναθεματισθέντων τῶν τὴν μίαν φρονούντων θέλησιν καὶ ἐνέργειαν Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὀνωρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σεργίου, Πύρρου, Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως, Μακαρίου Ἀντιοχείας καὶ Στεφάνου τοῦ φοιτητοῦ αὐτοῦ καὶ Πολυχρονίου τοῦ χρονίου τὴν κακίαν καὶ νηπιόφρονος γέροντος. Τὸ δὲ τῶν Βουλγάρων ἔθνος εἰς τὰς Ῥωμαϊκὰς χώρας τὰ πέραν τοῦ Ἴστρου γενόμενον ταύταις ἀκρατῶς ἐλυμαίνετο. ἐκστρατεύει τοίνυν κατ’ αὐτῶν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ γῆν τε καὶ θάλασσαν, στόλον πολὺν ἐκ τῆς θαλάσσης εἰσαγαγὼν εἰς τὸν Δάνουβιν. οἱ δὲ βάρβαροι τὴν τῶν Ῥωμαίων ἰδόντες παρασκευὴν ἐδειλίασαν καὶ εἰς ὀχύρωμά τι ποταμοῖς στεφανούμενον καὶ τενάγεσι κατακλείσαντες ἑαυτοὺς ἠρέμουν· ἀλλ’ οὐδ’ ἡ Ῥωμαϊκὴ στρατιὰ τούτοις προσέβαλεν. ἐφ’ ἡμέραις οὖν τισιν οὕτω διατιθεμένων τῶν ἐναντίων ἀμφοῖν, μαλακίαν οἱ βάρβαροι τῶν Ῥωμαίων κατέγνων. ἐπισυμβέβηκε δὲ καί τι ὃ θάρσος ἐκείνοις ἐνῆκε τῆς προτέρας δειλίας ἀντίθετον. ὁ γὰρ βασιλεὺς ἐκ ποδαλγίας νοσήσας καὶ δριμυτέραις ἀλγηδόσι βαλλόμενος, λουτροῖς χρησόμενος σὺν πέντε δρόμωσι μετὰ τῆς θεραπείας εἰς Μεσημβρίαν χώρα δ’ ὑπὸ Ῥωμαίους τελοῦσα αὕτη ἐστί τὸν ἔκπλουν πεποίητο, τὴν στρατιὰν καὶ τοὺς στρατάρχας ἐκεῖσε καταλιπὼν καὶ ἐπισκήψας πρὸς τοὺς βαρβάρους ἀκροβολίζεσθαι, ἵν’ οὕτως αὐτοὺς εἰς πόλεμον ἐπισπάσωνται. φήμης δὲ γενομένης εἰς τὸ στρατόπεδον φόβῳ τῶν πολεμίων διαδιδράσκειν τὸν αὐτοκράτορα, αἰσχρῶς ἅπαντες μηδενὸς διώκοντος ἔφευγον. τοῦτο τοῖς Βουλγάροις ἀπροσδοκήτως γενόμενον μένος ἐνέπνευσε καὶ παρέθηξεν εἰς ἀλκήν, καὶ ὀπίσω διώκοντες πολλοὺς μὲν ἀνῄρουν, οὐ μείους δ’ ἐζώγρησαν καὶ τὸν Ἴστρον περαιωθέντες ἐν τῇ Ῥωμαίων ἐπήξαντο τὰς σκηνάς· καὶ οὐ διέλιπον ἐξ ἐκείνου τὴν ὑπὸ Ῥωμαίους ἅπασαν ληιζόμενοι. ὅθεν βιασθεὶς ὁ κρατῶν σπονδὰς ἔθετο πρὸς αὐτοὺς ἐπὶ συνθήκαις τοῦ δασμὸν αὐτοῖς καταβάλλειν ἐτήσιον, εἰς αἰσχύνην τῆς τῶν Ῥωμαίων ἀρχῆς. καὶ ἦν οὕτως πάντοθεν εἰρηνεύοντα τοῖς Ῥωμαίοις τὰ πράγματα ἕως τῆς τελευτῆς τοῦδε τοῦ αὐτοκράτορος. ἐτελεύτησε δὲ ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἰουστινιανῷ, βασιλεύσας ἐνιαυτοὺς ἑπτακαίδεκα. Ἦν δὲ Ἰουστινιανός, ὅτε τῆς ἀρχῆς ἐπέβη, μειρακίσκος ἓξ ἐπὶ δέκα ἐνιαυτοῖς. αὐτοβούλως οὖν τῇ διοικήσει κεχρημένος τῆς βασιλείας πολλοῖς τὴν Ῥωμαίων ἡγεμονίαν κακοῖς περιέβαλεν. οἱ γὰρ Μαρδαῖ̈ται τὰς τοῦ Λιβάνου καταλαβόντες περιωπὰς τοῦ Πωγωνάτου κρατοῦντος φοβεροὶ τοῖς Ἄραψιν ἦσαν· διὸ καὶ σπονδὰς ἐκεῖνοι πρὸς Ῥωμαίους ᾐτήσαντο καὶ τούτων, ὡς εἴρηται, τετυχήκασι. τούτου δὲ τοῦ αὐτοκράτορος ἄρτι τῶν σκήπτρων ἐπειλημμένου, ὁ τότε τῶν Ἀράβων ἡγεμονεύων Ἀβιμέλεχ ὁ γὰρ Μαυίας ἔφθη θανών πέμψας προσκυρωθῆναι τὴν εἰρήνην ἐζήτησεν, ἀξιῶν τοὺς Μαρδαί̈τας μεταστῆναι ἐκ τοῦ Λιβάνου καὶ ὑπισχνούμενος τούτου γενομένου διδόναι Ῥωμαίοις ἡμερήσιον φόρον χρυσοῦ νομίσματα χίλια καὶ δοῦλον καὶ ἵππον τῶν παρ’ αὐτοῖς ἐκκρίτων. ἐπὶ τούτοις οὖν ἀνανεωθεισῶν τῶν σπονδῶν, καὶ τῶν Μαρδαϊτῶν εἰς δώδεκα χιλιάδας ἀνδρῶν μαχίμων ἀριθμουμένων μεταστάντων ἐκ τοῦ Λιβάνου, τὸ τῶν Ἀράβων ἔθνος τοῦ ἐξ ἐκείνων δέους ἀπαλλαγὲν πολλῶν τὴν Ῥωμαίων ἡγεμονίαν ἐνέπλησε συμφορῶν. Στείλας δὲ τὸν στρατηγὸν Λεόντιον ὁ Ἰουστινιανὸς ὑπέταξε δι’ αὐτοῦ τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν καὶ χώρας ἑτέρας. οὗτος ὁ βασιλεὺς ἔλυσε καὶ τὰς πρὸς τοὺς Βουλγάρους σπονδάς, μὴ ἀνεχόμενος δασμοὺς παρέχειν αὐτοῖς. ἐκστρατεύσας δὲ κατὰ τὰ ἑσπέρια πολλὰ τῶν Σθλαβικῶν ἐθνῶν ὑπηγάγετο, τὰ μὲν ἑκόντα, ἔνια δὲ πολέμου νόμῳ· ἐξ ὧν καὶ νέον συνεστήσατο σύνταγμα. κατ’ ἐκλογὴν γὰρ εἰληφὼς ἐκ τούτων ἄνδρας γενναίους τε καὶ νεάζοντας εἰς χιλιάδας τριάκοντα, λαὸν αὐτοὺς ἐκάλεσε περιούσιον. οἷς γεγηθώς τε καὶ πεποιθὼς καὶ τὰς πρὸς τοὺς Ἄραβας συνθήκας παρέλυσεν, αἰτίαν ἐσχηκὼς ὅτι σταλὲν τὸ τοῦ ἐτησίου φόρου χάραγμα οὐ Ῥωμαϊκὸν εἶχε σφράγισμα, ἀλλὰ νέον Ἀράβιον. οὐδὲ γὰρ ἐξῆν ἐν χρυσῷ νομίσματι χαρακτῆρα ἕτερον ἐντυποῦσθαι ἢ τὸν τοῦ βασιλέως Ῥωμαίων. ἐστράτευσεν οὖν κατ’ αὐτῶν οὐ τοσοῦτον ταῖς Ῥωμαϊκαῖς συντάξεσι τεθαρρηκὼς ὅσον τῷ νέω τούτῳ καὶ περιουσίῳ λαῷ. τῶν δὲ Ἀράβων τὰς σπονδὰς αἰτουμένων μὴ ἀθετῆσαι μηδὲ τὰς ἐγγράφους παραβῆναι συνθήκας καὶ τὸν θεὸν ἐπιμαρτυρομένων, ὃς μέσος παραληφθεὶς αὐτὰς ἐμπεπέδωκε, καὶ ἐκδικητὴν καλούντων αὐτὸν κατὰ τῶν τῆς μάχης αἰτίων, ὁ βασιλεὺς τὰ ὦτα πρὸς ταῦτα βύσας πρὸς μάχην ἡτοίμαστο. οἱ γοῦν Ἄραβες δόρατι τὸ τῶν σπονδῶν προσδήσαντες ἔγγραφον καὶ ὥσπερ σημαίαν ἄραντες τοῦτο τοῦ σφῶν στρατεύματος προερχόμενον, συρρήγνυνται τοῖς Ῥωμαίοις· καὶ αὐτίκα ἐκ τοῦ περιουσίου λαοῦ αἱ εἴκοσι χιλιάδες πρὸς τοὺς Ἄραβας ηὐτομόλησαν, ὃ τοῖς Ῥωμαίοις δειλίας γέγονεν αἴτιον, τοῖς δ’ ἐναντίοις ἐνῆκε θάρσος. καὶ ἥττηντο μὲν οἱ Ῥωμαῖοι, ἡ νίκη δ’ ἐπεμειδία τοῖς Ἄραψιν· οἳ τοῖς φεύγουσιν ἐφεπόμενοι ἀνῄρουν οὓς κατελάμβανον, ὡς καὶ ἀριθμοῦ κρείττους σχεδὸν ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων πεσεῖν. αἰσχρῶς δὲ διαφυγὼν ὁ βασιλεὺς μετ’ ὀλίγων τὸν ὄλεθρον, ἐπεὶ κατὰ τὸν Λευκάτην ἐγένετο, τοὺς περιλειφθέντας ἐκ τοῦ περιουσίου λαοῦ τῶν Σθλαβικῶν ἀναιρεθῆναι πάντας προσέταξε· καὶ πάντες ἐκεῖ ξίφεσι συγκοπέντες ἐρρίφησαν εἰς τὴν θάλατταν. καὶ ὁ μὲν εἰς τὸ Βυζάντιον παραγεγονὼς οἰκοδομαῖς προσησχόλητο. οὗτος γὰρ τὸν μέγιστον τῶν πρὸς ἀνίσχοντα ἥλιον βασιλείων ᾠκοδόμησε τρίκλινον, ὃς καὶ τῇ αὐτοῦ καλεῖται κλήσει μέχρι τοῦ νῦν λεγόμενος Ἰουστινιάνειος. οἱ δὲ τῆς Ἄγαρ ἀδεῶς ἐξ ἐκείνου ταῖς τῶν Ῥωμαίων χώραις ἐπέβαινον· καὶ ὁ τῆς Ἀρμενίας ἐπιστατῶν Σαββάτιος ὁ πατρίκιος τὴν ἧτταν τοῦ βασιλέως μαθὼν τοῖς Ἄραψι προσεχώρησε καὶ τὴν Ἀρμενίαν αὐτοῖς παραδέδωκε. καὶ οὐκ ἐπαύοντο ἅπασαν τὴν ἑῴαν δῃοῦντες καὶ τοὺς χριστωνύμους αἰχμαλωτίζοντες. Ἦν δὲ τῷ βασιλεῖ τούτῳ ἐκτομίας Στέφανος, τὸ μὲν γένος ἐκ βαρβάρων ἕλκων, ἀπηνὴς δὲ καὶ ὑπὲρ βαρβάρους καὶ λίαν ὠμότατος. οὗτος παρ’ αὐτῷ πλεῖστα δεδυνημένος καὶ σακελλάριος προεβλήθη· καὶ βαρὺς ἦν ἅπασιν οὐκ ἐν εἰσπράξεσι μόνον, ἀλλὰ μέντοι καὶ ἐν κολάσεσι, καὶ οὐ τοὺς τυχόντας μόνον ἐκόλαζεν, ἀλλὰ καὶ τῶν ὑπερλίαν ἥπτετο, ὡς καὶ αὐτὴν τυπτῆσαί ποτε τὴν μητέρα τοῦ βασιλεύοντος. καί τινα δὲ μοναχὸν Θεοδόσιον, ἔγκλειστον πρὶν ὄντα, γενικὸν ὁ βασιλεὺς προεβάλετο, καὶ ἦν οὐδ’ οὗτος ἥττων εἰς κακίαν τοῦ ἐκτομίου Στεφάνου. πολλῶν οὖν παρ’ αὐτῶν δεινῶν ἐπενηνεγμένων τῷ πολιτεύματι, μισητὸς ἅπασιν ὁ Ἰουστινιανὸς ἔδοξε. τὸν γοῦν στρατηγὸν Λεόντιον ἐξ ὑπονοία τοῦ τῆς βασιλείας ἐφίεσθαι καθείρξας ἐπὶ δύο ἐνιαυτούς, ὕστερον ἐκβαλὼν στρατηγὸν Ἑλλάδος ἐποίησεν. ὁ δὲ Παύλῳ τινὶ μοναχῷ ἀστρολογίαν μετιόντι καὶ τὴν βασιλείαν χρησμοδοτοῦντι αὐτῷ φησιν ὡς "ἐγὼ ἤδη ἄπειμι πρὸς Ἑλλάδα· οἶδα δὲ ὅτι ὁ βασιλεὺς στελεῖ τοὺς ἀναιρήσοντάς με ὀπίσω μου. ἃ δὲ σύ μοι προύλεγες, οἴχονται." ὁ δὲ "μὴ δειλανδρήσῃς" ἔφη, "ἀλλ’ ἐπιχείρησον τῇ πράξει, καὶ οὐκ ἀστοχήσεις τοῦ ἐφετοῦ." παραλαβὼν οὖν ὁ Λεόντιος τοὺς οἷς ἐθάρρει καὶ τὰς δημοσίας διαρρήξας εἱρκτὰς τοὺς καθειργμένους ἐξήγαγεν, εἰς πλῆθος περιισταμένους πολύ, οἳ καὶ εἰς τὸ μέγα παρελθόντες τέμενος τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων συνειςρυέντων, ὕβριζον μὲν τὸν Ἰουστινιανόν, εὐφήμουν δὲ τὸν Λεόντιον, συνεργοῦντος καὶ Καλλινίκου τοῦ πατριάρχου. ἐκεῖθεν δ’ εἰς τὸ ἱππήλατον μεταχωρήσαντες θέατρον τὰ ὅμοια διεπράττοντο, καὶ τὸν Ἰουστινιανὸν τῶν ἀνακτόρων ἐξαγαγόντες κατὰ τὴν Σφενδόνην ἐρρινοτόμησαν καὶ εἰς Χερσῶνα ἔθεντο ὑπερόριον, ἐνιαυτοὺς ἑξκαίδεκα τῆς βασιλείας κρατήσαντα. τὸν δ’ ἐκτομίαν Στέφανον, τὸν σακελλάριον δηλαδή, καὶ τὸν μοναχὸν Θεοδόσιον τὸν γενικὸν συλλαβόμενοι καὶ σχοίνους ἐξάψαντες τῶν ποδῶν αὐτῶν, σύροντες διὰ τῆς ἀγορᾶς εἰς τὸν Βοῦν ἀπήγαγον καὶ κατέκαυσαν. Τούτων δὲ γενομένων ὁ Λεόντιος τῆς βασιλείας ἐκράτησεν, ἐφ’ οὗ οἱ Ἄραβες τὰς Ῥωμαϊκὰς κατατρέχοντες χώρας πολλοὺς αἰχμαλώτους ἐλάμβανον, εἶτα καὶ τὴν Ἀφρικὴν ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. στέλλει τοίνυν τοῦτο μαθὼν ὁ βασιλεὺς Λεόντιος ἕνα τῶν πατρικίων Ἰωάννην, ἄνδρα δραστήριον, μετὰ τοῦ στόλου παντὸς τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν Ἀφρικὴν ἀνασώσασθαι· ὃς καὶ πολέμῳ τοὺς ἐκεῖ τρεψάμενος Ἄραβας τὴν Ἀφρικὴν αὐτῶν ἠλευθέρωσε κἀκεῖ παρεχείμασε, γράψας τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ τὸ ποιητέον ἀναμένων ἐπιταγῆναι αὐτῷ. ὁ δὲ τῶν Ἀγαρηνῶν πρωτοσύμβουλος οὕτω γὰρ ἐκάλουν τοὺς σφῶν προεξάρχοντας τὰ κατὰ τὴν Ἀφρικὴν συμβεβηκότα μαθὼν καὶ ἐν δεινῷ τὴν ἐκ ταύτης ποιούμενος ἔκπτωσιν, στόλον ἑτοιμάζει βαρύτατον καὶ στέλλει αὖθις τὴν Ἀφρικὴν ἀνακαλεσόμενος. πρὸς ὃν ὁ ῥηθεὶς πατρίκιος Ἰωάννης ναυμαχῆσαι μὴ ἐξαρκῶν τοῦ λιμένος ἐξέστη καὶ ἐπανήρχετο πρὸς τὸν βασιλέα, αἰτήσων πλείονα δύναμιν. γενομένου δὲ κατὰ τὴν Κρήτην τοῦ Ῥωμαϊκοῦ στόλου, οἱ τοῦ λαοῦ προϊστάμενοι, πῇ μὲν δι’ αἰσχύνης ποιούμενοι τὸ ὑποχωρῆσαι τῆς Ἀφρικῆς τοῖς πολεμίοις ταύτης παραχωρήσαντες, πῇ δὲ καὶ δεδοικότες τὴν τοῦ βασιλέως ὀργήν, πείθουσι τὸ ναυτικὸν εἰς ἀποστασίαν ἐκκλῖναι καὶ δυσφημῆσαι τὸν Λεόντιον, εὐφημῆσαι δὲ βασιλικῶς τὸν Ἀψίμαρον τῶν Κιβυρραιωτῶν ὄντα δρουγγάριον, ὃν αὐτίκα καὶ Τιβέριον μετωνόμασαν. οὗτος οὖν ἅμα τῷ στόλῳ καταλαβὼν τὸ Βυζάντιον ἐν Συκαῖς τὰ σκάφη προσώρμισεν. ὁ δέ γε Λεόντιος τὴν τῆς πόλεως φυλακὴν διὰ φροντίδος πεποίητο. ἀλλά τινες τῶν ἐπαρχεωτῶν ἀρχόντων τὸ κατὰ Βλαχέρνας τεῖχος φυλάσσειν λαχόντες, ἐκεῖθεν εἰσήγαγον τὸν Ἀψίμαρον, καὶ ταῦτα μεθ’ ὅρκων φρικτῶν τὰς κλεῖς ἐμπιστευθέντες τῶν τοῦ τείχους ἐκείνου πυλῶν. εἰσελθόντες οὖν οὕτως οἱ τοῦ στόλου τὰς οἰκίας τῶν πολιτῶν ἐληίσαντο. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντιον ἀφείλετο τῆς ῥινὸς καὶ ὑπὸ φυλακὴν ἐποιήσατο, βασιλεύσαντα ἔτη τρία, τοὺς δὲ αὐτῷ συναιρομένους ἐκ τῶν ἀρχόντων τυπτήσας καὶ τῶν ὑπαρχόντων στερήσας ὑπερορίους ἐποίησε. Καὶ ὁ μὲν Ἀψίμαρος ἢ Τιβέριος οὕτω τῆς βασιλείας ἐκράτησεν, αὐτίκα δὲ τὸν ἴδιον ἀδελφὸν Ἡράκλειον πάντων τῶν ἱππικῶν καὶ πεζῶν στρατευμάτων στρατηγὸν μονώτατον προβαλόμενος στέλλει πρὸς ἕω τοῖς Ἀγαρηνοῖς ἀντιτάττεσθαι. κατέδραμον οὖν τὴν Συρίαν Ῥωμαῖοι καὶ μέχρι Σαμοσάτων ἀφίκοντο, τὰ πέριξ ἅπαντα προνομεύσαντες, καὶ πολλοὺς σφόδρα τῶν Ἀγαρηνῶν διεχρήσαντο, καὶ δορυαλώτου ἑλόντες πλείστους καὶ λείαν ἄλλην ἀμύθητον φόβον μέγαν τοῖς Ἄραψιν ἐνεποίησαν. Βαάνης δέ, ᾧ Ἑπταδαίμων ἐπίκλησις, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψι προύδωκεν. εἶτα οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Ἀγαρηνῶν στασιάσαντες ἐκείνους μὲν ἔκτειναν, πρὸς δὲ τὸν Ἀψίμαρον διεπέμψαντο καὶ Ῥωμαίους αὖθις εἰς τὴν χώραν ἐδέξαντο. ἀλλ’ ὁ Μοάμεδ κατ’ αὐτῶν ἐπελθὼν ὑπὸ τοὺς Ἀγαρηνοὺς καὶ πάλιν τὴν Ἀρμενίαν πεποίηκε καὶ τοὺς τῶν Ἀρμενίων προέχοντας ζῶντας κατέκαυσε. τότε καὶ κατὰ τῆς Κιλικίας Ἀγαρηνοὶ ἐπεστράτευσαν, οἷς συμβαλὼν ὁ τοῦ βασιλέως ὁμαίμων Ἡράκλειος τοὺς μὲν πλείονας μαχαίρας ἔργον εἰργάσατο, τοὺς δὲ λοιποὺς ζωγρήσας δεσμίους τῷ κρατοῦντι ἐξέπεμψε. Φιλιππικὸν δὲ τὸν υἱὸν τοῦ πατρικίου Νικηφόρου βασιλειῶντα, ὅτι κατ’ ὄναρ ἔδοξε τὴν αὐτοῦ κεφαλὴν σκιάζεσθαι ὑπὸ ἀετοῦ, εἰς Κεφαληνίαν ἐξώρισεν. Ἰουστινιανὸς δὲ ἐν Χερσῶνι, ὡς εἴρηται, περιορισθεὶς ἠδυνήθη διαδρᾶναι ἐκεῖθεν καὶ τῷ Χαζάρων ἀρχηγῷ Χαγάνῳ προσελθεῖν καὶ δεχθεὶς παρ’ ἐκείνου φιλοτιμότατα τὴν ἀδελφὴν αὐτοῦ ἔγημε Θεοδώραν καὶ μετ’ ὀλίγον ἐκεῖθεν ἀπελθὼν εἰς ἄλλην χώραν μετὰ τῆς αὐτοῦ διέτριβε γυναικός. καὶ ὁ Ἀψίμαρος διεπέμψατο πρὸς τὸν Χαγάνον, χρήματα δώσειν αὐτῷ πολλὰ ὑπισχνούμενος, εἰ στείλειεν αὐτῷ τὴν τοῦ Ἰουστινιανοῦ κεφαλήν. καὶ ὃς συνέθετο καὶ δύο τινὰς τῶν ᾠκειωμένων αὐτῷ στείλας ἐν ἀπορρήτοις ἐνετείλατο τὸν Ἰουστινιανὸν ἀνελεῖν· ὃ διὰ δούλου μαθοῦσα ἡ Θεοδώρα τῷ ἀνδρὶ καταγγέλλει. ὁ δὲ τοὺς ἐνταλθέντας αὐτὸν ἀνελεῖν ἰδίᾳ προσκαλεσάμενος ἕκαστον ἀγχόνῃ στερίσκει τοῦ· ζῆν καὶ τὴν μὲν Θεοδώραν εἰς Χαζαρίαν ἐξέπεμψεν, αὐτὸς δὲ εἰς ἁλιάδα ἐμβεβηκὼς ἀπέπλευσε, πρὸς Τέρβελιν ἀπιὼν τὸν τῶν Βουλγάρων ἐξάρχοντα. κλύδωνος δὲ μεγάλου κατειληφότος αὐτὸν ἐν τῷ πλέειν, καταδῦναι τὸ πλοιάριον ἐκινδύνευε. τῶν δὲ συμπλεόντων ἐπαγγείλασθαι τῷ θεῷ συμβουλευόντων αὐτῷ, εἰ περισωθείη καὶ τὴν ἀρχὴν ἀπολήψοιτο, μή τι κακὸν τοῖς κατ’ αὐτοῦ γενομένοις ἐπενεγκεῖν, ἐκεῖνος "εἰ φείσομαι τούτων" ἔφη "τινός, αὐτίκα καταποντισθείην ὡδί." περισωθεὶς οὖν καὶ τῷ τῶν Βουλγάρων ἄρχοντι προσελθὼν καὶ πλεῖστα παρασχών, ἄλλα μέντοι καὶ παρέχειν ἐπαγγειλάμενος, εἰ παρ’ αὐτοῦ καταχθείη πρὸς τὴν προγονικὴν βασιλείαν, καὶ τὴν θυγατέρα αὐτῷ συζεῦξαι καθυποσχόμενος, σὺν ἐκείνῳ μετὰ βαρβαρικῆς βαρείας δυνάμεως τὴν ὑπερκειμένην κατειλήφει τῶν πόλεων καὶ πρὸ τῶν τειχῶν στρατοπεδευσάμενος ἀπεπειρᾶτο τῶν πολιτῶν, αὐτοῖς ἐκ τοῦ τείχους προκύπτουσιν ὁμιλῶν. οἱ δὲ οὐ μόνον αὐτὸν οὐ προσίεντο, ἀλλὰ καὶ ὕβρεις αὐτοῦ κατέχεον πλημμελεῖς. νυκτὸς οὖν διὰ τοῦ ἀγωγοῦ εἰσδὺς ἐντὸς ἀνέδυ τῆς πόλεως καὶ ταύτης ἐγένετο ἐγκρατής. ὁ δὲ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φυγὼν κατελήφθη. Τῷ μὲν οὖν τῶν Βουλγάρων ἄρχοντι δῶρα πολλὰ παρασχὼν καὶ συνθήκας εἰρήνης μετ’ αὐτοῦ ποιησάμενος ἀπελθεῖν αὐτὸν παρεσκεύασεν. τοῦ δὲ Ἀψιμάρου καὶ Ἡρακλείου τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς αὐτὸν ἀχθέντων, ἀλλὰ μὴν καὶ τοῦ Λεοντίου, τὸν μὲν Ἡράκλειον σὺν ἄλλοις πλείοσιν ἐν ξύλοις παρὰ τοῖς τείχεσιν ἀπῃώρησε, τὸν Ἀψίμαρον δέ γε καὶ τὸν Λεόντιον δεσμίους διὰ τῆς ἀγορᾶς περιαγαγὼν καὶ θεατρίσας ἱππικοῦ ἀγομένου, ῥιφέντας ὑπὸ τοὺς πόδας αὐτοῦ κατὰ τῶν τραχήλων πεπάτηκε, καὶ οὕτως ἐκτμηθῆναι τὰς αὐτῶν κεφαλὰς ἐν τῷ Κυνηγίῳ προσέταξεν, ἑπτὰ τοῦ Ἀψιμάρου ἐνιαυτοὺς βασιλεύσαντος. τὸν δὲ πατριάρχην Καλλίνικον πρότερον αὐτοῦ πηρώσας τὰ ὄμματα εἰς Ῥώμην ἔθετο ὑπερόριον. Κῦρον δέ τινα μοναχὸν ἔγκλειστον πατριάρχην προυβάλετο, ὃς αὐτῷ τὴν εἰς τὴν βασιλείαν ἀποκατάστασιν προεφοίβασε. πολὺ δὲ πλῆθος ἔκ τε τοῦ δημοτικοῦ καὶ τοῦ στρατιωτικοῦ τότε διέφθειρεν οὗτος ὁ βασιλεύς, τοὺς μὲν φανερῶς, ἐνίους μέντοι καὶ ἀφανῶς. στείλας δ’ εἰς Χαζαρίαν ἤγαγε τὴν γυναῖκα αὐτοῦ Θεοδώραν, ἤδη αὐτῷ τεκοῦσαν υἱόν, ὃν Τιβέριον κατωνόμασε, κἀκείνην δὲ καὶ τὸ παιδίον τοῦ τῆς βασιλείας ἀξιώσας ὀνόματος καὶ ἄμφω ἔστεψε. λύσας δὲ τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς κατ’ αὐτῶν ἐξεστράτευσε σὺν ἱππικαῖς τε καὶ πεζικαῖς δυνάμεσι καὶ σὺν στόλῳ πολλῷ, καὶ ἀπῆλθε πρὸς τὴν Ἀγχίαλον. τὸ μὲν οὖν πρῶτον δείσαντες οἱ Βούλγαροι εἰς τὰ ὄρη ἀνέδραμον, ἐκεῖθεν δὲ ἀσυντάκτως ὁρῶντες τὴν τῶν Ῥωμαίων στρατιὰν σκηνουμένην καὶ ἀπροσέκτως εἰς χορτασμάτων συλλογὴν σκιδναμένην, ἀνεθάρσησαν καὶ ἐπελθόντες αὐτοῖς πολλοὺς μὲν ἀνεῖλον, οὐ μείους δὲ ᾐχμαλώτευσαν καὶ ἵππον συνέσχον πολλήν. ὁ μέντοι βασιλεὺς σὺν τοῖς περιλειφθεῖσιν εἰς τὸ ἐκεῖ συνεκλείσθησαν φρούριον. εἶτα τοὺς ἵππους πάντας νευροκοπήσαντες, ἵνα μὴ τούτους λάβοιεν οἱ πολέμιοι, τοῖς τοῦ στόλου σκάφεσιν ἐμβεβηκότες ἐπανῆλθον εἰς τὸ Βυζάντιον σὺν αἰσχύνῃ πολλῇ. μηνιῶν δὲ τοῖς ἐν Χερσῶνι, ὅτι ἐκεῖ περιωρισμένον αὐτὸν γνόντες νεωτερίζοντα ἠβουλήθησαν ἀνελεῖν, στέλλει τριήρεις καὶ δρόμωνας καὶ νῆας ἑτέρας τῶν φορτηγῶν σὺν στρατεύματι πλείστῳ καὶ δυσὶ στρατηγοῖς, ἐντειλάμενος αὐτοῖς μὴ φείσασθαί τινος τῶν ἐκεῖ, ἀλλὰ πάντας συγκόψαι τοῖς ξίφεσιν. οἳ σὺν οὐδενὶ πόνῳ οὐ γὰρ ἀντέστησαν οἱ τῶν ἐν Χερσῶνι πόλεων κάτοικοι παραλαβόντες αὐτοὺς ἅπαντας σχεδὸν ἀνῃρήκασι, μόνης τῆς νεαζούσης ἡλικίας μέχρι μειρακίων φεισάμενοι. ὃ μαθὼν Ἰουστινιανός, ὅτι μὴ καὶ τούτους ἀνεῖλον, ἐξώργιστο, καὶ πρὸς αὐτὸν ἀποσταλῆναι παρεκελεύσατο. ἀποσταλέντας δὲ καταποντισθῆναι ἐν τῇ θαλάσσῃ συνέβη τοὺς πλείονας, καὶ ἔδοξε τοῦτο τῷ βασιλεῖ καταθύμιον. καὶ οὐδ’ οὕτω τῆς κατ’ ἐκείνων μανίας ἐμπέπληστο, ἀλλ’ ἠπείλει καὶ αὖθις στελεῖν καὶ οὕτω τὴν χώραν ἐξερημῶσαι ὡς καὶ τὰς πόλεις καθελεῖν καὶ ἀροτριᾶσαι. διὰ ταῦτα οἱ ἔτι περιλειφθέντες ἐν Χερσῶνι καὶ οἱ τούτων περίοικοι ἀποστατήσαντες Φιλιππικὸν τὸν τοῦ Βαρδάνη, ὃν ὁ λόγος ἱστόρησε παρὰ τοῦ Ἀψιμάρου εἰς Κεφαληνίαν περιορισθῆναι, ἄρτι ἀνακληθέντα ἐκ τῆς ὑπερορίας καὶ ἐπανιόντα πρὸς τὴν Κωνσταντινούπολιν, κἀκεῖ γενόμενον βασιλέα ἀναγορεύουσι, καὶ τοῦ σφῶν ἄρχοντος Ἡλία συμπράττοντος. ἃ μαθὼν Ἰουστινιανὸς τοὺς μὲν τοῦ Ἡλία παῖδας ἐν τῷ κόλπῳ κατέσφαξε τῆς μητρός, ἐκείνην δὲ δούλῳ αὐτῆς Ἰνδῷ μαγείρῳ συνέζευξεν. εἶτα στόλον ἑτοιμασάμενος στέλλει κατὰ Χερσῶνος, ἐντειλάμενος τῷ τοῦ στόλου κατάρχοντι ἡβηδὸν ξύμπαντας ἀνελεῖν. ἤδη δὲ καταλαβόντος τὴν Χερσῶνα τοῦ ναυτικοῦ καὶ πολιορκοῦντος αὐτὴν ἧκον Χάζαροι τοῖς Χερσωνίταις ἐπικουρήσοντες. ἐντεῦθεν ἡ μὲν πολιορκία ἐλέλυτο, οἱ δὲ τοῦ στόλου μὴ τολμῶντες πρὸς τὸν βασιλέα ἐπανελθεῖν τοῦ μὲν βλασφημίας κατέχεον, τὸν δὲ Βαρδάνην ὡς βασιλέα εὐφήμησαν. καιροῦ δὲ παραρρυέντος συχνοῦ, ὅτι μηδὲν αὐτῷ ἐκ τοῦ στόλου μεμήνυτο, ὁ βασιλεὺς ὑποτοπήσας συμβῆναί τι φερόμενον κατ’ αὐτοῦ, ἐξώρμησε τῆς Βυζαντίδος καὶ ἕως Σινώπης ἐλθὼν ὁρᾷ τὸν στόλον εὐθὺ τῆς πόλεως πλοϊζόμενον· αὐτίκα τοίνυν γέγονε καὶ αὐτὸς ὀπισθόρμητος. τοῦ δὲ Φιλιππικοῦ εὐπλοήσαντος καὶ προκαταλαβόντος τὴν μεγαλόπολιν, ἐκεῖνος ἐν τῷ Δαματρύϊ ἐσκήνωσε. πρὸς ὃν ὁ εἰρημένος Ἡλίας ἀποσταλεὶς ἠδυνήθη πεῖσαι τὸ μετὰ Ἰουστινιανοῦ στρατιωτικὸν ἀποστῆναι αὐτοῦ καὶ προσρυῆναι Φιλιππικῷ. καταλειφθεὶς τοίνυν παρὰ τῶν στρατιωτῶν Ἰουστινιανὸς χειροῦται καὶ χερσὶν οἰκείαις εὐθὺς ὁ Ἡλίας ἀφεῖλε τὴν αὐτοῦ κεφαλήν. ὁ δὲ τούτου παῖς ὁ Τιβέριος μετὰ τῆς πρὸς μητρὸς μάμμης Ἀναστασίας ἡ γὰρ μήτηρ αὐτοῦ Θεοδώρα ἔφθη θανεῖν τῷ ἐν Βλαχέρναις ναῷ προςφυγὼν εἰσέδυ τὸ θεῖον θυσιαστήριον καὶ ὑπὸ τὴν παναγῆ γενόμενος τράπεζαν, ἑνὸς τῶν ταύτην ἀνεχόντων στυλίσκων δεδραγμένος ἱκέτευε μὴ θανεῖν. ἀλλ’ οἱ σταλέντες εἰς ζήτησιν αὐτοῦ ἐξελκύσαντες τοῦ θυσιαστηρίου τὸν παῖδα μαχαίρᾳ τούτου τὸν λαιμὸν ὡς βοσκήματος ἀπέτεμον ἀπηνῶς. Ἤδη δὲ τῆς βασιλείας τυχὼν ὁ Φιλιππικὸς κατὰ τῆς ἕκτης οἰκουμενικῆς συνόδου ὡπλίσατο, καὶ σύνοδον ἀθροίσας ὁ μάταιος ἠκύρωσεν ὅσον τὸ κατ’ αὐτὸν δι’ αὐτῆς τὴν ἁγίαν ἐκείνην σύνοδον. λέγεται γὰρ ἄρτι τοῦ Λεοντίου τῶν σκήπτρων ἐπειλημμένου χρησμοδοτῆσαι τούτῳ δὴ τῷ Φιλιππικῷ τὴν εἰς τὸν βασίλειον θρόνον ἀναγωγὴν μοναχόν τινα ἔγκλειστον ὄντα ἐν τῇ τοῦ Καλλιστράτου μονῇ καὶ τῆς προρρήσεως αἰτῆσαι μισθὸν τὴν τῆς ἕκτης συνόδου ἀθέτησιν ἦν γὰρ τῆς τῶν Μονοθελητῶν ὁ μοναχὸς ἐκεῖνος αἱρέσεως, καὶ τὸν ὑποσχέσθαι. τὴν μὲν οὖν οἰκουμενικὴν ἕκτην σύνοδον ἠκύρωσεν, ὡς ἐδόκει. αὐτὸς δὲ σωροὺς χρημάτων ἐκ παλαιοτέρων θησαυρισθέντας αὐτοκρατόρων ἐν τοῖς βασιλείοις εὑρὼν εἰς οὐδὲν δέον τούτοις χρησάμενος τὰ πλείω διεσκόρπισε διὰ βραχέος καιροῦ· καὶ τάχα καὶ ἅπαντα κατηνάλωσεν ἄν, εἰ ἐπὶ πλέον τῇ βασιλείᾳ προσέμεινεν. ἐν μὲν γὰρ τῷ λέγειν ἐδόκει ῥητορικώτατος μὴ ἀμοιρῶν τε συνέσεως, ἐν δὲ τῷ πράττειν ἦν ξυμπάντων ἀσυνετώτερος καὶ πάμπαν ἀδέξιος. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, ἐπὶ ἓξ ἔτη ἐν ταύτῃ διαγαγόντα, Ἰωάννην ὁμόδοξον ἑαυτῷ προεβάλετο. οἱ μέντοι Βούλγαροι τὴν Θρᾴκην ἅπασαν ληισάμενοι μέχρι τῆς πόλεως κατέδραμον ἅπαντα, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους λαβόντες σχεδὸν ὑπὲρ ἀριθμὸν ὑπενόστησαν. ἀλλὰ μὴν καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ὁμοίως οἱ τῆς Ἄγαρ διέθεντο. Δύο δὲ παρελθόντων ἐνιαυτῶν καὶ μηνῶν τινων, ἐξότου τῆς βασιλείας ἐκράτησεν, ἱππήλατον ἐπιτελέσας ἀγῶνα καὶ ἐν τῷ τοῦ Ζευξίππου μετὰ τὸν ἀγῶνα λουσάμενος λοετρῷ, συσσίτους τινὰς τῶν τῆς συγκλήτου πεποίητο, ὡς δ’ ἔνιοι λέγουσι, τοὺς ἐν τῇ τῶν ἵππων ἁμίλλῃ νικήσαντας. κατακείμενος οὖν ἐν τῷ συμποσίῳ παρά τινων τῶν τῆς γερουσίας κατασχεθεὶς τυφλοῦται. ταῦτα δ’ ἐπράχθη κατὰ τὸ σάββατον τῆς πεντηκοστῆς. τῇ δ’ ἑξῆς κατ’ αὐτὴν δηλαδὴ τὴν πεντηκοστὴν ἀθροισθέντες οἵ τε τῆς συγκλήτου βουλῆς καὶ ὁ δημώδης ὄχλος Ἀρτέμιον τὸν πρωτοασηκρῆτις προχειρίζονται αὐτοκράτορα, μετονομάσαντες Ἀναστάσιον. Ἦν δὲ οὗτος ὁ βασιλεὺς καὶ λόγοις παντοίοις ὡμιληκὼς καὶ πραγμάτων διοικήσεσιν ἐντριβέστατος. οὗτος τὸν πατριάρχην Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπάσας θρόνου ὡς μὴ ὀρθόδοξον ἔτη τρία τῆς ἐκκλησίας κρατήσαντα, μετατίθησιν ἐκ Κυζίκου ἐπὶ τὴν ἱερὰν καθέδραν τῆς βασιλίδος τῶν πόλεων Γερμανόν, ὃν ἄνωθί που ὁ λόγος ἱστόρησε παρὰ Κωνσταντίνου τοῦ Πωγωνάτου τῶν παιδογόνων ἀφαιρεθῆναι μορίων. μαθὼν δὲ ὅτι ἐξ Ἀλεξανδρείας ἐπὶ Φοινίκην πλοῖα προσώρμισαν, ἵνα ξύλα ἐκεῖθεν κομίσωνται ναυπηγήσιμα, στόλον ἑτοιμάσας ἀπέστειλε κατ’ αὐτῶν, κελεύσας καὶ τοὺς τῶν θεμάτων στόλους εἰς τὴν νῆσον κατᾶραι Ῥόδον κἀκεῖ ἑνωθῆναι καὶ οὕτως ἐκπλεῦσαι κατὰ τῶν ἐναντίων, προβαλόμενος ἄρχοντα τοῦ στόλου παντὸς Ἰωάννην τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας διάκονον καὶ γενικὸν λογοθέτην. πάντων οὖν εἰς τὴν Ῥόδον συναθροισθέντων ὁ διάκονος Ἰωάννης πρὸς ἔκπλουν ἡτοίμαστο, οἱ δὲ τοῦ στόλου, καὶ μᾶλλον οἱ τοῦ θέματος τοῦ Ὀψικίου, οὐκ ἦσαν πειθήνιοι· οὐ γὰρ καλῶς πρὸς τὸν κρατοῦντα διέκειντο, ἐπεὶ μηδ’ ἐκεῖνος τῇ πλευστικῇ στρατιᾷ κεχρημένος ἦν δεξιῶς. ὡς δὲ πρὸς τὴν ἐκείνων ἀπείθειαν ὁ διάκονος ἀρχικώτερον διετέθη καὶ δριμύτερον αὐτοῖς προσεφέρετο, εἰς στάσιν τούτους ἠρέθισε καὶ τὸν βασιλέα δυσφημήσαντες αὐτὸν ἀνεῖλον εὐθύς. καὶ πρόσω χωρεῖν ἀφέμενοι οἱ μὲν ἀπῄεσαν οἴκαδε, οἱ δὲ πρὸς τὸ Βυζάντιον ὥρμησαν· καὶ ἐν τῷ Ἀτραμυτίῳ γενόμενοι Θεοδόσιόν τινα πράκτορα τῶν δημοσίων τελῶν, ἰδιώτην ἄνδρα, ἄκοντα λαβόντες ἀνηγόρευσαν αὐτοκράτορα. ταῦτα μαθὼν ὁ Ἀρτέμιος στόλον ἡτοίμασε καὶ τῇ πόλει ἐπέστησε φυλακήν, αὐτὸς δ’ ἐν Νικαίᾳ διῆγε τῇ μητροπόλει τῶν Βιθυνῶν. οἱ δὲ στασιασταὶ διά τε γῆς καὶ θαλάσσης ἀφίκοντο εἰς Χρυσόπολιν, καὶ μέχρι μέν τινος ναυμαχίαι ἐγίνοντο· εἶτα περαιωθεὶς εἰς Θρᾴκην ὁ Θεοδόσιος διὰ τοῦ τείχους τῶν Βλαχερνῶν ἐκ προδοσίας εἰς τὴν μεγαλόπολιν εἰσελήλυθε, καὶ τοῦ σὺν αὐτῷ ναυτικοῦ τε καὶ στρατιωτικοῦ εἰσρυέντος ἐν ταύτῃ πολλὰ τῶν ἐν ταῖς οἰκίαις χρημάτων ἡρπάγησαν. τοὺς δὲ ὑπὲρ Ἀρτεμίου ἀντεχομένους τῶν ἀρχόντων συλλαβόμενοι καὶ τὸν πατριάρχην Γερμανὸν παραλαβόντες ἀπῆλθον εἰς Νίκαιαν, δεικνύντες τῷ Ἀρτεμίῳ ὅτι ἡ πόλις ἤδη παρελήφθη καὶ τὰ βασίλεια. καὶ ὃς τὸ μοναδικὸν μεταμφιασάμενος σχῆμα καὶ πίστεις λαβὼν μή τι περαιτέρω παθεῖν, παρέδωκεν αὐτοῖς ἑαυτὸν καὶ ἐν Θεσσαλονίκῃ περιωρίσθη, βασιλεύσας ἕνα ἐνιαυτὸν ἐπὶ μησὶ τρισίν. Ἦν δὲ Θεοδόσιος ἤθους μὲν χρηστοῦ καὶ βίου σεμνοῦ, ἀπράγμων δ’ ἀνὴρ καὶ πρὸς πραγμάτων διοίκησιν καὶ ταῦτα βασιλείας σφόδρα γε ἀποπεφυκώς. Λέων δὲ ὁ καὶ Κόνων, παρὰ τοῦ Ἀρτεμίου στρατηγὸς τῶν ἀνατολικῶν προβληθείς, ὑπὲρ τοῦ Ἀρτεμίου δῆθεν φρονῶν, οὐχ ὑπεῖξε Θεοδοσίῳ, σύμπνουν ἔχων καὶ τὸν τῶν Ἀρμενιακῶν στρατηγὸν Ἀρτάβασδον τὸν Ἀρμένιον. ἄρας οὖν ἐκεῖθεν μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων εἰς Νικομήδειαν ἔρχεται, ἔνθα τὸν τοῦ βασιλέως Θεοδοσίου υἱὸν εὑρηκὼς καὶ αὐτὸν μετὰ τῆς βασιλικῆς ἀποσκευῆς χειρωσάμενος, ἀφίκετο εἰς Χρυσόπολιν. ὁ Θεοδόσιος δὲ ἀπραγμόνως τῆς βασιλείας ἐξέστη αὐτῷ εἰς κληρικὸν καρεὶς μετὰ τοῦ υἱοῦ, πληροφορίαν λαβὼν μή τι ἕτερον ὑποστῆναι. καὶ ὁ μὲν ἡσύχως ἐβίω τὸ λοιπὸν τῆς ζωῆς, βασιλεύσας δύο ἐνιαυτούς.

Book XVLiber XV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
LIBER QVINTVS DECIMVS. Λέων δὲ τοῦ τῆς βασιλείας ὀνόματος ἀναξίως ἠξίωτο· ᾧ πατρὶς μὲν ἦν Ἰσαυρία, ἐκεῖθεν δὲ μετοικισθεὶς μετὰ τῶν τεκόντων παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ μήπω τῆς ἀρχῆς ἐξωσθέντος, ἐν Μεσημβρίᾳ τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχομένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν, ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσήνεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα ἐτίμησε καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώσατο. εἶτα ἔσταλτο παρ’ αὐτοῦ πρὸς τοὺς Ἀλανούς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν ἀποστάντων τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα. καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρηματίας κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μορίων σιδήρῳ στερίσκοντες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥωμαίοις ἐπίπρασκον περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί· τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ’ αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ’ αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέγιστον, τῆς τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ’ αὐτοῖς ἕνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ πολλοὶ γὰρ περὶ τὰ Ῥωμαίων ἀρχεῖα τοιοῦτοι ἐστρέφοντο ἀπεῖπε τοῖς ἡγεμόσι τῶν Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζόμενον· τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο, καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὖργον τοῦτο τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἦσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχηγοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνομοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν θρησκείας ἦσαν ἀμύητοι, ἄλση δὲ καὶ ὕλας ἐσέβοντο καὶ τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρβαρικῆς εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς τὴν εὐσέβειαν σπούδασμα ἔθετο καὶ στείλας παρ’ αὐτοῖς ἱεροὺς ἄνδρας δι’ αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέμενος καὶ ἱερεῖς ἐγκατέστησε καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστιανῶν αὐτοὺς μετήγαγεν ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ’ οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ’ ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πράγματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαίων ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανὸς στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὓς Ἀλβανοὺς ὁ Προκόπιος γράφει, χρήμασι πλείστοις κατὰ τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλόμενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος καὶ συχνοὺς διατρίψας ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς ἀνῄρητο γάρ, μήτε μὴν τὸν Φιλιππικόν καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα. πρόσεισιν οὖν Ἀρτεμίῳ βασιλεύοντι τότε· ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς καὶ στρατηγὸν τοῦ τῶν ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν, ὡς εἴρηται, δῆθεν ἀμύνων ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής ὦ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μάσαλμας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρατεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληίσατο χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ μεγάλῳ ὁ ἀρχισατράπης Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο. τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζομένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρκασιν, ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδενὸς τῶν θνησκόντων ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα. Ὁ δὲ τῆς Σικελίας στρατηγὸς Σέργιος τὴν τῶν Ἀράβων κατὰ τῆς πόλεως ἐπέλευσιν γνοὺς καὶ ὡς ἐν ἀκαταστασίᾳ τὰ Ῥωμαίων τυγχάνουσι, τυραννίδι καὶ αὐτὸς ἐπεχείρησε· καὶ οὐχ ἑαυτὸν τῆς βασιλείου ἠξίωσε κλήσεως, ἀλλά τινα Γρηγόριον τῶν ὑπηρετουμένων αὐτῷ ἀναρρηθῆναι παρὰ τοῦ λαοῦ βασιλέα πεποίηκε, μετονομάσας τὸν ἄνδρα Τιβέριον, ὃς γνώμῃ τοῦ Σεργίου καί τινας εἰς ἀρχὰς προεβίβασε. ταῦτ’ ἀγγελθέντα τῷ Λέοντι διανέστησαν αὐτὸν τῷ τυραννήσαντι ἀντιτάξασθαι, καὶ Παῦλον τὸν τῶν βασιλικῶν ἱπποκόμων ἐπιστατοῦντα χαρτουλάριον ἡ Ῥωμαίων οἶδε τοῦτον λέγειν φωνή πατρίκιον τιμήσας καὶ στρατηγὸν Σικελίας ὀνομάσας στέλλει κατὰ τοῦ ἀποστάτου, προστάγματα πρὸς τοὺς τῶν χωρῶν ἄρχοντας ἐγχειρίσας αὐτῷ συναίρεσθαι τῷ Παύλῳ κελεύοντα, καὶ πρὸς τὴν ἐν Σικελίᾳ δὲ στρατιὰν γραφὴν ἐγχαράξας δηλοῦσαν καλῶς ἔχειν Ῥωμαίοις τὰ πράγματα, ἤδη τῶν Ἀράβων ἡττημένων καὶ κατατροπωθέντων, διὰ τοῦ Παύλου καὶ ταύτην τοῖς στρατιώταις ἐκπέπομφε. καταλαβόντα τοίνυν τὴν Σικελίαν τοῦτον ἀνωιστὶ καὶ εἰσελθόντα εἰς τὴν Συράκουσαν μαθὼν ὁ Σέργιος εὐθὺς ἀπέδρα καὶ πρὸς Λογγιβαρδίαν ἐφοίτησε. τοῦ δὲ Παύλου προςομιλήσαντος τῷ στρατιωτικῷ καὶ τὸ γράμμα τὸ βασίλειον ἀναγνόντος αὐτῶν εἰς ἐπήκοον, εὐθὺς ἐκεῖνοι τὸν μὲν βασιλέα εὐφήμησαν, τὸν δὲ Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν δεσμίους τῷ Παύλῳ παρέδοσαν. καὶ ὃς τὸν μὲν Γρηγόριον ἀνεῖλε, τοὺς δ’ ἐκείνου ὑπασπιστὰς μαστίξας καὶ τὴν κόμην ἀποθρίξας αὐτοῖς ὑπερορίᾳ κατέκρινεν. ὁ δὲ Σέργιος πληροφορίαν λαβὼν μή τινος πειραθῆναι κακοῦ, πρὸς τὸν Παῦλον ἐκ Καλαβρίας ἀφίκετο. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν οὕτω ἠρέμησαν. Οἱ δὲ τὴν πόλιν πολιορκοῦντες Ἄραβες, παθόντες μᾶλλον ἢ δράσαντες, ἐπανελθεῖν εἰς τὰ οἰκεῖα ὡρμήκεσαν καὶ εἰς τὰς περιλειφθείσας ἐμβάντες νῆας ἀπῄεσαν. λαίλαπι δὲ περιπεσόντες σφοδρῷ πάντες ἀπώλοντο σὺν ταῖς οἰκείαις τριήρεσι, δέκα μόνων νηῶν περιλειφθεισῶν, ὧν αἱ μὲν πέντε παρὰ Ῥωμαίων ἑάλωσαν, αἱ δὲ λοιπαὶ διαφυγοῦσαι τῆς συμφορᾶς ἀπήλθοσαν ἄγγελοι. Ἐτέχθη δὲ τῷ Λέοντι σκύμνος ὠμότερος τοῦ πατρὸς καὶ τήν τε μητέρα τούτου κεκλημένην Μαρίαν ἔστεψεν ὁ Λέων καὶ τὸν υἱὸν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐβάπτισε, Κωνσταντῖνον ὀνομάσας αὐτόν. ὅτε λέγεται κόπρον αὐτὸν ἐκκρῖναι τῇ θείᾳ κολυμβήθρᾳ καταδυόμενον, κἀντεῦθεν ἐπονομασθῆναι Κοπρώνυμον, καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανὸν εἰπεῖν ὅτι "σημεῖον τοῦτό ἐστι τοῦ τῇ ἐκκλησίᾳ καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις μέγα τὸ παιδίον τοῦτο χρηματίσαι κακόν." Ὁ δὲ μάγιστρος Νικήτας ὁ Ξυλινίτης τῶν ὑπερλίαν τυγχάνων ὑπέθετο τῷ Ἀρτεμίῳ ἐν Θεσσαλονίκῃ τυγχάνοντι τοῖς Βουλγάροις προσελθεῖν καὶ συνεργίᾳ τούτων ἀπολήψεσθαι πάλιν τὴν βασιλείαν. καὶ ὃς πείθεται καὶ μετὰ πλήθους Βουλγάρων ἧκεν εἰς τὸ Βυζάντιον, οἰόμενος παρὰ τοῦ λαοῦ προσδεχθήσεσθαι. τῶν δὲ τῆς πόλεως μὴ ἐπιστρεφομένων αὐτοῦ, οἱ Βούλγαροι τοῦτον πολλῶν χρημάτων τῷ Λέοντι προύδωκαν. καὶ οἱ μὲν ἀπῆλθον· ὁ δὲ σὺν τῷ Ξυλινίτῃ ἀνῄρητο, καὶ ἡ τοῦ Ξυλινίτου κτῆσις οὖσα πολλὴ δεδήμευτο ξύμπασα. καὶ ἄλλοι δὲ τῶν συνωμοτῶν τοῦ Ἀρτεμίου ἐκτάνθησαν, πρὸς οἷς καὶ ὁ τῆς Θεσσαλονίκης ἀρχιερεύς. Εἶτα τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον ὁ Λέων βασιλέα πεποίηκε, παρὰ τοῦ ὁσιωτάτου Γερμανοῦ τῆς ἐπὶ τῇ ταινιώσει τελετῆς τελεσθείσης. ἐντεῦθεν ὁ Λέων ἄρχεται τοῦ θεομαχεῖν καὶ κατὰ τῶν σεπτῶν εἰκόνων ἐλύττησε. καὶ τὸν πατριάρχην μεταπεμψάμενος Γερμανὸν μὴ δεῖν ἔλεγε τὰς εἰκόνας τιμᾶσθαι· εἰδωλολατρίαν γὰρ τὴν τούτων ἀπεκάλει προσκύνησιν. ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ "εὐφήμει, βασιλεῦ," ἔφη "καὶ μὴ οὕτω φρόνει· ἀσεβὲς γὰρ ἄντικρυς τὸ ἐννόημα· καὶ οἶδα μὲν ᾀδόμενον τὸ μέλλειν κινηθῆναι ταύτην τὴν αἵρεσιν. ἀλλὰ μὴ σύγε εἴης ὁ ταύτης εἰσαγωγεύς· Κόνων γάρ τις ὀνομαζόμενος ταύτης μέλλειν κατάρξασθαι λέγεται." καὶ ὃς ὑπολαβὼν αὐτίκα φησίν "οὐκοῦν ἐγώ εἰμι· Κόνων γὰρ παρὰ τῶν γονέων νηπιόθεν ὠνόμασμαι." τὸν μὲν οὖν ἀοίδιμον Γερμανὸν μὴ πεισθέντα συνθέσθαι τῇ γνώμῃ αὐτοῦ, μᾶλλον μὲν οὖν καὶ γενναιότατα ἀντιλέγοντα καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐλέγχοντα τῆς ἐκκλησίας ἐξώθησεν, ἔτη ταύτην ἰθύναντα πεντεκαίδεκα, Ἀναστάσιον δέ τινα εἰς πατριάρχην ἑαυτῷ ὁμόφρονα προχειρίζεται. τοῦ δ’ οὖν οὕτω φρονῆσαι τὸν Λέοντα καὶ εἰς τοῦτο προελθεῖν ἀσεβείας ἥκω τὴν αἰτίαν ἐρῶν. Ἰζὶθ τῶν Ἀράβων ἄρτι γέγονεν ἀρχηγός· καὶ τούτῳ προςίασιν Ἐβραῖοι δύο τὸ ἐπιτήδευμα γόητες, οἱ δὲ ἀστρολογίαν ἔλεγον μετιέναι κἀντεῦθεν εἰδέναι τὰ μέλλοντα, καὶ τῷ Ἄραβι τὴν ἀρχὴν ἐπηγγέλλοντο καὶ τὴν ζωὴν πολυχρόνιον, εἰ τῶν ἐκκλησιῶν τῶν χριστωνύμων τὰ τοῦ Χριστοῦ καὶ τῆς αὐτὸν τεκούσης ἐκβαλεῖ τὰ ἐκτυπώματα. καὶ ὁ βάρβαρος οὐκ ἠμέλλησεν, ἀλλ’ ἐκ πάντων τῶν ἐν τῇ ὑπ’ αὐτὸν τελούσῃ χώρᾳ ναῶν τὰς σεπτὰς εἰκόνας ἠφάνισε. καὶ ἡ θεία δίκη τοῦτον μετῆλθεν οὐκ εἰς μακράν. οὔπω γὰρ παρῆλθεν ἐνιαυτὸς καὶ ὁ δείλαιος τὴν ζωὴν ἐζημίωτο. ὁ δὲ τούτου παῖς τῆς ἀρχῆς διάδοχος γεγονὼς τοὺς ψευδομάντεις ἐκείνους ἐζήτει, τῆς εἰς τὸν τεκόντα ἀπάτης τίσασθαι προθυμούμενος. ἀλλ’ ἔφθησαν ἐκεῖνοι φυγεῖν ἐκεῖθεν καὶ εἰς Ἰσαυρίαν κατήντησαν. ἔνθα περιτυχόντες τούτῳ τῷ Λέοντι, νεανίᾳ τυγχάνοντι, βαναύσῳ τὸ ἐπιτήδευμα, τὴν τῶν Ῥωμαίων προμαντεύονται βασιλείαν. τοῦ δὲ πρὸς τὴν οἰκείαν ἀφορῶντος τύχην, ἀφεστηκυῖαν πάνυ που πόρρω τοιαύτης ἀρχῆς, καὶ τοῖς ἐκείνων διαπιστοῦντος χρησμοῖς, ἐκεῖνοι συμβήσεσθαι τὴν πρόρρησιν ἀπισχυρίζοντο κραταιῶς καὶ ἀπῄτουν αὐτὸν δι’ ὅρκου πληροφορῆσαι αὐτούς, ὅτε τύχοι τῆς βασιλείας, δοῦναι σφίσιν ὃ ἂν αἰτήσωνται. καὶ ὃς ὄμνυσιν ἦ μὴν τῆς βασιλείας τυχὼν ἐντελῆ αὐτῶν ποιῆσαι τὴν αἴτησιν. ὁ μὲν οὖν ὃν εἴρηται τρόπον τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐκράτησεν. οἱ δὲ τούτῳ ταύτην προμαντευσάμενοι ἔννατον ἤδη ἔτος τῆς αὐταρχίας ἀνύοντι προσῆλθον αὐτῷ καὶ ᾔτουν ἀποδοῦναι αὐτοῖς τῆς προρρήσεως τὸν μισθόν. καὶ ὁ Λέων ἕτοιμος ἦν πρὸς τοῦτο καὶ λέγειν ἠξίου τί τὸ αἰτούμενον. καὶ ἡ βέβηλος ἐκείνη τῶν Ἰουδαίων δυὰς "οὔτε πλοῦτον" εἶπε "δοθῆναι ἡμῖν ἐξαιτούμεθα οὔτε πρὸς δόξης ἀναχθῆναι περιωπὴν οὔθ’ ἕτερόν τι τῶν τῆς βασιλείας λαμπρῶν, ἀλλ’ ἢ μόνον τὸ τὰ τοῦ Ναζωραίου καὶ τῆς αὐτὸν τεκούσης περιαιρεθῆναι πάντοθεν ἐκτυπώματα." καὶ ὃς ἀβέβαιος ὢν περὶ τὴν πίστιν, ὥσπερ τι τῶν εἰκαίων καὶ ῥᾴστων τοῦτο ποιῆσαι συνέθετο· καὶ τοῦ δεκάτου ἄρτι ἐνιαυτοῦ τῆς αὐτοῦ τυραννίδος ἀρξάμενος καὶ τοῦ θεομαχεῖν ἤρξατο καὶ μετὰ φρικώδους βρυχήματος κατὰ τῶν σεπτῶν εἰκόνων ἐχώρησε καὶ διωγμὸν βαρύτατον ἤγειρε πολλούς τε ἀνθεστηκότας τῇ ἐξαγίστῳ γνώμῃ αὐτοῦ ἐκόλασε καὶ μάρτυρας ἀπειργάσατο. πρὸς δὲ τοῖς ἄλλοις οἷς κατὰ τῶν εὐσεβούντων εἰργάσατο καὶ τοῦτο πεποίηκεν. οἶκος ἦν ἐν τῇ καλουμένῃ Βασιλικῇ ἔγγιστα τῶν Χαλκοπρατίων βασίλειος, ἐν ᾧ καὶ βίβλοι τῆς τε θύραθεν σοφίας καὶ τῆς εὐγενεστέ- ρας καὶ θειοτέρας πολλαὶ ἐναπέκειντο. ἦν δ’ οὗτος ἀνέκαθεν τοῦ προύχοντος ἐν λόγοις κατοικητήριον, ὃν οἰκουμενικὸν ἐκάλουν διδάσκαλον· ὃς καὶ δώδεκα εἶχεν ἑτέρους συνοικοῦντας αὐτῷ, κἀκείνους τῆς λογικῆς παιδείας μετέχοντας κατὰ τὸ ἀκρότατον. τούτοις καὶ σιτήσεις ἀνεῖντο δημόσιαι, καὶ παρ’ αὐτοῖς ἐφοίτων οἷς ἔμελε λογικῆς παιδείας καὶ γνώσεως, οὓς καὶ ὁ βασιλεύων συμβούλους ἐν τοῖς πρακτέοις πεποίητο. τούτους οὖν εἰ ἕλοι καὶ τῆς αὐτοῦ ποιήσαιτο γνώμης, ἔκρινε τὸ πᾶν κατεργάσασθαι. καὶ τοὺς ἄνδρας μεταστειλάμενος τὴν περὶ τῶν σεβαστῶν εἰκόνων γνώμην αὐτοῦ τὴν πονηρὰν αὐτοῖς ἐκοινώσατο. οἱ δὲ οὐχ ὅσον οὐχ ὡμοδόξουν αὐτῷ, ἀλλὰ καὶ αὐτὸν μεταστῆσαι τῆς γνώμης ταύτης ἐπεχείρουν ὁλοσχερῶς, πῇ μὲν καταψῶντες τὸν θῆρα τὸν λεοντώνυμον καὶ κατεπᾴδοντες αὐτοῦ τὰ σωτήρια, πῇ δὲ γενναιότερον ἀντιβαίνοντες καὶ διελέγχοντες τὴν ἀσέβειαν. ὁ δὲ ὡσεὶ ἀσπὶς ἔβυε τὰ ὦτα καὶ φωνῆς ἐπᾳδόντων οὐκ ἤκουεν οὐδ’ ἐφαρμακεύετο παρὰ τῶν σοφῶν. πολλάκις οὖν αὐτοῖς προσῳμιληκὼς καὶ τὴν αὐτῶν μετάθεσιν ἀπογνούς, τοὺς μὲν ἀφῆκεν εἰς τὴν σφετέραν πορευθῆναι διατριβήν, τὸν οἶκον ἐκεῖνον δηλαδὴ τὸν βασίλειον, αὐτὸς δὲ κελεύσας εὔπρηστον ὕλην συναχθῆναι πολλὴν καὶ πέριξ τοῦ οἴκου τεθεῖσαν ἀναφθῆναι νυκτός, οὕτω τόν τε οἶκον σὺν ταῖς βίβλοις καὶ τοὺς σοφοὺς ἐκείνους ἄνδρας καὶ σεβασμίους κατέκαυσε. Διὰ ταῦτα ὁ τῆς πρεσβυτέρας Ῥώμης τότε τὴν ἐκκλησίαν ἰθύνων Γρηγόριος τῆς πρὸς τὸν τῆς νέας Ῥώμης προεδρεύοντα καὶ τοὺς ἐκείνῳ ὁμόφρονας ἀποστὰς κοινωνίας, ἐκείνους μὲν σὺν τῷ βασιλεῖ συνοδικῷ καθυπέβαλεν ἀναθέματι, τοὺς δὲ μέχρι τότε τῇ βασιλείᾳ κομιζομένους ἐκεῖθεν φόρους ἐπέσχε, τοῖς Φράγγοις σπεισάμενος· οὐ γὰρ τοῦ τῶν Ῥωμαίων γένους οἱ Φράγγοι, ἀλλὰ Γερμανικὸν ἔθνος τούτους εἶναί φησι τὴν ποικίλην ἱστορίαν ὁ Καισαρεὺς Προκόπιος συνταξάμενος, περὶ τὸν Ῥῆνον ποταμὸν καὶ τὸν Ῥοδανὸν καὶ τὰς ἐκεῖσε λίμνας πάλαι κατῳκημένον. τοῦ δὲ Βελισαρίου στρατηγοῦντος Ῥωμαίων ἐπὶ τοῦ προτέρου Ἰουστινιανοῦ καὶ Γότθοις ἀντιπαλαμωμένου περὶ Ἰταλίας καὶ τῶν ἐν ταύτῃ πόλεων καὶ τῆς Ῥώμης αὐτῆς παρὰ γὰρ τῶν Γότθων κατείχοντο, τότε καὶ τούτους ἱστορεῖ τῇ Ἰταλίᾳ ἐπεμβαλεῖν. τοὺς μέντοι Γότθους μὴ οἵους τε ὄντας καὶ Ῥωμαίοις καὶ Φράγγοις ἀντικαθίστασθαι πρὸς τοὺς Φράγγους θέσθαι σπονδὰς καὶ τὸν πρὸς ἐκείνους διαλύσασθαι πόλεμον, παρακεχωρηκότας αὐτοῖς τῶν Γαλλιῶν, ὅσαιπερ αὐτοῖς προσεγένοντο. καὶ τὴν πρᾶξιν ταύτην καὶ αὐτὸν ἐπιρρῶσαι τὸν Ἰουστινιανόν, δεηθέντων τῶν Φράγγων, πραγματευόμενον τὸ μὴ Ῥωμαίοις πολεμοῦσι πρὸς Γότθους ἐναντιοῦσθαι τοὺς Φράγγους, ἀλλ’ εἶναι τὰ πρὸς Ῥωμαίους τούτοις διὰ τὴν ἐπίρρωσιν φίλια. κἀντεῦθεν τοὺς Γερμανοὺς Μασσαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ τὰ ἐπὶ θαλάσσῃ χωρία σχεῖν ἅπαντα καὶ τῆς ἐκεῖ κρατῆσαι θαλάσσης, πολλὰ δὲ καὶ τῶν Βενετίων κατασχεῖν. οὕτως οὖν οἱ Φράγγοι πεπλησιακότες τοῖς Ἰταλοῖς οὐ διέλιπον ἔκτοτε ἐπιόντες τοῖς ἐκεῖσε Ῥωμαίοις καὶ τὰ ὑπ’ αὐτοὺς ληιζόμενοι. ἀποστατήσας οὖν, ὡς εἴρηται, τῆς τοῦ βασιλέως ὑπακοῆς ὁ πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν τοῖς Φράγγοις ἐσπείσατο, πρότερον πολλάκις σπεύσας διὰ γραμμάτων τὸν Λέοντα τῆς μισοθεί̈ας μετενεγκεῖν καὶ μεταπεῖσαι τὰς ἱερὰς εἰκόνας σεβάζεσθαι· ἀλλ’ ἐδόκει σμήχειν Αἰθίοπα. οὐ μόνον γὰρ ὀρθὸν οὐδέν τι ἐφρόνησεν, ἀλλὰ καὶ ἐκμανεὶς κατὰ τῶν ὀρθοδόξων πολλοὺς ἐκόλασε καὶ ὁμολογίας στεφάνων ἠξίωσε. τούς τε Καλαβροὺς καὶ τοὺς Σικελοὺς φόροις νέοις ἐβάρυνε, κεφαλητίωνα τελεῖν κατὰ τοὺς Ἰουδαίους δογματίσας αὐτοὺς καὶ τὰ ἐν αὐτοῖς τικτόμενα ἄρρενα ἀπογράφεσθαι. Ἤδη δὲ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου τελοῦντος εἰς μείρακας, ζεύγνυσιν αὐτῷ γαμετὴν τὴν θυγατέρα Χαγάνου τοῦ τῶν Σκυθῶν ἡγεμονεύοντος, βαπτίσας αὐτὴν καὶ ὀνομάσας Εἰρήνην. ἥτις οὐ συνυπήχθη τῇ τοῦ ἀνδρὸς κακοδοξίᾳ, ἀλλὰ μυηθεῖσα τὸ δόγμα τὸ εὐσεβὲς ἔμεινεν ἀμετάτρεπτος. σεισμοῦ δὲ συμβεβηκότος σφοδροῦ κατὰ τὸ Βυζάντιον ναοί τε πολλοὶ καὶ οἰκίαι συνέπεσον καὶ πλῆθος ἀνθρώπων συγκέχωστο τοῖς συμπτώμασιν. ὅτε καὶ ἡ τοῦ Ἀρκαδίου στήλη ἐν τῷ τοῦ Ξηρολόφου κίονι ἱδρυμένη κατέπεσε καὶ ὁ ἐν τῇ Χρυσῇ πόρτῃ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ἀλλὰ μὴν καὶ τὰ κατὰ τὴν χέρσον τείχη τῆς πόλεως, ἥ τε τοῦ Νικομήδους πόλις καὶ πρὸς ταύτῃ ἡ Νίκαια αἱ μητροπόλεις αἱ Βιθυνιακαί. τὴν γοῦν τῶν τειχῶν κατάπτωσιν ὁ τύραννος Λέων κέρδους μελετήσας θέσθαι λαβήν, διεκηρυκεύσατο πρὸς τὸν δῆμον τῆς πόλεως ὡς "ὑμεῖς οὐκ ἂν δυνηθείητε ταχέως ἀνεγεῖραι τὰ τείχη· ἀσύμφορον δ’ ὑμῖν ἐπὶ πολὺ μένειν τὴν πόλιν ἀτείχιστον. διὸ προστέτακται παρ’ ἡμῶν προσθήκην ἐν τοῖς δημοσίοις φόροις γενέσθαι φόλεις εἴκοσι καὶ τέσσαρας ἐφ’ ἑκάστῳ νομίσματι, ἵνα τούτων τῷ βασιλικῷ ταμείῳ παρεχομένων τὰ ὑποκλάσαντα τῶν τειχῶν ἀνακαινισθῶσιν ἐξ ἀναλωμάτων βασιλικῶν." ἔκτοτε τοίνυν καὶ μέχρι τοῦδε ἡ εἴσπραξις ἐπεκράτησεν αὕτη. Οὕτως οὖν ἐπὶ κακῷ τῆς πολιτείας ὁ δείλαιος Λέων βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι δυσεντερίαν νοσήσας ἀθλίως τὴν ψυχὴν ἐξηρεύξατο. Διεδέξατο δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν μετὰ τῆς πατρικῆς δυσσεβείας ὁ δυσώνυμος ἐκείνου υἱός, οὐ κατὰ τῶν σεπτῶν εἰκόνων λυττήσας μόνον, ἀλλὰ καὶ γοητείαις προσκείμενος καὶ ἱερείων ἀνατομαῖς καὶ νεκυομαντείαις καὶ ἀρρητοποιίαις καὶ ὅλως οὐδενὸς κακοῦ ἀπεχόμενος, καὶ ποικίλος ὢν τὴν κακίαν καὶ οὐ μονοειδής. οὐ γὰρ χριστιανός, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος ἐτύγχανεν ὤν, ἀλλ’ ἀσεβείας τις κυκεὼν καὶ οἷα τὰ Λιβυκὰ θηρία ἱστόρηται φύεσθαι ἐκ μίξεως ἑτερογενῶν, πολυειδῆ καὶ σύμμικτα τὴν ἰδέαν καὶ τὴν θηριωδίαν γεννώμενα· διὰ ταῦτα πρὸς πάντων μεμίσητο. Καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς τυραννίδος αὐτοῦ οὐ γὰρ φαίην ἂν βασιλείας ἐκστρατεύσας κατὰ Ἀράβων καὶ ἐν τῷ θέματι τοῦ Ὀψικίου γενόμενος, οὗ δὴ θέματος τὴν ἀρχὴν ὁ γαμβρὸς αὐτοῦ περιέζωστο ὁ κουροπαλάτης Ἀρτάβασδος, ἐπεβούλευε τούτῳ δὴ τῷ οἰκείῳ γαμβρῷ. οἵ τε γὰρ τοῦ δήμου καὶ οἱ τῆς γερουσίας, ἀλλὰ μέντοι καὶ τὸ στρατιωτικόν, ἀπεχθανόμενοι τῷ Κωνσταντίνῳ, ὡς εἴρηται, τῷ Ἀρταβάσδῳ ὀρθοδόξῳ τυγχάνοντι τὴν βασιλείαν ἐπεψηφίζοντο. γνοὺς τοίνυν τὴν ἐπιβουλὴν ὁ Ἀρτάβασδος καὶ διαλεχθεὶς τῷ λαῷ ἐπιτίθεται τῷ Κωνσταντίνῳ. ἀλλ’ ἔφθη διαφυγεῖν ὁ Κοπρώνυμος καὶ εἰς τὸ Ἀμόριον προσφυγεῖν καὶ διαπεμψάμενος πρὸς τὸν τοῦ ἀνατολικοῦ στρατηγὸν τὸν Λαγκηνὸν καὶ πρὸς τὸν τοῦ Θρᾳκησίου, τὸν Σισινάκιον, λαμπραῖς ὑποσχέσεσι πέπεικεν αὐτοὺς συμμαχῆσαι αὐτῷ. ἐντεῦθεν ἐμφύλιοι πόλεμοι καὶ ὑπ’ ἀλλήλων οἱ Ῥωμαῖοι ἐφθείροντο. ἕκαστοι γὰρ τοῦ σφετέρου βασιλέως ἀντείχοντο, ἐπείπερ ἀνερρήθη ἤδη καὶ ὁ Ἀρτάβασδος βασιλεύς. κατὰ δὲ τὴν τῶν πόλεων βασιλεύουσαν τῶν δημοσίων οἰκονόμος πραγμάτων παρὰ τοῦ Κωνσταντίνου ὁ μάγιστρος Θεοφάνης εἰάθη, ὃς τῷ Ἀρταβάσδῳ προσκείμενος καὶ γραφὴν ἐξ ἐκείνου δεξάμενος δημοσίᾳ θανεῖν τὸν Κωνσταντῖνον ἐκήρυξε καὶ τὸν Ἀρτάβασδον ὑπὸ τῶν στρατευμάτων αἱρεθῆναι εἰς βασιλέα. καὶ οὕτως ὁ δῆμος τῆς πόλεως εἰς τὴν μεγάλην ἐκκλησίαν συναθροισθεὶς τὸν μὲν Κωνσταντῖνον ἀναθέματι καθυπέβαλον, εὐφήμουν δὲ τὸν Ἀρτάβασδον, τούτοις συνευδοκοῦντος καὶ τοῦ πατριάρχου Ἀναστασίου. δεχθεὶς δὲ ὁ Ἀρτάβασδος καὶ παρὰ πάντων βασιλεὺς ἀναγορευθείς, αὐτίκα τὰς σεβασμίας εἰκόνας πανταχοῦ ἀνεστήλωσεν. ὁ δὲ πατριάρχης Ἀναστάσιος διώμνυτο λέγειν αὐτῷ τὸν Κοπρώνυμον ὅτι "ὁ Χριστὸς οὐχ υἱός ἐστι τοῦ θεοῦ, ἄνθρωπος δὲ ψιλὸς γεννηθεὶς ἐκ τῆς Μαρίας, ὡς ἐγὼ ἐκ τῆς ἐμῆς μητρὸς ἐτέχθην Μαρίας." ἐξελθόντος οὖν τῆς μεγαλοπόλεως τοῦ Ἀρταβάσδου, μάχαι πάλιν ἐγίνοντο. ὁ δὲ Κωνσταντῖνος ἐκ Χαλκηδόνος περαιωθεὶς τὴν πόλιν ἐπολιόρκει, περὶ τὰ χερσαῖα τείχη βαλόμενος χάρακα. προσβαλὼν δὲ τούτῳ καὶ ἡττηθεὶς ὁ Ἀρτάβασδος τῆς πόλεως ἐντὸς συνέκλεισεν ἑαυτὸν καὶ τοῦ ταύτην φρουρεῖσθαι ἀσφαλῶς ἐπεμέλετο. τοῦ δὲ Κοπρωνύμου θαλαςσοκρατοῦντος καὶ μὴ ἐῶντος τὰς φορτηγοὺς ὁλκάδας ἐν τῇ πόλει καταίρειν, λιμὸς τοὺς ἐν ταύτῃ ἐπίεζεν, ὥστε πολλοὺς ἐκ τούτου διόλλυσθαι. καὶ τὸν τοῦ Ἀρταβάσδου υἱὸν Νικήταν συνέσχε καὶ πεδήσας ἐδείκνυεν αὐτὸν τῷ πατρί. εἶτα προσβαλὼν αὖθις τῇ πόλει ταύτης ἐκράτησεν. ὁ δὲ Ἀρτάβασδος ἀποδρὰς εἰς φρούριόν τι τοῦ θέματος Ὀψικίου συνέκλεισεν ἑαυτὸν καὶ κατασχεθεὶς πηροῦται τοὺς ὀφθαλμοὺς σὺν τοῖς δυσὶν υἱέσιν αὐτοῦ. τῶν δὲ τῷ Ἀρταβάσδῳ συμμαχησάντων πολλοὶ ἀνῃρέθησαν παρὰ τοῦ Κοπρωνύμου, καὶ πρὸ τῶν ἄλλων Βακτάγγιος ὁ πατρίκιος, τῶν ἐπισήμων ἀνήρ, οὗ τὴν γυναῖκα μετὰ πλείστους ἐνιαυτοὺς ἐβίασεν ὁ τύραννος ἀπελθεῖν εἰς τὴν Χώραν, ἔνθα ἐκεῖνος ἐτέθαπτο, καὶ ἀνασκάψαι τὰ τοῦ ἀνδρὸς αὐτῆς ὀστᾶ καὶ δι’ ἑαυτῆς ἀπενεγκεῖν αὐτὰ καὶ ῥῖψαι εἰς τὰ Πελαγίου, ἔνθα ἐρρίπτοντο οἱ κατάκριτοι. ἁμίλλης δὲ τελουμένης ἵππων, τὸν Ἀρτάβασδον καὶ τοὺς παῖδας αὐτοῦ ἐν μέσῳ τῷ θεάτρῳ διαγαγὼν ἐθριάμβευσεν. ἀλλὰ μὴν καὶ τὸν πατριάρχην Ἀναστάσιον ἀπὸ τοῦ Διιππίου εἰσαχθῆναι κελεύσας ὄνῳ ἐφεζόμενον ἀντιστρόφως, ἵν’ ὁρᾷ πρὸς οὐράν, ἀτίμως οὕτω καὶ αὐτὸν ἐθριάμβευσε πρότερον δημοσίως τυφθέντα, ὥστε τὴν πρόρρησιν τοῦ ἀοιδίμου πατριάρχου Γερμανοῦ εἰς ἔργον ἐκβῆναι. ὄπισθεν γάρ ποτε τοῦ εἰρημένου πατριάρχου βαδίζοντος τοῦ Ἀναστασίου καὶ πατήσαντος τὸ ἐκείνου ὠμόφορον, στραφεὶς ὁ ἱερὸς Γερμανὸς ἔφη "μὴ σπεῦδε· τὸ Διίππιόν σε ἐκδέχεται." ὃν καὶ μετὰ τὴν ἄτιμον περιαγωγὴν ὡς ὁμόφρονά οἱ τῆς ἐκκλησίας αὖθις κρατεῖν καὶ ἱερᾶσθαι παρακεχώρηκε. Τῶν Ἀράβων δὲ διαφερομένων ἀλλήλοις καὶ μάχαις ἐμφυλίοις ἀσχολουμένων, ἀδείας λαβόμενος ὁ Κοπρώνυμος ἐκστρατεύει κατὰ Συρίας καὶ λαμβάνει τὴν Γερμανίκειαν. σεισμοῦ δὲ γενομένου κατὰ Παλαιστίνην καὶ Συρίαν μεγίστου, πολλαὶ καὶ ἐκκλησίαι καὶ μοναστῶν κατέπεσον καταγώγια καὶ οἰκίαι καὶ μυριάδες ἀνθρώπων ἀπώλοντο. ἀλλὰ καὶ ἐκ νόσων φθορὰ πολλὴ τῶν ἀνθρώπων συμβέβηκε κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ καθ’ Ἑλλάδα καὶ χώρας ἑτέρας, ἣ καὶ ἕως αὐτοῦ τοῦ Βυζαντίου κατήντησε· καὶ τοσοῦτον ἦν τὸ τῶν θνησκόντων πλῆθος ὡς μὴ οἷόν τε εἶναι τοὺς θνήσκοντας ἐκκομίζεσθαι· διὸ ἁμάξαις αὐτοὺς κατὰ πλείονας ἐπιτιθέντες ἐξέφερον. τῷ μέντοι Κοπρωνύμῳ ἡ τοῦ Χαγάνου θυγάτηρ ἔτεκε παῖδα, ὃν ὠνόμασε Λέοντα καὶ ἀνηγόρευσε βασιλέα, στεφθέντα διὰ Ἀναστασίου τοῦ ὁμοδοξοῦντος αὐτῷ πατριάρχου. Ἐκράτησε δὲ ὁ Κωνσταντῖνος τῆς Θεοδοσιουπόλεως καὶ τῆς Μελιτηνῆς, ὅθεν ὑπερφρονήσας σφοδρότερον κατὰ τῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως ἔπνευσε, δόγματα ἐκτιθέμενος, δι’ ὧν τὸν συρφετώδη ὄχλον ὑπέσυρεν ἕπεσθαι τῷ αὐτοῦ ἀσεβεστάτῳ φρονήματι. τότε καὶ ὁ πατριάρχης Ἀναστάσιος ἀσεβῶς τῆς ἐκκλησίας κατορχησάμενος ἐπὶ χρόνους εἴκοσι πρὸς τοῖς τέσσαρσι κατέστρεψε τὴν ζωήν. ὁ δὲ Κοπρώνυμος ἐπισκόπων ὁμοφρόνων αὐτῷ πολλῶν συναγωγὴν ποιησάμενος, ὧν κατῆρχε Θεοδόσιος ὁ Ἐφέσου καὶ Παστιλᾶς ὁ Πέργης, δι’ αὐτῶν ἃ ἐβούλετο ἐδογμάτισε, μή τινος ἢ ἐκ Ῥώμης τῆς πρεσβυτέρας. ἢ ἐκ τῶν ἄλλων παρόντος πατριαρχῶν· καὶ τὴν τοιαύτην συνδρομὴν τῶν ἀνιέρων ἐκείνων σύνοδον οἰκουμενικὴν καλέσαι οὐκ ἀπενάρκησε. μεθ’ ὧν εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν ἀφικόμενος καὶ ἐν τῷ ἄμβωνι ἀναβεβηκὼς Κωνσταντῖνόν τινα μοναχόν, ἐπίσκοπον Συλαίου γενόμενον, ἀναβιβάσας ἐκεῖ ἐξεφώνησε "Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη." καὶ μετ’ ὀλίγας ἡμέρας ἐν τῷ φόρῳ παραγενόμενος ὁ τύραννος οὗτος μετὰ τοῦ πατριάρχου αὐτοῦ καὶ τῶν ὁμογνωμονούντων αὐτῷ ἐπισκόπων, ἐνώπιον παντὸς τοῦ λαοῦ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν ἀπηγόρευσαν, εἰδωλολάτρας τοὺς ταύτας σεβομένους καλέσαντες, καὶ ἀναθέματι καθυπέβαλον τόν τε ἀοίδιμον Γερμανὸν καὶ τὸν ἐκ Κύπρου Γεώργιον πατριάρχην τῆς Κωνσταντίνου γενόμενον καὶ τὸν μέγαν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ Ἰωάννην τὸν Δαμασκηνόν, ὃς πολλάκις τὸν θεομάχον ἤλεγξε τοῦτον καὶ τὸν αὐτοῦ πατέρα δι’ ἐπιστολῶν ἀσεβεῖν. Ἐκστρατεύσας δὲ κατὰ Βουλγάρων ὁ Κωνσταντῖνος καὶ συμβαλὼν αὐτοῖς καὶ πολλοὺς ἀποβαλὼν οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπισήμων καὶ στραταρχῶν, μεθ’ ἥττης ἐπανέζευξεν. Ἀνέκαθεν δὲ χριστιανοὶ παρὰ τοῖς Ἀγαρηνοῖς τοὺς τῶν δασμῶν μεταχειριζόμενοι κώδικας οὐ γὰρ οἴδασιν ἀριθμεῖν ἐκεῖνοι, ἀλλ’ οὐδὲ γράφειν ψήφους λεπτάς, τρίτα φημὶ καὶ τέταρτα καὶ ὄγδοα καὶ δωδέκατα καὶ τὰ τούτων ἔτι λεπτότερα, φθόνῳ τότε τὴν τούτων μεταχείρισιν ἐκωλύθησαν. μὴ δυνηθέντων δὲ τῶν τῆς Ἄγαρ δι’ ἑαυτῶν τὸ τοιοῦτον ἀνύειν ἔργον, αὖθις τὴν τῶν γραφῶν τούτων οἰκονομίαν ἐνεχειρίσθησαν. Ὁ μέντοι δυσώνυμος τύραννος Ἀνδρέαν τινὰ μοναχόν, Καλυβίτην λεγόμενον, ὅσιον ἄνδρα, ἐλέγχοντα αὐτὸν καὶ ἀσεβῆ καλοῦντα, καὶ ἄλλον Ἰουλιανὸν καὶ Οὐάλεντα μαστιζόμενον ἔκτεινεν. Οἱ Βούλγαροι δὲ τοὺς αὐτῶν ἀρχηγούς, οἳ ἐκ σειρᾶς κατήγοντο ἡγεμονικῆς, ἀνελόντες ἕτερον εἵλοντο μὴ τῇ ἡγεμονίᾳ προσήκοντα, Τελέτζην καλούμενον. ἐπιστρατεύσας δὲ κατ’ αὐτῶν ὁ βασιλεὺς διά τε γῆς καὶ θαλάσσης καὶ γενόμενος κατὰ τὴν Ἀγχίαλον κἀκεῖ συμβαλὼν αὐτοῖς, τοῦ πολέμου ἐξ ὥρας πέμπτης τῆς ἡμέρας ἕως ἑσπέρας ἐπικρατήσαντος, καὶ πεσόντων πολλῶν ἑκατέρωθεν, ὅμως μέντοι νικᾷ· καὶ ὁ μὲν τῶν Βουλγάρων ἀρχηγὸς ἀπέδρα, φόνος δὲ πολὺς τῶν βαρβάρων ἐγένετο, καὶ οὐ μείους ἐλήφθησαν δορυάλωτοι, πολλοὶ δὲ καὶ τῷ βασιλεῖ προσεχώρησαν. κἀντεῦθεν ἐπαρθεὶς θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγεν, αὐτὸς μὲν πανοπλίτης διιὼν μεθ’ ὡπλισμένης τῆς στρατιᾶς, τοὺς δὲ αἰχμαλώτους δεσμίους ἄγων, τοῖς ὅπλοις αὐτοῦ τὴν νίκην, ἀλλ’ οὐ τῇ θείᾳ δυνάμει ἐπιγραφόμενος. καὶ μετὰ τὸν θρίαμβον τοὺς αἰχμαλώτους πάντας ἀναιρεθῆναι προσέταξε. Γέγονε δὲ χειμὼν ἐν ταῖς ἡμέραις τῆς αὐταρχίας αὐτοῦ μέγας, ὥστε μὴ μόνον τοὺς ποταμοὺς ἐκ τοῦ ψύχους κρυσταλλωθῆναι διόλου, ἀλλὰ καὶ αὐτὴν τὴν θάλασσαν τὴν ἀρκτῴαν ἐπὶ στάδια πάνυ πολλὰ καὶ τὸν τοῦ Στενοῦ πορθμὸν καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν. εἶτ’ αὖθις τῷ κρυστάλλῳ χιόνος ἐπιπεσούσης κἀκείνης ἐκ τοῦ κρύους συμπιληθείσης καὶ κρυσταλλωθείσης, πεζοποροῦντες οἱ ἄνθρωποι διῄεσαν τὸν πορθμὸν τοῦ Στενοῦ καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν, ἀχθοφοροῦντά τε ὑποζύγια καὶ βόες ἁμάξας ἕλκοντες σὺν φόρτῳ πολλῷ. τοῦτο δὲ καὶ ἐν ταῖς ἄλλαις θαλάσσαις τότε γενέσθαι λέγεται. εἶτα τοῦ ἀέρος θαλφθέντος διῄρητο τῶν κρυστάλλων τὸ συνεχὲς καὶ εἰς τμήματα διακέκοπτο. πνεῦμα δὲ πνεῦσαν ἀθρόον σφοδρόν τε καὶ βίαιον ἤλαυνε διὰ τῆς θαλάσσης τὰ τμήματα οὐδὲν ἀπεοικότα βουνῶν μεγάλων ἢ νήσων πολυπλέ- θρων τινῶν· οἷς καὶ ζῷα ἄγριά τε καὶ χειροήθη συνεπεπήγεσαν πεδηθέντα τῷ κρυστάλλῳ καὶ ἀποψύξαντα. τούτων τῶν κρυστάλλων τινὰ τοῖς παράλοις τῆς πόλεως τείχεσι τῇ βίᾳ τῶν ἀνέμων καθ’ ὑδάτων μετὰ ῥύμης σφοδρᾶς κυλινδούμενα ὡς προσήραττον, κατέβαλον εὐθὺς τὰ προσαραττόμενα, καὶ οὐ τὰ τείχη μόνον ἠρίπωντο, ἀλλὰ καὶ οἰκίαι τούτοις πλεῖσται συγκατεσείοντο. καὶ αὐχμὸς δ’ ἐπὶ τούτου πολὺς συνέβη, ὡς καὶ τοὺς ἀεννάους ποταμοὺς ξηρανθῆναι καὶ τὰς πηγὰς τελείως ἐπιλιπεῖν. οὐδὲν δ’ ἐκ τούτων ἐβελτιώθη ἡ ἀσύνετος ἐκείνου ψυχή, ἀλλὰ τὸν πατριάρχην αὐτοῦ προσκαλεσάμενος ἔφη ἐν ἀπορρήτοις αὐτῷ "εἰπέ μοι, εἰ χριστοτόκον τὴν Μαρίαν καλοῦμεν, τίς ἐκ τούτου ἔσεται βλάβη;" ὁ δὲ αὐτίκα εἰς ἱκετείαν ἐτράπετο λέγων "μὴ τοῦτο ἄλλοτε ἢ πρὸς ἄλλον ἐκφήνῃς, ὦ βασιλεῦ· τοῦ Νεστορίου γάρ ἐστι τὸ ἐννόημα. ἢ οὐκ οἶδας ὅπως ἐκεῖνος παρὰ πάσης στηλιτεύεται ἐκκλησίας πιστῶν καὶ ἀναθέματι κατακέκριται;" ὁ δὲ ἀνταπεκρίθη αὐτῷ ὅτι "οὐχ ὡς οὕτω φρονῶν εἶπον τοῦτο, ἀλλὰ μαθεῖν ἐθέλων ἠρώτησα." ἐς τοσοῦτον δ’ ἐξηνέχθη θεομαχίας ὡς καὶ τὰ τῶν ἁγίων λείψανα παραδιδόναι πυρὶ καὶ τὸ ἅγιος κελεῦσαι μήτε ἐπὶ τῆς θεοτόκου λέγεσθαι μήτε μὴν ἐπί τινος τῶν εὐαρεστησάντων θεῷ, ἀλλ’ ὁ ἀπόστολος Πέτρος καὶ Παῦλος λέγειν καὶ ὁ μάρτυς Γεώργιος ἢ ὁ Θεόδωρος καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. τῆς δὲ τῶν ἀνιέρων ἀρχιερέων συναγωγῆς, περὶ ἧς ἤδη μοι εἴρηται, γραφῇ τὰ παρ’ αὐτῶν ἀσεβῶς δογματισθέντα παραδιδόντων, τόμον συνοδικὸν αὐτὰ καλέσας ὁ ἀσεβέστατος ἀπῄτει ἀρχιερεῖς τε πάντας καὶ τῶν μοναζόντων τοὺς διαβοήτους ἐπ’ ἀρετῇ ταῦτα ὑποσημήνασθαι. εἰ γὰρ καὶ διωγμὸν κατὰ τῶν μοναχῶν βαρύτατον ἔθετο, ὡς μή τινα σχεδὸν ἐν τῇ πόλει περιλειφθῆναι ἢ τέως δημοσιεύειν μονάζοντα, ἀλλ’ ἔτι ἦσαν πολλοὶ κρυπτόμενοι καὶ ἕτεροι τῆς πόλεως ἐκτὸς πεποιημένοι τὴν ἄσκησιν. ὅσοι μὲν οὖν φόβῳ τῆς ἐκείνου θηριωδίας ὑπέκυπτον καὶ τὴν ἄθεον ἐκείνην ἐβεβαίουν γραφήν, ζῆν εἰῶντο καὶ ἀπαθεῖς ἀφεῖντο, ὅσοι δὲ μὴ ἐπείθοντο, πικραῖς κολάσεσι καὶ βιαίοις θανάτοις τοῦ ζῆν ἐστερίσκοντο. ὅτε καὶ ὁ μέγας ἐν ἀσκηταῖς καὶ ἐν ἀθληταῖς περιβόητος Στέφανος, μὴ πεισθεὶς ὃν ἐκεῖνος ἐκάλει τόμον δέξασθαί τε καὶ βεβαιῶσαι, πολλὰ παθὼν τέλος ἀνῄρητο ἀπηνῶς καὶ συρόμενος ἐκ τῆς τοῦ πραιτωρίου εἱρκτῆς ἄχρι τῶν Πελαγίου ἐκεῖ μετὰ τῶν κατακρίτων ἐρρίφη, ὅπου τέμενος ἦν τοῦ μάρτυρος Πελαγίου, ὃ καθελὼν ὁ μισόθεος καὶ βόθρον ὀρύξας βαθύτατον ἐκεῖ τοὺς καταδίκους ῥιπτεῖσθαι προσέταξε. πολλοὺς δὲ καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς συγκλήτου βουλῆς διὰ τὴν τιμὴν τῶν ἁγίων εἰκόνων ἐτιμωρήσατο καὶ ὅρκον ἐκ πάντων ἀπῄτησε μή τινα σέβας νέμειν ταῖς θείαις εἰκόσιν, ἀλλὰ καὶ ἐξ αὐτοῦ Κωνσταντίνου, ὃν αὐτὸς τῆς ἐκκλησίας προέστησε, τὸν ὅρκον τοῦτον ἀπῄτησε, καὶ ὃς ἐν τῷ ἄμβωνι ἀναβὰς ὤμοσε. Κατὰ Βουλγάρων δὲ μετὰ στόλου πολλοῦ ἐξελθὼν εἰς Ἀγχίαλον τὰς νῆας προσώρμισε, καὶ πνεύσαντος ἀνέμου σφοδροῦ συνετρίβησαν σχεδὸν ἅπασαι, καὶ πλήθη πολλὰ τοῦ τε ναυτικοῦ καὶ τοῦ στρατιωτικοῦ ἀπώλοντο ἐν τοῖς ὕδασιν· ὅθεν ἄπρακτος ἐπανῆλθεν. Ἐκμαινόμενος μέντοι κατὰ τῶν μοναχῶν, ἱππηλασίας ἀγομένης ἐν τῷ θεάτρῳ, πολλοὺς αὐτῶν κατασχὼν ἐθριάμβευσε διὰ τοῦ θεάτρου περιαγαγών, ἄσεμνα ἐν ταῖς χερσὶ κατέχοντας γύναια. καί τινας τῶν ἐπισήμων ἀρχόντων τοὺς μὲν φθόνῳ δι’ ὡραιότητα καὶ ῥωμαλεότητα, τοὺς δὲ ὅτι τὰς ἀρρητοποιίας αὐτοῦ μοναχοῖς ἐξηγόρευον, συκοφαντήσας ὡς κατ’ αὐτοῦ βουλευομένους, δύο μὲν τῶν ἐπισημοτέρων τὰς κεφαλὰς ἐξέτεμε, τοῖς δὲ λοιποῖς ἐκκόψας τὰ ὄμματα περιγραπτοῖς αὐτοὺς ὁρίοις συνέκλεισεν, ἔνθα κατ’ ἐνιαυτὸν πέμπων ἑκατὸν βουνεύροις ᾔκιζεν ἕκαστον. ἀλλὰ καὶ τὸν παρ’ αὐτοῦ προβληθέντα πατριάρχην τὸν Κωνσταντῖνον ἑνὶ τῶν ἀρχόντων τούτων συνομιλεῖν εἰπὼν καὶ λέγειν κατ’ αὐτοῦ καὶ κατηγόρους τινὰς εἰς ἔλεγχον αὐτοῦ παρεσκεύασε· καὶ ἀρνουμένου ἐκείνου ὀμόσαι τοὺς κατηγόρους πεποίηκε. τούτων δὲ γεγονότων ὑπερόριος ὁ πατριάρχης ἐγένετο. ἕτερον δὲ προεβάλετο πατριάρχην ὁ τύραννος ἐκτομίαν τινὰ Νικήταν, οὐδ’ ἐξ ἐλευθέρων, ἀλλ’ ἐκ δούλων ἕλκοντα τὴν τοῦ γένους σειρὰν οὐδ’ ἀναγνῶναι δυνάμενον· ἦν γὰρ περὶ τὴν γυναικωνῖτιν ἐσχολακώς. εἶτα ἐκ τῆς ὑπερορίας ἀχθέντα τὸν Κωνσταντῖνον καὶ ἀπηνέστατα αἰκισθέντα, ὡς μηδὲ βαδίζειν δύνασθαι, εἰς τὴν μεγάλην ἐκκλησίαν ὡς ἄχθος τι βασταζόμενον ὁ τύραννος μετακομισθῆναι κεκέλευκε. καί τινος τὰ κατ’ αὐτοῦ ἀναγινώσκοντος αἰτιάματα, παρουσίᾳ πλήθους πολλοῦ ἐπὶ τούτῳ συναθροισθέντος, καὶ τοῦ νέου πατριάρχου Νικήτα ἐν τῷ συνθρόνῳ καθημένου καὶ ἀκροωμένου αὐτῶν, ἐκεῖνος κατὰ κόρρης ἐπαίετο καὶ οὕτως ἐπὶ πολὺ ἐμπαροινηθεὶς τέλος ἀναθεματίζεται καὶ ψιλωθεὶς τὴν κεφαλὴν καὶ τὸν πώγωνα, ἀλλὰ μέντοι καὶ τὰς ὀφρύας, καὶ ὄνῳ ἐποχηθείς, ἱπποδρομίας τελουμένης εἰσάγεται εἰς τὸ θέατρον, ἀτίμως θριαμβευόμενος καὶ ἐμπτυόμενος καὶ κόνει παττόμενος. ἐπὶ τούτοις τινὰς τῶν ἀρχόντων στείλας ὁ τύραννος ἠρώτησεν αὐτὸν τί δοκεῖ αὐτῷ περὶ τῆς αὐτοῦ πίστεως καὶ περὶ τῆς συνόδου. ὁ δὲ ἐκμειλισσόμενος τὴν ἐκείνου ὠμότητα ἀπεκρίθη καὶ καλῶς πιστεύειν αὐτὸν καὶ ἀκριβῶς δογματίσαι τὴν σύνοδον· καὶ ταῦτα εἰπὼν ὁ τρισάθλιος εἰς τὸ Κυνήγιον ἀπαχθεὶς ἀπετμήθη τὴν κεφαλήν. Καθ’ ἑκάστην δὲ τῇ κατὰ τῶν ἐκκλησιῶν καὶ τῶν μοναστηρίων μανίᾳ προσετίθει ὁ βέβηλος. ἀκόλαστος δὲ ὢν καὶ τρεῖς γυναῖκας ἠγάγετο, καὶ ἐκ μὲν τῆς πρώτης ἔσχε παῖδα τὸν Λέοντα, ὃν καὶ τοῦ τῆς βασιλείας ὀνόματος κατηξίωσεν, ἐκ δὲ τῶν ἄλλων Χριστοφόρον, Νικηφόρον τε καὶ Νικήταν. καὶ τοὺς μὲν δύο Καίσαρας ἔστεψε, τὸν δὲ Νικήταν ἐτίμησε νωβελίσιμον. καὶ τῷ πρώτῳ υἱῷ αὐτοῦ καὶ βασιλεῖ ἠγάγετο γυναῖκα ἐξ Ἀθηνῶν καὶ ἐμνηστεύσατο ταύτην αὐτῷ, στέψας αὐτὴν Αὐγούσταν καὶ καλέσας Εἰρήνην, ἐξ ἧς ἐτέχθη τῷ Λέοντι παῖς Κωνσταντῖνος ὀνομασθείς. Αὖθις δὲ ὁ Κοπρώνυμος μετὰ σφόδρα πολλῶν τριηρῶν καὶ δρομώνων κατὰ Βουλγάρων ἐξώρμησε, βουλόμενος διὰ τοῦ Ἴστρου εἰς Βουλγαρίαν ἐμβαλεῖν. εἶτα δεδειλιακὼς ἀναζεῦξαι διεμελέτα. οἱ Βούλγαροι δὲ δείσαντες πέμψαντες πρὸς αὐτὸν σπονδὰς θέσθαι πρὸς εἰρήνην ἐζήτησαν καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις τοῦ μήτε Βουλγάρους τὰ Ῥωμαίων ληίζεσθαι μήτε μὴν Ῥωμαίους ἐπιέναι κατὰ Βουλγάρων. καὶ ἐπὶ τούτοις ἐπανελήλυθε. τινὲς δὲ τῶν Βουλγάρων δώροις ὑποσυρέντες παρὰ τούτου τοῦ αὐτοκράτορος ἐν ἀπορρήτοις ἐδήλουν αὐτῷ τὰ τῷ ἄρχοντι σφῶν βουλευόμενα· οἳ μεμηνύκασι τῷ Κωνσταντίνῳ ὅτι βούλεται ὁ σφέτερος ἀρχηγὸς λαὸν ἐκπέμψαι κατά τινος τῶν Ῥωμαϊκῶν χωρῶν, ἵν’ ἐκεῖθεν λείαν κομίσαιτο. καὶ ὃς κατασκόπους στείλας, ὅτε ὥρμησαν ἐκ Βουλγαρίας οἱ ληισόμενοι, ἕτοιμος ὢν αἰφνίδιον ἐπεκδραμὼν κατ’ αὐτῶν τοὺς μὲν διέφθειρε, τοὺς δὲ καὶ ἐζώγρησε, καὶ μετ’ αἰχμαλωσίας πολλῆς ἐπανέστρεψε καὶ πάλιν ἔνοπλος ἐθριάμβευσεν. εἶτα πολλὰς τριήρεις ἑτοιμασάμενος κατὰ Βουλγάρων ἐκπέπομφε, καὶ κατὰ Μεσημβρίαν γενομέναις αὐταῖς κλύδων ἐκ πνευμάτων βιαίων ἐμπεσὼν σχεδὸν ἁπάσας κατέδυσεν. ὁ τῶν Βουλγάρων δὲ ἀρχηγὸς Τελέριχος ὑποπτεύσας ὑπὸ τῶν οἰκείων μεμηνύσθαι τῷ βασιλεῖ τὰ αὐτῷ βουλευόμενα, μὴ εἰδὼς δὲ τίνες οὗτοι, κατασοφίζεται τὴν τοῦ Κοπρωνύμου κουφότητα καὶ ἐξ αὐτοῦ μανθάνει τὸ ἀγνοούμενον. γράφει γὰρ δι’ ἀπορρήτων βούλεσθαι προσελθεῖν αὐτῷ καὶ ἠξίου δηλῶσαί οἱ εἴ τινας ἔχει φίλους ἐκ τῶν παρὰ Βουλγάροις ἐξόχων, ἵν’ ἐκείνοις θαρρήσειε τὸ ἀπόρρητον καὶ σὺν ἐκείνοις ἀφίκοιτο πρὸς αὐτόν. ὁ δὲ παχύς, ὡς ἔοικεν, ὢν οὐ συνῆκε τὸ σκέμμα τὸ βάρβαρον, ἀλλ’ ἀνοήτως τοὺς αὐτῷ προσκειμένους εὐθὺς ἐξεκάλυψε. καὶ ὁ βάρβαρος συλλαβὼν αὐτοὺς ὠμῶς ἁπαξάπαντας καὶ ἀπηνῶς διεχρήσατο. καὶ αὖθις δὲ κατὰ Βουλγάρων ὁ αὐτοκράτωρ οὗτος τὸ λοίσθιον ἐξεστράτευσε, καὶ κατὰ τὴν ἐν Θρᾴκῃ Ἀρκαδιούπολιν στρατοπεδευομένου οἱ πόδες αὐτοῦ ἀπηνθράκωντο, ὅθεν αὐτὸν λαῦροι πυρετοὶ καὶ φλογώδεις ἐξέκαιον, ὡς μηδὲν τούτων μηδὲ παρὰ ἰατρῶν ἐπινοεῖσθαι ἀλέξημα. ἐκεῖθεν ἐπὶ κλίνης φερόμενος μέχρι Σηλυβρίας κατήντησεν, ὅθεν διὰ τριήρους κεκόμιστο, βοῶν ὡς "ζῶν ἔτι τῷ πυρὶ παραδέδομαι." ἄρτι δὲ φθάσας εἰς τὸ Στρογγύλον τοῦ μεμεθυσμένου θείου ξυροῦ ὁ δείλαιος ἐπειράθη καὶ βιαίως ἐκεῖ τὸν βίον κατέστρεψε, χιλιάδας τῶν ὀρθοδόξων πολλὰς ἀνελών, καὶ μάλιστα μοναστῶν, καὶ τὰ τούτων ἀσκητήρια τὰ μὲν πυρὸς θέμενος παρανάλωμα, τὰ δὲ καθελών, τὰ δὲ κοινώσας, ὥσπερ καὶ τὴν τοῦ Δαλμάτου λεγομένην μονήν, ἀρχαίαν οὖσαν καὶ τῶν ἐν Κωνσταντινουπόλει πρεσβυτέραν πασῶν, ἀφ’ ἧς ἀπελάσας τοὺς μοναχοὺς στρατιωτῶν αὐτὴν πεποίηκε καταγώγιον. οὐ μόνον δὲ κατὰ τῶν ζώντων ἐλύττησεν, ἀλλὰ καὶ εἰς τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ τοὺς ἄλλως αὐτῷ εὐαρεστήσαντας ἐμπαροινῶν οὐκ ἐπαύετο, μηδὲν αὐτοὺς δύνασθαι λέγων καὶ συκίνην ἐπικουρίαν τὰς τούτων πρεσβείας ἀποκαλῶν καὶ τὰ τούτων ἅγια λείψανα τὰ μὲν ἀτίμως καταχωννύς, τὰ δὲ ποιῶν ὑποβρύχια, ἔνια δὲ καὶ ἀποτεφρῶν, ὥσπερ καὶ τὸ τῆς πανευφήμου μάρτυρος Εὐφημίας ἅγιον σῶμα. διττοὶ δὲ περὶ τούτου φέρονται λόγοι· ὁ μὲν γὰρ πυρίκαυστον αὐτὸ λέγει δόξαι ποιήσασθαι τὸν μιαρὸν ἐκεῖνον Κοπρώνυμον, κύνας καὶ ὄνους αὐτῷ συνεμπρήσαντα καὶ τὴν τέφραν λικμήσαντα, μὴ μέντοι αὐτῷ εἰς ἔργον ἐκβῆναι τὸ βούλημα· φθῆναι γὰρ τοὺς ὀρθοδόξους μαθόντας τὸ βουλευόμενον ἀφελέσθαι τὸ τῆς μάρτυρος σῶμα ἐκ τῆς σοροῦ καὶ μεταθεῖναι αὐτό, ἕτερον δὲ νεκρὸν ἐνθεῖναι αὐτῇ, κἀκεῖνον παρὰ τοῦ ἀλιτηρίου ἐκείνου παραδοθῆναι πυρί· ὁ δ’ ἕτερος οὐ καυθῆναι, καταποντωθῆναι δὲ λέγει τὸ σῶμα τῆς μάρτυρος σὺν τῇ λάρνακι· τὴν δὲ χάριτι θείᾳ κυβερνωμένην προσοκεῖλαι τῇ νήσῳ Λήμνῳ καὶ ὑπὸ τῶν ἐν τῇ νήσῳ πιστῶν γνωσθεῖσαν κατατεθῆναι ἐκεῖ, ἐπὶ δὲ Εἰρήνης καὶ Κωνσταντίνου αὖθις ἀνακομισθῆναι εἰς τὴν ὑπερκειμένην τῶν πόλεων ἐντίμως καὶ μεγαλοπρεπῶς. Ὁ μὲν οὖν οὕτως αἰσχρῶς βιώσας οὕτως ἀπεβίω βιαιότατα, ὡς ἱστόρηται, μοναρχήσας ἔτη τριάκοντα ἐπὶ τέσσαρσι καὶ μησὶ τρισί, τούτοις καὶ τῶν δύο ἐνιαυτῶν συναριθμουμένων, οὓς ὁ Ἀρτάβασδος ἦρξε τούτου περιγενόμενος. Ἐκράτησε δὲ τῆς βασιλείας ὁ τούτου υἱὸς Λέων ὁ ἐκ τῆς Χαζάρας, νοσῶν τὴν αὐτὴν κἀκεῖνος ἀσέβειαν, εἰ καὶ κατ’ ἀρχὰς εὐσεβεῖν ὑπεκρίνετο καὶ τοὺς μοναχοὺς τιμᾶν, ὥστε καί τινας τῶν μοναστῶν ἀρχιερεῖς τότε γενέσθαι ἐν ταῖς προβαθμιωτέραις τῶν μητροπόλεων. πολλὰ δὲ χρήματα ἐν τοῖς δημοσίοις εὑρὼν θησαυροῖς, ἃ ὁ πατὴρ αὐτοῦ κακῶς συνήγαγε καὶ ἀπεθησαύρισε, τούτοις καταχρησάμενος ἐξευμενίσατο τὸ ὑπήκοον καὶ τῇ ἐπιπλάστῳ θεοσεβείᾳ. ἀθροισθέντες οὖν οἱ τῆς πόλεως κἀκ τῶν θεμάτων πολλοὶ ᾐτοῦντο χαριζόμενοι δῆθεν αὐτῷ ἀναγορευθῆναι τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. ὁ δέ, εἰ τοῦτο βούλονται, ὀμόσαι αὐτοὺς ἀπῄτησεν ὡς οὐ δέξονταί ποτε ἄτερ αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῶν ἕτερον βασιλέα. καὶ ὤμοσαν ἅπαντες, οὐχ οἱ τῆς συγκλήτου βουλῆς καὶ οἱ τοῦ στρατεύματος, ἀλλὰ καὶ ὁ δημώδης ὄχλος καὶ ἔμποροι καὶ οἳ τῶν ἐργαστηρίων προεστήκεσαν, καὶ ἔγγραφα περὶ τούτων ἐξέθεντο. ταῦτα μὲν οὖν κατὰ τὴν ἕκτην ἡμέραν τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος γεγόνασι. τῷ δὲ μεγάλῳ σαββάτῳ τὸν ἑαυτοῦ ἀδελφὸν Εὐδόκιμον νωβελίσιμον ὁ βασιλεὺς προεβάλετο καὶ κατ’ αὐτὴν τὴν τοῦ πάσχα κυριακὴν ἔστεψε τὸν υἱὸν αὐτοῦ, τοῦ πατριάρχου τὴν κατ’ ἔθος πεποιηκότος εὐχήν. τεθνηκότος δὲ τοῦ πατριάρχου Νικήτα τοῦ ἐκτομίου, ὃς ἦν προεδρεύσας τῆς Κωνσταντινουπόλεως ἔτη τεςσαρεσκαίδεκα, χειροτονεῖται πατριάρχης Παῦλος ὁ Κύπριος, ἀναγνώστης ὢν καὶ ὀρθόδοξος. Εὑρὼν δέ τινας τῶν ἐπισήμων τοῦ παλατίου ταῖς θείαις εἰκόσι προσκύνησιν ἀπονέμοντας, τὴν ἀλωπεκῆν ἀποδὺς τὸν ἐντὸς κρυπτόμενον ἐδημοσίευσε λέοντα ὠμότατά τε αὐτοὺς αἰκισάμενος καὶ διὰ τῆς ἀγορᾶς ἐν ἀτίμῳ πομπῇ περιαγαγών, πρότερον ψιλώσας αὐτοὺς τῶν τριχῶν, οὕτως εἰς τὸ πραιτώριον ἐναπέθετο, ὅπου τινὲς αὐτῶν καὶ τὴν ψυχὴν τῷ κυρίῳ παρέθεντο. πέμπτον δ’ ἀνύσας τῆς αὐταρχίας ἐνιαυτὸν ἐτελεύτησεν. ἐρασθεὶς γὰρ τοῦ στέμματος, ὅπερ ὁ Μαυρίκιος τῷ θεῷ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀνέθετο, καὶ τοῦτο λαβὼν καὶ τῇ κεφαλῇ περιθέμενος εὐθὺς ἐλήφθη σφοδρῷ πυρετῷ, καὶ οὗτος αὐτὸν τῆς ζωῆς ὑπεξήγαγε. Τοῦ δὲ θανόντος ἡ Αὐγούστα Εἰρήνη σὺν τῷ υἱῶ Κωνσταντίνῳ δέκατον ἐνιαυτὸν τῆς ἡλικίας ἀνύοντι τὴν βασίλειον ἀρχὴν διεδέξαντο. ἦσαν δὲ ἄμφω τῶν σεβασμίων εἰκόνων προσκυνηταί, ἀλλ’ οὔπω τοὺς πόδας τῇ βασιλείᾳ βεβαίως ἐρείσασί τινες αὐτοῖς ἐπεβούλευσαν, ἵνα τὸν Καίσαρα Νικηφόρον τὸν τοῦ θανόντος βασιλέως Λέοντος ἀδελφὸν βασιλεύσωσι. γνωσθείσης δὲ τῆς συνωμοσίας τοὺς μὲν τῆς ἐπιβουλῆς μετασχόντας αἰκισαμένη ἡ βασιλὶς καὶ τὴν τρίχωσιν αὐτοῖς ἀποθρίξασα ὑπερορίαν τούτων κατεψηφίσατο, τοὺς δὲ τοῦ ἀνδρὸς αὐτῆς ἀδελφοὺς τούς τε Καίσαρας καὶ τοὺς νωβελισίμους καρῆναι παρασκευάσασα καὶ ἱερωσύνης ἀξιωθῆναι καὶ μεταδοῦναι τῷ λαῷ τῶν ἁγιασμάτων ἐποίησε κατὰ τὴν ἑορτὴν τῆς τοῦ σωτῆρος γεννήσεως. ἐκείνη δὲ σὺν τῷ υἱῷ προελήλυθε μετὰ τῆς συνήθους τοῖς βασιλεῦσι δορυφορίας καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενομένη τὸ στέμμα, ὃ ἐκεῖθεν ἀφείλετο ὁ ἀνὴρ αὐτῆς, προσήνεγκε, κόσμῳ πλείονι τοῦτο ἐπικοσμήσασα. ἔστειλε δὲ καὶ κατὰ τῶν Ἀράβων στράτευμα, ἵνα ἀνακόπτῃ τὰς ἐκείνων ἐπιδρομάς. ἐξελθόντες οὖν ἐπὶ λεηλασίαν Ἀγαρηνοὶ συναντῶνται παρὰ τῆς σταλείσης Ῥωμαϊκῆς στρατιᾶς καὶ τρέπονται καὶ ἀναιροῦνται πολλοί. ἐν δέ γε τῇ Θράκῃ κατὰ τὸ Μακρὸν τεῖχος τότε τις ὀρύττων λάρνακι ἐντυγχάνει λιθίνῃ ἀνθρώπου φερούσῃ νεκρὸν καὶ γράμματα ἐγκεκολαμμένα ἐχούσῃ λέγοντα "Χριστὸς μέλλει γεννᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν· ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων πάλιν, ἥλιε, ὄψει με." βουληθεῖσα μέντοι ἡ βασιλὶς Εἰρήνη γυναῖκα μνηστεύσασθαι τῷ υἱῷ, ἔπεμψε πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, τὴν ἐκείνου παῖδα τῷ οἰκείῳ μνωμένη παιδί. εἶτα τὸ τοιοῦτον κῆδος καταλιποῦσα διὰ φόβον καὶ φιλαρχίαν, ἵνα μὴ δύναμιν ὁ υἱὸς αὐτῆς περιβάληται τὴν τῶν Φράγγων διὰ τὴν ἀγχιστείαν, ἐξ ἑῴας ἤνεγκε κόρην· ἣν οἱ μὲν ἐκ τοῦ τῶν Ἀρμενιακῶν θέματος λέγουσιν, ἕτεροι δ’ ἐκ Παφλαγόνων, οὖσαν τοῦ ἐπὶ ἐλεημοσύνῃ διαβοήτου Φιλαρέτου θυγάτριον, καὶ ταύτην τῷ Κωνσταντίνῳ συνέζευξεν ἄκοντι καὶ τὸν γάμον αὐτῆς ἀποστέργοντι, ὅτι τὴν τοῦ Καρούλου παῖδα ἐκτόπως ἀγαγέσθαι ἐβούλετο. Ἀαρὼν δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς κατὰ Ῥωμαίων στρατεύσας μέχρι Χρυσοπόλεως ἦλθεν. ὁ δὲ Κωνσταντῖνος στρά- τευμα πέμψας τὴν λίμνην Βανῆς δι’ αὐτοῦ κατέσχε· καὶ τοῦτο μαθόντες οἱ Ἄραβες σπείσασθαι Ῥωμαίοις ᾐτήσαντο. ἀπελθόντες οὖν οἱ τῶν κοινῶν διοικηταὶ πρὸς τὸν Ἀαρών, ἵνα συνθήκας ποιήσωσι, καὶ μὴ φροντίσαντες πρότερον ὁμήρους τῶν παρ’ ἐκείνοις ἀναγκαίων λαβεῖν, κατεσχέθησαν παρ’ αὐτοῦ καὶ ἐν πέδαις καθείρχθησαν. ὅθεν βιασθέντες οἱ κρατοῦντες διὰ τοὺς ἄρχοντας ἐσπείσαντο, συνθέμενοι φόρους διδόναι τοῖς Ἄραψιν. οἱ μὲν οὖν ἐπὶ τοιαύταις συνθήκαις ἀνέζευξαν. ἡ δὲ βασίλισσα Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν Σικελίας προεχειρίσατο· εἶτα μαθοῦσα ὅτι τὰ τῶν Καισάρων φρονεῖ, ἔστειλε τοὺς ἄξοντας ἐκεῖθεν αὐτόν. τῶν δὲ Σικελιωτῶν μὴ παραχωρησάντων τοῖς σταλεῖσι λαβεῖν τὸν Ἐλπίδιον, ἡ Εἰρήνη θυμῷ ληφθεῖσα τὴν ἐκείνου γυναῖκα καὶ τοὺς παῖδας μαστίξασα καὶ τῶν τριχῶν ἀφελομένη ἐν τῷ πραιτωρίῳ καθεῖρξε· κατ’ ἐκείνου δὲ ἐκπέπομφε στράτευμα, εὐνοῦχον αὐτοῖς ἐπιστήσασα τῶν πιστοτάτων αὐτῇ. πολέμων δὲ συνεχῶν γενομένων, τρέπεται ὁ Ἐλπίδιος καὶ ἀπέδρα εἰς Ἀφρικὴν καὶ τοῖς Ἄραψι προσεχώρησεν. οἱ δὲ τοῦτον δεξάμενοι βασιλικὴν ταινίαν αὐτῷ περιέθεντο, καὶ ὡς βασιλεὺς ἀνηγόρευτο, εἰ καὶ μηδὲν αὐτῷ κατὰ σκοπὸν προεχώρησε. Τῆς δὲ περὶ τῶν Ἀράβων φροντίδος ἀπαλλαγεῖσα διὰ τὴν εἰρήνην ἡ βασιλὶς ἐξῆλθε σὺν τῷ υἱῷ κατὰ Θρᾴκην, δύναμίν τε πολλὴν ἐπισυρομένη καὶ ὄργανα μουσικά· καὶ ἀπελθοῦσα εἰς Βερόην καὶ τὸ ἐν αὐτῇ φρούριον ἀνοικοδομήσασα καὶ Εἰρηνόπολιν αὐτὸ ὀνομάσασα, ἀλλὰ μὴν καὶ τὴν Ἀγχίαλον δειμαμένη καὶ ἕως Φιλιππουπόλεως προελθοῦσα ὑπέστρεψε. Τοῦ δὲ πατριάρχου Παύλου νοσήσαντος καὶ τῆς ἐκκλησίας ὑποχωρήσαντος καὶ ἀποκαρέντος, ἡ βασιλὶς μετὰ τοῦ υἱοῦ αὐτῆς προσῆλθεν αὐτῷ, αἰτιώμενοι αὐτὸν τῆς ὑποχωρήσεως. ὁ δὲ "εἴθε" εἶπε "μηδὲ τὴν ἀρχὴν ἐπὶ τοῦ θρόνου τῆς ἀρχιερωσύνης ἐκάθισα, τῆς ἐκκλησίας τυραννουμένης καὶ σχίσματος ὄντος μέσον αὐτῆς καὶ τῶν ἄλλων καθολικῶν θρόνων." εἶτ’ αὖθις ἐκ τῆς συγκλήτου λογάδας ἀπέστειλεν, ἐρωτῶσα ὅ,τι ἂν εἰς δέον οἰκονομηθείη. ὁ δὲ ἀπεκρίνατο ὡς "εἰ μὴ διὰ συνόδου καθολικῆς τὸ σφάλμα διορθωθῇ καὶ τῶν ἐκκλησιῶν προβαίη ἕνωσις, οὐκ ἔστιν ὑμῖν σωτηρία." καὶ οἱ συγκλητικοί, "διὰ τί οὖν" εἶπον "αὐτὸς ἐν τῷ χειροτονεῖσθαι συνέθου τὰς εἰκόνας μὴ προσκυνεῖν;" ὁ δὲ ἀντεπήγαγε "διὰ τὴν τῶν κρατούντων μανίαν καὶ τὴν ὑμετέραν ἀπήνειαν. ἀλλὰ διὰ τοῦτο θρηνῶ καὶ διὰ μετανοίας πρὸς τοὺς οἰκτιρμοὺς κατέφυγον τοῦ θεοῦ, δεόμενος μὴ ὡς ἀρχιερεὺς κριθῆναι." ὁ μὲν οὖν ἐν τούτοις τὸν βίον κατέλυσεν· οἱ δὲ κρατοῦντες τὸν ἀοίδιμον Ταράσιον ἀσηκρῆτις ὄντα πατριάρχην προεχειρίζοντο, καὶ ὁ λαὸς ἅπας ἐπεψηφίζετο. ὁ δὲ ἀνένευε, μὴ δύνασθαι λέγων προστῆναι τῆς ἐκκλησίας ἀπεσχισμένης τῶν λοιπῶν τυγχανούσης ἐκκλησιῶν καὶ ὑπ’ ἐκείνων ὑποβαλλομένης τῷ ἀναθέματι. ἐγκειμένων δὲ καὶ τῶν βασιλέων καὶ τοῦ λαοῦ, "εἰ συντίθεσθε" εἶπε "σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι καὶ τῶν ἐκκλησιῶν γενήσεσθαι ἕνωσιν, δέξομαι καὶ αὐτὸς τὴν προχείρισιν." συνθεμένων δὲ πρὸς τοῦτο πάντων, ἐχειροτονήθη ὁ θεῖος Ταράσιος καὶ στέλλει αὐτός τε καὶ οἱ κρατοῦντες εἴς τε τὴν πρεσβυτέραν Ῥώμην, Ἀδριανοῦ ἐν αὐτῇ προεδρεύοντος, καὶ εἰς τοὺς λοιποὺς πατριάρχας, ζητοῦντες σταλῆναί τινας παρ’ αὐτῶν τοὺς ἐπὶ τῇ συνόδῳ παρουσιάσοντας· καὶ παρὰ πάντων ἐστάλησαν. ἀθροισθέντων δὲ καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ μοναχῶν ἐν Νικαίᾳ τῆς Βιθυνίας καὶ ὁ πατριάρχης ἐξῆλθε Ταράσιος, καὶ συνέστη ἐκεῖ οἰκουμενικὴ σύνοδος ἑβδόμη, καὶ ἐκυρώθη τὰς σεπτὰς εἰκόνας καὶ προσκυνεῖσθαι καὶ σεβάζεσθαι, ἀναθέματι δὲ κατεκρίθησαν καὶ οἱ τρεῖς οἱ τῆς ἐν Κωνσταντινουπόλει προεδρεύσαντες ἐκκλησίας, ὅ τε Ἀναστάσιος καὶ ὁ Κωνσταντῖνος καὶ ὁ Νικήτας, καὶ τόμῳ τὰ τῇ ἱερᾷ συνόδῳ δόξαντα ἐνεγράφησαν. ἐκ δὲ Νικαίας εἰς τὴν τῶν πόλεων βασιλεύουσαν ἐνδημήσαντες οἱ τῆς συνόδου καὶ ἐν τοῖς βασιλείοις γενόμενοι, προκαθημένων καὶ τῶν βασιλευόντων, εἰς ἐπήκοον πάντων τὸν τόμον ἀνέγνωσαν· ὃς καὶ παρὰ τῶν κρατούντων κεκύρωτο ὑποσημηναμένων αὐτόν, καὶ οὕτως τὰ ἱερὰ ἐκτυπώματα ἐν τοῖς θείοις ναοῖς ἀνεστήλωντο, καὶ αἱ ἐκκλησίαι ἅπασαι ἥνωντο. Τὰ μὲν οὖν μέχρι τοῦδε παρὰ τῆς βασιλίσσης καὶ τῶν αὐτῇ προσῳκειωμένων τὰ τῆς βασιλείας ἰθύνοντο. ἤδη δὲ τὸν μείρακα παρελάσας ὁ βασιλεὺς Κωνσταντῖνος καὶ εἰς νεανίαν τελεῖν ἠργμένος εἰκοσαέτης γὰρ ἦν καὶ ὁρῶν ἅπαντα παρὰ τῆς μητρὸς οἰκονομούμενα καὶ Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα δυνάμενον ἑαυτὸν δὲ μηδενὸς ἀξιούμενον λόγου, ἤχθετο καὶ μετά τινων τῶν τε τῆς συγκλήτου βουλῆς καὶ τῶν ὑπηρετουμένων αὐτῷ ἐμελέτησε τὸν Σταυράκιον τῆς ἀρχῆς καθελεῖν καὶ ποιήσασθαι ὑπερόριον. γνωσθέντος δὲ τοῦ βουλεύματος, τοὺς μὲν τοῦ βασιλέως θεράποντας τοὺς αὐτῷ συμμετέχοντας τύψασα πάντας καὶ ψιλώσασα τῶν τριχῶν ἡ βασίλισσα ἄλλους ἄλλῃ ἐξώρισε, τοὺς δ’ ἐκ τῆς συγκλήτου ἀτιμίᾳ περιβαλοῦσα τοὺς μὲν ἀπροί̈τους τῶν ἰδίων οἴκων εἶναι κεκέλευκε, τῶν δὲ καὶ ὑπερορίαν κατεψηφίσατο. ἀλλὰ μὴν καὶ τὸν υἱὸν αἰκισαμένη καὶ λοιδορησαμένη προϊέναι κεκώλυκε. τὰ δὲ στρατεύματα ὀμνύειν ἠνάγκαζε μὴ δέξασθαι τὸν υἱὸν αὐτῆς εἰς αὐταρχίαν, ζώσης ἐκείνης. καὶ οἱ μὲν ἄλλοι καὶ ἄκοντες ὤμνυον, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν οὐχ ὑπέκυψαν, ἀλλὰ καὶ βασιλέα γινώσκειν εἶπον τὸν Κωνσταντῖνον, καὶ πρὸ τῆς μητρὸς ἐξ ἀρχῆς ἀναγορευόμενον, καὶ οὕτως αὖθις αὐτὸν ἤθελον εὐφημεῖσθαι. ταῦτα ἡ Εἰρήνη μαθοῦσα ἔστειλε τὸν σπαθάριον Ἀλέξιον καὶ δρουγγάριον τῆς βίγλας τὸν Μωσηλέ, ἵν’ αὐτοὺς εἰς τὸ αὐτῆς μετάθηται θέλημα. οἱ δὲ τὸν μὲν στρατηγὸν ἑαυτῶν συνέσχον ὑπὸ φρουράν, τὸν δὲ Μωσηλὲ ἄρχοντα τοῦ θέματος εἵλοντο καὶ μόνον τὸν Κωνσταντῖνον εὐφήμησαν αὐτοκράτορα. ἐντεῦθεν ὁρμηθέντες καὶ οἱ τῶν ἄλλων θεμάτων μόνον τὸν Κωνσταντῖνον ἀνηγόρευον βασιλέα, καὶ ἀθροισθέντες κοινῇ ἐκεῖνον μόνον ἀνεκήρυττον αὐτοκράτορα. δείσασα δὲ τὴν τῶν ταγμάτων ὁμόνοιαν ἡ Εἰρήνη προήνεγκε τὸν υἱόν. ὁ δὲ αὐτίκα τὸν Σταυράκιον αἰκισάμενος καὶ τοὺς ἐντιμοτέρους τῶν θεραπόντων τῶν μητρικῶν ὑπερώρισεν, αὐτὴν δὲ τὴν μητέρα τῶν βασιλείων ἐντίμως καταγαγὼν εἰς τὸν οἶκον αὐτῆς, ὃν ἐν τοῖς Ἐλευθερίου ἐδείματο, διάγειν ἐκέλευσε. Καὶ τὰ μὲν οὕτως ἔσχον· ἐμπρησμοῦ δὲ συμβάντος ὁ μέγας τρίκλινος τῶν ἱερῶν ἀνακτόρων ὁ Θωμαί̈της λεγόμενος ἔργον γέγονε τοῦ πυρός, ὅτε λέγονται καυθῆναι καὶ τὰ σχεδιάσματα τῆς ἐξηγήσεως τῆς θείας γραφῆς, ἃ ὁ χρυσοῦς τὴν γλῶτταν συνεγράψατο Ἰωάννης, ἐκεῖσέ που ἀποκείμενα. Ὁ δέ γε βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων ἐξεστράτευσε, τοῦ Καρδάμου τοῦ ἔθνους ἀρχηγετοῦντος· μικρᾶς δὲ προσβολῆς γενομένης ἀμφοῖν τοῖν ἀντιθέτοιν μεροῖν δειλία ἐνέσκηψε. καὶ ὁ μὲν βασιλεὺς ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν, οἱ δὲ Βούλγαροι εἰς τὰ ἤθη τὰ ἑαυτῶν. ἀλλὰ καὶ κατὰ Ἀράβων ὁρμήσας οὐδέν τι λόγου ἄξιον ἤνυσε. Παρακληθεὶς δὲ ὑπὸ τῆς μητρὸς καὶ τῶν ἐν τέλει τινῶν αὖθις ἀνάγει ταύτην εἰς τὰ βασίλεια καὶ ἑαυτῷ συνευφημεῖσθαι παραχωρεῖ· καὶ πάντα μὲν τὰ τῶν θεμάτων τάγματα ἐδέξαντο τὴν τῆς Εἰρήνης αὖθις ἀνάρρησιν, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν ἀντέπιπτόν τε καὶ ἐστασίαζον καὶ ἐπεκαλοῦντο τὸν πρῴην αὐτῶν, ὡς εἴρηται, στρατηγήσαντα Ἀλέξιον τὸν Μωσηλέ. ἔφθη γὰρ ὁ βασιλεὺς ἐκεῖθεν μεταπεμψάμενος καὶ τιμήσας πατρίκιον εἶχε μεθ’ ἑαυτοῦ, φήμης ἐπικρατούσης μέλλειν βασιλεῦσαι τὸν ἄνδρα. διὰ ταύτην τοίνυν καὶ ὅτι παρὰ τῶν στασιαζόντων ἐπεκαλεῖτο, δείσας ὁ βασιλεὺς καθεῖρξεν ἐν τῷ πραιτωρίῳ αὐτόν, τύψας πρότερον καὶ τὴν κόμην περιελών. τοῦ δὲ τῶν Βουλγάρων ἀρχηγετοῦντος ὡρμηκότος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας, ἀσυντάκτως ὁ βασιλεὺς αὐτῷ ἐπελθὼν ἡττᾶται καὶ πλῆθος πολὺ στρατευομένων ἀπόλλυσιν, ἀλλὰ μὴν καὶ τῶν μεγιστάνων πολλούς. αἱ δὲ στρατιωτικαὶ συντάξεις ἀθροισθεῖσαι κατὰ τὴν μεγαλόπολιν ἐβουλεύοντο βασιλεῦσαι τὸν ἀπὸ Καισάρων Νικηφόρον τὸν τοῦ Κωνσταντίνου πατράδελφον. ἀλλὰ τὸ σκέμμα οὐκ ἔλαθε· διὸ αὐτὸς μὲν ὁ Νικηφόρος ἐξεκόπη τὰ ὄμματα· ὁ δέ γε Χριστοφόρος καὶ ὁ Νικήτας ὁ Ἄνθιμός τε καὶ ὁ Εὐδόκιμος τῶν γλωσσῶν ὑπέστησαν ἐκτομήν. ἀλλὰ καὶ τὸν Μωσηλὲ τὸν Ἀλέξιον ὁ βασιλεὺς ἐξετύφλωσεν, ὑποθήκαις ταῦτα μητρικαῖς ἐργασάμενος. οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν τὴν τοῦ Ἀλεξίου μαθόντες τύφλωσιν, τὸν σφέτερον στρατηγὸν ἐποίησαν ἔμφρουρον. ἦν δ’ οὗτος ὁ Καμουλιανὸς ὁ πατρίκιος. ὡς οὖν ἀνηνέχθη τοῦτο τῷ βασιλεῖ, στέλλει κατ’ αὐτῶν σὺν δυνάμει Κωνσταντῖνον τὸν Ἀρτασήραν καὶ τὸν Χρυσόχειρα, στρατηγὸν τῶν Βουκελλαρίων τυγχάνοντα. καὶ κροτηθέντος πολέμου πολλοὶ μὲν ἔπεσον ἀμφοτέρωθεν, τρέπονται δὲ οἱ βασιλικοί, καὶ ἀμφοῖν ζωγρηθέντων τῶν στρατηγῶν, οὓς οἱ Ἀρμενιακοὶ αὐτίκα ἐτύφλωσαν. εἶτα ὁ κρατῶν αὐτὸς κατ’ αὐτῶν ἐξεστράτευσε καὶ χειροῦται αὐτούς, καὶ τοὺς μὲν προὔχοντας ἀναιρεῖ, τοῖς δὲ λοιποῖς δημεύσει τῶν ὑπαρχόντων ἐπιτετίμηκε. χιλίους δὲ τῶν ἐκ τῆς αὐτῶν μητροπόλεως δεσμήσας καὶ ἐς μεγαλόπολιν ἐνεγκών, τὰς ὄψεις τε σφῶν καταστίκτους ποιήσας ἐν γράμμασι, μέλανος ἐγχεομένου τοῖς στίγμασιν ἔλεγε δὲ ἡ γραφὴ "Ἀρμενιακὸς ἐπίβουλος", διέσπειρε τούτους ἐν Σικελίᾳ καὶ ἐν ἄλλαις νήσοις. Τὴν δ’ ἑαυτοῦ γυναῖκα Μαρίαν ἀποστέρξας ὁ βασιλεὺς ἀποκαρῆναι ταύτην ἐξεβιάσατο, συμβουλῇ, ὡς λέγεται, τῆς μητρὸς αὐτοῦ, ἵν’ ὑπὸ πάντων μισηθείη καὶ εἰς αὐτὴν ἡ τῆς βασιλείας ἀντιπεριενεχθείη διοίκησις. κἂν γὰρ συνῆν τῷ υἱῷ περὶ τὰ ἀνάκτορα, ἀλλ’ οὐ συμμετεῖχε τῆς ἐξουσίας, μόνης δέ γε τῆς εὐφημίας, λίαν δ’ ἐνόσει τὸ φίλαρχον. μεταμφιασαμένης οὖν τῆς τοῦ κρατοῦντος συμβίου καὶ περιβαλομένης ἀκούσης ἀντὶ τῆς βασιλείου στολῆς μοναζούσης ἄμφια μέλανα, Θεοδότην τινὰ κουβικουλαρέαν ἐκεῖνος ἠγάγετο, Αὐγούσταν στέψας αὐτήν. Καὶ κατὰ τῶν Ἀράβων ἐπιστρατεύσας τρόπαιον ἵστησι. τοῦ μέντοι Καρδάμου, ὃν ὁ λόγος τῶν Βουλγάρων ἐγνώρισεν ἀρχηγόν, φόρους ἀπαιτοῦντος αὐτῷ τελεῖσθαι παρὰ Ῥωμαίων καὶ περὶ τούτων διαπεμψαμένου πρὸς τὸν κρατοῦντα, ἢ τὴν Θρᾴκην ἄχρι τῆς πόλεως ἀπειλοῦντος ληίσασθαι, ἐκεῖνος κόπρον ὑποζυγίων τῷ βαρβάρῳ ἀπέστειλεν, ἐπιστείλας αὐτῷ ὅτι "γέρων εἶ καὶ μὴ κοπιάσῃς ἐνταῦθα ἐρχόμενος· ἐγὼ δὲ μᾶλλον ἐλεύσομαι ἐπὶ σέ." καὶ αὐτίκα τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις ἀπῄει κατὰ Βουλγάρων, καὶ ἤδη πλησίον ἀλλήλων γενομένων τῶν στρατευμάτων καὶ τοῦ βασιλέως εἰς μάχην προκαλουμένου τοὺς βαρβάρους, ὁ Κάρδαμος σὺν τοῖς οἰκείοις ἀποδειλιάσας στρατεύμασι φυγὰς ᾤχετο. ἀλλὰ καὶ οἱ Ἄραβες κατὰ τοῦ Ἀμορίου χωρήσαντες οὐδέν τι ἔσχον πρὸς τὴν πόλιν ἀνύσιμον, λείαν δὲ λαβόντες ὑπέστρεψαν. Πλάτων δὲ ὁ καθηγητὴς τῆς τοῦ Σακουδίωνος μονῆς τῷ πατριάρχῃ Ταρασίῳ κοινωνεῖν οὐκ ἠνείχετο, ὅτι ἐκεῖνος τὸν βασιλέα εἰς κοινωνίαν ἐδέξατο τὴν ἑαυτοῦ γυναῖκα καταλιπόντα καὶ ἑτέρᾳ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς συνοικήσαντα· μοιχείαν γὰρ ὠνόμαζε τὸ γενόμενον. ὃν ὁ βασιλεὺς ἀγαγὼν ἐν τῷ παλατίῳ καθεῖρξεν· ἡ δὲ τούτου μήτηρ ἀντεποιεῖτο τοῦ Πλάτωνος, ὅτι κατῄσχυνε τὸν υἱὸν αὐτῆς. ἐκδημήσας δὲ τῆς πόλεως ὁ κρατῶν μετὰ τῆς οἰκείας μητρὸς εἰς Προῦσάν τε γεγονὼς καὶ μαθὼν τεχθῆναί οἱ παιδίον ἄρρεν, ἐκεῖ τὴν μητέρα καταλιπὼν σπουδαίως ὑπέστρεψεν. ἡ δὲ λαβομένη ἀδείας τοὺς τῶν ταγμάτων ἄρχοντας δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑποποιησαμένη πέπεικε συνθέσθαι καθελεῖν μὲν τὸν υἱὸν αὐτῆς, αὐτῇ δὲ μόνῃ τὴν αὐταρχίαν περιποιήσασθαι. καὶ συνθεμένων εὐκαιρίαν ἐζήτει. τέθνηκε δὲ τὸ τεχθὲν παιδίον τῷ βασιλεῖ, ὅπερ ὠνόμασε Λέοντα, καὶ ἐθρηνήθη παρὰ τοῦ πατρός. οἱ δὲ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς συνίστορες τῇ μητρὶ αὐτοῦ δείσαντες μὴ τοῦ καιροῦ τριβομένου καὶ ὑπερτιθεμένης τῆς πράξεως γνωσθῶσι καὶ κατασχεθέντες ἀπόλωνται, σπεύσαντες συνέσχον ἐν τῷ παλατίῳ τὸν βασιλέα καὶ περὶ ὥραν ἐννάτην τοὺς ὀφθαλμοὺς αὐτοῦ ὠμότατα ἐξορύττουσι, προνοούμενοι μὴ μόνον τοῦ φωτὸς στερηθῆναι αὐτόν, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς. ὅτε συνέβη ἐφ’ ἡμέρας ἑπτακαίδεκα μὴ λάμψαι τὸν ἥλιον, ἀλλ’ ἀλαμπεῖς εἶναι καὶ σκοτώδεις τὰς ἡμέρας ἐκείνας, οὐκ οἶδα εἴτε τυχαίως οὕτω συμβὰν εἴτε καὶ διὰ τὴν τοῦ Κωνσταντίνου τύφλωσιν, ὡς τηνικαῦτα τοῖς ἀνθρώποις ἐδόκει, οἷα τῆς θείας προνοίας νεμεσησάσης τῷ πάθει, ὡς ἐκ μητρὸς εἰς υἱὸν γενομένῳ. καὶ ὁ μὲν οὕτω τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐκεῖνος τὸν θεῖον αὐτοῦ Νικηφόρον καὶ τὸν Μωσηλὲ ἐξετύφλωσε καὶ τῶν λοιπῶν, ὡς εἴρηται, τὰς γλώςσας ἀπέτεμε, πέντε μεταξὺ παρεληλυθότων ἐνιαυτῶν. ἡ δὲ Εἰρήνη καὶ αὖθις τῆς μοναρχίας ἐπείληπτο. Καὶ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ πάπα θανόντος Ἀδριανοῦ Λέων κεχειροτόνητο, ἀνὴρ αἰδοῖος καὶ τιμιώτατος. οἱ δὲ τῷ θανόντι Ἀδριανῷ προσήκοντες στασιάσαι τὸν λαὸν ἠρέθισαν κατ’ αὐτοῦ καὶ συσχόντες αὐτὸν ἐλωβήσαντό οἱ τὰ ὄμματα, ἀλλ’ οὐκ ἐξετύφλωσαν. οἱ γὰρ ἐπιτραπέντες τὴν τύφλωσιν ἐφείσαντο τοῦ ἀνδρὸς αὐτὸν κατοικτείραντες καὶ ἔξωθεν ἐλυμήναντο τοῖς αὐτοῦ ὀφθαλμοῖς, τοῦ δὲ φωτὸς αὐτὸν οὐκ ἐστέρησαν. ὃς μετέπειτα τῷ τῶν Φράγγων ῥηγὶ προσρυεὶς Καρούλῳ παρ’ ἐκείνου εἰς τὸν τῆς Ῥώμης ἀποκατέστη θρόνον καὶ τοὺς ἐχθροὺς ἀντημύνατο, ἐξότου καὶ ἡ Ῥώμη ὑπὸ τοὺς Φράγγους ἐγένετο, τοῦ Καρούλου ταινιωθέντος ὑπὸ τοῦ Λέοντος καὶ βασιλέως Ῥωμαίων ὀνομασθέντος. ἐπὶ γὰρ τοῦ προτέρου Ἰουστινιανοῦ τῇ Ἰταλίᾳ ἐπῆλθον οἱ Φράγγοι, ἐκ γένους ὄντες τῶν Γερμανῶν, ὡς ἄνω που εἴρηται, καὶ ἦσαν τοῖς Ῥωμαίοις πολέμιοι. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ὁ τότε πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν ἀποστὰς τοῦ ὑπείκειν τῷ ἀσεβεῖ βασιλεῖ ἐκείνῳ καὶ δασμοφορεῖν καὶ τοῦ κοινωνεῖν τοῖς ἀσεβῶς προεστῶσι τῆς ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἐσπείσατο τοῖς Φράγγοις καὶ τὰς πρὸς ἐκείνους μάχας κατέλυσεν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης ὁ πάπας Λέων καὶ εἰς τὴν Ῥώμην αὐτοὺς εἰσεδέξατο, καὶ οὕτω τῆς Ἰταλίας πάσης καὶ τῆς Ῥώμης αὐτῆς ἐκυρίευσαν. Τῆς Εἰρήνης δὲ μοναρχησάσης, ὡς λέλεκται, οἱ ἀνδράδελφοι αὐτῆς καθειργμένοι τυγχάνοντες ἠδυνήθησαν τῇ μεγάλῃ προσελθεῖν ἐκκλησίᾳ, παρά τινων νεωτεριστῶν πρὸς τοῦτο ἀναπεισθέντες. Ἀέτιος οὖν ὁ εὐνοῦχος, μέγα τότε παρὰ τῇ βασιλίσσῃ δυνάμενος, ἀπελθὼν καὶ πίστεις αὐτοῖς παρασχὼν ὡς οὐδὲν δεινὸν πείσονται, ἐξήνεγκε τῆς ἐκκλησίας αὐτοὺς καὶ εἰς Ἀθήνας ἀπήχθησαν ὑπερόριοι. κἀκεῖ διαγόντων αὐτῶν τινὲς τῶν τῆς Ἑλλάδος προσῆλθον τῷ ἄρχοντι τῶν Σθλαβικῶν ἐθνῶν, δεόμενοι αὐτοῦ ἐξαγαγεῖν αὐτοὺς καὶ ἕνα προχειρίσασθαι βασιλέα καὶ ἀναγαγεῖν αὐτὸν εἰς τὴν βασιλίδα τῶν πόλεων. μη- νυθέντος δὲ τούτου τῇ βασιλίδι, προστάξει ἐκείνης ἀπετυφλώθησαν ἅπαντες. Ὁ δὲ τῶν Φράγγων ἀρχηγὸς Κάρουλος βασιλεὺς Ῥωμαίων παρὰ τοῦ πάπα Λέοντος, ὡς εἴρηται, ἀναγορευθεὶς πρέσβεις ἔπεμψε πρὸς τὴν Εἰρήνην, ζητῶν συζευχθῆναι αὐτῇ κατὰ συμβίωσιν γαμικήν. καὶ οὐδ’ ἐκείνῃ τοῦτο ἀβούλητον ἔδοξε, καὶ γέγονεν ἄν, εἰ μὴ ὁ ἐκτομίας Ἀέτιος παραδυναστεύων πᾶσαν ἐκίνησε μηχανὴν εἰς τὸ μὴ ἀποτελεσθῆναι τὴν συζυγίαν. οὗτος γὰρ μέγα δυνάμενος ἐν τοῖς βασιλείοις τὸν οἰκεῖον ὁμαίμονα Λέοντα ἀξιῶσαι τῆς βασιλείας διὰ μελέτης πεποίητο, ὃς δὴ Λέων διὰ σπουδῆς τοῦ Ἀετίου μόνος αὐτὸς στρατηγὸς Θρᾴκης καὶ Μακεδονίας προὐβέβλητο· ὁ δέ γε Ἀέτιος τῶν ἑῴων ἦρχε θεμάτων τοῦ Ὀψικίου καὶ τῶν ἀνατολικῶν, κἀντεῦθεν ὑπερφρονήσας τῶν ἐν τέλει περιεφρόνει καὶ ἀλαζονικῶς αὐτοῖς προςεφέρετο. οἱ δὲ τούτοις ἀχθόμενοι βούλευμα κατὰ τῆς βασιλίσσης συνέθεντο καὶ τὸν πατρίκιον Νικηφόρον καὶ γενικὸν λογοθέτην παραλαβόντες βαθείας νυκτὸς ἦλθον εἰς τὴν Χαλκῆν, τῆς βασιλίσσης Εἰρήνης νοσούσης καὶ ἐν τῷ οἴκῳ αὐτῆς τῷ ἐν τοῖς Ἐλευθερίου κειμένης· εἶπον οὖν τοῖς ἐκεῖσε φυλάττουσι παρὰ τῆς βασιλίσσης σταλῆναι, ἵνα βασιλέα τὸν Νικηφόρον ἀναγορεύσωσιν, ὡς ἂν οὕτω παύσηται ὁ πατρίκιος Ἀέτιος βιαζόμενος αὐτὴν τὸν ἑαυτοῦ σύγγονον προχειρίσασθαι βασιλέα. πιστεύσαντες οὖν τοῖς ταῦτα λέγουσι πατρικίοις τῶν περιφανῶν οὖσι, καὶ αὐτοὶ τὸν Νικηφόρον σὺν ἐκείνοις εἰς βασιλέα εὐφήμησαν, καὶ οὕτω παραχωρηθέντες εἰς τὸ μέγα εἰσῆλθον ἀνάκτορον. εἶτα δι’ αὐτῆς τῆς νυκτὸς ὄχλον ἀθροίσαντες σύγκλυδα διὰ πάσης τῆς ἀγορᾶς πρὸ τῆς ἡμέρας τὴν τοῦ Νικηφόρου πεποίηντο ἀναγόρευσιν καὶ τῷ τῆς Εἰρήνης οἴκῳ, καθ’ ὃν διῆγε τότε, φρουρὰν περιέστησαν. ἡμέρας δὲ ἤδη ἐπιφαυούσης εἰς τὰ πρὸς ἕω βασίλεια μεταγαγόντες αὐτὴν καὶ κατακλείσαντες, εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, ἵν’ ἐκεῖ ταινιωθείη ὁ Νικηφόρος καὶ αὐτοκράτωρ ἀναρρηθείη· ὃ δὴ καὶ γέγονε. Τῇ γοῦν ἑξῆς ἡμέρᾳ πρὸς τὴν βασίλισσαν ἧκεν, οὖσαν ὑπὸ φρουρούς, ἄκων προαχθῆναι λέγων εἰς τὴν ἀρχὴν τὴν βασίλειον, μηδὲ γὰρ εἶναι αὐτῷ πρὸς βουλῆς, καὶ θαρρεῖν αὐτὴν ἀναπείθων, ὡς οὐδενὸς ἀτυχήσουσαν τῶν παρὰ δούλου ὀφειλομένων πρὸς δέσποιναν γίνεσθαι. ἠξίου δὲ τοὺς βασιλικοὺς ὑποδεῖξαι πάντας αὐτῷ θησαυρούς. ἡ δὲ "τὰ κατ’ ἐμὲ" φησὶ πρὸς αὐτὸν "ἀναθεμένη θεῷ τὴν μὲν ἔκπτωσιν τῆς βασιλείας ἐπιγράφω ταῖς ἁμαρτίαις μου, τὴν δὲ σὴν ἀνάρρησιν λογιζομένη ἀπὸ θεοῦ ὡς ἐξ ἐκείνου προβληθέντα σε προσκυνῶ, καὶ ἀξιῶ φείσασθαί μου τῆς ἀσθενείας καὶ ἐᾶσαι διάγειν με ἐν τῷ οἴκῳ μου." κἀκεῖνος "εἰ μή τι ἀποκρύψεις τῶν τεθησαυρισμένων ἐν ἀποκρύφοις, ἔσται σοι καὶ τοῦτο" φησί "καὶ εἴ τι σοί ἐστι πρὸς ἀρέσκειαν ἕτερον," καὶ ὅρκον ἐξ αὐτῆς περὶ τούτου ἀπῄτησεν. ἡ δὲ ὤμοσε καὶ πλεῖστα ὑπέδειξε. καὶ ὃς αὐτίκα εἰς τὴν νῆσον αὐτὴν ὑπερώρισεν, ἣ τοῦ Πρίγκιπος ἐπωνόμασται, ἐν ᾗ μονὴν ὑπῆρχε δομησαμένη. ἦν γὰρ ὁ Νικηφόρος φιλοχρηματώτατος λίαν ἀπληστότατός τε καὶ ἀπιστότατος καὶ κακίας πάσης, ὡς εἰπεῖν, καταγώγιον. καὶ οὐδ’ ὑποκριθῆναι πρὸς βραχὺ τέως ἠνέσχετο πρὸς τοὺς ὑπηκόους χρηστότητα, ἀλλ’ αὐτίκα πάσης ἀδικίας τὰ πάντα ἐπλήρωσε. καὶ οὐδὲ τῶν συναραμένων αὐτῷ εἰς τὸ βασιλεῦσαι ἐφείσατο, ἀλλὰ τὸν μὲν Τριφύλλιον φαρμάκῳ ἀνεῖλε, τὸν δὲ πατρίκιον Βαρδάνην καὶ στρατηγὸν τῶν ἀνατολικῶν, ᾧ Τοῦρκος ἦν ἐπίκλησις, ἀναγορευθέντα εἰς βασιλέα παρὰ τῶν ἑῴων ταγμάτων εἴτε θέλοντα εἴτε ἄκοντα λέγεται γὰρ ἀμφότερα, εἶτα μεταμεληθέντα καὶ πίστεις ἀπαθείας παρ’ αὐτοῦ εἰληφότα μοναχόν τε γενόμενον καὶ εἰς τὴν νῆσον τὴν λεγομένην Πρώτην διαπεραιωθέντα, ὅπου ἦν δειμάμενος μοναστήριον, στείλας κρυφίως τινάς, ὡς δοκεῖν ἀγνοοῦντος αὐτοῦ πεπρᾶχθαι τὸ ἔργον, ἐστέρησε τοῦ φωτὸς καὶ λυπεῖσθαι ἐσχηματίζετο καὶ ἐξώμνυτο ἀμέθεκτος εἶναι τοῦ τοιούτου τολμήματος. τὸν δὲ τῆς Εἰρήνης υἱὸν τὸν Κωνσταντῖνον προσελάβετο καὶ ὑπεποιεῖτο, ἵν’ αὐτῷ ὑποδείξῃ κρυπτόμενα χρήματα. κἀκεῖνος ὑπέδειξεν ἐν τοίχῳ συνεκτισμένα πολλά. συνεὶς δὲ ὁ βασιλεὺς Νικηφόρος ἀχθομένους αὐτῷ ἅπαντας καὶ δείσας μὴ τὴν Εἰρήνην αὖθις ἐγγὺς οὖσαν λαβόντες εἰς τὴν βασιλείαν ἐπαναγάγωσιν, εἰς Λέσβον αὐτὴν ὑπερόριον ἔθετο καὶ φρουροὺς ἐπιστήσας αὐτῇ, ἔνθα τῇ λύπῃ καταποθεῖσα τὴν ζωὴν ἐξεμέτρησεν. ἔστεψε δὲ καὶ τὸν υἱὸν αὐτοῦ Σταυράκιον ὁ Νικηφόρος, εἰδεχθῆ τε λίαν ὄντα καὶ ἀφελῆ καὶ μήτε εἶδος μήτε μὴν γενναιότητα μήτε σύνεσιν ἔχοντα τυραννίδος ἐπάξια. Τοῦ μέντοι πατριάρχου Ταρασίου τὸν βίον μετηλλαχότος κατὰ τὴν πρώτην ἑβδομάδα τῶν νηστειῶν, Νικηφόρος ὁ ἀοίδιμος ψήφῳ κοινῇ κατὰ τὴν τοῦ πάσχα κυριακὴν πατριάρχης κεχειροτόνητο, ἀσηκρῆτις τυγχάνων, Πλάτωνος καὶ Θεοδώρου τοῦ γεγονότος ἡγουμένου τῆς τοῦ Στουδίου μονῆς στασιασάντων διὰ τὴν τοῦ μάκαρος ἐκείνου χειροτονίαν, ὅτι ἀθρόως ἐκ λαϊκῶν εἰς τὴν ἐπισκοπὴν προκεχείριστο, καίτοι τούτου πολλάκις πραχθέντος. οὓς καὶ ἀπελάσαι τῆς πόλεως ὁ βασιλεὺς ἐβουλεύσατο, οὐ μὴν καὶ εἰς ἔργον τὸ βούλευμα ἤνεγκεν. εἰσὶ δ’ οἳ λέγουσι σκῆψιν εἶναι τὸ στασιάσαι αὐτοὺς διὰ τὸ ἐκ λαϊκῶν γενέσθαι πατριάρχην τὸν ἱερὸν Νικηφόρον, τὸ δ’ ἀληθὲς αἴτιον φιλαρχίαν εἶναι. ἠβούλοντο γὰρ τῆς ἐκκλησίας ἐγκρατεῖς γενέσθαι καὶ τοῦ ἀρχιερατικοῦ τῆς Κωνσταντινουπόλεως ἐπιβῆναι θρόνου περὶ πλείστου πεποίηντο. τῷ δὲ υἱῷ αὐτοῦ Σταυρακίῳ ἀγαγέσθαι γυναῖκα ὁ βασιλεὺς βουληθεὶς Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς βασιλίσσης Εἰρήνης οὖσαν καὶ ἤδη κατηγγυημένην ἀνδρί, διαζεύξας αὐτοῦ ἀθέσμως τῷ Σταυρακίῳ συνέζευξε. Πανσπερμία δὲ παντοδαπῆς κακίας οὗτος τυγχάνων ὁ αὐτοκράτωρ οὐ διέλιπεν ἄλλα ἐπ’ ἄλλοις εἰς συντριβὴν τῶν ὑπηκόων ἐπινοούμενος. ὀλίγων δ’ ἐπιμνησθήσομαι, τὰ πολλὰ παρεῶν, ἵν’ ὡς ἐκ πλήρους πίθου γεῦμα ταῦτα τοῖς τῇ ἱστορίᾳ ἐντυγχάνουσιν ἔσοιντο. στρατεύεσθαι τοὺς ἀπόρους ἐκ τῶν θεμάτων ἐθέσπισε καὶ παρὰ τῶν ὁμοχώρων ὅπλα τε αὐτοῖς χορηγεῖσθαι καὶ ἀναλώματα καὶ τὰ τῶν ἀπόρων τέλη τοὺς εὐποροῦντας εἰσπράττεσθαι, ὃ ἀλληλέγγυον ὠνομάσθη. ἐπόπτας προὐβάλλετο, ἐπισκήπτων ἐπαύξειν σφᾶς τὰ δημόσια, ἀπαιτεῖσθαι δὲ καὶ ὑπὲρ χαρτιατικοῦ ἐπὶ τῷ νομίσματι δύο κεράτια. οἳ καὶ τὰ κρείττω τῶν ἀκινήτων ἐκ τῶν δεσποτῶν ἀφαιρούμενοι τῷ δημοσίῳ ἀφώριζον. τούτου καὶ ἡ τοῦ καπνικοῦ ἐπίθεσις ἐννόημα κάκιστον, ἐπαχθέντος τοῖς τῶν ἐκκλησιῶν καὶ πτωχείων γηρωκομείων τε καὶ μοναστηρίων παροίκοις καὶ παντὶ μήτε γῆν ἔχοντι μήτε τέλος, καὶ τὸ τοὺς ἐξ ἀπόρων ὅπως δήποτε εἰς εὐπορίαν μετενεχθέντας χρήματα ἀπαιτεῖσθαι, ὡς εὑρετὰς θησαυρῶν, καὶ τὸ τοὺς τῶν νηῶν κτήτορας ἀναγκάζεσθαι γῆν ὠνεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἀνθρώπους οὐδ’ ὅ,τι ἐστὶ γεωργία γινώσκοντας· καὶ τοῦτο ἐπὶ τῶν ἐν τοῖς θέμασιν οἰκούντων ναυκλήρων ἐγίνετο. τοῖς δ’ ἐν Κωνσταντινουπόλει νηῶν κτήτορσι προσερρίπτει ἀνὰ δώδεκα λίτρας ἑκάστης χρυσίου, ἵνα τόκον καταβάλοι τῷ δημοσίῳ, τῶν ἄλλων βαρῶν τῶν τοῖς πλοίοις ἐπικειμένων ἐπέκεινα. καὶ οὓς δ’ ἂν ἔμαθε τῶν ἐμπόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἰργάσατο. μαθὼν γὰρ τὸν ἄνδρα ἐκεῖνον κύριον εἶναι χρημάτων πολλῶν μεταπέμπεται αὐτὸν καὶ "ἐπίθες σου" φησί "τὴν χεῖρα τῇ κεφαλῇ μου καὶ ὄμοσον κατ’ αὐτῆς πόσον σοι χρυσίον ἐστί." τοῦ δὲ βιασθέντος τοῦτο ποιῆσαι καὶ ὀμόσαντος ἑκατὸν ἔχειν λίτρας, ἐνεχθῆναι ταύτας παρεκελεύσατο. ὡς οὖν ἐκομίσθησαν, "οὐ χρεία σοι τοσούτου" εἶπε "χρυσοῦ." δέκα γοῦν λίτρας αὐτῷ ἐπιτρέψας λαβεῖν τὰς λοιπὰς αὐτὸς ᾠκειώσατο, ὁμοδίαιτον αὐτὸν τηνικαῦτα πεποιηκώς, ἐνενήκοντα χρυσίου λιτρῶν τὸ συναριστῆσαι τῷ βασιλεῖ οὐχ ἑκόντα πριάμενον. Τοιαῦτα πολλὰ ὁ Νικηφόρος κατὰ τῶν ὑπηκόων ἐπινοῶν ἦν γὰρ ποριμώτατος ἐν τοιούτοις πᾶσαν αὐτοῖς ἐπήνεγκε κάκωσιν καὶ ὑπὸ πάντων μεμίσητο. ὅθεν ἄγνωστός τις ἀνὴρ ξίφος ποτὲ λαβὼν ἐν χεροῖν εἰσέδραμε τὰ βασίλεια, ἀνελεῖν τὸν βασιλέα τοῦτον ζητῶν. τινῶν δ’ ἐπιδραμόντων αὐτῷ, τοὺς μὲν ἔπληξε τῷ ξίφει, αὐτὸς δὲ συσχεθεὶς καὶ βασάνοις ἐκδοθεὶς οὐδέν τι κατά του ἐξέφηνεν, ἀλλὰ παρακεκόφθαι τὰς φρένας ὑποκριθεὶς κατάκλειστος γέγονε. Μανιχαίοις δὲ καὶ τοῖς καλουμένοις Ἀθιγγάνοις ἐν χρησμοῖς τε καὶ οἰωνίσμασι καὶ τελεταῖς ἀπορρήτοις ἐκέχρητο. κἀντεῦθεν εἰς τὰς χώρας τὰς Ῥωμαϊκὰς εἰσεφθάρησαν, καὶ πολλοὶ τῶν ἀβελτέρων εἰς τὴν πίστιν ὑπ’ αὐτῶν διεφθάρησαν. Οἱ δὲ τῆς Ἄγαρ πολλάκις ἐπιστρατεύοντες κατὰ Ῥωμαίων ἐκάκουν τὰς χώρας, εἷλον δὲ σὺν ἄλλοις καὶ τὴν Εὐχάϊταν. καὶ οὗτοι μὲν τὰ πρὸς ἀνίσχοντα ἥλιον ἐληίζοντο, οἱ δὲ Βούλγαροι τὰ ἑσπέρια. ἐπιστρατεῦσαι τοίνυν κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐβουλεύσατο· καί τινος τῶν οἰκειοτάτων αὐτῷ συμβουλεύοντος αὐτῷ ἐνδοῦναι τοῖς ὑπηκόοις τὴν κάκωσιν, "πάντες γάρ" ἔφη "καταβοῶσιν ἡμῶν καί, εἴ τι τῶν ἀπαισίων συμβαίη ἡμῖν, πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν," ἐκεῖνος ἔφη ὡς "ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν μου κατὰ τὴν τοῦ Φαραώ· μὴ οὖν ἐκδέχου τι ἀγαθὸν τοῖς ὑπὸ χεῖρά μου ἐξ ἐμοῦ." συναθροίσας οὖν τὰ τάγματα πάντοθεν καὶ εἰς Βουλγαρίαν παραγενόμενος, τοῦ Κρούμου τοῦ ἔθνους ἀρχηγετοῦντος, τὸ μὲν πρῶτον εὐτύχησεν, ὥστε καὶ τὴν τοῦ Κρούμου παρειληφέναι αὐλήν οὕτω γὰρ τὴν τοῦ σφῶν ἀρχηγοῦ οἱ Βούλγαροι ἐκάλουν κατοίκησιν, καὶ τοῖς ἐκείνου ταμείοις σφραγῖδας ἐπιβαλεῖν, ὡς ἤδη γενομένοις αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων διὰ σκύλων ἁρπαγὴν τιμωρήσασθαι. τοῦ δὲ Κρούμου ἀποδεδειλιακότος καὶ ἱκετεύοντος φείσασθαι τοῦ ἔθνους καὶ ἐφ’ οἵαις ἂν βούλοιτο συνθήκαις σπείσασθαι αὐτῷ, ὀγκωθεὶς ἐκεῖνος τῷ εὐτυχήματι τὰς σπονδὰς οὐ προσήκατο. ἀπογνοὺς οὖν ὁ Κροῦμος καὶ τὸν περὶ ψυχῆς ἤδη λογιζόμενος θέειν, τὰς ἑαυτοῦ δυνάμεις συναγαγὼν καὶ λόγοις παρακλητικοῖς παρακροτήσας αὐτούς, ἔπεισι νυκτὸς ἔτι οὔσης κατὰ τῆς τῶν Ῥωμαίων παρεμβολῆς ἀφυλάκτως κοιμωμένων ἁπάντων μὴ γὰρ ἄν ποτε τολμῆσαι συμμίξαι αὐτοῖς τοὺς βαρβάρους ἐξ ἀπονοίας πολλῆς ᾤοντο· καὶ αὐτίκα κατὰ τῆς βασιλείου σκηνῆς ὡρμήκεσαν, καὶ ἀναιρεῖται μὲν ὁ Νικηφόρος, τὸ δ’ ὅπως ἠγνόηται. λέγεται δὲ καὶ παρὰ τῶν οἰκείων ἀναιρεθῆναι ἢ πρωτουργησάντων τὴν ἐκείνου σφαγὴν ἢ τῶν μὲν βαρβάρων καταρξαμένων, τῶν δὲ Ῥωμαίων ἐπεξεργασαμένων τὸν φόνον τὸν τοῦ ἀλάστορος. τιτρώσκεται δὲ καὶ ὁ Σταυράκιος μεταξὺ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ τοῦ τένοντος, καὶ ἀναιροῦνται πολλοὶ μὲν τῶν ἐν ὑπεροχαῖς, τῶν ἐν τέλει, τῶν ἐν στρατηγίαις, τῶν ἐν ἀξιώμασι, τῶν δ’ ἄλλως στρατευομένων καὶ τῶν τῆς βασιλικῆς ὑπηρεσίας καὶ τῶν λοιπῶν θεραπόντων οὐδὲ ἀριθμητοί. διαρπάζεται δὲ ξύμπασα ἡ τοῦ βασιλέως ἀποσκευὴ καὶ ἅπαν τὸ τῶν Ῥωμαίων χαράκωμα, καὶ περιγίνεται τοῖς βαρβάροις καὶ πλοῦτος συχνὸς καὶ ὅπλα πολλὰ καὶ ἵππος μυρία. μόλις δ’ οὖν ὁ Σταυράκιος περισώζεται καὶ ὅσοις ἡ νὺξ παρέσχε λαθεῖν λόχμας ὑποδῦσι καὶ ἕλη καὶ τοιαῦτά τινα. τὸν δὲ τοῦ βασιλέως Νικηφόρου νεκρὸν λαβὼν ὁ Κροῦμος καὶ τὴν κεφαλὴν ἐκτεμὼν ἐφ’ ἡμέρας μέν τινας ἐφ’ ὕψους ἀνήρτησε, θεατρίζων ταύτην καὶ ἐμπομπεύων τῷ κατορθώματι. εἶτα τὸ τῆς κορυφῆς ὀστοῦν ἀποδιελὼν καὶ γυμνώσας τοῦ δέρματος ἀργύρῳ τε περιδύσας, ὡς κύλικι τούτῳ ἐκέχρητο, οἶνόν τ’ ἐγχέων αὐτῷ πίνειν ἐδίδου τοῖς ὑπ’ αὐτόν. ἀγγελθέντος δ’ ἐν Βυζαντίῳ τοῦ τῶν Ῥωμαίων ὀλέθρου καὶ τῆς τοῦ βασιλέως σφαγῆς, θρῆνος μὲν ἦν πανταχόσε πολὺς καὶ ὠλόλυζον οἱ τοῖς ἀνῃρημένοις προσήκοντες· κουφισμὸν δ’ ἐποίει τῆς συμφορᾶς ἡ τοῦ κρατοῦντος ἀπώλεια. Ὁ μὲν οὖν Νικηφόρος κάκιστος γεγονὼς ἀπώλετο αἴσχιστα. ὁ δέ γε Σταυράκιος πεπληγμένος φυγὼν εἰς Ἀδριανούπολιν διασώζεται, ἔνθα καὶ αὐτοκράτωρ ἀνερρήθη τῶν ἐν ἀρχαῖς ἐνίων σπουδῇ, καὶ κακῶς ἐκ τοῦ τραύματος διακείμενος εἰς τὴν μεγαλόπολιν εἰσελήλυθεν. ἐπεβούλευε δὲ τῷ κουροπαλάτῃ Μιχαήλ, ᾧ Ῥαγγαβὲ τὸ ἐπώνυμον, γαμβρῷ αὐτοῦ ὄντι ἐπὶ Προκοπίᾳ τῇ ἀδελφῇ, βουλόμενος τὴν βασιλείαν τῇ ἑαυτοῦ συμβίῳ καταλιπεῖν. γνόντες δὲ τὴν τοῦ Σταυρακίου μελέτην οἱ τῆς συγκλήτου βουλῆς καὶ τοὺς περιλειφθέντας ἐκ τῶν ταγμάτων ἀθροίσαντες, κατ’ ὄρθρον ἤδη τῆς νυκτὸς οὔσης ἀναγορεύουσι τὸν κουροπαλάτην Μιχαὴλ αὐτοκράτορα· καὶ αὐτίκα τὴν κόμην κειράμενος ὁ Σταυράκιος περιβολὴν ἑαυτῷ μοναχικὴν περιέθετο. Ὁ δὲ Μιχαὴλ μεθ’ ἡμέραν εἰς τὴν μεγάλην ἐκκλησίαν παραγενόμενος ὑπὸ τοῦ πατριάρχου Νικηφόρου τεταινίωται βασιλικῷ διαδήματι, ἀπαιτηθεὶς παρ’ αὐτοῦ πρότερον ἔγγραφον ἐπαγγελίαν τοῦ μή τι παρακινῆσαι τῶν τῆς ἐκκλησίας θεσμῶν μηδ’ ἐν αἵμασι χρανθῆναι χριστιανῶν. μετὰ δέ τινας ἡμέρας καὶ τὴν τοῦ βίου κοινωνὸν Προκοπίαν Αὐγούσταν ἀνηγόρευσέ τε καὶ ἔστεψεν. εὐσεβὴς δὲ τυγχάνων τὴν γνώμην τε ἐλευθέριος τούς τε πρὸς τοῦ Νικηφόρου ἠδικημένους καὶ τὰς συζύγους τῶν ἐν τῷ πολέμῳ πεσόντων στρατιωτῶν παρεμυθήσατο χρημάτων διανομαῖς. καὶ τὴν γαμετὴν δὲ Σταυρακίου Θεοφανὼ καρεῖσαν τὴν κόμην καὶ μέλαιναν ἐνδυσαμένην στολὴν χρήμασι πολλοῖς ἐδωρήσατο καὶ οἶκον εἰς κατοικίαν αὐτῇ προςαπένειμεν, ὃν εἰς μοναζουσῶν μετεποίησε καταγώγιον, ἔνθα καὶ ὁ Σταυράκιος τέθαπται, θανὼν ἐκ τῆς πληγῆς ἣν ὁ λόγος ἐδήλωσε, δύο μῆνας μόνους αὐταρχήσας ἐπὶ ἡμέραις ἕξ. ἥτις μονὴ ἐξ ἐκείνου ἐκλήθη τοῦ Σταυρακίου ὠνομασμένη, βαρβαριζομένου δὲ τοῦ ὀνόματος παρὰ τοῦ συρφετώδους ὄχλου λέγεται τὰ Βρακά, παρά τινων δὲ τὴν ἀληθῆ κλῆσιν ἀγνοησάντων, μεταγόντων δὲ δῆθεν ταύτην πρὸς τὸ ἑλληνικώτερον, ὀνομάζεται τὰ Ἐβραϊκά. καθειργμένους δ’ εὑρὼν τοὺς τῆς μονῆς τοῦ Στουδίου ἡγουμενεύσαντας, τὸν Πλάτωνα λέγω καὶ τὸν Θεόδωρον, ἀλλὰ μὴν καὶ τὸν τούτου ὁμαίμονα Ἰωσὴφ τὸν τῆς Θεσσαλονίκης ἀρχιεπίσκοπον καὶ τῶν τῆς εἰρημένης μονῆς μοναχῶν τοὺς λογιμωτέρους, ὡς μὴ κοινωνοῦντας, καθώσπερ ἱστόρηται, τῷ πατριάρχῃ καὶ τῇ ἐκκλησίᾳ, ἔσπευσεν ἑνῶσαι αὐτοὺς καὶ μέντοι καὶ ἥνωσε. καὶ τὸν υἱὸν δὲ Θεοφύλακτον ὁ βασιλεὺς οὗτος τῆς βασιλικῆς ἠξίωσε κλήσεως καί οἱ διὰ τοῦ πατριάρχου διάδημα περιέθετο. εἶτα κατὰ Βουλγάρων ληιζομένων τὴν Θρᾳκῴαν μοῖραν ἐκστρατεύσας, στασιάσαντα κατ’ αὐτοῦ τῶν ταγμάτων τινά, ὡς καὶ εἰς ὕβρεις χωρῆσαι κατὰ τὸ προφανές, λόγοις μειλιχίοις καὶ δώροις φιλοτίμοις κατηύνασε καὶ εἰς τὰ βασίλεια ἐπανέζευξεν. ἀνακαινίσαι δὲ ζητούντων πολλῶν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων μανίαν, τινὰς συλλαβὼν καὶ μετρίως πως αἰκισάμενος, δι’ αὐτῶν καὶ τοὺς λοιποὺς κατεπτόησε καὶ παύσασθαι παρεσκεύασε. μοναχὸν δέ τινα εὐλαβείας τάχα σκηνὴν ἐνδεικνύμενον εὑρηκὼς εἰκόνα τῆς θεομή- τορος ἀποξέσαντα, τῆς γλώσσης ἀφείλετο. Τῶν Ἀγαρηνῶν δὲ τὴν ἑῴαν αὖθις ληιζομένων, ὁ τῶν ἀνατολικῶν στρατηγὸς ὁ Ἀρμένιος Λέων τούτοις συμβαλὼν ἀνεῖλέ τε περὶ δισχιλίους καὶ ἵππους καὶ ὅπλα εἰς πλῆθος ἐξ αὐτῶν ἐλαφυραγώγησε. Κροῦμος δὲ ὁ τῶν Βουλγάρων ἄρχων διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, εἰρήνην ζητῶν ἐπὶ συνθήκαις ταῖς ἐπὶ Θεοδοσίου τοῦ Ἀτραμυτηνοῦ καὶ Γερμανοῦ πατριάρχου. καὶ εἰ μὴ οὕτω τὴν εἰρήνην ὁ αὐτοκράτωρ αἱρήσεται, ἠπείλει κατὰ Μεσημβρίας χωρῆσαι, καὶ τοῦ τῶν χριστωνύμων ὀλέθρου αἴτιον εἶναι τὸν μὴ τὴν εἰρήνην αἱρούμενον. ἀλλὰ συμβουλῇ τῶν περὶ αὐτὸν τὰς σπονδὰς ἐπὶ ταῖς συνθήκαις ἐκείναις ὁ βασιλεὺς οὐ προσήκατο, καὶ ὁ Κροῦμος κατὰ Μεσημβρίας ἐχώρησεν, ἑλεπόλεις ἐπαγόμενος. Ἄραψ γάρ τις μηχανικὸς καὶ περὶ ταύτας δεξιὸς προσῆλθε τῷ Νικηφόρῳ ποτὲ καὶ τῷ θείῳ βαπτίσματι τελεσθείς, μὴ τυχὼν δὲ προνοίας ἀξιολόγου διὰ τὴν ἐκείνου γλισχρότητα, εἶτα καὶ ἐπεγκαλέσας ἐκείνῳ διὰ τὸ ἀπρονόητον, ἐτύφθη σφοδρότατα. ἐξ ἀπονοίας οὖν τοῖς Βουλγάροις προσκεχωρήκει, καὶ δι’ αὐτοῦ πᾶσαν οἱ βάρβαροι μηχανὴν ἐργάζεσθαι μεμαθήκασιν. οὕτως οὖν εὐπορήσαντες ἑλεπόλεων, οὐκ ἐχρόνισαν εἰς τὴν τοῦ κατὰ Μεσημβρίαν ἄστεος πόρθησιν. τοῦ δὲ βασιλέως τὸν πατριάρχην μετακαλεσαμένου καὶ τῶν ἀρχιερέων τινὰς καὶ προθεμένου βουλὴν περὶ τῶν μετὰ Βουλγάρων σπονδῶν καὶ εἰ χρὴ ἐκδοῦναι τῷ Κρούμῳ τοὺς ἐκεῖθεν Ῥωμαίοις προσπεφευγότας καὶ τοῦτο γὰρ πρὸς τοῖς ἄλλοις ἐπὶ ταῖς σπονδαῖς ἐζήτει ὁ βάρβαρος, ὁ μὲν πατριάρχης καὶ οἱ ἀρχιερεῖς συνεβούλευον ἐκδοθῆναι τοὺς πρόσφυγας, κρεῖσσον κρίνοντες εἶναι παθεῖν μετρίους τινὰς ἢ πλήθη πάσχειν ἀνάριθμα. οἱ δὲ περὶ τὸν βασιλέα καὶ ὁ Στουδίτης Θεόδωρος τὰς σπονδὰς ἀπηγόρευον, λέγοντες μὴ δεῖν ἐκδιδόναι τοὺς πρόςφυγας. αἱ μὲν οὖν πρὸς τοὺς Βουλγάρους σπονδαὶ ἐντεῦθεν κεκώλυντο. ἦν γὰρ ὁ αὐτοκράτωρ οὗτος τὸν μὲν τρόπον χρηστὸς καὶ τὴν πίστιν ὀρθός, περὶ δὲ πραγμάτων οἰκονομίαν νωθὴς καὶ τοῖς ὑπερέχουσι τῶν ἀρχόντων ὅπῃ ἂν ἄγοιτο ῥᾳδίως ἑπόμενος. Κομήτης δ’ ἀστὴρ ἐφάνη τότε σχηματισθεὶς εἰς εἴδη διάφορα, ὧν λέγεται εἶναι καὶ ἀνθρώπου σχῆμα χωρὶς κεφαλῆς. Οἱ Βούλγαροι μέντοι τῆς Μεσημβρίας κρατήσαντες πολλὰ ἐν ταύτῃ εὑρήκασι, μετὰ τῶν ἄλλων δὲ καὶ τοῦ ὑγροῦ πυρὸς οὐκ ἐλάχιστον. αἰχμαλώτων δ’ ἐπανελθόντων τινῶν, μαθὼν ἐκ τούτων ὁ βασιλεὺς βούλεσθαι τὸν Κροῦμον τὴν Θρᾴκην ληίσασθαι, ἐξῆλθε τῆς πόλεως. ὅθεν οὐδὲν ὧν ἐμελέτα δράσας ὁ βάρβαρος, ἀλλὰ καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν ὑπενόστησε· καὶ ὁ βασιλεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις πάντοθεν συναθροίσας εἰς Θρᾴκην αὖθις ἐξῆλθε, συνεπομένης αὐτῷ καὶ τῆς Αὐγούστας ἄχρι τῶν Κιδόκτου. ὅθεν δυσχερᾶναν τὸ στρατιωτικὸν ἐλοιδορεῖτο τῷ αὐτοκράτορι. εἶτα ἡ μὲν Αὐγούστα ἐπανελήλυθεν, ὁ δὲ Μιχαὴλ περιεπόλει τὴν Θρᾴκην, μηδέν τι πράττων στρατηγικὸν ἤ τι κατὰ τῶν ἐναντίων οἰκονομούμενος· καὶ ἦσαν τοῖς τῆς χώρα οἰκήτορσι τὰ στρατεύματα οὐχ ἧττον τῶν βαρβάρων εἰς προνομήν. καὶ ὁ Κροῦμος δὲ τῶν οἰκείων ἀπάρας ἠθῶν ταῖς βασιλικαῖς παρεστρατοπεδεύσατο παρατάξεσι. μάχης οὖν συγκροτηθείσης ἡττῶνται Ῥωμαῖοι, τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν Λέοντος τοῦ ἐξ Ἀρμενίων αἰτίου τῆς ἥττης γεγενημένου. οὗτος γὰρ τῆς βασιλείας ἐρῶν καὶ πρὸς τὴν στρατιὰν διαβάλλων τὸν Μιχαὴλ ὡς ἄνανδρόν τε καὶ ἀστρατήγητον, ἄρτι τοῦ πολέμου συγκροτηθέντος, τὰ ὑπ’ αὐτὸν τάγματα ἕπεσθαί οἱ ἐγκελευσάμενος λειποτακτήσας ἀπῄει φυγάς. τοῦτο καὶ τοὺς ἄλλους ἔτρεψεν εἰς φυγήν, ὥστε τὸν Κροῦμον μηδὲ πιστεύειν τῷ γινομένῳ διὰ τὸ λίαν παράλογον, ἀλλὰ λόχον ἡγεῖσθαι τοῦτο καὶ τοὺς ἀμφ’ αὐτὸν ἐπισχεῖν. ὡς δ’ ἑώρα τοὺς Ῥωμαίους φεύγοντας ἀκόσμως καὶ ἀκρατῶς, τότε τοῖς οἰκείοις διώκειν ἐγκελευσάμενος φόνον πλεῖστον εἰργάσατο στρατιωτῶν τε καὶ στρατηγῶν. μόλις δ’ ὁ βασιλεὺς εἰς τὴν Κωνσταντίνου μετ’ ὀλίγων τινῶν φυγῇ διασώζεται, τοῦ χάρακος καὶ τῆς σκηνῆς τῆς βασιλικῆς γεγονότων τοῖς βαρβάροις διάρπαγμα. ἐντεῦθεν ὁ Λέων ἀδείας δραξάμενος καὶ τοὺς κοινωνοὺς τῶν βουλευμάτων αὐτῷ διασπείρας εἰς τὰ περιλειφθέντα τῶν στρατευμάτων λέγοντας ἐξ ἀφελείας τῶν κρατούντων ἡττᾶσθαι Ῥωμαίους καὶ δεῖσθαι τὰ πράγματα γενναίου ἀνδρός, οἷος ὁ τῶν ἀνατολικῶν στρατηγὸς Λέων ἐστίν, εἰς στάσιν τοὺς στρατιώτας ἠρέθισε· καὶ τὸν μὲν βασιλέα κακῶς ἔλεγον, τὸν Λέοντα δὲ βασιλικῆς εὐφημίας ἠξίουν, τὴν ἐκείνου περιστάντες σκηνήν. ἀκκιζομένου δ’ αὐτοῦ καὶ παραιτουμένου δῆθεν τὴν αὐταρχίαν, ὁ τραυλὸς Μιχαὴλ τάγματος ἄρχων τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις ποιεῖν ὑποθέμενος τῆς συνωμοσίας μετέχουσι, πείθουσι τάχα καὶ ἄκοντα τὴν ἀνάρρησιν τὸν Λέοντα δέξασθαι. ὡς οὖν ἠγγέλη ταῦτα τῷ Μιχαήλ, εὐθὺς οὔτε πρὸς ἀντικατάστασιν ὥρμησεν οὔτε τῆς βασιλείας ἀντιποιήσασθαι ἐδοκίμασεν, ἀλλὰ τὰ τῆς βασιλείας παράσημα τῷ Λέοντι ἐξαπέστειλεν. ἐλθόντος δ’ ἐκείνου εἰς τὰ βασίλεια ὁ Μιχαὴλ ἅμα τῇ συζύγῳ καὶ τοῖς παισὶ πρὸς τὸν ἐν τῷ Φάρῳ ναὸν ἱκέτης εἰσέδραμεν. ἀποσπασθέντες δ’ ἐκεῖθεν, ὁ μὲν Μιχαὴλ εἰς τὴν Πρώτην λεγομένην νῆσον ἀπάγεται καὶ μοναχὸς γεγονὼς ἐκεῖ κατεβίω. τὸν δὲ παῖδα τούτου τὸν Θεοφύλακτον, ὃς καὶ ἀναρρήσεως, ὡς ἔφημεν, κατηξίωτο, τῶν παιδογόνων μορίων ἀφείλετο καὶ σὺν τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ὑπερορίους ἐποίησε. Τῷ μὲν οὖν Μιχαὴλ ἐς τοῦτο τὰ τῆς ἀρχῆς ἐτελεύτησεν, δύο ἐνιαυτοὺς βασιλεύσαντι. ὁ δὲ Λέων εἰς τὰ βασίλεια εἰσελθὼν αὐτίκα ἐκδυσάμενος ὃ περιέκειτο φάρος τῷ τραυλῷ Μιχαὴλ ἐνεχείρισε, κἀκεῖνος εὐθὺς αὐτὸ ἠμφιάσατο, ὃ πολλοῖς σημεῖον ἐκρίθη τοῦτον μέλλειν ἔσεσθαι τῷ Λέοντι τῆς βασιλείας διάδοχον. οὐ τοῦτο δὲ μόνον τῆς διαδοχῆς σημαντικὸν τοῦ κράτους συνέβη τῷ Μιχαήλ, ἀλλὰ καὶ ὄπισθεν τοῦ Λέοντος πορευόμενος βασιλικὴν ἐσθῆτα μεταμφιασαμένου, τὸ ταύτης πεπάτηκε κράσπεδον· τοῦτο καὶ τῷ Λέοντι οὐκ ἀγαθὸν οἰώνισμα ἔδοξε. τούτοις δὲ καὶ ἀμφοῖν ἡ βασιλεία προείρητο. ὁ γὰρ ἄνωθι ῥηθεὶς Βαρδάνιος ὁ στρατηγὸς καὶ πατρίκιος πρὸ τοῦ τυραννίδι ἐπικεχειρηκέναι, στρέφων αὐτὴν κατὰ νοῦν, εἴς τινα μοναχὸν ἐν τῷ Φιλομηλίῳ ἀσκούμενον καὶ προλέγειν τὰ μέλλοντα πιστευόμενον ἀπελθών, ἐκείνῳ τὸ ἀπόρρητον ἀνεκάλυψε καὶ εἰ ἔσται αὐτῷ ἐπιτελὲς τὸ βούλευμα ἐπυνθάνετο. ὁ δὲ ἀπηγόρευσεν αὐτῷ τὴν ἐγχείρησιν, φάμενος ὡς οὔτε τεύξῃ τοῦ ἐφετοῦ καὶ στερηθήσῃ καὶ τῆς περιουσίας καὶ τοῦ φωτός. ἐπὶ τούτοις ὁ μὲν ἀπῄει περίλυπος· ὁ Λέων δὲ οὗτος καὶ ὁ τραυλὸς Μιχαὴλ καί τις ἕτερος Θωμᾶς αὐτῷ τὸν ἵππον παρέστησαν. ἄνωθεν δὲ προκύψας ὁ μοναχὸς καὶ τούτους ἰδών, μετακαλεῖται τὸν στρατηγὸν καί φησι "σοὶ μέν, ὡς εἴρηκά σοι, οὐ δίδωσιν ὁ θεὸς τῆς βασιλείας τυχεῖν· τῶν δὲ τὸν ἵππον σοι παραστησάντων τοὺς δύο, τὸν Λέοντα καὶ τὸν Μιχαήλ, ἴσθι καὶ ἄμφω τῆς βασιλείας κρατήσοντας. ὁ δ’ ἕτερος ἐπιχειρήσει μὲν καὶ ἑαυτῷ περιθήσει διάδημα, οὐ τεύξεται δὲ τῶν κατὰ σκοπόν, ἀλλ’ ἀπολεῖται κακῶς." ὁ μὲν οὖν ταῦτα προείρηκεν. ὁ δὲ Βαρδάνιος ἀπιστήσας αὐτῷ τυραννίδι ἐπικεχείρηκε· τὸ δ’ ὅπως οὐκ ἔτυχε τῆς βασιλείας, ἀλλὰ καὶ ἐξεκόπη τὰ ὄμματα καὶ τοῦ πλούτου ἐστέρητο, ἤδη μοι προϊστόρηται. βασιλεύσας δὲ ὁ Λέων τὸν Μιχαὴλ μὲν τὸν τραυλὸν πατρίκιον ἐτίμησε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, τὸν δέ γε Θωμᾶν, ὃς καὶ αὐτὸς ἦν εἷς τῶν τῷ Βαρδανίῳ τότε τὸν ἵππον παραστησαμένων, τουρμάρχην τοῦ τάγματος τῶν φοιδεράτων προεχειρίσατο. Τῶν μέντοι Βουλγάρων τὴν Θρᾴκην ληιζομένων, διεπρεσβεύσατο πρὸς τὸν αὐτῶν ἀρχηγὸν ὁ Λέων περὶ σπονδῶν. ὁ δὲ τῇ νίκῃ τῇ ἔναγχος ὀγκωθεὶς τὴν πρεσβείαν τὴν περὶ τῶν σπονδῶν οὐ προσήκατο. οὐκοῦν ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτοῦ, καὶ αὖθις ἡ νίκη τοῖς βαρβάροις ἐπεμειδία, καὶ εἰς φυγὴν ἀπιδόντων Ῥωμαίων, ἐδίωκον οἱ βάρβαροι ὄπισθεν καὶ καταφρονητικῶς διακείμενοι οὐ κατὰ κόσμον οὐδ’ εὐσυντάκτως ἐδίωκον, ἀλλὰ ἄλλοσέ ποι ἄλλοι σκεδαννύμενοι. τοῦτο κατανοήσας ὁ βασιλεύ ἔτυχε γὰρ ἐπὶ μετεώρου τόπου ἑστώς καὶ τοὺς περὶ αὐτὸν λόγοις παραθήξας παρακλητικοῖς καὶ παρορμήσας εἰς πόλεμον ἐπεισέφρησε κατὰ βαρβάρων μετὰ γενναίου ψυχῆς παραστήματος, καὶ τῇ ἀθρόᾳ μεταβολῇ δείματι τοὺς πολεμίους ἐνέβαλε πανικῷ, καὶ ἀνῄρηντο μὲν πλείους, ᾐχμαλώτιστο δὲ καὶ πλῆθος πολύ. μικροῦ δὲ καὶ αὐτὸς ὁ Κροῦμος ἀνῄρητο ἂν βληθεὶς καὶ τοῦ ἵππου ἐκπεπτωκώς, εἰ μὴ περιστάντες αὐτὸν οἱ περὶ αὐτὸν καὶ συνησπικότες εἰς ἵππον ἀνέλαβον ἕτερον, καὶ οὕτως ᾤχετο ἀποδράς. ἐντεῦθεν ὁ βασιλεὺς τροπαιοφόρος κατέλαβε τὰ βασίλεια καὶ λείαν ἄγων πολλὴν οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τῆς κατὰ τῶν σεβασμίων εἰκόνων λύττης ἀπήρξατο· ὅθεν δὲ τῇ μανίᾳ ταύτῃ γέγονε κάτοχος αὐτίκα δὴ διηγήσομαι. Τῷ ἤδη ῥηθέντι μοι μοναχῷ, ὃς περὶ ἑαυτοῦ ὡς μέλλει τῆς βασιλείας ἔσεσθαι ἐγκρατὴς προηγόρευσε, τῆς προρρήσεως ἀποτιννὺς ἀμοιβήν, δῶρα ἐκπέμπει διά τινος τῶν οἰκειοτάτων αὐτῷ. ὁ δὲ πεμφθεὶς οὐκ ἐκείνῳ ἐνέτυχεν ἔφθη γὰρ ὁ μοναχὸς ἐκεῖνος τὴν ζωὴν μεταθέμενος, ἕτερον δ’ εὑρηκὼς τῇ ἐκείνου κατοικίᾳ σκηνούμενον, ὡς ἐκείνῳ, μὴ γινώσκων τὸν ἄνδρα, τούτῳ προσεληλύθει. ὁ δέ ἦν γὰρ τὰ τῶν εἰκονομάχων πρεσβεύων καὶ τῆς αἱρέσεως διάπυρος ἐραστής οὔτε τὰ δῶρα προσήκατο καὶ τὸν τούτων κομιστὴν ἀπεπέμψατο, ἐξ εἰδώλων προσκυνητοῦ μή τι λαβεῖν ἀνέχεσθαι φάμενος καὶ τῆς βασιλείας καὶ τῆς ζωῆς διὰ βραχέος ἐπαπειλῶν τῷ βασιλεῖ στέρησιν, εἰ μὴ τοῦ προσκυνεῖν τοῖς εἰδώλοις ἀπόσχοιτο, τὰς σεπτὰς εἰκόνας οὕτω καλῶν. ταῦτα παρὰ τοῦ σταλθέντος ἀγγελθέντα τῷ Λέοντι ἔμφροντιν αὐτὸν πεποιήκασι· καὶ κοινοῦται τὰ μηνυθέντα τῶν οἱ συνήθων τινὶ τῷ Μελισσηνῷ Θεοδότῳ, ὃς τοῖς εἰκονομάχοις αἱρεσιώτης ἐτύγχανεν ὤν. δόλῳ τοίνυν ἐκεῖνος τὸν Λέοντα μέτεισι καί τινα μοναχὸν ἑαυτῷ γινώσκων ὁμόδοξον, τούτῳ συνεβούλευε κοινώσασθαι τὴν ὑπόθεσιν, καὶ ὃ ἂν ἐκεῖνος ὑπόθηται, τοῦτο ποιῆσαι· εἶναι γὰρ τὸν ἄνδρα μεστὸν χαρίτων πνευματικῶν καὶ προορῶντα τὰ μέλλοντα καὶ προλέγοντα. ὡς οὖν εἶδε τὸν βασιλέα συνθέμενον τοῖς λόγοις αὐτοῦ, ἄπεισι πρὸς τὸν μοναχὸν ὁ Θεόδοτος καὶ προλέγει αὐτῷ τὴν ὡς αὐτὸν τοῦ βασιλεύοντος ἐν ἰδιώτου σχήματι ἄφιξιν καὶ ὅτου χάριν ἐλεύσεται καὶ μυσταγωγεῖ τοῦτον ὅσα τῷ βασιλεῖ διαλέξεται. εἶτα νυκτὸς ἄπεισιν ὁ βασιλεὺς πρὸς τὸν μοναχὸν μεταμφιασάμενος, ἵνα μὴ διαγνωσθείη ὢν βασιλεύς· συμπαρῆν δέ οἱ καὶ ὁ Θεόδοτος. ὁ δὲ μοναχὸς ἐκεῖνος, οἷα δῆθεν προμυηθεὶς ἐκ τοῦ πνεύματος τὸ πλαττόμενον, ὡς βασιλέα προσεῖπε τὸν Λέοντα καὶ "μὴ κρύπτε σου" φησί "τὸ ἀξίωμα μηδ’ ἀπατᾶν θέλε τὴν ἡμῶν οὐθενότητα. ἴσθι δὲ μὴ περὶ τὸ σέβας ὀρθῶς διακείμενος, ἀλλ’ ἄντικρυς εἰδωλολατρῶν καὶ αὐτὸς καὶ ἅπαν σοι τὸ ὑπήκοον. εἰ μὲν οὖν περιαιρήσεις τὰ εἴδωλα τῶν ἐκκλησιῶν, ἔσται σοι καὶ ἡ ζωὴ καὶ ἡ βασιλεία πολυετής τε καὶ εὐτυχής· εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἔλπιζε ταχεῖαν τὴν στέρησιν καὶ ἀμφοῖν, καὶ πρὸς ταύτῃ σε κολάσεις αἰώνιοι διαδέξονται." καὶ ὁ μὲν εἴρηκε ταῦτα· ὁ δὲ Λέων θαυμάσας τὸν μοναχὸν τῆς δῆθεν προγνώσεως οὐδὲ γὰρ ἔγνω τοῦ Θεοδότου τὸ τύρευμα, ἥλω τοῖς ἐκείνου λόγοις καὶ κατὰ τῶν θείων ἐκτυπωμάτων σφοδρότατα ἔπνευσε, δόγματι τούτων πάντοθεν καθαίρεσιν καταψηφισάμενος. ἤθελε μέντοι καὶ τὸν πατριάρχην ἔχειν ὁμόψηφον· ὁ δὲ καὶ ἀντέλεγεν ἰσχυρῶς καὶ ἀσεβὲς ἐξήλεγχε τὸ δόγμα καὶ λόγοις καὶ γράμμασιν· ὁ θειότατος οὗτος ἦν Νικηφόρος. διὸ καὶ ὑπερορίαν αὐτοῦ κατακρίνει. λέγεται δὲ προαισθέσθαι τοῦ Λέοντος τὸ κακότροπον ὁ ἀοίδιμος Νικηφόρος καὶ ὡς ἔσται τοῖς ὀρθοδόξοις σκόλοψ καὶ κυδοιμοῦ ταῖς ἐκκλησίαις λαβή. ἐν γὰρ τῷ περιτιθέναι τῇ αὐτοῦ κεφαλῇ τὸ διάδημα δόξαι ἀκάνθας ἐμπαγῆναι αὐτοῦ τῇ χειρί. ὁ μὲν οὖν ἀπήγετο πρὸς Προικόνησον ὑπερόριος. ὁ δὲ τοῦ μεγάλου Ἀγροῦ καθηγούμενος ὁ ὁμολογητὴς Θεοφάνης τῷ πνεύματι τὴν ἐκείνου δίοδον ἐγνωκώς οὐ γὰρ ἑώρα τὸν ἅγιον, κηροὺς ἀνάψας καὶ θυμιῶν ἐδεξιοῦτο αὐτόν· κἀκεῖνος αὖθις ἐκ τῆς νηὸς προσκυνήμασιν ἠμείβετο τὸν προπέμποντα, μήθ’ ὁρῶν μήτε μέντοι ὁρώμενος. θαυμαζόντων δὲ τῶν σύμπλων τῷ πατριάρχῃ καὶ πυθομένων τίνι τὰς προσκυνήσεις ἀφοσιοῖ, ἐκεῖνος ἔφη τῷ ὁμολογητῇ Θεοφάνει τῷ τοῦ μεγάλου Ἀγροῦ καθηγητῇ, προειπὼν τὴν ὁμολογίαν· οὔπω γὰρ ἔφθη τότε ταύτης ἀξιωθείς. Ἐκβληθέντος δ’ οὕτω τῆς ἐκκλησίας τοῦ σεπτοῦ Νικηφόρου, ὁ Μελισσηνὸς ἀντεισήχθη Θεόδοτος, ᾧ διώνυμον τὸ ἐπώνυμον· ἐλέγετο γὰρ καὶ Κασσιτηρᾶς. ὅθεν δὲ γνωστὸς τῷ Λέοντι γέγονεν οὐ χρεὼν καταλιπεῖν ἀνιστόρητον. Τοῦ Μιχαὴλ τοῦ Ῥαγγαβὲ βασιλεύοντος γύναιόν τι τῶν περὶ τὴν γυναικωνῖτιν τῶν βασιλείων κάτοχον μανίᾳ γινόμενον κατὰ τὰς σεληνιακὰς περιόδους, ἐβόα πρὸς τὸν αὐτοκράτορα "κάτελθε, τῶν ἀλλοτρίων ἐξίστασο." τοῦτο δ’ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις ἐγίνετο καὶ τὸν βασιλέα ἐτάραττε. συνήθει δ’ ὄντι τῷ Θεοδότῳ τούτῳ κοινοῦται τὰς τοῦ γυναίου βοάς· καὶ ὅς "ὅταν ληφθῇ" φησίν "ἡ γυνὴ τῇ μανίᾳ καὶ βοᾷ τὰ συνήθη, χρὴ ἐρωτᾶσθαι παρά του τίνι προσήκουσι τὰ βασίλεια καὶ ὅπως ἐκεῖνος καλοῖτο ἢ οἷός ἐστι τὴν μορφὴν καὶ εἴ τι ἄλλο ἐκείνῳ πρόσεστι γνώρισμα." ἔδοξεν οὖν συμβουλεύειν καλῶς· καὶ αὐτὸς πιστεύεται τὴν ἐρώτησιν· καὶ ἡ παιδίσκη μανεῖσα πάλιν ἐβόα κατὰ τὸ σύνηθες· ὁ δὲ ἠρώτα. κἀκείνη καὶ τοὔνομα τοῦ Λέοντος ἀπεφοίβασε καὶ τὴν ἰδέαν καὶ ὅτι "εἰ ἄρτι κατὰ τὴν ἀκρόπολιν ἀπελεύσῃ, ἄνδρε σοὶ διττὼ συναντήσονται, καὶ θατέρῳ τούτων, ὃν ἡμίονος φέρει, προσήκουσι τὰ βασίλεια." τούτων ἀκούσας ὁ Θεόδοτος οὐδὲν μὲν τῷ βασιλεῖ πεποίηκεν ἔκπυστον, ἀλλὰ μανίας ἔλεγεν εἶναι ῥήματα τὰ τῆς παιδίσκης, μή τι σαφὲς προμηνύοντα. αὐτὸς δὲ πορευθεὶς κατὰ τὴν ἀκρόπολιν καὶ τῷ Λέοντι ἐντυχὼν καὶ τὰ γνωρίσματα, ἃ τὸ γύναιον εἰρήκει, φωράσας, ἰδίᾳ τὸν ἄνδρα παραλαβὼν καὶ πίστεις δεδωκώς τε καὶ εἰληφώς, προμηνύει τὴν βασιλείαν αὐτῷ, ὡς ἐξ ἐπιπνοίας θειοτέρας αὐτὴν μυηθείς, καὶ ᾔτει μετὰ τὴν ἔκβασιν κείσεσθαί οἱ μισθὸν τῆς προρρήσεως. οὗτος ὁ τρόπος ἐγνώρισε καὶ ᾠκείωσε τῷ Λέοντι τὸν Θεόδοτον, καὶ ἔσχεν εἰς ἀντάμειψιν τῆς προρρήσεως μετὰ τὸν ἱερὸν Νικηφόρον τὸν θρόνον τῆς Κωνσταντινουπόλεως. ὦ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος· μετὰ τίνα τίς; Ἄρτι δ’ ἀναξίως τῆς ἱερᾶς καθέδρας ἐπιβὰς ὁ ἀνόσιος, ἐπεὶ σύμπνουν καὶ τὸν κρατοῦντα ἐκέκτητο, πεπαρρησιασμένως τὴν κατὰ τῶν ἁγίων εἰκόνων τόλμαν μετεχειρίζετο. καὶ ὁ Λέων δὲ ὡς θηρίον τοῖς τὰς σεπτὰς στηλογραφίας τιμᾶν ἐθέλουσι προσεφέρετο. ἠγρίαινε γὰρ τοῦτον αὐτός τε ὁ Θεόδοτος καὶ ὁ τῶν τῷ βασιλικῷ κοιτῶνι κεκληρωμένων τηνικαῦτα ὢν χορολέκτης, ὃν πρωτοψάλτην καλεῖν παρέλαβεν ἡ συνήθεια. οὗτος γὰρ τῆς τῶν εἰκονομάχων αἱρέσεως τὴν θολερὰν ἀνατροπὴν εἰς κόρον πιὼν ἠρέθιζε τὸν βασιλέα πανταχόθεν τὰς εἰκόνας περιελεῖν. καί ποτε τῶν τοῦ Ἠσαί̈ου θείων φωνῶν ἀναγινωσκομένων ἐπ’ ἐκκλησίας, αἳ λέγουσι "τίνι ὡμοιώσατε κύριον; μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος ὁμοίωμα κατεσκεύασεν αὐτῷ;" καὶ τὰ ἐφεξῆς, προσελθὼν τῷ βασιλεῖ πρὸς οὖς ἔφη "πρόσσχες τῷ προφήτῃ, ὦ δέσποτα, καὶ τούτῳ πείθου." ἐντεῦθεν ἀπηρυθριασμένως ὁ Λέων τῆς αἱρέσεως εἴχετο καὶ τοὺς μὴ τῇ ἀσεβείᾳ αὐτοῦ ὑποκύπτοντας διασπαράσσειν καὶ λαφύσσειν ἠπείγετο· βαρὺς δὲ καὶ ἄλλως καὶ ἀπαραίτητος τὴν ὀργὴν τοῖς πταίουσιν ἦν καὶ ἐπὶ μετρίοις πταίσμασι βαρείας κολάσεις ἀποφαινόμενος. τοιοῦτος μὲν ἦν ὁ Λέων περὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἄλλως προσκεκρουκότας αὐτῷ. Τέως δ’ οὖν περὶ τὴν τῶν κοινῶν διοίκησιν οὐ νωθὴς ἦν, ἀλλὰ καὶ λίαν ἐγρήγορε καὶ τοὺς ἀδικοῦντας ἀνέστελλε. δεηθέντος γοῦν τινος, ὡς τοῦ γυναίου αὐτοῦ παρά του τῶν τῆς συγκλήτου ἁρπαγέντος, προσθεμένου δὲ καὶ τῷ ἐπάρχῳ προσελθεῖν, μὴ μέντοι τυχεῖν ἐκδικήσεως, ἐπεὶ τὸ ἔγκλημα ἀποδέδεικτο, τὸν ἔπαρχον ἔπαυσεν εὐθὺς τῆς ἀρχῆς, τὸν δὲ τὴν ἁρπαγὴν πλημμελήσαντα ἐξέδοτο νομίμως κολασθησόμενον. ἄρχοντας δὲ καὶ στρατιωτικοὺς καὶ πολιτικοὺς ἀριστίνδην προεχειρίζετο καὶ τὰς τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἡγεμονίας οὔτε χρημάτων ὠνίους προὐτίθει οὔτε πρὸς χάριν ἐδίδου μὴ πρὸς ἀρχὰς πεφυκόσιν ἀνδράσιν ἢ χρημάτων ἥττοσι καὶ τούτοις προδιδοῦσι τὸ δίκαιον. Μιχαὴλ δὲ ὁ τραυλὸς ὁ ἐξ Ἀμορίου ἐπὶ μέγα τύχης ἀρθείς, πρὸς δὲ ταῖς ἄλλαις κακίαις καὶ γλῶσσαν ἔχων ἀκόλαστον, διεβλήθη τῷ βασιλεῖ ὡς κακὰ κατ’ αὐτοῦ βυσσοδομεύων καὶ τεκταινόμενος. καὶ ἡ διαβολὴ πρὸ τῆς ἡμέρας ἐγένετο, ἐν ᾗ τὴν ἐν σαρκὶ τοῦ κυρίου γένναν ἑορτάζειν ἡ ἐκκλησία παρέλαβεν. αὐτίκα τοίνυν ὁ μὲν συνελήφθη· ὁ δὲ βασιλεὺς τῶν κατ’ αὐτοῦ μηνυθέντων ἐξεταστὴς προεκάθισεν. ἐλέγχεται παρὰ τῶν κατηγορούντων ὁ Μιχαήλ, συντίθεται καὶ αὐτός, κατακρίνεται θάνατον, καὶ θάνατον τὸν διὰ πυρός. ἀπήγετο καυθησόμενος, καὶ τόπος τῆς τιμωρίας ἀφώριστο ἡ τοῦ ἐν τοῖς βασιλείοις λουτροῦ κάμινος. εἵπετο καὶ ὁ βασιλεύς, ἢ μὴ πιστεύων ἑτέρῳ τὴν κατὰ τοῦ Μιχαὴλ ἐπεξέλευσιν ἢ ἐφηδόμενος τῷ ὀλέθρῳ αὐτοῦ. ἡ δέ γε βασίλισσα τοῦτο γνοῦσα τὴν πρᾶξιν ἐκώλυσε, πῇ μὲν δεομένη τοῦ ξυνευνέτου ὑπερθέσθαι διὰ τὴν ἑορτὴν τοῦ κατακρίτου τὴν κόλασιν, πῇ δὲ καὶ θρασύτερον προσφερομένη αὐτῷ καὶ ἄθεον λέγουσα, ὅτι μὴ ὑποστέλλεται τὴν τοῦ φρικώδους μυστηρίου ἡμέραν τῆς τοῦ σωτῆρος γεννήσεως. τούτοις τὸ σκληρὸν ἐκείνου μαλάξασα πέπεικεν ἀνεῖναι τότε τῷ Μιχαὴλ τὴν ἀπώλειαν· ὁ δὲ πρὸς τὴν εὐνέτειραν ἔφη "ἰδοὺ πέπεισμαί σοι, ἀλλά γε σὺ γνώσῃ καὶ τὰ τέκνα τὰ σὰ ὅσα ὑμῖν ἐκ τούτου συμβήσονται." ὁ μὲν οὖν Μιχαὴλ οὕτω τὸν ὄλεθρον ὑπεξέφυγε· θαυμάσαιτο δ’ ἄν τις ὅθεν ὁ Λέων προεῖπε τὸ γενησόμενον· οὐ γὰρ πάντως αὐτὸ ἐκ θειοτέρας ἐπιπνοίας προέγνωκε. πῶς γὰρ θεομαχῶν ἐκεῖνος, καὶ ἄλλως ἀνὴρ ὢν αἱμάτων καὶ βίου μὴ παθῶν καθαρεύοντος; λέγεται προεγνῶσθαι αὐτῷ παρά του χρησμοδοτηθὲν ὅτι κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ τῆς ἀρχῆς ἐκπεσεῖται καὶ τῆς ζωῆς. ἀλλὰ καί τί φασι τῇ τῶν ἀνακτόρων βιβλιοθήκῃ βιβλίον ἐναποκεῖσθαι, ἐν ᾧ καὶ χρησμοὶ περὶ τῶν βασιλέων ἦσαν καὶ μορφαὶ ἐνεγράφοντο ἀνθρώπων τε καὶ θηρῶν, καὶ μετὰ τῶν ἄλλων ἐκεῖ καὶ λέων θὴρ ἐχρωμάτιστο, ᾧ κατὰ νώτου τὸ στοιχεῖον τὸ χῖ ἐγκεχάρακτο· ἀνὴρ δ’ ἦν ἐξόπισθεν τοῦ θηρὸς δόρατι διὰ τοῦ χῖ διελαύνων τὸν λέοντα. ἡ μὲν οὖν βίβλος εἶχε ταυτί, καὶ ἦσαν, ὡς ἐδόκει, Σιβύλλεια χρησμῳδήματα. τὸ δὲ τῆς εἰρημένης χρωματουργίας δυσερμήνευτον ὃν ὁ τότε κοιαίστωρ, ὡς λέγεται, διεσάφησεν, εἰπὼν κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ βασιλέα μέλλειν ἀναιρεθῆναι. τὸ μὲν γὰρ θηρίον βασιλέα δηλοῦν, τὸ δὲ χῖ τὴν εἰρημένην ἡμέραν αἰνίττεσθαι, τὸ δὲ διὰ μέσου τοῦ χῖ τῷ λέοντι τὸ δόρυ ἐμπήγνυσθαι τὸ κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τὸν βασιλέα κτανθήσεσθαι. ταῦτα τὸν βασιλέα ἐτάραττεν, ἀλλὰ μὴν αὐτὸν καὶ τὸ τῆς μητρὸς ἐξεδειμάτου ἐνύπνιον. ἔδοξε γὰρ ἐκείνῃ ἐν τῷ ναῷ τῆς θεομήτορος εἶναι τῷ ἐν Βλαχέρναις καὶ ὁρᾶν γυναῖκά τινα προπεμπομένην ἀνδράσι λευχείμοσι καὶ πλῆρες αἱμάτων τὸ δάπεδον τοῦ ναοῦ ἀκοῦσαί τε τῆς δορυφορουμένης ἐκείνης κελευούσης αἵματος ἄγγος τι πλησθῆναι καὶ δοθῆναι τῇ τοῦ βασιλέως μητρί. τῆς δὲ μὴ προσιεμένης τὸ προσφερόμενον, φάναι τὴν περιφανῆ γυναῖκα ἐκείνην "ὁ δὲ σὸς υἱὸς τοὺς ἐμὲ τιμῶντας αἱμάτων ἐμπίπλησι καὶ τὸν θεὸν καὶ υἱόν μου εἰς ὀργὴν κινῶν οὐ συνίησι." ταῦτα εἶδεν ἡ μήτηρ τοῦ Λέοντος καὶ τῷ υἱῷ ἀπήγγειλε τὸ ἐνύπνιον καὶ ἐδέετο παύσασθαι τοῦ κατὰ τῶν σεπτῶν εἰκόνων τολμήματος, ἀλλ’ ἐξεκεκώφει ὁ δείλαιος καὶ θεομαχῶν οὐκ ἐπαύετο. ὦπτο δὲ καὶ ὁ θεῖος πατριάρχης Ταράσιος καθ’ ὕπνους τινὶ ἤδη τῆς ἐπικήρου ταύτης ζωῆς μεταστάς, ἐπιβοώμενός τινα Μιχαὴλ καὶ ἐπελθεῖν τῷ Λέοντι καὶ κτεῖναι τοῦτον ἐγκελευόμενος. ἀλλὰ καὶ ἡ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ προαγόρευσις καὶ ἄλλ’ ἄττα ὑπέθραττε τὸν Λέοντα καὶ ἐδείμαινε. τέως δ’ οὖν κλοιοῖς τοὺς πόδας τοῦ Μιχαὴλ ἐνδησάμενος τὸν μὲν τῷ παπίᾳ φρουρηθησόμενον παραδέδωκεν, αὐτὸς δὲ τὴν κλεῖδα κατεῖχε τοῦ σιδηρέου δεσμοῦ. ἔμφροντις δὲ τὴν νύκτα διάγων οὐκ εἶχε τὸν ὕπνον τοῖς ὄμμασιν αὐτοῦ ἐφιζάνοντα. διὸ καὶ ἀπῄει πρὸς τὸ τοῦ παπίου διαιτητήριον καὶ ὁρᾷ τὸν μὲν Μιχαὴλ ἐπὶ κλίνης καθεύδοντα, τὸν δὲ παπίαν ἐπ’ ἐδάφους κατακλινόμενον. ἢ γὰρ τιμῶν τὸν Μιχαὴλ ὁ παπίας τοῦτο πεποίηκεν ἢ καὶ συνίστωρ ὤν, ὡς ἐδόκει, τῆς κατὰ τοῦ βασιλέως βουλῆς. ὡς οὖν εἶδε ταῦτα καὶ τὸν Μιχαὴλ ὕπνον ὑπνώττοντα βαθύν τε καὶ νήδυμον καὶ οἷος ἀφρόντιδι ἔοικεν, ὑπέστρεφε μηνιῶν καὶ τὴν ὀργὴν ὑπεδήλου τῇ κινήσει τῇ τῆς χειρός. τῶν μὲν οὖν ἄλλων οὐδεὶς τὴν παρουσίαν τοῦ βασιλέως ᾔσθετο, εἷς δέ τις τῶν τοῦ παπίου καὶ ἔγνω τοῦτον ἐλθόντα καὶ ὑπνώττειν προσποιησάμενος ἑώρα ὅσα ἐποίησε καὶ ὡς ὠργίσθη καὶ ὡς ἠπείλησε, καὶ πάντα σφίσιν ἀπήγγειλεν. οἱ δὲ φόβῳ ληφθέντες ὅπως ἂν ἐκφύγοιεν τὸ μήνιμα τοῦ βασιλέως ἐφρόντιζον. καὶ ὁ Μιχαὴλ τῷ παπίᾳ φησὶν ὡς "εἰ βούλει αὐτός, οὐ τὸν κίνδυνον ἐκφευξόμεθα μόνον, ἀλλὰ καὶ τὰ μελετώμενα ἡμῖν εἰς ἔργον ἐκβήσεται." καὶ ὅς "τὸ παριστάμενόν σοι πρᾶττε" φησίν, "ἐμὲ δ’ ἕξεις ὅπῃ βούλει ἑπόμενον." ἐγχαράττει τοίνυν αὐτίκα γραφὴν πρὸς τούς οἱ τῶν βουλευμάτων μετέχοντας, ἀπειλῶν ὡς εἰ μὴ τάχος ἐλεύσονται καὶ τὰ βεβουλευμένα θῶνται ἐπιτελῆ εἶναι γὰρ τοῦτο ῥᾴδιον, ὡς αὐτὸς ᾠκονόμησε, πάντας ἀνακαλύψει τῷ βασιλεῖ καὶ οὐκ αὐτὸς μόνος τοῦ κινδύνου μεθέξει. ταύτην τὴν ἐπιστολὴν ἐγχειρήσας τῷ παπίᾳ ἐνετείλατο στεῖλαί τινα ἐξ αὐτῆς τὸν τὴν ἐπιστολὴν ὑποδείξοντα τοῖς συνίστορσιν, ἕκαστον εἰπὼν ἐξ ὀνόματος, καὶ ὑποθησόμενον νυκτὸς φοιτῆσαι πρὸς τὰ ἀνάκτορα μεταμφιασαμένους ἐν σχήματι κληρικῶν καὶ ξιφίδια κεκρυμμένα βαστάζοντας. οἱ μὲν οὖν ἧκον ὡς ἐνετάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἱ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο· οἱ ψάλται δὲ τοὺς ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν ἐπεδήμησε καὶ διάτορον ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε, τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ. καὶ αὐτίκα τῆς γωνίας οἱ κατ’ αὐτοῦ μελετήσαντες καὶ τοῦ σκότους ἐξέθορον, τὰ ξίφη σπασάμενοι· ὁ δὲ συνεὶς τὸ δρώμενον εἰσέδραμε τὸ θυσιαστήριον, καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφείποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς καὶ τὴν χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν Ἱππόδρομον συρόμενος ἔρριπτο. ὁ δὲ Μιχαὴλ ἔτι τοὺς πόδας ὢν σιδηρόδετος ἡ κλεὶς γὰρ οὐχ εὕρητο τῶν δεσμῶν αὐτίκα, τοῦ Λέοντος αὐτὴν ἐγκόλπιον φέροντος εὐφημήθη καὶ προσεκυνήθη ὡς βασιλεύς. εἶτα τῶν σιδήρων θραυσθέντων εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκετο, ταινιωθησόμενος διαδήματι, τὴν μιαιφονίαν παρ’ οὐδὲν λογισάμενος. τὴν δὲ τοῦ Λέοντος γαμετὴν καὶ τοὺς παῖδας τέσσαρες δ’ ἦσαν· Σαββάτιος, ὃς ἐν τῷ ἀναγορεύεσθαι μετωνόμαστο Κωνσταντῖνος, Βασίλειός τε καὶ Γρηγόριος καὶ τέταρτος Θεοδόσιος τῶν βασιλείων καταγαγών, τὴν μὲν ἐν τῇ μονῇ καθεῖρξε τῶν Δεσποτῶν, τοὺς δὲ εἰς τὴν Πρώτην καλουμένην νῆσον περιορίσας ἅπαντας τῆς ἀρρενωπίας ἐστέρησε. καὶ ὁ μὲν Θεοδόσιος ἔθανεν, ὁ δὲ Κωνσταντῖνος ἀφωνίᾳ κάτοχος γέγονε· δι’ ἣν ἐδέετο θερμότατα τοῦ θεοῦ, ἀλλὰ μὴν καὶ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου, ἐνδελεχῶς τῷ αὐτοῦ προσφοιτῶν ἐκτυπώματι, περιαιρεθῆναι τὴν ἀφωνίαν αὐτοῦ· τῇ γὰρ ἐκπτώσει τῆς βασιλείας καὶ τῆς πατρικῆς κακοδοξίας οἱ παῖδες τοῦ Λέοντος συνεξέπεσον. ἔδοξεν οὖν ποτε ὁ ἅγιος ἐπιστῆναι αὐτῷ, κελεύων ἀναστῆναι καὶ ἀναγνῶναι τὸ "πάλιν Ἰησοῦς ὁ ἐμός." ὁ δὲ πεπιστευκὼς τῷ ῥήματι εἰσῆλθεν ἐπ’ ἐκκλησίας καὶ ἀνέγνω μή τινος αὐτοῦ παρεμποδίζοντος τῇ φωνῇ. εἰ δὲ καὶ περιγραπτοῖς ὁρίοις τὴν σύζυγον, ὡς εἴρηται, καὶ τοὺς παῖδας τοῦ Λέοντος περιέγραψεν, ἀλλ’ οὐκ ἀχορηγήτους κατέλιπε, τινὰς δὲ τῶν κτήσεων αὐτῶν αὐτοῖς προσαπένειμεν, ἵν’ ἐκ τούτων τὰ πρὸς χρείαν πορίζοιντο· καί τινας δὲ πρὸς ὑπηρεσίαν αὐτοῖς ἐδωρήσατο. Ὥρμητο δὲ ὁ Μιχαὴλ οὗτος ἐξ Ἀμορίου, πόλεως τῆς ἄνω Φρυγίας, ἐν ᾗ Ἰουδαῖοί τε καὶ Ἀθίγγανοι καὶ ἀσεβῶν ἑτέρων πληθὺς ἐγκατῴκιστο· καί τις ἐκ τούτων ἦν ἐκεῖσε σύμμικτος αἵρεσις, ἧς συμμετέχειν καὶ οὗτος ὁ Μιχαὴλ λέγεται. καὶ ἡ αἵρεσις τὸ μὲν θεῖον βάπτισμα δέχεται, τὴν δὲ Μωσαϊκὴν διαταγὴν διδάσκει τηρεῖν, ἐκτὸς τοῦ περιτέμνεσθαι τὴν ἀκροβυστίαν. εἶχε δὲ καὶ Ἰουδαῖόν τινα κατ’ οἶκον παιδοτριβοῦντα αὐτόν· ὅθεν οὐκ ἦν τι παρ’ αὐτῷ εὑρεῖν ἀκραιφνές, ἀλλ’ ἦν, ὡς εἰπεῖν, ὁ ἄνθρωπος πανσπερμία αἱρέσεων. διὸ καὶ τῷ λόγῳ ἀπήχθετο, ὡς εἰς ἀνατροπὴν ὄντι τῆς κακοδοξίας αὐτοῦ. Ἀπορίᾳ δὲ συζῶν ἐκ νεότητος ἐστρατεύετο· ποτὲ τοίνυν τῷ ταγματάρχῃ προσελθὼν περί του ἐδέετο. τῷ δὲ ἔτυχέ τις Ἀθίγγανος παρεστὼς καί φησι πρὸς τὸν στρατηγὸν ἐν ἀπορρήτοις τὸν λόγον ποιούμενος ὡς "βασιλεύσει Ῥωμαίων οὗτος, ὅς σου δέεται νῦν." καὶ ὃς αὐτίκα τῷ μαντεύματι θέμενος οἰκειοῦται τὸν Μιχαὴλ καὶ κηδεστὴν ποιεῖται ἐπὶ τῇ θυγατρί. Ἄρτι δὲ τῇ αὐταρχίᾳ ἐπιπηδήσαντος τοῦ Μιχαήλ, ὡς ἱστόρηται, ὁ ἱερώτατος Νικηφόρος ὑπερόριος ὢν ἐπιστέλλει αὐτῷ, ἀξιῶν τὴν τῶν εἰκόνων γενήσεσθαι ἀναστήλωσιν. ὁ δὲ μήτε τι καινοτομήσειν ἔφη περὶ τὴν πίστιν μήτε τὴν τῆς ἐκκλησίας ἀλλοιῶσαι κατάστασιν, ἀλλὰ μηδὲ βιάσασθαί τινα περὶ τοῦ θείου δοξάζειν παρ’ ὃ βούλεται. ἐν λόγοις δ’ ἔμεινε ταῦτα· οὐ μετὰ πολὺ γὰρ τὴν γνώμην ἔδειξε τὴν οἰκείαν καὶ κατὰ τῶν ὀρθοδόξων ἐχώρησε, καὶ πολλοὺς καὶ ἄλλους δεινοῖς περιέβαλε, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν θεῖον Μεθόδιον καὶ τὸν τῆς Σάρδεων ἀρχιερατεύοντα τὸν Εὐθύμιον ἐξορίᾳ παρέπεμψε διὰ τὴν τῶν ἁγίων εἰκόνων τιμήν. εἶτα τὸν μὲν Μεθόδιον καθείργνυσι κατὰ τὸν Ἀκρίταν· τὸν ἀοίδιμον δ’ Εὐθύμιον μαρτυρικῷ τελειοῖ θανάτῳ, ἀφειδῶς μαστιζόμενον διὰ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου. ἐζήλου δ’ ἐν ἅπασι τὸν Κοπρώνυμον καὶ τοῖς Ἰουδαίοις προσέκειτο τά τε σάββατα νηστεύειν προσέταττε. τῇ ἀναστάσει τε ἀπιστῶν διετώθαζε τὰ μέλλοντα ἀγαθὰ καὶ τοὺς προφήτας διέσυρε καὶ δαίμονας οὐκ εἶναι διεβεβαιοῦτο· πορνείαν τε οὐχ ἁμάρτημα ἥγητο καὶ τὸν ἐπὶ πᾶσι θεὸν ὀμνύειν διεκελεύετο. τῷ τε Ἰούδᾳ σωτηρίαν ἐπεφήμιζε καὶ τὸ πάσχα οὐ κατὰ καιρὸν ἑορτάζεσθαι ἐδογμάτιζε. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα τῆς ἐκείνου κακίας ἢ καὶ ἀνοίας γνωρίσματα ξυγγεγράφαται. Ὁ δὲ λόγος τὰ τότε ξυμβεβηκότα διδότω τῇ ἱστορίᾳ· τὰ δ’ ἦσαν ἐμφύλιοι πόλεμοι. ὁ δὲ τούτων κατάρξας Θωμᾶς ἦν, εἷς τῶν τριῶν τυγχάνων ἀνδρῶν, περὶ ὧν ἐν τῷ Φιλομηλίῳ μοναχὸς τῷ Βαρδανίῳ προέφησε τοὺς μὲν δύο ἐπιβήσεσθαι τῆς βασιλείου ἀρχῆς, τὸν δέ γε τρίτον ὃς οὗτος ἦν ὁ Θωμᾶς ἐπιχειρῆσαι μὲν τυραννίδι καὶ ἑαυτῷ περιθέσθαι διάδημα, μὴ μέντοι καὶ τῆς βασιλείας τυχεῖν. οὗτος τοίνυν, ὡς ἤδη μοι εἴρηται, ἄρχων καταστὰς τοῦ τάγματος τῶν φοιδεράτων παρὰ τοῦ Λέοντος, ὡς ἔγνω τὸν εὐεργέτην ἀναιρεθέντα παρὰ τοῦ Μιχαήλ, τῷ μὲν δοκεῖν τιμωρῶν ἐκείνῳ, τῷ δ’ ὄντι τὴν βασιλείαν καραδοκῶν ἀνταίρει τῷ Μιχαὴλ καὶ συναλίσας δύναμιν οὐκ εὐκαταφρόνητον ἅπασαν σχεδὸν τὴν ἑῴαν μοῖραν ἐσφετερίσατο καὶ τοὺς δημοσίους φόρους αὐτῷ κομίζεσθαι παρεσκεύαζε. καὶ πολὺς ἐντεῦθεν γενόμενος ἐπῆλθε καὶ τοῖς Ἀγαρηνοῖς, ἀδεέστερον τότε πᾶσαν ληιζομένοις χώραν καὶ τὰς νήσους αὐτὰς διὰ τὸν ἐμφύλιον πόλεμον. καὶ ἐπελθὼν ἀνέκοψε τῆς φορᾶς καὶ ἀνακόψας παρεστρατοπεδεύσατο καὶ ἐς λόγους ἦλθεν αὐτοῖς καὶ ἥκων εἰς λόγους ἐσπείσατο ἐπὶ συνθήκαις τοῦ Ῥωμαϊκῶν ὁρίων παραχωρῆσαι αὐτοῖς, εἰ τῆς βασιλείας ἐγκρατὴς γένοιτο. οὕτω δὲ ταῦτα διοικησάμενος καὶ τὴν κεφαλὴν ἀνεδήσατο ταινίᾳ βασιλικῇ καὶ αὐτοκράτωρ ἀνερρήθη κατὰ τὴν Ἀντιόχειαν παρὰ τοῦ τότε τὸν θρόνον αὐτῆς τὸν πατριαρχικὸν ἔχοντος· Ἰὼβ δ’ ἐκεῖνος ἐκέκλητο. κἀκεῖθεν ὁρμηθεὶς σὺν μεγάλῳ στρατεύματι ἔτυχε γὰρ συμμάχων οὐκ Ἀγαρηνῶν μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων ἐθνῶν πλειόνων τῇ τυραννίδι κραταιότερον ἐπεχείρησεν. ἦν δὲ ὁ Θωμᾶς οὗτος οὐ τῶν εὐπατριδῶν, ἀλλὰ καὶ τῶν λίαν ἀσήμων καὶ τούτων βαρβάρων, καὶ ἀπορίᾳ σύντροφος τῇ ἐσχάτῃ, ὥστε καὶ δουλεύειν μισθοῦ. ἀναχθεὶς δ’ ὑπὸ τῆς τύχης, ὡς εἴρηται, καὶ τυραννίδι ἐπιχειρήσας τήν τε κλῆσιν μετέθετο, Κωνσταντῖνον ἑαυτὸν ὀνομάσας καὶ κοινωνὸν τῆς βασιλείας, ὡς ᾤετο, προσελάβετο, υἱὸν εἰσποιητὸν οἰκειωσάμενός τινα. τοῦ δὲ Μιχαὴλ στρατιὰν κατ’ αὐτοῦ ἐσταλκότος, συμβαλὼν ἐκεῖνος αὐτῇ τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ φυγάδας ἀπέφηνεν. ἐντεῦθεν κραταιότερον τῆς τυραννίδος ἐπείληπτο καὶ στόλον ἐξαρτυσάμενος, ἀλλὰ μὴν καὶ τὸ βασιλικὸν ναυτικὸν ὑφ’ ἑαυτὸν ποιησάμενος ἐξ Ἀβύδου πρὸς τὴν Θρᾴκην ἐπεραιώθη καὶ τὰ τῆς ἑῴας ἅπαντα σχεδὸν ὑπηγάγετο, ἄνευ μέντοι τοῦ θέματος τοῦ Ὀψικίου, οὗ ὁ Κατάκυλας ἐστρατήγει, καὶ τοῦ τῶν Ἀρμενιακῶν· ὁ Ὀλβιανὸς δὲ τὴν στρατηγίδα τούτου εἶχεν ἀρχήν, ὃς δὴ λοχήσας καὶ τὸν τῷ τυράννῳ εἰσποιηθέντα υἱὸν κατασχὼν ἀνεῖλεν εὐθύς. Γενόμενος δ’ ἐν τῇ Θρᾴκῃ, ὡς εἴρηται, ὁ Θωμᾶς προςτιθεμένους αὐτῷ τοὺς ξύμπαντας ἔσχηκεν. αὖθις οὖν τοῦ βασιλέως κατά τε γῆν αὐτῷ συμμίξαντος καὶ κατὰ θάλασσαν, καὶ ἄμφω τὰς στρατιὰς ὁ τύραννος ἐτρέψατό τε καὶ διεσκέδασεν, υἱοθετήσατο δ’ ἕτερον, τοῦ πρώτου κτανθέντος, ὡς εἴρηται, Ἀναστάσιον μὲν καλούμενον, μοναχὸν δ’ ὄντα, καὶ τὸ μὲν σχῆμα τὸ θεῖον ἀποδυσάμενον, στολὴν δὲ κοσμικὴν μεταμφιασάμενον. ἐς τοῦτο δ’ ἧκεν ἀπορίας ὁ Μιχαὴλ ὡς σιδηρᾶν ἐκτεῖναι σειρὰν ἐξ ἀκροπόλεως εἰς τὸ κατ’ ἀντιπέραν πολίχνιον, ἵν’ ἄβατα τοῖς τοῦ τυράννου φυλάττοιτο τὰ ἐντός. ἀλλ’ ὁ Θωμᾶς ὁμοῦ τῇ πόλει προσέβαλε κατὰ γῆν τε καὶ κατὰ θάλασσαν, τὴν σιδηρᾶν ἐκείνην ῥᾷστα διαρρήξας σειράν, καὶ ᾤετο, εἰ μόνον φανείη, τοὺς ἐν τῇ πόλει διὰ τὴν πρὸς τὸν κρατοῦντα ἀπέχθειαν εὐχερῆ τὴν εἴσοδον αὐτῷ παρασχεῖν. ἐπεὶ δ’ ἐρρωμένους εὕρηκε τοὺς ἐντὸς πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τῶν ἐλπίδων ἐψεύσθη, τότε μὲν ἀνεχώρησε καὶ βάλλεται χάρακα κατὰ τὸ τῶν θείων Ἀναργύρων ἱερώτατον τέμενος· ὁ τόπος δὲ τὰ Παυλίνου ὠνόμαστο. ἡμερῶν δέ τινων διαγενομένων καὶ κατὰ χέρσον αὖθις καὶ κατὰ θάλασσαν ἐπήνεγκε τῇ πόλει τὸν πόλεμον, ἑλεπόλεις τε καὶ κλίμακας ἐπαγόμενος. ὡς δ’ ἑώρα τὰ τῆς σπουδῆς αὐτῷ πανταχόθεν ἀνήνυτα, τότε μὲν τὴν ψυχρὰν ἐκτρεπόμενος Θρᾴκην χειμὼν γὰρ ἦν τὴν στρατιὰν αὐτοῦ ταῖς χώραις διένειμεν, ἐν ταύταις σχολάσουσαν καὶ τὴν τοῦ χειμῶνος ἐκφευξομένην δριμύτητα. ἄρτι δὲ τοῦ ἔαρος ἐφεστῶτος καὶ πάλιν προσῆγε καὶ ἀμφοτέρωθεν τῇ πόλει τὴν στρατιὰν καὶ περιεκύκλου τὰ τείχη τῷ τε πεζῷ στρατεύματι καὶ τῷ ναυτικῷ. ἤδη δὲ καὶ τῷ Μιχαὴλ ἡτοίμαστο καὶ στόλος καὶ στράτευμα. λόγοις οὖν παρακλητικοῖς τοὺς οἰκείους παραθαρρύνας ὁ βασιλεὺς ἀθρόον ἐκ πλειόνων πυλῶν ἐξάγει τούτους καὶ συρρήγνυται τῷ τοῦ τυράννου λαῷ. οἱ δὲ τῷ αἰφνιδίῳ καὶ τῷ θάρσει τῶν ἐπιόντων ἀποδεδειλιακότες τὰ νῶτα μετέβαλον καὶ ἔπεσον πολλοί, καὶ ἡ νίκη τῶν ἐκ τῆς πόλεως ἦν. τὰ μὲν οὖν κατὰ χέρσον οὕτω συνηνέχθη τῷ ἀποστάτῃ· οὐ μὴν ἀλλ’ οὐδὲ τὰ κατὰ θάλασσαν κάλλιον ἔσχεν αὐτῷ. τὰς γὰρ βασιλικὰς τριήρεις τὸ τοῦ τυράννου ναυτικὸν θεασάμενον ἐπιούσας αὐτῷ οὐχ ὑπήνεγκεν, ἀλλ’ εὐθὺς τὴν συμπλοκὴν μὴ θαρρῆσαν εἰρεσίᾳ συχνῇ πρὸς τὴν χέρσον κατήγοντο, καὶ οἱ μὲν ἀπεδίδρασκον, οἱ δὲ τῷ Μιχαὴλ αὐτομολοῦντες προσῄεσαν. ὁ δ’ ἀποστάτης ἔτι τῆς τυραννίδος ἀντείχετο καὶ οὔτε τὸν χάρακα ἔλυσε καὶ τὸ ἐν Ἑλλάδι ἑτοιμασθὲν αὐτῷ ναυτικὸν μετεπέμψατο· καὶ τόδε παρῆν κατὰ Βυρίδας νεωλκησάμενον. ὃ γνόντες οἱ τοῦ στόλου τοῦ Μιχαὴλ νυκτὸς αὐτοῖς ἐπιτίθενται καί τινας μὲν ᾑρήκασι τῶν πολεμίων νηῶν, ἑτέρας δὲ τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. κατὰ γῆν δὲ συχναὶ μὲν ἐγίνοντο προσβολαί, Θεοφίλου τοῦ υἱοῦ τοῦ βασιλέως τοῦ λαοῦ προεξάρχοντος· ἀγχώμαλα δὲ τοῖς ἐναντίοις ἦσαν τὰ πράγματα καὶ οὐδενὶ μέρει καθαρῶς ἡ νίκη ἐπεμειδίασεν. ἐν τοσούτῳ δέ τι συμβὰν τῷ Θωμᾷ τὰ πράγματα ἔσφηλε· τῆς γὰρ φήμης πανταχοῦ τὴν τοῦ Θωμᾶ κηρυξάσης ἀποστασίαν καὶ τὴν πολιορκίαν τῆς πόλεως, Μορτάγων ὁ τῶν Βουλγάρων κατάρχων σπονδὰς ἐπὶ τοῦ Λέοντος τριακοντούτεις θέμενος καὶ φιλίως τότε Ῥωμαίοις ἔχων, αὐτεπάγγελτος ἧκε συμμαχήσων τῷ βασιλεῖ καὶ στρατοπεδεύεται κατὰ τὰ Κιδόκτου. τοῦτο τὸν ἀποστάτην ἐθρόησε. κρίνας δὲ ἀσύμφορον ἑαυτῷ ἅμα τε καὶ πολιορκεῖν καὶ τοῖς Βουλγάροις ἀντιστρατεύσασθαι μερισθείσης γὰρ αὐτῷ τῆς δυνάμεως οὐκ ἀξιόμαχον ἑαυτὸν οὐδετέρῳ τυγχάνειν ᾤετο, κατὰ τῶν Βουλγάρων ἐχώρησε παντὶ τῷ στρατεύματι καὶ συμβαλὼν ἡττᾶται καὶ πολλοὺς μὲν ἀποβάλλει τῶν ἑαυτοῦ, τοὺς μὲν φθαρέντας, τοὺς δὲ καὶ ἁλόντας. ὅσοι δὲ τόν τε βαρβαρικὸν ἀκινάκην ἐξέφυγον καὶ τὴν αἰχμαλωσίαν διέφυγον, τὸ μέλλον καραδοκοῦντες ἡσύχαζον. οἱ Βούλγαροι δὲ τοὺς αἰχμαλώτους καὶ λείαν πολλὴν ἐπαγόμενοι ἀνεζεύγνυον τῇ νίκῃ γαυρούμενοι. ταύτην τὴν ἧτταν τοῦ ἀποστάτου ὅσον ἐκ τοῦ στόλου αὐτοῦ περιελέλειπτο ἐγνωκὸς πρὸς τὸν Μιχαὴλ ηὐτομόλησεν. ἐν τοιούτοις δὲ ὁ τύραννος γεγονὼς καὶ πάντῃ ἐξασθενήσας, ὅμως ἔτι τοῦ πολιορκεῖν οὐκ ἀφίστατο, ἀλλὰ μηδὲν ἀνύων ἀπανίσταται μὲν τῆς προσεδρείας τῆς πόλεως, ἄπεισι δὲ πορρωτέρω, καί τινα τόπον εὑρὼν ἐπιτήδειον ἐν τούτῳ βάλλεται χάρακα, κἀκεῖθεν ὁρμώμενος ἐληίζετο τῆς πόλεως τὰ προάστεια καὶ τὰς τούτων ἐκεράιζε χάριτας. ἐπῆλθε τοίνυν τούτῳ ὁ Μιχαήλ, καὶ μάχης συγκροτηθείσης οἱ τοῦ Θωμᾶ ἑκόντες ἐτράπησαν εἰς φυγήν, καὶ οἱ μὲν τῷ βασιλεῖ προσερρύησαν, οἱ δ’ ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν ἕκαστοι. ὁ δέ γε τύραννος μετὰ βραχίστων εἰς Ἀδριανούπολιν ἄπεισι, καὶ ὁ Μιχαὴλ αὐτῷ κατ’ ἴχνος ἀκολουθεῖ καὶ πολιορκεῖ τὴν πόλιν οὐχ ἑλεπόλεσιν, ἀλλὰ σπάνει τῶν ἀναγκαίων. καὶ οἱ τῆς πόλεως τῷ λιμῷ πιεζόμενοι ἀμνηστίαν τῶν ἐπταισμένων ἐκ τοῦ βασιλέως ᾐτήσαντο καὶ ταύτης τυχόντες δεσμοῦσι τὸν Θωμᾶν καὶ παραδιδόασι τῷ Μιχαήλ. ὁ δὲ ἀφαιρεῖται αὐτοῦ χεῖρας καὶ πόδας καὶ ὄνῳ ἐπιβιβάσας θριαμβεύει τὸν ἄτιμον θρίαμβον. εἶτα περὶ συνιστόρων πυνθάνεται, καὶ πολλοὺς ἂν ἐκεῖνος ἐξέφηνεν, εἰ μὴ ὁ Ἑξαβούλιος ὁ πατρίκιος τὴν ὁρμὴν τοῦ βασιλέως ἀνέκοψε, φάμενος μὴ χρῆναι πιστεύειν κατὰ τῶν φίλων ἐχθροῖς. ὁ δέ γε Θωμᾶς ἄλλοτε ἄλλαις τιμωρίαις ὑποβαλλόμενος βιαιότατα κατέλυσε τὴν ζωήν. καὶ ὁ τούτου δὲ εἰσποιητὸς υἱὸς εἰς τὸ τῆς Βιζύης πολίχνιον προσφυγών, παρὰ τῶν οἰκούντων τὸ φρούριον δεθεὶς προσήχθη τῷ βασιλεῖ καὶ ὁμοίως τῷ πεπλασμένῳ πατρὶ κολασθεὶς βιαίως καὶ αὐτὸς ἀπέρρηξε τὴν ψυχήν. ἡ μὲν οὖν τοῦ Θωμᾶ ἐπανάστασις τοῦτον τὸν τρόπον κατηύναστο. αἱ δὲ Θρᾳκικαὶ πόλεις αἱ πάραλοι κἀκείνου παρελθόντος ἔτι τῆς στάσεως εἴχοντο, καὶ μᾶλλον τῶν ἄλλων τὸ Πάνιον καὶ ἡ Πείρινθος οὕτω γὰρ πάλαι ὠνόμαστο ἡ Ἡράκλεια μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ τὸ μὲν Πάνιον σεισμῷ τοῦ τείχους αὐτοῦ πεσόντος ἑάλω, ἡ δ’ Ἡράκλεια διὰ τῆς θαλάσσης γέγονεν ἁλωτή. ταῦτα τοίνυν κατορθώσας ὁ Μιχαὴλ ἐπάνεισι τροπαιοφορῶν καὶ ἱππικοῦ τελουμένου ἀγῶνος τοὺς τῷ Θωμᾷ τὴν τυραννίδα συμπράξαντας ὄνοις ἐφεζομένους εἰσαγαγὼν εἰς τὸ θέατρον ὑπερορίαν αὐτῶν κατεδίκασε, μή τι πλέον κολάσας αὐτούς, εἰ μὴ δύο τινὰς τὸν Χοιρέαν καὶ τὸν Ζαγορηνόν, μὴ πειθομένους μηδὲ μετὰ τὴν κατάλυσιν τοῦ Θωμᾶ παραδοῦναι τὰ φρούρια, ἃ κατεῖχον, ἑλὼν καὶ ἀνασκολοπίσας ἀπέκτεινε. Τῇ γοῦν ἀποστασίᾳ τῇ τοῦ Θωμᾶ καὶ τοῖς ἐμφυλίοις πολέμοις τῶν Ῥωμαϊκῶν ἀσχολουμένων δυνάμεων ἄδειαν εὑρηκότες πᾶσαν οἱ πρὸς ἑσπέραν Ἀγαρηνοί, οἳ τὸν τῆς Ἰβηρίας οἰκοῦσι κόλπον καὶ λέγονται Ἰσπανοί, τῷ σφετέρῳ προσίασιν ἀρχηγῷ, ὃν αὐτοὶ καλοῦσιν ἀμερμουμνῆν, καὶ ᾐτοῦντο ἀποικίαν στείλασθαι, διὰ πλῆθος στενοχωρούμενοι. κἀκεῖνος κατένευσε, καὶ τούτους παραλαβὼν σὺν τριήρεσιν ἀπέπλευσε, τὰς ὑπὸ Ῥωμαίους νήσους περιιών τε καὶ ληιζόμενος. ὡς δ’ ἧκε καὶ εἰς τὴν Κρήτην καὶ τὸ ταύτης ἔγνωκε πάμφορον, τοὺς μὲν πλείστους εἰς λείαν ἐκπέπομφεν, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς φυλακὴν δῆθεν παραλειφθεὶς τῶν νηῶν πῦρ ἐνέβαλε κατ’ αὐτῶν καὶ πάσας ἐνέπρησε. τεθορυβημένων δὲ τῶν Ἀγαρηνῶν διὰ τοῦτο καὶ τὴν αἰτίαν ζητούντων, ὁ Ἀπόχαψ οὕτω γὰρ ὁ σφῶν ὠνόμαστο ἀρχηγός "ἀποικίαν ᾐτεῖσθε" φησίν· "ἰδοὺ τοίνυν χώρα ῥέουσα μέλι καὶ γάλα καὶ ταύτην κατασχόντες οἰκήσατε." ἐκείνων δὲ εἰπόντων "καὶ τὰ φίλτατα ποῦ;" ὁ Ἀπόχαψ "ἐνταῦθα γυναῖκές εἰσιν" ἀνθυπήνεγκεν, "ἐξ ὧν γενήσονται καὶ παῖδες ὑμῖν οὐ μετὰ μακρόν." τούτοις πεισθέντες οἱ ἐκ τῆς Ἄγαρ τήν τε νῆσον ὑφ’ ἑαυτοὺς ἐποιήσαντο καὶ τοὺς αὐθιγενεῖς ἐδουλώσαντο. ὅτε καὶ Κύριλλος ὁ Γορτύνης ἐπίσκοπος ἀθλήσας ὑπὲρ Χριστοῦ μαρτυρίου κεκόμιστο στέφανον. Θανούσης δὲ τῆς συζύγου τῷ βασιλεῖ ἐκεῖνος ὑπεκρίνετο μὲν ἐς τὸ προφανὲς δευτέροις ὁμιλῆσαι γάμοις μὴ βούλεσθαι, κρύβδην δὲ πρὸς τοὺς ἐξόχους τῆς γερουσίας διεπέμπετο ἀξιοῦσθαι παρ’ αὐτῶν ἑτέραν τοῦ βίου κοινωνὸν εἰσοικίσασθαι. καὶ ἡ σκῆψις ὡς εὐπρεπής· δεινὸν γὰρ ἔφασαν εἶναι ἡμᾶς μὲν βασιλεύεσθαι παρὰ σοῦ, τὰς δ’ ἡμῶν συνοίκους βασιλίδος στερίσκεσθαι. ὁ δὲ πρότερον μὲν ἀκκιζόμενος τὴν ἀξίωσιν οὐ προσίετο· λιπαρούντων δ’ ἐκείνων πίστεις ἐξ αὐτῶν ἀπῄτει, εἰ βούλοιντο ἀγαγέσθαι αὐτὸν βασιλίδα, ὡς καὶ μετὰ θάνατον αὐτοῦ βασίλισσαν ταύτην ἕξουσι καὶ τὰ ἐκ ταύτης αὐτῷ φυησόμενα ὡς βασιλέας τιμήσουσι. ταῦτα δὲ τῶν τῆς συγκλήτου ἐγγράφως αὐτῷ ἐπαγγειλαμένων, κἀκεῖνος αὐτοῖς προσεποιήσατο πείθεσθαι καὶ εἰσοικίζεται γυναῖκά τινα, θυγατέρα λεγομένην γενέσθαι τοῦ βασιλεύσαντος Κωνσταντίνου, ὃν ἡ μήτηρ, ὡς ἤδη ἔμπροσθεν εἴρηται, ἐξετύφλωσεν. ἦν δ’ αὕτη κεκαρμένη πρὸ πλείονος καὶ ἐν τῇ νήσῳ τῇ Πρίγκιπος ταῖς ἀσκουμέναις ἐκεῖ μοναχαῖς ἐκ πρώτης τριχὸς συγκατείλεκτο, καὶ ἡ κλῆσις τῇ γυναικὶ Εὐφροσύνη. Τοῦ πατριάρχου δὲ Θεοδότου θανόντος, ὃς ἓξ ἔτη ἀσεβῶς τῆς ἐκκλησίας ἐκράτησεν, Ἀντώνιος προεχειρίσθη, ᾧ Κασσυματᾶς τὸ ἐπώνυμον· καὶ οὗτος δὲ τὴν περὶ τὴν πίστιν δόξαν διέστραπτο. Ὁ μέντοι βασιλεὺς στόλον ἐκπέμπει κατὰ τῶν τὴν Κρήτην κατασχόντων Ἀγαρηνῶν. ἥττητο δέ, καὶ οἱ περιλειφθέντες ἐπανῆλθον τῆς ἥττης αὐτάγγελοι. εἶτ’ αὖθις ἕτερον πολὺ ναυτικὸν ἑτοιμασάμενος ἔστειλε, τούτῳ στρατηγὸν ἐπιστήσας τὸν Κρατερόν, ὃς συμβαλὼν τοῖς ἐν Κρήτῃ Ἀγαρηνοῖς πρότερον μὲν εὐτύχησε, πολλοὺς ἐκείνων καὶ ζωγρήσας καὶ ἀνελών. εἶτα τῇ νίκῃ τεθαρρηκὼς κἀκεῖνος καὶ ὁ ὑπ’ ἐκεῖνον λαός, ὡς ἤδη τῶν ἐναντίων ἐκνενευρισμένων καὶ μὴ ἄν ποτε προσβαλεῖν αὐτοῖς τολμησόντων, ἀνέσει ἑαυτοὺς καὶ πότοις ἐξέδωκαν ἀφυλάκτως καὶ ὕπνωττον κατὰ τὴν νύκτα ἐκείνην σὺν ῥᾳστώνῃ πολλῇ. ἅπερ κατανοήσαντες οἱ πολέμιοι νυκτὸς αὐτοῖς ἐπῆλθον μετὰ μεγίστου ἀλαλαγμοῦ καὶ πάντας διέφθειραν, ὡς μικροῦ μηδ’ ἄγγελον περιλειφθῆναι τῆς συμφορᾶς. καὶ αὐτὸς γὰρ ὁ τοῦ στόλου ἐξάρχων ὁ Κρατερὸς ἐν πλοίῳ ἐμπορικῷ φυγὰς ἀπιὼν κατελήφθη καὶ ἀνεσκολοπίσθη. ἕτερος δέ τις αὖθις Ὠορύφας καλούμενος ναυτικὸν πιστευθεὶς ἕτερον ἐπῄει τὰς νήσους καὶ ταῖς πειρατικαῖς ναυσὶ τῶν Ἀγαρηνῶν συνεπλέκετο καὶ τὴν τούτων ῥύμην τὴν πρὸς προνομὴν ἀνέκοπτε καὶ τοὺς ἐν Κρήτῃ τοῦ προτέρου θράσους ἀνέστειλε. Καὶ κατὰ Σικελίαν δὲ στάσις ἑτέρα κεκίνητο. ἀνὴρ γάρ τις Εὐφήμιος λαοῦ κατάρχων τινὸς ἔρωτι περιμανεῖ μοναζούσης ἐλήφθη τινός, καὶ ταύτην ἅρπαγμα τίθεται. ἐζήτει τοίνυν τοῦτον ὁ στρατηγός, διὰ τὸ ἁμάρτημα κολασθησόμενον. ὁ δὲ διὰ τοῦτο τῷ τῆς Ἀφρικῆς ἀμηρᾷ φυγὼν προσελήλυθε καί οἱ προδοῦναι τὴν Σικελίαν ὑπισχνεῖτο καὶ φόρους αὐτῷ παρέχειν πολλούς, εἰ βασιλεὺς ἀναρρηθείη Ῥωμαίων. καὶ ὁ μὲν τὴν ἔφεσιν ἐκείνου πληροῖ καὶ δύναμιν αὐτῷ δίδωσι βαρεῖαν. ὁ δ’ Εὐφήμιος αὐτῷ τὴν Σικελίαν προδίδωσι· καὶ ἡ μὲν ὑπὸ τοὺς Ἀγαρηνοὺς τὸν τρόπον τοῦτον ἐγένετο. ὁ δ’ Εὐφήμιος οὐ μετὰ μακρὸν δίκην ἐκτίνει τῆς οἰκείας παρανομίας καὶ ἀπονοίας καὶ στερίσκεται τῆς ζωῆς, ἀναιρεθεὶς βιαιότατα. Ὁ βασιλεὺς δὲ Μιχαὴλ ἐπὶ ἔτη ὀκτὼ καὶ μῆνας ἐννέα ἀπολαύσας τῆς βασιλείας νεφρίτιδι νόσῳ καὶ ἐπισχέσει τῶν οὔρων ἢ δυσεντερίᾳ λέγεται γὰρ καὶ ἄμφω κατέστρεψε τὴν ζωήν, τῷ υἱῷ Θεοφίλῳ τὴν βασιλείαν καταλιπών. ἐπ’ ἐκείνου δὲ καὶ ἡ Δαλματία τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀφηνίασε. λέγεται δὲ καὶ ἀρχαῖον εἶναι χρησμὸν οὑτωσί πως περιέχοντα· ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. καὶ ἦν ὡς ἀληθῶς ἐκεῖνος λίαν φιλοχρυσότατος. Αὐταρχήσας δὲ ὁ Θεόφιλος πρῶτον ἐποιήσατο ἔργον τὴν κόλασιν τῶν τῷ πατρὶ αὐτοῦ συναραμένων εἰς τὸ τῆς βασιλείας τυχεῖν καὶ ἀνελόντων τὸν Λέοντα. καὶ ἵνα μή τις αὐτῶν διαλάθοι, ἀθροίσας τὴν γερουσίαν ἅπασαν περὶ τὰ βασίλεια, ἐντολὴν ἔφη πληροῦν πατρικήν. ἐκεῖνον γὰρ βούλεσθαι μὲν ἀξίως ἀμείψασθαι τοὺς συνεργοὺς καὶ συμπράκτορας τῆς βασιλείας αὐτῷ, μὴ μέντοι καιρὸν ἐσχηκέναι ἐπιτελὲς ποιῆσαι τὸ βούλευμα, πρότερον μὲν πολέμοις ἀπασχολουμένῳ, εἶτα νοσήσαντι καὶ τὸν βίον ἐκλελοιπότι. ἐντείλασθαι δέ οἱ τὴν ὀφειλὴν αὐτοῖς ἀποδοῦναι φιλότιμον. καὶ προετρέπετο τοῖς τῷ πατρὶ ἐπὶ τῇ καθαιρέσει τοῦ Λέοντος συμπονήσασι τῶν ἄλλων διακριθῆναι. οἱ δὲ μὴ συνέντες τὸ σκαιωρούμενον ἰδίᾳ στάντες "ἡμεῖς ἐσμέν" εἶπον "οἱ τῷ πατρὶ τῷ σῷ συμμαχήσαντες." καὶ ὃς αὐτίκα τὸ τῆς ὑποκρίσεως περιελὼν προσωπεῖον καὶ "ἱνατί τῷ χριστῷ κυρίου φονίους ἐπηνέγκατε χεῖρας" ἔφη "καὶ οὐ μόνον ἀνθρωποκτόνοι γεγόνατε, ἀλλὰ καὶ βασιλέως αὐτόχειρες;" αὐτίκα τοίνυν ἐπιστραφεὶς πρὸς τὸν ἔπαρχον "τούτους" εἶπε "παραλαβὼν ἀπόδος αὐτοῖς ἀξίας ἀμοιβὰς τοῦ τολμήματος." καὶ οἱ μὲν παρὰ τοῦ ἐπάρχου κολασθέντες ἀνδροφόνων ἔδοσαν δίκας. ὁ Θεόφιλος δὲ καὶ τὴν μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὴν προτέραν αὐτῆς μονὴν ἐν τῇ τοῦ Πρίγκιπος νήσῳ ἀπήγαγε, μηδὲν ἀποναμένην τῶν ὅρκων, οὓς ὁ Μιχαὴλ περὶ αὐτῆς ἐκ τῆς συγκλήτου ἀπῄτησε. Γυναῖκα δ’ ἑαυτῷ εἰσοικίσασθαι βουληθεὶς ὁ Θεόφιλος, πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ Εἰκασία, παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερφέρουσα καὶ λόγοις ὡμιληκυῖα καὶ τὸ γένος ἐπίσημος. περιῄει γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν, ἵν’ αὐτὸ ἐπιδῷ τῇ δοξάσῃ αὐτῷ ἀρεστῇ· ἐπεὶ δὲ ἦλθε κατὰ τὴν Εἰκασίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη "ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα." ἡ δ’ ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυθήματος εὐστόχως πως ἀπεκρίνατο "ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω." ὁ δὲ καταβροντηθεὶς ὥσπερ τῷ τῆς παρθένου λόγῳ τὴν μὲν παρῆλθε, τὸ μῆλον δὲ τὸ χρυσοῦν τῇ ἐκ Παφλαγονίας Θεοδώρᾳ παρέσχετο. ἡ δ’ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης κλῆσιν ἔσχεν ἐπίκλησιν, καὶ ἐν αὐτῇ μονάσασα ἑαυτῇ ἔζη καὶ τῷ θεῷ, τῆς λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα ἐκείνης εὑρίσκονται εὐπαιδευσίας χαρίτων οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ’ ἑαυτὴν καὶ ἀτευκτήσασα βασιλέως φθαρτοῦ τῷ παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βασιλείας τὴν ἐπουράνιον ἐκληρώσατο. ὁ βασιλεὺς δὲ Θεόφιλος τὴν Θεοδώραν ἑαυτῷ συνοικίζει καὶ ὁμοῦ ταύτην καὶ τῷ γαμηλίῳ στεφάνῳ καὶ τῷ βασιλικῷ ταινιοῖ διαδήματι καὶ τοὺς γάμους τελεῖ. Δικαιοσύνην δὲ μετιὼν τοῖς ἀδικοῦσιν ἦν ἐπαχθὴς καὶ κολαστὴς αὐτῶν ἀπαραίτητος. ἑκάστης οὖν ἑβδομάδος ἀπῄει διὰ τῆς ἀγορᾶς ἔφιππος μετὰ δορυφορίας βασιλικῆς εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν. εἰ γὰρ καὶ ταῖς θείαις εἰκόσιν τιμὴν οὐκ ἔνεμεν, ἀλλά γε τῷ σωτῆρι Χριστῷ καὶ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. ἀπιὼν οὖν καὶ οὕτω δημοσιεύων παρεῖχεν ἑαυτὸν τοῖς προσιοῦσιν εὐπρόσιτον καὶ περὶ τῶν ὠνίων ἐφρόντιζε καὶ ὅπως ἕκαστον τούτων πιπράσκεται ἐπολυπραγμόνει καὶ ἐπυνθάνετο. καὶ εἰ πολλοῦ τινα πιπρασκόμενα εὕρισκε, τὸν ἔπαρχον περὶ τούτου ἀνέκρινε καὶ ἢ καταγινώσκων αὐτοῦ ἔπαυε τῆς ἀρχῆς ἢ ἐπιπλήττων διώρθου. οὕτω γοῦν ποτε διιόντι αὐτῷ προσῆλθε γυνὴ ἀδικεῖσθαι λέγουσα παρὰ τοῦ δρουγγαρίου τῆς βίγλας οὗτος δ’ ἦν σύγγονος τῆς Αὐγούστης, καλούμενος Πετρωνᾶς, οἰκεῖν γὰρ αὐτῷ ἐν γειτόνων, τὸν δὲ τὰς ἑαυτοῦ διαίτας ὑψοῦντα τῇ αὐτῆς οἰκίᾳ ἐπισκοτεῖν. ἡ μὲν οὖν ταῦτα ἐπενεκάλει τῷ Πετρωνᾷ· ὁ δὲ πρὸς τοῦ βασιλέως μετακληθεὶς καὶ τί ἂν λέγοι τὸ γύναιον ἐρωτώμενος, ματαιάζειν ἔφη αὐτό. καὶ ὁ βασιλεύς "μηκέτι μου δεηθείη περὶ τούτου" φησί "καὶ οὐκ ἔσται σοι πρὸς καλοῦ." καὶ τῇ γυναικὶ ἐνετείλατο πρὸς τὸν Πετρωνᾶν ἀφικέσθαι καί, εἰ μὴ τὴν βλάβην θεραπευθείη, αὖθις αὐτῷ προσελθεῖν. προσῄει τῷ Πετρωνᾷ ἡ γυνή· ὁ δὲ οὐδὲν αὐτῇ τοῦ κακοῦ θεράπευμα ἔθετο. ἡ δ’ ἀπογνοῦσα δι’ ὄχλου γέγονε καὶ αὖθις τῷ βασιλεῖ· καὶ ὃς αὐτίκα τῶν τῆς συγκλήτου τισὶν ἀπελθεῖν ἐπέταξε καὶ κατασκοπῆσαι εἰ βλάπτοιτο ἡ γυνή. οἱ δὲ ἀπῆλθον εὐθὺς καὶ τὴν βλάβην ἔγνων καὶ ταύτην ἀπήγγειλαν. καὶ ὁ βασιλεὺς ἔτι ἐπ’ ἀγορᾶς προϊών, αὐτοῦ που στάς, γυμνωθῆναι τὸν Πετρωνᾶν καὶ τυφθῆναι καὶ στέρνα καὶ νῶτα προσέταξε, τὰ δ’ ὑπ’ αὐτοῦ δομηθέντα πρὸς βλάβην τῆς γυναικὸς καθαιρεθῆναι καὶ ταύτῃ προσκληρωθῆναι καὶ τὰς ὕλας καὶ τὸν τόπον αὐτόν. τοῦτο μὲν οὖν τοῦ περὶ τὸ δίκαιον ζήλου τοῦ Θεοφίλου εἴρηται γνώρισμα. εἰρήσθω δέ τι καὶ ἕτερον τῆς τε δικαιοπραγίας ἐκείνου καὶ τῆς περὶ τὸ ὑπήκοον προνοίας σημαντικόν. προσώρμισέ ποτε τῷ περὶ τὰ ἀνάκτορα λιμένι φορτὶς βάρει τῶν ἀγωγίμων πεφορτισμένη καὶ τούτῳ μέχρις ἐσχάτου ζωστῆρος καταβεβαπτισμένη. ἔτυχε δὲ προκύψας ὁ βασιλεὺς ἄνωθεν, καὶ θαυμάσας τὴν ναῦν διά τινος τῶν αὐτῷ ἑπομένων τίνος ἂν εἴη ἐπύθετο. ὡς δὲ τῆς Αὐγούστης εἶναι μεμάθηκε καὶ ὡς ἄρτι ἀνήχθη ἐξ ἐμπορίας, ἣν ἐν τοῖς τῆς Συρίας οἱ πρὸς τῆς βασιλίσσης σταλέντες ἐποιήσαντο μέρεσιν, εἴ τι μὲν τοῖς τοῦ πληρώματος τῆς νηὸς πρόσεστιν, ἐξενεγκεῖν αὐτοῖς αὐτίκα ἐκέλευσε, τῶν δὲ τῆς Αὐγούστης ἅψασθαι μηδενός. ὡς δὲ τοῦτο γέγονε καὶ τοὺς ἄνδρας ἐκεῖθεν ἀπήλασεν, ὑγρὸν κατ’ αὐτῆς ἐπήνεγκε πῦρ καὶ αὐτόφορτον κατενέπρησε καὶ τῇ βασιλίσσῃ ἐλοιδορήσατο, "βασιλέα με" λέγων "ἀναδείξαντος τοῦ θεοῦ, σὺ βιάζῃ ποιῆσαί με ναύκληρον. ἴσθι δὲ ὅτι τοῖς ἰδιώταις τὸ ἐμπορεύεσθαι προσκεκλήρωται, ἵν’ ἐκεῖθεν τὰς πρὸς τὸ ζῆν πορίζοιντο ἀφορμάς. εἰ δ’ ἡμεῖς μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι πειρώμεθα, πόθεν ἂν οἱ τῆς τύχης τῆς ἰδιώτιδος τὰ ζωαρκῆ συμπορίσαιντο;" Τῇ δὲ βασιλίσσῃ πατρὶς ἦν ἡ χώρα τῶν Παφλαγόνων, πατέρες δ’ αὐτῇ Μαρῖνος καὶ Θεοκτίστη τῶν εὖ γεγονότων ἐν τῇ χώρᾳ τῇ κατ’ αὐτούς, εὐσεβεῖς δὲ ἄμφω καὶ τῶν σεβασμίων εἰκόνων προσκυνηταί. τῆς δὲ Θεοδώρας τῷ βασιλεῖ συζυγείσης καὶ ἡ μήτηρ αὐτῆς Θεοκτίστη, ἣ καὶ Φλωρῖνα ἐπωνομάζετο, ζωστὴ καὶ πατρικία τετίμητο. ᾤκει δὲ κατὰ τὴν μονὴν τῶν Γαστρίων, ὡς δέ τινες λέγουσι καὶ τὴν μονὴν αὐτὴν ἐκείνη ἐδείματο. ὡς γοῦν πρὸς μάμμην ἀπήγοντό ποτε πρὸς αὐτὴν τὰ τοῦ βασιλέως θυγάτρια, ἦσαν δὲ πέντε, καὶ αἱ κλήσεις ἐκείνων αὗται, Θέκλα καὶ Ἄννα, Ἀναστασία τε καὶ σὺν Πουλχερίᾳ Μαρία. ἡ δὲ δωρήμασι τὰς παῖδας ἐδεξιοῦτο καὶ ἰδίᾳ παραλαμβάνουσα παρῄνει τὰς ἁγίας εἰκόνας σεβάζεσθαι, καὶ ἐκ κιβωτίου σεβάσμια ἐκφέρουσα ἐκτυπώματα προσκυνεῖν αὐτὰ παρεσκεύαζε τὰς θυγατριδᾶς καὶ ἀσπάζεσθαι, καὶ ταῖς κεφαλαῖς αὐτῶν ἐπετίθει καὶ ταῖς προσόψεσι. καί ποτε ἐκεῖθεν ἐπανηκούσας τὰς παῖδας ἠρώτα ὁ βασιλεὺς τί παρὰ τῆς μάμμης αὐταῖς γένοιτο καὶ τίνα παρ’ ἐκείνης αὐταῖς λέγοιτο. αἱ μὲν οὖν λοιπαὶ ἐσιώπων, ἡ Πουλχερία δὲ νηπιάζουσα ἔτι τἄλλα τε διηγεῖτο ψελλιζούσῃ φωνῇ καὶ προσεπῆγεν ὡς εἴη τῇ μάμμῃ νινία ἐν κιβωτίῳ, τὰς εἰκόνας οὕτω καλοῦσα, "καὶ ταῦτα τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι καὶ ἀσπάζεσθαι δίδωσιν." ἐντεῦθεν τὰς σεπτὰς εἰκόνας γνοὺς διδάσκεσθαι προςκυνεῖν τὰς αὐτοῦ θυγατέρας παρὰ τῆς μάμμης, οὐκέτι πρὸς αὐτὴν ἀπάγεσθαι τὰς παῖδας παρακεχώρηκεν, ἕτερον δὲ οὐδὲν λυπηρὸν εἰς τὴν Θεοκτίστην εἰργάσατο, αἰδούμενος ἐκείνην διὰ τὸ κῆδος καὶ πλέον διὰ τὴν ἀρετήν, ἣ καὶ πολλάκις ἤλεγχε τοῦτον, ὅτι τοὺς ὀρθοδόξους ἐκόλαζε καὶ ταῖς ἱεραῖς εἰκόσιν ἐνύβριζε, καὶ διὰ ταῦτα ἀπεχθῶς διακεῖσθαι πρὸς αὐτὸν ἐπληροφόρει πᾶν τὸ ὑπήκοον. τοιοῦτον δή τι καὶ περὶ τὴν βασιλίδα ἐγένετο. ἦν τι παρὰ τοῖς ἀνακτόροις ἀνθρώπιον καὶ τοῦ νοῦ πάσχον καὶ τῆς γλώσσης παρακοπήν, καὶ ἦν οἷον ἄθυρμά τι τῷ βασιλεῖ· τῷ δὲ τοιούτῳ τυγχάνοντι ἦν καὶ ἡ γυναικωνῖτις βατή. καί ποτε τὸν τῆς Αὐγούστης εἴσεισι θάλαμον· ἡ δ’ ἔτυχε τότε ἁγίας εἰκόνας ἀσπαζομένη καὶ προσκυνοῦσα ἐτίμα γὰρ διαφερόντως ἀγνοίᾳ τοῦ ξυνευνέτου, τὸ δ’ ἀνθρωπάριον ἐκεῖνο τὰ θεῖα θεασάμενον ἐκτυπώματα, "τί ταῦτα;" ἤρετο τὴν βασίλισσαν. ἡ δὲ ἀφελῶς πως πρὸς ἐκεῖνο "ταῦτα" εἶπε "τὰ καλά μου νινία." ἐκεῖθεν οὖν ἐξελθὸν τὸ παράφορον ἐκεῖνο ἀνδράριον εὗρε τὸν Θεόφιλον ἑστιώμενον. ἤρετο οὖν ὁ βασιλεὺς αὐτὸν ὅθεν ἥκει. ὁ δὲ παρὰ τῇ μάννᾳ πορευθῆναι ἀντέφησεν οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν καὶ ἔχειν αὐτὴν ἔλεγε νινία καλά. εἰκόνας οὖν εἶναι τὰ νινία ὑποτοπήσας ὁ βασιλεὺς ἐξώργιστο καὶ πρὸς τὴν βασιλίδα πνέων θυμοῦ καὶ ὕβρεις ἐκείνης κατέχεε καὶ εἰδωλολάτριν ὠνόμαζε, τὰ εἰρημένα παρὰ τοῦ Δένδερι διηγούμενος· οὕτω γὰρ τὸ παρακεκομμένον ἐκεῖνο ἐκαλεῖτο ἀνθρώπιον. ἡ δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο· "οὐ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερις" ἔλεγεν, "ἀλλὰ τῷ κατόπτρῳ μου ἐνατενιζούσης τὰς ἐκεῖθεν ἀντανακλωμένας ἑώρα μορφὰς καὶ ταύτας νινία ὠνόμασεν." οὕτω πιθανῶς τὸν λόγον συμπλάσασα τὴν ὀργὴν τοῦ βασιλέως ἐμάλαξε καὶ τὸν θυμὸν κατεστόρεσεν. Ἦν δὲ τοῖς εὐσεβέσι λίαν βαρύς, σπεύδων πάντας τῆς οἰκείας δυσσεβείας ποιήσασθαι κοινωνούς, καὶ ὥσπερ τοῦ δικαίου διάπυρος ἦν ζηλωτής, οὕτω καὶ τῆς εὐσεβείας, ὡς ἐκείνῳ ἐδόκει, καὶ ἀποστῆσαι τῆς τῶν εἰκόνων τιμῆς ἐφιλονείκει περιμανῶς τὸ ὑπήκοον. ἐντεῦθεν ἐκόλαζε πλείστους, τῆς εἰδωλομανίας, ὡς ἔλεγεν ἀκολάστῳ γλώσσῃ, αὐτοὺς ἀφιστῶν, καὶ πολλοὺς εἰργάσατο ὁμολογητάς. Ἰωάννην δὲ τὸν σύγκελλον, ὃς αὐτοῦ διδάσκαλος γέγονε καὶ τῆς δυσσεβείας ἦν κοινωνός, πρὸς τοὺς Ἀγαρηνοὺς ἐξαπέστειλεν, ἐπιδείξασθαι σφίσι τὸν πλοῦτον τῆς βασιλείας Ῥωμαίων βουλόμενος. στέλλει δ’ αὐτὸν σὺν χρήμασι μάλα πολλοῖς, ὧν τὰ μὲν δῶρα πέπομφε τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ, τὰ δὲ εἰς ὑπηρεσίαν τῷ πεμφθέντι ἀπένειμεν, ἐν οἷς καὶ διττὰ ἐτύγχανον χερνιβόξεστα χρύσεά τε καὶ διάλιθα καὶ τέχνης ἀκριβοῦς ἐνδεικνύμενα χάριτας. τούτων δὲ πάντων ἐπέκεινα λέγεται δοῦναι αὐτῷ καὶ χρυσοῦ χαράγματος κεντηνάρια τεσσαράκοντα, ἵν’ ἔχοι δωρεῖσθαι τῶν Ἀγαρηνῶν οἷς βούλοιτο φιλοτίμως καὶ δαψιλῶς κἀντεῦθεν τοὺς βαρβάρους ἐκπλήττοι, λογιζομένους ὡς εἰ τοσοῦτον οἱ τοῦ ἄνακτος εὐποροῖεν, αὐτὸς ἐκεῖνος πόσου ἂν εἴη κύριος πλούτου. ἀφικόμενος οὖν εἰς τὴν τοῦ Βαγδᾶ πόλιν ὁ σύγκελλος αὕτη δ’ ἐστὶν ἡ παλαιὰ Βαβυλών καὶ τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ εἰς θέαν ἐλθὼν καὶ διαλεχθεὶς καὶ τὰ ἐκ βασιλέως δῶρα προσαγαγών, καὶ διὰ ταῦτα καὶ διὰ τὴν τοῦ λόγου δύναμιν ἦν γὰρ εἰς διάλεξιν περιδέξιος καὶ ἐτιμᾶτο καὶ ἐθαυμάζετο. πλέον δ’ ἐξεθάμβησε τοὺς βαρβάρους φιλοτιμότατα πρὸς αὐτοὺς διακείμενος. εἰ γάρ τινες ἐκείνῳ προςῄεσαν ἢ παρὰ τοῦ σφετέρου στελλόμενοι ἄρχοντος ἢ κατά τινα χρείαν ἄλλην, χρήμασιν αὐτοὺς ἐδεξιοῦτο μεγάλοις, ὡς καὶ χαίρειν καὶ τεθηπέναι τοὺς ταῦτα λαμβάνοντας. ὁμέστιον δέ ποτε τοῦτον τοῦ ἀμερμουμνῆ ποιουμένου, τὸ ἓν τῶν χρυσῶν ἐκείνων χερνιβοξέστων εἶχεν ἐκεῖ, ὕδωρ αὐτῷ ἐπιχέων κατὰ χειρός· τοῦτο γοῦν ἀμελῶς κείμενον οὕτω γὰρ ποιῆσαι τοῖς αὐτοῦ θεράπουσιν ἐνετείλατο, ἵν’ ἀπόληται παρά του ἐκλάπη. ὡς δὲ ζητούμενον οὐκ ἦν, οἱ βάρβαροι θροῦν ἤγειραν, καὶ τὸ πολύτιμον ἐκείνου καὶ τὸ κάλλος θαυμάζοντες. ὁ δὲ μὴ μέλειν αὐτῷ περὶ τοῦ ἀπολομένου εἰπὼν τοῖς μὲν βαρβάροις ἔκπληξιν ἐνεποίησε, τοιούτου χρήματος καὶ ἀφροντιστοῦντα ὁρῶσιν αὐτόν, τοῖς δ’ ἑαυτοῦ θεράπουσι τὸ ἕτερον ἐνεγκεῖν προετρέπετο, ὃ κομισθὲν εἰς πλέον θάμβος τοὺς βαρβάρους ἐνῆκεν. ἀντιφιλοτιμούμενος δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς πολλοῖς τὸν Ἰωάννην ἐδεξιοῦτο δωρήμασι καὶ ἐπὶ πᾶσιν αὐτῷ αἰχμαλώτους παρέσχετο ἑκατόν, ἀμφιάσας αὐτοὺς λαμπροτέροις ἐσθήμασιν. ἐπανελθὼν οὖν ἐκεῖθεν ὁ Ἰωάννης καὶ τῷ βασιλεῖ τὰ ἐκεῖ διηγούμενος καὶ τῶν ἀρχικῶν οἰκιῶν σχήματά τε καὶ ποικιλίαν, εἰς ἔρωτα κεκίνηκε τοιαῦτα δομήσασθαι. καὶ μέντοι ἐπέταξεν ἐν τῷ Βρύαντι δείμασθαί οἱ ἀνάκτορα τοῖς ἐν Συρίᾳ ἐοικότα ἐν ἅπασι· καὶ ὃς ἐπιστατῶν τοῖς τούτων δομήτορσι καὶ σχήματα διδάσκων καὶ μέτρα εὔρους τε καὶ μήκους καὶ ὕψους ταχὺ τὰς οἰκοδομὰς ἐξεπέρανεν. Οὗτος ὁ βασιλεὺς καὶ τὰ πάραλα τείχη τῆς πόλεως πεπονηκότα τότε καὶ ἐκ τῆς τοῦ χρόνου παραρροῆς καὶ ἔκ τινων συμπτωμάτων ἑτέρων ἀνεκαίνισε μεγαλοπρεπῶς, εἰς ὕψος πλέον ἢ πρότερον ἦσαν ἐπάρας αὐτά· καὶ ξενῶνα μέγιστον εἰς ὄνομα οἰκεῖον ἀνήγειρεν, ἐν τόπῳ οὗ πρότερον ἦν ἑταιρουσῶν γυναικῶν καταγώγιον. Ἦν δὲ καὶ περὶ τὰ ἀφροδίσια ἐγκρατής, ὡς ἅπαξ ποτὲ ἔρωτι παιδίσκης ἁλῶναι ὑπηρετουμένης τῇ βασιλίδι τὴν ὥραν διαπρεποῦς, τῆς Θεοδώρας δὲ διὰ τοῦτο ἀλγούσης, ἐπόμνυσθαί φασιν ἐκεῖνον μὴ ἄλλοτε μηδ’ ἑτέρας πεῖραν λαβεῖν γυναικὸς καὶ ἐπὶ τῷ ὀλισθήματι δάκνεσθαι καὶ συγγνώμην ἐξ ἐκείνης αἰτεῖν. ἀλλὰ ταῦτα ἡ περὶ τὰς σεπτὰς εἰκόνας αὐτοῦ μανία εἰς οὐδὲν ἐποίει λογίζεσθαι. ἐλύττα γὰρ ἄντικρυς καὶ πλέον ἐμεμήνει τῶν πρὸ αὐτοῦ καὶ ὠμότερος τῶν τιμητῶν τῶν ἱερῶν ἐκτυπωμάτων ἦν κολαστής, ἀλλὰ μὴν καὶ τῶν γραφαῖς τυπούντων αὐτά. ὅθεν καί τινα μοναχὸν Λάζαρον, περιβόητον ὄντα τηνικαῦτα περὶ τὴν γραφικήν, ἀπηνῶς αἰκισάμενος καθεῖρξεν εἰς δεσμωτήριον· ὡς δὲ ἐκ τῶν πληγῶν ἐκεῖνος ῥαί̈σας αὖθις τὰς χεῖρας ἁγίων εἰκόνων ἐδίδου γραφαῖς, πέταλα ὁ τύραννος ἐκέλευσεν ἐκπυρωθέντα σιδήρεα τοῖς τοῦ Λαζάρου ἐπιτεθῆναι καρποῖς, ἵνα μὴ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ οἱ εὐσεβοῦντες ἔχοιεν προσκυνεῖν. ὁ μὲν οὖν ὑπέστη ταύτην ὑπὲρ τῶν σεβαστῶν εἰκόνων τὴν κόλασιν, ἐψεύσθη δὲ τῶν ἐλπίδων ὁ τύραννος. λέγεται γὰρ μετὰ τὴν κόλασιν τῆς εἱρκτῆς ἐκβληθεὶς ὁ ὁμολογητὴς ἐκεῖνος, ἔτι τὰς πληγὰς φέρων ἐν ταῖς χερσί, τῆς θείας χάριτος συνεφαπτομένης αὐτῷ εἰκόνας διαχαράξαι σεπτάς, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τὸ ἐν τῇ Χαλκῇ τοῦ σωτῆρος ἐκτύπωμα γράψαι, καὶ οἷον ἄρτι ὁρᾶται, ἀναστηλῶσαι αὐτό, τῆς πρῴην οὔσης θείας εἰκόνος ἐκεῖ πάλαι ἀποξεσθείσης. οὗτος καὶ τοὺς αὐταδέλφους ἄμφω καὶ ὁμολογητὰς τὸν Θεοφάνη καὶ τὸν Θεόδωρον, ἐλέγξαντας τὴν ἐκείνου δυσσέβειαν ἐκ χρήσεων προφητικῶν τε καὶ γραφικῶν, πρῶτον μὲν σφοδρῶς κατῃκίσατο, εἶτα καὶ τὰς ὄψεις αὐτῶν κατέστιξε καὶ ταῖς στιγμαῖς μέλαν ἐπέχεε, γράμματα δ’ ἐτύπουν τὰ στίγματα· τὰ δ’ ἦσαν ἴαμβοι οὗτοι· πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. πολλοὺς δὲ καὶ ἄλλους ὁ διώκτης οὗτος ἀνέδειξεν ὁμολογητὰς καὶ τέλει μαρτυρικῷ παραδέδωκεν, οὓς ἀπαριθμεῖν ἑτέρας ἂν εἴη πραγματείας καὶ ἄλλου καιροῦ. Ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδεῖν· λέγονται μὲν οὖν καὶ ἕτερα ἐκείνου ποιήματα, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ κατὰ βαϊοφόρον ᾀδόμενον στιχερὸν τὸ "ἐξέλθετε, ἔθνη, ἐξέλθετε καὶ λαοί." Πέντε δὲ θυγατέρων πατὴρ γεγονὼς παιδὸς ἔτι οὐκ ἔτυχεν ἄρρενος· τῶν δὲ θυγατέρων ὑπερηγάπα τὴν νεωτέραν Μαρίαν ὠνομασμένην, ἐφ’ ᾗ καὶ κηδεστὴν ἐποιήσατο Ἀλέξιον τὸν λεγόμενον Μωσηλέ, ἄνδρα ἐξ Ἀρμενίων τοῦ γένους τῶν Κρινιτῶν, ἐν ἀκμῇ τῆς ἡλικίας καὶ τὴν ὄψιν χαρίτων μεστόν, ὃν πρότερον μὲν ἄλλοις ἐτίμησεν ἀξιώμασιν, εἶτα ἀνεῖπε καὶ Καίσαρα. συνάψας δ’ ἐκεῖνον τῇ θυγατρὶ καὶ οὕτω τιμήσας σὺν στρατεύμασι πρὸς Λογγιβαρδίαν ἐξέπεμψεν. οὕτω δὲ ὑψωθεὶς οὐκ ἔμελλε τὸν φθόνον φυγεῖν. διεβέβλητο γοῦν πρὸς τῶν βασκαινόντων ὡς τῆς βασιλείας ἐρῶν· οὐκ ἔδρα δὲ κατὰ τοῦ Καίσαρος ἡ διαβολή, ἕως ἡ τοῦ βασιλέως θυγάτηρ τοῖς ζῶσιν ἠρίθμητο. ἐπεὶ δ’ υἱὸς ὁ Μιχαὴλ ἐτέχθη τῷ βασιλεῖ καὶ ἡ τοῦ Καίσαρος ἐτεθνήκει εὐνέτειρα, ἐκεῖνος εὐθὺς μετετάξατο, καὶ κείρεται μὲν τὴν τρίχα ἑκών, ἀμφιέννυται δὲ τριβώνιον καὶ τοῖς μονάζουσι κατατάττεται καὶ τὸ τοῦ Ἀνθεμίου λεγόμενον ἐδείματο ἀσκητήριον, ἐν ᾧ διάγων τὸν βίον κατέλυσε καὶ ἐτάφη ἐκεῖ. Τῶν δὲ Ἀράβων ταῖς Ῥωμαϊκαῖς ἐπελθόντων χώραις ὁ Θεόφιλος ἐξεστράτευσε κατ’ αὐτῶν, ἔχων μεθ’ ἑαυτοῦ τὸν Θεόφοβον καὶ τὸν Μανουήλ. τὼ δ’ ἤστην ἄνδρε καὶ γενναίω καὶ ἀγαθὼ τὰ πολεμικά, ὧν ὁ μὲν Μανουὴλ δῆλος ἅπασιν ἦν καὶ τοῖς ἐναντίοις αὐτοῖς πολλάκις τε στρατηγήσας καὶ πρωτοστράτωρ τοῦ βασιλέως Μιχαὴλ τοῦ Ῥαγγαβὲ γεγονώς. ὁ δὲ Θεόφοβος γένους μὲν κατήγετο Περσικοῦ, ἐτράφη δ’ ἐν τῇ βασιλίδι τῶν πόλεων καὶ παρ’ αὐτῇ διῆγεν, ἀφανὴς ὢν καὶ μηδὲ γινωσκόμενος. λέγεται δὲ τὸν πατέρα αὐτοῦ ἐκ τῆς παρὰ Πέρσαις βασιλικῆς ἐκφῦναι φυλῆς· ἐκλελοιπότων δὲ τοῖς Πέρσαις τῶν ἐκ τοῦ βασιλείου γένους, μαθεῖν αὐτοὺς ὡς ἔστι παρὰ Ῥωμαίοις ἀνὴρ ἐκ γένους ἕλκων βασιλικοῦ τὴν σειράν, καὶ ἀφικέσθαι ζήτησιν ποιουμένους αὐτοῦ. ὡς δ’ εὑρέθη ζητούμενος, γέγονεν ἐντεῦθεν γνωστὸς καὶ τῷ βασιλεῖ καὶ εἰς μέγα τύχης ἀνήχθη, πατρίκιος τιμηθεὶς καὶ τῇ τοῦ βασιλέως συνοικισθεὶς ἀδελφῇ. τούτοις οὖν τοῖς εἰρημένοις ἀμφοῖν ἀνδράσι πεποιθὼς ὁ Θεόφιλος ἀντεπῆλθε τοῖς ἐναντίοις. ὡς οὖν ἀλλήλων ἄγχιστα ἐπήξαντο τοὺς χάρακας τὰ στρατεύματα, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς Ἰμβραήλ, ἕνα τῶν ὑπ’ αὐτὸν στρατηγῶν μετὰ λαοῦ μυριάδων ὀκτὼ εἰς ἀντιπαράταξιν τοῦ Ῥωμαϊκοῦ στρατεύματος καταλελοιπώς, αὐτὸς μετὰ τῶν ἄλλων ἀνεχώρησεν, ἢ δειλαινόμενος ἢ ἀλαζονευόμενος. συμβαλόντων δὲ τῶν στρα- τευμάτων πολλοὶ μὲν ἑκατέρωθεν ἔπιπτον, τέλος δὲ πρὸς ὑπαγωγὴν ἐκλίθησαν αἱ σχολαί, καὶ κἂν ἥλω καὶ ὁ βασιλεὺς αὐτός, εἰ μὴ Θεόφοβος μετὰ τοῦ περὶ αὐτὸν Περσικοῦ στρατεύματος καὶ χειρὶ ἐβοήθησε καὶ στρατηγήματι τοὺς τῆς Ἄγαρ κατεσοφίσατο. τότε μὲν οὖν ἐπανέζευξεν ἐς τὴν Κωνσταντίνου ὁ βασιλεύς. Τῷ δ’ ἐφεξῆς αὖθις ἔτει στρατεύει καὶ συμμίξας τοῖς ἐκ τῆς Ἄγαρ ἐπικρατέστερος γίνεται, καὶ πολὺ μὲν πλῆθος αὐτῶν πέπτωκε, πλείους δ’ ἑάλωσαν δορυάλωτοι, ἐν οἷς ἦν καί τις ἀνὴρ τῷ τῶν σχολῶν δομεστίκῳ γνώριμος καὶ μαρτυρούμενος ὑπ’ αὐτοῦ ὡς καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος καὶ εὐφυῶς ἱππαζόμενος καὶ δύο μεταχειριζόμενος δόρατα. θριάμβου τοίνυν ἐπὶ τῇ νίκῃ καταγομένου ἐν ἱππηλασίας ἀγῶνι, τὸν ἐπαινούμενον ἐκεῖνον Ἀγαρηνὸν ἱππάσασθαι καὶ τὰ δύο μεταχειρίσασθαι δόρατα ἐκέλευσεν ὁ κρατῶν. καὶ ὃς ἐπεδείκνυτο κατὰ τὸ κέλευσμα τοῖς ὁρῶσι τὸ ἀμφοτεροδέξιον. καὶ ὁ βασιλεὺς τοῦτον ἐπῄνει τε καὶ ἐθαύμαζεν. ὁ γοῦν Κρατερός Θεόδωρος, ὃς μετ’ ὀλίγον τῷ μαρτυρικῷ κατεκοσμήθη στεφάνῳ, τῶν τεσσαράκοντα δύο μαρτύρων εἷς ὤν, παρεστὼς τότε τῷ Θεοφίλῳ ἐχλεύαζε τὸν Ἀγαρηνόν. ὀργῆς δ’ ἐπὶ τῇ χλεύῃ πλησθεὶς ὁ κρατῶν "σὺ δ’" ἔφη "ὦ θηλυδρία ἐκτομίας γὰρ ὁ Κρατερὸς ἐτύγχανεν ὤν ἐνδείξῃ τοιοῦτόν τι;" καὶ ὁ Κρατερὸς "δύο μὲν δόρατα στρέφειν οὐκ ἤσκησα, ὅτι μηδὲ δεῖ τῇ μάχῃ παιγνίων, ἀλλὰ σπουδῆς, ἓν δὲ μεταχειριζόμενος, σὺν θεῷ δ’ εἰρήσθω, τοῦτον καταβαλῶ." ἐκμανεὶς δ’ ἐπὶ τῷ λόγῳ ὁ βασιλεὺς καὶ ὀμόσας καθ’ ἑαυτοῦ "ἦ μήν" ἔφη "τεθνήξῃ, εἰ μὴ αὐτίκα τοῦτον καταβαλεῖς." ὁ δὲ μὴ ὑπερθέμενος καὶ συνεμαχέσατο τῷ Ἀγαρηνῷ καὶ τοῦ ἵππου κατέβαλε. Πάλιν οὖν τῷ βασιλεῖ στρατεία κατὰ τῶν Ἀγαρηνῶν, καὶ πάλιν μάχη, καὶ τὸ τῆς μάχης τέλος τοῖς Ῥωμαίοις οὐκ ἀγαθόν. μικροῦ γὰρ ἀπήχθη ἂν καὶ ὁ βασιλεὺς δορυάλωτος παρὰ τῶν Ἰσμαηλιτῶν κυκλωθείς. ὡς δ’ ἔγνω τοῦτο ὁ Μανουήλ, ἐμβοησάμενος τοὺς περὶ αὐτὸν μέσον εἰσελαύνει τῶν πολεμίων καὶ τῷ βασιλεῖ φησίν "ἀκολούθει μοι·" ἵστατο γὰρ ἐκ δειλίας ἀπεγνωκώς. ὁ δὲ τὴν δειλίαν ἐπιχρωννύς, μὴ βούλεσθαι φυγεῖν ἔφη καταλιπὼν τὸν λαόν. ἐπεὶ δὲ πολλάκις ἐξελθεῖν τῆς μάχης παρακαλούμενος, ὥσπερ πεπεδημένος τῇ πτοίᾳ εἱστήκει, ὁ Μανουὴλ τὸ ξίφος σπασάμενος "εἰ μὴ ἕποιό μοι" φησίν, "αὐτίκα σε ἀνελῶ· κρεῖσσον γάρ σε θανεῖν ἢ ληφθῆναι τοῖς ἐναντίοις αἰχμάλωτον καὶ τοιοῦτον αἶσχος τῇ πολιτείᾳ Ῥωμαίων περιποιήσασθαι." ταύταις οὖν ταῖς τοῦ Μανουὴλ ἀπειλαῖς μόλις τῆς ἐκ τοῦ φόβου νάρκης λυθεὶς καὶ ἀκολουθήσας αὐτῷ, διεσώθη· ὅθεν σωτῆρα τὸν ἄνδρα ἐκάλει καί οἱ τὰ σῶστρα δαψιλῶς ἀπετίννυεν. οὐκ εἰς μακρὰν δὲ αἱ τῶν βασκάνων γλῶςσαι τὴν γνώμην τοῦ βασιλέως κατὰ τοῦ Μανουὴλ εἰς τοὐναντίον ἐτρέψαντο. διέβαλον γὰρ αὐτὸν ὡς τυραννίδι ἐπιχειροῦντα, καὶ ἤδη ταῖς διαβολαῖς ἐπέπειστο ὁ Θεόφιλος καὶ τὸν Μανουὴλ ἐκτυφλῶσαι διανενόητο. γνοὺς δ’ ἐκεῖνος τὸ μελετώμενον ἀπέδρα καὶ ἀγχοῦ που γενόμενος τοῖς Ἀγαρηνοῖς δηλοῖ τῷ αὐτῶν ἀρχηγῷ ὅστις ἐστὶ καὶ ὡς, εἰ λήψεται πίστεις μὴ βιασθῆναι τὴν οἰκείαν θρησκείαν ἐξομόσασθαι, προσελεύσεταί οἱ. ὁ δὲ αὐτίκα πίστεις τε δίδωσι καὶ περιχαρῶς αὐτὸν ὑποδέχεται. καὶ ὁ Μανουὴλ ἐκεῖσε γενόμενος καὶ στράτευμα πιστευθεὶς πολλὰς ἀριστείας κατὰ Περσῶν εἰργάσατο καὶ μεγάλα τρόπαια ἔστησε καὶ ἐφιλεῖτο παρὰ τῶν τῆς Ἄγαρ καὶ ἐθαυμάζετο. ὁ δὲ Θεόφιλος καὶ ἐλυπεῖτο διὰ τὸν Μανουὴλ καὶ ἐφρόντιζεν ὅπως αὐτὸν ἐκεῖθεν μετακαλέσεται. πίστεις οὖν αὐτῷ καὶ δι’ ὅρκου καὶ δι’ ἐγγράφου χρυσοσημάντου μετά τινος μοναχοῦ στείλας ἐπανελθεῖν προετρέπετο. καὶ ὃς ἐπανῆλθε, τὸ δ’ ὅπως διηγητέον· ἔστι γὰρ οὐκ ἄχαρι πρὸς διήγησιν. ἐντυχὼν τῷ τὰς πίστεις ἐκ βασιλέως αὐτῷ κομίζοντι μοναχῷ καὶ συνθέμενος ὑποστρέψαι, πρόσεισι τῷ τῶν Ἰσμαηλιτῶν ἀρχηγῷ καὶ αἰτεῖται στράτευμά οἱ δοθῆναι, ἵνα κατὰ τὴν Καππαδοκίαν γενόμενος ἀνταποδοίη τοῖς εἰς τὸν βασιλέα κατειποῦσιν αὐτοῦ ἐκεῖ γὰρ ἔλεγεν οἰκεῖν τοὺς κατηγόρους αὐτοῦ, ἠξίου δὲ τὸν ἀρχηγὸν τῶν Ἀγαρηνῶν καὶ τὸν υἱὸν αὐτοῦ συνεκπέμψαι αὐτῷ, "ἵνα σοι τοῦτον" λέγων "γυμνάσω πρὸς τὰ πολέμια." ὁ δὲ πείθεται καὶ τὸν οἰκεῖον αὐτῷ συνεκπέμπει υἱόν· ἐθάρρει γὰρ τῷ Μανουὴλ καὶ ἐπίστευε. κἀκεῖνος ἀπῄει, καὶ ἤδη τοῖς Ῥωμαϊκοῖς ἐγγίσας ὁρίοις τὸν τοῦ ἄρχοντος τῶν ἐκ τῆς Ἄγαρ υἱὸν συμπαραλαβὼν μετ’ ὀλίγων Σαρακηνῶν ἐξῄει δῆθεν πρὸς κυνηγέσιον, πολλῶν αὐτῷ θεραπόντων συνεπομένων. ὡς γοῦν ἐντὸς χώρας Ῥωμαίων ἐγένετο, τῷ υἱῷ τοῦ Ἰσμαηλίτου περιπλακείς, "σὺ μέν" ἔφη "τέκνον, ὑπόστρεφε πρὸς τὰ σά, ἐγὼ δὲ πρὸς Ῥωμαίους πορεύσομαι." ἐπανελθὼν δ’ εἰς τὴν μεγαλόπολιν περιχαρῶς ἐδέχθη παρὰ τοῦ αὐτοκράτορος καὶ μάγιστρος αὐτίκα τετίμητο· καὶ ἐκ τοῦ ἁγίου βαπτίσματος τὸν τοῦ βασιλέως υἱὸν Μιχαὴλ ἐδέξατο, ὃν ὁ πατὴρ καὶ διαδήματι ἔστεψε καὶ βασιλέα Ῥωμαίων ἀνεῖπε. Τοῦ πατριάρχου δὲ Ἀντωνίου τὴν ζωὴν καταστρέψαντος, ὃς ἔτη τῆς ἐκκλησίας ἐκράτησε δεκατρία, Ἰωάννης, ὃν ὁ λόγος ἤδη προείρηκε διδάσκαλον γενέσθαι τοῦ Θεοφίλου καὶ συναιρεσιώτην, προχειρίζεται πατριάρχης, ὃν καὶ Ἰαννῆν ἐκάλουν οἱ τότε, καὶ διὰ τὴν αἵρεσιν καὶ διὰ γοητείας· ἦν γὰρ αὐταῖς ἐντριβής. τὸν δὲ ἱερώτατον Μεθόδιον, ὃς ὕστερον καὶ τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, μὴ πειθόμενον συνθέσθαι τῇ κακοδοξίᾳ αὐτοῦ, μετὰ μαστίξεις πολλὰς καὶ τῶν σιαγόνων αὐτοῦ σύνθλασιν καὶ τῶν ὀδόντων ἐκρίζωσιν, εἰς τὴν Πάνορμον νῆσον, ἣ νῦν τοῦ Ἀντιγόνου καλεῖται, ὁ δυσσεβὴς ὑπερορίζει Θεόφιλος καὶ ἐντὸς καθείργνυσι μνήματος μετὰ δύο λῃστῶν· ὧν τοῦ ἑνὸς θανόντος, ὅσην ὁ ἅγιος ἐκ τῆς δυσώδους τοῦ τεθνεῶτος ἀποφορᾶς ὑπήνεγκε βίαν καὶ ἀηδίαν οὐκ ἄν τις λόγος ἱκανῶς διαγράψαιτο. ἐκεῖ τοίνυν ἐγκεκλεισμένου τοῦ ἀοιδίμου ἐκείνου πατρός, καὶ οἱ αὐτάδελφοι, ὅ τε Θεοφάνης καὶ ὁ Θεόδωρος, μετὰ τὴν τῶν προσώπων κατάστιξιν ὑπεροριζόμενοι καὶ κατὰ τὸν Κάρτα λιμένα καταλύσαντες διά τινος ἁλιέως συνήθους τῷ Μεθοδίῳ ἐπιστέλλουσι ταῦτα· τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. οἷς πάλιν διὰ τοῦ αὐτοῦ ἁλιέως ὁ ὅσιος ἀνταπέστειλε· τοὺς ταῖς βίβλοισιν οὐρανοῦ κλησιγράφους καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. ἕβδομον δ’ ἔτος διανύσας ἐν τῷ τάφῳ ὁ ἅγιος, εἶτα ἐκβληθεὶς ἐκεῖθεν ἐν τοῖς ἀνακτόροις κατεκέκλειστο, μηδενὸς αὐτὸν ὁρῶντος ἢ μόνου τοῦ ὑπηρετοῦντος αὐτῷ καὶ τοῦ βασιλέως. φιλοπονῶν γὰρ ὁ Θεόφιλος καὶ ἀναγινώσκων ἠρώτα τὸν ἱερὸν Μεθόδιον περὶ ὧν ἀμφιβάλλων ἦν· διὸ καὶ ἐν ταῖς ἀποδημίαις ἀεὶ συνόντα εἶχεν αὐτόν. Ἔαρος δ’ ἐπιστάντος κατὰ τῶν Ἀγαρηνῶν ὁ βασιλεὺς καὶ πάλιν ἦρε τὰ ὅπλα καὶ πολλὰ τῆς Συρίας ἐξεπόρθησε καὶ πόλεων ἐκράτησε καὶ αὐτῆς τῆς Σωζοπέτρας, ἣ πατρὶς ἐτύγχανε τοῦ ἀμερμουμνῆ, καὶ ταῦτα πολλὰ δεομένου ἐκείνου φείσασθαι τῆς πατρίδος αὐτοῦ. ὁ μὲν οὖν βασιλεὺς ἀνέζευξεν εὐτυχῶς. ὁ Θεόφοβος δὲ καταλειφθείς, ὥστε τὰ τῶν στρατευμάτων οἰκονομήσασθαι, ἐπεὶ τὸ τῶν Περσῶν ὑστέρησε σιτηρέσιον στράτευμα γὰρ ἦν τῷ βασιλεῖ Περσικόν, περιαλγησάντων διὰ τοῦτο τῶν Περσῶν, βασιλεὺς παρ’ αὐτῶν ἀνερρήθη καὶ ἄκων, μᾶλ- λον δὲ καὶ παρακαλῶν αὐτοὺς μεθεῖναι τῆς ἀπονοίας, μὴ καὶ ἑαυτοὺς καὶ αὐτὸν ἐσχάτοις κακοῖς περιβάλωσιν· ἀλλ’ οὐκ ἔπειθε. στέλλει οὖν πρὸς τὸν βασιλέα, τοῦτο τοὺς Πέρσας ἀποκρυψάμενος, γνωρίζων τὸ γεγονὸς καὶ μηδέν τι κατ’ αὐτοῦ ὑποπτεύειν πληροφορῶν. καὶ ἐπανελθὼν πρόσεισι τῷ βασιλεῖ, αὐτὸς μὲν ἀποδεχθεὶς εὐμενέστατα καὶ τὴν προτέραν εὐετηρίαν ἀπειληφώς. καὶ οἱ Πέρσαι δὲ συγγνώμης πάντες ἠξίωντο καὶ οὐδέν τι αὐτοῖς ἐπήνεκτο ἕτερον ἢ ὅτι οὐχ ὁμοῦ πάντες εἶναι εἰάθησαν, ἀλλ’ ἐς μυριάδας συναγόμενοι τρεῖς διῃρέθησαν, καὶ ἑκάστῳ θέματι χιλιάδες δύο ἀπενεμήθησαν, ὥστε τοῖς τῶν θεμάτων στρατηγοῖς καὶ ὑποκεῖσθαι καὶ πείθεσθαι. τὰ μὲν οὖν περὶ τοὺς Πέρσας καὶ τὸν Θεόφοβον ἦσαν ἐν τούτοις. Τοῦ δὲ ἀμερμουμνῆ τοσοῦτον καθήψατο ἡ τῆς αὐτοῦ πατρίδος ἐκπόρθησις ὡς μὴ ἀνεκτὴν εἶναι αὐτῷ τὴν ζωήν, εἰ μὴ ἀμύνοιτο δι’ αὐτὴν τὸν Θεόφιλον. μαθὼν οὖν πατρίδα εἶναι αὐτοῦ τὸ Ἀμόριον, ἐπ’ αὐτὸ στρατεύσασθαι ἔγνωκε. καὶ ὁ βασιλεὺς τοῦτο γνοὺς αὐτὸ κατωχύρωσεν ἄλλως τε καὶ στρατευμάτων ἀποστολῇ, ὧν ἦρχον Θεόδωρος ὁ Κρατερός, οὗ πρὸ μικροῦ ἡ ἱστορία ἐμνήσθη, καὶ οἱ λοιποί, οἳ καὶ τὸν τοῦ μαρτυρίου δρόμον ἐξήνυσαν παρὰ τοῖς Ἀγαρηνοῖς, τεσσαράκοντα καὶ δύο πάντες τυγχάνοντες. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς ὑπαντιάσων τοῖς ἐκ τῆς Ἄγαρ, καὶ ὁ μὲν τῷ τοῦ ἀμερμουμνῆ υἱῷ συμβαλὼν μετὰ στρατιᾶς ἀξιομάχου ἥκοντι τρέπεται. νυκτὸς δ’ ἐπιγενομένης ὁ Μανουὴλ τὰς φυλακὰς τοῦ στρατοπέδου περιιὼν ἤκουσέ τινων τῶν Περσῶν περὶ προδοσίας τοῖς Ἀγαρηνοῖς διαλεγομένων συνίει γὰρ τὴν τούτων διάλεκτον καὶ τοῦτο τῷ βασιλεῖ ἀπηγγέλκει καὶ πέπεικεν ἐξαναστῆναι τοῦ στρατοπέδου κατὰ τὸ περίορθρον. καὶ ὁ μὲν ἀπῄει ὅλον ἐνδοὺς τῷ ἵππῳ τὸν χαλινόν. ὁ δ’ ἀμερμουμνῆς ἐξ ἐκείνου ἀμερίμνως τῇ τοῦ Ἀμορίου ἐπικεχειρήκει πολιορκίᾳ καὶ ἐνδελεχέστατα τὰς προσβολὰς τῇ πόλει πεποίητο· ἤνυε δ’ οὐδέν, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων, ὥστε καὶ ἀπελπίσαι τὴν ταύτης ἅλωσιν τοὺς Ἀγαρηνούς· καὶ ἀπηλλάγησαν ἂν καὶ ἡ πόλις οὐκ ἂν ἐπεπόρθητο, εἰ μή τις τῶν ἔνδον δι’ ἔριν τινὰ ἐκμανεὶς προδότης ταύτης ἐγένετο, ᾧ Βοϊδίτζης ἦν τὸ ἐπώνυμον. ἁλόντος δὲ τοῦ ἄστεος, ὅσος οὖν ἀνῃρέθη λαὸς οὐκ ἔστιν εἰπεῖν. γυναῖκες δὲ καὶ παῖδες καὶ μειρακίσκοι εἰς πολλὰς χιλιάδας συναριθμούμενοι ἀπήχθησαν δορυάλωτοι καὶ οἱ τῶν ἐκεῖ στρατηγούντων ἔξοχοι, Κάλλιστός τε καὶ Κωνσταντῖνος καὶ ὁ Κρατερὸς Θεόδωρος οἱ πατρίκιοι, καὶ ἄλλοι πολλοὶ τῶν ἐν στρατηγίαις διαπρεπόντων καὶ περιφανῶν ἐξ ἀξιωμάτων τιμῆς. ταῦτα μαθὼν ὁ Θεόφιλος ἐν γὰρ τῷ Δορυλαίῳ διῆγε πρέσβεις πρὸς τὸν τῶν Ἰσμαηλιτῶν ἐκπέπομφεν ἀρχηγόν, ἀποδοθῆναι αὐτῷ τοὺς ἐπιφανεῖς τῶν ἁλόντων αἰτῶν καὶ τοὺς αὐτῷ κατὰ γένος προσήκοντας κεντηναρίων πρὸς τέσσαρσιν εἴκοσιν. ὁ δὲ τοὺς πρέσβεις ἰταμῶς ἀπεπέμψατο, "ἀνόητος ἂν εἴην" εἰπών, "εἰ περὶ χίλιά μοι τῆς ἐν στρατείᾳ δαπάνης κεντηνάρια γεγονυίας αὐτὸς τοσαῦτα λαβὼν ἀποδοίην τοὺς αἰχμαλώτους." ὡς δὲ ἐπανῆλθον οἱ πρέσβεις ἄπρακτοι, οὕτω ἡ συμφορὰ καθίκετο τῆς τοῦ Θεοφίλου ψυχῆς ὡς μηδὲν αὐτῷ πρὸς ταύτην εὑρίσκεσθαι παρηγόρημα, ἀλλὰ καὶ τροφῆς ἀποσχέσθαι καὶ μή τι πόμα προσίεσθαι ἢ μόνον ὕδωρ ψυχρότατον καὶ οἷον τὸ ἐκ χιόνος· τούτῳ δὲ χρώμενος συνεχῶς ἐπέπληκτο τὰ ἐντὸς καί οἱ δυσεντερίας νόσος ἐνέσκηψε. καταλαβὼν δὲ τὰ βασίλεια καὶ ἤδη γνοὺς ἑαυτῷ τὴν σωτηρίαν ἀνέλπιστον, μετακαλεῖται τὴν σύγκλητον καὶ ἠξίου πίστιν εἰς τὴν σύζυγον καὶ τὸν παῖδα ἐνδείξασθαι καὶ διατηρῆσαι σφίσι τὴν ἀρχὴν τὴν βασίλειον· οἱ δὲ κατετίθεντο. τούτων δὲ γεγονότων οὕτως, ὁ βασιλεύς, καὶ πρῴην ἐξ ὅτουπερ ἀνερρήθη παρὰ τῶν Περσῶν βασιλεὺς ὁ Θεόφοβος, ὕποπτον αὐτὸν ἡγούμενος, ἔθετο μᾶλλον τῇ ὑπονοίᾳ καὶ διὰ τὴν προδοσίαν, ἣν ἐμελέτων οἱ Πέρσαι ποιήσασθαι, ὡς ἤδη μοι γέγραπται, τῶν ἐνδιαβαλόντων τὸν ἄνδρα, ὑποθήκαις ἐκείνου ταῦτα τοὺς Πέρσας δρᾶν ἰσχυριζομένων. ὡς ἤδη τῇ νόσῳ τὸ σῶμα τοῦ αὐτοκράτορος δεδαπάνητο καὶ ἐξέλιπεν ἡ ἰσχύς, δείσας μὴ αὐτοῦ θανόντος ἐπίθοιτο τυραννίδι, καθείργνυσιν αὐτὸν περὶ τὰ βασίλεια, καὶ ἐπεὶ τὴν ζωὴν ἑαυτοῦ ἐκ λεπτοῦ μίτου ἠρτῆσθαι διέγνωκε καὶ ἄρτι ἐκλείπειν, ἀναιρεθῆναι κεκέλευκε τὸν Θεόφοβον καὶ κομισθῆναί οἱ τὴν αὐτοῦ κεφαλήν· ἧς κομισθείσης ἐπιθεῖναι λόγος αὐτῇ τὴν χεῖρα τὸν βασιλέα καὶ ἁψάμενον τῶν ταύτης τριχῶν ἐπειπεῖν, "ὡς ἀπὸ τοῦδε οὔτε ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος." καὶ ἐπὶ τούτοις ἐξηρεύξατο τὴν ψυχήν, βασιλεύσας ἐνιαυτοὺς δυοκαίδεκα ἐπὶ μησὶ τρισί, πολλὰ τὴν σύμβιον καὶ τὸν ἐπὶ τοῦ κανικλείου Θεόκτιστον παραδυναστεύοντα τότε ἀξιώσας μὴ παραχωρῆσαι τὰς σεπτὰς ἀναστηλωθῆναι εἰκόνας, μηδὲ τὸν πατριάρχην Ἰωάννην τῆς ἐκκλησίας διωχθῆναι.
Second witness · khazarzar edition

ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΙ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ ΤΟΥ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΚΑΙ ΠΡΩΤΟΑΣΗΚΡΗΤΙΣ. ΠΡΟΟΙΜΙΟΝ. Εὐστόχως α ν τις ει ποι ἐπιτωθάζων μοι, μεῖζόν σοι τοῦ ε ργου τὸ πάρεργον. ε δει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ καθ' ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ καταψηφισάμενον, ου τω τὰ καθ' ἡμᾶς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οι ς οι δεν ἐκεῖνος λόγοις, ἀλγεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν ε τερον μετιέναι η ο σα ψυχὴν καταρτίζουσι καὶ καθαίρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυλότητα πράξεων, καὶ α ττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ' οι ς παρώργισται παρ' ἐμοῦ, παραβεβηκότος τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν ου τω συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ' ἀμελῶς πρὸς τὸ ε ργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμενος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν. 1. ̓Αλλ' ι να τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ οι κοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, α νδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ "χρῆσαι" λέγοντες "τῇ σχολῇ πρὸς ε ργον κοινωφελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα." προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστορίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψάμενοι, οἱ μὲν διεξοδικώτερον τὰς α λλας τε πράξεις τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγεγράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ ει τι τούτοις ἑπόμενον, πρὸς δὲ τοῖς περιηγήσεις χωρίων καὶ δυσχωρίας ὁδῶν καὶ ο ρη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυρότητας καὶ πυργωμάτων υ ψη μετέωρα καὶ ὡς α ν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέθεινται τὰ συγγράμματα, ἐπιδεικνυμένοις ο πως ει χον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον η καὶ ῥητορικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ω σθ' ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐτῶν τὸ κακόδοξον, κἀκ τῆς ἱερᾶς γραφῆς τοὺς ἐλέγχους παράγειν, η καὶ ̓Ιουδαίοις ἀντιλέγειν, καὶ ἐθελοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ' ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφητικαῖς, καὶ πρὸς Ελληνας αυ θις ἀντικαθίστασθαι, καὶ τὸν υ θλον ἐκείνων εἰς μέσον παράγειν, καὶ καταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐτῶν γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ε λεγχον, 1.3 ε στι δ' ου γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. "ταῦτα δ'" ε φασαν "τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ι να μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα η γηνται, ο τι τε σχολῆς εἰσι δεόμενα πλείονος, καὶ ο τι, κα ν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μακρῶν διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέμων καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοιπῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνητον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ ε σται τις λυσιτέλεια" ε λεγον "ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς ο δε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς στρατιώταις ὁ στρατηγός, η τί τοῖς πρέσβεσιν ὁ αὐτοκράτωρ ἐκεῖνος ε φη τοῖς ἐκ Περσῶν, η α λλος τοῖς ἐκ Κελτῶν η Σκυθῶν η τοῖς ἐξ Αἰγύπτου τυχὸν η 1

τοῖς ἐκ Δακῶν τε καὶ Τριβαλλῶν, τί δ' ε τερος τῇ συγκλήτῳ βουλῇ η τῇ πληθύι τῇ δημότιδι δημηγορῶν προσωμίλησε;" τοὺς μὲν ου ν τοιαῦτα ε λεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυσμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλίνοντα, τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχυρρημοσύνῃ χρησαμένους, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, α τε καὶ αὐτὰς τὰς καιριωτέρας τῶν πράξεων τῶν ἱστορουμένων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυμνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων εἰπόντας, καὶ ταῦτα μήτε τὸ η θος ἐκείνων η τὴν φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ' ο πως τῶν βασιλευσάντων ε καστος τῆς βασιλείας ἐκράτησε, 1.4 μήθ' ο στις η ν πρὸ ταύτης, μήτ' ἐκ τίνων ἐγένετο. τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτικαῖς ἐκφέρεσθαι λέξεσιν η καὶ βαρβάροις ἐνίοτε, συντεθεῖσθαί τε σολοικότερον, ω στε κἀντεῦθεν ἀηδῶς τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοιαῦτα λέγοντες καὶ ου τω τῶν ἱστορικῶν συγγραμμάτων ὡς ει ρηται καθαπτόμενοι, πολλάκις με παρέθηγον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα τὰ πολλά, ω ν τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ' εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διήγησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώτερα τῶν πεπραγμένων η καὶ α λλως συμβεβηκότων τοῖς περὶ ω ν ἡ συγγραφὴ διαλέγεται. ̓Εκεῖνοι μὲν ου ν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος α ψασθαι· ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ω ν, εἰρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ω κνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρησιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς του ργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον α ν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ω τα θυροκοπῶν γνώμης διεγεῖραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. ει τά μοι καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πόνος ε σται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλήλυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοῒ μᾶλλον ει ωθε τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεών 1.5 τε φαύλων καὶ λογισμῶν α λλοτε α λλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ η πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποιεῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν, η τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλῶν λογισμῶν τρικυμίας καὶ τῶν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν η καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυτὸν τῷ σπουδάσματι. Ου τω μὲν ου ν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἑκάστου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· ου τε γὰρ βίβλων ι σως μοι εὐπορῆσαι γενήσεται ο σαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, ου τε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν συγγεγράφασιν, ἀλλ' ἐν πολλοῖς διαφωνοῦσιν, ει γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν ο δε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ' ε τερος περὶ τοῦ αὐτοῦ, πολύστιχον α ν καὶ αὐτὸς τὴν περὶ ἑκάστου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν δέδοκται τὰ ἐφ' οι ς ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγγράψαντες ἠναντίωνται, εἰ μή τι τῶν α γαν ει η σπουδαίων καὶ ο παραλιμπανόμενον περὶ τὰ καίρια λυμανεῖται τῇ συγγραφῇ. εἰ δ' ὁ χαρακτὴρ τοῦ λόγου ποικίλλεται καὶ μὴ δι' ο λου ο μοιός ἐστιν ἑαυτῷ, 2

θαυμαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο η τὸν τούτου πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας 1. ἐρανισάμενος, ε ν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην α ν συνθήκαις καὶ φράσεσιν, ἐν ο σοις δ' α ν καὶ αὐτὸς παρῳδήσω η παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι μεθαρμόσομαι, ι να μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γραφή. ̓Αλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, ι ν' εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. περιέχεται γοῦν τῇ ἐπιτομῇ ἡ ̓Οκτάτευχος καὶ ο σα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται, καὶ ἐπ' αὐταῖς τὰ Παραλειπόμενα, καὶ ο σα ὁ ̔Εβραῖος ̓Ιώσηπος ἀρχαιολογῶν η τῶν παλαιοτέρων ει πεν ἐπέκεινα η παρεκβατικώτερον η καὶ ἀλλοιότερόν τι παρ' ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Εσδρα, τά τε τῶν αἰχμαλωσιῶν τῶν ̔Εβραίων, προτέρας μὲν τῆς τῶν δέκα φυλῶν, η παρὰ τοῦ ̓Ασσυρίου Σαλμανασὰρ γέγονε τὴν Σαμάρειαν ἑλόντος πολιορκίᾳ καὶ τὸ ε θνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος ε θνη τινὰ α Χουθαῖοι ἐπωνομάζοντο, ει τα καὶ τῆς παρὰ τοῦ Ναβουχοδονόσορ ἐπενηνεγμένης τῇ ̔Ιερουσαλήμ, καὶ ὡς ε ρημος ἡ πόλις ἐγένετο καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ ε θνος α παν ἐξηνδραπόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν ̓Ασσυρίων βασιλείαν καθῃρηκότος ἐπανελθεῖν εἰς ̔Ιερουσαλὴμ καὶ τὴν πόλιν ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε η ν ὁ Κῦρος, καὶ ο πως τὴν ̓Ασσυρίων βασιλείαν κατέλυσε, καὶ τίνες μετ' ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ ο πως 1. καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αυ θις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ Δανιὴλ τοῦ προφήτου, καὶ ο πως ε κρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν ο ρασιν, ο τ' ει δεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, α πάντα μετὰ συντετμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν παίδων καὶ τῶν εἰς αὐτοὺς η δι' αὐτῶν γεγονότων ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς ̓Εσθὴρ καὶ ο πως τὸ τῶν ̔Εβραίων γένος πανωλεθρίας αυ τη ἐρρύσατο· καὶ περὶ ̓Ιουδίθ, η τὸν ̓Ολοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώλειαν· καὶ περὶ Τωβίτ, καὶ ο πως ἀορασίᾳ πληγεὶς καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αυ θις δι' ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε τοῦ ὁρᾶν καὶ πλούτου δαψίλειαν ε σχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος ̓Αλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνησθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε α λλα καὶ ο τι τῇ ̔Ιερουσαλὴμ μετὰ τὴν ἐν ̓Ισσῷ τοῦ Δαρείου προτέραν η τταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιερέα διαφερόντως ἐτίμησε, καὶ ο πως τὴν Περσῶν κατέλυσε βασιλείαν καὶ ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ ο σον ἐβασίλευσε χρόνον, καὶ ὡς εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ ο σα ἐξ ̓Αντιόχου τοῖς ̓Ιουδαίοις γέγονε τοῦ ̓Επιφανοῦς, τῶνἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ ̓Ασαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐτοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τίνες ου τοι, καὶ ο πως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπ' ̓Ασσυρίων εἰς τὴν ̔Ιερουσαλὴμ ἐπανέλευσιν 1. οὐκ η ν τὸ τῶν ̓Ιουδαίων ε θνος βασιλευόμενον, ἀλλ' ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον· καὶ ο τι οἱ τῶν εἰρημένων ̓Ασαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τιμὴν περικείμενοι καὶ τὰ τοῦ ε θνους ἰθύνοντες καὶ διάδημα ἑαυτοῖς περιέθεντο· καὶ ο πως ̔Υρκανοῦ καὶ ̓Αριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς ̓Ιουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν τότε ̔Ρωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν ει λεν ̔Ιερουσαλὴμ καὶ τὸ ε θνος τοῖς ̔Ρωμαίοις ὑπέταξε· καὶ ο πως ̔Ηρώδης ὁ ̓Αντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν 3

Ἰ ουδαίων βασιλείας ἐκράτησε, καὶ τίς η ν ου τος καὶ ο θεν κατήγετο καὶ ο σα κατ' οι κον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου καὶ ἐξότου ἡγεμόνες ἐκ ̔Ρώμης εἰς ̓Ιουδαίαν ἐστέλλοντο· καὶ ο σα περὶ τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ ὁ ̓Ιώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ ̓Ιωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς ̔Ρωμαίοις ὑπείκειν ̓Ιουδαῖοι ἀπέστησαν, καὶ ο πως τὸ ε θνος αὐτῶν ἐπολεμήθη παρὰ ̔Ρωμαίων, καὶ παρὰ τίνος ἡ ̔Ιερουσαλὴμ καὶ ο πως ἐξεπορθήθη τὴν τελευταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν. ̔Ρωμαίων δὲ καὶ τῆς ̔Ρώμης μνησθείσης τῆς ἱστορίας ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγγράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν ̔Ρωμαίων ε θνος κἀκ τίνος ε σχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς ̓Ιταλίας χώρα πρῴην κατῴκιστο· ο θεν τε προήχθη ̔Ρωμύλος εἰς φῶς ὁ τῆς ̔Ρώμης γενόμενος οἰκιστής, καὶ ο πως ἀνῃρέθη ̔Ρῶμος ὁ ἀδελφὸς αὐτοῦ, ει τα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ ο πως πρῶτον ἡ πόλις αυ τη ἐβασιλεύθη, καὶ ε θεσιν οι οις καὶ νομίμοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν 1. ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ ο σους πολέμους καὶ οι ους ἡ ̔Ρώμη διὰ τὴν ἐκείνου καθαίρεσιν η νεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, ει τα καὶ δημοκρατίαν μετηνέχθη ̔Ρωμαίοις τὰ πράγματα, ὑπάτων καὶ δικτατώρων, ει τα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία τὸ παλαιὸν η ν, τίς δὲ ἡ δικτατωρεία, τί δ' η ν τὸ ε ργον τῶν τιμητῶν, καὶ πόσος ω ριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οι ος ἐγένετο παρ' ἐκείνοις ὁ θρίαμβος, καὶ ο θεν παρήχθη τοῦτο τὸ ο νομα· καὶ ο σα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ ο πως υ στερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς ̔Ρωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ καὶ μὴ καθαρῶς, ὁ Γάιος ̓Ιούλιος Καῖσαρ μετεποιήσατο, ει τα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αυ γουστος ̓Οκτάβιος Καῖσαρ, ἀδελφιδοῦς ω ν τοῦ ἀνῃρημένου Καίσαρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ μετῆλθε πατρός, ε χων καὶ τὸν ̓Αντώνιον τοῦ ε ργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ακτιον, ει τα καὶ εἰς ̓Αλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικαταλαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν α νδρα ὡς διαχειρίσασθαι ἑαυτόν· ο ση τε φθορὰ τῶν ̔Ρωμαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς α λλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ ̓Οκταβίου καὶ τοῦ ̓Αντωνίου ἀντικαθισταμένων, ει τα καὶ πρὸς ἀλλήλους μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεοπάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, ου σα τῶν Πτολεμαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰ.10 κάσθη, ἀσπίδος δήγματι· καὶ ο τι ου τω μετ' ἐπινικίων λαμπρῶν εἰς τὴν ̔Ρώμην ἐπανελθὼν ὁ ̓Οκτάβιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μοναρχίαν τὴν τῶν ̔Ρωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ τίνες μετ' αὐτὸν ἐμονάρχησαν, καὶ ο πως ε καστος τῆς ἀρχῆς ἐπέβη, καὶ ο πως καὶ ο σον η ρξε, καὶ οι ῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς ̔Ρώμης λέγω καὶ τῆς ̓Αλεξανδρείας ̓Αντιοχείας τε καὶ τῆς ̔Ιερουσαλήμ, καὶ ο σοι τούτων μαρτυρικοῦ τέλους κατηξιώθησαν· ο πως τε μᾶλλον τῶν α λλων κατὰ Χριστιανῶν ἐξελύττησαν Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ ̔Ερκούλιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ' ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ω ν ει ς η ν Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιήσατο· καὶ ὡς μόναρχος ου τος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ σημείου δι' ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύθει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν δοὺς τῷ 4

κηρύγματι, καὶ ο πως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν ̔Ρώμην ὀνομάσας αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας ̔Ρώμης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ' ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οι ος ε καστος η ν τοὺς τρόπους, ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ ο σον ἐκράτησε τῆς ἀρχῆς, καὶ ο πως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ' 1.11 ο σον ε καστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ ο πως τῶν τῇδε μετελήλυθεν ε καστος· καὶ ἐπὶ τίνων αὐτοκρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνοδοι συγκεκρότηνται. ου τω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ' ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων α λλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην ἀρχὴν τὴν τῶν ο λων αἰτίαν τὴν α ναρχόν τε καὶ α χρονον, καὶ τῶν ὑπ' ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ ο ντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγωγὴν καὶ τὴν γένεσιν. 1.12 ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ ΑΡΧΟΜΕΝΟΥ ΑΠ' ΑΡΧΗΣ ΤΗΣ ΚΟΣΜΟΠΟΙΙΑΣ. Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐτάρκης εἰς δόξαν καὶ εἰς κατάληψιν, ου τε τῆς παρ' ἑτέρων δεομένη δόξης ου θ' ἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν ει ναι τὸ α πειρον αὐτῆς καὶ τὸ ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ α γιον, α ἡ θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεολόγον Γρηγόριον. ου τω δ' ε χον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς α νω λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλ' ι να μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ ἡ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς α κρας η ν ἀγαθότητος· ει τα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὁρώμενον. καὶ ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος η ν καὶ υ δωρ αὐτῆ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν ὁ θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνόμασεν· ου τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ 1.13 φαύσει τῆς ἡμέρας ο νομα ε θετο. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία. Οι δα μὲν ου ν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ τῶν α λλων ὑπέστησαν παρὰ τοῦ τῶν ο λων δημιουργοῦ, ἀλλ' ο τι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγκεκριμέναις βίβλοις τῆς ̔Εβραϊκῆς σοφίας καὶ ἡ Λεπτὴ αυ τη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ λόγῳ συντίθεμαι. Ει τα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδάτων διατείνας αὐτό, ω στε τὰ μὲν α νω αὐτοῦ ἐναποληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ' ἐκλήθη ο τι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λεπτὴν οὐδ' ἀραιὰν τὴν φύσιν ε χει κατὰ τὰ υ δατα, ἐξ ω ν τὴν σύστασιν ε σχηκεν· ο καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ υ δωρ τὸ τῆς γῆς α παν καλύπτον πρόσωπον ἐκέλευσεν ὁ θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. καὶ ὁ λόγος ε ργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ υ δατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστήματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνεδόθη καὶ σπέρματα. ε δει γὰρ α κοσμον ου σαν τὴν γῆν κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς α νθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. ἡ δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστήρων ε σχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν ὁ δημιουργὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις δια.14 ταξάμενος, ι να τε φωτίζοιτο δι' αὐτῶν τὸ περίγειον καὶ ὁ χρόνος ἀπαριθμοῖτο ταῖς τούτων ἀνατολαῖς καὶ ταῖς δύσεσι, καὶ σημεῖα παρέχοιντο δι' αὐτῶν τοῖς εὐθύτατα ταῖς αὐτῶν προσέχουσι φαύσεσι καὶ μὴ περιεργότερον 5

καταστοχαζομένοις αὐτῶν, η ὡς α ν ει ποι τις ἀκριβούμενος τὸν λόγον, ἀβέλτερον καὶ τῇ κινήσει τῶν οὐρανίων α παντα δοξάζουσι συμπεριφέρεσθαι τὰ ἡμέτερα. τῇ πέμπτῃ δ' αυ θις τῶν ἡμερῶν θεοῦ κελεύσαντος ἀνῆκε τὰ υ δατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινά· ω ν τὰ μὲν ἐμφιλοχωροῦσι τοῖς υ δασι καὶ τούτοις ἐννήχονται, τὰ πετεινὰ δὲ τὸν ἀέρα τέμνουσιν ε ρποντα ω σπερ διὰ τούτου μετάρσια. κατὰ δέ γε τὴν ε κτην ψυχὴν ζῶσαν, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία ἐξαγαγεῖν ἡ γῆ προσετέτακτο, καὶ κατὰ τὸ θεῖον ἐξῆκτο σύμπαντα πρόσταγμα. ψυχῆς δὲ ζώσης ἐξαγωγὴν ἡ γραφὴ περιέχει ποιήσασθαι κελευσθῆναι τὴν γῆν, ι ν' ου τω τῆς τοῦ ἀνθρώπου ψυχῆς ἐμφήνῃ πρὸς αὐτὴν τὸ διάφορον. ἡ μὲν γὰρ τῶν α λλων ζῴων γῆθεν ἐξέφυ κατὰ τὸ κέλευσμα, καὶ γεηρὰ ου σα εἰκότως α ν λογίζοιτο καὶ φθαρτή, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ἡ γραφή "ψυχὴ παντὸς κτήνους τὸ αι μα αὐτοῦ," τὸ δ' αι μα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ ἡ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ ̓Αδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ χρῆμά τι θεῖον ει ναι πιστεύεται καὶ ἀθάνατον. ̔Η δ' ε κτη τῶν ἡμερῶν καὶ τὸν α νθρωπον ε σχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προϋποστήσας γὰρ ὁ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κόσμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμα.15 σται, καὶ ὡς ἐν ὑποδοχῇ βασιλέως ω σπερ βασίλεια προετοιμάσας, αὐτὸν ου τω παράγει τὸν α νθρωπον οι ά τινα βασιλέα τῶν ἐπὶ γῆς βασιλευόμενον α νωθεν, οὐ προστάγματι καὶ τοῦτον ὑποστησάμενος, ἀλλὰ χερσὶν αὐτὸν διαπλάσας, καὶ δημιουργίαν αὐτοῦ οὐχ ὁμοίαν τοῖς α λλοις πεποιηκώς, παρηλλαγμένην δὲ καὶ ἀσύγκριτον. τα λλα μὲν γὰρ πάντα παρήχθησαν ῥήματι, ὁ δὲ καὶ αὐτουργίας ἠξίωται. χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεός, ἡ βίβλος φησὶ τῆς Γενέσεως, τὸν α νθρωπον ε πλασε, καὶ ἐνεφύσησεν αὐτῷ ψυχὴν ζῶσαν, δι' η ν καὶ κατ' εἰκόνα λέγεται θεοῦ γενέσθαι ὁ α νθρωπος. τῶν γὰρ τῇ θείᾳ φύσει οὐσιωδῶς προσόντων τινὰ ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰκονίζονται, οὐ φύσει αὐτῇ ἐνόντα, ἀλλὰ χάριτι. φύσει μὲν γὰρ τὸ θεῖον ἀόρατον καὶ ἀθάνατον, ἀκατάληπτόν τε καὶ α φθαρτον· ταῦτα δὲ καὶ τῇ ψυχῇ πρόσεισι κατὰ χάριν, οὐ κατὰ φύσιν. ου τε γὰρ ἡ φύσις ταύτης καὶ ἡ οὐσία καταληπτὴ ου τε μὴν ὁρατή, καὶ α φθαρτος δ' ἐστὶ καὶ ἀθάνατος. καὶ ε τερα δὲ τῆς θείας φύσεως χαρακτηριστικὰ κατὰ χάριν παρὰ τῇ ψυχῇ τεθεώρηνται. ̓Αδὰμ δὲ τὸν πλασθέντα ὠνόμασε, σημαίνει δὲ τοῦτο πυρρὸν κατὰ τὴν ̔Εβραΐδα διάλεκτον, ω ς φησιν ̓Ιώσηπος, ο τι ἐκ πυρρᾶς γῆς διεπέπλαστο· τοιαύτη γὰρ ἡ παρθένος γῆ. ου τω δ' ἐν ε ξ ἡμέραις τὸν κόσμον παραγαγὼν ἐν τῇ ἑβδόμῃ κατέπαυσε· διὸ καὶ τοῖς ̔Εβραίοις ἡ ἑβδόμη τῶν ἡμερῶν α πρακτος ει ναι νενόμισται, ο θεν καὶ σάββατον κέκληται· τὸ δὲ σάββατον ἡ τῶν ̔Εβραίων γλῶττα λέγει ἀνάπαυσιν. Εθετο δὲ τὸν ̓Αδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ο ν αὐτὸς κατεφύτευσεν, ε νθα τὸ ξύλον η ν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, η κατὰ τὸν ̓Ιώσηπον τῆς 1.16 φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ' ει ναι προεῖπε τὸ τῆς παραβάσεως ἐπιτίμιον. α ρδεται δὲ ποταμῷ ὁ παράδεισος, καὶ πρόεισιν ἐκεῖθεν ὁ ποταμὸς ου τος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ο νομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δηλοῖ· τοῖς δ' Ελλησι Γάγγης ου τος ὠνόμασται, τὴν ̓Ινδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται ὁ δεύτερος· σημαίνει δὲ ἡ κλῆσις τὸν ἀπὸ τῆς ἀνατολῆς ἐκδιδόμενον, ο ν Νεῖλον ̓Ιώσηπος λέγει προσαγορεύειν τοὺς Ελληνας. ὁ δ' ἐπὶ τούτῳ Τίγρις ἐστίν, ο ν καὶ Διγλὰθ καλεῖσθαί φησιν ὁ αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. ὁ δὲ λοιπὸς Εὐφράτης ἐστὶν η τοι Φορά, η α νθος η σκεδασμός. καὶ α μφω δὲ ου τοι εἰς τὴν ̓Ερυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ ̓Αδὰμ ὁ θεὸς πάντα τὰ ζῷα· ο ς ἑκάστῳ γένει αὐτῶν ο νομα τίθησι. κτίζει τε τὴν γυναῖκα ὁ θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ ̓Αδάμ, καὶ προσήγαγεν αὐτὴν αὐτῷ. ὁ δὲ ἐξ ἑαυτοῦ γενομένην ταύτην ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ ̔Εβραίοις Ευ α καλεῖται ἡ γυνή, κἀκείνη Ευ α ὠνόμαστο. η ν μὲν ου ν ἀμφοῖν ἐν 6

τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς ου σι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθονοῦνται δὲ παρὰ τοῦ ο φεως η μᾶλλον παρὰ τοῦ νοητοῦ δράκοντος. καὶ πρόσεισιν ὁ ο φις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν ̓Ιώσηπος τὰ ζῷα α παντα. ἡ δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρώσει πείθει καὶ τὸν α νδρα τοῦ καρποῦ μετασχεῖν. καὶ ε γνωσαν γυμνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίησαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν 1.17 ἀπὸ τοῦ θεοῦ ὁ ̓Αδάμ τε καὶ ἡ γυνή. καὶ ὁ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ ὁ ̓Αδὰμ τὴν γύμνωσιν προεβάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· ἡ δ' ἐξηπατῆσθαι παρὰ τοῦ ο φεως ε λεγεν. ὁ δὲ θεὸς τῷ ο φει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στερήσας καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν ̓Ιώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. ει τα καὶ τὸν ̓Αδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ' η ν ἡ πρὸς τὴν γῆν ἐξ η ς ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν α ρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμενος, ι σως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. ἐντεῦθεν ἡμῖν ἡ μοχθηρὰ ζωὴ καὶ ἐπώδυνος καὶ τὸ πρὸς κακίαν εὐόλισθον. Γίνονται τοίνυν παῖδες αὐτοῖς, ω ν Κάϊν μὲν ὁ πρῶτος η ν, κτῆσιν σημαίνει τὸ ο νομα, ο τι ἐκτήσαντο α νθρωπον, Αβελ δ' ὁ δεύτερος· δηλοῖ δὲ πένθος ἡ κλῆσις· ε σεσθαι γὰρ αὐτοῖς πένθος ε μελλε δι' αὐτόν. καὶ ὁ μὲν Αβελ νομεὺς η ν ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ω ν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Αβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Αβελ δώροις, τῇ δὲ τοῦ Κάϊν οὐ προσέσχε προσαγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ 1.18 τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γίνεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδίκασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῇ Ναῒδ ῳ κησεν, ε νθα καὶ παῖδας ἐγείνατο. ου τος μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ο ρους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ο νομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ ̓Ενὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ ̓Ενὼς Γαϊδάδ, παῖς δὲ τούτου Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, ου Λάμεχ υἱός. ου τος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αι ̓Αδὰ καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν ε σχεν ἑβδομήκοντα καὶ ἑπτά· ω ν ̓Ιωαβὲλ μὲν κτηνοτρόφος η ν καὶ προβατείαν ἠγάπησεν, ̓Ιουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς η ν η τοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ. Τῷ δὲ ̓Αδὰμ μετὰ θάνατον Αβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ε τερος ἐγεννήθη υἱός, ο ν ἐκάλεσε Σήθ. τέθνηκε δὲ ὁ ̓Αδὰμ ε τη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν ̓Ενώς, ο ς πρῶτος η λπισεν ἐπικαλεῖσθαι τὸ ο νομα κυρίου τοῦ θεοῦ, τοῦτ' ε στι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ε τη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγατέρας λιπών, ἐξέλιπεν. ο ς ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν· οι σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ' ἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ι να καὶ τοῖς μετέπειτα σώζωνται· ε σεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει ̓Αδὰμ ἐκ πυρός τε καὶ υ δατος. ἐξ ̓Ενὼς δὲ ἐτέχθη Καϊνᾶν α λλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν 1.19 ε τη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ε τεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθμὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ ὁ ̓Ιάρεδ, καὶ ε τεροι, ο ς κατέλυσε τὴν ζωὴν ἐπ' ε τεσιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. ̓Ιάρεδ δὲ πατὴρ τοῦ ̓Ενὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξήκοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ ̓Ενὼχ Μαθουσάλα καὶ 7

ε τεροι. εὐηρέστησε δὲ τῷ κυρίῳ ̓Ενὼχ καὶ μετετέθη καὶ οὐχ εὑρίσκετο, ἐτῶν γεγονὼς τριακοσίων ἑξήκοντα πέντε. παῖς δὲ τοῦ Μαθουσάλα Λάμεχ καὶ ε τεροι, καὶ θνήσκει ζήσας ε τη ἐνακόσια ἑξήκοντα καὶ ἐννέα. Νῶε δ' ἐτέχθη τῷ Λάμεχ, καὶ τέθνηκε Λάμεχ ἑπτακόσια ζήσας ε τη καὶ πεντήκοντα πρὸς τρισί. τῷ δὲ Νῶε τρεῖς ἐγένοντο παῖδες, Σήμ, Χάμ, ̓Ιάφεθ. ̓Ιδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ε λαβον ἑαυτοῖς γυναῖκας. υἱοὺς δὲ τοῦ θεοῦ φησιν ἡ γραφὴ τοὺς ἀπογόνους τοῦ Σὴθ ὡς ἀρετὴν μετιόντας, καθὸ καὶ υἱοὺς ὑψίστου τοὺς ἐναρέτους καλεῖ· θυγατέρας δὲ τῶν ἀνθρώπων φησὶ τὰς ἐκ τῶν τοῦ Κάϊν ἀπογόνων καταγομένας. ὁ δὲ ̓Ιώσηπος ἀγγέλους λέγει τὰς θυγατέρας τῶν ἀνθρώπων λαβεῖν, ου τω καλέσας, οι μαι, αὐτοὺς ὡς εὐαρεστοῦντας θεῷ καὶ τὴν ἐκείνων πολιτείαν ἐπιτηδεύοντας. πληθυνθέντες δ' οἱ α νθρωποι πρὸς κακίαν ἀπέκλιναν· οι ς καὶ παῖδες ἐγένοντο ὑβρισταὶ καὶ ἀτάσθαλοι διὰ τὴν ἐν τῇ δυνάμει πεποίθησιν. οι ς τὸ θεῖον προσώχθισε καὶ τὸ μακρόβιον ὑπετέμετο, ἑκατὸν καὶ ει κοσιν ε τεσι τὴν τῶν ἀνθρώπων περιγράψας ζωήν. 1.20 Νῶε δὲ ευ ρε χάριν ἐναντίον τοῦ θεοῦ. διὸ καὶ εἰς θάλασσαν τῆς ἠπείρου μεταβληθείσης δι' ἐπομβρίας πολυημέρου τε καὶ σφοδρᾶς, πᾶν μὲν τὸ ἀνθρώπινον φθείρεται γένος, Νῶε δὲ μόνος σώζεται προμηθείᾳ θεοῦ ξυλίνῃ λάρνακι, η ν τετράγωνον κατεσκεύασε, μῆκος μὲν ε χουσαν πήχεων τριακοσίων, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα. ἐν ῃ αὐτός τε καὶ οἱ παῖδες ἐμβέβηκεν καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες αὐτῶν, σπέρματά τε παντοῖα ἐνθέμενος καὶ ζῷα ἐκ γένους παντὸς πρὸς διατήρησιν τῶν γενῶν αὐτῶν, ἀνὰ δύο μὲν τὰ μὴ καθαρά, ἑπτὰ δ' ἐξ ἑκάστου γένους τῶν καθαρῶν. δέκατος δ' η ν ὁ Νῶε ἐκ τοῦ ̓Αδὰμ ἀριθμούμενος, καὶ μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ε ξ ἐνιαυτοὺς ὁ κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφ' ἡμέρας τεσσαράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆναι τὸ υ δωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότερα. λήξαντος δέ γε τοῦ ὑετοῦ καὶ τοῦ υ δατος ἐλαττονουμένου μεθ' ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ἡ λάρναξ ο ρει τινὶ τῆς ̓Αρμενίας προσώκειλε κατὰ μῆνα τὸν ε βδομον. ο τε καὶ ἀνοίξας ὁ Νῶε μεθίησι κόρακα· ὁ δὲ οὐκ ἐπανῆλθε. καὶ μεθ' ἡμέρας ἀφῆκε περιστεράν, η πάλιν ὑπέστρεψεν. ἑπτὰ δὲ διελθουσῶν ἡμερῶν αυ θις ἀφῆκεν αὐτήν, ἡ δὲ κάρφος ἐλαίας φέρουσα ὑπενόστησε. κἀντεῦθεν ε γνω ἐκλελοιπέναι τὸ υ δωρ ἀπὸ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ σὺν ταῖς αὐτῶν γυναιξὶ καὶ τὰ ζῷα ο σα η ν μετ' αὐτῶν ἐν τῇ κιβωτῷ, καὶ ε θυσε τῷ θεῷ. ̓Αποβατήριον δὲ καλεῖσθαι τὸν τόπον τῆς ̓Αρμενίας φησὶν ὁ ̓Ιώσηπος, καὶ λείψανα δείκνυσθαι τῆς λάρνακος ἐκεῖ. μεμνῆσθαι δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ λέγει πολλοὺς τῶν 1.21 τὰς βαρβαρικὰς ἱστορίας συγγραψαμένων, τὸν Χαλδαῖόν τε Βηρωσὸν καὶ ̔Ιερώνυμον τὸν Αἰγύπτιον, ο ς τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συνεγράψατο, καὶ τὸν ἐκ Δαμασκοῦ Μνασέαν. ὁ δὲ θεὸς μηκέτι ἐπαγαγεῖν τοιοῦτον πάθος τῇ γῇ ἐπηγγείλατο. ἐνετείλατο δὲ πρὸς βρῶσιν κεχρῆσθαι τοῖς ζῴοις, πλὴν κρέας ἐν αι ματι ψυχῆς μὴ ἐσθίειν, καὶ φόνου ἀνθρώπων ἀπέχεσθαι. σημεῖον δὲ τοῦ μηκέτι κατακλύσαι τὴν γῆν ἐν ο μβρῳ τὸ τόξον ε θετο τὸ ἐν τῇ νεφέλῃ, τὴν ι ριν διὰ τοῦ τόξου δηλῶν. Νῶε δὲ μετὰ τὸν κατακλυσμὸν βιώσας ε τη τριακόσια καὶ πεντήκοντα θνήσκει ἐνιαυτῶν γεγονὼς ἐνακοσίων πεντήκοντα. Ει ρηται δὲ περὶ τῆς πολυετίας τῶν τότε ἀνθρώπων ἐκείνων ταῦτα τῷ ̓Ιωσήπῳ. "μηδεὶς ου ν πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ψευδῆ νομιζέτω τὰ περὶ τῶν παλαιῶν ἱστορούμενα. οἱ μὲν γὰρ θεοφιλεῖς ο ντες καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον ει ναι εἰκότως ε ζων πλῆθος ἐτῶν τοσούτων, ε πειτα καὶ διὰ τὴν εὐχρηστίαν ω ν ἐπενόουν, ἀστρονομίας τε καὶ γεωμετρίας, α περ οὐκ η ν αὐτοὺς ἀσφαλῶς κατανοῆσαί τε καὶ εἰπεῖν, μὴ ζήσαντας ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ πληροῦται ὁ μέγας ἐνιαυτός." Οἱ δὲ Νῶε παῖδες, Σήμ, Χάμ, ̓Ιάφεθ, ἐκ τῶν ὀρῶν εἰς τὰς πεδιάδας 8

κατῴκησαν. Νῶε δὲ φυτεύσας ἀμπελῶνα ε πιεν ἐκ τοῦ οι νου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη. Χὰμ δὲ τὴν γύμνωσιν ἰδὼν τοῦ πατρὸς τοῖς συγγόνοις ἀνήγγειλεν οι ον ἐπεγγελῶν τῷ 1.22 πατρί. οἱ δὲ κατὰ νώτου θέμενοι τὸ ἱμάτιον τὴν πατρικὴν ἐκάλυψαν γύμνωσιν, ὀπισθοφανῶς ἰόντες καὶ μὴ προσβλέψαντες τῷ πατρί. διὸ καὶ ἀνανήψας ὁ Νῶε τοὺς μὲν εὐχαῖς ἠμείψατο, τῷ δὲ Χὰμ κατηράσατο. τὸ δὲ πεδίον, ο κατῴκουν οἱ υἱοὶ Νῶε, κέκληται Σεναάρ. πολλῶν δὲ γενομένων ἑκάστῳ παίδων καὶ εἰς γενεὰς προελθόντων ἐπληθύνθησαν οἱ τούτων ἀπόγονοι. Νεβρὼδ δέ τις τοῦ Χὰμ υἱωνός, ο ς πρῶτος γίγας ω φθη ἐπὶ τῆς γῆς, τολμηρὸς καὶ κατὰ χεῖρα γενναῖος, τῶν α λλων κατάρχων εἰς τυραννίδα τὰ πράγματα περιέστησε, καὶ πύργον οἰκοδομεῖν αὐτοῖς ὑπέθετο ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου δεδομημένον. ου τω δὲ μεμηνότας ὁρῶν αὐτοὺς ὁ θεός, ἑτερογλώσσους εἰργάσατο καὶ ἀσυνέτους τῶν παρ' ἀλλήλων φωνῶν διὰ τοῦ τῶν γλωσσῶν μερισμοῦ. ὁ δὲ τόπος, ἐν ῳ τὸν πύργον ᾠκοδόμουν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τὴν περὶ τὴν διάλεκτον· ̔Εβραῖοι γὰρ βαβὲλ καλοῦσι τὴν σύγχυσιν. σκίδνανται δὲ λοιπὸν ὑπὸ τῆς ἀλλογλωσσίας, ὡς πᾶσαν η πειρον καὶ νῆσον πληρωθῆναι αὐτῶν. Σκεδασθέντων δὲ τῶν ἀπογόνων τοῦ Νῶε ἐξ ἐκείνων τὰ ε θνη συνέστησάν τε καὶ ὠνομάσθησαν. ἑπτὰ γοῦν υἱοὺς ὁ ̓Ιάφεθ ἐγέννησεν, οι ἀπὸ Ταύρου καὶ ̓Αμανοῦ τῶν ὀρῶν προῆλθον, ἐπὶ μὲν τῆς ̓Ασίας α χρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ε ως Γαδείρων· ω ν τοῖς ὀνόμασι καὶ ε θνη ἐπεκλήθησαν, Γομαρεῖς μὲν ἀπὸ Γάμερ, οἱ νῦν Γαλάται λεγόμενοι· Μαγώγας δὲ τοὺς ἐξ αὐτοῦ ὠνόμασεν ὁ Μαγώγ, Σκύθαι δὲ νῦν καλοῦνται. ἐκ δὲ ̓Ιωβὰν Ιωνες καὶ πάντες Ελληνες ἐπεκλήθησαν, ἐκ Μαδαῒ δὲ Μαδαῖοι, οι Μῆδοι προσαγορεύονται νῦν. Θοβὲλ δὲ Θοβήλους τοὺς ἐξ αὐτοῦ ἐπωνόμασεν· ου τοι δ' εἰσὶν Ιβη.23 ρες. ὁ δέ γε Μοσὸχ τοῦ γένους κατῆρξε τῶν Μεσχηνῶν· Καππαδόκαι δ' ου τοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οι Θρᾷκες μετωνομάσθησαν υ στερον. ἐκ δὲ τῶν ἐκγόνων ̓Ιάφεθ ̓Ασχανάξαι μὲν οἱ κληθέντες ̔Ρηγῆνες ἐξ ̓Ασχανὰξπροήχθησαν, ̔Ριφαθαῖοι δέ, ου τω πρὶν τοὺς Παφλαγόνας ἐκάλουν, ἐκ ̔Ριφὰθ τὸ γένος ε λκειν πιστεύονται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οι Φρύγες μετεκλήθησαν υ στερον. ̓Ελισὰν δὲ ̓Ελισαίων ἀρχηγέτης ἐγένετο, οι περ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλικες· ο θεν καὶ ἡ τῶν παρ' αὐτοῖς πόλεων ἀξιολογωτέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς ταῦ. ου τως γὰρ τῷ ̓Ιωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ε τεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλίκων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτίσαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δεικνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀντεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν ὁ Χεθίμ· ἡ Κύπρος αυ τη ἐστί, παρ' ̔Ελλήνων ου τω κληθεῖσα διὰ τὴν παρ' αὐτοῖς θεὸν τὴν ̓Αφροδίτην, η ν Κύπριν προσαγορεύουσιν. Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ ̓Αμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ ο σα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεανοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χουσαῖοι· Αἰθίοπες ου τοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· ου τω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, καὶ ἡ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὺτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετε.24 βλήθη δ' ἡ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ 1.24 Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν υ στερον ̓Ιουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσρὲμ παῖδες τὴν ἀπὸ Γάζης ε ως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλαξεν ἡ ἐκείνου μερίς, η ν Παλαιστίνην Ελληνες ὠνομάκασιν. Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. ̓Αμαθὶ δὲ ̓Αμάθην ε κτισε πόλιν, η ν Μακεδόνες ἀφ' ἑνὸς τῶν Πτολεμαίων ̓Επιφανοῦς λεγομένου 9

̓Επιφάνειαν μετωνόμασαν. Σὴμ δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οι τὴν μέχρις ὠκεανοῦ τοῦ κατ' ̓Ινδίαν οἰκοῦσιν ̓Ασίαν, ἀπ' Εὐφράτου ἀρξάμενοι. ̓Ελὰμ μὲν ου ν ̓Ελυμαίους Περσῶν ο ντας ἀρχηγέτας κατέλιπεν, ̓Ασοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ' αὐτὸν ̓Ασσυρίους ὠνόμασε, καὶ ̓Αρφαξὰδ Χαλδαίων προπάτωρ η ν, ̓Αρὰμ δὲ τοὺς Σύρους κληθέντας υ στερον ̓Αραμαίους ἐξ ἑαυτοῦ προσηγόρευσεν, ὁ Λοὺδ δὲ Λούδους προήγαγεν, οι Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν ̓Αρὰμ τεσσάρων ο ντων ὁ μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν Δαμασκόν, μέση δ' ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, ὁ δὲ ̓Αρμενίαν, Βακτριανοὺς δὲ ὁ ε τερος. τοῦ ̓Αρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν ὁ Σαλά. ου τος δὲ πατὴρ Εβερ. Εβερ δ' ε τεκε τὸν Φαλέκ, ου τω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· ο τε γὰρ ἡ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ ὁ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ ̔Εβραῖοι τὸν μερισμὸν ὀνομάζουσιν. ̔Εβραῖοι δὲ τὸ ε θνος ἐκ τοῦ Εβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ὁ ̔Ραγαῦ, ὁ δὲ ̔Ραγαῦ πατὴρ τοῦ Σερούχ, ου τος δ' ε τεκε τὸν Να.25 χώρ, ἐκ Ναχὼρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ πατὴρ ̓Αβραάμ. Τοῦ δὲ τῶν ̔Εβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας ου τος γέγονεν ̓Αβραάμ, ο ς Χαλδαῖος μὲν η ν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ο του τὴν γῆν α πασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. ου τος προγόνων ω ν ἀσεβῶν πρῶτος ε γνω θεὸν ε να τὸν τῶν ο λων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ε λεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ε σχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αι γυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ε χουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταῦτα πρὸς Αι γυπτον κἀκεῖθεν εἰς Ελληνας. ̓Ασσυρίων δ' ἐπελθόντων τοῖς Σοδομίταις, οι ς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ω ν ̓Αβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. ο μαθὼν ̓Αβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἰκέταις αὐτοῦ καὶ φίλοις τρισὶ κατεδίωξεν ὀπίσω τῶν ̓Ασσυρίων, καὶ τούς τε Σοδομίτας ε σωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ' ἐκ τῆς διώξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ· σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν ̔Ελλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ η ν ο νομα τότε τῇ πόλει ̔Ιερου.26 σαλήμ· ου τως ἀρχαία η ν ἡ πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν ̓Αβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου α χαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ ε χοντι τὸν τοῦτο διαδεξόμενον, η ν γὰρ ε τι γονῆς ἀμοιρῶν γνησίας, ο τι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καὶ ἐξ ἐκείνου μέγα προελθεῖν ε θνος, τοῖς α στρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ περιτμηθῆναι τὰ αἰδοῖα καὶ αὐτὸν καὶ τοὺς ὑπ' αὐτὸν ἐκέλευσεν α ρρενας, ι ν' ει η τὸ γένος αὐτοῦ τοῖς α λλοις ε θνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν. Γίνεται τοίνυν τῷ ̓Αβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ο ν ὁ θεὸς ̓Ισαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ο νομα γέλωτα, η ο τι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι ου σῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν ̓Ισαὰκ τεκοῦσα ἐτύγχανεν, η ο τι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαρᾶς. τεχθέντα δὲ τὸν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· ο θεν ου τω καὶ τοῖς ̓Ιουδαίοις νενόμισται περιτέμνεσθαι. Αραβες δὲ μετὰ τρισκαιδέκατον ε τος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, ο τι καὶ ̓Ισμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ η ν ἐτῶν ο τε τῷ ̓Αβραὰμ ὁ θεὸς ἐπέταξε 10

τὴν περιτομήν. σημαίνει δὲ τὸ ο νομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας ̓Αβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης η ν Σάρρα αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Αγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ 1.27 τὸ γένος, μιγῆναι τὸν α νδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν ̓Ισμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν ̓Ισαάκ, τῆς Αγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ ̓Ισαὰκ κατὰ τὸν ̔Εβραῖον ̓Ιώσηπον, ει κοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν ει ναι τὸν ̓Ισαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ ̓Αβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ε ν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν ὁ ̓Αβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ο ρος ἀναγαγών, τὸν θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οι σειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας ει ναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. ου τω ταῦτα τῷ ̓Ιωσήπῳ ἱστόρηται. ει τα φείσασθαι τοῦ υἱοῦ κελεύεται ̓Αβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν ου σα ἑκατὸν ει κοσι πρὸς ἑπτά, ὁ δ' ̓Αβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ η ς υἱεῖς αὐτῷ φύονται ε ξ. τῷ ̓Ισαὰκ δὲ περὶ τεσσαρακοστὸν ε τος γεγονότι μνηστεύεται ὁ πατὴρ ̔Ρεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ ̓Αβραάμ. ε πειτα τελευτᾷ μὲν ε τη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν ̔Ρεβέκκαν ὁ ̓Ισαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ω ν τῷ μὲν πρεσβυτέρῳ καθ' ο λου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ο θεν καὶ ̔Ησαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ ει χετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ ̓Ιακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ο νομα καθ' ̔Εβραίους δηλοῖ. 1.28 Γηρᾷ ἐπὶ τούτοις ̓Ισαὰκ καὶ τὰς ο ψεις πεπήρωται. καὶ τὸν ̔Ησαῦ προσκαλεῖται, προσέκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηρᾶσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, "ι να" φησί "φαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν." καὶ ̔Ησαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ ̔Ρεβέκκα φιλοῦσα μᾶλλον τὸν Ἰ ακώβ, καὶ τοῦτον καλέσασα, ει πεν α ὁ πατὴρ ἐπέταξε τῷ ̔Ησαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς α ν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οι α φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. η δη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. ̓Ισαὰκ δὲ τῇ φωνῇ τὸν ̓Ιακὼβ ει ναι τὸν προσιόντα αἰσθόμενος, ε γγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν ̔Ησαῦ εὐλογίας ἀνάξιον κρίναντος, ε δοξεν ̓Ισαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι υἱόν, ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν ̓Ιακώβ. ἐπανῆλθε δὲ καὶ ̔Ησαῦ καὶ εἰσήγαγε δεῖπνον τῷ πατρὶ καὶ ῃ τει τὴν εὐλογίαν. ὁ δὲ ε γνω τὸ σόφισμα καί "ἐλθών" ε φη "ὁ ἀδελφός σου ε λαβε τὴν εὐλογίαν σου." τοῦ δ' ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν ει ναι παρ' αὐτῷ εὐλογίαν, παρακληθεὶς ̓Ισαὰκ ω ρμησε μὲν εὐλογῆσαι, ο τι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν ̔Ησαῦ, ἐπεὶ μηδ' α ξιος η ν αὐτῆς, εἰς ἀρὰν ἀντ' εὐλογίας ἐτυποῦτο αὐτῷ τῷ ̓Ισαὰκ ἡ φωνή. δυσμενῶς ει χε διὰ 1.29 ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ ̔Ησαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ' υ πνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, η ς τῶν α κρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ῳ τὸ ο ραμα ει δε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ' Ελληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς Λάβαν τὸν τῆς μητρὸς τῆς ̔Ρεβέκκας ὁμαίμονα, καὶ ξενίας παρ' ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ 11

τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ω ν ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ' ἑτέρα ̔Ραχὴλ ἐπεκέκλητο. εἰς ε ρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο ̓Ιακὼβ ἀστείας ου σης τὸ ει δος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. ὁ δ' ὁμολογεῖ κατεγγυῆσαι τῷ ̓Ιακὼβ τὴν ̔Ραχήλ, εἰ ἐπὶ ε τη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ καιρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ ̓Ιακώβ. γνοὺς δὲ μεθ' ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν ̔Ραχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αυ θις δουλεῦσαι ὁ ̓Ιακώβ, δουλούμενος ε ρωτι, καὶ μεθ' ἑτέραν ἑπταετίαν καὶ τῇ ̔Ραχὴλ συνευνάζεται. Τῇ μὲν ου ν Λείᾳ παῖδες η σαν ἐξ ̓Ιακώβ. καὶ ̔Ρουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ο τι κατ' ε λεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν 1.30 γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· κοινωνίας του νομα σημαίνει βεβαιωτήν. μεθ' ο ν ̓Ιούδας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλωτική. τῇ δὲ ̔Ραχὴλ παιδίον οὐκ η ν, καὶ δεδοικυῖα μὴ δι' ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ ̓Ιακὼβ ἡ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη ὁ παῖς· θεόκριτον ει ποιεν Ελληνες. κἀκ τῆς αὐτῆς αυ θις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οι ον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ ̓Ιακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αυ τη ἐγείνατο Γάδ· τυχαῖον α ν τις καλέσει αὐτόν. καὶ ἐπὶ τούτῳ τίκτει καὶ ε τερον, ου τος δ' η ν ὁ ̓Ασήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ Λείᾳ καὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αι τιος. τῇ Λείᾳ δὲ ̔Ρουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ῃ τει ̔Ραχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ' ἐκείνην τὴν νύκτα λέκτρον τοῦ ̓Ιακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ ̔Ραχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ ̓Ιακώβ, καὶ τίκτει παῖδας ε τι δύο τὸ γύναιον, τὸν ̓Ισάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ο νομα, καὶ Ζαβουλών, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖναν. γίνεται δὲ καὶ τῇ ̔Ραχὴλ υἱὸς ̓Ιωσήφ· τὸ δ' ο νομα προσθήκην τινὸς γενησομένου δηλοῖ. Ετη μὲν ου ν ει κοσιν ἐποίμαινε τῷ πενθερῷ ̓Ιακώβ· ει τα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. ο θεν 1.31 καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσεπαγόμενος καὶ τῶν βοσκημάτων α περ αὐτῷ τοῦ ποιμαίνειν μισθὸς προσενενέμηντο. ̔Ραχὴλ δὲ καὶ τὰ ει δωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλ' ι ν' ε χοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς ὁ πατὴρ καταλάβοι. τοῦ δὲ Λάβαν καθ' ἑβδόμην ἡμέραν καταλαβόντος, κατ' ο ναρ ἐπέταξεν αὐτῷ ὁ θεὸς σπείσασθαι τῷ ̓Ιακώβ. μεθ' ἡμέραν δὲ λόγοι ἀμφοῖν γίνονται, καὶ τοῦ ̓Ιακὼβ μηδὲν ἀδικεῖν ἀποδείξαντος, περὶ τῶν πατρῴων θεῶν ἐπενεκάλει ὁ Λάβαν αὐτῷ. ὁ δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ο ς ἠρεύνα. ἡ ̔Ραχὴλ δὲ τὰ ει δωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύσιν αὐτῇ ἐνοχλεῖν. ὁ δὲ Λάβαν μὴ α ν ποτε τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ ὁ μὲν ἀνέζευξεν, ὁ δ' ̓Ιακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ' ἐπιγενομένης φαντάσματι συντυχὼν διεπάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ α γγελον ει ναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοῖραν ε ξει· ὁ δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγαθῶν σημεῖον ἡγεῖσθαι ε λεγε δεῖν, καὶ ̓Ισραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν α λλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, ̓Ιώσηπος δὲ τὸν ἀντιστάντα θείῳ ἀγγέλῳ σημαίνειν φησίν. ̓Ιακὼβ δὲ τὸν τόπον καλεῖ 12

Φανουήλ, τοῦτ' ε στι θεοῦ πρόσωπον. γενομένου δ' ἐν τῇ πάλῃ τῇ πρὸς τὸν α γγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶσιν ἀπείπατο, καὶ δι' ἐκεῖνον καὶ τῷ ἐκείνου γένει 1.32 παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ τοῦ ̔Ησαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. ει τα ὁ μὲν ̔Ησαῦ ἀπηλλάγη, ̓Ιακὼβ δ' ἀφίκετο πρὸς τὰ Σίκιμα. τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, ἡ θυγάτηρ αὐτοῦ Δεῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος ου ν αὐτὴν Συχὲμ ὁ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει δι' ἁρπαγῆς. ε πειτα ὁ τούτου πατὴρ ἐδέετο τοῦ ̓Ιακὼβ συζεῦξαι τὴν Δεῖναν τῷ Συχέμ· ὁ δὲ οὐ κατένευσε. Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πᾶν α ρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ. ταῦτά φησιν ̓Ιώσηπος. πιθανώτερον δὲ περὶ τούτων ἡ βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ ο τι ̓Εμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν Δεῖναν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ ει πον ὡς "εἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει α ρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ," καὶ ο τι κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν α παντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονήρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμένων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖλον α παντας, ἀγνοοῦντος τοῦ ̓Ιακώβ. ῳ χαλεπαίνοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν ὁ θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ ὁ ̓Ιακώβ, ο που τὸν ο νειρον ἐθεάσατο, ε θυσεν. καὶ προϊὼν τὴν ̔Ραχὴλ ἐκ τοκετοῦ θανοῦσαν θάπτει ἐν ̓Εφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπ' αὐτῷ γενομένην τῇ μητρὶ ὀδύνην. ἐλθὼν δ' εἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ ̓Ισαὰκ ε τι ζῶντα, ἡ δὲ ̔Ρεβέκκα ε φθη θανεῖν. θνήσκει δὲ μετὰ 1.33 βραχὺ καὶ ὁ ̓Ισαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῷ γονικῷ μνημείῳ, βιώσας ε τη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατόν. ̔Ησαῦ δὲ η ρχε τῆς ̓Ιδουμαίας, καλέσας τὴν χώραν ἀφ' ἑαυτοῦ. ̓Εδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, ο τι ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τὸν ἀδελφὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ τούτου μεθ' ο ρκων αὐτῷ διὰ τὸν λιμόν· ο θεν ̓Εδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ η ν τὴν χροιὰν τοιαύτη. ̓Εδὼμ δὲ παρ' ̔Εβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται. ̓Ιακὼβ δὲ τὸν ἐκ τῆς ̔Ραχὴλ ̓Ιωσὴφ διά τε τὴν τοῦ σώματος εὐφυΐαν καὶ τὴν τῆς ψυχῆς ἀρετὴν πλέον τῶν α λλων παίδων ἠγάπα. η τε γοῦν τοῦ πατρὸς στοργὴ καὶ οἱ ο νειροι ου ς ἐθεάσατο εἰς φθόνον αὐτοῦ τοὺς ἀδελφοὺς κεκινήκασι. τῶν δ' ὀνειράτων τὸ μὲν η ν τοιοῦτον. ἐν ω ρᾳ θέρους ἐδόκει μετὰ τῶν ἀδελφῶν θερίζων δράγματα δεσμεῖν καὶ τιθέναι, καὶ τὰ μὲν αὐτοῦ ἠρεμεῖν, τὰ δὲ τῶν ἀδελφῶν προστρέχοντα προσκυνεῖν τοῖς αὐτοῦ. τὸ δέ, τὸν η λιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας προσκυνεῖν ἐδόκει αὐτῷ. ταύτας τὰς ο ψεις τῷ πατρὶ διηγούμενος, παρόντων καὶ τῶν συγγόνων, τὴν δήλωσιν ἐζήτει μαθεῖν. ὁ δὲ εὐδαιμονίαν κατήγγειλε τῷ παιδί, καὶ καιρὸν η ξειν καθ' ο ν ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν τιμηθήσεται καὶ προσκυνηθήσεται. ταῦτα τοὺς ἀδελφοὺς τοῦ ̓Ιωσὴφ ἐλύπησε, καὶ ὑπεβλέποντο τὸ μειράκιον. νεμόντων δὲ τὰ ποίμνια τῶν παίδων 1.34 τοῦ ̓Ιακὼβ ἐν Σικίμοις, ὁ πατὴρ πέμπει τὸν ̓Ιωσὴφ ἐκείνους ἐπισκεψόμενον. οἱ δὲ τοῦτον ἰδόντες ω ρμησαν ἀνελεῖν. ̔Ρουβὶμ δὲ συνεβούλευε μὴ αὐτόχειρας γενέσθαι τοῦ ἀδελφοῦ, ἀλλ' εἰς τὸν παρακείμενον λάκκον ῥῖψαι αὐτόν, ι ν' ἀποθάνῃ ἐκεῖ, καὶ ου τω μετριώτερον ε σοιτο τὸ κακόν. συναινεσάντων δὲ τῷ λόγῳ τῶν νεανίσκων, λαβὼν ὁ ̔Ρουβὶμ τὸ μειράκιον ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. ̓Ιούδας δὲ ἐμπόρους ἰδὼν Αραβας, συνεβούλευσε τοῖς ἀδελφοῖς τὸν ̓Ιωσὴφ ἀπεμπολῆσαι αὐτοῖς. καὶ δόξαν τοῦτο τοῖς ἐμπόροις αὐτὸν ἀποδίδονται μνῶν ει κοσιν, ἐτῶν ἑπτακαίδεκα γεγονότα. ̔Ρουβὶμ δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθών, ι ν' ἐξενέγκῃ τὸν ̓Ιωσὴφ καὶ σώσῃ τοὺς ἀδελφοὺς λαθών, ἐπεὶ μὴ ευ ρεν αὐτόν, πενθῶν ᾐτιᾶτο τοὺς ἀδελφούς.

τῶν δὲ τὸ πραχθὲν φρασάντων παύεται τοῦ πένθους. τὸν δὲ χιτωνίσκον τοῦ μειρακίου αι ματι τράγου μολύναντες η κον πρὸς τὸν πατέρα καὶ ει πον τὸν μὲν ̓Ιωσὴφ μήτ' ἰδεῖν μήθ' ο πως διέφθαρται γνῶναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ διερρηγμένον. ̓Ιακὼβ δὲ ἐπὶ τῷ μειρακίῳ πενθῶν ἐκαθέζετο σάκκον ἐνδύς. τὸν ̓Ιωσὴφ δὲ ἐκ τῶν ἐμπόρων ὠνήσατο Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν βασιλέως Φαραὼ μαγείρων, καὶ ει χεν αὐτὸν ἐν τιμῇ. τῆς δὲ τοῦ δεσπότου γυναικὸς διά τε εὐμορφίαν καὶ τὴν αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ λόγους περὶ μίξεως προσαγούσης, παρέπεμπε τὴν ἀξίωσιν. ἡ δὲ δεινῶς πολιορκουμένη τῷ ε ρωτι, δευτέραν ἐπῆγε πεῖραν, καὶ τὸ πείθειν ἀπογνοῦσα βιάζεσθαι η θελεν. ὡς δὲ καὶ τὸ ἱμάτιον καταλιπὼν ὁ νεανίσκος ἐξεπήδησε, καθῆστο κατηφὴς καὶ συγκεχυμένη. ἐλθόντι δὲ τἀνδρὶ κατηγόρει τοῦ ̓Ιωσὴφ καὶ τὸ ἱμάτιον ἐπεδείκνυεν, ὡς ο τ' ἐπε.35 χείρει βιάζεσθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐμβάλλει τὸν ̓Ιωσήφ, ἐν ῃ καὶ ὁ οἰνοχόος τοῦ Φαραὼ κατ' ὀργὴν ἐνεκέκλειστο καὶ ὁ ἀρχισιτοποιός. οι ς συνήθης γενόμενος ἠξιοῦτο φράσαι αὐτοῖς τῶν ἐνυπνίων τὴν δήλωσιν. ὁ μὲν γὰρ οἰνοχόος α μπελον ὁρᾶν ε δοξεν, ἐξ η ς τρία ἐφύοντο κλήματα, ω ν ἀπῃώρηντο μεγάλοι καὶ πέπειροι βότρυες, τούτους δ' ἀποθλίβειν εἰς φιάλην καὶ προσάγειν τῷ Φαραώ, κἀκεῖνον λαβεῖν προσηνῶς. ἀγαθὰ ου ν αὐτῷ σημαίνειν τὸν ο νειρον ἐξηγεῖτο ὁ ̓Ιωσήφ· ἐν γὰρ τρισὶν ἡμέραις ταῖς προσαγούσαις εἰς τὸ πρότερον ἀποκαταστήσεσθαι διακόνημα. καὶ ἠξίου μεμνῆσθαι αὐτοῦ εὐπραγήσαντα. ὁ δὲ ἀρχισιτοποιὸς κανᾶ ε φη δοκεῖν τρία φέρειν ἐπὶ τῆς κεφαλῆς, δύο μὲν α ρτων πλήρη, τὸ δὲ ε τερον ο ψου καὶ ποικίλων βρωμάτων, ταῦτα δὲ διαρπαγῆναι ὑπὸ πτηνῶν καθιπταμένων. ε φη δὲ καὶ τούτῳ ὁ ̓Ιωσὴφ τὰ τρία κανᾶ τριῶν ἡμερῶν ει ναι σημαντικά, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ μέλλειν αὐτὸν κρεμασθέντα σαρκοφάγοις ε σεσθαι βορὰν πετεινοῖς. γέγονε δ' ἐπ' ἀμφοῖν ὡς ̓Ιωσὴφ ἐξηγήσατο. Ει τα τῷ Φαραὼ ὁ θεὸς ο ψεις ἐνυπνίων ἐπιπέμπει διττὰς καὶ τὰς δηλώσεις ἀμφοῖν. ὁ δὲ τῶν μὲν ο ψεων ἐμιμνήσκετο, τῶν δ' ἐξηγήσεων ἐπελάθετο. συγκαλεῖται τοίνυν τοὺς τῶν Αἰγυπτίων σοφούς, καὶ ἀπαγγέλλει αὐτοῖς τὰ ἐνύπνια, καὶ τὴν δήλωσιν ἀπαιτεῖ· ἀπορούντων δ' ἐκείνων ὠργίζετο. ὁ δ' οἰνοχόος, εἰ καὶ μὴ πρότερον, ἀλλὰ τότε πρὸς μνήμην η κε τοῦ ̓Ιωσήφ, καὶ διδάσκει περὶ ἐκείνου τὸν Φαραώ. α γεται τοίνυν αὐτίκα. ὁ δέ "φράσον μοι" φησί, 1.36 "νεανία, τὴν κρίσιν τῶν ἐνυπνίων ω νπερ τεθέαμαι. ε δοξα βόας εὐτραφεῖς ἑπτὰ προϊόντας τοῦ ποταμοῦ πρὸς τὸ ε λος χωρεῖν· ἑτέρους δ' ἑπτὰ ἰσχνοὺς καὶ τετηγμένους λιμῷ τοῦ ε λους ἐξελθόντας συναντῆσαι τούτοις, καὶ βρωθῆναι παρὰ τῶν δευτέρων τοὺς πρώτους καὶ πίονας, καὶ μένειν ε τ' αὐτοὺς ὁμοίως ἰσχνούς. αυ θις δ' ὁρῶ στάχυας ἑπτὰ ἐκφύντας ῥίζης μιᾶς θαλεροὺς καὶ κεκλιμένους τῷ βάρει τοῦ καρποῦ. πλησίον δ' αὐτῶν ἰσαρίθμους ἐδόκουν ὁρᾶν στάχυας ἀδρανεῖς ὑπὸ ἀδροσίας καὶ πρὸς ο ρασιν ἀηδεῖς, οι καὶ ἀνήλισκον τοὺς εὐκάρπους τε καὶ ὡραίους." ὁ δ' ̓Ιωσήφ "κα ν διττά" φησίν, "ω βασιλεῦ, τὰ ἐνύπνιά εἰσιν, ἀλλὰ μίαν ε χουσι τῶν μελλόντων τὴν δήλωσιν. οι τε γὰρ βόες, ζῷον ἐπ' ἀρότρῳ πονοῦν, ὑπὸ τῶν χειρόνων κατεσθιόμενοι, καὶ οἱ θάλλοντες στάχυες ὑπὸ τῶν ἀδρανῶν δαπανώμενοι, λιμὸν ἐπὶ τοσαῦτα ε τη τῇ χώρᾳ σου καταγγέλλουσιν ἐν ἰσαρίθμοις ἐνιαυτοῖς εὐθηνηθείσῃ πρότερον τοῖς καρποῖς, ὡς τὴν τούτων εὐφορίαν ἀναλωθῆναι ὑπὸ τῶν ε πειτα. εἰ δὲ σὺ ταμιεύσεις τὰ τῆς προτέρας εὐδαιμονίας εἰς τοὺς τῆς ἀφορίας ἐνιαυτούς, θήσεις τοῖς Αἰγυπτίοις ἀνεπαίσθητον τὸ δυστύχημα." Φαραὼ δὲ τὴν τοῦ ̓Ιωσὴφ ἐκπλαγεὶς σοφίαν διά τε τὴν ἐξήγησιν καὶ τὴν συμβουλήν "αὐτὸς ὁ τούτων" ε φη "κριτής τε καὶ σύμβουλος καὶ οἰκονόμος ε σῃ τῶν βουλευθέντων." καὶ παρέσχεν αὐτῷ τὴν ἐξουσίαν αὐτοῦ, ω στε σφραγῖδι χρῆσθαι τῇ Φαραὼ καὶ πορφύραν ἐνδύεσθαι καὶ ἐλαύνειν ἐφ' α ρματος. η ν δὲ τότε τριάκοντα ἐτῶν γεγονὼς ̓Ιωσήφ. προσηγόρευσε δὲ αὐτὸν ὁ Φαραὼ Ψοθομφάνηχον· σημαίνει δὲ τὸ ο νομα κρυπτῶν εὑρετήν. ζεύγνυσι δὲ αὐτῷ καὶ γυναῖκα ̓Ασενὲθ κεκλημένην, 14

θυγατέρα τοῦ ἐν ̔Ηλίου 1.37 πόλει ἱερέων πρωτεύοντος. ἐξ η ς αὐτῷ γίνονται παῖδες πρὸ τοῦ λιμοῦ, ω ν ὁ πρεσβύτερος η ν Μανασσῆς· ἐπίληθον δὲ δηλοῖ, ο τι λήθην ευ ρατο τῶν ἀτυχημάτων· ̓Εφραῒμ δὲ ὁ νεώτερος· ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτῷ τὴν τῶν προγόνων ἐλευθερίαν. ἐντεῦθεν η κεν ὁ τῆς ἐνδείας καιρός. οὐ μόνης δὲ τῆς Αἰγύπτου κατεκράτησεν ὁ λιμός, ἀλλὰ καὶ τῆς χώρας καθ' η ν κατῴκει ὁ ̓Ιακώβ. πέμπει τοίνυν τοὺς υἱοὺς εἰς Αι γυπτον σῖτον ὠνησομένους, μόνον παρ' ἑαυτῷ κατασχὼν τὸν Βενιαμὶν ὡς νεώτατον. οἱ μὲν ου ν προσῆλθον τῷ ̓Ιωσήφ. ὁ δὲ μὴ γνωσθεὶς ἐπέγνω τοὺς ἀδελφούς, καὶ κατασκόπους ε λεγεν η κειν αὐτούς. οἱ δὲ ο θεν τε η κοιεν ε λεγον, καὶ ὡς ἑνὸς ει εν πατρὸς ε τι ζῶντος, καὶ ὡς ε τερος νεώτερος ἀδελφὸς ε στι παρὰ τῷ πατρί. πληροφορίαν δ' ε λεγεν ̓Ιωσὴφ δοῦναι αὐτῷ ἀληθείας, εἰ τὸν νεώτερον ἀδελφὸν κομίσουσι πρὸς αὐτόν. δίδωσιν ου ν σῖτον αὐτοῖς, καὶ τὸ ἀργύριον τῷ ἑκάστου σάκκῳ λάθρᾳ ἐνθέμενος· κατέσχε δὲ τὸν Συμεὼν τῆς ἐπανόδου ἐσόμενον ο μηρον. ἐπανῆλθον πρὸς τὸν ̓Ιακὼβ οἱ υἱοὶ τὸν σῖτον κομίζοντες, καὶ τὰ συμβάντα ἀπήγγειλαν, καὶ λύπην αὐτῷ ἡ τοῦ Συμεὼν ἐποίει κατάσχεσις, δοῦναί τε τὸν Βενιαμὶν ἀπαχθῆναι εἰς Αι γυπτον οὐ κατένευεν. η δη δὲ τοῦ σίτου δαπανηθέντος, ἐπεὶ μὴ α λλως ἐξῆν αὐτοῖς εἰς Αι γυπτον ἀπελθεῖν, εἰ μὴ καὶ τὸν Βενιαμὶν προσεπάγοιντο, ὑπείκων ἀνάγκῃ δίδωσιν αὐτὸν ὁ πατήρ, καὶ τὴν τοῦ σίτου τιμὴν διπλασίονα, καὶ τῷ ̓Ιωσὴφ δωρεάς. ὡς δ' η λθον εἰς Αι γυπτον, προσήγαγον τὰ δῶρα αὐτῷ. ὁ δὲ τὸν Βενιαμὶν ἰδὼν καὶ συνθρυπτόμενος, ι να μὴ δακρύων καταφανὴς γένοιτο, μετέστη. ει τα ἐπὶ δεῖπνον παραλαμβάνει τοὺς ἀδελφούς, 1.38 καὶ διπλασίοσι μοίραις ἐδεξιοῦτο τὸν Βενιαμίν, καὶ τὸν τοῦ σίτου ταμίαν δοῦναι σῖτον αὐτοῖς κελεύει καὶ τὴν τιμὴν ἐνθεῖναι τοῖς σάκκοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφον ἀργύρεον ἐμβαλεῖν. τούτων δὲ γεγονότων ἀπῄεσαν οἱ ἀδελφοὶ λαβόντες τὸν Συμεών. περικυκλοῦσι δὲ ἀπιόντας αὐτοὺς ἱππεῖς ἐπεγκαλοῦντες τὴν τοῦ σκύφου κλοπήν, καὶ ἐρευνῶντες ευ ρον τὸν σκύφον παρὰ τῷ φορτίῳ Βενιαμίν. οἱ μὲν ου ν ἱππεῖς η γον πρὸς τὸν ̓Ιωσὴφ τὸν Βενιαμίν, οἱ ἀδελφοὶ δὲ αὐτοῦ τὰς στολὰς διαρρήξαντες ε κλαιον καὶ συνείποντο. ̓Ιωσὴφ δὲ τούτους ὀνειδίσας ὡς ἀχαρίστους, ἠλευθέρου μὲν τοὺς λοιπούς, μόνῃ δ' ἠρκεῖτο τῇ τοῦ Βενιαμὶν κατοχῇ. τοὺς δὲ ἀπορία συνεῖχεν. ̓Ιούδας δὲ διαλεχθεὶς καὶ πολλὰ πρὸς ε λεον δημηγορήσας ἐπαγωγά, εἰς ε λεγχον η γαγε τοῦ πάθους τὸν ̓Ιωσήφ. ὁ δὲ μηκέτι δυνάμενος ὑποκρίνεσθαι τὴν ὀργήν, γνωρίζει τοῖς ἀδελφοῖς ἑαυτόν, καὶ χάριν αὐτοῖς ὡμολόγει ὡς συναιτίοις γενομένοις τῶν τῷ θεῷ βεβουλευμένων περὶ αὐτοῦ. "α πιτε ου ν" φησί "καὶ ταῦτα δηλώσατε τῷ πατρί, αὐτόν τε καὶ πᾶσαν τὴν συγγένειαν ἀναλαβόντες ἐνταυθοῖ μετοικίζεσθε· ε τι γὰρ ἐπὶ πενταετίαν ε σται λιμός." ταῦτ' εἰπὼν περιβάλλει τοὺς ἀδελφοὺς καὶ δωρεαῖς δεξιοῦται. Καὶ οἱ μὲν ἀπῆλθον· ὁ δ' ̓Ιακὼβ μαθὼν τὰ περὶ ̓Ιωσήφ, ω ρμησεν εὐθὺς πρὸς αὐτόν, πάντας τοὺς μετ' αὐτοῦ ἐπαγόμενος· η σαν δὲ ἑβδομήκοντα πέντε. η δη δὲ τῆς Αἰγύπτου πλησίον ο ντι αὐτῷ προσυπαντᾷ ̓Ιωσήφ. ὁ δ' ὑπὸ χαρᾶς μικροῦ δεῖν ἐξέλιπε. παραγεγονότα δὲ τὸν ̓Ιακὼβ καὶ τοὺς μετ' αὐτοῦ πρὸς Αι 1.39 γυπτον ἀκούσας Φαραώ, χαίρων η ν, καὶ παραγενόμενον τὸν ̓Ιακὼβ πρὸς αὐτὸν ἠσπάσατο. καὶ μαθὼν ποιμένας ει ναι τοὺς μετ' αὐτοῦ, συνεχώρησεν αὐτοῖς τὴν ἐν ̔Ηλίου πόλει κατοίκησιν. τοῦ δὲ λιμοῦ ἐπιτεινομένου, χρημάτων τοῖς Αἰγυπτίοις ἀπεδίδου τὸν σῖτον ὁ ̓Ιωσήφ. τούτων δ' ἐπιλιπόντων, τῶν βοσκημάτων ὠνοῦντο αὐτόν, ει τα καὶ τῆς γῆς παρεχώρουν, ι να τραφεῖεν. ου τω δὲ τοῦ Φαραὼ πάσης περιουσίας κυρίου γενομένου πλὴν τῶν ἱερέων, τούτοις γὰρ ε μενεν ἡ χώρα αὐτῶν, ὡς η δη ἐλώφησεν ὁ λιμός, συλλέγων τοὺς Αἰγυπτίους ̓Ιωσὴφ ε καστον εἰς τὴν πόλιν αὐτοῦ, τήν τε γῆν αὐτοῖς ἐχαρίζετο καὶ φιλεργεῖν παρεκάλει, τὴν πέμπτην τῶν καρπῶν τελοῦντας τῷ Φαραώ. ̓Ιακὼβ δὲ ἑπτακαίδεκα ε τη ἐν Αἰγύπτῳ διαγαγὼν νοσήσας ἐξέλιπε, προειπὼν πῶς μέλλοιεν οἱ ἐκ τῆς γενεᾶς αὐτοῦ τὴν Χαναναίαν οἰκεῖν. καὶ τοῖς μὲν α λλοις τῶν υἱῶν κτῆσιν 15

ἀγαθῶν ἐπευξάμενος, τοῦ ̓Ιωσὴφ δ' ἐγκώμιον διεξελθών, ο τι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, προσέταξε τοῖς υἱοῖς ι να τοὺς παῖδας τοῦ ̓Ιωσὴφ ̓Εφραῒμ καὶ Μανασσῆν συναριθμήσωσιν ἑαυτοῖς, συνδιαιρούμενοι τούτοις τὴν Χαναναίαν. εὐλογηθῆναι δὲ τοὺς υἱοὺς αὐτοῦ ̓Ιωσὴφ παραστήσας τῷ ̓Ιακώβ, τὸν μὲν πρεσβύτερον κατὰ τὴν δεξιὰν ε στησε χεῖρα, τὸν δὲ νεώτερον κατὰ τὴν λαιάν. ὁ δὲ τὰς χεῖρας ἐναλλὰξ ταῖς τῶν παίδων κεφαλαῖς ἐπιθέμενος, τὴν μὲν δεξιὰν τῷ νεωτέρῳ ἀπένειμε, τῷ πρεσβυτέρῳ δὲ τὴν εὐώνυμον. καὶ τοῦ ̓Ιωσὴφ μὴ ου τω χρῆναι τὴν ἐπίθεσιν τῶν χειρῶν ποιήσασθαι φήσαντος τῷ πατρί, ἐκεῖνος ἀλλοιῶσαι τὸν τῶν χειρῶν οὐκ ἐπείσθη σχηματισμόν. οὐ γάρ, ὡς ὑπείληφεν ̓Ιωσήφ, οὐκ ῃ δει ο ἐποίει, τοῦ γήρως τῷ βαθεῖ βλαβεὶς τὴν διάνοιαν, 1.40 ἀλλ' ὡς προφήτης τὰ μέλλοντα ὑπῃνίττετο, καὶ τὸν σωτήριον ἐτύπου σταυρόν, καὶ τὸν νέον λαὸν τὸν ἐξ ἐθνῶν δηλαδὴ δεξιὸν ἐδήλου λογισθήσεσθαι τῷ θεῷ καὶ τοῦ πρεσβυτέρου προτιμηθήσεσθαι, φημὶ δῆτα τοῦ ̓Ιουδαϊκοῦ. τελευτᾷ δὲ ̓Ιακὼβ βιώσας ε τη τριῶν δέοντα ἑκατὸν καὶ πεντήκοντα. ̓Ιωσὴφ δὲ τοῦ Φαραὼ συγχωρήσαντος α πεισιν εἰς Χεβρῶνα καὶ θάπτει τὸν πατέρα πολυτελῶς. τῶν δὲ ἀδελφῶν δεδιότων συνυποστρέφειν αὐτῷ, ι να μὴ μνησικακήσας ἀνταποδοίη αὐτοῖς, πείθει μηδὲν ὑφορᾶσθαι. τελευτᾷ δὲ καὶ ου τος, ε τη βιώσας ἑκατὸν δέκα, ἐντειλάμενος, ο τε μεταναστεύσουσι τῆς Αἰγύπτου οἱ ἐκ τοῦ γένους αὐτοῦ, ἐκκομίσαι καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ εἰς τὴν Χαναναίαν ἀπαγαγεῖν. Αἰγύπτιοι δὲ ἀκμάζοντας τοὺς ̓Ισραηλίτας ὁρῶντες καὶ τοῦ ̓Ιωσὴφ ἐπιλελησμένοι, ταλαιπωρίας ποικίλας κατ' αὐτῶν ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομῆσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ι να δι' αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀπείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς ̔Εβραίους ἐξέτρυχον. χρόνον μὲν ου ν συχνὸν ἐπ' αὐταῖς διήνυσαν ταῖς κακώσεσιν. ει τα τῶν ἱερογραμματέων τις ἀγγέλλει τῷ Φαραὼ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς ̓Ισραηλίταις, ο ς τραφεὶς ταπεινώσει μὲν τοὺς Αἰγυπτίους, αὐξήσει δὲ τοὺς ὁμογενεῖς. δείσας ου ν Φαραὼ κελεύει πᾶν α ρσεν γεννώμενον τοῖς ̔Εβραίοις ῥιπτοῦντας εἰς τὸν ποταμὸν διαφθείρειν, τοὺς δὲ μὴ ου τω ποιοῦντας τῶν παίδων τοκεῖς παγγενῆ ἀναιρεῖσθαι, καὶ τοὺς τοκετοὺς δὲ τῶν 1.41 ̔Εβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας παραφυλάττειν. Καὶ οἱ μὲν η σαν ἐν τούτοις· ἀνὴρ δέ τις τῶν ευ γεγονότων πρὸς ταῦτα διέκειτο χαλεπῶς, ἐκυοφόρει γὰρ αὐτῷ ἡ γυνή, καὶ ἐδέετο τοῦ θεοῦ· μὴ ἀπογινώσκειν δὲ καθ' υ πνους προσέταξεν αὐτῷ ὁ θεός. "ο τε γὰρ παῖς, ο ν ὑφορῶνται Αἰγύπτιοι, σός" ε λεγεν "ε σται, καὶ σωθήσεται καὶ τραφήσεται λαθὼν τοὺς ἐπιβουλεύοντας, καὶ λύσει μὲν τῆς παρ' Αἰγυπτίοις δουλείας τοὺς ὁμοφύλους, μνήμης δὲ αἰωνίου τεύξεται. ὁ δὲ ἀδελφὸς αὐτοῦ ἱεράσεταί μοι σὺν τοῖς ἐκγόνοις διὰ παντός." τίκτει τοίνυν αὐτῷ ἡ γυνὴ παιδίον α ρρεν λαθοῦσα τοὺς φύλακας, καὶ τρέφεται παρὰ τῶν τεκόντων τὸ βρέφος ἐπὶ μῆνας τρεῖς. δεδοικότες δὲ ἐπὶ τῷ θεῷ τὴν ἑαυτοῦ σωτηρίαν πεποίηνται, καὶ πλέγμα τι μηχανησάμενοι ἀσφάλτῳ τε περιχρίσαντες ἐντιθέασι τὸ βρέφος καὶ ἀφιᾶσι κατὰ τοῦ ποταμοῦ. ἡ δὲ τοῦ παιδὸς ἀδελφὴ Μαριάμμη παρετήρει τὸ γενησόμενον. παίζουσα δὲ παρὰ ταῖς ο χθαις τοῦ ποταμοῦ Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ὁρᾷ τὸ πλέγμα καὶ στείλασα κομίζεται τοῦτο. ἰδοῦσα δὲ τὸ παιδίον ἠγάπησε τοῦτο καὶ διὰ κάλλος καὶ διὰ μέγεθος. καὶ παράγονται γυναῖκες Αἰγύπτιαι θηλάσουσαι αὐτό· τὸ δὲ θηλὴν αὐτῶν οὐ προσίετο. ἡ δὲ Μαριάμμη ὡς τάχα παρατυγχάνουσα "βασίλισσα" ει πεν, "εἰ ̔Εβραῒς κληθείη γυνή, ι σως προσήσεται θηλὴν τὸ βρέφος ὁμογενοῦς." ἡ δέ "κάλεσον" ε φη. καὶ παρήγαγε τὴν μητέρα, καὶ ἡ Θέρμουθις τὴν τοῦ παιδὸς τροφὴν ε μμισθον αὐτῇ ἀνατίθησι, καὶ ἐκ τοῦ συμβεβηκότος ὀνομάζει αὐτό. τὸ γὰρ υ δωρ μῶς καλοῦσιν Αἰγύπτιοι, ὑσῆς δὲ τοὺς σωθέντας ἐξ υ δατος· α μφω γοῦν συνθεῖσα τὰ ῥήματα εἰς κλῆσιν αὐτοῖς 1.42 τοῦ βρέφους ἐχρήσατο. η ν δ' ἐξ ̓Αβραὰμ ε βδομος Μωυσῆς· ̓Αμαρὰμ μὲν γὰρ αὐτὸς η ν παῖς, Καὰθ δὲ τῷ ̓Αμαρὰμ ὁ πατήρ, ὁ δὲ τοῦ Λευί, 16

καὶ τοῦ ̓Ιακὼβ ὁ Λευί, ̓Ιακὼβ δὲ ἐτέχθη τῷ ̓Ισαάκ, ̓Ισαὰκ δ' ἐξέφυτῷ ̓Αβραάμ. τριετεῖ δὲ τῷ παιδὶ γεγονότι καὶ τὸ τῆς ἡλικίας ἀνάστημα καὶ τὸ τῆς μορφῆς ἀστεῖον ἐκ θειοτέρας ἐπέπρεπε χάριτος, ἡ δὲ σύνεσις πολὺ κρείττων τῆς ἡλικίας ἐφύετο. ἡ Θέρμουθις ου ν γνησίας ἀμοιροῦσα γονῆς υἱοθετεῖται αὐτὸν καὶ κομίζει πρὸς τὸν πατέρα, ὁ δὲ τὸν παῖδα προστερνισάμενος ἐπιτίθησιν αὐτῷ κατὰ φιλοφρόνησιν τὸ διάδημα. καὶ ὁ παῖς αὐτὸ κατὰ νηπιότητα δῆθεν ῥιπτεῖ κατὰ γῆς καὶ ἐπέβαινε τοῖς ποσίν. ο περ ὁ ἱερογραμματεὺς θεασάμενος, ο ς ἐκ τῶν ̔Εβραίων γενέσθαι τινὰ τὸν τὴν Αἰγυπτίων ἀρχὴν ταπεινώσοντα προεῖπεν, ἀνακραγών "ου τος" ει πεν "ἐκεῖνος ὁ παῖς, ο ν ἀνελὼν τοῖς Αἰγυπτίοις τὸ δέος περίελε," ε φθη δ' αὐτὸν ἡ Θέρμουθις ἐξαρπάσασα, καὶ τὸν Φαραὼ δὲ νωθρὸν πρὸς τὸν φόνον διέθηκεν ὁ θεός. Παρελθὼν δὲ εἰς ἡλικίαν ὁ Μωυσῆς ἐκ τοιαύτης λαβῆς οι ος τὴν ἀρετὴν η ν φανερὸς τοῖς Αἰγυπτίοις ἐγένετο. πρόσοικοι ο ντες τῇ Αἰγύπτῳ Αἰθίοπες ἐσίνοντο τὴν χώραν αὐτῶν, οἱ δ' Αἰγύπτιοι στρατεύουσιν ἐπ' αὐτούς· καὶ ἡττήθησαν, Αἰθίοπες δὲ καταφρονήσαντες αὐτῶν τὴν α πασαν κατέτρυχον Αι γυπτον. κατὰ δὲ θεῖον χρησμὸν αἰτεῖ τὴν θυγατέρα τὸν Μωυσῆν Φαραὼ η δη ἀνδρωθέντα, κατὰ τῶν Αἰθιόπων στρατηγὸν αὐτῷ γενησόμενον. ἡ δὲ δίδωσιν, ὁρκώσασα τὸν πατέρα μηδὲν αὐτὸν διαθεῖναι κακόν. Μωυσῆς δὲ τὸν πόλεμον πιστευθεὶς οὐ διὰ συνήθους ὁδοῦ α γει ἐπὶ τοὺς πολεμίους τὴν στρατιάν, ἀλλὰ δι' ἀστιβήτου ἐκ πλήθους ἑρπετῶν ἰοβό.43 λων· ε νθα καὶ τὴν σύνεσιν αὐτοῦ ἐπεδείξατο. πλέγματα γὰρ ποιήσας καὶ ταῦτα πληρώσας ι βεων, πολλὰς δὲ ταύτας τρέφει καὶ χειροήθεις ἡ Αι γυπτος, κατὰ τὴν ὁδὸν ἐκείνην ἐκόμιζεν· αἱ δὲ ι βεις τοῖς ἰοβόλοις τούτοις πολέμιοι· καὶ ταύταις προηγουμέναις τῆς στρατιᾶς προμάχοις κατὰ τῶν ἰοβόλων ἐχρήσατο. καὶ μηδὲν προγνοῦσιν ε πεισι τοῖς Αἰθίοψι, καὶ τούτους νικᾷ καὶ πόλεις αὐτῶν αἱρεῖ οὐκ ὀλίγας. οἱ δὲ συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον ου σαν Αἰθιοπίας, η ν υ στερον Καμβύσης Μερόην ὠνόμασε διὰ τὴν ὁμώνυμον ἀδελφήν, ἐπολιορκοῦντο· η ν δὲ ἡ πόλις δυσπολιόρκητος. Θάρβις δὲ τοῦ Αἰθιόπων κρατοῦντος θυγάτηρ εἰς ε ρωτα ω λισθε Μωυσέως καὶ διαπέμπεται πρὸς αὐτὸν περὶ γάμου, ὁ δὲ κατένευεν, εἰ παραδοίη τὴν πόλιν αὐτῷ. φθάνει τὸ ε ργον τοὺς λόγους, καὶ Μωυσῆς ἐτέλει τοὺς γάμους, καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. οἱ δ' ἐμίσουν αὐτὸν καὶ σωζόμενοι, καὶ ἠρέθιζον τὸν Φαραὼ κατ' αὐτοῦ. ὁ δὲ καὶ τοῖς ἱερογραμματεῦσι πειθόμενος καὶ διὰ τὸν φόνον τοῦ Αἰγυπτίου τοῦ τὸν ̔Εβραῖον μαστίζοντος, ὡς τῇ βίβλῳ περιείληπται τῆς Γενέσεως, εἰ καὶ τοῦτο παρέδραμεν ὁ ̓Ιώσηπος, ἐπέθετο τῇ ἀναιρέσει τοῦ Μωυσέως. ὁ δὲ καὶ τῶν ὁδῶν φυλαττομένων λαθὼν ὑπέξεισι διὰ τῆς ἐρήμου, καὶ εἰς πόλιν α πεισι Μαδιάμ, καὶ ξενίζεται παρὰ τῷ τῆς πόλεως ἱερεῖ, ο ς καὶ διώνυμος ω ν ̔Ραγουὴλ ἐκαλεῖτο καὶ ̓Ιοθόρ. ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Σεπφώραν τῷ Μωυσῇ πρὸς γάμον ἐκδίδωσιν καὶ ποιμένα ποιεῖται τῶν ἑαυτοῦ θρεμμάτων. Νέμων δ' ἐπὶ τὸ Σίναιον ο ρος ὁ Μωυσῆς τοῦ περὶ τὴν βάτον ἀξιοῦται ὁράματος, η ν ε φλεγε πῦρ, 1.44 οὐ μέντοι κατέκαιεν. ει τα καὶ φωνῆς ἐκεῖθεν ἀκούει, η μὴ προβαίνειν ἐπέταττεν, α τε θείου τοῦ τόπου τυγχάνοντος, καὶ τὰ ἐσόμενα προηγόρευε, καὶ ἀπιέναι αὐτῷ εἰς Αι γυπτον ἐκέλευε, τοὺς ὁμογενεῖς τῆς ἐκεῖ κακώσεως ἀπαλλάξοντι καὶ ἐξάξοντι αὐτοὺς τῆς Αἰγύπτου, θυσίας τε εἰς ἐκεῖνον τὸν τόπον ποιεῖν ἐνετέλλετο. ταῦτα ἐκ τοῦ πυρὸς θεοκλυτεῖται ὁ Μωυσῆς. ὁ δ' ἠπόρει πῶς η τοὺς οἰκείους πείσειεν η βιάσαιτο Φαραὼ ἐπιτρέψαι τὴν ε ξοδον. καὶ ὁ θεὸς ῥᾷστα ταῦτα θήσειν αὐτῷ ἐπηγγέλλετο, καὶ εἰς πίστιν τὴν βακτηρίαν εἰς τὴν γῆν ἀφεῖναι κελεύεται, καὶ ἀφέντος δράκων ἐγένετο, ει τ' ἐπιλαβομένου πάλιν βάκτρον η ν. καὶ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσταχθείς, λευκὴν ὁμοίαν τιτάνῳ τὴν χρόαν ἐξήνεγκεν, ει τα καὶ εἰς τὸ πρότερον ει δος ἀποκατέστη. καὶ τοῦ πλησίον υ δατος λαβεῖν κελευσθεὶς καὶ καταχέαι τῆς γῆς, ὁρᾷ τὸ χεθὲν αἱματῶδες. θαρρεῖν ου ν ἐπὶ τούτοις παρεκελεύετο καὶ μηκέτι μέλλειν. παραλαβὼν ου ν τὴν γυναῖκα καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς, Γηρσών, ο σημαίνει 17

ο τι εἰς τὴν ξένην, καὶ ̓Ελεάζαρ, δηλοῖ δὲ ὡς συμμάχῳ χρήσαιτο τῷ πατρῴῳ θεῷ, ω ρμησεν εἰς Αι γυπτον. πλησιάσαντι δὲ ὁ ἀδελφὸς ὑπήντησεν ̓Ααρών. παραγίνονται ου ν α μφω πρὸς Φαραώ, καὶ τὰ ἐκ θεοῦ προστεταγμένα εἰπόντες ἠξίουν μὴ ἀντιπράττειν τῇ θείᾳ βουλῇ. χλευάσαντος δ' ἐκείνου, ε ργῳ τὰ σημεῖα ἐδείκνυον, καὶ ἡ ῥάβδος ο φις ῥιφεῖσα ἐγένετο. τὸ δ' αὐτὸ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν πεποιηκότων καὶ τὰς σφετέρας βακτηρίας μεταβαλόντων εἰς δράκοντας, Μωυσῆς τὴν βακτηρίαν αυ θις ῥιπτεῖ κατὰ γῆς, καὶ εἰς ο φιν μεταβληθεῖσα τὰς τῶν Αἰγυπτίων βακτηρίας, αι δράκοντες ἐδόκουν, κατέφαγεν· ει τα εἰς τὸ ἑαυτῆς σχῆμα μετα.45 πεσοῦσαν αὐτὴν κομίζεται. σκληρυνομένου δὲ Φαραώ, εἰς αι μα τὰ υ δατα μετεβέβλητο. ει τα βάτραχοι πᾶσαν τὴν γῆν Αἰγύπτου ἐκάλυψαν. ἐπὶ τούτοις σκνῖπες ἐκ τῆς γῆς ἀνεδόθησαν. τὰ μὲν ου ν α λλα τεράστια καὶ οἱ ἐπαοιδοὶ Φαραὼ ἐδόκουν ποιεῖν, σκνῖπας δὲ φαντάσαι οὐκ ἠδυνήθησαν. ει πον ου ν πρὸς Φαραὼ ο τι δάκτυλος θεοῦ τοῦτό ἐστιν· ὁ δ' ε τι ἀνένδοτος η ν. καὶ ἐγένετο κυνόμυια, καὶ ἐπὶ ταύτῃ φθορὰ τῶν κτηνῶν. ε πειτα τοῦ Μωυσέως καμινιαίαν αἰθάλην τοῦ ἀέρος κατασκεδάσαντος, ε λκη καὶ φλυκτίδες ε ν τε τοῖς κτήνεσι καὶ ἐν τοῖς ἀνθρώποις ἀνέζεσαν, καὶ αυ θις χάλαζα υ σθη, καὶ μετ' αὐτὴν ἐπῆλθεν ἀκρίς, καὶ ἐπὶ ταύταις σκότος τοὺς Αἰγυπτίους ἐπὶ τρεῖς ἡμέρας ἐκάλυψε, τελευταῖον δ' ἐπήνεκτο τούτοις ἡ τῶν πρωτοτόκων ἀπώλεια. σκληρυνομένου γὰρ Φαραὼ ἐκέλευσεν ὁ θεὸς Μωυσῇ θυσίαν παρασκευάσαι εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ο ς παρὰ μὲν ̔Εβραίοις Νισὰν καλεῖται, παρ' Αἰγυπτίοις δὲ Φαρμουθί, παρὰ Μακεδόσι δὲ Ξανθικός, καὶ παρ' Ελλησιν ̓Απρίλλιος. ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης α παντες ε θυον καὶ τῷ τοῦ θύματος αι ματι τὰς φλιὰς τῶν οἰκιῶν ε χριον, καὶ δειπνήσαντες τῶν κρεῶν τὰ περιττὰ ε καυσαν. ο θεν ε κτοτε ἑορτὴν α γουσιν ̔Εβραῖοι κατὰ τὸν καιρὸν τοῦτον καὶ θύουσι, πάσχα τὴν ἑορτὴν καλοῦντες. τὸ δὲ πάσχα α λλοι μὲν διάβασιν σημαίνειν φασίν, ̓Ιώσηπος δὲ ὑπερβασίαν, ο τι κατ' ἐκείνην τὴν νύκτα τοὺς ̔Εβραίους ὁ θεὸς ὑπερβὰς Αἰγυπτίοις ἐνέσκηψε τὴν τῶν πρωτοτόκων φθοράν. ο θεν συνελθόντες Αἰγύπτιοι ἐδέοντο Φαραὼ ἀπολύειν τοὺς ̔Εβραίους· ὁ δὲ ἀπιέναι προσέταξεν. οἱ δ' ἐξῄεσαν. η ν δὲ τὸ τῶν μετανισταμένων πλῆθος τὸ στρατεύσιμον ἡλικίαν ε χον μόνον μυριάδες 1.46 ἑξήκοντα. ἐξῆλθον δὲ μηνὸς Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ κατὰ σελήνην, μετὰ ε τη τετρακόσια τριάκοντα τοῦ τὸν ̓Αβραὰμ εἰς Χαναναίαν ἐλθεῖν, ἐκ δὲ τῆς ̓Ιακὼβ εἰς Αι γυπτον παροικίας μετὰ ἐνιαυτοὺς διακοσίους καὶ πεντεκαίδεκα. η ν δὲ Μωυσῇ τότε τῆς ζωῆς ε τος ὀγδοηκοστόν, ̓Ααρὼν δὲ τρισὶν ὑπερεῖχε. συνεπήγοντο δὲ καὶ τὰ ὀστᾶ τοῦ ̓Ιωσήφ, πληροῦντες τὴν ἐντολὴν τοῦ ἀνδρός. Οἱ μὲν ου ν ἀπῄεσαν, Αἰγύπτιοι δὲ μετεμέλοντο καὶ λαβόντες ο πλα ἐδίωκον. ἑξακόσια δ' η σαν αὐτοῖς α ρματα, ἱππεῖς τε πεντακισμύριοι, καὶ μυριάδες ει κοσιν ὁπλιτῶν. ̔Εβραίους δ' εἰς ἀπόγνωσιν η γον ἐν στενῷ γεγονότα τὰ πράγματα, καὶ λίθοις βάλλειν τὸν Μωυσῆν ε μελλον. ὁ δὲ παρεκάλει αὐτῷ ε πεσθαι, καὶ η γεν αὐτοὺς ἐπὶ θάλασσαν, καὶ στὰς παρ' αὐτῇ καὶ τὸν θεὸν ἐπιβοησάμενος τύπτει τὴν θάλασσαν τῇ βακτηρίᾳ· ἡ δὲ ἀνεκόπη καὶ γυμνὴν ἀφῆκε τοῖς ̔Εβραίοις τὴν γῆν, κἀκεῖνοι διέβαινον σπεύδοντες. ὁρῶντες δὲ ταῦτα Αἰγύπτιοι, καὶ αὐτοὶ προτάξαντες τὴν ι ππον ἐδίωκον. η δη δ' ἐπὶ τὴν ἀντιπέραν γῆν τῶν ̔Εβραίων διασωθέντων ἐπιχεῖται τοῖς Αἰγυπτίοις ἡ θάλασσα, τοῦ Μωυσέως τῇ ῥάβδῳ ἐπιστρεπτικῶς αυ θις τὸ υ δωρ πατάξαντος καὶ τὰ τούτου ἑνώσαντος τμήματα. ἀπώλοντο ου ν οἱ ἐν τοῖς υ δασιν Αἰγύπτιοι ξύμπαντες. καὶ οἱ μὲν ̔Εβραῖοι ἐν υ μνοις η σαν καὶ ε χαιρον, Μωυσῇ δὲ ᾠδὴ πεποίηται πρὸς θεὸν ἐν ἑξαμέτρῳ τόνῳ συντεθειμένη, ω ς φησιν ̓Ιώσηπος. τὰ δ' ο πλα τῶν Αἰγυπτίων σὺν τοῖς σώμασιν αὐτῶν ἐκβρασθέντα τῆς θαλάσσης ὑπὸ τοῦ πνεύματος λα.47 βόντες ̔Εβραῖοι, τούτοις ὡπλίσθησαν. καὶ η γεν αὐτοὺς ὁ Μωυσῆς εἰς τὸ ο ρος Σινᾶ, θύσων ἐκεῖ τὰ σῶστρα, ὡς αὐτῷ ἐνετέταλτο. ἀγομένους δ' ἐκεῖ ἡ τῶν τροφῶν ἐλύπει σπάνις καὶ ἡ τοῦ υ δατος ε νδεια. καὶ ου τως ε χοντες εἰς τόπον ἀφικνοῦνται ἐν ῳ φρέαρ 18

η ν, ου τὸ υ δωρ διὰ πικρίαν α ποτον. καὶ τὸ ο νομα τοῦ τόπου ἡ μὲν τῆς ̓Εξόδου βίβλος Μερρὰν ὀνομάζει, ὁ δ' ̓Ιώσηπος Μὰρ αὐτὸν κληθῆναι παρὰ τῶν ̔Εβραίων συγγράφεται, μὰρ τὸ πικρὸν λέγων τοὺς ̔Εβραίους καλεῖν. καὶ τοῦ δημαγωγοῦ κατεγόγγυζον, ὁ δὲ τοῦ θεοῦ πρότερον δεηθεὶς ξύλον λαβὼν εἰς τὸ φρέαρ ἐνέβαλε καὶ τὸ υ δωρ ἐγλύκανεν. ὁ δὲ ̓Ιώσηπος ε οικε μὴ πιστεύων ὡς θαύματι τῇ γλυκάνσει τοῦ υ δατος, ἀλλὰ φυσικῶς αὐτὸ γλυκανθῆναι δοξάζων λέγει ο τι τὸ ξύλον ὁ Μωυσῆς εἰς τὸ υ δωρ βαλὼν ἐξαντλεῖν τὸ φρέαρ ἐκέλευε, καὶ οἱ μὲν ἐπόνουν, τὸ δ' ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον η δη πότιμον η ν. τὴν δὲ τῶν τροφῶν ε νδειαν ἰάσατο, τοῦ θεοῦ δεηθείς, δι' ὀρτύγων. ἐφίπταντο γὰρ τῇ τῶν ̔Εβραίων παρεμβολῇ πλῆθος ὀρτύγων, ου ς συλλαμβάνοντες η σθιον. καὶ ἐπὶ τούτοις τὸ μάννα υ σεν αὐτοῖς ὁ θεός, μέλιτι μὲν τὴν ἡδονὴν ἐμφερές, τὸ δὲ μέγεθος κοριάνδρου σπέρματι ο μοιον, μάννα δὲ παρ' ἐκείνων κληθέν, ὡς ἀπορούντων τί τοῦτο α ν ει η· τὸ γὰρ μὰν καὶ ἐπερώτησιν δηλοῖ κατὰ τὴν ἐκείνων διάλεκτον. ου τω καὶ ταῦτα ̓Ιώσηπος. ἐνετέταλτο δὲ ἀσσάρωνα ε καστον ἐκ τούτου καθ' ἑκάστην συλλέγειν, ὁ δὲ ἀσσάρων μέτρον ἐστίν, εἰ δέ τις πλέον συνέλεξεν, εἰς τὴν αυ ριον α βρωτον η ν, ὑπό τε σκωλήκων καὶ πικρίας διεφθαρμένον. τοῦτο δὲ ᾠκονόμητο, ι να μὴ τῶν ἐρρωμένων πολὺ συναγόντων ἐπιλείπῃ τοῖς ἀσθενέσι. τῇ δὲ 1.48 τροφῇ ταύτῃ τεσσαράκοντα ἐχρήσαντο ε τεσιν, ἐφ' ο σον η σαν ἐν τῇ ἐρήμῳ. αυ θις ου ν εἰς α νυδρον η λθον τόπον καλούμενον ̔Ραφιδίν, καὶ διψῶντες κατὰ Μωυσέως κεκίνηντο. ὁ δὲ τοῦ θεοῦ δεηθεὶς κελεύεται ῥάβδῳ τὴν πέτραν πλῆξαι, καὶ πλήττει, η ς αὐτίκα υ δωρ ἐξεβλύσθη πολύ τε καὶ διαυγέστατον. οἱ δὲ ̓Αμαληκῖται κατὰ τῶν ̔Εβραίων ἐχώρουν, τοὺς περιοίκους συμμάχους προσκαλεσάμενοι. Μωυσῆς δὲ τὸ μάχιμον τοῦ λαοῦ τῶν α λλων ἀποδιελών, καὶ ̓Ιησοῦν τὸν τοῦ Ναυῆ ἐπιστήσας αὐτοῖς, μέρος δέ τι τῆς στρατιᾶς καταλιπὼν εἰς τὴν τοῦ υ δατος φυλακήν, αὐτὸς μὲν ἀνεχώρει πρὸς τὸ ο ρος, ̓Ιησοῦ δ' ἐνετέλλετο πεποιθέναι θεῷ καὶ τὸ στράτευμα κατὰ τῶν ἐναντίων ἐξάγειν. η δη ου ν ὁ πόλεμος συνερρήγνυτο· καὶ μέχρι μὲν Μωυσῆς τὰς χεῖρας ει χεν ὑψοῦ, τοὺς ̓Αμαληκίτας οἱ ̔Εβραῖοι κακῶς διετίθεντο, ὁσάκις δὲ τὰς χεῖρας καθίει ὁ Μωυσῆς τῇ ἀνατάσει τούτων πονούμενος, ἡττᾶσθαι τότε τοὺς ̔Εβραίους συνέβαινεν. ἑκατέρωθεν ου ν τὸν ἀδελφὸν ̓Ααρὼν καὶ Ωρ τὸν α νδρα τῆς ἀδελφῆς Μαριὰμ στήσας ἀνέχειν τὰς χεῖρας αὐτοῦ ἐνετείλατο. καὶ ου τω τοὺς ̓Αμαληκίτας νικῶντες ̔Εβραῖοι πάντας ἀπώλεσαν α ν, εἰ μὴ νὺξ ἐπέσχεν αὐτούς. ̔Εβραίων δὲ τέθνηκεν οὐδὲ ει ς. ̓Εκεῖθεν ἀπῄεσαν εἰς τὸ πρόσω, καὶ ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου ἐξέλευσιν παρῆσαν ἐπὶ τὸ ο ρος Σινᾶ, καὶ ε θυσε Μωυσῆς ἐκεῖ τῷ θεῷ. ο που καὶ ̔Ραγουὴλ ὁ πενθερὸς αὐτοῦ ἀπήντησεν αὐτῷ, θεασάμενος δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν ο χλῳ πραγμάτων ο ντα, πάντων ἐπ' αὐτὸν βαδιζόντων, συνεβούλευε 1.49 τὴν μὲν τῶν δικῶν ζήτησιν ἑτέροις ἐπιτρέπειν, αὐτὸν δὲ τῶν μειζόνων προνοεῖν πραγμάτων καὶ τῆς τοῦ λαοῦ σωτηρίας, καὶ κατὰ μυρίους α ρχοντας ἀποδεικνύειν, ει τα κατὰ χιλίους, καὶ κατὰ πεντακοσίους ἑτέρους ἐφιστᾶν, καὶ ἐπὶ τούτοις ἑκατοντάρχους καὶ πεντηκοντάρχους ποιεῖν, καὶ ἐν τριάκοντα καὶ ει κοσι καὶ δέκα ἐφιστᾶν τοὺς διακοσμήσοντας. ταῦτα τοῦ ̔Ραγουὴλ συμβουλεύσαντος, Μωυσῆς κατὰ τὴν ὑποθήκην ἐκείνου ποιεῖ. ει τα πλησίον μετασκηνῶσαι τοῦ ο ρους Σινᾶ τῷ λαῷ ἐντειλάμενος, αὐτὸς εἰς τὸ ο ρος ἀνῄει· καὶ ὁ λαὸς μετεσκήνωσεν, ἁγνεύων τήν τε α λλην ἁγνείαν καὶ ἀπὸ γυναικὸς συνουσίας τρίτην ἡμέραν. κατὰ δὲ τὴν τρίτην ε ωθεν νεφέλη περιεκύκλου τὸ τῶν ̔Εβραίων στρατόπεδον, ἀστραπαί τε η σαν φοβεραὶ καὶ πνευμάτων σφοδρότης, α τοὺς ̔Εβραίους ἐδείμαινε ταῖς σκηναῖς προσμένοντας. ἐπιφαίνεται δὲ Μωυσῆς ε μπλεως θάρσους, καὶ ὀφθεὶς ἀπαλλάττει τοῦ δέους αὐτοὺς καὶ μηνύει σφίσιν α ὁ θεὸς ἐνετείλατο καὶ ο σα φυλάξουσι νόμιμα, καὶ προσάγει τὸν λαὸν α μα γυναιξὶ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ. καὶ η κουον φωνῆς ὑψόθεν γινομένης. ει τ' αυ θις 19

α νεισιν εἰς τὸ ο ρος· καὶ χρονίσαντος ἐκεῖ ὁ λαὸς ἠθροίσθη πρὸς ̓Ααρὼν λέγων "ποίησον ἡμῖν θεούς· ὁ γὰρ Μωυσῆς οὐκ οι δαμεν τί γέγονεν." ̓Ααρὼν δὲ βιαζόμενος προσενεγκεῖν προσέταξεν ε καστον τὰ ἐνώτια τὰ χρυσᾶ καὶ τὸν κόσμον ο ν αἱ γυναῖκες καὶ αἱ θυγατέρες αὐτῶν περιέκειντο. οἱ δὲ προσήγαγον, καὶ δι' αὐτῶν μόσχον ἐποίησαν χωνευτὸν καὶ ε θυσαν αὐτῷ. Μωυσῆς δὲ καταβαίνων ἀπὸ τοῦ ο ρους καὶ τὰς δύο πλάκας τοῦ μαρτυρίου ἐν ταῖς χερσὶ φέρων λιθίνους καταγεγραμμένας ἐπ' ἀμφοτέρων τῶν μερῶν, ὡς η γγισε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον, 1.50 καὶ ὀργισθεὶς τὰς πλάκας συνέτριψε, καὶ λαβὼν τὸν μόσχον κατέκαυσε καὶ ἐλέπτυνε καὶ βαλὼν εἰς υ δωρ ἐπότισε τὸν λαόν. καὶ ἐνετείλατο τοῖς υἱοῖς Λευί, καὶ διῆλθον διὰ τῆς παρεμβολῆς καὶ ἀπέκτειναν πολλούς, ὡς καὶ εἰς τρισχιλίους τοὺς πεσόντας ἀριθμηθῆναι. ὑπέστρεψε δὲ Μωυσῆς πρὸς τὸ ο ρος λέγων "κύριε, ἡμάρτηκεν ὁ λαός σου, καὶ νῦν εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, α φες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου." καὶ ει πεν αὐτῷ κύριος "κατάβηθι, ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ο ν ει πόν σοι." καὶ ἐνεφάνισε κύριος τῷ Μωυσῇ αἰτήσαντι ἰδεῖν αὐτὸν τὰ ὀπίσθια αὐτοῦ. καὶ κατέβη πρὸς τὸν λαὸν αυ θις δύο πλάκας ἐπιφερόμενος τοὺς δέκα λόγους γεγραμμένους ἐχούσας, καὶ ἡ ο ψις τοῦ προσώπου αὐτοῦ ὑπῆρχε δεδοξασμένη, καὶ οὐκ ἠδύνατο ἀτενίσαι αὐτῷ ὁ λαός, καὶ περιέθετο κάλυμμα περὶ τὴν ο ψιν αὐτοῦ, καὶ ου τως ὡμίλει αὐτοῖς. καὶ ἀπήγγειλεν αὐτοῖς α ἐνετείλατο ὁ θεὸς περί τε θυσιῶν καὶ καθαρσίων, καὶ ζῴων ἀκαθάρτων τε καὶ καθαρῶν, ω στε τῶν μὲν ἀπέχεσθαι, τοῖς δὲ τρέφεσθαι, περί τε μίξεων ἀθέσμων, καὶ τίνας οἱ ἱερεῖς εἰς γάμον ἀγάγωνται, καὶ οι ας οἱ ἀρχιερεῖς, καὶ περὶ σαββάτου καὶ τοῦ ἑβδόμου ἐνιαυτοῦ καὶ τοῦ πεντηκοστοῦ, ο ν ἰωβηλαῖον καλοῦσι· καὶ ο τι ἐπέταξεν ὁ θεὸς σκηνὴν γενέσθαι εἰς η ν α ν παραγίνοιτο συνεπαγομένην αὐτοῖς μεταβαίνουσι, καὶ μέτρα τῆς σκηνῆς ε δειξεν αὐτῷ καὶ σχῆμα καθ' ο α ν κατασκευασθείη. ὁ δὲ λαὸς χαίροντες ἐπὶ τούτοις προσῆγον χρυσόν τε καὶ α ργυρον καὶ λίθους τιμίους καὶ χαλκὸν καὶ ξύλα καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν καὶ λίνον καὶ ε ρια. ἀρχιτέκτονας δ' ἐφίστησι τῆς σκηνῆς τόν τε τῆς ἀδελφῆς αὐτοῦ τῆς Μαριὰμ υἱὸν 1.51 τὸν Βεσελεὴλ καὶ τὸν ̓Ελιφάτζ. η δη δὲ τῆς σκηνῆς εἰργασμένης ε στησε ταύτην Μωυσῆς. ει ργαστο δὲ ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων, α πανταχόθεν χρυσίον περιεκάλυπτεν, ῃ τὰς δύο πλάκας ἐνέθεντο αι τοὺς δέκα λόγους ει χον ἐγγεγραμμένους. ω ν ὁ πρῶτος μὲν ε να θεὸν ει ναί φησι καὶ τοῦτον μόνον σέβεσθαι δεῖν, ὁ δεύτερος δὲ μηδενὸς εἰκόνα ζῴου ποιεῖν μηδὲ προσκυνεῖν, ὁ τρίτος ἐπὶ μηδενὶ ματαίῳ τὸν θεὸν ὀμνύναι, ὁ τέταρτος τὰς ἑβδομάδας παρατηρεῖν ἀναπαυομένους ἐξ ε ργου παντός, ὁ πέμπτος γονεῖς τιμᾶν, ὁ ε κτος φόνου ἀπέχεσθαι, ὁ ε βδομος μὴ μοιχεύειν, ὁ ο γδοος μὴ κλέπτειν, ὁ ε νατος μὴ ψευδομαρτυρεῖν, ὁ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμεῖν. ταύτην ου ν τὴν κιβωτὸν εἰσάγουσιν εἰς τὸ α δυτον. ἐν δὲ τῷ ναῷ τιθέασι τράπεζαν, καὶ ἐπὶ ταύτῃ α ρτους ἀζύμους δώδεκα καὶ λυχνίαν χρυσῆν καὶ θυμιατήριον ξύλινον ἐντός, ε ξωθεν δὲ χρυσίῳ κεκαλυμμένον. καὶ πρὸ τῆς σκηνῆς βωμὸν ἱδρύσατο ξύλινον χαλκαῖς λεπίσι περιεληλαμένον, ου α ντικρυς φιάλαι καὶ κρατῆρες σὺν θυΐσκοις ἐτίθεντο, καὶ α λλα σκεύη α πρὸς ἱερουργίαν ἡτοίμαστο, χρύσεα πάντα. γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαί, ἀλλὰ μέντοι καὶ τῷ ἀρχιερεῖ. ἀρχιερέα δὲ ὁ θεὸς τὸν ̓Ααρὼν ἐψηφίσατο. συναθροίσας δὲ τὸ πλῆθος ὁ Μωυσῆς "α νδρες" ε φη, "τὸ μὲν ε ργον τετέλεσται, τῆς δὲ τοῦ ἱερᾶσθαι τιμῆς ὁ θεὸς τὸν ̓Ααρὼν ἀξιοῖ." προσέταξε δὲ Μωυσῆς εἰσφέρειν ε καστον σίκλου τὸ η μισυ, ι ν' εἰς τὰς περὶ τὴν σκηνὴν χρείας ει η ἀνάλωμα. ὁ δὲ σίκλος νόμισμα ̔Εβραίων ἐστὶν ̓Αττικὰς δεχόμενον δραχμὰς τέσσαρας. τὸ δὲ πλῆθος τῶν εἰσφερόντων η ν μυριάδες ἑξήκοντα καὶ πεντακισχίλιοι πεντακόσιοι πεντήκοντα. τὴν δ' εἰσφορὰν ἐποιοῦντο τῶν ἐλευθέρων οἱ τὸν εἰκοστὸν 1.52 ὑπερβάντες ἐνιαυτὸν α χρι πεντηκοστοῦ. ἐποιήθη δὲ ἡ σκηνὴ μησὶν ἑπτά. ε δειξε δὲ ὁ θεὸς κατὰ 20

γνώμην αὐτοῦ τὸ ε ργον γενόμενον, παρουσιάσας ἐν τῇ σκηνῇ. ου τω δὲ τὴν παρουσίαν ἐδήλωσεν. ἀχλὺς ὑπὲρ τὴν σκηνὴν μόνην ἐγένετο, ου τε βαθεῖα καὶ συμπεπιλημένη καὶ νέφεσιν ἐμφερής, ου τε πάνυ λεπτή τε καὶ ἀραιά, ὡς δι' αὐτῆς διικνεῖσθαι τὴν ο ρασιν· ἡδεῖα δὲ ἀπ' αὐτῆς ε ρρει δρόσος. Μωυσῆς δὲ ε θυσεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ ἐφ' ἡμέρας ἑπτά, τῇ δὲ ὀγδόῃ ἑορτὴν ἐκήρυξε τῷ λαῷ καὶ θύειν ἐπέταξεν. οἱ δὲ ἀλλήλοις ἡμιλλῶντο. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ πῦρ ἀνήφθη αὐτόματον καὶ πάντα τὰ ἐπὶ τοῦ βωμοῦ ἐδαπάνησεν. οἱ δὲ πρεσβύτεροι τῶν τεσσάρων υἱῶν ̓Ααρών, Ναδὰβ καὶ ̓Αβιού, παρὰ τὰ διατεταγμένα θύσαντες κατεκαύθησαν τὰ στέρνα τε καὶ τὰ πρόσωπα, πυρὸς ἐξαφθέντος αὐτομάτου καὶ φλέξαντος αὐτούς· ω ν τὰ σώματα ε ξω τῆς παρεμβολῆς κομισθέντα ἐτάφησαν. τὴν δὲ φυλὴν τοῦ Λευὶ τῶν α λλων διακρίνας η γνισε, καὶ παρέδωκεν αὐτοῖς τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἱερά, ι να ὡς ὑφηγοῦνται οἱ ἱερεῖς, ὑπηρετῶσιν αὐτοί. μετὰ ταῦτα ἀριθμῆσαι διέγνωκε τὸν λαόν, καὶ εὑρέθησαν τῶν ο πλα φέρειν δυναμένων μυριάδες ἑξήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ου τοι δ' η σαν οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν καὶ α χρι τοῦ πεντηκοστοῦ ἐφθακότες. ἀντὶ δὲ τῆς Λευιτικῆς φυλῆς τοῖς φυλάρχοις κατέλεξαν τοὺς παῖδας τοῦ ̓Ιωσήφ, τὸν Μανασσῆν καὶ τὸν ̓Εφραΐμ, κατὰ τὴν διαταγὴν τοῦ προπάτορος ̓Ιακώβ. οἱ δέ γε Λευῖται δισμύριοι καὶ τρισχίλιοι ἀριθμηθέντες εὑρέθησαν πρὸς ὀκτακοσίοις καὶ ὀγδοήκοντα. Ει τα στασιάζει τὸ πλῆθος τὸν Μωυσῆν αἰτιώμε.53 νον ο τι γῆς αὐτοὺς ἀγαθῆς ἀποστήσας ἐν ἐρήμῳ πλανᾶσθαι πεποίηκεν. ἀγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν εἰς τὴν καλουμένην Φάραγγα, πλησίον ου σαν τῆς Χαναναίων γῆς, ἐξ ἑκάστης φυλῆς ε να λαβὼν κατασκοπήσοντας ε στειλε τήν τε δύναμιν τῶν Χαναναίων καὶ τῆς γῆς τὴν ποιότητα. οἱ δὲ τεσσαράκοντα ἡμέραις διελθόντες τὴν γῆν ὑπενόστησαν, καὶ καρποὺς ἐκ τῆς γῆς ἐκείνης κομίζοντες, καὶ τὴν μὲν χώραν ἐπῄνουν ὡς ἀγαθήν, τὸ δὲ πλῆθος ἐφόβουν ὡς ου σης ἀπόρου τῆς αὐτῆς κατασχέσεως διά τε ποταμῶν μεγέθη καὶ ὀρῶν δυσχωρίας καὶ πόλεων ὀχυρότητας. τὸ δὲ πλῆθος πάλιν δι' ὀργῆς ει χον τὸν Μωυσῆν, καὶ ἐνενόουν καταλεῦσαι αὐτόν τε καὶ τὸν ̓Ααρὼν καὶ ὑποστρέψαι εἰς Αι γυπτον. μόνοι δὲ τῶν κατασκόπων ̓Ιησοῦς ὁ τοῦ Ναυῆ καὶ Χαλὲβ παρεθάρρυναν τὸν λαόν, μηδὲν δυσχερὲς ἀπαντήσειν αὐτοῖς ἀπισχυριζόμενοι. Μωυσῆς δὲ καὶ ̓Ααρὼν ἱκέτευον τὸν θεὸν ο πως τῆς ἀπονοίας παύσῃ τὸ πλῆθος. παρῆν δὲ ἡ νεφέλη ἐν τῇ σκηνῇ καὶ ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ. καὶ Μωυσῆς θαρσήσας διειλέχθη τῷ πλήθει, καὶ ὀργισθῆναι ε φησε τὸν θεόν, μὴ ἀπολεῖν μέντοι πάντας μηδὲ τὸ γένος ἐξαφανίσειν, τὴν δὲ Χαναναίαν μὴ παρέξειν αὐτοῖς, ἐᾶσαι δ' ἐπὶ τῆς ἐρημίας ἐπ' ε τη τεσσαράκοντα, παισὶ δὲ τοῖς αὐτῶν παρέξειν τὴν γῆν. ταῦτα τοῦ Μωυσέως εἰπόντος ἐν λύπῃ τὸ πλῆθος ἐγένετο. ει τα συμμίξαι τοῖς Χαναναίοις η θελον, καὶ ταῦτα κωλύοντος τοῦ θεοῦ· καὶ προσβαλόντες ἡττήθησαν, καὶ οἱ μὲν ε πεσον, οἱ δὲ εἰς τὴν παρεμβολὴν συμπεφεύγασι. 1.54 Στάσις δὲ τὸ πλῆθος κατέλαβεν ἐξ αἰτίας τοιαύτης. Κορὲ τῆς Λευιτικῆς τυγχάνων φυλῆς, καὶ γένει καὶ πλούτῳ περιφανέστατος καὶ ὁμιλεῖν πιθανώτατος, φθόνον ε σχε πρὸς Μωυσῆν καὶ τοῦ ἀνδρὸς κατεβόα ὡς τυραννίδι χρωμένου. "τίνι γὰρ λόγῳ" ε λεγεν "̓Ααρὼν καὶ τοῖς αὐτοῦ υἱέσι τὴν ἱερωσύνην προσένειμεν; εἰ μὲν ὡς ἐκ τῆς Λευιτικῆς φυλῆς, ἐγὼ ταύτης τυχεῖν δικαιότερος, γένους μὲν ὁμοίως ε χων, πλούτῳ δὲ καὶ ἡλικίᾳ διάφορος. εἰ δ' ἑτέρᾳ φυλῇ προσκυρωθῆναι δέον αὐτήν, προτιμηθήσεται ἡ τοῦ ̔Ρουβὶμ διὰ πρεσβυγένειαν, καὶ λήψονται ταύτην Δαθάν τε καὶ ̓Αβειρών." ταῦτα ἐκεῖνος μὲν κακοήθως ε λεγεν, η σαν δὲ αὐτῷ συντεταγμένοι α νδρες τῶν πρώτων διακόσιοι καὶ πεντήκοντα, ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος. ὁ δὲ Μωυσῆς εἰς μέσον στὰς ει πεν "ἐμοί, ω Κορέ, καὶ σὺ καὶ τῶν σοι συντεταγμένων ε καστος τιμῆς α ξιοι δοκεῖτε, ὁ δὲ θεὸς τὴν ἱερωσύνην τῷ ̓Ααρὼν ἐψηφίσατο, καὶ νῦν αὐτὸς αυ θις κρινεῖ ο ν ἱερᾶσθαι βούλεται. ε ωθεν ου ν, ο σοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε, πάριτε, 21

ε καστος κομίζων θυμιατήριον οι κοθεν καὶ πῦρ καὶ θυμίαμα· σὺν ὑμῖν δ' ὁμοίως παρίτω καὶ ̓Ααρών. καὶ θυμιώντων ὑμῶν ἐνώπιον τοῦ λαοῦ, ου περ α ν τὴν θυσίαν ἡδίω κρινεῖ ὁ θεός, ου τος ε σται ὑμῖν ἱερεύς." ἐπῄνεσε ταῦτα τὸ πλῆθος, καὶ τῇ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν. Μωυσῆς δὲ πέμψας πρὸς Δαθὰν καὶ ̓Αβειρὼν ἐνετέλλετο η κειν· οἱ δὲ μὴ πεισθέντες κατὰ Μωυσέως ἠπείλησαν. Μωυσῆς δὲ ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους κελεύσας ἀπῄει πρὸς τὰς ἐκείνων σκηνάς, καὶ πλησίον γενόμενος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καὶ μέγα ἐβόησεν "ἐπεὶ κακουργεῖν ὑποπτεύομαι, δέσποτα, αὐτὸς ἐλθὲ δικαστὴς καὶ παράστησον ο τι 1.55 οὐδὲν αὐτομάτως, ἀλλὰ πάντα σῇ διοικεῖται προνοίᾳ. καὶ εἰ σοῦ κελεύσαντος δέδωκα τὴν ἱερωσύνην τῷ ̓Ααρών, χάνοι περὶ Δαθάν τε καὶ ̓Αβειρὼν καὶ τὴν αὐτῶν γενεὰν ἐφ' η ν ἑστήκασι γῆν· εἰ δ' ἀληθεύοιεν κατ' ἐμοῦ, οι ς ἐπηρασάμην αὐτοῖς ἐγὼ περιπέσοιμι." ταῦτα ει πε δακρύων. καὶ σείεται μὲν ἀθρόον ἡ γῆ, σκληροῦ δὲ ῥαγέντος η χου συνίζησε περὶ τὰς ἐκείνων σκηνὰς καὶ αὐτούς τε καὶ τὰ αὐτῶν εἰς τὸ χάσμα κατήνεγκε, καὶ ου τως αυ θις συνῆλθε τὸ διεστός. ἐπὶ τούτοις ε φριξε μὲν ὁ λαός, Μωυσῆς δὲ καλεῖ τοὺς περὶ ἱερωσύνης ἁμιλλωμένους. καὶ συνελθόντες πεντήκοντα καὶ διακόσιοι α νδρες τῶν ἐπισήμων καὶ ̓Ααρὼν καὶ Κορὲ πρὸ τῆς σκηνῆς ἐπὶ τοῖς θυμιατηρίοις καθήγιζον α ἐκόμιζον. ἐξέλαμψε δὲ πῦρ πολύ, οι ον α ν θεοῦ κελεύσαντος ἀναφθείη, ὑφ' ου οι τε διακόσιοι πεντήκοντα καὶ Κορὲ διεφθάρησαν, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι· μόνος δὲ ̓Ααρὼν εὑρέθη ἀλώβητος. Μωυσῆς δὲ τὰ θυμιατήρια τῶν ἀνδρῶν ἐκείνων περὶ τὸν χάλκεον ἐκέλευσε καταθέσθαι βωμόν, ι ν' ὑπόμνησις ω σι τῶν γεγονότων καὶ τοῖς μετέπειτα. ἐκκλησιάσας δὲ πάλιν προεῖπε τοῖς φυλάρχοις η κειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα κομίζοντας, ἐκείνῳ τῆς ἱερωσύνης ἐσομένης ου περ α ν τῇ βακτηρίᾳ σημεῖον γένηται ἐκ θεοῦ. κομίζουσιν ου ν οι τε α λλοι καὶ ̓Ααρών, ἐπιγράψας τῇ βακτηρίᾳ Λευῖτιν. α ς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατέθετο Μωυσῆς. τῇ δ' ἐπιούσῃ προεκόμισε ταύτας. καὶ αἱ μὲν α λλαι οι αίπερ ἐτύγχανον ε μενον, ἡ δὲ ̓Ααρὼν ἐβλάστησε κλάδους τε καὶ καρπούς. τὸν δὲ καρπὸν ἡ μὲν τοῦ Λευιτικοῦ βίβλος κάρυα λέγει, 1.56 ἀμύγδαλα δὲ ̓Ιώσηπος. ἐξεπλάγησαν ου ν πάντες, τρὶς τὸν ̓Ααρὼν χειροτονήσαντος τοῦ θεοῦ. ἐπεὶ δὲ πολέμων καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλή, ι να μὴ διὰ ἀπορίαν τῶν ἀναγκαίων ἀμελοῖεν τῆς λειτουργίας τοῦ ἱεροῦ, ἐκέλευε Μωυσῆς τὴν Χαναναίαν κτησαμένους τοὺς ̔Εβραίους ὀκτὼ καὶ τεσσαράκοντα πόλεις κατανεῖμαι τοῖς Λευίταις καὶ γῆν πρὸ αὐτῶν, καὶ δεκάτην τῶν ἐπετείων καρπῶν αὐτοῖς τε καὶ τοῖς ἱερεῦσι τελεῖν· καὶ α λλα δὲ πλεῖστα χορηγεῖν τούτοις τὸν λαὸν διετάξατο, ω ν τὸ καθ' ε καστον ὁ ζητῶν τὴν τοῦ Λευιτικοῦ βίβλον ἀναπτύξας εὑρήσει. Ταῦτα δὲ διατάξας Μωυσῆς ἐπὶ τὴν ̓Ιδουμαίαν η λθε μετὰ τῆς στρατιᾶς καὶ ἠξίου παρελθεῖν δι' αὐτῆς. τῆς χώρας δ' ὁ βασιλεὺς προϋπήντα μετὰ ἐνόπλου στρατιᾶς τῷ Μωυσῇ. καὶ ο ς διὰ τῆς ἐρήμου ἐχώρει, μὴ α ρχειν μάχης συμβουλεύοντος τοῦ θεοῦ. τότε καὶ Μαριάμμη τέθνηκε τοῦ Μωυσέως ἡ σύγγονος, μετὰ τεσσαρακοστὸν ε τος τῆς ἐξ Αἰγύπτου ἐξόδου. τὸν δὲ λαὸν ἀπῆγε διὰ τῆς ἐρήμου καὶ τῆς ̓Αραβίας· ε νθα καὶ ̓Ααρὼν ἐτελεύτησεν εἰς ο ρος ἀνελθὼν ὑψηλὸν καὶ τὴν ἀρχιερατικὴν στολὴν παραδοὺς τῷ υἱῷ ̓Ελεάζαρ, τοῦ πλήθους ὁρῶντος, ε τη βιοὺς ἑκατὸν πρὸς ει κοσι καὶ τρισίν. ἐλθὼν δὲ Μωυσῆς ἐπὶ τὴν Μωαβιτῶν καὶ ̓Αμορραίων χώραν τῷ στρατῷ δίοδον ῃ τει. Σηὼν δὲ τῆς χώρας ὁ βασιλεὺς διαβαίνειν τοὺς ̔Εβραίους ἐκώλυε, καὶ τοῦ θεοῦ σημήναντος νίκην ἐρομένῳ τῷ Μωυσῇ, τὰς πανοπλίας ἀναλαβόντες ̔Εβραῖοι πρὸς μάχην ἐχώρουν. τρέπον.57 ται δ' αὐτίκα οἱ ̓Αμορραῖοι καὶ α παντες διεφθάρησαν, πέπτωκε δὲ καὶ Σηὼν ὁ βασιλεὺς αὐτῶν. καὶ τὰς πόλεις ει λον καὶ τὴν γῆν ἐκείνων παρέλαβον. ἐπιτίθεται δὲ τοῖς ̓Ισραηλίταις καὶ Ωγ ὁ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς σύμμαχος ἐλθὼν τῷ Σηὼν η δη ἀπολωλότι. αὐτός τε ου ν θνήσκει κατὰ τὴν μάχην καὶ ὁ στρατὸς αὐτοῦ 22

διαφθείρεται, καὶ αἱ πόλεις ἑάλωσαν καὶ οἱ ἐνοικοῦντες ἀπώλοντο. ̓Εκεῖθεν δὲ Μωυσῆς τὴν δύναμιν κατὰ τὸ μέγα πεδίον α γει καὶ στρατοπεδεύει ̔Ιεριχοῦντος ε ναντι. πόλις δ' ἐστὶν εὐδαίμων αυ τη, φοίνικάς τε φέρουσα καὶ βάλσαμον νεμομένη. Βαλὰκ δὲ ὁ τῶν Μωαβιτῶν βασιλεὺς μετακαλεῖται τὸν μάντεα Βαλαάμ, ο πως ἐπ' ὀλέθρῳ τῶν ̓Ισραηλιτῶν ἀρὰς ποιήσῃ παραγενόμενος. καὶ ὁ μὲν ἀπῄει, κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ ἡ ο νος, ῃ ὁ Βαλαὰμ ἐπωχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος οὐ προέβαινεν οὐδὲ ταῖς πληγαῖς ἐνεδίδου, φωνήσασα δ' ἀνθρωπίνως κατὰ θείαν βούλησιν, α δικον ἐκάλει τὸν δεσπότην πληγὰς αὐτῇ ἐπιφέροντα καὶ μὴ συνιέντα ο τι ἐκ θεοῦ οι ς ε σπευσεν ὑπηρετεῖν ει ργεται. ταραττομένου δ' αὐτοῦ διὰ τὴν ἀνθρωπίνην φωνήν, ἐπιφανεὶς ὁ α γγελος αὐτὸς τὴν ὁδὸν ε λεγε κωλύειν τῷ κτήνει· βουλόμενον δ' ἀναστρέφειν χωρεῖν προσωτέρω παρώρμησεν, καὶ ο α ν ἐκ θεοῦ ἐμπνευσθείη, τοῦτο λέγειν. καὶ ὁ μὲν η κει πρὸς τὸν Βαλάκ, καὶ εἰς ο ρος ἀχθείς, ἑπτά τε ταύρους ὁλοκαυτώσας καὶ τοσούτους κριούς, ὡς ει δε τροπὴν σημαινομένην, οὐ μόνον οὐ κατηύξατο τῶν ̔Εβραίων, ἀλλ' ἐπιθειάσας αὐτούς τε καὶ τὸ γένος α παν αὐτῶν εὐλόγησε καὶ ἐξύμνησε. τοῦ δὲ Βαλὰκ δυσχεράναντος ἐπὶ τούτοις ε φη ὁ Βαλαὰμ "οὐκ ἐφ' ἡμῖν περὶ τῶν τοιούτων σιγᾶν η λέγειν 1.58 ἐστίν, ω βασιλεῦ, ἀλλ' ο τε ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα, α ς ἐκεῖνο βούλεται φωνὰς ἀφίησι δι' ἡμῶν. ἐμοὶ δὲ χαρίζεσθαι βουλομένῳ σοι βωμὸν αυ θις ἑτοιμαστέον καὶ θύματα." θύει τοίνυν καὶ πάλιν, καὶ πεσὼν ἐπὶ στόμα προύλεγεν ο σα τε βασιλεῦσιν ε σται πάθη καὶ ο σα ταῖς πόλεσι. Βαλὰκ δὲ ἀτίμως ἀποπέμπει τὸν Βαλαάμ. ει τα τὰς παρθένους ἐπιπέμπει τοῖς ̓Ισραηλίταις κατὰ τὴν συμβουλὴν Βαλαάμ, αι ς οἱ τῶν ̔Εβραίων νέοι ἡλίσκοντο καὶ ταύταις συνῄεσαν, ὡς διὰ παντὸς η δη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν, ε ρωτι τῶν Μαδιανιτίδων γυναικῶν θεοῖς αὐτῶν τῶν νέων θυόντων καὶ ἀσυνήθων γευομένων τροφῶν. Μωυσῆς δὲ εἰς ἐκκλησίαν ἀγαγὼν τὸν λαόν, οὐκ α ξια δρᾶν ἑαυτῶν οὐδὲ τῶν πατέρων τοὺς νέους ε λεγε, καὶ ἐπειρᾶτο τούτους ἐπανορθοῦν. Ζαμβρὴς δὲ φύλαρχος ω ν φυλῆς τῆς Συμεωνίτιδος, καὶ Μαδιανίτιδι συνοικῶν καὶ περιμανῶς ἐκείνης ἐρῶν, Μωυσέως κατηναιδεύσατο, καὶ μὴ α ν ποτε τὴν γυναῖκα καταλιπεῖν διωμόσατο. ὁ Φινεὲς δὲ τοῦ ἀρχιερέως ω ν παῖς ̓Ελεάζαρ περιαλγήσας οὐκ ἀνῆκε παίων τῇ ῥομφαίᾳ τὴν Μαδιανῖτιν καὶ τὸν Ζαμβρὴν ε ως καὶ α μφω ἀπέκτεινεν. ο ν καὶ α λλοι νέοι, οι ς ἀρετῆς ε μελε, μιμησάμενοι ἀνῄρουν τῶν νέων τοὺς ἐπὶ γυναιξὶν ἀλλοφύλοις παρανομήσαντας. ἀπόλλυνται ου ν α νδρες οὐκ ἐλάττους μυρίων καὶ τετρακισχιλίων. ἐντεῦθεν παροξυνθεὶς Μωυσῆς κατὰ τῶν Μαδιανιτῶν ἐξέπεμψε στρατιάν, στρατάρχην αὐτῆς ἀποδείξας τὸν Φινεές. καὶ μάχης συστάσης οι τε βασιλεῖς αὐτῶν πίπτουσιν, ο ντες πέντε, καὶ πλῆθος α γαν πολύ. οἱ δὲ ̔Εβραῖοι τὴν χώραν αὐτῶν διηρπάκασι, καὶ τοὺς οἰκήτορας σὺν γυναιξὶ διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον εἰς τρισμυ.59 ρίας καὶ δισχιλίας ἀριθμουμένας, α ς τοῖς ἱερεῦσί τε καὶ Λευίταις καὶ τῷ λαῷ διένειμε Μωυσῆς. γηραιὸς δὲ τυγχάνων διάδοχον ἑαυτοῦ κατέστησε τὸν τοῦ Ναυῆ ̓Ιησοῦν, κελεύσαντος τοῦ θεοῦ. Αἱ φυλαὶ δὲ Γάδ τε καὶ ̔Ρουβὶμ καὶ τῆς τοῦ Μανασσῆ ἡ ἡμίσεια ἐδέοντο Μωυσέως τὴν τῶν ̓Αμορραίων γῆν προσκληρῶσαι αὐτοῖς. ὁ δὲ δειλοὺς αὐτοὺς ἀπεκάλει καὶ μὴ θέλοντας τῆς πρὸς Χαναναίους μάχης κοινωνῆσαι τοῖς ὁμοφύλοις. ἀπελογοῦντο δ' ἐκεῖνοι μὴ τοῦτο ει ναι, ἀλλὰ πλήθει βοσκημάτων εὐθηνουμένους βούλεσθαι ταῦτα παρὰ τῇ χώρᾳ καταλιπεῖν, ἀγαθῇ τυγχανούσῃ πρὸς τετραπόδων τροφήν, ι ν' ει εν αὐτοὶ πρὸς τοὺς ἀγῶνας τοῖς ὁμογενέσι συναπαίροντες ευ ζωνοι. ἐπῄνεσε ταῦτα Μωυσῆς καὶ τὴν ̓Αμορῖτιν αὐτοῖς προσεκλήρωσεν ἐπὶ τοιαύταις συνθήκαις. Τεθνηκότος δέ τινος ἐκ τῆς τοῦ Μανασσῆ φυλῆς ἐπὶ θυγατράσι μόναις, ἐρωτηθεὶς Μωυσῆς τίνος ὁ ἐκείνου κλῆρος ε σοιτο, ἀπεκρίνατο "εἰ μέν τισι τῶν φυλετῶν συνοικήσουσιν αἱ παρθένοι, μετὰ τοῦ κλήρου πρὸς ἐκείνους χωρείτωσαν· εἰ δὲ μνηστεύοιντό τισιν ἐξ ἑτέρας 23

φυλῆς, τὸν κλῆρον ἐάτωσαν ἐν τῇ πατρῴᾳ φυλῇ," καὶ ου τω μένειν ἑκάστου κλῆρον ἐν ταῖς φυλαῖς διετάξατο. Ηδη δὲ τεσσαράκοντα διεληλυθότων ἐτῶν ἐξότου οἱ ̓Ισραηλῖται τῆς Αἰγύπτου ἐξεληλύθασι, τριάκοντα ἐνδεουσῶν ἡμερῶν, ἀθροίσας τὸν λαὸν Μωυσῆς ἑκατὸν ει κοσιν ἐνιαυτῶν γεγονὼς τὸ οἰκεῖον αὐτοῖς κατήγγειλε τέλος. καὶ πολλὰ παραινέσας, καὶ νόμους ἐν 1.60 βίβλοις δοὺς καὶ τῆς σφετέρας πολιτείας διάταξιν, καὶ στρατεῦσαι κατὰ τῶν ̓Αμαληκιτῶν ἐντειλάμενος, περὶ τῆς φυλακῆς τε τῶν νόμων ο ρκον ἀπαιτήσας αὐτούς, καὶ τὸν δημαγωγὸν ̓Ιησοῦν παραθήξας ἐπὶ τοὺς Χαναναίους στρατεῦσαι, "ἰδού" φησίν, "πρὸς τοὺς ἡμετέρους α πειμι προγόνους· τήνδε μοι γὰρ τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ε δειξεν ὁ θεός." τὸ δὲ πλῆθος ἐδάκρυε, καὶ η ν ὁ θρῆνος αὐτῶν ἀπαράκλητος καὶ τοσοῦτος ὡς καὶ αὐτὸν Μωυσῆν ἐκνικηθῆναι τῷ πάθει καὶ προενεγκεῖν δάκρυα. πορευομένῳ δ' ο που ε μελλεν ἀφανὴς ε σεσθαι ει ποντο πάντες κοπτόμενοι. ὁ δὲ τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἐκέλευε, μόνη δ' ἡ γερουσία προέπεμπεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς ̓Ελεάζαρ καὶ ὁ στρατηγὸς ̓Ιησοῦς, ε ως ἐπὶ τὸ ο ρος η λθε Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, η ἐστι κατὰ πρόσωπον ̔Ιεριχώ· ο θεν ε δειξεν αὐτῷ ὁ κύριος τὴν γῆν, η ν ε μελλον κληρονομῆσαι οἱ υἱοὶ ̓Ισραήλ, εἰπὼν αὐτῷ "ι δε ταύτην τοῖς ὀφθαλμοῖς σου, εἰς αὐτὴν δ' οὐκ εἰσελεύσῃ." ἐπὶ δὲ τὸ ο ρος τοῦτο ἐλθὼν ὑψηλὸν τυγχάνον, τὴν μὲν γερουσίαν ἀπέπεμψε, τὸν δ' ̓Ελεάζαρ καὶ ̓Ιησοῦν ἐπήγετο. καὶ προσομιλῶν αὐτοῖς νέφους ἀθρόον περιλαβόντος αὐτὸν ἐγένετο ἀφανής. γεγράφασι δ' αὐτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, ι να μὴ δι' ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς τολμήσωσί τινες εἰπεῖν ὡς ἀποτεθέωται. ἐβίωσε δὲ τὴν ο λην ζωὴν ἐνιαυτοὺς ἑκατὸν ει κοσιν, ω ν η ρξε τὸ τρίτον μέρος λείποντος ἑνὸς μηνός. καὶ ἐπένθησαν αὐτὸν ἐπὶ ἡμέραις τριάκοντα. ταῦτα μέν φησιν ̓Ιώσηπος, ἡ δὲ τοῦ Δευτερονομίου βίβλος πρὸς τῷ τέλει ου τω περιέχει πρὸς 1.61 ῥῆμα "καὶ ἐτελεύτησε Μωυσῆς οἰκέτης κυρίου, καὶ οὐκ οι δεν οὐδεὶς τὴν τελευτὴν αὐτοῦ ε ως τῆς ἡμέρας ταύτης." Ηδη δὲ τοῦ πένθους λελωφηκότος πέμπει κατασκόπους εἰς ̔Ιεριχοῦντα ὁ ̓Ιησοῦς, μετακαλεσάμενος δὲ τοὺς φυλάρχους τῆς τοῦ ̔Ρουβὶμ φυλῆς καὶ τῆς Γὰδ καὶ τῆς Μανασσῆ, ὑπεμίμνησκεν αὐτοὺς τῶν πρὸς τὸν Μωυσῆν συνθηκῶν. τῶν δὲ ἑπομένων πεντακισμυρίοις ὁπλίταις ἐπὶ τὸν ̓Ιορδάνην προσῄει. οἱ δὲ πεμφθέντες κατάσκοποι εἰς ̔Ιεριχοῦντα παραγενόμενοι τὴν πόλιν α πασαν κατενόησαν, γνωσθέντες δὲ τῷ βασιλεῖ τῆς χώρας μηνύονται· ὁ δ' εὐθὺς αὐτοὺς συλληφθῆναι ἐκέλευσεν. ὡς δ' ε γνω τὴν ε φοδον τῶν ζητούντων τοὺς α νδρας ἡ γυνὴ παρ' ῃ προσπεφεύγασι, ̔Ραὰβ καλουμένη, τοὺς μὲν κατέκρυψε λίνου αὐτοῖς ἀγκαλίδας ἐπιθεμένη, τοῖς δὲ ζητοῦσιν ε λεγεν ὡς οἱ ἀγνῶτες α νδρες ἐκεῖνοι πρὶν δῦναι τὸν η λιον παρ' αὐτῇ δειπνήσαντες ἀπηλλάγησαν. οἱ δ' ου τως αὐτοὺς ὑπελθούσης τῆς γυναικὸς ω ρμησαν α λλος ἀλλαχοῦ τοὺς α νδρας διώκοντες. ἡ δὲ ̔Ραὰβ χωρεῖν ἐκέλευσεν ἐπὶ τὰ οἰκεῖα τοὺς α νδρας καὶ μεμνῆσθαι αὐτῆς καὶ ἀμοιβὴν ἐκτῖσαι τῆς Χαναναίων χώρας ἐπικρατήσαντας. οἱ δὲ καὶ χάριν ε χειν ὡμολόγουν, καὶ ἡνίκα α ν ἡ πόλις ἁλίσκηται, τὴν κτῆσίν τε καὶ τοὺς οἰκείους εἰς τὸ καταγώγιον ἐγκαθεῖρξαι αὐτῇ ἐνετέλλοντο, καὶ ἀπαιωρῆσαι δὲ φοινικίδα πρὸ τῶν θυρῶν, ι ν' ει η γνώριμος ἡ οἰκία καὶ διαφυλαχθῇ. καὶ οἱ μὲν πρὸς τοὺς οἰκείους ἐσώθησαν καὶ α ε πραξαν ἐδήλουν. τοῦ ̓Ιορδάνου δὲ πολλοῦ ῥέοντος, ου τω τοὺς ̔Εβραίους ὁ ̓Ιησοῦς ἐπ' αὐτοῦ διεβίβαζε. προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν αι ροντες, ει τα οἱ Λευῖται κομίζοντες τὴν σκηνήν, ει ποντο δὲ τούτοις ὁ λαός. 1.62 ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσιν ἀνεκόπη τὸ ῥεῦμα τοῦ ποταμοῦ, πάντες θαρρούντως ἐπεραιοῦντο. ε στησαν δ' ἐν μέσῳ οἱ ἱερεῖς ε ως ου διαβαίη τὸ πλῆθος· ει τα κἀκεῖνοι ἐξῄεσαν ἐλεύθερον ἀφέντες τὸ ῥεῦμα χωρεῖν. καὶ πρὸ δέκα σταδίων τῆς ̔Ιεριχοῦντος στρατοπεδεύονται. καὶ βωμὸν ἐκ τῶν λίθων ὁ ̓Ιησοῦς ἱδρυσάμενος, ου ς ε καστος τῶν φυλάρχων κατ' ἐντολὴν αὐτοῦ ἐκ τοῦ βυθοῦ τοῦ ̓Ιορδάνου ἀνείλετο, ε θυεν ἐπ' αὐτοῦ καὶ τὴν 24

ἑορτὴν τοῦ πάσχα ἑώρταζε. τότε δ' αὐτοὺς καὶ τὸ μάννα ἐπιλελοίπει, χρησαμένους αὐτῷ ἐπὶ τεσσαράκοντα ε τη· η δη γὰρ εὐπόρουν ἐκ τῆς χώρας πάντων ω νπερ ἐδέοντο. τῇ δὲ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τῇ πολιορκίᾳ τῆς ̔Ιεριχοῦντος ὁ ̓Ιησοῦς ἐπεχείρησεν, ου τω ταύτην διατιθέμενος. τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες περιώδευον τὸ τεῖχος, ἑπτὰ σαλπίζοντες κέρασι, καὶ ἡ γερουσία παρείπετο· ει θ' ὑπενόστουν εἰς τὸ στρατόπεδον. καὶ τοῦτο ἐπὶ ε ξ ἐποίουν ἡμέρας. τῇ δὲ ἑβδόμῃ τὰ αὐτὰ ποιησάντων καὶ περιελθόντων ἑπτάκις, τὸ τεῖχος κατέπεσε, καὶ ὁ λαὸς εἰσελθὼν πάντας ε κτειναν καὶ τὴν πόλιν ἐνέπρησαν. τὴν δὲ ̔Ραὰβ μόνην σὺν τοῖς οἰκείοις ε σωσαν οἱ κατάσκοποι, φοινικίδα πρὸ τῆς οἰκίας ἀπαιωρήσασαν. καὶ ̓Ιησοῦς ἀγροὺς αὐτῇ ἐδωρήσατο καὶ η γε διὰ τιμῆς. κατὰ δὲ τῶν ἐγείρειν αυ θις βουλησομένων τὴν πόλιν ἀρὰς ε θετο, στερηθῆναι μὲν τοῦ πρώτου παιδὸς τὸν θεμελίους βαλλόμενον, τὸν τελειώσαντα δὲ ζημιωθῆναι τὸν νεώτατον. πολὺ δὲ πλῆθος ἐκ τῆς πόλεως ἀθροίζεται ἀργύρου τε καὶ χρυσοῦ, καὶ α παν ἀνετέθη τῷ θεῷ ὡς τῶν κατωρθωμένων ἐσόμενον ἀπαρχήν· ἀπείρητο γὰρ πᾶσιν ἐκ 1.63 τούτου τι σφετερίσασθαι. Αχαρ δέ τις ἐκ τῆς ̓Ιούδα φυλῆς ὑφάσματι χρυσοϋφεῖ περιτυχὼν καὶ μάζῃ χρυσοῦ ἑλκούσῃ σίκλους διακοσίους, ἰδιώσατο ταῦτα κατορύξας ἐν τῇ σκηνῇ. μετὰ ταῦτα πολέμου συστάντος τρέπονται οἱ ̔Εβραῖοι καὶ πίπτουσιν αὐτῶν α νδρες ε ξ καὶ τριάκοντα. τοῦτο σφόδρα τὸ πλῆθος ἐλύπησε. καὶ ̓Ιησοῦς ἐπὶ στόμα πεσὼν ἐδέετο τοῦ θεοῦ. χρηματισθεὶς δὲ κλοπὴν γενέσθαι τῶν καθιερωμένων χρημάτων, κλήρῳ τὴν κρίσιν ἐπέτρεψεν. ἐπὶ δὲ τὸν Αχαρ τοῦ κλήρου πεσόντος ὁμολογεῖ τὴν κλοπὴν ἐκεῖνος καὶ παράγει τὰ φώρια. καὶ ὁ μὲν λίθοις ἀναιρεῖται σὺν τοῖς αὐτοῦ, ̓Ιησοῦς δὲ πολιορκεῖ τὴν Ναῒν καὶ ταύτην αἱρεῖ. Γαβαωνῖται δὲ καὶ οἱ ἐκείνοις περίοικοι Χαναναίοις προσήκοντες, φοβηθέντες μὴ τοῖς ̔Ιεριχουντίοις καὶ τοῖς περὶ Ναῒν τὰ ο μοια πείσονται, πρεσβείαν στέλλουσι πρὸς τὸν ̓Ιησοῦν, πορρωτάτω λέγοντες κατοικεῖν μηδὲ κατὰ γένος κοινωνεῖν Χαναναίοις, καὶ σπονδὰς πρὸς αὐτοὺς θέσθαι ζητοῦντες τοὺς ̓Ισραηλίτας καὶ συνθήκας φιλίας. ̓Ιησοῦς ου ν φιλίαν πρὸς αὐτοὺς ἐποιήσατο. γνοὺς δ' ε πειτα τούτους τοῦ γένους τῶν Χαναναίων ο ντας, τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. οἱ δὲ ἐξ ἀνάγκης ε φασαν τοῦτο πρᾶξαι, δεδιότες τὸν ο λεθρον. καὶ ̓Ιησοῦς, ι να μὴ παραβαίη τὸν ο ρκον, δημοσίους αὐτοὺς ἀποδείκνυσιν. ου τως ̓Ιώσηπος· ἡ δὲ βίβλος τοῦ ̓Ιησοῦ περιέχει ο τι κατέστησαν αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ. ἐπιθεμένου δὲ τοῖς Γαβαωνίταις τοῦ βασιλέως τῶν ̔Ιεροσολύμων διὰ τὰς πρὸς τοὺς ̔Εβραίους σπονδάς, ὁ 1.64 ̓Ιησοῦς αὐτοῖς συμμαχεῖ καὶ τρέπεται τοὺς ἐναντίους καὶ τραπέντας ἐδίωκεν. ο τε καὶ οὐρανόθεν χάλαζά τε τῆς συνήθους μείζων καὶ κεραυνοὶ τοῖς πολεμίοις ἐπέπεσον, καὶ ἡ ἡμέρα ηυ ξητο, τὸν δρόμον τῷ ἡλίῳ στήσαντος τοῦ θεοῦ ἐντεύξει τοῦ ̓Ιησοῦ, ι να μὴ νυκτὸς ἐπελθούσης διαφύγωσιν οἱ πολέμιοι. καταλαμβάνονται δὲ καὶ οἱ βασιλεῖς ε ν τινι σπηλαίῳ κρυπτόμενοι, καὶ κτείνονται πάντες. ̓Ιησοῦς δ' ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινήν, καὶ πολὺν φόνον τῶν ἐν αὐτῇ ἐργασάμενος καὶ λείαν λαβὼν εἰς τὸ ἐν Γαλγάλοις η λθε στρατόπεδον. ἐκλήθη δ' ὁ τόπος τοῦ στρατοπέδου Γάλγαλα, ὡς η δη ἑαυτοὺς ἐλευθέρους τῶν Αἰγυπτίων καὶ τῆς κατὰ τὴν ε ρημον ταλαιπωρίας γνόντων τῶν ̓Ισραηλιτῶν· γάλγαλα γὰρ ̔Εβραῖοι τὴν ἐλευθερίαν καλοῦσι. στρατεύουσι δ' ἐπ' αὐτοὺς οἱ περὶ Λίβανον Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδινοῖς, Παλαιστηνοῖς συμμαχούμενοι. η ν δ' ὁ στρατὸς ἐκείνων ὁπλιτῶν μυριάδες τριάκοντα, μύριοι δ' ἱππεῖς καὶ τρισμύρια α ρματα. νίκην δὲ τοῦ θεοῦ ἐπαγγειλαμένου καρτερὰ μάχη γίνεται, ὡς πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλίγων διαφθαρῆναι καὶ τοὺς βασιλεῖς δὲ πεσεῖν. Ετος δὲ πέμπτον η δη παρεληλύθει καὶ Χαναναίων οὐκέτι οὐδεὶς ὑπολέλειπτο. ̓Ιησοῦς δὲ ἱστᾷ τὴν σκηνὴν κατὰ πόλιν Σηλώμ, ε ως οἰκοδομεῖν αὐτοῖς ναὸν γένηται. συναγαγὼν δὲ τὸν λαὸν εἰς Σηλώμ, τὰς ἑαλωκυίας τε πόλεις ἀπηρίθμει καὶ ο σαι τῶν 25

ἐναντίων διεφθάρησαν στρατιαί, καὶ ὡς τριάκοντα πρὸς ἑνὶ βασιλεῖ αὐτῶν ἀπεκτάνθησαν. τὰς δὲ περιλειφθείσας ε τι πόλεις πολυχρονίου δεῖσθαι 1.65 πολιορκίας δι' ὀχυρότητα ε λεγε, καὶ ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ ̓Ιορδάνου συνεξορμήσαντας αὐτοῖς ἀπολύειν η δη πρὸς τὰ οἰκεῖα. καὶ προσκαλεσάμενος τοὺς ἐκ τῶν δύο φυλῶν καὶ τῆς ἡμισείας, πεντακισμυρίους ο ντας, πρὸς τὰς κληρουχίας αὐτῶν ἐπέτρεπεν ἀπελθεῖν. οἱ δὲ διαβάντες τὸν ̓Ιορδάνην βωμὸν ἐπὶ τῇ ο χθῃ ἱδρύονται. ο θόρυβον καὶ τῷ πλήθει τῶν ̓Ισραηλιτῶν ἐνεποίησε. πέμπουσιν ου ν ἐπ' αὐτοὺς δέκα τῶν ἐντίμων καὶ Φινεές, αἰτιώμενοι περὶ τοῦ βωμοῦ. οἱ δὲ μὴ κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμὸν ε λεγον, εἰς δὲ τεκμήριον τοῖς ἑξῆς τῆς πρὸς ὑμᾶς οἰκειότητος· ε να γὰρ θεὸν γινώσκειν τὸν σύμπασι τοῖς ̔Εβραίοις κοινόν. ταῦτα εἰπόντων Φινεὲς καὶ οἱ σὺν αὐτῷ πρὸς τὸν ̓Ιησοῦν ὑπενόστησαν. ̓Ιησοῦς δὲ κληροδοτήσας τῷ πλήθει τὰς χώρας ἐν Σικίμοις διῆγεν. ὑπέργηρως δὲ γεγονὼς καὶ θνήσκειν η δη μέλλων παραίνεσιν ἐποιήσατο πρὸς τὸ πλῆθος, καὶ ἐτελεύτησε βιοὺς ε τη ἑκατὸν δέκα, ω ν σὺν Μωυσεῖ διέτριψε τεσσαράκοντα, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν στρατηγῶν πέντε καὶ ει κοσι. θνήσκει δὲ καὶ ὁ ἀρχιερεὺς ̓Ελεάζαρ, Φινεὲς τὴν ἀρχιερωσύνην τῷ υἱῷ λιπών. Μετὰ δὲ ταῦτα Χαναναῖοι ἐλπίσαντες περιγενέσθαι τοῦ τῶν ̔Εβραίων γένους θανόντος ̓Ιησοῦ, κατ' αὐτῶν ἐπεστράτευσαν, τῷ βασιλεῖ ̓Αδωνιβεζὲκ τὴν ἡγεμονίαν πιστεύσαντες. δηλοῖ δὲ τὸ ο νομα κύριος Βεζέκ· ἀδωνὶ γὰρ ἑβραϊστὶ κύριος λέγεται. συμμίξασαι δὲ τοῖς Χαναναίοις αἱ δύο φυλαί, ἡ τοῦ ̓Ιούδα καὶ ἡ τοῦ Συμεών, τρέπονται αὐτοὺς καὶ τὸν ̓Αδωνιβεζὲκ αἱροῦσι καὶ ἀκρωτηριάζουσιν. ει λον δὲ καὶ πόλεις πολλὰς καὶ τῶν ̔Ιεροσολύμων τὴν κάτω πόλιν, καὶ τοὺς ἐνοικοῦντας ἀπέκτειναν· τῆς δ' α νω δυσχε.66 ρὴς η ν ἡ πολιορκία φύσει τε τοῦ χωρίου καὶ τειχῶν ὀχυρότητι. ἑλόντες δὲ καὶ τὴν Χεβρὼν α παντας διεχειρίσαντο, καὶ ε δωκαν αὐτὴν τῷ Χάλεβ εἰς κλῆρον, καθὼς Μωυσῆς ἐνετείλατο. καὶ τοῖς τοῦ ̓Ιοθὸρ ἀπογόνοις ἀγχιστεῦσιν ου σι Μωυσέως γῆν προσεκλήρωσαν, ο τι τὴν πατρίδα καταλιπόντες συνείποντο ἐν τῇ ἐρήμῳ τῷ τῶν ̔Εβραίων λαῷ. αἱ δὲ ἐξ ̓Ιούδα καὶ Συμεὼν φυλαὶ μεγάλως εὐδαιμονήσασαι τὰ ο πλα κατέθεντο. τὰ Βαίθηλα δὲ πολιορκοῦσα ἡ φυλὴ τοῦ ̓Εφραῒμ οὐδὲν η νυε. συλλαβόντες δέ τινα τῶν τῆς πόλεως πίστεις παρέσχον αὐτῷ παραδόντι τὴν πατρίδα σώσειν καὶ αὐτὸν καὶ τοὺς συγγενεῖς. καὶ ὁ μὲν ου τως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ κτείναντες τοὺς οἰκοῦντας ει χον τὴν πόλιν. Βενιαμῖται δέ, τῆς ̔Ιεροσολύμων πόλεως λαχούσης αὐτοῖς, φόρους τοῖς κατοίκοις ἐπέθεντο, ζῆν συγχωρήσαντες παρὰ τὰς θείας διαταγάς. ὁμοίως δ' ἐποίουν καὶ αἱ α λλαι φυλαί. Ηδη δ' εὐθηνουμένους τοὺς ἐξ ̓Ισραὴλ διέφθειρεν ἡ τρυφή, καὶ τοὺς θείους παρέβαινον νόμους καὶ πρὸς τὸ πονεῖν διέκειντο ἀηδῶς, καὶ ἡ ἀριστοκρατία ἐξέλιπε, καὶ ἡ γερουσία οὐκ ἀπεδείκνυτο. ο θεν στάσις αὐτοὺς καταλαμβάνει δεινὴ ἐξ αἰτίας τοιαύτης. ἀνὴρ Λευίτης τὴν σύζυγον ἐπαγόμενος ἐκ Βηθλεὲμ ου σαν οι καδε ἀπῄει. η δη δ' ὀψίας ου σης ἐπιξενοῦται παρὰ πρεσβύτῃ τινὶ ἐν Γαβαὼ πόλει φυλῆς τῆς Βενιαμίτιδος. νεανίαι δὲ Γαβαωνῖταί τινες τὸ γύναιον θεασάμενοι η κον ἀπαιτοῦντες αὐτό· τοῦ δὲ πρεσβύτου μὴ διδόντος ἀποκτείνειν ἠπείλουν. ὁ δὲ τῆς ἑαυτοῦ θυγατρὸς παρεχώρει αὐτοῖς, ι να μή τι 1.67 βίαιον ὑποσταῖεν οἱ ἐπιξενωθέντες αὐτῷ. ἁρπάσαντες δ' ἐκεῖνοι τὸ γύναιον ἀπηλλάγησαν, καὶ δι' ο λης τῆς νυκτὸς ἐμφορηθέντες αὐτῆς ἀφῆκαν ἀρχομένης ἡμέρας. ἡ δὲ τῇ τε νυκτερινῇ ταλαιπωρίᾳ καὶ τῇ πρὸς τὸν α νδρα αἰσχύνῃ καὶ τῇ λύπῃ καταβληθεῖσα διαπεφώνηκε. καὶ ὁ ταύτης ἀνὴρ εἰς μέρη δώδεκα διελὼν τὴν θανοῦσαν διέπεμψε μέρος εἰς ἑκάστην φυλήν, τό τε πάθος διδάσκων αὐτοὺς καὶ τοὺς αἰτίους τῆς συμφορᾶς. πέμπουσιν ου ν πρὸς τὴν Γαβαὼ τοὺς παρανομήσαντας ἐξαιτούμενοι· οἱ δὲ οὐκ ἐξέδωκαν. αἱ φυλαὶ δ' ἐπεστράτευον ἐπ' αὐτούς, καὶ δὶς συμβαλόντες ἡττῶνται οἱ ̓Ισραηλῖται. ει τα διὰ Φινεὲς τοῦ ἀρχιερέως δέονται τοῦ θεοῦ, καὶ ου τω συμβαλόντες τοῖς Βενιαμίταις ἐκράτησαν ὡς πάντας πλὴν 26

ἑξακοσίων πεσεῖν, οι πρὸς τὰ πλησίον ο ρη κατέφυγον. οἱ δὲ ̓Ισραηλῖται ἐνέπρησάν τε τὴν Γαβαὼ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας διεχειρίσαντο, καὶ ἐπὶ ταῖς α λλαις δὲ πόλεσιν αὐτῶν δρῶσι τὰ ο μοια. καὶ ̓Ιαβεὶς δὲ Γαλααδίτιδος πόλεως, ο τι μὴ συνεμάχησεν αὐτοῖς, φονεύουσι τοὺς κατοίκους σὺν γυναιξὶ καὶ παισὶ πλὴν τετρακοσίων παρθένων, α ς τοῖς περισωθεῖσι τῶν Βενιαμιτῶν παρέσχον, ι να συνεύνους σχοῖεν αὐτάς, τῆς συμφορᾶς αὐτοὺς κατοικτείραντες. ἐσκόπουν δ' ο πως καὶ οἱ λοιποὶ διακόσιοι γυναικῶν εὐπορήσωσιν· ο ρκους γὰρ ε θεντο πρῴην διὰ τὸ τόλμημα μηδένα δώσειν θυγατέρα πρὸς γάμον Βενιαμίτῃ. καὶ σκοποῦσιν ε δοξεν αὐτοὺς μὲν μὴ διδόναι διὰ τὸν ο ρκον, τοῖς δὲ Βενιαμίταις ἐξεῖναι παρθένους ἁρπάζουσι συνοικίζειν ἑαυτοῖς, αὐτῶν μήτε κωλυόντων μήτε προτρεπομένων. καὶ τοῖς μὲν ου τως ε δοξε περὶ τούτων, οἱ δὲ Βενιαμῖται εἰς ε ργον τὰ δόξαντα η γαγον. 1.68 Ηδη δὲ πρὸ μακροῦ τῶν ̓Ισραηλιτῶν παυσαμένων τοῦ μάχεσθαι, κατεφρόνησαν οἱ Χαναναῖοι αὐτῶν, καὶ πόλεις ἀφείλοντο ἐξ αὐτῶν. οἱ δὲ τῆς τοῦ Δὰν φυλῆς εἰς τὸ ο ρος κατέφυγον κἀκεῖθεν εἰς τὴν μεσόγειον μετῳκήκασι. τοὺς δ' ̓Ισραηλίτας μεταλαβόντας τῶν παρὰ τοῖς Χαναναίοις ἐθῶν καὶ τῆς σφετέρας πολιτείας καταφρονήσαντας δι' ὀργῆς τὸ θεῖον πεποίητο. στρατεύει τοίνυν ἐπ' αὐτοὺς ὁ τῶν ̓Ασσυρίων βασιλεὺς Χουσαρσαθαῒμ καὶ φόρους βαρεῖς ἐπιτάσσει αὐτοῖς, οι ς ἐπὶ ὀκτὼ ἐνιαυτοῖς ἐπιέζοντο. ει τα δραστήριός τις ἀνὴρ ἐκ τῆς ̓Ιούδα φυλῆς, Γοθονιὴλ κεκλημένος, βραχεῖς τινας προσεταιρισάμενος, κατὰ θεῖον χρησμὸν τὴν παρ' αὐτοῖς τῶν ̓Ασσυρίων διαφθείρει φρουράν. συνηγμένων δὲ μετὰ ταῦτα πλειόνων, μάχῃ τοὺς ̓Ασσυρίους νικήσας ἀπώσατο, καὶ α ρχειν ᾑρέθη διὰ τοῦτο τοῦ πλήθους κρίνειν τε τὸν λαόν. ο ς ἐπὶ πεντήκοντα ε τη τὴν ἀρχὴν ἀνύσας μετήλλαξε τὴν ζωήν. α ναρχοι δὲ ο ντες οἱ ̓Ισραηλῖται καὶ τοῦ θείου καταφρονοῦντες παρὰ τοῦ τῶν Μωαβιτῶν βασιλέως Αἰγλὼμ αὐτοὺς ὑποτάξαντος ἐτησίας εἰσφορὰς ἐπετάχθησαν. ο ς ἐν ̔Ιεριχοῦντι βασίλεια δομησάμενος ἐπὶ ἐνιαυτοὺς ὀκτωκαίδεκα πολυειδῶς ἐκάκου αὐτούς. νεανίας δέ τις Βενιαμίτης ̓Αὼθ του νομα, ̓Ιώσηπος δὲ ̓Ιούδαν τοῦτον λέγει καλεῖσθαι, τολμητίας καὶ ῥωμαλέος, συνήθης γίνεται τῷ Αἰγλώμ, καὶ συνεχῶς παρ' αὐτὸν ἐφοίτα θωπεύων τὸν α νδρα καὶ ὑπερχόμενος. ου τος σὺν δυσὶν οἰκέταις ποτὲ δῶρα κομίζων τῷ Αἰγλὼμ ξιφίδιον ε φερεν ἀφανῶς. καὶ τῆς ἡμέρας η δη μεσούσης καὶ τῶν φυλάκων πρὸς ἑαυτοὺς ἀπεληλυθότων μεμονωμένον εὑρὼν αὐτόν, ει σεισιν ὡς συνήθης, καὶ μόνον ἀπολαβών, ὡς δή τι μυστικώτερον προσομιλήσων αὐτῷ, 1.69 πλήττει καιρίως τῷ ξιφιδίῳ καὶ ἀναιρεῖ. ἀπελθὼν δὲ πρὸς τοὺς ̔Ιεριχουντίους πείθει τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. καὶ οἱ μὲν ὡπλίζοντο, οἱ δὲ περὶ τὸν Αἰγλὼμ νεκρὸν αὐτὸν εὑρόντες εἰς φυγὴν τρέπονται καὶ διωκόμενοι διαφθείρονται. καὶ ου τως ̔Εβραῖοι τῆς τῶν Μωαβιτῶν δουλείας ἐλευθεροῦνται, τῷ δὲ ̓Αὼθ ἡ τοῦ πλήθους ἀρχὴ ἐγκεχείριστο. ο ς ἐπ' ε τεσιν ὀγδοήκοντα τοῦ λαοῦ ἡγησάμενος τὸν βίον κατέλυσε. μετὰ δὲ τοῦτον Μεγὰρ ὁ υἱὸς Δινὰχ α ρξας ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἐνιαυτῷ τετελεύτηκε, πατάξας τῶν ἀλλοφύλων πολλούς. Τοῦ δὲ λαοῦ τῶν ̔Εβραίων τοὺς θείους παραβαίνοντος νόμους ὠργίζετο ὁ θεός. καὶ Σισάρας ὁ τοῦ ̓Ιαβὶν βασιλέως τῆς Χαναὰν ἀρχιστράτηγος ἐπελθὼν αὐτοῖς ἐκάκωσέ τε σφόδρα καὶ φόροις ὑπέβαλε· καὶ ει χον ου τως ἐπὶ ἐνιαυτοὺς ει κοσι. Δεβώρα δέ τις προφῆτις, δηλοῖ δὲ τὸ ο νομα μέλισσαν, ἱκέτευσεν ὑπὲρ τοῦ λαοῦ τὸν θεόν. καὶ ὁ θεὸς ἐπένευσε, καὶ στρατηγὸν αἱρεῖσθαι κελεύει Βαράκ· ἀστραπὴν δὲ τοῦτο σημαίνει κατὰ τὴν ̔Εβραίων διάλεκτον. η ν δ' ἐκ τῆς Νεφθαλίδος φυλῆς ὁ ἀνήρ. καὶ ἡ Δεβώρα τὸν Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι μετὰ νέων μυρίων, τοῦτο κελεύοντος τοῦ θεοῦ. ὁ δὲ κἀκείνην ἀπῄτει συστρατηγεῖν. πείθεται ἡ γυνή, καὶ μάχης σὺν τοῖς μυρίοις συρραγείσης αὐτοῖς πρὸς τὸν Σισάραν ο μβρος καταχεῖται πολὺς καὶ χάλαζα καταρρήγνυται, ταῦτα δὲ κατὰ πρόσωπον τῶν πολεμίων ὑπὸ τοῦ ἀνέμου ἠλαύνετο, καὶ ταῖς ο ψεσιν ἐπεσκότουν αὐτῶν, κἀντεῦθεν ἐνέκλιναν εἰς 27

φυγήν. φεύγων δὲ καὶ Σισάρας πρός τινα γυναῖκα κατέφυγε, 1.70 κατακρύψαι αὐτὸν ἀξιῶν· ̓Ιαὴλ ὠνόμαστο ἡ γυνή. ἡ δὲ δέχεται αὐτὸν καὶ δίδωσι γάλα πιεῖν, καὶ ο ς πιὼν υ πνωσεν. κοιμωμένῳ δ' αὐτῷ ἐπέθετο ̓Ιαήλ, καὶ η λον διὰ τοῦ κροτάφου ἐκείνου ἐλάσασα τῷ ἐδάφει προσεπαττάλευσε, καὶ τοῖς περὶ τὸν Βαρὰκ νεκρὸν τὸν πολέμιον δείκνυσι. στρατεύσας δὲ καὶ ἐπὶ ̓Ιαβεὶν βασιλέα Χαναὰν ὁ Βαρὰκ αὐτόν τε ε κτεινε καὶ τὴν πόλιν κατέσκαψε. καὶ στρατηγήσας ἐπὶ ε τη τριάκοντα τελευτᾷ, καὶ Δεβώρας κατὰ τὸν αὐτὸν θανούσης καιρόν. ει τα Μαδιανῖται σὺν τοῖς ̓Αμαληκίταις καὶ Αραψι μάχῃ τοὺς ̓Ισραηλίτας ἐτρέψαντο. καὶ ἐπὶ ε τη ἑπτὰ ἐπιτιθεμένων αὐτοῖς λιμὸς η ν καὶ σπάνις τῶν ἀναγκαίων, καὶ ἐδέοντο τοῦ θεοῦ. Γεδεὼν δὲ φυλῆς ω ν Μανασσῆ δράγματα σταχύων εἰς τὴν ληνὸν ε κοπτε κρύφα, καὶ ὁρᾷ τινα ἐν ει δει νεανίσκου παρεστῶτα αὐτῷ καὶ καλοῦντα αὐτὸν φίλον τῷ θεῷ καὶ εὐδαίμονα. ὁ δ' εἰρωνευόμενος τεκμήριον ε λεγεν ει ναι αὐτοῦ τῆς εὐδαιμονίας τὸ κεχρῆσθαι τῷ ληνῷ ἀντὶ α λωνος. καὶ ὁ νεανίας θαρρεῖν καὶ σπεύδειν αὐτῷ παρεκελεύετο ὑπὲρ ἐλευθερίας τῶν φυλετῶν. Γεδεὼν δὲ ἱκέτευσε τὸν φαινόμενον μὴ μεταναστῆναι ἐκεῖθεν, καὶ εἰσελθὼν ἐκόμισε θυσίαν. καὶ ὁ α γγελος θεῖναι αὐτὴν παρὰ τὴν πέτραν ἐκέλευσε· καὶ τῇ ῥάβδῳ ψαύσας τῆς πέτρας πῦρ ἀνῆψεν αὐτόματον καὶ τὴν θυσίαν κατέκαυσεν. ει τα ῃ τησε Γεδεὼν τὸν θεὸν ἐπὶ τὸν πόκον γενέσθαι δρόσον, καὶ ἐγένετο· καὶ αυ θις δρόσον ῃ τησεν ἐπὶ πᾶσαν τὴν γῆν γενέσθαι, ἐπὶ τὸν πόκον δὲ ξηρασίαν, καὶ γέγονεν ου τως. πείθεται ου ν ὁ Γεδεὼν καὶ σὺν μυρίοις κατὰ τῶν ἐναντίων ὡπλίζετο. ει τα ἐντολῇ τοῦ θεοῦ α γει πάντας κατὰ μεσημβρίαν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν λάψαντας ἐν τῷ πίνειν καὶ μετὰ σπουδῆς ὡς περι.71 φόβους πιόντας, τριακόσιοι δὲ η σαν ου τοι, ε χων μεθ' ἑαυτοῦ ἀπῄει πρὸς τὸν πόλεμον, τοὺς δὲ λοιποὺς καταλέλοιπεν. νυκτὸς δὲ ε να τῶν στρατιωτῶν προσλαβόμενος ἀπῆλθεν εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. καὶ ἀκούει ἑνός τινος τῶν πολεμίων τῷ συσκηνοῦντι διηγουμένου ὡς ε δοξεν ὁρᾶν καθ' υ πνους μᾶζαν κριθίνην διὰ τοῦ στρατοπέδου κυλιομένην, η τὴν τοῦ βασιλέως σκηνὴν κατέβαλε καὶ τὰς τοῦ στρατεύματος· ὁ δὲ τοῦ στρατοῦ δηλοῦν ο λεθρον τὸ ἐνύπνιον ε κρινεν, ἀπεικάζων μάζῃ κριθίνῃ τὸν Γεδεὼν καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν ὀλιγότητα καὶ τὸ ἀσθενές. τούτων ἀκούσας ὁ Γεδεὼν ἀνεθάρσησε, καὶ ὑποστρέψας ἐν τοῖς ο πλοις ει ναι τοῖς ἑαυτοῦ ἐνετείλατο, καὶ εἰς τρεῖς ἑκατοστύας τὴν στρατιὰν διελὼν ἀμφορέα κενὸν κομίζειν ε καστον καὶ λαμπάδα ἡμμένην καὶ κριοῦ κέρας ἐκέλευσε, κατὰ τετάρτην τε φυλακὴν τῆς νυκτὸς ἐξῆγεν αὐτοὺς κατὰ τῶν ἐναντίων. καὶ η δη πλησίον ο ντες αὐτῶν ἐσάλπισαν μὲν τοῖς κέρασι, τοὺς δ' ἀμφορέας κατέαξαν, καὶ μετὰ τῶν λαμπάδων ω ρμησαν ἀλαλάξαντες. ταῦτα δὲ τοῖς πολεμίοις πτοίαν ἐνέβαλον, καὶ οἱ μὲν ὑπὸ τῶν ἐναντίων ἐκτείνοντο, οἱ δέ γε πλείους ὑπ' ἀλλήλων ου σης νυκτὸς διεφθάρησαν, καὶ σχεδὸν α παντες ω λοντο, καὶ δύο τῶν βασιλέων αὐτῶν ̓Ωρήβ τε καὶ Ζήβ. οἱ δὲ περιλειφθέντες τῶν ἡγεμόνων καὶ τοῦ στρατεύματος φεύγοντες καταλαμβάνονται παρὰ Γεδεὼν καὶ τῶν μετ' αὐτοῦ, καὶ πεπτώκασιν α παντες. ε σχηκε δὲ τὴν ἀρχὴν ὁ Γεδεὼν ἐν τεσσαράκοντα ε τεσι, καὶ ἐτελεύτησε γηραιός, καταλιπὼν ἐκ διαφόρων γυναικῶν γνησίους υἱοὺς ἑβδομήκοντα, ε να δ' ἐκ παλλακῆς ̓Αβιμέλεχ καλούμενον. ο ς τοὺς ἀδελφοὺς κτείνας α παντας α νευ ἑνὸς ̓Ιωαθάνου φυγόντος τετυράννηκεν. ὁ δὲ λαὸς 1.72 ἐπαναστάντες κατὰ τοῦ ̓Αβιμέλεχ ἐξελαύνουσιν αὐτὸν τῆς πόλεως τῶν Σικίμων. ὁ δὲ συνεργούμενος ὑφ' ἑνὸς τῶν Σικιμιτῶν δόλῳ τὴν πόλιν αἱρεῖ καὶ τοὺς Σικιμίτας ἡβηδὸν ἀναιρεῖ, τὴν πόλιν δὲ κατασκάπτει. η λαυνε δ' ἐπὶ Θήβας, ἑτέραν πόλιν, καὶ ει λεν αὐτὴν ἐξ ἐπιδρομῆς. τὸ δὲ πλῆθος εἰς ε να πύργον μέγαν συνέδραμον, ο ντα ἐν μέσῳ τῆς πόλεως. πλησιάσαντα δὲ ταῖς πύλαις τούτου τὸν ̓Αβιμέλεχ θραύσματι μύλης γύναιον α νωθεν κατὰ τῆς κεφαλῆς ε βαλε καὶ ἀπέκτεινε. τὴν δὲ τῶν ̔Εβραίων ἡγεμονίαν ̓Ιαεὶρ ἐμπεπίστευτο ἐκ τῆς Μανασσῆ τυγχάνων φυλῆς· δύο δὲ καὶ ει κοσιν ου τος 28

ἐνιαυτοὺς ἰθύνας τὴν ἀρχὴν ἐτελεύτησεν. ̓Αμμανῖται δὲ σὺν Παλαιστηνοῖς εἰσέπειτα τὴν χώραν διήρπαζον. ληιζομένων δὲ τὴν Γαλαδηνὴν τῶν ̓Αμμανιτῶν, ἡγεμόνα τὸν ̓Ιεφθάε οἱ ἐπιχώριοι ει λοντο. ο ς συμμίξαι μέλλων τοῖς πολεμίοις εὐχὴν ἐποιήσατο, εἰ νικήσει, πᾶν ο πρῶτον αὐτῷ συναντήσει ἐπανιόντι τοῦτο ἱερουργήσειν. καὶ συμβαλὼν νικᾷ· ἀναστρέφοντι δ' ὑπήντησεν αὐτῷ τὸ θυγάτριον, μονογενὲς ο ν αὐτῷ καὶ ε τι παρθενευόμενον. ὁ δ' ἀνῴμωξεν, ι να δὲ μὴ ψεύσηται τὴν ὑπόσχεσιν, ε θυσε τὴν παῖδα καὶ ὡλοκαύτωσε. τῶν δὲ τῆς ̓Εφραῒμ φυλῆς ὀργιζομένων αὐτῷ ο τι μὴ συμπαρέλαβεν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν ̓Αμμανιτῶν πόλεμον, ἐπεὶ μὴ ε πειθεν αὐτοὺς παραιτούμενος, πολλοὺς ἀνεῖλε μαχεσαμένους αὐτῷ. ε ξ δὲ τὴν ἡγεμονίαν ἀνύσας ἐνιαυτοὺς κατέλυσε τὴν ζωήν. παραλαμβάνει δὲ τὴν ἀρχὴν ̓Αμεσὰ ἐκ τῆς ̓Ιούδα τυγχάνων φυλῆς, καὶ ἐπὶ χρόνον ἑπταετῆ κρίνας τὸν ̓Ισραὴλ τετελεύτηκε. καὶ μετ' ἐκεῖνον Λαβδὼν τῆς ̓Εφραῒμ προελθὼν φυλῆς ἡγεμὼν ἀπεδείχθη, καὶ τέθνηκε γηραιὸς α ρξας ε τη ὀκτώ. 1.73 Ει τα Παλαιστηνοὶ κρατοῦσι τῶν ̓Ισραηλιτῶν καὶ ὑποφόρους ε σχον αὐτοὺς ἐπὶ ἐνιαυτοὺς τεσσαράκοντα. τότε δὲ γεννηθεὶς ὁ Σαμψών, ἰσχύος δὲ ἡ κλῆσις σημαντική, τοῖς Παλαιστηνοῖς ἐπετίθετο· ἡ δ' εἰς τὸν βίον αὐτοῦ πρόοδος τοιαύτη ἐγένετο. Μανωὲ τῆς φυλῆς ὑπάρχων τοῦ Δὰν συνῴκει γυναίῳ στειρεύοντι καὶ ῃ τει τὸν θεὸν παῖδα δοθῆναι αὐτοῖς. ω φθη γοῦν ποτε μόνῃ ου σῃ τῇ γυναικὶ νεανίας μέγας τε καὶ καλός, τόκον παιδὸς αὐτῇ εὐαγγελιζόμενος, καὶ μὴ πιεῖν οι νον η μέθυσμα αὐτῇ ἐνετείλατο, μηδὲ τὴν κόμην ἀποθρίξαι τὴν τοῦ παιδός· Ναζιραῖον γὰρ ε λεγεν ει ναι τῷ κυρίῳ τὸν παῖδα, α γιον δηλαδή, καὶ τὸν ̓Ισραὴλ σωθήσεσθαι δι' αὐτοῦ ἐκ τῆς τῶν ἀλλοφύλων χειρός. ἡ δὲ τῷ ἀνδρὶ κατήγγειλε ταῦτα. καὶ ο ς ὀφθῆναι καὶ αὐτῷ τὸν φανέντα τῇ γυναικὶ ἐδέετο τοῦ θεοῦ. αυ θις ου ν η λθε πρὸς τὴν γυναῖκα ὁ α γγελος· ἀπῆν δὲ αυ θις ὁ Μανωέ· καὶ ἡ γυνὴ προσμεῖναι παρεκάλει αὐτὸν τὴν τοῦ ἀνδρὸς παρουσίαν. ἐλθὼν δὲ Μανωὲ ἠρώτα τὸν α γγελον τί α ν τοῦ παιδὸς γεννηθέντος ποιήσειαν. ὁ δέ "οι νον" ε φη "οὐ πίεται οὐδὲ μέθυσμα, καὶ ἀκάθαρτόν τι οὐ φάγεται καὶ τὴν κόμην οὐ ξυρηθήσεται." καὶ ὁ Μανωὲ τὸ ο νομα τοῦ ὁμιλοῦντος αὐτῷ ἐζήτει μαθεῖν, ὁ δὲ θαυμαστὸν ει ναι τοῦτο εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Μανωὲ ε ριφον ἐνεγκὼν ε θυσε καὶ α ρτους προσήνεγκεν. ὁ δὲ θεῖναι τὰ κρέα καὶ τοὺς α ρτους ἐπὶ τὴν πέτραν προσέταξεν, τεθέντων δὲ τῇ ῥάβδῳ αὐτοῦ α πτεται τούτων, καὶ πῦρ ἐξαφθὲν ἐκεῖθεν κατέκαυσεν αὐτά, καὶ εἰς οὐρανὸν διὰ τῆς φλογὸς ἀνῄει ὁ α γγελος, ὁρώντων τοῦ Μανωὲ καὶ τῆς αὐτοῦ γυναικός. τίκτε.74 ται ου ν αὐτοῖς μετὰ ταῦτα ὁ παῖς καὶ Σαμψὼν ὀνομάζεται, ἡδρύνετό τε καὶ πνεῦμα κυρίου συνεπορεύετο αὐτῷ. ἰδὼν δ' ἐν Θαμνᾷ πόλει τῶν Παλαιστηνῶν κόρην τῶν ἀλλοφύλων, ἐρᾷ τῆς παιδός. παραιτουμένων δὲ τῶν γονέων αὐτοῦ τὸν γάμον τῆς ἀλλοφύλου, ἐκνικᾷ γῆμαι αὐτήν. συχνάζων δὲ πρὸς τοὺς τῆς κόρης γονεῖς συναντᾷ λέοντι, καὶ μή τι φέρων εἰς α μυναν ταῖς χερσὶ τὸ θηρίον συνέτριψε, καὶ ἐκκλίνας τῆς ὁδοῦ ε ρριψε πρὸς τὸ ὑλῶδες αὐτό. καὶ μεθ' ἡμέρας αυ θις πρὸς τὴν μνηστὴν πορευόμενος σμῆνος μελισσῶν ἐν τῷ στόματι συνηγμένον τοῦ λέοντος ευ ρηκε. καὶ λαβὼν ἐκεῖθεν μέλιτος κηρίον ε φαγε καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ ἀπεκόμισεν. ἀπελθὼν δ' εἰς τοὺς ἀλλοφύλους πρόβλημα τοῖς αὐτῷ συνεστιωμένοις ἐν τοῖς γάμοις τριάκοντα νεανίσκοις προτίθησι· καὶ εἰ ευ ροιεν ἐφ' ἡμέρας ἑπτὰ τὴν λύσιν, δοῦναι συνέθετο σινδόνα καὶ στολὴν ἑκάστῳ αὐτῶν, εἰ δὲ μὴ λῦσαι δυνηθεῖεν τὸ πρόβλημα, αὐτῷ δοθῆναι παρ' ἑκάστου στολὴν καὶ ὀθόνην ἀπῄτησε. συνθεμένων δὲ καὶ τῶν νεανίσκων προεβάλετο τὸ ἐρώτημα εἰπών "ἐξ ε σθοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ." οἱ δὲ μὴ δυνάμενοι νοῆσαι τὸ πρόβλημα, τὴν κόρην ἱκέτευσαν μαθεῖν παρὰ τοῦ ἀνδρὸς καὶ ἀπαγγεῖλαι αὐτοῖς. ὁ Σαμψὼν δέ, παρακαλούσης αὐτὸν τῆς κόρης εἰπεῖν αὐτῇ τὸ τοῦ προβλήματος νόημα, τὸ μὲν πρῶτον ἀντεῖχε, δακρυούσης δ' ἐκείνης ἐξεῖπε τὸ πᾶν· ἡ δὲ τοῖς νεανίσκοις ἀπήγγειλε. καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ει πον ἐκεῖνοι τῷ Σαμψών "τί γλυκύτερον 29

μέλιτος η τί λέοντος ἰσχυρότερον;" ὠργίσθη ου ν ὁ Σαμψών, καὶ τοῖς μὲν νεανίσκοις ε δωκεν α ὑπέσχετο, τὸν δὲ γάμον ἀπείπατο. καὶ ε δωκεν ἑτέρῳ τὸ γύναιον ὁ πατήρ. πα.75 ροξυνθεὶς δὲ ὁ Σαμψὼν διὰ τοῦτο, καὶ συλλαβὼν τριακοσίας ἀλώπεκας, λαμπάδας ἡμμένας ταῖς οὐραῖς ἐκείνων προσέδησε καὶ ταῖς τῶν Παλαιστηνῶν ἐπαφῆκεν ἀρούραις θέρους ἐνισταμένου, καὶ ου τω τὰ σφῶν κατέκαυσε λήια καὶ τὰς ἀμπέλους. Παλαιστηνοὶ δ' ἀντὶ τούτων τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς αὐτῇ προσήκοντας ἐνέπρησαν καὶ κατέκαυσαν. Σαμψὼν δὲ πολλοὺς ἀποκτείνας τῶν ἀλλοφύλων ἐν πέτρᾳ ἐκάθισεν, οἱ δὲ κατὰ τῶν ̓Ισραηλιτῶν ἐξεστράτευσαν λέγοντες "εἰ βούλεσθε ἀναίτιοι ει ναι, δότε ἡμῖν τὸν Σαμψὼν ὑποχείριον." καὶ ἀπῆλθον ἐπὶ τὴν πέτραν ὁπλῖται τρισχίλιοι. καταβὰς δὲ Σαμψὼν ἑκὼν τοῖς φυλέταις παρέδωκεν ἑαυτόν, κἀκεῖνοι δεδεμένον παρέδωκαν τοῖς Παλαιστηνοῖς. ὁ δὲ διαρρήξας τὰ δεσμὰ καὶ ο νου σιαγόνα ἐκεῖ που ἐρριμμένην ἁρπάσας χιλίους τῶν ἀλλοφύλων ἀπέκτεινεν ἐν αὐτῇ, τοὺς δ' α λλους ἐτρέψατο. ο θεν Σιαγὼν ἐξ ἐκείνου ὁ τόπος ἐκλήθη. ει τα ἐδίψησεν ὡς ἐκλείπειν ἀπὸ τῆς δίψης, καὶ ε κλαυσε δεόμενος τοῦ θεοῦ. ὁ δὲ θεὸς πηγὴν υ δατος ἀνῆκεν ἀπὸ τοῦ ῥήγματος ο τὴν σιαγόνα ῥίψας κατὰ γῆς πεποίηκεν ὁ Σαμψών. καὶ ἀπῆλθεν εἰς Γάζαν. ἐνήδρευσαν δὲ αὐτῷ οἱ Γαζαῖοι, καὶ ι να μὴ λάθῃ αὐτοὺς ἐξιών, τὰς πύλας τῆς πόλεως ε κλεισαν. ὁ δὲ περὶ μέσας νύκτας ἀναστὰς τάς τε πύλας καὶ τὰς φλιὰς αὐτῶν καὶ τὰς παραστάδας ἐπωμισάμενος εἰς τὴν τοῦ ο ρους ἀνήνεγκε κορυφὴν κἀκεῖσε κατέθετο. ἐρασθεὶς δ' ἑταίρας Παλαιστηνῆς Δαλιδᾶς καλουμένης συνῆν αὐτῇ. καὶ οἱ προύχοντες τῶν ἀλλοφύλων πολλὰ τῇ γυναικὶ ἐπηγγείλαντο, εἰ μάθοι παρὰ τοῦ Σαμψὼν τί τὸ αι τιον αὐτῷ τῆς δυνάμεως καὶ ἀπαγγείλαι αὐτοῖς. ἡ δὲ ποικίλως μετῄει τὸν α νδρα ζητοῦσα γνῶναι ο θεν αὐτῷ ἡ τοσαύτη 1.76 ἰσχύς, ἐκεῖνος δὲ α λλοτε α λλας πλαττόμενος αἰτίας τῇ γυναικὶ ε λεγε. καὶ ἡ γυνὴ πειρωμένη τῶν λόγων ἀπάτας αὐτοὺς ευ ρισκεν. ἐγκειμένης δὲ καὶ δεομένης θερμότερον, τὸ κρύφιον αὐτῇ ἀνεκάλυψε, κατ' ἐντολὴν εἰπὼν τοῦ θεοῦ τὴν κόμην τρέφειν, ἐντειλαμένου μὴ κείρειν αὐτήν, καὶ ἐν ταύτῃ προσεῖναι αὐτῷ τὴν ἰσχύν. κείρει τὴν κόμην κοιμωμένου αὐτοῦ ἡ γυνὴ καὶ παραδίδωσι τοῖς ἐναντίοις αὐτὸν ἀσθενῆ. ἐκκόπτουσιν ἐκεῖνοι τὰ ο μματα τοῦ ἀνδρός, καὶ ὁ πρὶν φοβερὸς εἰς παίγνιον κατέστη αὐτοῖς. προϊόντος δὲ τοῦ καιροῦ ηυ ξετο αυ θις ἡ κόμη αὐτῷ καὶ ἡ ἰσχὺς ἐπανήρχετο. πότου δὲ τοῖς Παλαιστηνοῖς ο ντος, καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων εὐωχουμένων ὁμοῦ ἐν οι κῳ κίοσιν ἀνεχομένῳ, η χθη καὶ ὁ Σαμψὼν παιχθησόμενος, καὶ παιδάριον ἐχειραγώγει αὐτόν. συνήχθη δὲ παρὰ τὸν οι κον πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ τρισχίλιοι, ι ν' ὁρῷεν τὸν Σαμψὼν παροινούμενον. ὁ δὲ παιζόμενός τε καὶ ῥαπιζόμενος λέγει τῷ χειραγωγοῦντι αὐτόν "ἐπάγαγέ με πρὸς τοὺς κίονας, ὡς α ν αὐτοῖς ἐπιστηριχθῶ δεόμενος ἀναπαύσασθαι." δραξάμενος δὲ τῶν δύο κιόνων ἐπικατέσεισεν ἑαυτῷ τὸν οι κον, καὶ αὐτός τε καὶ οἱ ἐν τῷ οι κῳ πάντες ἀπώλοντο. καὶ τῷ μὲν τοιοῦτον τέλος ἐγένετο, ἐπὶ ει κοσιν ε τη κρίναντι τὸν τῶν ̔Εβραίων λαόν. Οὐκέτι δὲ κριταὶ η γον τὸν ̓Ισραήλ, ἀλλ' ὁ ἀρχιερεὺς ̓Ηλεὶ προέστη αὐτῶν· ἐφ' ου λιμὸς γέγονε, καί τις ἀνὴρ ἐκ Βηθλεὲμ ̓Αβιμέλεχ καλούμενος σὺν τῇ γυναικὶ καὶ δύο υἱοῖς διὰ τὸν λιμὸν εἰς τὴν Μωαβῖτιν 1.77 μεταναστεύει. α γεται ου ν τοῖς υἱοῖς γαμετὰς Μωαβίτιδας. ἐν δέκα μέντοι ἐνιαυτοῖς ο τε ̓Αβιμέλεχ καὶ οἱ παῖδες αὐτοῦ τεθνήκασι, καὶ κατελείφθησαν χῆραι η τε Νοεμὶν ἡ συνοικοῦσα τῷ ̓Αβιμέλεχ καὶ αἱ γυναῖκες α μφω τῶν παίδων αὐτοῦ, ̓Ορφά τε καὶ ̔Ρούθ. ἡ Νοεμὶν δὲ εἰς τὴν πατρίδα ὑπέστρεψε, τῶν δέ γε νυμφῶν αὐτῆς ἡ μὲν ̓Ορφὰ παρακληθεῖσα παρὰ τῆς πενθερᾶς ε μεινε παρὰ Μωαβίταις, ἡ δὲ ̔Ροὺθ σὺν τῇ Νοεμὶν ἀπελήλυθε. καὶ η δη παραγενομένας εἰς Βηθλεὲμ ξενίζει Βοόζ, ̓Αβιμέλεχ ω ν συγγενής. προσαγορευομένη δὲ παρὰ τῶν πολιτῶν ἐξ ὀνόματος ἡ γυνή "μή με Νοεμίν" ε λεγεν "ἀλλὰ Μάραν καλεῖτε," Νοεμὶν δὲ εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην καὶ πικρασμόν· "πλήρης γὰρ πορευθεῖσα κενὴ ὑπενόστησα." ἀμήτου δὲ 30

ο ντος ἐξῄει κατὰ γνώμην τῆς πενθερᾶς καλαμησομένη ἡ ̔Ροὺθ εἰς τὸν ἀγρὸν τοῦ Βοόζ. ὁ δὲ τὴν κόρην ἰδὼν καὶ μαθὼν τίς ἐστιν, θερίζειν ο δύναιτο καὶ ε χειν ἐπέτρεψεν, α ριστόν τε παρέχειν αὐτῇ τῷ ἀγροκόμῳ ἐπέταξεν. ἡ δὲ καὶ α λφιτα παρ' αὐτοῦ λαβοῦσα τῇ πενθερᾷ συνετήρησε, καὶ ἀπῆλθεν ὀψὲ κομίζουσα καὶ τὰς κριθὰς α ς συνέλεξε, καὶ τὰ παρὰ τοῦ Βοὸζ αὐτῇ διηγήσατο. καὶ αυ θις ἀπῄει σὺν ταῖς θεραπαινίσι Βοόζ. ἡ Νοεμὶν δὲ συγκατακλίνειν αὐτῷ τὴν ̔Ροὺθ ἐβουλεύσατο, καὶ πέμπει τὴν νύμφην ὑποθεμένη παρὰ τοῖς ποσὶ τοῦ ἀνδρὸς ὑπνώττοντος ἐν τῇ α λωνι πεσοῦσαν ὑπνῶσαι. καὶ ἡ μὲν ου τω πεποίηκεν, αἰσθόμενος δ' ὁ Βοὸζ περὶ μέσην νύκτα η ρετο τίς ἐστι. καὶ μαθὼν τότε μὲν ἡσύχασεν, ε ωθεν δ' ἐξεγείρας τὴν ̔Ροὺθ πορεύεσθαι πρὸς τὴν πενθερὰν ἐνετείλατο· "αὐτὸς δ'" ει πε "τὸν ἐγγύτερον ἐμοῦ ἀγχιστεύοντά σοι ἐρήσομαι, καὶ εἰ μὲν ἐκεῖνος ἀγαγέσθαι σε βούλεται, ἀπελεύσῃ πρὸς 1.78 τὸν α νδρα, παρατουμένου δὲ νομίμως συνοικήσεις ἐμοί." ἀπῆλθεν ου ν ἡ γυνὴ καὶ δεδήλωκε πάντα τῇ Νοεμίν. ὁ δέ γε Βοὸζ παρὰ τῇ γερουσίᾳ τήν τε ̔Ροὺθ καὶ τὸν συγγενῆ συνεκάλεσε καὶ ει πεν αὐτῷ "̓Αβιμέλεχ τοῦ συγγενοῦς ἡμῶν καὶ τῶν παίδων αὐτοῦ κατέχεις κλῆρον;" συνθεμένου δ' ε χειν ἐκείνου κατὰ τοὺς νόμους δι' ἀγχιστείαν, "οὐκοῦν οὐκ ἐξ ἡμισείας" ε φη "μεμνῆσθαι τῶν νόμων δεῖ, ἐπὶ πᾶσι δὲ ποιεῖν κατ' αὐτούς. λοιπὸν καὶ τὸ τοῦ Μαλλὼν γύναιον υἱοῦ ̓Αβιμέλεχ γῆμαί σε χρή, ι να ἀναστήσῃς σπέρμα τῷ συγγενεῖ." ὁ δὲ παρῃτήσατο, καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παραχωρήσας αὐτῷ. κατὰ γοῦν τὸν νόμον ἐνώπιον τῆς γερουσίας ἡ ̔Ροὺθ ὑπελύσατο τὸ ὑπόδημα τοῦ ἀνδρὸς ἐκείνου καὶ ε πτυσεν αὐτοῦ εἰς τὸ πρόσωπον. καὶ ου τως αὐτὴν ἠγάγετο ὁ Βοόζ, καὶ ε τεκεν ἐξ αὐτοῦ τὸν ̓Ωβήδ· ἑλληνιστὶ δ' ἑρμηνεύεται δουλεύων. ἐξ ̓Ωβὴδ δὲ γίνεται ̓Ιεσσαί, καὶ ἐκ τούτου Δαβίδ, ο ς τῶν ἐξ ̓Ισραὴλ ἐβασίλευσε καὶ τοῖς ἑαυτοῦ παισὶ κατέλιπε τὴν ἀρχὴν ἐπὶ ει κοσι γενεὰς πρὸς τῇ μιᾷ διαρκέσασαν. ̓Ηλεὶ δὲ τοῦ ἀρχιερέως, ὡς η δη ἱστόρηται, τὸν λαὸν α γοντος, οἱ δύο υἱοὶ αὐτοῦ ̓Οφνὶ καὶ Φινεὲς ὑπῆρχον λοιμοί, παρανομοῦντες ἐν α πασι, καὶ παραινοῦντος τοῦ πατρὸς αὐτοῖς μὴ ἐπιστρεφόμενοι. ὁ δὲ θεὸς ὀργισθεὶς διὰ τὰς ἐκείνων παρανομίας, διὰ τοῦ Σαμουὴλ ε τι παιδὸς ο ντος δεδήλωκε τῷ ̓Ηλεὶ α περ αὐτός τε καὶ οἱ παῖδες καὶ ὁ οι κος αὐτοῦ πείσονται. Σαμουὴλ δὲ ̓Ελκανᾶ Λευίτου ἀνδρὸς ἐτύγχανε παῖς· ῳ συνῴκουν διτταὶ γαμεταί, ω ν τῇ μὲν Αννα, τῇ δὲ Φεννάνα η ν τὰ ὀνόματα. καὶ τῇ μὲν παῖδες η σαν ἐξ ̓Ελκανᾶ, ἡ δὲ Αννα ἠμοίρει γονῆς. ἀφικομένου δὲ τοῦ ἀνδρὸς μετὰ τῶν γυναικῶν ἀμφοῖν εἰς Σηλὼμ 1.79 καὶ θύσαντος, ἐπεὶ καιρὸς η ν εὐωχίας καὶ τῇ Φεννάνᾳ οἱ παῖδες αὐτῆς συνεκάθηντο, ο τι ἡ Αννα μεμόνωτο, ἑαυτὴν ἀπεκλαίετο, καὶ εἰς τὴν σκηνὴν τοῦ θεοῦ δραμοῦσα ἐδέετο τοῦ κυρίου γονὴν αὐτῇ παρασχεῖν, εὐξαμένη καθιερώσειν θεῷ τὸ πρωτότοκον. χρονιζούσης δ' ἐν ταῖς εὐχαῖς, πρὸ τῆς σκηνῆς ̓Ηλεὶ καθεζόμενος ὡς μεθύουσαν αὐτὴν ἐλογίσατό τε καὶ ἀπεπέμπετο. ἡ δέ "οὐκ οι νον" ε φη "πέπωκα οὐδὲ μέθυσμα, κύριε, ἀλλὰ κατώδυνος ου σα διὰ τὴν ἀπαιδίαν ἐκτέτηκα." καὶ ὁ ἱερεύς "πορεύου" ει πεν αὐτῇ, "καὶ δῴη σοι τὸ αι τημα ὁ θεός." ὑποστρέψασα δὲ σὺν τῷ ἀνδρὶ οι καδε συλλαμβάνει καὶ τίκτει τὸν Σαμουήλ· θεαίτητον α ν τις ει ποι. ἁδρυνθέντος δὲ τοῦ παιδὸς προσάγει αὐτὸν τῷ ̓Ηλεὶ κατὰ τὴν εὐχὴν τῷ θεῷ τραφησόμενον κόμην τε τρέφοντα καὶ ἐν τῷ ἱερῷ διαιτώμενον καὶ υ δατι κεχρημένον εἰς πόσιν. η δη δὲ δωδεκαέτης γενόμενος προεφήτευσε. καί ποτε κοιμώμενον αὐτὸν ἐξ ὀνόματος ἐκάλεσεν ὁ θεός. ὁ δὲ τῷ ἀρχιερεῖ προσελήλυθεν ὡς ὑπ' ἐκείνου τάχα καλούμενος. καὶ τοῦτο τρισσάκις ἐγένετο. ̓Ηλεὶ δὲ συνεὶς θεόθεν ει ναι τὴν κλῆσιν, ε φη τῷ Σαμουήλ "εἰ ε τι κληθῇς, εἰπέ, ἰδοὺ ἐγὼ κύριε." ου τω δὲ ποιήσαντος τοῦ παιδός, ε φη αὐτῷ ὁ καλῶν συμφορὰν ε σεσθαι τοῖς ̓Ισραηλίταις βαρεῖαν, καὶ τοὺς ̓Ηλεὶ παῖδας α μα τεθνήξεσθαι καὶ τὴν ἱερωσύνην εἰς τὸν οι κον τοῦ ̓Ελεάζαρ μεταπεσεῖν. οὐκ η θελε δὲ τοὺς λόγους ὁ Σαμουὴλ ἐκφῆναι τῷ ἱερεῖ, ο ρκοις δ' ἐκβιασθεὶς ἀπήγγειλε πάντα καθάπερ ἀκήκοεν. ̓Εντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν ̓Ισραηλιτῶν 31

ἐκστρατεύουσι, καὶ η σαν τῇ μάχῃ ἐπικρατέστεροι. 1.80 ὁ δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρωγήν. πεμφθείσης δ' ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ ̓Ηλεί, συγκεκρότητο μάχη. καὶ η ττηντο οἱ ̔Εβραῖοι, ε πεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιερέως υἱοί, καὶ ἡ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. ̓Ηλεὶ δὲ ὁ ἀρχιερεὺς ἐφ' ὑψηλοῦ καθῆστο δίφρου, καὶ μαθὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ ̓Ισραὴλ ἡγησάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Αζωτον πόλιν ἀπαγαγόντες τὴν κιβωτὸν τῷ Δαγών, ου τω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. ε ωθεν δὲ εἰς τὸν οι κον Δαγὼν εἰσελθόντες ευ ρον κείμενον τὸ ξόανον ἐνώπιον τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας ε στησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις ευ ρον γινόμενον, καὶ πολλάκις τὸ ει δωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ διηπόρουν. ε πειτα δ' ἐπέσκηψε τῇ τῶν ̓Αζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώποις περὶ τὰς ε δρας, η ν δυσεντερίαν φησὶν ὁ ̓Ιώσηπος, καὶ ε θνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν α πασαν ἐκεράϊζον. ὀψὲ δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς ει ναι τῶν παθῶν οἱ ̓Αζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς ̓Ασκάλωνα· καὶ ε πασχον κἀκεῖνοι τὰ ο μοια. καὶ ου τω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις ἡ κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον ου ν οἱ τῶν κακουμένων πέντε πόλεων α ρχοντες, Γήτης καὶ ̓Ακκαρὼν ̓Ασκάλωνός τε καὶ Γάζης καὶ ̓Αζώτου, καὶοἱ μὲν α λλα περὶ τῆς κιβωτοῦ, οἱ δ' ε τερα συνεβού.81 λευον. καὶ τέλος ε δοξε πᾶσιν ε δρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, α μαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτοκούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἁμάξῃ τὴν κιβωτόν, τὰς βόας δ' ἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ι ν' ἐπ' αὐταῖς ει η ἀπιέναι καθ' η ν ὁρμήσουσι· καὶ εἰ μὲν εὐθὺ τῶν ̓Ισραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οι εσθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς ἐκείνους πορείαν, εἰ δ' α λλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αυ θις τὰς βόας τε καὶ τὴν α μαξαν καὶ τὰ ἐπ' αὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μήκοθεν ἑπόμενοι καὶ αὐτοί, ι ν' ὁρῷεν τὸ ἐκβησόμενον. αἱ δὲ κατ' εὐθὺ τῶν ̔Εβραίων ἀπῄεσαν καὶ οὐ πρότερον ε στησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθσαμοῖς κατηντήκασιν. ὡς ου ν ει δον οἱ τῆς κώμης ἐκείνης α νδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπ' αὐτήν, καὶ καθελόντες ἐκ τῆς ἁμάξης αὐτὴν ε θυσαν τὰς βόας καὶ τοῖς ξύλοις οι ς ἡ α μαξα ει ργαστο αὐτὰς ὡλοκαύτωσαν. ο περ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενόστησαν. τοὺς δ' ἁψαμένους τῆς κιβωτοῦ, μὴ ο ντας ἱερεῖς, ὀργισθεὶς ὁ θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν ̔Εβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβωτοῦ· κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καριαθιαρεὶμ καὶ εἰς οἰκίαν ̓Αμιναδὰβ ἐκ τῆς Λευιτικῆς ο ντος φυλῆς κατατίθενται. καὶ ε μεινεν ἐκεῖ ε τη ει κοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μῆνας τέσσαρας. Σαμουὴλ δὲ ὁ προφήτης μέγα η δη σχὼν ο νομα καὶ δόξης η κων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ ἐλευθερίας αὐτῷ διειλέχθη καὶ ε πεισε ταύτης ἀντιποιήσασθαι. ο μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδοκήτως τοῖς ̔Εβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς, 1.82 ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἰ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ο ς θαρρεῖν παρεγγυᾷ, καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, καὶ θύσας α ρνα δέεται τοῦ θεοῦ. μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς ̔Εβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σεισμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφθεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρκασι, καὶ οὐκέτι μετὰ τὴν 32

πληγὴν ταύτην ἐπὶ τοὺς ̓Ισραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν η νπερ ἀφείλοντο ἐπανεσώσατο αυ θις τοῖς ̔Εβραίοις ὁ Σαμουήλ. ε κρινε δὲ τὸν λαὸν καὶ η ρχεν αὐτοῦ. Ηδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ο νομα τῷ πρεσβυτέρῳ ̓Ιωήλ, τῷ νεωτέρῳ δὲ ̓Αβιά. οι οὐκ ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλ' ἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμμασι τὰς κρίσεις ἐδίκαζον. ὁ δὲ λαὸς διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείς "ἐπεὶ μὴ οι ός τε ει " ε φασαν "σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασιλέα, ο ς καὶ τοῦ ε θνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται." λυπουμένου δ' ἐπὶ τούτοις τοῦ Σαμουὴλ ει πε πρὸς αὐτὸν ὁ θεός "οὐ σὲ ἐξουθενήκασιν ὁ λαός, ἀλλ' ἐμέ. α κουσον τοίνυν αὐτῶν, καὶ ο ν α ν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν." συναθροίσας δὲ τοὺς ̔Εβραίους ὁ Σαμουὴλ κατέθετο 1.83 χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέφη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βασιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦντες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. ὁ δὲ προφήτης "α πιτε νῦν" ει πεν, "ο ταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν ὁ θεὸς βασιλέα, μεταπέμψομαι ὑμᾶς." ̓Ανὴρ δέ τις Βενιαμίτης, Κὶς ο νομα τῷ ἀνδρί, ο νους ἀπολέσας, τὸν υἱὸν ο ς η ν αὐτῷ μέγας τε καὶ ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ο νων σὺν ἑνὶ τῶν δούλων ἀπέστειλεν. ὁ δὲ περιελθὼν καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς ̓Αρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ο νων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ ὁ θεὸς τοῦτον ει ναι ο ν βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν ̔Εβραίων. ἐρωτηθεὶς ου ν περὶ τῶν ο νων ὁ Σαμουὴλ σεσῶσθαι ει πεν αὐτάς, καὶ ξενίσας τὸν Σαοὺλ προέπεμψεν ε ωθεν, καὶ ε ξω τοῦ α στεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ε λαιον καταχέει τῆς αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόν "κέχρικέ σε κύριος α ρχοντα" ε φη "ἐπὶ τὸν λαὸν αὐτοῦ ̓Ισραήλ, καὶ ε στω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι περὶ τὸν τάφον ̔Ραχὴλ α νδρας δύο τὴν ευ ρεσιν τῶν ο νων εὐαγγελιζομένους σοι." καὶ α λλα δὲ σημεῖα τοῦ ἀληθεύειν ει πεν αὐτῷ καὶ ο τι προφητεύσει ἐν Γαβαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ η ξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παρ' αὐτοῦ. συνήθροισε δ' ε πειτα τὸν λαὸν καὶ κλήρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ι ν' ἀναδειχθείη ἐκ ποίας ὁ βασιλεύσων ε σται. ε πεσεν ου ν ὁ κλῆρος εἰς τὴν Βενιαμίτιδα, ει τα εἰς τὴν πατριὰν Ματταρί. κατ' α νδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τὸν 1.84 Σαοὺλ ὁ κλῆρος ε πεσεν. ὡς δὲ ζητούμενος οὐκ η ν, μυεῖται ὁ Σαμουὴλ παρὰ τοῦ θεοῦ ο που ἐκέκρυπτο, καὶ ἀχθέντα ε στησε μέσον. καὶ η ν ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. καὶ πρὸς τὸ πλῆθος ε φησεν ὁ προφήτης "τοῦτον ε χρισεν ὑμῖν εἰς βασιλέα ὁ κύριος, ῳ οὐκ ε στιν ο μοιος ἐν πᾶσιν ὑμῖν." ὁ δὲ λαὸς ἐπευφήμησε καὶ ει πεν "ζήτω ὁ βασιλεύς." ου τω δὲ τῷ Σαοὺλ βασιλεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον. Μετὰ δὲ μῆνα Νάας ὁ τῶν ̓Αμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ ̓Ιαβεὶς Γαλαάδ, μὴ α λλως λέγων φείσασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τὸν ἑκάστου ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ ̓Αμμανίτου ἐθρήνησαν· ὁ δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν εἰς πᾶν ο ριον ̓Ισραήλ, ἀπειλῶν ου τω θήσειν τοὺς μὴ κατὰ τῶν ̓Αμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ ευ ρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς αυ ριον ε σται τοῖς ἀνδράσιν ̓Ιαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ ὁ λαὸς δι' ο λης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς ̓Αμμανίταις, τριχῇ τὸ στράτευμα διελών. καὶ κυκλωσάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς 33

φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι 1.85 γοῦν ἠδόξει παρά τισιν, ἀλλ' ἐπ' ἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αυ θις ὁ Σαμουὴλ τὸν λαὸν δὶς ἀναγορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ πάλιν αὐτόν. μετέπεσεν ου ν ἡ τῶν ̔Εβραίων πολιτεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυσέως καὶ ̓Ιησοῦ ἀριστοκρατούμενοι η σαν, ει τα ἐπ' ε τη δέκα καὶ ὀκτὼ α ναρχοι διετέλεσαν, εἰσέπειτα δ' η ρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ περὶ τῶν ο λων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες. Τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν ει τι α δικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ ε θνους ἐβόησαν. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο "ι στε ὡς μεγάλως ἡμαρτήκατε βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργίσατε τὸν θεόν. ε σται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι." καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ ἱκετεύειν τὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι. Τῶν δὲ Παλαιστηνῶν τοὺς ̔Εβραίους καταστρεφόντων καὶ τὰ ο πλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, ὁ Σαοὺλ εἰς Γάλγαλα καταβὰς ἐπ' ἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστηνῶν διαναστῆναι ἠρέθιζεν. οἱ δ' ηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς τὸν Σαμουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ο ς μεθ' ἡμέρας ε ξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ι ν' ου τω τοῖς ἀλλοφύλοις συμμίξωσιν. ὁ δέ γε Σαοὺλ 1.86 ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, ε θυσεν. ἀκούσας δὲ η δη προσιόντα τὸν Σαμουήλ, ἐξῆλθε συναντήσων αὐτῷ. ὁ δὲ "τί τοῦτο ἐποίησας" ε φη "παραβάς μου τὴν ἐντολήν; ι σθι τοίνυν ὡς οὐ στήσεταί σου ἡ βασιλεία, ἀλλὰ ζητήσει κύριος α νθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ." καὶ ἀνεχώρησε Σαμουήλ, Σαοὺλ δὲ καὶ ̓Ιωνάθαν ὁ υἱὸς αὐτοῦ η κεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἰς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν ̓Ισραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ ̓Ιωνάθαν καὶ ̓Αχιὰ ὁ ἀρχιερεὺς ἀφ' υ ψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι δι' ὀλιγανδρίαν μὴ σθένοντες, η χθοντο. ὁ δ' ̓Ιωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦ "προσβάλλωμεν" ε φη "τῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν ει πωσιν ἡμῖν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δ' ἀνάβητε πρὸς ἡμᾶς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν." καὶ ω ρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ αὐτοῖς οἱ ἀλλόφυλοι "ἀνάβητε" ε λεγον "πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα." τοῦτο θάρσος ἐνῆκε τῷ ̓Ιωνάθαν· καὶ ἀποστὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομένου αὐτῷ ε πεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς ει κοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέβαλον· οι θορυβούμενοί τε καὶ φεύγοντες ὑπ' ἀλλήλων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον ὁ Σαοὺλ τὸ τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν α μα τῷ ὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἱ πρὶν δὲ διὰ φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, ει τις ἀποσχόμενος τοῦ 1.87 φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν η λθον, ἐν ῳ μελισσὼν η ν, καὶ λαβὼν ὁ ̓Ιωνάθαν κηρίον μέλιτος ε φαγεν· οὐ γὰρ η ν ἀκηκοὼς τῆς ἀρᾶς τοῦ πατρός. ἐπελθεῖν δὲ βουληθεὶς ὁ Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, ἐζήτει τὸ αι τιον, καί "ο μνυμι" ε φη "αὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, κα ν ̓Ιωνάθαν ει η ὁ παῖς ὁ ἐμός." καὶ κληρωσαμένων ἐπὶ ̓Ιωνάθαν ὁ κλῆρος ε πεσεν. ὁ δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν ει πεν ἑαυτῷ συνειδέναι η ο τι χθὲς τὴν ἀρὰν ἀγνοήσας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ ὁ πατὴρ ἀποκτενεῖν αὐτὸν ω μοσε. καὶ ὁ λαὸς ἀντώμοσε μὴ περιόψεσθαι 34

τὸν αι τιον τῆς νίκης ἀποθανούμενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξιλάσκοντο. διαφθείρας δὲ ὁ Σαοὺλ ὡσεὶ μυριάδας ε ξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ ̓Αμμανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ ̓Ιδουμαίους καὶ ̓Αμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν ̓Ισραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων. η σαν δὲ τῷ Σαοὺλ υἱοὶ τρεῖς, ̓Ιωνάθαν καὶ ̓Ισουὶ καὶ Μελχισουί, καὶ θυγατέρες δύο, Μερὸβ καὶ Μελχόλ· ἀρχιστράτηγον δὲ ει χε τὸν ̓Αβεννὴρ υἱὸν Νὴρ συγγενοῦς αὐτοῦ. Εφη δὲ Σαμουὴλ τῷ Σαοὺλ κελεύειν αὐτῷ τὸν θεὸν πατάξαι τὸν ̓Αμαλήκ, καὶ κρατήσαντα μηδενὸς φείσασθαι, μὴ γυναικῶν, μὴ νηπίων, μὴ ὑποζυγίων, μὴ βοσκημάτων, ἐξαλεῖψαι δὲ τὸ ο νομα αὐτοῦ ἐκ τῆς γῆς. καὶ ὁ Σαοὺλ τῷ ̓Αμαλὴκ συμβαλὼν κατὰ κρά.88 τος νικᾷ καὶ κτείνει πάντας, χειροῦται δὲ καὶ τὸν βασιλέα τῆς χώρας Αγαγ ὠνομασμένον, καὶ οὐκ ἀπέκτεινεν, ἀγασθεὶς αὐτὸν διὰ κάλλος καὶ μέγεθος· καὶ τὰ τῶν βουκολίων καὶ ποιμνίων καὶ τῶν α λλων ἐξαίρετα περιεποιήσατο, ἀμνημονήσας τῆς θείας προστάξεως. χρηματισθεὶς δὲ Σαμουὴλ παρὰ τοῦ θεοῦ, εἰπόντος μεταμεμελῆσθαι ο τι ἐβασίλευσε τὸν Σαούλ, συνήντησε τῷ βασιλεῖ. ὁ δ' εὐχαριστεῖν ε λεγε τῷ θεῷ δόντι κράτος αὐτῷ κατὰ τῶν πολεμίων, καὶ πάντα δὲ τὰ κεκελευσμένα ποιῆσαι. καὶ ὁ προφήτης "βοῆς" ει πεν "ἀκούω ὑποζυγίων καὶ βοσκημάτων α λλων. πόθεν ταῦτα;" Σαοὺλ δὲ τὸν λαὸν ει πεν εἰς θυσίαν τετηρηκέναι αὐτὰ τῷ θεῷ, τοὺς δὲ ̓Αμαληκίτας πάντας ἐξαφανισθῆναι α τερ τοῦ βασιλέως αὐτῶν. πρὸς ταῦτα ὁ Σαμουήλ "ἐπεὶ τὰ κεκελευσμένα σοι" ε φη "πρὸς θεοῦ παραβέβηκας, ι σθι ο τι τὴν βασιλείαν ἀφαιρεθήσῃ," ὁ δὲ κατετίθετο ἁμαρτῆσαι, καὶ ἱλαστήριον θῦσαι τὸν προφήτην ἱκέτευε. καὶ ο ς ὑπεχώρει, Σαοὺλ δὲ τῆς διπλοΐδος ἐπιλαμβάνεται αὐτοῦ καὶ διαρρήσσει ταύτην βιαζόμενος αὐτὸν κατασχεῖν. καὶ ὁ προφήτης "ου τως ἡ βασιλεία σου" ε φη "διαρρηχθήσεται καὶ δοθήσεται ἀνδρὶ δικαίῳ καὶ ἀγαθῷ." δεομένου δ' ε τι τοῦ βασιλέως πείθεται, καὶ ἀχθῆναι τὸν Αγαγ αἰτεῖ, καὶ κτανθέντος ἐκείνου κελεύσει αὐτοῦ αὐτίκα εἰς ̓Αρμαθαῒμ ὑποχωρεῖ. Καὶ αὐτῷ ἐντέλλεται ὁ θεὸς πρὸς ̓Ιεσσαὶ ἀπελθεῖν καὶ χρῖσαι τῷ ἐλαίῳ εἰς βασιλέα ε να τῶν ἐκείνου υἱῶν, ο ν α ν δείξῃ αὐτῷ. καὶ ἀπελθὼν εἰς Βηθλεὲμ καὶ θύσας κέκληκε τὸν ̓Ιεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ. καὶ ἰδὼν τὸν πρωτότοκον μέγαν τε καὶ καλὸν ᾠήθη ἐπ' αὐτῷ τὸν θεὸν εὐδοκεῖν. ὁ δὲ θεός "μὴ ἐπιβλέψῃς" ει πεν "ἐπὶ τὴν ο ψιν αὐτοῦ, μηδ' εἰς τὸ 1.89 τοῦ σώματος μέγεθος· α νθρωπος μὲν γὰρ εἰς πρόσωπον ο ψεται, ὁ δὲ θεὸς εἰς καρδίαν." παρελθόντων δὲ καὶ τῶν α λλων παίδων τοῦ ̓Ιεσσαί, ἐπ' οὐδενὶ εὐδόκησεν ὁ θεός. καὶ ει πε Σαμουήλ "οὐκ ἐξελέξατο κύριος ἐν τούτοις, καὶ εἰ ε στιν ε τι λοιπός, παρελθέτω." καὶ ̓Ιεσσαί "μικρὸς ε τι περιλέλειπται" ε φη "ποιμαίνων." κληθῆναι ου ν αὐτὸν ὁ προφήτης ἐκέλευσεν. ὡς δ' η κε κληθεὶς ὁ Δαβίδ, παῖς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ τα λλα καλός, τοῦτον ει ναι τὸν χρισθησόμενον δηλοῖ τῷ Σαμουὴλ ὁ θεός. καὶ λαβὼν ἐκεῖνος τὸ κέρας τοῦ ἐλαίου ε χρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. καὶ ἀπῆλθεν εἰς ̓Αρμαθαΐμ. πνεῦμα δὲ θεῖον ἐφήλατο ἐπὶ Δαβίδ, ἐκ δὲ Σαοὺλ ἀπέστη, καὶ πνεῦμα πονηρὸν μετῄει αὐτὸν συμπνῖγον καὶ κακοῦν τὸν α νδρα. ε δοξεν ου ν παρίστασθαί τινα τῷ βασιλεῖ εἰδότα ψάλλειν μετὰ κινύρας, ι ν' ο τε προσπέσοι αὐτῷ τὸ δαιμόνιον ἐκταράττον, ψάλλῃ ἐν τῇ κινύρᾳ καὶ κατευνάζῃ τὸν τάραχον. μεταπέμπεται τοίνυν ὡς τοιοῦτον τὸν Δαβίδ· καὶ ἠγαπήθη ὁ νεανίας σφόδρα παρὰ τοῦ βασιλέως, καὶ εἰς ὁπλοφόρον αὐτῷ ἐχρημάτισε. καὶ ἐν τῷ ἐπιέναι τῷ βασιλεῖ τὸ πνεῦμα τὸ πονηρὸν κατεπῇδεν αὐτοῦ, καὶ ἀφίστατο, καὶ εἰς ἑαυτὸν ὁ Σαοὺλ ἐπανήρχετο. Οἱ δ' ἀλλόφυλοι κατὰ τῶν ̓Ισραηλιτῶν ἐπεστράτευσαν, ἀντικατέστησαν δὲ αὐτοῖς καὶ οἱ ἐξ ̓Ισραήλ. καὶ ἐν μεταιχμίῳ τῶν στρατευμάτων ἀμφοῖν ἀνήρ τις τῶν ἀλλοφύλων στάς, Γολιὰθ ἐκείνῳ τὸ ο νομα, ἀνὴρ δυνατὸς καὶ πάντων ὑπερανεστηκώς, πήχεων γὰρ ε ξ καὶ σπιθαμῆς τὸ υ ψος αὐτῷ, καὶ ὁ θώραξ αὐτοῦ πεντακισχιλίων σίκλων ει λκε σταθμόν, καὶ τὸ δόρυ αὐτοῦ ὡς ἀντίον 35

ὑφαινόντων, καὶ ἡ λόγχη τοῦ δόρατος σίκλων ἑξακοσίων, ου τος ἐν μέσῳ στὰς ἀνε.90 βόησε πρὸς τοὺς υἱοὺς ̓Ισραήλ "καταβήτω τις ἐξ ὑμῶν 1.90 καὶ ἀντικαταστήτω μοι· καὶ ἐὰν πατάξῃ με, δουλεύσομεν ὑμῖν, ἐὰν δὲ ἐγὼ καταβαλῶ αὐτόν, ε σεσθε ἡμῖν εἰς δούλους." καὶ τοῦτο ἐποίει ἐπὶ τεσσαράκοντα ἡμέρας. τοῦ δὲ Σαοὺλ τὸν Δαβὶδ πρὸς ̓Ιεσσαὶ ἀναπέμψαντος, ὁ πατὴρ αὐτὸν εἰς τὸ στρατόπεδον ε σταλκε τοῖς στρατευομένοις τῶν ἀδελφῶν κομιοῦντα τὰ ἐπιτήδεια· τρεῖς γὰρ η σάν οἱ πρεσβύτεροι τῷ Σαοὺλ συνεπόμενοι. ἐλθόντος δὲ τοῦ Δαβὶδ πρὸς τοὺς ἀδελφούς, ὁ ἀλλόφυλος Γολιὰθ πάλιν, ὡς ε θος αὐτῷ, εἰς μονομαχίαν προὐκαλεῖτο καὶ τοὺς ̔Εβραίους ὠνείδιζεν ο τι μηδεὶς αὐτῷ συμμίξαι θαρρεῖ. ἀκούσας δὲ τῶν λόγων τούτων ὁ Δαβὶδ ἠγανάκτησε καὶ ει πε πρὸς τοὺς παρόντας "ἐγὼ μονομαχήσω αὐτῷ." ἀνηγγέλη τοῦτο τῷ βασιλεῖ, ὁ δὲ παραστάντι αὐτῷ τῷ Δαβίδ "οὐ δυνήσῃ" ε φη "διὰ μάχης χωρῆσαι πρὸς τοῦτον τὸν ἀπερίτμητον· παῖς γὰρ σὺ ε τι." καὶ ὁ Δαβὶδ θαρρεῖν ε λεγεν ἐπὶ τῷ θεῷ, ο ς αὐτὸν κατὰ τῆς α ρκτου ἐνίσχυσε καὶ κατὰ τοῦ λέοντος, ἐπερχομένων τῇ ποίμνῃ καὶ θρέμματα ἁρπαζόντων, ου ς διῶξαι ει πε καὶ τὰ μὲν ἡρπαγμένα ἐπανασώσασθαι, πατάξαι δὲ τοὺς θῆρας καὶ ἀνελεῖν. ἐπὶ τούτῳ ε φη θαρρεῖν ὡς καὶ τὸν ἀλλόφυλον πατάξαι δώσει αὐτῷ καὶ ἐξελεῖν ο νειδος ἐξ υἱῶν ̓Ισραήλ. ὁ μὲν ου ν ει πε ταῦτα, ὁ δὲ βασιλεὺς ἐπέτρεψέν οἱ πορεύεσθαι, καὶ περιέθετο τὰ οἰκεῖα ο πλα αὐτῷ. καὶ η σαν α χθος αὐτῷ, καὶ ἀπεδύσατο ταῦτα, α ρας δὲ τὴν βακτηρίαν καὶ πέντε λίθους ἐν τῷ καδίῳ ἐνθέμενος καὶ τὴν σφενδόνην φέρων ἐν τῇ χειρί, πρὸς τὸν ἀλλόφυλον ω ρμησεν. ὁ δὲ κατεγέλα αὐτοῦ καὶ ἐπυνθάνετο εἰ πρὸς κύνα τῇ βακτηρίᾳ καὶ τοῖς λίθοις πορεύεται. καὶ ὁ Δαβὶδ καὶ χείρω κυνὸς ἡγεῖσθαι αὐτὸν ἀπεκρί.91 νατο. ἐκεῖνος δὲ ὀργισθείς, καὶ μεγαλαυχήσας δώσειν τὰς σάρκας αὐτοῦ τοῖς πετεινοῖς τε καὶ τοῖς θηρσίν, ω ρμησεν ἐπ' αὐτόν. ταχύνας δὲ ὁ Δαβὶδ καὶ λίθον τῇ σφενδόνῃ ἐνθέμενος ἐπὶ μέτωπον ἐπάταξε τὸν πολέμιον. καὶ η ν ἡ πληγὴ κραταιά, καὶ ε πεσεν ἐπὶ πρόσωπον ὁ ἀλλόφυλος. δραμὼν δὲ Δαβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀποτέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ ο πλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ ε κλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Παλαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφαλὴν δὲ Γολιὰθ προσάγει Δαβὶδ τῷ Σαούλ, τὴν δὲ ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν. ̓Επανιούσης δὲ τῆς στρατιᾶς αἱ γυναῖκες συνήντων αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ ῃ δον, αἱ δὲ παρθένοι μυριάδας τὸν Δαβὶδ ἀφανίσαι· ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, φήσαντα "καὶ τί αὐτῷ ὑστερεῖ πλὴν ἡ βασιλεία;" καὶ ὑπεβλέπετο τὸν Δαβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ Δαβὶδ κατεπᾴδοντος ὡς ε θος αὐτῷ, τὸ δόρυ ε βαλε κατ' αὐτοῦ ὁ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ ὁ Δαβὶδ ἐξέκλινε· κύριος γὰρ η ν μετ' αὐτοῦ. δεδιὼς δὲ αὐτὸν ὁ βασιλεὺς χιλίαρχον ἐποιήσατο, ι ν' εἰς τοὺς πολεμίους ἀπιὼν κινδυνεύσῃ. ὁ δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ ὁ λαὸς ἠγάπα αὐτόν, καὶ ἡ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ η ρα Δαβίδ. προσηγγέλθη ου ν ὁ ε ρως τῷ βασιλεῖ, καὶ ο ς εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ε ρωτι. 1.92 ε φη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν ὁ Δαβὶδ ἐπορεύθη μετὰ τῶν ὑπ' αὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις καὶ η νεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκατόν. ὁ δὲ ̓Ιώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν Δαβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν Δαβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ πλήθει φιλούμενον, ε τι μᾶλλον ἐδεδίει, καὶ ἐπεβούλευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ ου ν υἱῷ ̓Ιωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναίρεσιν αὐτοῦ ἐπιτάττει. ̓Ιωνάθαν δὲ φιλῶν τὸν Δαβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ 36

τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πραότητα· μεταβαλὼν γὰρ μηδὲν ἀδικήσειν ω μοσε τὸν Δαβὶδ ὁ Σαούλ. ̓Ιωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ Δαβίδ, εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ η ν ὡς πρῴην αὐτῷ παραμένων. τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς ̔Εβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ ὁ Δαβὶδ ἀποστέλλεται, καὶ μετὰ νίκης ἐπάνεισι. τοῖς δ' εὐτυχήμασι τοῦ ἀνδρὸς καὶ ὁ κατ' αὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αυ θις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν ὁ Δαβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. ὁ Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ Δαβίδ· ὁ δὲ προγνοὺς ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οι κον Δαβίδ, ι να μεθ' ἡμέραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ ἡ γυνὴ 1.93 αὐτοῦ, διὰ θυρίδος τὸν α νδρα κατήγαγε· καὶ ἀπέδρα. ε ωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν Δαβίδ, ἡ Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ω ς τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα η παρ αἰγὸς νεοσφαγοῦς, ὡς α ν τῇ τούτου κινήσει τὸ ἐπίβλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν α νδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ο ς ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελθόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. ου τω δὲ τὸν θάνατον ὁ Δαβὶδ ἐκφυγὼν τῷ Σαμουὴλ εἰς ̓Αρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς ̔Ραμά. πέμπει τοίνυν κἀκεῖ ὁ Σαοὺλ τοὺς α ξοντας τὸν Δαβίδ. οἱ δ' ἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως α λλους ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ πνεύματι αὐτὸς ἐξώρμησεν ὑπ' ὀργῆς, καὶ πλησιάσας προφητεύειν η ρξατο καὶ αὐτός. ο τε καὶ τὸ ᾀδόμενον οἱ ἐκεῖ παρόντες ἐφθέγξαντο τό "εἰ καὶ Σαοὺλ ἐν προφήταις;" ἐλθὼν δὲ ο που η ν Σαμουήλ, ε κφρων ω σπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυμνὸς ε κειτο δι' ο λης ἡμέρας τε καὶ νυκτός. ̔Ο δὲ Δαβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ ̓Ιωνάθαν τὴν κατ' αὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν· ὁ δὲ ἠπίστει. ἠξίου δὲ ὁ Δαβὶδ αὐτὸν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶσαι αὐτῷ ε ξω προσμενοῦντι τῆς πόλεως. προσαγα.94 γὼν ου ν λόγους ὁ ̓Ιωνάθαν τῷ πατρὶ περὶ τοῦ Δαβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ δι' ἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ ω ρκισε τὸν Δαβὶδ μεμνῆσθαι αὐτοῦ, κα ν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτ' εἰπὼν ̓Ιωνάθαν ὑπέστρεψε, Δαβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς ̓Αβιμέλεχ τὸν ἀρχιερέα. ὁ δὲ πῶς μόνος η κει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι τι αὐτῷ παρὰ τοῦ βασιλέως ει πεν ἀπόρρητον, "καὶ ι να μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε." ταῦτα εἰπὼν α ρτους ῃ τησε. καὶ ὁ ἀρχιερεὺς μὴ ε χειν ει πεν α λλους η τοὺς ἁγίους, καί "εἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λάβετε τούτους καὶ φάγετε." ὁ δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ ε χειν μέντοι ὁ ἀρχιερεὺς ο πλον ε τερον ἀπεκρίνατο εἰ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, η ν αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν ὁ Δαβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων ̓Αγχούς. καὶ γνωσθεὶς ο στις ει η καὶ φοβηθείς, μανίαν ὑπεκρίθη καὶ ὡς ε κφρων ἐπορεύετό τε καὶ ε πραττεν. ου τω δ' ἐκ τῶν ἀλλοφύλων διασωθεὶς εἰς τὴν ̓Ιούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον ̓Οδολάμ. ε νθα οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συγγενεῖς προσῆλθον αὐτῷ· ει τα καὶ α λλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. α πεισι δ' ἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παρ' αὐτῷ τοὺς γονεῖς αὐτοῦ ε ως α ν ει ς τι τέλος η ξει τὰ κατ' αὐτόν. ὁ δὲ πείθεται καὶ προσδέχεται τὸν ̓Ιεσσαὶ καὶ τὸν οι κον αὐτοῦ. καὶ ὁ Δαβὶδ εἰς τὴν γῆν ἐπορεύθη ̓Ιούδα, τοῦτο Γὰδ 37

τοῦ προφήτου κελεύσαντος. ὁ Σαοὺλ δὲ 1.95 μαθὼν ο τι πλῆθος η θροισται πρὸς Δαβίδ, συγκαλεσάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, Δωὴκ ο νομα, παρατυχὼν ο τε τοὺς α ρτους ὁ ἀρχιερεὺς ε δωκε τῷ Δαβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασιλεῖ ὡς ει δε τὸν Δαβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι' αὐτοῦ τὸν θεὸν καὶ ἐπισιτισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος δὲ τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐπενεκάλει αὐτῷ συνωμοσίαν μετὰ Δαβίδ. καὶ προσέταξε τοῖς παρεστηκόσιν αὐτῷ ὁπλίταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ' ἐκείνων ἐπενεγκεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ Δωὴκ ἐπιτάσσει τοὺς φόνους. καὶ ο ς ἀπέκτεινεν α παντας τριακοσίους ο ντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπάταξεν, ἡβηδὸν α παντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. ει ς δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον ̓Αβιάθαρ καλούμενος, ο ς φυγὼν πρὸς Δαβὶδ ἀπήγγειλε τὰ γενόμενα. Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Κεϊλὰ καὶ τὴν χώραν ληιζομένων, ὁ Δαβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν α πασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. ὁ δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ε ρημον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. ̓Ιωνάθαν δὲ η κει παρὰ τὸν Δαβὶδ καὶ παρεθάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας ε χειν χρηστάς. ἐπεὶ δὲ Δαβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν ἐν τῇ ἐρήμῳ Μαάν, καὶ ὁ Σαοὺλ ἐπῆλθε μετὰ πλή.96 θους πολλοῦ, ἐκινδύνευε ληφθῆναι Δαβίδ, εἰ μὴ α γγελος η κε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέθεντο· καταλιπὼν γὰρ τὸν Δαβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. ει τα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ Γαδδὶ αὐλίζεται ὁ Δαβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη. καὶ η ν τι σπήλαιον ἐκεῖ, ἐν ῳ Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ Δαβὶδ ἠρεθίζετο παρὰ τῶν μετ' αὐτοῦ κτεῖναι Σαούλ. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ε λαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν ὁ Δαβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ ὁ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε Δαβὶδ καὶ ει πε "μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· ο τε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος σου πτερύγιον ἀπέτεμον, ῥᾷον η ν μοι καὶ ἀνελεῖν σε." καὶ α μα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί "δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ" ἐξεβόησε. καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς η ρε τὴν φωνὴν αὐτοῦ καὶ κλαύσας ε φη τῷ Δαβίδ "δίκαιος σύ· ἐγὼ μὲν γὰρ αι τιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. ο θεν πείθομαι ο τι βασιλέα σε ̓Ισραὴλ τηρεῖ ὁ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις τὸν οι κόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου." καὶ ω μοσε Δαβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπ' ἀλλήλων. ̓Απέθανε δὲ τότε καὶ Σαμουὴλ ὁ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ο ς η ρξε τοῦ ̓Ισραὴλ μετὰ τὸν ̓Ηλεὶ μόνος μὲν ε τη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτωκαίδεκα. καὶ Δαβὶδ εἰς τὴν ε ρημον ἀπῆλθε Μαάν. 1.97 καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλούσιον α νδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσεροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μετ' αὐτοῦ καὶ αὐτῷ, καθὼς α ν προαιροῖτο, ἀνέπαφα τηρήσασι τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκληρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ Δαβὶδ ἀπεκρίθη καὶ ἀναιδῶς "τίς ὁ Δαβίδ;" εἰπών "καὶ τίς ὁ υἱὸς ̓Ιεσσαί;" καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται Δαβίδ, καὶ ω μοσεν ἐξολοθρεῦσαι τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. ἡ δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ ου σα καὶ ὡραία, μαθοῦσα ο πως τε Δαβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ ο σα τῷ Δαβὶδ ὁ Νάβαλ ἀπεκρίθη βλάσφημα, μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ο νων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν Δαβὶδ 38

ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· ει ναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην γὰρ ὁ Νάβαλ δηλοῖ· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. ὁ δὲ καὶ ἐπῄνεσε τὴν γυναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελθοῦσα δὲ ἡ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ Δαβὶδ ε φοδον ἐκείνῳ μεμήνυκε. καὶ ο ς δείματί τε καὶ λύπῃ κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμερῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ ἀπέστειλε πρὸς ̓Αβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. ἡ δὲ οὐκ ἀξίαν ει πεν ἑαυτὴν ει ναι πρὸς συνοίκησιν τοιούτῳ ἀνδρί, ο μως μέντοι ἀπῆλθε· καὶ ε λαβεν αὐτὴν εἰς γυναῖκα ὁ Δαβίδ. ̔Ο δὲ Σαοὺλ ἐπεβούλευεν ε τι αὐτῷ, καὶ μετὰ τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βου.98 νὸν ̓Εχελάτ, ο που διέτριβεν ὁ Δαβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν. νυκτὸς δὲ ἐπορεύθη Δαβὶδ αὐτὸς καὶ ̓Αμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον ο που η ν καθεύδων Σαούλ. καὶ τοῦ ̓Αμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ ει ασεν ὁ Δαβίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ υ δατος λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ ̓Αβεννὴρ τοῦ α ρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολλῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν δὲ ἐπὶ τὸ α κρον τοῦ ο ρους Δαβὶδ ἐβόησε πρὸς τὸν ̓Αβεννήρ "τί ο τι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώκατε. ζήτησον ου ν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ υ δατος, καὶ ει σῃ οι ος ὑμᾶς παρελήλυθε κίνδυνος." ἐπιγνοὺς δὲ τὴν φωνὴν Δαβὶδ ὁ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αυ θις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν ει πε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οι κον αὐτοῦ. ὁ δέ "κύριος" ε φη "δῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ τὴν πίστιν αὐτοῦ." καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων Δαβὶδ πρὸς ̓Αγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Παλαιστηνῶν ἐπὶ τὸν ̓Ισραὴλ ἐκστρατεῦσαι βουλομένων, ε φη πρὸς Δαβὶδ ὁ ̓Αγχούς "συνεξελεύσῃ μοι εἰς τὸν πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;" κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. η δη δὲ τῶν ἀλλοφύλων προσελασάντων τῇ χώρᾳ τῶν ̓Ισραηλιτῶν, ὁ Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μαχήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζήτησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ι να μὴ ο στις ει η ἐπιγνωσθῇ, καὶ ῃ τησεν ἀναχθῆναι αὐτῷ τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀνα.99 χθῆναι δοξάσῃ ει πε Σαούλ "θλίβομαι σφόδρα ο τι συνήχθησαν κατ' ἐμοῦ οἱ ἀλλόφυλοι καὶ ὁ κύριος ἀφέστηκεν ἀπ' ἐμοῦ." τὸ δὲ τοῦ Σαμουὴλ φάντασμα ἀπεκρίθη ὡς "πεποίηκέ σοι ὁ κύριος ο σα προμεμήνυκεν δι' ἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βασιλείαν καὶ δίδωσιν αὐτὴν τῷ Δαβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις· σὺ δὲ καὶ οἱ υἱοί σου αυ ριον πεσεῖσθε." καὶ ἐλυπήθη σφόδρα τούτων ἀκούσας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπεδεύσαντο, καὶ Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ ἑξακόσιοι ο πισθεν. τοῖς δὲ σατράπαις οὐκ η ρεσκε συστρατεύεσθαι αὐτοῖς τὸν Δαβίδ, λέγουσι "μή τι κακὸν ἐργάσηται εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ," καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ ὁ ̓Αγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ Δαβίδ. καὶ ο ς ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ ευ ρε τὴν Σικελάγ, η ν δέδωκεν αὐτῷ ̓Αγχοὺς εἰς κατοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ ο σοι η σαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ τῶν ̓Αμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως ̓Αβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτῶν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρακοσίων, τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθίοντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέμενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν α πασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ Δαβὶδ τετρακόσιοι οὐκ η θελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς διακοσίους γενέσθαι, ἀρκεῖσθαι δ' ἠξίουν σεσωσμέναις ταῖς ἑαυτῶν 39

γυναιξίν. α δικον δὲ τὴν γνώμην ταύ.100 την ε κρινεν ὁ Δαβίδ, καὶ ἐπ' ι σης πᾶσι δεῖν μερισθῆναι τὴν ὠφέλειαν ἀπεφήνατο. ο καὶ νόμος ε κτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λάφυρα κατὰ τὸ ι σον τοὺς τὰ σκεύη φυλάσσοντας. πολέμου δὲ συρραγέντος τοῖς ̓Ισραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν ̔Εβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ ε πεσον, καὶ αὐτὸς Σαοὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βεβλημένος καὶ οὐ ζησόμενος, ει πε τῷ ὁπλοφόρῳ αὐτοῦ ἐκκεντῆσαι αὐτόν, ι να μὴ ζῶν ε τι τοῖς πολεμίοις ληφθῇ. τοῦ δὲ μὴ πειθομένου ποιῆσαι τὸ κελευόμενον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁ ὁπλοφόρος αὐτοῦ ὡς ει δε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δ' ἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν ̓Ισραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ο ρεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν ε πεμψαν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐαγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, η μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν ̓Ιαβεὶς οἰκούντων ἐν Γαλαὰδ μαθόντων ο σα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνατώτατοι, καὶ δι' ο λης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ ̓Ιωνάθαν, καὶ ἀπαγαγόντες εἰς ̓Ιαβεὶς ε καυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες ε θαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ε τι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ε τη, ἐκείνου δ' ἀποθανόντος δύο καὶ ει κοσιν. 1.101 Αρτι δ' ἐπανῆλθε Δαβὶδ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς καί τις ἀνὴρ προσῆλθεν αὐτῷ ἀπαγγέλλων τὴν η τταν τῶν ̓Ισραηλιτῶν καὶ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ ̓Ιωνάθαν. ἀνακρινόμενος δὲ εἰ ἀληθῆ ἀπαγγέλλει, ει πε καιρίαν πληγῆναι τὸν Σαούλ, καὶ μὴ οι όν τε ο ντα δι' ἀσθένειαν ἑαυτὸν ἀνελεῖν παρακαλέσαι αὐτόν, ι να μὴ ζῶν τοῖς πολεμίοις ἁλῷ, ἐπιρρῶσαι αὐτῷ τὴν πληγὴν ἐπιπεσόντι τῇ ἰδίᾳ ῥομφαίᾳ· καὶ ποιῆσαι κατὰ τὸ ἐπίταγμα, καὶ τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰς πίστιν τῶν λόγων προέτεινε τὸν ἐπὶ τῆς κεφαλῆς ἐκείνου βασίλειον στέφανον καὶ τὸν ἐπὶ τοῖς βραχίοσι χρυσόν, καὶ ἐδίδου Δαβίδ. ἐθρήνησεν ου ν Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ τὸν Σαοὺλ καὶ τὸν ̓Ιωνάθαν, τὸν δὲ τὸν Σαοὺλ ἀνελόντα ἐκόλασεν, ο τι τῷ χριστῷ κυρίου τὴν χεῖρα ἐπήνεγκε. καὶ μετὰ ταῦτα τοῦ θεοῦ κελεύσαντος εἰς Χεβρὼν ἀνέβη, πόλιν ̓Ιούδα, μετὰ ἀμφοῖν τῶν γυναικῶν αὐτοῦ ̓Αχινοὸμ καὶ ̓Αβιγαίας, καὶ οἱ α νδρες οἱ μετ' αὐτοῦ πανοικί· ε νθα βασιλεὺς αἱρεῖται παρὰ τῆς ̓Ιούδα φυλῆς. εὐλόγησε δὲ Δαβὶδ τοὺς α νδρας ̓Ιαβεὶς ὡς θάψαντας τοὺς τοῦ Σαοὺλ καὶ τοῦ ̓Ιωνάθαν νεκρούς. ̔Ο δὲ τοῦ Σαοὺλ ἀρχιστράτηγος ̓Αβεννὴρ λαβὼν τὸν περίλοιπον υἱὸν τοῦ κυρίου αὐτοῦ τὸν ̓Ιεβοσθέ, βασιλέα ἐπὶ πάντα τὸν ̓Ισραήλ, τοῦ ̓Ιούδα χωρίς, ἀνηγόρευσεν. η ν δὲ τεσσαράκοντα ἐτῶν, ο τε ἐβασίλευσεν ὁ ̓Ιεβοσθέ, καὶ δύο ε τη τῆς βασιλείας ἐκράτησεν. ὁ δὲ ̓Αβεννὴρ δι' ὀργῆς ἐποιεῖτο τὴν ̓Ιούδα φυλὴν ὡς βασιλεύσασαν τὸν Δαβίδ, καὶ ω ρμησε κατ' αὐτῆς. ἀπήντησε δ' αὐτῷ μετὰ δυνάμεως 1.102 ̓Ιωάβ, ο ς η ν τοῦ Δαβὶδ ἀρχιστράτηγος. καὶ πρῶτον μὲν δώδεκα ἐξ ἑκάστης ἐμονομάχησαν στρατιᾶς· πάντων δὲ πεπτωκότων ἐκείνων, καὶ α μφω αἱ στρατιαὶ ἀλλήλαις προσέβαλον, καὶ ἡττήθησαν οἱ τοῦ ̓Αβεννήρ. ̓Αβεσὰ δὲ καὶ ̓Ασαὴλ ἀδελφοὶ ̓Ιωάβ. ὁ δὲ ̓Ασαὴλ ἐπὶ ποδῶν ὠκύτητι σεμνυνόμενος ἐδίωκεν ο πισθεν ̓Αβεννήρ. ὁ δὲ ἀναστρέφειν παρῄνει· ἐπεὶ δὲ μὴ ε πειθε, πλήξας αὐτὸν ἐξόπισθεν καιρίως ἀπέκτεινε. τοῦ τεθνεῶτος δ' οἱ σύγγονοι διὰ τὴν τοῦ ἀδελφοῦ σφαγὴν ὀργιζόμενοι μετέθεον τὸν ̓Αβεννήρ. ἐκεῖνος δὲ στὰς ἐπὶ κορυφῆς ἑνὸς τῶν βουνῶν ἐβόησε πρὸς ̓Ιωὰβ λέγων "μὴ παρόξυνε πρὸς μάχην α νδρας ὁμοεθνεῖς· καὶ ̓Ασαὴλ γὰρ ἡμάρτηκε μὴ πεισθείς μοι συμβουλεύοντι ἀναστρέφειν, κἀντεῦθεν τέτρωταί τε καὶ τέθνηκε." παράκλησιν ου ν τοὺς λόγους τούτους ὁ ̓Ιωὰβ ἡγησάμενος ἀνακλητικὸν ἠχῆσαι κελεύει τὴν σάλπιγγα καὶ τὴν δίωξιν ε στησεν. ἀρχὴν δ' ἐξ ἐκείνου παρ' ̔Εβραίοις ε λαβεν ὁ ἐμφύλιος πόλεμος, καὶ διέμεινεν ἐπὶ πλεῖστον, τῶν 40

μὲν τοῦ Δαβὶδ κραταιουμένων, ἀσθενούντων δέ γε τῶν τοῦ Σαούλ. ̓Ετέχθησαν δὲ τῷ Δαβὶδ ἐν Χεβρὼν ο ντι ἐκ γυναικῶν διαφόρων υἱοὶ ε ξ, ω ν η ν πρωτότοκος ὁ ̓Αμνών. τοῦ δὲ ̓Αβεννὴρ παλλακῇ μιχθέντος Σαούλ, ἠγανάκτησεν ̓Ιεβοσθὲ κατ' αὐτοῦ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ. τοῦτο γέγονεν αι τιον τοῦ προσρυῆναι τὸν ̓Αβεννὴρ τῷ Δαβίδ. ὁ δὲ Δαβὶδ στείλας πρὸς τὸν ̓Ιεβοσθὲ τὴν ἰδίαν γυναῖκα ἐζήτει Μελχόλ. ὁ δὲ ἀποσπάσας αὐτὴν τοῦ ἀνδρός, ῳ μετὰ τὴν φυγὴν τοῦ Δαβὶδ ἡρμόσατο αὐτὴν ὁ Σαούλ, ἀπέστειλε τῷ Δαβίδ. ̓Αβεννὴρ δὲ τοῖς γηραιοῖς τοῦ πλήθους τῶν ̓Ισραηλιτῶν καὶ τοῖς ταξιάρχαις διαλεχθεὶς μεταθέσθαι συνῄνεσε πρὸς Δαβίδ, τοῦτο καὶ πάντων προ.103 θυμουμένων. τοῦτο δὲ ποιήσας η κε πρὸς τὸν Δαβὶδ ἐνόρκους πίστεις ληψόμενος. καὶ δεχθεὶς ἀσμένως, ἀπῄει συναθροίσων τὸ πλῆθος, ι να παρὰ πάντων ἀναρρηθῇ ὁ Δαβίδ. ἐλθὼν δὲ πρὸς Χεβρὼν ̓Ιωὰβ καὶ μαθὼν τὰ περὶ ̓Αβεννήρ, δείσας μὴ ὑπερέξει ἐκεῖνος αὐτοῦ, κατεῖπε μὲν πολλὰ τοῦ ἀνδρὸς πρὸς Δαβίδ, μὴ πείθων δὲ στέλλει λάθρᾳ τὸν καλέσοντα τὸν ̓Αβεννὴρ ὡς ἐκ τοῦ Δαβίδ· κἀκεῖνος ἀνέστρεψε. καὶ ὑπαντήσας αὐτῷ ̓Ιωάβ, καὶ ω ς τι μυστικώτερον αὐτῷ διαλεξόμενος πόρρω τῶν οἰκείων ἀπαγαγὼν αὐτὸν κτείνει, ξίφει πατάξας ὑπὸ λαγόνα. Δαβὶδ δὲ τοῦτο μαθὼν η λγησε σφόδρα καὶ τῷ τὸν α νδρα κτείναντι κατηράσατο, καὶ ἐθρήνησε τὸν θανόντα καὶ φιλοτίμως ἐνεταφίασεν. ̓Ιεβοσθὲ δὲ μετὰ μικρὸν ἐπιβουλευθεὶς ἐσφάγη κοιμώμενος. καὶ οἱ τοῦτον ἀνελόντες, δύο ο ντες, τὴν κεφαλὴν λαβόντες αὐτοῦ τῷ Δαβὶδ ἀπεκόμισαν. ὁ δὲ οὐ μόνον μὴ κεχαρισμένα πρᾶξαι αὐτῷ τοὺς α νδρας ἡγήσατο, ἀλλὰ καὶ ἀναιρεθῆναι προσέταξε, δίκας τοῦ φόνου πραττόμενος. ει τα πᾶς ̓Ισραὴλ πορεύεται πρὸς Δαβίδ, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα πασῶν τῶν φυλῶν. η ν δὲ τριακονταέτης Δαβὶδ ο τε ἐπὶ τὸν ̓Ιούδαν ἐβασίλευσεν, καὶ η ρξεν ἐν Χεβρὼν τῆς τοῦ ̓Ιούδα μόνης φυλῆς ἐνιαυτοὺς ἑπτά, τριάκοντα δὲ καὶ τρεῖς τοῦ παντὸς ̓Ισραήλ. ̓Απῆρε δ' ἐκ Χεβρὼν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ, καὶ παραγέγονεν εἰς ̔Ιεροσόλυμα. κατῴκουν δὲ τότε τὴν πόλιν καὶ τὴν γῆν ἐκείνην ̓Ιεβουσαῖοι, ο θεν ̓Ιεβοῦς ἐκαλεῖτο ἡ πόλις· Χαναναίοις δ' η σαν κατὰ γένος προσήκοντες. οι τοὺς τυφλοὺς καὶ χωλοὺς καὶ 1.104 α λλως πεπηρωμένους στήσαντες ἐπὶ τῶν ἐπάλξεων ἐπὶ χλεύῃ, μὴ παραχωρεῖν αὐτοὺς ε λεγον τῷ Δαβὶδ τῆς εἰς τὴν πόλιν εἰσόδου. ὀργισθεὶς δὲ διὰ ταῦτα Δαβὶδ πολιορκίᾳ τὴν πόλιν ει λε, καὶ τοὺς ̓Ιεβουσαίους ἐκεῖθεν ὠσάμενος καὶ ἀνοικοδομήσας αὐτὴν εἰς ο νομα οἰκεῖον πόλιν Δαβὶδ ἐπωνόμασεν, ἐπὶ ̓Αβραὰμ Σόλυμα καλουμένην. καὶ διέτριβεν ἐν αὐτῇ βασίλεια δομησάμενος. ἐγένοντο δὲ ε τι παῖδες αὐτῷ ἐκ γυναικῶν πλειόνων καὶ παλλακῶν. καὶ οἱ ἀλλόφυλοι ἐστράτευσαν κατὰ τοῦ Δαβίδ, ὁ δὲ τοῦ θεοῦ ἐπινεύσαντος ε ξεισι κατ' αὐτῶν μετὰ τῆς ἑαυτοῦ στρατιᾶς καὶ νικᾷ. οἱ δὲ πολὺ πλείους συναθροισθέντες πάλιν ἐπῄεσαν. ἐρομένου δὲ καὶ αυ θις τὸν θεὸν τοῦ Δαβίδ, ἐν τοῖς α λσεσι τοῦ Κλαυθμῶνος προσέταξεν ὁ θεὸς αὐλίζεσθαι σὺν τῇ στρατιᾷ, καὶ μὴ α λλως προσβάλλειν τοῖς ἐναντίοις πρὶν α ν τὰ α λση σαλεύεσθαι α ρξωνται. καὶ ου τω ποιήσας τρέπει τοὺς πολεμίους, καὶ α χρι τῶν ὁρίων αὐτῶν διώκων αὐτοὺς ε κτεινε. μετὰ ταῦτα συνεκάλεσε Δαβὶδ τοὺς ἱερεῖς καὶ Λευίτας καὶ α παντα τὸν λαὸν εἰς Καριαθιαρείμ. καὶ ἐπεβίβασαν οἱ ἱερεῖς τὴν κιβωτὸν κυρίου ἐφ' α μαξαν καινήν, κατάγοντες αὐτὴν εἰς ̔Ιεροσόλυμα. καὶ ὁ λαὸς καὶ ὁ βασιλεὺς ῃ δον ε μπροσθεν αὐτῆς πορευόμενοι. ἀνατραπῆναι δὲ κινδυνευούσης τῆς κιβωτοῦ, ̓Οζὰν ὁ υἱὸς τοῦ ̓Αμιναδὰβ ἐκτείνας τὴν χεῖρα κατέσχεν αὐτὴν καὶ ἐπεστήριξε μὴ πεσεῖν. θνήσκει ου ν αὐτίκα, ὀργισθέντος τοῦ θεοῦ ο τι η ψατο τῆς κιβωτοῦ, ἐπεὶ μὴ ἱέρωτο· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος ἐντεῦθεν Διακοπή. καὶ ηὐλαβήθη Δαβὶδ εἰσαγαγεῖν εἰς τὴν πόλιν τὴν κιβωτόν, κατέθετο δὲ αὐτὴν εἰς τὸν οι κον ̓Αβεδδαρὰ Λευίτου ἀνδρός· καὶ η ν ἐκεῖ μῆνας τρεῖς, καὶ ἀπήλαυσεν ὁ οι κος τοῦ ἀνδρὸς 1.105 ἐκείνου πολλῶν ἀγαθῶν. καὶ ἀκούσας Δαβὶδ μετεκόμισεν ἐκεῖθεν τὴν κιβωτὸν εἰς τὴν πόλιν τὴν ἑαυτοῦ, ἑπτὰ χορῶν προαγόντων. καὶ αὐτὸς τὴν κινύραν ε κρουε καὶ ἐχόρευε παίζων. ἰδοῦσα δὲ 41

αὐτὸν ὀρχούμενον καὶ σκιρτῶντα ἡ γυνὴ αὐτοῦ Μελχὸλ ἐμέμψατο αὐτῷ ὡς ἀσχημονοῦντι· ὁ δὲ οὐκ αἰδεῖσθαι ει πεν, ἐπεὶ μὴ ἀσχημοσύνη ταῦτα, γινόμενα εἰς θεόν. εἰσήνεγκαν δὲ τὴν κιβωτὸν καὶ κατέθεντο εἰς τὴν σκηνὴν η ν ε πηξεν αὐτῇ ὁ Δαβίδ. ει τα οι κον δομήσασθαι τῇ κιβωτῷ ἠβουλήθη. καὶ ὁ θεὸς τῷ προφήτῃ Νάθαν ἐντέλλεται εἰπεῖν τῷ Δαβὶδ ο τι "οὐ σὺ οἰκοδομήσεις μοι οι κον, ἀλλ' ὁ υἱός σου, ο ς σοῦ θανόντος τὴν βασιλείαν σου διαδέξεται." ταῦτα τοῦ προφήτου τῷ Δαβὶδ ἀπαγγείλαντος ἐκεῖνος εἰς εὐχαριστίαν ἐτράπετο. καὶ μετὰ ταῦτα ἐπάταξε τοὺς ἀλλοφύλους καὶ κατετροπώσατο αὐτοὺς καὶ τοὺς συμμάχους αὐτῶν, καὶ τὴν Συρίαν ὑπόφορον ἐποιήσατο, φρουρὰν ἐν Δαμασκῷ καταστήσας. καὶ ἐν τῷ ἐπαναζευγνύειν ἐπάταξε τὴν ̓Ιδουμαίαν, καὶ ἐγένοντο πάντες ̓Ιδουμαῖοι δοῦλοι τῷ Δαβίδ. μνησθεὶς δὲ ὁ Δαβὶδ τῶν πρὸς ̓Ιωνάθαν τὸν τοῦ Σαοὺλ συνθηκῶν, ἐζήτησεν ει τις ἐκ τοῦ γένους τοῦ Σαοὺλ ὑπολέλειπται· καὶ μαθὼν περιεῖναι τοῦ ̓Ιωνάθαν υἱὸν βεβλαμμένον τοὺς πόδας, Μεμφιβοσθὲ κεκλημένον, μετεκαλέσατο αὐτὸν καὶ ἐχαρίσατο τὴν τοῦ πάππου πᾶσαν υ παρξιν τῷ ἀνδρί, καὶ ὁμοδίαιτον ἑαυτῷ διόλου ει ναι ἐκέλευσε, καὶ τοὺς πατρῴους οἰκέτας αὐτῷ προσαπένειμεν· ω ν ἑνὶ Σιβὰ καλουμένῳ ἐπιτροπεύειν τῶν δεδωρημένων τῷ αὐτοῦ κυρίῳ ἐπέτρεψε καὶ προσάγειν ἐκείνῳ τὴν ἐκεῖθεν ὠφέλειαν. ὁ δὲ Μεμφιβοσθὲ ἐν ̔Ιεροσολύμοις ῳ κει καὶ συνειστιᾶτο τῷ βασιλεῖ. 1.106 Κατὰ δὲ τὸν τότε χρόνον τέθνηκεν ὁ τῶν ̓Αμμανιτῶν βασιλεύς, φίλος ω ν τῷ Δαβίδ, ἐπὶ υἱῷ ̓Αννών, ο ς τὴν πατρικὴν ἀρχὴν διεδέξατο. ε πεμψεν ου ν πρὸς ̓Αννὼν ὁ Δαβὶδ τοὺς παρηγορήσοντας τὴν ἐπὶ τῷ πατρὶ λύπην αὐτοῦ καὶ τηρεῖν τὴν φιλίαν ἀπαγγελοῦντας καὶ ἐπ' αὐτῷ τὸν Δαβίδ. ὁ δὲ κατασκόπους ει ναι τοὺς πεμφθέντας ὑπειληφώς, ξυρήσας αὐτῶν παρὰ μέρος τοὺς πώγωνας καὶ περιτεμὼν τὰ ἡμίση τῶν ἐπωμίδων αὐτῶν, ἐξαπέστειλε τοὺς α νδρας. ου ς ου τω διακειμένους ἰδὼν ὁ Δαβὶδ τὸ τῆς στρατιᾶς ἀκμαιότατον τῷ ἀρχιστρατήγῳ δοὺς ̓Ιωὰβ κατὰ τῶν ̓Αμμανιτῶν ἐξαπέστειλε. καὶ συμβαλὼν ἐκείνοις ὁ ̓Ιωὰβ αὐτούς τε καὶ τοὺς συμμάχους Σύρους ἡττᾷ· καὶ τρέπονται εἰς φυγήν. οἱ δὲ καὶ πάλιν συμμάχους προσειληφότες πρὸς πόλεμον ῃ εσαν. καὶ ὁ Δαβὶδ σὺν πάσῃ τῇ στρατιᾷ συμβαλὼν αὐτοῖς πολλοὺς μὲν ἀνεῖλεν, ὁ δ' ἐξάρχων τῆς τῶν ἐναντίων δυνάμεως Σωβὰκ τρωθεὶς καιρίως ἐν τῷ πολέμῳ τέθνηκεν ἐκ τοῦ τραύματος. οἱ σύμμαχοι δὲ τῶν ̓Αμμανιτῶν, Σύροι ο ντες ἐκ Μεσοποταμίας, ἑαυτοὺς παρέδωκαν τῷ Δαβίδ. αυ θις δὲ τὸν ̓Ιωὰβ ἐκπέπομφε κατὰ τῶν ̓Αμμανιτῶν· ο ς συγκλείσας αὐτοὺς εἰς τὴν τῆς χώρας αὐτῶν μητρόπολιν ἐπολιόρκει. Δαβὶδ δὲ ἐν ̔Ιεροσολύμοις διάγων καὶ ἐκ τῶν βασιλείων ἰδὼν γυναῖκα κατ' οι κον λουομένην, Βηρσαβεὲ καλουμένην, ἠράσθη αὐτῆς. καὶ μεταστειλάμενος τὴν γυναῖκα ἐμίγη αὐτῇ. συλλαβοῦσα δὲ τῷ βασιλεῖ τὸ πρᾶγμα ἐδήλωσεν. ὁ δὲ τὸν α νδρα αὐτῆς ἐκ τῆς πολιορκίας ἐκάλεσεν, Οὐρίαν ὠνομασμένον, καὶ ἐρωτήσας περὶ τῆς στρατιᾶς, καὶ ἐκ τοῦ δείπνου 1.107 αὐτῷ παρασχών, εἰς τὸν οι κον αὐτοῦ ἐκέλευσεν ἀπελθεῖν. ὁ δὲ οὐκ ἀπῆλθε, μὴ δίκαιον ει ναι φήσας τὸν στρατηγὸν καὶ τοὺς συστρατιώτας ταλαιπωρεῖσθαι ἐν τῇ παρεμβολῇ, αὐτὸν δὲ μετὰ τῆς γυναικὸς συνευνάζεσθαι. πάλιν δὲ τοῦ βασιλέως προτρεπομένου αὐτὸν οι καδε ἀπελθεῖν, καὶ δεξιωσαμένου αὐτὸν προπόσεσιν, ὡς καὶ εἰς μέθην σχεδὸν προαχθῆναι, ἐκεῖνος πρὸ τῶν θυρῶν τῶν βασιλείων κατέδαρθεν. ἀπέστειλεν ου ν πάλιν εἰς τὸ στρατόπεδον τὸν Οὐρίαν ὁ βασιλεύς, γραφὴν αὐτῷ ἐγχειρίσας πρὸς ̓Ιωὰβ ἐντελλομένην στῆσαι τὸν Οὐρίαν ε νθα τῶν πολεμίων τὸ δυσμαχώτατον, καὶ ἀποστραφῆναι τοὺς σὺν αὐτῷ, μόνον λιπόντας ἐκεῖ, ι ν' ου τως ἀναιρεθῇ. καὶ γέγονε κατὰ τὸ τοῦ βασιλέως ἐπίταγμα, καὶ ὁ Οὐρίας ἀπέθανεν. ἡ δὲ γυνὴ αὐτοῦ ἐπένθησεν ἐπὶ τῷ ἀνδρί, παυσαμένην δὲ τοῦ πένθους ὁ Δαβὶδ αὐτὴν ε λαβεν εἰς γυναῖκα· καὶ ε τεκεν αὐτῷ υἱόν. ὁ δὲ θεὸς ὠργίσθη, καὶ τὸν Νάθαν ε στειλε πρὸς Δαβίδ. ὁ δὲ πρὸς τὸν βασιλέα ἐλθὼν ε φη "δύο η σαν α νδρες, ὁ μὲν ε χων ποίμνια καὶ βουκόλια, ὁ δὲ μίαν ἀμνάδα ἐκέκτητο. ξενισθέντος δέ τινος τῷ πλουσίῳ, οὐκ ἐκ τῶν οἰκείων ε θυσεν, ἀλλὰ τὴν 42

μίαν λαβὼν ἀμνάδα τοῦ πένητος ε σφαξε καὶ τὸν φίλον εἱστίασεν." καὶ ὁ Δαβὶδ τὸν τοῦτο ποιήσαντα τὴν μὲν ἀμνάδα εἰς τετραπλοῦν ἀποδοῦναι, ἐκεῖνον δὲ θανεῖν κατεδίκασε. Νάθαν δέ "καθ' ἑαυτοῦ τὴν ψῆφον" ει πεν "η νεγκας, βασιλεῦ· σὺ γὰρ ει ὁ εἰργασμένος τουτὶ τὸ ἀνόμημα." καὶ τὴν μοιχείαν αὐτῷ καὶ τὸν φόνον κατέλεγε, καὶ τὴν διὰ ταῦτα ὀργὴν τοῦ θεοῦ, καὶ ο σα πείσεται προκατήγγειλε, θανεῖσθαι δὲ καὶ τὸν υἱὸν τὸν ἐκ τῆς μοιχείας αὐτῷ γεννηθέντα. ὁ δὲ Δαβίδ "ἡμάρτηκα τῷ κυρίῳ" περιπαθῶς ἀνεβόησε, καὶ ὁ Νάθαν παρα.108 βιβασθῆναι αὐτῷ παρὰ τοῦ θεοῦ τὸ ἁμάρτημα ἀπεκρίνατο. ἐνόσει μετέπειτα ὁ ἐκ τῆς Βηρσαβεὲ γεννηθείς. καὶ η λγει σφόδρα Δαβίδ, ἐφ' ἡμέραν τε ἑβδόμην ἀπόσιτος η ν καὶ μελανειμονήσας, καὶ ἐπὶ σάκκου πεσὼν ἐδέετο τοῦ θεοῦ ὑπὲρ τῆς ζωῆς τοῦ παιδός. τῇ δ' ἑβδόμῃ τέθνηκε μὲν ὁ παῖς, αὐτὸς δὲ τοῦτο μαθὼν ἐξανίσταται καὶ λουσάμενος καὶ μεταμφιασάμενος τῷ θεῷ τε ηὐχαρίστησε καὶ τράπεζαν αὐτῷ ἑτοιμασθῆναι ἐκέλευσεν. ὡς δ' ἐθαύμαζον ἐπὶ τοῖς γενομένοις οἱ τοῦ βασιλέως θεράποντες, ἐκεῖνος "ε τι μὲν ζῶντος τοῦ παιδός" ει πεν, "ἐλπίζων παρακληθήσεσθαι τὸν θεὸν ἐταπείνουν ἑαυτὸν καὶ ἱκέτευον," η δη δὲ θανόντος εἰς μάτην τὴν λύπην καὶ τὴν περὶ ἐκείνου γίνεσθαι δέησιν. ε τι δὲ ε τεκε Βηρσαβεὲ τῷ Δαβὶδ υἱόν, καὶ ἐκάλεσεν αὐτὸν Σολομῶντα. ̓Ιωὰβ δὲ πολιορκῶν τοὺς ̓Αμμανίτας ἐν στενῷ κομιδῇ τὴν α λωσιν ει χε τῆς πόλεως, καὶ δηλοῖ τοῦτο τῷ βασιλεῖ. ὁ δὲ ἀπῆλθεν ἐκεῖ καὶ τὴν πόλιν παρέλαβε καὶ εἰς διαρπαγὴν τῇ στρατιᾷ ἀφῆκεν αὐτήν, τὸν δὲ τοῦ βασιλέως αὐτῆς στέφανον αὐτὸς λαβὼν ἐφόρει, ε λκοντα χρυσίου τάλαντον καὶ λίθον ε χοντα τῶν πολυτίμων· τὸ δὲ τῆς πόλεως πλῆθος διέφθειρεν. ου τως δὲ καὶ ταῖς α λλαις πόλεσι πεποίηκε τῶν ̓Αμμανιτῶν, καὶ εἰς ̔Ιερουσαλὴμ ἐπανέζευξεν. Ην δὲ τῷ Δαβὶδ θυγάτηρ Θάμαρ ὠνομασμένη, ὁμομήτριος ἀδελφὴ τῷ ̓Αβεσαλώμ· ταύτης η ρα ̓Αμνὼν ὁ πρωτότοκος υἱὸς τοῦ Δαβίδ, καὶ η ν ὁ ε ρως πολὺς ὡς καὶ νοσῆσαι τὸν ἐρῶντα. ἀφικομένου δὲ τοῦ πατρὸς πρὸς ἐπίσκεψιν αὐτοῦ, ἠξίωσεν αὐτὸν παραγενέσθαι τὴν Θάμαρ εἰς ὑπηρεσίαν αὐτοῦ· ὁ δὲ κατέ.109 νευσεν. η κεν ου ν ἡ Θάμαρ καὶ ἡτοίμασεν αὐτῷ κολλυρίδας. ὁ δὲ πάντας ἐξέπεμψε, μόνην δὲ τὴν ἀδελφὴν ὑπηρετήσασθαι ἠξίου αὐτῷ. τῆς δὲ κόρης μόνης περιλειφθείσης βιάζεται αὐτήν, καὶ διακορήσας αὐτὴν μῖσος αὐτίκα ε σχεν ἀντίθετον τοῦ πρὶν ε ρωτος, καὶ ἀπιέναι παραχρῆμα ἐκέλευε, καὶ κελεύει τῷ οἰκέτῃ αὐτὴν ἐκβαλεῖν. ἐκείνη δὲ διά τε τὴν βίαν καὶ τὴν υ βριν περιαλγήσασα διαρρήγνυσι τὸν χιτῶνα, καὶ κόνιν καταπασσομένη τῆς κεφαλῆς ἐπορεύετο θρηνοῦσα. ὁ δὲ ἀδελφὸς ̓Αβεσαλὼμ ἡσυχάσαι αὐτῇ συνεβούλευσεν, ἐμηνία δὲ τῷ ̓Αμνὼν διὰ τὴν ἀδελφήν. ὁ δὲ βασιλεὺς μαθὼν τὸ συμβὰν η χθετο μέν, λυπῆσαι δὲ τὸν ̓Αμνὼν οὐκ η θελεν, ο τι πρωτότοκος η ν αὐτῷ. διετηρίδος δὲ παρελθούσης κείρειν ε μελλεν α ρτι τὰ ι δια ποίμνια ὁ ̓Αβεσαλώμ, καὶ εἰς πότον τοὺς ἀδελφοὺς συνεκάλεσεν. ἐνετείλατο δὲ τοῖς ὑπηρετουμένοις αὐτῷ προχωροῦντος τοῦ πότου πατάξαι τὸν ̓Αμνὼν καὶ ἀποκτεῖναι. καὶ ἐποίησαν ου τως οἱ παῖδες ̓Αβεσαλώμ. ἰδόντες δὲ οἱ λοιποὶ τοῦ βασιλέως υἱοὶ τὸ γενόμενον ε φυγον. φήμης δὲ προελθούσης ὡς ε κτεινε πάντας τοὺς τοῦ βασιλέως υἱοὺς ὁ ̓Αβεσαλώμ, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ ὁ Δαβὶδ καὶ ε πεσεν ἐπὶ τὴν γῆν θρηνῶν. ἐν τοσούτῳ δ' η κασιν οἱ τοῦ βασιλέως υἱοὶ καὶ τὸν φόνον τοῦ ̓Αμνὼν πενθοῦντες ἀπήγγειλαν. ̓Αβεσαλὼμ δὲ ἀπέδρα πρὸς τὸν πάππον τὸν πρὸς μητρός, τὸν βασιλέα τῆς Γέθ, καὶ ἐπὶ τριετίαν η ν διάγων ἐκεῖ. τῆς ὀργῆς δὲ τῷ χρόνῳ λωφησάσης καταλλαγῆναι τὸν βασιλέα τῷ ̓Αβεσαλὼμ ἐσοφίσατο ὁ ̓Ιωάβ. γύναιον γάρ τι παρεσκεύασεν ὡς πενθοῦν τῷ βασιλεῖ προσελθεῖν καὶ ἀποδύρεσθαι, ο τι δύο παίδων ο ντων αὐτῇ, καὶ θατέρου τὸν ε τερον κτείναντος, οἱ συγγενεῖς ἀνελεῖν ζητοῦσι τὸν περιόντα 1.110 διὰ τὸν φόνον τοῦ ἀδελφοῦ· καὶ δέεσθαι τοῦ βασιλέως χαρίσασθαι αὐτῇ τὴν τοῦ παιδὸς σωτηρίαν. ἡ μὲν ου ν προσελθοῦσα τῷ βασιλεῖ περιπαθῶς ει πε ταῦτα, ὁ δὲ βασιλεὺς τὴν ζωὴν αὐτῇ χαρίσασθαι τοῦ παιδὸς ἐπηγγείλατο. καὶ ἡ γυνὴ χάριτας ὡμολόγει αὐτῷ· "ι να 43

δ' ἐχέγγυον ει η μοι τῶν ὑπεσχημένων" ει πε, "πρῶτος αὐτὸς τῷ οἰκείῳ υἱῷ διαλλάγηθι, καὶ μὴ τῷ φόνῳ τοῦ παρὰ γνώμην σου θανόντος υἱοῦ προσθήσεις ἑκούσιον ε τερον." συνῆκεν ὁ βασιλεὺς σκῆψιν ει ναι τοὺς λόγους τῆς γυναικός, καὶ τούτους σοφισθῆναι παρ' ̓Ιωάβ, καὶ κατάγειν αὐτῷ ἐπέτρεψε τὸν ̓Αβεσαλώμ. καὶ πορευθεὶς ̓Ιωὰβ η γαγεν αὐτὸν εἰς ̔Ιερουσαλήμ· εἰς ο ψιν δ' ἐλθεῖν οὐ συγκεχώρητο τῷ πατρί. Μετὰ δὲ ταῦτα κατηλλάγη ὁ βασιλεὺς τῷ ̓Αβεσαλώμ, καὶ καλέσας αὐτὸν συγγνώμην αἰτήσαντι δέδωκε καὶ ἀμνηστίαν τοῦ ἁμαρτήματος ἐπηγγείλατο. ι ππους δὲ καὶ α ρματα προσκτησάμενος ὁ ̓Αβεσαλὼμ καὶ πολλοὺς ὀπαδούς, καθ' ἑκάστην ἀπῄει πρὸς τὰ βασίλεια, καὶ πρὸς χάριν τοῖς πλήθεσιν ὁμιλῶν εὐνοεῖν αὐτῷ πολλοὺς παρεσκεύασεν. η δη δὲ τετραετίας παραρρυείσης μετὰ τὴν κάθοδον σκήπτεται θυσίας χάριν εἰς Χεβρὼν ἀπελθεῖν, ὡς εὐχὴν τοῦτο πεποιηκὼς τυγχάνων ἐν τῇ φυγῇ· καὶ ἀφείθη πρὸς τοῦ πατρός. ἀπελθὼν δὲ πρὸς πολλοὺς διεπέμψατο, καὶ πλεῖστοι πρὸς αὐτὸν συνερρύησαν, πρὸς δὲ τοῖς α λλοις καὶ ̓Αχιτόφελ ὁ τοῦ πατρὸς αὐτοῦ σύμβουλος. καὶ ὑπὸ πάντων βασιλεὺς ἀνερρήθη. τοῦτο γνοὺς ὁ Δαβὶδ ἀπῆρε μετὰ τῶν περὶ αὐτὸν ἐξ ̔Ιερουσαλήμ· καὶ οἱ ἑξακόσιοι α νδρες οἱ ἐπὶ Σαοὺλ συνόντες αὐτῷ αυ θις αὐτῷ συνεξώρμησαν. ἠγγέλθη δὲ καὶ ̓Αχιτόφελ προσρυεὶς τῷ ̓Αβεσαλώμ· ο καὶ τὸν φόβον αὐτῷ μείζονα 1.111 καὶ πλείονα τὴν λύπην ἐποίησεν. ἐπεκαλεῖτο δὲ τὸν θεόν, καὶ τὴν κρίσιν ἐπὶ πᾶσιν ἐκείνῳ ἐπέτρεπε. Χουσὶ δ' ἑταῖρος ω ν τοῦ Δαβίδ, κατὰ γνώμην αὐτοῦ ψευδαυτομολεῖ πρὸς ̓Αβεσαλώμ. πρόσεισι δὲ τῷ Δαβὶδ ἀπιόντι ὁ δοῦλος τοῦ Μεμφιβοσθὲ Σιβά, ζεῦγος α γων ο νων φερόντων τὰ ἐπιτήδεια, καὶ τοῦ δεσπότου κατηγορῶν ὡς μείναντος ἐν ̔Ιεροσολύμοις καὶ προσδοκῶντος αὐτῷ τὴν βασιλείαν περιελεύσεσθαι, οι α τοῦ πλήθους αἱρησομένου αὐτόν. ἠγανάκτησεν ἐπὶ τούτοις Δαβίδ, καὶ πάντα ο σα τῷ Μεμφιβοσθὲ πρὶν ἐδωρήσατο τῷ Σιβὰ ἐχαρίσατο. ει τα ε πεισιν αὐτῷ κατὰ τὴν ὁδὸν Σεμεεί, ἀνὴρ ἐκ τῆς συγγενείας Σαούλ, καὶ λίθους κατὰ τοῦ βασιλέως ἠκόντιζε καὶ κατηρᾶτο αὐτῷ καὶ α νδρα αἱμάτων ὠνόμαζε καὶ παράνομον. τῶν δὲ μετὰ Δαβὶδ ὁρμώντων ἀνελεῖν τὸν Σεμεεὶ ὁ βασιλεὺς οὐκ ἀφῆκεν, εἰπών "κύριος ει πεν αὐτῷ ταῦτα ποιεῖν, α φετε αὐτόν." καὶ ἐλθὼν εἰς τὸν ̓Ιορδάνην ἐκεῖ τοὺς μετ' αὐτοῦ κεκοπιακότας ἀνέψυξεν. ̓Αβεσαλὼμ δὲ παραγενόμενος εἰς ̔Ιεροσόλυμα, ἐλθόντι πρὸς αὐτὸν τῷ Χουσὶ ε φη "ι να τί ἑταῖρος ω ν τοῦ πατρός μου πρὸς ἐμὲ η κεις ἐκεῖνον λιπών;" ὁ δέ "τῷ ἐκλελεγμένῳ παρὰ θεοῦ συνέσομαι" ει πε, "καὶ συνέψομαι τῷ ᾑρετισμένῳ παρὰ παντὸς τοῦ λαοῦ." τί δὲ δεῖ πράττειν τὸν ̓Αχιτόφελ η ρετο ὁ ̓Αβεσαλώμ. καὶ ο ς συνεβούλευσε ταῖς τοῦ πατρὸς μίσγεσθαι παλλακαῖς, ι ν' ου τω γνοῖεν πάντες α σπονδον ει ναί σοι τὴν ε χθραν πρὸς τὸν πατέρα σου. καὶ ἐποίησε κατὰ τὴν συμβουλὴν ταύτην ̓Αβεσαλώμ. αἰτήσαντος δὲ τοῦ ̓Αχιτόφελ μυρίους α νδρας, ὡς α ν αὐτίκα κατα.112 διώξῃ ο πισθεν τοῦ βασιλέως Δαβὶδ καὶ τῶν μετ' αὐτοῦ ἐκλελυμένων ο ντων ὑπὸ τοῦ κόπου, καὶ τὸν μὲν πατάξῃ, τοὺς δὲ ἐπιστρέψῃ, ὁ ̓Αβεσαλὼμ ἠρώτησε τὸν Χουσὶ περὶ τῆς συμβουλῆς. ὁ δὲ οὐκ ἀγαθὴν αὐτὴν ἀπεφήνατο, λέγων ὡς "οὐκ ἠγνόηταί σοι ἡ τοῦ πατρὸς καὶ τῶν μετ' αὐτοῦ ἀνδρεία καὶ ἐμπειρία. δεῖν δὲ νομίζω ἐκ πάσης τῆς χώρας στρατιὰν συλλεξάμενον ου τως αὐτόν σε κατὰ τοῦ πατρὸς ὁρμῆσαι καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ πάντως νικήσεις, πρὸς βραχεῖς μετὰ πολλῶν συρρηγνύμενος." καὶ ει πεν ̓Αβεσαλὼμ καὶ οἱ σὺν αὐτῷ "ἀγαθὴ ἡ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν ̓Αχιτόφελ." πάντα δὲ ταῦτα Χουσὶ τῷ Σαδὼκ καὶ τῷ ̓Αβιάθαρ τοῖς ἱερεῦσι δηλῶσαι τῷ Δαβὶδ ἐνετείλατο. οἱ δὲ ἐστάλκασι πρὸς Δαβὶδ α νδρας τοὺς γνωριοῦντας αὐτῷ τὰ γενόμενα. ἀπηγγέλη δὲ τῷ ̓Αβεσαλὼμ περὶ τῶν ἀνδρῶν, καὶ κατεδίωκεν αὐτούς. ο γνόντες ἐκεῖνοι προσφεύγουσιν ἐν οἰκίᾳ τινός, καὶ εἰς φρέαρ καταδύντες ἐκρύβησάν τε καὶ ε λαθον, καὶ τῷ Δαβὶδ ἐκεῖθεν ἐξελθόντες τὰ μηνυθέντα ἀπήγγειλαν. ὁ δὲ νυκτὸς σὺν τοῖς μετ' αὐτοῦ διέβη τὸν ̓Ιορδάνην. ̓Αχιτόφελ μέντοι παρευδοκιμηθείς, καὶ γνοὺς ο τι κακὰ συναντήσεται τῷ ̓Αβεσαλώμ, ἀπῆλθεν εἰς τὸν οι κον αὐτοῦ καὶ 44

ἀπήγξατο. ̓Αριθμήσας δὲ τοὺς μετ' αὐτοῦ ὁ Δαβὶδ τετρακισχιλίους ευ ρε. καὶ εἰς τρεῖς διεῖλε μοίρας τὴν στρατιάν, ἑκάστῃ τε ἐπέστησε στρατηγόν· αὐτὸς δὲ συνεκστρατεῦσαι παρὰ τῶν φίλων οὐ συγκεχώρητο, λεγόντων ὡς εἰ μετ' αὐτοῦ τραπεῖεν, πάσης ἐλπίδος ἐκπίπτουσιν, αὐτοῦ δὲ σωζομένου ε τι σφίσιν ἐλπὶς περιλέλειπται. ε πεμψεν ου ν τὸν λαὸν αὐτοῦ μαχησόμενον, καὶ παρεκάλει φείσασθαι τοῦ ̓Αβεσαλώμ, εἰ 1.113 νικήσειαν. μάχης δὲ συρραγείσης κρατοῦσιν οἱ τοῦ Δαβίδ, καὶ τὸν ̓Αβεσαλὼμ ἐδίωκον φεύγοντα. φερόμενος δ' ἐφ' ἡμιόνου, καὶ εἰς δρυμὸν εἰσελθών, δρυῒ μεγάλῃ τῆς τριχὸς αὐτοῦ ἐμπλακείσης, ε τρεφε γὰρ τὴν κόμην σφόδρα πολλήν, ἀπῃώρητο τῆς δρυός· ἡ δ' ἡμίονος παρελήλυθε. καί τις ἀνηρτημένον ου τω τὸν ̓Αβεσαλὼμ θεασάμενος καταμηνύει τῷ ̓Ιωάβ. ὁ δὲ βέλεσιν αὐτὸν τρισὶ κατὰ τῆς καρδίας βαλὼν ἐθανάτωσε, καὶ τὸν τὴν νίκην ἀπαγγελοῦντα τῷ βασιλεῖ ἐξαπέστειλε. μηνυθείσης δὲ τῆς νίκης αὐτῷ, εἰ ζῇ ὁ υἱὸς ἐπυνθάνετο· ἀκούσας δὲ τεθνάναι αὐτόν, ἀπωδύρετο. ἐλθὼν δὲ πρὸς τὸν βασιλέα ὁ ̓Ιωὰβ ε πεισεν οι ς ει πε παύσασθαι τοῦ θρηνεῖν· παυσάμενός τε καὶ τοῖς στρατιώταις ἐμφανισθεὶς ἐπῄνεσεν αὐτούς. πάντες δ' ὡς πρὶν αὐτῷ ὑπετάγησαν. καὶ ἀπῆλθεν εἰς ̔Ιεροσόλυμα· ἀπιόντι δὲ συνήντησε Σεμεεὶ συγγνώμην αἰτῶν ἐφ' οι σπερ ἡμάρτηκεν. ὁ δὲ κἀκείνῳ τὴν ἁμαρτίαν ω μοσεν ἀφιέναι καὶ πᾶσι τοῖς εἰς αὐτὸν πλημμελήσασιν. ἀπήντησε δὲ καὶ Μεμφιβοσθέ. καὶ ὁ βασιλεὺς τί δή ποτε μὴ τῆς φυγῆς αὐτῷ κεκοινώνηκεν η ρετο. ὁ δὲ τούτου τὸν Σιβὰ αἰτιώτατον ε λεγε, μὴ ἑτοιμάσαντά οἱ τὰ πρὸς τὴν ε ξοδον· αὐτὸν δὲ τὰς βάσεις ο ντα βεβλαμμένον μὴ οι όν τ' ει ναι συνέπεσθαι· τὸν δὲ καὶ προσδιαβαλεῖν αὐτὸν κακούργως καὶ καταψεύσασθαι. πρὸς ταῦτα Δαβὶδ καὶ συγγνώμην αὐτῷ παρεῖχε καὶ τὰ ἡμίση τῆς ὑποστάσεως αὐτῷ ἀποκαταστῆναι ἐκέλευσε. Παραγενομένου δὲ τοῦ βασιλέως εἰς Γάλγαλα, συνήχθη ἐκεῖ πᾶς ὁ λαὸς ̓Ισραήλ, αἰτιώμενοι τὴν ̓Ιούδα φυλὴν λάθρᾳ πρὸς αὐτὸν ἐλθοῦσαν. οἱ δὲ μὴ 1.114 δεῖν κακίζειν αὐτοὺς ε λεγον διὰ τοῦτο, οἰκείους ο ντας πρὸς γένος τῷ βασιλεῖ. τῷ δὲ λαῷ σκληρὸς ὁ λόγος ου τος ἐφάνη. καί τις ἀνὴρ Βενιαμίτης στασιώδης καὶ πονηρός, Σαβεὲ κεκλημένος, "οὐκ ε στι μερὶς ἡμῖν ἐν Δαβὶδ οὐδὲ κληρονομία ἐν τῷ υἱῷ ̓Ιεσσαί" ἀνεβόησε, καὶ σαλπίσας ἐν κέρατι ἀπέστησε πάντας ἀπὸ Δαβίδ, μόνης τῆς ̓Ιούδα φυλῆς παραμεινάσης αὐτῷ. ὁ βασιλεὺς δὲ στρατηγὸν τὸν ̓Αμεσὰ προβαλόμενος συλλέξαι στρατιὰν ἐκ τῆς ̓Ιούδα φυλῆς ἐξαπέστειλε, καὶ μετὰ τρεῖς ἡμέρας ἐπανελθεῖν. χρονίζοντος δὲ τοῦ ̓Αμεσά, τῷ ̓Ιωὰβ ἐγκελεύεται τὴν ἐκεῖσε παροῦσαν λαβόντα δύναμιν ἐξορμῆσαι κατὰ τοῦ Σαβεέ, "ι να μὴ ὑπερτιθεμένων ἡμῶν" φησι "μᾶλλον ὁ ἐχθρὸς παρασκευασθῇ." καὶ αὐτίκα ὁ ̓Ιωὰβ ἐχώρει πρὸς πόλεμον. ἀπιόντι δὲ μετὰ μεγάλης δυνάμεως συνηντήκει αὐτῷ ̓Αμεσά· καὶ ̓Ιωάβ, προσιόντος αὐτῷ τοῦ ̓Αμεσά, τὸ ξίφος ο περιέζωστο πεποίηκε τοῦ κουλεοῦ ἐκπεσεῖν, καὶ η ρε τοῦτο ἀπὸ τῆς γῆς, καὶ ἀσπάσασθαι προσεγγίσας τῷ ̓Αμεσὰ ω σε κατὰ τῆς γαστρὸς ἐκείνου τὴν μάχαιραν καὶ ἀπέκτεινε. προσλαβόμενος δὲ καὶ τὸν ἐκείνου λαὸν τὸν Σαβεὲ κατεδίωκεν· ὁ δὲ εἰς πόλιν κατέφυγεν ὀχυράν. καὶ ἐπολιόρκει τὴν πόλιν ὁ ̓Ιωάβ, καί τις ἀπὸ τοῦ τείχους γυνὴ συνετὴ ἐβόησε πρὸς αὐτόν "ι να τί καταβαλεῖν ἐθέλεις μητρόπολιν ̓Ισραήλ;" ὁ δέ "διὰ τὸν Σαβεέ" ἀπεκρίνατο. ἡ δὲ πρὸς τοὺς πολίτας ἐλθοῦσα πείθει τεμόντας τὴν κεφαλὴν Σαβεὲ ῥῖψαι εἰς τὸ στρατόπεδον. καὶ τούτου γεγονότος ὁ ̓Ιωὰβ τὴν πολιορκίαν λύσας ἀπῆλθεν εἰς ̔Ιερουσαλήμ, καὶ ἀπεδείχθη πάλιν πάσης τῆς δυνάμεως ἀρχιστράτηγος. ̓Εγένετο δὲ μετὰ ταῦτα λιμὸς καὶ ἐπὶ ε τη τρία ἐπίεζε τὸν λαόν. ζητήσαντος δὲ τοῦ βασιλέως περὶ 1.115 τούτου, δεδήλωκεν ὁ θεὸς διὰ τοὺς Γαβαωνίτας γίνεσθαι τὸν λιμόν, καὶ δεῖν αὐτοὺς ἐκδικίας τυχεῖν ἀνθ' ω ν ὁ Σαοὺλ ἀπέκτεινεν ἐξ αὐτῶν, μὴ τηρήσας τοὺς παρὰ ̓Ιησοῦ καὶ τῆς γερουσίας γεγονότας ο ρκους αὐτοῖς. ἐκάλεσεν ου ν τοὺς Γαβαωνίτας ὁ βασιλεύς, καὶ τί α ν βούλοιντο γενέσθαι αὐτοῖς ἐπύθετο εἰς ἐξίλασμα· οἱ δὲ ἑπτὰ α νδρας ῃ τησαν δοθῆναι αὐτοῖς ἐκ τοῦ οι κου Σαούλ. καὶ ε δωκεν αὐτοῖς ὁ βασιλεὺς τοὺς ἑπτὰ 45

α νδρας, ὡς ῃ τησαν, τοῦ Μεμφιβοσθὲ φεισάμενος· οἱ δὲ λαβόντες τοὺς α νδρας ἀπέκτειναν. καὶ κατήνεγκεν ὁ θεὸς ἐπὶ τὴν γῆν ὑετόν. Πολέμου δὲ μετὰ ταῦτα γενομένου πρὸς ἀλλοφύλους ὁ Δαβὶδ μετὰ τῆς οἰκείας στρατιᾶς κατεδίωξε τοὺς πολεμίους. καὶ κατάκοπος γεγονὼς παρεῖτο ἐκλυθείς· καί τις τῶν ἐναντίων ου τως ε χοντα ἰδὼν ω ρμησε πατάξαι αὐτόν, ̓Αβεσὰ δὲ ὁ ἀδελφὸς ̓Ιωὰβ ὑπερασπίσας τοῦ βασιλέως τὸν ἀλλόφυλον ε κτεινε. καὶ διὰ τοῦτο ω μοσαν οἱ περὶ Δαβὶδ μηκέτι παραχωρῆσαι εἰς πόλεμον αὐτὸν ἐξελθεῖν. καὶ πάλιν δὲ τῶν ἀλλοφύλων στρατευσαμένων στείλας ὁ βασιλεὺς στρατὸν ἐπ' αὐτοὺς πολλοὺς μὲν κτανθῆναι πεποίηκε, τοὺς δὲ περιλειφθέντας φυγεῖν. διαλιπόντες δὲ μικρὸν οἱ ἀλλόφυλοι ἐπῆλθον ε τι κατὰ τῆς χώρας τῶν ̓Ισραηλιτῶν. καὶ η ν παρ' αὐτοῖς γιγαντιαῖος ἀνήρ, ε ξ δακτύλους ε χων ἐν ἑκατέρᾳ χειρὶ καὶ ὁμοίως ἐν τοῖς ποσίν· ῳ συμπλακεὶς ὁ ̓Ιωνάθαν ἀδελφιδοῦς τοῦ Δαβὶδ κατέβαλεν αὐτὸν καὶ ἐσκύλευσε καὶ ῥοπὴν πρὸς νίκην τοῖς ὁμοφύλοις παρέσχετο. οὐκέτι γοῦν προσέθεντο οἱ ἀλλόφυλοι τοῖς ̔Εβραίοις μαχέσασθαι. Εἰρήνης δ' ε κτοτε τυχὼν ὁ Δαβὶδ ᾠδὰς συνέθετο 1.116 πρὸς θεόν, καὶ ο ργανα κατασκευάσας μετ' αὐτῶν ἐδίδαξε τοὺς Λευίτας τοὺς υ μνους ᾳ δειν. τοιαῦτα δ' η σαν τὰ ο ργανα· ἡ μὲν κινύρα δεκάχορδος η ν καὶ πλήκτρῳ ἐκρούετο, ἡ δὲ νάβλα δώδεκα φθόγγους ε χουσα τοῖς δακτύλοις ἐπλήττετο· κύμβαλά τε ὑπῆρχον χάλκεα, μεγάλα τε καὶ πλατέα. η ν δὲ περὶ τὸν Δαβὶδ καὶ σύστημα γενναίων ἀνδρῶν. οἱ δὲ τούτων ἐπισημότατοι τριάκοντα ἐτύγχανον καὶ ἑπτά, οι πολλάκις ἠρίστευσαν. καί ποτε ἀλλοφύλων ἐπὶ Βηθλεὲμ ἐστρατοπεδευκότων ὁ βασιλεὺς ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος υ δωρ πιεῖν ἐπεθύμησε. καὶ τρεῖς ἐκ τῶν περὶ αὐτὸν ἀνδρείων δραμόντες καὶ μέσην τὴν τῶν ἐναντίων διελθόντες παρεμβολὴν ὑδρεύσαντο ἐξ ἐκείνου τοῦ φρέατος, καὶ αυ θις διὰ τῶν πολεμίων διελθόντες καταπλαγέντων τὸ θράσος αὐτῶν καὶ ἠρεμούντων, τῷ βασιλεῖ τὸ υ δωρ προσκεκομίκασιν. ὁ δέ "ι λεώς μοι κύριος" ει πεν, "οὐ πίομαι τοῦτο, αι ματι τῶν ἀνδρῶν καὶ κινδύνῳ τῶν ψυχῶν αὐτῶν κομισθέν." οὐκ ε πιεν ου ν, ἀλλ' ε σπεισεν αὐτὸ τῷ θεῷ. ̓Απαριθμῆσαι δὲ τὸν λαὸν α παντα βουληθεὶς ἐκέλευσε τῷ ̓Ιωὰβ ποιῆσαι τὴν ἀπαρίθμησιν. τοῦ δὲ μὴ ἐπαινέσαντος τὴν βουλὴν καὶ τὴν πρᾶξιν οὐκ ἀγαθὴν λέγοντος, ὁ βασιλεὺς οὐκ ἐπείθετο. καὶ ἀπῆλθεν ̓Ιωὰβ καὶ ἠρίθμησε τὸν λαόν, καὶ η ν ὁ ἀριθμὸς ̓Ισραὴλ ὀκτακοσίων χιλιάδων ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ πεντακοσίων χιλιάδων ἀνδρῶν μαχητῶν τῶν ἐξ ̓Ιούδα φυλῆς. ει τα μετεμέλετο ὁ Δαβὶδ καὶ ὡμολόγει ἡμαρτηκέναι. Γὰδ δὲ ὁ προφήτης κελεύσαντος τοῦ θεοῦ ἐπορεύθη πρὸς τὸν Δαβὶδ καί φησιν "ἐκ τριῶν τούτων ε κλεξαι ο πρὸς βουλῆς σοί ἐστι, πότερον αἱρῇ ἐπὶ ε τη ἑπτὰ λιμὸν ε σεσθαί 1.117 σοι κατὰ τὴν χώραν, η τρεῖς μῆνας ὑπὸ πολεμίων διώκεσθαι, η θάνατον ἐπὶ τρεῖς ἡμέρας ἐνσκῆψαί σου τῷ λαῷ." ὁ δέ "στενά μοι πάντοθεν" ε φη, "ἀλλὰ βέλτιόν μοι εἰς τὰς χεῖρας τοῦ θεοῦ ἐμπεσεῖν." καὶ ἐπῆλθε θάνατος τῷ λαῷ πρωίθεν ε ως ω ρας ἀρίστου, καὶ ἀπέθανον ἐκ παντὸς τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ Δαβὶδ ἱκέτευε τὸν θεόν. καὶ ὁ ὀλοθρεύων α γγελος τὸν λαὸν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐπὶ ̔Ιερουσαλήμ. ει πεν ου ν ὁ βασιλεύς "ἐγὼ ἡμάρτηκα, κύριε, ὁ ποιμήν, τὰ δὲ ποίμνια ὁ λαὸς οὐχ ἡμάρτοσαν· ἐγώ εἰμι κολάσεως α ξιος καὶ οὐχ ου τοι." δυσωπηθεὶς δὲ τὴν τοῦ βασιλέως κατάνυξιν ὁ θεὸς ε παυσε τὴν φθοράν, καὶ διὰ τοῦ προφήτου Γὰδ ἐν τῇ α λωνι τοῦ ̓Ιεβουσαίου ̓Ορνᾶ θυσιαστήριον ἐκέλευσε πήξασθαι καὶ θῦσαι ἐκεῖ. καὶ ἐποίησεν ου τως Δαβίδ, ὠνησάμενος τὴν α λω ἐκ τοῦ ̓Ορνᾶ. ὡς δὲ ̓Ιώσηπος ε γραψεν, ἐν ἐκείνῳ τῷ τόπῳ λέγεται ἀγαγεῖν ̓Αβραὰμ τὸν ̓Ισαὰκ ω στε ὁλοκαυτῶσαι αὐτόν. ἠβούλετο δὲ καὶ ναὸν οἰκοδομῆσαι Δαβὶδ ἐκεῖ τῷ θεῷ, ἀλλ' ἀπείρχθη πρὸς θεοῦ. Πρεσβύτης δὲ σφόδρα γενόμενος ὁ Δαβὶδ δύσριγος ὑπὸ τοῦ γήρως ἐτύγχανε. διὸ νεάνιδα ἐξελέξαντο· ̓Αβισὰκ ο νομα αὐτῇ· καὶ η ν ἡ κόρη συγκοιταζομένη τῷ βασιλεῖ καὶ θάλπουσα αὐτόν. καὶ οὐκ ε γνω αὐτήν· ἀφροδισιάζειν γὰρ διὰ γῆρας οὐκ 46

ἠδύνατο. ̓Αδωνίας δὲ τέταρτος ω ν ἐν τοῖς τοῦ βασιλέως υἱοῖς, ὡραῖος πάνυ, ὁρῶν τὸν πατέρα γεγηρακότα, τῆς βασιλείας ἀντεποιεῖτο, συναντιλαμβανομένου αὐτῷ ̓Ιωὰβ τοῦ ἀρχιστρατήγου καὶ ̓Αβιάθαρ τοῦ ἀρχιερέως. καί ποτε θυσίαν δαψιλῆ παρασκευασάμενος τοὺς ἀδελφοὺς συνεκάλεσε καὶ τοὺς προέχοντας τῆς ̓Ιούδα φυλῆς καὶ ̓Αβιάθαρ καὶ ̓Ιωάβ· Σολομῶντα δὲ καὶ τὸν 1.118 προφήτην Νάθαν καὶ Βαναίαν τὸν α ρχοντα τῶν σωματοφυλάκων οὐ κέκληκεν. ει πεν ου ν πρὸς Βηρσαβεὲ Νάθαν "ἀκήκοας ο τι ἐβασίλευσεν ̓Αδωνίας;" ἡ δὲ πρὸς τὸν βασιλέα εἰσελθοῦσα "σὺ ω μοσας" ει πε, "κύριέ μου βασιλεῦ, ὡς Σολομὼν ὁ υἱός σου βασιλεύσει μετὰ σέ, καὶ ἰδοὺ ἐβασίλευσεν ̓Αδωνίας, σὺ δὲ ἠγνόηκας." ε τι ταῦτα λεγούσης Βηρσαβεὲ καὶ ὁ προφήτης Νάθαν εἰσελθὼν ἠρώτα τὸν βασιλέα εἰ κατὰ γνώμην αὐτοῦ βεβασίλευκεν ̓Αδωνίας. ὁ δὲ τὸν θεὸν ω μοσεν ὡς "σήμερον βασιλεὺς ε σται ὁ Σολομών." καλέσας δὲ τὸν ἀρχιερέα Σαδὼκ καὶ Βαναίαν κελεύει συμπαρειληφότας τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ὁπλίτας ἀναθέσθαι τὸν Σολομῶντα ἐπὶ τὴν τοῦ βασιλέως ἡμίονον, καὶ ἀπαγαγόντας ε ξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν τὴν καλουμένην Σιὼν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ, καὶ βασιλέα ἀναγορεῦσαι σαλπίζοντας ἐν τοῖς κέρασι, καὶ διὰ μέσης τῆς πόλεως παραπέμψαι αὐτόν. οἱ δὲ αὐτίκα καθὼς ἐνετάλθησαν πεποιήκασι· καὶ διεβοήθη πανταχοῦ ἡ τοῦ Σολομῶντος ἀνάρρησις. ὡς δ' ἐγνώσθη καὶ τῷ ̓Αδωνίᾳ καὶ τοῖς συνευωχουμένοις αὐτῷ, οἱ μὲν α λλοι πρὸς ἑαυτοὺς ἀπῆλθον, ̓Αδωνίας δὲ μᾶλλον δεδιὼς τῷ θυσιαστηρίῳ προσπέφευγε καὶ πίστεις τῆς σωτηρίας ῃ τει παρὰ τοῦ Σολομῶντος. ὁ δὲ τῆς μὲν τότε ἁμαρτίας ἀφῆκεν αὐτόν, "εἰ δ' εἰσαῦθις" ε φη "κακόν τι ποιῶν εὑρεθῇ, θανατωθήσεται." ̔Ορῶν δὲ Δαβὶδ ἐγγίζοντά οἱ τὸν θάνατον, προσκαλεῖται τὸν Σολομῶντα καὶ ἐντέλλεται αὐτῷ φυλάττειν τὰς τοῦ θεοῦ ἐντολὰς καὶ κατὰ τοὺς νόμους αὐτοῦ πολιτεύεσθαι, "ι να τὸ σπέρμα ἡμῶν" φησι, "καθὼς ἐπηγγείλατό μοι ὁ κύριος, ε ως τοῦ αἰῶνος ει η ἐπὶ τοῦ θρόνου μου." καὶ προστίθησι μὴ ἐᾶσαι 1.119 τὸν ̓Ιωὰβ ἀτιμώρητον, ἀνελόντα τὸν ̓Αβεννὴρ καὶ τὸν ̓Αμεσίαν· μηδὲ μέντοι τὸν Σεμεεί, ο ς αὐτῷ κατηράσατο φεύγοντι. καὶ α λλα αὐτῷ ἐντειλάμενος, καὶ ναὸν ἐπισκήψας οἰκοδομῆσαι κυρίῳ, καὶ τὴν διαγραφὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ παρέσχεν αὐτῷ, καὶ πρὸς τὸ ε ργον λόγοις διήγειρε καὶ αὐτὸν καὶ τοὺς α ρχοντας καὶ τὴν φυλὴν Λευί, πολλὰ φήσας καταλιπεῖν εἰς τὴν κατασκευὴν τοῦ ναοῦ, τάλαντα μὲν χρυσοῦ μύρια, μυριάδας δὲ ταλάντων ἀργύρου δέκα, σμάραγδόν τε καὶ α λλους λίθους πολυτελεῖς, χαλκὸν δὲ καὶ σίδηρον ἀριθμὸν ὑπερβαίνοντα, καὶ υ λην ἑτέραν α φθονον· καὶ νῦν δὲ προστιθέναι τοῖς η δη συνειλεγμένοις χρυσοῦ καθαροῦ τρισχίλια τάλαντα εἰς τὸ α δυτον, καὶ μυρίους στατῆρας, ἀργύρου δὲ μύρια τάλαντα. καὶ ει τινι δὲ λίθος η ν τῶν τιμίων, ἐκόμισεν ε καστος καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς. μετ' ὀλίγον δὲ ἐτελεύτησεν ὁ Δαβίδ, βιώσας ἐνιαυτοὺς ἑβδομήκοντα, βασιλεύσας ἐν Χεβρὼν μὲν ε τη ἑπτά, ἐν ̔Ιερουσαλὴμ δὲ τρία πρὸς τριάκοντα, ἀνὴρ πᾶσαν ἀρετὴν κατωρθωκὼς προσήκουσαν βασιλεῖ. ε θαψε δὲ αὐτὸν ὁ παῖς Σολομὼν ἐν ̔Ιεροσολύμοις βασιλικῶς, καὶ πλοῦτον α φθονον αὐτῷ συνεκήδευσεν. Σολομὼν δὲ ο τε τὴν βασιλείαν παρέλαβε νεώτατος η ν, δωδέκατον ε τος α γων τῆς ἡλικίας αὐτοῦ. ὁ μέντοι ̓Αδωνίας πορευθεὶς πρὸς Βηρσαβεὲ τὴν μητέρα τοῦ Σολομῶντος "οι δας" ει πε "τὴν βασιλείαν ἐμοὶ προσήκειν καὶ διὰ πρεσβυγένειαν καὶ διὰ τὴν αι ρεσιν τοῦ λαοῦ, μετέβη δὲ πρὸς Σολομῶντα τὸν ἀδελφόν μου, καί μοι στερκτέον τὸ γεγονὸς ὡς γνώμῃ θεοῦ γεγονός. μίαν δ' αἰτῶ αι τησιν, δοθῆναί μοι 1.120 πρὸς γάμον τὴν τῷ πατρὶ συγκοιμωμένην κόρην τὴν ̓Αβισάκ, ἐπεὶ μηδ' ε γνω ταύτην ὁ πατὴρ διὰ γῆρας, ἀλλ' ε τι παρθένος ἐστίν." ἡ δὲ Βηρσαβεὲ κομίσειν τοὺς λόγους ὑπέσχετο τῷ υἱῷ καὶ καταπράξασθαι τὸν γάμον αὐτῷ σπουδαιότατα. καὶ πορευθεῖσα πρὸς τὸν υἱὸν δοῦναι τῷ ἀδελφῷ ̓Αδωνίᾳ τὴν ̓Αβισὰκ παρεκάλει. ὁ δὲ ὀργισθεὶς ἐπὶ τῷ λόγῳ θαυμάζειν ει πεν εἰ μὴ καὶ τῆς βασιλείας παραχωρῆσαι ̓Αδωνίᾳ ὡς πρεσβυτέρῳ αὐτὸν ἀξιοῖ. καὶ αὐτίκα τῷ ἐπὶ τῶν 47

σωματοφυλάκων Βαναίᾳ κτεῖναι τὸν ̓Αδωνίαν προσέταξε. τῷ δὲ ̓Αβιάθαρ εἰς τὴν ἐνεγκαμένην πορευθῆναι ἐπέταξε καὶ διάγειν ἐν τοῖς ἀγροῖς. "θανάτου γάρ" φησι "ῥύεταί σε ὁπόσα μου συνέκαμες τῷ πατρί." καθὼς ου ν τῷ ̓Ηλεὶ προείρηκεν ὁ θεός, ἀφῄρητο ἡ τῆς ἱερωσύνης τιμὴ ἐξ οι κου ̓Ιθάμαρ καὶ πρὸς Σαδὼκ μεταπέπτωκεν, ἐκ τοῦ γένους ο ντα τοῦ Φινεές. ὁ δὲ στρατηγὸς ̓Ιωὰβ ταῦτα μαθὼν καὶ περιδεὴς γεγονὼς τῷ θυσιαστηρίῳ προσπέφευγε, καὶ καλούμενος οὐκ α ν ποτε ἐξελθεῖν ει πεν, ἀλλ' αὐτοῦ τεθνήξεσθαι καὶ οὐκ α λλοθι. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν πέπεικε στεῖλαι κἀκεῖ τὸν ̓Ιωὰβ ἀνελεῖν. ἐντεῦθεν Βαναίας μὲν πάσης τῆς δυνάμεως προκεχείριστο στρατηγός, Σαδὼκ δὲ τῆς ἀρχιερωσύνης ἠξίωτο. τὸν δέ γε Σεμεεὶ ὁ βασιλεὺς ἐν ̔Ιερουσαλὴμ περιώρισεν ω στε ταύτης μὴ ἐξιέναι· εἰ δ' ου , θάνατον αὐτῷ τὸ ἐπιτίμιον ε ταξεν. ὁ δὲ μετὰ ε τη τρία δούλων αὐτοῦ φυγόντων ἐπὶ ζήτησιν αὐτῶν ἐξελήλυθε· καὶ τοῦτο γνοὺς Σολομὼν ἀναιρεθῆναι τὸν α νδρα ἐκέλευσεν. Αγεται δὲ Σολομὼν εἰς γυναῖκα θυγατέρα Φαραώ, καὶ τὰ τείχη τῶν ̔Ιεροσολύμων ἐπὶ μεῖζον η ρε καὶ ὀχυρώτερα κατεσκεύασε. καθ' υ πνους δὲ χρηματίσας 1.121 αὐτῷ ὁ θεὸς ει πεν αὐτῷ αἰτῆσαι ο βούλοιτο· ὁ δὲ σύνεσιν καὶ φρόνησιν ῃ τησε δοθῆναι αὐτῷ. καὶ ὁ θεὸς ἀποδεξάμενος αὐτὸν τῆς αἰτήσεως, καὶ σοφίαν δώσειν αὐτῷ καὶ μέγαν νοῦν ἐπηγγείλατο ὡς οὐχ ἑτέρῳ πρὸ αὐτοῦ η τινι τῶν μετ' αὐτόν, προσθεῖναι δὲ καὶ α περ οὐκ ῃ τησε, πλοῦτον καὶ νίκην καὶ ευ κλειαν, εἰ φυλάξει τὰς αὐτοῦ ἐντολὰς καὶ τὰ δικαιώματα. Μετὰ ταῦτα δύο προσῆλθον αὐτῷ γυναῖκες· ω ν ἡ μία "βασιλεῦ" ε φη, "ἀλλήλαις ἡμεῖς συνῳκοῦμεν καὶ οὐδεὶς μεθ' ἡμῶν. ἐτέκομεν δὲ α μφω κατὰ τὸν αὐτὸν καιρὸν α ρρενα. καὶ μετὰ μικρὸν αυ τη τῷ αὐτῆς ἐπιπεσοῦσα υἱῷ νεκρὸν διυπνισθεῖσα ευ ρεν αὐτόν. καὶ τὸ μὲν τεθνηκὸς ὑπνούσης ἐμοῦ ὑποτίθησι ταῖς ἀγκάλαις μου, τὸ δὲ ζῶν ἐξ ἐμοῦ ἀφελοῦσα ὡς ἑαυτῆς ᾠκειώσατο. καὶ γνοῦσα τὸ δρᾶμα ζητῶ τὸν παῖδα· ἡ δέ μοι οὐ δίδωσιν." ἡ δ' ἑτέρα τὸ ζῶν ει ναι τὸ ἑαυτῆς παιδίον ἀπισχυρίζετο, τῆς δ' ἀντιδίκου τὸ τεθνηκός· καὶ ἐπὶ τοσοῦτον κακουργίας μὴ προβῆναι διώμνυτο. ἀπορούντων δὲ τῶν περιεστηκότων πῶς α ν διευκρινηθείη τὸ ἀληθές, ὁ βασιλεὺς διχῇ τμηθῆναι μαχαίρᾳ τὸ παιδίον τὸ ζῶν ἐκέλευσε καὶ ἀνὰ μέρος δοθῆναι ἑκατέρᾳ τῶν γυναικῶν. τοῦτο ἡ μὲν ἀληθὴς τοῦ βρέφους μήτηρ βαρέως η νεγκε, καὶ παρῃτεῖτο τὴν ψῆφον, καὶ δοθῆναι ζῶν τὸ παιδίον τῇ ἀντιδίκῳ ἱκέτευεν· ἡ δὲ ψευδῶς ἑαυτὴν μητέρα τοῦ παιδὸς ὀνομάζουσα καὶ ἐπῄνει τὴν κρίσιν καὶ ἐπέσπευδε τὴν διαίρεσιν. καὶ ὁ βασιλεὺς δοθῆναι ζῶν τὸ παιδίον προσέταξε τῇ παραιτουμένῃ τὴν ἐκείνου διαίρεσιν, "αυ τη" φήσας "ἡ τούτου μήτηρ ἐστίν, η τοῦ παιδὸς σφαγῆναι μέλλοντος ὑπερήλγησε." τοῦτο πᾶς ὁ λαὸς ἀκριβὲς τεκμήριον ε σχηκε τῆς τοῦ βασιλέως φρονήσεως. 1.122 Πάντας δὲ τοὺς πρὶν εἰς σοφίαν καὶ φρόνησιν ὑπερβέβηκε. συνέταξε δὲ τρισχιλίας παραβολὰς καὶ πεντακισχιλίας ᾠδάς, καὶ ἀπὸ τῆς κέδρου ε ως ὑσσώπου συνεγράψατο, καὶ περὶ φύσεως ζῴων τῶν τε πεζῶν καὶ ἀερίων καὶ τῶν νηκτῶν καὶ τῶν ἰδιωμάτων αὐτῶν ἐξήτασε καὶ ἐφιλοσόφησε, καὶ κατὰ τῶν δαιμόνων ἐξεύρηκεν ἐπῳδὰς εἰς ἀνθρώπων ὠφέλειαν· καὶ τρόπους κατέλιπεν ἐξορκώσεων, αι ς τὰ δαιμόνια ἐδιώκοντο. καὶ ταύτην τὴν θεραπείαν φησὶν ὁ ̓Ιώσηπος μέχρις ἐκείνου ἰσχύειν· καί τι διηγεῖται τοιοῦτον, τὸν λόγον πιστούμενος. ̓Ελεάζαρ τῶν ὁμοφύλων λέγει κεκτῆσθαί τινα δακτύλιον ε χοντα ὑπὸ τὴν σφραγῖδα ῥίζαν ἐξ ω ν ὑπέδειξε Σολομών. καὶ τοῦτον ταῖς ῥισὶ τοῦ δαιμονῶντος προσφέρειν, καὶ τῇ ὀσφρήσει διὰ τῶν μυκτήρων τοῦ πάσχοντος ἐξέλκεσθαι τὸ δαιμόνιον. ει τα τοῦ Σολομῶντος μεμνημένον ἐπῳδάς τε λέγειν ἐξ ω ν ἐκεῖνος συνέθετο καὶ ἐξορκοῦν τὸ δαιμόνιον μηκέτι ἐπανελθεῖν εἰς τὸν α νθρωπον. τοῦτο καὶ Οὐεσπασιανοῦ καὶ τῶν υἱῶν ἐκείνου ἐνώπιον λέγει ποιῆσαι τὸν ̓Ελεάζαρ· καὶ διδόντα τῆς κατὰ τῶν δαιμόνων ἰσχύος ἀπόδειξιν τιθέναι ποτήριον πλῆρες υ δατος, καὶ ἐπιτάσσειν τῷ δαίμονι ἐξερχομένῳ τοῦ πάσχοντος ἀνατρέψαι αὐτό· καὶ ἀνατρέπεσθαι τὸ ποτήριον μηδενὸς ὁρῶντος τὸν ἀνατρέποντα. Ηρξατο δὲ τῆς 48

οἰκοδομῆς τοῦ ναοῦ κατὰ τὸ τέταρτον ε τος τῆς βασιλείας αὐτοῦ, μετὰ ε τη τῆς ἐξ Αἰγύπτου ὑποχωρήσεως τοῦ λαοῦ τετρακόσια τεσσαράκοντα. περὶ δὲ τῶν μέτρων τοῦ υ ψους αὐτοῦ καὶ 1.123 τοῦ μήκους καὶ τῆς τούτου κατασκευῆς οὐχ ὁμοφωνοῦσιν η τε τρίτη τῶν Βασιλειῶν καὶ ̓Ιώσηπος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ̓Αρχαιολογίας περὶ τοῦ ναοῦ συγγραφόμενος, ἀλλ' ἐν τοῖς πλείοσι διαφέρονται. ῳ δὲ τὰ περὶ τῆς διαφορᾶς πρὸς βουλῆς ἀκριβώσασθαι, καὶ περὶ τῶν δύο Χερουβὶμ α χρυσοῦ ποιήσας κατὰ τὸ α δυτον ε στησε, καὶ περὶ τῆς κιβωτοῦ καὶ τῆς χαλκῆς θαλάσσης καὶ τῶν λουτήρων, καὶ πηλίκον η ν τὸ χάλκεον θυσιαστήριον, οι α δ' ἡ τράπεζα ἡ χρυσῆ, καὶ ο σα σκεύη ἀργύρεά τε καὶ χρύσεα Σολομὼν ἀνέθετο τῷ ναῷ, καὶ περὶ τῶν α λλων, ἡ τρίτη τῶν Βασιλειῶν βίβλος καὶ ἀρχαιολογῶν ὁ ̓Ιώσηπος ἀρκέσουσι παραστήσασθαι τὴν ἐφ' ἑκάστῳ ἀκρίβειαν. ἐν ε τεσι δὲ ἑπτὰ συντελέσας ὁ βασιλεὺς τόν τε ναὸν καὶ ο σα περὶ ἐκεῖνον συνεκάλεσε τὸν λαὸν εἰς ̔Ιεροσόλυμα. καὶ α ραντες τὴν κιβωτὸν οἱ ἱερεῖς καὶ τὴν σκηνὴν η ν ἐπήξατο Μωυσῆς καὶ τὰ ἐν ταῖς θυσίαις ὑπηρετούμενα σκεύη πρὸς τὸν ναὸν μετεκόμιζον, τοῦ βασιλέως προάγοντος καὶ τοῦ πλήθους παντός, καὶ τῶν Λευιτῶν σπενδόντων καὶ θυμιώντων. καὶ κατετέθη ἡ κιβωτὸς εἰς τὸ α δυτον μεταξὺ τῶν δύο Χερουβίμ, τὰς δύο λιθίνας πλάκας ε χουσα ε νδοθεν. ἐξελθόντων δ' ἐκ τοῦ ἀδύτου τῶν ἱερέων, δόξης κυρίου ὁ οι κος ἐπέπληστο καὶ νεφέλη τὸν ναὸν ο λον περιεκέχυτο· ἐξ η ς ἐπιδημῆσαι τῷ ναῷ τὸν θεὸν ἐφαντάζοντο σκηνώσαντα ἐν αὐτῷ. ὁ δὲ βασιλεὺς ἡσθεὶς ἐπὶ τούτοις εὐχαριστίαν τε πρὸς τὸν θεὸν ἐποιήσατο καὶ τὸν λαὸν εὐλόγησε καὶ ἱκέτευσεν ἐπήκοον γίνεσθαι τὸ θεῖον πᾶσι τοῖς ἐν αὐτῷ εὐχομένοις. ει τα τῷ βωμῷ θυσίας προσήγαγε. καὶ ὁ θεὸς δεικνὺς ὡς εὐμενῶς αὐτὰς προσεδέξατο, πῦρ ἐκλάμψαι δι' ἀέρος πεποίηκεν ἐπενεχθῆναί τε τῷ βωμῷ καὶ τὴν θυσίαν 1.124 α πασαν καταδαίσασθαι. ταῦθ' ὁ λαὸς ἰδὼν εὐλόγησε τὸν θεόν, καὶ ὁ βασιλεὺς ηὐχαρίστησε, καὶ πολυτελῶς ἑορτάσαντες τὸν σύλλογον διελύσαντο. ο νειρος δὲ γεγονὼς τῷ βασιλεῖ ἐπακοῦσαι τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐδήλου, καὶ τὸν ναόν τε συντηρηθῆναι καὶ αὐτὸν εἰς α κρον εὐδαιμονίας ἀναχθῆναι, καὶ τῆς χώρας α ρξειν τοὺς ἐξ αὐτοῦ, εἰ αὐτός τε κἀκεῖνοι καὶ ὁ λαὸς τὰ θεῖα μὴ παραβαῖεν ἐντάλματα· εἰ δ' ου , πρόρριζον ἐκκόψειν ἠπείλει τὸ γένος αὐτοῦ, καὶ τὸν λαὸν δουλείᾳ καὶ κακώσεσι μυρίαις ὑποβαλεῖν, καὶ τὸν ναὸν παραδώσειν εἰς ἐμπρησμὸν καὶ διαρπαγήν, καὶ τὴν πόλιν εἰς κατασκαφήν τε καὶ προνομήν. Ου τω μὲν ου ν τὰ τοῦ ναοῦ τῷ Σολομῶντι τετέλεστο· μετὰ δὲ ταῦτα βασίλεια ἑαυτῷ ᾠκοδόμησε πολυτελῆ καὶ λαμπρά, καὶ τὰ τῶν ̔Ιεροσολύμων δὲ τείχη προσεπεσκεύασε, καὶ πόλεις α λλας προσῳκοδόμησε, καὶ τοὺς ἐν τῷ Λιβάνῳ ο ρει τῶν Χαναναίων ὑφ' ἑαυτὸν ποιησάμενος, μὴ πρὶν ὑποταγέντας, ὑποφόρους κατέστησε. σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις Χειρὰμ ὁ τῶν Τυρίων βασιλεὺς αὐτῷ πέπομφεν, ἀξιῶν σαφηνίσαι αὐτά· καὶ πάντα διέλυσε καὶ τὸν νοῦν ἐκείνων δεδήλωκε. μεμνῆσθαι τούτων ἱστορεῖ ὁ ̓Ιώσηπος καὶ συγγραφεῖς ἀρχαίους, τόν τε Δῖον καὶ πρὸς τούτῳ τὸν Μένανδρον. διαβοηθείσης δὲ πανταχοῦ τῆς σοφίας τοῦ Σολομῶντος καὶ τῆς φρονήσεως, βασίλισσά τις Αἰγύπτου καὶ Αἰθιόπων σοφίαν φιλοῦσα καὶ ζητοῦσα εἰς ̔Ιεροσόλυμα παραγέγονε. καὶ ὁ βασιλεὺς φιλοτίμως αὐτὴν προσεδέξατο, καὶ τὰ σοφίσματα α προετίθει ἐκείνη ῥᾳδίως ἐπέλυεν, ὡς ἐκπλήττεσθαι τὴν βασίλισσαν καὶ πλέον λέγειν τῶν ἠκουσμένων ὁρᾶν. ἐθαύμαζε δὲ καὶ τὰ βασίλεια καὶ τῶν δείπνων τὴν πολυτέλειαν καὶ τὴν ὑπηρεσίαν α πασαν 1.125 τὴν βασίλειον καὶ τὰς ἐν τῷ ναῷ θυσίας καὶ τῶν θυόντων τὸ ευ τακτον. ἐδωρήσατο δὲ τὸν βασιλέα χρυσίῳ καὶ λίθοις τῶν πολυτίμων καὶ ἀμυθήτοις ἀρώμασι καὶ βαλσάμου ῥίζαις, ὡς ἐξ ἐκείνης ἐν Παλαιστίνῃ φυῆναι τὸ βάλσαμον. καὶ Σολομὼν δὲ πολλοῖς ἀγαθοῖς τὴν βασίλισσαν ἀντημείψατο. καὶ ἡ μὲν εἰς τὰ ἑαυτῆς ὑπενόστησεν· ὁ δὲ βασιλεὺς πάντων τῶν πρὸ αὐτοῦ γενόμενος ἐνδοξότατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν οὐκ ἐνέμεινε τοῖς θείοις θεσμοῖς, 49

ἀκρασίαν δὲ νοσήσας περὶ τὰ ἀφροδίσια καὶ περὶ γυναῖκας ἐκμανεὶς οὐ ταῖς ὁμογενέσιν ἠρκεῖτο, ἀλλὰ καὶ ἀλλοφύλους ε γημε πλείστας, καὶ χαριζόμενος ἐκείναις διὰ τὸν ε ρωτα ἐθρήσκευε καὶ τοὺς ἐκείνων θεούς. ε γημε γὰρ θυγατέρας ἀρχόντων διασήμων ἑπτακοσίας καὶ παλλακὰς τριακοσίας καὶ τὴν θυγατέρα τοῦ βασιλέως τῶν Αἰγυπτίων. ει πεν ου ν ὁ κύριος πρὸς τὸν Σολομῶντα "ο τι οὐκ ἐφύλαξας ο σα ἐνετειλάμην σοι, διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. οὐ σὲ δὲ ζῶντα τὴν ἀρχὴν ἀφαιρήσομαι διὰ τὸν πατέρα σου, θανόντος δέ σου ταῦτα ἐπὶ τῷ υἱῷ σου ποιήσω. καὶ οὐδὲ πᾶσαν ἐξ αὐτοῦ τὴν βασιλείαν ἀφελοῦμαι, δύο δὲ φυλὰς αὐτῷ καταλελοιπὼς καὶ τὴν ̔Ιερουσαλὴμ διὰ τὸν πάππον Δαβίδ, τὰς δέκα τῷ δούλῳ δώσω αὐτοῦ." Οὐ συχνὸς καιρὸς διελήλυθε καὶ Αδερ εἰς πόλεμον κατέστη τῷ ̓Ισραήλ. η ν δὲ ὁ Αδερ ̓Ιδουμαῖοςἐκ βασιλείου σπορᾶς, ο ς τοῦ ̓Ιωὰβ καταστρεψαμένου τὴν ̓Ιδουμαίαν κατὰ τοὺς χρόνους Δαβὶδ παιδάριον ω ν ἀπέδρα εἰς Αι γυπτον, καὶ φιλοφρόνως δεχθεὶς παρὰ Φαραὼ ἠγαπήθη καὶ τὴν ἀδελφὴν ε γημε τῆς 1.126 γυναικὸς Φαραώ. ου τος ου ν ἀνδρωθεὶς καὶ θανόντας μαθὼν τὸν Δαβὶδ καὶ τὸν ̓Ιωάβ, ἐπανελθεῖν ἐζήτει πρὸς τὴν πατρῴαν ἀρχήν· ἀλλ' οὐ παρεχωρεῖτο πρὸς Φαραώ. η δη δὲ τῷ Σολομῶντι τῶν πραγμάτων κακῶς ἐχόντων παρεχωρήθη καὶ Αδερ καὶ εἰς τὴν ̓Ιδουμαίαν ἐπανελήλυθε. ταύτης δ' ἀσφαλῶς φρουρουμένης εἰς τὴν Συρίαν ἀφίκετο, καὶ σύστημά τι σχὼν περὶ αὐτὸν λῃστρικὸν ταύτην τε κατέσχε καὶ τὴν τῶν ̔Εβραίων ἐληίζετο χώραν. ̔Ιεροβοὰμ δὲ υἱὸς Ναβὰτ παιδάριον ω ν ὑπηρέτει τῷ βασιλεῖ. ἰδὼν δὲ Σολομὼν αὐτὸν γενναῖον τὸ φρόνημα, ο τε τῇ ̔Ιερουσαλὴμ περίβολον ᾠκοδόμει ἐπέστησεν αὐτὸν τῆς οἰκοδομῆς ἐπιμελητήν. ἀπερχομένῳ δέ που τῷ ̔Ιεροβοὰμ συνήντησε προφήτης ὁ Σηλωνίτης ̓Αχιά, καὶ ἐκκλίνας αὐτὸν τῆς ὁδοῦ διέρρηξε τὸ οἰκεῖον ἱμάτιον εἰς δώδεκα ῥήγματα καὶ δέδωκεν ἐκείνῳ τὰ δέκα, εἰπὼν ὡς "ου τως διαρρήξει τὴν βασιλείαν Σολομῶντος ὁ κύριος, καὶ τῷ μὲν ἐκείνου υἱῷ δύο καταλείψει φυλὰς διὰ τὸν πάππον, σοὶ δὲ τὰς δέκα δώσει καὶ βασιλεύσει σε ἐν αὐταῖς. σὺ δὲ ἀλλὰ τῶν νόμων ἀντέχου κυρίου καὶ γίνου δίκαιος." τούτοις μέγα φρονήσας ̔Ιεροβοὰμ νεωτερίζειν ἐπεχείρει. καὶ γνοὺς τὸ πρᾶγμα ὁ βασιλεὺς ἀνελεῖν ἐζήτει αὐτόν. ὁ δὲ φεύγει εἰς Αι γυπτον κἀκεῖ διῆγεν ε ως Σολομὼν ἐτελεύτησε. τέθνηκε δὲ ὁ βασιλεὺς Σολομών, ὡς μὲν ἡ βίβλος τῶν Βασιλειῶν ἱστορεῖ, ζήσας ἐνιαυτοὺς πεντήκοντα πρὸς δυσί, δωδεκαέτης γὰρ τῆς βασιλείας ἐπιβῆναι ἱστόρηται, βασιλεῦσαι δὲ ε τη τεσσαράκοντα, ὡς δ' ὁ ̓Ιώσηπος συνεγράψατο, τέσσαρας μὲν ἐνιαυτοὺς ἐβίω καὶ ἐνενήκοντα, ὀγδοήκοντα δὲ βεβασίλευκεν, εὐτυχῶς μὲν ζήσας καὶ εὐκλεῶς, παρανομήσας μέντοι περὶ τὸ 1.127 γῆρας, ὑπ' ἐρώτων οὐκ εὐαγῶν ἀλλογενέσι πεισθεὶς γυναιξὶ καὶ τοῖς ἐκείνων ἀκολουθήσας θρησκεύμασι. Διάδοχον δ' ε σχε τῆς βασιλείας τὸν υἱὸν ̔Ροβοάμ. καὶ ὁ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ο ς παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. ὁ δὲ σκέψασθαι ει πε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας ου ν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων τί α ν ἀποκριθείη τῷ λαῷ ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβούλευον ἠπιώτερον μηδ' ὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οι περ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτερον αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ο γκῳ ποιήσασθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ο ς τούτοις προσέθετο, καὶ ἐπεὶ τὸ πλῆθος αυ θις συνεληλύθει "εἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν ὁ πατήρ μου" ε φη, "τοῦτον αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέχρητο καθ' ὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε." τούτων τὸ πλῆθος ἀκοῦσαν "τίς ἡμῖν μερὶς ἐν Δαβίδ;" ἐξεβόησαν, καὶ ἀποδυσπετήσαντες ἀπῄεσαν.

πέμψαντος δὲ ̔Ροβοὰμ τῶν οἰκείων ε να διαλεχθῆναι αὐτοῖς καὶ πραῧναι, ε κτειναν ὑπ' ὀργῆς τὸν α νδρα λιθολευστήσαντες. ̔Ροβοὰμ δὲ δείσας εἰς ̔Ιεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ τῆς ̓Ιούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἱ 1.128 δέ γε λοιπαί, η δη τοῦ ̔Ιεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐτὸν ει λοντο βασιλέα. ̔Ροβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς ̓Ισραηλίταις καὶ τῷ ̔Ιεροβοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία. Καὶ ̔Ιεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς ̔Ιεροσόλυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπιστραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ καταλείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ ε θετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δ' ἑτέραν ἐν Δάν. καὶ ἐκκλησιάσας τὸ πλῆθος "πανταχοῦ ὁ θεός ἐστιν" ει πεν, "ω α νδρες, ἀλλ' οὐ μόνον ἐν ̔Ιεροσολύμοις. ἰδοὺ ου ν δύο δαμάλεις πεποίηκα εἰς ο νομα τοῦ θεοῦ, καὶ οὐκέτι ὑμῖν ἀνάγκη πορεύεσθαι εἰς ̔Ιεροσόλυμα. ἀπερχόμενοι δ' εἰς αὐτὰς προσκυνεῖτε καὶ θύετε· καὶ ἱερεῖς γὰρ ἐξ ὑμῶν αὐτῶν ἀποδείξω." τούτοις ἐξαπατηθεὶς ὁ λαὸς τά τε πάτρια παραβέβηκε καὶ παρώργισε τὸν θεόν, ὡς καὶ εἰς αἰχμαλωσίαν παραδοθῆναι τοῖς ἀλλοφύλοις τὸν ̓Ισραήλ. ποιήσας δὲ ἱερεῖς ὁ ̔Ιεροβοὰμ καὶ θυσιαστήριον ἑώρτασε, καὶ ἀνέβη αὐτὸς ἐπὶ τὸν βωμὸν καὶ περὶ αὐτὸν οἱ ἱερεῖς. καὶ η δη μέλλοντι θύειν παρέστη προφήτης σταλεὶς ἐκ θεοῦ καὶ ει πε "τάδε λέγει κύριος. θυσιαστήριον, ἐκ Δαβὶδ ε σται τις ̓Ιωσίας καλούμενος, ο ς θύσει τοὺς ἱερεῖς σου ἐπὶ σὲ καὶ κατακαύσει τὰ ὀστᾶ αὐτῶν. ι να δὲ δῆλον ει η ὡς οἱ λόγοι μου ἀληθεύοιεν, ἰδοὺ ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἡ ἐπ' αὐτὸ πιότης χεθήσεται κατὰ γῆς." καὶ αὐτίκα τό τε θυσιαστήριον διερράγη καὶ ἡ πιότης τῶν θυμάτων ἐκκέχυτο. ἐξέτεινε δὲ τὴν χεῖρα ̔Ιεροβοάμ, συσχεθῆναι τὸν προφήτην ἐγκελευόμενος. ἡ δὲ ξηρανθεῖσα ἀκίνητος ε μεινε. 1.129 δεηθεὶς γοῦν ̔Ιεροβοὰμ τοῦ προφήτου ε σχεν αυ θις τὴν χεῖρα κινουμένην καὶ ἐνεργόν. καὶ ἠξίου αὐτὸν συνδειπνῆσαι αὐτῷ. ὁ δὲ οὐ κατένευσε, λέγων παρὰ τοῦ θεοῦ κωλυθῆναι α ρτον ἐν τῇ πόλει ἐκείνῃ φαγεῖν η υ δωρ πιεῖν η ὑποστρέψαι δι' η ς ὁδοῦ εἰς τὴν πόλιν ἐλήλυθε· καὶ ἀπῄει ἑτέραν τραπόμενος. ψευδοπροφήτης δέ τις η ν ἐν τῇ πόλει ἐκείνῃ τὸν ̔Ιεροβοὰμ ἀπατῶν καὶ πρὸς χάριν αὐτῷ ὁμιλῶν. ου τος μαθὼν ο σα ὁ τοῦ θεοῦ προφήτης καὶ ει ρηκε καὶ πεποίηκε καὶ ὡς α πεισι, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἠξίου ἀναστρέψαι καὶ παρ' αὐτῷ ξενισθῆναι. τοῦ δὲ ἀπαναινομένου, ὡς ἀπαγορεύσαντος τοῦ θεοῦ, "ἀλλὰ κἀγὼ προφήτης εἰμί" ὁ πονηρὸς ἐκεῖνος ει πεν ἀνήρ, "καὶ η κω κατ' ἐντολὴν τοῦ θεοῦ ἐπιστρέψων σε τραπέζης μοι κοινωνήσοντα." ἐπίστευσεν ὁ προφήτης τοῖς τοῦ ψευδοπροφήτου λόγοις καὶ ὑπενόστησε. ξενισθέντι δ' ἐκεῖ τῷ προφήτῃ λόγος ἐγένετο κυρίου, ἀνθ' ω ν οὐκ ἐτήρησε τὰ ἐνταλθέντα αὐτῷ ἀναιρεθήσεσθαι κατὰ τὴν ὁδὸν παρὰ λέοντος. καὶ ὑποστρέφοντα λέων αὐτὸν ε κτεινε καὶ παρακαθήμενος ἐφύλαττε τὸν νεκρὸν καὶ τὸ ὑποζύγιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ ψευδοπροφήτης συνεκόμισε τὸ σῶμα τοῦ τεθνεῶτος καὶ ε θαψε, καὶ τοῖς ἑαυτοῦ παισὶν ἐνετείλατο τῷ προφήτῃ συγκηδεῦσαι καὶ αὐτοῦ τὸ σῶμα θανόντος· τί τοῦτο μηχανησάμενος; ι ν' ο τε κατὰ τὴν ἐκείνου προφητείαν κατασκαφῇ τὸ θυσιαστήριον, καὶ τῶν ἱερέων καὶ ψευδοπροφητῶν πυρὶ παραδοθῇ τὰ ὀστᾶ, αὐτὸς διαφύγῃ τὴν υ βριν, εἰ τῷ ἀνθρώπῳ τοῦ θεοῦ συγκατατεθῇ. Ταῦτα μὲν ου ν ου τως ἐγένετο· ̔Ιεροβοὰμ δὲ τῆς 1.130 αὐτῆς ει χετο ἀσεβείας, ῃ καὶ ἐπεδίδου καθ' ἑκάστην παρανομῶν, καὶ χρημάτων τὴν ψευδῆ τῶν ὑψηλῶν ἱερωσύνην παρεῖχε τοῖς θέλουσιν ω νιον. καὶ εἰς ἁμαρτίαν ἡ πρᾶξις αυ τη ἐλογίσθη αὐτῷ, καὶ εἰς ἀφανισμὸν τοῦ οι κου αὐτοῦ γέγονε καὶ εἰς ο λεθρον. εἰ δὲ τὸ τὴν ἀνίερον ἐκείνην ἱερωσύνην ἀποδίδοσθαι χρημάτων ἁμαρτία λελόγιστο, τί α ν τις ει ποι περὶ τῶν πωλούντων καὶ ὠνουμένων τὴν θείαν ο ντως ἱερωσύνην, τὴν τῆς φρικτῆς καὶ ἀναιμάκτου θυσίας τελεστικήν; ̓Ενόσησε δὲ ̓Αβιὰ ὁ υἱὸς ̔Ιεροβοάμ· καὶ ε στειλε τὴν γυναῖκα αὐτοῦ ὁ βασιλεὺς πρὸς ̓Αχιὰ τὸν προφήτην, εἰ ζήσεται ἐρωτήσουσαν. ἡ δὲ ἰδιωτικὴν 51

μεταμφιασαμένη στολὴν ἀπῆλθε. καὶ ὁ προφήτης τὸ δρᾶμα γνοὺς "μὴ κρύπτε σαυτήν, γύναι ̔Ιεροβοάμ" ε φη, "α πιθι δὲ καὶ τῷ ἀνδρί σου εἰπὲ ο τι, ἐπεὶ καταλιπὼν τὸν θεὸν σεαυτῷ θεοὺς ἐποίησας χωνευτούς, προσδόκα τήν τε βασιλείαν ἀφαιρεθήσεσθαι καὶ αὐτὸς παγγενῆ ἐξολοθρευθήσεσθαι. ο τι δέ σοι ἀσεβήσαντι καὶ τὸ πλῆθος ἐπηκολούθησεν, οὐδ' ἐκεῖνο μένει ἀτιμώρητον. σὺ δὲ α πιθι, γύναι, καὶ θανόντα εὑρήσεις τὸν παῖδά σου, ο ς καὶ ταφήσεται θρηνηθείς· μόνος γὰρ ἐξ ̔Ιεροβοὰμ ου τος η ν ἀγαθός." ἀπελθοῦσα δὲ ἡ γυνὴ τὸν μὲν παῖδα ευ ρε θανόντα, τῷ δὲ ἀνδρὶ τὰ παρὰ τοῦ προφήτου ἀπήγγειλεν. ὁ δ' οὐδὲν ἐξ ἐκείνων ἐβελτιώθη, τυγχάνων ἀσύνετος. ̔Ροβοὰμ δὲ τοῦ υἱοῦ Σολομῶντος βασιλεύοντος ἐν ̔Ιερουσαλὴμ οἱ παρὰ τοῖς ̓Ισραηλίταις ἱερεῖς καὶ Λευῖται καὶ ο σοι τοῦ πλήθους η σαν συνιέντες τὸ ἀγαθόν, ἀποστάντες τῶν ἰδίων πόλεων εἰς ̔Ιεροσόλυμα παραγίνονται· κἀντεῦθεν ἡ βασιλεία τοῦ ̔Ροβοὰμ ηυ ξητο. ὁ δὲ καὶ αὐτὸς ἠσέβησεν εἰς θεόν, καὶ πᾶς ὁ 1.131 οι κος ̓Ιούδα τῆς τοῦ θεοῦ θρησκείας κατωλιγώρησε. διὸ καὶ ἀνέβη Σουσακὶμ ὁ βασιλεὺς Αἰγύπτου ἐπὶ ̔Ιερουσαλὴμ μετὰ βαρείας δυνάμεως ἐν ε τει πέμπτῳ τῆς βασιλείας τοῦ ̔Ροβοάμ. συγκλείσας δὲ αὐτὸν ̔Ροβοὰμ ἐν τῇ πόλει καὶ τὸν λαόν, ἐδέετο τοῦ θεοῦ δοῦναι σωτηρίαν αὐτοῖς, καὶ α η μαρτον εἰς θεὸν ἐξωμολογοῦντο. παρακληθεὶς δὲ ὁ θεὸς οὐκ ἀπολέσειν αὐτούς, ἀλλὰ δώσειν ει πεν ὑποχειρίους τοῖς πολεμίοις. δεξαμένου τοίνυν ἐν τῇ πόλει ̔Ροβοὰμ τὸν Αἰγύπτιον ἐπὶ συνθήκαις, παρασπονδήσας ἐκεῖνος τοὺς τοῦ θεοῦ τε θησαυροὺς ἐσύλησε καὶ τοὺς βασιλικοὺς ἐξεκένωσε, καὶ τὰ χρυσᾶ ο πλα α ἐποίησε Σολομὼν καὶ τὰ δόρατα τὰ χρυσᾶ α ὁ Δαβὶδ ἀνέθετο πάντα ἀφείλετο. ἐτελεύτησε δὲ ̔Ροβοὰμ ζήσας ε τη πεντήκοντα καὶ ἑπτά, ἐξ ω ν ἑπτακαίδεκα βεβασίλευκε, διάδοχον τὸν υἱὸν καταλιπὼν ̓Αβιού. καθ' ου ̔Ιεροβοὰμ ἐξεστράτευσεν, ἀεὶ καὶ τῷ ̔Ροβοὰμ πολεμῶν. ̓Αβιοὺ δὲ οὐκ ε πτηξε τὴν ε φοδον, ἀλλ' ἀντιτάξας αὐτῷ τοὺς οἰκείους νίκην νικᾷ περιβόητον, ὡς μηκέτι θαρσῆσαι τὸν ̔Ιεροβοὰμ ἀντιπαρατάξασθαι. τελευτᾷ δὲ ̓Αβιοὺ βασιλεύσας ἐν ̔Ιερουσαλὴμ ε τη τρία, ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐβασίλευσεν ̓Ασὰ ὁ υἱὸς αὐτοῦ, τοὺς θείους θεσμοὺς τηρήσας κατὰ Δαβὶδ τὸν οἰκεῖον προπάτορα. Τέθνηκε δὲ καὶ ̔Ιεροβοὰμ ἀνύσας ἐν τῇ ἀρχῇ ε τη δύο καὶ ει κοσι. καὶ διεδέξατο αὐτὸν Ναβὰτ ὁ υἱὸς αὐτοῦ, κἀκεῖνος ἀσεβὴς κατὰ τὸν πατέρα γενόμενος. ο ς πόλιν τῶν ἀλλοφύλων πολιορκῶν Γαβαθὼν ἐπεβουλεύθη παρὰ Βαασὰν υἱοῦ ̓Αχιά, καὶ τέθνηκε δύο α ρξας ἐνιαυτούς. Βαασὰν δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἐγκρατὴς γεγονὼς πᾶν τὸ γένος τοῦ ̔Ιεροβοὰμ ἐξωλόθρευσε. καὶ ου τος δὲ ὡς ̔Ιεροβοὰμ παρη.132 νόμησε καὶ τὸν λαὸν ὁμοίως πεποίηκεν ἁμαρτεῖν. καὶ ἠπείλησεν αὐτῷ ὁ θεὸς διὰ ̓Ιηοὺ τοῦ προφήτου διαφθερεῖν τὸν οι κον αὐτοῦ ὡς τὸν οι κον ̔Ιεροβοάμ. τέθνηκε δὲ καὶ ου τος, ἐπὶ τὸν ̓Ισραὴλ βασιλεύσας ε τη ἐπὶ τέσσαρσιν ει κοσι. καὶ ̓Ηλὰ ὁ υἱὸς αὐτοῦ γέγονε τῆς πατρικῆς βασιλείας διάδοχος. ο ν Ζαμβρὴ ὁ α ρχων τῆς ι ππου αὐτοῦ μεθύοντα κτείνας ἐπὶ δύο ἐνιαυτοὺς βασιλεύσαντα τήν τε βασιλείαν ἀφείλετο καὶ τὸ γένος α παν τοῦ Βαασὰν ἐξωλόθρευσεν. ἡ δὲ τῶν ̓Ισραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα ο τι Ζαμβρὴ κτείνας τὸν ̓Ηλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρὴν ἐν τῇ παρεμβολῇ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μετ' αὐτοῦ προκαταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ ὁ πρότερος εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρήσας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτὰ ἡμέρας τὴν ἀρχὴν κατασχών. ει τα μερίζεται ὁ λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τὸ δ' ε τερον τὸν Θαμνί. ἀλλ' ὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ο ς πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, ε πειτα δ' ἐν Μαρεώνῃ τῷ ο ρει, ἐν ῳ πόλιν ἐδομήσατο η Σαμάρεια κέκληται, αὐτοῦ Σαμαραιὸν τὸ ο ρος καλέσαντος εἰς ο νομα Σεμηρών, ἀφ' ου τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βασιλεύσας ἐνιαυτούς. ἡ δὲ βασιλεία περιῆλθεν εἰς ̓Αχαὰβ τὸν 52

υἱὸν αὐτοῦ. Οἱ μὲν ου ν τῶν ̓Ισραηλιτῶν βασιλεῖς α λλος ἐπ' α λλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διεφθάρησαν, ̓Ασὰ δὲ ὁ τῆς ̔Ιερουσαλὴμ βασιλεὺς θεοφιλὴς η ν. ου τῷ δεκάτῳ τῆς βασιλείας ε τει ὁ βασιλεὺς 1.133 Αἰθιόπων στρατεύει κατ' αὐτοῦ μετὰ βαρείας δυνάμεως. ὁ δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμπλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκείνων διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ ὁ λαὸς ἐκομίσαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ ὁ προφήτης ̓Αζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν ει ναι αὐτῷ δοτῆρα ει πε καὶ τῷ λαῷ, δικαιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. ̓Ασὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφ' ἑνὶ τεσσαράκοντα, ̓Ιωσαφὰτ οἰκείῳ υἱῷ τὴν ἡγεμονίαν καταλιπών. ̓Αχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμὼν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς ̓Ιεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, η τοῦ βασιλέως μὲν Τύρου καὶ Σιδῶνος θυγάτηρ η ν, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αυ τη ναὸν τῷ οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ α λσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. ̓Ηλιοὺ δὲ ὁ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, ει πε πρὸς ̓Αχαάβ "ζῇ κύριος, εἰ ε σται ὑετὸς εἰ μὴ διὰ λόγου μου." καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατ' ἐντολὴν τοῦ θεοῦ· ε νθα παρὰ κοράκων ἐτρέφετο α ρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει ὁ χείμαρρος. ου ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν ου σαν μεταξὺ 1.134 Σιδῶνος καὶ Τύρου τῷ θεῷ πειθόμενος α πεισι. καὶ 1.134 πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, υ δωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δ' ἐπορεύετο ἡ γυνή, καὶ α ρτον αὐτῷ ἐνεγκεῖν ἠξίου. ἡ δὲ μιᾶς δρακὸς ἀλεύρου ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλλέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, η ς ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. ὁ δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκελεύεται· μηδὲ γὰρ ἐκλείψειν α λευρον ἐκ τοῦ ἀγγείου τοῦ τοῦτο φέροντος, μηδ' ε λαιον ἐκ τῆς ληκύθου, ε ως γένηται ὑετός. ἡ δὲ πορευθεῖσα τόν τε προφήτην παρ' αὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ε τρεφεν ε ως ὁ λιμὸς παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναικὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προφήτου ἐκείνη. ὁ δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παιδίον ῃ τησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ε νθα ῳ κει ἀνήνεγκε καὶ ε θετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τὸν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ ἀνέζησε. καὶ ε δωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· ἡ δ' ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ ̓Ηλιοὺ ὁ θεὸς πορευθῆναι καὶ προειπεῖν ̓Αχαὰβ ὡς ε σται ὑετός. ὁ δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χώραν α πασαν κεκραταίωτο. ̓Αχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ ̓Αβδιοὺ α νδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ ευ ροι τοῖς ι πποις χιλόν. καὶ ὁ μὲν α λλην ἀπῄει ὁδόν, ἑτέραν δὲ ̓Αβδιού, ἐρευνῶντες ποῦ α ν ευ ροιεν χόρτον ἐν πηγαῖς η χειμάρροις. συναντᾷ τοίνυν τῷ ̓Αβδιοὺ ὁ ̓Ηλίας καὶ ῃ τει τῷ βασιλεῖ μηνύειν αὐτόν. ὁ δὲ καὶ μάλα ζητεῖσθαι παρὰ τοῦ ̓Αχαὰβ αὐτὸν ε λεγεν, ι ν' ἀνέλῃ, εἰ ευ ροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ε λεγέ τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν 1.135 καὶ σώζειν ου τω, τοὺς α λλους πάντας τῆς ̓Ιεζάβελ ἀνῃρηκυίας. ὁ δὲ ω μοσε κατ' ἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ ̓Αχαάβ. ἀπῆλθεν ου ν ̓Αβδιοὺ καὶ ἀπήγγειλε περὶ τοῦ ̓Ηλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν η ρετο ὁ διαστρέφων τὸν ̓Ισραήλ. ̓Ηλίας δέ "σὺ μᾶλλον" ει πε "καὶ ὁ οι κος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, καταλιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλ' α θροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς προφήτας καὶ τοὺς τῆς γυναικός." πάντων δὲ συνελθόντων ει πεν ̓Ηλίας ὡς "ἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ 53

ψευδοπροφῆται σφόδρα πολλοί. δότε ου ν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς α πασιν ε τερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ ε καστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφ' ου α ν αὐτόματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής." ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν ου τως οἱ ἱερεῖς τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέντες ξύλοις α νευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωίθεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς ὁ προφήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε καθεύδῃ αὐτοῖς ὁ θεὸς η τις ἀσχολία αὐτῷ ἐστιν. ὡς δ' οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, ὁ προφήτης δώδεκα λίθους λαβὼν καθ' ἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ω ρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεῖα ἐπενεγκὼν υ δωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, ω στε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τούτοις ἐπεκαλέσατο τὸν θεόν, καὶ πῦρ οὐρανόθεν ἐπὶ τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν 1.136 θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ υ δωρ τε καὶ τὸν χοῦν. ὁ λαὸς δ' ἐκπλαγεὶς ε πεσεν ἐπὶ τὴν γῆν, ε να θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολογοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέκτειναν τοῦ προφήτου κελεύσαντος. ει πε δὲ τῷ βασιλεῖ ὡς υ σει μετὰ μικρὸν ὁ θεός, καὶ γέγονε κατὰ τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ο μβρος. ἀπειλησάσης δὲ τῆς ̓Ιεζάβελ ἀνελεῖν τὸν ̓Ηλίαν, φοβηθεὶς ἐκεῖνος ε φυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀποθανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέποντος. ὁρᾷ δὲ ὀλυρίτην α ρτον ἐκεῖ καὶ υ δωρ. καὶ φαγὼν ἐκοιμήθη πάλιν, καὶ αυ θις ὁ α γγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενόμενος ἐν τῷ ο ρει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς η κουσε "τί παραγέγονας ἐνταῦθα;" ὁ δὲ ε φη "ο τι ζηλώσας ε κτεινα τοὺς προφήτας τῆς ̓Ιεζάβελ, ἡ δὲ ζητεῖ με κτανεῖν." ὁ δὲ χρηματίζων ει πεν αυ θις αὐτῷ "ε ξελθε αυ ριον καὶ στῆθι ἐνώπιον κυρίου." καὶ ἐποίησεν ου τως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. ει τα λεπτῆς γενομένης αυ ρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν ̓Αζαήλ, καὶ τὸν ̓Ιηοὺ βασιλέα τῷ ̓Ισραήλ, καὶτὸν ̓Ελισσαιὲ εἰς προφήτην ἀνθ' ἑαυτοῦ, οι τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν. ὑποστρέψας δὲ ̓Ηλίας ὡς ἐκελεύσθη ευ ρε τὸν ̓Ελισσαῖον ἀροτριοῦντα, καὶ ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. ὁ δὲ καταλιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιωθείς. 1.137 ̓Αμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως ̓Αχαὰβ κεκτημένος ὁ Ναβουθαὶ ἠξιοῦτο πωλῆσαι αὐτὸν τῷ βασιλεῖ η ἀνταλλάξαι· ὁ δὲ οὐκ ἐπείθετο. καὶ ὁ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ ̓Ιεζάβελ τῆς λύπης τὸ αι τιον γραφὴν ἐποιήσατο ὡς ἐξ ̓Αχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν ῃ κατῴκει ὁ Ναβουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀνδρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βασιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐτοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη ε στειλε πρὸς τοὺς α νδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, ὁ μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, ἡ δ' ̓Ιεζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ ̓Αχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. ὁ δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ ̓Ηλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς ̓Αχαὰβ λέγων "ο τι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ε νθα οἱ κύνες τὸ ἐκείνου ε λειξαν αι μα, ἐκεῖ καὶ τὸ σὸν αι μα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αι ματί σου, καὶ α παν τὸ γένος σου ἐξολοθρευθήσεται." ̓Αχαὰβ δ' ἐπὶ τούτοις κατανυγεὶς ε κλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνήστευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ ὁ θεὸς διὰ 54

τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ παιδὸς αὐτοῦ ταῦτα τελέσειν. ̔Ο δὲ τοῦ Αδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευ.138 σεν ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν ε πεμψε πρὸς ̓Αχαὰβ λέγων ο τι "ὁ πλοῦτός σου καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πολέμῳ αὐτά. α ν δ' ο σα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι." ̓Αχαὰβ δέ "κἀγώ" ε φη "καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν." καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, ο σα πρὸς αὐτὸν διεπέμψατο ὁ πολέμιος ἀνεδίδαξε. τὸ δὲ πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. ὁ δὲ τοῖς πρέσβεσι τῶν πολεμίων ει πε μὴ δύνασθαι ποιῆσαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. προφήτου δέ τινος τῷ ̓Αχαὰβ φήσαντος παραδιδόναι τὸν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδαρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παιδάρια, καὶ ευ ρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημβρίαν ἐξῆλθεν ὁ ̓Αχαὰβ παραλαβὼν τὰ παιδάρια. ὁ βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσέταξεν. οἱ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολλοὺς ἀνεῖλον. ἑπομένη δ' ο πισθεν τῶν παίδων ἡ πᾶσα δύναμις τοῦ ̓Ισραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ε τρεψεν, ὡς καὶ τὸν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀναστρέψας ἐκ τῆς διώξεως ̓Αχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμάρειαν. ὁ δὲ προφήτης αυ θις τοῦ Σύρου αὐτῷ προεῖπεν ἐπέλευσιν. η δη δὲ ἐπιστάντος τοῦ ε αρος ἐπεστράτευσεν αυ θις ὁ Σύρος κατὰ τοῦ ̓Ισραήλ, καὶ ἐν 1.139 πεδίῳ ἐσκήνωσεν. ει πον γὰρ αὐτῷ οἱ περὶ αὐτὸν ἐν ο ρεσι τὸν θεὸν τῶν ̔Εβραίων τὴν δύναμιν ε χειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου τῷ ̓Αχαάβ, ι να, φησί, καὶ ἐν κοιλάσι τὴν ἰσχὺν ἐπιδείξηται ὁ θεός, τὰς μὲν α λλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δ' ἑβδόμῃ μάχης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ ̓Αχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Αφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τείχους ἐπιπεσόντος αὐτοῖς. ὁ δὲ τοῦ Αδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη. οἱ δὲ περὶ ἐκεῖνον σάκκους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδήσαντες προσῆλθον τῷ ̓Αχαάβ, καὶ σώζειν τὸν ἑαυτῶν ἱκέτευον κύριον· ὁ δὲ κατένευσε. κἀκεῖνοι προσήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφ' α ρματος ὀχουμένῳ τῷ ̓Αχαάβ. ὁ δὲ ἐπὶ τὸ α ρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. ει τα ἐπὶ συνθήκαις ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμενος. ὁ προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πειθομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς ε ργον ἡ πρόρρησις. ει θ' ἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δ' ἐκείνου, καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ ̓Αχαάβ, λέγων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχμάλωτον, φυγόντος δ' ἐκείνου τὸν ταξιάρχην ζητεῖν αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον ει ναι τοῦτο ει πεν ὁ ̓Αχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς ὁ προφήτης Μιχαίας η ν. καὶ ε φη τῷ ̓Αχαάβ "ἐπεὶ τὸν βασιλέα Συρίας α νδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, αὐτὸς ἀντ' ἐκείνου ἀποθανῇ, καὶ ὁ σὸς λαὸς ἀντὶ τοῦ λαοῦ ἐκείνου." ἐλυπήθη τούτων ἀκούσας ὁ ̓Αχαάβ. 1.140 ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, ει τα βουληθεὶς τὴν πόλιν ̔Ρεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς ̔Ιερουσαλὴμ τὸν ̓Ιωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατένευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προφήτου εἰ εὐδοκεῖ. ̓Αχαὰβ δὲ τοὺς ἑαυτοῦ προφήτας συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον η ρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων ὁ βασιλεὺς ̓Ιωσαφὰτ προφήτην ἐζήτησε τοῦ κυρίου. ̓Αχαὰβ δὲ ει ναι μὲν ε φη, προσωχθικέναι δ' ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ 55

ὁ ̓Ιωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μιχαίαν ἠρώτα ὁ ̓Αχαὰβ εἰ μαχήσεται η μή. ὁ δέ "ἑώρακα τὸν ̓Ισραήλ" ε φη "διεσπαρμένον ἐν τοῖς ο ρεσιν ὡς ποίμνιον ἀποίμαντον. ὁ δὲ κύριος ει πέ μοι τοὺς μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖσθαι ἐν ̔Ρεμμάθ." ταῦτα τοῦ Μιχαίου εἰπόντος ὁ ̓Αχαὰβ πρὸς ̓Ιωσαφὰτ ε φη "οὐκ ει πόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;" Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. ὁ δὲ ε φη αὐτῷ "μετ' ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος." ὁ δὲ βασιλεὺς ̓Αχαὰβ καθειρχθῆναι αὐτὸν καὶ φυλάττεσθαι μέχρις α ν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ ὁ Μιχαίας "ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύ" ει πεν, "οὐκ ἐλάλησε κύριος ἐν ἐμοί." η δη δὲ πορευθέντων τῶν βασιλέων καὶ ὁ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐτοῦ μηδενὶ πολεμεῖν τῶν α λλων ἀλλ' η μόνῳ τῷ ̓Αχαάβ. ὁ δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύσατο ἰδιωτικήν. ἰδόντες δὲ οἱ τῶν Σύρων στρατάρχαι τὸν ̓Ιωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν ει ναι τὸν ̓Αχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δ' ε γνωσαν μὴ ο ντα τὸν βασιλέα τοῦ ̓Ισραήλ, ἀνεχώρησαν. ει ς 1.141 δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν ̓Αχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ α ρμα τῆς μάχης ἐξαγαγεῖν· καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν ̓Αχαὰβ ἀπῆλθον πρὸς ἑαυτούς, ὁ δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ α ρμα καθῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οι τε κύνες τὸ αι μα ε λειξαν, αι τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς ̓Ηλίας προείρηκεν. ἀπέθανε δὲ ̓Αχαὰβ ο που ὁ Μιχαίας προηγόρευσε, τὸν ο λεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ε τη δύο καὶ ει κοσι. τὴν δὲ βασιλείαν ὁ παῖς αὐτοῦ ̓Οχοζίας μετ' ἐκεῖνον παρέλαβεν. ̓Ιωσαφὰτ δὲ τῷ βασιλεῖ Ἱ ερουσαλὴμ ἀπὸ τῆς πρὸς ̓Αχαὰβ συμμαχίας ἐπανελθόντι ̓Ιηοὺ ὁ προφήτης ἐπενεκάλει ο τι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆναι δ' αὐτὸν ε λεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ ε ργῳ αὐτοῦ προσοχθίσαντος. ὁ δὲ βασιλεὺς ηὐχαρίστει. ει τα τὴν ὑπ' αὐτὸν περιερχόμενος χώραν τοὺς νόμους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ καταστήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ ̓Αμμανιτῶν προσλαβομένων καὶ Αραβας ἐπελθόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν ει πε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμίξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δ' ὁρᾶν τὴν θεόθεν ἐπικουρίαν. ε ωθεν δ' ἐξελθὼν μετὰ τῆς στρατιᾶς ὁ βασιλεὺς τῇ μὲν ι στασθαι ἐνετέλλετο, τοὺς ἱε.142 ρεῖς δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλπίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ᾳ δειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατ' ἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆναι. ̓Ιωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιᾷ τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον ε χοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν. ̓Οχοζίας δὲ ὁ τῶν ̓Ισραηλιτῶν βασιλεὺς τοῖς ἑαυτοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύτερον ε τος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, ου ς εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν ̓Ακκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, ε πεμψεν ἐρωτῶν εἰ ἀναρρωσθήσεται. ̓Ηλίας δὲ τοῖς ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέγειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ ̓Ισραὴλ μὴ ο ντος θεοῦ, ο τι ἐκ τῆς κλίνης οὐκ ἀναστήσεται. καὶ οἱ α νδρες ἐπανελθόντες ει πον α η κουσαν. ̓Οχοζίας δὲ τίς ὁ ταῦτα εἰρηκὼς ει η ἠρώτα. τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ ει δος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν ει ναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς ̓Ηλίας η ν. καὶ πέμψας πεντηκόνταρχον σὺν τοῖς ὑπ' αὐτὸν ἀχθῆναι τὸν προφήτην ἐκέλευσε. καὶ ὁ σταλεὶς ἐπὶ τῆς κορυφῆς τοῦ ο ρους εὑρὼν αὐτὸν η κειν ἐκέλευε πρὸς τὸν βασιλέα. εὐξαμένου δὲ ̓Ηλιοὺ πῦρ οὐρανόθεν ῥυὲν διέφθειρε τὸν πεντηκόνταρχον καὶ τοὺς σὺν αὐτῷ. καὶ ὁ βασιλεὺς ε τερον ε στειλε 56

πεντηκόνταρχον μετὰ τῶν πεντήκοντα· κἀκείνους ὁμοίως πῦρ οὐράνιον ἐδαπάνησε. καὶ αυ θις τρίτος ἐπέμφθη ταξίαρχος σὺν τοῖς ὑπ' αὐτόν. ο ς ἐπὶ τὸν προφήτην ἐλθών, πεσὼν προσεκύνησε καὶ παρῃτεῖτο 1.143 τὴν ἐξ αὐτοῦ τιμωρίαν, λέγων α κων η κειν βασιλικῷ πεπεισμένος κελεύσματι, καὶ παρεκάλει αὐτὸν ἀπελθεῖν πρὸς τὸν βασιλέα. ̓Ηλιοὺ δέ, ἀγγέλου αὐτῷ πορευθῆναι εἰπόντος καὶ μὴ πτοεῖσθαι, κατῆλθεν ἐκ τοῦ ο ρους, καὶ ἀπελθὼν τῷ βασιλεῖ ε φη "ἐπεὶ πρὸς ἀλλότριον θεὸν ε στειλας ζητῶν εἰ ζήσεις, ι σθι ὡς οὐκ ἀναστήσῃ ἐκ τῆς νόσου, ἀλλὰ τεθνήξῃ." ἀπέθανεν ου ν ̓Οχοζίας κατὰ τὴν τοῦ προφήτου πρόρρησιν, τῷ ἀδελφῷ ̓Ιωρὰμ τὴν βασιλείαν καταλιπών. ο ς τὰς μὲν στήλας τοῦ Βάαλ, α ς ε στησεν ̓Αχαὰβ ὁ πατὴρ αὐτοῦ, συνέτριψε, τα λλα δὲ ἀσεβὴς καὶ πονηρὸς η ν καὶ τοῖς γονεῦσι προσεοικώς. ̓Ηλιοὺ δὲ ἀναλαμβάνεσθαι μέλλων ἐπορεύθη μετὰ ̓Ελισσαιέ. καὶ ἐλθὼν εἰς τὸν ̓Ιορδάνην τῇ μηλωτῇ αὐτοῦ τὸ υ δωρ ἐπάταξε, καὶ διῃρέθη τὸ υ δωρ, καὶ διῆλθον α μφω ἐπὶ ξηρᾶς. ει τα "αι τησαι" ει πε τῷ ̓Ελισσαιέ "τί ποιήσω σοι." ὁ δὲ διπλῆν τὴν ἐν αὐτῷ τοῦ πνεύματος χάριν γενέσθαι ῃ τησεν ἐπ' αὐτόν. ̓Ηλίας δὲ φορτικὸν ει πεν ει ναι τὸ αι τημα, "πλὴν εἰ ο ψει με ἀναλαμβανόμενον, γενήσεταί σοι." ε τι δὲ λαλούντων αὐτῶν α ρμα ε μπυρον σὺν ι πποις ὁμοίοις ἐπέστη καὶ η ρπασε τὸν ̓Ηλίαν. ἀναφερόμενος δὲ τὴν μηλωτὴν αὐτοῦ ἐπέρριψε τῷ ̓Ελισσαιέ. καὶ ο ς λαβὼν αὐτὴν μηκέτι τὸν ̓Ηλίαν ὁρῶν ὑπέστρεψε. καὶ ἐλθὼν εἰς τὸν ̓Ιορδάνην ἀπόπειραν ἐποιεῖτο εἰ ε λαβε τὴν χάριν ὡς ῃ τησε, καὶ ἐπάταξε τὸ υ δωρ τῇ μηλωτῇ· τὸ δὲ οὐ διῄρητο. καὶ ει πε "ποῦ ὁ θεὸς ̓Ηλίου;" καὶ ἐπάταξε πάλιν· καὶ διέστη τὸ υ δωρ, καὶ διῆλθεν. ἰδόντες δὲ αὐτὸν υἱοὶ τῶν προφητῶν πεντήκοντα ει πον "ἐπαναπέπαυται τὸ πνεῦμα ̓Ηλιοὺ ἐπὶ ̓Ελισσαιέ," καὶ ἠκολούθησαν αὐτῷ. καὶ ἐζήτουν πορευθῆναι, ἐρευνήσοντες μήποτε η ρε τὸν ̓Ηλίαν 1.144 πνεῦμα κυρίου καὶ ε ρριψεν αὐτὸν ἐφ' ε ν τῶν ὀρέων η τῶν βουνῶν· ̓Ελισσαιὲ δὲ οὐκ ἐπέτρεπεν· ἐγκειμένων δ' ἐκείνων κατένευσε. καὶ ἐπορεύθησαν πεντήκοντα α νδρες καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ ευ ρον. ̓Ελισσαιὲ δὲ ἐν ̔Ιεριχῷ η ν. καὶ η λθον οἱ α νδρες τῆς πόλεως πρὸς αὐτὸν δεόμενοι μεταβληθῆναι παρ' αὐτοῦ τὰ υ δατα τοῦ τόπου ἐκείνου πονηρὰ ο ντα καὶ ἀτεκνοῦντα. ὁ δὲ ἐν ἀγγείῳ καινῷ α λας αὐτῷ κομισθῆναι ἐζήτησε, καὶ κομισθέντος εἰς τὴν πηγὴν τῶν ὑδάτων καθῆκεν α λας ἐπικαλούμενος τὸν θεόν, καὶ τὰ υ δατα ἐκ πικρίας εἰς γλυκύτητα μετεβλήθησαν καὶ οὐδὲν αὐτοῖς ἐναπέμεινε βλαβερόν. ἀπιόντος δέ που τοῦ προφήτου ̓Ελισσαιὲ παιδάρια μικρὰ κατέπαιζον αὐτοῦ βοῶντα "ἀνάβαινε, φαλακρέ." ἀλγήσας δ' ἐπὶ τούτῳ κατηύξατο αὐτῶν. καὶ ἐξῆλθον α ρκτοι ἀπὸ τοῦ ο ρους καὶ ἀπέκτειναν ἐκ τῶν παιδίων δύο καὶ τεσσαράκοντα. ̓Ιωρὰμ δὲ ὁ υἱὸς ̓Αχαὰβ μέλλων κατὰ Μωαβιτῶν ἐκστρατεύειν, ̓Ιωσαφὰτ τὸν βασιλέα τῆς ̓Ιουδαίας ἠξίου συμμαχῆσαι αὐτῷ. ὁ δὲ καὶ τὸν ̓Ιδουμαίων βασιλέα ὑπείκοντα αὐτῷ προσλαβέσθαι σύμμαχον ἐπηγγείλατο. ἑνωθέντες δ' οἱ τρεῖς βασιλεῖς διὰ τῆς ἐρήμου ἀπῄεσαν ἐπὶ ἡμέρας ἑπτά. καὶ τὸ υ δωρ ἐπέλειψε τοῖς στρατεύμασιν. η λθον ου ν πρὸς ̓Ελισσαιὲ οἱ τρεῖς βασιλεῖς καὶ ἐδέοντο σώζειν αὐτοὺς καὶ τὴν στρατιάν. ὁ δὲ τῷ ̓Ιωρὰμ ε φη "πρὸς τοὺς τοῦ πατρός σου καὶ τῆς μητρός σου α πιθι προφήτας," καὶ ω μοσε μὴ α ν ἀποκριθῆναι αὐτῷ εἰ μὴ διὰ ̓Ιωσαφάτ. ει τα ψάλλοντά τινα κληθῆναι ἐκέλευσε. ψάλλοντος δ' ἐκείνου πνεῦμα κυρίου ἐνέπνευσε τῷ προφήτῃ, καὶ ἐπέταξε βόθρους πολλοὺς ὀρύξαι παρὰ τὸν χείμαρρον· "ο ψεσθε γάρ" ε φη "πλήρη τὸν χείμαρρον ου τε πνεύματος 1.145 πνεύσαντος ου θ' ὑετοῦ γεγονότος, καὶ πίεσθε εἰς κόρον, καὶ τῶν ἐχθρῶν κυριεύσετε." καὶ ὁ μὲν ου τως προείρηκεν· ε ωθεν δὲ τῇ ἐπαύριον ὁ χείμαρρος ὑδάτων ἐπέπληστο, καὶ πλημμύρας γενομένης α παν τὸ πρόσωπον τῆς γῆς ἐκείνης τὸ υ δωρ ἐκάλυψεν. ἀνατείλαντος δὲ τοῦ ἡλίου πυρώδους καὶ προσβαλόντος τοῖς υ δασιν, ἐρυθρὰ ταῦτα πρὸς τὴν αὐγὴν τοῦ ἡλίου ἐφαίνοντο. οἱ ου ν Μωαβῖται ἐν τοῖς ο ρεσιν ἐστρατοπεδευκότες καὶ ὑψόθεν κατασκοποῦντες, αι μα τὸ υ δωρ ὑπολαβόντες, καὶ νομίσαντες τοὺς βασιλεῖς πρὸς ἀλλήλους 57

μαχέσασθαι καὶ ἀποκτεῖναι ἀλλήλους τοὺς στρατιώτας αὐτῶν, ω ρμησαν ἀσυντάκτως εἰς τὴν τῶν σκύλων διαρπαγήν. καὶ τῶν ἐχθρῶν περιστάντων αὐτούς, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ε φυγον. οἱ δὲ ̓Ισραηλῖται διώκοντες εἰς τὴν Μωαβῖτιν ἐνέβαλον καὶ τάς τε πόλεις καθεῖλον καὶ τὴν χώραν ἠρήμωσαν. ὁ βασιλεὺς δὲ Μωὰβ εἰς τὴν πόλιν ἐπανελθών, τὸν πρωτότοκον υἱὸν αὐτοῦ ἐπὶ τὸ τεῖχος ἀναγαγὼν ἐξ ἀπογνώσεως ε θυσε καὶ ὡλοκαύτωσε τῷ θεῷ. τοῦτο οἱ βασιλεῖς ἰδόντες καὶ τῆς ἀπογνώσεως ἐκεῖνον οἰκτείραντες ε λυσαν τὴν πολιορκίαν. ̓Ιωσαφὰτ δὲ ἐπανελθὼν εἰς ̔Ιεροσόλυμα τελευτᾷ, ζήσας μὲν ε τη ἑξήκοντα, βασιλεύσας δ' ἐκ τούτων πέντε καὶ ει κοσιν, ἀνὴρ γενόμενος θεοσεβής τε καὶ δίκαιος. πολλοὺς δὲ παῖδας λιπών, διάδοχον τῆς βασιλείας τὸν πρεσβύτατον ἐποιήσατο, ̓Ιωρὰμ κεκλημένον ὁμωνύμως τῷ ̓Ισραηλιτῶν βασιλεῖ μητραδέλφῳ ο ντι αὐτοῦ. ̓Εν Σαμαρείᾳ δὲ τῷ ̓Ελισσαίῳ διάγοντι πρόσεισι γυνή τις χήρα, ἀποκλαιομένη ο τι χρεωστοῦσα καὶ μὴ ε χουσα τὸ χρέος ἀποδοῦναι τοὺς υἱοὺς ἀφαιρεῖται παρὰ τοῦ δανειστοῦ, εἰς δούλους αὐτῷ ἐσομένους. 1.146 ὁ δὲ προφήτης τί ἐν τῷ οι κῳ ε χει ἠρώτα αὐτήν· ἡ δὲ οὐδὲν ε τερον ε φη η βραχύτατον ε λαιον. καὶ ἐνετείλατο αὐτῇ χρήσασθαι ἀγγεῖα πολλὰ καὶ ἐπιχεῖν ἐκ τοῦ ἐλαίου ἐν α πασι. πεποίηκε τὰ κελευσθέντα τὸ γύναιον, καὶ πάντα ἐλαίου ἐπλήσθησαν· καὶ ἀνήγγειλε τῷ προφήτῃ τὸ γεγονός. κἀκεῖνος ἀποδόσθαι τὸ ε λαιον συνεβούλευσε καὶ ἀποτῖσαι τὸ χρέος καὶ τῷ περισσῷ εἰς διοίκησιν χρήσασθαι. ξενισθεὶς δὲ παρὰ τῆς Σουμανίτιδος καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς ἀναπαυόμενος μὴ ἐχούσης παῖδα, προεῖπεν αὐτῇ συλλήψεσθαι καὶ τεκεῖν υἱόν. καὶ κατὰ τὴν τοῦ προφήτου πρόρρησιν ε τεκεν. ἁδρυνθὲν δὲ τὸ παιδίον τέθνηκεν· ἡ δὲ γυνὴ πρὸς τὸν ̓Ελισσαῖον εἰς τὸ Καρμήλιον ἀπελήλυθεν, καὶ πεσοῦσα παρὰ τοὺς πόδας αὐτοῦ τὴν συμφορὰν ἀπεκλαίετο. ὁ δὲ τῷ φοιτητῇ αὐτοῦ Γιεζὶ ἐνετείλατο ἀπελθεῖν, δοὺς αὐτῷ τὴν ἑαυτοῦ βακτηρίαν, ι να ἐπίθηται αὐτὴν τῷ τεθνεῶτι παιδί. καὶ ἡ γυνὴ ω μοσε μὴ ὑποστρέψαι, εἰ μὴ αὐτὸς αὐτῇ συμπορεύσεται. ἐπείσθη ου ν ὁ προφήτης, καὶ ἀπελθὼν ευ ρε τὸ παιδάριον ἀνακεκλιμένον ἐν τῇ κλίνῃ αὐτοῦ· καὶ προσευξάμενος ἀνέβη ἐπὶ τὴν κλίνην καὶ συνανεκλίθη τῷ παιδαρίῳ καὶ ἐνεφύσησεν εἰς αὐτό. καὶ ἑπτάκις ου τω τοῦ προφήτου ποιήσαντος ἀνεζωώθη ὁ τεθνηκώς, καὶ ε δωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα. ἐκεῖθεν ἀπῆλθεν εἰς Γάλγαλα. καὶ η ν λιμός, καὶ οἱ υἱοὶ τῶν προφητῶν η κασι πρὸς αὐτόν. ὁ δὲ τῷ διακόνῳ αὐτοῦ ἐπέταξεν ἑτοιμάσαι αὐτοῖς ε ψημα. καὶ συνέλεξεν ἐκεῖνος ἐκ τοῦ ἀγροῦ λάχανα, οι ς καὶ τολύπη συναναμέμικτο· ἡ δὲ βοτάνη ἐστὶ δηλητήριος· καὶ ἑψήσας προσήγαγε τοῖς ἀνδράσιν. ἐσθίοντες δὲ ἐπέγνων τὴν τολύπην, καὶ πρὸς τὸν προφήτην ὡς τεθνηξόμενοι ἐξεβόησαν. ὁ δὲ α λευρον κελεύσας ἐμβαλεῖν εἰς τὸν λέβητα ἐπέτρεψε φαγεῖν, 1.147 καὶ οὐδενί τι γέγονεν ἐκ τῆς τροφῆς πονηρόν. ἐνεγκόντος δ' αὐτῷ τινος α ρτους ει κοσι καὶ παλάθας, ἐνετείλατο τῷ ὑπηρέτῃ αὐτοῦ παραθεῖναι τῷ λαῷ ταῦτα. τοῦ δέ, τί α ν γένοιτο ταῦτα πρὸς α νδρας ἑκατόν, εἰρηκότος, "δός" ει πε "ταῦτα, καὶ ἐσθιέτωσαν· κορεσθήσονται γὰρ καὶ καταλείψουσι περισσεύματα." καὶ εἰς ε ργον ὁ λόγος ἐγένετο. Νεεμὰν δὲ μέγας ω ν παρὰ τῷ βασιλεῖ Συρίας λελέπρωτο. καὶ νεάνιδος αἰχμαλωτισθείσης ̓Ισραηλίτιδος ἡ γυνὴ Νεεμὰν δούλην ε σχεν αὐτήν. η τις ε φη πρὸς τὴν κυρίαν αὐτῆς ὡς "εἰ ἀπῆλθεν ὁ κύριός μου πρὸς τὸν προφήτην ̓Ελισσαιέ, ἀπηλλάγη α ν τῆς νόσου αὐτοῦ." ἡ δὲ τῷ ἀνδρὶ τοὺς λόγους ἀπήγγειλε τῆς νεάνιδος, καὶ Νεεμὰν τὰ λαληθέντα τῷ βασιλεῖ Συρίας ἀνήνεγκε. καὶ ὁ βασιλεὺς ἐπιστολὴν ἐκτίθεται περὶ τοῦ θεραπευθῆναι τὸν Νεεμὰν πρὸς τὸν βασιλέα τοῦ ̓Ισραήλ. Νεεμὰν δὲ λαβὼν δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς, ἐπορεύθη ἐπὶ Σαμάρειαν καὶ τὴν ἐπιστολὴν τῷ βασιλεῖ ἐνεχείρισεν. ὁ δὲ ἀναγνοὺς αὐτὴν διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ο τι "πρόφασιν καθ' ἡμῶν ὁ βασιλεὺς Συρίας ζητεῖ." ̓Ελισσαιὲ δὲ ταῦτα μαθών "ἐλθέτω πρός με ὁ Νεεμάν" μεμήνυκε τῷ βασιλεῖ ̓Ισραήλ. καὶ ἐλθόντι στείλας δεδήλωκεν ἀπελθεῖν εἰς 58

τὸν ̓Ιορδάνην καὶ λούσασθαι ἑπτάκις, καὶ ου τω τῆς λέπρας ἀπαλλαγήσεσθαι. ὠργίσθη δὲ Νεεμὰν ο τι μὴ ἐξῆλθε πρὸς αὐτὸν ὁ προφήτης καὶ ηυ ξατο καὶ ἐπέθετο αὐτῷ τὴν χεῖρα, καὶ ἀγανακτῶν ὑπεχώρει, λέγων "οὐκ εἰσὶ παρ' ἡμῖν ποταμοὶ ὑπὲρ τὸν ̓Ιορδάνην; πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι." ὑποχωροῦντι δὲ ει πον αὐτῷ οἱ θεράποντες "ποίησον τὸν τοῦ προφήτου 1.148 λόγον, ῥᾴδιον ο ντα." καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ ̓Ιορδάνῃ ἑπτάκις, καὶ ἐκαθαρίσθη· καὶ ἀναστρέψας ηὐχαρίστει τῷ προφήτῃ, καὶ μὴ ει ναι θεὸν ε τερον ὡμολόγει παρὰ τὸν ἐν τῷ ̓Ισραήλ, καὶ ἠξίου αὐτὸν λαβεῖν τι ἐξ ω ν ἐκόμιζεν· ὁ δὲ ἀπηνήνατο. καὶ ὑπέστρεψε Νεεμάν. Γιεζὶ δὲ κατεδίωξεν αὐτὸν καὶ ει πεν "ὁ προφήτης ἀπέστειλέ με λήψεσθαι ἀπὸ σοῦ τάλαντον ἀργυρίου καὶ δύο στολάς, δοθησόμενα δεομένοις τισὶν α ρτι προσελθοῦσιν αὐτῷ." καὶ ε δωκεν αὐτῷ Νεεμάν· καὶ ὑπέστρεψε Γιεζὶ πρὸς ̓Ελισσαιέ. ε γνω δὲ ὁ προφήτης ο ει ργαστο τῷ Γιεζί, καὶ ει πεν αὐτῷ "ο τι ε λαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια ἀπὸ τοῦ Νεεμάν, ἡ λέπρα ἐκείνου κολληθήσεται σοὶ καὶ τῷ σπέρματί σου." καὶ ἐξῆλθε λελεπρωμένος. Οἱ υἱοὶ δὲ τῶν προφητῶν οἱ μετὰ ̓Ελισσαίου ἐπορεύθησαν εἰς τὸν ̓Ιορδάνην τεμεῖν ξύλα, ὡς α ν ποιήσωσιν ἑαυτοῖς σκηνάς· καὶ ὁ ̓Ελισσαῖος αὐτοῖς συμπεπόρευτο. τεμνόντων δὲ τὰ ξύλα ἑνὸς τὸ τῆς ἀξίνης σιδήριον ἐνέπεσεν εἰς τὸν ποταμόν. καὶ ὁ τῆς ἀξίνης κύριος τὸν προφήτην ἐπεκαλέσατο, καὶ τὸν τόπον ὑπέδειξεν αὐτῷ ἐν ῳ κατέδυ ὁ σίδηρος. ὁ δὲ ξύλον λαβὼν ἐνέβαλεν ἐκεῖ. καὶ ἀνέδυ τὸ σιδήριον, καὶ ἐπιπολάσαν ε λαβεν αὐτὸ ὁ ἀπολέσας αὐτό. ̔Ο δὲ βασιλεὺς Συρίας ἐνέδραν ἐκάθισεν, ι ν' ε λῃ τὸν βασιλέα τὸν ̓Ιωράμ. ἀπέστειλε δὲ ὁ προφήτης πρὸς ̓Ιωρὰμ φυλάττεσθαι αὐτῷ ἐντελλόμενος καὶ μὴ ἀπιέναι πρὸς θήραν. καὶ ὁ μὲν οὐκ ἐξῄει, Αδερ δὲ τῆς ἐπιβουλῆς ἁμαρτὼν τοὺς οἰκείους ὑπώπτευε γίνεσθαι προδότας τῶν βεβουλευμένων αὐτῷ. φησάντων δ' ἐκείνων οὐκ αὐτούς, ἀλλὰ τὸν προφήτην ̓Ελισσαῖον μηνύειν αὐτῷ τὰ ἀπόρρητα, στέλλει ἐν Δοθαῒν στράτευμα, ι ν' αὐτὸν λάβοιεν. ἰδὼν δὲ τὸν λαὸν κύκλῳ 1.149 τῆς πόλεως ὁ τοῦ προφήτου διάκονος, περιδεὴς ἀφίκετο πρὸς αὐτὸν ἀπαγγέλλων τὸ πρᾶγμα. ὁ δέ "μὴ δέδιθι" ε φη, καὶ ἱκέτευσε τὸν θεὸν δεῖξαι τῷ διακόνῳ αὐτοῦ ο πως φυλάττεται παρ' αὐτοῦ. καὶ δέδωκεν ὁ θεὸς τῷ θεράποντι τοῦ προφήτου χάριν ἰδεῖν αὐτὸν α ρμασι καὶ ι πποις πυρίνοις κεκυκλωμένον. ἠμαύρωσε δὲ προσευξάμενος ὁ προφήτης καὶ τὰ ο μματα τῶν ἐχθρῶν, καὶ ἐξελθὼν πρὸς αὐτοὺς ε φη "ἀκολουθεῖτέ μοι καὶ δώσω τὸν ̓Ελισσαῖον ὑμῖν." οἱ δὲ ει ποντο καὶ τὰς ο ψεις βεβλαμμένοι καὶ τὴν διάνοιαν. ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περιστῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετείλατο. καὶ τὸν θεὸν ῃ τει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ ει δον ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολεμίων. ̓Ελισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρεχώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως ου ν ὁ ̓Ιωρὰμ ἑστιάσας αὐτοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγήσαντο· καὶ ἐξεπλάγη. Μετὰ ταῦτα δὲ πανστρατιᾷ παρελθὼν εἰς Σαμάρειαν ὁ βασιλεὺς Συρίας ἐπολιόρκει αὐτήν. καὶ ἐγένετο λιμὸς σφοδρότατος ἐν αὐτῇ, ω στε κεφαλὴν ο νου πεντήκοντα νομισμάτων ἀργύρου πραθῆναι, καὶ ξέστην κόπρου περιστερῶν πέντε νομισμάτων ὁμοίων. τοῦ δὲ βασιλέως ̓Ιωρὰμ περιιόντος τὸ τεῖχος ἐβόησε γύναιον "σῶσον, ω βασιλεῦ." ὁ δὲ νομίσας τροφὴν αἰτεῖν τὴν γυναῖκα "πόθεν σε σώσω" βλασφημήσας αὐτὴν ε φη "μήτε α λωνός μοι μήτε ληνοῦ 1.150 ὑπαρχούσης;" τῆς δὲ κρίσιν αἰτεῖν εἰπούσης, λέγειν ἐπέτρεψε. καὶ ἡ γυνή "συνθήκας" ει πεν "ἐθέμην μεθ' ἑτέρας γυναικὸς γειτνιώσης μοι θῦσαι τὰ τέκνα ἡμῶν καὶ ἀνὰ μίαν ἡμέραν ἀλλήλας θρέψαι. κἀγὼ μὲν τὸ ἐμὸν ε θυσα, ἡ δὲ παραβαίνει τὰ ὡμολογημένα." τούτων ἀκούσας ὁ βασιλεὺς ὑπερήλγησε καὶ τὴν ἐσθῆτα διέρρηξε, καὶ κατὰ τοῦ προφήτου ἐξώργιστο, ο τι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι τὴν κάκωσιν, καὶ τὸν ἀποκτενοῦντα αὐτὸν ε πεμψεν. ̓Ελισσαῖος δὲ τοῖς φοιτηταῖς ὁμιλῶν προεῖπεν 59

αὐτοῖς ο τι "ὁ τοῦ φονέως υἱὸς κτανεῖν με ἀπέστειλεν, ἀλλ' ὑμεῖς τὴν θύραν κλείσαντες κωλύσατε τὴν ει σοδον τῷ σφαγεῖ· ε ψεται γὰρ μεταμεμελημένος ὁ βασιλεύς." καὶ οἱ μὲν κατὰ τὸν τοῦ προφήτου λόγον ἐποίησαν, ̓Ιωρὰμ δὲ μεταβουλευσάμενος σπεύδων πρὸς τὸν προφήτην ἀφίκετο καὶ ᾐτιᾶτο αὐτὸν ο τι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι σφίσι τὰ λυπηρά. ὁ δέ "αυ ριον" ε φη "δύο σάτα κριθῆς πραθήσεται σίκλου, καὶ σεμιδάλεως σάτον σίκλου." καί τις τῶν ἑπομένων τῷ βασιλεῖ "α πιστα" ε φη "λέγεις, προφῆτα." ὁ δέ "ο ψει μέν" ε φη "τὰ ἐπηγγελμένα, οὐκ ἀπολαύσεις δὲ αὐτῶν διὰ τὴν ἀπιστίαν." κατὰ δὲ τὴν νύκτα ἐκείνην κτύπον ἁρμάτων, ι ππων τε καὶ ο πλων, καὶ πλήθους ἀλαλαγμὸν ἐνεποίησεν ὁ θεὸς τῶν Σύρων ταῖς ἀκοαῖς. οἱ δὲ συμμαχικὸν προσλαβέσθαι πολὺ τὸν ̓Ιωρὰμ οἰηθέντες καὶ ἐπέρχεσθαι σφίσι, λιπόντες τὸ στρατόπεδον περιδεῶς ἀπεδίδρασκον. λεπροὶ δὲ τέσσαρες α νδρες ε ξω τῆς πόλεως η σαν, τοῦ νόμου τοὺς λεπροὺς κελεύοντος ἐξωθεῖσθαι τῶν πόλεων. οἱ γοῦν λεπροὶ ἐκεῖνοι η δη φθειρόμενοι τῷ λιμῷ προσελθεῖν τῇ τῶν Σύρων παρεμβολῇ ἐβουλεύσαντο, λέγοντες ὡς "η φείσονται ἡμῶν καὶ τραφέντες ζησόμεθα, η ἀναιρεθέντες τῶν 1.151 κακῶν ἀπαλλαγησόμεθα." η κον ου ν ο ρθρου πρὸς τὸ τῶν Σύρων στρατόπεδον, καὶ οὐδεὶς αὐτοῖς ἑωρᾶτο· παρῆλθον εἰς μίαν σκηνήν, καὶ κενὴν ἀνθρώπων κατέλαβον· ἐξ ἐκείνης εἰς ἑτέραν μετέβησαν, κἀκείνην ε ρημον ου σαν εὑρήκασι· καὶ εἰς πλείους δὲ μεταβάντες ὡς οὐδενὶ ἐνετύγχανον, πρῶτον μὲν ε φαγόν τε καὶ ε πιον, ει τα χρυσίον τε καὶ ἀργύριον καὶ ἱμάτια λαβόντες ἐκεῖθεν ε κρυψαν, καὶ ου τως εἰς τὴν πόλιν ἐλθόντες τὸ γεγονὸς ἀνεκήρυττον. ὁ δὲ βασιλεὺς ἀκούσας ἐνέδραν ει πεν ει ναι τοῦτο τῶν πολεμίων, καὶ μὴ προϊέναι διεκελεύετο, τοὺς δὲ κατασκοπήσοντας ε πεμψεν. οι ἀπελθόντες ἐνέτυχον μὲν οὐδενὶ παρὰ τὴν ὁδόν, πλήρη δὲ αὐτὴν ἱματίων καὶ σκευῶν ευ ρισκον. ταῦτα μαθὼν ὁ βασιλεὺς διαρπάσαι τὴν παρεμβολὴν τῷ πλήθει ἐπέτρεψεν. ο θεν τοσαύτη ἀφθονία ἐγένετο τῶν ἀναγκαίων ὡς δύο σάτα κριθῆς σίκλου πωλεῖσθαι, σάτον δὲ σεμιδάλεως· τὸ δὲ σάτον ἐστὶν ̓Ιταλικὸν ἡμιμέδιμνον. μόνος δὲ τῆς ἀφθονίας ἐκείνης οὐκ ἀπώνατο ὁ τοῦ βασιλέως τριστάτης, κατὰ τὸν τοῦ προφήτου λόγον, ο ς τῇ αὐτοῦ προρρήσει ἠπίστησε· συρρεύσαντος γὰρ τοῦ πλήθους ἐπὶ τὴν πύλην τῆς πόλεως συνεπατήθη καὶ τέθνηκεν. ̔Ο δὲ βασιλεὺς Δαμασκοῦ μετὰ ταῦτα ἐνόσησε. καὶ ὁ ̓Ελισσαῖος ἀπῆλθε τότε πρὸς Δαμασκόν· καὶ η κουσεν ὁ νοσῶν περὶ τοῦ προφήτου, καὶ ἀπέστειλεν ̓Αζαὴλ τὸν ἐντιμότερον τῶν θεραπόντων αὐτοῦ πρὸς αὐτόν, ἐρωτῶντα εἰ ζήσεται. ε πεμψε δὲ αὐτῷ καὶ δῶρα πολλά. ἐρωτηθεὶς δὲ ὁ προφήτης τεθνήξεσθαι μὲν τὸν νοσοῦντα βασιλέα προεῖπε, τῷ δὲ ̓Αζαὴλ ἐνετέλλετο μηδὲν ἐκείνῳ εἰπεῖν· αὐτὸς δὲ ε κλαιε. καὶ ἐρωτηθεὶς παρὰ τοῦ ̓Αζαὴλ τοῦ κλαυθμοῦ τὴν αἰτίαν, 1.152 θρηνεῖν ε φη προορῶν ο σα ἐκ σοῦ συμβήσεται τοῖς ̓Ισραηλίταις δεινά· σὺ γὰρ βασιλεὺς ε σῃ Συρίας. ὑποστρέψας δὲ ̓Αζαὴλ πρὸς τὸν κύριον αὐτοῦ ἀπήγγειλε φάναι τὸν προφήτην ὡς ζήσεται. τῇ δ' ἐπιούσῃ δίκτυον αὐτῷ ἐπιβαλὼν διάβροχον, τὸν μὲν ἀπέπνιξεν, αὐτὸς δὲ τῆς βασιλείας ἐπείληπτο. ̔Ο δὲ τοῦ ̓Ιούδα βασιλεὺς ̓Ιωράμ, ἡ γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγατρὸς ου σης τοῦ ̓Αχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνασεβεῖν αὐτῷ κατηνάγκαζεν. ου τω δὲ βιοῦντι ὁ προφήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ο λεθρον καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθορὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· α καὶ εἰς ε ργον ἐξέβησαν, ̓Αράβων ἐπιστρατευσάντων τῇ ̓Ιουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοῦ ̓Οχοζίου. ̓Ιωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς ὁ προφήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. ἡ δ' ἀρχὴ τῷ υἱῷ αὐτοῦ ̓Οχοζίᾳ περιελήλυθεν. ̓Ιωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν ̓Ισραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ ὁ μὲν 60

ἀνεχώρησε θεραπευθησόμενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας ̓Ιηοῦν τὸν τοῦ ̓Αμασῆ· ̓Ελισσαῖος δ' ε να τῶν μαθητῶν ε πεμψε χρίσοντα εἰς βασιλέα τὸν ̓Ιηοῦν, ὡς τοῦ θεοῦ αὐτὸν ᾑρημένου. ὁ δ' ἐλθὼν ἰδίᾳ τῶν α λλων ἀπολαβὼν τὸν ̓Ιηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστι.153 κώτερον, εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ε λαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βασιλέα αὐτόν, ι ν' ἀφανίσῃ τὸ γένος τοῦ ̓Αχαάβ. καὶ ὁ μὲν α μα τε ει πε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέδραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί α ν βούλοιτο ὁ καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, "ὀρθῶς ἐκρίνατε" ε φη, "ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· ει ρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν." καὶ ὁ λαὸς ἀκούσας ταῦτα σαλπίζων ἀνηγόρευε βασιλέα τὸν ̓Ιηοῦν. ὁ δὲ αὐτίκα τοὺς λογάδας τῶν ἱππέων παραλαβὼν ἐξώρμησεν, ι ν' ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν ̓Ιωράμ. τοῦ δὲ σκοποῦ τῷ ̓Ιωρὰμ ἱππεῖς η κειν φήσαντος, ε στειλέ τινα ἐκεῖνος ἐρωτῶντα τί α ν βούλοιντο. ̓Ιηοῦς δὲ μηδὲν ἀποκριθεὶς ε πεσθαι αὐτῷ προετρέπετο. ει τα καὶ δεύτερον ε στειλεν· οὐδ' ἐκείνου δὲ ἀναστρέψαντος, αὐτὸς ὁ ̓Ιωρὰμ τοῦ α ρματος ἐπιβάς, σὺν ̓Οχοζίᾳ ἐλθόντι πρὸς ἐπίσκεψιν αὐτοῦ, ἀδελφῆς αὐτοῦ ο ντι υἱῷ, συνήντησεν ἐν ἀγρῷ Ναβουθαὶ τῷ ̓Ιηοῦ, καὶ η ρετο περὶ τῆς στρατιᾶς ο πως ε χει· ὁ δὲ βλασφημίας αὐτοῦ κατέχεεν. ̓Ιωρὰμ δὲ στραφεὶς ἀπεδίδρασκε δεδιώς. καὶ ̓Ιηοῦς τὸ τόξον ἐντείνας βάλλει αὐτόν. καὶ τοῦ α ρματος ἐκπεσὼν τέθνηκε, καὶ ἐρρίφη εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρὸν κατὰ τὴν πρόρρησιν ̓Ηλιού, η ν πρὸς ̓Αχαὰβ ἐποιήσατο. καὶ ̓Οχοζίαν δὲ φεύγοντα ἐτόξευσεν ̓Ιηού, καὶ ἐκ τῆς πληγῆς μετὰ μικρὸν ἐτελεύτησεν, ε να βασιλεύσας ἐνιαυτόν. ̓Ιεζάβελ δ' ἐκ τοῦ πύργου προκύπτουσα, κεκαλλωπισμένη πρὸς τὸ ἐπαγωγότερον, "ἀγαθός" ει πε "δοῦλος ο ς τὸν δεσπότην ἀνεῖλεν." ̓Ιηοὺ δὲ α νωθεν αὐτὴν ῥῖψαι τοῖς εὐνούχοις προσέταξε. καὶ καταφερομένης αὐτῆς περιερράνθη τὸ τεῖχος τῷ αι ματι· ἡ δὲ τέθνηκεν. ̓Ιηοὺ δὲ 1.154 ταφῆναι αὐτὴν προστάξαντος διὰ τὸ γένος αὐτῆς τὸ βασίλειον, οἱ προσταγέντες οὐδὲν ευ ρον ἐκ τοῦ σώματος αὐτῆς η μόνα ὀστᾶ· ὑπὸ γὰρ κυνῶν διεσπάρακτο, ὡς ̓Ηλιοὺ προεφήτευσεν. Ησαν δ' ἐν Σαμαρείᾳ τῷ ̓Αχαὰβ υἱοὶ ἑβδομήκοντα. ἐπέστειλεν ου ν ̓Ιηοὺ τοῖς α ρχουσι Σαμαρείας καὶ τοῖς παιδαγωγοῖς τῶν υἱῶν ̓Αχαάβ, δηλῶν τὸν κρείττω τούτων βασιλεῦσαι αὐτούς. πειρώμενος δὲ τῶν ἀνδρῶν ε γραψε ταῦτα. οἱ δὲ αὐτὸν ε χειν δεσπότην ἀντέγραψαν. καὶ αυ θις ἐπέστειλεν ̓Ιηού, εἰ δουλείαν ὁμολογοῦσιν αὐτῷ, τὰς κεφαλὰς πάντων τῶν παίδων τοῦ ̓Αχαὰβ κομίσειν αὐτῷ. κἀκεῖνοι τὸ ἐπιταχθὲν πεποιήκασιν. ὁ δὲ πρὸ τῆς πύλης τῆς πόλεως τεθῆναι τὰς κεφαλὰς ἐν δυσὶ τόποις ἐκέλευσε. καὶ τούτου γενομένου προελθών "ἐγὼ μὲν" ει πε "τὸν βασιλέα ἀνῄρηκα, ου τοι δὲ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου ἀπώλοντο·" καὶ πάντας δὲ τοὺς συγγενεῖς ̓Αχαὰβ ἐρευνήσας ἀπέκτεινεν ̓Ιηού. ἀπιόντι δὲ αὐτῷ εἰς Σαμάρειαν συναντᾷ ̓Ιωναδάβ, καὶ προσειπὼν εὐλόγησεν αὐτὸν ο τι ἐξωλόθρευσε τὸ γένος τοῦ ̓Αχαάβ. Ει τα ι να μή τις λάθῃ τῶν ψευδοπροφητῶν καὶ τῶν ἱερέων τοῦ Βάαλ, θυσίαν ἐκήρυξε μέλλειν θῦσαι πολυτελῆ, καὶ πάντας τοὺς ἱερεῖς τοῦ Βάαλ καὶ τοὺς προφήτας παρεῖναι ἐκέλευσεν· εἰ δέ τις μὴ παρείη, θάνατον ει ναί οἱ ε φη τὸ ἐπιτίμιον. ἀθροισθεῖσι δὲ ἐνδύματα δούς, καὶ μετ' αὐτῶν εἰς τὸν οι κον ἀπελθὼν τοῦ Βάαλ, μή τινα αὐτοῖς ε τερον ἀναμεμῖχθαι προσέταξεν. τῶν δὲ μηδένα παρεῖναι φησάντων ε τερον, στρατιώτας περιέστησεν ε ξω, κελεύσας ἀποκτεῖναι τοὺς ε νδον. οι ἐκείνους τε πάντας ἀνεῖλον καὶ τὸν οι κον τοῦ Βάαλ ἐνέπρησαν καὶ τὴν στήλην αὐτοῦ· τὰς δὲ χρυσᾶς δαμάλεις οὐ περι.155 εῖλεν. ὁ δὲ θεὸς αὐτῷ ἐπηγγείλατο τὸν οι κον ἐξαφανίσαντι ̓Αχαὰβ ἐπὶ τετάρτην γενεὰν τῶν παίδων αὐτοῦ διαρκέσειν τὴν βασιλείαν. Ου τω μὲν ου ν τὸ γένος ἐξωλοθρεύθη τοῦ ̓Αχαάβ· ἡ δὲ θυγάτηρ ἐκείνου Γοθολία, η ̓Οχοζίᾳ συνῴκει τῷ τῆς ̔Ιερουσαλὴμ βασιλεῖ, θανόντος ἐκείνου τῆς βασιλείας ̓Ιούδα ἐγκρατὴς ου σα, σπούδασμα ε θετο καὶ αὐτὴ τὸ γένος ἐξολοθρεῦσαι τὸ τοῦ Δαβίδ. καὶ χωρὶς ἑνὸς 61

ἀπέκτεινεν α παντας. ἡ γὰρ ἀδελφὴ ̓Οχοζίου ̓Ιωσαβεὲ καλουμένη, ἀναιρουμένων τῶν υἱῶν τοῦ ἀδελφοῦ αὐτῆς, ἠδυνήθη ε να νήπιον ο ντα, ο νομα ̓Ιωάς, ἀποκρύψαι, καὶ ε τρεφεν αὐτὸν ἐπὶ ε τη ε ξ λεληθότως. ἐν δὲ τῷ ἑβδόμῳ ̓Ιωδαὲ ὁ ἀρχιερεύς, ῳ συνῴκει ἡ ̓Ιωσαβεέ, προσκαλεσάμενός τινας τῶν ἑκατοντάρχων, ὑπέδειξεν ἐκείνοις τὸν ̓Ιωάς, καὶ κοινολογησάμενος τοῖς ἀνδράσι πείθει τῇ μὲν Γοθολίᾳ ἐπαναστῆναι, τῷ δὲ παιδὶ τὴν πατρῴαν βασιλείαν ἐπανασώσασθαι. οι καὶ ο ρκοις τὰς ὁμολογίας πιστώσαντες ἀπῆλθον καὶ συνήθροισαν τοὺς ἱερεῖς καὶ Λευίτας καὶ φυλάρχους πρὸς τὸν ̓Ιωδαέ. ὁ δὲ αὐτοῖς τὸν ̓Ιωὰς ἐνεφάνισε λέγων "ου τος ὑμῖν βασιλεὺς ἐκ σπέρματος τοῦ Δαβίδ." καὶ τὸ ἱερὸν περιεκύκλωσε τῷ λαῷ, μέσον δὲ στήσας τὸν ̓Ιωὰς διάδημά τε αὐτῷ περιέθετο καὶ τὸ τῆς χρίσεως ε λαιον καταχέας αὐτοῦ βασιλέα ἀπέδειξε· καὶ ὁ λαὸς ἐπευφήμησε. τῆς δὲ βοῆς ἡ Γοθολία ἀκούσασα, τῶν βασιλείων τεθορυβημένη ἐξέθορεν, ἑπομένης αὐτῇ καὶ τῆς στρατιᾶς. ἐλθοῦσαν δὲ εἰς τὸ ἱερὸν τὴν μὲν ἐντὸς οἱ ἱερεῖς εἰσεδέξαντο, τοῖς δὲ περὶ αὐτὴν τὸ πλῆθος ἀπεῖρξε τὴν 1.156 ει σοδον. ἡ δὲ τὸν παῖδα ἐστεμμένον ἰδοῦσα ἠπείλησεν ἀνελεῖν τοὺς τὴν ἀρχὴν αὐτῆς ἐπικεχειρηκότας. ̓Ιωδαὲ δὲ τοῖς ἑκατοντάρχαις ἐπέτρεψεν ε ξω τὴν Γοθολίαν ἑλκύσαντας ἀναιρῆσαι. καὶ οἱ μὲν ου τως ἐποίησαν, ̓Ιωδαὲ δὲ τόν τε βασιλέα καὶ τὸν λαὸν ω ρκωσε τιμᾶν τὸν θεὸν καὶ τοὺς νόμους τηρεῖν. καὶ ἐπελθόντες αὐτίκα τῷ τοῦ Βάαλ ναῷ κατέσκαψάν τε αὐτὸν καὶ τὰ ἰνδάλματα τοῦ Βάαλ συνέτριψαν καὶ τὸν ἱερέα ἀπέκτειναν. τὸν δὲ βασιλέα ἐγκαθιστᾶσιν εἰς τὰ βασίλεια, ἑπταέτη τότε τυγχάνοντα. τῷ δὲ ἀρχιερεῖ ̓Ιωδαὲ τήν τε πρὸς τὸ θεῖον πίστιν τηρεῖσθαι καὶ τοὺς νόμους φυλάττεσθαι σφόδρα ἐμέλησεν. ̔Ηβήσας μέντοι ὁ βασιλεὺς καὶ γυναῖκας ἠγάγετο δύο. τοῦ δὲ ναοῦ καθαιρεθέντος ε ν τισι μέρεσι παρὰ Γοθολίας, ὁ ̓Ιωὰς ἀνακαινίσαι αὐτὸν προτεθύμητο. καὶ τὸν ἱερέα καλέσας ̓Ιωδαὲ ἐκέλευσε πέμψαι τοὺς αἰτήσοντας ἐκ πάσης τῆς χώρας εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ ὑπὲρ ἑκάστης κεφαλῆς ἀργυρίου ἡμίσικλον. ̓Ιωδαὲ δὲ φορτικὸν τοῦτο τῷ λαῷ συνεὶς λογισθήσεσθαι, ἑτέρως μέτεισι τῶν χρημάτων τὸν ε ρανον. κιβώτιον γάρ τι κατασκευάσας πάντοθεν κεκλεισμένον, τρῆμά τι πεποίηκεν α νωθεν ἐν αὐτῷ, καὶ ε θετο αὐτὸ παρὰ τὸν ναόν, καὶ ἠξίου ἐμβάλλειν διὰ τοῦ τρήματος ο σον ἑκάστῳ η ν πρὸς βουλῆς εἰς ἀνακαινισμὸν τοῦ ναοῦ. ο τι γοῦν εἰς τὴν ἑκάστου προαίρεσιν ἀνεῖτο τὸ δοθησόμενον, ἀνεπαχθῶς τε τὴν δόσιν πεποίηντο καὶ ἐφιλοτιμοῦντο περὶ τὴν τῶν χρημάτων καταβολήν, ω στε πολὺ χρυσίον ἀθροισθῆναι καὶ πλεῖστον ἀργύριον, ἐξ ω ν ο τε ναὸς ἐπεσκευάσθη καὶ σκεύη πολλὰ πρὸς τὰς θυσίας εἰργάσθησαν, αι φιλότιμοι μέχρις ἐβίω ̓Ιωδαὲ προσήγοντο τῷ θεῷ. ἐκείνου δὲ δικαίως καὶ κατὰ νόμον ζήσαντος ε τη ἑκατὸν πρὸς 1.157 τριάκοντα καὶ ου τω τὸν βίον ἐκλελοιπότος, ἀμελῶς περὶ τὴν εἰς τὸ θεῖον διετέθη τιμὴν ὁ βασιλεὺς ̓Ιωάς, καί οἱ καὶ οἱ φύλαρχοι καὶ οἱ α λλως ἐξάρχοντες τοῦ πλήθους συνδιεφθάρησαν, καὶ προφητῶν δὲ διαμαρτυρομένων αὐτοῖς περὶ τῆς εἰς θεὸν ἀσεβείας, οἱ δὲ οὐκ ἐπαύσαντο. Ζαχαρίου δὲ τοῦ υἱοῦ τοῦ ἀρχιερέως ̓Ιωδαὲ προφητεύοντος καὶ παραινοῦντος τὸν βασιλέα καὶ τὸν λαὸν κατὰ νόμους ζῆν, ὁ ̓Ιωὰς χαλεπήνας καταλευσθῆναι αὐτὸν ἐκέλευσεν. ἀναιρούμενος δὲ ὁ προφήτης δικάσαι τὸν θεὸν ηυ ξατο ἀνθ' ο του τῆς ζωῆς στερεῖται παρὰ τοῦ εὐεργετηθέντος ἐκ τοῦ πατρὸς αὐτοῦ. καὶ μέντοι καὶ ταχέως ἐδίκασεν· ὁ γὰρ τῶν Σύρων βασιλεὺς ̓Αζαὴλ ἐπελθὼν ἐπολιόρκει τὴν ̔Ιερουσαλήμ. ὁ δὲ πάντας τοὺς θησαυροὺς τούς τε θείους καὶ τοὺς βασιλικοὺς ἀφελόμενος καὶ ο σα ἐν ἀναθήμασι, τῷ ̓Αζαὴλ παρέσχετο· ο ς τῷ πλήθει τῶν χρημάτων ἡσθεὶς τῆς πολιορκίας ἀπέσχετο. Τοῖς δὲ ̓Ισραηλίταις ὁ Σύρος ου τος ἐπιτιθέμενος ἐκάκου αὐτοὺς σφόδρα. ̓Ιηοὺ δὲ ὁ τῶν ̓Ισραηλιτῶν βασιλεύς, παραβάτης τῶν θείων γεγονὼς ἐντολῶν, καὶ βασιλεύσας ε τη ει κοσι καὶ ἑπτά, τέθνηκεν· τῆς βασιλείας δὲ ἐπελάβετο ̓Ιωάχαζ ὁ υἱὸς αὐτοῦ. ου βασιλεύοντος ὁ τῶν Σύρων ἀρχηγὸς τὴν χώραν ἐκάκωσε, πόλεις τε πολλὰς αὐτοῦ κατασχὼν τὴν στρατιὰν αὐτοῦ μαχαίρας ε ργον 62

πεποίηκεν. ἐν τούτῳ δὲ ὁ ̓Ιωάχαζ τοῦ θεοῦ δεηθεὶς σωτηρίαν ευ ρατο καὶ ἀνακωχὴν τῶν δεινῶν. ἑπτακαίδεκα δὲ βασιλεύσας ε τη θνήσκει, διάδοχον τῆς βασιλείας ἐσχηκὼς ̓Ιωὰς τὸν 1.158 υἱόν, ὁμωνυμοῦντα τῷ τῆς ̓Ιούδα φυλῆς βασιλεύοντι. οὐχ ο μοιος δὲ τῷ πατρὶ ὁ ̓Ιωὰς ου τος ἐγένετο, ἀγαθὸς δέ. ο ς καὶ τοῦ ̓Ελισσαίου νοσήσαντός τε καὶ θνήσκοντος ἐθρήνει, πατέρα αὐτὸν καὶ ο πλον καλῶν, ὡς δι' αὐτοῦ κρατῶν τῶν ἐχθρῶν. ὁ δὲ προφήτης παρεμυθεῖτο αὐτόν· καὶ τόξον ἐκέλευε λαβόντα βέλη βαλεῖν. τρισσάκις δὲ τοῦ βασιλέως τοξεύσαντος καὶ παυσαμένου, ει πεν ὁ ̓Ελισσαῖος "εἰ μὲν πλείω ἀφῆκας βέλη, ἐξέκοψας α ν ῥιζόθεν τὴν τῶν Σύρων ἀρχήν· νῦν δ' ἰσαρίθμους τοῖς βέλεσι νίκας νικήσεις αὐτούς, καὶ τὴν χώραν η ν ἐκεῖνοι ἀφείλοντο ἐπανασώσεις σου τῇ ἀρχῇ." ει τα ὁ προφήτης ἐξέλιπε καὶ ε τυχε ταφῆς μεγαλοπρεποῦς. λῃσταὶ δέ τινα ἀνελόντες εἰς τὸν τάφον τοῦ προφήτου αὐτὸν ε ρριψαν· καὶ ἀνέζησεν ὁ ῥιφεὶς καὶ ἀνέστη. ἀπέθανε δὲ καὶ ̓Αζαὴλ ὁ βασιλεὺς Συρίας ἐπὶ διαδόχῳ τῷ υἱῷ Αδερ· ῳ συμβαλὼν ̓Ιωὰς ὁ τῶν ̓Ισραηλιτῶν βασιλεύς, καὶ τρισσάκις ἡττήσας, ἐπανεσώσατο τῷ ̓Ισραὴλ τὴν χώραν καὶ τὰς πόλεις α ς ̓Αζαὴλ ἀφείλετο ὁ τοῦ Αδερ πατήρ. ̓Ιωὰς δὲ ὁ βασιλεὺς ̓Ιούδα ἐτῶν μὲν ω ν ἑπτὰ ο τε ἀνερρήθη, βασιλεύσας δὲ ἐνιαυτοὺς τεσσαράκοντα, ἐτελεύτησεν, ἀναιρεθεὶς παρὰ τῶν θεραπόντων αὐτοῦ. καὶ τὴν βασιλείαν τῆς ̔Ιερουσαλὴμ ὁ υἱὸς αὐτοῦ ̓Αμεσίας περιεζώσατο, εὐσεβὴς γεγονώς, ἐτῶν ω ν ο τε τῆς ἀρχῆς ἐπέβη πέντε καὶ ει κοσιν, ἠνυκὼς δὲ τὴν βασιλείαν ἐπ' ἐνιαυτοὺς ἐννέα καὶ ει κοσι. καὶ τοὺς ἀνελόντας τὸν πατέρα αὐτοῦ κολάσας, τοὺς ἐκείνων παῖδας ἀθῴους ἀφῆκε κατὰ τὸν νόμον, λέγοντα "οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὐδὲ μέντοι διὰ πατέρας υἱοί." ο ς καὶ κατὰ τῶν ̓Ιδουμαίων καὶ ̓Αμαληκιτῶν στρατεύσας συμμάχους ἐκ τῶν ̓Ισραη.159 λιτῶν ἐμισθώσατο. προφήτης δέ τις καταλιπεῖν τοὺς συμμάχους αὐτῷ συνεβούλευε καὶ μετὰ μόνων τῶν οἰκείων διαθέσθαι τὸν πόλεμον. ῳ πεισθεὶς ἀπέλυσε τοὺς ̓Ισραηλίτας, καὶ τὸν μισθὸν αὐτοῖς χαρισάμενος. συμβαλὼν ου ν τοῖς ἀλλοφύλοις ἐνίκησεν. οἱ δ' ἀπολυθέντες σύμμαχοι ὀργισθέντες τήν τε χώραν τῶν ̓Ιουδαίων κατέδραμον καὶ πολλοὺς ἀνεῖλον. ̓Αμεσίας δὲ διὰ τὸ εὐτύχημα φρονηματισθείς, καὶ ἀσεβήσας εἰς θεόν, διεπέμψατο πρὸς ̓Ιωὰς τὸν βασιλέα τοῦ ̓Ισραήλ, ἀπαιτῶν πρὸς αὐτὸν η ξειν, ὡς ὑποκεῖσθαί οἱ ὀφείλοντα, ἀπογόνῳ Δαβὶδ καὶ Σολομῶντος τυγχάνοντι. ὁ δὲ ἀνταπέστειλε μηνύων αὐτῷ ὡς "τὴν κέδρον ἡ α κνος ἠξίου κῆδος ἐπὶ τοῖς παισὶ τοῖς οἰκείοις ποιήσασθαι. ἐν τοσούτῳ δὲ τὰ θηρία τοῦ ἀγροῦ παρερχόμενα συνεπάτησαν τὴν α κνον, καὶ ἀπώλετο. τοῦτό σοι ἀρκετὸν εἰς παράδειγμα· καὶ μὴ ο τι εὐτύχησας πατάξας τοὺς ἀλλοφύλους μέγα φρόνει, μηδὲ τὸν λαόν σου καὶ ἑαυτὸν εἰς κινδύνους συνώθει." πρὸς ταῦτα ὀργισθεὶς ̓Αμεσίας στρατεύει κατὰ τοῦ ̓Ιωάς. φόβος δ' ἐμπίπτει τῇ αὐτοῦ στρατιᾷ, καὶ τρέπεται εἰς φυγήν· μονωθεὶς δὲ ̓Αμεσίας συλλαμβάνεται παρὰ τῶν πολεμίων καὶ ἀπάγεται πρὸς τὸν ̓Ιωάς. ὁ δὲ δέσμιον α γων αὐτὸν η λθεν εἰς ̔Ιερουσαλήμ, καὶ καθελὼν τοῦ τείχους μέρος, εἰσήλασε διὰ τοῦ καθαιρεθέντος εἰς τὴν πόλιν ἐφ' α ρματος, καὶ ἀφείλετο τούς τε ἱεροὺς θησαυροὺς καὶ ο σα ἐν τοῖς βασιλείοις ἀπέκειτο. καὶ λύσας τὸν ̓Αμεσίαν ἐπανῆλθεν εἰς τὴν Σαμάρειαν. καὶ βασιλεύσας τὰ πάντα ε τη ἑξκαίδεκα τελευτᾷ. καὶ ἐβασίλευσεν ̔Ιεροβοὰμ ὁ υἱὸς αὐτοῦ. ̓Αμεσίας δὲ μετὰ ταῦτα ἐπιβουλευθεὶς ἀνῃρέθη, ζήσας τέσσαρας ἐνιαυτοὺς καὶ πεντήκοντα, βασιλεύσας δὲ ει κοσι καὶ ἐννέα. ἐχρίσθη δὲ 1.160 βασιλεὺς ὁ υἱὸς αὐτοῦ ̓Οζίας, ἐτῶν ὑπάρχων ἑξκαίδεκα. ̔Ιεροβοὰμ δὲ ὁ υἱὸς ̓Ιωὰς ἀσεβὴς ἐγένετο καὶ παράνομος. καὶ τοιοῦτος δὲ ω ν, τοῦ θεοῦ τὸν ̓Ισραηλίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου ̓Ιωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος. Τοῦτον τὸν προφήτην ἀπέστειλεν ὁ θεὸς εἰς Νινευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν τῶν Νινευιτῶν ἐξολόθρευσιν. ὁ δὲ οὐκ ἀπῄει, ἀλλ' ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγονότος ἡ ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν 63

ἐμπλεόντων πειρωμένων γνῶναι τὸν αι τιον, κληροῦται ὁ ̓Ιωνᾶς. καὶ ο στις ει η ἀνακρινόμενος ἐκεῖνος τὰ καθ' ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν προετρέπετο· "οὐ γὰρ α ν α λλως" ε λεγε "τὸν κίνδυνον διαφύγοιτε." ὁ μὲν ου ν ἐρρίφη, ὁ δὲ κλύδων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ι σας νύκτας ζῶντα καὶ σῷον αὐτὸν ἐξήμεσεν. ὁ δὲ συγγνώμην ῃ τει τὸν θεὸν διὰ τὴν παρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι α προσετέτακτο. ὁ δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ καταστραφῆναι ἐκήρυξεν. ὁ δὲ τῆς πόλεως βασιλεὺς καὶ ὁ λαὸς α πας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ο ς τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ο λεθρον ἀπ' αὐτῶν. ̔Ιεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς θνήσκει. καὶ μετ' αὐτὸν ἐκράτησε τῆς ἀρχῆς ̓Αζαρίας ὁ παῖς αὐτοῦ. 1.161 ̔Ο δὲ βασιλεὺς ̔Ιερουσαλὴμ ̓Οζίας εὐσεβὴς τὰπρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος η ν· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφόρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκπέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιᾶσαι τῷ θεῷ ἐπεχείρησεν· κωλυόντων δ' αὐτὸν τοῦ ἀρχιερέως ̓Αζαρίου καὶ τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θάνατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ φῶς οι ον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως ο ψει προσβαλὸν λέπραν ἐποίησε κατ' αὐτῆς ἐξανθῆσαι. οἱ δ' ἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βασιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ ου τως ζήσας χρόνον τινά, ὑπ' ἀθυμίας ἀπέθανε, βασιλεύσας ε τη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ ̓Ιωάθαμ. ̓Αζαρίας δὲ ὁ τοῦ ̔Ιεροβοὰμ ἐπὶ ε ξ βασιλεύσας μῆνας τῶν ̓Ισραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολοφονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφ' ἡμέρας βασιλεύσας τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύσαντος ἐπὶ τὸν ̓Ισραὴλ ἀντ' αὐτοῦ. ἀραμένου δὲ πόλεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν ̓Ασσυρίων βασιλέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, α ἐκ τοῦ λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ε τη δὲ βασιλεύσας δέκα ὁ Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ ου τος καὶ ὠμὸς γεγονὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ ̔Ρομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσεβῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. ο τε καὶ Θαιγλαφαλασὰρ ὁ τῶν ̓Ασσυρίων βασιλεὺς 1.162 τῇ χώρᾳ τῶν ̓Ισραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ χώραν οὐκ εὐαρίθμητον. ὁ δὲ τοῦ ̓Οζίου υἱὸς ̓Ιωάθαμ βασιλεὺς ̔Ιερουσαλὴμ εὐσεβὴς τυγχάνων καὶ δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς ̓Αμμανίτας ὑποφόρους ε θετο, μάχῃ νικήσας αὐτούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν ̓Ασσυρίων προεῖπε καταστροφῆς· καὶ ἡ πρόρρησις ἐκείνου ε ργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελθόντων ἐνιαυτῶν. τῷ δ' ̓Ιωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ε τη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δ' ἐπὶ ε ξ βασιλεύσαντι. Μετέπεσε δὲ τῆς ̔Ιερουσαλὴμ ἡ ἀρχὴ εἰς Αχαζ τὸν ἐκείνου υἱόν, ἀσεβήσαντα πρὸς θεὸν καὶ τοὺς αὐτοῦ νόμους παραβάντα· εἰδώλοις γὰρ προσεκύνει καὶ βωμὸν αὐτοῖς ἐν ̔Ιεροσολύμοις ἀνέστησε καὶ παῖδα οἰκεῖον αὐτοῖς ὡλοκαύτωσε. καθ' ου ̔Ραασὼν ὁ τῶν Σύρων ἡγεμονεύων καὶ ὁ τῶν ̓Ισραηλιτῶν βασιλεὺς Φακεὲ συμπνεύσαντες ἐπολιόρκουν αὐτὸν ἐν ̔Ιερουσαλὴμ ἐπὶ μακρόν. καὶ ὁ μὲν ̔Ραασών, πόλεων ἑτέρων κρατήσας, τοὺς αὐτῶν οἰκήτορας ἀνελὼν καὶ Σύρους ἐγκατοικίσας αὐταῖς ἐπανῆλθεν εἰς Δαμασκόν· Αχαζ δέ, μόνου περιλειφθέντος τοῦ Φακεέ, συμμίξας αὐτῷ η ττητο, δώδεκα μυριάδας ἀποβαλὼν τοῦ λαοῦ καὶ πολλοὺς τῶν ἐπισήμων καὶ τὸν υἱόν. Φακεὲ δὲ ἀνέζευξεν εἰς Σαμάρειαν αὐτὸς καὶ ἡ στρατιὰ αὐτοῦ, αἰχμαλώτων πλῆθος πολὺ εἰς τὴν ἑαυτῶν μετοικίσαντες. προφήτης δέ τις ἐν Σαμαρείᾳ πρὸ τῶν τειχῶν ὑπαντήσας αὐτοῖς ἐμέμφετο ὡς συγγενεῖς 1.163 αἰχμαλωτίσασι καὶ 64

συνεβούλευεν ἐλευθερῶσαι αὐτούς· οἱ δὲ πεισθέντες ἀφῆκαν τοὺς αἰχμαλώτους. Αχαζ δὲ τὸν ̓Ασσυρίων βασιλέα ἠξίου συμμαχῆσαι αὐτῷ κατὰ τῶν Σύρων καὶ τῶν ̓Ισραηλιτῶν. ὁ δ' η κε καὶ τήν τε χώραν τῶν Σύρων ἐπόρθησε καὶ τὴν Δαμασκὸν ει λε καὶ τὸν ̔Ραασὼν ἀνεῖλε καὶ τὴν τῶν ̓Ισραηλιτῶν χώραν καταδραμὼν πλείστους αἰχμαλώτους ἀπήγαγεν. ὁ δὲ Αχαζ ἀμοιβὴν ὑπὲρ τούτων τῷ Θαιγλαφαλασὰρ τούς τε βασιλικοὺς δέδωκε θησαυροὺς καὶ ο σα τῷ ἱερῷ ἐναπέκειντο. εἰς τοσοῦτον δ' ἠσέβησεν ὡς μὴ μόνον τοὺς τῶν ἀλλοφύλων σέβειν θεούς, ἀλλὰ καὶ τὸν ναὸν ἀποκλεῖσαι καὶ συλῆσαι τὰ αὐτοῦ ἀναθήματα. ου τω δὲ βιοὺς ἐτελεύτησεν ε ξ καὶ τριάκοντα ζήσας ε τη, βασιλεύσας δ' ἑξκαίδεκα, ̓Εζεκίᾳ τῷ υἱῷ τὴν βασιλείαν λιπών. συνέβη δὲ καὶ τῶν ̓Ισραηλιτῶν βασιλέα τότε θανεῖν κατ' ἐπιβουλὴν ̓Ωσηέ. καὶ ου τος δὲ πονηρὸς η ν· διὸ καὶ στρατεύσαντος κατ' αὐτοῦ τοῦ τῶν ̓Ασσυρίων βασιλέως Σαλμανασὰρ ἐδουλώθη αὐτῷ, φόρους τελεῖν ἐτησίως ἐπιταχθείς. ̓Εζεκίας δὲ εὐσεβὴς ω ν καὶ δίκαιος, ἐκκλησιάσας τοὺς ἱερεῖς καὶ Λευίτας ἀνοῖξαι τὸ ἱερὸν ἐνετείλατο καὶ θύειν ὡς νόμος αὐτοῖς, καὶ τὸν λαὸν μηδὲν τῆς τοῦ θείου τιμῆς ἐκέλευε προτιμᾶν. ε στειλε μέντοι καὶ πρὸς πᾶσαν τὴν χώραν μετακαλούμενος α παντας τὴν τῶν ἀζύμων ἑορτὴν ἑορτάσοντας, ἐπὶ μακρὸν μὴ τελεσθεῖσαν διὰ τὰς τῶν κρατούντων παρανομίας. καὶ τοῖς ̓Ισραηλίταις προυτρέπετο τὸν πατρῷον σέβειν θεὸν κατὰ τὴν πάλαι συνήθειαν. οἱ δὲ οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς προφήτας ταὐτὰ παραινοῦντας ἐφόνευσαν. τινὲς δὲ πεισθέντες μετηνέχθησαν εἰς εὐσέβειαν καὶ εἰς ̔Ιερουσαλὴμ συνέδραμον εἰς 1.164 προσκύνησιν τοῦ θεοῦ. καὶ ὁ βασιλεὺς ̓Εζεκίας μετὰ τῶν ἡγεμόνων τοῦ λαοῦ ἀπελθὼν εἰς τὸ ἱερόν, ε θυσε διὰ τῶν ἱερέων θυσίας πολυτελεῖς, καὶ τῷ λαῷ μετέδωκε ζῴων πρὸς εὐωχίαν πολλῶν, καὶ τοῖς ἱερεῦσιν ἐξελθεῖν εἰς τὴν χώραν καὶ ἁγνίσαι αὐτὴν ἐνετείλατο. ει τα κατὰ τῶν ἀλλοφύλων πόλεμον η ρε καὶ πόλεις ει λεν αὐτῶν. ̔Ο δὲ τῶν ̓Ισραηλιτῶν βασιλεὺς ̓Ωσηὲ εἰς συμμαχίαν προσεκαλέσατο Σωβὰ τὸν βασιλέα Αἰγύπτου κατὰ τῶν ̓Ασσυρίων. ο γνοὺς Σαλμανασὰρ ὠργίσθη· καὶ ἐπὶ τρισὶν ε τεσιν ἐπολιόρκησε τὴν Σαμάρειαν, καὶ κατέσχε τὴν πόλιν καὶ τὴν βασιλείαν ἠφάνισε, καὶ τὸν λαὸν αἰχμαλωτίσας μετῴκισεν εἰς τὴν ἰδίαν χώραν, καὶ αὐτὸν τὸν βασιλέα τῶν ̓Ισραηλιτῶν ̓Ωσηέ. καὶ μεταναστεύσας ἐκ τῆς οἰκείας χώρας ε τερα ε θνη ἀπό τινος τόπου Χούθου καλουμένου μετῴκισεν εἰς Σαμάρειαν καὶ εἰς τὴν χώραν αὐτῆς. μετήχθησαν ου ν αἱ δέκα φυλαὶ τῶν ̓Ισραηλιτῶν μετὰ ἐνακόσια τεσσαράκοντα ἑπτὰ ε τη ἐξ ο του τὴν Αι γυπτον λιπόντες ἐξήλθοσαν, μετὰ δὲ διακόσια τεσσαράκοντα καὶ μῆνας ἑπτὰ ἐξ ο του καταλιπόντες τὸν ̔Ροβοὰμ ει λοντο ἑαυτοῖς εἰς βασιλέα τὸν ̔Ιεροβοάμ. οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν, Χουθαῖοι καλούμενοι ἐκ τοῦ τόπου ἐν ῳ κατῴκουν τὸ πρὶν ἐν Περσίδι, πέντε ο ντες ε θνη, τοὺς ἰδίους θεοὺς καὶ αυ θις ἐθρήσκευον. ὡς μὲν ου ν ἡ τετάρτη τῶν Βασιλειῶν λέγει, λέοντας ἐξήγειρεν ὁ θεὸς καὶ διέφθειρε πολλοὺς ἐξ αὐτῶν· ὡς δὲ ̓Ιώσηπος ἱστορεῖ, λοιμὸς αὐτοῖς ἐνέσκηψε. γνόντες δὲ κατ' ὀργὴν τοῦ θεοῦ ἐπιέναι αὐτοῖς τὰ κακά, τοῦ σφετέρου βασιλέως ἐδέοντο ἱερεῖς στεῖλαι αὐτοῖς ἐκ τῶν ̓Ισραηλιτῶν, ι ν' αὐτοὺς τὴν τῶν ̔Εβραίων θρησκείαν μυήσωσιν· ου 1.165 γενομένου ἐπαύσατο ἡ φθορά. καλοῦνται δὲ παρὰ μὲν τῶν ̔Εβραίων Χουθαῖοι, πρὸς δὲ τῶν ̔Ελλήνων Σαμαρεῖται. ̓Εν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ε τει τῆς βασιλείας ̓Εζεκίου τοῦ τῆς ̔Ιερουσαλὴμ βασιλέως ὁ τῶν ̓Ασσυρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ ̓Ιουδαίᾳ καὶ πάσας ει λε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ ̓Εζεκίας περὶ τῇ ̔Ιερουσαλήμ, διαπέμπεται πρὸς αὐτὸν ὑπισχνούμενος διδόναι φόρον ο ν α ν ἐπενέγκοι. Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυσοῦ δὲ τριάκοντα ῃ τησε, καὶ πίστεις ἐνωμότους παρέσχεν η μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπ' Αἰγυπτίους ω ρμησε καὶ Αἰθίοπας, τὸν δ' ἀρχιστράτηγον αὐτοῦ ̔Ραψάκην σὺν δυσὶ στρατηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν ̔Ιερουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν 65

βαλόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ ̓Εζεκίᾳ. ἀλλ' ἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμένους τῶν ὑπ' αὐτὸν ε πεμψε. κἀκεῖνοι "εἰ ἐπὶ τοὺς Αἰγυπτίους πέποιθεν ̓Εζεκίας" ε φησαν, "μωραίνει ἐπ' ι σης ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, η οὐδὲν η μυνε τῷ κατέχοντι, ἀλλ' αὐτός τε συμπέπτωκε καὶ ὁ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ ὁ Αἰγύπτιος." ταῦτα ἑβραϊστὶ ὁ ̔Ραψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐτόν, ι να μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. ὁ δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ε λεγεν εἰς ἐπήκοον πάντων "μὴ ἀπατάτω ὑμᾶς ̓Εζεκίας λέ.166 γων, κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμάρειαν;" καὶ ἀπήγγειλαν ταῦτα τῷ ̓Εζεκίᾳ. ὁ δὲ ἀκούσας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον, καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ' ἀνελπίστοις αἰτῶν· καὶ πρὸς ̔Ησαΐαν τὸν προφήτην πέμψας παρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ι ν' ι λεως ε σοιτο τῷ λαῷ. ὁ δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττηθήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι α πρακτον ἀπ' Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σεναχηρεὶμ τῷ ̓Εζεκίᾳ "μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ῳ πέποιθας μὴ παραδοθῆναι τὴν ̔Ιερουσαλὴμ εἰς χεῖράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθνῶν ου ς διέφθειραν οἱ πατέρες μου." ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς ̓Εζεκίας κατέθετο εἰς τὸ ἱερὸν καὶ ἱκέτευσε τὸν θεόν "ι δε" λέγων "κύριε, καὶ α κουσον τοὺς λόγους Σεναχηρείμ, ου ς ε στειλεν ὀνειδίζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ." ̔Ησαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπακοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ α γγελος ἐν τῇ παρεμβολῇ τῶν ̓Ασσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ μεθ' ἡμέραν νεκρὰ τὰ τούτων σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ ̔Ιερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορκῶν τὸ Πηλούσιον ε λυσε τὴν πολιορκίαν, μυῶν ἐν νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν ̓Ασσυρίων καὶ τὰ λοιπὰ τῶν ο πλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, ̓Ιώσηπος δὲ ἱστορεῖ ἐν ̔Ηροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλδαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν ὁ Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κατέλαβε τὴν σὺν τῷ ̔Ραψάκῃ στρατιὰν εἰς ̔Ιεροσόλυμα· καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς ̓Ασσυ.167 ρίοις, ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δείσας ου ν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖθεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ α πεισιν εἰς Νινευί. καὶ μετ' ὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν ἀρχὴν διαδεξαμένου. ̓Εζεκίας δὲ τοῦ φόβου ἀπαλλαγεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετ' ὀλίγον νοσήσαντι αὐτῷ προσελθὼν ̔Ησαΐας κατ' ἐντολὴν τοῦ θεοῦ ει πε "τάξαι τῷ οι κῳ σου· οὐ γὰρ ζήσῃ." τῷ δὲ ἡ τοῦ θνήσκειν ἐλπίς, καὶ ο τι παῖδας μὴ ε χων ε ρημον ε μελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν, καὶ ἀθυμῶν ἐπὶ τούτοις ε κλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αυ θις ̔Ησαΐας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. ὁ δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογιζόμενος, σημεῖον ῃ τει τὸν προφήτην δεῖξαι αὐτῷ εἰς πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, η δη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ὁ η λιος καὶ σκιὰν ποιήσας, ἐπέστρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν ̓Εζεκίας τῆς νόσου ἀπήλλακτο. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλαδὰν πρὸς ̓Εζεκίαν πρεσβείαν ποιησάμενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν ε χειν καὶ φίλον ἠξίου. ὁ δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ ο πλα καὶ πᾶσαν τὴν βασιλικὴν πολυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ ἀπέλυσεν αὐτούς. ̔Ησαΐας δὲ ει πε τῷ ̓Εζεκίᾳ "ἐλεύσονται ἡμέραι, καὶ ὁ πλοῦτος ο ν ἐθεάτρισας εἰς Βαβυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου ε σονται εἰς 66

1.168 εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος." ̓Εζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, "ε στω" φησίν "εἰρήνη ἐν ταῖς ἡμέραις μου." ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντηκοστὸν καὶ τέταρτον ε τος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ ει κοσι. Διαδεξάμενος δὲ τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Μανασσῆς πᾶν ει δος κακίας καὶ ἀσεβείας πρότερον ἐπεδείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα ὁ θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς ̓Ιουδαίας ἐκίνησεν, η τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώσατο. ὁ δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αι τιον, ἀπέκλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἱ τὰ δυσχερῆ. καὶ ὁ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασιλείαν ἀποκαθίστησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. ου τω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτελεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς πεντήκοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά. ̔Η βασιλεία δὲ πρὸς ̓Αμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοῦ πατρὸς αὐτοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς ἐπὶ τέσσαρσιν ει κοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο ἡ πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν ̓Ιωσίαν, ο γδοον τῆς ἡλικίας ἀνύοντα χρόνον· ο ς εὐσεβὴς ἐγένετο καὶ τὸν λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς 1.169 τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπισκευὴν ο σον ε καστος βούλεται. καὶ ου τω συναχθέντων χρημάτων ο τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιττεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρήσατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ο ς ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκειμέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως τῷ βασιλεῖ. ὡς δ' ἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα διέρρηξε καὶ πρὸς τὴν προφῆτιν ̓Ολδὰν γυναῖκα Σελοὺμ ε πεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ α λλους, ἱλεώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. ἡ δὲ τὸ μὲν θεῖον η δη ψῆφον ει πεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον ο ντα οὐκ ἐπάξει νῦν τὰ κακά, ἀλλ' αὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. ὁ δὲ τούτων ἀκούσας συνήγαγε τὸν λαὸν εἰς ̔Ιεροσόλυμα, καὶ εἰς ἐπήκοον πάντων τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. ει τα ο ρκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων ὁ λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰδώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βωμοῦ ο ν ἀνέστησεν ̔Ιεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου, ο ς θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προεῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ Δαβὶδ ̓Ιωσίαν μετὰ τριακόσια ε τη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς ̓Ισραηλίτας δὲ πορευθεὶς ̓Ιωσίας, ο σοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρησκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἁπάσης τῆς χώρας ἀφανίσας τὰ ει δωλα, εἰς ̔Ιερουσαλὴμ τὸ πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, η ν 1.170 πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγαγών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμήσων ἀπῄει, ει ργε δὲ αὐτὸν ̓Ιωσίας διὰ τῆς χώρας αὐτοῦ παρελθεῖν. ὁ δὲ μὴ ἐπ' αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. ̓Ιωσίας δὲ οὐ μεθίετο. η δη ου ν παρετάσσοντο μαχεσόμενοι, καὶ ̓Ιωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ε λυσεν. ὁ δὲ βασιλεὺς ἀναζεύξας εἰς ̔Ιεροσόλυμα τελευτᾷ, βασιλεύσας ε τη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου ̔Ιερεμίας η ν ὁ προφήτης, ο ς καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ ̔Ιερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ ̔Ρωμαίων αὐτῆς α λωσιν. οὐ μόνον δὲ ου τος περὶ τούτων προέγραψεν, ἀλλὰ καὶ ̓Ιεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέλιπεν. η σαν δὲ α μφω τῆς ἱερατικῆς φυλῆς. Τελευτήσαντος δὲ ̓Ιωσίου ̓Ιωάχαζ ὁ παῖς αὐτοῦ η ρξεν, ει κοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ω ν, ἀσεβὴς 67

γεγονώς· ο ν ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς ὁ τῶν Αἰγυπτίων βασιλεὺς ε δησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ ̓Ελιακεὶμ δέδωκεν, ̓Ιωακεὶμ μετονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, ε ν δὲ χρυσοῦ. τὸν ̓Ιωάχαζ δὲ ἀπήγαγεν εἰς Αι γυπτον, ο που καὶ ἐτελεύτησεν. ὁ δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς η σαν μῆνες ἐπὶ δέκα ἡμέραις. ̓Ιωακεὶμ δὲ ἀσεβεῖ τε ο ντι καὶ κακούργῳ ε τος η δη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυλωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. ου τος τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ' ε τει τῆς βασιλείας ̓Ιωακεὶμ ἐπιστρατεύει τῇ ̓Ιουδαίᾳ μετὰ βαρείας δυ.171 νάμεως. ̓Ιωακεὶμ δὲ δείσας ὑπόφορον ε θετο τῷ Βαβυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ε τεσι προσῆγε τοὺς φόρους, ει τα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωνίου, ἐπέσχε τὴν τῶν φόρων καταβολήν, καίτοι τοῦ προφήτου ̔Ιερεμίου προλέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως α λωσιν καὶ τὴν τοῦ βασιλέως ̓Ιωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. η ν λαβόντες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· ὁ δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κατῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ' οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ' οὐ πολὺ δὲ κατ' αὐτοῦ στρατεύει ὁ Βαβυλώνιος, ̓Ιωακεὶμ δὲ ἀπραγμόνως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. ὁ δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφόνευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οι ς η ν καὶ ὁ προφήτης ̓Ιεζεκιὴλ παῖς ω ν, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, ̓Ιωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς ̓Ιουδαίας. Ου τω μὲν ε σχε τέλους ̓Ιωακείμ, ἐνιαυτοὺς βιώσας ε ξ καὶ τριάκοντα, βασιλεύσας δὲ ε νδεκα. ὁ δὲ Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. ὁ δὲ μὴ θέλων τὴν πόλιν δι' αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή τι κακῶσαι τὴν πόλιν η αὐτούς· α ς παρέβη ὁ Βαβυλώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οι πρὸς ὀκτα.172 κοσίοις τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο. τὸν ̓Ιωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φίλους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς ̔Ιερουσαλὴμ βασιλείαν τῷ τοῦ ̓Ιωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλ' αὐτῷ φυλάξειν τὴν χώραν. ὁ δὲ νέος ω ν, ει κοσι γὰρ καὶ ἑνὸς η ν ἐτῶν ο τε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερόπτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ ̔Ιερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδ' ἐπίστευε λέγοντι τὰς μελλούσας ε σεσθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· α ς καὶ ̓Ιεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς ̔Ιεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν ὁ Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν α λλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδόκουν ἐναντιοῦσθαι. ̓Ιεζεκιὴλ μὲν γὰρ μὴ ο ψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, ̔Ιερεμίας δὲ δέσμιον αὐτὸν ἀπαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προείρηντο· τυφλωθεὶς γὰρ ἐν ̓Ιουδαίᾳ καὶ δέσμιος ἀπαχθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο. Ου τος ὁ Σεδεκίας ἐπὶ ε τη ὀκτὼ τηρήσας τὴν πίστιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους ἀπέκλινε. διὸ στρατεύσας ὁ Ναβουχοδονόσορ ἐπολιόρκει τὴν ̔Ιερουσαλήμ. τῶν δ' Αἰγυπτίων εἰς συμμαχίαν ἡκόντων τοῖς ̓Ιουδαίοις, προϋπαντήσας σφίσιν ὁ Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν αὐτοὺς ε λεγον· ̔Ιερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς 1.173 καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπ' ε τη 68

δουλεύσοντα ἑβδομήκοντα, μέχρις ου Πέρσαι καὶ Μῆδοι τὴν Βαβυλωνίων ἀρχὴν καταλύσουσι· τότε δὲ λυθῆναι τῆς αἰχμαλωσίας αὐτούς, καὶ τὸν ναὸν αυ θις καὶ τὴν πόλιν ἀνοικοδομῆσαι. ταῦτ' ε λεγεν ̔Ιερεμίας· ὁ δὲ βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τοὺς λόγους αὐτοῦ ἐμυκτήριζον. ἀπιόντι δὲ τῷ προφήτῃ πρὸς ̓Αναθὼθ τὴν πατρίδα συναντήσας τις τῶν ἀρχόντων καὶ κατασχὼν ὡς αὐτόμολον η γαγε πρὸς τοὺς α ρχοντας· οι αἰκισάμενοι αὐτὸν ἐτήρουν εἰς κόλασιν. Κατὰ δὲ τὸ ε νατον ε τος τῆς βασιλείας Σεδεκίου ε πεισι τὸ δεύτερον κατὰ τῶν ̔Ιεροσολύμων ὁ Βαβυλώνιος, καὶ ἐφ' ε να πρὸς τῷ ἡμίσει ἐνιαυτὸν κραταιῶς τὴν πόλιν πολιορκεῖ. τῇ δὲ πολιορκίᾳ λιμὸς συνηνέχθη καὶ ἐπὶ τούτοις λοιμός. ̔Ιερεμίας δὲ καθειργμένος δέξασθαι τὸν Βαβυλώνιον παρεκάλει τὸ πλῆθος· σωθήσεσθαι γὰρ ου τως· εἰ δ' ου , μένοντας ἀπολεῖσθαι η λιμῷ η μαχαίρᾳ· "εἰ δέ τις προσχωρήσει τοῖς πολεμίοις, τὸν θάνατον" ε λεγε "διαφεύξεται." οὐδενὶ μέντοι πιστὸς ὁ προφήτης λελόγιστο, οἱ δ' ἡγεμόνες καὶ προσηρέθιζον κατ' ἐκείνου τὸν βασιλέα. ὁ δὲ διὰ τὸν καιρὸν αὐτοὺς θεραπεύων ἐνέδωκεν αὐτοῖς χρήσασθαι τῷ προφήτῃ ὡς βούλονται. κἀκεῖνοι αὐτὸν εἰς λάκκον βορβορώδη ἐνέβαλον. Σεδεκίας δὲ τοῦτο μαθὼν ἀνελκυσθῆναι αὐτὸν ἐκεῖθεν ἐκέλευσε, καὶ λάθρᾳ καλέσας η ρετο τί φησι πρὸς τὰ παρόντα δεινά. ὁ δὲ παραδοῦναι τὴν πόλιν συνεβούλευε τῷ Βαβυλωνίῳ. Σεδεκίας δὲ δεδιέναι ε λεγε μὴ ἀναιρεθῇ. ὁ δὲ προφήτης οὐδενὸς αὐτὸν ου τω ποιοῦντα πειραθήσεσθαι δυσχεροῦς ἰσχυρίζετο. τὸν 1.174 μὲν ου ν ὁ βασιλεὺς ἀπέλυσεν, ὁ δέ γε Βαβυλώνιος ἐπολιόρκει τὴν πόλιν μετὰ σφοδρᾶς ἐπιθέσεως, καὶ ει λε ταύτην τῷ ἑνδεκάτῳ ἐνιαυτῷ τῆς ἀρχῆς Σεδεκίου. Σεδεκίας δὲ μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων καὶ τῶν προσηκόντων καὶ τῶν φίλων ε φευγεν ἐκ τῆς πόλεως. οἱ δὲ πολέμιοι κατεδίωξαν αὐτὸν καὶ κατέλαβον μονωθέντα· οἱ γὰρ ἡγεμόνες καὶ οἱ φίλοι αὐτοῦ διεσπάρησαν. ζωγρήσαντες ου ν αὐτὸν καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας η γαγον εἰς τὸν Βαβυλώνιον. ὁ δὲ ὠνείδισεν αὐτὸν εἰς ἀχαριστίαν καὶ ἀπιστίαν, ἐκέλευσέ τε τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς φίλους κτανθῆναι ἐν ὀφθαλμοῖς αὐτοῦ· ει τα καὶ τὰ ο μματα πηρώσας αὐτοῦ δέσμιον εἰς Βαβυλῶνα ἀπήγαγεν. καὶ τότε συνῆκε καὶ α μφω τοὺς προφήτας ἀληθῆ προειπεῖν. ου τος τέλος ἐγένετο τῶν ἐκ τοῦ σπέρματος τοῦ Δαβὶδ βεβασιλευκότων. ει κοσι δὲ καὶ ει ς ἐτύγχανον α παντες, ἐτῶν διελθόντων ἐξ ο του τῆς βασιλείας ἐπέβη Σαοὺλ πεντακοσίων δέκα καὶ τεσσάρων, μηνῶν ε ξ, ἡμερῶν δεκαέξ. Πεμφθεὶς δὲ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ Βαβυλωνίου τόν τε ναὸν καὶ τὰ βασίλεια ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ τοῦ ναοῦ πάντα ἐσύλησεν. ἐμπέπρηστο δὲ ὁ ναὸς μετὰ τετρακόσια ε τη καὶ ἑβδομήκοντα μῆνάς τε ε ξ καὶ ἡμέρας δέκα ἀφ' ου ἐδομήθη καιροῦ, ἐκ δὲ τῆς ἐξ Αἰγύπτου τῶν ̔Εβραίων μεταναστεύσεως μετὰ ἑξήκοντα δύο ε τη καὶ χίλια καὶ μῆνας ε ξ καὶ ἡμέρας δέκα, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ μετὰ χιλίους ἐνακοσίους πεντήκοντα ἑπτὰ ἐνιαυτοὺς καὶ μῆνας ε ξ καὶ ἡμέρας δέκα· ἐκ δὲ τῆς παραγωγῆς τοῦ πρώτου ἀνθρώπου μέχρι τότε τρισχίλια πεντακόσια δέκα καὶ τρία ε τη παρήλθοσαν, μῆνες ε ξ καὶ ἡμέραι δέκα. 1.175 Ναβουζαρδὰν δὲ κατασκάψας τὴν ̔Ιερουσαλὴμ τόν τε λαὸν καὶ τὸν ἀρχιερέα Σαβαῖον καὶ τὰ σκεύη τὰ ἱερὰ εἰς Βαβυλῶνα ἐκόμισε. Ναβουχοδονόσορ δὲ τὰ σκεύη τοῦ θεοῦ τοῖς ἑαυτοῦ θεοῖς ἀνατέθεικε, τοὺς δὲ αἰχμαλώτους εἰς τὴν οἰκείαν χώραν κατῴκισε. τοὺς δ' αὐτομολήσαντας ἐν τῇ πολιορκίᾳ πρὸς τοὺς Βαβυλωνίους ἐν ̓Ιουδαίᾳ καταλιπὼν ὁ Ναβουζαρδὰν καὶ τοὺς πένητας, ἡγεμόνα τούτοις ἐπέστησε Γοδολίαν, α νδρα τῶν ευ γεγονότων ἐπιεικῆ τε καὶ δίκαιον, καὶ τὴν χώραν ἐργάζεσθαι αὐτοῖς ἐνετείλατο, καὶ δασμοφορεῖν τῷ Ναβουχοδονόσορ ἐπέταξε. τῷ δὲ προφήτῃ ̔Ιερεμίᾳ εἰς Βαβυλῶνα ἀπελθεῖν προετρέπετο· ὁ δὲ ἐν τοῖς ἐρειπίοις τῆς πατρίδος η θελε διατρίβειν. καὶ ἀφῆκεν αὐτὸν ἐκεῖ, τῷ Γοδολίᾳ ἐπιτάξας πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. ἀπέλυσε δὲ αὐτῷ καὶ τὸν φοιτητὴν Βαρούχ, τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. ο σοι δ' ἐκ τῆς ̔Ιερουσαλὴμ διὰ τὴν πολιορκίαν ἀπέδρασαν η κον πρὸς Γοδολίαν. ὁ δὲ 69

γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβούλευε καὶ κατοικεῖν η ν ε καστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν α νδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν. ̓Επανῆλθε δὲ σὺν τοῖς α λλοις καί τις καλούμενος ̓Ισμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ο ς πρὸς τοὺς ̓Αμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας καιρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβουλεύειν αὐτῷ ε λεγον· εἰ δ' ἐπιτρέψει αὐτοῖς κτεῖναι 1.176 τὸν α νδρα, διαφεύξεται τὴν ἐπιβουλήν. ὁ δ' ἠπίστει, η καὶ βέλτιον ε λεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν η α νθρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ καιρὸν δὲ σὺν ἑτέροις ὁ ̓Ισμαὴλ ου τος πρὸς Γοδολίαν ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. ει τα νυκτὸς ἐπιθέμενος τοῖς καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ ̓Ιουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν ὁ ̓Ισμαήλ, α νευ ὀλίγων τινῶν, οι κεκρυμμένα ἐν τοῖς ἀγροῖς ε πιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς ̓Αμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες τῶν ̓Ιουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθήξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, ̓Ισμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ διαπέφευγεν. Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικότες ἀπιέναι πρὸς Αι γυπτον ἐβουλεύοντο. καὶ τοῦ ̔Ιερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κακόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπίστευον, ἀλλ' ἀπειθήσαντες ἀπῆραν εἰς Αι γυπτον, α γοντες καὶ τὸν ̔Ιερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δ' ἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. ὁ δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει ὁ Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατήσει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυαλώτους ἀπάξει. δι' α καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. α δὲ προείρηκε γέγονε· πέμπτον γὰρ ε τος μετὰ τὴν τῶν ̔Ιεροσολύμων ἠνύετο 1.177 πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν ̓Αμμανίταις ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπ' Αι γυπτον ἐξεστράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύοντα, ε τερον δ' ἐγκαθίστησι, τοὺς δ' ἐκεῖ ̓Ιουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. ̔Ιερεμίου δ' ἐν Αἰγύπτῳ ταφέντος, λέγεται ὁ βασιλεὺς ̓Αλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν α λλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκείνου εἰς τὴν παρ' αὐτοῦ κτισθεῖσαν πόλιν τὴν ̓Αλεξάνδρειαν. ̔Ο μὲν ου ν προφήτης προεῖπεν, ὡς ει ρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν ̔Εβραίων γένος τοιοῦτον ευ ρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἱ μὲν γὰρ δέκα φυλαὶ Ω ̓ σηὲ βασιλεύοντος εἰς Σαμάρειαν παρὰ τῶν ̓Ασσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυλαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ ο σοι μετὰ τὴν τῶν ̔Ιεροσολύμων α λωσιν ὑπελείφθησαν. καὶ ὁ μὲν Σαλμανασὰρ τὸ τῶν Χουθαίων ε θνος ἐκ Περσίδος μετῴκισεν εἰς Σαμάρειαν, ὁ δὲ Ναβουχοδονόσορ ε ρημον ἀφῆκε τὴν Ἰ ουδαίαν, καὶ ε μεινεν ου τως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. ὁ μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ ̔Ιερουσαλὴμ χρόνος ἑκατὸν τριάκοντα ε τη καὶ μῆνες ε ξ πρὸς ἡμέραις δέκα ἐγένοντο. Τοὺς δ' εὐγενεστέρους τῶν αἰχμαλώτων παῖδας καὶ τῷ βασιλεῖ Σεδεκίᾳ προσήκοντας καὶ τῶν α λλων ἀκμαιοτέρους καὶ ὡραιοτέρους ἐκτομίας ποιήσας ὁ 1.178 Βαβυλώνιος, καὶ παιδαγωγοῖς παραδούς, τά τε τῶν Χαλδαίων ἐδίδασκε γράμματα καὶ τὰ ἐπιχώρια, ἐκ τῆς ἰδίας τραπέζης ἀποτάξας σφίσι τὴν δίαιταν. τέσσαρες δὲ τῶν παίδων η σαν ἐκ τοῦ βασιλικοῦ γεγονότες γένους, καλοὶ τὰς ο ψεις καὶ ἀγαθοὶ τὰς φύσεις· ω ν τὸν μὲν Δανιὴλ καλούμενον Βαλτάσαρ ὁ Βαβυλώνιος μετωνόμασε, τὸν δὲ ̓Ανανίαν ὠνομασμένον Σεδράχ, Μισαὴλ δὲ τὸν ε τερον κεκλημένον Μισάκ, καὶ τὸν λοιπὸν ̓Αζαρίαν ̓Αβδεναγώ· ου ς καὶ τῶν α λλων η γεν ἐντιμοτέρους, δι' εὐφυΐαν 70

ἐπὶ σοφίᾳ προκόπτοντας. ου τοι τοίνυν οἱ νεανίαι τοῦ προεστῶτος αὐτῶν εὐνούχου ἐδέοντο μὴ τοῖς ἐκ τῆς βασιλικῆς τραπέζης χορηγουμένοις αὐτοῖς διαιτᾶν σφᾶς, ἀλλ' ὀσπρίοις καὶ φοίνιξι καὶ τοιούτοις α λλοις. ὁ δὲ δεδιέναι ε λεγε μὴ τοιούτοις τρεφόμενοι λεπτυνθῶσι τὰ σώματα, καὶ παρὰ τοῦ βασιλέως διὰ τοῦτο αὐτὸς κακωθῇ. οἱ δὲ ἐφ' ἡμέρας δέκα ου τω διαιτῆσαι αὐτοὺς παρεκάλουν, καὶ εἰ μὲν μὴ μεταβάλοιτο ἡ τῶν σωμάτων ε ξις αὐτοῖς, ου τω διαιτᾶν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς, εἰ δ' ι δοι τὰ σώματα αὐτῶν ἰσχναινόμενα, τῆς προτέρας ε χεσθαι διαιτήσεως. πείθεται τούτοις ὁ τῶν παίδων προεστηκώς, καὶ ου τω ποιήσας ὡς οὐδὲν αὐτοὺς ἐκ τῶν τοιούτων τροφῶν παθόντας ει δε, μᾶλλον μὲν ου ν καὶ τῶν α λλων θαλερωτέρους γεγονότας, ἀψύχους αὐτοῖς προσῆγε τροφάς. οἱ δὲ λεπτυνθέντος αὐτοῖς τοῦ νοός, πᾶσαν κατώρθωσαν παιδείαν Χαλδαϊκὴν καὶ ̓Ασσύριον. ὁ δέ γε Δανιὴλ καὶ περὶ κρίσεις ὀνείρων κατέτεινε τὴν σπουδήν. Ει τα ἐνύπνιον ὁ Ναβουχοδονόσορ ἐξαίσιον θεασάμενος, καὶ τὴν κρίσιν τούτου κατὰ τοὺς υ πνους μαθών, τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως αὐτοῦ ἐπελάθετο. ε ωθεν ου ν μεταπεμψάμενος τοὺς Χαλδαίους 1.179 καὶ τοὺς μάντεις καὶ μάγους, ἀπῄτει τούτους τὸ ο ναρ τε εἰπεῖν αὐτῷ καὶ τὴν τούτου δήλωσιν. οἱ δὲ αὐτὸν η θελον πρότερον εἰπεῖν τὸ ἐνύπνιον, καὶ ου τως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ θάνατον ἁπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ο νειρον. τούτοις ὡς σοφοὶ καὶ Δανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοίνυν ὁ Δανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρεσιν τῶν κατακριθέντων ὑπερτεθῆναι· "ι σως γάρ" ε φη "δι' αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσόμεθα τὸ ἐνύπνιον." ἐνέδωκεν ὁ βασιλεὺς πρὸς τὴν αι τησιν. καὶ συμπαραλαβὼν ὁ Δανιὴλ καὶ τοὺς τρεῖς αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται ου ν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ δι' αὐτοῦ σημαινόμενα. καὶ μεθ' ἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ ε φη γνωρισθῆναι αὐτῷ καὶ τὸ ο ναρ καὶ τὴν αὐτοῦ δήλωσιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν κινδυνεύοντας, "οὐδὲν δ' η ττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ω ν ἀπῄτεις ἀδύνατα, α μόνῃ τῇ θείᾳ φύσει γνωστά. α δ' ἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, ου χρυσῆ μὲν ἡ κεφαλή, οἱ δὲ ω μοι καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες η σαν μέρος μέν τι σιδήρεοι, μέρος δέ τι ὀστράκινοι. ει τα λίθος ἐξ ο ρους ἀπορραγεὶς τῷ ἀνδριάντι ε δοξεν ἐμπεσεῖν καὶ συντρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν α ργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν ο στρακον ἐς τοσοῦτον ὡς ὑπ' ἀνέμου ἐκλικμηθῆναι καὶ σκεδα.180 σθῆναι αὐτά. ὁ δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς τοσοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπ' αὐτοῦ πεπληρῶσθαι τὴν γῆν. ου τος μὲν ου ν σοι ὁ ο νειρος· α δὲ δηλοῦταί σοι δι' αὐτοῦ, φροντίζοντι περὶ τῆς βασιλείας καὶ τίς α ρξει μετὰ σέ, ταῦτά εἰσιν. ἡ μὲν χρυσῆ κεφαλὴ σύ τε ει καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ' ὁ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ω μοι διττὰς εἰκονίζουσι βασιλείας, ὑφ' ω ν ἡ ὑμῶν ἡγεμονία καταλυθήσεται· ἡ χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ο ς τοὺς ὑμᾶς καταλύσοντας καθαιρήσει· τὴν δ' ἐκείνου βασιλείαν αυ θις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ ὁ σίδηρος δυνατώτερος." ὁ μὲν γὰρ χρυσός, καὶ μᾶλλον ὁ καθαρώτατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· ὁ δ' α ργυρος τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχάνει χαυνότερος· ὁ δὲ σίδηρος αυ θις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῇ μὲν ου ν ἡ τῶν ̓Ασσυρίων βασιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν α λλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μήδων καὶ τῶν Περσῶν ἐκάλεσεν, αι τὴν τῶν ̓Ασσυρίων ἀρχὴν καθῃρήκασιν. ὁ γὰρ Κῦρος, ω σπερ ἱστορηθήσεται, Πέρσης μὲν η ν 71

πατρόθεν, τοῖς δὲ Μήδοις προσῆκεν ἐκ τῆς μητρός· ο ς α μφω τὰ ε θνη συμπαραλαβὼν καὶ πολεμήσας τοῖς ̓Ασσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν ἡ τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οι α καὶ τὴν Περσικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας ἡ ̓Αλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν 1.181 μηρῶν ἡ μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαίρεσις καὶ ὁ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν ̔Ρωμαίων ἐκάλεσεν, ῃ τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν διὰ τὸ μετάχρονον· τῶν γὰρ α λλων μεγάλων βασιλειῶν μεταγενεστέρα ἡ τῶν ̔Ρωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ ο στρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν ει ναι τὴν βασιλείαν, ε χειν δὲ παρ' ἑαυτῇ καὶ ευ θραυστόν τι καὶ α ναλκι· τοιοῦτον γὰρ τὴν φύσιν τὸ ο στρακον, συγκείμενον ἐκ πηλοῦ. Εἰ μὲν ου ν πρὸς τὴν προτέραν κατάστασιν τῆς ̔Ρωμαίων ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ο ραμα, ο τε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ υ πατοι καὶ οἱ δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, α λλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, α λλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν διχόνοιαν ε στιν ου ῥέπειν ἐπὶ τὸ χεῖρον καὶ ἀσθενέστερον. σιδήρῳ μὲν ου ν α ν τις εἰκονίσαι τὴν σύγκλητον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ' α ν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ο ν τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς ο θεν τὸ ο στρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. ει ωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα 1.182 δέ τις εὑρήσει πλειστάκις τῇ ̔Ρωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα. Εἰ μὲν ου ν πρὸς τὴν προτέραν κατάστασιν τῆς ̔Ρωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ' α ν ι σως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ο τε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο ̔Ρωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσέπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην α ν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν ̔Ρωμαίων διχόνοιαν. ο τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς α λλους, οι τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αυ θις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αυ γουστος καὶ ὁ ̓Αντώνιος συνεκρότησαν, ει τ' αυ θις α μφω πρὸς ἀλλήλους ου τοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς ̔Ρωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ' ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ι δοι τις α ν. Εἰ δέ τις πρὸς τὰς υ στερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν ̔Ρωμαίων ἀρχήν, πῇ δ' ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυῖαν ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας. Τὰ μὲν ου ν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, η ν ὁ λίθος εἰκόνιζεν ο ς α νευ χειρῶν ἐτμήθη καὶ τὰς υ λας ἐλέπτυνεν ἐξ ω ν συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν 1.183 α πασαν, η ν εἰς τοὺς αἰῶνας ὁ προφήτης ει ρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια ει η α ν τοῦ κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ, η τις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· ο τε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ ει ωθεν ἡ γραφὴ καλεῖν τὸν Χριστόν. ο τε 72

γὰρ Δαβίδ "λίθον ο ν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες" ε φη, "ου τος ἐγενήθη εἰς κεφαλὴν γωνίας," καὶ ὁ ̔Ησαΐας ἐκ προσώπου φησὶ τοῦ θεοῦ "ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον." καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ' ῳ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ε γραψε. καὶ πάλιν λέγει "θεμέλιον ε τερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ο ς ἐστιν ̓Ιησοῦς Χριστός." καὶ αυ θις ἑτέρωθι "ε πινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα η ν ὁ Χριστός." καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ α ν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύριος. τὸ δ' α νευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν α νευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ο ρος μὲν γὰρ ἡ τοῦ ̓Ιούδα νομισθείη φυλή, ἐξ η ς ὁ Δαβίδ· λίθος δὲ ὁ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· α νευ δὲ χειρῶν, ο τι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ' ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ο ς μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότη.184 τος, προϊὼν δὲ τὴν οἰκουμένην πᾶσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ε τι μᾶλλον πληρώσει κατὰ τὴν μέλλουσαν αὐτοῦ ἐπιφάνειαν. ̔Ο μὲν ου ν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον ε πεσε καὶ τῷ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν α πασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ' ἐκείνου θρησκευομένῳ θεῷ. ε φη γάρ "ἐπ' ἀληθείας ὁ θεὸς ὑμῶν ου τός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια." δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν α ρχοντα, καὶ Βαλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ. Ει τα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ υ ψος ἑξήκοντα, πλάτος δὲ ε ξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, ο ταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα, τοὺς δ' ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, η ν ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων ου ν προσκυνούντων οἱ τρεῖς νεανίαι, ου ς συγγενεῖς τοῦ Δανιὴλ ἡ ἱστορία παρέδωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσεκύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλήθησαν· τὸ δὲ πῦρ ἐκείνων οὐχ η ψατο, ἀλλ' ἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης υ μνον ἀνέπεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις καὶ τέταρτος· α γγελος δ' η ν συγκαταβὰς αὐτοῖς καὶ 1.185 τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αυ ραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς α νδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων ̓Ιουδαίων καθίστησιν. ̔Ορᾷ δὲ μετ' ὀλίγον ὁ ̓Ασσύριος ἐκεῖνος ἐνύπνιον ε τερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ' αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ α γρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. ει τα Ιρ ει δεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσαντα "ἐκκόψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν." ταύτην ἰδὼν τὴν ο ψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μαθεῖν τὰ δι' αὐτῆς σημαινόμενα. ἠπόρουν δ' ἐκεῖνοι καὶ οὐκ ει χον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. ει τα πάλιν καταφεύγει ἐπὶ τὸν Δανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα· "δύνασαι γάρ" φησίν, "ο τι πνεῦμα θεοῦ α γιον ἐν σοί." ὁ δέ "κύριέ μου" φησί "βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε." ει τα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησι "τὸ δένδρον τὸ μέγα, ο 73

ἑώρακας, σὺ ει , ω βασιλεῦ, ο τι ἐμεγαλύνθης καὶ ι σχυσας, καὶ ἡ μεγαλω.186 σύνη σου ε φθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς," μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν ε παρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον· "ο τι δὲ Ιρ ει δες α γιον ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα," τουτέστιν α γγελον θεῖον· τὸ γὰρ Ιρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, δι' ου τὸ ἀσώματον ὑπαινίττεται· ὁ γὰρ σῶμα περικείμενος υ πνῳ δουλοῦται, ὁ τούτῳ δὲ μὴ δουλεύων ἀσώματον ε χει φύσιν, "ο τι τοίνυν τὸν ἐγρηγορότα" φησίν "ἐκεῖνον ει δες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ε λπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στερηθῆναι, ἐπανασωθῆναι δέ σοι αυ θις αὐτήν·" τούτου γὰρ ει ναι σημαντικὸν τὸ τὴν φυὴν τῶν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ ὁ Δανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μανίαν νοσήσας ὁ βασιλεὺς ἐκεῖνος διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ε τη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. μεμνῆσθαι δὲ αὐτοῦ ὁ ̓Ιώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγασθένη καὶ τὸν Διοκλέα καὶ τὸν Φιλόστρατον. Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ο ς αὐτίκα λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα ̓Ιωακεὶμ τὸν 1.187 καὶ ̓Ιεχονίαν καλούμενον, ο ν καθειργμένον ει χεν ὁ Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δωρεὰς αὐτῷ καὶ ὁμοδίαιτον ει χε διὰ παντός. Καὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐτοῦ μετῆλθεν ἡ βασιλεία Βαλτάσαρ καλούμενον, καθ' ου Κῦρος μετὰ Περσῶν τε καὶ Μήδων ἐστράτευσεν. ου τος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ μεθυσκόμενος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ α ἐξ ̔Ιεροσολύμων ὁ Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δ' ἐκείνων, οι ς ὁ πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προϊόντα χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κονίαμα τοῦ τοίχου· καὶ ἐξέστη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημασίαν αὐτῶν· ἀλλ' η σαν α γνωστα πᾶσι τὰ γεγραμμένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἰδοῦσα ἡ μάμμη αὐτοῦ ε φη ὡς "εἰ μεταπεμφθῇ Βαλτάσαρ ὁ ̓Ιουδαῖος, ο ς καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν α ε τερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· ε στι γὰρ πνεῦμα α γιον θεοῦ ἐν αὐτῷ." αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν Δανιὴλ ὁ κρατῶν ἠξίου δηλοῦν αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, κα ν ει η σκυθρωπὸν τὸ ὑπ' αὐτῶν σημαινόμενον· καὶ γέρας δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. Δανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δ' 1.188 ε λεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, ο τι μηδ' οι ς ὁ πατὴρ αὐτοῦ δι' ἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο. τὰ μὲν ου ν γράμματα ἀνεγίνωσκεν ου τως "μανὴ θεκὲλ φαρές," τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ε λεγεν "ἠρίθμησεν ὁ θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς σου, καὶ εἰς α γαν βραχὺ περιέστη." ἐξελληνιζομένη γὰρ ἡ λέξις λέγοιτ' α ν ἀριθμός. ου τω μὲν ου ν ἡρμήνευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν ε φη σταθμόν. "στήσας ου ν τὸν ο ρον τῆς βασιλείας σου ὁ θεός, καταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·" καὶ κλάσμα γὰρ τὸ θεκὲλ σημαίνει καθ' ̔Ελλάδα 74

διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων ὁ προφήτης, τοῦτο γὰρ εἰς Ελληνα φωνὴν ἡ λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ε λεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν ου ν ἐν τῷ τοίχῳ γεγραμμένα ου τως ἀνέγνω ὁ Δανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ' ὀλίγον ἡ τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπ' αὐτὸν ἐλάσαντος, ὑφ' ου η τε Βαβυλὼν ἐλήφθη καὶ ὁ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἰσὶ δ' οι κατὰ τὴν νύκτα ἐκείνην, καθ' η ν τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι. Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος α λωσιν ὁ προφήτης Δανιὴλ παρὰ Δαρείου τοῦ Μήδου, ο ς καὶ Κυαξάρης ὠνόμαστο καὶ μητράδελφος η ν τοῦ Κύρου, υἱὸς ω ν 1.189 ̓Αστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. ου τω δ' ε χων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθ' ο ν η λπισαν ἀπολέσαι αὐτόν. ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ Δαρείῳ, ἀξιοῦντες αὐτὸν θεῖναι νόμον ι ν' ἐπὶ τριάκοντα ἡμέρας μή τις η τοῖς θεοῖς προσευχόμενος ει η μήτ' αὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυλάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. ὁ δὲ τὸ κατὰ τοῦ Δανιὴλ παρ' αὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα διαταττόμενον. οἱ μὲν ου ν α λλοι ἠρέμουν κατὰ τὸ θέσπισμα, Δανιὴλ δὲ κατὰ τὸ ε θος αὐτοῦ ηυ χετο τῷ θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δ' ἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας ὁ βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν α ϋπνος τὴν νύκτα διήγαγεν· η λπιζε μὲν γὰρ μὴ βλαβήσεσθαι τὸν Δανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς ο τι πνεῦμα α γιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλ' ο μως δειλιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οι α βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. α ρτι δ' ἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν Δανιήλ· ὁ δὲ ἀπεκρίνατο· καὶ ὁ βασιλεὺς ἀνελκυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόντων αὐτοῦ τροφῆς κεκορεσμένους ει ναι λεγόντων τοὺς λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ Δανιήλ, μισήσας αὐτοὺς τῆς πονηρίας ὁ βασιλεύς, καὶ τὸ κατὰ τοῦ προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς, 1.190 δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ' η δη τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, "ι να γνῶμεν" εἰπών "εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες οὐ προσψαύσουσι." διασπαραχθέντων δ' εὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον α πασι γέγονεν ὡς θεία τις δύναμις τὸν Δανιὴλ συνετήρησε, τοὺς θῆρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν ὁ βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο πλείονι. Ταῦτα μὲν ου ν συμβέβηκεν υ στερον· ἐν δὲ τῷ πρώτῳ ε τει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον ὁ προφήτης ει δεν. η ν δὲ τοιοῦτον τὸ ο ραμα. τέσσαρα ἐδόκει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ω ν τὸ πρῶτον λεαίνης ει χε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, ο καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἡ μὲν ου ν θάλασσα τὸν ἀνθρώπινον ἐδήλου βίον τὸν πολυκύμαντον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον καὶ περιτροπάς, τὸ δὲ θηρίον ἡ λέαινα τὴν τῶν ̓Ασσυρίων βασιλείαν εἰκόνιζε, τὸ δ' ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀνθρώπου στῆναι τὸ ι σην τοῖς ὑπηκόοις γενήσεσθαι ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλαζονείας φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ α τῷ θηρίῳ 1.191 παρὰ φύσιν προσεπεφύκεσαν τὴν ε παρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ 75

ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον. Τὸ δὲ δεύτερον θηρίον α ρκῳ ὡμοίωτο, καὶ εἰς μέρος ε ν ε στη, καὶ τρία ει χε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ "ἀνάστα, φάγε σάρκας πολλάς." τῆς Περσῶν δὲ βασιλείας ἡ α ρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ ε θνους καὶ ἀπηνές· πάντων γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι ἀπηνέστεροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πικροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι. Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκαφεύσεως· καλὸν ου ν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ι σας ἀλλήλαις προσαρμόσαντες, καὶ ταύτας ἐγκόψαντες, ω στε τὴν κεφαλὴν τοῦ κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, υ πτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ ου τω τὰς σκάφας προσηλοῦσιν ἀλλήλαις. ει τα κρᾶμα ἐκ μέλιτός τε καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τὸ στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις α ν ὑπερκορὴς ὁ α νθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, υ παιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ ποιοῦσι, καὶ ου τως ἑκάστης ἡμέρας πράττουσιν ἐπ' αὐτῷ. μυῖαι μὲν ου ν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς α λλοις ἐφιζάνουσι μέλεσιν, α τῶν σκαφῶν ἐκτός, ὡς ει ρηται, περιλέλειπται, ἐνοχλοῦσαι, αἱ δὲ τὸν α θλιον καὶ τιτρώσκουσαι. ἡ δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ τοῦ γάλακτος ὑγρὰ προΐησι σκύβαλα, ω ν ἐνσηπομένων 1.192 εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν· ὁ δ' ἐγκατακείμενος τῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμενος καὶ ὑπὸ τῶν σκωλήκων αὐτὸς δαπανώμενος ου τως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ ἡ Παρύσατις ἡ Κύρου καὶ ̓Αρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τιμωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως. ̔Η μὲν ου ν σκάφευσις τοιάδε τις ει ναι ἱστόρηται. τὸ δέ "ἀνάστα, φάγε σάρκας" οὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα· πολλὴ γὰρ φθορὰ τῶν ̓Ασσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περσῶν τε καὶ Μήδων ἐγένετο. ει ποι δ' α ν τις καὶ τό "φάγε σάρκας πολλάς" τῆς ὠμότητος τοῦ ε θνους σημαντικόν. τὰ δὲ τρία πλευρὰ η πτερά, α ἐν τῷ στόματι κατεῖχε, τὴν τῶν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης η ν προχαράττοντα. Κῦρος μὲν γὰρ ὁ τὴν ̓Ασσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον α παν μέχρι τοῦ ̔Ελλησπόντου ὑπέταξεν. ὁ δὲ τούτου υἱὸς Καμβύσης καὶ τὴν Αι γυπτον καὶ τὴν Αἰθιοπίαν ε σχεν ὑφ' ἑαυτόν· νότιοι δ' αἱ χῶραι αυ ταί εἰσι. Δαρεῖος δὲ ὁ ̔Υστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύθας· ου τοι δ' οἰκοῦσι τὸ κλίμα τὸ βόρειον. ὁ δέ γε Ξέρξης ὁ τοῦ Δαρείου ω ρμησε μὲν κατὰ τῆς Εὐρώπης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς ̓Αθηναίων ἡττηθεὶς καὶ ἀναζεύξας κατῃσχυμμένος. τὸ δ' ἐν μέρει στῆναι τὸ θηρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς ̓Ασίας πρῴην κρατοῦσα ἡ βασιλεία ἐκείνη καὶ Αἰθιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης 1.193 καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, περιελείφθη δ' αὐτῇ Μηδία τε καὶ Περσίς. η καὶ α λλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται, ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ ̓Αλεξάνδρου καθῃρηκότος αὐτήν, ει τα θανόντος, εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου μοναρχία διῄρητο. κατ' ἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καὶ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν καιροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο. Τὸ δὲ τρίτον θηρίον παρδάλει η ν ἐμφερές, καὶ πτερὰ ει χε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη ̓Αλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκίνητον, 76

ο καὶ τὰ πτερὰ ἐδήλουν. ἡ δὲ τούτων τετρακτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, α πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτησεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσσαρας βασιλείας ἡ ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου κεκράτηκε καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συρίας καὶ τῶν αὐτῇ προσεχῶν ὁ Σέλευκος ἐκυρίευσεν, ̓Αντίγονος δὲ τὴν ̓Ασίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας η ρξεν ὁ ̓Αντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, ̓Αριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πατρὸς ω ν ̓Αλεξάνδρου. φησὶ γὰρ ὁ Χαιρωνεὺς τὸν Περδίκκαν μετὰ θάνατον ̓Αλεξάνδρου ἐν μεγίστῃ δυνάμει ο ντα εὐθὺς τὸν ̓Αριδαῖον ω σπερ δορυφόρημα 1.194 βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν ο ντα, οὐ φύσει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς ̓Ολυμπιάδος φαρμάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν. Τοῦ δὲ τετάρτου θηρίου ει δος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ' ει πε τοῦτο καὶ ε κθαμβον περισσῶς, ὀδόντας ε χον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία ε φη τυγχάνειν πολύ. ἡ τῶν ̔Ρωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ ει δος ὁ προφήτης τούτῳ οὐδ' ο νομα ε θετο. πολυειδὴς γὰρ ἡ τῶν ̔Ρωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ ̔Ρωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ' ἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ε στι δ' ο τε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ' αυ θις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἰς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ε κθαμβον ει πεν ο τι δυνατωτέρα τῶν α λλων βασιλειῶν αυ τη γεγένηται, καὶ ο σα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ' ἑαυτὴν αυ τη ποιησαμένη, τὴν ̔Ελλάδα δηλαδὴ πᾶσαν, τὴν Καρχηδόνα σὺν τῇ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδώ τε καὶ νήσους α λλας καὶ ε θνη ἑσπέρια διάφορα ε τερα, ω ν οὐκ η ρξεν ̓Αλέξανδρος· α περ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ ̔Ρωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον ε φη καὶ ε κθαμβον 1.195 καὶ σιδηροῦς ὀδόντας ε χον, ὡς τῆς τῶν ̔Ρωμαίων ἡγεμονίας τῶν α λλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ' ο ναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς ου ν σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον ει πε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν ου ν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οι τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δ' εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οι δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε. διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων μεταβαινούσης εἰς ε τερα. καὶ κέρατα δ' ει ναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ' ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ' αὐτοῦ, καὶ ὀφθαλμοὺς ε χειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ' ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν ̔Εβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τὸ πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τοῦ μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας α παντας λαβεῖν 1.196 κοινωνούς. τῆς δὲ 77

κατὰ τοῦ θεοῦ βλασφημίας ἐκείνου ἐμφαντικὸν τό "λόγους εἰς τὸ υ ψος λαλήσει." ̓Επὶ τούτοις ὁ προφήτης ἐπήγαγεν "ἐθεώρουν ε ως ου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ε νδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ε ριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς ει λκεν ἐκπορευόμενος ε μπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν." α μὲν ου ν ει ρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ε ως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ε στησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. ἡ δὲ λευκότης τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ α μωμον δείκνυσιν. ι να δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀντιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς θείας φύσεως ταῦτα παῦσαι η μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουργῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει ε ως ου ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντιχρίστου ἡ ο λη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς ει ναι καὶ τὸν θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους ου ν 1.197 φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν. Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν ὁ προφήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφελῶν καὶ ε ως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, ῳ καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν αὐτοῦ αἰώνιον ε σεσθαι καὶ μὴ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σαφῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώπου καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, η ν προσελάβετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰπόντος "ο ψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ." Ταῦτα μὲν ου ν ἐν τῷ πρώτῳ ε τει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη ὁ Δανιήλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν ὀπτασίαν ἑώρακεν. "ἐν Σούσοις γὰρ ω ν η ρα" λέγει "τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ε ν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου. καὶ η ν κερατίζων κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώ πιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη." πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν ὁ προφήτης διδάσκεται. καὶ κριῷ μὲν ἀπεικάσθη ἡ ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικεί.198 μενον αὐτῇ πλοῦτον, ἑστὼς δ' η ν ὁ κριὸς ἐπὶ τοῦ Οὐβὰλ η γουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αυ τη γὰρ η ν ἡ πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν η ν τὰ βασίλεια, καὶ ὁ προφήτης ἐν ταύτῃ τῇ πόλει διάγων ει δε τὸ ο ραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ η ττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκόνιζε, μέχρις αὐτῶν γὰρ ἡ τῆς βασιλείας ε στη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ Κύρου γένος, τὸ δὲ μεῖζον κέρας τὸ Δαρείου γένος ᾐνίττετο, ο μέχρι τοῦ τελευταίου Δαρείου προέκοψεν, ο ν κατεπολέμησεν ὁ ̓Αλέξανδρος. Καμβύσου γὰρ τοῦ Κύρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· ου ς ἐπ' ὀλίγον κρατήσαντας, καὶ γνωσθέντας οι τινες η σαν, οἱ ἑπτὰ τῶν Περσῶν οι κοι καθεῖλον. ἐξ ω ν ἐβασίλευσεν ὁ ̔Υστάσπου Δαρεῖος, ου τὸ γένος 78

μέχρι τέλους τῆς βασιλείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει ὁ προφήτης προσθεὶς ο τι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου, τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ ε ως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ε τερον. ἐκεράτιζε δὲ ὁ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τῶν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θαλάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμάχουν τῷ Ξέρξῃ κατὰ τῆς ̔Ελλάδος στρατεύοντι οἱ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν ὁ προφήτης ἑώρακεν. οὐδέν τε τῶν θηρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπηκόοις. ει εν δ' α ν αυ ται ἡ Σύρων, ἡ Κιλίκων, ἡ ̓Αράβων, ἡ Αἰγυπτίων, ἡ ̓Ιουδαίων, καὶ ε τεραι· 1.199 οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλ' α παντας οι ς προσέβαλεν ὑπέταξε. "καὶ ἐμεγαλύνθη" η ο τι μεγάλη γέγονεν ἡ ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, η ο τι μεγάλα καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα τῇ εὐτυχίᾳ. ̓Απορῶν δὲ ὁ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας η ν ε ν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ε ως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ ε παισεν αὐτὸν καὶ συνέτριψε τὰ κέρατα αὐτοῦ καὶ ε ρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ η ν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπετύπου ὁ τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ' η ρχετο, ο τι τὴν Αι γυπτον πρότερον ὑφ' ἑαυτὸν ποιησάμενος ὁ ̓Αλέξανδρος ου τω πρὸς Δαρεῖον τὸ δεύτερον ω ρμησε, καὶ κατατροπωσάμενος αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυσεν. ἐν ̓Ισσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβαλὼν η ττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ α ρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, ε φυγε δ' ἐκεῖθεν ὁ Δαρεῖος καὶ αυ θις δυνάμεις συναγαγὼν ἐμαχέσατο τῷ ̓Αλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν ̓Αρβήλοις καὶ φεύγων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν ̓Αλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος τοῦ ̓Αλεξάνδρου. καί "η λθε" φησίν "ὁ τράγος 1.200 ε ως τοῦ κριοῦ τοῦ τὰ κέρατα ε χοντος, καὶ ει δον αὐτὸν φθάσαντα ε ως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ε παισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ η ν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ε ρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν." συνετρίβη δέ, φησί, καὶ α μφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ' ε στι, καὶ α μφω αἱ δυνάμεις αὐτοῦ αι ς ἐπεποίθει, η τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν γὰρ καὶ Μήδων η ρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς ει ρηται, φύντος καὶ τὴν ἀμφοῖν βασιλείαν σχόντος ὑφ' ἑαυτόν, καὶ α μφω ταῦτα τὰ γένη τὴν ̓Ασσυρίων βασιλείαν κατέλυσαν. "καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα." οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν ̓Ασσυρίων ἀρχῇ ὑφ' ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ α λλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ ̓Ινδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ α λλα μέρη τῆς ̓Ινδικῆς κατέσχεν. ει τα δηλῶν ὁ προφήτης ο τι καὶ ου τος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγε "καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα ὑποκάτωθεν ἐξέφυ αὐτοῦ." τοῦ γὰρ ̓Αλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς ει ρηται η δη ἐν τῷ τρίτῳ θηρίῳ, ο τῷ Δανιὴλ καθ' υ πνους ε δοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ε χον τέσσαρας κεφαλάς. "Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη ε ως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ε πεσον ἐπὶ τὴν γῆν 79

ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν 1.201 ἀστέρων, καὶ συνεπάτησεν αὐτούς." τὰ περὶ τοῦ ̓Επιφανοῦς ̓Αντιόχου διὰ τούτων ὁ Δανιὴλ προδιδάσκεται, ο ς ̓Αντιόχου μὲν τοῦ μεγάλου υἱὸς η ν, μᾶλλον δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ ̓Ιουδαίους ἐστράτευσε καὶ τῆς τῶν ̔Ιεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ε θνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμὸν ἱδρυσάμενος τὸ ε θνος ο λον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ α ρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό "ἐμεγαλύνθη ε ως τῆς δυνάμεως τοῦ οὐρανοῦ" ὑπαινίττεται. τὸ δέ "ε πεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούς" τοὺς ἐκ τοῦ ̓Ιουδαϊκοῦ λαοῦ ἀσεβήσαντας διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οι τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ' ἐκείνου συμπατηθέντες. ἀστέρες δ' ἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, η ο τι τῷ ̓Αβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ α στρα τοῦ οὐρανοῦ. "Καὶ ε ως τοῦ α ρχοντος τῆς δυνάμεως ἱδρύθη." καὶ κατ' αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ α ρχοντος τῶν α νω δυνάμεων. "καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη." ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύας λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ' αὐτῇ παρανομίαν. διὰ δὲ τοῦ "ἐρρίφη χαμαὶ δικαιοσύνη" ἡ τῶν νομίμων ἀθέτησις καὶ οἱ α δικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι 1.202 μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ ου τως ἀσεβῶν ὁ ̓Αντίοχος εὐωδοῦτο, φησί. ̓Επὶ τούτοις ἐπάγει ὁ Δανιήλ "καὶ ει πεν ει ς α γιος τῷ φελμουνί, ε ως πότε ἡ ο ρασις στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα; καὶ ει πεν αὐτῷ, ε ως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ α γιον." ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται α γγελοι δηλοῦντες αὐτῷ ο τι τέλος ε ξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ε τερος τὸν ε τερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ' ι να μάθῃ ὁ Δανιήλ. ὁ δ' ἐρωτώμενος ἀπεκρίνατο "ἡμέραι δισχίλιαι καὶ τριακόσιαι ε ως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ α γιον." ἑσπέραν μὲν ου ν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν η καὶ ο λον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ε οικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι' ω ν φησιν ο τι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι ε ξ ἀποτελοῦσι μῆνας καὶ ἰσαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν ̔Εβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ' ̓Αντιόχου τοῖς ̓Ιουδαίοις ἐπενεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη. Ει τα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ Δαρείου πάλιν τοῦ Μήδων α ρχοντος, ο ς καὶ Κυα.203 ξάρης ὠνόμαστο καὶ ̓Ασούηρος, ̓Αστυάγους ω ν υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου η ψατό τις ἀνὴρ ῳ ο νομα Γαβριήλ. η ψατο δὲ αὐτοῦ ὡσεὶ ω ραν θυσίας ἑσπερινῆς, η κατὰ τὸν καιρὸν τῆς ἐν ἑσπέρᾳ λατρείας, η ἐπὶ τοσαύτην ω ραν ἐφ' ο σην ἡ ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ ει πε τῷ Δανιήλ "νῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι ο τι ἀνὴρ ἐπιθυμιῶν ει σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ" ἀντὶ τοῦ, ἀκριβῶς πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν ου σι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ δι' αἰνιγμάτων τὰ θεῖα δηλοῦται, ι να μὴ πᾶσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δ' ἐπιθυμιῶν ἐκλήθη ὁ Δανιὴλ η ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμενος, η ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐτοῦ συμφυλέταις ἐσόμενα, η ο τι ἐπιθυμητὸς η ν καὶ ἐπέραστος δι' η ν μετήρχετο 80

ἀρετήν. Ει τα ἐπάγει ὁ α γγελος "ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ε ως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ο ρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι α γιον ἁγίων." ὁ μὲν προφήτης προσευχόμενος "ὁ λαός σου" πρὸς τὸν θεὸν ε λεγε "καὶ ἡ πόλις σου·" ὁ δὲ α γγελος πρὸς τὸν Δανιήλ φησιν "ὁ λαός σου καὶ ἡ πόλις σου," ὡς μὴ ἀξίου ο ντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. ευ ρηται δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, ο τε τὸν μόσχον ποιήσαντες οἱ ̓Ισραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ τότε γὰρ τοῦ προφήτου δεομένου ὁ θεὸς ε φη ὡσαύτως. 1.204 φησὶν ου ν ὁ α γγελος ο τι καὶ ἡ ̔Ιερουσαλὴμ οἰκοδομηθήσεται καὶ ὁ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ε τη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν· αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες εἰς τοσοῦτον συμψηφίζονται ἀριθμόν· ἑκάστην δ' ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσατο. τὸ δὲ συνετμήθησαν ἀντὶ τοῦ ἐκρίθησαν καὶ ὡρίσθησαν κεῖται. ε ως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν, τοῦτ' ε στιν ε ως τοῦ χρονίσαι καὶ αὐξηθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ παλαιωθῆναι καὶ τελείαν γενέσθαι τὴν ἁμαρτίαν. διὰ τούτων δὲ τὴν κατὰ τοῦ κυρίου τόλμαν καὶ λύτταν τῶν ̓Ιουδαίων παρίστησιν. πολλὰ μὲν γὰρ καὶ πρὸ τούτου ἡμάρτοσαν καὶ δίκας ε τισαν, ἀλλ' ἀνεκλήθησαν αυ θις· ἐπεὶ δὲ κατὰ τοῦ σωτῆρος ἐμάνησαν καὶ εἰς ε σχατον κακίας ἀφίκοντο καὶ ἐντελῆ τὴν ἁμαρτίαν εἰργάσαντο, οὐκέτι ἀνακλήσεως ε τυχον. τὸ δὲ σφραγίσαι ἁμαρτίαν καὶ ἐξιλάσασθαι ἀδικίαν τὴν α φεσιν δηλοῖ τῶν πταισμάτων τὴν παρὰ τοῦ κυρίου δεδωρημένην τοῖς πιστεύουσιν εἰς αὐτόν· ου τος γάρ ἐστιν ὁ αι ρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ γὰρ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. τὸ δὲ ἀγαγεῖν δικαιοσύνην αἰώνιον τὸ αὐτὸν εἰς τὸν κόσμον ἐλθεῖν, ο ς ἐστι δικαιοσύνη καὶ ἀπολύτρωσις καὶ ἁγιασμός. τὸ μέντοι σφραγίσαι ο ρασιν καὶ προφήτην τὸ τέλος ἐσχηκέναι τὰς προφητείας δηλοῖ, η ο τι τὰ παρ' ἐκείνων περὶ τοῦ Χριστοῦ λαληθέντα η δη ἐκβέβηκεν, η ο τι τὸ τῆς προφητείας χάρισμα τοῖς ̓Ιουδαίοις ἐκλέλοιπεν, η καὶ ἀμφότερα. ἐλθὼν γὰρ ὁ Χριστὸς τὰς προφητείας ἐσφράγισεν, ἐπλήρωσε δηλαδὴ καὶ ἐβεβαίωσε καὶ μέντοι καὶ ε παυσεν· οὐκέτι γὰρ παρ' αὐτοῖς α ρχων καὶ προφήτης καὶ ἡγούμενος. καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, η τις αὐτός ἐστιν ὁ κύριος ἡμῶν καὶ σωτήρ. 1.205 ὁ μὲν γὰρ ἀπόστολος "ἐδόθη σοφία" φησιν "ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις." καὶ ἀλλαχοῦ περὶ τοῦ εὐαγγελίου γράφων "δικαιοσύνη ἐν αὐτῷ ἀποκαλύπτεται" λέγει. ὁ δὲ κύριος "αἰτεῖτε" διδάσκει "τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, η ν αὐτὸς η γαγε φανερώσας ἡμῖν διὰ τῆς αὐτοῦ διδαχῆς. καὶ τὸ χρῖσαι δὲ α γιον ἁγίων αὐτὸν δηλοῖ τὸν δεσπότην παραγενέσθαι Χριστόν. τίς γὰρ ε τερος α γιος ἁγίων κληθείη α ν εἰ μὴ ὁ κύριος ἡμῶν καὶ σωτήρ; ο ς ἁγιωσύνης ὑπάρχων πηγὴ χρίεται μὲν τῷ ἁγίῳ πνεύματι κατὰ τὸ ἀνθρώπινον, ὡς ̔Ησαΐας προανεφώνησε λέγων "πνεῦμα κυρίου ἐπ' ἐμέ, ου ει νεκεν ε χρισέ με," καὶ ὡς Δαβὶδ ἐμελῴδησεν εἰπών "ε χρισέ σε ὁ θεός, ὁ θεός σου, ε λαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου," καὶ ὡς ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης ὁ Πέτρος ἐδίδαξε περὶ τοῦ σωτῆρος γράψας ὡς "ε χρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει," σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς γραφάς, ποιῶν α παντα καὶ πάσχων ο σα δι' ἐκείνων προείρητο, καὶ ἐξιλάσκεται ἀδικίαν καταλλάσσων τοὺς ἁμαρτήσαντας τῷ θεῷ καὶ πατρὶ καὶ αὐτὸν τοῖς πταίσασαν ἱλεούμενος. Ει τα ἐπάγει ὁ θεῖος ἀρχάγγελος "καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι ̔Ιερουσαλὴμ ε ως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο." η ρξατο μὲν ου ν ὁ ναὸς ἐπὶ Κύρου οἰκοδομεῖσθαι· Κῦρος γὰρ πρῶτος τῆς ἐπανόδου παρεχώρησε τῷ ε θνει τῶν ̓Ιουδαίων, ἀλλ' ἐπεσχέθη παρὰ Καμβύσου τοῦ Κύρου 1.206 παιδὸς φθόνῳ τῶν αὐτοῖς ὁμορούντων ἐθνῶν, ἐπετράπη δ' αυ θις τοῖς ̓Ιουδαίοις ἡ τούτου ἀνέγερσις ο τε 81

Δαρεῖος ὁ ̔Υστάσπου ἐκράτησε τῆς βασιλείας Περσῶν. ἐξ οὐδενὸς δὲ τούτων ἀριθμούμενος ὁ καιρὸς εὑρίσκεται σώζων κατὰ τὴν τοῦ ἀρχαγγέλου φωνήν, ἀλλ' ὑπερβάλλων· εἰ δ' ἐκ τῶν χρόνων τῆς ̓Αρταξέρξου βασιλείας ὁ καιρὸς ἀριθμοῖτο, εὑρεθείη α ν ου τε περιττεύων ου τ' ἐλαττούμενος. κἀκ τούτου δέον ἀριθμεῖσθαι αὐτόν, ο τι τότε καὶ τῇ πόλει περιεβλήθη περίβολος καὶ τῷ ναῷ προσετέθη τὰ λείποντα καὶ οἰκητόρων ἡ πόλις πεπλήρωτο, ο τε Νεεμίας οἰνοχοεύων τῷ ̓Αρταξέρξῃ ἐδεήθη αὐτοῦ ἐπιτραπῆναι αὐτῷ τὴν εἰς τὴν πατρίδα ἐπάνοδον, καὶ ἀπελθὼν τήν τε πόλιν περιετείχισε καὶ συνῴκισε καὶ τὸν ναὸν ἀτελῆ ο ντα ἀπήρτισεν. εἰ γοῦν ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας, δι' ου μόνου α φεσις ἁμαρτημάτων ἐδόθη καὶ δικαιοσύνη εἰσήνεκται καὶ τῶν προφητῶν αἱ προρρήσεις πεπλήρωνται, ἀναποδίζων τις ἀριθμήσει τὸν χρόνον, εὑρήσει τοῦτον συμπληρούμενον ε ως τοῦ εἰκοστοῦ ε τους τῆς βασιλείας ̓Αρταξέρξου, ο τε δηλαδὴ ὁ Νεεμίας παραχωρηθεὶς εἰς ̔Ιερουσαλὴμ ἐπανῆλθεν· α προϊοῦσα καθ' εἱρμὸν ἡ ἱστορία πλατύτερον διηγήσεται. ο ν δὲ α γιον ει πεν ἀνωτέρω ἁγίων, τοῦτον αυ θις Χριστὸν ἡγούμενον ει ρηκεν, ὀνομάζων αὐτὸν κατὰ τὸ ἀνθρώπινον. ὡς γὰρ πρωτότοκος τῆς κτίσεως τῆς καινῆς καὶ πρωτότοκος ἐκ νεκρῶν λέγεται, ου τω καὶ ἡγούμενος προσηγόρευται. καὶ ὁ θεῖος δὲ ἀπόστολος Πέτρος ἀρχηγὸν τῆς ζωῆς ὠνόμασε τὸν σωτῆρα, τοῖς ̓Ιουδαίοις διαλεγόμενος, ὡς ἐν ταῖς Πράξεσιν ὁ θεῖος Λουκᾶς συν.207 εγράψατο. ω σπερ δὲ πρωτότοκος ἡμῶν καὶ πρωτεύων κατὰ τὸν μέγαν Παῦλον ει ρηται κατὰ τὸ ἀνθρώπινον, ου τω δὴ καὶ ἡγούμενος τῷ ἀρχαγγέλῳ Γαβριὴλ προσηγόρευται. ̓Απορήσειε δ' α ν τις ο του χάριν διῃρημένως, ἀλλ' οὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς ε τυχε δὲ τοῦτο πεποίηκεν ὁ ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων διαιρέσεσι συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν ̔Ιεροσολύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς ει ρηται, γενομένης ἀριθμοῖντο οἱ χρόνοι μέχρις ̔Υρκανοῦ ἀρχιερέως, ἐφ' ου τὸ τῶν ̓Ασαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, ὁ τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ε τους τῆς βασιλείας ̓Αρταξέρξου, ο ς τῷ Νεεμίᾳ τὴν εἰς ̔Ιερουσαλὴμ ἐπάνοδον ε δωκε τῷ ταύτην τειχίσαντι, ε ως Δαρείου τοῦ ̓Αρσάμου, ο ν καθεῖλεν ̓Αλέξανδρος, ἑκατὸν ε τη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαιρέσεως τῆς τῶν Περσῶν βασιλείας, ἐν ε κτῳ γενομένης ε τει τῆς ̓Αλεξάνδρου πρὸς τὴν ̓Ασίαν στρατείας, μέχρις ̓Ιουλίου Καίσαρος Γαΐου, ο ς πρῶτος τῇ μοναρχίᾳ τῶν ̔Ρωμαίων ἐπικεχείρηκεν, ε τη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας τοῦ Καίσαρος ε ως ε τους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα ὁ Χριστὸς ὑπὸ ̓Ιωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο, ε τη ἑβδομήκοντα καὶ τρία· ὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακοσίοις ἑξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ 1.208 ἀποτελοῦσιν ε τη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν ̔Εβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ ̔Εβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνιακὸν δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύειν ἀφ' ἑκάστου ἐνιαυτοῦ ἡμέρας ε νδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ε τη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία ̔Εβραϊκὰ συνίστανται ε τη. ̔Εβραίῳ δὲ τῷ Δανιὴλ ὁ α γγελος ὁμιλῶν πάντως τὰ αὐτῷ γνώριμα ε λεγεν ε τη. α χρι μὲν ου ν τῆς τοῦ ἀρχιερέως ̔Υρκανοῦ ἀναιρέσεως, ο ν ὁ βασιλεὺς ἀνεῖλεν ̔Ηρώδης, εἰρήσεται δὲ τὰ περὶ τούτου πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμετρήθησαν. ε κτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμένοις, ἀλλ' ἐνιαυσιαίας παρανόμως διδομένης η βραχυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, ο καὶ ὁ ̓Ιώσηπος ἱστορεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δηλῶν ὁ θεῖος ἀρχάγγελος ε λεγε "καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ε στιν ἐν 82

αὐτῷ," ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριομένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα τὴν οἰκείαν ει χεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ο ν ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγε "καὶ κρίμα οὐκ ε στιν ἐν αὐτῷ," τοῦτ' ε στιν, οὐ κατὰ κρίσιν καὶ δοκιμασίαν γινόμενοι ε σονται, ἀλλ' ἀκρίτως η διὰ χάριν η διὰ χρήματα. τούτων δ' ου τω γινομένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι. ̔Η μὲν ου ν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδο.209 μάδων καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ε τι μία περιλέλειπται, καὶ περὶ ἐκείνης ει ρηκεν ὁ ἀρχάγγελος ταῦτα "καὶ δυναμώσει τὴν διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ε ως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἡ λοιπή, φησίν, ἑβδομὰς ἡ μετὰ τὰς ἑξήκοντα καὶ ἐννέα τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν ου τως ὡς δι' αὐτῆς ἀρθῆναι, τοῦτ' ε στιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα ὁ Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος ου τως ἐπὶ τὸ πάθος η λθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αι ροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἡ κατὰ νόμον θυσία ἐπαύθη καὶ ἡ σπονδή. καὶ ε θυον ε κτοτε οἱ ̓Ιουδαῖοι, ἐπεὶ καὶ ε τι θύουσι, παρανόμως, ἀλλ' ἀπρόσδεκτος η ν τῷ θεῷ ἡ ἐκείνων θυσία καὶ ἡ σπονδή. καὶ α λλως δὲ τό "δυναμώσει διαθήκην πολλοῖς" ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἡ ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδομάδα φαίνεται διαιρῶν ὁ ἀρχάγγελος, εἰς τὸν πρὸ τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ τὰ τρία ε τη πρὸς τῷ ἡμίσει κηρύξας ὁ κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῇ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων ε ργων ἐπιδείξει, ου τω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. ει τα τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνά.210 στασιν καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς α νοδον, ω ν οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ παρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ αὐτοῦ μαθηταὶ ἐν ̔Ιερουσαλὴμ τὸ θεῖον διαγγέλλοντες εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνωσιν τοῦ ο ντως θεοῦ διεσπάρησαν εἰς τὰ ε θνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ὁ ἀρχάγγελος προδηλῶν τῷ προφήτῃ Δανιὴλ ε λεγε "δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία," ἀντὶ τοῦ δύναμιν περιζώσει πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πάθους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθ' ο ν πρότερον μὲν ἐν ̔Ιερουσαλὴμ προσέμενον καὶ ἐκήρυσσον οἱ ἀπόστολοι, ει τα καὶ εἰς τὰ τῆς οἰκουμένης περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αυ θις διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγων "καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή," διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοῦ νόμου σκιᾶς. ει τα ἐπάγει "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως." τούτων γάρ, φησί, γινομένων τὸ πρὶν α γιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· η ο τι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέλυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐτοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ο ἐπὶ τοῦ Πιλάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας ἐχούσας βασιλικάς, αι τοῖς ̓Ιουδαίοις βδέλυγμα ἐλογίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα η ζῴου τινὸς κεκτῆσθαι η καὶ σεβάζεσθαι. καὶ ὁ κύριος δέ "ο ταν ι δητε" ει πε "τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε ο τι η γγικεν ἡ ἐρήμωσις αὐτῆς," τῆς ̔Ιερουσαλὴμ δηλαδή. καὶ ἀλλαχοῦ δ' ε φη ὁ κύριος "ἰδοὺ ἀφίεται ὁ οι κος ὑμῶν 1.211 ε ρημος." ταῦτα προδιδάσκων τὸν Δανιὴλ ὁ ἀρχάγγελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται ἡ νομικὴ λατρεία, τό "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα 83

τῆς ἐρημώσεως." ι να δὲ μὴ νομίζηται τοῖς ̓Ιουδαίοις πρόσκαιρος ἡ ἐρήμωσις, ὡς αυ θις τῆς πόλεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνεγερθησομένου, οι α καὶ α λλοτε πλειστάκις συμβέβηκεν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγε "καὶ ε ως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν," τοῦτ' ε στιν, ε ως συντελεσθῆ ὁ αἰὼν μενεῖ καὶ ἡ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος ε σται ο τε οὐκέτι καιρὸς η τὴν πόλιν ἀναστῆναι η τὸν ναόν. Ταῦθ' ὁ Δανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τεθέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώρακε καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης δι' αὐτῶν τῆς μελλούσης ε σεσθαι τῶν κοσμικῶν πραγμάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθ' ου ς ἀποτελεσθήσεται ε καστον αὐτῶν ἐδιδάσκετο· α γνώσεται πάντως ὁ βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδ' εἰκῇ φερόμενον καὶ ὡς ε τυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται. Ταῦτα μὲν ου ν ου τως ε χουσι καὶ τοῖς εὐσεβέσι δοξάζονται· ἡμῖν δὲ μηδὲ τὰ κατὰ τὴν ἀρρενόφρονα παραλειπτέον γυναῖκα τὴν ̓Ιουδήθ, η τὸν ̓Ολοφέρνην ὠλόθρευσε καὶ τὴν πόλιν αὐτῆς καὶ τὸ ε θνος α παν διέσωσεν. ε χει δ' ου τω τὰ κατ' αὐτήν. ἐν ε τει δωδεκάτῳ τῆς βασιλείας αὐτοῦ ὁ τῶν ̓Ασσυρίων ἀρχηγὸς 1.212 Ναβουχοδονόσορ πρὸς ̓Αρφαξὰδ τὸν βασιλέα Μήδων η ρατο πόλεμον, καὶ τὰ πέριξ ε θνη πρὸς συμμαχίαν αὐτοῦ μετεκέκλητο. πολλῶν δ' ἑτέρων καὶ τῶν ̓Ιουδαίων τὴν πρόσκλησιν μὴ καταδεξαμένων καὶ τὸ συμμαχῆσαί οἱ ἀπειπαμένων, ὁ Ναβουχοδονόσορ ἐξώργιστο, καὶ ω μοσεν η μὴν τὸν πρὸς τοὺς Μήδους ἀνύσας πόλεμον ἐπελθεῖν κατά τε Κιλικίας καὶ Δαμασκοῦ καὶ Συρίας καὶ ̓Ιουδαίας καὶ τῆς Αἰγύπτου καὶ δῃῶσαι αὐτὰς καὶ ἐκπορθῆσαι καὶ εἰς ἐρήμωσιν ἀγαγεῖν. ἀντιταξάμενος ου ν πρὸς ̓Αρφαξὰδ τὸν Μῆδον καὶ κατὰ κράτος τούτου περιγενόμενος, τῶν α λλων τε πόλεων αὐτοῦ κρατήσας καὶ τῶν ̓Εκβατάνων αὐτῶν, ε νθα η σαν τῷ ̓Αρφαξὰδ τὰ βασίλεια, κἀκεῖνον ἑλών τε καὶ ἀνελών, τὸν ἀρχιστράτηγον τῆς οἰκείας δυνάμεως καλέσας ̓Ολοφέρνην ἐνετείλατό οἱ τὸν ο ρκον ο ν ω μοσεν ἐκπληρῶσαι, καὶ κατὰ τῶν μὴ θελησάντων συμμαχῆσαι αὐτῷ ἐπιόντι κατὰ τῶν Μήδων ἐκστρατεῦσαι μετὰ βαρείας δυνάμεως, καὶ τοὺς μὲν ο σοι ἑαυτοὺς αὐτῷ ὑποτάσσουσι διατηρῆσαι καὶ τὰς πόλεις αὐτῶν ἀπορθήτους ἐᾶσαι, τῶν δ' ἀπειθούντων μὴ φείσασθαι, ἀλλὰ τοὺς μὲν ἀνθρώπους τῷ ξίφει ὑπαγαγεῖν, τὰς δὲ πόλεις αὐτῶν ἐκδοῦναι εἰς διαρπαγὴν καὶ εἰς ο λεθρον. ̔Ο μὲν ου ν Ναβουχοδονόσορ τοιαῦτα τῷ ἀρχισατράπῃ αὐτοῦ ἐνετείλατο, ̓Ολοφέρνης δὲ ἐκστρατεύσας καὶ τοῖς ε θνεσι καθ' ω ν ἀπέσταλτο ἐπελθὼν τοὺς μὲν α λλους κατὰ τὰ ἐντεταλμένα διέθετο, ἐπὶ δὲ τοὺς ̓Ισραηλίτας μέλλων στρατεύειν καὶ ο πλα κατ' αὐτῶν αι ρειν, οὐ γὰρ προσῄεσαν αὐτῷ οὐδ' ὑπέκυπτον, η ρετο τίνες ου τοι καὶ ο τῳ θαρροῦντες ἀνθίστανται. καὶ ει πεν αὐτῷ ̓Αχιὼρ ὁ τῶν υἱῶν ̓Αμμὼν ἀρχηγὸς τήν τε γενεαλογίαν αὐτῶν, καὶ ο πως εἰς τὰς πόλεις 1.213 ἐκείνας ἐξ ἀρχῆς κατῳκίσθησαν, καὶ τοῦ σφῶν θεοῦ τὴν ἰσχύν. ει τα ἐπήγαγε "νῦν ου ν σκεπτέον· καὶ εἰ μὲν εἰς τὸν θεὸν αὐτῶν ἁμαρτάνουσιν, ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς, εἰ δ' οὐ τοῦτο, παρελθέτω ὁ κύριός μου μήποτε ὑπερασπίσῃ αὐτῶν ὁ θεὸς αὐτῶν καὶ ἡττηθῶμεν." ταῦτα τοῦ ̓Αχιὼρ εἰπόντος ὁ ̓Ολοφέρνης θυμῷ ληφθεὶς ἐκέλευσε τοῖς παρεστηκόσιν αὐτῷ δῆσαι τὸν ̓Αχιὼρ καὶ ἀπαγαγεῖν καὶ παραδοῦναι τοῖς υἱοῖς ̓Ισραήλ, ι να σὺν ἐκείνοις ληφθεὶς κολασθῇ. οἱ δὲ συλλαβόντες τὸν α νδρα ἀπήγαγον εἰς Βαιτουλούα, καὶ οἱ τῆς πόλεως σφενδόναις τοὺς προσιόντας καὶ βέλεσιν ε βαλλον. κἀκεῖνοι τὸν ̓Αχιὼρ δεδεμένον ε ρριψαν ὑπὸ τὴν ὑπώρειαν, καὶ ὑπέστρεψαν. οἱ δὲ τῆς πόλεως α νδρες καταβάντες ε λυσαν τὸν ̓Αχιὼρ καὶ εἰς τὴν σφετέραν πόλιν ἀπήγαγον, καὶ τί τὸ συμβεβηκὸς ἐπυνθάνοντο· καὶ ο ς αὐτοῖς α παντα διηγήσατο. οἱ δὲ τὸν θεὸν ἐκάλουν εἰς α μυναν. τῇ δ' ἑξῆς ̓Ολοφέρνης η γεν ἐπὶ Βαιτουλούα τὴν στρατιάν, χιλιάδας 84

ου σαν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδας δώδεκα, χωρὶς τῶν τῆς ἀποσκευῆς· καὶ ἐστρατοπεδεύσατο παρ' αὐτῇ. ει τα ε γνω μὴ πολεμεῖν, ἀλλὰ τὰ υ δατα προκαταλαβεῖν ο θεν ὑδρεύοντο, ι ν' ἐκλιπόντες τῇ δίψῃ διαφθαρῶσιν η τὴν πόλιν αὐτῶν παραδώσουσι. καὶ περιέστησε μέρος τῆς στρατιᾶς τοῖς υ δασι φύλακας. ἐπὶ δὲ τέσσαρσι καὶ τριάκοντα ἡμέραις περικαθημένων τῶν ἐναντίων αὐτούς, ἐξέλιπε σφίσι τὸ υ δωρ, καὶ ἠθροίσθη πρὸς τοὺς α ρχοντας ὁ λαός, καὶ ἠξίουν ἐκδοῦναι τὴν πόλιν τοῖς ἐναντίοις καὶ ἑαυτούς, ι ν' η δουλεύσωσιν ἐκείνοις καὶ ζήσονται η κατασφαγέντες ἀπαλλαγῶσι τῶν ἀλγεινῶν. ̓Οζίας δὲ ὁ τῶν τῆς πόλεως πρόκριτος "ε τι" ει πεν, "ἀδελφοί, μείνωμεν πέντε ἡμέρας, καὶ 1.214 εἰ μὲν η ξει ἡμῖν βοήθεια ἐκ θεοῦ· εἰ δ' ου , ποιήσω κατὰ τὴν συμβουλίαν ὑμῶν." Ην δὲ ἐν τῇ πόλει ἐκείνῃ γυνὴ ῃ ο νομα ̓Ιουδήθ, καὶ ἡ γυνὴ χήρα, καὶ αυ τη σώφρων καὶ συνετὴ καὶ ὡραία τῇ ο ψει. ἀκούσασα τοίνυν τὰ δεδογμένα τῷ λαῷ καὶ τοῖς α ρχουσι, μετεπέμψατο τὸν ̓Οζίαν καὶ τοὺς λοιποὺς τῆς πόλεως α ρχοντας, καὶ ἐμέμψατο αὐτοῖς ὡς πειράζουσι τὸν θεὸν ο τι ει πον παραδώσειν τὴν πόλιν τοῖς ἐναντίοις μετὰ πέντε ἡμέρας, εἰ μὴ ἐν αὐταῖς η ξει τις αὐτοῖς βοήθεια ἐκ θεοῦ. οἱ δὲ καλῶς μὲν αὐτὴν συνέθεντο λέγειν, ἀντέθεντο δὲ τὴν δίψαν τοῦ λαοῦ καὶ τὴν βίαν τὴν ἐξ αὐτοῦ. κἀκείνη στῆναι αὐτοὺς τὴν νύκτα ἐπὶ τὴν πύλην τῆς πόλεως ἐνετέλλετο, αὐτὴ δὲ ε λεγεν ἐξελεύσεσθαι μετὰ τῆς α βρας αὐτῆς, μὴ μέντοι αὐτοῖς ἐρεῖν τὸ παρ' αὐτῆς μελετώμενον, ε ως ου πρὸς πρᾶξιν κατευθυνθῇ. καὶ ει πον αὐτῇ "πορεύου." καὶ οἱ μὲν ἀπῆλθον, ἡ δὲ πρὸς παράκλησιν ἐτράπη τὴν πρὸς θεόν. ει τα ἀποθεμένη τὴν πενθήρη στολὴν τῆς χηρεύσεως, καὶ τὸ σῶμα περικλύσασα υ δατι καὶ μύρῳ χρισαμένη, στολὴν μετενέδυ εὐφρόσυνον καὶ κόσμον ἑαυτῇ περιέθετο. καὶ καλλωπισθεῖσα πρὸς τὸ ἐπαγωγότερον ε δωκε τῇ θεραπαίνῃ φέρειν ἐν ἀγγείοις οι νον καὶ ε λαιον καὶ πήραν ἀλφίτων πλήρη καὶ παλάθης καὶ α ρτων, καὶ ἐξῆλθε τῆς πόλεως αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς ἀπιοῦσα πρὸς τὴν τῶν ἐναντίων παρεμβολήν. καὶ ἐντυχοῦσα τῇ τῶν ̓Ασσυρίων προφυλακῇ κατεσχέθη καὶ η χθη πρὸς ̓Ολοφέρνην. ὁ δὲ αὐτῆς τὸ κάλλος ἐθαύμασε καὶ ει πεν αὐτῇ "μὴ φοβοῦ· η κεις γὰρ εἰς σωτηρίαν." ε φη δὲ αὐτῷ ἡ γυνή "δέξαι τοὺς 1.215 λόγους μου, κύριε, καὶ ὁ λόγος ο ν ἐλάλησεν ̓Αχιὼρ η τω ἐν τῇ καρδίᾳ σου· ε στι γὰρ ἀληθής· ο τι ἐὰν μὴ ἁμάρτωσιν οἱ υἱοὶ Ἰ σραήλ, οὐ κατισχύσει ῥομφαία αὐτῶν, νῦν δὲ ἐπεὶ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ τὸ υ δωρ, ἐβουλεύσαντο καὶ τῶν τῷ νόμῳ ἀπηγορευμένων α ψασθαι, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οι νου τὰς τοῖς ἱερεῦσι τετηρημένας, ω ν οὐδὲ ψαῦσαι θεμιτὸν ἑτέρῳ, δαπανῆσαι κεκρίκασι. ταῦτα δὲ καὶ τῶν τὴν ̔Ιερουσαλὴμ οἰκούντων βεβουλευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, α φεσιν ἐπὶ τούτοις αἰτούμενοι. κα ν ου τω παρανομήσωσιν, οὐκ ε σται σφίσιν α μυνα ἐκ θεοῦ, καὶ εἰς ο λεθρον ἐκδοθήσονται. α περ αὐτὴ ἐπιγνοῦσα ἀποδιδράσκω τῆς πόλεως, ι ν' ἐκφύγω τὸν ο λεθρον. καὶ νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγγελῶ, καὶ α ξω σε διὰ τῆς ̓Ιουδαίας ε ως ̔Ιερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς." καὶ η ρεσαν ̓Ολοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσαχθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. ἡ δέ "οὐ φάγομαι" ε φη "ἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλ' ἐξ ω ν ἐπιφέρομαι τραφήσομαι." καὶ ει πεν αὐτῇ ̓Ολοφέρνης "εἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται;" ἡ δέ "ζῇ ἡ ψυχή σου, κύριέ μου" ἀνταπεκρίνατο, "ο τι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν α ν ὁ θεὸς ἐν χειρί μου ποιήσῃ α ἐβουλεύσατο." μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φάραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ ̓Ολοφέρνης ἐπέτρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας ου τως ἐποίει. καὶ τῇ τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν ̓Ολοφέρνης, καὶ ει πε 1.216 τῷ εὐνούχῳ Βαγώᾳ, ο ς η ν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, "πεῖσον δὴ τὴν γυναῖκα τὴν ̔Εβραίαν τοῦ 85

ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες." καὶ ὁ Βαγώας ει πε πρὸς ̓Ιουδήθ "ἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ' ἡμῶν οι νον, καὶ γενηθήσῃ ὡς μία τῶν παρεστηκυιῶν ἐν τῷ οι κῳ Ναβουχοδονόσορ." καὶ ̓Ιουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς ̓Ολοφέρνην ἀνέπεσε, καὶ ε φαγε καὶ ε πιεν α ἡτοίμασεν αὐτῇ ἡ παιδίσκη αὐτῆς. ἡ δὲ καρδία ̓Ολοφέρνου ἐξέστη καὶ πρὸς ε ρωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ πότου παραταθέντος ε πιεν ἐκεῖνος οι νον σφόδρα πολὺν καὶ ἐμεθύσθη. καὶ ὁ μὲν ἐπὶ τῆς κλίνης αὐτοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ῳ χοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν ̓Ιουδὴθ ἐντὸς καταλελοιπώς. ἡ δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν ε ξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξελεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. ὁ μὲν ου ν ̓Ολοφέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ υ πνον θανάτου υ πνωττεν ἀδελφόν, ἡ δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θεραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐτῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ εἰσελθοῦσα διηγήσατο ο σα ἐθαυμάστωσεν δι' αὐτὴν ὁ θεός, καὶ τὴν κεφαλὴν ̓Ολοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους α μα πρωὶ ἐξελθεῖν· "ἰδόντες γάρ" φησίν "ὑμᾶς οἱ ̓Ασσύριοι δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκη.217 νήν, καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἰς φυγήν, καὶ ὑμεῖς ε ψεσθε ὀπίσω αὐτῶν καὶ συγκόψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν." ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασα "καλέσατέ μοι" ε φη "τὸν ̓Αχιώρ·" καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ ̓Ολοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ὁ α νθρωπος, καί "ἀνάγγειλόν μοι" ε φη "ο σα ἐποίησας." κἀκείνη πάντων ἐνώπιον διηγήσατο α ὁ θεὸς πεποίηκε δι' αὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ ὁ ̓Αχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως α ρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν ̓Ολοφέρνου τοῦ τείχους ἀπῃωρήκασι καὶ τα λλα κατὰ τὴν συμβουλὴν ̓Ιουδὴθ πεποιήκασι. καὶ τοὺς ̓Ασσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ ̓Ιουδὴθ ἡ σκηνὴ ̓Ολοφέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, α καὶ ἀνάθημα τῷ θεῷ ἐν ̔Ιερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο. καὶ ῃ σεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς ̓Ισραήλ, καὶ ὑπέστρεψεν εἰς τὸν οι κον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ε τη πέντε καὶ ἑκατόν. Τὰ μὲν ου ν κατὰ τὴν ̓Ιουδὴθ ἐν τούτοις· ἑξῆς δ' ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις ̓Ενεμεσὰρ βασιλέως τῶν ̓Ασσυρίων. η ν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς ε θυε τῷ θεῷ πορευό.218 μενος εἰς ̔Ιερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δὲ τῷ ̓Ενεμεσὰρ ε ντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλήν, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἑνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ανναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο. ̓Ενεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν ̓Ασσυρίων, καὶ κατὰ τῆς ̓Ιουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν η τταν ἀποκτιννύντος πλείστους τῶν ̓Ισραηλιτῶν, ε θαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ε φυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. ου πω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν 86

Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες ε φυγον, ε τερος δὲ παῖς ἐκείνου ὁ Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ο ς συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, ̓Αχιάχαρ καλούμενον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, η ν καθ' ἑπτὰ ἑβδομάδας ἑώρταζον ̓Ιουδαῖοι, α ριστον ἡτοίμαστο τῷ Τωβὶτ δαψιλές. λέγει ου ν τῷ υἱῷ αὐτοῦ Τωβίᾳ "πορεύθητι, τέκνον, καὶ α γαγε ο ν α ν ευ ρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης ἡμῖν." ὁ δὲ πορευθεὶς ἀνέστρεψε λέγων "ει ς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ε ρριπται ἐν τῇ ἀγορᾷ." καὶ ὁ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν 1.219 νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου ε θαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οι α κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλ' ἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ω ν λευκώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο ὁ Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, καὶ ἐπ' αὐτῷ προσειληφυῖα καὶ ε ριφον, η κε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος ει η. ἡ δέ "δῶρον" ει πέ "μοι δέδοται ἐπὶ τῷ μισθῷ." καὶ ο ς ἐνέκειτο λέγων "εἰ κλοπιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ." περιαλγήσασα δὲ ἡ γυνὴ καὶ οἱονεὶ τὸν α νδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσα "ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου;" ε φη. καὶ ὁ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ῃ τει τὸν θεὸν ἀπαλλαγῆναι τοῦ ζῆν. Καὶ κατ' αὐτὴν τὴν ἡμέραν ἐν ̓Εκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγατέρα ̔Ραγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς α νδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον γάρ τι ̓Ασμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. ἡ δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλ' ι να μὴ πένθος καὶ ο νειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰτουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν η οἰκτειρηθῆναι καὶ ου τως αυ θις τὸ ο νειδος ἐκφυγεῖν. Εἰσηκούσθη ου ν ἡ προσευχὴ καὶ ἀμφοῖν, καὶ 1.220 ἀπεστάλη πρὸς τοῦ θεοῦ ̔Ραφαὴλ ὁ ἀρχάγγελος ἰάσασθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβίᾳ μνηστεύσασθαι, καὶ δῆσαι τὸν ̓Ασμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ω στε μή τι κακὸν τῷ Τωβίᾳ ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ ὁ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος ε φη αὐτῷ "δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν ̔Ράγοις τῆς Μηδίας· πορευθεὶς ου ν λάβε ταῦτα." καὶ ε δωκεν αὐτῷ τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι α νθρωπον ο ς μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζητῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ ̔Ραφαὴλ ἐν ει δει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ εἰδέναι τὴν ὁδὸν καὶ τὸν οι κον τοῦ Γαμαὴλ καὶ σὺν αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς α νθρωπον ̓Αζαρίαν καλούμενον ἀπῄει. καὶ η λθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. ὁ δὲ α γγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύσατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμηθῆναι ει πε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρδίαν αὐτοῦ καὶ τὸ η παρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς. ̔Ως δ' ἐπορεύοντο καὶ η γγιζον ̓Εκβατάνοις, ε φη Τωβίας "ἀδελφὲ ̓Αζαρία, εἰς τί χρησιμεύσουσιν ἡμῖν ἡ καρδία τοῦ ἰχθύος καὶ τὸ η παρ καὶ ἡ χολή; ὁ δὲ ἀπεκρίνατο "ἡ καρδία καὶ τὸ η παρ θυμιώμενα διώκουσι δαίμονας, ἐάν τινι ἐνοχλῶσιν, ἡ δὲ χολὴ ἐγχριομένη ο μμασι λευκώματα ε χουσι καθαίρει ταῦτα καὶ 1.221 δίδωσι τὸ ὁρᾶν." η δη δὲ τοῖς ̓Εκβατάνοις προσήγγισαν, καί φησι τῷ Τωβίᾳ ὁ α γγελος "σήμερον 87

αὐλισθησόμεθα παρὰ ̔Ραγουὴλ συγγενεῖ σου τυγχάνοντι, ῳ θυγάτηρ Σάρρα ἐστὶ φρονίμη τε καὶ καλή, καὶ λαλήσω περὶ αὐτῆς δοθῆναί σοι εἰς γυναῖκα." ὁ δέ "ἀκήκοα" ε φη "τὸ κοράσιον ἐκδεδόσθαι ἀνδράσιν ἑπτά, καὶ πάντας ἐν τῷ νυμφῶνι θανεῖν, ο τι ἐρᾷ τούτου δαιμόνιον καὶ τοὺς αὐτὸ μνηστευσαμένους ἀπόλλυσι· καὶ δέδοικα μὴ καὶ αὐτὸς ἀναιρεθῶ παρ' αὐτοῦ." καὶ ὁ α γγελος "α κουσόν μου" φησί, "καὶ μηδείς σοι τοῦ δαιμονίου λόγος. ἐὰν γὰρ ε λθῃς εἰς τὸν νυμφῶνα, α νθραξιν ἐπίθες ἐκ τῆς καρδίας τοῦ ἰχθύος καὶ ἐκ τοῦ η πατος, καὶ φεύξεται τὸ δαιμόνιον τὴν ὀσμὴν αὐτῶν ὀσφρανθέν, καὶ οὐκέτι ἐπανελεύσεται." καὶ εἰσῆλθον εἰς τὸν οι κον ̔Ραγουήλ. καὶ μαθὼν ἐκεῖνος περὶ Τωβία ο τι υἱός ἐστι τοῦ Τωβίτ, κατεφίλησεν αὐτόν, καὶ ἀκούσας ο τι πεπήρωται ὁ Τωβίτ, ε κλαυσε· καὶ ἀσμένως αὐτοὺς ἐδέξατο. ὁ δὲ α γγελος ε φη τῷ ̔Ραγουὴλ συζεῦξαι αὐτῷ τὴν Σάρραν· κἀκεῖνος κατένευσε, καὶ καλέσας τὴν θυγατέρα καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος παρέδωκεν αὐτὴν τῷ Τωβίᾳ, καὶ λαβὼν βιβλίον ε γραψε συγγραφήν. μετὰ δὲ τὸ δεῖπνον εἰσήγαγον εἰς τὸ ταμιεῖον πρὸς αὐτὴν τὸν Τωβίαν. ὁ δὲ ἀπιὼν ε λαβεν α νθρακας, καὶ ἐπιθεὶς ἐκ τῆς καρδίας καὶ τοῦ η πατος τοῦ ἰχθύος ἐκάπνισε, καὶ ἡ ὀσμὴ τούτων ἐφυγάδευσε τὸ δαιμόνιον. ̔Ραγουὴλ δὲ μεθ' ἡμέραν ε στειλε μίαν τῶν παιδισκῶν ἰδεῖν εἰ ζῇ ὁ Τωβίας. τῆς δὲ ἀναστρεψάσης καὶ ζῆν λεγούσης αὐτόν, εὐλόγησεν ὁ ̔Ραγουὴλ τὸν θεόν. ει πε δὲ πρὸς Τωβίαν "ἑορτάσωμεν τοὺς γάμους ἐφ' ἡμέρας δέκα καὶ τέσσαρας, καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν. 1.222 καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόντων μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ." φησὶν ου ν ὁ Τωβίας πρὸς ̔Ραφαήλ "ἀδελφὲ ̓Αζαρία, λάβε μοι τὸ χειρόγραφον καὶ πορεύθητι ἐν ̔Ράγοις παρὰ Γαμαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, ὁ πατήρ μου σφόδρα ὀδυνηθήσεται." καὶ ἀπῆλθεν ὁ α γγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ε λαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν. Ηδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶν "ἐξαπόστειλόν με" τῷ ̔Ραγουὴλ ὁ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ η μισυ τῶν ὑπαρχόντων τῷ ̔Ραγουὴλ ἀπῄει. α ρτι δὲ πλησίον γενομένων τῆς Νινευί, φησὶν ὁ α γγελος πρὸς αὐτόν "προδράμωμεν ε μπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πατήρ σου, σὺ δὲ ε γχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα." ἡ δὲ μήτηρ αὐτοῦ ἐκάθητο τηροῦσα τὴν ὁδόν· καὶ ὡς ε γνω τὸν υἱὸν αὐτῆς ἐρχόμενον, σπεύσασά φησι τῷ Τωβίτ "ε ρχεται ὁ υἱός σου," καὶ προσδραμοῦσα κατεφίλησεν αὐτὸν καὶ ει πεν "ει δόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι." Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. καὶ ὁ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ' αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκη.223 κοότες ο σα ἐποίησεν ὁ θεὸς μεγαλεῖα, ἐθαύμαζον. ει πε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦ "δὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέντοι καὶ προσθεῖναι αὐτῷ δεῖ." ὁ δέ "πάτερ" ε φη, "δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ω ν ἐνήνοχα." καὶ ει πε τῷ ̔Ραφαήλ "λάβε μοι, ἀδελφὲ ̓Αζαρία, τὸ η μισυ πάντων ω ν ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων." τότε καλέσας κατὰ μόνας τοὺς δύο ὁ α γγελος ἀπήγγειλεν α παν τὸ μεγαλεῖον ο ἐποίησε μετ' αὐτῶν ὁ θεός, καὶ ει πεν ει ναι ὁ ̔Ραφαήλ, καὶ μὴ ἀφ' ἑαυτοῦ παραγενέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐτοὺς εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι ο σα ἐποίησε μετ' αὐτῶν. "μυστήριον μὲν γὰρ βασιλέως" ε φη "κρύπτειν καλόν, τὰ δὲ ε ργα τοῦ θεοῦ ἀνακηρύττειν ἐνδόξως." οἱ δὲ ἀκούσαντες ταῦτα ε πεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν ει δον, καὶ 88

ἀνθωμολογοῦντο τῷ θεῷ ἀνθ' ω ν ἐποίησε μετ' αὐτῶν θαυμασίων. Ην δὲ Τωβίτ, ο τε τὴν ο ρασιν αὐτοῦ ἀπώλεσεν, ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ε τη ὀκτὼ ἀποκατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ η ν μᾶλλον ε κτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς ε σχατον λέγει τῷ υἱῷ αὐτοῦ "τέκνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ δὲ λάβε τοὺς υἱούς σου καὶ α πελθε εἰς Μηδίαν· πέπεισμαι γὰρ ο τι ο σα προεῖπεν ̓Ιωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ ο τι ̔Ιεροσόλυμα ε ρημα ε σται καὶ ὁ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν ὁ θεός, καὶ ἐπιστρέψει ὁ λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νόμον καὶ γίνου ἐλεήμων καὶ δίκαιος." καὶ τοιαῦτα ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος 1.224 ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ ε θαψεν αὐτὸν ἐντίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς ̓Εκβάτανα πρὸς ̔Ραγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ ε θαψε κἀκεῖνον γηράσαντα, καὶ ἐκληρονόμησεν αὐτόν. ἀπέθανε δὲ καὶ Τωβίας ἐτῶν ἑκατὸν ει κοσι καὶ ἑπτὰ ἐν ̓Εκβατάνοις τῆς Μηδίας, καὶ η κουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώλειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶ ̓Ασουήρου. Τὸ μὲν ου ν σύμπαν τῶν ̔Εβραίων ε θνος, ὡς η δη ἱστόρηται, δορυάλωτον παρὰ τῶν ̓Ασσυρίων γενόμενον μετῳκίσθη, καὶ ε ρημος ἡ ̔Ιερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν ̓Ασσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μήδων τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, ου ς ὁ προφήτης ̔Ιερεμίας προανεφώνησεν. οὐκ α καιρον δ' α ν ει η καὶ τῆς τῶν ̓Ασσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μήδων καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ε χει δὲ ου τως. Βασιλεῖαι καθ' ἑαυτὰς η σαν ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν η ρχεν ὁ ̓Αστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ' ου τος τῇ ̓Αστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, η τις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ο ς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ 1.225 νόμιμα τῶν Περσῶν τοιάδε η σαν, ὡς Ξενοφῶν συνεγράψατο. η ν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ' η ν τά τε βασίλεια σφίσι καὶ τὰ α λλα ἀρχεῖα πεποίηντο, ω ν τὰ ω νια καὶ οἱ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ι να μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ε ν παισίν, α λλο δ' ἐφήβοις ἀφώριστο, τελείοις δ' ἀνδράσι τὸ ε τερον, τοῖς δ' ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ε τη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ε καστοι. τοὺς δ' ἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς ο πλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων· ου τοι δὲ ου τε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, ου τ' ἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. η σαν δ' ἑκάστοις α ρχοντες δώδεκα· εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ω σπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ υ βρεως καὶ α λλων τινῶν. ου ς δ' α ν ε γνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ ου ς δ' α ν ευ ρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ο τε τραφήσεσθαι ε μελλον οἱ παῖδες, παρὰ τῷ διδασκάλῳ η σαν σιτούμενοι, α ρτον φέροντες οι κοθεν καὶ κάρδαμον ο ψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου υ δατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ε ξ ἐτῶν η ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ε πραττον, 1.226 ἐκ τούτου δ' εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ε τη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν 89

ἡμέραν ἑαυτοὺς τοῖς α ρχουσι κεχρῆσθαι ο πῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ο ταν δ' ἐπὶ θήραν ἐξῄει ὁ βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ο τι συγγενὴς αὐτοῖς ἐδόκει αυ τη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ ει θιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες α ριστον πλεῖον μὲν τῶν παίδων, τα λλα δὲ ο μοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν η θηρὸς ε νεκα ἐπιμεῖναι η α λλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ ου ν α ριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο α μφω. τοῦτο δ' ἐποίουν ι να κα ν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ο ψον δὲ ει χον ο α ν ἐθήρασαν, εἰ δ' ου , τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς α λλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος η τάχους ε ργα δημόσια. ἐπειδὰν δ' ἐπὶ τούτοις οἱ ε φηβοι δέκα ε τη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους α νδρας, καὶ ε κτοτε πέντε καὶ ει κοσιν ου τω διῆγον ἐνιαυτούς. καὶ εἰ ε δει στρατεύεσθαι, τόξα μὲν οὐκέτι ε χοντες οὐδὲ παλτὰ ἐστρατεύοντο, τὰ δὲ ἀγχέμαχα ο πλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν η κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαι ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ ει κοσι 1.227 διετέλεσαν ε τη, η σαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν η πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι ε ξω τῆς ἑαυτῶν, μένοντες δ' οι κοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ' ἐκεῖνοι ε κρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ η ν τις η ἐν ἐφήβοις η ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἱ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ' ἐκκριθεὶς α τιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ω φθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα η κοιλίας ποιούμενον ε κκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον. Ταῦτα μὲν τὰ ε θη τῶν Περσῶν καὶ τὰ νόμιμα· Κῦρος δὲ τούτοις τραφείς τε καὶ παιδευθείς, καὶ τὴν ε φηβον ὑπερβὰς ἡλικίαν καὶ τοῖς ἀνδράσι καταλεγείς, ἐν α πασιν εὐδοκίμησεν. η δη δὲ τοῦ μητροπάτορος αὐτοῦ τοῦ τῶν Μήδων βασιλεύοντος ̓Αστυάγους τὴν ζωὴν μεταλλάξαντος ὁ παῖς ἐκείνου Κυαξάρης, ο ς καὶ Δαρεῖος ὠνόμαστο, τὴν πατρικὴν ἀρχὴν διεδέξατο, τοῦ Κύρου τυγχάνων μητράδελφος. ̔Ο δὲ τῶν ̓Ασσυρίων κρατῶν, εἰς μέγα τῆς βασιλείας αὐξηθείσης αὐτῷ, καὶ α ρχων μὲν τοῦ φύλου τῶν ̓Ασσυρίων ο ντος πολυπληθοῦς, ὑφ' ἑαυτὸν δὲ πεποιημένος τοὺς Αραβας, ὑπηκόους δὲ καὶ τοὺς ̔Υρκανίους κτησάμενος καὶ τοὺς Σύρους ὑποφόρους, τούς γε μὴν Βακτρίους πολιορκῶν καὶ τὸ τῶν ̔Εβραίων γένος η δη καταστρεψάμενος, καὶ α λλα δὲ πλεῖστα 1.228 τῶν ἐθνῶν θέμενος ὑποχείρια, ῳ ετο, εἰ τοὺς Μήδους ἀσθενώσειε, πάντων γε τῶν πέριξ ῥᾷον κρατήσειν. ταῦτα δὲ διανοηθεὶς τούς τε ὑφ' ἑαυτὸν ἡτοίμαζεν, ε πεμψε δὲ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν καὶ πρὸς α μφω τοὺς Φρύγας, πρὸς Παφλαγόνας τε καὶ ̓Ινδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, αἰτῶν συμμαχήσειν αὐτῷ κατὰ Μήδων ὡρμημένῳ, ὡς καὶ αὐτοῖς τοῦ πολέμου συμφέροντος, δυνατὸν ει ναι λέγων τὸ ε θνος, ἐπιγαμίαν τε πρὸς Πέρσας πεποιημένον καὶ τὴν παρ' ἐκείνων προσκτήσασθαι ἀρωγήν, καὶ θάτερον συγκροτεῖσθαι παρὰ θατέρου, ω στε εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσει, ἑκάστῳ τῶν ἐθνῶν ἐπιόντας κρατήσειν αὐτῶν. ὁ μὲν ου ν τοιούτους λόγους πρὸς ε καστον τῶν ἐθνῶν διεπέμπετο· τῶν δὲ τὰ μὲν τοῖς λόγοις τούτοις παρακινούμενα, τὰ δὲ καὶ χρήμασι καὶ δώροις ἀναπειθόμενα, ε νια δὲ καὶ φόβῳ τοῦ ̓Ασσυρίου κρατούμενα συμμαχήσειν κατέθεντο. Κυαξάρης δὲ ταῦτα μαθὼν αὐτός τε 90

παρεσκευάζετο καὶ εἰς Πέρσας ἀπέστειλε πρός τε τὸ κοινὸν καὶ πρὸς τὸν σφῶν βασιλέα Καμβύσην, συμμαχίαν αἰτῶν καὶ τὸν Κῦρον τὸν ἀδελφιδοῦν α ρχοντα τῶν συμμάχων ἐλεύσεσθαι ἀξιῶν· η δη γὰρ ἐν τοῖς τελείοις ἠρίθμητο. συμμαχήσειν ου ν τῶν Περσῶν καταθεμένων οἱ γεραίτεροι α ρχοντα τὸν Κῦρον αἱροῦνται τῆς εἰς Μήδους στρατιᾶς, καὶ τρισμυρίους αὐτῷ ε δοσαν πελταστὰς καὶ τοξότας καὶ σφενδονήτας. ὡς ου ν ᾑρέθη, τῷ πατρὶ συνταξάμενος ἀπῄει πρὸς Μήδους σὺν τῷ στρατεύματι. ἐπεὶ δὲ ἀφίκετο, ου πω δὲ παρῆν ὁ ̓Ασσύριος, ἀσκεῖν ἐπέταττε τοῖς ἑαυτοῦ τὰ πολέμια. ἐν τούτοις δὲ παρὰ Κυαξάρου η κεν α γγελος λέγων ο τι ̓Ινδῶν παρείη πρεσβεία, καί "δεῖ παρεῖναι καὶ σέ. φέρω δέ σοι καὶ στολὴν τὴν καλλίστην· βούλεται 1.229 γάρ σε προσάγειν ἐστολισμένον λαμπρότατα, ι ν' ου τω τοῖς ̓Ινδοῖς ὀφθείης." ὡς δ' ἀφίκετο ἐπὶ τὰς Κυαξάρου θύρας μετὰ τῆς στρατιᾶς, καὶ περσικῶς ἐσταλμένος εἰσῄει πρὸς αὐτόν, ἠχθέσθη ἐκεῖνος τῇ λιτότητι τῆς στολῆς. κληθέντες δὲ οἱ ̓Ινδοὶ ει πον ἐστάλθαι παρὰ τοῦ σφετέρου βασιλέως ἐρωτῶντος ἐξ ου ὁ πόλεμος ει η Μήδοις τε καὶ τῷ ̓Ασσυρίῳ, τὰ αὐτὰ δὲ πυθέσθαι κἀκείνου, καὶ ἀμφοτέροις εἰπεῖν ο τι ὁ ̓Ινδῶν βασιλεὺς τὸ δίκαιον σκεψάμενος μετὰ τοῦ ἠδικημένου ε σται. πρὸς ταῦτα ὁ Κυαξάρης ε φη "ἡμεῖς μὲν ἀδικοῦμεν οὐδὲν τὸν ̓Ασσύριον, ἐκείνου δὲ ο ,τι λέγει πυνθάνεσθε." ὁ δὲ Κῦρος ει πεν "εἰ παρ' ἡμῶν ἀδικεῖσθαί φησιν ὁ ̓Ασσύριος, ω ̓Ινδοί, αὐτὸν αἱρούμεθα δικαστὴν τὸν βασιλέα ὑμῶν." Οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ῳ χοντο· ὁ δὲ Κῦρος μὴ θέλων α πρακτον καθῆσθαι τὴν ἑαυτοῦ στρατιάν, τῷ Κυαξάρῃ φησίν "ε ναγχος μέμνημαί σου ἀκούσας ὡς ὁ ̓Αρμένιος ου τε στράτευμα πέμπει σοι ου τε τὸν δασμὸν δίδωσι, τὰς συνθήκας ἠθετηκώς. εἰ ου ν βούλει, πέμψον ἐμέ, ἱππέας μοι μετρίους προσθέμενος· καὶ οι μαι σὺν τοῖς θεοῖς ὡς καὶ τὸ στράτευμα πέμψει καὶ ἀποδοίη καὶ τὸν δασμόν." ὡς δὲ ἐφῆκεν ὁ Κυαξάρης, ὑποσχόμενος, ο τε τοῖς ο ροις πλησιάσει τῆς ̓Αρμενίας, πέμψειν αὐτῷ τοὺς ἱππέας, ἀπῄει ὁ Κῦρος ὡς πρὸς θήραν ἐξιών· καὶ γὰρ εἰώθει θηρᾶν μέσον τῶν ὁρίων ἀμφοῖν, τῶν τε Μήδων φημὶ καὶ τῶν ̓Αρμενίων. καὶ ἀπελθὼν ἐθήρα καὶ ἐπέβαινε τῶν ὀρῶν τῆς ̓Αρμενίας ἐπὶ τὸ πρόσω χωρῶν ἠρέμα. ὡς δ' ῃ σθετο ταῦτα ὁ Κυαξάρης, ἀπέστειλεν αὐτῷ τοὺς ἱππεῖς. ἐλθόντων δ' ἐκείνων συγκαλέσας τοὺς ταξιάρχας ἐξέφηνε τὸ ἀπόρρητον, καὶ η κειν ε φη διὰ τὸν ̓Αρμένιον ἀγνωμονήσαντα πρὸς τὸν Κυαξάρην. καὶ 1.230 τῷ μὲν Χρυσάντᾳ ἐνετέλλετο τοὺς ἡμίσεις λαβεῖν τῶν Περσῶν καὶ εἰς τὰ ο ρη τῶν ̓Αρμενίων γενέσθαι, φυλάττεσθαί τε μὴ γνωρισθῆναι ο τι στράτευμα ει η ἐν τούτοις, ἀλλά τινας προπέμπειν λῃσταῖς ἐοικότας καὶ τὸ πλῆθος καὶ τὰς στολάς, ω στε ει τινες ι σως τούτοις ἐντύχοιεν, κλῶπας νομίζειν ει ναι. καὶ ὁ μὲν Χρυσάντας μετὰ τῶν Περσῶν ἐπὶ τὰ ο ρη ἐχώρει, ὁ δὲ Κῦρος πέμψας πρὸς τὸν ̓Αρμένιον ἐκέλευεν ὡς τάχιστα οι σειν καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα, καὶ αὐτὸς ἀπῄει συντεταγμένος. ὡς δ' η κουσε ταῦτα ὁ ̓Αρμένιος, ἐξεπλάγη, καὶ ε πεμπε μὲν ἀθροίζων τὴν ἑαυτοῦ στρατιάν, ε πεμπε δὲ καὶ τὰς γυναῖκας τόν τε νεώτερον υἱὸν καὶ τὰ χρήματα εἰς τὰ ο ρη· οὐ γὰρ τεῖχος τῇ σφῶν κατοικίᾳ περιεβέβλητο. ἐπεὶ δὲ οἱ πρὸς τὰ ο ρη πεμφθέντες ἐνέπεσον τοῖς ἐκεῖ ἐφεδρεύουσι, καὶ αι τε γυναῖκες καὶ ὁ υἱὸς καὶ αἱ θυγατέρες τοῦ ̓Αρμενίου ἑάλωσαν, ἀπορῶν αὐτὸς καὶ ἑαυτὸν τῷ Κύρῳ παρέδωκεν. ̓Εν τούτοις δὲ ὁ πρεσβύτερος τοῦ ̓Αρμενίου παῖς Τιγράνης ἀπόδημος ω ν προσῄει, ο ς ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς ει χε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. ὁ δὲ Κῦρος "εἰς καιρὸν η κεις" ε φη. καὶ πολλὰ τῷ ̓Αρμενίῳ διαλεχθεὶς καὶ ἀδικοῦντα ἐλέγξας, τέλος ε φη "λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα." τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους ει ναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω τρισχιλίων ταλάντων, ὁ Κῦρος "τῆς μὲν στρατιᾶς" 1.231 ε φη "τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου 91

δασμοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ'" ε φη "α λλα ἑκατὸν δάνεισον." καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα τῷ ̓Αρμενίῳ καὶ τοὺς παῖδας δῶρον ε δωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ ο ντι, καὶ ἀφῆκε πάντας. ̓Αρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ η σαν ἀεὶ καὶ μάχαι· τούτους δ' ἀλλήλοις ὁ Κῦρος κατήλλαξε, καὶ ου τως ἀπῄει. καὶ τὸ μὲν στράτευμα ο ἐκ τοῦ ̓Αρμενίου ε λαβεν ε πεμψε πρὸς Κυαξάρην, ἐπεὶ δ' ἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημάτων τοῖς αὐτοῦ ταξιάρχαις. ει τα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσιόντας καὶ τοὺς ̓Ασσυρίους ἐπύθοντο, συντεταγμένοι προσῄεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρασάγγην ἀπέχοντες. τῇ δ' ὑστεραίᾳ ἐξαγαγὼν ὁ Κῦρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθ' ε τερον κέρας σὺν τοῖς Μήδοις ὁ Κυαξάρης, ἑτέρωθεν δ' οἱ ̓Ασσύριοι καὶ οἱ συμμαχοῦντες αὐτοῖς. καὶ παραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέροντο καὶ ὁ Κῦρος αὐτός. οι γε μὴν πολέμιοι οὐκέτ' ε μενον, ἀλλ' ε φευγον εἰς τὸ ε ρυμα. καὶ οἱ Πέρσαι αὐτοῖς ἐφεπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μήδων δὲ ἱππεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας η λαυνον· οἱ δ' ἐνέκλινον· ε νθα δὴ καὶ ι ππων διωγμὸς η ν καὶ ἀνδρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἱ γυναῖκες τῶν ̓Ασσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέκραγον καὶ ε θεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους 1.232 περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ε νθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς α λλοις παρεκελεύοντο. δείσας δ' ὁ Κῦρος μὴ ὀλίγοι ο ντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολλῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν ε ξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. ει τ' ἀπήγαγε τοὺς οἰκείους ο σον ἐδόκει καλῶς ε χειν, καὶ ἐστρατοπεδεύσατο. οἱ δ' ̓Ασσύριοι, καὶ τεθνηκότος τοῦ α ρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα ο τε Κροῖσος καὶ οἱ α λλοι σύμμαχοι σφῶν πάντες η λγουν. ἐντεῦθεν ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. ὡς δὲ μεθ' ἡμέραν ε ρημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας ὁ Κῦρος πρώτους, ει τα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν ου ν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον α παν η ν αἱρετόν. καὶ ὁ Κῦρος "δὸς δή μοι τῶν Μήδων" ε φη "τινὰς συμπορευομένους μοι, ἐκείνους δὴ ο σοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται." καὶ ὁ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέπεμψεν. ̓Εν τοσούτῳ δὲ α γγελοι ἐκ τῶν ̔Υρκανίων ἀφίκοντο. οἱ δ' ̔Υρκάνιοι ο μοροι τῶν ̓Ασσυρίων εἰσίν, ε θνος οὐ πολύ, διὸ καὶ η σαν τῶν ̓Ασσυρίων ὑπήκοοι· ἐχρῶντο δ' αὐτοῖς ου τ' ἐν πόνοις ου τ' ἐν κινδύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτετάχατο, ἱππεῖς ο ντες ὡς χίλιοι, ο πως ει τι ο πισθεν ει η δεινόν, ἐκείνοις τοῦτ' ἐνσκήψειε πρὸ αὐτῶν. οἱ δὲ οι α πάσχουσιν ἐννοούμενοι, ε πεμψαν ἀγγέλους 1.233 πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παρ' αὐτῶν οἱ ̓Ασσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπ' αὐτούς, καὶ σφεῖς ε σοιντο σύμμαχοι καὶ ἡγήσοιντο. ὁ δὲ η ρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ ̔Υρκάνιοι ει πον ο τι κα ν αυ ριον ε ωθεν πορεύοιντο ευ ζωνοι, καταλήψοιντο σφᾶς. καὶ ὁ Κῦρος πίστεις ῃ τει ὡς ἀληθεύοιεν· οἱ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ ὁ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, η μὴν ἐὰν α λέγουσιν ἐμπεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μήδων μεῖον ε χειν τι παρ' αὐτῷ. ̓Επὶ τούτοις ὁ Κῦρος ε τι φάους ο ντος ἐξῆγε τὸ στράτευμα, καὶ ὁ Τιγράνης μετὰ τῶν ̓Αρμενίων συνῆν, καὶ τοὺς ̔Υρκανίους δὲ περιμένειν ἐκέλευσεν, ι ν' α μα ι οιεν. τῶν δὲ Μήδων σχεδὸν α παντες συνεξῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι ου ν τοὺς ̔Υρκανίους ἐκέλευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν ̔Υρκανίων 92

στρατεύματος. καὶ οἱ α γγελοι τοῦτο τὸν Κῦρον ἐδίδασκον, καὶ ο ς ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ ̔Υρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ω σπερ ει ρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς "ει πατέ μοι" φησί, "πόσον ἀπέχει ἐνθένδε ε νθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τὸ ἀθρόον αὐτῶν;" οἱ δ' ε φασαν ὀλίγῳ πλέον η παρασάγγην. ἡγεῖσθαι ου ν τοὺς ̔Υρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον ε χων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν ε ταξεν. ἐπεὶ δὲ φάος ἐγένετο καὶ ε γνων τὰ δρώμενα οἱ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλ' οἱ μὲν ε φευγον, οἱ δὲ καὶ ἀμαχεὶ ἀπώλλυντο. 1.234 Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ η ν, καὶ αὐτὸς τοὺς ἱππεῖς ε χων ἐπηκολούθει. καὶ τὸν τῆς παρ' ̔Ελλήσποντον α ρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δ' οἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμενον ε γνων, ε φευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα ε τι ἐγγὺς ο ντα κατακαίνουσιν οἱ ̔Υρκάνιοι. καὶ οἱ μὲν α λλοι ἐδίωκον, ὁ δὲ Κῦρος τοὺς σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν ο πλοις, τοῖς δὲ μένουσιν ἐκήρυξεν ἀποφέρειν τὰ ο πλα συνδεδεμένα, τοὺς δ' ι ππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ ου τω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν δὴ τὰ ο πλα ε χοντες ἐρρίπτουν ἀποφέροντες εἰς ε ν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. ὁ δὲ Κῦρος ἐννοήσας ὡς η λθον ου τε σῖτα ου τε ποτὰ ε χοντες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσαν "α γετε, ω α νδρες" ε φη, "διπλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε η τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθ' ἡμέραν ἐποιεῖτε." καὶ οἱ μὲν ὡς παρηγγέλθησαν ε πραττον. τῶν δὲ Μήδων τινὲς οἱ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες μεστὰς ω ν δεῖται στρατιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Κύρῳ α η γον πάλιν ἀπήλαυνον. ὁ δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς ταξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτήσασθαι, ι να τούτῳ τοὺς ἱππότας διώκοιεν καὶ τοὺς 1.235 φεύγοντας καταλαμβάνοιεν· καὶ οἱ α λλοι συνῄνεσαν. η δη δ' ὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ ̔Υρκάνιοι ι ππους τε α γοντες αἰχμαλώτους καὶ α νδρας. τοῖς μὲν ου ν αἰχμαλώτοις ἀνδράσιν "α πιτε" ει πε "τήν τε χώραν ὑμῶν ἐργαζόμενοι καὶ τὰς οἰκίας οἰκοῦντες καὶ γυναιξὶ ταῖς ὑμετέραις συνοικοῦντες καὶ παίδων τῶν ὑμετέρων ἀπολαύοντες, καὶ τοῖς α λλοις δὲ διαγγέλλετε ταῦτα· ε ν γάρ τι καινὸν ε σται ὑμῖν ο τι οὐχ ὁ αὐτὸς ὑμῶν α ρξει ο σπερ καὶ πρότερον, τὰ δ' α λλα τὰ αὐτὰ ε σται πάντα ὑμῖν." οἱ μὲν ου ν προσκυνοῦντες ἀπῄεσαν· ὁ δὲ Κῦρος "ω ρα δή," ε φη "ω Μῆδοί τε καὶ ̓Αρμένιοι, δειπνεῖν· παρεσκεύασται δὲ ὑμῖν δεῖπνα ὡς ἡμεῖς, ω βέλτιστοι, ἠδυνάμεθα. καὶ ὑμεῖς δέ, ω ̔Υρκάνιοι" ε φη, "διαγάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν α ρχοντας ἐπὶ τὰς μεγίστας, τοὺς δ' α λλους ὡς α ν δοκῇ κάλλιστα ε χειν, καὶ αὐτοὶ δὲ δειπνεῖτε· σῷαι γὰρ ὑμῖν αἱ σκηναὶ καὶ ἀκέραιοι." καὶ οἱ μὲν ἐποίουν ὡς ἐκελεύσθησαν· ὁ δὲ Κῦρος πολλοὺς τῶν Περσῶν διέπεμψε κύκλῳ τηρεῖν τὸ στρατόπεδον, ι να ει τίς τε ε ξωθεν προσίοι, μὴ λάθοι, καὶ ει τις τῶν ἐντὸς ἀποδιδράσκοι, ἁλώσοιτο. καὶ οἱ μὲν Πέρσαι ου τω διῆγον. τῇ δ' ἑξῆς ἡμέρᾳ τὰ λάφυρα τοῖς στρατιώταις διανεμηθῆναι προσέταξε, τοὺς δ' ι ππους τοῖς Πέρσαις δοθῆναι, ι να ἱππεῖς καὶ αὐτοὶ ε σοιντο. καί "τῷ Κυαξάρῃ δὲ ἐκλέξασθε" ε φη "ὁποῖα οι δατε κεχαρισμένα αὐτῷ· Πέρσαις δέ" ε φη "τοῖς μετ' ἐμοῦ ο σα α ν περισσὰ γένηται, ταῦτα ἀρκέσει· οὐ γὰρ ἡμεῖς ἐν χλιδῇ τεθράμμεθα, ω στε ι σως α ν καταγελάσαιτε ἡμῶν, ει τι σεμνὸν ἡμῖν περιθείητε· ω σπερ οι δ' ο τι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ι ππων καθήμενοι, οι μαι δὲ καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες." καὶ 1.236 τοὺς ταξιάρχας καλέσας τοὺς ι ππους λαμβάνειν ἐκέλευσε καὶ κληρωσαμένους ι σους λαμβάνειν ἑκάστους. ̓Εν τούτῳ δὲ 93

παρῆν Γωβρύας ̓Ασσύριος πρεσβύτης ἀνὴρ σὺν ἱππικῇ θεραπείᾳ, καὶ τὸν Κῦρον ῃ τει θεάσασθαι. η χθη ου ν πρὸς αὐτὸν καὶ ει πεν "ω δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος ̓Ασσύριος, ε χων καὶ τεῖχος ὀχυρόν, καὶ χώρας α ρχω πολλῆς· ε χω δὲ καὶ ι ππον εἰς χιλίαν, η ν τῷ τῶν ̓Ασσυρίων βασιλεῖ παρειχόμην, καὶ φίλος η ν ἐκείνῳ ὡς μάλιστα. ἐπεὶ δ' ὁ μὲν τέθνηκεν ὑφ' ὑμῶν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρχὴν ε χει, ε χθιστος ω ν ἐμοὶ ο τι τὸν μόνον μοι καὶ φίλον παῖδα φθονήσας ἀπέκτεινεν, η κω πρὸς σὲ καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι γενέσθαι μοι." Κῦρος δὲ ἀπεκρίνατο "η νπερ, ω Γωβρύα, ο σα φὴς καὶ φρονῇς, δέχομαί τε ἱκέτην σε καὶ τιμωρήσειν σοι τοῦ παιδὸς τὸν φόνον σὺν θεοῖς ὑπισχνοῦμαι." ὁ δέ "ἐπὶ τούτοις" ε φη "ἀληθεύων ἐγὼ δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν." ̓Επεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι κελεύει τὸν Γωβρύαν ε χοντα καὶ τὰ ο πλα. καὶ ὁ μὲν ἀπῄει· οἱ δὲ Μῆδοι παρῆσαν ἐξῃρηκότες Κύρῳ τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, η καλλίστη λέγεται ἐν τῇ ̓Ασίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κρατίστας, καὶ Κυαξάρῃ τὰ δεύτερα· τὰς δὲ περισσὰς σκηνὰς Κύρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. ὁ δὲ Κῦρος τὰ μὲν τοῦ Κυαξάρου φυλάττειν ἐκέλευσε τοὺς ἐκείνου οἰκειοτάτους, καί "ο σα ἐμοὶ δίδοται, ἡδέως" ε φη "δέχομαι." καλέσας δὲ ̓Αράσπην Μῆδον, ο ς η ν αὐτῷ ἐκ παίδων ἑταῖρος, 1.237 ἐκέλευσε διαφυλάξαι αὐτῷ τὴν γυναῖκα καὶ τὴν σκηνήν. η ν δὲ αυ τη μὲν γυνὴ ̓Αβραδάτου τοῦ Σούσων βασιλέως, ο ς ἁλισκομένου τοῦ στρατοπέδου οὐ παρῆν, πεμφθεὶς περὶ συμμαχίας παρὰ τοῦ ̓Ασσυρίου πρὸς τὸν Βακτρίων βασιλέα, ξένος ω ν ἐκείνῳ. Πρωὶ δὲ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν Κῦρος ε φιππος καὶ οἱ Περσῶν ἱππεῖς γενόμενοι εἰς δισχιλίους. δευτεραῖοι δὲ ἀμφὶ δείλην γίνονται εἰς τὸ Γωβρύα χωρίον αὐτοὶ καὶ οἱ σύμμαχοι. μαθὼν ου ν ἐκεῖ ο τι τοῖς ̓Ασσυρίοις ἐν Βαβυλῶνι πολλαπλασία τῆς πρῴην δυνάμεως παρεσκεύασται, "α γε ἡμᾶς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνος" ε φη. ὡς δὲ πορευόμενοι τεταρταῖοι πρὸς τοῖς ὁρίοις τῆς Γωβρύου χώρας ἐγένοντο, καὶ ἐν τῇ πολεμίᾳ η δη ἐτύγχανον, τοὺς μὲν πεζοὺς καί τινας τῶν ἱππέων κατέσχε πρὸς ἑαυτόν, τοὺς δ' α λλους ἱππεῖς ἀφῆκε καταθεῖν, κελεύσας τοὺς μὲν ο πλα ε χοντας τῶν ἐντυγχανόντων αὐτοῖς κατακαίνειν, τοὺς δ' α λλους καὶ λείαν ο σην α ν λάβωσι πρὸς αὐτὸν α γειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρσας συγκαταθεῖν. καὶ η κον πολλοὶ μὲν αὐτῶν κατακεκυλισμένοι ἀπὸ τῶν ι ππων, πολλοὶ δὲ λείαν ο τι πλείστην α γοντες. ει τα πρὸς Βαβυλῶνα ῃ ει ω σπερ ἐν μάχῃ παραταξάμενος. ὡς δ' οὐκ ἀντεξῄεσαν οἱ ̓Ασσύριοι, ἐκέλευσεν ὁ Κῦρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν, εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, καὶ αὐτὸς σὺν ἐκείνῳ μάχοιτο α ν· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ο τι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι. ὁ μὲν δὴ Γωβρύας προσελάσας ταῦτα ει πεν· ὁ δ' ̓Ασσύριος πέμψας ε λεγεν "ὁ δεσπότης ὁ σός, ω Γωβρύα, ἀνταποκρίνεται, ἐὰν βούλησθε μάχεσθαι, η κετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ' ου πω ἡμῖν σχολή· ε τι γὰρ παρασκευαζόμεθα." 1.238 Καὶ ὁ μὲν ἀπήγγειλε ταῦτα τῷ Κύρῳ· ὁ δὲ ἀπήγαγε τὸ στράτευμα, καὶ τὸν Γωβρύαν περὶ τοῦ Γαδάτου ἠρώτα. ὁ δὲ Γαδάτας βασιλέως τινὸς η ν υἱός, ἑταῖρος τοῦ ̓Ασσυρίου, ο ν συμπίνοντα αὐτῷ συλλαβὼν ἐξέτεμε καὶ ἐκτομίαν ἐποίησεν· ο ς τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος τότε τὴν βασιλείαν ει χεν εὐνοῦχος ω ν. πρὸς τοῦτον ου ν ἀπιέναι τὸν Γωβρύαν η θελε καὶ α γειν πρὸς ἑαυτόν. ὁ δὲ ἀπῆλθε. καὶ ἐντυχὼν καὶ ο σα παρὰ Κύρου ἐνετάλθη εἰπὼν ὁ μὲν ἐπανῆλθεν, ὁ δὲ Γαδάτας τῷ ̓Ασσυρίῳ συμμαχεῖν προσποιούμενος, καὶ φρούριόν τι τοῦ ̓Ασσυρίου πρόβολον ο ν τοῦ πολέμου δόλῳ κατασχών, καὶ τῷ Κύρῳ αὐτὸ παραδούς, η λθε καὶ αὐτὸς πρὸς Κῦρον. καὶ δεξιωθείς "ω Γαδάτα" η κουσε, "παῖδας μέν, ὡς ε οικε, ποιεῖσθαί σε ἀφείλετο ὁ ̓Ασσύριος, οὐ μέντοι καὶ κτᾶσθαι φίλους ἐστέρησεν." ὁ μὲν ου ν τοιαῦτα ει πε. τοῦ δὲ φρουρίου ὑπὸ τὸν Κῦρον γεγενημένου, καὶ Καδούσιοι καὶ Σάκαι καὶ ̔Υρκάνιοι πλείους συνεστρατεύοντο αὐτῷ· καὶ ἐπὶ τούτοις προσέρχεται Κύρῳ ὁ Γαδάτας λέγων ὡς ὁ 94

̓ σσύριος περὶ τοῦ φρουρίου πυθόμενος καὶ χαλεπήνας συσκευάζοιτο εἰς τὴν ἐμὴν Α ἐμβαλεῖν χώραν. "ἐὰν ου ν ἀφῇς με, τὰ τείχη α ν πειραθείην διασῶσαι, τῶν δ' α λλων μείων μοι λόγος." η ρετο ου ν ὁ Κῦρος "ἐὰν ι ῃς, πότε ε σῃ οι κοι;" ὁ δέ "εἰς τρίτην" ε φη "δειπνήσω ἐν τῇ ἡμετέρᾳ." "ἐγὼ δέ" ε φη ὁ Κῦρος "ποσταῖος α ν ἐκεῖσε ἀφικοίμην σὺν τῷ στρατεύματι;" καὶ ὁ Γαδάτας "οὐκ α ν δύναιο" ἀπεκρίνατο "δέσποτα, εἰ μὴ ἐν ε ξ η ἑπτὰ ἡμέραις ἐλθεῖν." καὶ ὁ Κῦρος "σὺ τοίνυν" ε φη "α πιθι τάχιστα, ἐγὼ δ' ὡς α ν δυναίμην πορεύσομαι." καὶ ὁ μὲν Γαδάτας ἀπῄει, ὁ δὲ Κῦρος τοῖς α ρχουσι τῶν συμμάχων ει πε δεῖν τῷ Γαδάτᾳ ἐπαμῦναι παρὰ τοῦ 1.239 ̓Ασσυρίου πολεμουμένῳ, ἀνδρὶ εὐεργέτῃ. καὶ πάντες συνέφασαν. ὁ δέ "ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ" ε φη, "α γετε πορευσώμεθα, ι ππων τε καὶ ἀνδρῶν τοὺς δυνατωτάτους λαβόντες καὶ τριῶν ἡμερῶν τὰ ἐπιτήδεια, ι ν' ευ ζωνοι ι ωμεν." ου τω δὲ συσκευασάμενοι μέσων νυκτῶν τῆς ὁδοῦ ει χοντο, τοῦ Γωβρύου σφῶν ἡγουμένου. Καὶ ὁ μὲν Κῦρος ου τως ἀπῄει· ἀπιόντι δὲ τῷ Γαδάτᾳ τῶν τις παρ' αὐτῷ δυνατῶν ἐπεβούλευσεν ἐκείνῳ, καὶ πέμψας πρὸς τὸν ̓Ασσύριον ἐδήλου τὴν τοῦ Γαδάτου δύναμιν καὶ ὡς η κει, καὶ ἐνεδρεῦσαι αὐτῷ ἐνετέλλετο, ι ν' ου τως αὐτόν τε συλλάβοι τὸν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ. ἐπεὶ δὲ ταῦτα η κουσεν ὁ ̓Ασσύριος, ἐνήδρευσεν. ὡς δ' ἐγγὺς ὁ Γαδάτας τῆς ἐνέδρας ἐγένετο καὶ η δη ἐδόκει ει ναι ἁλώσιμος, ἀνίσταται ἐκ τῆς ἐνέδρας. ὁ δὲ τῷ Γαδάτᾳ ἐπιβουλεύων ἐν τούτῳ παίει αὐτὸν καὶ πλήττει κατὰ τὸν ω μον, οὐ μέντοι καιρίως· ποιήσας δὲ τοῦτο πρὸς τὸν ̓Ασσύριον παραχρῆμα ἀποχωρεῖ καὶ ἐδίωκε σὺν αὐτῷ. οἱ μὲν ου ν τοῦ Γαδάτου ἡλίσκοντο, οἱ δ' ε φευγον τοὺς χαλινοὺς τρέψαντες· καὶ η δη προσιόντα καθορῶσι τὸν Κῦρον. ὁ δὲ ὡς ε γνω τὸ πρᾶγμα, ἐναντίος αὐτοῖς η γε τὴν στρατιάν. καὶ οἱ πολέμιοι τοῦτον ἰδόντες ἐτράπησαν εἰς φυγήν, καὶ ὁ Κῦρος διώκειν ἐκέλευσεν. ἡλίσκοντο τοίνυν καὶ α νδρες καὶ α ρματα, καὶ πολλοὶ δὲ ἐκτείνοντο, καὶ αὐτὸς ὁ τὸν Γαδάταν πλήξας· οἱ δ' α λλοι καὶ αὐτὸς ὁ ̓Ασσύριος εἰς πόλιν αὐτοῦ τινα μεγάλην κατέφυγον. καὶ ὁ Κῦρος ταῦτα διαπραξάμενος εἰς τὴν Γαδάτου χώραν ἀναχωρεῖ, καὶ ῃ ει τὸν Γαδάταν ἐπισκεψόμενος. καί οἱ ὁ Γαδάτας 1.240 ἀπήντησεν ἐπιδεδεμένος τὸ τραῦμα, καὶ χάριτας ὡμολόγει λέγων ὡς "ε γωγε τὸ μὲν ἐπ' ἐμοὶ οι χομαι, τὸ δὲ ἐπὶ σοὶ σέσωσμαι, προθύμως ου τω μοι βοηθήσαντι." Οἱ δέ γε Καδούσιοι ὀπισθοφυλακεῖν τεταγμένοι τότε παρὰ τοῦ Κύρου, καὶ μὴ μετασχόντες τῆς διώξεως, βουλόμενοι δὲ καὶ αὐτοὶ λαμπρόν τι ποιῆσαι, οὐδὲν τῷ Κύρῳ κοινωσάμενοι καταθέουσι τὴν Βαβυλωνίαν. ἀπιὼν δὲ ὁ ̓Ασσύριος ἐκ τῆς πόλεως ου κατέφυγε, συντυγχάνει αὐτοῖς· καὶ γνοὺς μόνους ο ντας ἐπιτίθεται, καὶ τόν τε α ρχοντα σφῶν ἀποκτείνει καὶ α λλους πολλούς, καὶ διώξας μέχρι τινὸς ἀπετράπετο. οι δὲ τῶν Καδουσίων ἐσώζοντο, περὶ δείλην η λθον εἰς τὸ στρατόπεδον. ὁ δὲ Κῦρος τοὺς μὲν τετρωμένους τοῖς θεραπεύσουσι παρεδίδου, τοῖς δ' α λλοις αὐτὸς προσῆγεν ἐν λόγοις παράκλησιν, καὶ α ρχοντα ἑαυτοῖς ἐξ ἑαυτῶν παρῄνει αἱρήσεσθαι. καὶ οἱ μὲν ει λοντο. ὁ δὲ Γαδάτας η κε κομίζων τῷ Κύρῳ δῶρα παντοῖά τε καὶ πολλὰ καὶ πλείστους ι ππους. ὁ δὲ Κῦρος τοὺς μὲν ι ππους ε φη δέχεσθαι, ι ν' ἐκπληρώσῃ τὸ Περσικὸν ἱππικὸν καὶ εἰς μυρίους περισταῖεν αὐτῷ οἱ ἱππεῖς, τὰ δὲ χρήματα ἀπαγαγεῖν αὐτῷ ἐνετέλλετο καὶ φυλάττειν ε στ' α ν καὶ αὐτὸν ἀντιδωρεῖσθαι γνοίη δυνάμενον. καὶ παρῄνει τὴν πόλιν αὐτοῦ ὑπὸ φυλακὴν ποιήσασθαι ἀσφαλῆ, αὐτὸν δὲ αὐτῷ συστρατεύσασθαι. καὶ ὁ Γαδάτας η σθη τῇ συμβουλῇ, συσκευασάμενός τε τῷ Κύρῳ συνείπετο. ἐπεὶ δὲ πορευόμενος ου τως εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μήδων ἀφίκετο, ἐνταῦθα τρία ο ντα τῶν Σύρων φρούρια τὸ μὲν ε ν αὐτὸς προσβαλὼν καὶ βιασάμενος ε λαβε, τὰ δὲ δύο φοβῶν μὲν ὁ Κῦρος, πείθων δὲ ὁ Γαδάτας παρεσκεύασαν παραδοῦναι τοὺς φυλάσσοντας. 1.241 Ει τα πέμπει πρὸς Κυαξάρην ἀξιῶν η κειν εἰς τὸ στρατόπεδον, ο πως περὶ ω ν α ν δέοιντο βουλεύσαιντο. καὶ ὁ μὲν α γγελος ῳ χετο· ὁ δὲ Κῦρος ἐκέλευσε τὴν σκηνὴν η ν οἱ Μῆδοι τῷ Κυαξάρῃ ἐξεῖλον κατασκευάσαι ὡς βέλτιστα 95

τῇ τε α λλῃ παρασκευῇ καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς, καὶ σὺν ταύτῃ τὰς μουσουργοὺς αι περ τῷ Κυαξάρῃ ἐξῄρηντο. ἐν τοσούτῳ δὲ ὁ α γγελος τὰ παρὰ τοῦ Κύρου τῷ Κυαξάρῃ ἀπήγγειλε, καὶ ο ς ἐπορεύετο σὺν τοῖς παραμείνασιν αὐτῷ τῶν Μήδων ἱππεῦσιν. ὡς δ' ε γνω προσιόντα αὐτὸν ὁ Κῦρος, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς η δη ο ντας, καὶ τοὺς Μήδους παρόντας καὶ τοὺς ̓Αρμενίους καὶ τῶν α λλων συμμάχων τοὺς εὐιπποτάτους, ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν. ὁ δὲ ἰδὼν τῷ Κύρῳ μὲν πολλούς τε καὶ ἀγαθοὺς ἑπομένους, ἑαυτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, α τιμόν τι αὐτῷ ε δοξεν ει ναι, καὶ α χος αὐτὸν ε λαβε, καὶ εἰς φανερὰ κατήνεκτο δάκρυα. ὁ δὲ Κῦρος ἰδίᾳ τοῦτον ἀπολαβόμενος καὶ παρακαθίσας διειλέχθη, καὶ τῆς ὀργῆς καὶ τῆς λύπης ἠρώτα τὸ αι τιον. καὶ πολλά τε εἰπὼν καὶ ἀκούσας, τέλος "πρὸς θεῶν" ε φη, "ω θεῖε, παῦσαι τὸ νῦν ε χον μεμφόμενός μοι, ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ε χομεν πρὸς σέ, τότε μοι η χάριτας ὁμολόγει η μέμφου." καὶ ὁ Κυαξάρης κατέθετο· ὁ δ' ἐφίλησεν αὐτὸν προσελθών. καὶ ὡς ει δον οἱ Μῆδοί τε καὶ οἱ Πέρσαι καὶ οἱ λοιποί, ὑπερήσθησαν. ἀναβάντες ου ν τοὺς ι ππους ὁ Κῦρος καὶ ὁ Κυαξάρης ἀπῄεσαν ἐπὶ τὸ στρατόπεδον, καὶ ἐπὶ τὴν ἐξῃρημένην αὐτῷ σκηνὴν τὸν Κυαξάρην ἀπήγαγον. οἱ δὲ Μῆδοι ῃ εσαν πρὸς αὐτὸν δῶρα α γοντες, ε καστος ε ν γέ τι ω ν εἰλήφει τὸ κάλλιστον. ἐπεὶ δὲ ω ρα δείπνου η ν, ὁ μὲν 1.242 Κυαξάρης ἀμφὶ δεῖπνον ει χε, ὁ δὲ Κῦρος ὡς α ν αὐτῷ παραμείναιεν οἱ σύμμαχοι ἐφρόντιζε, καὶ συλλέξας τῶν φίλων τοὺς ἱκανοὺς τὰ δέοντα συμπράττειν αὐτῷ μηχανᾶσθαι ἠξίου ο πως πείσαιεν τοὺς συμμάχους μὴ ἀποστῆναι αὐτῶν, ἀλλ' ἐπαρήγειν ε τι. τῇ δ' ὑστεραίᾳ πρὸς Κυαξάρην α παντες συνελέγησαν. καὶ πρὶν ἐντυχεῖν ἐκείνῳ προσῆγον οἱ φίλοι τῷ Κύρῳ α λλος α λλο τῶν ἐθνῶν τῶν συμμάχων, δεομένων αὐτοῦ μένειν καὶ συμμετέχειν τοῦ πολέμου αὐτῷ. ̓Εν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθών "α νδρες σύμμαχοι" ε φη, "σκοπεῖν δέον πότερον στρατεύεσθαι ε τι καιρὸς ει ναι δοκεῖ η διαλύειν η δη τὴν στρατιάν." ε καστος ου ν παριὼν ε λεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην ε δοσαν. ἐπὶ πᾶσι δὲ ὁ Κῦρος ει πεν "οὐδ' ἐμὲ λανθάνει, ω α νδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντ' α ν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλ' ὁρῶ ἡμῖν ἀντιπάλους προσιόντας οι ς οὐ δυνησόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν ἐπιτηδείων ε λλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρ' ἡμῶν, τὰ δὲ δι' ἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμισται εἰς ἐρύματα. τίς ου ν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτ' α ν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν ε σται." ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι ταῦτ' ε φασαν, καὶ ὁ Κυαξάρης αὐτός, καὶ μηχανὰς ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς 1.243 διατριβὴν ε σεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ι να τε α φθονα ε χοιεν τὰ χρειώδη καὶ ι να μᾶλλον ὑγιαίνοιεν κοπιῶντες, καὶ ο πως τῆς εὐταξίας ὑπομιμνήσκοιντο. ̓Εκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ε λεγον ὡς ὁ ̓Ασσύριος οι χοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου α γων καὶ κόσμον παντοδαπόν. ὁ μὲν ου ν ο χλος ὁ στρατιωτικὸς ε λεγεν ὑπεκτίθεσθαι αὐτὸν η δη δεδιότα τὰ χρήματα, ὁ δὲ Κῦρος ε λεγεν οι χεσθαι τὸν ̓Ασσύριον συμμάχους ζητοῦντα, καὶ ὡς μάχης ε τι δεῆσον ἀντιπαρεσκευάζετο. ε δοξε δ' αὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ι ν' ο ,τι πράττει ὁ ̓Ασσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ ὁ ̓Αράσπας ἐδόκει ὁ τὴν καλὴν γυναῖκα φυλάττων, ο ς ληφθεὶς ε ρωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· ἡ δὲ ἀπέφησε καὶ η ν πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, οὐ μέντοι κατεῖπε τοῦ ̓Αράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ὁ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, α κουσα ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα 96

εἰπεῖν. ὁ δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει ̓Αρτάβαζον σὺν τῷ εὐνούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ε φη κωλύειν. ὁ δὲ ̓Αράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπ' αἰσχύνης, τὸ δ' ὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. ὁ ου ν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ ε φη "παῦσαι, ̓Αράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ε ρωτος ἡττᾶσθαι καὶ ἀνθρώπους οι δα καὶ μάλα φρονίμους οι α πεπόνθασιν ὑπὸ ε ρωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἰμι αι τιος, ο ς σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι." καὶ ὁ 1.244 ̓Αράσπας ὑπολαβὼν ει πεν "ἀλλὰ σὺ μέν, ω Κῦρε, καὶ 1.244 ταῦτα πρᾷος ει καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ α λλοι α νθρωποι καταδύουσι τῷ α χει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ." καὶ ὁ Κῦρος ει πεν "ευ τοίνυν ι σθι ο τι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι." ει θε γάρ" ὁ ̓Αράσπας ε φη "γενοίμην σοι χρήσιμος ἐν καιρῷ." "εἰ τοίνυν" ε φη "προσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολεμίους ε λθοις, πιστευθήσῃ ὑπ' ἐκείνων." "ναὶ μὰ Δί'" ε φη ὁ Α ̓ ράσπας "καὶ ὑπὸ τῶν φίλων." "ε λθοις α ν τοίνυν" ε φη "πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγγέλλων." ̓Αράσπας μὲν ου ν ου τως ἐξελθὼν καὶ παραλαβὼν τοὺς πιστοτάτους θεράποντας ῳ χετο, ἡ δὲ Πάνθεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον ει πε "μὴ λυποῦ, ω Κῦρε, ο τι ̓Αράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν α νδρα, η ξει σοι φίλος ̓Αράσπου πιστότερος." καὶ ὁ Κῦρος ἐκέλευσε πέμπειν· ἡ δὲ ε πεμψε. καὶ ὁ ̓Αβραδάτας ὡς ε γνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, α σμενος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δ' η ν πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ο ς η ν. ὁ δὲ Κῦρος α γειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δ' εἰδέτην ἀλλήλω ἡ γυνὴ καὶ ὁ ̓Αβραδάτας, ἠσπάζοντο ἀλλήλους ἐκ δυσελπίστων. ει τα ε φη ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ε ρχεται πρὸς Κῦρον ὁ ̓Αβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς ει πεν "ἀνθ' ω ν ευ πεποίηκας ἡμᾶς, ω Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα 1.245 καὶ σύμμαχον." καὶ ὁ Κῦρος ει πε "κἀγὼ δέ σε δέχομαι." Ηλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ ̓Ινδοῦ χρήματα, καὶ οἱ α γοντες αὐτὰ ἀπήγγελλον αὐτῷ ο τι ὁ ̓Ινδὸς λέγει ὡς "η δομαι, ω Κῦρε, ο τι μοι περὶ ω ν ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος ει ναι, καὶ πέμπω σοι χρήματα, κα ν α λλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρ' ἐμοῦ ποιεῖν α α ν σὺ κελεύῃς." ὁ δὲ Κῦρος "κελεύω τοίνυν" ει πε "τοὺς μὲν α λλους μένοντας ε νθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ ̓Ινδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ο , τι α ν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ ̓Ινδῷ." οἱ μὲν δὴ ̓Ινδοὶ συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὁ δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ε κπλεῳ η δη η σαν εἰς τοὺς μυρίους, καὶ α ρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ ὁ ̓Αβραδάτας ε τερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ α ρματα ε τερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι η σαν δύο ἐφ' ἑκάστην τοξόται. ου τω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου η κον οἱ ̓Ινδοὶ ἐκ τῶν πολεμίων καὶ ε λεγον ο τι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ῃ ρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δ' ε θνη καὶ Ελληνες συμμαχήσειν ἡτοίμασται. ὡς ου ν ταῦτα η κουσεν ὁ τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ῃ σθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ, διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμό.246 τερον. ει τα ει πε "δοκεῖ μοι, ω α νδρες, ἐπ' αὐτοὺς ἰέναι ὡς τάχιστα." καὶ α παντες συνηγόρευον. Κυαξάρης μὲν ου ν τῶν Μήδων ε χων τὸ τρίτον μέρος κατέμενεν, ὡς μηδὲ τὰ οι κοι ε ρημα ει η, ὁ δὲ Κῦρος ἐπορεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δ' οἱ προϊόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν η κονιορτὸν καὶ 97

ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμβάνοντας, ει καζον ει ναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. ὁ δὲ ἐκείνους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ο ,τι α ν ὁρῷεν ἀπαγγέλλειν, τάγμα δ' ἱππέων ε πεμψεν εἰς τὸ πρόσθεν, ι να τινὰς συλλάβοιεν. οι καταδραμόντες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ η γαγον. καὶ ε λεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου ει εν. καὶ ὁ Κῦρος "πόσον" ε φη "α πεστιν ἐντεῦθεν τὸ στράτευμα;" οἱ δ' ε λεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο "ἡμῶν δὲ λόγος τις η ν παρ' αὐτοῖς;" "ναὶ νὴ Δί'" ε φασαν, "καὶ πολύς γε, ὡς ἐγγὺς η δη η τε προσιόντες." "τί ου ν;" ε φη ὁ Κῦρος, "καὶ ε χαιρον ἀκούοντες ἡμᾶς ἰόντας;" "οὐ μὰ Δί'" ει πον ἐκεῖνοι, "ἀλλὰ καὶ μάλα ἠνιῶντο." "τίς δὲ ὁ τούτους τάσσων ἐστίν;" ὁ Κῦρος ει πεν. οἱ δέ "αὐτός τε Κροῖσος" ἀπεκρίναντο "καί τις Ελλην ἀνὴρ καὶ Μῆδός τις, ο ς ἐλέγετο φυγὰς ει ναι παρ' ὑμῶν." καὶ ὁ Κῦρος πρὸς τοῦτο "ἀλλ', ω Ζεῦ, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι." τοὺς μὲν ου ν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ ̓Αράσπας δηλαδή, ἀγγέλλεται προσελαύνων. ὁ μὲν ου ν Κῦρος ὡς η κουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἱ δ' α λλοι τῷ πράγματι ἐξεπλήττοντο, ε ως ὁ Κῦρος ε φη "α νδρες φίλοι, η κει ἡμῖν ἀνὴρ α ριστος, ο ς οὐκ 1.247 αἰσχροῦ τινος ἡττηθεὶς ῳ χετο ὡς ἐμὲ δεδιώς, ἀλλ' ὑπ' ἐμοῦ πεμφθείς, ο πως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ ου ν πάντας τοῦτον τιμᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε καὶ ἐκινδύνευσεν." ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν ̓Αράσπαν. καὶ ὁ Κῦρος "διηγοῦ" ε φη, " ̓Αράσπα, ὁπόσα ἑώρακας." κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ ὁ Κῦρος ἀπελθεῖν ε καστον ἐκέλευσε καὶ τά τε ο πλα καὶ τοὺς ι ππους ἑαυτῶν ἐπισκέψασθαι, ε ωθεν δὲ πρὸς πόλεμον ἑτοιμάσασθαι. Τότε μὲν ου ν ἀπῆλθον· τῇ δ' ὑστεραίᾳ ἐξωπλίζοντο ε καστοι, καὶ ὁ ̓Αβραδάτας, κλήρῳ λαχὼν ἀντίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσῆγεν ἡ Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ χιτῶνα ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, α αὐτὴ πεποίηκε τῷ ἀνδρί. ὁ δὲ ἰδὼν ε φη "σὺ δήπου, ω γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ο πλα μοι ἐποιήσω;" "νὴ Δί'" ε φη ἡ Πάνθεια· "σὺ γὰρ ε μοιγε μέγιστος κόσμος ει ." καὶ ταῦτα λέγουσα ἐνέδυε τὸν α νδρα τὰ ο πλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τῶν αὐτῆς παρειῶν. ὡς δὲ η δη ἐπὶ τὸ α ρμα ἀναβῆναι ἡτοίμαστο ὁ ̓Αβραδάτας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας ἡ Πάνθεια ει πεν "ο τι μέν, ω ̓Αβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οι μαί σε γινώσκειν· ο μως ου τως ε χουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν η μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον η ζῆν μετὰ αἰσχυνομένου αἰσχυνομένη. καὶ Κύρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς 1.248 χάριν ὀφείλειν, ο τι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαιρεθείσῃ αὐτῷ ου τε ὡς δούλῃ ἐχρήσατο ου τε ὡς ἐλευθέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ω σπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ ο τε ̓Αράσπας ἀπέστη ἀπ' αὐτοῦ ὁ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, ει με ἐάσειε πρὸς σὲ πέμψαι ω στε σε η ξειν, πολὺ ̓Αράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα ε σεσθαι." ἡ μὲν ου ν ταῦτα ει πεν, ὁ δὲ ̓Αβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο "δός μοι, ω Ζεῦ, φανῆναι ἀξίῳ μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ." ταῦτ' εἰπὼν ἐπὶ τὸ α ρμα ἀνέβαινεν. ̔Ο δὲ Κῦρος συγκαλέσας τοὺς ἡγεμόνας ἐδημηγόρησε παραθαρρύνων αὐτοὺς εἰς τὸν πόλεμον, καὶ ου τως ὡρμᾶτο ἀπιέναι. ἐπεὶ δὲ προσήγγισαν τοῖς ἀντιπολέμοις ὡς ἀλλήλους ὁρᾶν, συνέταξε τοὺς οἰκείους ὁ Κῦρος ὡς κάλλιστα, καὶ παριὼν τὰς τάξεις λόγοις τοὺς α νδρας πρὸς τὴν μάχην παρέθηγεν. ὁ δὲ Κροῖσος τὴν αὐτοῦ στρατιὰν ἀντίαν στήσας πρὸς τὸ τοῦ Κύρου στράτευμα, ἐσήμαινεν αὐτοῖς πρὸς τοὺς πολεμίους πορεύεσθαι. καὶ προσῄεσαν τρεῖς φάλαγγες, ἡ μὲν μία κατὰ πρόσωπον, τῶν δὲ δύο ἡ 98

μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον, ω στε φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ· πάντοθεν γὰρ περιείχετο ὑπὸ τῶν πολεμίων πλὴν ἐξόπισθεν. ο μως δὲ καὶ οἱ τοῦ Κύρου, ἐπεὶ παρήγγειλε, πάντες ἐστράφησαν ἀντιπρόσωποι τοῖς πολεμίοις. καὶ η ν μὲν πολλὴ τέως πανταχόθεν σιγή· ἡνίκα δὲ ε δοξε τῷ Κύρῳ καιρὸς ει ναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός. καὶ ἐξανίσταται ὁ Κῦρος καὶ μετὰ τῶν ἱππέων τοῖς ἐναντίοις συνεμίγνυεν, οἱ δὲ πεζοὶ 1.249 αὐτῷ συντεταγμένοι ἐφείποντο. καὶ ̓Αρταγέρσης δὲ ὁ τῶν ἐπὶ ταῖς καμήλοις α ρχων ἐπιτίθεται κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους, ὡς Κῦρος ἐκέλευσεν. οἱ δ' ι πποι πόρρωθεν αὐτὰς οὐκ ἐδέχοντο, ἀλλ' οἱ μὲν ε φευγον, οἱ δὲ ἐξήλλοντο, οἱ δ' ἀλλήλοις ἐνέπιπτον. καὶ τὰ α ρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον α μα ἐνέβαλλε, καὶ πολλοὶ ταῦτα φεύγοντες ἡλίσκοντο ὑπ' αὐτῶν. καὶ ̓Αβραδάτας βοήσας "α νδρες φίλοι, ε πεσθε" ἐνίει οὐδὲν τῶν ι ππων φειδόμενος· συνεξώρμησαν δὲ καὶ οἱ α λλοι ἁρματηλάται. καὶ ὁ μὲν ̓Αβραδάτας εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει, συνεισέβαλον δὲ αὐτῷ καὶ οἱ ἐγγύτατα τεταγμένοι, οἱ δ' α λλοι ἐξέκλιναν κατὰ τὰ φεύγοντα α ρματα. οἱ δὲ ἀμφὶ ̓Αβραδάτην τοὺς μὲν τῇ ῥύμῃ τῶν ι ππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων· ο σων δὲ τὰ δρέπανα ἐπελάβοντο, πάντα βίᾳ διεκόπτετο καὶ ο πλα καὶ σώματα. ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ ̓Αβραδάτας, καὶ α λλοι δὲ τῶν συνεισβαλόντων. καὶ ου τοι μὲν κατεκόπησαν, οἱ δὲ Πέρσαι συνεπισπόμενοι τοὺς μὲν τεταραγμένους τῶν Αἰγυπτίων ἐφόνευον, οἱ δὲ συνεστηκότες ἐναντίον τοῖς Πέρσαις ἐχώρουν· ε νθα δὴ δεινὴ μάχη η ν. ἐπλεονέκτουν δὲ οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς ο πλοις. οἱ δὲ Πέρσαι οὐκ ἠδύναντο ἀντέχειν, ἀλλ' ἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, ε ως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ δ' ἐνταῦθα η λθον, ἐπαίοντο αυ θις οἱ Αἰγύπτιοι ἐκ τῶν πύργων. η ν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος ο πλων, πολλὴ δὲ βοή. ἐν δὲ τούτῳ Κῦρος διώκων τοὺς κατ' αὐτὸν παραγίνεται. καὶ ἰδὼν τοὺς Πέρσας ἐκ τῆς χώρας ἐωσμένους, η λγησε, 1.250 καὶ παραγγείλας τοῖς μετ' αὐτοῦ ε πεσθαι, παρήλαυνεν εἰς τὸ ο πισθεν· καὶ εἰσπεσόντες πολλοὺς κατέκαινον. ὡς δ' ῃ σθοντο οἱ Αἰγύπτιοι, ἐστρέφοντο. καὶ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς· πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ι ππῳ καὶ πατούμενος παίει μαχαίρᾳ κατὰ τὴν γαστέρα τὸν ι ππον αὐτοῦ, ὁ δὲ ι ππος ἐκ τῆς πληγῆς σφαδάζων ἀποσείεται τὸν Κῦρον. καὶ εὐθὺς ἀνεβόησάν τε α παντες καὶ προσπεσόντες ἐμάχοντο. καί τις τῶν τοῦ Κύρου ὑπηρετῶν καταπηδήσας ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ι ππον. ὡς δ' ἀνέβη, κατεῖδε πάντοθεν η δη παιομένους τοὺς Αἰγυπτίους. ὡς δ' ἐγένετο παρελαύνων παρὰ τὰς μηχανάς, ἐπί τινα τῶν πύργων ἀνέβη, καὶ κατεῖδε μεστὸν τὸ πεδίον ι ππων, ἀνθρώπων, ἁρμάτων, φευγόντων, διωκόντων, κρατούντων, κρατουμένων, μένον δὲ οὐδαμοῦ οὐδὲν ε τι ἰδεῖν ἠδύνατο πλὴν τὸ τῶν Αἰγυπτίων. ου τοι δὲ πάντοθεν κυκλωθέντες ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο, ποιοῦντες μὲν οὐδὲν ε τι, πάσχοντες δὲ πολλὰ καὶ δεινά. ἀγασθεὶς δὲ ὁ Κῦρος αὐτοὺς καὶ οἰκτείρων ο τι α νδρες ἀγαθοὶ ο ντες ἀπώλλυντο, μάχεσθαι οὐδένα ε τι ει α αὐτοῖς, διακηρυκεύεται δὲ πρὸς αὐτοὺς ἐρωτῶν πότερον βούλονται ἀπολέσθαι πάντες η σωθῆναι. οἱ δέ "ο ,τι καλὸν α ν ποιοῦντες σωθείημεν;" ε φασαν. καὶ ὁ Κῦρος "εἰ τὰ ο πλα ἡμῖν παραδοίητε, τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι." ἀκούσαντες δὲ ταῦτα οἱ Αἰγύπτιοι ε δοσαν πίστεις καὶ ε λαβεν. Ταῦτα διαπραξάμενος ὁ Κῦρος η δη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο. καὶ οἱ ἀμφὶ τὸν Κῦρον δειπνήσαντες ἐκοιμήθησαν, Κροῖσος μέντοι εὐθὺς ἐπὶ Σάρδεις σὺν τῷ στρατεύματι ε φευγε, τὰ δ' α λλα φῦλα ἐν τῇ νυκτὶ ο πῃ ἠδύναντο ἀπεχώρουν. 1.251 ε ωθεν δὲ ἐπὶ Σάρδεις καὶ ὁ Κῦρος η γε, καὶ πρὸς τῇ πόλει γενόμενος τάς τε μηχανὰς ἀνίστη καὶ ἡτοίμαζε κλίμακας. τῆς δ' ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας κατὰ τὰ ἀποτομώτατα δοκοῦντα ει ναι τοῦ Σαρδιανῶν ἐρύματος. ἡγήσατο δὲ τῆς ὁδοῦ τούτοις Πέρσης ἀνήρ, δοῦλος τῶν ἐν 99

τῇ ἀκροπόλει φρουρῶν ἑνός. ὡς δὲ τὰ α κρα ει χετο, ε φευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν. Κῦρος δὲ α μα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν, παραγγείλας ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. ὁ δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα. ὁ δὲ Κῦρος τοῦ μὲν Κροίσου κατέλιπε φύλακας, καταστρατοπεδεύσας δὲ τοὺς ἑαυτοῦ ἀπῄει πρὸς Κροῖσον. καὶ ἰδὼν αὐτὸν ὁ Κροῖσος "χαῖρε, ω δέσποτα" ε φη. "καὶ σύ γε" ὁ Κῦρος ει πεν "ω Κροῖσε. ἀτὰρ ἐθελήσαις α ν συμβουλεῦσαί μοί τι;" "βουλοίμην α ν" ε φη "ω Κῦρε." ε φη τοίνυν "ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖστα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν ε χειν τὴν πλουσιωτάτην τῶν ἐν ̓Ασίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δ' αὐτοῖς διαρπάσαι τὴν πόλιν οὐ βούλομαι." ὁ δὲ Κροῖσος "ἀλλ' ἐμέ" ε φη "ε ασον λέξαι πρὸς ου ς α ν ἐγὼ Λυδῶν ἐθέλω ο τι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ι σθι σοι ε σεσθαι παρ' ἑκόντων Λυδῶν πᾶν ο ,τι ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούς" ει πε "θησαυροὺς πέμπε καὶ λάμβανε ο σα βούλει." Ταῦτα μὲν ου ν ου τω ποιήσειν ὁ Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δ' ἑξῆς καλέσας ὁ Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα 1.252 παραδοίη ὁ Κροῖσος χρήματα. ει τα ει τις ἑώρακε τὸν ̓Αβραδάταν η ρετο· εἰπόντος δέ τινος τῶν ὑπηρετῶν ο τι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μηρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ι ππον η λαυνεν ἐπ' ἐκεῖνον. καὶ ὡς ει δε τὴν Πάνθειαν χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ ει πε "φεῦ, ω ἀγαθὴ καὶ πιστὴ ψυχή." ἡ δὲ γυνή "οι δ' ο τι δι' ἐμέ" ε φη "ταῦτα ε παθεν, ι σως δ', ω Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην αὐτῷ ο πως σοι φίλος α ξιος λόγου φανείη, αὐτός τε τί α ν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ ου τος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ' ἡ παρακελευομένη ζῶσα παρακάθημαι." καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, ε πειτα πολλὰ τοῦ πάθους ει πε παρηγορήματα, ει τ' ἀπῄει. ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ ει πε παραμένειν καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν α νδρα ἑνὶ ἱματίῳ. ἡ μὲν ου ν τροφὸς ἐκάθητο κλαίουσα· ἡ δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρὸς τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν α μφω. καὶ οἱ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς ο ντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται. ὁ δὲ Κῦρος ὡς ῃ σθετο τὸ ε ργον τῆς γυναικός, ἠγάσθη τε αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς ε χωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς. Οἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλλήλοις παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἱ ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶ ̔Ελλήσποντον δῶρα πλεῖστα 1.253 τῷ Κύρῳ παρέσχον, ω στε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύειν ο πῃ Κῦρος κελεύει. ὁ δὲ τῶν Φρυγῶν βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ υ παρχοι, εἰς χεῖρας η λθεν ̔Υστάσπᾳ. καὶ ὁ ̔Υστάσπας καταλιπὼν ἐν ταῖς α κραις φρουρὰς Περσῶν, ἀπῄει α γων σὺν τοῖς ἑαυτοῦ καὶ Φρυγῶν πολλοὺς ἱππέας καὶ πελταστάς. ̔Ο δὲ Κῦρος ὡρμᾶτο ἐκ Σάρδεων, φρουρὰν μὲν λιπὼν ἐν Σάρδεσι, Κροῖσον δ' ε χων σὺν ἑαυτῷ α γοντα πλείστας ἁμάξας μεστὰς πολλῶν καὶ παντοδαπῶν χρημάτων, καὶ γεγραμμένα ε χοντα ἀκριβῶς ο σα η ν ἐν ἑκάστῃ ἁμάξῃ. ο ς καὶ ἐδίδου τῷ Κύρῳ τὰ γράμματα· ὁ δὲ Κῦρος ει πε "σὺ μὲν καλῶς ἐποίησας, ω Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι α ξουσι ταῦτα, η ν δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέψονται." η γε δὲ καὶ Λυδῶν ὁ Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους. ̓Ιὼν δ' ὁ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατο ̓Αραβίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μεῖον τετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ι ππους πολλοὺς τῶν αἰχμαλώτων διέδωκεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας α γων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς, 100

σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δ' ἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δ' ἐπιὼν σὺν τοῖς α ρχουσι τῶν συμμάχων καὶ τοῖς φίλοις κατεθεᾶτο τὰ τείχη. ει τα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν ἐκεῖ ποταμὸν ε νδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην 1.254 διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξεκάλυψε, τάφρον δ' ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρατόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ι ν' ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο. οἱ μὲν ου ν τὴν τάφρον ποιοῦντες ω ρυσσον μέτριόν τι τοῦ ποταμοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς πολιορκίας, ὡς πλέον η ἐτῶν ει κοσι τὰ ἐπιτήδεια ε χοντες. η δη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας ὁ Κῦρος νύκτα, ἐν ῃ ἑορτὴν ε γνω τοὺς Βαβυλωνίους α γειν ο λην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης ου τός ἐστιν, ὡς ̔Ηρόδοτος ἱστορεῖ· καὶ τὸ υ δωρ εἰς τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ υ δατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον ει η. ἐν τούτῳ δὲ διαλεχθεὶς τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς του ργον, τέλος ε φη "ἀλλ' α γετε, λαμβάνετε ο πλα, ἡγήσομαι δ' ἐγώ· ὑμεῖς δ', ω Γαδάτα καὶ Γωβρύα, δεικνύετε τὰς ὁδούς, εἰδότες ταύτας. ο ταν δ' ἐντὸς γενώμεθα, τὴν ταχίστην α γετε ἐπὶ τὰ βασίλεια." ἐπὶ τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς η ρθη, αἰσθόμενοι οἱ ε νδον, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί ει η τὸ πρᾶγμα, η νοιξαν τὰς πύλας, εἰς α ς εἰσπίπτουσιν οἱ πολέμιοι καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ η δη ἑστη.255 κότα αὐτὸν καὶ ἐσπασμένον ο ν ει χεν ἀκινάκην εὑρίσκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ ε θνησκον οἱ μὲν ἀμυνόμενοι, οἱ δὲ χάζοντες. ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἱππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν ου ς μὲν ε ξω λαμβάνοιεν κτείνειν, τοὺς δ' ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ε νδον μένειν, εἰ δέ τις ε ξω ληφθείη, ο τι θανεῖται. ἐν τοσούτῳ δὲ Γαδάτας καὶ Γωβρύας η κον, καὶ ο τι τὸν ἀνόσιον βασιλέα ἐτιμωρήσαντο, πρῶτον μὲν θεοὺς προσεκύνουν, ε πειτα Κύρου κατεφίλουν χεῖρας καὶ πόδας. ̔Ο μὲν ου ν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ο νομα τοῦ ἁλόντος βασιλέως τῶν ̓Ασσυρίων οὐ λέγει, ὁ δὲ ̓Ιώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας τὸν Βαλτάσαρ τοῦτον ει ναι ἱστορεῖ, ῳ καὶ ἡ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προϊοῦσα καὶ γράφουσα τὰ η δη προγραφέντα γράμματα, ω ν τὴν δήλωσιν ἡρμήνευσεν ὁ Δανιήλ. ̔Ημέρας δὲ γενομένης ὡς ῃ σθοντο οἱ τὰς α κρας ε χοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς α κρας. ὁ δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς ε πεμπεν. ει τα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως ου σης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι διανενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ι να δὲ μὴ τοῖς φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο 1.256 ποιῆσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, δι' ω ν ει πεν ε πεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια ει σεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖται, καὶ τοὺς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δ' ει λετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς ε ταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐντιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθ' ἡδυπάθειαν· καὶ τῶν μὲν α λλων πραγμάτων α λλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδεκτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, ε ργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων ἐπιμελητὰς τῶν 101

πρὸς δίαιταν, καὶ ι ππων καὶ κυνῶν φροντιστάς· ου ς δ' ῳ ετο χρῆναι φύλακας τῆς εὐδαιμονίας ε χειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέλειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτῷ προσεγένετο, ε γνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον η σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ο μοια οι ς αὐτὸς σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρατιθέμενα, πλὴν οι ς αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγένετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον ο ντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι, τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται, παραπλήσια ε ργα ει ναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ε λεγε χρῆναι εὐτραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς η δη, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς. Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς 1.257 αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ε σοιτο, ἐρωτηθῆναι παρὰ Κύρου "πόσα α ν η δη μοι χρήματα οι ει ει ναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ ο του ἐν τῇ ἀρχῇ εἰμι;" καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. τὸν δὲ Κῦρον φάναι "α γε δή, ω Κροῖσε, σύμπεμψον α νδρα σὺν ̔Υστάσπᾳ τούτῳ. σὺ δέ, ̔Υστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς ο τι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα α ν ε καστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροίσου θεράποντι." ταῦτα δὲ ο σα ἐνετέλλετο τῷ ̔Υστάσπᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. ε γραψε δὲ πρὸς πάντας καὶ ̔Υστάσπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ η νεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ ̔Υστάσπας ει πεν "ω Κῦρε βασιλεῦ, καὶ ἐμοὶ η δη ὡς πλουσίῳ χρῶ· πάμπολλα γὰρ ε χων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα." καὶ ὁ Κῦρος "ει ς μὲν τοίνυν, ω Κροῖσε, καὶ ου τος ἡμῖν θησαυρός" ει πε, "τοὺς δ' α λλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ε τοιμα χρήματα, η ν τι δέωμαι χρῆσθαι." λέγεται δὴ λογιζόμενος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν η ε φη Κύρῳ α ν ει ναι ἐν τοῖς θησαυροῖς, εἰ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν "ὁρᾷς, ω Κροῖσε, ὡς εἰσὶ καὶ ἐμοὶ θησαυροί;" Δόξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τεμένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς ε χοντας Περσῶν τε καὶ τῶν α λλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ α λλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, ου τε πορφυ.258 ρίδων φειδόμενος ου τε ὀρφνίνων ου τε φοινικίδων ου τε καρυκίνων ἱματίων, νείμας δ' ἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπ' αὐτοὺς κοσμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν "σὺ δέ, ω Κῦρε, πότε κοσμήσῃ;" ὁ δέ "οὐ γὰρ νῦν" ε φη "δοκῶ ὑμῖν αὐτὸς κοσμεῖσθαι ὑμᾶς κοσμῶν; η ν γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν ευ , ὁποίαν α ν ε χω στολὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι." ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων ἐδείπνει, ου ς μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης ου σης η τῆς δεξιᾶς, τοὺς δ' α λλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχήσαντας ἀπέπεμψεν οι καδε πλὴν τῶν βουληθέντων παρ' αὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οι κους ε δωκε. τοῖς δ' ἀπιοῦσι καὶ στρατιώταις καὶ α ρχουσι πολλὰ ἐδωρήσατο. ει τα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν ο σα ἐκ Σάρδεων ε λαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰλήφεσαν τὰ δοθέντα, ε λεγον περὶ τοῦ Κύρου "η που αὐτός γε πολλὰ ε χει, ο τι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν." οἱ δ' ε λεγον "οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον η κτώμενος η δεται." αἰσθόμενος δὲ ταῦτα ὁ Κῦρος συνέλεξε τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους α παντας καὶ ει πεν "ἁπλουστάτου 102

μοι δοκεῖ ει ναι η θους τὸ τὴν δύναμιν τὸν α ρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ ου ν" ε φη "βούλομαι ὑμῖν ο σα μὲν οι όν τέ ἐστι τῶν ἐμοὶ ο ντων ἰδεῖν δεῖξαι, ο σα δὲ μὴ οι όν τε ἰδεῖν, διηγήσασθαι." ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδιον ει ναι ἰδεῖν διηγήσατο. καὶ 1.259 ει πεν "ω α νδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖσθαι η καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, ο πως ε χω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ ο πως, η ν τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών." Οτε δὲ τὰ ἐν Βαβυλῶνι ευ κατεστήσατο, εἰς Πέρσας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνεται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυαξάρην, καὶ ἀσπασάμενος αὐτὸν ει πεν ο τι οι κος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος ει η, καὶ δῶρα παρέσχεν αὐτῷ πολλὰ καὶ καλά. ὁ δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλίστην. καὶ ἡ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης "δίδωμί σοι" ε φη, "ω Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, θυγατέρα ου σαν ἐμήν, ἐπιδίδωμι δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πᾶσαν· οὐδὲ γὰρ ε στι μοι α ρρην παῖς γνήσιος." ὁ δὲ Κῦρος "τὸ μὲν γένος, ω Κυαξάρη, ἐπαινῶ" ει πε, "καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς μητρὸς γῆμαι αὐτήν." καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα α γων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ ε φερεν οι α εἰκὸς η ν καὶ τοῖς φίλοις, οι α δ' ε πρεπεν ἀρχαῖς καὶ γεραιτέροις· ε δωκε δὲ καὶ πᾶσι Πέρσαις, ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συνδόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γήμας δ' εὐθὺς ε χων αὐτὴν ἀνεζεύγνυεν. 1.260 ̔Ως δ' η κεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κατεστραμμένα ε πεμπεν ε θνη, εἰς ̓Αραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυκίαν τε καὶ ̓Ιωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν παρ' ̔Ελλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυπρίοις καὶ Παφλαγόσιν οὐκ ε πεμψε σατράπας, ο τι ἑκόντες ἐδόκουν αὐτῷ συστρατεύεσθαι· δασμοὺς μέντοι καὶ ου τοι ἀπέφερον. ι να δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς ου σης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγγελίαι, ἐσκέψατο πόσην α ν ὁδὸν ι ππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ι ππους κατέστησεν ἐν αὐτοῖς καὶ τοὺς αὐτῶν ἐπιμελομένους, καὶ α νδρα ἐφ' ἑκάστῳ ε ταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ι ππους καὶ α λλους πέμπειν νεαλεῖς. Ηδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιήσατο, ἐν ῃ λέγεται καταστρέψασθαι πάντα τὰ ε θνη ο σα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις ̓Ερυθρᾶς θαλάσσης. μετὰ δὲ ταῦτα στρατεύει ἐπ' Αι γυπτον καὶ καταστρέφεται καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς ε ω μὲν τὴν ̓Ερυθρὰν θάλασσαν, πρὸς α ρκτον δὲ τὸν πόντον τὸν Ευ ξεινον, πρὸς δ' ἑσπέραν Κύπρον καὶ Αι γυπτον, τὴν δ' Αἰθιοπίαν πρὸς μεσημβρίαν. αὐτὸς δ' ἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αυ τη ἡ χώρα, τρεῖς δὲ μῆνας τοὺς ἀμφὶ τὸ ε αρ ἐν Σούσοις, ἐν δ' ̓Εκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν. Ου τω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ε βδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ 1.261 κατὰ τὰ βασίλεια ε δοξεν αὐτῷ κατ' ο ναρ τις προσελθεῖν κρείττων η κατὰ α νθρωπον, λέγων "συσκευάζου, ω Κῦρε· η δη γάρ σε μεταπέμπονται οἱ θεοί." ἐκ τούτου δ' ει καζεν ο τι παρείη τοῦ βίου ἡ τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ ει πεν "ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος η δη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι ε σται μετ' ἐμέ, ι να μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν ου ν, ω 103

Καμβύση, πρεσβύτερος ω ν τὴν βασιλείαν ε χε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ω Ταναοξάρη, ει ναι σατράπῃ δίδωμι Μήδων τε καὶ ̓Αρμενίων καὶ Καδουσίων." ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ παραινέσας πολλά, καὶ προσειπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ ου τως ἐξέλιπεν. ἐπεὶ δ' ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ε θνη ἀφίσταντο, πάντα δ' ἐπὶ τὸ χεῖρον ἐτράπετο. Ταῦτα μὲν ου ν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ' ̔Αλικαρνασσεὺς ̔Ηρόδοτος α λλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, α μακρὸν α ν ει η διηγεῖσθαι. ἐμοὶ δ' ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλ' αὐτὸς μὲν τὰ πιθανώτερα ε γραψα, ο τῳ δ' εἰδέναι βούλημα καὶ α περ ̔Ηρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ῳ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ. Κῦρος μὲν ου ν ου τω τὴν τῶν ̓Ασσυρίων ἀρχὴν 1.262 καταλέλυκε. τῷ δὲ πρώτῳ ε τει τῆς βασιλείας αὐτοῦ, ἑβδομηκοστῷ ο ντι ἐξ ο του ̔Εβραῖοι εἰς Βαβυλῶνα ἐξ ̔Ιερουσαλὴμ μετηνέχθησαν, ἐπέτρεψε τοῖς ἐν Βαβυλῶνι ου σιν ̓Ιουδαίοις ἀπελθεῖν εἰς ̔Ιεροσόλυμα καὶ ἀνοικοδομῆσαι τήν τε πόλιν καὶ τὸν ναόν, ὡς ὁ προφήτης ̔Ιερεμίας προανεφώνησε, καὶ πρὸ ἐκείνου ὁ ̓Ησαΐας προείρηκεν. ὁ μὲν γὰρ η ν ο τε ἡ πόλις η λω καὶ ὁ ναὸς κατεσκάφη, ὁ δ' ̓Ησαΐας ε τεσιν ἑκατὸν καὶ τεσσαράκοντα πρότερον η ν η τὴν πόλιν ἁλῶναι καὶ κατασκαφῆναι τὸ ἱερόν. οὐ μόνον δ' ἐφῆκε τοῖς αἰχμαλώτοις τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἐξανάστασιν, ἀλλὰ καὶ τὰ σκεύη τὰ τοῦ ναοῦ, α Ναβουχοδονόσορ εἰς Βαβυλῶνα ἐκόμισε, συνέπεμψε, παραδοὺς ταῦτα φέρειν Μιθριδάτῃ τῷ αὐτοῦ γαζοφύλακι καὶ τῷ Ζοροβάβελ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ σατράπαις συναίρεσθαι αὐτοῖς ἐπὶ τῇ τῶν ε ργων οἰκοδομῇ καὶ τὴν δαπάνην αὐτοὺς χορηγεῖν πᾶσαν ἐκ τῶν βασιλικῶν χρημάτων. ταῦτα τοῦ Κύρου θεσπίσαντος ἐξώρμησαν οἱ τῶν δύο φυλῶν α ρχοντες τῆς τε τοῦ ̓Ιούδα καὶ τῆς Βενιαμίτιδος, οι τε Λευῖται καὶ οἱ ἱερεῖς· πολλοὶ δὲ ἐν τῇ Βαβυλῶνι κατέμειναν, τὰς κτήσεις καταλιπεῖν οὐχ αἱρούμενοι. παραγενομένοις δὲ εἰς ̔Ιεροσόλυμα οἱ τοῦ Κύρου πάντες συνήργουν αὐτοῖς εἰς τὰς οἰκοδομὰς καὶ συνέπραττον. η σαν δ' οἱ ἐπανελθόντες μυριάδες τέσσαρες δισχίλιοί τε καὶ ἑξακόσιοι. Ηδη δὲ περὶ τὴν οἰκοδομὴν τῆς πόλεως σπευδόντων καὶ τοῦ ναοῦ, τὰ πέριξ ε θνη, καὶ μάλιστα τὸ Χουθαίων, ου ς Σαλμανασὰρ μετῴκισεν εἰς Σαμάρειαν, ο τε τοὺς ̓Ισραηλίτας ἐξῃχμαλώτισε, φθονοῦντες τοὺς σατράπας ἐδεξιώσαντο πρότερον μὴ ἐπαρήγειν τοῖς ̓Ιουδαίοις εἰς τὴν οἰκοδομήν. ει τα τοῦ Κύρου 1.263 τὴν ζωὴν καταλύσαντος, Καμβύσου δὲ τοῦ παιδὸς ἐκείνου τὴν ἀρχὴν διαδεξαμένου, γράφουσι τῷ Καμβύσῃ διαβάλλοντες τοὺς ̔Εβραίους ὡς ε θνος ἀποστατικόν τε καὶ ἀνυπότακτον, καί "εἰ τὴν πόλιν καὶ τὸν ναὸν ἐκτελέσουσι" λέγοντες "ου τε φόρους δώσουσιν ου θ' ὑπακούσονται." ταῦτα καὶ πλείω τοιαῦτα γράψαντες ε πεισαν αὐτὸν κωλῦσαι τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἀνοικοδόμησιν· καὶ ἐπεσχέθη τὰ ε ργα μέχρι τοῦ δευτέρου ε τους τῆς βασιλείας Δαρείου τοῦ ̔Υστάσπου ἐπ' ε τη ἐννέα. Καμβύσης γὰρ ἑπτὰ βασιλεύσας ε τη, καὶ καταστρεψάμενος ἐν τούτοις τὴν Αι γυπτον, ὑποστρέψας ἐν Δαμασκῷ ἐτελεύτησε, τῶν μάγων τῆς βασιλείας ἐγκρατῶν γενομένων. καλὸν δὲ καὶ τὰ περὶ τούτων ἐν ἐπιτομῇ διηγήσασθαι. Τῷ Καμβύσῃ η ν ἀδελφός, κατὰ μὲν τὸν Ξενοφῶντα Ταναοξάρης, κατὰ δὲ τὸν ̔Ηρόδοτον Σμέρδης ὀνομαζόμενος. ε δοξεν ου ν ἐν Αἰγύπτῳ τῷ Καμβύσῃ τυγχάνοντι καθ' υ πνους τις ἐπιστὰς λέγειν ὡς ἐς τὸν βασιλικὸν καθίσας θρόνον ὁ Σμέρδης τῇ κεφαλῇ τοῦ πόλου προσψαύσειε. δείσας ου ν περὶ τῇ βασιλείᾳ, τὸν Πρηξάσπην αὐτίκα πέμπει ἐς Σοῦσα, κτενοῦντα λάθρᾳ τὸν ἀδελφόν. καὶ ὁ μὲν ου τω διέφθαρτο, ὁ δὲ Καμβύσης τὸ χρεὼν οὐκ ἐξέφυγε. δύο γὰρ η σαν ἀδελφοὶ Μῆδοι, μάγοι κεκλημένοι, ω ν τῷ μὲν Κατιζίθης, τῷ δὲ Σμέρδης η ν τὰ ὀνόματα. ὁ δὲ Σμέρδης οὐ τοῦ ὀνόματος ἐκοινώνει μόνον Σμέρδῃ τῷ τοῦ Κύρου 104

παιδί, ἀλλὰ καὶ τοῦ ει δους. τούτων τὸν ε τερον φροντιστὴν τῶν ἑαυτοῦ πραγμάτων ὁ Καμβύσης ἐκέκτητο. χρονίζοντος δ' ἐν Αἰγύπτῳ αὐτοῦ, γνοὺς τὸν φόνον τοῦ Σμέρδου τοῦ τοῦ Κύρου παιδὸς ὁ Κατιζίθης, καὶ ὡς ὀλίγοις ὁ ἐκείνου θάνατος ε γνωσται, ἐπιθέσθαι τῇ βασιλείᾳ ἐσκέψατο· καὶ τὸν ἀδελφὸν 1.264 ὁμωνυμοῦντα τῷ Σμέρδῃ καὶ πολλὴν πρὸς ἐκεῖνον ἐμφέρειαν ε χοντα εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον, οὐχ ὡς οἰκεῖον ὁμαίμονα, ἀλλ' ὡς τοῦ Κύρου υἱὸν καὶ τοῦ Καμβύσου ὁμόγνιον· καὶ κήρυκας διέπεμψε πανταχοῦ βασιλέα τὸν Κύρου Σμέρδην ἀγγέλλοντας. μαθὼν ου ν ταῦτα καὶ ὁ Καμβύσης τὸν Πρηξάσπην ἀνέκρινεν ὡς μὴ πληρώσαντά οἱ τὸ κελευσθέν. ὁ δὲ διεβεβαίου μὴ τὸν ἀδελφὸν ἐπαναστῆναι αὐτῷ. "ἐκεῖνον γὰρ ἐγώ" ε λεγεν, "ὡς σὺ ἐνετείλω, ε κτανόν τε καὶ ε θαψα." συλληφθῆναι τοίνυν κελεύει Καμβύσης τὸν ἐν τῷ στρατῷ κηρύσσοντα τὸν τοῦ Κύρου Σμέρδην βασιλεῦσαι Περσῶν. καὶ συλληφθεὶς ἠρωτᾶτο εἰ αὐτὸς τὸν Σμέρδην ἑώρακε, καὶ εἰ ἐκεῖνος αὐτῷ ἐνετείλατο λέγειν α περ φησίν· ὁ δὲ μὴ θεάσασθαι τὸν Σμέρδην ἀνταπεκρίνατο, παρὰ δὲ τοῦ μάγου τοῦ τῶν βασιλείων ἐπιτροπεύοντος ταῦτα λέγειν ἐπιταχθῆναι. γνοὺς ου ν ἐντεῦθεν ὁ Καμβύσης τὸ ἀληθὲς ἐθρήνησε μὲν ὡς μάτην κτείνας τὸν ἀδελφόν, ω ρμησε δ' αὐτίκα κατὰ τῶν μάγων στρατεύεσθαι. ἀναθρώσκοντι δέ οἱ ἐπὶ τὸν ι ππον τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἐξέπεσε, καὶ γυμνωθὲν τὸ ξίφος παίει αὐτοῦ τὸν μηρὸν καιρίως. η ρετο ου ν ο πως ἡ πόλις καλοῖτο, καὶ μαθὼν ὡς ̓Εκβάτανα, ει πεν ὡς "ἐνταῦθά μοι πέπρωται τελευτᾶν." ἐκέχρηστο γὰρ αὐτῷ ἐν ̓Εκβατάνοις μέλλειν θανεῖν· καὶ ὁ μὲν παρὰ τοῖς ἐν Μηδίᾳ ̓Εκβατάνοις ἐδόκει πρῴην τὸ τέλος αὐτὸν καταλήψεσθαι, ὁ δὲ χρησμὸς οὐκ ἐκεῖνα ἐδήλου, ἀλλὰ τὰ ἐν Συρίᾳ ̓Εκβάτανα. ̔Ο μὲν ου ν μεθ' ἡμέρας τινὰς τελευτᾷ α παις, βασιλεύσας ἐπ' ε τη ἑπτὰ ἐπὶ πέντε μησίν, ὁ δὲ μάγος 1.265 τοῦ Καμβύσου θανόντος ἀδεῶς ἐβασίλευσεν, ἑαυτῷ τὸν τοῦ Κύρου Σμέρδην ἐπιγραφόμενος. καὶ πέμψας εἰς πᾶν ε θνος ω ν η ρχεν ἀτέλειαν πᾶσιν ἐπ' ε τη τρία ἐκήρυξεν. η δη δὲ μῆνας α ρξας ἑπτὰ ο στις η ν ἐγνώσθη· ἐγνώσθη δ' ου τως. ̓Οτάνης η ν γένει καὶ πλούτῳ Περσῶν τοῖς πρώτοις ἐνάμιλλος. τούτου θυγατέρα Καμβύσης ε σχεν, η Φαιδυμίη ἐκέκλητο. ταύτῃ καὶ ὁ μάγος ἐκέχρητο ω σπερ καὶ ταῖς λοιπαῖς α ς ευ ρεν εἰς τὰ βασίλεια. πέμψας ου ν ὁ πατὴρ ἠρώτα λάθρᾳ αὐτὴν εἰ τῷ τοῦ Κύρου Σμέρδῃ ει θ' ἑτέρῳ τινὶ συνευνάζοιτο. ἡ δὲ μήτ' ἰδέσθαι τὸν Κύρου Σμέρδην ἀνταπεκρίνατο μήτ' εἰδέναι ῳ τινι συγκοιτάζοιτο. ὁ δὲ καὶ πάλιν στέλλει παρ' αὐτήν, κινδυνεύειν αὐτῇ ἐντελλόμενος, εἰ δεήσειεν, ι να πληρώσῃ πατρικὴν ἐντολήν, καὶ ὑποτιθείς, ὁπηνίκα συγκοιμῷτο τῷ βασιλεῖ καὶ ὑπνώττοντα αὐτὸν γνῷ, ψαῦσαι τῶν ω των αὐτοῦ, καὶ εἰ μὲν ε χοντα ω τα γνοίη, εἰδέναι ὡς τῷ Κύρου Σμέρδῃ συγγίνεται· εἰ δὲ μὴ ε χοι, τὸν μάγον Σμέρδην αὐτὸν νομίζειν. πείθεται τῷ πατρὶ ἡ Φαιδυμίη, καὶ γνοῦσα τὸν αὐτῇ συγγινόμενον ω τα μὴ ε χοντα, ἐσήμηνε τῷ πατρί. οὐκ ει χε δ' ω τα ο τι ὁ Κῦρός ποτε ταῦτα δι' ἁμάρτημά τι ἀπέτεμεν. ὁ δὲ ̓Οτάνης ̓Ασπαθίνῃ καὶ Γωβρύᾳ πρωτεύουσι τῶν Περσῶν καὶ αὐτῷ φιλουμένοις κοινοῦται δὴ τὸ ἀπόρρητον. οἱ δὲ καὶ πρῴην ἐν ὑποψίᾳ ο ντες τοῦ πράγματος εὐθὺς τοὺς λόγους ἐδέξαντο. ε δοξεν ου ν αὐτοῖς καὶ ἑτέρους προσεταιρίσασθαι. καὶ ̓Οτάνης μὲν ἐπάγεται ̓Ινταφέρνην, Γωβρύας δὲ Μεγάβυζον, ̔Υδάρνην δὲ ̓Ασπαθίνης·καὶ Δαρείῳ δὲ τῷ ̔Υστάσπου υἱῷ α ρτι πρὸς Σοῦσα ἐκ Περσίδος ἐλθόντι τὸ ἀπόρρητον ἐκοινώσαντο. ὁ δὲ καὶ ἐδέξατο τὸν λόγον, καὶ πρὸς τὴν πρᾶξιν αὐτίκα ὁρμᾶν συνεβούλευεν, η τῆς παρούσης ἡμέρας διακε.266 νῆς παρερχομένης αὐτὸς ε λεγε γενέσθαι τῷ μάγῳ μηνυτὴς τῆς ἐπιβουλῆς. ἐπείσθησαν τῇ συμβουλῇ τοῦ Δαρείου καὶ οἱ λοιποί, καὶ τοῦ ε ργου ει χοντο. Συνέβη δέ τι καὶ ε τερον ο ἐπισπεῦσαι αὐτοὺς ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι ο τι Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ ο τι διὰ τοῦτο καὶ ἐν αἰτίᾳ τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποιοῦντο καὶ ο ρκοις προκατελάμβανον καὶ λαμπραῖς ὑποσχέσεσι 105

μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. καταθεμένου δ' ἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δ' ἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον α πασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ ὑφ' ἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς ὁ Καμβύσης αὐτῷ ἐνετείλατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ε λεξεν ο σα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γεγόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν ε χειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν. Οἱ δὲ ἑπτὰ α νδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τὸν Πρηξάσπην μαθόντες ω ρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δ' εἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, οι σφᾶς ἠρώτων ο του χρῄζοντες η κοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δ' ο ντες ἐντός, 1.267 καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο πρὸς ἀλκήν, καὶ ὁ μὲν τὴν αἰχμήν, ὁ δὲ τὸ τόξον μετεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ ̓Ασπαθίνην παίει κατὰ μηρόν, τὸν δ' ̓Ινταφέρνην κατ' ο ψιν, ο θεν ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δ' η ν α πρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ὁ ταῦτα κατέχων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δ' αὐτῷ Δαρεῖός τε καὶ Γωβρύας. καὶ ὁ μὲν συνεπλάκη τῷ μάγῳ, Δαρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ τὸν ἑταῖρον πλήξῃ, ι στατο α πρακτος. Γωβρύας δὲ η ρετο ο του χάριν ἀργὸς ι σταται· ὁ δ' ει πε τὸ αι τιον. καὶ ο ς "ω θει τὸ ξίφος καὶ δι' ἀμφοῖν" ε φησε. καὶ ὁ Δαρεῖος ω σε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε. κτείναντες ου ν καὶ τὸν ε τερον οἱ λοιποὶ ε τεμον τὰς κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυματίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπόλεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. οἱ δὲ τὴν ἀπάτην μαθόντες ε κτεινον ῳ α ν τῶν μάγων ἐνέτυχον. ̓Επεὶ δὲ κατέστη ὁ θόρυβος καὶ η δη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ ̓Οτάνης μὲν δημοκρατίαν ἑλέσθαι παρῄνει, ἀριστοκρατίαν δὲ ὁ Μεγάβυζος, ὁ δέ γε Δαρεῖος βασιλείαν καὶ αυ θις αἱρήσεσθαι συνεβούλευε. συνέθεντο ου ν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσαρες οἱ λοιποί· καὶ ε δοξεν αὐτοῖς ἐπιβῆναι τῶν ι ππων, καὶ ο του α ν ὁ ι ππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ ἐν τῷ προαστείῳ γενομένων, τοῦτον ε χειν τὴν βασι.268 λείαν. Δαρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. η ν δὲ σοφὸς ὁ ἀνὴρ καί "θάρρει, ω δέσποτα" ε φη "ὡς σὴ ε σται ἡ βασιλεία." γενομένης ου ν νυκτὸς θήλειαν ι ππον λαβών, η ν ὁ Δαρείου ε στεργεν ι ππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ι ππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ι ππον. ε ωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ε νθαπερ ἡ θήλεια ι ππος ἐδέδετο, εἰς μνήμην ταύτης ὁ Δαρείου ι ππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ Δαρείῳ ἡ βασιλεία προσγέγονεν. οἱ μὲν ου ν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ Δαρείου ἱπποκόμῳ ο νομα η ν, οἱ δ' ἑτεροῖον ει ναί φασι τὸ τούτου μηχάνημα. τῆς γὰρ ι ππου ἐκείνης, η ν ὁ Δαρείου ι ππος ἐφίλει, τῶν α ρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. η δη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ι ππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς τοῦ ι ππου τοῦ Δαρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. ει τ' ου ν ου τως ει τ' ἐκείνως ὁ Δαρεῖος τῆς βασιλείας ἐπέτυχεν. Ου τος ου ν ἰδιώτης ω ν ηυ ξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ ο σα η ν ε τι ἐν Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν ̔Ιεροσολύμοις ναόν. η ν δὲ αὐτῷ πάλαι καὶ 106

πρὸς τὸν Ζοροβάβελ φιλία, δι' η ν καὶ σωματοφυλακεῖν μεθ' ἑτέρων δύο ἠξίωτο α ρτι ἐξ ̔Ιεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος. τῷ δὲ πρώτῳ ε τει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶσιν αὐτοῦ Δαρεῖος ἡτοίμασεν· ὡς δ' εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν ου ν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλά.269 κων ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προτίθησι· τῷ πρώτῳ μὲν εἰ ὁ οι νος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, ου τος δ' ὁ Ζοροβάβελ η ν, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἡ ἀλήθεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικητήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυσοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ α ρμα χρυσοχάλινον ε χειν καὶ μετ' αὐτὸν προεδρεύειν καὶ συγγενῆ καλεῖσθαι αὐτοῦ. ο ρθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων ε καστον ἐκέλευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ ὁ μὲν τὴν ἰσχὺν ἐξῆρε τοῦ οι νου, ὡς τὴν τῶν καταχρωμένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν διαθέσεις μεταποιοῦντος καὶ α λλους ἐξ α λλων ἐργαζομένου τοὺς οἰνωθέντας· ὁ δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρατούντων τῶν α λλων ἁπάντων διὰ σοφίας, τούτων δ' αυ οι ς α παντα ὑποτάσσεται κυριευόντων τῶν βασιλέων· ὁ δέ γε Ζοροβάβελ τὰς γυναῖκας κρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι' αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμώντων καὶ τῶν πατρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων δ' αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ὁ θεὸς ἀληθής ἐστι καὶ ου τω καλεῖται, καὶ τὰ μὲν α λλα θνητά, ἀθάνατον δὲ χρῆμά ἐστιν ἡ ἀλήθεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμένων ὡς α ριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, ὁ Δαρεῖος αἰτήσασθαι ο βούλεται πάρεξ τῶν ὑπε.270 σχημένων ἐπέτρεψεν. ὁ δὲ τῆς εὐχῆς αὐτὸν ἀνέμνησεν, η ν, εἰ λάβοι τὴν βασιλείαν, πεποίητο. αυ τη δὲ η ν, τὸν ἐν ̔Ιεροσολύμοις τοῦ θεοῦ κατασκευάσαι ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη ο σα ε τι ἐν Βαβυλῶνι περιελέλειπτο. καί "τοῦτο" ε φη "τὸ αι τημα τὸ ἐμόν." ἡσθεὶς δ' ἐπὶ τούτοις ὁ βασιλεὺς γράφει τοῖς σατράπαις κέδρινα ξύλα χορηγεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ συγκατασκευάζειν τὴν πόλιν τῷ Ζοροβάβελ, καὶ πάντας τοὺς εἰς τὴν ̓Ιουδαίαν ἀπελθόντας αἰχμαλώτους τῶν ̓Ισραηλιτῶν ἐλευθέρους ει ναι καὶ ἀτελεῖς, καὶ τάλαντα δοθῆναι πεντήκοντα εἰς τὴν ἀνέγερσιν τοῦ ναοῦ. καὶ τὰ σκεύη δὲ πάντα ο σα ε τι η ν παρ' αὐτῷ ε πεμψε· καὶ ο σα Κῦρος περὶ τῶν ̓Ιουδαίων ἐθέσπισε, ταῦτα καὶ Δαρεῖος προσδιετάξατο. Ηκεν ου ν τούτων γεγονότων εἰς Βαβυλῶνα ὁ Ζοροβάβελ καὶ τοῖς ὁμοφύλοις τὰ παρὰ τοῦ βασιλέως εὐηγγελίσατο· καὶ ο σοι προτεθύμηντο ἐπανελθεῖν εἰς ̔Ιεροσόλυμα, ἀπῄεσαν. τὸ δὲ κεφάλαιον τῶν ἀπιόντων η ν μυριάδες τετρακόσιαι ἑξήκοντα δύο καὶ ὀκτακισχίλιοι, α τερ Λευιτῶν τε καὶ πυλωρῶν καὶ δούλων ἱερῶν καὶ θεραπόντων, οι τοῖς ἀναβαίνουσιν ει ποντο. ἡγεμὼν δὲ τούτων η ν ὁ Ζοροβάβελ, Σαλαθιὴλ παῖς ἐκ τῆς ̓Ιούδα φυλῆς, ἀπόγονος τοῦ Δαβίδ, καὶ ̓Ιησοῦς υἱὸς Ἰ ωσεδὲκ τοῦ ἀρχιερέως· πρὸς τούτοις δὲ Μαρδοχαῖος καὶ Σερὲβ ἐκ τοῦ πλήθους κεχρισμένοι α ρχοντες η σαν. ἀπελθόντες δ' εἰς ̔Ιεροσόλυμα ε θυσαν καὶ τῆς οἰκοδομῆς ἀπήρξαντο τοῦ ναοῦ. καὶ ὁ μὲν ναὸς θᾶττον ε λαβε τέλος· ἀπαρτισθέντος δ' η δη τοῦ ἱεροῦ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Α ̓ σὰφ παῖδες υ μνουν τὸν θεόν. τῶν δὲ πατριῶν οἱ πρε.271 σβύτεροι τὸν πρὶν ναὸν ταῖς μνήμαις ἀναπολοῦντες, καὶ τὸν α ρτι γεγενημένον ἐνδεέστερον ὁρῶντες τοῦ πάλαι, εἰς δάκρυα καὶ θρήνους προήγοντο, καὶ ἡ τούτων οἰμωγὴ ὑπερεφώνει τὴν τῶν σαλπίγγων ἠχήν. Προσίασι δ' οἱ Σαμαρεῖται τῷ Ζοροβάβελ ε τι τοῦ ναοῦ ἀνεγειρομένου, ἀξιοῦντες συγκοινωνῆσαι αὐτοῖς τῆς οἰκοδομῆς τοῦ ναοῦ. ὁ δὲ τῆς μὲν οἰκοδομῆς αὐτοὺς μετασχεῖν οὐ προσήκατο, προσκυνεῖν δ' ἐν τῷ ναῷ 107

ε λεγεν αὐτοῖς ἐφιέναι. πρὸς ταῦτα οἱ Σαμαρεῖται ἠχθέσθησαν, καὶ πείθουσι τὰ ἐν Συρίᾳ ε θνη δεηθῆναι τῶν σατραπῶν ἐπισχεῖν τοῦ ναοῦ τὴν ἀνέγερσιν. ἀναβάντες δὲ εἰς ̔Ιεροσόλυμα οἱ Συρίας ἐπάρχοντες καὶ Φοινίκης ἠρώτων τίνος συγχωρήσαντος ὡς φρούριον τὸν ναὸν ἀνεγείρουσι καὶ τῇ πόλει τείχη σφόδρα περιβάλλουσιν ἰσχυρά. Ζοροβάβελ δὲ καὶ ὁ ἀρχιερεὺς ̓Ιησοῦς ἐκ Κύρου πρῶτον ἐπιτραπῆναι τὴν οἰκοδομὴν ε φασαν, ει τ' αυ θις ἐκ τοῦ Δαρείου. οἱ δ' ε παρχοι τῶν τῆς Συρίας καὶ Φοινίκης χωρῶν τὴν μὲν τῶν ε ργων οἰκοδομὴν ἐπισχεῖν οὐκ ε κριναν, Δαρείῳ δὲ παραχρῆμα ε γραψαν. τῶν δὲ ̓Ιουδαίων κατεπτηχότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ ω ν ᾠκονόμησεν, ̓Αγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ὑφορᾶσθαι ἀβούλητον. πιστεύοντες ου ν τοῖς προφήταις ἐντεταμένως ει χοντο τῆς οἰκοδομῆς. Δαρεῖος δὲ τὰς ἐπιστολὰς δεξάμενος καὶ τὰς τῶν Σαμαρειτῶν κατηγορίας, ο τι τήν τε πόλιν ὀχυροῦσιν ̓Ιουδαῖοι καὶ τὸν ναὸν οἰκοδομοῦσιν ὡς φρούριον, καὶ ο τι Καμβύσης τὴν τούτων ἐκώλυσεν οἰκοδομήν, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασι ζητηθῆναι τὰ περὶ τούτου. καὶ εὑρέθη ἐν ̓Εκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ γεγραμμένον ὡς τῷ πρώτῳ ε τει τῆς αὐτοῦ βασιλείας 1.272 Κῦρος ἐκέλευσε τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν ̔Ιεροσολύμοις καὶ τὸ θυσιαστήριον, καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν βασιλικῶν διετάξατο γίνεσθαι, καὶ τὰ τοῦ ναοῦ σκεύη ἀποδοθῆναι, καὶ συλλαβέσθαι πρὸς τὸ ε ργον τοῖς ἐκεῖσε α ρχουσιν ἐκέλευσε καὶ τελεῖν τοῖς ̓Ιουδαίοις εἰς θυσίαν ταύρους καὶ κριοὺς καὶ α ρνας καὶ ἐρίφους σεμίδαλίν τε καὶ οι νον καὶ ε λαιον. ταῦτα ἐν τοῖς ὑπομνήμασι Δαρεῖος εὑρὼν ἀντέγραψε τοῖς ἐπεσταλκόσι "τὸ ἀντίγραφον ὑμῖν τῆς ἐπιστολῆς ἐν τοῖς ὑπομνήμασιν εὑρὼν τοῖς Κύρου ἀπέσταλκα, καὶ βούλομαι γενέσθαι πάντα ὡς αὐτὴ περιέχει. ε ρρωσθε." γνόντες δὲ τὴν τοῦ βασιλέως προαίρεσιν οἱ τῶν χωρῶν ἐκείνων ἐπιτροπεύοντες συνήργουν τοῖς ̓Ιουδαίοις. καὶ ᾠκοδομήθη ἐν ε τεσιν ἑπτὰ ὁ ναός, καὶ ε θυσαν οἱ ̓Ισραηλῖται θυσίας ἀνανεωτικὰς τῶν προτέρων ἀγαθῶν. τῆς δὲ τῶν ἀζύμων ἑορτῆς ἐνστάσης συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν η γαγον καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν ἐτέλεσαν. Κατῴκησαν δ' ἐν ̔Ιεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων α χρις ου τοὺς ̓Ασαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας ἐβασιλεύοντο ἐπὶ ε τη πεντακόσια τριάκοντα δύο, μῆνας ε ξ, ἡμέρας δέκα· πρὸ δὲ τῶν βασιλέων α ρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι. καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἐπ' ε τεσι πλείοσιν η πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν τε καὶ ̓Ιησοῦν. Οἱ δέ γε Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς διακείμενοι πολλὰ κακὰ τοὺς ̓Ιουδαίους εἰργάζοντο. πρέσβεις ου ν ἐξ ̔Ιεροσολύμων πρὸς Δαρεῖον ἐστάλησαν 1.273 Ζοροβάβελ καὶ τῶν ἀρχόντων ε τεροι τέσσαρες. μαθὼν δὲ ὁ βασιλεὺς τὰ κατὰ τῶν Σαμαρέων αἰτιάματα, ε γραψε πρὸς τοὺς ἱππάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν μήτι ἐνοχλεῖν ̓Ιουδαίοις, ἀλλὰ καὶ χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου τῶν φόρων τῆς Σαμαρείας πάνθ' ο σα πρὸς τὰς θυσίας αὐτοῖς ἐστι χρήσιμα. Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης καὶ τὴν πρὸς θεὸν εὐσέβειαν διεδέξατο, καὶ πρὸς τοὺς ̓Ιουδαίους ε σχε φιλοτιμότατα. η ν δ' ἐν Βαβυλῶνι τότε Εζρας ἀνὴρ ἀγαθὸς καὶ τῶν νόμων Μωυσέως εἰς ἐμπειρίαν ἀκριβέστατος. ου τος φίλος τῷ Ξέρξῃ γίνεται, καὶ ἀναβῆναι θελήσας εἰς ̔Ιεροσόλυμα καί τινας ἐπαγαγέσθαι τῶν ἐν Βαβυλῶνι ̔Εβραίων, ἐδεήθη τοῦ βασιλέως διὰ γραμμάτων αὐτοῦ γνωρίσαι τοῖς σατράπαις αὐτόν. ὁ δὲ γράφει ταῦτα. "τῆς ἐμαυτοῦ φιλανθρωπίας ε ργον ει ναι νομίσας τὸ τοὺς βουλομένους τῶν ̓Ισραηλιτῶν συναπαίρειν εἰς ̔Ιεροσόλυμα, Εζρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ θείου νόμου τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω. καὶ α ργυρος καὶ χρυσὸς ο σος α ν εὑρεθείη ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένος τῷ θεῷ, τοῦτον πάντα κελεύω εἰς 108

̔Ιεροσόλυμα κομισθῆναι. καὶ ο σα α ν ἐννοήσῃς, ω Εζρα, καὶ ταῦτα ε ργασαι, τὴν εἰς αὐτὰ δαπάνην ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου ποιούμενος. καὶ τοῖς ἱερεῦσι δὲ καὶ Λευίταις καὶ πᾶσι τοῖς τοῦ ἱεροῦ δουλευταῖς μήτε φόρους μήτε α λλο τι φορτικὸν ἐπιταγῆναι κελεύω. καὶ σὺ δέ, Εζρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ο πως δικάζωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ, τοὺς ἐπι.274 σταμένους τὸν νόμον· καὶ τοῖς ἀγνοοῦσι παρέξεις αὐτὸν μαθεῖν." λαβὼν δὲ ταύτην Εζρας τὴν ἐπιστολὴν ἀνέγνω ἐν Βαβυλῶνι τοῖς ἐκεῖ ̓Ιουδαίοις, καὶ τὸ ἀντίγραφον αὐτῆς παρὰ πάντας ε πεμψε τοὺς ὁμοεθνεῖς· οι α παντες ὑπερήσθησαν. πολλοὶ δὲ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες η λθον εἰς Βαβυλῶνα, ι ν' ἐπανέλθωσιν εἰς ̔Ιεροσόλυμα· ὁ δὲ πᾶς λαὸς τῶν ̓Ισραηλιτῶν κατὰ χώραν ε μεινε. διὸ καὶ δύο φυλὰς ἐπί τε τῆς ̓Ασίας καὶ τῆς Εὐρώπης ̔Ρωμαίοις ὑπηκόους ει ναί φησιν ὁ ̓Ιώσηπος, τὰς δὲ δέκα φυλὰς πέραν ει ναι τοῦ Εὐφράτου, μυριάδας ου σας ἀπείρους καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυναμένας. πρὸς Εζραν δὲ πολλοὶ τὸν ἀριθμὸν ἀφικνοῦνται καὶ σὺν αὐτῷ παραγίνονται εἰς ̔Ιεροσόλυμα. καὶ παραδέδωκεν ὁ Εζρας τοῖς γαζοφύλαξιν α ὁ Ξέρξης καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἐν Βαβυλῶνι ̓Ισραηλῖται τῷ θεῷ ἐδωρήσαντο, εἰς πολλὰ τάλαντα ἀργυρίου καὶ χαλκοῦ συμποσούμενα, καὶ τοῖς τῶν χωρῶν ἐπιτροπεύουσι τὰ γράμματα τοῦ βασιλέως ἐπέδωκεν. οἱ δὲ τὸ ε θνος ἐτίμησαν καὶ πρὸς πᾶσαν χρείαν συνήργησαν. γνοὺς δ' ε πειτα ω ς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἀλλοεθνεῖς γυναῖκας ἠγάγοντο, ε πεισεν αὐτοὺς δάκρυσι πολλοῖς καὶ πυκναῖς παραινέσεσιν ἐκβαλεῖν τὰς ἀλλοεθνεῖς καὶ τὰ ἐξ αὐτῶν γεννηθέντα. τῆς ἑορτῆς δὲ τῆς σκηνοπηγίας ἐπιστάσης σχεδὸν α παν τὸ τοῦ λαοῦ πλῆθος συνεληλυθὸς εἰς αὐτὴν ἠξίωσαν τὸν Εζραν τοὺς νόμους ἀναγνωσθῆναι τοῦ Μωυσέως. καὶ ἀκούσαντες τούτων εἰς δάκρυα προήχθησαν, δυσφοροῦντες περὶ τῶν παρελθόντων. Εζρας δὲ μὴ δεῖν ε φη θρηνεῖν ἑορτῆς ου σης, ἑορτάζειν δὲ καὶ εὐωχεῖσθαι καὶ τηρεῖν τοὺς νόμους εἰς τὸ μέλλον. Καὶ ὁ μὲν γηραιὸς ἐτελεύτησεν· τῶν δ' αἰχμα.275 λώτων τις Νεεμίας τὴν κλῆσιν, οἰνοχόος ω ν τοῦ Ξέρξου, πρὸ τῶν Σούσων περιπατῶν ξένους ει δέ τινας εἰσιόντας τὴν πόλιν, καὶ ἀκούσας αὐτῶν ἑβραϊστὶ ὁμιλούντων, προσελθὼν ἐπυνθάνετο πόθεν ει εν. η κειν δ' ἐκ τῶν ̔Ιεροσολύμων εἰπόντων, πῶς αὐτῶν ε χει τὸ πλῆθος καὶ ἡ μητρόπολις ̔Ιεροσόλυμα προσηρώτησεν. ἀποκριναμένων δὲ κακῶς ε χειν, πολλὰ γὰρ δεινὰ τὰ πέριξ ε θνη αὐτοῖς ἐπάγειν, ἐδάκρυσεν ὁ Νεεμίας· καὶ τῆς ω ρας ἐπιστάσης, ὡς ει χε διακονήσων τῷ βασιλεῖ εἰσελήλυθεν. ὁ δὲ βασιλεὺς σκυθρωπὸν αὐτὸν θεασάμενος η ρετο διότι κατηφιᾷ. ὁ δὲ τῆς λύπης αι τια ει πε τὰ τῆς πατρίδος αὐτοῦ δυστυχήματα, καὶ ἐδέετο συγχωρηθῆναι αὐτῷ πορευθῆναι καὶ τό τε τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον ἀναπληρῶσαι. καὶ ὁ βασιλεὺς κατένευσε πρὸς τὴν αι τησιν καὶ δίδωσιν αὐτῷ τῇ ἐπιούσῃ ἐπιστολὴν πρὸς τὸν τῆς Φοινίκης καὶ Συρίας καὶ Σαμαρείας ἐπίτροπον, ἐντελλομένην αὐτῷ τιμῆσαι τὸν Νεεμίαν καὶ χορηγῆσαι τὰς εἰς τὴν οἰκοδομίαν δαπάνας. η κεν ου ν εἰς ̔Ιεροσόλυμα, πολλῶν αὐτῷ ἐκ τῶν ὁμοφύλων συνεπομένων, πέμπτον καὶ εἰκοστὸν ε τος βασιλεύοντος Ξέρξου, καὶ τὴν ἐπιστολὴν τῷ ἐπιτρόπῳ τῶν ῥηθεισῶν χωρῶν ἐπιδέδωκε. τὴν δὲ τοῦ τείχους οἰκοδομὴν διένειμε τῷ λαῷ κατὰ κώμας καὶ πόλεις, ι ν' ο τι τάχιστα ἀνυσθῇ. καὶ ̓Ιουδαῖοι μὲν πρὸς τὸ ε ργον παρεσκευάζοντο, ου τω κληθέντες ἐξ η ς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν, ἀπὸ γὰρ τῆς ̓Ιούδα φυλῆς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε ̓Ιουδαῖοι καὶ ἡ χώρα ὁμοίως ἐξ αὐτῶν μετωνόμαστο, ̓Αμμανῖται δὲ καὶ Μωαβῖται καὶ Σαμαρεῖται τῇ τῶν τειχῶν οἰκοδομῇ η χθοντο, καὶ αὐτοῖς ἐπετίθεντο καὶ πλείστους ἐκτίννυον, καὶ αὐτῷ τῷ Νεεμίᾳ ἐπεβούλευον. 1.276 καὶ τὸ μὲν πλῆθος τούτοις ἐκταραττόμενον μικροῦ τῆς οἰκοδομῆς α ν ἀπέστη. Νεεμίας δὲ στῖφός τι φυλακῆς ε νεκα τοῦ σώματος προστησάμενος ἀτρύτως ἐπέμενε νύκτωρ τε καὶ μεθ' ἡμέραν τῆς πόλεως τὸν κύκλον περιιών· καὶ ταύτην τὴν ταλαιπωρίαν ὑπέμεινεν ἐπὶ διετίαν καὶ μῆνας τέσσαρας. ἐν 109

τοσούτῳ γὰρ χρόνῳ τοῖς ̔Ιεροσολύμοις τὸ τεῖχος ἀπήρτιστο, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ε τει, μηνὶ ἐνάτῳ. Νεεμίας δὲ τὴν πόλιν ὀλιγανδροῦσαν ὁρῶν, παρεκάλεσε τοὺς ἱερεῖς καὶ Λευίτας τὴν χώραν ἐκλιπόντας εἰς τὴν πόλιν μεταναστεῦσαι. ἐτελεύτησε δὲ Νεεμίας γηραιός, ἀνὴρ χρηστὸς τὸν τρόπον καὶ δίκαιος καὶ φιλοτιμότατος πρὸς τοὺς ὁμοεθνεῖς. Τελευτήσαντος δὲ Ξέρξου ἡ βασιλεία εἰς τὸν υἱὸν αὐτοῦ Κῦρον, ο ν καὶ ̓Αρταξέρξην καλοῦσι, μετέπεσε. τῷ γοῦν τρίτῳ ε τει τῆς βασιλείας αὐτοῦ τοὺς ἡγεμόνας καὶ τοὺς σατράπας τῶν οἰκείων καλέσας ἐθνῶν ἐφ' ἡμέρας πολλὰς εἱστία τούτους πολυτελῶς· καὶ ἡ βασίλισσα δὲ Οὐάστη ταῖς γυναιξὶν ὁμοίως συνεκρότει συμπόσιον. η ν κάλλει πάσας νικῶσαν ἠθέλησεν ὁ βασιλεὺς τοῖς αὐτῷ συμποσιάζουσιν ἐπιδεῖξαι, καὶ πέμψας η κειν αὐτὴν ἐκέλευε παρὰ τὸ συμπόσιον· ἡ δὲ οὐκ ἐπείθετο, καὶ πολλάκις στείλαντος ἀνένδοτος η ν. ὠργίσθη ου ν ὁ βασιλεὺς διὰ τὴν ἀπείθειαν. καὶ κοινοῦται τοῖς ἑπτὰ τῶν Περσῶν συμβούλοις τῆς γυναικὸς τὴν ἀπείθειαν· οἱ δ' ἐκβαλεῖν αὐτὴν δεῖν ε κριναν. καὶ ἡ μὲν ἐκβέβλητο· ὁ δ' η χθετο, πρὸς αὐτὴν ἐρωτικῶς διακείμενος. ου τω δ' ε χοντι συνεβούλευον οἱ φίλοι παρθένους εὐπρεπεῖς πανταχόθεν συναγαγεῖν καὶ τὴν προκριθεῖσαν ε ξειν γυναῖκα. 1.277 πείθεται τῇ συμβουλῇ ταύτῃ, καὶ πολλῶν παρθένων ἀθροισθεισῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη ̓Ιουδαία τὸ γένος ἐκ φυλῆς τῆς Βενιαμίτιδος, ὀρφανὴ καὶ ἀμφοῖν τῶν γονέων, παρὰ τῷ θείῳ Μαρδοχαίῳ τρεφομένη, τῶν πρώτων παρὰ τοῖς ̓Ιουδαίοις· ̓Εσθὴρ η ν τῇ κόρῃ τὸ ο νομα. ἡσθεὶς ου ν ταύτῃ ὁ βασιλεὺς εἰς γυναῖκα ταύτην ἠγάγετο, καὶ περιτίθησιν αὐτῇ τὸ διάδημα. καὶ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα μετῴκησε, περὶ τὰ βασίλεια διατρίβων καὶ περὶ τῆς ἀδελφιδῆς πυνθανόμενος. ου τε γὰρ ἐκείνη δῆλον τὸ ε θνος ἐξ ου περ ἐτύγχανεν ε θετο ου τε ὁ Μαρδοχαῖος τὴν πρὸς αὐτὴν ὡμολόγει συγγένειαν. Εθετο δὲ νόμον ὁ βασιλεὺς ω στε μηδένα οἱ ἐπὶ τοῦ θρόνου καθημένῳ α κλητον προσιέναι, η θνήσκειν τὸν ου τω προσιόντα ὑπὸ τῶν αὐτῷ παρισταμένων πελεκυφόρων, εἰ μὴ ἐκεῖνος ο ν ἐν χερσὶ κατεῖχε λύγον ἐξέτεινε πρὸς αὐτόν· ὁ γὰρ τοῦ λύγου ἁπτόμενος ἀκίνδυνος η ν. ἐπιβουλευσάντων δὲ τῷ βασιλεῖ ̓Αρταξέρξῃ δύο εὐνούχων αὐτοῦ, Βαρνάβαζος οἰκέτης τοῦ ἑτέρου, τὸ γένος ω ν ̓Ιουδαῖος, συνεὶς τὴν ἐπιβουλὴν τῷ Μαρδοχαίῳ ἀπήγγειλε, καὶ ο ς διὰ τῆς ̓Εσθὴρ τῷ βασιλεῖ τοὺς ἐπιβούλους ἐμήνυσεν. ὁ δὲ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσε, τοῦ δὲ Μαρδοχαίου τὸ ο νομα ἐκέλευσεν ἐγγραφῆναι τοῖς ὑπομνήμασι καὶ προσμένειν τοῖς βασιλείοις αὐτόν. ̓Αμὰν δὲ φίλον ο ντα τῷ βασιλεῖ ἐς τὰ μάλιστα α παντες προσεκύνουν. Μαρδοχαίου δὲ μὴ προσκυνοῦντος διὰ τὸν νόμον αὐτόν, μαθὼν ὡς ̓Ιουδαῖός ἐστιν ἠγανάκτησε καὶ ει πεν αὐτῷ ὡς οἱ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, ὁ δὲ δοῦλος ω ν ἀπαξιοῖ τοῦτο ποιεῖν. προσελθὼν ου ν τῷ βασιλεῖ κατηγόρει τοῦ ε θνους παντός, καὶ ῃ τει κελεῦσαι 1.278 πρόρριζον ἀπολέσθαι αὐτὸ καὶ μή τι λείψανον αὐτοῦ καταλιπεῖν· ι να μέντοι μὴ ζημιωθῇ τοὺς φόρους αὐτῶν, αὐτὸς ἐπηγγείλατο δώσειν μυριάδας ἀργυρίου τέσσαρας. ὁ μὲν ου ν ̓Αμὰν ῃ τει ταῦτα· ὁ δὲ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ω στε χρῆσθαι τούτοις ὡς βούλεται. αὐτίκα ου ν διάταγμα παρὰ τοῦ ̓Αμὰν ἐπέμφθη εἰς πάντα τὰ ε θνη ὡς ἐκ τοῦ βασιλέως, περιέχον ταῦτα. "τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς ̓Αμὰν κελεύω πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι, καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ε τους." τούτου κομισθέντος τοῦ γράμματος εἰς τὰς πόλεις καὶ τὰς χώρας, ἡ τῶν ̓Ιουδαίων ἀπώλεια ἡτοιμάζετο. ει χον δὲ καὶ οἱ ἐν τοῖς Σούσοις ὁμοίως. ̔Ο δὲ Μαρδοχαῖος μαθὼν τὸ γενόμενον, σάκκον ἐνδὺς καὶ καταχεάμενος σποδιὰν ἐβόα ο τι μηδὲν ἀδικῆσαν ε θνος ἀναιρεῖται. καὶ πρὸς τὰ βασίλεια ἐλθὼν ἐκτὸς ι στατο· οὐ γὰρ ἐξῆν μετὰ τοιούτου σχήματος εἰσελθεῖν. γνοῦσα δὲ τοῦτο ̓Εσθὴρ ἡ βασίλισσα, εὐνοῦχον πρὸς Μαρδοχαῖον ἀπέστειλε γνωσόμενον ο του χάριν πενθεῖ· ὁ δὲ τὰ συμβάντα τῷ 110

εὐνούχῳ ἐγνώρισε, καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως τῇ ̓Εσθὴρ ἐνετέλλετο. ἡ δὲ μαθοῦσα ταῦτα δηλοῖ αὐτῷ ο τι, μὴ κληθεῖσα παρὰ τοῦ βασιλέως, δέδοικεν ὡς ἀποθανεῖται, εἰ α κλητος αὐτῷ προσέλθοι. Μαρδοχαῖος δὲ ἐδήλου αὐτῇ μὴ τὴν ἰδίαν σωτηρίαν σκοπεῖν, ἀλλὰ τὴν τοῦ ε θνους· εἰ δ' ου , ε σεσθαι μὲν πάντως ἐκείνῳ βοήθειαν ἐκ θεοῦ, αὐτὴν δὲ καὶ τὸν πατρῷον οι κον αὐτῆς διαφθαρήσεσθαι. ἡ δὲ ἐνετέλλετο αὐτῷ εἰς Σοῦσα πορευθέντι παρασκευάσαι τοὺς ἐκεῖ ̓Ιουδαίους νηστεῦσαι τρεῖς ἡμέρας 1.279 ὑπὲρ αὐτῆς. καὶ Μαρδοχαῖος μὲν ου τως ἐποίησεν, ἡ δ' ̓Εσθὴρ ῥίψασα κατὰ γῆς ἑαυτὴν μετὰ πενθίμου ἐσθῆτος καὶ α τροφος ἐπὶ τρισὶν ἡμέραις διαμείνασα ἐδέετο τοῦ θεοῦ. μετὰ δὲ τὰς τρεῖς ἡμέρας κόσμον μεταμφιασαμένη βασίλειον, σὺν δυσὶ θεραπαινίσιν, ω ν τῇ μὲν κούφως η ν ἐπερειδομένη, ἡ δὲ τὸ βαθὺ τοῦ χιτῶνος καὶ μέχρι τῆς γῆς κεχυμένον α κροις ἀπῃώρει δακτύλοις, η κε πρὸς τὸν κρατοῦντα, εἰσῄει δὲ μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζομένου ἐγένετο, προσιδόντος αὐτὴν βλοσυρῶς, πάρεσις ὑπὸ δέους λαμβάνει αὐτήν, καὶ τῇ παρὰ πλευρὰν ἰούσῃ ἐπέπεσεν ἀχανής. ὁ δὲ βασιλεὺς δείσας περὶ τῇ γυναικί, τοῦ θεοῦ προμηθευσαμένου τοῦτο, ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενος καὶ θαρρεῖν ἐγκελευόμενος καὶ τὴν ῥάβδον ἐκτείνας αὐτοῦ τὴν χρυσῆν καὶ τὸ σκῆπτρον ἐνθέμενος ταῖς χερσὶν αὐτῆς. ἡ δὲ ἐντεῦθεν ἀναθαρσήσασα ἐφ' ἑστίασιν αὐτὸν μετὰ τοῦ ̓Αμὰν πρὸς αὐτὴν ἠξίου ἐλθεῖν. ὡς δὲ ἐπένευσε, καὶ παρῆσαν, ἐκέλευεν ἐκείνῃ ὁ βασιλεὺς δηλοῦν ο ,τι βούλεται· μηδενὸς γὰρ ἀτευκτήσειν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν φράζειν αὐτῷ τὴν βούλησιν ε λεγεν, εἰ πάλιν πρὸς αὐτὴν μετὰ τοῦ ̓Αμὰν ἐφ' ἑστίασιν ε λθοι. τοῦ δὲ βασιλέως ὑποσχομένου περιχαρὴς ὁ ̓Αμὰν ἐξῄει· καὶ ἰδὼν τὸν Μαρδοχαῖον ἐν τῇ αὐλῇ ἠγανάκτησεν ο τι μὴ αὐτῷ προσεκύνησε. καὶ οι κοι ἐλθὼν πρὸς τὴν γυναῖκα καὶ τοὺς φίλους διηγεῖτο οι ας καὶ παρὰ τῆς βασιλίσσης ἀπολαύει τιμῆς καὶ ὡς α χθεται τὸν Μαρδοχαῖον βλέπων ἐν τῇ αὐλῇ. τῆς δὲ γυναικὸς αὐτοῦ φησάσης κελεῦσαι κοπῆναι ξύλον πεντήκοντα πήχεων, καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι 1.280 τὸν Μαρδοχαῖον, τὴν γνώμην ἀποδεξάμενος προσέταξε τοῖς οἰκέταις ξύλον ἑτοιμάσαι καὶ στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίου. Καὶ τὸ μὲν η ν ε τοιμον· ὁ δὲ θεὸς τῆς νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν υ πνον τοῦ βασιλέως. ὁ δὲ ἀγρυπνῶν τὸν γραμματέα κομίσαντα τῶν ἰδίων πράξεων τὰ ὑπομνήματα ἀναγινώσκειν ἐκέλευσε. καὶ ἀναγινωσκομένων εὑρέθη μηνυτὴς Μαρδοχαῖος γενόμενος τῷ βασιλεῖ ἐπιβουλῆς εὐνούχων. φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβάντος ἐφ' ἑτέραν πρᾶξιν, ἐπέσχεν ὁ βασιλεύς, πυθόμενος εἰ ε χει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὡς δ' η κουσε μηδὲν ει ναι, τίς ει η τῆς νυκτὸς ω ρα η ρετο· μαθὼν δὲ ὡς ο ρθρος η δη ἐστίν, ἐκέλευσε τῶν φίλων ο ν α ν πρὸ τῆς αὐλῆς ευ ρωσιν εἰσκαλεῖν. εὑρέθη δὲ ὁ ̓Αμάν, ταχύνας ι να τὸν Μαρδοχαῖον αἰτήσηται. κληθέντι δὲ ει πεν ὁ βασιλεύς "συμβούλευσόν μοι πῶς α ν τιμήσαιμί τινα στεργόμενον ὑπ' ἐμοῦ." ὁ δὲ λογισάμενος, η ν α ν δῷ γνώμην, ὑπὲρ ἑαυτοῦ ταύτην δώσειν, στέργεσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ βασιλέως τῶν α λλων μᾶλλον, "εἰ βούλοιο" ε φη "τοῦτον δοξάσαι, ποίησον ἐφ' ι ππου βαδίζειν τὴν αὐτήν σοι ἐσθῆτα φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ε χοντα, καὶ προϊόντα τῶν ἀναγκαίων σου φίλων ε να κηρύσσειν δι' ο λης τῆς πόλεως ο τι ταύτης τυγχάνει τῆς τιμῆς ο ν α ν βασιλεὺς τιμήσῃ." ἡσθεὶς ου ν τῇ παραινέσει ὁ βασιλεύς "ἐπιζήτησον" φησί "Μαρδοχαῖον τὸν ̓Ιουδαῖον, καὶ δοὺς ἐκείνῳ τὸν ι ππον καὶ τὴν στολὴν καὶ τὸ στρεπτόν, προάγων αὐτοῦ κήρυττε· σὺ γάρ μοι φίλος ἀναγκαιότατος. ταῦτα δὲ αὐτῷ παρ' ἐμοῦ ε σται σώσαντί μου τὴν ψυχήν." τούτων ἀκούσας συνεχύθη, καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ο μως 1.281 ε ξεισιν α γων τὸν ι ππον καὶ τὴν πορφύραν καὶ τὸ στρεπτόν. καὶ τὸν Μαρδοχαῖον πρὸ τῆς αὐλῆς εὑρὼν σάκκον ἐνδεδυμένον ἐκέλευεν ἐνδύσασθαι τὴν πορφύραν. ὁ δέ "κάκιστε" ει πεν "ἀνθρώπων, ου τως ἡμῶν ταῖς συμφοραῖς ἐγγελᾷς;" 111

γνοὺς δὲ ὡς γέρας αὐτῷ ταῦτα ἀντὶ τῆς σωτηρίας παρέσχεν ὁ βασιλεύς, μηνύσαντι τὴν τῶν εὐνούχων ἐπιβουλήν, ἐνδύεται τὴν πορφύραν καὶ περιτίθεται τὸ περιαυχένιον, καὶ ἐπιβὰς τὸν ι ππον ἐν κύκλῳ περιῄει τὴν πόλιν, προϊόντος ̓Αμὰν καὶ κηρύσσοντος ο τι ου τως τιμᾷ βασιλεὺς ο ν α ν στέρξῃ. ̔Ο μὲν ου ν τὴν πόλιν περιελθὼν πρὸς τὸν βασιλέα ἐπάνεισιν, ̓Αμὰν δὲ οι κοι ὑπέστρεψε καὶ τὰ συμβάντα κλαίων τῇ γυναικὶ διηγεῖτο. ἐν τούτοις η κον ἐκ τῆς ̓Εσθὴρ εὐνοῦχοι, ἐπὶ τὸ δεῖπνον τὸν ̓Αμὰν ἐπισπεύδοντες. ει ς δὲ τούτων ἰδὼν τὸν σταυρὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ μαθὼν παρά του τῶν οἰκετῶν ὡς ἐπὶ Μαρδοχαῖον τοῦτον ἡτοίμασαν πρὸς τιμωρίαν αἰτηθησόμενον, τότε μὲν ἀπῆλθεν, ὡς δ' ἡ εὐωχία πρὸς τέλος η ν, ἐπέτρεπε τῇ βασιλίσσῃ λέγειν ὁ βασιλεὺς τίνα αἰτεῖ, ἡ δὲ τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο, καὶ μετὰ τοῦ ε θνους ε λεγεν ἐκδεδόσθαι καὶ αὐτὴ πρὸς ἀπώλειαν, καὶ τὸν ̓Αμὰν ταῦτα ἐπῆγεν αἰτήσασθαι. ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως καὶ ἐκπεπηδηκότος τοῦ συμποσίου, τῆς ̓Εσθὴρ ὁ ̓Αμὰν ἐδέετο· καὶ ἐπὶ τῆς κλίνης πεσόντος καὶ ἱκετεύοντος τὴν βασίλισσαν, ἐπεισελθὼν ὁ βασιλεύς "ω κάκιστε" ει πε, "καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;" ἐν τούτοις παρὼν ὁ εὐνοῦχος περὶ τοῦ σταυροῦ ει πεν ο ν ει δεν ἐπὶ Μαρδοχαῖον ἡτοιμασμένον. 1.282 καὶ ὁ βασιλεὺς αὐτίκα κελεύει τὸν ̓Αμὰν ἐπ' ἐκείνου τοῦ σταυροῦ κρεμασθῆναι. καὶ ὁ μὲν ου τως ἀπώλετο, τὴν δὲ οὐσίαν αὐτοῦ δῶρον ε σχηκεν ἡ βασίλισσα. γνοὺς δὲ τὴν πρὸς ̓Εσθὴρ τοῦ Μαρδοχαίου συγγένειαν ὁ βασιλεὺς δίδωσιν αὐτῷ τὸν δακτύλιον ο ν ε δωκε πρὶν τῷ ̓Αμάν. καὶ ἡ βασίλισσα τὴν ἐκείνου κτῆσιν τῷ Μαρδοχαίῳ παρέσχετο, καὶ τοῦ κινδύνου ἀπαλλάξαι τὸ τῶν ̔Εβραίων ε θνος τοῦ βασιλέως ἐδέετο. καὶ ο ς γράφειν α βούλεται ἐξ ὀνόματος αὐτοῦ ἐφῆκε περὶ τοῦ ε θνους. τὰ δὲ γραφέντα η σαν τοιαῦτα. τοῦ μὲν ̓Αμὰν κατηγόρουν ὡς πονηροῦ καὶ ἀγνώμονος καὶ αἰτησαμένου ε θνους ἀπώλειαν μηδὲν ἀδικήσαντος, τὸν δέ γε Μαρδοχαῖον σωτῆρα ἐκάλουν, καὶ τοὺς ̓Ιουδαίους τὸν α ριστον πολιτευομένους τρόπον καὶ τὸν θεὸν σεβομένους, καὶ οὐ μόνον σφᾶς τῆς τιμωρίας ἀπέλυον εἰς η ν ὁ ̓Αμὰν αὐτοὺς ἐξῃτήσατο, ἀλλὰ καὶ τιμῆς ἠξίουν καὶ τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ' εἰρήνης ἐπέτρεπον, καὶ ἐδίδουν ἀμύνεσθαι τῇ τρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ δωδεκάτου μηνός, ο ς ἐστιν Αδαρ, τοὺς αὐτοὺς ἀδικήσαντας, καὶ τοῖς τῶν χωρῶν σατράπαις ἐκέλευον βοηθεῖν αὐτοῖς, ι να τοὺς ἐχθροὺς μετελεύσονται. Οἱ δὲ ἐν Σούσοις ̓Ιουδαῖοι τὰ κατὰ τὸν Μαρδοχαῖον γνόντες, κοινὴν τὴν εὐπραγίαν ἡγήσαντο, καὶ κατὰ τὴν τρισκαιδεκάτην τοῦ Αδαρ μηνός, ο ς κατὰ Μακεδόνας Δύστρος ὠνόμασται, οι τε ἐν Σούσοις ̓Ιουδαῖοι περὶ πεντακοσίους ἀπέκτειναν τῶν ἐχθρῶν, καὶ οἱ ἐν ταῖς α λλαις πόλεσί τε καὶ χώραις ἑπτακισμυρίους καὶ πεντακισχιλίους ἀπώλεσαν. οἱ δ' ἐν Σούσοις καὶ τῇ ἑξῆς ἡμέρᾳ τριακοσίους διέφθειραν, τοῦτο αἰτησαμένης ̓Εσθήρ· καὶ οἱ δέκα τοῦ ̓Αμὰν 1.283 παῖδες ἀνεσταυρώθησαν, χαρισαμένου καὶ τοῦτο τοῦ βασιλέως αὐτῇ. τὴν δὲ τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ἑορτάσιμον τὸ ε θνος α παν ἐποίησε. καὶ ε κτοτε τὰς ἡμέρας καὶ α μφω ἑορτάζουσι, φρουραίας ταύτας προσαγορεύοντες. ὁ δὲ Μαρδοχαῖος μέγας τε η ν καὶ συνδιεῖπε τῷ βασιλεῖ τὴν ἀρχήν. Τῆς δ' ἀρχιερωσύνης εἰς ̓Ιωάνναν μεταπεσούσης τὸν υἱὸν ̓Ιωδαέ, ὁ ἀδελφὸς αὐτοῦ ̓Ιησοῦς, φίλος ω Βαγώα τοῦ στρατηγοῦ τῆς ̓Αρταξέρξου δυνάμεως, ὑπόσχεσιν ε σχε τὴν ἀρχιερωσύνην λαβεῖν. διὰ ταύτην γοῦν τὴν αἰτίαν ὁ ̓Ιωάννας παροξυνθεὶς ἐν τῷ ναῷ ἀνεῖλε τὸν ἀδελφόν. καὶ ὁ Βαγώας εὐθὺς ἐπιστὰς εἰς τὸν ναόν τε εἰσῆλθεν εἰπὼν ὡς "εἰ οἱ τὸν φόνον ἐν τῷ ναῷ τολμήσαντες εἰσέρχονται ἐν αὐτῷ, κἀγὼ εἰσελεύσομαι καθαρώτερος τυγχάνων αὐτῶν," καὶ ἐπ' ε τεσιν ἑπτὰ τοὺς ̓Ιουδαίους ἐκάκωσε. τοῦ ̓Ιωάννα δὲ τὴν ζωὴν καταστρέψαντος διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ ̓Ιωάδ. η ν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς, ῳ Σαναβαλέτης σατράπης Δαρείου τοῦ τελευταίου βασιλέως Περσῶν τὴν ἑαυτοῦ θυγατέρα συνῴκισε, Νικασὼ καλουμένην. οἱ δὲ τῶν ̔Ιεροσολυμιτῶν λογάδες ἐστασίαζον, ο τι ἀλλοφύλῳ συνῴκησεν ὁ τοῦ ἀρχιερέως 112

ἀδελφός, καὶ η διαζεύγνυσθαι ταύτης ἐκέλευον η τοῦ θυσιαστηρίου ἀπέχεσθαι. ὁ δὲ πρὸς τὸν πενθερὸν ἀφικόμενος διηγήσατο ταῦτα. τοῦ δὲ Σαναβαλέτου καὶ τὴν ἱερωσύνην αὐτῷ τηρήσειν ὑπισχνουμένου καὶ ἀρχιερέα ἀποδείξειν καὶ ἡγεμόνα ω ν αὐτὸς η ρχε τόπων, εἰ τῆς αὐτοῦ θυγατρὸς μὴ ἀπόσχοιτο, καὶ ναὸν οἰκοδομήσειν ἐπὶ τοῦ Γαριζὶν ο ρους, ο τῶν κατὰ Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, τοῦ ἐν ̔Ιεροσολύμοις κρείττονα ἐπαγγελλομένου μετὰ γνώμης τοῦ βασιλέως Δαρείου, 1.284 ἐπαρθεὶς τούτοις ὁ Μανασσῆς κατέμενε παρὰ τῷ Σαναβαλέτῃ. πολλῶν δὲ καὶ α λλων ἱερέων καὶ ̓Ισραηλιτῶν τοιούτοις γάμοις ἐμπεπλεγμένων πάντες συνῄεσαν πρὸς τὸν Μανασσῆν. ὁ μὲν ου ν Σαναβαλέτης τῷ βασιλεῖ Δαρείῳ τὴν περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἐν Γαριζὶν ἀξίωσιν προσάγειν ἡτοίμαστο, ὁ δὲ τῷ ̓Αλεξάνδρῳ συμβαλὼν ἐν ̓Ισσῷ τῆς Κιλικίας καὶ ἡττηθεὶς ε φυγεν. ἀπογνοὺς ου ν ὁ Σαναβαλέτης Δαρεῖον τῷ ̓Αλεξάνδρῳ πρόσεισι σὺν ὀκτακισχιλίοις τῶν ὑπ' αὐτόν, καὶ ἑαυτὸν καὶ τοὺς τόπους ω ν η ρχεν ε λεγε παραδιδόναι αὐτῷ. προσδεξαμένου δὲ τοῦ ̓Αλεξάνδρου αὐτόν, θαρρῶν η δη περὶ τοῦ γαμβροῦ καὶ τῆς τοῦ ναοῦ ἀνεγέρσεως ἐν τῷ Γαριζὶν προσῆγεν ἀξίωσιν. καὶ ἐπιτραπεὶς τὴν οἰκοδομήν, σὺν πάσῃ σπουδῇ τὸν ναὸν ᾠκοδόμησε, καὶ Μανασσῆν τὸν γαμβρὸν ἀρχιερέα κατέστησεν. ̓Επεὶ δὲ μνείαν τοῦ ̓Αλεξάνδρου ὁ τῆς ἱστορίας λόγος πεποίηται, καλὸν καὶ τούτου τὰς πράξεις τε καὶ τὰ η θη καὶ ο θεν κἀκ τίνων ε φυ κατ' ἐπιδρομὴν διηγήσασθαι, καὶ ου τως αυ θις ἐπαναγαγεῖν τὸν λόγον πρὸς τὴν συνέχειαν· καὶ μᾶλλον ο τι καὶ τοῖς ̔Ιεροσολύμοις ου τος ὁ βασιλεὺς ἐπεδήμησε, καί τι θαύματος α ξιον γέγονε πρὸς τὸν ἀρχιερέα καὶ τὸν λαὸν ἐξ αὐτοῦ, καὶ αὐτός τι θεῖον ο ραμα διηγήσατο, ὡς ̓Ιώσηπος ἱστορεῖ· α προϊὼν ὁ λόγος μετὰ τὴν περὶ αὐτοῦ ἱστορίαν διδάξει. Ου τος Φιλίππου μὲν η ν τοῦ Μακεδόνων βασιλέως υἱὸς ἐξ ̓Ολυμπιάδος αὐτῷ γεννηθείς, μυθεύεται δὲ Αμμωνος ει ναι υἱός, ἐν ει δει δράκοντος τῇ ̓Ολυμ.285 πιάδι συνευνασθέντος· Αμμωνα δὲ τὸν Δία φασίν. ἀλλὰ τοῦτο μὲν μῦθος· λέγεται δὲ τὴν μητέρα αὐτοῦ πρὸ τῆς νυκτὸς ῃ τῷ Φιλίππῳ συγκατηυνάσθη ἐν ὀνείρῳ δόξαι κεραυνὸν ἐμπεσεῖν αὐτῆς τῇ γαστρί, κἀκ τούτου πῦρ ἐξαφθῆναι πολύ, καὶ τοῦτο πάντῃ φερόμενον διαλυθῆναι. μετὰ δὲ τὸν γάμον ὁ Φίλιππος καθ' υ πνους ἐδόκει σφραγῖδα τῇ γαστρὶ τῆς γυναικὸς ἐπιβαλεῖν, ἐγγεγλύφθαι δὲ τῇ σφραγῖδι λέοντα. οἱ μὲν ου ν α λλοι μάντεις α λλως τὸν ο νειρον ε κρινον, ̓Αρίστανδρος δὲ κύειν ε φη τὴν σφραγισθεῖσαν· μὴ γὰρ δὴ σφραγίζεσθαι τὰ κενά· θυμοειδῆ δ' ἀποβήσεσθαι καὶ λεοντώδη τὸν τεχθησόμενον. ἐγεννήθη δὲ καθ' η ν ἡμέραν ἐν ̓Εφέσῳ ὁ ναὸς τῆς ̓Αρτέμιδος ἐνεπέπρηστο· ο τε καί τινες ἐκεῖ παρόντες τῶν μάγων διαθέοντες α την καὶ συμφορὰν βαρεῖαν τῆν ἡμέραν ἐκείνην τῇ ̓Ασίᾳ τεκεῖν ε λεγον. Ην δὲ τὴν χρόαν λευκὸς ὁ ̓Αλέξανδρος, ἡ λευκότης δ' ἐφοινίσσετο περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, καὶ ἡδεῖά τις ἐκ τοῦ χρωτὸς αὐτοῦ ἀπέπνει ἀποφορὰ κἀκ τοῦ στόματος. τούτου δ' αι τιον ἡ θερμότης α ν ει η τοῦ σώματος· πυρῶδες γὰρ ο ν καὶ πολύθερμον ἀνήλισκε τὰ ὑγρὰ καὶ οὐδὲν ἐπιπολάζειν αὐτοῦ τῷ σώματι σηπεδονῶδες ει α. παρενέφαινε δὲ παιδόθεν τὴν ἐμβρίθειαν τοῦ φρονήματος. ποδώκης γὰρ ω ν, πρὸς τοὺς ἐρομένους εἰ ̓Ολυμπίασιν ἀγωνίσεται στάδιον ει πεν "εἰ βασιλεῦσιν ἀνταγωνίσασθαι ε μελλον." εἰ δὲ πόλις τις τῶν ἐπιφανῶν ἁλοῦσα παρὰ τοῦ πατρὸς αὐτῷ ἀπηγγέλη η ἐν μάχῃ νίκη γεγονυῖα περιφανής, ω σπερ ἀχθόμενος τοῖς η λιξιν ε λεγεν ὡς "οὐδὲν ἐμοὶ σὺν ὑμῖν ὁ πατὴρ ἀπολείψει λαμπρόν τι ε ργον ἐνδείξασθαι." τοῦ Βουκεφάλα δ' ι ππου κομισθέντος Φιλίππῳ τρισκαίδεκα 1.286 ταλάντων τιμῆς, καὶ μήτε ἀναβάτην προσιεμένου, ὡς τῷ Φιλίππῳ ἐδείκνυτο, μήτε φωνὴν ὑπομένοντος, κἀντεῦθεν δυσχρήστου δόξαντος κομιδῇ, "οι ον ι ππον" ὁ ̓Αλέξανδρος ε φη "μὴ εἰδότες χρήσασθαι ἀποπέμπονται." καὶ ὁ πατὴρ ἐπιτιμῶν αὐτῷ ει πε "σὺ δὲ χρήσασθαι δυνήσῃ αὐτῷ;" ὁ δ' ἀπεκρίθη "βέλτιον α ν ἑτέρου τούτῳ χρησαίμην." καὶ χρήσασθαι τῷ ι ππῳ ἐπιτραπείς, παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν η λιον, συνεὶς ι σως ο τι τῇ σκιᾷ πρὸ 113

αὐτοῦ σαλευομένῃ ἐταράττετο. βραχὺ δὲ καταψήσας αὐτὸν ἀνέθορε καὶ ἐπέβη αὐτοῦ, καὶ παρακαλπάσας μικρὸν ἀφῆκε πρὸς δρόμον· ἠγωνίων δ' οἱ βλέποντες. η δη δ' ἐπιστραφέντος σὺν φρονήματι καὶ χαρᾷ, οἱ μὲν περὶ Φίλιππον ἀνεβόησαν, ἐκεῖνος δὲ χαρμόσυνα προήνεγκε δάκρυα, καὶ φιλήσας τὸν παῖδα "ζήτει, τέκνον" ε φη, "σοὶ βασιλείαν ἀνάλογον· Μακεδονία γάρ σε οὐ χωρεῖ." η ν δὲ ἡ φύσις αὐτῷ δυσκίνητος μὲν ἐπιτασσομένῳ, εἰ δὲ λόγῳ τις αὐτὸν καὶ πειθοῖ μετῄει, πειθήνιος. ὡμίλησε δὲ τῷ ̓Αριστοτέλει, μετασχὼν οὐ μόνον τοῦ ἠθικοῦ καὶ πολιτικοῦ λόγου, ἀλλὰ καὶ τῶν ἀπορρητοτέρων, ου ς οὐκ ἐκοινοῦντο πολλοῖς, ἐποπτικοὺς καὶ ἀκροαματικοὺς καλοῦντες αὐτούς. φέρεται γὰρ πρὸς ̓Αριστοτέλην αὐτοῦ ἐπιστόλιον ου τως ε χον "οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων· τίνι γὰρ τῶν α λλων διοίσομεν, εἰ καθ' ου ς ἐπαιδεύθημεν λόγους ου τοι πάντων ε σονται κοινοί;" ὁ δὲ ἀντεπέστειλεν ὡς "ἐκδέδονται καὶ οὐκ ἐκδέδονται," διὰ τούτων δηλῶν τὴν ἀσάφειαν καὶ τὸ δυσκατάληπτον. καὶ τῆς ἰατρικῆς δὲ οὐ τὸ θεωρητικὸν μετῄει μόνον, ἀλλὰ καὶ τὴν πρᾶξιν αὐτήν. ἑξκαιδεκέτης δὲ γεγονώς, καὶ τοῦ φρονήματος καὶ τῆς ἀνδρείας ἀπόπειραν η δη διδούς, 1.287 ὑπερηγαπᾶτο πρὸς τοῦ πατρός· διὰ δὲ τοὺς παρ' ἡλικίαν ε ρωτας τοῦ Φιλίππου καὶ τὸ τῆς μητρὸς ζηλότυπον καὶ βαρύθυμον ὁ ̓Αλέξανδρος ε σχε πρὸς τὸν πατέρα διαφοράς. Παυσανίου δὲ τὸν Φίλιππον κτείναντος παρέλαβε τὴν βασιλείαν ει κοσι τυγχάνων ἐτῶν. καὶ τεταραγμένων πάντοθεν τῇ ἀρχῇ τῶν πραγμάτων, τόλμῃ καὶ βάρει φρονήματος αὐτὰ ταχὺ κατεστήσατο, τὰς μὲν Θήβας ἑλὼν καὶ κατασκάψας καὶ τοὺς ἁλόντας τῶν Θηβαίων ἀποδόμενος, ̓Αθηναίοις δέ γε σπεισάμενος. ο τε καὶ Τιμόκλειαν γυναῖκα Θηβαίαν καὶ τῶν ἐπιφανῶν Θρᾷξ τις τῶν ἡγεμόνων κατῄσχυνε βιασάμενος, ει τα περὶ χρημάτων ἀνέκρινεν. ἡ δὲ μόνον αὐτὸν ἀπολαβοῦσα εἰς φρέαρ ἀπήγαγεν, ἐν τούτῳ φαμένη τῶν κειμηλίων κατακρύψαι τὰ κάλλιστα. τοῦ δ' ἡγεμόνος ἐπικλιθέντος τῷ στομίῳ τοῦ φρέατος, ω σεν αὐτὸν ἡ γυνὴ κατ' αὐτοῦ καὶ λίθους α νωθεν βαλοῦσα ε κτεινεν. η ν δέσμιον πρὸς αὐτὸν ἀχθεῖσαν ἠρώτησεν ὁ ̓Αλέξανδρος η τις ει η. ἡ δὲ ἀτρέστως "Θεαγένους εἰμὶ ἀδελφή" ἀπεκρίνατο, "ο ς πρὸς Φίλιππον ᾑρέθη στρατηγὸς καὶ ὑπὲρ τῆς ̔Ελλήνων ἐλευθερίας ἀγωνιζόμενος ε πεσεν." ἀγάμενος ου ν τήν τε μεγαλοφροσύνην τῆς γυναικὸς ὁ ̓Αλέξανδρος καὶ τὸ παράστημα τῆς ψυχῆς ἐλευθέραν σὺν τοῖς τέκνοις ἀπέλυσε. πρὸς Διογένην δὲ τὸν Σινωπέα περὶ Κόρινθον διατρίβοντα ἀπελθών, καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν α νδρα καὶ ει τινος δέοιτο η ρετο. ὁ δὲ τῆς τοῦ ἡλίου ει πεν ἀλέας δεῖσθαι, καὶ μεταστῆναι αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ ̓Αλεξάνδρου οἱ περὶ αὐτὸν κατεγέλων τοῦ Διογένους· ὁ δὲ πρὸς 1.288 αὐτοὺς ε φη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς "εἰ μὴ ̓Αλέξανδρος η μην, Διογένης α ν η μην." ̔Ορμήσας δὲ εἰς τὴν ἐν τῇ ̓Ασίᾳ στρατείαν οὐ πρότερον τῆς νηὸς ἐπέβη πρὶν τῷ μὲν τῶν ἑταίρων ἀγρὸν ἀπονεῖμαι, τῷ δὲ κώμην, τῷ δὲ πρόσοδον α λλην. τοῦ δὲ Περδίκκου "τί δ', ω βασιλεῦ, σεαυτῷ καταλείπεις;" εἰπόντος, "τὰς ἐλπίδας" ἐκεῖνος ἀντέφησε. διαβάντι δὲ τὸν ̔Ελλήσποντον οἱ τοῦ Δαρείου σατράπαι μετὰ βαρείας δυνάμεως περὶ τὴν τοῦ Γρανίκου διάβασιν αὐτῷ συνηντήκεισαν. τῶν δὲ περὶ αὐτὸν τὸ βάθος δεδιότων τοῦ ποταμοῦ, τοῦ ῥοθίου τε τὴν φορὰν καὶ τὴν ἐπὶ τούτοις τῶν πολεμίων ἐπίθεσιν, ἐκεῖνος σὺν ι λαις ἱππέων τρισκαίδεκα ἐμβάλλει τῷ ῥεύματι, πρὸς αὐτὸ ἀποκινδυνεύων καὶ πρὸς τοὺς ἐναντίους καὶ πρὸς ἀποβάσεις ὀχθώδεις καὶ ἀπορρῶγας. διὸ καὶ μανικῶς μᾶλλον, ἀλλ' οὐ στρατηγικῶς ε δοξε τότε ποιήσασθαι τὴν διάβασιν. ου τω δὲ διαβὰς φύρδην ἠναγκάζετο μάχεσθαι. καὶ πολλῶν πρὸς αὐτὸν ὡρμηκότων, η ν γὰρ ἐκ τῶν ο πλων διάδηλος, ἀκοντισθεὶς μὲν οὐκ ἐτρώθη, κοπίδι δὲ τὸ κράνος αὐτοῦ πλήξαντός τινος, μέχρι τοσούτου τοῦ κράνους καθίκετο ἡ πληγὴ ὡς καὶ τῶν τριχῶν αὐτοῦ παραψαῦσαι τὴν κοπίδα. τῆς μάχης δ' ου τω συνισταμένης τὸν Γράνικον αἱ Μακεδονικαὶ δυνάμεις διαβεβήκασι· καὶ οἱ τοῦ 114

Δαρείου οὐκέτι ἀντεῖχον, ἀλλ' ε κλιναν εἰς φυγήν. ἐκ γοῦν τῆς μάχης ταύτης πολλή τις ἐγένετο πρὸς εὐτυχίαν τῷ ̓Αλεξάνδρῳ φορά· αι τε γὰρ Σάρδεις οἱ προσεχώρησαν καὶ τα λλα προσέθεντο. ἐντεῦθεν εἰς τὴν παραλίαν ἐτράπετο, καὶ τήν τε Παμφυλίαν ε σχε καὶ Κιλικίαν τε καὶ Φοινίκην Πισιδίαν τε καὶ Φρυγίαν· ει τα Παφλαγόνας καὶ Καππαδόκας ἐχειρώσατο. 1.289 Δαρεῖος δὲ ἐκ Σούσων σὺν ἑξήκοντα μυριάσιν ω ρμησε, τῷ τε πλήθει τῆς στρατιᾶς ἐπηρμένος καὶ θράσος ε χων ὡς δειλιῶντος ̓Αλεξάνδρου, ο τι ἐπὶ μακρὸν ἐκεῖνος ἐν Κιλικίᾳ διέτριβε. τὸ δὲ διὰ νόσον η ν, ο τε πρὸς τῶν α λλων μὲν ἀπέγνωστο ἰατρῶν, Φίλιππος δὲ μόνος ὁ ̓Ακαρνὰν ἐθάρσησε φαρμακεῦσαι αὐτόν. τοῦ δὲ Παρμενίωνος φθάσαντος ἐπιστεῖλαι αὐτῷ ὑπὸ Δαρείου διεφθάρθαι τὸν Φίλιππον δωρεαῖς μεγάλαις καὶ ὑποσχέσεσιν, εἰ αὐτὸν ἀνέλοι, τὴν ἐπιστολὴν ἐπῆλθε καὶ μηδενὶ περὶ αὐτῆς ἐκφήνας ει χε παρ' ἑαυτῷ. α ρτι δὲ τοῦ Φιλίππου τὴν κύλικα τοῦ φαρμάκου προσαγαγόντος αὐτῷ, αὐτὸς μὲν θαρρῶν ἐδέξατο ταύτην, ἐκείνῳ δὲ τὴν ἐπιστολὴν ἐνεχείρισε. καὶ ὁ μὲν ε πινεν, ὁ δὲ ἀνεγίνωσκεν, ἐνορῶντες ἀλλήλοις, ὁ μὲν ̓Αλέξανδρος ἐν ο ψει χαριέσσῃ καὶ ἱλαρᾷ, ὁ δὲ Φίλιππος ἐν περιδεεῖ καὶ τεθορυβημένῃ. τοῦ δὲ Δαρείου σπεύδοντος ἐπ' ̓Αλέξανδρον, ι ν', ὡς ε λεγε, μὴ ἀποδράσωσιν οἱ πολέμιοι, Μακεδὼν ̓Αμύντας ω ν αὐτόμολος παρ' αὐτῷ "θάρρει" ε φη, "ω βασιλεῦ· οὐ γὰρ φεύξεται ὁ ̓Αλέξανδρος, ἀλλ' ο σον η δη βαδιεῖται πρὸς σέ." ̓Εν ̓Ισσῷ δὲ τῆς Κιλικίας τῆς μάχης συγκροτηθείσης, πολλὴν μὲν καὶ ὁ τόπος διὰ τὴν στένωσιν παρέσχε τῷ ̓Αλεξάνδρῳ ῥοπήν, πλείω δ' αὐτὸς ἑαυτῷ δεξιῶς στρατηγήσας. ο τε καὶ τὸν μηρὸν ἐπλήγη ξίφει, ἐν τοῖς προμάχοις ἀγωνιζόμενος. περιφανῶς δὲ νικήσας Δαρεῖον μὲν οὐχ ει λε φυγόντα, τὸ α ρμα δὲ καὶ τὸ τόξον αὐτοῦ ε λαβε. τὸ δὲ Δαρείου στρατόπεδον διηρπάγη παρὰ τῶν Μακεδόνων, ἡ μέντοι τοῦ Δαρείου σκηνὴ τῷ ̓Αλεξάνδρῳ ἐξῄρητο μετὰ τῆς θεραπείας καὶ τοῦ πλούτου καὶ τῆς α λλης παρασκευῆς. ει τα τὴν μητέρα καὶ τὴν γυναῖκα Δαρείου καὶ δύο 1.290 θυγατέρας αἰχμαλώτους α γεσθαί τις ἀγγέλλει αὐτῷ, ὀλολυζούσας ὡς τεθνηκότος Δαρείου, ἐπεὶ τὸ α ρμα ἐκείνου καὶ τὰ τόξα ληφθέντα τεθέανται. περιπαθήσας δὲ πρὸς τὴν ἀγγελίαν διὰ τὸ τῆς τύχης ἀστάθμητον, πέμπει τινὰ πρὸς τὰς γυναῖκας ἐροῦντα ο τι τε ζῇ Δαρεῖος καὶ ο τι αὐταῖς οὐδὲν ἀηδὲς ἀπαντήσεται· οὐ γὰρ ἐχθρὸν ἡγεῖσθαι Δαρεῖον, ἀλλ' ὑπὲρ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι. ου τε δὲ τῆς θεραπείας η ς ει χον ἀφείλετό τι ου τε εἰς ο ψιν η λθεν αὐταῖς ου τε παρά του ἀνάξιόν τι ταύτας παθεῖν η προσδοκῆσαι ἠνέσχετο. Ηδη δὲ νενικηκὼς ἐν ̓Ισσῷ γέγονεν ἐγκρατὴς καὶ τῆς Δαμασκοῦ, ε νθα οἱ Πέρσαι καὶ Δαρεῖος αὐτὸς τά τε χρήματα καὶ τῆς ἀποσκευῆς τὰ πλείω κατέλιπον. μετὰ δὲ ταῦτα η τε Κύπρος καὶ ἡ Φοινίκη, τῆς Τύρου χωρίς, αὐτῷ ἐγκεχείριστο. ἡ δὲ Τύρος πολιορκίᾳ ἑάλω, διττοὺς ὀνείρους ἐν τῷ ταύτην πολιορκεῖν τοῦ ̓Αλεξάνδρου θεασαμένου· ἐδόκει γὰρ ὁ ̔Ηρακλῆς καλῶν αὐτὸν ἐκ τοῦ τείχους καὶ δεξιούμενος· ὁ δ' ε τερος ο νειρος Σάτυρον αὐτῷ ἐδείκνυ προσπαίζοντα, καὶ βουλομένου συσχεῖν διαφεύγοντα, ὀψὲ δὲ εἰς χεῖρας ἐλθόντα αὐτῷ. ἐκρίθη δ' ου τος ὁ ο νειρος δηλοῦν αὐτῷ κατὰ διαίρεσιν τοῦ ὀνόματος ὡς "σὰ Τύρος ε σται." ει τα τὴν Γάζαν πολιορκῶν, πόλιν τῆς Συρίας μεγάλην, ἐπλήγη τὸν ω μον λίθῳ, τὴν δὲ πόλιν κατέσχε. κυριεύσας δὲ τῆς Αἰγύπτου ἠβουλήθη πόλιν ἐν αὐτῇ ̔Ελληνίδα εἰς ο νομα οἰκεῖον ἱδρύσασθαι, καί τινα τόπον η δη τῇ πόλει ἀφώρισε. κοιμωμένῳ δὲ ἀνὴρ ε δοξεν ἐπιστῆναι πολιός τε καὶ γεραρός, ει ναι δὲ τὸν φανέντα τὸν Ομηρον, καὶ λέγειν τὰ ε πη ταῦτα, 1.291 νῆσος ε πειτά τις ε στι πολυκλύστῳ ἐνὶ πόντῳ Αἰγύπτου προπάροιθε· Φάρον δέ ἑ κικλήσκουσιν. ἀναθορὼν ου ν αὐτίκα πρὸς τὴν Φάρον ἀφίκετο, καὶ τῇ τοῦ τόπου ἀρεσθεὶς εὐφυΐᾳ ἐκεῖ τὴν πόλιν ἱδρύσατο, ἠπειρώσας αὐτὴν διὰ χώματος, νῆσον ου σαν τὸ πρότερον. λέγεται δὲ ὡς ἡσθεὶς τῇ τοῦ τόπου φυσικῇ ἐπιτηδειότητι ε φη ὡς Ομηρος α ρα τα λλα τε μέγας η ν καὶ ἀρχιτέκτων σοφός. εἰς Αμμωνος δὲ ἱερὸν ἀπιὼν δι' ἀνύδρου καὶ ἀμμώδους τόπου, τὴν αὐτῷ παρομαρτοῦσαν ἐν α πασιν 115

εὐτυχίαν ευ ρε κἀκεῖ τὸ ἐργῶδες τῆς πορείας ἐκείνης ἐπικουφίζουσαν. ὑετοὶ γὰρ γενόμενοι τὸν ἐκ τῆς ἀνυδρίας κίνδυνον διεκρούσαντο καὶ τὸν ἀέρα εὐκραῆ πεποιήκασιν, ὑγρανθείσης τῆς α μμου καὶ συμπιληθείσης ἐκ τῆς ὑγρότητος. τῶν δὲ τῆς ὁδοῦ γνωρισμάτων συγχυθέντων οἱ ταύτης ἡγεμόνες πεπλάνηντο· κόρακες δὲ ὑπεριπτάμενοι τῆς πορείας ἡγοῦντο τοῖς μετ' αὐτοῦ, καὶ ει τινες βραδυποροῦντες ὑπελιμπάνοντο, νυκτὸς ἐκείνους ταῖς κλαγγαῖς ἀνεκόμιζον. ου τω δὲ διελθόντι τῆς πορείας τὸ δύσεργον, καὶ εἰς Αμμωνος φθάσαντι, ὁ ἐκεῖ προφήτης Ελληνι φωνῇ θέλων προσφωνῆσαι αὐτῷ, ἐβαρβάρισε περὶ τὸ τέλος τὸ πρόσρημα, ω παιδίος ἀντὶ τοῦ παιδίον εἰπών. καὶ ὁ βαρβαρισμὸς δόξαν πολλοῖς παρέσχε τοῦ ἐκ θεῶν τοῦ ̓Αλεξάνδρου γεγονέναι τὴν γένεσιν, διαδοθέντος λόγου ο τι παῖ Διὸς ὁ προφήτης ει πεν αὐτῷ. κἀκεῖνος πρὸς μὲν τοὺς βαρβάρους ἐμεγαλαύχει τὴν γένεσιν τὴν ἐκ τοῦ θεοῦ, ὡς καὶ τὴν ̓Ολυμπιάδα λέγειν "οὐ παύσεται διαβάλλων με πρὸς τὴν Ηραν ὁ ̓Αλέξανδρος;" πρὸς δὲ τοὺς Ελληνας τοῦ λόγου ἐφείδετο. 1.292 βέλει δέ ποτε τρωθείς, αι ματος ἐκ τῆς πληγῆς καταρρέοντος "τὸ ῥέον" ει πεν "αι μα καὶ οὐκ ἰχὼρ οι ός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν." ὡς δὲ ὁ Δαρεῖος ἐπέστειλεν αὐτῷ, μύρια μὲν τάλαντα διδοὺς λύτρον τῶν φιλτάτων αὐτοῦ καὶ τῆς ἐντὸς Εὐφράτου πάσης αὐτῷ ἐξιστάμενος καὶ φίλον αὐτὸν ποιούμενος μίαν τῶν θυγατέρων αὐτοῦ γήμαντα, ὁ Παρμενίων "εἰ ̓Αλέξανδρος" ει πεν "η μην, ε λαβον α ν ταῦτα·" "κἀγώ" ε φη "νὴ Δία, εἰ Παρμενίων." ἀντεπέστειλε δὲ τῷ Δαρείῳ, εἰ πρὸς αὐτὸν ἀφίκηται, μή τινος ἀτυχῆσαι τῶν φιλανθρώπων. ἀποδρὰς δέ τις τῶν εὐνούχων τῆς γυναικὸς Δαρείου, καὶ πρὸς ἐκεῖνον διασωθείς, τὸν θάνατον τῆς βασιλίσσης ἀπήγγειλεν· ε φθη γὰρ θανοῦσα ἐκ τοκετοῦ. Δαρεῖος δὲ ἀνεκλαύσατο, φήσας ο τι οὐ μόνον αἰχμάλωτος ἡ βασίλισσα γέγονεν, ἀλλὰ καὶ ταφῆς βασιλικῆς οὐ τετύχηκε. καὶ ὁ εὐνοῦχος "ἀλλὰ θάρρει, ω δέσποτα," ε φη. ου τε γὰρ ζῶσά μου ἡ δέσποινα καὶ ἡ μήτηρ ἡ σὴ καὶ τὰ τέκνα κακοῦ τινος ἐπειράθησαν, ου τ' ἀποθανοῦσα ταφῆς ἐκείνη πρεπούσης ἠμοίρησεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσι." τούτοις ὁ Δαρεῖος εἰς ὑποψίας ἀτόπους ἐνέπεσε, καὶ τὸν εὐνοῦχον ἰδίᾳ παραλαβών, ο ρκοις προκατελάμβανεν εἰπεῖν, ει τις περὶ τὴν γυναῖκα γέγονε τῷ ̓Αλεξάνδρῳ ἐμπάθεια. "πῶς γάρ" ε λεγε "παρ' ἐχθροῦ καὶ νέου ἀνδρὸς πολεμίου γυνή, ὡς ε φης, ου τω τετίμηται;" ὁ δ' εὐνοῦχος τὸν λόγον ἐγκόψας "εὐφήμει, δέσποτα," ε φη "καὶ μήτε τὴν γυναῖκα καταίσχυνε μήτ' αυ κακηγόρει ̓Αλέξανδρον, ο ς πλέον ταῖς Περσίσι τὸ σῶφρον η τοῖς Πέρσαις τὸ γενναῖον ἐνέφηνε·" καὶ 1.293 ο ρκοις τοὺς λόγους ἐβεβαίου, περὶ τῆς ἐγκρατείας ̓Αλεξάνδρου καὶ τῆς α λλης ἀρετῆς διηγούμενος. καὶ ὁ Δαρεῖος ηυ χετο δυνηθῆναι ἀμείψασθαι τὸν ̓Αλέξανδρον ω ν εἰς τὰ φίλτατα καλῶν ἐνεδείξατο, η μὴ α λλον εἰς τὸν Κύρου καθίσαι θρόνον η τὸν ̓Αλέξανδρον. Ηδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς ὁ ̓Αλέξανδρος ἐπὶ Δαρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ' ἐν ο ψει ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, καὶ νὺξ η ν, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κατέλαμπον, καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμενίων καὶ α λλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον ̓Αλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις· μὴ γὰρ α ν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. ὁ δέ "οὐ κλέπτω τὴν νίκην" ει πε· τῇ δ' ἐπιούσῃ τῆς μάχης συγκροτηθείσης, ὡς μέν τινές φασιν, ἐν ̓Αρβήλοις, ὡς δ' ε τεροι, ἐν Γαυσαμήλοις, οἱ βάρβαροι ἐνέκλιναν, καὶ η ν αὐτῶν διωγμός. ̓Αλέξανδρος δὲ πόρρωθεν τὸν Δαρεῖον ἰδὼν ἐφ' α ρματος ὑψηλοῦ, ἱππόταις πλείστοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ω στε τούτοις συνταράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. πολλῶν δὲ πεσόντων τοῦ Δαρείου ἐνώπιον, ὡς οὐκ η ν ἐξελάσαι τὸ α ρμα τοῖς πτώμασι συνεχόμενον, τούτου μὲν ἀπέβη Δαρεῖος, θήλειαν δ' ι ππον ἀναβεβηκὼς ε φυγεν. ἑάλω δ' α ν, εἰ μὴ Παρμενίων τὸν ̓Αλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ 116

κατ' αὐτὸν κέρατι πονουμένῳ. 1.294 ̔Η μὲν ου ν νίκη λαμπρὰ τῷ ̓Αλεξάνδρῳ προσγέγονεν, ἡ δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, ̓Αλέξανδρος δὲ τῆς ̓Ασίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ' αὐτῷ ἡ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια ευ ρηκε καὶ α λλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομίσματος ευ ρε πλῆθος ο σον ἐν Σούσοις. τὸν α λλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ε τι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τῶν πραγμάτων αὐξομένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ε μαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ο τι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ' ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφᾶν βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως ε φερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν ει ναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. υ στερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ο τε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ω των τὴν χεῖρα ἐπιτιθέναι, ὡς α ψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον. ̓Εξελαύνων δ' ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ' ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείο.295 νας διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν. ο τε Μακεδόνες τινὲς ἐν ἀσκοῖς υ δωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ε πιεν, ἀλλ' ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς "εἰ ἐγὼ πίομαι μόνος, ἀθυμήσουσιν ου τοι." ἐμβαλὼν δὲ η δη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο καταλήψεσθαι. ὁ δ' ε κειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ η δη ἐκλείπων. αἰτήσας δὲ υ δωρ καὶ πιὼν ει πε πρὸς τὸν δόντα Πολύστρατον "τοῦτό μοι πέρας δυστυχίας ἁπάσης, ο τι ευ παθὼν ἀμείψασθαί σε οὐ δύναμαι· ̓Αλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, ̓Αλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας." καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῷ θανόντι ̓Αλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περι έστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ο ς ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, ει τα μεθεῖναι τὰ δένδρα καὶ ου τω διασπασθῆναι τὸν α νθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς ̔Υρκανίαν δὲ ἀπιὼν περὶ τὸ ̔Υρκάνιον πέλαγος, ο καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ι ππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ι ππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ι ππον ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν. ̓Εντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ε νθα 1.296 πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν· ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων ἐκέλευσε γράμματα σφᾶς ̔Ελληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς ̔Ρωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ α λλως αὐτῇ προσῆλθεν η κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν ̔Ηφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν η ν ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ελλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν 117

Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παρ' αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν ̓Αλέξανδρον ὀνομάζοντα, ει τα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ η ν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ε να τυγχάνοντα, παρὰ πότον ᾀδομένων ποιημάτων ει ς τινας στρατηγοὺς πεποιημένων ε ναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ ̓Αλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ' αὐθαδείας καὶ μέθης καὶ κατ' αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ε βαλεν, ε τι δ' ἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα οι μοι, καθ' ̔Ελλάδ' ὡς κακῶς νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ ̓Αλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυ.297 θέντος μεταμεληθεὶς ω ρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ε νθα τὴν νύκτα καὶ τὴν μετ' αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς ε κειτο α ναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺς λόγους αὐτῶν. ̓Αριστάνδρου δὲ τοῦ μάντεως ο ψεως αὐτὸν ἀναμνήσαντος η ν ει δε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν ει ναι τὸ γενόμενον λέγοντος, η ρξατο ἐνδιδόναι. Μέλλων δὲ εἰς τὴν ̓Ινδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, ει τα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἱ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ε ργον ὡρμήκασι καὶ τὸν ̓Αλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. η δη δὲ καὶ φοβερὸς η ν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν ου ν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ῳ ετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, ̓Αλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας "ἀλλὰ σοί γε" ει πε "καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκει." ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντων "τί γάρ" ει πεν "ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ε μαθον;" ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν 1.298 Ακουφις του νομα ἠρώτησε τί α ν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ ̓Αλέξανδρος "εἰ σὲ μέν" ει πεν "αἱρήσονται α ρχοντα, ἐμοὶ δὲ πέμψουσιν α νδρας ἑκατὸν τοὺς ἀρίστους." γελάσας ου ν πρὸς ταῦτα ὁ Ακουφις "ἀλλὰ βέλτιον" ει πεν "α ρξω, ω βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ." ̔Ο μέντοι Ταξίλης μοίρας α ρχων τῆς ̓Ινδικῆς παμφόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ω ν ἀνήρ, πέμψας ἠσπάσατο τὸν ̓Αλέξανδρον καί "τί δεῖ πολέμων ἡμῖν" ε φη, "εἰ μήτε υ δωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ' α λλοις εἰ μὲν κρείττων ω , ε τοιμός εἰμι ευ ποιεῖν, εἰ δὲ η ττων, οὐ φεύγω χάριν ε χειν ευ παθών." ἡσθεὶς ου ν ἐπὶ τούτοις ὁ ̓Αλέξανδρος "ἐγώ" φησίν "ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ω ς μου χρηστὸς ω ν μὴ περιγένῃ." λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δέ τινι πόλει τῶν ̓Ινδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων ̓Ινδῶν ἀπέκτεινεν α παντας· ο τοῖς αὐτοῦ πολεμικοῖς ε ργοις οι ά τις κηλὶς πρόσεστιν. ει τα πρὸς Πῶρον ἐμαχέσατο, καὶ τοῦτον χώρας ̓Ινδικῆς βασιλεύοντα, τὸ μέγεθος τοῦ σώματος ε χοντα εἰς τέσσαρας πήχεις ἀνατρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λαβὼν ὁ ̓Αλέξανδρος ἠρώτησε πῶς α ν αὐτῷ χρήσαιτο, ὁ δέ "βασιλικῶς" ἀπεκρίνατο· πυνθανομένου δ' ε τι τοῦ ̓Αλεξάνδρου ει τι καὶ ε τερον λέγει, ὁ Πῶρος "πάντα" ε φη "τῷ βασιλικῶς ε νεστιν." 118

ἀφῆκεν ου ν αὐτὸν καὶ α ρχειν δέδωκε, σατράπην ὀνομαζόμενον, οὐ μόνον 1.299 ω ν η ρχε πρῴην, ἀλλὰ καὶ α λλων πολλῶν. ἐν ταύτῃ τῇ μάχῃ καὶ ὁ Βουκεφάλας τρωθεὶς μετὰ καιρὸν ἐτελεύτησεν, η δη ὑπέργηρως γεγονώς. ὁ δὲ ̓Αλέξανδρος η λγησεν ω ς τινα φίλον ἀποβαλών. Οἱ μέντοι Μακεδόνες ἐν τῇ πρὸς Πῶρον μάχῃ πεπονηκότες οὐκ ἐπείθοντο ̓Αλεξάνδρῳ καὶ τὸν Γάγγην ποταμὸν περᾶσαι βιαζομένῳ, ευ ρος μὲν ε χοντα σταδίους τριάκοντα πρὸς δυσί, βάθος δὲ ὀργυιὰς ἑκατόν. ὁ δὲ δυσθυμήσας ἀπρόϊτος ἐν τῇ σκηνῇ ε μενεν, η ττης λογιζόμενος συγκατάθεσιν τὸ τὸν Γάγγην μὴ παρελθεῖν. τῶν δὲ φίλων παρακαλούντων καὶ τῶν στρατιωτῶν ἀντιβολούντων μετὰ κλαυθμοῦ, ἐνδέδωκέ τε καὶ ἀνεζεύγνυε. πολλὰ δὲ πορθμεῖα καὶ σχεδίας πηξάμενος ἐκομίζετο διὰ τῶν ποταμῶν, θέλων τὴν ε ξω θάλασσαν ἐπιδεῖν· καὶ παραπλέων ἀπέβαινε καὶ πόλεις ἐχειροῦτο. ἐν δὲ Μαλλοῖς γεγονώς, μαχιμωτάτοις ου σιν ̓Ινδῶν, μικροῦ ἐκινδύνευσε. πρῶτος γὰρ διὰ κλίμακος ἐπὶ τὸ τεῖχος ἀναβάς, τῆς κλίμακος συντριβείσης καὶ τῶν πολεμίων ἐπιτιθεμένων καὶ βαλλόντων αὐτόν, συστρέψας ἑαυτὸν εἰς μέσους α νωθεν ἀφῆκε τοὺς ἐναντίους· καὶ κατὰ τύχην ὀρθὸς ε στη. καὶ τὸ μὲν πρῶτον οἱ βάρβαροι ἐσκεδάσθησαν, ἰδόντες δὲ αὐτὸν καὶ δύο μόνους ὑπασπιστάς, ἐπαναστραφέντες ἠμύνοντο καὶ ἀγχεμάχοις ο πλοις ἐτίτρωσκον. ει ς δ' ἀποστὰς βέλει ἐκ τόξου βαλὼν αὐτὸν τοῖς περὶ τὸν μαζὸν ὀστέοις τὸ βέλος ἐνέπειρε, καὶ ου τως αὐτοῦ καθίκετο ἡ πληγὴ ὡς ἐνδοῦναί τε καὶ καμφθῆναι· ο θεν ὁ βαλὼν αὐτὸν μετὰ ξίφους ἐπέδραμε. Πευκέστας δὲ καὶ Λιμναῖος ὑπερασπίσαντες καὶ α μφω ἐτρώθησαν· καὶ ὁ μὲν τέθνηκε, Πευκέστας δὲ ε τι ἠμύνετο, τὸν δὲ τρώσαντα αὐτὸν βάρβαρον ἀνεῖλεν ̓Αλέξανδρος. πολλα.300 χοῦ δὲ τρωθείς, ει τα καὶ κατὰ τοῦ τένοντος ὑπέρῳ βληθείς, τῷ τείχει προσερεισθεὶς πρὸς τοὺς βαρβάρους ἀπέβλεπεν. ἐν τοσούτῳ δ' ἀθροισθέντων τῶν Μακεδόνων ἁρπασθεὶς εἰς τὴν σκηνὴν ἀναισθητῶν ἐκομίζετο. ἑνὶ δὲ τῶν ὀστέων τῆς ἀκίδος ἐμπαγείσης τοῦ οἰστοῦ ἑλκομένου ὀδύναι δριμεῖαι καὶ λιποθυμίαι ἐγίνοντο, ὡς καὶ θανεῖν ἐκεῖνον ἐλπίζεσθαι. ο μως μέντοι τὸν κίνδυνον διαδρὰς καὶ χρόνον πλείω θεραπευόμενος εἰς θόρυβον τοὺς Μακεδόνας ἐνέβαλε ποθοῦντας ἰδεῖν αὐτόν· καὶ προῆλθεν. ̓Αναρρωσθεὶς δὲ αυ θις παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις χειρούμενος. τῶν δὲ γυμνοσοφιστῶν τινας συλλαβὼν καὶ ἐρωτήσεις αὐτοῖς ἀπόρους προθέμενος ἐδωρήσατο καὶ ἀφῆκεν. ε να δὲ τῶν ἐν δόξῃ παρ' αὐτοῖς ο ντων Κάλανον κεκλημένον ε πεισεν ὁ Ταξίλης πρὸς ̓Αλέξανδρον ἀφικέσθαι. ου τος βύρσαν ξηρὰν ἐνώπιον τοῦ βασιλέως καταβαλὼν περιῄει τὰ α κρα ταύτης πατῶν. ἡ δὲ ἐν μέρει τῶν α κρων πιεζομένη τῇ συμπατήσει τοῖς α λλοις ῃ ρετο μέρεσιν. ει τα μέσον αὐτὴν πατήσαντος καὶ συσχόντος ἡ ο λη βύρσα ἠτρέμει καὶ ἀκίνητος η ν. παρῄνει δὲ διὰ τοῦ ὑποδείγματος τὸν ̓Αλέξανδρον μὴ τοῖς α κροις τῆς ἀρχῆς ἐμφιλοχωρεῖν, τὰ μέσα δὲ κατέχειν, ι ν' ου τω καὶ τὰ πέριξ ἠρέμα ῃ . ̔Επτὰ δὲ μησὶ διὰ τῶν ποταμῶν εἰς τὴν θάλασσαν ὑπαχθεὶς λέγεται ταῖς ναυσὶν εἰς τὸν ὠκεανὸν ἐμβαλεῖν. ει τα ἀναστρέφων τὰς μὲν ναῦς παραπλεῖν ἐν δεξιᾷ τὴν ̓Ινδικὴν ἐχούσας ἐκέλευσεν, αὐτὸς δὲ πεζῇ πορευόμενος εἰς ἐσχάτην ἀπορίαν κατήντησε καὶ 1.301 πλῆθος τοσοῦτον ἀπώλεσεν ω στε τῆς στρατιᾶς μηδὲ τὸ τέταρτον ἐκ τῆς ̓Ινδικῆς ἀνακομισθῆναι διὰ νόσους καὶ πονηρὰς διαίτας καὶ καύματα καὶ λιμόν. α πορον γὰρ διῄει χώραν, ὀλίγα πρόβατα ε χουσαν, καὶ ταῦτα θαλαττίοις ἰχθύσι τρεφόμενα καὶ σάρκα μοχθηρὰν ε χοντα καὶ δυσώδη. ἐν ἑξήκοντα δ' ἡμέραις διελθὼν τὴν χώραν ἐκείνην καὶ τῆς Γεδρωσίας ἁψάμενος ἐν ἀφθόνοις ἐγένετο, καὶ τήν τε δύναμιν ἀνεκτᾶτο καὶ αὐτὸς ἐκώμαζε. καταβαίνων δ' ἐπὶ θάλασσαν ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. ἡ γὰρ α νω στρατεία καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ τοῦ πλήθους φθορὰ ἀπιστεῖν τῇ σωτηρίᾳ αὐτοῦ παρεσκεύασε, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας εἰς υ βριν καὶ ἀδικίαν ἠρέθισεν· οἱ δὲ πρὸς ἀποστασίαν τοὺς ὑποφόρους ἐκίνησαν. ̓Αβουλήτου δὲ τῶν σατραπευόντων ἑνὸς μή τι τῶν ζωαρκῶν ἑτοιμάσαντος, νομίσματος δὲ 119

προσαγαγόντος αὐτῷ τρισχίλια τάλαντα, παραθεῖναι ταῦτα τοῖς ι πποις ἐκέλευσε, μὴ ἐσθιόντων δέ "τί ο φελος" ε φη "τούτων ἡμῖν;" ἐν δὲ Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμένον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον ο ντα καὶ οὐδὲ τῶν ἀσήμων. ει χε δὲ ὁ τάφος Κύρου ἐπιγεγραμμένα ταυτί "ω α νθρωπε ο στις ει καὶ πόθεν η κεις, ο τι γὰρ η ξεις οι δα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ ου ν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς, η τοὐμὸν σῶμα περικαλύπτει." ταῦτα δ' ἀναγνωσθέντα τὸν ̓Αλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθμητον. Τὴν δὲ Δαρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστῳ τῶν ἑστιωμένων ἐνακισχιλίων ο ντων φιάλην χρυσῆν ἐδω.302 ρήσατο, καὶ τα λλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων ταλάντων. ο τε καὶ ̓Αντιγένης τῶν ἡγεμόνων ει ς ὀφείλειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανειστὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς ου ν ὁ βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑποπτευομένου διαχειρίσεσθαι, δείσας ὁ ̓Αλέξανδρος καὶ τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα. Τῶν δὲ παίδων τῶν τρισμυρίων, ου ς διδάσκεσθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρεπῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, ὁ μὲν ̓Αλέξανδρος η δετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς θάλασσαν, υ βριν ἡγεῖσθαι τοῦτ' ε λεγον καὶ προπηλακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δ' ἐπὶ τούτοις ̓Αλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δ' αυ θις τοὺς Μακεδόνας προσήκατο, καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ τῷ ̓Αντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι. ̓Εν ̓Εκβατάνοις δὲ γενομένου αὐτοῦ ̔Ηφαιστίων ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου κρατυνθείσης ἐξέλιπεν. οὐκ η νεγκεν ου ν λογισμῷ τὸ πάθος ̓Αλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ι ππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐλοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσπλεύσας αυ θις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης 1.303 θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βουλεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος ̓Αλέξανδρον. ὁ δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τείχεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον αὐτοῦ ε πεσον. ἠγγέλη δ' αὐτῷ ὡς ̓Απολλόδωρος ὁ στρατηγὸς Βαβυλῶνος ει η περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ο ς Πυθαγόρας ὠνόμαστο, μὴ ἀρνησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος α λοβον ει ναι τὸ η παρ, "παπαῖ" ει πεν, "ἰσχυρὸν τὸ σημεῖον," καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ' αὐτῷ καὶ α λλα γεγόνασι καὶ τοῦτο δέ· ἀποδυσαμένου γὰρ πρὸς α λειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ο ς ἀνακρινόμενος ο στις ει η ἐπὶ πολὺ μὲν α φωνος η ν, μόλις δέ ποτε Διονύσιος ε φη καλεῖσθαι, τὸ δὲ γένος ει ναι Μεσσήνιος, δέσμιος δ' ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζεσθαι σιωπῇ. τὸν μὲν ου ν α νθρωπον ὁ ̓Αλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύμει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν η ν ο μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μηδίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα διαγαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, η ρξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, ε πιεν οι νον, καὶ φρενιτιάσας ἀπέθανεν. ει ς μὲν ου ν ὁ τῆς ἐκείνου τελευτῆς λόγος ου τος· ε τερος δ' ε χει ἐφ' ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, ου τω δὲ 120

κραταιωθῆναι τὸν πυρετὸν ὡς α φωνον κεῖ.304 σθαι αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θανόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, ε ως αὐτοῖς αἱ θύραι ἠνοίχθησαν καὶ τὸν ̓Αλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν ̓Αριστοτέλην ̓Αντιπάτρῳ σύμβουλον γενέσθαι τῆς πράξεως, καὶ δι' ἐκείνου κομισθῆναι τὸ φάρμακον. τὸ δὲ υ δωρ ει ναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι ου σης, ο δρόσον ω σπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ο νου χηλὴν ἀποτίθενται· οὐδὲν γὰρ ε τερον ἀγγεῖον στέγει αὐτό, ἀλλ' ὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτεται. οἱ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θανεῖν τὸν ̓Αλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ τοῦ τὸ σῶμα ἐφ' ἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς σημεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσφατον. Λέγεται δὲ ὡς γνοὺς η δη ἐκλείπειν αὐτῷ τὸ βιώσιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λαθρηδὸν ἑαυτόν, ι να γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, ἡ δὲ ̔Ρωξάνη τοῦτο γνοῦσα ει ργεν αὐτῷ τὸ ἐγχείρημα, ὁ δὲ μετ' οἰμωγῆς ε φη ὡς "ἐφθόνησας α ρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν." ̔Ο μὲν ου ν ̓Αλέξανδρος ου τως εἰς μέγα τύχης προαχθεὶς ἐτελεύτησεν. ο τε δὲ τὴν Τύρον ἐπολιόρκει, ἐπιστείλας τῷ τῶν ̓Ιουδαίων ἀρχιερεῖ ἠξίου συμμαχίαν αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι καὶ 1.305 ο σα Δαρείῳ ἐδασμοφόρουν αὐτῷ διδόναι. τοῦ δὲ ἀρχιερέως ο ρκους Δαρείῳ δοῦναι φήσαντος μὴ α ραι κατ' αὐτοῦ ο πλα, καὶ τούτους ζῶντος Δαρείου μὴ παραβήσεσθαι, ὠργίσθη ̓Αλέξανδρος καὶ ἠπείλησε στρατεύσειν κατὰ τῆς ̓Ιουδαίας. α ρτι δὲ τὴν Τύρον παρειληφὼς ἐπὶ τὰ ̔Ιεροσόλυμα ω ρμησεν. ὁ δὲ ἀρχιερεὺς ̓Ιωὰδ ἐν ἀγωνίᾳ η ν διὰ τὴν τοῦ βασιλέως ὀργήν, καὶ τοῦ θεοῦ ἐδεῖτο προστῆναι τοῦ ε θνους. ὁ δὲ θεὸς καθ' υ πνους αὐτῷ ἐχρημάτισε θαρρεῖν, καὶ κοσμήσαντας τὴν πόλιν ἀνοῖξαι τὰς πύλας, καὶ αὐτὸν μὲν μετὰ τῶν ἱερέων ταῖς συνήθεσι στολαῖς ὑπαντῆσαι τῷ βασιλεῖ, τὸ δὲ πλῆθος ἐσθῆσι λευκαῖς. καὶ ὁ μὲν ἐποίησεν ὡς αὐτῷ κεχρημάτιστο, καὶ η δη τοῦ ̓Αλεξάνδρου τῇ πόλει προσάγοντος πρόεισι μετὰ τῶν ἱερέων καὶ τοῦ πλήθους τῆς πόλεως εἰς τόπον τινὰ ο θεν ἡ πόλις καὶ ὁ ναὸς καθωρᾶτο· τῶν δ' ἑπομένων τῷ βασιλεῖ διαρπάζειν κελεῦσαι αὐτὸν τὴν πόλιν λογιζομένων καὶ τὸν ἀρχιερέα διαφθεῖραι, ὁ ̓Αλέξανδρος πόρρωθεν ἰδὼν τὸ πλῆθος καὶ τοὺς ἱερεῖς κεκοσμημένους ὡς ει ρηται, τὸν δὲ ἀρχιερέα ἐνδεδυμένον τὴν ὑακίνθινον στολὴν καὶ διάχρυσον καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν ε χοντα καὶ τὸ χρυσοῦν ἐπ' αὐτῆς ε λασμα ῳ τὸ τοῦ θεοῦ ο νομα ἐπεγέγραπτο, μόνος προσελθὼν προσεκύνησε καὶ τὸν ἀρχιερέα ἠσπάσατο. ἐπὶ τούτῳ οἱ μὲν α λλοι ξύμπαντες κατεπλάγησαν, Παρμενίων δὲ καὶ ἠρώτησε τί δήποτε τὸν τῶν ̓Ιουδαίων προσεκύνησεν ἀρχιερέα. ὁ δέ "οὐ τοῦτον" ει πε, "τὸν δὲ θεὸν προσεκύνησα, ου τῇ ἀρχιερωσύνῃ ου τος τετίμηται. τοῦτον γὰρ ἐν τοῖς υ πνοις ει δον, ἐγγὺς ω ν ε τι Μακεδονίας, ἐν τῇ στολῇ ταύτῃ· καί μοι φροντίζοντι πῶς α ν τῆς ̓Ασίας κρατήσαιμι μὴ μέλλειν παρεκελεύετο, καὶ αὐτὸς ἡγεῖσθαί μοι 1.306 τῆς στρατιᾶς ἐπηγγέλλετο καὶ τὴν Περσῶν παραδώσειν ἀρχήν. οὐδένα ου ν ἐν τοιαύτῃ στολῇ θεασάμενος ἀλλ' η τοῦτον, α ρτι τῆς ο ψεώς τε τοῦ ἐνυπνίου ἐμνήσθην, καὶ σὺν θεῷ τὴν στρατείαν νομίζω πεποιημένος τὸν Δαρεῖον ἡττήσειν καὶ τὴν Περσῶν ἀρχὴν κατακτήσασθαι." ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος τὴν πόλιν εἰσελήλυθε· καὶ εἰς τὸ ἱερὸν ἀναβὰς ε θυσε τῷ θεῷ ὡς ὑφηγεῖτο ὁ ἀρχιερεύς. καὶ τὴν Δανιὴλ ει δε βίβλον, ἐν ῃ τινα τῶν ̔Ελλήνων τὴν Περσῶν βασιλείαν καταλύσειν ἐγγέγραπται, καὶ η σθη ἐπ' αὐτῇ· καὶ ο σα ᾐτήσαντο ̓Ιουδαῖοι ἐπλήρωσε. Ταῦτα ἰδόντες οἱ Σαμαρεῖται, καὶ αὐτοὶ οὐ πόρρω τῶν ̔Ιεροσολύμων τῷ ̓Αλεξάνδρῳ ὑπήντησαν ἐσκευασμένοι λαμπρῶς, καὶ παρεκάλουν τιμῆσαι αὐτὸν τῇ παρουσίᾳ καὶ τὸ παρ' αὐτοῖς ἱερόν. ὁ δέ "η ξω" ε φη "ο θ' 121

ὑποστρέφω." αἰτουμένων δὲ χαρίσασθαι αὐτοῖς ο σα τοῖς ̓Ιουδαίοις, τίνες εἰσὶν ἐπυνθάνετο. οἱ δὲ ̔Εβραῖοι ε φασαν ει ναι, χρηματίζειν δὲ οἱ ἐν Σικίμοις Σιδώνιοι. καὶ ο ς εἰ ̓Ιουδαῖοι ει εν πάλιν ἠρώτησεν. ὡς δ' οὐκ ει ναι κατέθεντο, "ε γωγε" ει πεν " ̓Ιουδαίοις ἐχαρισάμην α αἰτεῖσθε ὑμεῖς." τὸ δὲ ἐν τῷ Γαριζὶν ο ρει ἱερὸν εἰς καταφύγιον τῶν παρανομούντων ἐγένετο· εἰ γάρ τις κοινοφαγήσας η α λλο τι παρανομήσας ὑπὸ αἰτίαν ἐγίνετο, παρὰ τοὺς Σικιμίτας κατέφευγε. τοῦ δὲ ἀρχιερέως ̓Ιωδαὲ τελευτήσαντος ̓Ονίας ὁ παῖς αὐτοῦ τὴν ἀρχιερωσύνην παρείληφε. Θανόντος δὲ ̓Αλεξάνδρου εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία διῄρητο, καὶ τῆς μὲν ̓Ασίας ̓Αντί.307 γονος η ρξε, τῶν δὲ λοιπῶν οἱ προγεγραμμένοι. τούτων δὲ πρὸς ἀλλήλους στασιαζόντων πόλεμοί τε συνεχεῖς η σαν καὶ ἐκακοῦντο αἱ πόλεις. ὁ δὲ Πτολεμαῖος ὁ Λάγου ὁ τῆς Αἰγύπτου βασιλεύων, ο ς καὶ σωτὴρ ἐχρημάτιζε, τῇ τε Συρίᾳ τἀναντία τῇ ἐπικλήσει αὐτοῦ γέγονε, καὶ τὰ ̔Ιεροσόλυμα δόλῳ κατέσχεν. εἰσελθὼν γὰρ εἰς τὴν πόλιν σαββάτῳ ὡς θύσων, ἀπόνως ταύτης ἐκράτησεν· οἱ γὰρ ̓Ιουδαῖοι μήτε τὴν διάνοιαν εἰδότες αὐτοῦ καὶ διὰ τὴν ἡμέραν ἐν ἀργίᾳ ο ντες, οὐκ ἀντέστησαν. κρατήσας δ' ου τω τοῦ ε θνους πικρότατα η ρχε, καὶ πολλοὺς λαβὼν αἰχμαλώτους εἰς Αι γυπτον ἀπήγαγε καὶ κατῴκισε. τοῖς δ' ἐν ̔Ιεροσολύμοις στάσεις πρὸς τοὺς Σαμαρείτας ἐγένοντο, τῶν μὲν ̔Ιεροσολυμιτῶν τὸ παρ' αὐτοῖς ἱερὸν καλούντων α γιον καὶ τὰς θυσίας ἐν αὐτῷ γίνεσθαι δεῖν λεγόντων, τῶν δὲ Σικιμιτῶν τὸν ἐν τῷ Γαριζὶν ο ρει σεμνυνόντων ναόν. Τεσσαράκοντα δ' ε τη τοῦ Λάγου Πτολεμαίου βασιλεύσαντος τῆς Αἰγύπτου καὶ τελευτήσαντος ὁ παῖς αὐτοῦ Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. ο ς τάς τε γραφὰς τὰς ̔Εβραϊκὰς ἐκ τῆς πατρίου γλώττης εἰς ̔Ελλάδα μεταβληθῆναι διάλεκτον ε σπευσε, καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν ̔Ιεροσολυμιτῶν ἠλευθέρωσε. συλλογὴν γὰρ βιβλίων ποιήσασθαι βουληθεὶς καὶ περὶ ταύτην φιλοτιμούμενος, τὸν Φαληρέα Δημήτριον ἐπὶ τῶν βιβλιοθηκῶν ει χε. καί ποτε τοῦ Πτολεμαίου τὸν Δημήτριον ἐρωτήσαντος πόσας η δη ε χει μυριάδας βιβλίων, περὶ ει κοσιν ει πεν ει ναι τὰ συνειλεγμένα ἐκεῖνος· ει ναι δὲ καὶ παρ' ̔Εβραίοις τῶν παρ' αὐτοῖς νομίμων συγγράμματα σπουδῆς α ξια, καὶ δεῖν καὶ ταῦτα κτήσασθαι. γράφει τοίνυν ὁ βασιλεὺς τῷ ἀρχιερεῖ περὶ τούτων. 1.308 ̓Αρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ "τοὺς τῶν ̓Ιουδαίων νόμους" ει πεν "οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς α ν τοῦτο διαπραξώμεθα, πολλῶν ̓Ιουδαίων ἐν τῇ σῇ βασιλείᾳ δούλων ο ντων; ἀπόλυσον ου ν αὐτούς, βασιλεῦ, τῆς δουλείας, καὶ ου τω πρόθυμον τὸ ε θνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι." ὁ γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ ̓Αρισταίου πεισθεὶς ἐκέλευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας ̓Ιουδαίους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος ε καστον ἐκ τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν ει κοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα. Γράφει γοῦν Πτολεμαῖος πρὸς ̓Ελεάζαρ τὸν ἀρχιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως ̓Ονίου ὁ παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ο ς καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ ̓Ονίᾳ καλουμένῳ ὁ τοῦ Σίμωνος ἀδελφὸς ̓Ελεάζαρ τὴν ἀρχιερωσύνην ει χε. τούτῳ τοίνυν ὁ Πτολεμαῖος ἐπέστειλε, τήν τε τῶν δουλευόντων ̓Ιουδαίων ἐλευθερίαν καταγγέλλων καὶ τὴν εἰς τὸ ε θνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ α νδρας ε ξ ἀφ' ἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν ̔Ελληνίδα φωνήν, ι να παρ' ἐκείνων εἰς τὴν ̔Ελλάδα γλῶτταν μεταβληθεῖεν αἱ παρ' αὐτοῖς γραφαί. ε στειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς ει κοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας πέντε καὶ τράπεζαν χρυσῆν. ὁ ου ν ̓Ελεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομισάμενος, ἐπελέξατο α νδρας ἐκ φυλῆς ἑκάστης ε ξ, καὶ 1.309 πέπομφε φέροντας καὶ τὸν νόμον. ω ν εἰς ̓Αλεξάνδρειαν 122

παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμμένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα δῶρα προσκεκομικότων, ὁ βασιλεὺς η σθη διαφερόντως, καὶ ἠσπάσατο τοὺς α νδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύσεις αὐτοῖς ἡτοίμασε καλλίστας. ει τα παραλαβὼν αὐτοὺς ὁ Δημήτριος, καὶ εἰς ε να οι κον ἀπαγαγὼν η ρεμον ε ργου ε χεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ' ε ργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεσμένου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ ε χαιρεν ο τι εἰς ε ργον η χθη τὸ αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς ου τε τῶν ἱστορικῶν ου τε τῶν α λλων σοφῶν αὐτῆς ἐπεμνήσθη. ε φη δὲ αὐτῷ ὁ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς α ψασθαι διὰ τὸ θείαν αὐτὴν ει ναι, καὶ ο τι τινὲς ἐγχειρήσαντες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι ἐβλάβη τὰς φρένας ἐφ' ἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς ο θεν αὐτῷ ἡ παραφροσύνη ἐγένετο, ἐν τοῖς διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· ο ναρ τε ει δεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελήσαντι. ἀποσχόμενος ου ν τοῦ ε ργου κατέστη τὸν νοῦν. "ἀλλὰ καὶ Θεόδεκτος" ει πεν "ὁ τῶν τραγῳδιῶν ποιητής, θέλων ε ν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βίβλῳ γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ο μματα ἐπηρώθη· καὶ τὸ αι τιον γνοὺς ἀπηλλάγη τῆς συμφορᾶς, 1.310 δεηθεὶς τοῦ θεοῦ." λαβὼν ου ν τὰς βίβλους ὁ βασιλεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τῷ ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν ἀφῆκεν εἰς ̔Ιερουσαλήμ. Ου τω μὲν τὴν ἑρμηνείαν τῶν ̔Εβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν ὁ ̓Ιώσηπος· ε τεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιήσασθαι τὴν παράφρασιν, ἀλλ' ἀνὰ δύο διαιρεθῆναι αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις ο ντας ἐκθέσθαι τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείσας ἀλλήλαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν α πασιν. ̔Η μὲν ου ν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου ου τως η ἐκείνως ἐγένετο. οἱ δὲ ̓Ιουδαῖοι, ̓Αντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς ̓Ασίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν ἐκείνου υἱὸν τὸν ̓Επιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ ὁ ̓Αντίοχος τὴν ̓Ιουδαίαν προσάγεται. τοῦ δ' ̓Επιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν ̓Ιουδαίων ε θνος πολεμούμενον προσέθετο τῷ ̓Επιφανεῖ. αυ θις δὲ τοῦ ̓Αντιόχου νικήσαντος, ἑκουσίως ̓Ιουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ ε θνος ἐγένετο. ει τα σπένδεται μὲν τῷ 1.311 Πτολεμαίῳ ̓Αντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτῷ Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ ̓Ιουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως ̓Ονίου. τὸν γὰρ Ἐ λεάζαρ θανόντα ὁ θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ' ο ν τῆς ἀρχιερωσύνης ̓Ονίας ἠξίωτο Σίμωνος ω ν υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ ̓Ελεάζαρ η ν ἀδελφός, ὡς ἱστόρηται. ̔Ο γοῦν εἰρημένος ̓Ονίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ο ν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας ου ν ὁ Πτωλεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ ε θνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος η ν. ̓Ιωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ' ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τὸν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ 123

ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς παρασχὼν προέπεμψεν, ε ψεσθαι καὶ αὐτὸς ὑποσχόμενος. καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ ̓Ιωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν α νδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ ̓Ιωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς ̓Αλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον ει ναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ε τυχε δὲ ὁ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ' αὐτοῦ τοῦ ̓Ιωσὴφ ξενισθείς. ο ς ἰδὼν αὐτόν "ου τος" ε φη τῷ βασιλεῖ "περὶ ου σοι ἀπήγγειλα 1.312 ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας." καὶ ὁ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ο χημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως "συγγίνωσκε" ε λεγε "διὰ τὸ γῆρας αὐτῷ· τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν." ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν ̓Αλεξανδρείᾳ τοῦ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ε τυχον γὰρ ἐλθόντες ι να τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ' ε τος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν ̓Ιωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ ̓Ιουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ ̓Ιωσὴφ διπλασίονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ε χει, "δώσω" ει πεν "ἀνθρώπους οι ς οὐκ ἀπιστήσετε." καί "τίνες ου τοι" προσερομένου, "σέ" ει πεν, "ω βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι." γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν ει σπραξιν. λαβὼν ου ν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ' ἐν ̓Ασκάλωνι, ὡς οὐδὲν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ε κτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ε πεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ο τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμος τὸν ̓Ιωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ε στελλε 1.313 δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ο θεν ἐπὶ ε τη δύο καὶ ει κοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε. Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ε σχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ε να. η ν δ' αυ τη ἀδελφόπαις αὐτοῦ· ῃ περ ου τως συνῴκησε. ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης ε καμνεν ε ρωτι. μηνύει δὲ τὸ πάθος τῷ ἀδελφῷ. ὁ δὲ διακονήσασθαί οἱ πρὸς τὸν ε ρωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, η ρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν ε σχεν, ̔Υρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν ου τος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ ὁ πατὴρ ζεύγη βοῶν τριακόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγῶν παρακατασχών. ὁ δὲ γενόμενος ἐκεῖ καὶ μὴ ε χων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτήσοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμβουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ ου τω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. ὁ δὲ πατὴρ τὴν ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν α λλων προετίμα υἱῶν· οἱ δὲ η χθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπ' αὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς ̓Αλεξάνδρειαν, ̓Ιωσὴφ δὲ τῷ γήρᾳ δυσκόμιστος γεγονὼς τῶν παίδων ε να ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν 1.314 δὲ πρεσβυτέρων παραιτουμένων ὁ ̔Υρκανὸς 124

κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῷ ἐν ̓Αλεξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ι να δι' αὐτοῦ πρίηται δῶρα. ὁ δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν ̓Αλεξανδρείᾳ χρημάτων οὐκ ἐλαττόνων ο ντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα ο σων α ν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα ε σεσθαι ταλάντων τὴν ἐπὶ τῇ δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν ου ν τὴν ἐπιστολὴν ̔Υρκανὸς ἀπῄει πρὸς ̓Αλεξάνδρειαν. οἱ δὲ λοιποὶ τοῦ ̓Ιωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταίροις ἐπιβουλεῦσαι τῷ ̔Υρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ' ἐν ̓Αλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πατρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. ὁ δὲ η ρετο πόσων χρῄζει ταλάντων· καὶ ο ς "χιλίων" ε φη. ὁ δ' οἰκονόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ ὁ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ ὁ Πτολεμαῖος στείλας πρὸς ̔Υρκανόν, θαυμάζειν ε λεγε πῶς ου τε ω φθη αὐτῷ καὶ τὸν τοῦ πατρὸς ε δησεν οἰκονόμον. ὁ δὲ μὴ ἐλθεῖν ε φη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οι ς ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα ὁ βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς μεγαλοφροσύνην ἐθαύμασεν. ὁ δὲ ̓Αρίων ὁ οἰκονόμος γνοὺς ὡς οὐκ ε στιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. ὁ ̔Υρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος ε καστον, καὶ παρθένους τοσαύτας ἰσοταλάντου τιμῆς. τῶν γοῦν α λλων ἁπάντων τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ ει κοσιν, ὁ ̔Υρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους 1.315 τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ω ν ε καστος καὶ τάλαντον ε φερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος τὸν παῖδα αἰτεῖν α βούλεται προετρέπετο. ὁ δὲ οὐδὲν ῃ τησεν η τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ο ποιήσας ὁ βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπ' ὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς ε πεσον, καὶ ἐξ αὐτῶν δύο. δείσας ου ν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ ̓Ιορδάνου καὶ ἐπολέμει τοῖς Αραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾠκοδόμησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ε τη ἑπτά, ἐφ' ο σον ὁ τοῦ μεγάλου ̓Αντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ̓Αντιόχου τὴν ἀρχὴν διαδεξαμένου τοῦ ̓Επιφανοῦς καλουμένου, φοβηθεὶς ὁ ̔Υρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ ὁ ̓Αντίοχος ε λαβε. Τελευτᾷ δὲ καὶ ὁ ̓Επιφανὴς Πτολεμαῖος ὁ τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ καταλιπών, ω ν ὁ μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ὁ ε τερος. τούτων καταφρονήσας ̓Αντίοχος στρατεύει ἐπ' Αι γυπτον· ἀλλ' ἀπεκρούσθη ταύτης, τῶν ̔Ρωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ' ἐπανιὼν ἐπὶ τὰ ̔Ιεροσόλυμα ω ρμησε, καὶ κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς 1.316 πύλας ο σοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ ̓Ονίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ ̓Ιησοῦ ̓Αντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῷ αυ θις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ἀδελφῷ ̓Ονίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενομένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἡ ἀρχιερωσύνη περιελήλυθε. καὶ ὁ μὲν ̓Ιησοῦς ̓Ιάσωνα μετωνόμασεν ἑαυτόν, ὁ δὲ ̓Ονίας Μενέλαον. στασιάσαντος ου ν τοῦ ̓Ιησοῦ πρὸς τὸν ̓Ονίαν τὸν καὶ Μενέλαον καὶ ὁ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ ̓Ιάσωνι προσετίθεντο, οἱ δ' α λλοι τῷ Μενελάῳ, ῳ καὶ οἱ Τωβίου παῖδες η σαν συνεπαρήγοντες. καταπονούμενοι δὲ τοῖς πλείοσιν ου τοί τε καὶ ὁ Μενέλαος πρὸς ̓Αντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νόμους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ ̓Επιφανεῖ ̓Αντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς 125

πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ πολλὰ συλήσας εἰς ̓Αντιόχειαν ἐπανέξευζε. Μετὰ δὲ δύο ε τη αυ θις εἰς ̔Ιεροσόλυμα ἀνέβη ̓Αντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελόμενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ' αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει α κραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν. ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπ' αὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ 1.317 περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. ο τε καὶ ̓Ελεάζαρ ὁ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἱ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. οἱ μὲν ου ν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, ο σοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον η ε τι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας, ου ς περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ ει που βίβλος εὑρέθη τῆς ̔Εβραϊκῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς ε χοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν ̓Ιουδαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνόμαζον ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παρ' αὐτοῖς ἱερὸν ̔Ελληνίου Διὸς προσηγόρευσαν. Ην δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς ̓Ιωάννου τοῦ Συμεὼν τοῦ ̓Ασαμωναίου, ῳ η σαν υἱοὶ πέντε, ̓Ιωάννης ὁ καλούμενος Γαδδής, Σίμων ὁ κληθεὶς Θαθής, ̓Ιούδας ὁ καλούμενος Μακκαβαῖος, ̓Ελεάζαρ ὁ λεγόμενος Αυ ραν, καὶ ̓Ιωνάθας ὁ κεκλημένος ̓Αφφούς. ἐλθόντων ου ν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθ' Ελληνας τὸν Ματταθίαν πρῶτον ὡς τῶν α λλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δ' ε τερος ε θυσεν, ζήλου πλησθεὶς ὁ Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε ἀπέκτεινε καὶ τὸν στρατηγὸν ̓Απελλῆν, ο ς θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν ἐξώρμησεν εἰς τὴν ε ρημον. πολλοὶ δὲ καὶ α λλοι τούτους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων ε φυγον εἰς τὴν ε ρημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ 1.318 τοῦ ̓Αντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνομένους διὰ τὸ τῆς ἡμέρας ἀργόν· οἱ δὲ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο. ὁ δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ι να μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν ου ν δύναμιν ὁ Ματταθίας τούς τε βωμοὺς καθεῖλε καὶ τοὺς ἀσεβήσαντας ε κτεινε καὶ τοὺς μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνεσθαι. α ρξας δὲ ἐπ' ἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νόμων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε. Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ ̓Ιούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ α λλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. ̓Απολλώνιος δὲ ὁ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ ̓Ιούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῷ. α περ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ' ὑπ' αὐτὸν ε φυγον· ἐπιδιώξας δὲ ὁ ̓Ιούδας πολλοὺς αὐτῶν ε κτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς ὁ ̓Αντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν ̓Ιουδαίαν ἐκέλευσε καὶ τὸ ε θνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν ̔Ιερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς ε πεμψε μετὰ βαρείας δυνάμεως. ̓Ιούδας δὲ τὸ πλῆ.319 θος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς 1.319 ἐλπίδας παρῄνει τοῖς μετ' αὐτοῦ. καὶ δειπνήσας ἑσπέρας πυρά τε 126

πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ ̓Αντιόχου περὶ τὸν ο ρθρον· καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν η τταν τῶν ἐναντίων ἐπανελθὼν ὁ ̓Ιούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν α φθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ' ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν ̓Ιουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ ̓Ιούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς ̓Αντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν ̓Ιουδαίαν ἐμβαλεῖν. ο γε μὴν Ἰ ούδας εἰς ̔Ιεροσόλυμα ἀναβὰς ω στε τὸν ναὸν ἐκκαθᾶραι, καὶ ε ρημον αὐτὸν εὑρηκὼς καὶ ε ν τισι καταπεπρησμένον, ἐθρήνησε. καθάρας δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ α ρτους ἐπὶ τὴν τράπεζαν ε θηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθ' η ν ὁ ναὸς ἐμιάνθη καὶ ἡ θρησκεία ἐβεβηλώθη, τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ ε κτοτε ἑορτάζουσιν οἱ ̓Ιουδαῖοι τὴν ἀνάκτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τειχίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ πέριξ ε θνη πολλοὺς τῶν ̓Ιουδαίων διέφθειρεν, ἐνεδρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς ὁ ̓Ιούδας ἠμύνετο καὶ ἀνέστελλεν. 1.320 ̔Ο δ' ̓Αντίοχος μαθὼν πόλιν ει ναι ἐν τῇ Περσίδι πλούτῳ κομῶσαν ̓Ελυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν ̓Αρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ω ρμησεν ἐπ' αὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπεξελθόντων φεύγων η κεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέβαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ ̓Αντιόχῳ ἀγγέλλεται ἡ τῶν στρατηγῶν η ττα ἡ ὑπὸ ̓Ιουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε· καὶ γνοὺς ὡς ἀποβιώσεται τοὺς ὑπ' αὐτὸν συνεκάλεσε, καὶ πάσχειν ου τως ει πεν ο τι τὸ τῶν ̓Ιουδαίων ε θνος ἐκάκωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ε να καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύλιον, ι να ταῦτα κομίσῃ τῷ υἱῷ ̓Αντιόχῳ. ὁ δὲ Λυσίας θανόντα μαθὼν τὸν ̓Αντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα. Οἱ δ' ἐν τῇ α κρᾳ τῶν ̔Ιεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς ̓Ιουδαίους ἀνιόντας εἰς τὸ ἱερὸν ἐπὶ τῷ θῦσαι. διὸ ἐξελεῖν ε σπευδε τὴν φρουρὰν ὁ ̓Ιούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. ο μαθὼν ὁ παῖς ̓Αντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρμησε κατὰ τῆς ̓Ιουδαίας καὶ ̔Ιερουσαλήμ. ̓Ιούδας δὲἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. καὶ ̓Ελεάζαρ ὁ τοῦ ̓Ιούδα ὁμαίμων ὁ καὶ Αυ ραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γενόμενος ε πληξεν αὐτὸν καὶ ἀπέκτεινεν. ὁ δ' ἐπικα.321 τασεισθεὶς τῷ ̓Ελεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος ε φθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν ὁ ̓Ιούδας εἰς ̔Ιεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορκίαν παρεσκευάζετο. ̓Αντίοχος δὲ εἰς ̔Ιεροσόλυμα ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ε νδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ο ν ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ ̓Αντίοχος ει ασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ ̓Αντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ω στε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς ου ν εἰς τὴν πόλιν ̓Αντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ο ρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ ου τως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα ̓Ονίαν ἐπαγόμενος, ο ς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς ̓Ιουδαίους βιάζεσθαι παραβῆναι τὰ ε θη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αι τιον. ο ν καὶ πέμψας εἰς Βέρροιαν τῆς Συρίας διέφθειρεν, ε τη δέκα τῆς 127

ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Αλκιμος, ο ς καὶ ̓Ιωακεὶμ ἐκαλεῖτο. ὁ δ' ̓Αντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ε κτεινεν. ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως Σίμωνος τοῦ δικαίου υἱὸς ̓Ονίας, ο ν παιδίον ὁ πατὴρ τελευτῶν, ὡς ει ρηται, καταλέλοιπεν, ο τι τὴν ἀρχιερωσύνην ̓Αλκίμῳ δέδωκεν ὁ ̓Αντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αι γυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ ̔Ηλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν ̔Ιεροσολύμοις παρεμφερές. Δημήτριος δὲ φυγὼν ἐκ ̔Ρώμης ὁ Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε 1.322 ̓Αντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ α μφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ ̓Αντιόχου βασιλεύσαντος. τούτῳ τῷ Δημητρίῳ ὁ ἀρχιερεὺς Αλκιμος προσελθών, καὶ τῶν ̓Ιουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν ̓Ιούδα τοῦ Μακκαβαίου καὶ τοῦ ε θνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν ̓Ιούδαν καὶ τοὺς σὺν αὐτῷ. ο ς εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν ε πεμψε πρὸς τὸν ̓Ιούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ο ρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ο ς τῶν ο ρκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ ου τω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ' ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως ̓Αλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς ̓Αντιόχειαν ἐπανῆλθε. Αλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ω ν οἱ πλείους ἐκ τῶν φυγάδων η σαν καὶ ἀσεβῶν, δι' ω ν τοὺς τὰ ̓Ιούδα φρονοῦντας ἐκτίννυε· καὶ ̓Ιούδας δ' ἑτέρωθεν τοὺς τὰ ̓Αλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν Δημήτριον κατὰ τοῦ ̓Ιούδα ἠρέθιζε. πέμπει τοίνυν αυ θις ὁ βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ε θνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν ̓Ιούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν ̓Ιούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς ̓Ιουδαίους ἐκπη.323 δήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν ̓Ιούδας εἰς τὴν τῶν ̔Ιεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παραδῴη αὐτῷ τὸν ̓Ιούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ ̓Ιούδας τοῖς μετ' αὐτοῦ χιλίοις ου σι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἱ δὲ λοιποὶ ε φευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ ου τω πρὸς ὀλίγον ̓Ιουδαῖοι ἐκ τῶν πολέμων ἀνεπαύσαντο. Τοῦ δὲ ἀρχιερέως ̓Αλκίμου τοῦ καὶ ̓Ιωακεὶμ θεηλάτῳ βληθέντος πληγῇ καὶ ου τω τὴν ζωὴν ἀπορρήξαντος μετὰ ε τη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ ̓Ιούδᾳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ὁ λαός. ἀκούσας δὲ ὁ ̓Ιούδας μέγα δύνασθαι τοὺς ̔Ρωμαίους, καὶ χειρώσασθαι Γαλάτας καὶ Ιβηρας καὶ Καρχηδονίους καὶ Λίβυας καὶ τὴν ̔Ελλάδα πᾶσαν καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ ̓Αντίοχον, ε πεμψε φιλίαν αἰτῶν, καὶ Δημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν ̓Ιουδαίοις. ἡ δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν ̓Ιουδαίοις κατένευσε. Δημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιᾶς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. ὁ δὲ πρὸς τὸν ̓Ιούδαν ἠπείγετο, ἐστρατοπεδευκότα ε ν τινι κώμῃ μετὰ χιλίων. οι τὸ μετὰ Βακχίδου δείσαντες στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώζεσθαι. ὡς δ' ἐκεῖνος "μὴ τοῦτο" ει πεν "ι δοι γινόμενον η λιος ω στε με νῶτα δοῦναι τοῖς ἐναντίοις," πολλοὶ τῶν μετ' αὐτοῦ ε φυγον. συμβαλὼν δὲ τῷ 1.324 Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῷ δεξιῷ κέρατι, ο που καὶ ὁ 128

Βακχίδης η ν, τὴν φάλαγγα διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δ' οἱ κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν ̓Ιούδαν. ὁ δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας τέλος καὶ αὐτὸς ε πεσεν· ου πεσόντος οἱ σὺν αὐτῷ ε φυγον. ἐπὶ τρίτον δ' ε τος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευθερίας τοῦ ε θνους πάντα καὶ δρᾶσαι καὶ παθεῖν ε τοιμος γεγονώς, ἀπέθανε. Θανόντος δ' ἐκείνου τοῖς ἀσεβήσασι τῶν ̓Ιουδαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν ὁ Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς ὁμοφύλους ἐκάκουν, καὶ τοὺς ̓Ιούδα ὁμόφρονας συλλαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ο ς αἰκίζων αὐτοὺς πρότερον ει τα διέφθειρεν. οἱ ου ν περίλοιποι τῶν ἑταίρων ̓Ιούδα ̓Ιωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν ̓Ιουδαίων ἀποδεικνύουσι στρατηγόν. καὶ ὁ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν ̓Ιωνάθην ἐζήτει· ὁ δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταίρων εἰς ε ρημον ε φυγε. καὶ ἐπ' αὐτοὺς ὁ Βακχίδης ὡρμήκει· ὁ δ' ̓Ιωνάθης τὸν ἀδελφὸν ̓Ιωάννην πρὸς τοὺς Ναβαταίους Αραβας ε πεμψεν, η σαν γὰρ φίλοι, παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ ̓Αμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακχίδης δὲ ἐν σαββάτῳ τῷ ̓Ιωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. ὁ δὲ περὶ ψυχῶν ει ναι φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀποκτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐτόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν η λατο μετὰ τῶν 1.325 ἑταίρων καὶ διενήξατο. καὶ ὁ Βακχίδης εἰς τὴν ἐν ̔Ιεροσολύμοις α κραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς ̓Ιουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν α κραν ἐνέκλεισεν. ̓Ιωνάθῃ δ' ἐμέλησε τὸν φόνον τιμωρῆσαι τοῦ ἀδελφοῦ ̓Ιωάννου. γάμον ου ν τῶν τοῦ ̓Αμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ο ρει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθειρεν α παντας, καὶ α ε φερον διήρπασε ξύμπαντα. διῆγον δ' ̓Ιωνάθης καὶ Σίμων μετὰ τῶν περὶ αὐτοὺς εἰς τὰ ε λη τοῦ ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς ̓Ιουδαίαν καταλιπὼν πρὸς τὸν Δημήτριον ἐπανῆλθεν. ἠρεμοῦντος δ' ε κτοτε τοῦ ε θνους ἐπ' ε τη δύο, ̓Ιωνάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέτριβον. οἱ ου ν ἀσεβήσαντες ̓Ιουδαῖοι πρὸς τὸν βασιλέα Δημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν ̓Ιωνάθαν, εἰ πεμφθείη τις ἐπ' αὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην ὁ βασιλεύς. ὁ δὲ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν ̓Ιωνάθαν καίτοι σπουδάσας οὐχ οι ός τε ω ν, πεντήκοντα ἐκ τῶν περὶ ̓Ιωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. ̓Ιωνάθης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ε ρημον ἀνεχώρησαν, ε νθα πύργους οἰκοδομήσας προσέμενε. καὶ ὁ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν. ̓Ιωνάθης δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύκτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ ὁ Σίμων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμπρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας 1.326 δὲ διὰ ταῦτα ὁ Βακχίδης η θελεν ἀναζεῦξαι, ἐζήτει δ' αἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ ὁ ̓Ιωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ι να ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν ου ς ει χον αἰχμαλώτους. δεξάμενος ου ν τὴν πρεσβείαν ὁ Βακχίδης σπένδεται. καὶ ω μοσαν μηκέτι κατ' ἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ ὁ μὲν Βακχίδης ὑποστρέψας οὐκέτι κατὰ τῆς ̓Ιουδαίας ἐπῆλθεν, ὁ δ' ̓Ιωνάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας. ̓Αλέξανδρος δὲ τοῦ ̓Επιφανοῦς ̓Αντιόχου υἱὸς τὴν Πτολεμαΐδα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τὸν Δημήτριον, ω στε καὶ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμψαι πρὸς ̓Ιωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέτρεπέ τε αὐτῷ στράτευμα συνιστᾶν, καὶ ου ς ἐν τῇ α κρᾳ κατέκλεισεν ὁ Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν. δεξάμενος ου ν τὴν ἐπιστολὴν ̓Ιωνάθης τοῦ 129

βασιλέως εἰς ̔Ιεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ι διον, καὶ αὐτὸς ἐν ̔Ιεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ ̓Αλέξανδρος ̓Ιωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. ὁ δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνιαυτῶν ἐξ ο του τέθνηκεν ̓Ιούδας ὁ ἀδελφὸς αὐτοῦ, δύναμίν τε συνήγαγε καὶ ο πλα ἡτοίμασε. συμμίξας 1.327 δὲ τῷ Δημητρίῳ ̓Αλέξανδρος νικᾷ, τοῦ Δημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ι ππου καὶ δυσεκπόρευτον, ε νθα περιστάντων τῶν πολεμίων αὐτὸν κατατρωθεὶς ε πεσε, πολλοὺς καὶ αὐτὸς ἀνελών. ε τη δὲ ἐβασίλευσεν ε νδεκα. Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν ̓Αλέξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγατέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων ε γραψεν ̓Ιωνάθῃ εἰς Πτολεμαΐδα παραγενέσθαι. ἀφικόμενος δ' ἐτιμήθη καὶ παρὰ Πτολεμαίου καὶ παρὰ ̓Αλεξάνδρου. Δημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος Δημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐναγώνιος η ν ὁ ̓Αλέξανδρος, καὶ ὁ μὲν εἰς ̓Αντιόχειαν ε σπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπίτροπον ̓Απολλώνιον τὸν Δάον κατέλιπεν. ο ς πρὸς ̓Ιωνάθην στείλας α δικον ε λεγεν ει ναι μόνον αὐτὸν μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ ε θνος ὠνείδιζε. τούτοις παροξυνθεὶς ὁ ἀρχιερεὺς συνάπτει πρὸς ̓Απολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναιρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολλῆς ἀναζεύγνυσιν εἰς ̔Ιεροσόλυμα. ὁ δὲ βασιλεὺς ̓Αλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς ̓Ιωνάθαν, χαίρειν λέγων ἐπὶ τῇ η ττῃ ̓Απολλωνίου, ὡς παρὰ γνώμην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ ο ντι. ο γε μὴν Πτολεμαῖος ὁ Φιλομήτωρ πρὸς συμμαχίαν ἀπιὼν ̓Αλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαΐδα γενόμενος, μικροῦ α ν ἐκινδύνευσε, τοῦ ̓Αλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων ̓Αμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβουλήν, ῃ τει πρὸς κόλασιν τὸν ̓Αμμώνιον· οὐκ ἐξεδίδου 1.328 δὲ αὐτὸν ὁ ̓Αλέξανδρος. ο θεν γνοὺς ὁ Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν ̓Αλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς Δημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασιλείαν ἐγκαθιδρῦσαι. καὶ ὁ Δημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα η ν πεῖσαι τοὺς ̓Αντιοχεῖς δέξασθαι τὸν Δημήτριον. καὶ η νυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν ̓Αντιοχέων μισούντων τὸν ̓Αλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν ̓Αμμώνιον· οι ταχέως αὐτὸν ἐκ τῆς ̓Αντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν η κεν, οἱ δ' ̓Αντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέδειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, α τε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου α ρχοντα. ὁ δὲ λογίσασθαι τὰ μέλλοντα οι ός τε ω ν διὰ σύνεσιν, ι να μὴ δόξῃ τοῖς ̔Ρωμαίοις η δη μέγα δυναμένοις ἐπίφθονος, πείθει τοὺς ̓Αντιοχεῖς δέξασθαι τὸν Δημήτριον. τοῦ δὲ ̓Αλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν ̓Αντιοχέων χώραν δῃώσαντος, ὁ Πτολεμαῖος σὺν Δημητρίῳ, η δη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπ' αὐτόν. καὶ ὁ μὲν ̓Αλέξανδρος ἡττηθεὶς εἰς ̓Αραβίαν προσπέφευγεν, ὁ δέ γε Πτολεμαῖος ἐκ τοῦ ι ππου ἐκπεπτωκὼς δι' ἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀποσεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις δ' ὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφ' ἡμέρας ε κειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγόμενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ 1.329 τὴν ̓Αλεξάνδρου 130

δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν ̓Αράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτελεύτησε. Παραλαβὼν δὲ τὴν τῆς ̓Ασίας βασιλείαν Δημήτριος ὁ Νικάνωρ μετὰ ̓Αλέξανδρον ε τη βασιλεύσαντα πέντε, η ρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρατιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνημονήσας. οἱ μὲν ου ν στρατιῶται τὴν πεῖραν ἐκείνου διακρουσάμενοι εἰς ̓Αλεξάνδρειαν ἀνεχώρησαν, τῶν δ' ἐλεφάντων ἐκράτησεν. ̓Ιωνάθης δὲ ὁ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν ̔Ιεροσολύμων ἀκρόπολιν, ε χουσαν ε νδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων ̓Ιουδαίων τινάς· ω ν τινες νυκτὸς ἐξελθόντες τῷ Δημητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ο ς η κε σὺν δυνάμει πρὸς ̓Ιωνάθην, καὶ ἐν Πτολεμαΐδι γενόμενος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. ὁ δὲ τὴν πολιορκίαν οὐκ ε παυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ κομίζων η κε πρὸς τὸν Δημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παρ' αὐτοῦ καὶ τὴν ἀρχιερωσύνην ἐβεβαιώσατο. ̔Ως δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν τῶν στρατιωτῶν ἠλάττωσεν ὁ Δημήτριος, κἀντεῦθεν η ν αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος ̓Αλεξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Αραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ ̓Αλεξάνδρου ̓Αντίοχον τρεφόμενον παρ' αὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· καὶ ο ς δίδωσι. Δημήτριος δὲ πρὸς ̓Ιωνάθην στείλας 1.330 συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χάριτας. πέμπει τοίνυν αὐτῷ τρισχιλίους, δι' ω ν ἐπαναστάντας αὐτῷ τοὺς ̓Αντιοχεῖς δι' ἀπέχθειαν, η ν ε τρεφον ο τι κακῶς ε πασχον ὑπ' αὐτοῦ, ἐτρέψατο, καὶ τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν ε κτεινε, μέχρις ἐβιάσθησαν ἀποθέσθαι τὰ ο πλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. ἡ μὲν ου ν στάσις ου τως ἐπαύθη, ὁ δὲ τοὺς ̓Ιουδαίους ἀνέπεμψε πρὸς ̓Ιωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. υ στερον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ η γαγεν α ν εἰς ε ργον τὰς ἀπειλάς, εἰ μὴ Τρύφων ἐκ τῆς ̓Αραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ ̓Αντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν Δημήτριον συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιωτῶν ο σοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλελοίπασι τὸν Δημήτριον. ἐπικρατέστερος ου ν ὁ Τρύφων ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν ̓Αντιόχειαν λαμβάνει καὶ τοὺς ἐλέφαντας. ὁ δὲ Δημήτριος εἰς Κιλικίαν ἀπῆλθε, καὶ ὁ παῖς ̓Αντίοχος εἰς συμμαχίαν τὸν ̓Ιωνάθην μετεκαλέσατο. ὁ δὲ φίλος ει ναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ Δημητρίῳ κατέθετο, καὶ ω ρμησε πρὸς ε ργον εὐθύς. καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ ̓Αντιόχῳ πεποίηκεν ἀποστάσας τοῦ Δημητρίου, ει τα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ ̓Ιουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ Δημητρίου ἐχώρησε στρατηγῶν. καὶ ὁ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς ̓Ιουδαίας χωρίον ὑπὸ τῶν τοῦ Δημητρίου κατεχόμενον, οι τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν ὁ Σίμων κατέστησεν ἐν αὐτῷ. ̓Ιωνάθης δὲ τοῖς στρατηγοῖς συμμίξας τοῦ Δημητρίου εἰς φυγήν τε αὐτοὺς 1.331 τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς ̔Ιεροσόλυμα. καὶ εἰς ̔Ρώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν η ν πρὸς τὸ ε θνος ει χον ἀνανεώσασθαι. οἱ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα καὶ αυ θις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλμένον ε χοντες παρὰ τοῦ ̓Ιωνάθου. καὶ οἱ Σπαρτιᾶται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς ̓Ιουδαίους ε θεντο. τοῦ Δημητρίου μέντοι οἱ στρατηγοὶ τὴν η τταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλείονος η λθον κατὰ τοῦ ̓Ιωνάθου. ὁ δὲ αὐτοῖς ὀξέως ἀπήντησεν. ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μάχην ἀντικαταστῆναι αὐτῷ, νυκτὸς ε φυγον. μεθ' ἡμέραν δὲ γνοὺς τὴν φυγὴν ̓Ιωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλ' εἰς ̓Αραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν 131

καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγαγὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν ̔Ιεροσολύμων ἀνακαινίσαι καὶ ἀνορθῶσαι ο σον τοῦ περιβόλου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν ε ργου ει χετο, τὸν δὲ ἀδελφὸν Σίμωνα ε πεμψε τὴν χώραν ἀσφαλισόμενον. ̔Ο δέ γε Δημήτριος εἰς Μεσοποταμίαν η κεν ὡς τὴν Βαβυλῶνα καὶ τὰς α νω σατραπείας παραληψόμενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ελληνες καὶ Μακεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν ̓Αρσάκην τὸν Πάρθων βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ ̓Αρσάκῃ συμβαλὼν τὴν α πασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν Δημήτριον, ἐπεβούλευεν ̓Αντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ 1.332 τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν ̓Ιωνάθην, ο ντα φίλον τῷ ̓Αντιόχῳ. καὶ ε σπευδεν αὐτὸν πρῶτον ἀπάτῃ ἑλὼν ου τως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν ̓Αντίοχον. διὸ καὶ εἰς Σκυθόπολιν α πεισιν, ε νθα καὶ ̓Ιωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. ὁ δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ι ν' αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβούλευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετ' ὀλίγων εἰς Πτολεμαΐδα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ ̓Ιωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα ε στρεψε, χιλίους δ' ε χων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαΐδα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ διαφθείρονται. α περ οἱ ἐν ̔Ιεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ ε θνη, α γνόντα τὴν ̓Ιωνάθου σύλληψιν κατὰ τῶν ̓Ιουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπ' αὐτοῦ αἱρεῖται, καὶ συναθροίσας τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πόλεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμάτων ἐφρόντιζεν. ὁ μέντοι Τρύφων εἰς ̓Ιουδαίαν ἀφίκετο, καὶ τὸν ̓Ιωνάθην δέσμιον α γων. καὶ ὁ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν· ὁ δὲ πρὸς αὐτὸν ε πεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν ̓Ιωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυθῆναι τὸν ἀδελφόν. ὁ Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ι να δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα ε πεμψε καὶ τοὺς παῖδας. α λαβὼν ὁ Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει πρὸς τὰ ̔Ιεροσόλυμα. παρωμάρτει δὲ καὶ ὁ Σίμων, 1.333 ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς ̔Ιεροσόλυμα α φιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν ̓Ιωνάθην ἀπέκτεινε. Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ ̓Ιωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ ε θνος ἐπ' αὐτοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευσαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ι να μὴ ει εν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ο ρος ἐφ' ου ἡ ἀκρόπολις ᾠκοδόμητο, λίαν ο ν ὑψηλόν, ἐν τρισὶν ε τεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς α ν ει η τὸ ἱερὸν ὑπερκείμενον. ̔Ο δέ γε Τρύφων τὸν ̓Αντίοχον, ο ς καὶ θεὸς ἐπεκλήθη, τέσσαρα βασιλεύσαντα ε τη διέφθειρεν, ἐπιτροπεύων αὐτοῦ. καὶ τὸν μὲν ὡς ἀποθάνοι διήγγελλε, τοῖς δὲ στρατιώταις ἐπηγγέλλετο χρήματα, εἰ αὐτὸν βασιλεύσουσιν. οι κερδῆσαι πολλὰ ἠλπικότες ει λοντο αὐτὸν α ρχοντα. λαβὼν δὲ τὴν βασιλείαν ὁ Τρύφων ἀπεδύσατο τὴν ὑπόκρισιν· καὶ μισῆσαν αὐτὸν τὸ στρατιωτικὸν πρὸς Κλεοπάτραν ἀφίστατο τὴν τοῦ Δημητρίου γυναῖκα, ἐγκεκλεισμένην ἐν Σελευκείᾳ τυγχάνουσαν. ἀλωμένου δὲ ̓Αντιόχου, ο ς ἐκαλεῖτο σωτήρ, Δημητρίου δὲ η ν ἀδελφός, καὶ ἐγκεκλεισμένου πάντοθεν διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν ἡ Κλεοπάτρα, καλοῦσα ἐπὶ γάμῳ καὶ βασιλείᾳ· ἐδεδίει γὰρ μὴ τὴν πόλιν οἱ Σελευκεῖς τῷ Τρύφωνι δώσουσι. γενόμενος ου ν ἐν τῇ Σελευκείᾳ ὁ ̓Αντίοχος κατὰ τοῦ Τρύφωνος ω ρμησε, καὶ νικήσας αὐτὸν τῆς 1.334 α νω Συρίας ἐξέβαλε, καὶ 132

ει ς τι καταφυγόντα φρούριον ἐπολιόρκει, καὶ τὸν ἀρχιερέα Σίμωνα εἰς φιλίαν προεκαλεῖτο. ὁ δὲ ἐδέξατο τὴν πρόκλησιν, καὶ τοῖς πολιορκοῦσι τὸν Τρύφωνα τροφὰς ἐχορήγησε. φυγὼν δ' ἐκεῖθεν ὁ Τρύφων καὶ γενόμενος εἰς ̓Απάμειαν, πολιορκηθεὶς ἐλήφθη καὶ διεφθάρη, ἐπ' ε τεσι βασιλεύσας τρισίν. ̔Ο ̓Αντίοχος δὲ λήθην τῶν ὑπὸ Σίμωνος αὐτῷ γενομένων ποιησάμενος, στέλλει Κενδεβαῖον, τὴν ̓Ιουδαίαν πορθῆσαι καὶ τὸν Σίμωνα κατασχεῖν ἐντειλάμενος. Σίμων δὲ αὐτῷ ἀντικαταστὰς νικᾷ. καὶ εἰρηνικῶς τὸ λοιπὸν διήγαγε τῆς ζωῆς, α ρξας τῆς ̓Ιουδαίας ε τη ὀκτώ. τελευτᾷ δὲ παρὰ Πτολεμαίου τοῦ γαμβροῦ ἐπιβουλευθείς. καὶ ἡ γυνὴ τοῦ Σίμωνος καὶ οἱ δύο παῖδες συλληφθέντες ἐδέθησαν, ὁ δὲ τρίτος ̓Ιωάννης διέφυγεν, ο ς καὶ ̔Υρκανὸς ἐκαλεῖτο, καὶ προσεδέχθη παρὰ τῶν ̔Ιεροσολυμιτῶν διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας, ἀπωσαμένων ἐλθόντα τὸν Πτολεμαῖον. ̓Απολαβὼν δὲ τὴν πάτριον ἱερωσύνην ὁ ̔Υρκανὸς ἐπὶ τὸν Πτολεμαῖον ἐστράτευσεν, εἰς ε ρυμά τι Δαγὼν λεγόμενον ο ντα. καὶ ἐκράτει μὲν τῇ πολιορκίᾳ, ἡττᾶτο δὲ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οι κτῳ· ὁ γὰρ Πτολεμαῖος ἀνάγων ἐπὶ τὸ τεῖχος αὐτοὺς ἐξ ἀπόπτου ᾐκίζετο. ἡ μέντοι μήτηρ ἱκέτευε μὴ μαλακίζεσθαι δι' αὐτήν. τριβομένης δ' ου τω τῆς πολιορκίας ἐνίσταται τὸ ε βδομον ε τος, καθ' ο ει θισται τοῖς ̓Ιουδαίοις ἀργεῖν. καὶ διὰ τοῦτο Πτολεμαῖος ἀνεθεὶς τοῦ πολέμου, κτείνει τὴν μητέρα τοῦ ̔Υρκανοῦ καὶ τοὺς ἀδελφούς, καὶ φεύγει πρὸς Ζήνωνα τὸν Κοτύλαν τὸν τῆς Φιλαδελφείας τύραννον. ̓Αντίοχος δὲ χαλεπαίνων τῷ Σίμωνι δι' α πέπονθε, 1.335 τῇ ̓Ιουδαίᾳ ἐπῆλθε, καὶ τὴν χώραν καταδραμὼν ἐπολιόρκει τὸν ̔Υρκανόν· καὶ πύργους ἀνεγείρας ὑψηλοτάτους κατὰ τὸ βόρειον μέρος τῆς πόλεως, ἐξ αὐτῶν τῷ τείχει προσέβαλλεν. η νυε δ' οὐδὲν διά τε γενναιότητα τῶν ἐντὸς καὶ διὰ ὀχυρότητα τῶν τειχῶν καὶ υ δατος ἀφθονίαν ἐξ ἐπομβρίας α ρτι συμβᾶσαν. δείσας δὲ ὁ ̔Υρκανὸς μὴ ἐπιλίποιεν αὐτοῖς τὰ ἀναγκαῖα, μόνον τὸ μάχιμον τοῦ πλήθους ἀπολεξάμενος, τοὺς α λλους ἐξῶσε τῆς πόλεως· ου ς ὁ ̓Αντίοχος ἀπελθεῖν ἐκεῖθεν οὐκ ει α· οι καὶ ε ξω τῶν τειχῶν προσμένοντες διὰ τοῦτο ἀπέθνησκον. οἱ δ' ἐντὸς ἐλεοῦντες αὐτοὺς εἰσεδέξαντο αυ θις. τῆς σκηνοπηγίας δὲ ἐνστάσης ὁ ̔Υρκανὸς στείλας πρὸς τὸν ̓Αντίοχον ἀνοχὴν ἐζήτει γενέσθαι διὰ τὴν ἑορτὴν ἐφ' ἡμέρας ἑπτά. ὁ δὲ καὶ τὴν ἀνοχὴν ε δωκε καὶ θυσίαν πολυτελῆ σὺν ἀναθήμασιν ε πεμψεν· ο ν διὰ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν καὶ Εὐσεβῆ ἐκάλεσαν. γνοὺς δὲ τὴν πρὸς θεὸν τοῦ ̓Αντιόχου αἰδῶ ̔Υρκανὸς ἐπρεσβεύσατο τὴν πάτριον αὐτοῖς ἀποδοθῆναι πολιτείαν αἰτούμενος. ὁ δέ, εἰ παραδοῖεν τὰ ο πλα, ει πε, καὶ φόρους τελεῖν ὑπὲρ τῶν α λλων κατάθοιντο πόλεων α τερ τῆς ̓Ιουδαίας, καὶ φρουρὰν δέξαιντο, καὶ τοῦ πολέμου ἀφέξεσθαι καὶ τα λλα ποιήσειν α ἀξιοῦσιν. ̓Ιουδαῖοι δὲ τὰ μὲν α λλα ἐδέχοντο, ἐπὶ δὲ τῇ φρουρᾷ οὐ κατένευον, ἀλλ' ἀντὶ ταύτης ὁμήρους ἐδίδοσαν καὶ ἀργυρίου τάλαντα πεντακόσια. ἐνδόντος δ' ἐπὶ τούτοις τοῦ ̓Αντιόχου, ἡ πολιορκία ἐλύθη. ̔Υρκανὸς δὲ τὸν τοῦ Δαβὶδ ἀνοίξας τάφον τρισχίλια ἐκεῖθεν ἀργυρίου τάλαντα ε λαβε. φιλίαν δὲ πρὸς ̓Αντίοχον ποιησάμενος, ἐν τῇ πόλει αὐτὸν εἰσεδέξατο, καὶ ἐπὶ Πάρθους στρατεύοντι συνεξώρμησεν· ε νθα τῷ ̓Αρσάκῃ πολεμήσας ̓Αντίοχος τῷ πλείονι τῆς στρατιᾶς καὶ αὐτὸς συναπώλετο. 1.336 Γίνεται δὲ τῆς τῶν Σύρων βασιλείας διάδοχος ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος, λύσαντος ̓Αρσάκου αὐτὸν ἡνίκα τοῖς Πάρθοις ἐπῆλθεν ̓Αντίοχος. ̔Υρκανὸς δὲ ̓Αντιόχου θανόντος πολλὰς τῶν τῆς Συρίας πόλεων ει λε καὶ τῆς ̓Ιδουμαίας ἑτέρας. καὶ ὑποτάξας τοὺς ̓Ιδουμαίους ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ διατριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται ε θεσιν ̓Ιουδαϊκοῖς. οἱ δὲ διὰ τὰς πατρίδας καὶ τὴν περιτομὴν καὶ τα λλα ὑπήνεγκαν. Δημήτριος δὲ στρατεύειν ἐγνωκὼς ἐπὶ ̔Υρκανόν, ἀνεκόπη, τῶν Σύρων καὶ τῶν στρατιωτῶν μισούντων αὐτὸν διὰ πονηρίαν, καὶ διακηρυκευσαμένων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα, δοῦναι αὐτοῖς τινα τῶν τῷ Σελεύκῳ προσηκόντων τῆς βασιλείας ἀντιληψόμενον. ο ς ̓Αλέξανδρον ε πεμψε τὸν λεγόμενον Ζεβινᾶν. μάχης ου ν μέσον αὐτοῦ καὶ Δημητρίου συγκροτηθείσης 133

τρέπεται Δημήτριος καὶ φεύγει εἰς Πτολεμαΐδα, μὴ δεχθεὶς δὲ παρὰ Κλεοπάτρας τῆς γυναικὸς εἰς Τύρον ἀπέδρα, ἁλοὺς δὲ καὶ πολλὰ παθὼν διεφθάρη. ̓Αλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς ̔Υρκανόν. ἐπαναστάντος δὲ αὐτῷ ̓Αντιόχου τοῦ Γρυποῦ τοῦ παιδὸς Δημητρίου, ἡττηθεὶς ἐν τῇ μάχῃ ἀπώλετο. Βασιλεὺς δὲ Συρίας ὁ ̓Αντίοχος ου τος γενόμενος, ἐπὶ πολλοῖς ε τεσι μετὰ τοῦ ἀδελφοῦ ̓Αντιόχου, τοῦ ἐπικληθέντος Κυζικηνοῦ ο τι ἐν Κυζίκῳ ἐτράφη, περὶ τῆς βασιλείας ἐμάχετο. η ν δὲ ου τος υἱὸς ̓Αντιόχου τοῦ θανόντος ἐν Πάρθοις τοῦ ἀδελφοῦ Δημητρίου, ὡς ἑτεροθαλὴς ἀδελφὸς ὑπάρχειν τοῦ Γρυποῦ ̓Αντιόχου· ἡ γὰρ Κλεοπάτρα τοῖς δυσὶ συνῴκησεν 1.337 ἀδελφοῖς, τῷ Δημητρίῳ τε πρότερον καὶ τῷ ̓Αντιόχῳ μετέπειτα, ὡς προγέγραπται, καὶ ἐκ μὲν Δημητρίου τὸν Γρυπὸν ̓Αντίοχον τέτοκεν, ἐξ ̓Αντιόχου δὲ τοῦ Σωτῆρος τοῦ ἀδελφοῦ Δημητρίου τὸν Κυζικηνὸν ̓Αντίοχον ἐγείνατο. ἐν ο σῳ δ' ου τοι πρὸς ἀλλήλους ἐμάχοντο, ὁ ̔Υρκανὸς ἠρέμει, καὶ καταφρονήσας τῶν ̓Αντιόχων ἀπέστη, μηδὲν ε τι παρέχων αὐτοῖς· καὶ κατὰ σχολὴν ἐκαρποῦτο τὴν ̓Ιουδαίαν, ὡς α πειρόν τι πλῆθος χρημάτων συναγαγεῖν. στρατεύσας δὲ καὶ ἐπὶ Σαμάρειαν ἐπολιόρκει αὐτὴν διὰ τῶν υἱῶν αὐτοῦ ̓Αριστοβούλου καὶ ̓Αντιγόνου. λιμοῦ δὲ τὴν πόλιν πιέζοντος οἱ Σαμαρεῖς εἰς συμμαχίαν μετεκαλέσαντο τὸν ̓Αντίοχον τὸν Κυζικηνόν. ο ς τοῖς περὶ ̓Αριστόβουλον συμβαλὼν ἡττᾶται· ει τ' αυ θις συλλέξας πλῆθος τὴν χώραν ἐπόρθει τοῦ ̔Υρκανοῦ, ι ν' ου τως ἀναγκάσῃ αὐτὸν λῦσαι τὴν πολιορκίαν. πολλοὺς δὲ τῶν σὺν αὐτῷ ἀποβάλλων ἀπῆρεν εἰς Τρίπολιν. ̔Υρκανὸς δὲ τὴν Σαμάρειαν ἑλὼν πᾶσαν ἠφάνισε. Λέγεται δέ, καθ' η ν ἡμέραν οἱ υἱοὶ αὐτοῦ τῷ ̓Αντιόχῳ ἐμάχοντο, αὐτὸς ὡς ἀρχιερεὺς μόνος ἐν τῷ ναῷ θυμιῶν ἀκοῦσαι φωνῆς ὡς οἱ παῖδες αὐτοῦ α ρτι νενικήκασι τὸν ̓Αντίοχον· καὶ ἐξελθὼν ἀπήγγειλε τῷ πλήθει τὸ ἀκουσθέν. καὶ γέγονεν ου τως. εὐπραγήσας δὲ ̔Υρκανὸς ἐφθονήθη παρὰ τῶν ̓Ιουδαίων, μάλιστα δ' ἐμισεῖτο παρὰ τῶν Φαρισαίων· οἱ δ' εἰσὶ μία τῶν παρὰ ̓Ιουδαίοις αἱρέσεων, τριῶν οὐσῶν. ου τοι μὲν ου ν οἱ Φαρισαῖοι εἱμαρμένην δοξάζουσι, τινὰ δὲ καὶ ἐφ' ἡμῖν ει ναι συμβαίνειν τε καὶ μὴ γίνεσθαι. ̓Εσσηνοὶ δὲ πάντων κυρίαν ει ναι τὴν εἱμαρμένην δοξάζουσι καὶ πάντα τοῖς ἀνθρώποις ἐξ ἐκείνης συμβαίνειν. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἐκβάλλουσι, πάντα δὲ ἐφ' ἡμῖν τίθενται, καὶ τῶν ἀγαθῶν 1.338 ἡμᾶς ἑαυτοῖς αἰτίους ει ναι διδάσκοντες καὶ τὰ χείρω δι' ἀβουλίαν ἀφ' ἑαυτῶν αἱρεῖσθαι. τῶν γοῦν Φαρισαίων πρότερον φιλίως ἐχόντων πρὸς ̔Υρκανόν, μαθητὴς γὰρ αὐτῶν ἐγεγόνει, συνέβη ἐξ αἰτίας τινὸς ε χθραν κτήσασθαι πρὸς αὐτόν. ἠδύναντο δὲ ου τοι παρὰ τῷ πλήθει σφόδρα. ̔Υρκανὸς δὲ τῇ τῶν Σαδδουκαίων προσετέθη μοίρᾳ, τῶν Φαρισαίων ἀπορραγείς, καὶ τὰ ὑπ' αὐτῶν παραδοθέντα νόμιμα καταλῦσαι προέθετο. οἱ Σαδδουκαῖοι γὰρ ἐκεῖνα δεῖν ἡγεῖσθαι νόμιμα ε λεγον τὰ γεγραμμένα, τὰ δὲ ἐκ παραδόσεως μὴ τηρεῖν. διὰ ταῦτα μεμίσητο παρὰ τῶν Φαρισαίων ὁ ̔Υρκανός. βιώσας δὲ εὐτυχῶς ἐπ' ε τη τριάκοντα πρὸς ἑνὶ ἐτελεύτησεν ἐφ' υἱοῖς πέντε. λέγεται δὲ καὶ προφητείας ἀξιωθῆναι, καὶ προειπεῖν περὶ τῶν δύο αὐτοῦ παίδων τῶν πρεσβυτέρων ὡς οὐ μενοῦσι τῶν πραγμάτων κύριοι. Τελευτήσαντος δὲ ̔Υρκανοῦ ̓Αριστόβουλος τὴν ἀρχὴν διεδέξατο· καὶ εἰς βασιλείαν μεταθεῖναι ταύτην δόξαν αὐτῷ διάδημα περιτίθεται, μετὰ τετρακόσια ε τη καὶ ὀγδοήκοντα πρὸς ἑνὶ ἐξ ο του ἐκ Βαβυλῶνος ὁ λαὸς πρὸς ̔Ιερουσαλὴμ ἐπανῆλθεν. ου τος τοὺς μὲν α λλους τῶν ἀδελφῶν καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν καθεῖρξε, τὸν δὲ μετ' αὐτὸν ̓Αντίγονον ἠγάπα καὶ τῶν ὁμοίων ἠξίου. τὴν μὲν ου ν μητέρα λιμῷ διέφθειρε, προσέθετο δὲ καὶ τὸν ἀδελφὸν τὸν ̓Αντίγονον διαβολαῖς πιστεύσας. λαμπρῶς γὰρ αὐτοῦ ἀπὸ στρατείας ἐπανελθόντος ἐνόσει ὁ ̓Αριστόβουλος· ἑορταζομένης δὲ τῆς σκηνοπηγίας ἀνέβη εἰς τὸ ἱερὸν ὁ ̓Αντίγονος μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν κεκοσμημένος λαμπρῶς. οἱ δὲ τοῦτον 1.339 πρὸς τὸν ἀδελφὸν διαβάλλοντες μὴ κατ' ἰδιώτην αὐτὸν ε λεγον ἐλθεῖν εἰς τὴν ἑορτήν, ἀλλὰ βασιλικῇ κεχρημένον λαμπρότητι, καὶ ο τι μετὰ τοσαύτης 134

δορυφορίας στρατιωτῶν ἀνελθὼν βουλεύεται κατ' αὐτοῦ. ̓Αριστόβουλος δέ, καὶ τῆς οἰκείας ἀσφαλείας φροντίζων καὶ τοῦ ἀδελφοῦ προνοῶν, ε ν τινι τῶν ὑπογείων ἀφεγγεῖ τοὺς σωματοφύλακας ι στησιν, ἐντειλάμενος ἀόπλου μὲν τοῦ ἀδελφοῦ φείδεσθαι, κτείνειν δὲ αὐτὸν μετὰ τῶν ο πλων ἐρχόμενον· πέμπει δὲ καὶ πρὸς τὸν ̓Αντίγονον, α οπλον αὐτὸν κελεύων η κειν. ἡ δὲ τοῦ ̓Αριστοβούλου γυνὴ καὶ οἱ ταύτῃ συμφρονοῦντες κατὰ τοῦ ̓Αντιγόνου ε πεισαν τὸν σταλέντα λέγειν τῷ ̓Αντιγόνῳ ὡς "ἀκούσας ὁ ἀδελφός σου ο τι ο πλα καινὰ κατεσκεύασας, ἀξιοῖ ὡπλισμένον ἐλθεῖν σε, ι ν' ι δοι αὐτά." ὁ δὲ μηδὲν ὑποτοπάσας, ἐνδεδυμένος τὴν πανοπλίαν ἀπῄει. καὶ γενόμενος κατὰ τὸν Στράτωνος πύργον, ο που ὁ τόπος ἀφώτιστος η ν, κτείνεται παρὰ τῶν σωματοφυλάκων. ̓Ιούδας δέ τις ̓Εσσαῖος τὸ γένος πολλὰ προλέγων καὶ ἀληθεύων, ἰδὼν τότε τὸν ̓Αντίγονον παριόντα τὸ ἱερόν, ἀνεβόησεν ἀποθανεῖν ἐπευχόμενος ὡς διεψευσμένος ζῶντος τοῦ ̓Αντιγόνου· προεῖπε γὰρ αὐτὸν κατ' ἐκείνην θανούμενον τὴν ἡμέραν ἐν τῷ Στράτωνος πύργῳ· τὸν δὲ σταδίους ἀπέχειν ἑξακοσίους, ὡς ἀδύνατον ει ναι ἐκεῖ γενήσεσθαι τὸν ̓Αντίγονον, η δη τῆς ἡμέρας κλινούσης. ταῦτα λέγοντος τοῦ ̓Ιούδα ἀγγέλλεται κτανθεὶς ̓Αντίγονος ἐν τῷ ὑπογείῳ, ο καὶ αὐτὸ Στράτωνος ὠνόμαστο πύργος, ὁμωνύμως τῇ παραλίῳ Καισαρείᾳ. Τῷ μὲν ου ν ̓Αντιγόνῳ τοιοῦτον γέγονε τέλος, τὸν δὲ ̓Αριστόβουλον εὐθὺς ἡ δίκη μετῆλθε τῆς ἀδελφοκτονίας. καὶ διαφθαρέντων αὐτῷ τῶν ἐντὸς αι μα 1.340 ἀνέφερεν, ο τις τῶν ἐκείνῳ ὑπηρετούντων ἐκκομίζων ω λισθεν εἰς τὸν τόπον ου ὁ ̓Αντίγονος ἐσφάγη, ε τι τοῦ αι ματος ἐκείνου ε χοντα σπίλους, καὶ ἐξέχεεν, ὡς ἀναμεμῖχθαι ἀμφοτέρων τὰ αι ματα. γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων, μαθὼν τὸ συμβὰν ̓Αριστόβουλος οἰμώξας προήχθη εἰς δάκρυα καί "οὐκ α ρα λήσειν" ει πεν "ε μελλον τὸν θεὸν ἐπ' ἀσεβέσιν ου τω τολμήμασι." καὶ α λλα δὲ ἐπειπὼν ἀποθνήσκει, βασιλεύσας ἐνιαυτόν. Σαλώμη δὲ ἡ ἐκείνου γυνή, η καὶ ̓Αλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδεμένους γὰρ ει χεν αὐτοὺς ̓Αριστόβουλος, βασιλέα καθίστησιν ̓Ιαννέαν τὸν καὶ ̓Αλέξανδρον, προύχοντα καθ' ἡλικίαν καὶ μετριώτατον. ο ς τὴν βασιλείαν παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ε να τῶν ἀδελφῶν, τὸν δ' ε τερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῇ μὲν κρατήσας, ε στι δ' ο που καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους η ρεν ο πλα κατ' αὐτοῦ στασιάσαντας. ἑορτῆς γὰρ ου σης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσοντος, κιτρίοις αὐτὸν τὸ πλῆθος ε βαλλον, ε θους ο ντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοινίκων καὶ κιτρίων ἐν χεροῖν ε χειν, καὶ υ βρεις αὐτοῦ κατέχεον. οι ς παροξυνθεὶς ὁ ̓Αλέξανδρος κτείνει περὶ ἑξακισχιλίους αὐτῶν. ει τα συνάψας μάχην πρὸς Αραβας καὶ ἡττηθεὶς φεύγων εἰς ̔Ιεροσόλυμα παραγίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοῦ ε θνους ἐπιθεμένου, ε τεσιν ε ξ μαχόμενος πρὸς αὐτό, ε τρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυριάδων πέντε. δι' α ε τι μᾶλλον μεμίσητο, ω στε πρὸς 1.341 αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ω στε παύσασθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ ̓Ιουδαῖοι τῷ ̓Αλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν ε ν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς ̔Ιεροσόλυμα. καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον ε ργον πεποίηκεν, ἀνασταυρώσας αὐτῶν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπ' ο ψεσι σφῶν ε τι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς ε ργον ε πεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους ο ντας φυγεῖν. καὶ ὁ ̓Αλέξανδρος ε κτοτε ἠρεμίας ἀπήλαυσεν. Επειτα ̓Αντίοχος ὁ κληθεὶς Διονύσιος κατὰ τῆς ̓Ιουδαίας ἐστράτευσε. καὶ μάχης καρτερᾶς γενομένης πρὸς ̓Ιουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ ̓Αντίοχος νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων. θανόντος δ' ἐκείνου τὸ στράτευμα φεύγει καὶ λιμῷ διαφθείρεται. βασιλεύει δὲ μετ' ̓Αντίοχον τῆς Κοίλης Συρίας ̓Αρέτας, καὶ στρατεύσας ἐπὶ τὴν 135

̓Ιουδαίαν,καὶ μάχῃ νικήσας ̓Αλέξανδρον, ἐπὶ συνθήκαις ἀνεκεχώρηκεν. ̔Ο μέντοι ̓Αλέξανδρος μετὰ ταῦτα πόλεις ἑλὼν πολλὰς ̓Ιδουμαίων καὶ Κιλίκων καὶ Φοινίκων καὶ Σύρων, καὶ τρίτον ε τος ἐν τῇ στρατείᾳ διηνυκώς, ἐπανῆλθε, προθύμως αὐτὸν διὰ τὴν εὐπραγίαν δεχομένων τῶν ̓Ιουδαίων. ει τα ἐκ μέθης νοσήσας, καὶ τρισὶν ε τεσι τεταρταίῳ πυρετῷ προσπαλαίων, τῶν στρατειῶν οὐκ ἀπέσχετο. ὁρῶσα δὲ αὐτὸν ἡ βασίλισσα η δη ἀπεγνωσμένον, ἑαυτήν τε καὶ τοὺς παῖδας ὠδύρετο. ὁ δὲ κρύψαι τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας ταύτῃ ὑπέθετο, ε ως α ν ἐξέλῃ τὸ χωρίον, 1.342 ε τυχε γάρ τι πολιορκῶν, ε πειτα ὡς ἀπὸ νίκης εἰς ̔Ιεροσόλυμα παραγενομένην τοῖς Φαρισαίοις ἐξουσίας μεταδοῦναί τινος. δύνασθαι γὰρ αὐτοὺς θέσθαι τὸ ε θνος ευ νουν αὐτῇ· καὶ αὐτὸς δὲ διὰ τούτους ε λεγε τῷ ε θνει προσκροῦσαι, ὑβρισθέντας ὑπ' αὐτοῦ. "σὺ τοίνυν" ε φη "μεταπεμψαμένη τοὺς α ρχοντας σφῶν ἐπίτρεπε χρῆσθαί μου ὡς βούλονται τῷ νεκρῷ, ὡς πολλὰ εἰς αὐτοὺς ἐξυβρίσαντος, καὶ μηδὲν παρὰ τὴν ἐκείνων γνώμην ποιεῖν ὑπισχνοῦ. ου τω δέ σου εἰπούσης ἐγώ τε πολυτελῶς ταφήσομαι καὶ σὺ βεβαίως α ρξεις." ταῦτα τῇ γυναικὶ ὑποθέμενος τετελεύτηκεν, α ρξας ε τη ει κοσι καὶ ἑπτά, πεντήκοντα δέ γε ζήσας ἑνὸς δέοντος. ἡ δὲ ̓Αλεξάνδρα πάντα κατὰ τὴν τοῦ ἀνδρὸς συμβουλὴν θεμένη τούς τε Φαρισαίους ευ νους ἐποίησεν ἑαυτῇ καὶ τὴν βασιλείαν ἐβεβαιώσατο, καὶ τὴν ταφὴν τοῦ ἀνδρὸς λαμπροτέραν τῶν πρὸ αὐτοῦ βασιλέων εἰργάσατο. Δύο δὲ παίδων γενομένων τῷ ̓Αλεξάνδρῳ, ̔Υρκανοῦ καὶ ̓Αριστοβούλου, ὁ μὲν ̔Υρκανὸς νωθὴς τὸ η θος η ν καὶ πρὸς πραγμάτων διοίκησιν ἀποπεφυκώς, ὁ δὲ νεώτερος δραστήριος η ν. ἡ δὲ τούτων μήτηρ ἀρχιερέα τὸν ̔Υρκανὸν διὰ τὸ α πραγμον ἀποδείκνυσι, καὶ πάντα τοῖς Φαρισαίοις ἐπιτρέπει, καὶ τῷ πλήθει τούτοις ἐκέλευσε πείθεσθαι, καὶ αὐτὴ μὲν ει χε τῆς βασιλείας τὸ ο νομα, οἱ Φαρισαῖοι δὲ τὴν ἰσχύν. ἠρέμει δὲ ἡ χώρα, μόνων τῶν Φαρισαίων τὴν βασίλισσαν ταραττόντων καὶ πειθόντων κτείνειν τοὺς συμβουλεύσαντας ̓Αλεξάνδρῳ τὴν τῶν ὀκτακοσίων διαφθοράν. ε να δὲ τέως αὐτοὶ σφάττουσι, καὶ ἐπ' ἐκείνῳ α λλους ἐπ' α λλοις, ε ως οἱ δυνατοὶ παρελθόντες εἰς 1.343 τὰ βασίλεια καὶ ̓Αριστόβουλος σὺν αὐτοῖς, οὐ γὰρ ἠρέσκετο τοῖς δρωμένοις, πολλὰ εἰπόντες καὶ τοὺς η δη φθαρέντας ἀποκλαυσάμενοι εἰς οι κτον τῶν κινδυνευόντων τοὺς παρόντας ἐκίνησαν καὶ εἰς δάκρυα. ̓Αριστόβουλος δὲ τὴν μητέρα διὰ ταῦτα κατῃτιᾶτο· ἡ δὲ οὐκ ει χεν ο ,τι καὶ πράξειε. Κατὰ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης σὺν στρατιᾷ μεγάλῃ εἰς τὴν Συρίαν ἐμβεβληκὼς καὶ ἐπὶ τὴν ̓Ιουδαίαν ἀφιξόμενος. τοῦτο ἐφόβησε καὶ τὸ ε θνος καὶ τὴν βασίλισσαν, καὶ δῶρα πολλὰ καὶ πολλοῦ α ξια καὶ πρέσβεις αὐτῷ πέμπουσι τὴν Πτολεμαΐδα πολιορκοῦντι. ὁ δὲ ταῦτά τε ἐδέξατο καὶ χρηστὰ ἐπηγγέλλετο. α ρτι δὲ τὴν Πτολεμαΐδα πορθήσαντι ἀγγέλλεταί οἱ ̓Ακέλαος εἰς ̓Αρμενίαν ὁρμήσας, καὶ διὰ τοῦτο ἀνεχώρει πρὸς τὴν οἰκείαν. τῆς δὲ βασιλίσσης δεινῶς νοσησάσης, ̓Αριστόβουλος λάθρᾳ ὑπεξελθὼν ῃ ει ἐπὶ τὰ φρούρια, ο που οἱ πατρῷοι κατετάχθησαν φίλοι, μόνης τῆς γυναικὸς αὐτοῦ συνειδυίας τῇ πράξει, καὶ ὑπεδέχθη παρ' αὐτῶν. αἰσθομένη δὲ ἡ μήτηρ αὐτοῦ τὴν ἀπόδρασιν καὶ ο τι πάντα τὰ φρούρια ὑπηγάγετο, ἐν μεγάλῃ η ν ταραχῇ καὶ αὐτὴ καὶ τὸ ε θνος· ε θεντο δὲ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον. ̔Υρκανὸς δὲ καὶ οἱ τῶν ̓Ιουδαίων πρεσβύτεροι μαθόντες ο τι ἐν ἡμέραις πεντεκαίδεκα χωρίων ει κοσι καὶ δύο ἐκράτησεν ὁ ̓Αριστόβουλος καὶ πολλὰ συνήγαγε χρήματα καὶ συνήθροισε στράτευμα, ἐδέοντο τῆς βασιλίσσης ὑποθέσθαι γνώμην περὶ ̓Αριστοβούλου. ἡ δὲ οὐκέτι μέλειν αὐτῇ τῶν πραγμάτων εἰποῦσα, ὡς η δη ἐκλείπουσα, ἐφῆκε πράττειν αὐτοῖς ο συμφέρον κρι.344 νοῦσι. καὶ μετ' οὐ πολὺ τετελεύτηκε, βασιλεύσασα ε τη ἐννέα, βιώσασα δὲ τρία καὶ ἑβδομήκοντα. Τῆς ̓Αλεξάνδρας μέντοι θανούσης εὐθὺς πόλεμον κατὰ τοῦ ἀδελφοῦ ὁ ̓Αριστόβουλος η ρατο, καὶ πολλοὶ τῶν στρατιωτῶν τοῦ ̔Υρκανοῦ αὐτομολοῦσι πρὸς Α ̓ ριστόβουλον. ὁ δὲ φεύγει πρὸς τὴν ἀκρόπολιν, ε νθα καὶ ἡ ̓Αριστοβούλου γυνὴ καὶ οἱ παῖδες πρὶν 136

κατεκλείσθησαν. εἰς λόγους δ' ἐλθόντες οἱ ἀδελφοὶ λύουσι τὴν ε χθραν, ω στε βασιλεύειν μὲν ̓Αριστόβουλον, ̔Υρκανὸν δὲ ζῆν ἀπραγμόνως. ο ρκοις ου ν ἐμπεδώσαντες τὰς συνθήκας ἀνεχώρησεν ὁ μὲν εἰς τὰ βασίλεια, εἰς δὲ τὴν οἰκίαν ̓Αριστοβούλου ὁ ̔Υρκανός. ̓Αντίπατρος δέ τις ̓Ιδουμαῖος, φίλος ω ν ̔Υρκανοῦ, στασιώδης δὲ καὶ δραστήριος καὶ εὐπορῶν χρημάτων πολλῶν, λάθρᾳ τοῖς δυναστεύουσι τῶν ̓Ιουδαίων διαλεγόμενος, καὶ πρὸς ̔Υρκανὸν διαβάλλων τὸν ̓Αριστόβουλον ὡς κτεῖναι αὐτὸν βουλευόμενον, πείθει πρὸς ̓Αρέταν τὸν ̓Αράβων βασιλέα φυγεῖν. καὶ πέμπει τὸν ̓Αντίπατρον πρὸς ̓Αρέταν ὁ ̔Υρκανός,πίστεις ληψόμενον ὡς οὐκ ἐκδώσει αὐτὸν τοῖς ἐχθροῖς προσελθόντα αὐτῷ. λαβὼν δὲ πίστεις ὑπέστρεψεν ὁ ̓Αντίπατρος, καὶ συμπαρειληφὼς τὸν ̔Υρκανὸν νύκτωρ η κεν α γων αὐτὸν εἰς τὴν καλουμένην Πέτραν πρὸς τὸν ̓Αρέταν. παρεκάλει ου ν ὁ ̔Υρκανὸς αὐτὸν καταχθῆναι παρ' αὐτοῦ εἰς τὴν ̓Ιουδαίαν καὶ εἰς τὴν βασιλείαν ἀποκαταστῆναι, ὑπισχνούμενος, εἰ ταῦτα γένοιτο, δώσειν αὐτῷ τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις α ς ̓Αλέξανδρος ὁ πατὴρ αὐτοῦ τῶν ̓Αράβων ἀφείλετο. καὶ ὁ ̓Αρέτας ἐστράτευσεν ἐπὶ τὸν ̓Αριστόβουλον, καὶ τῆς μάχης κρατεῖ. πολλῶν ου ν πρὸς ̔Υρκανὸν αὐτομολησάντων εἰς ̔Ιεροσόλυμα ὁ ̓Αριστό.345 βουλος ε φυγε. καὶ ὁ Αραψ τῷ ἱερῷ προσβαλὼν ἐπολιόρκει τὸν ̓Αριστόβουλον, προστιθεμένου καὶ τοῦ δήμου τῷ ̔Υρκανῷ, μόνων τῶν ἱερέων τῷ ̓Αριστοβούλῳ παραμενόντων. ̓Ονίαν δέ τινα δίκαιον α νδρα καὶ θεοφιλῆ, ο ς αὐχμοῦ ποτε γενομένου εὐχῇ τὸν θεὸν δυσωπήσας ε λυσε τὴν ἀνομβρίαν, ἠξίουν οἱ ̓Ιουδαῖοι ευ ξασθαι κατὰ ̓Αριστοβούλου καὶ τῶν μετ' αὐτοῦ· ὁ δ' οὐκ ἐπείθετο. ὡς δὲ ἐβιάσθη, "ω θεὲ βασιλεῦ τῶν ο λων" ει πεν, "ο τι καὶ οἱ μετ' ἐμοῦ ἑστηκότες σοί εἰσι, σοὶ δὲ καὶ οἱ πολιορκούμενοι ἱερεῖς, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ἐπαρήξῃς μήτε μὴν κατ' ἐκείνων τούτοις." καὶ αὐτίκα τὸν α νδρα περιστάντες κατέλευσαν. οὐκ εἰς μακρὰν δὲ τὸ θεῖον δίκας τῆς ἀσεβείας αὐτοὺς εἰσεπράξατο, πνεύματος βιαίου πνεύσαντος καὶ τὸν τῆς χώρας καρπὸν διαφθείραντος. Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν ̓Αρμενίᾳ πολεμοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέξατο παρά τε ̓Αριστοβούλου καὶ ̔Υρκανοῦ, συμμαχεῖν ἀξιοῦντος ἑκατέρου. λαβὼν ου ν ὑπ' ̓Αριστοβούλου τετρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀναχωρεῖν τὸν ̓Αρέταν η πολέμιον ̔Ρωμαίων κριθήσεσθαι, ε λυσε τὴν πολιορκίαν. η ς λυθείσης ὁ ̓Αριστόβουλος ἐπὶ ̓Αρέταν καὶ ̔Υρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν νικᾷ. μετ' οὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς Δαμασκόν, η κον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ ̓Ιουδαίας, δῶρον ἐξ ̓Αριστοβούλου μέγα κομίζοντες, α μπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην φησὶν ὁ ̓Ιώσηπος ἐν ̔Ρώμῃ θεάσασθαι, τῷ Καπιτω.346 λίῳ ἀνατεθειμένην Διί. καὶ αυ θις η κον πρὸς αὐτὸν ̓Αντίπατρος μὲν ὑπὲρ ̔Υρκανοῦ, ὑπὲρ δὲ ̓Αριστοβούλου Νικόδημος. ὁ δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβητοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς Δαμασκὸν τῶν ̓Ιουδαίων καὶ τῶν ἡγεμόνων αὐτῶν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι· πάτριον γὰρ ει ναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων α ρχεσθαι, τούτους δὲ τοῦ γένους ο ντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μεταθεῖναι· ̔Υρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, ο τι τῆς ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπ' ἐκείνου ταύτην ἀφῄρητο, καὶ α λλα κατ' αὐτοῦ συνείρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων ̓Ιουδαίων πλείους η χίλιοι, ̓Αντιπάτρου παρασκευάσαντος. ̓Αριστόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν ̔Υρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, α πρακτον ου σαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δ' ἐξ ἀνάγκης ε λεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς α λλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ ο περ καὶ ὁ πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω ̓Αριστοβούλου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως α γειν ἐκέλευσεν, ἐλθὼν δ' εἰς τὴν χώραν διατάξειν ε καστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι ὁ ̓Αριστόβουλος εἰς τὴν ̓Ιουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς ὁ Πομπήιος ἐστράτευσε κατ' 137

αὐτοῦ. συμπεφευγότος δ' εἰς ε ρυμα καλούμενον ̓Αλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν η κειν. ὁ δὲ τῶν φίλων μὴ πολεμεῖν ̔Ρωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν ο θεν η κεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς φρουράρχοις, ἀπείρητο γὰρ α λλως τούτων ἀφίστασθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν 1.347 εἰς ̔Ιεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπ' αὐτὸν ἡ Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ ̔Ιεριχοῦντα δὲ γεγονότι, ου τὸ ὀποβάλσαμον τρέφεται τῶν μύρων τὸ ἀκρότατον, ο τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ω σπερ ὀπός, πρόσεισιν ὁ ̓Αριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ ̔Ιεροσόλυμα αὐτὸν εἰσδεχόμενος, ω στε πράττειν ο βούλεται. ὁ δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ ̓Αριστοβούλου στρατιωτῶν οὐκ ἐώντων τὰς συνθήκας πληρωθῆναι, α πρακτος ἐπανῆλθεν ὁ Γαβήνιος. η κει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν ̓Αριστόβουλον. οἱ δ' ε νδον οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δ' ̓Αριστοβούλου τοὐναντίον· οι καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευάζοντο. οἱ δ' α λλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. ὁ δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπεισφρήσαντες οἱ πολέμιοι ε σφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν η ττον η σαν ἱερουργοῦντες καὶ θύοντες. φόνου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν ̓Ιουδαίων ὑπὸ ̔Ρωμαίων, οἱ δ' ὑπ' ἀλλήλων ἐσφάττοντο η καὶ ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ α βατον ὁ Πομπήιος καὶ τῶν περὶ αὐτόν τινες, καὶ ει δον ο σα τοῖς α λλοις πλὴν τῶν ἀρχιερέων η σαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθημάτων η τῶν χρημάτων η ψατο δι' εὐσέβειαν. τῇ δ' ὑστεραίᾳ καθᾶραι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν ̔Υρκανῷ, τοὺς αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ 1.348 ̔Ιεροσόλυμα ποιήσας ̔Ρωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ ̔Ρώμην ἀπιὼν ἐπήγετο τὸν ̓Αριστόβουλον δεδεμένον καὶ τοὺς παῖδας αὐτοῦ. η σαν δὲ αὐτῷ δύο θυγατέρες καὶ τοσοῦτοι υἱοί, ω ν ὁ πρεσβύτερος ̓Αλέξανδρος ἀπέδρα καὶ τὴν ̓Ιουδαίαν κατέτρεχεν υ στερον, μὴ δυναμένου τοῦ ̔Υρκανοῦ αὐτῷ ἀντικαθίστασθαι. ̔Ως δὲ Γαβήνιος εἰς Συρίαν η κε, πέμπει πρὸς τὸν ̓Αλέξανδρον ̓Αντώνιον Μάρκον μετὰ στρατεύματος. καὶ γενομένης μάχης κτείνουσιν οἱ ̔Ρωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους καὶ οὐκ ἐλάττους ζωγροῦσι. καταφυγόντος δὲ τοῦ ̓Αλεξάνδρου ἐπί τι ε ρυμα λεγόμενον ̓Αλεξάνδριον, ἐπολιόρκει τοῦτο. διαπρεσβεύεται ου ν πρὸς Γαβήνιον ὁ ̓Αλέξανδρος συγγνώμην αἰτῶν, καὶ παραδίδωσιν α κατεῖχεν ἐρύματα. ὁ δὲ ἀρχιερεὺς ̔Υρκανὸς εἰς ̔Ιεροσόλυμα κατήχθη παρὰ τοῦ Γαβηνίου. ὁ μέντοι ̓Αριστόβουλος διαδρὰς ἐκ ̔Ρώμηςκαὶ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν τειχίζειν ἐπειρᾶτο τὸ ̓Αλεξάνδριον α ρτι κατεσκαμμένον. ὁ δὲ Γαβήνιος στέλλει τοὺς κωλύσοντας αὐτὸν η καὶ συλληψομένους. πολλοὶ δὲ τῷ ̓Αριστοβούλῳ τῶν ̓Ιουδαίων προσέρρεον, ω ν οἱ πλείους ἐτύγχανον α οπλοι. τούτους μὲν ου ν ἀπέλυσεν ̓Αριστόβουλος, τοὺς δ' ὡπλισμένους ο ντας περὶ ὀκτακισχιλίους ει χε μεθ' ἑαυτοῦ. καὶ μάχης αὐτοῖς πρὸς ̔Ρωμαίους συγκροτηθείσης ἡττῶνται ̓Ιουδαῖοι καὶ φεύγουσι· καὶ οἱ μὲν κτείνονται, σκεδάννυνται δὲ οἱ λοιποί. ̓Αριστόβουλος δὲ μετὰ χιλίων εἰς Μαχαιροῦντα συνέφυγε μετὰ τοῦ παιδὸς ̓Αντιγόνου συναποδράντος ἐκ ̔Ρώμης αὐτῷ. μετὰ δὲ δύο ἡμέρας τραυματισθεὶς ἑάλω, καὶ σὺν τῷ υἱῷ 1.349 ̓Αντιγόνῳ αἰχμάλωτος πρὸς Γαβήνιον α γεται, καὶ ἀναπέμπεται αυ θις εἰς ̔Ρώμην, καὶ δεθεὶς κατείχετο, βασιλεύσας καὶ ἀρχιερατεύσας ε τη τρία. Γαβήνιος δὲ ἀπῄει εἰς Αι γυπτον. ἐπανελθὼν δ' ἐκεῖθεν ευ ρε τὸν ̓Αριστοβούλου παῖδα ̓Αλέξανδρον στρατεύματι μεγάλῳ τὴν χώραν ἐπιόντα καὶ ο σοις ἐντύχοι τῶν ̔Ρωμαίων πάντας κτιννύοντα. συμβαλὼν ου ν τούτῳ περὶ τὸ ̓Ιταβύριον ο ρος 138

τρισμυρίους α γοντι ̓Ιουδαίους κτείνει περὶ μυρίους. καταστησάμενος δὲ τὰ ἐν ̔Ιεροσολύμοις ὡς ̓Αντίπατρος η θελε, καὶ α λλα δὲ στρατηγήσας ε ργα μεγάλα, εἰς ̔Ρώμην ἀπῆρε, Κράσσῳ παραδοὺς τὴν ἀρχήν. ου τος δ' ὁ Κράσσος εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ω ν οὐχ η ψατο ὁ Πομπήιος, η σαν δὲ δισχίλια τάλαντα, πάντα ἀφείλετο, καὶ τὸν ναὸν περιδύσας τὸν κόσμον πάντα ἐσύλησεν, εἰς τάλαντα χρυσοῦ ὀκτακισχίλια ἀριθμούμενον. ε λαβε δὲ καὶ δοκὸν σφυρήλατον ἐκ χρυσοῦ μνῶν τριακοσίων πεποιημένην. ἡ δὲ μνᾶ παρ' ̓Ιουδαίοις ε λκει λίτρας δύο καὶ ἡμίσειαν. ταῦτα λαβὼν ἐπὶ Πάρθους ἐξώρμησε· καὶ ἐφθάρη σὺν τῷ στρατεύματι. Κάσσιος δὲ εἰς Συρίαν ἐκεῖθεν φυγὼν καὶ εἰς τὴν ̓Ιουδαίαν ἀνέβη. μέγα γοῦν παρ' αὐτῷ δεδύνητο ὁ ̓Αντίπατρος, καὶ παρὰ ̓Ιδουμαίοις, παρ' οι ς α γεται γυναῖκα ἐξ ̓Αραβίας, Κύπρον ο νομα, ἐξ η ς αὐτῷ τέσσαρες ἐγένοντο υἱοί, Φασάηλος καὶ ̔Ηρώδης, ̓Ιωσὴφ καὶ Φερώρας, καὶ θυγάτηρ Σαλώμη. χρόνῳ δὲ υ στερον Καῖσαρ ̓Ιούλιος Γάιος, κατασχὼν τὴν ̔Ρώμην μετὰ τὸ Πομπήιον καὶ τὸ πλέον τῆς συγκλήτου ἐκεῖθεν φυγεῖν, λύσας τὸν ̓Αριστόβουλον εἰς Συρίαν ε πεμπε σὺν στρατεύματι. ἀλλὰ φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ τὸν ̓Αριστόβουλον διαφθείρουσι. Σκιπίων δέ, ἐπιστείλαντος αὐτῷ Πομ.350 πηίου, τὸν ̓Αριστοβούλου ̓Αλέξανδρον ἐπελέκισε. μετὰ δὲ τὸν Πομπηίου θάνατον Καίσαρι πολεμοῦντι κατ' Αι γυπτον εἰς πολλὰ χρήσιμον ἑαυτὸν παρέσχεν ̓Αντίπατρος, ω στε τὸν Καίσαρα κεχρῆσθαι αὐτῷ εἰς πάντα τὸν πόλεμον· ο που καὶ τρωθῆναι συμβέβηκεν αὐτόν. ἐλθὼν δὲ καὶ ̓Αντίγονος τότε ὁ ̓Αριστοβούλου πρὸς Καίσαρα ἐδεῖτο λαβεῖν οι κτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, καὶ τοῦ πατρὸς ἀνεμίμνησκε καὶ ὡς δι' αὐτὸν ἀποθάνοι. παρὼν δὲ καὶ ὁ ̓Αντίπατρος ἀπελογεῖτο. δοξάντων δὲ τῶν λόγων αὐτοῦ ἐπικρατεστέρων, ὁ Καῖσαρ ̔Υρκανῷ μὲν τὴν ἀρχιερωσύνην ἐπεβεβαίωσεν, ̓Αντίπατρον δὲ ἀπέδειξε τῆς ̓Ιουδαίας ἐπίτροπον. ὡς δὲ Καῖσαρ εἰς τὴν ̔Ρώμην ἀπῄει, ὁ ̓Αντίπατρος τὰ κατὰ τὴν ̓Ιουδαίαν καθίστα. βραδὺν δὲ ὁρῶν καὶ νωθῆ τὸν ̔Υρκανόν, Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων ̔Ιεροσολυμιτῶν καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσι, τὸν δὲ μετ' αὐτὸν ̔Ηρώδην, ο ντα λίαν νεώτατον, τῆς Γαλιλαίας προυστήσατο. Γενναῖος δ' ω ν ὁ ̔Ηρώδης τὸ φρόνημα, ἀφορμὴν εἰς ἐπίδειξιν ἀρετῆς τὴν ἀρχὴν ἐποιήσατο, καὶ τὸν ἀρχιλῃστὴν ̓Εζεκίαν σὺν μεγάλῳ στίφει τὰ προσεχῆ τῆς Συρίας ληιζόμενον συλλαβὼν κτείνει, καὶ πλείστους τῶν σὺν αὐτῷ· ο θεν τοῖς Σύροις πεφίλητο. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξτῳ Καίσαρι γνώριμος, ο ντι τοῦ μεγάλου Καίσαρος συγγενεῖ καὶ α ρχοντι τῆς Συρίας. ζηλοῖ δὲ τὸν ἀδελφὸν καὶ Φασάηλος. ταῦτα δὲ ἐποίει τιμῆς ὑπὸ τοῦ ε θνους τυγχάνειν βασιλικῆς τὸν ̓Αντίπατρον. οἱ δ' ἐν τέλει τῶν ̓Ιουδαίων διὰ ταῦτα ἐβάσκαινον τῷ ̓Αντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐδεδίεσαν ὁρῶντες βίαιον καὶ τολμηρὸν τὸν ̔Ηρώδην καὶ τυραννίδος ἐρῶντα, καὶ κατηγόρουν 1.351 ̓Αντιπάτρου πρὸς ̔Υρκανόν, καὶ ἠρέθιζον κατ' αὐτοῦ καὶ τῶν παίδων αὐτοῦ, λέγοντες μὴ ἐπιτρόπους ει ναι τῶν τῆς βασιλείας πραγμάτων, ἀλλὰ δεσπότας. καὶ γὰρ τὸν ̔Ηρώδην κτεῖναι τὸν ̓Εζεκίαν καὶ πολλοὺς τῶν σὺν ἐκείνῳ, τοῦ νόμου ἀπειρηκότος α νθρωπον ἀναιρεῖσθαι, κα ν πονηρὸς ει η, εἰ μὴ πρότερον ὑπὸ τοῦ συνεδρίου κατακριθείη. ̔Υρκανὸς δὲ τούτοις ἠρέθιστο εἰς ὀργήν. προσεξῆψαν δὲ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ ̔Ηρώδου πεφονευμένων, παρακαλοῦσαι ι να δίκας ὑπόσχῃ τῶν πεπραγμένων. κινηθεὶς ου ν ὁ ̔Υρκανὸς ̔Ηρώδην ἐκάλει δικασόμενον. ὁ δὲ η κε μετὰ στίφους ἀποχρῶντος αὐτῷ, ω στε μὴ γυμνὸν καὶ ἀφύλακτον ἰέναι πρὸς δίκην. ἐλθὼν δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ στίφους κατέπληξεν α παντας, καὶ οὐδεὶς ἐθάρρει κατηγορεῖν αὐτοῦ, ἀλλ' η ν ἀπορία τοῦ τί χρὴ ποιεῖν. ει ς δέ τις Σαμαῖος ὀνόματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, ει πεν "ω α νδρες, οὐκ οι δά τινα τῶν κεκλημένων εἰς δίκην ου τω παραστάντα, ου τε ὑμεῖς, οι μαι, ἀλλὰ πᾶς κριθησόμενος δεδιότος παρίσταται σχήματι. ὁ δὲ βέλτιστος Η ̔ ρώδης φόνων δίκην φεύγων ε στηκε περὶ αὐτὸν ε χων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον, 139

κτενοῦντας ἡμᾶς. ἀλλ' ̔Ηρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην α δειαν παρασχόντας αὐτῷ. ι στε τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς ου τος, ο ν νῦν δι' ̔Υρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν ̔Υρκανόν." ο τι δὲ ταῦτα εἰς ε ργον ἐξέβη δηλώσει προϊὼν ὁ λόγος. ̔Υρκανὸς δὲ εἰς α λλην ἡμέραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ ̔Ηρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ ὁ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρατηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ ̔Ηρώδῃ ἀπο.352 δομένου, οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ η κεν ̔Ηρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ ̔Υρκανοῦ ο τι ο λως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς ̔Ιεροσολύμοις προσβαλεῖν ὁ πατὴρ καὶ ὁ ἀδελφός. Καὶ τὰ μὲν κατὰ τὴν ̓Ιουδαίαν ἐν τούτοις η ν, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης. Βάσσος Καικίλιος, ει ς τῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα δι' ἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος ̓Ιουλίου στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, ὁ ̓Αντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ω ν ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος η λθεν ἐκ ̔Ρώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. ὁ δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσσιον ἐν ̔Ρώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιᾶς συλλογὴν α λλων ἀλλαχῇ διεσπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ περιιὼν ταύτην ο πλα καὶ στρατιώτας συνήθροιζε, καὶ ἐφορολόγει βαρύτατα, καὶ ἐξ ̓Ιουδαίας ἑπτακόσια τάλαντα ἀργυρίου ἐπράξατο, ω ν τὴν ει σπραξιν ὁ ̓Αντίπατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. ὁ ου ν ̔Ηρώδης πρῶτος ο σα η ν αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος η ν αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃρέθη δ' α ν ὑπὸ Κασσίου ὁ Μάλιχος, εἰ μὴ ὁ ̔Υρκανὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δεξιωσάμενος δι' ̓Αντιπάτρου αὐτόν. η δη δὲ Κασσίου μεταστάντος τῆς ̓Ιουδαίας ̓Αντιπάτρῳ Μάλιχος ἐπεβούλευεν, ὡς εἰ ου τος φθαρείη, ἀσφαλείας ἐσομένης τῷ ̔Υρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ' οὐκ ε λαθε τὸν 1.353 ̓Αντίπατρον, ἀλλ' ἠσφαλίζετο ἑαυτόν· καὶ ὁ Μάλιχος ἠρνεῖτο μεθ' ο ρκων. Μάρκος δ' ἐν τῇ Συρίᾳ στρατηγῶν μικροῦ ἀνεῖλεν α ν τὸν Μάλιχον, εἰ μὴ ̓Αντίπατρος παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ ̔Ηρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς ̓Ιουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ο ς τότε πρὸς ̓Αντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. ο τε καὶ Μάλιχος τὸν ̔Υρκανοῦ οἰνοχόον χρήμασιν ὑπελθὼν φαρμάκῳ κτείνει ̓Αντίπατρον· παρὰ γὰρ ̔Υρκανῷ εἱστιῶντο ἑκάτεροι. γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν ̓Αντιπάτρου υἱῶν, ὁ Μάλιχος ε ξαρνος η ν. τῷ μὲν ου ν ̔Ηρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς ἐκδικεῖν, ὁ δέ γε Φασάηλος δόλῳ μᾶλλον η θελε τὸν Μάλιχον μετελθεῖν, ι να μὴ ἐμφυλίου πολέμου γένωνται αι τιοι. πιστεύειν ου ν τῇ ἀρνήσει τοῦ Μαλίχου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν ̔Ιεροσολύμοις η κεν ̔Ηρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν· ̔Υρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν ο χλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. ὁ δὲ μὴ φροντίσας τῶν λόγων ει σεισι νυκτὸς εἰς τὴν πόλιν. Μάλιχος δ' ε τι τῆς ὑποκρίσεως ει χετο, δακρύων τὸν ̓Αντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Κασσίου τὴν Λαοδίκειαν, α μφω πρὸς αὐτὸν ἀπῄεσαν. καὶ ̔Ηρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐταμίευεν· ὁ δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑποκλέψαι, καὶ εἰς τὴν ̓Ιουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν κατασχεῖν. ̔Ηρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου 1.354 ὑπονοήσας, προεισπέμψας εἰς Τύρον λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖραι αὐτόν. η δη γὰρ αὐτοῖς παρὰ Κασσίου προώριστο συμπράττειν ̔Ηρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦσιν αὐτόν. ̔Υρκανὸς δὲ ὑπὸ 140

φόβου α φωνος η ν. ἀνενεγκὼν δὲ ἠρώτα ο πως ἀνῄρηται Μάλιχος· καὶ ἀκούσας ο τι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν ει ναι καὶ τῆς πατρίδος ἐπίβουλον. Κασσίου δὲ ἐκ Συρίας ἀπάραντος πρὸς ̓Αντώνιον, ὁ ̔Ηρώδης ἐν διαφόροις ἠρίστευσε, καὶ τῷ ̓Αριστοβούλου δὲ υἱῷ ̓Αντιγόνῳ α ρτι τῶν α κρων ἐπιβάντι τῆς ̓Ιουδαίων γῆς ὑπαντήσας μάχῃ ἐνίκησε καὶ τῶν ὁρίων ταύτης ἐξέωσεν. ο θεν ἀφικόμενον εἰς ̔Ιεροσόλυμα ἐστεφάνου ο τε δῆμος καὶ ̔Υρκανός. μνηστεύεται δὲ καὶ τὴν ̔Υρκανοῦ θυγατριδῆν, ̓Αλεξάνδρου δὲ θυγατέρα τοῦ ̓Αριστοβούλου παιδός. ει χε δὲ πρότερον ἑτέραν γυναῖκα δημότιν, Δωρίδα καλουμένην, ἐξ η ς αὐτῷ παῖς ̓Αντίπατρος γίνεται τῶν α λλων πρεσβύτερος. ̓Αντωνίου δὲ καὶ Καίσαρος Κάσσιον καὶ Βροῦτον περὶ Φιλίππους νενικηκότων, ὁ μὲν ἐπὶ Γαλλίας ἐχώρει, πρὸς δὲ τὴν ̓Ασίαν ̓Αντώνιος. γενομένῳ δ' ἐν Βιθυνίᾳ πανταχόθεν ἀπήντων πρεσβεῖαι. παρῆσαν δὲ καὶ ̓Ιουδαῖοι κατηγοροῦντες Φασαήλου τε καὶ ̔Ηρώδου. ἐλθόντα δὲ τὸν ̔Ηρώδην ἐπὶ ἀπολογίᾳ διὰ τιμῆς η γεν ̓Αντώνιος, καὶ οὐδὲ λόγου ἠξίωντο οἱ κατήγοροι, χρήμασι ταῦτα τοῦ ̔Ηρώδου πριαμένου παρ' ̓Αντωνίου. ἐλθόντι δ' εἰς Εφεσον ̓Αντωνίῳ ε πεμψεν ̔Υρκανὸς στέφανον χρυσοῦν, καὶ ἠξίου τοὺς ̓Ιου.355 δαίους, ου ς ᾐχμαλώτισε Κάσσιος οὐ νόμῳ πολέμου, ἐλευθέρους ἀπολυθῆναι καὶ τὴν χώραν ἀποδοθῆναι, η ν αὐτοὺς ἀφείλετο Κάσσιος. δικαίαν ου ν ει ναι κεκρικὼς τὴν ἀξίωσιν εἰς ε ργον ἐκβῆναι προσέταξε. μετὰ ταῦτα εἰς Συρίαν παραγενομένῳ τῷ ̓Αντωνίῳ καὶ ὑπὸ τῶν τῆς Κλεοπάτρας ἐρώτων κεκρατημένῳ προσίασιν α νδρες ἑκατὸν ̓Ιουδαίων οἱ δυνατώτατοι, καὶ κατηγόρουν ̔Ηρώδου καὶ τῶν περὶ αὐτόν, παρόντος καὶ ̔Υρκανοῦ. ̓Αντώνιος δὲ πυνθάνεται ̔Υρκανοῦ πότεροι τοῦ ε θνους προΐστανται α μεινον· καὶ ο ς τοὺς περὶ ̔Ηρώδην ει πεν, ω ν αὐτοῦ κηδεστής. ὁ γοῦν ̓Αντώνιος οἰκείως πρὸς αὐτοὺς ε χων διὰ τὴν τοῦ πατρὸς αὐτῶν ξενίαν καὶ α μφω τετράρχας ὠνόμασε καὶ τὰ ̓Ιουδαίων αὐτοῖς ἐπέτρεψε πράγματα· καὶ δέκα δήσας τῶν κατηγόρων ε κτεινεν α ν αὐτούς, εἰ μὴ οἱ ἀδελφοὶ παρῃτήσαντο. αυ θις δὲ χίλιοι τῷ ̓Αντωνίῳ περὶ Τύρον ὑπήντησαν. ὁ δὲ δώροις προκατειλημμένος τῷ κατὰ τόπον α ρχοντι κολάσαι τοὺς ̓Ιουδαίους ἐκέλευσεν, ὡς νεωτερίζοντας. ὁ δὲ ̔Ηρώδης ἀπιέναι ταχὺ αὐτοῖς συνεβούλευεν, ι να μὴ μεγάλου πειραθῶσι κακοῦ. ὡς δ' οὐχ ὑπήκουον, ἐκδραμόντες οἱ ̔Ρωμαῖοι τινὰς μὲν ἀπέκτειναν, πολλοὺς δ' ἐτραυμάτισαν· καὶ οἱ λοιποὶ διαφυγόντες ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος ̔Ηρώδου, παροξυνθεὶς ὁ ̓Αντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. ̓Αντίγονος δὲ Πακόρῳ τῷ Πάρθων βασιλεῖ ὑπισχνεῖται χίλια δώσειν τάλαντα καὶ γυναῖκας πεντακοσίας, η ν τὴν ἀρχὴν ̔Υρκανὸν ἀφέλωνται καὶ παραδῶσιν αὐτῷ καὶ τοὺς περὶ ̔Ηρώδην ἀνέλοιεν. διὰ ταῦτα ἐπὶ τὴν ̓Ιουδαίαν κατάγοντες ̓Αντίγονον οἱ Πάρθοι ἐστράτευσαν· οι ς πολλάκις οἱ περὶ ̔Ηρώδην συμμίξαντες ἐκράτουν. ὁ δὲ τῶν Πάρθων στρατηγὸς 1.356 σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν πόλιν η κεν, ὡς τάχα κατευνάσων τὴν στάσιν, τὸ δ' ἀληθὲς ὡς ̓Αντιγόνῳ συμπράξων. Φασαήλου δὲ ξενίσαντος αὐτόν, πείθει τὸν Φασάηλον παρὰ Βαρζαφαρμάνην ἐλθεῖν πρεσβεύοντα. καὶ ῳ χοντο ̔Υρκανὸς καὶ Φασάηλος πρεσβεύοντες, ̔Ηρώδου μὴ συναινοῦντος· ὁ δὲ στρατηγὸς προύπεμπε σφᾶς. καὶ ὁ Βαρζαφαρμάνης τὸ μὲν πρῶτον γνησίως αὐτοὺς ὑπεδέξατο, ε πειτα ἐπεβούλευε. καὶ οἱ περὶ Φασάηλον ἐν ὑποψίαις η σαν κατὰ τῶν βαρβάρων, ε γνων δὲ καὶ νύκτωρ λάθρᾳ παρ' αὐτῶν φυλασσόμενοι. μεμήνυτο δ' αὐτοῖς ο τι καὶ συνελήφθησαν α ν, εἰ μὴ ὑπερετίθεντο οἱ βάρβαροι μέχρις α ν ̔Ηρώδης τοῖς ἐκεῖ Πάρθοις ληφθείη, μὴ τὰ περὶ αὐτῶν μαθὼν διαφύγοι. Φασαήλῳ μὲν ου ν τινες συνεβούλευον εὐθὺς παριππάσασθαι, ̓Οφέλλιος δὲ καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἡ θάλασσα η ν. ὁ δὲ ̔Υρκανὸν ἀπολιπεῖν οὐκ ἐβούλετο. συλλαμβάνονται ου ν καὶ δεσμοῦνται. ̔Ηρώδης δὲ ταῦτα μαθών, ου ς ει χεν ὁπλίτας λαβὼν νυκτὸς καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν ἐγγεγυημένην αὐτῷ παῖδα τῆς ̔Υρκανοῦ θυγατρὸς καὶ τὴν τῆς μνηστῆς ταύτης μητέρα τήν τε θεραπείαν πᾶσαν τὴν ἐπὶ ̓Ιδουμαίαν 141

ἀπῄει, τοὺς πολεμίους λαθών. τοῦ ζεύγους δὲ περιτραπέντος ἐν τῇ ὁδῷ, καὶ τῆς μητρὸς αὐτοῦ κινδυνευούσης ἀποθανεῖν, μικροῦ ἑαυτὸν διεχρήσατο. ἀνακτησάμενος ου ν τὴν μητέρα καὶ θεραπείας ὡς ὁ καιρὸς η πειγεν ἀξιώσας, ἐβάδιζε συντονώτερον πρὸς Μασάδαν τὸ ε ρυμα. ἐν τῷ μέσῳ δὲ καὶ πρὸς Πάρθους διώκοντας μαχεσάμενος καὶ πρὸς ̓Ιουδαίους αυ θις ἐπιθεμένους αὐτῷ, ἐνίκησε καὶ ἐκράτησε. τοῦ μέντοι πλήθους τοῦ συνεπομένου αὐτῷ πολλοῦ ο ντος, τοῦ δὲ τῆς Μασάδας φρουρίου, πρὸς 1.357 ο περ ἠπείγοντο, οὐκ ἐξαρκοῦντος α παντας ὑποδέξασθαι, τοὺς μὲν πλείους ἀπέλυσε, δοὺς σφίσιν ἐφόδια, ο σοι δὲ η σαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ε χων εἰς τὸ ε ρυμα παραγίνεται. καὶ ἀφεὶς αὐτόθι τάς τε γυναῖκας καὶ τὴν θεραπείαν ἀρκοῦντα τὰ ἐπιτήδεια ε χοντας, αὐτὸς ἐπὶ τὴν Πέτραν τῆς ̓Αραβίας ἐξώρμησεν. ε ωθεν δὲ τὰ μὲν α λλα τῶν ̔Ιεροσολυμιτῶν οἱ Πάρθοι διήρπαζον καὶ αὐτὰ τὰ βασίλεια, μόνων δὲ ἀπείχοντο τῶν ̔Υρκανοῦ χρημάτων, ο ντων εἰς ὀγδοήκοντα τάλαντα· καὶ τὴν χώραν δὲ ἐκάκουν οἱ Πάρθοι. ̓Αντίγονος μὲν ου ν ου τω καταχθεὶς εἰς τὴν ̓Ιουδαίαν ̔Υρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. φοβούμενος δὲ τὸν ̔Υρκανὸν μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, ἀποτέμνει αὐτοῦ τὰ ω τα, τοῦ νόμου τοὺς ἱερᾶσθαι μέλλοντας ὁλοκλήρους ει ναι κελεύοντος. Φασάηλος δὲ γνοὺς ἑαυτὸν μέλλοντα σφάττεσθαι, ἐπεὶ τὰς χεῖρας δεδέσμητο, πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἑαυτὸν μὲν ἐξήγαγε τοῦ βίου, τὴν δ' ἐκ τοῦ κτεῖναι αὐτὸν ἡδονὴν ἐστέρησε τὸν πολέμιον. πρὸ δέ γε τοῦ πάνυ ἐκλιπεῖν ἀκούσας ὡς διέδρα τοὺς πολεμίους ̔Ηρώδης ὁ ἀδελφός, εὐθύμως ἀπέθανε, καταλιπὼν ἐκδικητὴν καὶ τῶν ἐχθρῶν τιμωρόν. ̔Ηρώδης δὲ πρὸς Μάλχον τὸν ̓Αράβων ε σπευδε βασιλέα, εὐεργετηθέντα πρόσθεν ὑπ' αὐτοῦ, ὡς παρ' αὐτοῦ ληψόμενος χρήματα εἰς λύτρον τοῦ ἀδελφοῦ· ου πω γὰρ η ν τὰ κατ' ἐκεῖνον μαθών. ἀγγείλαντος δὲ τοῦ Μάλχου αὐτῷ διά τινων ἀναχωρεῖν, ὡς τῶν Πάρθων παραγγειλάντων μὴ δέχεσθαι αὐτόν, ἀπεκρίνατο μηδὲν ἐνοχλήσων η κειν, διαλεξό.358 μενος δὲ περὶ τῶν ἀναγκαιοτάτων. καὶ ταῦτα εἰπὼν ἀπῄει ἐπ' Αι γυπτον, καὶ ἀπιὼν τὰ κατὰ τὸν ἀδελφὸν η κουσε. Μάλχῳ δὲ μετεμέλησε, καὶ ε στειλε τοὺς ἀναστρέψοντας τὸν ̔Ηρώδην· ὁ δὲ πορρωτάτω η ν. καὶ εἰς Αι γυπτον καταχθεὶς κἀκεῖθεν εἰς ̔Ρώμην ἀφικόμενος ̓Αντωνίῳ φράζει τὰ αὐτῷ καὶ τῷ Φασαήλῳ συμβεβηκότα, καὶ ὡς ̓Αντίγονος ὑπὸ Πάρθων εἰς τὴν βασιλείαν εἰσήχθη χρημάτων ὑποσχέσει καὶ γυναικῶν, καὶ τα λλα ο σα ε δρασέ τε καὶ ε παθεν. ̓Αντώνιον δὲ οι κτος εἰσέρχεται τῆς ̔Ηρώδου μεταβολῆς. καὶ Καῖσαρ δὲ διά τε α λλα καὶ χαριζόμενος ̓Αντωνίῳ τοῦ ̔Ηρώδου ὑπεραλγοῦντι πρὸς συνεργίαν ἑτοιμότερος η ν. παραστησάμενοι ου ν τῇ βουλῇ τὸν ̔Ηρώδην τάς τε τοῦ πατρὸς αὐτοῦ διεξῄεσαν εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς ̔Ρωμαίους ε λεγον ευ νοιαν· κατηγόρουν δὲ ̓Αντιγόνου, καὶ πολέμιον ὠνόμαζον καὶ α λλοθεν μὲν καὶ ο τι παρὰ Πάρθων ε λαβε τὴν ἀρχήν, τοὺς ̔Ρωμαίους ὑπεριδών. προσεπῆγε δὲ ὁ ̓Αντώνιος ο τι καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον ̔Ηρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν πᾶσι τοῦτο ψηφίζονται. Καὶ ὁ μὲν ου τω τὴν βασιλείαν εἰλήφει, ̓Αντίγονος δὲ τὴν Μασάδαν ἐπολιόρκει διόλου. οἱ δὲ ἐντὸς αὐτῆς ἐσπάνιζον υ δατος, ὡς καὶ τὸν ἀδελφὸν ̔Ηρώδου τὸν ̓Ιωσὴφ ἀποδρᾶναι βουλεύεσθαι σὺν διακοσίοις πρὸς Αραβας· ἀλλ' ἐπεσχέθη, γενομένου νυκτὸς ὑετοῦ. Βενδίδιος δὲ ὁ ̔Ρωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν, εἰς ̓Ιουδαίαν παρέβαλεν, ὡς συμμαχήσων δῆθεν τοῖς πολιορκουμένοις, τὸ δ' ο λον ὡς παρὰ ̓Αντιγόνου χρηματισόμενος. ὁ μὲν ου ν πληρώσας τὸ βούλημα ἀνεχώρησε, Σίλωνα δὲ μετὰ μέρους τῆς στρατιᾶς καταλέλοιπεν, ι να μὴ 1.359 γένηται τὸ λῆμμα κατάφωρον. ̔Ηρώδης δὲ ἐκ τῆς ̓Ιταλίας εἰς Πτολεμαΐδα καταπεπλευκὼς η λαυνεν ἐπ' ̓Αντίγονον, δύναμιν ἀθροίσας. ἑλὼν δ' ἐν τῷ μέσῳ τὴν ̓Ιόπην, ι να μηδὲν ει η τοῖς ἐχθροῖς ε ρυμα, ε σπευδεν εἰς Μασάδαν, τοὺς οἰκείους ῥυσόμενος· καὶ τούτους ἀναλαβὼν πρὸς τὰ ̔Ιεροσόλυμα ἐπορεύετο· συνῆν δὲ αὐτῷ καὶ τὸ μετὰ Σίλωνος στρατιωτικόν.

καὶ ἐκτὸς ἐστρατοπεδεύσατο· οἱ δ' ἐντὸς ἀπὸ τοῦ τείχους μαχόμενοι ἀνεῖργον αὐτοὺς ἀπὸ τῶν πύργων. καὶ ὁ Σίλων δὲ τῶν οἰκείων στρατιωτῶν τινας καταβοᾶν τοῦ ̔Ηρώδου ἐποίησε διὰ σπάνιν τῶν ἀναγκαίων, ἐκίνει τε τὸ στρατόπεδον ὡς ἀναχωρήσων. ταῦτα δ' ἐποίει τὸν ̓Αντίγονον διὰ τὴν δωροδοκίαν αἰδούμενος. ̔Ηρώδης δὲ ἠξίου μένειν αὐτόν, καὶ ἐξορμήσας πλῆθος ἐπιτηδείων ἐκόμισεν, ω στε μηκέτι ὑπολιπεῖν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν. καὶ οἱ μὲν ἐν ἀφθόνοις η σαν, ̔Ηρώδης δὲ παραγενόμενος εἰς Σαμάρειαν ἐκεῖ τήν τε μητέρα καὶ τοὺς α λλους οἰκείους κατέθετο, αὐτὸς δὲ ἐπὶ Γαλιλαίαν ῳ χετο. καὶ προσάγεται πᾶσαν αὐτὴν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων. η ν δὲ τὰ σπήλαια ἐν ο ρεσι πάντῃ ἐξερρωγόσι καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα. καὶ τούτων δὲ δυσχερῶς μέν, ἀλλ' ο μως ἐκράτησε. καταστήσας δὲ τὰ αὐτόθι ὁ βασιλεὺς εἰς Σαμάρειαν ω ρμησεν, ὡς μάχῃ κριθησόμενος πρὸς ̓Αντίγονον. ἐν τούτοις δὲ Πακόρου πεσόντος ἐν πολέμῳ, καὶ τῶν Πάρθων τραπέντων ὑπὸ ̔Ρωμαίων, πέμπει τῷ ̔Ηρώδῃ βοηθὸν Μαχαιρᾶν σὺν στρατιᾷ ὁ Βενδίδιος. καὶ τούτῳ μὲν ὁ ̔Ηρώδης τὸν ἀδελφὸν ̓Ιωσὴφ καταλέλοιπεν, ἐντειλάμενος μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι, αὐτὸς δὲ πρὸς ̓Αντώνιον ε σπευδε πολιορκοῦντα Σαμόσατα, πόλιν τῶν 1.360 παρευφρατιδίων. ὡς δὲ η γγιζεν ὁ ̔Ηρώδης, πέμπει τὸ στράτευμα ὑπαντησόμενον αὐτῷ ὁ ̓Αντώνιος, καὶ παρόντα ἠσπάζετο, καὶ Σοσσίῳ συμμαχεῖν αὐτῷ ἐνετέλλετο· καὶ ο ς τὸ κεκελευσμένον ἐπλήρου. ̓Ιωσὴφ δὲ ὁ ἀδελφὸς ̔Ηρώδου ἐπὶ ̔Ιεριχοῦντα σπεύδων περιπίπτει τοῖς ̓Αντιγόνου, καὶ ἐν δυσχωρίαις ἀποληφθεὶς θνήσκει γενναίως μαχόμενος, καὶ α παν ἀπέβαλε τὸ στράτευμα. ̓Αντίγονος δὲ τὴν αὐτοῦ τεμὼν κεφαλὴν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἀποδίδωσι ταλάντων πεντήκοντα. ̓Αποστάντες δὲ οἱ Γαλιλαῖοι τοὺς τὰ ̔Ηρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς ̓Ιουδαίας ἐνεωτερίσθη πολλά. ἠγγέλη δὲ ταῦτα ̔Ηρώδῃ καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ ἐν Δάφνῃ τῆς ̓Αντιοχείας. ἐπειγομένῳ ου ν, ὡς κατὰ Γαλιλαίαν ἐγένετο, συνήντησαν αὐτῷ οἱ πολέμιοι. καὶ ἡττηθέντες κατεκλείσθησαν ει ς τι χωρίον, ὁ δὲ ε σπευδεν εἰς ̔Ιεριχοῦντα τιμωρήσασθαι θέλων αὐτοὺς διὰ τὸν ἀδελφόν. ̓Αντίγονος δὲ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ο νομα σὺν δυνάμει, παρέχων τοῖς ἐναντίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. καὶ ̔Ηρώδης η λθεν ἐπὶ τὸν Πάππον, καὶ συμβαλὼν τοῖς πολεμίοις κρατεῖ, καὶ ει πετο φεύγουσιν εἰς τὴν κώμην, κτείνων ου ς α ν καταλάβοι. πεπληρωμένων δὲ τῶν οἰκιῶν ὁπλιτῶν, καὶ πολλῶν ἐπὶ τὰς στέγας ἀναφευγόντων, τοὺς ὀρόφους τῶν οι κων καθαιρῶν ἐκράτει τούτων. καθαιρουμένων δὲ τῶν ὀρόφων ε μπλεα ὡρῶντο τὰ κάτω στρατιωτῶν, ου ς λίθοις α νωθεν βάλλοντες ε κτεινον. τοῦτο τὰ τῶν πολεμίων φρονήματα ε θραυσε· καὶ η κεν α ν εἰς ̔Ιεροσόλυμα ὁ ̔Ηρώδης 1.361 μετὰ τῆς στρατιᾶς αὐτίκα καὶ τὸ πᾶν ἐξειργάσατο, εἰ μὴ χειμὼν ἐπέσχε βαθύς. τότε ὀψίας ου σης ὁ βασιλεὺς ̔Ηρώδης ει ς τι δωμάτιον εἰσελθὼν περὶ λουτρὸν η ν, καὶ ἀποδυσάμενος ἐλούετο, ἑνὸς αὐτῷ ὑπηρετουμένου παιδός. κατὰ δέ γε τὸ ἐνδότερον οι κημα τῶν πολεμίων τινὲς συμπεφευγότες ὡπλισμένοι ἐκεῖ διὰ φόβον ἐκρύπτοντο. καὶ μεταξὺ λουομένου τοῦ βασιλέως ει ς τις ἐπεξέρχεται ξίφος ε χων γυμνόν, καὶ μετ' αὐτὸν α λλος καὶ αυ θις ε τερος ὁμοίως ὡπλισμένοι, οὐδένα πλήξαντες ὑπὸ δέους, ἀγαπῶντες δὲ εἰ αὐτοὶ σωθεῖεν. τοιοῦτον ε φυγε κίνδυνον ὁ ̔Ηρώδης. τῇ δὲ ὑστεραίᾳ τὴν τοῦ Πάππου τεμὼν κεφαλὴν η δη ἀνῃρημένου ε πεμψε Φερώρᾳ τῷ ἀδελφῷ ἀντὶ τῆς κεφαλῆς ̓Ιωσήφ· ου τος γὰρ η ν ὁ Πάππος αὐτόχειρ ἐκείνου γενόμενος. Λήξαντος δὲ τοῦ χειμῶνος ἀφίκετο πρὸς ̔Ιεροσόλυμα καὶ στρατοπεδεύεται τῆς πόλεως ε γγιστα· καὶ καταλιπὼν ἐκεῖ τοὺς τὰ πρὸς τὴν πολιορκίαν ἑτοιμάσοντας αὐτὸς εἰς Σαμάρειαν ῳ χετο, τῇ ̓Αλεξάνδρου θυγατρὶ συνευνασθησόμενος, η δη κατεγγυηθείσῃ αὐτῷ, ὡς ἱστόρηται. μετὰ δὲ τοὺς γάμους ἀφίκετο ἐκ Σαμαρείας· η κε δὲ σὺν στρατιᾷ καὶ ὁ Σόσσιος. καὶ πρὸς τὸ τεῖχος τῶν ̔Ιεροσολύμων ἠθροίζοντο, καὶ χώματα ἐγείραντες καὶ 143

πολιορκητικὰς μηχανὰς προσάγοντες τὸ τεῖχος κατέσειον. καὶ οἱ ἐντὸς δὲ ἀπονοίᾳ μᾶλλον η προνοίᾳ ἀντικαθίσταντο στρατηγούμενοι. ἀναβαίνουσι δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες ει κοσιν, ει τα ἑκατοντάρχαι Σοσσίου. ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα. ἁλόντος δὲ τοῦ ε ξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως, εἰς τὸ ἐντὸς ἱερὸν καὶ τὴν α νω πόλιν ̓Ιουδαῖοι συνέφυγον. ἑάλω 1.362 δὲ καὶ ταῦτα, καὶ η ν α παντα φόνων μεστά. ὁ δ' ̓Αντίγονος, μήτε τῆς τότε τύχης μήτε τῆς πάλαι μεμνημένος, κάτεισιν ἐκ τῆς βάρεως καὶ προσπίπτει τοῖς Σοσσίου ποσί. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν καὶ ἐπεκρότησε καὶ ̓Αντιγόνην ἐκάλεσε καὶ δήσας ἐφύλαττεν. ὡρμηκότων δὲ τῶν συμμάχων ἐπὶ θέαν τοῦ ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων, ὁ βασιλεὺς ̔Ηρώδης τοὺς μὲν παρακαλῶν, τοῖς δὲ ἀπειλῶν, ἐνίους δὲ καὶ τοῖς ο πλοις ἀνέστελλεν, ἐκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, αὐτὸς τοὺς μισθοὺς διανεμεῖν ἑκάστοις οι κοθεν ὑπισχνούμενος. καὶ ου τω τὸ λοιπὸν περισώσας τῆς πόλεως τὰς ὑποσχέσεις ἐπλήρωσεν. αὐτῷ δὲ Σοσσίῳ βασιλικώτατα ἐδωρήσατο. ο ς ἀνέζευξεν ἐξ ̔Ιεροσολύμων τῷ ̓Αντωνίῳ δεσμώτην α γων ̓Αντίγονον. δείσας δ' ̔Ηρώδης μὴ κομισθεὶς εἰς ̔Ρώμην ̓Αντίγονος δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἑαυτὸν μὲν ἐκ βασιλέων ἀποδεικνύων, ̔Ηρώδην δὲ ἰδιώτην, καὶ ὡς, κα ν αὐτὸς εἰς ̔Ρωμαίους ἐξήμαρτε, προσῆκεν ἡ βασιλεία τοῖς αὐτοῦ παισί, πείθει χρήμασι πολλοῖς τὸν ̓Αντώνιον ἀνελεῖν τὸν ̓Αντίγονον. καὶ ὁ μὲν ἀνῄρητο, ἡ δὲ ἀρχὴ ἐκ τοῦ τῶν ̓Ασαμωναίων γένους ἀφῄρητο, ἐπ' ε τεσιν ἑκατὸν καὶ ει κοσι διαρκέσασα, μετέβη δὲ εἰς ̔Ηρώδην τὸν ̓Αντιπάτρου, ἰδιωτικοῦ τυγχάνοντα γένους καὶ οἰκίας δημότιδος. Ου τω δὲ τῆς ο λης ̓Ιουδαίας ̔Ηρώδης ἀναθέμενος τὴν ἀρχήν, τοὺς μὲν τὰ αὐτοῦ φρονοῦντας προσήγετο, τοὺς δ' ἐναντιουμένους ἐκόλαζεν. ἐτίμα δὲ μάλιστα Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν τὸν τούτου μαθητήν· τῆς γὰρ πολιορκίας συνισταμένης 1.363 συνεβούλευον ου τοι δέξασθαι τὸν ̔Ηρώδην. ὁ δὲ Σαμαίας ου τος, ὡς η δη ε μπροσθεν ει ρηται, καὶ προεῖπεν ̔Υρκανῷ τε καὶ τοῖς δικάζουσιν ὡς περισωθεὶς ̔Ηρώδης α παντας αὐτοὺς μετελεύσεται. ἀπέκτεινε δὲ τῶν περὶ τὸν ̓Αντίγονον τεσσαράκοντα τοὺς πρώτους καὶ τὰς αὐτῶν οὐσίας ἀφείλετο, πέρας τε κακῶν η ν οὐδέν. ̔Υρκανὸς μέντοι παρὰ Πάρθοις αἰχμάλωτος ω ν ἐπιεικοῦς ε τυχε τοῦ Πάρθων βασιλέως Φραάτου, καὶ λυθεὶς τῶν δεσμῶν ἐν Βαβυλῶνι διάγειν παρεχωρήθη, ε νθα καὶ πλῆθος η ν ̓Ιουδαίων, οι τὸν ̔Υρκανὸν ὡς ἀρχιερέα καὶ βασιλέα ἐτίμων. μαθὼν δὲ τὸν ̔Ηρώδην παρειληφέναι τὴν βασιλείαν, διενοεῖτο μεταχωρῆσαι πρὸς αὐτόν, διά τε τὸ κῆδος καὶ μνησθήσεσθαι οἰηθεὶς αὐτὸν ο τι κρινόμενον ἐπὶ φόνοις τοῦ κινδύνου ἐρρύσατο. οἱ δ' ἐν Βαβυλῶνι ̓Ιουδαῖοι μένειν ἠξίουν αὐτόν, ὡς ἀρχιερέα καὶ βασιλέα τιμώμενον παρ' αὐτῶν, καὶ ο τι καὶ ἀπελθὼν τυχεῖν τῆς ἀρχιερωσύνης ἀδυνατεῖ, λελωβημένος τὸ σῶμα ὑπ' ̓Αντιγόνου. οἱ μὲν ου ν ἐκώλυον, ὁ δ' οὐκ ἐπείθετο, αὐτός τε ποθῶν ἐπανελθεῖν καὶ παρὰ ̔Ηρώδου παρακαλούμενος. ̔Ηρώδης δὲ καὶ πρὸς Φραάτην πρεσβείαν ἐποιήσατο καὶ δῶρα ε πεμψεν, ἀξιῶν μὴ κωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας. η ν δὲ οὐχ ὑπὲρ ̔Υρκανοῦ ἡ σπουδή, ἀλλ' ο τι μὴ κατ' ἀξίαν η ρχεν, ἐδεδοίκει τὰς ἐξ εὐλόγων μεταβολάς, καὶ ε σπευδεν η ἐκποδὼν θέσθαι τὸν ̔Υρκανόν, η τέως ἐν χερσὶν ε χειν. ἐνδεδωκότος δὲ τοῦ Πάρθου τὴν ἀναχώρησιν, ἀπελθὼν ̔Υρκανὸς διὰ πάσης η γετο τιμῆς πρὸς ̔Ηρώδου, πατήρ τε καλούμενος καὶ παρὰ τὰς ἑστιάσεις προκατακλινόμενος καὶ παντοίως ἐξαπατώμενος, ι να μὴ ἐπιβουλευόμενος αι σθηται. 1.364 Εὐλαβούμενος δ' ὁ ̔Ηρώδης τῶν ἐπισήμων τινὰ ἀποδεῖξαι ἀρχιερέα, ἐκ Βαβυλῶνος μεταπεμψάμενος ἱερέα τῶν ἀσημοτέρων ̓Αναὴλ ο νομα, τούτῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν. ̓Αλεξάνδρα δὲ ἡ πενθερὰ ̔Ηρώδου, παῖδα ε χουσα ἐξ ̓Αλεξάνδρου τοῦ ̓Αριστοβούλου ω ρᾳ κάλλιστον, καλούμενον ̓Αριστόβουλον, χαλεπῶς ε φερε τὴν παρόρασιν τοῦ υἱοῦ· καὶ γράφει τῇ Κλεοπάτρᾳ αἰτήσασθαι τῷ 144

παιδὶ παρ' ̓Αντωνίου τὴν ἀρχιερωσύνην. ̓Αντωνίου δὲ νωθέστερον διατεθέντος περὶ τὴν αι τησιν, εἰς ̓Ιουδαίαν ἐλθὼν Δέλλιος καὶ ἰδὼν τὸν ̓Αριστόβουλον ἠγάσθη, οὐχ η ττον δὲ τὴν Μαριάμμην τὴν συνοικοῦσαν τῷ βασιλεῖ· καὶ πείθει τὴν ̓Αλεξάνδραν ἀμφοτέρων τῶν παίδων εἰκόνας τῷ ̓Αντωνίῳ στεῖλαι· θεασαμένου γὰρ ει πε μή τινος ἀτευκτήσειν ω ν ἀξιοῖ. ἡ μὲν ου ν πέμπει τὰς εἰκόνας τῷ ̓Αντωνίῳ, ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμψασθαι γεγαμημένην ̔Ηρώδῃ, καὶ α μα τὰς εἰς Κλεοπάτραν διαβολὰς ὑπεξέκλινεν. ἐπέστειλε δὲ τῷ ̔Ηρώδῃ πέμπειν τὸν παῖδα, προσθέμενος, εἰ μὴ δοκοίη βαρύ. ̔Ηρώδης δὲ ἀσύμφορον ἑαυτῷ κρίνας ὡραιότατον ο ντα τὸν Α ̓ ριστόβουλον καὶ γένει προύχοντα πρὸς ̓Αντώνιον η κειν, ἰσχύοντα ὡς οὐδεὶς ̔Ρωμαίων, ε τοιμον δὲ πρὸς ε ρωτας καὶ πρὸς ἡδονὰς εὐκατάφορον, ἀντέγραψεν ὡς, εἰ ἐξέλθῃ τῆς χώρας τὸ μειράκιον, α παντα ταραχῆς ἐμπλησθήσεται. καὶ ου τω μὲν παρῃτήσατο τὸν ̓Αντώνιον, τοὺς δὲ φίλους ἀθροίσας ᾐτιᾶτο τὴν ̓Αλεξάνδραν ὡς ἐπιβουλεύουσαν ι ν' αὐτὸς ἀφαιρεθῇ τὴν ἀρχήν. "ἀλλ' οὐκ αὐτός" ε φη "διὰ τοῦτο α δικος ε σομαι, ἀλλὰ νῦν δίδωμι τὴν ἱερωσύνην τῷ μείρακι· παιδὸς γὰρ ο ντος παντάπασι πρῴην διὰ τοῦτο ε τερον ἀρχιερέα ἐποίησα." ου τως εἰπόντος χαρά τε α μα καὶ δέος τὴν ̓Αλεξάνδραν ει χε, 1.365 χαρὰ μὲν διὰ τὴν τιμὴν τοῦ παιδός, δέος δὲ διὰ τὴν ὑποψίαν ̔Ηρώδου. καὶ ἀπελογεῖτο δακρύουσα, περὶ μὲν τῆς ἱερωσύνης σπουδάσαι, βασιλείᾳ δὲ μὴ ἐπιχειρῆσαι· καὶ νῦν δέχεσθαι εἰς τὸν υἱὸν τὴν τιμήν, ε σεσθαι δὲ πρὸς πᾶν ὑπήκοος διεβεβαιοῦτο. Ου τως ὁμιλήσαντες διελύοντο, ὡς πάσης δῆθεν ὑποψίας ἐξῃρημένης. τῆς δ' ἀρχιερωσύνης τῷ παιδὶ δοθείσης ̓Αριστοβούλῳ, ε δοξε τὰ κατὰ τὴν οἰκίαν θεραπευθῆναι. ̔Ηρώδῃ δὲ ἡ ̓Αλεξάνδρα υ ποπτος η ν, καὶ ἐν τοῖς βασιλείοις διατρίβειν αὐτὴν ἀπῄτει καὶ μηδὲν ἐπ' ἐξουσίας δρᾶν, καὶ ἐπιμελῶς αὐτὴν η σάν τινες φυλάσσοντες. ἡ δ' ἐξηγριοῦτο, πᾶν ὁτιοῦν ὑπομεῖναι προκρίνουσα η μετὰ δουλείας καὶ φόβων βιοῦν· καὶ τὴν Κλεοπάτραν παρεκάλει ἐπικουρεῖν, τὰ ἐν οι ς ει η δηλώσασα. ἡ δὲ σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν ἐκέλευε. δύο γοῦν λάρνακας παρασκευασαμένη ὡς εἰς ἐκκομιδὴν σωμάτων νεκρῶν, ταύταις ε μελλεν ἑαυτὴν καὶ τὸν υἱὸν ἐμβαλεῖν, ἐπιτάξασα τοῖς συνειδόσι τῶν οἰκετῶν νυκτὸς ἐκφέρειν καὶ κομίζειν πρὸς θάλασσαν, ο που καὶ πλοῖον αὐτοῖς ῳ πλεῖν ἐπ' Αι γυπτον ε μελλον παρεσκεύαστο. ταῦτα ὁ ̔Ηρώδης ε κ τινος τῶν οἰκετῶν ἐκείνης μαθών, καὶ προελθεῖν ἐάσας μέχρι τῆς ἐγχειρήσεως, ἐπ' αὐτῇ τῇ πράξει τοῦ δρασμοῦ συνέλαβε. παρῆκε δὲ τὸ ἁμάρτημα φόβῳ τῆς Κλεοπάτρας, ἀλλ' οὐκ ἐπιεικείᾳ. ἐδέδοκτο δ' αὐτῷ ἐκποδὼν ποιήσασθαι τὸ μειράκιον. ε βδομον ου ν καὶ δέκατον γεγονὸς ε τος ἀνῆλθεν ἐπὶ τὸν βωμόν, θῦσον κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, ἐστολισμένον ἀρχιερατικῶς. ὁρμὴ δὲ τῷ πλήθει πρὸς αὐτὸ εὐνοίας ἐγένετο διά τε τὸ κάλλος καὶ 1.366 τὸ τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ γένους ἀξίωμα, ε χαιρόν τε α μα καὶ συνεχέοντο, καὶ φωνὰς εὐφήμους ἠφίουν εὐχαῖς μεμιγμένας. τούτοις κινηθεὶς ̔Ηρώδης μᾶλλον ε θετο τῷ κατὰ τοῦ μειρακίου σκοπῷ. καὶ τῆς ἑορτῆς παρελθούσης μεθ' ἑστίασιν φιλοφρονούμενος τὸ μειράκιον ἐνεανιεύετο καὶ προσέπαιζεν αὐτῷ χαριζόμενος. κἀν ταῖς κολυμβήθραις ἐνήχοντο· οἱ δ' ̔Ηρώδου φίλοι συννηχόμενοι ὡς ἐν παιδιᾷ, οι συνῄδεσαν τὸ ἀπόρρητον, οὐκ ἀνῆκαν συμπιέζοντες ἀεὶ τὸν ̓Αριστόβουλον καὶ βαπτίζοντες μέχρι τοῦ ἀποπνίξαι. καὶ ὁ μὲν ου τως ω λετο ου πω τὸν ὀκτωκαιδέκατον ἀνύσας ἐνιαυτόν, πᾶσι δὲ τὸ πάθος οἰκεία νενόμισται συμφορά. καὶ ̓Αλεξάνδρα συνεῖσα καὶ τὴν αἰτίαν τῆς ἀπωλείας, ε τι μᾶλλον τῷ πάθει συνείχετο, ἐνεκαρτέρει δὲ φόβῳ κακῶν ἑτέρων. ̔Ηρώδης δὲ πάντα ἐπετήδευεν ἀποσκευαζόμενος τὴν ὑπόνοιαν, καὶ δακρύων καὶ συγχεόμενος καὶ πολυτελῆ τὴν ἐκφορὰν ἐνδεικνύμενος. ̓Αλεξάνδρα δὲ τούτων οὐδενὶ ἐμαλάττετο, ἀλλὰ τῇ Κλεοπάτρᾳ γράφει τὴν ἐξ ἐπιβουλῆς ̔Ηρώδου τοῦ υἱέος ἀπώλειαν· ἡ δὲ τὸν ̓Αντώνιον ἠρέθιζε τίσασθαι τὸν τοῦ παιδὸς φόνον. πέμπει τοίνυν ̓Αντώνιος κελεύων ἐλθεῖν ̔Ηρώδην εἰς Λαοδίκειαν καὶ ἀπολογήσασθαι. ὁ δὲ τὴν 145

αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ἀπιὼν ̓Ιωσὴφ τὸν θεῖον αὐτοῦ ἐπίτροπον τῶν ἐκεῖ πραγμάτων κατέλιπεν, ἐντειλάμενος λάθρᾳ, εἰ πάθοι τι παρ' ̓Αντωνίου αὐτός, αὐτίκα τὴν Μαριὰμ ἀνελεῖν, ι να μὴ τεθνηκότος αὐτοῦ ἑτέρῳ διὰ τὴν ὡραιότητα γένηται. ̔Ηρώδης μὲν ου ν ἀπῄει, ̓Ιωσὴφ δὲ τὰ τῆς ἀρχῆς διοικῶν, καὶ συνεχῶς ἐντυγχάνων τῇ Μαριὰμ καὶ τῇ ̓Αλεξάνδρᾳ, τὴν πρὸς τὴν Μαριὰμ διηγεῖτο τοῦ βασιλέως διάθεσιν. εἰρωνευομένων δ' ἐκείνων 1.367 πρὸς τοὺς λόγους, προήχθη καὶ τὸ τῆς ἐντολῆς ἐκφῆναι ἀπόρρητον. τὸ δὲ μᾶλλον εἰς πλείω τὰς γυναῖκας ἐνῆγεν ἀπόνοιαν. γίνεται δὲ καὶ λόγος παρὰ τῶν ἀπεχθανομένων ̔Ηρώδῃ ὡς κτείνειεν αὐτὸν ὁ ̓Αντώνιος. ἐν τούτοις γράμματα ἐξ ̔Ηρώδου ἀφίκετο τὴν ̓Αντωνίου τιμὴν τὴν πρὸς αὐτὸν διηγούμενα, καὶ ὡς συνεδρεύει αὐτῷ ἐν ταῖς διαγνώσεσι καὶ ὡς συνεστιᾶται, καὶ ο τι τούτων τυγχάνει καὶ ταῦτα τῆς Κλεοπάτρας χαλεπῆς ου σης αὐτῷ πρὸς διαβολήν. τούτων τῶν γραμμάτων κομισθέντων ἡ ψευδὴς ἐπαύσατο φήμη. ̓Επεὶ δὲ προπέμψας ὁ βασιλεὺς ̔Ηρώδης τὸν ̓Αντώνιον ἐπὶ Πάρθους εἰς τὴν ̓Ιουδαίαν ὑπέστρεψεν, εὐθὺς ἡ ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῶν κατηγόρουν ̓Αλεξάνδρας καὶ Μαριάμ. ἡ δὲ Σαλώμη καὶ κατὰ τοῦ ἀνδρὸς ἑαυτῆς λόγον εἰσῆγεν ὡς μιγνυμένου τῇ Μαριάμ· ου τος δ' η ν ̓Ιωσὴφ ὁ τῶν τῆς βασιλείας πραγμάτων ἐπίτροπος. ε λεγε δὲ ταῦτα ἐκ πλείονος αὐτῇ χαλεπαίνουσα ο τι τὴν αὐτῶν δυσγένειαν ἐξωνείδιζεν. ̔Ηρώδης δὲ εὐθὺς ἐταράττετο, καὶ ζηλοτυπῶν ἰδίᾳ τὴν Μαριὰμ ἀνέκρινεν. ἀπομνυμένης δ' ἐκείνης ἐχάλα τὴν ὀργήν, καὶ τοῦ ε ρωτος η ττητο, καὶ τὴν εἰς αὐτὴν ἐπιστοῦτο φιλοστοργίαν. ἡ δὲ οὐ στέργοντος ει πεν ει ναι τὸ κἀμὲ ἀπολέσθαι ἐντείλασθαι, ει γέ σοι παρ' ̓Αντωνίου χαλεπόν τι ἐπενεχθῇ. ου τος ὁ λόγος ἐτάραξε τὸν ̔Ηρώδην, καὶ ἐβόα σαφῶς ἐκ τούτου πεφωρᾶσθαι τὸν τοῦ ̓Ιωσὴφ πρὸς αὐτὴν ε ρωτα. οὐ γὰρ α ν ἐξεῖπεν, ε λεγε, τὸ ἀπόρρητον, μὴ μεγάλης συναψάσης αὐτοὺς διαθέσεως. καὶ ἀπέκτεινεν α ν τὴν γυναῖκα αὐτίκα, εἰ μὴ τῷ αὐτῆς ἐδεδούλωτο ε ρωτι. 1.368 τὸν ̓Ιωσὴφ δὲ μηδ' εἰς ο ψιν αὐτοῦ ἀγαγὼν προσέταξε διαχρήσασθαι, καὶ τὴν ̓Αλεξάνδραν ὡς ἁπάντων αἰτίαν δήσας ἐφύλαττεν. ̓Αντώνιος δὲ τῷ Κλεοπάτρας ε ρωτι, μᾶλλον δὲ φαρμακείαις διεφθαρμένος, ταῖς ἐκείνης θελήσεσιν ἐδεδούλωτο. η τὸν μὲν ἀδελφόν, ῳ ἡ βασιλεία διέφερε, φαρμάκῳ διέφθειρε, τὴν δ' ἀδελφὴν ̓Αρσινόην δι' ̓Αντωνίου ἀπέκτεινε· τὸν μέντοι ̓Αντώνιον ἐβιάζετο τὴν ̓Ιουδαίαν αὐτῇ καὶ τὴν ̓Αραβίαν προσνεῖμαι. ὁ δὲ τὸ προφανὲς τῆς ἀδικίας δυσωπούμενος, ἐκείνῃ τε χαρίζεσθαι διὰ τοὺς ε ρωτας καὶ τὰς γοητείας ἀναγκαζόμενος, ἐξ ἑκατέρων τῶν χωρῶν μέρη ἀποτεμόμενος, τούτοις αὐτῆς τὴν ἀπληστίαν παρεμυθήσατο. ὁ μὲν ου ν ̓Αντώνιος εἰς ̓Αρμενίαν ἐστράτευσεν, ἡ δὲ ὑποστρέφουσα εἰς τὴν ̓Ιουδαίαν ἐγένετο, συντυχόντος αὐτῇ τοῦ ̔Ηρώδου. συνηθείας δὲ αὐτῇ πρὸς ̔Ηρώδην γενομένης προσεκαλεῖτο αὐτὸν εἰς εὐνήν, ἀκρατῶς πρὸς μίξιν διακειμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς ἐκεῖνον ἐρωτικόν, η τὸ πιθανώτερον, ἀρχὴν ἐνέδρας τὴν ἐπ' αὐτῇ ὁμιλίαν κατὰ τοῦ ἀνδρὸς συσκευάζουσα. ̔Ηρώδης δὲ τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, δωρεαῖς δὲ θεραπεύσας ἐπ' Αι γυπτον προύπεμψεν. ̔Εβδόμου δὲ η δη ε τους ̔Ηρώδου τῆς βασιλείας ἐνεστηκότος ἐσείσθη τῶν ̓Ιουδαίων ἡ γῆ ὡς οὐκ α λλοτε, καὶ τῶν τε κτηνῶν φθορὰ πολλὴ γέγονε καὶ τῶν ἀνθρώπων ὡσεὶ τρισμύριοι ἐν ταῖς καταπεπτωκυίαις οἰκίαις συγκατεχώσθησαν. τοὺς φόρους δὲ τῶν ἀπονεμηθεισῶν τῇ Κλεοπάτρᾳ χωρῶν ἐξ ̓Αραβίας καὶ ̓Ιουδαίας ̔Ηρώδου μισθωσαμένου, ὁ Αραψπερὶ τὴν τοῦ δασμοῦ καταβολὴν ἠγνωμόνει. ε γνω ου ν ὁ βασιλεὺς χωρῆσαι κατὰ τοῦ Αραβος, καὶ ὑπ' 1.369 ̓Αντωνίου τοῦτο ἐπιτραπείς, καὶ συμβαλὼν πολλάκις τελευταῖον νικᾷ, καὶ προστατεῖν τοῦ ε θνους ὑπὸ τῶν Α ̓ ράβων ᾑρέθη. καὶ ὑπέστρεφεν εἰς τὰ οἰκεῖα, μέγα διὰ τὰ ἀνδραγαθήματα κτησάμενος ο νομα καὶ φρονήματος ε μπλεως. Αρτι δὲ Καίσαρος τὸν ̓Αντώνιον ἐν ̓Ακτίῳ μάχῃ νικήσαντος ̔Ηρώδῃ τὰ πράγματα τεθορύβητο η ἀπέγνωστο τέλεον. οὐ γὰρ η ν ἐλπίς, τοσαύτης αὐτῷ πρὸς ̓Αντώνιον φιλίας 146

γενομένης, μὴ κακωθῆναι ὑπὸ τοῦ Καίσαρος. ο θεν τὸν ̔Υρκανὸν ἐκ μέσου ποιῆσαι διανοούμενος, τότε μᾶλλον ῳ ετο συμφέρειν αὐτῷ τὴν ἐγχείρησιν, ι να μὴ ἀνὴρ περισώζοιτο τυχεῖν τῆς βασιλείας αὐτοῦ ἀξιώτερος. ̔Ηρώδης μὲν ου ν ου τω διανενόητο, ἠρέθισε δέ τι συμβὰν πρὸς τὴν πρᾶξιν πλέον αὐτόν. ἡ γὰρ Α ̓ λεξάνδρα φιλόνεικον τυγχάνουσα γύναιον οὐκ ἀνίει ἀναπείθουσα τὸν πατέρα Μάλχῳ προσχωρῆσαι τῷ τὴν ̓Αραβίαν ε χοντι. ὁ δὲ πρῶτον μὲν διωθεῖτο τοὺς λόγους, ἐγκειμένης δ' ἐκείνης τέλος ἐπιστολὴν πρὸς τὸν Μάλχον ἐγχαράττει περὶ τοῦ δέξασθαι σφᾶς, καὶ Δοσιθέῳ τινὶ τῶν φίλων δίδωσι ταύτην. καὶ ο ς ̔Ηρώδῃ τὴν ἐπιστολὴν ἐνεχείρισεν, ὁ δὲ ἀποδοῦναι τῷ Μάλχῳ τὴν γραφὴν ἠξίωσε τὸν Δοσίθεον καὶ τὰ παρ' ἐκείνου γράμματα ἐνεγκεῖν. ταῦτα δὲ τοῦ Δοσιθέου πληρώσαντος ἀντεπέστειλεν ὁ Αραψ αὐτόν τε τὸν ̔Υρκανὸν δέξασθαι καὶ πάντας τοὺς σὺν αὐτῷ. ταύτην ου ν ̔Ηρώδης δεξάμενος τὴν ἐπιστολὴν μεταπέμπεται ̔Υρκανόν, καὶ περὶ τῶν πρὸς τὸν Μάλχον ἀνέκρινε συνθηκῶν· ἀρνουμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ τὸν α νδρα διεχειρίσατο. πολλοὶ δὲ σκῆψιν ̔Ηρώδου τὰ κατὰ τὸν ̔Υρκανὸν γενέσθαι φασί, βουλομένου αὐτὸν ποιήσασθαι ἐκποδών, καὶ τούτου ποι.370 οῦνται τεκμήριον τὴν τοῦ ἀνδρὸς ἐπιείκειαν η ἀφέλειαν καὶ τὸ μηδὲ ἐν νεότητι θράσους τι η προπετείας ἐνδείξασθαι· τότε δὲ η ν ἐτῶν ὀγδοήκοντα πρὸς ἑνί. ̔Ηρώδης δὲ σπεύδων πρὸς Καίσαρα τὴν μὲν μητέρα καὶ τὴν ἀδελφὴν καὶ πᾶσαν τὴν γενεὰν ἐν Μασάδοις κατέστησε, Μαριὰμ δὲ τὴν γυναῖκα σὺν ̓Αλεξάνδρᾳ τῇ μητρὶ εἰς ̓Αλεξάνδριον η γαγε, προφάσει τιμῆς φρουροὺς ἐγκαταστήσας αὐταῖς ̓Ιωσὴφ τὸν ταμίαν καὶ τὸν ̓Ιτουραῖον Σόεμον πιστοτάτους αὐτῷ, ἐντειλάμενος αὐτοῖς, ει τι περὶ αὐτοῦ πύθοιντο δυσχερές, ἐξ αὐτῆς καὶ α μφω διαχειρίσασθαι, τὴν δὲ βασιλείαν τοῖς παισὶν αὐτοῦ καὶ τῷ ἀδελφῷ Φερώρᾳ διατηρεῖν. τοιαύτας δοὺς ἐντολὰς εἰς ̔Ρόδον ἠπείγετο πρὸς τὸν Καίσαρα. καταπλεύσας δὲ περιεῖλε μὲν τὸ διάδημα, τοῦ α λλου δ' ἀξιώματος οὐδὲν ὑφῆκεν, ἀλλὰ καὶ κοινωνήσας λόγου τῷ Καίσαρι τὸ μεγαλεῖον ἐνέφηνε τοῦ φρονήματος, ου τε πρὸς ἱκεσίας τραπόμενος καὶ τὸν λογισμὸν τῶν πεπραγμένων οὐ μεθ' ὑποστολῆς ἀποδούς. οὐ μετρίως ου ν ἐπεσπάσατο τὸν Καίσαρα, καὶ τό τε διάδημα πάλιν ἀποκατέστησεν αὐτῷ καὶ η γε διὰ τιμῆς. ου τω δὲ παρ' ἐλπίδα ἐσχηκὼς βεβαιοτέραν τὴν βασιλείαν παρέπεμψεν ἐπ' Αι γυπτον Καίσαρα, δωρησάμενος αὐτόν τε καὶ τοὺς φίλους φιλοτιμότατα· ἐπανῄει δὲ πρὸς τὴν ̓Ιουδαίαν πλείονι τιμῇ καὶ παρρησίᾳ, καὶ τεταραγμένην αὐτῷ τὴν οἰκίαν κατέλαβεν. οἰηθεῖσαι γὰρ η τε Μαριὰμ καὶ ἡ ̓Αλεξάνδρα, ο περ η ν, ο τι ὡς ἐν φρουρᾷ κατεκλείσθησαν εἰς τὸ ̓Αλεξάνδριον, ι να μηδ' ἑαυτῶν ἐξουσίαν ε χοιεν, χαλεπῶς ε φερον, καὶ διὰ θεραπείας τοὺς φρουροὺς ἐπεποίηντο, καὶ μᾶλλον 1.371 τὸν Σόεμον, λόγοις αὐτὸν καὶ δωρεαῖς θεραπεύουσαι. ὁ δ' ἡττᾶτο κατὰ μικρόν, καὶ τὰς ἐντολὰς τοῦ βασιλέως ταύταις ἐξέφηνεν. αἱ δὲ χαλεπῶς πρὸς ταύτας διέκειντο, καὶ μᾶλλον ἡ Μαριάμ. ̔Ηρώδου γὰρ πρώτῃ τῇ γυναικὶ περὶ τῶν κατ' αὐτὸν ὡς εἰκὸς εὐαγγελιζομένου καὶ πρὸ τῶν α λλων ἀσπαζομένου, ἡ δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς ε στενε, πρὸς δὲ τὰς εὐτυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασιλέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ ὁρμῆσαι μὲν πολλάκις πρὸς α μυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ ο τι προκατείληπτο ὑπὸ ε ρωτος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκείνην μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ ου σης. ἡ δέ γε μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ παρώξυνον τὸν ̔Ηρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ο ς χεῖρον ει χεν ἀεὶ πρὸς αὐτήν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ε ρωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλλοντος. καὶ εἰ μὴ πρὸς Καίσαρα ε σπευδεν η δη κεκρατηκότα, ̓Αντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αι γυπτον, τάχα εὐθὺς α ν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς ει χε κατέλιπε, καὶ εἰς Αι γυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καίσαρος, καὶ ἐπανῄει λαμπρότερος. η ρα δὲ τῆς Μαριὰμ καὶ σφόδρα διακαῶς· ἡ δὲ τὰ μὲν α λλα 147

σώφρων η ν αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δεδουλωμένου διὰ τὸν ε ρωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας ου σης ὁ βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος καὶ ἐκάλει τὴν Μαριάμ, ἡ δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο 1.372 αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀπο.372 κτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις ὁ βασιλεύς. καὶ ἡ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προδιαφθείρασα κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦτον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ α παρ' ἐκείνης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. ὁ δὲ δώροις ε λεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλτρον αὐτῷ δοῦναι· τὸ δ' ει ναί τι φάρμακον ου τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν. τούτων ἀκούσας ὁ βασιλεὺς ε τι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον ο ντα αὐτῇ, ἐβασάνιζεν. ὁ δὲ οὐδὲν περὶ ω ν ἐβασανίζετο ου τ' ῃ δει ου τ' ε λεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς ε φασκε γενέσθαι διὰ τοὺς λόγους ου ς ὁ Σόεμος αὐτῇ φράσειεν. ου πω τὸν λόγον εἰς τέλος ἐκεῖνος η νεγκε καὶ μέγα βοήσας ̔Ηρώδης "οὐκ α ν' ε φη "Σόεμος τὰς ἐντολὰς ἐξεφαύλισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο." τὸν μὲν ου ν Σόεμον εὐθὺς κτανθῆναι ἐκέλευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργίλως κατ' αὐτῆς διέκειτο. ου τω δ' ε χοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ ἡ μὲν η γετο τὴν ἐπὶ θανάτῳ, ̓Αλεξάνδρα δ' ἡ μήτηρ αὐτῆς η δη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν α γνοιαν ω ν ἡ Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκπηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τὸν α νδρα τὴν θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ε λεγεν. ἡ δὲ ου τε ταραχθεῖσα πρὸς ταῦτα ου τε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γενναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχάτοις ἐμφαίνουσα. Καὶ ἡ μὲν ου τως ἀπέθανε τῆς Σαλώμης αὐτῇ 1.373 κατεπειξάσης τὸν θάνατον, ̔Ηρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ε ρωτα, καὶ πολλάκις ἀνακλήσεις η σαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ ου τως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις η ν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν ου τως ἐνοσηλεύετο, ἡ ̓Αλεξάνδρα δὲ ἐν ̔Ιεροσολύμοις διάγουσα καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ο μαθὼν ὁ ̔Ηρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς η ν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ε τοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ε θη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς α τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε. δέκα δὲ α νδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος η καὶ αὐτὸν τὸν ̔Ηρώδην διαχρησόμενοι η τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδ' ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πᾶσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. ου ς εὑρηκὼς ̔Ηρώδης ἐτιμωρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε. Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, 1.374 λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι' ε νδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πᾶσι λοιμός. ̔Ηρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος ου τε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ δι' ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, ου τε αἱ πλησιάζουσαι χῶραι σῖτον ει χον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς α ν δύναιτο βοηθεῖν ἐγνωκώς, τὸν ο ντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς 148

νόμισμα, ε πεμπεν εἰς Αι γυπτον καὶ σῖτον ἐκεῖθεν ὠνεῖτο. ου κομισθέντος τοῖς μὲν δι' ἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖτον διένειμεν, οι δὲ διὰ γῆρας η δι' ἑτέραν ἀσθένειαν οὐχ οι οί τε η σαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τούτων προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφὰς ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς ευ νοιαν αὐτὰς μετεστήσατο. καὶ ου τως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ η ττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπ' ι σης τῆς συμφορᾶς ἐπεκούφισεν, ω στε γενέσθαι τοὺς μὲν ε ξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. ὁ δὲ κόρος δύναται κατὰ τὸν ̓Ιώσηπον μεδίμνους ̓Αττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος ευ καιρον καὶ τοὺς ̓Ιουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν ε ξωθεν αὐτῷ προυξένησεν ευ κλειαν. Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρωτικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν ̔Ιεροσολύμοις θυγατέρα ει χε καλλίστην· ταύτης ὁ ̔Ηρώδης η κεν εἰς ε ρωτα. ο ντος δὲ τοῦ Σίμωνος ἀνοικείου 1.375 πρὸς κῆδος δι' ἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύνην τὸν ταύτην ε χοντα τότε ̓Ιησοῦν τὸν τοῦ Φάβητος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐτοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ προκεχωρηκότων εἰς δέον, περιεβάλλετο τὴν ε ξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θεραπεύων, ω στε αὐτῷ πάντα διὰ πάντων αυ ξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους ̔Ρωμαίων θεραπείας καὶ τὰ ε θη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πόλεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν ̓Ιουδαίων, τῇ δ' ε ξω χώρᾳ, ̓Ιουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλ' οὐκ ἀφ' ἑαυτοῦ, Καίσαρι δὲ καὶ ̔Ρωμαίοις χάριτας νέμων τῷ καὶ τῶν πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύστους καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς. ̓Εν τοιούτοις δὲ ω ν τοὺς παῖδας ̓Αλέξανδρόν τε καὶ ̓Αριστόβουλον εἰς ̔Ρώμην ἀπέστειλεν ἐντευξομένους τῷ Καίσαρι. τούτους ὁ Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν ̔Ηρώδῃ ο τῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονεῖμαι τὴν βασιλείαν, καὶ χώραν ε τι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ' εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ε λεγεν, ι να ἀνακτηθεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς α λλοις ἐδόκει, ι να 1.376 τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς ε φερον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ καμάτους ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις η σαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς ο χλοις ἐγκαταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν η ν περὶ τῆς ἀρχῆς ει χον. καὶ τοὺς μὲν ἐξαυθαδιζομένους ἐπεξῄει α πασι τρόποις, τὸ δὲ πλῆθος ο ρκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν. οἱ μὲν ου ν πολλοὶ ει κον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παντός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ ου τε ἐπείσθησαν ου τ' ἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ ̓Εσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώμενον Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μαναΐμ. η ν δ' ου τος ει ς ἐξ αὐτῶν, ἀνὴρ τα λλα τε ἀγαθὸς καὶ τὰ μέλλοντα προορῶν, ο ς ε τι παῖδα τὸν ̔Ηρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα ̓Ιουδαίων προσεῖπεν. ὁ δὲ ἰδιώτης ε λεγεν ει ναι. Μαναῒμ δὲ μειδιάσας καὶ τύπτων 149

αὐτὸν ἠρέμα "ἀλλὰ καὶ βασιλεύσεις" ε φη "καὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέστατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. α ριστος δ' ε σῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλ' οὐ γὰρ οι δά σε τοιοῦτον ε σεσθαι." βασιλεύσας δὲ ὁ ̔Ηρώδης μετακαλεῖται τὸν Μαναῒμ καὶ περὶ τοῦ 1.377 χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο. ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασιλείας ἐνιαυτοὶ η ει κοσιν η τριάκοντα, ὁ δὲ ο ρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, ̔Ηρώδης καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μαναῒμ ἀφῆκε δεξιωσάμενος καὶ πάντας δι' ἐκεῖνον ἐτίμα τοὺς ̓Εσσηνούς. Ηδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν ε γνω μετασκευάσαι καὶ πρὸς υ ψος α ραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ω κνει πρὸς τὴν ἐγχείρησιν. ὁ δὲ οὐ πρότερον ε φη τὸν ναὸν καθαιρήσειν, πρὶν α ν πάντα ω ν α ν δέοιτο εἰς τὸ ε ργον παρασκευάσηται. η δη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους α λλους καταβαλόμενος τὸν ναὸν η γειρε μήκει πήχεων ἑκατόν, τὸ δ' υ ψος ἐπέκεινα ει κοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ω ν ἑκάστῳ περὶ πέντε καὶ ει κοσι τὸ μῆκος πήχεις, τὸ δ' υ ψος ὀκτώ, ευ ρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυρότητι, η ν οἱ ἐκ τοῦ γένους τῶν ̓Ασαμωναίων γεγονότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ω στε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ. καὶ ταύτην ου ν τὴν βᾶριν ̔Ηρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπ' ἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς μνήμην ̓Αντωνίου προσηγόρευσεν ̓Αντωνίαν. αὐτὸς δὲ ὁ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδόμητο ε τεσι. παραδέδοται δὲ κατ' ἐκεῖνον τὸν καιρὸν ο τε αὐτὸς ὁ ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν ε ξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ υ ειν, γίνεσθαι δὲ τοὺς ο μβρους ἐν ταῖς νυξίν, ι να μὴ τὰ ε ργα κωλύωνται. Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος ὁ ̔Ηρώδης 1.378 τίθησι νόμον τοὺς τοιχωρύχους ἐπ' ἐξαγωγῇ τῆς χώρας πιπράσκεσθαι· ο καὶ πρὸς τιμωρίαν τῶν πασχόντων η ν φορτικόν, οὐχ η κιστα δὲ καὶ τῶν νόμων κατάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι κατὰ τὰ ἐκείνων ε θη βιοῦν τῆς θρησκείας η ν, ο σον ἐπ' ἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ ε χοιεν κατὰ τὸ τετραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλ' οὐ πρὸς ἀλλοφύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ι να μήτε τῆς θρησκείας ἐκπίπτοιεν μήτε παρ' ο λον τὸν βίον δουλεύοιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος η ν τῶν κατ' ἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπ' αὐτῷ. Εἰς τὴν ̓Ιταλίαν δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον παραγενόμενος ̔Ηρώδης, ι να Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ ̔Ρώμῃ διατρίβοντας ο ψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ τοὺς παῖδας ὡς η δη τελειωθέντας ἐν τοῖς μαθήμασιν ε λαβεν α γειν εἰς τὰ οἰκεῖα. ὡς δ' ἐπανῆλθον, περίοπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε η σαν Σαλώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ η δη καὶ κατ' ἐκείνων τὰ ο πλα ἡτοίμαζον δι' ω ν καὶ τὴν αὐτοὺς γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φιλοστόργως ε τι πρὸς αὐτὰ ὁ πατὴρ διακείμενος καὶ τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν 1.379 ἐζεύγνυεν, ̓Αριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, ̓Αρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφύραν τῷ ̓Αλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας ο σοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο. διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκείνων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, πρὸς ἐκείνους δ' ἡ τούτων ἐπηύξητο 150

δυσμένεια, καὶ διαβολαὶ κακοήθεις κατ' αὐτῶν προύβαινον, παρ' αὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφᾶς καὶ τὴν μητέρα λεγούσης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ' ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα η ν ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δ' εὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέγαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. ̔Ηρώδης δὲ ταῦτα καὶ α λλων ἀπαγγελλόντων τετάρακτο. ου τω δὲ διατεθεὶς ε γνω ἐπὶ καθαιρέσει τῶν νέων ε τερον υἱὸν ̓Αντίπατρον ο νομα, ἰδιωτεύοντι ε τι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ι να καταστείλῃ τὸ θράσος τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδ' ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. ο θεν ὡς ε φεδρόν τινα τὸν ̓Αντίπατρον ἐπεισήγαγεν. ὁ δὲ δεινὸς ω ν, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν ε σχεν ὑπόθεσιν ε χεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλλοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δ' ε τι ἐδίδοσαν 1.380 ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. α περ κακοήθως οἱ περὶ τὸν ̓Αντίπατρον ̔Ηρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μείζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βουλόμενος δὲ ὁ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ, πλείονος ̓Αντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς ̔Ρώμην αὐτὸν μετὰ πολλῶν δώρων ἀπέστειλεν, ω στε η δη πάντα ἐπ' ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ' ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. ̓Αντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκδημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένηται ὁ πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπιστέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερεθίζων πρὸς τὴν δυσμένειαν, ε ως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς ̔Ρώμην κἀκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι. ἀπελθὼν δ' εἰς ̔Ρώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μισοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ ου τω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ε τι τοῦ πατρὸς δάκρυα η ν καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ' ε γνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ' α λλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ α παντας, ὁ ̓Αλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιούμενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον ὁ Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ' αὐτῶν πιστεύων διαβολαῖς, ε τι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς τὸν ̔Ηρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκε.381 χυμένον. καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦσιν, αὐτὸ τοῦτο ἁμαρτεῖν ε φη τὸ μὴ τοιούτους ἑαυτοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπ' αὐτοῖς λόγον, ̔Ηρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πᾶσαν ὑπόνοιαν· καὶ τὸ πιστὰ γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον ε κρινε. τοιαῦτα συμβουλεύων ε νευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζόμενος ε καστον. τότε μὲν ου ν εὐχαριστήσαντες Καίσαρι μετ' ἀλλήλων ἀπῄεσαν, καὶ ̓Αντίπατρος μετ' αὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος η δεσθαι· τῇ δ' ὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ ̔Ηρώδῃ τὴν ἐξουσίαν ἀφῆκεν ὁ Καῖσαρ ο ν α ν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν η καὶ διανέμειν α πασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων η θελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν ̓Αρχέλαος ὁ πενθερὸς ̓Αλεξάνδρου συναντᾷ τῷ ̔Ηρώδῃ,συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐντεῦθεν ̔Ηρώδης ἐπὶ τὴν ̓Ιουδαίαν ἐλθών, καὶ συναγαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν 151

ἀποδημίαν αὐτῷ πεπραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν ̓Αντιπάτρῳ, ει τα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο. ̔Υπῆρχε δὲ τὴν γνώμην πρὸς μὲν τοὺς α λλους φιλοτιμότατός τε καὶ εὐεργετικώτατος, πρὸς δὲ τοὺς 1.382 ὑπηκόους ἐπαχθής τε καὶ ἀδικώτατος καὶ πρὸς τοὺς οἰκείους καὶ φίλους κολαστὴς ἀπαραίτητος. αἱ δὲ αἰτίαι τούτων φιλοδοξία καὶ φιλαρχία. ὑπὸ μὲν γὰρ φιλοδοξίας, εἰ μνήμης ε μελλε τυγχάνειν εἰσαῦθις η εὐφημίας κατὰ τὸ ἐνεστός, οὐκ ἐφείδετο δαπανῶν, πολυδάπανος δ' ω ν βαρείαις εἰσπράξεσι τοὺς ὑποτεταγμένους ἐπίεζε καὶ χαλεπὸς η ν αὐτοῖς· ὑπὸ δὲ φιλαρχίας, εἰ κατά τινος ὑπόνοιαν ε σχεν ἐφίεσθαι τῆς ἀρχῆς η τι περὶ αὐτὴν παρακινεῖν, ι σα πολεμίοις αὐτῷ προσεφέρετο, κἀντεῦθεν συγγενεῖς τε καὶ φίλους ἐτιμωρήσατο ἀφειδῶς, μόνος θέλων τετιμῆσθαι. τεκμήριον δὲ τοῦ πάντοθεν χρηματίζεσθαι θέλειν διὰ τὸ πολυδάπανον, ο τι ἀκηκοὼς ὡς ̔Υρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεύσας ἀνοίξας τὸν τάφον Δαβὶδ ἀργυρίου λάβοι τρισχίλια τάλαντα, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, τοὺς πιστοτάτους τῶν φίλων παρειληφώς, ι ν' ἀνέκφορον ει η τὸ δρώμενον. καὶ χρήματα μὲν οὐχ ευ ρεν ἀργύρια δηλαδή, κόσμον δὲ πολὺν κειμηλίων χρυσῶν, ο ν ἀνείλετο πάντα. ε σπευδεν ου ν καὶ ἐνδοτέρω χωρεῖν κατὰ τὰς θήκας, ἐν αι ς τῶν βασιλέων Δαβὶδ καὶ Σαλομῶντος τὰ σώματα τεθησαύριστο. ὡς δ' ἐβιάζετο εἰσιέναι, δύο μὲν αὐτῷ τῶν δορυφόρων ἐφθάρησαν φλογὸς ε νδοθεν ἀπαντησάσης, ὡς λόγος, αὐτοῖς, αὐτὸς δὲ περιδεὴς ἐξῄει. καὶ διὰ τὴν ἐπιχείρησιν χεῖρον ε χειν ἐδόκει τὰ κατὰ τὴν οἰκίαν αὐτῷ· ἐμφυλίῳ γὰρ ἐῴκει πολέμῳ τὰ κατὰ τὴν αὐλὴν τὴν βασιλικήν. ἐστρατήγει δὲ ἀεὶ κατὰ τῶν ἀδελφῶν ὁ ̓Αντίπατρος, δεινὸς ω ν, δι' α λλων μὲν αὐτοὺς περιβάλλων αἰτίαις, αὐτὸς δὲ πολλάκις ὑπεραπολογούμενος, ι να δοκῶν ευ νους ἐκείνοις ἀνύποπτος ει η τῷ πατρὶ πρὸς τὰς ἐγχειρήσεις καὶ μόνος τῆς ἐκείνου σωτηρίας φροντίζειν δοκῇ. καὶ ὁ μὲν τὰ 1.383 πάντα η ν τῷ πατρί, οἱ δ' ἐκ τῆς Μαριὰμ χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν ἀτιμίαν οὐκ ε φερον ὑπ' εὐγενείας, παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ε χοντες. αι τε γυναῖκες, ἡ μὲν ̓Αλεξάνδρῳ συνοικοῦσα Γλαφύρα ἡ ̓Αρχελάου μῖσος ει χεν εἰς τὴν Σαλώμην διά τε τὴν πρὸς τὸν α νδρα διάθεσιν καὶ διὰ τὴν ἐκείνης θυγατέρα συνοικοῦσαν ̓Αριστοβούλῳ, ῃ περ ὑπερηφάνως προσεφέρετο ἡ Γλαφύρα καὶ τὴν ἰσοτιμίαν αὐτῆς ἀνηξιοπάθει. γέγονε δέ τις ὑπόθεσις καὶ τὸν τοῦ βασιλέως ἀδελφὸν Φερώραν εἰς ὑποψίαν καὶ μῖσος τῷ ἀδελφῷ φέρουσα. κατηγγυήθη μὲν γὰρ αὐτῷ ἡ τοῦ βασιλέως θυγάτηρ, ὁ δὲ δουλευούσης αὐτῷ γυναικὸς ἡττώμενος καὶ περιμανῶς τοῦ γυναίου ἐρῶν τῇ τοῦ ἀδελφοῦ θυγατρὶ οὐ προσεῖχε, τῇ δὲ δούλῃ προσέκειτο. η χθετο δὲ διὰ τοῦτο ̔Ηρώδης καὶ τὴν μὲν κόρην υἱῷ Φασαήλου συζεύγνυσι, χρόνου δὲ διελθόντος περί τε τῶν πρώτων ᾐτιᾶτο τὸν ἀδελφὸν καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, παρηκμακέναι η δη αὐτῷ οἰόμενος τῆς δούλης τὸν ε ρωτα. ὁ δὲ τὴν μὲν δούλην καὶ παῖδα ἐξ αὐτῆς σχὼν ἀποπέμπεται, τὴν δὲ τοῦ βασιλέως θυγατέρα μετὰ τριακοστὴν ἡμέραν κατέθετο λήψεσθαι. διελθούσης δὲ τῆς προθεσμίας τοσοῦτον πρὸς τὸν τῆς δούλης ε ρωτα ἐμεμήνει ὡς ἀθετῆσαι τὰ ὡμολογημένα, τῇ δὲ προτέρᾳ συμφθείρεσθαι. ταῦτα τὸν ̔Ηρώδην ἐξέμαινε· καὶ ἀεὶ δέ τι καινὸν προσπῖπτον ἀτρεμεῖν αὐτὸν οὐκ ει α. καὶ ἡ Σαλώμη δὲ χαλεπὴ τοῖς ἐκ Μαριὰμ ου σα καὶ τὴν ἑαυτῆς θυγατέρα ̓Αριστοβούλῳ συνοικοῦσαν ἀνέπειθε μὴ εὐνοϊκῶς πρὸς τὸν α νδρα διακεῖσθαι, ἀπαγγέλλειν δὲ αὐτῇ, ει τι κατ' ἰδίαν λαλήσειεν. ἡ δὲ μεμνῆσθαι τοὺς νεανίσκους ε λεγε τῆς μητρός, τὸν δὲ πατέρα στυγεῖν, ἀπειλεῖν δὲ τῆς ἀρχῆς τυχόντες τοὺς 1.384 μὲν ἐκ τῶν α λλων γυναικῶν παῖδας ̔Ηρώδου κωμογραμματεῖς καταστήσειν, τὰς δὲ γυναῖκας καθείρξειν ὡς μηδὲ τὸν η λιον βλέπειν. ταῦτα διὰ τῆς κακίστης Σαλώμης τῷ βασιλεῖ ἀπηγγέλλετο. κἀκεῖνος η κουεν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν· τῶν δὲ παίδων ἀπολογησαμένων ῥᾴων ἐγίνετο. Φερώρας δ' αυ θις τὰ πράγματα συνετάραξεν, εἰπὼν 152

̓Αλεξάνδρῳ ἀκηκοέναι Σαλώμης λεγούσης ἐρᾶν τὸν ̔Ηρώδην Γλαφύρας. ̓Αλέξανδρος δὲ πρὸς τὸν λόγον ἐκ ζηλοτυπίας τετάρακτο, καὶ τὴν ὀδύνην οὐκ ἐνεγκὼν τὰ ὑπὸ τοῦ Φερώρα λεχθέντα τῷ πατρὶ κατεμήνυσεν. ὁ δ' ̔Ηρώδης περιπαθήσας καὶ τὸ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων θορυβηθείς τε μεταπέμπεται τὸν Φερώραν, καί "κάκιστε" ει πε, "τοιαῦτα καθ' ἡμῶν λαλήσας πότερον οι ει λόγον εἰς τὴν ψυχὴν τοῦ παιδὸς η ξίφος εἰς τὴν δεξιὰν αὐτοῦ ἐμβαλεῖν;" Φερώρας δὲ Σαλώμην ε φη ταῦτα συμπείσειν, κἀκείνης ει ναι τοὺς λόγους. ἡ δὲ ἀπηρνεῖτο καὶ τῶν τριχῶν ἐπεδράττετο καὶ ἐστερνοτυπεῖτο, διὰ δὲ τὴν τῶν τρόπων οὐκ ἐπιστεύετο κακοήθειαν. τέλος δὲ ὁ βασιλεὺς καὶ τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν ἀπεπέμπετο, τὸν υἱὸν δὲ τῆς ἐγκρατείας ἐπῄνεσε καὶ τοῦ πρὸς αὐτὸν τοὺς λόγους ἀνενεγκεῖν. Ετερον δέ τι συνέπεσε ταραχὰς αυ θις ἐγεῖραν κατὰ τὴν οἰκίαν τῷ βασιλεῖ. η σαν αὐτῷ εὐνοῦχοι σπουδαζόμενοι διὰ κάλλος, ω ν ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατευνάζειν αὐτὸν ἐτέτακτο. τούτους ὑπ' ̓Αλεξάνδρου χρήμασι διαφθαρῆναι μηνύεται. καὶ βασάνοις ἐκδοθέντες οἱ ἐκτομίαι μίξιν μὲν αὐτῶν γενέσθαι πρὸς τὸν νεανίαν ἀνωμολόγουν, 1.385 α λλο δὲ οὐδὲν κατὰ τοῦ πατρὸς συνειδέναι τῷ ̓Αλεξάνδρῳ. ἐπιτεινόντων δὲ τῶν βασανιζόντων τὰς μάστιγας ε λεγον ὡς ει η δυσμένεια καὶ μῖσος ̓Αλεξάνδρῳ πρὸς τὸν πατέρα, παραινοίη δὲ ̔Ηρώδην μὲν ἀπεγνωκέναι διὰ τὸ γῆρας, αὐτῷ δὲ προσέχειν, ὡς τῆς βασιλείας αὐτῷ περιελευσομένης, κα ν μὴ βούληται ὁ πατήρ, καὶ διὰ τὸ γένος καὶ διὰ τὴν τῶν ἡγεμόνων καὶ τῶν φίλων διάθεσιν. τούτων ἀκούσας ̔Ηρώδης περίφοβος η ν καὶ πρὸς πάντας ὑποψίας ει χε καὶ μίση, πολλοῖς δὲ τῶν φίλων καὶ τὴν εἰς τὰ βασίλεια πρόσοδον ἀπηγόρευσε. πάντων δ' αι τιος ἐτύγχανεν ὁ ̓Αντίπατρος. πρῶτον μὲν ου ν ο σους ῳ ετο πιστοὺς ̓Αλεξάνδρῳ βασάνοις ὁ ̔Ηρώδης ἐξήταζεν, ει τι κατ' αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ε χοντες λέγειν. ει ς δέ τις τὰς βασάνους μὴ φέρων ει πε λέγειν ̓Αλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ τα λλα, ο τι ει τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν η ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυστύχημα περιίσταται· α χθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν ̓Αριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς ̔Ρώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα ̓Αλεξάνδρου πρὸς τὸν ὁμαίμονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτιμῶντα τὸν ̓Αντίπατρον. ἐπὶ τούτοις συλλαβὼν ε δησε τὸν ̓Αλέξανδρον. ε σπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ι να μὴ προπετῶς δόξῃ αὐτὸν δεδεκώς. πολλοὺς ου ν καὶ τῶν ἐν τέλει βασανίζων διέφθειρε, μηδὲν εἰπόντας οι ον ἐκεῖνος ῳ ετο. ὡς δέ τις τῶν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο, ἐπιστέλλειν ε λεγε τὸν ̓Αλέξανδρον τοῖς ἐν ̔Ρώμῃ 1.386 φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μηνύσοντα Μιθριδάτην τὸν βασιλέα Πάρθων τῷ πατρὶ φιλιωθέντα κατὰ ̔Ρωμαίων· ει ναι δὲ αὐτῷ καὶ φάρμακον κατεσκευασμένον ἐν ̓Ασκάλωνι. ταῦτα ̔Ηρώδης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν ὁ ̓Αλέξανδρος φιλονείκως διατεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ι ν' αὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπιβουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ α κοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν η κειν, ι ν' ἐκ μέσου γεγονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν. ̓Αρχέλαος δὲ ὁ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυπούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου καταγινώσκων, ἐπιεικῆ δὲ τὸν ̔Ηρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ε λεγε. τοιαῦτα δὲ λέγοντος τοῦ ̓Αρχελάου ἐνεδίδου τῆς χαλεπότητος ὁ 153

̔Ηρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφ' οι ς ὁ νεανίσκος ἡμάρτηκεν. ̓Αρχέλαος δὲ η δη μαλαχθέντα τὸν ̔Ηρώδην θεώμενος εἰς α λλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. ὁ δὲ πρὸς ̓Αρχέλαον ἐτράπετο, ι ν' ε σοιτο αὐτῷ πρὸς ̔Ηρώδην διαλλακτής. καὶ ο ς συνεβούλευεν αὐτῷ βέλτιον ει ναι δι' ἑαυτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολογοῦντα αι τιον ἑαυτόν· μαλάξαι γὰρ ου τω τὸ σκληρὸν 1.387 τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγγέλλετο. πείθεται ὁ Φερώρας. καὶ ̓Αλέξανδρος μὲν τῶν αἰτιῶν ἀπελύετο, ̓Αρχέλαος δὲ τῷ ̔Ηρώδῃ τὸν Φερώραν διήλλαξε. Μετὰ καιρὸν δὲ πολὺ χεῖρον ε σχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν ̔Ηρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ α σημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν α νθρωπος, ἐπιδημήσας πρὸς ̔Ηρώδην δίδωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν τοῖς μάλιστα τοῦ βασιλέως. η ν δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς ̓Αντιπάτρου· προσῄει δὲ καὶ ̓Αλεξάνδρῳ, γνωστὸς ει ναι λέγων καὶ ̓Αρχελάῳ, ο θεν καὶ τὴν Γλαφύραν τιμᾶν ὑπεκρίνετο. τούτῳ συνήθει γεγονότι ̓Αλέξανδρος τὰ καθ' ἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ τὴν μητέρα ἐδίδασκε, καὶ ε λεγε μὴ δοκεῖν ἀνεκτά. καὶ ὁ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, ὁ δὲ πάντα τῷ ̓Αντιπάτρῳ ἀνέφερεν. ̓Αντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. ὁ δὲ ου τω τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ ὁ μὲν ἀπῄει χρηματισάμενος, ̔Ηρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖσθαι διαβολῶν, ἀλλ' αὐτὸς περιεργάζεσθαι τὰ ἐκείνων καὶ παρατηρεῖν ε καστα. Δύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατ' ὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ ̓Αλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑποπτεύσας ου ν τούτους ̔Ηρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, ει τ' ἀπήγγελλον ὡς πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν ̔Ηρώδην ̓Αλέ.388 ξανδρος. καὶ ὁ φρούραρχος δὲ τοῦ ̓Αλεξανδρίου ἠτάζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, ὁ δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ ̓Αλεξάνδρου χειρός. ὁ μὲν ου ν ̔Ηρώδης οὐκέτι ἐνδοιάσιμος η ν περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, ̓Αλέξανδρος δὲ δι' ̓Αντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν ου ν φυλακὴ τῶν νεανίσκων ἐγίνετο, καὶ καταδίκων ει χον ἀδοξίαν καὶ δέος. ὁ δ' ̓Αριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλγεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, "ταῦτα καὶ σοί" ε φη "κίνδυνον προμηνύει, διαβεβλημένῃ κατ' ἐλπίδα γάμου Συλαίου." τούτους ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. ὁ δὲ δεθῆναι κελεύει καὶ α μφω τοὺς υἱοὺς καὶ ἀπ' ἀλλήλων διαστῆναι, γράψαι τε ε καστον ο σα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν ου τ' ἐννοῆσαι κατὰ τοῦ πατρὸς ου τε μὴν συσκευάσασθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον δι' ἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς ου σης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν η κοντος ἐξ ̓Αρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν ̓Αλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθάνετο ἐπ' ἀκροάσει τοῦ πρεσβευτοῦ, ο που καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν· ὁ δὲ πρὸς ̓Αρχέλαον ε φη ἐκεῖθεν εἰς ̔Ρώμην συνθέμενον διαπέμψειν, α λλο δὲ οὐδὲν α τοπον η δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός. τούτων ου τω ῥηθέντων ὁ βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπ' αὐτὸν ἐκέλευσεν ἐν παράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν ̓Αρχελάῳ καὶ μέμψασθαι ο τι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνεφάψαιτο. ̓Αρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς 1.389 νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς ̔Ρώμην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. ὁ δὲ ἀντεπέστειλεν α χθεσθαι ἐπὶ τοῖς παισίν, ἐπ' ἐκείνῳ δὲ τὴν πᾶσαν ἐξουσίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν 154

ἐνενόησαν, α λλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δ' αὐτῷ περὶ Βηρυτὸν συναγαγόντα συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα ̓Αρχέλαον καὶ ο σους τῶν α λλων οι δεν ἐπιφανεῖς ἀξιώμασι, μετ' ἐκείνων τὸ δέον σκοπεῖν. Ταύτην δεξάμενος τὴν ἐπιστολὴν ὁ ̔Ηρώδης ἐκάλει πρὸς τὸ συνέδριον ου ς ἐβούλετο, ̓Αρχέλαον δι' ε χθραν παραιτησάμενος, η καὶ ἐναντιωθήσεσθαι νομίζων τῇ γνώμῃ αὐτοῦ. η δη δὲ συνηγμένων τῶν τε ἡγεμόνων καὶ τῶν α λλων, κατηγόρει τῶν παίδων ὁ βασιλεύς, καὶ τὰ δι' αὐτῶν ἐκείνων γραφέντα ὑπανεγίνωσκεν· ἐν οι ς οὐδὲν ἐγέγραπτο ε τερον η ο τι φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη διὰ τὴν δύσνοιαν ε χουσαι. καὶ τέλος εἰπὼν καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τοῦ Καίσαρος αὐτῷ τὴν ἐξουσίαν δοθῆναι, καὶ νόμον προσέθηκε πάτριον, ο ς ἐκέλευεν, ει του κατηγορήσαντες οἱ γονεῖς ἐπιθεῖεν τὰς χεῖρας τῇ κεφαλῇ, τοὺς περιεστῶτας τοῦτον ὀφείλειν λιθολευστεῖν καὶ ου τως ἀποκτείνειν. ο περ ε λεγε δύνασθαι καὶ αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν, ἀναμεῖναι δὲ τὴν ἐκείνων κρίσιν. ταῦτα τοῦ ̔Ηρώδου εἰπόντος οἱ συνεδριάζοντες τὴν ἐξουσίαν 1.390 ἐκύρουν αὐτῷ, τῶν νεανίσκων μηδὲ παρηγμένων εἰς τὸ συνέδριον· καὶ τινὲς μὲν κατεψηφίζοντο τῶν τοῦ ̔Ηρώδου υἱῶν, ἀλλ' οὐ μέντοι καὶ κτείνειν, οἱ δέ γε πλείους καὶ θανάτῳ κολάζειν αὐτοὺς ἀπεφαίνοντο. καὶ ἐπὶ τούτοις διελύετο τὸ συνέδριον. ̔Ηρώδης δὲ η κεν εἰς Τύρον καὶ τοὺς παῖδας α γων. ὡς δὲ η λθον εἰς Καισάρειαν, μετέωροι πάντες η σαν, ποῖ τὰ κατὰ τοὺς νεανίας χωρήσειεν ἐκδεχόμενοι· καὶ τοῖς μὲν γινομένοις ἐδυσχέραινον, οὐκ η ν δὲ ἀκίνδυνον ου τε τι ὑπὲρ ἐκείνων εἰπεῖν ου τ' ἀκούειν ἑτέρου λέγοντος, ἀλλ' ὀδυνηρῶς μέν, ἀναύδως δὲ τοῦ πάθους ε φερον τὴν ὑπερβολήν. Στρατιώτης δέ τις ο νομα Τήρων, υἱοῦ αὐτῷ καθ' ἡλικίαν ο ντος ̓Αλεξάνδρῳ φίλου, πολλὰ καὶ πρὸς τὸ πλῆθος ε λεγε, καὶ πρὸς τὸν βασιλέα δὲ παρρησιασάμενος μόνος μόνῳ ἐντυχεῖν ἠξίου. καὶ ἐνδόντος "ποῖ ποτέ σοι" ε φη "ὁ περιττὸς ἐκεῖνος νοῦς; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; ει τα οὐ σκέψῃ τί τὸ πραττόμενον, εἰ δύο νεανίας ἐκ βασιλίδος σοι γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν α κρους ἀναιρήσεις, σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ' ἑνὶ παιδὶ καὶ συγγενέσιν ω ν αὐτὸς τοσαυτάκις κατέγνως θάνατον; οὐκ ἐννοήσεις ο τι καὶ τῶν ο χλων ἡ σιωπὴ διὰ μέγεθος τοῦ πάθους ἐστί, καὶ πᾶσα ἡ στρατιὰ ε λεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα ἐξεργαζομένων ἐσχήκασιν;" η κουε ταῦτα ὁ βασιλεὺς ἐν ἀρχῇ οὐκ ἀγνωμόνως. ὁ δὲ Τήρων ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ τὸν ̔Ηρώδην ἐτάραξε. καὶ πρὸς τὴν τῶν στρατιωτῶν κεκίνητο ἀγανάκτησιν, καὶ προστάττει τὸν Τήρωνα δήσαντας ε χειν ἐν φυλακῇ. ἐπιτίθεται δὲ τῷ καιρῷ καὶ Τρύφων τοῦ βασιλέως κουρεύς, εἰπὼν ὡς ἀναπείθοιτο πολλάκις ὑπὸ τοῦ 1.391 Τήρωνος ξυρῷ τὸν λαιμὸν τοῦ βασιλέως τεμεῖν· ε σεσθαι γὰρ ἐν τοῖς πρώτοις τῷ ̓Αλεξάνδρῳ. ταῦτα εἰπὼν καὶ αὐτὸς συλλαμβάνεται. καὶ ἐν βασάνοις η σαν ὁ Τήρων τε καὶ ὁ παῖς αὐτοῦ καὶ αὐτὸς ὁ κουρεύς. διακαρτεροῦντος δ' ἐν ταῖς βασάνοις τοῦ Τήρωνος, ὁρῶν ὁ παῖς τὸν πατέρα χαλεπῶς διακείμενον, ε φη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ μέλλει ῥύσασθαι τῶν βασάνων τὸν πατέρα καὶ ἑαυτόν. λαβὼν δὲ πίστεις, ε λεγεν ει ναι συνθήκην ἐπιθέσθαι τῷ βασιλεῖ δι' αὐτοχειρίας τὸν Τήρωνα. ταῦτα εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης. ὁ δ' ̔Ηρώδης οὐδὲν ε τι ἐνδοιάσιμον τῇ ψυχῇ καταλελοιπὼς περὶ τὴν τεκνοκτονίαν, τέλος τῇ προαιρέσει ἐπέθετο. καὶ ἀχθέντες εἰς Σεβαστὴν ̓Αλέξανδρός τε καὶ Α ̓ ριστόβουλος ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ ἀπηγχονήθησαν. προαγαγὼν δ' εἰς τὸ πλῆθος τριακοσίους τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τήρωνα σὺν τῷ παιδὶ καὶ τὸν κουρέα κατηγόρει αὐτῶν· ου ς οἱ τοῦ πλήθους βάλλοντες τοῖς παρατυχοῦσιν ἀπέκτειναν. ̓Αντιπάτρῳ δὲ κατεργασαμένῳ τοὺς ἀδελφοὺς ἐργωδεστέρα η ν ἡ τῆς βασιλείας ἐπιτυχία, μίσους τῷ ε θνει φυέντος πρὸς αὐτόν, καὶ μάλιστα τῷ ὁπλιτικῷ. τέως δὲ συνῆρχε τῷ πατρὶ καὶ ἐπιστεύετο παρ' αὐτοῦ. τὴν δὲ 155

̓Αλεξάνδρου γυναῖκα ̔Ηρώδης πρὸς τὸν πατέρα ἀπέπεμψεν, ε τρεφε δὲ τὰ τῶν θανόντων τέκνα πάνυ ἐπιμελῶς. η σαν δὲ ̓Αλεξάνδρῳ μὲν ἐκ Γλαφύρας α ρσενες δύο, ̓Αριστοβούλῳ δὲ ἐκ Βερνίκης υἱοὶ τρεῖς καὶ δύο θυγάτρια. γέγονε δὲ τῷ βασιλεῖ καὶ ἐκ τῆς ἀρχιερέως θυγατρὸς ̔Ηρώδης υἱός. ἐννέα γὰρ τῷ βασιλεῖ συνῴκουν γυναῖκες, πάτριον ο ν καὶ πλείοσι κατὰ ταὐτὸν συνοικεῖν. η σαν δὲ η τε τοῦ ̓Αντιπάτρου μήτηρ καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ, 1.392 ἐξ η ς, ὡς ει ρηται, παῖς ἐγεννήθη αὐτῷ ὁμώνυμος. η ν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη, καὶ ἀνεψιὰ σὺν αὐτῇ, ἐξαδέλφη δηλαδή· τὰς γὰρ ἐξαδέλφας ἀνεψιὰς ἐκάλουν οἱ παλαιοί, ὡς ε στιν εὑρεῖν πολλαχοῦ καὶ παρὰ τῷ Πλουτάρχῳ καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς. η ν δ' ἐν ταῖς γυναιξὶν ̔Ηρώδου κἀκ τοῦ ε θνους τῶν Σαμαρέων μία, η ς η σαν παῖδες ̓Αντίπας τε καὶ ̓Αρχέλαος καὶ θυγάτηρ ̓Ολυμπιάς. καὶ Κλεοπάτρα δὲ ̔Ιεροσολυμῖτις ταῖς τούτου γυναιξὶ συνηρίθμητο· καὶ ταύτης παῖδες ̔Ηρώδης καὶ Φίλιππος. καὶ Παλλὰς δὲ η ν ἐν ταῖς αὐτοῦ γαμεταῖς, Φασάηλον πεποιημένη παῖδα αὐτῷ. καὶ ἐπὶ ταῖς λοιπαῖς Φαίδρα καὶ ̓Ελπὶς συνῴκουν αὐτῷ. η σαν δὲ ̔Ηρώδῃ καὶ δύο θυγατέρες ἐκ Μαριάμ, καὶ ἐκ Φαίδρας δὲ καὶ ̓Ελπίδος ε φυσαν αὐτῷ θυγατέρες ̔Ρωξάνη καὶ Σαλώμη. Τοῦτο μὲν ου ν τὸ γένος ̔Ηρώδου· τὰ δὲ πράγματα πρὸς μόνον τὸν ̓Αντίπατρον ἀφεώρων. καὶ η ν α πασι φοβερός, οὐ τοσοῦτον τῇ δυναστείᾳ ο σον τῇ τῶν τρόπων κακότητι· μάλιστα δὲ αὐτὸν Φερώρας ἐθεράπευε καὶ ἀντεθεραπεύετο. ἠναντίωτο δὲ αὐτοῖς ἡ Σαλώμη, ἐναντίως ἀεὶ πρὸς τὴν τῆς κλήσεως αὐτῆς σημασίαν διακειμένη· ἡ μὲν γὰρ εἰρήνης σημαντικὸν καὶ εἰρηνικὴν ει ναι τὴν ου τω κεκλημένην ἐδήλου, ἡ δὲ καὶ σφόδρα μάχιμος η ν καὶ ἑτέρους πρὸς μάχας καὶ στάσεις καὶ συγγενείας ἀλλοτρίωσιν διεγείρουσα. αυ τη κατασκοποῦσα τὴν ̓Αντιπάτρου καὶ Φερώρου οἰκείωσιν, ε λεγε τῷ ̔Ηρώδῃ ἐπὶ κακῷ τῷ αὐτοῦ τὴν τούτων γίνεσθαι ευ νοιαν. γνόντες ου ν ἐκεῖνοι τὴν τῆς Σαλώμης διαβολήν, ἐν τῷ φανερῷ μὲν μῖσος 1.393 κατ' ἀλλήλων καὶ λοιδορίας η σαν ἐπιτηδεύοντες, κεκρυμμένως δὲ τὴν πρὸς ἀλλήλους ἐτήρουν ὁμόνοιαν. τὴν Σαλώμην δ' οὐκ ἐλάνθανον, πάντα τε ἀνιχνεύουσαν καὶ τῷ βασιλεῖ ἀπαγγέλλουσαν συνόδους λαθραίας συμπόσιά τε καὶ ἀνέκφορα βουλευτήρια. ὁ δὲ καὶ αὐτὸς τὰ πολλὰ συνίει. Φαρισαῖοι δὲ τὴν γυναικωνίτιδα οἰκειούμενοι, α νθρωποι μέγα φρονοῦντες ἐπ' ἀκριβώσει τοῦ πατρίου νόμου καὶ βασιλεῖ ἀντιπράττοντες, οι πάντων ὀμωμοκότων Καίσαρι εὐνοεῖν καὶ τῷ βασιλεῖ ̔Ηρώδῃ αὐτοὶ οὐκ ἐπείσθησαν, ο ντες ὑπερεξακισχίλιοι, τῇ δὲ γυναικὶ Φερώρου εὐνοοῦντες, προύλεγον ̔Ηρώδῃ τέλος τῆς ἀρχῆς κατεψηφίσθαι παρὰ θεοῦ, νεμηθῆναι δὲ αὐτὴν Φερώρᾳ τε καὶ τοῖς ἐξ αὐτοῦ. οὐδὲ ταῦτα τὴν τῆς Σαλώμης μοχθηρίαν διέδρα, καὶ αὐτίκα τῷ βασιλεῖ ἀπηγγέλλοντο. τῶν μὲν ου ν Φαρισαίων οἱ ἐπὶ τούτοις ἐληλεγμένοι ἀνῄρηντο, καὶ εὐνοῦχος Βαγώας, Κᾶρός τέ τις ἐπὶ σώματος κάλλει διαπρεπὴς καὶ ̔Ηρώδου ω ν παιδικά, καὶ ε τεροι τῶν περὶ τὸν βασιλέα, ὡς συνίστορες. ει τα συνέδριον καθίσας ὁ βασιλεὺς τῆς Φερώρου γυναικὸς κατηγόρει καὶ ἀπηρίθμει πολλὰ αἰτιάματα, καὶ τέλος πρὸς τὸν Φερώραν τὸν λόγον τρέψας "δεῖν" ε λεγε "καὶ πρὶν αὐτοκέλευστόν σε διὰ ταῦτα τὸ γύναιον ἀποπέμψασθαι. νῦν γοῦν εἰ τῆς ἐμῆς ἀντιποιῇ συγγενείας, τὴν μετ' αὐτῆς συμβίωσιν παραιτοῦ." ὁ δὲ πρότερον θανεῖν αἱρεῖσθαι ἀπεκρίνατο η ζῶν ἀποστερεῖσθαι τῆς γυναικός. ἐντεῦθεν ̔Ηρώδης ̓Αντιπάτρῳ καὶ τῇ ἐκείνου μητρὶ Φερώρᾳ συνομιλεῖν ἀπηγόρευσεν η ταῖς γυναιξὶ συνιέναι. οἱ δὲ κατετίθεντο, συνῄεσαν δὲ ἀλλήλοις καὶ συνεκώμαζον ῃ καιρός. ̓Αντίπατρος δὲ τὴν ὀργὴν τοῦ πατρὸς ὑφορώμενος γράφει τοῖς ἐν ̔Ρώμῃ φίλοις ἐπι.394 στέλλειν ̔Ηρώδῃ στέλλειν πρὸς Καίσαρα τὸν ̓Αντίπατρον. πέμπεται γοῦν εἰς ̔Ρώμην μετὰ δώρων ̓Αντίπατρος, φέρων καὶ διαθήκην ̔Ηρώδου αὐτῷ τὴν ἀρχὴν διδοῦσαν, εἰ δὲ φθάσει θανών, ̔Ηρώδῃ τῷ ἐκ τῆς ἀρχιερέως γενομένῳ θυγατρός. Φερώραν δέ, μὴ ἀφιέντα τὴν γυναῖκα, ἀναχωρεῖν ἐπέταττεν ὁ ̔Ηρώδης.

καὶ ο ς ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, ὀμόσας οὐ πρότερον η ξειν η πύθοιτο τελευτῆσαι τὸν ἀδελφόν. ω στε καὶ νοσήσαντος τοῦ βασιλέως κληθεὶς οὐχ ὑπήκουσεν, ι να μὴ παραβαίη τὸν ο ρκον. ̔Ηρώδης δ' υ στερον Φερώρα νοσήσαντος η κε πρὸς ἐκεῖνον αὐτόκλητος, καὶ θανόντα ἐτίμησεν. ̔Η δὲ Φερώρου τελευτὴ ἀρχὴ κακῶν ̓Αντιπάτρῳ ἐγένετο, τιννυμένου τοῦ θείου τῆς ἀδελφοκτονίας αὐτόν. ἀπελεύθεροι γὰρ δύο τῶν Φερώρᾳ τιμίων ἠξίουν ̔Ηρώδην μὴ ἐᾶσαι τὸν ἀδελφὸν ἀνεκδίκητον φαρμάκῳ διαφθαρέντα. ταῦτα πιστὰ δοκοῦντα εἰς ἐξέτασιν τὸν βασιλέα ἐκίνησαν, καὶ ἐβασανίζοντο γυναῖκες δοῦλαί τε καὶ ἐλεύθεραι. αἱ μὲν ου ν α λλαι ἐνεκαρτέρουν ἐχεμυθοῦσαι, μία δέ τις α λλο μὲν ε φη οὐδέν, θεὸν δ' ἐπεκαλεῖτο, τοιαύταις ἀνάγκαις τὴν ̓Αντιπάτρου μητέρα περιπεσεῖν, ὡς κακῶν αἰτίαν. τοῦτο εἰς πλείονα τὸν ̔Ηρώδην ἐκίνησεν ε ρευναν· καὶ πάντα σφοδροτέραις βασάνοις αἱ γυναῖκες περιβληθεῖσαι πεποιήκασιν ε κπυστα, τοὺς κώμους καὶ τὰς κρυπτὰς συνόδους, καὶ λόγους ̓Αντιπάτρου πρὸς τὰς γυναῖκας γενομένους Φερώρου, μῖσος πρὸς τὸν πατέρα, ὀλοφύρσεις πρὸς τὴν μητέρα, ο τι ἐπὶ μήκιστον ἡ ζωὴ παρατέταται τῷ πατρί, ὡς μηδ' αἰσθέσθαι τῶν τῆς βασιλείας ἡδέων, ει ποτε αὐτῷ γένηται, διὰ γῆρας η δη αὐτῷ ἐπικείμενον· καὶ α λλα δὲ πλείω καὶ τοῦ πατρὸς καθαπτόμενα αἱ γυναῖκες ε λεγον. 1.395 τούτοις η δη καταγνοὺς ̓Αντιπάτρου ὁ βασιλεὺς ἀφαιρεῖται μὲν τὴν ἐκείνου μητέρα τὴν Δωρίδα τὸν περὶ αὐτὴν πάντα κόσμον ταλάντων ο ντα πολλῶν, αὐτὴν δὲ ἀποπέμπεται. μάλιστα δ' ἐξώτρυνε κατὰ τοῦ υἱοῦ τὸν ̔Ηρώδην ἐπίτροπος ἐκείνου ̓Αντίπατρος, α λλα τε κατειπὼν ἐν τῷ βασανίζεσθαι καὶ ο τι φάρμακον δοίη Φερώρᾳ, ἐντειλάμενος δοῦναι αὐτὸ τῷ πατρὶ παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ι ν' ει η ἀνύποπτος μὴ παρών, καὶ τοῦτο τὸν Φερώραν φυλάσσειν δοῦναι τῇ γυναικί. ἡ γυνὴ δὲ ὡμολόγει, καὶ ἀπιοῦσα κομίσαι τὸ φάρμακον ἐκ τοῦ τέγους ε ρριψεν ἑαυτήν, οὐ μὴν ἐτελεύτησε. καὶ ἀνακτηθεῖσαν ἠρώτα πάλιν ὁ βασιλεύς· ἡ δὲ ω μοσε πάντα ἐρεῖν ὡς ἐπέπρακτο. καὶ λαβεῖν ε φη τὸ φάρμακον παρὰ τοῦ ἀνδρός, ἡτοιμασμένον ἐπ' αὐτὸν τὸν πατέρα ὑπ' ̓Αντιπάτρου. νοσήσαντος δὲ Φερώρα, ἐπεὶ ἐλθὼν αὐτὸς ἐθεράπευε τὸν ἀδελφόν, ὁρῶν σου τὴν ευ νοιαν ἐκεῖνος "πρὸς ἐμέ" ε φη "κόμισον, ω γύναι, τὸ φάρμακον, καὶ κατάκαυσον ἐπ' ο ψει ἐμῇ." κἀγὼ αὐτίκα ὡς ἐκεῖνος ἐνετέλλετο ε πραττον, τὸ μὲν πλεῖστον πυρὶ παραδοῦσα, ἑαυτῇ δ' ὑπολειπομένη ὀλίγον, ι ν' αὐτῷ χρησαίμην, εἰ μεταστάντος Φερώρα κακά μοι παρὰ σοῦ ἀπαντᾷ. παρῆγε δὲ εἰς τὸ μέσον τὴν πυξίδα τε καὶ τὸ φάρμακον. κατηγορεῖτο δὲ καὶ ἡ τοῦ βασιλέως γυνή, ἡ τοῦ ἀρχιερέως θυγάτηρ, ὡς συνίστωρ ἁπάντων· η ν αὐτίκα ἐξέβαλε, καὶ τὸν υἱὸν αὐτῆς ἀπήλειψε τῶν διαθηκῶν, εἰς τὸ βασιλεῦσαι μεμνημένων ἐκείνου. καὶ τὸν πενθερὸν Σίμωνα τὸν τοῦ Βοηθοῦ τὴν ἀρχιερωσύνην ἀφείλετο, ε τερον δὲ καθιστᾷ τὸν τοῦ Θεοφίλου Ματθίαν. ̓Εν τούτῳ δὲ ἀπελεύθερος ̓Αντιπάτρου Βάθυλος 1.396 ἀπὸ ̔Ρώμης παρῆν φάρμακον κομίζων τῇ τοῦ ̓Αντιπάτρου μητρὶ καὶ Φερώρᾳ· ο ς ἐξεταζόμενος ε λεγε πεμφθῆναι αὐτό, ι ν' εἰ μὴ τὸ πρότερον α πτοιτο τοῦ πατρός, τούτῳ γοῦν κατεργασθείη. ἐπεφέρετο δὲ καὶ γράμματα παρὰ τῶν ἐν ̔Ρώμῃ τῷ ̔Ηρώδῃ φίλων, κατηγορίαν ποιούμενα ̓Αρχελάου καὶ Φιλίππου, ἐν ̔Ρώμῃ διαγόντων ἐπὶ μαθήμασιν, ὡς τάχα τὸν πατέρα κατηγορούντων ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν, καὶ δεδοικότων καὶ περὶ ἑαυτοῖς. ταῦτα δὲ μεγάλων μισθῶν τῷ ̓Αντιπάτρῳ ἐπράττετο. ̔Ηρώδης δ' ἐπικρυψάμενος τὴν ὀργὴν ἐκέλευε μὴ βραδύνειν· καὶ τῇ μητρὶ αὐτοῦ μέμψεις ἐπάγων, ἐπηγγέλλετο ἀναθήσεσθαι ταύτας αὐτῷ, ὁπότε ἀφίκοιτο. τούτοις τοῖς γράμμασι περὶ Κιλικίαν ἐνέτυχεν. ἐν Τάραντι δὲ τὴν Φερώρου μαθὼν τελευτὴν δεινῶς η νεγκεν, οὐ δι' ευ νοιαν, ἀλλ' ο τι μὴ φθάσας, ὡς ὑπέσχετο, τὸν ̔Ηρώδην ἀναιρῆσαι, ἀπέθανε. καταχθεὶς δὲ εἰς τὸν λεγόμενον Σεβαστὸν λιμένα, ἐπ' ὀνόματι τοῦ Καίσαρος ου τω καλούμενον, ἐν προύπτοις η ν η δη τοῖς κακοῖς, μή τινος αὐτῷ προσιόντος μήτε προσαγορεύοντος. παρῆν δ' ἐν ̔Ιεροσολύμοις, Οὐάρου τοῦ τῆς Συρίας ἡγεμονεύοντος συνεδρεύοντος ̔Ηρώδῃ, κληθέντος ἐπὶ συμβουλῇ περὶ τῶν 157

ἐνεστηκότων. καὶ εἰσῄει τὰ βασίλεια πορφυρίδα ε τι φορῶν. οἱ γοῦν ἐπὶ ταῖς θύραις δέχονται μὲν τὸν ̓Αντίπατρον, τοὺς δὲ φίλους ἀνείργουσιν. ἐθορυβεῖτο δὲ η δη κατανοῶν οι ἐληλύθει, ἐπεὶ καὶ ὁ πατὴρ αὐτὸν ἀσπάσασθαι προσιόντα ἀπώσατο, ἀδελφοκτόνον τε καλῶν καὶ ἐπίβουλον αὐτοῦ τῇ ζωῇ, ἀκροατήν τε τούτων καὶ δικαστὴν ε σεσθαι τὴν αυ ριον τὸν Ου αρον ε λεγε. καὶ ὁ μὲν ἐπὶ τοιούτοις κακοῖς ῳ χετο, ὑπαντῶσι δ' αὐτῷ η τε μήτηρ καὶ ἡ γυνή, αυ τη δὲ η ν παῖς ̓Αντιγόνου 1.397 τοῦ πρὸ ̔Ηρώδου βασιλεύσαντος· παρ' ω ν α παντα ἐκμαθὼν πρὸς τὸν ἀγῶνα παρεσκευάζετο. τῇ δ' ἑξῆς συνήδρευον ̔Ηρώδης καὶ Ου αρος, συνῆλθον δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς ̔Ηρώδου καὶ οἱ μηνυταὶ τῶν ̓Αντιπάτρῳ μελετωμένων καὶ δοῦλοι μητρῷοι τοῦ ̓Αντιπάτρου, ἐπιστολὴν φέροντες αὐτῆς μὴ ἐπανήκειν, ὡς πάντων τῷ πατρὶ ἐκπύστων γενομένων, μόνην τε α ν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ τὸ μὴ γενέσθαι τῷ πατρὶ ὑποχείριον. ̓Αντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ καὶ δεομένου ἀκροάσασθαι αὐτοῦ καὶ ου τω ψηφίσασθαι, τοῦτον μὲν εἰς μέσον ἀπάγειν ἐκέλευσεν, αὐτὸς δὲ ὠλοφύρατο τὴν τῶν παίδων διάθεσιν καὶ ο τι τὸ γῆρας αὐτοῦ περιέστηκεν εἰς ̓Αντίπατρον, τεθηπέναι τε ε λεγεν ο πως ̓Αντίπατρος ἐπὶ τοιαῦτα χωρήσειε, διάδοχος μὲν τῆς ἀρχῆς γεγραμμένος, ζῶντος δ' αὐτοῦ τὰ πάντα δυνάμενος, καὶ ἀντὶ τούτων πρὸς τὸν αὐτοῦ φόνον ἐρεθίζων τοὺς συγγενεῖς. ταῦθ' α μα λέγων εἰς δάκρυα τρέπεται. καὶ Νικόλαος ὁ Δαμασκηνὸς τοῦ βασιλέως ἐπιτρέψαντος κατηγόρει τοῦ ̓Αντιπάτρου, πάντα ἑξῆς διηγούμενος. πολλοὶ δὲ καὶ α λλοι κατ' ̓Αντιπάτρου αὐτεπάγγελτοι ε λεγον. Ου αρος δὲ Νικολάου παυσαμένου τῶν λόγων ἐκέλευε τὸν ̓Αντίπατρον ἀπολογεῖσθαι. ὁ δ' ἐπὶ στόμα ε κειτο ἀνατετραμμένος, τὸν θεὸν ἐπικαλούμενος ἐπιμαρτυρῆσαι αὐτῷ μηδὲν ἀδικεῖν. ὡς δ' οὐδὲν παρ' ̓Αντιπάτρου ἐλέγετο πλὴν τῆς ἀνακλήσεως τοῦ θεοῦ, τὸ φάρμακον εἰς τὸ μέσον ἐνεχθῆναι ἐκέλευσε. καὶ κομισθέντος, τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνειν κεκέλευστο, καὶ πιὼν εὐθὺς ε θανε. καὶ Ου αρος ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου, ̔Ηρώδης δὲ αὐτίκα ε δησε τὸν 1.398 ̓Αντίπατρον, καὶ εἰς ̔Ρώμην ὡς Καίσαρα γράμματα πέμπει περὶ αὐτοῦ. ̔Εάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπ' ̓Αντιφίλου σταλὲν πρὸς ̓Αντίπατρον, φράζον "ε πεμψά σοι τὴν παρὰ ̓Ακμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οι σθα γὰρ ο τι αυ θις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δ' εὐτυχοίης περὶ τὸ πρᾶγμα." ὁ δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ ὁ τοῦ ̓Αντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμμένον, ει κασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ ει χεν ου τως. λαμβάνουσιν ου ν τὴν ἐπιστολὴν δηλοῦσαν ὡς " ̓Ακμὴ ̓Αντιπάτρῳ. ε γραψα τῷ πατρί σου οι αν η θελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμένης, ε πεμψα, ο ἐπελθὼν οι δα ὡς τιμωρήσεται Σαλώμην." ἡ δὲ πρὸς ̔Ηρώδην ἐπιστολὴ τοιάδε η ν "ε ργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς ε στειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί." η ν δὲ ἡ ̓Ακμὴ ̓Ιουδαία τὸ γένος, ἐδούλευε δὲ ̓Ιουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ ε πρασσε ταῦτα χρήμασι πολλοῖς ὠνηθεῖσα ὑπ' ̓Αντιπάτρου. ̔Ηρώδης δὲ ω ρμησε μὲν εὐθὺς ἀνελεῖν τὸν ̓Αντίπατρον ὡς κύκηθρον μεγάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ ευ ροι πίστιν τινὰ ἐπὶ τοῖς κατ' αὐτῆς ἀξιόχρεων, κατασχὼν δ' ἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντειπεῖν μηδὲν ὑπιδόμενον. ὁ δὲ ̓Αντιφίλῳ τὴν πάντων 1.399 αἰτίαν ἀνετίθει. ̔Ηρώδης δ' αυ θις γράμματα πρὸς Καίσαρα ε στειλεν ἐπὶ κατηγορίᾳ τοῦ ̓Αντιπάτρου, δηλοῦντα καὶ ο σα ἡ ̓Ακμὴ συγκακουργήσασα ευ ρητο· ε στειλε δὲ καὶ τῶν ἐκείνης ἐπιστολῶν τὰ ἀντίγραφα. Εἰς νόσον δὲ μεταξὺ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς ̓Αρχέλαον καὶ Φίλιππον ἐκ τῶν ̓Αντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ε τι περὶ ε τος ω ν ἑβδομηκοστὸν 158

ἐξηγρίωτο· αι τιον δ' η ν ο τι καταφρονεῖσθαι ἐδόκει καὶ η δεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ' ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον ̔Ηρώδῃ πεποίητο, ω ν ε ν η ν καὶ ὁ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ ὁ νόμος εἰκόνων ἀναθέσεις η ζῴων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν ̓Ιούδας καὶ Ματθίας ̓Ιουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων ἐκέλευον κατασπᾶν. κα ν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ε λεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θανούμενος. τοιούτοις ου ν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ ̓Ιούδας καὶ Ματθίας οἱ τοῦ τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργασαμένων, καὶ ἀνήχθησαν πρὸς ̔Ηρώδην. ὁ δὲ η ρετο εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ α νδρες "πέπρακται" ει πον, "καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους ου ς Μωυσῆς ἡμῖν καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα." τοὺς μὲν ου ν δεδεμένους ε πεμψεν εἰς ̔Ιεριχώ, καλέσας δὲ τοὺς ἐν τέλει τῶν ̓Ιουδαίων, κατακεκλιμένος ἐν κλι.400 νιδίῳ τῶν εἰς αὐτοὺς εὐποιιῶν ἀνεμίμνησκε καὶ τῆς δομήσεως τοῦ ναοῦ, καὶ κατεβόα ο τι καὶ ε τι ζῶντα ἐξυβρίζοιεν καθαιροῦντες τὰ αὐτοῦ ἀναθήματα, ὡς δοκεῖν μὲν αὐτὸν ὑβρίζειν, κατὰ δέ γε τὸ ἀληθὲς ἱεροσυλεῖν. οἱ δὲ δεδιότες τὴν ἐκείνου ὠμότητα, τοὺς τοῦτο τολμήσαντας ἀξίους ει ναι κολάσεως ε φασκον. καὶ ὁ βασιλεὺς τοῖς μὲν α λλοις πρᾳότερον προσεφέρετο, Ματθίαν δὲ τὸν ἀρχιερέα τὴν τιμὴν ἀφελόμενος, ε τερον εἰς τὸ ἱερᾶσθαι κατέστησεν, ̓Ιώζαρον ἀδελφὸν γυναικὸς ἰδίας· Ματθίαν δὲ τὸν τὴν στάσιν ἐγείραντα καί τινας τῶν στασιαστῶν κατέκαυσε ζῶντας. ̔Η μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ω ν παρηνόμησε τίνοντι. πῦρ γὰρ μαλθακὸν τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων η σαν ἑλκώσεις, καὶ μάλιστα τοῦ κώλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ η τρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ τῷ τοῦ α σθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέλος αὐτοῦ ἐγίνοντο. ὁ δὲ καὶ ου τω κακῶς διακείμενος ἐν ἐλπίδι ζωῆς η ν, οὐδὲ ἀποτετραμμένοις κεχρῆσθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν ̓Ιορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, α σὺν τῇ λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ε νθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς ε δοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς ̔Ιεριχοῦντα κεκόμιστο, ε νθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ῃ ρει χολή. Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ. προστάγματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ ε θνους τῶν ἐντιμοτέ.401 ρων ἀφικομένων ἐκεῖ, συγκλείσας πάντας ἐν τῷ ἱπποδρόμῳ τῇ ἀδελφῇ Σαλώμῃ καὶ τῷ ἀνδρὶ αὐτῆς ̓Αλεξᾷ ἐνετέλλετο, ἐπὰν αὐτὸς ἀφῇ τὴν ψυχήν, τοὺς καθειργμένους α παντας ἀνελεῖν, "ι να μὴ ἐφήδοιντό μου" λέγων "οἱ δῆμοι τῇ τελευτῇ, μηδ' ἐπικροτοῖεν, ἀλλ' ἑκάστων θρηνούντων τοὺς ἑαυτῶν ου τως καὶ αὐτὸς δόξω θρηνεῖσθαι καὶ πολλοῖς ἡ ε ξοδός μου τιμηθείη τοῖς δάκρυσι." καὶ ὁ μὲν ἐπέσκηπτε ταῦτα δακρύων καὶ ποτνιώμενος, οἱ δὲ μὴ παραβήσεσθαι τὴν ἐντολὴν ἐπηγγέλλοντο. ̓Εν τούτοις γράμματα ὑπὸ τῶν ἐν ̔Ρώμῃ ἀπεσταλμένα κεκόμιστο, τήν τε ̓Ακμὴν ἀνῃρημένην δηλοῦντα καὶ τὰ περὶ τὸν ̓Αντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας ̔Ηρώδης η σθη καὶ βραχύ τι ἀνήνεγκε. τῶν δ' ἀλγηδόνων εἰς μέγα ἠρμένων ἀπείχετο μὲν σιτίων, μῆλον δ' αἰτήσας καὶ μάχαιραν γνώμης η ν ἑαυτὸν ἀναιρήσων. καὶ πέπραχεν α ν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέσχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε η ν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ ̓Αντίπατρος ὡς η δη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπισχνούμενος. ὁ δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ο ς ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αυ θις τὰς 159

διαθήκας, ̓Αντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, ̓Αρχελάῳ δ' ἀπονέμων τὴν βασιλείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, ̓Αρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, ̓Ιάμνειαν δὲ καὶ Αζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ 1.402 τῇ ἐκείνου γαμετῇ ̓Ιουλίᾳ δωρεὰς πολυταλάντους καταλιπών, ἡμέρᾳ πέμπτῃ μεθὸ ̓Αντίπατρον κτείνειε τελευτᾷ, βασιλεύσας μεθὸ μὲν ἀνεῖλεν ̓Αντίγονον ε τη τέσσαρα καὶ τριάκοντα, μεθὸ δ' ὑπὸ ̔Ρωμαίων ἀποδέδεικτο βασιλεὺς ἑπτὰ καὶ τριάκοντα. Σαλώμη δὲ καὶ ̓Αλεξᾶς, πρὶν ε κπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακεκλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα. καὶ μεγίστη αυ τη εὐεργεσία παρ' αὐτῶν εἰς τὸ ε θνος ἐγένετο. ει τα ὁ θάνατος τοῦ βασιλέως δεδημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βασιλείαν ἀποκληροῦσαι τῷ υἱῷ ̓Αρχελάῳ. Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δακτύλιον οὐκ α λλως ε λεγε κυροῦσθαι τὰς διαθήκας η διὰ Καίσαρος. βοὴ δὲ η ν εὐθὺς εὐφημούντων ̓Αρχέλαον βασιλέα. καὶ ἐπὶ τούτοις ἡ τοῦ βασιλέως ἐκφορὰ ἐτελεῖτο πολυτελῶς. 2. Καὶ ̔Ηρώδης μὲν ου τως ἀπέτισε τὸ χρεών, ̓Αρχέλαος δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ' εὐωχίαν ἐτράπετο. Συνελθόντες ου ν τῶν ̓Ιουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ ̔Ηρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αι ροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ' ̔Ηρώδου τιμωμένους κολάσαντα τὸν ̓Αρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν α λλων τὸν ἀρχιερέα παῦσαι, ε τερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις ̓Αρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε· καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ε στειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ' ο ταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἱ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ ει ων λέγειν τὸν στρατηγόν, οὐδέ του α λλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. α ρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά. σιν ἐξᾶραι προεθυμοῦντο. ο δείσας ̓Αρχέλαος χιλίαρχον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἱ στασιασταὶ παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέλευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. ̓Αρχέλαος δὲ συνιδὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος ο ρμημα κωλυθῇ, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρέθησαν, οἱ δέ γε λοιποὶ ἐπὶ τὰ ο ρη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· οἱ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν. ̓Αρχέλαος δὲ ἐπὶ ̔Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα· συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ ̔Ηρώδου. καὶ ̓Αντίπας δὲ ὁ ̔Ηρώδου υἱὸς ἑτέρωθεν ἐπὶ ̔Ρώμην ω ρμητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ· ἐπτέρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ̔Ρώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἱ μὲν ὑπὲρ ̓Αρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ ̓Αντίπα, τοῦ ̓Αρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ ̓Αρχελάου ῥοπὴν ἐδείκνυ. ̓Εν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν ̓Ιουδαίων ε θνος στασιάσαν καὶ τοὺς ἐκεῖ ̔Ρωμαίους πολιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ' αὐτῶν οἱ ̔Ρωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σαβῖνος· στρατηγὸς δὲ η ν ου τος ̔Ρωμαίων. καὶ μάχη η ν καρτερά, καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν. περιοδεύσαντες ου ν οἱ ̓Ιουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ε ξω τοῦ 160

ἱεροῦ, κἀντεύθεν ἐξ ὑπερδεξίων βάλλοντες με.3 γάλα ε βλαπτον τοὺς ̔Ρωμαίους. οἱ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον υ λαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ η πτετο τοῦ ὀρόφου, καὶ οἱ ἐπὶ τῶν στοῶν οἱ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν ε βαλλον οἱ πολέμιοι, οἱ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἱ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ' ὁστισοῦν. καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οι γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ α παντας κτεῖναι, εἰ δ' ἀπίοιεν, α δειαν τοῖς ̔Ρωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. ̔Ροῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ ̔Ηρώδου στρατεύματος ε χοντες α νδρας ἐρρωμένους τοῖς σώμασι, ̔Ρωμαίοις προστίθενται. ̓Ιουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος. ̓Επὶ τούτοις καὶ ε τεροι θόρυβοι τὴν ̓Ιουδαίαν κατέλαβον. ̓Ιούδας γὰρ ̓Εζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς τοῦ ὑφ' ̔Ηρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ο πλων ω πλισε τοὺς περὶ αὐτόν, φοβερός τε α πασιν η ν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν ̔Ηρώδου τοῦ βασιλέως, ἀνὴρ δ' εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν ̔Ιεριχοῦντι βασίλειον πίμπρησι, καὶ α λλους δὲ τῶν 2.4 βασιλικῶν οι κων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ τοῦ μετ' αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτεμε. καὶ α λλοι δὲ στασιασταὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ ̔Ρωμαίους καὶ τοὺς βασιλικούς. Ου αρος δ' ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν ̓Ιουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαΐδι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν· ο ς συμβαλὼν ἐκείνοις ἐκράτησεν. Ου αρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς ̔Ιεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν ̓Ιουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ῳ χοντο. Οὐάρου δὲ τοῖς ̔Ιεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ε λεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τῶν ἐπηλύδων. καὶ ὁ Ου αρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ε τεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ' αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ο σοι συγγενεῖς ο ντες ̔Ηρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς. Εἰς δὲ ̔Ρώμην ἐξ ̓Ιουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἱ πρέσβεις συνισταμένους ε χοντες τῶν ἐπὶ ̔Ρώμης ̓Ιουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ῃ τουν. καὶ ἐπὶ κατηγορίαν τῶν ̔Ηρώδου τρέπονται παρανομημάτων· 2.5 οὐ γὰρ βασιλέα, τύραννον δ' ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ ε θνει ε φησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ' ἐκείνου κακώσεσιν. οἰόμενοι ου ν πάντα τῆς βασιλείας κρατήσοντα ̔Ηρώδου ε σεσθαι μετριώτερον, ἀσμένως τὸν ̓Αρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ω σπερ οὐχ ̔Ηρώδου νομίζοιτο παῖς, εἰ τοῖς ̓Ιουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις ̔Ρωμαίων στρατηγοῖς ὑποκεῖσθαι. Οἱ μὲν ου ν ταῦτα ᾐτοῦντο, οἱ δὲ περὶ τὸν ̓Αρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τὸν υἱόν, τῶν ἐγκλημάτων 161

ἀπέλυον, καὶ ̓Ιουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν ̓Αρχέλαον, τὸ δ' η μισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς α ρχοι· η ν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ' ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν ̓Αντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις ̔Ηρώδου διένειμε· καὶ τῷ μὲν ̓Αντίπᾳ ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσέφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ' οι ς ὁ ̔Ηρώδης κατέλιπε καὶ τὸ ἐν ̓Ασκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ' εἰσήγετο ταύτῃ δασμὸς ἑξήκοντα τάλαντα. Καὶ ταῦτα μὲν ου τως διῴκητο· νεανίας δέ τις 2. ̓Ιουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν ̔Ηρώδου συγγέ. νειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο ̓Αλεξάνδρῳ τῷ ἀνῃρημένῳ ̔Ηρώδου υἱῷ. καί τινα παραλαβὼν ὁμόφυλον α νδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, ̓Αλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν ̔Ηρώδου υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν α μφω τοὺς ἀδελφοὺς ἐσταλμένων α λλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς ̔Ρώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι ̔Ηρώδην, ἀγαγὼν δ' εἰς ο ψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ ει δος ει χεν ἐμφερὲς πρὸς τὸν ̔Ηρώδου ̓Αλέξανδρον, ὑπ' αὐτουργίας δ' ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ' οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν ου ν ὁ Καῖσαρ περὶ ̓Αριστοβούλου ποῖ α ν ει η· φαμένου δ' ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ι ν' ει τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ' ἐπὶ τούτοις ἐκείνῳ συμπνέοντα ε κτεινεν. Α ̓ ρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ ̓Ιωαζάρου τοῦ Βοηθοῦ, καὶ ἀντικαθίστησιν ̓Ελεάζαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφύραν α γεται πρὸς γάμον τὴν ̓Αρχελάου παῖδα, ̓Αλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ' ου καὶ τέκνα η ν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ 2. ἀδελφῶν α γεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων ἐχούσας. καὶ τὸν ̓Ελεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν ̓Ιησοῦν ἀντεισήγαγε τὸν παῖδα Σεέ. ἀνύων δ' ε τος ἐν τῇ ἀρχῇ δέκατον κατηγορήθη παρὰ Καίσαρι πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ο λον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο. ̓Ονείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ ̓Αρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. α λλοι μὲν ου ν α λλως ἐξηγοῦντο τὸν ο νειρον, Σίμων δὲ τὸ γένος ̓Εσσαῖος μεταβολὴν πραγμάτων ε λεγε φέρειν ̓Αρχελάῳ τὴν ο ψιν, οὐ μέντοι ἐπ' ἀγαθῷ. τοὺς μὲν γὰρ βόας κακοπαθείας σύμβολον ει ναι, ζῷα ἐπ' ε ργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ο τι δι' αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ ̓Αρχελάῳ. Καὶ τῇ γυναικὶ δὲ τοῦ ̓Αρχελάου Γλαφύρᾳ ο νειρος τεθέαται ε τερος. αυ τη γάρ, ὡς ἱστόρηται, ̓Αλεξάνδρῳ πρότερον συνῴκει ̓Αρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ' ἐκείνου ̓Ιόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος ̓Αρχελάῳ γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ ̓Αλεξάνδρου ε χουσα. ἐδόκει γοῦν ἡ γυνὴ τὸν ̓Αλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν "Γλαφύρα, ἀληθεύειν α ρα τὸν λόγον ἀπέδειξας ο ς ἀπίστους ει ναι τὰς γυ. ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα, 162

καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ' ου τως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο υ βρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ' ἐγώ σε αυ θις ἐμὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης." ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ. ̔Η δὲ ̓Αρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν ̓Ιουδαίαν προσθήκην ἐκείνης γεγενημένην. ̓Ιουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως ̓Ιωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ε θνος ἐνέπλησαν, λέγοντες οὐδὲν ε τερον ει ναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν η δουλείαν α ντικρυς· καὶ ἐδόκουν μὲν ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ' ἀληθείᾳ δι' οἰκείων ε σπευδον κερδῶν ἀφορμάς. ἐξ ω ν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτῶν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τῶν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς ̓Ιουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν ει ρηται, τῆς τῶν ̓Εσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αυ τη ἐπείσακτος παρὰ Σαδὼκ καὶ 2. ̓Ιούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ' ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ' ἀντιλέγουσι θρασέως τοῖς παρ' ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ ει κειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι' α τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς. Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους αὐτοὺς ἀντιλέγειν ἀρετὴν οι ονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ε λθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων λόγοις καὶ α κοντες· οὐ γὰρ α λλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν. ̓Εσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους η γηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς α λλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ' ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ε χουσιν· ο θεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ ου τε γαμετὰς εἰσάγονται ου τε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ' ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας 2.10 τῶν τῆς γῆς καρπῶν καὶ τῶν α λλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται. ̔Η δὲ τετάρτη, η ς ὁ Γαλιλαῖος ̓Ιούδας γέγονεν ἡγεμών, τὰ μὲν α λλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ' ἐλευθερίας αὐτῇ δριμὺς ε ρως ἐντέτηκεν, η ς οἱ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ι να μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. ̓Εντεῦθεν ου ν η ρξατο τὸ τῶν ̓Ιουδαίων ε θνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος υ βρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν, αι ἐγένοντο ἐν ε τει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν ̓Ακτίῳ η τταν τοῦ ̓Αντωνίου ὑπὸ τοῦ Καίσαρος, ̓Ιωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ανναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ̔Ρώμην ἀπάραντος Κοπώνιος τὴν ̓Ιουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος 163

̓ μβιβοῦχος. καὶ τὸν Μάρκον ̔Ροῦφος διαδέχεται Αννινος. ἐφ' ου δὴ τελευτᾷ Καῖσαρ Α αὐτοκράτωρ ̔Ρωμαίων, α ρξας ε τη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ε ξ ἐφ' ἡμέραιν δυοῖν, ἀφ' ω ν τεσσαρεσκαίδεκα ε τη αὐτῷ συνῆρξεν ̓Αντώνιος, ὡς ει ναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ε τη ἑβδομήκοντα καὶ ἑπτά. ̔Η δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς ̓Ιουλίας υἱόν. ὑφ' ου Γράτος Οὐαλλέριος εἰς ̓Ιουδαίαν ε σταλτο ἡγεμών· ο ς παύσας τὸν Ανναν τῆς ἀρχιερωσύνης ̓Ισμαὴλ ἀποδεί.11 κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ' οὐ πολὺ ̓Ελεάζαρ τῷ τοῦ Αννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ' ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ι σον χρόνον ἱερασαμένῳ ̓Ιωσὴφ ὁ Καϊάφας διάδοχος η ν. Καὶ Γράτος ἐπὶ ε νδεκα ε τη τῆς ̓Ιουδαίας α ρξας, καὶ ταῦτα πράξας, εἰς ̔Ρώμην ὑπανεχώρησε· Πόντιος δ' η κε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης ̔Ηρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐν τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν ̔Ιεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος ̓Ιουδαίοις τοῦ νόμου εἰκόνας ε χειν. ἐπεὶ δ' ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ω ρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ε κτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ε λεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. 2.12 ̔Υδάτων δ' εἰσαγωγὴν ποιούμενος εἰς ̔Ιεροσόλυμα τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες ου ν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ' αὐτοῦ. ὁ δὲ στολαῖς ̓Ιουδαϊκαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ε χον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ ου τως ἀναχωρεῖν τοῖς ̓Ιουδαίοις ἐπέταττεν. ὡς δ' η ρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἱ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ α οπλοι ο ντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ε πιπτον, οἱ δ' α λλοι τραυματίαι ἀπῄεσαν. Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ θεὸς ̓Ιησοῦς Χριστὸς ἐν ̓Ιουδαίᾳ ἐφάνη, περὶ ου ταῦτα κατὰ λέξιν φησὶν ὁ ̓Ιώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας. "γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον ̓Ιησοῦς, σοφὸς ἀνήρ, ει γε α νδρα αὐτὸν λέγειν χρή· η ν γὰρ παραδόξων ε ργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν ̓Ιουδαίους, πολλοὺς δὲ καὶ τοῦ ̔Ελληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς ου τος η ν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ' ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ε χων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ α λλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον." Καὶ ταῦτα μὲν ἀρχαιολογῶν ὁ ̓Ιώσηπος ε γραψε περὶ τοῦ Χριστοῦ· ἐν δὲ τῷ πρὸς Ελληνας αὐτοῦ 2.13 λόγῳ, ο ς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, ου καὶ ὁ α γιος ̓Ιωάννης ὁ Δαμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. "πάντες γὰρ δίκαιοί τε καὶ α δικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ο ν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ ̔Ραδάμανθυς κριταὶ καθ' ὑμᾶς, Ελληνες, ἀλλ' 164

ο ν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ ου ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. ου τος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ε ργα παρασκευάσει τὸ δίκαιον. ου κρίσει παραστάντες πάντες α νθρωποί τε καὶ α γγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν ου τω λέγοντες, δικαία σου ἡ κρίσις. η ς φωνῆς τὸ ἀνταπόδομα ἐπ' ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν ευ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ α σβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ε μπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ' ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει." καὶ α λλα δ' ἐπὶ τούτοις φησίν. Ου τω μὲν ου ν περὶ Χριστοῦ γέγραφεν ὁ ̓Ιώσηπος. ἐν δὲ ̔Ρώμῃ τότε Παυλῖνά τις η ν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ 2.14 πλούτου περιττῶς ε χουσα· ου σα δὲ καὶ τὴν ο ψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ῃ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς ε καστον τῶν καλῶν ἀποδέοντι. ταύτης ἑάλω τῷ ε ρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ω ν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· ει κοσι γὰρ μυριάδας δραχμῶν ̓Αττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ε ρωτα, ω στε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. η ν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ιδη καλουμένη, παντοίων ι δρις κακῶν. αυ τη ου τως ε χοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ω στε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ τῆς Ισιδος, θεὸς δ' αυ τη τοῖς ̔Ρωμαίοις τότε νενόμιστο, ῃ δει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αι ς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ε λεγεν η κειν πεμπτὸς ὑπὸ τοῦ ̓Αννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν η κειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ε δοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν, κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν ου ν εἰς τὸ τέμενος· καὶ ὡς υ πνου καιρὸς η ν, ε νδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν.15 νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Αννουβις αὐτῇ προσφερόμενος. ει τα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν α νδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ ̓Αννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ "Παυλῖνα," φησί, "καὶ τὰς ει κοσι μυριάδας ε χω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. α δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Αννουβιν ο νομα θεμένῳ αὑτῷ." ἐκ τούτων εἰς ε ννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ιδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ισιδος α γαλμα εἰς τὸν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνώμην νείμας αὐτῷ ω στε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ε ρωτος. ̓Αλλὰ ταῦτα μὲν ἐν τῇ ̔Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ο ρος αὐτῷ συνελθεῖν· ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν ο πλοις η σαν. Πιλάτος δὲ στρατιώτας πέμψας τοὺς μὲν ε κτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἱ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον η λθον Συρίας 165

ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῇ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν ̓Ιουδαίων προνοησόμενον, ἐπὶ ̔Ρώμην ἀπιέναι τὸν Πιλάτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά.16 τορος ἀπολογησόμενον ἐφ' οι ς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ε τεσιν ἡγεμονεύσας τῆς ̓Ιουδαίας, πρὶν δὲ τῇ ̔Ρώμῃ ἐγγίσαι αὐτόν, ε φθη Τιβέριος μεταστάς. Οὐιτέλλιος δὲ εἰς ̔Ιεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς ̔Ιεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν ει ναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ̓Αντωνίᾳ ἀπέκειτο. τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ ̔Υρκανός, ε γγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν ει χεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ' ἐκεῖνον ἐπράσσετο. ̔Ηρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸ πολυτελέστερον, φίλος ω ν ̓Αντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ' ἐποίει καὶ ὁ ̓Αρχέλαος, καὶ μετ' ἐκεῖνον οἱ ̔Ρωμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ε πραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τῶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ' ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αυ θις ἐκεῖ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ε θνει. τὸν δὲ ἀρχιερέα ̓Ιωσὴφ τὸν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, ̓Ιωνάθῃ δίδωσι ταύτην τῷ Αννα τοῦ ἀρχιερέως υἱῷ. Κατ' ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος ̓Αρταβάνῳ τῷ Πάρθων βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ' ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης ̔Ηρώδης ἐκ.17 πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. ει τα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ ̔Ηρώδου. τοῦτο εἰς ὀργὴν τὸν Οὐιτέλλιον κατὰ τοῦ ̔Ηρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαΐου κρατήσαντος. Τότε καὶ Φίλιππος ̔Ηρώδου τούτου ω ν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, α ρξας ἑπτὰ καὶ τριάκοντα ε τη. η ν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προϊόντι ει τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, ει ποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ η σαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. ̔Ηρώδης δὲ ὁ τετράρχης ἐπὶ ̔Ρώμην στελλόμενος κατέλυσεν ἐν ̔Ηρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ο ν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ ̔Ηρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ ̔Ηρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς ̓Αριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, ἀδελφῆς δὲ τοῦ μεγάλου ̓Αγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν ̓Αρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ ̔Ρώμην ε πλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ' ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ ̓Αρέτα θυγάτηρ, τὰς πρὸς ̔Ηρωδιάδα συνθήκας, ῃ τει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο η ν τῆς ̓Αρέτα καὶ τῆς 2.18 ̔Ηρώδου ἀρχῆς. καὶ ὁ ̔Ηρώδης ἐξέπεμψε, μὴ γινώσκων ο ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς ̓Αραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν ̔Ηρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ε σχε τοῦτο ε χθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἱ ̔Ηρώδου ἡττήθησαν καὶ α παν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφῆς ̔Ηρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς ̓Αρέταν ποιήσασθαι καὶ η ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς ̔Ρώμην η ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν. Τισὶ δὲ ὑπὸ θεοῦ τὴν ̔Ηρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ ̓Ιωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου 166

κατὰ λέξιν ὁ ̓Ιώσηπος ε γραψε. "κτείνει γὰρ τοῦτον ̔Ηρώδης ἀγαθὸν α νδρα καὶ τοὺς ̓Ιουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· ου τω γὰρ καὶ τὴν βάπτισιν αὐτῷ φανεῖσθαι ἀποδεκτήν. δείσας δὲ ̔Ηρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ ̔Ηρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ ̓Ιουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ο λεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι ̔Ηρώδην θέλοντος." 2.19 Οὐιτέλλιος δὲ πρὸς ̓Αρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς ̓Ιουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον ει ναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ' ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς ου ν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτὸς δὲ μετὰ ̔Ηρώδου εἰς ̔Ιεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας ἡμέρας ἐκεῖ, ̓Ιωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ω ρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. λέγεται δὲ καὶ τὸν ̓Αρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον ει ναι τῷ στρατῷ πολεμῆσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων η τὸν κελεύσαντα πολεμεῖν η τὸν κελευσθέντα η καθ' ου τὸ κέλευσμα γέγονε. Καὶ Οὐιτέλλιος μὲν εἰς ̓Αντιόχειαν ἀνεχώρησεν, ̓Αγρίππας δὲ ὁ Α ̓ ριστοβούλου υἱὸς ἐπὶ ̔Ρώμης ε τυχενω ν τοῦ Τιβερίου θνήσκοντος. ου τος γὰρ πρὸ μικροῦ τῆς ̔Ηρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῇ ̔Ρώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ ̓Αντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ' αὐτῆς. μεγαλοπρεπὴς δὲ ω ν ̓Αγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ' εἰς τοὺς ἀπελευθέρους τοῦ 2.20 Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ο ψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ι να μὴ δι' αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ ο τι χρημάτων ἠπόρησεν εἰς ̓Ιουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς ου σι, καὶ μὴ ε χων, εἰς ε ννοιαν η λθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, η θυγάτηρ η ν Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως ̔Ηρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς ̔Ηρώδου θυγατρός, η ν ε σχεν ἐκ Μαριὰμ τῆς ὑπ' ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηται. αυ τη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ ̓Αγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς ̔Ηρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν ̔Ηρώδῃ, ̓Αγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ε ννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον α νδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί τι καὶ ἀργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν δίαιταν. μετὰ καιρὸν δὲ διαφορᾶς γενομένης ̔Ηρώδῃ τε καὶ ̓Αγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ ̓Αγρίππας μεθίσταται, φιλίως ἐκ ̔Ρώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ω ν δὲ ἐκεῖ καὶ ὁ ̓Αγρίππα ἀδελφὸς ̓Αριστόβουλος, διαφερόμενός τε τῷ ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν ̓Αγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς ̓Ιταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ 2.21 Βερνίκης τῆς ̓Αγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ε λεγε ποιησάμενον δύο μυριάδων ̓Ατθίδων λαβεῖν τὰς μυριάδας 167

πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ ̓Αγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν ε μελλεν. ̓Ερρένιος δὲ Καπίτων ̓Ιαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ε πραττεν ἀπ' αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. ̓Αγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ῳ χετο. καὶ καταπλεύσας εἰς ̓Αλεξάνδρειαν ̓Αλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας ει κοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ' ἐκείνῳ μὲν οὐκ α ν ε φη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ' ἐκείνης τὸ δάνειον ὁ μὲν ̓Αγρίππας εἰς ̓Ιταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς ̓Ιουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος ̓Ερρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα ̓Αγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν ει σοδον α χρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αυ θις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῷ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. ̓Αγρίππας δὲ πρὸς Γάιον μᾶλλον ἀπένευεν, ̓Αντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ' αὐτοῦ. καί ποτε συμπροϊοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ ̓Αγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαΐῳ ἐπηύχετο. Ευ τυχος δὲ ἀπελεύθερος ̓Αγρίππου τῶν 2.22 λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. ου τε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ι να μὴ ἐπανιόντων συντόμως προσίοιεν ε τεροι καὶ ο χλος αὐτῷ γίνοιτο, ου τε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ' αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν ε φασκε προμηθείᾳ τῶν ὑπηκόων, ι να αὐτάρκως τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα ει εν. παράδειγμά τε τραυματίαν πεποίητο ῳ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου η ρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας "αυ ται μέν" ἀπεκρίνατο "τοῦ αι ματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι' ο χλου εἰσίν, εἰ δ' ἀποσοβηθεῖεν αυ ται, η ξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι." τῆς δὲ πρὸς ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον ο τι δύο καὶ ει κοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς ̓Ιουδαίοις ἐξέπεμψεν α ρξοντας τοῦ ε θνους αὐτῶν, Γράτον τε καὶ Πιλάτον. τοιοῦτος ου ν τυγχάνων ἐν α πασιν οὐδὲ τὸν Ευ τυχον ἠξίου ἀκροάσεως. ̓Αγρίππας δὲ τὴν ̓Αντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ' ̓Αντωνία διὰ τιμῆς η ν Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέμεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ.23 τοκράτορος αὐτὸν ἐπιτρέποντος, καὶ ου τω τὸν βίον διήνυσεν ὡς καὶ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ο τι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης ου ν ἀξιούμενος ἐξετάσαι τὸν Ευ τυχον, ε φη "ι στωσαν οἱ θεοί, ̓Αντωνία, ο τι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα ε σονται, ἐκ δέ γε σῆς παρακλήσεως." καὶ τὸν Ευ τυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ε λεγεν ὡς "Γάιός τε καὶ ̓Αγρίππας, ω δέσποτα, συνωμίλουν, καὶ ̓Αγρίππας ε φη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ῃ μεταστὰς ου τος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ε σται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπὸ σοῦ τελευτῶν. καὶ η τε οἰκουμένη γένοιτ' α ν μακαρία, καὶ πρὸ ταύτης ἐγώ." Τιβερίῳ δὲ οἱ λόγοι η γηντο ἀληθεῖς· α μα δὲ καὶ μῆνιν ̓Αγρίππᾳ τηρῶν ο τι μὴ τὸν υἱωνὸν αὐτοῦ θεραπεύειν ει λετο, ο λος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ η γετο δέσμιος ἐν πορφυρίσιν ω ν ε τι, καὶ 168

πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ' ἀθυμίας ἐπικλιθείς. η σαν δ' ἐκεῖ καὶ ε τεροι ἐν δεσμοῖς. καὶ ὀρνέου πρὸς τὸ δένδρον ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ο ρνιν ̔Ρωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος η ρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην ο στις ει η ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών "ω νεανία" φησίν, "ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ε σῃ τοῖς α ρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ο λβον λιπών. ο τε δ' εἰσαῦθις τὸν ο ρνιν 2.24 τοῦτον θεάσαιο, ι σθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ῃ τανῦν σύνεσμεν." καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωτα ω φλεν, υ στερον δ' ἐφάνη θαύματος α ξιος. Ην ου ν ἐν τοῖς δεσμοῖς ὁ ̓Αγρίππας ἐπὶ μῆνας ε ξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Ευ οδον κελεύει, ο ς τῶν ἀπελευθέρων η ν αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ η σαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἱὸς αὐτοῦ Δροῦσος ε τυχε τεθνεώς· υἱωνὸς δ' ἐξ ἐκείνου αὐτῷ η ν Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας η δη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας ου ν ὁ Τιβέριος ε ωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αυ ριον· η ν δ' αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ' ου ν οἰώνισμα ε θετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ο ς α ν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἱωνοῦ πρωιαίτερον α γειν τὸν παῖδα. καὶ η δη γεγονυίας ἡμέρας πέμπει τὸν Ευ οδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ θείου δυνάμεως εἰς ε ννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ' ἀπολωλότι τῷ υἱωνῷ. καίπερ δὲ διὰ τοῦτο τεταραγμένος, φησὶ πρὸς τὸν Γάιον "ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν η σύ, ἀλλ' αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ κατὰ ψῆφον θεῶν σοι τὴν τῶν ̔Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο.25 νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ο σα παρὰ δίκην πράσσοιτο." Τιβέριος μὲν ου ν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, α ρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ ει κοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ι σας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. ἠγγέλλετο δὲ ̔Ρωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἱ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλεῖστα γὰρ ἐκεῖνος δεινὰ ̔Ρωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ω ν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος. Μαρσύας δὲ τοῦ ̓Αγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, ε δραμε πρὸς αὐτὸν καὶ ̔Εβραΐδι φωνῇ "τέθνηκεν ὁ λέων" φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν ̓Αγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ η ρετο τί α ν ει η τὸ ἀγγελθέν· καὶ ὁ ̓Αγρίππας η δη συνήθης γενόμενος τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας ο τι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτοκράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς η δη. τῇ δ' ὑστεραίᾳ λόγος τε η ν πλατὺς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέ.26 πουσα τὸν ̓Αγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ῃ πρὸ τοῦ δεθῆναι η ν. Γάιος δὲ εἰς ̔Ρώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν ̓Αγρίππαν ἐβούλετο· ἡ δ' ̓Αντωνία κεκώλυκεν, οὐ μίσει τοῦ 169

λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ι να μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν ̓Αγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, ει τα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αυ ξησιν, καὶ χρύσεα χαλκείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἁλύσεως μεθ' η ς ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος. Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου ̓Αγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αυ θις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐνδόντος Γαΐου ἐξέπλευσεν. ̔Ηρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ, καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἑώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν α νδρα ἐπὶ ̔Ρώμης πλεῖν καὶ ι σην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ κελεύουσα, καὶ οὐκ ἀνῆκεν ε ως καὶ α κοντα τὸν ̔Ηρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο ου ν σὺν τῇ γυναικὶ ἐπὶ ̔Ρώμης. ̓Αγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν ̔Ρώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ε να δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ ̔Ηρώδου. καὶ καταλαμβάνουσι 2.27 τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. α μα τε τῷ ̔Ηρώδῃ εἰς ο ψιν η κεν ὁ Γάιος καὶ α μα τὰς ̓Αγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς ̓Αρτάβανον αυ θις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ' ἐποιεῖτο τοῦ λόγου ο πλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις ̔Ηρώδου, μυριάσιν ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ' ὑπὸ τῶν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν ̔Ηρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν ο πλων λόγος. τοῦ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ ̓Αγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ ̔Ηρώδην ἀειφυγία κατέκρινεν. ̔Ηρωδιάδι δὲ ὡς ̓Αγρίππου ὁμαίμονι τά τε χρήματα ο σα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν ̓Αγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ' ε λεγεν ει ναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν. ̔Ο μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προϊὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν ̓Αλεξανδρείᾳ ̓Ιουδαίοις καὶ Ελλησι τρεῖς ἀφ' ἑκατέρου μέρους παρῆσαν πρὸς τὸν Γάιον πρεσβευταί. ̓Απίων δὲ τῶν ̓Αλεξανδρέων πρέσβεων ει ς α λλα τε κατηγόρει τῶν ̓Ιουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ ̔Ρωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων ου τοι μόνοι α δοξον η γηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ο ρ.28 κιον αὐτοῦ ποιεῖσθαι τὸ ο νομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν ̓Ιουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ε νδοξος καὶ φιλοσοφίας οὐκ α πειρος, ε τοιμος η ν ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε η ν κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν ̓Ιουδαίους ὡς χρὴ θαρρεῖν· οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό. ̔Ο δ' αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ ̓Ιουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ ἐμβαλεῖν εἰς τὴν ̓Ιουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαΐδα γενομένῳ προσῆλθον ̓Ιουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, "Εἰ δ' ἀπαραίτητος ει ," ε λεγον, "ἡμᾶς πρότερον διαχειρισάμενος ου τως ι στα τὸ α γαλμα." Πετρώνιος δ' ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ' ἑαυτοῦ ταῦτ' ε πραττον, δίκαιος 170

η ν πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης ε χουσιν ̓Ιουδαῖοι. καὶ πολλαὶ μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος ε φη "πολεμήσετε α ρα;" οἱ δ' "οὐ πολεμήσομεν" ε φασαν, "τεθνηξόμεθα δὲ πρότερον η παραβῆναι τὰ πάτρια," καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ' ἡμέρας ἐπράτ.29 τετο τεσσαράκοντα. ̓Αριστόβουλος δὲ ὁ ̓Αγρίππου ἀδελφὸς καὶ α λλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ι σως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ' ἐμμένοι καὶ αυ θις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος α πτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαΐῳ περὶ τῆς πράξεως. ̓Αγρίππας δὲ ὁ βασιλεὺς ἐν ̔Ρώμῃ διάγων προέκοπτε τῇ πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ο α ν αὐτῷ πρὸς βουλῆς. ὁ δέ "αἰτήσομαί σε" ε φη "τῶν μὲν ο λβον περιποιούντων οὐδέν, ο δ' α ν σοί τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς ευ κλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, η ν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ ̓Ιουδαίων ἱερόν, δι' ἐμὲ καταλείψειν." Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει. καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν η δη τὸν ἀνδριάντα ε φθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· "οὐ γὰρ ε τι τοῦτον βούλομαι στῆναι, διὰ τὸν ̓Αγρίππαν, α νδρα τιμώμενον παρ' ἐμοί." Γάιος μὲν ου ν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς ̓Ιουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ "̓Επεί σοι τὰ τῶν ̓Ιουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε 2.30 ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς ε πειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος." ταύτην τὴν ἐπιστολὴν οὐκ ε φθη ζῶντος Γαΐου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ ου τω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου. ̔Ο μὲν ου ν Γάιος κάκιστος γεγονὼς ω λετο ἐξ ἐπιβουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ' ἐκείνου ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, ο τε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. η δη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ ̓Αγρίππα σπουδάσαντος. α ρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ ̓Αγρίππᾳ καὶ δι' ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ ε θετο πᾶσαν η ς η ρξεν ̔Ηρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ ̔Ηρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος. Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς ̓Αλεξανδρεῖς οἱ ἐκεῖ ̓Ιουδαῖοι. ο ν γὰρ ει ρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαΐου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει ̔Ελλήνων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ η σαν ἐν ο πλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αι γυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, ε πεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν ̓Αγρίππου τε καὶ ̔Ηρώδου εἰς Συρίαν καὶ εἰς ̓Αλεξάνδρειαν καὶ εἰς τὴν α λλην οἰκουμένην ο ση ̔Ρωμαίοις ὑπήκοος, φράζον ο τι "τῶν ̓Ιουδαίων ἀνέκαθεν 2.31 ι σης πολιτείας τοῖς ̓Αλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας ο τι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ ̓Ιουδαίων ε θνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ ε θνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δίκαια τοῖς ̓Ιουδαίων νομίμοις 171

ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων ̓Αγρίππου καὶ ̔Ηρώδου τῶν φιλτάτων μοι." ἐξέπεμψε δὲ καὶ ̓Αγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς ̔Ιεροσόλυμα χαριστήρια ε θυσε, καὶ τὴν χρυσῆν α λυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ ο τι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας ου ν πολυτελῶς, Θεόφιλον μὲν τὸν Αννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ῳ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ' η σαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, ου τῇ θυγατρὶ ὁ βασιλεὺς ̔Ηρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ' ̔Ιεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ι ππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, α νδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν. Νεανίσκοι μέντοι Δωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν ̓Ιουδαίων συναγωγὴν κομίσαντες ε στησαν. τοῦτο τὸν ̓Αγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύοντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν Δωριτῶν. ὁ δ' ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ' αὐτὸν ἀχθῆναι προσ.32 έταξε, τοῖς δὲ τῶν Δωριτῶν α ρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως. ̓Αγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, ̓Ιωνάθην αυ θις ἐπ' αὐτὴν η γε τὸν ̓Ανανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων α παξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς α ξιον τῆς τιμῆς. πεισθεὶς ου ν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε. Σίλας δὲ ὁ ̓Αγρίππου ι ππαρχος, πεποιθὼς οι ς ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ η ν φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην α γων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς ου ν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ ̓Αγρίππας διέκειτο. τοῦ δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος ο σους ὑπὲρ ἐκείνου ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο "ἐπὶ τίνα" λέγων "ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν ο σον η δη ἀπολουμένην; η πεπαῦσθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον ο σων αὐτὸν ἐξερρυσάμην δεινῶν, ο σους η νεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ω ν γέρας μοι δεσμὰ καὶ σκότιος εἱρκτή, ω ν ου ποτε λήσομαι." ὁ δὲ βασιλεὺς ταῦτα μαθών, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αυ θις ει ασεν ἐν φρουρᾷ. Ην δὲ εὐεργετικὸς ου τος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν η ττον ̔Ηρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς 2.33 ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς ̓Ιουδαίους, ου τος πρὸς πάντας ὁμοίως η ν εὐεργετικὸς καὶ τὸν τρόπον πραΰς. ἡδεῖα γοῦν αὐτῷ δίαιτα συνεχὴς ἐν τοῖς ̔Ιεροσολύμοις η ν, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων η ν ἐν ̔Ιεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· ου τος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν ̓Αγρίππαν οὐκ ε λαθε. μεταπέμπεται ου ν τὸν Σίμωνα καί φησιν "εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον;" ὁ δὲ μὴ ε χων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ̓Ελιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν. Βασιλεύσας ου ν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ο λης ̓Ιουδαίας, εἰς πόλιν Καισάρειαν, η πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ α ργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες 172

α λλος α λλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε ει ης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς α νθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας ου ν μετ' ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ο ρνιν τῆς ἑαυτοῦ κεφαλῆς υ περθεν, α γγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον 2.34 ε σχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν α λγημα. καὶ πρὸς τοὺς φίλους φησίν "ὁ θεὸς ὑμῖν ἐγὼ η δη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ' ὑμῶν θανεῖν ἐπείγομαι." ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ ̓Αγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς α δακρυς η ν. ἐφ' ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ε τη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ' ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα, τρία δ' ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ε τι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες ̔Ηρώδης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος α ρχων καὶ ̔Ελκίας ὁ ι ππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς ο ντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος. Ου τω μὲν ου ν ὁ ̓Αγρίππας ἀπεβίω, υἱὸν ̓Αγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ω ν ἡ μὲν ̔Ηρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ' ἐκέκλητο, παρθένοι δ' η σαν αἱ δύο Μαριὰμ καὶ Δρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν 2.35 στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς ̓Αγρίππας ἐν ̔Ρώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ο ν αὐτίκα πέμπειν ω ρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ' αὐτὸν τοῦ σκοποῦ οἱ περὶ αὐτόν, σφαλερὸν ει ναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν ου ν Κούσπιον Φάδον τῆς ̓Ιουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτῷ Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον υ βρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν ̓Ιουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἱ δ' ἱερεῖς καὶ οἱ πρῶτοι τῶν ἐν ̔Ιεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ο μως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ' αὐτοῖς ει ναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν ̔Ρώμην τῶν πρέσβεων, ὁ τοῦ ̓Αγρίππου παῖς ὁ νεώτερος ̓Αγρίππας ἐκεῖ διάγων, ὡς ει ρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς ̓Ιουδαίοις ε χειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ ̔Ηρώδης δὲ ὁ τοῦ ̓Αγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος α ρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ε τυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν ̔Ιεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, ̓Ιωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί. 2.36 ̓Εν τούτῳ τῷ χρόνῳ ἡ τῶν ̓Αδιαβηνῶν βασιλὶς ̔Ελένη καὶ ὁ παῖς αὐτῆς ̓Ιζάτης εἰς τὰ ̓Ιουδαίων τὴνδιαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν ̓Αδιαβηνῶν βασιλεύς, ῳ καὶ Βαζαῖος ἐπίκλησις η ν, τῆς ἀδελφῆς ̔Ελένης ἁλοὺς ε ρωτι, α γεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ ου σῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο. καὶ ὑπνώσας ε δοξεν ἀκούειν φωνῆς 173

α ραι κελευούσης ἐκ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ α ρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς ου ν ὑπὸ τῆς φωνῆς ε φραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα ̓Ιζάτην ὠνόμασεν. η ν δ' ε τερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑ λένης αὐτῷ γεννηθεὶς α λλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, ε στεργε δὲ τὸν ̓Ιζάτην ω σπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς ̓Αβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ο ς ἀσμένως τὸν ̓Ιζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπὶ θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν ̓Ιζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος ου ν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ ἀπεκλήρωσεν, ἐν ῃ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός. ̓Εκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς ̔Ελένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οι ς ἀφικομένοις "οὐ λέληθεν" ει πεν "ὑμᾶς ο τι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν ̓Ιζάτην η θελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ' ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ.37 βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι." οἱ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ε λεγον, καὶ ὑπείξειν ἑκόντες ̓Ιζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ι ν' ἀσφαλῶς ἐκεῖνος α ρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ ̓Ιζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις α ν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, ε ως α ν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. η κεν ου ν ὁ ̓Ιζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς. Οντι δ' αὐτῷ ἐν τῇ ἀποδημίᾳ ̓Ιουδαῖός τις ̓Ανανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν ̓Ιουδαίων νόμιμα. συνέβη δὲ καὶ τὴν ̔Ελένην ὑφ' ἑτέρου ̓Ιουδαίου κατηχηθεῖσαν εἰς τὰ ̓Ιουδαϊκὰ ε θη μετατεθῆναι. ἐλθὼν ου ν ὁ ̓Ιζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ε λυσε μέν, ε πεμψε δέ, ι να μὴ υ ποπτοι παρόντες ει εν, τοὺς μὲν εἰς ̔Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ ̓Ιουδαίων ἀσπασαμένην, ε σπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ε τοιμος η ν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαΐζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν ̓Ανανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ε τερος δ' αυ θις ̓Ιουδαῖος ἐκ Γαλιλαίας ̓Ελεάζαρ ἀφικόμενος, καὶ κατα.38 λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, ε φη, ἀλλὰ καὶ τὰ ὑπ' αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ ̓Ανανίᾳ πεπρᾶχθαι τὸ ε ργον ἐδήλου. οἱ δ' εἰς φόβον ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τὸν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν. ̔Ελένη δὲ ἐπιθυμίαν ε σχεν εἰς ̔Ιεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος α πεισιν εἰς ̔Ιεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ ̓Αλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν ε πεμψεν, ι ν' οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι. Καὶ ταῦτα μὲν ου τως· ̓Αρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ' αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς ̓Ιζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ' ὁδὸν τῷ ̓Ιζάτῃ ἐνέτυχε, καί φησι Μή με παρίδῃς, ω βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ' ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ε λεγεν. ὁ δὲ ̓Ιζάτης 174

ἀκούσας τὸ ο νομα, κατεπήδησε τοῦ ι ππου καὶ Θάρσει, ε φη, ω βασιλεῦ· η γὰρ εἰς τὴν Πάρθων βασιλείαν σε καταστήσω η τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα ει πε καὶ ἐπὶ τὸν ι ππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ ̓Αρταβάνης ω μοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη 2.39 τὸν ι ππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ' ὁ ̓Ιζάτης ἐπὶ τὸν ι ππον η λατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν ̓Αρταβάνην δέξασθαι. τῶν δὲ Πάρθων δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπονεῖμαι η δη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ ̓Αρταβάνῳ, ὑπ' αὐτοῦ γὰρ ἐτέθραπτο καὶ η ν ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. καὶ ὁ ̓Αρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα ου ν αὐτῷ ὁ Κινάμωμος· ο ς δὴ προσκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. ου τω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ ̓Αρτάβανος οὐκ ἠμνημόνησε τῶν ̓Ιζάτου καλῶν, ἀλλ' ἀμείβεται τοῦτον. Μετὰ δέ τινα χρόνον ̓Αρταβάνου θανόντος Οὐαρδάνης ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς ̓Ιζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ ̔Ρωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ' ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ ̓Ιζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ' οἱ Πάρθοι μαθόντες ὡς ἐπὶ ̔Ρωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ ̓Ικοτάρδῃ διδόασιν· ο ν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός. ̔Ο δὲ τοῦ ̓Ιζάτου ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ε φεσιν εἰς ε ργον ἐξήνεγκαν. γίνεται δ' ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς ̓Αβίαν 2.40 τὸν ̓Αράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοῦ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται τούτοις ὁ Αραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν η κεν ἐπὶ τὸν ̓Ιζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν ̓Ιζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες ε φευγον. γνοὺς δὲ τὴν προδοσίαν ̓Ιζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ' ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Αραβας ε τρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος η δη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ ̓Ιζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν. Οἱ δὲ τῶν ̓Αδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Πάρθων γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεῖναι μὲν τὸν ̓Ιζάτην, καταστῆσαι δὲ σφίσι δυνάστην ἐκ Πάρθων· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ω ρμησε, καὶ ὁ ̓Ιζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ε λεγε τῷ ̓Ιζάτῃ ὁπόση ἐστὶ τῶν Πάρθων ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐτὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ο ν σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ ̓Ιζάτης τὴν μὲν δύναμιν τῶν Πάρθων γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ' ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα ει πε καὶ ἱκέτευε τὸν θεόν. κατ' ἐκείνην ου ν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων 2.41 ἀνέζευξεν α πρακτος. καὶ ου τως ̓Ιζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, ει κοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· θνήσκει δ' ἐπὶ παισὶν ει κοσι καὶ τέσσαρσιν α ρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ' ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν. Φάδου μέντοι τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος ἀνήρ τις γόης Θευδᾶς ο νομα πείθει τὸν πλεῖστον ο χλον ἀναλαβόντα τὰς κτήσεις ε πεσθαι πρὸς τὸν ̓Ιορδάνην 175

αὐτῷ· προφήτης γὰρ ε λεγεν ει ναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι· καὶ πλείστους ἠπάτησε. πέμψας δ' ἐπ' αὐτοὺς ι λην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ' ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, ου τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς ̔Ιεροσόλυμα. Φάδον δὲ Τιβέριος ̓Αλέξανδρος διεδέξατο, ̓Αλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν ̓Αλεξανδρείᾳ υἱός. καὶ οἱ παῖδες δὲ τοῦ Γαλιλαίου ̓Ιούδα ̓Ιάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, ου ς ἀνεσταύρωσεν ὁ ̓Αλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων ̔Ηρώδης μεταστήσας τῆς ἀρχιερωσύνης ̓Ιωσὴφ τὸν τοῦ Κεμεδῆ, ̓Ανανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ ̓Αλεξάνδρῳ Κούμανος η λθε διάδοχος. ἐν ὀγδόῳ δ' ε τει τῆς Κλαυδίου μοναρχίας ̔Ηρώδης ὁ τοῦ μεγάλου ̓Αγρίππου ἀδελφὸς τελευτᾷ ἐφ' υἱέσι τρισί· τὴν δ' ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ ̓Αγρίππᾳ δέδωκε Κλαύδιος. Κουμάνου δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς ̔Ιεροσόλυμα 2.42 η θροιστο. ι να γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους ο ντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος ε στησε καταστελοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ' ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ' ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἱ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ο ς πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν η κειν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος ου ν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ω ρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ' ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας· καὶ πένθος η ν ἀντὶ πανηγύρεως. Ου πω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ε τερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες α πασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ' αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ε ν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ' ο ψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν ου ν τῷ Κουμάνῳ οἱ ̓Ιουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, ου περ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν 2.43 νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν. ̓Αλλὰ καὶ Σαμαρείταις ε χθρα πρὸς ̓Ιουδαίους ἐγένετο· ἡ δ' αἰτία η ν αυ τη. Γαλιλαῖοι εἰς ̔Ιεροσόλυμα πορευόμενοι διά τινος κώμης ω δευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἱ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες ου ν οἱ Γαλιλαῖοι πρὸς ο πλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας ει λεν. οἱ πρῶτοι δέ γε τῶν ̔Ιεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ο πλα ῥίψαντας ἠρεμεῖν· καὶ ε πεισαν. οἱ μὲν ου ν διελύθησαν, ἡ χώρα δ' ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα κατηγόρουν τῶν ̓Ιουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. ̓Ιουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν η ξειν εἰς τὴν ̓Ιουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. η κεν ου ν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ 176

πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· ̓Ιουδαίους δὲ ου ς δεδεμένους ει χεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ ̓Ανανίαν τὸν 2.44 ἀρχιερέα καὶ τὸν στρατηγὸν Ανανον δήσας εἰς ̔Ρώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ ̓Ιουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐτοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς ̔Ιεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως ου τως ἀναιρεθῆναι. Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν ̓Ιουδαίων ἐπιτροπεύσοντα· ̓Αγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν ̓Αβέλλᾳ, αυ ται δὲ Λυσανίου η σαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ε τη τέσσαρα ταύτης α ρξαντα. ὁ δ' ̓Αγρίππας ἐκδίδωσι πρὸς γάμον ̓Αζίζῳ τῷ ̓Εμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρούσιλλαν τὴν ἀδελφήν, τοῦ ̓Επιφανοῦς ̓Αντιόχου παραιτησαμένου τὸν γάμον, ο τι μὴ ἰουδαΐσαι ἐβούλετο. καὶ Μαριὰμ κατηγγύησεν ̓Αρχελάῳ τῷ ̔Ελκίου παιδί, ὑπ' ̓Αγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρούσιλλαν ἰδὼν κάλλους περιττῶς ε χουσαν, ἑάλω τῷ ταύτης ε ρωτι, καὶ πείθει καταλιποῦσαν τὸν α νδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ' ἐξ αὐτοῦ παῖδα ̓Αγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ο ρος, πυρφόρον ο ν καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα 2.45 ἀδελφὴ τοῦ ̓Αγρίππου, συνοικοῦσα ̔Ηρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ' ε ρωτα, ι ν' ου τω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν ε μεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα. Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ε τη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ' ἡμέραις ει κοσι. λόγος δὲ η ν ὡς ὑπὸ τῆς γυναικὸς ̓Αγριππίνης φαρμάκοις ἀνῄρητο· η ς πατὴρ η ν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν ̔Ρώμῃ, ου τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος α γεται ε χουσαν καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ η ς παῖδας ει χε Βρεττανικὸν καὶ ̓Οκτάβιον. καὶ ̓Οκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς ει χεν, η ν τῷ Νέρωνι η ρμοσε· τοῦτο γὰρ τὸν τῆς ̓Αγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν υ στερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ι να τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ ̓Αγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω. Ει χε μὲν ου ν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν ̔Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν ̓Ιουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν ο χλον, ω ν πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ε χων δὲ ἀπεχθῶς πρὸς ̓Ιωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις 2.46 αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν ̓Ιουδαίαν, πρόφασιν ἐζήτει δι' η ν τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οι ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τῷ πλήθει καὶ τὸν ̓Ιωνάθην ἀνεῖλον. ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἱ λῃσταὶ ἀναβαίνοντες ου ς μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, ου ς δ' ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες α νθρωποι τὸν ο χλον ἀνέπειθον ε πεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεῖα καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ω ν πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἱ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς 177

̔Ρωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον. Σύρων δὲ καὶ ̓Ιουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν ̓Ιουδαῖοι πρωτεύειν ἠξίουν ὡς ̔Ηρώδου τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν ̔Ηρώδην ὡμολόγουν, ε φασαν δὲ καὶ πρῴην πόλιν ει ναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν ̓Ιουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τῶν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ ̓Ιουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτῶν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ο τι πλεῖστοι τῶν ὑπὸ ̔Ρωμαίους στρατευομένων Καισαρεῖς η σαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς ̓Ιουδαίους ἀνθύβριζον· ει τα λίθοις ἀλλήλους ε βαλλον, ε ως πολλοὶ ἐτρώθησάν τε καὶ ε πεσον ἀμφοτέρωθεν· νικῶσι δὲ 2.47 ̓Ιουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς ̓Ιουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν ̓Ιουδαίων ἐπιεικέστεροι καὶ οἱ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη. ̔Ο δὲ βασιλεὺς ̓Αγρίππας δίδωσι τὴν ἀρχιερωσύνην ̓Ισμαὴλ υἱῷ τοῦ Φαβεί. ε σχον δὲ πρὸς ἀλλήλους στάσιν οι τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ε βαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ η ν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο ὡς καὶ πέμπειν ἐπὶ τὰς α λωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ο θεν οἱ α ποροι τῶν ἱερέων ὑπ' ἐνδείας ἀπέθνησκον. Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἱ Καισαρεῖς ̓Ιουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα α ν ε τισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι' αὐτοῦ τὴν ̓Ιουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις α κυρον ἀποφαίνουσαν. ἐξ η ς τὰ μετὰ ταῦτα κακὰ τῷ ε θνει ἐφύησαν· διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν ̓Ιουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως ει χοντο, μέχρις α ν ἀνήφθη ὁ πόλεμος. Φῆστος δὲ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν κακουμένην 2.48 ευ ρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ ου τοι η σαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ ̔Ρωμαίων καλουμέναις σίκαις, ἀφ' ω ν καὶ σικάριοι ὠνομάσθησαν· οι κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι ου ς ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελλομένου τοῖς ε πεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς ἀκολουθήσαντας οἱ πεμφθέντες διέφθειραν. ̔Ο μέντοι βασιλεὺς ̓Αγρίππας οι κημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ' ἐχαλέπαινον οἱ τῆς πόλεως. τοῖχον ου ν ἐγείρουσιν, ο ς οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν α ποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ε νθα τὰς φυλακὰς οἱ ̔Ρωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ ̓Αγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγχωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ ̓Ισμαὴλ τὸν ἀρχιερέα καὶ ̔Ελκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ ̓Ιουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν α λλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ ̓Ισμαὴλ καὶ τὸν ̔Ελκίαν κατέσχε παρ' ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ 178

βασιλεὺς ̓Αγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην ̓Ιωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· ει τα τῷ Αννᾳ υἱῷ τοῦ 2.49 Αννα ταύτην ἐξ ̓Ιωσὴφ ἀφελόμενος προσεκλήρωσεν. Ου τος ου ν ὁ νέος Αννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας η ν καὶ θρασύς. Φήστου τοίνυν θανόντος, καὶ ̓Αλβίνου μήπω καταλαβόντος τὴν ̓Ιουδαίαν, ο ς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς ̓Ιουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ι ν' αὐτοῖς τοῖς ̓Ιωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν ̓Ιησοῦ τοῦ λεγομένου Χριστοῦ, ̓Ιάκωβος ο νομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. ο σοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως η νεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς ̓Αλβῖνον καὶ πρὸς ̓Αγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας α ρξαντος τρεῖς, ̓Ιησοῦν τὸν τοῦ Μνασέα κατέστησεν. ̓Αλβῖνος δ' ἐλθὼν εἰς ̔Ιεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. ̓Αγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι ̓Ιησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα ̓Ιησοῦν. στάσις ου ν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ υ βρεων τῶν πρὸς ἀλλήλους προυχώρησεν. ο θεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς ε χειν τὴν τῶν ̔Ιεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. ̓Αλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ο σοι η σαν αὐτῷ προδήλως θανεῖν α ξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ.50 έταξε, τοὺς δ' ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα λαμβάνων ἀπέλυε. καὶ ου τως ἡ μὲν εἱρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ' ̓Αγρίππας τὸν τοῦ Γαμαλιὴλ ̓Ιησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ' ου ὁ πρὸς ̔Ρωμαίους η ρξατο πόλεμος. Ηρξατο μὲν ου ν ἡ ἀρχιερωσύνη ἐξ ̓Ααρών, τελευτήσαντος δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ' αὐτῶν διέμεινεν ἡ τιμή. ο θεν πάτριον η ν ̓Ιουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, κα ν βασιλεὺς η ν αὐτῆς ἐφιέμενος, εἰ μὴ τοὺς ἐξ αι ματος ̓Ααρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ ε θος τοῦτο τετήρητο. ἐγένοντο ου ν πάντες ἀπὸ ̓Ααρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς ̓Ιουδαίαν ̓Αλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν ̓Ιουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ω στε διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν ̓Αλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος ε σπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ ε θνος παρανομίας ἐποίει, ω σπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ' ε καστον; τοσοῦτον δ' εἰπὼν δηλώσω τὸ πᾶν, ο τι ὁ τοὺς ̓Ιουδαίους τὸν πρὸς ̔Ρωμαίους α ρασθαι πόλεμον βιασάμενος Φλῶρος η ν. ε λαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ μὲν ε τει τῆς Φλώρου ἐπιτροπῆς, δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος. ̓Εντεῦθεν ου ν ἡ τῶν ̓Ιουδαίων ἀποστασία εἰς 2.51 προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος η ρξατο. διηγήσασθαι δὲ τούτου ε καστα πλείονος α ν γένοιτο πραγματείας η κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν α λλα ἐᾶσαί μοι κέκριται, μόνα δ' ἐπιτεμεῖν τὰ περὶ τῆς ἁλώσεως τῶν ̔Ιεροσολύμων αὐτῶν. Οὐεσπασιανὸς γὰρ παρὰ Νέρωνος, μαθόντος τὴν ̓Ιουδαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πιστευθείς, οὐ πρώτοις τοῖς ̔Ιεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν ε σπευσε πρότερον ἑλεῖν πόλεις, καὶ ου τως αὐτὴν χειρώσασθαι τὴν μητρόπολιν. καταλαβὼν ου ν τὴν Πτολεμαΐδα, καὶ ἑνωθεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ ̓Αλεξανδρείας ἀφικομένῳ καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, σταλέντι παρ' αὐτοῦ ἐξ ̓Αχαΐας, ο που τοῦ πολέμου στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος, ἐν ̓Αχαΐᾳ γὰρ ἐτύγχανεν ω ν ἐκεῖνος ο τε ἡ τῶν ̓Ιουδαίων ἀποστασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρότερον ω ρμησε, καὶ τῇ πόλει τῶν ̓Ιωταπάτων πρώτῃ 179

προσβαλών, καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέρας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν ̓Ιώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερμαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ' ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων, καὶ τὰ μὲν ὁμολογίᾳ, τὰ δὲ πολιορκίᾳ ὑπὸ ̔Ρωμαίους πεποίητο. καὶ ταῦτα η δη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει, διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλήλους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκκυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς, κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπασιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς ̔Ρώμης λαθραίως ἐκδρὰς καὶ ἑαυτὸν ἀνελών. ει τα Γάλβαν μαθὼν γενόμενον αὐ.52 τοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ο ,τι περὶ ̓Ιουδαίων κελεύει πευσόμενον. ε τι δὲ καθ' ὁδὸν ο ντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. ο περ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. καὶ διὰ τὸ περὶ τῆς ̔Ρωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς ̔Ιερουσαλὴμ προσβολῇ, ἀλλ' ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Οθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ' ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στείλας ου ν Οθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ τῶν ἀπεσταλμένων Οθων ἑαυτὸν διεχρήσατο. καὶ Οὐιτέλλιος εἰς ̔Ρώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν· η δη γὰρ αὐτῷ καὶ οἱ τοῦ Οθωνος προσεχώρησαν. Οὐεσπασιανὸς δέ, ει τινα η σαν περίλοιπα τῶν ̓Ιουδαίων πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην η δη τὴν τῶν ̔Ιεροσολύμων πόλιν σκοπὸν ̔Ρωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς ει ρηται, τὰ τῆς πόλεως. ε ξωθεν μὲν γὰρ ὁ Σίμων καὶ οἱ περὶ αὐτὸν τοῖς ̓Ιουδαίοις ̔Ρωμαίων ἐτύγχανον φοβερώτεροι, ε νδον δ' οἱ ζηλωταὶ καλούμενοι καὶ ὁ τούτων ἐξάρχων ̓Ιωάννης καὶ ̔Ρωμαίων η σαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκάσθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐτὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγαγεῖν, ὡς τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ε λαθον δὲ χείρονα καθ' ἑαυτῶν εἰσδεξάμενοι τύραννον. τούτων δ' ἐν ̔Ιεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν ̔Ρώμην κατέλαβεν αὐτοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦτα οὐκ η ρεσκε, καὶ ἀπηξίου δεσπότην ε χειν τὸν Οὐιτέλλιον. οἱ δ' ἡγεμόνες τῶν σὺν αὐτῷ ταγμάτων, 2.53 ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα. ̔Ο δὲ μέλλων η δη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν ̔Ιεροσολύμων πολιορκίαν ἀνέθετο. ο ς τὰς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τὰ ̔Ιεροσόλυμα, καὶ πρὸ τριάκοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ῃ ει τὴν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκθέουσι δὲ τῆς πόλεως α πειροι· καὶ οἱ μὲν πλεῖστοι τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν ̓Ιουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ' ὀλίγων τῶν α λλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ' αὐτόν, ἐπιστρέφει τὸν ι ππον, καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ε πεσθαι ἐμβάλλει τοῖς ̓Ιουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατόπεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῷ. Μεθ' ἡμέραν ου ν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος δ' ἐστὶν ου τω καλούμενος διέχων τῆς πόλεως σταδίους ἑπτά, ο θεν η τε πόλις καὶ ὁ ναὸς καταφαίνεται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ' ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ ε ξωθεν πόλεμος τὴν ε ριν ἀνέπαυσεν. ἐμάχοντο ου ν τοῖς βαλλομένοις στρατόπεδον οἱ ̓Ιουδαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναντίους, μᾶλλον δ' ἐκακοῦντο αὐτοί. λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ε νδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ ̓Ιωάννης σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων, κατεθάρρει τοῦ Σίμωνος. 2.54 ̔Ο δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοῦ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν 180

ἐγίνετο, ̓Ιουδαίοις δὲ κατὰ ̔Ρωμαίων ἐνέδρα τις μεμηχάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προελθόντες τῆς πόλεως, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν τὰ εἰρηνικὰ φρονούντων, περὶ τὸ τεῖχος η σαν εἰλούμενοι· α λλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες, εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς ̔Ρωμαίους ὡς τὰς πύλας ἀνοίξοντες. τοῖς μὲν ου ν στρατιώταις οὐδὲν ὑπωπτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ ε ργον, Τίτῳ δὲ δι' ὑποψίας η ν τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ ̓Ιωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προκαλούμενος, οὐδὲν φρονοῦντας ευ ρισκε μέτριον. μένειν ου ν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθασάντων δέ τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον καὶ ἐκύκλουν αὐτούς. καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη κατ' αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖλον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἱ μὲν ̓Ιουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι. Ηδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε τῷ τείχει, καὶ ου τω πεφραγμένων ̓Ιουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἱ ̔Ρωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχεσιν ἡ πόλις περιεβέβλητο· ο που δ' ἡ φύσις τοῦ τόπου ταύτην ὠχύρου, ἑνὶ περιβόλῳ διέζωστο. ου τω δ' ἐχούσης τῆς πόλεως α πορος ἐδόκει τῷ Τίτῳ ἡ προσβολή. τέως δ' ου ν ε δοξε κατὰ τὸ ̓Ιωάννου τοῦ 2.55 ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν υ λην, ι ν' ἐγείροιεν χώματα. καὶ οἱ μὲν εἰς ε ργον η γον τὸ κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμένων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος. Ηδη τῶν κριῶν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος, κραυγὴ παρὰ τῶν ε νδον η ρθη, καὶ οἱ στασιασταὶ δείσαντες ὡμονόησαν, κοινὴν τὴν α μυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον, γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο, τὸ δὲ τεῖχος ἀκέραιον η ν. ̓Ιουδαῖοι δὲ τοὺς ̔Ρωμαίους ἐσκεδασμένους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες, πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμπρᾶν, τῶν δὲ κωλύειν βιαζομένων· ̓Ιουδαῖοι δὲ ὑπερεῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων η πτετο, καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν α ν. νῦν δὲ τῶν προμάχων τῶν ̓Ιουδαίων πεσόντων ὡς δώδεκα, οἱ λοιποὶ ἐνέκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν ̓Ιουδαίων ει ς πρὸ τοῦ τείχους ἀνεσταυρώθη, εἰ πρὸς τὴν ο ψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν. πύργους δὲ πεντήκοντα πήχεων ε καστον ἐκ ξύλων τοῦ Τίτου κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτοὺς ἐπιστήσαντος οὐκέτι ἐκώλυον ̓Ιουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. η δη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ ̓Ιουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν ̔Ρωμαίων ου τως ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ 2.56 τῶν ̔Ρωμαίων ἐπιβάντων αὐτοῦ, πάντες εἰς τὸ δεύτερον ἀναφεύγουσι τεῖχος. Καὶ ου τως οἱ ̔Ρωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις· σαλευομένου δὲ τοῦ πύργου καθ' ου τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν α λλοι πεφεύγασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ' ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ε λεγε, καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἱ δ' οὐκ α ν ποτε δουλεύσειν ̔Ρωμαίοις ἐβόων. τριβομένης δ' ἐν τούτοις τῆς ω ρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος ̔Ρωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ο ρμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν 181

παρέλκων, παρώξυνε τοὺς ̔Ρωμαίους τὰς ἐμβολὰς τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ' ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρᾶν τοῖς στρατιώταις ἐκέλευσεν, ἀλλ' οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἱ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν ̔Ρωμαίοις, καὶ οἱ μὲν κατὰ τοὺς στενωπούς, οἱ δ' ἐκ τῶν οἰκιῶν, οἱ δ' ἐκ τοῦ τείχους αὐτοὺς ε βαλλον. καὶ οἱ τούτου φρουροὶ ̔Ρωμαῖοι καθαλλόμενοι τῶν πύργων 2.57 ἀνεχώρουν εἰς τὸ στρατόπεδον. ̓Ιουδαῖοι δὲ κατ' ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. ̔Ρωμαῖοι μὲν ου ν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αυ θις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. η δη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον η ν, μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν α λλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. ̔Ρωμαῖοι δὲ αυ θις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἱ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον, τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν εἰς τὸ ἐνδότερον μετεχώρησαν. Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον· τῷ λοιπῷ δ' ἐγκαταστήσας φρουράν, τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν η ρχετο χώματα. τῶν δ' ἐντὸς οἱ μὲν στασιασταὶ η σαν α τεγκτοι καὶ ἀνένδοτοι, ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. ου ς δὲ τοῦτο βουλομένους οἱ στασιάζοντες ευ ρισκον, η καὶ μόνην ε σχον ὑπονοίας σκιάν, εὐθέως ἀπέσφαττον· τοῖς δ' εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δὲ ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ' ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηυ ξανε. δι' ε νδειαν γὰρ τῶν τροφῶν εἰσπηδῶντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους ε χειν, εἰ μὲν ευ ρισκον, ῃ κιζον, εἰ δὲ οὐχ ευ ρισκον, ὡς κρύψαντας ἐπιμελέστερον η ταζον. ἐποιοῦντο μέντοι τοῦ ε χειν τροφὰς η μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οι ς μὲν γὰρ 2.58 ε τι μετῆν ἰσχύος, ε χειν ἐδόκουν, οι ς δ' ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν η κριθῆς, κατακλείσας τὴν οἰκίαν η σθιε· τινὲς δ' ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ ου τω δ' ἐσθίοντες, ο μως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. ο που δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν η καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ' ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς· οὐδέ τις η ν οι κτος η πολιᾶς η νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας, ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς ε δρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ε πασχέ τις εἰς ἑνὸς α ρτου ἐξομολόγησιν, η ι να δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ' ε καστον μὲν ου ν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς η καὶ ἀδύνατον, συνελόντα δ' εἰπεῖν, μήτε πόλιν α λλην τοιαῦτα παθεῖν μήτε γένος ε τερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον. Τοιαῦτα μὲν ου ν ε πασχον ̓Ιουδαῖοι, Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες τροφῆς ἐνηδρεύοντο, η σαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν ̔Ρωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ 2.59 μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκάστης ἡμέρας η καὶ πλειόνων ἁλισκομένων. ου τε δὲ φυλάττειν αὐτοὺς ου τ' ἀφιέναι ε κρινεν ἀσφαλές, καὶ α μα πρὸς τὴν ο ψιν ἐνδοῦναι 182

τοὺς λοιποὺς η λπιζεν. οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ε λκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οι α πάσχουσιν οἱ ̔Ρωμαίοις προσφεύγοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολεμίων καὶ τῶν οἰκείων. Ηδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ' ε νδοθεν ̓Ιουδαῖοι τὸ κατὰ τὴν ̓Αντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὑποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. ει τα υ λης τὸ ο ρυγμα πλήσαντες, πῦρ τῇ υ λῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς ̔Ρωμαίοις ε κπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ ̔Ρωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως ὁρμήσαντες πῦρ κατ' αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων ̔Ρωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αυ θις ε τερα ἐγείρειν ἐκέλευον, οἱ δὲ χωμάτων α νευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς, καὶ ου τως ε λεγον λιμῷ τὴν πόλιν ε σεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους· μηδὲ γὰρ οι σειν ̓Ιουδαίους τὴν ε φοδον. τῷ γε μὴν Τίτῳ τούτων οὐδὲν η ρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ι ν' ου τω πᾶσαν ἐμφράξῃ τοῖς ε νδον διέξοδον. καὶ τὸ 2.60 ε ργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ε ρις ἐμπίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ ε ργον ἐξῳκοδόμητο. περικλείσας δὲ τῷ τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέτρεψε· διεκληροῦντο δὲ τὸν υ πνον οἱ φύλακες. ̓Ιουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ' οι κους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς ει δωλα κατὰ τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον ο πῃ ε καστος ἀτονήσας ε τυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ε τι ζῶντες οὐκ ι σχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, ει τ' ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ' ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ ει η τὸ ε ργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν η πτετο χωμάτων, χαλεπῶς αὐτῷ τῆς υ λης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα. Πολλοὶ δ' ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς ̔Ρωμαίους κατέφευγον. καὶ ου τω δ' οἱ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο.61 ρεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ε τερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτημένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς ̔Ρωμαίους αὐτομολεῖν κατέπινον σφᾶς, ι να μὴ ἁλόντες ἀφαιρεθῶσιν αὐτούς. παρὰ δὲ τοῖς ̔Ρωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον, καὶ ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν· καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτόμολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ α θλιοι, ὡς ἐντεῦθεν πολλὴν γενέσθαι τῶν ̓Ιουδαίων φθοράν· μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ο γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι· ἀλλὰ μικρὸν η οὐδὲν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου ὀργή. ἐν ὀλίγοις δ' εὑρίσκετο τὰ ἀργύρια, τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν 183

ἀπόρων γενέσθαι μυριάδας ἑξήκοντα, τῶν δ' α λλων ἀνεξεύρετον ει ναι τὸν ἀριθμόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάντου. περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν ̔Ρωμαίων, ὡς α νω μοι ει ρηται, οὐδὲ ποηλογεῖν οι όν τε η ν· ο θεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν. ̔Ρωμαίοις δὲ η δη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς ̓Αντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες, μοχλοῖς τοὺς θεμελίους ὑπώρυττον, καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ' ἐπελθοῦσα τοὺς πολέμους 2.62 ἑκατέρωθεν ε παυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ' αὐτὴν αἰφνίδιον κατερείπεται. ω φθη δ' α λλο τεῖχος ἀνῳκοδομημένον ἐντός, ο τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς ̔Ρωμαίοις εἰς ἀθυμίαν μετέβαλεν. ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τὸ ο νομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν· ει ποντο δὲ αὐτῷ καὶ ε τεροι ε νδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ' ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν ε βαλλον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι' ω ν τῶν ε νδεκα παρεσύρησαν ε νιοι. ὁ δὲ Σαβῖνος οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν η ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ τρέψασθαι τοὺς πολεμίους. ο τε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν ο πλων κατέπεσε. πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ ̓Ιουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, ε βαλλον πάντοθεν. ὁ δ' εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλήθους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν η δη πρὸς τοῖς α κροις γενομένους τοῖς λίθοις ἀπέκτειναν, οἱ δ' ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν. Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν ̓Αντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους, ἐσάλπισαν. καὶ φυγὴ τῶν α λλων φρουρῶν η ν, Τίτος δὲ μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα ει πετο. τῶν ̓Ιουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν, καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, η ν ὑπὸ τὰ χώματα τῶν ̔Ρωμαίων ὑπώρυξαν. συρρήγνυται 2.63 δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο, φόνος δὲ η ν πολὺς ἑκατέρωθεν. κλινομένης δὲ η δη τῆς ̔Ρωμαϊκῆς παρατάξεως, ̓Ιουλιανός τις ἑκατοντάρχης, α ριστος ἀνήρ, προπηδᾷ καὶ νικῶντας τοὺς ̓Ιουδαίους τρέπεται μόνος. ε φευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. καταδιώκων ου ν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου, η λους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν ε χων, ὡς καὶ οἱ λοιποὶ στρατιῶται. καὶ ̓Ιουδαῖοι περιστάντες αὐτὸν ἐτίτρωσκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυμαζόμενος. ̓Ιουδαῖοι μὲν ου ν τοὺς ̔Ρωμαίους ὠσάμενοι κατακλείουσιν εἰς τὴν ̓Αντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ ̓Ιωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι' ἑαυτοῦ, ὡς ἀμειλίκτους ἑώρα, πάλιν ἐχώρει καὶ α κων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ω ραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους ευ ρον τοὺς φύλακας, ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο, καὶ πρὸς τὴν βοὴν καὶ οἱ α λλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ω ρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου συνισταμένου ἀγχώμαλος η ν ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ ου τω τότε διελύθησαν οἱ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν ̔Ρωμαίων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς ̓Αντωνίας θεμελίους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν α νοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦτα μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· ̓Ιουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν ̓Αντωνίαν 2.64 ἐμπρήσαντες ἀπέρρηξαν ο σον πήχεις ει κοσι, ταῖς ἑαυτῶν χερσὶν ἀρξάμενοι καίειν τὰ α για. ὑποπιμπρᾶσι δὲ καὶ ̔Ρωμαῖοι τὴν πλησίον στοάν· καὶ μέχρι 184

πεντεκαίδεκα πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτουσιν ̓Ιουδαῖοι τὴν ὀροφήν. οἱ δ' ἀνὰ τὸ ἱερὸν στασιασταὶ καὶ φανερῶς τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ α πειρόν τι πλῆθος η σαν οἱ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ε τι συνέβαινε καὶ φρικτὰ διηγήσασθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ω ν ε ν διηγήσομαι. Γυνή τις ὑπὲρ τὸν ̓Ιορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ α σημος εἰς τὰ ̔Ιεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα, θυμῷ τε καὶ λιμῷ στρατηγουμένη, ο η ν αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν ε φαγε, τὸ δὲ λοιπὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ ε φριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. Ηδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί· η νυον δ' οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα. ε τεροι δὲ τοὺς θεμελίους ὑπώρυττον· καὶ οὐδ' ου τως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες ου ν τῶν α λλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ ̓Ιουδαῖοι κωλῦσαι μὲν οὐκ ε φθασαν, τοῖς δ' ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ η ν οὐκ ὀλίγος αὐτῶν φόνος. 2.65 ̔Ο δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῷ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ' αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ α ργυρος ῳ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάνετο τῶν στοῶν. τοῖς δ' ̓Ιουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν ου ν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ι σχυσαν ὑφάψαι τὰς στοάς· τῇ δ' ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων α νοδον, αὐτὸς ε ξ τοὺς κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν ου ν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ ̓Ιουδαῖοι, καταφλέγειν, φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ' α ν ἐπιβάντες ἐπ' αὐτοῦ πολεμῶσιν ̓Ιουδαῖοι ε φησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν τὴν α μυναν οὐδὲ καταφλέξειν τηλικοῦτον ε ργον· ̔Ρωμαίοις γὰρ ε σεσθαι πρὸς βλάβην φθαρέν, ω σπερ καὶ κόσμον τῆς ἡγεμονίας, εἰ σώζοιτο. Τῷ μὲν ου ν Τίτῳ σκοπὸς η ν τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν, τοῦ δὲ α ρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἱ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ ε ξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν 2.66 ταῦτα Τίτος α νωθεν ἐκ τῆς ̓Αντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ ̓Ιουδαῖοι τὴν ε φοδον οὐχ ὑπέμειναν, ἀλλ' εἰς τὸ ε νδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν ̔Ρωμαίοις ἐπιτίθενται. καὶ τρεψάμενοι αὐτοὺς οἱ ̔Ρωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον. καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης υ λης μέρος ἁρπάσας, καὶ ὑφ' ἑτέρου ἀνακουφισθεὶς στρατιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ τῆς φλογὸς ̓Ιουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν α μυναν, Τίτος δὲ γνοὺς ε θει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν. ου τε δὲ βοῶντος η κουον ου τε τῆς χειρὸς προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελμάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτῶν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ' η ν τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς α μυναν, καὶ φόνος πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς ου τε τὰς ὁρμὰς τῶν στρατιωτῶν 185

ἐνθουσιώντων οι ός τε η ν κατασχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ α γιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης ει σω, τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οι κους, ε τι δύνασθαι σωθῆναι τὸ ε ργον οἰόμενος, αὐτός τε παρακαλεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν ει ργειν. οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ τῷ πρὸς ̓Ιουδαίους μίσει, ου τε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο ου τε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρη.67 μάτων ει ναι τὰ ε νδον δοξάζοντας. ε φθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών· καὶ φλογὸς ε νδοθεν ἐκφανείσης ἐξάπινα, οι τε ἡγεμόνες ἀνεχώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τοὺς ὑφάπτοντας οὐδεὶς ε τι ἐκώλυεν. ̔Ο μὲν ου ν ναὸς ου τως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον η τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ' α ν τις ο τι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ τοῦ ναοῦ, καθ' η ν καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς η ν Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως, η γέγονεν ε τει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ε τη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα· ἀπὸ δὲ τῆς υ στερον, η τις ε τει δευτέρῳ τῆς Κύρου βασιλείας η ρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ε τη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα. Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων η ν ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἱ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας ε θεον. τὸ μὲν ου ν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς ̔Ρωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν ε ξω στοὰν κατέφυγε. τῶν δ' ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, ο ντα τὸ ευ ρος ὀκτάπηχυν, ε μενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ συγκατεφλέγησαν τῷ ναῷ. ̔Ρωμαῖοι δὲ ματαίαν τὴν 2.68 ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, η δη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οι ς α πειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, α πειροι δ' ἐσθῆτες πολυτελεῖς καὶ α λλα κειμήλια. α πας γὰρ ὁ ̓Ιουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημένων ἀποτιθεμένων ταῦτα ἐκεῖ ὡς ἐπ' ἀσφαλοῦς ταμιείου. Απειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οι ς αι τιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, ι ν' η ττον αὐτομολοῖεν· δι' ω ν ὁ δείλαιος ο χλος παραβουκολούμενος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. ε στη μὲν γὰρ ὑπὲρ τὴν πόλιν α στρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ' ἐνιαυτόν. καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν ει ναι λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ω ραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ε τεκεν α ρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ ου σα καὶ στιβαρά, ὡς μόλις ὑπὸ ἀνδρῶν ει κοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ καταπῆγας ε χουσα βαθυτάτους, ω φθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν ει σοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον α λλοτε ω φθη πρὸ ἡλίου δυσμῶν, α ρματα κατὰ πᾶσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ε νοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ε νδον ἱερὸν οἱ ἱερεῖς παρ.69 ελθόντες κινήσεως ῃ σθοντο καὶ κτύπου· ει τα φωνῆς η κουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν. πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου, ἐν τῇ τῆς σκηνοπηγίας ἑορτῇ, ̓Ιησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς τὴν ἑορτὴν βοᾶν η ρξατο Φωνὴ ἀπὸ ἀνατολῆς, φωνὴ ἀπὸ 186

δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ ̔Ιεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ' ἡμέραν καὶ νύκτωρ. παιόμενος δὲ διὰ τὸ κακόφημον, ὁ δὲ οὐδὲν ε τερον η τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε ̔Ρωμαῖον, καὶ καταξανθεὶς μάστιξιν, ου θ' ἱκέτευσεν ου τ' ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκάστην πληγὴν Αἰαῖ ̔Ιεροσολύμοις ἐβόα, μέχρι καταγνοὺς μανίαν αὐτοῦ ὁ ̓Αλβῖνος, ου τος γὰρ ἐπετρόπευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ' ε κτοτε μέχρι τοῦ πολέμου Αἰαῖ ̔Ιεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ τοῦτ' ἐποίει ἐπὶ ε τη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις ου κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν ε κτεινε. ̔Ρωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐτοκράτορα. ου τω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται πάντες ἐχρηματίσαντο ω στε κατὰ τὴν Συρίαν πρὸς 2.70 η μισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι. Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς ει ρηται, ἀνελθόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτηρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν ε φησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς α νδρας ἐκέλευσεν. Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύοντες προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ο ς η κε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ ο πλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τὴν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύνασθαι παρ' αὐτοῦ λαβεῖν ε φησαν, ὀμωμοκότες μηδέποτε τοῦτο ποιήσειν, ε ξοδον δὲ ᾐτοῦντο μετὰ γυναικῶν καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῷ. ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομολεῖν ε τι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώζειν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμπιπρᾶν τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς η ν δι' ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε ̔Ρωμαίους ἀπ' αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ' ἑξῆς ̔Ρωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλαροῖς τοῖς προσώποις ευ θυμοι τὴν τελευτὴν προσδέ.71 χεσθαι ε λεγον. ου τε δὲ παραδοῦναι ἑαυτοὺς ὑπέμενον ου τε πολεμεῖν ̔Ρωμαίοις οι οί τε η σαν, σκιδνάμενοι δὲ κατὰ τὰ ε μπροσθεν τῆς πόλεως, ει τινας αὐτομολεῖν ἐθέλοντας ευ ρισκον, ἀπέσφαττον. καὶ οὐδεὶς ἐν τῇ πόλει τόπος γεγύμνωτο, ἀλλ' α πας η λιμοῦ νεκρὸν ει χεν η στάσεως. ε θαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη τῶν ὑπονόμων, εἰς ου ς εἰ καταφύγοιεν, οὐ προσεδόκων ἐρευνηθήσεσθαι· ἀναζευξάντων δὲ τῶν ̔Ρωμαίων ἐθάρρουν προελθεῖν τε καὶ ἀποδρᾶναι. τὸ δὲ η ν α ρα ο νειρος· ου τε γὰρ τὸν θεὸν ου τε ̔Ρωμαίους λήσειν ε μελλον. η ν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς πόλεμος αὐτοῖς. Καῖσαρ δέ, ὡς ἀμήχανον η ν τὴν α νω πόλιν ἑλεῖν χωμάτων α τερ, ου σαν περίκρημνον, διανέμει τοῖς ε ργοις τὴν δύναμιν. Κατὰ ταύτας ου ν τὰς ἡμέρας οἱ τῶν ̓Ιδουμαίων ἡγεμόνες πέμψαντες α νδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιάν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν ̓Ιδουμαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν, τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ' ἡγεμόνας συλλαβὼν ει ργνυσιν· 187

Ἰ δουμαίους δὲ οὐκ ἀφυλάκτους ει χε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους η σαν οἱ διαφεύγοντες. ἐδέχοντο δὲ οἱ ̔Ρωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γὰρ δημοτικοὺς ἐῶντες μόνους τοὺς α λλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ε καστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι.72 γότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμποληθέντων α πειρόν τι πλῆθος η ν, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ο νομα ̓Ιησοῦς, λαβὼν περὶ σωτηρίας ο ρκον ω στε τινὰ παραδοῦναι τῶν κειμηλίων, ε ξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιερέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ε τερα. ὁ δέ γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν α λλων κειμηλίων πολλά. Συντετελεσμένων δὲ η δη τῶν χωμάτων προσῆγον οἱ ̔Ρωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν α κραν, οἱ δ' ἐγκατεδύοντο τοῖς ὑπονόμοις, πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους, δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν η σαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ ει χον, ἐσκεδάσθησαν γάρ, οἱ δὲ πολέμιοι πλησίον ει ναι ἠγγέλλοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κἀκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ' ω ν βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, ει τα κατέδυσαν εἰς τοὺς ὑπονόμους. ̔Ρωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἑσπέραν. τῇ δ' ἐπιούσῃ παρελθὼν ὁ Τίτος ει σω, τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, ε φη, καὶ θεὸς η ν ὁ τῶνδε τῶν ἐρυμάτων ̓Ιουδαίους καθελών. τὴν α λλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον ει ναι τῆς 2.73 αὐτοῦ τύχης, ῃ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Τῶν μὲν ου ν αἰχμαλώτων πάντων, οι δι' ο λου τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας καὶ ἑπτακισχιλίους συνήχθη, τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ' οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ο λης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. ̓Επεὶ δὲ τῶν φανερῶν ου ς μὲν ἀνεῖλον, ου ς δ' ᾐχμαλώτισαν ̔Ρωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ ε δαφος, ο σοις ἐνετύγχανον, ε κτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. α λλοι δ' ὑπὸ πλεονεξίας εἰσεδύοντο, σωρείαις ἐμπατοῦντες νεκρῶν· ευ ρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο. Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν ̓Ιωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ ̔Ρωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη, τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ ̔Ιεροσολύμων ἐπὶ τῆς α νω πόλεως ω ν, τῶν ̔Ρωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, ει ς τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ο ρυγμα διελθὼν τὴν 2.74 γῆν ὑπενόμευεν, ι να πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ' ἐκεῖνον τὸν τόπον ἐν ῳ πρόσθεν τὸ ἱερὸν η ν. πρῶτον μὲν ου ν θάμβος τοῖς ἰδοῦσι 188

προσέπεσεν, ει τα δ' ἐγγυτέρω προσιόντες ο στις ει η ἠρώτων. Σίμων δὲ καλεῖν τὸν α ρχοντα σφῶν προσέταττε. καὶ η κε κληθεὶς Τερέντιος ̔Ροῦφος, ο ς α ρχων τῆς στρατιᾶς κατελέλειπτο. ῳ γνωρίσας ο στις η ν ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρίαμβον ἐτηρεῖτο, καθ' ο ν καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς ἐν τῇ κατὰ τὴν ̔Ρώμην ἀγορᾷ, ο που κτείνειν ̔Ρωμαίοις ει θισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους. Τοῦτο μὲν ου ν γέγονε τέλος τῷ τοῦ Γιώρα Σίμωνι· ̓Ιωάννης δέ, ἡ λοιπὴ τῶν ̓Ιουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸ μὲν εἰς τὰ κατ' Αι γυπτον ε ργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο η θηριομαχίαις ἐκδιδόμενον η ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν α λλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια. Οὐ μόνον δὲ τοῖς ἐν ̔Ιεροσολύμοις ̓Ιουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς α λλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύσεργον· τὰ δ' ἐπ' ̓Αντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν ̓Ιουδαίοις συμβεβηκότα 2.75 διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ ̓Ιουδαίων ε θνος κατέσπαρται, πολλάκις αἰχμαλωτισθέν, ὡς η δη ἱστόρηται, καὶ σκεδασθὲν πανταχοῦ· πλεῖστον δὲ τῇ Συρίᾳ ἐγκαταμέμικται κατὰ τὴν γειτνίασιν, μᾶλλον δὲ τῶν α λλων ταύτης πόλεων ἡ ̓Αντιόχεια κατοίκους ̓Ιουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ ο τι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ' ̓Αντίοχον βασιλεῖς. ὁ μὲν γὰρ ̓Επιφανὴς ̓Αντίοχος τά τε ̔Ιεροσόλυμα ἐξεπόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ' αὐτὸν βασιλεῖς ἐξ ι σου τοῖς Ελλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, πολὺ πλῆθος ̔Ελλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ' ο ν δὲ καιρὸν ὁ τῶν ̔Ιεροσολύμων πόλεμος ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπασιανός, τὸ δὲ μῖσος κατὰ τοῦ ε θνους παρὰ πᾶσιν η κμαζε, τότε δή τις ̓Ιουδαῖος ̓Αντίοχος, υἱὸς τῶν ἐπ' ̓Αντιοχείας ̓Ιουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν ̓Αντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κατηγόρει δὲ καὶ τῶν λοιπῶν ̓Ιουδαίων, ο τι καταπρῆσαι τὴν πόλιν α πασαν ἐβουλεύσαντο, καὶ παρεδίδου ξένους ̓Ιουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν ̓Αντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν αὐθιγενῶν ̓Ιουδαίων ω ρμηντο κἀκείνους τιμωρησόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος ̓Αντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, ε θυεν ὡς νόμος τοῖς Ελλησι, παρῄνει δὲ καὶ τοὺς α λλους ποιεῖν ὁμοίως βιάζεσθαι· ε σεσθαι γὰρ φανεροὺς τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρησκείαν ἀπόμνυσθαι. χρωμένων δὲ τῇ πείρᾳ τῶν ̓Αντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ ἑλληνί.76 σαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ' εἰρημένος ̓Αντίοχος καὶ στρατιώτας παρὰ τοῦ ̔Ρωμαίων ἡγεμόνος λαβών, χαλεπὸς η ν τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων· ου τω τε τὴν ἀνάγκην ε θετο ἰσχυρὰν ὡς μὴ μόνον ἐπ' ̓Αντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι, ἀλλὰ κἀν ταῖς α λλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι. Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν ̓Αντιοχείᾳ συμβέβηκεν ̓Ιουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ' εἰρημένος ̓Αντίοχος τοῖς ̓Ιουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς ̓Αντιοχεῖς ὑπόπτους ε χοντας η δη αὐτοὺς ἠρέθισε κατ' αὐτῶν· καὶ ω σπερ ἐμμανεῖς πρὸς τοὺς διαβεβλημένους α παντες ω ρμηντο. μόλις δ' αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποιούμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν ευ ρον τὸ μὲν τῶν ̓Ιουδαίων γένος ἀναίτιον, πονηροὺς δ' ἀνθρώπους τὸ ε ργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, ε ξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως. ̓Εν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς ̓Αντιόχειαν. καὶ ὁ τῶν 189

̓Αντιοχέων δῆμος προϋπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ' εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς ̓Ιουδαίους τῆς πόλεως. ὁ δὲ τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, υ στερον δ' αυ θις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν ̓Αντιοχέων ἐξελαθῆναι τοὺς ̓Ιουδαίους τῆς πόλεως, "ἀλλ' η γε πατρὶς αὐτῶν" ε φη, "εἰς η ν ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ' α ν αὐτοὺς οὐδεὶς ε τι τόπος." ἀποτυχόντες ου ν τῆς αἰτήσεως ταύτης, ἐπὶ 2.77 δευτέραν ἐτράποντο, καὶ τὰς χαλκᾶς ἠξίουν δέλτους ἀναιρεθῆναι, αι ς τὰ δίκαια τῶν ̓Ιουδαίων ἐγέγραπτο. ἀλλ' οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ' ̓Αντιοχείας ̓Ιουδαίοις ει ασεν ὡς πρότερον ει χον αὐτά. αὐτὸς δ' εἰς ̓Αλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ ̔Ιεροσόλυμα θεασάμενος, ῳ κτειρε τὸν τῆς πόλεως ο λεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ' ε τι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ ̔Ρωμαῖοι ἀνέσκαπτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον, α περ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον. Τίτος δ' ἐπ' Αι γυπτον πορευθεὶς καὶ καταντήσας εἰς ̓Αλεξάνδρειαν, κἀκεῖθεν πλεῖν ἐπὶ τὴν ̓Ιταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας ̓Ιωάννην καὶ Σίμωνα, καὶ α λλους α νδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν ̓Ιταλίαν αὐτίκα μάλα ἐκέλευσεν α γεσθαι, ι ν' ἐν τῷ θριάμβῳ πληρώσωσι τὴν πομπήν. Μετὰ δὲ τὴν εἰς ̔Ρώμην τοῦ Τίτου α φιξιν πεμφθεὶς στρατηγὸς εἰς ̓Ιουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ ̔Ηρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· ει τα πᾶν ο σον η ν ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. η ν δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ω ν ο χθος τετειχισμένος· ου τω δ' ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς ει ναι· φάραγξι γὰρ πάντοθεν βαθείαις ἐτετάφρευτο. ου τω δ' ὀχυρότητος 2.78 ε χον καὶ βασίλειον ει χεν ἐντὸς μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων θαυμαστόν, πολλὰς δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν υ δατος ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς α λλοις ἐν τοῖς βασιλείοις καὶ πήγανον η ν α ξιον διὰ τὸ μέγεθος θαύματος· συκῆς γὰρ οὐδεμιᾶς υ ψους καὶ πάχους ἐλείπετο· λόγος δ' η ν ἀπὸ τῶν ̔Ηρώδου χρόνων αὐτὸ διαρκέσαι, καὶ ἐπὶ πλεῖστον ι σως ε μεινεν α ν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον ̓Ιουδαίων ἐκκέκοπτο. ἐν δὲ τῇ κατὰ τὴν α ρκτον τοῦ φρουρίου φάραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αυ τη φλογὶ μὲν ε οικε τὴν χροιάν, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτει· τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ε στιν εὐχείρωτος, ἀλλ' ὑποφεύγει καὶ οὐ πρότερον ι σταται πρὶν α ν τις ου ρον γυναικὸς η τὸ ε μμηνον αι μα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προφανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ καὶ καθ' ε τερον τρόπον ἀκινδύνως. κύκλῳ γὰρ αὐτὴν περιορύσσουσιν, ὡς ει ναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον, ει τ' ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥᾳδίως, θνήσκει δ' εὐθὺς ὁ κύων· φόβος δ' οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. ε στι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλούμενα δαιμόνια καί τισιν εἰσδυόμενα αυ τη ταχέως ἐξελαύνει, κα ν μόνον τοῖς νοσοῦσι προσενεχθῇ. Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεπειρᾶτο. οἱ δ' ἐναπειλημμένοι τῶν ̓Ιουδαίων ε νδον ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν 2.79 ἐν τῇ κάτω πόλει παραμένειν, τὸ δ' α νω φρούριον ει χον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύμως ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς τυχοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ε θνησκον, πολλοὺς δὲ τῶν ̔Ρωμαίων ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν. ̓Εκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις η ν ἐν τοῖς πολιορκουμένοις τόλμῃ 190

θρασὺς καὶ κατὰ χεῖρα δραστήριος ̓Ελεάζαρ καλούμενος, ο ς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς ̔Ρωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας ε ξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχους ὡμίλει. ̔Ροῦφος δέ τις τοῦ ̔Ρωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν ο πλοις αὐτοῖς τὸν ̓Ελεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ ̔Ρωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως, ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι, ὡς αὐτίκα κρεμάσων τὸν Ἐ λεάζαρον. οἱ δ' ἀπὸ τοῦ φρουρίου ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ ̓Ελεάζαρ ἱκέτευε σφᾶς μήτ' αὐτὸν περιιδεῖν ου τω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, ει ξασι τῇ ̔Ρωμαίων ἰσχύϊ καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ε νδον ὑπὲρ αὐτοῦ δεομένων, η ν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οι κτον ἐνέδωκαν. καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο, ι να ἀδεεῖς ἀπαλλάττωνται, τὸν ̓Ελεάζαρ λαβόντες. 2.80 Δεξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς ̓Ιουδαίοις πυθόμενοι σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον η κε μήνυσις. οἱ μὲν ου ν τῶν ἐξιόντων ἐρρωμενέστατοι ε φθασαν διεκπεσεῖν, τῶν δ' ε νδον καταληφθέντων α νδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ Βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν ̓Ελεάζαρ ἀπέδωκε. Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμενον ̓Ιάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν η σαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν ου ν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν α παντα, τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν υ λην ἐκέλευσεν. οἱ δ' ἐκεῖ προσπεφευγότες ̓Ιουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾳ ξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντο, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ο μοιον τοῖς ἐναντίοις ἀπέβη μέρεσι. ̔Ρωμαίων μὲν γὰρ ε πεσον δώδεκα, ὀλίγοι δ' ἐτρώθησαν, τῶν δὲ ̓Ιουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ η ττους πάντες ἀπέθανον. Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ο ς η ν ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν ̓Ιουδαίων παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον ε δωκεν εἰς κατοίκησιν, ο καλεῖται μὲν ̓Αμαοῦς, ἀπέχει δὲ τῶν ̔Ιεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς 2.81 ὁπουδήποτε ου σιν ̓Ιουδαίοις ἐπέταξε δύο δραχμὰς ε καστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ω σπερ πρότερον εἰς τὸν ἐν ̔Ιεροσολύμοις ναὸν συνετέλουν. Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ο ς ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε, μόνον ε τι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ω ν προειστήκει δυνατὸς ἀνὴρ ̓Ελεάζαρ, ἀπόγονος ̓Ιούδα τοῦ πείσαντος πολλοὺς ̓Ιουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν ε ξοδον τοῖς ε νδον ἀποφραγνύς. ει τα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ε νθα δυνατὸν η ν, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις α πειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ω φθη δ' ε τερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οι ον μηδὲ ταῖς ἐμβολαῖς ει ξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γὰρ η ν δύο στίχους παραλλήλους ἐχόντων, ω ν μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας 191

λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν ου ν πρῶτον πνέων βορρᾶς α νωθεν εἰς τοὺς ̔Ρωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τῶν μηχανημάτων η ψατο α ν· ε πειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει 2.82 ταύτην προσέβαλε, καὶ α παν η δη κατέφλεκτο. ἐπὶ 2.82 τούτοις οἱ μὲν ̔Ρωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πολεμίοις ἐπιχειρεῖν ε μελλον, ̓Ελεάζαρ δὲ τοῖς ἐν τῷ φρουρίῳ διαλεχθεὶς ε πεισε πάντας τάς τε γυναῖκας ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν ε καστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρίζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προσήκοντα. ει τα τὴν κτῆσιν α πασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ' ἑλόμενοι δέκα τοὺς ἐσομένους σφαγεῖς ἁπάντων, ὑπ' αὐτῶν ε καστος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. ει τ' αυ θις ὁ κλήρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ περιαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς ε γνω πάντας ἀνῃρημένους, πῦρ μὲν τοῖς βασιλείοις ἐνίησιν, ο λον δὲ τὸ ξίφος ἐλάσας δι' ἑαυτοῦ πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες μή τινα ζῶντα καταλειφθῆναι, ε λαθεν δὲ γυνὴ πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπονόμοις κατακρυφθέντα. η ν δὲ τὸ τῶν σφαγέντων πλῆθος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα. Οἱ δὲ ̔Ρωμαῖοι προσβολὴν ε ωθεν ἐποιοῦντο· βλέποντες δ' οὐδένα τῶν πολεμίων, πολλὴν δ' ε νδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν, ει τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αι σθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς ̔Ρωμαίοις ἐμήνυον· οἱ δ' ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ε νδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν. 2.83 Τοιαύτη μὲν ου ν ἡ τῆς Μασάδας ἐγένετο α λωσις· καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ ̓Αλεξάνδρειαν πολλοὺς ἀποθανεῖν ̓Ιουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τῶν ὑποδεξαμένων ε πειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν ̓Ιουδαίων ἀντέβαινον, τοὺς μὲν ε κτεινον, τοὺς δ' α λλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς ̓Ιουδαίους ἀθροίσαντες η λεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ο λεθρον, παραδοῦναι δὲ ̔Ρωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις, καὶ πρὸς τοὺς σικαρίους ᾳ ξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους, ο σοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, ο πως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν, ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ' ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. Ηψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρίων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν ̓Ιωνάθης πονηρότατος α νθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ, καὶ προήγαγεν εἰς τὴν ε ρημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης ̓Ιουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε τοὺς μετὰ ̓Ιωνάθου. αὐτὸς δὲ ὁ ̓Ιωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθεὶς η λω, καὶ ἀναχθεὶς 2.84 πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερδῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν ̓Ιουδαίων ε λεγε, καταψευδόμενος αὐτῶν, διδασκάλους αὐτῷ τῶν δρωμένων γενέσθαι· καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πιστεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σικαρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ' ἐκείνου ὑποβαλλόμενοι. ̓Ενταῦθα μὲν 192

ου ν τότε τὰ τῶν ̓Ιουδαίων ἐτελεύτησε πάθη, ὑπὸ ̔Ρωμαίων τῆς ̔Ιερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης α λωσιν. καὶ αυ θις δὲ Αἰλίου τῶν ̔Ρωμαίων κρατοῦντος ̓Αδριανοῦ ἐστασίασαν ̓Ιουδαῖοι καὶ κατὰ ̔Ρωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς, περὶ ω ν ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται. ̔Ρωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι η ἀναμνῆσαι τοὺς ἐντευξομένους τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ ̔Ρωμαῖοι καὶ ο θεν τὸ τούτων ε θνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν ε σχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οι αις τύχαις ἐνέκυρσε, καὶ ο πως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς οἰκουμένης ἁπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι, καὶ ο πως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν η τοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αυ θις μετήνεκτο, ει τα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοί.85 νυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπιτέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρηγορίαν συστέλλοντι, ι ν' ει εν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ διαφεύγοιεν. Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς ̓Αβορίγινας, οι πρῴην τὴν χώραν ῳ κουν καθ' η ν ἡ ̔Ρώμη πεπόλισται, Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν ε χοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, ε νθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας α ρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· ει τα δι' ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται· καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγατέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ε νθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· η τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἱ α νθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. ̔Ρουτοῦλοι δὲ ὁμοροῦντες τῇ χώρᾳ ἐκ πόλεως ̓Αρδέας ὁρμώμενοι, καὶ πρόσθεν δυσμενῶς ε χοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον η ραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ο ς δι' ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον· ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης ου ν γενομένης πίπτουσιν ο τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ 2.86 τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ ̔Ρουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενικήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, ου τε γὰρ ζῶν ω φθη ε τι ου τε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις τετίμητο. ἐντεῦθεν καὶ τοῖς ̔Ρωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱὸς ̓Ασκάνιος διεδέξατο, ο ς οι κοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα ἐγείνατο, ε γκυον δ' αὐτὴν καταλέλοιπε. τὸν δὲ ̓Ασκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ' οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ε λυσαν καὶ τὸν πόλεμον. Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπασιν, ἑτέραν δ' ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, η ν Αλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους Λόγγαν ἐπωνόμασαν· ει ποιεν α ν Ελληνες λευκὴν καὶ μακράν. Α ̓ σκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ ̓Ασκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ' α ρξας μετέπειτα ἐν ποταμῷ καλουμένῳ ̓Αλβούλῳ πεσὼν διεφθάρη· ο ς δὴ ποταμὸς Τίβερις ἐξ ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς ̔Ρώμης καὶ ω ν τῇ πόλει πολυαρκέστατος καὶ ̔Ρωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. ε κγονος δὲ τοῦ Τιβερίνου ̓Αμούλιος, ο ς ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ μηχανῆς 193

ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστρα.87 παῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ' ῃ τὰ αὐτοῦ βασίλεια ι δρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βασίλεια. ̓Αουεντῖνος δὲ ὁ υἱὸς αὐτοῦ ἐν πολέμῳ ἀπέθανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ ̓Αλβανῶν· τὰ δὲ τῶν ̔Ρωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν ̓Αμούλιον, οι ̓Αουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ' Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Αλβῃ βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς, νείμασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα. τοῦ ̓Αμουλίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν, καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρεψαμένου ο πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι, τὴν βασιλείαν ει λετο ὁ Νομίτωρ, α τε καὶ πρεσβύτερος ἀδελφός· λαβὼν δὲ τὰ χρήματα ὁ ̓Αμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφείλετο. θυγατρὸς δὲ τῷ Νομίτωρι ου σης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, ἱέρειαν τῆς ̔Εστίας ἐκείνην ἀπέδειξεν, α γαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν ε σεσθαι. ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Αρεος, ὡς μυθεύεται, ὑπ' ἀνθρώπων δὲ πάντως τινός. ει ρχθη ου ν διὰ τοῦτο, ι να μὴ λάθῃ τεκοῦσα. καὶ ε τεκε διδύμους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον ου ν φοβηθεὶς ὁ ̓Αμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ ῥεῦμα ει ς τινα χῶρον κατήνεγκε μαλθακόν· ε νθα κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦ.88 σαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ο ρνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα. ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις ̓Αμουλίου συοφορβὸς Φαυστοῦλος καλούμενος· καὶ παρὰ τῆς ἐκείνου ἐτράφησαν γυναικός, ῃ ο νομα Λαρεντία· καὶ ὁ μὲν ̔Ρωμύλος, ὁ δ' ε τερος ̔Ρῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν ει ναι τὴν τῶν παίδων φασὶ τροφόν, ο καὶ πιθανώτερον η ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον ου τω λαβεῖν. λούπας καλοῦσι ̔Ρωμαῖοι τάς τε λυκαίνας καὶ τὰς ἑταίρας· πορνευομένη δ' ἡ Λαρεντία, η τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο. Αὐξανόμενοι δὲ θυμοειδεῖς η σαν καὶ ἀνδρώδεις ἀμφότεροι· ὁ δὲ ̔Ρωμύλος ἐδόκει συνέσει διαφορώτερος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν η πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ ̓Αμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ ̔Ρώμῳ σὺν ὀλίγοις α λλοις βαδίζοντι οἱ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συνέλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ο ς πρὸς ̓Αμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ω ν καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν ̔Ρῶμον ὡς βούλοιτο χρήσασθαι. ο ς οι κοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμάζων, ἀνέκρινεν ο στις ει η καὶ ο θεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ε λεγεν ὡς "δίδυμοι μέν ἐσμεν ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τρο.89 φαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰωνοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων, η ε τι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων." ̔Ο μὲν ου ν Νομίτωρ τοῖς τε λόγοις τοῦ ̔Ρώμου καὶ τῇ ο ψει πρὸς ε ννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυγατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ ̔Ρώμου μαθὼν σύλληψιν τὸν μὲν ̔Ρωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέσεως, πρότερον γὰρ ὑπῃνίττετο, ω στ' αὐτοὺς μὴ μικροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ ̓Αμουλίου φρουροῖς ὑφορώμενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις, οὐκ ε λαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπολαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον τὴν σκάφην προήγαγον. ε τυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων· ο ς τὴν σκάφην γνωρίσας, δραμὼν φράζει τῷ 194

̓Αμουλίῳ. καὶ ὁ Φαυστοῦλος ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Αλβης νέμοντας ει ναι· τὴν δὲ σκάφην πρὸς τὴν ̓Ιλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις ̓Αμούλιος α νδρα πρὸς τὸν Νομίτωρα πέπομφε πυνθανόμενος ει τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. η ν δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν ου ν καὶ ἐν περιπλοκαῖς τοῦ ̔Ρώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτὸς δὲ συνέπραττεν. α ρτι δὲ καὶ ὁ ̔Ρωμύλος ἐγγὺς η ν, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ ̓Αμουλίου. 2.90 ο ς ου τω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν ου τε πράξας ου τε βουλεύσας σωτήριον ἀνῃρέθη. ̔Ρωμύλος μέντοι καὶ ̔Ρῶμος τὴν τῆς Αλβης ἡγεμονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τιμὴν πρέπουσαν, καθ' ἑαυτοὺς ει ναι ε κριναν· ου τε γὰρ ἠνείχοντο α ρχεσθαι καὶ πόλιν ἀναστῆσαι ε νθα προετράφησαν η θελον. ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ῃ ὁ ̔Ρῶμος ἀπέθανεν. ε τερος δὲ λόγος ε χει ὡς τοῦ ̔Ρωμύλου τάφρον η δη ὀρύττοντος, η τῆς πόλεως ε μελλεν ει ναι προτείχισμα, πῇ μὲν ἀπεῖργε τὸ ε ργον ὁ ̔Ρῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλλόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν ̔Ρωμύλου πατάξαντος, οἱ δ' ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. ο θεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατοῦσθαι. Ο ̔ δὲ ̔Ρωμύλος θάψας τὸν ἀδελφὸν ῳ κιζε τὴν πόλιν καὶ βοῦν α ρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ υ ννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αυ λακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ' ἑπόμενοι τὰς βώλους, α ς ἀνίστη τὸ α ροτρον, ει σω πάσας τῆς αυ λακος περιέστρεφον. καὶ ο που μὲν ε μελλε τὸ τεῖχος ἀνίστασθαι, καθὼς ει ρηται, ἡ αυ λαξ ἐτέτμητο, ε νθα δὲ πύλας στῆσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αυ λακος, τὸ α ροτρον ἀνέχοντες υ περθεν. πᾶν μὲν γὰρ τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας ει περ η γηντο 2.91 ἱεράς, οὐκ η ν τὰ μὲν δι' αὐτῶν εἰσάγειν, τὰ δὲ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν. ̔Η δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ε νδεκα καλανδῶν Μαΐων, η α ν ει η μᾶλλον εἰκοστὴ ̓Απριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι ̔Ρωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ' ει ναι ̔Ρωμύλος ἐνιαυτῶν ἀναγέγραπται ο τε τὴν ̔Ρώμην συνῴκισεν. ε κτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οι κησιν· ὠνόμαστο δ' ὁ χῶρος Παλάτιον. Κτισθείσης μέντοι τῆς πόλεως, ο σον μὲν ἐν ἡλικίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, ε καστον δὲ σύνταγμα πεζῶν τρισχιλίων η ν καὶ τριακοσίων ἱππέων, ἐκλήθη δὲ λεγεών, ο τι λογάδες η σαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ' α λλοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνόμασεν· ο θεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέσει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομάσας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προσηγόρευσεν, ο ἐστι γερουσία. πατρίκιοι μέντοι οἱ βουλευταὶ ἐπεκλήθησαν η ο τι παίδων η σαν γνησίων πατέρες, η μᾶλλον ο τι αὐτοὶ πατέρας ἑαυτῶν ἀποδεικνύειν ἠδύναντο ε καστος ἐκ γένους ο ντες γνωρίμου, η ἀπὸ τῆς πατρωνίας· ου τω δ' ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ' α ν τις καταστοχάσαιτο τῆς τοῦ ̔Ρωμύλου διανοίας, εἰ οι οιτο διὰ τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους 2.92 καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, α μα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ 2. νομένης ἠξίουν τοὺς ὑφ' ̔Ηρώδου τιμωμένους κολάσαντα τὸν ̓Αρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν α λλων τὸν ἀρχιερέα παῦσαι, ε τερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις ̓Αρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν 195

ἐπέχων ἐπένευε· καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ε στειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ' ο ταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἱ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ ει ων λέγειν τὸν στρατηγόν, οὐδέ του α λλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. α ρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά. σιν ἐξᾶραι προεθυμοῦντο. ο δείσας ̓Αρχέλαος χιλίαρχον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἱ στασιασταὶ παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέλευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. ̓Αρχέλαος δὲ συνιδὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος ο ρμημα κωλυθῇ, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρέθησαν, οἱ δέ γε λοιποὶ ἐπὶ τὰ ο ρη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· οἱ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν. ̓Αρχέλαος δὲ ἐπὶ ̔Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα· συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ ̔Ηρώδου. καὶ ̓Αντίπας δὲ ὁ ̔Ηρώδου υἱὸς ἑτέρωθεν ἐπὶ ̔Ρώμην ω ρμητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ· ἐπτέρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ̔Ρώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἱ μὲν ὑπὲρ ̓Αρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ ̓Αντίπα, τοῦ ̓Αρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ ̓Αρχελάου ῥοπὴν ἐδείκνυ. ̓Εν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν ̓Ιουδαίων ε θνος στασιάσαν καὶ τοὺς ἐκεῖ ̔Ρωμαίους πολιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ' αὐτῶν οἱ ̔Ρωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σαβῖνος· στρατηγὸς δὲ η ν ου τος ̔Ρωμαίων. καὶ μάχη η ν καρτερά, καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν. περιοδεύσαντες ου ν οἱ ̓Ιουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ε ξω τοῦ ἱεροῦ, κἀντεύθεν ἐξ ὑπερδεξίων βάλλοντες με.3 γάλα ε βλαπτον τοὺς ̔Ρωμαίους. οἱ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον υ λαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ η πτετο τοῦ ὀρόφου, καὶ οἱ ἐπὶ τῶν στοῶν οἱ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν ε βαλλον οἱ πολέμιοι, οἱ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἱ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ' ὁστισοῦν. καὶ οἱ ̔Ρωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οι γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ α παντας κτεῖναι, εἰ δ' ἀπίοιεν, α δειαν τοῖς ̔Ρωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. ̔Ροῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ ̔Ηρώδου στρατεύματος ε χοντες α νδρας ἐρρωμένους τοῖς σώμασι, ̔Ρωμαίοις προστίθενται. ̓Ιουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος. ̓Επὶ τούτοις καὶ ε τεροι θόρυβοι τὴν ̓Ιουδαίαν κατέλαβον. ̓Ιούδας γὰρ ̓Εζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς τοῦ ὑφ' ̔Ηρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ο πλων ω πλισε τοὺς περὶ αὐτόν, φοβερός τε α πασιν η ν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν ̔Ηρώδου τοῦ βασιλέως, ἀνὴρ δ' εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν ̔Ιεριχοῦντι βασίλειον πίμπρησι, καὶ α λλους δὲ τῶν 2.4 βασιλικῶν οι κων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ τοῦ μετ' αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτεμε. καὶ α λλοι δὲ στασιασταὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ ̔Ρωμαίους καὶ τοὺς βασιλικούς. Ου αρος δ' ἐν Συρίᾳ μαθὼν τὰ κατὰ 196

τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν ̓Ιουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαΐδι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν· ο ς συμβαλὼν ἐκείνοις ἐκράτησεν. Ου αρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς ̔Ιεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν ̓Ιουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ῳ χοντο. Οὐάρου δὲ τοῖς ̔Ιεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ε λεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τῶν ἐπηλύδων. καὶ ὁ Ου αρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ε τεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ' αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ο σοι συγγενεῖς ο ντες ̔Ηρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς. Εἰς δὲ ̔Ρώμην ἐξ ̓Ιουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἱ πρέσβεις συνισταμένους ε χοντες τῶν ἐπὶ Ρ ̔ ώμης ̓Ιουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ῃ τουν. καὶ ἐπὶ κατηγορίαν τῶν ̔Ηρώδου τρέπονται παρανομημάτων· 2.5 οὐ γὰρ βασιλέα, τύραννον δ' ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ ε θνει ε φησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ' ἐκείνου κακώσεσιν. οἰόμενοι ου ν πάντα τῆς βασιλείας κρατήσοντα ̔Ηρώδου ε σεσθαι μετριώτερον, ἀσμένως τὸν ̓Αρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ω σπερ οὐχ ̔Ηρώδου νομίζοιτο παῖς, εἰ τοῖς ̓Ιουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις ̔Ρωμαίων στρατηγοῖς ὑποκεῖσθαι. Οἱ μὲν ου ν ταῦτα ᾐτοῦντο, οἱ δὲ περὶ τὸν ̓Αρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τὸν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ ̓Ιουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν ̓Αρχέλαον, τὸ δ' η μισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς α ρχοι· η ν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ' ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν ̓Αντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις ̔Ηρώδου διένειμε· καὶ τῷ μὲν ̓Αντίπᾳ ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσέφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ' οι ς ὁ ̔Ηρώδης κατέλιπε καὶ τὸ ἐν ̓Ασκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ' εἰσήγετο ταύτῃ δασμὸς ἑξήκοντα τάλαντα. Καὶ ταῦτα μὲν ου τως διῴκητο· νεανίας δέ τις 2. ̓Ιουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν ̔Ηρώδου συγγέ. νειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο ̓Αλεξάνδρῳ τῷ ἀνῃρημένῳ ̔Ηρώδου υἱῷ. καί τινα παραλαβὼν ὁμόφυλον α νδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, ̓Αλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν ̔Ηρώδου υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν α μφω τοὺς ἀδελφοὺς ἐσταλμένων α λλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς ̔Ρώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι ̔Ηρώδην, ἀγαγὼν δ' εἰς ο ψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ ει δος ει χεν ἐμφερὲς πρὸς τὸν ̔Ηρώδου ̓Αλέξανδρον, ὑπ' αὐτουργίας δ' ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ' οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν ου ν ὁ Καῖσαρ περὶ ̓Αριστοβούλου ποῖ α ν ει η· φαμένου δ' ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ι ν' ει τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ' ἐπὶ τούτοις 197

ἐκείνῳ συμπνέοντα ε κτεινεν. ̓Αρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ ̓Ιωαζάρου τοῦ Βοηθοῦ, καὶ ἀντικαθίστησιν ̓Ελεάζαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφύραν α γεται πρὸς γάμον τὴν ̓Αρχελάου παῖδα, ̓Αλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ' ου καὶ τέκνα η ν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ 2. ἀδελφῶν α γεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων ἐχούσας. καὶ τὸν ̓Ελεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν ̓Ιησοῦν ἀντεισήγαγε τὸν παῖδα Σεέ. ἀνύων δ' ε τος ἐν τῇ ἀρχῇ δέκατον κατηγορήθη παρὰ Καίσαρι πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ο λον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο. ̓Ονείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ ̓Αρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. α λλοι μὲν ου ν α λλως ἐξηγοῦντο τὸν ο νειρον, Σίμων δὲ τὸ γένος ̓Εσσαῖος μεταβολὴν πραγμάτων ε λεγε φέρειν ̓Αρχελάῳ τὴν ο ψιν, οὐ μέντοι ἐπ' ἀγαθῷ. τοὺς μὲν γὰρ βόας κακοπαθείας σύμβολον ει ναι, ζῷα ἐπ' ε ργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ο τι δι' αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ ̓Αρχελάῳ. Καὶ τῇ γυναικὶ δὲ τοῦ ̓Αρχελάου Γλαφύρᾳ ο νειρος τεθέαται ε τερος. αυ τη γάρ, ὡς ἱστόρηται, ̓Αλεξάνδρῳ πρότερον συνῴκει ̓Αρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ' ἐκείνου ̓Ιόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος ̓Αρχελάῳ γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ ̓Αλεξάνδρου ε χουσα. ἐδόκει γοῦν ἡ γυνὴ τὸν ̓Αλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν "Γλαφύρα, ἀληθεύειν α ρα τὸν λόγον ἀπέδειξας ο ς ἀπίστους ει ναι τὰς γυ. ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα, καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ' ου τως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο υ βρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ' ἐγώ σε αυ θις ἐμὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης." ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ. ̔Η δὲ ̓Αρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν ̓Ιουδαίαν προσθήκην ἐκείνης γεγενημένην. ̓Ιουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως ̓Ιωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ε θνος ἐνέπλησαν, λέγοντες οὐδὲν ε τερον ει ναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν η δουλείαν α ντικρυς· καὶ ἐδόκουν μὲν ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ' ἀληθείᾳ δι' οἰκείων ε σπευδον κερδῶν ἀφορμάς. ἐξ ω ν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτῶν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τῶν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς ̓Ιουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν ει ρηται, τῆς τῶν ̓Εσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αυ τη ἐπείσακτος παρὰ Σαδὼκ καὶ 2. ̓Ιούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ' ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ' ἀντιλέγουσι θρασέως τοῖς παρ' ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ ει κειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι' α τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς. Σαδδουκαῖοι δὲ θνητὰς 198

δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους αὐτοὺς ἀντιλέγειν ἀρετὴν οι ονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ε λθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων λόγοις καὶ α κοντες· οὐ γὰρ α λλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν. ̓Εσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους η γηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς α λλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ' ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ε χουσιν· ο θεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ ου τε γαμετὰς εἰσάγονται ου τε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ' ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας 2.10 τῶν τῆς γῆς καρπῶν καὶ τῶν α λλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται. ̔Η δὲ τετάρτη, η ς ὁ Γαλιλαῖος ̓Ιούδας γέγονεν ἡγεμών, τὰ μὲν α λλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ' ἐλευθερίας αὐτῇ δριμὺς ε ρως ἐντέτηκεν, η ς οἱ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ι να μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. ̓Εντεῦθεν ου ν η ρξατο τὸ τῶν ̓Ιουδαίων ε θνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος υ βρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν, αι ἐγένοντο ἐν ε τει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν ̓Ακτίῳ η τταν τοῦ ̓Αντωνίου ὑπὸ τοῦ Καίσαρος, ̓Ιωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ανναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ̔Ρώμην ἀπάραντος Κοπώνιος τὴν ̓Ιουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος ̓Αμβιβοῦχος. καὶ τὸν Μάρκον ̔Ροῦφος διαδέχεται Αννινος. ἐφ' ου δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ̔Ρωμαίων, α ρξας ε τη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ε ξ ἐφ' ἡμέραιν δυοῖν, ἀφ' ω ν τεσσαρεσκαίδεκα ε τη αὐτῷ συνῆρξεν ̓Αντώνιος, ὡς ει ναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ε τη ἑβδομήκοντα καὶ ἑπτά. ̔Η δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς ̓Ιουλίας υἱόν. ὑφ' ου Γράτος Οὐαλλέριος εἰς ̓Ιουδαίαν ε σταλτο ἡγεμών· ο ς παύσας τὸν Ανναν τῆς ἀρχιερωσύνης ̓Ισμαὴλ ἀποδεί.11 κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ' οὐ πολὺ ̓Ελεάζαρ τῷ τοῦ Αννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ' ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ι σον χρόνον ἱερασαμένῳ ̓Ιωσὴφ ὁ Καϊάφας διάδοχος η ν. Καὶ Γράτος ἐπὶ ε νδεκα ε τη τῆς ̓Ιουδαίας α ρξας, καὶ ταῦτα πράξας, εἰς ̔Ρώμην ὑπανεχώρησε· Πόντιος δ' η κε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης ̔Ηρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐν τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν ̔Ιεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος ̓Ιουδαίοις τοῦ νόμου εἰκόνας ε χειν. ἐπεὶ δ' ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ω ρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ε κτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ε λεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. 2.12 ̔Υδάτων δ' εἰσαγωγὴν 199

ποιούμενος εἰς ̔Ιεροσόλυμα τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες ου ν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ' αὐτοῦ. ὁ δὲ στολαῖς ̓Ιουδαϊκαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ε χον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ ου τως ἀναχωρεῖν τοῖς ̓Ιουδαίοις ἐπέταττεν. ὡς δ' η ρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἱ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ α οπλοι ο ντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ε πιπτον, οἱ δ' α λλοι τραυματίαι ἀπῄεσαν. Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ θεὸς ̓Ιησοῦς Χριστὸς ἐν ̓Ιουδαίᾳ ἐφάνη, περὶ ου ταῦτα κατὰ λέξιν φησὶν ὁ ̓Ιώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας. "γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον ̓Ιησοῦς, σοφὸς ἀνήρ, ει γε α νδρα αὐτὸν λέγειν χρή· η ν γὰρ παραδόξων ε ργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν ̓Ιουδαίους, πολλοὺς δὲ καὶ τοῦ ̔Ελληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς ου τος η ν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ' ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ε χων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ α λλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον." Καὶ ταῦτα μὲν ἀρχαιολογῶν ὁ ̓Ιώσηπος ε γραψε περὶ τοῦ Χριστοῦ· ἐν δὲ τῷ πρὸς Ελληνας αὐτοῦ 2.13 λόγῳ, ο ς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, ου καὶ ὁ α γιος ̓Ιωάννης ὁ Δαμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. "πάντες γὰρ δίκαιοί τε καὶ α δικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ο ν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ ̔Ραδάμανθυς κριταὶ καθ' ὑμᾶς, Ελληνες, ἀλλ' ο ν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ ου ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. ου τος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ε ργα παρασκευάσει τὸ δίκαιον. ου κρίσει παραστάντες πάντες α νθρωποί τε καὶ α γγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν ου τω λέγοντες, δικαία σου ἡ κρίσις. η ς φωνῆς τὸ ἀνταπόδομα ἐπ' ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν ευ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ α σβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ε μπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ' ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει." καὶ α λλα δ' ἐπὶ τούτοις φησίν. Ου τω μὲν ου ν περὶ Χριστοῦ γέγραφεν ὁ ̓Ιώσηπος. ἐν δὲ ̔Ρώμῃ τότε Παυλῖνά τις η ν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ 2.14 πλούτου περιττῶς ε χουσα· ου σα δὲ καὶ τὴν ο ψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ῃ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς ε καστον τῶν καλῶν ἀποδέοντι. ταύτης ἑάλω τῷ ε ρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ω ν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· ει κοσι γὰρ μυριάδας δραχμῶν ̓Αττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ε ρωτα, ω στε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. η ν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ιδη καλουμένη, παντοίων ι δρις κακῶν. αυ τη ου τως ε χοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ω στε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ τῆς Ισιδος, θεὸς δ' αυ τη τοῖς ̔Ρωμαίοις τότε νενόμιστο, ῃ δει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αι ς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ 200

αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ε λεγεν η κειν πεμπτὸς ὑπὸ τοῦ ̓Αννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν η κειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ε δοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν, κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν ου ν εἰς τὸ τέμενος· καὶ ὡς υ πνου καιρὸς η ν, ε νδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν.15 νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Αννουβις αὐτῇ προσφερόμενος. ει τα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν α νδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ ̓Αννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ "Παυλῖνα," φησί, "καὶ τὰς ει κοσι μυριάδας ε χω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. α δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Αννουβιν ο νομα θεμένῳ αὑτῷ." ἐκ τούτων εἰς ε ννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ιδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ισιδος α γαλμα εἰς τὸν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνώμην νείμας αὐτῷ ω στε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ε ρωτος. ̓Αλλὰ ταῦτα μὲν ἐν τῇ ̔Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ο ρος αὐτῷ συνελθεῖν· ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν ο πλοις η σαν. Πιλάτος δὲ στρατιώτας πέμψας τοὺς μὲν ε κτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἱ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον η λθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῇ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν ̓Ιουδαίων προνοησόμενον, ἐπὶ ̔Ρώμην ἀπιέναι τὸν Πιλάτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά.16 τορος ἀπολογησόμενον ἐφ' οι ς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ε τεσιν ἡγεμονεύσας τῆς ̓Ιουδαίας, πρὶν δὲ τῇ ̔Ρώμῃ ἐγγίσαι αὐτόν, ε φθη Τιβέριος μεταστάς. Οὐιτέλλιος δὲ εἰς ̔Ιεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς ̔Ιεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν ει ναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ̓Αντωνίᾳ ἀπέκειτο. τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ ̔Υρκανός, ε γγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν ει χεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ' ἐκεῖνον ἐπράσσετο. ̔Ηρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸ πολυτελέστερον, φίλος ω ν Α ̓ ντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ' ἐποίει καὶ ὁ ̓Αρχέλαος, καὶ μετ' ἐκεῖνον οἱ ̔Ρωμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ε πραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τῶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ' ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αυ θις ἐκεῖ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ε θνει. τὸν δὲ ἀρχιερέα ̓Ιωσὴφ τὸν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, ̓Ιωνάθῃ δίδωσι ταύτην τῷ Αννα τοῦ ἀρχιερέως υἱῷ. Κατ' ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος ̓Αρταβάνῳ τῷ Πάρθων βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ' ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης ̔Ηρώδης ἐκ.17 πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. ει τα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ ̔Ηρώδου. τοῦτο εἰς ὀργὴν τὸν Οὐιτέλλιον κατὰ τοῦ ̔Ηρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν 201

αὐτὸν Γαΐου κρατήσαντος. Τότε καὶ Φίλιππος ̔Ηρώδου τούτου ω ν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, α ρξας ἑπτὰ καὶ τριάκοντα ε τη. η ν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προϊόντι ει τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, ει ποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ η σαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. ̔Ηρώδης δὲ ὁ τετράρχης ἐπὶ ̔Ρώμην στελλόμενος κατέλυσεν ἐν ̔Ηρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ο ν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ ̔Ηρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ ̔Ηρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς ̓Αριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, ἀδελφῆς δὲ τοῦ μεγάλου ̓Αγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν ̓Αρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ ̔Ρώμην ε πλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ' ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ ̓Αρέτα θυγάτηρ, τὰς πρὸς ̔Ηρωδιάδα συνθήκας, ῃ τει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο η ν τῆς ̓Αρέτα καὶ τῆς 2.18 ̔Ηρώδου ἀρχῆς. καὶ ὁ ̔Ηρώδης ἐξέπεμψε, μὴ γινώσκων ο ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς ̓Αραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν ̔Ηρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ε σχε τοῦτο ε χθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἱ ̔Ηρώδου ἡττήθησαν καὶ α παν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφῆς ̔Ηρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς ̓Αρέταν ποιήσασθαι καὶ η ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς ̔Ρώμην η ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν. Τισὶ δὲ ὑπὸ θεοῦ τὴν ̔Ηρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ ̓Ιωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου κατὰ λέξιν ὁ ̓Ιώσηπος ε γραψε. "κτείνει γὰρ τοῦτον ̔Ηρώδης ἀγαθὸν α νδρα καὶ τοὺς ̓Ιουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· ου τω γὰρ καὶ τὴν βάπτισιν αὐτῷ φανεῖσθαι ἀποδεκτήν. δείσας δὲ ̔Ηρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ ̔Ηρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ ̓Ιουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ο λεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι ̔Ηρώδην θέλοντος." 2.19 Οὐιτέλλιος δὲ πρὸς ̓Αρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς ̓Ιουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον ει ναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ' ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς ου ν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτὸς δὲ μετὰ ̔Ηρώδου εἰς ̔Ιεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας ἡμέρας ἐκεῖ, ̓Ιωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ω ρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. λέγεται δὲ καὶ τὸν ̓Αρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον ει ναι τῷ στρατῷ πολεμῆσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων η τὸν κελεύσαντα πολεμεῖν η τὸν κελευσθέντα η καθ' ου τὸ κέλευσμα γέγονε. Καὶ Οὐιτέλλιος μὲν εἰς ̓Αντιόχειαν ἀνεχώρησεν, ̓Αγρίππας δὲ ὁ ̓Αριστοβούλου υἱὸς ἐπὶ ̔Ρώμης ε τυχενω ν τοῦ Τιβερίου θνήσκοντος. ου τος γὰρ πρὸ μικροῦ τῆς ̔Ηρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῇ ̔Ρώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ ̓Αντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ' αὐτῆς.

μεγαλοπρεπὴς δὲ ω ν ̓Αγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ' εἰς τοὺς ἀπελευθέρους τοῦ 2.20 Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ο ψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ι να μὴ δι' αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ ο τι χρημάτων ἠπόρησεν εἰς ̓Ιουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς ου σι, καὶ μὴ ε χων, εἰς ε ννοιαν η λθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, η θυγάτηρ η ν Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως ̔Ηρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς ̔Ηρώδου θυγατρός, η ν ε σχεν ἐκ Μαριὰμ τῆς ὑπ' ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηται. αυ τη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ ̓Αγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς ̔Ηρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν ̔Ηρώδῃ, ̓Αγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ε ννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον α νδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί τι καὶ ἀργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν δίαιταν. μετὰ καιρὸν δὲ διαφορᾶς γενομένης ̔Ηρώδῃ τε καὶ ̓Αγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ ̓Αγρίππας μεθίσταται, φιλίως ἐκ ̔Ρώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ω ν δὲ ἐκεῖ καὶ ὁ ̓Αγρίππα ἀδελφὸς ̓Αριστόβουλος, διαφερόμενός τε τῷ ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν ̓Αγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς ̓Ιταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ 2.21 Βερνίκης τῆς ̓Αγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ε λεγε ποιησάμενον δύο μυριάδων ̓Ατθίδων λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ ̓Αγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν ε μελλεν. ̓Ερρένιος δὲ Καπίτων ̓Ιαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ε πραττεν ἀπ' αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. ̓Αγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ῳ χετο. καὶ καταπλεύσας εἰς ̓Αλεξάνδρειαν ̓Αλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας ει κοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ' ἐκείνῳ μὲν οὐκ α ν ε φη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ' ἐκείνης τὸ δάνειον ὁ μὲν ̓Αγρίππας εἰς ̓Ιταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς ̓Ιουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος ̓Ερρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα ̓Αγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν ει σοδον α χρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αυ θις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῷ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Α ̓ γρίππας δὲ πρὸς Γάιον μᾶλλον ἀπένευεν, ̓Αντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ' αὐτοῦ. καί ποτε συμπροϊοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ ̓Αγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαΐῳ ἐπηύχετο. Ευ τυχος δὲ ἀπελεύθερος ̓Αγρίππου τῶν 2.22 λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. ου τε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ι να μὴ ἐπανιόντων συντόμως προσίοιεν ε τεροι καὶ ο χλος αὐτῷ γίνοιτο, ου τε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ' αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν ε φασκε προμηθείᾳ τῶν ὑπηκόων, ι να αὐτάρκως τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα ει εν. παράδειγμά τε τραυματίαν 203

πεποίητο ῳ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου η ρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας "αυ ται μέν" ἀπεκρίνατο "τοῦ αι ματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι' ο χλου εἰσίν, εἰ δ' ἀποσοβηθεῖεν αυ ται, η ξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι." τῆς δὲ πρὸς ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον ο τι δύο καὶ ει κοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς ̓Ιουδαίοις ἐξέπεμψεν α ρξοντας τοῦ ε θνους αὐτῶν, Γράτον τε καὶ Πιλάτον. τοιοῦτος ου ν τυγχάνων ἐν α πασιν οὐδὲ τὸν Ευ τυχον ἠξίου ἀκροάσεως. ̓Αγρίππας δὲ τὴν ̓Αντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ' ̓Αντωνία διὰ τιμῆς η ν Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέμεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ.23 τοκράτορος αὐτὸν ἐπιτρέποντος, καὶ ου τω τὸν βίον διήνυσεν ὡς καὶ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ο τι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης ου ν ἀξιούμενος ἐξετάσαι τὸν Ευ τυχον, ε φη "ι στωσαν οἱ θεοί, ̓Αντωνία, ο τι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα ε σονται, ἐκ δέ γε σῆς παρακλήσεως." καὶ τὸν Ευ τυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ε λεγεν ὡς "Γάιός τε καὶ ̓Αγρίππας, ω δέσποτα, συνωμίλουν, καὶ ̓Αγρίππας ε φη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ῃ μεταστὰς ου τος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ε σται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπὸ σοῦ τελευτῶν. καὶ η τε οἰκουμένη γένοιτ' α ν μακαρία, καὶ πρὸ ταύτης ἐγώ." Τιβερίῳ δὲ οἱ λόγοι η γηντο ἀληθεῖς· α μα δὲ καὶ μῆνιν ̓Αγρίππᾳ τηρῶν ο τι μὴ τὸν υἱωνὸν αὐτοῦ θεραπεύειν ει λετο, ο λος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ η γετο δέσμιος ἐν πορφυρίσιν ω ν ε τι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ' ἀθυμίας ἐπικλιθείς. η σαν δ' ἐκεῖ καὶ ε τεροι ἐν δεσμοῖς. καὶ ὀρνέου πρὸς τὸ δένδρον ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ο ρνιν ̔Ρωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος η ρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην ο στις ει η ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών "ω νεανία" φησίν, "ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ε σῃ τοῖς α ρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ο λβον λιπών. ο τε δ' εἰσαῦθις τὸν ο ρνιν 2.24 τοῦτον θεάσαιο, ι σθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ῃ τανῦν σύνεσμεν." καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωτα ω φλεν, υ στερον δ' ἐφάνη θαύματος α ξιος. Ην ου ν ἐν τοῖς δεσμοῖς ὁ ̓Αγρίππας ἐπὶ μῆνας ε ξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Ευ οδον κελεύει, ο ς τῶν ἀπελευθέρων η ν αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ η σαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἱὸς αὐτοῦ Δροῦσος ε τυχε τεθνεώς· υἱωνὸς δ' ἐξ ἐκείνου αὐτῷ η ν Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας η δη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας ου ν ὁ Τιβέριος ε ωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αυ ριον· η ν δ' αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ' ου ν οἰώνισμα ε θετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ο ς α ν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἱωνοῦ πρωιαίτερον α γειν τὸν παῖδα. καὶ η δη γεγονυίας ἡμέρας πέμπει τὸν Ευ οδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ θείου δυνάμεως εἰς ε ννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ' ἀπολωλότι τῷ υἱωνῷ. καίπερ 204

δὲ διὰ τοῦτο τεταραγμένος, φησὶ πρὸς τὸν Γάιον "ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν η σύ, ἀλλ' αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ κατὰ ψῆφον θεῶν σοι τὴν τῶν ̔Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο.25 νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ο σα παρὰ δίκην πράσσοιτο." Τιβέριος μὲν ου ν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, α ρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ ει κοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ι σας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. ἠγγέλλετο δὲ ̔Ρωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἱ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλεῖστα γὰρ ἐκεῖνος δεινὰ ̔Ρωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ω ν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος. Μαρσύας δὲ τοῦ ̓Αγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, ε δραμε πρὸς αὐτὸν καὶ ̔Εβραΐδι φωνῇ "τέθνηκεν ὁ λέων" φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν ̓Αγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ η ρετο τί α ν ει η τὸ ἀγγελθέν· καὶ ὁ ̓Αγρίππας η δη συνήθης γενόμενος τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας ο τι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτοκράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς η δη. τῇ δ' ὑστεραίᾳ λόγος τε η ν πλατὺς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέ.26 πουσα τὸν ̓Αγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ῃ πρὸ τοῦ δεθῆναι η ν. Γάιος δὲ εἰς ̔Ρώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν ̓Αγρίππαν ἐβούλετο· ἡ δ' ̓Αντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ι να μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν ̓Αγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, ει τα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αυ ξησιν, καὶ χρύσεα χαλκείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἁλύσεως μεθ' η ς ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος. Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου ̓Αγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αυ θις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐνδόντος Γαΐου ἐξέπλευσεν. ̔Ηρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ, καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἑώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν α νδρα ἐπὶ ̔Ρώμης πλεῖν καὶ ι σην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ κελεύουσα, καὶ οὐκ ἀνῆκεν ε ως καὶ α κοντα τὸν ̔Ηρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο ου ν σὺν τῇ γυναικὶ ἐπὶ ̔Ρώμης. ̓Αγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν ̔Ρώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ε να δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ ̔Ηρώδου. καὶ καταλαμβάνουσι 2.27 τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. α μα τε τῷ ̔Ηρώδῃ εἰς ο ψιν η κεν ὁ Γάιος καὶ α μα τὰς ̓Αγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς ̓Αρτάβανον αυ θις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ' ἐποιεῖτο τοῦ λόγου ο πλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις ̔Ηρώδου, μυριάσιν ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ' ὑπὸ τῶν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν ̔Ηρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν ο πλων λόγος. τοῦ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ ̓Αγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ 205

̔Ηρώδην ἀειφυγία κατέκρινεν. ̔Ηρωδιάδι δὲ ὡς ̓Αγρίππου ὁμαίμονι τά τε χρήματα ο σα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν ̓Αγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ' ε λεγεν ει ναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν. ̔Ο μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προϊὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν ̓Αλεξανδρείᾳ ̓Ιουδαίοις καὶ Ελλησι τρεῖς ἀφ' ἑκατέρου μέρους παρῆσαν πρὸς τὸν Γάιον πρεσβευταί. ̓Απίων δὲ τῶν ̓Αλεξανδρέων πρέσβεων ει ς α λλα τε κατηγόρει τῶν ̓Ιουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ ̔Ρωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων ου τοι μόνοι α δοξον η γηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ο ρ.28 κιον αὐτοῦ ποιεῖσθαι τὸ ο νομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν ̓Ιουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ε νδοξος καὶ φιλοσοφίας οὐκ α πειρος, ε τοιμος η ν ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε η ν κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν ̓Ιουδαίους ὡς χρὴ θαρρεῖν· οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό. Ο ̔ δ' αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ ̓Ιουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ ἐμβαλεῖν εἰς τὴν ̓Ιουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαΐδα γενομένῳ προσῆλθον ̓Ιουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, "Εἰ δ' ἀπαραίτητος ει ," ε λεγον, "ἡμᾶς πρότερον διαχειρισάμενος ου τως ι στα τὸ α γαλμα." Πετρώνιος δ' ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ' ἑαυτοῦ ταῦτ' ε πραττον, δίκαιος η ν πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης ε χουσιν ̓Ιουδαῖοι. καὶ πολλαὶ μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος ε φη "πολεμήσετε α ρα;" οἱ δ' "οὐ πολεμήσομεν" ε φασαν, "τεθνηξόμεθα δὲ πρότερον η παραβῆναι τὰ πάτρια," καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ' ἡμέρας ἐπράτ.29 τετο τεσσαράκοντα. ̓Αριστόβουλος δὲ ὁ ̓Αγρίππου ἀδελφὸς καὶ α λλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ι σως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ' ἐμμένοι καὶ αυ θις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος α πτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαΐῳ περὶ τῆς πράξεως. ̓Αγρίππας δὲ ὁ βασιλεὺς ἐν ̔Ρώμῃ διάγων προέκοπτε τῇ πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ο α ν αὐτῷ πρὸς βουλῆς. ὁ δέ "αἰτήσομαί σε" ε φη "τῶν μὲν ο λβον περιποιούντων οὐδέν, ο δ' α ν σοί τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς ευ κλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, η ν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ ̓Ιουδαίων ἱερόν, δι' ἐμὲ καταλείψειν." Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει. καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν η δη τὸν ἀνδριάντα ε φθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· "οὐ γὰρ ε τι τοῦτον βούλομαι στῆναι, διὰ τὸν ̓Αγρίππαν, α νδρα τιμώμενον παρ' ἐμοί." Γάιος μὲν ου ν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς ̓Ιουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ "̓Επεί σοι τὰ τῶν ̓Ιουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν 206

σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε 2.30 ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς ε πειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος." ταύτην τὴν ἐπιστολὴν οὐκ ε φθη ζῶντος Γαΐου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ ου τω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου. ̔Ο μὲν ου ν Γάιος κάκιστος γεγονὼς ω λετο ἐξ ἐπιβουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ' ἐκείνου ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, ο τε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. η δη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ ̓Αγρίππα σπουδάσαντος. α ρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ ̓Αγρίππᾳ καὶ δι' ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ ε θετο πᾶσαν η ς η ρξεν ̔Ηρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ ̔Ηρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος. Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς ̓Αλεξανδρεῖς οἱ ἐκεῖ ̓Ιουδαῖοι. ο ν γὰρ ει ρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαΐου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει ̔Ελλήνων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ η σαν ἐν ο πλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αι γυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, ε πεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν ̓Αγρίππου τε καὶ ̔Ηρώδου εἰς Συρίαν καὶ εἰς ̓Αλεξάνδρειαν καὶ εἰς τὴν α λλην οἰκουμένην ο ση ̔Ρωμαίοις ὑπήκοος, φράζον ο τι "τῶν ̓Ιουδαίων ἀνέκαθεν 2.31 ι σης πολιτείας τοῖς ̓Αλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας ο τι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ ̓Ιουδαίων ε θνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ ε θνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δίκαια τοῖς ̓Ιουδαίων νομίμοις ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων ̓Αγρίππου καὶ ̔Ηρώδου τῶν φιλτάτων μοι." ἐξέπεμψε δὲ καὶ ̓Αγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς ̔Ιεροσόλυμα χαριστήρια ε θυσε, καὶ τὴν χρυσῆν α λυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ ο τι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας ου ν πολυτελῶς, Θεόφιλον μὲν τὸν Αννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ῳ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ' η σαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, ου τῇ θυγατρὶ ὁ βασιλεὺς ̔Ηρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ' ̔Ιεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ι ππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, α νδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν. Νεανίσκοι μέντοι Δωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν ̓Ιουδαίων συναγωγὴν κομίσαντες ε στησαν. τοῦτο τὸν ̓Αγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύοντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν Δωριτῶν. ὁ δ' ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ' αὐτὸν ἀχθῆναι προσ.32 έταξε, τοῖς δὲ τῶν Δωριτῶν α ρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως. ̓Αγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, ̓Ιωνάθην αυ θις ἐπ' αὐτὴν η γε τὸν ̓Ανανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων α παξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς α ξιον τῆς τιμῆς. πεισθεὶς ου ν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε. Σίλας δὲ ὁ ̓Αγρίππου ι ππαρχος, πεποιθὼς οι ς ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ η ν φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην α γων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς ου ν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ ̓Αγρίππας διέκειτο. τοῦ 207

δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος ο σους ὑπὲρ ἐκείνου ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο "ἐπὶ τίνα" λέγων "ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν ο σον η δη ἀπολουμένην; η πεπαῦσθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον ο σων αὐτὸν ἐξερρυσάμην δεινῶν, ο σους η νεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ω ν γέρας μοι δεσμὰ καὶ σκότιος εἱρκτή, ω ν ου ποτε λήσομαι." ὁ δὲ βασιλεὺς ταῦτα μαθών, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αυ θις ει ασεν ἐν φρουρᾷ. Ην δὲ εὐεργετικὸς ου τος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν η ττον ̔Ηρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς 2.33 ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς ̓Ιουδαίους, ου τος πρὸς πάντας ὁμοίως η ν εὐεργετικὸς καὶ τὸν τρόπον πραΰς. ἡδεῖα γοῦν αὐτῷ δίαιτα συνεχὴς ἐν τοῖς ̔Ιεροσολύμοις η ν, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων η ν ἐν ̔Ιεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· ου τος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν ̓Αγρίππαν οὐκ ε λαθε. μεταπέμπεται ου ν τὸν Σίμωνα καί φησιν "εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον;" ὁ δὲ μὴ ε χων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ̓Ελιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν. Βασιλεύσας ου ν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ο λης ̓Ιουδαίας, εἰς πόλιν Καισάρειαν, η πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ α ργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες α λλος α λλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε ει ης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς α νθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας ου ν μετ' ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ο ρνιν τῆς ἑαυτοῦ κεφαλῆς υ περθεν, α γγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον 2.34 ε σχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν α λγημα. καὶ πρὸς τοὺς φίλους φησίν "ὁ θεὸς ὑμῖν ἐγὼ η δη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ' ὑμῶν θανεῖν ἐπείγομαι." ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ ̓Αγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς α δακρυς η ν. ἐφ' ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ε τη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ' ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα, τρία δ' ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ε τι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες ̔Ηρώδης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος α ρχων καὶ ̔Ελκίας ὁ ι ππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς ο ντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος. Ου τω μὲν ου ν ὁ ̓Αγρίππας ἀπεβίω, υἱὸν ̓Αγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ω ν ἡ μὲν ̔Ηρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ' ἐκέκλητο, παρθένοι δ' η σαν αἱ δύο Μαριὰμ καὶ Δρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν 2.35 στεφανούμενοι καὶ μυριζόμενοι καὶ 208

σπένδοντες τῷ Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς ̓Αγρίππας ἐν ̔Ρώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ο ν αὐτίκα πέμπειν ω ρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ' αὐτὸν τοῦ σκοποῦ οἱ περὶ αὐτόν, σφαλερὸν ει ναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν ου ν Κούσπιον Φάδον τῆς Ἰ ουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτῷ Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον υ βρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν ̓Ιουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἱ δ' ἱερεῖς καὶ οἱ πρῶτοι τῶν ἐν ̔Ιεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ο μως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ' αὐτοῖς ει ναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν ̔Ρώμην τῶν πρέσβεων, ὁ τοῦ ̓Αγρίππου παῖς ὁ νεώτερος ̓Αγρίππας ἐκεῖ διάγων, ὡς ει ρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς ̓Ιουδαίοις ε χειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ ̔Ηρώδης δὲ ὁ τοῦ ̓Αγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος α ρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ε τυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν ̔Ιεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, ̓Ιωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί. 2.36 ̓Εν τούτῳ τῷ χρόνῳ ἡ τῶν ̓Αδιαβηνῶν βασιλὶς ̔Ελένη καὶ ὁ παῖς αὐτῆς ̓Ιζάτης εἰς τὰ Ἰ ουδαίων τὴνδιαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν ̓Αδιαβηνῶν βασιλεύς, ῳ καὶ Βαζαῖος ἐπίκλησις η ν, τῆς ἀδελφῆς ̔Ελένης ἁλοὺς ε ρωτι, α γεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ ου σῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο. καὶ ὑπνώσας ε δοξεν ἀκούειν φωνῆς α ραι κελευούσης ἐκ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ α ρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς ου ν ὑπὸ τῆς φωνῆς ε φραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα ̓Ιζάτην ὠνόμασεν. η ν δ' ε τερος τούτου πρεσβύτερος ἐκ τῆς ̔Ελένης αὐτῷ γεννηθεὶς α λλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, ε στεργε δὲ τὸν ̓Ιζάτην ω σπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς ̓Αβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ο ς ἀσμένως τὸν ̓Ιζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπὶ θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν ̓Ιζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος ου ν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ ἀπεκλήρωσεν, ἐν ῃ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός. ̓Εκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς ̔Ελένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οι ς ἀφικομένοις "οὐ λέληθεν" ει πεν "ὑμᾶς ο τι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν ̓Ιζάτην η θελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ' ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ.37 βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι." οἱ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ε λεγον, καὶ ὑπείξειν ἑκόντες ̓Ιζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ι ν' ἀσφαλῶς ἐκεῖνος α ρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ ̓Ιζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις α ν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, ε ως α ν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. η κεν ου ν ὁ ̓Ιζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς. Οντι δ' αὐτῷ ἐν τῇ ἀποδημίᾳ ̓Ιουδαῖός τις ̓Ανανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν ̓Ιουδαίων νόμιμα. συνέβη δὲ καὶ τὴν ̔Ελένην ὑφ' ἑτέρου ̓Ιουδαίου 209

κατηχηθεῖσαν εἰς τὰ ̓Ιουδαϊκὰ ε θη μετατεθῆναι. ἐλθὼν ου ν ὁ ̓Ιζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ε λυσε μέν, ε πεμψε δέ, ι να μὴ υ ποπτοι παρόντες ει εν, τοὺς μὲν εἰς ̔Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ ̓Ιουδαίων ἀσπασαμένην, ε σπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ε τοιμος η ν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαΐζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν ̓Ανανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ε τερος δ' αυ θις ̓Ιουδαῖος ἐκ Γαλιλαίας ̓Ελεάζαρ ἀφικόμενος, καὶ κατα.38 λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, ε φη, ἀλλὰ καὶ τὰ ὑπ' αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ ̓Ανανίᾳ πεπρᾶχθαι τὸ ε ργον ἐδήλου. οἱ δ' εἰς φόβον ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τὸν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν. ̔Ελένη δὲ ἐπιθυμίαν ε σχεν εἰς ̔Ιεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος α πεισιν εἰς ̔Ιεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ ̓Αλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν ε πεμψεν, ι ν' οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι. Καὶ ταῦτα μὲν ου τως· ̓Αρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ' αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς ̓Ιζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ' ὁδὸν τῷ ̓Ιζάτῃ ἐνέτυχε, καί φησι Μή με παρίδῃς, ω βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ' ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ε λεγεν. ὁ δὲ ̓Ιζάτης ἀκούσας τὸ ο νομα, κατεπήδησε τοῦ ι ππου καὶ Θάρσει, ε φη, ω βασιλεῦ· η γὰρ εἰς τὴν Πάρθων βασιλείαν σε καταστήσω η τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα ει πε καὶ ἐπὶ τὸν ι ππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ ̓Αρταβάνης ω μοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη 2.39 τὸν ι ππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ' ὁ ̓Ιζάτης ἐπὶ τὸν ι ππον η λατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν ̓Αρταβάνην δέξασθαι. τῶν δὲ Πάρθων δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπονεῖμαι η δη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ ̓Αρταβάνῳ, ὑπ' αὐτοῦ γὰρ ἐτέθραπτο καὶ η ν ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. καὶ ὁ ̓Αρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα ου ν αὐτῷ ὁ Κινάμωμος· ο ς δὴ προσκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. ου τω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ ̓Αρτάβανος οὐκ ἠμνημόνησε τῶν ̓Ιζάτου καλῶν, ἀλλ' ἀμείβεται τοῦτον. Μετὰ δέ τινα χρόνον ̓Αρταβάνου θανόντος Οὐαρδάνης ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς ̓Ιζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ ̔Ρωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ' ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ ̓Ιζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ' οἱ Πάρθοι μαθόντες ὡς ἐπὶ ̔Ρωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ ̓Ικοτάρδῃ διδόασιν· ο ν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός. ̔Ο δὲ τοῦ ̓Ιζάτου ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ε φεσιν εἰς ε ργον ἐξήνεγκαν. γίνεται δ' ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς ̓Αβίαν 2.40 τὸν ̓Αράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοῦ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται 210

τούτοις ὁ Αραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν η κεν ἐπὶ τὸν ̓Ιζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν ̓Ιζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες ε φευγον. γνοὺς δὲ τὴν προδοσίαν ̓Ιζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ' ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Αραβας ε τρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος η δη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ ̓Ιζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν. Οἱ δὲ τῶν ̓Αδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Πάρθων γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεῖναι μὲν τὸν ̓Ιζάτην, καταστῆσαι δὲ σφίσι δυνάστην ἐκ Πάρθων· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ω ρμησε, καὶ ὁ ̓Ιζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ε λεγε τῷ ̓Ιζάτῃ ὁπόση ἐστὶ τῶν Πάρθων ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐτὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ο ν σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ ̓Ιζάτης τὴν μὲν δύναμιν τῶν Πάρθων γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ' ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα ει πε καὶ ἱκέτευε τὸν θεόν. κατ' ἐκείνην ου ν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων 2.41 ἀνέζευξεν α πρακτος. καὶ ου τως ̓Ιζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, ει κοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· θνήσκει δ' ἐπὶ παισὶν ει κοσι καὶ τέσσαρσιν α ρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ' ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν. Φάδου μέντοι τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος ἀνήρ τις γόης Θευδᾶς ο νομα πείθει τὸν πλεῖστον ο χλον ἀναλαβόντα τὰς κτήσεις ε πεσθαι πρὸς τὸν ̓Ιορδάνην αὐτῷ· προφήτης γὰρ ε λεγεν ει ναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι· καὶ πλείστους ἠπάτησε. πέμψας δ' ἐπ' αὐτοὺς ι λην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ' ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, ου τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς ̔Ιεροσόλυμα. Φάδον δὲ Τιβέριος ̓Αλέξανδρος διεδέξατο, ̓Αλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν ̓Αλεξανδρείᾳ υἱός. καὶ οἱ παῖδες δὲ τοῦ Γαλιλαίου ̓Ιούδα ̓Ιάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, ου ς ἀνεσταύρωσεν ὁ ̓Αλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων ̔Ηρώδης μεταστήσας τῆς ἀρχιερωσύνης ̓Ιωσὴφ τὸν τοῦ Κεμεδῆ, ̓Ανανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ ̓Αλεξάνδρῳ Κούμανος η λθε διάδοχος. ἐν ὀγδόῳ δ' ε τει τῆς Κλαυδίου μοναρχίας ̔Ηρώδης ὁ τοῦ μεγάλου ̓Αγρίππου ἀδελφὸς τελευτᾷ ἐφ' υἱέσι τρισί· τὴν δ' ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ ̓Αγρίππᾳ δέδωκε Κλαύδιος. Κουμάνου δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς ̔Ιεροσόλυμα 2.42 η θροιστο. ι να γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους ο ντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος ε στησε καταστελοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ' ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ' ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἱ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ο ς πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν η κειν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος ου ν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ω ρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ' ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας· καὶ πένθος η ν ἀντὶ πανηγύρεως. Ου πω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ε τερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες 211

α πασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ' αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ε ν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ' ο ψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν ου ν τῷ Κουμάνῳ οἱ ̓Ιουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, ου περ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν 2.43 νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν. ̓Αλλὰ καὶ Σαμαρείταις ε χθρα πρὸς ̓Ιουδαίους ἐγένετο· ἡ δ' αἰτία η ν αυ τη. Γαλιλαῖοι εἰς ̔Ιεροσόλυμα πορευόμενοι διά τινος κώμης ω δευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἱ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες ου ν οἱ Γαλιλαῖοι πρὸς ο πλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας ει λεν. οἱ πρῶτοι δέ γε τῶν ̔Ιεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ο πλα ῥίψαντας ἠρεμεῖν· καὶ ε πεισαν. οἱ μὲν ου ν διελύθησαν, ἡ χώρα δ' ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα κατηγόρουν τῶν ̓Ιουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. ̓Ιουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν η ξειν εἰς τὴν ̓Ιουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. η κεν ου ν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· ̓Ιουδαίους δὲ ου ς δεδεμένους ει χεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ ̓Ανανίαν τὸν 2.44 ἀρχιερέα καὶ τὸν στρατηγὸν Ανανον δήσας εἰς ̔Ρώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ ̓Ιουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐτοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς ̔Ιεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως ου τως ἀναιρεθῆναι. Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν ̓Ιουδαίων ἐπιτροπεύσοντα· ̓Αγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν ̓Αβέλλᾳ, αυ ται δὲ Λυσανίου η σαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ε τη τέσσαρα ταύτης α ρξαντα. ὁ δ' ̓Αγρίππας ἐκδίδωσι πρὸς γάμον ̓Αζίζῳ τῷ ̓Εμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρούσιλλαν τὴν ἀδελφήν, τοῦ ̓Επιφανοῦς ̓Αντιόχου παραιτησαμένου τὸν γάμον, ο τι μὴ ἰουδαΐσαι ἐβούλετο. καὶ Μαριὰμ κατηγγύησεν ̓Αρχελάῳ τῷ ̔Ελκίου παιδί, ὑπ' ̓Αγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρούσιλλαν ἰδὼν κάλλους περιττῶς ε χουσαν, ἑάλω τῷ ταύτης ε ρωτι, καὶ πείθει καταλιποῦσαν τὸν α νδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ' ἐξ αὐτοῦ παῖδα ̓Αγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ο ρος, πυρφόρον ο ν καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα 2.45 ἀδελφὴ τοῦ ̓Αγρίππου, συνοικοῦσα ̔Ηρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ' ε ρωτα, ι ν' ου τω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν 212

ε μεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα. Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ε τη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ' ἡμέραις ει κοσι. λόγος δὲ η ν ὡς ὑπὸ τῆς γυναικὸς ̓Αγριππίνης φαρμάκοις ἀνῄρητο· η ς πατὴρ η ν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν ̔Ρώμῃ, ου τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος α γεται ε χουσαν καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ η ς παῖδας ει χε Βρεττανικὸν καὶ ̓Οκτάβιον. καὶ ̓Οκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς ει χεν, η ν τῷ Νέρωνι η ρμοσε· τοῦτο γὰρ τὸν τῆς ̓Αγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν υ στερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ι να τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ ̓Αγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω. Ει χε μὲν ου ν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν ̔Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν ̓Ιουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν ο χλον, ω ν πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ε χων δὲ ἀπεχθῶς πρὸς ̓Ιωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις 2.46 αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν ̓Ιουδαίαν, πρόφασιν ἐζήτει δι' η ν τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οι ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τῷ πλήθει καὶ τὸν ̓Ιωνάθην ἀνεῖλον. ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἱ λῃσταὶ ἀναβαίνοντες ου ς μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, ου ς δ' ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες α νθρωποι τὸν ο χλον ἀνέπειθον ε πεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεῖα καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ω ν πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἱ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς ̔Ρωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον. Σύρων δὲ καὶ ̓Ιουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν ̓Ιουδαῖοι πρωτεύειν ἠξίουν ὡς ̔Ηρώδου τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν ̔Ηρώδην ὡμολόγουν, ε φασαν δὲ καὶ πρῴην πόλιν ει ναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν ̓Ιουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τῶν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ ̓Ιουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτῶν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ο τι πλεῖστοι τῶν ὑπὸ ̔Ρωμαίους στρατευομένων Καισαρεῖς η σαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς ̓Ιουδαίους ἀνθύβριζον· ει τα λίθοις ἀλλήλους ε βαλλον, ε ως πολλοὶ ἐτρώθησάν τε καὶ ε πεσον ἀμφοτέρωθεν· νικῶσι δὲ 2.47 ̓Ιουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς ̓Ιουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν ̓Ιουδαίων ἐπιεικέστεροι καὶ οἱ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη. ̔Ο δὲ βασιλεὺς ̓Αγρίππας δίδωσι τὴν ἀρχιερωσύνην ̓Ισμαὴλ υἱῷ τοῦ Φαβεί. ε σχον δὲ πρὸς ἀλλήλους στάσιν οι τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ε βαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ η ν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο ὡς καὶ πέμπειν ἐπὶ τὰς α λωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ο θεν οἱ α ποροι τῶν ἱερέων ὑπ' ἐνδείας ἀπέθνησκον. Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἱ Καισαρεῖς ̓Ιουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα α ν ε τισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ 213

Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι' αὐτοῦ τὴν ̓Ιουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις α κυρον ἀποφαίνουσαν. ἐξ η ς τὰ μετὰ ταῦτα κακὰ τῷ ε θνει ἐφύησαν· διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν ̓Ιουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως ει χοντο, μέχρις α ν ἀνήφθη ὁ πόλεμος. Φῆστος δὲ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν κακουμένην 2.48 ευ ρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ ου τοι η σαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ ̔Ρωμαίων καλουμέναις σίκαις, ἀφ' ω ν καὶ σικάριοι ὠνομάσθησαν· οι κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι ου ς ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελλομένου τοῖς ε πεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς ἀκολουθήσαντας οἱ πεμφθέντες διέφθειραν. ̔Ο μέντοι βασιλεὺς ̓Αγρίππας οι κημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ' ἐχαλέπαινον οἱ τῆς πόλεως. τοῖχον ου ν ἐγείρουσιν, ο ς οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν α ποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ε νθα τὰς φυλακὰς οἱ ̔Ρωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ ̓Αγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγχωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ ̓Ισμαὴλ τὸν ἀρχιερέα καὶ ̔Ελκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ ̓Ιουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν α λλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ ̓Ισμαὴλ καὶ τὸν ̔Ελκίαν κατέσχε παρ' ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ βασιλεὺς ̓Αγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην ̓Ιωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· ει τα τῷ Αννᾳ υἱῷ τοῦ 2.49 Αννα ταύτην ἐξ ̓Ιωσὴφ ἀφελόμενος προσεκλήρωσεν. Ου τος ου ν ὁ νέος Αννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας η ν καὶ θρασύς. Φήστου τοίνυν θανόντος, καὶ ̓Αλβίνου μήπω καταλαβόντος τὴν ̓Ιουδαίαν, ο ς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς ̓Ιουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ι ν' αὐτοῖς τοῖς ̓Ιωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν ̓Ιησοῦ τοῦ λεγομένου Χριστοῦ, ̓Ιάκωβος ο νομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. ο σοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως η νεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς ̓Αλβῖνον καὶ πρὸς ̓Αγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας α ρξαντος τρεῖς, ̓Ιησοῦν τὸν τοῦ Μνασέα κατέστησεν. ̓Αλβῖνος δ' ἐλθὼν εἰς ̔Ιεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. ̓Αγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι ̓Ιησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα ̓Ιησοῦν. στάσις ου ν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ υ βρεων τῶν πρὸς ἀλλήλους προυχώρησεν. ο θεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς ε χειν τὴν τῶν ̔Ιεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. ̓Αλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ο σοι η σαν αὐτῷ προδήλως θανεῖν α ξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ.50 έταξε, τοὺς δ' ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα λαμβάνων ἀπέλυε. καὶ ου τως ἡ μὲν εἱρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ' ̓Αγρίππας τὸν τοῦ Γαμαλιὴλ ̓Ιησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ' ου ὁ πρὸς ̔Ρωμαίους η ρξατο πόλεμος. Ηρξατο μὲν ου ν ἡ ἀρχιερωσύνη ἐξ ̓Ααρών, τελευτήσαντος δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ' 214

αὐτῶν διέμεινεν ἡ τιμή. ο θεν πάτριον η ν ̓Ιουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, κα ν βασιλεὺς η ν αὐτῆς ἐφιέμενος, εἰ μὴ τοὺς ἐξ αι ματος ̓Ααρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ ε θος τοῦτο τετήρητο. ἐγένοντο ου ν πάντες ἀπὸ ̓Ααρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς ̓Ιουδαίαν ̓Αλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν ̓Ιουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ω στε διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν ̓Αλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος ε σπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ ε θνος παρανομίας ἐποίει, ω σπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ' ε καστον; τοσοῦτον δ' εἰπὼν δηλώσω τὸ πᾶν, ο τι ὁ τοὺς ̓Ιουδαίους τὸν πρὸς ̔Ρωμαίους α ρασθαι πόλεμον βιασάμενος Φλῶρος η ν. ε λαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ μὲν ε τει τῆς Φλώρου ἐπιτροπῆς, δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος. ̓Εντεῦθεν ου ν ἡ τῶν ̓Ιουδαίων ἀποστασία εἰς 2.51 προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος η ρξατο. διηγήσασθαι δὲ τούτου ε καστα πλείονος α ν γένοιτο πραγματείας η κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν α λλα ἐᾶσαί μοι κέκριται, μόνα δ' ἐπιτεμεῖν τὰ περὶ τῆς ἁλώσεως τῶν ̔Ιεροσολύμων αὐτῶν. Οὐεσπασιανὸς γὰρ παρὰ Νέρωνος, μαθόντος τὴν ̓Ιουδαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πιστευθείς, οὐ πρώτοις τοῖς ̔Ιεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν ε σπευσε πρότερον ἑλεῖν πόλεις, καὶ ου τως αὐτὴν χειρώσασθαι τὴν μητρόπολιν. καταλαβὼν ου ν τὴν Πτολεμαΐδα, καὶ ἑνωθεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ ̓Αλεξανδρείας ἀφικομένῳ καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, σταλέντι παρ' αὐτοῦ ἐξ ̓Αχαΐας, ο που τοῦ πολέμου στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος, ἐν ̓Αχαΐᾳ γὰρ ἐτύγχανεν ω ν ἐκεῖνος ο τε ἡ τῶν ̓Ιουδαίων ἀποστασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρότερον ω ρμησε, καὶ τῇ πόλει τῶν ̓Ιωταπάτων πρώτῃ προσβαλών, καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέρας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν ̓Ιώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερμαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ' ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων, καὶ τὰ μὲν ὁμολογίᾳ, τὰ δὲ πολιορκίᾳ ὑπὸ ̔Ρωμαίους πεποίητο. καὶ ταῦτα η δη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει, διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλήλους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκκυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς, κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπασιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς ̔Ρώμης λαθραίως ἐκδρὰς καὶ ἑαυτὸν ἀνελών. ει τα Γάλβαν μαθὼν γενόμενον αὐ.52 τοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ο ,τι περὶ ̓Ιουδαίων κελεύει πευσόμενον. ε τι δὲ καθ' ὁδὸν ο ντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. ο περ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. καὶ διὰ τὸ περὶ τῆς ̔Ρωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς ̔Ιερουσαλὴμ προσβολῇ, ἀλλ' ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Οθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ' ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στείλας ου ν Οθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ τῶν ἀπεσταλμένων Οθων ἑαυτὸν διεχρήσατο. καὶ Οὐιτέλλιος εἰς ̔Ρώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν· η δη γὰρ αὐτῷ καὶ οἱ τοῦ Οθωνος προσεχώρησαν. Οὐεσπασιανὸς δέ, ει τινα η σαν περίλοιπα τῶν ̓Ιουδαίων πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην η δη τὴν τῶν ̔Ιεροσολύμων πόλιν σκοπὸν ̔Ρωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς ει ρηται, τὰ τῆς πόλεως. ε ξωθεν μὲν γὰρ ὁ Σίμων καὶ οἱ περὶ αὐτὸν τοῖς ̓Ιουδαίοις ̔Ρωμαίων ἐτύγχανον φοβερώτεροι, ε νδον δ' οἱ ζηλωταὶ καλούμενοι καὶ ὁ τούτων ἐξάρχων ̓Ιωάννης καὶ ̔Ρωμαίων η σαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκάσθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐτὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγαγεῖν, ὡς 215

τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ε λαθον δὲ χείρονα καθ' ἑαυτῶν εἰσδεξάμενοι τύραννον. τούτων δ' ἐν ̔Ιεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν ̔Ρώμην κατέλαβεν αὐτοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦτα οὐκ η ρεσκε, καὶ ἀπηξίου δεσπότην ε χειν τὸν Οὐιτέλλιον. οἱ δ' ἡγεμόνες τῶν σὺν αὐτῷ ταγμάτων, 2.53 ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα. ̔Ο δὲ μέλλων η δη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν ̔Ιεροσολύμων πολιορκίαν ἀνέθετο. ο ς τὰς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τὰ ̔Ιεροσόλυμα, καὶ πρὸ τριάκοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ῃ ει τὴν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκθέουσι δὲ τῆς πόλεως α πειροι· καὶ οἱ μὲν πλεῖστοι τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν ̓Ιουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ' ὀλίγων τῶν α λλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ' αὐτόν, ἐπιστρέφει τὸν ι ππον, καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ε πεσθαι ἐμβάλλει τοῖς ̓Ιουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατόπεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῷ. Μεθ' ἡμέραν ου ν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος δ' ἐστὶν ου τω καλούμενος διέχων τῆς πόλεως σταδίους ἑπτά, ο θεν η τε πόλις καὶ ὁ ναὸς καταφαίνεται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ' ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ ε ξωθεν πόλεμος τὴν ε ριν ἀνέπαυσεν. ἐμάχοντο ου ν τοῖς βαλλομένοις στρατόπεδον οἱ ̓Ιουδαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναντίους, μᾶλλον δ' ἐκακοῦντο αὐτοί. λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ε νδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ ̓Ιωάννης σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων, κατεθάρρει τοῦ Σίμωνος. 2.54 ̔Ο δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοῦ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν ἐγίνετο, ̓Ιουδαίοις δὲ κατὰ ̔Ρωμαίων ἐνέδρα τις μεμηχάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προελθόντες τῆς πόλεως, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν τὰ εἰρηνικὰ φρονούντων, περὶ τὸ τεῖχος η σαν εἰλούμενοι· α λλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες, εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς ̔Ρωμαίους ὡς τὰς πύλας ἀνοίξοντες. τοῖς μὲν ου ν στρατιώταις οὐδὲν ὑπωπτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ ε ργον, Τίτῳ δὲ δι' ὑποψίας η ν τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ ̓Ιωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προκαλούμενος, οὐδὲν φρονοῦντας ευ ρισκε μέτριον. μένειν ου ν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθασάντων δέ τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον καὶ ἐκύκλουν αὐτούς. καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη κατ' αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖλον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἱ μὲν ̓Ιουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι. Ηδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε τῷ τείχει, καὶ ου τω πεφραγμένων ̓Ιουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἱ ̔Ρωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχεσιν ἡ πόλις περιεβέβλητο· ο που δ' ἡ φύσις τοῦ τόπου ταύτην ὠχύρου, ἑνὶ περιβόλῳ διέζωστο. ου τω δ' ἐχούσης τῆς πόλεως α πορος ἐδόκει τῷ Τίτῳ ἡ προσβολή. τέως δ' ου ν ε δοξε κατὰ τὸ ̓Ιωάννου τοῦ 2.55 ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν υ λην, ι ν' ἐγείροιεν χώματα. καὶ οἱ μὲν εἰς ε ργον η γον τὸ κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμένων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος. Ηδη τῶν κριῶν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος, κραυγὴ παρὰ τῶν ε νδον η ρθη, καὶ οἱ στασιασταὶ δείσαντες ὡμονόησαν, κοινὴν τὴν α μυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε 216

μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον, γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο, τὸ δὲ τεῖχος ἀκέραιον η ν. ̓Ιουδαῖοι δὲ τοὺς ̔Ρωμαίους ἐσκεδασμένους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες, πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμπρᾶν, τῶν δὲ κωλύειν βιαζομένων· ̓Ιουδαῖοι δὲ ὑπερεῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων η πτετο, καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν α ν. νῦν δὲ τῶν προμάχων τῶν ̓Ιουδαίων πεσόντων ὡς δώδεκα, οἱ λοιποὶ ἐνέκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν ̓Ιουδαίων ει ς πρὸ τοῦ τείχους ἀνεσταυρώθη, εἰ πρὸς τὴν ο ψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν. πύργους δὲ πεντήκοντα πήχεων ε καστον ἐκ ξύλων τοῦ Τίτου κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτοὺς ἐπιστήσαντος οὐκέτι ἐκώλυον ̓Ιουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. η δη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ Ἰ ουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν ̔Ρωμαίων ου τως ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ 2.56 τῶν ̔Ρωμαίων ἐπιβάντων αὐτοῦ, πάντες εἰς τὸ δεύτερον ἀναφεύγουσι τεῖχος. Καὶ ου τως οἱ ̔Ρωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις· σαλευομένου δὲ τοῦ πύργου καθ' ου τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν α λλοι πεφεύγασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ' ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ε λεγε, καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἱ δ' οὐκ α ν ποτε δουλεύσειν ̔Ρωμαίοις ἐβόων. τριβομένης δ' ἐν τούτοις τῆς ω ρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος ̔Ρωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ο ρμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν παρέλκων, παρώξυνε τοὺς ̔Ρωμαίους τὰς ἐμβολὰς τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ' ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρᾶν τοῖς στρατιώταις ἐκέλευσεν, ἀλλ' οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἱ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν ̔Ρωμαίοις, καὶ οἱ μὲν κατὰ τοὺς στενωπούς, οἱ δ' ἐκ τῶν οἰκιῶν, οἱ δ' ἐκ τοῦ τείχους αὐτοὺς ε βαλλον. καὶ οἱ τούτου φρουροὶ ̔Ρωμαῖοι καθαλλόμενοι τῶν πύργων 2.57 ἀνεχώρουν εἰς τὸ στρατόπεδον. ̓Ιουδαῖοι δὲ κατ' ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. ̔Ρωμαῖοι μὲν ου ν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αυ θις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. η δη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον η ν, μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν α λλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. ̔Ρωμαῖοι δὲ αυ θις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἱ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον, τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν εἰς τὸ ἐνδότερον μετεχώρησαν. Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον· τῷ λοιπῷ δ' ἐγκαταστήσας φρουράν, τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν η ρχετο χώματα. τῶν δ' ἐντὸς οἱ μὲν στασιασταὶ η σαν α τεγκτοι καὶ ἀνένδοτοι, ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. ου ς δὲ τοῦτο βουλομένους οἱ στασιάζοντες ευ ρισκον, η καὶ μόνην ε σχον ὑπονοίας σκιάν, εὐθέως ἀπέσφαττον· τοῖς δ' εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δὲ ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ' ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηυ ξανε. δι' 217

ε νδειαν γὰρ τῶν τροφῶν εἰσπηδῶντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους ε χειν, εἰ μὲν ευ ρισκον, ῃ κιζον, εἰ δὲ οὐχ ευ ρισκον, ὡς κρύψαντας ἐπιμελέστερον η ταζον. ἐποιοῦντο μέντοι τοῦ ε χειν τροφὰς η μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οι ς μὲν γὰρ 2.58 ε τι μετῆν ἰσχύος, ε χειν ἐδόκουν, οι ς δ' ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν η κριθῆς, κατακλείσας τὴν οἰκίαν η σθιε· τινὲς δ' ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ ου τω δ' ἐσθίοντες, ο μως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. ο που δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν η καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ' ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς· οὐδέ τις η ν οι κτος η πολιᾶς η νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας, ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς ε δρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ε πασχέ τις εἰς ἑνὸς α ρτου ἐξομολόγησιν, η ι να δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ' ε καστον μὲν ου ν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς η καὶ ἀδύνατον, συνελόντα δ' εἰπεῖν, μήτε πόλιν α λλην τοιαῦτα παθεῖν μήτε γένος ε τερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον. Τοιαῦτα μὲν ου ν ε πασχον ̓Ιουδαῖοι, Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες τροφῆς ἐνηδρεύοντο, η σαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν ̔Ρωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ 2.59 μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκάστης ἡμέρας η καὶ πλειόνων ἁλισκομένων. ου τε δὲ φυλάττειν αὐτοὺς ου τ' ἀφιέναι ε κρινεν ἀσφαλές, καὶ α μα πρὸς τὴν ο ψιν ἐνδοῦναι τοὺς λοιποὺς η λπιζεν. οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ε λκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οι α πάσχουσιν οἱ ̔Ρωμαίοις προσφεύγοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολεμίων καὶ τῶν οἰκείων. Ηδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ' ε νδοθεν ̓Ιουδαῖοι τὸ κατὰ τὴν ̓Αντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὑποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. ει τα υ λης τὸ ο ρυγμα πλήσαντες, πῦρ τῇ υ λῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς ̔Ρωμαίοις ε κπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ ̔Ρωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως ὁρμήσαντες πῦρ κατ' αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων ̔Ρωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αυ θις ε τερα ἐγείρειν ἐκέλευον, οἱ δὲ χωμάτων α νευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς, καὶ ου τως ε λεγον λιμῷ τὴν πόλιν ε σεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους· μηδὲ γὰρ οι σειν Ἰ ουδαίους τὴν ε φοδον. τῷ γε μὴν Τίτῳ τούτων οὐδὲν η ρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ι ν' ου τω πᾶσαν ἐμφράξῃ τοῖς ε νδον διέξοδον. καὶ τὸ 2.60 ε ργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ε ρις ἐμπίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ ε ργον ἐξῳκοδόμητο. περικλείσας δὲ τῷ τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέτρεψε· διεκληροῦντο δὲ τὸν υ πνον οἱ φύλακες. ̓Ιουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ' οι κους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς ει δωλα κατὰ 218

τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον ο πῃ ε καστος ἀτονήσας ε τυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ε τι ζῶντες οὐκ ι σχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, ει τ' ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ' ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ ει η τὸ ε ργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν η πτετο χωμάτων, χαλεπῶς αὐτῷ τῆς υ λης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα. Πολλοὶ δ' ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς ̔Ρωμαίους κατέφευγον. καὶ ου τω δ' οἱ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο.61 ρεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ε τερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτημένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς ̔Ρωμαίους αὐτομολεῖν κατέπινον σφᾶς, ι να μὴ ἁλόντες ἀφαιρεθῶσιν αὐτούς. παρὰ δὲ τοῖς ̔Ρωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον, καὶ ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν· καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτόμολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ α θλιοι, ὡς ἐντεῦθεν πολλὴν γενέσθαι τῶν ̓Ιουδαίων φθοράν· μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ο γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι· ἀλλὰ μικρὸν η οὐδὲν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου ὀργή. ἐν ὀλίγοις δ' εὑρίσκετο τὰ ἀργύρια, τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν ἀπόρων γενέσθαι μυριάδας ἑξήκοντα, τῶν δ' α λλων ἀνεξεύρετον ει ναι τὸν ἀριθμόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάντου. περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν ̔Ρωμαίων, ὡς α νω μοι ει ρηται, οὐδὲ ποηλογεῖν οι όν τε η ν· ο θεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν. ̔Ρωμαίοις δὲ η δη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς ̓Αντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες, μοχλοῖς τοὺς θεμελίους ὑπώρυττον, καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ' ἐπελθοῦσα τοὺς πολέμους 2.62 ἑκατέρωθεν ε παυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ' αὐτὴν αἰφνίδιον κατερείπεται. ω φθη δ' α λλο τεῖχος ἀνῳκοδομημένον ἐντός, ο τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς ̔Ρωμαίοις εἰς ἀθυμίαν μετέβαλεν. ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τὸ ο νομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν· ει ποντο δὲ αὐτῷ καὶ ε τεροι ε νδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ' ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν ε βαλλον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι' ω ν τῶν ε νδεκα παρεσύρησαν ε νιοι. ὁ δὲ Σαβῖνος οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν η ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ τρέψασθαι τοὺς πολεμίους. ο τε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν ο πλων κατέπεσε. πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ ̓Ιουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, ε βαλλον πάντοθεν. ὁ δ' εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλήθους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν η δη πρὸς τοῖς α κροις γενομένους τοῖς λίθοις ἀπέκτειναν, οἱ δ' ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν. Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν ̓Αντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους, ἐσάλπισαν. καὶ φυγὴ τῶν α λλων φρουρῶν η ν, Τίτος 219

δὲ μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα ει πετο. τῶν ̓Ιουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν, καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, η ν ὑπὸ τὰ χώματα τῶν ̔Ρωμαίων ὑπώρυξαν. συρρήγνυται 2.63 δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο, φόνος δὲ η ν πολὺς ἑκατέρωθεν. κλινομένης δὲ η δη τῆς ̔Ρωμαϊκῆς παρατάξεως, ̓Ιουλιανός τις ἑκατοντάρχης, α ριστος ἀνήρ, προπηδᾷ καὶ νικῶντας τοὺς ̓Ιουδαίους τρέπεται μόνος. ε φευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. καταδιώκων ου ν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου, η λους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν ε χων, ὡς καὶ οἱ λοιποὶ στρατιῶται. καὶ ̓Ιουδαῖοι περιστάντες αὐτὸν ἐτίτρωσκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυμαζόμενος. ̓Ιουδαῖοι μὲν ου ν τοὺς ̔Ρωμαίους ὠσάμενοι κατακλείουσιν εἰς τὴν ̓Αντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ ̓Ιωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι' ἑαυτοῦ, ὡς ἀμειλίκτους ἑώρα, πάλιν ἐχώρει καὶ α κων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ω ραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους ευ ρον τοὺς φύλακας, ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο, καὶ πρὸς τὴν βοὴν καὶ οἱ α λλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ω ρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου συνισταμένου ἀγχώμαλος η ν ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ ου τω τότε διελύθησαν οἱ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν ̔Ρωμαίων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς ̓Αντωνίας θεμελίους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν α νοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦτα μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· ̓Ιουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν ̓Αντωνίαν 2.64 ἐμπρήσαντες ἀπέρρηξαν ο σον πήχεις ει κοσι, ταῖς ἑαυτῶν χερσὶν ἀρξάμενοι καίειν τὰ α για. ὑποπιμπρᾶσι δὲ καὶ ̔Ρωμαῖοι τὴν πλησίον στοάν· καὶ μέχρι πεντεκαίδεκα πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτουσιν ̓Ιουδαῖοι τὴν ὀροφήν. οἱ δ' ἀνὰ τὸ ἱερὸν στασιασταὶ καὶ φανερῶς τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ α πειρόν τι πλῆθος η σαν οἱ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ε τι συνέβαινε καὶ φρικτὰ διηγήσασθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ω ν ε ν διηγήσομαι. Γυνή τις ὑπὲρ τὸν ̓Ιορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ α σημος εἰς τὰ ̔Ιεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα, θυμῷ τε καὶ λιμῷ στρατηγουμένη, ο η ν αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν ε φαγε, τὸ δὲ λοιπὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ ε φριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. Ηδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί· η νυον δ' οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα. ε τεροι δὲ τοὺς θεμελίους ὑπώρυττον· καὶ οὐδ' ου τως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες ου ν τῶν α λλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ ̓Ιουδαῖοι κωλῦσαι μὲν οὐκ ε φθασαν, τοῖς δ' ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ η ν οὐκ ὀλίγος αὐτῶν φόνος. 2.65 ̔Ο δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῷ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ' αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ α ργυρος ῳ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάνετο τῶν στοῶν. τοῖς δ' ̓Ιουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν ου ν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ι σχυσαν ὑφάψαι τὰς στοάς· τῇ δ' ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς 220

εὐμαρεστέραν τῶν ταγμάτων α νοδον, αὐτὸς ε ξ τοὺς κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν ου ν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ ̓Ιουδαῖοι, καταφλέγειν, φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ' α ν ἐπιβάντες ἐπ' αὐτοῦ πολεμῶσιν ̓Ιουδαῖοι ε φησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν τὴν α μυναν οὐδὲ καταφλέξειν τηλικοῦτον ε ργον· ̔Ρωμαίοις γὰρ ε σεσθαι πρὸς βλάβην φθαρέν, ω σπερ καὶ κόσμον τῆς ἡγεμονίας, εἰ σώζοιτο. Τῷ μὲν ου ν Τίτῳ σκοπὸς η ν τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν, τοῦ δὲ α ρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἱ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ ε ξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν 2.66 ταῦτα Τίτος α νωθεν ἐκ τῆς ̓Αντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ ̓Ιουδαῖοι τὴν ε φοδον οὐχ ὑπέμειναν, ἀλλ' εἰς τὸ ε νδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν ̔Ρωμαίοις ἐπιτίθενται. καὶ τρεψάμενοι αὐτοὺς οἱ ̔Ρωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον. καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης υ λης μέρος ἁρπάσας, καὶ ὑφ' ἑτέρου ἀνακουφισθεὶς στρατιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ τῆς φλογὸς ̓Ιουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν α μυναν, Τίτος δὲ γνοὺς ε θει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν. ου τε δὲ βοῶντος η κουον ου τε τῆς χειρὸς προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελμάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτῶν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ' η ν τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς α μυναν, καὶ φόνος πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς ου τε τὰς ὁρμὰς τῶν στρατιωτῶν ἐνθουσιώντων οι ός τε η ν κατασχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ α γιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης ει σω, τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οι κους, ε τι δύνασθαι σωθῆναι τὸ ε ργον οἰόμενος, αὐτός τε παρακαλεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν ει ργειν. οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ τῷ πρὸς ̓Ιουδαίους μίσει, ου τε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο ου τε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρη.67 μάτων ει ναι τὰ ε νδον δοξάζοντας. ε φθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών· καὶ φλογὸς ε νδοθεν ἐκφανείσης ἐξάπινα, οι τε ἡγεμόνες ἀνεχώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τοὺς ὑφάπτοντας οὐδεὶς ε τι ἐκώλυεν. ̔Ο μὲν ου ν ναὸς ου τως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον η τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ' α ν τις ο τι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ τοῦ ναοῦ, καθ' η ν καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς η ν Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως, η γέγονεν ε τει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ε τη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα· ἀπὸ δὲ τῆς υ στερον, η τις ε τει δευτέρῳ τῆς Κύρου βασιλείας η ρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ε τη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα. Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων η ν ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἱ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας ε θεον. τὸ μὲν ου ν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς ̔Ρωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν ε ξω στοὰν κατέφυγε. τῶν δ' ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, ο ντα τὸ ευ ρος ὀκτάπηχυν, ε μενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ 221

συγκατεφλέγησαν τῷ ναῷ. ̔Ρωμαῖοι δὲ ματαίαν τὴν 2.68 ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, η δη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οι ς α πειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, α πειροι δ' ἐσθῆτες πολυτελεῖς καὶ α λλα κειμήλια. α πας γὰρ ὁ ̓Ιουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημένων ἀποτιθεμένων ταῦτα ἐκεῖ ὡς ἐπ' ἀσφαλοῦς ταμιείου. Απειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οι ς αι τιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, ι ν' η ττον αὐτομολοῖεν· δι' ω ν ὁ δείλαιος ο χλος παραβουκολούμενος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. ε στη μὲν γὰρ ὑπὲρ τὴν πόλιν α στρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ' ἐνιαυτόν. καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν ει ναι λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ω ραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ε τεκεν α ρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ ου σα καὶ στιβαρά, ὡς μόλις ὑπὸ ἀνδρῶν ει κοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ καταπῆγας ε χουσα βαθυτάτους, ω φθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν ει σοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον α λλοτε ω φθη πρὸ ἡλίου δυσμῶν, α ρματα κατὰ πᾶσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ε νοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ε νδον ἱερὸν οἱ ἱερεῖς παρ.69 ελθόντες κινήσεως ῃ σθοντο καὶ κτύπου· ει τα φωνῆς η κουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν. πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου, ἐν τῇ τῆς σκηνοπηγίας ἑορτῇ, ̓Ιησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς τὴν ἑορτὴν βοᾶν η ρξατο Φωνὴ ἀπὸ ἀνατολῆς, φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ ̔Ιεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ' ἡμέραν καὶ νύκτωρ. παιόμενος δὲ διὰ τὸ κακόφημον, ὁ δὲ οὐδὲν ε τερον η τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε ̔Ρωμαῖον, καὶ καταξανθεὶς μάστιξιν, ου θ' ἱκέτευσεν ου τ' ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκάστην πληγὴν Αἰαῖ ̔Ιεροσολύμοις ἐβόα, μέχρι καταγνοὺς μανίαν αὐτοῦ ὁ ̓Αλβῖνος, ου τος γὰρ ἐπετρόπευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ' ε κτοτε μέχρι τοῦ πολέμου Αἰαῖ ̔Ιεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ τοῦτ' ἐποίει ἐπὶ ε τη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις ου κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν ε κτεινε. ̔Ρωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐτοκράτορα. ου τω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται πάντες ἐχρηματίσαντο ω στε κατὰ τὴν Συρίαν πρὸς 2.70 η μισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι. Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς ει ρηται, ἀνελθόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτηρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν ε φησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς α νδρας ἐκέλευσεν. Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύοντες προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ο ς η κε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ ο πλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τὴν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύνασθαι παρ' αὐτοῦ λαβεῖν ε φησαν, ὀμωμοκότες μηδέποτε τοῦτο ποιήσειν, ε ξοδον δὲ ᾐτοῦντο μετὰ γυναικῶν 222

καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῷ. ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομολεῖν ε τι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώζειν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμπιπρᾶν τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς η ν δι' ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε ̔Ρωμαίους ἀπ' αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ' ἑξῆς ̔Ρωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλαροῖς τοῖς προσώποις ευ θυμοι τὴν τελευτὴν προσδέ.71 χεσθαι ε λεγον. ου τε δὲ παραδοῦναι ἑαυτοὺς ὑπέμενον ου τε πολεμεῖν ̔Ρωμαίοις οι οί τε η σαν, σκιδνάμενοι δὲ κατὰ τὰ ε μπροσθεν τῆς πόλεως, ει τινας αὐτομολεῖν ἐθέλοντας ευ ρισκον, ἀπέσφαττον. καὶ οὐδεὶς ἐν τῇ πόλει τόπος γεγύμνωτο, ἀλλ' α πας η λιμοῦ νεκρὸν ει χεν η στάσεως. ε θαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη τῶν ὑπονόμων, εἰς ου ς εἰ καταφύγοιεν, οὐ προσεδόκων ἐρευνηθήσεσθαι· ἀναζευξάντων δὲ τῶν ̔Ρωμαίων ἐθάρρουν προελθεῖν τε καὶ ἀποδρᾶναι. τὸ δὲ η ν α ρα ο νειρος· ου τε γὰρ τὸν θεὸν ου τε ̔Ρωμαίους λήσειν ε μελλον. η ν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς πόλεμος αὐτοῖς. Καῖσαρ δέ, ὡς ἀμήχανον η ν τὴν α νω πόλιν ἑλεῖν χωμάτων α τερ, ου σαν περίκρημνον, διανέμει τοῖς ε ργοις τὴν δύναμιν. Κατὰ ταύτας ου ν τὰς ἡμέρας οἱ τῶν ̓Ιδουμαίων ἡγεμόνες πέμψαντες α νδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιάν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν ̓Ιδουμαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν, τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ' ἡγεμόνας συλλαβὼν ει ργνυσιν· ̓Ιδουμαίους δὲ οὐκ ἀφυλάκτους ει χε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους η σαν οἱ διαφεύγοντες. ἐδέχοντο δὲ οἱ ̔Ρωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γὰρ δημοτικοὺς ἐῶντες μόνους τοὺς α λλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ε καστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι.72 γότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμποληθέντων α πειρόν τι πλῆθος η ν, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ο νομα ̓Ιησοῦς, λαβὼν περὶ σωτηρίας ο ρκον ω στε τινὰ παραδοῦναι τῶν κειμηλίων, ε ξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιερέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ε τερα. ὁ δέ γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν α λλων κειμηλίων πολλά. Συντετελεσμένων δὲ η δη τῶν χωμάτων προσῆγον οἱ ̔Ρωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν α κραν, οἱ δ' ἐγκατεδύοντο τοῖς ὑπονόμοις, πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους, δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν η σαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ ει χον, ἐσκεδάσθησαν γάρ, οἱ δὲ πολέμιοι πλησίον ει ναι ἠγγέλλοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κἀκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ' ω ν βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, ει τα κατέδυσαν εἰς τοὺς ὑπονόμους. ̔Ρωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἑσπέραν. τῇ δ' ἐπιούσῃ παρελθὼν ὁ Τίτος ει σω, τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, ε φη, καὶ θεὸς η ν ὁ τῶνδε τῶν ἐρυμάτων ̓Ιουδαίους καθελών. τὴν α λλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον 223

ει ναι τῆς 2.73 αὐτοῦ τύχης, ῃ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Τῶν μὲν ου ν αἰχμαλώτων πάντων, οι δι' ο λου τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας καὶ ἑπτακισχιλίους συνήχθη, τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ' οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ο λης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. ̓Επεὶ δὲ τῶν φανερῶν ου ς μὲν ἀνεῖλον, ου ς δ' ᾐχμαλώτισαν ̔Ρωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ ε δαφος, ο σοις ἐνετύγχανον, ε κτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. α λλοι δ' ὑπὸ πλεονεξίας εἰσεδύοντο, σωρείαις ἐμπατοῦντες νεκρῶν· ευ ρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο. Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν ̓Ιωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ ̔Ρωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη, τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ ̔Ιεροσολύμων ἐπὶ τῆς α νω πόλεως ω ν, τῶν ̔Ρωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, ει ς τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ο ρυγμα διελθὼν τὴν 2.74 γῆν ὑπενόμευεν, ι να πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ' ἐκεῖνον τὸν τόπον ἐν ῳ πρόσθεν τὸ ἱερὸν η ν. πρῶτον μὲν ου ν θάμβος τοῖς ἰδοῦσι προσέπεσεν, ει τα δ' ἐγγυτέρω προσιόντες ο στις ει η ἠρώτων. Σίμων δὲ καλεῖν τὸν α ρχοντα σφῶν προσέταττε. καὶ η κε κληθεὶς Τερέντιος ̔Ροῦφος, ο ς α ρχων τῆς στρατιᾶς κατελέλειπτο. ῳ γνωρίσας ο στις η ν ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρίαμβον ἐτηρεῖτο, καθ' ο ν καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς ἐν τῇ κατὰ τὴν ̔Ρώμην ἀγορᾷ, ο που κτείνειν ̔Ρωμαίοις ει θισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους. Τοῦτο μὲν ου ν γέγονε τέλος τῷ τοῦ Γιώρα Σίμωνι· ̓Ιωάννης δέ, ἡ λοιπὴ τῶν ̓Ιουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸ μὲν εἰς τὰ κατ' Αι γυπτον ε ργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο η θηριομαχίαις ἐκδιδόμενον η ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν α λλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια. Οὐ μόνον δὲ τοῖς ἐν ̔Ιεροσολύμοις ̓Ιουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς α λλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύσεργον· τὰ δ' ἐπ' ̓Αντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν ̓Ιουδαίοις συμβεβηκότα 2.75 διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ ̓Ιουδαίων ε θνος κατέσπαρται, πολλάκις αἰχμαλωτισθέν, ὡς η δη ἱστόρηται, καὶ σκεδασθὲν πανταχοῦ· πλεῖστον δὲ τῇ Συρίᾳ ἐγκαταμέμικται κατὰ τὴν γειτνίασιν, μᾶλλον δὲ τῶν α λλων ταύτης πόλεων ἡ ̓Αντιόχεια κατοίκους ̓Ιουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ ο τι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ' ̓Αντίοχον βασιλεῖς. ὁ μὲν γὰρ ̓Επιφανὴς ̓Αντίοχος τά τε ̔Ιεροσόλυμα ἐξεπόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ' αὐτὸν βασιλεῖς ἐξ ι σου τοῖς Ελλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, πολὺ πλῆθος ̔Ελλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ' ο ν δὲ καιρὸν ὁ τῶν ̔Ιεροσολύμων πόλεμος ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπασιανός, τὸ δὲ μῖσος κατὰ τοῦ ε θνους παρὰ πᾶσιν η κμαζε, τότε δή τις ̓Ιουδαῖος ̓Αντίοχος, υἱὸς τῶν ἐπ' 224

̓Αντιοχείας ̓Ιουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν ̓Αντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κατηγόρει δὲ καὶ τῶν λοιπῶν ̓Ιουδαίων, ο τι καταπρῆσαι τὴν πόλιν α πασαν ἐβουλεύσαντο, καὶ παρεδίδου ξένους ̓Ιουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν ̓Αντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν αὐθιγενῶν ̓Ιουδαίων ω ρμηντο κἀκείνους τιμωρησόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος ̓Αντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, ε θυεν ὡς νόμος τοῖς Ελλησι, παρῄνει δὲ καὶ τοὺς α λλους ποιεῖν ὁμοίως βιάζεσθαι· ε σεσθαι γὰρ φανεροὺς τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρησκείαν ἀπόμνυσθαι. χρωμένων δὲ τῇ πείρᾳ τῶν ̓Αντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ ἑλληνί.76 σαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ' εἰρημένος ̓Αντίοχος καὶ στρατιώτας παρὰ τοῦ ̔Ρωμαίων ἡγεμόνος λαβών, χαλεπὸς η ν τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων· ου τω τε τὴν ἀνάγκην ε θετο ἰσχυρὰν ὡς μὴ μόνον ἐπ' ̓Αντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι, ἀλλὰ κἀν ταῖς α λλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι. Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν ̓Αντιοχείᾳ συμβέβηκεν ̓Ιουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ' εἰρημένος ̓Αντίοχος τοῖς ̓Ιουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς ̓Αντιοχεῖς ὑπόπτους ε χοντας η δη αὐτοὺς ἠρέθισε κατ' αὐτῶν· καὶ ω σπερ ἐμμανεῖς πρὸς τοὺς διαβεβλημένους α παντες ω ρμηντο. μόλις δ' αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποιούμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν ευ ρον τὸ μὲν τῶν ̓Ιουδαίων γένος ἀναίτιον, πονηροὺς δ' ἀνθρώπους τὸ ε ργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, ε ξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως. ̓Εν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς ̓Αντιόχειαν. καὶ ὁ τῶν ̓Αντιοχέων δῆμος προϋπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ' εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς ̓Ιουδαίους τῆς πόλεως. ὁ δὲ τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, υ στερον δ' αυ θις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν ̓Αντιοχέων ἐξελαθῆναι τοὺς ̓Ιουδαίους τῆς πόλεως, "ἀλλ' η γε πατρὶς αὐτῶν" ε φη, "εἰς η ν ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ' α ν αὐτοὺς οὐδεὶς ε τι τόπος." ἀποτυχόντες ου ν τῆς αἰτήσεως ταύτης, ἐπὶ 2.77 δευτέραν ἐτράποντο, καὶ τὰς χαλκᾶς ἠξίουν δέλτους ἀναιρεθῆναι, αι ς τὰ δίκαια τῶν ̓Ιουδαίων ἐγέγραπτο. ἀλλ' οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ' ̓Αντιοχείας ̓Ιουδαίοις ει ασεν ὡς πρότερον ει χον αὐτά. αὐτὸς δ' εἰς ̓Αλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ ̔Ιεροσόλυμα θεασάμενος, ῳ κτειρε τὸν τῆς πόλεως ο λεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ' ε τι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ ̔Ρωμαῖοι ἀνέσκαπτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον, α περ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον. Τίτος δ' ἐπ' Αι γυπτον πορευθεὶς καὶ καταντήσας εἰς ̓Αλεξάνδρειαν, κἀκεῖθεν πλεῖν ἐπὶ τὴν ̓Ιταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας ̓Ιωάννην καὶ Σίμωνα, καὶ α λλους α νδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν ̓Ιταλίαν αὐτίκα μάλα ἐκέλευσεν α γεσθαι, ι ν' ἐν τῷ θριάμβῳ πληρώσωσι τὴν πομπήν. Μετὰ δὲ τὴν εἰς ̔Ρώμην τοῦ Τίτου α φιξιν πεμφθεὶς στρατηγὸς εἰς ̓Ιουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ ̔Ηρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· ει τα πᾶν ο σον η ν ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. η ν δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ω ν ο χθος τετειχισμένος· ου τω δ' ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς ει ναι· φάραγξι γὰρ πάντοθεν βαθείαις ἐτετάφρευτο. ου τω δ' ὀχυρότητος 2.78 ε χον καὶ βασίλειον ει χεν ἐντὸς μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων θαυμαστόν, πολλὰς 225

δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν υ δατος ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς α λλοις ἐν τοῖς βασιλείοις καὶ πήγανον η ν α ξιον διὰ τὸ μέγεθος θαύματος· συκῆς γὰρ οὐδεμιᾶς υ ψους καὶ πάχους ἐλείπετο· λόγος δ' η ν ἀπὸ τῶν ̔Ηρώδου χρόνων αὐτὸ διαρκέσαι, καὶ ἐπὶ πλεῖστον ι σως ε μεινεν α ν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον ̓Ιουδαίων ἐκκέκοπτο. ἐν δὲ τῇ κατὰ τὴν α ρκτον τοῦ φρουρίου φάραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αυ τη φλογὶ μὲν ε οικε τὴν χροιάν, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτει· τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ε στιν εὐχείρωτος, ἀλλ' ὑποφεύγει καὶ οὐ πρότερον ι σταται πρὶν α ν τις ου ρον γυναικὸς η τὸ ε μμηνον αι μα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προφανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ καὶ καθ' ε τερον τρόπον ἀκινδύνως. κύκλῳ γὰρ αὐτὴν περιορύσσουσιν, ὡς ει ναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον, ει τ' ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥᾳδίως, θνήσκει δ' εὐθὺς ὁ κύων· φόβος δ' οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. ε στι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλούμενα δαιμόνια καί τισιν εἰσδυόμενα αυ τη ταχέως ἐξελαύνει, κα ν μόνον τοῖς νοσοῦσι προσενεχθῇ. Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεπειρᾶτο. οἱ δ' ἐναπειλημμένοι τῶν ̓Ιουδαίων ε νδον ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν 2.79 ἐν τῇ κάτω πόλει παραμένειν, τὸ δ' α νω φρούριον ει χον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύμως ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς τυχοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ε θνησκον, πολλοὺς δὲ τῶν ̔Ρωμαίων ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν. ̓Εκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις η ν ἐν τοῖς πολιορκουμένοις τόλμῃ θρασὺς καὶ κατὰ χεῖρα δραστήριος ̓Ελεάζαρ καλούμενος, ο ς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς ̔Ρωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας ε ξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχους ὡμίλει. ̔Ροῦφος δέ τις τοῦ ̔Ρωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν ο πλοις αὐτοῖς τὸν ̓Ελεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ ̔Ρωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως, ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι, ὡς αὐτίκα κρεμάσων τὸν ̓Ελεάζαρον. οἱ δ' ἀπὸ τοῦ φρουρίου ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ ̓Ελεάζαρ ἱκέτευε σφᾶς μήτ' αὐτὸν περιιδεῖν ου τω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, ει ξασι τῇ ̔Ρωμαίων ἰσχύϊ καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ε νδον ὑπὲρ αὐτοῦ δεομένων, η ν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οι κτον ἐνέδωκαν. καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο, ι να ἀδεεῖς ἀπαλλάττωνται, τὸν ̓Ελεάζαρ λαβόντες. 2.80 Δεξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς ̓Ιουδαίοις πυθόμενοι σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον η κε μήνυσις. οἱ μὲν ου ν τῶν ἐξιόντων ἐρρωμενέστατοι ε φθασαν διεκπεσεῖν, τῶν δ' ε νδον καταληφθέντων α νδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ Βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν ̓Ελεάζαρ ἀπέδωκε. Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμενον ̓Ιάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν η σαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν ου ν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν α παντα, 226

τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν υ λην ἐκέλευσεν. οἱ δ' ἐκεῖ προσπεφευγότες ̓Ιουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾳ ξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντο, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ο μοιον τοῖς ἐναντίοις ἀπέβη μέρεσι. ̔Ρωμαίων μὲν γὰρ ε πεσον δώδεκα, ὀλίγοι δ' ἐτρώθησαν, τῶν δὲ ̓Ιουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ η ττους πάντες ἀπέθανον. Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ο ς η ν ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν ̓Ιουδαίων παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον ε δωκεν εἰς κατοίκησιν, ο καλεῖται μὲν ̓Αμαοῦς, ἀπέχει δὲ τῶν ̔Ιεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς 2.81 ὁπουδήποτε ου σιν ̓Ιουδαίοις ἐπέταξε δύο δραχμὰς ε καστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ω σπερ πρότερον εἰς τὸν ἐν ̔Ιεροσολύμοις ναὸν συνετέλουν. Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ο ς ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε, μόνον ε τι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ω ν προειστήκει δυνατὸς ἀνὴρ ̓Ελεάζαρ, ἀπόγονος ̓Ιούδα τοῦ πείσαντος πολλοὺς ̓Ιουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν ε ξοδον τοῖς ε νδον ἀποφραγνύς. ει τα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ε νθα δυνατὸν η ν, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις α πειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ω φθη δ' ε τερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οι ον μηδὲ ταῖς ἐμβολαῖς ει ξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γὰρ η ν δύο στίχους παραλλήλους ἐχόντων, ω ν μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν ου ν πρῶτον πνέων βορρᾶς α νωθεν εἰς τοὺς ̔Ρωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τῶν μηχανημάτων η ψατο α ν· ε πειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει 2.82 ταύτην προσέβαλε, καὶ α παν η δη κατέφλεκτο. ἐπὶ 2.82 τούτοις οἱ μὲν ̔Ρωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πολεμίοις ἐπιχειρεῖν ε μελλον, ̓Ελεάζαρ δὲ τοῖς ἐν τῷ φρουρίῳ διαλεχθεὶς ε πεισε πάντας τάς τε γυναῖκας ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν ε καστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρίζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προσήκοντα. ει τα τὴν κτῆσιν α πασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ' ἑλόμενοι δέκα τοὺς ἐσομένους σφαγεῖς ἁπάντων, ὑπ' αὐτῶν ε καστος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. ει τ' αυ θις ὁ κλήρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ περιαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς ε γνω πάντας ἀνῃρημένους, πῦρ μὲν τοῖς βασιλείοις ἐνίησιν, ο λον δὲ τὸ ξίφος ἐλάσας δι' ἑαυτοῦ πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες μή τινα ζῶντα καταλειφθῆναι, ε λαθεν δὲ γυνὴ πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπονόμοις κατακρυφθέντα. η ν δὲ τὸ τῶν σφαγέντων πλῆθος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα. Οἱ δὲ ̔Ρωμαῖοι προσβολὴν ε ωθεν ἐποιοῦντο· βλέποντες δ' οὐδένα τῶν πολεμίων, πολλὴν δ' ε νδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν, ει τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αι σθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς ̔Ρωμαίοις ἐμήνυον· οἱ δ' ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ε νδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν. 2.83 Τοιαύτη μὲν ου ν ἡ τῆς Μασάδας ἐγένετο α λωσις· καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ ̓Αλεξάνδρειαν πολλοὺς 227

ἀποθανεῖν ̓Ιουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τῶν ὑποδεξαμένων ε πειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν ̓Ιουδαίων ἀντέβαινον, τοὺς μὲν ε κτεινον, τοὺς δ' α λλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς ̓Ιουδαίους ἀθροίσαντες η λεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ο λεθρον, παραδοῦναι δὲ ̔Ρωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις, καὶ πρὸς τοὺς σικαρίους ᾳ ξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους, ο σοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, ο πως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν, ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ' ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. Ηψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρίων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν Ἰ ωνάθης πονηρότατος α νθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ, καὶ προήγαγεν εἰς τὴν ε ρημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης ̓Ιουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε τοὺς μετὰ ̓Ιωνάθου. αὐτὸς δὲ ὁ ̓Ιωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθεὶς η λω, καὶ ἀναχθεὶς 2.84 πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερδῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν ̓Ιουδαίων ε λεγε, καταψευδόμενος αὐτῶν, διδασκάλους αὐτῷ τῶν δρωμένων γενέσθαι· καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πιστεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σικαρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ' ἐκείνου ὑποβαλλόμενοι. ̓Ενταῦθα μὲν ου ν τότε τὰ τῶν ̓Ιουδαίων ἐτελεύτησε πάθη, ὑπὸ ̔Ρωμαίων τῆς ̔Ιερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης α λωσιν. καὶ αυ θις δὲ Αἰλίου τῶν ̔Ρωμαίων κρατοῦντος ̓Αδριανοῦ ἐστασίασαν ̓Ιουδαῖοι καὶ κατὰ ̔Ρωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς, περὶ ω ν ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται. ̔Ρωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι η ἀναμνῆσαι τοὺς ἐντευξομένους τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ ̔Ρωμαῖοι καὶ ο θεν τὸ τούτων ε θνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν ε σχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οι αις τύχαις ἐνέκυρσε, καὶ ο πως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς οἰκουμένης ἁπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι, καὶ ο πως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν η τοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αυ θις μετήνεκτο, ει τα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοί.85 νυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπιτέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρηγορίαν συστέλλοντι, ι ν' ει εν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ διαφεύγοιεν. Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς ̓Αβορίγινας, οι πρῴην τὴν χώραν ῳ κουν καθ' η ν ἡ ̔Ρώμη πεπόλισται, Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν ε χοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, ε νθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας α ρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· ει τα δι' ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται· καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγατέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ε νθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· η τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἱ α νθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. ̔Ρουτοῦλοι δὲ ὁμοροῦντες τῇ χώρᾳ ἐκ πόλεως ̓Αρδέας ὁρμώμενοι, 228

καὶ πρόσθεν δυσμενῶς ε χοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον η ραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ο ς δι' ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον· ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης ου ν γενομένης πίπτουσιν ο τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ 2.86 τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ ̔Ρουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενικήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, ου τε γὰρ ζῶν ω φθη ε τι ου τε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις τετίμητο. ἐντεῦθεν καὶ τοῖς ̔Ρωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱὸς ̓Ασκάνιος διεδέξατο, ο ς οι κοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα ἐγείνατο, ε γκυον δ' αὐτὴν καταλέλοιπε. τὸν δὲ ̓Ασκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ' οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ε λυσαν καὶ τὸν πόλεμον. Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπασιν, ἑτέραν δ' ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, η ν Αλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους Λόγγαν ἐπωνόμασαν· ει ποιεν α ν Ελληνες λευκὴν καὶ μακράν. ̓Ασκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ ̓Ασκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ' α ρξας μετέπειτα ἐν ποταμῷ καλουμένῳ ̓Αλβούλῳ πεσὼν διεφθάρη· ο ς δὴ ποταμὸς Τίβερις ἐξ ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς ̔Ρώμης καὶ ω ν τῇ πόλει πολυαρκέστατος καὶ ̔Ρωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. ε κγονος δὲ τοῦ Τιβερίνου ̓Αμούλιος, ο ς ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ μηχανῆς ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστρα.87 παῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ' ῃ τὰ αὐτοῦ βασίλεια ι δρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βασίλεια. ̓Αουεντῖνος δὲ ὁ υἱὸς αὐτοῦ ἐν πολέμῳ ἀπέθανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ ̓Αλβανῶν· τὰ δὲ τῶν ̔Ρωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν ̓Αμούλιον, οι ̓Αουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ' Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Αλβῃ βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς, νείμασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα. τοῦ ̓Αμουλίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν, καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρεψαμένου ο πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι, τὴν βασιλείαν ει λετο ὁ Νομίτωρ, α τε καὶ πρεσβύτερος ἀδελφός· λαβὼν δὲ τὰ χρήματα ὁ ̓Αμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφείλετο. θυγατρὸς δὲ τῷ Νομίτωρι ου σης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, ἱέρειαν τῆς ̔Εστίας ἐκείνην ἀπέδειξεν, α γαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν ε σεσθαι. ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Αρεος, ὡς μυθεύεται, ὑπ' ἀνθρώπων δὲ πάντως τινός. ει ρχθη ου ν διὰ τοῦτο, ι να μὴ λάθῃ τεκοῦσα. καὶ ε τεκε διδύμους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον ου ν φοβηθεὶς ὁ ̓Αμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ ῥεῦμα ει ς τινα χῶρον κατήνεγκε μαλθακόν· ε νθα κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦ.88 σαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ο ρνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα. ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις ̓Αμουλίου συοφορβὸς Φαυστοῦλος καλούμενος· καὶ παρὰ τῆς ἐκείνου ἐτράφησαν γυναικός, ῃ ο νομα Λαρεντία· καὶ ὁ μὲν ̔Ρωμύλος, ὁ δ' ε τερος ̔Ρῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν ει ναι τὴν τῶν παίδων φασὶ τροφόν, ο καὶ πιθανώτερον η ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον ου τω λαβεῖν. λούπας καλοῦσι ̔Ρωμαῖοι τάς τε λυκαίνας καὶ τὰς ἑταίρας· 229

πορνευομένη δ' ἡ Λαρεντία, η τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο. Αὐξανόμενοι δὲ θυμοειδεῖς η σαν καὶ ἀνδρώδεις ἀμφότεροι· ὁ δὲ ̔Ρωμύλος ἐδόκει συνέσει διαφορώτερος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν η πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ ̓Αμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ ̔Ρώμῳ σὺν ὀλίγοις α λλοις βαδίζοντι οἱ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συνέλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ο ς πρὸς ̓Αμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ω ν καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν ̔Ρῶμον ὡς βούλοιτο χρήσασθαι. ο ς οι κοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμάζων, ἀνέκρινεν ο στις ει η καὶ ο θεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ε λεγεν ὡς "δίδυμοι μέν ἐσμεν ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τρο.89 φαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰωνοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων, η ε τι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων." ̔Ο μὲν ου ν Νομίτωρ τοῖς τε λόγοις τοῦ ̔Ρώμου καὶ τῇ ο ψει πρὸς ε ννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυγατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ ̔Ρώμου μαθὼν σύλληψιν τὸν μὲν ̔Ρωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέσεως, πρότερον γὰρ ὑπῃνίττετο, ω στ' αὐτοὺς μὴ μικροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ ̓Αμουλίου φρουροῖς ὑφορώμενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις, οὐκ ε λαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπολαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον τὴν σκάφην προήγαγον. ε τυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων· ο ς τὴν σκάφην γνωρίσας, δραμὼν φράζει τῷ ̓Αμουλίῳ. καὶ ὁ Φαυστοῦλος ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Αλβης νέμοντας ει ναι· τὴν δὲ σκάφην πρὸς τὴν ̓Ιλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις ̓Αμούλιος α νδρα πρὸς τὸν Νομίτωρα πέπομφε πυνθανόμενος ει τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. η ν δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν ου ν καὶ ἐν περιπλοκαῖς τοῦ ̔Ρώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτὸς δὲ συνέπραττεν. α ρτι δὲ καὶ ὁ ̔Ρωμύλος ἐγγὺς η ν, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ ̓Αμουλίου. 2.90 ο ς ου τω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν ου τε πράξας ου τε βουλεύσας σωτήριον ἀνῃρέθη. ̔Ρωμύλος μέντοι καὶ ̔Ρῶμος τὴν τῆς Αλβης ἡγεμονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τιμὴν πρέπουσαν, καθ' ἑαυτοὺς ει ναι ε κριναν· ου τε γὰρ ἠνείχοντο α ρχεσθαι καὶ πόλιν ἀναστῆσαι ε νθα προετράφησαν η θελον. ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ῃ ὁ ̔Ρῶμος ἀπέθανεν. ε τερος δὲ λόγος ε χει ὡς τοῦ ̔Ρωμύλου τάφρον η δη ὀρύττοντος, η τῆς πόλεως ε μελλεν ει ναι προτείχισμα, πῇ μὲν ἀπεῖργε τὸ ε ργον ὁ ̔Ρῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλλόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν ̔Ρωμύλου πατάξαντος, οἱ δ' ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. ο θεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατοῦσθαι. ̔Ο δὲ ̔Ρωμύλος θάψας τὸν ἀδελφὸν ῳ κιζε τὴν πόλιν καὶ βοῦν α ρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ υ ννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αυ λακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ' ἑπόμενοι τὰς βώλους, α ς ἀνίστη τὸ α ροτρον, ει σω πάσας τῆς αυ λακος περιέστρεφον. καὶ ο που μὲν ε μελλε τὸ τεῖχος ἀνίστασθαι, καθὼς ει ρηται, ἡ αυ λαξ ἐτέτμητο, ε νθα δὲ πύλας στῆσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αυ λακος, τὸ α ροτρον ἀνέχοντες υ περθεν. πᾶν μὲν γὰρ 230

τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας ει περ η γηντο 2.91 ἱεράς, οὐκ η ν τὰ μὲν δι' αὐτῶν εἰσάγειν, τὰ δὲ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν. ̔Η δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ε νδεκα καλανδῶν Μαΐων, η α ν ει η μᾶλλον εἰκοστὴ ̓Απριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι ̔Ρωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ' ει ναι ̔Ρωμύλος ἐνιαυτῶν ἀναγέγραπται ο τε τὴν ̔Ρώμην συνῴκισεν. ε κτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οι κησιν· ὠνόμαστο δ' ὁ χῶρος Παλάτιον. Κτισθείσης μέντοι τῆς πόλεως, ο σον μὲν ἐν ἡλικίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, ε καστον δὲ σύνταγμα πεζῶν τρισχιλίων η ν καὶ τριακοσίων ἱππέων, ἐκλήθη δὲ λεγεών, ο τι λογάδες η σαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ' α λλοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνόμασεν· ο θεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέσει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομάσας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προσηγόρευσεν, ο ἐστι γερουσία. πατρίκιοι μέντοι οἱ βουλευταὶ ἐπεκλήθησαν η ο τι παίδων η σαν γνησίων πατέρες, η μᾶλλον ο τι αὐτοὶ πατέρας ἑαυτῶν ἀποδεικνύειν ἠδύναντο ε καστος ἐκ γένους ο ντες γνωρίμου, η ἀπὸ τῆς πατρωνίας· ου τω δ' ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ' α ν τις καταστοχάσαιτο τῆς τοῦ ̔Ρωμύλου διανοίας, εἰ οι οιτο διὰ τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους 2.92 καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, α μα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ μὴ α χθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλ' εὐνοϊκῶς διακεῖσθαι, νομίζοντας πατέρας αὐτοὺς καὶ προσαγορεύοντας. Πολλῶν δὲ τῇ πόλει ἐνοικισθέντων, ω ν ὀλίγοι γυναιξὶ συνεζεύγνυντο, φροντὶς τῷ ̔Ρωμύλῳ ἐγένετο ι να κἀκεῖνοι γυναῖκας ἑαυτοῖς συνοικίσωσι. σύγκλυδες γὰρ καὶ ἐξ ἀπόρων ο ντες καὶ ἀφανῶν, ὑπερωρῶντο πρὸς κῆδος παρὰ τῶν γειτνιώντων ἐθνῶν. βουλεύεται τοίνυν ἐξ ἁρπαγῆς λαβεῖν γυναῖκας τοὺς πολίτας αὐτοῦ, καὶ κηρύσσει θυσίαν καὶ ἀγῶνα καὶ θέαν μέλλειν τελεῖν πανηγυρικήν, ὡς βωμοῦ εὑρημένου θεοῦ καινοῦ. καὶ πολλοὶ συνῆλθον. αὐτὸς δὲ προυκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος· δέδωκε δὲ τῷ δήμῳ τῆς ἐπιχειρήσεως σύμβολον τὴν τῆς ἁλουργίδος διάπτυξιν καὶ αυ θις ταύτης περιβολήν. ου γενομένου σπασάμενοι τὰ ξίφη μετὰ βοῆς ω ρμησαν καὶ η ρπαζον τὰς θυγατέρας τῶν Σαβίνων παρθένους, οὐ μέντοι γυναῖκάς τινων. Τολμηθείσης δὲ τῆς ἁρπαγῆς οἱ Σαβῖνοι, πολλοὶ καὶ πολεμικοὶ ο ντες καὶ κώμας ἀτειχίστους οἰκοῦντες διὰ τὸ μέγα φρονεῖν ὡς Λακεδαιμονίων α ποικοι, πρεσβείαν πρὸς τὸν ̔Ρωμύλον πεποίηνται, λῦσαι τὸ τῆς βίας ε ργον ζητοῦντες, πειθοῖ δὲ καὶ νόμῳ πράττειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ ̔Ρωμύλου τὰς μὲν κόρας μὴ προϊεμένου, ἀξιοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους, οἱ μὲν α λλοι βουλευόμενοι διέτριβον, Ακρων δὲ ὁ βασιλεὺς τῶν Καινηνιτῶν, θυμοειδὴς ἀνὴρ καὶ πολεμικώτατος, προεξανέστη καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπὶ 2.93 τὸν ̔Ρωμύλον. ὁμοῦ δὲ γεγονότες ἀλλήλους προυκαλοῦντο μάχεσθαι, ἀτρεμούντων τῶν στρατευμάτων. τῆς γοῦν μονομαχίας ἀμφοῖν γενομένης καταβάλλει μὲν ὁ ̔Ρωμύλος τὸν Ακρωνα, τρέπεται δὲ καὶ τὸ ἐκείνου στράτευμα μάχης συγκροτηθείσης· καὶ τὴν πόλιν αἱρεῖ, οὐ μέντοι τοὺς ἐν αὐτῇ κακόν τι διέθετο, ἀλλ' η μόνον ἐκέλευσε τὰς οἰκίας καθελόντας ἀκολουθεῖν εἰς ̔Ρώμην αὐτῷ, ὡς πολίτας ἐσομένους καὶ τῶν ι σων ἀξιωθησομένους. Ει τα καὶ α λλοι τῶν Σαβίνων τοῖς ̔Ρωμαίοις ἐμαχέσαντο καὶ ἡττήθησαν. ἐπὶ τούτοις οἱ λοιποὶ τῶν Σαβίνων στρατηγὸν τὸν Τάτιον ἀποδείξαντες ἐπὶ τὴν Ρ ̔ ώμην ἐστράτευσαν καὶ τὸ Καπιτώλιον ει λον προδεδομένον ὑπὸ Ταρπηίας τῆς θυγατρὸς τοῦ φρουράρχου. ἐκείνη γὰρ ἐφ' υ δωρ κατελθοῦσα συνελήφθη καὶ η χθη πρὸς Τάτιον, καὶ ἀνεπείσθη προδοῦναι τὸ ε ρυμα, τῶν χρυσῶν βραχιονιστήρων ἐρασθεῖσα, 231

ου ς ἐν ταῖς ἀριστεραῖς ἐφόρουν χερσὶν οἱ Σαβῖνοι, καὶ μισθὸν ὑπὲρ τῆς προδοσίας λαβεῖν αὐτοὺς ἀπαιτήσασα. συνθεμένου δὲ τοῦ Τατίου νύκτωρ μίαν πύλην ἀνοίξασα τοὺς Σαβίνους ἐδέξατο. εἰσελθὼν δὲ ὁ Τάτιος ἐκέλευσε τοὺς ὑπ' αὐτὸν ο σα ἐν ταῖς ἀριστεραῖς χερσὶν ε φερον διδόναι αὐτῇ, καὶ πρῶτος αὐτὸς τὸν βραχιονιστῆρα τῇ Ταρπηίᾳ ἐπέρριψε καὶ τὸν θυρεόν. πάντων δὲ ὁμοίως ποιούντων βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν. Εργῳ ου ν ου τος ἐποίησεν ο λόγοις υ στερον ει πον ὁ Καῖσαρ καὶ ὁ ̓Αντίγονος· ὁ μὲν γὰρ προδοσίαν ε φη φιλεῖν, προδότην δὲ μισεῖν· ὁ δὲ ̓Αντίγονος προδιδόντας μὲν ἀσπασίως ει πε προσίεσθαι, προδεδωκόσι δὲ ἀπεχθάνεσθαι. 2.94 Ληφθείσης δὲ τῆς α κρας ὑπὸ τῶν Σαβίνων, μάχη καρτερὰ συνερράγη μέσον αὐτῶν καὶ ̔Ρωμαίων, ἐν ῃ πολλοὶ μὲν ε πεσον, ὁ δὲ ̔Ρωμύλος ἐπλήγη λίθῳ τὴν κεφαλήν. ε τι δὲ μάχεσθαι παρασκευαζομένους τοὺς Σαβίνους ἐπέσχον αἱ ἡρπασμέναι θυγατέρες αὐτῶν, α λλοθεν α λλαι μετὰ βοῆς καὶ ὀλολυγμοῦ ὀφθεῖσαι αὐτοῖς, αἱ μὲν νήπια πρὸς ταῖς ἀγκάλαις κομίζουσαι, αἱ δὲ τὴν κόμην προϊσχόμεναι λελυμένην, πᾶσαι δὲ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι ποτὲ μὲν τοὺς Σαβίνους, ποτὲ δὲ τοὺς ̔Ρωμαίους. ἐπεκλάσθησαν ου ν οἱ ἐναντίοι καὶ διέστησαν αὐταῖς ἐν μέσῳ στῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς α μα διὰ πάντων ἐχώρει. διαλεχθέντων δὲ τῶν γυναίων συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες καὶ συνέθεντο τῶν μὲν γυναικῶν αι βούλονται τοῖς ε χουσι συνοικεῖν, παντὸς ε ργου καὶ πάσης λατρείας πλὴν ταλασίας ἀφειμένας, οἰκεῖν δὲ τὴν πόλιν ̔Ρωμαίους καὶ Σαβίνους κοινῇ, καὶ καλεῖσθαι αὐτὴν ̔Ρώμην ἐπὶ ̔Ρωμύλῳ, Κυρίτας δὲ ̔Ρωμαίους ἐπὶ τῇ Τατίου πατρίδι Κυρίτα, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους. ὁ δὲ τόπος ἐν ῳ τὰς συνθήκας ε θεντο καλεῖται κομίτιον, τόπος δηλαδὴ συνελεύσεως· κόμιρε γὰρ ̔Ρωμαίοις τὸ συνελθεῖν λέγεται. προσκατελέχθησαν δὲ τοῖς πατρικίοις ἐκ τῶν Σαβίνων ε τεροι ἑκατόν. ἐβουλεύοντο δὲ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετ' ἀλλήλων, ἀλλ' ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν· ει τα εἰς τὸ αὐτὸ πάντες συνήγοντο. Ετει δὲ πέμπτῳ τοῦ Τατίου ̔Ρωμύλῳ συμβασι.95 λεύοντος συγγενεῖς αὐτοῦ πρέσβεσι καθ' ὁδὸν ἐντυχόντες εἰς ̔Ρώμην ἀπὸ Λαυρεντοῦ βαδίζουσιν ἐπεχείρουν ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματα α ἐπήγοντο, καὶ μὴ προϊεμένους, ἀλλ' ἀμυνομένους ἀνεῖλον. ὁ μὲν ου ν ̔Ρωμύλος κολάζεσθαι τοὺς ἀδικήσαντας ἐψηφίζετο, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε· καὶ τοῦτο μόνον ὑπῆρξεν αι τιον σφίσι διαφορᾶς ἐμφανοῦς. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι μὴ τυγχάνοντες δίκης, ἐν ̓Αλβανῷ θύοντα μετὰ ̔Ρωμύλου τὸν Τάτιον προσπεσόντες κτιννύουσι· τὸν δὲ ̔Ρωμύλον ὡς δίκαιον α νδρα σὺν εὐφημίαις προέπεμψαν. οὐ μὴν ἐτάραξε τοὺς Σαβίνους ὁ φόνος τοῦ σφῶν α ρχοντος, ἀλλ' οἱ μὲν εὐνοίᾳ τῇ πρὸς ̔Ρωμύλον, οἱ δὲ φόβῳ τῆς δυνάμεως ει κοντες διετέλουν. ει τα λοιμὸς ἐμπίπτει τῇ πόλει θανάτους αἰφνιδίους ἀνθρώποις ἐπιφέρων νόσων χωρίς, καὶ ἀφορία καρπῶν καὶ θρεμμάτων ἀγονία· υ σθη δὲ καὶ σταγόσιν αι ματος ἡ πόλις. ο μοια δὲ καὶ τοῖς Λαυρεντίοις συνέβαινεν. ἐδόκει τοίνυν διὰ τὸν Τατίου φόνον καὶ τοὺς παρὰ τῶν Σαβίνων ἀνῃρημένους πρέσβεις ποινηλατεῖν τὰς πόλεις δαιμόνιον μήνιμα. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων ἐλώφησαν τὰ δεινά. ̔Ρωννυμένων δὲ τῶν πραγμάτων ̔Ρωμαίοις οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπέκυπτον, οἱ δυνατοὶ δὲ οὐκ ῳ οντο δεῖν περιορᾶν, ἀλλὰ κολούειν τὴν αυ ξησιν. πρῶτοι δὲ Τυρρηνῶν Οὐήιοι ἀρχὴν ἐποιήσαντο πολέμου. συμβαλόντες ου ν καὶ πολλοὺς ἀποβαλόντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν ἐπὶ ἐνιαυτοὺς ἑκατόν, καὶ τῶν παρ' αὐτοῖς ἀρίστων παρέσχον εἰς ὁμηρείαν πεντήκοντα. ̓Εθριάμβευσεν ου ν τούτους νικήσας ̔Ρωμύλος. ει τα ἐπαρθεὶς ταῖς παραλόγοις εὐτυχίαις καὶ βαρυ.96 τέρῳ φρονήματι χρώμενος ἐξίστατο τοῦ δημοτικοῦ καὶ παρήλλαττε καὶ εἰς ἐπαχθῆ μοναρχίαν καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος ἑαυτὸν ἐσχημάτιζεν. ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἠμπίσχετο περιπόρφυρον καὶ πεδίλοις ἐκέχρητο 232

ἐρυθροῖς καὶ ἐν θρόνῳ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν· η σαν δὲ περὶ αὐτὸν ἀεὶ καὶ τῶν νέων συχνοί, ου ς Κέλερας προσηγόρευεν, ο κατὰ τὴν τῶν ̔Ρωμαίων διάλεκτον δηλοῖ τοὺς ταχεῖς, καὶ πρόσθεν ἐβάδιζον ε τεροι βακτηρίαις τὸν ο χλον ἀνείργοντες, ὑπεζωσμένοι ἱμάντας, ω στε συνδεῖν ου ς κελευσθῶσιν. ̓Επεὶ δὲ Νομίτωρος τοῦ πάππου αὐτοῦ ἐν Αλβῃ τελευτήσαντος, ̔Ρωμύλῳ προσηκούσης τῆς βασιλείας, αὐτὸς εἰς μέσον ε θηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατ' ἐνιαυτὸν ἀπεδείκνυεν α ρχοντα τοῖς Σαβίνοις, ἠρέθισε τοὺς ἐν ̔Ρώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλ' ο νομα καὶ σχῆμα η ν αὐτοῖς, ε θους ε νεκα μᾶλλον η γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον· ει τα ̔Ρωμύλου πράττοντος ἠκροῶντο σιγῇ, καὶ τὸ πρὸ τῶν α λλων τὸ δεδογμένον ἐκείνῳ μαθεῖν πλέον ε χοντες τῶν λοιπῶν ἀπηλλάττοντο. ο θεν ἐδόκει τὴν γερουσίαν προπηλακίζειν· διὸ αυ τη υ ποπτος ε δοξεν ἀφανοῦς μετ' ὀλίγον γενομένου ̔Ρωμύλου. λέγεται γὰρ ἐκκλησίαν α γοντος αὐτοῦ περὶ τὸ καλούμενον Αἰγὸς ε λος τοῦ μὲν ἡλίου τὸ φῶς ἐπιλιπεῖν, νύκτα δὲ κατασχεῖν βροντάς τε δεινὰς συμβῆναι καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνούσας. ἐν δὲ τούτῳ τὸν μὲν ο χλον φεύγειν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετ' ἀλλήλων. τῆς δ' ἐν τῷ ἀέρι ταραχῆς λωφησάσης καὶ αυ θις πολλῶν ὁμοῦ γενομένων ζητεῖσθαι τὸν βασιλέα· τοὺς δὲ δυνατοὺς 2.97 οὐκ ἐᾶν ἐξετάζειν περὶ αὐτοῦ, τιμᾶν δὲ παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι ̔Ρωμύλον ὡς ἀνηρπασμένον εἰς θεούς, καὶ θεὸν ἐσόμενον σφίσιν ἀντὶ χρηστοῦ βασιλέως. Οἱ μὲν ου ν πολλοὶ πεπεισμένοι τοῖς λόγοις ἀπηλλάττοντο ἐλπίσι χρησταῖς αἰωρούμενοι, ε νιοι δὲ ἐν ὑπονοίαις τοὺς πατρικίους πεποίηντο καὶ ἐτάραττον ὡς τὸν δῆμον ἀβέλτερα πείθοντας, αὐτοὺς τοῦ βασιλέως γεγονότας αὐτόχειρας. καὶ πράγματα α ν παρέσχον τοῖς δυνατοῖς, εἰ μή τις τῶν ἱππέων ̓Ιούλιος Πρόκλος, γένει τε δοκιμώτατος καὶ η θει χρηστὸς καὶ ̔Ρωμύλῳ πιστός, εἰς ἀγορὰν ἐλθὼν ἐνόρκως ει πεν ὡς ὀφθείη ̔Ρωμύλος αὐτῷ καλὸς καὶ μέγας ὡς ου ποτε πρόσθεν καὶ ο πλοις λαμπροῖς κεκοσμημένος καὶ φλέγουσι, καὶ ὡς αὐτὸς μὲν πύθοιτο "τί δὴ παθών, ω βασιλεῦ, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ἐν πένθει προλέλοιπας;" ἐκεῖνος δὲ πρὸς ταῦτα ἀμείψαιτο "θεοῖς ε δοξεν, ω Πρόκλε, τοσοῦτον ἡμᾶς μετ' ἀνθρώπων γενέσθαι χρόνον, αυ θις δ' οὐρανὸν οἰκεῖν, ἐκεῖθεν ο ντας. ἀλλὰ χαῖρε καὶ φράζε ̔Ρωμαίοις ο τι σωφροσύνην καὶ ἀνδρείαν ἀσκοῦντες ἐπὶ πλεῖστον δυνάμεως ἀνθρωπίνης ἀφίξονται. ἐγὼ δὲ ὑμῖν εὐμενὴς ε σομαι Κυρῖνος." ταῦτα διά τε τὸν ο ρκον τοῦ λέγοντος καὶ τὸν τρόπον πιστὰ ̔Ρωμαίοις ἐδόκει τοσοῦτον ὡς μή τινα ἀντειπεῖν, πάσης δὲ ἀφεμένους ὑποψίας τε καὶ διαβολῆς ευ χεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν. ταύτην δὲ τὴν ἐπωνυμίαν φασὶ τῷ ̔Ρωμύλῳ γενέσθαι η ο τι τοὺς πολίτας Κυρίτας ὠνόμαζον η ο τι τὴν αἰχμὴν η τὸ δόρυ κυρῖνον ἐκάλουν οἱ παλαιοί· ὡς ου ν ἀρήιόν τινα τὸν ̔Ρωμύλον η αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυρῖνον. λέγεται δὲ τέσσαρα μὲν ε τη καὶ πεντήκοντα 2.98 βιῶναι, ο γδοον δ' ἐπὶ τριακοστῷ βασιλεύων ἐνιαυτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι. Τούτων δὲ περὶ τὸν ̔Ρωμύλον συμβεβηκότων βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ε ρις δέ τις καὶ στάσις ἐφύετο τοῖς ἐν ̔Ρώμῃ οὐχ ὑπὲρ ἀνδρὸς μόνον ἡγεμονεύσοντος, ἀλλὰ καὶ πότερον τῶν γενῶν παρέξει τὸν α ρξοντα. τοῖς τε γὰρ μετὰ ̔Ρωμύλου πρώτοις συνοικίσασι τὴν πόλιν οὐκ ἀνεκτὸν ἐδόκει παρ' αὐτῶν προσληφθέντας τοὺς Σαβίνους εἰς πολιτείαν α ρχειν τῶν δεξαμένων βιάζεσθαι· οἱ Σαβῖνοι δὲ ἑτέρωθεν, ο τι τοῦ Τατίου θανόντος μόνον ει ασαν τὸν ̔Ρωμύλον α ρχειν, ἐξ ἑαυτῶν ἠξίουν αἱρεθῆναι τὸν α ρξοντα. Ηριζον μὲν ου ν ου τω τὰ μέρη ἑκάτερα, μετεώρου δ' ἐπὶ τούτοις ο ντος τοῦ πολιτεύματος οἱ πατρίκιοι πεντήκοντα καὶ ἑκατὸν ο ντες ε ταξαν ε καστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς καὶ χρηματίζειν, ε ξ μὲν τῆς νυκτὸς ω ρας, ε ξ δὲ τῆς ἡμέρας. ἡ γὰρ διανομὴ τῶν καιρῶν κατὰ τὸ ι σον ἑκάστου καὶ πρὸς τοὺς α ρχοντας καλῶς ε χειν ἐδόκει καὶ πρὸς τοὺς 233

ἀρχομένους αὐτούς· ἀφῄρει γὰρ τὸν φθόνον ἡ ταχίστη τῆς ἐξουσίας ἀπόθεσις, ὁρώντων τῶν ἀρχομένων τῆς αὐτῆς ἡμέρας τε καὶ νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον. οι δα μὲν ου ν καὶ ε τερά τινα περὶ τῆς τοιαύτης εἰρημένα ἀρχῆς, ἀλλ' αὐτὸς τῷ πιθανωτέρῳ ἐθέμην. τὸ δὲ σχῆμα τῆς ἀρχῆς τοῦτο μεσοβασιλεία ̔Ρωμαίοις ὠνόμαστο. ̓Αλλὰ καὶ ου τως ἐξ ὑπονοίας ἐφύοντο θόρυβοι, ὑποπτευομένων τῶν πατρικίων εἰς ὀλιγαρχίαν τὴν 2.99 πολιτείαν περιιστᾶν καὶ μὴ βούλεσθαι βασιλεύεσθαι· ἐκ δὲ τούτου κατεστασίαζον. ὁμονοησάντων δὲ πάντων αἱρεθῆναι τὸν βασιλεύσοντα, οἱ Σαβῖνοι τοῖς ̔Ρωμαίοις προτέροις τὴν αι ρεσιν ε δοσαν· οἱ δ' ἐκ Σαβίνων ει λοντο Νόμαν Πομπίλιον, ο ντα α νδρα γνώριμον πᾶσι δι' ἀρετήν. στέλλονται γοῦν πρὸς ἐκεῖνον ἐκ ̔Ρώμης πρέσβεις· οὐ γὰρ ἐν τῇ ̔Ρώμῃ μετῴκιστο, ἀλλ' ἐν Σαβίνοις η ν καὶ πόλιν ῳ κει τὴν Κυριτῶν, πατρὸς ω ν Πομπωνίου ἀνδρὸς εὐδοκίμου, πᾶσαν ἀρετὴν φύσει τε καὶ παιδείᾳ ἐξησκημένος. ο θεν καὶ ο νομα μέγα καὶ δόξαν ει χεν, ὡς καὶ Τάτιον τὸν τῷ ̔Ρωμύλῳ συμβασιλεύσαντα κηδεστὴν αὐτὸν ἐπὶ Τατίᾳ θέσθαι τῇ θυγατρί, η ν μίαν ἐκεῖνος ἐγείνατο· η δέκα ἐπὶ τρισὶν ἐνιαυτοὺς τῷ Νόμᾳ συνοικήσασα μετήλλαξε τὴν ζωήν. ὁ δὲ Νόμας ἐκλιπὼν τὰς ἐν α στει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ διατρίβειν η θελεν ἐν λειμῶσι καὶ α λσεσιν. Ηκον ου ν ἀπὸ ̔Ρώμης οἱ πρέσβεις καλοῦντες ἐπὶ τὴν βασιλείαν αὐτὸν η δη τεσσαρακοστὸν ε τος ἀνύοντα· ὁ δὲ ἀπείπατο. οἱ πρέσβεις δ' ἐνέκειντο, πάντα τρόπον πείσειν αὐτὸν μηχανώμενοι, καὶ δεόμενοι μὴ τὴν πόλιν αυ θις εἰς στάσιν ἐμβαλεῖν καὶ ἐμφύλιον πόλεμον, οὐκ ο ντος ἑτέρου πρὸς ο ν α μφω τὰ μέρη συννεύσουσιν. ἰδίᾳ μέντοι καὶ ὁ πατὴρ παρεκίνει τὸν Νόμαν δέξασθαι τὴν ἀρχὴν ὡς θεῖον δῶρον καὶ ὑπηρεσίαν θεοῦ καὶ πράξεων καλῶν καὶ μεγάλων ἀνδρὶ φρονίμῳ τε καὶ χρηστῷ ἐσομένην αἰτίαν, σύνδεσμόν τε τῇ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ε θνει εὐνοίας τε καὶ φιλίας πρὸς πόλιν δυνατὴν καὶ ἀκμάζουσαν. Τούτοις ἐνδεδωκὼς ὁ Νόμας θύσας τοῖς θεοῖς προῆγεν εἰς ̔Ρώμην· ὑπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆ.100 μος εὐφημοῦντες καὶ χαίροντες. ἐπεὶ δὲ κατέστησαν εἰς τὴν ἀγοράν, προσφερομένων αὐτῷ τῶν βασιλικῶν παρασήμων, ἐπισχεῖν κελεύσας ε φη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ. α νεισιν ου ν εἰς τὸ Καπιτώλιον, καὶ θύσας, ου τω τε τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα, κατέβαινε. Παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων διέλυσε σύστημα, ου ς περὶ τὸ σῶμα ̔Ρωμύλος ει χεν ἀεί· οὐ γὰρ δεῖν ἀπιστεῖν πιστεύουσιν ε λεγεν, οὐδὲ βασιλεύειν ἀπιστούντων ἠξίου· ει τα τὴν πόλιν ἐκ σκληρᾶς καὶ πολεμικῆς ἐπεχείρει μαλακωτέραν ποιῆσαι καὶ εἰρηνικωτέραν. ἀνθρωποειδῆ τε καὶ ζωόμορφον εἰκόνα θεοῦ ἀνιστᾶν ̔Ρωμαίοις ἀπείρηκεν· ο θεν οὐδ' η ν παρ' αὐτοῖς ου τε γραπτὸν ου τε πλαστὸν ει δος θεοῦ, ἐν ἑκατὸν δὲ πρὸς ἑβδομήκοντα ε τεσι ναῶν αὐτοῖς ἀνεγειρομένων οὐδὲν ε μμορφον ἐποίουν ἀφίδρυμα, ὡς ου τε ο σιον ἀφομοιοῦν τοῖς χείροσι τὰ βελτίονα ου τε ἐφάπτεσθαι α λλως θεοῦ δυνατὸν η νοήσει. καὶ τὰς θυσίας δὲ ἀναιμάκτους ποιεῖσθαι ἐθέσπισε δι' ἀλφίτων τε καὶ σπονδῆς· δεῖν γὰρ τοὺς θεούς, εἰρήνης καὶ δικαιοσύνης φύλακας ο ντας, φόνου καθαροὺς ει ναι· μήτε δὲ ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν α γοντας ἀπὸ τῶν α λλων καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν. ἐκ δὲ τούτων καὶ α λλων πλειόνων, α διὰ τὸ πλῆθος παρήκαμεν, διάθεσιν πρὸς τὸ θεῖον τοῖς τότε ἀνθρώποις ἐξ ἐθισμοῦ ὁ Νόμας ἐνεποίησεν. αὐτὸν δὲ ου τω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν ω στε προσαγγελίας αὐτῷ θύοντί ποτε γινομένης ὡς ἐπέρχονται πολέμιοι μειδιᾶσαι καὶ εἰπεῖν "ἐγὼ δὲ θύω." καὶ τὴν χώραν δὲ η ν αἰχμῇ ̔Ρωμύλος 2.101 ἐκτήσατο διένειμεν ου τος τοῖς ἀπόροις τῶν πολιτῶν, ἀφαιρῶν ἐξ αὐτῶν τὴν ἀπορίαν, ὡς ἀνάγκην τῆς ἀδικίας ποιητικήν, καὶ τρέπων εἰς γεωργίαν, ὡς ταύτης ἐξημερούσης τὸν δῆμον καὶ δριμὺν εἰρήνης δυναμένης ἐμποιεῖν ε ρωτα. Λέγεται δὲ καὶ τὸν ̓Ιανουάριον καὶ τὸν Φεβρουάριον παρ' αὐτοῦ τοῖς μησὶ 234

προστεθῆναι, δωδεκάμηνον κατὰ τὸν τῆς σελήνης δρόμον νομοθετήσαντος λογίζεσθαι τὸν ἐνιαυτόν, δεκάμηνον πρόσθεν ο ντα ὡς ἐνίοις τῶν βαρβάρων τρίμηνον, καὶ τῶν ̔Ελλήνων ̓Αρκάσι μὲν τετράμηνον, τοῖς δὲ ̓Ακαρνᾶσιν ἑξάμηνον. Αἰγυπτίοις δὲ μηνιαῖος η ν ὁ ἐνιαυτός, ει τα τετράμηνος· διὸ καὶ ἀρχαιότατοι δοκοῦσιν ει ναι, καίτοι μὴ ο ντες, πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γενεαλογίαις εἰσάγοντες, α τε δὴ τοὺς μῆνας εἰς ἐτῶν τιθέμενοι ἀριθμόν. καὶ τὸν ̓Ιανουάριον δὲ Νόμας εἰς ἀρχὴν τοῦ ε τους ἀπένειμεν. Ου τω δὲ δικαιοσύνῃ καὶ εὐσεβείᾳ συνεθίσαντος τὸ ὑπήκοον, ἐξῄρητο πάντῃ τὰ τοῦ πολέμου. οὐ γὰρ μόνον ὁ ̔Ρωμαίων δῆμος ἡμέρωτο τῇ τοῦ βασιλέως εὐνομίᾳ καὶ πρᾳότητι, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις ἀρχὴ μεταβολῆς ε λαβε, καὶ πόθος εἰσερρύη πάντας εἰρήνης καὶ τοῦ δικαίου, γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς. ου τε γὰρ πόλεμος ου τε στάσις ου τε νεωτερισμὸς περὶ πολιτείας ἱστόρηται Νόμα βασιλεύοντος, οὐδ' ἐπ' ἐκεῖνον ε χθρα τις η φθόνος η σύστασις ἀνδρῶν καὶ ἐπιβουλὴ δι' ε ρωτα βασιλείας γενέσθαι ποι ἀναγέγραπται. θυγατέρα δ' ἐσχηκὼς Πομπιλίαν, Μαρκίῳ ταύτην ἐξέδοτο· ἐξ η ς Μάρκιος Αγκος θυγατριδοῦς ἐτέχθη αὐτῷ, ο ς μετὰ Τοῦλλον ̔Οστίλλιον ἐβασίλευσε. τοῦτον πενταετῆ καταλιπὼν ὁ Νόμας ἐτελεύτησεν, κατὰ 2.102 μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, χρόνον τριετῆ τοῖς ὀγδοήκοντα προσβιώσας, βασιλεύσας ε τη ἐπὶ τρισὶ τεσσαράκοντα. Τοῦ δὲ Νόμα τελευτήσαντος καὶ μηδένα καταλιπόντος διάδοχον, ̔Οστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ο ς τὰ πλεῖστα τῶν τοῦ Νόμα χλευάσας ἠθῶν τὸν ̔Ρωμύλον ἐζήλωσε, καὶ πρὸς μάχας αὐτός τε ω ρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπαγῆς γοῦν γενομένης παρὰ ̔Ρωμαίων ἐξ ̓Αλβανῶν, ω ρμησαν πρὸς μάχην ἑκάτεροι· πρὸ δὲ τοῦ συμβαλεῖν κατηλλάγησαν, καὶ ἐς μίαν πόλιν ἀμφοῖν ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ ε τερον εἰς ταύτην ἀξιοῦντος μεταναστεῦσαι, ἀπέστησαν τοῦ σκοποῦ. ει τα περὶ τῆς ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρεχώρει αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρχῆς. ου τε δὲ τοῖς στρατοπέδοις ο λοις ἐδόκει μαχέσασθαι ου τε μὴν μονομαχίᾳ κριθήσεσθαι. η σαν δὲ παρ' ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονότες διδύμων, ἰσήλικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν· ἐκαλοῦντο δὲ οἱ μὲν τῶν ̔Ρωμαίων Πουπλιοράτιοι, οἱ δὲ τῶν ̓Αλβανῶν Κουριάται. τούτους εἰς μάχην προεβάλοντο, παρ' οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ δὲ ὁπλισάμενοι καὶ ἐν τῷ μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξάμενοι θεούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν η λιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ' ε να ἐμάχοντο. τέλος δὲ τῶν μὲν ̔Ρωμαίων τῶν δύο πεσόντων, τῶν δὲ ̓Αλβανῶν ἁπάντων τρωθέντων, ὁ ̔Οράτιος ὁ κατάλοιπος, ο τι τοῖς 2.103 τρισὶν α μα, εἰ καὶ α τρωτος η ν, οὐκ ἠδύνατο ἀντιτάξασθαι, ἐνέκλινεν, ὡς α ν διώκοντες αὐτὸν σκεδασθῶσι· κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκάστῳ ἐπιτιθέμενος α παντας διεχρήσατο. κἀντεῦθεν τετίμητο· ο τι δὲ καὶ τὴν ἀδελφὴν προσαπέκτεινεν, ὀλοφυρομένην, ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέροντα τὸν ̔Οράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον ε κκλητον αἰτήσας ἀφείθη. Οἱ δὲ ̓Αλβανοὶ τότε μὲν ὑπήκοοι τῶν ̔Ρωμαίων ἐγένοντο, υ στερον δὲ τὰς συνθήκας ἀθετήσαντες, καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες, μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπιχειρήσαντες καὶ συνεπιθέσθαι ̔Ρωμαίοις, γνωσθέντες ἐκολάσθησαν· καὶ πολλοὶ μὲν ἐκτάνθησαν καὶ ὁ αὐτῶν ἐξηγούμενος Μέττιος, οἱ α λλοι δὲ μετανάστασιν ε παθον, καὶ ἡ πόλις αὐτῶν Αλβα κατεσκάφη, πεντακόσιά που ε τη ̔Ρωμαίοις νομισθεῖσα μητρόπολις. Πρὸς μὲν ου ν τοὺς πολεμίους ὁ Τοῦλλος κράτιστος ε δοξε, τοῦ θείου δὲ παρημέλει. νόσου δ' ἐνσκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς δεισιδαιμονίαν ἀπέκλινεν. ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος καταφλεχθεὶς ὑπὸ κεραυνῶν, η ἐπιβουλευθεὶς ὑπὸ Μαρκίου Αγκου, ο ς θυγατριδοῦς ἐτύγχανεν, ὡς ει ρηται, τοῦ Νόμα. ἐβασίλευσε δὲ 235

̔Ρωμαίων ε τη δύο ἐπὶ τριάκοντα. ̓Επεὶ δ' ̔Οστίλλιος ἐτελεύτησε, διεδέξατο τὴν βασιλείαν ὁ Μάρκιος, παρ' ἑκόντων τῶν ̔Ρωμαίων ταύ.104 την λαβών. η ν δὲ τὴν χεῖρα οὐκ α ρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο, ο θεν καὶ Αγκος ἐπώνυμον ε σχηκεν. ἐπιεικὴς δὲ ω ν ἠναγκάσθη μεταβαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι διά τε τὸν τῆς Αλβης ο λεθρον καὶ περὶ ἑαυτῶν δεδοικότες μή τι πάθωσιν ο μοιον δι' ὀργῆς μὲν ει χον ̔Ρωμαίους, ε ως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖνον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι διὰ τὸ εἰρηναῖον τῆς γνώμης, τῇ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐληίσαντο. συνεὶς δ' ἐκεῖνος εἰρήνης ει ναι τὸν πόλεμον αι τιον, ἐπιτίθεται τοῖς ἐπιθεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις ει λεν αὐτῶν, ω ν μίαν κατέσκαψεν, καὶ πολλοῖς τῶν ἁλόντων ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν ̔Ρώμην δὲ συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν ̔Ρωμαίων καὶ τῆς χώρας σφίσι προστιθεμένης οἱ πλησιόχωροι η χθοντο καὶ ἑαυτοὺς ̔Ρωμαίοις ἐξεπολέμωσαν· ο θεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτησαν, Σαβίνους δ' ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες ἐσκεδασμένοις καὶ τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ' ἐκφοβήσαντες εἰρηνεῖν καὶ α κοντας παρεσκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώσιμον, ει κοσιν ἐνιαυτοὺς καὶ τέσσαρας α ρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν πάππον Νόμαν ποιουμένῳ τὴν ἐπιμέλειαν. Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ο ς Δημαράτου μὲν η ν παῖς Κορινθίου, φυγόντος δὲ καὶ εἰς πόλιν Τυρσηνίδα Ταρκυνίαν ἐγκατοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων ὀνομασθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, 2.105 ο τι μὴ τῶν πρωτείων παρὰ τῶν Ταρκυνησίων ὡς ε πηλυς κατηξίωτο, πρὸς τὴν ̔Ρώμην μεταναστεύει, τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετωνομάσθη Λούκιος Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ῃ παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸς καταπτὰς ἁρπάσαι τὸν πῖλον ο ν ει χεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς καὶ κλάγξας ἐπὶ πολὺ αυ θις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐντεῦθεν μηδὲν ἐλπίσαι μικρὸν καὶ προθύμως τῇ ̔Ρώμῃ ἐγκατοικῆσαι· ο θεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο. τῷ τε γὰρ πλούτῳ χρώμενος ἀφειδέστερον, συνέσει τε καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος, ἐς τοὺς εὐπατρίδας καὶ τὴν βουλὴν κατελέχθη παρὰ Μαρκίου, καὶ στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων ἐκείνου ἐπιτροπείαν καὶ τῆς βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν α νδρα, χρημάτων τε τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ε τοιμον παρέχων ει τις δέοιτο αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι ου τ' ε πραττεν ου τ' ε λεγεν οὐδενί. καὶ ει τι πρός τινων ευ ε πασχεν, ἐξῆρε τὸ γινόμενον, εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ γένοιτο, η οὐδ' ἐλογίζετο τὸ λυποῦν η καὶ φαυλίσας παρελογίζετο, οὐ μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τούτοις αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχειρώσατο, καὶ δόξαν ἀνδρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ. ̓Αλλ' οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπόληψις. τοῦ Μαρκίου γὰρ τελευτήσαντος κακῶς περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς, καὶ τὴν βασιλείαν ἐσφετερίσατο. τῆς τε γὰρ βουλῆς καὶ τοῦ δήμου τοὺς τοῦ Μαρκίου παῖδας χειροτονεῖν μελλόντων, ἐκεῖνος τῶν βουλευτῶν τε τοὺς δυνατωτάτους με.106 τῆλθε, καὶ τοὺς ὀρφανοὺς πόρρω ποι πέμψας εἰς θήραν, οι ς τε ει πε καὶ οι ς ε πραξεν αὐτῷ τὴν βασιλείαν ψηφίσασθαι παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι. ἐγκρατὴς δὲ καταστὰς τῶν πραγμάτων ου τω τοὺς ̔Ρωμαίους διέθετο ω στε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖδας ἐκείνου· καὶ τὰ μειράκια δὲ πρὸς ῥᾳστώνην ἐθίζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα σὺν χάριτι δή τινι ε φθειρε. δεδιὼς δὲ καὶ ου τως ε χων, ἰσχὺν ἑαυτῷ ἐν τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φιλίως αὐτῷ ἐκ τοῦ δήμου διακειμένους περὶ διακοσίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευτάς, καὶ ου τω τήν τε γερουσίαν ὑφ' ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιήσατο. καὶ τὴν στολὴν πρὸς τὸ 236

μεγαλοπρεπέστερον η μειψεν· ἡ δὲ η ν ἱμάτιον καὶ χιτὼν ὁλοπόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυσοδέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οι ς καὶ μετὰ ταῦτα οι τε α λλοι καὶ οἱ τὴν αὐτοκράτορα ε χοντες ἡγεμονίαν ἐχρήσαντο. καὶ τεθρίππῳ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα ε σχε. Πάντως δὲ καὶ α λλα πλείω ἐκαινοτόμησεν α ν, εἰ μή τις Αττος Ναούιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ο ς οἰωνιστὴς η ν οι ος οὐχ ε τερος γέγονε. τοῦτον ὑβρίσαι, διὰ τὴν ἐναντίωσιν ὀργισθείς, καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν ὁ Ταρκύνιος. λαβὼν ου ν ἐν τῷ κόλπῳ ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν, ε χων ἐν νῷ τμηθῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· εἰπών τε ο σα ἐβούλετο, ἐπεὶ Αττος ἀντέλεγεν ἐντονώτατα, μηδὲν ὑφιέμενος "εἰ μὴ φιλονείκως ἀντιλέγεις" ε φη "ἀλλ' ἀληθῆ λέγεις, ἐπὶ πάντων τούτων 2.107 ἀπόκριναί μοι εἰ ο κατὰ νοῦν ε χω ποιῆσαι γενήσεται." ὁ δὲ Αττος αὐτοῦ που οἰωνισάμενος παραυτίκα "καὶ πάνυ γε" ει πεν "ω βασιλεῦ, ο διανοῇ ε σται ἐπιτελές." "οὐκοῦν" ε φη "τὴν ἀκόνην ταύτην λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι." ὁ δὲ ε λαβέ τε αὐτὴν εὐθὺς καὶ διέκοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος α λλας τε τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐδὲν ε τι τῆς πολιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμβούλῳ τῷ Αττῳ ἐκέχρητο. Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, ε πειτα καὶ Σαβίνοις εἰς τὴν ̔Ρωμαΐδα ἐμβαλοῦσι συμμαχουμένοις ὑπὸ Τυρσηνῶν, ἁπάντων ἐκράτησε. τῶν δὲ τῆς ̔Εστίας ἱερειῶν, α ς παρθενεύειν διὰ βίου νενόμισται, φωράσας τινὰ συμφθαρεῖσαν ἀνδρί, ὑπόγεών τινα κατασκευάσας ὑποδρομὴν προμήκη, κλίνην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκόμισε, καὶ ζῶσαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ ου τω τὰς τὴν παρθενίαν μὴ τηρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἱ δὲ ταύτας αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλονται ἐν τῇ ἀγορᾷ, καὶ μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν. ̓Επέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου παῖδες, ἐπεὶ μὴ τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμαλωτίδος προῆγε πάντων· ο δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ω ν τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο τινὰς χωριτικῶς ἐσταλμένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευάσαντες. οι ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς 2.108 θύρας τῶν βασιλείων η κον, ἀλλήλοις δῆθεν διαμαχόμενοι, καί οἱ ἐλθεῖν εἰς ο ψιν ἐδέοντο. καὶ τυχόντες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστησαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον ὁ ε τερος κατειργάσατο. ̔Ο μὲν ου ν Ταρκύνιος τοιοῦτον ε σχε τέλος, τριάκοντα καὶ ὀκτὼ βασιλεύσας ἐνιαυτούς, τὴν δὲ τῆς ̔Ρώμης βασιλείαν ὁ Τούλλιος διεδέξατο, συνεργίᾳ τῆς τοῦ Ταρκυνίου γυναικὸς Τανακυιλίδος. τοῦτον δὲ γυνή τις ̓Οκρισία καλουμένη, Σερουίου Τουλλίου ἀνδρὸς Λατίνου εὐνέτειρα ἐν τῷ πολέμῳ ἁλοῦσα καὶ τῷ Ταρκυνίῳ ἐξαιρεθεῖσα, τέτοκεν, η ἐγκύμων οι κοθεν ου σα η συλλαβοῦσα μετὰ τὴν α λωσιν· λέγεται γὰρ ἀμφότερα. ου τος ἐς παῖδας η δη τελῶν ἐπὶ δίφρου μεθ' ἡμέραν κατέδαρθε, καὶ πῦρ ἀπὸ τῆς αὐτοῦ κεφαλῆς πολὺ ἐδόκει ἐξάλλεσθαι. ο περ ἰδὼν ὁ Ταρκύνιος διὰ σπουδῆς η γε τὸν παῖδα, καὶ εἰς ἡλικίαν ἀφιγμένον τοῖς εὐπατρίδαις καὶ τῇ γερουσίᾳ συνέταξε. Συλληφθέντων ου ν τῶν τοῦ Ταρκυνίου φονέων, μαθοῦσα ἡ ἐκείνου γυνὴ καὶ ὁ Τούλλιος τὴν παρασκευὴν τῆς ἐπιβουλῆς οὐ φανερὸν αὐτίκα τὸν τοῦ Ταρκυνίου θάνατον ε θεντο, ἀλλ' ἀνελόμενοι αὐτὸν ὡς ε τι ἐμπνέοντα ἐθεράπευον δῆθεν, κἀν τούτῳ πίστεις ἀλλήλοις ε δοσαν ω στε τὸν Τούλλιον τὴν ἀρχὴν εἰληφότα τοῖς παισὶν αὐτῆς ἀνδρωθεῖσιν ἐκστῆναι ταύτης. ἐπεὶ δὲ τὸ πλῆθος συνδραμὸν ἐθορύβει, προκύψασα ἐκ τῶν ὑπερῴων ἡ Τανακυιλὶς "μὴ φοβεῖσθε" ε φη· "ὁ γὰρ ἀνήρ μου καὶ ζῇ καὶ ὑμῖν μετ' ὀλίγον ὀφθήσεται. ι να δὲ αὐτός τε σχολάζων ὑγια.109 σθῇ καὶ μή τι τοῖς πράγμασιν ἐκ τῆς 237

αὐτοῦ ἀσθενείας ει η ἐμπόδιον, Τουλλίῳ κατά γε τὸ παρὸν τὴν τῶν κοινῶν ἐπιτρέπει διοίκησιν." ει πεν ἐκείνη ταῦτα· οἱ δὲ τὸν Τούλλιον οὐκ ἀκουσίως ἐδέξαντο· ἀγαθὸς γὰρ ἀνὴρ ἐδόκει. ̓Εγχειρισθεὶς ου ν ἐκεῖνος τὴν τῶν κοινῶν οἰκονομίαν, τὰ πλείω κατ' ἐντολὰς δῆθεν διῴκει τοῦ Ταρκυνίου. ὡς δ' ἐν πᾶσιν ἑώρα πειθαρχοῦντας αὐτῷ, τοὺς αὐτόχειρας τοῦ Ταρκυνίου πρὸς τὴν γερουσίαν παρήγαγε, διὰ τὴν ἐπιβουλὴν τάχα· ε τι γὰρ ζῆν ἐκεῖνον προσεποιεῖτο. καὶ οἱ μὲν καταψηφισθέντες ἀπέθανον, οἱ δὲ τοῦ Μαρκίου υἱοὶ φοβηθέντες εἰς Οὐολούσκους κατέφυγον. κἀκεῖνος τότε τόν τε θάνατον τοῦ Ταρκυνίου ἐξέφηνε καὶ φανερῶς τῆς βασιλείας ἐπείληπτο. καὶ πρῶτον μὲν τοὺς τοῦ Ταρκυνίου παῖδας προυβάλλετο ὡς αὐτὸς τὴν ἡγεμονίαν ἐπιτροπεύων, ει τα πρὸς θεραπείαν τοῦ δήμου ἐτράπετο, ὡς ῥᾷστα μᾶλλον τὸν ο μιλον η τοὺς εὐπατρίδας ὑποποιησόμενος, χρήματά τε αὐτοῖς ἐδίδου καὶ γῆν ἑκάστῳ προσένειμε καὶ τοὺς δούλους ἐλευθεροῦσθαι καὶ φυλετεύεσθαι παρεσκεύασεν. ἀχθομένων δ' ἐπὶ τούτοις τῶν δυνατῶν, ε ταξέ τινα τοὺς ἐλευθερωθέντας τοῖς ἐλευθερώσασι σφᾶς ἀνθυπουργεῖν. ὡς δὲ χαλεπῶς ει χον οἱ εὐπατρίδαι αὐτῷ, καὶ διεθρόουν α λλα τε καὶ ο τι μηδενὸς αὐτὸν ἑλομένου τὴν ἀρχὴν ε χει, συναγαγὼν τὸν δῆμον ἐδημηγόρησε· καὶ πολλὰ ἐπαγωγὰ διαλεχθεὶς αὐτῷ ου τω διέθετο ὡς αὐτίκα πᾶσαν αὐτῷ τὴν βασιλείαν ἐπιψηφίσασθαι. ὁ δὲ αὐτοὺς ἀμειβόμενος α λλα τε ἐφιλοτιμήσατο καὶ ἐς τὸ συνέδριόν τινας αὐτῶν ἐνέγραψεν· οι πάλαι μὲν ἐν πλείστοις η ττον ε φερον τῶν εὐπατριδῶν, τοῦ χρόνου δὲ προϊόντος, πλὴν τῆς με.110 σοβασιλείας καὶ τῶν ἱερωσυνῶν, τῶν ι σων μετεῖχον τοῖς εὐπατρίδαις, καὶ διέφερον α νευ τῶν ὑποδημάτων οὐδέν. τοῖς γὰρ εὐπατρίδαις τὰ ὑποδήματα ἀστικὰ τῇ τε ἐπαλλαγῇ τῶν ἱμάντων καὶ τῷ τύπῳ τοῦ γράμματος ἐκεκόσμηντο, ι ν' ἐκ τούτων δοκοῖεν ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν τῶν κατ' ἀρχὰς βουλευσάντων κατιέναι. τὸ γράμμα δὲ ῥῶ φασιν ει ναι, η τοῦ ἀριθμοῦ τῶν ἑκατὸν ἐκείνων ἀνδρῶν δηλωτικὸν ο ν η ὡς τοῦ τῶν ̔Ρωμαίων κατάρχον ὀνόματος. Τὸν μὲν ου ν ο μιλον ου τως ὁ Τούλλιος ᾠκειώσατο, δείσας δὲ μή τις στάσις συμβῇ, τὰ πλεῖστα καὶ ἰσχυρότατα τῶν κοινῶν τοῖς δυνατωτέροις ἐπέτρεψε· καὶ ου τω σφίσιν αὐτοῖς συνεφρόνησαν καὶ τὸ δημόσιον διήγαγον α ριστα. καὶ πολέμους δέ τινας πρός τε τοὺς Οὐιέντας καὶ πρὸς α παντας τοὺς Τυρσηνοὺς ἐπολέμησεν, ἐν οι ς οὐδὲν ἐπράχθη συγγράμματος α ξιον. τοὺς Λατίνους δ' ἐπὶ μᾶλλον ̔Ρωμαίοις βουληθεὶς οἰκειώσασθαι, νεών τινα ἐκ χρημάτων κοινῶν ἐν τῇ ̔Ρώμῃ κατασκευάσαι πέπεικε. καὶ τοῦτον ἀνέθεσαν τῇ ̓Αρτέμιδι. περὶ δὲ τῆς νεωκορίας αὐτοῦ διεφέροντο. κἀν τούτῳ Σαβῖνος ἀνὴρ βοῦν η γε περικαλλῆ πρὸς τὴν ̔Ρώμην, ὡς ε κ τινος χρησμοῦ θύσων αὐτὴν τῇ ̓Αρτέμιδι. ὁ δὲ χρησμὸς τὸν ἐκείνην θύσαντα ε λεγε τὴν πατρίδα ἐπαυξήσειν. τοῦτο δέ τις τῶν ̔Ρωμαίων μαθὼν προσῆλθεν αὐτῷ καὶ πρότερον ει πε δεῖν ἐν τῷ ποταμῷ ἁγνισθῆναι, καὶ εἰπὼν ε πεισε, καὶ πείσας ε λαβε τὴν βοῦν ὡς φυλάξων, καὶ λαβὼν ε θυσεν. ἐκφήναντος δὲ τοῦ Σαβίνου τὸ λόγιον οἱ Λατῖνοι καὶ τῆς τοῦ ἱεροῦ προστασίας τοῖς ̔Ρωμαίοις ἐξέστησαν καὶ ἐς τα λλα ὡς κρείττονας σφῶν ἐτίμων αὐτούς. Καὶ ταῦτα μὲν ου τως· ὁ Τούλλιος δὲ τοῖς Ταρ.111 κυνίοις τὰς θυγατέρας συνῴκισε, καὶ τὴν βασιλείαν αὐτοῖς ἀποδώσειν ἐπαγγειλάμενος α λλοτε α λλο τι προφασιζόμενος ἀνεβάλλετο. οἱ δὲ οὐδὲν ὑγιὲς ἐφρόνουν, ἀλλὰ η χθοντο. ὁ δ' ἐν οὐδενὶ λόγῳ τούτους πεποίητο, καὶ τοὺς ̔Ρωμαίους πρὸς τὸ δημοκρατικὸν ἐνῆγε καὶ τὸ ἐλεύθερον. ε τι δὲ μᾶλλον ἐπὶ τούτοις η σχαλλον οἱ Ταρκύνιοι. ἀλλ' ὁ μὲν νεώτερος, κα ν ἐχαλέπαινεν, ε φερεν, τῷ δὲ τῷ χρόνῳ προήκοντι οὐκέτι τοῦ Τουλλίου ἐδόκει ἀνέχεσθαι. ἐπεὶ δὲ μὴ συνευδοκοῦσαν ευ ρισκε τὴν γυναῖκα καὶ τὸν ὁμαίμονα, αὐτὸς μὲν τὴν γυναῖκα, τὸν δ' ἀδελφὸν διὰ τῆς γυναικὸς ἐκείνου φαρμάκοις διέφθειρε, καὶ συναφθεὶς τῇ συνεύνῳ τοῦ ἀδελφοῦ τῷ Τουλλίῳ σὺν αὐτῇ ἐπεβούλευε. καὶ πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν εὐπατριδῶν αἰτίας ε χοντας κατὰ τοῦ Τουλλίου πείσας συνάρασθαί οἱ, ἐξαπιναίως μετ' αὐτῶν εἰς τὸ συνέδριον παραγέγονεν, ἑπομένης 238

αὐτῷ καὶ τῆς γυναικὸς Τουλλίας· καὶ πολλὰ μὲν ει πε τῆς τοῦ πατρὸς ἀξίας τοὺς παρόντας ἀναμιμνήσκων, πολλὰ δ' ἀπέσκωψε πρὸς τὸν Τούλλιον. ἐπεὶ δ' ἐκεῖνος ταῦτα μαθὼν ἐπέστη σπουδῇ, καί τι δὴ καὶ ἐφθέγξατο, συνήρπασεν αὐτὸν καὶ ἐξάρας ω σε κατὰ τῶν πρὸ τοῦ βουλευτηρίου ἀναβαθμῶν. καὶ ὁ μέν, ταραχθεὶς πρὸς τὴν τοῦ Ταρκυνίου τόλμαν καὶ ο τι οὐδέ τις αὐτῷ ἐπεκούρησεν, ου τ' ει πεν ε τι οὐδὲν ου τ' ἐποίησε· Ταρκύνιος δὲ τήν τε βασιλείαν εὐθὺς παρὰ τῆς βουλῆς ε λαβε καὶ πέμψας τινὰς τὸν Τούλλιον κομιζόμενον οι καδε διεχρήσατο. ἡ δὲ θυγάτηρ ἐκείνου ἐν τῷ βουλευτηρίῳ τὸν α νδρα καταφιλήσασα καὶ βασιλέα προσαγορεύσασα καὶ ἀπιοῦσα πρὸς τὰ βασίλεια τὸ ο χημα κατὰ τοῦ νεκροῦ τοῦ πατρὸς ὡς ει χεν ἐπήλασεν. 2.112 Ου τω μὲν ου ν ὁ Τούλλιος η ρξε καὶ ου τως ἀπέθανε βασιλεύσας τέσσαρας ἐνιαυτοὺς ἐπὶ τεσσαράκοντα, ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν παρειληφὼς δορυφόρους κατὰ ̔Ρωμύλον ἑαυτῷ περιέστησεν, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ ἀγοράζων ἐκέχρητο. ἐξ ω ν γὰρ αὐτὸς εἰς τὸν κηδεστὴν καὶ ἡ γυνὴ πρὸς τὸν πατέρα ἐποίησαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους τῶν βουλευτῶν καὶ τῶν α λλων συλλαμβάνων ἐκτίννυεν, οι ς μὲν αἰτίαν ει χεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, ου ς δὲ λάθρᾳ· ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλλίῳ προσκειμένους μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσαπώλλυε, καὶ ου τω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνάλωσε. μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐ δὲ ἀντικαθίστη τὸ παράπαν ἀντὶ τῶν ἀπολλυμένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν καταλῦσαι παντελῶς ἐπιχειρήσας ου τε ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα ου τε τοῖς ου σιν ἐπεκοίνου τι λόγου α ξιον. συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ω στε τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ' ι να δήλη αὐτῶν ἡ βραχύτης γίνοιτο α πασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖστα καθ' ἑαυτὸν η καὶ μετὰ τῶν υἱέων ε πραττε. δυσπρόσιτός τε καὶ δυσπροσήγορος η ν, καὶ τῇ ὑπεροψίᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς α παντας, καὶ τυραννικώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο α πασι. διὰ ταῦτα δὲ καὶ τοὺς δορυφόρους ὑπόπτους ε χων, ἐκ τῶν Λατίνων προσηταιρίσατο δορυφορικόν, καὶ ἐς τὰς τῶν ̔Ρωμαίων τάξεις 2.113 Λατίνους ἐνέμιξεν, ι να οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς ̔Ρωμαίοις τυχόντες ευ νοιαν αὐτῷ ἐντεῦθεν ὀφείλωσι, καὶ οἱ ̔Ρωμαῖοι η ττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ σφᾶς ο ντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες. Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγωνίσατο, δόλῳ δὲ αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ· ι να δ' εὐπρόσωπος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παράσπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν υἱὸν ἐμαστίγωσέ τε καὶ ἀντημύνατο. ει τα κατὰ συνθήκας πρὸς Γαουίνους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρειληφώς. οἱ δέ, πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ ο τι καὶ τότε πολλὰ καὶ ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολεμῶσθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις κατὰ τῆς ̔Ρωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ ο τι χρήματα ἰδίᾳ τέ τισι παρεῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ' αὐτῶν στρατηγὸς καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ πρὸς τὸ μέλλον γνώμην ῃ τησεν ἐξ αὐτοῦ. ὁ δὲ ει πε μὲν τῷ πεμφθέντι οὐδέν, ι να μὴ ι σως γνωσθεὶς ἑκών τι η α κων ἐξείποι, εἰς δὲ κῆπον εἰσαγαγὼν αὐτόν, ἐν ῳ μήκωνες η σαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστόρεσε, καὶ ου τω τὸν ἀγγελιαφόρον ἀπέπεμψε. καὶ ὁ μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως ε χων τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑποθέσεως, καὶ τοὺς ἀξιολογωτέρους τῶν Γαουίνων τοὺς 2.114 μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά τινων δῆθεν 239

λῃστῶν, α λλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέκτεινε, συκοφαντίας κατ' αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος. Ομοιον δέ τι τούτῳ καὶ ὁ ̔Ηρόδοτος ἱστορεῖ. Περίανδρον γὰρ τὸν Κυψέλου τύραννον Κορίνθου γενόμενόν φησι πρὸς Θρασύβουλον τὸν Μιλήτου τύραννον διαπέμψασθαι πυνθανόμενον ο πως αὐτῷ τὰ τῆς ἀρχῆς ἀσφαλῶς ε ξει. τὸν δὲ Θρασύβουλον τῷ ἀπαγγείλαντι ταῦτα μηδὲν ἀποκρίνασθαι, ἀπαγαγόντα δ' εἰς λήιον τῶν ἀσταχύων τοὺς ὑπερέχοντας ἐκτέμνειν τε καὶ ῥιπτεῖν, καὶ ου τως ἀποπέμψαι τὸν ἐσταλμένον. τὸν δὲ ἐπανελθόντα καὶ τὴν Θρασυβούλου συμβουλὴν ἐρωτώμενον εἰπεῖν εἰς παραπλῆγα πεμφθῆναι, καὶ διηγεῖσθαι ο σα ἐκεῖνος ἐποίησε, μή τι πρὸς ο ἠρωτήθη φθεγξάμενος· τὸν δὲ Περίανδρον συνεικέναι τὸν τοῦ Θρασυβούλου λογισμόν, καὶ τοὺς ὑπερέχοντας τῶν Κορινθίων α παντας ἀπολέσαι. Καὶ ὁ Σέξτος ου ν ου τω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα. καὶ μετὰ τοῦτο τῶν μὲν διαφθαρέντων η δη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων ̔Ρωμαίων καὶ τῶν αὐτομόλων, ου ς πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ πατρὶ παραδέδωκε. καὶ ο ς ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς δὲ πρὸς α λλα ἐπολέμησεν ε θνη. Τοὺς δὲ τῆς Σιβύλλης χρησμοὺς ̔Ρωμαίοις καὶ α κων προσεποιήσατο. γυνὴ γάρ τις θεόμαντις, η ν 2.115 Σίβυλλαν ὠνόμαζον, ἐς τὴν ̔Ρώμην ἐλήλυθε βιβλία τρία η ἐννέα φέρουσα, καὶ ταῦτα πρίασθαι τῷ Ταρκυνίῳ ἐδίδου καὶ τὴν τιμὴν τῶν βιβλίων ὡρίσατο. ἐκείνου δὲ μὴ προσεσχηκότος αὐτῇ, τὸ ε ν η τὰ τρία τῶν βιβλίων κατέκαυσεν. ὡς δ' αυ θις ὠλιγώρει αὐτῆς ὁ Ταρκύνιος, κἀκ τῶν λοιπῶν ὁμοίως διέφθειρε. μελλούσης δὲ καὶ τὰ ε τι λοιπὰ καταφλέξειν, ἠνάγκασαν αὐτὸν οἱ οἰωνισταὶ τὰ γοῦν σωζόμενα πρίασθαι. καὶ ὠνήσατο ταῦτα ο σου τὰ πάντα κτήσασθαι ε μελλε, καὶ δύο βουλευταῖς ἀνδράσι φυλάσσειν παρέδωκεν. ὡς δ' οὐ πάνυ τῶν γεγραμμένων συνίεσαν, εἰς τὴν ̔Ελλάδα στείλαντες δύο α νδρας ἐκεῖθεν μισθοῦ η γαγον τοὺς ἀναγνωσομένους ταῦτα καὶ ἑρμηνεύσοντας. οἱ δὲ περίοικοι μαθεῖν ἐθελήσαντες ο ,τι ποτὲ τὸ διὰ τῶν βιβλίων ει η δηλούμενον, τὸν ε τερον τῶν φυλασσόντων αὐτὰ Μάρκον ̓Ακίλλιον χρήμασιν ἀναπείσαντες μετεγράψαντό τινα. γνωσθέντος δὲ τοῦ ε ργου ὁ Μάρκος βύρσαις δύο συρραφείσαις ἐμβληθεὶς κατεποντώθη, ο ἐξ ἐκείνου μετέπειτα κατὰ τῶν πατροκτόνων ἐπεκράτησε γίνεσθαι, ι να μήτε ἡ γῆ μήτε τὸ υ δωρ μήτε ὁ η λιος μιανθῇ αὐτοῦ θνήσκοντος. Τὸν δὲ νεὼν τὸν ἐν τῷ Ταρπηίῳ ο ρει κατὰ τὴν τοῦ πατρὸς εὐχὴν ᾠκοδόμει. τῆς δὲ γῆς εἰς τὴν τῶν θεμελίων καταβολὴν ἀναρρηγνυμένης, ἀνδρὸς νεοθνῆτος κεφαλὴ ἀνεφάνη ε ναιμος ε τι. ε πεμψαν ου ν ̔Ρωμαῖοι πρὸς α νδρα Τυρσηνὸν τερατοσκόπον ἐρωτῶντες τὸ διὰ τοῦ φανέντος δηλούμενον. ὁ δὲ τὸ σημεῖον εἰς τὴν Τυρσηνίδα μεταθεῖναι μηχανησάμενος, διάγραμμα ἐπὶ τῆς γῆς ἐποιήσατο, καὶ εἰς αὐτὸ τήν τε τῆς ̔Ρώμης θέσιν ἐντείνας καὶ τὸ Ταρπήιον 2.116 ο ρος, ε μελλε τοὺς πρέσβεις ἀνερέσθαι "ἡ ̔Ρώμη αυ τη ἐστί; τὸ ο ρος τοῦτό ἐστιν; ἡ κεφαλὴ ἐνταῦθα εὑρέθη;" ι ν' ἐκείνων μηδὲν ὑποτοπησάντων καὶ συμφησάντων ἡ δύναμις τοῦ σημείου εἰς τὸ χωρίον ἐν ῳ διεγέγραπτο μετασταίη. καὶ ὁ μὲν ταῦτα ἐτεχνάσατο, οἱ δὲ πρέσβεις παρὰ τοῦ υἱέος ἐκείνου μαθόντες τὸ τέχνασμα, ἐρωτώμενοι "οὐκ ἐνταῦθα" ει πον "οἰκεῖται ἡ ̔Ρώμη, ἀλλ' ἐν τῷ Λατίῳ, καὶ τὸ ο ρος ἐν τῇ ̔Ρωμαίων ἐστί, καὶ ἡ κεφαλὴ ἐν τῷ ο ρει ἐκείνῳ εὑρέθη." ου τω δὲ τῷ τερατοσκόπῳ διακρουσθέντος τοῦ μηχανήματος πᾶσαν ἐκεῖνοι τὴν ἀλήθειαν ε μαθον καὶ τοῖς πολίταις ἀνήγγειλαν ο τι κράτιστοι ε σονται καὶ πλείστων α ρξουσιν. ἐλπὶς ου ν κἀκ τούτου αὐτοῖς προσεγένετο. κἀντεῦθεν τὸ ο ρος μετωνομάσθη παρ' αὐτῶν Καπιτώλιον· καπίτα γὰρ τῇ ̔Ρωμαίων διαλέκτῳ ἡ κεφαλὴ ὀνομάζεται. Δεηθεὶς δὲ χρημάτων εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὁ Ταρκύνιος ̓Αρδεάταις ἐπήνεγκε πόλεμον· ο θεν ου τε χρήματα προσεκτήσατο καὶ τῆς βασιλείας ἐξέπεσε. γεγόνασι δ' αὐτῷ καὶ σημεῖά τινα δηλωτικὰ τῆς ἐκπτώσεως. ε κ τε γὰρ τοῦ 240

κήπου αὐτοῦ γῦπες νεοσσοὺς ἐξήλασαν ἀετῶν, καὶ ἐξ ἀνδρῶνος, ἐν ῳ συνειστιᾶτο φίλοις, ο φις μέγας ἐπιφανεὶς αὐτόν τε καὶ τοὺς συσσίτους ἐξέβαλε. διά τοι ταῦτα ἐς Δελφοὺς Τίτον τε καὶ ̓Αρροῦντα τοὺς υἱοὺς ε πεμψε. τοῦ δὲ ̓Απόλλωνος χρήσαντος τότε τῆς ἀρχῆς ἐκπεσεῖσθαι αὐτὸν ο τε κύων φωνῇ ἀνθρωπίνῃ χρήσαιτο, ἀγαθαῖς ἐλπίσιν ᾐώρητο, μὴ οἰηθείς ποτε γενέσθαι τὸ μάντευμα. Ην δὲ Λούκιος ̓Ιούνιος ἀδελφῆς τοῦ Ταρκυνίου 2.117 υἱός, ου τὸν πατέρα καὶ τὸν ἀδελφὸν ὁ Ταρκύνιος ε κτεινεν. ου τος ου ν καὶ περὶ ἑαυτῷ δεδοικὼς μωρίαν προσεποιήσατο, ταύτην ἑαυτοῦ προστησάμενος σώτειραν· διὸ καὶ Βροῦτος ἐπεκλήθη· τοὺς γὰρ εὐήθεις ου τω τοῖς Λατίνοις ε θος καλεῖν. πλαττόμενος ου ν τὸν μωραίνοντα, τοῖς τοῦ Ταρκυνίου παισὶν εἰς Δελφοὺς ἀπιοῦσι συμπαρελήφθη ὡς α θυρμα. ὁ δὲ καὶ ἀνάθημα φέρειν ε λεγε τῷ θεῷ· τὸ δ' η ν βάκτρον τι μηδὲν ἐκ τοῦ φαινομένου ε χον χρηστόν, ο θεν καὶ ἐπὶ τούτῳ ὠφλίσκανε γέλωτα. τὸ δ' η ν οι ον εἰκών τις τῆς κατ' αὐτὸν προσποιήσεως· κοιλάνας γὰρ αὐτὸ λάθρᾳ χρυσίον ἐνέχεεν, ἐνδεικνύμενος δι' αὐτοῦ ὡς καὶ τὸ φρόνημα αὐτῷ τῷ τῆς μωρίας ἀτίμῳ σῷον καὶ ε ντιμον κατακρύπτεται. ἐρομένων δὲ τῶν Ταρκυνίου υἱῶν τίς τὴν βασιλείαν τοῦ πατρὸς διαδέξεται, ε χρησεν ὁ θεὸς τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος ε ξειν. καὶ συνεὶς ὁ Βροῦτος ὡς τυχαίως καταπεσὼν τὴν γῆν κατεφίλησεν, αὐτὴν μητέρα πάντων ὑπάρχειν κρίνας ὀρθῶς. Ου τος ὁ Βροῦτος τοὺς Ταρκυνίους κατέλυσεν, αἰτίαν τὸ περὶ τὴν Λουκρητίαν συμβεβηκὸς προστησάμενος, καὶ α λλως μισουμένους παρὰ πάντων διὰ τὸ τυραννικόν τε καὶ βίαιον. ἡ δὲ Λουκρητία θυγάτηρ μὲν η ν Λουκρητίου Σπουρίου, ἀνδρὸς τῶν τῆς συγκλήτου ἑνός, γαμετὴ δὲ Κολλατίνου Ταρκυνίου τῶν ἐπιφανῶν, ἐπί τε κάλλει καὶ σωφροσύνῃ τυγχάνουσα περιβόητος. ταύτην Σέξτος ὁ τοῦ Ταρκυνίου υἱὸς αἰσχῦναι σπούδασμα ε θετο, οὐχ ου τω τοῦ κάλλους αὐτῆς ἐρασθεὶς ο σον τῇ ἐπὶ τῷ σώφρονι δόξῃ ἐπιβουλεύων αὐτῆς. τηρήσας ου ν τὸν Κολλατῖνον 2.118 τῆς οἰκίας ἀποδημοῦντα, νυκτὸς ἐλθὼν πρὸς αὐτὴν ὡς πρὸς γαμετὴν συγγενοῦς κατέλυσε παρ' αὐτῇ. καὶ πρῶτον μὲν λόγοις ἐπείρα συγγενέσθαι αὐτῇ, ει τα καὶ βίαν προσῆγεν· ὡς δ' οὐδὲν ἐπέραινεν, ἀποσφάξειν ἠπείλησεν· ὡς δὲ καὶ τοῦ θανάτου κατωλιγώρει, δοῦλον παρακατακλινεῖν αὐτῇ ἐπηπείλησε καὶ α μφω κτανεῖν καὶ λόγον διαδώσειν ὡς εὑρὼν αὐτοὺς συγκαθεύδοντας ε κτεινε. τοῦτο τὴν Λουκρητίαν ἐτάραξε, καὶ φοβηθεῖσα μὴ πιστευθείη ταῦθ' ου τω γενέσθαι, ἐνέδωκε. καὶ μοιχευθεῖσα ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον ε θετο, καὶ μεταπεμψαμένη τόν τε α νδρα καὶ τὸν πατέρα, συνεπομένων αὐτοῖς τοῦ τε Βρούτου καὶ Ποπλίου Οὐαλερίου, κατεδάκρυσε καὶ στενάξασα τὸ δρᾶμα πᾶν διηγήσατο· ει τα ἐπήγαγε "καὶ ἐγὼ μὲν τὰ πρέποντα ἐμαυτῇ ποιήσω, ὑμεῖς δὲ ει περ α νδρες ἐστέ, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οι ων ὑμῶν ο ντων οι αν γυναῖκα υ βρισαν." τοιαῦτα εἰποῦσα εὐθὺς τὸ ξιφίδιον ὑφελκύσασα κατέκτεινεν ἑαυτήν. ̓Ακούσαντες δ' ἐκεῖνοι ταῦτα καὶ θεασάμενοι ὑπερήλγησαν. καὶ τῷ Ποπλίῳ συμβούλῳ καὶ προθύμῳ πρὸς του ργον ὁ Βροῦτος χρησάμενος τήν τε γυναῖκα πολλοῖς τῶν τοῦ δήμου κειμένην ὑπέδειξε, καὶ πρὸς τοὺς λοιποὺς δημηγορήσας τὸ πρὸς τοὺς τυράννους μῖσος ἐκφῆναι πεποίηκε· καὶ μηκέτι δέξασθαι συνέθεντο τὸν Ταρκύνιον. ταῦτα δὲ πράξας, καὶ τὴν πόλιν ἐπιτρέψας τοῖς α λλοις, αὐτὸς πρὸς τὸ στρατόπεδον ἐξιππάσατο, καὶ τὰ αὐτὰ τῷ δήμῳ συνέπεισε καὶ τοὺς στρατιώτας ψηφίσασθαι. ὁ δέ γε Ταρκύνιος τὰ συμβεβηκότα μαθὼν καὶ πρὸς τὴν πόλιν ἐπειχθεὶς ἀπεώσθη, καὶ πρὸς τοὺς Ταρκυνη.119 σίους μετὰ τῶν παίδων καὶ τῶν α λλων ὁμοφρόνων κατέφυγε, μόνης τῆς Τουλλίας, ὡς λόγος, ἑαυτὴν ἀνελούσης. ̔Ο μὲν ου ν Ταρκύνιος πέντε καὶ ει κοσι τυραννήσας ἐνιαυτοὺς ου τως ἐξέπεσε τῆς ἀρχῆς, οἱ ̔Ρωμαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν καὶ αὐτὸν ει λοντο α ρχοντα. ι να δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκρητίας ἐκείνης α νδρα τὸν Κολλατῖνον Ταρκύνιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους 241

πιστευόμενον ε χειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς ̔Ρώμην η κον περὶ καθόδου διαλεγόμενοι· ὡς δ' οὐδὲν η νυον, ε τεροι αυ θις ἐπέστησαν, ἀφίστασθαι τῆς βασιλείας καὶ παύειν τὸν πόλεμον λέγοντες τὸν Ταρκύνιον, εἰ τὰ χρήματα δοθεῖεν αὐτῷ καὶ τοῖς φίλοις καὶ τοῖς οἰκείοις, ἀφ' ω ν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ αὐτοῦ Κολλατίνου τοῦ τῷ Βρούτῳ συνάρχοντος, εἰς ἀγορὰν ὁ Βροῦτος ἐκ τοῦ βουλευτηρίου ἐξέδραμε, προδότην τὸν Κολλατῖνον ἀποκαλῶν, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον. Οἱ πρέσβεις δὲ ἐπὶ τῇ τῶν χρημάτων προφάσει τῇ ̔Ρώμῃ ἐνδιατρίβοντες ι σχυσαν διαφθεῖραι τῶν ἐπισήμων τινάς, μεθ' ω ν καὶ δύο τοῦ Βρούτου παῖδας ε πεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι. ὡς ου ν συνέπεισαν τὰ μειράκια, ε δοξε καὶ ο ρκον προβῆναι, καὶ ἐπὶ τούτοις εἰς οἰκίαν συνῆλθον. η ν δὲ ὁ οι κος ὑπέρημος καὶ σκοτώδης. ε λαθεν ου ν ε νδον ω ν οὐκ ἐκ προνοίας, ἀλλὰ τυχαίως οἰκέτης ο νομα Οὐινδίκιος, καὶ κατακρυφθεὶς ἐκεῖ θεατής τε τῶν δρωμένων η ν 2.120 καὶ τῶν βεβουλευμένων ἐπήκοος· α περ η σαν τοὺς ὑπάτους ἀνελεῖν καὶ τὴν πόλιν προδοῦναι· καὶ ταῦτα τῷ Ταρκυνίῳ διὰ τῶν πρέσβεων ἐπεστάλκασιν. ἀπελθόντων δὲ τοῦ οἰκήματος τῶν συνωμοτῶν, ἐξελθὼν ὁ οἰκέτης α παντα κατεμήνυσε. καὶ οι τε τὴν προδοσίαν μελετήσαντες συνελήφθησαν, καὶ τὰ γράμματα ἐκομίσθησαν· καὶ εἰς τὴν ἀγορὰν προαχθέντων αὐτῶν καὶ τὸν Οὐίνδικα παρεστήσαντο. τά τε γράμματα ἀνεγνώσθησαν· καὶ οἱ μὲν α λλοι ἐν κατηφείᾳ η σαν καὶ σιωπῇ, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱέων ἑκάτερον προσειπών "οὐκ ἀπολογεῖσθε" ε φη "πρὸς τὴν κατηγορίαν;" τῶν δὲ σιωπώντων στραφεὶς πρὸς τοὺς ὑπηρέτας "ὑμέτερον" ει πεν "η δη λοιπὸν τὸ ε ργον." οἱ δὲ συλλαβόντες τοὺς νεανίσκους ῥάβδοις κατέξαινον. καὶ τῶν α λλων ἐπικλωμένων τοῖς πάσχουσιν ὁ πατὴρ ου τ' ἀλλαχόσε τὰς ο ψεις ἀπήγαγεν ου τε μὴν οι κτου τι ἐνεδείξατο μέχρι πελέκει τὰς κεφαλὰς τῶν παίδων ἀπέκοψαν. τοῦτο δὲ ου τ' ἐπαινεῖν ου τε ψέγειν ἐστὶ ῥᾴδιον· η γὰρ ἀρετῆς υ ψος εἰς ἀπάθειαν ἐξέστησεν αὐτοῦ τὴν ψυχὴν η πάθους μέγεθος εἰς ἀναλγησίαν· οὐδέτερον δὲ μικρὸν οὐδ' ἀνθρώπινον, ἀλλ' η θεῖον η θηριῶδες. Ου τω δὲ τούτων θανόντων καὶ περὶ τῶν α λλων συνωμοτῶν ψῆφον ἐνεγκεῖν ὁ Βροῦτος ἀπῄτητο. ὁ δέ "τοῖς μὲν υἱέσιν" ει πεν "αὐτὸς ἀποχρῶν εἰμι δικαστής, περὶ δὲ τῶν α λλων τοῖς πολίταις ἐλευθέροις ου σι τῆς ψήφου παραχωρῶ." ψήφου τοίνυν δοθείσης πάντες ἐπελεκίσθησαν. η σαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι' ου ς καὶ ὠργίζετο. ο θεν ὁ Βροῦτος ου τω κατ' αὐτοῦ τὸν δῆμον παρώξυνεν ὡς μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν δ' ἀρχὴν ἠνάγκασαν 2.121 αὐτὸν ἀπειπεῖν. ει λοντο δὲ ἀντ' ἐκείνου συνάρχοντα Πόπλιον Οὐαλέριον, ο ς Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ' ἡ κλῆσις ἐξελληνιζομένη δημοκηδῆ η δημοτικώτατον. Ταρκύνιος δὲ ἀπογνοὺς τὴν ἐκ προδοσίας τῆς βασιλείας ἀνάληψιν, προσῄει τοῖς Τυρσηνοῖς. οἱ δὲ δυνάμει βαρείᾳ κατῆγον αὐτόν. ἀντεξῆγον δὲ καὶ τοὺς ̔Ρωμαίους οἱ υ πατοι. ἀρχομένης δὲ τῆς μάχης Αρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ ̔Ρωμαίων υ πατος ἀλλήλοις περιπεσόντες ἐμάχοντο, καὶ ἀφειδήσαντες ὑπὸ θυμοῦ ἑαυτῶν συναπέθανον. μεγάλης δὲ τῆς μάχης γενομένης καὶ πολλῶν ἑκατέρωθεν πεσόντων α κριτος η ν ἡ νίκη. νυκτὸς δ' ἐπελθούσης λέγεται σεισθῆναι τὸ α λσος παρ' ῳ ἐστρατοπεδεύοντο, καὶ φωνὴν ἐκπεσεῖν ἐκεῖθεν μεγάλην φράζουσαν ἑνὶ πλείους τεθνάναι Τυρρηνῶν η ̔Ρωμαίων. α μα δὲ τῇ φωνῇ ̔Ρωμαῖοι μὲν μέγα καὶ θαρσαλέον ἠλάλαξαν, πτοία δ' ἐνέπεσε Τυρρηνοῖς· καὶ θορυβηθέντες τοῦ στρατοπέδου ἐξέπεσον· ει λον δ' οἱ ̔Ρωμαῖοι τοῦτο καὶ διηρπάκασιν. ἀριθμηθέντες δὲ οἱ νεκροὶ τῶν ἐν τῇ μάχῃ θανόντων εὑρέθησαν οἱ μὲν τῶν Τυρρηνῶν ἐπὶ μυρίοις χίλιοι τριακόσιοι, οἱ δὲ ̔Ρωμαῖοι παρ' ε να τοσοῦτοι. ἐθριάμβευσε δὲ Οὐαλέριος Ποπλικόλας πρῶτος ὑπατεύων. ̔Ο δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην, ἐν ῃ καὶ τὸν υἱὸν ἀπέβαλε μαχεσάμενον Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευε 242

Κλάραν Πορσίναν, α νδρα μεγίστην ε χοντα δύναμιν τῶν ̓Ιταλικῶν βασιλέων· καὶ ο ς αὐτῷ βοηθήσειν ὑπέσχετο. καὶ πρῶτον μὲν ε πεμψεν εἰς ̔Ρώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον, ὡς δὲ οὐχ ὑπήκουσαν, ἀφίκετο μετὰ βαρείας δυνάμεως. Ποπλικόλας δὲ Οὐαλέριος εἰς ἀρ.122 χὴν τὸ δεύτερον αἱρεθεὶς καὶ μάχην συνάψας καὶ τραυματισθεὶς φοράδην τῆς μάχης ἐξεκομίσθη. ἐπικειμένου δὲ τοῦ Πορσίνα τῇ πόλει λιμὸς η πτετο τῶν ̔Ρωμαίων. ε κ τινος δὲ συμβεβηκότος η μᾶλλον ἐκ προνοίας γενομένου ὁ Πορσίνας τὸν πρὸς ̔Ρωμαίους κατέλυσε πόλεμον. ἀνὴρ γάρ τις Μούκιος Κόρδος, εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς α ριστος, Σκαιόλας τὴν ἐπίκλησιν, ο δηλοῖ τὸν μονόχειρα η μὴ ἀρτιόχειρα, τὸν Πορσίναν ἀνελεῖν βουλευσάμενος παρῆλθεν εἰς τὸ ἐκείνου στρατόπεδον, Τυρσηνίδα φορῶν ἐσθῆτα καὶ ὁμοίᾳ κεχρημένος φωνῇ. καὶ σαφῶς μὲν τὸν Πορσίναν οὐκ εἰδώς, ἐρέσθαι δὲ δεδιώς, τὸν γραμματέα αὐτοῦ συγκαθήμενον αὐτῷ καὶ ὁμοίως ε χοντα τῆς στολῆς σπασάμενος τὸ ξίφος ἀπέκτεινε, καὶ συλληφθεὶς ἀνεκρίνετο· ἐσχαρίδος δέ τινος τῷ Πορσίνᾳ μέλλοντι θύειν τότε κεκοσμημένης, ὑπερσχὼν τὴν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἀτρέπτῳ προσώπῳ, ο θεν αὐτῷ τῆς χειρὸς φθαρείσης ἐγένετο ἡ ἐπίκλησις, μέχρι θαυμάσας ἐκεῖνος ἀφῆκεν αὐτόν. ὁ δὲ Σκαιόλας ε τερον τρόπον ἐσοφίσατο τὸν ἐχθρόν, καὶ ει πε "τὸν φόβον σου, Πορσίνα, νενικηκὼς η ττημαί σου τῆς ἀρετῆς, καὶ χάριτι μηνύω α πρὸς ἀνάγκην οὐκ α ν ἐξηγόρευσα. τριακόσιοι ̔Ρωμαίων τὴν αὐτὴν ἐμοὶ γνώμην ε χοντες ἐν τῷ στρατοπέδῳ σου διατρίβουσιν, ω ν ἐγὼ προεπιχειρήσας κλήρῳ λαχὼν οὐκ α χθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καὶ φίλου μᾶλλον η πολεμίου ̔Ρωμαίοις ει ναι προσήκοντος." ἐντεῦθεν ὁ Πορσίνας πρὸς τὰς συμβάσεις ἐγένετο προθυμότερος. ̔Ο δὲ Ποπλικόλας τὸ τρίτον ὑπατεύων τότε προυκαλεῖτο συνεχῶς τὸν Ταρκύνιον ἐπὶ δίκῃ, ὡς ἐξε.123 λέγξων κάκιστον καὶ ἐκπεπτωκότα τῆς ἀρχῆς ἐνδικώτατα, τοῦ Πορσίνου δικάζοντος. ἀποκριναμένου δὲ Ταρκυνίου μὴ αἱρεῖσθαι Πορσίναν διαιτητήν, εἰ σύμμαχος ω ν μεταβάλλεται, καταγνοὺς ὁ Πορσίνας τὸν πόλεμον κατελύσατο. καὶ μετὰ ταῦτα δὲ πολλάκις μὲν ἐπεχείρησαν οἱ Ταρκύνιοι τὴν βασιλείαν ἀναλαβεῖν, τοῖς ὁμοροῦσι ̔Ρωμαίοις ε θνεσι συμμαχούμενοι, πάντες δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ο ς καὶ Σούπερβος ἐκαλεῖτο· ει ποι α ν τις Ελλην ἀνήρ, ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς Κύμην τὴν ἐν Ο ̓ πικίᾳ γενόμενος ἐτελεύτησεν. Ου τω μὲν ου ν τοῖς Ταρκυνίοις τὰ πράγματα ἐπεράνθησαν· ἐκείνων δ' ἐξωσθέντων τῆς βασιλείας υ πατοι, ὡς ει ρηται, παρὰ τῶν ̔Ρωμαίων ᾑρέθησαν. ω ν ει ς η ν καὶ Πόπλιος Οὐαλέριος, ο ς τετράκις ὑπάτευσεν, ὁ καὶ Ποπλικόλας ἐπικληθείς. ου τος ου ν μόνος α ρχων καὶ μὴ συνάρχοντα εἰληφὼς ̔Ρωμαίοις προσέκρουσε, λέγουσι μὴ τῆς τοῦ Βρούτου κληρονόμον ὑπατείας ει ναι, τῆς δὲ τοῦ Ταρκυνίου τυραννίδος διάδοχον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι προϊόντα ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ γὰρ πολυτελεστέραν ει χεν οἰκίαν ἐπικειμένην τῇ ἀγορᾷ. ταῦτα ὁ Ποπλικόλας μαθών, τεχνίτας πλείστους συναγαγὼν νυκτὸς κατέβαλε τὴν οἰκίαν καὶ ταύτην κατέσκαψεν, ω στε μεθ' ἡμέραν τοὺς ̔Ρωμαίους βλέποντας τὸ γενόμενον τὴν μὲν τοῦ ἀνδρὸς μεγαλοφροσύνην θαυμάζειν, α χθεσθαι δ' ὑπὲρ τῆς οἰκίας διὰ τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ τοὺς πελέκεις δὲ τῶν ῥάβδων ἀπέλυσεν, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ἀφῆκε τῷ δήμῳ. καὶ τὴν τῶν 2.124 χρημάτων διοίκησιν α λλοις ἀπένειμεν, ι να μὴ τούτων ἐγκρατεῖς ο ντες οἱ ὑπατεύοντες μέγα δύνωνται. ο τε πρῶτον οἱ ταμίαι η ρξαντο γίνεσθαι· κοιαίστωρας δ' ἐκάλουν αὐτούς. οι πρῶτον μὲν τὰς θανασίμους δίκας ἐδίκαζον, ο θεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας ἐκ τῶν ἀνακρίσεων ζήτησιν· υ στερον δὲ καὶ τὴν τῶν κοινῶν χρημάτων διοίκησιν ε λαχον, καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ' ἑτέροις μὲν ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων η σαν διοικηταί. ἀπέδειξε δὲ 243

ἑαυτῷ συνάρχοντα τὸν τῆς Λουκρητίας πατέρα Λουκρήτιον. ταχὺ δὲ τούτου θανόντος ᾑρέθη Μάρκος ̔Οράτιος συνάρχειν αὐτῷ τὸν ὑπόλοιπον καιρὸν τοῦ ἐνιαυτοῦ. αἱρεθεὶς δὲ καὶ αυ θις υ πατος ὁ Ποπλικόλας ε σχε συνυπατεύοντα Τίτον Λουκρήτιον. Μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν υ πατος ἀνεδείχθη Μάρκος Οὐαλέριος ἀδελφὸς Ποπλικόλα καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν πολέμων γνώμῃ καὶ παρουσίᾳ τοῦ Ποπλικόλα, δυσὶ μάχαις ὁ Μάρκος ἐνίκησεν, ω ν ἐν τῇ δευτέρᾳ μηδένα ̔Ρωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε. Τῷ δ' ἑξῆς ε τει πάλιν ὑπάτευε Ποπλικόλας. καὶ προσεδοκᾶτο Σαβίνων τε καὶ Λατίνων ὁμονοησάντων κατὰ τῆς ̔Ρώμης προσέλασις. η ν δ' ἐν Σαβίνοις ἀνὴρ Αππιος Κλαύδιος ε ν τε χρήμασι καὶ ῥώμῃ σώματος πρωτεύων, ἐν ἀρετῆς δὲ μάλιστα δόξῃ ἐπιφανὴς καὶ λόγου δεινότητι· ο ς διὰ ταῦτα φθονούμενος ἐπεβουλεύετο παρὰ τῶν ὁμογενῶν ο τι συνεβούλευε καταπαύειν τὸν πόλεμον. διὸ αὐτός τε τῇ ̔Ρώμῃ προσεληλύθει καὶ πολλοὺς τῶν φίλων τε καὶ οἰκείων 2.125 συνέπεσθαί οἱ συνέπεισεν. ου ς ὁ Ποπλικόλας φιλοφρόνως ἐδέξατο, τῇ βουλῇ τὸν Κλαύδιον προσγραψάμενος. ο θεν καὶ ἐμφρόνως πολιτευόμενος ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ γένος μέγα τὸ Κλαυδίων κατέλιπεν ἐπὶ πλεῖστον ἀνθῆσαν καὶ προεληλυθὸς εἰς δόξης ἀκρότητα. οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς ̔Ρώμης ἐπήλασαν. οι ς τοὺς ̔Ρωμαίους ὁ Ποπλικόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς α ριστα, μικροῦ πάντας ἀπώλεσε· καὶ τὸν δῆμον ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων ὠφέλησεν. ἀγαγὼν δ' ἐπὶ τῇ νίκῃ θρίαμβον, καὶ τοῖς μετ' αὐτὸν ὑπάτοις παραδοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησε, δημοσίᾳ ταφεὶς καὶ θρηνηθεὶς ἐφ' ο λον ἐνιαυτόν. Οἱ μέντοι Σαβῖνοι δι' ὀργὴν ω ν ε παθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, ἀλλὰ τὴν ̔Ρωμαΐδα χώραν κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύτερον ὑπατεύοντα· καὶ ει λον α ν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος ̓Αγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς ε φθειραν, ω στε τοὺς λοιποὺς ἀναχωρῆσαι. μετὰ δὲ ταῦτα Σπούριός τε Κάσσιος καὶ ̓Οπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπείσαντο. Καμέριον δὲ τὸ α στυ ἑλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν. Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ καταλήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες ε φθειραν. Σερούιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αυ θις συνωμοσίαν δούλων καὶ α λλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελθεῖσαν αὐτοῖς πρός τινων τῆς ἐπιβουλῆς μετεχόντων. ου ς καὶ συσχόντες περι.126 σταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς α λλα τε καὶ πολιτεία ἐδόθη. Αυ θις δὲ πολέμου παρὰ Λατίνων κατὰ ̔Ρώμης κεκινημένου οὐκ η θελον οἱ πολλοὶ τὰ ο πλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γενέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ' ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης ἠξιωμένος ὠνόμαστο, ἠδύνατο δὲ πάντα ἐξ ι σου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασιλέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ' ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν α λλῳ ταύτην ὀνόματι ει λοντο. η ν ου ν, ὡς ει ρηται, ἡ δικτατωρεία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν ο τι μὴ ἐφ' ι ππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι ε μελλεν, ου τε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οι κοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς τῆς βουλῆς. καὶ ου τ' ἐγκαλέσαι τις αὐτῷ ου τ' ἐναντίον τι διαπράξασθαι ι σχυεν, οὐδὲ οἱ δήμαρχοι, ου τε δίκη ἐφέσιμος ἐγίνετο ἀπ' αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ε ξ μηνῶν ἡ τῆς δικτατωρείας ἀρχὴ παρετείνετο, ι να μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρονίσας ὑπερφρονήσῃ καὶ πρὸς ε ρωτα μοναρχίας ἐκκυλισθῇ. ο περ ἐς 244

υ στερον καὶ ὁ Καῖσαρ ̓Ιούλιος ε παθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτατωρείας ἠξίωτο. Τότε μὲν ου ν δικτάτωρος γενομένου Λαρκίου οὐ.127 δὲν ὁ δῆμος ἐνεωτέρισεν, ἀλλὰ καὶ ἐν τοῖς ο πλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόντων ἐπὶ συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρίζοντο βιαιότερον, καὶ ὁ δῆμος αυ θις ἐστασίαζε διὰ τοῦτο, ω στε καὶ εἰς τὸ συνέδριον συνδραμεῖν· καὶ πάντες α ν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρησαν, εἰ μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν η δη κατήγγειλαν. πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς βουλῆς, ἀλλ' ὡς ὑπὸ τῶν πολεμίων ο σον ου πω φθαρησομένης. διὸ ου τε τοῦ τείχους ε θεντο φυλακὴν ου τε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ α δειαν τῶν εἰσπράξεων καθ' ο σον στρατεύοιντο ἐψηφίσατο, καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν ου ν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ' α λλου μηδενὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν ἐστασίαζον. Πολέμου δὲ αυ θις ἐπενεχθέντος οἱ μὲν στρατηγοὶ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ' ε τεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλέριος Μάρκος, ἐκ τῆς Ποπλικόλα συγγενείας γενόμενος καὶ τῷ πλήθει φιλούμενος· ε νθεν τοι τοσοῦτοι καὶ ου τω προθύμως, ἐπεὶ αὐτοῖς καὶ α θλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν συμμαχούντων αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις α λλας τε τῷ Οὐαλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ Μάξιμον ἐπωνόμασεν· ἐξελληνιζόμενον δὲ μέγιστον 2.128 σημαίνει τὸ ο νομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρίσασθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ' οὐκ ε σχε ταύτην πειθήνιον. διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου, δημηγορήσας τε πρὸς τὸν δῆμον πολλὰ κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. καὶ ὁ δῆμος ε τι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δανεισταί, τῆς περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς ο φλουσιν ἐνδιδόντες, τοῦ ἀκριβοῦς τε διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πενία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ τὸ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλείστων γοῦν δεινῶν τοῖς ̔Ρωμαίοις αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέγονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπάτητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρίζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων πολλοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι. Ου τω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βουλευταὶ μὴ ἐπὶ πλέον ου τοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο πρὸς αὐτούς, ο σα πρὸς βουλῆς η σαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι. ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐδένα λόγον ἐδέχοντο, ει ς τῶν πρέσβεων ̓Αγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ τυχὼν ει πε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη 2.129 πάντα τοῦ σώματος, καὶ φάναι τοὺς ὀφθαλμοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς ε ργα καὶ τοὺς πόδας πρὸς πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη ο τι δι' ἡμῶν τὰ τῆς καρδίας βουλεύματα διαγγέλλονται, τὰ ω τα δ' αυ ὡς δι' ἡμῶν οἱ ἑτέρων λόγοι τῷ νοῒ παραπέμπονται, τὰς δὲ χεῖρας ο τι ἐργάτιδες ου σαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πόδας δ' αυ θις ο τι α παν ἡμεῖς τὸ σῶμα φέροντες κοπιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν ταῖς στάσεσιν· ἡμῶν δ' ἐνεργούντων ου τω σὺ μόνη ἀσυντελὴς ου σα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ συνέθετο καὶ αὐτὴ ου τω ταῦτ' ε χειν, καὶ εἰ δοκεῖ, ε φησεν, ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. ε δοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι.

τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ ου θ' αἱ χεῖρες πρὸς ε ργον η σαν εὐκίνητοι διὰ τὴν ε νδειαν τῆς γαστρὸς ἀτονήσασαι, ου θ' οἱ πόδες ε ρρωντο, ου τε τι ε τερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ' α πρακτα πάντα δυσκίνητά τε η καὶ τέλεον η σαν ἀκίνητα. καὶ τότε συνῆκαν ο τι τὰ τῇ γαστρὶ προσφερόμενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ' αὐτοῖς κεχορήγηνται καὶ αὐτῶν ε καστον τῶν ἐκείνῃ προσαγομένων παραπολαύει. Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ὠφέλειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανεισμάτων καὶ τὰς οὐσίας αυ ξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολλῶν ἀποβαίνει, ὡς ει γε μὴ ε χοιεν οἱ πλουτοῦντες, οὐδ' οἱ πένητες α ν ἐν καιροῖς ἀναγκαίοις ε ξουσι τοὺς 2.130 δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατεπειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κουφισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν α φεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς. Φοβηθέντες δὲ μὴ σκεδασθείσης αὐτοῖς τῆς συστάσεως η τὰς συνθήκας οὐκ ἐπιτελεῖς ε ξουσιν η κακωθῶσι διαλυθέντες καὶ α λλος κατ' α λλην πρόφασιν κολάζοιτο συνεχόμενος, συνέθεντο ἐπαρήγειν ἀλλήλοις, α ν τίς τι ἀδικοῖτο, καὶ ο ρκους ἐπὶ τούτῳ ὑπέσχον, καὶ προστάτας αὐτίκα ἐξ ἑαυτῶν δύο προεχειρίσαντο, ει τα καὶ πλείους, ι ν' ει εν αὐτοῖς κατὰ συμμορίαν βοηθοί τε καὶ τιμωροί. καὶ τοῦτο οὐχ α παξ ἐποίησαν, ἀλλ' ε κτοτε τὸ πρᾶγμα ἀρξάμενον ου τω προέβαινε, καὶ ἐπ' ἐνιαυτὸν τοὺς προστάτας ὡς ἀρχήν τινα ἀπεδείκνυσαν, τῇ μὲν τῶν Λατίνων γλώσσῃ καλουμένους τριβούνους, ου τω γὰρ οἱ χιλίαρχοι κέκληνται, δημάρχους δὲ προσαγορευομένους τῇ ̔Ελληνίδι φωνῇ. ι να δὲ διαστέλληται ἡ τῶν τριβούνων προσηγορία, τοῖς μὲν τὸ τῶν στρατιωτῶν, τοῖς δὲ τὸ τοῦ πλήθους προσέθεντο πρόσρημα. ου τοι δὴ τοῦ πλήθους οἱ τριβοῦνοι η δήμαρχοι μεγάλων κακῶν αι τιοι τῇ ̔Ρώμῃ γεγόνασι. τὸ μὲν γὰρ τῶν ἀρχόντων ο νομα οὐκ ε σχον εὐθύς, ἰσχὺν δ' ὑπὲρ πάντας τοὺς α λλους ἐκτήσαντο, η μυνόν τε δεομένῳ παντί, καὶ πάντα τὸν ἐπιβοησάμενον σφᾶς ἀφῃροῦντο οὐκ ἐκ μόνων ἰδιωτῶν, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν ἀρχόντων, πλὴν τῶν δικτατώρων. εἰ δέ τις καὶ ἀπόντας αὐτοὺς ἐπεκαλέσατο, κἀκεῖνος ἀπὸ τοῦ συνέχοντος αὐτὸν ἀπηλλάττετο καὶ η ἐς τὸ πλῆθος ὑπ' αὐτῶν εἰσήγετο η καὶ ἀπελύετο. ἀλλὰ καὶ ει τί που 2.131 ε δοξεν αὐτοῖς μὴ γενέσθαι, ἐκώλυον, κα ν ἰδιώτης η ν ὁ ποιῶν κα ν α ρχων· κα ν ὁ δῆμος κα ν ἡ βουλὴ πράττειν ε μελλέ τι κα ν ψηφίζεσθαι, ει ς δέ τις ἠναντίωτο δήμαρχος, α πρακτος καὶ ἡ πρᾶξις καὶ ἡ ψῆφος ἐγίνετο. τοῦ χρόνου δὲ προϊόντος καὶ τὴν γερουσίαν ἀθροίζειν καὶ ζημιοῦν τὸν μὴ πειθαρχοῦντα καὶ μαντείᾳ χρῆσθαι καὶ δικάζειν ἐπετράπησαν η ἑαυτοῖς ἐπέτρεψαν. καὶ ο γὰρ ποιεῖν αὐτοῖς οὐκ ἐξῆν, κατώρθουν ἐκ τῆς ἀνανταγωνίστου πρὸς πᾶν τὸ πραττόμενον ὑφ' ἑτέρων ἐναντιώσεως. καὶ γὰρ καὶ νόμους εἰσήγαγον ι ν' ο στις αὐτοῖς ε ργῳ η λόγῳ προσκρούσῃ, κα ν ἰδιώτης ει η κα ν α ρχων, ἱερός τε ῃ καὶ τῷ α γει ἐνέχηται. τὸ δὲ ἱερὸν ει ναι ἀπολωλέναι η ν· ου τω γὰρ πᾶν ο περ α ν ω σπερ τι θῦμα εἰς σφαγὴν καθιερώθη, ὠνόμαστο. καὶ αὐτοὺς δὲ τοὺς δημάρχους τὸ πλῆθος σακροσάγκτους ὠνόμασαν, οι ον τείχη α για εἰς φρουρὰν τῶν σφᾶς ἐπικαλουμένων τυγχάνοντας. σάκρα γὰρ παρὰ ̔Ρωμαίοις τὰ τείχη καὶ σάγκτα τὰ α για. ε δρων ου ν πολλὰ α τοπα· καὶ γὰρ καὶ ὑπάτους ε βαλλον εἰς τὸ δεσμωτήριον καὶ ἐθανάτουν τινὰς μηδὲ λόγου τυγχάνοντας. καὶ οὐδεὶς αὐτοῖς ἐναντιωθῆναι ἐτόλμα· εἰ δὲ μή, καὶ αὐτὸς ἱερὸς ἐγίνετο. εἰ μέντοι τινὲς μὴ παρὰ πάντων τῶν δημάρχων κατεδικάζοντο, τοὺς μὴ ὁμογνωμονοῦντας ἐπεκαλοῦντο εἰς ἀρωγήν, καὶ ου τως εἰς δίκην καθίσταντο η παρ' αὐτοῖς ἐκείνοις η παρά τισι δικασταῖς η καὶ παρὰ τῷ πλήθει, καὶ τῆς νικώσης ἐγίνοντο. εἰς δέκα δὲ προϊόντος τοῦ χρόνου οἱ δήμαρχοι κατέστησαν· ο θεν αὐτοῖς τὸ πολὺ τῆς ἰσχύος κατεβέβλητο. φύσει γὰρ ω σπερ, φθόνῳ δὲ μᾶλλον, ἀλλήλοις οἱ συνάρχοντες διαφέρονται· καὶ χαλεπὸν πολλοὺς ἐν δυνάμει μάλιστα ο ντας συμφρονῆσαι. α μα δὲ καὶ οἱ α λλοι διασπᾶν 2.132 τὴν αὐτῶν δύναμιν μηχανώμενοι, 246

ο πως ἀσθενέστεροι διχογνωμονοῦντες ω σιν, ἐστασίαζον, καὶ οἱ μὲν τοῖσδε, οἱ δὲ τοῖσδε προσετίθεντο. εἰ δὲ καὶ ει ς σφῶν ἀντεῖπε, τὰς τῶν α λλων διαγνώσεις ἀπράκτους ἀπέφαινε. τὸ μὲν ου ν πρῶτον οὐκ εἰσῄεσαν εἰς τὸ βουλευτήριον, καθήμενοι δὲ ἐπὶ τῆς εἰσόδου τὰ ποιούμενα παρετήρουν, καὶ ει τι μὴ αὐτοῖς η ρεσκε, παραχρῆμα ἀνθίσταντο· ει τα καὶ εἰσεκαλοῦντο ἐντός. εἰσέπειτα μέντοι καὶ μετέλαβον τῆς βουλείας οἱ δημαρχήσαντες, καὶ τέλος κἀκ τῶν βουλευτῶν τινες ἠξίωσαν δημαρχεῖν, εἰ μή τις εὐπατρίδης ἐτύγχανεν· οὐ γὰρ ἐδέχετο τοὺς εὐπατρίδας ὁ ο μιλος. κατὰ γὰρ τῶν εὐπατριδῶν ἑλόμενοι τοὺς δημάρχους, καὶ πρὸς τοσαύτην δύναμιν προσαγαγόντες, ἐδεδοίκεσαν μή τις αὐτῶν τῇ ἰσχύϊ ἐς τοὐναντίον κατ' αὐτῶν χρήσηται. εἰ δέ τις τὸ τοῦ γένους ἀξίωμα ἐξωμόσατο καὶ πρὸς τὴν τοῦ πλήθους μετέστη νόμισιν, ἀσμένως αὐτὸν προσεδέχοντο. καὶ συχνοὶ τῶν σφόδρα εὐπατριδῶν ἀπείπαντο τὴν εὐγένειαν ε ρωτι τοῦ μέγα δυνηθῆναι, καὶ ἐδημάρχησαν. Ου τω μὲν ου ν ἡ τῶν δημάρχων δυναστεία συνέστη. οι ς καὶ ἀγορανόμους δύο προσείλοντο, οι ον ὑπηρέτας σφίσιν ἐσομένους πρὸς γράμματα. πάντα γὰρ τά τε παρὰ τῷ πλήθει καὶ τὰ παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ γραφόμενα λαμβάνοντες, ω στε μηδὲν σφᾶς τῶν πραττομένων λανθάνειν, ἐφύλασσον. τὸ μὲν ου ν ἀρχαῖον ἐπὶ τούτῳ ᾑροῦντο καὶ ἐπὶ τῷ δικάζειν, υ στερον δὲ καὶ α λλ' α ττα καὶ τὴν τῶν ὠνίων ἀγορὰν ἐπετράπησαν, ο θεν καὶ ἀγορανόμοι τοῖς ἑλληνίζουσιν ὠνομάσθησαν. 2.133 ̔Η μὲν ου ν στάσις ἡ πρώτη ου τω τοῖς ̔Ρωμαίοις κατέπαυσεν· ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στάσιν πολλῶν κατ' αὐτῶν κινηθέντων, μετὰ τὴν σύμβασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πολέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. ο τε καὶ Κοριόλους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατοπέδου μικροῦ ἐκινδύνευον, εἰ μὴ Γναῖος Μάρκιος εὐπατρίδης ἀνὴρ ἠρίστευσε καὶ τοὺς ἐπιόντας ἀπώσατο· ο ς διὰ τοῦτο α λλως τε ἐδοξάσθη καὶ Κοριολᾶνος ἐκ τοῦ ε θνους ου ἐτρέψατο ἐπεκλήθη. καὶ τότε μὲν ου τως η ρθη, οὐ πολλῷ δ' υ στερον στρατηγῆσαι σπεύδων καὶ μὴ τυχών, ἠγανάκτησε κατὰ τοῦ ὁμίλου, καὶ τοὺς δημάρχους ἐβαρύνετο. οἱ ου ν δήμαρχοι, ου ς καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ' αὐτοῦ συμφορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς ̔Ρώμης ἐξήλασαν. ἐκπεσὼν ου ν τοῖς Οὐολούσκοις εὐθὺς προσεχώρησεν. ω ν οἱ μὲν πρῶτοι καὶ οἱ ἐν τοῖς τέλεσιν αὐτῶν ο ντες ε χαιρόν τε αὐτῷ καὶ αυ θις πρὸς πόλεμον ἡτοιμάζοντο, ̓Αττίου Τουλλίου πρὸς τοῦτον ἐρεθίζοντος α παντας· ὁ δὲ ο μιλος ἀπρόθυμος η ν. ὡς ου ν ου τε παραινοῦντες ου τ' ἐκφοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινῆσαι πρὸς ο πλων α ρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο. ἱπποδρομίαν τῶν ̔Ρωμαίων ἀγόντων α λλοι τε τῶν προσχώρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν ̔Ρωμαίων στρατηγοὺς ε πεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐολούσκους φυλάσσεσθαι, παρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἱ δὲ στρατηγοὶ καὶ τοῖς α λλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς 2.134 Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος α παντας ἐξεκήρυξαν. οἱ δὲ δυσανασχετοῦντες ο τι μόνοι ἐκ πάντων ἐξελήλαντο, ε τοιμοι πρὸς μάχην ἐγένοντο. καὶ προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον ἐπὶ τὴν ̔Ρώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ο οἱ ̔Ρωμαῖοι πυθόμενοι πρὸς τὰ ο πλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ' ἀλλήλους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπατρίδας ο τι ἐξ αὐτῶν ὁ Κοριολᾶνος τυγχάνων μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἱ δὲ τὸν ο μιλον ο τι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκασιν. ου τω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον α ν, εἰ μὴ αἱ γυναῖκες αὐτοῖς ἐπεκούρησαν. ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριολάνῳ ἐψηφίσατο, καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλησαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀποδοθῆναι ἀπῄτει η ς ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν ου ν ἑτέρα πρεσβεία. ὁ δὲ 247

περιθύμως ε φερεν ο τι καὶ περὶ τῆς ἑαυτῶν κινδυνεύοντες οὐδ' ου τω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς ου τ' ε τι κεκίνηντο ου θ' ὑπὸ τῶν κινδύνων οἱ α νδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, η τε γαμετὴ τοῦ Κοριολάνου Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρίνα, καὶ τὰς λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦσαι, η λθον ἐς τὸ στρατόπεδον πρὸς αὐτόν, καὶ τὰ παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν α λλαι σιωπῶσαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα "οὐκ ηὐτομολήκαμεν" ε φη "τέκνον, ἀλλ' ἡ πατρὶς ἡμᾶς ε πεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ καὶ νῦν ε τι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. καταλλάγηθι καὶ μηκέτι ὀργίζου 2.135 τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ῃ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ο νομα Κοριολᾶνος ἐγένου. μή με α πρακτον ἀποπέμψῃς, ι να μὴ καὶ νεκράν με αὐτοχειρίᾳ θεάσῃ." ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη "αυ τη σε ε τεκεν" ε φη "τέκνον, ου τοί σε ἐξέθρεψαν." ἡ μὲν ει πε ταῦτα, ἡ δὲ γαμετὴ αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ α λλαι γυναῖκες συνεθρήνησαν, ω στε κἀκεῖνον εἰς πένθος κινῆσαι. μόλις δ' ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ φιλῶν α μα "ι δε" ε φη "μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς. καὶ σοὶ πάντες ταύτην τὴν χάριν ἐχέτωσαν· ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπομένω οι τηλικαῦτα παρ' ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι ἀνταπέδωκαν, οὐδ' ἀφίξομαι εἰς τὴν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ' ἐμοῦ τὴν πατρίδα ε χε, ο τι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσομαι." ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο, ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν. Οἱ δὲ δήμαρχοι χώραν ἐκ πολεμίων προσκτηθεῖσαν ̔Ρωμαίοις ἀπῄτουν διανεμηθῆναι τῷ πλήθει· ο θεν πρὸς ἀλλήλων τε καὶ πρὸς τῶν πολεμίων πολλὰ ἐκακώθησαν. οἱ γὰρ δυνατοὶ μὴ α λλως κατέχειν αὐτοὺς δυνάμενοι, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ι ν' αὐτοῖς ἀσχολούμενοι μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσι. χρόνῳ δέ ποτε ὑποτοπήσαντές τινες τὸ πραττόμενον, οὐκ ει ων καὶ α μφω τοὺς ὑπάτους η στρατηγοὺς ὑπὸ τῶν δυνατῶν ἀποδείκνυσθαι, ἀλλ' η θελον καὶ αὐτοὶ τὸν ε τερον ἐκ τῶν εὐπατριδῶν αἱρεῖσθαι. ὡς δὲ τοῦτο κατειργάσαντο, προεί.136 λοντο Σπούριον Φούριον, καὶ μετ' ἐκείνου στρατευσάμενοι πάντα ἐφ' ο σα ω ρμησαν προθύμως κατέπραξαν. οἱ δὲ τῷ συνάρχοντι αὐτοῦ Φαβίῳ Καίσωνι συνεξελθόντες οὐ μόνον οὐκ ἐρρώσθησαν, ἀλλὰ καὶ τὸ στρατόπεδον ἐκλιπόντες εἰς τὴν πόλιν η λθον καὶ ἐθορύβουν, ε ως οἱ Τυρσηνοὶ τοῦτο μαθόντες ἐπεχείρησαν αὐτοῖς. καὶ τότε μέντοι οὐ πρότερον ἐξῆλθον τῆς πόλεως πρὶν τῶν δημάρχων τινὰς συμφρονῆσαι τοῖς δυνατοῖς. ἠγωνίσαντο δὲ προθύμως, καὶ πολλοὺς μὲν τῶν πολεμίων διέφθειραν, συχνοὶ δὲ καὶ αὐτῶν ἀπέθανον· ε πεσε δὲ καὶ ὁ ει ς τῶν ὑπάτων ὁ Μάλιος. ὁ δὲ ο μιλος στρατηγὸν τὸ τρίτον τὸν Μάλιον ει λετο. Καὶ πόλεμος αυ θις αὐτοῖς ἐπενήνεκτο πρὸς τῶν Τυρσηνῶν· ἀθυμοῦσι δὲ ̔Ρωμαίοις καὶ ἀποροῦσι πῶς τοῖς ἐχθροῖς ἀντικαταστῶσιν, οἱ Φάβιοι ἐπεκούρησαν. ε ξ γὰρ ο ντες καὶ τριακόσιοι, ὡς ἀθυμοῦντας ει δον αὐτοὺς καὶ μήτε τι βουλευομένους λυσιτελὲς καὶ ἀπογινώσκοντας α παντα, τὸν πρὸς τοὺς Τυρσηνοὺς ὑπεδέξαντο πόλεμον αὐτοὶ δι' ἑαυτῶν προθυμηθέντες μαχέσασθαι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι. καί τι χωρίον καταλαβόντες ἐπίκαιρον ἐτειχίσαντο, ο θεν ὁρμώμενοι πάντα τὰ τῶν πολεμίων η γον, τῶν Τυρσηνῶν μηδὲ ἐς χεῖρας αὐτοῖς ἰέναι θαρρούντων, εἰ δὲ καί ποτε συμμίξειαν, ἐλαττουμένων παρὰ πολύ. προσλαβόμενοι δὲ καὶ συμμάχους οἱ Τυρσηνοὶ ἐν ὑλώδει χωρίῳ ἐλόχησαν, καὶ ἀφυλάκτους ἐπελθόντας αὐτοῖς τοὺς Φαβίους ὑπὸ τοῦ πάντα νικᾶν περιεστοίχισαν καὶ πάντας ἐφόνευσαν. καὶ παντελῶς τὸ γένος αὐτῶν ἐξέλιπεν α ν, εἰ μὴ ει ς τις οι κοι κατελείφθη διὰ νεότητα, ἀφ' ου περ αυ θις εἰσέπειτα η νθησαν. 2.137 Τῶν δὲ Φαβίων ου τω φθαρέντων οἱ ̔Ρωμαῖοι μάλα παρὰ τῶν Τυρσηνῶν ἐκακώθησαν. ει τα πρὸς μὲν τοὺς πολεμίους σπονδὰς 248

ἐποιήσαντο, τραπόμενοι δ' ἐπ' ἀλλήλους ε πραξαν πολλὰ καὶ δεινά, ὡς μηδὲ τῶν στρατηγῶν ἀποσχέσθαι τὸ πλῆθος. τούς τε γὰρ ὑπηρέτας αὐτῶν ε παιον καὶ τὰς ῥάβδους κατέκλων, αὐτούς τε τοὺς στρατηγοὺς ὑπ' εὐθύνην η γον ἐπὶ πάσῃ προφάσει καὶ μείζονι καὶ ἐλάττονι. Αππιον ου ν Κλαύδιον καὶ παρ' αὐτὴν τὴν ἀρχὴν εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν ἐβουλεύσαντο, ο τι τε αὐτοῖς ἠναντιοῦτο εἰς α παντα καὶ ο τι τοὺς συστρατευσαμένους αὐτῷ ἐδεκάτευσεν, ἐπειδὴ τοῖς Οὐολούσκοις ἐν μάχῃ ἐνέδοσαν. ἡ δεκάτευσις δὲ τοιόνδε τι η ν. ο τε τι οἱ στρατιῶται μέγα ἡμάρτησαν, ὁ στρατηγὸς εἰς δεκάδας αὐτοὺς ἀριθμῶν, ε να λαβὼν ἐξ ἑκάστης δεκάδος τὸν κλήρῳ λαχόντα θανάτῳ ἐκόλαζεν. ἀπελθόντα δ' ἐκ τῆς ἀρχῆς τὸν Κλαύδιον εὐθὺς οἱ τοῦ πλήθους εἰς ἀγῶνα κατέστησαν, καὶ οὐ κατεψηφίσαντο μέν, τὴν ψῆφον δὲ ὑπερθέμενοι ἐς ἀνάγκην αὐτὸν αὐτοχειρίας κατέστησαν. καί τινες δὲ τῶν δημάρχων α λλα τε κατὰ τῶν εὐπατριδῶν συνέγραψαν καὶ τὸ ἐξεῖναι τῷ πλήθει καὶ καθ' ἑαυτὸ συνιέναι καὶ α νευ ἐκείνων βουλεύεσθαι καὶ χρηματίζειν πάνθ' ο σα α ν ἐθελήσῃ. κα ν τις ἐπ' αἰτίᾳ τινὶ παρὰ τῶν στρατηγῶν προστιμηθῇ, ε κκλητον ἐπὶ τούτοις τὸν δῆμον δικάζειν ε ταξαν. καὶ τοὺς ἀγορανόμους δὲ καὶ τοὺς δημάρχους ἐπηύξησαν, ι να πλείστους τοὺς αὐτῶν προϊσταμένους ε χωσι. Πραττομένων δὲ τούτων οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ ἀντέπραττον πλὴν βραχέων, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἀλλ' ου τε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν ου θ' ο τι ποτὲ ἐννέα δήμαρχοι 2.138 πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν. οὐ μόνον γὰρ οἱ μετὰ ταῦτα δημαρχοῦντες οὐκ ἠμβλύνοντο, ἀλλὰ μᾶλλον καὶ ἐθρασύνοντο. εἰς τοῦτο ὑπὸ τῶν εὐπατριδῶν προήχθη ὁ ο μιλος. ου τε γὰρ στρατεύειν ἐπείθοντο πολέμων ἐπικειμένων, εἰ μὴ ω ν ὠρέγοντο ε τυχον, καὶ ει ποτε δ' ἐξῆλθον, ἀπροθύμως ἐμάχοντο, εἰ μὴ πάνθ' ο σα ἐβούλοντο η νυσαν. κἀντεῦθεν πολλοὶ τῶν προσοίκων αὐτοῖς, τῇ ἐκείνων διχοστασίᾳ η τῇ ἑαυτῶν θαρροῦντες ἰσχύϊ, ἐνεωτέρισαν. ω ν η σαν καὶ Αἰκουοί, οι Μάρκον Μινούκιον στρατηγοῦντα τότε νικήσαντες ἐφρονηματίσθησαν. μαθόντες δὲ τὸν Μινούκιον ἡττημένον οἱ ἐν τῇ ̔Ρώμῃ δικτάτωρα Λούκιον Κυΐντιον ει λοντο, πένητα μὲν α νδρα καὶ γεωργίᾳ συνεζηκότα, ἐς ἀρετὴν δὲ καὶ σωφροσύνην διαπρεπῆ, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιέντα, ο θεν καὶ Κικινάτος ὠνόμαστο. οι οι νῦν πολλοὶ περὶ τὰ βασίλεια· ἐκεῖθεν δὲ τοῦ κακοῦ παρεισφθαρέντος εἰς τὸ πολίτευμα καὶ ἁπανταχοῦ κικινάτους ε στιν ὁρᾶν. ου τος ου ν δικτάτωρ προχειρισθείς, καὶ αὐθημερὸν ἐκστρατεύσας, καὶ τάχει σὺν ἀσφαλείᾳ χρησάμενος, καὶ τοῖς Αἰκουοῖς προσβαλὼν μετὰ τοῦ Μινουκίου, πλείστους μὲν διέφθειρε, τοὺς δ' α λλους ἐζώγρησεν· ου ς ὑπὸ ζυγὸν διαγαγὼν ἀφῆκεν. ἡ δὲ πρᾶξις ἡ τοῦ ζυγοῦ τοιάδε τις η ν. σταυροὺς δύο, ο ρθια δηλαδὴ ξύλα διέχοντα ἀλλήλων, εἰς τὴν γῆν κατεπήγνυον, καὶ αὐτοῖς ἐπετίθουν ἐγκάρσιον ε τερον, καὶ διὰ μέσου τούτων τοὺς ἁλόντας διῆγον γυμνούς· ο τοῖς μὲν δρῶσι λαμπρότητα, πολλὴν δ' ἀτιμίαν τοῖς πάσχουσιν ε φερεν, ω στε τινὰς τοῦ τοιοῦτόν τι παθεῖν προαιρεῖσθαι θανεῖν. καὶ πόλιν δὲ αὐτῶν Κορουῖνον καλουμένην ἑλὼν ἐπανῆλθε, καὶ τὸν Μι.139 νούκιον διὰ τὴν η τταν τὴν στρατηγίαν ἀφείλετο, καὶ αὐτὸς ἀπέθετο τὴν ἀρχήν. Οἱ μέντοι ̔Ρωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ο ς ἐκ δούλων συνέστη καὶ φυγάδων τινῶν, οι νυκτὸς ἐπελθόντες ἐξαπιναίως τοῦ Καπιτωλίου ἐκράτησαν. ὁ δ' ο μιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς ο πλοις ἐγένετο πρίν τι πλέον σχεῖν τῶν εὐπατριδῶν. ἐπελθόντες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τῶν σφετέρων ἀπέβαλον. Διὰ ταῦτα τοίνυν οἱ ̔Ρωμαῖοι καὶ διά τινα σημεῖα εὐλαβηθέντες τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγησαν ἐγκλημάτων καὶ τὴν πολιτείαν ἰσωτέραν ποιήσασθαι ἐψηφίσαντο. καὶ τρεῖς α νδρας εἰς τὴν ̔Ελλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ' ἐκείνοις ε θη πεπόμφασι. καὶ κομισθέντων αὐτῶν τάς τε α λλας ἀρχὰς καὶ τὰς τῶν δημάρχων κατέλυσαν, καὶ α νδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Αππιον Κλαύδιον Τίτον τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρατηγοὺς αὐτοκράτορας.

καὶ νόμους αὐτοῖς συγγράψαι ἐπέτρεψαν, μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ' αὐτῶν γενέσθαι προσεψηφίσαντο· ο πρῴην οὐδενὶ τῶν ἀρχόντων πλὴν τῶν δικτατώρων ἐδέδοτο. η ρξάν τε ου τοι ἐφ' ἡμέραν ε καστος, ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους συγγράψαντες εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οι ἐπεὶ πᾶσιν η ρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνεγράφησαν δέκα· ο σα γὰρ φυλακῆς ἐκρίθησαν α ξια, ἐν σανιδίοις ἐθησαυρίζοντο. ̓Εκεῖνοι μὲν ου ν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν τὴν ἀρχήν, ε τεροι δ' αυ θις αἱρεθέντες δέκα ω σπερ 2.140 ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονηθέντες ἐξώκειλαν. πάντες γὰρ α μα ἀπὸ τῆς ι σης η ρχον, καὶ νεανίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμενοι πολλὰ δι' αὐτῶν ἐποίουν καὶ βίαια· ὀψὲ δέ ποτε ἐπ' ἐξόδῳ τοῦ ε τους ὀλίγα α ττα ἐν δύο σανίσι προσέγραψαν, ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ' ω ν οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους ̔Ρωμαίοις γενήσεσθαι ε μελλον. Αἱ μὲν ου ν λεγόμεναι δώδεκα δέλτοι ου τως τότε ἐγένοντο· οἱ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ' ε πραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ε τι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες, καὶ μηδὲ τὴν βουλὴν η τὸν δῆμον ἀθροίζοντες, ι να μὴ συνελθόντες παύσωσιν αὐτούς. Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομένων κατὰ ̔Ρωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευάσαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Οππιος καὶ Αππιος Κλαύδιος κατὰ χώραν ε μειναν, οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν. Πάντα μέντοι ἁπλῶς καὶ τὰ ἐν τῷ α στει καὶ τὰ ἐν τοῖς στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αυ θις συνηνέχθη. ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σαβίνων γῆν οἱ στρατιάρχαι Λούκιόν τινα Σίκιον, α κρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ' ἑτέρων ω ς τι χωρίον καταληψόμενον ε πεμψαν, καὶ διὰ τῶν συνεκπεμφθέντων αὐτῷ τὸν α νδρα διέφθειραν. λόγου δ' εἰς τὸ στρατόπεδον γεγονότος ὡς παρὰ πολεμίων τοῦ ἀνδρὸς σὺν α λλοις ἀνῃρημένου, οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, ου ς ὁ Σίκιος 2.141 ἐπιθεμένους αὐτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς ου ν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς αὐτὸν ει δον, ὑπετόπασαν τὸ γενόμενον καὶ μέντοι καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον. Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ω ν καὶ θυγατέρα ε χων περικαλλῆ Λουκίῳ ̓Ικιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν ε μελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλαγωγῆσαι αὐτήν· καὶ δικαστὴς η ν ἐκεῖνος. ἐλθὼν ου ν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιολογεῖτο. ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐδεὶς ἐπήμυνεν, ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρατιώτας ὡς ει χεν ἐξώρμησεν. ου ς οὐδὲ πρὶν ευ διακειμένους ου τως ἐτάραξεν ω στε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ε τεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ' ε μαθον, τό τε τάφρευμα ἐξέλιπον, καὶ συμμίξαντες τοῖς λοιποῖς α νδρας ει κοσιν ἑαυτῶν προεστήσαντο, καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πρᾶξαι. καὶ τὸ α λλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ' αὐτῶν ἐθορύβει. ̓Εν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, Οππιος δὲ τήν τε βουλὴν η θροισε καὶ πέμψας ἐπύθετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλέριον Λούκιον καὶ τὸν ̔Οράτιον Μάρκον, α νδρας ἐκ τῶν βουλευτῶν αὐτοῖς προσκειμένους, πεμφθῆναι σφίσιν ἐζήτουν, ω ς τι δι' ἐκείνων ἀποκρινούμενοι. ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα ἀρχόντων, η δη γὰρ πάντες παρῆσαν, μὴ στρατηγοῖς αὐτοῖς κατ' αὐτῶν χρήσαιντο, ε τι μᾶλλον ὠργίζοντο. 2.142 φόβος ου ν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέτριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλέριον σφίσι καὶ τὸν ̔Οράτιον ε πεμψαν. κἀκ τούτου 250

συναλλαγῆς γενομένης τοῖς μὲν θορυβήσασιν α δεια τῶν πραχθέντων ἐδόθη καὶ ἡ δεκαρχία κατελύθη, αἱ δὲ ἐπέτειοι ἀρχαὶ αι τε λοιπαὶ καὶ αἱ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ' οι σπερ η σαν καὶ πρότερον. ἀποδειχθέντες δὲ α ρχοντες α λλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Οππιον τόν τε Κλαύδιον εἰς δεσμωτήριον ἐνέβαλον, οι πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο, τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν. Οἱ δ' υ πατοι, τότε γὰρ λέγεται πρῶτον ὑπάτους αὐτοὺς προσαγορευθῆναι, στρατηγοὺς καλουμένους τὸ πρότερον· η σαν δὲ Οὐαλέριος καὶ ̔Οράτιος, καὶ τότε καὶ μετέπειτα τῷ πλήθει προσέκειντο καὶ μᾶλλον αὐτοὺς η τοὺς εὐπατρίδας ἐκράτυναν. ἐλαττούμενοι ου ν οἱ εὐπατρίδαι ου τε ῥᾴδιον συνελέγοντο ου τε τὰ πράγματα ἐπ' αὐτοῖς ἐποίουν παντάπασιν, ἀλλὰ καὶ τοὺς δημάρχους οἰωνοσκοπίᾳ ἐν συλλόγοις χρῆσθαι δεδώκασιν· ο λόγῳ μὲν τιμὴν αὐτοῖς ε φερε καὶ ἀξίωμα, μόνοις γὰρ τοῦτο ἐκ τοῦ πάνυ ἀρχαίου τοῖς εὐπατρίδαις ἐπετέτραπτο, ε ργῳ δὲ κώλυμα η ν, ι να μὴ ῥᾳδίως οἱ δήμαρχοι καὶ τὸ πλῆθος ο σα βούλοιντο πράττοιεν, ἀλλὰ προφάσει τῆς οἰωνοσκοπίας ε στιν ου ἐμποδίζοιντο. ἀχθόμενοι δὲ τοῖς ὑπάτοις οι τε εὐπατρίδαι καὶ ἡ βουλή, ὡς τὰ τοῦ πλήθους φρονοῦσιν, οὐκ ἐψηφίσαντο σφίσι τὰ ἐπινίκια, πόλεμον ἑκατέρου νικήσαντος, οὐδ' ἡμέραν ἑκάστῳ ἀπένειμαν, ω σπερ ει θιστο. τὸ μέντοι πλῆθος ἐπὶ δύο τε 2.143 ἡμέρας ἑώρτασε καὶ τοῖς ὑπάτοις τὰ νικητήρια ἐψηφίσαντο. Ου τως ου ν ἐς διαφορὰς τῶν ̔Ρωμαίων ἐλθόντων οἱ ἐναντίοι σφίσιν ἀναθαρσήσαντες ἐπῄεσαν αὐτοῖς. τῷ δ' ἑξῆς ε τει Μάρκου Γενουκίου καὶ Γαΐου Κουρτίου ὑπατευόντων ἐπ' ἀλλήλους ἐτράποντο. οι τε γὰρ τοῦ πλήθους καὶ ὑπατεύειν η θελον, ἐπείπερ ἐδημάρχουν οἱ εὐπατρίδαι πρὸς αὐτοὺς μεθιστάμενοι, καὶ οἱ εὐπατρίδαι λίαν τῆς ὑπάτου ἀρχῆς περιείχοντο. καὶ πολλὰ κατ' ἀλλήλων καὶ βίαια ε λεγόν τε καὶ ε πραττον. ι να δὲ μὴ πρός τι χεῖρον χωρήσωσι, τοῦ μὲν ε ργου τῆς ἡγεμονίας οἱ δυνατοὶ αὐτοῖς παρεχώρησαν, τοῦ δὲ ὀνόματος οὐ μετέδωκαν, ἀλλ' ἀνθ' ὑπάτων χιλιάρχους ὠνόμασαν, ι να μὴ τὸ τῆς κλήσεως ε ντιμον τῷ σύρφακι ὁμίλῳ καταρρυπαίνοιτο. καὶ τρεῖς ἀφ' ἑκατέρων χιλιάρχους ἀντὶ τῶν δύο ὑπάτων αἱρεῖσθαι συνέδοξεν. οὐ μέντοι τὸ τῶν ὑπάτων ἐξέλιπε τέλεον ο νομα, ἀλλὰ ποτὲ μὲν υ πατοι καθίσταντο, ποτὲ δέ γε χιλίαρχοι. ου τω μὲν ου ν ταῦτα παραδέδοται γίνεσθαι, καίτοι οὐ μόνον τῶν ὑπάτων δικτάτωρας ἀνειπόντων, καὶ ταῦτα πολὺ τῆς ἀρχῆς ἐκείνης ἐλαττουμένων, ἀλλὰ καὶ χιλιάρχων τοῦτο πεποιηκότων ἐνίοτε· λέγεται δὲ ο τι οὐδεὶς τῶν χιλιάρχων, καίτοι πολλῶν πολλάκις νικησάντων, ἐπινίκια ε πεμψεν. Οἱ μὲν ου ν χιλίαρχοι ου τω τότε ᾑρέθησαν, οἱ δὲ τιμηταὶ τῷ ἐχομένῳ ε τει Βαρβάτου καὶ Μάρκου Μακρίνου ὑπατευόντων κατεδείχθησαν· καὶ ᾑρέθησαν Λούκιός τε Παπείριος καὶ Λούκιος Σεμπρώνιος. κεχειροτόνηντο δὲ ο τι οἱ υ πατοι ἀδύνατοι ἐπὶ πάντας διὰ τὸ πλῆθος ἐξαρκεῖν η σαν· τὰ γὰρ τοῖς τιμηταῖς ἀπονεμηθέντα προνόμια ἐκεῖνοι μέχρι τότε ἐποίουν. 2.144 δύο τε η σαν οἱ τιμηταὶ ἐξ ἀρχῆς καὶ ἐκ τῶν εὐπατριδῶν. η ρχον δὲ τὰ μὲν πρῶτα καὶ τὰ τελευταῖα ἐπὶ πενταετίαν, ἐν δὲ τῷ μέσῳ χρόνῳ ἐπὶ τρεῖς ἑξαμήνους· καὶ ἐγένοντο τῶν ὑπάτων μείζους, καίτοι μέρος τῆς ἐκείνων λαβόντες ἀρχῆς. ἐξῆν δὲ αὐτοῖς τάς τε προσόδους τὰς κοινὰς ἐκμισθοῦν, καὶ τῶν ὁδῶν καὶ τῶν δημοσίων οἰκοδομημάτων ἐπιμελεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῆς ἑκάστου εὐπορίας διατελεῖν, καὶ τὸν βίον τῶν πολιτῶν ἐπισκοπεῖν τε καὶ ἐξετάζειν, καὶ τοὺς μὲν ἀξίους ἐπαίνου ἐς τὰς φυλὰς καὶ ἐς τὴν ἱππάδα καὶ τὴν γερουσίαν ἐγγράφειν, καθὼς ἑκάστοις προσήκειν ἐνομίζετο, τοὺς δ' οὐκ ευ βιοῦντας ἁπανταχόθεν ὁμοίως ἀπαλείφειν· ο μεῖζον πάντων η ν τῶν τοῖς ὑπάτοις καταλειφθέντων. πίστεις δ' ἐνόρκους ἐφ' ἑκάστῳ πεποίηντο ὡς ου τε πρὸς χάριν ου τε πρὸς ε χθραν τι ποιοῦσιν, ἀλλ' ἐξ ὀρθῆς γνώμης τὰ συμφέροντα τῷ κοινῷ καὶ σκοποῦσι καὶ πράττουσι. καὶ τὸν δῆμον ἐπί τε νόμων εἰσφοραῖς καὶ τοῖς α λλοις συνήθροιζον, καὶ τῷ τῶν μειζόνων ἀρχῶν κόσμῳ πλὴν ῥαβδούχων ἐχρῶντο. τοιαύτη ἡ τῶν τιμητῶν ὑπῆρχεν ἀρχή. τῶν 251

μέντοι μὴ ἀπογραψαμένων τὰς οὐσίας ἐν ταῖς ἀπογραφαῖς καὶ ἑαυτοὺς τὰς μὲν οὐσίας οἱ τιμηταί, αὐτοὺς δ' ἐκείνους οἱ υ πατοι ἐπίπρασκον. χρόνῳ μὲν ου ν τινι ταῦθ' ου τως ἐπράχθη, υ στερον δὲ τὸν α παξ τῇ βουλῇ καταλεχθέντα διὰ βίου βουλεύειν ε δοξε, μηδ' ἀπαλείφεσθαι, εἰ μή τις ἀδικήσας καὶ κριθεὶς ἠτίμωτο η κακῶς ζῶν ἠλέγχθη· τοὺς γὰρ τοιούτους ἀπήλειφον καὶ ἀντ' αὐτῶν ἑτέρους ἐνέγραφον. Τῶν δὲ προσκαίρως ἀρχόντων πρεσβεῖα μὲν ἐδίδοτο τοῖς δικτάτωρσι, δευτερεῖα δέ γε τοῖς τιμηταῖς, ἡ δὲ τρίτη τάξις τοῖς ἱππάρχοις νενέμητο· καὶ ου τω 2.145 ταῦτα ἐτέτακτο, κα ν ἐν ταῖς ἀρχαῖς η σαν κα ν ἀπηλλάγησαν. εἰ γάρ τις ἐκ μείζονος ἀρχῆς εἰς ὑποδεεστέραν κατέστη, τὸ τῆς προτέρας ἀξίωμα ει χεν ἀκέραιον. ει ς δέ τις, ο ν πρίγκιπα μὲν τῆς γερουσίας ὠνόμαζον, λέγοιτο δ' α ν καθ' Ελληνας πρόκριτος, συμπάντων προεῖχε τὸν χρόνον ο ν προεκρίνετο, οὐ γὰρ διὰ βίου τις εἰς τοῦτο προεχειρίζετο, καὶ προέφερε τῶν α λλων τῷ ἀξιώματι, οὐ μὴν καὶ δυνάμει ἐχρῆτό τινι. Χρόνον μὲν ου ν τινα εἰρήνην πρὸς ἀλλήλους καὶ πρὸς τοὺς περιοίκους η γαγον· ει τα λιμοῦ ἐπικρατήσαντος, ω στε τινὰς καὶ εἰς τὸν ποταμὸν ἑαυτοὺς ἐμβαλεῖν μὴ φέροντας τὸν λιμόν, ἐστασίασαν. οἱ μὲν γὰρ τοὺς εὐπόρους ὡς περὶ τὸν σῖτον κακουργοῦντας ἐν αἰτίᾳ πεποίηντο, οἱ δὲ τοὺς πένητας ὡς τὴν γῆν μὴ βουλομένους ἐργάζεσθαι. ἰδὼν δὲ τοῦτο Σπούριος Μάλιος, ἀνὴρ ἱππεὺς πλούσιος, τυραννίδι ἐπικεχείρηκε, καὶ σῖτον ἐκ τῆς περιχώρου πριάμενος πολλοῖς μὲν ἐπευωνίζων, πολλοῖς δὲ καὶ προῖκα ἐδίδου, κἀκ τούτου συχνοὺς προσοικειωσάμενος, ο πλα τε ἐπορίσατο καὶ φρουρούς· καὶ ἐκράτησεν α ν τῆς πόλεως, εἰ μὴ Μινούκιος Αὐγουρῖνος, ἀνὴρ εὐπατρίδης, ἐπὶ τῇ σιτοδοσίᾳ τεταγμένος καὶ αἰτιώμενος ἐπὶ τῇ σιτοδείᾳ, εἰσήγγειλε τῇ βουλῇ τὸ πραττόμενον. ἡ δὲ γερουσία μαθοῦσα τὸ μήνυμα δικτάτωρα παραυτίκα ἐν τῷ συνεδρίῳ ἀνεῖπε τὸν Κυΐντιον τὸν Λούκιον τὸν Κικινάτον, καὶ ταῦτα παρήλικα ο ντα· ὀγδοηκοντούτης γὰρ η ν. κἀκεῖ τὴν ἡμέραν πᾶσαν ἀνάλωσαν συγκαθήμενοι, ω ς τι δὴ βουλευόμενοι, ι να μὴ τὸ γεγονὸς ἐκφοιτήσῃ. νυκτὸς δ' ὁ δικτάτωρ τὸ 2.146 Καπιτώλιον καὶ τὰ λοιπὰ τὰ ἐπικαιρότατα διὰ τῶν ἱππέων προκαταλαβών, ε ωθεν ἐπὶ τὸν Μάλιον ε πεμψε Γάιον Σερουίλιον τὸν ι ππαρχον, ὡς δι' α λλο τι ἐκεῖνον μετακαλούμενος. ὁ δέ, ὑποτοπήσαντός τι τοῦ Μαλίου καὶ διαμέλλοντος, δείσας μὴ ὑπὸ τοῦ πλήθους ἐξαρπασθῇ, η δη γὰρ συνέτρεχον, ε κτεινε τὸν α νδρα, η αὐτογνωμονήσας η τοῦτο κεκελευσμένος πρὸς τοῦ δικτάτωρος. θορυβηθέντος δ' ἐπὶ τούτῳ τοῦ πλήθους ὁ Κυΐντιος δημηγορήσας καὶ σῖτον σφίσι παρασχὼν καὶ μή τινα ε τερον η κολάσας η ἐπαιτιασάμενος τὸν θόρυβον ε παυσε. Πολέμων δὲ τοῖς ̔Ρωμαίοις ἐκ διαφόρων ἐθνῶν ἐπενηνεγμένων, τοὺς μὲν ἐν ὀλίγαις ἡμέραις ἐνίκησαν, τοῖς δὲ Τυρσηνοῖς ἐπὶ μακρὸν ἐπολέμησαν. Ποστουμίου δὲ νενικηκότος τοὺς Αἰκουοὺς καὶ μεγάλην πόλιν ἑλόντος αὐτῶν, ο τι μήτ' ἐκείνην οἱ στρατιῶται εἰς προνομὴν ἐξεχωρήθησαν μήτε τι τῆς λείας αἰτήσαντες ε λαβον, τόν τε ταμίαν τὸν διατιθέμενον αὐτὴν περιστάντες ἐφόνευσαν καὶ τὸν Ποστούμιον ἐπιτιμῶντα αὐτοῖς ἐπὶ τούτῳ καὶ ζητοῦντα τοὺς αὐτόχειρας προσαπέκτειναν, καὶ τὴν χώραν οὐ τὴν αἰχμάλωτον μόνον, ἀλλὰ καὶ πᾶσαν προσένειμαν ἑαυτοῖς τὴν ἐν τῷ δημοσίῳ τότε τυγχάνουσαν. κα ν ἐπὶ πλεῖστον ἡ στάσις διήρκεσεν, εἰ μὴ πόλεμος αυ θις ̔Ρωμαίοις παρὰ τῶν Αἰκουῶν ἐπενήνεκτο. φοβηθέντες γὰρ διὰ τοῦτο ἡσύχασαν, καὶ τὴν τιμωρίαν τῶν φόνων εἰς ὀλίγους ἐλθοῦσαν ὑπέμειναν, καὶ ἐπὶ τοὺς ἐναντίους στρατεύσαντες μάχῃ αὐτοὺς νενικήκασι. διὸ τήν τε λείαν αὐτοῖς οἱ δυνατοὶ διέδοσαν καὶ μισθὸν τοῖς πεζοῖς, ει τα καὶ τοῖς ἱππεῦσιν ἐψηφίσαντο· ἀμισθὶ γὰρ μέχρι τότε καὶ οἰκόσιτοι ἐστρατεύοντο· τότε δὲ πρῶτον μισθοφορεῖν η ρξαντο. 2.147 Πολέμου δὲ αὐτοῖς πρὸς Οὐιέντας συστάντος, ε ως μὲν κατὰ σφᾶς ἐπολέμουν ἐκεῖνοι, πολλάκις αὐτοὺς οἱ ̔Ρωμαῖοι ἐνίκησαν, καὶ ἐς πολιορκίαν κατέστησαν· προσγενομένων δὲ αὐτοῖς συμμάχων ἐπεξῆλθον τοῖς ̔Ρωμαίοις καὶ ἐπεκράτησαν. ἐν τούτοις δὲ ἡ πρὸς τῷ ο ρει τῷ ̓Αλβανῷ 252

ου σα λίμνη, ὑπὸ τῶν πέριξ αὐτῆς περικλειομένη λόφων καὶ μὴ ε χουσα ἐκροήν, κατὰ τὸν τῆς πολιορκίας τῶν Οὐιεντῶν καιρὸν ἐς τοσοῦτον ἐπλήμμυρεν ὡς ὑπερεκχεῖσθαι καὶ τῶν ὀρῶν καὶ κατιέναι πρὸς θάλασσαν. κρίναντες δ' οἱ ̔Ρωμαῖοι πάντως τι διὰ τούτου θεῖον σημαίνεσθαι, ε πεμψαν εἰς Δελφοὺς περὶ τούτου χρησόμενοι. η ν δέ τις καὶ παρὰ τοῖς Οὐιένταις Τυρσηνὸς ἀνὴρ μαντικός. ἐς ταὐτὸν ου ν η τε Πυθία καὶ ἡ ἐκείνου μαντεία συνέδραμον· καὶ α μφω γὰρ ἁλώσεσθαι τὴν πόλιν ει πον ο ταν τὸ υ δωρ τὸ πλημμυρῆσαν μὴ ἐς θάλασσαν ἐκπέσῃ, ἀλλ' ἀναλωθείη ἑτέρωθι, καί τινας ἱερουργίας διὰ τοῦτο γενέσθαι ἐκέλευσαν. ἀλλ' ὁ μὲν Πύθιος ου τε τίσι θεῶν ου θ' ο πως αὐτὰς ποιήσουσι διεσάφησεν, ὁ δὲ Τυρσηνὸς ἐῴκει μὲν εἰδέναι, οὐδὲν δὲ ἐδήλου. οἱ γοῦν περὶ τὸ τεῖχος, ο θεν ἐκεῖνος ὡμίλει, τεταγμένοι ̔Ρωμαῖοι, φιλίαν πρὸς ἐκεῖνον ὑποκριθέντες, τά τε α λλα θαρρεῖν αὐτῷ ἐνεδίδουν καὶ ἀδεῶς ἐπέτρεπον ἐκφοιτᾶν· καὶ ου τω συλλαβόντες αὐτὸν πάντα τὰ καθήκοντα ἠνάγκασαν ἐξειπεῖν. καὶ κατὰ τὴν ὑποθήκην ἐκείνου τάς τε θυσίας ἐποίησαν καὶ τὸν λόφον διέτρησαν καὶ τὸ πλεονάζον υ δωρ εἰς τὸ πεδίον κρυπτῇ διώρυχι μετωχέτευσαν, ω σθ' α παν ἐν αὐτῷ ἀναλίσκεσθαι καὶ μή τι καταρρέειν εἰς θάλασσαν. Αρτι μὲν ου ν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη 2.148 Μάρκιος Φούριος Κάμιλλος. ο ς προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν η νυεν, ὑπόγειον ὠρύξατο δίοδον πόρρωθεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρεσκευασμένου δὲ η δη τοῦ ὑπονόμου, ἐπεὶ πολλοὶ καὶ ἀπὸ τῆς ̔Ρώμης αὐτῷ προσεχώρησαν ἐθελονταί, παραλαβὼν κἀκείνους προσέβαλε τῇ πόλει καὶ πανταχόθεν τὸ τεῖχος ἐκύκλωσε· τῶν δ' ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ε λαθον ε τεροι διὰ τῶν ὑπονόμων γεγονότες ἐντός. ἁλούσης δὲ τῆς πόλεως καὶ τῶν ̔Ρωμαίων διαρπαζόντων τὰ ἐν αὐτῇ, ὁρῶν ἀπὸ τῆς α κρας ὁ Κάμιλλος τὰ πραττόμενα ἐστέναξε καὶ ἐδάκρυσε καί "ω θεοί," ε φη, "ει τις Ρ ̔ ωμαίοις ὀφείλεται νέμεσις τῆσδε τῆς εὐπραγίας ἀντίστροφος, ευ χομαι ταύτην εἰς ἐμαυτὸν τελευτῆσαι." τὴν δὲ τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ ̓Απόλλωνι, εὐχὴν τοῦτο πρὶν ποιησάμενος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ' ου τιμὴ αὐταῖς παραχρῆμα ἐψήφιστο· ἡ δὲ η ν τὸ ἐπ' ὀχημάτων αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδιζούσαις πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προσώχθισεν ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν ο τι τὴν δεκάτην τῶν λαφύρων οὐκ ἐν τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ' ο τι τά τε α λλα σοβαρῶς ἐθριάμβευσε καὶ πρῶτος ̔Ρωμαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια ε πεμψεν. ̔Η δὲ τῶν ἐπινικίων πομπή, η ν καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις ἐγίνετο. ο τε τι κατωρθώθη μέγα καὶ ἐπινικίων ἐπάξιον, αὐτοκράτωρ αὐτίκα ὁ στρα.149 τηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο, καὶ κλῶνας δάφνης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγγέλλουσι τῇ πόλει κομίζειν ἐδίδου. ἐλθὼν δὲ οι καδε τὴν γερουσίαν συνήθροιζε καὶ ῃ τει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ε τυχε ψήφου παρά τε τῆς βουλῆς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτοκράτορος. καὶ εἰ μὲν ἐν τῇ ἀρχῇ η ν ε τι, ἐν ῃ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πανηγυρίζων ἐκέχρητο, εἰ δ' ὁ χρόνος παρελήλυθε τῆς ἀρχῆς, α λλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ο νομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐνσκευασάμενος δὲ τῇ ἐπινικίῳ σκευῇ, καὶ περιβραχιόνια λαβὼν στέφανόν τε δάφνης ἀναδησάμενος καὶ κλάδον κρατῶν ἐν τῇ δεξιᾷ, τὸν δῆμον συνεκάλει· καὶ ἐπαινέσας τοὺς συστρατευσαμένους αὐτῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα, ἐτίμα δὲ καὶ κόσμῳ, περιβραχιόνιά τέ τισι καὶ δόρατα ἀσίδηρα παρεῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, του νομά τε ἑκάστου καὶ τῆς ἀριστείας φέροντας τὸ ἐκτύπωμα. εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος ει δος ε φερεν· η καὶ ἐξεπολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκόσμητο· 253

ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετετύπωτο. ὁ δὲ πολίτην τινὰ ἐκ μάχης η ἑτέρου κινδύνου η ἐκ πολιορκίας σώσας μέγιστόν τε ει χε τὸν ε παινον καὶ ἐλάμβανε στέφανον γινόμενον ἐκ δρυός, ο ς πολὺ πάντων καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ' α νδρα μόνον ἀριστεύσαντα ταῦτα ἐδίδοτο, ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ο λοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς στρατευσαμένοις διανενέμητο· η δη δέ τινες καὶ παντὶ 2.150 τῷ δήμῳ διέδοσαν καὶ ἐδαπάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, καὶ ει τι περιελέλειπτο, εἰς ναούς, εἰς στοὰς η καί τι ε τερον δημόσιον ε ργον ἀνήλισκον. Ταῦθ' ὁ πομπεὺς ποιήσας εἰς τὸ α ρμα ἀνέβαινε. τὸ δὲ δὴ α ρμα ου τ' ἀγωνιστηρίῳ ου τε πολεμιστηρίῳ η ν ἐμφερές, ἀλλ' ἐς πύργου περιφεροῦς τρόπον ἐξείργαστο. καὶ οὐ μόνος η ν ἐν τῷ α ρματι, ἀλλ' α ν γε καὶ παῖδας η συγγενεῖς τινας ει χε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ α ρρενα τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, τοὺς δὲ ἁδροτέρους ἐπὶ τοὺς ι ππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο· εἰ δὲ πλείους η σαν, ἐπὶ κελήτων τῷ πομπεῖ παριππεύοντες συνεπόμπευον. τῶν δ' α λλων οὐδεὶς ὠχεῖτο, ἀλλ' ἐστεμμένοι δάφνῃ πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ' αὐτοῦ παρωχεῖτο τοῦ α ρματος, τὸν στέφανον τῶν λίθων τῶν χρυσοδέτων ὑπερανέχων αὐτοῦ, καὶ ε λεγε πρὸς αὐτόν "ὀπίσω βλέπε," τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφεξῆς προσκόπει τοῦ βίου, μηδ' ὑπὸ τῶν παρόντων ἐπαρθῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο καὶ μάστιξ τοῦ α ρματος, ἐνδεικτικὰ τοῦ καὶ δυστυχῆσαι αὐτὸν δύνασθαι, ω στε καὶ αἰκισθῆναι η καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι καταδικασθέντας θανεῖν νενόμιστο κωδωνοφορεῖν, ι να μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγχριπτόμενος μιάσματος ἀναπίμπληται. ου τω δὲ σταλέντες εἰσῄεσαν εἰς τὴν πόλιν, ε χοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμάλωτα φρούρια ἠσκημένα, πόλεις τε καὶ ο ρη καὶ ποταμούς, λίμνας, θαλάσσας, τά τε σύμπαντα ο σα ἑαλώκεσαν. καὶ εἰ μὲν μία ἡμέρα η ν ἐξαρκοῦσα πρὸς τὴν τούτων πομπήν· εἰ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμπετο. προδιελθόντων δ' ἐκείνων ου τως ὁ πομπεὺς 2.151 εἰς τὴν ̔Ρωμαίαν κομισθεὶς ἀγοράν, καὶ τῶν αἰχμαλώτων τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι καὶ θανατωθῆναι κελεύσας, ἀνήλαυνεν εἰς τὸ Καπιτώλιον, καί τινας ἐκεῖ τελετὰς πληρώσας, καὶ προσαγαγὼν ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οι καδε μετ' αὐλῶν καὶ συρίγγων ἀπήρχετο. τοιαῦτα μὲν η σαν πάλαι τὰ νικητήρια· αἱ δὲ στάσεις αι τε δυναστεῖαι πλεῖστα ἐνεωτέρισαν ἐπ' αὐτοῖς. Εἰ δὲ καί, ὡς η δη ἱστόρηται, ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ' ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν. καὶ αὐτοὺς μὲν ἐνίκησαν μαχεσάμενοι, πολιορκοῦντες δὲ πόλιν αὐτῶν ἐρυμνὴν Φαλερίους ὠνομασμένην οὐδὲν η νυον. ου τω γὰρ τῆς πολιορκίας οἱ τῆς πόλεως κατεφρόνουν ὡς καὶ τοὺς παῖδας αὐτῶν παρὰ τὰ τείχη περιπατήσοντας μετὰ τοῦ διδασκάλου καὶ γυμνασομένους φοιτᾶν. καὶ κα ν ἀπέστησαν τῆς πολιορκίας, εἰ μή τι συμβέβηκεν. ου τος γὰρ ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς πολίταις η δι' ὀργήν τινα η κέρδους ἐλπίδι ἡμέρας ἑκάστης ἐξῆγε τοὺς παῖδας ἐπὶ τὸ τεῖχος, ἐγγὺς τὸ πρῶτον, καὶ εἰσῆγεν αυ θις αὐτοὺς γυμνασαμένους εὐθύς· τέλος δ' εἰς τοὺς προφύλακας τῶν ̔Ρωμαίων ἐνέβαλεν α παντας καὶ α γειν ἐκέλευσε πρὸς τὸν Κάμιλλον, καὶ παραστὰς αὐτῷ πᾶσαν ει πε παραδιδόναι τὴν πόλιν διὰ τῶν παίδων. ἐκεῖνος δὲ δεινὸν τὸ ε ργον ἡγησάμενος, καὶ ἀρετῇ φήσας ἰδίᾳ τὸν μέγαν στρατηγόν, ἀλλ' οὐκ ἀλλοτρίᾳ κακίᾳ θαρροῦντα χρῆ.152 ναι στρατεύειν, προσέταξε γυμνῶσαι μὲν τὸν διδάσκαλον καὶ δεσμῆσαι τὰς χεῖρας ο πισθεν, τοῖς δὲ παισὶ ῥάβδους δοῦναι καὶ μάστιγας, ι να ταύταις τὸν προδότην τύπτοντες εἰς τὴν πόλιν ἐλαύνωσι. τῶν δὲ πολιτῶν α ρτι γνόντων τὴν προδοσίαν δρόμος η ν ἐπὶ τὰ τείχη καὶ θρῆνος ἀνδρῶν τε καὶ γυναικῶν. ου τω δὲ διακειμένων αὐτῶν προσῆγον οἱ παῖδες γυμνὸν τὸν διδάσκαλον. ο περ ἰδόντες οἱ Φαλίσκοι καὶ μαθόντες ο πως ἐγένετο, φέροντες ἑαυτοὺς ἐθελονταὶ 254

τῷ Καμίλλῳ παρέδοσαν, τὴν η τταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας διὰ τὴν δικαιοσύνην αὐτοῦ λέγοντες. Χρήματα ου ν λαβὼν καὶ σπεισάμενος ἀνεχώρησεν. οἱ δὲ στρατιῶται, διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς μισοδήμου κατηγόρουν αὐτοῦ. φθονηθεὶς δ' ἐπὶ πλέον κατηγορήθη ὡς μηδὲν τὸ δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ' ἐκ τούτων σφετερισάμενος. ου τω δὲ ὠργίζοντο κατ' αὐτοῦ ὡς μηδ' οι κτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ νοσήσας ὁ ε τερος τῶν υἱῶν. δεόμενος δὲ τῶν φίλων μὴ περιιδεῖν αὐτὸν ἀδίκως κατακρινόμενον, ἐπείπερ ἐκεῖνοι πρὸς μὲν τὴν ψῆφον αὐτῷ βοηθήσειν ἀπείπαντο, τὴν δὲ ζημίαν ο φλοντι συνεκτίσειν ὑπέσχοντο, οὐκ ἀνασχόμενος ε γνω φυγεῖν ἐκ τῆς πόλεως. καὶ ἐξιὼν ηυ ξατο, εἰ μὴ δικαίως, υ βρει δὲ δήμου ἐκπίπτει καὶ φθόνῳ, ταχὺ τοὺς αὐτοὺς πολίτας αὐτοῦ δεηθῆναι καὶ ζητῆσαι αὐτόν. ̓Εκεῖνος μὲν ου ν πρὸς ̔Ρουτούλους μετέστη, ἐρήμην δ' ἑάλω, καὶ ψῆφος ἠνέχθη κατ' αὐτοῦ τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ε χουσα, ο γί.153 νεται πρὸς ἀργυρίου λόγον δραχμαὶ χίλιαι πεντακόσιαι. οἱ δ' Εὐρωπαῖοι Γαλάται, ω ν οἱ ̓Ασιᾶται νομίζονται α ποικοι, Κελτικὸν ο ντες γένος, λιπόντες τὴν ἑαυτῶν ὡς οὐκ αὐτάρκη τρέφειν αὐτούς, οἱ μὲν ἐπὶ τὰ ο ρη τὰ ̔Ριπαῖα ὡρμήκεσαν, οἱ δὲ τῶν Αλπεων ἱδρυθέντες ἐγγὺς χρόνον ἐκεῖ διήγαγον πλείονα. τότε δὲ οι νου κομισθέντος ἐξ ̓Ιταλίας, τούτου γευσάμενοι καὶ ὑπερθαυμάσαντες, ἀράμενοι τὰ ο πλα καὶ γονέας ἐπαγόμενοι τὴν γῆν ἐκείνην ἐζήτουν, η τοιοῦτον καρπὸν ἀναδίδωσι. καὶ πρὸς πόλιν Τυρρηνίδα Κλούσιον καλουμένην στρατεύσαντες ἐπολιόρκουν αὐτήν. οἱ δὲ Κλουσῖνοι πρὸς τοὺς ̔Ρωμαίους κατέφυγον αἰτοῦντες βοήθειαν. πρέσβεις δ' ἐκ ̔Ρώμης πρὸς ἐκείνους ἐπέμφθησαν· ου ς οἱ Γαλάται διὰ τὸ τῶν ̔Ρωμαίων ο νομα ἐντίμως ἐδέξαντο, καὶ τοῦ τειχομαχεῖν παυσάμενοι εἰς λόγους συνεληλύθασιν. ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ ̔Ρώμης πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις. ὁ δὲ τῶν Γαλατῶν βασιλεὺς Βρέννος ὀργισθεὶς ἐπὶ τούτῳ, τῶν Κλουσίνων ἀμελήσας εὐθὺς ὡς ει χε τὸ στράτευμα κατὰ τῆς ̔Ρώμης ἐκίνησεν, ἐπεὶ μὴ ἐπὶ τιμωρίᾳ οἱ πρέσβεις αὐτῷ ἐξεδίδοντο· καὶ τοσούτῳ τάχει ἐχρήσατο ω στ' ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόντων ̔Ρωμαίων τὴν ε φοδον. τὸ μέντοι δαιμόνιον προαγγεῖλαι αὐτοῖς τὴν ε φοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βαδίζων φωνῆς η κουσε λεγούσης "Γαλάται ε ρχονται." εἰρηκότος δὲ τοῦτο Μάρκου τῷ δήμῳ καὶ τῇ βουλῇ, ἐν παιδιᾷ τὸν λόγον 2.154 ἐποιοῦντο καὶ γέλωτι, ε ως αὐτάγγελοι οἱ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα η ττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύγοντες ε θνησκον καταλαμβανόμενοι, πλεῖστοι δὲ καὶ εἰς ποταμὸν τὸν Τίβεριν συνωθήθησαν καὶ ἐφθάρησαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν ̔Ρώμην ἐλθεῖν ἠδυνήθησαν, οἱ δὲ ἀλλαχοῦ. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχανίᾳ ἐγένοντο, καὶ ἀπογνόντες ου τε τῶν τειχῶν φυλακὴν ε θεντο ου τε τῆς πόλεως τὰς πύλας ε κλεισαν, ἀλλ' οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες ε φευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. μόνοι δὲ ὀγδοήκοντα α νδρες, ου ς οἱ μὲν ἱερεῖς ει ναί φασιν, οἱ δὲ τοὺς πρώτους ̔Ρωμαίων καθ' ἡλικίαν καὶ πλοῦτον καὶ γένος, ἐνδύντες ἱερὰς η πολυτελεστάτας στολάς, ἐν ἀγορᾷ ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐκάθηντο, τὴν ἐπιοῦσαν προσμένοντες τύχην. οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ η λθον μὲν ἐπὶ τὴν ̔Ρώμην, ἰδόντες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον, ἐπέσχον καὶ οὐκ εἰσῄεσαν, ἐνέδραν ὑποτοπήσαντες. τῇ δὲ τρίτῃ θαρσήσαντες εἰσεπήδησαν καὶ ει λον τὴν πόλιν. καὶ τῷ μὲν Καπιτωλίῳ φρουρὰν ὁ τῶν βαρβάρων ἐπέστησε βασιλεύς, αὐτὸς δὲ διιὼν τὴν ἀγορὰν ἐθαύμαζε τοὺς προκαθημένους ἐκείνους α νδρας, ὁρῶν ἐν κόσμῳ αὐτοὺς ἀτρεμοῦντας καὶ σιωπῇ. τοὺς δὲ Γαλάτας ει χεν ε κπληξις πρὸς τὸ α τοπον, ω κνουν τε αὐτοῖς προσελθεῖν. ὀψὲ δὲ τολμήσας τις ἑνὶ παρέστη, καὶ τῆς 255

ὑπήνης ἁψάμενος τοῦ ἀνδρὸς κατῆγε ταύτην βαθεῖαν ου σαν· ὁ δὲ τῇ βακτηρίᾳ τὴν κεφαλὴν ἐκείνου ἐπάταξε. καὶ ὁ βάρβαρος σπασάμενος τὴν μάχαιραν τὸν α νδρα κατέκτει.155 νεν. ου τω δὲ καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες οἱ βάρβαροι, καὶ τὰς οἰκίας ἐπόρθουν καὶ κατεπίμπρασαν. ει τα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ' ἐπὶ πολλὰς ἐπιχειροῦντες ἡμέρας οὐδὲν η νυον, οἱ μὲν ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν κατέτρεχον τροφὰς ποριζόμενοι, σκιδνάμενοι καὶ σποράδην ἐπιόντες, ἀλλ' οὐχ ὁμοῦ, α τε μέγα φρονοῦντες τῷ εὐτυχήματι, καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οι νῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, μήπω πρότερον πόματος τοιούτου γευσάμενοι. Ου τω δ' ε χοντας ὁρῶν τοὺς Γαλάτας ὁ Κάμιλλος, ἐπεὶ καὶ τὴν τῶν ̓Αρδεατῶν ἐληίζοντο χώραν, αὐτοὺς δὲ τοὺς ̓Αρδεάτας πλήθει μὲν ἱκανοὺς ο ντας, τόλμης δὲ δεομένους δι' ἀπειρίαν καὶ τὸ πρὸς μάχας ἀνάσκητον, λόγον πρὸς τοὺς νεωτέρους ἐνέβαλεν ὡς οὐκ ἀνδρείᾳ τῶν βαρβάρων τὴν εὐπραγίαν αὐτῶν ἐπιγράφεσθαι δεῖ, ἀλλ' ἀτυχίᾳ ̔Ρωμαίων, καὶ εἰ προθυμοῖντο καὶ θαρροῦσιν αὐτοί, ἀκινδύνως νικήσειν τοὺς πολεμίους διισχυρίζετο. ου τω πείσας τοὺς νέους, ει τα καὶ τοὺς λοιπούς, ω πλισε τοὺς ἐν ἡλικίᾳ, καὶ νυκτὸς βαθείας μεθύουσιν αὐτὸς μετὰ τῶν ̓Αρδεατῶν τοῖς βαρβάροις προσέμιξε. καὶ τοὺς πλείονας ἐκεῖ κατέκοψεν, εἰ δέ τινες καὶ φυγεῖν ἠδυνήθησαν ἐν τῷ σκότει, μεθ' ἡμέραν διέφθειρον ἱππεῖς αὐτοὺς καταλαμβάνοντες. Τῆς δὲ φήμης ταχὺ κηρυξάσης ἁπανταχοῦ τὸ κατόρθωμα, ο σοι τῶν ̔Ρωμαίων φυγόντες ἐκ τῆς πρώτης πρὸς τοὺς Γαλάτας μάχης ἐσώζοντο, τὰ ο πλα λαβόντες ἀπῄεσαν πρὸς τὸν Κάμιλλον, δέχεσθαι δεόμενοι τὴν ἀρχὴν αὐτῶν. ὁ δ' οὐκ ε φη πεισθήσεσθαι, 2.156 μὴ πρότερον τῶν ἐν τῷ Καπιτωλίῳ σωζομένων ψηφισαμένων αὐτῷ τὴν ἀρχήν. η ν δὲ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος τοῖς εἰς τὸ Καπιτώλιον. ει ς δέ τις τῶν νέων Κομίνιος Πόντιος, δόξης ἐρῶν, ὑπέστη τὸν α θλον, καὶ λαθὼν διὰ μέσων διέβη τῶν πολεμίων, καὶ τῷ λόφῳ τοῦ Καπιτωλίου προσπελάσας καὶ χαλεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος πρὸς τοὺς ἐν τέλει τῶν ̔Ρωμαίων παρὰ τῶν φυλαττόντων εἰσήχθη, καὶ τήν τε νίκην τοῦ Καμίλλου κατήγγειλε, καὶ τὰ δόξαντα τοῖς στρατιώταις εἰπὼν βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχὴν παρεκάλει. οἱ δὲ δικτάτωρα τὸν Κάμιλλον ἐψηφίσαντο. καὶ ο ς τοὺς ε ξω ο ντας ̔Ρωμαίους περὶ δισμυρίους συναγαγὼν καὶ ἀπὸ τῶν συμμάχων πολλούς, παρεσκευάζετο πρὸς ἐπίθεσιν. οἱ δὲ βάρβαροι μεθ' ἡμέραν διιόντες, καὶ καταμαθόντες ο θεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, τοῦτο δ' ὑπετόπασαν ε κ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας, η πολλὴ ἐπ' αὐτῆς η ν, τῆς μὲν ἀνεσπασμένης, τῆς δὲ συμπεπιλημένης, ἐκεῖθεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ ε ργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ' ο μως, καὶ ε λαθον α ν ἡμμένοι τοῦ προτειχίσματος καὶ τοῖς φύλαξιν ἐπιθέμενοι, εἰ μὴ χῆνες η σαν περὶ τὸν νεὼν τῆς Ηρας τρεφόμενοι, οι φύσει ο ντες εὐαίσθητοι καὶ ψοφοδεεῖς, ταχὺ τῶν Γαλατῶν τὴν ε φοδον ῃ σθοντο, καὶ ταραχώδει κλαγγῇ φερόμενοι πρὸς τοὺς φύλακας ἐπήγειραν α παντας. ου τω δὲ τοῖς ἀνιοῦσιν οἱ ̔Ρωμαῖοι προσμίξαντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατὰ τῆς πέτρας ἀπώσαντο, καὶ τὸν κίνδυνον ἐκπεφεύγασιν. ̓Εντεῦθεν η σαν οἱ Κελτοὶ ἀθυμότεροι, ἐφ' ἑπτὰ μησὶ τῇ πολιορκίᾳ ταλαιπωρούμενοι. διὸ καὶ περὶ 2.157 συμβάσεων ο τε τῶν βαρβάρων βασιλεὺς Βρέννος καὶ ὁ τῶν ̔Ρωμαίων χιλίαρχος ὁ Σουλπίκιος διειλέχθησαν. καὶ συνέδοξε χιλίας λίτρας χρυσίου τοῖς Γαλάταις τοὺς ̔Ρωμαίους καταβαλεῖν, τοὺς δὲ τὸ χρυσίον λαβόντας αὐτίκα τῆς πόλεως καὶ τῆς χώρας ἀπαναστῆναι. κομισθέντος δὲ τοῦ χρυσίου, καὶ τῶν βαρβάρων περὶ τὸν σταθμὸν κακουργούντων λάθρᾳ, ὁ Βρέννος τὸ ξίφος α μα καὶ τὸν ζωστῆρα λύσας ἐπέθηκε τοῖς σταθμοῖς. πυθομένου δὲ τοῦ χιλιάρχου τί τὸ γινόμενον, "τί α λλο" ει πεν "η τοῖς νενικημένοις ὀδύνη;" ἐν τούτοις ὁ Κάμιλλος α γων τὸν στρατὸν ταῖς πύλαις ἐπέστη τῆς πόλεως· καὶ μαθὼν τὰ γινόμενα πρὸς τοὺς ̔Ρωμαίους ἐπειγόμενος ἐπορεύετο. καὶ ἐλθὼν τὸ μὲν χρυσίον 256

α ρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ε δωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι ̔Ρωμαίοις καὶ οὐ χρυσῷ τὴν πατρίδα σώζειν. τοῦ δὲ Βρέννου ἀδικεῖσθαι φάσκοντος, λυομένης τῆς ὁμολογίας ἀντεῖπεν ὁ Κάμιλλος μὴ κυρίας ει ναι τὰς συνθήκας αὐτοῦ μὴ συμπράξαντος, η δη δικτάτωρος ᾑρημένου. ταραχθεὶς ου ν ὁ Βρέννος μέχρι ξιφουλκίας προῆλθεν, ο μως δὲ εἰς τὸ στρατόπεδον ἀπήγαγε τοὺς Κελτούς· ει τ' ἐκλιπὼν τὴν πόλιν καὶ σταδίους ἑξήκοντα προελθὼν ἐστρατοπέδευσεν. α μα δ' ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ' αὐτὸν τεθαρρηκότας η δη ἐπαγόμενος τοὺς ̔Ρωμαίους, καὶ τρέπεται τοὺς βαρβάρους φόνῳ πολλῷ καὶ λαμβάνει σφῶν τὸ στρατόπεδον. Ου τως ἡ ̔Ρώμη παραλόγως η λω καὶ ἐσώθη παραλογώτερον· ὁ δὲ Κάμιλλος ἐθριάμβευσε. τῆς ου ν πόλεως διεφθαρμένης παντάπασι τὸ πλῆθος ἀνοικοδομεῖν αὐτὴν οὐκ ἠβούλετο, ου τε χρήμασιν ου τε σώ.158 μασιν ἐρρωμένοι, καὶ μικροῦ ἐξέλιπον α ν αὐτήν. οὐδὲ γὰρ ἐπείθοντο ου τε τοῖς ἐν τέλει ου τε τῇ γερουσίᾳ παρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ α στυ, ο ἐκ τῶν πολεμίων η δη ἐσέσωστο, εἰ μὴ ἐν τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων ἑκατόνταρχος φρουρὰν α γων τινὰ καὶ παρ' αὐτὴν τὴν ἐκκλησίαν διιὼν τυχαίως "ἐνταῦθα στῆτε" πρὸς τοὺς ἑπομένους αὐτῷ ἐβόησεν· "ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι." θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταῦτ' εἰρῆσθαι, καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο, πρὸς δὲ τὸν ἀνακαινισμὸν τῆς ̔Ρώμης σὺν προθυμίᾳ ἐτράποντο, καὶ τά τε τείχη καὶ τὰς ἰδιωτικὰς οἰκίας ἐντὸς ἐνιαυτοῦ ἀνεκαίνισαν. Ου πω δὲ τῆς περὶ ταῦτα παυθεῖσιν ἀσχολίας πόλεμοι προσέπεσον διαφόρων ἐθνῶν, Αἰκουῶν τε καὶ Οὐολούσκων καὶ Λατίνων. Τυρρηνοὶ δὲ Σούτριον ἐπολιόρκουν συμμαχίδα ̔Ρωμαίων πόλιν. ἀποδείκνυται ου ν τὸ τρίτον δικτάτωρ ὁ Κάμιλλος· καὶ στρατεύσας ἐπ' αὐτοὺς κατετροπώσατο τοὺς λοιπούς, ἐπὶ δὲ τὸ Σούτριον η γε τὴν στρατιάν. οἱ δὲ Σουτρῖνοι, ε τυχον γὰρ τὴν πόλιν τοῖς πολεμίοις ἐκδεδωκότες καὶ ταύτης ἀποχωρήσαντες, καθ' ὁδὸν ε τι ο ντι τῷ Καμίλλῳ μετὰ γυναικῶν καὶ παίδων ὑπήντων. ου ς ἰδὼν ὁ Κάμιλλος, καὶ τὰ συμβεβηκότα πυθόμενος, αὐτίκα πρὸς τὸ Σούτριον ὡς ει χεν ἠπείγετο· καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε εὑρών, ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο. ἐθριάμβευσεν ου ν ἐπὶ τούτοις α γων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ῃ ρετο. Μάρκος δὲ Μάλλιος ὁ πρῶτος τοὺς Κελτοὺς τῷ 2.159 Καπιτωλίῳ προσβαλόντας ἐκ τῆς α κρας ὠσάμενος, ο θεν καὶ Καπιτωλῖνος προσωνομάσθη, φθονῶν τῷ Καμίλλῳ μᾶλλον τῶν α λλων τυραννίδι ἐπέθετο, καὶ διὰ τοῦτο ᾠκειοῦτο τὸν ο μιλον δημαγωγῶν καὶ πάντα πράττων εἰς θεραπείαν αὐτοῦ. παραλαβὸν ου ν αὐτὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον· καὶ κατέσχον αὐτό. διὸ καὶ δικτάτωρ ᾑρέθη τὸ τέταρτον ὁ Κάμιλλος. τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί α ν πράξαιεν, δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον παραδοῦναι σφίσιν ὑπέσχετο. λαβὼν ου ν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον, ὡς αὐτόμολος τῷ Καπιτωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως καὶ βοήθειαν παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν α νδρα πόρρω τῶν περιεστηκότων, ὡς δή τι κοινολογούμενος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ' ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ' ο ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν κάτω ἀπώσατο· ο ς καὶ ληφθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέλεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστῶσιν ἐδείκνυ, α ποπτον ο ν ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσπεφευγότων πολιτῶν ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικαστὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον, μήτ' ἀφιέντας μήτε καταδικάζοντας. τοῦτο δὴ νοήσας ὁ Κάμιλλος εἰς α λλον τόπον τὸ δικαστήριον συνεστήσατο, ο θεν οὐκ η ν τὸ Καπιτώλιον α ποπτον. καὶ καταψηφισθεὶς ὁ Καπιτωλῖνος ἐκεῖ ἀπήχθη τε εἰς τὸ 257

Καπιτώλιον 2.160 καὶ κατὰ τῆς πέτρας ὠσθεὶς ἀπώλετο, καθ' η ς ἐκεῖνος τὸν Κελτὸν κατεκρήμνισεν. Ει τα πολλῶν πολέμων κατά τε τῆς ̔Ρώμης αὐτῆς καὶ τῶν ὑποκειμένων αὐτῇ πόλεων κινηθέντων, ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ ̔Ρωμαῖοι διά τε τοῦ Καμίλλου καὶ δι' ἑτέρων, η δη ἐκείνου ὑπεργηράσαντος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βαθεῖαν ε σχον πρὸς τοὺς ἐκτός, πρὸς ἀλλήλους δὲ ἐστασίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης, θυγατέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικινίῳ τινὶ Στόλωνι κατηγγύησε πολὺ αὐτοῦ καταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ ̔Ρούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος ου ν τοῦ ̔Ρούφου καὶ ο ντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. ἀφικομένου δ' ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ε θος ἀρχαῖον ε κρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ ου πω τούτου πεπειραμένη· καὶ γέλως ἐπὶ τούτῳ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ' ἐν δεινῷ τὸ πρᾶγμα πεποίητο, καὶ τὸν α νδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθιζεν. ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὁμοίων, τὰ τοῦ πράγματος κοινωσάμενος, α μφω δημαρχῆσαι κατεβιάσαντο, καὶ τὸν κόσμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ε τεσιν ἀναρχίαν γενέσθαι τῷ δήμῳ· τὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. καὶ ἐπὶ πλέον α ν ε τι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο ἐπὶ τὴν ̔Ρώμην αυ θις ἐλαύνειν Κελτούς. α παν ου ν πρὸς ἀλλήλους ἀφέντες διάφορον, δικτά.161 τωρα τὸ πέμπτον τὸν Κάμιλλον ει λοντο καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή, μονομαχία δὲ γέγονε πρότερον. Τίτος γάρ τις Μάλλιος, ἀνὴρ εὐπατρίδης. προσκεκρουκὼς τῷ πατρὶ παρημελεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· ει τα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκαλουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νικήσας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν ο ντα ἐσκύλευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο. συμμιξάντων δὲ καὶ τῶν στρατευμάτων η ττηντο οἱ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν ̔Ρώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ' ̓Αλβανίδα ἐλεηλάτουν, ἐάσαντες ου ν αὐτοὺς οἱ ̔Ρωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρωμάτων καὶ μέθης εὐεπιχειρητότεροι ει εν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν ει λον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς τὴν ̔Ρώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν. Εκτοτε ου ν οἱ μὲν χιλίαρχοι, οι ἀντὶ τῶν ὑπάτων ἐγίνοντο, ἐσχολάκασιν, υ πατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλήθους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ' ἐνσκηψάσης τῇ ̔Ρώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἱ ̔Ρωμαῖοι πλεῖστα θανόντος τοῦ ἀνδρὸς ἠνιάθησαν. Μετὰ δὲ ταῦτα καί τι συμβεβηκέναι πάθος περὶ τὴν ̔Ρώμην ἱστόρηται. διαστῆναι γὰρ λέγεται τὸ πεδίον τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτωλίου ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ' α λλου τι.162 νός, οι α συμβαίνειν ει ωθε φυσικῶς ἐπὶ τοῖς τοιούτοις παθήμασι. καὶ η ν τὸ χάσμα διαμένον ἐπὶ μακρόν, ου τε συνερχόμενον οι ως δή ποτε ου τε μέντοι πληρούμενον, καὶ ταῦτα χοῦν τε τῶν ̔Ρωμαίων ἐς αὐτὸ συμφορούντων πολὺν καὶ λίθους καὶ α λλην υ λην παντοδαπήν. ἀποροῦσιν ου ν τοῖς ̔Ρωμαίοις χρησμὸς ἐδόθη μὴ α λλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι' ου μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλλουσιν· ου τω γὰρ ἐκεῖνό τε παύσεται καὶ τῇ πόλει ε σται δύναμις ἀκατάλυτος. ε μενεν ου ν καὶ πάλιν τὸ α πορον ἀπορούμενον, ἀσαφοῦς τυγχάνοντος τοῦ χρησμοῦ. Μάρκος δὲ Κούρτιος, ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν, ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής, τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων "τί τῶν λογίων ἀσάφειαν, ω ̔Ρωμαῖοι, η ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι α ψυχον ἐμψύχου λογισθήσεται βέλτιον, οὐδὲ τοῦ ε ννου καὶ ε μφρονος καὶ λόγῳ κεκοσμημένου τὸ 258

α νουν α λογόν τε καὶ α φρον προτιμηθήσεται. τί γὰρ α ν τις ἀνθρώπου προκρίνειεν, ι να τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν; οὐκ ε στιν οὐδὲν ζῷον θνητὸν οὐδ' α μεινον οὐδ' ἰσχυρότερον ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, ου τ' α νθρωπος οὐδὲν α λλο ἐστὶν η θεὸς σῶμα θνητὸν ε χων ου τε θεὸς α λλο τι η α νθρωπος ἀσώματος κἀντεῦθεν ἀθάνατος, καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. ταῦτα ἐγὼ μὲν ου τω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ 2.163 γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο ο τι κλῆρον ποιήσομαι η κόρην κελεύσω θανεῖν η μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτὸν ὑμῖν ἐπιδίδωμι, ι να σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς, ἐσόμενον ὑμῖν ἀεὶ προστάτην καὶ σύμμαχον." ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ο πλα ἐνεδιδύσκετο, ει τα καὶ τοῦ ι ππου ἐπέβη. οἱ δ' α λλοι περιαλγεῖς ἐγίνοντο καὶ περιχαρεῖς, καὶ κοσμήματά τινα συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον αὐτοῖς ἐκόσμουν ὡς η ρωα, οἱ δέ τινα καὶ ἐς τὸ χάσμα ἐνέβαλλον. α ρτι δ' ἐς αὐτὸ ἐνήλατο ὁ Κούρτιος ε φιππος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι ου τε τὸ χάσμα ου τε τὸν Κούρτιον ἐθεάσατο. ταῦθ' ου τω ̔Ρωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυθώδη κριθείη καὶ μὴ πιστά, ε ξεστίν οἱ μὴ προσέχειν αὐτοῖς. Τοῖς ̔Ρωμαίοις δὲ πόλεμοι αυ θις καὶ παρὰ Γαλατῶν καὶ ὑφ' ἑτέρων ἐθνῶν ἐπηνέχθησαν, ἀλλ' ἀπεκρούσαντο πάντας, πῇ μὲν ὑπάτους, πῇ δὲ δικτάτωρας ψηφιζόμενοι. ο τε καί τι τοιοῦτον συμβέβηκε. δικτάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατατρεχόντων τὰ ὑπὸ ̔Ρώμην. ο ς ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην ει χε τρίβειν τὸν καιρὸν καὶ μὴ διακινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους· ῥᾷον γὰρ αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν η λπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν τινὰ τῶν ̔Ρωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου ε γγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ 2.164 Γαλάτης τῇ ἰσχύϊ καὶ τῇ τόλμῃ· ἐπὶ πλέον δ' ἐθαυμαστώθη ο τι τῷ τοῦ Οὐαλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε ο ψιν αὐτοῦ ἐπετάρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέχρις ου κατειργάσθη. διὸ ἀγανακτήσαντες οἱ Γαλάται ὡς ὑπὸ ο ρνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέμιξαν τοῖς ̔Ρωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ' Οὐαλέριος ὑπὸ τῆς τοῦ κόρακος συμμαχίας Κορουῗνος ἐπωνομάσθη. Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πολέμου γενέσθαι μέλλοντος, κατηλλάγησαν οἱ στασιάσαντες, νόμων τεθέντων μήτ' α κοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρχήσαντα ἑκατονταρχεῖν, καὶ τοὺς ὑπάτους καὶ α μφω ἐξὸν ει ναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο α μα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα α ρχειν ἐτῶν. Λατῖνοι δὲ καίπερ ε νσπονδοι τοῖς ̔Ρωμαίοις ο ντες ἀπέστησαν καὶ πόλεμον η ραντο, ἐν φρονήματι γεγονότες ο τι τε νεότητι η κμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς η σκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, υ πατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν Δέκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ τῆς ἀρετῆς. ε δοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἱ υ πατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς ̔Ρωμαίοις ὁρῶντες ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό 2.165 τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες. καὶ διὰ τοῦτο προεῖπον σφίσι τά τε α λλα παρατηρεῖν ἀκριβῶς, καὶ καθ' ἑαυτὸν μηδένα μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτήρησαν, ὁ δὲ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναντίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ι ππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προσιόντα πρὸς μονομαχίαν προεκαλέσατο, καὶ μὴ δεξάμενον ταύτην διὰ τὴν πρόρρησιν, παρώξυνεν εἰπών "οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς ει ; οὐ 259

σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; η πρὸς μὲν Γαλάτας ἀνθρώπους φθόρους ε ρρωσθε καὶ ἀνδρίζεσθε, τοὺς δὲ δὴ Λατίνους ἡμᾶς φοβεῖσθε; τί ου ν α ρχειν ἡμῶν ἀξιοῦτε; τί δ' ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε;" ε κφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελάθετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ο ς ἀθροίσας τὸ στράτευμα "γενναίως μέν" ε φη "ω παῖ, ἐμαχέσω, καὶ διὰ τοῦτό σε στεφανώσω· ο τι δὲ τὸ προσταχθὲν οὐ παρετήρησας, καίτοι καὶ ὡς υἱὸς πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος, διὰ τοῦτό σε δικαιώσω, ι να καὶ τὸ τῆς ἀριστείας α θλον καὶ τὸ τῆς ἀνηκουστίας τίμημα λήψῃ." ταῦτ' εἰπὼν α μα τόν τε στέφανον τῇ κεφαλῇ αὐτοῦ ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέτεμεν. Ει τα ο ναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν ε δοξε λέγειν τῶν ἐναντίων κρατήσειν, α ν ὁ ε τερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ' ἡμέραν ου ν ἀλλήλοις διηγησάμενοι τὸ ο ναρ συνέθεντο θεῖον ει ναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. καὶ ἠμφισβήτησαν δὲ πρὸς ἀλλήλους, οὐχ ο ς α ν σωθείη, 2.166 ἀλλ' ο ς α ν μᾶλλον ἑαυτὸν ἐπιδῷ· καὶ παρὰ τοῖς πρώτοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος η ρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι, καὶ ὁπότερον α ν ἐκείνων ἐλαττωθῇ, τὸν ἐπ' αὐτῷ τεταγμένον ἀποθανεῖν. τοσαύτη δ' η ν φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς ευ χεσθαι ε καστον τῶν ὑπάτων ἡττηθῆναι, ι να τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσοπαλῶς ἠγωνίσαντο, ει τα τὸ κατὰ τὸν Δέκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ο γνοὺς ὁ Δέκιος ἑαυτὸν ἐπιδέδωκε· καὶ τὰ ο πλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον. καὶ οἱ μὲν ου τω φασὶν ἐφ' ι ππον ἀναπηδῆσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς πολεμίους καὶ ὑπ' ἐκείνων ἀποθανεῖν, οἱ δὲ ὑπὸ συστρᾳτιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτήσαντος τοῦ Δεκίου τοῖς ̔Ρωμαίοις ἡ νίκη καθαρῶς συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν, οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ Δεκίου· πῶς γὰρ α ν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι, τὸ δὲ σωθῆναι καὶ νικῆσαι περιφανῶς; οἱ μὲν ου ν Λατῖνοι ου τως η ττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν ο μως τὰ ἐπινίκια. Ει τ' αυ θις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάντας κατεπολέμησαν, καὶ ε τερα ε θνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ δὲ δικτάτωρσιν. ω ν ει ς η ν καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνομαζόμενος διά τε τὴν ε ξιν, η ν γὰρ δρομικώτατος, καὶ διὰ τὴν α σκησιν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ ὁ Παπείριος ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου 2.167 ̔Ρούλλου ἱππάρχου, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αι ς ἐκεῖνος ἐβούλετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αυ θις. ὑπὸ δὲ Κορνηλίου Αυ λου δικτάτωρος καὶ πάλιν πολεμηθέντες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ ̔Ρώμῃ, τοὺς αἰχμαλώτους τε ο σους ει χον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου ̔Ρουτούλῳ, ἀνδρὶ δυνατῷ παρ' αὐτοῖς, ἐπιγράφοντες· ου τὰ ὀστᾶ, ἐπεὶ φθάσας ἐκεῖνος διεχειρίσατο ἑαυτόν, διέρριψαν. οὐ μέντοι καὶ ε τυχον τῆς εἰρήνης ὡς α πιστοι, ἀλλ' α σπονδον σφίσιν ἐψηφίσαντο πόλεμον, καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες ου ν οἱ ̔Ρωμαῖοι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαντες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ οἱ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπείσασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχήσαντες ε ν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον ει λον καὶ τοὺς ̔Ρωμαίους ἐζώγρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τὸν ζυγόν, τί δ' η ν τὸ τοῦ ζυγοῦ η δη μοι α νωθί που ἱστόρηται, οὐδένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε ο πλα καὶ τοὺς ι ππους καὶ τὰ α λλα ο σα ει χον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφίσιν ἀπὸ τῆς ι σης ει ναι.

ι να δὲ τὰ τῆς ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακοσίους εἰς ὁμηρείαν κατέσχον. Οἱ δ' υ πατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέριος Καλουῗνος μετὰ τῆς στρατιᾶς εὐθὺς ἀνεχώρησαν, καὶ νυκτὸς αὐτοί τε καὶ τῶν α λλων οἱ ἀξιολογώτατοι 2.168 εἰς τὴν ̔Ρώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ' ἐν τῇ πόλει τὰ πεπραγμένα μαθόντες ου τε ἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ου τ' ἀχθεσθῆναι ἠδύναντο. πρὸς μὲν γὰρ τὸ δεινὸν ὑπερήλγουν, καὶ ο τι παρὰ τῶν Σαυνιτῶν τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ α λγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα α ν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν η δοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ η δεσθαι, πένθος ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ ε πραξαν, ου τ' αὐτίκα ου θ' υ στερον, ε ως ἀντεπεκράτησαν· τοὺς δ' ὑπάτους μὲν παραχρῆμα ε παυσαν, ἑτέρους δ' ἀνθελόμενοι βουλὴν ἐποιήσαντο. καὶ ἐδόκει μὲν σφίσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ ἀδύνατον η ν τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πράξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ω κνουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν α λλων, οι μετ' αὐτῶν ὡς ἀρχάς τινας α ρχοντες τὰς σπονδὰς ἐποιήσαντο, ω κνουν δὲ καὶ ἀφεῖναι, ι να μὴ ἐφ' ἑαυτοὺς τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς ου ν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Ποστουμίῳ τὴν ψῆφον ἐπήγαγον, ο πως αὐτὸς καθ' ἑαυτοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον ε φη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ' αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πρᾶξαι αὐτά, ἀλλ' ἀνάγκῃ συνεχομένους, η ν αὐτοῖς ἐπήγαγον οἱ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ' ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντηπατήθησαν, οὐκ α ν δύναιντο δικαίως ἐπεγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ τοιαῦτα πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Πο.169 στουμίου καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ὡμολογημένα ἐκείνους τε ἐκδοθῆναι. ̓Απήχθησαν ου ν καὶ α μφω οἱ υ πατοι καὶ οἱ λοιποὶ α ρχοντες οἱ ἐπὶ τοῖς ο ρκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυνῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν α παντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ ̔Ρωμαῖοι ἐκείνους μὲν ἀσμένως ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν μάχην ἐπήγαγον. καὶ κρατήσαντες τὰ ο μοια σφίσιν ἐποίησαν, καὶ ὑπὸ τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον, καὶ ἀφῆκαν, μηδὲν α λλο κακὸν δράσαντες. καὶ τοὺς σφετέρους ἱππεῖς, ου ς ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, ἀπαθεῖς ἐκομίσαντο. Μετὰ δὲ χρόνους πλείονας αυ θις· τοῖς Σαυνίταις πολεμοῦντες οἱ ̔Ρωμαῖοι, Γαΐου ̓Ιουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ ̓Ιουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς υ λας τὰς ̓Αόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, ου τω καλουμένας ἀπὸ τοῦ μηδ' ο ρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ο ντες, ποίμνιά τινα ποιμένων η φρουρῶν α νευ προκαθιστάντες καὶ ψευδαυτομόλους ὑποπέμποντες, ὡς ἐφ' ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο. ει σω δὲ γενομένους τῆς υ λης περιέσχον τε σφᾶς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ α λλοτε δὲ πολλάκις τοῖς ̔Ρωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους α λλους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν 2.170 ̔Ρώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ο οἱ ̔Ρωμαῖοι μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ Καπιτωλίῳ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αι μα τρισὶν ἡμέραις, μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, ει τῳ ταῦτα πιστά· καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι α γαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη κάτω ἑστὸς ἐπὶ γῆς· ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον ο θεν οἱ Γαλάται η δη ἐπῄεσαν. ταῦτ' ου ν καὶ α λλως ἐξεφόβει τὸν δῆμον, πλέον δ' ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος 261

δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς, εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ' εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι προδηλοῦν τοῦ πολέμου· κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ, ἐν ῳ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ' οὐκ ἐν ταῖς συμφοραῖς κατ' ε θος αἱμάττεσθαι. ἐκ μὲν ου ν τούτων ἀγαθόν τι σφᾶς ε πειθε προσδοκᾶν, ἐκ δὲ τοῦ μέλιτος νόσον, ο τι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ω στε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν. ̔Ο μὲν ου ν Μάνιος ου τω τὰ τῶν σημείων ἡρμήνευσε, καὶ ἐπὶ τῶν πραγμάτων δ' ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ προγνώσεως· ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς α λλοις τοῖς μετ' αὐτῶν ἀντικαταστῆναι υ πατοι αἱρεθέντες ἐπέμφθησαν ο τε ̔Ροῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ ὁ Δέκιος ὁ Πούπλιος. οι πρὸς τὴν Τυρσηνίδα 2.171 σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ ̓Αππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον, τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν, ἐν τοῖς ο πλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσέβαλον ου ν τοῖς πολεμίοις· κἀν τούτῳ λύκος ε λαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς ̔Ρωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε, προσήκειν αὐτὸν νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν ̔Ρωμύλον, καθάπερ ἱστόρηται· ἡ δ' ε λαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων ου ν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ' αὐτὸν ἐνίκησεν, η ττητο δέ γε ὁ Δέκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός, η ν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. α ρτι δὲ ε σφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι' αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρατήσειν, τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφᾶς γενναίως ἀντικατέστησαν. κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αὐτοῖς προσέπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο. Τῷ δ' ἑξῆς ε τει αυ θις τοῖς Σαυνίταις ἐπολέμησεν ̓Ατίλιος ̔Ρήγουλος. καὶ μέχρι μέν τινος ἰσορρόπως ἐμάχοντο· ει τα κρατησάντων τῶν Σαυνιτῶν αυ θις οἱ ̔Ρωμαῖοι ἀντεπεκράτησαν, καὶ ἑλόντες αὐτοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ ου τως ἀφῆκαν. 2.172 Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ω ρμησαν, ὡς η κρατήσοντες η παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οι κοι μενοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ' υ πατοι ε ρημον ο ν στρατιωτῶν τὸ Σαύνιον ἐπόρθουν καὶ πόλεις ει λόν τινας. ο θεν οἱ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἑνὶ τῶν ὑπάτων συμμίξαντες ε κ τινος η ττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς ε πταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ῳ ἐπεβοήθουν. ὁ δὲ υ πατος τά τε ἐπινίκια ε πεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ' ε τερος υ πατος κατὰ τῶν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι' ὀλίγου, σῖτόν τε καὶ χρήματα παρ' αὐτῶν εἰσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ' εἰσήνεγκεν εἰς τοὺς θησαυρούς. Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἱ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν ̔Ρωμαίων διά τε τὴν νόσον καὶ ο τι τοὺς ὑπάτους οὐ κατ' ἀρετὴν ῃ ρηντο, ὡς μὴ πολέμων ο ντων, παρεκίνησαν. μαθόντες ου ν τοῦθ' οἱ ̔Ρωμαῖοι, ̓Ιουνίῳ μὲν Βρούτῳ τὸν Καρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν ̔Ροῦλλον τὸν Μάξιμον ὑποστρατήγους η πρεσβευτὰς συνεξέπεμψαν. ὁ μὲν ου ν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν α λλων Τυρσηνῶν ἐληίζετο, Φάβιος δὲ τῆς ̔Ρώμης πρὸ τοῦ πατρὸς 262

ἐξελάσας, καὶ τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ι ν' αὐτοῦ τὸ κατόρ.173 θωμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ α ν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ' ου ν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ' ἰατροῦ μήτ' ἐπιτηδείου τινὸς παρόντος, διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάντως α ν καὶ τῆς ὑστεραίας ἀπώλοντο, εἰ μὴ οἱ Σαυνῖται τὸν πατέρα αὐτοῦ ἐγγὺς ει ναι νομίσαντες ε δεισάν τε καὶ ἀνεχώρησαν. Πυθόμενοι δὲ ταῦθ' οἱ ἐν τῷ α στει δεινῶς ἠγανάκτησαν, καὶ μεταπεμψάμενοι τὸν υ πατον εὐθύνειν η θελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν ει λε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν η λασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ ̔Ρωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ε πειτα ἀντὶ ὑπάτου α ρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ο ς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, οὐ μέντοι καὶ ε νδηλος η ν δι' ἑαυτοῦ τὰ πράγματα πράττων, ἀλλὰ τὴν δόξαν τῶν ε ργων τῷ παιδὶ προσῆπτε. Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων, ἐπεὶ μὴ καὶ παρὰ τῶν δανει.174 στῶν αυ τη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος· καὶ οὐ πρότερον τὰ τῆς στάσεως κατηυνάσθη ε ως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. η ρξαν δὲ τῶν πολέμων οἱ Ταραντῖνοι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ α λλους προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν α λλους οἱ ̔Ρωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις α λλοτε α λλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες, ο μως ου πω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλερίου, καὶ τριήρεσι προσορμίσαι βουληθέντος ἐς Τάραντα, ἐπεὶ ἀπῄει ο πῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἱ Ταραντῖνοι κατ' αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλέριον πλεῖν ἐκ τοῦ συνειδότος ω ν ε δρων, μετ' ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ α λλους πολλούς· καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ' οἱ ̔Ρωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ' ο μως ἀπέστειλαν ἐπεγκαλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν, ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοῦ Λουκίου Ποστουμίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων, ὁ Ποστούμιος "γελᾶτε" ε φη, "γελᾶτε ε ως ε ξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον ο ταν τὴν ἐσθῆτα ταύτην τῷ αι ματι ὑμῶν ἀποπλύνητε." ̓Επανελθόντων ου ν τῶν πρέσβεων οἱ ̔Ρωμαῖοι τὰ πραχθέντα μαθόντες η λγησαν, καὶ στρατεῦσαι ἐπὶ τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν υ πατον ἐψηφίσαντο. ο ς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς 2.175 ἐπιτηδείους ε πεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εὐπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ' ἐν ἡλικίᾳ καὶ ὀλίγα η μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ο μως, τὸν Πύρρον τὸν Η ̓ πειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκαλέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ ε φθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ' ἐτράπησαν, ω στε τοὺς ̔Ρωμαίους τήν τε χώραν αὐτῶν ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια. πολλὴν δὲ τῶν 263

ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρόνοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Αγιν τοῖς ̔Ρωμαίοις ἐπιτήδειον ο ντα ει λοντο στρατηγὸν αὐτοκράτορα. α ρτι δ' ου τος κεχειροτόνητο καὶ Κινέας ὑπὸ τοῦ Πύρρου προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρος τῆς καλουμένης βασιλεύων ̓Ηπείρου φύσεώς τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ ̔Ελληνικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. ου τος τοίνυν τοῖς τῶν Ταραντίνων πρέσβεσιν ἐντυχών, ε ρμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ' ο μως ε χθρας πρὸς ̔Ρωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ι να δὲ μὴ ὑποπτευθείη δι' α περ ει ρηται, οι καδε αὐτίκα ἀνακομισθήσεσθαι ε φη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ ̓Ιταλίᾳ παρ' αὐτῶν κατα.176 σχεθῆναι. συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ' ἐξ αὐτῶν καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ' αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς ̔Ρωμαίους ἀπέσχοντο καὶ τὸν Αγιν παύσαντες τῆς στρατηγίας ε να τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ' οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πύρρου σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ' ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ε χαιρον, ὡς μήτε φρουρεῖν μήτ' α λλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πύρρῳ χρήματα ε πεμπον. ̔Ο ου ν Αἰμίλιος τέως μὲν κατὰ χώραν ε μενεν, ἐπεὶ δὲ τούς τε Πυρρείους η κοντας ε γνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οι ός τε η ν, ἐς ̓Απουλίαν ω ρμησεν. οἱ δὲ Ταραντῖνοι ε ν τινι στενοπόρῳ χωρίῳ, δι' ου διελθεῖν ἀνάγκην ει χε, λοχήσαντες, α πορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, ου ς ἐπήγετο, προήγαγε. φοβηθέντες δ' οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ τῶν ̔Ρωμαίων ἀπολέσωσιν, ἐπαύσαντο. ̔Ο δὲ Πύρρος οὐδὲ τὸ ε αρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ ε κκριτον ἐπαγόμενος καὶ ἐλέφαντας ει κοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ ̓Ιταλίᾳ ὀφθέντα· ο θεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ περιπεσὼν τὸ ̓Ιόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἱ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεδάσθησαν. μόλις δ' ου ν πεζεύσας η λθεν εἰς 2.177 Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, ο πως μὴ καθ' ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι, καὶ τὸ θέατρον ε κλεισε, τάχα διὰ τὸν πόλεμον, ο πως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ' αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι, καὶ τοὺς νεωτέρους ἐν τοῖς ο πλοις ἀσκεῖσθαι ἐκέλευεν η διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἐκ τῶν οἰκείων κατέστησεν, ω στε μηδένα ἐξιέναι τῆς πόλεως. οἱ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου τοῦ Πύρρου πειρώμενοι. ὁ δὲ διὰ ταῦτα μὴ πρὸς τοὺς ̔Ρωμαίους ἀποκλίνωσι φοβηθείς, τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς τὴν Ηπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ε πεμπε, τοὺς δὲ καὶ ἀφανῶς διώλλυεν. ̓Αρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο, ι ν' υ ποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πύρρου φρονῶν γένηται· ὡς δ' ε τι πιστεῦον ἐκείνῳ τὸ πλῆθος ἑώρα, ε πεμπεν αὐτὸν εἰς τὴν Ηπειρον· καὶ ο ς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ τὴν ̔Ρώμην ἀφίκετο. Καὶ τοιαῦτα μὲν ὁ Πύρρος τοῖς Ταραντίνοις ἐποίει· οἱ δ' ἐν τῇ ̔Ρώμῃ μαθόντες τὸν Πύρρον ἐλθόντα εἰς Τάραντα κατέδεισαν τῷ τε 264

ἐκπεπολεμῶσθαι τὰ ἐν τῇ ̓Ιταλίᾳ αὐτοῖς καὶ τῷ θρυλεῖσθαι ἐκεῖνον εὐπόλεμόν τε τυγχάνειν καὶ δύναμιν ε χειν 2.178 ἀνανταγώνιστον. στρατιώτας τε ου ν κατέλεγον καὶ χρήματα η θροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας πόλεις διέπεμπον, ι να μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους αὐτῶν ἐκόλασαν. καί τινες τῶν Πραινεστίνων ἐς τὴν ̔Ρώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν, καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐπεπλήρωτο· ἐχρήσθη γὰρ αὐτοῖς ποτε ο τι τοὺς τῶν ̔Ρωμαίων καθέξουσι θησαυρούς. καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη, ἐκεῖνοι δέ γε ἀπώλοντο. Οὐαλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πύρρον καὶ τοὺς Ταραντίνους καὶ τοὺς α λλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ α στει τοῦ στρατεύματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστράτευσεν, ι να πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται· καὶ τὸν Πύρρον καταπλήξειν η λπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, ου ς ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν ει λεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῇ Λευκανίᾳ κατέλιπεν, ει ρξουσαν αὐτοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις. Καὶ ὁ Πύρρος μαθὼν τὸν Λαουίνιον πλησιάζοντα προεξώρμησε, καὶ στρατοπεδευσάμενος τρίβειν η θελε τὸν καιρόν, ἀναμένων τοὺς συμμαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως, ὡς καταπλήξων αὐτόν· ει χε δὲ ἡ γραφὴ ω δε. "Βασιλεὺς Πύρρος Λαουινίῳ χαίρειν. πυνθάνομαί σε στράτευμα ἐπὶ Ταραντίνους α γειν. τὸ μὲν ου ν ἀπόπεμψον, αὐτὸς δὲ μετ' ὀλίγων η κε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ ει τι ἀλλήλοις ἐγκαλεῖτε, καὶ α κοντας τὰ δίκαια ποιεῖν ἀναγκάσω." Λαουίνιος δὲ τάδε τῷ 2.179 Πύρρῳ ἀντέγραψε. "Πάνυ μοι δοκεῖς, ω Πύρρε, τετυφῶσθαι, δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑποσχεῖν ο τι καὶ τὴν ἀρχὴν εἰς ̓Ιταλίαν ἐπεραιώθης. η ξω τε ου ν μετὰ παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντίνων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας, ἐξὸν παρὰ τῷ Αρει τῷ προπάτορι ἡμῶν κριθῆναι;" τοιαῦτα ἀντεπιστείλας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ ἐκεῖ ποταμοῦ ποιησάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν α λλην ε χειν, ἀπέπεμψεν. καὶ ἐπὶ τούτοις ὁ Πύρρος καταπλαγεὶς οὐ μάχεσθαι η θελεν, ο τι καὶ τῶν συμμάχων ου πω τινὲς συνῆλθον αὐτῷ, ἐπιλείψειν τε τοῖς ̔Ρωμαίοις τὰ ἐπιτήδεια η λπιζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογιζόμενος ε σπευδε συμμίξαι. τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πύρρου φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπεπληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ α κοντι τῷ Πύρρῳ συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ ει χε μάχεσθαι, ο πως δὲ μὴ δόξῃ τοὺς ̔Ρωμαίους φοβεῖσθαι, καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώτρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν πειρώμενος κατὰ τὸ στρατόπεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν ου ν αὐτὸς μὲν κατὰ χώραν μετὰ τοῦ πεζοῦ ε μεινε, τοὺς δ' ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ ε πεμψεν, ἐντειλάμενος πόρρω ποι βαδίσαντας περαιωθῆναι. καὶ ου τως ἐκεῖνοί τε κατὰ νώτου τοῖς πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς μάχης συνεπελάβετο. φεύγουσιν ου ν τοῖς ἑαυτοῦ ὁ 2.180 Πύρρος ἐπικουρήσας τρωθέντα τὸν ι ππον ἀπέβαλε, καὶ ε δοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμησάντων, τῶν δὲ καταφρονησάντων, τὸ ε ργον ἠλλοίωτο. συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπεστέραν τῶν α λλων ου σαν ε δωκε Μεγακλεῖ, κελεύσας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν, ο πως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ' οἰκεῖοι πρὸς θάρσος ἀφίκωνται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ στρατῷ πλὴν ἐλεφάντων, καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς σφετέρους ὠφέλησε. τὰ μὲν ου ν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως ἐμάχοντο, ὡς δὲ τὸν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρρον 265

ἀπεκτονέναι, καὶ τοῖς α λλοις δόκησιν τούτου παρέσχεν, οι τε ̔Ρωμαῖοι ἐπερρώσθησαν καὶ οἱ ἐναντίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πύρρος τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· καὶ εἰς τοὐναντίον περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ Λαουίνιος, καὶ ἱππέας ε χων ἐνεδρεύοντάς που τῆς μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολεμίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πύρρος τὸ σημεῖον τοῖς ἐλέφασιν η ρεν· ε νθα ε κ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου ου σης καὶ τῆς βοῆς φρικώδους, καὶ ἐκ τοῦ τῶν ο πλων πατάγου, ο ν οἱ ἐπιβεβηκότες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε οἱ ̔Ρωμαῖοι ἐξεπλάγησαν, καὶ οἱ σφῶν ι πποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβάτας, οἱ δὲ καὶ φέροντες ε φευγον. ἀθυμῆσαν ου ν ἐκ τούτων τὸ ̔Ρωμαϊκὸν ἐτράπετο στράτευμα, καὶ φεύγοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων, οἱ δὲ καὶ παρ' αὐτῶν τῶν θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν 2.181 η καὶ ὀδοῦσι φθειρόντων πολλούς· καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς ε φθειρον· οὐδ' α ν ὑπελείφθη τις, εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν ἐκ τοῦ τραύματος καὶ οἱ α λλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πύρρος ἐπέσχε τὴν δίωξιν, καὶ ου τως οἱ ̔Ρωμαῖοι διαβεβηκότες τὸν ποταμὸν εἰς ̓Απουλίδα πόλιν τινὰ ἀπεσώθησαν. πολλοὶ δὲ καὶ τῶν τοῦ Πύρρου στρατιωτῶν καὶ τῶν ἡγεμόνων πεπτώκασιν, ω στε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν "εἰ καὶ αυ θίς ποτε ὁμοίως" ε φη "κρατήσομεν, ἀπολούμεθα." τοὺς μέντοι ̔Ρωμαίους καὶ νικηθέντας ἐθαύμασεν, εἰπὼν ο τι "τὴν οἰκουμένην α ν πᾶσαν ἐχειρωσάμην, εἰ ̔Ρωμαίων ἐβασίλευον." ̔Ο μὲν ου ν Πύρρος ἐπὶ τῇ νίκῃ μέγα ε σχηκεν ο νομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οι τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν· οι ς ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν, τῶν σκύλων μετέδωκεν· οἱ δ' ἐν τῇ ̔Ρώμῃ η λγησαν ἐπὶ τῇ η ττῃ, τῷ δέ γε Λαουινίῳ στράτευμα ε πεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο, καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο, πυνθανόμενοι ἐπ' αὐτὴν τὸν Πύρρον ἐπείγεσθαι. ὁ μέντοι Λαουίνιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος, καὶ τοὺς σκεδασθέντας συναγαγών, η δη καὶ τῶν ἐκ ̔Ρώμης πεμφθέντων ἀφικομένων, τὸν Πύρρον παρεπόμενας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον, προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ' ἐκείνης ὁ Πύρρος ἐπὶ τὴν Νεάπολιν ω ρμησεν. ὡς δ' οὐδὲν οὐδ' ἐν αὐτῇ 2.182 δρᾶσαι ι σχυσε, σπεύδων τὴν ̔Ρώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ ε μαθεν αὐτούς τε τοῖς ̔Ρωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον, ἐφοβήθη μὴ ὑπ' αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλεῖον τοῦ πρόσθεν η ν, υ δρας ε φη δίκην τὰ στρατόπεδα τῶν ̔Ρωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ο τι ἐκέλευσεν, ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς ̔Ρωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μεῖζον ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πύρρου, οὐκέτ' ἠθέλησε συμμίξαι, ἀλλ' ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ε νθα πρέσβεις τῶν ̔Ρωμαίων ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο α λλοι τε καὶ ὁ Φαβρίκιος. ου ς φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι, διηπορήθη ο τι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ε φη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ ο πως τοῦτον μεταχειρίσηται. ὁ μὲν ου ν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν, ἀλλ' η δη 266

τῶν ̔Ρωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον α παν 2.183 αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς ̔Ρώμην καὶ χρήματα πέμψαι τῆς εἰρήνης ε νεκα καὶ σπονδῶν. ου τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. ου τω δὲ φρονῶν καὶ ὁ Πύρρος ἐτύγχανε. καλέσας ου ν τοὺς πρέσβεις "ου τε πρῴην, ω ̔Ρωμαῖοι," ε φη "ἑκὼν ὑμῖν ἐπολέμησα ου τε νῦν πολεμήσαιμι· φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν α νευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ." Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς "φίλος" ει πεν "ἡδέως καὶ πᾶσιν α ν ̔Ρωμαίοις γενοίμην, μάλιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν α νδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ." ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ "ἐπαινῶ σε" ει πεν, "ω Πύρρε, ο τι τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι αὐτήν, α ν γε συμφέρῃ ἡμῖν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με, ἀγαθόν, ὡς φής, α νδρα ο ντα, ἀξιώσεις. ἀλλ' οὐδὲ τούτων ω ν δίδως τι λάβοιμι α ν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις α νδρα η ου ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων α ξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; ι σθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ ε χω, τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ' εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ α ν ου τε τὴν Ηπειρον ου τε τὰ α λλα α ε χεις καταλιπὼν δεῦρο ἐπεραιώθης, ει γε ἐκείνοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου." Τούτων ου τω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πύρρος τὸν Κινέαν 2.184 εἰς τὴν ̔Ρώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ι να εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν, ἀλλ' αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν. ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν α λλοτε α λλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο· καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ ει πεν ὡς "Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ο τι οὐχ ὡς πολεμήσων ὑμῖν η κεν, ἀλλ' ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμῶν λύτρων ἀφῆκεν α τερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ' ὑμῶν ἐλπίζων, πλείω δ' ε τι καὶ μείζω εὐεργετήσειν ὑμᾶς." ̓Επὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δῶρα καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο, ἀλλ' ἐσκόπουν ε τι πλείους ἡμέρας ο ,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ο μως σπείσασθαι. μαθὼν δὲ τοῦτο Αππιος ὁ τυφλὸς ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον, ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν η ν, καὶ ει πε μὴ συμφέρειν τὰς πρὸς τὸν Πύρρον συμβάσεις τῇ πολιτείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι' αὐτοῦ δηλῶσαι τῷ Πύρρῳ οι καδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς η καὶ περὶ ἑτέρου ο του δέοιτο. ταῦτα ὁ Αππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ' εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθημερὸν τὸν Κινέαν ε ξω τῶν ο ρων ἐκπέμψαι καὶ τῷ 2.185 Πύρρῳ πόλεμον ἀκήρυκτον, ε ως α ν ἐν τῇ ̓Ιταλίᾳ διάγῃ, ποιήσασθαι. τοῖς δ' αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ ου τε πρὸς τὸν Πύρρον αὐτοῖς ε τι ἐχρήσαντο ου τ' α λλοσέ ποι ἀθρόοις, ι να μή τι ὁμοῦ ο ντες νεωτερίσωσιν, ἀλλ' α λλους α λλῃ φρουρήσοντας ε πεμψαν. ̓Εν μὲν ου ν τῷ χειμῶνι παρεσκευάζοντο α μφω, ε αρος δ' η δη ἐφεστηκότος ὁ Πύρρος εἰς τὴν ̓Απουλίαν ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο, μέχρις ου ̔Ρωμαῖοι πρὸς ̓Ασκούλῳ πόλει ο ντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ' ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλήλους· οἱ μὲν γὰρ ̔Ρωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἱ δὲ 267

ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς ̔Ρωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ο τι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πύρρου δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πύρρος καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ' ἀθυμεῖν μήτ' ἐκπλήττεσθαι τοιούτοις λόγοις· μήτε γὰρ ε να α νθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ' ἐπῳδὴν η μαγγανείαν τινὰ κρείττω τῶν ο πλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ' εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πύρρος τὸ οἰκεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ῃ ἐχρήσαντο οἱ Δέκιοι ἐπιδιδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις, α ν τινα ου τως ἐσκευασμένον ι δωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ε φη ου τε προχω.186 ρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι καὶ ζωγρηθέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς α περ οἱ υ πατοι ἀπεκρίναντο μηδενὸς τοιούτου ε ργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ α λλως κρατήσειν. ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος, η ροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων, η ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ι ν' ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ε λεγχος γένοιτο ἀκριβής. οἱ μὲν ου ν ̔Ρωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πύρρος αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν, μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἱ δὲ ̔Ρωμαῖοι τά τε α λλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ' ἁμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμασαν, ι να τοξεύοντες ἀπ' αὐτῶν α λλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ ̔Ρωμαῖοι τοὺς Ελληνας, ἐώσαντο δ' ου ν, μέχρις ὁ Πύρρος τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ' ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ι ππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτῳ τῶν ̓Απούλων τινὲς ἐπὶ τὸ τῶν Η ̓ πειρωτῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αι τιοι τοῖς ̔Ρωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχομένων ἐπ' αὐτοὺς τοῦ Πύρρου πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν ε πεσον, ο τε Πύρρος καὶ α λλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν, καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς α κεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. ο θεν ἀπῆρεν εἰς Τάραντα πρὶν 2.187 τοὺς ̔Ρωμαίους αἰσθέσθαι. οἱ δ' υ πατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ, ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις· ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. ει τα οἱ μὲν εἰς τὴν ̓Απουλίαν ἐχείμασαν, ὁ δὲ Πύρρος τα λλα τε ἡτοιμάζετο καὶ οι κοθεν στρατιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους, οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης. Ηδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι ο ντων, Νικίας τις τῶν Πύρρῳ πιστῶν δοκούντων η λθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πύρρον δολοφονήσειν. δυσχεράνας ου ν ἐπὶ τούτῳ ἐκεῖνος, ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πύρρῳ τὸ ἐπιβούλευμα· καὶ ου τως αὐτὸν ἐκ τούτου κατέπληξεν ω στε καὶ τοὺς ἑαλωκότας τῶν ̔Ρωμαίων προῖκα αυ θις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ ̔Ρωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο, ἀλλὰ καὶ τότε ἀπᾶραι τῆς ̓Ιταλίας ἐκέλευον καὶ ου τως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέτρεχόν τε καὶ ῃ ρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές, ἐτύγχανον δὲ ἐξ ου ̓Αγαθοκλῆς ἐτελεύτησε στασιάζοντες, ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι, τὸν μὲν Μίλωνα ἐν ̓Ιταλίᾳ κατέλιπεν, ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ 2.188 α λλα ποιησόμενον, αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων 268

ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αυ θις ἐγένετο, ω στε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς ̓Ιταλίας προσλαβεῖν. ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι, τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἱ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι' εὐνοίας ε χοντα, τοῦ πολέμου προθύμως ἀντελάβοντο, καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο, ω στε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν. Οἱ ̔Ρωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς α μυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραντίνους εἰς α λλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ καὶ ὑπάτων τοῦ ̔Ρουφίνου καὶ τοῦ ̓Ιουνίου, καὶ τήν τε χώραν ἐπόρθουν καὶ τείχη τινὰ ἐκλειφθέντα ε λαβον. οἱ γὰρ Σαυνῖται εἰς τὰ ο ρη τὰ Κρανιτὰ λεγόμενα, ο τι κρανίαν πολλὴν ε χουσι, τά τε φίλτατα καὶ τὰ τιμιώτατα ἀνεκόμισαν. καταφρονήσαντες ου ν οἱ ̔Ρωμαῖοι εἰς τὰ εἰρημένα ο ρη ἀναβῆναι ἐτόλμησαν. λασίων ου ν αὐτῶν καὶ δυσπροσβάτων ο ντων, πολλοὶ μὲν ἀπέθανον, πολλοὶ δὲ καὶ ἑάλωσαν. Οἱ δ' υ πατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιήσαντο, ἀλλήλους αἰτιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ' ̓Ιούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνίτιδος, ̔Ρουφῖνος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ 2.189 Κρότωνα ω ρμησεν ἀποστάντα ̔Ρωμαίων, μεταπεμψαμένων αὐτὸν τῶν ἐπιτηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος φρουράν, η ς η ρχε Νικόμαχος. ἀγνοήσας ου ν τοῦτο καὶ ἀμελῶς τοῖς τείχεσι προσιὼν ὡς πρὸς φίλους, ε πταισεν, ἐξαίφνης ἐπεκδραμόντων αὐτῷ. ει τά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν ει λε· δύο γὰρ α νδρας αἰχμαλώτους ψευδαυτομόλους ἐς τὸν Κρότωνα ε πεμψε, τὸν μὲν εὐθὺς λέγοντα ο τι ἀπεγνωκὼς τὴν α λωσιν αὐτῶν ἐς τὴν Λοκρίδα προδιδομένην αὐτῷ μέλλει ἀπαρεῖν, τὸν δ' ε τερον μετὰ τοῦτο ὡς ἐν ὁδῷ ἐστι διαβεβαιούμενον. καὶ γὰρ ι να πίστιν ὁ λόγος ε χῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπείγεσθαι. ὁ ου ν Νικόμαχος πιστεύσας τούτοις, καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγγελλον, τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι' ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ ̔Ρουφῖνος ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσδόκητον καὶ δι' ὁμίχλην τότε συμβᾶσαν ει λε τὴν πόλιν. μαθὼν δὲ τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ ̔Ρουφίνῳ περιπεσὼν πολλοὺς ἀπέβαλε. καὶ οἱ Λοκροὶ τοῖς ̔Ρωμαίοις προσεχώρησαν. Τῷ δ' ἑξῆς ε τει ̔Ρωμαῖοι ἐστράτευσαν εἰς τὸ Σαύνιον καὶ ἐς Λευκανίδα καὶ Βρεττίοις ἐπολέμησαν. ὁ δὲ Πύρρος τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπανελθὼν η δη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λοκροὺς ἐκομίσατο, τὴν γὰρ φρουρὰν τῶν ̔Ρωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ δὲ τὸ ̔Ρήγιον στρατεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονησάντων δικαιώσας τινάς, παρὰ τῶν λοιπῶν σῖτον καὶ χρήματα ε λαβε, καὶ εἰς Τά.190 ραντα ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ ̔Ρωμαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν ἐτράπη. τρωθέντος γὰρ πώλου ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀναβάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν α λλων ἐλεφάντων θορυβηθέντων, φύρδην ἀνεμίχθησαν α παντα. τέλος δὲ οἱ ̔Ρωμαῖοι ἐπεκράτησαν, συχνοὺς ἀποκτείναντες καὶ ὀκτὼ ἑλόντες ἐλέφαντας, καὶ τὸ χαράκωμα κατέσχον αὐτῶν. ὁ δὲ Πύρρος σὺν ὀλίγοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἰς τὴν Ηπειρον ἀπέπλευσεν ὡς αυ θις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρματος τοῦ Νικίου ἐνδεδεμένον, ο ν ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν ου ν Νικίαν ου τως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώψαντας αὐτὸν τιμωρήσασθαι ε μελλεν, ἐρωτήσας δ' αὐτοὺς 269

διὰ τί ε σκωπτον, ἐπεὶ ἀπεκρίθησαν ο τι "πολὺ πλείω καὶ χαλεπώτερα εἰρήκειμεν α ν εἰ μὴ ὁ οι νος ἡμᾶς ἐπιλέλοιπε," γελάσας ἀφῆκεν αὐτούς. Πύρρος μὲν ου ν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς ̔Ρωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ε τει τὴν ̓Ιταλίαν λιπὼν καὶ ἐπὶ τὴν ̔Ελλάδα στρατεύσας οὐ πολλῷ υ στερον ἐν Αργει ἀπέθανε. γυνὴ γάρ τις, ὡς λόγος ε χει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπιθυμήσασα ἐσφάλη καὶ ἐμπεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ε τει ο τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ α λλους τε τῶν ἱππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν ̔Ρουφῖνον, καίπερ δικτατωρεύσαντα καὶ δὶς ὑπατεύσαντα. αι τιον δ' ο τι σκεύη ἀργυρᾶ λιτρῶν δέκα 2.191 ει χεν· ου τως οἱ ̔Ρωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι ει ναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε α ρχουσι τοῖς ἐκδημοῦσι καὶ τοῖς α λλοις τοῖς κατά τι πρᾶγμα τῇ πόλει διαφέρον ἐξιοῦσι τά τε α λλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημοσίου ἐδίδοτο. Τῶν Ταραντίνων δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ' οὐδὲν η νυσαν, τεῖχός τι τῆς σφετέρας χώρας κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ῃ σθοντο τοὺς ̔Ρωμαίους πολεμῆσαι σφίσι βουλομένους, πρέσβεις εἰς τὴν ̔Ρώμην ε στειλαν· καὶ εἰρήνης ε τυχον. Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύπτου βασιλεύς, τόν τε Πύρρον κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς ̔Ρωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς ε πεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἱ ̔Ρωμαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν· οι μεγαλοπρεπῆ δῶρα παρ' ἐκείνου λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ' ει ασεν αὐτοὺς ταῦτα ε χειν. Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουιλίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐτὸς Παπείριος ἐχειρώσατο. ἀχθόμενοι γὰρ τῷ Μίλωνι, καὶ πρὸς τῶν σφετέρων κακούμενοι τῶν, ὡς ει ρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρχηδονίους ἐπεκαλέσαντο, ἐπεὶ καὶ τὸν Πύρρον τεθνάναι ε μαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα ὁρῶν, τῶν ̔Ρωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε τῷ Παπειρίῳ τὴν α κραν, ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν 2.192 περὶ αὐτὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ε νσπονδοι τοῖς ̔Ρωμαίοις ἀπέπλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Παπειρίῳ· καὶ τὰ ο πλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν, καὶ τὰ τείχη καθεῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν. Ου τω δὲ τοὺς Ταραντίνους ὑφ' ἑαυτοὺς οἱ ̔Ρωμαῖοι ποιησάμενοι ἐτράποντο πρὸς τὸ ̔Ρήγιον, ο τι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν τε πόλιν κατέσκαψαν καὶ τοὺς ἐν αὐτῇ ̔Ρωμαίους διέφθειραν. τοὺς μὲν ου ν Μαμερτίνους τοὺς τὴν Μεσσήνην ε χοντας, ου ς συμμάχους οἱ ἐν τῷ ̔Ρηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο, ἐκακοπάθησαν δὲ πολιορκοῦντες τὸ ̔Ρήγιον σπάνει τε τροφῆς καὶ α λλοις τισίν, ε ως ̔Ιέρων ἐκ Σικελίας σῖτόν τε ̔Ρωμαίοις πέμψας καὶ στρατιώτας ἐπέρρωσε σφᾶς, καὶ τὴν πόλιν συνεῖλεν. η τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπεδόθη· οἱ δ' ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν. ̔Ο δέ γε ̔Ιέρων ου τε πατρόθεν ἐπιφάνειαν ε χων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων, Σικελίας ἁπάσης η ρξε μικροῦ, καὶ φίλος ̔Ρωμαίοις ἐνομίσθη καὶ σύμμαχος. ου τος ου ν τῶν Συρακουσίων κρατήσας μετὰ τὴν τοῦ Πύρρου φυγὴν καὶ τοὺς Καρχηδονίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπένειμε. Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ω στε τὸν Τίβεριν εἰς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα, οἱ ἐν τῇ ̔Ρώμῃ ἐταλαιπώρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης ἐφθάρησαν. 2.193 Τῷ δ' ἑξῆς ε τει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμηρεύων ἐν ̔Ρώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. ἐφ' ο ν Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρατεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ 270

σύγκλυδας καὶ ἀόπλους τοὺς πλείονας ο ντας συνέσχον, χωρήσαντες δ' ἐπὶ Καρκίνους, παρ' οι ς τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα ε σχον. καὶ τέλος νυκτὸς ὑπ' αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς ου σης, ἀλλ' ο τι σφοδρότατα ε νιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου. Πολλὰ δὲ χρήματα τότε τῇ ̔Ρώμῃ ἐγένετο, ω στε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι. Ει τα εἰς τὴν νῦν καλουμένην Καλαβρίαν ἐστράτευσαν, προφάσει μὲν ο τι τὸν Πύρρον ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον, τῇ δ' ἀληθείᾳ ο τι ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ προσβολὴν καὶ κάταρσιν ἐκ τῆς ̓Ιλλυρίδος καὶ τῆς ̔Ελλάδος τοιαύτην ε χον ω σθ' ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ ει λον αὐτό, καὶ ἀποίκους ε πεμψαν εἰς αὐτό τε καὶ εἰς ε τερα. ταῦτα δ' ἀνύοντες καὶ ἐπὶ μεῖζον αἰρόμενοι οὐχ ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν ̓Απολλωνιάταις τοῖς ἐν τῷ ̓Ιονίῳ κόλπῳ ἐξέδωκαν, ο τι πρέσβεις αὐτῶν υ βρισεν. οἱ δὲ λαβόντες αὐτὸν ἀπέπεμψαν οι καδε ἀπαθῆ. ̓Επὶ δὲ Κυΐντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ' ἐλευθερίᾳ αὐτῶν· ε νσπονδοι γὰρ η σαν αὐτοῖς. οι ἀρχαιότατοι Τυρση.194 νῶν ο ντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατεσκεύασαν ὀχυρώτατον, πολιτείᾳ τε εὐνομουμένῃ ἐκέχρηντο, καὶ δι' αὐτὰ πολεμοῦντές ποτε τοῖς ̔Ρωμαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ' ἐχειρώθησαν, αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα, τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν, καὶ τὰς στρατείας δι' ἐκείνων ὡς τὸ πολὺ ἐποιοῦντο· καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς οἰκέτας καὶ φρόνημα ε χειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. προϊόντος δὲ τοῦ χρόνου καὶ ε τυχον ταύτης δι' ἑαυτῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγάγοντο καὶ τοὺς δεσπότας διεδέχοντο, καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος ει χον, καὶ τά τε α λλα καὶ τὰς υ βρεις τὰς ὑπὸ τῶν δεσποτῶν αὐτοῖς γινομένας ἰταμώτερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. ου τ' ου ν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται ου τε καθ' ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι, λάθρᾳ πρέσβεις εἰς τὴν ̔Ρώμην ἀπέστειλαν. οι καὶ δι' ἀπορρήτων νυκτὸς τὴν γερουσίαν εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ι να μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ε τυχον. καὶ οἱ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο, Σαυνίτης δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ε λαθε κατὰ χώραν μείνας, καὶ ε μαθεν α ἐψηφίσαντο καὶ ἐμήνυσε τοῖς τὴν αἰτίαν ε χουσι. κἀκεῖνοι τοὺς πρέσβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μαθόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν α λλων τοὺς πρώτους. δι' ου ν ταῦθ' οἱ ̔Ρωμαῖοι τὸν Φάβιον ἐπ' αὐτοὺς ε στειλαν. καὶ ο ς τούς τε ἀπαντήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῇ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ τεῖχος, καὶ προσέβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα 2.195 τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ' ἐπὶ τούτῳ ἐπεξῆλθον. καὶ ἡττηθέντες αυ θις ἀνεχώρησαν καὶ ἐπολιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρέδωκαν ἑαυτούς. ὁ δὲ υ πατος τοὺς μὲν ἀφελομένους τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος ε κτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καὶ ει τινες τῶν οἰκετῶν χρηστοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ. ̓Εντεῦθεν η ρξαντο οἱ ̔Ρωμαῖοι διαποντίων ἀγώνων· ναυτικῶν γὰρ ου τι πάνυ πεπείραντο· θαλαττουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε α λλας ἠπείρους ἐπεραιώθησαν. Καρχηδονίοις δὲ πρώτοις ἐπολέμησαν, οὐδὲν αὐτῶν ου σιν η ττοσιν ου τε πλούτῳ ου τε ἀρετῇ χώρας, καὶ ἠσκημένοις τὰ ναυτικὰ πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ α ρχουσι Λιβύων, τήν τε Σαρδὼ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· ο θεν καὶ τὴν ̓Ιταλίαν χειρώσασθαι δι' ἐλπίδων πεποίηντο. τά τε γὰρ α λλα σφᾶς φρονηματίζεσθαι ε πειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχανον ἐπαιρόμενοι, τὸν γὰρ βασιλέα ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ' οὐκ ἐπὶ χρονίῳ 271

δυναστείᾳ προυβάλλοντο, καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ω ργων. Σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο ̔Ρωμαίοις μὲν ο τι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, Καρχηδονίοις δὲ ο τι φιλίαν ̔Ρωμαῖοι συνέθεντο τῷ ̔Ιέρωνι· τὸ δ' ἀληθές, ο τι ἀλλήλους ὑφωρῶντο, καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ῳ οντο εἰ τὰ τῶν α λλων προσκτήσαιντο. ου τω διανοουμένοις αὐ.196 τοῖς συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ' η ν τοιοῦτον. Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεσσήνην ἀποικίαν στειλάμενοι, τότε δ' ὑπὸ ̔Ιέρωνος πολιορκούμενοι, ἐπεκαλέσαντο τοὺς ̔Ρωμαίους οι α σφίσι προσήκοντας. κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες ο τι, α ν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρχηδονίους τραπήσονται, κἀκεῖνοι τῆς τε Σικελίας ο λης κρατήσουσι καὶ ἐς τὴν ̓Ιταλίαν ἐξ αὐτῆς διαβήσονται. ἡ γὰρ νῆσος αυ τη βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι ο τι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. η τε ου ν νῆσος ου τω τῇ ̓Ιταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀντιποιήσασθαι, α ν γε ταύτην κατάσχωσι, καὶ ἡ Μεσσήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν. Ψηφισάμενοι δὲ βοήθειαν οἱ ̔Ρωμαῖοι τοῖς Μαμερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας ἐπισυμβάσας αἰτίας. ο θεν ἀνάγκῃ πιεζόμενοι οἱ Μαμερτῖνοι Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπράξαντο πρὸς ̔Ιέρωνα, ι να μὴ οἱ ̔Ρωμαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν ἐφύλασσον, Αννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν ναυσὶν ὀλίγαις ὑπὸ ̓Αππίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ ̔Ρήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν. ἀκατίῳ δ' ἐμβὰς προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς ο σα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, τότε μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ 2.197 γνοὺς τοὺς Μαμερτίνους ἐν στάσει ο ντας, ου τε γὰρ τοῖς ̔Ρωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχηδονίους ἐβαρύνοντο, ε πλευσεν αυ θις, καὶ α λλα τε ει πεν ἐπαγωγὰ καὶ ὡς ἐπ' ἐλευθερώσει τῆς πόλεως η κει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀποπλεύσει· καὶ τοὺς Καρχηδονίους η ἀποχωρῆσαι ἐκέλευσεν η , ει τι δίκαιον ε χοιεν, τοῦτο εἰπεῖν. ὡς δ' ου τε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέχοντες οὐδὲν αὐτοῦ ἐφρόντιζον, "αυ ταρκες" ε φη "μαρτύριον παρ' ἀμφοτέρων ἡ σιωπή, τῶν μὲν ο τι ἀδικοῦσιν, εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο α ν, τῶν δὲ ο τι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο γὰρ α ν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο." καὶ ἐπηγγέλλετο βοηθήσειν αὐτοῖς. θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ ̔Ρήγιον, καὶ μετ' ὀλίγον παντὶ τῷ ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ πλεῖστον διὰ τὴν τοῦ ῥοῦ χαλεπότητα καὶ χειμῶνα ἐξαίφνης γενόμενον, τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ ̔Ρήγιον ἀπεσώθη. Οὐ μέντοι τῆς θαλάσσης οἱ ̔Ρωμαῖοι διὰ τὴν η τταν ἀπέσχοντο, ἀλλ' ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Αννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς ̔Ρωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ε πεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ' οὐδὲν ἐδέξατο, ἠπείλησε μηδ' ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ 2.198 τοὺς ̔Ρωμαίους ἐᾶσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ τὸν α νεμον ἐκ τῆς ̓Ιταλίας εἰς τὴν Σικελίαν α μα φέροντας, καὶ ου τως ε πλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος. εὑρὼν ου ν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Αννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ε πεισε μεταπέμψασθαι τὸν Αννωνα. ὁ δὲ καταβῆναι οὐκ η θελε· φοβηθεὶς δὲ μὴ οἱ 272

Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ νεωτερίσωσιν, η λθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ' ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν ̔Ρωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, συνεπαινούντων τῶν Μαμερτίνων. Καὶ ὁ μὲν ου τως ο λην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Αννωνα, κήρυκα δὲ τοῖς ̔Ρωμαίοις ε πεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ' οὐκ ἐπείθοντο οἱ ̔Ρωμαῖοι, τούς τε μισθοφοροῦντας παρ' αὐτοῖς ἐξ ̓Ιταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ ̔Ιέρων αὐτοῖς, καὶ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ. ο μαθὼν ὁ υ πατος η δη πλησιάζων, ὡς ευ ρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς ο πως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ε λαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ ̔Ιέρωνος αὐτίκα συνέμιξε, νομίζων φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ' αὐτῶν τὸ μὲν τῶν ̔Ρω.199 μαίων ἱππικὸν ἠλαττώθη, τὸ δ' ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ ̔Ιέρων τότε μὲν εἰς τὰ ο ρη, ἐς δὲ τὰς Συρακούσας υ στερον ἀπεχώρησεν. ̔Ο ου ν Κλαύδιος, ἀποχωρήσαντος τοῦ ̔Ιέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν η δη, καὶ τῷ σφῶν προσέβαλε χαρακώματι, ο ντι οι ον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο συνεῖχεν, ἐντεῦθεν δ' ε λη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα, δι' ου περ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος, ἐπεποίητο διατείχισμα. βιαζόμενοι ου ν πρὸς ταῦτα οἱ ̔Ρωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ε ξω προεληλύθεισαν τῶν στενῶν· κἀνταῦθα ἐπιστραφέντες οἱ ̔Ρωμαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ω στε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ' ο σον η ν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν ̔Ιέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ α στει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ο τε μὲν ἐκράτουν, ο τε δ' ἐκρατοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ υ πατος γεγονὼς ἑάλω α ν, εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ε πεμψε πρὸς τὸν ̔Ιέρωνα, εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. ου τω γὰρ ἐλθόντος τινὸς πρὸς ο ν ε μελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις ου πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν ου σης σιτίων καὶ διὰ νόσον τῆς στρατιᾶς, ἀπανέστη· καὶ οἱ Συρακούσιοι ει ποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ῃ εσαν, 2.200 καὶ ἐσπείσαντο α ν, εἰ καὶ ὁ ̔Ιέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ υ πατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν ἀπέπλευσεν εἰς τὸ ̔Ρήγιον. Οἱ ̔Ρωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ ̓Ιταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, α μφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιωθέντες ου ν ο τε Μάξιμος Οὐαλέριος καὶ ̓Οτακίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῇ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ω ρμησαν. καὶ ὁ ̔Ιέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε α ς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισχνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ε τυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ υ πατοι ῥᾷον μετ' αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ' αὐτῷ πρὸς τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν α λλων ἀπεκρούσθησαν, Εγεσταν δ' ἑκουσίαν ε λαβον. διὰ γὰρ τὴν πρὸς ̔Ρωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχώρησαν αὐτοῖς, τοὺς Καρχηδονίους φονεύσαντες. Καὶ οἱ μὲν υ πατοι διὰ τὸν χειμῶνα εἰς τὸ ̔Ρήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδὼ τὸ πλεῖον ἐκόμισαν τοῦ 273

στρατοῦ, ι ν' ἐκεῖθεν τῇ ̔Ρώμῃ ἐπίθωνται, καὶ η τέλεον ου τω τῆς Σικελίας ἐκστήσωσιν η διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ' ου τε τούτου ου τε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ ̔Ρωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν δύναμιν ε πεμψαν μετὰ Ποστουμίου ̓Αλβίνου καὶ 2.201 μετὰ Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς Σικελίαν οἱ υ πατοι ἐπ' ̓Ακράγαντα ω ρμησαν, κἀνταῦθα ̓Αννίβαν τὸν Γίσγωνος ἐπολιόρκουν. ο οἱ ἐν Καρχηδόνι πυθόμενοι Αννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα ε πεμψαν. ὁ δὲ ἐς ̔Ηράκλειαν ἐλθὼν οὐ πόρρω ου σαν ̓Ακράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ' ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα ὁ Αννων τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, ει θ' υ στερον ἐκεῖνον οἱ ̔Ρωμαῖοι προυκέκληντο. ε ως μὲν γὰρ α φθονον ει χον οἱ ̔Ρωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρήσειν η λπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Αννων δὲ ω κνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθήσεσθαι. διὸ οι τε α λλοι τὰ τῶν ̔Ρωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ ̔Ιέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς ε πεμψεν, ω στε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι. Αννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν ̓Αννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου τοῖς ̔Ρωμαίοις προσπεσεῖσθαι. ο μαθόντες οἱ υ πατοι ἡσύχαζον, ω στε τὸν Αννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ε πεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἑσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, ε κ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἱ ̔Ρωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ' ̓Αννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν ̔Ρωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων αὐτάς. ὁ δ' Αννων εἰς τὴν ̔Ηράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ ̓Αννίβας νυκτὸς ἐκδρᾶναι τοῦ ̓Ακράγαντος βουλευσάμενος αὐτὸς μὲν 2.202 ε λαθεν, οἱ δ' α λλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν ̔Ρωμαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ̓Ακραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης ε τυχον οἱ ̓Ακραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν α παντες. Καὶ οἱ μὲν υ πατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ' οἱ Καρχηδόνιοι κατὰ Αννωνος, καὶ ̓Αμίλκαν ἀντ' αὐτοῦ τὸν Βαρχίδην ἀπέστειλαν, α νδρα τῶν ὁμοφύλων πλὴν τοῦ ̓Αννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, ̓Αννίβαν δὲ ναυαρχοῦντα ἐς ̓Ιταλίαν ε πεμψε τὰ παράλια αὐτῆς κακουργήσοντα, ι να τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἐπισπάσηται. ἀλλ' οὐκ ε τυχε τοῦ σκοποῦ· καταστήσαντες γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν η λθον. οὐδὲν δὲ μνήμης ε πραξαν α ξιον. ὁ δὲ ̓Αμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ο τι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθεὶς μὴ προσχωρήσωσι τοῖς ̔Ρωμαίοις διέφθειρε, πέμψας αὐτοὺς ει ς τινα τῶν ὑπὸ ̔Ρωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ε λευσιν· ο θεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τῶν ̔Ρωμαίων ἀπέθανον. ̓Απελθόντων δὲ τῶν ὑπάτων οι καδε ὁ ̓Αμίλκας καὶ τὴν ̓Ιταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθόμενοι δὲ ταῦτα οἱ ̔Ρωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουίλιον τὸν ε τερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ε πεμψαν. 2.203 ο ς τοῦ κατὰ γῆν πολέμου ο ν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ε πλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ' ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς ου ν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ ̓Αννίβου περιεστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς α μυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνεβίβασεν εἰς τὴν 274

ἑαυτοῦ τριήρη τόν τε υ πατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντευξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς οὐδὲ ἀραμένους τὰ ο πλα ει λον. Ει τα ̓Αννίβας μὲν τὴν ̓Ιταλίαν ἐπόρθει, ̓Αμίλκας δὲ εἰς Εγεσταν ἐστράτευσεν, ἐν ῃ τὸ πλεῖστον τοῦ πεζοῦ τοῖς ̔Ρωμαίοις η ν· οι ς ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἱ ἐν ̔Ρώμῃ τὸν μὲν ἀστυνόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν Δουίλιον ἐπέσπευσαν· ὁ δὲ ἐς τὴν Σικελίαν ἐλθών, καὶ καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῇ μὲν παχύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας, τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ α λλα τοιαῦτα κατεσκεύασεν, ο πως ταῖς πολεμίαις ναυσὶν ἐπιρριπτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνοντες εἰς αὐτὰς εἰς χεῖρας ι οιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαντες ου ν οἱ Καρχηδόνιοι ταῖς τῶν ̔Ρωμαίων ναυσὶ περιέπλεον σφᾶς, συντόνῳ χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ 2.204 τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν ου ν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, ει θ' οἱ ̔Ρωμαῖοι ἐπικρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συνέσχον δὲ καὶ πολλούς. ὁ δ' ̓Αννίβας ἐπὶ ἑπτήρους ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἑπτήρη τε ἐγκατέλιπε καὶ μεταβὰς εἰς ἑτέραν διέφυγε. Τῆς μὲν ου ν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη· τὸν δ' ̓Αννίβαν οἱ Καρχηδόνιοι διὰ τὴν η τταν ἀπέκτειναν α ν, εἰ μὴ εὐθὺς ἐπηρώτησε σφᾶς, ὡς ἀκεραίων ε τι τῶν πραγμάτων ο ντων, εἰ ναυμαχῆσαι κελεύουσιν η μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν ο τι "οὐδὲν α ρα ἠδίκηκα ο τι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ' οὐ τῆς τύχης ἐτύγχανον κύριος." καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· Δουίλιος δὲ τὸ πεζὸν προσλαβὼν τούς τε ̓Εγεσταίους ἐρρύσατο, μηδ' εἰς χεῖρας αὐτῷ τοῦ ̓Αμίλκου ἐλθεῖν ὑπομείναντος, καὶ τὰ φίλια τὰ α λλα ἐβεβαιώσατο, καὶ εἰς τὴν ̔Ρώμην τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ' αὐτοῦ ὁ ̓Αμίλκας τό τε Δρέπανον κεκλημένον, ε στι δὲ λιμὴν ἐπίκαιρος, ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο α ξια, καὶ τοὺς ̓Ερυκίνους α παντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκαψεν, ι να μὴ οἱ ̔Ρωμαῖοι καρτερὰν αὐτὴν ου σαν καταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις ει λε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σικελίαν α ν κατεστρέψατο α πασαν. Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτῷ ἐπὶ Σαρδὼ καὶ ἐπὶ Κύρνον ἐστράτευσε, κεῖνται δὲ ἐν τῷ Τυρ.205 σηνικῷ πελάγει ἀλλήλων ὀλίγον ἀπέχουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν ει ναι δοκεῖν, καὶ προτέρᾳ τῇ Κύρνῳ προσβαλὼν τὴν μὲν Οὐαλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ ει λεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώσατο. ἐς δὲ τὴν Σαρδὼ πλέων κατεῖδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ' αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν ε φυγον πρὶν η συμμίξαι, αὐτὸς δ' ἐπὶ πόλιν ̓Ολβίαν η λθεν· ε νθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπιφανέντων φοβηθείς, οὐ γὰρ ει χε τὸ πεζὸν ἀξιόμαχον, ἐπ' οι κου ἀπῆρεν. ̓Εν δὲ τῷ τότε χρόνῳ α λλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ α στει δουλευόντων, καὶ οἱ Σαυνῖται, συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἀφίκοντο, συνέθεντο τῇ ̔Ρώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο Εριος Ποτίλιος ὁ τῆς βοηθείας α ρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ι να ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οι ός τ' η ν καταμηνῦσαι τὸ βούλευμα, πάντες γὰρ περὶ αὐτὸν η σαν οἱ Σαυνῖται, ε πεισεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν ἀθροισθῆναι καὶ καταβοῆσαι αὐτοῦ ὡς περὶ τὸν σῖτον ἀδικουμένους ο νπερ ἐλάμβανον. τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αι τιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυχάσαντας ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον ε καστοι τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν· καὶ ου τως ἡ πᾶσα ἐλύθη συνωμοσία. Τῷ δ' ἐπιγενομένῳ θέρει ε ν τε τῇ Σικελίᾳ καὶ 275

τῇ Σαρδοῖ α μα ἐπολέμησαν οἱ ̔Ρωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ' ̓Ατίλιος Λατῖνος ἐς τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών, τῇ παρασκευῇ ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος 2.206 αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέντων οὐκ ἀντέσχον. ὑπεξελθόντων δὲ νυκτὸς τῶν Καρχηδονίων α μα τῇ ε ῳ τὰς πύλας ἐθελονταὶ οἱ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ ̔Ρωμαῖοι πάντας ἐφόνευον, ε ως ἐκήρυξεν ὁ ̓Ατίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λαβόντος ει ναι· ε κτοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν προδιαρπάσαντες κατέπρησαν. ̓Εκεῖθεν δ' ἐπὶ Καμάριναν ἀπερισκέπτως γενόμενοι ἐς χωρία προλελοχισμένα ἐνέπεσον· καὶ πανσυδὶ α ν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλπούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ τινα τῶν πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ' ἐκεῖνον ω ρμησεν, ι ν' οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κἀντεῦθεν οἱ λοιποὶ διαφύγωσι. καὶ ε σχεν ου τως· ὡς γὰρ τὴν ὁρμὴν αὐτῶν ει δον οἱ ἐναντίοι, ἐκπλαγέντες τὸν μὲν υ πατον καὶ τοὺς περὶ αὐτὸν ὡς η δη ἑαλωκότας κατέλιπον, ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γεγονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ' οἱ τριακόσιοι ε πεσον· μόνος δὲ περιεσέσωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ' ἐν τοῖς νεκροῖς κείμενος ὑπὸ τῶν τραυμάτων ὡς τεθνηκώς, ε νθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ῳ δ' οἱ τριακόσιοι ἐμάχοντο, ὁ υ πατος ἀπεχώρησε. διαφυγὼν δ' ου τως τήν τε Καμάριναν καὶ α λλας πόλεις τὰς μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν 2.207 ἐπὶ τὴν Λιπάραν ω ρμησεν ὁ ̓Ατίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ ̓Αμίλκας, καὶ ἐπεξελθὼν αἰφνιδίως πολλοὺς διέφθειρε. Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλεῖστα κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ω ρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἱ Καρχηδόνιοι σὺν τῷ ̓Αννίβᾳ περὶ τοῖς οι κοι δεδιότες, ἀντιπνεύσαντος δὲ πνεύματος σφίσιν α μφω ἐπέστρεψαν. καὶ μετὰ ταῦτα ε σφηλε διά τινων ψευδαυτομόλων τὸν ̓Αννίβαν ὁ ̓Ατίλιος ὡς ἐς τὴν Λιβύην αυ θις πλευσόμενος. σπουδῇ τε ου ν αὐτῷ ἐξαναχθέντι ἐπιπλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεῶν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγούσας ἐς τὴν γῆν κενὰς ει λεν. ὁ γὰρ ̓Αννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, καταλιπὼν αὐτὰς ὑπεχώρησεν εἰς πόλιν Σουλκούς· ε νθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέστερον δ' ἐκ τούτου τὴν χώραν κατατρέχοντες οἱ ̔Ρωμαῖοι ἡττήθησαν ὑπὸ Αννωνος. ταῦτα ἐν τῷ ε τει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴν ̔Ρώμην α μα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, ε πεσον· καὶ ἐς τὸ ̓Αλβανὸν καὶ α λλοθι λίθους ὁμοίως συνέβη κατενεχθῆναι. Οἱ δ' υ πατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπάραν ἐστράτευσαν. ἐπεὶ δ' ὑπὸ τὴν α κραν τὴν Τυνδαρίδα καλουμένην ναυλοχοῦντας ῃ σθοντο τοὺς Καρχηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπάτων τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον περιβαλόντος, νομίσας ὁ ̓Αμίλκας μόνους ει ναι, ἐξανήχθη· ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς φυγὴν ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρ.208 θέντες δ' οἱ ̔Ρωμαῖοι Σικελίαν μὲν ὡς η δη σφετέραν ου σαν κατέλιπον, τῇ δὲ Λιβύῃ τῇ τε Καρχηδόνι ἐπιχειρῆσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ο τε ̔Ρηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος, ἐξ ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς τὴν Λιβύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέμειναν αὐτοὺς ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευασάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. καὶ παρὰ τῇ ̔Ηρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις η λθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέσχον ̔Ρωμαῖοι· ̓Αμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι 276

ἐτόλμα, Αννωνα δὲ πρὸς αὐτοὺς ε πεμψεν ὡς ὑπὲρ εἰρήνης, βουλόμενος τὸν καιρὸν τρίβειν· η λπιζε γὰρ στράτευμά οἱ πεμφθήσεσθαι οι κοθεν. Αννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν ο τι καὶ Καρχηδόνιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, "α ν τοῦτο ποιήσητε" ει πεν, "οὐδὲν ε τι κρείττους τῶν Λιβύων ε σεσθε." ἐκεῖνος μὲν ου ν εὐκαιρότατα θωπεύσας οὐδὲν ε παθεν, οἱ δὲ καὶ αυ θις τοῦ πολέμου ει χοντο. καὶ οἱ μὲν υ πατοι ἐκ τῆς Μεσσήνης ε πλεον, ̓Αμίλκας δὲ καὶ Αννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμελέτων. ἀλλ' ὁ μὲν Αννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκαταπλεύσας δ' εἰς Καρχηδόνα ταύτην ἐφύλασσεν· ὁ δὲ ̓Αμίλκας πυθόμενος τοῦτο κατὰ χώραν ε μενεν. ἐκβάντες δ' εἰς τὴν γῆν οἱ ̔Ρωμαῖοι ἐπὶ τὴν ̓Ασπίδα τὴν πόλιν ἐχώρησαν. ου ς ἰδόντες προσιόντας οἱ ἐπιχώριοι προϋπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ ̔Ρωμαῖοι τοῦ πολέμου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας, τὰς δὲ φόβῳ προσεκτῶντο, λείαν τε πολλὴν ἐλάμβανον καὶ 2.209 αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομίζοντο. Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς ̔Ρώμην σὺν τῇ λείᾳ ἀπέπλευσε, ̔Ρηγοῦλος δ' ἐν τῇ Λιβύῃ ὑπέμεινε. καὶ οἱ Καρχηδόνιοι ἐν παντὶ κακοῦ γεγόνασι, τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν περιοίκων ἀλλοτριουμένων, καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. ̔Ρηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν ποταμὸν στρατοπεδευομένῳ δράκων ἐπεφάνη ὑπερμεγέθης, ου τὸ μῆκος λέγεται ει ναι ποδῶν ἑκατὸν πρὸς τοῖς ει κοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐτοῦ εἰς τὴν ̔Ρώμην κεκόμιστο δι' ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν α λλον ο γκον ει χε τοῦ σώματος. ο ς συχνοὺς τῶν στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ, τοὺς δὲ καὶ πίνοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. κατειργάσατο δ' αὐτὸν ὁ ̔Ρηγοῦλος πλήθει στρατιωτῶν καὶ μηχαναῖς λιθοβόλοις. καὶ τὸν μὲν ου τως ε φθειρεν, τῷ δὲ ̓Αμίλκᾳ ἐπὶ μετεώρου καὶ ὑλώδους στρατοπεδευομένῳ χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ' ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦσιν ἐμπίπτοντες ω λλυντο. καὶ ου τω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολὺ καὶ πόλεις αὐτῶν συχναὶ πρὸς ̔Ρωμαίους μεθίσταντο. φοβηθέντες δ' οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν υ πατον, ο πως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυτίκα δεινὸν ὑπεκφύγωσιν. ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο 2.210 καὶ φορτικά, ὡς α λωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον ει λοντο. ̔Ο μέντοι ̔Ρηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήματος μεστὸς ἐγένετο καὶ φρονήματος, ω στε καὶ γράφειν εἰς τὴν ̔Ρώμην ο τι κατεσφραγισμένας ε χει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου· τὰ ι σα δὲ καὶ οἱ σὺν αὐτῷ καὶ οἱ ἐν τῇ ̔Ρώμῃ ἐφρόνουν. ο θεν καὶ ἐσφάλησαν. η λθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ε τεροι σύμμαχοι, η λθε δὲ καὶ ἐκ Λακεδαίμονος Ξάνθιππος. ου τος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰληφώς· ο τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα προθύμως ἐπέτρεψε καὶ ὁ ̓Αμίλκας καὶ οἱ λοιποὶ οἱ ἐν τέλει ἑκουσίως ἐξέστησαν· τά τε α λλα παρεσκεύασεν ευ , καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, ἐν οι ς ὑπὸ δέους η σαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ῳ η τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύσειν ε μελλον. καὶ τὸν μὲν α λλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς ̔Ρωμαίους καταφρονητικῶς αὐλιζομένους, μέγα γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες· ου τω γὰρ καλοῦσι τοὺς Ελληνας, καὶ εἰς ο νειδος δυσγενείας τῷ προσρήματι κατ' αὐτῶν χρῶνται· τὰς στρατοπεδείας ἀπερισκέπτως πεποίηντο, ου τως ου ν τοῖς ̔Ρωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολλοὺς μὲν κατέκοψε, πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν ̔Ρηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα η σαν οἱ Καρχηδόνιοι· τοὺς δὲ ἁλόντας περιέσωσαν, ι να μὴ καὶ οἱ παρὰ τῶν ̔Ρωμαίων πρότερον ἐξ αὐτῶν αἰχμαλωτισθέντες κτανθῶσι. τοὺς μὲν ου ν α λλους 277

2.211 τῶν ἑαλωκότων ̔Ρωμαίων ἐν θεραπείᾳ ει χον, τὸν δὲ ̔Ρηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο, τροφήν τε αὐτῷ ο σον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέφερον συνεχῶς, ο πως ὑπ' αὐτοῦ δειματούμενος μήτε τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν δὲ κακώσαντες ου τως αὐτὸν εἰς δεσμωτήριον ε θεντο. Τοὺς δὲ σφετέρους συμμάχους οἱ Καρχηδόνιοι δεινότατα μετεχειρίσαντο. οὐ γὰρ εὐποροῦντες ἀποδοῦναι αὐτοῖς α προϋπέσχοντο, ἀπέπεμψαν αὐτοὺς ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσοντες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφᾶς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀποπλεῦσαι. καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀποπλεύσαντι ἐπιπλεύσαντας, οἱ δὲ ναῦν αὐτῷ δοῦναι παλαιὰν μηδὲν στέγουσαν, νέον καταπιττώσαντας ε ξωθεν, ι ν' αὐτὴ ἐφ' ἑαυτῆς καταποντισθῇ· τὸν δὲ γνόντα τοῦτο εἰς ἑτέραν ἐμβῆναι καὶ ου τω διασωθῆναι. ταῦτα δ' ἐποίουν, ι να μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶσθαι· ἐνόμισαν γὰρ ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν ε ργων δόξαν συναπολέσθαι. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ η λγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον ο τι τοὺς Καρχηδονίους ἐπὶ τὴν ̔Ρώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε ̓Ιταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σικελίᾳ τῇ τε Λιβύῃ ο ντας ̔Ρωμαίους σπουδῇ τοὺς ὑπάτους ε πεμψαν, Μάρκον Αἰμίλιον καὶ Φούλβιον Πλαίτινον. οι ἐς Σικελίαν πλεύσαντες, καὶ φρουρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι ληφθέντες κατηνέχθησαν ἐς Κόρσουραν· πορθήσαντες δὲ τὴν νῆσον καὶ φρουρᾷ παραδόντες ε πλεον αυ θις. 2.212 κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγένετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς ̔Ρωμαίους ἐκ τῆς οἰκείας ἐκβαλεῖν, ̔Ρωμαῖοι δὲ τοὺς ἐγκαταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ ἀνασώσασθαι. ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ ̓Ασπίδι ο ντες ̔Ρωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέπλευσαν, καὶ ἀμφιβόλους αὐτοὺς καταλαβόντες ἐνίκησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ ̔Ρωμαῖοι ἐκράτησαν, καὶ ει λον πολλούς· ου ς διὰ τὸν ̔Ρηγοῦλον καὶ τοὺς μετ' αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς δέ τινας ποιησάμενοι ἐς Σικελίαν ε πλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οι κοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν. Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν Κόρσουραν ε λαβον καὶ ἐς Σικελίαν ἐπεραιώθησαν· καὶ εἰ μὴ τὸν Κολλατῖνον καὶ Γναῖον Κορνήλιον ε μαθον πολλῷ προσπλέοντας ναυτικῷ, πᾶσαν α ν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ ̔Ρωμαῖοι ναυτικόν τε α ριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτίστους ἐπεποιήκεσαν, καὶ ου τως ἐρρώσθησαν ω στε τρίτῳ μηνὶ ἐς τὴν Σικελίαν ἐπανελθεῖν. πεντακοσιοστὸν δ' η ν ε τος ἀφ' ου περ ἡ ̔Ρώμη συνέστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς ει λον, τῇ δὲ α κρᾳ προσεδρεύοντες ἐκακοπάθησαν, μέχρις ου τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ τροφή. τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οι καδε πλεούσας τηρήσαντες ει λον συχνὰς χρημάτων μεστάς. Ει τα Σερουίλιός τε Καιπίων καὶ Γάιος Σεμπρώνιος υ πατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρούσθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν, καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ' ἐκομίζοντο οι καδε, χειμῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος 2.213 ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν α λλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ' ὀλίγαις τὴν ̓Ιταλίαν φρουρεῖν. Τῷ δ' ἐπιγενομένῳ ε τει Πούπλιος Γάιος καὶ Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν η λθον, καὶ α λλα τέ τινα κατεστρέψαντο καὶ ̔Ιμέραν· οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχηδόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος ναῦς τε παρὰ ̔Ιέρωνος εἰληφὼς καὶ ο σοι τῶν ̔Ρωμαίων η σαν ἐκεῖ συμπαραλαβὼν ε πλευσεν εἰς Λιπάραν, καὶ ἐν αὐτῇ χιλίαρχον Κύιντον Κάσσιον καταλιπὼν προσεδρεύσοντα μάχης α νευ, ἀπῆρεν οι καδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αὐρήλιος μετὰ ταῦτα ἐκείνους ἑλὼν πάντας ἀπέκτεινε καὶ τὸν Κάσσιον τῆς ἀρχῆς ε παυσε. Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς ̔Ρωμαίοις περὶ τοῦ ναυτικοῦ μαθόντες, 278

ε πεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες. καὶ ε ως μὲν α μφω παρῆσαν οἱ υ πατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φούριος, ἠρέμουν· ὡς δὲ πρὸς τὴν ̔Ρώμην ἀπῆρεν ὁ Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον η λθον. ὁ δὲ Μέτελλος κατασκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων, η θροισε τοὺς ἐν τῇ πόλει πάντας, καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε· καὶ ου τως ε καστον ἀνακρίνων ο στις τε ει η καὶ ο ,τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ Μέτελλος δεδιέναι προσεποιεῖτο. τούτου δ' ἐπὶ πλεί.214 ους ἡμέρας γινομένου οἱ Καρχηδόνιοι ἐφρονηματίσθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς ̔Ρωμαίοις η ρε· κἀκ τούτου ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδραμόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέκλεισαν, ω στε μηκέτ' ἀναχωρῆσαι δι' αὐτοῦ δυνηθῆναι. στενοχωρούμενοι γάρ, α τε καὶ αὐτοὶ πολλοὶ ο ντες καὶ πολλοὺς ἐλέφαντας ε χοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον. ἰδόντες γὰρ τὰς ναῦς ω ρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασσαν ἐνέπιπτον καὶ ἐφθείροντο, οἱ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο, οἱ δὲ ὑπὸ τῶν ̔Ρωμαίων ἐκτείνοντο, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν α νδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ α νευ τῶν συνήθων σφίσιν ἀνδρῶν ο ντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ α δειαν τοῖς συλλαβοῦσιν αὐτοὺς διδοῦν· καὶ ου τως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳοτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς α λλους προσεπεσπάσαντο. ου ς καὶ εἰς τὴν ̔Ρώμην ἐκόμισαν ἑκατὸν ο ντας καὶ ει κοσιν, ου τως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συνδήσαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ω στε μήτ' ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ' αὐτῶν ἐπέτειναν καὶ υ λην καὶ γῆν ἐπεφόρησαν, φράξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν οὐδ' αἰσθανομένους ο τι πλέοιεν. ὁ μὲν ου ν Μέτελλος ου τως ἐνίκησεν, ὁ δ' ̓Ασδρούβας ὁ τῶν Καρχηδονίων 2.215 στρατηγὸς σωθεὶς τότε υ στερον ὑπὸ τῶν οι κοι Καρχηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη. Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς ̔Ρωμαίοις διά τε τα λλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν ̔Ρηγοῦλον συνέπεμψαν, πᾶν δι' αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ω ρκωσάν τε αὐτὸν η μὴν ἐπανήξειν. καὶ ο ς τά τε α λλα ὡς ει ς τῶν Καρχηδονίων ε πραττε καὶ ου τε τὴν γυναῖκα εἰς λόγους ἐδέξατο ου τε τὴν πόλιν εἰσῆλθε, καὶ ταῦτα καλούμενος, ἀλλ' ε ξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὡς ε θος η ν χρηματίζειν τῶν πολεμίων τοῖς πρέσβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον ει πεν "ἡμᾶς, ω πατέρες, πρὸς ὑμᾶς Καρχηδόνιοι ε πεμψαν· ἐκεῖνοι γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι· καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι α λλαγμα." ταῦτα εἰπὼν μετέστη μετὰ τῶν πρέσβεων, ὡς α ν καθ' ἑαυτοὺς οἱ ̔Ρωμαῖοι βουλεύσωνται. κελευόντων δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπιτραπῆναι. ὁ δὲ τέως μὲν ἐσιώπα· ἐπεὶ δ' οἱ βουλευταὶ εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον, ει πεν "εἰμὶ μὲν ει ς ἐξ ὑμῶν, ω πατέρες, κα ν μυριάκις ἁλῶ· τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων, ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίωται, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ ̔Ρωμαίαν ει ναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις 2.216 προσήκω, ἐπεὶ δ' οὐκ ἐκ κακίας, ἀλλ' ἐκ προθυμίας ἐδυστύχησα, καὶ ̔Ρωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ' ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμῖν τὰς καταλλαγὰς νομίζω." Ταῦτα ὁ ̔Ρηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέθηκε δι' α ς τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς "οι δα μὲν ο τι πρου πτός μοι ο λεθρος πρόκειται· 279

ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς α συνεβούλευσα· ἀλλὰ καὶ ου τως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον προτίθημι. εἰ δέ τις φήσει, τί ου ν οὐκ ἐκδιδράσκεις η ἐνταῦθα καταμένεις; ἀκούσεται ο τι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ α ν παραβαίην τοὺς ο ρκους, οὐδ' εἰ πρὸς πολεμίους γεγόνασι, καὶ δι' α λλα, μάλιστα δὲ ο τι τὸ δεινὸν ἐμπεδορκήσας μὲν μόνος πείσομαι, α ν δ' ἐπιορκήσω, πᾶσα ἡ πόλις ἀναπλησθήσεται." ̔Η γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ε νεκεν καὶ τὴν εἰρήνην ποιήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντιδοῦναι προτεθύμητο. γνοὺς ου ν τοῦτο αὐτός, ι να μὴ τὸ συμφέρον δι' αὐτὸν καταπρόωνται, ἐπλάσατο πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως ὑπ' αὐτοῦ ἀπολέσθαι. καὶ ου τε ἡ σύμβασι γέγονεν ου τε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ' αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο α λλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ' υ πατοι μήτ' ἐθέλοντα καταμεῖναι αὐτὸν ἐκδώσειν ε φασαν μήτ' ἀπιόντα κατασχεῖν. καὶ ου τω προτιμήσας μὴ παραβῆναι τοὺς ο ρκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ' αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περιτεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, ει τα εἰς σκεῦός τι σύμπηκτον κέντρα πανταχόθεν ε χον ἐμβαλόντες αὐτὸν καὶ τρέψαντες πρὸς τὸν η λιον, ου τως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμε.217 νόν πῃ κλιθῆναι διὰ τὰ κέντρα διέφθειραν. α πυθόμενοι οἱ ̔Ρωμαῖοι τοὺς πρώτους τῶν παρ' αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνταικίσασθαι καὶ ἀνταποκτεῖναι. Τοὺς δ' ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφίσαντο τόν τε Γάιον τὸν ̓Ατίλιον τὸν τοῦ ̔Ρηγούλου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν Λούκιον. οι ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μηχανημάτων προσαγωγὴν ἐπεχείρησαν. καὶ οἱ Καρχηδόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον. ἐπεὶ δ' ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ε τερον ε νδον μηνοειδὲς ᾠκοδόμησαν. καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, ο πως κατὰ τὸ διάκενον αὐτῶν ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι δὲ ἀντορύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινόμενον ἐκδεχόμενοι ε κτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες ε φθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς πολιορκίας ἀχθόμενοι καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι, προδοῦναι τὸ χωρίον τοῖς ̔Ρωμαίοις διεκηρυκεύοντο, ἐφώρασεν ὁ ̓Αμίλκας τὸ βουλευόμενον, οὐκ ἐξέφηνε δέ, ι να μὴ πολεμώσῃ αὐτούς· χρήματα δὲ τοῖς α ρχουσιν αὐτῶν παρασχὼν καὶ τῷ πλήθει προσυποσχόμενος ε τερα, ου τως αὐτοὺς ᾠκειώσατο ω στε μηδ' ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς τελευταίους πρέσβεις ἐπανιόντας ἀπώσασθαι. οι πρὸς τοὺς ὑπάτους αὐτομολήσαντες γῆν τε ἐν Σικελίᾳ καὶ ε τερ' α ττα ε λαβον. ̓Ακούσαντες δὲ ταῦτα οἱ οι κοι Καρχηδόνιοι πέμπουσιν ̓Αρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ο ς χειμῶνα ἐπιτη.218 ρήσας εἰσέπλευσε. κἀκ τούτου καὶ α λλοι συχνοὶ καταίρειν ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον, οἱ δὲ ἀπώλλυντο. Εως μὲν ου ν α μφω παρῆσαν οἱ υ πατοι, ἰσοπαλεῖς οἱ ἀγῶνες ἐγίνοντο· νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οι καδε διὰ ταῦτα σὺν τοῖς ἀμφ' αὐτὸν στρατιώταις ἀναχωρήσαντος, ̓Αμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας αὐταῖς ε φθειρε, καὶ ἡ ι ππος αὐτοῦ ἐκ τοῦ Δρεπάνου ὁρμωμένη τά τε ἐπιτήδεια κομίζεσθαι τοὺς ̔Ρωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχε, καὶ ὁ ̓Αρδέβας ποτὲ μὲν τῆς Σικελίας, ποτὲ δὲ τῆς ̓Ιταλίας τὰ παράλια ε κειρεν· ο θεν οἱ ̔Ρωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν. τέως μέντοι Λούκιος ̓Ιούνιος ἡτοίμαζε ναυτικόν, Κλαύδιος δὲ Ποῦλχρος εἰς τὸ Λιλύβαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώσας συνέλαβε δι' αὐτῶν Αννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς ̔Ρωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο. Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύοντος ἐβαρύνοντο οἱ ̔Ρωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· α νδρας γὰρ συχνοὺς καὶ χρήματα πλεῖστα ἐν 280

ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους ἐν τῇ βουλῇ διεχρήσαντο, καὶ λεχθῆναι δικτάτωρα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολλατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης ε πραξαν α ξιον. ἐν ῳ δ' ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τὸν Ερυκα παρεστήσατο ὁ ̓Ιούνιος, καὶ ὁ Καρθάλων κατέσχεν Αἰγίθαλλον καὶ ἐζώγρησε τὸν ̓Ιούνιον. 2.219 Τῷ δ' ἑξῆς ε τει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ Δρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους τῆς γῆς ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέκειρον. ὁ ου ν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ' αὐτῶν, ὡς οὐδὲν η νυσεν, εἰς ̓Ιταλίαν ω ρμησεν, ι ν' ου τω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ η τέως τὴν χώραν κακώσῃ καὶ πόλεις αἱρήσῃ. ἀλλ' οὐδ' ἐνταῦθά τι αὐτῷ προεχώρησε· τὸν γὰρ στρατηγὸν τὸν ἀστυνόμον μαθὼν πλησιάζοντα, εἰς Σικελίαν ἀνέπλευσεν. ε νθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέστειλεν. ο γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν ε μελλον. ω ν ̓Αμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μὲν νυκτὸς κατέκοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ' οἱ ̔Ρωμαῖοι φιλίαν ἀίδιον πρὸς ̔Ιέρωνα διεπράξαντο, καὶ προσαφῆκαν ο σα παρ' αὐτοῦ ἐπετείως ἐλάμβανον. Τῷ δ' ἑξῆς ε τει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἱ ̔Ρωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα, ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ω στ' ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώσασθαι, α λλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς ̔Ιππῶνα Λιβυκὴν πόλιν εἰσπλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέπρησαν. τῶν δ' ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι προσπεσόντες, ἐπεὶ προσάψασθαι αὐτῶν ε μελλον οἱ ε μβολοι τῶν 2.220 νηῶν, μετέστησαν ἐς τὰς πρύμνας οἱ τοῦ πληρώματος, καὶ ου τως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αυ θις δ' ἐς τὰς πρῴρας αὐτῶν μεταπηδησάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. καὶ διεξέδραμον, καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν. Οἱ δ' υ πατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον η ν, Νουμέριος δὲ Φάβιος τῷ Δρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι τῇ Πελιάδι καλουμένῃ, προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρατιώτας πέμψας νυκτός, οι τοὺς φρουροὺς κτείναντες τὴν νῆσον ει λον. ο μαθὼν ̓Αμίλκας ε ωθεν τοῖς διαβεβηκόσιν ἐπέθετο· οι ς οὐκ ε χων ἀμῦναι ὁ Φάβιος τῷ Δρεπάνῳ προσέμιξεν, ὡς η τὴν πόλιν δι' ἐρημίαν αἱρήσων η τῆς νήσου τὸν ̓Αμίλκαν ἀπάξων. καὶ ἠνύσθη τὸ ε ν· φοβηθεὶς γὰρ ὁ ̓Αμίλκας ἀνεχώρησεν εἰς τὸ τεῖχος. καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶδες τυγχάνον συγχώσας ἠπείρωσε, καὶ ῥᾷον προσεπολέμει τοῦ τείχους ἐκεῖ ο ντος ἀσθενεστέρου. καὶ οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικελίαν τε περιπλέοντες καὶ εἰς τὴν ̓Ιταλίαν περαιούμενοι. τοὺς δ' αἰχμαλώτους ἀλλήλων α νδρα ἀντ' ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ η σαν ἰσοπληθεῖς, ἀργυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο. Εκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας ε πραξαν α ξιον· μέγιστον γὰρ οἱ ̔Ρωμαῖοι ἐσφάλλοντο ο τι κατ' ἐνιαυτὸν α λλους, ει θ' ἑτέρους α ρχοντας ε πεμπον, α ρτι δὲ τὴν στρατηγίαν μανθάνοντας τῆς ἀρχῆς ε παυον, ω σπερ εἰς α σκησιν σφᾶς, ἀλλ' οὐκ εἰς χρῆσιν αἱρούμενοι. Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες, 2.221 καὶ μισοῦντες αὐτοὺς ο τι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευθέντες, τοῖς ̔Ρωμαίοις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ α λλους τῶν σφῶν συμμάχων τινὰς οἱ ̔Ρωμαῖοι ἐπὶ μισθοφορᾷ προσελάβοντο, μήπω πρότερον τρέφοντες ξενικόν. τούτοις ου ν ἐπαιρόμενοι, καὶ ο τι οἱ τὰς ναῦς ε χοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν, 281

οὐκέτι ἀμελεῖν τῆς θαλάσσης η θελον, ἀλλὰ καὶ αυ θις ναυτικὸν συνεστήσαντο. Καὶ Λουτάτιος Κατύλος υ πατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλέριος Φλάκκος ἀστυνομῶν. οι ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ Δρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν· καὶ ει λον α ν αὐτό, εἰ μὴ τοῦ ὑπάτου τρωθέντος περὶ ἐκεῖνον οἱ στρατιῶται ἀπησχολήθησαν. κἀν τούτῳ μαθόντες τοὺς πολεμίους οι κοθεν η κειν ναυτικῷ πλήθει, Αννωνος ναυαρχοῦντος, πρὸς ἐκείνους ἐτράποντο. καὶ ἀντιπαραταξαμένων αὐτῶν α στρον τι λαμπαδῶδες υ περθεν τῶν ̔Ρωμαίων φανὲν ἐξ ἀριστερᾶς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατέσκηψεν. ἐγένετο δ' ἡ ναυμαχία καὶ ἐπ' ἀμφοῖν καρτερὰ δι' α λλα τε καὶ ι να οἱ μὲν Καρχηδόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς ̔Ρωμαίους τοῦ ναυτικοῦ καταστήσωσιν, οἱ δ' ι να καὶ τὰς προτέρας ἀνακαλέσωνται συμφοράς. ο μως δ' ου ν οἱ ̔Ρωμαῖοι τὴν νίκην η ραντο· τὰ γὰρ τῶν Καρχηδονίων σκάφη, φορτία φέροντα πρὸς τοῖς α λλοις καὶ σῖτον καὶ χρήματα, ἐβαρύνοντο. ̔Ο δ' Αννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα ἠπείχθη. οἱ Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ 2.222 φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέσβεις δὲ πρὸς εἰρήνην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς η ν τὸν πόλεμον καταλύσασθαι, ο τι ἐπ' ἐξόδῳ ου σης αὐτῷ τῆς ἀρχῆς ου τε δι' ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα η λπιζεν ου τε τοῖς διαδόχοις τὴν δόξαν τῶν ἑαυτοῦ πόνων καταλιπεῖν η θελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ι ν' ἐς τὴν ̔Ρώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι ̔Ρωμαίοις καὶ πάσας τὰς πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ ̔Ιέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν α μα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ υ στερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς δ' ἑαυτῶν πρίασθαι. Τοιαύτη μὲν ου ν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ ̓Αμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οι καδε πρὶν τοὺς ο ρκους ἐπενεχθῆναι, οἱ δ' ἐν τῇ ̔Ρώμῃ τήν τε νίκην διὰ βραχέος ε μαθον καὶ ἐπήρθησαν ὡς παντάπασι κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόντων οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην ε χειν α πασαν η λπιζον. διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολογίαις ἐνέμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπηγόρευσαν σφίσι μήτε τὴν ̓Ιταλίαν μήτε τὴν ε ξω συμμαχίδα σφῶν μακραῖς ναυσὶ παραπλεῖν η μισθοφόροις τισὶν ἀπ' αὐτῶν κεχρῆσθαι. ̔Ο μὲν ου ν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος τοῖς ̔Ρωμαίοις εἰς τοῦτο κατέληξε τετάρτῳ ε τει καὶ εἰκοστῷ, καὶ ἐπ' αὐτῷ η γαγεν ὁ Κατύλος τὰ ἐπινίκια, Κύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικε.223 λίαν καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο· καὶ τὰ ο πλα τῶν ἐν αὐτῇ ἀφείλοντο. Σικελία μὲν ου ν ου τως ὑπὸ ̔Ρωμαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ ̔Ιέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς Καρχηδονίους φιλία η ν αὐτοῖς. Αμφω δ' αυ θις εἰς πολέμους ἑτέρους χωρὶς μετ' ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οι τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δουλεῦον τὸ ἐν τῇ πόλει καὶ τῶν ὁμορούντων πολλοὶ πρὸς τὰς συμφορὰς αὐτῶν συνεπέθεντο. οι γε μὴν ̔Ρωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς τῶν πολεμούντων ἐκείνοις, ου θ' ὑπήκουσαν, ἀλλὰ καὶ ἀντιπρεσβευσάμενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τῶν Καρχηδονίων ο σους ει χον ἀφῆκαν προῖκα, καὶ σῖτον ε πεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέτρεψαν, δόξαν ἐπιεικείας θηρώμενοι μᾶλλον η τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. ο θεν πράγματα ε σχον εἰσέπειτα· ὁ γὰρ ̓Αμίλκας ἐκεῖνος ὁ Βαρχίδης, ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς ̔Ρωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦσαι, ἐς δὲ τὴν ̓Ιβηρίαν παρὰ γνώμην τῶν οι κοι τελῶν ἀπῆρεν. ̓Αλλὰ ταῦτα μὲν ἐγένετο υ στερον, τότε δὲ καὶ οἱ ̔Ρωμαῖοι Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρκουάτος τὴν χώραν αὐτῶν 282

ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ' ἱππεῦσιν ἐκράτησε. καὶ αυ θις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε ο πλα αὐτῶν καὶ τὴν ι ππον καὶ τὰ ε πιπλα καὶ τὸ δουλεῦον καὶ τὸ η μισυ τῆς χώρας ἀφείλετο. 2.224 υ στερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ο ρος ἐρυμνὸν ἱδρυμένη κατεσκάφη, ἑτέρα δ' ᾠκοδομήθη εὐέφοδος. μετὰ δὲ τοῦτο ἐπολέμησαν αυ θις πολέμους πρός τε Βοουίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλησιοχώρους καὶ πρὸς Λιγύων τινάς. τοὺς μὲν ου ν Λίγυας Σεμπρώνιος Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡττήθη, ει τα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς ̔Ρώμης η κειν, ὁμόσε αυ θις τοῖς Γαλάταις ἐχώρησεν, ι ν' η καθ' ἑαυτὸν νικήσῃ η ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον η ζῶν αἰσχύνην ο φλειν προείλετο· καί πως κατὰ τύχην ἐκράτησε. Τότε μὲν ου ν ταῦθ' ου τως τοῖς ̔Ρωμαίοις συνήντησαν, καὶ Σαρδὼ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ χρήματά τε αυ θις ε λαβον, ἐγκαλέσαντες αὐτοῖς βλάπτειν σφῶν τοὺς πλέοντας· ου πω γὰρ κρατυνθέντες οἱ Καρχηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδοίκεσαν· τῷ δ' ἑξῆς ε τει Λούκιος Λέντουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, ε ως μὲν ὁμοῦ διῆγον, η σαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα η ρξαντο, ὡς ου τω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατέστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἱ βάρβαροι ἀνεκόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ ἐπὶ τοὺς ̔Ρωμαίους αυ θις ἐχώρησαν. ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Λεντούλου καὶ Λικινίου Οὐάρου η λπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ α νευ μάχης καταπλήξειν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ ̓Αρίμινον ἀπῄτουν καὶ τῆς πόλεως ὡς αὐτῶν ου σης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ' υ πατοι μήτε συμβαλεῖν θαρροῦντες δι' ὀλιγότητα μήτε τι προέσθαι τολμῶντες ἀνοχὰς ε πραξαν, ὡς ἐς τὴν 2.225 ̔Ρώμην πρεσβεύσωνται. οἱ δ' ἐπὶ τὴν βουλὴν ἐλθόντες τὰ αὐτὰ ει πον. ὡς δ' οὐδενὸς οἱ πρέσβεις ω ν ῃ τουν ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ ευ ρον ἐφθαρμένα σφίσι τὰ πράγματα· τινὲς γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φόβου τοὺς ̔Ρωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀντεῦθεν ἀπῆλθον οι καδε οἱ λοιποί, καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιήσαντο. Ηδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προσπίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρεστήσατο. Ου αρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς ἀπορίᾳ πλοίων περαιωθῆναι, Κλαύδιόν τινα Κλινέαν σὺν δυνάμει προέπεμψε. κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους η λθε, καὶ ὡς αὐτοκράτωρ τυγχάνων ἐσπείσατο. Ου αρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις ε ως αὐτοὺς ἐχειρώσατο. οἱ δὲ ̔Ρωμαῖοι τὸ παρασπόνδημα ἀποπροσποιούμενοι ε πεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύδιον· ὡς δ' οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, ὡς τοῖς σφῶν ἐμπόροις λυμαινομένους, τοῦτο μὲν οὐκ ἐποίησαν, χρήματα δ' ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. ε μελλον δὲ μηδ' ω ς ἐς μακρὰν αἱ συνθῆκαι μένειν. τὰ μὲν ου ν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευσαν· καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ ε πεισαν τοὺς Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς ̔Ρωμαίοις ἐπαναστῆναι. καὶ τούτοις οἱ Κύρνιοι προσαπέστησαν καὶ οἱ Λίγυες οὐχ ἡσύχασαν. 2.226 Τῷ δ' ἐπιγενομένῳ ε τει τριχῇ τὰς δυνάμεις διελόμενοι οἱ ̔Ρωμαῖοι, ι ν' α μα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν ̓Αλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ τοὺς Κυρνίους, ἐς δὲ τὴν Σαρδὼ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον ε πεμψαν. καὶ οἱ μὲν υ πατοι οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέπραξαν· τοὺς δὲ Σαρδονίους μή τι φρονοῦντας μέτριον ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατεστρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν.

ἐπεὶ δ' οἱ ̔Ρωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλλάγησαν, ἀπέστησαν αυ θις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν ου ν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας, ἐς δέ γε τὴν Σαρδὼ Πομπώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέμων ο ντας πολεμίους ε κριναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφερουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκιον, ε ν ἑλέσθαι κελεύοντες ὁποῖον α ν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε α λλα τραχύτερον ἀπεκρίναντο καὶ τῶν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν ει πον οὐδέτερον, δέχεσθαι δ' ἑτοίμως ὁπότερον καταλείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους, ω κνουν δὲ πολέμου κατάρξασθαι. Κινηθέντων δ' αυ θις τῶν Σαρδονίων ἐπ' αὐτοὺς οἱ υ πατοι α μφω ἐστρατεύσαντο Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος. καὶ πολλὰ μὲν λάφυρα ε λαβον, παρὰ δὲ τῶν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃρέθησαν. διὸ μετὰ ταῦτα ἐπ' ἀμφοτέρους οἱ ̔Ρωμαῖοι ἐτράποντο. καὶ Μάρκος μὲν Πομπώνιος 2.227 Σαρδόνας ε φερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς εὑρεῖν, κύνας ἐκ τῆς ̓Ιταλίας μετεπέμψατο ευ ρινας, καὶ δι' ἐκείνων τὴν στίβον καὶ τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζόμενος δὲ πρὸς τὰ ο ρη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε α ν υ δατος ἀπορίᾳ ἀπώλεσεν, εἰ μή που υ δωρ ὀψέ ποτε ἀνεφάνη καὶ ε πεισε τοὺς Κυρνίους ὁμολογῆσαι. Κατὰ τοῦτον τὸν χρόνον καὶ ̓Αμίλκας ὁ τῶν Καρχηδονίων στρατηγὸς πρὸς ̓Ιβήρων νικηθεὶς ε θανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τῶν Καρχηδονίων προήγαγον, καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ε λκοντα αὐτὰς ὑποζύγια ἐπισπέρχοντες οι στρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπασθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ α λλους πλείστους ἐφόνευσαν. καὶ ὁ μὲν ἐπὶ πλεῖστον ἀνθήσας ου τως ἐτελεύτησε, τελευτήσαντα δὲ αὐτὸν ̓Ασδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς ̓Ιβηρίας πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὁμώνυμον τῇ πατρίδι ε κτισε. Τῶν δέ γε Βοουίων καὶ τῶν α λλων Γαλατῶν πολλὰ μὲν καὶ α λλα, πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων, δείσαντες οἱ ̔Ρωμαῖοι μήποτε κατ' αὐτῶν τοῖς χρήμασι χρήσονται, ἀπεῖπον μηδένα ἀνδρὶ Γαλάτῃ μήτ' ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰμίλιον καὶ Μάρκον ̓Ιούνιον εἰς τὴν Λιγυστικὴν ἀπά.228 ραντας, παρεσκευάζοντο εἰς τὴν ̔Ρώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων, καὶ ἐπ' αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήντησαν αὐτοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν ο τι οὐκ ἐπ' ἐκείνους ἀπῄεσαν, ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας. ̔Ρωμαῖοι δὲ τόν τε ̓Ιόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου τῆς ̔Ελληνικῆς η ψαντο· πρόφασις δ' αὐτοῖς τοῦ πλοῦ ἐγένετο η δε. Ισσα νῆσός ἐστιν ἐν τῷ ̓Ιονίῳ κόλπῳ κειμένη. οἱ γοῦν ταύτης κάτοικοι ̓Ισσαῖοι καλούμενοι ἐθελονταὶ τοῖς ̔Ρωμαίοις παραδεδώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι ̓Αγρῶνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους ̓Ιλλυρικοῦ. πρὸς ο ν οἱ υ πατοι πρέσβεις ε πεμψαν. ἐκείνου δὲ τεθνεῶτος ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ε τι, ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. η τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρημάτισε, παρρησιασαμένους δὲ τοὺς μὲν ε δησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ ̔Ρωμαίων πόλεμον ψηφισαμένων αὐτῇ κατέπτηξε, καὶ τούς τε σωζομένους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας ε λεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ ̔Ρωμαίων τοὺς αὐτόχειρας ἐξαιτησαμένων ου τε τινὰ ἐκδώσειν ε φη καὶ ἐπὶ τὴν Ισσαν ε στειλε στράτευμα. ει τα αυ θις δείσασα Δημήτριόν τινα πρὸς τοὺς ὑπάτους ε πεμψεν, ὡς ἑτοίμη πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυραν αὐτοῖς παρασχόμενον. τῶν δὲ 284

πρὸς τὴν νῆσον περαιωθέντων ἀνεθάρσησεν αυ θις, οι α γυνὴ κούφην ε χουσα γνώμην καὶ εὐμετάβολον, καὶ πρὸς ̓Επίδαμνον καὶ ̓Απολλωνίαν ἐξέπεμψε στρατιάν. τῶν δὲ ̔Ρωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς 2.229 κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προσπλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ Δημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς ̔Ρωμαίους μεθεστηκότος καὶ α λλους αὐτομολῆσαι πεπεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ Δημήτριος ὡς τῷ παιδὶ ἐπιτροπεύσων εἰλήφει, οἱ δὲ ̔Ρωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃνέθησαν, καὶ τοῦ ̓Ισθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς ̓Αθηναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας σφῶν τῶν τε μυστηρίων μετέσχον. Τὸ δ' ̓Ιλλυρικὸν ο νομα πάλαι μὲν ἐν α λλοις ἐπεκέκλητο, υ στερον δὲ ἐς τὴν α νω μεταβέβηκεν η πειρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν ἐντὸς τοῦ Αι μου καὶ τὴν πρὸς τῇ ̔Ροδόπῃ, καὶ ε στιν ἐν τῷ μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Αλπεων τοῦ τε Αι νου ποταμοῦ καὶ τοῦ Ιστρου μέχρι τοῦ Εὐξείνου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ιστρου νέμεται. Λογίου δέ ποτε τοῖς ̔Ρωμαίοις ἐλθόντος καὶ Ελληνας καὶ Γαλάτας τὸ α στυ καταλήψεσθαι, Γαλάται δύο καὶ Ελληνες ε τεροι ε κ τε τοῦ α ρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ι ν' ου τως ἐπιτελὲς τὸ πεπρωμένον γενέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται. Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι ο τι στρατηγὸς ̔Ρωμαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπανέστησαν· αυ θις δὲ ἐδουλώθησαν. ̓Ινσοῦβροι δὲ Γαλατικὸν γένος, συμμάχους ἐκ τῶν ὑπὲρ τὰς Αλπεις ὁμοφύλων προσειληφότες, ο πλα 2.230 τοῖς ̔Ρωμαίοις ἐπήνεγκαν· διὸ καὶ αὐτοὶ ηὐτρεπίζοντο. ληισαμένων δὲ τῶν βαρβάρων τινά, τελευταῖον χειμῶνος μεγάλου νυκτὸς συμβάντος ὑπετόπησαν τὸ θεῖον ἐναντιοῦσθαι αὐτοῖς καὶ ἠθύμησαν, καὶ καταπτήξαντες φυγῇ τὴν σωτηρίαν πορίσασθαι ἐπεχείρησαν. καὶ ὁ ̔Ρηγοῦλος αὐτοὺς κατεδίωξε, καὶ τοῖς ὀπισθοφυλακοῦσι προσμίξας ἡττήθη τε καὶ ἀπέθανεν· Αἰμίλιος δὲ λόφον τινὰ κατασχὼν ἡσύχαζεν. ἀντικατασχόντων δὲ καὶ τῶν Γαλατῶν ε τερον, ἐπί τινας μὲν ἡμέρας ἠρέμουν, ε πειτα οἱ μὲν ὀργῇ τοῦ γεγονότος, αὐχήματι δὲ τῆς νίκης οἱ βάρβαροι, καταδραμόντες ἀπὸ τῶν μετεώρων συνέβαλον. καὶ ἐπὶ πολὺ μὲν ἰσορρόπως ἐμάχοντο, τέλος δ' οἱ ̔Ρωμαῖοι τῷ ἱππικῷ περισχόντες αὐτοὺς κατέκοψαν, καὶ τὸ στρατόπεδον αὐτῶν ει λον καὶ τὰ λάφυρα ἐκομίσαντο. καὶ μετὰ ταῦτα τοῖς τῶν Βοουίων ὁ Αἰμίλιος ἐλυμήνατο, καὶ τὰ ἐπινίκια η γαγε, τούς τε πρώτους τῶν ἁλόντων ὡπλισμένους ἐπὶ τὸ Καπιτώλιον ἀνεκόμισεν, ἐπισκώπτων αὐτοῖς ὡς ὀμωμοκόσι μὴ πρότερον τοὺς θώρακας ἀποδύσασθαι πρὶν ἀνελθεῖν εἰς τὸ Καπιτώλιον. ἐκ δὲ τούτου τήν τε τῶν Βοουίων α πασαν προσεκτήσαντο καὶ τὸν ̓Ηριδανὸν τότε πρῶτον ἐπὶ τοὺς ̓Ινσούβρους διέβησαν καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν. Τεράτων δ' ἐν τούτῳ γενομένων ἐς μέγα δέος οἱ ἐν τῇ ̔Ρώμῃ κατέστησαν· ποταμός τε γὰρ ἐν τῷ Πικηνῷ αἱματώδης ἐρρύη κἀν τῇ Τυρσηνίδι καίεσθαι τοῦ οὐρανοῦ πολὺ ε δοξε, καὶ ἐν τῷ ̓Αριμίνῳ φῶς νύκτωρ ἡμέρᾳ προσεοικὸς ε λαμψε, καὶ πολλαχόθι τῆς ̓Ιταλίας τρεῖς σελῆναι νυκτὸς ἐφαντάσθησαν, κἀν τῇ ἀγορᾷ γὺψ ἐφ' ἡμέρας πλείονας ἐνιδρύθη. διά τε γοῦν τὰ τέρατα ταῦτα καὶ ο τι τινὲς παρανόμως 2.231 ε λεγον τοὺς ὑπάτους αἱρεθῆναι, μετεπέμψαντο αὐτούς. δεξάμενοι δὲ τὰ γράμματα οἱ υ πατοι οὐκ εὐθὺς αὐτὰ ἀνέγνων, α ρτι πρὸς πόλεμον καθιστάμενοι, ἀλλὰ προσυμβαλόντες ἐκράτησαν. μετὰ δὲ τὴν μάχην ἀναγνωσθείσης τῆς ἐπιστολῆς ὁ μὲν Φούριος ἑτοίμως ἐπείθετο, ὁ δέ γε Φλαμίνιος ἐπαιρόμενος τῇ νίκῃ τήν τε αι ρεσιν αὐτῶν ἀπεδείκνυ δι' αὐτῆς ὀρθῶς ε χουσαν καὶ διὰ τὸν πρὸς αὐτὸν φθόνον ἐνέκειτο καὶ τοῦ θείου τοὺς δυνατοὺς καταψεύδεσθαι. ου τ' ου ν ἀπαναστῆναι πρὶν τὸ πᾶν καταστήσασθαι η θελε καὶ διδάξειν καὶ τοὺς οι κοι ε φη μήτ' ο ρνισι μήτ' α λλῳ δή τινι τοιούτῳ προσέχοντας ἀπατᾶσθαι. καὶ ὁ μὲν κατὰ χώραν μένειν η θελε καὶ τὸν συνάρχοντα κατέχειν 285

ἐπειρᾶτο, Φούριος δ' οὐκ ἐπείθετο. τῶν δὲ μετὰ τοῦ Φλαμινίου μελλόντων καταλειφθήσεσθαι φοβηθέντων μὴ μονωθέντες πάθωσί τι παρὰ τῶν ἐναντίων, καὶ δεηθέντων ἡμέρας τινὰς προσμεῖναι, ἐπείσθη, οὐ μέντοι καὶ ε ργου η ψατο. Φλαμίνιος δὲ περινοστῶν τὴν χώραν ε τεμνε καὶ ἐρύματά τινα κατεστρέψατο, τά τε λάφυρα πάντα τοῖς στρατιώταις, θεραπεύων αὐτούς, ἐχαρίσατο. ὀψὲ δ' οι καδε ἐπανελθόντες ὑπὸ μὲν τῆς γερουσίας αἰτίαν τῆς ἀπειθείας ε σχον, διὰ γὰρ τὴν πρὸς τὸν Φλαμίνιον ὀργὴν ἠτίμασαν καὶ τὸν Φούριον, τὸ δὲ πλῆθος ἀντιφιλονεικῆσαν ὑπὲρ τοῦ Φλαμινίου ἐψηφίσαντο τὰ νικητήρια. καὶ ἀγαγόντες αὐτὰ ἐξέστησαν τῆς ἀρχῆς. Ετεροι δὲ υ πατοι Κλαύδιος Μάρκελλος καὶ Γναῖος Σκιπίων ἀνθαιρεθέντες ἐστράτευσαν ἐπὶ τοὺς ̓Ινσούβρους· εἰρήνην γὰρ αὐτοῖς αἰτήσασιν οὐκ ἐψηφίσαντο. καὶ α μφω μὲν πρῶτον πολεμοῦντες τὰ πλείω ἐκράτουν, ε πειτα τὴν συμμαχίδα λεηλατουμένην μαθόντες διῃρέθησαν. καὶ Μάρκελλος μὲν ἐπὶ τοὺς 2.232 ληιζομένους τὴν σύμμαχον διὰ ταχέων ἐλθὼν οὐ κατέλαβε σφᾶς ἐκεῖ, φεύγοντας δ' ἐπεδίωξε καὶ ὑποστάντας ἐνίκησε, Σκιπίων δὲ κατὰ χώραν μείνας ̓Ακέρας ἐπολιόρκει, καὶ λαβὼν αὐτὰς ὁρμητήριον τοῦ πολέμου πεποίηκεν, ου σας ἐπικαίρους καὶ εὐερκεῖς. κἀντεῦθεν ὁρμώμενοι τό τε Μεδιόλανον καὶ κωμόπολιν ἑτέραν ἐχειρώσαντο. ἁλόντων δὲ τούτων καὶ οἱ λοιποὶ ̓Ινσοῦβροι ὡμολόγησαν αὐτοῖς, χρήματα καὶ μέρος τῆς γῆς δόντες. Ει τα Πούπλιός τε Κορνήλιος καὶ Μάρκος Μινούκιος ἐπ' Ιστρου ἐστράτευσαν, καὶ πολλὰ τῶν ἐκεῖ ἐθνῶν τὰ μὲν πολέμῳ, τὰ δὲ ὁμολογίαις ὑπέταξαν. Λούκιος δὲ Οὐετούριος καὶ Γάιος Λουτάτιος η λθον μέχρι τῶν Αλπεων, α νευ δὲ μάχης πολλοὺς ᾠκειώσαντο. ὁ μέντοι τῶν Σαρδιαίων α ρχων Δημήτριος, ὡς α νω που ει ρηται, τοῖς ἐπιχωρίοις ἐπαχθὴς η ν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει καὶ ἐδόκει τῇ ̔Ρωμαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν. αἰσθόμενοι δὲ τοῦτο οἱ υ πατοι Αἰμίλιος Παῦλος καὶ Μάρκος Λιούιος μετεπέμψαντο αὐτόν. ὡς δ' οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν η πτετο, ἐστράτευσαν ἐπ' αὐτὸν ἐν τῇ Ισσῃ ο ντα. καὶ προμαθόντες ο τι ὑφώρμει που τῶν κατάρσεων, μέρος τῶν νεῶν εἰς τὰ ἐπὶ θάτερα τῆς νήσου προσμίξαι ε πεμψαν. κἀκ τούτου τῶν ̓Ιλλυριῶν ἐπ' ἐκείνους ὡς καὶ μόνους ο ντας τραπομένων, αὐτοὶ κατὰ σχολὴν προσπλεύσαντες ἐν ἐπιτηδείῳ τε ἐστρατοπεδεύσαντο καὶ προσπεσόντας σφίσιν αὐθημερὸν τοὺς ἐπιχωρίους ὀργῇ τῆς ἀπάτης ἀπεώσαντο. τοῦ δὲ Δημητρίου ἐς Φάρον ἑτέραν νῆσον διαφυγόντος, καὶ ἐπ' ἐκείνην ε πλευσαν καὶ 2.233 τῶν ἀντικαταστάντων ἐκράτησαν καὶ τὴν πόλιν ἐκ προδοσίας ει λον, τοῦ Δημητρίου διαδράντος. ο ς τότε μὲν εἰς Μακεδονίαν μετὰ πολλῶν χρημάτων πρὸς Φίλιππον τὸν βασιλέα αὐτῆς ἐλθὼν ὑπ' ἐκείνου μὲν οὐκ ἐξεδόθη, πρὸς δὲ τοὺς ̓Ιλλυριοὺς ἐπανελθὼν συνελήφθη ὑπὸ ̔Ρωμαίων καὶ ἐδικαιώθη. Τῷ δ' ἐχομένῳ ε τει περιφανῶς οἱ ̔Ρωμαῖοι τοῖς Καρχηδονίοις ἐξεπολεμώθησαν, καὶ ὁ πόλεμος ου τος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέβηκε, τοῖς δ' ε ργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ ̓Αννίβας στραταρχῶν τῶν Καρχηδονίων. ὁ δ' ̓Αννίβας ου τος παῖς τοῦ ̓Αμίλκου τοῦ Βαρχίδου ἐγένετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς ̔Ρωμαίους ἠσκήθη. πάντας γὰρ τοὺς υἱεῖς ὁ ̓Αμίλκας ω σπερ τινὰς σκύμνους ἐπ' αὐτοὺς τρέφειν ε λεγεν, ἐκεῖνον δὲ πολὺ τῇ φύσει προφέροντα ὁρῶν καὶ ω ρκωσε πολεμήσειν αὐτοῖς καὶ διὰ τοῦτο τά τε α λλα καὶ τὰ πολέμια ε τι μᾶλλον αὐτὸν ἐξεδίδασκε, πεντεκαιδεκαέτη ο ντα· ο θεν οὐκ ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ ̓Ασδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, ε ξ τότε καὶ ει κοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στράτευμα ἐν τῇ ̓Ιβηρίᾳ αὐτίκα προκατέλαβε καὶ στρατηγὸς ὑπ' αὐτῶν ἀναδειχθεὶς διῳκήσατο καὶ παρὰ τῶν οι κοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρεποῦς ἐδεῖτο εἰς τὴν κατὰ ̔Ρωμαίων ὁρμήν, καὶ ταύτην ἐποιήσατο τοὺς ἐν τῇ ̓Ιβηρίᾳ Ζακυνθίους. ου τοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ 286

Ιβηρος, α νω τῆς θαλάσσης βραχύ, τοῖς ̔Ρωμαίοις προσέ.234 κειντο, κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιήκεσαν. διὰ ταῦτ' ου ν ὁ ̓Αννίβας πόλεμον η ρατο πρὸς αὐτούς, εἰδὼς ο τι η ἐπικουρήσουσιν οἱ ̔Ρωμαῖοι τοῖς Ζακυνθίοις η καί τι παθοῦσι τιμωρήσουσι. διά τε ου ν ταῦτα καὶ ο τι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐτοὺς ἐγίνωσκεν, ου καὶ μάλιστα ε χρῃζε, καὶ δι' ε τερα αι τια κατὰ ̔Ρωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυνθίοις ἐπέθετο. ̔Η δ' ̓Ιβηρία, ἐν ῃ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ προσεχὴς αὐτῇ πᾶσα ε ν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν ε σω θάλασσαν καὶ παρὰ τὰς ̔Ηρακλείους στήλας τόν τε ̓Ωκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν η πειρον τὴν α νω διὰ πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ο ρος τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων, υ στερον δὲ Ναρβωνησίων, ἀρξάμενον ἐς τὴν ε ξω τὴν μεγάλην διατείνει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα ε θνη ε χον, πᾶσαν δὲ τὴν ̓Ιβηρίαν ἀπὸ τῆς προσοίκου Γαλατίας ἀφορίζον. ου τε δ' ὁμόφωνοι η σαν ου τε κοινῇ ἐπολιτεύοντο. ο θεν οὐδὲ εἰς ε ν ο νομα ἐτέλουν· οἱ μὲν γὰρ ̔Ρωμαῖοι ̔Ισπανούς, οἱ δ' Ελληνες Ιβηρας ἀπὸ τοῦ ποταμοῦ τοῦ Ιβηρος αὐτοὺς ἐπεκάλεσαν. Οἱ μὲν ου ν Ζακύνθιοι ου τοι ἐπολιορκοῦντο, καὶ ε πεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς ̔Ρωμαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ ̓Αννίβας ἐκώλυσεν, οἱ δὲ ̔Ρωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ' ̓Αννίβας ἐκ τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς ευ νοιαν τηροῦν.235 τας τοῖς πρέσβεσιν η δη πλησίον ου σι παρεσκεύασε λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που ἐς α γνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλαγῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς πάρεισιν, ι να μὴ διὰ τὴν ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν ου ν πιστεύσαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην α γειν πρὸς τοὺς ̔Ρωμαίους συνεβούλευον, οἱ δὲ τῷ ̓Αννίβᾳ προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ ̔Ρωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμονεῖν ε λεγον. καὶ τέλος ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες. ̓Εν τούτῳ δὲ ὁ ̓Αννίβας σπουδῇ τὰς προσβολὰς τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ ̓Αννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περιβόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζακύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· ο θεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχηδόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ' ο γδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οι ς α λλα τε πολλὰ συνηνέχθη καὶ α τοπα καὶ ὁ ̓Αννίβας δεινῶς ἐτρώθη. η λω δὲ ου τως. μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπεραῖρον καὶ ὁπλίτας τοὺς μὲν ἐμφανεῖς ε χον, τοὺς δὲ λανθάνοντας. τῶν ου ν Ζακυνθίων τοῖς ὁρωμένοις ὡς μόνοις ου σι μαχομένων ἐρρωμενέστερον, οἱ κεκρυμμένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ ε νδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς λόγους η λθον, ει πως ἐπιεικεῖ τινι ὁμολογίᾳ περισω.236 θεῖεν. ὡς δ' οὐδὲν ὁ ̓Αννίβας προΐσχετο μέτριον οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν ̔Ρωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο, ω ς τι περὶ τῶν κατὰ σφᾶς βουλευσόμενοι· κἀν τούτῳ τὰ τιμιώτατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἱ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυτούς, οἱ δ' ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύμως ἀγωνιζόμενοι κατεκόπησαν. Καὶ δι' αὐτοὺς οι τε ̔Ρωμαῖοι καὶ οἱ Καρχηδόνιοι ἐπολέμησαν. ὁ γὰρ ̓Αννίβας καὶ συμμάχους συχνοὺς προσλαβὼν εἰς τὴν ̓Ιταλίαν ἠπείγετο. πυθόμενοι δὲ ταῦθ' οἱ ̔Ρωμαῖοι συνῆλθον εἰς τὸ συνέδριον, καὶ ἐλέχθη μὲν πολλά, Λούκιος δὲ Κορνήλιος Λέντουλος ἐδημηγόρησε καὶ ει πε μὴ μέλλειν, ἀλλὰ πόλεμον κατὰ τῶν 287

Καρχηδονίων ψηφίσασθαι, καὶ διχῇ διελεῖν καὶ τοὺς ὑπάτους καὶ τὰ στρατεύματα, καὶ τοὺς μὲν εἰς τὴν ̓Ιβηρίαν, τοὺς δὲ εἰς τὴν Λιβύην πέμψαι, ι ν' ὑπὸ τὸν αὐτὸν χρόνον η τε χώρα αὐτῶν πορθῆται καὶ οἱ σύμμαχοι κακουργῶνται καὶ μήτε τῇ ̓Ιβηρίᾳ βοηθῆσαι δύνωνται μήτ' ἐκεῖθεν αὐτοὶ ἐπικουρηθῶσι. πρὸς ταῦτα Κύιντος Φάβιος Μάξιμος ἀντέθετο μὴ ου τως ἐκ παντὸς τρόπου τὸν πόλεμον δεῖν ψηφίσασθαι, ἀλλὰ πρεσβείᾳ χρήσασθαι πρότερον, κα ν μὲν πείσωσιν ο τι οὐδὲν ἀδικοῦσιν, ἡσυχίαν α γειν, α ν δ' ἀδικοῦντες ἁλῶσι, τότε πολεμῆσαι αὐτοῖς, ι να καὶ τὴν αἰτίαν τοῦ πολέμου ἐς αὐτοὺς ἀπωσώμεθα. αἱ μὲν ου ν ἀμφοῖν δόξαι τοιαῦται η σαν ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τῇ δὲ βουλῇ παρασκευάζεσθαι μὲν ε δοξε πρὸς τὴν μάχην, πρέσβεις δὲ εἰς τὴν Καρχηδόνα 2.237 στεῖλαι καὶ τοῦ ̓Αννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα, δικάσαι, εἰ δ' εἰς ἐκεῖνον αὐτὰ ἀναφέροιεν, ἐξαιτήσασθαι αὐτόν, κα ν μὴ ἐκδῶσι, τὸν πόλεμον ἐπαγγεῖλαι αὐτοῖς. Τῶν γοῦν πρέσβεων ἀπελθόντων οἱ Καρχηδόνιοι τὸ ποιητέον ἐσκόπουν. καί τις ̓Ασδρούβας, ει ς τῶν ὑπὸ τοῦ ̓Αννίβου προπαρεσκευασμένων, συνεβούλευσε σφίσι χρῆναι τήν τε ἀρχαίαν ἐλευθερίαν ἀνακτήσασθαι καὶ τὴν ἐκ τῆς εἰρήνης δουλείαν ἀποτρίψασθαι καὶ χρήμασι καὶ δυνάμεσι καὶ συμμάχοις συγκεκροτημένοις, ἐπαγαγὼν ο τι "κα ν τῷ ̓Αννίβᾳ μόνῳ ο σα βούλεται πρᾶξαι ἐπιτρέψητε, καὶ τὰ προσήκοντα ε σται καὶ οὐδὲν αὐτοὶ πονήσετε." τοιαῦτα δὲ αὐτοῦ εἰπόντος Αννων ὁ μέγας ἐναντιούμενος τοῖς τοῦ ̓Ασδρούβου λόγοις γνώμην εἰσήνεγκε μήτε ῥᾳδίως μήτε μικρῶν καὶ ἀλλοτρίων ἐγκλημάτων ε νεκα τὸν πόλεμον ἐφ' ἑαυτοὺς ἐπισπάσασθαι, παρὸν τὰ μὲν λῦσαι, τὰ δὲ ἐς τοὺς δράσαντας αὐτὰ τρέψαι. καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο, τῶν δὲ Καρχηδονίων οἱ μὲν πρεσβύτεροι καὶ τοῦ πρὶν μεμνημένοι πολέμου αὐτῷ συνετίθεντο, οἱ δ' ἐν ἡλικίᾳ καὶ μάλισθ' ο σοι τὰ τοῦ ̓Αννίβου ε πραττον ἰσχυρῶς ἀντέλεγον. ὡς δ' οὐδὲν σαφὲς ἀπεκρίναντο καὶ ἐν ὀλιγωρίᾳ τοὺς πρέσβεις ει χον, ὁ Μάρκος ὁ Φάβιος τὰς χεῖρας ὑπὸ τὰ ἱμάτια ὑποβαλὼν καὶ ὑπτιάσας αὐτὰς ε φη "ἐγὼ μὲν ἐνταῦθ', ω Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ' ὁπότερον αὐτῶν βούλεσθε ε λεσθε." ἀποκριθέντων δὲ μηδέτερον μὲν αἱρεῖσθαι, δέχεσθαι δ' ἑτοίμως ὁπότερον καταλείψουσιν, ἐπήγγειλεν αὐτοῖς αὐτίκα τὸν πόλεμον. Ου τω μὲν ου ν καὶ διὰ ταῦτα οι τε ̔Ρωμαῖοι καὶ οἱ Καρχηδόνιοι τὸ δεύτερον ἐπολέμησαν. καὶ τὸ δαι.238 μόνιον τὰ γενησόμενα προεσήμηνεν. ἐν γὰρ τῇ ̔Ρώμῃ ἀνθρωπίνως ἐλάλησε βοῦς, καὶ ε τερος ἐν τῇ τῶν ̔Ρωμαίων πανηγύρει ἐξ οἰκίας εἰς τὸν Τίβεριν ἑαυτὸν ε ρριψε καὶ ἐφθάρη, κεραυνοί τε πολλοὶ ἐφέροντο, καὶ αι μα τὸ μὲν ἐξ ἀγαλμάτων ω φθη, τὸ δὲ ἐξ ἀσπίδος στρατιώτου ἐρρύη, ἑτέρου τε ξίφος ἐξ αὐτοῦ τοῦ στρατοπέδου λύκος η ρπασε. τῷ δ' ̓Αννίβᾳ θηρία πολλὰ καὶ α γνωστα τὸν Ιβηρα διαβαίνοντι προκαθηγήσατο, καὶ ο ψις ὀνείρου ἐφάνη. ε δοξε γάρ ποτε τοὺς θεοὺς ἐν ἐκκλησίᾳ καθημένους μεταπέμψασθαί τε αὐτὸν καὶ στρατεῦσαι ο τι τάχιστα εἰς τὴν ̓Ιταλίαν προστάξαι καὶ λαβεῖν παρ' αὐτῶν τῆς ὁδοῦ ἡγεμόνα, καὶ ἀμεταστρεπτὶ ὑπ' αὐτοῦ κελευσθῆναι ε πεσθαι· μεταστραφῆναι δὲ καὶ ἰδεῖν χειμῶνα μέγαν χωροῦντα καὶ δράκοντα αὐτῷ ἐπακολουθοῦντα ἀμήχανον, καὶ θαυμάσαι ἐρέσθαι τε τὸν ἀγωγὸν τί ταῦτα ει εν· καὶ τὸν εἰπεῖν "ω ̓Αννίβα, ταῦτα συμπορθήσοντά σοι τὴν ̓Ιταλίαν ε ρχεται." Ταῦτα τῷ μὲν ̓Αννίβᾳ χρηστὴν ἐλπίδα, τοῖς δὲ ̔Ρωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἱ ̔Ρωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν ε πεμψαν, ἐς δὲ τὴν ̓Ιβηρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ ̓Αννίβας εἰς τὴν ̓Ιταλίαν ὡς τάχιστα ἐπιθυμῶν εἰσβαλεῖν, σπουδῇ ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ ̔Ροδανοῦ ου σαν ἀμαχεὶ διῆλθε. καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ ̔Ροδανοῦ οὐδεὶς εἰς χεῖρας η κεν αὐτῷ, ἐκεῖ δ' ὁ Σκιπίων ἐπεφάνη, καίπερ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ο μως μετὰ τῶν ἐπιχωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε 2.239 πλοῖα τὰ ἐν τῷ ποταμῷ προδιέφθειρε καὶ τὸ ῥεῦμα αὐτοῦ διὰ φυλακῆς ἐποιήσατο. ὁ ου ν 288

̓Αννίβας ε τριψε μέν τινα χρόνον καὶ σχεδίας καὶ σκάφη α λλα τε καὶ μονόξυλα κατασκευάζων, ε φθη δ' ου ν ὑπὸ πολυχειρίας τὰ πρὸς περαίωσιν ἀναγκαῖα πάντα, πρὶν τῷ Σκιπίωνι τὸ οἰκεῖον ἀφικέσθαι στράτευμα, προετοιμασάμενος. καὶ τὸν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι καὶ ψιλοῖς τισιν, ῃ σκεδάννυται ὁ ποταμὸς ἐπὶ πολὺ καὶ νήσοις διαλαμβάνεται, διαβησόμενον ε πεμψεν, αὐτὸς δὲ κατὰ τὸν ἐμφανῆ πόρον ἐχώρει δῆθεν, ι ν' οἱ Γαλάται ἀπατηθεῖεν, πρὸς αὐτὸν ἀντιταττόμενοι, καὶ ἀμελέστερον ἐν α λλοις τοῦ ποταμοῦ τὴν φυλακὴν θῶνται· ο καὶ γέγονε. καὶ ὁ Μάγων διέβη τὸν ποταμόν, ὁ δὲ ̓Αννίβας καὶ οἱ περὶ αὐτὸν κατὰ τὸν πόρον ἐπεραιοῦντο. καὶ γενόμενοι κατὰ τὸ μέσον ἠλάλαξαν, καὶ οἱ σαλπιγκταὶ δὲ συνήχησαν· καὶ ὁ Μάγων κατὰ νώτου τοῖς ἀνθεστηκόσι προσέπεσε· καὶ ου τως οι τε α λλοι καὶ οἱ ἐλέφαντες ἀκινδύνως ἐπεραιώθησαν. α ρτι δὲ περαιωθέντων αὐτῶν καὶ τῷ Σκιπίωνι ἡ οἰκεία ἀφίκετο δύναμις. πέμψαντες ου ν εἰς προσκοπὴν ἱππέας ἀμφότεροι τοιούτῳ τέλει τῆς ἱππομαχίας ἐχρήσαντο ὁποῖον ὁ σύμπας ε σχηκε πόλεμος· οἱ γὰρ ̔Ρωμαῖοι καὶ ε λαττον τὴν πρώτην ἐνεγκάμενοι καὶ συχνοὺς ἀποβαλόντες ἐνίκησαν. ̓Εντεῦθεν ̓Αννίβας ἀπιέναι πρὸς ̓Ιταλίαν σπεύδων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυρῶς ἐπόνησε. τά τε γὰρ ο ρη ἐκεῖνα ἀποτομώτατά ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ' ἀνέμων πληρώσασα καὶ ὁ κρύσταλλος ἰσχυρότατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ 2.240 τῶν αὐτοῦ στρατιωτῶν ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ σιτοδείας ἀπώλοντο, πολλοὶ δὲ καὶ οι καδε ἀνεχώρησαν. ε χει δὲ λόγος ο τι καὶ αὐτὸς ἀνέστρεψεν α ν, εἰ μὴ πλείων καὶ ἀπορωτέρα ἡ προδιηνυσμένη ὁδὸς τῆς λειπομένης ἐτύγχανε. διὰ μὲν δὴ τοῦτο οὐκ ἀπετράπετο, ἐξαπίνης δὲ ἐκτὸς τῶν Αλπεων ἐκφανεὶς θαῦμα καὶ δέος τοῖς ̔Ρωμαίοις ἐνέβαλε. Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑποστρατηγοῦντα αὐτῷ εἰς τὴν ̓Ιβηρίαν ε πεμψεν ὡς καταληψόμενον αὐτὴν η τὸν ̓Αννίβαν ἐπανάξοντα, αὐτὸς δ' ἐπὶ τὸν ̓Αννίβαν η λασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, ε πειτα α μφω πρὸς τὴν μάχην ω ρμησαν. πρὶν δὲ δὴ ε ργου ε χεσθαι, συγκαλέσας τοὺς στρατιώτας ὁ ̓Αννίβας παρήγαγε τοὺς αἰχμαλώτους, ου ς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ η ρετο αὐτοὺς πότερον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο η μονομαχῆσαι ἀλλήλοις, ω στ' ἀφεθῆναι προῖκα τοὺς νικήσαντας. καὶ ὡς τὸ δεύτερον ει λοντο, συνέβαλεν αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· τοῦτο δ' ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. ει τα συνῆλθον μὲν ὡς ο λοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττηθεὶς συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ' α ν, εἰ μή περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ω ν ἑπτακαιδεκαέτης ἐπήμυνε, κατέδεισε μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπεχώρησεν. ̓Αννίβας δὲ μεθ' ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ 2.241 μαθὼν πρὸς τὸν ̓Ηριδανὸν η λθε, καὶ μήτε σχεδίας η πλοῖα εὑρών, ἐνεπέπρηστο γὰρ παρὰ τοῦ Σκιπίωνος, τὸν μὲν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι διανήξασθαι καὶ ἐπιδιῶξαι τοὺς ̔Ρωμαίους ἐκέλευσεν, αὐτὸς δὲ α νω πρὸς τὰς πηγὰς χωρήσας τοῦ ποταμοῦ τοὺς ἐλέφαντας κατὰ τὸν ἐπίρρουν διαβῆναι προσέταξε. καὶ ου τω τοῦ υ δατος περὶ τοῖς ο γκοις τῶν ζῴων ἐμποδιζομένου καὶ σκεδαννυμένου, ῥᾷον κάτω σφῶν διεπεραιώθη. καταληφθεὶς ου ν ὁ Σκιπίων κατὰ χώραν ε μεινε, καὶ ἐμαχέσατ' α ν, εἰ μὴ νυκτὸς οἱ Γαλάται οἱ μετ' αὐτοῦ ηὐτομόλησαν. ὁ δ' ου ν Σκιπίων ἐπὶ τούτῳ ταραχθεὶς καὶ ὑπὸ τοῦ τραύματος ταλαιπωρήσας ὑπὸ νύκτα αυ θις ἐξανέστη καὶ ἐπὶ μετεώρου τὸ τάφρευμα ἐποιήσατο· δίωξις δὲ αὐτοῦ οὐκ ἐγένετο. μετὰ δὲ τοῦτο ἀφίκοντο καὶ οἱ Καρχηδόνιοι, καὶ τὸν ποταμὸν διὰ μέσου ποιησάμενοι ἐστρατοπεδεύσαντο. ̔Ο μὲν ου ν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, ̓Αννίβας δὲ πολλὰ 289

πειράσας παρακινῆσαι πρὸς μάχην αὐτόν, ἐπεὶ ου τε τοῦτ' ἠδυνήθη καὶ τροφῆς ἐσπάνισε, φρουρίῳ προσέβαλεν ἐν ῳ σῖτος πολὺς τῶν ̔Ρωμαίων ε κειτο. καὶ μηδὲν περαίνων, τὸν φρούραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ε λαβε καὶ τὰ α λλα σχεῖν τὰ μὲν ο πλοις, τὰ δὲ χρυσίῳ ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλημένος ἀφίκετο. καὶ οὐ πολλῷ υ στερον ὑπὸ φιλοτιμίας, καὶ ο τι τινὰς κατατρέχοντας τὴν χώραν ἐκράτησεν, εἰς παράταξιν ω ρμησεν. καὶ ἐσφάλη ἐνέδραις περιπεσών· καὶ τοῦ ̓Αννίβου ἐπεξελθόντος μετὰ τῶν 2.242 πεζῶν καὶ τῶν ἐλεφάντων, οἱ μετ' αὐτοῦ ἐτράπησαν εἰς φυγήν, καὶ πολλοὶ διεφθάρησαν φόνῳ, πολλοὶ δὲ καὶ εἰς τὸν ποταμὸν ἀπερισκέπτως ἐμπεσόντες ἐπνίγησαν, ὡς ὀλίγους μετὰ τοῦ Λόγγου περισωθῆναι. νικήσας μέντοι ὁ ̓Αννίβας οὐκ ε χαιρεν, ο τι στρατιώτας τε πολλοὺς καὶ τοὺς ἐλέφαντας πλὴν ἑνὸς ὑπὸ τοῦ χειμῶνος καὶ τῶν τραυμάτων ἀπέβαλεν. ̓Ανοχὴν ου ν α σπονδον ποιησάμενοι πρὸς τὴν συμμαχίδα σφῶν ἑκάτεροι ἐχώρησαν, κἀν ταῖς πόλεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν ̔Ρωμαίοις α φθονα ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ' ̓Αννίβας οὐκ ἀρκούμενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν ̔Ρωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ' ἀπεκρούετο. καί ποτε τῷ ἱππικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαντες ου ν ἐκ τούτου τινὲς τῶν ̔Ρωμαίων καὶ καθ' ἑαυτοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε ε φθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ' αἰχμαλώτων τοὺς μὲν ̔Ρωμαίους ἀπέκτεινε, τοὺς δ' α λλους ἀφῆκε. τοῦτο δὲ καὶ ἐφ' α πασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πόλεις δι' αὐτῶν οἰκειούμενος. ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς ̔Ρωμαίους τοὺς παρ' αὐτοῖς ο ντας οἱ μὲν φονεύσαντες, οἱ δὲ ἐκδόντες μετέστησαν. ̓Ες δὲ τὴν Τυρσηνίδα τῷ ̓Αννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πεσόντων δὲ ἀμφοτέροις πολλῶν ὁ ̓Αννίβας ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ τοὺς σφετέρους, οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περιθέτοις τήν τε διάλεξιν α λλοτε α λλην ποιούμενος, ῃ δει 2.243 γὰρ πλείους καὶ τὴν τῶν Λατίνων, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν πολλὰ ἐπεσκόπει η κουέ τε πλεῖστα ὡς οὐκ ̓Αννίβας καί τινα ὡς ε τερός τις ἐφθέγγετο. ̓Εν μὲν ου ν τῇ ̓Ιταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ' ε τερος Σκιπίων ὁ Γάιος εἰς τὴν ̓Ιβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ιβηρος πάντα καὶ τῶν α νω συχνὰ τὰ μὲν βίᾳ, τὰ δ' ἑκόντα προσείληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ ̓Αννίβου ὁμαίμων ̓Ασδρούβας μαθὼν ταῦτα διέβη τὸν Ιβηρα, καὶ τῶν μεταστάντων τινὰς ὑπηγάγετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμινον ὑπάτους αυ θις ει λοντο. ̓Αννίβας δ' α ρτι τοῦ ε αρος ἐπιστάντος ὡς ε γνω τὸν Φλαμίνιον μετὰ Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ' αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐνδιατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαντες αὐτὸν οἱ ̔Ρωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν ε σχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέλιπεν, αὐτὸς δ' ὑπὸ νύκτα α ρας τά τε στενόπορα μεθ' ἡσυχίας διῆλθε καὶ πρὸς ̓Αρήτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἱ δ' υ πατοι γνόντες ἠπατημένοι, Γέμινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ' ἀφεστηκότας κακώσων καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλαμίνιος δὲ μόνος ἐδίωκεν, ι ν' αὐτοῦ μόνου τὸ ε ργον τῆς νίκης, ὡς ῳ ετο, γένηται. καὶ τὸ ̓Αρήτιον προκατέλαβεν· ὁ γὰρ ̓Αννίβας συντομωτέραν τραπόμενος δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ ὑποζύγια καὶ τὸν ε τερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. 2.244 ὀψὲ δ' ου ν πρὸς τὸ ̓Αρήτιον ἐλθών, καὶ εὑρὼν ἐκεῖ τὸν Φλαμίνιον, κατεφρόνησεν αὐτοῦ, καὶ μάχῃ μὲν οὐ συνέβαλε, τὸ γὰρ χωρίον ἀνεπιτήδειόν οἱ ἐδόκει, πεῖραν δὲ αὐτοῦ ποιούμενος ε κειρε τὴν χώραν. κἀν τούτῳ ἐπεκδραμόντων τῶν ̔Ρωμαίων ἐπανήγαγεν, ι να 290

φοβεῖσθαι δόξῃ. τῆς δὲ νυκτὸς ἐξαναστάς, ἐπιτήδειόν τι χωρίον πρὸς τὴν μάχην εὑρὼν ε μεινε. καὶ τοῦ μὲν πεζοῦ τὸ πλεῖον κατὰ τὰ ο ρη λοχᾶν ε ταξε, τὸ δ' ἱππικὸν σύμπαν ε ξω τῶν στενῶν ἀφανῶς ἐφεδρεύειν ἐκέλευσε, καὶ αὐτὸς ἐπὶ τοῦ γηλόφου μετ' ὀλίγων ἐστρατοπεδεύσατο. ὁ δὲ Φλαμίνιος ἐν φρονήματι ω ν, καὶ ἐπὶ μετεώρου σὺν ὀλίγοις αὐτὸν ἰδών, τήν τε λοιπὴν στρατιὰν πόρρω ποι πεπομφέναι νομίσας, ῥᾳδίως μεμονωμένον αἱρήσειν η λπισε, καὶ ἐς τὸ στενὸν ἀπερισκέπτως εἰσῆλθε, κἀνταῦθα, ὀψὲ γὰρ η ν, ηὐλίσατο. καὶ ὑπὸ μέσας νύκτας ὑπὸ καταφρονήσεως αὐτοὺς ἀφυλάκτως καθεύδοντας πανταχόθεν ὁμοῦ περιέσχον οἱ Καρχηδόνιοι, καὶ πόρρωθεν ἀκοντίοις καὶ σφενδόναις καὶ τοξεύμασι τοὺς μὲν εὐναζομένους ε τι, τοὺς δὲ τὰ ο πλα λαμβάνοντας ε κτεινον, αὐτοὶ μή τι δεινὸν ἀντιπάσχοντες. οἱ γὰρ ̔Ρωμαῖοι, μηδενὸς αὐτοῖς συμπλεκομένου, σκότους τε καὶ ὁμίχλης ου σης, οὐκ ει χον τῇ σφετέρᾳ χρήσασθαι ἀρετῇ. τοσοῦτος δ' ἐγένετο θόρυβος καὶ τοιαύτη ταραχώδης ε κπληξις κατέσχεν αὐτοὺς ὡς μηδὲ τῶν σεισμῶν τῶν τότε γενομένων αἰσθέσθαι, καίπερ πολλὰ μὲν οἰκοδομήματα κατερράγη, πολλὰ δὲ καὶ τῶν ὀρῶν τὰ μὲν διέσχε, τὰ δὲ καὶ συνέπεσεν, ὡς καὶ τὰς φάραγγας ἐμφράξαι, καὶ ποταμοὶ δὲ τῆς ἀρχαίας ἐξόδου ἀποκλεισθέντες α λλην ἐτράποντο. τοιοῦτοι μὲν σεισμοὶ τὴν Τυρσηνίδα κατέσχον, οὐ μέντοι καὶ οἱ μαχόμενοι ἐν ἐννοίᾳ σφῶν ἐγένοντο. 2.245 αὐτός τε ου ν ὁ Φλαμίνιος καὶ α λλοι παμπληθεῖς ε πεσον, συχνοὶ δὲ ἐπί τινα λόφον ἀνέβησαν· ἐπεὶ δ' ἡμέρα ἐγένετο, εἰς φυγὴν ω ρμησαν, καὶ καταληφθέντες τά τε ο πλα καὶ ἑαυτοὺς ἐπ' ἀδείᾳ παρέδοσαν. ο γε μὴν ̓Αννίβας βραχὺ τῶν ὀμωμοσμένων ἐφρόντισε, πάντων δὲ τῶν ἐν τῷ στρατοπέδῳ ἁλόντων τὸ μὲν ὑπήκοον τό τε συμμαχικὸν τῶν ̔Ρωμαίων ἀφῆκεν, αὐτοὺς δὲ ἐκείνους δήσας ἐφύλασσε. πράξας δὲ ταῦτα ἐπὶ τὴν ̔Ρώμην ἠπείγετο, καὶ μέχρι μὲν Ναρνίας τήν τε γῆν τέμνων καὶ τὰς πόλεις προσαγόμενος πλὴν Σπωλητίου προῆλθε, Γάιόν τε ἐνταῦθα Κεντήνιον στρατηγὸν ἐνεδρεύοντα περισχὼν ε φθειρεν· ὡς δὲ τῷ Σπωλητίῳ προσβαλὼν ἀπεκρούσθη, καὶ τὴν τοῦ Ναείρου γέφυραν καθῃρημένην ει δε, καὶ περὶ τοὺς α λλους ποταμοὺς ου ς ἀναγκαῖον η ν διελθεῖν τοῦτο γεγονὸς ἐπύθετο, τῆς μὲν ἐπὶ τὴν ̔Ρώμην ὁρμῆς ἐπέσχεν, ἐς δὲ τὴν Καμπανίαν ἐτράπετο, τήν τε χώραν ἀρίστην καὶ τὴν πόλιν τὴν Καπύην μεγίστην ου σαν ἀκούων, ἐνόμιζεν, εἰ σφᾶς προκαταλάβοι, καὶ τα λλα δι' ὀλίγου προσκτήσασθαι. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ πυθόμενοι περὶ τῆς η ττης η λγησαν, καὶ δι' ἐκείνους καὶ δι' ἑαυτοὺς ὀδυρόμενοι, καὶ ἐν ἀπόρῳ η σαν, τάς τε γεφύρας τοῦ Τιβέριδος πλὴν μιᾶς καθεῖλον καὶ τὰ τείχη πολλαχῇ πεπονηκότα σπουδῇ ἐπεσκεύαζον. δικτάτωρά τε προχειρίσασθαι βουληθέντες αὐτοὶ ἐν ἐκκλησίᾳ αὐτὸν ἀνεῖπον. ἀγαπῶντες δὲ εἰ αὐτοὶ μόνοι σωθεῖεν, οὐκ ε στειλαν τοῖς συμμάχοις βοήθειαν. πυθόμενοι δὲ τὸν ̓Αννίβαν ἐς Καμπανίαν ὁρμηθῆναι, τότε καὶ τοῖς συμμάχοις ἐπικουρῆσαι ε γνωσαν. τῷ δ' ̓Αννίβᾳ τὸν δικτάτωρα τὸν Φάβιον καὶ τὸν ι ππαρχον τὸν Μάρκον 2.246 τὸν Μινούκιον ἀντικατέστησαν. οι ἐπ' ἐκεῖνον ἐλθόντες ἐς μὲν χεῖρας αὐτῷ οὐκ ῃ εσαν, παρεπόμενοι δὲ ἐπετήρουν ει που καιρὸς μάχης παραπέσοι· ἀποκινδυνεῦσαι γὰρ ὁ Φάβιος κατεπτηχόσι στρατιώταις καὶ ἡττημένοις πρὸς πλείους καὶ νενικηκότας οὐκ η θελε, καὶ α μα ο σῳ μᾶλλον τὴν χώραν κακώσειαν, τοσούτῳ θᾶσσον ἀπορῆσαι τροφῆς αὐτοὺς η λπισε. τοιούτοις χρώμενος λογισμοῖς ου τ' α λλῃ χώρᾳ ἐπήμυνεν ου τε τῇ Καμπανίᾳ. κατέκλεισεν ου ν διὰ ταῦτα πᾶν τὸ πολέμιον εἰς τὴν Καμπανίαν· περισχὼν γὰρ αὐτοὺς ἁπανταχόθεν οὐκ εἰδότας ἐν φυλακῇ ἐποιήσατο. αὐτὸς μὲν γὰρ κἀκ τῆς θαλάσσης καὶ ἐκ τῆς συμμαχίδος τῶν ἐπιτηδείων εὐπόρει, ἐκείνοις δὲ μόνα τὰ ἐκ τῆς γῆς η ν ε κειρον ὑπάρχοντα ῃ δει. καὶ διὰ τοῦτο ἀνεῖχε καὶ τῆς μελλήσεως οὐκ ἐφρόντιζε. διὸ καὶ παρὰ τῶν πολιτῶν αἰτίαν ει χεν, ὡς καὶ μελλητὴς ἐπονομασθῆναι. ̔Ο δ' ̓Αννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ ου τε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμπανίας κεκώλυτο, 291

τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους πάντας, ι να μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς ̔Ρωμαίοις, κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ο ρη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ' ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ε λασιν πολλαχῇ τὴν υ λην ἐνέπρησαν, κἀκ τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν ὑπέρβασιν. οἱ γὰρ ἐν τῷ πεδίῳ ̔Ρωμαῖοι καὶ οἱ ἐν 2.247 τοῖς μετεώροις, ἐνέδρας πτοηθέντες, οὐκ ἐκινήθησαν. καὶ ου τως ὁ ̓Αννίβας διῆλθε καὶ ἐς τὴν Σαυνίτιδα ἐκομίσθη. ̔Ο ου ν Φάβιος μεθ' ἡμέραν τὸ γενόμενον γνοὺς κατεδίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ι να σφᾶς ει ρξωσι, τρεψάμενος, καὶ τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις η λθεν, ἀλλ' ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνομεύειν ἐκώλυεν· ω στε τὸν ̓Αννίβαν ἀπορήσαντα τὸ μὲν πρῶτον ἐπὶ τὴν ̔Ρώμην ὁρμῆσαι· ὡς δ' οὐκ ἐμάχετο, δι' ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αυ θις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ Φάβιος αὐτῷ ἐφεπόμενος δι' ἀσφαλείας προσήδρευε, προμηθούμενος μήτε τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτὸς μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ τυγχάνων, ἐκείνῳ δὲ τῶν ο πλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ' οι κοθεν προσιοῦσαν ἐπικουρίαν. οἱ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτὸν ἐποιοῦντο, γράφοντα ευ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρατιώτας παρ' αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρκεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οι καδε, ἀλλ' οὐ προσαιτεῖν. Εως μὲν ου ν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς ̔Ρωμαίοις ἐγένετο, ὡς δ' ἐκεῖνος εἰς τὴν ̔Ρώμην ἀπῆρε κατά τι δημόσιον, ε πταισαν. ὁ γὰρ ̔Ροῦφος ὁ ι ππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος ε χων καὶ τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ω ν καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχθόμενος, ἐπεὶ τὴν προστασίαν τῆς στρατιᾶς μόνος ε σχε, τῶν μὲν ἐντολῶν τοῦ 2.248 δικτάτωρος ὠλιγώρησεν, ὁρμήσας δ' εἰς παράταξιν τὸ μὲν πρῶτον νικᾶν ε δοξεν, ει τα ἡττήθη. κα ν πανσυδὶ διεφθάρη, εἰ μή τινες Σαυνιτῶν κατὰ τύχην τοῖς ̔Ρωμαίοις ἐπίκουροι ἀφικνούμενοι δόξαν τοῖς Καρχηδονίοις παρέσχον προσιέναι τὸν Φάβιον. ἀναχωρησάντων ου ν διὰ τοῦτο κεκρατηκέναι ἐνόμισε, καὶ ἐς τὴν ̔Ρώμην τὸ ε ργον μεγαλύνων καὶ τὸν δικτάτωρα προσδιαβάλλων ἐπέστειλεν, ὀκνηρὸν καὶ μελλητὴν αὐτὸν καλῶν καὶ τὰ τῶν ἐναντίων φρονοῦντα. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ νενικηκέναι τὸν ̔Ροῦφον ο ντως ἐνόμισαν, καὶ οι α παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄνουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ ο τι τὰ ἐν Καμπανίᾳ χωρία αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς α ν παρέλυσαν. ἀλλ' ἐκεῖνον μὲν χρήσιμον νομίζοντες ει ναι οὐκ ε παυσαν, τῷ δ' ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ω στ' α μφω ἀπὸ τῆς ι σης α ρχειν. δοξάντων δὲ τούτων ὁ μὲν Φάβιος ου τε τοῖς πολίταις ου τε τῷ ̔Ρούφῳ ε σχεν ὀργήν, ὁ δὲ ̔Ροῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέχειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ' ἡμέραν ἠξίου παρ' ἡμέραν η καὶ πλείους ἐφεξῆς ἐναλλὰξ μόνος α ρχειν. δείσας δ' ὁ Φάβιος μή τι κακὸν ἐξεργάσηται, εἰ πάσης τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ' ἐνείματο τὸ στρατόπεδον, ω στε τοῖς ὑπάτοις ἐπ' ι σης ἰδίαν ἑκάτερον ἰσχὺν ε χειν. καὶ παραχρῆμα ὁ ̔Ροῦφος ἀπεστρατοπεδεύσατο, ι να διάδηλος ῃ ο τι καθ' ἑαυτὸν α ρχει, ἀλλ' οὐχ ὑπὸ τῷ δικτάτωρι. ὁ ου ν ̓Αννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίν.249 δυνον κατέστησεν ὡς πανστρατιᾷ ἐξελεῖν, εἰ μὴ ὁ Φάβιος κατὰ νώτου αὐτῷ προσπεσὼν ἐκώλυσε. Παθὼν ου ν τοῦτο ὁ ̔Ροῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς η γαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ' ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ' ἐθελοντὴς τὴν ἡγεμονίαν, η ν παρ' αὐτοῦ μόνος ἱππάρχων ε λαβεν, ἀφῆκε. καὶ 292

αὐτὸν ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλλων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετεπέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ' ο σα πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου α παντα ε πραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχηδονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν ̓Ιταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρδονίων ἐν τῷ παράπλῳ ἐβεβαιώσατο, καὶ ἐς τὴν Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν ε πραξεν, οὐ μέντοι δι' αὐτὰ ἐπεφύσητο ω στε πρὸς τὸν ̓Αννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντολαῖς τοῦ Φαβίου ἐνέμεινεν. ο θενπερ καὶ αἱ πόλεις οὐκέθ' ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφοβοῦντο γὰρ μὴ ὁ ̓Αννίβας τῆς ̓Ιταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ ̔Ρωμαίων α τε προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τὸ ἀποβησόμενον ἐσκόπουν, ὀλίγοι δὲ πρὸς τοὺς ̔Ρωμαίους αυ θις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς ε πεμψαν. καὶ τοῦ ̔Ιέρωνος πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης α γαλμα οἱ ̔Ρω.250 μαῖοι μόνα ε λαβον, καίπερ ἐν ἀχρηματίᾳ ο ντες, ω στε τὸ ἀργυροῦν νόμισμα, ἀμιγὲς καὶ καθαρὸν γινόμενον πρότερον, χαλκῷ προσμίξαι. Ταῦτα ἐν τῇ ̓Ιταλίᾳ τότε ἐπράχθη· καί τινες δοῦλοι συνωμοσίαν ἐπὶ τῇ ̔Ρώμῃ πεποιηκότες προκατελήφθησαν· κατάσκοπός τέ τις ἁλοὺς ἐν αὐτῇ τὰς χεῖρας ἀπεκόπη καὶ ἀφείθη, ι να τοῖς Καρχηδονίοις γένηται τοῦ πάθους αὐτάγγελος. ἐν δὲ τῇ ̓Ιβηρίᾳ ναυμαχίᾳ πρὸς τῇ τοῦ Ιβηρος ἐκβολῇ ὁ Σκιπίων ἐνίκησεν· ἰσοπαλῶς γὰρ ἀγωνιζομένων τὰ ἱστία τῶν νεῶν ὑπετέμετο, ο πως ἀπογνόντες προθυμότερον ἀγωνίσωνται. καὶ τήν τε χώραν ἐπόρθησε καὶ τείχη συχνὰ ἐχειρώσατο καὶ διὰ τοῦ ἀδελφοῦ Πουπλίου Σκιπίωνος πόλεις τῶν ̓Ιβήρων προσεκτήσατο. Αβελος γάρ τις Ιβηρ, δοκῶν μὲν τοῖς Καρχηδονίοις πιστός, τὰ τῶν ̔Ρωμαίων δὲ θεραπεύων, ἀνέπεισε τὸν φρουροῦντα τοὺς τῶν ̓Ιβήρων ὁμήρους οι καδε αὐτοὺς ἀποπέμψαι, ι ν' ἐς ευ νοιαν τάχα ὑπ' αὐτῶν αἱ πόλεις ὑπαχθῶσι· καὶ παραλαβὼν σφᾶς, α τε καὶ τῆς ἐπινοίας εἰσηγητὴς γεγονώς, πρὸς τοὺς Σκιπίωνάς τε πρότερον πέμψας καὶ κοινολογησάμενος περὶ ω ν ἠξίου, ει τα νυκτὸς ὑπεκκομίζων αὐτοὺς ἑάλω δῆθεν. καὶ ου τως ἐκείνων τε ἐγκρατεῖς ἐγένοντο οἱ ̔Ρωμαῖοι καὶ τὰς πατρίδας αὐτῶν ἀνακομισθέντων οι καδε κατεκτήσαντο. ̓Εν μὲν ου ν τούτοις εὐτύχουν, συμφορᾷ δ' αυ περιέπεσον η ς ου τε πρόσθεν ου θ' υ στερον δεινοτέρᾳ οὐδεμιᾷ. προηγήσατο δὲ ταύτης καί τινα τέρατα καὶ τὰ τῆς Σιβύλλης λόγια, η τις πρὸ τοσούτων ἐτῶν τὴν 2.251 συμφορὰν αὐτοῖς ἐμαντεύσατο. θαυμαστὸν δὲ καὶ τὸ τοῦ Μάρκου προμάντευμα· χρησμολόγος γάρ τις καὶ ου τος γενόμενος ἐν τῷ Διομηδείῳ πεδίῳ πταίσειν αὐτούς, α τε καὶ Τρῶας τὸ ἀρχαῖον ο ντας, ἐφοίβασε. τοῦτο δ' ἐν ̓Απουλίᾳ τῇ Δαυνίων ἐστί, καὶ τὸ ο νομα ἀπὸ τῆς τοῦ Διομήδους κατοικήσεως, η ν ἐκεῖ ἀλητεύσας ἐποιήσατο, ε σχηκεν. ἐν γὰρ τῷ πεδίῳ ἐκείνῳ καὶ αἱ Κάνναι, ε νθα τότε ἐδυστύχησαν, παρά τε τῷ ̓Ιονίῳ κόλπῳ καὶ περὶ τὰς τοῦ Αὐφιδίου ἐκβολάς εἰσιν. ἡ δὲ Σίβυλλα φυλάττεσθαι μὲν τὸ χωρίον παρῄνεσεν, οὐ μέντοι καὶ πλεῖόν τι γενήσεσθαι ε φη οὐδ' εἰ διὰ πάσης αὐτὸ ποιήσαιντο φυλακῆς. Τοιαῦτα μὲν ου ν η σαν τὰ χρησμῳδήματα, τὰ δὲ τοῖς ̔Ρωμαίοις συμβάντα ου τως ἐγένετο. η ρχον μὲν Παῦλος Αἰμίλιος καὶ Τερέντιος Οὐάρρων, α νδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης η ν καὶ παιδείᾳ κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προπετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι η σκητο καὶ τα λλα τε ἐξεφρόνει καὶ τὴν ἡγεμονίαν μόνος ε χειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. η λθον ου ν α μφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· ου τε γὰρ τροφὴ ε τι η ν τῷ ̓Αννίβᾳ, καὶ τὰ τῶν ̓Ιβήρων κεκίνητο, τά τε τῶν συμμάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ ει γε καὶ τὸ βραχύτατον ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν α ν. νῦν δέ γε τοῦ Τερεντίου τὸ 293

ἀπερίοπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικὲς η ττησεν αὐτούς. ὁ γὰρ ̓Αννίβας ἐπεχείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπαγαγέσθαι, καὶ σὺν ὀλίγοις προσπελάσας αὐτῶν τῷ ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, ο πως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρα.252 τιώταις ἐπισχόντος τὴν δίωξιν ὁ ̓Αννίβας προσεποιήσατο φοβεῖσθαι, καὶ τῆς νυκτὸς ἀνασκευασάμενος ὡς ἀπιὼν σκεύη τε συχνὰ κατέλιπεν ἐν τῷ χαρακώματι καὶ τὰ λοιπὰ ἀμελέστερον κομίζεσθαι ἐνετείλατο, ι να τῶν ̔Ρωμαίων ἐφ' ἁρπαγὴν αὐτῶν τραπομένων ἐπίθηται σφίσι. καὶ εἰς ε ργον α ν τὸ βούλευμα η γαγεν, εἰ μὴ ὁ Παῦλος καὶ α κοντας κατεσχήκει τοὺς στρατιώτας καὶ τὸν Τερέντιον. ̔Ο ου ν ̓Αννίβας καὶ τούτου διαμαρτὼν νυκτὸς πρὸς τὰς Κάννας ἀφίκετο. καὶ γνοὺς τὸ χωρίον καὶ πρὸς ἐνέδρας καὶ πρὸς παράταξιν ἐπιτήδειον, ἐστρατοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπόψαμμον ο ντα, ι να κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ α νεμον, ο ς ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν εἰώθει γίνεσθαι, κατὰ νώτου ε χειν ἐμηχανήσατο. οἱ δ' υ πατοι ε ωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαντες, ει τα μεθ' ἡμέρας πρὸς τὰς Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ ο ντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος η θελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ ̓Αννίβας καὶ α κοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας ει ργε καὶ ἀποσκεδάννυσθαι σφᾶς ἐκώλυε καὶ τὰ σώματα τῶν φονευομένων α νω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, ο πως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀντεῦθεν καὶ οἱ ̔Ρωμαῖοι πρὸς παράταξιν ω ρμησαν. τοῦτο δὲ προγνοὺς ὁ ̓Αννίβας λόχους μὲν ὑπὸ τοὺς ο χθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε, καί τινας ψευδαυτομολῆσαι ο ταν σημήνῃ ἐκέλευσε, τὰς μὲν ἀσπίδας καὶ τὰ δόρατα καὶ τὰ μείζω τῶν 2.253 ξιφῶν ἀπορρίψαντας, τὰ δ' ἐγχειρίδια κρύφα φέροντας, ι να δεξαμένων αὐτοὺς τῶν ἀντικαθεστηκότων ὡς ἀόπλους ἐπίθωνται αὐτοῖς ἀπροσδοκήτως. Οἱ δὲ δὴ ̔Ρωμαῖοι ἰδόντες πρωίθεν τοὺς περὶ τὸν ̓Αννίβαν παρατεταγμένους ὡπλίζοντό τε καὶ παρετάττοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφοτέρους ἐξώτρυναν, καὶ τὰ σημεῖα η ρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε, καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς ο πλων γυμνοὶ ο πισθεν τῶν ̔Ρωμαίων ἐγένοντο, ι να μὴ σφίσιν ἐπιτιθῶσι δῆθεν οἱ Καρχηδόνιοι, τότε καὶ οἱ λόχοι ἑκατέρωθεν ἐπανέστησαν, καὶ ὁ ̓Αννίβας κατὰ πρόσωπον σὺν τοῖς ἱππεῦσι προσέμιξε, καὶ οι τε πολέμιοι τοὺς ̔Ρωμαίους πανταχόθεν ἐθορύβουν, καὶ ὁ α νεμος ο τε κονιορτὸς ἐς τὰς ο ψεις αὐτῶν βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ α σθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ω στ' ἀπεστερημένοι μὲν τῆς ο ψεως, ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον ε πεσε πλῆθος ω στε τὸν ̓Αννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οι κοι Καρχηδονίοις, διὰ δὲ τῶν δακτυλίων ἐνδείξασθαι τοῦτον· χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέστειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυλίοις ἐκέχρηντο. συχνοὶ δ' ου ν ο μως καὶ τότε διέφυγον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ' ̓Αννίβας οὐκ ἐπεδίωξεν οὐδ' εἰς τὴν ̔Ρώμην ἠπείχθη. δυνάμενος γὰρ η παντὶ τῷ στρατεύματι η καὶ μέρει τούτου πρὸς τὴν ̔Ρώμην παραυτίκα ὁρμῆσαι καὶ ταχέως διαπολεμῆσαι, οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ 2.254 Μαάρβου συναινοῦντος τοῦτο ποιῆσαι. διὸ καὶ αἰτίαν ε σχεν ὡς νικᾶν μὲν δυνάμενος, χρῆσθαι δὲ ταῖς νίκαις οὐκ ἐπιστάμενος. ἐπεὶ δὲ τότε ἐμέλλησαν, οὐκέτι οὐδ' αυ θις ἠπείχθησαν. διὸ καὶ ὁ ̓Αννίβας ὡς ἁμαρτὼν μετεμέλετο, συνεχῶς ἀναβοῶν "ω Κάνναι Κάνναι." Οἱ δὲ δὴ ̔Ρωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπεκράτησαν διὰ τοῦ Σκιπίωνος· ο ς υἱὸς μὲν η ν τοῦ 294

Πουπλίου τοῦ ἐν τῇ ̓Ιβηρίᾳ, καὶ τὸν πατέρα ο τε ἐτρώθη περιέσωσε, τότε δὲ στρατευόμενος εἰς τὸ Κανύσιον ε φυγε, καὶ υ στερον εὐδοκίμησε. παρ' ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστήσατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ε πεμψε καὶ πάντα καλῶς ἐβούλευσέ τε καὶ ε πραξεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὴν η τταν μὲν η κουσαν, οὐ μὴν καὶ ἐπίστευον. πιστεύσαντες δ' ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι πράσσοντες ἀπηλλάσσοντο. ὀψὲ δ' ου ν ὁ Φάβιος γνώμην ε δωκε κατασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ τί ὁ ̓Αννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ι ν' ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ο σην α ν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν ̓Αννίβαν ἐν τῇ ̓Απουλίᾳ ο ντα ε μαθον, καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο ο τι περιείη καὶ ο σα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος ̓Ιούνιος, ι ππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τῶν τε πολιτῶν 2.255 οὐ τοὺς ἡβῶντας μόνον, ἀλλὰ καὶ παρηβηκότας η δη κατέλεξαν, καὶ δεσμώτας ἐπ' ἀδείᾳ καὶ δούλους ἐπ' ἐλευθερίᾳ λῃστάς τέ τινας προσελάβοντο, καὶ τοὺς συμμάχους προσπαρεκάλουν, ἀναμιμνήσκοντες ει τί που εὐηργέτηντο καὶ προσυπισχνούμενοι δώσειν τοῖς μὲν σῖτον, τοῖς δὲ ἀργύρια, ο περ ου πω πρόσθεν ἐποίησαν· καὶ ἐς τὴν ̔Ελλάδα πεπόμφασιν η πείσοντές τινας συμμαχῆσαι αὐτοῖς η μισθωσόμενοι. ̓Αννίβας δὲ συνεστηκέναι τοὺς ̔Ρωμαίους καὶ παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς α λωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν α νευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ ̔Ρωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ι ν' ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν ποιήσῃ, τοὺς δὲ ̔Ρωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οι καδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ' ου τω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν Καρχηδόνα ἀπέστειλε, τῶν δ' α λλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φίλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ι ν' εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, α τιμοι ὑπὸ τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο. Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ ̓Αννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις ε πεμψε τὰ γενόμενα, καὶ χρήματα παρ' αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελθὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον ἐξῆρε δὴ τὸ κατόρθωμα, καὶ ἐψηφίσθη πάντα ο σα ᾐτήσατο, τῷ γὰρ Αννωνι τἀναντία λέγοντι καὶ κατα.256 λύσασθαι τὸν πόλεμον ε ως καθυπέρτεροι δοκοῦσι συμβουλεύοντι οὐκ ἐπείσθησαν, οὐ μέντοι τὰ ψηφισθέντα καὶ εἰς ε ργον η γαγον, ἀλλ' ἐμέλλησαν. ̓Αννίβας δ' ἐν τούτῳ εἰς τὴν Καμπανίαν προυχώρησε, καὶ πόλισμά τι ει λε Σαυνιτικόν, καὶ ἐπὶ Νέαν ω ρμησε πόλιν, προπέμψας μετὰ τῆς λείας ὀλίγους τινάς. πρὸς ου ς ὡς μόνους ο ντας τῶν τῆς πόλεως ἐκδραμόντων ἐπεφάνη αὐτὸς ἀπροσδόκητος καὶ συχνοὺς ἀπέκτεινε, τὴν δὲ πόλιν οὐχ ει λεν, ου τ' ἐπὶ πολὺ ταύτῃ προσήδρευσεν. οἱ γὰρ τὴν Καπύην οἰκοῦντες Καμπανοὶ οἱ μὲν τῇ ̔Ρωμαίων φιλίᾳ ἐνέμειναν, οἱ δὲ πρὸς τὸν ̓Αννίβαν ἀπέκλιναν. ἐπεὶ δ' ἐν ταῖς Κάνναις εὐτύχησε, καί τινες α νδρες αὐτῶν ἁλόντες ἀφείθησαν, τὸ μὲν πλῆθος ω ρμησε μεταστῆναι πρὸς τὸν ̓Αννίβαν, οἱ δὲ δυνατοὶ χρόνον μέν τινα ἐπέσχον, ει τ' ἐπ' αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν συνηγμένους ἐν τῷ βουλευτηρίῳ πάντας α ν κατεχρήσατο, εἰ μή τις ἐκ τοῦ πλήθους τὸ μέγεθος συνιδὼν τοῦ κακοῦ κατηγόρησε μὲν τῶν βουλευτῶν ὡς πάντως φθαρῆναι ἀξίων, ε φη δὲ πρότερον α λλους ἀντ' ἐκείνων ἀνθελέσθαι προσήκειν· τὴν γὰρ πόλιν μὴ δύνασθαι μὴ προβουλευόντων τινῶν σώζεσθαι. πεισθέντων δὲ τῶν ἐν τῇ Καπύῃ ἐκβάλλων ε να ε καστον ἐκ τοῦ συνεδρίου ἠρώτα τὸ πλῆθος ο ντινα αὐτοῦ ἀνθαιρεῖται· καὶ ου τω, μὴ δυνηθέντων αὐτῶν ἑτέρους δι' ὀλίγου ἀνθελέσθαι, πάντας ἐκείνους ὡς ἀναγκαίους ἀφῆκε. καὶ καταλλαγέντες ἀλλήλοις ἐσπείσαντο τῷ 295

̓Αννίβᾳ. καὶ ο ς διὰ ταχέων ἀπαναστὰς ἐκ τῆς Νεαπόλεως η λθεν εἰς τὴν Καπύην, καὶ διαλεχθεὶς αὐτοῖς α λλα τε πολλὰ ει πεν ἐπαγωγὰ καὶ τὴν ἡγεμονίαν σφίσι τῆς ̓Ιταλίας δώσειν ὑπέσχετο, ι ν' ἐν ἐλπίσι γενόμενοι ὡς καὶ ἑαυτοῖς πονήσοντες προθυμότερον ἀγωνίσωνται. 2.257 Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ α λλη Καμπανία κεκίνητο· καὶ οἱ ̔Ρωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες η χθοντο. ο γε μὴν ̓Αννίβας ἐπὶ Νουκερίνους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν α χρηστον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· ου ς ὁ ̓Αννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ε δωκε. διὸ καὶ οἱ λοιποὶ μεθ' ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ α στεος ὡμολόγησαν. ἐπεὶ δ' ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ' α λλοις ἀπελθεῖν εἰπὼν ο πῃ βούλοιντο, πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ' ου ν αὐτῶν καὶ περιεγένοντο εἰς υ λας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ε τι αὐτῷ, ἀλλ' ἀντεῖχον ε ως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους ει δον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον, καὶ τὸν ̓Αννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώσαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης ̓Ακερανοὺς ει λε λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. ει τα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν, ἐν ῳ ̔Ρωμαῖοί τε καὶ συμμάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οι τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν, καὶ τὸν ̓Αννίβαν πολλάκις ἀπώσαντο, καὶ πρὸς λιμὸν γενναίως διεκαρτέρησαν· ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ' ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα ε πεμψαν· ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν ου τως τὰς τροφὰς αὐτοῖς χορηγῶν, ε πειτα πίθου τινὸς προσραγέντος ποι καὶ 2.258 συντριβέντος ε γνων οἱ Καρχηδόνιοι τὸ γινόμενον, καὶ ἁλύσεσι τὸν ποταμὸν διειλήφασιν. ὡς δὲ τῷ λιμῷ καὶ τοῖς τραύμασι συχνοὶ διεφθάρησαν, τὸ ε τερον τῆς πόλεως μέρος ἐξέλιπον κἀν τῷ λοιπῷ διεκαρτέρουν, τὴν γέφυραν διακόψαντες. ει τα σπέρμα γογγυλίδος ἀπὸ τοῦ τείχους ει ς τι χωρίον ε ξωθεν αὐτοῦ κατέβαλον. ἐποίησαν δὲ τοῦτο ι να καταπλήξωσι τοὺς πολεμίους ὡς καὶ ἐπὶ πολὺ ἀνταρκέσοντες. ο θεν ὁ ̓Αννίβας α φθονον αὐτοὺς ε χειν τὴν τροφὴν οἰηθεὶς καὶ ἐπὶ τῇ καρτερίᾳ θαυμάσας εἰς ὁμολογίαν προεκαλέσατο, καὶ χρημάτων ἀπέδοτο σφᾶς. ἐλύσαντο γὰρ αὐτοὺς οἱ ε ξω ̔Ρωμαῖοι ἀσμένως, ἀλλὰ μὴν καὶ ἐτίμησαν. ̓Εν ῳ δὲ ταῦτα ἐγένετο, καὶ ἐκ Δελφῶν οἱ πεμφθέντες ἀνεκομίσθησαν, λέγοντες τὴν Πυθίαν χρῆσαι αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν. καὶ κατέλαβον τὸν ̓Αννίβαν καί οἱ παρεστρατοπεδεύσαντο, ο πως τὰ πραττόμενα παρ' αὐτοῦ παρατηρῶσι. καὶ ο γε ̓Ιούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγγελλόμενα καὶ τοὺς ̔Ρωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ υ πνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν, καὶ τα λλα ἐπ' ι σης ε πραττον. καταμαθὼν ου ν τοῦτο ὁ ̓Αννίβας χειμέριον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν ἐπέξοδον ἀφ' ἑσπέρας ἀνεῖπε, τοῦ δὲ ̓Ιουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς α λλοτε α λλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ι ν' ἐν συνεχεῖ πόνῳ ἐκ τῆς ἀγρυπνίας καὶ τοῦ χειμῶνος ει ησαν· αὐτὸς δὲ μετὰ τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ' ἡμέρα ἐπιλάμψειν 2.259 ε μελλε, τὸ στράτευμά τε δῆθεν ἀνεκαλέσατο καὶ τῶν ̔Ρωμαίων τὰ ο πλα ἀποθεμένων καὶ πρὸς ἀνάπαυλαν τραπομένων ἐπῆλθεν αὐτοῖς α φνω καὶ συχνοὺς ἀπέκτεινε καὶ τὸ τάφρευμα ἐκλειφθὲν ει λε. Τὰ δ' ἐν τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐκινεῖτο, οὐ μέντοι καὶ ἐπιστροφῆς τινος παρὰ τῶν ̔Ρωμαίων ε τυχον. υ πατοι δὲ ο τε Γράκχος ὁ ι ππαρχος καὶ Ποστούμιος ̓Αλβῖνος ᾑρέθησαν. καὶ ὁ μὲν ̓Αλβῖνος μετὰ παντὸς τοῦ στρατοῦ ὑπὸ τῶν Βοουΐων ἐφθάρη, δι' ο ρους ὑλώδους πορευόμενος καὶ ἐνεδρευθείς· ου τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραντες καὶ 296

περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέχρηντο. γεγόνασι δὲ τότε τέρατα· βοῦς τε γὰρ ι ππον τέτοκε καὶ ἐν θαλάσσῃ ἐξέλαμψε πῦρ. οἱ δ' υ πατοι Γράκχος καὶ Φάβιος στρατοπεδευσάμενοι τόν τε ̓Αννίβαν ἐν Καπύῃ ο ντα ἐπετήρουν ο ,τι πράσσει καὶ διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμμάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας οἰκειοῦσθαι ἐπειρῶντο, τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ' ̓Αννίβας ε ως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων, σωφρόνως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ε λαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν, τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πονούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς εὐθυμίας ἠλαττώθησαν, καὶ τὴν πάτριον ἀμείψαντες δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος η δη ἐπέκειτο, ἐς ο ρη μετέστη καὶ ἐγύμναζε τὸ στράτευμα. οἱ δ' οὐχ οι οί τε δι' ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οι κοθεν α λλης τε καὶ ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε. καὶ ἐπὶ τὴν Νῶλαν ὡς αἱρήσων αὐτὴν η τόν γε Μάρκελλον τὴν Σαυνίτιδα πορθοῦντα ταύτης ἀπάξων ω ρμησεν. ὡς δ' 2.260 οὐδὲν ἐπέραινε, τῆς μὲν πόλεως ἀπέστη, τὴν δὲ χώραν ε κειρε, μέχρις ου μάχῃ κατὰ τὸ ἰσχυρὸν ἡττήθη, ἐφ' ῳ καὶ η λγησε. πολλοὶ μὲν γὰρ Ιβηρες, πολλοὶ δὲ καὶ τῶν Λιβύων ἐγκατέλιπον αὐτὸν καὶ πρὸς τοὺς ̔Ρωμαίους ηὐτομόλησαν, ο ου πω πρῴην ε παθε. καταγνοὺς δ' ἐκ τούτου καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν, πᾶσαν τὴν γῆν ἐκείνην ἐξέλιπε καὶ εἰς τὴν Καπύην ἀνεχώρησεν· ει τα κἀκεῖθεν μετέστη. Οἱ δὲ Σκιπίωνες τόν τε Ιβηρα ποταμὸν διέβησαν καὶ τὴν χώραν ἐπόρθουν καὶ πόλεις προσήγοντο καὶ τὸν ̓Ασδρούβαν διὰ ταῦτα σπουδῇ ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ Καρχηδόνιοι δὲ ταῦτα μαθόντες, καὶ νομίσαντες πλείονος τὸν ̓Ασδρούβαν η τὸν ̓Αννίβαν δεῖσθαι βοηθείας, καὶ φοβηθέντες μὴ καὶ ἐς τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι, τῷ μὲν ̓Αννίβᾳ βραχεῖαν δύναμιν ε πεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν Ἰ βηρίαν τάχιστα ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν τῆς ̓Ιβηρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ καταμεῖναι, τὸν δὲ ̓Ασδρούβαν ἐπὶ τὴν ̓Ιταλίαν σὺν δυνάμει σταλῆναι. ο γνόντες οἱ Σκιπίωνες οὐκέτ' ἐμαχέσαντο, ι να μὴ κρατήσας ι σως ὁ ̓Ασδρούβας εἰς τὴν ̓Ιταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν ̔Ρωμαίων φίλιον ἐκάκουν οἱ Καρχηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώρησέ τε καὶ ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης, καὶ ο τι καὶ πόλεις συχναὶ πρὸς τοὺς ̔Ρωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς αὐτοῖς προσεχώρησαν, πλέον η διενοεῖτο ὁ ̓Ασδρούβας κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν ̓Ιταλίαν εὐθὺς τοὺς προσχωρήσαντας ε στειλαν, αὐτοὶ δὲ τὰ 2.261 ἐν τῇ ̓Ιβηρίᾳ καθίστων, καὶ τοὺς τῶν Ζακυνθίων ὑπηκόους τοὺς καὶ τοῦ πολέμου καὶ τῆς συμφορᾶς αἰτίους αὐτοῖς γενομένους ἑλόντες τό τε πόλισμα κατέσκαψαν καὶ τοὺς ἀνθρώπους ἐπώλησαν καὶ τὴν Ζάκυνθον μετὰ τοῦτο κομισάμενοι τοῖς ἀρχαίοις πολίταις ἀπέδοσαν. τοσαύτῃ τε ἀκριβείᾳ περὶ τὴν λείαν ἐχρήσαντο ὡς μηδὲν οι κοι πέμψαι· τοῖς μὲν γὰρ συστρατευομένοις ἐπέτρεπον τοῦτο ποιεῖν, αὐτοὶ δὲ ἀστραγάλους τοῖς τέκνοις ε πεμψαν. ο θεν ἡ γερουσία, παραιτουμένου τοῦ Γναίου ι ν' ἀπελθὼν οι καδε προῖκα τῇ θυγατρὶ ἐρανίσῃ ὡραίᾳ ου σῃ ἀνδρός, ἐψηφίσαντο ἐκ τοῦ δημοσίου προῖκα δοθῆναι αὐτῇ. ̓Εν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδὼ α ντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι' ὀλίγου κατέστη, καὶ ὁ ̓Ασδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω, καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακεδονίας βασιλεὺς Φίλιππος φανερώτατος τῶν Καρχηδονίων ἐγένετο σπουδαστής. τῆς γὰρ ̔Ελλάδος προσεπάρξαι θέλων συνθήκας πρὸς τὸν ̓Αννίβαν ε θετο ω στε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν ̓Ιταλίαν τοὺς Καρχηδονίους λαβεῖν, τὴν δ' ̔Ελλάδα καὶ τὴν Ηπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν ου ν ὁμολογία ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ τοῦ Φιλίππου πεμφθέντος πρὸς τὸν ̓Αννίβαν 297

ἁλόντος ε μαθον οἱ ̔Ρωμαῖοι τὸ γινόμενον, καὶ παραχρῆμα στρατηγὸν ἐπ' αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ε στειλαν, ο πως περὶ τοῖς οι κοι δείσας κατὰ χώραν μείνῃ. καὶ ε σχεν ου τως· προῆλθε μὲν γὰρ μέχρι 2.262 τῆς Κερκύρας ὁ Φίλιππος ὡς ἐς τὴν ̓Ιταλίαν πλευσόμενος, μαθὼν δὲ τὸν Λαουίνιον ἐς τὸ Βρεντέσιον η δη παρόντα οι καδε ἀνεκομίσθη. τοῦ Λαουινίου δὲ μέχρι τῆς Κερκύρας πλεύσαντος, εἰς τοὺς τῶν ̔Ρωμαίων συμμάχους ω ρμησε, καὶ ει λεν Ωρικον, ̓Απολλωνίαν τ' ἐπολιόρκει. ἐπιστρατεύσας δ' αυ θις αὐτῷ Λαουίνιος καὶ Ωρικον ἀνεκτήσατο καὶ τὴν ̓Απολλωνίαν ἐρρύσατο. κἀντεῦθεν ὁ Φίλιππος τὰς ναῦς αι ς ἐκέχρητο καταπρήσας πεζῇ ἐπ' οι κου ἀνεχώρησεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ὑπάτους ει λοντο τὸν Φάβιον καὶ τὸν Μάρκελλον. οι τὸν μὲν ̓Αννίβαν τὴν νῦν Καλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν α ρξαντι ἐπέταξαν· καὶ ο ς Αννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο, κἀντεῦθεν προϊὼν τόν τε ̓Αννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ υ πατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο, ι ν' αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολίπωσιν, ου τω τε ἐπὶ τὸν ̓Αννίβαν χωρήσωσιν. ει τα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατέτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρησάσας μὲν αὐτῷ, ει τ' ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι' ἐλαχίστου α ν αὐτὰς ἐχειρώσατο καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν α μα προσβαλὼν τῷ τείχει, εἰ μὴ ὁ ̓Αρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι' ὀλίγου. ταῖς δὲ ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει, 2.263 ω στε ἐμπιπτούσας εἰς τὸ υ δωρ ῥύμῃ βαπτίζεσθαι. καὶ τέλος σύμπαν τὸ ναυτικὸν τῶν ̔Ρωμαίων παραδόξως κατέπρησε. κάτοπτρον γάρ τι πρὸς τὸν η λιον ἀνατείνας τήν τε ἀκτῖνα αὐτοῦ ἐς αὐτὸ εἰσεδέξατο καὶ τὸν ἀέρα ἀπ' αὐτῆς τῇ πυκνότητι καὶ τῇ λειότητι τοῦ κατόπτρου πυρώσας φλόγα τε μεγάλην ἐξέκαυσε καὶ πᾶσαν αὐτὴν ἐς τὰς ναῦς ὑπὸ τὴν τοῦ πυρὸς ὁδὸν ὁρμούσας ἐνέβαλε καὶ πάσας κατέκαυσεν. ἀπογνοὺς ου ν ὁ Μάρκελλος τὴν πόλιν αἱρήσειν διὰ τὸ τοῦ ̓Αρχιμήδους εὐμήχανον, λιμῷ αὐτοὺς κατασχεῖν ἐκ προσεδρείας διεμελέτησε. καὶ ταύτας μὲν τῷ Πούλχρῳ ἐπέτρεψεν, αὐτὸς δ' ἐπὶ τοὺς συναποστάντας σφίσιν ἐτράπετο· καὶ τοῖς μὲν γνωσιμαχοῦσι συγγνώμην ε νεμε, τοὺς δ' ἀνθισταμένους μετεχειρίζετο χαλεπῶς, καὶ συχνὰς μὲν τῶν πόλεων βίᾳ, τινὰς δὲ καὶ προδοσίᾳ ῃ ρει. ἐν τούτοις δ' ̔Ιμίλκων ἐκ Καρχηδόνος σὺν στρατῷ η κε, τὸν ̓Ακράγαντά τε κατέσχε καὶ τὴν ̔Ηράκλειαν, καὶ πρὸς Συρακούσας ἐλθὼν ἡττήθη τε καὶ ἀντεπεκράτησε, καὶ τοῦ Μαρκέλλου ἐξαπίνης αὐτῷ προσπεσόντος αυ θις ἐνικήθη. ̓Εντεῦθεν ὁ Μάρκελλος ταῖς Συρακούσαις ἐφήδρευεν. ὁ δ' ̓Αννίβας ἐν τῇ Καλαβρίᾳ διέτριβεν. οἱ μέντοι ̔Ρωμαῖοι πολλὰ αυ θις καὶ δυσχερῆ πεπόνθασιν· οι τε γὰρ υ πατοι πρὸς τῇ Καπύῃ ε πταισαν, καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ α λλαι πόλεις ἀπέστησαν, καὶ ὁ ̓Αννίβας κατεπτηχὼς πρότερον ἐν τῇ ̓Ιταλίᾳ τε ε μεινε καὶ ἐπὶ τὴν ̔Ρώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες α μφω διώλοντο. ἐπαρθεὶς ου ν ἐπὶ τούτοις ὁ ̓Αννίβας ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ η λθε μέχρι 2.264 Βενεβεντοῦ· τὸν δὲ Κλαύδιον εἰς τὴν Λευκανίαν ἐκ τοῦ Σαυνίου διὰ τὸν τοῦ Γράκχου θάνατον ἀπεληλυθέναι πυθόμενος, καὶ φοβηθεὶς μή τινα αὐτῆς σφετερίσηται, οὐκέτι περαιτέρω προεχώρησεν, ἐπ' ἐκεῖνον δ' ἐτράπετο. τῶν Σκιπιώνων δὲ θανόντων πᾶσα ἡ ̓Ιβηρία τετάρακτο, καὶ οἱ μὲν ἑκουσίως πρὸς τοὺς Καρχηδονίους ἀπέκλινον, οἱ δὲ καὶ ἀναγκαζόμενοι, εἰ καὶ υ στερον αυ θις πρὸς τοὺς ̔Ρωμαίους ἀπένευσαν. ̔Ο δὲ Μάρκελλος ἐπεὶ μηδὲν προσβάλλων ταῖς Συρακούσαις ἐπέραινε, τοιοῦτόν τι ἐπενόησεν. η ν τι τοῖς Συρακουσίοις τοῦ τείχους ἐπίμαχον ο Γαλεάγραν ὠνόμαζον, ο πρὶν μὲν ἐλάνθανε τοιοῦτον ο ν, τότε δὲ ἐφωράθη. τηρήσας ου ν τοὺς 298

Συρακουσίους παννυχίδα τῇ ̓Αρτέμιδι α γοντας πανδημεί, ἐκέλευσε στρατιώταις τισὶ κατ' ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ' αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελθόντων καὶ ἑτέρων α μα πάντες ἀπὸ σημείου καὶ οἱ ε σω καὶ οἱ ε ξω συνεβόησαν καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ σαλπιγκταὶ προσεπήχησαν, ω στε ἀθρόαν τὴν ε κπληξιν τοῖς Συρακουσίοις μηδ' α λλως ευ ε χουσιν ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς ̓Αχραδίνης καὶ τῆς Νήσου καλουμένης. ὁ ου ν Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ο μως δ' ου ν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκράτησεν. ἐγκρατεῖς δὲ τούτων οἱ ̔Ρωμαῖοι γενόμενοι α λλους τε πολλοὺς καὶ τὸν ̓Αρχιμήδην ἀπέκτειναν. διάγραμμα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς πολεμίους ἐφίστασθαι, "πὰρ κεφαλάν" ε φη "καὶ μὴ παρὰ γραμμάν." ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ 2.265 τε ἐφρόντισε καὶ εἰπών "ἀπόστηθι, α νθρωπε, ἀπὸ τῆς γραμμῆς" παρώξυνέ τε αὐτὸν καὶ κατεκόπη. ̔Ο μὲν ου ν Μάρκελλος τὰς Συρακούσας ἑλὼν καὶ τῆς α λλης Σικελίας τὰ πλείω προσαγαγόμενος καὶ ἐπῃνεῖτο μεγάλως καὶ υ πατος ἀποδέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάτον, ο ς ποτε τὸν υἱὸν ἀπέκτεινεν· ἐπεὶ δ' ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς "ου τ' α ν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα ου τ' α ν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε," τὸν Μάρκελλον καὶ Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ ̓Αννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ε πεμψαν· καὶ μάχαις τισὶν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ ει γε μὴ Κορνήλιος Δολοβέλλας στρατηγὸς ἐπελήλυθε, πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο α ν. Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ ̔Ρωμαίων, καίτοι τοῦ ̓Αννίβου ἐς τὴν ̔Ρώμην ὁρμήσαντος, ι ν' ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ α στεος. οἱ γὰρ ἐν τῇ ̔Ρώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ε τερον τῶν ὑπάτων ἐν Καπύῃ μεῖναι, τὸν δ' ε τερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέμεινεν, ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν ̔Ρώμην ἠπείχθη. Τοῦ δ' ̓Αννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν α λλον χρόνον ἠγάπων, εἰ τά γε ἐντὸς τῶν 2.266 τειχῶν περισώσαιντο, ἐπεὶ δὲ καὶ τῇ πόλει καὶ τοῖς στρατοπέδοις α μα προσβαλεῖν ε μελλεν, ἀνερρίψαντο, τὸ τοῦ λόγου, κύβον, καὶ ἐπεξέδραμον. καὶ ἀκροβολιζομένων η δη χειμὼν ἐξ αἰθρίας ἐξαίσιος ἐπεγένετο μετὰ πνεύματος ἀμηχάνου βροντῶν τε καὶ χαλάζης καὶ ἀστραπῶν, ω στ' α μφω ἀγαπητῶς ὡς ἐκ συνθήματος ἀναφυγεῖν ο θεν ω ρμησαν. α ρτι τε τὰ ο πλα κατετίθεντο καὶ αἰθρία ἐγένετο. ὁ γοῦν ̓Αννίβας, καίτοι οὐκ ἀθεεὶ λογισάμενος παρὰ τὸν τῆς συνόδου καιρὸν συνενεχθῆναι τὰ γεγονότα, ο μως οὐκ ἀπέστη τῆς πολιορκίας, ἀλλὰ καὶ αυ θις μετὰ τοῦτο συμβαλεῖν ἐπεχείρησεν. ὡς δὲ καὶ τότε τὰ αὐτὰ συνέβη, κατέδεισε. καὶ προσεκπλαγεὶς ο τι ἐν τηλικούτῳ κινδύνῳ ο ντες ου τε τῆς Καπύης ἀπέστησαν καὶ ἐς τὴν ̓Ιβηρίαν καὶ στρατιώτας καὶ στρατηγὸν πέμψειν ε μελλον, καὶ ο τι χρημάτων δεηθέντες ἐπώλησαν α λλα τε καὶ τὸ χωρίον ἐν ῳ ἐστρατοπεδεύετο δημόσιον ο ν, καὶ ἀπογνούς, ἀπανέστη, πολλάκις ἀναβοήσας "ω Κάνναι Κάνναι." καὶ οὐδὲ τῇ Καπύῃ ε τ' ἐπικουρῆσαι ἠθέλησεν. Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις ο ντες, ο μως ἀπογνόντες ὡς οὐ τευξόμενοι συγγνώμης παρὰ ̔Ρωμαίων ἀντεῖχον, καὶ τῷ ̓Αννίβᾳ ἐπέστειλαν, βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστολῶν κομισταὶ παρὰ τοῦ Φλάκκου, ὁ γὰρ Κλαύδιος ε φθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. ου ς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν καὶ ο ,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, ̓Ιούβιός τις Οὐίριος ἐν τοῖς πρώτοις αὐτῶν ω ν καὶ τῆς ἀποστάσεως αἰτιώτατος "μία ἡμῖν ἐστιν" ε φη "καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολουθήσατε οι καδε· ε χω γάρ τι φάρμακον 2.267 παρεσκευασμένον." καὶ ὁ μὲν 299

παραλαβὼν τοὺς αὐτῷ πεισθέντας ἑκούσιος ἀπέθανε σὺν αὐτοῖς, καὶ οἱ λοιποὶ τὰς πύλας τοῖς ̔Ρωμαίοις ἀνέῳξαν· ὁ δὲ Φλάκκος τά τε ο πλα αὐτῶν καὶ τὰ χρήματα πάντα ἀφείλετο, καὶ τῶν ἀνδρῶν τῶν κορυφαίων τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐς τὴν ̔Ρώμην ε πεμψε, μόνων δ' ἀπέσχετο τῶν ἐκ τοῦ ὁμίλου περιλειφθέντων ἐπὶ τῷ καὶ α ρχοντα αὐτοὺς ̔Ρωμαῖον λαμβάνειν καὶ μήτε βουλὴν ε χειν μήτε σύνοδον ποιεῖσθαι. Υστερον δὲ καὶ α λλα τινὰ προσεπῶφλον, κατηγορῆσαι τοῦ Φλάκκου τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι, καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος η δη. καὶ ἀπελογήσατο· οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἱ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο, οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ' εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι ̔Ρωμαίων, καὶ συγγνώμης τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ε δοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους ει ναι, οὐκ ἐξ ω ν ἐποίησαν, ἀλλ' ἐξ ω ν ει πόν τε καὶ ἱκέτευσαν. τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς Σικελίαν, τὸν Λαουίνιον ε πεμψαν. καὶ οἱ μὲν Συρακούσιοι ου τως τινὸς συγγνώμης ε τυχον, οἱ δὲ Καμπανοὶ ὑπ' ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου, ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπολογησαμένου. 2.268 ̔Αλούσης δὲ τῆς Καπύης καὶ τα λλα τὰ πέριξ πολίσματα τοῖς ̔Ρωμαίοις προσκεχωρήκασι πλὴν ̓Ατελανῶν· ου τοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν πανδημεὶ πρὸς τὸν ̓Αννίβαν ἐχώρησαν. καὶ ἡ α λλη δὲ ̓Ιταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ υ πατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν ̔Ρωμαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις η χθοντο. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ διεκηρυκεύσαντο τῷ ̓Αννίβᾳ ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλλάξαντο δὲ αὐτούς, ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ' ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε. Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμμαχοῦντας Φιλίππῳ προσηταιρίσατο, καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αυ θις ἐξεφόβησεν, ω στε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν. Οἱ δὲ ἐν τῇ ̔Ρώμῃ Γάιον Κλαύδιον Νέρωνα εἰς τὴν ̓Ιβηρίαν μετὰ στρατιωτῶν ε πεμψαν. καὶ ο ς παρεκομίσθη τῷ ναυτικῷ μέχρι τοῦ Ιβηρος, ε νθα καὶ τὰ λοιπὰ στρατεύματα εὑρηκὼς ἐπῆλθε τῷ ̓Ασδρούβᾳ πρὶν γνωσθῆναι ο τι πάρεστι. καὶ περιστοιχισάμενος αὐτὸν ἠπατήθη. ἰδὼν γὰρ ὁ ̓Ασδρούβας ὡς ἀπείληπται, προεκηρυκεύσατο πρὸς τὸν Νέρωνα ω στε τὴν ̓Ιβηρίαν πᾶσαν ἀφεθεὶς ἐκλιπεῖν. ὡς δ' ἐκεῖνος ἀσμένως τοὺς λόγους ἐδέξατο, ἀναβαλλόμενος ι να τὰς συνθήκας τῇ ὑστεραίᾳ ποιήσηται, ὑπεξέπεμψε τῆς νυκτὸς α λλους α λλῃ τῶν ὀρῶν. διεξελθόντων 2.269 δ' ἐκείνων, α τε μὴ φυλακῆς ου σης παρὰ τῶν ̔Ρωμαίων διὰ τὰς τῶν σπονδῶν ἐλπίδας, η λθε μὲν τῇ ἐπιούσῃ ἐς λόγους τῷ Νέρωνι, κατέτριψε δὲ πᾶσαν αὐτὴν πρίν τι ἐπικυρωθῆναι. καὶ α λλους αυ θις τῆς νυκτὸς ὁμοίως ἀπέπεμψε. τοῦτο δὲ καὶ ἐν α λλαις τισὶν ἡμέραις ὁμοίως πεποίηκεν, ἀμφισβητῶν τινα ἐν τῇ συμβάσει. προελθόντων δὲ τῶν πεζῶν ἁπάντων, τέλος καὶ αὐτὸς σὺν τοῖς ἱππεῦσι καὶ τοῖς ἐλέφασιν ὑπεξεχώρησε. καὶ διασωθεὶς φοβερὸς αυ θις τῷ Νέρωνι ἐγένετο. Μαθόντες δὲ ταῦτα οἱ ἐν τῇ ̔Ρώμῃ τοῦ Νέρωνος μὲν κατέγνων, α λλῳ δέ τινι τὴν ἡγεμονίαν ἐψηφίσαντο ἐγχειρίσαι. ἀπορούντων ου ν τίνα α ν ἀποστείλωσιν, οὐ γὰρ τοῦ τυχόντος ἀνδρὸς ἐδεῖτο τὰ πράγματα, καὶ πολλοὶ διὰ τὸ τῶν Σκιπιώνων πάθος ἐξίσταντο, ὁ Σκιπίων ἐκεῖνος ὁ Πούπλιος ὁ τὸν πατέρα τρωθέντα σώσας ἑαυτὸν ἐθελοντὴς εἰς τὴν στρατείαν ἐπέδωκεν. η ν δὲ καὶ ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος. καὶ παραχρῆμα μὲν ᾑρέθη· μεταμέλον δὲ οὐ πολλῷ υ στερον διά τε τὴν ἡλικίαν αὐτοῦ, τέταρτον γὰρ καὶ εἰκοστὸν ε τος τῆς ζωῆς 300

η γε, καὶ ο τι καὶ ἡ οἰκία αὐτοῦ διὰ τὸν τοῦ πατρὸς καὶ τοῦ θείου ο λεθρον ἐπένθει, η λθεν αυ θις εἰς τὸ κοινὸν καὶ ἐδημηγόρησε, καὶ οι ς ει πε καταιδέσας τοὺς τῆς βουλῆς, τὴν μὲν ἀρχὴν οὐκ ἀφῃρέθη, Μάρκος δὲ ̓Ιούνιος ἀνὴρ γηραιὸς προσεπέμφθη αὐτῷ. Τοῖς Ρ ̔ ωμαίοις δὲ μετὰ ταῦτα τὰ πράγματα οὐκ ἀταλαιπώρως ἐχώρησεν εἰς τὸ βέλτιον. ὁ γὰρ Μάρκελλος, ἐπειδὴ κατηγορηθεὶς ἀπελύθη, ω ρμησεν ἐπὶ τὸν ̓Αννίβαν, καὶ τὰ μὲν πλεῖστα δι' ἀσφαλείας 2.270 ἐποιεῖτο, δεδιὼς πρὸς ἀπονενοημένους διακινδυνεῦσαι· εἰ δέ ποτε ἠναγκάσθη προσμίξαι, κρείττων ἐκ φρονήσεως εὐτολμίᾳ κεκραμένης ἐγένετο. ὁ ου ν ̓Αννίβας διά τε ταῦτα καὶ ο τι αἱ πόλεις αἱ συμμαχοῦσαι αὐτῷ αἱ μὲν ἐγκαταλελοίπεσαν αὐτόν, αἱ δὲ διενοοῦντο, καὶ δι' ε τερ' α ττα, κακῶσαι τὰ χωρία α μὴ κατέχειν οι ος η ν ἐπεχείρησε. καὶ πολλοῖς ἐλυμήνατο, καὶ πλείους διὰ τοῦτο ἀφίσταντο. Περὶ δὲ Σαλπίαν πόλιν τοιόνδε τι συνέπεσε. δύο α νδρες τὰ πράγματα αὐτῶν ει χον, διάφοροί τε ἀλλήλοις η σαν. καὶ ̓Αλίνιος μὲν τὰ τῶν Καρχηδονίων ἐφρόνει, Πλαύτιος δὲ τὰ τῶν ̔Ρωμαίων, ο ς καὶ διειλέχθη τῷ ̓Αλινίῳ περὶ προδοσίας τῆς εἰς ̔Ρωμαίους. μηνύσαντός τε εὐθὺς ἐκείνου τῷ ̓Αννίβᾳ ταῦτα, ἐς δίκην ὑπήχθη ὁ Πλαύτιος. βουλευομένου δὲ τοῦ Α ̓ ννίβου μετὰ τῶν συνέδρων ο πως αὐτὸν κολάσει, ἐτόλμησεν ἐπ' ο ψει αὐτοῦ τῷ ̓Αλινίῳ πέλας που ο ντι περὶ προδοσίας αυ θις εἰπεῖν. ἀναβοήσαντος δ' ἐκείνου "ι δε ι δε, καὶ νῦν μοι περὶ αὐτοῦ τούτου λαλεῖ," οὐκ ἐπίστευσεν ὁ ̓Αννίβας διὰ τὸ α τοπον, ἀλλὰ καὶ ὡς συκοφαντούμενον αὐτὸν ἀπέλυσεν. ἀφεθέντος δὲ ὡμονόησαν α μφω, καὶ στρατιώτας παρὰ τοῦ Μαρκέλλου ἐπαγαγόμενοι τήν τε φρουρὰν τῶν Καρχηδονίων κατέκοψαν καὶ τὴν πόλιν τοῖς ̔Ρωμαίοις παρέδοσαν. Καὶ ου τω μὲν ἐν τῇ ̓Ιταλίᾳ ε σχον τοῖς Καρχηδονίοις τὰ πράγματα· καὶ οὐδ' ἡ Σικελία η ν εὐνοοῦσα αὐτοῖς, ἀλλὰ τῷ ὑπάτῳ τῷ Λαουινίῳ προσεχώρουν. ἡγεῖτο μὲν γὰρ τῶν ἐν τῇ Σικελίᾳ Καρχηδονίων Αννων, συνεστρατεύετο δὲ αὐτῷ καὶ Μουτίνας. ο ς συνὼν τῷ ̓Αννίβᾳ πρῴην, καὶ φθονηθεὶς ο τι μεγάλα ε ργα ἀρετῆς ἐπεδείκνυτο, ἐς Σικελίαν 2.271 ἐπέμφθη. ὡς ου ν κἀκεῖ λαμπρῶς ἱππάρχει, φθόνον καὶ πρὸς τοῦ Αννωνος ω φλε, καὶ διὰ τοῦτο τῆς ἱππαρχίας ἐπαύθη. περιαλγὴς γοῦν διὰ ταῦτα γενόμενος πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλινε. καὶ πρῶτον μὲν προδοσίαν ̓Ακράγαντος συνέπραξε σφίσιν, ει τα καὶ τα λλα συγκατειργάσατο, ω στε πᾶσαν αυ θις τὴν Σικελίαν ὑπ' αὐτοὺς α νευ μεγάλου πόνου γενέσθαι. ̔Ο δὲ Φάβιος καὶ ὁ Φλάκκος α λλας τε πόλεις πολλὰς καὶ τὸν Τάραντα, τοῦ ̓Αννίβου κατέχοντος αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρεττίαν κατατρέχειν, ι ν' ὁ ̓Αννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκκος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν α μα καὶ τῷ πεζῷ προσβαλών, τῇ τε προσβολῇ καὶ τῇ προδοσίᾳ ει λε τὴν πόλιν. ὁ ου ν ̓Αννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπιβουλεῦσαι τῷ Φαβίῳ ἐσπούδασε. καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως ε πεμψεν, ἐλπίσας ἀπερισκέπτως αὐτὸν προσιόντα ἐνεδρεύσειν. καὶ ο ς ὑπετόπησε τὸ πραττόμενον, καὶ παραβαλὼν τὰ γράμματα ταῖς ἐπιστολαῖς α ς τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κατεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα. Σκιπίων δὲ τὸν α λλον χρόνον, εἰ καὶ τιμωρῆσαι τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο, ἀλλ' οὐκ ἠπείγετο, διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ' ῃ σθετο αὐτοὺς χειμάζοντας πόρρω ποι, ἐκείνους μὲν ει α, ἐς δὲ τὴν Καρχηδόνα τὴν ταύτῃ ω ρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν 2.272 ὁρμὴν αὐτοῦ ε γνωκε πρὶν πρὸς αὐτῇ τῇ Καρχηδόνι γενέσθαι· καὶ ε λαβε σὺν πόνῳ τὴν πόλιν. ̔Αλούσης δὲ τῆς Καρχηδόνος στάσις μεγίστη μικροῦ τῶν στρατιωτῶν ἐγένετο α ν. τοῦ γὰρ Σκιπίωνος στέφανον ὑποσχομένου δώσειν τῷ πρώτῳ τοῦ τείχους ἐπιβάντι, δύο α νδρες, ὁ μὲν ̔Ρωμαῖος, ὁ δ' ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομένων δ' ἐκείνων καὶ τὸ α λλο πλῆθος ἐθορυβήθη, καὶ ἐπὶ πλεῖστον ἐταράχθησαν, ω στε καὶ δεινόν τι δρᾶσαι, εἰ μὴ ὁ Σκιπίων καὶ α μφω 301

ἐστεφάνωσε, καὶ συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ κατεχομένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκεν. ο θεν πολλοὶ μὲν δῆμοι, πολλοὶ δὲ καὶ δυνάσται αὐτῷ προσεχώρησαν, καὶ τὸ τῶν Κελτιβήρων ε θνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν ε σεσθαι αὐτῆς ἐν ε ρωτι, μαθὼν δὲ ο τι τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ τὰ λύτρα α οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρτήσατο. Μαθὼν δὲ τὸν ̓Ασδρούβαν τὸν τοῦ ̓Αννίβου ἀδελφὸν σπουδῇ ἐπιόντα καὶ ἀγνοοῦντα ε τι τὴν τῆς πόλεως α λωσιν καὶ μηδὲν προσδοκῶντα κατὰ τὴν πορείαν πολέμιον, προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐτοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολλοὺς τῶν ἐκεῖ προσεποιήσατο. η ν μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός, ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής, καὶ ἐς μὲν τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπεί.273 κοντας καὶ μάλα φιλάνθρωπος. μάλιστα δ' ο τι καὶ ἐθείασε, προειπὼν ὡς ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, πάντες ἐτίμων αὐτόν· οἱ δ' Ιβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον. ̔Ο δ' ̓Ασδρούβας ἀπελπίσας τὴν ̓Ιβηρίαν ἀπᾶραι πρὸς τὴν ̓Ιταλίαν ἐβούλετο. καὶ ἐν τῷ χειμῶνι συσκευασάμενος ὁ μὲν ω ρμητο, οἱ δὲ συστράτηγοι αὐτοῦ κατὰ χώραν μείναντες ἀσχολίαν τῷ Σκιπίωνι παρεῖχον, ω στε μὴ τὸν ̓Ασδρούβαν ἐπιδιῶξαι μήτε τοῖς ἐν τῇ ̓Ιταλίᾳ ̔Ρωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, η πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν ̓Ασδρούβαν οὐκ ἐπεδίωξε, πέμψας δὲ δρομοκήρυκας τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ ̔Ρώμῃ δι' αὐτῶν προεκήρυξεν, αὐτὸς δὲ τῶν ἐν χερσὶν ει χετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας ο ντας, ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς ε ν α παντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν ου ν ἐστράτευσεν ἐπ' ̓Ασδρούβαν τὸν Γίσγωνος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα, καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν ε πεμψεν. ο ς ἐκείνην τε πολέμῳ κατέσχε, καὶ τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν ̓Ασδρούβαν ἐπακολουθήσας η λθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον. ̓Ελθόντων ου ν τοῦ τε Μάγωνος πρὸς τὸν ̓Ασδρούβαν καὶ τοῦ Λουκίου πρὸς τὸν ἀδελφὸν τὸν Σκιπίωνα, τὰ μὲν πρῶτα τῷ ἱππικῷ καταθέοντες εἰς τὰ πεδία διεμάχοντο, ει τα καὶ ο λῳ τῷ στρατεύματι ἀντιπαρετάσσοντο, οὐ μὴν καὶ ἐμάχοντο. καὶ ἐπὶ πλείους ἡμέρας τοῦτο ἐγίνετο· συμβολῆς δέ ποτε γενομένης οι τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι ἡττήθησαν, καὶ τὸ ε ρυμα αὐτῶν παρὰ τῶν ̔Ρωμαίων 2.274 ἑάλω, καὶ τοῖς ἐν αὐτῷ ἐπιτηδείοις οἱ ̔Ρωμαῖοι ἐχρήσαντο· ο πρὸ τριῶν ἡμερῶν ὁ Σκιπίων, ὡς λόγος ἐστίν, ἀπεφοίβασεν. ἐπιλιπόντων γὰρ αὐτοῖς τῶν πρὸς τροφήν, προεῖπεν, ο θεν δ' ἠγνόηται, ὡς "κατὰ τήνδε τὴν ἡμέραν τοῖς τῶν πολεμίων χρησόμεθα." μετὰ ταῦτα δὲ τοῖς περιλειφθεῖσι τῶν ἐναντίων τὸν Σιλανὸν καταλιπὼν αὐτὸς πρὸς τὰς α λλας ἀπῄει πόλεις, καὶ πολλὰς προσηγάγετο. καταστήσας δὲ τὰ ἑαλωκότα αὐτὸς μὲν ἐκεῖ διεχείμασε, τὸν δὲ Λούκιον τὸν ὁμαίμονα ἐπὶ ̔Ρώμην ἀπέστειλε καταγγελοῦντά τε τὰ γενόμενα καὶ τοὺς αἰχμαλώτους κομίσοντα καὶ ο πως οἱ ἐν τῇ ̔Ρώμῃ φρονοῦσι περὶ αὐτοῦ πολυπραγμονήσοντα. Οἱ δ' ἐν τῇ ̓Ιταλίᾳ καὶ ἐκ νόσου ἐπόνησαν καὶ μάχαις ἐταλαιπώρησαν, Τυρσηνῶν νεωτερισάντων τινῶν. μεῖζον δὲ τῶν α λλων αὐτοὺς ἐλύπησεν ο τι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ τοῦ ̓Αννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ α μφω οἱ υ πατοι περιστοιχισθέντες ἐξ ἐνέδρας ὁ μὲν Μάρκελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρωθεὶς ἀπέθανεν οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου σῶμα ὁ ̓Αννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ῳ ἐκεῖνος τὰς γραφὰς ἐπεσφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ' ἐκείνου στελλόμενα ε πεμπε, καὶ ο σα ἐβούλετο διεπράττετο· μέχρις ου τοῦτο γνοὺς ὁ Κρισπῖνος ἀντιπαρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· ο θεν ἀντιπεριέστη τῷ ̓Αννίβᾳ τὸ πρᾶγμα.

ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι' αὐτομόλου δῆθεν η ν ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε τῶν Λατίνων κεχρημένος φωνῇ σὺν α λλοις ἐπιστα.275 μένοις αὐτήν, ι να ̔Ρωμαῖοι δόξωσιν ει ναι. μαθόντες δὲ οἱ Σαλπηνοὶ τὴν ἐπιτέχνησιν αὐτοῦ ἀντετεχνήσαντο πιστεύειν ο ντως προσιέναι τὸν Μάρκελλον, καὶ ἀνασπάσαντες τὸν καταρράκτην εἰσήγαγον ο σους αὐτοῖς ἱκανοὺς ε δοξεν ει ναι κατεργασθῆναι παρ' αὐτῶν, καὶ πάντας ἀπέκτειναν. ὁ δὲ ̓Αννίβας ἀπῆρεν αὐτίκα, μαθὼν τοὺς Λοκροὺς πολιορκουμένους ὑπὸ ̔Ρωμαίων ἐκ Σικελίας ἐπιπλευσάντων. Καὶ Πόπλιος δὲ Σουλπίκιος μετὰ Αἰτωλῶν καὶ συμμάχων ἑτέρων πολλὰ τῆς ̓Αχαΐας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς ̓Αχαιοῖς συμμαχήσαντος παντελῶς α ν τῆς ̔Ελλάδος ἐξηλάθησαν οἱ ̔Ρωμαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρρυέντος οἱ Αἰτωλοὶ τοῦτο ε σχον, καὶ φήμης εἰς τοὺς Μακεδόνας γενομένης ὡς τέθνηκε, στάσις τε γέγονεν ἐκεῖ καὶ ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ, καὶ πρὸς Μακεδονίαν ἠπείχθη. ἐντεῦθεν οἱ ̔Ρωμαῖοι τῇ ̔Ελλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων. Τῷ δ' ἐπιόντι ε τει ὡς ὁ ̓Ασδρούβας ἠγγέλλετο προσιών, οἱ ἐν τῇ ̔Ρώμῃ τὰς δυνάμεις τε η θροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμποντο, ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλόμενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν ̓Αννίβαν, Λιούιον δὲ ἐπὶ τὸν Α ̓ σδρούβαν ε πεμψαν. ο ς αὐτῷ πρὸς τῇ Σένᾳ τῇ πόλει ἀπήντησεν· οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς η λθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν ε μεινεν· ἀλλ' οὐδὲ ὁ ̓Ασδρούβας τὴν μάχην κατήπειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀναμένων. ὁ Νέρων δὲ καὶ ὁ ̓Αννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο, καὶ οὐδέτερος πρὸς παράταξιν ω ρμησεν, α λλως δὲ ἐς χεῖρας ἀλλήλοις ῃ εσαν. καὶ ὁ ̓Αννίβας πυκνὰ μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν παρετήρει. 2.276 κρείττων ου ν ἀεὶ αὐτοῦ γινόμενος, καὶ τὰ γράμματα τὰ παρὰ τοῦ ̓Ασδρούβα αὐτῷ πεμφθέντα ἑλών, τοῦ μὲν ̓Αννίβου κατεφρόνησε, δείσας δὲ μὴ τὸν Λιούιον ὁ ̓Ασδρούβας τῷ πλήθει καταβιάσηται, μέγα πρᾶγμα ἐτόλμησε. καὶ κατέλιπε μὲν μοῖραν ἐκεῖ ἀποχρῶσαν ει ργειν τὸν ̓Αννίβαν, ει πῃ κινηθείη, ἐντειλάμενος πάντα ποιεῖν ι να καὶ αὐτὸς νομίζοιτο ἐνδημεῖν, τὸ δὲ καθαρώτατον τοῦ στρατοῦ ἀπολέξας ω ρμησεν ὡς πόλει τινὶ πλησιοχώρῳ προσμίξων, οὐδ' ῃ δει τις τὴν διάνοιαν αὐτοῦ. καὶ ἠπείχθη ἐπὶ τὸν ̓Ασδρούβαν, καὶ ἀφίκετο νυκτὸς πρὸς τὸν συνάρχοντα, καὶ ἐν τῇ ταφρείᾳ τῇ αὐτοῦ κατεσκήνωσε. καὶ παρεσκευάζοντο α μφω ι ν' αἰφνίδιον αὐτῷ συνεπίθωνται. οὐκ ε λαθον δέ, ἀλλ' ἐτεκμήρατο τὸ γεγενημένον ὁ ̓Ασδρούβας ἀπὸ τῶν παραγγέλσεων διττῶν γινομένων· ἰδίᾳ γὰρ ε καστος τῶν ὑπάτων παρήγγελλέ τι τοῖς ἑαυτοῦ. ὑποπτεύσας ου ν ἡττῆσθαι τὸν ̓Αννίβαν καὶ ἀπολέσθαι, περιόντος γὰρ ἐκείνου οὐκ α ν ἐπ' αὐτὸν ὁρμῆσαι τὸν Νέρωνα ἐλογίζετο, ε γνω πρὸς τοὺς Γαλάτας ἀπαναχωρῆσαι καὶ ἐκεῖ τὰ περὶ τὸν ἀδελφὸν ἀκριβώσασθαι καὶ ου τω κατὰ σχολὴν πολεμῆσαι. Καὶ ὁ μὲν παραγγείλας τῷ στρατεύματι ἀναστῆναι νυκτὸς ἀπῆρεν, οἱ δ' υ πατοι ἐκ τοῦ θορύβου ὑπώπτευσαν τὸ γινόμενον, οὐ μέντοι εὐθὺς ἐκινήθησαν διὰ τὸ σκότος. α μα δ' ἠοῖ τούς τε ἱππέας προέπεμψαν ἐπιδιῶξαι αὐτούς, καὶ αὐτοὶ ει ποντο. καὶ τοῦ ̓Ασδρούβου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις ου σιν, οἱ υ πατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. καὶ οὐδ' οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· ο τι γὰρ αὐτῶν τινες τραυματισθέντες κακὰ πλείω τοὺς ἐπιτεταγμένους σφίσιν ε δρων η οἱ πολέμιοι, παρήγγει.277 λεν ὁ ̓Ασδρούβας τοῖς ἐπ' αὐτῶν καθημένοις τοὺς τιτρωσκομένους τῶν θηρίων παραυτίκα σφάζειν· ῥᾷστα δὲ σιδηρίῳ τινὶ ὑπὸ τὸ ου ς νυττόμενοι ἐκτιννύοντο. καὶ ἐκεῖνοι μὲν ὑπὸ τῶν Καρχηδονίων, οἱ α νδρες δὲ ὑπὸ τῶν ̔Ρωμαίων ἐφθείροντο. ε πεσον δὲ τοσοῦτοι ω στε τοὺς ̔Ρωμαίους διακορεῖς τοῦ φόνου γενομένους μὴ θελῆσαι τοὺς α λλους ἐπιδιῶξαι. φθείραντές τε α λλους πολλοὺς καὶ τὸν ̓Ασδρούβαν, καὶ λάφυρα πλεῖστα λαβόντες, καὶ ̔Ρωμαίους αἰχμαλώτους ἐς τετρακισχιλίους ἐν τῷ στρατοπέδῳ εὑρόντες, ἱκανῶς τὴν Καννηίδα συμφορὰν 303

ἀνειληφέναι ἐνόμισαν. Πραχθέντων δὲ τούτων ὁ μὲν Λιούιος κατὰ χώραν ε μεινεν, ὁ δὲ Νέρων ἑκταῖος εἰς τὴν ̓Απουλίαν ἐπανελήλυθε, λαθὼν μέχρι τότε ὡς ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ ̓Αννίβου στρατόπεδον ε πεμψε τὰ πεπραγμένα δηλώσοντας, καὶ τὴν κεφαλὴν τοῦ ̓Ασδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν ου ν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τεθνηκότα καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων. ̔Ο δὲ Σκιπίων μέχρις α ν πάντα τὰ ἐν τῇ ̓Ιβηρίᾳ καταστήσῃ α ρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶτον μὲν ἐς τὴν Λιβύην δύο πεντήρεσιν ε πλευσε, καὶ ὁ τοῦ Γίσγωνος ̓Ασδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου ου ν καὶ α μφω τοῦ Σύφακος, ε νσπονδος γὰρ τοῖς Καρχηδονίοις ἐγένετο, μέρους 2.278 τῆς Λιβύης βασιλεύων, καὶ καταλλάσσοντος σφᾶς, ὁ Σκιπίων οὐκ ἰδίαν ε χθραν ε χειν ει πεν ου τε μὴν ὑπὲρ τῶν κοινῶν δύνασθαι καθ' ἑαυτὸν καταλύσασθαι. ̓Επανῆλθεν ου ν αυ θις· καὶ ̓Ιλιτεργίταις ἐπολέμησεν, ο τι τοὺς πρὸς αὐτοὺς καταφυγόντας ̔Ρωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκράτησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαντες περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότατα. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν α πασαν. καὶ τῷ φόβῳ τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ προσεχώρησαν, πολλοὶ δὲ καὶ βίᾳ κεχείρωντο· τινὲς δὲ πολιορκούμενοι τάς τε πόλεις ἑαυτῶν ε καιον καὶ τοὺς οἰκείους ἐφόνευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς. Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ε νθα τῷ τε πατρὶ καὶ τῷ θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας ε θετο. ο τε πολλοὶ μὲν καὶ ε τεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίωνος συναλλάξαι αὐτοὺς σπουδάσαντος· καὶ ὁ πρεσβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον ο ντα ἀπέκτεινεν. ̓Ηρρώστησε δὲ μετέπειτα ὁ Σκιπίων, κἀν τούτῳ ἐνεωτέρισαν οἱ Ιβηρες. στράτευμα γὰρ τοῦ Σκιπίωνος περὶ Σογκρῶνα χειμάζον ἐκινήθη, καὶ πρῴην οὐκ εὐπειθὲς ο ν, οὐ μὴν φανερὰν ἀποστασίαν ἐπιδειξάμενον· τότε δ' αἰσθόμενον τὸν Σκιπίωνα κάμνοντα, ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐτοῖς ἐβραδύνθη, ἀναφανδὸν ἀπέστησαν, καὶ τοὺς χιλιάρχους σφῶν 2.279 ἀπελάσαντες ὑπάτους ἑαυτοῖς κεχειροτονήκασιν· η σαν δὲ ὡς ὀκτακισχίλιοι. γνόντες ου ν ταῦτα οἱ Ιβηρες ἀφίσταντο προχειρότερον, καὶ τὴν συμμαχίδα τῶν ̔Ρωμαίων ἐκάκουν. καὶ ὁ Μάγων ἐκλιπεῖν η δη τὰ Γάδειρα βουληθεὶς ου τ' ἐξέλιπε καὶ εἰς τὴν η πειρον διαβαίνων πολλὰ ἐκακούργει. Μαθὼν δὲ ταῦθ' ὁ Σκιπίων, πέμψας πρὸς τὸ ἀποστατῆσαν στρατόπεδον ἐπέστειλεν αὐτοῖς συγγνωμονῶν δῆθεν ο τι διὰ ε νδειαν τῶν ἀναγκαίων ἐνεωτέρισαν, καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ καὶ τοὺς τὴν ἀρχὴν ἀναδεξαμένους αὐτῶν ι να μηδὲν δεινὸν η πάθωσιν η δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατιῶται μαθόντες ο τι περιείη καὶ οὐδ' ὀργίζοιτο σφίσιν, οὐδὲν ε τι διεκίνησαν. ὡς δ' ἀνερρώσθη, τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφικέσθαι ἐκάλεσεν ὡς α ν βούλωνται, η ἀθρόοι η ἐν μέρει κατὰ διαδοχάς. οἱ δέ γε στρατιῶται κατ' ὀλίγους ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ' ἀπῆλθον. καὶ ὁ Σκιπίων ε ξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, πρὸς ἑσπέραν γὰρ η ν, διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσελθεῖν κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχὼν ε δησε. α μα δ' ἡμέρᾳ, ὡς ε ξω ποι στρατεύσων, πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. ει τα τοὺς α ρτι ἐλθόντας ει σω τοῦ τείχους α νευ τῶν ο πλων ἐκάλεσεν, ι ν' αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέσιον. καὶ ου τως εἰσελθόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ω σπερ ει χον ἐπανελθεῖν. καὶ περισχὼν αὐτοὺς πολλὰ καὶ 304

ὠνείδισε καὶ ἠπείλησε, καὶ 2.280 τέλος "πάντες μέν" ε φη "θανεῖν ἐστε α ξιοι, οὐ μέντοι πάντας θανατώσω αὐτός, ἀλλ' ὀλίγους ου ς καὶ η δη συνείληφα δικαιώσω, τοὺς δὲ α λλους ἀφίημι." ταῦτα εἰπὼν εἰς τὸ μέσον τοὺς δεδεμένους παρήγαγε, καὶ σταυροῖς προσδήσας καὶ αἰκισάμενος ἀπέκτεινεν. ὡς δέ τινες τῶν παρεστηκότων ἀγανακτήσαντες ἐθορύβησαν, συχνοὺς καὶ ἐκείνων ἐκόλασε. καὶ μετὰ τοῦτο τὴν μισθοφορὰν τοῖς α λλοις δοὺς ἐπὶ τὸν ̓Ινδίβιλιν καὶ ἐπὶ τὸν Μανδόνιον ἐστράτευσε. καὶ μὴ τολμώντων ἐκείνων συμμίξαι αὐτῷ, αὐτὸς ἐπέθετο καὶ ἐνίκησεν. ̔Ομολογησάντων δ' ἐκείνων, καὶ τῆς α λλης ̓Ιβηρίας τὰ πλείω αυ θις ἐδουλώθη, καὶ ὁ Μάγων τὰ Γάδειρα ἐξέλιπε, καὶ ὁ Μασινίσσας τοῖς ̔Ρωμαίοις προσεχώρησεν. οἱ Καρχηδόνιοι γάρ, τελευτήσαντος ̓Ασδρούβα τοῦ ̓Αννίβου ὁμαίμονος, ἐψηφίσαντο τῆς μὲν ̓Ιβηρίας ἐκστῆναι, τὰ δὲ ἐν τῇ ̓Ιταλίᾳ ἀνακτήσασθαι· καὶ ε πεμψαν ἀργύριον τῷ Μάγωνι, ι ν' ἐπικουρικὸν ἀθροίσας στρατεύσηται ἐπ' αὐτήν. καὶ ο ς πρὸς τὴν ̓Ιταλίαν αυ θις ὁρμήσας ἀφίκετο πρὸς τὰς Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος η μαρτε, μὴ δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, οἱ γὰρ ἐπιχώριοι πόρρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποιεῖν ο ντες, εἰς δὲ τὴν μικροτέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. αἱ νῆσοι δ' αυ ται τῇ περὶ τὸν Ιβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ δὲ τρεῖς, α ς Ελληνες μὲν καὶ ̔Ρωμαῖοι κοινῇ Γυμνησίας καλοῦσιν, Οὐαλερίας δὲ καὶ ̔Υασούσας οἱ Ιβηρες, ἰδίᾳ δ' ἑκάστην, τὴν μὲν Εβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ οἱ ̔Ρωμαῖοι κατέσχον. ̔Ο δὲ Μασινίσσας ἀνὴρ η ν ἐν τοῖς κρατίστοις ἐξεταζόμενος· καὶ χειρὶ γὰρ καὶ βουλεύμασιν α ριστος 2.281 ἐτύγχανε τὰ πολέμια. πρὸς δὲ τοὺς ̔Ρωμαίους ἐκ τῶν Καρχηδονίων ἐξ αἰτίας τοιᾶσδε μετήνεκτο. ὁ ̓Ασδρούβας ὁ τοῦ Γίσγωνος φίλος τε η ν αὐτῷ καὶ Σοφωνίδα τὴν ἑαυτοῦ θυγατέρα αὐτῷ ἐνηγγύησε. τῷ Σύφακι δὲ συγγενόμενος, καὶ τὰ τῶν ̔Ρωμαίων αὐτὸν φρονοῦντα αἰσθόμενος, οὐκέτι τὰ ὡμολογημένα πρὸς τὸν Μασινίσσαν ἐφύλαξεν, ἀλλὰ θέλων τοῖς Καρχηδονίοις τὸν Σύφακα προσποιήσασθαι, οὐκ ἐλαχίστης δυνάμεως α ρχοντα, τήν τε ἀρχὴν αὐτῷ συγκατέπραξεν, η τῷ Μασινίσσᾳ προσῆκε, τοῦ πατρὸς αὐτοῦ τότε θανόντος, καὶ τὴν Σοφωνίδα συνῴκισεν. ἡ δὲ τό τε κάλλος ἐπιφανὴς η ν καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς η σκητο, ἀστεία τε καὶ αἱμύλος η ν, καὶ ου τως ἐπαφρόδιτος ὡς ὀφθεῖσα η καὶ ἀκουσθεῖσα μόνον καὶ τὸν πάνυ δυσέρωτα κατεργάσασθαι. ̔Ο μὲν ου ν Σύφαξ διὰ ταῦτα τοῖς Καρχηδονίοις προσέθετο, καὶ ὁ Μασινίσσας τὰ τῶν ̔Ρωμαίων ἀνθείλετο καὶ χρησιμώτατος αὐτοῖς διὰ πάντων ἐγένετο· Σκιπίων δὲ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν βίᾳ, τὰ δὲ ὁμολογίᾳ προσποιησάμενος ἐς τὴν Λιβύην στείλασθαι ἡτοιμάζετο. οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὰ μὲν φθόνῳ τῶν κατορθωμάτων αὐτοῦ, τὰ δὲ φόβῳ μὴ ὑπερφρονήσας τυραννήσῃ, ἀνεκαλέσαντο αὐτόν, δύο τῶν στρατηγῶν διαδόχους αὐτῷ πέμψαντες. Καὶ ὁ μὲν ου τω τῆς ἀρχῆς ἐπαύθη, ὁ δέ γε Σουλπίκιος μετὰ τοῦ ̓Αττάλου κατὰ τὸν αὐτὸν χρόνον ̓Ωρεὸν μὲν προδοσίᾳ, ̓Οποῦντα δὲ ἰσχύϊ κατέσχεν. ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη αὐτοῖς ἐπαμῦναι διὰ ταχέων, τὰς διόδους προκατασχόντων τῶν Αἰτωλῶν. 2.282 ὀψὲ δέ ποτε ἐπελθών, εἰς τὰς ναῦς αὐτοῦ τὸν Ατταλον καταφυγεῖν ἐβιάσατο. ὁ μέντοι Φίλιππος σπείσασθαι τοῖς ̔Ρωμαίοις ἠθέλησε. καί τινων λόγων αὐτοῖς γενομένων τὰ μὲν τῆς εἰρήνης ἀφείθη, τοὺς δ' Αἰτωλοὺς ἀπὸ τοῦ συμμαχεῖν τοῖς ̔Ρωμαίοις μεταθέμενος φίλους ἑαυτοῦ ἐποιήσατο. ̔Ο δ' ̓Αννίβας τέως ἡσυχίαν η γεν, ἀγαπῶν εἰ τὰ ὑπάρχοντά οἱ διασώσαιτο. καὶ οἱ υ πατοι νομίζοντες αὐτὸν καὶ α νευ μάχης ἐκτρυχωθῆναι, ἀνεῖχον. Τῷ δ' ἐπιόντι ε τει ο τε Σκιπίων ὁ Πούπλιος καὶ Λικίνιος Κράσσος ὑπάτευσαν. καὶ ὁ μὲν ἐν τῇ ̓Ιταλίᾳ ε μεινεν, ὁ δὲ Σκιπίων ἐς Σικελίαν ἀπελθεῖν καὶ ἐς Λιβύην προσετέτακτο, ι να εἰ μὴ τὴν Καρχηδόνα αἱρήσει, τόν γε ̓Αννίβαν ἀπὸ τῆς ̓Ιταλίας τέως ἀνθελκύσῃ. ου τε δὲ στράτευμα ἀξιόλογον ου τε πρὸς τριήρεις ἀνάλωμα ε λαβε, διὰ τὰς ἀριστείας φθονούμενος· μόλις δὲ καὶ τὰ πάνυ ἀναγκαῖα παρέσχον αὐτῷ. καὶ ὁ μὲν σὺν τῷ 305

ναυτικῷ τῶν συμμάχων καί τισιν ἐθελονταῖς ἐκ τοῦ δήμου ἀπῇρεν, ὁ δὲ Μάγων ἐκ τῆς νήσου παραπλεύσας εἰς τὴν Λιγυστικὴν ἀπέβη. ὁ Κράσσος δ' ἐν τῇ Βρεττίᾳ τῷ ̓Αννίβᾳ προσήδρευεν. ὁ μέντοι Φίλιππος κατηλλάγη ̔Ρωμαίοις· Πούπλιον γὰρ Σεμπρώνιον εἰς ̓Απολλωνίαν ἐλθόντα σὺν πολλῇ δυνάμει αἰσθόμενος ἀσμένως ἐσπείσατο. Σκιπίων δ' ὁ υ πατος εἰς Σικελίαν κατάρας παρεσκευάζετο μὲν ὡς ἐς Λιβύην πλεύσων, οὐκ ἠδυνήθη δέ, μήτε δύναμιν ἐντελῆ καὶ αὐτὴν ἀσυγκρότητον ε χων. διὸ πάντα τὸν χειμῶνα ἐκεῖ διήγαγε, τοὺς σὺν αὐτῷ ἐξασκῶν καὶ α λλους προσκαταλέγων. μέλλοντι δὲ περαιώσασθαι ἀγγελία αὐτῷ ἐκ ̔Ρηγίου η κε τὴν πόλιν τῶν Λοκρῶν τινας προδώσειν. τοῦ γὰρ φρουράρχου καταβοήσαντες καὶ μηδεμιᾶς ἐκδικίας παρὰ 2.283 τοῦ ̓Αννίβου τυχόντες πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλιναν. δύναμιν ου ν πέμψας ἐκεῖ, πολλὰ τῆς πόλεως νυκτὸς μετὰ τῶν προδιδόντων κατέλαβε. τῶν δὲ Καρχηδονίων εἰς τὴν α κραν συνειληθέντων καὶ τὸν ̓Αννίβαν μετακαλεσαμένων, κατὰ τάχος ἐξανήχθη καὶ ὁ Σκιπίων, καὶ πλησιάσαντα τῇ πόλει αἰφνιδίῳ ἐπεκδρομῇ ἀπεώσατο. ει τα λαβὼν τὴν ἀκρόπολιν καὶ ἐπιτρέψας τὴν πᾶσαν πόλιν δύο χιλιάρχοις ἀνέπλευσεν. οὐκ ἠδυνήθη μέντοι τῇ Λιβύῃ προσπλεῦσαι. ου τω δ' οἱ Καρχηδόνιοι τὴν ὁρμὴν αὐτοῦ ε δεισαν, ω στε χρήματα μὲν τῷ Φιλίππῳ στεῖλαι, ι ν' εἰς τὴν ̓Ιταλίαν στρατεύσῃ, καὶ τῷ ̓Αννίβᾳ καὶ σῖτον πέμψαι καὶ στρατιώτας, καὶ ναῦς τῷ Μάγωνι καὶ χρήματα, ι να τὸν Σκιπίωνα κωλύσῃ περαιωθῆναι. ἐκ δὲ σημείων τινῶν νίκην οἱ ̔Ρωμαῖοι λαμπρὰν ἐλπίσαντες, τήν τε ἐν τῇ Λιβύῃ στρατιὰν τῷ Σκιπίωνι καὶ δύναμιν α λλην ὡς α ν ἐθελήσῃ καταλέξασθαί οἱ ἐπέτρεψαν. τῶν γὰρ ὑπάτων Μάρκον μὲν Κέθηγον τῷ Μάγωνι, Πούπλιον δὲ Σεμπρώνιον τῷ ̓Αννίβᾳ ἀντέταξαν. Οἱ δέ γε Καρχηδόνιοι δείσαντες τὸν Μασινίσσαν μὴ Σκιπίωνι πρόσθηται, ε πεισαν τὸν Σύφακα τὴν ἀρχὴν αὐτῷ ἀποδοῦναι, ὡς καὶ αυ θις αὐτὴν ἀνακτησόμενον. ὁ ου ν Μασινίσσας ὑπώπτευε μὲν τὸ πραττόμενον, κατηλλάγη δὲ δῆθεν, ι να πιστὸς νομισθεὶς μέγα τι σφῆλαι αὐτοὺς δυνηθῇ· μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος η τῆς βασιλείας ὠργίζετο. διὸ καὶ τοῖς ̔Ρωμαίοις προσέκειτο, ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο ̔Ρωμαίοις ε νσπονδος ει ναι, καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσα.284 σθαι τὴν διάβασιν. ἀκούσας δὲ ταῦτα δι' ἀπορρήτων ὁ Σκιπίων, ι να μὴ γνῶσιν οἱ στρατιῶται, τόν τε κήρυκα αὐθημερὸν ἀπέπεμψε μηδενὶ α λλῳ προσομιλήσαντα, καὶ τὸ στράτευμα συγκαλέσας ἐπέσπευδε τὴν διάβασιν, ε τι τοὺς Καρχηδονίους ἀπαρασκεύους λέγων ει ναι, καὶ πρότερον μὲν τὸν Μασινίσσαν, τότε δὲ καὶ τὸν Σύφακα μετακαλεῖσθαι αὐτοὺς καὶ χρονίζουσιν ἐγκαλεῖν. ταῦτα εἰπὼν μηδὲν ε τι μελλήσας ἐξανήχθη· καὶ πρὸς τὸ ἀκρωτήριον τὸ καλούμενον ̓Απολλώνιον προσορμίσας τὰς ναῦς ἐστρατοπεδεύσατο καὶ τὴν χώραν ἐπόρθει, προσέμισγέ τε ταῖς πόλεσι καὶ ει λέ τινας. ἐγκειμένων δὲ τῶν ̔Ρωμαίων τῇ χώρᾳ, Αννων ὁ ι ππαρχος, υἱὸς ω ν τοῦ ̓Ασδρούβου τοῦ Γίσγωνος, ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ἐπιθέσθαι αὐτοῖς. ὁ ου ν Σκιπίων ἱππέας πέμψας τινὰς χωρία πρὸς καταδρομὴν ἐπιτήδεια ἐληίζετο, ι ν' ὑποφεύγοντες ἐπισπάσωνται τοὺς ἐπιδιώκοντας. τῶν ου ν Καρχηδονίων ἐπισπομένων αὐτοῖς κατὰ τὰ ξυγκείμενα τραπομένοις, ὁ Μασινίσσας τε κατὰ νώτου γενόμενος μετὰ τῶν ἀμφ' αὐτὸν ἐπέθετο τοῖς διώκουσι, καὶ ὁ Σκιπίων ἐκ τοῦ λόχου ἐπεκδραμὼν προσέμιξεν αὐτοῖς. καὶ πολλοὶ μὲν ἐφθάρησαν, πολλοὶ δὲ καὶ ἑάλωσαν καὶ ὁ Αννων αὐτός. διὸ ὁ ̓Ασδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε· καὶ ἀνταπεδόθησαν. ὁ δὲ Σύφαξ τῆς πρὸς ̔Ρωμαίους φιλίας τὴν δόκησιν ἀπειπὼν φανερῶς τοῖς Καρχηδονίοις συνήρατο. οἱ δὲ ̔Ρωμαῖοι καὶ ἐληίζοντο τὴν χώραν, καὶ συχνοὺς τῶν ἐκ τῆς ̓Ιταλίας ὑπὸ τοῦ ̓Αννίβου πρὸς τὴν Λιβύην πεμφθέντων ἀνεκομίσαντο, καὶ κατὰ χώραν ἐχείμασαν. Μετὰ δὲ ταῦτα Γναίου Σκιπίωνος καὶ Γαΐου Σερουιλίου ὑπατευσάντων οι τε Καρχηδόνιοι ἐλαττωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ 2.285 ̓Αννίβας καὶ ὁ Μάγων ἐκ 306

τῆς ̓Ιταλίας ἐξέπεσον. οἱ μὲν γὰρ υ πατοι τῷ ̓Αννίβᾳ καὶ τῷ Μάγωνι ἀντικαθίσταντο, Σκιπίων δὲ τήν τε Λιβύην ἐκάκου καὶ ταῖς πόλεσι προσέβαλλε. κἀν τούτῳ ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκεν, ἐπεὶ πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ ἀφικνεῖσθαι ἐπλάσαντο. ῃ δει μὲν γὰρ τὸ πλάσμα, προετίμησε δὲ τὸ μὴ διαβληθῆναι ὡς πρέσβεις κατεσχηκώς. καὶ τοῦ Σύφακος πράττοντος ε τι διαλλαγάς, ω στε ἐκ τῆς Λιβύης μὲν τὸν Σκιπίωνα, τὸν δ' ̓Αννίβαν ἐκ τῆς ̓Ιταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὡς πιστεύων αὐτῷ, ι να δὲ σφήλῃ αὐτόν. τῶν γὰρ στρατιωτῶν α λλοτε α λλους κατὰ τὴν τῶν σπονδῶν πρόφασιν ἐς τὸ στρατόπεδον τὸ τῶν Καρχηδονίων πέμπων καὶ τὸ τοῦ Σύφακος, ἐπεὶ ἐκεῖνοι πάντα τὰ παρ' αὐτοῖς κατεσκέψαντο, τὴν σύμβασιν ἀπ' εὐλόγου δή τινος σκήψεως, α λλως τε καὶ ο τι ὁ Σύφαξ ἐπιβουλεύων ἐφωράθη τῷ Μασινίσσᾳ, διεκρούσατο. νυκτὸς δ' η λθεν εἰς τὰ στρατόπεδα αὐτῶν οὐ πάνυ ἀλλήλων διέχοντα, καὶ πῦρ ἐς τὸ τοῦ ̓Ασδρούβου πολλαχόθεν α μα ὑπέβαλε. καὶ ἐμπρησθέντος ῥᾷστα αὐτοῦ, ἐκ γὰρ καλάμης καὶ ἐκ φυλλάδων ἐπεποίηντο αὐτοῖς αἱ σκηναί, οι τε Καρχηδόνιοι κακῶς ἀπήλλαξαν, καὶ οἱ περὶ τὸν Σύφακα βοηθῆσαι αὐτοῖς ἐθελήσαντες τοῖς τε ̔Ρωμαίοις τοῖς περιέχουσιν περιέπεσον καὶ αὐτοὶ ἀπώλοντο, καὶ τὸ στρατόπεδον προσενεπρήσθη αὐτῶν, καὶ ἐφθάρησαν πολλοὶ καὶ ι πποι καὶ α νθρωποι. οἱ ̔Ρωμαῖοι δὲ ταῦτα πεποιηκότες νυκτὸς μὲν οὐδὲν ε παθον, ἡμέρας δ' ἐπιφαυσάσης Ιβηρες α ρτι Καρχηδονίοις ἐπὶ συμμαχίᾳ ἐλθόντες προσέπεσον αὐτοῖς ἀπροσδόκητοι καὶ πολλοὺς ἀπέκτειναν. Εὐθὺς ου ν ̓Ασδρούβας μὲν εἰς τὴν Καρχηδόνα, Σύφαξ δὲ οι καδε ἀπεχώρησεν. ὁ δέ γε Σκιπίων 2.286 Σύφακι μὲν τὸν Μασινίσσαν καὶ Γάϊον ἀντέταξε Λαίλιον, αὐτὸς δ' ἐπὶ τοὺς Καρχηδονίους η λασεν. οἱ δ' αυ Καρχηδόνιοι πρὸς τὸ ε ρυμα τῶν ̔Ρωμαίων, ῳ χειμαδίῳ ἐχρῶντο καὶ ἐς ο ἀπετίθεντο πάντα, ναῦς ε πεμψαν, ι να η αὐτὸ αἱρήσωσιν η ἀφ' ἑαυτῶν ἀπάξωσι τὸν Σκιπίωνα. καὶ ε σχεν ου τως· μαθὼν γὰρ τὸ γινόμενον ἀπανέστη, καὶ ἐπειχθεὶς πρὸς τὸν ναύσταθμον διὰ φυλακῆς αὐτὸν ἐποιήσατο. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ῥᾳδίως τοὺς προσμίξαντας αὐτοῖς ἀπεώσαντο οἱ ̔Ρωμαῖοι, τῇ δ' ὑστεραίᾳ πολὺ ἠλαττώθησαν· καὶ ναῦς γὰρ τῶν ̔Ρωμαίων χειρῶν σιδηρῶν ἐπιβολῇ ἀπέσπασαν. ἀποβῆναι δ' ἐς τὴν γῆν οὐκ ἐτόλμησαν, ἀλλ' ἀναπλεύσαντες οι καδε τὸν ̓Ασδρούβαν ἀπεχειροτόνησαν, Αννωνα δέ τινα ἀνθείλοντο. κἀκ τούτου Αννων μὲν στρατηγὸς η ν, ἐκεῖνος δὲ καθ' ἑαυτὸν δούλους τινὰς καὶ αὐτομόλους παραλαβὼν δύναμιν οὐκ ἀσθενῆ συνεκρότησε, καί τινας τῶν ̓Ιβήρων τῶν συστρατευομένων τῷ Σκιπίωνι κρύφα ἀναπείσας ἐπεχείρησε νυκτὸς ἐπιβουλεῦσαι τῷ στρατοπέδῳ αὐτοῦ. κα ν ἐξειργάσατό τι, εἰ μὴ οι τε μάντεις ὑπὸ ὀρνίθων ἐκταραχθέντες καὶ ἡ τοῦ Μασινίσσου μήτηρ θειάσασα ζήτησιν αὐτῶν γενέσθαι ἐποίησαν. καὶ οἱ μὲν προκαταληφθέντες ἐκολάσθησαν, καὶ ὁ Σκιπίων αυ θις ἐπὶ τὴν Καρχηδόνα ἐστράτευσε καὶ τὴν γῆν αὐτῶν ἐδῄου, Σύφαξ δὲ ἐπολέμει τοῖς περὶ τὸν Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχον· ει τα ὑπερέσχον οἱ ̔Ρωμαῖοι, καὶ πολλοὺς μὲν ἐφόνευσαν, πολλοὺς δὲ ἐζώγρησαν, καὶ τὸν Σύφακα ει λον. καὶ τὴν Κίρταν τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ε νδον δεδεμένον αὐτὸν ἐπιδείξαντες. 2.287 Ην δ' ἐκεῖ καὶ ἡ Σοφωνίς. καὶ πρὸς αὐτὴν ὁ Μασινίσσας εὐθὺς εἰσεπήδησε, καὶ περιλαβὼν αὐτήν "ε χω μὲν Σύφακα" ει πε "τὸν ἀφαρπάσαντά σε, ε χω δὲ καὶ σέ. ἀλλὰ μὴ δέδιθι· οὐδὲ γὰρ αἰχμάλωτος γέγονας, ἐμὲ σύμμαχον ε χουσα." ταῦτ' εἰπὼν ε γημεν αὐτὴν παραυτίκα, προκαταλαβὼν τοὺς ̔Ρωμαίους, μή πως αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. ει τα καὶ τὰς α λλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα η λθον α γοντες τά τε λοιπὰ καὶ τὸν Σύφακα. καὶ ο ς ἰδὼν αὐτὸν δεδεμένον οὐκ η νεγκεν, ἀλλὰ τῆς παρ' αὐτῷ μνημονεύσας ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ε λυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως η γε. καί ποτε η ρετο "τί σοι δόξαν ἐπολέμησας ἡμῖν;" ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο α μα καὶ τὸν Μασινίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα 307

γενέσθαι. τῷ γὰρ πατρὶ τῷ ̓Ασδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις, ω στε καὶ α κοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· "ἀλλ' ο τι ὑπὸ γυναικὸς ἠπάτημαι, ἀξίαν ε δωκα δίκην· ε χω δ' ου ν τι ἐν κακοῖς παραμύθιον, ο τι ὁ Μασινίσσας αὐτὴν ε γημε· πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει." ̔Ο δὲ Σκιπίων ὑποπτεύσας ταῦτα περὶ τοῦ Μασινίσσου ἐκάλεσέ τε αὐτὸν καὶ ᾐτιάσατο ο τι γυναῖκα πολεμίαν καὶ αἰχμάλωτον α νευ τῆς αὐτοῦ γνώμης ου τω ταχέως ε γημε, καὶ παραδοῦναι τοῖς ̔Ρωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ' εἰς τὴν σκηνὴν ε φη τῇ Σοφωνίδι "εἰ μὲν οι ός τ' η ν τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ ἀνύβριστον, προθύμως α ν σου ὑπεραπέθανον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, προπέμπω σε ε νθα κἀγὼ καὶ α παντες ἀφιξόμεθα." καὶ ταῦτα εἰπὼν φάρμακον 2.288 αὐτῇ ω ρεξεν. ἡ δὲ ου τ' ἀνωλοφύρατο ου τ' ἐστέναξεν, ἀλλὰ καὶ πάνυ γενναίως "εἰ τοῦτό σοι," ε φη "α νερ, δοκεῖ, κἀγὼ πείθομαι· τῆς γὰρ ψυχῆς μου μετὰ σὲ οὐδεὶς α λλος κυριεύσει· εἰ δὲ τοῦ σώματός μου Σκιπίων δεῖται, νεκρὸν αὐτὸ λαβέτω." καὶ ἡ μὲν ου τως ἀπέθανε, Σκιπίων δὲ τὸ ε ργον ἐθαύμασεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ, τοῦ Λαιλίου τὸν Σύφακα καὶ τὸν υἱὸν ἐκείνου Οὐερμίναν ἀγαγόντος ἐκεῖ καὶ τῶν α λλων τινὰς τῶν πρώτων, τὸν μὲν Σύφακα εἰς τὴν Αλβαν κατέθεντο καὶ τελευτήσαντα δημοσίᾳ ε θαψαν, τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρηθέντας Νομάδας ἐχαρίσαντο. Οἱ δὲ Καρχηδόνιοι περὶ σπονδῶν ἐπικηρυκευσάμενοι τῷ Σκιπίωνι χρήματά τε εὐθὺς ε δοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν καὶ ὑπὲρ τῶν λοιπῶν πρεσβείαν εἰς τὴν ̔Ρώμην ἀπέστειλαν. τοὺς δέ γε πρέσβεις οἱ ̔Ρωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ ει ναι πάτριον σφίσι στρατοπέδων ἐν τῇ ̓Ιταλίᾳ ο ντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. υ στερον δέ, ἀπάραντος τοῦ τε ̓Αννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς ̓Ιταλίας ο τε ̓Αννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμβασιν, ἀλλὰ πρὸς τὸν οι κοι πόλεμον ἐπειγόμενοι. Οἱ δ' ἐν τῇ Λιβύῃ Καρχηδόνιοι οὐδὲ πρότερον εἰρηναῖόν τι φρονοῦντες, καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ ̓Αννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν ̓Αννίβαν πλησιάζοντα ε μαθον, ἀνεθάρσησαν, καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ γῆν τε καὶ κατὰ θάλασσαν. κἀκείνου περὶ τούτου 2.289 αὐτοῖς ἐγκαλέσαντος, ου τε μέτριόν τι τοῖς πρέσβεσιν ἀπεκρίναντο καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασι· καὶ εἰ μὴ πνεῦμα τυχαίως συμβὰν αὐτοῖς ἐβοήθησεν, ἀπώλοντο α ν. ο θεν καὶ ὁ Σκιπίων ἐν τούτῳ τῆς ψήφου τῆς περὶ τῆς εἰρήνης κομισθείσης οὐκέτι αὐτὴν ἐποιήσατο. οἱ ου ν Καρχηδόνιοι τὸν μὲν Μάγωνα εἰς τὴν ̓Ιταλίαν ἀνέπεμψαν, τὸν δ' ̓Αννίβαν αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν, τὸν Αννωνα τῆς ἀρχῆς παύσαντες. τὸν δ' ̓Ασδρούβαν καὶ ἀποκτεῖναι ἐψηφίσαντο, φαρμάκῳ δὲ ἑκουσίως φθαρέντα καὶ νεκρὸν ᾐκίσαντο. ̓Αννίβας μὲν ου ν πᾶσαν τὴν ἡγεμονίαν λαβὼν εἰς τὴν Μασινίσσου χώραν ἐνέβαλε καὶ ἐκάκου αὐτὴν καὶ τοῖς ̔Ρωμαίοις μάχεσθαι ἡτοιμάζετο· ἀνθητοιμάζοντο δὲ καὶ οἱ τοῦ Σκιπίωνος. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ μετεμέλοντο ο τι μὴ ἐκώλυσαν τὸν ̓Αννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῇ Λιβύῃ συγκροτοῦντα αὐτὸν ε μαθον, οὐ μετρίως αυ θις ἐδεδίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ε τερον τῶν ὑπάτων ἐπ' αὐτὸν ε πεμψαν, Μάρκῳ δὲ Σερουιλίῳ τὴν τῆς ̓Ιταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ' οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν, ὑπὸ χειμῶνος ἐν ̓Ιταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. ει τα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθεὶς ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν ευ κλειαν σφετερίσηται, τοῦ ε αρος ἐπιλάμψαντος ἐπὶ τὸν ̓Αννίβαν ἐχώρησε, μαθὼν ο τι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ ̓Αννίβας ὡς ῃ σθετο προσιόντα τὸν Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ 2.290 εὐθὺς εἰς χεῖρας η λθον, συχνὰς δ' ἡμέρας διέτριψαν, καὶ ε καστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ 308

παρεθάρρυνεν. ̔Ως δ' ε δοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ε τι, ἀλλὰ καὶ α κοντα τὸν ̓Αννίβαν εἰς τὸν ἀγῶνα προαγαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ω ρμησεν, ι να δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως· ο καὶ ἐγένετο. ὁ γὰρ ̓Αννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν ἐνίκησε. τρέψας δ' αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ' ὁδὸν τυγχάνοντα ω ρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν ̓Αννίβαν ἐτάραξε, καὶ ε τι ο τι κατασκόπους αὐτοῦ τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ' ἑνὸς αὐτῶν ὁ ̓Αννίβας τὸ πεπραγμένον, οἱ γὰρ δύο παρὰ τοῖς ̔Ρωμαίοις μεῖναι ἠθέλησαν, κατεπλάγη, καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ο τι τάχιστα ε γνω, ι ν' εἰ μὴ τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν. πέμψας ου ν πρὸς τὸν Μασινίσσαν, δι' ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ῃ τησε. καὶ η λθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ε πραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων ου τε τραχὺ ου τε τι σαφὲς ἀπεκρίνατο, ἀλλὰ τὸ μὲν ο λον ἐμέσευσεν, ἐπιεικέστερον δ' ο μως διειλέχθη, ο πως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προαγάγῃ· ο καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ ̓Αννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ο ν ἐκεῖνος ἠπείγετο· ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν 2.291 γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνίδιον. ὁ δ' ̓Αννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευόμενος δ' ἐκεῖ καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πάσης τῆς νυκτός. καὶ ου τως κακῶς αὐτοὺς ε χοντας ὑπὸ καμάτου καὶ δίψης κατηνάγκασε καὶ α κοντας ὁ Σκιπίων συμμίξαι αὐτῷ. Συνέβαλον ου ν οἱ μὲν ̔Ρωμαῖοι συντεταγμένοι καὶ πρόθυμοι, ̓Αννίβας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρόθυμοί τε καὶ καταπεπληγμένοι καὶ δι' ε τερα καὶ ο τι καὶ ὁ η λιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν α λλων καὶ τοῦτο οὐκ αι σιόν τι σφίσι προμηνύειν ὁ ̓Αννίβας ὑπώπτευσεν. ου τω δ' ε χοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἱ ̔Ρωμαῖοι μέγα ἐξαίφνης καὶ καταπληκτικὸν ἀνεβόησαν, καὶ τὰς ἀσπίδας τοῖς δόρασι κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ω ρμησαν. ὑφ' ω ν ταραχθέντες ἐκεῖνοι οἱ μὲν πλείους οὐκ ἐδέξαντο σφᾶς, ἀλλ' ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν ̔Ρωμαίων διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον, καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἱ Καρχηδόνιοι, ε πειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες ε φυγον. οἱ δὲ πλείους ἐφθάρησαν, καὶ ὁ ̓Αννίβας μικροῦ α ν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ι ππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ' ὁ ̓Αννίβας, καὶ ἰδὼν αὐτὸν ου τω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ ου τω παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ε τρωσε· κἀκ τούτου μετ' ὀλίγων ἐξέφυγε. Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη, 2.292 καὶ ἐπολιόρκει αὐτὴν ἐκ γῆς α μα καὶ θαλάσσης. οἱ δὲ Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερήσοντες ἡτοιμάζοντο, ε πειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν διειλέχθη αὐτοῖς. η ν δὲ τὰ ὡμολογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέφαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, καὶ τοῦ λοιποῦ μήτε ναῦς μακρὰς πλείους ε χειν τῶν δέκα μήτε πόλεμον παρὰ τὴν τῶν ̔Ρωμαίων γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τινα ε τερα. Τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις οἱ Καρχηδόνιοι ἐπὶ ̔Ρώμην ἐστάλκασι. καὶ οἱ μὲν ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ' ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις 309

ἐναντιούμενοι. ὁ δὲ δῆμος τὴν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ ε πεμψαν δέκα α νδρας, ι να μετὰ τοῦ Σκιπίωνος α παντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἱ τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν, καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν ̔Ρώμην ἀπήχθησαν, τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ ̔Ρωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ' ̓Ιταλίαν οἱ Καρχηδόνιοι. ̔Ο μὲν ου ν δεύτερος πόλεμος τῶν Καρχηδονίων ε τει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ ̓Αφρικανὸς ἐπεκέκλητο· ̓Αφρικὴ γὰρ η δε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνόμαστο· πολλοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ῃ ρετο, ̓Αννίβας δὲ κατηγόρητο παρὰ 2.293 τοῖς οἰκείοις ὡς τήν τε ̔Ρώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς ̓Ιταλίας σφετερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν ἐπετράπη. Εἰς ἑτέρους δ' αυ θις πολέμους οἱ ̔Ρωμαῖοι κατέστησαν, γενομένους πρὸς Φίλιππόν τε τὸν Μακεδόνα καὶ τὸν ̓Αντίοχον. μέχρι γὰρ ἡ πρὸς Καρχηδονίους η κμαζε μάχη, κα ν μὴ φίλια σφίσι τὰ περὶ τὸν Φίλιππον η ν, ἐθεράπευον αὐτόν, ι να μὴ τοῖς Καρχηδονίοις συνάροιτο η εἰς τὴν ̓Ιταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ' ἐκείνους ἠρέμησαν, οὐκέτ' ἐμέλλησαν, ἀλλ' ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν, πολλὰ ἐγκαλοῦντες αὐτῷ. πρέσβεις ου ν οἱ ̔Ρωμαῖοι πρὸς αὐτὸν πέμψαντες, ἐπεὶ μηδὲν ω ν ἐπετάττετο ε πραττε, τὸν πόλεμον ἐψηφίσαντο, χρώμενοι μὲν τῇ τῶν ̔Ελλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ' ἀληθὲς ἀγανακτοῦντες ἐφ' οι ς ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ι να μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν ̓Ιταλίαν στρατεύσῃ κατὰ τὸν Πύρρον. ψηφισάμενοι δὲ τὸν πόλεμον τά τε α λλα παρεσκευάσαντο ευ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον ̓Απούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν ̓Ιόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες ου ν τὴν δύναμιν πᾶσαν ο τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος, αὐτὸς μὲν τῷ ναυτικῷ τὰς ̓Αθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας ἐρρύσατο καὶ Χαλκίδα κατεχομένην ὑπ' αὐτῶν ἐπόρθησε, κἀν τούτῳ Φιλίππου ταῖς ̓Αθήναις ἐπιστρατεύσαντος ἐπανελθὼν τότε αὐτὸν ἀπεώσατο καὶ μετὰ τοῦτο 2.294 αυ θις προσβαλόντα ἀπεκρούσατο, ̓Απούστιος δ' ἐς τὴν Μακεδονίαν, ἀσχόλου περὶ τὴν ̔Ελλάδα τοῦ Φιλίππου ο ντος, ἐμβαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιππος δὲ διὰ ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν α νω καὶ κάτω περιέθει α λλοτε α λλοις ἀμύνων, ὡς δὲ ὁ ̓Απούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ Δάρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν, οἰκοῦσι δ' ου τοι ὑπέρ τε ̓Ιλλυριῶν καὶ ὑπὲρ Μακεδόνων, ̓Ιλλυριοί τέ τινες καὶ ̓Αμύνανδρος ̓Αθαμανίας Θεσσαλικοῦ γένους βασιλεὺς ω ν, σύμμαχοι πρότερον ο ντες αὐτοῦ, πρὸς τοὺς ̔Ρωμαίους μετέστησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ τοῖς οι κοι ε δεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρατεύματος ε σπευσε. γνοὺς δὲ τὴν πρόσοδον αὐτοῦ ὁ ̓Απούστιος ἀνεχώρησεν· η δη γὰρ καὶ χειμὼν η ν. ̔Ραΐσας δ' ἐκ τῆς νόσου ὁ Γάλβας πλείω παρεσκευάσατο δύναμιν καὶ α μα ε αρι εἰς τὴν Μακεδονίαν ἠπείγετο. ἐπεὶ δ' ἐπλησίασαν ἀλλήλοις, ἀντεστρατοπεδεύσαντο, καὶ ἀκροβολισμοῖς ἐχρῶντο τῶν ἱππέων καὶ τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ρ ̔ ωμαίων ε ς τι χωρίον ο θεν ῥᾷον η ν αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μεταστῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσδόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ δέ γε Φίλιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, ἀλλ' εἰς τὴν ̓Απολλωνίαν ἀνεκομίσθη. καὶ ὁ ̓Απού.295 στιος δὲ μετὰ τῶν ̔Ροδίων καὶ τοῦ ̓Αττάλου περιπλέων νήσους συχνὰς ἐχειρώσατο. Κατὰ δὲ τὸν αὐτὸν χρόνον καί τις ̓Αμίλκας Καρχηδόνιος, τῷ Μάγωνι 310

συστρατεύσας ἐν ̓Ιταλίᾳ κἀκεῖ ὑπομείνας, τέως μὲν ἡσυχίαν η γεν, ὡς δ' ὁ Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας τῶν ̔Ρωμαίων ἀπέστησε καὶ μετ' αὐτῶν ἐπὶ Λίγυας στρατεύσας τινὰς κἀκείνων προσεποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἱ μὲν Λίγυες ε τυχον αὐτῶν, τοῖς α λλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ' ἀντεστράτευσεν ἐπ' αὐτοὺς Αὐρήλιος ὁ υ πατος, φθονήσας τῆς νίκης τῷ στρατηγῷ. Τῷ δ' ἑξῆς ε τει πρὸς τοῦ ̓Αμίλκα καὶ τῶν Γαλατῶν συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν, καὶ τὴν συμμαχίδα τῶν ̔Ρωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν καὶ ἑλόντες κατέσκαψαν. ̓Εν δὲ τῇ ̔Ελλάδι καὶ τῇ Μακεδονίᾳ Πούπλιος Οὐίλλιος ὁ υ πατος ἀντεκάθητο τῷ Φιλίππῳ, τὰ τῆς ̓Ηπείρου προκαταλαβόντι στενά, δι' ω ν εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλαμίνιος υ πατος, τοῦ Φιλίππου πᾶν τὸ μεταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ ο ντος δυσπολεμήτου, διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ' ὀλίγων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα ει σω τῶν στενῶν παρελθεῖν· ο θεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ' 2.296 υ πατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ' ἐν τῇ ̓Ηπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν Φωκίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν ̓Ελάτειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφὸς αὐτοῦ μετὰ τοῦ ̓Αττάλου καὶ τῶν ̔Ροδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες, καὶ πυθόμενοι πρέσβεις πρὸς τοὺς ̓Αχαιοὺς ἐπὶ συμμαχίᾳ πεπέμφθαι, ἀπέστειλαν καὶ αὐτοί· καὶ ̓Αθηναῖοι συνεπρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθησαν αἱ γνῶμαι τῶν ̓Αχαιῶν, τῶν μὲν τῷ Φιλίππῳ τὴν συμμαχίαν ψηφιζομένων, τῶν δὲ τοῖς ̔Ρωμαίοις, ὀψὲ δ' ου ν ποτε τὴν βοήθειαν αὐτοῖς ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους κατήρειψάν τινα, πονήσαντες δ' ἐπεκδρομαῖς ἀπανέστησαν. Ει τα δείσας ὁ Φίλιππος μὴ πολλαὶ πόλεις ἁλῶσιν, ὑπὲρ εἰρήνης πρὸς τὸν υ πατον ἐπεκηρυκεύσατο. καὶ ὁ μὲν ἐδέξατο τοὺς λόγους αὐτοῦ, καὶ συνῆλθον αὐτοὶ καὶ οἱ σύμμαχοι, ἐπράχθη δ' οὐδὲν η ο τι πρέσβεις εἰς ̔Ρώμην πέμψαι τῷ Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ ̔Ελλήνων ἀποστῆναι αὐτὸν ἀξιούντων τῆς Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε Δημητριάδος τῆς Θεσσαλικῆς, οὐδὲν περὶ τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι ε φασαν, καὶ α πρακτοι ἀπηλλάγησαν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τῷ Φλαμινίῳ τὴν ἐν τῇ ̔Ελλάδι ἡγεμονίαν καὶ εἰς τὸ ἐπιὸν ψηφισάμενοι ε τος, αὐτῷ ἀνέθεντο καὶ τὰ κατὰ Φίλιππον. ὁ δέ, ο τι κατὰ χώραν ε μελλε μένειν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ μᾶλλον ο τι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος ἐσπείσατό οἱ, καίτοι φίλος ω ν τοῦ Φιλίππου 2.297 καὶ τὸ Αργος λαβὼν παρ' αὐτοῦ. ἀδυνατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς ̔Ρωμαίοις ἡ πόλις ληφθῇ, τῷ Νάβιδι αὐτήν, ι ν' αυ θις ἀποδοίη, παρακατέθετο. Αἰλίου δὲ Πέτου τοῦ ὑπάτου στρατεύσαντος ἐπὶ τοὺς Γαλάτας, πολλοὶ ἀπ' ἀμφοτέρων ἀπώλλυντο προσμιγνύντες ἀλλήλοις, καίριον δέ τι ἐπράχθη οὐδέν. οἱ δ' ο μηροι τῶν Καρχηδονίων οι τε δοῦλοι οἱ μετ' αὐτῶν καὶ οι τισι πεπραμένοι αἰχμάλωτοι, κατασχεῖν τὰς πόλεις ἐν αι ς ε καστοι τὰς διατριβὰς ἐποιοῦντο τολμήσαντες, καὶ πολλοὺς τῶν ἐπιχωρίων φονεύσαντες, καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἱ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρόμενοι καὶ τοὺς ̔Ρωμαίους ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρεσκευάσαντο ὡς καὶ ἐπὶ τὴν ̔Ρώμην ἐλάσοντες. δείσαντες ου ν οἱ ̔Ρωμαῖοι α μφω τοὺς ὑπάτους Κορνήλιον Κέθηγον καὶ Μινούκιον ̔Ροῦφον ἐπὶ τοὺς Γαλάτας ε πεμψαν· οι διαιρεθέντες α λλος α λλην ἐπόρθουν χώραν. πρὸς ου ν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν, καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ ̓Αμίλκου συμβαλόντες ἡττήθησαν, οἱ λοιποὶ δὲ τοῦτο γνόντες ἀπεδειλίασαν καὶ οὐκέτι τῷ ̔Ρούφῳ συνέβαλον, ἀλλ' ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ οἱ μὲν τῷ Κεθήγῳ 311

πολεμήσαντες σπονδὰς ἐποιήσαντο, οἱ δ' α λλοι ἐν τοῖς ο πλοις ε τι ἐτύγχανον. Τότε δὲ καὶ ὁ Φλαμίνιος μετὰ τοῦ ̓Αττάλου τὴν Βοιωτίαν α πασαν ὑπηγάγετο. καὶ ὁ μὲν Ατταλος ἐν τῷ δημηγορεῖν αὐτοῖς ὑπὸ γήρως ἀπέψυξεν, ὁ δέ γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππῳ προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χωρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην η ν· διὸ καὶ 2.298 α μφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, ου τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν, οἱ μὲν ε νθεν οἱ δ' ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν α πασιν ἰσοπαλεῖς α ν ἀπηλλάγησαν, εἰ μὴ οἱ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς ̔Ρωμαίους ἐποίησαν. ἡττηθεὶς ου ν ὁ Φίλιππος καὶ φυγών, ει τα μαθὼν τήν τε Λάρισαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας, ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ. καὶ ο ς ἐσπείσατο, χρήματά τε τοῦ Φιλίππου δόντος καὶ ὁμήρους α λλους τε καὶ τὸν οἰκεῖον υἱὸν Δημήτριον, καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν ̔Ρώμην ἐκπέμψαντος. ̓Εν ῳ δὲ ταῦτα ἐπράττετο, καὶ ̓Ανδροσθένης ἐνικήθη ὑπὸ τῶν ̓Αχαιῶν καὶ τὴν Κόρινθον ἀπέβαλε. καὶ ὁ Φλαμίνιος ὁ Λούκιος ἐπὶ τοῦ ναυτικοῦ ω ν, ἐπεὶ μὴ ε πειθε τοὺς ̓Ακαρνᾶνας μὴ συμμαχεῖν τῷ Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ ει λε κἀκείνους μετὰ τοῦτο τὴν η τταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστήσατο. Ου τω μὲν ου ν ὁ Μακεδονικὸς ἐλέλυτο πόλεμος, καὶ οἱ ἐν τῇ ̔Ρώμῃ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλλάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν πέντε καὶ τῆς στρατηγίδος αὐτῆς ου σης ἑκκαιδεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ καὶ ἐν τάξεσί τισι, καὶ μόνης τῆς Μακεδονίας βασιλεύειν, μὴ πλείους τ' ε χειν στρατιώτας τῶν πεντακισχιλίων, μήτε πόλεμον ε ξω τῆς ἑαυτοῦ χώρας ποιεῖσθαί τινι. τὰς γὰρ α λλας πόλεις τάς τε ἐν τῇ ̓Ασίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ ἐλευθέρας ἀφῆκαν. 2.299 Οἱ δ' υ πατοι τοῖς Γαλάταις αυ θις οὐκ ἀταλαιπώρως ἐπολέμησαν, ο μως μέντοι καὶ τούτους ὑπέταξαν. Πόρκιος δὲ Κάτων υ πατος αἱρεθεὶς τὴν ̓Ιβηρίαν μικροῦ πᾶσαν ἀλλοτριωθεῖσαν ἀνεκτήσατο, ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς ̔Ρωμαίοις συμβᾶσαν η τταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ' ο λως ἐσθῆτι καταστίκτῳ κεχρῆσθαι, ὁ δῆμος, εἰ χρὴ καταλῦσαι τὸν νόμον, βουλὴν ἐποιεῖτο. καὶ περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατασκευάζων τὸν νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπήγαγε. "κοσμείσθωσαν ου ν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις η τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμασιν, ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι, τοῖς νόμοις τοῖς κειμένοις, τοῖς ο πλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις." Λούκιος δὲ Οὐαλέριος δήμαρχος ἀντιλέγων τῷ Κάτωνι διειλέχθη, ἀποδοθῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών, ει τα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ ε φη "σὺ δ', ω Κάτων, εἰ α χθῃ τῷ κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές, ἀπόκειρον αὐτὰς περιτρόχαλα, καὶ χιτωνίσκους καὶ ἐξωμίδας ε νδυσον, καὶ νὴ Δία σύ γε καὶ ο πλισον ἐφ' ι ππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν ̓Ιβηρίαν ἀνάγαγε· ο πως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν, καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα." καὶ ὁ μὲν Οὐαλέριος ταῦτα ἐπισκώπτων ει πεν, ἀκούσασαι δὲ αἱ γυναῖκες, ἐγγὺς γὰρ τῆς ἀγορᾶς πολλαὶ διέτριβον πολυπραγμονοῦσαι τὸ 2.300 γενησόμενον, εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν καταβοῶσαι τοῦ νόμου, καὶ ου τω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο ἐκεῖ εὐθὺς ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι. ̔Ο δὲ Κάτων ἀποπλεύσας εἰς τὴν ̓Ιβηρίαν ἀφίκετο, καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ιβηρος οἰκοῦντας συνεστράφθαι, ι να καθ' ε ν αὐτῷ πολεμήσωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φοβηθέντας ι να μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι. καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, υ στερον δὲ 312

ὑπόπτων τινῶν γενομένων τά τε ο πλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι' αὐτῶν τῶν ἐπιχωρίων κατέσκαψε. γράμματα γὰρ ἑκασταχόσε διαπέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ α πασιν αὐτὰ ἀποδοθῆναι κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημερὸν καθελεῖν, θάνατον ἀπειλήσας τοῖς ἀπειθήσασιν. α ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς ο ντες, καὶ νομίσαντες ε καστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ καιρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη. ̔Ο δὲ Κάτων διέβη τὸν Ιβηρα, καὶ τοῖς Κελτίβηρσι συμμαχοῦσι τοῖς πολεμίοις αὐτοῦ διὰ τὸ πλῆθος συμβαλεῖν μὴ θαρσήσας, μετεχειρίσατο θαυμασίως αὐτούς, ποτὲ μὲν μεταπείθων πρὸς αὐτὸν μεταστῆναι δόσει μείζονος μισθοῦ, ποτὲ δὲ παραινῶν σφίσιν ἐπανελθεῖν οι καδε, ε στι δ' ο τε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολεμῆσαι ἐτόλμησαν. Τότε δὲ καὶ Φλαμίνιος ἐπὶ τὸ Αργος ἐστράτευσε. 2.301 τὸν γὰρ Νάβιν ου τε σφίσιν πιστὸν καὶ τοῖς Ελλησι φοβερὸν ὁρῶντες οἱ ̔Ρωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην η λασεν ὁ Φλαμίνιος, καὶ ἀπόνως τὰ Ταΰγετά τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντιουμένου. ὁ γὰρ Νάβις, τούς τε ̔Ρωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑποπτεύσας, οὐκ ἐκινήθη ω στε προαπαντῆσαι τῷ Φλαμινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ ο τι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετάραξε. τῇ δ' ὑστεραίᾳ ἐπεξῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. καταλιπὼν ου ν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, ο πως μηδαμοῦ κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτράπετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ ̔Ρόδιοι καὶ ὁ τοῦ ̓Αττάλου παῖς Εὐμένης ἐπόρθουν αὐτήν. ἀπογνοὺς ου ν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Φλαμινίῳ ὑπὲρ εἰρήνης ἀπέστειλε. καὶ ο ς τοὺς μὲν λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατελύσατο. τὰς γὰρ ὁμολογίας, α ς ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, ου τ' ἀπαγορεῦσαι ἐθάρρει ου τε ποιῆσαι συγκατετίθετο. τὸ δὲ πλῆθος ἐκώλυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν ̔Ρωμαίων αυ θις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, καὶ γὰρ ἀτείχιστος η ν ἐν μέρει, ἑλόντων οὐκέτ' ἐπέσχεν, ἀλλὰ πρός τε τὸν Φλαμίνιον σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν ̔Ρώμην πρεσβευσάμενος συνηλλάγη. Ο ̔ δὲ Φλαμίνιος τότε μὲν πάντας τοὺς Ελληνας ἐλευθέρους ἀφῆκεν, υ στερον δὲ συγκαλέσας αὐτοὺς καὶ ὑπομνήσας ω ν εὐηργέτηντο, παρῄνεσεν ευ νοιαν 2.302 τῇ ̔Ρώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ. ̓Αφικομένου δ' ἐς ̔Ρώμην τοῦ Φλαμινίου ὁ Νάβις ἐνεωτέρισε. κἀκ τούτου καὶ τὸ Ἑ λληνικὸν α παν ὡς εἰπεῖν ἐταράχθη, τῶν Αἰτωλῶν σφᾶς ἐναγόντων· παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ πρὸς τὸν Φίλιππον καὶ τὸν ̓Αντίοχον ἐπρεσβεύοντο. καὶ ε πεισαν αὐτὸν ἐκπολεμωθῆναι ̔Ρωμαίοις, ὡς καὶ τῆς ̔Ελλάδος τῆς ̓Ιταλίας τε βασιλεύσοντα. τοῖς δὲ ̔Ρωμαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περιγενέσθαι τοῦ ̓Αντιόχου ἐλπὶς η ν, ἀλλ' ἠγάπων ει γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ ̓Αντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι' α λλα τε καὶ ο τι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ' ε τι μείζων ἐγένετο ο τι τὸν Πτολεμαῖον τὸν τῆς Αἰγύπτου βασιλέα καὶ τὸν ̓Αριαράθην τὸν τῆς Καππαδοκίας κηδεστὴν προσετέθειτο. Τοιοῦτον τὸν ̓Αντίοχον νομιζόμενον οἱ ̔Ρωμαῖοι, μέχρι μὲν τῷ Φιλίππῳ ἐπολέμουν, ἐθεράπευον, φιλίως τε διὰ πρέσβεων ὁμιλοῦντες καὶ δῶρα πέμποντες· ἐπεὶ δ' ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ο ν πρόσθεν ἐδεδίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ α λλα τε παρεστήσατο καὶ τὴν Λυσιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος καὶ ὁ Νάβις ἐπηγάγοντο. ο τε ̓Αννίβας αὐτῷ συγγενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν ̓Ιταλίαν πλεῦσαι, καὶ τὰ τοῦ ̓Ιονίου κόλπου ε θνη προσκαταστρέψασθαι, καὶ μετ' αὐτῶν ἐπὶ τὴν ̔Ρώμην ὁρμῆσαι.

ε φθη γοῦν ὁ ̓Αντίοχος καὶ δὶς ἐς τὴν Εὐρώπην διαβὰς ει ς τε τὴν ̔Ελλάδα ἀφικόμενος. πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι, 2.303 καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνάμει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τὸν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο, ἐπιχειρήσας δ' ἐς Κύπρον πλεῦσαι ε πταισεν ὑπὸ χειμῶνος, καὶ οι καδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ ̔Ρωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντεγκαλοῦντες, ο πως πρόφασίν τε τοῦ πολέμου λάβωσι καὶ ο πως τὰ παρ' ἀλλήλοις προκατασκέψωνται. ̓Αννίβας δὲ τὴν μεγίστην τῶν παρὰ Καρχηδονίοις ἀρχῶν εἰληφώς, καὶ προσκρούσας ἀπ' αὐτῆς τοῖς δυνατωτάτοις, ἐμισήθη τε ὑπ' αὐτῶν καὶ πρὸς τοὺς ̔Ρωμαίους διεβλήθη ὡς τά τε τῶν Καρχηδονίων νεωτερίζων καὶ τῷ ̓Αντιόχῳ κοινολογούμενος. καὶ μαθών τινας ἐκ τῆς ̔Ρώμης παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν ̓Αντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τὸν πρὸς τοὺς ̔Ρωμαίους πόλεμον ε πραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν τό τε τῆς ̔Ελλάδος κράτος καὶ τὸ τῆς ̓Ιταλίας· μέχρις ου σφίσιν ὁ Σκιπίων ὁ ̓Αφρικανὸς συνεγένετο. ου τος γὰρ δικαστὴς ἐς τὴν Λιβύην πεμφθεὶς τῷ τε Μασινίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ο ρων γῆς διαφερομένοις, μετέωρον τὴν ε χθραν αὐτῶν κατέλιπεν, ι ν' ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ ̔Ρωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ' εἰς τὴν ̓Ασίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν ̓Αντίοχον, ε ργῳ δὲ ι να κἀκεῖνον καὶ τὸν ̓Αννίβαν ἐπιφανεὶς καταπλήξῃ καὶ πράξῃ τὰ τοῖς ̔Ρωμαίοις συμφέροντα. ἀφικομένου δ' αὐτοῦ οὐχ ὁμοίως ε τι προσεῖχεν ὁ ̓Αντίοχος τῷ ̓Αννίβᾳ· ὑπώπτευσε γὰρ αὐτὸν δι' ἀπορρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ 2.304 α λλως δὲ αὐτὸν ἐβαρύνετο, ο τι α παν βούλευμα τῷ ̓Αννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κατόρθωσιν ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ ̓Αννίβᾳ καὶ ἐφοβήθη αὐτὸν ι να μή τι δυνηθεὶς μεταβάληται· καὶ ου τε στράτευμα παρέσχεν αὐτῷ ου τ' ἐς τὴν Καρχηδόνα ε πεμψεν· οὐδ' ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέχρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων αὐτοῦ δοκεῖν ει ναι. ̔Η δὲ περὶ τοῦ ̓Αντιόχου φήμη πολλὴ τὴν ̔Ρώμην κατέσχε καὶ ἐς φροντίδα τοὺς ̔Ρωμαίους οὐκ ἐλαχίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ ̓Αντιόχου θρυλουμένων, καὶ τῶν μὲν ο τι τὴν ̔Ελλάδα πᾶσαν η δη κατέχει, τῶν δ' ο τι ἐπὶ τὴν ̓Ιταλίαν ἐπείγεται λογοποιούντων, οἱ ̔Ρωμαῖοι πρέσβεις εἰς τὴν ̔Ελλάδα α λλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς ε χοντα ε στειλαν, ο πως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, καὶ στρατηγοὺς Μάρκον μὲν Βαίβιον εἰς ̓Απολλωνίαν, εἰ ταύτῃ ἐς τὴν ̓Ιταλίαν περαιωθῆναι τολμήσειεν ὁ ̓Αντίοχος, Αυ λον δὲ ̓Ατίλιον ἐπὶ τὸν Νάβιν. καὶ ου τος μὲν οὐδὲν ε πραξεν, ε φθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη η λω ὑπὸ τῶν ̓Αχαιῶν, ὁ δὲ Βαίβιος καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς ̔Ρωμαίους ὁμολογίαις ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε α λλα καὶ ο τι ὁ ̓Αντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπεσπάσατο. ̔Ο δέ γε Φλαμίνιος περιιὼν τὴν ̔Ελλάδα τοὺς 2.305 μὲν μηδ' ἀποστῆναι ε πεισε, τοὺς δὲ καὶ ἀποστάντας η δη μετέστησε, πλὴν Αἰτωλῶν καὶ ἑτέρων τινῶν. αὐτοί τε γὰρ τῷ ̓Αντιόχῳ προσεχώρησαν καὶ α λλους τοὺς μὲν ἑκόντας συνίστων, ἐνίους δέ γε καὶ α κοντας. καὶ ὁ ̓Αντίοχος, καίτοι χειμῶνος ο ντος, ο μως πρὸς τὰς τῶν Αἰτωλῶν ἐλπίδας ε σπευσε· διὸ οὐδὲ ἀξιόμαχον ἐπήγετο δύναμιν. τὴν μέντοι Χαλκίδα μετ' αὐτῶν ε λαβε, τήν τε α λλην Ευ βοιαν προσεποιήσατο. καὶ ἐν τοῖς αἰχμαλώτοις ̔Ρωμαίους τινὰς εὑρών, πάντας αὐτοὺς ἀφῆκε. καὶ ἐς τὴν Χαλκίδα διεχείμασεν· ο θεν αὐτός τε καὶ οἱ στρατηγοὶ οι τε στρατιῶται αὐτοῦ τὰς γνώμας προδιεφθάρησαν. τῇ τε γὰρ α λλῃ ῥᾳστώνῃ καὶ ε ρωτι κόρης τινὸς ἐς τὸ ἁβροδίαιτον ἐξώκειλε, καὶ τοὺς α λλους ἀπολέμους ἐποίησεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ, μαθόντες αὐτὸν ἐς τὴν ̔Ελλάδα παρόντα τὴν Χαλκίδα τε ᾑρηκότα, τὸν 314

πόλεμον φανερῶς ἀνείλοντο· καὶ τῶν ὑπάτων Σκιπίωνα μὲν τὸν Νασικᾶν ἐπὶ φυλακῇ τῆς ̓Ιταλίας κατέσχον, Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν ̔Ελλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν ̓Αντίοχον ἐκ τῆς ̔Ελλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Φιλίππου παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Φίλιππον ἑλὼν εἰς τὴν ̔Ρώμην ἀπέστειλε, καὶ τὸν ̓Αμύνανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν ε δωκεν. ̔Ο δ' ̓Αντίοχος ἐν τούτοις ἡσυχίαν α γων ἐν τῇ Χαλκίδι διέτριβεν· ει τα εἰς τὴν Βοιωτίαν ἐλήλυθε 2.306 καὶ ἐν ταῖς Θερμοπύλαις ἀντιπροσιόντας οἱ τοὺς ̔Ρωμαίους ὑπέμεινε· πρὸς γὰρ τὴν τῶν στρατιωτῶν ὀλιγότητα σύμμαχον τὴν τοῦ χωρίου φύσιν ε ξειν ἐνόμισε. καὶ ι να μή τι καὶ αὐτὸς πάθῃ οι ον οἱ Ελληνες οἱ πρὸς τὸν Μῆδον ἀντιταχθέντες ἐκεῖ, μέρος τι τῶν Αἰτωλῶν ἐπὶ τὰ α κρα τῶν ὀρῶν ἀνεβίβασεν, ω στε φρουρῆσαι αὐτά. ὁ δὲ Γλαβρίων βραχύ τε τῶν χωρίων ἐφρόντισε καὶ τὴν μάχην οὐκ ἀνεβάλετο, ἀλλὰ Πόρκιον μὲν Κάτωνα καὶ Οὐαλέριον Φλάκκον ὑποστρατήγους νυκτὸς ἐπὶ τοὺς Αἰτωλοὺς τοὺς ἐν τοῖς α κροις ἀπέστειλεν, αὐτὸς δὲ τῷ ̓Αντιόχῳ ὑπὸ τὴν ε ω συνέμιξε. καὶ ε ως μὲν ἐν τῷ ὁμαλῷ ἐμάχετο, ἐπεκράτει, ἀναχωρήσαντος δὲ τοῦ ̓Αντιόχου πρὸς τὰ μετέωρα ἠλαττοῦτο, μέχρις ὁ Κάτων κατὰ νώτου οἱ ἐγένετο. τοῖς γὰρ Αἰτωλοῖς καθεύδουσιν ἐπελθὼν τοὺς μὲν πλείους ἀπέκτεινε καὶ τοὺς λοιποὺς διεσκέδασε, κἀντεῦθεν καταδραμὼν καὶ τῆς κάτω μάχης μετέσχε. καὶ τόν τε ̓Αντίοχον ε τρεψαν καὶ τὸ στρατόπεδον αὐτοῦ ει λον. καὶ ὁ μὲν ἐς τὴν Χαλκίδα εὐθὺς ἀπεχώρησε, μαθὼν δὲ τὸν υ πατον προσιόντα, ἐς τὴν ̓Ασίαν ἀνεκομίσθη λαθών. Καὶ τὴν μὲν Βοιωτίαν καὶ τὴν Ευ βοιαν ὁ Γλαβρίων αὐτίκα κατέσχε, τῇ δ' ̔Ηρακλείᾳ, μὴ βουληθέντων αὐτῷ προσχωρῆσαι τῶν Αἰτωλῶν, προσβολὰς ἐποιεῖτο· καὶ τὴν μὲν κάτω πόλιν πολιορκίᾳ ει λε, τοὺς δ' ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ Δημόκριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ο ς τῷ Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο, καὶ ψήφισμα ἐκείνου αἰτήσαντος, ι ν' ἐς τὴν ̔Ρώμην πέμψῃ, "θάρρει" ε φη· "ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρατοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι." τοῦ 2.307 Φιλίππου δὲ τὴν Λάμιαν πολιορκοῦντος ἐπῆλθεν ἐπ' αὐτὴν ὁ Γλαβρίων, καὶ τήν τε νίκην καὶ τὴν λείαν ἐσφετερίσατο. τῶν μέντοι Αἰτωλῶν οἱ λοιποὶ συναλλαγῆναι μὲν ἠθέλησαν, οὐκ ἐσπείσαντο δέ, τοῦ ̓Αντιόχου πρέσβεις αὐτοῖς καὶ χρήματα πέμψαντος, ἀλλὰ πρὸς πόλεμον ἡτοιμάζοντο. καὶ ὁ Φίλιππος ὑπεκρίνετο μὲν τὴν πρὸς τοὺς ̔Ρωμαίους φιλίαν, τὰ δὲ τοῦ ̓Αντιόχου ἐφρόνει. ἐν τούτῳ δὲ Ναύπακτον ὁ Γλαβρίων τῶν Αἰτωλῶν ου σαν ἐπολιόρκει· ου ς ἐλθὼν ὁ Φλαμίνιος ε πεισε σπείσασθαι, γνωρίμως αὐτοῖς ε χων. καὶ πρέσβεις εἰς τὴν ̔Ρώμην ἐκεῖνοί τε καὶ οἱ ̓Ηπειρῶται ἐστάλκασι. καὶ ὁ Φίλιππος στέφανον νικητήριον τῷ Διὶ τῷ Καπιτωλίῳ πέμψας α λλα τε ἀντειλήφει καὶ τὸν υἱὸν τὸν Δημήτριον ἐν ̔Ρώμῃ ὁμηρεύοντα. τοῖς δ' Αἰτωλοῖς σπονδαὶ οὐκ ἐγένοντο· οὐ γὰρ ἐλαττωθῆναί τι κατεδέξαντο. ̓Επὶ δὲ τὸν ̓Αντίοχον οἱ ̔Ρωμαῖοι τοὺς Σκιπίωνας ε ταξαν τόν τε ̓Αφρικανὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λούκιον. οι τοῖς μὲν Αἰτωλοῖς ἀνοχὴν ε δοσαν, ι ν' ἐς τὴν ̔Ρώμην αυ θις ὑπὲρ τῆς εἰρήνης πρεσβεύσωνται, ἠπείγοντο δ' ἐπὶ τὸν ̓Αντίοχον, καὶ ἐπὶ Μακεδονίαν ἐλθόντες, συμμάχους τε λαβόντες ἐκ τοῦ Φιλίππου, ἐπὶ τὸν ̔Ελλήσποντον η λασαν. καὶ ἐς τὴν ̓Ασίαν περαιωθέντες τὰ πλεῖστα τῶν παραθαλασσίων κατέλαβον προκατειλημμένα παρὰ τῶν ἐκεῖ προαπελθόντων ̔Ρωμαίων, πρὸς δὲ καὶ τοῦ Εὐμένους καὶ τῶν ̔Ροδίων, οι καὶ τὸν ̓Αννίβαν ναῦς τινας ἐκ Φοινίκης α γοντα περὶ Παμφυλίαν ἐνίκησαν. καὶ Εὐμένης δὲ καὶ Ατταλος ὁ ἀδελφὸς αὐτοῦ τὴν χώραν ἐκάκουν τοῦ ̓Αντιόχου, καὶ πόλεις αἱ μὲν βίᾳ, αἱ δ' ἑκούσιαι πρὸς 2.308 τοὺς ̔Ρωμαίους μεθίσταντο, ω στε ἐκ τούτων ἀναγκασθῆναι τὸν ̓Αντίοχον τὴν Εὐρώπην τε παντελῶς ἐκλιπεῖν καὶ τὸν υἱὸν Σέλευκον ἀπὸ τῆς Λυσιμαχίας ἀπαγαγεῖν. ο ν ἐπανελθόντα σὺν δυνάμει ἐπὶ τὴν 315

Πέργαμον ε πεμψεν. ὡς δὲ προσεδρεύσας τῇ πόλει οὐδὲν ἐπέρανε, καὶ οἱ Σκιπίωνες ἐπῆλθον, εὐθὺς αὐτοῖς ἐπεκηρυκεύσατο, προσδοκήσας τεύξεσθαι τῆς εἰρήνης, ο τι τὸν ̓Αφρικανοῦ υἱὸν συλλαβὼν ἐν θεραπείᾳ ει χε πολλῇ· καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών, α νευ λύτρων ἀφῆκεν αὐτόν. οὐκ ἐγένετο δὲ ἡ εἰρήνη, τοῦ ̓Αντιόχου α οἱ ̔Ρωμαῖοι ἀπῄτουν μὴ συνθεμένου ποιῆσαι. Τέως μέντοι ἐπὶ πολὺ ἡσύχασαν, ει τα καὶ ἐπολέμησαν. ὁ δὲ ἀγὼν ου τως ἐγένετο. πρῶτα τὰ α ρματα, ει τα τοὺς ἐλέφαντας ὁ ̓Αντίοχος ε ταξε, καὶ μετὰ ταῦτα τοὺς σφενδονήτας καὶ τοὺς τοξότας. τὴν μὲν ου ν ἐκδρομὴν τῶν ἁρμάτων προεκδραμόντες οἱ ̔Ρωμαῖοι καὶ μετὰ κραυγῆς σφίσι πολλῆς ἀντιμέτωποι προσπεσόντες ἀνέκοψαν, ω στε τὰ πολλὰ αὐτῶν ἐς τοὺς ἐλέφαντας τραπόμενα πάλιν τὸ οἰκεῖον συνετάραξαν, αὐτοί τε γὰρ ἐπλανῶντο καὶ τοὺς ἐπιτεταγμένους σφίσιν ἐκφοβήσαντες διεσκέδασαν, τὴν δὲ τοξείαν καὶ τὴν σφενδόνησιν ο μβρος πολὺς ἐπιγενόμενος ἀσθενῆ ἐποίησεν· ὁμίχλη τε πλείστη καὶ βαθεῖα συμβᾶσα τοὺς μὲν ̔Ρωμαίους α τε κρατοῦντας καὶ ἀγχεμάχως ἐκ χειρὸς μαχομένους οὐδὲν ἐνεπόδισε, τοὺς δ' ἐναντίους, οι α πεφοβημένους ι ππῳ τε καὶ τοξείᾳ τὸ πλεῖστον χρωμένους, τήν τε πρόοψιν εἰς τὰ τοξεύματα ἀφείλετο, καὶ περὶ ἀλλήλους ὡς ἐν σκότῳ πλανωμένους ε σφηλεν. ο μως δ' ου ν ι σχυσεν 2.309 ὁ ̓Αντίοχος τοῖς καταφράκτοις ἱππεῦσι τοὺς ἀντιστάντας αὐτῷ τρεψάμενος μέχρι τοῦ στρατοπέδου ἐλθεῖν ἐπιδιώκων αὐτούς. καί γε ει λεν α ν αὐτό, εἰ μὴ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τὴν φρουρὰν αὐτοῦ ε χων τοὺς πρώτους προσιόντας τῶν ̔Ρωμαίων ἀπέκτεινεν, ἐπεὶ μὴ ε πεισεν αὐτοὺς τῆς φυγῆς ἐπισχεῖν. ἐκ γὰρ τούτου ἐκείνων τε οἱ λοιποὶ ὑποστρέψαντες καὶ αὐτὸς ἀκραιφνέσιν ἐπεκδραμὼν τοῖς φρουροῖς ἀπεώσαντο τὸν ̓Αντίοχον. ἐν ῳ δὲ τοῦτ' ἐγίνετο, Ζεῦξις καθ' ε τερον μέρος τῷ ταφρεύματι προσβαλὼν ει σω τε αὐτοῦ εἰσῆλθε καὶ ἁρπαγὴν ἐποιεῖτο, μέχρις ου ὁ Λέπιδος ῃ σθετο. τότε γὰρ κἀκεῖνος τὸ σφέτερον ἐρρύσατο, καὶ ὁ Σκιπίων τὸ τοῦ ̓Αντιόχου ει λε, καὶ ἐν αὐτῷ πολλοὺς μὲν ἀνθρώπους, πολλοὺς δ' ι ππους, ὑποζύγια, ἀργύριον, χρυσίον, ἐλέφαντα α λλα τε πολλὰ καὶ πολυτελῆ ευ ρε. καὶ ὁ μὲν ̓Αντίοχος ἡττηθεὶς αὐτίκα ἐς τὴν Συρίαν ἀνεχώρησεν, οἱ δ' Ελληνες οἱ ἐν τῇ ̓Ασίᾳ τοῖς ̔Ρωμαίοις προσέθεντο. Μετὰ δὲ ταῦτα ἀνακωχή τις ἐπικηρυκευσαμένου τοῦ ̓Αντιόχου ἐσπείσθη. ο τε γὰρ ̓Αφρικανὸς εὐνοϊκῶς οἱ διὰ τὸν υἱὸν ει χε, καὶ ὁ υ πατος οὐκ η θελε τὴν νίκην τῷ διαδόχῳ πλησιάζοντι καταλελοιπέναι. ου κουν οὐδὲ ἐπέταξαν τῷ ̓Αντιόχῳ πλέον οὐδὲν η ο σα καὶ πρὸ τῆς μάχης ῃ τουν. διὸ καὶ Γναῖος Μάλλιος ὁ τὴν ἀρχὴν σφῶν διαδεξάμενος οὐκ ἠρκέσθη τοῖς συγκειμένοις, ἀλλὰ πλείω αὐτὸν ἀπῄτησε, πρὸς δὲ καὶ ὁμήρους δοῦναι ἐκέλευσεν α λλους τε καὶ τὸν υἱὸν ̓Αντίοχον, καὶ τοὺς αὐτομόλους πάντας ἐκδοῦναι, ἐν οι ς καὶ ὁ ̓Αννίβας η ν. καὶ ὁ ̓Αντίοχος καὶ α κων πρὸς α παντα ἐπειθάρχησεν. οὐ μέντοι καὶ τὸν ̓Αννίβαν ἐκδοῦναι ἠδυνήθη· πρὸς γὰρ Προυσίαν τὸν βασιλέα τῶν Βιθυνῶν προκατέφυγε. καὶ ὁ μὲν ̓Αντίοχος 2.310 πρέσβεις ἐπὶ τούτοις εἰς τὴν ̔Ρώμην πέμψας ἐσπείσατο, Σκιπίων δὲ Λούκιος ἐπῃνεῖτο ἐπὶ τῇ νίκῃ καὶ τὴν τοῦ ̓Ασιατικοῦ ἐπωνυμίαν δι' αὐτὴν ε σχεν, ω σπερ ὁ ἀδελφὸς αὐτοῦ ̓Αφρικανὸς ἐπεκλήθη, τῆς Καρχηδόνος κρατήσας μέγιστον ἐν τῇ ̓Αφρικῇ δυνηθείσης. Τοιοῦτοι δ' ου ν α νδρες ου τοι γενόμενοι καὶ ἐπὶ τοσοῦτον δόξης ἐλθόντες ἐξ ἀρετῆς, δικαστηρίῳ καὶ τῷ δήμῳ οὐ πολλῷ υ στερον παρεδόθησαν· καὶ ὁ μὲν Λούκιος κατεψηφίσθη ὡς τάχα πολλὰ ἐκ τῆς λείας σφετερισάμενος, ̓Αφρικανὸς δὲ ὡς ἐπιεικεστέρας τὰς συνθήκας διὰ τὸν υἱὸν ποιησάμενος, τὸ δ' ἀληθὲς διὰ φθόνον. ο τι δ' οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ α λλοθεν, οὐχ η κιστα δὲ ο τι καὶ τῆς οὐσίας τοῦ ̓Ασιατικοῦ δημευθείσης οὐδὲν πλέον τῶν αὐτῷ προϋπαρχόντων εὑρέθη, ο τι δὲ τοῦ ̓Αφρικανοῦ ἐς τὸ Λίτερνον πρὸ ψήφου ἀναχωρήσαντος καὶ μέχρι τελευτῆς ἐκεῖ καταμείναντος οὐδεὶς αὐτοῦ ε τι κατεψηφίσατο. ̔Ο δέ γε Μάλλιος τότε Πισιδίαν Λυκαονίαν τε καὶ Παμφυλίαν τῆς τε Γαλατίας τῆς ̓Ασιανῆς πολλὰ προσηγάγετο. ε στι γάρ τι κἀνταῦθα γένος αὐτῶν, ἐκ 316

τοῦ Εὐρωπαίου ἀποδάσμιον. Βρέννον γάρ ποτε βασιλέα σφῶν προστησάμενοι τήν τε ̔Ελλάδα καὶ τὴν Θρᾴκην ἐπέδραμον, κἀκεῖθεν εἰς τὴν Βιθυνίαν διαβάντες μέρη τινὰ τῆς τε Φρυγίας καὶ τῆς Παφλαγονίας τῆς τε Μυσίας τῆς πρὸς τῷ ̓Ολύμπῳ καὶ Καππαδοκίας ἀπετέμοντο καὶ ἐν αὐτοῖς κατῴκησαν, καὶ νῦν ε θνος ι διόν εἰσι τὸ ο νομα τῶν Γαλατῶν φέροντες. ου τοι δὴ πράγματα τῷ Μαλλίῳ παρέσχον. ἀλλὰ καὶ τούτων ἐκράτησε, τὴν μὲν Αγκυραν τὴν πόλιν ἑλὼν ἐξ ἐπιδρομῆς, τὰς δ' α λλας ὁμολογίᾳ παραστη.311 σάμενος. πράξας δὲ ταῦτα καὶ συχνὸν παρὰ ̓Αριαράθους τοῦ Καππαδοκῶν βασιλέως ἀργύριον ἐπὶ εἰρήνῃ λαβὼν ἀπῆρεν οι καδε. Οἱ δ' Αἰτωλοὶ πρέσβεις τὸ δεύτερον ὑπὲρ εἰρήνης ἐς τὴν ̔Ρώμην πέμψαντες αὐτοὶ αυ θις ἐνεωτέριζον. διὸ οἱ ̔Ρωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν ̔Ελλάδα ἀνέθεντο. ὁ δὲ ἐς ̓Αμβρακίαν τὴν πόλιν πρῶτον ω ρμησε μεγάλην ου σαν, η ν γάρ ποτε τοῦ Πύρρου βασίλειον, τότε δὲ κατείχετο πρὸς τῶν Αἰτωλῶν, καὶ ἐπολιόρκει αὐτήν· οἱ ου ν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθησαν· ὡς δ' οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν ̓Αμβρακίαν εἰσέπεμψαν. οἱ δὲ ̔Ρωμαῖοι δι' ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάνθανον τοὺς πολιορκουμένους, ἐπεὶ δ' ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνοοῦντες δ' ο πῃ ὀρύσσοιτο, χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ε νδοθεν, καὶ πελάσαντες τοῖς ̔Ρωμαίοις ῃ εσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλκοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν, καὶ εἰς τὸν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσφέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οι α ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ο ν οὐδεὶς τῶν ̔Ρωμαίων ὑπέμενεν. ο θεν ἀπογνόντες οἱ ̔Ρωμαῖοι ἐσπείσαντο καὶ τὴν πο.312 λιορκίαν κατέλυσαν. ὁμολογησάντων δ' αὐτῶν καὶ οἱ Αἰτωλοὶ μετεβάλοντο· καὶ διεπράξαντο ἀνοχήν, ει τα καὶ εἰρήνην παρὰ τοῦ δήμου, πολλὰ μὲν χρήματα, πολλοὺς δὲ καὶ ὁμήρους δόντες. καὶ ὁ Φουλούιος τὴν Κεφαλληνίαν ὁμολογίᾳ παρεστήσατο καὶ τὴν Πελοπόννησον στασιάζουσαν κατεστήσατο. Γαΐου δὲ Φλαμινίου καὶ Αἰμιλίου Λεπίδου ὑπατευόντων μετέπειτα ὁ ̓Αντίοχος ε θανε, καὶ αὐτὸν ὁ υἱὸς ὁ Σέλευκος διεδέξατο· τελευτήσαντος δὲ κἀκείνου πολλῷ υ στερον ὁ εἰς τὴν ̔Ρώμην ὁμηρεύων ̓Αντίοχος ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι ο τι πόλεών τινων ἐστερήθη ἐν Θεσσαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αι νου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς Αλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν κτίσαι ἠθέλησαν. ω ν ὁ Μάρκος ὁ Μάρκελλος τά τε ο πλα ἀφείλετο καὶ τα λλα ο σα ἐπεκομίζοντο· οἱ δ' ἐν τῇ ̔Ρώμῃ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι πάντα ἀπέδωκαν. Τότε δὲ καὶ ὁ ̓Αννίβας ἀπέθανε. πρέσβεων γὰρ πρὸς τὸν Προυσίαν τὸν τῆς Βιθυνίας κρατοῦντα πεμφθέντων ἐκ ̔Ρώμης δι' α λλα τέ τινα καὶ ο πως καὶ τὸν ̓Αννίβαν ἐκδοίη παρ' αὐτῷ ο ντα, προμαθὼν τοῦτ' ἐκεῖνος καὶ διαδρᾶναι μὴ οι ός τε ω ν ἑαυτὸν διεχρήσατο. χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ Λιβύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ε τυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ τυγχάνων καλουμένῳ Λιβύσσῃ. καὶ ὁ ̓Αφρικανὸς δὲ Σκιπίων τότε μετήλλαξε. 2.313 Φίλιππος δὲ ὁ Μακεδόνων βασιλεύς, τὸν υἱὸν Δημήτριον ἀποκτείνας καὶ τὸν ε τερον υἱὸν τὸν Περσέα μελλήσας φονεύσειν, ἀπέθανεν. ἐπεὶ γὰρ προσφιλὴς τοῖς ̔Ρωμαίοις ἐκ τῆς ὁμηρείας ἐγένετο ὁ Δημήτριος, καὶ αὐτός τε καὶ οἱ λοιποὶ τῶν Μακεδόνων η λπιζον ο τι μετὰ τὸν Φίλιππον τὴν βασιλείαν λήψεται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, α τε καὶ πρεσβύτερος αὐτοῦ ω ν, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύτησεν, ὁ δὲ 317

Φίλιππος οὐ πολλῷ υ στερον τὸ ἀληθὲς γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ι σχυσεν, ἀλλ' αὐτός τε ἀπέθανε καὶ τὴν βασιλείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ ̔Ρωμαῖοι ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν ἀνενεώσαντο. ̓Εν δὲ τοῖς μετὰ ταῦτα χρόνοις συνηνέχθησαν μέν τινα, οὐ μέντοι καὶ ἀναγκαῖα πάνυ ω στε καὶ συγγραφῆς νομίζεσθαι α ξια. υ στερον δὲ ὁ Περσεὺς πολέμιον ἑαυτὸν τοῖς ̔Ρωμαίοις ἐποίησεν. ι να δὲ ἀναβολὴν τοῦ πολέμου σχοίη μέχρις α ν παρασκευάσηται, πρέσβεις εἰς τὴν ̔Ρώμην ε πεμψεν ἀπολογησομένους τάχα περὶ ω ν ἐνεκαλεῖτο. ου ς οἱ ̔Ρωμαῖοι ου τ' ει σω τοῦ τείχους ἐδέξαντο, καὶ πρὸ τοῦ α στεος αὐτοῖς χρηματίσαντες οὐδὲν ἀπεκρίναντο ε τερον η ο τι υ πατον πέμψουσι πρὸς ο ν ο σα βούλεται διαλεχθήσεται. καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες σφίσι καὶ ἀγωγοὺς ω στε μή τινι συγγένωνται· καὶ τῷ Περσεῖ τῆς ̓Ιταλίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν. Οἱ μὲν ου ν ̔Ρωμαῖοι μετὰ ταῦτα Γναῖον Σικίνιον 2.314 στρατηγὸν μετὰ δυνάμεως ὀλίγης ἐξέπεμψαν, οὐ γάρ πω τὴν μείζω παρεσκευάσαντο, καὶ ὁ Περσεὺς εἰς Θεσσαλίαν παρεμβάλλων τά γε πλεῖστα αὐτῆς ᾠκειώσατο· ἐπεὶ δὲ τὸ ε αρ ἐπέστη, πέμπουσιν ἐπ' αὐτὸν Λικίνιον Κράσσον, καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Γάιον Λουκρήτιον. συμμίξας ου ν πρῶτον περὶ Λάρισαν τῷ Περσεῖ ἐν ἱππομαχίᾳ ε πταισεν· υ στερον μέντοι περιεγένετο, ω στε καὶ ἀναχωρῆσαι τὸν Περσέα εἰς τὴν Μακεδονίαν. ὁ Κράσσος δὲ ταῖς πόλεσι ταῖς ̔Ελληνικαῖς ταῖς ὑπὸ τοῦ Φιλίππου κατεχομέναις προσέβαλε, καὶ τῶν μὲν πλειόνων ἀπεκρούσθη, ε στι δ' α ς ἐχειρώσατο· καί τινας κατασκάψας τοὺς ἁλόντας ἀπέδοτο. α περ οἱ ἐν τῇ ̔Ρώμῃ πυθόμενοι ἠγανάκτησαν, καὶ τόν τε Κράσσον υ στερον ἐζημίωσαν χρήμασι καὶ τὰς ἑαλωκυίας πόλεις ἠλευθέρωσαν καὶ τοὺς πραθέντας ἐξ αὐτῶν καὶ εὑρεθέντας ἐν τῇ ̓Ιταλίᾳ τότε παρὰ τῶν ἐωνημένων αὐτοὺς ἐξεπρίαντο. Ταῦτα μὲν ου ν ου τως ε πραξαν οἱ ̔Ρωμαῖοι, ἐν δὲ τῷ πρὸς τὸν Περσέα πολέμῳ πολλὰ καὶ μεγάλα ἠτύχησαν, καὶ πολλαχόθι ἐπόνησε τὰ αὐτῶν, καὶ ὁ Περσεὺς τῆς ̓Ηπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ α λλην δύναμιν πολλὴν συνεκρότησε, καὶ πρὸς τοὺς ἐλέφαντας τῶν ̔Ρωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν η λοις τὰς ἀσπίδας καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. ο πως δὲ μήτε τοῖς ι πποις φοβεροὶ ει εν, ει δωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν ε χοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι ο ντα, βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως, πρὸς ἐκεῖνα προσῆγεν αὐτοὺς συνεχῶς, μέχρις ου καὶ ἐθάρσησαν. ὁ μὲν ου ν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρόνημα καὶ τὸν ̓Αλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει 2.315 τῆς ἀρχῆς ὑπεροίσειν ἐπήλπισεν, οἱ δ' ἐν τῇ ̔Ρώμῃ ταῦτα μαθόντες τὸν Μάρκιον Φίλιππον ὑπατεύοντα σπουδῇ ἐξέπεμψαν. καὶ ο ς εἰς τὴν Θεσσαλίαν πρὸς τὸ στρατόπεδον ἀφικόμενος τούς τε ̔Ρωμαίους καὶ τοὺς συμμάχους ἐξήσκει, ω στε δείσαντα τὸν Περσέα ἐν τῷ Δίῳ τῷ Μακεδονικῷ καὶ πρὸς τοῖς Τέμπεσιν ἡσυχίαν α γειν καὶ τὰ στενὰ τηρεῖν. θαρσήσας δὲ διὰ ταῦτα ὁ Φίλιππος διὰ μέσων ὀρῶν ὑπερέβαλε καί τινα τοῦ Περσέως κατέσχε. προϊὼν δ' ἐπὶ τῆς Πύδνης τῶν ἐπιτηδείων ἐσπάνισε, καὶ εἰς τὴν Θεσσαλίαν ἀνέστρεψε. καὶ αυ θις ὁ Περσεὺς ἀνεθάρσησε καὶ α κατέσχεν ὁ Φίλιππος ἀνεκτήσατο καὶ τῷ ναυτικῷ συχνὰ τοὺς ̔Ρωμαίους ἐλύπει, συμμάχους τε προσηγάγετο καὶ πάντῃ τοὺς ̔Ρωμαίους ἐκ τῆς ̔Ελλάδος η λπισεν ἐκβαλεῖν. τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ δι' αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αυ θις ἐγένετο. ὡς γὰρ τὰ τῶν ̔Ρωμαίων ὑπεδίδου, τὰ δ' ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ε τι τῶν συμμάχων δεόμενος, καὶ οὐκ ἐδίδου χρήματα σφίσιν α ἐπηγγείλατο. τῶν μὲν ου ν ἀμβλυνθέντων τὸ πρόθυμον, τῶν δὲ καὶ τέλεον αὐτὸν ἐκλιπόντων, τοσοῦτον ἀπέγνω ω στε καὶ σπονδῶν δεηθῆναι. καὶ κα ν ε τυχε τούτων διὰ τοῦ Εὐμένους, εἰ μὴ καὶ ̔Ρόδιοι συνεπρέσβευσαν· ὑπερηφάνως γὰρ ου τοι τοῖς ̔Ρωμαίοις διαλεχθέντες τυχεῖν αὐτὸν ἐκώλυσαν τῶν σπονδῶν. ̓Εντεῦθεν ὁ κατ' αὐτοῦ πόλεμος Παύλῳ ἀνετέθη τῷ Αἰμιλίῳ τὸ δεύτερον ὑπατεύοντι.

ο ς σπουδῇ κομισθεὶς εἰς τὴν Θεσσαλίαν καὶ τὰ τῶν στρατιωτῶν 2.316 προκαταστησάμενος, βιασάμενος διὰ τῶν Τεμπῶν, ὀλίγοι γὰρ ἐφρούρουν αὐτά, ἐπὶ τὸν Περσέα ω ρμησεν. ἐπεὶ δ' ἐκεῖνος τὸν Ελπιον ποταμὸν προσαπέφραξεν ο ντα ἐν μέσῳ, προκαταλαβὼν δὲ καὶ πᾶν τὸ μεταξὺ τοῦ τε ̓Ολύμπου καὶ τῆς θαλάσσης αἱμασιαῖς καὶ σταυρώμασι καὶ οἰκοδομήμασιν α πορον ἀπειργάσατο, ἐθάρρει δὲ καὶ τῇ ἀνυδρίᾳ τοῦ τόπου, ἐπείρασε μὲν καὶ ου τως ὁ υ πατος διελθεῖν, καὶ τῆς ἀνυδρίας ἐπορίσατο ἐπικούρημα. διαμησάμενος γὰρ τὴν ἐν τῇ ὑπωρείᾳ τοῦ ̓Ολύμπου α μμον υ δωρ ευ ρε δαψιλές τε καὶ πότιμον. κἀν τούτῳ τῶν ̔Ροδίων πρέσβεις ἀφίκοντο πρὸς αὐτὸν ἀπὸ τῆς αὐτῆς θρασύτητος ἀφ' η ς καὶ ἐς τὴν ̔Ρώμην πρὶν ἐπρεσβεύσαντο. ὁ δὲ οὐδὲν εἰπὼν πλέον αὐτοῖς η ο τι μετ' ὀλίγας ἡμέρας ἀπόκρισιν δώσει, ἀπέπεμψεν αὐτούς. ὡς δὲ προσβάλλων οὐδὲν ἐπέραινεν, ε μαθε δὲ τὰ ο ρη ο ντα που πορεύσιμα, μέρος τι τοῦ στρατοῦ ἐπὶ τὴν δυσπροσοδωτέραν αὐτῶν ὑπερβολὴν ε πεμψε, καταληψόμενον τὰ ταύτῃ ἐπίκαιρα, διὰ γὰρ τὸ δυσπρόσιτον καὶ ἐλαχίστην ει χε φρουράν, αὐτὸς δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσέμιξε τῷ Περσεῖ, ι να μή τι ὑποτοπήσας φυλακὴν τῶν ὀρῶν ἀκριβεστέραν ποιήσαιτο. καὶ μετὰ τοῦτο καταληφθέντων τῶν α κρων νυκτὸς πρὸς τὰ ο ρη ω ρμησε, καὶ πῇ μὲν λαθὼν, πῇ δὲ βιασάμενος ὑπερέβαλεν αὐτά. ο μαθὼν ὁ Περσεύς, καὶ δείσας μὴ κατὰ νώτου αὐτῷ προσπέσῃ η καὶ τὴν Πύδναν προκατάσχῃ, καὶ γὰρ τὸ ναυτικὸν α μα τὸ τῶν ̔Ρωμαίων παρέπλει, τό τε ε ρυμα τὸ πρὸς τῷ ποταμῷ ἐξέλιπε, καὶ πρὸς τὴν Πύδναν ἐπειχθεὶς πρὸ τῆς πόλεως ἐστρατοπεδεύσατο. καὶ η λθε μὲν καὶ ὁ Παῦλος ἐκεῖ, οὐ μέντοι καὶ παραχρῆμα προσέμιξαν, ἀλλὰ καὶ διέτριψαν οὐκ ὀλίγας ἡμέρας. προ.317 μαθὼν δὲ ὁ Παῦλος ὡς ἡ σελήνη ἐκλείψειν μέλλει, συνηθροίκει πρὸς ἑσπέραν τὸ στράτευμα, ο τε τὴν ε κλειψιν γενέσθαι ἐχρῆν, καὶ προεῖπε τὸ συμβησόμενον, καὶ μή τι διὰ τοῦτο ταραχθῆναι παρῄνεσεν. οἱ μὲν ου ν ̔Ρωμαῖοι τὴν ε κλειψιν θεασάμενοι οὐδὲν κακὸν ἐξ αὐτῆς ὑπετόπησαν, οἱ δέ γε Μακεδόνες δέος ε σχον ἐκ τούτου καὶ ἐς τὸν Περσέα τὸ τέρας τείνειν ἐνόμισαν. ου τω δ' ἑκατέρων ἐχόντων συμβάν τι κατὰ τύχην τῇ ὑστεραίᾳ συνέρρηξεν αὐτοὺς εἰς μάχην ἀκήρυκτον καὶ τέλος τῷ πολέμῳ ἐπέθηκεν. ἐπεὶ γὰρ ὑποζύγιόν τι τῶν ̔Ρωμαίων εἰς τὸ υ δωρ εἰσέπεσεν ἐξ ου περ ὑδρεύοντο, καὶ οι τε Μακεδόνες αὐτοῦ ἐπελάβοντο καὶ οἱ ὑδροφόροι ἀντείχοντο, τὸ μὲν πρῶτον ου τοι καθ' ἑαυτοὺς ἐμαχέσαντο, ε πειτα καὶ οἱ λοιποὶ ἐπικουροῦντες τοῖς οἰκείοις κατ' ὀλίγους ἐκ τῶν στρατοπέδων ἐξῄεσαν, καὶ πάντες συνέμιξαν ἀπ' ἀμφοῖν. καὶ μάχης ἀσυντάκτου μέν, ὀξείας δὲ γενομένης, οἱ ̔Ρωμαῖοι ἐκράτησαν, καὶ καταδιώξαντες τοὺς Μακεδόνας μέχρι τῆς θαλάσσης πολλοὺς μὲν αὐτοὶ ἐφόνευσαν, πολλοὺς δὲ τῷ ναυτικῷ προσπλεύσαντι ἀποκτεῖναι παρέδοσαν. οὐδ' α ν τις ὑπελείφθη αὐτῶν, εἰ μὴ νὺξ αὐτοῖς ἐβοήθησε· περὶ δείλην γὰρ ὀψίαν ἡ μάχη ἐγένετο. Διαφυγὼν ου ν εἰς ̓Αμφίπολιν ὁ Περσεὺς ὡς τούς τε περιλιπεῖς ἀναληψόμενος καὶ συστήσων αυ θις τὰ πράγματα, ἐπεὶ ου τ' η λθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν α λλας τε πόλεις τὰ τῶν ̔Ρωμαίων ᾑρῆσθαι ε μαθε, κἀκεῖθεν μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα ο σα ἐπήγετο θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυθόμενος οὐ πολλῷ υ στερον τὸν ̓Οκταούιον, ο ς τοῦ ναυτικοῦ προΐστατο, προσπλέοντα, καὶ τὸν Παῦλον 2.318 ἐς ̓Αμφίπολιν παρόντα, ἐπέστειλεν αὐτῷ συμβῆναι δεόμενος. καὶ ἐπεὶ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιστολῇ ὠνόμασεν, οὐδ' ἀποκρίσεως ε τυχεν. υ στερον δὲ α νευ τινὸς τοιαύτης προσρήσεως ἐπιστείλαντος προσεδέξατο μὲν τὸν ὑπὲρ τῶν σπονδῶν λόγον, οὐκ α λλως μέντοι συμβήσεσθαι ε φη εἰ μὴ καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ πάντα τοῖς ̔Ρωμαίοις ἐπιτρέψειε. καὶ διὰ ταῦτα οὐ συνέβησαν. μετὰ τοῦτο δὲ ἐξαιτηθεὶς παρὰ τῶν ̔Ρωμαίων Ευ ανδρόν τινα Κρῆτα πολλὰ κατ' αὐτῶν ὑπουργηκότα καὶ πιστότατον αὐτῷ, οὐκ ἐξέδωκε μέν, φοβηθεὶς μὴ κατείπῃ ο σα αὐτῷ συνῄδει, λάθρᾳ δὲ αὐτὸν ἀποκτείνας ἑαυτὸν διαχειρίσασθαι ἐφήμισε. τότε μὲν ου ν οἱ συνόντες αὐτῷ 319

φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ, οὐ γὰρ ἠγνόησαν τὸ γενόμενον, μεθίστασθαι η ρξαντο. κἀκεῖνος δείσας μὴ τοῖς ̔Ρωμαίοις παραδοθῇ, ἐκδρᾶναι νυκτὸς ἐπεχείρησε. καὶ ε λαθεν α ν πρὸς Κότυν Θρᾷκα δυνάστην κομισθείς, εἰ μὴ οἱ Κρῆτες αὐτὸν ἐγκατέλιπον· ἐνθέμενοι γὰρ τὰ χρήματα εἰς τὰ πλοῖα οι καδε ἀπῆραν. ὁ δὲ ἡμέρας μέν τινας αὐτοῦ μετὰ Φιλίππου ἑνὸς τῶν υἱέων κρυπτόμενος ε λαθεν, ἐπεὶ δὲ τοὺς α λλους παῖδας καὶ τὴν θεραπείαν ε γνω κατεσχηκότα τὸν ̓Οκταούιον, εὑρέθη ἐθελοντής. καὶ ἀχθέντα εἰς τὴν ̓Αμφίπολιν οὐδὲν ὁ Παῦλος ἐκάκωσεν, ἀλλὰ καὶ ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο καὶ ἐν ἀδέσμῳ φυλακῇ ἐτήρει καὶ ἐν θεραπείᾳ η γε. μετὰ δὲ ταῦτα εἰς τὴν ̓Ιταλίαν διὰ τῆς ̓Ηπείρου ἀνεκομίσθη. ̔Ο δὲ Πλούταρχος ἀχθῆναι λέγει τὸν Περσέα πρὸς τὸν Αἰμίλιον, καὶ τὸν δεδακρυμένον προσυπαντῆσαι αὐτῷ, ἐκεῖνον δ' ἐπὶ στόμα καταβαλεῖν 2.319 ἑαυτὸν καὶ γονάτων δραξάμενον ἀφεῖναι φωνὰς ἀγεννεῖς. καὶ τὸν Αἰμίλιον ἀλγοῦντι προσώπῳ προσιδόντα αὐτὸν εἰπεῖν "τί, ω ταλαίπωρε, ταῦτα πράττεις; ἀφ' ω ν δόξεις οὐκ ἀναξίως ἀτυχεῖν, οὐδὲ τοῦ νῦν, ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι. τί δέ μου καταβάλλεις τὴν νίκην καὶ σμικρύνεις μου τὸ κατόρθωμα, ἐπιδεικνύμενος ἑαυτὸν οὐ γενναῖον οὐδὲ πρέποντα ̔Ρωμαίοις ἀνταγωνιστήν; ἀρετή τοι δυστυχοῦσι μεγάλην ε χει μοῖραν καὶ παρὰ πολεμίοις, δειλία δὲ ̔Ρωμαίοις, κα ν εὐποτμῇ, πάντῃ ἀτιμότατον." Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος ̓Ανίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺς προσμίξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, ο που η ν αὐτῷ τὰ βασίλεια. καὶ διακενῆς α ν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ο ρους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε. κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πᾶσαν ὁ ̓Ανίκιος προσηγάγετο καὶ μέχρι τῆς ̓Ηπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ε μαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ ε κ τινος φήμης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. ει τα γραμμάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου, ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι, ἀλλ' ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν ̓Αλέξανδρον μετὰ πάσης τῆς ἀρχῆς ἐκείνης, η ν ε σχηκε, νικήσαντες ἐσε.320 μνύνοντο. ἐλθόντι δ' ἐς ̔Ρώμην τῷ Παύλῳ πολλὰ ἐψηφίσθη, καὶ ἡ πομπὴ τῶν νικητηρίων αὐτῷ λαμπροτάτη ἐγένετο. ε πεμψε μὲν γὰρ καὶ τα λλα ο σα ἑαλώκει πάντα, ε πεμψε δὲ καὶ Βίθυν τὸν τοῦ Κότυος υἱόν, τόν τε Περσέα καὶ τὴν γυναῖκα αὐτοῦ τούς τε παῖδας τρεῖς ο ντας ἐν τῷ τῶν αἰχμαλώτων σχήματι. δείσας δὲ διὰ τὴν τῆς εὐτυχίας ὑπερβολὴν μή τι νεμεσήσῃ αὐτοῖς τὸ δαιμόνιον, ηυ ξατο καὶ ου τος κατὰ τὸν Κάμιλλον μή τι κακὸν τῇ πόλει ἐκ τούτων, ἀλλ' ἑαυτῷ, ει τι δέοι, γενήσεσθαι· καὶ δύο υἱεῖς, τὸν μὲν πρὸ τοῦ θριάμβου μικρόν, τὸν δὲ ἐν αὐτῇ τῇ τῶν ἐπινικίων ἀπέβαλεν ἑορτῇ. η ν δὲ οὐ στρατηγῆσαι μόνον ἀγαθός, ἀλλὰ καὶ ὑπερόπτης χρημάτων. τεκμήριον δέ, δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ω στε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. Τῶν δ' ἁλόντων τῷ πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Αλβαν σὺν τοῖς παισὶ καὶ τῇ θεραπείᾳ κατετέθη· κἀκεῖ ε ως μὲν η λπιζε τὴν βασιλείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ' ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ η τε θυγάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ' ὁ νεώτατος τοῖς τῶν ̓Αλβανῶν α ρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. ου τως ὁ Περσεὺς ὁ δι' ει κοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον, πλείω δὲ θρυλῶν τὸν ̓Αλέξανδρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος περικείμενος. 2.321 Οἱ δέ γε ̔Ρόδιοι, μετὰ φρονήματος πρῴην τοῖς ̔Ρωμαίοις προσφερόμενοι, τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν 320

αὐτῶν καλεῖσθαι μὴ προσδεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπούδαζον· καὶ ε τυχον τῆς σπουδῆς, ἀλλ' ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ ̔Ρωμαῖοι, ἱκετείαις δὲ χρωμένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Προυσίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι' ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ τὸν οὐδὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι' ̓Αττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ ει ληφε. Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας ου τω διῳκήθη. ̓Αριαράθης ὁ ταύτης κρατῶν παῖδα γνήσιον ε σχεν ̓Αριαράθην. πρὶν δ' ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιήσατο ̓Οροφέρνην καλέσασα. γεννηθέντος δ' ε πειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ο ς μετὰ τὸν ̓Αριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη. καὶ συνεμάχουν ̓Αριαράθῃ μὲν Εὐμένης, ̓Οροφέρνῃ δὲ Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ ̓Αριαράθης πρὸς τοὺς ̔Ρωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ ̓Οροφέρνῃ τῆς βασιλείας ὑπ' αὐτῶν ἀποδέδεικτο. ο τι δὲ ὁ ̓Αριαράθης τοῖς ̔Ρωμαίοις φίλος καὶ σύμμαχος προσηγόρευτο, πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ατταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε ̓Οροφέρνην καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν. ̔Ο δὲ τῆς Αἰγύπτου κρατῶν Πτολεμαῖος ἐπὶ δυσὶν 2.322 υἱέσι καὶ μιᾷ ἐξέλιπε θυγατρί. ὡς δὲ πρὸς ἀλλήλους οἱ ἀδελφοὶ περὶ τῆς ἀρχῆς ἐστασίασαν, ̓Αντίοχος ὁ τοῦ ̓Αντιόχου τοῦ μεγάλου υἱὸς τὸν νεώτατον ἐκπεσόντα ἐδέξατο, ι να προφάσει τοῦ αὐτῷ ἀμύνειν εἰς τὰ τῶν Αἰγυπτίων παρέλθοι. καὶ στρατεύσας ἐπὶ τὴν Αι γυπτον τῆς τε πλείονος χώρας ἐκράτησε καὶ ἐπολιόρκει τὴν ̓Αλεξάνδρειαν. καταφυγόντων δὲ τῶν α λλων πρὸς τοὺς ̔Ρωμαίους, πεμφθεὶς πρὸς τὸν ̓Αντίοχον ὁ Ποπίλιος ἀποσχέσθαι αὐτὸν τῆς Αἰγύπτου ἐκέλευσεν· οἱ γὰρ ἀδελφοὶ συνέντες τὴν τοῦ ̓Αντιόχου διάνοιαν κατηλλάγησαν. ὡς δ' ἐκεῖνος ὑπερέθετο τὴν ἀπόκρισιν, κύκλον ῥάβδῳ πέριξ αὐτοῦ περιέγραψε, κἀνταῦθα αὐτὸν ἑστηκότα ἀπῄτησε βουλεύσασθαί τε καὶ ἀποκρίνασθαι. ἐντεῦθεν δείσας ὁ ̓Αντίοχος τὴν πολιορκίαν κατέλυσεν. ἀπαλλαγέντες δὲ τοῦ ε ξωθεν φόβου οἱ Πτολεμαῖοι, ου τω γὰρ ἐκαλοῦντο ἀμφότεροι, αυ θις ἐστασίασαν. ει τα συνηλλάγησαν αυ θις ὑπὸ τῶν ̔Ρωμαίων ἐφ' ῳ τὸν μὲν πρεσβύτερον τὴν Αι γυπτον καὶ τὴν Κύπρον, τὰ δὲ περὶ τὴν Κυρήνην ε χειν τὸν ε τερον· καὶ ταῦτα γὰρ τότε τῶν Αἰγυπτίων η ν. ἀγανακτῶν δ' ὁ νεώτερος διὰ τὴν ἐλάττωσιν ἐς τὴν ̔Ρώμην ἀφίκετο· καὶ ευ ρατο παρ' αὐτῶν καὶ τὴν Κύπρον. ὁ δὲ πρεσβύτερος συμβάσεις ε θετο αυ θις πρὸς τὸν νεώτερον, πόλεις τέ τινας ἀντὶ τῆς Κύπρου δοὺς καὶ χρήματα καὶ σῖτον ταξάμενος συντελεῖν. Τοῦ δ' ̓Αντιόχου τελευτῶντος μετὰ τοῦτο καὶ παιδὶ ὁμωνύμῳ τὴν βασιλείαν καταλιπόντος, ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τρεῖς α νδρας ἐπιτρόπους δῆθεν, μικρὸς γὰρ η ν, ε πεμψαν. οι παρὰ τὰς συνθήκας εὑρόντες ἐλέφαντας καὶ τριήρεις, τούς τε ἐλέφαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ τα λλα πρὸς 2.323 τὸ τῇ ̔Ρώμῃ συμφέρον διῴκουν. δι' α περ Λυσίας ὁ τοῦ βασιλέως τὴν κηδεμονίαν ἐγκεχειρισμένος παρώξυνε τὸ πλῆθος ἐκβαλεῖν τοὺς ̔Ρωμαίους, τὸν δὲ Γάιον τὸν ̓Οκτάβιον καὶ ἀποκτεῖναι. καὶ τούτων γενομένων ὁ μὲν πρέσβεις εὐθὺς εἰς τὴν ̔Ρώμην ἀπέστειλεν ὑπὲρ τῶν πεπραγμένων ἀπολογούμενος, Δημήτριος δὲ ὁ Σελεύκου υἱὸς τοῦ παιδὸς ̓Αντιόχου ὁμηρεύων ἐν τῇ ̔Ρώμῃ κατὰ τὸν τοῦ πατρὸς θάνατον καὶ ὑπὸ ̓Αντιόχου τοῦ θείου τῆς βασιλείας ἐστερημένος, ὡς τὸν τοῦ ̓Αντιόχου θάνατον ε γνω, ῃ τει μὲν τὴν πατρῴαν ἀρχήν, οἱ δὲ ου τε ταύτην αὐτῷ συνέπραξαν ου τ' ἀπᾶραι τῆς ̔Ρώμης ἐπέτρεψαν. καὶ ο ς καὶ δυσχεραίνων ο μως ἡσύχαζεν. ἐπεὶ δὲ τὰ κατὰ τὸν Λυσίαν ἐγένετο, οὐκέτ' ἐμέλλησεν, ἀλλ' ἀπέδρα· καὶ ἐκ Λυκίας τῇ γερουσίᾳ ἐπέστειλε μὴ ἐπὶ τὸν ἀνεψιὸν τὸν ̓Αντίοχον, ου τω γὰρ οἱ πάλαι τοὺς ἐξαδέλφους ἐκάλουν, ἀλλ' ἐπὶ τὸν Λυσίαν τὴν ὁρμὴν ε χειν, ω στε τῷ ̓Οκταβίῳ τιμωρήσειν. ἐς Τρίπολιν δὲ τῆς Συρίας ἐπειχθεὶς καὶ ταύτην προσαγαγόμενος ὡς ὑπὸ τῶν ̔Ρωμαίων ἐπὶ τὴν βασιλείαν σταλείς, τὴν γὰρ 321

ἀπόδρασιν αὐτοῦ οὐδεὶς ἐνενόει, καὶ ̓Απαμείας κρατήσας δύναμίν τε συναγαγὼν ἐπὶ τὴν ̓Αντιόχειαν η λασε, καὶ τό τε παιδίον καὶ τὸν Λυσίαν φιλικῶς ἀπαντήσαντας αὐτῷ, δεδιότες γὰρ τοὺς ̔Ρωμαίους οὐκ ἀντῆραν, διέφθειρε, καὶ τὴν βασιλείαν ἀνεκομίσατο, κἀν τῇ ̔Ρώμῃ στέφανον καὶ τοὺς τοῦ ̓Οκταβίου αὐτοέντας ἀπέστειλεν. οἱ δὲ χαλεπαίνοντες αὐτῷ οὐδέτερον ἐδέξαντο. Μετὰ ταῦτα δ' ἐπὶ Δαλμάτας οἱ ̔Ρωμαῖοι ἐστράτευσαν. τὸ δ' ε θνος τοῦτο ε στι μὲν ̓Ιλλυριῶν τῶν παρὰ τὸν ̓Ιόνιον κόλπον, ω ν τινας Ταυλαντίους ὠνόμαζον Ελληνες, ε χονται δὲ τοῦ Δυρραχίου ἐν μέρει. 2.324 αι τιον δὲ τοῦ πολέμου ο τι τινὰς τῶν προσχώρων αὐτοῖς ἐν φιλίᾳ τοῖς ̔Ρωμαίοις ο ντας ἠδίκουν, συμπρεσβευσαμένοις τε ὑπὲρ αὐτῶν τοῖς ̔Ρωμαίοις οὐδὲν μέτριον ἀπεκρίναντο, ἀλλὰ καὶ τοὺς τῶν α λλων πρέσβεις συλλαβόντες ἀπέκτειναν. τούτους ὁ Σκιπίων ὁ Νασικᾶς ὑπέταξεν, ἐπ' αὐτοὺς στρατεύσας· τάς τε γὰρ πόλεις αὐτῶν ει λε καὶ τοὺς αἰχμαλώτους ἐπίπρασκε. καὶ α λλα δὲ κατ' ἐκείνους συνέβη τοὺς χρόνους, οὐ μνήμης μέντοι οὐδ' ἱστορίας α ξια. ̓Εντεῦθεν αυ θις ὁ πρὸς τοὺς Καρχηδονίους τὸ τρίτον ἀνερριπίζετο πόλεμος. οἱ μὲν γὰρ οὐκ ε φερον ἐλαττούμενοι, ἀλλὰ καὶ συμμαχικὰ καὶ ναυτικὸν ἐπὶ τῇ τοῦ Νομαδικοῦ πολέμου παρασκευῇ παρὰ τὰς συνθήκας ἡτοίμαζον· οἱ δὲ ̔Ρωμαῖοι ὡς τὰ α λλα κατὰ γνώμην ε θεντο, οὐχ ἡσύχασαν, ἀλλὰ πέμψαντες τὸν Σκιπίωνα τὸν Νασικᾶν ταῦτά τε αὐτοῖς ἐνεκάλουν καὶ τὴν παρασκευὴν διαλῦσαι ἐκέλευον. καὶ ἐπεὶ τὸν Μασινίσσαν ᾐτιῶντο ἐκεῖνοι καὶ διὰ τὸν πρὸς ἐκεῖνον πόλεμον ἀπειρήκασι ποιῆσαι τὸ κελευόμενον, σύμβασίν τινα πρὸς τὸν Μασινίσσαν αὐτοῖς ε πραξαν καί τινος αὐτοῖς ἀποστῆναι χώρας αὐτὸν ε πεισαν. ὡς δ' οὐδὲν μᾶλλον εἰσήκουον, μικρὸν ἐπισχόντες ̔Ρωμαῖοι, ἐπεὶ τάχιστα νικηθέντας σφᾶς μεγάλῃ μάχῃ πρὸς τοῦ Μασινίσσου ἐπύθοντο, εὐθὺς αὐτοῖς τὸν πόλεμον ἐψηφίσαντο. ο μαθόντες οἱ Καρχηδόνιοι, οὐκ ευ ὑπὸ τῆς συμφορᾶς ε χοντες, κατέδεισαν, καὶ πρέσβεις ἐς τὴν ̔Ρώμην διὰ συμμαχίαν ἐστάλκασι, καὶ α λλοι γὰρ τῶν προσχώρων αὐτοῖς ἐπετίθεντο, καὶ ἐς πᾶν τοῖς ̔Ρωμαίοις ὑπείξειν ἐπλάτ.325 τοντο. μὴ γὰρ ταῖς σπονδαῖς ἐμμένειν μέλλοντες, ῥᾷον α παντα ἐπηγγέλλοντο. Τῆς δὲ γερουσίας βουλὴν περὶ τούτου συναγαγούσης, ὁ μὲν Σκιπίων ὁ Νασικᾶς δέξασθαι τὴν τῶν Καρχηδονίων πρεσβείαν καὶ σπονδὰς αὐτοῖς ποιήσασθαι συνεβούλευεν, ὁ δὲ Κάτων ὁ Μάρκος μήτε σπείσασθαι τούτοις δεῖν ει πε μήτε λῦσαι τοῦ πολέμου τὸ ψήφισμα. οἱ δέ γε βουλευταὶ τήν τε τῶν πρέσβεων ἱκετείαν ἐδέξαντο καὶ σπονδὰς αὐτοῖς ὑπέσχοντο παρασχεῖν καὶ ἐπὶ τούτοις ὁμήρους ῃ τησαν. ου ς Λούκιος Μάρκιος καὶ Μάρκος Μανίλιος, εἰς τὴν Σικελίαν ἐλθόντες, ἐκεῖσε πεμφθέντας ε λαβον. καὶ τοὺς μὲν εἰς τὴν ̔Ρώμην ε πεμψαν, αὐτοὶ δὲ σπουδῇ τὴν ̓Αφρικὴν κατειλήφασι. καὶ στρατοπεδευσάμενοι τὰ τέλη τῶν Καρχηδονίων ἐκεῖ μετεπέμψαντο· καὶ ὡς ἀφίκοντο, οὐ πάντα α μα σφίσιν ο σα ῃ τουν ἐξέφηναν, δείσαντες μὴ ταῦτα προμαθόντες ἀκεραίοις τοῖς πράγμασι σφῶν καταστῶσιν εἰς πόλεμον. καὶ τὸ μὲν πρῶτον σῖτον ῃ τησαν καὶ ε λαβον, ει τα τὰς τριήρεις καὶ ἐπὶ ταύταις τὰ μηχανήματα, ει τα τὰ ο πλα προσῄτησαν. λαβόντες ου ν πάντα, οἱ γὰρ Καρχηδόνιοι πολλὴν ἑτέραν παρασκευὴν κεκρυμμένην ει χον, τέλος ἐκέλευον αὐτοὺς κατασκάψαι μὲν τὴν πόλιν αὐτῶν, ἑτέραν δ' ἐν μεσογείῳ οἰκοδομῆσαι ἀτείχιστον, ὀγδοήκοντα σταδίους τῆς θαλάσσης διέχουσαν. πρὸς τοῦτο δ' οἱ Καρχηδόνιοι ἐς δάκρυα κατηνέχθησαν καὶ ὡς ἑαλωκότες ἀνωλοφύροντο καὶ ἐδέοντο τῶν ὑπάτων μὴ καταναγκάσαι σφᾶς γενέσθαι τῆς πατρίδος αὐτόχειρας. ὡς δ' οὐδὲν η νυον, ἀλλ' η πρᾶξαι τὸ προσταττόμενον ἐκελεύοντο η ἀναρρῖψαι τὸν πόλεμον, συχνοὶ μὲν αὐτοῦ παρὰ τοῖς ̔Ρωμαίοις ὡς η δη κεκρατηκόσι κατέμειναν, οἱ δὲ λοιποὶ ἀπαναχωρή.326 σαντες τῶν τε σφετέρων ἀρχόντων ἐνίους ἀπέκτειναν, ο τι μὴ κατ' ἀρχὰς τὸν πόλεμον ει λοντο, καὶ τοὺς ἐντὸς τοῦ τείχους εὑρεθέντας ̔Ρωμαίους διέφθειραν, καὶ πρὸς τὸν πόλεμον ω ρμησαν. διὸ τούς τε δούλους α παντας ἠλευθέρωσαν καὶ τοὺς φυγάδας κατήγαγον, καὶ τὸν ̓Ασδρούβαν στρατηγὸν 322

αυ θις ει λοντο, καὶ ο πλα καὶ μηχανὰς τριήρεις τε ἡτοιμάσαντο. ὡς γὰρ τοῦ πολέμου ἐπικειμένου, καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύοντες, δι' ἐλαχίστου πάνθ' ο σων ε χρῃζον κατεσκεύαζον. ἐφείδοντο γὰρ οὐδενός, ἀλλὰ καὶ τοὺς ἀνδριάντας πρὸς τὴν χρείαν τοῦ χαλκοῦ συνεχώνευσαν καὶ ἐς τὰς σχοίνους τῶν γυναικῶν ταῖς κόμαις ἐχρήσαντο. οἱ δ' υ πατοι τὸ μὲν πρῶτον αὐτοὺς ὡς ἀόπλους ταχέως αἱρήσειν ἐλπίσαντες μόνας ἡτοιμάσαντο κλίμακας, ὡς δι' αὐτῶν τοῦ τείχους εὐθὺς ἐπιβησόμενοι, ε πειτα δὲ προσβαλόντες καὶ ὡπλισμένους σφᾶς καὶ τὰ πρὸς πολιορκίαν ε χοντας ἰδόντες πρὸς μηχανῶν ἐργασίαν ἐτράποντο, καὶ αὐτὰς ἐπικινδύνως κατασκευάσαντες, ὁ γὰρ ̓Ασδρούβας ὑλαγωγοῦντας ἐνεδρεύων ἐλύπει, προσέμισγον τῇ πόλει. καὶ Μανίλιος μὲν ἐκ τῆς ἠπείρου αὐτῇ προσβαλὼν οὐδὲν αὐτοὺς ε βλαψε, Μάρκιος δ' ἐκ θαλάσσης κατὰ τὸ λιμνῶδες προσπεσὼν κατέσεισε μέν τι τοῦ τείχους, οὐ μέντοι καὶ εἰσῆλθεν. οἱ γὰρ Καρχηδόνιοι τούς τε βιαζομένους εἰσελθεῖν ἐξεκρούσαντο καὶ νύκτωρ διὰ τῶν ἐρειπίων ἐπεξελθόντες ἀνθρώπους τε συχνοὺς ε κτειναν καὶ μηχανήματα πλεῖστα κατέπρησαν. ἀλλ' οὐδὲ ἐπὶ πολὺ τῆς χώρας παρὰ τοῦ ̓Ασδρούβου καὶ τῶν ἱππέων εἰῶντο σκεδάννυσθαι, ου τε μὴν ὁ Μασινίσσας αὐτοῖς ἐπε.327 κούρησεν. οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου προσεκέκλητο, καὶ πρὸς τὸν ̓Ασδρούβαν τότε πολεμήσειν ὑποσχομένῳ οὐκ ἐπέτρεψαν. Οἱ δ' υ πατοι διά τε τὰ συμβάντα καὶ ο τι τὸ ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνόσησεν ε λυσαν τὴν πολιορκίαν. καὶ Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι η τὴν παραλίαν κακῶσαι, ὡς οὐδὲν η νυεν, ἀπέπλευσεν οι καδε· καὶ ἀνθυποστρέψας Αἰγίμουρον ἐχειρώσατο· Μανίλιος δὲ ω ρμησε μὲν εἰς τὴν μεσόγειον, κακούμενος δ' ὑπὸ ̔Ιμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, ο ν καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπανελήλυθε. κἀκεῖ δὲ ε ξωθεν ὁ ̓Ασδρούβας, ε νδοθεν δ' ἐπεξιόντες οἱ ἐν τῇ πόλει, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες ου ν οἱ Καρχηδόνιοι καὶ μέχρι τοῦ στρατοπέδου αὐτῶν ἐπῆλθον, καὶ συχνοὺς ἀποβαλόντες, α οπλοι γὰρ οἱ πλείους η σαν, εἰς τὸ τεῖχος αυ θις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ ̓Ασδρούβᾳ συμμίξαι μάλιστα ει λετο, καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολεμήσειν ἐνόμιζε. καί οἱ προσέμιξε· πρὸς δέ τι φρούριον ἀναχωροῦντι ἐπακολουθήσας, ε λαθεν ει σω χώρας τραχείας καὶ στενοπόρου γενόμενος, καὶ δεινῶς ἐκακώθη. καὶ πανσυδὶ α ν διεφθάρη, εἰ μὴ Σκιπίων ὁ τοῦ ̓Αφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο, ἀνὴρ α ριστος μὲν νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, α ριστος δὲ χειρουργῆσαι· καὶ γὰρ τῷ σώματι ε ρρωτο, ἐπιεικής τε καὶ μέτριος η ν· δι' α καὶ τὸν φθόνον ἐξέφυγεν. ι σος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ 2.328 ἀμείνων δὲ τῶν ὁμοτίμων, ἐχιλιάρχει γάρ, ἀσθενέστερος δὲ τῶν μειζόνων ἠξίου ει ναι. ὁ ου ν Μανίλιος καὶ ει πε τὰ περὶ αὐτοῦ καὶ ἐπέστειλε τοῖς ἐν τῇ ̔Ρώμῃ μή τι ἀποκρυψάμενος καὶ τα λλα καὶ τὰ κατὰ Μασινίσσαν καὶ τὸν Φαμέαν· α ε σχον ου τως. Θνήσκων ὁ Μασινίσσας ἠπόρει ο πως περὶ τῆς βασιλείας διάθηται, διά τε τὸ τῶν υἱέων πλῆθος καὶ τὸ διάφορον τοῦ κατὰ τὰς μητέρας γένους αὐτῶν. διὸ πρὸς συμβουλίαν τὸν Σκιπίωνα μετεπέμψατο· ο ν ὁ υ πατος ε στειλεν. ἀλλ' ὁ Μασινίσσας πρὶν ἐλθεῖν τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ ε δωκε, τὰ δ' α λλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι α ρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ ου ν Σκιπίων κατανοήσας τὰς προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτῶν μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογιμωτάτων ο ντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτάτου δὲ Γουλούσσου, μέσου δὲ Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. τῷ μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε ο ντι καὶ φιλοπλούτῳ τὴν διοίκησιν ἐνεχείρισε, τῷ δὲ μετ' αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ ο ντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέδωκε. τοῖς δ' ἀδελφοῖς αὐτῶν πολλοῖς ου σι πόλεις τινὰς καὶ χώρας ε νειμε. καὶ τὸν Γουλούσσαν 323

παραλαβὼν πρὸς τὸν υ πατον η γαγεν. ̓Αρχομένου δὲ τοῦ ε αρος ἐπὶ τοὺς τῶν Καρχηδονίων συμμάχους ἐστράτευσαν, καὶ πολλοὺς μὲν αὐτῶν βίᾳ, πολλοὺς δὲ ὁμολογίᾳ, καὶ μάλιστα ὁ Σκιπίων, παρεστήσαντο. ὡς δὲ ὁ Φαμέας ἀπογνοὺς 2.329 τὰ τῶν Καρχηδονίων πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλινε καὶ εἰς λόγους τῷ Σκιπίωνι η λθε, τότε καὶ ἐπὶ τὸν ̓Ασδρούβαν α παντες ω ρμησαν. καὶ προσέμιξαν μὲν τῷ φρουρίῳ συχναῖς ἡμέραις, ἐπιλιπόντων δὲ αὐτοὺς τῶν ἀναγκαίων ἀνεχώρησαν εὐπρεπῶς. προσέβαλε γὰρ αὐτοῖς ὁ Φαμέας προσεδρεύουσιν ε τι ὡς πολεμήσων καὶ ἐν τῷ ε ργῳ μεθ' ἱππέων τινῶν ηὐτομόλησε. κἀντεῦθεν Μανίλιος μὲν εἰς τὴν Οὐτικὴν ἐλθὼν ἡσύχαζε, Σκιπίων δὲ τὸν Φαμέαν εἰς τὴν ̔Ρώμην ἀνήγαγε· καὶ αὐτός τε ἐπῃνεῖτο καὶ ὁ Φαμέας τετίμητο ω στε καὶ ἐν τῷ βουλευτηρίῳ συγκαθῆσθαι τῇ γερουσίᾳ. Τότε δὲ συνηνέχθη καὶ τὰ κατὰ τὸν Προυσίαν. ο ς γέρων ω ν καὶ τοὺς τρόπους τραχὺς ἐφοβήθη τοὺς Βιθυνοὺς μὴ τῆς βασιλείας αὐτὸν ἐκβάλωσι, τὸν Νικομήδη τὸν υἱὸν ἀνθελόμενοι. καὶ κατά τινα πρόφασιν ε πεμψεν εἰς τὴν ̔Ρώμην αὐτὸν κἀκεῖ διάγειν ἐκέλευσεν. ὡς δὲ κἀν τῇ ̔Ρώμῃ διαιτωμένῳ τῷ υἱῷ ἐπεβούλευσε καὶ ε σπευδε κτεῖναι αὐτόν, Βιθυνοί τινες εἰς ̔Ρώμην φοιτήσαντες ἐξήγαγον λάθρᾳ τὸν Νικομήδη, καὶ ἐς τὴν Βιθυνίαν κομίσαντες, τὸν μὲν γέροντα ἐφόνευσαν, βασιλέα δ' ἐκεῖνον ἀπέδειξαν. ταῦτα ἠνίασε μὲν τοὺς ̔Ρωμαίους, οὐ μὴν καὶ εἰς πόλεμον ἐξηρέθισε. Τὴν δὲ Μακεδονίαν ̓Ανδρίσκος τις ἐξ ̓Ατραμυτίου φύς, τῷ Περσεῖ δ' ἐμφερὴς τὸ ει δος γενόμενος καὶ παῖς ει ναι ἐκείνου πλαττόμενος καὶ Φίλιππον ἑαυτὸν ὀνομάζων, ἐπὶ πλεῖστον ἀπέστησε. τὸ μὲν γὰρ πρῶτον ἐς τὴν Μακεδονίαν ἐλθὼν ταράττειν αὐτὴν ἐπειρᾶτο, ὡς δὲ οὐδεὶς προσεῖχεν αὐτῷ, πρὸς 2.330 τὸν Δημήτριον εἰς τὴν Συρίαν ἐτράπετο, ὡς ἐξ ἐκείνου διὰ τὸ γένος βοηθείας τευξόμενος. συλληφθεὶς δὲ παρ' ἐκείνου καὶ εἰς τὴν ̔Ρώμην πεμφθείς, ο τι τε μὴ ω ν τοῦ Περσέως υἱὸς ἠλέγχθη καὶ ο τι οὐδέ τι ε τερον ει χεν α ξιον λόγου, κατεφρονήθη. καὶ ἀφεθεὶς χεῖρά τε συνήγαγεν ἀνθρώπων νεωτεροποιῶν καὶ πόλεις πολλὰς ἐπηγάγετο, καὶ τέλος βασιλικὴν στολὴν περιθέμενος καὶ δύναμιν συγκροτήσας εἰς Θρᾴκην ἀφίκετο, καὶ συχνοὺς μὲν τῶν αὐτονόμων, συχνοὺς δὲ καὶ τῶν δυναστῶν τοῖς ̔Ρωμαίοις ἀχθομένους παραλαβὼν εἰς Μακεδονίαν ἐνέβαλε καὶ αὐτὴν κατέσχε, καὶ ἐπὶ τὴν Θεσσαλίαν ὁρμήσας οὐκ ὀλίγα ταύτης προσεποιήσατο. Οἱ δὲ ̔Ρωμαῖοι κατεφρόνουν μὲν πρότερον τοῦ ̓Ανδρίσκου, ει τα τὸν Σκιπίωνα τὸν Νασικᾶν ε πεμψαν εἰρηνικῶς πως τὰ ἐκεῖ διοικήσοντα. ο ς εἰς τὴν ̔Ελλάδα ἐλθὼν καὶ μαθὼν τὰ γενόμενα, τοῖς μὲν ̔Ρωμαίοις δηλῶν ταῦτα ἐπέστειλε, δύναμιν δὲ παρὰ τῶν ἐκεῖ συμμάχων ἀθροίσας ε ργου ει χετο, καὶ προῆλθε μέχρι Μακεδονίας. οἱ δ' ἐν τῇ ̔Ρώμῃ γνόντες τὰ κατὰ τὸν ̓Ανδρίσκον, στράτευμα ε πεμψαν καὶ στρατηγὸν Πούπλιον ̓Ιουβέντιον. ῳ περὶ Μακεδονίαν γενομένῳ συμβαλὼν ὁ ̓Ανδρίσκος ἐκεῖνόν τε ἀπέκτεινε καὶ τοὺς α λλους πάντας α ν κατειργάσατο, εἰ μὴ τῆς νυκτὸς ἀπεχώρησαν. καὶ εἰς τὴν Θεσσαλίαν μετὰ ταῦτα εἰσέβαλε καὶ πλεῖστα αὐτῆς ἐκάκωσε, καὶ τὰ τῶν Θρᾳκῶν προσηταιρίσατο. πάλιν ου ν διὰ ταῦτα οἱ ἐν τῇ ̔Ρώμῃ Κύιντον Καικίλιον Μέτελλον στρατηγὸν σὺν δυνάμει πολλῇ ε στειλαν. καὶ ο ς εἰς τὴν Μακεδονίαν η λθε, καί οἱ ὁ Ατταλος προσήμυνε ναυτικῷ. διὸ δείσας ὁ ̓Ανδρίσκος περὶ τῶν παραθαλασσίων οὐκ ἐτόλμησε περαιτέρω προελ.331 θεῖν· ὀλίγον δὲ τῆς Πύδνης ε ξω προχωρήσας ἱππομαχίᾳ μὲν ὑπερέσχε, φοβηθεὶς δὲ τὸ πεζὸν ἀνέστρεψε. καὶ ἐπαρθεὶς διχῇ τὸν στρατὸν διεῖλε, καὶ τοῖς μὲν αὐτὸς κατὰ χώραν προσήδρευε, τοὺς δὲ πορθῆσαι τὴν Θεσσαλίαν ἀπέστειλε. καταφρονήσας ου ν ὁ Μέτελλος τῶν παρόντων συνέμιξε· καὶ τῶν πρῶτον αὐτῷ εἰς χεῖρας ἐλθόντων περιγενόμενος ῥᾷον καὶ τοὺς λοιποὺς παρεστήσατο· ἑτοίμως γὰρ ὡς ἐξήμαρτον αὐτῷ ὡμολόγησαν. ὁ δὲ ̓Ανδρίσκος εἰς τὴν Θρᾴκην ἀπέδρα, καὶ δύναμιν ἀθροίσας συνέβαλε τῷ Μετέλλῳ προϊόντι ου προεχώρει. καὶ τῶν προμάχων αὐτοῦ τραπέντων τό τε συμμαχικὸν αὐτοῦ ἐσκεδάσθη καὶ αὐτὸς ὑπὸ Βύζου Θρᾳκὸς δυνάστου προδοθεὶς ἐδικαιώθη. Καὶ ̓Αλέξανδρος δέ τις 324

Περσέως καὶ αὐτὸς λέγων ει ναι υἱὸς καὶ χεῖρα συναγαγὼν κατέλαβε τὴν περὶ τὸν Μέστον καλούμενον ποταμὸν χώραν· ο ν ὁ Μέτελλος ἐπεδίωξεν ὑποφυγόντα μέχρι τῆς Δαρδανίας. ̓Επὶ δὲ τοὺς Καρχηδονίους οἱ ̔Ρωμαῖοι Πείσωνα τὸν υ πατον ε στειλαν. ο ς τῇ μὲν Καρχηδόνι καὶ τῷ ̓Ασδρούβᾳ οὐ προσέμιξεν, ἐπὶ δὲ τὰς παραλίους πόλεις ἐτράπετο· καὶ τῆς μὲν ̓Ασπίδος ἀπεκρούσθη, τὴν δὲ Νέαν πόλιν ἑλὼν κατέσκαψεν· ἐπὶ δὲ ̔Ιππῶνα πόλιν ὁρμήσας κατέτριψε τὸν καιρὸν μηδὲν περάνας. οἱ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ ο τι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες ου ν ταῦτα οἱ ̔Ρωμαῖοι οι τε ἐν τῷ στρατοπέδῳ καὶ οἱ ἐν τῇ πόλει, ἐπὶ τὸν Σκιπίωνα ω ρμησαν καὶ υ πατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλι.332 κίας μὴ ἐφιείσης αὐτῷ τὴν ἀρχήν· ἀλλὰ τά τε ε ργα αὐτοῦ καὶ ἡ ἀρετὴ τοῦ πατρὸς Παύλου καὶ τοῦ πάππου ̓Αφρικανοῦ ἐλπίδα παρεῖχον α πασι βεβαίαν καὶ τῶν πολεμίων δι' αὐτοῦ κρατήσειν καὶ τὴν Καρχηδόνα παντελῶς ἐξαιρήσειν. ̓Εν ῳ δ' ὁ Σκιπίων εἰς τὴν Λιβύην ἐκομίζετο, Μαγκῖνος παραπλέων τὴν Καρχηδόνα χωρίον τι τοῦ τείχους αὐτῆς ἐντὸς ο ν Μεγαλία ὀνομαζόμενον καὶ ἐπὶ πέτρας ἀποτόμου καθῆκον πρὸς θάλασσαν πολύ τε τῆς α λλης πόλεως ἀπηρτημένον καὶ μηδὲ πολλοὺς φρουροὺς ε χον ὡς τῇ φύσει ο ν ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν νεῶν ἐπανέβη. η δη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρχηδονίων τινές, οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυνήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ' ω ν ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ' αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοήθησεν. ει λον γὰρ α ν τὸν Μαγκῖνον οἱ Καρχηδόνιοι η καὶ διέφθειραν, εἰ μὴ παραπλεούσας ει δον τὰς ναῦς τοῦ Σκιπίωνος. τότε δ' ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους ου ν τινας ε πεμψεν ὁ Σκιπίων ἐροῦντας ο τι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ε τι, ἀλλ' ἀνεχώρησαν καὶ τὸν ̓Ασδρούβαν μετεπέμψαντο καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, ὡς α ν μετ' αὐτῶν ε ργου ε χηται. καὶ ἐπανῆλθε ταχέως σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε τὸν ̓Ασδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ 2.333 δεινῶς τῷ Μαγκίνῳ ἐπιτιθέμενον· καὶ ἐλθὼν ὁ Σκιπίων τὴν ἐπίθεσιν ε λυσεν. ἀφικομένου δὲ καὶ τοῦ Πείσωνος η δη, ἐκεῖνον μὲν ε ξω τοῦ τείχους αὐλίζεσθαι κατά τινας πύλας ἐκέλευσε, καὶ στρατιώτας ἑτέρους πρὸς πυλίδα τινὰ πολὺ ἀφ' ἑαυτῶν ἀπέχουσαν περιέπεμψε, παραγγείλας αὐτοῖς α ττα πράξειν ἐχρῆν, αὐτὸς δὲ τὸ κράτιστον τοῦ στρατοῦ κατὰ μέσας νύκτας λαβὼν ε νδον τοῦ περιβόλου ἐγένετο, αὐτομόλοις χρησάμενος α γουσι, καὶ ὑπὸ τὴν πυλίδα παραδραμὼν καὶ τὸν μοχλὸν διακόψας τούς τε ε ξωθεν ἐφεδρεύοντας εἰσήγαγε καὶ τοὺς φύλακας ε φθειρε. καὶ πρὸς τὰς πύλας ἠπείχθη καθ' α ς ὁ Πείσων προσήδρευε, τοὺς φρουροὺς τοὺς τὰ μέσα φυλάττοντας ὀλίγους καθ' ἑκάστους ο ντας τρέπων, ω στε τὸν ̓Ασδρούβαν α μα τε πυνθάνεσθαι τὰ γενόμενα καὶ ὁρᾶν τὴν τῶν ̔Ρωμαίων δύναμιν μικροῦ πᾶσαν ου σαν ἐντός. καὶ χρόνον μέν τινα ἀντέσχον, ε πειτα τὴν μὲν α λλην πόλιν ἐξέλιπον, εἰς δὲ τὸν Κώθωνα τήν τε Βύρσαν κατέφυγον. ει τα ὁ ̓Ασδρούβας πάντας τοὺς τῶν ̔Ρωμαίων αἰχμαλώτους ἀπέκτεινεν, ο πως ἀπόγνωσιν συγγνώμης σχόντες οἱ Καρχηδόνιοι προθυμότερον ἀντικαρτερήσωσι· πολλοὺς δὲ καὶ τῶν ἐπιχωρίων ὡς προδιδόντας ἑαυτοὺς διεχρήσατο. καὶ ὁ Σκιπίων περιεσταύρωσε μὲν αὐτοὺς καὶ ἀπετείχισεν, οὐ μὴν καὶ ταχέως ει λε. τά τε γὰρ τείχη καρτερὰ η ν καὶ οἱ ἐντὸς πολλοὶ ο ντες ἰσχυρῶς ἐν ὀλίγῳ χώρῳ ἠμύνοντο καὶ σίτου ἀφθόνως ει χον. ὁ γὰρ Βιθίας ὁλκάδας ἀπὸ τῆς ἀντικρὺ τῆς πόλεως ἠπείρου κατὰ κῦμα καὶ α νεμον, ὁσάκις σφοδρῶς ε πνει, ἐς τὸν λιμένα αὐτοῖς εἰσέπεμπε. πρὸς ο περ ὁ Σκιπίων μέγα ε ργον καὶ ἐπενόησε καὶ ἐπετέλεσε· τὸν γὰρ ει σπλουν τοῦ λιμένος στενὸν ο ντα 325

συνέχωσε, 2.334 χαλεπῶς μὲν καὶ ἐπιπόνως, ο μως μέντοι ὑπὸ πολυχειρίας τὸ ε ργον ἐξείργαστο. ει ργειν μὲν γὰρ αὐτοὺς ἐπεχείρουν οἱ Καρχηδόνιοι, καὶ πολλαὶ μάχαι ἐν τούτῳ ἐγίνοντο, οὐ μέντοι καὶ κωλῦσαι τὸ χῶσαι ἠδυνήθησαν. Οἱ ου ν Καρχηδόνιοι, τοῦ στόματος τοῦ λιμένος χωσθέντος, τῇ τοῦ σίτου σπάνει δεινῶς ἐπιέσθησαν· καὶ οἱ μὲν ηὐτομόλουν, οἱ δὲ ἐγκαρτεροῦντες ε θνησκον, οἱ δὲ τῶν νεκρῶν ἐγεύοντο. ο θεν ἀθυμήσας ̓Ασδρούβας πρέσβεις πρὸς τὸν Σκιπίωνα περὶ σπονδῶν ε πεμψε· καὶ ε τυχεν α ν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς α πασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν ου ν αὐτῆς εἰς τὴν ἀκρόπολιν τὴν γυναῖκα κατέκλεισεν, ἐπεὶ τῷ Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύσατο· καὶ τα λλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε ου ν καὶ α λλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ' ἐπεκράτουν, καὶ ἀντεμηχανῶντο πρὸς τὰς ̔Ρωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας δὲ φρούριόν τι ἐρυμνὸν ε χων καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προϊὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς ̔Ρωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στράτευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν ε ταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν ε πεμψεν, ἐπιστήσας αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διεφοίτα α μφω ἐπισκοπῶν. καὶ η λω τὸ φρούριον. ει τ' αυ θις πάσῃ τῇ στρατιᾷ ἐπολιορκεῖτο ἡ Καρχηδών. ̓Απογνόντες ου ν οἱ Καρχηδόνιοι μηκέτι ἑκάτερον 2.335 τεῖχος διασώσασθαι δύνασθαι, εἰς τὸν τῆς Βύρσης περίβολον α τε καὶ ἐρυμνότερον ἀνεσκευάσαντο, καὶ μετακομίσαντες ο σα ἠδύναντο, κατέπρησαν νυκτὸς τὸ νεώριον καὶ τῶν α λλων τὰ πλείω, ι να τῆς ἐξ αὐτῶν ὠφελείας τοὺς πολεμίους στερήσωσιν. ὡς δ' ε γνων τὸ ε ργον οἱ ̔Ρωμαῖοι, τὸν λιμένα κατέσχον καὶ ἐπὶ τὴν Βύρσαν ἐχώρησαν, καὶ κατασχόντες τὰς ἑκατέρωθεν αὐτῆς οἰκίας οἱ μὲν ἐπὶ τῶν τεγῶν αὐτῶν ἐπὶ τὰς ἀεὶ ἐχομένας ἐβάδιζον, οἱ δὲ τοὺς τοίχους διορύσσοντες κάτωθεν διῄεσαν, ε ως πρὸς αὐτὴν τὴν α κραν ἀφίκοντο. ἐνταῦθα δὲ γενομένοις οὐκέτι ἀντῆραν οἱ Καρχηδόνιοι, ἀλλ' ἐπεκηρυκεύσαντο, πλὴν τοῦ ̓Ασδρούβου. ἐκεῖνος δὲ μετὰ τῶν αὐτομόλων, ὁ γὰρ Σκιπίων οὐκ ἐσπείσατο αὐτοῖς, εἰς τὸ ̓Ασκληπιεῖον ἀνειλήθη μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, κἀντεῦθεν ἠμύνετο τοὺς προσβάλλοντας, μέχρις ου ἐμπρήσαντες τὸν νεὼν οἱ αὐτόμολοι ἐπὶ τὸ τέγος αὐτοῦ ἀνέβησαν, τὴν ἐσχάτην τοῦ πυρὸς ἀνάγκην ἀναμένοντες· τότε γὰρ ἡσσηθεὶς πρὸς τὸν Σκιπίωνα η λθεν ἱκετηρίαν ε χων. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ ἀντιβολοῦντα ὀνομαστὶ ἀνεκάλεσεν, καὶ ἐξονειδίσασα ο τι ἑαυτῷ τὴν σωτηρίαν πράξας οὐκ ἐπέτρεψεν ἐκείνῃ σπείσασθαι, τὰ τέκνα ἐνέβαλεν εἰς τὸ πῦρ καὶ ἑαυτὴν προσεπέρριψεν. ̔Ελὼν ου ν ου τω τὴν Καρχηδόνα Σκιπίων τῇ γερουσίᾳ ἐπέστειλε τάδε "Καρχηδὼν ἑάλω· τί ου ν κελεύετε;" ἀναγνωσθέντων ου ν τούτων βουλὴν ε θεντο περὶ τοῦ τί δέον ποιεῖν. καὶ ὁ μὲν Κάτων κατασκάψαι τὴν πόλιν καὶ τοὺς Καρχηδονίους ἐξαφανίσαι δεῖν ἐγνωμάτευσεν, ὁ δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ε τι συνεβούλευε. κἀντεῦθεν εἰς ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ 2.336 συνέδριον, ε ως ε φη τις ο τι εἰ καὶ δι' οὐδὲν ε τερον, ἀλλά γε ἑαυτῶν ε νεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο α ν, ι ν' ἀνταγωνιστὰς αὐτοὺς ε χοντες ἀρετὴν ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τράπωνται, τῶν δυναμένων αὐτοὺς καταναγκάζειν εἰς α σκησιν τῶν πολεμικῶν περιαιρεθέντων, καὶ χείρους ὑπ' ἀνασκησίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ ε χοντες. ἐκ τούτων ου ν τῶν λόγων πάντες κατασκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν, μήποτε εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πᾶσα α ρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ' αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τὸ δεσμωτήριον ἐνεβλήθησαν κἀκεῖ διεφθάρησαν, ὀλίγοι δέ τινες πλὴν τῶν πάνυ πρώτων ἐπράθησαν· ου τοι γὰρ οι τε ο μηροι καὶ ὁ ̓Ασδρούβας καὶ ὁ Βιθίας α λλοι α λλῃ τῆς ̓Ιταλίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. ὁ δὲ Σκιπίων δόξης τε ε τυχε καὶ τιμῆς, καὶ ̓Αφρικανὸς οὐκ ἀπὸ τοῦ 326

πάππου, ἀλλ' ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο πράξεων. Τότε δὲ καὶ ἡ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἱ τῶν ̔Ελλήνων κορυφαιότατοι ὑπὸ Παύλου τοῦ Αἰμιλίου μετῳκίσθησαν εἰς τὴν ̓Ιταλίαν, οἱ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς α νδρας ἀπῄτουν, ὡς δ' οὐκ ε τυχον, καί τινες ἐκείνων τὴν οι καδε ἀπογνόντες ἐπάνοδον ἑαυτοὺς διεχρήσαντο, χαλεπῶς διέκειντο καὶ πένθος δημόσιον ἐποιήσαντο, τοῖς τε τὰ ̔Ρωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέμιόν τι ἐπεδείξαντο, μέχρις ου τοὺς περιλιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκομίσαντο. τότε δὲ 2.337 διενεχθέντες ἀλλήλοις οι τ' ἠδικημένοι καὶ οἱ τὰ ἀλλότρια ε χοντες ἐπολέμησαν. η ρξαντο δὲ τῆς διαφορᾶς οἱ Α ̓ χαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες ὡς αἰτίοις τῶν συμβεβηκότων αὐτοῖς· καὶ τῶν ̔Ρωμαίων διαλλακτὰς αὐτοῖς στειλάντων οὐκ ἐπείσθησαν, ἀλλὰ πρὸς πόλεμον ω ρμησαν, Κριτόλαον προστησάμενοι. δείσας ου ν ὁ Μέτελλος μὴ καὶ τῆς Μακεδονίας α ψωνται, η δη γὰρ εἰς τὴν Θεσσαλίαν παρῆλθον, προαπήντησεν αὐτοῖς καὶ ἐτρέψατο. Καὶ τοῦ Κριτολάου πεσόντος διχῇ διῄρητο τὸ ̔Ελληνικόν. οἱ μὲν γὰρ πρὸς εἰρήνην ἀπέκλιναν καὶ τὰ ο πλα κατέθεντο, οἱ δὲ καὶ ε τι ἐστασίαζον τῷ Διαίῳ τὰ πράγματα ἐπιτρέψαντες. α μαθόντες οἱ ἐν τῇ ̔Ρώμῃ ἐπ' αὐτοὺς τὸν Μόμμιον ε πεμψαν. ο ς τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου ει χετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ Διαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν ̓Αχαιῶν η λθε χαράκωμα. ἀθροίσας δὲ δύναμιν ὁ Δίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ' οὐκ ἀντεξώρμησαν οἱ ̔Ρωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ εἰς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ο ν προῆλθεν. ἰδὼν ου ν τοῦθ' ὁ Μόμμιος, τῶν ἱππέων τινὰς λάθρᾳ ε πεμψεν, ι ν' ἐκ πλαγίου αὐτοῖς ἐπιγένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν, ἐπήγαγε τὴν φάλαγγα κατὰ πρόσωπον, καὶ πολλοὺς ἐφόνευσεν. ἐκ δὲ τούτου Δίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέκτεινε, τῶν δ' ἐκ τῆς μάχης περισωθέντων οἱ μὲν Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἱ δ' α λλοι 2.338 οι καδε ε φυγον. ο θεν καὶ οἱ ἐν τῷ τείχει Κορίνθιοι πάντας ἀπολωλέναι νομίσαντες ἐξέλιπον τὴν πόλιν· καὶ κενὴν αὐτὴν ἀνδρῶν ὁ Μόμμιος ε λαβε. καὶ μετὰ ταῦτα κἀκείνους καὶ τοὺς α λλους Ελληνας ἀπόνως προσεποιήσατο. καὶ τότε μὲν τά τε ο πλα αὐτῶν καὶ ο σα πρὸς τοῖς ἱεροῖς ἀνέκειντο καὶ τοὺς ἀνδριάντας τάς τε γραφὰς καὶ ει τι α λλο πρὸς κόσμον ει χον παρείλετο, πεμφθέντων δέ οἱ τοῦ τε πατρὸς καὶ α λλων ἐπὶ καταστάσει τῶν ἁλόντων, τείχη τέ τινων περιεῖλε καὶ ἐλευθέρους πάντας καὶ αὐτονόμους πλὴν τῶν Κορινθίων ἀφῆκε. τῆς δὲ Κορίνθου τούς τε οἰκήτορας ἀπέδοτο καὶ τὴν χώραν ἐδημοσίωσε, τά τε τείχη καὶ τὰ α λλα οἰκοδομήματα πάντα κατέσκαψε, φοβηθεὶς μὴ καὶ αυ θις τινὲς πρὸς αὐτὴν οι α μεγίστην συστῶσιν. ι να δὲ μήτε τις ἐκείνων λάθῃ μήτε τῶν λοιπῶν τις ̔Ελλήνων πραθῇ ὡς Κορίνθιος, συνεκάλεσε, πρὶν ἐκφῆναι τὸ ποιητέον, πάντας τοὺς παρόντας, καὶ αὐτοὺς ἀφανῶς πως τοῖς στρατιώταις ἐγκυκλωσάμενος ἐκήρυξε τήν τε τῶν α λλων ἐλευθερίαν καὶ τὴν τῶν Κορινθίων δούλωσιν. ε πειτα προσέταξε πᾶσι τῶν παρεστηκότων σφίσι λαβέσθαι, καὶ ου τω σαφῆ τὴν διάκρισιν αὐτῶν ἐποιήσατο. Καὶ ἡ μὲν Κόρινθος ου τως ἀνάστατος γέγονε, τὸ δ' α λλο ̔Ελληνικὸν παραχρῆμα μὲν καὶ σφαγαῖς καὶ χρημάτων ἐκλογαῖς ἐκακώθη, ε πειτα ε ν τε ἀδείᾳ καὶ ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ω στε λέγειν ο τι, εἰ μὴ θᾶττον ἑαλώκεισαν, οὐκ α ν ἐσέσωντο. ̔Η μὲν ου ν Καρχηδὼν η τε Κόρινθος αἱ ἀρχαῖαι ἐκεῖναι τοῦτο τέλος α μα ε σχον, χρόνῳ δὲ πολλῷ υ στερον ἀποικίαν ̔Ρωμαίων λαβοῦσαι η νθησαν αυ θις καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν. Τὰ μὲν ου ν μέχρι τοῦδε πεπραγμένα ̔Ρωμαίοις, 2.339 βίβλων τυχὼν τῶν πάλαι ταῦτα ἱστορησάντων ἀρχαίων ἀνδρῶν, ἐκεῖθεν ἐξείληφα κατ' ἐπιτομὴν καὶ τῷ συγγράμματι τούτῳ ἐντέθεικα, ἐπὶ δὲ τοῖς ἑξῆς α τοῖς ὑπάτοις καὶ τοῖς δικτάτωρσιν ἐπράχθη μέχρις α ν ταῖς ἀρχαῖς ταύταις τοῖς ἐν τῇ 327

̔Ρώμῃ διῳκεῖτο τὰ πράγματα, μή μέ τις αἰτιῷτο ὡς η καταφρονήσει η ῥᾳθυμίᾳ η ο κνῳ ταῦτα παρελθόντα καὶ ἀτελὲς οι ον εἰακότα τὸ σύγγραμμα. οὐ γὰρ ῥᾳστώνῃ μοι τὰ λείποντα παρεώραται, οὐδ' ἡμιτελὲς ἑκὼν τὸ πόνημα καταλέλοιπα, ἀλλ' ἀπορίᾳ βίβλων αι περ αὐτὰ διεξίασι, καὶ ταῦτα πολλάκις ζητήσαντί μοι ταύτας, μὴ εὑρηκότι δ' ο μως, οὐκ οι δα ει θ' ο τι μὴ σώζοιντο, τοῦ χρόνου διεφθαρκότος αὐτάς, ει θ' ο τι μὴ φροντιστικώτερον τὴν τούτων ι σως ζήτησιν ἐποιήσαντο οι ς αὐτὴν ἀνεθέμην, αὐτὸς ὑπερόριος ω ν καὶ πόρρω τοῦ α στεος ἐν νησιδίῳ ἐνδιαιτώμενος. ο τι γοῦν μοι ταῖς βίβλοις ταύταις νῦν οὐκ ἐξεγένετο ἐντυχεῖν, ἡμίεργος ἐντεῦθεν ο σον ἐπὶ τοῖς τῶν ὑπάτων ε ργοις, ἀλλὰ μέντοι καὶ τοῖς τῶν δικτατώρων ἡ ἱστορία γεγένηται. παρελθὼν ου ν αὐτὰ καὶ α κων, τὰ τῶν αὐτοκρατόρων συγγράψομαι, μικρά τινα προδιηγησάμενος, ι ν' ο θεν εἰς αὐταρχίαν ἐξ ἀριστοκρατίας η καὶ δημοκρατίας οἱ ̔Ρωμαῖοι μετηνέχθησαν δῆλον ει η τοῖς ἀναγνωσομένοις τὸ σύγγραμμα, α μα τε πρὸς τούτῳ καὶ ἀκολουθίας ε χοιτο ἡ γραφή. 2.340 ΒΙΒΛΟΣ ΔΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΖΩΝΑΡΑ. ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΙ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ. Η ΜΕΝ ΠΡΟΤΕΡΑ ΒΙΒΛΟΣ ΠΕΡΙΕΧΕΙ ΤΑ ΕΒΡΑΙΚΑ ΚΑΙ ΤΑ ΤΗΣ ΡΩΜΗΣ ΚΑΙ ΤΑ ΤΩΝ ΥΠΑΤΕΙΩΝ, ΑΥΤΗ ΔΕ ΤΑΣ ΠΕΡΙ ΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΩΝ ΙΣΤΟΡΙΑΣ. ̓Εξ ἀρχῆς μὲν ου ν, ὡς ἐν τῇ προτέρᾳ βίβλῳ μοι προϊστόρηται, βασιλεῦσιν ἡ τῶν ̔Ρωμαίων ἀνεῖτο ἀρχὴ μέχρι τῆς τῶν Ταρκυνίων τυραννίδος καὶ καταλύσεως, ε κτοτε δὲ στρατηγοῖς καὶ δικτάτωρσιν ὑπάτοις τε καὶ χιλιάρχοις, ἀλλὰ μὴν καὶ δημάρχοις ἡ τῶν κοινῶν διοίκησις ἀνετίθετο, καὶ τοιαύταις πολιτείαις τὰ ̔Ρωμαίων ἰθύνετο μέχρι Πομπηίου Μάγνου καὶ Γαΐου ̓Ιουλίου τοῦ Καίσαρος. υἱὸς δὲ η ν ὁ Πομπήιος Στράβωνος, ἑνὸς τῶν ἐπισήμων ̔Ρωμαίων καὶ στρατηγίας ἠξιωμένου, τῷ Κίννᾳ τε ἀντιτεταγμένου τυραννικώτερον τῇ ἀρχῇ χρωμένῳ. η δη γὰρ ἐνόσει ̔Ρωμαίοις τὰ πράγματα, καὶ ἐπὶ τυραννίδα οἱ σφῶν ἀπέκλινον α ρχοντες, ἀλλ' οὐ νομίμως α ρχειν ἐβούλοντο. ὁ μὲν ου ν πατὴρ αὐτοῦ Στράβων διὰ φιλοχρηματίαν ὑπὸ ̔Ρωμαίων μεμίσητο, ὁ δὲ Πομπήιος ἐφιλεῖτο διά τε πίστιν η θους καὶ τὸ εὐέντευκτον καὶ 2.341 τὸ σῶφρον τὸ περὶ δίαιταν καὶ τὴν ἐν ο πλοις α σκησιν. καὶ τοσοῦτον η ν τὸ πρὸς αὐτὸν φίλτρον ὡς δείσαντος αὐτοῦ τὸν Κίνναν ἐκ διαβολῆς καὶ τοῦ στρατοπέδου λάθρᾳ διεκπεσόντος, ἐπεί τε μὴ η ν ἐμφανὴς λόγου διαδοθέντος ο τι ἀνῄρηται παρὰ Κίννα, ω ρμησαν κατ' αὐτοῦ οἱ μισοῦντες καὶ α λλως αὐτόν, καὶ ἀνῃρέθη Κίννας φεύγων καταληφθεὶς ὑπό του τῶν λοχαγῶν. Ου τω δὲ Κίννα φθαρέντος Κάρβων τὰ πράγματα διεδέξατο, ἐμπληκτότερος ἐκείνου τύραννος. τοῦ Σύλλα δ' ἀντικαθισταμένου τῷ Κάρβωνι, τούτῳ προσετέθη καὶ ὁ Πομπήιος· οὐ πρότερον μέντοι προσῆλθε πρὶν α ν τινος χάριτος πρὸς ἐκεῖνον κατήρξατο. η ν μὲν ου ν τότε ει κοσι καὶ τρία γεγονὼς ε τη, καὶ στρατιωτικὸν καταλέξας περιῄει τὰς πόλεις, τοὺς τὰ Κάρβωνος φρονοῦντας ἐξελαύνων αὐτῶν, καὶ πρὸς Σύλλαν ἀπιών. ἐν δὲ τῷ ἀπιέναι τρεῖς αὐτὸν στρατηγοὶ τῶν προσκειμένων τῷ Κάρβωνι ἐκυκλώσαντο. ὁ δὲ τούτους τρεψάμενος τὰς πόλεις αὐτῷ προσχωρούσας ἐδέχετο. ει τ' αυ θις Σκιπίωνος τοῦ ὑπάτου ἐπιόντος αὐτῷ τὸ Σκιπίωνος στρατιωτικὸν ἀσπασάμενον τοὺς τοῦ Πομπηίου αὐτῷ προσερρύησαν, ὁ δὲ Σκιπίων ε φυγε. καὶ Κάρβωνος δὲ ἱππέων ι λας συχνὰς πέμψαντος κατ' αὐτοῦ, καὶ ταύτας ἐτρέψατο, ὡς δι' ἀπόγνωσιν σωτηρίας ἑαυτοὺς αὐτῷ ἐγχειρίσαι. ου τω δὲ αὐτὸν ὁ Σύλλας ἐδέξατο ὡς ἀποπηδῆσαι τοῦ ι ππου καὶ προσαγορευθεὶς αὐτοκράτωρ ὑπὸ Πομπηίου καὶ αὐτὸς ἀντιπροσερεῖν αὐτοκράτορα τὸν Πομπήιον. καὶ τα λλα δὲ ταῖς πρώταις φιλοφροσύναις συνέβαινεν· ὑπεξανίστατο γὰρ προσιόντι τῷ Πομπηίῳ καὶ α λλα πρὸς τιμὴν ἐκείνου ἐποίει α πρὸς α λλους οὐκ ω πτο ῥᾳδίως ποιῶν. ἐπεὶ δ' 2.342 ἐκράτησε τῆς ̓Ιταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν α λλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουτίζων καὶ ἐπ' ἀρχὰς καθιστῶν, Πομπήιον δὲ οἰκειώσασθαι ε σπευσεν ἑαυτῷ· καὶ πείθει αὐτὸν τὴν γαμετὴν η ν ει χεν 328

ἀποπεμψάμενον ἀγαγέσθαι τὴν ἑαυτοῦ πρόγονον Αἰμιλίαν, η ν ἡ Μετέλλα, η τῷ Σύλλᾳ συνῴκει, ἐκ Σκαύρου ἐγείνατο τοῦ προτέρου ἀνδρός. η ν δὲ τὰ τοῦ γάμου τυραννικά· ἀνδρὶ γὰρ ἡ Αἰμιλία η δη ἐκδέδοτο καὶ ἐκύει. Ου τω δ' ὁ Σύλλας οἰκειωσάμενος τὸν Πομπήιον εἰς Σικελίαν ἀπέστειλε μετὰ βαρείας δυνάμεως· η ν γὰρ ἡ νῆσος τοῖς τοῦ Κάρβωνος ὁρμητήριον. καὶ ἀπελθόντος ἐκεῖ Πομπηίου οἱ μὲν ἐναντίοι τῆς νήσου ἐξέστησαν, αὐτὸς δὲ τὰς πόλεις ἀνελάμβανε τετρυχωμένας καὶ φιλανθρώπως ἐκέχρητο. κατασχὼν δὲ καὶ τὸν Κάρβωνα ἀνεῖλεν. ἀκούων μέντοι τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδας ταῖς αὐτῶν μαχαίραις ἐπέβαλεν, η ν ὁ μὴ φυλάξας ἐκολάζετο. Ταῦτα δὲ πράττων ἐν Σικελίᾳ ἐδέξατο γράμματα τῆς συγκλήτου καὶ Σύλλα κελεύοντα πλεῖν εἰς Λιβύην καὶ πολεμεῖν Δομιτίῳ. καὶ ὁ μὲν ἐξέπλει, ἑπτακισχίλιοι δὲ αὐτῷ τῶν ὑπὸ τὸν Δομίτιον προσεχώρησαν. ἀντιτεταγμένου δὲ Δομιτίου συρρήγνυνται τὰ στρατεύματα, καὶ νικῶσιν οἱ Πομπηίου, καὶ ὁ Δομίτιος κτείνεται. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς προσεχώρησαν, αἱ δὲ κατὰ κράτος ἑάλωσαν. καὶ εἰς τὴν Νομαδικὴν ἐμβαλών, καὶ πάντων κρατήσας οι ς ἐνέτυχε τεσσαράκοντα ταῖς πάσαις ἡμέραις, γράμματα δέχεται Σύλλα, ἀφεῖναι μὲν τὴν α λλην στρα.343 τιάν, αὐτὸν δὲ μεθ' ἑνὸς τάγματος περιμένειν εἰς ̓Ιτύκην τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις αὐτὸς μὲν καθ' ἑαυτὸν η χθετο, ὁ δὲ στρατὸς εἰς τοὐμφανὲς ἠγανάκτει. καὶ θέλοντος προελθεῖν Πομπηίου, τοῦ τε Σύλλα κακῶς ἐμνημόνευον κἀκεῖνον οὐκ ει ων πιστεύειν τῷ τυράννῳ ἑαυτόν. καὶ ὁ μὲν ἐπειρᾶτο πραΰνειν αὐτούς, οἱ δὲ μένειν αὐτὸν καὶ α ρχειν ἐκέλευον, α χρις ου προσλιπαρούντων καὶ καταβοώντων ω μοσεν ἀναιρήσειν ἑαυτόν, εἰ βιάζοιντο· καὶ μόλις ου τως ἐπαύσαντο. Πρῶτον μὲν ου ν ἠγγέλη τῷ Σύλλᾳ ἀφεστάναι Πομπήιον, ει τα πυθόμενος τἀληθὲς ἀπήντησεν αὐτῷ προσιόντι καὶ δεξιωσάμενος Μάγνον προσεῖπε μεγάλῃ φωνῇ· σημαίνει δὲ μέγαν ὁ Μάγνος. θρίαμβον δὲ Πομπηίου αἰτοῦντος ὁ Σύλλας ἀντέλεγεν ὡς ὑπάτῳ η στρατηγῷ θριαμβεύειν νενόμισται, α λλῳ δὲ οὐδενί· εἰ δὲ Πομπήιος ου πω γενειῶν ἀκριβῶς θριαμβεύσει, ῳ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστιν, ἐπίφθονος ε σται αὐτῷ ἡ τιμή. ταῦτα τοῦ Σύλλα λέγοντος ὁ Πομπήιος οὐχ ὑπέπτηξεν, ἀλλ' ἐννοεῖν ε φη δεῖν ο τι τὸν η λιον ἀνατέλλοντα πλείονες η δυόμενον προσκυνοῦσι, δηλῶν ἐντεῦθεν ὡς αὐτῷ μὲν ἡ δύναμις αυ ξεται, ἐκείνῳ δὲ μειοῦταί τε καὶ μαραίνεται. πρὸς ταῦτα ὁ Σύλλας καταπλαγείς, δὶς ἐφεξῆς "θριαμβευσάτω" ἐβόησεν. ὡς δὲ οἱ στρατιῶται ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, μὴ τυχόντες ἡλίκων προσεδόκησαν, ὁ Πομπήιος ἀφήσειν ε φη μᾶλλον τὸν θρίαμβον η κολακεύσειν τοὺς στρατιώτας. πρὸς ο Σερουίλιος ἀνὴρ ἐπιφανὴς καὶ ἀντιλέγων πρὶν πρὸς τὸν θρίαμβον "νῦν," ε φη, "Πομπήιος καὶ Μάγνος ἀληθῶς καὶ α ξιος θριαμβεῦσαι." Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ο σον πρόεισι 2.344 δόξης καὶ δυνάμεως ὁ Πομπήιος, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν η γε. Λέπιδος μέντοι σπουδῇ Πομπηίου ὑπατείας τυχών, εἰς τὴν Σύλλα δύναμιν ἐκείνου τελευτήσαντος ἑαυτὸν εἰσεποίει, καὶ εὐθὺς ε νοπλος η ν, τὰ τῶν στάσεων ἀνακινῶν ὑπολείμματα. καὶ ὁ Πομπήιος ἡγεμὼν στρατεύματος ἀπεδείχθη κατὰ Λεπίδου, η δη πολλὰ τῆς ̓Ιταλίας κεκινηκότος καὶ τὴν ἐντὸς Αλπεων Γαλατίαν διὰ Βρούτου κατέχοντος. τῶν μὲν ου ν α λλων ῥᾳδίως ἐκράτησεν ὁ Πομπήιος, ἀντικαθήμενος δὲ τῷ Βρούτῳ ἐχρόνισεν. ει τα ἑαυτὸν ὁ Βροῦτος αὐτῷ ἐνεχείρισεν, η μεταβαλλόμενος η προδοθείς. καὶ ὁ μὲν ἀνῃρέθη, ου περ υἱὸς η ν ὁ τὸν Καίσαρα υ στερον διαχειρισάμενος Βροῦτος, Λέπιδος δὲ τῆς ̓Ιταλίας ἐκπεπτωκὼς νόσῳ ἀπέθανεν. ̔Ο μέντοι Σερτώριος τὴν ̓Ιβηρίαν ε χων φοβερὸς η ν. καὶ πρὸς τοῦτον ου ν ὁ Πομπήιος ἐστάλη, συμμαχήσων ̓Οππίῳ Μετέλλῳ μαχομένῳ πρὸς τὸν Σερτώριον. εἰς ̓Ιβηρίαν δὲ ἀφικόμενος πρῶτον μὲν δυσὶ στρατηγοῖς ἀντικατέστη τοῦ Σερτωρίου, καὶ νικήσας ὑπὲρ μυρίους ἀπέκτεινεν· ει τα καὶ αὐτῷ Σερτωρίῳ προσμίξας ἀμφίδοξον ε σχηκε τὸν ἀγῶνα. ἐπελθόντος δὲ Πομπηίῳ ο ντι ἱππότῃ ἀνδρὸς 329

μεγάλου πεζοῦ, ὁ μὲν Πομπήιος ὑπ' ἐκείνου ἐπλήγη τὴν χεῖρα, ἐκεῖνος δὲ ὑπὸ Πομπηίου αὐτὴν ἀπεκόπη. ἑνωθεὶς δὲ τῷ Μετέλλῳ ἐτίμησε τὸν α νδρα καὶ ἐτιμήθη. ̓Αλλὰ τοῦ Σερτωρίου δολοφονηθέντος ὑπὸ τῶν φίλων, Περπέννας ὁ τῶν αὐτοῦ ἡγεμόνων κορυφαιότατος ἐπεχείρησεν ἐκείνῳ ποιεῖν ὁμοίως, τὰς ἐκείνου δυνάμεις περιβαλόμενος. ἀλλ' ὁ Πομπήιος ἀντιταξάμενος αὐτῷ ἐκράτησε πάντων· καὶ διεφθάρησαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ, αὐτὸν δὲ τὸν Περπένναν ἑαλωκότα ζωὸν ἀπέκτεινε. καὶ 2.345 προσμείνας ἐκεῖ καὶ καταστήσας τὰ πράγματα καὶ κατασβέσας τὰς ταραχὰς εἰς ̓Ιταλίαν ἀπήγαγε τὸν στρατόν. η ν δ' ὑποψία καὶ δέος ὡς οὐ προήσεται τὸ στράτευμα, δι' ο πλων δὲ βαδιεῖται μοναρχίας κατάρχων. ὁ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν, ἀφήσειν τὸ στράτευμα φήσας μετὰ τὸν θρίαμβον. ε ν δ' ε τι οἱ βασκαίνοντες αὐτὸν ᾐτιῶντο, ο τι τῷ δήμῳ μᾶλλον η τῇ βουλῇ προσένεμεν ἑαυτόν· ο περ η ν ἀληθές. οὐ γὰρ ε στιν ου τινος ἐμμανέστερον ὁ Ρ ̔ ωμαίων ἠράσθη δῆμος. ἐψηφίσθη γοῦν αὐτῷ ὑπατεία καὶ δεύτερος θρίαμβος· συνυπατεύειν δὲ αὐτῷ καὶ ὁ Κράσσος ἐψηφίσθη αὐτοῦ σπουδάσαντος. ἀλλ' ἀποδειχθέντες υ πατοι διεφέροντο, καὶ ἐν μὲν τῇ βουλῇ ὁ Κράσσος ι σχυε μᾶλλον, παρὰ δὲ τῷ δήμῳ ἐκράτει Πομπήιος. παρῃτήσατο δὲ καὶ τὴν στρατηγίαν· καὶ ε θους ο ντος τοῖς ̔Ρωμαίοις ἱππεῦσιν, ο ταν στρατεύσωνται τὸν νόμιμον χρόνον, α γειν τὸν ι ππον εἰς ἀγορὰν ἐπὶ τοὺς τιμητάς, καταριθμεῖσθαί τε τῶν στρατηγῶν καὶ αὐτοκρατόρων ε καστον ὑφ' οι ς ἐστρατεύσαντο, καὶ εὐθύνας διδόναι τῆς στρατείας καὶ ου τως ἀφίεσθαι, νεμομένης τιμῆς η ἀτιμίας προσηκούσης τοῖς βίοις ἑκάστων, τότε προεκάθηντο μὲν οἱ τιμηταὶ καὶ οἱ ἱππεῖς παρῄεσαν ἐξεταζόμενοι, ω φθη δὲ καὶ Πομπήιος εἰς τὴν ἀγορὰν τὰ μὲν α λλα παράσημα τῆς ἀρχῆς ε χων, αὐτὸς δ' α γων τὸν ι ππον διὰ χειρός. η ν δὲ τοῦ δήμου θαῦμα καὶ σιωπή. ει τα ὁ ει ς τῶν τιμητῶν "πυνθάνομαί σου" ει πεν "ω Πομπήιε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας." ὁ δὲ μεγάλῃ φωνῇ "ἐστράτευμαι" ἀπεκρίνατο, "καὶ πάσας ὑπ' ἐμαυτῷ αὐτοκράτορι." πρὸς τοῦτο ὁ δῆμος ἐξέκραγε, καὶ οἱ τιμηταὶ τοῖς πολίταις χαριζόμενοι ἀναστάντες προέπεμπον αὐτὸν οι καδε. 2.346 Ηδη δὲ τῆς ἀρχῆς περανθείσης ἀπέθετο αὐτὴν ὁ Πομπήιος. καὶ μετὰ ταῦτα ὁ πειρατικὸς αὐτῷ ἀνετέθη πόλεμος. ω ρμητο μὲν γὰρ ἡ πειρατικὴ δύναμις ἐκ Κιλικίας, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ταῖς βασιλικαῖς ὑπηρεσίαις χρήσασα ἑαυτήν· ει τα ̔Ρωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις συμπεσόντων ἀλλήλοις, ἀφύλακτος ου σα ἡ θάλασσα κατ' ὀλίγον αὐτοὺς ἐφειλκύσατο· καὶ δύναμιν σχόντες οὐ τοῖς πλέουσιν ἐπετίθεντο μόνον, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους παρεσπῶντο. ἐγένοντο δ' ου ν αἱ μὲν λῃστρικαὶ νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι ὑπ' αὐτῶν πόλεις ὑπὲρ τετρακοσίας. πολλὰ δὲ καὶ τῶν ἀβάτων ἐξέκοψαν ἱερῶν, ἐνύβριζον δὲ καὶ τοῖς ̔Ρωμαίοις. ὁπότε γάρ τις ἁλοὺς ἀνεβόησε ̔Ρωμαῖος ει ναι, ἐκπεπλῆχθαι προσποιούμενοι καὶ δεδιέναι, τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον αὐτῷ· καὶ οἱ μὲν ὑπέδουν αὐτὸν κάλτια, οἱ δὲ τήβεννον περιέβαλλον, ου τω τε κατειρωνευσάμενοι τέλος ἐν μέσῳ πελάγει κλίμακα προβαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα· εἰ δὲ μὴ βούλοιτο, ὠθοῦντες αὐτὸν κατέδυον. Πάσης δὲ θαλάσσης ἀπλώτου τοῖς ἐμπόροις ου σης, σπάνις η ν τῶν ἀναγκαίων ἐν τῇ ἀγορᾷ. δόξαν δὲ τὸν Πομπήιον ἐκπέμψαι κατὰ τῶν πειρατῶν, Γαβίνιος ει ς τῶν Πομπηίου συνήθων ε γραψε νόμον οὐ ναυαρχίαν, α ντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα. ἐδίδου γὰρ ὁ νόμος αὐτῷ ἀρχὴν τῆς ἐντὸς ̔Ηρακλείων στηλῶν θαλάσσης, ἠπείρου δὲ πάσης ἀπὸ θαλάσσης ἐπὶ τετρακόσια στάδια, καὶ πεντεκαίδεκα πρεσβευτὰς ἐκ τῆς βουλῆς ἑλέσθαι ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων καὶ τῶν τελῶν 2.347 ο σα βούλοιτο, καὶ ναῦς διακοσίας. ταῦτα ὁ μὲν δῆμος προθύμως ἐδέξατο· οἱ δὲ τῆς συγκλήτου περιφανέστεροι φόβου α ξιον ἐνόμιζον τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ ἀόριστον, καὶ ἀντέλεγον, πλὴν Καίσαρος· ου τος δὲ συνηγόρει τῷ νόμῳ, οὐ διὰ τὸν 330

Πομπήιον, τὸν δῆμον δὲ θεραπεύων καὶ οἰκειούμενος ἑαυτῷ. τέως μέντοι ἐκυρώθη τὸ ψήφισμα. καὶ ὁ Πομπήιος εἰς ἐκκλησίαν ἐλθὼν διπλάσια τὰ ἐψηφισμένα λαβεῖν διεπράξατο. διελὼν ου ν τὰ πελάγη καὶ διαστήματα τῆς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφ' ἑκάστῳ καὶ α ρχοντα τάξας, ἐκάθηρε τῶν λῃστηρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσαράκοντα. ει τα παραπλέων τὰς πόλεις μετὰ σπουδῆς οὐ παρῆλθε τὰς ̓Αθήνας. ἀναβὰς δὲ καὶ θύσας καὶ προσαγορεύσας τὸν δῆμον, ευ ρεν ἐπιγραφὰς εἰς αὐτὸν πεποιημένας, ω ν ἡ μὲν ἐντὸς τῆς πύλης ε λεγεν ̓Εφ' ο σον ω ν α νθρωπος οι δας, ἐπὶ τοσοῦτον ει θεός· ἡ δ' ἐκτὸς Προσεδοκῶμεν, προσεκυνοῦμεν, ει δομεν, προπέμπομεν. Κατελύθη μὲν ου ν ὁ πειρατικὸς πόλεμος καὶ τὰ πανταχοῦ τῆς θαλάσσης ἐξῃρέθη λῃστήρια οὐκ ἐν πλείονι χρόνῳ μηνῶν τριῶν· τούτων δὲ εἰς ̔Ρώμην ἀπαγγελθέντων γράφει νόμον ει ς τῶν δημάρχων ὁ Μάλλιος, παραλαβόντα Πομπήιον πᾶσαν τὴν χώραν ο σης ὁ Λεύκολλος η ρχε, προσλαβόντα δὲ καὶ Βιθυνίαν, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ε χοντα καὶ τὴν ναυτικὴν δύναμιν καὶ τὸ κράτος τῆς θαλάσσης, ὡς η δη τοῦτο εἰλήφει· τοῦτο δὲ η ν ἐφ' 2.348 ἑνὶ συλλήβδην γενέσθαι τὴν ̔Ρωμαίων ἡγεμονίαν. τὸ μὲν ου ν ψήφισμα ἐκυρώθη φοβηθέντων τὸν δῆμον τῶν ἀριστοκρατικῶν καὶ σιωπησάντων, Πομπήιος δὲ δεξάμενος τὰ γράμματα λέγεται τὰς ὀφρῦς συναγαγεῖν καὶ τὸν μηρὸν πατάξαι ὡς δυσχεραίνων καὶ βαρυνόμενος τὴν ἀρχήν. τὴν δ' εἰρωνείαν οὐδ' οἱ πάνυ συνήθεις αὐτῷ ῥᾷον η νεγκαν. τέως δὲ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ τῷ στόλῳ διαλαβὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην. ἐκείνου δ' ἐκλιπόντος ο ρος δύσμαχον ὡς α νυδρον, ἐν ῳ ἐστρατοπεδεύετο, ὁ Πομπήιος κατέσχεν αὐτό, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ε χειν πηγὰς τὸ χωρίον, ὀρύσσειν ἐκέλευσε φρέατα. καὶ ταχὺ μεστὸν η ν υ δατος τὸ στρατόπεδον. ε πειτα περιστρατοπεδεύσας ἀπετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τεσσαράκοντα πολιορκηθεὶς ἡμέρας ε λαθεν ἀποδρὰς μετὰ τῆς ἐρρωμενεστέρας δυνάμεως, ἀποκτείνας τοὺς ἀχρήστους καὶ τοὺς νοσοῦντας. καταλαβὼν δὲ αὐτὸν περὶ τὸν Εὐφράτην ὁ Πομπήιος, ι να μὴ φθάσῃ περάσας τὸν ποταμόν, ἐκ μέσων νυκτῶν ἐπῆγε τὴν στρατιάν. η ν ου ν ἀνάγκη ὑπὲρ τοῦ χάρακος μάχεσθαι. σελήνη δ' η ν καταφερομένη, ο τοὺς βασιλικοὺς ε σφηλεν· ει χον μὲν γὰρ κατὰ νώτου τὴν σελήνην ̔Ρωμαῖοι, η δη δὲ περὶ δύσιν ου σης αἱ σκιαὶ τῶν σωμάτων πρόσθεν προϊοῦσαι πολὺ δόκησιν παρεῖχον τοῖς πολεμίοις ἐγγίζειν τοὺς ̔Ρωμαίους αὐτοῖς, καὶ τοὺς ὑσσοὺς ἀφέντες ἐφίκοντο οὐδενός· ο συνιδόντες ̔Ρωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον καὶ φεύγοντας ε κτεινον, ὡς πολὺ πλείους μυρίων ἀποθανεῖν. αὐτὸς δὲ Μιθριδάτης μετὰ πλειόνων διέφυγε. Πομπήιος δὲ εἰς ̓Αρμενίαν ἐνέβαλε, τοῦ νέου 2.349 Τιγράνου καλοῦντος αὐτόν· η δη γὰρ ἀφειστήκει τοῦ πατρός. ὁ δὲ βασιλεὺς Τιγράνης ὑπὸ Λευκόλλου συντετριμμένος, η μερον δὲ πυνθανόμενος τὸν Πομπήιον, ἑαυτόν τε παρέδωκε καὶ φρουρὰν ἐδέξατο περὶ τὰ βασίλεια. προσιὼν δὲ τῷ Πομπηίῳ τήν τε κίταριν ἀφεῖλε τῆς κεφαλῆς καὶ ω ρμησε πρὸ ποδῶν αὐτὴν ἐκείνου θεῖναι καὶ καταβαλεῖν ἑαυτόν. ἀλλ' ὁ Πομπήιος τῆς δεξιᾶς αὐτοῦ λαβόμενος προσηγάγετο καὶ πλησίον ἱδρύσατο, τὸν δ' ἐκείνου υἱὸν ἐπὶ θάτερα, καὶ ει πε τῶν μὲν α λλων δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπ' ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλικίαν, Γαλατίαν, Σωφηνήν, α δὲ α χρις αὐτοῦ διατετήρηται ε ξειν, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν. ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησεν, ὁ δὲ υἱὸς ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ε φη Πομπηίου δεῖσθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς α λλον εὑρήσειν ̔Ρωμαῖον. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμβον ἐφυλάττετο. Καταλιπὼν δὲ Πομπήιος φρουρὸν ̓Αρμενίας ̓Αφράνιον αὐτὸς διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἐπὶ Μιθριδάτην ἐβάδιζε. μέγιστα δὲ αὐτῶν εἰσιν ε θνη ̓Αλβανοί τε καὶ Ιβηρες, οἱ μὲν ἐπὶ τὰ Μεσχικὰ ο ρη καὶ τὸν Πόντον καθήκοντες, ̓Αλβανοὶ δ' ἐπὶ τὴν ε ω καὶ 331

τὴν Κασπίαν θάλασσαν. ου τοι πρῶτον μὲν αἰτήσαντι Πομπηίῳ δίοδον ε δοσαν, ει τα γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους προσέβαλον αὐτῷ, καὶ τραπέντες ἐφθάρησαν παμπληθεῖς. τῷ δὲ βασιλεῖ αὐτῶν πέμψαντι πρέσβεις σπεισάμενος ἀπῄει ἐπὶ τοὺς Ιβηρας μαχιμωτέρους ο ντας τῶν ̓Αλβανῶν καὶ μήτε Μήδοις μήτε Πέρσαις ὑπείξαντας, διαφυγόντας δὲ καὶ τὴν Μακεδόνων δυναστείαν, ̓Αλεξάνδρου ταχέως ἐκ τῆς ̔Υρκανίας ἀπάραντος. 2.350 ἀλλὰ καὶ τούτους μεγάλῃ μάχῃ τρεψάμενος πολλοὺς ἀνεῖλε καὶ πλείους ἐζώγρησεν. ἐντεῦθεν εἰς τὴν Κόλχων ἐνέβαλεν. αυ θις δὲ ̓Αλβανῶν ἀποστάντων η λαυνεν ἐπ' αὐτοὺς δι' ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, υ δωρ ἐν ἀσκοῖς πολλοῖς ἐπικομιζόμενος. καὶ συμβαλὼν αὐτοῖς ὑπὸ τοῦ ἀδελφοῦ τοῦ σφῶν βασιλέως στρατηγουμένοις ἐνίκησε· καὶ αὐτὸν ἐπελθόντα οἱ καὶ βαλόντα ἐκ χειρὸς διελάσας ἀπέκτεινεν. ο τε καὶ ̓Αμαζόνες λέγονται συμμαχῆσαι τοῖς ̓Αλβανοῖς. μετὰ γὰρ τὴν μάχην σκυλευομένων τῶν νεκρῶν, πέλταις ̓Αμαζονικαῖς οἱ ̔Ρωμαῖοι καὶ κοθόρνοις ἐνέτυχον, σῶμα δὲ γυναικεῖον οὐδὲν εὑρέθη. νέμονται δὲ αυ ται τὰ καθήκοντα πρὸς ̔Υρκανίαν θάλασσαν τοῦ Καυκάσου. μέσον δὲ τῶν ̓Αλβανῶν καὶ αὐτῶν οἰκοῦσι Γέλλαι καὶ Λίγυες. οι ς ε τους ἑκάστου περὶ τὸν Θερμώδοντα ποταμὸν εἰς ταὐτὸν φοιτῶσαι ὁμιλοῦσιν ἐπὶ δύο μῆνας· ει τα καθ' ἑαυτὰς ἀπαλλαγεῖσαι βιοῦσι· τεκοῦσαι δὲ τὰ μὲν α ρρενα κομίσασαι περὶ τὴν τῶν πατέρων ἐκτίθενται γῆν, τὰ δέ γε θήλεα τρέφουσι. Τῶν δὲ τοῦ Μιθριδάτου παλλακῶν ἀναχθεισῶν πρὸς αὐτὸν οὐδεμίαν ε γνω Πομπήιος. Στρατονίκη δέ, η καὶ μέγιστον παρὰ Μιθριδάτῃ ε σχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττε, δῶρά τε πολλὰ τῷ Πομπηίῳ προσήγαγε καὶ τὸ φρούριον παρεδίδου. ὁ δὲ τῶν προσαχθέντων ο σα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρεῖχον λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ε χειν ἐκέλευσε. καὶ τοῦ βασιλέως δὲ τῶν ̓Ιβήρων κλίνην καὶ τράπεζαν καὶ θρόνον χρυσᾶ πάντα πεπομφότος αὐτῷ, καὶ ταῦτα 2.351 τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδέδωκεν. ὡς δὲ τὸν Μιθριδάτην ἑώρα φεύγοντα χαλεπώτερον η μαχόμενον, τούτῳ μὲν ει πεν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, αὐτὸς δὲ προῆγε σὺν στρατιᾷ. χειρωσάμενος δὲ δι' ̓Αφρανίου τοὺς περὶ ̓Αμανὸν Αραβας, καταβὰς εἰς Συρίαν ταύτην μὲν ἐπαρχίαν καὶ κτῆμα ̔Ρωμαίων ἀπέφηνε, τὴν δὲ ̓Ιουδαίαν ὑπέταξε καὶ τὸν βασιλέα αὐτῆς ̓Αριστόβουλον συνέλαβεν, ὡς ἐν τοῖς ̓Ιουδαϊκοῖς η δη ἱστόρηται. μέγα δ' η ν ο νομα τῆς αὐτοῦ δυνάμεως καὶ μεῖζον τῆς ἀρετῆς καὶ πρᾳότητος. ὁ δὲ τῶν περὶ τὴν Πέτραν ̓Αράβων βασιλεὺς δείσας ε γραψε Πομπηίῳ πάντα πείθεσθαι. ἠγγέλη μέντοι αὐτῷ τεθνεὼς καὶ ὁ Μιθριδάτης, Φαρνάκου τοῦ υἱοῦ διαχρησαμένου αὐτόν. εἰς ̓Αμινσὸν ου ν ἀφικομένῳ Πομπηίῳ πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκόμιστο, πολλὰ δέ γε προσήνεκτο σώματα, καὶ αὐτὸς ὁ Μιθριδάτου νεκρός. ̓Επανιὼν δὲ λυπηρὰν τὴν ἐπάνοδον ε σχηκε διὰ τὴν γυναῖκα Μουκίαν ἐξυβρίσασαν παρὰ τὴν ἀποδημίαν αὐτοῦ· καὶ πλησιάσας τῇ ̓Ιταλίᾳ ε πεμψεν ἐκείνῃ τὴν α φεσιν. εἰς δὲ τὴν ̔Ρώμην λόγοι περὶ αὐτοῦ ἐγίνοντο καὶ θόρυβος η ν ὡς τὸ στράτευμα τῇ πόλει ἐπάξοντός τε καὶ μοναρχήσοντος. ὁ δὲ τῆς ̓Ιταλίας τε α μα ἐπέβη καὶ ἐκκλησιάσας τοὺς στρατιώτας ἐκέλευσεν ε καστον πρὸς τὰ οἰκεῖα τρέπεσθαι, αυ θις δὲ συναθροισθῆναι διὰ τὸν θρίαμβον. σκεδασθείσης δ' ου τω τῆς στρατιᾶς α νοπλον αἱ πόλεις ὁρῶσαι Πομπήιον καὶ μετ' ὀλίγων ἀπιόντα, ὑφ' ἡδονῆς ἐκχεόμεναι καὶ προπέμπουσαι συγκατῆγον εἰς τὴν ̔Ρώμην μετὰ δυνάμεως πλείονος. τοῦ δὲ νόμου μὴ συγχω.352 ροῦντος πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, πέμψας ἠξίου τὴν βουλὴν ὑπερθέσθαι τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. Κάτωνος δ' ἐναντιωθέντος οὐκ ε τυχε· διὸ καὶ οἰκειώσασθαι τὸν α νδρα ἠθέλησε. δυεῖν ου ν ἀδελφιδῶν οὐσῶν ἐκείνῳ, τὴν μὲν αὐτὸς ἐζήτει λαβεῖν, τὴν δὲ τῷ υἱῷ συνοικίσαι. παραιτουμένου δὲ τὴν ἀγχιστείαν τοῦ Κάτωνος, ὡς διαφθορὰν ἐσομένην αὐτῷ τοῦ τρόπου, ἡ ἀδελφὴ καὶ ἡ γυνὴ ἐχαλέπαινον. ̓Αφρανίῳ δὲ Πομπηίου ὑπατείαν μετιόντος, καὶ διὰ τοῦτο πρὸς τὰς φυλὰς ἀργύριον ἀναλίσκοντος, καὶ κακῶς 332

ἐντεῦθεν ἀκούοντος ὡς ω νιον τὴν ἀρχὴν ποιουμένου τοῖς μὴ ταύτης ἀξίοις, ὁ Κάτων πρὸς τὰς γυναῖκας "τούτων" ε φη "τῶν ὀνειδῶν κοινωνητέον ἡμῖν οἰκείοις γενομένοις πρὸς τὸν Πομπήιον." Τοῦ δὲ θριάμβου τῷ μεγέθει καίπερ εἰς δύο ἡμέρας μερισθέντος ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσε. γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ' ω ν ἐθριάμβευεν. η ν δὲ ταῦτα, Πόντος, ̓Αρμενία, Παφλαγονία, Καππαδοκία, Μηδία, Κόλχοι, Ιβηρες, ̓Αλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην, ̓Ιουδαία, ̓Αραβία, τὸ πειρατικὸν α παν ἐν γῇ καὶ θαλάττῃ καταπεπολεμημένον· ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάττω, πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀποδέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δέουσαι τεσσαράκοντα. πρὸς δὲ τούτοις ε φραζε διὰ τῶν γραμμάτων ο τι πεντακισχίλιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ω ν αὐτὸς προσεκτήσατο μυρίας ὀκτακισχιλίας πεντακοσίας ̔Ρωμαῖοι λαμβάνουσιν, ἀναφέρεται δὲ εἰς τὸ δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀρ.353 γυρίου καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν τοῖς στρατιώταις δεδομένων. αἰχμάλωτοι δὲ ἐπομπεύθησαν α νευ τῶν ἀρχιπειρατῶν υἱὸς Τιγράνου τοῦ ̓Αρμενίου μετὰ γυναικὸς καὶ θυγατέρων, αὐτοῦ τε Τιγράνου τοῦ βασιλέως γυνὴ Ζωσίμη καὶ βασιλεὺς ̓Ιουδαίων ̓Αριστόβουλος, καὶ συγγενεῖς Μιθριδάτου, α λλοι τε πλείους. μέγιστον δὲ ὑπῆρξε πρὸς δόξαν αὐτῷ ο τι τρὶς τεθριαμβευκώς, τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύτερον ἐξ Εὐρώπης, τὸν δὲ τελευταῖον ἀπὸ τῆς ̓Ασίας κατάγων, τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ἐπῆχθαι θριάμβοις. η ν δὲ τότε ἐτῶν τεσσαράκοντα. Σιτοδείας δὲ μετὰ ταῦτα τὴν ̔Ρώμην καὶ τὰ περὶ αὐτὴν κατασχούσης πλεύσας εἰς Σικελίαν καὶ Σαρδὼ καὶ Λιβύην η θροισε σῖτον. καὶ ἀνάγεσθαι μέλλων, τῶν κυβερνητῶν ὀκνούντων διὰ πνεύματα βίαια, πρῶτος αὐτὸς ἐμβὰς τὰς ἀγκύρας αι ρειν ἐκέλευσε καὶ ἀνεβόησε "πλεῖν ἀνάγκη, ζῆν δὲ οὐκ ἀνάγκη." τοιαύτῃ δὲ τόλμῃ χρώμενος καὶ ἀγαθῇ τύχῃ ἐνέπλησε τὰ ἐμπόρια σίτου, πλοίων δέ γε τὴν θάλασσαν. καὶ ω νητο μὲν α ν ἐνταῦθα τοῦ βίου παυσάμενος· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας η νεγκεν ἐπιφθόνους, ἀνήκεστα δέ γε τὰ δυστυχήματα. προστεθεὶς γὰρ Καίσαρι, καὶ διὰ τῆς οἰκείας δόξης τε καὶ δυνάμεως ἐξάρας αὐτόν, ὑπ' ἐκείνου ἀνατέτραπτό τε καὶ καταβέβλητο. Ινα δὲ μὴ δὶς τὰ αὐτὰ ἱστορῆται, ἐν τοῖς περὶ Καίσαρος τὰ λοιπὰ τοῦ Πομπηίου εἰρήσεται, τῇ περὶ ἐκείνου συνεμπίπτοντα ἱστορίᾳ. Εὐτυχὴς δὲ ὁ Καῖσαρ ἐν στρατηγίαις γενόμενος 2.354 καὶ πολλοὺς κατωρθωκὼς πολέμους, μνηστευόμενος δ' ἑαυτῷ τὴν ἐκ τοῦ δήμου ῥοπὴν αὐτὸν ἐθεράπευε· καὶ μοναρχίας ἐρῶν, ἐπεὶ ἑώρα τινὰς ἐναντιουμένους αὐτῷ, καὶ μάλιστα τὸν Πομπήιον μέγα τότε δυνάμενον, τῇ ̔Ρώμῃ ἐξ ̓Ιβηρίας ἐπιδεδήμηκεν. η ν πρὸ τούτου λαχών, ὡς ταύτης ἐπέβη, ἐπὶ Λυσιτανοὺς καὶ Καλαίκους ἐστράτευσε· καὶ κρατήσας τούτων α χρι τῆς ε ξω προῆλθε θαλάσσης, τὰ μὴ πρὶν ὑπείκοντα ̔Ρωμαίοις ε θνη καταστρεφόμενος. καὶ ἀπηλλάγη τῆς ἐπαρχίας εὐδοκιμῶν αὐτός τε πλούσιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφεληκώς. θέλων δ' ἐπὶ τῇ νίκῃ θριαμβεῦσαι, πρὸς αὐτάς τε τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας, καὶ μνώμενος ἑαυτῷ ὑπατείαν, ἐν ἀντινομίᾳ ἐγένετο. τοὺς μὲν γὰρ θριαμβεύειν μέλλοντας ε ξω νενόμιστο διατρίβειν τῆς πόλεως, τοὺς δὲ μετιέναι θέλοντας ὑπατείαν δι' ἑαυτῶν τοῦτο πράττειν, τοῖς ἀρχαιρεσιάζουσιν ἐντυγχάνοντας. καταφρονεῖ τοίνυν τοῦ θριάμβου, καὶ παρελθὼν εἰς τὴν πόλιν εἰς ὑπατείαν παρήγγειλε. Τῶν δὲ μέγα δυναμένων ἐν τῇ βουλῇ καὶ ὁ Κράσσος ω ν, πρὸς ο ν ὁ Καῖσαρ ᾠκείωτο, ἀντιπολιτευόμενος τῷ Πομπηίῳ ἐτύγχανε. τούτους ὁ Καῖσαρ ἐκ διαφορᾶς εἰς φιλίαν μετήνεγκε, καὶ ὑπ' ἀμφοῖν ω σπερ δορυφορούμενος εἰς ὑπατείαν προήχθη· καὶ αὐτίκα νόμους εἰσέφερε δι' ω ν ᾠκειοῦτο τὸν δῆμον. ε τι δὲ τὴν Πομπηίου ἰσχὺν ὁ Καῖσαρ ἑαυτῷ προσάπτων, τὴν οἰκείαν θυγατέρα ̓Ιουλίαν αὐτῷ κατηγγύησε. γήμας ου ν αὐτὴν ὁ Πομπήιος ο πλων τὴν ἀγορὰν αὐτίκα 333

ἐνέπλησε, καὶ τούς τε νόμους τῷ δήμῳ συνεπεκύρου, καὶ Καίσαρι τὴν ἐντὸς Αλπεων καὶ τὴν ἐκτὸς α πασαν Κελτικὴν καὶ τὸ ̓Ιλλυρικὸν μετὰ ταγμάτων τεσσάρων εἰς πενταετίαν προσέθετο. 2.355 τῶν δ' ἀντειπόντων ἐκ τῆς βουλῆς πρὸς ταῦτα περιυβρισθέντων, ὀλίγοι παντάπασιν ὑπατεύοντι τῷ Καίσαρι συνῄεσαν εἰς βουλήν. εἰπόντος δέ τινος τῶν σφόδρα γερόντων ὡς φόβῳ τῶν ο πλων καὶ τῶν στρατιωτῶν οὐ συνέρχονται, "τί ου ν" ε φη ὁ Καῖσαρ "οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς;" ὁ δὲ "ο τι με ποιεῖ μὴ φοβεῖσθαι τὸ γῆρας" ει πε· "βράχιστος γὰρ ὁ βίος ο ς ε τι μοι λείπεται." Τοὺς δὲ Κελτικοὺς πολέμους μαχόμενος ̔Ελβητίους μὲν καὶ Τιγυρηνοὺς κατεπολέμησε καὶ ὑπέταξε, Γερμανοῖς δὲ συμμίξαι μέλλων, ὁρῶν τοὺς ἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλιστα ο σοι τῶν ἐπιφανῶν η σαν καὶ νέων, ἐκέλευσεν ἀπιέναι καὶ μὴ κινδυνεύειν παρὰ γνώμην ου τως ἀνάνδρως καὶ μαλακῶς ε χοντας, αὐτὸς δὲ ε φη τὸ δέκατον τάγμα παραλαβὼν ἐπὶ τοὺς βαρβάρους πορεύεσθαι, μήτε κρείττοσι μέλλων Κίμβρων μάχεσθαι πολεμίοις μήτε αὐτὸς Μαρίου χείρων ω ν στρατηγός. ἐκ τούτου ὁρμῆς καὶ προθυμίας γενόμενοι πλήρεις α παντες ἠκολούθουν, καὶ μαχεσάμενοι λαμπρῶς τοὺς ἐναντίους ἐτρέψαντο, ω στε νεκρῶν μυριάδας ὀκτὼ γενέσθαι. ὁ δὲ τούτων βασιλεὺς ̓Αριόυστος φθάσας μετ' ὀλίγων διεπέρασε τὸν ̔Ρῆνον. Ταῦτα διαπραξάμενος εἰς τὴν περὶ Πάδον Γαλατίαν κατέβη, ε νθα διατρίβων ἐδημαγώγει πολλῶν ἀπὸ ̔Ρώμης πρὸς αὐτὸν ἀφικνουμένων, τοῖς ἀπὸ τῶν πολεμίων χρήμασι τοὺς πολίτας χειρούμενος. ἐκεῖθεν δὲ α λλοις ε θνεσιν ἐπελθών, καὶ νικήσας περιφανῶς, αυ θις ἐν τοῖς περὶ Πάδον χωρίοις διαχειμάσων ὑπέστρεψε, τοὺς περὶ τὴν ̔Ρώμην ευ νους ἑαυτῷ τιθέμενος χρήμασιν, α τοῖς τὰς ἀρχὰς ἑαυτοῖς μνωμένοις χορηγῶν ἐκεῖνος τὸν δῆμον τούτοις διαφθείρειν ἐποίει καὶ τοῖς τὰ χρήματα διδοῦσι ψηφίζεσθαι τὰς ἀρχάς. 2.356 οἱ δὲ πᾶν ο τὴν ἐκείνου δύναμιν αυ ξειν ε μελλεν ε πραττον. ει τα καὶ ε τερα Κελτικὰ νικήσας ε θνη καὶ τὸν ̔Ρῆνον γεφυρώσας στρατῷ διέβη. ἐκεῖθεν δ' ἐπαναζεύξας τὴν τῆς παιδὸς αὐτοῦ τελευτήν, η τῷ Πομπηίῳ συνῴκει μεμάθηκε, καὶ ο τι τίκτουσα τέθνηκε, καὶ ὡς μετ' ὀλίγον καὶ τὸ τεχθὲν ἐπαπῆλθε τῇ μητρί. ὁ μὲν ου ν Καῖσαρ καὶ ὁ Πομπήιος πένθος ε σχον ἐπὶ τῇ συμφορᾷ, καὶ οἱ φίλοι δ' ἀμφοῖν βαρέως τὸ πάθος η νεγκαν, ὡς τοῦ συνδέσμου λελυμένου τῆς αὐτῶν οἰκειότητος. Ηδη δὲ μέγας ὁ Καῖσαρ γενόμενος καὶ τὴν οἰκείαν δόξαν ἐπάρας ἐκ τῶν κατορθωμάτων, ἀνταγωνιστὴν Πομπηίῳ ἑαυτὸν κατεστήσατο. καὶ Κράσσου ἐν Πάρθοις ἀπολωλότος, ο ς ε φεδρος αὐτῷ τε καὶ Πομπηίῳ ἐλέλειπτο, καταλύειν ἐμελέτα Πομπήιον, κἀκεῖνος αυ θις τὸν Καίσαρα. τῆς δὲ πολιτείας νοσούσης, καὶ τῶν ἀρχὰς μετιόντων ὠνουμένων αὐτάς, τοῦ δὲ δήμου ὑπὲρ τῶν δεδωκότων οὐ ψήφοις χρωμένων, ἀλλ' ο πλοις, καὶ τῆς πόλεως ὡς ἀκυβερνήτου κακῶς φερομένης, τοῖς νουνεχεστέροις ἀγαπητὸν ἐδόκει εἰ πρὸς μοναρχίαν ἐκ τοσούτου κλύδωνος καὶ μή τι χεῖρον περισταίη τὸ τῆς ̔Ρώμης πολίτευμα, ὡς α λλως ἀνήκεστα σφίσιν ει ναι τὰ πράγματα· χρῆναι δὲ τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι τὸ πάθος τουτὶ φαρμακεύοντος, ὑποδηλοῦντες δὴ τὸν Πομπήιον. κἀκεῖνος μέντοι, εἰ καὶ λόγῳ παραιτεῖσθαι τὴν ἀρχὴν ὑπεκρίνετο, ἀλλ' οι ς ἐποίει ε σπευδε δικτάτωρ ἀναδειχθήσεσθαι. ι να γοῦν μὴ βιάσαιτο ψηφισθῆναι δικτάτωρ, υ πατον αὐτὸν μόνον ἡ γερουσία προυβάλετο, τῇ μοναρχίᾳ παρηγορουμένη τούτου τὴν ε φεσιν. 2.357 ̓Εκ τούτου πέμπων ὁ Καῖσαρ καὶ αὐτὸς ἐπὶ ὑπατείαν παρήγελλεν. ἐναντιουμένων δ' ἑτέρων ἐσιώπα Πομπήιος. ὡς δ' ὁ Καῖσαρ πολλοὺς τὰ αὐτοῦ φρονεῖν ἀνέπεισε χρήμασι, δείσας τὴν σύστασιν ὁ Πομπήιος ἀναφανδὸν δι' ἑαυτοῦ καὶ τῶν φίλων ἐπραγματεύετο παυθῆναι τὸν Καίσαρα τῆς ἀρχῆς ψηφιζόμενος· ω ν ἐκεῖνος οὐδ' ο λως ἐφρόντιζεν. ἠξίου δὲ ὁ Καῖσαρ αὐτόν τε α μα καὶ τὸν Πομπήιον καταθεμένους τὰ ο πλα ἰδιωτεῦσαι καὶ α μφω· εἰ δ' αὐτὸν μὲν ἀφαιροῦνται τὴν ἀρχήν, ἐκείνῳ δὲ βεβαιοῦσι, τὸν ε τερον κατασκευάζουσι τύραννον. λέγεται δέ τινα τῶν παρὰ Καίσαρος σταλέντων ταξιαρχῶν, μαθόντα μὴ 334

διδόναι τὴν γερουσίαν τῆς ἀρχῆς χρόνον τῷ Καίσαρι, "ἀλλ' αυ τη" φάναι "δώσει," κρούσαντα τῇ χειρὶ τὴν τοῦ ξίφους λαβήν. ει τα γνώμη εἰσήνεκτο, εἰ μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ Καῖσαρ τὰ ο πλα κατάθηται, ἡγεῖσθαι τὸν α νδρα πολέμιον. ̓Αντωνίου δὲ καὶ τῶν πραττόντων τὰ Καίσαρος ἀξιούντων καὶ Καίσαρα καὶ Πομπήιον τὰς ἀρχὰς ἀποθέσθαι, τῇ γνώμῃ πάντες συνέθεντο. ἐπεὶ δὲ παρὰ Καίσαρος η κον ἐπιστολαὶ τῶν μὲν α λλων ἐξισταμένου, τὴν δ' ἐντὸς Αλπεων ἐπαρχίαν καὶ τὸ ̓Ιλλυρικὸν ἀξιοῦντος αὐτῷ δοθῆναι μετὰ δυεῖν ταγμάτων, τα λλα μὲν ἐδίδου Πομπήιος, τοὺς δέ γε στρατιώτας ἀφῄρει. οἱ δ' ὑπατεύοντες καὶ τῆς βουλῆς ἐξήλασαν τὸν ̓Αντώνιον καὶ τοὺς σὺν αὐτῷ. οἱ δὲ διὰ φόβον ἐν δουλικαῖς ἐσθῆσι μετημφιεσμένοι ἐπὶ ζευγῶν μισθίων τῆς ̔Ρώμης ἐξῄεσαν. ο τοὺς στρατιώτας παρώξυνεν, α νδρας ἐλλογίμους καὶ α ρχοντας περιυβρισμένους ὁρῶντας. Καῖσαρ δὲ πολλοὺς λογισμοὺς κινήσας καὶ διαφόρων γνωμῶν γεγονώς, τέλος τοῦτο δὴ τὸ κοινὸν ὑπειπὼν "ἐρρίφθω κύβος" ω ρμησε, καὶ τὸν ποταμὸν ̔Ρουβίκον διέβη, 2.358 καὶ τὸ ̓Αρίμινον κατέσχε, μεγάλην πόλιν τῆς Κελτικῆς. λέγεται δὲ τῇ πρὸ τῆς διαβάσεως νυκτὶ ο ναρ ἰδεῖν ε κθεσμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν α ρρητον μίξιν. ̓Επεὶ δὲ τὸ ̓Αρίμινον κατελήφθη, ὡς ὑπὸ πνευμάτων ἡ ̔Ρώμη πιμπλαμένη σάλου καὶ κλύδωνος, μικροῦ αὐτὴ ὑφ' ἑαυτῆς ἀνετέτραπτο. οι τε γὰρ υ πατοι καὶ οἱ πλείους τῶν βουλευτῶν ε φευγον, καὶ αὐτὸν δὲ Πομπήιον ε κπληξις ει χε, καὶ α λλος ἀλλαχόθεν τὸν α νδρα ἐτάραττον αἰτιώμενοι ὡς καθ' ἑαυτοῦ καὶ τῆς πολιτείας αὐξήσαντα Καίσαρα, καὶ οὐδεὶς ει α αὐτὸν τοῖς οἰκείοις χρήσασθαι λογισμοῖς. διὸ καὶ τὴν πόλιν ἐξέλιπεν, ε πεσθαι τὴν γερουσίαν κελεύσας. ει ποντο δ' οἱ πλείους, τὴν μὲν φυγὴν ὡς πατρίδα αἱρούμενοι διὰ τὸν Πομπήιον, τὴν δὲ ̔Ρώμην ὡς Καίσαρος στρατόπεδον φεύγοντες. ο τε καὶ Λαβιηνός, ἀνὴρ τοῖς φίλοις Καίσαρος ἀριθμούμενος καὶ συνηγωνισμένος ἐν πολέμοις αὐτῷ προθυμότατα, ἀφεὶς ἐκεῖνον ἀφίκετο πρὸς Πομπήιον. ῳ καὶ καταλιπόντι αὐτὸν ὁ Καῖσαρ τά τε χρήματα καὶ τὰς ἀποσκευὰς ἐξαπέστειλε. Δομίτιος δὲ κατέχων Κορφίνιον ἐπελθόντος αὐτῷ Καίσαρος ἀπογνοὺς τὰ καθ' ἑαυτὸν φάρμακον ε πιεν ὡς θανούμενος· ει τα θαυμαστῇ φιλανθρωπίᾳ μαθὼν πρὸς τοὺς ἁλισκομένους τὸν Καίσαρα χρώμενον, ἑαυτὸν ἐθρήνει. ὑπνωτικὸν δ' ει ναι τὸ φάρμακον καὶ οὐ θανάσιμον εἰπόντος τοῦ ἰατροῦ, ἀπῄει πρὸς Καίσαρα, καὶ λαβὼν δεξιὰν αυ θις διεξέπεσε πρὸς Πομπήιον. Ταῦτα εἰς τὴν ̔Ρώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες ἐπανέστρεφον. 2.359 πολὺς δὲ γεγονὼς ὁ Καῖσαρ η δη ἐπ' αὐτὸν ἐχώρει Πομπήιον. ὁ δὲ φυγὼν εἰς Βρεντέσιον ἐξέπλευσεν. ἀπορῶν δὲ νηῶν ὁ Καῖσαρ εἰς τὴν ̔Ρώμην ἀνέστρεψε, καὶ πάσης τῆς ̓Ιταλίας ἀναιμωτὶ κύριος γέγονεν ἡμέραις ἑξήκοντα. εὑρὼν δὲ καὶ τὴν πόλιν καθεστῶσαν, καὶ τῶν ἀπὸ τῆς βουλῆς συχνοὺς ἐν αὐτῇ, τούτοις ἐπιεικῆ διειλέχθη, ἀξιῶν αὐτοὺς πρὸς Πομπήιον ἀποστέλλειν ἐπὶ συμβάσεσιν. ἐπείσθη δ' οὐδείς. τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρημάτων λαμβάνειν, καὶ νόμους προσφέροντος, ε φη μὴ τὸν αὐτὸν ο πλων καὶ νόμων ει ναι καιρόν· "σὺ δὲ νῦν μὲν ἐκποδὼν α πιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος. ο ταν δὲ τὰ ο πλα κατάθωμαι, τότε δημαγωγήσεις. καὶ ταῦτα" ε φη "λέγω τῶν ἑαυτοῦ δικαίων ὑφιέμενος· ἐμὸς γὰρ ει καὶ σὺ καὶ πάντες ο σους τῶν πρὸς ἐμὲ στασιασάντων συνέλαβον." μὴ φαινομένων δὲ τῶν κλειδῶν ἐκκόπτειν ἐκέλευεν. αυ θις δὲ τοῦ Μετέλλου κωλύοντος, καί τινων ἐπαινούντων, ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο, εἰπών "μειράκιον, ἀγνοεῖς ο τι δυσκολώτερόν ἐστί μοι εἰπεῖν η πρᾶξαι;" ̓Εστράτευσε δ' εἰς ̓Ιβηρίαν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ' ἑαυτὸν ποιησάμενος ου τως ἐπὶ Πομπήιον η λαυνεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆς βουλῆς φυγάδας τε κατήγαγε καὶ α λλων η ψατο πολιτευμάτων. ἐν ἡμέραις δὲ ε νδεκα τὴν μὲν μοναρχίαν ἀπειπάμενος, υ πατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουίλιον ̓Ισαυρικόν, ει χετο τῆς στρατείας. καὶ διαβὰς τὸν ̓Ιόνιον Ωρικον καὶ ̓Απολλωνίαν αἱρεῖ. ἐξ ̓Απολλωνίας δὲ κρύφα πάντων 335

εἰς πλοῖον ἐμβὰς δωδεκάσκαλμον ἐν ἐσθῆτι θεράποντος ἀναχθῆναι πρὸς τὸ Βρεντέσιον ἐβουλεύσατο, τοῦ πελάγους ὑπὸ 2.360 τῶν πολεμίων περιεχομένου στόλοις μεγάλοις. χειμῶνος δὲ ο ντος ὁ πλοῦς α πορος ἐδόκει τῷ κυβερνήτῃ, καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τὸ πλοῖον. ὁ δὲ Καῖσαρ ἀναδείκνυσιν ἑαυτόν. καὶ τοῦ κυβερνήτου πρὸς τὴν ο ψιν ἐκπεπληγμένου "τόλμα καὶ μὴ δέδιθι" ε φη, "Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην συμπλέουσαν." Κατέπλευσε δὲ καὶ ̓Αντώνιος τὰς δυνάμεις α γων. καὶ θαρρήσας Καῖσαρ προυκαλεῖτο Πομπήιον. ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι Πομπηίου μάχαι σποράδες ἐγίνοντο, καὶ περιῆν ὁ Καῖσαρ πάσαις πλὴν μιᾶς, ἐν ῃ τροπῆς γενομένης μεγάλης ἐκινδύνευσε μὲν ἀπολέσαι τὸ στρατόπεδον, καὶ αὐτὸς δὲ παρὰ μικρὸν η λθεν ἀποθανεῖν. φεύγοντι γὰρ ἀνδρὶ μεγάλῳ καὶ ῥωμαλέῳ τὴν χεῖρα ἐπιβαλὼν μένειν ἐκέλευε καὶ στρέφεσθαι πρὸς τοὺς πολεμίους· ὁ δὲ μεστὸς ω ν ταραχῆς ἐπῆρε τὴν μάχαιραν ὡς πλήξων αὐτόν, καὶ ε πληξεν α ν, εἰ μὴ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς τὸν ω μον ἐκείνου φθάσας ἀπέκοψεν. ου τω δ' ἀπέγνω τότε Καῖσαρ τὰ καθ' ἑαυτὸν ω στε τοῦ Πομπηίου ε ργῳ μεγάλῳ μὴ ἐπιθέντος τέλος, ἀλλὰ καθείρξαντος τοὺς φεύγοντας εἰς τὸν χάρακα καὶ ἀναχωρήσαντος, ει πεν ὁ Καῖσαρ "σήμερον ἡ νίκη παρὰ τοῖς πολεμίοις ἐγένετο α ν, εἰ τὸν νικῶντα ει χον. ̓Εκεῖθεν δὲ μεταστὰς τὸν στρατὸν εἰς Μακεδονίαν προῆγεν ἐπὶ Σκιπίωνα. τοῦτο τὴν Πομπηίου στρατιὰν ἐπῆρε καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καὶ φεύγοντος Καίσαρος διώκοντας ε πεσθαι. εὐλαβῶς δ' ει χε πρὸς τοῦτο Πομπήιος, καὶ ἠξίου τρίβειν καὶ μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν. τὴν δὲ γνώμην μόνος ἐπῄνει Κάτων, φειδοῖ τῶν πολιτῶν. ο ς γε καὶ τοὺς πεσόντας τῶν πολεμίων ὡς 2.361 εἰς χιλίους ο ντας ἰδὼν ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δ' α λλοι πάντες ἐκάκιζον φυγομαχοῦντα Πομπήιον. ἐντεῦθεν καὶ α κων εἰς μάχην ἐχώρει, διώκων τὸν Καίσαρα. ὡς δὲ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντες ἀμφότεροι ἐστρατοπεδεύσαντο, ὁ μὲν Πομπήιος αυ θις τῆς πρῴην ει χετο γνώμης, φασμάτων οὐκ αἰσίων αὐτῷ γενομένων καὶ καθ' υ πνον ο ψεώς τινος, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ ὑπὸ ̔Ρωμαίων κροτούμενον, οἱ δὲ περὶ αὐτὸν θρασεῖς η σαν καὶ τὴν νίκην ταῖς ἐλπίσι προειληφότες. ̔Ο δὲ Καῖσαρ ἠρώτα τοὺς οἰκείους στρατιώτας εἰ καθ' ἑαυτοὺς αἱροῦνται μαχέσασθαι η περιμένειν καὶ ἑτέρους η δη ο ντας ἐγγύς· οἱ δὲ μὴ περιμένειν ἐδέοντο. θύσαντι δὲ τῷ Καίσαρι ὁ μάντις ἐσήμαινε τριῶν ἡμερῶν πρὸς τοὺς πολεμίους κριθήσεσθαι. ἐρομένου δὲ Καίσαρος περὶ τοῦ τέλους τί προορᾷ, μεγάλην ει πεν ἐπὶ τὰ ἐναντία δηλοῦσθαι μεταβολὴν καὶ μετάπτωσιν· "εἰ μὲν ου ν ευ πράττεις ἐν τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην, εἰ δὲ κακῶς, τὴν ἀμείνονα." Τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς περιιόντος περὶ τὸ μεσονύκτιον Καίσαρος ω φθη λαμπὰς οὐρανίου πυρός, η ν τὸ αὐτοῦ ὑπερενεχθεῖσαν στρατόπεδον ε δοξε λαμπρὰν καὶ φλογώδη γενομένην εἰς τὸ τοῦ Πομπηίου πεσεῖν. η δη δὲ διαλαμψάσης ἡμέρας οἱ σκοποὶ καταβαίνειν ἀπήγγελλον ἐπὶ μάχῃ τοὺς πολεμίους. περιχαρὴς δὲ γενόμενος ω ρμησεν εἰς μάχην, καὶ συμβαλὼν τοῖς τοῦ Πομπηίου τρέπεται τούτους. Πομπήιος δὲ κατιδὼν τοὺς ἱππεῖς φυγῇ σκεδασθέντας οὐκέτι η ν ὁ αὐτὸς οὐδ' ἐμέμνητο Πομ.362 πήιος ω ν Μάγνος, ἀλλ' ὡς ὑπὸ θεοῦ βλαπτόμενος ῳ χετο α φθογγος ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθήμενος ἐκαραδόκει τὸ μέλλον. ὡς δὲ τοῦ χάρακος ἐπέβαινον οἱ πολέμιοι, φεύγοντι πρέπουσαν στολὴν ἐνδὺς ὑπεξῆλθεν. ̔Ο δὲ Καῖσαρ καὶ τοῦ χάρακος τῶν πολεμίων ἐκράτησε καὶ τοὺς ἁλόντας ζωοὺς τοῖς ἑαυτοῦ κατέμιξε τάγμασι, πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν α δειαν ε δωκεν· ω ν καὶ Βροῦτος η ν ὁ κτείνας αὐτὸν υ στερον. ἐδίωκε δὲ τὸν Πομπήιον. ὁ δὲ πλοίου ἐπιβὰς φορτηγοῦ καὶ παραπλεύσας ἐπ' ̓Αμφιπόλεως εἰς Μιτυλήνην κατήχθη, βουλόμενος τὴν γυναῖκα Κορνηλίαν ἀναλαβεῖν ἐκεῖθεν καὶ τὸν υἱόν. ἡ δὲ η ν θυγάτηρ Μετέλλου Σκιπίωνος, συνοικήσασα μὲν ἐκ παρθενίας Ποπλίῳ τῷ Κράσσου παιδί, ἐκείνου δὲ τεθνηκότος ἐν Πάρθοις γαμηθεῖσα τῷ Πομπηίῳ. η ν δὲ ἡ κόρη καὶ τὴν ω ραν 336

διαπρεπής, οὐ μὴν ἀλλὰ καὶ περὶ γράμματα καλῶς η σκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων ει θιστο χρησίμως ἀκούειν, καὶ προσῆν τούτοις η θος περιεργίας καθαρόν. ἀκούσασα τοίνυν η κειν Πομπήιον μετὰ νηὸς μιᾶς καὶ αὐτῆς ἀλλοτρίας φεύγοντα, κατέπεσε χαμᾶζε καὶ α ναυδος ε κειτο. μόλις δ' ου ν εἰς ἑαυτὴν ἐλθοῦσα ἐξέδραμεν ἐπὶ θάλασσαν. ἀπαντήσαντος δὲ τοῦ Πομπηίου καὶ ἐναγκαλισαμένου "ὁρῶ σε" ει πεν "α νερ, οὐ τῆς σῆς τύχης ε ργον, ἀλλὰ τῆς ἐμῆς, προσερριμμένον ἑνὶ σκάφει, τὸν πρὸ τῶν τῆς Κορνηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην παραπλεύσαντα τὴν θάλασσαν. ὡς εὐτυχὴς μὲν α ν η μην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον α νδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ μετ' ἐκεῖνον, ω σπερ ω ρμησα, τὸν ἑαυτῆς προεμένη βίον. ἐσωζό.363 μην δὲ καὶ σοί, Πομπήιε Μάγνε, γενήσεσθαι συμφορά." ὁ δὲ πρὸς ταῦτα "μίαν α ρα, Κορνηλία, τύχην ῃ δεις" ε φη "τὴν ἀμείνονα, η καὶ σὲ ι σως ἐξηπάτησεν, ο τι μοι πλέον τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέρειν ἀνθρώπους ο ντας, καὶ τῆς τύχης ε τι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων εἰς ἐκεῖνα μεταπεσεῖν τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον." ̓Αναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο. καὶ εἰς ̓Αττάλειαν ἐλθών, πόλιν τῆς Παμφυλίας, ευ ρε καὶ τριήρεις ἐκ Κιλικίας καὶ στρατιώτας, καὶ πολλοὶ τῶν συγκλητικῶν περὶ αὐτὸν συνελέγησαν. πολλῶν δὲ γενόμενος λογισμῶν, ἐνίκησε τελευταῖον φεύγειν εἰς Αι γυπτον. καὶ μαθὼν Πτολεμαῖον διάγειν εἰς τὸ Πηλούσιον, ἐκεῖ κατηνέχθη. Πτολεμαίου δὲ ο ντος κομιδῇ νέου διεῖπε τὰ πράγματα Ποθεινὸς ὁ εὐνοῦχος. καὶ μαθὼν περὶ Πομπηίου η θροισε βουλὴν τῶν παρ' αὐτῷ δυναμένων τὰ μέγιστα. καὶ οἱ μὲν ἀπελαύνειν Πομπήιον συνεβούλευον, οἱ δὲ δέχεσθαι· ὁ δὲ Χῖος Θεόδοτος ὁ ῥήτωρ γνώμην εἰσήνεγκεν ἀνελεῖν αὐτόν, ἐπειπὼν ο τι νεκρὸς οὐ δάκνει. ἐστάλησαν ου ν τινες τὸν α νδρα μετακαλούμενοι. ὡς δ' ει δον οἱ μετ' αὐτοῦ οὐ βασιλικὴν οὐδὲ λαμπρὰν τὴν ὑποδοχήν, ἀλλ' ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπώπτευσαν τὴν ὀλιγωρίαν, καὶ τῷ Πομπηίῳ παρῄνουν τὴν ναῦν εἰς πέλαγος ἀνακρούεσθαι. πελαζούσης δὲ τῆς ἁλιάδος μετελθεῖν εἰς αὐτὴν ἠξίουν αὐτὸν ἑλληνιστὶ ἀσπασάμενοι, τέναγος λέγοντες ει ναι πολύ, καὶ βάθος οὐκ ε χειν οὐδὲ πλώιμον ει ναι τριήρει τὴν θάλασσαν, ὑπόψαμμον ου σαν. ἀσπασάμενος ου ν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτοῦ τὸ τέλος, καὶ δύο ἑκατοντάρχους προσεμβῆναι κελεύσας καὶ τῶν 2.364 ἀπελευθέρων ε να Φίλιππον καὶ θεράποντα Σκύθην ο νομα, στραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν ει πε Σοφοκλέους ἰαμβεῖα ο στις δὲ πρὸς τύραννον ἐμπορεύεται κείνου 'στὶ δοῦλος, κα ν ἐλεύθερος μόλῃ. ταῦτα φθεγξάμενος ἐνέβη. καὶ συχνοῦ διαστήματος ο ντος ἐπὶ τὴν γῆν, ὁ Πομπήιος ε χων ἐν βιβλίῳ μικρῷ λόγον ὑπ' αὐτοῦ γεγραμμένον ̔Ελληνικόν, ῳ παρεσκεύαστο χρήσασθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν. ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς ου σα τὸ μέλλον ἀπεσκόπει, ἐν τούτῳ δὲ τὸν Πομπήιον, τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρὸς ὡς ἐξανασταίη, Σεπτίμιος ο πισθεν τῷ ξίφει διελαύνει πρῶτος, ει τα καὶ ̓Αχιλλᾶς καὶ ε τεροι. ὁ δὲ ταῖς χερσὶ τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μόνον στενάξας, μηδὲν δ' εἰπὼν ἀνάξιον ἑαυτοῦ, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἑξήκοντα ἑνὸς δέοντα βεβιωκὼς ε τη. Οἱ δ' ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὴν σφαγήν, θρῆνον ἐξάκουστον α χρι τῆς γῆς ἐκχέαντες ε φυγον. τοῦ δὲ Πομπηίου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ α λλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις ἀπέλιπον τοιούτου θεάματος. παρέμεινε δὲ αὐτῷ Φίλιππος ε ως ἐγένοντο μεστοὶ τῆς ο ψεως· ει τα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, μικρᾶς ἁλιάδος εὑρὼν λείψανα, τούτοις αὐτὸ κατέκαυσε, καί τινος ἀνδρὸς ̔Ρωμαίου γηραιοῦ η δη, τὰς δὲ πρώτας στρατείας ε τι νέῳ Πομπηίῳ συστρατευσαμένου, συνεπιλαβομένου αὐτῷ. ο ς ἐπιστὰς τῷ Φιλίππῳ ει πε "τίς ω ν, ω α νθρωπε, θάπτειν 337

διανοῇ Μάγνον Πομπήιον;" 2.365 ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, "ἀλλ' οὐ μόνῳ σοί" ε φη "τοῦτο τὸ καλὸν ὑπάρξει, κἀμὲ δὲ ω σπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, α ψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα ̔Ρωμαίων." Ου τω μὲν ἐκηδεύθη Πομπήιος· οὐ πολλῷ δ' υ στερον Καῖσαρ ἐλθὼν εἰς Αι γυπτον τὸν μὲν προσφέροντα τὴν κεφαλὴν Πομπηίου ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφραγῖδα τοῦ ἀνδρὸς δεξάμενος ἐδάκρυσεν, ̓Αχιλλᾶν δὲ καὶ Ποθεινὸν ε κτεινεν. αὐτὸς δὲ ὁ βασιλεὺς Πτολεμαῖος μάχῃ λειφθεὶς παρὰ τὸν ποταμὸν ἠφανίσθη. Θεόδοτος δὲ ὁ σοφιστὴς τὴν μὲν ἐκ Καίσαρος δίκην διέφυγεν ὑπεξελθὼν Αι γυπτον καὶ ταπεινὰ πράττων καὶ μισούμενος, Βρούτῳ δὲ Μάρκῳ τῷ Καίσαρα κτείναντι περιπεσὼν ἐν ̓Ασίᾳ καὶ πᾶσαν αἰκίαν ὑπ' αὐτοῦ αἰκισθεὶς ἀπεκτάνθη. ο σοι δὲ τῶν Πομπηίου φίλων ἑαλώκεσαν ὑπὸ τοῦ τῆς Αἰγύπτου κρατοῦντος, πάντας εὐηργέτησεν ὁ Καῖσαρ καὶ προσηγάγετο. Κἀκεῖ δὲ πόλεμον συνεστήσατο, καὶ κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο, ἐκβληθεῖσαν η δη τῆς βασιλείας τε καὶ τῆς πόλεως παρὰ τοῦ εὐνούχου Ποθεινοῦ. η σὺν μόνῳ τῷ Σικελιώτῃ ̓Απολλοδώρῳ εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς βασιλείοις προσέσχε, καὶ εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ ̓Απολλόδωρος ἱμάντι συνδήσας τὸ στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα. καὶ διὰ τοῦτο τὸ τέχνημα λαμυρᾶς φανείσης, καὶ τῆς α λλης ὁμιλίας καὶ χάριτος αὐτῆς ἡττηθείς, διήλλαξε πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν. 2.366 ̔Εστιωμένων δ' ἐπὶ ταῖς διαλλαγαῖς, ἐπιβουλὴν φωράσας ὁ Καῖσαρ τυρευομένην ὑπ' ̓Αχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου, τὸν μὲν Ποθεινὸν ἀνεῖλεν, ̓Αχιλλᾶς δὲ φυγὼν εἰς τὸ στρατόπεδον βαρὺν αὐτῷ περιίστησι πόλεμον. ο τε πῦρ ἐμβαλόντος Καίσαρος τῷ στόλῳ καὶ ἡ μεγάλη βιβλιοθήκη ἐμπέπρηστο. μάχης δὲ συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις. ο τε λέγεται καὶ βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι νηχόμενος, ἀλλ' ἀνέχειν αὐτὰ ὑπὲρ τῆς θαλάσσης τῇ ἑτέρᾳ χειρί, καὶ ταῦτα βαλλόμενος. τέλος δὲ τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας μάχην ἐνίκησε, πολλῶν πεσόντων καὶ τοῦ βασιλέως ἀφανοῦς γενομένου. Καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν υ στερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ο ν ̓Αλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ω ρμησεν ἐπὶ Συρίαν. καὶ Φαρνάκῃ τῷ Μιθριδάτου παιδὶ πολεμήσας αὐτὸν μὲν τοῦ Πόντου ἐξέβαλε, τὴν δὲ στρατιὰν α ρδην ἀνεῖλε. καὶ τῆς μάχης ταύτης τὸ τάχος καὶ τὴν ὀξύτητα δηλῶν εἰς ̔Ρώμην ε γραψε τρεῖς λέξεις "η λθον ει δον ἐνίκησα." ἐντεῦθεν εἰς ̓Ιταλίαν ἀπελθὼν εἰς ̔Ρώμην ἀνέβαινε, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ο ν ῃ ρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε πρότερον τῆς ἀρχῆς ταύτης γενομένης ἐνιαυσίου· εἰς δὲ τὸ ἐπιὸν ε τος υ πατος ἀνεδείχθη. Τῶν δὲ περὶ Κάτωνα καὶ Σκιπίωνα μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων καὶ δυνάμεις ἠθροικότων ἀξιολόγους, ἐπ' αὐτοὺς ὁ Καῖσαρ ἐστρά.367 τευσε· καὶ μικρῷ μέρει μιᾶς ἡμέρας τριῶν στρατοπέδων ἐκράτησε, καὶ πεντακισμυρίους τῶν πολεμίων ἀνῃρηκὼς οὐδὲ πεντήκοντα τῶν ἰδίων ἀπέβαλε. τῶν δὲ πεφευγότων ἐκ τῆς μάχης ὑπατικῶν καὶ στρατηγικῶν ἀνδρῶν οἱ μὲν ἑαυτοὺς διέφθειραν ἁλισκόμενοι, συχνοὺς δὲ Καῖσαρ ε κτεινεν ἁλόντας. Κάτωνος δὲ ἑαυτὸν διεργασαμένου δῆλος η ν δηχθείς· ου δ' ε νεκα λελύπητο α δηλον· ει πε δ' ου ν "ω Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας." ἀλλὰ γὰρ ἐπανελθὼν εἰς ̔Ρώμην ἀπὸ Λιβύης θριάμβους κατήγαγε καὶ θέας ἐτέλεσε ναυμάχων καὶ μονομάχων ἀνδρῶν. τιμήσεων δὲ γενομένων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων αἱ πᾶσαι πεντεκαίδεκα περισωθεῖσαι εὑρέθησαν· τηλικαύτην φθορὰν τοῦ δήμου ὁ ἐμφύλιος εἰργάσατο πόλεμος. Ει τα υ πατος τὸ τέταρτον αἱρεθεὶς εἰς ̓Ιβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηίου υἱούς, νέους μὲν ο ντας ε τι, 338

τόλμαν δ' ἐπιδεικνυμένους ἀξιόχρεων πρὸς ἡγεμονίαν. ο τε καὶ εἰς κίνδυνον περιέστη ὁ Καῖσαρ, ὡς βοᾶν διὰ τῶν τάξεων περιθέων τῶν ἑαυτοῦ, εἰ μὴ αἰδοῦνται λαβόντας αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις. πρὸς δὲ τοὺς φίλους μετὰ τὴν μάχην ει πεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. νικήσαντος δὲ Καίσαρος ὁ μὲν νεώτερος τῶν Πομπηίου παίδων διέδρα, ἀνηνέχθη δ' αὐτῷ μεθ' ἡμέρας τοῦ πρεσβυτέρου ἡ κεφαλή. τοῦτον ε σχατον Καῖσαρ ἐπολέμησε πόλεμον. ̓Επανελθὼν δ' εἰς ̔Ρώμην δικτάτωρ διὰ βίου ἐψήφιστο, ο τυραννὶς ἐτύγχανεν α ντικρυς, τῷ ἀνυ.368 πευθύνῳ τῆς μοναρχίας προσλαβοῦσα τὸ ἀδιάδοχον. ου τω δὲ καταστὰς εἰς μοναρχίαν πολλοὺς ἀφῆκε τῶν πεπολεμηκότων αὐτῷ, ἐνίοις δὲ καὶ ἀρχὰς καὶ τιμὰς ε δωκεν, ω ν η σαν καὶ Βροῦτος καὶ Κάσσιος, καὶ τὰς Πομπηίου δὲ στήλας καταβεβλημένας ἀνέστησεν. ἀξιούντων δὲ τῶν φίλων δορυφορεῖσθαι αὐτὸν παρῃτήσατο "βέλτιόν ἐστιν" εἰπών "α παξ ἀποθανεῖν η ἀεὶ προσδοκᾶν." μειζόνων δ' ἐρῶν πραγμάτων καὶ καινοτέρας δόξης, γνώμην ε σχε στρατεύειν ἐπὶ Πάρθους καὶ δι' ̔Υρκανίας εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν. Μῖσος μέντοι τοῖς ἀνθρώποις κατ' αὐτοῦ καὶ ε τερα ἐνεποίησαν, τὸ δέ γε μεῖζον ὁ τῆς βασιλείας ε ρως εἰργάσατο, δι' ο ν οἱ περὶ αὐτὸν καὶ λόγον εἰς τὸν δῆμον ἐνέσπειραν ὡς ἐκ γραμμάτων Σιβυλλείων φαίνοιτο μὴ α λλως ε σεσθαι τὰ Πάρθων ̔Ρωμαίοις ἁλώσιμα, εἰ μὴ βασιλεὺς αὐτοῖς συστρατεύσοιτο. καὶ ἐκ τῆς Αλβης δὲ πρὸς τὴν ̔Ρώμην ἰόντα τὸν Καίσαρα ἐτόλμησάν τινες προσειπεῖν βασιλέα. τοῦ δὲ δήμου θορυβηθέντος ἐκεῖνος οὐ βασιλεύς, ἀλλὰ Καῖσαρ ε φη καλεῖσθαι. ̓Ελέγετο δὲ Καῖσαρ, ω ς τινες οι ονται, οι α δὴ τάχα τῆς μητρὸς αὐτοῦ ἐν τῷ τίκτειν θανούσης, καὶ αὐτοῦ δι' ἀνατομῆς προαχθέντος εἰς φῶς. οὐκ ἀληθὲς δὲ τοῦτό ἐστι· τὴν γὰρ μητέρα αὐτοῦ ζῆν οἱ περὶ αὐτοῦ συγγεγραφότες ἱστόρησαν καὶ αὐτοῦ ἀνδρωθέντος. τὸ δ' ἐξ ἀνατομῆς εἰς τὸν βίον ἐλθεῖν οὐκ ἐπ' αὐτῷ γέγονεν, ἀλλ' ἐπί τινι τῶν αὐτοῦ προγόνων, καὶ ἐξ ἐκείνου τὴν κλῆσιν ε σχον οἱ ἐκείνου ἀπόγονοι. Προσιόντων δέ ποτε τῶν ὑπάτων αὐτῷ καὶ τῶν στρατηγῶν καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, ο τι μὴ ἐξανέστη καθήμενος, οὐ μόνον ἐλύπησε τὴν βουλήν, 2.369 ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ προπηλακιζομένης τῆς πόλεως, καὶ μετὰ κατηφείας οἱ πλείους ἀπῆλθον εὐθύς. ἐπιγίνεται δὲ τοῖς προσκρούσμασι τούτοις καὶ ὁ τῶν δημάρχων προπηλακισμός. ἐτελεῖτο μὲν γὰρ τῇ πόλει ἑορτή, Καῖσαρ δ' ἐπὶ δίφρου χρυσέου καθήμενος κόσμῳ κατεκοσμεῖτο θριαμβικῷ· ̓Αντώνιος δὲ ὑπατεύων εἰς ἀγορὰν ἐνέβαλε φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον, καὶ ἐδίδου τῷ Καίσαρι. καὶ γίνεται κρότος οὐ λαμπρὸς ἐκ παρασκευῆς· ἀπωσαμένου δὲ τοῦ Καίσαρος α πας ὁ δῆμος ἀνεκρότησε· καὶ τούτου δὶς γεγονότος ἡ πεῖρα ἐξηλέγχετο καὶ ὁ Καῖσαρ ἀνέστη. ἐπεὶ δὲ καὶ ἀνδριάντες αὐτοῦ διαδήμασιν ω φθησαν ἀναδεδεμένοι βασιλικοῖς, ἀπέσπασαν ταῦτα οἱ δήμαρχοι, καὶ τοὺς προσειπόντας βασιλέα τὸν Καίσαρα ἀπῆγον εἰς δεσμωτήριον. καὶ ὁ δῆμος ἐπὶ τούτοις ἐκρότει καὶ Βρούτους ἐκάλει τοὺς α νδρας· Βροῦτος γὰρ η ν, ὡς ἱστόρηται α νωθι, ὁ καταλύσας Ταρκύνιον καὶ τὸ κράτος εἰς τὸ κοινὸν περιστήσας ἐκ μοναρχίας. ἐπὶ τούτοις ὁ Καῖσαρ παροξυνθεὶς τὴν μὲν ἀρχὴν τοὺς δημάρχους ἀφείλετο, ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν, α μα καὶ τὸν δῆμον ἐφυβρίζων, πολλάκις Βρούτους ἀπεκάλει τοὺς α νδρας. ̓Εντεῦθεν πρὸς Μάρκον Βροῦτον τρέπονται οἱ πολλοί, ἐκ Βρούτου τοῦ πάλαι δοκοῦντα τὸ γένος ε λκειν· καὶ πρὸς μόνον ἐκεῖνον η πρῶτον οἱ μεταβολῆς ἐφιέμενοι ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλμων προσομιλεῖν, νύκτωρ δὲ γράμματα περὶ τὸ βῆμα καὶ τὸν δίφρον ἐρρίπτουν ἐφ' ου στρατηγῶν ἐχρημάτιζε, λέγοντα "καθεύδεις, ω Βροῦτε" καί "οὐκ ει Βροῦτος." καὶ Κάσσιος δὲ παρώξυνεν αὐτόν. 2.370 Καὶ τῷ Καίσαρι δὲ πολλὰ λέγεται σημεῖα γενέσθαι δηλοῦντα τὸν ο λεθρον, ω ν ε ν καὶ τοῦτό ἐστι. παριαύων τῇ γυναικὶ φωνὰς ἀσαφεῖς καὶ στεναγμοὺς ἀνάρθρους ἐκείνην ἀναπέμπουσαν ῃ σθετο· ἐδόκει δὲ κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις ε χουσα 339

κατεσφαγμένον. η καὶ μεθ' ἡμέραν ἐδεῖτο τοῦ ἀνδρὸς μὴ προελθεῖν εἰς τὴν σύγκλητον. ὡς δὲ καὶ θύσαντες οἱ μάντεις δυσιερεῖν ε λεγον, ε γνω πέμψας ̓Αντώνιον ἀφεῖναι τὴν σύγκλητον. Βροῦτος μέντοι ̓Αλβῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, τοῖς δὲ περὶ Μάρκον Βροῦτον καὶ Κάσσιον μετέχων τῆς συνωμοσίας, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο Καίσαρος ὡς διαβολὰς ἑαυτῷ προστρίβοντος καταφρονήσεως πρὸς τὴν σύγκλητον. η κειν γὰρ αὐτὴν ἐκείνου κελεύσαντος, καὶ πάντας ἑτοίμους ει ναι ψηφίζεσθαι ω στε τῶν ἐκτὸς ̓Ιταλίας ἐπαρχιῶν ἀναγορεύεσθαι βασιλέα καὶ τὴν α λλην ἐπιόντα γῆν τε καὶ θάλασσαν ἑαυτῷ περιτιθέναι διάδημα. ταῦθ' α μα λέγων ὁ Βροῦτος η γε τὸν Καίσαρα λαβόμενος τῆς χειρός. οἰκέτης δέ τις ἀλλότριος ἐντυχεῖν αὐτῷ προθυμούμενος ἀπιόντι μὴ δυνηθεὶς παρέδωκεν ἑαυτὸν τῇ τοῦ Καίσαρος γυναικὶ φυλάττειν, εἰπὼν ε χειν μεγάλα πράγματα ἐπανιόντι καταγγεῖλαι τῷ Καίσαρι. σοφιστὴς δέ τις ̓Αρτεμίδωρος Κνίδιος βιβλίον περὶ τῆς συνωμοσίας γράψας καὶ ἐγγίσας αὐτῷ "τοῦτο" ε φη "Καῖσαρ μόνος καὶ ταχέως ἀνάγνωθι· μεγάλα γάρ σοι καταγγελεῖ καί σοι διαφέροντα." ο δεξάμενος ἐκεῖνος ω ρμησε μὲν ἀναγνῶναι, μὴ μέντοι δυνηθεὶς ὑπὸ τῶν ἐντυγχανόντων, κατεῖχε τῇ χειρί, καὶ παρῆλθεν ου τω πρὸς τὴν σύγκλητον. ἡ δὲ ὑπεξανέστη. τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τοῦ δίφρου αὐτοῦ περιέστησαν, οἱ δὲ ἀπήντησαν ὡς περί τινος 2.371 φυγάδος δεόμενοι. τὸν δὲ ̓Αντώνιον πιστὸν ο ντα Καίσαρι καὶ ῥωμαλέον ε ξω παρακατεῖχε Βροῦτος ̓Αλβῖνος. ὡς δὲ καθίσας ὁ Καῖσαρ διεκρούετο τὰς δεήσεις, ξίφει παρὰ τοῦ Κάσκα πρώτου πλήττεται τὸν αὐχένα, πληγὴν οὐ θανατηφόρον. ὡς δὲ καὶ τῶν συνωμοτῶν ε καστος τὸ ξίφος ἐγύμνωσε, λέγεται πρὸς μὲν τοὺς λοιποὺς ἀπομάχεσθαι ἐνειλούμενος καὶ κεκραγώς, ο τε δὲ καὶ Βροῦτον ει δεν ἐσπασμένον τὸ ξίφος, ἐφελκύσασθαι κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον μηκέτι ἀπομαχόμενος. ει κοσι μέντοι καὶ τρία λαβὼν τραύματα, ἀνδριάντος ο ντος ἐκεῖ Πομπηίου, περὶ τὴν βάσιν εὑρέθη κείμενος καὶ καθαιμάξας αὐτόν, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῷ φόνῳ τοῦ πολεμίου Πομπήιον. ̔Ο μὲν ου ν Γάιος ̓Ιούλιος Καῖσαρ ου τως ὑπὸ φιλοτιμίας καὶ φιλαρχίας ἀπώλετο. οἱ γὰρ θωπεύοντες αὐτὸν τὸ φιλόπρωτον αὐτοῦ καὶ φιλόδοξον κατανοοῦντες οὐκ ἐπαύοντο α λλα ἐπ' α λλοις αὐτῷ ψηφιζόμενοι. η σαν δὲ τοιαῦτα τὰ ψηφιζόμενα, τὴν ἐπινίκιον στολὴν ἀεὶ φορεῖν, καὶ ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθέζεσθαι, τοῖς τε ῥαβδούχοις δαφνηφοροῦσιν ἀεὶ κεχρῆσθαι, πατέρα τε αὐτὸν τῆς πατρίδος ἐπονομάζεσθαι, καὶ ἐς τὸ νόμισμα ἐγχαράττεσθαι, δημοσίᾳ τε ἑορτάζειν αὐτοῦ τὰ γενέθλια, ἐν τοῖς ναοῖς τε τῆς ̔Ρώμης καὶ ἐν πάσαις ταῖς πόλεσιν ἀνδριάντας αὐτοῦ ι στασθαι. ἐπὶ δέ γε τοῦ βήματος δύο αὐτοῦ ἀνδριάντας ἱδρύσαντο, τὸν μὲν ὡς τοὺς πολίτας σεσωκότος, τὸν δ' ὡς ἐκ πολιορκίας ῥυσαμένου τὴν πόλιν· ἐστεφάνωντο δὲ καὶ α μφω στεφάνοις τοῖς ἐπὶ τοιούτοις νενομισμένοις. βουλευτήριόν τε καινὸν οἰκοδομηθῆναι ἐπέταξαν, ι ν' ̓Ιουλιανὸν 2.372 ἐπὶ τῷ αὐτοῦ κληθείη ὀνόματι. τιμητήν τε καὶ διὰ βίου καὶ μόνον αὐτὸν ἐψηφίσαντο ει ναι, ε χειν δὲ καὶ τὰ τῶν δημάρχων προνόμια· καὶ ει τις αὐτὸν ε ργῳ η λόγῳ ὑβρίσειεν, ἱερὸν ει ναι ἐθέσπισαν καὶ τῷ α γει ἐνέχεσθαι. τί δὲ τὸ ἱερὸν ει ναι νενόμιστο η δη μοι προαφήγηται. χαίροντα δὲ τούτοις ὁρῶντες αὐτόν, ἐπίχρυσόν τε δίφρον αὐτῷ ε δοσαν καὶ στολὴν ῃ περ οἱ βασιλεῖς πάλαι ἐκέχρηντο καὶ φρουρὰν ἐκ τῶν ἱππέων καὶ ἐκ τῶν βουλευτῶν, ευ χεσθαί τε δημοσίᾳ ὑπὲρ αὐτοῦ καὶ τὴν τύχην αὐτοῦ ὀμνύναι καὶ τὰ πραχθησόμενα παρ' αὐτοῦ πάντα κύρια τυγχάνειν ἐνομοθέτησαν, Δία τε αὐτὸν ̓Ιούλιον προσηγόρευσαν, καὶ α λλα πλείονα, ι να μὴ τὸ καθ' ε καστον ἀπαριθμοῦντες τὸν ἀκροατὴν ἀποκναίωμεν, αὐτῷ ἐψηφίσαντο. ἐξ ω ν ἐπίφθονος ε δοξεν η μᾶλλον νεμεσητός, καὶ καθ' ἑαυτοῦ πολλοὺς διηρέθισε, μέχρις α ν εἰς τὸ ἐπελθὸν αὐτῷ κατηντήκει τέλος. Καὶ ὁ μὲν ου τω σφαγεὶς ε κειτο, οἱ δὲ ἐκεῖ παρόντες α παντες ἐταράττοντο, τὴν τῶν σφαγέων ἀγνοοῦντες διάνοιαν, καὶ ὡς αὐτίκα κινδυνεύσοντες ε φευγον, καὶ τοὺς 340

συναντῶντας ἐξέπλησσον, καὶ θρήνων τὴν πόλιν ἐπλήρουν. καὶ ἡ μὲν πόλις ου τω διέκειτο, οἱ δὲ σφαγεῖς δεδιότες μή τις σφίσιν ἐπίθηται, γυμνοῖς καὶ ᾑμαγμένοις τοῖς ξίφεσι διὰ τῆς ἀγορᾶς διελθόντες ἀνέδραμον εἰς τὸ Καπιτώλιον, ἐκεῖ τε τὴν ἡμέραν καὶ τὴν νύκτα διήγαγον. ὁ δὲ Λέπιδος ἐν τῷ στρατοπέδῳ μαθὼν τὰ γεγενημένα, νυκτὸς σὺν τοῖς στρατιώταις κατέλαβε, καὶ κατὰ τῶν σφαγέων ἐδημηγόρει. ̓Αντώνιος δὲ τοῦ Καίσαρος ἀναιρεθέντος φοβηθεὶς ἐκρύβη· τὸν δὲ Λέπιδον ἐλθόντα 2.373 μαθὼν καὶ τοὺς φονεῖς εἰς τὸ Καπιτώλιον ο ντας, θαρρήσας ἐξῆλθε, καὶ τὴν γερουσίαν ἀθροίσας ὡμίλει αὐτῇ, καὶ γνώμας εἰσῆγε πρὸς τὰ γενόμενα. ὁ δὲ Κικέρων δημηγορήσας ε πεισε πάντας μὴ μνησικακεῖν ἀλλήλοις, ἀλλὰ κα ν τισιν ἡμάρτηταί τι, παρόψεσθαι τοῦτο, ι να μὴ ἐμφύλιος καὶ αυ θις γένηται πόλεμος καὶ τῶν πολιτῶν ο λεθρος ὑπ' ἀλλήλων ὀλλυμένων, ὁμονοῆσαι δὲ ὁμοφύλους ο ντας καὶ συγγενεῖς. καὶ προσέθετο δεῖν καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα, ει τε ἐν δωρεαῖς η τιμαῖς ει εν η ἐν ἀρχαῖς, φυλάξαι, καὶ μή τι τούτων πολυπραγμονῆσαι η ἀνατρέψαι. πεισθέντες ου ν αὐτῷ μηδενὶ μνησικακεῖν ἐψηφίσαντο. καὶ οἱ σφαγεῖς δὲ τοῖς στρατιώταις ὁμιλοῦντες ἐκ τοῦ Καπιτωλίου μηδὲν τῶν τῷ Καίσαρι πραχθέντων ἀκυρῶσαι ὑπέσχοντο μήτ' ἀφαιρήσεσθαί τινα μηδὲν τῶν ἑκάστῳ δεδομένων· καὶ ου τως ἐς καταλλαγὰς η κον. οὐ πρότερον δὲ οἱ ἐν τῷ Καπιτωλίῳ κατέβησαν η τόν τε τοῦ Λεπίδου παῖδα καὶ τὸν τοῦ ̓Αντωνίου ὁμήρους λαβεῖν. Μετὰ ταῦτα τῆς διαθήκης τοῦ Καίσαρος ἀναγνωσθείσης μαθὼν ὁ δῆμος ο τι υἱὸν πεποίηται τὸν ̓Οκτάβιον, καὶ ο τι τῇ τε πόλει δωρεὰς καὶ ἑκάστῳ δραχμάς, ὡς μὲν ̓Οκτάβιος γράφει, τριάκοντα, ὡς δ' ε τεροι, πέντε καὶ ἑβδομήκοντα καταλέλοιπεν, ἐταράχθησαν. καὶ ὁ ̓Αντώνιος τὸν νεκρὸν εἰς τὴν ἀγορὰν προθέμενος ᾑματωμένον καὶ λόγον ἐπὶ τῷ κειμένῳ εἰπὼν τὸ πλῆθος παρώξυνε πρὸς ὀργήν. ει πε γὰρ πολλὰ μὲν πρὸς ε παινον τοῦ ἀνδρὸς καὶ πρὸς ε λεον τοῦ πάθους τοὺς ἀκροατὰς ἐρεθίζοντα, ει τα καὶ τὰ ψηφισθέντα αὐτῷ καταλέξας ὀνόματα ἐπήγαγεν "ἀλλ' ου τος ὁ πατήρ, ου τος ὁ ἀρχιερεύς, ὁ α συλος, ὁ η ρως, ὁ θεὸς τέθνηκεν, οι μοι, οὐ νόσῳ 2.374 βιασθεὶς οὐδὲ γήρᾳ μαρανθεὶς οὐδὲ ε ξω που ἐν πολέμῳ τρωθεὶς οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπαχθείς, ἀλλ' ἐνταῦθα τοῦ τείχους ἐντὸς ἐπιβουλευθεὶς ὁ καὶ εἰς Βρεττανίαν ἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς α οπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ α ρχων, ὑπὸ τῶν πολιτῶν ο ν μηδεὶς τῶν πολεμίων μηδ' εἰς τὴν θάλασσαν ἐκπεσόντα κτεῖναι δεδύνητο, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας. ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δ' ἡ ἀσυλία, ποῦ δ' οἱ νόμοι; ἀλλὰ σὺ μὲν ο πως μηδ' ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται πολλὰ ἐνομοθέτησας, σὲ δὲ ου τως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι· καὶ νῦν ἐν τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι' η ς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος· καὶ ἐπὶ τοῦ βήματος ε ρριψαι κατατετρωμένος, ἀφ' ου πολλάκις ἐδημηγόρησας. οι μοι πολιῶν ᾑματωμένων· ω στολῆς ἐσπαραγμένης, η ν ἐπὶ τούτῳ μόνον, ὡς ε οικεν, ε λαβες, ι να ἐν ταύτῃ σφαγῇς." ̓Επὶ τούτοις ὁ δῆμος ἐξοργισθεὶς τοὺς μὲν σφαγεῖς ἐζήτει, τὸ δὲ σῶμα τοῦ Καίσαρος ἁρπάσαντες ἐν τῇ ἀγορᾷ ε καυσαν, καὶ ἐπὶ τὰς τῶν φονέων οἰκίας ω ρμησαν, καὶ Ελβιον Κίνναν δημαρχοῦντα διεχειρίσαντο, πλανηθέντες τῇ ὁμωνυμίᾳ· οὐ γὰρ ου τος τῷ Καίσαρι ἐπεβούλευσεν, ὁ στρατηγὸς δὲ Κίννας Κορνήλιος. βωμὸν δὲ ε νθα κατέκαυσαν τὸ σῶμα τοῦ Καίσαρος η γειρε τὸ πλῆθος, ι ν' ἐπ' αὐτοῦ θύοιεν ὡς θεῷ τῷ Καίσαρι. οἱ δ' υ πατοι αὐτὸν ἀνέτρεψαν, καὶ νόμον εἰσήνεγκαν μηδένα αυ θις γενέσθαι δικτάτωρα, θάνατον θέντες τὸ ἐπιτίμιον, ει τις εἰσηγήσεται 2.375 τοῦτο καὶ ει τίς που δέξεται. ̓Αντώνιος δὲ τότε πολλὰ ἐναυθεντῶν διεπράξατο, ἀρχάς τε διδοὺς καὶ χώραν καὶ ἐλευθερίαν καὶ ἀτέλειαν, καὶ φυγάδας κατάγων, ὡς τῆς δυναστείας τοῦ Καίσαρος τάχα διάδοχος, καὶ πολλὰ ἐκ τούτων ἠργυρολόγησε χρήματα. ̓Οκτάβιος δὲ Γάιος, ο ς Καιπίας 341

ὠνόμαστο, ἀδελφῆς τοῦ Καίσαρος η ν υἱὸς συνοικούσης ̓Οκταβίῳ τῷ ἐκ Βελιτρῶν τῶν Οὐολουσκίδων, ἐτράφη δὲ παρὰ τῇ μητρὶ καταλειφθεὶς ὀρφανός. αὐξηθεὶς δὲ διῆγε παρὰ τῷ Καίσαρι α παιδι ο ντι. διὸ καὶ ε στεργε τὸν ἀδελφιδοῦν καὶ μεγάλας ει χεν ἐπ' αὐτῷ τὰς ἐλπίδας. η τε γὰρ μήτηρ αὐτοῦ ̓Αττία ἐγκυμονοῦσα αὐτὸν ε δοξε κατ' ο ναρ τὰ σπλάγχνα αὐτῆς εἰς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν ἐκτετάσθαι τὴν γῆν, καὶ ὁ ἐκείνης ἀνὴρ κατὰ τὴν αὐτὴν νύκτα ἐδόκει ὁρᾶν η λιον ἐκ τῆς νηδύος αὐτῆς ἀνατέλλοντα. α ρτι δὲ τοῦ παιδὸς τεχθέντος, Νιγίδιος Φίγουλος βουλευτής, διαγινώσκειν τὰς τῶν ἀστέρων κινήσεις α ριστα πιστευόμενος, βραδύτερον εἰς τὸ συνέδριον τοῦ ̓Οκταβίου ἀπηντηκότος, η ρετο αὐτὸν τὴν αἰτίαν τῆς βραδυτῆτος. ὡς δὲ διὰ τὸν τοῦ παιδὸς τόκον ἐκεῖνος ε φη, ἀνεβόησεν ο τι "δεσπότην ἡμῖν ἐγέννησας." τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας α ρτον, καὶ μετεωρισθείς, αυ θις ἀπέδωκεν αὐτὸν καταπτάς. παιδίσκου τε αὐτοῦ ο ντος καὶ ἐν ̔Ρώμῃ διατρίβοντος, ε δοξεν ὁ Κικέρων καθ' υ πνους ὁρᾶν αὐτὸν ἁλύσεσι χρυσαῖς ἐκ τοῦ πόλου πρὸς τὸ Καπιτώλιον καθιμώμενον καὶ παρὰ τοῦ Διὸς μαστιζόμενον. Κάτουλος δὲ καὶ αὐτὸς ἐν υ πνοις ἐδόκει τὸν Δία τῆς ̔Ρώμης εἰκόνα εἰς τὸν κόλπον τοῦ ̓Οκτα.376 βίου παιδὸς ε τι ο ντος ἐμβεβληκέναι. ἐκ τούτων τοίνυν ὁ Καῖσαρ μεγάλα ἐπ' αὐτῷ ἐπελπίσας εἰσεποιήσατό τε τὸν παῖδα καὶ κληρονόμον κατέλιπε, καὶ ἐπιμελῶς ἐπαίδευε λόγοις ῥητορικοῖς τῇ τε τῶν Λατίνων καὶ τῇ ̔Ελληνίδι φωνῇ, καὶ η σκει πρός τε τὰς στρατείας καὶ πρὸς πραγμάτων διοίκησιν πολιτικῶν τε καὶ ἀρχικῶν. Ου τος ου ν ὁ ̓Οκτάβιος, ο τε ὁ Καῖσαρ ἐσφάγη, ἐν ̓Απολλωνίᾳ ε τυχεν ω ν, ἐπὶ παιδείᾳ σταλείς. ε νθα μαθὼν τὸ συμβεβηκὸς ἐπεραιώθη πρὸς τὸ Βρεντέσιον. καὶ τάς τε διαθήκας τοῦ Καίσαρος γνοὺς καὶ ὡς ὁ δῆμος τετάρακται, τὸ ο νομά τε τοῦ Καίσαρος ᾠκειώσατο καὶ τὸν κλῆρον ἐδέξατο καὶ τῶν πραγμάτων ει χετο, ὀκτωκαιδεκέτης ω ν. εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν ̔Ρώμην ι ρις πάντα τὸν η λιον ποικίλη καὶ πολλὴ περιέσχεν, η προεδήλου τὴν μέλλουσαν ε σεσθαι ταραχήν. εἰσελθὼν δὲ δημαρχῆσαι μὲν ἐπεχείρησεν, ἀλλ' ἐκωλύθη ὑπὸ τῶν περὶ τὸν Α ̓ ντώνιον. ὁ δ' οὐχ ἡσύχασεν, ἀλλὰ τὸν δήμαρχον ὑπελθὼν καὶ παρ' αὐτοῦ ἐς τὸν δῆμον εἰσαχθεὶς ἐδημηγόρησέ τε καὶ τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ Καίσαρος δωρεὰν εὐθὺς ἐκτίσειν ὑπέσχετο, α λλων τέ τινων αὐτοῖς ἐλπίδας ὑπέτεινε. καὶ ου τω τὸν δῆμον ἐφελκυσάμενος, ἐπεί τις ἀστὴρ τότε ἐφάνη ἐξ α ρκτου πρὸς ἑσπέραν, ο ν οἱ μὲν κομήτην ε λεγον προσημαίνοντα οι ά που ει ωθεν, οἱ δὲ τῷ Καίσαρι αὐτὸν ἀνετίθεσαν ὡς ἐς τὸν τῶν ἀστέρων ἀριθμὸν ἐγκατειλεγμένῳ, θαρσήσας ὁ πρῴην μὲν ̓Οκτάβιος, η δη δὲ Καῖσαρ κληθείς, μετὰ ταῦτα μέντοι καὶ Αυ γουστος, χάλκεον ἀνδριάντα τοῦ Καίσαρος ἀστέρα φέροντα ὑπὲρ κεφαλῆς εἰς τὸ ̓Αφροδίσιον ε στησεν. ὡς δὲ παρ' οὐδενὸς τοῦτο κεκώλυτο, φόβῳ τοῦ δήμου, καὶ α λλα τινὰ εἰς τιμὴν τοῦ Καίσαρος διεπράξατο. 2.377 ̓Αντώνιος δὲ τὸν νέον Καίσαρα τοῦτον περιύβριζέ τε καὶ ἀδικῶν η ν. δι' α ποτε θροῦς πρὸς τοῦ πλήθους ἐγένετο, καὶ σφόδρα πάντες σχεδὸν ἠγανάκτησαν. φοβηθεὶς ου ν ὁ ̓Αντώνιος εἰς λόγους η λθεν αὐτῷ· καὶ ε δοξαν κατηλλάχθαι, ἀλλ' αυ θις ἐξ ὑποψίας τινὸς διηνέχθησαν. ὁρῶν ου ν ὁ ̓Αντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησεν εἰς ἑαυτὸν τὸν ο μιλον ἐπισπάσασθαι τινὰ αὐτοῖς χαριζόμενος. ἠδύνατο γὰρ αὐτὸς ὑπατεύων, θατέρου τῶν ἀδελφῶν αὐτοῦ δημαρχοῦντος, τοῦ Λουκίου δηλαδή, τοῦ δέ γε λοιποῦ τοῦ Γαΐου στρατηγοῦντος. τὰ δέ γε τῆς πόλεως ἐν ἀκαταστασίᾳ η σαν. ἐδόκει δὲ ὁ ̓Αντώνιος, α τε καὶ ὑπατεύων, πλεονεκτεῖν. ὁ δὲ Καῖσαρ ὑπὸ τοῦ πλήθους μάλιστα ἐσπουδάζετο, καὶ διὰ τὸν πατέρα καὶ διὰ τὰς ὑποσχέσεις α ς ἐποιεῖτο, τὸ δὲ μεῖζον, ο τι πολὺ δυναμένῳ τῷ ̓Αντωνίῳ η χθοντο καὶ ταπεινῶσαι αὐτὸν ἐβούλοντο. ̓Αντωνίου δὲ εἰς τὸ Βρεντέσιον ἀπελθόντος πρὸς τοὺς ἐκ Μακεδονίας περαιωθέντας στρατιώτας, ὁ Καῖσαρ ἐκεῖ μὲν φίλους μετὰ χρημάτων, ι να σφᾶς σφετερίσωνται, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμπανίας ἐλθὼν πλῆθος συνέλεξεν ἐκ διαφόρων 342

χωρῶν, τῷ πατρὶ τιμωρεῖν λέγων, χρήματα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνούμενος, καὶ σὺν αὐτοῖς εἰς τὴν ̔Ρώμην ἠπείχθη πρὶν ἐπανελθεῖν τὸν ̓Αντώνιον, καὶ τῷ δήμῳ ὁμιλήσας ἐπαίνων ε τυχε, καὶ αυ θις ἀπεδήμησε δύναμιν ἀθροίσων. ̓Αντώνιον δὲ οἱ στρατιῶται ἐν Βρεντεσίῳ φιλοφρόνως ἐδέξαντο· ει τα πικρῶς αὐτοῖς προσφερομένου, ὡς καὶ πολλοὺς αὐτῶν ἀποκτεῖναι, 2.378 ἐνεωτέρισαν, καὶ συχνοὶ μετέστησαν πρὸς τὸν Καίσαρα. ̓Αντώνιος δὲ ἐκ τῆς ̔Ρώμης εἰς τὴν Γαλατίαν ἐξώρμησε, φοβηθεὶς μὴ αὐτή τι νεοχμώσῃ· καὶ ὁ Καῖσαρ δ' ἐπηκολούθησεν. η ρχε δὲ τότε τῆς Γαλατίας ὁ Βροῦτος ὁ Δέκιμος, ει ς ω ν τῶν συνομοσάντων κατὰ τοῦ Καίσαρος· καὶ ο ς μίσει τῷ πρὸς ̓Αντώνιον οὐχ ὑπεῖξεν αὐτῷ. τοῦτο μαθὼν ὁ Καῖσαρ τὸν Βροῦτον προσηταιρίσατο· ου πω γὰρ ἑώρα καιρὸν τοῦ τιμωρήσασθαι τοὺς φονεῖς τοῦ πατρός. ἐν δὲ τῇ ̔Ρώμῃ ἡ σύγκλητος ἐβουλεύετο θορυβουμένη διὰ τὸν πόλεμον. καὶ πολλοὶ μὲν γνώμας α λλας καὶ α λλας εἰσήνεγκαν, Κικέρων δὲ πολέμιον δεῖν ει πε ψηφίσασθαι τὸν ̓Αντώνιον, τὸν Καίσαρα μέντοι καὶ τὸν Βροῦτον τὸν Δέκιμον αὐτῷ ἐναντιουμένους καὶ ἐπαινέσαι ἐφ' οι ς ἰδιογνωμονήσαντες πεποιήκασι, καὶ ἐπικουρῆσαι αὐτοῖς καὶ ἐξουσίαν νεῖμαι πρὸς τὸ μέλλον, καὶ τοὺς ὑπάτους α μφω πρὸς τὸν πόλεμον πεπομφέναι καὶ πολεμῆσαι αὐτῷ μηδὲ διατρίβειν καὶ μέλλειν. ταῦτα τοῦ Κικέρωνος συμβουλεύσαντος ὁ Καληνὸς ὁ Κύιντος ἐναντιούμενος αὐτῷ συνεβούλευε πέμψαι πρὸς α παντας τὴν βουλὴν κελεύουσαν ὁμοίως αὐτοῖς καταθέσθαι τὰ ο πλα καὶ ἐπ' αὐτῇ καὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ποιήσασθαι, καὶ πεισθέντας μὲν ἐπαινέσαι, εἰ δ' ἀπειθήσουσι πολεμῆσαι, τὸν πόλεμον δὲ τοῖς ὑπάτοις πιστεύσασθαι. ὁ μὲν ου ν ει πε ταῦτα, οἱ πράττοντες δὲ τὰ τοῦ Καίσαρος ἐπεκράτησαν. καί τινες πρὸς τὸν ̓Αντώνιον ἐκ τῆς βουλῆς ἀπεστάλησαν κελευούσης αὐτῷ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἀπελθεῖν εἰς Μακεδονίαν, τοῖς αὐτῷ τε συστρατευομένοις προσταττούσης οι καδε ἀναχωρῆσαι ῥητῆς ἡμέρας ἐντός, η γινώσκειν ὡς ἐν μοίρᾳ πολε.379 μίων αὐτοῖς λογισθήσονται. πρὸ δὲ τοῦ τὴν γνώμην τοῦ ̓Αντωνίου μαθεῖν τὸν πρὸς αὐτὸν πόλεμον τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, ἀρχὴν αὐτῷ στρατηγοῦ δόντες, ἐμπεπιστεύκασι. Ταῦτα μαθὼν ὁ ̓Αντώνιος τοὺς μὲν πρὸς αὐτὸν σταλέντας ἐξωνείδισεν, ἀντιστείλας δ' ἑτέρους τὴν αἰτίαν τοῦ πολέμου δι' ω ν προετείνετο εἰς τοὺς κατ' αὐτοῦ ψηφισαμένους ἀντιπεριίστα. οἱ δ' ἐν τῇ ̔Ρώμῃ πολέμιον αυ θις τὸν ̓Αντώνιον ἐψηφίσαντο καὶ τοὺς αὐτῷ συστρατευομένους, εἰ μὴ αὐτὸν καταλίποιεν, ἑτέραν ἡμέραν εἰς τοῦτο αὐτοῖς ὁρισάμενοι. ὁ δὲ ἐπολιόρκει τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ, οὐ μέντοι λόγου τι κατώρθωσεν α ξιον. ὁ Δέκιμος δὲ πρῶτον μὲν ἰσχυρῶς ἠμύνετο τὸν ̓Αντώνιον, ε πειτα παντελῶς ἀπετειχίσθη. δείσας ου ν ὁ Καῖσαρ μὴ η ἁλῴη η ἀπορίᾳ τῶν ἐπιτηδείων ἐνδοίη, σύν γε τῷ ̔Ιρτίῳ ἐπεστράτευσε πρὸς Μουτίνην. τὸν δὲ πρὸς αὐτῇ ποταμὸν περαιωθῆναι οὐκ ἠδυνήθησαν διὰ τὴν ἐν αὐτῷ φρουράν· σπεύδοντες δὲ τὴν ἑαυτῶν παρουσίαν τῷ Δεκίμῳ γνωρίσαι, ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν. ὡς δ' οὐ συνίει, μολίβδου λεπτὸν α γαν ποιήσαντες ε λασμα ε γραψαν ἐν αὐτῷ, καὶ ὡς χάρτην τοῦτο ἑλίξαντες κολυμβητῇ διενεγκεῖν ε δωκαν· καὶ ου τως ὁ Δέκιμος τὴν παρουσίαν αὐτῶν μαθὼν ἀντεπέστειλε σφίσι τὸν αὐτὸν τρόπον. ̔Ο ου ν ̓Αντώνιος ὁρῶν οὐκ ἐνδιδόντα τὸν Δέκιμον, ἐκείνῳ τὸν ἀδελφὸν κατέλιπε Λούκιον, αὐτὸς δ' ἐπὶ τὸν Καίσαρα καὶ τὸν Ιρτιον ω ρμησε. καὶ πρότερον μὲν ἰσοπαλεῖς ἐγίνοντο μάχαι, ὑπερέσχε δ' υ στερον ὁ ̓Αντώνιος. καὶ τὸν ̓Ιούνιον αἰσθόμενος πλησιάζοντα, ἀπῆρε λαθὼν νυκτὸς ἐπ' αὐτόν, καὶ ἐνεδρεύσας αὐτόν τε κατέτρωσε καὶ τῶν στρατιωτῶν 2.380 τοὺς πλείους ἀπέκτεινε, τοὺς δέ γε λοιποὺς εἰς τὰ ταφρεύματα κατέκλεισε· καὶ πρὸς τὸν Καίσαρα καὶ τοὺς α λλους ἐτράπετο. καί οἱ ὁ Ιρτιος κἀκ τῆς πορείας καὶ τῆς μάχης πεπονηκότι ἀνελπίστως ἀπαντήσας πολὺ ἐκράτησε. τὴν δ' η τταν τοῦ ̓Αντωνίου μαθοῦσα ἡ βουλὴ αὐτοκράτορας τόν τε Ιρτιον καὶ τὸν ̓Ιούνιον καὶ τὸν Καίσαρα ὠνόμασαν, καίτοι τοῦ μὲν ̓Ιουνίου κακῶς ἀπαλλάξαντος, Καίσαρος δὲ μηδὲ 343

μαχεσαμένου· ἐπὶ γὰρ τῇ τοῦ στρατοπέδου κατέμεινε φυλακῇ, τοῦ ̔Ιρτίου κατὰ τοῦ ̓Αντωνίου ὁρμήσαντος. Ου τω μὲν ου ν ὁ ̓Αντώνιος η ττητο· καὶ Τίτος δὲ Μουνάτιος Πλάγκος, τῶν ̓Αντωνίου ω ν καὶ Ποντίῳ ̓Ακύλᾳ τῷ Δεκίμῳ ὑποστρατηγοῦντι προσπολεμῶν, ἐνικήθη. κἀντεῦθεν οι τε τοῦ ̓Αντωνίου στρατιῶται οὐχ ὡς πρῴην διέκειντο πρὸς αὐτόν, καί τινες τῶν αὐτῷ προσκειμένων δήμων πρότερον ἐστασίαζον. ὁ δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ὡς δέ τις ἐκ τοῦ Λεπίδου δύναμις αὐτῷ παρεγένετο, ἀνεθάρσησεν καὶ αἰφνιδίαν ἐπεκδρομὴν ἐποιήσατο· φόνου δὲ ἐξ ἀμφοῖν τῶν στρατευμάτων γενομένου πολλοῦ τραπεὶς ε φυγεν. ἡ δὲ γερουσία τὰ πραχθέντα μαθοῦσα, τῇ μὲν η ττῃ τοῦ ̓Αντωνίου ε χαιρε, τοὺς δὲ αὐτῷ συνεξετασθέντας πολεμίους πάντας ἀπέφηνε, καὶ τὰς οὐσίας αὐτῶν καὶ τὴν ἐκείνου ἀφείλετο. τὸν δὲ Καίσαρα ου τε τινὸς μεγάλου ἠξίωσαν καὶ καταλύειν προσεπεχείρησαν, πάντα ο σα ἐκεῖνος η λπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. ι να δὲ μὴ δυνηθῇ τι δρᾶσαι κακόν, τοὺς ἐχθροὺς αὐτῷ ἐς ἀρχὰς ἐψηφίσαντο, τῷ μὲν Πομπηίῳ Σέξτῳ τὸ ναυτικὸν ἀναθέμενοι, τῷ δὲ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν, 2.381 Κασσίῳ δὲ τὴν Συρίαν καὶ τὸν πρὸς Δολοβέλλαν πόλεμον ἐπιτρέψαντες. τοὺς δὲ τοῦ Καίσαρος στρατιώτας συγκρούσειν ἀλλήλοις αὐτοὺς μηχανώμενοι τοὺς μὲν ἐπῄνεσαν καὶ χρήματα καὶ στεφάνους αὐτοῖς παρέσχον ἐξ ἐλαιῶν, τοῖς δ' οὐδὲν ἐψηφίσαντο. ἀλλ' ἐκεῖνοι καὶ ου τως ὡμονόουν, τοῦ Καίσαρος αὐτοὺς πρὸς τοῦτο ἐνάγοντος. μαθόντες ου ν οἱ ἐν τῇ πόλει ταῦτα, καὶ φοβηθέντες, υ πατον μὲν αὐτὸν οὐδ' ου τως ἀπέδειξαν, α λλας δέ οἱ τιμὰς ἐψηφίσαντο. ὡς δ' ἐν οὐδενὶ λόγῳ ταύτας ε σχε, στρατηγὸν τὸ πρῶτον καὶ μετὰ τοῦτο καὶ υ πατον ἐψηφίσαντο. Καὶ οἱ μὲν ου τω τὸν Καίσαρα ἐδόκουν μεταχειρίζεσθαι ὡς παῖδα καὶ ὡς μειράκιον, α περ καὶ διεθρύλουν· ἐκεῖνος δὲ ἐπί τε τοῖς α λλοις καὶ ο τι παῖς η κουε δεινῶς ἀγανακτῶν ἐπὶ τὰ ο πλα ἐτράπετο, καὶ πρός τε τὸν ̓Αντώνιον λάθρᾳ διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, ου ς πολεμίους ἡ βουλὴ ἐψηφίσατο, συνήθροιζε, καὶ κατηγόρει παρ' αὐτοῖς τῆς γερουσίας τε καὶ τοῦ δήμου. ταῦτα δὲ οἱ ἐν τέλει τέως μὲν ἐν ὀλιγωρίᾳ πεποίηντο, ἐπεὶ δὲ συμπεφρονηκότας ε μαθον τὸν ̓Αντώνιον καὶ τὸν Λέπιδον, θεραπεύειν τὸν Καίσαρα η ρξαντο, καὶ τὸν πρὸς ἐκείνους αὐτῷ ἀνέθεντο πόλεμον, ἀγνοοῦντες τοὺς λόγους ου ς ἐπεποιήκει πρὸς τὸν ̓Αντώνιον. ὁ δὲ τὸν πόλεμον ὑπεδέξατο, υ πατος δι' αὐτὸν ἀποδειχθῆναι πειρώμενος, πάνυ γὰρ η ν αὐτῷ ἡ ὑπατεία δι' ε ρωτος, καὶ τὴν μάχην ἀναδεξάμενος ἡτοιμάζετο μὲν ὡς πολεμήσων, τοὺς στρατιώτας δὲ λάθρᾳ παρεσκεύασεν ὀμόσαι δῆθεν ἀφ' ἑαυτῶν πρὸς μηδὲν τῶν στρατοπέδων μαχέσασθαι τῶν ἐκείνου γενομένων τοῦ Καίσαρος. τοῦτο δ' η ν μήτε πρὸς ̓Αντώνιον μήτε πρὸς Λέπιδον ἀντιτάξασθαι· πλεῖστοι γὰρ αὐ.382 τοῖς ἐξ ἐκείνων συνεστρατεύοντο. πρέσβεις ου ν διὰ τοῦτο πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἐκπέπομφε· τοῦτο δὲ σκηνὴ μὲν η ν πρεσβείας, τὸ δὲ πᾶν τῶν ἐψηφισμένων αὐτοῖς ει σπραξις καὶ σπουδὴ τοῦ ἀποδειχθῆναι τὸν Καίσαρα υ πατον. ἀναβαλλομένων δὲ αὐτῶν τὴν ἀπόκρισιν οἱ στρατιῶται ὠργίζοντο· ει ς δέ τις αὐτῶν ἐξελθὼν τοῦ βουλευτηρίου καὶ τὸ ξίφος λαβών, α οπλοι γὰρ εἰσελθεῖν ἐκελεύσθησαν, ει πεν "α ν ὑμεῖς τὴν ὑπατείαν μὴ δοίητε Καίσαρι, τοῦτο δώσει." ὁ Καῖσαρ μέντοι, ο τι εἰς τὸ συνέδριον εἰσιόντες ἠναγκάσθησαν ἀποθέσθαι τὰ ο πλα, καὶ ο τι ἐπύθετό τις πότερον παρὰ τῶν στρατοπέδων ἐπέμφθησαν η πρὸς τοῦ Καίσαρος, ε γκλημα ἐποιεῖτο, καὶ τὸν ̓Αντώνιον καὶ τὸν Λέπιδον σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν ̔Ρώμην μετὰ τῶν στρατιωτῶν, ὡς ὑπ' αὐτῶν τάχα ἐκβιασθείς, ω ρμησε. καί τινας τῶν ἱππέων ἀπέκτειναν, ὡς κατασκόπους αὐτῶν. οἱ δὲ τῆς βουλῆς τὴν ε φοδον γνόντες αὐτῶν, τά τε χρήματα αὐτοῖς μήπω πλησιάσασιν ε πεμψαν καὶ υ πατον τὸν Καίσαρα ἐψηφίσαντο. ἀλλ' οἱ στρατιῶται ἀνάγκῃ ταῦτα πράξαντας εἰδότες αὐτοὺς καὶ ἐξεφόβουν καὶ ἐθρασύνοντο. πρὸς δὲ ταῦτα ἡ γερουσία μεταβαλλομένη ἀπηγόρευσε τῇ στρατιᾷ πλησιάσαι τῇ πόλει, καὶ τοῖς 344

στρατηγοῖς τὴν φρουρὰν αὐτῆς ἐνεχείρισε. τῷ Καίσαρι δὲ σὺν τῇ στρατιᾷ πρὸ τοῦ α στεος γενομένῳ τῶν τε βουλευτῶν τινες καὶ τῶν τοῦ δήμου πολλοὶ προσεχώρησαν, καὶ οἱ στρατηγοὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ἐκείνῳ παρέδοσαν· καὶ ου τω τὴν πόλιν ἀμαχεὶ κατασχὼν υ πατος καὶ παρὰ τοῦ δήμου προυβέβλητο, μηδ' ἀπαντήσας εἰς τὴν συνάθροισιν, ι να μὴ δοκῇ βιάζεσθαι τούτους. καὶ συνάρχων αὐτῷ ἐδόθη ὁ Κύιντος 2.383 ὁ Πέδιος, ει γε ου τω καλέσαι αὐτόν, ἀλλὰ μὴ υ παρχον δεῖ. Ου τω δ' υ πατος αἱρεθεὶς ὁ Καῖσαρ τά τε ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὐτῷ κατεστήσατο καὶ χρήματα τοῖς στρατιώταις παρέσχετο, λόγῳ μὲν οι κοθεν, ε ργῳ δ' ἐκ τῶν κοινῶν, καὶ τούτοις χάριν ὡμολόγει. παρὰ δὲ τῆς βουλῆς αὐτῷ πολλὰ πρὸς τιμὴν ἐψηφίσθησαν, δοκήσει μὲν ἑκούσης, τῇ δ' ἀληθείᾳ φόβῳ βιαζομένης. πρὸς δὲ τοῖς α λλοις καὶ εἰς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα εἰσεποιήθη, καὶ τὴν ἐπίκλησιν ει ληφεν. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτὸν Καίσαρα, ὡς μετὰ τοῦ κλήρου καὶ τὴν προσηγορίαν διαδεξάμενος, οὐ μέντοι βεβαίως αὐτὴν ει χε πρὸ τοῦ ταύτην κατὰ τὰ πάτρια βεβαιώσασθαι. ε κτοτε δὲ Γάιος ̓Ιούλιος Καῖσαρ ̓Οκταβιανὸς ἐπεκλήθη· νενόμισται γὰρ τοὺς υἱοθετουμένους τὴν μὲν α λλην πρόσρησιν ἀπὸ τοῦ εἰσποιησαμένου λαμβάνειν, ε ν δέ τι τῶν προτέρων ὀνομάτων τηρεῖν. ̓Επεὶ ου ν τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, τὴν τῶν καταλειφθέντων τῷ δήμῳ διανομὴν παρὰ τοῦ πατρὸς ἐποιήσατο, ι να καὶ τούτους ἐφ' ἑαυτὸν ἐπισπάσηται καὶ μὴ ἐναντιουμένους ε ξει πρὸς τὴν τῶν φονέων τοῦ πατρὸς τιμωρίαν τραπόμενος. δικαστήρια μὲν ου ν ἐκάθισεν, ι να μὴ δοκῇ βιαίως τι πράττειν, καὶ ταῦτα τῶν πλειόνων ἀπόντων, τινῶν δὲ καὶ ἡγεμονίας ἐχόντων ἐθνῶν. εἰ δέ τινες καὶ παρῆσαν, ου τε ἀπήντησαν δεδιότες, ἀλλὰ καὶ λάθρᾳ που ἐξεχώρησαν. ἐρήμην ου ν οὐχ οἱ αὐτόχειρες οὐδ' οἱ συνομόσαντες μόνον η λωσαν, 2.384 ἀλλὰ καὶ συχνοὶ ε τεροι μὴ μετασχόντες τῆς ἐπιβουλῆς, τινὲς δὲ μηδ' ἐνδημοῦντες τότε τῇ πόλει, ω ν ει ς η ν καὶ ὁ Πομπήιος Σέξτος· οι πυρός τε καὶ υ δατος ει ρχθησαν καὶ αἱ οὐσίαι σφῶν ἐδημεύθησαν. Ταῦτα τοίνυν πράξας ὁ Καῖσαρ ἐπὶ τὸν Λέπιδον καὶ τὸν ̓Αντώνιον δῆθεν ἐστράτευσεν· ε ργον δ' οὐδὲν ε πραξεν, οὐχ ο τι τῷ ̓Αντωνίῳ κεκοινολόγητο καὶ δι' ἐκείνου καὶ τῷ Λεπίδῳ, ἀλλ' ο τι ἰσχυροὺς αὐτοὺς ἑώρα καὶ ὁμογνώμονας, καὶ η λπισε δι' αὐτῶν τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα δυνηθέντας η δη καταγωνίσασθαι καὶ μετὰ τοῦτο κἀκείνους δι' ἀλλήλων χειρώσασθαι. διὰ ταῦτα τὰς συνθήκας ὁ Καῖσαρ καὶ α κων ἐτήρησε, καὶ καταλλαγὰς αὐτοῖς πρὸς τὴν βουλὴν καὶ πρὸς τὸν ο μιλον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ταύτας εἰσηγησάμενος διὰ τὸ ἀνύποπτον, ἀλλὰ τὸν Κύιντον τοῦτο συμβουλεῦσαι παρασκευάσας. αὐτὸς δὲ τῶν ἐν τῇ πόλει κοινωσαμένων αὐτῷ περὶ τούτου α κων προσεποιεῖτο τῇ πράξει συγκατατίθεσθαι, παρὰ τῶν στρατιωτῶν βιαζόμενος. ψηφισθείσης δὲ τῆς καταλλαγῆς αὐτοῖς, ω ρμησαν καὶ α μφω ἐπὶ τὸν Καίσαρα, τὸ πλεῖστον καὶ τὸ κράτιστον τοῦ στρατοῦ ἐπαγόμενοι. ου τε γὰρ βεβαίως ἐπίστευον αὐτῷ ου τε δι' ἐκεῖνον η θελον δοκεῖν τὴν α δειαν ψηφισθῆναι αὐτοῖς καὶ τὴν κάθοδον, δι' ἑαυτοὺς δὲ καὶ τὴν σφετέραν ἰσχύν, καὶ τυχεῖν η λπιζον ω ν ἐβούλοντο διὰ τὰ στρατόπεδα. καὶ ὁ Καῖσαρ δ' αὐτοῖς μετὰ πλήθους στρατιωτῶν προσυπήντησε. καὶ συνῆλθον εἰς ὁμιλίαν, διαλεξάμενοί τέ τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἐς δὲ τὸ φανερὸν διωμολογήσαντο κοινῇ τοὺς τρεῖς ἐπιμελητὰς καὶ διοικητὰς τῶν πραγμάτων γενέσθαι ἐπὶ πενταετίᾳ, ι να μὴ ὀλι.385 γαρχίας δοκῶσιν ἐφίεσθαι. ἰδίᾳ δὲ καὶ ἀρχὰς ἐθνῶν ἑαυτοῖς προσενείμαντο, ι να μὴ πᾶσαν τὴν ἀρχὴν νομίζωνται σφετερίζεσθαι. καὶ τῶν ἐχθρῶν σφαγὰς ἀλλήλοις ἀντέδοσαν. καὶ Λεπίδῳ μὲν τῆς τε ̔Ρώμης τὴν φυλακὴν καὶ τῆς λοιπῆς ̓Ιταλίας ἀνέθεσαν, Καῖσαρ δὲ καὶ ̓Αντώνιος ἐπὶ τὸν Μάρκον Βροῦτον στρατεύσασθαι συνέθεντο καὶ τὸν Κάσσιον. καὶ ο ρκοις τὰ δόξαντα ἐπιστώσαντο, καὶ τοὺς στρατιώτας συγκαλέσαντες ἐδημηγόρησαν ο σα ἐπὶ τούτοις εἰκός. οἱ δὲ τοῦ 345

̓Αντωνίου στρατιῶται ἐξ ὑποθήκης αὐτοῦ τὴν θυγατέρα τῆς γυναικὸς ̓Αντωνίου Φουλβίας, η ν ει χεν ἐκ τοῦ Κλωδίου, λαβεῖν ἠξίουν τὸν Καίσαρα. κἀκεῖνος οὐ παρῃτήσατο, καίτοι ἑτέρας αὐτῷ προμεμνηστευμένης. ̓Εντεῦθεν εἰς τὴν ̔Ρώμην ἠπείγοντο. σημεῖα δέ τινα τῷ τε ̓Αντωνίῳ καὶ τῷ Λεπίδῳ ἀπαίσια συμβεβήκασι, τῷ Καίσαρι δὲ ἀετὸς ὑπὲρ τῆς σκηνῆς ἱδρυθεὶς δύο κόρακας προσπεσόντας αὐτῷ καὶ τίλλειν τινὰ τῶν πτερῶν αὐτοῦ πειρωμένους ἀπέκτεινεν· ο τὴν νίκην κατ' ἀμφοτέρων τῶν συνιόντων αὐτῷ προεσήμαινε. καὶ οἱ μὲν ου τως εἰς τὴν ̔Ρώμην η λθοσαν μετὰ τῶν στρατευμάτων, καὶ παραχρῆμα τὰ σφίσι δόξαντα ε πραττον· καὶ σφαγαὶ πολλῶν ἐποιήθησαν, ὡς πληρωθῆναι τὴν πόλιν νεκρῶν. οἱ μὲν γὰρ ἐν ταῖς οἰκίαις, οἱ δὲ ἐν ταῖς ὁδοῖς κἀν ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς ἀπεκτίννυντο, καὶ αἱ μὲν κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὐτοῖς ἀνετίθεντο, τὰ δὲ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ που ἐρριπτεῖτο βορὰ κυσί τε καὶ ο ρνισι, τὰ δὲ εἰς τὸν ποταμὸν ἐνεβάλλετο. καὶ οὐχ οἱ ἐχθροὶ αὐτῶν, ἀλλὰ καὶ οἱ φίλοι ἀπώλλυντο. πάντας γὰρ τοὺς ἑκάστῳ τῶν τριῶν συναραμένους η συμπράξαντας ἐν πολεμίων μοίρᾳ 2.386 οἱ α λλοι ἐτίθεντο. καὶ ου τω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς τοῖς ἑτέροις ει ναι, ω στε ἐν ῳ ἰδίᾳ ε καστος τοὺς ἐπιβουλεύσαντας αὐτῷ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν. οὐ γάρ τις τὸν ἑαυτοῦ ἐχθρὸν τιμωρήσασθαι φίλον ἑτέρου ο ντα ἠδύνατο, μὴ ἀντιδιδοὺς ε τερον φίλον ἑαυτοῦ νομιζόμενον, η καὶ πλείους, εἰ ὁ αἰτούμενος εἰς σφαγὴν ε ντιμος η ν ἐξ ἀρετῆς η γένους η ἀξιώματος. καὶ τοὺς πλουσίους δέ, κα ν μηδὲν ει χον αὐτοῖς ἐγκαλεῖν, προσαπώλλυον, πολλῶν χρημάτων δεόμενοι, ι να τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπλήσωσι. Ταῦτα δὲ ὑπὸ τοῦ Λεπίδου καὶ τοῦ ̓Αντωνίου ἐπράττετο μάλιστα. τιμηθέντες γὰρ ὑπὸ τοῦ προτέρου Καίσαρος, καὶ ἐπὶ πλεῖστον α ρξαντες καὶ ἡγεμονεύσαντες, καὶ πλείστους ει χον ἐχθρούς. ἐδόκει δὲ καὶ ὑπὸ τοῦ νέου Καίσαρος γίνεσθαι διὰ τὴν τῆς δυναστείας κοινωνίαν. αὐτὸς γὰρ οὐ συχνοὺς ἀπέκτεινε, φύσει τε οὐκ ὠμὸς ω ν καὶ τεθραμμένος τοῖς η θεσι τοῦ πατρός, καὶ μήτε πολλοῖς μῖσος τρέφων σφοδρὸν καὶ φιλεῖσθαι πραγματευόμενος. καὶ οὐ μόνον οὐ πολλοὺς ε φθειρεν, ἀλλὰ καὶ ε σωσε πλείστους· καὶ τοῖς κρύψασί τινας ἐπιεικέστατα ἐχρήσατο, ἐπεὶ θάνατος καὶ τούτοις προείρητο. ̔Ο δὲ Λέπιδος ἀπαραίτητος η ν, καὶ ὁ ̓Αντώνιος ὠμῶς καὶ ἀνηλεῶς ε κτεινε καὶ τοὺς ἐπικουρῆσαι τοῖς κτεινομένοις ἐπιχειροῦντας, καὶ τὰς κεφαλὰς τῶν σφαττομένων καὶ σιτούμενος ἐπεσκόπει, καὶ τῆς ἀνοσίου θέας αὐτῶν ἐνεπίμπλατο. καὶ ἡ γυνὴ αὐτοῦ ἡ Φουλβία πολλοὺς καὶ αὐτὴ καὶ δι' ε χθραν καὶ διὰ 2.387 χρήματα ἐθανάτωσεν, ε στι δ' ου ς οὐδὲ γινωσκομένους ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ποτὲ γοῦν καὶ τῆς τοῦ Κικέρωνος κεφαλῆς κομισθείσης, φεύγων γὰρ κατελήφθη καὶ ἐσφάγη, ὁ μὲν ̓Αντώνιος πολλὰ αὐτὸν βλασφημήσας ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν α λλων ἐν τῷ βήματι προτεθῆναι, ι ν' ο θεν ἠκούετο δημηγορῶν κατ' αὐτοῦ, ἐκεῖ μετὰ τῆς χειρὸς τῆς δεξιᾶς ὁρῷτο· ου τως γὰρ ἀπετέτμητο. ἡ δὲ δὴ Φουλβία ε ς τε τὰς χεῖρας αὐτὴν ε λαβε, καὶ ἐμπικραναμένη καὶ ἐμπτύσασα ἐπὶ τὰ γόνατα ε θηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τὴν γλῶσσαν ἐξείλκυσε, καὶ ταῖς βελόναις, αι ς εἰς τὴν κεφαλὴν ἐκέχρητο, κατεκέντησε, πολλὰ καὶ μιαρὰ ἐπισκώπτουσα. Πολλοὶ μὲν ου ν ἀπώλοντο, τινὲς δὲ καὶ ἐσώθησαν. δοῦλοι γὰρ τὰς τῶν δεσποτῶν ἐσθῆτας περιβαλλόμενοι, ἐκείνους κατακρύψαντες, ὡς οἱ δεσπόται ἐσφάγησαν. καί τις στιγματίας δοῦλος οὐ μόνον οὐ προέδωκε τὸν στίξαντα αὐτὸν δεσπότην, ἀλλὰ καὶ περιέσωσεν. ὡς γὰρ συναπεδίδρασκε τῷ δεσπότῃ καὶ διώκεσθαι ε γνω, ἀπέκτεινέ τινα συναντήσαντα σφίσι, καὶ τὴν στολὴν ἐκείνου τῷ δεσπότῃ δούς, ἀπιέναι ἀφῆκεν· αὐτὸς δὲ πυρὰν ἀνάψας τὸν νεκρὸν ἐπέθηκεν ἐπ' αὐτήν, τὴν δ' ἐσθῆτα τοῦ δεσπότου καὶ τὸν δακτύλιον φέρων ἀπήντησε τοῖς διώκουσι, καὶ εἰπὼν φεύγοντα τὸν δεσπότην ἀποκτεῖναι ἐπιστεύθη διὰ τὰ σκῦλά τε καὶ τὰ στίγματα, καὶ ἐκεῖνον ε σωσε, καὶ αὐτὸς 346

ἐτιμήθη. Κύιντον δὲ Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ οὐκ ἐξελάλησεν. ὁ δὲ πατὴρ αὐτοῦ μαθὼν τὸ γινόμενον καὶ ἐλεήσας τὸν παῖδα ἐθελοντὴς αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκε. πολλοὶ δὲ καὶ λανθάνοντες ἀπεδίδρασκον καὶ πρὸς 2.388 τὸν Βροῦτον ἀπῄεσαν καὶ τὸν Κάσσιον. οἱ δέ γε πλείους τῷ Σέξτῳ προσεχώρουν. ναυαρχεῖν γὰρ πρότερον αἱρεθείς, καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθείς, ἰσχὺν οἰκείαν, καίτοι τῆς ἀρχῆς υ στερον ὑπὸ τοῦ Καίσαρος στερηθείς, περιεβάλλετο, καὶ τὴν Σικελίαν κατέσχεν. ει τα, ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αι τε α λλαι σφαγαὶ ἐγένοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο, ὑποδεχόμενος τοὺς ἐς αὐτὸν ἰόντας καὶ παντοίως ἐπικουρῶν· ο θεν καὶ συχνοὶ πρὸς αὐτὸν η λθον. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίνετο, πολλὰ δὲ καὶ α τοπα καὶ περὶ τὰς τῶν α λλων οὐσίας συνέβαινε, καὶ αἱ τῶν εὐπόρων οἰκίαι ἐπορθοῦντο, καὶ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν ἐν τῷ α στει οἰκιῶν καὶ τῶν ἐν τῇ λοιπῇ ̓Ιταλίᾳ ἐπράξαντο, τῶν μὲν μισθωθεισῶν καθ' ὁλόκληρον, ω ν δ' οἱ δεσπόται ῳ κουν, ἐξ ἡμισείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν· καὶ τοὺς τῶν χωρίων κτήτορας τὸ η μισυ τῶν προσόδων ἀφείλοντο, καὶ τὰ κτήματα τῶν κτεινομένων τοῖς στρατιώταις παρεῖχον, τὰ μὲν δῶρον, τὰ δὲ ἐπευωνίζοντες· ἀπείρητο γὰρ μηδένα τῶν α λλων ἀπαντᾶν εἰς τὸ πρατήριον ὠνησόμενον· θάνατον τάξαντες τῷ ἀπαντήσαντι ἐπιτίμιον. καὶ ἀρχὰς καὶ τιμὰς καὶ ἀρχιερωσύνας ἐδίδοσαν, καὶ νόμους τοὺς μὲν ἀπήλειψαν, τοὺς δὲ ἀντενέγραψαν, καὶ πᾶν κατὰ τὸ δοκοῦν αὐτοῖς ε πρασσον, ω στε χρηστὴν τὴν τοῦ ἀνῃρημένου Καίσαρος μοναρχίαν νομίζεσθαι. Τὸν μὲν ου ν ἐνιαυτὸν ἐκεῖνον ταῦτα ἐποίησαν· τοῦ δὲ Λεπίδου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ Λουκίου τῷ ἐπιόντι ε τει ὑπατευσάντων τέλη τε η δη 2.389 ἐσχολακότα ἀνενεώθησαν καὶ ἐκ καινῆς προσκατέστησαν ε τερα, καὶ πολλὰ μὲν ἐπὶ τῇ γῇ, πολλὰ δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο. ο δὲ πλέον τῶν α λλων πάντας ἠνίασεν, η ν τὸ παντὸς οὐσίαν δεκατευθῆναι ὁποσονοῦν εὐποροῦντος ἀνδρὸς ὁμοίως καὶ γυναικός. λόγῳ μὲν γὰρ τὸ δέκατον τῆς οὐσίας παρ' ἑκάστου σφῶν εἰσεπράχθη, ε ργῳ μέντοι οὐδὲ τὸ δέκατον κατελείφθη τινί. καὶ ε τερον δέ τι ἐπινενόητο. τῷ γὰρ βουλομένῳ ἐνεδόθη πάσης τῆς οὐσίας ἐκστάντι τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τουτέστι μήτε τι λαβεῖν καὶ πράγματα σχεῖν. οἱ γὰρ βίᾳ τὰ δύο μέρη συλώμενοι προφανῶς, πῶς α ν τὸ τρίτον ἀπέλαβον; καὶ α λλα δὲ πλεῖστα τοῖς ἀνθρώποις τότε πρὸς πενίαν αὐτοὺς συνελαύνοντα ἐπενήνεκτο, μόνοι δὲ οἱ τὰ ο πλα ε χοντες ὑπερεπλούτησαν. Ου τως οἱ α νδρες οἱ τρεῖς ἐκεῖνοι ἐποίουν, καὶ α μα τὸν Καίσαρα ἐκεῖνον τὸν πρότερον ἀπεσέμνυνον, καὶ τιμὰς ποικίλας τε καὶ πολλὰς αὐτῷ ἐψηφίσαντο. πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν ἐν ̔Ρώμῃ τήν τε πόλιν καὶ τὴν α λλην ̓Ιταλίαν διάξων ὑπέμεινε, Καῖσαρ δὲ καὶ ̓Αντώνιος κατὰ τοῦ Βρούτου καὶ τοῦ Κασσίου ἐστράτευσαν. ἐκεῖνοι γὰρ τὸν Καίσαρα τὸν ̓Οκτάβιον μαθόντες τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν ο μιλον σφετερίζεσθαι, τήν τε δημοκρατίαν ἀπέγνων καὶ ἐκεῖνον φοβηθέντες ἐν ̓Αθήναις ἐγένοντο. καὶ οἱ ̓Αθηναῖοι σφᾶς λαμπρῶς ὑπεδέξαντο, καὶ εἰκόνας χαλκᾶς αὐτοῖς ἐψηφίσαντο, ὡς ζηλώσασι τοὺς παρ' αὐτοῖς τυραννοκτόνους, τὸν ̔Αρμόδιον λέγω καὶ τὸν ̓Αριστογείτονα. ει τα πυθόμενοι ἐπὶ μεῖζον τὸν Καίσαρα αι ρεσθαι, ὁ μὲν Κάσσιος πρὸς τοὺς Σύρους ω ρμησε συνήθεις ο ντας αὐτῷ, Βροῦτος δὲ τήν τε ̔Ελλάδα καὶ τὴν Μακεδονίαν συνίστη. καὶ 2.390 προσεῖχον αὐτῷ ε κ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ο τι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ συνεξελθόντων ὑπολειφθέντας, προσλαβὼν ει χε, καὶ χρήματα δέ οἱ ἐκ τῆς ̓Ασίας παρὰ τοῦ Τρεβωνίου ἀπέσταλτο. τὸ μὲν ου ν ̔Ελληνικὸν ἀπόνως προσεποιήσατο, καὶ τὴν Μακεδονίαν δὲ μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ηπειρον προσλαβὼν τῇ γερουσίᾳ ἐπέστειλε τὰ πεπραγμένα δηλῶν. οἱ δέ, ε τυχον γὰρ τότε ὑπόπτως πρὸς τὸν Καίσαρα ε χοντες, καὶ ἐπῄνεσαν αὐτὸν καὶ πάντων α ρχειν τῶν 347

ἐκεῖσε ἐκέλευσαν. κἀντεῦθεν αὐτός τε γέγονε προθυμότερος καὶ ὑπεῖκον ἀπροφασίστως ε σχηκε τὸ ὑπήκοον. ἐπεὶ δ' ὁ Καῖσαρ ἐν τῇ ̔Ρώμῃ τε ἐνηυθέντησε καὶ τοὺς τοῦ πατρὸς ἐτιμωρεῖτο σφαγεῖς φανερῶς, ἐσκόπει ο πῃ αὐτὸν ἐπιόντα ἀμύναιτο, καί τινας ἐπιβουλὰς πρός τινων αὐτῷ γενομένας ἀπεκρούσατο. καὶ ἐς τὴν α νω Μακεδονίαν ἀνεχώρησεν, ε χων τὸ ἰσχυρότατον τοῦ στρατοῦ, κἀκεῖθεν εἰς τὴν ̓Ασίαν ε πλευσεν, ι να μὴ τὰ ἐν τῇ ̔Ρώμῃ πραττόμενα ἐπὶ τὸ φοβερώτερον ἀγγελλόμενα μαθόντες οἱ στρατιῶται μεταβάλωνται. ει τ' αυ θις εἰς τὴν Εὐρώπην ἠπείχθη, δείσας μή τι νεωτερισθῇ. Κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ Κάσσιος εἰς τὴν ̓Ασίαν ἐπεραιώθη πρὸς τὸν Τρεβώνιον, καὶ λαβὼν παρ' αὐτοῦ χρήματα καὶ ἱππέας συχνοὺς καὶ ἑτέρους πολλοὺς τῶν τε Κιλίκων καὶ τῶν ̓Ασιανῶν, τοὺς Ταρσέας καὶ α κοντας εἰς τὸ συμμαχικὸν προσηγάγετο. καὶ εἰς τὴν Συρίαν ἐλθών, ἀμαχεὶ πάντα τά τε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων προσεποιήσατο. παραλαβὼν ου ν τὴν Συρίαν εἰς τὴν ̓Ιουδαίαν ω ρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν 2.391 τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι. ἐκείνους τε ου ν ἑτοίμως καὶ τοὺς ̓Ιουδαίους παρεστήσατο. ου τω δὴ καὶ ὁ Κάσσιος διὰ ταχέων ἐγένετο ἰσχυρός, καὶ τῇ γερουσίᾳ τὰ ο μοια τῷ Βρούτῳ ἐπέστειλε· καί οἱ τήν τε τῆς Συρίας ἀρχὴν ἡ βουλὴ ἐβεβαίωσε καὶ τὸν κατὰ τοῦ Δολοβέλλου πόλεμον ἐψηφίσατο. ου τος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας α ρχειν, εἰς δὲ τὴν ̓Ασίαν ἐνδιατρίβων τὸ δόγμα ἐμεμαθήκει, καὶ πρὸς μὲν τὴν Συρίαν οὐκ ἀπῆλθεν, αὐτοῦ δὲ καταμείνας τὸν Τρεβώνιον δόλῳ ἐν τῇ Σμύρνῃ ἀνεῖλε καὶ πᾶσαν τὴν ̓Ασίαν κατέσχεν. ου τω δὲ τῆς ̓Ασίας γενόμενος ἐγκρατὴς εἰς τὴν Κιλικίαν η λθε, τοῦ Κασσίου ἐν Παλαιστίνῃ τυγχάνοντος, καὶ τοὺς μὲν Ταρσεῖς ἑκουσίους προσλαβών, φρουροὺς τοῦ Κασσίου ἐν Αἰγαῖς ο ντας ἐνίκησεν· ἐς δὲ τὴν Συρίαν ἐνέβαλε, καὶ τῆς μὲν ̓Αντιοχείας ἀπεκρούσθη, τὴν δὲ Λαοδίκειαν προσεποιήσατο. καὶ τὸ ναυτικὸν αὐτῷ προσῆλθε· κἀντεῦθεν ἰσχύσας εἰς Αραδον ἀπελήλυθεν, ε νθα μετ' ὀλίγων ἀπολειφθεὶς ἐκινδύνευε. διαφυγὼν ου ν ἀπήντησε τῷ Κασσίῳ, καὶ συμβαλὼν αὐτῷ ἡττήθη, καὶ εἰς τὴν Λαοδίκειαν ἐπολιορκεῖτο. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων ἀναγκασθείς, καὶ φοβηθεὶς μὴ ζῶν ἁλῷ, ἑαυτὸν διεχρήσατο. ο καὶ ὁ ὑποστράτηγος αὐτοῦ Μάρκος ̓Οκτάβιος ε πραξε. Κάσσιος δὲ ἐπεὶ τὰ ἐν τῇ Συρίᾳ καὶ τῇ Κιλικίᾳ κατεστήσατο, εἰς τὴν ̓Ασίαν πρὸς τὸν Βροῦτον ἀφίκετο. ὡς γὰρ τὴν συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ε μαθον, καθ' ἑαυτῶν εἰδότες ἐκείνους πάντα ποιεῖν, προθυμότερον καὶ αὐτοὶ κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ ε πραττον. καὶ αὐτοί τε περιιόντες καὶ ἑτέρους διαπέμποντες τοὺς μὴ ἐκείνοις ὁμοφρονοῦν.392 τας προσήγοντο καὶ χρήματα καὶ στρατιώτας συνήθροιζον, τινῶν δὲ μὴ συμμαχῆσαι πειθομένων αὐτοῖς, ἐπ' ἐκείνους ἐτράπησαν. καὶ Κάσσιος μὲν ναυμαχίᾳ τοὺς ̔Ροδίους ἐνίκησε καὶ τὰς ναῦς αὐτῶν ἀφείλετο καὶ τὰ χρήματα, μετὰ δὲ ταῦτα καὶ τὸν ̓Αριοβαρζάνην συλλαβὼν ἀπέκτεινε· Βροῦτος δὲ τῶν Λυκίων ἐκράτησε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξάνθον δὲ εἰς πολιορκίαν κατέστησε, καὶ ει λεν αὐτὴν καὶ κατέπρησεν. ει τα πρὸς Πάταρα η λθε, καὶ προσεκαλεῖτο αὐτοὺς ὡς φίλους· ὡς δ' οὐχ ὑπήκουσαν, τοὺς αἰχμαλώτους τῶν Ξανθίων συγγενεῖς αὐτοῖς ο ντας ε πεμψεν, ἐλπίζων δι' ἐκείνων αὐτοὺς προσαγαγέσθαι. οἱ δ' οὐδ' ου τως ἐνέδοσαν. πωλήσας ου ν τινας τῶν αἰχμαλώτων τοὺς λοιποὺς ἠλευθέρωσεν. ἰδόντες δὲ τοῦτο οἱ Παταρεῖς εὐθὺς αὐτῷ ὡς ἀρετὴν ε χοντι προσέθεντο. τοῦτο δὲ καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ τα λλα δὲ δι' ὀλίγου παρεστήσατο. ̓Εντεῦθεν α μφω εἰς τὴν ̓Ασίαν η λθον, καὶ εἰς τὴν Μακεδονίαν ἠπείγοντο. Γάιος δὲ ὁ Νωρβανὸς καὶ Δεκίλλιος Σάξας παρὰ τοῦ Καίσαρος καὶ τοῦ ̓Αντωνίου εἰς Μακεδονίαν ἐστάλησαν, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι τὴν σύντομον ὁδὸν προκατέλαβον. διὸ ὁ Βροῦτός τε καὶ ὁ Κάσσιος ἑτέραν μακροτέραν περιελθόντες, καὶ βιασάμενοι τὴν ἐκεῖ φρουράν, πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα 348

παρῆλθον κἀκεῖ ἐστρατοπεδεύσαντο. ὑπερτεροῦντες δὲ τῷ πλήθει τῶν ἐναντίων τό τε ο ρος τὸ Σύμβολον 2.393 κατέλαβον καὶ τὰ ἐπιτήδεια ε κ τε τῆς θαλάσσης ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. Νωρβανὸς δὲ καὶ Σάξας συμβαλεῖν αὐτοῖς οὐκ ἐτόλμων, τὸν Καίσαρα δὲ καὶ τὸν ̓Αντώνιον μετεπέμποντο. οἱ δὲ μέρος μέν τι τοῦ στρατοῦ πρὸς φυλακὴν τῆς ̓Ιταλίας κατέλιπον, τῷ δὲ πλείονι ἐπεραιώθησαν τὸν ̓Ιόνιον. καὶ Καῖσαρ μὲν νοσήσας ἐν Δυρραχίῳ κατέμεινεν, ̓Αντώνιος δ' ἐπὶ Φιλίππους η λασε, καί τινας τῶν ἐναντίων ἐνεδρεύσας σιταγωγοῦντας ἐσφάλη. ὁ δὲ Καῖσαρ καθ' ἑκάτερον δείσας, ει τε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν ̓Αντώνιος, ει τε καὶ κρατήσει, ἐκ μὲν γὰρ τοῦ τὸν Βροῦτόν τε καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν ̓Αντώνιον πάντως ἐφ' ἑαυτὸν ἰσχύσειν ἐνόμισεν, ἠπείχθη καὶ ε τι ἀρρωστῶν· καὶ οἱ περὶ τὸν ̓Αντώνιον ἀνεθάρσησαν. ̓Αντικαθημένων δ' ἀλλήλοις τῶν ἀντιπολέμων ἐκδρομαὶ μὲν παρ' ἀμφοτέρων ἐγίνοντο, μάχη δὲ οὐδεμία ἐκ παρατάξεως, καίτοι τοῦ τε Καίσαρος καὶ τοῦ ̓Αντωνίου συμβαλεῖν σπουδαζόντων. ὁ δὲ δὴ Κάσσιος καὶ ὁ Βροῦτος ἀνεβάλλοντο, οὐκ ὀκνοῦντες τὴν μάχην, ἀλλ' ει πως α νευ κινδύνων καὶ φθόρου τινῶν ἐπικρατήσειαν. ὡς δὲ τὰ στρατεύματα τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντικειμένων καταφρονήσαντα, ο τι τὸ καθάρσιον πρὸ τῶν ἀγώνων γινόμενον ἐντὸς τοῦ ἐρύματος ὡς δεδιότες ἐποιήσαντο οἱ περὶ Καίσαρα καὶ ̓Αντώνιον, εἰς τὴν μάχην τε ω ρμησαν οἱ Βρούτου καὶ διελάλουν ο τι, α ν ἐπὶ πλέον ὑπερτιθῇ, ἐκλιπόντες τὸ στρατόπεδον σκεδασθήσονται, ου τω δὴ καὶ α κοντες συνέμιξαν. Μέγιστος δὲ ̔Ρωμαίοις διαφανῶς ὁ ἀγὼν ου τος ἐγένετο. τοῦτο δὲ καὶ ἐκ τῶν γεγονότων σημείων ε ν τε τῇ ̔Ρώμῃ καὶ ἐν τῇ Μακεδονίᾳ τεκμήραιτό τις. 2.394 ἐν γὰρ τῷ α στει ὁ η λιος τοτὲ μὲν ἠλαττοῦτο, τοτὲ δὲ μέγας ἐφαίνετο, ἐξέλαμψε δέ ποτε καὶ νυκτός, λαμπάδες τε α λλοσέ πῃ καὶ α λλοσε ᾳ ττειν ἐδόκουν, καὶ σαλπίγγων ἠχαὶ καὶ ο πλων κτύποι καὶ βοαὶ στρατοπέδων νυκτὸς ἐκ τῶν τοῦ Καίσαρος καὶ τῶν τοῦ ̓Αντωνίου ὁμορούντων ἀλλήλοις παρὰ τῷ Τιβέριδι ἐξηκούοντο, καί τι παιδάριον δεκαδακτύλους χεῖρας ε χον ἐγεννήθη, ἡμίονός τε ε τεκε τέρας· τὰ μὲν γὰρ πρόσθια ι ππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. ἐν μὲν ου ν τῇ ̔Ρώμῃ ταῦτά τε καὶ α λλα ἐγένετο, ἐν δὲ τῇ Μακεδονίᾳ περὶ τὸ στρατόπεδον τοῦ Κασσίου μέλισσαί τε πολλαὶ αὐτὸ περιέσχον, καὶ ἐν τῷ καθαρσίῳ τὸν στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε, καὶ ἐν πομπῇ τινι παῖς Νίκην φέρων χρυσῆν ὀλισθήσας ε πεσε, καὶ γῦπες πολλοὶ καὶ α λλοι ο ρνιθες νεκροφάγοι εἰς τὰ ἐκείνων διεφοίτων στρατόπεδα ε κλαζόν τε φρικῶδές τι καὶ δεινόν. τοῦ δὲ νέου Καίσαρος ἰατρὸς ε δοξε τὴν ̓Αθηνᾶν ἐν υ πνοις λέγειν αὐτῷ ἐκ τῆς σκηνῆς τὸν Καίσαρα ἐξαγαγεῖν καὶ καταστῆσαι εἰς τὴν παράταξιν, καίτοι ε τι κακῶς ἀρρωστοῦντα· ο καὶ περιέσωσεν αὐτόν, ὡς εἰρήσεται. Τὴν μὲν ου ν ἡμέραν τῆς μάχης οὐχ ὡρίσαντο, ω σπερ δὲ ἀπὸ συγκειμένου τινὸς ε ωθεν ἐξοπλισάμενοι προῆλθον, καὶ ἐν κόσμῳ καὶ ἡσυχῇ παρετάξαντο. ει τα συμμίξαντες πολλῷ μὲν ἐχρήσαντο ὠθισμῷ, πολλῷ δὲ ξιφισμῷ καὶ προθυμίᾳ πολλῇ· καὶ ου θ' ὑπαγωγαῖς ου τε διώξεσιν οὐδένες ἐχρήσαντο, ἀλλ' αὐτοῦ ω σπερ ει χον ἐτίτρωσκον, ἐτιτρώσκοντο, ἐφόνευον, ἐφονεύοντο. καὶ ὁ μὲν Βροῦτος τοῖς περὶ τὸν Καίσαρα ἀντιμαχόμενος ἐκράτει, Κάσσιος δὲ ἀντιτεταγμένος τοῖς περὶ τὸν ̓Αντώνιον η ττητο, καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. οὐκ ε γνων μέντοι 2.395 ου τε τὴν νίκην τῶν ἑτέρων οἱ ἡττημένοι ου τε τὴν η τταν οἱ νενικηκότες· τά τε γὰρ στρατόπεδα πολὺ ἀφεστήκασι καὶ ἀπλέτου κονιορτοῦ γενομένου ἠγνόησαν τὸ τέλος τῆς μάχης. τέως δὲ τό τε τοῦ Καίσαρος τάφρευμα καὶ τὸ τοῦ ̓Αντωνίου ἐπορθήθη, καὶ τὰ ἐν αὐτῷ πάντα ἑάλω, ω στ' εἰ μὴ κατὰ τὸ ο ναρ τοῦ ἰατροῦ ὑπεξῆλθεν ὁ Καῖσαρ τοῦ χαρακώματος, ἐν αὐτῷ α ν καταληφθεὶς κεκινδύνευκεν. ̔Ο δὲ Κάσσιος ἐκ μὲν τῆς μάχης ἐσώθη, τοῦ δὲ ἐρύματος καὶ αὐτοῦ πορθηθέντος ἐπὶ λόφον ἀνεχώρησεν ε χοντα πρὸς τὸ πεδίον σκοπάς, ὑποτοπήσας δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι, ε πεμψεν 349

ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀγγελοῦντα αὐτῷ ο που τε ὁ Βροῦτος ει η καὶ ο ,τι πράττοι. ἐπεὶ δὲ ὁ σταλεὶς συναντήσας ἱππεῦσιν, ου ς ἀπεστάλκει ὁ Βροῦτος μαθησομένους περὶ τῶν κατὰ Κάσσιον, παρ' αὐτῶν ἐκυκλώθη ἀσπαζομένων αὐτὸν καὶ δεξιουμένων, ε δοξεν ὁ Κάσσιος πολεμίους ει ναι τοὺς προσιόντας καὶ ὑπ' αὐτῶν ἐνσχεθῆναι τὸν ἑκατόνταρχον, καί τινι Πινδάρῳ ἐξελευθέρῳ τὸν ἑαυτοῦ φόνον προσέταξε. Καὶ ὁ μὲν τοιοῦτον ε σχε τέλος, καὶ ὁ ἑκατόνταρχος ἐπανελθὼν καὶ γνοὺς τὸ δρᾶμα κακίσας τε διὰ τὴν βραδυτῆτα ἑαυτὸν ἐπαπέκτεινεν· ὁ δέ γε Βροῦτος τήν τε η τταν τοῦ Κασσίου μαθὼν καὶ τὸν θάνατον ἐπεδάκρυσε, τοὺς δὲ περισωθέντας τῶν ἐκείνου στρατιωτῶν συναγαγὼν καὶ λόγοις καὶ δόσει χρημάτων παρεμυθήσατο. ε πεσον δ' ἐν τῇ μάχῃ τούτων μὲν περὶ ὀκτακισχιλίους, τῶν δὲ περὶ Καίσαρα καὶ ̓Αντώνιον πλείους η διπλάσιοι. διὸ καὶ ἠθύμουν ἐκεῖνοι, πρὶν η Δημήτριός τις Κασσίου θεράπων ἑσπέρας ἀφίκετο πρὸς ̓Αντώνιον, τὰς χλαμύδας καὶ τὸ ξίφος ἐκείνου φέρων. ω ν κομισθέντων ου τως 2.396 ἀνεθάρσησαν, ω στε α μ' ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βροῦτος δ' ἐκ παρατάξεως μαχέσασθαι οὐκ ἐβούλετο, θορυβεῖν δὲ καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο τοὺς πολεμίους. καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσεν. ἐπεὶ δ' ε γνω τινὰς αὐτομολοῦντας τῶν αὐτοῦ πρὸς τοὺς ἐναντίους, δείσας μὴ καὶ πλέον τι νεωτερισθῇ, συμμίξαι ε γνω αὐτοῖς. πολλῶν δ' αἰχμαλώτων ἐν τῷ στρατοπέδῳ αὐτοῦ ο ντων, μὴ ε χων ο πως αὐτοὺς διάθηται κατὰ τὸν τῆς μάχης καιρόν, τὸ μὲν δουλικὸν πλῆθος ἀναιρεθῆναι κεκέλευκε, τῶν δ' ἐλευθέρων τοὺς μὲν φανερῶς ἀπέλυσε, τοὺς δὲ κρύπτων καὶ συνεκπέμπων ε σωζεν, ὁρῶν τοὺς ἡγεμόνας ἀδιαλλάκτως ε χοντας, καίτοι τῶν ἐναντίων τοὺς ζωγρηθέντας τῶν αὐτοῦ στρατιωτῶν ἀποκτεινάντων. Κατὰ δὲ τὴν ἑσπέραν, ο τε τῇ ἐπιούσῃ μαχέσασθαι ε μελλον, τὸ φάσμα ἐφάνη τῷ Βρούτῳ ο καὶ πρῴην ἐξ ̓Ασίας διαβαίνων νυκτὸς ἐθεάσατο· η ν δὲ τοιοῦτον. νὺξ η ν βαθεῖα καὶ φῶς οὐ πάνυ λαμπρὸν ἐν τῇ σκηνῇ αὐτοῦ ὑπανῆπτο· ὁ δ' ἠγρύπνει σκοπῶν τι καὶ λογιζόμενος. ε δοξεν ου ν εἰσιέναι τινὰ τὴν σκηνήν, καὶ ἀπιδὼν πρὸς τὴν ει σοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ο ψιν ἐκφύλου σώματος σιωπῇ παρεστῶτος αὐτῷ. ἐρόμενος δέ "τίς ποτ' ω ν η τί βουλόμενος η κεις;" η κουσεν ἐξ ἐκείνου "ὁ σός εἰμι, Βροῦτε, δαίμων κακός, ο ψει δέ με περὶ Φιλίππους." καὶ ὁ Βροῦτος ἀπτοήτως "ο ψομαι" ει πε. τοῦτο ου ν αυ θις τὸ φάσμα ἑώρακε τὴν αὐτὴν ἐπιδειξάμενον 2.397 ο ψιν, οὐδὲν μέντοι φθεγξάμενον, ἀλλ' οἰχόμενον. καὶ ἀετοὺς δύο φασὶν ἐν μεταιχμίῳ τῶν στρατοπέδων συμπεσόντας ἀλλήλοις μάχεσθαι τότε, ει ξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον. Συμβαλὼν ου ν τοῖς ἐναντίοις καὶ αὐτὸς ἡττήθη. τό τε γὰρ ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἐνέκλινε, κἀκ τούτου καὶ τὸ ἱππικὸν καίτοι γενναίως μαχόμενον ἐνέδωκεν. ἐνταῦθα καὶ Μάρκος ὁ Κάτωνος υἱὸς ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων ταττόμενος οὐκ ει ξε καταπονούμενος οὐδὲ ε φυγεν, ἀλλὰ χρώμενος τῇ χειρὶ καὶ φράζων ο στις ει η καὶ πατρόθεν ἑαυτὸν ὀνομάζων ε πεσεν ἐπὶ πολλοῖς τῶν πολεμίων νεκροῖς. ε πιπτον δὲ καὶ τῶν α λλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες. Λουκίλλιος δέ τις ἀνὴρ ἀγαθὸς ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐλαύνοντας ῥύδην ἐπὶ τὸν Βροῦτον, αὐτὸς ε φη Βροῦτος ει ναι καὶ α γειν ἐδεῖτο ἐπὶ τὸν ̓Αντώνιον, ὡς τάχα τὸν Καίσαρα δεδοικώς. οἱ δὲ η γον τὸν α νδρα, ἀγγέλους προπέμψαντες. ἐπεὶ δ' ἐγγὺς η σαν, ὁ μὲν ̓Αντώνιος διηπόρει ο πως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθείς "Μάρκον μὲν" ει πε "Βροῦτον, ̓Αντώνιε, οὐδεὶς ῃ ρηκεν οὐδ' α ν ε λοι πολέμιος. μὴ τοσοῦτον κρατήσειεν ἡ τύχη τῆς ἀρετῆς. εὑρεθήσεται δὲ ζῶν ἐκεῖνος η που καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ." θαυμάσας δὲ ὁ ̓Αντώνιος τοῖς αὐτὸν α γουσι στρατιώταις ε φη "χαλεπῶς, ω συστρατιῶται, φέρετε τὴν ἀπάτην ι σως· ἀλλ' ι στε κρείττονα τῆς ζητουμένης α γρας ᾑρηκότες· πολέμιον γὰρ ζητοῦντες φίλον ἡμῖν κομίζετε." Βροῦτος δὲ πρός τι χωρίον ὑλῶδες κατηντηκὼς 350

2.398 η δη σκότους ο ντος, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων ο ντων, εἰς τὸν οὐρανὸν ἀναβλέψας ἀνεφθέγξατο Ζεῦ, μὴ λάθῃ σε τῶνδ' ο ς αι τιος κακῶν. τοῦτον τὸν στίχον εἰπεῖν αὐτὸν ὁ Πλούταρχος ἀναγράφει· ὁ δέ γε Δίων ταῦθ' ἱστορεῖ τότε τὸν Βροῦτον εἰπεῖν "ω τλᾶμον ἀρετά, α λλως α ρ' η σθα λόγος, ἐγὼ δέ σε ὡς ε ργον η σκουν, σὺ δ' αυ ἐδούλευες τύχῃ." εἰπόντος δέ τινος ὡς δεῖ φεύγειν, "πάνυ μὲν ου ν" ε φη "φευκτέον, ἀλλὰ διὰ τῶν χειρῶν, οὐ διὰ τῶν ποδῶν." καὶ τοῦτο εἰπὼν καὶ τῷ ξίφει γυμνῷ ἐπιπεσὼν ἐτελεύτησε. τὸν δὲ τούτου νεκρὸν ̓Αντώνιος ἀνευρὼν τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιέβαλε. Πορκία δὲ ἡ τοῦ Βρούτου γυνή, Κάτωνος δὲ θυγάτηρ, φυλαττομένη καὶ μὴ ἐωμένη ἑαυτὴν ἀνελεῖν, α νθρακας ἐκ τοῦ πυρὸς ἁρπάσασα καὶ καταπιοῦσα ἀπέθανε. περὶ η ς ὁ Πλούταρχος ε γραψεν ὡς πρὸ τῆς τοῦ Καίσαρος τοῦ προτέρου σφαγῆς ὁρῶσα τὸν α νδρα σύννουν καὶ μεστὸν ταραχῆς ἀήθους, καί τι βούλευμα κατανοήσασα παρ' ἑαυτῷ θάλποντα δυσεξέλικτον, οὐ πρότερον αὐτὸν περὶ τῶν ἀπορρήτων ἀνήρετο πρὶν η λαβεῖν διάπειραν ἑαυτῆς. λαβοῦσα γάρ, φησί, μαχαίριον, τομὴν βαθεῖαν λάθρᾳ ἐπήνεγκε τῷ μηρῷ, ὡς μετὰ μικρὸν ὀδύνας ἐπιγενέσθαι νεανικὰς καὶ φρικώδεις ἀναφθῆναι πυρετοὺς ἐκ τοῦ τραύματος. ἀγωνιῶντος δὲ τοῦ Βρούτου ἐν ἀκμῇ τῆς ἀλγηδόνος ου σα ε φη αὐτῷ "ἐγώ, Βροῦτε, οὐχ ὡς αἱ παλλακευόμεναι κοίτης μεθέξουσα καὶ τραπέζης μόνον ἐδόθην σοι, ἀλλὰ κοινωνὸς ει ναι καὶ ἀγαθῶν καὶ ἀνιαρῶν. τὰ μὲν ου ν σὰ πάντα περὶ τὸν γάμον α μεμπτα, τῶν δὲ παρ' ἐμοῦ τίς ἀπόδειξις η χάρις εἰ 2.399 μήτε πάθος ἀπόρρητον συνδιοίσω σοι μήτε φροντίδα πίστεως δεομένην; οι δ' ο τι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον· ἀλλ' ε στι τις καὶ τροφῆς ἀγαθῆς καὶ ὁμιλίας χρηστῆς εἰς η θος ἰσχύς. ἐμοὶ δὲ τὸ Κάτωνος ει ναι θυγατέρα καὶ τὸ Βρούτου γυναῖκα πρόσεστιν. οι ς πρότερον μὲν η ττον ἐπεποίθειν, νῦν δ' ἐμαυτὴν ε γνωκα καὶ πρὸς πόνον ἀήττητον ει ναι." ταῦτ' εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καὶ διηγεῖται τὴν πεῖραν. ὁ δ' ἐκπλαγεὶς ἐπηύξατο δοῦναι τοὺς θεοὺς κατορθοῦντα τὴν πρᾶξιν α νδρα Πορκίας α ξιον φανῆναι. Τῷ μὲν ου ν Βρούτῳ ο ν ει ρηται τρόπον ἐπέλιπε τὸ βιώσιμον, τῶν δὲ μετ' αὐτοῦ γενομένων ἐπισήμων ἀνδρῶν οἱ μὲν πλείους ἑαυτοὺς αὐτίκα ἀπέκτειναν η ἁλόντες ἐφθάρησαν, οἱ δὲ λοιποὶ τότε διαφυγόντες ἐπὶ τὴν θάλασσαν μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο. Καὶ ὁ μὲν Βροῦτος καὶ ὁ Κάσσιος ου τως ἀπώλοντο τοῖς ξίφεσι σφαγέντες οι ς τὸν Καίσαρα διεχρήσαντο, Καῖσαρ δὲ καὶ ̓Αντώνιος αὐτίκα τὴν ἀρχὴν ἀνεδάσαντο· καὶ τῷ μὲν η τε ̓Ιβηρία καὶ ἡ Νουμιδία προσεκεκλήρωτο, ̓Αντωνίῳ δὲ ἡ Γαλατία τε καὶ ἡ ̓Αφρική, συνθεμένοις, εἰ ἐπὶ τούτοις ἀγανακτοίη ὁ Λέπιδος, ἐκστῆναί οἱ τῆς ̓Αφρικῆς. ταῦτα δὲ μόνα ἐδάσαντο, ο τι Σαρδὼ μὲν καὶ Σικελίαν Σέξτος κατεῖχε, τὰ δ' ε ξω τῆς ̓Ιταλίας ἐν ταραχῇ ε τι η ν. καὶ ἐπὶ τούτοις ̓Αντώνιος μὲν εἰς τὴν ̓Ασίαν, καταστήσων τοὺς αὐτοῖς ἀντιπολεμήσαντας καὶ ἀργυρολογήσων, ἀπῄει· Καῖσαρ δ' εἰς τὴν ̓Ιταλίαν ὡρμήθη, τὸν Λέπιδον κωλύσων, α ν τι παρακινῇ, καὶ τῷ Σέξτῳ ἀντιταξόμενος. νοσῶν δὲ καὶ διὰ τοῦτο βραδύτερον ἰὼν εἰς τὴν ̔Ρώμην ἀφίκετο, καὶ τὰ νενομισμένα ἐπὶ 2.400 τῇ νίκῃ τελέσας πρὸς τὴν τῶν πραγμάτων ἐτράπη διοίκησιν. ὁ γὰρ Λέπιδος φόβῳ καὶ νωθείᾳ ἡσύχασεν, ἡ δὲ τοῦ ̓Αντωνίου γυνὴ Φουλβία καὶ ὁ Λούκιος ̓Αντώνιος ὑπατεύων τῶν πραγμάτων ἀντελαμβάνοντο καὶ τῷ Καίσαρι διηνέχθησαν, ω στε τὸν Καίσαρα τὴν τῆς Φουλβίας θυγατέρα πέμψαι αὐτῇ, τὴν ἐκ τῆς ἐπιγαμίας συγγένειαν λύσαντα. Καὶ διὰ ταῦτα ου ν καὶ διὰ τὸν λιμόν, ο ς τότε τοὺς ̔Ρωμαίους ἐπίεζεν, ὁ Καῖσαρ ἐν ἀμηχανίᾳ ἐγένετο. ἡ μὲν γὰρ κατὰ Σικελίαν θάλασσα ὑπὸ τοῦ Σέξτου κατείχετο, ὁ δ' ̓Ιόνιος κόλπος ὑπὸ Δομιτίου Γναίου, ο ς τῶν μὲν σφαγέων τοῦ Καίσαρος η ν, ἐκ δὲ τῆς ἐν Φιλίπποις μάχης διαφυγὼν ναυτικὸν συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ε φθειρε. διὰ γοῦν τὸν λιμὸν τοῦτον καὶ δι' αἰτίας ἑτέρας καὶ ἐστασίασαν πρὸς ἀλλήλους ο τε δῆμος καὶ τὸ στρατιωτικόν, καὶ εἰς μάχας ἡ στάσις περιέστη, ω στε καὶ τιτρώσκεσθαι καὶ θνήσκειν 351

ἐξ ἀμφοτέρων καὶ οἰκίας καταπρησθῆναι συχνάς. ἐντεῦθεν δείσας ὁ Καῖσαρ καταλλαγῆναι τῇ τε Φουλβίᾳ καὶ τῷ ὑπάτῳ τῷ Λουκίῳ ἠθέλησεν. ἐπεὶ δὲ διὰ πολλῶν α λλων καὶ τῶν ἐστρατευμένων πρεσβευσάμενος πρὸς αὐτοὺς οὐδὲν η νυεν, βουλευτὰς ε στειλε, τάς τε συνθήκας τὰς πρὸς τὸν ̓Αντώνιον αὐτῷ γενομένας ἐκφήνας σφίσι καὶ δικαστὰς τῶν διαφορῶν αὐτοὺς ποιήσας. ὡς δ' οὐδὲν οὐδ' ου τοι πρᾶξαι ι σχυσαν, πρὸς τὸ στρατιωτικὸν αυ θις ἀπέκλινε. καὶ εἰς τὴν ̔Ρώμην οἱ στρατιῶται, ὡς καὶ τῷ δήμῳ καὶ τῇ βουλῇ κοινωσόμενοί τι, συνελθόντες, τούτων μὲν οὐκ ἐφρόντισαν, ἐς δὲ τὸ Καπιτώλιον ἀθροισθέντες τάς τε συνθήκας α ς ὁ ̓Αντώνιος καὶ ὁ Καῖσαρ ε θεντο ἀναγνωσθῆναι σφίσιν ἐκέλευσαν 2.401 καὶ ἐκείνας τε ἐπεκύρωσαν καὶ περὶ ω ν διεφέροντο ἑαυτοὺς ἐκάθισαν δικαστάς. καὶ ἐπειδὴ ὁ μὲν Καῖσαρ ε τοιμος δικασθῆναι κατὰ τὴν ὡρισμένην ἡμέραν ἐγένετο, ἡ Φουλβία δὲ καὶ ὁ υ πατος οὐ παρῆν, ὡς ἀδικούντων ἐκείνων κατεψηφίσαντο, καὶ τὰ τοῦ Καίσαρος ἐπρέσβευσαν. καὶ μάχη μεταξὺ αὐτῶν συγκεκρότητο, καθ' η ν ὑπερέσχεν ὁ Καῖσαρ, ω στε πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων φθαρῆναι, καὶ τὸν υ πατον ἁλῶναι τὸν Λούκιον, ἀπολυθῆναι δέ. ἡ δὲ Φουλβία πρὸς τὸν ̓Αντώνιον μετὰ τῶν τέκνων ἀπέδρα. Καῖσαρ δὲ τά τε ἐν τῇ ̓Ιταλίᾳ κατεργασάμενος καὶ τοῦ ̓Ιονίου κόλπου ἠλευθερωμένου, ὁ γὰρ Δομίτιος ἀπογνοὺς ἀπέπλευσε πρὸς ̓Αντώνιον, παρεσκευάζετο ὡς πρὸς τὸν Σέξτον ὁρμήσων. διὰ δὲ τὴν δύναμιν αὐτοῦ, καὶ ο τι τῷ ̓Αντωνίῳ διὰ τῆς μητρὸς ἐκοινολογήσατο, ε δεισε μὴ καὶ ἀμφοῖν α μα πολεμήσῃ· καὶ τὸν Σέξτον προτιμήσας, α τε τοῦ ̓Αντωνίου πιστότερόν τε καὶ ἰσχυρότερον, τήν τε μητέρα Μουκίαν αὐτῷ ε πεμψε καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ε γημεν, ει πως ἐκ τῆς εὐεργεσίας καὶ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο. ὁ γὰρ Σέξτος τῆς ἀρχῆς η ς ει χεν ὑπὸ τοῦ Καίσαρος πρῴην παραλυθείς, τοῦ δὲ ναυτικοῦ ἀντεχόμενος, α τε μὴ τοῦ φόνου τοῦ Καίσαρος ἐκείνου μετεσχηκὼς η λπιζε καὶ καταχθήσεσθαι πρὸς τοῦ νέου Καίσαρος. ὡς δ' ε γνω καὶ ἐπ' αὐτῷ τὸν ἐκείνου φόνον ἐπικεκηρυγμένον, ἀπέγνω καὶ πρὸς πόλεμον ἡτοιμάζετο, ναυπηγῶν τριήρεις καὶ τοὺς αὐτομολοῦντας δεχόμενος καὶ τοὺς καταποντιστὰς προσεταιριζόμενος. καὶ ἐν ὀλίγῳ ἐγένετο ἰσχυρὸς καὶ τῆς πρὸς τῇ ̓Ιταλίᾳ θαλάσσης ἐκράτησε. προχω.402 ρούντων δ' αὐτῷ τῶν πραγμάτων ἐς Σικελίαν ε πλευσε, καὶ ταύτην κατέσχε, καὶ στρατιώτας ἐκεῖθεν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε. διὰ ταῦτά τε καὶ ι να μὴ τῷ ̓Αντωνίῳ φιλιωθῇ, καταλλαγῆναί οἱ ὁ Καῖσαρ ἱμείρετο. διαμαρτὼν δὲ τούτου, ἐκείνῳ μὲν Μάρκον ̓Αγρίππαν πολεμήσοντα ε πεμψεν, αὐτὸς δ' ἐς Γαλατίαν ἀπῆρε. μαθὼν ου ν ὁ Σέξτος ταῦτα ἐς τὴν ̓Ιταλίαν ἀνέπλευσε καὶ ἐνέμεινεν αὐτὴν ληιζόμενος. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν κατέσχε, τὸν μέντοι Λέπιδον ἐς τὴν ̓Αφρικὴν ε πεμψεν, ι ν' ὡς παρ' αὐτοῦ ταύτην λαβών, καὶ οὐχὶ καὶ παρὰ τοῦ ̓Αντωνίου, αὐτῷ μόνῳ τὴν χάριν ὁμολογῇ. Α ̓ ντώνιος δὲ Μάρκος εἰς τὴν ̓Ασίαν ἐλθών, τὰ μὲν αὐτὸς περιιών, ἐς δέ τινα στέλλων ἑτέρους, τάς τε πόλεις ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. τῆς δέ γε Κλεοπάτρας ἐν Κιλικίᾳ ὀφθείσης αὐτῷ, ε ρωτι τῆς γυναικὸς οὐκέτ' οὐδεμίαν φροντίδα τοῦ καλοῦ ἐποιήσατο, ἀλλὰ τῇ Αἰγυπτίᾳ ἐδούλευε· καὶ α λλα τε διὰ τοῦτο ε πραξεν α τοπα καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπέκτεινε· καὶ τέλος ἀπῆρεν εἰς Αι γυπτον. ο θεν οἱ Πάρθοι, καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς ̔Ρωμαίοις ἐπέθεντο, τοῦ Λαβιηνοῦ πρὸς τοῦτο σφᾶς ἐρεθίσαντος· ο ς τῷ Βρούτῳ μὲν καὶ τῷ Κασσίῳ συνεστρατεύετο, πεμφθεὶς δὲ παρ' ἐκείνων εἰς Πάρθους συμμαχίαν αἰτουμένων, ὡς τὴν ἐκείνων η τταν ε γνω, κατέμεινε παρὰ τοῖς βαρβάροις, καὶ τότε τοῦ πολέμου τε ἡγεμὼν γενέσθαι ὑπέσχετο, καὶ πολλὰ μεταστήσειν τῶν ἐθνῶν ἐπηγγείλατο. ο θεν καὶ δύναμιν πολλὴν πρὸς τοῦ τῶν Πάρθων βασιλέως ̓Ορώδου ε λαβε, καὶ τῷ υἱῷ αὐτοῦ τῷ Πακόρῳ συνα.403 πεστάλη. καὶ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειρώσατο πλὴν Τύρου, καὶ εἰς Παλαιστίνην εἰσέβαλεν, ὁ δὲ Λαβιηνὸς τήν τε Κιλικίαν κατέσχε καὶ 352

τῆς ̓Ασίας τὰς ἠπειρώτιδας πόλεις. ̓Αντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα, ω σπερ δὴ καὶ τα λλα τὰ ἐν τῇ ̓Ιταλίᾳ δρώμενα, ὑπὸ δὲ τοῦ ε ρωτος καὶ τῆς μέθης ου τε τῶν πολιτῶν ου τε τῶν συμμάχων ἐφρόντιζε, τῇ Κλεοπάτρᾳ δὲ καὶ τοῖς Αἰγυπτίοις συνετρύφα, μέχρις ου παντελῶς κατελύθη. ὀψὲ δ' ου ν ποτε ἐξαναστὰς ε πλευσεν εἰς Τύρον· τὸν δὲ τοῦ Σέξτου προφασισάμενος πόλεμον ἀπέλιπεν αὐτούς, καὶ παρὰ τὴν η πειρον μέχρι τῆς ̓Ασίας παρακομισθεὶς εἰς τὴν ̔Ελλάδα διῆλθεν. ε νθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ ἐντυχών, τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ ἐσπείσατο. ει τα εἰς τὴν ̓Ιταλίαν περαιωθείς, τινὰ μὲν ταύτης κατέσχε, τινὰ δ' ἐπολιόρκει. καὶ ὁ Καῖσαρ τὰς δυνάμεις η θροιζε. συνερρωγότων ου ν αὐτῶν ἐς τὸν πόλεμον η τε α λλη ̓Ιταλία ἐταράσσετο καὶ ἡ ̔Ρώμη δὲ μάλιστα. ἐν τούτοις ἡ Φουλβία ἐν Σικυῶνι διάγουσα ἐτελεύτησεν. ὡς δὲ τοῦτο ἠγγέλθη, τά τε ο πλα κατέθεντο α μφω καὶ συνηλλάγησαν. καὶ Καῖσαρ μὲν Σαρδώ τε καὶ Δαλματίαν τήν τε ̓Ιβηρίαν καὶ τὴν Γαλατίαν ἐκληρώσατο, ̓Αντωνίῳ δὲ πάντα τὰ α λλα τὰ ὑπὲρ τὸν ̓Ιόνιον τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ ̓Ασίᾳ ̔Ρωμαίοις ο ντα ἐπέλαχε· τὰ δ' ἐν τῇ Λιβύῃ ε θνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος ει χον. Τὴν μὲν ου ν ἀρχὴν ου τως αυ θις ἐδάσαντο, τὸν δὲ πρὸς τὸν Σέξτον πόλεμον ἐκοινώσαντο· καὶ ἐπὶ ταῖς καταλλαγαῖς εἱστίασαν ἀλλήλους ἐν τοῖς περὶ τὸ Βρεντέσιον στρατοπέδοις, Καῖσαρ μὲν ῥωμαϊκῶς τε καὶ στρατιωτικῶς, ̓Αντώνιος δὲ ἀσιανῶς τε καὶ αἰ.404 γυπτίως. κατηλλαγμένων δ' αὐτῶν ὡς ἐδόκουν, περιστάντες τὸν ̓Αντώνιον οἱ τότε συνόντες τῷ Καίσαρι ἀπῄτουν παρ' αὐτοῦ τὰ χρήματα α ἀπὸ τῆς μάχης τῆς ἐν Φιλίπποις ὑπέσχοντο σφίσι, δι' α καὶ ἐς τὴν ̓Ασίαν, ο πως πλεῖστα ἀθροίσειεν, ε σταλτο. κα ν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μὴ σφᾶς ὁ Καῖσαρ κατέσχεν, ἐλπίσι μετεωρίσας αὐτούς. καὶ μετὰ τοῦτο τοῦ πρὸς τὸν Σέξτον πολέμου η πτοντο. λιμοῦ δὲ τοὺς ἐν τῇ ̔Ρώμῃ τοῦ Σέξτου θαλασσοκρατοῦντος πιέζοντος, τελῶν τε πολλῶν καὶ παντοίων ἐπιτασσομένων αὐτοῖς, δεινῶς η σχαλλον, καὶ οὐκέθ' ἡσύχαζον, ἀλλὰ παρεκάλουν σφᾶς σπείσασθαι τῷ Σέξτῳ. ὡς δ' οὐκ ε πειθον, πρὸς τὸν Σέξτον ἀπέκλιναν, καὶ τοὺς ἐν ταῖς ἀρχαῖς ο ντας λίθοις ἐξήλασαν ἐκ τῆς ἀγορᾶς, τάς τε τοῦ Καίσαρος καὶ τοῦ ̓Αντωνίου εἰκόνας κατέβαλον, καὶ ἐπ' αὐτοὺς ὡς ἀποκτενοῦντες σφᾶς ω ρμησαν. ο θεν ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ α κοντες ἐπικηρυκεύσασθαι. καὶ πρῶτον μὲν διὰ τῶν ἑταίρων αὐτῷ διειλέχθησαν, ε πειτα καὶ αὐτοὶ ἐς λόγους η λθον. καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις, ω στε τοὺς αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους ει ναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν, καί τισιν αὐτῶν δημαρχίας τε καὶ στρατηγίας καὶ ἱερωσύνας εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον υ πατόν τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι κἀκ τῆς πατρῴας οὐσίας χιλίας πεντακοσίας πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε ̓Αχαΐας ἐπὶ πέντε ε τη α ρξαι, μὴ αὐτομόλους δεχόμενον, μὴ ναῦς ἐπικτώμενον, μή τινα ἐν τῇ ̓Ιταλίᾳ ε χοντα φρούρια, ἀλλὰ τήν τε εἰρήνην τὴν ἐν τῇ θαλάσσῃ αὐτῇ πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα. 2.405 Τὰς γοῦν συνθήκας ταύτας συγγραψάμενοι, καὶ τὰ γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παραθέμενοι, δεξιάς τε σφίσιν ε δοσαν καὶ ἀλλήλους ἐφίλησαν· καὶ ἐπὶ τούτοις α πλετος ἠγέρθη βοὴ κἀκ τῆς ἠπείρου κἀκ τῶν νεῶν, ω στε καὶ τὰ ο ρη συνηχῆσαι. μετὰ ταῦτα μέντοι οι τε α λλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ε πειτα καὶ ὁ Καῖσαρ ο τε ̓Αντώνιος ἐν τῇ ἠπείρῳ. δυνηθεὶς δὲ ὁ Σέξτος α μφω σὺν ὀλίγοις ἐν τῷ σκάφει ο ντας κτανεῖν, ὡς καὶ ὁ ἐξελεύθερος αὐτῷ Μηνᾶς συνεβούλευσε, τεμεῖν εἰπὼν εἰ βούλοιτο τὸ πρυμνήσιον καὶ ἀποπλεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἐνηγγύησε. Καὶ ου τος μὲν ὁ πόλεμος ἀνεβέβλητο· ἐς τὴν ̔Ελλάδα δὲ ὁ ̓Αντώνιος ἀπὸ τῆς ̓Ιταλίας ἐπανελθὼν ἐπὶ πλεῖστον ἐν ταύτῃ διέτριψε, τάς τε ἐπιθυμίας ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ὡς ἀσθενέσταται τῷ Σέξτῳ 353

παραδοθῶσι, καὶ α λλα δὲ πολλὰ ἐξεδιῃτήθη παρὰ τὰ πάτρια, καὶ Διόνυσον νέον ἑαυτὸν ἐκάλει καὶ παρὰ τῶν α λλων ὀνομάζεσθαι η θελε. καὶ τῶν ̓Αθηναίων διὰ ταῦτα τὴν ̓Αθηνᾶν αὐτῷ κατεγγυωμένων, δέχεσθαί τε τὸν γάμον ε φη καὶ προῖκα μυριάδας ἑκατὸν ἐπράξατο παρ' αὐτῶν. Κἀκεῖνος μὲν περὶ ταῦτα ει χε, τὸν δὲ Βεντίδιον τὸν Πούπλιον εἰς τὴν ̓Ασίαν προέπεμψεν. ο ς τῷ Λαβιηνῷ συμμίξας μετά τε τῶν περὶ αὐτὸν ̔Ρωμαίων καὶ τῶν Πάρθων παραταξαμένῳ τρέπεται τούτους· καὶ πολλοὶ μὲν τῶν Πάρθων παρὰ τῶν πολεμίων ἐσφάγησαν, πλείους δὲ ὑπ' 2.406 ἀλλήλων ἐφθάρησαν ἐν τῇ φυγῇ συμπατούμενοι, οι τε περιλειφθέντες εἰς Κιλικίαν ε φυγον. ὁ Λαβιηνὸς δὲ αυ θις ἡτοιμάζετο η ξειν ἐς χεῖρας αὐτῷ. οἱ δὲ στρατιῶται ἀθυμοῦντες διὰ τὴν τῶν βαρβάρων φυγήν, ἀποδρᾶναι νυκτὸς ἐπεχείρησαν. καὶ τοῦτο ἐξ αὐτομόλου προγνοὺς ὁ Βεντίδιος, πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει λοχήσας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς εἰς ἑαυτὸν ἐπεσπάσατο. ἐκεῖνος δὲ τότε μὲν διέφυγεν, υ στερον δὲ ὑπὸ Δημητρίου ἑάλω, ο ς τοῦ προτέρου Καίσαρος ἐξελεύθερος ω ν, τότε παρὰ τοῦ ̓Αντωνίου εἰς Κύπρον ἀπέσταλτο. Βεντίδιος δὲ τὴν Κιλικίαν ἐκομίσατο καὶ Σίλωνα μεθ' ἱππέων εἰς τὸν ̓Αμανὸν προέπεμψεν, ο ρος δὲ τοῦτό ἐστιν ἐν μεθορίοις Κιλικίας καὶ Συρίας κείμενον, κομιδῇ στενὴν ε χον τὴν δίοδον· ε νθα καὶ ἐκινδύνευσεν α ν ὑπὸ τῶν παρὰ τοῦ Πακόρου τεταγμένων φυλάττειν αὐτό, εἰ μὴ κατὰ τύχην ὁ Βεντίδιος μαχομένῳ αὐτῷ ἐπιστὰς ἐβοήθησε. καὶ ου τω τήν τε Συρίαν, πλὴν τῶν ̓Αραδίων, παρέλαβεν, ει τα καὶ τὴν Παλαιστίνην κατέσχεν. ̓Αππίου δὲ Κλαυδίου καὶ Γαΐου Νωρβανοῦ ὑπατευόντων τὸ πλῆθος πρὸς τοὺς τελώνας βαρυνόμενον ταῖς εἰσπράξεσιν ἐστασίασε, κἀκείνοις καὶ τοῖς ὑπηρέταις τοῖς τε στρατιώταις τοῖς συνεισπράττουσι σφίσι τὰ χρήματα ἐς χεῖρας ῃ εσαν. ̔Ο δὲ Καῖσαρ τὴν Λιβίαν ε γημεν. η ν δὲ θυγάτηρ μὲν Λιβίου Δρούσου, ο ς ἑαυτὸν μετὰ τὴν ἐν Μακεδονίᾳ η τταν διεχειρίσατο, γυνὴ δὲ τοῦ Νέρωνος, καὶ ε γκυος η ν ἐξ ἐκείνου μῆνα ε κτον. διστάζοντος δὲ διὰ τοῦτο τοῦ Καίσαρος ἀγαγέσθαι αὐτὴν ἐν γαστρὶ ε χουσαν, οἱ ἱερεῖς οἱ ποντίφικες, εἰ μὴ ἀνόσιον ει η τοῦτο, ἐρωτηθέντες ει πον ὡς εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα η ν, ὑπερτεθῆναι τὸν γάμον 2.407 ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει αὐτὸν γενέσθαι, τάχα μὲν ου τως καὶ ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, εἰ δὲ καὶ μὴ ευ ρον, ου τως αὐτὸ εἰπόντες διὰ τὸν Καίσαρα. ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ ω σπερ τις πατήρ. συνοικοῦσα δὲ η δη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα, καὶ αὐτὸν ὁ Καῖσαρ τῷ πατρὶ ε πεμψεν· ο ς τελευτῶν πολλῷ υ στερον τούτῳ τε καὶ τῷ Τιβερίῳ ἐπίτροπον αὐτὸν τὸν Καίσαρα καταλέλοιπεν. ̓Εν δὲ τούτῳ ὁ Καῖσάρ τε καὶ ὁ Σέξτος ἐπολέμησαν· οὐ γὰρ ἐθελονταί, ἀλλ' ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι οὐδ' ἐνέμειναν ταύτῃ. ε μελλον μὲν γάρ, εἰ καὶ μὴ σκῆψις αὐτοῖς ἐγένετο, μαχέσασθαι. τέως δ' ου ν καί τινες αὐτοῖς αἰτίαι λαβὰς τῆς μάχης δεδώκασι. Μηνᾶς γὰρ ἐξελεύθερος ω ν τοῦ Σέξτου καὶ ἐν τῇ Σαρδοῖ τῇ νήσῳ τυγχάνων ὑπωπτεύθη δι' α λλα τε καὶ ο τι τῷ Καίσαρι ἐκεκοινολόγητο, καὶ μεταπεμφθεὶς ὑπὸ Σέξτου ὡς λόγους δώσων περὶ ω ν διῳκήκει, τοὺς μὲν πεμφθέντας ἀπέκτεινε, τὴν δὲ νῆσον τῷ Καίσαρι καὶ τὸ ναυτικὸν καὶ τὸ λοιπὸν στράτευμα καὶ ἑαυτὸν παραδέδωκεν. ὁ δὲ αὐτὸν μεγάλως τετίμηκε· δακτυλίοις τε γὰρ χρυσοῖς ἐκόσμησε καὶ τοῖς ἱππεῦσι συγκατηρίθμησε. τὸ δὲ τῶν δακτυλίων τοιοῦτόν ἐστιν. οὐδενὶ τῶν πάλαι ̔Ρωμαίων, οὐχ ο τι τῶν ἀπελευθέρων, ἀλλ' οὐδὲ τῶν ἐλευθέρων, πλὴν τῶν βουλευτῶν καὶ ἱππέων, δακτυλίοις χρυσοῖς κεχρῆσθαι ἐξῆν, εἰ μὴ ὁ τὸ κράτος ε χων τοῦτο ἐπέτρεψε. τοῦτον ου ν τοῦ Σέξτου ἐκδοθῆναί οἱ αἰτήσαντος ὁ Καῖσαρ οὐκ ἐξέδωκεν, ἀντεγκαλῶν τῷ Σέξτῳ τὸ τοὺς αὐτομόλους τε ὑποδέχεσθαι τριήρεις τε ναυπηγεῖν παρὰ τὰ συγκείμενα καὶ ε τερ' α ττα. ὁ δὲ δὴ Σέξτος διά τε 2.408 τὸν Μηνᾶν καὶ δι' α λλα τὸν Καίσαρα αἰτιώμενος, πέμψας πολλὰ τῆς Καμπανίας ἐπόρθησε. καὶ ὁ Καῖσαρ τοῦτο μαθὼν τόν τε Λέπιδον καὶ τὸν ̓Αντώνιον μετεπέμψατο. καὶ ὁ μὲν Λέπιδος οὐκ εὐθὺς ὑπήκουσεν, ̓Αντώνιος 354

δὲ η λθε μὲν ἐκ τῆς ̔Ελλάδος εἰς τὸ Βρεντέσιον, πρὶν δὲ τῷ Καίσαρι συνελθεῖν, δείσας ο τι λύκος εἰς τὸ στρατήγιον αὐτοῦ εἰσῆλθε καὶ στρατιώτας ε φθειρεν, εἰς τὴν ̔Ελλάδα πάλιν ἀνέπλευσε, προφασισάμενος τὰ τῶν Πάρθων ὡς κατεπείγοντα. ̔Ο δὲ Σέξτος προθυμότερον ει χετο τῶν πραγμάτων, καὶ τῇ ̓Ιταλίᾳ ἐπέπλει, καὶ πολλὰ μὲν ἐκάκου, οὐ μείω δὲ καὶ ἀντέπασχε. καὶ ναυμαχιῶν δὲ γεγονυιῶν οἱ τοῦ Σέξτου μᾶλλον ἐκράτουν, πολλῶν μὲν νηῶν τοῦ Καίσαρος καὶ ἐν ταῖς ναυμαχίαις φθαρεισῶν, πολλῶν δὲ καὶ ὑπὸ βιαίων πνευμάτων κινδυνευσασῶν, ω στε τὸν Καίσαρα βουλόμενον εἰς Σικελίαν ἐμβαλεῖν τοῦτο μὲν ἀπογνῶναι, τῆς δὲ παραθαλασσίας ἠπείρου τὴν φυλακὴν ποιεῖσθαι ἀγαπητῶς. ὁ Σέξτος δ' ε τι μᾶλλον η ρθη, καὶ αὐτὸς μὲν τὴν ̓Ιταλίαν ἐκάκου, εἰς δὲ τὴν Λιβύην τὸν ̓Απολλοφάνη ἀπέστειλε. Καῖσαρ μέντοι πλοῖά τε πολλὰ ἐναυπήγει καὶ ἐρέτας παρά τε τῶν βουλευτῶν καὶ τῶν ἱππέων καὶ τῶν δημοτῶν συνέλεγεν, ὁπλίτας τε κατελέγετο καὶ χρήματα πανταχόθεν συνήθροιζε· καὶ αὐτὸς μὲν τά τε ἐν τῇ ̓Ιταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ διέταττε, τῷ δ' ̓Αγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας ἐκπονῆσαι καὶ ἐξασκῆσαι τοῦτο ἐκέλευσε. καὶ ο ς τάς τε ναῦς καὶ τοὺς ἐρέτας η θροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δ' ἐπ' ἰκρίων ἐρέττειν η σκει. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ἐταράττοντο μὲν καὶ ταῖς τῶν 2.409 ἀρχόντων πρὸς ἀλλήλους στάσεσιν, ε θραττον δὲ αὐτοὺς καὶ σημεῖα α λλα τε καὶ ο τι λευκὴν ο ρνιν κλώνιον δάφνης ἐγκάρπου φέρουσαν ἀετὸς ἁρπάσας εἰς τὸν κόλπον τῆς Λιβίας ἐνέβαλεν· ο οὐ μικρὸν σημεῖον ἐδόκει. ἡ δὲ τῆς τε ο ρνιθος ἐπεμελήθη καὶ τὴν δάφνην ἐφύτευσε, καὶ ἡ μὲν ῥιζωθεῖσα ηυ ξησεν, ἡ δὲ Λιβία ἐγκολπώσασθαι τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ε μελλεν. ̓Εν δὲ τούτῳ τῷ χρόνῳ η λθε μὲν ὁ ̓Αντώνιος ἐκ τῆς Συρίας εἰς ̓Ιταλίαν, ὡς τῷ Καίσαρι διὰ τὰ συμβεβηκότα αὐτῷ τοῦ πρὸς τὸν Σέξτον μεθέξων πολέμου, οὐ μέντοι παρέμεινεν, ἀλλὰ ναῦς δοὺς αὐτῷ καὶ ἑτέρας πέμψειν ἐπαγγειλάμενος ὁπλίτας ἀντείληφεν, αὐτὸς δὲ ὡς ἐπὶ Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἀπιέναι αὐτὸν ᾐτιάσαντο ἀλλήλους· ει τα καὶ διηλλάγησαν, τῆς ̓Οκταβίας τὰς διαλλαγὰς πραττούσης. ἡ δὲ ̓Οκταβία τοῦ Καίσαρος η ν ἀδελφή, η μετὰ θάνατον τῆς Φουλβίας τῷ ̓Αντωνίῳ συνήφθη παρὰ τοῦ ἀδελφοῦ, τοῦ ἀνδρὸς αὐτῆς ῳ συνῴκει πρότερον τελευτήσαντος. καὶ ἐπειδὴ ου πω παρῆκεν ὁ πένθιμος χρόνος, ψήφῳ τῆς συγκλήτου ἐλύθη τὸ ἐπιτίμιον. καὶ τότε δέ, ι να πλείων αὐτοῖς ἐκ συγγενείας σύνδεσμος γένοιτο, ̓Αντύλλῳ τῷ τοῦ ̓Αντωνίου υἱεῖ τὴν θυγατέρα ὁ Καῖσαρ τὴν ἑαυτοῦ κατηγγύησεν. ἐπλάττοντο δὲ ταῦτα καὶ ὑπεκρίνοντο διὰ τὰ τότε σφίσιν ὑπάρχοντα πράγματα. τὸν δὲ Σέξτον τῆς τε ἱερωσύνης ε παυσαν καὶ τῆς ὑπατείας, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν εἰς α λλην πενταετίαν ἐπέτρεψαν· ἡ γὰρ προτέρα η δη ἐξεμετρήθη. 2.410 Καὶ ̓Αντώνιος μὲν εἰς Συρίαν ἠπείγετο, Καῖσαρ δὲ εἰς τὸν πρὸς Σέξτον πόλεμον ἡτοιμάζετο. ὁ δὲ Μηνᾶς πρὸς τὸν Σέξτον αυ θις ἀπηυτομόλησεν, α πιστος ω ν καὶ θεραπεύων ἀεὶ τὰ τοῦ κρείττονος. Καῖσαρ δὲ τοῦ ε αρος ἐπιστάντος ω ρμησε κατὰ τῆς Σικελίας, περισχεῖν ἐλπίσας τῷ στόλῳ αὐτήν, καὶ τῷ τε πλήθει τεθαρρηκὼς τῶν σκαφῶν καὶ τῷ μεγέθει καὶ τοῖς πύργοις οι ς ε φερον, ι ν' ἐξ αὐτῶν ὡς ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀνταγωνίζωνται. ἀπιόντι δὲ χειμὼν συνέβη βαρύτατος καὶ πολλὰς ναῦς ε φθειρε, καὶ ὁ Μηνᾶς ταῖς λοιπαῖς τεταραγμέναις ἐπενεχθεὶς συχνὰς μὲν ε καυσε, τὰς δ' ἀνεδήσατο. εἰ δὲ μὴ αυ θις τῷ Καίσαρι προσεχώρησε καὶ τὸ ναυτικὸν ου η ρχε προέδωκεν, εἰς κενὸν α ν καὶ τότε τῷ Καίσαρι ὁ ἐπίπλους ἐγένετο. ηὐτομόλησε δ' ὁ Μηνᾶς πρὸς α παν παρὰ τοῦ Σέξτου ὑποπτευόμενος· ἀλλ' οὐδ' ὁ Καῖσαρ ε τι αὐτῷ ἐπίστευεν. ἐπεὶ δὲ τὸν στόλον ὁ Καῖσαρ αυ θις ἀνεκτήσατο, εἰς τὴν η πειρον ἀνεκομίσθη, ὡς τὸ πεζὸν τοῦ στρατεύματος εἰς τὴν Σικελίαν, ο τε καιρός, περαιώσων. ὁ δὲ Σέξτος ἐν Μεσσήνῃ τὸν αὐτοῦ διάπλουν ἐτήρει. τῷ δ' ̓Αγρίππᾳ εἰς Λιπάραν σὺν ταῖς ναυσὶ καταλειφθέντι παρὰ τοῦ Καίσαρος Δημόχαριν ἀνθορμεῖν ἐν Μύλαις ἐκέλευσε. καὶ διέτριψαν ἐκεῖσε χρόνον ὑπόσυχνον, 355

τέλος δὲ ὁ ̓Αγρίππας σὺν ταῖς ἀρίσταις τῶν νεῶν ἐπὶ κατασκοπὴν τῶν ἐναντίων ἀπελήλυθε. καὶ ὡς ου τε πάντας κατεῖδεν ου τ' ἀναχθῆναί τις ἠθέλησεν, ἐπανῆλθε, καὶ παρεσκευάζετο ὡς πολεμήσων τῇ ἐπιούσῃ. τὰ δ' αὐτὰ καὶ τῷ Δημοχάρει συμβέβηκε, καὶ ἡτοιμάζετο κἀκεῖνος ὡς τοῖς πολεμίοις ἐπελευσόμενος, καὶ τὸν Σέξτον δὲ μετεπέμψατο. ἡμέρα τε η δη ὑπέλαμπε καὶ α μφω τὰ ναυτικὰ ἐπ' α λληλα ε πλεον καὶ τῆς 2.411 ναυμαχίας ἀπήρξαντο. καὶ ἐπὶ πλεῖστον μὲν ἀγχωμάλως ἠγωνίσαντο, ὀψὲ δ' ου ν ποτε καὶ πρὸς νύκτα η δη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξαν. Καῖσαρ δὲ τοῦ Σέξτου ἐκ τῆς Μεσσήνης διὰ τὴν ναυμαχίαν ἀπάραντος ἀκινδύνως ἐπεραιώθη πρὸς Ταυρομένιον. η δη δὲ τῆς ναυμαχίας παυθείσης σπουδῇ πρὸς τὴν Μεσσήνην ὁ Σέξτος ἀφίκετο, καὶ μαθὼν περαιωθέντα τὸν Καίσαρα, προσέμιξεν αὐτῷ κατὰ γῆν. καὶ ὁ Καῖσαρ τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη· τέως δ' ου ν εἰς τὴν η πειρον διασέσωστο. η χθετο δὲ τοῦ στρατεύματος ἐν τῇ νήσῳ ἀπειλημμένου, καὶ οὐ πρὶν ἀνεθάρσησεν ε ως ἰχθὺς ἀναθορὼν ἐκ τῆς θαλάσσης αὐτόματος πρὸς τοὺς πόδας αὐτοῦ ε πεσε· τοῦτο γὰρ οἱ μάντεις δηλοῦν ἐξηγήσαντο ο τι δουλώσεται τὴν θάλασσαν. ἡ δὲ τοῦ Καίσαρος στρατιὰ ἐπολιορκεῖτο, καὶ ἐπεὶ τὰ ἐπιτήδεια ἐπέλιπον σφᾶς καὶ ὁ βοηθήσων οὐκ η ν, ὁ ταύτης α ρχων Κορνουφίκιος τά τε σκάφη ο σα ἐκ τῆς ναυμαχίας περισέσωστο ε καυσε καὶ αὐτὸς πρὸς τὰς Μύλας ἀπῆγε τὴν στρατιάν. καὶ πολλὰ ἐκακώθησαν παρὰ τῶν ἐναντίων ἐφεπομένων αὐτοῖς ε ν τε τῇ α λλῃ πορείᾳ καὶ μᾶλλον ἐν ταῖς τῶν ποταμῶν διαβάσεσι. καὶ ἐπὶ τρεῖς ἡμέρας ε πασχον ου τως, τῇ δέ γε τελευταίᾳ πάντῃ αὐτοὺς ἐκάκωσαν, προσγενομένου αὐτοῖς καὶ τοῦ Σέξτου. καὶ πάντες α ν διεφθάρησαν, εἰ μὴ σφῶν καὶ α κοντες ἀπέσχοντο οἱ πολέμιοι. ὁ γὰρ ̓Αγρίππας νικήσας τὴν ναυμαχίαν ἐς Σικελίαν ἐπεραιώθη καὶ σῖτόν τε τῷ στρατῷ καὶ βοήθειαν ε πεμψε. καὶ ὁ Σέξτος αὐτὸν τὸν ̓Αγρίππαν η ξειν ἐκεῖ προσδοκήσας καὶ φοβηθείς, σπουδῇ ἀνεχώρησεν, ω στε σκεύη τινὰ 2.412 καὶ ἐπιτήδεια καταλεῖψαι ἐν τῷ ἐρύματι, ἐξ ω ν τραφέντες οἱ περὶ τὸν Κορνουφίκιον πρὸς τὸν ̓Αγρίππαν ἀπῄεσαν· ου ς ὁ Καῖσαρ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο. Μετὰ τοῦτο δ' ἐς τὴν Σικελίαν ἐλθόντι τῷ Καίσαρι περὶ τὸ ̓Αρτεμίσιον ὁ Σέξτος ἀντεστρατοπεδεύσατο. ἀντικαθημένων δ' ἀλλήλοις καὶ ἀκροβολιζομένων τῷ μὲν Σέξτῳ ὁ Γάλλος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσήνωντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ Λέπιδος διηνέχθη τῷ Καίσαρι, αὐτὸς μὲν ἐκ τοῦ ι σου συνδιοικεῖν αὐτῷ τὰ πάντα βουλόμενος, ἐκείνου δὲ ὡς ὑποστρατήγῳ αὐτῷ χρωμένου ἐν α πασι. διὸ καὶ πρὸς τὸν Σέξτον ἀπέκλινε, καὶ ἐκοινολογεῖτο δι' ἀπορρήτων αὐτῷ. ο ὑπονοήσας ὁ Καῖσαρ ε σπευσε πρὶν νεοχμωθῆναί τι διὰ μάχης τῷ Σέξτῳ χωρῆσαι. καὶ ναυμαχίας τε κατὰ θάλασσαν συρραγείσης, καὶ κατὰ γῆν τῶν πεζῶν ἀμφοῖν παρατεταγμένων, ἐπὶ πολὺ μὲν τῆς ναυμαχίας γινομένης ἰσορρόπου τε καὶ ἰσοπαλοῦς τὰ πεζὰ καὶ α μφω στρατεύματα ἐθεῶντο καὶ ἠγωνίων· ἐπεὶ δ' οἱ τοῦ Σέξτου ἐτράποντο, οἱ μὲν ἐπαιάνισαν, οἱ δ' ὠλοφύροντο. καὶ οἱ μὲν τοῦ Σέξτου πεζοὶ πρὸς τὴν Μεσσήνην ἐχώρουν α τε καὶ αὐτοὶ συνηττηθέντες τῷ ναυτικῷ, ὁ δὲ Καῖσαρ τοὺς ἐκπίπτοντας τῶν ἡττωμένων εἰς τὴν γῆν ἐξεδέχετο καὶ τῶν σκαφῶν ο σα προσώκειλον ἐνεπίμπρα. κἀν τούτῳ ὁ μὲν Δημόχαρις ἑαυτὸν ἀπέσφαξεν, ὁ δ' ̓Απολλόδωρος τῷ Καίσαρι προσεχώρησε. τοῦτο δὲ α λλοι τε καὶ ὁ Γάλλος καὶ οἱ ἱππεῖς οἱ σὺν αὐτῷ πάντες καί τινες τῶν πεζῶν πεποιήκασιν. 2.413 ̔Ο Σέξτος δ' ἐντεῦθεν ἀπογνοὺς καὶ τὴν θυγατέρα καὶ α λλους παραλαβὼν τά τε χρήματα καὶ τῶν α λλων τὰ τιμιώτερα εἰς τὰς ναῦς τὰς κρείττους τῶν σωθεισῶν ἐνθέμενος ἀπῆρε νυκτός· οὐδ' ἐπεδίωξέ τις αὐτόν, ο τι τε λάθρᾳ ἐξέπλευσε καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ γέγονε ταραχῇ. ὁ γὰρ Λέπιδος τῇ Μεσσήνῃ ἐπελθὼν καὶ εἰσδεχθεὶς εἰς αὐτὴν τὰ μὲν ἐνεπίμπρα, τὰ δ' η ρπαζεν· ει τα φοβηθεὶς ἐπελθόντα τὸν Καίσαρα, ἐπὶ λόφον καρτερὸν στρατοπεδευσάμενος, πάντα τε ο σα ἐλαττοῦσθαι ἐνόμιζεν ἐπενεκάλει αὐτῷ, καὶ 356

ἀπῄτει ο σα αὐτῷ κατὰ τὴν πρώτην συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ἀντεποιεῖτο ὡς αὐτὴν καταστρεψάμενος, καὶ ταῦτα πέμπων τινὰς ὡμίλει τῷ Καίσαρι, ε χων α ς τ' ἐκ τῆς Λιβύης ἐπῆκτο δυνάμεις καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας. ὁ δὲ Καῖσαρ τοῖς ο πλοις θαρρῶν εὐθὺς ἐπ' αὐτὸν μετ' ὀλίγων τινῶν ω ρμησε. δόξας δὲ διὰ τὴν τῶν συνεπομένων ὀλιγανδρίαν εἰρηνικόν τι πράξειν, ἐς τὸ στρατόπεδον εἰσεδέχθη. ὡς δ' οὐδὲν πρὸς τὴν καταλλαγὴν ε λεγε, παρωξύνθησαν οἱ τοῦ Λεπίδου καί τινας τῶν ἐκείνου ἀπέκτειναν, αὐτὸς δὲ βοηθείας τυχὼν ἐσώθη. καὶ μετὰ τοῦτο αυ θις ἐπῆλθεν αὐτοῖς σὺν παντὶ τῷ στρατῷ καὶ ἐπολιόρκει κατακλείσας σφᾶς εἰς τὸ τάφρευμα. φοβηθέντες ου ν τὴν α λωσιν ἀθρόοι μὲν αἰδούμενοι τὸν Λέπιδον οὐ μετέστησαν πρὸς τὸν Καίσαρα, κατ' ὀλίγους δὲ προσεχώρουν αὐτῷ. καὶ ου τω κἀκεῖνος ἐθελοντὴς δῆθεν ἐν ἐσθῆτι φαιᾷ ἱκέτης αὐτῷ προσελήλυθε. καὶ ὁ μὲν τῆς ἐξουσίας τε παρελύθη καὶ ἐν τῇ ̓Ιταλίᾳ δίαιταν ἐπεποίητο ε μφρουρον. τῶν δὲ τὰ τοῦ Σέξτου πραξάντων τινὰς μὲν ἐκόλασεν, ἐνίους δ' ἀφῆκε· καὶ τῶν πόλεων τὰς μὲν ἑκουσίως προσχωρησάσας 2.414 αὐτῷ συγγνώμης ἠξίωσε, τὰς δ' ἀντιστάσας αὐτῷ ἐδικαίωσεν. Οἱ στρατιῶται δὲ ἐστασίασάν τε καὶ ἐθρασύνοντο καὶ συλλεγόμενοι ῃ τουν ε καστος ο ἐπόθει. τοῦ δὲ Καίσαρος ἐν ὀλιγωρίᾳ σφᾶς ποιουμένου, ὡς μή τινος πολεμίου παρόντος, ἐπηπείλουν. ὡς δ' οὐδὲν η νυον, τῆς στρατείας ἀφεθῆναι ἠξίουν θυμῷ καὶ βοῇ· λήψεσθαι γὰρ η λπισαν α ἀπῄτουν διὰ τὴν ἀπειλὴν τῆς ἐγκαταλείψεως. ὁ δὲ Καῖσαρ μὴ δεῖν νομίζων ἐξ ἀνάγκης τὸν α ρχοντα τοῖς ὑπηκόοις ὑπείκειν, ευ λογά τε αὐτοὺς ἀξιοῦν ε φη καὶ διῆκε πρῶτον μὲν τοὺς ἐπὶ τὸν ̓Αντώνιον αὐτῷ συστρατεύσαντας, ὡς δὲ καὶ οἱ α λλοι ἐνέκειντο, καὶ τοὺς δέκατον ε τος στρατευσαμένους διαφῆκεν, εἰπὼν ὡς οὐδενὶ ε τ' αὐτῶν οὐδ' α ν τὰ μάλιστα ἐθελήσωσι χρήσεται. ο ἀκούσαντες οὐδὲν ε τι ἐφθέγξαντο, ἀλλὰ προσέχειν αὐτῷ η ρξαντο. Καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ διῴκησε καὶ τὴν Λιβύην ἑκατέραν πέμψας ἀμαχεὶ παρεστήσατο, καὶ οἱ ἐν τῇ ̔Ρώμῃ πολλὰς αὐτῷ τιμὰς ἐψηφίσαντο· Σέξτος δὲ ἐκ τῆς Μεσσήνης ἀναχθείς, ὑποτοπήσας δὲ διωχθῆναι η καὶ προδοθῆναι ὑπὸ τῶν συνόντων, προεῖπε μὲν διὰ τοῦ πελάγους πλεύσειν, ἀποσβέσας δὲ τὸν πυρσὸν ο ν αἱ στρατηγίδες τριήρεις ὡς καὶ αἱ λοιπαὶ αὐταῖς ἐφέπωνται φαίνουσιν, εἰς Κεφαλληνίαν κατέπλευσεν· ε νθα καὶ οἱ λοιποὶ κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αυ θις αὐτῷ συνεγένοντο. συγκαλέσας ου ν αὐτοὺς καὶ τὸ στρατιωτικὸν ἀποδυσάμενος ε νδυμα α λλα τε ει πε καὶ ο τι ἀθρόοι μὲν ο ντες οὐ λήσουσι, σκεδασθέντες δὲ ῥᾴω ποιήσονται τὴν διάφευξιν. κἀκ τούτου α λλων α λλοσε ἀποχωρησάντων αὐτὸς ἐς τὴν ̓Ασίαν ἐπεραιώθη, γνώμης ω ν ὁρ.415 μῆσαι πρὸς τὸν ̓Αντώνιον. ἐν Λέσβῳ δὲ μαθὼν ἐκεῖνον μὲν ἐς Μήδους στρατεῦσαι, πεπολεμῶσθαι δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον, καὶ ἐλπίσας τὴν τοῦ ̓Αντωνίου ἀρχὴν διαδέξασθαι, τό τε στρατηγικὸν ἀνέλαβε σχῆμα καὶ παρεσκευάζετο ὡς καὶ τὴν περαίαν καταληψόμενος. κἀντεῦθεν τοῦ ̓Αντωνίου τὰ πραττόμενα ὑπ' αὐτοῦ γνόντος, α δειάν τε αὐτῷ καὶ ευ νοιαν, α ν τὰ ο πλα κατάθηται, ὑποσχομένου, κατένευσε μέν, οὐκ ἐποίησε δέ γε ὡς ἐπηγγείλατο, ἀλλὰ καὶ τῶν πραγμάτων ὡς πρῴην ει χετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύσατο. ταῦτα δὲ μαθὼν ὁ ̓Αντώνιος τὸ ναυτικὸν μετὰ Μάρκου Τιτίου ἐπ' αὐτὸν ε πεμψε. καὶ ο ς φοβηθεὶς διεπρεσβεύσατο πρὸς ̓Αντώνιον. ὡς δ' ἐκεῖνος οὐκ ε φη σπείσασθαι, εἰ μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν αὐτοῦ παραλήψοιτο δύναμιν, τὰ βαρύτερα τῶν σκευῶν εἰς τὰς ναῦς ἐμβαλὼν αὐτάς τε κατέκαυσε καὶ εἰς τὴν μεσόγειαν ω ρμησε. καὶ οἱ τοῦ ̓Αντωνίου ἐπιδιώξαντες αὐτὸν κατέλαβον καὶ ἐζώγρησαν. ο μαθὼν ὁ ̓Αντώνιος εὐθὺς μὲν ὑπ' ὀργῆς ἐπέστειλε κτανθῆναι αὐτόν, υ στερον δὲ μεταμεληθεὶς ε γραψε σωθῆναι αὐτόν. τοῦ ου ν δευτέρου γραμματοφόρου τὸν πρῶτον προφθάσαντος, υ στερον τὰ περὶ τοῦ θανεῖν αὐτὸν ὁ κατέχων κομισάμενος, καὶ η νομίσας ο ντως δεύτερα ει ναι η α γνοιαν τοῦ ο ντος ὑποκρινάμενος, τὸν Σέξτον τὸν Πομπήιον ἐθανάτωσε. Καὶ τῷ 357

μὲν τοιοῦτον τὸ τέλος ἐγένετο, ̓Αντώνιος δὲ διὰ τοῦ Βεντιδίου τοὺς Πάρθους ἐνίκησεν. ο τε γὰρ βασιλεὺς ἐκείνων ὁ Πάκορος ἐν τῷ πολέμῳ ε πεσε καὶ οἱ βάρβαροι οἱ μὲν ἐκτάνθησαν ἐν τῇ 2.416 μάχῃ, οἱ δὲ ε φυγον, καὶ τὰς τῆς Συρίας πόλεις ὁ Βεντίδιος ὑπηγάγετο. ει τα κατὰ τοῦ Α ̓ ντιόχου τοῦ τῆς Κομαγηνῆς βασιλεύοντος ἐπεστράτευσεν. ἐνταῦθα δὲ ο ντι ἀθρόον ὁ ̓Αντώνιος ἐπιστὰς οὐ μόνον ἐπὶ τοῖς κατορθώμασιν οὐχ η σθη, ἀλλὰ καὶ ἐφθόνησε καὶ τῆς ἀρχῆς αὐτὸν ε παυσεν, αὐτὸς δὲ τῷ ̓Αντιόχῳ προσέβαλε καὶ κατέκλεισεν αὐτὸν εἰς Σαμόσατα. ὡς δ' οὐδὲν η νυε πολιορκῶν αὐτόν, συνθήκας σπονδῶν ἐποιήσατο καὶ εἰς τὴν ̓Ιταλίαν ἀφώρμησεν. ̓Ορώδης μέντοι ὁ τῶν Πάρθων βασιλεὺς ὑπέργηρως γεγονώς, καὶ τῷ τοῦ Πακόρου πένθει τὴν βασιλείαν ἀπαγορεύσας, Φραάτῃ τῷ πρεσβυτέρῳ τῶν λοιπῶν αὐτοῦ παίδων τὴν ἀρχὴν ἐνεχείρισεν. ὁ δὲ ἀνοσιώτατος γεγονὼς τοὺς ἀδελφοὺς αὐτοῦ ἐδολοφόνησε, καὶ αὐτὸν τὸν πατέρα δυσανασχετοῦντα δι' ἐκείνους ἀπέκτεινε, καὶ τῶν α λλων τοὺς ἀρίστους διέφθειρεν. ̓Αντώνιος δὲ πρέσβεις μὲν πρὸς τοὺς Πάρθους περὶ εἰρήνης ἐκπέπομφε, πρὸς δὲ πόλεμον ἡτοιμάζετο, ι να ἀπαρασκεύοις αὐτοῖς ἐντύχῃ διὰ τὴν ἐλπίδα τῆς συμβάσεως. καὶ μαθὼν τὸν Μῆδον ἐπὶ συμμαχίαν τοῦ Πάρθου χωρήσαντα, τὰ μὲν σκευοφόρα καὶ πολὺ τῆς στρατιᾶς ὑπελίπετο μετὰ τοῦ Στατιανοῦ ι ν' ε ποιντο, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς εὐζώνοις ἠπείγετο, ὡς αὐτίκα τὰ τῶν Μήδων καταστρεψόμενος. ὁ μέντοι Πάρθος καὶ ὁ Μῆδος τῷ Στατιανῷ ἀπροσδοκήτως ἐπιπεσόντες καὶ τῇ μετ' αὐτοῦ στρατιᾷ, πάντας ἐφόνευσαν, τοῦ ̓Αντωνίου σπεύσαντος μὲν βοηθῆσαι αὐτοῖς, πλὴν ὑστερίσαντος καὶ μόνους τοὺς νεκροὺς εὑρηκότος. ο ς οὐ πολλῷ υ στερον συμβαλὼν τοῖς βαρβάροις ἐτρέψατο μὲν αὐτούς, οὐ μέντοι μέγα τι ε βλαψε. πολιορκῶν 2.417 δὲ τὰ τοῦ Μήδου βασίλεια ἐπολιορκεῖτο μᾶλλον αὐτὸς ἐπιλιπόντων τῇ αὐτοῦ στρατιᾷ τῶν ἐπιτηδείων, καὶ ἐπὶ συναγωγὴν αὐτῶν ἐξιόντων σφόδρα παρὰ τῶν βαρβάρων κακουμένων, ἐνεδρευόντων αὐτοῖς. ̓Εν τούτοις ο ντος τοῦ ̓Αντωνίου ὁ Φραάτης ὑποβαλών τινας ε πεισε δι' ἐκείνων αὐτὸν ἐπικηρυκεύσασθαι συμβάσεων ε νεκεν· καὶ ὁ Πάρθος τοὺς πεμφθέντας ἐξονειδίσας πολλὰ μὴ α λλως σπείσασθαι ει πεν, εἰ μὴ αὐτίκα ἀποστρατοπεδεύσονται. καὶ ὁ ̓Αντώνιος ἀπανέστη. προσδεχομένου δ' αὐτοῦ τὰς σπονδὰς οἱ Μῆδοι τάς τε πολιορκητικὰς κατέκαυσαν μηχανὰς καὶ τὰ χώματα διεσκέδασαν. οἱ δέ γε Πάρθοι πολλὰ καὶ δεινὰ αἰφνίδιον προσπεσόντες εἰργάσαντο. ὡς ου ν ε γνω ο τι ἠπάτηται, ἐς τὴν ̓Αρμενίαν ἀπελθεῖν ἐπεχείρησε. καὶ διὰ χωρίων ἀπιὼν ἀγνώστων, πολλαῖς δυσχερείαις ἐνέτυχε. καὶ κα ν ἀπώλοντο οἱ μετ' αὐτοῦ ξύμπαντες εἰς ἐνέδραν ἐμπεσόντες καὶ πυκνοῖς βαλλόμενοι τοῖς τοξεύμασιν, εἰ μὴ τὴν χελώνην ἐποίησαν συνασπίσαντες. ̔Η δὲ χελώνη γίνεται ου τως. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ ἐν μέσῳ τοῦ στρατεύματος τέτακται, τῶν δ' ὁπλιτῶν οἱ μὲν ταῖς προμήκεσιν ἀσπίσι ταῖς κοίλαις χρώμενοι περὶ τὰ ε σχατα τάσσονται καὶ τοὺς α λλους τὰ ο πλα περιβεβλημένοι ε ξω τε βλέποντες περιέχουσιν, οἱ δὲ τὰς πλατείας ἀσπίδας φέροντες ἐν τῷ μέσῳ συσπειρῶνται, κἀκείνας α νω ἑαυτῶν τε καὶ τῶν λοιπῶν ὑπεραίρουσιν, ω στε μηδὲν ε τερον η ἀσπίδας ὁρᾶσθαι διὰ πάσης τῆς φάλαγγος, καὶ ἐν σκέπῃ ἐκ τῶν βελῶν πάντας ει ναι αὐτοὺς ἐκ τῆς πυκνότητος τῆς συντάξεως. ου τω γάρ τοι πεπύκνωται ὡς καὶ βαδίζειν τινὰς ἐπάνω αὐτῆς δύνασθαι. τὸ μὲν ου ν σχῆμα τῆς τάξεως ταύτης τοιοῦτόν ἐστι, 2.418 καὶ διὰ τοῦτο καὶ τὴν χελώνης ε λαχε κλῆσιν, διά τε τὸ ἰσχυρὸν αὐτῆς καὶ τὸ εὐσκεπές· χρῶνται δὲ αὐτῇ διχῇ· η γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται καὶ τειχομαχοῦσιν, η ὑπὸ τοξοτῶν περιστοιχισθέντες ποτὲ κυπτάζουσιν ου τω πάντες ὡς δοκεῖν ο τι κεκμήκασι, πελασάντων δὲ τῶν ἐναντίων ἐξαίφνης ἐγείρονται, κἀντεῦθεν σφᾶς ἐκπλήττουσι καὶ ταράττουσιν. ο καὶ τότε συμβέβηκε. πολλοῖς γάρ, ὡς ει ρηται, βαλλόμενοι βέλεσι, τόν τε συνασπισμὸν τῆς χελώνης ἐποίησαν καὶ τὰ γόνατα πρὸς τὴν γῆν η ρεισαν τὰ εὐώνυμα. νομίσαντες ου ν αὐτοὺς οἱ βάρβαροι ὑπὸ τῶν 358

τραυμάτων καταπεσεῖν, τὰ μὲν τόξα ἀπέθεντο, τὰ δὲ ξίφη σπασάμενοι ὡς συγκόψοντες ἐπῆλθον αὐτοῖς. ἐξαναστάντες δὲ οἱ ̔Ρωμαῖοι καὶ αὐτοῖς προσπεσόντες, οι α γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους ̔Ρωμαῖοι κατέκοψαν. ̓Αντώνιος μὲν ου ν ὑπὸ τῶν πολεμίων οὐκέτι δεινὸν οὐδὲν ε παθεν, ὑπὸ δὲ ψύχους τεταλαιπώρητο. χειμὼν γὰρ η ν, καὶ τῆς ̓Αρμενίας τὰ πρόσορα, δι' ω ν ἐπορεύετο, κρυσταλλώδη ἀεί εἰσιν· ο θεν συχνοὶ τῶν αὐτοῦ διεφθείροντο. διὸ ὑπῆλθε τὸν ̓Αρμένιον καὶ ἐθώπευσε, καίτοι δι' ὀργῆς ἐκεῖνον ποιούμενος. χρήματα δὲ τοῖς περιλειφθεῖσι διανείμας τῆς στρατιᾶς ἀπῆρεν εἰς Αι γυπτον πρὸς τὴν Κλεοπάτραν. δι' η ν μεγάλως ὑπὸ τῶν ὁμογενῶν διεβέβλητο, ο τι τε παῖδας ἐξ αὐτῆς ε σχε καὶ ο τι χώρας πολλὰς αὐτῇ ἐχαρίσατο. ου τως γὰρ τῷ ε ρωτι αὐτῆς καὶ ταῖς γοητείαις ἐδούλευσεν ὡς καὶ τὴν γυναῖκα αὐτοῦ τὴν ̓Οκταβίαν πρὸς αὐτὸν ἐκ ̔Ρώμης ἀφικνουμένην ἐπανελθεῖν κελεῦσαι καὶ μὴ αὐτῷ προσελθεῖν. 2.419 ̔Ο δὲ Καῖσαρ η λθε μὲν εἰς τὴν Σικελίαν, χρονίσας δ' ἐν αὐτῇ διὰ τὸν χειμῶνα, καὶ μαθὼν ω ς τινα τῶν ἐθνῶν τῶν ̔Ρωμαίοις ὑποκειμένων διὰ τὴν ἀποδημίαν αὐτοῦ ἐπανέστησαν, ἐπανῆλθε καὶ ἐπ' ἐκείνους παρεσκευάζετο, καὶ τοὺς μὲν δι' ἑαυτοῦ, τοὺς δὲ δι' ἑτέρων προσηγάγετο καὶ ὑπέταξεν. ει τα καὶ ἐπὶ Παννονίους ἐστράτευσεν, οι νέμονται μὲν πρὸς τῇ Δαλματίᾳ παρ' αὐτὸν τὸν Ιστρον ἀπὸ Νωρικοῦ μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Μυσίας, κακοβίωτοι μὲν ο ντες, α τε μὴ γῆς μηδ' ἀέρων ευ η κοντες, οὐκ οι νον γεωργοῦντες, οὐκ ε λαιον, τὰς δὲ κριθὰς καὶ τὰς κέγχρους ἐσθίοντες ὁμοίως καὶ πίνοντες, νομίζονται δ' ου ν ἀνδρειότατοι. ου ς καί τινες τῶν ̔Ελλήνων Παίονας προσηγόρευσαν, τὸ ἀληθὲς ἀγνοήσαντες· πρὸς γὰρ τῇ ̔Ροδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τὸ τῶν Παιόνων ε θνος ἐστί, τούτους δὲ Παννονίους καὶ οἱ α λλοι καλοῦσι καὶ αὐτοὶ ἑαυτούς. ἐπὶ τούτους ὁ Καῖσαρ τότε στρατεύσας, καὶ διὰ μάχης αὐτοῖς πολλάκις χωρήσας, ὁμολογίᾳ προσηγάγετο υ στερον. ̓Αντώνιος δὲ τὸν ̓Αρμένιον τιμωρήσασθαι μηχανώμενος οὐκ ἐνέλιπε πάντα λίθον κινῶν, τὸ τῆς παροιμίας, ε ως αὐτὸν ὑπηγάγετο εἰς τὸ στρατόπεδον εἰσελθεῖν. εἰσελθόντα δὲ κατέσχε καὶ ἐν ἀδέσμῳ ει χε φρουρᾷ, καὶ περιῆγεν αὐτὸν κατὰ τὰ φρούρια ε νθα ἐκείνῳ οἱ θησαυροὶ ἐναπέκειντο, σπεύδων αὐτοὺς λαβεῖν. ὡς δ' οὐδὲν η νυεν, οἱ γὰρ ̓Αρμένιοι τῶν παίδων αὐτοῦ τὸν πρεσβύτατον βασιλέα ἀνθείλοντο τὸν ̓Αρτάξην, ε δησεν αὐτὸν ἁλύσεσιν ἀργυραῖς, οἱονεὶ τιμὴν αὐτῷ ταύτην νέμων ὡς βασιλεῖ· καὶ 2.420 πᾶσαν τὴν ̓Αρμενίαν κατέσχε, τοῦ ̓Αρτάξου πρὸς τοὺς Πάρθους ἀποχωρήσαντος, ἐπείπερ ἡττᾶτο μαχόμενος. ̓Αντώνιος δὲ τὰ μὲν στρατεύματα εἰς Α ̓ ρμενίαν κατέλιπεν, αὐτὸς δ' ἀνεκομίσθη πρὸς Αι γυπτον, μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων α γων ἐκεῖ τὸν ̓Αρμένιον· καὶ τήν τε λείαν τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν ̓Αρμένιον μετὰ τῶν οἰκείων περιβαλὼν χρυσέοις δεσμοῖς ἐκείνῃ προσήγαγεν. οἱ δὲ ου θ' ἱκέτευσαν αὐτὴν ου τε μὴν προσεκύνησαν, ἀλλ' ὀνομαστὶ προσηγόρευσαν. Μετὰ δὲ τοῦτο τὴν Κλεοπάτραν ̓Αντώνιος βασιλίδα βασιλέων καλεῖσθαι ἐκέλευσε, καὶ τοῦ προτέρου Καίσαρος αὐτὴν μὲν γυναῖκα ὠνόμαζε, τὸν δὲ υἱὸν αὐτῆς παῖδα ἐκείνου ὡς ἀληθῶς, ι να τὸν Καίσαρα τὸν ̓Οκτάβιον ὡς ποιητὸν ἐκείνου παῖδα καὶ μὴ γνήσιον διαβάλῃ, καὶ χώρας αὐτοῖς ε νειμε. τοῖς δ' οἰκείοις παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας, κεκλημένοις Πτολεμαίῳ καὶ ̓Αλεξάνδρῳ, ἑτέρας πολλὰς προσκεκλήρωκε. τοιαῦτα δὲ πράττων ἐπέστελλε τῇ βουλῇ ο τι τῆς ἀρχῆς τε παύσεται καὶ τὰ πράγματα ἐπ' αὐτῇ καὶ τῷ δήμῳ ποιήσεται, οὐχ ου τω φρονῶν, ἀλλ' ο πως ταῖς παρ' αὐτοῦ ἐλπίσιν η ἀναγκάσωσι παρόντα τὸν Καίσαρα καταθέσθαι τὰ ο πλα η μισήσωσιν ἀπειθήσαντα. Αχρι δὲ τοῦ ̓Αράξου ἐλθών, ὡς ἐπὶ τοὺς Πάρθους στρατεύων, ἠρκέσθη τῇ πρὸς τὸν Μῆδον ὁμολογίᾳ. συμμαχήσειν γὰρ ἀλλήλοις συνέθεντο, ὁ μὲν κατὰ τῶν Πάρθων, ὁ δέ γε κατὰ τοῦ Καίσαρος, καὶ στρατιώτας ἀλλήλοις ἀντέδοσαν. καὶ ὁ μὲν Μῆδος τῆς ̓Αρμενίας τῆς νεοκτήτου ἐξ ̓Αντωνίου εἰλήφει τινά, ̓Αντώνιος δὲ τὴν θυγατέρα αὐτοῦ ̓Ιωτάπην, ὡς 2.421 τῷ ̓Αλεξάνδρῳ τῷ 359

υἱῷ αὐτοῦ συνοικήσουσαν. καὶ ἐπὶ τούτοις ἐς τὴν ̓Ιωνίαν καὶ ἐς τὴν ̔Ελλάδα ἐπὶ τῷ πολέμῳ τοῦ Καίσαρος ω ρμησεν. ὁ δέ γε Μῆδος συμμαχούμενος τοῖς ̔Ρωμαίοις ἐπελθόντας αὐτῷ τοὺς Πάρθους καὶ τὸν ̓Αρτάξην ἐνίκησε. τοῦ δ' ̓Αντωνίου τοὺς οἰκείους στρατιώτας μετακαλεσαμένου, τοὺς δ' ἐκείνου κατεσχηκότος, ἀνθήττητο καὶ ἑάλω. καὶ ου τως ἡ ̓Αρμενία μετὰ τῆς Μηδίας ἀπώλετο. Οἱ μέντοι ̔Ρωμαῖοι τὴν μὲν δημοκρατίαν ἀφῄρηντο, οὐ μὴν καὶ εἰς φανερὰν μοναρχίαν κατώλισθον, ε ως ο τε Σέξτος ἀπώλετο καὶ τὰ ἐπαναστάντα ε θνη δεδούλωτο καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει. τότε γὰρ φανερῶς ἐπ' ἀλλήλους ὁ ̓Αντώνιος καὶ ὁ Καῖσαρ ἐτράποντο, καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου αι δε σφίσιν ἐσκήπτοντο. ̓Αντώνιος μὲν Καίσαρι ἐνεκάλει ο τι τὴν τοῦ Λεπίδου χώραν καὶ τὴν δύναμιν καὶ τὴν τοῦ Σέξτου ἐσφετερίσατο, καὶ τούτων ἀπῄτει τὰ ἡμίση καὶ τῶν στρατιωτῶν ου ς ἐκ τῆς ἀνηκούσης αὐτῷ ̓Ιταλίας ἐστράτευσεν· ὁ δὲ Καῖσαρ ἐκείνῳ ο τι τὴν Αι γυπτον καὶ α λλα μὴ λαχὼν ει χε, καὶ ο τι τὸν Σέξτον ἀπέκτεινεν, αὐτὸς γὰρ ἑκὼν ἐκείνου φείσασθαι ε λεγε, καὶ ο τι τὸν ̓Αρμένιον ἀπάτῃ συνειληφὼς ε δησε κἀκ τούτου ̔Ρωμαίοις κακοδοξίαν προσέτριψε, καὶ τὰ ἡμίση τῶν λαφύρων καὶ αὐτὸς ἀπῄτει, καὶ τὴν Κλεοπάτραν αὐτῷ καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς καὶ τὰ δωρηθέντα σφίσι πρὸς πάντας ἐπέφερεν, ἐν τοῖς μάλιστα δ' ᾐτιᾶτο ο τι τὸν Καισαρίωνα ἐς τὸ γένος εἰσῆγε τοῦ Καίσαρος. Ταῦτ' ου ν ἐπενεκάλουν ἀλλήλοις. καὶ τέως οὐκ 2.422 ἀναφανδὸν κατ' ἀλλήλων ὡπλίζοντο, ε ως Δομίτιος Γναῖος καὶ Σόσσιος Γάιος, τῆς τοῦ ̓Αντωνίου μερίδος ο ντες, ὑπάτευσαν. τότε δὲ προδήλως ἐπολεμώθησαν. ὁ γὰρ Σόσσιος πολλὰ μὲν ἐν τῇ νουμηνίᾳ ἐπῄνεσε τὸν ̓Αντώνιον, πολλὰ δὲ κατεῖπε τοῦ Καίσαρος. καὶ τότε μὲν ὁ Καῖσαρ τῆς πόλεως ἐξεχώρησεν, αἰτίαν α λλην πλασάμενος· μετὰ δὲ ταῦτα ἐπανελθών, καὶ φρουρὰν ἑαυτῷ περιστήσας στρατιωτῶν, μέτρια μὲν ὑπὲρ ἑαυτοῦ διειλέχθη, τοῦ δὲ ̓Αντωνίου καὶ τοῦ Σοσσίου πολλὰ κατηγόρησε, καὶ ἀδικοῦντα τὸν ̓Αντώνιον διὰ γραμμάτων ἐξελέγχειν ὑπέσχετο. οἱ ου ν υ πατοι μήτ' ἀντειπεῖν θαρροῦντες μήτε σιωπᾶν ὑπομένοντες, τῆς πόλεως ἐκχωρήσαντες ἀπῆλθον πρὸς τὸν ̓Αντώνιον, καὶ τῶν α λλων βουλευτῶν οὐκ ὀλίγοι αὐτοῖς συναπεληλύθασιν· καὶ αυ θις ε τεροι τὸν ̓Αντώνιον λιπόντες τῷ Καίσαρι προσεχώρησαν, ο τι τήν τε τῆς ̓Οκταβίας συνοίκησιν ἀπείπατο καὶ ο τι τῇ Κλεοπάτρᾳ η χθοντο. ἐξ ω ν μαθὼν ὁ Καῖσαρ τά τε α λλα τοῦ ̓Αντωνίου καὶ τὰς διαθήκας αὐτοῦ καὶ παρὰ τίνι ἐτύγχανον, ε λαβέ τε αὐτὰς καὶ δημοσίᾳ ἀνέγνω, πρᾶγμα ποιήσας παρανομώτατον. τοσαύτην δὲ διὰ τὰ γεγραμμένα ὀργὴν καὶ οἱ πάνυ ἐκείνῳ προσκείμενοι ἐνεδείξαντο, ω στε τήν τε ὑπατείαν καὶ τὴν α λλην α πασαν ἐξουσίαν ἀφείλοντο, καὶ τοῖς συνοῦσιν αὐτῷ α δειαν καὶ ἐπαίνους, ἐὰν ἐγκαταλίπωσιν αὐτόν, ἐψηφίσαντο· καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ἐπήγγειλαν α ντικρυς, ο ς μᾶλλον πρὸς τὸν ̓Αντώνιον ε τεινεν· ῃ δεσαν γὰρ αὐτὸν ὑπὲρ ἐκείνης πάντα ὑποίσοντα. ου τω γὰρ αὐτὸν ἐδουλώσατο ω στε βασιλίς τε καὶ δέσποινα ὑπ' ἐκείνου καλεῖσθαι, στρατιώτας τε ̔Ρωμαίους ἐν τῷ δορυφορικῷ αὐτῆς ε χειν καὶ ταῖς ἀσπίσι πάντων τὸ ο νομα αὐτῆς ἐπι.423 γράφεσθαι. καὶ εἰς τὴν ἀγορὰν δὲ μετ' αὐτοῦ εἰσεφοίτα καὶ τὰς πανηγύρεις συνδιετίθετο τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε, καὶ ἐν ταῖς πόλεσιν ἐκείνη μὲν ἐν δίφρῳ ἐφέρετο, ὁ δ' ̓Αντώνιος πεζῇ μετὰ τῶν εὐνούχων αὐτῆς ἠκολούθει· συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς Οσιρις καὶ Διόνυσος λεγόμενος, ἐκείνη δὲ Σελήνη καὶ Ισις. ο θεν ε κφρων ὑπ' αὐτῆς ἐκ μαγγανείας ε δοξε γεγονέναι. καὶ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοὺς παρ' αὐτῷ δυναμένους καὶ ἐγοήτευσε καὶ κατέδησεν, ὡς ἐλπίσαι καὶ τῶν ̔Ρωμαίων α ρξειν, εὐχήν τε ποιεῖσθαι μεγίστην καὶ ο ρκον τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι. ὁ δὲ ̓Αντώνιος ἀκινάκην τε ἐνίοτε παρεζώννυτο καὶ ἐσθῆτι ἐχρῆτο παρὰ τὰ πάτρια. Τούτῳ μὲν ου ν ὑπάτῳ ο ντι καὶ στρατηγῷ ̔Ρωμαίων εἰς αἰτίαμα ἐλογίσθη ἡ ε ξω τῶν πατρίων στολή, τοὺς δὲ νῦν βασιλεῖς ̔Ρωμαίων πῶς α ν τις ἐξαιρήσαιτο μώμων καὶ αἰτιάσεως, μεταμφιεννυμένους παρὰ τὰ πάτρια, καὶ οὐκ ἐνίοτε, ἀεὶ δὲ 360

κεχρημένους ἐσθῆτι βαρβαρικῇ; Ου τω μὲν ου ν τῷ τε Καίσαρι καὶ τῷ ̓Αντωνίῳ συνηνέχθη τὰ πράγματα· οἱ δὲ παρεσκευάζοντο πρὸς τὸν πόλεμον, ε καστος πολλοὺς συμμάχους προσειληφώς. καὶ πολλὰ παρὰ τῶν ἀνθρώπων ἐθρυλεῖτο, πολλὰ δὲ καὶ σημεῖα γεγόνασι. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ εἰσελθὼν πάντα τὰ ε νδον συνέχεε, καὶ παῖδες ἐν τῇ ̔Ρώμῃ πολλοὶ ἀθροισθέντες κελεύσαντος μηδενὸς συνέμιξαν ἀλλήλοις, οἱ μὲν ὡς Καισάρειοι, οἱ δὲ ὡς τοῦ ̓Αντωνίου μαχόμενοι, καὶ ἡττήθησαν οἱ τὸ τοῦ ̓Αντωνίου ο νομα φέροντες· εἰκών τε αὐτοῦ λιθίνη αι μα ἀνῆκε, καὶ πῦρ τό τε Δημήτριον καὶ ναὸν ε τερον ̓Ελπίδος διέ.424 φθειρε, καὶ α λλα τοιαῦτα συμβέβηκεν. οὐδὲν δὲ τούτων αὐτοὺς ἐφόβησεν, ἀλλ' ὁ μὲν ̓Αντώνιος ω ρμησεν ὡς ἐν τῇ ̓Ιταλίᾳ ἀδοκήτως αὐτοῖς τὸν πόλεμον ποιησόμενος, ἐλθὼν δὲ εἰς Κέρκυραν κἀκεῖθεν εἰς τὴν Πελοπόννησον ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασε, τοὺς δὲ στρατιώτας πανταχόσε διέπεμψεν· ὁ δὲ Καῖσαρ ἀνήχθη μὲν ἐκ τοῦ Βρεντεσίου, χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησεν. ̓Ηργμένου δὲ ε αρος ὁ μὲν ̓Αντώνιος οὐδαμῇ ἐκινήθη· σύμμικτοι γὰρ ἐκ πολλῶν ἐθνῶν ο ντες οἱ τριηρῖται αὐτοῦ καὶ πόρρω χειμάζοντες ἀπ' αὐτοῦ ου τ' ἐγυμνάζοντο καὶ νόσῳ καὶ αὐτομολίαις ἠλάττωντο, καὶ ὁ ̓Αγρίππας τὴν Μεθώνην ἐξ ἐφόδου κατασχὼν καὶ τὰς κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις α λλοτε α λλῃ τῆς ̔Ελλάδος ποιούμενος ἰσχυρῶς αὐτὸν ἐθορύβει· ὁ δὲ Καῖσαρ πάντας μὲν τοὺς στρατιώτας, πάντας δὲ τοὺς δυναμένους τι τῶν βουλευτῶν καὶ ἱππέων εἰς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ο πως αὐτῷ τι συμπράξωσι, τοὺς δ' ο πως μὴ μονωθέντες τι νεοχμώσωσι, καὶ ι ν' ἐνδείξηται ο τι τὸ πλεῖστον καὶ κρατιστεῦον τῶν ̔Ρωμαίων ὁμόγνωμον κέκτηται. καὶ σὺν αὐτοῖς τὸν ̓Ιόνιον διαβέβηκε, καὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρούντων λαβὼν εἰς τὸν λιμένα τὸν Γλυκὺν κατῆρε, καλεῖται δὲ ου τως ο τι ἐκ τοῦ ποταμοῦ τοῦ εἰς αὐτὸν ἐμβάλλοντος γλυκαίνεται, κἀκεῖθεν εἰς τὸ Ακτιον ε πλει. ὡς δ' οὐδεὶς ου τε ἀντέπλει ου τε ἐς λόγους ῃ ει αὐτῷ η πρὸς μάχην η πρὸς ὁμολογίαν 2.425 ἐκκαλουμένῳ τοὺς ἐναντίους, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ῳ νῦν ἐστιν ἡ Νικόπολις, κἀκ τούτου ἐφήδρευε τῷ ̓Ακτίῳ κατὰ γῆν τε καὶ θάλασσαν. τὸ δὲ Ακτιον οἱ τοῦ ̓Αντωνίου προκατελάβοντο καὶ πύργοις ὠχύρωσαν ἑκατέρωθεν. ̓Επεὶ δὲ τὴν τοῦ Καίσαρος α φιξιν ἐπύθετο ὁ ̓Αντώνιος, ἠπείχθη μετὰ τῶν περὶ αὐτὸν εἰς τὸ Ακτιον· οὐκ εὐθὺς μέντοι καὶ ἠγωνίσατο, καίτοι τοῦ Καίσαρος παντὶ τρόπῳ εἰς ἀγῶνα τοῦτον ἐνάγοντος, ἀκροβολισμοῖς δ' ἐπὶ πλείους ἡμέρας ἐχρήσατο, μέχρι συνήθροισε τὰ στρατεύματα. ὁ δὲ Καῖσαρ εἰς τὴν ̔Ελλάδα τήν τε Μακεδονίαν ε πεμψε στρατιάν, ο πως πρὸς ἐκεῖνα μετενέγκῃ καὶ α κοντα τὸν ̓Αντώνιον. καὶ ὁ ̓Αγρίππας τῆς τε Λευκάδος καὶ τῶν ἐν ταύτῃ σκαφῶν αἰφνιδίως ἐπιπλεύσας ἐκράτησε, καὶ Πάτρας ει λε καὶ τὴν Κόρινθον παρεστήσατο. καὶ ὁ Τίτιος ὁ Μάρκος Ταῦρός τε ὁ Στατίλιος τὸ ἱππικὸν τοῦ ̓Αντωνίου ἀθρόον ἐκδραμόντες συνέσχον καὶ Φιλάδελφον βασιλέα Παφλαγονίας προσεποιήσαντο· καὶ ὁ Δομίτιος ὁ Γναῖος καὶ α λλοι τῷ Καίσαρι προσεχώρησαν. φοβηθεὶς ου ν ὁ ̓Αντώνιος μὴ ο σοι ἐς τὴν Μακεδονίαν καὶ τὴν Θρᾴκην ἐπέμφθησαν παρ' αὐτοῦ τῷ Καίσαρι πρόσθωνται, ω ρμησε πρὸς αὐτούς. Κἀν τούτῳ ναυμαχία τις συνέστη, καὶ παρὰ μὲν τῇ πρώτῃ προσβολῇ ἐτρέψαντο οἱ τοῦ ̓Αντωνίου τοὺς τοῦ Καίσαρος ὀλίγους ο ντας, τοῦ δὲ ̓Αγρίππου, ῳ πᾶν ἀνεῖτο τὸ τοῦ Καίσαρος ναυτικόν, κατὰ τύχην ἐπιδημήσαντος, οὐ μόνον οὐδὲν τῆς νίκης οἱ τοῦ ̓Αντωνίου ἀπώναντο, ἀλλὰ καὶ ἀπώλοντο. καὶ διὰ τοῦτο ἐπανελθὼν ὁ ̓Αντώνιος ἱππομαχίᾳ τινὶ πρὸς τὴν τοῦ Καίσαρος προφυλακὴν ἡττήθη. καὶ ἐπειδὴ καὶ 2.426 τὰ ἐπιτήδεια αὐτὸν η ρξαντο ἐπιλείπειν, βουλὴν ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσουσιν η μεταστάντες χρόνῳ τὸν πόλεμον διενέγκωσι. καὶ α λλοι μὲν α λλα συνεβούλευσαν, ἡ δέ γε Κλεοπάτρα τὰ ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς συναπᾶραι αὐτοῖς εἰς τὴν Αι γυπτον συμβουλεύσασα ἐνίκησε. εἰς δὲ ταύτην 361

η λθε τὴν γνώμην ὑπὸ σημείων θορυβηθεῖσα καὶ ἐκ τῆς τοῦ στρατεύματος ἀθυμίας καὶ ἀρρωστίας δείσασα. καὶ τὸν ̓Αντώνιον ἐξεφόβησεν. οὐ μέντοι λάθρᾳ οὐδὲ μὴν φανερῶς ἐκπλεῦσαι ὡς φεύγοντες ἐβουλεύσαντο, ι να μὴ εἰς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἀλλ' ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι· κἀντεῦθεν τὰ α ριστα τῶν σκαφῶν ἐκλεξάμενοι, ο τι ἐκ τῆς φθορᾶς τε καὶ τῆς αὐτομολίας οἱ ἐρέται ἠλάττωντο, κατέπρησαν τὰ λοιπά, καὶ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐμβαλόντες αὐτοῖς ε τοιμα εἰς ε κπλουν ἐποίησαν. καὶ τοὺς στρατιώτας παρεθάρρυνε πρὸς τὴν ναυμαχίαν διαλεχθεὶς αὐτοῖς ὁ ̓Αντώνιος. καὶ ου τως πάντας μὲν τοὺς πρώτους τῶν συνόντων αὐτῷ εἰς τὰς ναῦς ἐνεβίβασεν, ι να μή τι νεωτερίσωσιν ὡς ὁ Δέλλιος καὶ α λλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας καὶ ὁπλίτας ἐνεβιβάσατο. τριήρεις μὲν γὰρ ὀλίγας ει χεν, αἱ δὲ λοιπαὶ τετρήρεις καὶ δεκήρεις η σαν αὐτῷ. Καῖσαρ δὲ καθεώρα μὲν καὶ τὴν παρασκευὴν αὐτῶν καὶ ηὐτρεπίζετο, μαθὼν δὲ καὶ τὴν διάνοιαν σφῶν ἐξ α λλων τε κἀκ τοῦ Δελλίου, συνήγαγε τὸ στράτευμα καὶ εἰς μάχην δι' ω ν ει ρηκε παρεκάλεσε. κἀν τούτῳ ὑετοῦ γενομένου λάβρου καὶ ζάλης πολλῆς εἰς τὸ τοῦ ̓Αντωνίου ναυτικὸν ἐμπεσούσης ἀνε.427 θάρσησεν ὁ Καῖσαρ καὶ τὸν ε κπλουν αὐτῶν ἐπετήρει. ὡς δὲ παρετάξαντο μὲν οἱ τοῦ ̓Αντωνίου, οὐ μέντοι προῄεσαν, ω ρμησε μὲν ὡς καὶ ἑστῶσι σφίσι προσμίξων η καὶ ἀναχωρῆσαι ποιήσων, ὡς δ' ου τ' ἐξώρμησαν ου τ' ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ε μενον τῇ συντάξει τε ἐπεπύκνωντο, ἀνέσχε χρόνον τινά, ει τα συμπεσόντες ἐναυμάχουν. ̓Αγχωμάλου δὲ τῆς ναυμαχίας ου σης ἐπὶ πολὺ καὶ ἀκρίτου, αἱ Κλεοπάτρας ἑξήκοντα νῆες συνθήματος παρ' αὐτῆς δοθέντος πρὸς ἀπόπλουν η ρκασι τὰ ἱστία καὶ πρὸς τὸ πέλαγος ω ρμησαν. ὁ δ' ̓Αντώνιος τὴν Κλεοπάτρας ναῦν ἰδὼν ἀποπλέουσαν, πάντων ἐπιλαθόμενος εἰς πεντήρη μεταβὰς ἐδίωκε τὴν ἀπολωλεκυῖαν αὐτὸν καὶ ε τι προσαπολέσουσαν. ἐκείνη δὲ γνωρίσασα τὸ τῆς νεὼς σημεῖον, ἀνέσχε· καὶ ἀναληφθεὶς εἰς τὴν ἐκείνης ναῦν, μόνος παρελθὼν ἐς πρῷραν ἐκάθητο σιωπῶν. καὶ τρεῖς μὲν ἡμέρας ου τως διήγαγεν, ἐν δὲ Ταινάρῳ γενομένους αἱ συνήθεις γυναῖκες καὶ συνήγαγον καὶ συνδειπνεῖν καὶ συγκαθεύδειν ἀνέπεισαν. τὸ δὲ τοῦ ̓Αντωνίου ναυτικὸν μετὰ τὴν αὐτοῦ ὑποχώρησιν ἀντισχὸν μέχρις ω ρας δεκάτης, πυρὸς ἐπενεχθέντος τοῖς σκάφεσι κελεύσαντος Καίσαρος τὸ μὲν κατεφλέχθη, τὸ δὲ ἑάλω· λέγεται γὰρ περὶ τριακοσίας νῆας ἑαλωκέναι. Τοιοῦτον μὲν ου ν τῇ ναυμαχίᾳ τέλος ἐγένετο κατὰ τὴν δευτέραν τοῦ Σεπτεμβρίου, καὶ τότε μόνῳ τῷ Καίσαρι τὸ κράτος α παν περιελήλυθεν, ὡς ἐκ τούτου δὴ τοῦ καιροῦ τὴν αὐτοῦ μοναρχίαν ψηφίζεσθαι. πόλιν δ' ἐν τῷ τοῦ στρατοπέδου τόπῳ συνῴ.428 κισε, Νικόπολιν καλέσας αὐτήν. ε στησε δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ο νου. λέγεται γὰρ νυκτὸς ε τι ου σης, καθ' η ν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀπὸ τῆς σκηνῆς αὐτῷ προελθόντι καὶ περιιόντι τὰς ναῦς α νθρωπος συναντῆσαι ο νον ἐλαύνων, πυθομένῳ δὲ του νομα εἰπεῖν "ἐμοὶ μὲν Ευ τυχος ο νομα, τῷ δ' ο νῳ Νίκων." αἱ στῆλαι δ' αυ ται υ στερον ἀνακομισθεῖσαι εἰς τὸ Βυζάντιον ε στησαν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ. ̔Η δὲ πεζή τε καὶ ἱππικὴ δύναμις τοῦ ̓Αντωνίου μετὰ τὴν ἐκείνου φυγὴν ἡμέρας ἑπτὰ συμμείνασα, τέλος τῷ κρατήσαντι προσεχώρησεν. τινὲς δὲ καὶ μάλιστα τῶν ̔Ρωμαίων ἀπῆλθον πρὸς τὸν ̓Αντώνιον, οἱ δέ γε σύμμαχοι οι καδε. ὁ μέντοι Καῖσαρ εἰς τὴν ̓Ιταλίαν ἠπείχθη, μή τι στασιάσωσι φοβηθείς· ἐλθὼν δ' ἐς τὸ Βρεντέσιον, οὐκέτι πορρωτέρω προυχώρησεν· η τε γὰρ γερουσία καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ε τεροι συνῆλθον ἐκεῖ. ε νθα τὰ αὐτῷ δοκοῦντα καταπραξάμενος ἐς τὴν ̔Ελλάδα αυ θις ἀπῆρε. καὶ διὰ τοῦ ̓Ισθμοῦ τῆς Πελοποννήσου τὰς ναῦς διὰ τὸν χειμῶνα διαγαγὼν ταχέως εἰς τὴν ̓Ασίαν ἀνεκομίσθη. Κλεοπάτρα δὲ φυγοῦσα καταλαβεῖν τὴν Αι γυπτον ε σπευσε, δεδοικυῖα μή τι νεωτερίσωσι. καὶ γενομένη ἐν ταύτῃ πανταχόθεν συνέλεγε χρήματα η θροιζέ τε δυνάμεις. ̓Αντώνιος δὲ εἰς Λιβύην ἀπέπλευσεν. ἐπεὶ δὲ καὶ ο περ ει χεν ἐκεῖ στράτευμα ἀπέστη αὐτοῦ, 362

ω ρμησε μὲν ἑαυτὸν ἀνελεῖν, ὑπὸ δὲ τῶν φίλων κε.429 κώλυτο, καὶ ἀνεκομίσθη εἰς ̓Αλεξάνδρειαν. καὶ παρεσκευάζοντο μὲν ὡς καὶ πολεμήσοντες, ε στειλαν δέ τινας καὶ πρὸς Καίσαρα λόγους ὑπὲρ εἰρήνης κομίζοντας, τοῖς δὲ συνοῦσιν αὐτῷ χρήματα. καὶ ἡ Κλεοπάτρα κρύφα τοῦ ̓Αντωνίου σκῆπτρον αὐτῷ χρυσοῦν καὶ στέφανον ο μοιον καὶ δίφρον βασίλειον ε πεμψεν, ὡς καὶ τὴν ἀρχὴν αὐτῷ δι' αὐτῶν διδοῦσα. ὁ δὲ τὰ μὲν δῶρα ε λαβεν, οἰωνὸν αὐτὰ ποιησάμενος, ἀπεκρίνατο δὲ τῷ μὲν ̓Αντωνίῳ οὐδέν, Κλεοπάτρᾳ δὲ ο τι ἀποκτεινάσῃ τὸν ̓Αντώνιον η ἐκβαλούσῃ α δειαν αὐτῇ δώσει καὶ τὴν ἀρχὴν ἐάσει ἀπαρεγχείρητον. ἐν τοσούτῳ δὲ τὰς ἐν τῷ ̓Αραβικῷ κόλπῳ ναυπηγηθείσας τῇ Κλεοπάτρᾳ τριήρεις κατέπρησαν οἱ ̓Αράβιοι, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται ξύμπαντες ἀπηρνήσαντο. ̓Αντώνιος δὲ καὶ ἡ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος αὐτοῖς ἐπεσταλμένα ε πεμψαν αυ θις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων· καὶ ἑαυτὸν διαχειρίσασθαι ἐπηγγέλλετο, α ν διὰ τοῦτο ἡ Κλεοπάτρα σωθῇ. οὐδὲν μέντοι οὐδὲ τότε ̓Αντωνίῳ ἀπεκρίθη, τῇ δὲ Κλεοπάτρᾳ πολλὰ καὶ τότε ἠπείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δὲ μὴ τὰ χρήματα παμπληθῆ ο ντα διαφθείρῃ ἡ Κλεοπάτρα, α εἰς τὸ μνημεῖον, ο ἐν τοῖς βασιλείοις κατεσκεύασεν, η θροισε, καὶ γὰρ πάντα κατακαύσειν ἠπείλει μεθ' ἑαυτῆς εἰ ω ν βούλοιτο διαμάρτῃ, Θύρσον οἰκεῖον ε πεμψεν ἐξελεύθερον, πολλὰ ἐροῦντα αὐτῇ φιλάνθρωπα καὶ ο τι ε ρωτα τρέφει ὁ Καῖσαρ αὐτῆς. ο θεν καὶ τὸ Πηλούσιον κατέσχεν ὁ Καῖσαρ, δυνάμει μὲν τὸ φαινόμενον, λάθρᾳ δὲ προδοθὲν ὑπὸ Κλεοπάτρας. ἐρᾶν γὰρ αὐτῆς ἐκεῖνον ἀκούσασα, καὶ τούτου ἐφιεμένη, εὐθὺς αὐτῷ 2.430 προήκατο τὸ Πηλούσιον. ὁ δ' ου ν ̓Αντώνιος ἀπών, καὶ τὴν τοῦ Πηλουσίου κατάληψιν γνούς, ἐπανελθὼν πρὸ τῆς ̓Αλεξανδρείας τῷ Καίσαρι προϋπήντησε, καὶ συμβαλὼν τοῖς ἱππεῦσι κεκμηκόσιν ἐκ τῆς ὁδοιπορίας ἐνίκησε. κἀκ τούτου ἀναθαρσήσας, καὶ ο τι τοξεύμασιν ἐς τὸ στρατόπεδον τοῦ Καίσαρος γραμμάτια ε πεμψε, πολλὰ χρήματα τοῖς στρατιώταις ἐπαγγελλόμενος, προσέμιξε καὶ τῷ πεζῷ, καὶ ἡττήθη. καὶ ὁ μὲν ἐλαττωθεὶς ἀπέκλινε πρὸς τὸ ναυτικὸν καὶ ὡς ναυμαχήσων παρεσκευάζετο η πρὸς ̓Ιβηρίαν πλευσούμενος, γνοῦσα δὲ τοῦτο ἡ Κλεοπάτρα τὰς μὲν ναῦς αὐτομολῆσαι ἐποίησεν, αὐτὴ δὲ εἰς τὸ ἠρίον εἰσέδυ αἰφνίδιον, ὡς τάχα τὸν ̓Αντώνιον φοβουμένη ὑπειληφότα προδίδοσθαι παρ' αὐτῆς. δύο δὲ η σαν ἐκεῖ σὺν αὐτῇ θεράπαιναι καὶ εὐνοῦχος ει ς. εἰσελθοῦσα δὲ τὰς μὲν θύρας κατέκλεισεν ἀσφαλῶς, πρὸς δὲ τὸν ̓Αντώνιον τοὺς ἀπαγγελοῦντας ε πεμψεν ο τι τέθνηκεν. πιστεύσας δ' ἐκεῖνός τινι τῶν παρόντων ἐπέτρεψεν ἀποκτεῖναι αὐτόν. ὡς δ' ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, "ευ γε" ει πεν "ω Ερως" τοῦτο γὰρ η ν ο νομα τῷ ἀνθρώπῳ "ο τι με τί χρὴ ποιεῖν διδάσκεις," καὶ πλήξας ἑαυτὸν διὰ τῆς κοιλίας εἰς τὴν κλίνην ἀφῆκεν. η ν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. θορύβου δὲ γενομένου ῃ σθετο ἡ Κλεοπάτρα. καὶ τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, α νωθεν δὲ προκύψασα, ου πω γὰρ τὰ πρὸς τῇ ὀροφῇ ἐξείργαστο, καὶ μαθοῦσα τὸ γεγονός, κομίζειν αὐτὸν ἐς τὸν τάφον ἐκέλευσε. γνοὺς δὲ κἀκεῖνος ε τι ζῶσαν αὐτήν, παρεκάλει κομισθῆναι ἐκεῖ, καὶ κομισθεὶς σειραῖς καὶ καλῳδίοις ἀνείλκετο παρ' αὐτῆς καὶ δύο τῶν θεραπαινίδων αὐτῆς. δεξαμένη δὲ αὐτὸν αι ματι πεφυρμένον καὶ δυσθανατοῦντα, τοὺς πέπλους 2.431 περιερρήξατο ἐπ' αὐτῷ καὶ τὰ στέρνα ε τυπτε καὶ κατεσπάραττε ταῖς χερσίν. ὁ δὲ οι νον πιεῖν ῃ τησε, καὶ πιὼν καί τινα ὁμιλήσας τῇ Κλεοπάτρᾳ ἐξέλιπε. Καῖσαρ δὲ ἀγγελθέντος αὐτῷ τοῦ θανάτου τοῦ ̓Αντωνίου ἀπεδάκρυσε, καὶ τὰς ἐπιστολὰς ἐκείνου τοῖς φίλοις ἀναγινώσκων κατεγίνωσκεν ἑαυτοῦ, ὡς εὐγνώμονα· αἰτοῦντος ἐκείνου καὶ δίκαια, αὐτοῦ δὲ φορτικῶς καὶ ὑπερηφάνως πρὸς τὰς ἀποκρίσεις διακειμένου. Εἰς δὲ τὴν Κλεοπάτραν ε πεμψε τὸν Προκλήιον, ζώσης αὐτῆς κρατῆσαι θέλων, μέγα πρὸς δόξαν ἡγούμενος διαγαγεῖν αὐτὴν εἰς τὸν θρίαμβον. ἡ δὲ ἐντὸς θυρῶν κεκλεισμένων ἰσχυρῶς στᾶσα διειλέχθη αὐτῷ. ὡς δὲ καταμαθὼν τὸν τόπον 363

ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη αὐτῇ ἐντευξόμενος, ο ς ἐμήκυνε πρὸς ταῖς θύραις τὸν λόγον ἐπίτηδες, Προκλήιος δὲ κλίμακι διὰ θυρίδος εἰσῆλθε λαθὼν μετὰ δύο ὑπηρετῶν. τῆς δὲ μιᾶς τῶν αὐτῇ συγκαθειργμένων γυναικῶν ἀνακραγούσης "τάλαινα Κλεοπάτρα, ζωγρῇ," ω ρμησε μὲν ἑαυτὴν πατάξαι, παρέζωστο γάρ τι ξιφίδιον, προσδραμὼν δὲ αὐτῇ ὁ Προκλήιος συνέσχεν αὐτήν, καὶ ἀφείλετο τὸ ξιφίδιον, καὶ μή τι κρύπτῃ φάρμακον ἐξηρεύνησεν. ε πεμψε δὲ Καῖσαρ ̓Επαφρόδιτον ἀπελεύθερον, κελεύσας ζῶσαν τηρεῖν πάνυ ἐπιμελούμενον. αὐτὸς δὲ Καῖσαρ εἰσήλασεν εἰς τὴν πόλιν. καὶ ὁ ̓Αντώνιος παρὰ τῆς Κλεοπάτρας ἐτάφη πολυτελῶς καὶ βασιλικῶς. πυρετῶν δὲ αὐτῇ γενομένων, ἐφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα καὶ η λκωτο, τροφῆς ἀπείχετο, ὡς ἐντεῦθεν λυθησομένη τοῦ ζῆν. ο ὑπονοήσας ὁ Καῖσαρ ἀπειλὰς αὐτῇ καὶ φόβους περὶ 2.432 τῶν τέκνων προσέβαλεν, οι ς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο, καὶ τροφήν τε καὶ θεραπείαν προσίετο. η κε δὲ μετ' ὀλίγον καὶ ὁ Καῖσαρ αὐτῇ ἐντευξόμενος. ἡ δὲ λιτῶς ἐν στιβάδι κατακειμένη μονοχίτων ἀναπηδήσασα προσπίπτει αὐτῷ, ὑπότρομος τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ο ψεσι. κελεύσαντος δὲ τοῦ Καίσαρος ἀνακλιθῆναι καὶ αὐτοῦ παρακαθισαμένου ἐδεῖτο αὐτοῦ ὡς μάλιστα τοῦ ζῆν περιεχομένη· τέλος δὲ τῶν χρημάτων ἀναγραφὴν αὐτῷ ἐνεχείρισεν. ὁ δὲ φιλοψυχεῖν αὐτὴν οἰόμενος η δετο, καὶ εἰπὼν ο τι πάσης ἐλπίδος αὐτῇ λαμπρότερον χρήσεται, ἠπατηκέναι μὲν αὐτὴν ῳ ετο, μᾶλλον δ' αὐτὸς ἐξηπάτητο. μαθοῦσα γὰρ ὡς ὁ Καῖσαρ μὲν πεζῇ διὰ Συρίας ε γνωκεν ἀπιέναι, αὐτὴν δ' ἐς τὴν ̔Ρώμην στελεῖ μετὰ τρίτην ἡμέραν, ἐδεήθη Καίσαρος ο πως ἐπενέγκῃ τῷ ̓Αντωνίῳ χοάς. καὶ ἐπιτρέψαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα πολλὰ ὠλοφύρατο, ει τα στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὐτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα α ριστον ἠρίστα λαμπρόν. καί τις η κεν ἀπ' ἀγροῦ κομίζων ἀγγεῖον σύκων μεστόν. τῶν δὲ φυλάκων τί φέροι ἀνακρινόντων, ἐκεῖνος τὰ σῦκα ὑπέδειξεν· οἱ δὲ εἰσάγειν ἐκέλευον. μετὰ δὲ τὸ α ριστον ἡ Κλεοπάτρα δέλτον κατασεσημασμένην τῷ Καίσαρι ε στειλε. Καῖσαρ δὲ ὡς ἐνέτυχε λιταῖς δεομένης αὐτῆς συνταφῆναι τῷ ̓Αντωνίῳ, ταχὺ συνῆκε τὸ πεπραγμένον, καὶ κατὰ τάχος τοὺς σκεψομένους τὸ γενόμενον ε πεμψεν. οι δρόμῳ καταλαβόντες ευ ρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κλίνῃ κεκοσμημένην βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χαρμόνιον η δη καρηβαροῦσα καὶ σφαλλομένη κατεκόσμει τὸ περὶ τὴν κεφαλὴν 2.433 ἐκείνης διάδημα. εἰπόντος δέ τινος "καλὰ ταῦτα, Χαρμόνιον," "κάλλιστα μὲν ου ν" ε φη "καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων." καὶ ταῦτα εἰποῦσα παρὰ τὴν κλίνην ε πεσε καὶ αὐτή. Λέγεται δὲ ἀσπίδος δήγματι θανεῖν κομισθείσης μετὰ τῶν σύκων. οἱ δ' ἐν ὑδρίᾳ τηρεῖσθαι τὴν ἀσπίδα φασίν, ἠλακάτῃ δὲ χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ ἀγριαινούσης ὁρμήσασαν ἐμφῦναι αὐτῆς τῷ βραχίονι. λέγεται δὲ καὶ φάρμακον αὐτὴν ε χειν ἐν κνήστιδι κοίλῃ, καὶ τὴν κνήστιδα κρύπτειν τῇ κόμῃ. ὁ δὲ Δίων βελόνην αὐτὴν ει ναί φησιν, ῃ τὰς τρίχας ἀνεῖρεν, ἰῷ περικεχρισμένην, δύναμιν ε χοντι, α ν αι ματος α ψηται, ὡς τάχιστα καὶ ἀλυπότατα φθείρειν. ἡ μὲν ου ν ἀπώλετο, τὸ δ' ἀληθὲς οὐκ ἐγνώσθη, η ο τι περὶ τὸν βραχίονα δύο νυγμαὶ ω φθησαν λεπταί τε καὶ ἀμυδραί, ου τε δὲ φαρμάκου τι σημεῖον περὶ τὸ σῶμα ἐκείνης ἐξήνθησεν ου τε τὸ θηρίον εὑρέθη, εἰ μή τινας συρμοὺς αὐτοῦ παρὰ θάλασσαν, ῃ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες η σαν, ἰδεῖν ε φασκον. ει κασται δὲ ἐξ ἀσπίδος αὐτὴν θανεῖν, ο τι πολλὰ πρῴην συνῆγε θανάσιμα φάρμακα, καὶ ταῦτα τοῖς κατεψηφισμένοις θάνατον προύβαλλε· καὶ τὰ μὲν ὠκύμορα κατελάμβανεν, ὀδυνηρὸν δ' ἐπάγοντα θάνατον, τὰ δὲ πρᾳότερα μέν, διὰ χρόνου δέ γε κατεργαζόμενα· μόνον δ' ευ ρισκε τὸ δῆγμα τῆς ἀσπίδος α νευ σπασμοῦ κάρον ὑπνώδη ἐφελκόμενον ἱδρῶτι μαλακῷ καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει ῥᾳδίως ἀπονεκροῦν. ̓Ακούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ φάρμακα τῷ σώματι καὶ ψύλλους ἐπήνεγ.434 κεν. οἱ δὲ 364

ψύλλοι α νδρες εἰσί, γυνὴ γὰρ τὴν δύναμιν ταύτην ε χειν οὐ πέφυκεν, δύνανται δὲ πάντα ἰὸν παντὸς ἑρπετοῦ, πρὶν θανεῖν τὸν δεδηγμένον η τετρωμένον, ἐκμυζᾶν, καὶ αὐτοί τε μὴ βλάπτεσθαι καὶ τὸν πεφαρμαγμένον θεραπεύειν. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα η μετὰ ο φεων ἐμβληθέντα, η καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων ἰοβόλοις τισίν· ου τε γὰρ τῷ παιδί τι λυμαίνονται καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσιν. ̔Ο μὲν ου ν Καῖσαρ ἐπὶ τῇ τῆς γυναικὸς τελευτῇ καὶ ἠχθέσθη καὶ τὴν εὐγένειαν αὐτῆς ἐθαύμαζε, καὶ συνταφῆναι τῷ ̓Αντωνίῳ ἐκέλευσε πολυτελῶς καὶ βασιλικῶς. ἐντίμου δὲ καὶ αἱ θεράπαιναι ταφῆς ε τυχον ἐκείνου προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν τεσσαρακοντοῦτις ἑνὸς δέοντος, τούτων δύο καὶ ει κοσι βασιλεύσασα, πλείω δὲ τῶν δεκατεσσάρων ̓Αντωνίῳ συνάρξασα· ̓Αντώνιον δὲ οἱ μὲν ε ξ, οἱ δὲ τρισὶν ὑπερβαλεῖν φασι τὰ πεντήκοντα. τὸν δὲ τοῦ ̓Αντωνίου υἱὸν Αντυλλον τὸν ἐκ τῆς Φουλβίας καὶ τὸν τῆς Κλεοπάτρας τὸν Καισαρίωνα ἀπέκτεινεν ὁ Καῖσαρ. ̓Αντώνιος μὲν ου ν καὶ Κλεοπάτρα ου τως ἀπήλλαξαν· Καῖσαρ δὲ τὸν τοῦ ̓Αλεξάνδρου τοῦ βασιλέως νεκρὸν ει δε καὶ προσήψατο αὐτοῦ. τὰ δὲ τῶν Πτολεμαίων σώματα, καίτοι τῶν ̓Αλεξανδρέων δεῖξαί οἱ καὶ ταῦτα βουληθέντων, ἰδεῖν οὐκ ἠθέλησεν, εἰπὼν ο τι "βασιλέα, ἀλλ' οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα." οὐδὲ τῷ Απιδι ἐντυχεῖν ἐπείσθη, λέγων ο τι "θεούς, ἀλλ' οὐχὶ βοῦς προσκυνεῖν ει θισμαι." τὴν δ' Αι γυπτον ὑποτελῆ ἐποίησε, χρήματά τε πάμπολλα ευ ρε καὶ πάντα ἀφείλετο. καὶ τὰ ἐκεῖ ὡς αὐτῷ ἐδόκει διοικησάμενος εἰς τὴν ̓Ασίαν διὰ τῆς Συρίας ἀπῆλθε 2.435 καὶ ἐκεῖ παρεχείμασεν. οἱ δὲ ̔Ρωμαῖοι καὶ τότε καὶ πρότερον, ο τε τὴν ναυμαχίαν ἐνίκησε, πολλὰ ἐς τιμὴν αὐτῷ ἐψηφίσαντο. κατὰ δὲ τὸν τοῦ θέρους καιρὸν ἐς τὴν ̔Ελλάδα καὶ ἐς τὴν ̓Ιταλίαν ἐπεραιώθη. καὶ αὐτοῦ εἰς τὴν πόλιν εἰσελθόντος ε θυσαν οἱ ̔Ρωμαῖοι καὶ ὁ υ πατος ἐβουθύτησεν, ο μήπω πρότερον ἐπ' α λλῳ ἐγένετο. ἑώρτασε δὲ καὶ ἐπὶ τρισὶν ἡμέραις τὰ νικητήρια. καὶ ἐπιφανεῖς αἱ πομπαὶ πᾶσαι γεγόνασι· τοσαῦτα γὰρ ἠθροίσθησαν λάφυρα ω στε πάσαις ἐπαρκέσαι. παρεκομίσθη δὲ καὶ στήλη τῆς Κλεοπάτρας ἐπὶ κλίνης, ἀσπίδα ἐμπεφυκυῖαν ε χουσα τῷ βραχίονι, καὶ μετὰ τῶν α λλων αἰχμαλώτων καὶ οἱ ἐκείνης παῖδες, ο τε ̓Αλέξανδρος ὁ καὶ Ηλιος καὶ Κλεοπάτρα ἡ καὶ Σελήνη. ἐφ' α πασι δ' ὁ Καῖσαρ ἐσήλασε. καὶ θεωρίαι ἐπὶ πολλὰς ἡμέρας ἐγένοντο. Καὶ ὁ Κράσσος ὁ Μάρκος κατὰ τούτους τοὺς χρόνους εἰς τὴν Μακεδονίαν καὶ εἰς τὴν Θρᾴκην καὶ εἰς τὴν ̔Ελλάδα πεμφθεὶς πολλοῖς ἐπολέμησεν ε θνεσι, καὶ τὰ μὲν ἐνίκησε, τὰ δὲ προσηγάγετο. τὰ δ' ε θνη ταῦτα πάλαι μὲν Μυσοί τε καὶ Γέται ἐκέκληντο, πᾶσαν τὴν μεταξὺ τοῦ τε Αι μου καὶ τοῦ Ιστρου ου σαν νεμόμενοι, προϊόντος δὲ τοῦ χρόνου τινὲς αὐτῶν καὶ α λλοις ὀνόμασιν ἐπεκλήθησαν. καὶ μετὰ ταῦτα πάνθ' ο σα ὁ ποταμὸς ὁ Σαῦος εἰς τὸν Ιστρον ἐμβάλλων ὑπὲρ τῆς Δαλματίας καὶ τῆς Μακεδονίας τῆς τε Θρᾴκης ἀπὸ τῆς Παννονίας ἀφορίζει, εἰς τὸ τῆς Μυσίας προκεχώρηκεν ο νομα. καὶ ἐν αὐτοῖς α λλα τε πολλά εἰσιν ε θνη καὶ οἱ Τριβαλλοὶ προσαγορευθέντες οι τε κεκλημένοι Δαρδάνιοι. 2.436 Ταῦτα μὲν ου ν ε ν τε τῇ βασιλείᾳ καὶ τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις πέντε καὶ ει κοσι καὶ ἑπτακοσίοις ε τεσιν ε πραξάν τε ̔Ρωμαῖοι καὶ ε παθον, ἐκ δὲ τούτου μοναρχεῖσθαι αυ θις ἀκριβῶς η ρξαντο, καίτοι τοῦ Καίσαρος τά τε ο πλα καταθέσθαι βουλευομένου καὶ τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι τὰ πράγματα. τὴν μέντοι γνώμην τῷ ̓Αγρίππᾳ καὶ τῷ Μαικήνᾳ, οι ς ἐπίστευε τὰ ἀπόρρητα, κοινωσάμενος, τὴν μὲν ̓Αγρίππου γνώμην ἀποτρέπουσαν αὐτὸν τῆς μοναρχίας ευ ρηκεν· ὁ δὲ Μαικήνας τοὐναντίον συνεβούλευεν α παν, εἰπὼν η δη τὴν μοναρχίαν ἐπὶ πολὺ διοικῆσαι αὐτόν, καὶ ἀναγκαῖον ει ναι δυεῖν θάτερον, η μεῖναι ἐπὶ τῶν αὐτῶν η ἀπολέσθαι ταῦτα προέμενον. τοῖς γὰρ α παξ μοναρχήσασιν ἀσφαλῶς ἰδιωτεῦσαι ει ναι ἀδύνατον. ὑπέθετο δὲ καὶ ο πως ἀσφαλῶς τε καὶ δικαίως α ρξει, πρὸς δὲ καὶ ἀνεπαχθῶς, πολὺν κατατείνας λόγον περὶ τῆς ὑποθέσεως. ἐπὶ πᾶσι δὲ ταῦτα ἐπήγαγεν "εἰ ο σα ε τερόν τινα α ρξαντά σου ποιεῖν ἐβούλου, ταῦτα 365

αὐτὸς αὐτεπάγγελτος πράττεις, ου τε τι ἁμαρτήσεις καὶ πάντα κατορθώσεις, η διστά τε καὶ ἀκινδυνότατα ζήσεις." Οἱ μὲν ου ν ταῦτα τῷ Καίσαρι συνεβούλευσαν, ὁ δὲ α μφω μὲν καὶ ἐθαύμασε καὶ ἐπῄνεσεν, ει λετο δὲ τοῦ Μαικήνου τὴν συμβουλήν· καὶ ου τε τὴν μοναρχίαν ἀπέθετο καὶ τὴν τοῦ αὐτοκράτορος προσειλήφει ἐπίκλησιν, οὐ τὴν ἐπὶ νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισί, ταύτην γὰρ πολλάκις ἐπεκλήθη, ἀλλὰ τὴν τὸ κράτος σημαίνουσαν τὸ βασίλειον. τῷ δ' ἑξῆς ε τει ε κτον ὑπάτευσεν, ̓Αγρίππα οἱ συνάρχοντος, ο ν ὑπερβαλλόντως ἐτίμα, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν ̓Οκταβίαν συνῴκισε. καὶ τῆς γερουσίας πρόκριτος ἐπεκλήθη ὁ Καῖσαρ, ὡς ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ 2.437 νενόμιστο, α λλα τε πολλὰ πεποίηκεν εἰς τιμὴν τῆς ̔Ρώμης καὶ τῶν πολιτῶν καὶ χρήματα πολλοῖς τῶν βουλευτῶν ἐχαρίσατο λαμπρῶς πενητεύσασι, τά τε παλαιὰ συμβόλαια τῶν εἰς τὸ κοινὸν ὀφειλόντων κατέκαυσε· καὶ ο σα ἐπὶ Λεπίδου καὶ ̓Αντωνίου ἀδίκως ἐγένοντο, δι' ἑνὸς προγράμματος κατέλυσεν α παντα. καὶ ἐπὶ τούτοις ὑμνούμενος, ι να μᾶλλον τιμηθείη, καὶ παρ' ἑκόντων τὴν μοναρχίαν λαβεῖν ἐπεθύμησεν, ὡς μὴ δοκοίη ἀκόντων α ρχειν. καὶ τοὺς αὐτῷ μάλιστα ἐπιτηδείους παρασκευάσας εἰς τὴν γερουσίαν εἰσῆλθεν ε βδομον ὑπατεύων· καὶ παραιτεῖσθαι λέγων τὴν μοναρχίαν καὶ πάντα ὑπὸ τοῖς ἀρίστοις ποιεῖν, ἐδέετο τούτων δέξασθαι αὐτοῦ τὴν τῆς μοναρχίας ἀπόθεσιν. οἱ δὲ τῆς βουλῆς, οἱ μὲν εἰδότες τὴν γνώμην αὐτοῦ, οἱ δ' ὑποπτεύοντες, οἱ μὲν ἐλέγξαι αὐτὸν οὐκ ἐβούλοντο, οἱ δ' ἐδεδοίκεσαν. ο θεν καὶ πιστεύειν αὐτῷ οἱ μὲν ἐπλάττοντο, οἱ δὲ ἠναγκάζοντο· καὶ ἐβίασαν δῆθεν αὐτὸν αὐταρχεῖν. καὶ τὴν μὲν ἡγεμονίαν ου τως παρά τε τῆς γερουσίας καὶ τοῦ δήμου ἐβεβαιώσατο, καὶ τὴν φροντίδα τῶν κοινῶν πᾶσαν ὑπεδέξατο. τῶν δ' ἐθνῶν τὰ μὲν ἀσθενέστερα ὡς εἰρηναῖά τε καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ' ἰσχυρότερα ὡς ἐπικίνδυνα τάχα καὶ σφαλερὰ κατέσχεν αὐτός, δοκήσει μὲν ο πως ἡ γερουσία τὰ κάλλιστα τῆς ἀρχῆς καρποῖτο, αὐτῷ δ' οἱ πόνοι ἐπίκεινται, τῇ δ' ἀληθείᾳ ι να ἐκεῖνοι μὲν καὶ α οπλοι καὶ α μαχοι ω σιν, αὐτὸς δὲ καὶ ο πλα ε χῃ καὶ στρατιώτας τρέφῃ. ι να δὲ μή τι μοναρχικὸν δοκοίη φρονεῖν, ἐς δέκα ε τη τὴν ἀρχὴν τῶν ἀπονεμηθέντων αὐτῷ κατεδέξατο. τοσούτῳ γὰρ χρόνῳ αὐτὰ καταστήσειν ὑπέσχετο, λόγῳ ταῦτα ἐπαγγελλόμενος. τῆς γὰρ δεκαετίας περανθείσης ε τερα πέντε ε τη, ει τ' αυ θις πέντε 2.438 καὶ μετὰ τοῦτο δέκα καὶ ε τερα πάλιν, πεντάκις αὐτῷ ἐψηφίσθη, ω στε τῇ τῶν δεκαετηρίδων διαδοχῇ διὰ βίου μοναρχῆσαι αὐτόν. κἀντεῦθεν καὶ οἱ μετ' αὐτὸν αὐτοκράτορες, καίτοι διὰ βίου ἀποδεικνύμενοι, ο μως διὰ τῶν δέκα ἐτῶν ἀεὶ ἑώρταζον, ὡς αυ θις τότε τὴν ἡγεμονίαν ἀνανεούμενοι. Πολλὰ δὲ καὶ τότε εἰς τιμὴν ἐψηφίσθη τῷ Καίσαρι, καὶ Αυ γουστος ἐπεκλήθη. ἐφίετο μὲν γὰρ ̔Ρωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὑποπτεύεσθαι ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οἱ γὰρ ̔Ρωμαῖοι πράγματι μὲν τὰ τῶν βασιλευομένων ὑπέμενον, τῷ δ' ὀνόματι η χθοντο, ἀπέσχετο τοῦ ὀνόματος, καὶ Αυ γουστος καλεῖσθαι ἠθέλησεν, ὡς καὶ πλεῖόν τι η κατὰ ἀνθρώπους ὑπάρχων. πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια αυ γουστα προσαγορεύεται. ἐξ ου περ καὶ σεβαστὸν προσεῖπον αὐτόν, ἀπὸ τοῦ σεβάζεσθαι, ἐξελληνίζοντές πως, ω σπερ τινὰ σεπτόν. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ο τι ε ν τε τῷ Παλατίῳ λεγομένῳ ο ρει, ἐν ῳ Φαυστοῦλος ῳ κει ὁ τὸν ̔Ρωμύλον θρεψάμενος, ὁ Καῖσαρ ῳ κει καὶ ἐκεῖ τὸ στρατήγιον ει χε. καὶ διὰ τοῦτο κα ν α λλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ε χει. πᾶσα δὲ ἐξουσία, η τε τοῖς ὑπάτοις τὸ παλαιὸν διδομένη καὶ ἡ τοῖς δημάρχοις καὶ ἡ τοῖς τιμηταῖς καὶ τοῖς α λλοις α πασι, τοῖς αὐτοκράτορσι δέδοται· καὶ προσέτι καὶ λελύσθαι τῶν νόμων ἐδόθη αὐτοῖς, τοῦτ' ε στιν ἐλευθέρους ἀπὸ πάσης τῶν νόμων ἀνάγκης ει ναι καὶ μηδενὶ τούτων ἐνέχεσθαι. 2.439 Οτε δὲ Αυ γουστος ἐπεκλήθη ὁ Καῖσαρ, σημεῖον οὐ μικρὸν τότε κατὰ τὴν νύκτα ἐκείνην ἐγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν πεδιάδα τῆς ̔Ρώμης κατέλαβεν ω στε πλεῖσθαι. καὶ οἱ μάντεις ο τι τε ἐπὶ μέγα αὐξήσει καὶ ο τι 366

πᾶσαν τὴν πόλιν ὑποχειρίαν ε ξει ἐκ τούτου προεῖπον. ὁ δὲ τά τε α λλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον ε πραττεν, ὡς ἐθελόντων α ρχων, καὶ ἐνομοθέτει. οὐ μέντοι πάντα ἐθελογνωμονῶν ἐνομοθέτει, ἀλλ' ε στιν α καὶ ἐς τὸ δημόσιον προετίθει, ο πως, α ν τι μὴ ἀρέσῃ, ἐπανορθώσῃ· καὶ προετρέπετο πάντα συμβουλεύειν αὐτῷ ει τίς τι α μεινον γνοίη αὐτοῦ. καὶ τοὺς ὑπάτους, καὶ ἐκ τῶν α λλων ἀρχόντων ε να παρ' ἑκάστων, καὶ ἐκ τοῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ω στε δι' αὐτῶν καὶ πᾶσι κοινοῦσθαι τὰ βουλευόμενα. ε στι δ' ο τε καὶ ἐδίκαζε μετ' αὐτῶν. ε κρινε μὲν γὰρ καὶ καθ' ἑαυτὴν ἡ βουλή, καὶ πρεσβείαις καὶ κηρυκείαις ἐχρημάτιζεν. ο τε δῆμος εἰς τὰς ἀρχαιρεσίας συνελέγετο, οὐ μέντοι ἐπράττετό τι ο μὴ ἐκείνῳ η ρεσκε. καὶ τοὺς α ρξοντας τοὺς μὲν αὐτὸς προεβάλλετο, τοὺς δὲ ἐς τὸ κοινὸν ἐποιεῖτο, ἐπιμελούμενος ω στε μήτ' ἀνεπιτήδειοι μήτ' ἐκ παρακελεύσεως η καὶ ἐκ δεκασμοῦ ἀποδείκνυνται. καὶ ε θνη τὰ μὲν δι' ἑαυτοῦ, τὰ δὲ δι' ἑτέρων τῇ ̔Ρωμαίων ἡγεμονίᾳ ὑπέταξεν. ̔Ο δὲ τῆς Αἰγύπτου α ρχων Αι λιος Γάλλος ἐπὶ ̓Αραβίαν τὴν εὐδαίμονα καλουμένην, η ς Σάβος ἐβασίλευεν, ἐστράτευσε τότε. καὶ οὐδεὶς μὲν αὐτοῦ ἐνώπιον ε στη τῶν πολεμίων, οὐ μὴν ἀπόνως προυχώρει. η τε γὰρ ἐρημία καὶ ὁ η λιος τά τε υ δατα 2.440 φύσιν α τοπον ε χοντα σφόδρα αὐτοὺς ἐταλαιπώρησεν, ω στε τὸ πλεῖον φθαρῆναι τῆς στρατιᾶς. τὸ δὲ νόσημα τῇ κεφαλῇ ἐνσκῆπτον ἐξήραινεν αὐτήν, καὶ πολλοὺς μὲν αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγενομένων ἐς τὰ σκέλη κατῄει, α παν τὸ μεταξὺ τοῦ σώματος ὑπερβαῖνον, καὶ αὐτοῖς ἐλυμαίνετο. ι αμά τε οὐδὲν η ν η ει τις ε λαιον οι νῳ μεμιγμένον ἠλείψατο· τὰ δὲ πάνυ ὀλίγοις η ν· η τε γὰρ χώρα οὐδέτερον αὐτῶν φέρει, κἀκείνοις οὐκ α φθονα ταῦτα προπαρεσκεύαστο. κἀν τῷ πόνῳ τούτῳ καὶ οἱ βάρβαροι σφίσιν ἐπιτιθέμενοι τά τε χωρία α πρὶν ἀφῄρηντο ἐκομίσαντο, καὶ τοὺς περιλειφθέντας ἐκ τῆς χώρας ἐξήλασαν. ̔Ο δ' Αυ γουστος ἑνδέκατον ὑπατεύσας ἐνόσησεν ω στε μηδ' ἐλπίδα σχεῖν σωτηρίας, καὶ ὡς τελευτήσων διέθετο, καὶ διάδοχον μὲν οὐδένα ἀπέδειξε, τῷ Πείσωνι δὲ τάς τε δυνάμεις καὶ τὰς κοινὰς προσόδους εἰς βιβλίον ἐγγράψας ε δωκε, τῷ δ' ̓Αγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισεν. ̓Αντώνιος δέ τις Μούσας ου τω κακῶς αὐτὸν διακείμενον ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέρρωσε. διὸ καὶ χρήματα παρ' αὐτοῦ τε καὶ παρὰ τῆς βουλῆς ε λαβε, καὶ δακτυλίοις χρυσοῖς, ἀπελεύθερος ω ν, ἐπετράπη κεχρῆσθαι, ἀτέλειάν τε αὐτῷ καὶ τοῖς ὁμοτέχνοις τοῖς ου σί τε καὶ τοῖς ἐσομένοις παρέσχοντο. ου τω δὲ σωθεὶς εἰς τὸ συνέδριον τὰς διαθήκας εἰσήνεγκε, καὶ ἀναγνωσθῆναι ἐπέτρεπεν, ἐνδεικνύμενος ο τι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλέλοιπεν· οὐ μέντοι καὶ ἀνέγνω αὐτάς τις. Λιμοῦ δὲ τῷ ἑξῆς ε τει καὶ λοιμοῦ γενομένου ἐν πάσῃ τῇ ̓Ιταλίᾳ, νομίσαντες οἱ ̔Ρωμαῖοι οὐκ α λλως ταῦτα συμβεβηκέναι η ο τι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αυ γουστον ε σχον, δικτάτωρα αὐτὸν ἠθέλησαν 2.441 προχειρίσασθαι, καὶ τὴν βουλὴν εἰς τὸ συνέδριον κατακλείσαντες ἠνάγκασαν τοῦτο ψηφίσασθαι. καὶ αὐτῷ προσῆλθον δεόμενοι λεχθῆναι δικτάτωρα καὶ τῆς τοῦ σίτου συναγωγῆς ἐπιμελητήν. καὶ ο ς τὴν μὲν τοῦ σίτου φροντίδα ἐδέξατο, τὴν δικτατωρείαν δὲ οὐ προσήκατο, ἀλλ' ἐπεὶ μήτε διαλεγόμενος αὐτοῖς μήτε δεόμενος ε πειθε, τὴν ἐσθῆτα διέρρηξεν· ὀρθῶς γὰρ καὶ συνετῶς τὸ μισητὸν τῆς ἐπικλήσεως ἐφυλάξατο καὶ ἐπίφθονον, ὑπὲρ τοὺς δικτάτωρας ε χων τὴν ἐξουσίαν καὶ τὴν τιμήν. ἐπιβουλὴν δὲ κατ' αὐτοῦ συστησαμένων τινῶν, αὐτοί τε καὶ οἱ συνωμόται ἐρήμην η λωσαν ὡς φευξόμενοι, οὐ πολλῷ δ' υ στερον ἀπεσφάγησαν. Μετὰ ταῦτα δ' εἰς Σικελίαν η λθε. κἀκεῖ ο ντος ὁ δῆμος τῶν ̔Ρωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὡς κἀντεῦθεν δειχθῆναι ο τι ἀδύνατον η ν δημοκρατουμένους αὐτοὺς σωθῆναι. ου τω γὰρ ἐθορύβησαν καὶ α παντα συνετάραξαν ω στε καὶ τὸν Αυ γουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. καὶ ἀγανακτήσας ἐπὶ τούτῳ ὁ Αυ γουστος, καὶ μήτε ἀεὶ τῇ ̔Ρώμῃ σχολάζειν δυνάμενος μήτ' αυ α ναρχον αὐτὴν καταλείπειν 367

τολμῶν, ἐζήτει αὐτῇ ἐπιστῆσαί τινα. καὶ ε κρινε μὲν τὸν ̓Αγρίππαν πρὸς αὐτὸ ἐπιτηδειότατον, βουληθεὶς δὲ καὶ μεῖζον αὐτῷ περιθεῖναι ἀξίωμα, ι να ἐκ τούτου ῥᾷον αὐτῶν α ρχῃ, κατηνάγκασεν αὐτὸν τὴν γυναῖκα ἀφέντα τῇ αὐτοῦ θυγατρὶ συνοικῆσαι τῇ ̓Ιουλίᾳ, καὶ ἐς τὴν ̔Ρώμην αὐτίκα ἐπί τε τῷ γάμῳ καὶ ἐπὶ τῇ μεταχειρίσει τῆς πόλεως ε πεμψε, διά τε τα λλα καὶ ο τι Μαικήνας ει πε τῷ Καίσαρι ὡς "τηλικοῦτον αὐτὸν πεποίηκας ω στε η γαμ.442 βρόν σου γενέσθαι χρῆναι η φονευθῆναι." ̓Αγρίππας ου ν οἰδοῦντα εὑρὼν ἐν τῇ ̔Ρώμῃ τὰ πράγματα κατεστήσατο. ὁ δ' Αυ γουστος τὰ ἐν τῇ Σικελίᾳ διοικήσας εἰς τὴν ̔Ελλάδα ἐπεραιώθη, καὶ τὸ ̔Ελληνικὸν διαγαγὼν εἰς τὴν Σάμον ε πλευσε, κἀκεῖ χειμάσας εἰς τὴν ̓Ασίαν ἐν τῷ ε αρι ἐκομίσθη, καὶ τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξε, καὶ τοὺς Κυζικηνοὺς ἐδουλώσατο, ο τι ̔Ρωμαίους τινὰς μαστιγώσαντες ε κτειναν· τὸ αὐτὸ δὲ καὶ τοῖς Τυρίοις καὶ τοῖς Σιδωνίοις ἐποίησεν, ἐν τῇ Συρίᾳ γενόμενος. ἡ ̓Ιουλία δὲ τὸν Γάιον ε τεκε. καὶ ὁ Αυ γουστος ἐθνῶν ἡγεμονίας τισὶ δεδωκὼς ἐπανῆλθεν εἰς Σάμον, κἀκεῖ καὶ αυ θις ἐχείμασε καὶ πολλὰ διῴκησεν· ἀφίκοντο γὰρ ἐνταῦθα πρεσβεῖαι πλεῖσται· καὶ οἱ ̓Ινδοὶ τότε φιλίαν ἐποιήσαντο, δῶρα πέμψαντες α λλα τε καὶ τίγρεις, πρῶτον τότε ̔Ρωμαίοις ὀφθείσας. αυ θίς τε στάσις ἐν τῇ ̔Ρώμῃ συνέβη καὶ σφαγαὶ γεγόνασι διὰ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. μαθὼν ου ν ταῦθ' ὁ Καῖσαρ, καὶ συνιδὼν ο τι οὐδὲν πέρας γενήσεται τοῦ κακοῦ, εἰς τὴν ̔Ρώμην ἠπείχθη καὶ αὐτὸς ἀπέδειξεν υ πατον. ἐπεὶ δὲ ὑπαντῆσαι αὐτῷ πάντες παρεσκευάζοντο, νύκτωρ εἰς τὴν πόλιν ἀνεκομίσθη· ο καὶ πολλάκις ἐποίησε, καὶ ἐξιὼν τοῦ α στεος καὶ ἐπανιών, ι να μηδενὶ ὀχληρὸς ει η. ει τα τῶν τρόπων ἐπιμελητὴς καὶ τιμητὴς εἰς πενταετίαν παρακληθεὶς ἐχειροτονήθη, τὴν δὲ τῶν ὑπάτων τιμὴν διὰ βίου ε λαβε. τινῶν δ' αἰτίας σχόντων ἐπιβουλεύειν αὐτῷ καὶ τῷ ̓Αγρίππᾳ, α λλους μέν τινας ἐδικαίωσε, τὸν δὲ Λέπιδον ἐμίσει μὲν καὶ δι' α λλα καὶ ο τι ὁ υἱὸς αὐτοῦ ἐπεβούλευσεν αὐτῷ, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ' α λλοτε α λλως προεπηλάκιζε καὶ ἐχλεύαζεν. ε θετό τε καὶ α λλους νόμους, καὶ τὸ τοὺς δεκάσαντάς τινας ἐπὶ 2.443 ταῖς ἀρχαῖς ἐς πέντε ε τη αὐτῶν ει ργεσθαι· τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις ἐπιτίμια ε ταξε, τοῦ δὲ γάμου καὶ τῆς παιδοποιίας α θλα ε θηκε. κἀπειδὴ πολὺ πλεῖον τὸ α ρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς η ν, ἐπέτρεψε καὶ ἀπελευθέρας τοῖς ἐθέλουσι πλὴν τῶν βουλευτῶν α γεσθαι, ε ννομον τὴν τεκνοποιίαν αὐτῶν ει ναι κελεύσας. ἐπεὶ δὲ βρέφη τινὲς μνηστευόμενοι τὰς μὲν τῶν γεγαμηκότων ἐκαρποῦντο τιμάς, τὸ δ' ε ργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἰσχύειν μνηστείαν μεθ' η ν οὐ δύο διελθόντων ἐτῶν γαμήσει τις, τοῦτ' ε στι δεκέτιν πάντως ἐγγυᾶσθαι· δώδεκα δὲ ταῖς κόραις ε τη εἰς τὴν τοῦ γάμου ω ραν πλήρη νομίζεται. ὁ δὲ ̓Αγρίππας καὶ ε τερον υἱὸν ἐκ τῆς ̓Ιουλίας ἐγείνατο, Λούκιον ὀνομασθέντα· ο ν Αυ γουστος καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Γάιον εἰσεποιήσατο, καὶ διαδόχους τῆς ἀρχῆς αὐτόθεν ἀπέδειξεν, ι ν' η ττον ἐπιβουλεύηται. ἑστιώμενος δέ ποτε παρὰ Πωλίωνι, ἀνδρὶ πλουσίῳ μὲν σφόδρα, ὠμῷ δὲ λίαν καὶ ἀπηνεῖ, ἐπεὶ ὁ οἰνοχόος ἐκείνου κύλικα κρυσταλλίνην κατέαξε καὶ ἐς τὰς μυραίνας ὡρίσθη παρὰ τοῦ δεσπότου ἐμβληθῆναι, ε τρεφε γὰρ ἐν δεξαμεναῖς τοιαύτας, ἀνθρώπους δεδιδαγμένας ἐσθίειν, καὶ τοὺς δούλους αὐταῖς ου ς ἐθανάτου παρέβαλλε, παρῃτεῖτο τὴν τιμωρίαν ὁ Καῖσαρ τοῦ οἰνοχόου· ὡς δ' οὐκ ε πειθε τὸν Πωλίωνα, "φέρε" φησίν "ο σα τοιαῦτα ε χεις ἐκπώματα η καὶ ε τερα ε ντιμα, ι ν' αὐτοῖς χρήσωμαι." κομισθέντα δὲ συνέτριψεν, εἰπὼν ι να μὴ διὰ ταῦτα ου τως κολάζοιντο α νθρωποι. ὁ δὲ Πωλίων πρὸς τὸ πλῆθος τῶν ἀπολωλότων τῆς μιᾶς ἐπελάθετο κύλικος, καὶ τὸν οἰνοχόον τιμωρήσασθαι μὴ δυνάμενος, ο τι ἐπὶ πολλοῖς τὸ αὐτὸ ἐπεποιήκει ὁ Αυ γουστος, καὶ α κων ἡσύχασεν. 2.444 ̓Αγρίππας δὲ νοσήσας ἐν Καμπανίᾳ ἀπέθανεν· ου ὁ Καῖσαρ παραγενόμενος τό τε σῶμα αὐτοῦ εἰς τὴν ̔Ρώμην ἐκόμισε καὶ ἐν τῇ ἀγορᾷ προθέμενος λόγον ἐπ' αὐτῷ ἀνέγνω καὶ τὴν ἐκφορὰν αὐτοῦ πολυτελῆ ἐποιήσατο καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ε θαψεν. ὁ δὲ τοῦ ̓Αγρίππου θάνατος 368

κοινόν τι τοῖς ̔Ρωμαίοις πένθος ἐγένετο. τά τε γὰρ α λλα α ριστος τῶν καθ' ἑαυτὸν ἀνθρώπων ἐγένετο καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τὸ ἐκείνου καὶ πρὸς τὸ κοινῇ συμφέρον ἐκέχρητο, καὶ πᾶσαν τὴν ἑαυτοῦ σοφίαν καὶ ἀνδρείαν εἰς τὰ λυσιτελέστατα παρέχων τῷ Καίσαρι πᾶσαν τὴν παρ' ἐκείνου καὶ δύναμιν καὶ τιμὴν εἰς τὸ τοὺς α λλους εὐεργετεῖν ἀνήλισκεν· ο θεν ου τ' αὐτῷ ἐπαχθὴς ου τε τοῖς α λλοις ἐπίφθονος ἐχρημάτισε. τούτου μεταλλάξαντος, ἐπεὶ συνεργοῦ πρὸς τὰ πράγματα ἐδεῖτο, τὸν Τιβέριον καὶ α κων προσείλετο· οἱ γὰρ τοῦ ̓Αγρίππου υἱοί, ε γγονοι δ' αὐτοῦ, ἐν παισὶν ε τι ἐτέλουν. καὶ ἀποσπάσας ἐκείνου τὴν γυναῖκα, θυγατέρα ου σαν ̓Αγρίππου ἐξ α λλης γαμετῆς, τὴν ̓Ιουλίαν αὐτῷ ἐνεγύησεν. ει τα διά τε τούτου καὶ διὰ τοῦ Δρούσου καὶ διὰ Πείσωνος Λουκίου πολλὰ τῶν ἐθνῶν ὑπηγάγετο. ἀργύριον δὲ τῆς τε βουλῆς καὶ τοῦ δήμου εἰς εἰκόνας αὐτοῦ συνενεγκόντων, ἑαυτοῦ μὲν οὐδεμίαν ε στησεν, ̔Υγιείας δὲ δημοσίας καὶ ̔Ομονοίας καὶ Εἰρήνης εἰκόνας εἰργάσατο. καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ε τους ἡμέρᾳ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον, οἱ δ' η ττον ἐδίδοσαν, καὶ ο ς προστιθεὶς ε τερον τοσοῦτον η καὶ πλέον ἀντεδίδου, οὐ μόνοις τοῖς βουλευταῖς, ἀλλὰ καὶ τοῖς α λλοις. τέθνηκε δὲ τότε καὶ ἡ ἀδελφὴ αὐτοῦ ̓Οκταβία, καὶ αὐτός τε ἐπ' αὐτῇ δημοσίᾳ προτεθείσῃ ἐπιτάφιον ει πε καὶ ὁ Δροῦσος· καὶ οἱ βου.445 λευταὶ πενθήρεις χιτῶνας ε λαβον, δημοσίᾳ τὸ πένθος ποιήσαντες. Τῷ δ' ἐχομένῳ ε τει ὁ Δροῦσος ὑπατεύσας κατ' ἐθνῶν τινων ἐξεστράτευσε. καί τινα χειρωσάμενος προσωτέρω χωρεῖν ἐπεχείρησε. καὶ γυναικί τινι μείζονι η κατὰ ἀνθρώπου φύσιν ἀπήντησεν ἀπιών, η "ποῖ δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε" λέγειν αὐτῷ ε δοξεν· "οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ' α πιθι· η δη γάρ σοι καὶ ἡ τοῦ βίου καὶ ἡ τῶν ε ργων πάρεστι τελευτή." ὑποστρέφοντι δ' ἐκεῖθεν αὐτῷ νόσος ἐνέσκηψεν, ἐξ η ς ἐτελεύτησε. πυθόμενος δ' ὁ αὐτοκράτωρ ο τι νοσεῖ, τὸν Τιβέριον κατὰ τάχος ε πεμψεν· ο ς ε μπνουν τε αὐτὸν ευ ρε καὶ θανόντα ἐς τὴν ̔Ρώμην ἐκόμισε. καὶ ἐν τῇ ἀγορᾷ προτεθέντα ο τε Αυ γουστος καὶ ὁ Τιβέριος ἐπιταφίοις ἐπῄνεσαν. Νόμους δὲ μετὰ ταῦτα ὁ Καῖσαρ εἰσήνεγκε, καὶ τοῖς βουλευταῖς αὐτοὺς ἀναγνῶναι ἐπέτρεψεν, ο πως, εἰ μή τι ἀρέσκει η α μεινόν τι νοήσουσιν, ει πωσιν. ου τω γὰρ δημοκρατικὸς ἠξίου ει ναι ω στε τινὸς τῶν συστρατευσαμένων αὐτῷ συνηγορήματος παρ' αὐτοῦ δεηθέντος, τῶν φίλων τινὰ συνειπεῖν αὐτῷ ε πεμψεν, ὡς αὐτὸς οὐκ α γων σχολήν, ἐπεὶ δὲ ὁ τῆς συνηγορίας δεόμενος ἀχθεσθεὶς ε φη "ἐγὼ δ' ὁσάκις ἐπικουρίας ἐδεήθης οὐκ α λλον ἀντ' ἐμαυτοῦ ε πεμψα, ἀλλ' αὐτός σου προεκινδύνευσα," εἰς τὸ δικαστήριόν τε ἐφοίτησε καὶ αὐτῷ συνηγόρησεν. αἰτιαθέντων δέ τινων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τὰς ἀρχὰς λαβόντων, ου τ' ἐξήλεγξε καὶ προσεποιήσατο μηδὲ γνῶναι τοῦτο· ου τε γὰρ κολάσαι τινὰς διὰ τοῦτο ου τε συγγνῶναι ἐλεγ.446 χθεῖσιν ἠθέλησε. τὴν δ' ἡγεμονίαν καίπερ, ὡς ε λεγεν, ἀφιείς, ἐπειδὴ καὶ τὰ δεύτερα δέκα ε τη παρῆλθον, α κων δῆθεν αυ θις ἐδέξατο, ὡς ἐπὶ τοὺς Κελτοὺς στρατεύσων. καὶ αὐτὸς μὲν οι κοι κατέμεινεν, ἐπ' ἐκείνους δὲ τὸν Τιβέριον ε πεμψεν. ο ν ἐπανελθόντα αὐτοκράτορά τε ἀνεῖπε καὶ υ πατον αυ θις ἀπέδειξε καὶ τοῖς ἐπινικίοις ἐσέμνυνεν. αὐτὸς δὲ τὸν Σεξτίλιον καλούμενον μῆνα Αυ γουστον ἀντωνόμασε. Τοῦ δὲ Μαικήνου τελευτήσαντος η λγησε· πολλὰ μὲν γὰρ καὶ α λλα ὑπ' αὐτοῦ ω νητο, μάλιστα δὲ τῆς ὀργῆς, ο τε ἀκρατέστερον αὐτῇ ἐκέχρητο, παρελύετο καὶ μετήνεκτο πρὸς τὸ ἠπιώτερον. τεκμήριον δέ, δικάζοντός ποτε καὶ πολλὰς ἀποφηναμένου ψήφους θανατικάς, ἐπεχείρησε μὲν ὁ Μαικήνας διώσασθαι τοὺς περιεστῶτας καὶ ἐγγὺς αὐτῷ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ε γραψεν ἐν χάρτῃ μικρῷ "ἀνάστα, δήμιε," καὶ αὐτὸ εἰς τὸν κόλπον αὐτοῦ ε ρριψεν· ο ἐπελθὼν ἐκεῖνος εὐθὺς ἀνέστη καὶ τὰς ψήφους ἠκύρωσεν α ς τηνικαῦτα η ν ψηφισάμενος. οὐ γὰρ ἠγανάκτει διορθούμενος ὑπὸ τῶν φίλων, ἀλλὰ ε χαιρε. μέγιστον δὲ τῆς ἀρετῆς τοῦ Μαικήνου δεῖγμα, ο τι τῷ τε Αὐγούστῳ πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος ᾠκείωτο καὶ τοῖς α λλοις α πασιν 369

η ρεσκε, καὶ ο τι πλεῖστον παρ' αὐτῷ δυνηθείς, ω στε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, αὐτὸς ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω καὶ οὐχ ὑπερεφρόνησεν. ̔Ορῶν δὲ ὁ Αυ γουστος τόν τε Γάιον καὶ τὸν Λούκιον τοὺς ἐγγόνους αὐτοῦ, ου ς καὶ υἱοθετήσατο, μὴ τὰ η θη ζηλοῦντας αὐτοῦ, οὐ γὰρ ἁβρότερον διῆγον μόνον, ἀλλὰ καὶ ἐθρασύνοντο, καὶ βουληθεὶς αὐτοὺς σωφρονεστέρους θέσθαι ὡς ἰδιώτας, τῷ Τιβερίῳ εἰς πέντε ε τη τὴν δημαρχικὴν ἐξουσίαν ἀπέ.447 νειμε καὶ τὴν ̓Αρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσεκλήρωσεν. οὐδὲν δ' ἐκ τούτου ἀπώνατο. οἱ μὲν γὰρ παῖδες παρορᾶσθαι δόξαντες η χθοντο, ὁ δὲ Τιβέριος τὴν ὀργὴν αὐτῶν ἐφοβήθη· διὸ οὐδ' εἰς ̓Αρμενίαν ἀπεληλύθει, ἀλλ' εἰς ̔Ρόδον ἀφίκετο. τῷ δ' ἐφεξῆς ε τει δωδέκατον ὑπατεύων ὁ Αυ γουστος εἰς τοὺς ἐφήβους τὸν Γάιον ε ταξε καὶ ἐς τὸ βουλευτήριον α μα εἰσήγαγε καὶ πρόκριτον ἀπέφηνε τῆς νεότητος ι λαρχόν τε φυλῆς γενέσθαι ἐπέτρεψε. καὶ μετ' ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς ο σαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ε λαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αυ γουστον πέμψαντος, η λθεν ἐκεῖνος καὶ περὶ ω ν ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ τούτῳ η σθησαν α παντες. τὴν δὲ θυγατέρα ̓Ιουλίαν ἀσελγαίνουσαν φωράσας ὑπερωργίσθη· καὶ ἐκείνην μὲν εἰς νῆσον ἀπήγαγεν ὑπερόριον, ῃ καὶ ἡ μήτηρ ἡ Σκριβωνία ἑκοῦσα συνεξέπλευσε, τῶν δὲ δὴ χρησαμένων αὐτῇ τὸν μὲν ̓Ιούλιον ̓Αντώνιον ε κτεινεν α λλους τέ τινας ἐπιφανεῖς α νδρας ὡς τῆς μοναρχίας ἐφιεμένους, τοὺς δὲ λοιποὺς εἰς νήσους τινὰς ὑπερώρισε. Τῶν ̓Αρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρθων αὐτοῖς συνεργούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αυ γουστος ἠπόρει τί α ν πράξῃ. ου τε γὰρ αὐτὸς στρατεῦσαι οι ός τε η ν διὰ γῆρας, ο τε Τιβέριος, ὡς ει ρηται, μετέστη η δη, α λλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ 2.448 ἐτόλμα· ὁ Γάιος δὲ καὶ ὁ Λούκιος νέοι καὶ πραγμάτων ἐτύγχανον α πειροι. ἀνάγκης δ' ἐπικειμένης τὸν Γάιον ει λετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύπατον καὶ γυναῖκα ε δωκεν, ι να κἀκ τούτου τι προσλάβῃ ἀξίωμα, καί οἱ καὶ συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμενος οι α τοῦ αὐτοκράτορος ε γγονος η καὶ παῖς νομιζόμενος, καὶ ὁ Τιβέριος δ' ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος, ὑποπίπτων τε διὰ τοῦτο καὶ ταπεινούμενος· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη. Αδδων γάρ τις τὰ ̓Αρτάγειρα κατέχων ὑπηγάγετο παρὰ τὸ τεῖχος τὸν Γάιον ω ς τι φράσων ἀπόρρητον, καὶ αὐτὸν ε τρωσεν. ὁ μὲν ου ν πολιορκηθεὶς η λω, ὁ δὲ Γάιος ἐνόσησεν ἐκ τοῦ τραύματος, καὶ α λλως μέντοι μὴ ω ν ὑγιεινός, διὸ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη, καὶ ἰδιωτεύειν ἠξίου· ω στε τὸν Αυ γουστον περιαλγήσαντα προτρέψασθαι αὐτῷ ἐς τὴν ̓Ιταλίαν ἐλθόντι πράττειν ο βούλοιτο. ὁ δὲ ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσεν, ε νθα δὴ καὶ μετήλλαξεν. ὁ δὲ Λούκιος ὁ ἀδελφὸς αὐτοῦ προαπέσβη, ἐξαίφνης νόσῳ ἀποθανών. η τε ου ν Λιβία ἐπὶ τῷ θανάτῳ τούτων ὑπωπτεύθη καὶ ὁ Τιβέριος, οὐ πολλῷ πρότερον ἐκ τῆς ̔Ρόδου πρὸς τὴν ̔Ρώμην ὑπονοστήσας. αὐτός τε γὰρ τῆς διὰ τῶν α στρων μαντικῆς ἐμπειρότατος η ν καὶ Θράσυλλον ει χεν α νδρα τὴν ἀστρολογίαν ἀκρότατον· ο θεν καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις μέλλοντα συμβαίνειν ἠπίστατο. λέγεται γοῦν ο τι βουληθείς ποτε ὁ Τιβέριος ἐν τῇ ̔Ρόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ω σειν, ὡς μόνον συνειδότα ο σαπερ ἐνενόει, σκυθρωπάσαντά τε ἰδὼν αὐτόν, η ρετο δι' ο ,τι συννένοφε· τοῦ δὲ 2.449 κίνδυνόν τινα προορᾶν ἐπηρτημένον αὐτῷ φήσαντος ἐθαύμασεν ὁ Τιβέριος, καὶ φυλάξαι αὐτὸν ἑαυτῷ διὰ τὰς ἐλπίδας ἠθέλησεν. ̓Αλλὰ ταῦτα μὲν ου τω· ὁ δὲ Αυ γουστος δεσπότης ὑπὸ τοῦ δήμου ὀνομασθείς, καὶ ἀπειπάμενος μηδένα πρὸς αὐτὸν κεχρῆσθαι τούτῳ δὴ τῷ προσρήματι, χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεομένοις δανείσας ἐπ' ε τη τρία, ἐπῃνεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. δύνανται δὲ παρὰ ̔Ρωμαίοις αἱ ει κοσι καὶ πέντε δραχμαὶ χρυσοῦν 370

νόμισμα ε ν, παρὰ δὲ τοῖς Ελλησιν ει κοσι δραχμῶν ὁ Δίων φησὶ τὸ χρυσοῦν ἀλλάσσεσθαι νόμισμα. Μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου, αὐτὸς ὑπό τε γήρους καὶ νόσου κεκμηκὸς ε χων τὸ σῶμα καὶ ἐκστρατεῦσαι μὴ οι ός τε ω ν, τὸν Τιβέριον πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς, πῇ δ' ὑπὸ τῆς ̓Ιουλίας ἀναπεισθείς, η δη γὰρ καὶ αυ τη ἐκ τῆς ὑπερορίας κατήχθη, υἱοθετήσατο, καὶ τὴν ἐπὶ τοὺς Κελτοὺς ἐκστρατείαν ἐπέτρεψεν. ὑποπτεύσας δὲ μή τι νεοχμώσῃ ὁ Τιβέριος ὑπερφρονήσας, καὶ τὸν Γερμανικὸν τὸν Δρούσου παῖδα εἰσεποιήσατο. πράσσοντι δὲ ταῦτα α λλοι τε καὶ Γναῖος Κορνήλιος τοῦ μεγάλου Πομπηίου θυγατριδοῦς ἐπεβούλευσαν. μήτ' ου ν ἀποκτεῖναι σφᾶς ἐθέλων, οὐδὲν γὰρ ἐκ τῶν ἀπολλυμένων ἑώρα πρὸς ἀσφάλειαν αὐτῷ κατορθούμενον, μήτ' ἀπολῦσαι θαρρῶν, ι να μὴ καὶ α λλους ἐκ τούτου ἐφ' ἑαυτὸν ἐπισπάσηται, ου θ' ἡμέρας ἀφροντιστεῖν ου τε νυκτὸς ἠδύνατο ἠρεμεῖν. ταῦθ' ἡ Λιβία 2.450 ὁρῶσα η ρετο αὐτὸν τί ο τι οὐ καθεύδει. ὁ δέ "τίς α ν" ει πεν "ω γύναι, κα ν ἐλάχιστον ἀτρεμήσειε, τοσούτους ε χων ἐχθροὺς καὶ ου τω συνεχῶς ἐπιβουλευόμενος;" ἡ δὲ πολλὰ μὲν περὶ τούτου διειλέχθη αὐτῷ, τελευταῖον δὲ γνώμην ε δωκε θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτοὺς σωφρονίζειν, ω στε μηκέτι τοιοῦτόν τι ἐξαμαρτεῖν, καὶ μάλιστα συγγνώμῃ καὶ εὐποιίαις. "οὐ γὰρ πείθειν η ἀναγκάζειν" ε φη "φιλεῖν τινα τὸ ξίφος δεδύνηται, ἀλλὰ τὸν μὲν κολαζόμενον ἀπόλλυσι, τὰς δὲ δὴ τῶν α λλων ψυχὰς ἀλλοτριοῖ τοῦ κολάζοντος, ἐπεὶ μηδὲ φιλοῦσιν ο τι ἐδικαιώθησαν ε τεροι, ἀλλ' ἀπεχθάνονται μᾶλλον ο τι φόβος καὶ αὐτοῖς ἐντεῦθεν ἐπήρτηται." τοιαῦτα πολλὰ τῆς Λιβίας εἰπούσης ὁ Αυ γουστος ἐπείσθη αὐτῇ, καὶ πάντας ἀφῆκε τοὺς ὑπαιτίους, λόγοις νουθετήσας αὐτούς· τὸν δέ γε Κορνήλιον καὶ υ πατον προσαπέδειξε. καὶ ὁ λοιπὸς δὲ τοῦ Αὐγούστου θυγατριδοῦς ὁ ἐκ τῆς ̓Ιουλίας τῷ ̓Αγρίππᾳ τεχθείς, ο ν καὶ ̓Αγρίππαν ἐκάλεσεν, εἰς ἐφήβους ἐγράφη. ̔Ο δέ γε Τιβέριος τά τε τῶν πολέμων διῴκει καὶ εἰς τὴν ̔Ρώμην συνεχῶς εἰσεφοίτα, φοβούμενος μὴ ὁ Αυ γουστος α λλον τινὰ ἀπόντος αὐτοῦ προτιμήσῃ. κινηθέντων δὲ τῶν Δακῶν καὶ Σαυροματῶν καὶ α λλων Παννονικῶν ἐθνῶν, ὁ Τιβέριος πρὸς αὐτοὺς ἀνέστρεψεν ἐκ τῆς Κελτικῆς. καὶ τὸν Γερμανικὸν δὲ ὁ Αυ γουστος ἐκεῖ ε πεμψεν, ὡς τάχα τοῦ Τιβερίου ταχέως αὐτῶν κρατῆσαι δεδυνημένου, ἑκουσίως δὲ τὸν καιρὸν τρίβοντος, ι ν' ἐν τοῖς ο πλοις ει η διὰ τὸν 2.451 πόλεμον. ε πεμψε δὲ τὸν Γερμανικόν, ο τι ὁ ̓Αγρίππας ἀπεκηρύχθη ὡς μὴ σωφρονιζόμενος· καὶ η τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμείῳ ἀπενεμήθη, κἀκεῖνος εἰς νῆσον περιωρίσθη. πολλὰ μέντοι καὶ ποιήσαντες οἱ ̔Ρωμαῖοι ἐν τοῖς τῶν ἐθνῶν τούτων πολέμοις, οὐ μείω δὲ καὶ παθόντες, τέλος τὰ μὲν ὁμολογίᾳ ὑπηγάγοντο, τὰ δὲ μάχαις ἐνίκησαν. ὁ δὲ Τιβέριος ἐς τὴν ̔Ρώμην ἐπανελήλυθε, καὶ αυ θις παρὰ τοῦ Αὐγούστου εἰς Δαλματίαν ἐστάλη ἀνταιρόντων ἐκεῖ τινων· ου ς μόλις μὲν καὶ σὺν κινδύνοις, τέως δ' ου ν ἐχειρώσατο, καὶ ὁ Γερμανικὸς ὁμοίως ἑτέρους. Καὶ ὁ μὲν πόλεμος ου τος τοῦτο ε σχηκε τέλος, ἐκ δὲ Γερμανίας ἀγγελία κομισθεῖσα ἑορτάσαι τὰ νικητήρια τοὺς ἐν τῇ ̔Ρώμῃ ἐκώλυσεν. ἐν γὰρ τῇ Κελτικῇ ει χον αὐτῆς τινα οἱ Ρ ̔ ωμαῖοι, οὐχ ὁμοῦ συγκείμενα, ἀλλὰ σποράδην ὡς ε τυχε χειρωθέντα. καὶ στρατιῶται η σαν ἐκεῖ, καὶ πόλεις συνῳκίζοντο, καὶ οἱ βάρβαροι πρὸς ε θη ̔Ρωμαϊκὰ καὶ εὐκοσμίαν μετερρυθμίζοντο. ε ως μὲν ου ν κατὰ βραχὺ καὶ ὁδῷ τινι ἐκ τῶν πατρίων μετήγοντο, οὐκ η χθοντο τῇ τοῦ βίου μεταβολῇ· ἐπεὶ δ' ὁ Ου αρος ὁ Κυντίλιος τὴν ἡγεμονίαν τῆς Γερμανίας λαβὼν ε σπευσεν αὐτοὺς ἀθρόον μεταστῆσαι, καὶ ὡς δουλεύουσι σφίσιν ἐπέταττε καὶ χρήματα ε πραττεν, οὐκ ἠνέσχοντο, ἀλλὰ δεξάμενοι τὸν Ου αρον, ὡς τὰ προσταττόμενα ποιήσοντες, πόρρω τοῦ ̔Ρήνου προήγαγον, καὶ πίστιν αὐτῷ παρέσχον ὡς καὶ α νευ στρατιωτῶν δουλεύσοντες. ὁ δὲ πιστεύσας ου τε τὰ στρατεύματα ὡς ἐν πολεμίᾳ συνεῖχε καὶ α λλους ἀλλαχοῦ ε πεμπε. θαρροῦντος ου ν αὐτοῦ καὶ μή τι δεινὸν ὑποπτεύοντος ἐπανίστανται, καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσι στρατιώτας 371

ἐπῆλθον αὐτῷ ἐν υ λαις δυσεκβάτοις ο ντι μετὰ τῆς περὶ αὐτὸν 2.452 στρατιᾶς, καὶ ἐξάπινα σφᾶς διὰ τῶν λοχμωδεστάτων, ε μπειροι τούτων ο ντες, περιεστοίχισαν. καὶ πλεῖστα μὲν καὶ πλειστάκις ἐκάκωσαν, τέλος δὲ τῶν μὲν ̔Ρωμαίων ἀποβαλόντων πολλούς, τοῖς δὲ βαρβάροις ἀεὶ προστιθεμένων ὁμογενῶν ἑτέρων, ῥᾷον οἱ ̔Ρωμαῖοι κυκλούμενοι ἐφονεύοντο, ω στε καὶ τὸν Ου αρον καὶ τοὺς λοιποὺς τοὺς λογιμωτάτους τρωθῆναι· οι φοβηθέντες μὴ ζωγρηθῶσιν αὐτοὶ ἑαυτοὺς ἀνεῖλον. τοῦτο δὲ γνόντες καὶ οἱ λοιποί, οἱ μὲν τὸν α ρχοντα ἐμιμήσαντο, οἱ δὲ τὰ ο πλα τιθέντες ἐπέτρεπον τῷ βουλομένῳ φονεύειν αὐτούς. ἐκόπτοντο ου ν ἀδεῶς, καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι, α τερ ἑνός, περὶ ο ἀσχοληθέντες ου τε τὸν ̔Ρῆνον διέβησαν ου τ' ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ' οὐδ' ἐκεῖνο χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ ̔Ρωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ω ν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο. μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ ̔Ρήνου τοὺς ̔Ρωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ' ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ω στε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἱ δ' ἐντὸς ο ντες ̔Ρωμαῖοι, ε ως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ε μενον, βοήθειαν προσδεχόμενοι· ὡς δ' ου τε τις ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον, η σαν δὲ στρατιῶται μὲν ὀλίγοι, α οπλοι δὲ πολλοί, καὶ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον φυλακτή.453 ριον τῶν βαρβάρων παρῆλθον, πρὸς δὲ τῷ τρίτῳ γενόμενοι ἐφωράθησαν. καὶ πάντες α ν ἀπώλοντο η καὶ ἑάλωσαν, εἰ μὴ περὶ τὴν τῆς λείας ἁρπαγὴν οἱ βάρβαροι ἐτράποντο, καὶ οἱ σαλπιγκταὶ τροχαῖόν τι συμβοήσαντες δόξαν παρέσχον ὡς ἐπικουρία τοῖς πολιορκουμένοις ἐλήλυθεν· ει τα καὶ ὡς ἀληθῶς ἐπεκουρήθησαν. ὁ δὲ Τιβέριος διαβῆναι τὸν ̔Ρῆνον οὐκ ε κρινεν, ἀλλ' ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ' οὐδ' ἐκεῖνοι διαβῆναι ἐτόλμησαν, γνόντες αὐτὸν παρόντα. μετὰ ταῦτα δὲ αὐτὸς καὶ ὁ Γερμανικὸς εἰσέβαλον εἰς τὴν Κελτικὴν καί τινα ταύτης κατέδραμον, οὐ μέντοι καὶ μάχῃ ἐνίκησαν ου τε ε θνος τι ὑπηγάγοντο, ο τι μηδ' ῃ ει τις ἐς χεῖρας αὐτοῖς, καὶ οὐδ' αὐτοὶ τοῦ ̔Ρήνου πόρρω προήλθοσαν, δεδιότες μὴ καὶ αυ θις σφαλῶσιν, ἀλλ' αὐτοῦ που μέχρι τοῦ μετοπώρου διατρίψαντες ἐπανῆλθον. ̔Ο Αυ γουστος δὲ τὰ τῆς μοναρχίας διοικῶν καὶ ὑπέργηρως η δη γενόμενος τὸν μὲν Γερμανικὸν ὑπατεύσαντα πρὸ τοῦ στρατηγῆσαι παρακατέθετο τῇ βουλῇ, τὴν δὲ τῷ Τιβερίῳ. ἱπποδρομίας δὲ τελουμένης ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐμμανής τις ἀνὴρ ἐκάθισεν ἐς τὸν δίφρον τὸν τῷ ̓Ιουλίῳ Καίσαρι ἀνακείμενον καὶ τὸν ἐκείνου στέφανον περιέθετο· ο πάντας ἐτάραξεν ὡς εἰς τὸν Αυ γουστόν τι σημαῖνον. ἀλλὰ καὶ τέρατα πρὸς τοῦτο φέροντα προσέπεσε πλείονα. ο τε γὰρ η λιος α πας ἐξέλιπε καὶ τοῦ οὐρανοῦ πολὺ πυρῶδες φαινόμενον καίεσθαι ε δοξε καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ω φθησαν· βουλῆς 2.454 τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ι ν' εὐχὰς ποιήσωνται, κεκλεισμένον ευ ρητο τὸ συνέδριον· καὶ κεραυνὸς εἰς εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισε. ταῦτα μὲν ου ν ζῶντος ε τι αὐτοῦ προεφάνη· ὁ δὲ νοσήσας ἐν Νώλῃ μετήλλαξε τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ζήσας ε ξ ε τη καὶ ἑβδομήκοντα, τριάκοντα καὶ τεσσάρων ἐνδεουσῶν ἡμερῶν, μοναρχήσας δὲ ἀφ' ου πρὸς τῷ ̓Ακτίῳ ἐνίκησεν ἐνιαυτοὺς πρὸς τέσσαρσι τεσσαράκοντα. ὑπωπτεύθη μέντοι ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἡ Λιβία, ο τι πρὸς τὸν ̓Αγρίππαν ὁ Αυ γουστος λάθρᾳ ἐς τὴν νῆσον διέπλευσεν, ε νθα μετὰ τῆς ̓Ιουλίας τῆς μητρὸς πεφυγάδευτο. δείσασα γὰρ μὴ καταλλαγεὶς ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ε τι ο ντα, ἐξ ω ν ὁ Αυ γουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάξαι λέγεται, καὶ αὐτὴ μὲν τὰ ἀφάρμακτα η σθιεν, ἐκείνῳ δὲ τὰ πεφαρμαγμένα προσέβαλεν. ει τ' ου ν ου τως ει τ' α λλως ἀρρωστήσας τότε τοὺς ἑταίρους συνήθροισε καὶ α ἠβούλετο τούτοις 372

διαλεχθεὶς τέλος ε φη ο τι "τὴν ̔Ρώμην πηλίνην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω," τὸ τῆς ἀρχῆς ἰσχυρὸν τοῦ λόγου ἐνδεικνυμένου. οὐ μέντοι τὸν θάνατον αὐτοῦ αὐτίκα ἡ Λιβία ἐξέφηνε, φοβηθεῖσα μή τι νεωτερισθῇ, ἐν Δαλματίᾳ τοῦ Τιβερίου διάγοντος, ἀλλὰ συνέκρυψεν αὐτὸν μέχρις ἐκεῖνος ἀφίκετο. ἀνακομισθέντος δὲ τοῦ σώματος αὐτοῦ εἰς τὴν ̔Ρώμην, τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσος ἐκ τῶν ἀειπαρθένων τῶν τῆς ̔Εστίας ἱερειῶν, αι ς παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε, καὶ τὰς 2.455 σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο, καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. ἐκομίσθη δ' εἰς τὸ συνέδριον καὶ βιβλία αὐτοῦ τέσσαρα, ω ν τὸ μὲν ε ν τὰ περὶ τῆς ταφῆς διετάττετο, τὸ δ' ε τερον τὰς πράξεις α ς ει ργαστο διεξῄει, τῷ δὲ τρίτῳ τὰ τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων καὶ τῶν ἀναλωμάτων τῶν δημοσίων συνέταξε καὶ τὸ πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, τὸ δέ γε τέταρτον ἐντολὰς περιεῖχε τῷ Τιβερίῳ καὶ τῷ κοινῷ ἐπισκήψεις. τούτων δ' ἀναγνωσθέντων ἡ ἐκφορὰ γέγονε καὶ ἐπιτάφιοι ἐρρήθησαν παρά τε τοῦ Δρούσου καὶ παρὰ τοῦ Τιβερίου· ει τα ἐκαύθη τὸ σῶμα αὐτοῦ. καὶ πένθος τότε μὲν οὐ πολλοί, υ στερον δὲ πάντες ε σχον, μεμνημένοι ο τι τε πᾶσιν εὐπρόσοδος η ν καὶ πολλοῖς ἐπήρκει ἐς χρήματα, καὶ ο τι λίαν ἐτίμα τοὺς φίλους καὶ χάριτας ὡμολόγει τοῖς αὐτὸν διορθουμένοις ἐφ' οι ς ἐσφάλλετο· ω σπερ καὶ τῷ ̓Αθηνοδώρῳ ἀνδρὶ σοφῷ ἐπὶ τοιᾷδε αἰτίᾳ. Εὐκατάφορος πρὸς τὰ ἀφροδίσια η ν, καί οἱ γυναῖκες ἐκομίζοντο α ς ἐβούλετο ἐν καταστέγοις φορείοις καὶ ου τως εἰς τὸν αὐτοῦ εἰσήγοντο θάλαμον, ἐκεῖνος δὲ ταύτας ἐξῆγέ τε καὶ ἐκέχρητο. ἠράσθη γοῦν ποτε γυναικὸς καὶ ε πεμψε λαβεῖν αὐτήν. ἐν τούτῳ δὲ ὁ ̓Αθηνόδωρος, τῷ τῆς γυναικὸς ἐκείνης ἀνδρὶ συνήθης ω ν, ε τυχεν ἀπελθὼν τὸν φίλον ὀψόμενος, καὶ ἀσχάλλοντα εὑρὼν κἀκεῖνον καὶ τὴν γυναῖκα, οὐ γὰρ ἠδύναντο ἀντιστῆναι, τὴν αἰτίαν τῆς λύπης ἐπύθετο. καὶ μαθὼν ἠρεμεῖν αὐτοὺς ἐκέλευσεν· αὐτὸς γὰρ ἀπελθεῖν ε φη πρὸς τὸν Αυ γουστον καὶ τὴν αὐτοῦ ἀποστρέψαι ὁρμήν. καὶ κομισθέντος τοῦ καταστέγου δίφρου ὡς τῆς γυναικὸς ἐν αὐτῷ εἰσελευσομένης, εἰσῆλθεν ὁ ̓Αθηνόδωρος, καὶ ξίφος 2.456 λαβὼν καὶ κατακαλυφθῆναι τὸν δίφρον ἀκριβῶς ἐπιτάξας ου τω πρὸς τὸν τοῦ Αὐγούστου κεκόμιστο θάλαμον. ἐκείνου δὲ τὸν δίφρον ἀποκαλύπτοντος ξιφήρης ἐκπεπήδηκεν εἰπών "ει τα οὐ φοβῇ μή τίς σε ου τως εἰσελθὼν ἀποκτείνῃ;" ὁ δ' Αυ γουστος οὐ μόνον οὐκ ὠργίσθη οὐδ' ἐκάκισε τὸν ̓Αθηνόδωρον, ἀλλὰ καὶ χάριν ε γνω αὐτῷ καὶ σωφρονέστερος γέγονε. διὰ ταῦτα τοίνυν καὶ α λλα δὲ πλείω ἐπόθουν αὐτόν, καὶ ο τι τοῦ Τιβερίου μετ' αὐτὸν μοναρχήσαντος οὐχ ὁμοίου ἐπειράθησαν. ̓Εν δὲ τῷ τεσσαρακοστῷ δευτέρῳ ε τει τῆς Αὐγούστου μοναρχίας ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς ̓Ιησοῦς Χριστὸς κατὰ τὸν Παμφίλου Εὐσέβιον, ο ς ἐν τῇ ̓Εκκλησιαστικῇ ἱστορίᾳ καὶ πεντήκοντα καὶ ἑπτὰ ε τη αὐτὸν ἱστορεῖ μοναρχῆσαι, τῶν α λλων τέσσαρα ἐπὶ τεσσαράκοντα τὰ τῆς μοναρχίας αὐτοῦ ἀριθμούντων ε τη. γίνεται δὲ ἡ διαφωνία ἐντεῦθεν, ο τι οἱ μὲν α λλοι τὴν μοναρχίαν ἐλογίζοντο Καίσαρι ἐξότου ναυμαχίᾳ ἐνίκησε τὸν ̓Αντώνιον ἐν ̓Ακτίῳ, ο τε καὶ ὡς ἀληθῶς ἐμονάρχησε, μόνος τῶν ̔Ρωμαϊκῶν πραγμάτων γενόμενος κύριος, ὁ Εὐσέβιος δὲ καὶ τὸν χρόνον, ο ν συνῆρξε τῷ ̓Αντωνίῳ τῇ μοναρχίᾳ προστίθησιν, ὡς καὶ τότε τοῦ Αὐγούστου ο σα ἐβούλετο πράττοντος, ἐκείνου τῇ Αἰγύπτῳ σχολάζοντος καὶ τῷ τῆς Κλεοπάτρας δουλεύοντος ε ρωτι, δι' ο ν καὶ ἀπώλετο. ου τως ου ν καὶ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ε τει τῆς μοναρχίας τοῦ Καίσαρος ἱστόρησεν ὁ Εὐσέβιος τὸν Χριστὸν γεννηθῆναι τὸ κατὰ σάρκα. εἰ γὰρ τεσσαράκοντα καὶ τέσσαρας φαίημεν τοὺς τῆς 2.457 μοναρχίας ἐνιαυτοὺς γενέσθαι τοῦ Καίσαρος, οὐ κατὰ τὸ τεσσαρακοστὸν δεύτερον ε τος ἡ ἐπιφάνεια γέγονε τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀλλὰ κατὰ τὸ εἰκοστὸν ε νατον ε τος συμβαίνει τεχθῆναι τὸν κύριον. ὡς γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς Λουκᾶς ἱστορεῖ, ἐν ε τει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος τὸν Χριστὸν ὁ ̓Ιωάννης ἐβάπτισε· 373

τριάκοντα δ' η ν ἐτῶν ο τε ἐβαπτίσθη, κατὰ τὸν αὐτὸν εὐαγγελιστήν· ω στε λοιπὸν τοὺς μὲν πεντεκαίδεκα τῶν τριάκοντα ἐνιαυτῶν ἐκ τῶν τῆς αὐταρχίας τοῦ Τιβερίου χρόνων λαμβάνεσθαι, τοὺς δέ γε λοιποὺς πεντεκαίδεκα ἐκ τῶν τοῦ Αὐγούστου τεσσαράκοντα καὶ τεσσάρων καταλογίζεσθαι. συμβαίνει τοίνυν τοὺς ἐξ αὐτῶν περιλιμπανομένους ἐννέα ει ναι καὶ ει κοσιν. ἐν γοῦν τῷ εἰκοστῷ ἐνάτῳ τῆς ἀκριβοῦς μοναρχίας τοῦ Καίσαρος Αὐγούστου καταλαμβάνεται τεχθῆναι τὸ κατὰ σάρκα ἐκ τῆς ἀειπαρθένου καὶ ἁγίας Μαρίας τῆς θεοτόκου τὸν κύριον. 3. ̔Ο μὲν ου ν Αυ γουστος ἀπεβίω ὡς ει ρηται, τὴν δὲ μοναρχίαν ὁ Τιβέριος διεδέξατο. ο ς εὐπατρίδης μὲν η ν καὶ πεπαίδευτο, τὴν δὲ γνώμην η ν ποικιλώτατος, ἐναντίους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος. ω ν γὰρ ἐβούλετο τἀναντία ε λεγεν, α λλα μὲν κεύθων ἐνὶ φρεσίν, α λλα δὲ λέγων· καὶ ὀργίζεσθαι προσποιούμενος ἐν οι ς οὐκ ὠργίζετο, καὶ ἐν οι ς ἐθυμοῦτο σχηματιζόμενος ἐπιείκειαν· καὶ ὡς οἰκειότατον ἑώρα τὸν ε χθιστον, καὶ ὡς ἀλλοτριωτάτῳ προσεφέρετο τῷ φιλτάτῳ. καὶ οὐκ ἠξίου τοῖς α λλοις δῆλον ει ναί οἱ τὸ φρόνημα, τοῦτο προσήκειν τῷ αὐταρχοῦντι φρονῶν. καὶ ει τε τις ἠναντιοῦτο οι ς ε λεγεν ει τε μὴν καὶ συνῄνει, μεμίσητο. Τέως δ' ου ν εἰς τὰ στρατόπεδα καὶ εἰς τὰ ε θνη πάντα ὡς αὐτοκράτωρ αὐτίκα ἐπέστειλε, μὴ λέγων αὐτοκράτωρ ει ναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν α λλων ὀνομάτων οὐκ ἐδέξατο. καὶ τὰ τῆς ἀρχῆς διοικῶν α παντα, μηδὲν αὐτῆς δεῖσθαι ε λεγε, καὶ ταύτης ἐξίστασθαι ἐκομψεύετο καὶ διὰ τὴν ἡλικίαν ε ξ γὰρ καὶ πεντήκοντα ἐτῶν η ν, καὶ δι' ἀμβλυωπίαν· πλεῖστον γὰρ ἐν σκότει βλέπων ἐλάχιστα τὴν ἡμέραν ἑώρα. ει τα κοινωνοὺς ῃ τει τῆς ἀρχῆς καὶ συνάρχουτας, οὐδὲν τούτων ποιῆσαι μέλλων, ἀλλ' 3. ο τι τε υ πουλον ει χεν η θος καὶ ο τι καὶ τὰ στρατεύματα τά τε ἐν Παννονίᾳ καὶ ἐν Γερμανίᾳ ὑπώπτευε, καὶ τὸν Γερμανικὸν ἐδεδίει τῆς Γερμανίας α ρχοντα τότε καὶ τοῖς στρατιώταις φιλούμενον. καὶ διὰ ταῦτα οὐδὲν ὡς αὐτοκράτωρ ε πραττε φανερῶς, ἀλλὰ καὶ νοσεῖν προσποιούμενος οἰκουρῶν η ν καὶ διέμελλεν, ι ν' ἐλπίδι τοῦ ἑκόντα τὴν ἀρχὴν ἀφήσειν αὐτὸν μή τί τινες νεοχμώσωσι, μέχρις ου τῆς ἡγεμονίας ἐγκρατὴς διὰ πάντων ἐγένετο. τὸν μὲν ου ν ̓Αγρίππαν αὐτίκα πέμψας ἀπέκτεινε, τοῦ Αὐγούστου, ὡς ει ρηται, ο ντα θυγατριδοῦν ἐξ ̓Ιουλίας καὶ τοῦ ̓Αγρίππου· τὸν δὲ Γερμανικὸν λίαν ἐφοβεῖτο. ̓Εθορύβησε δὲ καὶ τὸ ἐν τῇ Παννονίᾳ στράτευμα, ὡς καὶ κατὰ τοῦ α ρχοντος αὐτῶν ὁρμῆσαι. ει τα τῶν θρασυτέρων καὶ πρωταιτίων κολασθέντων κατέστησαν οἱ λοιποί. οἱ δὲ ἐν τῇ Γερμανίᾳ τόν τε Τιβέριον ἐκακηγόρησαν καὶ τὸν Γερμανικὸν ἐπεκάλεσαν αὐτοκράτορα. ἐκείνου δὲ τὸ ξίφος σπασαμένου ὡς ἑαυτὸν ἀναιρήσοντος ει ς τις τῶν στρατιωτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας "τοῦτο" ε φη "λάβε· ὀξύτερον γάρ ἐστιν." ὁ ου ν Γερμανικὸς τοῦ κτεῖναι μὲν ἑαυτὸν ἀπέσχετο ι να μὴ μᾶλλον στασιάσωσι, γράμματα δὲ ὡς ἐκ τοῦ Τιβερίου πεμφθέντα πλασάμενος δωρεὰς αὐτοῖς διδόντα καὶ α λλα τινὰ ὑπισχνούμενα τὴν στάσιν τότε κατέπαυσεν. υ στερον δὲ πρεσβευτῶν παρὰ τοῦ Τιβερίου πεμφθέντων γνόντες τὸ τοῦ Γερμανικοῦ στρατήγημα καὶ ὑποπτεύσαντες τοὺς πρέσβεις ἀνατρέψοντας η κειν τὰ ὑπ' ἐκείνου ἐπηγγελμένα, ἐθορύβησαν αυ θις καὶ κατὰ τῶν πρέσβεων ω ρμησαν. καὶ τὴν τοῦ Γερμανικοῦ γυναῖκα τὴν ̓Αγριππῖναν, τῆς τοῦ Καίσαρος θυγατρὸς τῆς ̓Ιουλίας καὶ τοῦ ̓Αγρίππου παῖδα γεγονυῖαν, συνέλαβον, καὶ τὸν υἱὸν 3.3 αὐτοῦ Γάιον· καὶ τὴν μὲν ̓Αγριππῖναν ἐγκύμονα ου σαν ἀφῆκαν αὐτῷ, κατεῖχον δὲ τὸν υἱόν. ὡς δ' οὐδὲν η νυον, ἡσύχασαν καὶ αὐτοί. καὶ ὁ μὲν δυνάμενος τὴν αὐτοκράτορα λαβεῖν ἀρχὴν οὐκ ἠθέλησεν, ὁ δὲ Τιβέριος κατὰ μὲν τὸ φαινόμενον ἐπῄνει αὐτὸν παρὰ τῇ βουλῇ, παρ' ἑαυτῷ δὲ καὶ λίαν ὑπώπτευε καὶ ἐδεδίει αὐτὸν ὡς ἐγκεχειρισμένον στρατεύματα. ̔Ως δ' οὐδὲν ε τι νεώτερον ἠγγέλλετο, τὴν ἀρχὴν οὐκέτι εἰρωνευόμενος ὑπεδέξατο. καὶ μέχρις ὁ Γερμανικὸς περιῆν, οὐδὲν καθ' ἑαυτὸν ε πραττεν, ἀλλὰ πάντα εἰς τὴν γερουσίαν εἰσέφερε, καὶ οὐδὲ αὐτοκράτωρ καλεῖσθαι παρά του η μόνων τῶν στρατιωτῶν ἠξίου, Καῖσαρ δὲ 374

καὶ Γερμανικὸς καὶ πρόκριτος τῆς γερουσίας ὠνομάζετο, ηυ χετό τε τοσοῦτον καὶ ζῆσαι καὶ α ρξαι χρόνον ο σον α ν τῷ δημοσίῳ συμφέρῃ, καὶ διὰ πάντων δημοτικὸς δοκεῖν ε σπευδε, καὶ ἐλάχιστα εἰς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε. τὰ πεπονηκότα τε ἀνορθῶν καὶ ἐπικοσμῶν, τὰς τῶν ἀρχῆθεν οἰκοδομησάντων αὐτὰ κλήσεις σφίσιν ἐπέγραφε, καὶ πόλεσι καὶ ἰδιώταις ἐπήρκει, καὶ τῶν βουλευτῶν συχνοὺς πενομένους ἐπλούτισε, καὶ τὰ δωρούμενα εὐθὺς ὁρῶντος αὐτοῦ ἠριθμεῖτο, ι να μὴ οἱ δοτῆρες νοσφίζωνταί τι αὐτῶν, εἰδὼς τοῦτο ἐπὶ τοῦ Αὐγούστου γινόμενον. καὶ ου τε ἀπέκτεινέ τινα διὰ χρήματα ου τ' οὐσίαν τότε ἐδήμευσεν οὐδενός, οὐδ' ε ξω τι τῶν νενομισμένων ἠργυρολόγησεν. Αἰμιλίῳ γοῦν χρήματα πλείω παρὰ τὸ διατεταγμένον πέμψαντι ἀντεπέστειλεν ο τι "κείρεσθαί μου τὰ πρόβατα, ἀλλ' οὐκ ἀποξυρᾶσθαι βούλομαι." καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος η ν, τούς τε α ρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα καὶ τοῖς ὑπάτοις ὑπανίστατο, καὶ τοῖς ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, νοσοῦντάς τε 3.4 ἐπεσκέπτετο, μηδεμίαν φρουρὰν ἐπαγόμενος· καὶ ἐπί τινι αὐτῶν τελευτήσαντι αὐτὸς ἀνέγνω τὸν ἐπιτάφιον. καὶ τὴν μητέρα τὴν Λιβίαν ὁμοίως προσφέρεσθαι πᾶσιν ἐκέλευεν. ἡ δὲ πάνυ ω γκωτο, καὶ αἱ τοῦ Τιβερίου ἐπιστολαὶ χρόνον τινὰ καὶ τὸ ἐκείνης ο νομα ει χον, τά τε α λλα πάντα ὡς αὐταρχοῦσα διοικεῖν ἐπεχείρει, καὶ οὐκ ἐξ ι σου α ρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ η θελεν, αὐτὴ ποιῆσαι αὐχοῦσα αὐτὸν αὐτοκράτορα. ὁ δὲ η χθετο πρῶτον αὐτῇ· ει τα τῶν μὲν δημοσίων αὐτὴν ε παυσε, τὰ δ' οι κοι διοικεῖν ἀφῆκεν· ὡς δὲ κἀν τούτοις η ν ἐπαχθής, ἀπεδήμει καὶ αὐτῆς ἐξίστατο. σωφρονέστατά τε χρόνον τινὰ διῆγε, καὶ α λλους δ' ἐκόλαζεν ἀσελγαίνοντας, καὶ τῷ Δρούσῳ δὲ τῷ υἱῷ, ο ν ἐξ ̓Αγριππίνης τῆς προτέρας αὐτοῦ γυναικὸς ε σχηκε, καὶ ἀσελγεῖ τυγχάνοντι καὶ ὠμῷ, ἐπετίμα καὶ η χθετο. καί ποτε αὐτῷ ει πεν ο τι "ζῶντος ἐμοῦ ου τε βίαιον ου θ' ὑβριστικόν τι πράξεις· α ν δέ τι καὶ τολμήσῃς, οὐδὲ τελευτήσαντος." Ου τω ταῦτα καὶ τα λλα μέχρις ὁ Γερμανικὸς ε ζη ἐποίει· μετὰ δὲ τοῦτο συχνὰ τούτων μετήλλαξε. μήπω γὰρ τῶν παρὰ τοῦ Αὐγούστου τῷ δήμῳ καταλελειμμένων δοθέντων, ἐπεὶ νεκρὸς διὰ τῆς ἀγορᾶς ἐξεφέρετο, καὶ προσελθών τις εἰς τὸ ου ς αὐτῷ ἐψιθύρισε, καὶ ἐρωτηθεὶς ο ,τι ει ρηκεν, ἐντετάλθαι ε φη τῷ Αὐγούστῳ εἰπεῖν ο τι οὐδέπω οὐδὲν ἐκομίσαντο, τὸν μὲν αὐτίκα ἀπέκτεινε, καὶ ει πεν ὡς ἐπισκώπτων, ι ν' αὐτάγγελος αὐτῷ γένηται, τοῖς δ' α λλοις τὰ καταλελειμμένα διένειμε. τοῦ δ' ἐγγόνου αὐτοῦ, ο ν ἐκ τοῦ Δρούσου ει χε, θανόντος, οὐδεμιᾶς τῶν συνήθων 3.5 ἀπέσχετο πράξεως, μὴ δεῖν διὰ τοὺς οἰχομένους τὰ τῶν ζώντων λέγων προΐεσθαι. Κλήμης δέ τις τοῦ ̓Αγρίππου γεγονὼς δοῦλος καὶ προσεοικὼς αὐτῷ ἐπλάσατο αὐτὸς ὁ ̓Αγρίππας ει ναι· καὶ εἰς τὴν Γαλατίαν ἐλθὼν πολλοὺς μὲν ἐκεῖ, πολλοὺς δὲ ἐν τῇ ̓Ιταλίᾳ προσεποιήσατο, καὶ τέλος ἐπὶ τὴν ̔Ρώμην ω ρμησεν ὡς τὴν παππῴαν μοναρχίαν ἀποληψόμενος. χειρωσάμενος δ' ο μως αὐτὸν ὁ Τιβέριος διά τινων τὰ ἐκείνου προσποιησαμένων φρονεῖν, καὶ βασανίσας, ι να περὶ συνιστόρων τι μάθῃ, ἐπεὶ μηδὲν ἐξελάλησεν, η ρετο αὐτόν "πῶς ̓Αγρίππας ἐγένου;" καὶ ο ς ἀπεκρίνατο ο τι "ου τως ὡς καὶ σὺ Καῖσαρ." Τὴν δὲ γυναῖκα ̓Ιουλίαν ου τε ἐπανήγαγεν ἐκ τῆς ὑπερορίας η ν παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Αὐγούστου κατεδικάσθη δι' ἀσέλγειαν, ἀλλὰ καὶ κατέκλεισεν αὐτήν, ω σθ' ὑπὸ κακουχίας καὶ λιμοῦ φθαρῆναι. πολλῶν τε αὐτὸν ἀξιούντων τὸν Νοέμβριον μῆνα, ου τῇ ε κτῃ ἐπὶ δεκάτῃ γεγέννητο, Τιβέριον ἐξ αὐτοῦ καλεῖσθαι, "καὶ τί" ε φη "ποιήσετε α ν δεκατρεῖς Καίσαρες γένωνται;" ̓Εν τούτοις ὁ Γερμανικὸς ἐτελεύτησεν ἐν ̓Αντιοχείᾳ, καταγοητευθείς τε καὶ φαρμαχθεὶς ὑπὸ Πείσωνος. ὀστᾶ τε γὰρ εὑρέθη ἀνθρώπεια κατορωρυγμένα ἐν τῇ οἰκίᾳ ἐν ῃ κατῴκει. καὶ μολίβδινοι ἐλασμοὶ ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ε χοντες. ο τι δὲ καὶ φαρμάκῳ ἐφθάρη τὸ σῶμα αὐτοῦ ἐξέφηνεν εἰς τὴν ἀγορὰν κομισθὲν καὶ τοῖς παροῦσι δειχθέν. θανόντος δὲ ὁ μὲν Τιβέριος καὶ ἡ Λιβία η σθησαν, οἱ δ' α λλοι σφοδρότατα η λγησαν. κάλλιστος μὲν γὰρ τὸ σῶμα, α ριστος δὲ τὴν ψυχὴν ε φυ, 375

παιδείᾳ τε α μα καὶ ἀνδρείᾳ ἐν πολέμοις εὐδοκιμῶν ἡμερώτατα τοῖς 3. ὑπ' αὐτὸν προσεφέρετο, καὶ μέγα δυνάμενος, α τε Καῖσαρ, ἐξ ι σου τοῖς ἀσθενεστάτοις ἐσωφρόνει, καὶ ου τε τι πρὸς τὸν Δροῦσον ἐπίφθονον ου τε πρὸς τὸν Τιβέριον ἐποίει ἐπίβουλον, καὶ δυνάμενος παρά τε τῶν στρατιωτῶν ἑκόντων καὶ τῆς βουλῆς καὶ τοῦ δήμου τὴν ἀρχὴν τὴν αὐτοκράτορα λήψεσθαι οὐκ ἠθέλησεν. ὁ δὲ Πείσων χρόνῳ υ στερον εἰς τὴν ̔Ρώμην ἀνακομισθείς, καὶ ἐπὶ τῷ φόνῳ τοῦ Γερμανικοῦ εἰς τὸ βουλευτήριον ὑπ' αὐτοῦ τοῦ Τιβερίου εἰσαχθεὶς διακρουομένου τὴν ὑποψίαν τὴν ἐπὶ τῇ φθορᾷ τοῦ Γερμανικοῦ, καὶ ἀναβολὴν αἰτήσας, ἑαυτὸν κατεχρήσατο. ἐπὶ τρισὶ δὲ υἱοῖς ὁ Γερμανικὸς ἐτελεύτησεν, ου ς ὁ Αυ γουστος ἐν ταῖς διαθήκαις αὐτοῦ Καίσαρας ὠνόμασε. τούτων ὁ πρεσβύτατος Νέρων κατὰ τὸν χρόνον ἐκεῖνον τοῖς ἐφήβοις κατηριθμήθη. μέχρι μὲν ου ν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ ὁ Τιβέριος ε πραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δ' ὁ Γερμανικὸς ἐκποδών οἱ ἐγένετο, κατ' ὀλίγον ἠλλοίωτο. τά τε γὰρ α λλα ἀγρίως η ρχε καὶ τοῖς εἰς αὐτὸν η τὴν μητέρα η τὸν Αυ γουστον πράξασί τι η εἰποῦσιν ἀνεπιτήδειον ἀπηνῶς ὡς ἀσεβήσασι προσεφέρετο, καὶ εἰς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος η ν. η δη δὲ καὶ ἐνδεικνύμενός τισιν ο τι βούλεται τεθνάναι τινάς, δι' ἐκείνων σφᾶς ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν. ἐξήταζέ τε τῶν δυνατῶν ἑκάστου τὴν ἡμέραν καὶ τὴν ω ραν ἐν ῃ ἐγεγέννητο, καὶ ου τω τὸ πεπρωμένον ἑκάστῳ ἐξηρεύνα· ω στε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρχήσαντι ἀπαντήσας ε φη "καὶ σύ ποτε τῆς ἡγεμονίας γεύσῃ." ἐφείσατο δὲ αὐτοῦ, λέγων ο τι ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ α ρξει. ει τα μετὰ τοῦ Δρούσου ὑπάτευσεν ὁ Τιβέριος, ο θεν πολλοὶ τὸν 3. ο λεθρον ἐκ τούτου τοῦ Δρούσου προεμαντεύσαντο· οὐ γὰρ ε στιν ο στις τῶν συνυπατευσάντων αὐτῷ οὐ βιαίως ἀπέθανε. μετὰ ταῦτα γὰρ φαρμάκῳ διώλετο. Σηιανὸς γάρ τις μέγα παρὰ τῷ Τιβερίῳ δυνηθεὶς καὶ ὑπέρογκος γεγονώς, πὺξ αὐτῷ ποτε ἐντείνας κἀκ τούτου δείσας κἀκεῖνον καὶ τὸν Τιβέριον, α μα καὶ προσδοκήσας, α ν τὸν Δροῦσον κατεργάσηται, ῥᾷον μεταχειρίσασθαι τὸν Τιβέριον, φάρμακόν τι αὐτῷ διά τινων θεραπόντων αὐτοῦ καὶ διὰ τῆς γυναικός, η ν ̓Ιουλίαν, ε τεροι δὲ Λιβίαν γράφουσι, καὶ γὰρ ἐμοίχευεν αὐτήν, ε δωκεν. ὁ μὲν ου ν ου τως διώλετο, ὁ δέ γε Τιβέριος εἰς τὸ συνέδριον ἀφικόμενος ἐκεῖνόν τε ἀπωδύρατο καὶ τὸν Νέρωνα τόν τε Δροῦσον τοὺς τοῦ Γερμανικοῦ παῖδας τῇ γερουσίᾳ παρακατέθετο, καὶ τὸ σῶμα τοῦ Δρούσου προυτέθη ἐπὶ τοῦ βήματος· καὶ ὁ Νέρων γαμβρὸς αὐτοῦ ω ν ἐπαίνους ἐπ' αὐτῷ ει πεν. ὁ δὲ δὴ θάνατος αὐτοῦ πολλοῖς αι τιος θανάτου ἐγένετο ὡς ἐφησθεῖσι τῇ ἀπωλείᾳ αὐτοῦ. πολλοί τε γὰρ καὶ α λλοι διώλοντο καὶ ἡ ̓Αγριππῖνα μετὰ τῶν παίδων αὐτῆς, τοῦ νεωτάτου χωρίς. πολλὰ γὰρ κατ' αὐτῆς ὁ Σηιανὸς παρώξυνε τὸν Τιβέριον, προσδοκήσας ἐκείνης μετὰ τῶν τέκνων ἀπολομένης τῇ τε Λιβίᾳ συνοικήσειν τῇ τοῦ Δρούσου γυναικί, η ς η ρα, καὶ τὸ κράτος ε ξειν, μηδενὸς τῷ Τιβερίῳ διαδόχου τυγχάνοντος· τὸν γὰρ υἱιδοῦν ἐμίσει ὡς καὶ μοιχίδιον. καὶ α λλους δὲ πολλοὺς ἐπὶ α λλαις καὶ α λλαις αἰτίαις, ταῖς δέ γε πλείοσι πεπλασμέναις, καὶ ἐφυγάδευσε καὶ διέφθειρε, καί τινα ο τι τὰ τοῦ Καίσαρος καὶ τὰ τοῦ Αὐγούστου ἱστόρησε, καίτοι μή τι κατ' ἐκείνων συγγεγραφότα, ἐκόλασε, καὶ τὸ σύγγραμμα ο που δὴ καὶ εὑρέθη κατέκαυσεν, ο τι μὴ ἐκείνους ἐσέμνυνε. πλείονας δὲ ὡς αὐτὸν βλασφη. μοῦντας διέφθειρε. καί τις Σαβῖνος ἐπὶ τοιαύτῃ κατηγορηθεὶς αἰτίᾳ εἰς τὸ δεσμωτήριον καθείρχθη, ει τα καὶ ἐφονεύθη, καὶ τὸ σῶμα αὐτοῦ εἰς τὸν ποταμὸν ἐρρίφη. καὶ δεινὸν μὲν τοῦτο καὶ καθ' ἑαυτὸ α πασιν η ν, ἐδείνωσε δ' αὐτὸ ἐπὶ πλεῖον κύων τις τοῦ Σαβίνου, συνεισελθών τε αὐτῷ εἰς τὸ δεσμωτήριον καὶ ἀποθανόντι παραμείνας καὶ εἰς τὸν ποταμὸν ῥιφέντι συνεισπεσών. ταῦτα ταύτῃ ἐγένετο, καὶ ἐκ πολλῶν ὀλίγα ἱστόρηται. ̔Η δὲ Λιβία ὑπέργηρως γεγονυῖα μετήλλαξεν, ε ξ ζήσασα ε τη καὶ ὀγδοήκοντα. καὶ ου τε νοσοῦσαν αὐτὴν ὁ Τιβέριος ἐπεσκέψατο ου τ' ἀποθανοῦσαν ἐτίμησε, πλὴν μόνης ἐκφορᾶς καὶ εἰκόνων τινῶν. ἀλλὰ πρὸς διαβολὴν 376

τοῦ Τιβερίου πένθος ταῖς γυναιξὶν ἡ βουλὴ παρ' ο λον ἐνιαυτὸν ἐπ' αὐτῇ ἐψηφίσατο· καὶ ο τι πολλοὺς αὐτῶν ἐσεσώκει καὶ παῖδας πολλῶν ἐτετρόφει κόρας τε πλείοσιν ἐξεδεδώκει, καὶ α λλας τιμὰς ἐκείνῃ ἀπένειμαν. οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ' ἐκείνης δέδωκεν ὁ Τιβέριος. ἀπομνημονευτέον δὲ καὶ τῶν παρ' ἐκείνης εἰρημένων ἐνίων. λέγεται ο τι γυμνούς ποτε α νδρας αὐτῇ ἀπαντήσαντας, καὶ μέλλοντας διὰ τοῦτο θανατωθῆναι, ε σωσεν εἰποῦσα ο τι "οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις οἱ τοιοῦτοι διαφέρουσιν." ἐρομένου δέ τινος αὐτήν "πῶς καὶ τί δρῶσα τοῦ Αὐγούστου κατεκράτησας;" ἀπεκρίνατο ο τι "αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μηδὲν τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μήτ' ἀκούειν μήτ' αἰσθάνεσθαι προσποιουμένη." Τὸν δὲ Σηιανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπάρας, καὶ κηδεστὴν ἐπὶ ̓Ιουλίᾳ τῇ τοῦ Δρούσου θυ. γατρὶ ποιησάμενος, υ στερον ε κτεινε, τῆς γερουσίας αὐτοῦ καταψηφισαμένης θάνατον σπουδῇ αὐτοῦ. καὶ τῷ σώματι αὐτοῦ ἐπὶ τρισὶν ἡμέραις ἐρριμμένῳ τὸ πλῆθος ἐνύβριζεν, ει τα εἰς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, καὶ ἡ γυνὴ αὐτοῦ ἑαυτὴν διεχρήσατο. καὶ α λλοι δι' ἐκεῖνον ἀπώλοντο, οἱ μὲν ἑαυτοὺς ἀνελόντες, οἱ δὲ ὑφ' ἑτέρων ἀναιρεθέντες. Τιβέριος δὲ πρὸς τοῖς α λλοις καὶ διὰ τοὺς ε ρωτας, οι ς ἀσελγῶς τε καὶ ἀναιδῶς ἐχρῆτο, τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν, διεβάλλετο, καὶ διὰ τὸν τῆς ̓Αγριππίνης τοῦ τε Δρούσου θάνατον ἐς ὠμότητα ἐλοιδορεῖτο. δοκοῦντες γὰρ οἱ α νθρωποι ὑπὸ τοῦ Σηιανοῦ πάντα τὰ κατ' ἐκείνων πρότερον γίνεσθαι, ὡς κἀκείνους κτανθῆναι ε μαθον μετὰ τὴν ἐκείνου φθοράν, ὑπερήλγησαν. τὸν δὲ δὴ Γάιον τὸν νεώτερον τῶν τοῦ Γερμανικοῦ παίδων ταμίαν ἀπέδειξε. τὸν γὰρ ε γγονον τὸν Τιβέριον, ο τι τε παιδίον η ν καὶ ο τι μὴ ει ναι τοῦ Δρούσου παῖς ὑπωπτεύετο, παρεώρα, τῷ Γαΐῳ δὲ ὡς καὶ μοναρχήσοντι προσεῖχεν. ἠγνόει γὰρ οὐδὲν τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ ε φη ποτὲ αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον ο τι "σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ α λλοι." ου τε δὲ ε τερόν τινα ὁμοίως προσήκοντα ἑαυτῷ ε χων, καὶ ἐκεῖνον εἰδὼς ἐσόμενον κάκιστον, ἀσμένως τὴν ἀρχήν, ω ς φασι, δέδωκεν αὐτῷ, ο πως τῇ τοῦ Γαΐου τῆς κακίας ὑπερβολῇ τὰ ἑαυτοῦ κρυφθείη καὶ τὸ πλεῖστον καὶ εὐγενέστατον τῆς βουλῆς φθαρῇ παρελθόντος αὐτοῦ. λέγεται δὲ καὶ πολλάκις ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον 3.10 ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί, καὶ τὸν Πρίαμον μακαρίζειν ο τι α ρδην μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο. τοσοῦτον δὲ πλῆθος τῶν τε βουλευτῶν καὶ τῶν α λλων διέφθαρτο, ω στε τοὺς τὰς ἡγεμονίας τῶν ἐθνῶν ε χοντας ἀπορίᾳ τῶν αὐτοὺς διαδεξομένων ἀδιαδόχους ει ναι. οἱ μὲν ου ν α λλοι δι' α λλας αἰτίας καὶ ψευδεῖς καὶ ἀληθεῖς ἐκτιννύοντο, Αἰμίλιος δὲ Σκαῦρος διὰ τραγῳδίαν ἀπέθανεν. ̓Ατρεὺς μὲν γὰρ τὸ ποίημα η ν, παρῄνει δὲ δὴ τῶν ἀρχομένων τινὶ τὴν τοῦ κρατοῦντος ἀβουλίαν φέρειν. μαθὼν ου ν ταῦτα ὁ Τιβέριος ἐπ' αὐτὸν πεποιῆσθαι τὸ ε πος ἐνόμισε, καὶ ει πε "κἀγὼ ου ν Αι αντα αὐτὸν ποιήσω," καὶ αὐτοεντίᾳ ἀπολέσθαι αὐτὸν ἠνάγκασεν. ἐν τούτοις νεανίσκος τις Δροῦσος ει ναι λέγων περί τε τὴν ̔Ελλάδα καὶ τὴν ̓Ιωνίαν ω φθη. καὶ ἐδέξαντο αὐτὸν ἀσμένως αἱ πόλεις, καὶ κα ν ἐς τὴν Συρίαν προχωρήσας κατέσχε τὰ στρατόπεδα, εἰ μὴ ἐπιγνούς τις αὐτὸν συνέλαβε καὶ πρὸς τὸν Τιβέριον η γαγεν· ὁ δὲ ἐν ̓Αντίῳ τοὺς τοῦ Γαΐου γάμους ἑώρταζεν. ̔Ο Τίβερις δὲ τότε πολλὰ τῆς ̔Ρώμης ἐπέκλυσεν ω στε πλευσθῆναι, καὶ πυρὶ μυρία ἐφθάρη. εἰ δέ τι καὶ τὰ Αἰγύπτια πρὸς τοὺς ̔Ρωμαίους προσήκει, ὁ φοῖνιξ ἐκείνῳ τῷ ε τει ω φθη. καὶ ε δοξε ταῦτα τὸν θάνατον τῷ Τιβερίῳ προσημαίνειν. ο ς ἐνόσησε μὲν πρὸ πλείονος χρόνου, ου τε δὲ τὴν δίαιταν παρήλλαξεν ου τε τοῖς ἰατροῖς ἐκέχρητο, διὰ τὸν τοῦ Θρασύλλου λόγον, ο ς πάνυ μὲν ἀκριβῶς ῃ δει καὶ τὴν ἡμέραν καὶ τὴν ω ραν καθ' η ν τεθνήξεσθαι ε μελλεν ὁ Τιβέριος, ἐκείνῳ δὲ δέκα ἐνιαυτοὺς ε τι βιώσεσθαι ε λεγεν, ι ν' ὡς ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ πολλοὺς ἀποκτεῖναι. οι α δ' ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ τοτὲ 3.11 377

μὲν κατεπονεῖτο, τοτὲ δὲ ἀνερρώννυτο. κἀντεῦθεν ἐνίοτε μὲν η δοντο οι τε λοιποὶ καὶ ὁ Γάιος ὡς τελευτήσοντος, ἐνίοτε δὲ ὡς καὶ ζησομένου πεφόβηντο. δείσας ου ν ὁ Γάιος μὴ καὶ ἀνασωθῇ, ου τε φαγεῖν αἰτήσαντι ε δωκεν, ὡς τάχα βλαβησομένῳ, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς θερμασίας δεομένῳ προσέβαλε, καὶ ου τως ἀπέπνιξεν αὐτόν, ζήσαντα ε τη ἑπτὰ πρὸς τοῖς ἑβδομήκοντα καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ' ω ν δύο καὶ ει κοσιν ἐνιαυτοὺς ἐμονάρχησε καὶ μῆνας ἑπτὰ καὶ ἡμέρας ἑπτά. μετήλλαξε δὲ τῇ εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ. Τούτου τῷ πεντεκαιδεκάτῳ ε τει ἐβαπτίσθη ὁ κύριος ἡμῶν ̓Ιησοῦς Χριστός, ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ παρεδόθη καὶ ἐσταυρώθη καὶ ἀνέστη. ἱστορεῖ δὲ ὁ Εὐσέβιος τὸν Πιλάτον τῆς ̓Ιουδαίας τηνικαῦτα ἐπιτροπεύοντα γράψαι τὰ περὶ τοῦ κυρίου τῷ Τιβερίῳ, ε θους ο ντος τοῖς τῶν ἐθνῶν α ρχουσι τὰ παρὰ σφίσι καινοτομούμενα δηλοῦν τῷ τὴν μοναρχίαν ἰθύνοντι, ι ν' αὐτῷ μηδὲν ἀγνοῆται τῶν παρ' ἑκάστοις τῶν ἐθνῶν γινομένων. η δη γάρ φησι τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν εἰς α παντας ἐν πάσῃ τῇ Παλαιστίνῃ διαβεβοημένης, τὰ περὶ αὐτῆς ὁ Πιλάτος ἐκοινώσατο Τιβερίῳ τῷ αὐτοκράτορι, ο ς τάς τε α λλας αὐτοῦ πυθόμενος τερατείας καὶ ὡς μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς ει ναι παρὰ πλείστοις η δη πεπίστευται, ἀνήνεγκε μὲν τῇ συγκλήτῳ ταῦτα· ἐκείνη δὲ τὸν λόγον ἀπώσατο, ο τι μὴ πρότερον αὐτὴ τοῦτο δοκιμάσασα η ν, παλαιοῦ νόμου κεκρατηκότος μὴ α λλως τινὰ παρὰ ̔Ρωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ 3.12 ψήφῳ τῆς συγκλήτου καὶ δόγματι. ταύτης δ' ου ν ἀπωσαμένης τὸν περὶ τοῦ σωτῆρος ἡμῶν λόγον, τὸν Τιβέριον, η ν καὶ πρῴην ει χε γνώμην τηρήσαντα, μηδὲν α τοπον κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπινοῆσαι. μάρτυρα δ' ἐπὶ τούτοις παράγει Τερτυλιανὸν ὁ Εὐσέβιος, α νδρα ̔Ρωμαῖον καὶ ε να τῶν ἐν τῇ ̔Ρώμῃ λαμπρῶν, ἐν συγγραφῇ τινι παρ' αὐτοῦ ἐκτεθείσῃ ̔Ρωμαϊκῇ διαλέκτῳ, μεταβληθείσῃ δ' εἰς τὴν ̔Ελλάδα φωνήν, λέγοντα ταῦτα "παλαιὸν η ν δόγμα μηδένα θεὸν ὑπό του καθιεροῦσθαι πρὶν ὑπὸ τῆς συγκλήτου δοκιμασθῇ. ὁ Τιβέριος ου ν, ἐφ' ου τὸ τῶν Χριστιανῶν ο νομα εἰς τὸν κόσμον εἰσεληλύθει, ἀγγελθέντος αὐτῷ ἐκ Παλαιστίνης τοῦ δόγματος τούτου ε νθα πρῶτον η ρξατο, τῇ συγκλήτῳ ἀνεκοινώσατο, δῆλος ω ν ἐκείνοις ὡς τῷ δόγματι ἀρέσκεται. ἡ δὲ σύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, τοῦτο ἀπώσατο. ὁ δὲ ἐν τῇ αὐτοῦ γνώμῃ ε μεινεν, ἀπειλήσας θάνατον τοῖς τῶν Χριστιανῶν κατηγόροις." ταῦτα ὁ Εὐσέβιος ἱστορεῖ τὸν Τιβέριον ποιῆσαι μαθόντα περὶ τῆς θεότητος τοῦ σωτῆρος ἡμῶν καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐκ τῆς τοῦ Τερτυλιανοῦ συγγραφῆς αὐτὰ ἐκλεξάμενος. Καὶ ὁ μὲν Τιβέριος ου τως ἀπεβίω, διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ τῆς ̓Αγριππίνης παῖς, ο ν καὶ Γερμανικὸν καὶ Καλλιγόλαν ἐπωνόμαζον. εἰ γὰρ καὶ ὁ Τιβέριος καὶ τῷ ἰδίῳ ἐγγόνῳ τῷ Τιβερίῳ τὴν αὐταρχίαν κατέλιπεν, ἀλλ' ὁ Γάιος τὰς διαθήκας αὐτοῦ εἰς τὸ συνέδριον πέμψας ἀκύρους παρεσκεύασε γενέσθαι, ὡς παραφρονήσαντος, οι α 3.13 παιδί, ῳ μηδ' εἰσελθεῖν ἐξῆν εἰς τὸ βουλευτήριον, α ρχειν τῶν ̔Ρωμαίων ἐπιτρέψαντος. τῆς μὲν ου ν ἀρχῆς αὐτὸν ου τως αὐτίκα παρέλυσε καὶ μετὰ τοῦτο εἰσποιησάμενος ἀπέκτεινεν ὡς τελευτῆσαι αὐτὸν εὐξάμενον, χρήματα δὲ πολλὰ τοῖς στρατιώταις καὶ τῷ δήμῳ διένειμε, τὰ μὲν ἐκ τῶν Τιβερίου διαθηκῶν, τὰ δὲ ἐκ τῶν τῆς Λιβίας, α ὁ Τιβέριος οὐ παρέσχε. καὶ ει περ καὶ τὰ λοιπὰ δεόντως ἀνήλισκε, μεγαλόνους α ν καὶ μεγαλοπρεπὴς ε δοξε· νῦν δὲ καὶ εἰς ὀρχηστὰς καὶ ι ππους καὶ μονομάχους καὶ τοιουτότροπα ε τερα ἀπλήστως δαπανῶν, καὶ τοὺς θησαυροὺς μεγάλους γεγονότας διὰ βραχέος ἐξεκένωσε καὶ ἑαυτὸν προσεξήλεγξεν ο τι εὐχερείᾳ καὶ ἀκρισίᾳ κἀκεῖνα πεποίηκε. καὶ οὐδ' ἐς τρίτον ε τος μέρος αὐτῶν τι διέσωσεν, ἀλλ' εὐθὺς παμπόλλων προσεδεήθη. Τῷ δ' αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τὰ α λλα ἐκέχρητο. μοιχικώτατός τε γὰρ ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἁρπάσας ἐκδιδομένην ἀνδρί, α λλας δὲ η δη ἐκδεδομένας καὶ συνοικούσας τισὶν ἀποσπάσας, πλὴν μιᾶς τὰς α λλας ἐμίσησε· πάντως δ' α ν κἀκείνην ἐμίσησεν, εἰ ἐπὶ πλέον 378

ἐβεβιώκει. καὶ ἐς τὴν μητέρα καὶ τὰς ἀδελφὰς τήν τε τήθην τὴν ̓Αντωνίαν πολλὰ εὐσεβῶς ἐνδειξάμενος, μετὰ ταῦτα τὴν μὲν τήθην ἐπιτιμήσασάν τι αὐτῷ εἰς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, τὰς ἀδελφὰς δὲ διαφθείρας ἁπάσας εἰς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προετεθνήκει. καὶ α λλα πολλὰ τοιαῦτα ἐποίησε. καὶ τὸν Τιβέριον ὡς ἀσελγῆ καὶ μιαιφόνον διέβαλλεν, ω στε καὶ α λλους ἐκ τούτου χαριεῖσθαί οἱ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι· ει τα ἐπῄνει τε καὶ ἐσέμνυνεν, ω στε καὶ κολάσαι τινὰς ἐφ' οι ς κατ' ἐκείνου εἰρήκεσαν· καὶ τοὺς βλασφημοῦντας 3.14 ἐκεῖνον ἐκάκιζεν, καὶ τοὺς ἐπαινοῦντας ὡς φίλους ἐκείνου ἐμίσει· καὶ παμπληθεῖς ἀπέκτεινε τῶν κατὰ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν αὐτοῦ τὸν Τιβέριον ἐρεθισάντων, καίτοι τὴν ὀργὴν αὐτοῖς ἀφεῖναι λέγων καὶ τὰ γράμματα καταφλέξαι αὐτῶν. καὶ ναοὺς δὲ ἑαυτῷ καὶ θυσίας ὡς θεῷ γίνεσθαι ἐκέλευσεν. αἰτούμενός τέ τι ὠργίζετο, καὶ αυ θις ἐμηνία ὡς μὴ αἰτούμενος· ὀξύς τ' ἐπί τινας πράξεις ἐφέρετο, καὶ νωθέστατα ἐνίας μετακεχείριστο· τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε, καὶ ῥυπαρώτατα ἠργυρολόγει· τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις καὶ η χθετο ὁμοίως καὶ η δετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας ἐκόλασε, πολλοὺς δὲ μηδὲν ἠδικηκότας ἀπέκτεινε. καὶ τῶν ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε, τοὺς δὲ ὑπερύβριζε. τοιούτῳ δὲ τὸ σύμπαν οἱ ̔Ρωμαῖοι τότε παρεδόθησαν αὐτοκράτορι ω στε τὰ τοῦ Τιβερίου ε ργα, καίτοι δοκοῦντα παγχάλεπα, τοσοῦτον τὰ τοῦ Γαΐου παρενεγκεῖν ο σον κρείττω ἐκείνων τὰ τοῦ Αὐγούστου ει ναι ἐδόκουν. Τιβέριος μὲν γὰρ η ρχε καὶ τοῖς α λλοις ὑπηρέταις πρὸς τὸ αὐτοῦ ἐκέχρητο βούλημα, Γάιος δὲ η ρχετο μὲν ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς λοιποῖς τοῖς περὶ τὴν σκηνήν. τὸν γοῦν ̓Απελλῆν τῶν τότε τραγῳδῶν τὸν εὐδοκιμώτατον καὶ δημοσιεύων συνόντα αὐτῷ ει χεν ἀεί, καὶ χωρὶς μὲν ἐκεῖνος, χωρὶς δ' οἱ λοιποὶ πάνθ' ο σα α ν τοιοῦτοι δυνηθέντες τολμήσειαν, ἐπ' ἐξουσίας ἐποίουν. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίνετο, συσπουδάζων καὶ ἀντιστασιάζων τισίν· ει τα καὶ α ρματα η λασε καὶ ἐμονομάχησεν, ὀρχήσει τε ἐκέχρητο καὶ τραγῳδίαν ὑπεκρίνετο. α παξ δὲ τοὺς πρώτους 3.15 τῆς γερουσίας νυκτὸς ὡς ἐπί τι ἀναγκαῖον μεταπεμψάμενος ὠρχήσατο. ̓Εν μὲν ου ν τῷ ε τει, ἐν ῳ ὁ Τιβέριος ἐτελεύτησε, τούς τε βουλευτὰς καὶ τοὺς ἱππέας καὶ τὸν δῆμον ἐκολάκευε, πέμπτον καὶ εἰκοστὸν ἀνύων ἐνιαυτόν, καὶ τοὺς ἐν δεσμωτηρίοις ἀπέλυσε τά τε ἐγκλήματα τῆς ἀσεβείας κατέλυσε καὶ τὰ περὶ αὐτῶν τοῦ Τιβερίου γράμματα, ὡς ε λεγεν, ε καυσεν, ἐπῃνεῖτό τε ἐπὶ τούτοις· ει τα καὶ ὑπάτευσε, τὸν θεῖον τὸν Κλαύδιον προσλαβών. ου τος γὰρ ἱππεὺς ω ν τότε πρῶτον καὶ ὑπάτευσε καὶ ἐβούλευσεν, ε ξ καὶ τεσσαράκοντα ἐτῶν γεγονώς. ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μάρκος Σιλανός, ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας η ν, προπηλακιζόμενός τε καὶ περιυβριζόμενος, διεχειρίσατο ἑαυτόν, καίτοι παρὰ τοῦ Τιβερίου σφόδρα τιμώμενος. ὁ δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐκβαλὼν ε γημε Κορνηλίαν ̓Ορεστίναν, η ν καὶ ἐν αὐτοῖς τοῖς γάμοις ἀφήρπασεν ου ς συνεώρταζε τῷ ἐγγεγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πείσωνι. καίτοι δὲ τοιοῦτος ω ν ε πραξέ τινα καὶ ἐπαίνου α ξια. ἐμπρησμὸν γὰρ μετὰ τῶν στρατιωτῶν κατασβέσας ἐπήρκεσε τοῖς ζημιωθεῖσι, τοῦ τε τῶν ἱππέων τέλους ὀλιγανδροῦντος ἐξ ἁπάσης ἀρχῆς τοὺς πρώτους μεταπεμψάμενος κατελέξατο, καὶ τὰς ἀρχαιρεσίας τῷ δήμῳ ἀπέδωκε, καὶ α λλα τινὰ τοιαῦτα ἐποίησεν. ὑπαίτια δὲ εἰργάσατο πολλαπλάσια. καὶ πολλοὺς ἀπέκτεινεν· η ν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων ου τω δεινόν, καίτοι δεινὸν ο ν, ἀλλ' ο τι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ ἀπλήστως ει χε τῆς θέας τοῦ αι ματος. ὑπὸ γοῦν ὠμότητος ἐπιλιπόντων ποτὲ 3.16 τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ο χλου τοῦ τοῖς ἰκρίοις προστετηκότος συναρπασθῆναί τινας καὶ παραβληθῆναι αὐτοῖς. καὶ ο πως μήτε ἐπιβοήσασθαι μήτε τι αἰτιάσασθαι δυνηθῶσι, τὰς γλώσσας 379

αὐτῶν προαπέτεμον. πολλοὺς δὲ καὶ διὰ τὰς οὐσίας ἐφόνευεν, ε τερ' α ττα σφίσιν ἐπεγκαλῶν. καὶ ὁ τῆς Δρουσίλλης τῆς ἀδελφῆς αὐτοῦ θάνατος οὐ μείους διέφθειρεν, ῃ συνῴκει μὲν Μάρκος Λέπιδος παιδικὰ α μα αὐτοῦ καὶ ἐραστὴς ω ν, συνῆν δὲ καὶ ὁ Γάιος. ἀποθανοῦσαν ου ν πολλῶν μὲν καὶ α λλων ἠξίωσεν, ει τα καὶ ἀπεθέωσε. μετ' ὀλίγον δὲ ε γημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν α νδρα αὐτῆς ἐγγυῆσαι αὐτῷ τὴν γυναῖκα βιάσας, ι να μὴ ἀνέγγυον αὐτὴν λαβὼν παρανομήσῃ. ̓Εν στενωπῷ δέ ποτε πηλὸν πολὺν θεασάμενος, ἐκέλευσεν αὐτὸν εἰς τὰ τοῦ ἀγορανομοῦντος τότε καὶ τῆς τῶν ὁδῶν καθάρσεως ἐπιμελουμένου ἱμάτια ἐμβληθῆναι. Οὐεσπασιανὸς δὲ τότε η ν ἀγορανομῶν· ω στε υ στερον ἐκείνου τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος καὶ καταστήσαντος ε δοξεν οὐκ ἀθεεὶ τὸ τότε συμβὰν γεγονέναι, ἀλλ' α ντικρυς αὐτῷ τὴν πόλιν πρὸς ἐπανόρθωσιν παρὰ Γαΐου ἐγχειρισθῆναι. Διηνεκῶς δὲ πολλοὺς ὁ Γάιος ἐφόνευε, καὶ η ν ε ξω τῶν φόνων οὐδέν. καὶ οὐδὲ τῷ πλήθει τι ἐχαρίζετο, κἀκεῖνοι πάνυ αὐτῷ ἀπηχθάνοντο· πολλὰ μὲν γὰρ καὶ α λλα αὐτῷ μὴ ἀρέσκοντα ε λεγόν τε καὶ ε πραττον, πρὸς δὲ τοῖς ἠγανάκτει δεινῶς ο τι μεγαλύνοντες αὐτόν "νεανίσκε Αυ γουστε" ἐπεβόων. οὐ γὰρ μακαρίζεσθαι ἡγεῖτο ο τι νέος ω ν ἐμονάρχει, ἀλλ' ἐγκαλεῖσθαι ο τι ἐν ἡλικίᾳ τοιαύτῃ τηλικαύτην ει χεν ἀρχήν. ἐχρημάτιζε δὲ ἐκ τρόπου παντός, ἀργυρισμοῦ 3.17 α λλοτε α λλας ἐφευρίσκων λαβάς· καὶ ἀζήμιος τῶν γέ τι ἐχόντων οὐδεὶς οὐκ ἀνήρ, οὐ γυνὴ καταλέλειπτο. κα ν τινας καὶ τῶν ἀφηλικεστέρων ζῆν ει α, ἀλλὰ πατέρας τε καὶ πάππους μητέρας τε ὀνομάζων καὶ τήθας καὶ ζῶντας ἐξεκαρποῦτο καὶ τελευτώντων τὰς οὐσίας ἐκληρονόμει. ̓Ελάσαι δὲ διὰ τῆς θαλάσσης τρόπον τινὰ καὶ διιππεῦσαι ἐπεθύμησε, καὶ ἐγεφύρωσε τὸ μεταξὺ τῶν Ποτιόλων καὶ τῶν Βαύλων. τὸ δὲ χωρίον τοῦτο κατ' ἀντιπέραν τῆς πόλεώς ἐστι, διέχον αὐτῆς σταδίους ε ξ καὶ ει κοσι. πλοῖα δὲ εἰς τὴν γέφυραν τὰ μὲν κατεσκευάσθη, τὰ δὲ ἠθροίσθη. ἀφ' ου περ καὶ λιμὸς ε ν τε τῇ ̓Ιταλίᾳ καὶ ἐν τῇ ̔Ρώμῃ μάλιστα ἰσχυρὸς ἐγένετο. ὁ δὲ τὸν τοῦ ̓Αλεξάνδρου, ὡς ε λεγε, θώρακα ἐνδυσάμενος καὶ ἐπ' αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ πολὺ μὲν χρυσίον, πολλοὺς δὲ λίθους ̓Ινδικοὺς ε χουσαν, καὶ ξίφος περιζωσάμενος καὶ ἀσπίδα λαβὼν δρυΐ τε στεφανωσάμενος, σπουδῇ καθάπερ ἐπὶ πολεμίαν εἰς τὴν πόλιν εἰσήλασε, παμπληθεῖς ἱππεῖς τε καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος· καὶ α λλα δέ τινα τοιαῦτα ποιήσας καὶ ἑαυτὸν ἀποσεμνύνας ἐν δημηγορίᾳ διὰ ταῦτα ἐς τὸν Δαρεῖον καὶ τὸν Ξέρξην ἀπέσκωπτεν, ὡς πολλαπλάσιον η ἐκεῖνοι τῆς θαλάσσης μέτρον ζεύξας αὐτός. Αἰτία δὲ θανάτου πολλοῖς καὶ αυ τη ἡ γέφυρα γέγονε. χρήματα γὰρ εἰς αὐτὴν ἀναλώσας ἀμύθητα πολλῷ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ω στε ̓Ιούνιός τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ' α λλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος· μαθὼν δὲ ὁ Γάιος ο τι οὐδὲν α ξιον τοῦ θανάτου ἐκέκτητο, ει πεν ο τι "ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἠδύνατο." Αφρος δὲ Δομίτιος παρὰ μικρὸν κινδυνεύσας παρα.18 δόξως ἐσώθη. ἐπί τινι γὰρ αἰτίᾳ ἐς τὸ συνέδριον ἀγαγὼν αὐτόν, λόγον κατ' αὐτοῦ ἀνέγνω μακρόν, νικᾶν γὰρ ἠξίου πάντας τοὺς ῥήτορας, καὶ τὸν Δομίτιον δεινότατον ο ντα εἰπεῖν ὑπερβαλεῖν ἐσπούδασεν, ὁ δὲ ου τε τι ἀντεῖπεν ου τ' ἀνταπελογήσατο, θαυμάζεν δὲ τὴν τοῦ Γαΐου δεινότητα προσεποιεῖτο καὶ καταπλήττεσθαι, καὶ ἠντιβόλει τε καὶ ἱκέτευε, τὸν ῥήτορα μᾶλλον η τὸν Καίσαρα φοβεῖσθαι λέγων. καὶ ἐπὶ τούτοις ἡσθεὶς ἐκεῖνος, καὶ πιστεύσας τῇ τῶν λόγων δεινότητι κρατῆσαι αὐτοῦ, ἐπαύσατο τῆς ὀργῆς. Ει τα εἰς τὴν Γαλατίαν ἀφώρμησεν ὡς τάχα τῶν Κελτῶν τι παρακινούντων, καὶ τοὺς μὲν πολεμίους οὐδέν τι ε βλαψε, τοὺς δ' ὑπηκόους καὶ τοὺς συμμάχους καὶ τοὺς πολίτας πλεῖστα ἐκάκωσε. κυβεύων δέ ποτε, καὶ γνοὺς ὡς οὐκ ε χει ἀργύριον, ῃ τησε τὰς τῶν Γαλατῶν ἀπογραφάς. καὶ κελεύσας θανατωθῆναι τοὺς πλουσιωτάτους αὐτῶν, ἐπανῆλθε πρὸς τοὺς συγκυβευτὰς καὶ ει πεν ὡς "περὶ ὀλίγων δραχμῶν ὑμεῖς ἀγωνίζεσθε, ἐγὼ δὲ μυρίας καὶ πεντακισχιλίας η θροισα μυριάδας." ου τως ἀκρίτως πάντα ἐγίνετο. καὶ τὸν 380

Λέπιδον δ' ἐκεῖνον τὸν ἐραστήν, τὸν ἐρώμενον, τὸν τῆς Δρουσίλλης α νδρα, ο ν ὑπερετίμησε καὶ διάδοχον ε ξειν τῆς ἀρχῆς ἐπηγγέλλετο, ε κτεινε· καὶ τὰς ἀδελφὰς τὰς οἰκείας ὡς ἐκείνῳ συμφθαρείσας εἰς τὰς Ποντίους νήσους ἀπήγαγε· καὶ α λλα πολλὰ τοιαῦτα πεποίηκεν. ει τα τὴν Παυλῖναν ἐκβαλών, προφάσει μὲν ὡς μὴ τίκτουσαν, τὸ δ' ἀληθὲς ο τι διακορὴς ἐκείνης ἐγένετο, Μιλωνίαν Καισωνίαν ε γημεν, η ν πρότερον μὲν ἐμοίχευσε, τότε δὲ καὶ γαμετὴν 3.19 ἐσχηκέναι ἠθέλησεν, ἐπειδὴ ἐν γαστρὶ ε σχεν, ι ν' αὐτῷ παιδίον τέκῃ τριακονθήμερον. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ἐταράττοντο μὲν ἐκ τούτων, ἐταράττοντο δὲ καὶ ο τι δίκαι σφίσι πλεῖσται ἐπήγοντο ἐπὶ τῇ πρὸς τὰς ἀδελφὰς αὐτοῦ καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ, προσεδόκων δὲ καὶ ἐπὶ πλεῖον τήν τε ὠμότητα τοῦ Γαΐου καὶ τὴν ἀσέλγειαν αὐξήσειν, εἰ ὁ τῆς ἀρχῆς αὐτοῦ χρόνος πλείων γένηται. καὶ οἱ μὲν ου τω διέκειντο πρὸς αὐτόν, ὁ δὲ καὶ τὸν Πτολεμαῖον τὸν τοῦ ̓Ιόβα παῖδα μεταστειλάμενος ὡς πλουτοῦντα κἀκεῖνον ἀπέκτεινε. Τοῦτον δὲ τὸν τρόπον βιοὺς πάντως ἐπιβουλευθήσεσθαι ε μελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν ̓Ανίκιον Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ Σέξτον Παπίνιον ἐβασάνισε· καὶ ἐπεὶ μηδὲν ἐξελάλησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ α δειαν ὑποσχόμενος, κατειπεῖν τινων η ἀληθῶς η ψευδῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς α λλους ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν. ἑνὸς δὲ τῶν κτεινομένων καὶ τὸν πατέρα παρεῖναι κατηνάγκασε τοῦ υἱοῦ φονευομένου· πυθόμενόν τε εἰ μύσαι αὐτῷ ἐπιτρέπει, καὶ ἐκεῖνον σφαγῆναι προσέταξεν. ὁ δὲ κινδυνεύων προσεποιήσατο ἐκ τῶν ἐπιβεβουλευκότων ει ναι, καὶ τοὺς λοιποὺς πάντας ἐκφῆναι ὑπέσχετο, καὶ ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμότητος. καὶ πολλοὺς α ν ἀπώλεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρχους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. Καὶ ὁ μὲν ἀπέθανεν, τῷ δὲ Γαΐῳ τὸν ο λεθρον 3.20 αὐτὸ τοῦτο παρεσκεύασεν. ἰδίᾳ γὰρ τοὺς ὑπάρχους τε καὶ τὸν Κάλλιστον προσκαλεσάμενος "ει ς εἰμι" ε φη, "τρεῖς δὲ ὑμεῖς· καὶ γυμνὸς μὲν ἐγώ, ὡπλισμένοι δ' ὑμεῖς. εἰ ου ν μισεῖτέ με καὶ ἀποκτείνειν θέλετε, φονεύσατε." ἐξ ἐκείνου δὲ μισεῖσθαι νομίσας καὶ α χθεσθαι τοῖς πραττομένοις ἐκείνους, ὑπώπτευε σφᾶς, καὶ ξίφος κἀν τῇ πόλει παρεζώννυτο, καὶ συνέβαλλεν αὐτοὺς ἀλλήλοις, ο πως μὴ συμφρονῶσι κατὰ μόνας ἑκάστῳ ὡς πιστοτάτῳ διαλεγόμενος περὶ τῶν λοιπῶν, μέχρις ου συνέντες τὸ ἐπιχείρημα προήκαντο αὐτὸν τοῖς ἐπιβουλεύουσι. Τῶν δὲ βουλευτῶν, ο τι μὴ κατεψηφίσαντό τινων, περιφόβων ο ντων, Πρωτογένης τις πρὸς τὰ χαλεπώτατα τῷ Γαΐῳ ὑπηρετῶν, ω στε καὶ βιβλία δύο περιφέρειν ω ν τὸ μὲν ξίφος, τὸ δ' ὠνόμαζεν ἐγχειρίδιον, εἰσῆλθεν εἰς τὸ συνέδριον, καὶ πάντων δεξιουμένων αὐτόν, οι α εἰκός, δριμύ τι προσέβλεψεν ἑνὶ Σκριβωνίῳ Πρόκλῳ, εἰπών "καὶ σύ με ἀσπάζῃ, μισῶν ου τω τὸν αὐτοκράτορα;" ἀκούσαντες δὲ τοῦτο οἱ παρόντες περιέσχον τὸν συμβουλευτὴν καὶ διέσπασαν· ἐφ' ῳ περ η σθη ὁ Γάιος καὶ ε φη κατηλλάχθαι αὐτοῖς. Θωπευόντων δ' αὐτὸν καὶ τῶν μὲν η ρωα, τῶν δὲ θεὸν ἀποκαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ α νθρωπον νομίζεσθαι, καὶ τῇ Σελήνῃ συγγίνεσθαι καὶ Ζεὺς ει ναι ἐπλάττετο, καὶ διὰ τοῦτο μάλιστα ταῖς ἀδελφαῖς προεφασίζετο μίγνυσθαι, καὶ πάντας θεοὺς ὑπεκρίνετο, καὶ τὰς θηλείας αὐτάς, καὶ Ηρα καὶ Αρτεμις καὶ ̓Αφροδίτη ἐγίνετο, καὶ πρὸς τὴν τῶν ὀνομάτων μετάθεσιν 3.21 καὶ πᾶν τὸ σχῆμα μετήμειβεν, ὡς ποτὲ μὲν θηλυδρίαν ὁρᾶσθαι αὐτὸν καὶ κρατῆρα καὶ θύρσον φέρειν, ποτὲ δὲ ἀρρενωπὸν καὶ ῥόπαλον καὶ λεοντῆν ἐνημμένον, καὶ αυ θις λειογένειον η πωγωνίαν δείκνυσθαι. τρίαινάν τε ἐκράτει καὶ ἀνέτεινε κεραυνόν, παρθένῳ τε κυνηγετικῇ ὡμοιοῦτο, καὶ ἐγυναίκιζεν αυ θις, καὶ τῇ στολῇ καὶ τοῖς προσθέτοις καὶ περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον η α νθρωπος δοκεῖν αὐτοκράτωρ ἐβούλετο. καί ποτε ἰδών τις αὐτὸν ἀνὴρ Γαλάτης ἐπὶ δίφρου ὑψηλοῦ ἐν ει δει Διὸς χρηματίζοντα, ἐγέλασε. μαθὼν ου ν 381

τοῦτο ἐκάλεσεν αὐτὸν καὶ η ρετο "τί σοι δοκῶ ει ναι;" κἀκεῖνος "μέγα παραλήρημα" ε φη. καὶ οὐδὲν ε παθε δεινόν· παρελογίσθη γὰρ σκυτοτόμος ω ν. ἠσπάζετό τε βραχεῖς, τοῖς δ' α λλοις καὶ τῶν βουλευτῶν η τὴν χεῖρα η τὸν πόδα προσκυνεῖν ω ρεγε. πάντες δὲ αὐτὸν ἐκολάκευον. καί ποτε τὸν Λούκιον τὸν Οὐιτέλλιον α νδρα εὐγενῆ καὶ φρονήσεως ευ ε χοντα η ρετο, τῇ Σελήνῃ μίγνυσθαι λέγων, εἰ ὁρῴη τὴν θεὸν συνοῦσαν αὐτῷ. ὁ δὲ κάτω νεύων, οι α δὴ τεθηπώς, καὶ μικρόν τι φθεγξάμενος καὶ ὑπότρομον "ὑμῖν" ε φη "τοῖς θεοῖς, δέσποτα, μόνοις ἀλλήλους ὁρᾶν ε ξεστιν." Ου τω δ' ἐξεμάνη ὁ Γάιος ὡς καὶ τοῖς ἐν τῇ ̓Ασίᾳ τέμενος ἑαυτῷ ἀνεγεῖραι κελεῦσαι κατὰ τὴν Μίλητον. καὶ ἐν τῇ ̔Ρώμῃ δύο ναοὶ αὐτῷ ἱδρύθησαν· τὸν μὲν γὰρ αὐτὸς ἑαυτῷ ἐν τῷ παλατίῳ ἐτεκτήνατο, ὁ δ' ὑπὸ τῆς βουλῆς αὐτῷ ἐψηφίσθη καὶ ἐδομήθη. ἐπενεκάλει δὲ καὶ τῷ Διὶ ο τι τὸ Καπιτώλιον προκατέλαβε. καὶ ἀγάλματα δ' ἑαυτοῦ πανταχοῦ 3.22 τῆς οἰκουμένης ἀπέστειλε, προσκυνεῖσθαι ταῦτα κελεύσας. τὸν δ' ἐν ̔Ιεροσολύμοις ναὸν εἰς οἰκεῖον ἱερὸν μεθηρμόζετο, ι να Διὸς ἐπιφανοῦς νέον χρηματίζῃ Γαΐου, εἰ καὶ ὁ ̓Ιώσηπος τοῦτο παρεσιώπησεν ἀρχαιολογῶν. ο θεν καὶ ἡ τῶν ̓Ιουδαίων ἀποστασία ε σχηκε τὴν ἀρχήν. ἱερέας τε πολλοὺς ἑαυτῷ κατεστήσατο, καὶ αὐτὸς δ' ἑαυτῷ ἱερᾶτο. ταῖς τε βρονταῖς ἐκ μηχανῆς ἀντεβρόντα, ἀντήστραπτέ τε ταῖς ἀστραπαῖς. καὶ ὁπότε κατήνεκτο κεραυνός, λίθους ἀντηκόντιζεν, ἐπιλέγων ἐφ' ἑκάστῳ τὸ τοῦ ̔Ομήρου "η μ' ἀνάειρ' η ἐγὼ σέ." ̓Επὶ τούτου, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ τῶν τὰς ̓Ολυμπιάδας ἀναγραψάντων ἀναλέξασθαι ταῦτα λέγων, τοσαύταις περιέπεσε συμφοραῖς ὁ Πιλάτος ω στε ἀναγκασθῆναι ἑαυτοῦ γενέσθαι αὐτόχειρ, τῆς θείας δίκης μετελθούσης αὐτόν. ̔Ως ου ν πάντα τρόπον ἐξεμαίνετο, ἀπαριθμεῖν γὰρ τὸ καθ' ε καστον πολλῆς α ν ει η λέσχης καὶ ἀηδίας, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεισαν τὸ πραττόμενον καὶ οἱ περὶ αὐτὸν ο ντες· καὶ ο σοι δὲ οὐ συνώμοσαν, γνόντες ου τ' ἐξέφηναν καὶ α σμενοι ει δον αὐτὸν ἐπιβουλευόμενον. ἐπεβουλεύθη δὲ θέαν ἐπιτελῶν. ὁ γὰρ Χαιρέας καὶ ὁ Σαβῖνος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες, ο μως ἐκαρτέρουν ἐπὶ πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ἠθέλησεν ὑποκρίνασθαι, καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγ.23 γειλε, τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξερχόμενον ἐν στενωπῷ τινι περιστάντες ἀπέκτειναν, καὶ πεσόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν κατετίτρωσκον. καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν θυγατέρα αὐτίκα ἀπέσφαξαν. Γάιος μὲν δὴ ταῦτα ε ν τε τρισὶν ε τεσι καὶ μησὶν ἐννέα καὶ ἡμέραις ὀκτὼ καὶ ει κοσι πράξας ε ργοις αὐτοῖς ὡς οὐκ η ν θεὸς ε γνωκεν. ὡς δὲ ὁ θάνατος αὐτοῦ διηγγέλθη, πλὴν ὀλίγων τῶν συνησελγηκότων αὐτῷ πάντες ε χαιρον, μεμνημένοι καὶ τοῦ λεχθέντος ποτὲ ὑπ' αὐτοῦ, ο τε ὀργισθεὶς τῷ δήμῳ ε φη "ει θε ε να αὐχένα ει χετε," καὶ ἐπιλέγοντες ο τι "σὺ μὲν ε να ε χεις αὐχένα, ἡμεῖς δὲ χεῖρας πολλάς." διαθεόντων δέ τινων ὀλίγων καὶ θορυβούντων βοώντων τε "τίς Γάιον ἀπέσφαξεν;" Οὐαλέριος ̓Ασιατικός, ἀνὴρ ὑπατευκώς, ἀνῆλθεν εἰς α ποπτόν τι χωρίον, καὶ ἐκβοήσας ε φη "ει θε ἐγὼ αὐτὸν η μην ἀπεκτονώς." καὶ ου τω καταπλαγέντες οἱ θορυβοῦντες ἡσύχασαν. Γάιος μὲν ου τως ἐφθάρη· τῆς δὲ βουλῆς ἐν τῷ Καπιτωλίῳ συναθροισθείσης τοῖς μὲν δημοκρατεῖσθαι ἐδόκει, οἱ δὲ μοναρχεῖσθαι καὶ αυ θις ε κρινον· καὶ τούτων οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ᾑροῦντο. κἀν τούτῳ στρατιῶταί τινες εἰς τὸ παλάτιον, ι να τι διαρπάσωσιν, εἰσπηδήσαντες ευ ρον ἐν σκοτεινῇ γωνίᾳ κατακρυπτόμενόν που τὸν Κλαύδιον, συνῆν γὰρ τῷ Γαΐῳ τοῦ θεάτρου ἐξερχομένῳ, καὶ τὴν ταραχὴν φοβηθεὶς κατεκρύβη, καὶ ἐξεῖλκον αὐτὸν μὴ εἰδότες ο στις η ν· γνόντες δὲ αὐτοκράτορά τε προσηγόρευσαν 3.24 καὶ ἐς τὸ στρατόπεδον η γαγον, καὶ μή τινος ἐνδοιάσαντος α παντες αὐτῷ τὸ κράτος δεδώκασιν, ὡς ἐκ γένους ο ντι βασιλικοῦ καὶ νομιζομένῳ ἐπιεικεῖ. εἰ γὰρ καὶ ἀνεδύετο καὶ ἀντέλεγεν, ἀλλ' ο σον ἐξίστατο καὶ ἀντέκειτο, τοσοῦτον μᾶλλον ἀντεφιλονείκουν οἱ στρατιῶται μὴ παρ' 382

ἑτέρων λαβεῖν αὐτοκράτορα, ἀλλ' αὐτοὶ δοῦναι πᾶσι. διὸ καὶ α κων, ὡς ἐδόκει, ὑπέκυψε. μαθόντες δὲ καὶ οἱ υ πατοι καὶ οἱ βουλευταὶ η δη προκατειλῆφθαι τὴν ἀρχήν, καὶ αὐτοὶ ὡμολόγησαν. Καὶ ου τω Τιβέριος Κλαύδιος Νέρων Γερμανικὸς ὁ τοῦ Δρούσου τοῦ τῆς Λιβίας υἱοῦ παῖς τῆς αὐτοκρατοῦς ἀρχῆς ε τυχεν, α γων ε τος πεντηκοστόν. ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ η σκητο, ω στε καὶ συγγράψαι τινά· τὸ δὲ σῶμα νοσώδης. πάνυ δὲ ἐγυναικοκρατήθη α μα καὶ ἐδουλοκρατήθη, α τε καὶ ἐκ παίδων ε ν τε νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ τραφείς, κἀντεῦθεν καὶ ἐπὶ πλεῖον τῆς ἀληθείας προσποιησάμενος εὐήθειαν καὶ η θους χαυνότητα, ο περ καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ, πολὺν δὲ τῇ μητρὶ ̓Αντωνίᾳ τοῖς τ' ἀπελευθέροις συνδιαιτηθείς, οὐδὲν ἐλευθεροπρεπὲς ἐπεδείκνυτο. ἐπετίθεντο δ' αὐτῷ αἱ γυναῖκές τε καὶ οἱ ἀπελεύθεροι ἐν τοῖς πότοις καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις προσέκειτο. πρὸς δὲ καὶ δειλίαν ει χε. τοιοῦτος δὲ πεφυκώς, ὡς συνελόντι εἰπεῖν, ο μως οὐκ ὀλίγα καὶ δεόντως ε πραττεν ὁσάκις τῶν εἰρημένων παθῶν ε ξω ἐγίνετο καὶ ἑαυτοῦ ἐκράτει. οὐκ εὐθὺς μέντοι εἰς τὴν βουλὴν εἰσῆλθεν, ἀλλὰ μετὰ τριακο.25 στὴν ἡμέραν, διά τε τὸν Γάιον ου τως ἀπολωλότα δεδιὼς καὶ ο τι τινὲς ἑαυτοῦ βελτίους εἰς τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ὠνομάσθησαν. ἀλλὰ τά τε α λλα ἀκριβῶς ἐφυλάσσετο καὶ πάντας τοὺς αὐτῷ προσιόντας ἐρευνᾶσθαι ἐποίει μή τι ξιφίδιον ε χωσι, καὶ ἐν τοῖς συμποσίοις στρατιώτας ει χεν αὐτῷ συνόντας. ο καὶ μετὰ ταῦτα ἐγίνετο· ἡ δὲ τῶν ξιφιδίων ε ρευνα διὰ Οὐεσπασιανοῦ ἐπαύσατο. Τὸν μὲν ου ν Χαιρέαν καί τινας α λλους ἀπέκτεινεν, οὐ διὰ τὸν Γάιον, ἀλλ' ἑαυτῷ ἀσφάλειαν προμηθούμενος· καὶ ὁ Σαβῖνος δὲ ἑκὼν ἀπέθανε, μὴ ἀξιώσας κολασθέντος τοῦ Χαιρέου αὐτὸς περιεῖναι· τὰς δὲ τοῦ Γαΐου ἀδελφὰς τήν τε ̓Αγριππῖναν καὶ τὴν ̓Ιουλίαν καταγαγὼν ἐκ τῆς ὑπερορίας, καὶ τὰς οὐσίας αὐταῖς ἀπέδωκε, καὶ τοὺς α λλους τοὺς ἐκπεσόντας ὁμοίως κατήγαγε. καὶ τοὺς ἐν εἱρκταῖς δεδεμένους ἀκριβῶς ἐξετάσας, τοὺς μὲν συκοφαντουμένους ἀφῆκε, τοὺς δὲ κακουργήσαντάς τι ἐκόλασε. καὶ τὰ φάρμακα, α πολλὰ ἐν τοῖς τοῦ Γαΐου εὑρέθη, καὶ τὰ βιβλία τοῦ Πρωτογένους, ο ν καὶ ἀπέκτεινεν, ε καυσε. τά τε γράμματα α ε λεγε μὲν κατακαῦσαι ὁ Γάιος, εὑρέθησαν δὲ ο ντα, τοῖς βουλευταῖς τε ἐπέδειξε, καὶ ε δωκεν ἀναγνῶναι τοῖς τε γράψασιν αὐτὰ καὶ τοῖς καθ' ω ν ἐγέγραπτο, καὶ μετὰ τοῦτο κατέφλεξε. τῆς τε γερουσίας ἀτιμῶσαι βουληθείσης τὸν Γάιον, ψηφισθῆναι μὲν τοῦτο αὐτὸς ἐκώλυσε, νυκτὸς δὲ τὰς εἰκόνας αὐτοῦ πάσας ἠφάνισε, καὶ τὰ ὑπὸ τοῦ Γαΐου καὶ ὑφ' ἑτέρων δι' ἐκεῖνον οὐκ ὀρθῶς γεγονότα ἀνέτρεψεν. ἀνδριάντων δὲ αὐτῷ ψηφισθέντων παρῃτήσατο· καὶ θύειν η προσκυνεῖν ἐν ἀγάλμασιν αὐτῷ ἀπηγόρευσε. καὶ α λλα δὲ τοιαῦτα πολλὰ ἐποίει, μετριοφρονῶν καὶ κρίσει ταῦτα πράττων, ἀλλ' 3.26 οὐκ ἐπιτηδεύσει. τὰς γοῦν θυγατέρας κατηγγύησε τὴν μὲν Λουκίῳ ̓Ιουνίῳ Σιλανῷ, τὴν δὲ Γναίῳ Πομπηίῳ Μάγνῳ. καὶ οὐδὲν ὑπέρογκον ε πραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις ἐδίκασε καὶ ἡ βουλὴ ἠθροίσθη. ταῦτά τε ου ν ἐπιεικῶς ε πραττε, καὶ τῶν ὑπάτων ἐν τῷ συνεδρίῳ καταβάντων ἀπὸ τῶν δίφρων, ι να διαλεχθῶσιν αὐτῷ, προσεξανέστη τε καὶ ἀντιπροσῆλθε σφίσιν. ἰδιωτικῶς τε ε ζη ὡς τὰ πολλὰ καὶ ἑλληνικῶς αὐτός τε καὶ οἱ περὶ αὐτὸν διῃτῶντο. Περὶ τὰ χρήματα δὲ θαυμαστὸς ἐγένετο. ἀπηγόρευσε γὰρ ἀργύριον αὐτῷ προσφέρεσθαι, ο καὶ ἐπὶ τοῦ Αὐγούστου ἐγίνετο. ἀπεῖπε δὲ μηδὲ κληρονόμος παρά τινος συγγενεῖς ε χοντας καταλιμπάνεσθαι. καὶ τῶν προδημευθέντων ἐπί τε τοῦ Τιβερίου καὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς ε τι περιοῦσι, τὰ δὲ τοῖς τέκνοις αὐτῶν ἀπέδωκε· καὶ πολλοῖς παρὰ τοῦ Γαΐου τὰς σφετέρας ἀρχὰς καὶ χώρας ἀφαιρεθεῖσιν αὐτὸς αυ θις ἐπανεσώσατο. καὶ α λλα τοιαῦτα ε ργα εἰργάσατο, δι' α ἐπῃνεῖτο. ὑπὸ δὲ τῶν ἐξελευθέρων αὐτοῦ καὶ τῆς γυναικὸς Βαλερίας Μεσσαλίνης ε τερα ἐπράχθη οὐχ ὁμοιότροπα. λιμοῦ μέντοι ἰσχυροῦ γενομένου οὐ μόνον τῆς τότε ἀφθονίας ἐφρόντισεν, ἀλλὰ καὶ τῆς εἰσέπειτα. ἐπεισάκτου γὰρ 383

παντὸς σχεδὸν τοῦ σίτου τοῖς ̔Ρωμαίοις ο ντος, ἡ χώρα ἡ πρὸς ταῖς ἐκβολαῖς τοῦ Τιβέριδος ου τε κατάρσεις ἀσφαλεῖς ου τε λιμένας ἐπιτηδείους ε χουσα ἀνωφελὲς σφίσι τὸ κράτος τῆς θαλάσσης ἐποίει· οὐδὲν γὰρ κατὰ τὴν χειμερινὴν ω ραν ἠδύνατο εἰσφοιτᾶν. τοῦτο ου ν συνιδὼν λιμένας τε κατεσκεύασε καὶ ἀπετέλεσε πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τῆς ̔Ρώμης α ξιον. ἐν πᾶσι δὲ μετριάζων, ου τε γεννηθέν.27 τος αὐτῷ υἱέος, ο ς τότε μὲν Κλαύδιος Τιβέριος Γερμανικός, υ στερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσθη, α λλο τι ἐπιφανὲς ε πραξεν, ου τ' Αυ γουστον αὐτὸν η τὴν Μεσσαλῖναν Αὐγούσταν ἐπικληθῆναι ἐφῆκε. Συνεχῶς δὲ μονομαχίας ἀγῶνας ἐτίθει, πάνυ χαίρων αὐτοῖς, κἀντεῦθεν πολλοὶ ἀπώλλυντο α νθρωποι, ἐπ' αἰτίαις τισὶ καταψηφισθέντες. ἐθισθεὶς ου ν ου τως αι ματος καὶ φόνων ἀναπίμπλασθαι, προπετέστερον καὶ ταῖς α λλαις σφαγαῖς ἐχρήσατο. αι τιοι δὲ τούτου οι τε Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγίνοντο. εἰ γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, καὶ πάνθ' ο σα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοῦ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ε πειτα ἀνενεγκὼν καὶ ἀναφρονήσας, μαθὼν τὸ γεγονὸς ἐλυπεῖτο καὶ μετεγίνωσκε. Τοιαῦτα δὲ ποιοῦντος αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα ἐπὶ Κλαυδίῳ οἱ ̔Ρωμαῖοι ἐσχήκασι. διὸ καὶ ἐπεβουλεύθη ὑφ' ἑτέρων τε καὶ ὑπ' ̓Αννίου Βινικιανοῦ, ο ς πρὸς Φούριον Κάμιλλον Σκριβωνιανὸν τῆς Δαλματίας α ρχοντα ε πεμψε καὶ ἀνέπεισεν αὐτὸν ἐπαναστῆναι. τῶν δὲ στρατιωτῶν μὴ πεισθέντων αὐτῷ, αὐτὸς μὲν ἀπέκτεινεν ἑαυτόν, Κλαύδιος δὲ καίτοι πάνυ καταδείσας ὡς ἑτοίμως ε χειν ἐκστῆναι αὐτῷ τοῦ κράτους ἐθελοντής, ο μως τὸν θάνατον αὐτοῦ μαθὼν ἀνεθάρσησε, καὶ τοὺς μὲν στρατιώτας α λλοις τέ τισι καὶ χρήμασιν ἀντημείψατο, τοὺς δὲ συνεπιβουλεύσαντας ἀνεζήτησε καὶ πλείστους ἐκόλασε. συχνοὶ δὲ α λλοι τε καὶ ὁ Βινικιανὸς διεχειρί.28 σαντο ἑαυτούς. ἡ γὰρ Μεσσαλῖνα καὶ ὁ τοῦ Κλαυδίου ἀπελεύθερος Νάρκισσος οι τε συναπελεύθεροι αὐτοῦ, τῆς ἀφορμῆς ταύτης λαβόμενοι, οὐδενὸς τῶν δεινοτάτων ἀπέσχοντο. α νδρες τε ου ν πολλοὶ καὶ γυναῖκες ἐκολάσθησαν· τινὲς δὲ καὶ τῶν πάνυ ὑπαιτίων ἐσώθησαν, οἱ μὲν χρήμασιν, ε νιοι δέ γε καὶ χάρισι. Γαλαῖσος δέ τις ἀπελεύθερος τοῦ Καμίλλου ἐν τῷ βουλευτηρίῳ τοῦ Ναρκίσσου παρελθόντος εἰς τὸ μέσον καὶ εἰπόντος αὐτῷ "τί α ν ἐποίησας, Γαλαῖσε, εἰ Κάμιλλος ἐμονάρχησεν;" ἀπεκρίνατο ο τι "εἱστήκειν α ν ο πισθεν αὐτοῦ καὶ ἐσιώπων." ̓Αρρία δὲ γυνὴ Καικίνου ὑπάτου ου σα, εἰ καὶ τῇ Μεσσαλίνῃ σφόδρα ᾠκείωτο, οὐκ η νεγκε ζῆν τοῦ ἀνδρὸς θνήσκοντος, ἀλλὰ καὶ τὸν α νδρα ἀποδειλιῶντα ἐπέρρωσε. τὸ γὰρ ξίφος λαβοῦσα ἑαυτὴν ε πληξε κἀκείνῳ ἐπέδωκεν εἰποῦσα "ἰδοὺ Παῖτε, οὐκ ἀλγῶ." καὶ οἱ μὲν ἐπὶ τούτοις ἐπῃνοῦντο, Κλαύδιος δὲ ου τως πρὸς τὰς κολάσεις ε σχεν ω στε καὶ σύνθημα τοῖς στρατιώταις τὸ ε πος τοῦτο συνεχῶς διδόναι, χρὴ α νδρ' ἀπαμύνασθαι, ο τε τις πρότερος χαλεπήνῃ. ἡ δὲ Μεσσαλῖνα καὶ οἱ ἀπελεύθεροι αὐτοῦ ου τως τὴν πολιτείαν καὶ τὰς στρατείας καὶ τὰς ἐπιτροπὰς τάς τε ἡγεμονίας καὶ τὰ α λλα πάντα ἐπώλουν καὶ ἐκαπήλευον ω στε σπανίσαι πάντα τὰ ω νια, κἀντεῦθεν βιασθῆναι τὸν Κλαύδιον ἀπὸ βήματος τὰς τιμὰς αὐτῶν διατάξαι. Αυ λου δὲ Πλαυτίου ἐς τὴν Βρεττανίαν στρατεύσαντος, καὶ τὰ μὲν παθόντος, τὰ δὲ δράσαντος, ει τα τῷ Κλαυδίῳ τὰ συμβάντα γνωρίσαντος, ἐκεῖνος τὰ οι κοι Οὐιτελλίῳ Λουκίῳ τῷ συνυ.29 πατευκότι ἐγχειρίσας ἐξεστράτευσε. καὶ πρὸς τὸν ̓Ωκεανὸν ἀφικόμενος ει ς τε τὴν Βρεττανίαν περαιωθεὶς μετὰ πλείονος παρασκευῆς καὶ ἐλεφάντων συνέμιξε τοῖς στρατεύμασι. καὶ μετ' αὐτῶν τοῖς βαρβάροις συμβαλὼν ἐνίκησε καὶ τὸ βασίλειον αὐτῶν ει λε. καὶ εἰς τὴν ̔Ρώμην ἐπανῆλθε, τὴν ἀγγελίαν τῆς νίκης διὰ τῶν γαμβρῶν τοῦ τε Μάγνου καὶ τοῦ Σιλανοῦ προπέμψας. μαθοῦσα δὲ ταῦτα ἡ γερουσία Βρεττανικὸν καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ ἐπεκάλεσε, καὶ πολλὰ αὐτοῖς ἐψηφίσατο ε τερα. ̔Η δὲ Μεσσαλῖνα ὀρχηστοῦ ἐρασθεῖσά τινος Μνηστῆρος ὠνομασμένου, ἐπεὶ μήθ' ὑποσχέσεσιν αὐτὸν μήτ' ἐκφοβήσεσιν ἀνέπειθε συγγενέσθαι αὐτῇ, τὸν Κλαύδιον παρεσκεύασεν ἐπιτάξαι 384

αὐτῷ πειθαρχεῖν αὐτῇ, ὡς ἐπ' α λλο τι δεομένη αὐτοῦ· καὶ εἰπόντος αὐτῷ τοῦ Κλαυδίου ο σα προστάττεται παρὰ τῆς Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ, ὡς καὶ τοῦτο ὑπ' ἐκείνου κεκελευσμένος. τοῦτο δὲ καὶ πρὸς συχνοὺς ἑτέρους ἐποίει. ὡς γὰρ εἰδότος τοῦ ἀνδρὸς αὐτῆς τὰ γινόμενα καὶ συγχωροῦντος ἀκολασταίνειν αὐτῇ ἐμοιχεύετο. Βινίκιος δὲ ο τι μὴ ἠθέλησεν αὐτῇ συμφθαρῆναι, φαρμάκῳ ὑπ' αὐτῆς διεφθάρη. η σχαλλον δὲ οἱ ̔Ρωμαῖοι δουλεύοντα αὐτὸν τῇ γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες. Τῷ δ' ἑξῆς ἐνιαυτῷ ὀκτακοσιοστῷ ε τει τῇ ̔Ρώμῃ ο ντι τὸ τέταρτον ὑπάτευσε Κλαύδιος. ο τε Γάλλον τινά, βουλεῦσαι δυνάμενον, εἰς δὲ τὴν Καρχηδόνα ἐξοικήσαντα, σπουδῇ μετεπέμψατο, εἰπὼν ο τι "χρυσαῖς σε πέδαις δήσω." καὶ ου τω τῷ ἀξιώματι πεδηθεὶς κατὰ χώραν ε μεινεν. ἐπιβουλῆς δέ τινος τῷ Κλαυδίῳ μηνυθείσης κατεφρόνησε τοῦ μηνυθέντος καὶ ἐν οὐδενὶ λόγῳ αὐτὸν ἐποιήσατο, εἰπὼν ο τι "οὐχ 3.30 ὁμοίως δεῖ ψύλλαν καὶ θηρίον ἀμύνεσθαι." α λλους δὲ πολλοὺς διαβληθέντας ὑπὸ τῆς Μεσσαλίνης καὶ τὸν ̓Ασιατικὸν καὶ τὸν γαμβρὸν τὸν Μάγνον ἀπέκτεινε· τὸν μὲν ̓Ασιατικὸν διὰ τὴν οὐσίαν, τὸν δὲ Μάγνον διὰ τὸ γένος καὶ τὸ κῆδος. ἑάλωσαν μέντοι ὡς ἐπ' α λλοις τισίν. ἐπεὶ δὲ πολλοὺς δούλους νοσοῦντας οὐδεμιᾶς θεραπείας οἱ δεσπόται ἠξίουν, ἀλλὰ καὶ τῶν οἰκιῶν ἐξώθουν, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους ἐλευθέρους ει ναι. γεννηθέντος δέ οἱ ἐγγόνου ἐκ τῆς ̓Αντωνίας τῆς θυγατρός, η ν Κορνηλίῳ Φαύστῳ Σύλλᾳ ἀδελφῷ τῆς Μεσσαλίνης ο ντι μετὰ τὸν τοῦ Μάγνου συνῴκισε θάνατον, οὐδὲν ἀφῆκε ψηφισθῆναι, μετριοφρονῶν. ἡ δὲ Μεσσαλῖνα καὶ οἱ ἐξελεύθεροι αὐτοῦ ἐξώγκωντο. η σαν δὲ τρεῖς οἱ μάλιστα τὸ κράτος διειληφότες· ο τε Κάλλιστος, ο ς ἐπὶ ταῖς βίβλοις τῶν ἀξιώσεων ἐτέτακτο· καὶ ὁ Νάρκισσος, ο ς τῶν ἐπιστολῶν ἐπεστάτει, διὸ καὶ ἐγχειρίδιον παρεζώννυτο· καὶ ὁ Πάλλας, ῳ ἡ τῶν χρημάτων διοίκησις ἐμπεπίστευτο. ̔Η δὲ Μεσσαλῖνα μὴ ἀρκουμένη ο τι ἐμοιχεύετο, ἐπεθύμησε καὶ α νδρας πολλοὺς ε χειν· καὶ συνῴκησεν α ν πᾶσι τοῖς αὐτῇ χρωμένοις μετὰ συμβολαίων, εἰ μὴ ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. ε ως μὲν γὰρ οἱ Καισάρειοι πάντες ὡμονόουν αὐτῇ, οὐδὲν η ν ο οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν· ἐπεὶ δὲ τὸν Πολύβιον, καίτοι κἀκείνῳ πλησιάζουσα, διέβαλε καὶ 3.31 ἀπέκτεινεν, οὐκέτ' αὐτῇ ἐπίστευον, καὶ ἐρημωθεῖσα τῆς παρ' αὐτῶν εὐνοίας ἐφθάρη. τὸν γὰρ Σίλιον τὸν Γάιον τὸν τοῦ Σιλίου τοῦ ὑπὸ Τιβερίου σφαγέντος υἱὸν α νδρα ἐπεγράψατο, καὶ τούς τε γάμους πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχαρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ Κλαυδίου κειμηλίων συμφορήσασα εἰς αὐτήν· καὶ τέλος υ πατον αὐτὸν ἀπέφηνε. ταῦτα δῆλα τοῖς α λλοις ο ντα τὸν Κλαύδιον ἐλάνθανεν. ἀποδημήσαντι δέ ποτε αὐτῷ καὶ μονωθέντι ὁ Νάρκισσος μηνύει πάντα διὰ τῶν παλλακῶν τὰ γινόμενα. ο θεν εἰς τὴν ̔Ρώμην τε ἐπανῆλθε καὶ α λλους τε πολλοὺς καὶ τὸν ὀρχηστὴν τὸν Μνηστῆρα ἐφόνευσε, καὶ μετὰ τοῦτο καὶ αὐτὴν τὴν Μεσσαλῖναν ἀπέσφαξεν. ̓Εκείνης δ' ου τω διαφθαρείσης τὴν ̓Αγριππῖναν τὴν ἀδελφιδῆν ε γημε σπουδῇ τῶν ἀπελευθέρων, ο τι τὸν Δομίτιον ἐς προσήβους η δη τελοῦντα ει χεν υἱόν, ο πως ε φεδρον αὐτὸν ἐπὶ τῇ ἀρχῇ τρέφοντες μηδὲν ὑπὸ τοῦ Βρεττανικοῦ δεινὸν πάθωσιν, ὡς τὴν αὐτοῦ μητέρα τὴν Μεσσαλῖναν ἀναιρεθῆναι ποιήσαντες. δεδογμένου δὲ η δη τοῦ γάμου, δείσαντες τὸν Σιλανὸν ὑπὸ τοῦ Κλαυδίου τιμώμενον ὡς α νδρα ἀγαθόν, α μα δὲ καὶ τὴν ̓Οκταουίαν τὴν θυγατέρα αὐτοῦ τῷ τῆς ̓Αγριππίνης υἱῷ τῷ Δομιτίῳ προμνώμενοι, ἐγγεγυημένην τῷ Σιλανῷ, πείθουσι τὸν Κλαύδιον ὡς ἐπιβουλεύοντά οἱ τὸν Σιλανὸν ἀποκτεῖναι. γενομένου δὲ τούτου λόγους ἐν τῇ βουλῇ ὁ Οὐιτέλλιος ἐποιήσατο ο τι συμφέρει τῷ κοινῷ γῆμαι τὸν Κλαύδιον. καὶ τὴν ̓Αγριππῖναν ἐπιτηδείαν εἰς τοῦτο ἀπέφαινε, καὶ βιάσασθαι σφίσιν αὐτὸν ἐπὶ τὸν γάμον συνεβού.32 λευεν. ἐντεῦθεν ὁρμηθέντες οἱ βουλευταὶ πρὸς τὸν Κλαύδιον η λθον καὶ ἠνάγκασαν δῆθεν αὐτὸν γῆμαι, καὶ ψήφισμα ἐποιήσαντο ἐξεῖναι ̔Ρωμαίοις ἀδελφιδᾶς α γεσθαι· πρότερον γὰρ ἐκεκώλυτο. ̔Ως δ' ὁ 385

γάμος ἐτελέσθη, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη ου σα πράγμασι χρῆσθαι, καὶ πρὸς ου ς εὐνοϊκῶς ἐκεῖνος ει χε, τοὺς μὲν φόβῳ, τοὺς δὲ εὐεργεσίαις ᾠκειώσατο. καὶ τέλος τὸν μὲν Βρεττανικὸν τὸν παῖδα αὐτοῦ ὡς τῶν τυχόντων τινὰ τρέφεσθαι ἐποίει, ὁ γὰρ ε τερος ε θανε, τὸν δὲ Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, υ στερον δὲ καὶ εἰσεποίησε, καὶ εἰσποιήσασα τῷ Κλαυδίῳ αὐτὸν καὶ πρὸς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευεν. ἀμύθητόν τε πλοῦτον συνέλεγεν, οὐδὲ τὴν τυχοῦσαν λαβὴν ἐπ' ἀργυρισμῷ παραλείπουσα, πολλοὺς δὲ καὶ φονεύουσα διὰ χρήματα. η δη δέ τινας καὶ γυναῖκας ζηλοτυπήσασα ε κτεινε. τὴν γοῦν Παυλῖναν τὴν Λολλίαν ἀποκτείνασα καὶ τὴν κεφαλὴν αὐτῆς κομισθεῖσαν μὴ γνωρίσασα, τό τε στόμα αὐτῆς αὐτὴ ταῖς χερσὶν ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως ε χοντας. Μετὰ ταῦτα δὲ καὶ Αὐγούσταν τὴν ̓Αγριππῖναν ὁ Κλαύδιος ἐπεκάλεσε, καὶ τὸν υἱὸν αὐτῆς εἰσποιησάμενος μετωνόμασε Τιβέριον Κλαύδιον Νέρωνα Δροῦσον Γερμανικὸν Καίσαρα, μηδὲν φροντίσας ο τι καίεσθαι ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ε δοξε. καὶ μετὰ τοῦτο τὴν θυγατέρα τὴν ̓Οκταουίαν εἰς ε τερόν τι γένος εἰσαγαγών, ι να μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, ἐνεγύησεν αὐτῷ. ̓Αγριππῖνα δὲ καὶ Καλπουρ.33 νίαν γυναῖκα τῶν πρώτων ἐφυγάδευσεν, η ὡς λέγεται καὶ ἀπέκτεινεν, ἐπειδὴ τὸ κάλλος αὐτῆς ὁ Κλαύδιος ἐθαύμασε καὶ ἐπῄνεσε. τοῦ δὲ Νέρωνος, τοῦτο γὰρ τὸ ο νομα ἐπ' αὐτῷ ἐξενίκησεν, ἐς τοὺς ἐφήβους ἐγγραφέντος, κατὰ τὴν ἡμέραν, ἐν ῃ ἐνεγράφη, τὸ δαιμόνιον τήν τε γῆν ἐπὶ πολὺ ε σεισε καὶ φόβον νυκτὸς πᾶσιν ὁμοίως ἐνέβαλε. Νέρων μὲν ου ν ηυ ξετο, Βρεττανικὸς δὲ ου τε τινὰ τιμὴν ου τε ἐπιμέλειαν ει χεν· ἡ γὰρ ̓Αγριππῖνα τοὺς περιέποντας αὐτὸν τοὺς μὲν ἐξήλασε, τοὺς δὲ καὶ ἀπέκτεινε· καὶ τὸν Σωσίβιον, ῳ ἡ τροφὴ αὐτοῦ καὶ ἡ παιδεία προσετέτακτο, κατέσφαξεν ὡς τῷ Νέρωνι ἐπιβουλεύοντα. καὶ παραδοῦσα αὐτὸν οι ς η θελεν, ου τε τῷ πατρὶ συνεῖναι ου τε δημοσιεύειν ει α. ἠδύνατο δὲ πάντα, τοῦ Κλαυδίου κρατοῦσα καὶ τὸν Νάρκισσον καὶ τὸν Πάλλαντα οἰκειωσαμένη· ὁ γὰρ Κάλλιστος ἐπὶ πολὺ προχωρήσας δυνάμεως ἐτελεύτησεν. Οἱ ἀστρολόγοι δὲ ἐξ ἁπάσης τῆς ̓Ιταλίας ἠλάθησαν, καὶ οἱ αὐτοῖς συγγινόμενοι ἐκολάσθησαν. Καράτακος δέ τις βαρβάρων ἀρχηγὸς ἁλοὺς καὶ εἰς τὴν ̔Ρώμην ἀχθείς, καὶ συγγνώμης παρὰ τοῦ Κλαυδίου τυχών, ει τα περινοστήσας τὴν πόλιν μετὰ τὴν α φεσιν, καὶ ἰδὼν αὐτῆς τὴν λαμπρότητα καὶ τὸ μέγεθος "ει τα" ε φη "ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι τῶν σκηνιδίων ἡμῶν ἐπιθυμεῖτε;" ̓Ιουλίῳ δέ τινι Γαλλικῷ δίκην λέγοντι ἀχθεσθεὶς ὁ Κλαύδιος ἐκέλευσεν αὐτὸν εἰς τὸν Τίβεριν ἐμβληθῆναι. ἐφ' ῳ δὴ Δομίτιος Αφρος, πλεῖστον τῶν κατ' αὐτὸν ἐν τῷ συνηγορεῖν ἰσχύσας, κάλλιστα ἀπέσκωψε· δεηθέντος γάρ 3.34 τινος τῆς παρ' αὐτοῦ βοηθείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλλικοῦ ἐγκατελείφθη, ε φη πρὸς αὐτόν "καὶ τίς σοι ει πεν ο τι κρεῖσσον ἐκείνου νήχομαι;" Νοσήσαντος δὲ μετὰ ταῦτα τοῦ Κλαυδίου εἰσῆλθεν ὁ Νέρων εἰς τὸ συνέδριον, καὶ εἰ ἀναρρωσθείη ὁ Κλαύδιος, ἱπποδρομίαν ὑπέσχετο. πάντα γὰρ τρόπον ἡ ̓Αγριππῖνα ἐκίνει ι να τῷ τε πλήθει χαρίζοιτο καὶ μόνος ε σεσθαι νομίζοιτο τῆς αὐταρχίας διάδοχος. διὸ τόν τε ἱππικὸν ἀγῶνα, ῳ προσέκειντο μάλιστα, ἐποίησε τὸν Νέρωνα ὑποσχέσθαι ἐπὶ τῇ τοῦ Κλαυδίου ὑγείᾳ, η ν καὶ πάνυ ἀπηύχετο· καὶ πρὸς τὴν πρᾶσιν τῶν α ρτων θόρυβόν τινα γενέσθαι παρασκευάσασα, ἀνέπεισε τὸν Κλαύδιον τῷ τε δήμῳ ἐκ προγραφῆς δηλῶσαι καὶ τῇ γερουσίᾳ ἐπιστεῖλαι ο τι, κα ν αὐτὸς ἀποθάνοι, ὁ Νέρων τὰ κοινὰ ἱκανὸς η δη ἐστὶ διοικεῖν. καὶ ὁ μὲν πολύς τε ἐκ τούτου η ν καὶ διὰ στόματος η γετο α πασι, τὸν δὲ Βρεττανικὸν συχνοὶ μὲν οὐδ' εἰ ε ζη ἐγίνωσκον, οἱ λοιποὶ δὲ παραπλῆγα καὶ ἐπίληπτον, ταῦτα κηρυττούσης τῆς ̓Αγριππίνης, ῳ οντο. ῥαΐσαντος δὲ τοῦ Κλαυδίου τὴν ἱπποδρομίαν ὁ Νέρων μεγαλοπρεπῶς ἐπετέλεσε, καὶ τὴν ̓Οκταουίαν δὲ τότε ε γημεν, ω στε καὶ ἐκ τούτου ἀνὴρ η δη δοκεῖν. οὐδὲν δὲ ἀρκοῦν τῇ ̓Αγριππίνῃ ἐδόκει· καίτοι ο σα τε ἡ Λιβία ε σχε κἀκείνῃ ἐδέδοτο, καὶ α λλ' α ττα πλείω ἐψήφιστο. ἡ δὲ καὶ ἰσοκρατὴς τῷ 386

Κλαυδίῳ α ντικρυς ὀνομάζεσθαι η θελε. καί ποτε πολλοῦ τὴν πόλιν ἐπινεμομένου πυρός, πρὸς τὴν ἐπικουρίαν ἐκείνῳ συμπαρεγένετο. 3.35 ̔Ο γοῦν Κλαύδιος ἀχθόμενος τοῖς δρωμένοις τοῖς τέως εἰς γνῶσιν ἰοῦσιν αὐτῷ, καὶ τῷ Βρεττανικῷ ὁπότε ἐντύχοι φιλοφρόνως συγγινόμενος, οὐκ η νεγκε τὰ γινόμενα, ἀλλ' ἐκείνην τε καταλῦσαι καὶ τὸν υἱὸν ἐς τοὺς ἐφήβους εἰσαγαγεῖν καὶ διάδοχον ἀποδεῖξαι παρεσκευάζετο. γνοῦσα δὲ ταῦτα ἡ ̓Αγριππῖνα προκαταλαβεῖν αὐτὸν φαρμάκῳ πρίν τι τοιοῦτον πραχθῆναι ἐσπούδασεν. ὡς δ' ἐκεῖνο οὐδὲν ὑπό τε τοῦ οι νου, ο ν πολὺν ἀεὶ ὁ Κλαύδιος ε πινεν, ἐξειργάσατο, καὶ ὑπὸ τῆς α λλης διαίτης, ῃ πάντες ἐπίπαν οἱ τὸ κράτος ε χοντες χρῶνται πρὸς φυλακὴν ἑαυτῶν, Λουκούσταν φαρμακίδα τινὰ περιβόητον ἐπ' αὐτῷ τούτῳ νέον ἑαλωκυῖαν μετεπέμψατο· καί τι φάρμακον ε τερον α φυκτον σκευάσασα δι' αὐτῆς, εἰς ε νια τῶν καλουμένων μυκήτων ἐνέβαλε, καὶ αὐτὴ μὲν ἐκ τῶν α λλων η σθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον ε χοντος, ο ντος μεγίστου τε καὶ καλλίστου, φαγεῖν παρεσκεύασε. καὶ ὁ μὲν ου τως ἐπιβουλευθείς, ὡς ὑπερκορὴς σφόδρα τῇ μέθῃ γενόμενος, ο περ καὶ α λλοτε πολλάκις ἐγένετο, ἐκ τοῦ συμποσίου ἐξεκομίσθη· κατεργασθεὶς δὲ τῷ φαρμάκῳ μετήλλαξε διὰ τῆς νυκτὸς μήτ' εἰπεῖν μήτ' ἀκοῦσαί τι δυνηθείς, ζήσας ε τη ἐπὶ τρισὶν ἑξήκοντα καὶ μῆνας δύο καὶ ἡμέρας τρισκαίδεκα, αὐταρχήσας δ' ἐνιαυτοὺς δεκατρεῖς μῆνάς τε ὀκτὼ καὶ ἡμέρας ει κοσι. Ταῦτα δὲ ἡ ̓Αγριππῖνα πεποίηκε τὸν Νάρκισσον εἰς Καμπανίαν προπέμψασα, ὡς τοῖς υ δασιν ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον· οὐ γάρ ποτε παρόντος ἐκείνου τοιοῦτόν τι δεδρακέναι ι σχυσεν α ν· τοιοῦτος τοῦ δεσπότου φύλαξ ἐτύγχανε. θανόντος δὲ τοῦ Κλαυδίου καὶ αὐτὸς εὐθὺς διεφθάρη, μέγιστον δυνηθείς. πρὸ δὲ τοῦ σφαγῆναι ε ργον λαμπρὸν 3.36 διεπράξατο. τὰ γὰρ γράμματα τοῦ Κλαυδίου ο σα ἀπόρρητα κατά τε τῆς ̓Αγριππίνης καὶ καθ' ἑτέρων τινῶν ε χων, οι α τὰς ἐπιστολὰς αὐτοῦ διοικῶν, α παντα προκατέκαυσεν. ἐσφάγη δὲ παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ, ο περ ἐκ συντυχίας συνενεχθὲν ε δοξεν εἰς τὴν ἐκείνης τιμωρίαν γενέσθαι. ω φθη μέντοι κομήτης ἀστὴρ ἐπὶ πλεῖστον, καὶ ψεκὰς αἱματώδης καὶ σκηπτὸς ἐς τὸ δορυφορικὸν σημεῖον ἐνέπεσε, καὶ ε τερ' α ττα συνέπεσεν α σημεῖα τῆς Κλαυδίου τελευτῆς ἐλογίσθησαν. Τούτου γοῦν βασιλεύοντος καὶ Θευδᾶς ἐγένετο, ου καὶ ὁ θεῖος Λουκᾶς ἐν ταῖς Πράξεσι μέμνηται, καὶ ὁ ̓Ιώσηπος ἐν τῷ ἐννεακαιδεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας ἱστορεῖ γόητα αὐτὸν ο ντα πολλοὺς ἀπατῆσαι, ε ως Φάδος ὁ τῆς ̓Ιουδαίας ἐπίτροπος ι λην ἱππέων πέμψας πολλοὺς τῶν περὶ αὐτὸν ἀνεῖλε, πολλοὺς δ' ἐζώγρησε, καὶ αὐτοῦ δὲ τοῦ Θευδᾶ ζωγρηθέντος τὴν κάραν ἀπέτεμε. Καὶ Σίμων δ' ὁ μάγος ἐπὶ τούτου τοῦ βασιλέως τῇ ̔Ρώμῃ ἐπιδημήσας πολλοὺς τῶν τὴν ̔Ρώμην οἰκούντων γοητείαις ἠπάτησε καὶ ἐσφετερίσατο. δηλοῖ δὲ τοῦτο ̓Ιουστῖνος ὁ φιλόσοφός τε καὶ μάρτυς ἐν τῇ πρὸς ̓Αντωνῖνον ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ταῦτα "καὶ μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς ει ναι θεούς, οι οὐ 3.37 μόνον οὐκ ἐδιώχθησαν ὑφ' ὑμῶν, ἀλλὰ καὶ τιμῆς ἠξιώθησαν· ω ν ει ς καὶ Σίμων ὁ Σαμαρεὺς ὁ ἀπὸ κώμης Γιττῶν, ο ς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν δαιμόνων ἐνεργείας δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν τῇ βασιλίδι ̔Ρώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ' ὑμῖν τετίμηται ἐν τῷ Τιβέριδι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν ἱσταμένῳ, γράμμασιν ἐπιγεγραμμένῳ ̔Ρωμαϊκοῖς Σίμωνι δέῳ σάγκτῳ·" ο περ ἐξελληνιζόμενον Σίμωνι θεῷ ἁγίῳ δηλοῖ. Καὶ ὁ Πέτρος δὲ ἐπὶ Κλαυδίου πρῶτον ἐπεδήμησε τῇ ̔Ρώμῃ, τὸ σωτήριον κήρυγμα ἐγκατασπείρων αὐτῇ καὶ τῷ φωτὶ τῆς ἀληθείας καταυγάζων τὰς διανοίας τῶν ἐν αὐτῇ, ὡς καὶ πολλοὺς πιστεῦσαι τὼν ̔Ρωμαίων καὶ ου τως ἁλῶναι τῇ διδασκαλίᾳ τοῦ κορυφαίου τῶν ἀποστόλων ὡς μηδὲ τοῖς λόγοις αὐτοῦ ἀρκεσθῆναι μόνοις, παρακλήσεσι δὲ καὶ πρὸς Μάρκον χρήσασθαι τὸν ἀπόστολον ὀπαδὸν ο ντα Πέτρου, ε γγραφον αὐτοῖς τῆς τοῦ κορυφαίου διδασκαλίας ἐκθέσθαι ὑπόμνηνα, καὶ αὐτοὺς αἰτίους γενέσθαι τῆς τοῦ κατὰ Μάρκον εὐαγγελίου συγγραφῆς. ου τω ταῦτα ἱστορεῖ 387

ὁ Εὐσέβιος. Καὶ Κλαύδιος μὲν ο ν ει ρηται τρόπον ἐξ ἀνθρώπων ἐγένετο, τὴν δ' ἡγεμονίαν ὁ Νέρων ἐσφετερίσατο τῆς ̓Αγριππίνης σπουδῇ, υἱὸς αὐτῆς ω ν καὶ εἰσποιητὸς παῖς τῷ Κλαυδίῳ γενόμενος, τῶν τε διαθηκῶν τοῦ Κλαυδίου ἀφανισθεισῶν καὶ τοῦ Βρεττανικοῦ παρηγκωνισμένου, ο ς γνήσιος η ν τοῦ τεθνεῶτος υἱός, ἐν παιδικῇ ε τι τυγχάνων τῇ ἡλικίᾳ. τοῦ Νέρωνος δὲ αὐτοκράτορος καὶ Αὐγούστου ὑπό 3.38 τε τῆς βουλῆς καὶ τῆς στρατιᾶς ἀναγορευθέντος ἡ ̓Αγριππῖνα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει τῷ ἐκείνου ὀνόματι καπηλεύουσα πάντα. προϊόντος δὲ τοῦ χρόνου ὁ Σενέκας ε παρχος ω ν τοῦ δορυφορικοῦ καὶ ὁ Βοῦρρος διδάσκαλος τοῦ Νέρωνος τὴν μὲν ε παυσαν, αὐτοὶ δὲ τὴν ἀρχὴν η νυσαν α ριστα ἐφ' ο σονπερ ἠδυνήθησαν. ὁ γὰρ Νέρων νεώτατος τυγχάνων ο τ' ἐμονάρχησεν, ἑπτακαιδέκατον γὰρ ε τος η γε τότε τῆς ἡλικίας αὐτοῦ, καὶ μήτε φιλοπραγματίας ω ν, ἐτρύφα καὶ η ρα καὶ ἐκώμαζε καὶ ἐμέθυε καὶ μονομαχίαις καὶ ἱπποδρομίαις ἐσχόλαζε. πολυδάπανος δὲ καὶ οὐ μικρόφρων η ν, ἀλλὰ μᾶλλον ἀσωτευόμενος. τεκμήριον δέ, τινὶ τῶν περὶ αὐτὸν πεντήκοντα α μα καὶ διακοσίας μυριάδας ἀργυρίου δοθῆναι κελεύσας, ἐπειδὴ ἡ ̓Αγριππῖνα ἀθροίσασα τὸ ἀργύριον ἐνώπιον αὐτοῦ τεθῆναι πεποίηκεν, ι ν' ἀθρόον ἰδὼν αὐτὸ μεταβάληται, συνεὶς ἐκεῖνος η ρετο πόσον ει η τὸ κείμενον, καὶ μαθών "ἠγνόησα" ει πεν "ὀλίγον ου τω κεχαρισμένος," καὶ διπλασιασθῆναι ἐκέλευσεν. ου τω δὲ ταχὺ τοὺς βασιλικοὺς ἐξήντλησε θησαυρούς, ταχὺ δὲ πόρων ἐδεήθη καινῶν καὶ τέλη οὐκ εἰθισμένα πάντοθεν ἐξελέγετο. Τῆς δ' ̓Αγριππίνης, ο τι μὴ ἀργυρολογεῖν ἠδύνατο φιλαργυρωτάτη ου σα, περιθύμως ὀργισθείσης, καὶ ἀπειλησαμένης τὸν Βρεττανικὸν αὐτοκράτορα καταστήσειν, φοβηθεὶς ὁ Νέρων ἀπέκτεινε φαρμάκῳ αὐτόν. καὶ ὁ μὲν παραχρῆμα ἀπέψυξε καὶ φοράδην ὡς ἐπίληπτος ἐκκεκόμιστο· ἐν δέ γε τῇ ἐκφορᾷ, ἐπεὶ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου γέγονε, γύψῳ χρισθεὶς διὰ τῆς ἀγορᾶς η γετο· ὑετὸς δὲ πολὺς ὑγρᾶς ε τι τῆς γύψου ου σης ἐπιπεσὼν α πασαν αὐτὴν ἀπέκλυσεν, ω στε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι. 3.39 Υστερον δὲ καὶ τὴν μητέρα τὴν ̓Αγριππῖναν, τὸν ἀπελεύθερον ̓Ανίκητον πέμψας, διεχειρίσατο. η τὸν πεμφθέντα ἰδοῦσα, καὶ γνοῦσα ἐφ' ο τῳ η κει, τὴν ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα "παῖε ταύτην" ε φη " ̓Ανίκητε, παῖε, ο τι Νέρωνα ε τεκε." καὶ ἡ μὲν ἐσφάγη, ὁ δὲ Νέρων καὶ αὐτόπτης τοῦ τολμήματος γέγονε καὶ πᾶσαν ει δε γυμνώσας καὶ τὰ τραύματα ἐξηρίθμησε. ταῖς δὲ νυξὶν ἐξεταράττετο ω στε καὶ ἐκ τῆς εὐνῆς ἀναπηδᾶν καὶ ἐκδειματοῦσθαι. ἐν δὲ τῇ ̔Ρώμῃ πολλαχόθι ἐγράφετο παρά τινων ἀφανῶς Νέρων, ̓Ορέστης, ̓Αλκμαίων μητροκτόνοι. Καὶ τὴν Αὐγούσταν ̓Οκταουίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, τὴν ἑαυτοῦ γυναῖκα, ἀπεπέμψατο. τῆς γὰρ Σαβίνης ἐρῶν, η θελεν αὐτῇ συνεῖναι ὡς γαμετῇ. δείσασα δὲ ἡ Σαβῖνα μήποτε ἡ ̓Οκταουία μετακληθῇ, κατηγόρους ἐπ' αὐτῇ καὶ μοιχείας καὶ γοητείας ψευδοῦς παρεσκευάσατο. καὶ τὸ μὲν πρῶτον φυγαδευθῆναι αὐτήν, ε πειτα καὶ σφαγῆναι ἐποίησεν. ει τα καὶ αὐτὴ ἡ Σαβῖνα ἐκτάνθη ὑπὸ τοῦ Νέρωνος· κυούσῃ γὰρ αὐτῇ λὰξ ἐνέθορεν. ἐπὶ πολὺ δὲ θανοῦσαν ἐπένθησεν. ου τως δ' αὐτὴν ἐπόθησεν ω στε τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ ἐκείνῃ μετεπέμψατο καὶ ε σχεν, ε πειτα παῖδα ἀπελεύθερον, ο ν Σπόρον ὠνόμαζεν, ἐκτεμὼν ε γημεν, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ ἐῴκει, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρῳ γεγαμημένος. καὶ συνεγίνοντο α μα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή. καὶ ἐκιθαρῴδησε δὲ δημοσίᾳ, καίτοι βραχὺ 3.40 καὶ μέλαν φώνημα ε χων, καὶ ἐν τῷ ἱπποδρομίῳ ἡρματηλάτησεν. ἐπεραιώθη δὲ καὶ πρὸς τὴν ̔Ελλάδα, ου τοι γε ὡς οἱ πρόγονοι αὐτοῦ, ἀλλ' ἐπὶ ὀρχήσει καὶ ἐπὶ κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. οὐ γὰρ η ρκει αὐτῷ ἡ ̔Ρώμη, ἀλλ' ἐδεήθη καὶ ἐκστρατείας, ι να καὶ περιοδονίκης, ὡς ε λεγε, γένηται. ̓Αλλὰ τί α ν τις καθ' ε καστον λέγοι τῶν παρ' ἐκείνου πραττομένων; πάντα γὰρ ἁπλῶς ο σα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος ε λεγέ τε καὶ ε πραττε καὶ ε πασχε, πλὴν καθ' ο σον χρυσαῖς 388

ἐδεῖτο ἁλύσεσιν· οὐ γὰρ ε πρεπε ̔Ρωμαίων αὐτοκράτορα σιδηραῖς δεῖσθαι. στρατιώτης δέ τις ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ε λυσεν. ε τερος δέ, ἐρομένου τινὸς τί ποιεῖ ὁ αὐτοκράτωρ, ἀπεκρίνατο ο τι "τίκτει·" τοιοῦτον γάρ τι ὑπεκρίνετο τότε. η ρξατο δὲ καὶ τὸν ̓Ισθμὸν τῆς Πελοποννήσου διορύξαι, καίπερ τῶν ἀνθρώπων ὀκνούντων. λαβὼν ου ν αὐτὸς δίκελλαν, καί τι καὶ ἀνασκάψας, ε πεισε καὶ τοὺς α λλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι. αι μα δὲ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς λέγεται ἀναβλύσαι καὶ οἰμωγὰς καὶ μυκηθμοὺς ἐξακούεσθαι καὶ εἰδώλων γενέσθαι φαντασίαν πολλῶν. Ου τος πρῶτος καὶ τοῦ κατὰ Χριστιανῶν η ρξατο διωγμοῦ, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων ἀπέκτεινε κατὰ τὸν αὐτὸν καιρόν, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ παλαιοτέρων συγγραφέων μαρ.41 τυρίας παράγων. ε τεροι δὲ κατὰ τὴν αὐτὴν μὲν ἡμέραν φασὶ τελειωθῆναι καὶ α μφω τοὺς ἀποστόλους, ἐν α λλῳ δ' ε τει καὶ α λλῳ. μετὰ δὲ Πέτρον πρῶτος ἀρχιερεὺς τῆς ̔Ρώμης ὁ Λίνος ἐγένετο. Ετι δ' ἐν τῇ ̔Ελλάδι ο ντος τοῦ Νέρωνος ̓Ιουδαῖοι εἰς προῦπτον ἀπέστησαν· καὶ ἐπ' αὐτοὺς τὸν Οὐεσπασιανὸν ε πεμψε. καὶ οἱ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς η σχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον. Γάιος δὲ ̓Ιούλιος Οὐίνδιξ, ἀνὴρ κατὰ τὸν πατέρα βουλευτὴς τῶν ̔Ρωμαίων, ὁρῶν τοὺς ὁμοφύλους Γαλάτας ὀργῶντας πρὸς ἀποστασίαν, δι' ω ν ἐδημηγόρησεν ἠρέθισεν αὐτούς, καὶ ω ρκωσε πάντα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τῶν ̔Ρωμαίων ποιήσειν, καὶ ἑαυτόν, α ν τι παρὰ ταῦτα πράξῃ, φονεύσειν. αὐτοκράτορα δὲ Γάλβαν τὸν Σερούιον τὸν Σουλπίκιον προεχειρίσατο, γενόμενον ἐξ εὐπατριδῶν, καὶ τότε τῆς ̓Ιβηρίας α ρχοντα. καὶ ο ς τὴν ἡγεμονίαν ἐδέξατο, οὐκ ἠθέλησε δὲ τὰς τῆς αὐταρχίας ἐπικλήσεις προσλαβεῖν τότε. τῆς δ' ἀποστασίας παρατεινομένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετ' αὐτοῦ στρατιωτῶν κινδυνευσάντων ὑπεραλγήσας, καὶ πρὸς τὸ δαιμόνιον ἀγανακτήσας ο τι τοιούτου πράγματος ὀριγνηθείς, τοῦ τὸν Νέρωνα καταλῦσαι καὶ τοὺς ̔Ρωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό. τοσαύτῃ γὰρ προθυμίᾳ πρὸς τοῦτο ἐχρήσατο ω στε τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύξαντος τῷ τὴν κεφαλὴν τοῦ Οὐίνδικος κομίσοντι αὐτῷ, ἐκεῖνος ε φη ο τι "ὁ Νέρωνα ἀποκτείνας καὶ τὴν ἐκείνου κομίσας μοι κεφαλήν, τὴν ἐμὴν ἀντιλήψεται." 3.42 ̔Ο δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ο ν κατὰ τῶν ἐπαναστάντων μετὰ τοῦ πλείονος προεπεπόμφει στρατεύματος, τὰ τοῦ Γάλβου φρονήσαντα, οὐκέτ' οὐδεμίαν ἐλπίδα τῶν ο πλων ε σχεν, ἀλλ' ἐβουλεύσατο τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι καὶ πλεῦσαι εἰς ̓Αλεξάνδρειαν, ὑπειπὼν ο τι "α ν καὶ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον ἡμᾶς διαθρέψει ἐκεῖ." μέλλοντος δὲ ταῦτα δράσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρουρὰν ἀποκαλέσασα εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τὸν μὲν πολέμιον ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα. Νέρων δὲ ὡς ῃ σθετο ο τι ὑπὸ τῶν φυλάκων ἐγκαταλέλειπται, ἐσθῆτά τε φαύλην ἐνέδυ καὶ ἐπὶ ι ππον οὐδὲν βελτίονα ἀνέβη, καὶ κατακεκαλυμμένος, ο πως διαλάθῃ, μετὰ ̓Επαφροδίτου καὶ τοῦ Σπόρου νυκτὸς ε φυγε. γνωρισθεὶς δὲ ὡς καὶ παρά του τῶν ἀπαντησάντων αὐτοκράτωρ προσαγορευθῆναι, τῆς ὁδοῦ ἀπετράπετο καὶ εἰς καλαμώδη τόπον τινὰ κατεκρύφθη. ̔Ο δὲ δῆμος ἐν τῇ ̔Ρώμῃ, ἐπεὶ ἡμέρα ἐγένετο, ὑπερέχαιρον καὶ τὴν πόλιν στεφανωμάτων ἐπλήρωσαν, καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι ε φερον, ἡ βουλὴ τῷ Γάλβᾳ τὰ τῇ ἀρχῇ προσήκοντα ἐψηφίσατο. ὁ δὲ ο μιλος ει ς τε τὸν Νέρωνα ἀπέσκωπτον καὶ συχνοὺς τῶν παρ' αὐτῷ δυνηθέντων φονεύοντες ει λκον. ἐκείνου δὲ ζήτησιν οἱ στρατιῶται καὶ α λλοι πεποίηντο, καὶ γνόντες ο πῃ ποτὲ η ν, ε πεμψαν ἐπ' αὐτὸν ἱππέας. ὁ δὲ προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ σφᾶς ἀποκτεῖναι. ὡς δ' οὐχ ὑπήκουον, μέγα ἐστέναξεν. ει τα τὸν Σπόρον ἀνελεῖν θελήσας καὶ μὴ δυνηθείς, "ἐγὼ μόνος" ε φη "ου τε φίλον ου τε ἐχθρὸν ε χω." καὶ η δη πελασάντων τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἐπάταξεν, 3.43 εἰπών "ω Ζεῦ, 389

οι ος τεχνίτης ἀπόλλυμαι." δυσθανατοῦντα δ' αὐτὸν ὁ ̓Επαφρόδιτος προσκατειργάσατο. ̔Ο μὲν ου ν ου τω κατὰ τὸν ̓Ιούλιον ἐτελεύτησε μῆνα, βιοὺς ε τη τριάκοντα πρὸς μησὶν πέντε καὶ ἡμέραις ει κοσιν, ἀφ' ω ν η ρξεν ε τη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ δυοῖν ἡμερῶν δέοντας. ἐν δὲ τῷ ὀγδόῳ τῆς τούτου βασιλείας ε τει πρῶτος ἐπίσκοπος ̓Αλεξανδρείας μετὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Μάρκον ̓Ανιανὸς γέγονεν. Γάλβας δ', ἐπεὶ ο τε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο καὶ ὁ ̔Ροῦφος αὐτῷ προσεχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ο νομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν· ἀλλ' οὐδὲ τὸ τοῦ αὐτοκράτορος πρότερον εἰς οὐδὲν γράμμα ἐνεγεγράφει. τοὺς δὲ συκοφαντήσαντάς τινας ἐπὶ τοῦ Νέρωνος η ψευδομαρτυρήσαντας ἐκόλασε. καὶ οἱ δοῦλοι οἱ κατὰ τῶν δεσποτῶν πράξαντές τι η εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν. καὶ τὰ χρήματα δὲ καὶ τὰ κτήματα ο σα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γε μὴν ὑπ' ἐκείνου φυγαδευθέντας ὡς ἠσεβηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς εἰκόνας αὐτῶν ἀποκατέστησεν. Οἱ δὲ ἐν ταῖς Γερμανίαις στρατιῶται προστησάμενοι Αυ λον Οὐιτέλλιον ἐνανέστησαν. ὁ ου ν Γάλβας τὴν ἐπανάστασιν πυθόμενος, Λούκιον Πείσωνα, νεανίσκον εὐγενῆ, ἐπιεικῆ, φρόνιμον, υἱοθετήσατο 3.44 καὶ ἀπέδειξε Καίσαρα. ὁ δὲ Οθων ὁ Μάρκος ὁ Σαλούιος, ἀγανακτήσας ο τι μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβου υἱοθετήθη, ἐπανέστη αὐτῷ, τριάκοντα μόνους στρατιώτας ἑτοιμασάμενος. ἐπεὶ γὰρ θύοντι τῷ Γάλβᾳ μόνος τῶν βουλευτῶν αὐτῷ παρέστη, καὶ τοῦ ἱερόπτου ἐπιβουλευθήσεσθαι αὐτὸν εἰπόντος η κουσε καὶ παραινοῦντος οι κοι μεῖναι καὶ μηδαμῇ προελθεῖν, κατέδραμέ τε εὐθὺς ὡς ἐπ' α λλο τι εἰς τὸ στρατόπεδον ἀπιὼν καὶ ὑπὸ τῶν συνομωμοκότων αὐτῷ στρατιωτῶν εἰς τὸ τεῖχος εἰσήχθη, καὶ τοὺς α λλους στρατιώτας προσαναπείσας, η μᾶλλον εἰπεῖν, ἐκπριάμενος πολλαῖς ὑποσχέσεσι, παρ' ἐκείνων τε παραχρῆμα καὶ τῶν α λλων ε λαβε τὴν ἀρχήν. ̔Ο Γάλβας δὲ μαθὼν τὰ πρασσόμενα ε πεμψεν εἰς τὸ στρατόπεδόν τινας ὡς μεταπεῖσαι τοὺς ἐν αὐτῷ δυνησόμενος. κἀν τούτῳ στρατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, φάσκων "θάρσει, αὐτόκρατορ· Οθωνα γὰρ ἀπέκτεινα." πιστεύσας ου ν ὁ Γάλβας εἰς τὸ Καπιτώλιον ὡς θύσων ω ρμησε. καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἀπαντήσαντες αὐτῷ ἱππεῖς καὶ πεζοὶ ἐκεῖ τὸν γέροντα, τὸν υ πατον, τὸν ἀρχιερέα, τὸν Καίσαρα, τὸν αὐτοκράτορα πολλῶν ὁρώντων κατέκοψαν· καὶ τὴν κεφαλὴν ἀποκόψαντες κοντῷ ἐνέπειραν. καὶ ὁ μὲν ου τως ἐφονεύθη, τοῦτο μόνον εἰπών "καὶ τί κακὸν ἐποίησα;" ἀπέθανε δὲ καὶ ὁ Πείσων καὶ α λλοι συχνοί. πράξαντες δὲ ταῦτα οἱ στρατιῶται, καὶ τὰς κεφαλὰς ἐκείνων ἀποτεμόντες, πρός τε τὸν Οθωνα αὐτὰς ἐν τῷ στρατοπέδῳ καὶ εἰς τὸ συνέδριον ἐκόμισαν, ω στε τοὺς βουλευτὰς καταπλαγέντας χαίρειν τε προσποιεῖσθαι καὶ τῷ Οθωνι πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ψηφίσασθαι. οὐκ ἐλάνθανε δὲ ο τι αὐτὸς τὴν βουλὴν ἐβιάζετο 3.45 καὶ ὡς ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος α ρξειν ε μελλε. Γάλβᾳ μὲν ου ν ζήσαντι ε τη δύο καὶ ἑβδομήκοντα καὶ ἡμέρας τρεῖς καὶ ει κοσιν, α ρξαντι δὲ μῆνας ἐννέα καὶ ἡμέρας τρισκαίδεκα, τοῦτο τέλος ἐγένετο· ὁ δὲ Οθων μετέγνω μὲν ἐπὶ τοῖς πεπραγμένοις, τῶν ἱερῶν αὐτῷ θύοντι πονηρῶν ὀφθέντων καὶ α λλων σημείων αὐτῷ γενομένων, ἀλλ' οὐκ ει χεν εἰς τὴν ἀρχὴν εἰσελθὼν ἀναδῦναι. καὶ ἐνέμεινεν αὐτῇ καὶ δίκην δέδωκεν. ̓Εν τούτοις δέ τις πλασάμενος Νέρων ει ναι ἐκ τῆς πρὸς τὸν Νέρωνα ου σης ἐμφερείας αὐτῷ τὴν ̔Ελλάδα ὀλίγου πᾶσαν ἐτάραξε, καὶ χεῖρα κακούργων ἀνδρῶν ἀθροίσας πρὸς τὰ ἐν τῇ Συρίᾳ στρατόπεδα ω ρμησεν. ἐν Κύδνῳ δὲ περαιούμενον αὐτὸν ὁ Καλπούρνιος συνέλαβε καὶ ἀπέκτεινεν. ̔Ο δὲ Οθων λάθρᾳ πολλοὺς πρὸς τὸν Οὐιτέλλιον ἐπὶ καταλλαγῇ ε πεμψεν. ὡς δ' οὐκ ἐπείθετο, πρεσβευτὰς ἀπέστειλε φανερῶς. ου τε δὲ ἀπεκρίνατό τι αὐτοῖς Οὐιτέλλιος ου τε ἀντέπεμψεν αὐτούς. ει τα ε πεμψεν Οθων 390

ἰσχὺν κατὰ γῆν τε καὶ θάλασσαν, ἡττήθη δὲ διὰ πολυαρχίαν, οὐ δι' ἀσθένειαν. κἀκ τῆς ̔Ρώμης δὲ ἐξωρμήθη καὶ τοὺς πρώτους ἐξήγαγε. μέρος δέ τι τῆς δυνάμεως τῷ Πρόκλῳ δούς, αὐτὸς ἀνεχώρησε, λέγων μὴ φέρειν μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν. ο θεν μαλακίαν αὐτοῦ καταγνόντες οἱ στρατιῶται καὶ οἱ στρατάρχαι οὐδὲν τῶν δεόντων ε πραξαν, ἀλλ' ἡττήθησαν καὶ τοῖς τοῦ Οὐιτελλίου ἐπεκηρυκεύσαντο καὶ 3.46 ἀνεμίχθησαν σφίσι. τῷ δὲ Οθωνι η γγειλε ταῦτα ἱππεύς, καὶ ἀπιστούμενος "ει θε" ε φη "ταῦτα ψευδῆ, Καῖσαρ, η ν·" καὶ εἰπὼν ἑαυτὸν διεχρήσατο. πιστευσάντων δ' ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων ἀναμαχέσασθαι, οι τε γὰρ δορυφόροι συχνοὶ η σαν, καὶ ε τεροι οὐκ ὀλίγοι παρῆσαν, καὶ ἱκετευόντων αὐτὸν μήθ' ἑαυτὸν μήτε σφᾶς προδοῦναι, "πάντες γὰρ" ε λεγον "ὑπὲρ σοῦ ἡδέως ἀποθανούμεθα," ὁ Οθων "πολὺ δικαιότερόν ἐστιν" ει πεν "ε να ὑπὲρ πάντων η πολλοὺς ὑπὲρ ἑνὸς ἀπολέσθαι," καὶ μὴ βούλεσθαι δι' ε να α νδρα τὸν δῆμον τῶν ̔Ρωμαίων στασιάζειν καὶ τοσοῦτον ο χλον ἀνθρώπων φθείρεσθαι. ταῦτ' εἰπὼν εἰς τὸ δωμάτιον ἀνεχώρησε, καί τινα τοῖς τε οἰκείοις καὶ τῷ Οὐιτελλίῳ ὑπὲρ αὐτῶν ἐπιστείλας, τά τε γράμματα ο σα τινὲς αὐτῷ κατ' ἐκείνου ἐγεγράφεσαν ε καυσεν, ω στε μηδένα ἐξ αὐτῶν φωραθέντα κινδυνεῦσαι, καὶ καλῶν ε να ε καστον τῶν παρόντων ἠσπάζετο αὐτοὺς καὶ ἐδίδου σφίσι χρήματα. κἀν τούτῳ ταραχῆς γενομένης στρατιωτῶν ἐξῆλθε, καὶ καταστήσας αὐτοὺς οὐ πρότερον ἀνεχώρησε πρὶν ἐς τὸ ἀσφαλὲς α λλους ἀλλαχοῦ πέμψαι. καὶ ου τως ἐπεὶ μηδὲν ε τι ταραχῶδες ἐγίνετο, ἑαυτὸν διεχρήσατο. καὶ οἱ στρατιῶται τὸ σῶμα αὐτοῦ ε θαψαν, καί τινες αὐτῷ ἐπέσφαξαν ἑαυτούς. Τοῦτο τὸ τέλος τῷ Οθωνι γέγονε, ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ε τη, α ρξαντι δὲ ἡμέρας ἐνενήκοντα· ο θεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν τοῦ βίου συνεσκίασε· κάκιστα γὰρ ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανεν. οἱ δὲ στρατιῶται εὐθὺς μὲν ἐταράχθησαν, καὶ ὑπ' ἀλλήλων πολλοὶ ἀνῃρέθησαν· ε πειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρατηκόσιν. 3.47 Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὸ πάθος μαθόντες τοῦ Οθωνος, ἀπεδήμει γὰρ τοῦ α στεος, ὡς προείρηται, αὐτοκράτορα τὸν Οὐιτέλλιον ἀνηγόρευον. ο ντι δ' ἐν τῇ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Οθωνος. η λθε δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, ο καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ο ν. φιλόμαντις δὲ ὑπάρχων καὶ μηδὲ τὸ βραχὺ πράσσων α νευ αὐτῶν, τότε μὲν τοὺς ἀστρονόμους, υ στερον δὲ καὶ τοὺς γόητας ἐξήλασε, προειπὼν σφίσιν ἐντὸς τῆσδε τῆς ἡμέρας ἐξ ἁπάσης ἐκχωρῆσαι τῆς ̓Ιταλίας. κἀκεῖνοι νυκτὸς ἀντιπροθέντες προγράμματα, ἀντιπαρήγγειλαν αὐτῷ ἀπαλλαγῆναι τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ῃ ἐτελεύτησεν. Ην δὲ τρυφῇ τε καὶ ἀσελγείᾳ προσκείμενος. καὶ ἀπ' ἀρχῆς τοιοῦτος ω ν οι ος περὶ τὰ καπηλεῖα καὶ τὰ κυβευτήρια καὶ τοὺς ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς ει χε· τότε δὲ καὶ μᾶλλον υ βριζε, καὶ τῆς τε ἡμέρας τὸ πλεῖστον τῆς τε νυκτὸς ἐδαπάνα ἀπλήστως ἐμφορούμενος καὶ συνεχῶς ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ' ου περ καὶ ἀνταρκεῖν ἠδύνατο. οἱ δὲ συνδειπνοῦντες αὐτῷ πάνυ κακῶς ἀπηλλάσσοντο. ο θεν ει ς τις αὐτῶν νοσήσας καὶ διὰ τοῦτο ἡμέρας τινὰς τοῦ συσσιτίου ἀπολειφθεὶς ει πεν ο τι "εἰ μὴ ἐνόσησα, πάντως α ν ἀπολώλειν." καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς αὐταρχίας αὐτοῦ σύμπας οὐδὲν α λλο η 3.48 μέθαι τε καὶ κῶμοι. καὶ τί α ν τις καθ' ε καστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὡμολόγηται δύο μυριάδας μυριάδων καὶ χιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς αὐτοῦ χρόνῳ ἐς τὰ δεῖπνα αὐτὸν δεδαπανηκέναι. πολλάκις δὲ καὶ παρ' α λλοις εἱστιᾶτο, καὶ τῆς αὐτῆς ἡμέρας α λλοι μὲν ἀκρατίσασθαι παρεῖχον αὐτῷ, α λλοι δὲ ἀριστῆσαι, ε τεροι δὲ δεῖπνον, ε τεροι δὲ μεταδόρπιά τινα πλησμονῆς παραμύθια. Ου τω δὲ βιοὺς οὐκ α μοιρος η ν παντάπασι καὶ καλῶν ε ργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Οθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν 391

αὐτῶν, καὶ ο σα τισὶν ἐδεδώρηντο ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος· καὶ ου τε τὰ ἐκ τῶν συντελειῶν ἐποφληθέντα ἀπῄτησεν ου τε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Οθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντας σφῶν ἀποστερήσας. καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε θανατωθέντων ἐδωρήσατο πάντα ο σα ε τι ἐν τῷ δημοσίῳ ευ ρηντο. ἀλλ' οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων ᾐτιάσατο. ἀπηγόρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονομαχεῖν η ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο. ̓Επὶ τούτοις ἠγγέλθη αὐτῷ ἡ ἐν ̓Ιουδαίᾳ κατ' αὐτοῦ ἐπανάστασις. καὶ δεινῶς κατέδεισε δι' αὐτήν, α λλων τε συμβάντων σημείων καὶ τῆς σελήνης παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι δοξάσης· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. ἡλίους τε δύο α μα τότε ει δον ε κ τε τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τὸν μὲν ἀσθενῆ καὶ ὠχρόν, τὸν δ' ἐξ ἀνατολῶν ἰσχυρόν. 3.49 ̓Επράχθη δὲ τὰ τῆς ἐπαναστάσεως ω δε. Οὐεσπασιανὸς ἐν ̓Ιουδαίᾳ διατρίβων, ὡς γὰρ η δη ἱστόρηται, παρὰ Νέρωνος η ν ἐκεῖσε σταλεὶς διὰ τὴν τῶν ̓Ιουδαίων ἀποστασίαν, τῷ μὲν Γάλβᾳ αὐταρχήσαντι τὸν υἱὸν ε πεμψε Τίτον προσεροῦντα αὐτόν· ἐπανελθόντος δὲ τοῦ Τίτου, ἐπεὶ καθ' ὁδὸν ἐμεμαθήκει τὴν τοῦ Οὐιτελλίου καὶ τοῦ Οθωνος ἐπανάστασιν, πρὸς μοναρχίαν καὶ αὐτὸς ὡρμήθη, κατὰ τὸν Δίωνα. ὡς δ' ὁ ̔Ιώσηπος ἐν τῇ τῆς ἁλώσεως ἱστορία φησίν, οἱ μετ' αὐτοῦ στρατιῶται μαθόντες τοὺς μὲν ἐν τῇ Εὐρώπῃ Γαλάτας στασιάσαντας Γάλβαν προχειρίσασθαι αὐτοκράτορα, τοὺς δ' ἐν Γερμανίᾳ στρατευομένους ἀνθελέσθαι τὸν Οὐιτέλλιον, τοὺς δ' ἐν τῇ ̔Ρώμῃ προχειρίσασθαι Οθωνα, καὶ αὐτοὶ τὴν μοναρχίαν τῷ σφετέρῳ ἐψηφίσαντο στρατηγῷ, καὶ παρακροτήσαντες ἀλλήλους ἀνηγόρευσαν τὸν Οὐεσπασιανὸν αὐτοκράτορα καὶ σώζειν τὴν τῶν ̔Ρωμαίων ἡγεμονίαν κινδυνεύουσαν παρεκάλουν. ἀρνουμένου δ' ἐκείνου οἱ μὲν ἡγεμόνες προσέκειντο, οἱ δὲ στρατιῶται περιχυθέντες ξιφήρεις ἀνελεῖν ἠπείλουν αὐτόν. πείθεται ου ν, καὶ πρῶτον τῷ τὴν ἀρχὴν τῆς Αἰγύπτου ἰθύνοντι ἐπιστέλλει περὶ τῶν κατ' αὐτόν· καὶ ο ς εὐθὺς ἀνηγόρευσεν αὐτὸν αὐτοκράτορα. Οὐεσπασιανὸς δὲ τοῦτο μαθὼν τὸν μὲν τῆς Συρίας ἡγούμενον Μουκιανὸν εἰς τὴν ̓Ιταλίαν ἐπὶ τὸν Οὐιτέλλιον ε πεμψαν. ο τε καὶ τὸν ̔Εβραῖον ̓Ιώσηπον, ο ς αὐτὸν ε τι ζῶντος τοῦ Νέρωνος αὐτοκράτορα προσειπεῖν ἐθάρρησε, δεσμώτην ε τι ο ντα παρ' αὑτῷ καὶ αἰχμά.50 λωτον, τὴν ἀρχὴν καλέσας πρὸς ἑαυτόν, οι α προμαντευσάμενον αὐτῷ, λυθῆναι κελεύει. τοῦ δὲ Τίτου τῷ πατρὶ Οὐεσπασιανῷ δίκαιον εἰπόντος ει ναι καὶ τὸ ο νειδος ἐξ ̓Ιωσήπου ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ, τοῦτο δ' ε σεσθαι, εἰ μὴ λυθῶσι τὰ δεσμά, ἀλλὰ διακοπῶσιν, ο ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται, συνευδοκεῖ καὶ ὁ Οὐεσπασιανός, καὶ παρελθών τις διέκοψε πελέκει τὴν α λυσιν. ̔Ο γὰρ ̓Ιώσηπος, ὡς αὐτὸς ἐκεῖνος ἱστόρησε, χρησμόν τινα ἐν γράμμασιν ἱεροῖς εὑρηκὼς δηλοῦντα ὡς α ρξει τις ἀπὸ τῆς χώρας αὐτῶν τῆς οἰκουμένης, διὰ τὰς ἐν τῇ ̔Ρώμῃ στάσεις καὶ τῶν ἐκεῖ βασιλέων τὰς συνεχεῖς ἀλλαγὰς εἰς τὸν Οὐεσπασιανὸν τείνειν ὑπείληφε τὸν χρησμόν, καί οἱ τὸ κράτος προεμαντεύσατο. τούτου δὲ τοῦ χρησμοῦ μέμνηται καὶ ̓Αππιανὸς ἐν τῷ εἰκοστῷ δευτέρῳ λόγῳ τῆς ̔Ρωμαϊκῆς ἱστορίας αὐτοῦ. δικαιότερον δ' α ν η ἀληθὲς μάλιστα νομισθείη τὸ ἐπὶ τὸν σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους τὸν κύριον ̓Ιησοῦν Χριστὸν τὸν χρησμὸν ἐκληφθῆναι· οὐ γὰρ τῆς οἰκουμένης πάσης Οὐεσπασιανὸς ἐβασίλευσε, κατὰ τὸν χρησμόν, ἀλλὰ τῆς ὑπὸ ̔Ρωμαίους μόνης· πολὺ δὲ τῆς οἰκουμένης η ν ο τῆς ̔Ρωμαϊκῆς ἀρχῆς η ν ἐκτός· ὁ δὲ κύριος συμπάσης τῆς οἰκουμένης ἐβασίλευσέ τε καὶ βασιλεύει, ῳ παρὰ τοῦ πατρὸς ἐρρήθη "αι τησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ε θνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." 3.51 Οὐεσπασιανὸς δὲ πρὸς ̓Αλεξάνδρειαν ω ρμησεν, ε νθα καὶ ἀπὸ τῆς ̔Ρώμης εὐαγγέλια η κεν αὐτῷ, ὡς Οὐιτέλλιος μὲν ἀπεσφάγη, αὐτὸς δὲ αὐτοκράτωρ τῷ τε δήμῳ καὶ τῇ συγκλήτῳ ἀνηγορεύθη, καὶ ὁ υἱὸς αὐτοῦ Δομετιανὸς εἰς ἡγεμονίαν προήχθη μέχρι τῆς αὐτοῦ 392

πρὸς τὴν ̔Ρώμην ἀφίξεως. ̔Ο δὲ τοῦ Οὐιτελλίου θάνατος τοῦτον τὸν τρόπον ἐγένετο. η δη οἱ Οὐεσπασιάνειοι στρατιῶται πεπλησιακότες η σαν τῇ ̔Ρώμῃ, καὶ ἐς αὐτὴν ἐσβαλόντες οὐδὲν ο ,τι τῶν δεινῶν οὐκ ἐποίησαν. τῆς δὲ πόλεως πορθουμένης ὁ Οὐιτέλλιος φοβηθείς, χιτωνίσκον τε ῥακώδη περιβαλόμενος, ἐς οι κημα σκοτεινόν, ἐν ῳ κύνες ἐτρέφοντο, κατεκρύφθη, διανοούμενος νυκτὸς ἐς τὴν Ταρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι. ἀναζητήσαντες δὲ οἱ στρατιῶται αὐτὸν συνέλαβον φορυτοῦ πεπλησμένον καὶ αι ματος, ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο, καὶ τὴν ἐσθῆτα περιρρήξαντες αὐτοῦ καὶ εἰς τοὐπίσω τὼ χεῖρε δεσμήσαντες, σχοῖνόν τε αὐτῷ περιθέντες περιαυχένιον, οἱ μὲν ἐρράπιζον, οἱ δὲ τοῦ γενείου ε τιλλον, πάντες δὲ ε σκωπτον τά τε α λλα καὶ τὴν ἀσωτίαν αὐτοῦ. αἰσχυνομένου δὲ ἐπὶ τούτοις καὶ κάτω βλέποντος, οἱ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ι να καὶ α κων α νω βλέπῃ. Κελτὸς δέ τις ἐλεήσας αὐτόν "ἐγώ σοι" ε φη "βοηθήσω ὡς μόνος δύναμαι." καὶ ὁ μὲν ἐκεῖνον ε τρωσε καὶ ἑαυτὸν ἀπέσφαξεν· οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ' ἐσύρετο εἰς τὸ δεσμωτήριον. περιαλγήσας δὲ οι ς τε ε πασχε καὶ οι ς η κουεν "ἀλλ' ε γωγε" ε φη "αὐτοκρά.52 τωρ ὑμῶν ἐγενόμην." ὀργισθέντες ου ν οἱ στρατιῶται κατέκοψαν αὐτόν, καὶ τὴν κεφαλὴν ἀποτεμόντες αὐτοῦ κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον, ζήσαντος ε τη τέσσαρα καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγδοήκοντα, α ρξαντος δὲ ἐνιαυτὸν δέκα ἡμερῶν ἐπιδέοντα. Πεπραγμένων δὲ τούτων ὁ Μουκιανὸς ἐπῆλθε καὶ τῷ Δομετιανῷ συνδιῴκει· αὐτοκράτωρ τε ὁ Οὐεσπασιανὸς καὶ πρὸς τῆς βουλῆς εὐφημήθη, καὶ Καίσαρες ο τε Τίτος καὶ ὁ Δομετιανὸς ἐπεκλήθησαν. ὁ δὲ Μουκιανὸς ἀδελφὸς παρὰ τοῦ Οὐεσπασιανοῦ ὠνομάζετο, καὶ ἐξουσίαν ει ληφε πάνθ' ο σα ἐβούλετο πράττειν καὶ γράφειν, τὸ ο νομα τοῦ αὐτοκράτορος μόνον ἐπιγραφόμενος· καὶ διὰ τοῦτο καὶ δακτύλιον πεμφθέντα οἱ ἐφόρει, ι να τὸ αὐτοκρατορικὸν σφράγισμα λαμβάνῃ τὰ σημαινόμενα πολλοῖς γοῦν ἀρχάς τε καὶ ἐπιτροπείας αὐτὸς καὶ ὁ Δομετιανὸς ε δοσαν, καὶ ἐπάρχους α λλους ἐπ' α λλοις καὶ ὑπάτους ἀπέδειξαν, ὡς αὐτοὶ αὐταρχοῦντες. ω στε τὸν Οὐεσπασιανὸν ἐπιστεῖλαι τῷ Δομετιανῷ ο τι "χάριν ε χω σοι, τέκνον, ο τι με ἐᾷς α ρχειν καὶ οὐδέπω με καταλέλυκας." ̓Ες δὲ τὴν ̓Αλεξάνδρειαν ὁ Οὐεσπασιανὸς ἀφικόμενος χρήματα πολλὰ ἐκεῖθεν ἠργυρολόγησε, χρηματιζόμενος πάντοθεν, καὶ τέλη πολλὰ τὰ μὲν ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε, καινά τε προσέθετο ε τερα. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τῇ α λλῃ ὑπηκόῳ τῇ τε ̓Ιταλίᾳ καὶ αὐτῇ τῇ ̔Ρώμῃ μετὰ ταῦτα ἐποίησε. τὴν μὲν ου ν Αι γυπτον δι' ὀλίγου κατεστήσατο, καὶ σῖτον πολὺν εἰς τὴν ̔Ρώμην 3.53 ε πεμψεν ἀπ' αὐτῆς· τὸν δὲ υἱὸν αὐτοῦ Τίτον εἰς τὰ ̔Ιεροσόλυμα καταλελοιπὼς πορθῆσαι αὐτά, τὴν ἐκείνων ἀνέμενεν α λωσιν, ι να μετὰ τοῦ υἱέος ἐπανέλθῃ πρὸς τὴν ̔Ρώμην. τριβομένου δὲ χρόνου ἐν τῇ πολιορκίᾳ, τὸν μὲν Τίτον ἐν τῇ Παλαιστίνῃ κατέλιπεν, αὐτὸς δὲ ὁλκάδος ἐπιβὰς ἐς Λυκίαν ε πλευσε, κἀκεῖθεν τὰ μὲν πεζῇ, τὰ δὲ ναυτιλλόμενος εἰς τὸ Βρεντέσιον ἐκομίσθη. ̓Ελθὼν δ' ἐς τὴν ̔Ρώμην καὶ τοῖς στρατιώταις καὶ τῷ δήμῳ παρέσχηκε δωρεάς, καὶ τὰ τεμένη καὶ τὰ δημόσια ε ργα τὰ πεπονηκότα ἀνελάμβανε, καὶ τὰ η δη ἐφθαρμένα ἐπανεσκεύαζε, καὶ συντελουμένοις αὐτοῖς οὐ τὸ ἑαυτοῦ ἐπέγραφεν ο νομα, ἀλλὰ τὸ τῶν πρώτως δομησαμένων. τὰς δὲ οὐσίας τῶν ἐναντιωθέντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων τοῖς παισὶν ἐκείνων η τοῖς α λλως οἰκείοις ἀφῆκε, καὶ τὰ συμβόλαια τὰ παλαιὰ τὰ τῷ δημοσίῳ προσήκοντα προσδιέφθειρε. μεγαλοπρεπῶς δὲ εἰς τὸ κοινὸν ἀναλίσκων, εὐτελέστατα διῃτᾶτο, καὶ οὐδὲν ε ξω τῶν ἀναγκαίων ἐδαπάνα. η ν δὲ ου τε ἐξ εὐγενῶν ου τε πλούσιος. πάντας δὲ τοὺς προσιόντας αὐτῷ προσεδέχετο. τοῖς δὲ φίλοις καὶ πρὸ τῆς ε ω καὶ ἐπὶ τῆς εὐνῆς κατακείμενος συνεγίνετο· καὶ αἱ θύραι τῶν βασιλείων ἠνεῳγμέναι διὰ πάσης τῆς ἡμέρας η σαν, καὶ φρουρὸς οὐκ η ν ἐν αὐταῖς. τό τε σύμπαν, τῇ μὲν προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ νενόμιστο, εἰς τα λλα δὲ 393

πάντα κοινὸς καὶ ἰσοδίαιτος η ν τοῖς λοιποῖς. Τῶν δ' ̔Ιεροσολύμων ἁλόντων ὁ Τίτος εἰς τὴν ̓Ιταλίαν ἐπανελθὼν τὰ ἐπινίκια αὐτός τε καὶ ὁ πατὴρ ἐφ' α ρματος ε πεμψαν· συνέπεμπε δὲ σφίσιν αὐτὰ καὶ ὁ Δομετιανὸς ὑπατεύων ἐπὶ κέλητος. μετὰ 3.54 δὲ τοῦτο διδασκάλους ἐν τῇ ̔Ρώμῃ καὶ τῆς Λατίνων καὶ τῆς ̔Ελληνικῆς παιδείας κατέστησε, μισθὸν ἐκ τοῦ δημοσίου φέροντας. κατηγορίαν δὲ ὁ Μουκιανὸς τῶν φιλοσόφων πολλὴν ποιησάμενος ε πεισε τὸν Οὐεσπασιανὸν ἐξελάσαι αὐτοὺς τῆς ̔Ρώμης· καὶ πλὴν τοῦ Μουσωνίου α παντες ἀπηλάθησαν. χρηματιστὴς δ' ἐνομίζετο, ο τι ἀνδριάντα στῆσαι αὐτῷ ψηφισαμένων τινῶν, ου τὸ ἀνάλωμα μυριάδες η σαν πέντε καὶ ει κοσι, προέτεινε τὴν χεῖρα "δότε μοι τὸ ἀργύριον" εἰπών· "ἡ γὰρ βάσις αὐτοῦ αυ τη ἐστί." καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τέλει τινὶ ῳ αὐτὸς καταδεδείχει, ει πεν, χρυσοῦς ἐξ αὐτοῦ πεπορισμένους λαβών, "ἰδού, τέκνον, ει τι ο ζουσιν." ἐπεβουλεύθη δὲ ὑπὸ ̓Αλιηνοῦ καὶ ὑπὸ Μαρκέλλου. φωραθέντες δὲ ὁ μὲν ̓Αλιηνὸς ἐν τοῖς βασιλείοις ἐσφάγη, τοῦ Τίτου κελεύσαντος, Μάρκελλος δὲ κριθεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς αὐτὸς ἑαυτὸν ἀνεῖλε ξυρῷ τεμὼν τὸν λαιμόν. Οὐεσπασιανὸς δὲ νοσήσας πυρετοῖς μετήλλαξεν· ὡς δέ τινες ε φασαν, τοῦ Τίτου καταψευδόμενοι, φάρμακον ἐν συμποσίῳ τινὶ πεπωκώς. ἐπιτιμώντων δὲ αὐτῷ νοσοῦντι τῶν ἰατρῶν ο τι νοσῶν πάντα τὰ τῇ ἀρχῇ προσήκοντα ε πραττε, "τὸν αὐτοκράτορα" ε φη "ἑστῶτα δεῖ ἀποθνήσκειν." ἀπεβίω δὲ ζήσας ε τη ἐννέα καὶ ἑξήκοντα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας ὀκτώ, μοναρχήσας δὲ ε τη δέκα, ε ξ δέοντα ἡμερῶν. Τούτου δὲ τελευτήσαντος ὁ Τίτος τὴν ἀρχὴν διεδέξατο. ο ς μοναρχήσας ου τε φονικόν τι ου τε 3.55 ἐρωτικὸν ε πραξεν, η ο τι μετεβάλλετο η ο τι ἐπὶ βραχύτατον, ω ς γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω. δύο γὰρ ε τη μετὰ τὴν αὐταρχίαν καὶ μῆνας δύο ἡμέρα τε ει κοσιν ε ζησεν, ἐπ' ἐννέα καὶ τριάκοντα ε τεσι καὶ μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ ει κοσι. διὸ καὶ ἐξ ι σου αὐτὸν α γουσι τῇ τοῦ Αὐγούστου πολυετίᾳ, ο τι ου τ' ἐκεῖνος ἐφιλήθη α ν, εἰ ἐλάττω χρόνον ἐζήκει, ου τ' α ν ου τος, εἰ πλείονα· ὁ μὲν ο τι τραχύτερος κατ' ἀρχὰς διὰ τὰς στάσεις καὶ τοὺς πολέμους γενόμενος ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ πολυχρονίῳ λαμπρύνεσθαι, ὁ δ' ο τι ἐπιεικῶς α ρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχ' α ν ἐλεγχθείς, ει γε ἐβίω ἐπὶ μακρόν, ο τι εὐτυχίᾳ πλείονι ἐχρήσατο η ἀρετῇ. ου τε δέ τινα τῶν βουλευτῶν ἐν τῇ αὐτοῦ ἡγεμονίᾳ ἀπέκτεινε καὶ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν πρότερον αὐτοκρατόρων δοθέντα τισίν. η ν δὲ περὶ χρήματα ἀκριβὴς καὶ οὐ μάτην ἀνήλισκεν· οὐδένα μέντοι ποτὲ διὰ ταῦτα ἐκόλασεν. ̓Επὶ τούτου καὶ ὁ Ψευδονέρων ἐφάνη, ο ς ̓Ασιανὸς η ν, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος, προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ ει δος καὶ τὴν φωνήν· καὶ γὰρ ἐκιθαρῴδει. ε κ τε τῆς ̓Ασίας τινὰς προσεποιήσατο, καὶ ἐπὶ τὸν Εὐφράτην προχωρῶν πολλῷ πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς ̓Αρτάβανον τὸν τῶν Πάρθων κατέφυγεν ἀρχηγόν· ο ς καὶ δι' ὀργῆς τὸν Τίτον ποιούμενος ἐδέξατο τοῦτον καὶ καταγαγεῖν εἰς ̔Ρώμην παρεσκευάζετο. ̓Εν δὲ τῷ πρώτῳ τῆς ἡγεμονίας αὐτοῦ ε τει πῦρ ἐν Καμπανίᾳ πολὺ κατὰ τὸ φθινόπωρον ἀθρόον ἐξήνθησε. τὸ γὰρ ο ρος τὸ Βέσβιον, κατὰ Νέαν ο ν πόλιν, ε χει πυρὸς ἀφθόνους πηγάς· μέσον δέ γε μόνον πεπύρωται, τὰ δ' ε ξωθεν εἰσὶν α πυρα. τῶν 3.56 ου ν ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἱ μὲν πέριξ κορυφαὶ τὸ ἀρχαῖον σώζουσιν υ ψος, τὸ δὲ μέσον δαπανηθὲν τῷ πυρὶ κοῖλον ἐκ τοῦ συνιζάνειν ἐγένετο. καὶ ἀναδίδοται ἐξ αὐτοῦ τῆς μὲν νυκτὸς φλόξ, τῆς δ' ἡμέρας καπνὸς καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ η ττον· ἐνίοτε δὲ καὶ τέφραν ἀναβάλλει, ο ταν ἀθρόον ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει, ο ταν ὑπὸ πνεύματος ἐκβιασθῇ· ἠχεῖ τε καὶ βοᾷ, μὴ συμπεπιλημένας, ἀλλ' ἀραιὰς καὶ ἐλευθέρας τὰς ἀναπνοὰς ε χον. τοιοῦτον μέν ἐστι τὸ Βέσβιον· τότε δὲ κτύπος ἐξαίσιος ἐξαπίνης ὡς τῶν ὀρῶν συμπιπτόντων ἐξηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερμεγέθεις, ε πειτα πῦρ πολὺ καὶ καπνὸς α πλετος, ὡς καὶ τὸν η λιον συγκρυφθῆναι καὶ σκότος ἐκ φωτὸς γενέσθαι.

καὶ τέφρα δὲ ἀνεφυσήθη ἀμύθητος, ὡς τῆς τε γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ ἀέρος κατασκεδασθῆναι παντὸς καὶ τοὺς ἰχθύας τά τε ο ρνεα διαφθαρῆναι, καὶ δύο πόλεις, τό τε ̔Ερκουλάνεον καὶ τοὺς Πομπηίους, ἐν θεάτρῳ τοῦ δήμου αὐτῶν καθημένου, καταχωσθῆναι. τοσαύτη δ' η ν ἡ τέφρα ω στε τι αὐτῆς καὶ ἐς ̓Αφρικὴν ἐλθεῖν καὶ εἰς Συρίαν καὶ εἰς τὴν Αι γυπτον καὶ εἰς αὐτὴν τὴν ̔Ρώμην· ἐξ η ς υ στερον λοιμώδης νόσος ἐνέσκηψεν. ̔Ο δ' ου ν Τίτος τοῖς Καμπανοῖς καὶ οἰκιστὰς ε πεμψε καὶ χρήματα ἐδωρήσατο α λλα τε καὶ τὰ τῶν ἀκληρονομήτων. αὐτὸς δὲ οὐδὲν παρ' οὐδενός, καίτοι πολλῶν διδόντων, ἐδέξατο· πολλὰ δὲ τῶν δημοσίων ε ργων ἀνέστησεν οι κοθεν. καὶ ἀγῶνας ἐποίησε θαυμαστούς, ἐν οι ς σφαιρία ξύλινα μικρὰ α νωθεν ἐρρίπτει, σύμβολον ε χοντα τὸ μὲν ἐδωδίμου τινός, τὸ δὲ ἐσθῆτος, α λλο χρυσοῦ, ι ππων, ὑποζυγίων, βοσκημάτων, ἀνδραπόδων· α οἱ ἁρπάζοντες πρὸς τοὺς 3.57 δοτῆρας αὐτῶν ἀπάγοντες τὸ ἐπιγεγραμμένον ἐλάμβανον. Τούτου ἐστὶ καὶ ἡ ἀοίδιμος ἐκείνη φωνὴ εἰπόντος "σήμερον οὐκ ἐβασίλευσα, ἐπεὶ οὐδένα εὐηργέτησα." Τούτου τῷ δευτέρῳ ε τει Λίνος ὁ πρῶτος ἐπίσκοπος τῆς ̔Ρωμαίων ἐκκλησίας τελευτῶν ̓Ανεγκλήτῳ τὴν ἀρχιερωσύνην παρέδωκε. Τῷ δ' ἐπιγενομένῳ ε τει μετήλλαξεν ὁ Τίτος, ὡς μὲν φήμη κρατεῖ, πρὸς τοῦ ἀδελφοῦ ἐπιβουλευθείς, ὡς δ' ε νιοι γράφουσι, νοσήσας. ε μπνουν μέντοι αὐτὸν ε τι ο ντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα πλήρη χιόνος ὁ Δομετιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως. ἀποψύχων δὲ εἰπεῖν λέγεται ο τι "ε ν μόνον ἐπλημμέλησα·" τί δὲ τοῦτο η ν οὐ διεσάφησε. τινὲς μὲν ου ν λέγουσιν ο τι τὴν Δομιτίαν ε σχε τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ε τεροι δὲ ο τι τὸν Δομετιανὸν οὐκ ἀπέκτεινεν ἐπιβουλεύοντά οἱ σαφῶς, ἀλλ' αὐτός τε ὑπ' ἐκείνου ἐφθάρη καὶ τὴν τῶν ̔Ρωμαίων ἀρχὴν ἀνδρὶ τοιούτῳ ἐξέδωκεν. Ετι γοῦν τοῦ Τίτου ἐμπνέοντος ὁ Δομετιανὸς ει ς τε τὴν ̔Ρώμην ἀφίππευσε καὶ εἰς τὸ στρατόπεδον εἰσελήλυθε καὶ τὴν ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ε λαβεν. η ν δὲ θρασὺς καὶ ὀργίλος καὶ 3.58 ἐπίβουλος καὶ κρυψίνους· α νθρωπον δὲ ἐφίλησε μὲν ἀληθῶς οὐδένα πλήν τινων γυναικῶν, ἐπλάττετο δὲ ἀγαπᾶν ο ν μάλιστα κτεῖναι η θελεν. α πιστος γοῦν καὶ πρὸς τοὺς χαριζομένους αὐτῷ καὶ ὑπηρετοῦντας εἰς τὰ δεινότατα η ν. καὶ ὁπότε τινὲς αὐτῷ η πλεῖστα πορίσειαν χρήματα η πολλοὺς συκοφαντήσειαν, τούτους ἐκτίννυεν, ι ν' ὑπ' αὐτῶν μόνων δοκῇ προβαίνειν τὰ ἀδικήματα. κάκιστος δὲ ω ν καὶ τοὺς τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ φίλους ἀτίμως ει χε, τοὺς δὲ καὶ διώλεσε. καὶ τὴν γυναῖκα αὐτοῦ Δομιτίαν ὡς ἐπὶ μοιχείᾳ ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι' αὐτὴν φονεύσας, καὶ τῇ ἀδελφιδῇ ̓Ιουλίᾳ συνῆν ἀπαρακαλύπτως ὡς γαμετῇ. ει τα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ Δομιτίᾳ, ἐχρῆτο δ' οὐδὲν η ττον τῇ ̓Ιουλίᾳ. Καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν ̔Ρήνου τὸν ἐνσπόνδων, ὠγκοῦτο ω ς τι μέγα κατωρθωκὼς καὶ τοῖς στρατιώταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην. πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος, ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ε βλαψε, μήθ' ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. καὶ τοῖς θεραπεύουσι δὲ καὶ τοῖς μή, ἀμφοτέροις ὁμοίως η χθετο, τοῖς μὲν ὡς θωπεύουσι, τοῖς δὲ ὡς καταφρονοῦσι. νίκας δὲ ψευδεῖς προσποιούμενος, υ πατος μὲν ἐπ' ε τη δέκα, τιμητὴς δὲ διὰ βίου κεχειροτόνητο. Πολλοὶ δὲ τῶν ὑποτελῶν ̔Ρωμαίοις ἀφίσταντο, χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες. 3.59 τούς τε γὰρ τῶν χρημάτων πράκτορας ε φθειραν καὶ τὸν Νουμιδίας α ρχοντα Φλάκκον ἐπελθόντα σφίσιν η ττησαν ου τως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ τα λλα τε ἐπιτήδεια καὶ οι νον, ἐμπλησθέντες υ πνωσαν. καὶ γνοὺς ὁ Φλάκκος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπομάχους διέφθειρεν α παντας. ἐφ' ῳ ὁ 395

Δομετιανὸς ἐπαρθεὶς ει πε πρὸς τὴν βουλὴν ο τι "Νασαμῶνας ἐκώλυσα ει ναι." η δη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο, ἀλλὰ καὶ ἐγράφετο. ἐν δὲ θέᾳ ὑετοῦ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδένα ει ασεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ' αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνοις οὐδὲν μεταμφιάσασθαι παρεχώρησε· κἀντεῦθεν πολλοὶ νοσήσαντες ἐτελεύτησαν. τοὺς δ' ὑπ' αὐτοῦ κολασθέντας ἐξαριθμήσασθαι οὐκ α ν τις δύναιτο. συχνοὶ δὲ καὶ α νδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκολάσθησαν· ω ν ε νιαι καὶ ὑπ' αὐτοῦ ἐμοιχεύθησαν. καὶ α λλαις δ' αἰτίαις πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον. γυνὴ γάρ τις ο τι ἐναντίον εἰκόνος αὐτοῦ ἀπεδύσατο ἐφονεύθη, καὶ ε τερος ὡς ἀστρολόγοις ὡμιληκώς. Μέτιον δέ τινα, ο ν ἡ φήμη μοναρχῆσαι μέλλειν ἐκήρυττεν, ἐξορίσας ἐφόνευσεν, ἐγκαλέσας αὐτῷ ο τι ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις ει χε γεγραμμένην τὴν οἰκουμένην. καὶ σοφιστήν τινα, ο τι ἀσκῶν μελέτην κατὰ τυράννων συνεγράψατο, θανάτῳ ἐκόλασε. πολλοὶ δὲ καὶ ὡς φιλοσοφοῦντες διώλοντο, καὶ οἱ λοιποὶ ἐξηλάθησαν. Τοιαῦτα δὲ πράττων ἐπεβουλεύθη παρά τε Παρθενίου καὶ Σιγήρου τῶν προκοίτων αὐτοῦ καὶ ̓Εντέλλου τοῦ τὰ τῆς ἀρχῆς βιβλία διέποντος καὶ 3.60 Στεφάνου ἀπελευθέρου. τὴν δ' ἐπιβουλὴν ου τε ἡ γυνὴ αὐτοῦ Δομιτία ἠγνόησεν ου τε ὁ ε παρχος Νωρβανὸς ου τε ὁ συνάρχων Πετρώνιος. η τε γὰρ Δομιτία ὑπ' αὐτοῦ μισουμένη ἐδεδίει μὴ ἀποθάνῃ καὶ οἱ α λλοι οὐκέτ' αὐτὸν ἐφίλουν. λέγεται δὲ ο τι πάντας α μα αὐτοὺς ὁ Δομετιανὸς ὑποπτεύων ἀποκτεῖναι ἐμελέτα, καὶ τὰ ὀνόματα αὐτῶν ἀπογραψάμενος ἐν τῇ κλίνῃ ὑπέθετο ὑπὸ τὸ προσκεφάλαιον· καί τι παιδίον τὴν ἀπογραφὴν ἀφελόμενον ε φερε, μὴ εἰδὸς τί φέρει. ἐντυχοῦσα δὲ ἡ Δομιτία αὐτῷ, καὶ ἀναγνοῦσα τὰ γεγραμμένα, κἀκείνοις ἐμήνυσε· κἀκ τούτου συνετάχυναν τὴν ἐπιβουλήν. Καὶ πολλὰ δὲ σημεῖα ἐγένοντό οἱ οὐκ αι σια. Λαργῖνος δέ τις Πρόκλος, ἐν Γερμανίᾳ προειπὼν ο τι κατὰ τήνδε τὴν ἡμέραν τελευτήσει ὁ Δομετιανός, ἐπέμφθη διὰ τοῦτο συσχεθεὶς εἰς τὴν ̔Ρώμην· καὶ ἐρωτηθεὶς παρ' αὐτοῦ ε φη καὶ τότε ου τω γενήσεσθαι. καταδικασθεὶς δὲ θανεῖν ἀνεβλήθη, ο πως μετὰ τὴν ἡμέραν ἐν ῃ ε φη ἀποθανεῖσθαι μέλλειν τὸν Δομετιανὸν φονευθῇ· σφαγέντος δὲ τοῦ Δομετιανοῦ κατ' ἐκείνην, ἐσώθη. ε τερος δέ τις εἰπὼν αὐτῷ ὁπότε καὶ ο πως φθαρήσεται, ἠρωτήθη ὁποίῳ καὶ αὐτὸς τρόπῳ θανεῖται· καὶ φήσας ὡς ὑπὸ κυνῶν ἀναλωθήσεται, ζῶν κατεκρίθη καυθῆναι καὶ τῷ πυρὶ προσερρίφη. ὑετοῦ δὲ καταρραγέντος πολλοῦ ἡ μὲν πυρὰ ἐσβέσθη, ἐκεῖνον δὲ ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον αὐτῇ κύνες εὑρόντες διεσπάραξαν. Τῷ δὲ Δομετιανῷ τὸ μεσημβρινὸν ἀναπαυομένῳ τὸν Στέφανον ὡς τῶν α λλων ἐρρωμενέστερον εἰσέπεμψεν ὁ Παρθένιος. καὶ ἐπλήγη μὲν ὁ Δομετιανός, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ' αὐτοῦ ε κειτο· 3.61 ει τ' αυ θις ὑπ' ἐκείνου καὶ ἑτέρων προσκατειργάσθη. καὶ ὁ μὲν ου τω κατεσφάγη, καὶ ὁ Στέφανος δὲ προσαπώλετο, συνδραμόντων ἐπ' αὐτὸν τῶν οὐ μετεσχηκότων τῆς συνωμοσίας. ̓Απολλώνιος δὲ ὁ Τυανεύς, φιλόσοφος δὲ η ν ου τος Πυθαγορικός, γόης δὲ μάλιστα, ἐν ̓Εφέσῳ τότε διάγων καὶ τῷ πλήθει διαλεγόμενος κατὰ τὴν ω ραν καθ' η ν ὁ Δομετιανὸς ἀνῃρεῖτο, ὡς υ στερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη, ἐπί τινα ω ραν ἐνεὸς ε στη, ει τα ἐξεβόησεν "ευ γε, Στέφανε, παῖε τὸν ἀλιτήριον· ε πληξας, ε τρωσας, ἀπέκτεινας." τοῦτο δὲ καὶ ὁ Φιλόστρατος τὸν τοῦ ̓Απολλωνίου βίον συγγεγραφὼς ου τως ἀνέγραψεν. Εζησε δὲ Δομετιανὸς ε τη πρὸς τέσσαρσι τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ε ξ καὶ ει κοσιν, ἐμονάρχησε δὲ πεντεκαίδεκα καὶ ἡμέρας πέντε. Τῷ δὲ τετάρτῳ ε τει τῆς αὐτοῦ βασιλείας ὁ τῆς ̓Αλεξανδρέων ἐκκλησίας πρῶτος μετὰ Μάρκον τὸν ἀπόστολον ἀρχιερεὺς γεγονὼς ἐτελεύτησε, καὶ ̓Αβίλιος αὐτὸν διεδέξατο, δεύτερος ἐπίσκοπος ̓Αλεξανδρείας γενόμενος. τῷ δωδεκάτῳ δ' ε τει τῆς ἡγεμονίας αὐτοῦ τελευτήσαντος ̓Ανεγκλήτου Κλήμης τὴν ἀρχιερωσύνην τῆς ̔Ρώμης παρέλαβε, τρίτος ταύτης χρηματίσας ἐπίσκοπος, κατὰ τὸν Εὐσέβιον. Ου τος ὁ 396

ε χθιστος αὐτοκράτωρ μετὰ Νέρωνα αυ θις τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἀνεκίνησε, τῆς ἐκείνου θεομαχίας διάδοχος γεγονώς· ο ς καὶ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν ̓Ιωάννην ἐν Πάτμῳ τῇ νήσῳ διὰ τὸ κήρυγμα περιώρισε, καὶ τοὺς ἀπογόνους 3.62 Δαβὶδ ἀναιρεῖσθαι προσέταξε. ταῦθ' ἱστορῶν ὁ Εὐσέβιος τὸν ̔Ηγήσιππον παράγει λέγοντα ου τως. "ε τι δὲ περιῆσαν υἱωνοὶ ̓Ιούδα τοῦ κατὰ σάρκα λεγομένου ἀδελφοῦ τοῦ κυρίου, ου ς τινες προσήγγειλαν ὡς ἐκ γένους ο ντας Δαβίδ. τούτους πρὸς αὐτὸν ἀχθέντας ὁ Δομετιανὸς η ρετο εἰ ἐκ Δαβίδ εἰσι· καὶ κατέθεντο. προσεπήρετο ου ν πόσας κέκτηνται κτήσεις καὶ πόσων εὐποροῦσι χρημάτων· οἱ δ' ε φασαν ἐνακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ε χειν, ἀλλ' ἐν διατιμήσει γῆς ἐξ η ς αὑτούς τε διατρέφεσθαι αὐτουργοῦντας καὶ τοὺς φόρους εἰσφέρειν· καὶ τὴν τῶν χειρῶν δὲ τραχύτητα ἐπεδείκνυον τῆς αὐτουργίας μαρτύριον. ἐρωτηθέντες δὲ καὶ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας, ὁποία τις ει η καὶ ποῖ καὶ πότε φανησομένη, οὐ κοσμικὴν αὐτὴν ει ναι οὐδ' ἐπίγειον ἀπεκρίναντο, ἀλλ' ἐπουράνιον, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος φανησομένην. ἐφ' οι ς ὡς εὐτελῶν αὐτῶν καταφρονήσας ὁ Δομετιανὸς ἐλευθέρους ἀφῆκε, καὶ τὸν διωγμὸν προστάγματι ε παυσεν." ̔Ο μὲν ου ν κάκιστος γεγονὼς βιαίως ἀπέρρηξε τὴν ζωήν, ὡς ει θε καὶ πρὸ τῆς μοναρχίας, ἡ δ' ἡγεμονία εἰς Νερούαν μετήνεκτο, α νδρα καὶ εὐγενέστατον καὶ ἐπιεικέστατον. οἱ γὰρ τῷ Δομετιανῷ ἐπιβουλεύοντες οὐ πρότερον ε ργου η ψαντο πρὶν τὸν διαδεξόμενον τὴν αὐταρχίαν ἐβεβαιώσαντο. η λθον ου ν ἐπὶ τὸν Νερούαν· ο ς ἀστρολόγων ο τι μοναρχή.63 σει φησάντων μικροῦ διώλετο α ν. ὁ γὰρ Δομετιανὸς πάντων τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ω ρας ἐν αι ς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους κἀκ τούτου τῶν ἐλπιζομένων ε ν τινι δυνάμει ε σεσθαι προανήλισκε. καὶ τοῦτον ἀπέκτεινεν α ν, εἰ μή τις τῶν ἀστρολόγων αὐτῷ εὐνοῶν ε φη ο τι δι' ὀλίγων ἡμερῶν τελευτήσει· πιστεύσας γὰρ ο ντως τοῦτ' ε σεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι, ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον. διὰ ταῦτα γοῦν ῥᾷον ε πεισαν αὐτὸν συνθέσθαι τῇ τῆς ἡγεμονίας καταδοχῇ. καὶ φθαρέντος τοῦ Δομετιανοῦ εὐθὺς αὐτὸς τὴν αὐταρχίαν ἐδέξατο. καὶ τοῖς ὑπ' ἐκείνου ἐξελαθεῖσι δόγματι ἐπανελθεῖν ἐφῆκε καὶ τὰς οὐσίας ἀπολαβεῖν. ἡ δέ γε σύγκλητος καθαιρεθῆναι τὰς Δομετιανοῦ τιμὰς ἐψηφίσατο. Τότε τοίνυν καὶ τὸν μέγαν ἀπόστολον ̓Ιωάννην ἀπὸ τῆς ἐν τῇ Πάτμῳ ὑπερορίας λόγος ε χει ἐπανελθεῖν πρὸς τὴν Εφεσον. Ην δὲ ὁ Νερούας φιλοδίκαιος καὶ χρημάτων οὐχ η ττητο. ἐκείνου γὰρ μοναρχοῦντος ̓Αττικὸς ὁ τοῦ σοφιστοῦ ̔Ηρώδου πατήρ, ὡς ὁ Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν ἀνεγράψατο, θησαυροῦ τι ευ ρεν ἐπὶ τῆς οἰκίας χρῆμα ἀμύθητον. καὶ φοβηθεὶς ε γραψε τῷ Νερούᾳ ὡς "θησαυρὸς ἐπὶ τῆς οἰκίας εὑρέθη μοι· τί ου ν κελεύεις περὶ αὐτοῦ;" καὶ ο ς ἀντέγραψεν "χρῶ τῷ εὑρήματι." ὁ δ' ε τι εὐλαβηθεὶς ε γραψεν αυ θις "ἀλλ' ὑπὲρ ἐμὲ τυγχάνει τὸ εὑρεθέν." καὶ ὁ αὐτοκράτωρ πρὸς τοῦτο "καὶ καταχρῶ" ἀντεπέστειλε. 3.64 Τούτου βασιλεύοντος ὁ δεύτερος ἐπίσκοπος ̓Αλεξανδρείας ̓Αβίλιος μετήλλαξε τὴν ζωήν, καὶ Κέρδων τῆς ἐκεῖ ἐκκλησίας προέστη. τῆς δ' ἐν ̓Αντιοχείᾳ ἐκκλησίας ̓Ιγνάτιος τότε ὁ θεοφόρος προίστατο, δεύτερος καὶ ου τος ἐπίσκοπος ἐκεῖ μετὰ Εὐόδιον γνωριζόμενος. ὁμοίως δὲ καὶ τῆς ἐν ̔Ιεροσολύμοις τῶν πιστῶν ἐκκλησίας Συμεὼν ἐξηγεῖτο, δεύτερος καὶ ου τος μετὰ τὸν συγγενῆ ̓Ιάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου λεγόμενον τὴν ἐπισκοπὴν λελογχώς. Παρὰ τούτου τοῦ αὐτοκράτορος αἱ μονομαχίαι καὶ ἡ τούτων θέα ἀπηγορεύθησαν. ε πραττε δὲ οὐδὲν γνώμης α τερ τῶν ἐξόχων τῶν τῆς βουλῆς. ου τος ἐνομοθέτησε καὶ τὸ μή τινα τὰ παιδογόνα μόρια παρὰ ̔Ρωμαίοις ἐκτέμνεσθαι μήτε μὴν α γεσθαι πρὸς γάμον ἀδελφιδῆν. φωράσας δὲ τὸν Καλπούρνιον Κράσσον καὶ α λλους ἐπιβουλεύοντάς οἱ, ε ν τινι θέᾳ πλησίον αὐτοῦ καθίσας αὐτοὺς μήπω γνόντας ο τι πεφώρανται, ξίφη αὐτοῖς ἐνεχείρισεν, ι να τάχα ι δοιεν αὐτὰ εἰ ευ ἐξείργασταί τε καὶ τέθηκται· τῇ δ' ἀληθείᾳ, ι να γνοῖεν ὡς καταπεφρόνηταί οἱ ὁ 397

θάνατος. ε λεγε δὲ ο τι "ου τως η ρξα ω στε δύνασθαι καὶ τὴν ἀρχὴν ἀποθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι." διὰ δὲ τρόπων χρηστότητα καὶ γῆρας βαθὺ καταφρονούμενος, ἀναβὰς εἰς τὸ Καπιτώλιον ἐξεβόησεν "ἀγαθῇ τύχῃ τῆς τε βουλῆς καὶ τοῦ δήμου, Μάρκον Ου λπιον Νερούαν Τραιανὸν εἰσποιοῦμαι." ει τα καὶ Καίσαρα ἀνεῖπεν αὐτόν, καὶ αὐτοχείρως ἐπέστειλε τῷ ἀνδρὶ τῆς Γερμανίας α ρχοντι τότε "τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν." α ρξας ου ν ὁ Νερούας ἐφ' ε να ἐνιαυτὸν καὶ μηνῶν 3.65 τετρακτύν, μετήλλαξε τὴν ζωὴν νοσήσας καὶ αὐτοκράτορα τὸν Τραιανὸν προβαλόμενος. Τραιανὸς δὲ τὸ γένος ει λκεν ἐξ ̓Ιβηρίας, δεύτερον ἐπὶ τεσσαρακοστῷ ε τος α γων ἀπὸ γενέσεως ο τε τῆς αὐταρχίας τετύχηκεν, ω στ' ἐν ἀκμῇ αὐτὸν ει ναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μήτε θράσους ὑπὸ νεότητος πίμπλασθαι μήθ' ὑπὸ γήρους ἀμβλύνεσθαι. ἐτίμα δὲ τοὺς ἀγαθούς, καὶ ευ πρὸς πάντας διατιθέμενος ου τ' ἐδεδοίκει τινὰς ου τε μὴν ἀπηχθάνετο ου τε προσεῖχε τοῖς διαβάλλουσιν ου τ' η ν ὀξύρροπος πρὸς ὀργήν, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ι σα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καίτοι μεγαλόφρων καὶ μεγαλογνώμων γενόμενος καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν δημοσίοις οἰκοδομήμασιν ἐδαπάνα πολλά. καὶ ἐπειδὴ τὸν ἐν τῇ ̔Ρώμῃ ἱππόδρομον φθαρέντα ἀνήγειρε μείζω τε καὶ περικαλλέστερον, ἐπέγραψεν αὐτῷ ο τι ἐξαρκοῦντα τῷ τῶν ̔Ρωμαίων δήμῳ ἐποίησε. καὶ μᾶλλον ε χαιρε φιλούμενος η τιμώμενος, καὶ ἀγαπητὸς η θελεν ει ναι τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ φοβερός. τῆς μὲν ου ν ἐν λόγοις παιδείας οὐ μετέσχηκε, τὸ δ' ε ργον αὐτῆς καὶ ἠπίστατο καὶ εἰργάζετο. οι νου δ' ἡττώμενος νήφων η ν, καὶ ἐπτοημένος περὶ μειράκια οὐδένα ἐλύπησε. φιλοπόλεμος δὲ γεγονὼς καὶ πλεῖστα κατωρθωκὼς οὐκ ει α τοὺς στρατιώτας ὑπερφρονεῖν, ου τως ἐγκρατῶς αὐτῶν η ρχεν. η ν δ' αὐτῷ γυνὴ Πλωτῖνα. ̓Εστράτευσε μέντοι ἐπὶ Δᾶκας, η Δακοὺς κατὰ 3.66 Ιωνας, ὡς ὁ ̓Αππιανὸς ἐν τῷ εἰκοστῷ τρίτῳ λόγῳ τῆς ̔Ρωμαϊκῆς ἱστορίας φησί, μήτε χρήματα α ἐπετείως ἐλάμβανον διδόναι αὐτοῖς ἀνεχόμενος καὶ δίκας εἰσπράξασθαι τῶν πεπραγμένων αὐτοῖς ἱμειρόμενος. πυθόμενος ου ν ὁ Δεκέβαλος, ο ς η ρχε Δακῶν, τὴν τοῦ Τραιανοῦ κατὰ τοῦ ε θνους ὁρμήν, ε δεισεν, εἰδὼς τὸν α νδρα στρατηγικώτατον. καὶ πολέμου συρραγέντος σφίσι πολλοὺς μὲν τῶν πολεμίων ἀπέκτειναν οἱ ̔Ρωμαῖοι, οὐ μείους δὲ καὶ αὐτῶν ἐτραυματίσθησαν. τοσοῦτοι δ' η σαν οἱ τραυματίαι ὡς ἐπιλιπόντων τῶν ἐπιδέσμων μηδὲ τῆς ἑαυτοῦ ἐσθῆτος φείσασθαι τὸν Τραιανόν. ἐπεὶ δὲ τά τε α κρα, δυσχερῶς μέν, κατέλαβε δέ, καὶ πέλας τῶν βασιλείων η λθεν αὐτῶν, πρέσβεις ὁ Δεκέβαλος πέπομφε, συντιθέμενος τά τε ο πλα καὶ τὰ μηχανήματα καὶ τοὺς μηχανοποιοὺς παραδοῦναι, καὶ α παν ε τερον ο α ν ἀπαιτοῖτο ποιῆσαι· καὶ πρὸς τὸν αὐτοκράτορα ἐλθὼν ἐς ου δας κατακλιθεὶς αὐτῷ προσεκύνησεν. ει τα εἰς τὴν ̓Ιταλίαν ὁ Τραιανὸς ἀναζεύξας καὶ τοὺς τοῦ Δεκεβάλου πρέσβεις ἐπήγετο. οι περ εἰσαχθέντες εἰς τὸ συνέδριον, καὶ τὰ ο πλα τε ἀποθέμενοι καὶ τὰς χεῖρας συνάψαντες ἐν αἰχμαλώτων σχήματι πολλά τε ει πον καὶ ἱκέτευσαν· καὶ ου τω σπονδῶν τυχόντες αυ θις τὰ ο πλα ἀπέλαβον. Τραιανὸς δὲ καὶ ἐθριάμβευσε καὶ Δακικὸς ὠνομάσθη. οὐχ ὡς ἀρήιος δὲ τῶν α λλων ἠμέλει η η ττον ἐδίκαζεν, ἀλλὰ καὶ πολλαχοῦ καὶ πολλάκις ἐπὶ βήματος ε κρινεν. ̔Ως δὲ ἀπηγγέλλετο αὐτῷ ὁ Δεκέβαλος αυ θις νεωτερίζων καὶ ταῖς συνθήκαις οὐκ ἐμμένων, αὐτὸς 3.67 καὶ πάλιν πρὸς ἐκεῖνον ἐστράτευσε. καὶ ὁ Δεκέβαλος ἡττώμενος ἰσχύϊ, δόλῳ αὐτοῦ περιγενέσθαι διεμελέτησε. καὶ εἰδὼς εὐπρόσιτον ο ντα Τραιανὸν καὶ τὸν βουλόμενον εἰς ὁμιλίαν δεχόμενον, ψευδαυτομόλους ἀπέστειλεν, ι ν', εἰ δυνηθεῖεν, αὐτὸν διαχρήσαιντο. ει ς δ' ἐκείνων ὑποπτευθεὶς συνελήφθη, καὶ ἐτασθεὶς ἐξέφηνε τὸ ἀπόρρητον. γεφυρώσας δὲ τὸν Ιστρον ὁ αὐτοκράτωρ, καὶ ε ργον τοῦτο διαπραξάμενος μήτε θαυμασθῆναι ἀξίως μήτ' ἐξηγηθῆναι δυνάμενον, διὰ τῆς γεφύρας τε ταύτης τὸν ποταμὸν περαιωθείς, μόλις μὲν καὶ κινδυνωδῶς ἐκράτησε τῶν Δακῶν, ἐκράτησε δ' ου ν. καὶ ὁ Δεκέβαλος ἀπογνοὺς διεχειρίσατο ἑαυτόν. κἀντεῦθεν τὸ ε θνος τὸ τῶν Δακῶν καὶ ἡ 398

χώρα σφῶν ̔Ρωμαίοις ὑπήκοος γέγονε. καὶ τοὺς θησαυροὺς δ' ευ ρε τοὺς Δεκεβάλου, καίτοι δυσχεροῦς ου σης τῆς τούτων εὑρέσεως. ποταμὸν γάρ, ο ς τοῖς βασιλείοις αὐτοῦ παρέρρει, μετοχετεύσας ὁ βάρβαρος, τὴν γῆν ἐφ' η ς διῄει τὸ υ δωρ ω ρυξεν εἰς βάθος πολύ, καὶ πλεῖστον μὲν χρυσόν, πλείω δὲ α ργυρον, καὶ α λλα τῶν τιμίων ο σα μὴ πέφυκεν ἐξ ὑγρότητος φθείρεσθαι, καταθέμενος τῷ ὀρύγματι, πλαξί τε κατέστρωσε τὴν ἐκεῖ γῆν καὶ χοῦν ταύταις ἐπήνεγκε, καὶ ου τως αυ θις τὸ υ δωρ εἰς τὴν πρώτην μετέστρεψε δίοδον· καὶ ἐς σπήλαιον δὲ πολλὰ ἐναπέθετο. ταῦτα δ' ἐποίει μή τινος α λλου παρόντος η αἰχμαλώτων οι περὶ ταῦτα ἐπόνουν· καὶ μετὰ τὴν κατάκρυψιν τοὺς αἰχμαλώτους ἐκτίννυεν, ι να μὴ ε κφορα τὰ παρ' αὐτῶν γεγονότα ποιήσωσιν. ει ς δέ τις ἑταῖρος τοῦ Δεκεβάλου συνειδὼς τὰ τεθησαυρισμένα ὑπέδειξεν αὐτά. Τὸν δὲ Λικίνιον Σούραν πλούσιον α νδρα φιλῶν, καὶ ὑπ' ἐκείνου φιλούμενος, διαβαλόντων τινῶν τὸν 3.68 α νθρωπον ὡς ἐπιβουλεύοντα αὐτῷ, α κλητος πρὸς ἐκεῖνον ἐπὶ δεῖπνον ἀπῆλθε, καὶ τοὺς δορυφόρους ἀποπέμψας τὸν ἰατρὸν τοῦ Σούρα ἐκάλεσε, καὶ δι' ἐκείνου τοὺς ὀφθαλμούς, διὰ δὲ τοῦ κουρέως ἐκείνου τὴν ὑπήνην ἐξύρατο· ει τα καὶ ἐλούσατο καὶ ἐδείπνησε. καὶ τοῖς τὸν Σούραν διαβάλλουσιν ε φη τῇ ὑστεραίᾳ "εἰ η θελέ με Σούρας ἀποκτεῖναι, οὐδὲν ἐκώλυε τὸν α νδρα χθὲς τοῦτο ποιῆσαι." Επαρχον μέντοι τῶν δορυφόρων προχειριζόμενος, καὶ ὀρέγων αὐτῷ τὸ ξίφος ο παραζώννυσθαι αὐτὸν ἐχρῆν, "λάβε τοῦτο" ε φη, "καὶ εἰ μὲν α ρχω καλῶς, ὑπὲρ ἐμοῦ τούτῳ χρῆσαι, εἰ δὲ κακῶς, κατ' ἐμοῦ." ἐποίησε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ μετὰ ταῦτα κατὰ Πάρθων καὶ ̓Αρμενίων ἐστράτευσεν, ο τι τὸ διάδημα ὁ ̓Αρμένιος οὐχ ὑπ' αὐτοῦ ε λαβεν, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως. η ν δὲ σκῆψις τοῦτο, τὸ δ' ο λον φιλοτιμία καὶ δόξης ε ρως. ἐχειρώσατο ου ν τὴν ̓Αρμενίαν. καὶ αὐτῷ ἡ βουλὴ πολλὰ ἐψηφίσατο, πρὸς δὲ τοῖς α λλοις καὶ Οπτιμον ἐπωνόμασεν, α ριστον δὲ τοῦτο δηλοῖ ἐξελληνιζόμενον, ει τα καὶ Παρθικὸν αὐτῷ ἐπίκλησιν ε θετο. ὁ δὲ μᾶλλον τῶν α λλων τῇ τοῦ ̓Οπτίμου προσηγορίᾳ η ν σεμνυνόμενος, ο τι τοὺς τρόπους ὑπεδήλου αὐτοῦ. Σεισμοῦ δὲ ἐπὶ τῆς αὐταρχίας αὐτοῦ σφοδροτάτου συμβάντος, καὶ α λλαι μὲν ε παθον πόλεις, μᾶλλον δὲ τῶν α λλων ἡ πρὸς τῷ ̓Ορόντῃ πέπονθεν ̓Αντιόχεια. ο τε καὶ αὐτὸς ὁ Τραιανὸς ἐκεῖ διατρίβων μικροῦ κεκινδύνευκεν α ν· ἐπλήγη δὲ τέως ἐκ τοῦ τῆς οἰκίας, ἐν ῃ διῆγε, συμπτώματος. ἀριθμοῦ δὲ κρεῖττον πλῆθος συγκέχωστο τοῖς συμπτώμασι. καὶ οἱ 3.69 μὲν συντριβόμενοι τῷ βάρει τῶν καταπιπτόντων ἀπώλλυντο, οἱ δὲ ἐν διακένοις τισὶ τυχαίως συμβαίνουσιν, ου τω τῶν ὑλῶν συμπιπτουσῶν, διασωζόμενοι, ἐξελθεῖν δ' ἐκεῖθεν οὐκ ἰσχύοντες, λιμῷ διεφθείροντο· ἐπεκράτει γὰρ ὁ κλόνος τῆς γῆς ἐφ' ἡμέρας πολλάς. η δη δὲ παυσαμένης τῆς συμφορᾶς ἐπέβη τις ἀναθαρσήσας τῶν ἐρειπίων, καὶ η κουσε βοώσης κάτωθεν γυναικός. ἀνορύξαντες ου ν τὴν α νθρωπον ἀνεσώσαντο, καὶ παιδίον φέρουσαν ὑπομάζιον, ο τῷ γάλακτι ε τρεφεν, ἀλλὰ μέντοι καὶ ἑαυτήν. ἐκ τούτου καὶ τὰ λοιπὰ ἀνεχώννυον· ἀλλ' οὐχ ευ ρον ζῶντάς τινας πλὴν παιδίου ἑνός, τῷ λιμῷ δὲ φθαρέντας πολλούς. Εαρος δ' ἐπιστάντος κατὰ τῶν Πάρθων αυ θις ἐχώρησεν ὁ Τραιανός· καὶ τῆς τε ̓Αδιαβηνῆς ἁπάσης ἐκράτησεν, η μέρος ἐστὶ τῆς ̓Ασσυρίας τῆς περὶ Νίνον, καὶ τῶν Γαυγαμήλων καὶ τῶν ̓Αρβήλων, παρ' οι ς ̓Αλέξανδρος τὸν Δαρεῖον ἐνίκησε· καὶ μέχρι τῆς Βαβυλῶνος προῆλθεν αὐτῆς. ἐπεραιώθη δὲ καὶ τὸν Τίγριν καὶ εἰς τὴν Κτησιφῶντα εἰσῆλθεν. ἱμείρετο μέντοι καὶ τὴν ̓Ερυθρὰν εἰσπλεῦσαι θάλασσαν, η μοῖρα μὲν τοῦ ̓Ωκεανοῦ λέγεται, κέκληται δ' ου τως ἀπό τινος ἐν αὐτῇ δυναστεύσαντος. ἐνενόει δὲ καὶ ̓Ινδούς, καὶ ε λεγεν ὡς "εἰ νέος ε τι η ν, καὶ ἐπ' αὐτοὺς α ν ἐπεραιώθην." ἐν ῳ δὲ χρόνῳ ἐπὶ τὸν ̓Ωκεανὸν κατέπλει καὶ αυ θις ἀνήγετο, ο σα ἑάλωσαν πρότερον ἀποστασίαν ἐνόσησαν. ὁ δὲ δείσας μὴ καὶ οἱ Πάρθοι τὸ αὐτὸ δράσωσιν, ὁμογενῆ σφίσι βασιλέα προεχειρίσατο, αὐτὸς αὐτῷ τὸ διάδημα ἐπιθέμενος. ει τα καὶ τῶν ̓Αράβων ἀφεστηκότων ω ρμησε κατ' αὐτῶν· καὶ μηδὲν ἀνύσας ὀλίγου δεῖν ἐτρώθη α ν· 399

κἀκεῖθεν ἀπῆλθε νοσῶν. 3.70 Καὶ οἱ κατὰ Κυρήνην δὲ ̓Ιουδαῖοι ἀπέστησαν καὶ ε κτεινον καὶ ̔Ρωμαίους καὶ Ελληνας, καὶ οἱ ἐν Αἰγύπτῳ καὶ οἱ ἐν Κύπρῳ οὐχ η ττους ὁμοίως διέφθειραν. κατεστρέψατο δὲ τούτους Τραιανός, στράτευμα κατ' αὐτῶν πεπομφώς. μέμνηται τῆς τῶν ̓Ιουδαίων ταύτης ἀποστασίας καὶ ὁ Εὐσέβιος ἐν τῷ τετάρτῳ λόγῳ τῆς ̓Εκκλησιαστικῆς ἱστορίας. ἐκείνῳ δ' η ν πρὸς Μεσοποταμίαν τὸ ο ρμημα, τῇ δὲ νόσῳ καταπονούμενος η ρξατο τοῦ πρὸς ̓Ιταλίαν πλοός, Πόπλιον Αι λιον ̓Αδριανὸν α ρχειν ἐπιστήσας τῶν στρατευμάτων ἐν τῇ Συρίᾳ. ἐλθὼν δ' εἰς Σελινοῦντα τῆς Κιλικίας, η καὶ Τραιανούπολις κέκληται, τὸν βίον κατέλυσεν, ὡς μὲν ἐκεῖνος ᾠήθη, φαρμάκῳ διαφθαρείς, ὡς δέ τινες λέγουσι, δι' ἐπίσχεσιν αι ματος ἐτησίως αὐτῷ ἐκκρινομένου διὰ γαστρός. συνέβη δέ οἱ καὶ ἀποπληξία, ῃ πάρεσις τοῦ σώματος ἐκ μέρους ἐπηκολούθησεν. υ δερος δ' η ν ὡς ἐπίπαν αὐτῷ τοῦ θανάτου τὸ αι τιον. η ρξε δ' ε τη ἐννεακαίδεκα πρὸς μησὶν ε ξ. Τούτου κρατοῦντος Συμεὼν ὁ τοῦ Κλοπᾶ, δεύτερος ἀρχιερεὺς γεγονὼς ̔Ιεροσολύμων μετὰ τὸν θεῖον ̓Ιάκωβον, ἐμαρτύρησεν, αἰκισθεὶς μὲν πρότερον ἐπὶ πλείσταις ἡμέραις, ει τα σταυρὸν καταδικασθείς, ἐτῶν ω ν ἑκατόν τε καὶ ει κοσι. μεθ' ο ν τρίτος ̔Ιεροσολύμων ἀρχιερεὺς ̓Ιοῦστος ἐκ περιτομῆς καὶ αὐτὸς ἐχρημάτισε. καὶ α λλους δὲ τότε πολλοὺς ἐν τόποις πλείοσι μαρτυρικοῦ τέλους ἀξιωθῆναι ἱστόρησεν ὁ Εὐσέβιος· ει τα τὸ πλῆθος τῶν κτεινομένων μαθόντα τὸν αὐτοκράτορα, καὶ ὡς οὐδὲν ἀνόσιον πράττουσιν ἀλλ' η 3.71 πρωίθεν ἐξεγειρόμενοι τὸν Χριστὸν ὑμνοῦσιν ι σα θεῷ, μόνον δ' εἰδώλοις θύειν οὐ πείθονται, θεσπίσαι μὴ ἐκζητεῖσθαι τοὺς κεκλημένους ἐκ τοῦ Χριστοῦ, ἐμπεσόντας δέ γε κολάζεσθαι· καὶ ου τως γενέσθαι τὸν διωγμὸν μετριώτερον. τότε καὶ ὁ θεοφόρος ̓Ιγνάτιος, δεύτερος τῆς κατὰ Κοίλην Συρίαν ̓Αντιοχείας τυγχάνων ἀρχιερεύς, συλληφθεὶς εἰς ̔Ρώμην ἐπέμφθη δέσμιος, ε νθα θηριομαχήσας διήνυσε τὸ μαρτύριον. καὶ μετ' αὐτὸν τὴν ἱεραρχίαν διεδέξατο Ηρως. τῷ τρίτῳ δ' ε τει τῆς αὐταρχίας Τραιανοῦ Κλήμεντος ἐκλελοιπότος, ο ς τρίτος η ν ἐν ̔Ρώμῃ ἀρχιερεὺς καὶ ε τεσιν ἐννέα τὴν ἐκκλησίαν ι θυνε τῶν πιστῶν, τέταρτος ἀντεισήχθη Εὐάρεστος· ο ς ο γδοον ἀρχιερατεύσας ἐνιαυτὸν μετέθετο τὴν ζωήν, ὑπ' ̓Αλεξάνδρου διαδεχθεὶς πέμπτου γεγονότος τῆς ̔Ρωμαίων ἀρχιερέως. καὶ ὁ τῆς ̓Αλεξανδρέων κατὰ τρίτην τάξιν ἐπίσκοπος γεγονὼς Κέρδων μεταστὰς τῶν ἐνθένδε διάδοχον ε σχε Πρῖμον. Απαιδος δὲ Τραιανοῦ τελευτήσαντος Καίσαρά τε καὶ αὐτοκράτορα τὸν ̓Αδριανὸν η τε τοῦ Τραιανοῦ σύζυγος Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας καὶ ὁ Τατιανὸς ἐπίτροπος αὐτοῦ γεγονὼς ἀπέδειξαν, ἐν ̓Αντιοχείᾳ τῆς Συρίας διάγοντα, ἐπεὶ καὶ η ρχεν αὐτῆς, προσγενῆ τε ο ντα Τραιανοῦ καὶ συνοικοῦντα ἐκείνου ἀδελφιδῇ. η ν δ' ου τος υἱὸς Αφρου ̓Αδριανοῦ, φιλόλογος ἀνήρ, ο ς καὶ ποιήματά τινα πεζά τε καὶ ἐν ε πεσι καταλέλοιπεν· ἀπλήστως δέ γε πρὸς φιλοτιμίαν ε χων πάντα τε ἐπετήδευε καὶ ηυ χει μηδὲν ἀγνοεῖν. ο θεν καὶ τῶν ε ν τισιν εὐδοκιμούντων καθεῖλε συχνοὺς καὶ οὐ μείους ἀπώλεσεν, ι ν' αὐτὸς κρατεῖν ἐν πᾶσι δοκῇ. 3.72 ἐκακίζετο μὲν ου ν διά τε ταῦτα καὶ τὸ πάνυ ἀκριβὲς καὶ τὸ περίεργον καὶ πολύτροπον, ἀνελάμβανε δὲ ταῦτα καὶ ἐθεράπευε τό τε προνοητικὸν αὐτοῦ καὶ ἡ ἐπιμέλεια καὶ τὸ μεγαλοπρεπὲς καὶ ἡ δεξιότης, καὶ τὸ μήτ' α ρξαι πολέμου καὶ τοὺς ἠργμένους καταπαῦσαι, καὶ ο τι οὐδενὸς ἀδίκως ἀφείλετο χρήματα, ἀλλὰ καὶ πολλοῖς παρέσχετο μάλιστα αὐθορμήτως καὶ μηδ' αἰτούμενος, καὶ πόλεσι συμμαχίσι τε καὶ ὑποφόροις πάσαις ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν υ δωρ καταγαγών, ταῖς δὲ λιμένας οἰκοδομήσας, ταῖς δὲ σῖτον καὶ ε ργα καὶ χρήματα καὶ τιμὰς δούς. τῷ τε δήμῳ τῶν ̔Ρωμαίων οὐ θωπευτικῶς, ἀλλ' ἐμβριθῶς προσεφέρετο· καί ποτέ τι αἰτοῦντι θρασύτερον οὐκ ε νειμεν, ἀλλ' εἰπεῖν ἐκέλευσε τῷ κήρυκι "σιωπήσατε·" ὡς δ' οὐδὲν εἰπόντος ἐκείνου, τὴν χεῖρα δὲ ἀνατείναντος, ἐσιώπησαν, οὐ μόνον κατὰ τοῦ κήρυκος οὐκ ἐξώργιστο ὡς μὴ πεποιηκότος τὸ κελευσθέν, ἀλλὰ καὶ τιμῆς τὸν α νδρα ἠξίωσεν ο τι ο η ν αὐτῷ βουλόμενον η νυσε, μὴ ἐκφήνας τὸ τραχὺ τοῦ 400

κελεύσματος. οὐ γὰρ ἠγανάκτει, ει τι καὶ παρὰ γνώμην αὐτοῦ πρός τινος ἐγίνετο, τὸ δ' ἀφώρα πρὸς τὴν αὐτοῦ λυσιτέλειαν. παριόντος δ' αὐτοῦ ποτε γυνή τις ἐδέετο, καὶ εἰπόντος ὡς "οὐ σχολάζω," ἀνέκραξεν ἡ γυνή "καὶ μὴ βασίλευε." ὁ δὲ αὐτίκα τε ἐπεστράφη καὶ προσέσχε τῇ δεομένῃ. καὶ πάντα δὲ τὰ μεγάλα καὶ ἀναγκαῖα οὐκ ἰδίᾳ, ἀλλὰ μετὰ τῶν βουλευτῶν ε πραττε, καὶ μετὰ τῶν πρώτων ἐδίκαζεν ἀπὸ βήματος, ω στε δημοσιεύεσθαι τὰ γινόμενα, καὶ τοῖς ὑπάτοις συνδικάζουσι παρεγίνετο· ἀεί τε περὶ αὐτὸν τοὺς ἀρίστους ει χε καὶ μετὰ τῶν πρώτων καὶ τῶν ἀρίστων συνεδείπνει, καὶ η ν αὐτῷ πλῆρες λόγων παντοδαπῶν τὸ συσσίτιον· τούς τε πάνυ νοσοῦντας τῶν φίλων ἐπε.73 σκέπτετο καὶ συνδιῃτᾶτο τῶν συνήθων τοῖς ἑορτάζουσιν. ̓Επεὶ δ' ἐς τὴν ̔Ρώμην η κε, χρεοκοπίαν ἐκήρυξε τοῖς ο φλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ τῷ τῶν ̔Ρωμαίων. ει τα εἰς α λλην ἐξ α λλης φοιτῶν ἐπαρχίαν, καὶ τὰς χώρας ἐπεσκέπτετο καὶ τὰς πόλεις, καὶ μετεσκεύαζεν ε καστον πρὸς τὸ βέλτιον. καὶ οὐ τὰ κοινὰ τῶν στρατοπέδων μόνον ἐφώρα δι' ἑαυτοῦ καὶ ἐξήταζε, ἀλλὰ καὶ τὰ τοῦ καθ' ε καστον. καὶ ο σους πρὸς τὸ ἁβρότερον ευ ρισκεν ἐκδεδιῃτημένους, πρὸς τὸ στρατιωτικώτερον μετῆγε καὶ μετερρύθμιζε, καὶ πρὸς παντοίαν μάχην τοὺς στρατιώτας ἐγύμναζε καὶ ἐδίδασκεν α περ ε δει ποιεῖν. καὶ τοὺς μὲν ἐτίμα, τοὺς δὲ ἐνουθέτει, καὶ διῃτᾶτο σκληρότερον, ι ν' ὁρῴη τὸ στρατιωτικὸν αὐτόν, καὶ ου τω διαιτᾶσθαι κἀκεῖνο ἐθίζοιτο. ἐντεῦθεν τοὺς στρατιώτας τοιούτους ἐποίησεν ὡς καὶ ἱπποτῶν ι λην σύν γε τοῖς ο πλοις τὸν Ιστρον εὐμαρῶς διανήξασθαι, καὶ τοὺς βαρβάρους ταῦθ' ὁρῶντας ἐκπλήττεσθαι, ω στε καὶ χρᾶσθαι διαλλακτῇ τούτῳ τῷ αὐτοκράτορι ἐφ' οι ς ἀλλήλοις ἐκπεπολέμωντο. ἐσπούδαζε δὲ καὶ περὶ θήρας, ὡς ἐν ταύταις καί τινά οἱ μέλη κατεαγῆναι· καὶ ἐν Μυσίᾳ πόλιν ῳ κισεν ̓Αδριανοῦ θήρας καλέσας αὐτήν. εἰς Αι γυπτον δὲ ἀπιὼν καὶ τῷ τάφῳ Πομπηίου Μάγνου διεφθαρμένῳ περιτυχών, καὶ ἐνήγισε τῷ κειμένῳ καὶ τοῦτ' ει πε τὸ ε πος τῷ ναοῖς βρίθοντι πόση σπάνις ε πλετο τύμβου καὶ τὸ μνῆμα ἀνῳκοδόμησεν. ̓Εν δὲ Παλαιστίνῃ πόλιν οἰκοδομήσας ἀντὶ τῆς κατασκαφείσης ̔Ιερουσαλὴμ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ε νθα πρῴην ὁ τοῦ θεοῦ νεὼς ι δρυτο, τῷ Διὶ τέμενος ἀνθιδρύσατο ε τερον. ̓Ιουδαῖοι δὲ μὴ 3.74 φέροντες τῆς σφῶν παραπολαύοντας μητροπόλεως α λλους ὁρᾶν, Ελληνες γὰρ ἐν αὐτῇ κατῳκίσθησαν, μηδὲ ξενικοὺς τιμᾶσθαι θεοὺς ἐν αὐτῇ ἀνεχόμενοι, ε ως μὲν ̓Αδριανὸς παρά τε τῇ Αἰγύπτῳ καὶ τῇ Συρίᾳ διέτριβεν, ἠρέμουν διευλαβούμενοι ἐπεὶ δ' ἐκεῖθεν ἀπῆλθε, τά τε τῆς χώρας ἐπίκαιρα κατελάμβανον, ι ν' ε χοιεν αὐτὰ ὁρμητήρια, καὶ πολλὰ τοὺς ̔Ρωμαίους ἐκάκωσαν λάθρᾳ τε καὶ ἀναφανδόν, τῶν τε ἁπανταχοῦ γῆς ̓Ιουδαίων συνιόντων ἐκεῖ καὶ πολλῶν ἀλλοφύλων ε ρωτι κέρδους συνεπικουρούντων αὐτοῖς. ὁ μέντοι ̓Αδριανὸς τοὺς ἐπιφανεστάτους τῶν στρατηγῶν τοῖς ̓Ιουδαίοις ἐπήγαγεν, ω ν ἐπῆρχε Σευῆρος ̓Ιούλιος. ο ς κατὰ συστάδην συμβαλεῖν τοῖς ἐναντίοις οὐκ ε κρινε σύμφορον, τὸ πλῆθος αὐτῶν καὶ τὴν ἀπόγνωσιν εὐλαβούμενος, τροφῆς δὲ σφᾶς ἀπείργων καὶ κατακλείων, ε στι δ' ου καὶ ο πῃ παρήκοι τοὺς στρατιώτας μοίραις αὐτῶν ἐπάγων, χρονιώτερον μέν, ἀκινδυνότερον δὲ τὸ ε θνος αὐτῶν ἐξέτριψέ τε καὶ ἐξετρύχωσεν, ὡς κομιδῇ βραχίστους περιγενέσθαι. φρούρια μὲν γὰρ αὐτῶν τὰ κρείττω πεντήκοντα κατεστράφησαν, κῶμαι δὲ πέντε καὶ ὀγδοήκοντα ἐπ' ἐνακοσίαις ὀνομαστόταται κατεσκάφησαν· ἀνδρῶν δὲ μυριάδες ὀκτὼ καὶ πεντήκοντα ἐν ταῖς καταδρομαῖς καὶ ταῖς μάχαις ἐσφάγησαν. τὸ δὲ πλῆθος τῶν λιμῷ καὶ νόσοις καὶ πυρὶ φθαρέντων ἀνεξερεύνητον τυγχάνον οὐκ ε γνωσται, ω στε πᾶσαν σχεδὸν τὴν ̓Ιουδαίαν ἐρημωθῆναι. ο καὶ πρὸ τοῦ πολέμου αὐτοῖς συμβόλοις τισὶ τὸ θεῖον ἐνέφηνε. τό τε γὰρ μνημεῖον τοῦ Σολομῶντος ἐξ οὐδεμιᾶς δήλης αἰτίας διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι καὶ υ αιναι πλεῖσται εἰς τὰς πόλεις αὐτῶν εἰσέπιπτον ὠρυόμεναι. πολλοὶ μέντοι καὶ ̔Ρωμαῖοι τότε ἀπώλοντο, ω στε καὶ ̓Αδρια.75 νὸς γράφων πρὸς τὴν βουλὴν οὐ τῷ συνήθει προοιμίῳ ἐχρήσατο. τὸ δ' η ν "εἰ καὶ αὐτοὶ καὶ οἱ παῖδες ὑμῶν 401

ὑγιαίνετε, ευ α ν ε χοι· καὶ ἐγὼ δὲ καὶ τὰ στρατεύματα ὑγιαίνομεν." ̔Ο μὲν δὴ πρὸς ̓Ιουδαίους πόλεμος ου τως η νυστο, ὁ δὲ πρὸς ̓Αλβανούς, εἰσὶ δὲ Μασσαγέται κατὰ τὸν Δίωνα, ὑπὸ Φαρασμάνου κεκίνητο· καὶ τὴν μὲν Μηδίαν λίαν ἐλύπησε, τῆς δ' ̓Αρμενίας καὶ τῆς Καππαδοκίας η ψατο μέν, τῶν δ' ̓Αλβανῶν πῇ μὲν δώροις πεισθέντων, πῇ δὲ δεισάντων ἐπαύσατο. ̓Ελθὼν δὲ εἰς τὴν ̔Ρώμην ̓Αδριανὸς αἰτοῦντι τῷ δήμῳ ἁρματηλάτην δοῦλον ἐλευθερίας τυχεῖν, ἀντεῖπεν ὡς "οὐ προσήκει ου τ' ἐμοὶ ἀλλότριον ἐλευθερῶσαι δοῦλον ου θ' ὑμῖν τὸν δεσπότην αὐτοῦ ποιῆσαι τοῦτο βιάζεσθαι." νοσήσας δέ, αι ματος αὐτῷ διὰ τῆς ῥινὸς κενουμένου, καὶ ἀπογνωσθείς, Κόμοδον Λούκιον Καίσαρα ̔Ρωμαίοις ἀνεῖπε. Σευηριανὸν δὲ καὶ Φοῦσκον τὸν ε γγονον ἀγανακτοῦντας ἐπὶ τούτῳ ἐφόνευσεν· η ν δὲ Σευηριανὸς ἐνενηκοντούτης. ο ς ἀποσφαγῆναι μέλλων πῦρ ῃ τησε καὶ θυμιῶν ε φη "ὑμεῖς, ω θεοί, ι στε ο τι οὐδὲν ἀδικῶ· ευ χομαι δὲ τὸν Α ̓ δριανὸν ἐπιθυμῆσαι ἀποθανεῖν, μὴ δύνασθαι δέ." ο θεν καὶ χρονίως νοσήσας ̓Αδριανὸς ηυ ξατο πολλάκις ἀποσβῆναι, ω στε καὶ ἑαυτὸν ἐθελῆσαι διαχειρίσασθαι. ὁ μέντοι Σευηριανὸς καὶ αὐτῷ τῷ ̓Αδριανῷ α ξιος τῆς αὐταρχίας νενόμιστο. εἰπὼν γὰρ τοῖς φίλοις ποτὲ ι να δέκα α νδρας δοκίμους εἰς αὐταρχίαν ἐξονομάσωσι, μικρόν τι διαλιπὼν ε φη ὡς "ἐννέα θέλω μαθεῖν· τὸν γὰρ ε να γινώσκω τὸν Σευηριανόν." 3.76 Ησαν δὲ καὶ Τούρβων καὶ Σίμιλις τῶν ἀρίστων ἐπιφανέστατοι. καὶ ὁ μὲν Τούρβων, οι α στρατηγικώτατος, ε παρχος γεγονὼς ει τ' ου ν α ρχων τοῦ δορυφορικοῦ, ὡς ει ς τῶν πολλῶν διεβίω· ο ς ου ποτε ἡμέρας οι κοι ω πτο οὐδὲ νοσήσας, ἀλλὰ πρὸς τὸν βασιλέα διέτριβε. καί ποτε νοσοῦντι ἀτρεμήσειν αὐτῷ τοῦ αὐτοκράτορος συμβουλεύοντος, ει πεν ο τι τὸν ε παρχον ἑστῶτα δεῖ τελευτᾶν. ὁ δὲ Σίμιλις ἡλικίᾳ καὶ τάξει προήκων αὐτοῦ, καὶ ἑκατονταρχῶν ἐπὶ Τραιανοῦ, καὶ κληθεὶς παρ' αὐτοῦ πρὸ τῶν ἐπάρχων, ε φη αὐτῷ εἰσελθών "αἰσχρόν ἐστι, Καῖσαρ, τῶν ἐπάρχων ἑστώτων ε ξω, ἑκατοντάρχῃ σε ὁμιλεῖν." ει τα καὶ τῆς τῶν δορυφόρων ἀρχῆς α κων ἀξιωθεὶς ε λαβε μέν, ἐξέστη δ' ἑκὼν καὶ ἐν ἀγρῷ διεβίω. ε νθα καὶ τέθνηκεν, ἐνιαυτοὺς ἐκεῖ διατρίψας ἑπτά, ἐπιγράψας τῷ μνήματι ο τι Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ε τη τόσα, ζήσας δ' ἑπτά. ̓Αδριανὸς δὲ φθόῃ τ' ἐλήφθη ἐκ τῆς πολλῆς τοῦ αι ματος ῥύσεως καὶ ὑδέρῳ. ὡς δὲ ὁ Καῖσαρ ὁ Λούκιος Κόμοδος αι μα ἐμῶν ἐκ πλείονος ἐξαίφνης ἐξέλιπεν ἀθρόον πλείστου αι ματος ἐκχυθέντος, συνεκάλεσε τοὺς πρώτους τῶν βουλευτῶν καὶ ει πεν "τὸν Λούκιον τὸ δαιμόνιον ἀφείλετο ἡμῶν, ευ ρον δὲ αὐτοκράτορα ὑμῖν εὐγενῆ, πρᾷον, ευ εικτον, φρόνιμον, μήθ' ὑπὸ νεότητος προπετὲς μήθ' ὑπὸ γήρως ἀμελές τι ποιήσοντα, τὸν ̓Αντωνῖνον Αὐρήλιον." καὶ ὁ μὲν ου τως προκεχείριστο αὐτοκράτωρ· φροντίζων δὲ καὶ περὶ τῶν μετὰ ταῦτα αὐταρχησόντων ̓Αδριανός, ἐπεὶ α ρρενος ὁ ̓Αντωνῖνος ἠμοίρει γονῆς, τὸν Κομόδου υἱὸν Κόμοδον αὐτῷ εἰσεποίησε, καὶ Μάρκον Αννινον Βῆρον, ο ς Κατίλιος ὠνόμαστο πρότερον, ̓Αννίνου Βήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ χιλιαρχήσαντος ε γγονος ω ν. 3.77 ̔Υδέρῳ δὲ περιπεσὼν ὁ ̓Αδριανὸς μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκένου ποτὲ τὸ ὑγρόν, δι' ὀλίγου δ' αυ θις ἠθροίζετο ε τερον· καὶ ὡς ἐπεδίδου πρὸς τὸ χεῖρον ἀεί, ἀποθανεῖν ἐπεθύμει, οὐκ ἠδύνατο δέ, μηδενὸς αὐτῷ διδόντος μὴ ξίφος, μὴ φάρμακον. καὶ τέλος, μὴ οι ός τε ω ν ἑαυτὸν διαχρήσασθαι, τῆς κατὰ τὴν δίαιταν ἀκριβείας μεθῆκε, καὶ μὴ προσήκουσιν ἐδωδίμοις καὶ ποτοῖς χρώμενος κατέλυσε τὴν ζωήν, ζήσας ε τη δύο καὶ ἑξήκοντα πρὸς μησὶ πέντε καὶ ἡμέραις ἐννεακαίδεκα, μοναρχήσας δὲ ἐπὶ ει κοσι καὶ ε να ἐνιαυτὸν μηνὸς ἑνὸς λείποντος. ̓Επὶ δὲ τῆς ἡγεμονίας αὐτοῦ ̓Αλέξανδρος ἀρχιερατεύσας ἐν ̔Ρώμῃ δέκατον ε τος εἰς τὴν ἀγήρω μετέβη ζωήν· ο ν διεδέξατο Ξύστος. καὶ Πρῖμος δὲ ̓Αλεξανδρέων ἐπισκοπήσας δωδέκατον ἐνιαυτὸν καὶ μεταλλάξας τὴν βιοτήν, ̓Ιοῦστον ε σχε διάδοχον. τῶν δ' ἐν ̔Ιεροσολύμοις ἐπισκόπων τὸν ἀριθμὸν εἰς πεντεκαίδεκα περιστῆναι μέχρι τῆς κατὰ ̓Αδριανὸν ̓Ιουδαίων ἀποστασίας, βραχυβίων, ὡς ε οικε, γεγονότων, ὁ Εὐσέβιος ἱστορεῖ, πάντας δ' ἐξ ̓Ιουδαίων πιστεύσαντας ει ναι. ω ν 402

πρῶτος η ν ̓Ιάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφός, καὶ δεύτερος Συμεών, τρίτος ̓Ιοῦστος, Ζακχαῖος τέταρτος, Τωβίας πέμπτος, ε κτος Βενιαμίν, ε βδομος ̓Ιωάννης, ο γδοος Ματθίας, ε νατος Φίλιππος, δέκατος Σενεκᾶς, ̓Ιοῦστος α λλος ἑνδέκατος, Λευῒς δωδέκατος, ̓Εφρῆς τρισκαιδέκατος, τεσσαρεσκαιδέκατος ̓Ιωσήφ, καὶ ̓Ιούδας πεντεκαιδέκατος. Ξύστον δὲ μετὰ χρόνον δεκαέτη τελευτήσαντα ε βδομος ἐν ̔Ρώμῃ διεδέξατο Τελεσφόρος. τῆς δὲ τῶν ̓Αλεξανδρέων ἐκκλησίας τὴν προστασίαν ε κτος Εὐμένης ἐκληρώσατο, ̓Ιούστου μετὰ ἑνδέκατον θανόντος ἐνιαυτόν. 3.78 Ου τος ὁ αὐτοκράτωρ διὰ τὰς η δη ῥηθείσας στάσεις μετὰ τὸν πολὺν τῶν ̓Ιουδαίων ο λεθρον καὶ δόγμα ἐξέθετο κωλῦον τὸ ε θνος αὐτῶν ἐπιβαίνειν τῶν ̓Ιεροσολύμων καὶ τῆς χώρας αὐτῶν ἁπάσης. καὶ λοιπὸν ἐξ ἐθνῶν τῆς πόλεως οἰκισθείσης καὶ Αἰλίας κληθείσης, ὡς ὁ ̓Αδριανὸς ἐχρημάτιζε, πρῶτος ταύτης ἀρχιερεὺς μετὰ τοὺς ἐκ περιτομῆς κατέστη Μάρκος. τότε καὶ Σατορνῖνος ̓Αντιοχεὺς καὶ Βασιλείδης ̓Αλεξανδρεὺς καὶ Καρποκράτης αἱρέσεων διαφόρων πατέρες καὶ ἀρχηγοὶ ἐγνωρίζοντο. καὶ ̔Ηγήσιππος δὲ τότε τὴν τοῦ ἀποστολικοῦ κηρύγματος παράδοσιν ἐν πέντε λόγοις συγγράψασθαι ἀναγράφεται. καὶ ̓Ιουστῖνος ὁ φιλόσοφος, ο ς μετέπειτα καὶ μάρτυς ἐγένετο, τότε πρὸς θεοσέβειαν ἐξ ̔Ελληνικῶν σπουδασμάτων μετέθετο. ο ς ἱστορεῖ ̔Ερέννιον Γρανιανὸν τῆς ̓Ασίας ἀνθυπατεύοντα ἐπιστεῖλαι ̓Αδριανῷ, μὴ δίκαιον ει ναι ἐπ' ἐγκλήματι μηδενὶ κολάζεσθαι τοὺς χριστιανούς· καὶ τὸν θεσπίσαι μηδένα, εἰ μὴ ἐπ' ἐγκλήματι ἐκ κατηγορίας ἁλῷ, κτείνεσθαι. Αὐταρχήσαντος δὲ ̓Αντωνίνου, ο ς εἰσποιηθεὶς παρὰ τοῦ ̓Αδριανοῦ Καῖσάρ τε καὶ αὐτοκράτωρ ἐγένετο, ἡ γερουσία οὐκ η θελε τὰς ἡρωικὰς τιμὰς ψηφίσασθαι τῷ ̓Αδριανῷ, διὰ φόνους ἀνδρῶν ἐπιφανεστάτων ου ς ἐκεῖνος εἰργάσατο. διὸ καὶ διειλέχθη αὐτοῖς ὁ ̓Αντωνῖνος α λλα τε πλείω σὺν δάκρυσι καὶ ο τι "οὐδὲ ἐγὼ α ρα α ρξω ὑμῶν· πάντα γὰρ τὰ ὑπ' 3.79 ἐκείνου γενόμενα, ω ν ε ν καὶ ἡ ἀνάρρησις ἡ ἐμή, ὡς ἐχθίστου ὑμῖν καὶ κακίστου ἀθετηθήσεται." ταῦτα δ' ἡ γερουσία αἰδεσθεῖσα, οὐ μεῖον μέντοι καὶ τοὺς στρατιώτας εὐλαβηθεῖσα, τῷ κειμένῳ τὰς τιμὰς ἐψηφίσατο. Εὐσεβὴς δ' ἐπεκλήθη, ο τι α ρτι τῆς αὐταρχίας ἡμμένου πολλοὶ γεγόνασιν ὑπ' αἰτίασιν, καί τινες ἐξ ὀνόματος εἰς σφαγὰς ἐξῃτήθησαν, ὁ δὲ οὐδένα ἐκόλασε, φάμενος ὡς "οὐ δεῖ με ἐκ τοιούτων ε ργων τῆς προστασίας ὑμῶν α ρξασθαι." γέγονε δὲ καὶ δι' ο λης αὐτοῦ τῆς ἀρχῆς δίκαιός τε καὶ χρηστὸς καὶ πᾶσι τοῖς ὑπηκόοις ἀνεπαχθής, καὶ αὐτοῖς δὲ χριστιανοῖς. οὐ μόνον γὰρ οὐκ ἐκάκου αὐτούς, ἀλλὰ μέντοι καὶ αἰδοῦς ἠξίου. λέγεται δὲ ζητητικὸς γενέσθαι καὶ περὶ μικρῶν ἀκριβολογούμενος· ο θεν αὐτὸν κυμινοπρίστην ἐκάλουν οἱ σκώπτοντες. οὐ μὴν διὰ τοῦτο ἐκ τῶν ὑπηκόων ἐχρηματίζετο, ἀλλ' ἐν ἀπορίᾳ ποτὲ γεγονὼς ἀργυρίων, πολέμων ἐπικειμένων ου τε τέλος καινὸν ἐπενόησεν ου τ' αἰτῆσαι παρά του ἠνέσχετο χρήματα, ἀλλ' ἐν τῇ ἀγορᾷ πάντα τὰ ἐν τοῖς βασιλείοις κειμήλια θέμενος, καὶ ει τι πρὸς κόσμον η ν τῇ αὐτοῦ γαμετῇ, ὠνεῖσθαι ταῦτα τὸν βουλόμενον προετρέπετο· ο θεν ἀθροίσας ἀργύρια τοῖς στρατιώταις διέδωκε. καὶ νικήσας τὸν πόλεμον ἐκτήσατο πολυπλάσια. καὶ κήρυγμα ε θετο τὸν βουλόμενον ἐκ τῶν ὠνησαμένων τὰ κτήματα τὰ βασιλικὰ ἀναδιδόναι τὸ ὠνηθὲν καὶ λαμβάνειν τὸ τίμημα. καί τινες μὲν τοῦτο ἐποίησαν, οἱ δὲ πλείους ἀνένευσαν· καὶ οὐδένα ἀναδοῦναι τὸ κτηθὲν αὐτῷ ἐβιάσατο. Τούτου λέγεται νομοθέτημα ει ναι καὶ τὸ τῶν τέκνων ἀδιαθέτων τελευτώντων κληρονόμους ἀναφαίνεσθαι τοὺς γονεῖς, καὶ διατιθεμένοις τοῖς παισὶν 3.80 ἐν ἀπαιδίᾳ ἀνάγκην ει ναι τὸ νόμιμον μέρος τοῖς γονεῦσι καταλιμπάνειν. ̓Επὶ τούτου κλόνος τῆς γῆς συνέβη φρικώδης περὶ τὴν Βιθυνίαν καὶ τὸν ̔Ελλήσποντον, ἐξ ου περ πλείους πόλεις κατέπεσον, μάλιστα δ' ἡ Κύζικος ε παθεν. ο τε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη ναός, ου λέγονται τετράοργοι τὸ πάχος ει ναι οἱ κίονες, τὸ δ' υ ψος αι ρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, ει τῳ ταῦτα μὴ α πιστα δόξαιεν, καὶ τα λλα δὲ τοῦ ε ργου ἐκείνου θαυμάσια ξύμπαντα. Περὶ τούτου τοῦ αὐτοκράτορος 403

ᾳ δεται ο τι καὶ τὸ τῆς συγκλήτου κατέκαυσε ψήφισμα, ο κατ' ἐπιταγὴν τοῦ ̓Ιουλίου γέγονε Καίσαρος, θεσπίζον μηδενὶ ἐφεῖσθαι διαθήκην ποιεῖν, εἰ μὴ μέρος ὡρισμένον τῷ κοινῷ καταλείψει ταμείῳ. ο θεν νομίζεται καὶ μέχρι τοῦδε ταῖς διαθήκαις ἐγγράφεσθαι ο τι "καὶ τῷ βασιλικῷ ταμείῳ καταλιμπάνω τόδε." ἀπεβίω δὲ ὁ Εὐσεβὴς ̓Αντωνῖνος γηραιός, θανάτῳ υ πνῳ ἐοικότι μαλακωτάτῳ, μοναρχήσας ἐνιαυτοὺς σὺν τέσσαρσιν ει κοσι. Τούτου τῷ πρώτῳ ε τει Τελεσφόρος ὁ ̔Ρώμης ἐπίσκοπος ἑνδέκατον ε τος ἀνύσας ἐπὶ τῇ λειτουργίᾳ καὶ μαρτυρίῳ ταινιωθείς, ὡς Εἰρηναῖος ἱστόρησε, τέλος μακαριώτατον ευ ρατο· καὶ ἀνθιδρύθη εἰς τὸν τῆς ̔Ρώμης θρόνον ̔Υγῖνος. ἐφ' ου Οὐαλεντῖνος αἱρεσιάρχης ἐγένετο, καὶ Κέρδων τῆς κατὰ Μαρκίωνα αἱρέσεως ἀρχηγός. ̔Υγίνου δὲ μετὰ τὸ τέταρτον ε τος τοῦ ̔Ρώμης ἀρχιερατεῦσαι ἐκλιπόντος τὸν βίον, Πίος τῆς ̔Ρωμαίων ἐκκλησίας προέστη. τῆς δ' ̓Αλεξαν.81 δρέων Μάρκος ἡγήσατο μετὰ Εὐμένη τρισκαιδέκατον ε τος ἀνύσαντα ἐν τῇ ἀρχιερωσύνῃ. καὶ τοῦ Μάρκου μετὰ δεκαετίαν μεταχωρήσαντος πρὸς ἑτέραν ζωήν, Κελαδίων τὴν λειτουργίαν παρέλαβε. κἀν τῇ ̔Ρώμῃ τοῦ Πίου ἐκλελοιπότος πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς ἐπισκοπῆς, ἀντικατέστη ̓Ανίκητος. ο τε καὶ ὁ φιλόσοφος καὶ μάρτυς η κμαζεν ̓Ιουστῖνος, τοῦ ὀρθοῦ λόγον ὑπεραγωνιζόμενος, ο ς καὶ κατὰ Μαρκίωνος ἐξέθετο σύγγραμμα καὶ πρὸς τὸν εὐσεβῆ ̓Αντωνῖνον ἀπολογίαν ὑπὲρ χριστιανῶν συνεγράψατο. ο θεν ὁ αὐτοκράτωρ ου τος ὁρμηθεὶς δόγμα τῷ κοινῷ τῆς ̓Ασίας ἐπέστειλε μηδένα χριστιανὸν διὰ τὴν θρησκείαν κολάζεσθαι, ἀλλὰ κα ν τις ὑπό του διὰ ταύτην κατηγοροῖτο, τὸν μὲν κατηγορούμενον ἀπολύεσθαι, τὸν δὲ κατήγορον δίκης ε νοχον γίνεσθαι. ταῦτα συνέβη ἐπὶ τοῦ Εὐσεβοῦς. Μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ Μάρκος Αὐρήλιος ̓Αντωνῖνος εἰσποιητὸς αὐτῷ γεγονώς, ὡς ἱστόρηται, τὴν αὐταρχίαν ἐδέξατο· καὶ αὐτίκα κοινωνὸν τοῦ κράτους πεποίηται Λούκιον Βῆρον Κόμοδον, τὸν Λουκίου τοῦ Κομόδου υἱόν. η ν μὲν γὰρ ὁ Μάρκος καὶ ἀσθενὴς τὸ σαρκίον, ἐσχόλαζε δὲ καὶ λόγοις ου τως ω στε καὶ αὐτοκράτωρ γενόμενος οὐκ ᾐδεῖτο ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ συνεφιλοσόφει τῷ Βοιωτῷ καὶ ̔Ερμογένει τῷ ῥήτορι προσωμίλησε· μᾶλλον δ' ἀντεποιεῖτο τῶν Στωικῶν. ὁ δέ γε Λούκιος νεώτερος ω ν καὶ πρὸς πόνους ε ρρωτο καὶ ἐπεφύκει πρὸς στρατιωτικῶν μεταχείρισιν. ο θεν τῇ 3.82 θυγατρὶ Λουκίᾳ τοῦτον ὁ Μάρκος συνάψας αὐτῷ τὸν πρὸς Πάρθους ἀνέθετο πόλεμον, τοῦ Οὐολογαίσου πολλοὺς ̔Ρωμαίων κατατοξεύσαντος καὶ ο λον τὸ στρατόπεδον διαφθείραντος καὶ πολέμιον ̔Ρωμαίοις ἑαυτὸν ἀποφήναντος καὶ φοβερὸν ἐπιόντα τῆς Συρίας ταῖς πόλεσιν. εἰς γοῦν ̓Αντιόχειαν ὁ Λούκιος γεγονὼς Κασσίῳ τὰ στρατεύματα ε νειμεν· ο ς τῷ Οὐολογαίσῳ συμβαλὼν η ττησέ τε καὶ μέχρι Σελευκείας ἐδίωξε, καὶ ταύτην ἐνέπρησε καὶ τὰ βασίλεια αὐτοῦ τὰ ἐν Κτησιφῶντι κατέσκαψε. τῷ δὲ Λουκίῳ ταῦτα ο γκον περιεποίει καὶ φρόνημα, ω στε μετὰ ταῦτα καὶ ἐπιβουλεῦσαι τῷ κηδεστῇ τε καὶ αὐτοκράτορι. πρὶν δέ τι δρᾶσαι φαρμάκῳ διώλετο. ̓Εντεῦθεν ὁ Κάσσιος τῆς ̓Ασίας ἁπάσης ἐπίτροπος προκεχείριστο. ὁ δ' αὐτοκράτωρ τοῖς περὶ τὸν Ιστρον βαρβάροις, ̓Ιάζυξί τε καὶ Μαρκομάννοις καὶ α λλοτε α λλοις χρόνον συχνὸν ἐπολέμησε, τῇ Παιονίᾳ κεχρημένος ὁρμητηρίῳ. καὶ οἱ ὑπὲρ τὸν ̔Ρῆνον Κελτοὶ ε ως ̓Ιταλίας ἐπήλασαν· ω ν ἐν τοῖς νεκροῖς καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. ου τω δὲ καὶ σωφρόνως καὶ ἐγκρατῶς η ρχεν ω στε ἐν τηλικούτοις πολέμοις μήτε τι θωπευτικὸν πρὸς τοὺς στρατιώτας εἰπεῖν μήτε τι φόβῳ ποιῆσαι. ο τε δὲ μὴ πολέμοις ἐσχόλαζεν, ἐδίκαζε, καὶ τοῖς ῥήτορσι πρὸς υ δωρ λέγουσι πλεῖον ἐγχεῖσθαι τὸ υ δωρ ἐκέλευεν, ι ν' ε χοι πάντοθεν τὸ δίκαιον ἀκριβοῦν. η ν δὲ καὶ φιλόπονος, ὡς καὶ νυκτὸς δικάζειν. καὶ οὐδὲν ἐν παρέργῳ ου τ' ἐποίει ου τ' ε γραφεν ου τ' ε λεγε, μὴ δεῖν νομίζων τὸν αὐτοκράτορα ἐν παρέργῳ τι πράττειν μηδὲ τοὐλάχιστον, καὶ ταῦτα σώματος τυχὼν ἀσθενοῦς. Μαρκομάννους μὲν ου ν καὶ ̓Ιάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις ὁ αὐτοκράτωρ ου τος 3.83 ὑπέταξε· πρὸς δὲ τοὺς Κουάδους καὶ πόλεμος αὐτῷ βαρὺς συγκεκρότητο, καὶ 404

νίκην παράδοξον αὐτῷ τὸ θεῖον παρέσχετο. κύκλῳ γὰρ τῶν Κουάδων τοὺς ̔Ρωμαίους περισχόντων συνασπίσαντες οἱ ̔Ρωμαῖοι καρτερῶς ἀντημύνοντο· οἱ δὲ βάρβαροι ἀπέσχοντο μὲν τοῦ μάχεσθαι, τὰ δὲ πέριξ ἀπέφραξαν, ω στε μήποθεν αὐτοὺς ὑδρεύσασθαι δύνασθαι, οἰόμενοι ῥᾷον αὐτῶν περιγενέσθαι, μὴ οι ων τε ἐσομένων πρὸς δίψαν ἀντέχειν καὶ καύσωνα. τῶν ου ν ̔Ρωμαίων καὶ καμάτῳ κακουμένων καὶ καύματι καὶ δίψει καὶ τραύμασιν, νέφη ἀθρόον τὸν ἀέρα περιέσχον ἐκεῖνον, καὶ υ σέ γε πλεῖστα, οὐχ ὡς ὁ Δίων ἱστόρησεν, Αἰγυπτίου μάγου τὸν ̔Ερμῆν ἐπικαλεσαμένου καὶ γοητείαις δι' αὐτοῦ τὸν ὑετὸν δυνηθέντος ἐπαγαγεῖν, ἀλλὰ τοῦ θείου χριστιανῶν παρακληθέντος ἐντεύξεσι καὶ ῥυσαμένου τότε κἀκείνους παραδοξοποιίᾳ καὶ α παν τὸ στράτευμα. η ν γάρ τις ἐν τῇ τότε ̔Ρωμαϊκῇ στρατιᾷ λεγεών, οι πάντες η σαν χριστιανοί. ἀμηχανοῦντι δὲ τῷ αὐτοκράτορι καὶ δεδοικότι περὶ παντὶ τῷ στρατεύματι λόγος ἐστὶ φάναι τὸν ε παρχον τοῦ δορυφορικοῦ ὡς οὐκ ε στιν ο μὴ δύναται τὸ γένος τῶν καλουμένων χριστιανῶν· ει ναι δὲ παρὰ τῇ στρατιᾷ ἀνδρῶν τοιούτων τάγμα ὁλόκληρον. τὸν δὲ ἀκούσαντα δεηθῆναι τούτων ἐπικαλέσασθαι τὸν οἰκεῖον θεόν. κἀκείνων εὐξαμένων κεραυνῷ μὲν βληθῆναι τοὺς ἐναντίους, ο μβρον δὲ ̔Ρωμαίοις καταρραγῆναι. οι ς ἐκπλαγέντα τὸν Μάρκον τιμῆσαι μὲν τοὺς χριστιανοὺς δόγματι, κεραυνοβόλον δ' ἐκεῖνο καλέσαι τὸ σύνταγμα. καὶ ο τι μὲν ου τως ὁ λεγεὼν ἐκεῖνος ἐκλήθη καὶ παρὰ τοῖς α λλοις Ελλησι καὶ παρὰ τῷ Δίωνι ὡμολόγηται, τὴν δὲ αἰτίαν οὐ προστιθέασι. μέμνηται δὲ τῆς παραδοξοποιίας ταύτης ἐν τῇ ̓Εκ.84 κλησιαστικῇ ἱστορίᾳ καὶ ὁ Εὐσέβιος. ο γε μὴν Δίων φησὶν ο τι τοῦ ο μβρου γινομένου οἱ ̔Ρωμαῖοι περὶ τὸ πίνειν ἀσχοληθέντες ὀλίγου δεῖν ἀπολώλεισαν α ν, τῶν βαρβάρων ἐπιτιθεμένων τότε αὐτοῖς, εἰ μὴ χάλαζα κατερράγη σφοδρὰ καὶ κεραυνοῖς πολλοῖς ἐβάλλοντο οἱ πολέμιοι. ̔Ο δὲ Κάσσιος ἐν τῇ Συρίᾳ διάγων ἐνεωτέρισεν· ο ς Σύρος η ν, ἀνὴρ δὲ α ριστος καὶ οι ον α ν τινες ε ξειν ευ ξαιντο αὐτοκράτορα. ἐκινήθη δὲ πρὸς ἀποστασίαν, ἀγγελίας αὐτῷ ψευδοῦς κομισθείσης ὡς ὁ Μάρκος ἀπέθανεν. α παξ δὲ πρὸς τὸ ε ργον ὁρμήσας οὐκ ἀπέστη, μετ' ὀλίγον μαθὼν τὴν ἀγγελίαν ει ναι ψευδῆ· ἡτοιμάζετο δὲ πολέμῳ τὴν ἐξουσίαν ε ξειν. ὁ δὲ Μάρκος τοὺς στρατιώτας συγκαλεσάμενος ἐδημηγόρησε καὶ παρεθάρρυνε σφᾶς πρὸς τὸν πόλεμον. παρασκευαζομένῳ δὲ νῖκαί τε πλεῖσται κατὰ βαρβάρων διαφόρων ἠγγέλθησαν καὶ ἡ Κασσίου σφαγή, ο ν ἑκατόνταρχός τις βαδίζοντι προσελθὼν ε τρωσεν αἰφνίδιον, οὐ μέντοι καιρίως, προσκατειργάσατο δὲ τὸν φόνον ὁ δέκαρχος. καὶ ὁ μὲν ου τως ἀπώλετο μῆνας τρεῖς καὶ ἡμέρας ε ξ τὴν ἀρχὴν ὀνειρώξας, καὶ ὁ υἱὸς δὲ αὐτοῦ ἐφονεύθη τυγχάνων ἑτέρωθι· ὁ δ' αὐτοκράτωρ οὐδένα τῶν ἐκείνῳ συναποστάντων διεχρήσατο, ἀλλ' ἐπιεικῶς ἐχρήσατο ξύμπασι. καὶ τῇ βουλῇ δὲ ἐπέστειλε μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι· "μὴ γὰρ γένοιτο" ε φη "μηδένα ὑμῶν δι' ἐμὲ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι. α ν δὲ μὴ τούτου τύχω, σπεύσω θανεῖν." ου τω διὰ πάντων καὶ εὐσεβὴς ἐγένετο καὶ χρηστός. ἐνομοθε.85 τήθη δὲ τότε μηδένα τοῦ ε θνους α ρχειν ο θεν ἐγένετο, ο τι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ ἡγεμονεύων, ο που καὶ ἡ πατρὶς αὐτοῦ η ν, ἐνεόχμωσεν. ̓Ελθὼν δ' εἰς ̓Αθήνας ὁ Μάρκος τιμάς τε τοῖς ̓Αθηναίοις ε νειμε καὶ διδασκάλους ἐπὶ πάσης παιδείας ε ταξε, μισθὸν ἐτήσιον ἐκ τοῦ ταμείου κομιζομένους. ἐς δὲ τὴν ̔Ρώμην ἐλθὼν τοῖς ο φλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ πᾶσιν ἀφῆκε τὰς ὀφειλάς. πόλεσί τε χρήματα δέδωκε, καὶ τὴν Σμύρναν ὑπὸ σεισμοῦ παθοῦσαν ἀνοικοδομηθῆναι προσέταξεν. ὡς δ' αυ θις τὰ Σκυθικὰ κεκίνητο, γυναῖκα τῷ υἱῷ θᾶττον η ἐβούλετο Κρισπῖναν συνῴκισε, καὶ κατ' αὐτῶν ἐξεστράτευσε. καὶ χρήματα ἐκ τοῦ δημοσίου ῃ τησε· πάντα γὰρ τῆς βουλῆς καὶ τοῦ δήμου ε λεγεν ει ναι. καταπολεμηθέντων δὲ τῶν βαρβάρων αὐτοκράτωρ προσηγορεύθη τὸ δέκατον. καὶ εἰ ε τι ἐζήκει, τὰ ἐκεῖ πάντα ὑπὸ ̔Ρωμαίους α ν ἐποιήσατο· ἀλλὰ μετήλλαξε, τῶν ἰατρῶν αὐτὸν κατεργασαμένων, ὡς λέγεται, τῷ Κομόδῳ χαριζομένων. α ρτι δὲ θνήσκων 405

τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο, ι να μὴ δοκῇ ὑπ' αὐτοῦ θνήσκειν, καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι "πρὸς τὸν ἀνατέλλοντα" ει πεν "α πιθι· ἐγὼ γὰρ δύομαι η δη." α ριστα ου ν α ρξας μετήλλαξε, ζήσας μὲν ε τη πεντήκοντα καὶ ἐννέα, τριάκοντα καὶ ὀκτὼ ἐνδέοντα ἡμερῶν, αὐταρχήσας δὲ ε τη ἐννεακαίδεκα καὶ ἡμέρας ε νδεκα. η ν γὰρ καὶ φύσει ἀγαθὸς ἀνήρ, πλεῖστα δὲ καὶ ὑπὸ παιδείας βελτίων ἐγένετο. οὐ μέντοι ἀξίως τῆς ἀρετῆς εὐδαιμόνησεν. ἐντεῦθεν δὲ μᾶλλον θαυμάσειεν α ν τις αὐτόν, ο τι καὶ ἀλλοκότοις καὶ ἐξαισίοις χρησάμενος πράγμασιν αὐτός τε περιεγένετο καὶ τὴν ἀρχὴν διεσώσατο. 3.86 Τούτου κρατοῦντος ὁ ἱερὸς Πολύκαρπος ὁ Σμύρνης ἀρχιερεὺς τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον· καὶ ὁ μέγας ἐπὶ λόγοις καὶ μείζων ἐν ὁμολογίᾳ ̓Ιουστῖνος ἐνήθλησεν, ου πολλὰ μέχρι τοῦδε συγγράμματα σώζονται. τῷ δὲ ὀγδόῳ ε τει τῆς Μάρκου Οὐήρου τοῦ ̓Αντωνίνου τούτου ἀρχῆς ̓Ανίκητος τελευτᾷ, ε τη ε ν ἐπὶ δέκα τῆς ̔Ρωμαίων ἐκκλησίας προστάς· καὶ τοῦτον Σωτὴρ διαδέχεται. καὶ Κελαδίωνος μετὰ δέκα καὶ τέσσαρα ε τη τὴν ζωὴν ἐκμετρήσαντος ̓Αγριππῖνος τὴν ̓Αλεξανδρέων ἐπισκοπὴν ἐγκεχείριστο. καὶ τῆς ̓Αντιοχέων ἐκκλησίας μετὰ Ηρωνα Κορνηλίου προστάντος τετάρτου, πέμπτος Ερως αὐτὸν διεδέξατο, κἀκεῖνον ε κτος Θεόφιλος, ο ς καὶ κατὰ Μαρκίωνος ἐγγράφως ὡπλίσατο· ο ν ε βδομος διεδέξατο Μαξιμῖνος. τοῦ ̔Ρωμαίων δὲ ἀρχιερατεύσαντος Σωτῆρος μεταστάντος τῶν γηίνων, ἀντεισῆκτο ̓Ελεύθερος. Κόμοδος δὲ ὁ υἱὸς ̓Αντωνίνου Μάρκου α ριστα παρὰ τοῦ πατρὸς τραφείς τε καὶ ἀναχθεὶς οὐ κατὰ τὴν παιδείαν ἀποβεβήκει η νπερ πεπαίδευτο. ἀλλ' α κακος μὲν η ν καὶ πρὸς πανουργίαν ἀποπεφύκει, δειλὸς δὲ ω ν καὶ τοῖς συνοῦσι πειθόμενος δι' ἁπλότητα τὰ η θη τε διεφθάρη καὶ εἰς ἀσέλγειαν καὶ μιαιφονίαν προήχθη, ἐννεακαιδεκέτης τυγχάνων ο τε τῆς ἐξουσίας ἐκράτησεν. ο θεν τὰς συμβουλίας τῶν ἀρίστων τῆς βουλῆς παρωσάμενος, ου ς ἐπιτρόπους αὐτῷ ἐπέστησεν ὁ πατήρ, σπένδεται τοῖς βαρβάροις καὶ εἰς τὴν ̔Ρώμην ὑπονοστεῖ, ου τε πονεῖν ἐθέλων καὶ ἐρρᾳστωνευμένης ἐρῶν βιοτῆς. ο θεν καὶ πλειστάκις ἐπεβουλεύθη, καὶ συχνοὺς ἀπέκτεινεν οὐκ α νδρας 3.87 μόνον, ἀλλὰ καὶ γυναῖκας, καὶ σχεδὸν πάντας τοὺς τότε ἀνθήσαντας, α τερ Πομπηιανοῦ καὶ Περτίνακος καὶ Βικτωρίνου, ω στ' α πορον λογίζεσθαι τοῖς ταῦτα συγγραψαμένοις ο πως ἐκεῖνοι τὸν φόνον τότε διέφυγον. εἰσιόντι δὲ αὐτῷ εἰς τὸ θέατρον τὸ κυνηγετικὸν ἐπεβούλευσε Κλαύδιος Πομπηιανός. ξίφος γὰρ ἐν τῇ τῆς εἰσόδου ἀνατείνας στενοχωρίᾳ ε φη "τοῦτό σοι πέπομφεν ἡ βουλή." τούτῳ κατηγγύητο μὲν ἡ θυγάτηρ Λουκίλλης τῆς τοῦ Κομόδου ὁμαίμονος, συνεφθείρετο δὲ καὶ αὐτὴ ἡ Λουκίλλα ου τ' ἐπιεικεστέρα ου τε σωφρονεστέρα ου σα τοῦ ἀδελφοῦ. διὸ καὶ τὸν Πομπηιανὸν ἀνέπεισεν ἐπιθέσθαι τῷ Κομόδῳ, καὶ ἐκεῖνον καὶ ἑαυτὴν προσαπώλεσεν. ἀνεῖλε δὲ καὶ τὴν γυναῖκα Κρισπῖναν ὁ Κόμοδος, μοιχείαν ἐπεγκαλέσας αὐτῇ. καὶ ει τις ε καστον τῶν ὑπ' ἐκείνου κτανθέντων η διὰ συκοφαντίας ψευδεῖς η δι' ὑποψίας εἰκαίας η διὰ πλοῦτον βαθὺν η διὰ γένους λαμπρότητα η διὰ παιδείας ὑπεροχὴν η δι' ἀρετῆς εὐδοκίμησιν ἀκριβώσασθαι τῇ συγγραφῇ βουληθῇ, ο χλον α ν παρέξοι τοῖς ἐπιέναι τὸ σύγγραμμα μέλλουσιν. ̓Εγένοντο δὲ καὶ πόλεμοι αὐταρχοῦντος αὐτοῦ πρός τε τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους καὶ μέγιστος ὁ Βρεττανικός, ἐφ' ο ν Μάρκελλον Ου λπιον ε πεμψεν, α νδρα ἐγκρατῶς τε ζῶντα καὶ στρατιωτικῶς, ἀδωρότατόν τε καὶ ἀϋπνότατον φύσει καὶ ε τι μᾶλλον ἐξ ἐγκρατείας. ι να γὰρ μηδὲ α ρτου κορέννυται, πολυήμερόν τε καὶ παλαιότατον αὐτὸν η σθιεν, ω στε μηδὲ δύνασθαί τι φαγεῖν τοῦ ἀναγκαίου πάνυ ἐπέκεινα. ου τος τοὺς ἐν Βρεττανίᾳ βαρβάρους σφό.88 δρα ἐκάκωσεν. ο θεν διὰ τὴν ἀρετὴν αὐτοῦ ὀλίγου ἀπέκτεινεν α ν τὸν α νδρα ὁ Κόμοδος. Περέννιος δὲ ὁ τοῦ δορυφορικοῦ α ρχων, τοῦ Κομόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐσχολακότος, ἠναγκάζετο τά τε στρατιωτικὰ καὶ τὰ τοῦ κοινοῦ διοικεῖν. ει τι γοῦν τοῖς στρατιώταις ἀπήντα που δυσχερές, ἐπ' ἐκεῖνον τοῦτο ἀνέφερον καὶ ἐμηνίων αὐτῷ.

οἱ ἐν Βρεττανίᾳ τοίνυν στρατιῶται στασιάζοντες καὶ διὰ τοῦτο ἐπιτιμηθέντες χιλίους ἐπὶ πεντακοσίοις ἐξ ἑαυτῶν εἰς τὴν ̓Ιταλίαν ε πεμψαν· οι ς τῇ ̔Ρώμῃ πλησιάσασιν ὁ Κόμοδος προϋπήντησε καὶ ει πεν "ω συστρατιῶται, τί βουλόμενοι πάρεστε;" οἱ δέ "η κομεν" ε φασαν "ἐπεί σοι ἐπιβουλεύει Περέννιος." καὶ ο ς ἐπείσθη καὶ τὸν α νδρα ἐξέδωκεν· καὶ οἱ στρατιῶται αὐτὸν καὶ ᾐκίσαντο καὶ κατέκοψαν, διαγαγόντα τὴν ἀρχὴν ἀδωρότατά τε καὶ σωφρονέστατα. ου περ ἀπαλλαγέντες οἱ Καισάρειοι, ω ν ὁ Κλέανδρος κορυφαιότατος ἐτύγχανεν ω ν, α παν ε δρων χείριστον ἀδεῶς· πάντα γὰρ ἐπώλουν καὶ υ βριζον καὶ ἠσέλγαινον. ̔Ο δὲ Κλέανδρος μέγα ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας, στρατείας, ἐπιτροπείας, ἡγεμονίας καὶ ἁπλῶς ξύμπαντα. καί τινες πάντων ω ν ει χον τὸ βουλευταὶ γενέσθαι ἐπρίαντο, ω στε καὶ λεχθῆναι ἐπὶ ̓Ιουλίῳ Σόλωνι ἀφανεστάτῳ ἀνδρὶ ο τι τὴν οὐσίαν ἀφαιρεθεὶς ἐξωρίσθη εἰς τὸ συνέδριον. καὶ ὑπάτους εἰς ε να ἐνιαυτὸν ει κοσι καὶ πέντε ἀπέδειξεν, ο μήτε πρότερον μήτε υ στερον ἐγένετο. πάντοθεν ου ν ἀργυρολογῶν ἐκτήσατο πάμπολλα, ἀφ' ω ν πλεῖστα τῷ τε Κομόδῳ ἐδίδου καὶ ταῖς αὐτοῦ παλλακαῖς. καίτοι δ' ου τως ὑπὸ τῆς τύχης ἀρθεὶς ἀτίμως ἀπώλετο. σιτοδείας γὰρ ἐν 3.89 ̔Ρώμῃ συμβάσης πλέον αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπέτεινεν, ὡς α ν τὸν Κλέανδρον οἱ ̔Ρωμαῖοι μισήσωσί τε καὶ διαφθείρωσιν ὡς αι τιον τοῦ κακοῦ διὰ κλέμματα. η γετο τοίνυν ἱπποδρομία· καὶ μελλόντων τῶν ι ππων ἀγωνιεῖσθαι εἰσέδραμε παιδίων πλῆθος εἰς τὸν ἱππόδρομον· καὶ τῶν παρθένος τις ἡγεῖτο μεγάλη καὶ βλοσυρά, η δαίμων ἐς υ στερον ἐνομίσθη. καὶ συνεβόησαν μὲν τὰ παιδία, καὶ ὁ δῆμος ἐκ τούτου ἐξέκραγε καὶ ω ρμησε πρὸς τὸν Κόμοδον ἐν προαστείῳ ο ντα, ἐκείνου μὲν ὑπερευχόμενος, τοῦ Κλεάνδρου δὲ κατευχόμενος· ὁ δὲ στρατιώτας ε πεμψεν ἐπ' αὐτούς, οι καὶ ε τρωσάν τινας καὶ ἀπέκτειναν, ἀνεῖρξαι δὲ τὸν δῆμον οὐκ ι σχυσαν, ἀλλὰ τῷ πλήθει θαρρῶν η τῇ τῶν δορυφόρων ἰσχύϊ ἐκεῖνος ἠπείχθη. πλησιαζόντων δὲ ου τως ὁ Κόμοδος ε δεισε, δειλότατος ω ν, ὡς αὐτίκα τόν τε Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ σφαγῆναι κελεῦσαι. τὸ μὲν ου ν παιδίον προσουδισθὲν διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα λαβόντες οἱ ̔Ρωμαῖοι ε συραν καὶ ᾐκίσαντο, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐπὶ δόρατος περιήνεκτο. καί τινας ἑτέρους τῶν παρὰ τῷ αὐτοκράτορι δυναμένων διέφθειραν. Κόμοδος δὲ ἐφόνα καὶ τοὺς ἐπιφανεῖς α νδρας διεχειρίζετο καὶ η ν ̔Ρωμαίοις α πασι χαλεπώτατος, ἀναγκάζων αὐτῷ ἐξ ἀνάγκης ψηφίζεσθαι ο σα τῷ πατρὶ αὐτοῦ ἑκόντες δι' ευ νοιαν ἐψηφίζοντο. α λλα τε ου ν αὐτῷ πάμπολλα ἐψηφίσθησαν καὶ χρυσοῦς ἀνδριὰς σταθμοῦ χιλίων λιτρῶν. καὶ τοὺς μῆνας πάντας ἀπ' αὐτοῦ κεκλῆσθαι τεθέσπικε· καὶ κατηρίθ.90 μηντο ω δε, ̓Αμαζόνιος, ̓Ανίκητος, Εὐτυχής, Εὐσεβής, Λούκιος, Αι λιος, Αὐρήλιος, Κόμοδος, Αυ γουστος, ̔Ηράκλειος, ̔Ρωμαῖος, ̔Υπεραίρων. πάντα γὰρ ταῦτα ἑαυτῷ ἐπέγραφε τὰ ὀνόματα, καὶ τῇ βουλῇ ου τως ἐπέστελλεν "αὐτοκράτωρ Καῖσαρ Λούκιος Αι λιος Αὐρήλιος Κόμοδος Αυ γουστος εὐσεβὴς εὐτυχὴς ἀνίκητος ̔Ρωμαῖος ̔Ηρακλῆς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ο γδοον, υ πατος τὸ ε βδομον, πατὴρ πατρίδος, ὑπάτοις, στρατηγοῖς, δημαρχικοῖς, γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν." καὶ πολλοὺς ε στησαν αὐτῷ ἀνδριάντας ἐν ̔Ηρακλέους σχήματι. καὶ τὸν αἰῶνα τὸν κατ' αὐτὸν ἀπ' αὐτοῦ χρυσοῦν ὀνομάζεσθαι καὶ γράφεσθαι ἐψηφίσθη· ἐκαλεῖτο γὰρ πρὸς τοῖς α λλοις ὀνόμασι καὶ χρυσοῦς καὶ θεός. πολλὰ δὲ δαπανῶντι αὐτῷ ἐπέλιπε τὰ χρήματα· ο θεν ἐγκλήματα καὶ ἀνδράσιν ἐπιφέρων καὶ γυναιξίν, ου ς μὲν ἐφόνευεν, οι ς δὲ τὴν σωτηρίαν τῆς αὐτῶν οὐσίας ἐπίπρασκεν. ̔Ηρματηλάτει δὲ οι κοι, δημοσίᾳ γὰρ ᾐδεῖτο τοῦτο ποιῆσαι, καὶ ἐμονομάχει, οι κοι μὲν μέχρι φόνου, ἐν δέ γε τῷ θεάτρῳ ἀσιδήρως καὶ αι ματος ἀνθρωπίνου χωρίς. οι κοι δέ τινων τὰς τρίχας ξυρῶν τῶν μὲν τὰς ῥῖνας παρέτεμνε, τῶν δὲ τὰ ω τα, ἐνίων δ' ε τερόν τι. εἰσιὼν δ' ἐς τὸ θέατρον τῷ τοῦ ̔Ερμοῦ ἐκέχρητο σχήματι, χρυσοῦν κηρύκειον μεταχειριζόμενος.

ἐφρόνει δὲ μέγα καὶ ο τι η ν ἐπαρίστερος. κάμνων δ' ἐν τῷ ἀγωνίζεσθαι ε πινε, καὶ οἱ τῆς βουλῆς καὶ οἱ τῶν ἱππέων παρόντες "ζήσειας" ἐξεβόων· καί "κύριος ει " καί "πρῶτος ει " καί "πάντων εὐτυχεστάτας νίκας νικήσεις" καί " ̓Αμαζόνιε νικᾷς" κράζειν συνεχῶς ἐκελεύοντο. τοὺς δὲ ποδῶν ἐστερημένους η τούτους πεπηρωμένους ἐκ νόσου η συμφορᾶς ἀθροίσας 3.91 ποτέ, καὶ δρακόντων ει δη αὐτοῖς περιπλέξας περὶ τὰ γόνατα, οι α γίγαντας ὡς ̔Ηρακλῆς ῥοπάλῳ παίων ἀπέκτεινε. Μέλλων δ' αυ θις μονομαχῆσαι ἐνετείλατο τοῖς ἱππεῦσι καὶ τῇ βουλῇ ἐν τῇ στολῇ τῇ ἱππάδι καὶ τοῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ο οὐκ ει θιστο γίνεσθαι εἰ μή τις αὐτοκράτωρ ε τυχε τεθνηκώς· καὶ τὸ κράνος δ' αὐτοῦ τῇ τελευταίᾳ τῶν ἀγώνων ἡμέρᾳ διὰ τῶν πυλῶν ἐξεκομίσθη δι' ω ν οἱ τελευτῶντες ἐξεφέροντο· καὶ ταῦτα τεκμήρια τοῦ μέλλειν η δη ἀπαλλαγήσεσθαι τῆς αὐτοῦ τυραννίδος α πασιν ε δοξε. καὶ τοῦτο μετ' ὀλίγον ἐγένετο· Αἰμίλιος γὰρ Λαῖτος ὁ ε παρχος καὶ ὁ πρόκοιτος Εκλεκτος, τοῖς ὑπ' αὐτοῦ γινομένοις ἀχθόμενοι, μὴ ταῦτα ποιεῖν παρῄνουν αὐτῷ· ὁ δὲ ἠπείλει σφίσι καὶ ἐμηνία· κἀκεῖνοι δείσαντες ἐπεβούλευσαν αὐτῷ, δόντες ἐν βοείοις κρέασι φάρμακον. μὴ ταχέως δὲ τῷ φαρμάκῳ κατεργασθέντα, ἀλλὰ καὶ ἐξημεκότα ὑποτοπήσαντά τε τὸ γεγονὸς καὶ ἀπειλοῦντα ἀπέπνιξαν αὐτὸν διά τινος Ναρκίσσου λουόμενον, ε τη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα μοναρχήσαντα, βεβιωκότα δὲ τριάκοντα ἐνιαυτοὺς ἐφ' ἑνὶ καὶ μῆνας τέσσαρας. εἰς ο ν ἡ οἰκία τῶν ὡς ἀληθῶς Αὐρηλίων τῆς αὐταρχίας ἐπαύσατο. ̓Εν δέ γε τῷ πρώτῳ ε τει τῆς μοναρχίας Κομόδου ̓Ιουλιανὸς τὴν ἐπισκοπὴν ̓Αλεξανδρείας ἐνεχειρίσθη, ̓Αγριππίνου ἐπὶ δώδεκα ε τη ταύτην οἰκονομήσαντος καὶ μεταστάντος τῶν τῇδε. τότε καὶ Κλήμης ὁ στρωματεὺς ἐγνωρίζετο καὶ Πάνταινος ὁ φιλόσοφος σπουδαστής τε καὶ κῆρυξ τοῦ καθ' ἡμᾶς μυστηρίου. ἀνωτέρω δὲ τῆς ̔Ιεροσολύμων ἐκκλησίας ὁ λόγος 3.92 ἱστόρησε Μάρκον μετὰ τοὺς ἐκ περιτομῆς καθηγήσασθαι, τῆς πόλεως παρὰ ̓Αδριανοῦ ἀνοικοδομηθείσης, συνοικισθείσης τε ἐξ ἐθνῶν. ο ν Κασσιανὸς διεδέξατο, καὶ τοῦτον Πούπλιος, καὶ Πούπλιον ̓Ιουλιανός, κἀκεῖνον Γάιος, καὶ Γάιον Σύμμαχος. ὁ δ' ἐφ' ἑτέρῳ Γαΐῳ μετήλλαξε τὴν ζωήν. ει θ' ε τερος ̓Ιουλιανὸς τὴν ἐπισκοπὴν διεδέξατο, καὶ τούτου διάδοχος Καπίτων ἐγένετο, καὶ Οὐάλης Καπίτωνος, Οὐάλεντος δὲ Δολιχιανός, καὶ ἐπὶ πᾶσι Νάρκισσος τριακοστὸς ἐπίσκοπος τῶν ̔Ιεροσολύμων ἀπὸ τῶν ἀποστόλων ἐγένετο. δεκάτῳ δ' ε τει τῆς Κομόδου ἀρχῆς ̓Ελεύθερος ὁ τῆς ̔Ρωμαίων ἐκκλησίας ἐπισκοπήσας ἐπ' ε τη τρισκαίδεκα τῶν τῇδε μετέστη, καὶ Βίκτωρ τῶν ἐκεῖ προέστη πιστῶν. καὶ ̓Ιουλιανοῦ ἐπὶ δέκατον ε τος τὴν ̓Αλεξανδρέων ἐκκλησίαν ἰθύναντος, καὶ τὸ χρεὼν λειτουργήσαντος, Δημήτριος τὸ τῆς ἐπισκοπῆς ἐνεχειρίσθη λειτούργημα. ἐν δὲ τῇ τῶν ̓Αντιοχέων ἐκκλησίᾳ μετὰ Μαξιμῖνον Σαραπίων ἐπεσκόπει τοὺς χριστωνύμους, ο γδοος ἀρχιερεὺς ἀπὸ τῶν ἀποστόλων γενόμενος. τότε καὶ ̓Απολλώνιος, ἀνὴρ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένος, μαρτυρικῷ τέλει ἐν ̔Ρώμῃ δόγματι τῆς συγκλήτου πρὸς τὰς αἰωνίους μετέστη μονάς. ̔Ο μὲν ου ν Κόμοδος τὰ τῆς ἀρχῆς διαφθείρας, ὡς ει ρηται, κἀκεῖνος διέφθαρτο· οἱ δὲ περὶ τὸν Εκλεκτον καὶ τὸν Λαῖτον τὸν Περτίνακα εἰς τὴν αὐταρχίαν διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα αὐτοῦ ἐπελέξαντο. ὁ δέ, ο τι τέθνηκε Κόμοδος ἀκριβωσάμενος, ἐδέξατο τὴν ἀρχήν, καὶ εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τῇ τε παρουσίᾳ τοῦ Λαίτου καὶ ἁδραῖς ὑποσχέ.93 σεσι τοὺς στρατιώτας προσεποιήσατο. ει τα εἰς τὸ 3.93 συνέδριον ἀφικόμενος ει πεν ο τι "ὠνόμασμαι ὑπὸ τῆς στρατιᾶς αὐτοκράτωρ, ἐξίσταμαι δὲ τῆς ἀρχῆς διά τε τὴν ἡλικίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν πραγμάτων δυσχέρειαν." ὡς δὲ καὶ παρὰ τῆς βουλῆς καὶ ἐπῃνεῖτο καὶ ᾑρεῖτο, ὁ μὲν αὐτοκράτωρ ἀπεδείχθη, ὁ δὲ Κόμοδος ἐψηφίσθη πολέμιος. καὶ ἡ βουλὴ καὶ ὁ δῆμος εἰς ἐκεῖνον ἐξύβριζον καὶ τὰς εἰκόνας αὐτοῦ κατέσπων. η θελον δὲ καὶ τὸ σῶμα αὐτοῦ διασῦραι καὶ διασπάσαι· εἰπόντος δὲ τοῦ Περτίνακος η δη τῇ γῇ κεκρύφθαι αὐτό, τοῦ μὲν ἀπέσχοντο, ἀλιτήριον δὲ καὶ 408

τύραννον ἀπεκάλουν αὐτὸν καὶ ἁρματηλάτην καὶ μονομάχον καὶ πλείω ε τερα. Λίβυς δ' η ν ὁ Περτίναξ ἐξ Αλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας. η ν δ' εὐπροσήγορος, η κουέ τε ἑτοίμως καὶ ἀπεκρίνατο ο σα οἱ ἐδόκει. Ου τω μὲν ὁ Περτίναξ τῆς ἀρχῆς ἐπελάβετο, καὶ πρὸς ταῖς α λλαις ἐπικλήσεσι καὶ πρόκριτος τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. ο σα γοῦν διέκειτο πλημμελῶς πρὸς τὸ κόσμιον μετεσκεύαστο οἰκονομίᾳ καὶ προνοίᾳ τοῦ αὐτοκράτορος, καὶ ἡ ἀτιμία τῶν ἀδίκως πεφονευμένων ἐλύθη παρ' αὐτοῦ. τοσαύτη δὲ χρημάτων ε νδεια κατὰ τὸ βασίλειον η ν ὡς πέντε καὶ ει κοσι μυριάδας δραχμῶν εὑρεθῆναι μόνας. μόλις δ' ου ν ὁ Περτίναξ ἐξ ἀνδριάντων καὶ ο πλων καὶ ἐπίπλων καὶ τῶν τοῦ Κομόδου παιδικῶν ἀθροίσας ἀργύριον τοῖς τε δορυφόροις α ὑπέσχετο ε δωκε καὶ τῷ δήμῳ καθ' ἑκατὸν δραχμάς. ο σοις γὰρ ὁ Κόμοδος ἐς τρυφὴν καὶ ἐς ὁπλομαχίαν καὶ ἁρματηλασίαν ἐκέχρητο, ξύμπαντα προὐτέθειτο εἰς τὸ πωλητήριον. ̔Ο δὲ Λαῖτος εὐφήμει μὲν τὸν Περτίνακα, τὸν δὲ 3.94 Κόμοδον υ βριζε. καί τινας βαρβάρους, χρυσίον παρ' ἐκείνου κομισαμένους ἐπ' εἰρήνῃ πολύ, ε τι τυγχάνοντας ἐν ὁδῷ μετεπέμψατο καὶ τὸ χρυσίον ἀφείλετο, "φράσατε τοῖς οι κοι" φήσας "ο τι Περτίναξ α ρχει·" ῃ δεσαν γὰρ τὸ ο νομα τοῦ ἀνδρὸς ἐξ ω ν ἐπεπόνθεισαν. καὶ α λλα δὲ τοιαῦτα ἐπὶ διαβολῇ τοῦ Κομόδου ὁ Λαῖτος ἐποίησεν. ἀλλ' οὐκ ἐπὶ μακρὸν ου τος ε μεινε πιστὸς τῷ Περτίνακι. ω ν γὰρ ἱμείρετο μὴ τυγχάνων, τοὺς στρατιώτας παρέθηξε κατ' αὐτοῦ. οἱ δὲ ἁρπαγῶν εἰργόμενοι παρ' αὐτοῦ, ἐμίσουν αὐτὸν καὶ ἐπεβούλευον σὺν τῷ Λαίτῳ. διὸ τὸν υ πατον Φάλκωνα, γένει καὶ πλούτῳ λαμπρυνόμενον, αὐτοκράτορα ποιῆσαι συνέθεντο. ο μαθὼν ὁ Περτίναξ ἐς θάλασσαν διατρίβων διὰ τὴν τοῦ σίτου παρασκευήν, εἰς τὴν πόλιν ἠπείχθη καὶ εἰς τὴν βουλὴν παρελθὼν διειλέχθη. μελλόντων δὲ τῶν βουλευτῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος ὁ Περτίναξ ἀνακραγών "μὴ γένοιτο" ε φη "τινὰ βουλευτὴν ἐμοῦ α ρχοντος μηδὲ δικαίως θανατωθῆναι." ̔Ο δὲ Λαῖτός τινας τῶν στρατιωτῶν ὡς ἐκείνου κελεύοντος ε φθειρε· φοβηθέντες δὲ οἱ λοιποὶ ἐθορύβησαν. διακόσιοι δὲ οἱ θρασύτεροι ἠρκότες τὰ ξίφη πρὸς τὸ παλάτιον ω ρμησαν. ὡς δ' ἐντὸς ἐγένοντο, ἡ γυνὴ αὐτῷ τὴν τούτων παρουσίαν ἐμήνυσεν· ὁ δέ, καίτοι δυνάμενος ἀντιστῆναι καὶ διαφθεῖραι αὐτοὺς τῇ τε φυλακῇ τῇ νυκτερινῇ καὶ τοῖς ἱππεῦσιν, ου τε τοῦτ' ἐποίησεν ου τε κρυβῆναι καὶ διαφυγεῖν ᾑρετίσατο, ἀλλ' ἐλπίσας ι σως καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν διαλεχθείς, ἀπήντησε προσιοῦσιν. οἱ δὲ τὸ μὲν πρῶτον αἰδοῖ ὑπεστάλησαν καὶ τοῖς κουλεοῖς τὰ ξίφη ἐνέθεντο, ὡς δ' ει ς αὐτῶν προπηδήσας "τοῦτό σοι" ε φη τὸ ξίφος δείξας "οἱ στρατιῶται 3.95 πεπόμφασι," καὶ αὐτὸν ε πληξε, καὶ οἱ α λλοι συνεκινήθησαν καὶ κατέκοψαν αὐτόν τε τὸν αὐτοκράτορα καὶ τὸν Εκλεκτον. ει τα τὴν τοῦ Περτίνακος κεφαλὴν οἱ στρατιῶται δόρατι περιπείραντες περιῆγον, τῷ ε ργῳ ἐλλαμπρυνόμενοι. ἐβίω δὲ ὁ ἀνὴρ ε τη ἑπτὰ καὶ ἑξήκοντα δέοντα τεσσάρων μηνῶν, α ρξας μόνας ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά. Διαγγελθείσης δὲ τῆς σφαγῆς τοῦ Περτίνακος Σουλπικιανός, σταλεὶς εἰς τὸ στρατόπεδον παρ' ἐκείνου ι να τὰ ἐκεῖ καταστήσηται, ε μεινεν ἐν αὐτῷ καὶ ε πραττεν ο πως α ν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ ̓Ιουλιανὸς ὁ Δίδιος, χρηματιστής τε καὶ α πληστος, νεωτέρων ἀεὶ πραγμάτων ἐπιθυμῶν καὶ πρὸς τοῦ Κομόδου διὰ τοῦτο εἰς Μεδιόλανα τὴν ἑαυτοῦ πατρίδα ἐξελαθείς, μαθὼν τὴν τελευτὴν τοῦ Περτίνακος, σπεύσας εἰς τὸ στρατόπεδον παρεγένετο. καὶ πρὸς ταῖς πύλαις ἑστὼς ὁ μὲν ε ξωθεν, ὁ δὲ Σουλπικιανὸς ε σωθεν, τὴν ̔Ρώμην καὶ τὴν ταύτης ἀρχὴν ὠνητίων ἐκ τῶν στρατιωτῶν, διαγγελλόντων τινῶν καὶ λεγόντων ἑκατέρῳ ο τι "τόσον ου τος" καί "τόσον ἐκεῖνος δίδωσι, τί ου ν σὺ προστίθης;" ο μως πολλῶν ὑπεσχημένων τοῖς στρατιώταις παρὰ τοῦ ̓Ιουλιανοῦ, ἐκεῖνον προετιμήσαντο, φοβηθέντες μάλιστα τὸν Σουλπικιανὸν ὡς τιμωρήσοντα τῷ Περτίνακι οι α δὴ κηδεστῇ. Εἰσδεχθεὶς δὲ εἰς τὸ στρατόπεδον ̓Ιουλιανὸς καὶ αὐτοκράτωρ ἀποδειχθεὶς ἐκεῖθεν πρὸς τὴν ἀγορὰν ἐφοίτησε καὶ τὸ βουλευτήριον, 409

δορυφόρους παμπληθεῖς ἐπαγόμενος, ι να δι' ἐκείνων καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον δεδίξηται. καὶ ει πε πρὸς τὴν βουλὴν 3.96 ο τι "καὶ ὑμεῖς α ρχοντος δέεσθε καὶ αὐτός, εἰ καί τις α λλος, ἀξιώτατός εἰμι ἡγεμονεῦσαι ὑμῶν." εἰ ου ν καὶ ἐμισεῖτο διὰ τὴν μεγαλαυχίαν καὶ διὰ τοὺς τὸ βουλευτήριον κυκλωσαμένους ὁπλίτας, ἀλλὰ διὰ τὸ δέος κἀκ τῆς βουλῆς τὴν αὐταρχίαν ἐβεβαιώσατο· καὶ ἀνῆλθεν εἰς τὸ παλάτιον. Τῇ δ' ὑστεραίᾳ οἱ μὲν τῆς βουλῆς προσῆλθον αὐτῷ, ι να μὴ φωραθεῖεν ἀχθόμενοι ἐπ' αὐτῷ, ὁ δὲ δῆμος φανερῶς ἐσκυθρώπαζε· καὶ ἐς τὸ συνέδριον ἐλθόντος τοῦ αὐτοκράτορος ἐξέκραγον ὡς ἐκ συνθήματος α παντες, πατροφόνον αὐτὸν καλοῦντες καὶ α ρπαγα τῆς ἀρχῆς. ἐκείνου δὲ μὴ χαλεπαίνειν προσποιουμένου καὶ ἀργύριόν τι σφίσιν ὑπισχνουμένου ἠγανάκτησαν ὡς δεκαζόμενοι, καὶ ξύμπαντες ἐξεβόησαν "οὐ θέλομεν, οὐ λαμβάνομεν." ὁ δὲ ̓Ιουλιανὸς τοὺς ταῦτα λέγοντας ἐκέλευσε κτείνεσθαι. καὶ ὁ δῆμος ε τι παρώξυντο, καὶ τοῦ τε Περτίνακος ἐμέμνηντο καὶ ἐς τὸν ̓Ιουλιανὸν ἀπέσκωπτον. καὶ πολλοὶ πολλαχοῦ τῆς πόλεως τιτρωσκόμενοι καὶ κτεινόμενοι ἀντεῖχον, καὶ ο πλα λαβόντες συνέδραμον εἰς τὸν ἱππόδρομον, ε νθα νύκτα τε καὶ ἡμέραν διήγαγον α σιτοι ἐπιβοώμενοι τοὺς λοιποὺς στρατιώτας, καὶ μᾶλλον τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ' αὐτοῦ ἐν τῇ Συρίᾳ ο ντας. ει τα τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσύχαζον. ̓Ιουλιανὸς δὲ ου τως τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως αὐτῇ ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους, καὶ τὰ μὲν χαριζόμενος, τὰ δ' ἐπαγγελλόμενος· καὶ πάντα ἐπὶ θεραπείᾳ ἐποίει τῶν δυνατῶν, οὐ μέντοι καὶ ἐπιστεύετο. Καὶ ταῦτα μὲν κατὰ τὴν ̔Ρώμην ἐπράττετο· οἱ δὲ τῶν στρατοπέδων ἡγεμόνες τρεῖς ο ντες, ο τε 3.97 Σευῆρος τῆς Παννονίας α ρχων, τῆς Συρίας δ' ὁ Νίγρος, τῆς Βρεττανίας δὲ ὁ ̓Αλβῖνος, εἰς καθαίρεσιν τοῦ ̓Ιουλιανοῦ τὰ περὶ αὐτοῦ μαθόντες κεκίνηντο. τῶν α λλων δὲ ὁ Σευῆρος δεινότερος ω ν ἐλογίσατο ὡς, εἰ τὸν ̓Ιουλιανὸν καταλύσουσι, σφίσιν αὐτοῖς οἱ τρεῖς ἀμφισβητήσουσι περὶ τῆς ἀρχῆς. ε γνω τοίνυν τὸν ε να προσοικειώσασθαι. ο τι δὲ καὶ πορρωτέρω αὐτοῦ ὁ Νίγρος ἐτύγχανεν ω ν, καὶ μέγα φρονεῖν αὐτὸν ει καζεν ἐπικεκλημένον ὑπὸ τοῦ δήμου, ὡς ει ρηται, πρὸς τὸν ̓Αλβῖνον ἀπένευσε, καὶ δι' ἀπορρήτων αὐτῷ ε γραψε Καίσαρα ποιήσειν αὐτόν. καὶ ο ς κατὰ χώραν ε μεινεν, ὡς κοινωνήσει τῆς ἀρχῆς τῷ Σευήρῳ τεθαρρηκώς. ὁ δὲ Σευῆρος ἐπὶ τὴν ̔Ρώμην ἠπείγετο. Καὶ ὁ ̓Ιουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε ψηφίσασθαι τὸν Σευῆρον τὴν βουλὴν παρεσκεύασε, καὶ πρὸς πόλεμον ἡτοιμάζετο, καὶ τὸ παλάτιον κιγκλίσι καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ο τι γὰρ ἐνόμιζε μὴ α ν ποτε ῥᾳδίως τοὺς στρατιώτας κτανεῖν τὸν Περτίνακα, ει γε δὴ συνεκέκλειστο, ῳ ετο ὡς δυνήσεται κατακλεισθεὶς ἐν αὐτῷ περιγενέσθαι, α ν ἡττηθῇ. ἐφόνευσε δὲ καὶ τὸν Λαῖτον, καὶ ἐπὶ τὸν Σευῆρον καθῆκε συχνοὺς ὡς τὸν α νδρα δολοφονήσοντας. ἐπεὶ δ' ἐκεῖνος εἰς τὴν ̓Ιταλίαν εἰσέβαλε καὶ τὴν ̔Ράβενναν ᾠκειώσατο, καὶ οἱ πεμπόμενοι προσεχώρουν αὐτῷ, καὶ οἱ δορυφόροι διὰ τὴν παρουσίαν Σευήρου ἐδειλαίνοντο, συγκαλέσας τοὺς τῆς βουλῆς ἐκέλευε κοινωνὸν αὐτῷ τῆς ἀρχῆς τὸν Σευῆρον ψηφίσασθαι. τοῦ δὲ Σευήρου τοῖς στρατιώταις μηδὲν κακὸν πείσεσθαι γράψαντος ἐκδοῦσι τοὺς σφαγεῖς τοῦ Περτίνακος, πεισθέντες ἐκείνους τε συνέλαβον καὶ τῷ Σιλίῳ Μεσσάλᾳ ὑπατεύοντι ταῦτα 3.98 ἐμήνυσαν. ὁ δὲ τὴν βουλὴν ἀθροίσας εἰς τὸ ̓Αθήναιον, ου τω καλούμενον ὡς ἐν αὐτῷ τῶν παιδευομένων ποιουμένων τὴν α σκησιν, τὰ παρὰ τῶν στρατιωτῶν αὐτῇ ἐκοινώσατο. καὶ ἡ βουλὴ τοῦ μὲν ̓Ιουλιανοῦ κατεψηφίσατο θάνατον, τὸν δὲ Σευῆρον ἀνεῖπεν εὐθὺς αὐτοκράτορα. κἀντεῦθεν ἐν τῷ παλατίῳ ὁ ̓Ιουλιανὸς ἐφονεύθη, εἰπών "τί γὰρ δεινὸν ἐποίησα, καὶ τίνα ἀπέκτεινα;" ἐβίω δὲ ε τη ἑξήκοντα πρὸς μησὶ τέσσαρσι καὶ ἰσαρίθμοις ἡμέραις, α ρξας ἡμέρας ἑξήκοντα. Σευῆρος μέντοι τὴν αὐταρχίαν λαβὼν τοὺς μὲν αὐτόχειρας τοῦ Περτίνακος τῶν στρατιωτῶν θανάτῳ ἐδικαίωσε, τοὺς δ' α λλους ὀνειδίσας πικρότατα τῶν τε ο πλων ἀπεῖρξε καὶ τοὺς ι ππους ἀφείλετο καὶ τῆς ̔Ρώμης ἀπήλασε. καὶ ου τως εἰς τὴν ̔Ρώμην εἰσήλασε 410

βαδίζων· καί οἱ καὶ ὁ στρατὸς ὁπλίτης παρείπετο, καὶ ἡ πόλις α νθεσί τε καὶ δάφναις α πασα ἐστεφάνωτο, καὶ οἱ α νθρωποι λευχειμονοῦντες εὐφήμουν αὐτὸν καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεάσασθαι λίαν ἐσφάδαζον. εἰσελθὼν δὲ ἐνεανιεύσατο, οι α καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ, καὶ ω μοσε περὶ τούτου, καὶ ψηφίσματι κοινῷ τοῦτο κυρωθῆναι προσετετάχει. ἀλλ' οὐκ εἰς μακρὰν τὸν νόμον τοῦτον παρέβη. αὐτὸν γὰρ τὸν ̓Ιούλιον Σόλωνα τὸν καὶ τὸ δόγμα τοῦτο αὐτοῦ κελεύσαντος συγγραψάμενον οὐ πολλῷ υ στερον ε κτεινε, καὶ α λλους ἀνεῖλε πολλούς· καὶ τῇ βουλῇ οὐ καταθύμια ε πραττε. καὶ εἰθισμένου τοὺς σωματοφύλακας ἐκ τῆς ̓Ιταλίας ει ναι καὶ α λλων ἐθνῶν ἐπιεικεστέρων 3.99 τοῖς ει δεσι καὶ ἁπλουστέρων τοῖς η θεσιν, ἐκεῖνος παρὰ τὸ ε θος στρατιωτῶν τὴν πόλιν ἐνέπλησε καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων καὶ ὁμιλῆσαι ἀγροικοτάτων. ̓Εγένετο δὲ αὐτῷ τινα σημεῖα τὴν ἡγεμονίαν προμαντευόμενα. ε δοξέ ποτε ο ναρ λύκαιναν θηλάζειν, ὡς περὶ ̔Ρωμύλου ἱστόρηται· καὶ υ δωρ καθεύδοντος ω σπερ ἐκ πηγῆς ἀνεδόθη· καὶ καθ' υ πνους αὐτῷ ἡ τῶν ̔Ρωμαίων σύμπασα βουλὴ καὶ ὁ δῆμος προσῄει τε καὶ ἠσπάζετο. καὶ αυ θις ἐδόκει ἐν τῇ ἀγορᾷ τῇ ̔Ρωμαίᾳ ἱππεύοντα τὸν Περτίνακα τοῦ ι ππου ἀπορριφῆναι, αὐτὸς δὲ τούτου ἑκόντος ἐπιλαβέσθαι. ε φηβος δὲ ω ν ἐς τὸν βασιλικὸν δίφρον ἀγνοῶν, ἀλλ' οὐκ ἐκ προνοίας υ παρ ἐκάθισεν. Αὐταρχήσας δὲ διὰ πλείστων τρόπων ἐτίμησε τὸν Περτίνακα, καὶ ταφὴν αὐτοῦ καίτοι πάλαι θανόντος πολυτελεστάτην ἐποίησεν. ει τα κατὰ τοῦ Νίγρου ἐστράτευσεν· ο ς ̓Ιταλὸς η ν ἐξ ἱππέων, οὐ τῶν πάνυ δ' ἐπισήμων. καὶ διαφόρων πολέμων συγκροτηθέντων τέλος ἐν ̓Ισσῷ τῆς Κιλικίας περὶ τὰς καλουμένας Πύλας, αι διὰ τὴν τοῦ τόπου στενότητα ου τω κέκληνται, ε νθεν μὲν γὰρ ο ρη ἀνατείνει ἀπότομα, κρημνοὶ δ' ἐκεῖθεν βαθεῖς καθήκουσιν εἰς τὴν θάλασσαν, μάχης καρτερᾶς γενομένης ἡττήθη ὁ Νίγρος· καὶ τὸ πλέον μὲν τῆς αὐτοῦ δυνάμεως ἐκεῖσε διώλετο, ἐκεῖνος δὲ φεύγων κατελήφθη καὶ ἀνῃρέθη. ου τμηθεῖσαν τὴν κεφαλὴν ὁ Σευῆρος πέμψας εἰς τὸ Βυζάντιον ἀνεσταύρωσεν, ι ν' ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι. Τοὺς δὲ τὰ Νίγρου φρονήσαντας δικαιοῦντος Σευήρου, βουλευτής τις Κάσσιος Κλήμης κρινόμενος παρ' αὐτῷ ἐπαρρησιάσατο φήσας ὡς "ἐγὼ ου τε σὲ 3.100 ου τε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ ἐν τῇ ἐκείνου μερίδι οὐ σοὶ πολεμήσειν η θελον, ἀλλ' ̓Ιουλιανὸν καταλύσειν· καὶ τὰ αὐτὰ σοὶ σπουδάσας οὐκ ἠδίκησα. ἀλλ' οὐδ' ο τι μὴ πρὸς σὲ υ στερον μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ α ν ἠθέλησας οὐδένα τῶν σῶν ἑταίρων πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε ου ν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, αὐτὰ δὲ τὰ πράγματα· πᾶν γὰρ ο ,τι α ν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιεῖ." τοῦτον ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας ἀφῆκεν ε χειν τῆς οὐσίας τὸ η μισυ. Οἱ δὲ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ θανόντος πολλὰ καὶ θαυμαστὰ ε δρασαν, ἐπὶ χρόνον πολιορκούμενοι τριετῆ. ῃ ρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα, ῃ ρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ο ρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ἀποτέμνοντες καὶ η λους ἐς τοὺς ταρσοὺς σφῶν πηγνύντες καὶ τούτων καλῴδια ἐξάπτοντες ἐπεσπῶντο αὐτάς, αὐτομάτας προσπλέειν δοκούσας. ἐπεὶ δὲ πάντα αὐτοῖς ἐξεδαπανήθησαν, ο μως ἀντεῖχον, καὶ ξύλοις ἐκ τῶν οἰκιῶν ἐς τὰς ναῦς ἐχρῶντο καὶ σχοίνοις α ς ε πλεκον κείροντες τὰς τρίχας τῶν γυναικῶν. καὶ ο τε τοῖς τείχεσι προσέβαλλον οἱ πολέμιοι, λιθίνους τε καὶ ἐκ χαλκοῦ πεποιημένους καὶ ἀνδριάντας καὶ ι ππους ἠκόντιζον εἰς αὐτούς. ὡς δὲ καὶ πᾶν αὐτοὺς ἐπέλιπε νενομισμένον ἐδώδιμον, βύρσας διαβρέχοντες η σθιον. καὶ τούτων δὲ ἀναλωθεισῶν καὶ ἐπ' ἀλλήλους ἐτράποντο καὶ σαρκῶν ἀνθρωπείων ἐγεύοντο. ει τα καὶ α κοντες τὴν πόλιν παρέδοσαν, καὶ οἱ ̔Ρωμαῖοι τοὺς στρατιώτας καὶ τοὺς ἐν τέλει σύμπαντας διεχρήσαντο. ὁ δὲ Σευῆρος η σθη λίαν ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαν.101 τίου. ἀφείλετο δὲ τήν τε ἐλευθερίαν τῆς πόλεως καὶ τὸ ἀξίωμα τὸ πολιτικόν, καὶ δασμοφόρον 411

ἀποφήνας, δημεύσας τε τὰς οὐσίας τῶν πολιτῶν, Περινθίοις αὐτήν τε καὶ τὴν χώραν αὐτῆς ἐχαρίσατο. τὰ δὲ τείχη τῆς πόλεως καθελὼν ἐκείνους μὲν οὐδὲν πλέον ἐλύπησεν η τῆς δόξης αὐτοὺς ἐστέρησεν η ν ἐκαρποῦντο ἐκ τῆς αὐτῶν ἐπιδείξεως, τῶν δὲ ̔Ρωμαίων μέγα καθεῖλεν ὁρμητήριον πρὸς τοὺς ἐκ Πόντου καὶ τῆς Α ̓ σίας βαρβάρους, ἀλλὰ μὴν καὶ κρησφύγετον· η ν γὰρ τὰ τείχη τοῦ Βυζαντίου καρτερώτατα. Σευῆρος δὲ δοξομανῶν κατὰ τῶν ̓Οσροηνῶν βαρβάρων καὶ τῶν ̓Αδιαβηνῶν καὶ τῶν ̓Αραβίων ἐστράτευσε, καὶ εἰς τὴν Νίσιβιν ἀφικόμενος ἐκεῖθεν ε πεμψε στρατηγούς τε καὶ τάγματα κατὰ τῶν εἰρημένων ἐθνῶν, οι τήν τε χώραν αὐτῶν ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον. Αυ θις δὲ πόλεμος συνηνέχθη τῷ Σευήρῳ ἐμφύλιος. ὁ μὲν γὰρ τῷ ̓Αλβίνῳ οὐδὲ τὴν τοῦ Καίσαρος ἐδίδου τιμήν, ὁ δ' ῃ τει καὶ τὴν τοῦ αὐτοκράτορος. συγκινουμένης δὲ διὰ ταῦτα τῆς οἰκουμένης, ὁ δῆμος ἐν ἱπποδρομίᾳ συνειλεγμένος πολὺς ἐκφανέστατα κατωδύρατο, "μέχρι πότε τοιαῦτα πάσχομεν" κράζοντες καί "μέχρι ποῦ πολεμούμεθα;" καὶ α λλα δέ τινα τοιαῦτα ὡς ἐκ θειοτέρας τινὸς ἐπιπνοίας ἐνθουσιῶντες ἐβόησαν. πῶς γὰρ τοσαῦται μυριάδες ὡς ὑπὸ χορολέκτῃ ὁμοφώνως ει πον καὶ ἀπταίστως α ει πον; τέως μέντοι μάχης συγκροτηθείσης καὶ πολλὰς ἰδέας τε καὶ τροπὰς καὶ μετακλίσεις τοῦ πολέμου 3.102 ἐσχηκότος ὁ ̓Αλβῖνος ἡττήθη, πεσόντων μὲν ἀμφοτέρωθεν ̔Ρωμαίων σχεδὸν ὑπερβαινόντων καὶ ἀριθμόν, τοῦ δὲ ̓Αλβίνου ἑαυτὸν ἀνελόντος. ῳ κειμένῳ ἐπεντρυφήσας ὁ Σευῆρος καὶ γλωσσαλγήσας τὸ μὲν α λλο σῶμα ῥιφῆναι ἐκέλευσε, τὴν κεφαλὴν δ' ἐς τὴν ̔Ρώμην στείλας ἀνεσταύρωσε. καὶ πολλοὺς τῶν τῆς γερουσίας ἀπέκτεινε, τινὰς δὲ καὶ ἀπέλυσε. Μετὰ ταῦτα δὲ κατὰ τῶν Πάρθων ἐστράτευσε τὴν Μεσοποταμίαν ἑλόντων. καὶ πλοῖα κατασκευάσας ἐν τῷ Εὐφράτῃ τήν τε Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθεῖσαν ε λαβε. καὶ τὴν Κτησιφῶντα ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, πολλούς τε ἀνεῖλε καὶ ζῶντας πλείονας ει λεν. ου τε δὲ τὸν Οὐολόγαισον ἐπεδίωξε τὸν τῶν Πάρθων ἡγεμονεύοντα ἀναχωρήσαντα οι καδε, ου τε τὴν Κτησιφῶντα κατέσχεν, ἀλλ' ῳ χετο ω σπερ ι να διαρπάσῃ ταύτην μόνον ἐστρατευκώς. ̓Εν ῳ δὲ ἐπολέμει, α νδρας δύο ἀπέκτεινε τῶν ἐπιφανῶν, τὸν μὲν Κρίσπον ̓Ιούλιον χιλιαρχοῦντα τῶν δορυφόρων, ο τι η χθετο τῇ τοῦ πολέμου κακώσει καί τι καὶ παρεφθέγξατο, καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην χιλίαρχον ἀπέδειξεν ἀντ' αὐτοῦ· τὸν δὲ Λαῖτον, ο τι φρόνημα ει χε καὶ ο τι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, καὶ οὐκ α λλως στρατεύσειν ε λεγον εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τὸν φόνον αὐτοῦ τοῖς στρατιώταις προσῆπτεν, ο τι φθόνῳ αὐτὸν ἀνελὼν οὐκ ει χε λέγειν αἰτίαν. Ει τα ἐπὶ τὰ Ατρα ἐστράτευσε. πόλις δὲ ταῦτα ̓Αράβιος, ἐν ῃ πολλά τε α λλα ἀπέκειντο χρήματα καὶ τὰ τοῦ ̔Ηλίου δὲ ἀναθήματα, ῳ ἡ πόλις ἀπέκειτο. οὐδὲν δὲ ἀνύσας, καίτοι τὸ ἐκτὸς τεῖχος καθῃρηκώς, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, ἀνεχώρησε· καὶ 3.103 εἰς τὴν Παλαιστίνην ἀφίκετο καὶ ἐς Αι γυπτον, καὶ πᾶσαν ει δε καὶ τὰ κεκρυμμένα ἐπολυπραγμόνησεν. η ν γὰρ οι ος μήτε θεῖον μήτε τι ἀνθρώπινον καταλιπεῖν ἀνερεύνητον. καὶ τὰ βιβλία α τι ει χον ἀπόρρητον ἐκ πάντων τῶν ἀδύτων ἀνείλετο, ο σα τέως εὑρεῖν δεδύνητο. Ταῦτα μὲν ου τως· εἰρήσθω δ' ὡς ἐν παρόδῳ καὶ ο σα τὸν Δίωνα περὶ τοῦ Νείλου λέγοντα ευ ρομεν, ο θεν τε ἀναδίδοται καὶ διὰ τί κατὰ τὸ θέρος πεποίηται τὴν ἀνάβασιν. λέγει τοίνυν ο τι ἐκ τοῦ Ατλαντος ἀναδίδοται, τὸν δὲ Ατλαντα ο ρος ει ναι ἐν τῇ Μακεννίτιδι παρ' αὐτῷ τῷ ̓Ωκεανῷ πρὸς ἑσπέραν, καὶ ὀρῶν ἁπάντων ὑπερανίστασθαι, ω στε καὶ κίονα αὐτὸν διὰ τὸ υ ψος παρὰ τῶν ποιητῶν κληθῆναι τοῦ οὐρανοῦ. μήτε γὰρ ἀναβῆναί τινά ποτε εἰς α κρον αὐτοῦ μήτ' ἰδέσθαι τὰς αὐτοῦ κορυφὰς χιόνος ἀεὶ πληθούσας, ἐξ η ς πολὺ καταρρεῖν τὸ υ δωρ ὑπὸ τὸ θέρος, καὶ διὰ τοῦτο τότε τὸν Νεῖλον πληθύνεσθαι. λέγει δὲ ταῦτα ̔Ρωμαίοις ἀκριβωθῆναι ἐκ τῶν τῆς κάτω Μαυριτανίας ἀνθρώπων, προσοίκων ο ντων τῇ Μακεννίτιδι, καὶ πολλοὺς τῶν ἐκεῖ στρατευσαμένων ̔Ρωμαίων ἀφικέσθαι καὶ πρὸς τὸν Ατλαντα. ταῦτα μὲν 412

ου ν περὶ τοῦ Νείλου τῷ Δίωνι, εἰ καὶ α λλοις οὐχ ου τω τὰ περὶ αὐτοῦ δεδιήγηται. Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σευήρῳ καὶ τὴν ἐπαρχικὴν ε χων ἐξουσίαν καὶ μέγιστα δυνηθεὶς πολλοὺς τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῷ ἐθανάτωσεν. α πληστος δὲ ω ν παρὰ πάντων ῃ τει, 3.104 καὶ ου τε ε θνος ου τε πόλιν ἀφῆκεν ἀσύλητον, καὶ πλείονα αὐτῷ πάντες η τῷ Σευήρῳ ἐδίδουν. ἐξέτεμε δὲ καὶ ἀνθρώπους ̔Ρωμαίους καὶ εὐγενεῖς ἑκατόν, οὐ παῖδας μόνον οὐδὲ μέντοι μειράκια, ἀλλὰ καὶ α νδρας γυναῖκας ε χοντας, ω σθ' ὁρᾶσθαι τοὺς αὐτοὺς καὶ εὐνούχους καὶ α νδρας καὶ πατέρας ἀόρχεις καὶ ἐκτομίας καὶ πωγωνίας. πρὸ δὲ τούτου κῆτος ὑπέρογκον εἰς τὸν Αὐγούστου κεκλημένον λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ μίμημα αὐτοῦ γεγονὸς καὶ εἰς τὸ κυνηγέσιον εἰσαχθὲν πεντήκοντα α ρκτους ει σω λέγεται δέξασθαι. τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα Πλαυτίλλαν τοῦ Σευήρου τῷ υἱῷ ̓Αντωνίνῳ συζεύξαντος, τοσαῦτα τῇ θυγατρὶ ὁ Πλαυτιανὸς ε δωκεν ο σα πολλαῖς βασιλίσσαις η ρκεσεν α ν. ου τος ὑπέρμεγας γεγονὼς καὶ πλεῖστον δυνηθείς, η καὶ ὑπὲρ τὸν Σευῆρον αὐτόν, ὑπὸ τοῦ γαμβροῦ ̓Αντωνίνου ἐπιβουλευθεὶς ἐσφάγη καὶ α νωθεν εἰς ὁδόν τινα ἐρρίφη. οἱ δὲ τοῦ Σευήρου παῖδες ̓Αντωνῖνος καὶ Γέτας ω σπερ τινὰ παιδαγωγὸν τὸν Πλαυτιανὸν ἀποσεισάμενοι α παν μετῄεσαν χείριστον. Τότε καὶ Βούλλας Φῆλιξ ̓Ιταλὸς ἀνὴρ λῃστήριον συστησάμενος ἑξακοσίων ἀνδρῶν ἐληίζετο τὴν ̓Ιταλίαν ἐπ' ε τη δύο. πολλῶν δὲ φιλοτιμουμένων κατασχεῖν αὐτὸν ὁ δὲ οὐχ ἡλίσκετο, εὐμεθόδως διὰ τρόπων πολλῶν τοὺς αὐτὸν διώκοντας κατασοφιζόμενος· ω ν ε να εἰς ε νδειγμα τῶν α λλων ἐροῦμεν. ἑκατοντάρχου παρὰ Σευήρου κελευσθέντος λοχῆσαι αὐτόν, αὐτὸς ἐκείνῳ προσῆλθε δι' ἑαυτοῦ ὡς α λλος τις, καὶ διεβεβαιώσατο, εἰ ε ψοιτο, παραδοῦναι αὐτῷ τὸν λῃστήν. τοῦ δὲ πεισθέντος εἰς λοχμώδη τόπον ἀπαγαγὼν αὐτὸν ῥᾳδίως συνέλαβεν. ει τα ἐπὶ βήματος καθίσας, ὡς δῆθεν α ρχων τοῦ λῃστηρίου, 3.105 μεταστειλάμενος τὸν ἑκατόνταρχον, τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ ἀπεξύρησε καὶ ἀφῆκεν, εἰπών, α γγελλε τῷ δεσπότῃ σου ο τι "τοὺς δούλους ὑμῶν τρέφετε, ι να μὴ λῃστεύωσι." πολλοὺς γὰρ τῶν Καισαρείων ει χεν αὐτῷ προσχωρήσαντας. υ στερον μέντοι ἐλήφθη καὶ θηρίοις ἐδόθη. Σευῆρος δὲ εἰς τὴν Βρεττανίαν ἐστράτευσεν, ι να μήθ' οἱ παῖδες ἐκδιαιτῶνται αὐτοῦ μήτε τὰ στρατεύματα ὑπ' ἀργίας ἐκλύωνται. δύο δὲ γένη τῶν Βρεττανῶν εἰσι μέγιστα, Καληδόνιοι καὶ Μαιᾶται· καὶ νέμονται ἑκάτεροι α γρια ο ρη καὶ πεδία ε ρημα καὶ ἑλώδη, μήτε πόλεις ε χοντες μήτε γεωργοῦντες τὴν γῆν, ἀλλ' ἐκ νομῆς καὶ θήρας καὶ ἀκροδρύων τὰ πρὸς τὸ ζῆν ποριζόμενοι· ἰχθῦς γὰρ καίτοι παμπληθεῖς παρὰ τῇ νήσῳ τυγχάνοντας οὐ σιτοῦνται. σκηνῖται δ' εἰσί, γυμνοί τε ζῶσι καὶ ἀνυπόδετοι, κοιναῖς κεχρημένοι ταῖς γυναιξί, καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. δημοκρατοῦνταί τε καὶ λῃστεύουσι· καὶ στρατεύονται ἐπὶ ἁρμάτων, ι ππους ε χοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· τρέχουσί τε ὀξύτατα. ο πλοις δὲ κέχρηνται ἀσπίδι καὶ βραχεῖ τινι δόρατι καὶ ἐγχειριδίῳ. λιμῷ δὲ καὶ ψύχει ταλαιπωρούμενοι καὶ α λλαις κακώσεσι φέρουσι, καὶ εἰς τὰ ε λη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πλείους ἡμέρας μόνην τὴν κεφαλὴν ε ξω τοῦ υ δατος ε χοντες, καὶ ἐν ταῖς υ λαις τρέφονται ταῖς ῥίζαις καὶ τῷ φλοιῷ. σκευάζουσι δὲ καί τι βρῶμα ἐξ ου ο σον κυάμου μέγεθος ἐμφαγόντες ου τε πεινῶσιν ου τε διψῶσιν. ̔Η μὲν ου ν Βρεττανία τοιαύτη τίς ἐστι νῆσος, καὶ ὑπὸ τοιούτων ἡ μὴ ̔Ρωμαίοις τότε ὑποκειμένη ᾠκεῖτο. ει χον γὰρ ταύτης μοῖραν ̔Ρωμαῖοι οὐκ 3.106 ἐλαττουμένην πολλῷ τοῦ ἡμίσεος. καὶ τὸ μὲν μῆκος τῆς ο λης νήσου ἐς στάδια ἑπτακισχίλια ἑκατὸν τριάκοντα δύο ἐκτείνεσθαι λέγεται, τὸ δὲ πλάτος ὡς ἐπίπαν ἐς δισχίλιά που καὶ τριακόσια, ε στι δ' ου καὶ ἐλάττονα. ὁ δ' ου ν Σευῆρος πάσης κρατῆσαι τῆς νήσου διανοούμενος εἰς τὴν Καληδονίαν εἰσέβαλε, καὶ πράγματα ε σχε μήτε μαχεσάμενος μήτ' ἐν παρατάξει πολέμιον θεασάμενος, ἀλλ' ὑλοτομῶν καὶ τὰ μετέωρα κατασκάπτων. οἱ δὲ αὐτοῦ στρατιῶται σκιδνάμενοι ἐκτιννύοντο ἐπιβουλευόμενοι, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο. τέως μέντοι ἐς ὁμολογίαν τοὺς 413

Βρεττανοὺς ἐλθεῖν κατηνάγκασε. Φροντίσι δὲ αὐτὸν ὁ ̓Αντωνῖνος ὁ υἱὸς περιέβαλεν ἀκολάστως βιοὺς καὶ δῆλος ω ν, εἰ δυνηθείη, τὸν ἀδελφὸν διαχειρισόμενος. καὶ αὐτῷ δὲ τῷ πατρὶ ἐπεβούλευε, καὶ ἐπεφώρατο δίς. ἀλλ' οὐδὲν δεινὸν ε παθεν ὁ ̓Αντωνῖνος πρὸς τοῦ πατρός· καλέσας δὲ αὐτὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα, δοῦλος δ' η ν ὁ Κάστωρ αὐτοῦ, α ριστος ἀνὴρ καὶ πιστότατος, καὶ ξίφος εἰς τὸ μέσον θέμενος, ε φη πρὸς τὸν υἱόν "εἰ ἀποκτεῖναί με θέλεις, ἐνταῦθά με κατάχρησαι, καὶ μὴ πάντων ὁρώντων· εἰ δ' αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, κέλευσον παρόντι Παπιανῷ τῷ ἐπάρχῳ ι να με ἐξεργάσηται· οὐ γὰρ ἀπειθήσει σοι αὐτοκράτορι ο ντι." ̓Αποστάντων δ' αυ θις τῶν Βρεττανῶν ἡτοιμάζετο ὡς πολεμήσων αὐτοῖς. ἐν δὲ τῷ μεταξὺ κατὰ τὴν νῆσον διάγων ἀπήλλαξε νοσῶν, καὶ τοῦ ̓Αντωνίνου ὡς λέγεται συνεργασαμένου πρὸς τοῦτο. πρὶν ου ν ἐκπνεῦσαι, λόγος αὐτὸν τοῖς παισὶν εἰπεῖν "ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν α λλων μὴ ἀμελεῖτε." η ρξε δὲ ἑπτακαίδεκα ε τη καὶ μῆνας ὀκτὼ 3.107 ἐφ' ἡμέραις τρισί, βιώσας τὸ σύμπαν ε τη ἑξήκοντα καὶ πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας ἐννέα καὶ ει κοσι. Τοιαύτη δ' η ν αὐτῷ ἡ διαγωγὴ ἐν εἰρήνης καιρῷ. ε πραττέ τι νυκτὸς ὑπὸ τὸν ο ρθρον, ει τα ἐβάδιζε λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα, καὶ ου τως ἐδίκαζεν ε ως μεσημβρίας, εἰ μή τις μεγάλη η ν ἑορτή, καὶ τοῖς συνδικάζουσι παρρησίαν ἐδίδου· καὶ ἐπὶ τούτοις ι ππευεν, ει τ' ἐλούετο, ἠρίστα τε καὶ ἐκάθευδε, καὶ ἀναστὰς τὰ λοιπὰ προσδιῴκει, καὶ λόγοις ὡμίλει ἐν περιπάτῳ Λατίνοις τε καὶ ̔Ελληνικοῖς, καὶ πρὸς ἑσπέραν ἐλούετο αυ θις καὶ ἐδείπνει· καὶ ἐν ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ δεῖπνα συνεκρότει. ̓Επὶ τούτου διωγμοῦ κινηθέντος κατὰ τῶν εὐσεβῶν πολλοὶ μὲν ἠνδρίσαντο καὶ μαρτυρίου στεφάνους η ραντο, τότε δὲ καὶ Λεωνίδης ὁ πατὴρ ̓Ωριγένους κατασχεθεὶς καὶ ἐφ' ἑτέραις τιμωρίαις τέλος τὴν κεφαλὴν ἐκτμηθεὶς νέον κομιδῇ καταλείπει τὸν παῖδα. ο ς ε τι παῖς ω ν ω ργα πρὸς τὸ μαρτύριον· ἡ δέ γε μήτηρ αὐτοῦ λόγοις πρότερον ἐπειρᾶτο τὸν υἱὸν ἀπάγειν τῆς ἐγχειρήσεως, ὡς δ' οὐκ ε πειθε, τὴν ἐσθῆτα πᾶσαν ἀφείλετο καὶ ου τως οι κοι μένειν καὶ α κοντα παρεσκεύασεν. ὁ δὲ ἀπρόιτος ω ν ἐπιστέλλει τῷ πατρὶ καθειργμένῳ, ὑπαλείφων τὸν α νδρα πρὸς τὸ μαρτύριον, πρὸς τοῖς α λλοις καὶ ταῦτα γράψας πρὸς ῥῆμα "ε πεχε μὴ δι' ἡμᾶς α λλο τι φρο.108 νήσῃς." παῖς δ' ε τι τυγχάνων καὶ τὴν ἐγκύκλιον μετιὼν παιδείαν καὶ ταῖς θείαις γραφαῖς ἐνησχόλητο, τοῦτό οἱ τοῦ πατρὸς ἐπιτάσσοντος. ὁ δὲ οὐχ ὡς παῖς τοῖς λόγοις τοῖς ἱεροῖς ἐξ ἐπιπολῆς ἐνετύγχανεν, ἀλλὰ καὶ βαθυτέρας η πτετο θεωρίας, καὶ ἐρωτῶν συνεχῶς τὸν πατέρα πράγματα παρεῖχεν αὐτῷ. ἐκεῖνος δὲ λόγῳ μὲν ἐπέπληττε τὸν παῖδα τῆς πολυπραγμοσύνης, τῇ δ' ἀληθείᾳ τὴν αὐτοῦ διάνοιαν ἐξεπλήττετο· καὶ ὑπνοῦντι τῷ υἱῷ ἐφιστάμενος ἐγύμνου τὰ στέρνα τούτου πολλάκις καὶ κατησπάζετο ὡς θείου πνεύματος οἰκητήρια, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε. τοῦ δὲ πατρὸς αὐτοῦ μαρτυρίῳ τελειωθέντος ἐσπάνιζε τῶν ἀναγκαίων ὁ ̓Ωριγένης. προσληφθεὶς δὲ παρά τινος γυναικὸς τῶν ἐπιφανεστάτων ἐν ̓Αλεξανδρείᾳ, ῃ καὶ πλοῦτος η ν δαψιλής, καί τις ἀνὴρ ̓Αντιοχεὺς εἰς θετοῦ τάξιν υἱοῦ αὐτῇ εἰσπεποίητο Παῦλος τὸ ο νομα, ει ς τις τῶν ἐν ̓Αλεξανδρείᾳ αἱρεσιωτῶν, ἐφ' ο ν πλήθους καθ' ἑκάστην ἀθροιζομένου, ἐδόκει γὰρ ἱκανὸς ἐν λόγοις, ἐξ ἀνάγκης συνὼν αὐτῷ ὁ ̓Ωριγένης οὐδέποτε αὐτῷ συνίστατο κατὰ τὴν εὐχήν, ὡς ἱστόρηται, βδελυττόμενος τὸν α νδρα ὡς μὴ ὀρθόδοξον. ὀκτωκαίδεκα δ' ἐτῶν γεγονὼς τοῦ ἐν ̓Αλεξανδρείᾳ κατηχητικοῦ προέστη διδασκαλείου, καὶ τοὺς τότε ἀθλοῦντας ἐπώτρυνε πρὸς τὴν α θλησιν, καὶ ἀπιοῦσι τὴν ἐπὶ θάνατον παρωμάρτει καὶ ἐπεθάρρυνεν, ὡς καὶ πολλάκις αὐτῷ τοὺς δήμους ἐπιμανῆναι· ου ς ἐκ θείας ἀρωγῆς διεδίδρασκεν. οὐ λόγῳ δὲ μόνῳ μέγας η ν ὁ ἀνήρ, ἀλλὰ καὶ βίον διεβίω φιλόσοφον καὶ τῷ λόγῳ συνᾴδοντα. ου τε γὰρ δεύτερον ε χειν χιτῶνα ἱστόρηται ου θ' ὑποδεῖσθαι τοὺς πόδας ἐπ' ε τεσι πλείοσιν ου τ' οι νῳ κεχρῆσθαι ου τε τροφὴν παρὰ 414

τὴν ἀναγκαίαν προσίεσθαι, ὡς δὲ ὁ 3.109 Εὐσέβιος ἱστορεῖ ο τι ε ρωτι σωφροσύνης καὶ ἀπέκοψε τὰ παιδογόνα μόρια αὐτὸς ἑαυτοῦ· α λλοι δέ φασι μὴ ἐκτεμεῖν αὐτὸν ταῦτα, πόαν δέ τινα τούτοις ἐπενεγκεῖν, ἐξ η ς ναρκωθῆναι ταῦτα συνέβη τοσοῦτον ὡς καὶ νεκροῖς ἐοικέναι. ἀφίκετο δὲ καὶ εἰς ̔Ρώμην Ζεφυρίνου τῆς ἐν αὐτῇ ἐκκλησίας προϊσταμένου· ει τ' αυ θις ἐπανῆλθεν εἰς ̓Αλεξάνδρειαν. ἐξηγεῖτο δὲ τὰ ̔Εβραϊκά, καὶ τὴν ̔Εβραΐδα διάλεκτον ἐκμαθὼν καὶ τὰς παρὰ τοῖς ̓Ιουδαίοις ου σας γραφὰς ̔Εβραϊκοῖς στοιχείοις κτησάμενός τε καὶ ἐπιών, καὶ τῶν ταύτας ἡρμηνευκότων συναγαγὼν τὰ συγγράμματα, τῶν ἑβδομήκοντα δύο δηλαδή, τοῦ τε ̓Ακύλα καὶ τοῦ Συμμάχου καὶ τοῦ Θεοδοτίωνος καὶ δύο α λλων ἀνωνύμων ἑρμηνέων, ἠγνόηνται γὰρ τὰ ἐκείνων ὀνόματα, ἐφιλοπόνησε τὰ τῶν ἑξαπλῶν λεγομένων συγγράμματα. ἐν δὲ τοῖς ψαλμοῖς καὶ ἑβδόμης μέμνηται ἑρμηνείας ὡς ἐν ̔Ιεριχοῖ εὑρημένης. ἰδιαίτατα δὲ τὴν ̓Ακύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ε κδοσιν μετά γε τῆς τῶν ἑβδομήκοντα καὶ δύο παρατιθείς, τὰ λεγόμενα τετραπλᾶ παραδέδωκε. Δημητρίου μέντοι, ο ν α νω παραδέδωκεν ὁ λόγος τῆς ἐν ̓Αλεξανδρείᾳ ἐκκλησίας προστῆναι, θανόντος, ̔Ηρακλᾶς τῆς ἐπισκοπῆς ἀξιοῦται, φοιτητὴς ̓Ωριγένους γενόμενος. τῆς δ' ἐν ̔Ιεροσολύμοις ἐκκλησίας προΐστατο Νάρκισσος, ἀνὴρ θαυματοποιός, ο ς ψευδῶς παρά τινων κατηγορηθείς, ἐραστὴς δὲ βίου ω ν ἀναχωρητικοῦ, διέδρα λαθὼν καὶ ἐν ἐρημίαις ηὐλίζετο ἀγνοούμενος. τοῦ δὲ ἀνακεχωρηκότος ἀντεισ.110 άγεται Δῖος, μεθ' ο ν προχειρίζεται Γερμανίων, ει τα Γόρδιος· ἐφ' ου ἐπανελθὼν αυ θις ὁ Νάρκισσος ὑπὸ τῶν πιστῶν ἐπὶ τὴν προστασίαν παρακαλεῖται. μὴ δυναμένου δὲ τοῦ Ναρκίσσου διὰ γῆρας βαθὺ λειτουργεῖν, ̓Αλέξανδρος διαπρέψας πρότερον τῇ διὰ Χριστὸν ὁμολογίᾳ, τότε δὲ ἐπισκοπῆς ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ ἠξιωμένος, ἐξ ἀποκαλύψεως προσελήφθη παρὰ τῶν ἐν ̔Ιεροσολύμοις πιστῶν α μα τῷ Ναρκίσσῳ διέπειν τὰ τῆς ἐκκλησίας. ἐν δὲ τῇ ̓Αντιοχέων ἐκκλησίᾳ Σαραπίωνος ἀναπαυσαμένου ̓Ασκληπιάδης τὴν ἐπισκοπὴν παρειλήφει· ου καὶ ὑπομνήματα σώζεσθαι φησὶν ὁ Εὐσέβιος. ̓Αλλὰ ταῦτα μὲν ου τως· ̓Αντωνῖνος δὲ ἐδόκει μὲν κοινωνὸν ποιεῖσθαι τῆς ἀρχῆς Γέταν τὸν ἀδελφόν, τῇ δ' ἀληθείᾳ μόναρχος η ν. καὶ τοῖς μὲν πολεμίοις τῶν Βρεττανῶν αὐτίκα ἐσπείσατο τῆς τε χώρας αὐτοῖς καὶ τῶν φρουρίων ἐκστάς, τὸν δὲ ε παρχον τὸν Παπιανὸν μετέστησε τῆς ἀρχῆς· ἑτέρους δ' ἀπέκτεινε καὶ τὸν τροφέα αὐτοῦ Ευ οδον τὸν καὶ Κάστορα καὶ τὴν ἰδίαν γυναῖκα τὴν Πλαυτίλλαν καὶ τὸν αὐτῆς ἀδελφὸν τὸν Πλαύτιον καὶ ἐπὶ τούτοις τὸν οἰκεῖον ἀδελφόν. ἐπεβούλευε μὲν γὰρ αὐτῷ πρὸ μακροῦ, οὐκ ἠδύνατο δὲ κτεῖναι αὐτὸν φρουρούμενον ὑπὸ στρατιωτῶν καὶ α λλων συχνῶν. ει τα ε πεισε τὴν μητέρα μόνους σφᾶς ἐπὶ καταλλαγῇ μεταπέμψασθαι. καὶ ὁ Γέτας πιστεύσας εἰσῆλθε μετὰ τοῦ ̓Αντωνίνου εἰς τὸ δωμάτιον· καὶ ὀπίσω σφῶν ἑκατοντάρχαι πρὸς τοῦτο ἡτοιμασμένοι παρὰ τοῦ 3.111 ̓Αντωνίνου εἰσωθήσαντες ἑαυτοὺς ἐκεῖ τὸν Γέταν κατέκοψαν, τῷ τραχήλῳ τῆς μητρὸς προσφύντα καὶ τοῖς μαστοῖς καὶ τοῖς στήθεσιν, ω στε τοῦ αι ματος αὐτοῦ ἀναπλησθῆναι αὐτήν, πληγῆναι δὲ καὶ τὴν χεῖρα. ἡ δ' ἐκ τοῦ φόβου οὐδὲ τοῦ τραύματος ῃ σθετο. καὶ οὐδὲ πενθῆσαι αὐτῇ τὸν υἱὸν ἐξεγένετο ου τως οἰκτρῶς καὶ ἀώρως ἀπολωλότα, δύο γὰρ καὶ ει κοσιν ἐτῶν η ν καὶ ἐννέα μηνῶν, δεδοικυίᾳ μὴ καὶ αὐτὴ συναπόληται. ̔Ο ̓Αντωνῖνος δ' αὐτίκα καταλαβὼν τὸ στρατόπεδον "χαίρετε" ει πεν "ω α νδρες συστρατιῶται· καὶ γὰρ η δη ε ξεστί μοι εὐεργετεῖν ὑμᾶς, ἐπεὶ ει ς ἐξ ὑμῶν εἰμι, μεθ' ὑμῶν δὲ καὶ δι' ὑμᾶς ζῆν ἐθέλω, ι ν' ὑμῖν πολλὰ χαρίζωμαι. εἰ δὲ μή, ἀλλὰ μεθ' ὑμῶν γε θανεῖν ευ χομαι." πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ πλεῖστα διαλεχθείς, τέλος ει πεν "ἀκούσατέ μου· ι να πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἱ φυγάδες κατελθέτωσαν." τῶν δὲ Καισαρείων καὶ τῶν μετὰ τοῦ Γέτα στρατιωτῶν ἐς δύο μυριάδας ἀπέκτεινε, καὶ ἐκ τῶν ἐπιφανῶν ἀνδρῶν παμπόλλους διέφθειρε, καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν τὴν ̔Ρώμην ἐστέρησε. τὸ δὲ ξίφος δι' ου ὁ ἀδελφὸς αὐτοῦ ἀπεσφάγη ἀνάθημα ἐποιήσατο. ἐκ δὲ τῶν φόνων εἰς παιδιὰς μετιὼν καὶ ἐν ταύταις 415

ἐφόνα. καὶ εἰς μὲν τοὺς στρατιώτας φιλοδωρότατος η ν, τοὺς δὲ λοιποὺς ἀνθρώπους περιδύειν, ἀποσυλᾶν, ἐκτρύχειν ἐτίθετο σπούδασμα, καὶ οὐχ η κιστα τοὺς συγκλητικούς. ου τω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον ἡ ὑπήκοος αὐτῷ γῆ ἐπορθήθη ω στε ποτὲ τῆς ̓Ιουλίας εἰπούσης ο τι "οὐκέθ' ἡμῖν ου τε δίκαιος ου τ' α δικος πόρος ὑπολείπεται" ἀπεκρίνατο τὸ ξίφος ἠρκώς "θάρσει, μῆτερ· ε ως γὰρ α ν τοῦτ' ε χωμεν, οὐδὲν ἡμᾶς ἐπι.112 λείψει." η ν δ' ἐπὶ πᾶσι καὶ α πιστος. καλέσας γὰρ τὸν τῆς ̓Οσροηνῆς βασιλέα Αυ γαρον η κειν παρ' αὐτὸν ὡς φίλον, ἐλθόντα ε δησε καὶ ου τω τὴν ̓Οσροηνὴν ἐχειρώσατο. καὶ τὸν τῶν ̓Αρμενίων βασιλέα πρὸς τοὺς ἰδίους παῖδας διαφερόμενον γράμμασι φιλικοῖς ὡς εἰρηνεύσων αὐτοὺς μετεπέμψατο, τὰ δ' αὐτὰ τῷ Αὐγάρῳ καὶ εἰς ἐκείνους ἐποίησεν. ἀλλ' οὐχὶ καὶ τῶν ̓Αρμενίων ἐκράτησεν, εἰς ο πλα δ' ἐχώρησαν· καὶ οὐδεὶς ε τι ἐκείνῳ ἐπίστευεν. ἐν μέντοι ταῖς ἀνάγκαις καὶ ταῖς κατεπειγούσαις στρατείαις λιτὸς η ν καὶ ἀπέριττος καὶ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουόμενος, μὴ μεταμφιεννύμενος, ἀλλὰ πᾶν ε ργον συνεργαζόμενος καὶ τὰ αὐτὰ ἐκείνοις σιτούμενος. καὶ τοὺς προέχοντας δὲ τῶν πολεμίων εἰς μονομαχίαν προεκαλεῖτο ἐνίοτε. τὰ μέντοι στρατηγικὰ οὐκ ευ ἐκείνῳ μετεχειρίζετο. πάντα δ' η ν αὐτῷ κίβδηλα, καὶ αὐτὸ τὸ νόμισμα. ἐνόσει δὲ καὶ ἐμφανέσι καὶ ἀρρήτοις ἀρρωστήμασι, καὶ πολλάκις καὶ τὸν πατέρα αὐτοῦ καὶ τὸν ἀδελφὸν ξιφήρεις ἐδόκει ἐλαύνειν αὐτόν. διὸ λέγεται καὶ τὰς ψυχὰς ἐπῳδαῖς ἀναγαγεῖν τοῦ τε πατρὸς καὶ τοῦ Κομόδου καὶ α λλων, μόνον δὲ τὸν Κόμοδον αὐτῷ φάναι "στεῖχε δίκης α σσον," καὶ ἐπὶ τελευτῆς "κρυφίοισι τόποις ε χων δυσαλθέα νοῦσον." ει χε δὲ καὶ ὠτακουστὰς καὶ διοπτεύοντας, καὶ πάντα αὐτῷ καὶ τὰ βραχύτατα ἀνηγγέλλετο. καὶ ἐπήγγελλε μὲν ὡς πρωιαίτερον δικάσων η α λλο τι δημόσιον πράξων, παρέτεινε δὲ καὶ ὑπὲρ τὴν μεσημβρίαν η καὶ εἰς ἑσπέραν αὐτήν, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος τοὺς συνειλεγμένους τῆς γερουσίας. ὁ δὲ καὶ ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν, οὐδ' ἐπείθετο τῇ μητρὶ καὶ περὶ τούτων καὶ τῶν 3.113 α λλων παραινούσῃ πολλὰ καὶ χρηστά. ε χαιρε δὲ καὶ μάγοις καὶ γόησι. κατὰ Πάρθων δὲ στρατεύσας, καὶ ἐν ̓Αντιοχείᾳ γενόμενος καὶ τρυφῶν καὶ ἀγῶνας μονομαχίας συνιστῶν, ὡς ἐν μεγάλοις πόνοις ἐγκινδυνεύων καὶ καρτερῶν ἀπωδύρετο, καὶ τὴν γερουσίαν ὡς ἐν ῥᾳστώνῃ ζῶσαν ὠνείδιζε, καὶ τέλος ε γραψεν αὐτῇ ὡς "οι δα ο τι οὐκ ἀρέσκει ὑμῖν τὰ ἐμά· ἀλλὰ διὰ τοῦτο καὶ ο πλα καὶ στρατιώτας ε χω, ι να μὴ τῶν λογοποιούντων ἐπιστρέφωμαι." Αυ θις δὲ εἰς τοὺς Πάρθους στρατεύσας ο τι ὁ ̓Αρτάβανος τὴν θυγατέρα ἑαυτοῦ αὐτῷ μνηστευσάμενος οὐ παρέσχε ταύτην αὐτῷ, ἠπίστατο γὰρ ο τι πρόφασιν τὸν γάμον τοῦ τὴν Πάρθων σφετερίσασθαι βασιλείαν πεποίητο, πολλὰ μὲν τῆς χώρας αὐτῶν ἐκάκωσε καὶ τὰ Αρβηλα παρεστήσατο καὶ τὰ μνημεῖα τῶν βασιλέων τῶν Πάρθων ἀναρρήξας διέρριψε τὰ ὀστᾶ, πόλεμος δὲ αὐτῷ πρὸς τὸ ε θνος οὐ συγκεκρότητο. τα λλα τε ου ν παρηνόμει ἐν ταῖς στρατείαις καί τινα ἰδίαν ε νδυσιν βαρβαρικῶς πως συγκόπτων καὶ συρράπτων ἐς μανδύα τρόπον προσεξεῦρε, καὶ συνεχῶς αὐτὸν ἐνεδύετο, ο θεν καὶ Καράκαλλος ἐπεκλήθη. καὶ τοὺς στρατιώτας δὲ ου τως ἐστολίσθαι ἐκέλευεν. ἀνῃρέθη μέντοι ὑπὸ στρατιωτῶν. ὁ γὰρ Μακρῖνος ὁ ε παρχος ἐκ μάντεώς τινος προειρημένον ε χων αὐτῷ ὡς αὐταρχήσει, καὶ φοβηθεὶς μὴ διὰ τοῦτο ὑπὸ τοῦ ̓Αντωνίνου διαφθαρῇ, οὐκ ἀνεβάλετο, ἀλλὰ δύο τινὰς χιλιαρχοῦντας ἐν τῷ δορυφορικῷ παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. καὶ ἐξ ̓Εδέσσης ἐς Κάρας ἀπιόντι καὶ ἀποβάντι τοῦ ι ππου δι' ἀπόπατον προσῆλθέ τις στρατιώτης, τῶν χιλιάρχων ὑποπεμψάντων αὐτόν, ὡς εἰπεῖν τι δεόμενος, καὶ προσελθὼν ἐπάταξεν αὐτὸν ξιφιδίῳ μικρῷ. 3.114 Καὶ ὁ μὲν ου τως ἐβίω καὶ ου τως ἀπώλετο, ζήσας ε τη ἐννέα καὶ ει κοσιν, αὐταρχήσας δ' ἐκ τούτων ἐνιαυτοὺς ε ξ ἐπὶ δύο μησὶ καὶ ἡμέραις τισί. λέγεται δὲ ἐν ̓Αντιοχείᾳ τὸ τελευταῖον ο ντι αὐτῷ δόξαι κατ' ο ναρ τὸν πατέρα ξιφήρη ἐπιστῆναι λέγοντα ὡς "σὺ τὸν ἀδελφὸν ε κτεινας, καὶ ἐγὼ σὲ κτενῶ." καὶ 416

μάντεις δὲ ει πον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, καὶ α λλα δέ φασι τοῦ ὀλέθρου αὐτῷ συμβῆναι τεκμήρια. Τοῦ δ' ̓Αντωνίνου διαφθαρέντος, ο ν καὶ Καράκαλλον ἐκάλουν, ὡς ει ρηται, ἀλλὰ μέντοι καὶ Τάραντα ἐκ μονομάχου τινὸς εἰδεχθεστάτου καὶ μιαιφονωτάτου, ὁ Μακρῖνος μετὰ τετάρτην ἡμέραν τὴν ἡγεμονίαν εἰλήφει παρὰ τῆς στρατιᾶς, τὸ μὲν γένος Μαῦρος τυγχάνων ἐκ Σικελίας καὶ γονέων ἀσημοτάτων, ο θεν κατὰ τὸ τῶν Μαύρων ε θος τῶν ω των τὸ ε τερον διετέτρητο, ἐπιεικὴς δὲ καὶ τῶν νόμων φύλαξ πιστότατος. ο ς καὶ ε παρχος γεγονὼς α ριστα τὰ τῆς ἀρχῆς διῳκήσατο, αὐταρχήσας δὲ οὐ πάντα καλῶς ε πραξεν. ἀναξίους γὰρ ἐφίστα ταῖς ἀρχαῖς, ο τὸ μέγιστόν ἐστι μέρος τῆς βασιλικῆς διοικήσεως, καὶ τρυφερωτέρᾳ ἐχρήσατο βιοτῇ, ἀλλὰ μέντοι καὶ σοβαρότητι. ̓Ιουλία δὲ ἡ μήτηρ τοῦ ̓Αντωνίνου ἐν ̓Αντιοχείᾳ διάγουσα καὶ τὸν θάνατον τοῦ υἱοῦ μαθοῦσα ἑαυτὴν διαχρήσασθαι ω ρμησεν, οὐ διὰ τὸν υἱόν, ἀλλὰ δεδοικυῖα περὶ ἑαυτῇ μὴ ἰδιωτεύσῃ. ἐπεὶ δὲ οὐδὲν ἠλλοίωτο τῶν περὶ αὐτήν, ἀλλὰ καὶ τὴν θεραπείαν καὶ τοὺς δορυφόρους ει χεν, ἐφιλοψύχησεν. ει τα τοῦ Μακρίνου λοιδορεῖσθαι παρ' ἐκείνης ἀκούσαντος καὶ 3.115 τῇ αὐταρχίᾳ αἰσθομένου ἐπιχειρούσης, ἐκελεύσθη ἐκλελοιπέναι τὴν ̓Αντιόχειαν καὶ ο πῃ βούλοιτο ἀπελθεῖν. ἡ δὲ τότε διέφθειρεν ἑαυτήν. Τοῦ δ' ̓Αρταβάνου δυνάμεσι μεγάλαις φερομένου κατὰ ̔Ρωμαίων, συμβαλὼν αὐτῷ περὶ τὴν Νίσιβιν ὁ Μακρῖνος δὶς ἡττήθη καὶ ἠναγκάσθη πολλῶν χρημάτων τὴν εἰρήνην ἐκπρίασθαι. ὁ μὲν ου ν πρὸς ̓Αρτάβανον κατηύναστο πόλεμος, ἀνερράγη δὲ τοῖς ̔Ρωμαίοις ἐμφύλιος ε τερος. Εὐτυχιανὸς γάρ τις τῶν Καισαρείων, τὴν τῶν στρατιωτῶν εἰς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν ο τι μὴ α πλετα ὡς ὁ ̓Αντωνῖνος αὐτοῖς ἐχαρίζετο, καὶ ὑπὸ μαντείων ἀναπεισθείς, ἐπαναστάσει κατὰ τοῦ Μακρίνου ἐπικεχείρηκε. Μαίσης ου ν τῆς ὁμαίμονος τῆς ̓Ιουλίας τῆς βασιλίδος θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους α ρσενας ἐξ αὐτῶν, τὸν ε να τούτων λαβὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν ει ναι μοιχίδιον τοῦ Καρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπαναστάσεως νεωτερίσαι ἀνέπεισεν. οι καὶ ̓Αντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόντες ἐπὶ τὸν Μακρῖνον η λασαν ἐν ̓Αντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ ε ν τινι χωρίῳ πολὺ τῆς ̓Αντιοχείας διέχοντι, ἡττήθησαν μέν· ει τ' αυ θις ἐπισυστάντας αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς ̓Αντιόχειαν ὡς δῆθεν νενικηκώς, ι να μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν ̓Αρτάβανον ε πεμψεν. ἀγγελθείσης δὲ τῆς η ττης αὐτοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν ἐσθῆτα λαβών, ὡς α ν μὴ ἐπιγινώσκοιτο· καὶ μετ' 3.116 ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας παραγενόμενος, καὶ διὰ Καππαδοκίας Γαλατίας τε καὶ Βιθυνίας ἐλθὼν μέχρις ̓Εριβώλου τοῦ ἐπινείου κατ' ἀντικρὺ κειμένου Νικομηδείας, διέπλευσεν εἰς Χαλκηδόνα. καὶ πρός τινα στείλας τῶν ἐπιτρόπων ἀργύριον ῃ τησεν. ο θεν γνωσθεὶς συνελήφθη παρὰ τῶν τὰ Ψευδαντωνίνου φρονούντων, καὶ η χθη μέχρι Καππαδοκίας. ε νθα μαθὼν ὡς ὁ υἱὸς αὐτοῦ ἑαλώκει, ἐκ τοῦ ὀχήματος ἑαυτὸν ε ρριψε καὶ τὸν ω μον συντέτριπτο. μετ' οὐ πολὺ δὲ καὶ ἐσφάγη, ζήσας μὲν ε τη τέσσαρα καὶ πεντήκοντα, αὐταρχήσας δὲ ̔Ρωμαίων ε να ἐνιαυτὸν καὶ μῆνας δύο τριῶν δέοντας ἡμερῶν, καὶ καταλυθεὶς ὑπὸ παιδαρίου. λέγεται δὲ τοῦτο τὸ ε πος ἐν τῷ χρησμῷ ῥηθῆναι αὐτῷ ω γέρον, η μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει. Αβιτος δὲ ὁ Ψευδαντωνῖνος η ̓Ασσύριός τε καὶ Σαρδανάπαλος ἐς τὴν ̔Ρώμην ἐλθὼν ε ν τι χρηστοῦ αὐτοκράτορος ε ργον ἐποίησε. πολλὰ γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ λόγῳ τε καὶ ε ργῳ ὑβρισθεὶς παρὰ τῶν ἐν τῇ ̔Ρώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστείλαντος, οὐδένα ἐκόλασεν. ἐς τα λλα δὲ καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος η ν. ὁ μὲν ου ν Εὐτυχιανὸς τῶν τε δορυφόρων η ρξε καὶ μετὰ 417

τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ α λλοι τῶν ἐπιφανῶν ἀνδρῶν η προφάσεων πλαττομένων η καὶ δίχα προφάσεως ἐφονεύοντο, ο τι τοῖς πραττομένοις παρ' αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε 3.117 καὶ ἐθηλύνετο, καὶ ε δρα καὶ ε πασχεν ἑκάτερα ἀσελγέστατα. καὶ οὐ τοὺς α λλους ε κτεινε μόνον, ἀλλὰ καὶ τῶν πάνυ φιλτάτων τινάς, οι σωφρόνως αὐτὸν παρῄνουν βιοῦν. καὶ θεὸν δέ τινα ξενικὸν εἰς τὴν ̔Ρώμην εἰσήνεγκεν ̓Ελεαγάβαλον καλούμενον, καὶ τοῦ Διὸς αὐτὸν προετίμησεν· ο θεν κἀκεῖνος ἐπωνομάσθη ̓Ελεαγάβαλος. περιετμήθη τε τὸ αἰδοῖον καὶ κρεῶν χοιρείων ἀπείχετο καὶ ἐσθῆτα βαρβαρικὴν δημοσιεύων ἠμπίσχετο, οι ᾳ αἱ τῶν Σύρων κέχρηνται ἱερεῖς· ο θεν καὶ ἐπεκλήθη ̓Ασσύριος. ε γημε δὲ πρὸς ταῖς α λλαις καὶ ἱερωμένην τῇ ̔Εστίᾳ παρθένον, ἀσεβήσας περὶ τὰ πάτρια ἀναιδέστατα. καὶ ε λεγε διὰ τοῦτο γῆμαι τὴν τῆς ̔Εστίας ἱέρειαν, ι ν' ἐξ ἐκείνου ἀρχιερέως ο ντος τοῦ ̓Ελεαγαβάλου καὶ τῆς ἱερείας παῖδες γένωνται θεοπρεπεῖς. οὐ μόνον δὲ βαρβαρικὰς ᾠδὰς α μα τῇ μητρὶ καὶ τῇ τήθῃ τῷ ξένῳ θεῷ αὐτοῦ ῃ δε, καὶ ἀπορρήτους προσῆγε θυσίας, παῖδας σφαγιάζων καὶ γοητεύμασι χρώμενος καὶ περιάπτοις μυρίοις ἑκάστοτε, ἀλλὰ καὶ γυναῖκα τῷ θεῷ αὐτοῦ ἐκείνῳ ἐμνήστευσεν ὡς καὶ παίδων δεομένῳ, καὶ τὴν γυναῖκα ἐς τὸ παλάτιον καθιδρύσατο, καὶ ε δνα αὐτῇ ἐκ τῶν ὑπηκόων ἐπράξατο. αὐτὸς δὲ ἀσελγέστατα διεβίω. ἀλλ' ε καστον τῶν ἐκείνου καταριθμεῖν καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσιν ἀηδέστατον· εἰρήσθω δ' ὀλίγα τινά. ἐς καπηλεῖα νυκτὸς εἰσῄει, κόμας περιθέτους περιάπτων τῇ κεφαλῇ, καὶ ταῖς καπηλίσι συνεξητάζετό τε καὶ συνειργάζετο. καὶ εἰς τὰ περιβόητα τῶν πορνείων ἐφοίτα καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπόρνευε. καὶ ἐν τῷ παλατίῳ οι κημά τι ἀποτάξας, γυμνός τε ἐπὶ τὰς θύρας τούτου ἑστὼς ὡς αἱ πόρναι καὶ τὸ σινδόνιον διασείων, γυναικώδει καὶ ἁβρᾷ καὶ κεκλασμένῃ φωνῇ τοὺς παριόντας προσ.118 ηταιρίζετο, χρήματά τε συνέλεγε παρ' αὐτῶν. καὶ πρὸς τοὺς συνασχημονοῦντας αὐτῷ διεφέρετο, πλείους αὐτῶν ἐραστὰς ε χειν αὐχῶν καὶ μᾶλλον αὐτῶν ἀργυρίζεσθαι. καὶ οὐχ ου τω μόνον ἠσέλγαινεν, ἡρματηλάτει τε καὶ ὠρχεῖτο, ἀλλὰ καὶ α νδρα σχεῖν η θελεν ε να ω σπερ γαμέτην δή τινα νόμιμον, καὶ Καίσαρα αὐτὸν ἐβούλετο προχειρίσασθαι, καὶ δέσποινα καὶ βασιλὶς ὠνομάζετο, καὶ ἐφόρει κεκρύφαλον καὶ ἐριούργει καὶ τοὺς ὀφθαλμοὺς ὑπεγράφετο. α παξ τε τὸ γένειον ἀποκείρας μετέπειτα ἐψιλίζετο, ι να δοκοίη γυνή. ὁ δ' ἀνὴρ αὐτῆς Καρικὸν η ν ἀνδράποδον, ἐκαλεῖτο δ' ̔Ιεροκλῆς. η θελε δὲ καὶ μοιχεύεσθαι δοκεῖν, ι να τὰς ἀσελγεστάτας μιμῆται τῶν γυναικῶν. καὶ ἐπ' αὐτοφώρῳ ἑκουσίως ἡλίσκετο, καὶ ἐλοιδορεῖτο πρὸς τοῦ ἀνδρός, ἐπλήττετό τε ὑπώπια. καί τις δ' Αὐρήλιος καλὸς μὲν καὶ πᾶν τὸ σῶμα, τὰ δ' αἰδοῖα φέρων ὑπερμεγέθη, ἐμηνύθη αὐτῷ, καὶ αὐτίκα ὑπὸ πομπῇ μεγαλοπρεπεῖ προσήχθη, ῳ προσειπόντι "χαῖρε, κύριε αὐτόκρατορ" ἐκεῖνος θρύψει γυναικώδει τὸν αὐχένα παρεγκλίνας καὶ ἐπιμύσας βραχύ τι τὰ ο μματα "μή με λέγε κύριον" ε φη, "ἐγὼ γὰρ κυρία εἰμί." ἐπεὶ δὲ συλλουσάμενος αὐτῷ ευ ρε τὴν φήμην οὐ ψευσαμένην, ε ν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη καὶ ἐν τοῖς κόλποις ὡς ἐρωμένη ἐδείπνησε. δείσας ου ν ὁ ̔Ιεροκλῆς μὴ ὑπὸ τοῦ Αὐρηλίου παρευδοκιμηθῇ, γοητείαις η καὶ φαρμάκῳ τινὶ ἐξεθήλυνεν αὐτὸν καὶ ἐνάρκωσεν, ὡς ἐπὶ πᾶσαν τὴν νύκτα μεῖναι πρὸς μίξιν ἀκίνητον· διὸ καὶ ἐκ τοῦ παλατίου ἐξηλάθη καὶ ἐκ τῆς ̔Ρώμης καὶ ἐκ τῆς ̓Ιταλίας αὐτῆς. ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ 3.119 τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι' ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προϊσχόμενος. Διὰ ταῦτα ἐμισήθη ὑπὸ πάντων ὁ Σαρδανάπαλος, μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ. ει τα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελφῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα ε θετο, καὶ ̓Αλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέλευσεν. μετ' οὐ πολὺ μέντοι πάντας ὑποπτεύων, μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, μετέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἱ 418

δορυφόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ ̓Αλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπειρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ' ῃ σθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ω ρμησε μὲν ἐκδρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περιπλακεῖσα αὐτῷ συναπώλετο. ω ν ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· ει τα τὸ τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς α λλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγκατεσφάγη δ' αὐτῷ καὶ ὁ ̔Ιεροκλῆς καὶ α λλοι πολλοί, α ρξαντι ε τη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν, ἐξ ο του τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς αὐταρχίας τετύχηκε. Τούτου κρατοῦντος Ζεφυρῖνος ὁ τῆς ̔Ρωμαίων ἐκκλησίας ἐπίσκοπος μεταλλάττει τὸν βίον, ἰθύνας ταύτην ε τεσιν ὀκτωκαίδεκα· μεθ' ο ν Κάλλιστος προέστη τῶν ἐκεῖσε πιστῶν ἐπὶ πέντε ἐνιαυτούς· καὶ τοῦτον Οὐρβανὸς διαδέχεται. Τοῦ δὲ Ψευδαντωνίνου ἀναιρεθέντος ̓Αλέξαν.120 δρος ὁ Μαμαίας ὁ ἐκείνου ἀνεψιός, ου τω γὰρ οἱ παλαιοὶ τοὺς ἐξαδέλφους ὠνόμαζον, τὴν αὐταρχίαν ἀπεκληρώσατο. ο ς αὐτίκα τὴν οἰκείαν μητέρα Μαμαίαν Αὐγούσταν ἀνεῖπεν, η τὴν τῶν πραγμάτων οἰκονομίαν μετεκεχείριστο, καὶ περὶ τὸν υἱὸν σοφοὺς α νδρας συνήγαγεν, ι να δι' ἐκείνων αὐτῷ τὰ η θη ῥυθμίζοιτο, κἀκ τῆς γερουσίας τοὺς ἀμείνονας συμβούλους προσείλετο, α παν πρακτέον κοινουμένη αὐτοῖς. Δομιτίῳ δέ γε Οὐλπιανῷ τῆς τῶν δορυφόρων ἀνατεθείσης ἀρχῆς καὶ τῆς τῶν κοινῶν διοικήσεως, πολλὰ τῶν ὑπὸ Σαρδαναπάλου πραχθέντων παρ' ἐκείνου ἐπηνωρθώθη. ο ς τὸν Φλαβιανὸν καὶ τὸν Χρῆστον ἀποκτείνας, ι ν' αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ υ στερον ὑπὸ τῶν δορυφόρων νυκτὸς ἐπιθεμένων αὐτῷ κατεσφάγη. ζῶντος δ' ε τι τοῦ Οὐλπιανοῦ στάσις ε κ τινος βραχείας λαβῆς μέσον τοῦ δήμου καὶ τῶν δορυφόρων ἐγένετο, καὶ ἐπὶ τρεῖς ἡμέρας ἀλλήλοις ἐμάχοντο. ἡττωμένων δὲ τῶν στρατιωτῶν καὶ πῦρ ταῖς οἰκίαις ὑποβαλλόντων, δείσας ὁ δῆμος περὶ τῆς πόλεως κατηλλάγη καὶ α κων αὐτοῖς. καὶ α λλαι δ' ἐπαναστάσεις γενόμεναι κατεπαύθησαν. Ηττων δ' ου σα χρημάτων ἡ ̓Αλεξάνδρου μήτηρ ἐχρηματίζετο πάντοθεν. ἠγάγετο δὲ καὶ τῷ υἱῷ γαμετήν, η ν οὐ συνεχώρησεν ἀναρρηθῆναι Αὐγούσταν, ἀλλὰ καὶ μετά τινα χρόνον τοῦ υἱοῦ αὐτὴν ἀποσπάσασα εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ' 3.121 ἐκείνου. ὁ δὲ ἀντειπεῖν τῇ μητρὶ οὐκ ἠδύνατο, καταρχούσῃ αὐτοῦ. ̓Αρταξέρξης μέντοι ὁ Πέρσης, ο ς ἐξ ἀφανῶν καὶ ἀδόξων η ν, τὴν τῶν Πάρθων βασιλείαν Πέρσαις περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ' ου λέγεται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος. μετὰ γὰρ τὴν ̓Αλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διάδοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων η ρχον καὶ τῶν α λλων ἐθνῶν, κατ' ἀλλήλων δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων δ' ου τως ἠσθενηκότων πρῶτος ̓Αρσακίδης Παρθυαῖος τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ω ν τελευταῖος γέγονεν ὁ ̓Αρτάβανος. τὸν δὲ ὁ ῥηθεὶς ̓Αρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. ει τα καὶ ἐπὶ τὴν ̓Αρμενίαν ἐλάσας ἡττήθη τῶν ̓Αρμενίων καὶ Μήδων μετὰ τῶν παίδων τοῦ ̓Αρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αυ θις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυνάμεως μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφήδρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. ει τα Καππαδοκίαν ὁ ̓Αρταξέρξης ου τος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπολιόρκει τὴν Νίσιβιν. ὁ μέντοι ̓Αλέξανδρος ου τος πρέσβεις ε πεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν. ὁ δὲ βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, α νδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ι πποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ ο πλοις κοσμήσας λαμπροῖς ε πεμψε πρὸς τὸν ̓Αλέξανδρον, ου τω καταπλήξειν αὐτόν τε καὶ τοὺς ̔Ρωμαίους οἰόμενος. οι ἀφικόμενοι καὶ εἰς ο ψιν ἐλθόντες τῷ ̓Αλεξάνδρῳ "κελεύει ὁ μέγας βασιλεὺς ̓Αρταξέρξης" 3.122 ει πον "ἀφίστασθαι ̔Ρωμαίους Συρίας καὶ τῆς ἀντικειμένης τῇ Εὐρώπῃ ̓Ασίας πάσης, καὶ παραχωρῆσαι 419

Πέρσαις α ρχειν μέχρι θαλάσσης." τούτους συλλαβὼν ὁ ̓Αλέξανδρος, καὶ περιδύσας τὰ ο πλα καὶ τὰς στολάς, ἀφελόμενός τε τοὺς ι ππους, εἰς κώμας πλείστας διέσπειρε καὶ ἠνάγκαζε γεωργεῖν· κτεῖναι γὰρ αὐτοὺς οὐκ ε κρινεν ο σιον. αὐτὸς δὲ τὰ οἰκεῖα στρατεύματα εἰς τρεῖς διελὼν μοίρας τριχῇ τοῖς Πέρσαις προσέβαλε. καὶ πολὺς μὲν τῶν Περσῶν συμβέβηκεν ο λεθρος, πλεῖστοι δὲ καὶ τῶν ̔Ρωμαίων ἐφθάρησαν, οὐ τοσοῦτον ὑπὸ τῶν πολεμίων ο σον ἐν τῷ ἐπανιέναι διὰ τῶν τῆς ̓Αρμενίας ὀρῶν. δυσχειμέρων γὰρ ο ντων τούτων οἱ τῶν ὁδοιπορούντων πόδες, ἐνίων δὲ καὶ αἱ χεῖρες ἐκ τοῦ ψύχους ἠκρωτηριάσθησαν μελανθεῖσαι καὶ νεκρωθεῖσαι. διὸ καὶ ἐν αἰτίᾳ ̔Ρωμαίοις γέγονεν ὁ ̓Αλέξανδρος. ο θεν ἐξ ἀθυμίας η καὶ ἀπὸ τῆς τῶν ἀέρων ἐναλλαγῆς σφόδρα ἐνόσησεν. ἀναρρωσθεὶς δὲ καὶ εἰς Γερμανοὺς ἐμβαλὼν δι' ἀκοντιστῶν καὶ τοξοτῶν ἐλύπει αὐτούς. στέλλει δὲ καὶ πρὸς αὐτοὺς πρέσβεις περὶ συμβάσεων ἐπὶ χρήμασι. διὸ χαλεπήναντες οἱ στρατιῶται πρὸς ἀποστασίαν ἀπεῖδον. καί τινα Μαξιμῖνον Θρᾷκα τὸ γένος, ἐκ παίδων δὲ ποιμαίνειν λαχόντα καὶ μετὰ ταῦτα στρατιώτην γενόμενον, α κοντα δῆθεν λαβόντες ὠνόμασαν αὐτοκράτορα. ὁ δὲ τοὺς ἀνειπόντας αὐτὸν παραλαβὼν ἀπῄει εὐθὺς ο που διέτριβεν ὁ ̓Αλέξανδρος. ταῦτα δ' ἐκεῖνος πυθόμενος τοὺς μετ' αὐτοῦ στρατιώτας εἰς ἀντίληψιν αὐτοῦ παρεκάλει· οἱ δὲ ἐπηγγέλλοντο. καὶ ἐπιστάντος τοῦ Μαξιμίνου συνήγαγε τὴν στρατιὰν ὁ ̓Αλέξανδρος καὶ συμβαλεῖν τοῖς τοῦ Μαξιμίνου ἐπέτρεπεν. οἱ δὲ τήν τε μητέρα αὐτοῦ ἐλοιδόρουν καὶ ἐπὶ φιλοχρηματίᾳ διέσυρον, καὶ εἰς 3.123 ἐκεῖνον ἐξύβριζον ὡς δειλόν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρουν. ὁ δὲ ε ρημον βοηθείας ὁρῶν ἑαυτόν, ἐπανῆλθεν εἰς τὴν σκηνήν, καὶ τῇ μητρὶ περιπλακεὶς ὠλοφύρετο. καὶ ὁ Μαξιμῖνος ἑκατόνταρχον στείλας καὶ αὐτὸν ἀνεῖλε καὶ τὴν μητέρα καὶ τοὺς οι συνῆσαν αὐτοῖς, καὶ τῆς βασιλείας γέγονεν ἐγκρατής. Μαμαία δὲ ἡ ̓Αλεξάνδρου μήτηρ ἀρετῆς η ν ἀντιποιουμένη καὶ βίου σεμνοῦ. η ἐν ̓Αντιοχείᾳ συνδιάγουσα τῷ υἱῷ, καὶ περὶ ̓Ωριγένους πυθομένη, μετεπέμψατο ἐξ ̓Αλεξανδρείας αὐτόν· καὶ ὑπ' αὐτοῦ τὸν λόγον κατηχηθεῖσα τῆς πίστεως, θεοσεβεστάτη γέγονεν, ὡς ὁ Εὐσέβιος ἱστορεῖ καὶ α λλοι δέ τινες τῶν συγγραφέων φασίν. ο θεν οὐ μόνον ὁ κατὰ χριστιανῶν ἠρέμησε διωγμὸς τότε, ἀλλὰ καὶ τιμῆς ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν. Τότε Οὐρβανοῦ τῆς ἐπισκοπῆς τῆς ̔Ρωμαίων πόλεως προεστῶτος καὶ ̔Ιππόλυτος η νθει, ἀνὴρ ἱερώτατος καὶ σοφώτατος, ἐπίσκοπος τοῦ κατὰ ̔Ρώμην πόρτου γενόμενος, ο ς καὶ πολλὰ συγγράμματα συνεγράψατο, διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. ̓Αντιοχείας δὲ η ν τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων ̓Ασκληπιάδης· καὶ Σαρδιανὸς ̔Ιεροσολύμων. Καὶ ὁ μὲν ̓Αλέξανδρος ε τη ̔Ρωμαίων ἡγεμονεύσας δέκα, ο ν ει ρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξιμῖνος τὴν ἀρχὴν διεδέξατο. ο ς αὐτίκα καὶ διωγμὸν 3.124 κατὰ τῶν χριστωνύμων ἐπήγειρε, καὶ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας ἀναιρεῖσθαι κεκέλευκεν ὡς διδασκάλους τοῦ κατὰ Χριστὸν μυστηρίου καὶ κήρυκας. λέγεται δὲ κατὰ μῆνιν τὴν πρὸς ̓Αλέξανδρον κινῆσαι τὸν διωγμόν, ὡς ἐκείνου τιμῶντος τοὺς σεβομένους Χριστόν. ἐμεμήνει γὰρ κατ' ἐκείνου τοῦ αὐτοκράτορος, ο τι στρατηγὸς ὑπ' ἐκείνου προχειρισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας καὶ αι σχιστα ἡττηθεὶς ὀργῆς ἐπειράθη βασιλικῆς. η ν δὲ τοῦ διωγμοῦ καὶ δεύτερον αι τιον, ο τι πολλοὶ κατὰ τὸν ̓Αλεξάνδρου οι κον η σαν τὸν Χριστὸν ἐπεγνωκότες θεόν. ο τε καὶ ̓Αμβρόσιος φιλόλογος ἀνήρ, ο ς τὸν ̓Ωριγένην πρὸς ἐξήγησιν ἠρέθισε τῆς θείας γραφῆς καὶ δαψιλῆ αὐτῷ ἐχορήγει τὰ ἀναλώματα καὶ ταχυγράφους ἑπτὰ αὐτῷ παρεστήσατο ἀμοιβαδὸν τῇ γραφῇ χρωμένους κατὰ τεταγμένους καιροὺς καὶ βιβλιογράφους οὐχ η ττους κόρας τε καλλιγραφεῖν ἠσκημένας, τῷ τοῦ μαρτυρίου λέγεται κοσμηθῆναι στεφάνῳ, α μα Πρωτοκτήτῳ πρεσβυτέρῳ. Αὐταρχήσας δ' ου τος ὁ Μαξιμῖνος εὐθὺς ἐπέστειλε τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις.

ὑβριστής τε γὰρ η ν καὶ ἐρασιχρήματος, κἀντεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύραννος α ντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ' εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φείσασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν δ' οι ον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρίδας ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας 3.125 δὲ κατὰ Γερμανῶν τὴν χώραν αὐτῶν ἐληίσατο, τῶν βαρβάρων μηδενὸς ὑποφαινομένου. ει τα περὶ τὰ ε λη καὶ τὰς συνεχεῖς ἀνεφάνησαν υ λας· κἀκεῖ δὲ τῶν ̔Ρωμαίων εἰσελασάντων πλήθη πολλὰ ἀνῃρέθησαν. καὶ ου τω νικήσας ἐπανῆλθεν ὁ Μαξιμῖνος, αἰχμαλώτων πληθὺν ἐπαγόμενος. πάντα δὲ τὰ τῶν ὑπηκόων σφετεριζόμενος καὶ χρηματιζόμενος πάντοθεν οὐδὲ τῶν ἱερῶν ἀπέσχετο. αἰτιωμένων ου ν ξυμπάντων τοὺς στρατιώτας τοὺς αὐτὸν βασιλεύσαντας, οἱ ἐν Λιβύῃ στρατευόμενοι ταῦτα μαθόντες πρὸς ἀποστασίαν ἀπεῖδον, καί τινος ἑτέρας αἰτίας ἐρεθισάσης αὐτούς. οἱ γὰρ τῶν τῆς Λιβύης πραγμάτων ἐπίτροποι τῶν ἐν αὐτῇ εὐπορούντων τὰς οὐσίας ἐξ οὐδεμιᾶς εὐλόγου ἀφῃροῦντο λαβῆς καὶ τοὺς κεκτημένους αὐτὰς προσαπώλλυον. ἐντεῦθεν ἀγανακτήσαντες οἱ ἐκεῖ ἐπανέστησαν, καί τινα τῶν ἐκ τῆς βουλῆς α νδρα πρεσβύτην κεκλημένον Γορδιανὸν καὶ α κοντα κατασχόντες, διάδημά τε τούτῳ περιτιθέασι καὶ πορφύραν ἐνδύουσι καὶ ἀναγορεύουσιν αὐτοκράτορά τε καὶ Αυ γουστον. ὁ δὲ ἐν Καρθαγένῃ παραγίνεται· καὶ αὐτὸν ἀσμένως τῷ πρὸς τὸν Μαξιμῖνον μίσει ἐδέξαντο σύμπαντες. ἐπιστέλλει ου ν τῇ βουλῇ, καὶ τοὺς ἀγγελοῦντας τὴν ἀνάρρησιν αὐτοῦ τοῖς ἐν τῇ ̔Ρώμῃ ἀπέστειλε. τῶν δὲ σταλέντων χρονισάντων κατὰ τὸν πλοῦν, καὶ οἱ ἐν τῇ ̔Ρώμῃ μὴ φέροντες τὴν τυραννίδα τοῦ Μαξιμίνου πρὸς ἀποστασίαν κεκίνηντο καὶ τὰς ἐκείνου εἰκόνας καθῄρουν καὶ τῷ τυράννῳ ἐλοιδοροῦντο. ει τα γνωσιμαχήσαντες, ὡς εἰ σώζοιτο Μαξιμῖνος, οὐκ ε σται σφίσι σωτηρίας ἐλπίς, δύο προβάλλονται στρατηγοὺς Μάξιμόν τε καὶ ̓Αλβῖνον, καὶ α μφω τῇ βουλῇ συναριθμουμένους. τινὲς δὲ Καίσαρας αὐτοὺς πρὸς τῆς βουλῆς ἱστόρησαν ἀναγορευθῆ.126 ναι, μήπω μαθούσης τὴν ἀνάρρησιν τοῦ Γορδιανοῦ. ̔Ο δέ γε Μαξιμῖνος ταῦτα μαθὼν ω ρμησεν ἐπὶ ̓Ιταλίαν, πολλὰ τῇ συγκλήτῳ ἀπειλησάμενος. γνοὺς δὲ τὸν Μάξιμον χωρήσαντα κατ' αὐτοῦ, ὁ γὰρ ̓Αλβῖνος εἰς φυλακὴν τῆς ̔Ρώμης ε μεινεν ἐν αὐτῇ, ἐπὶ ̓Ακυληίαν ἀπένευσε, Μαυρουσίους ε χων μεθ' ἑαυτοῦ, ταύτην σπεύδων προκατασχεῖν. ̓Ακυληία δὲ ἡ νῦν Βενετία λέγεται ει ναι. ἀλλ' ἀπεκρούσθη, τῶν ἐν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀποκρουσθεὶς δὲ τῆς ̓Ακυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκηνὴν ἀνεχώρησε· στασιασάντων δὲ τῶν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. η ν δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἑξήκοντα, ἀφ' ω ν ἐβασίλευσεν ε ξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν ̓Ακυληίᾳ ἐπεδείχθησαν καὶ εἰς τὴν ̔Ρώμην ἐπέμφθησαν. οἱ δ' ἐν τῇ ̔Ρώμῃ κατὰ τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολόπισαν, ι ν' ει η πᾶσι περίοπτος. Ἐ ντεῦθεν ὁ Μάξιμος εἰς τὴν ̔Ρώμην ἐπανελήλυθε, καὶ ὁ ̓Αλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο· καὶ συνῆρχον α μφω, καὶ η ρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ο τι οὐκ αὐτοί, ἀλλ' ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. ει τα καὶ αὐτοὶ οἱ βασιλεῖς πρὸς ἀλλήλους ε σχον δια.127 φοράς, καὶ τοῦτ' αι τιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. ει τα πυθόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περισῶσαι βουλεύονται, ι να μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ω ν ὁ μὲν Μάξιμος ἐτῶν η ν ἑβδομήκοντα καὶ τεσσάρων, ὁ δὲ ̓Αλβῖνος ἑξήκοντα· καὶ 421

ἐβασίλευσαν κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ ει κοσι, καθ' ἑτέρους δὲ οὐχ ο λους μῆνας τρεῖς. Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγεγράφασι τὴν ̔Ρωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ' ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπολαύσαντα, ου πω γὰρ δύο παρεληλυθέναι μῆνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ' ε τερόν τινα. μεθ' ο ν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, α ρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ο ς ἐκεῖ, ὡς η δη μοι ἐρρήθη, προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς ̔Ρώμης ἐπιβεβηκότα νοσῆσαι, τὸ μὲν ο τι ὑπέργηρως η ν, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ' ο τι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας ει κοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί. 3.128 Οἱ μὲν ου ν ου τω παρηκολουθηκέναι ταῦθ' ἱστορήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδιανοῦ, καὶ πολλοὺς αὐτῶν, ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ ου τως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν. Οἱ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν ̔Ρωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περσῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ι ππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ι ππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ ου τως ἀνακομισθῆναι εἰς ̔Ρώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, ἐπὶ ε ξ ἐνιαυτοὺς αὐταρχήσαντα. Οὐρβανὸς δὲ ὁ τῆς ̔Ρώμης ἀρχιερεὺς ε τεσιν ἀρχιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπεβίω· ο ν Ποντιανὸς διεδέξατο. τῆς δ' ̓Αντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν ̔Ρώμῃ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ε σχε διάδοχον τὸν ̓Αντέρωτα, ἐν ε ξ ε τεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε ̓Αντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς α λλην ζωὴν μετελήλυθε. μεθ' ο ν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ω στε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ' αὐτῶν ἐκλεγῆναι, παρεῖναι 3.129 καὶ τὸν Φλαβιανὸν α ρτι η κοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησομένου τῆς ἐκκλησίας, ἀλλ' ἑτέρους ει ναι περὶ ω ν η ν τοῖς συνειλεγμένοις φροντὶς τίς α ν προκριθείη αὐτῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν α παντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ω σπερ ἀπὸ συνθήματος, καί "α ξιος" ἐπιβοῆσαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν α νδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν ̓Αντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. ̓Ωριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν ἐκέκτητο φοιτητάς, ει χε δὲ καὶ τὸν μέγαν Γρηγόριον τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα ̓Αθηνόδωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ ̓Αφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο. Μετὰ δὲ τὸν νέον Γορδιανὸν ε τερος αυ θις Γορδιανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ο ς ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ ̓Αρταξέρξου τοῦ ε θνους ἡγεμονεύοντος, η ττησέ τε τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κάρας ̔Ρωμαίοις αυ θις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, ει τα πρὸς 422

Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. ου τος γὰρ ὁ Γορδιανὸς α ρξας ε παρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκλέα καλούμενον. μέχρι μὲν ου ν περιῆν ἐκεῖνος, 3.130 καλῶς ει χε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἱ τὰ πράγματα, Τιμησοκλέους δὲ τελευτήσαντος Φίλιππος προκεχείριστο ε παρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ αὐτοκράτορος. οἱ δέ φασιν ο τι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ω στε τοὺς στρατιώτας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκράτορος ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λιμοῦ, καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυτοὺς ἡγεμονεύσαντα ε ξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ. ὡς δ' ἀπηγγέλη τῇ γερουσίᾳ ἡ τοῦ Γορδιανοῦ σφαγή, ε τερον αὐτοκράτορα διήγειρεν αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διάγων. τοῦ δὲ θανόντος κρατεῖ τῆς ̔Ρωμαίων ἡγεμονίας Σευῆρος ̔Οστιλιανός. ἀλλὰ καὶ ου τος ου πω σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νοσήσας γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν. ̓Επανελθὼν ου ν ὁ Φίλιππος ἐγκρατὴς ἐγένετο τῆς τῶν ̔Ρωμαίων ἀρχῆς. ἐν δὲ τῷ ἐπανιέναι τὸν υἱὸν Φίλιππον κοινωνὸν τῆς βασιλείας προσείλετο. σπονδὰς δὲ πρὸς Σαπώρην θέμενος τὸν τῶν Περσῶν βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ ̓Αρμενίας. γνοὺς δὲ ̔Ρωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν τούτων παραχώρησιν, μετ' ὀλίγον ἠθέτησε τὰς συν.131 θήκας καὶ τῶν χωρῶν ἐπελάβετο. η ν δὲ ὁ Σαπώρης, ὡς ἱστόρηται, ὑπερμεγέθης τὸν ο γκον τοῦ σώματος, καὶ οι ος ου πω τότε ω φθη ἀνήρ. ̓Επαναζεύξας δὲ ὁ Φίλιππος εὐμενὴς η ν τοῖς χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ω στε καὶ εὐχῶν ἐπ' ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι ο σα οἱ ἡμάρτητο. οὐ γὰρ α λλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομολογήσεται καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν καταλέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι τινὲς τοῦτον ει ναι τὸν πατέρα τῆς μάρτυρος Εὐγενίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. ε παρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ' Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται. Ου τος δ' ὁ αὐτοκράτωρ Φίλιππος πρὸς Σκύθας ἀράμενος πόλεμον εἰς ̔Ρώμην ἐπανῆλθεν. ἐν δὲ Μυσοῖς Μαρῖνός τις ταξιάρχης ω ν παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθορύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως. τῶν α λλων δὲ σιωπώντων ὁ Δέκιος μὴ δεῖν φροντίζειν ει πεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ' αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οι α ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ο μετ' ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας ου ν ὁ Φίλιππος διὰ τοῦτο τὸν Δέκιον, ἀπελθεῖν προετρέπετο εἰς Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ' ἑαυτῷ μήτε τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ 3.132 Φίλιππος καὶ ε τι ἐνέκειτο. κἀκεῖνος καὶ α κων ἀπῄει· καὶ ἀπελθόντα εὐθὺς αὐτὸν οἱ στρατιῶται βασιλέα εὐφήμησαν. τοῦ δὲ ἀπαναινομένου, τὰ ξίφη σπασάμενοι δέξασθαι αὐτὸν ἠνάγκασαν τὴν ἀρχήν. γράφει ου ν ἐκεῖθεν τῷ Φιλίππῳ μὴ ταραχθῆναι· εἰ γὰρ ἐπισταίη τῇ ̔Ρώμῃ, ἀποθήσεται τὰ τῆς βασιλείας παράσημα. ἀλλ' ἀπιστήσας τούτῳ ὁ Φίλιππος ἐξεστράτευσε κατ' αὐτοῦ· καὶ συμβαλὼν τοῖς τοῦ Δεκίου ε πεσεν ἐν πρώτοις ἀγωνιζόμενος· σὺν αὐτῷ δὲ καὶ ὁ υἱὸς αὐτοῦ ἀνῄρητο Φίλιππος. ω ν θανόντων τῷ Δεκίῳ ξύμπαντες προσεχώρησαν. ἐβασίλευσε δὲ κατὰ μέν τινας πέντε ἐνιαυτούς, καθ' ἑτέρους δὲ ε ξ ἐπὶ τοσούτοις μησίν. ω ρμητο δ' ἐκ Βόστρων, ο που καὶ πόλιν 423

βασιλεύσας ἐπώνυμον ἑαυτῷ ἐδομήσατο, Φιλιππούπολιν ὀνομάσας αὐτήν. Ο γε μὴν Δέκιος πάντων, ὡς ει ρηται, τῶν στρατευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν ̔Ρώμην ἐπανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ο γκον καὶ τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ε νιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ' οι καὶ δι' ε χθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι τὸν Δέκιον, οι α παρ' ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ο τε καὶ Φλαβιανὸς ὁ τῆς ἐν ̔Ρώμῃ προϊστάμενος ἐκκλησίας ε τυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν ̓Αντιοχείᾳ πιστῶν 3.133 τὴν ἐκκλησίαν διέπων, καὶ ̓Αλέξανδρος ὁ τῶν ̔Ιεροσολύμων ἐπίσκοπος, ο ς οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς η δη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ω ν τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως. τῶν ου ν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν ̔Ρώμῃ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν ̓Αντιοχείᾳ δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν ̓Αλεξανδρείᾳ Διονύσιος, ἐν δ' ̔Ιεροσολύμοις ἀντὶ ̓Αλεξάνδρου Μαζαβάνης· καὶ α λλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατηξιώθησαν. Τότε καὶ ̓Ωριγένης παρήχθη μὲν εἰς βῆμα τυραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ε τυχε δὲ τέλους μαρτυρικοῦ, οι μαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος α ξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. ου τος, ὡς ε μπροσθεν ει ρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ' ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας ει ς τε τὴν ἁγίαν τριάδα καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· καὶ τὸ πνεῦμα τὸ α γιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς ου τε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς ου τε μὴν τὸν υἱὸν τὸ πνεῦμα, 3.134 ω σπερ οὐδὲ οἱ α γγελοι τὸ πνεῦμα ου τε τοὺς ἀγγέλους οἱ α νθρωποι. αυ ται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ ̓Ωριγένους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶσθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ο ν ἀνέπλαττεν ἐκεῖνος ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν τούτῳ ἐπ' ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προσειληφέναι δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος ε ξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαιμόνων εἰσηγεῖτο ε σεσθαι μέλλειν ἀποκατάστασιν, καὶ τὴν κόλασιν χρονικήν, ἀλλ' οὐκ αἰωνίζουσαν· πρὸς κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας. τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεόμενα, ι ν' ὁ ταύτης υ θλος σαφηνισθείη, παρείθησαν, ω σπερ καὶ α λλαι τῶν ἐκείνου βλασφημιῶν. Τὰ μὲν ου ν κατὰ τὸν ̓Ωριγένην, ο ν ἐκάλουν καὶ ̓Αδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ ̔Ρώμην ἐκκλησίας πρεσβύτερος αἱρεσιάρχης ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν, ει τ' ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ' ου καὶ σύνοδος ἐν ̔Ρώμῃ συνέστη, Κορνηλίου ταύτης 424

προϊσταμένου. ἐν ῃ προσδέχε.135 σθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτωκότας δεῖν ε δοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἱ θεῖοι πατέρες ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον. Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπιστολῆς Διονυσίου τοῦ τῆς ̓Αλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης. φησὶ γὰρ ταῦτ' ἐπιστεῖλαι πρὸς ῥῆμα τὸν Διονύσιον "Σαραπίων τις η ν παρ' ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. ου τος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν α φωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί «σπεῦσον» ει πε, «κάλεσόν μοι τῶν πρεσβυτέρων τινά»· καὶ πάλιν η ν α φωνος. ε δραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ' ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ι ν' εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων «η κες» ε φη «τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ με.» ἀπέβρεξεν ὁ παῖς, καὶ α μα τε ἐνέχεε τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. α ρ' οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ε ως λυθῇ καὶ τῆς 3.136 ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οι ς ε πραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;" ταῦτα ἡ τοῦ Διονυσίου διέξεισιν ἐπιστολή. Δέκιος δὲ ου τω διατεθεὶς εἰς τοὺς τὸν Χριστὸν σεβομένους, οὐδὲ δύο ο λους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν ̔Ρωμαίων ἀνύσας ἀρχῇ αι σχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ε να τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ο ντος, ἐκεῖ παρατάξασθαι. ου τω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν ̔Ρωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύϊ τοῦ τέλματος. Κρατεῖ ου ν ὁ Γάλλος, ο ν τινὲς μὲν τῶν συγγραφέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυμον, α λλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ ει ναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν τῆς τῶν ̔Ρωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ ̔Ρωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ ̔Ρωμαίων ληίζεσθαι. καὶ σπεισάμενος ου τως ἐπανῆλθεν εἰς ̔Ρώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ ου τος γέγονε τοῖς 3.137 χριστιανοῖς, καὶ οὐχ η ττον Δεκίου, διωγμὸν κατ' αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. η ρξατο δ' αυ θις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατεσχέθη παρ' αὐτῶν ἡ ̓Αρμενία, τοῦ ταύτης βασιλέως Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προσρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν ̓Ιταλίαν εἰσέβαλον, πλῆθος ο ντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ ̔Ελλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λίμνην ὑπερβᾶσαν ἐπὶ τὸν Ευ ξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ α λλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς ̔Ρωμαϊκῆς ἐπικρατείας ὡρμήκεσαν. ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχεδὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἑσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ 425

πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οι γε μὴν Σκύθαι τεταγμένα παρὰ ̔Ρωμαίων κατὰ συνθήκας λαμβάνοντες ἐπετείως, η κασι ταῦτα ληψόμενοι, καὶ η ττονα λέγοντες ει ναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, α ρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις διδόμενα ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἱ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, α τερ ὀλίγων ἀπέκτειναν α παντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδραμόντες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ' αὐτὸν στρατιώτας· καὶ ̔Ρωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ο ς αὐτίκα τὰς δυνάμεις ἀγείρας ε σπευδε τὴν ̓Ιταλίαν 3.138 καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν η λθον ταῦτα τῷ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο. καὶ συρραγέντων ἀλλήλοις τῶν στρατευμάτων η ττηντο οἱ τοῦ Γάλλου, ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασιλεύσαντας ε τη δύο καὶ μῆνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφισάμενοι. ̓Αναρρηθεὶς δὲ ου τως αὐτοκράτωρ ὁ Αἰμιλιανὸς ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκστρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ καταλιπών. ἀλλ' οὐδὲν τούτων ε φθη πεποιηκώς, Οὐαλεριανοῦ ἐπαναστάντος αὐτῷ· ο ς τῶν ὑπὲρ τὰς Αλπεις α ρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις συναγαγὼν πρὸς τὴν ̔Ρώμην ἠπείγετο. οἱ γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρατιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι ̔Ρωμαίους ὑπ' ἀλλήλων ο σιον κρίναντες καὶ πολέμους συγκροτεῖσθαι ὁμογενῶν, καὶ α λλως δὲ τὸν μὲν Αἰμιλιανὸν ἀνάξιον λογιζόμενοι βασιλείας ὡς α δοξόν τε καὶ χαμερπῆ, τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οι α δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν ου πω τέσσαρας μῆνας ἡγεμονεύσαντα, α γοντα δὲ τῆς ἡλικίας 3.139 ἐνιαυτὸν τεσσαρακοστόν· καὶ προσίασιν Οὐαλεριανῷ καὶ ἀμάχως αὐτῷ τὴν ̔Ρωμαίων ἀρχὴν ἐγχειρίζουσι. Φλαβιανοῦ δὲ ἐπὶ Δεκίου, ὡς ει ρηται, μαρτυρήσαντος, Κορνήλιος τὴν τῆς ̔Ρώμης ποιμαντικὴν διεδέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον, ο ς οὐδ' ο γδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς ̔Ρώμης ἐπισκοπῇ τελευτᾷ. καὶ Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· ου περ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς. ου καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρτυρα ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξύστος εἰς τὸν ἀρχιερατικὸν τῆς ̔Ρώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αι ρεσις ἐν Πτολεμαΐδι τῆς Πενταπόλεως. ̓Αλλὰ τὰ μὲν κατὰ τοὺς τῆς ̔Ρώμης ἀρχιερεῖς ε σχον ου τως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς ̔Ρωμαίων ἡγεμονίας δραξάμενος, καὶ ου τος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες. ἐθνῶν ου ν καὶ ἐπὶ τούτου γενομένης ἐπαναστάσεως, κακῶς ει χον ̔Ρωμαίοις τὰ πράγματα. οι τε γὰρ Σκύθαι τὸν Ιστρον διαβάντες καὶ αυ θις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν 3.140 καὶ ει λον. εἰς δέος δὲ τοσοῦτον α παντας περιέστησαν ὡς ̓Αθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖχος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλα χρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν ̓Ισθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν. ἀλλὰ μὴν καὶ Πέρσαι, Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδραμον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν 426

Εδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ω κνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν ̓Εδέσῃ στρατιῶται ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβάροις πολλοὺς ἀναιροῦσι καὶ πλεῖστα σκῦλα λαμβάνουσιν, ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ πολυπλασίους ο ντες τοὺς ̔Ρωμαίους ἐκύκλωσαν, καὶ οἱ πλείους μὲν ε πεσον, ε νιοι δὲ καὶ διέφυγον, Οὐαλεριανὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων η δη κρατεῖν ῳ ετο· καὶ ὠμὸς ω ν πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν. Οἱ μὲν ου ν ου τως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ' οι ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ο τι ἐν ̓Εδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ι να μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ο σον τὸ ἐπ' αὐτῷ, καὶ τὰ ̔Ρωμαίων στρατεύματα. οὐ μὴν οἱ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδοσίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. ει τε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς ει θ' 3.141 ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως η γετο παρὰ τοῦ Σαπώρου. Οἱ Πέρσαι δὲ κατὰ πᾶσαν α δειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ ̓Ορόντῃ αἱροῦσιν ̓Αντιόχειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ω στ' ἀποζῆν, ου τε μὴν υ δατος μετέχειν εἰς κόρον ει ων αὐτούς, ἀλλ' α παξ τῆς ἡμέρας οἱ τούτων φρουροὶ η λαυνον αὐτοὺς ἐφ' υ δωρ ω σπερ βοσκήματα. τὴν Καισάρειαν δὲ πολυάνθρωπον ου σαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον ει λον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν η τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ο θεν νυκτὸς εἰσῆλθον οἱ Πέρσαι καὶ πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ι ππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέσον τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε τῆς πόλεως καὶ διαφυγεῖν ι σχυσεν. Ου τω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχθέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην ̔Ρωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἱ μέντοι ̔Ρωμαῖοι φυγόντες, ὡς ει ρηται, στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ο ς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως ἐπιόντας ταῖς χώραις τῷ μή τινα οι εσθαι αὐτοῖς 3.142 ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς ει λε Σαπώρου σὺν πλούτῳ πολλῷ. οι ς ἐκεῖνος περιαλγήσας οι καδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐαλεριανὸν ἐπαγόμενος· ο ς καὶ ἐν Περσίδι κατέστρεψε τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαιζόμενος. Οὐ μόνος δ' ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος ̓Ωδέναθος συμμαχῶν ̔Ρωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ο ν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν. ̓Εν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρατεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ' α νδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ ̔Ρωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, η ν διελθεῖν τοῖς ὑποζυγίοις α πορον η ν, αἰχμαλώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ι ν' ου τως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν 427

ὑποζύγια· καὶ ου τω διελθεῖν ἱστορεῖται τὴν φάραγγα. Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν ̔Ρωμαίων ἐκκλησίας καθηγεῖτο Ξύστος, τῆς δὲ τῶν ̓Αντιοχέων Δημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν ̔Ιεροσολύμων ̔Υμέναιος Μαζαβάνου θανόντος, τῆς δ' ἐν ̓Αλεξανδρείᾳ προίστατο Διονύσιος. 3.143 Μετὰ δὲ τὸν Οὐαλεριανὸν Γαλιῆνος ὁ ἐκείνου υἱὸς τῆς τῶν ̔Ρωμαίων ἡγεμονίας γέγονεν ἐγκρατής, ο ν ὁ πατὴρ κατὰ Περσῶν στρατευόμενος εἰς τὰ ἑσπέρια ει ασε τοῖς ἐν τῇ ̓Ιταλίᾳ ἐφεδρεύουσι καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ο ς ̓Αλαμαννοῖς περὶ τριάκοντα μυριάδας ου σι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· ει τα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπεξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις. Αὐρίολος δὲ ἐκ χώρας ω ν Γετικῆς τῆς υ στερον Δακίας ἐπικληθείσης καὶ γένους ἐκφὺς ἀσήμου, ποιμὴν γὰρ ἐτύγχανε πρότερον, τῆς τύχης δὲ αὐτὸν εἰς μέγα βουληθείσης ἐπᾶραι, ἐστρατεύσατο, καὶ περιδέξιος γεγονώς, τῶν βασιλικῶν ι ππων φροντιστὴς προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρισμένος ε δοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ ̓Ιγγενοῦον αὐτοκράτορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξαμένου περὶ τὸ Σίρμιον μετὰ τῶν α λλων καὶ Μαυρουσίους ἐπαγομένου, οι ἀπὸ Μήδων κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ ̓Ιγγενούου φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν ̓Ιγγενοῦον φεύγειν ἀπεγνωκότα καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ. Αυ θις ου ν Ποστοῦμος τῷ Γαλιήνῳ ἐπανίσταται. παῖδα γὰρ ε χων ὁ αὐτοκράτωρ ου τος ὁμώνυμον, δεξιόν τε καὶ εὐπρόσωπον, ο ν καὶ τῆς βασιλείας 3.144 ει χε διάδοχον, ἐν ̓Αγριππίνῃ τῇ πόλει κατέλιπε, τοῖς Γάλλοις ὑπὸ Σκυθῶν πορθουμένοις ἐπικουρήσοντα. ῳ καί τινα ̓Αλβανὸν κεκλημένον ἐπέστησε διὰ τὴν νεότητα τοῦ υἱοῦ. Ποστοῦμος δὲ εἰς φυλακὴν τοῦ ̔Ρήνου ποταμοῦ ἐαθείς, ω στε κωλύειν τοῖς πέραν οἰκοῦσιν βαρβάροις τὴν εἰς τὴν ̔Ρωμαΐδα χώραν διάβασιν, λαθοῦσί τισι καὶ διαβᾶσι τὸν ποταμὸν καὶ λείαν ἐπαγομένοις πολλὴν ἐν τῷ ἐπανιέναι ἐπέθετο, καὶ πολλοὺς μὲν ἀνεῖλε, τὴν δὲ λείαν ἀφείλετο ξύμπασαν, καὶ αὐτίκα ταύτην τοῖς στρατιώταις διένειμεν. ο μαθὼν ὁ ̓Αλβανός, πέμψας ἀποκομισθῆναι αὐτῷ καὶ τῷ νέῳ Γαλιήνῳ τὴν λείαν ἀπῄτει. καὶ ὁ Ποστοῦμος συγκαλέσας τοὺς στρατιώτας εἰσέπραττεν ἐξ αὐτῶν τὰ τῆς λείας, εἰς ἀποστασίαν αὐτοὺς παρακινῆσαι μηχανώμενος· ο καὶ γέγονε· καὶ μετ' αὐτῶν τῇ πόλει τῇ ̓Αγριππίνῃ προσέβαλε, καὶ οἱ τῆς πόλεως τόν τε παῖδα τοῦ βασιλέως καὶ τὸν ̓Αλβανὸν αὐτῷ ἐκδεδώκασιν, ου ς καὶ α μφω ἀπέκτεινε. Ταῦτα γνοὺς ὁ Γαλιῆνος πρὸς τὸν Ποστοῦμον ἀπῄει, καὶ συμμίξας αὐτῷ πρότερον μὲν ἡττήθη, ει τα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Ποστοῦμον φεύγειν. στέλλεται ου ν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ' ἐπανελθὼν ει πε μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Ποστοῦμος δ' ου τω διαφυγὼν αυ θις συνίστα στρατόν. καὶ πάλιν ὁ Γαλιῆνος η λαυνεν ἐπ' αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασιλεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολιορκίαν διέλυσε. Καὶ α λλος δὲ τῷ Γαλιήνῳ κεκίνητο πόλεμος 3.145 παρὰ Μακρίνου, ο ς δύο ε χων υἱοὺς Μακριανὸν καὶ Κύιντον τυραννίδι ἐπικεχείρηκε. καὶ αὐτὸς μέν, ο τι θάτερον πεπήρωτο τῶν σκελῶν, οὐκ ἐνέδυ τὴν στολὴν τὴν βασίλειον, τοῖς δ' υἱοῖς αὐτὴν περιέβαλε. καὶ οἱ ἐν τῇ ̓Ασίᾳ ἀσμένως αὐτὸν προσεδέξαντο· ὁ δὲ ὀλίγα πρὸς Πέρσας ἐνδιατρίψας ἐπὶ Γαλιῆνον παρεσκευάζετο, καὶ τοῖς Πέρσαις Βαλλίσταν ἀντικατέστησεν, ο ν αὐτὸς προεχειρίσατο ι ππαρχον, καὶ σὺν τούτῳ καὶ τὸν υἱὸν αὐτοῦ καταλέλοιπε Κύιντον. πέμπει ου ν ὁ βασιλεὺς κατὰ Μακρίνου καὶ Μακριανοῦ τοῦ υἱοῦ αὐτοῦ τὸν Αὐρίολον μετὰ καὶ στρατηγῶν ἑτέρων. καὶ προσμίξαντες αὐτοῖς 428

ἐκύκλωσαν σφᾶς καί τινας ἀνεῖλον· ἐφείδοντο γὰρ αὐτῶν ὡς ὁμογενῶν, καὶ η λπιζον προσρυῆναι αὐτοὺς τῷ βασιλεῖ. ἐκεῖνοι δ' οὐκ ἐνεδίδουν. ἐκ δέ τινος τυχαίου συμβάματος α παντες τῷ βασιλεῖ προσερύησαν. βαδίζοντες γὰρ οἱ περὶ τοὺς τυραννοῦντας ὀρθίας τὰς σημαίας ἀνεῖχον, ει ς δὲ τῶν σημαίας φερόντων ἐν τῷ βαδίζειν συμποδισθεὶς πέπτωκε, καὶ ἡ σημαία ἐκείνου πεσόντος κατήνεκτο. ἰδόντες ου ν οἱ λοιποὶ ο σοι τὰς σημαίας ε φερον τὴν κλιθεῖσαν σημαίαν, καὶ ἀγνοήσαντες ο πως ἐκείνη ἐκέκλιτο, ὑπέλαβον ἑκόντα τὸν ταύτην κατέχοντα ἐπικλῖναι αὐτὴν τῷ βασιλεῖ μεταθέμενον. καὶ αὐτίκα κἀκεῖνοι πάσας κεκλίκασι καὶ προσούδισαν καὶ τὸν Γαλιῆνον εὐφήμησαν, μόνον τῶν Παιόνων περιλειφθέντων τοῖς περὶ τὸν Μακρῖνον. ει τα κἀκείνων μεταθέσθαι βουλομένων, ὁ Μακρῖνος σὺν τῷ υἱῷ αὐτοῦ μὴ ἐκδοῦναι αὐτοὺς αὐτῶν ἐδεήθησαν, ἀλλ' 3.146 ἀνελεῖν πρότερον σφᾶς καὶ ου τω προσχωρῆσαι τῷ βασιλεῖ· ο πεποιηκότες οἱ Παίονες παρέδωκαν ἑαυτούς. Κύιντός γε μὴν ὁ νεώτερος τοῦ Μακρίνου υἱὸς ἐν τῇ ἑῴᾳ η ν σὺν Βαλλίστᾳ, πᾶσαν αὐτὴν σχεδὸν πεποιημένος ὑφ' ἑαυτόν. ἐφ' ου ς ὁ Γαλιῆνος ̓Ωδέναθον ε πεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. τῆς η ττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμβάσης ἀγγελθείσης τῷ Κυΐντῳ καὶ τῷ Βαλλίστᾳ, πολλαὶ τῶν ὑπ' αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ' ἐν ̓Εμέσῃ διῆγον. ε νθα γενόμενος ὁ ̓Ωδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. ̓Ωδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν. Ου τος ὁ ̓Ωδέναθος μέγας γενόμενος καὶ ̔Ρωμαίοις πιστὸς καὶ ἐν πολλοῖς πολέμοις διαφόρων ἐθνῶν καὶ κατ' αὐτῶν τῶν Περσῶν ἀριστεύσας, τελευταῖον ὑπὸ τοῦ ἰδίου ἀδελφόπαιδος ἀνῃρέθη. ἐν γὰρ θήρᾳ τῷ θείῳ συνὼν ἐκεῖνος, ἐπεὶ θηρίον ἐξέθορε, προεπεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ ̓Ωδέναθος ἠγανάκτησε καὶ ἠπείλησε τῷ ἀνεψιῷ. ὁ δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ ̓Ωδέναθος ἀφείλετο τὸν ι ππον αὐτοῦ· τοῦτο δὲ εἰς μεγάλην υ βριν τοῖς βαρβάροις λογίζεται. ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. ει τα ὁ πρεσβύτερος τῶν ̓Ωδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πατέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ 3.147 ̓Ωδενάθῳ ἐπελθὼν μετὰ ξίφους κἀκεῖνον ἀνεῖλε καὶ τὸν ἐκείνου υἱόν, δι' ου περ ἐλέλυτο. ἀνῃρέθη δὲ κἀκεῖνος, τινῶν ἐπιθεμένων αὐτῷ. Αυ θις δὲ ἑτέρα κατὰ τοῦ Γαλιήνου ἐπανάστασις γέγονεν, η ν Αὐρίολος συνεστήσατο, πάσης α ρχων τῆς ι ππου καὶ μέγα δυνάμενος. ο ς τὴν πόλιν τὰ Μεδιόλανα κατασχὼν ἑτοιμάζετο συμμίξαι τῷ βασιλεῖ. ἐλθὼν δὲ κἀκεῖνος μετὰ δυνάμεως, καὶ τῷ τυραννοῦντι ἀντιταξάμενος, πολλοὺς τῶν αὐτῷ συνόντων διέφθειρεν. ο τε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιουμένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. ο περ οἱ πολέμιοι θεασάμενοι ἐπῆλθον τῇ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. ει ς δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβαλὼν συνέρραπτεν αὐτό. ὡς ου ν ει δε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περιθύμως ω ρμησε κατ' αὐτῶν. καὶ πλήξας ε να καὶ δεύτερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς τὴν ἐκείνου ὁρμήν. καὶ ου τω πλειόνων συνδραμόντων στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή. Ετι δὲ πολιορκοῦντος τοῦ βασιλέως τὰ Μεδιόλανα Αὐρηλιανὸς σὺν ἱππεῦσι προσῆλθεν αὐτῷ· μεθ' ου ἀνελεῖν αὐτὸν οἱ μεγιστᾶνες προεβουλεύ.148 σαντο, ὑπερετίθεντο δὲ τὸ σκέμμα ε ως ἁλῷεν τὰ Μεδιόλανα. μαθόντες δ' ἐγνῶσθαι τὸ σφῶν διαβούλιον, ἐπετάχυναν τὴν ἐπιβουλήν. καὶ στέλλουσί τινας, πολεμίους ἐπιέναι τῷ Γαλιήνῳ ἀγγέλλοντας· ὁ δὲ αὐτίκα ἐξώρμησε κατ' αὐτῶν, ω ρας η δη 429

ἐφεστώσης ἀρίστου, καὶ ὀλίγων συνεφεπομένων αὐτῷ. ἀπιόντι δὲ συναντῶσιν ἱππεῖς· ω ν οὐ πόρρω που ἀφεστώτων αὐτοῦ, καὶ μήτε τῶν ι ππων ἀποβάντων μήτε τι ε τερον ποιούντων α πρὸς βασιλεῖς νενόμιστο γίνεσθαι, η ρετο τοὺς παρόντας ἐκεῖνος "τί ου τοι βούλονται;" οἱ δέ "παῦσαί σε τῆς ἀρχῆς" ἀπεκρίθησαν. καὶ ο ς αὐτίκα τῷ ι ππῳ τὸν χαλινὸν ἐνδοὺς εἰς φυγὴν ἐτράπη. καὶ κα ν διέφυγε τοὺς ἐπιβουλεύοντας τῇ ταχυτῆτι τοῦ ι ππου, εἰ μὴ υ δατος ἐνέτυχεν ὀχετῷ· παρελθεῖν γὰρ τοῦτον ὁ ι ππος ἀποδεδειλιακὼς ε στη, καὶ ου τω κατέλαβον οἱ διώκοντες. καί τις κατ' αὐτοῦ τὸ δόρυ ἠκόντισεν. ὁ δὲ πληγεὶς τοῦ ι ππου κατήνεκτο, καὶ ἐπὶ μικρὸν διαρκέσας ἐκ τῆς τοῦ αι ματος ἐτελεύτησε ῥύσεως, βασιλεύσας ἐνιαυτοὺς πεντεκαίδεκα σὺν τοῖς τοῦ πατρός. η ν δὲ τὴν γνώμην φιλότιμος καὶ πᾶσι θέλων χαρίζεσθαι, καὶ οὐδεὶς αἰτούμενος αὐτὸν διημάρτανεν. ου τε μὴν τοὺς ἐναντιωθέντας αὐτῷ η προστεθέντας τοῖς τυραννήσασιν ἐτιμωρήσατο. Οἱ μὲν ου ν ου τως ἱστόρησαν ἀναιρεθῆναι τὸν Γαλιῆνον, οἱ δὲ παρὰ ̔Ηρακλειανοῦ τοῦ ἐπάρχου σφαγῆναι τοῦτόν φασι. τοῦ γὰρ Αὐριόλου ἐν Κελτοῖς στρατηγοῦντος καὶ ἐπαναστάντος αὐτῷ η κοντός τε ἐπὶ ̓Ιταλίαν σὺν ταῖς δυνάμεσι, καὶ ὁ Γαλιῆνος κατ' ἐκείνου ἐξώρμησε. νυκτὸς δὲ πρόσεισιν αὐτῷ ἐν τῇ σκηνῇ καθεύδοντι ὁ ̔Ηρακλειανός, κεκοινωνηκὼς τῆς ἐπιβουλῆς καὶ Κλαυδίῳ ἀνδρὶ στρατηγικω.149 τάτῳ, ἀπαγγέλλων ὡς Αὐρίολος η δη ε πεισι μετὰ βαρείας δυνάμεως. ὁ δὲ πρὸς τὸ τῆς ἀγγελίας αἰφνίδιον τεθορυβημένος, τῆς κλίνης ἀναθορὼν καὶ ἡμίγυμνος ῃ τει τὰ ο πλα. καὶ ὁ ̔Ηρακλειανὸς πλήττει τοῦτον καιρίαν καὶ ἀποκτίννυσιν. ̓Εν τοῖς τούτου χρόνοις Ξύστος ὁ τῆς ̔Ρωμαίων ἐκκλησίας προστὰς ἐπ' ε τη ε νδεκα τελευτᾷ, καὶ Διονύσιος αὐτὸν διαδέχεται. ἀλλὰ καὶ τοῦ ἐν ̓Αντιοχείᾳ τὴν τοῦ Χριστοῦ ποιμαίνοντος ποίμνην Δημητριανοῦ τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς παραλαμβάνει τὴν ἐκκλησίαν, ο ς ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενομένου καὶ οὐ θεοῦ. καθ' ου σύνοδον οἱ τῶν λοιπῶν ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ῃ παρῆν καὶ Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος ̓Αθηνόδωρος, η λεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ' ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ ε ντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθοδόξων, διάταγμα ε θετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκκλησίαν οι ς α ν οἱ κατὰ τὴν ̔Ρώμην καὶ τὴν ̓Ιταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη Δόμνος. Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ο πλα καταθέμενος αὐτῷ ὑπετάγη· ο ς αυ θις τυραννῆσαι ἐπιχειρῶν ὑπὸ τῶν στρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. 3.150 νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· ο θεν καὶ οἱ ε τι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν ου ν γυνή τις, η ς χωρίον αὐτὸς πρὸ τῆς βασιλείας εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα "Κλαύδιος ὁ ι ππαρχος ἠδίκησέ με." ὁ δέ "ο περ ὁ Κλαύδιος ἰδιώτης ω ν ἀφείλετο" ει πεν "ἡνίκα μή τι αὐτῷ τῶν νόμων ε μελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν." ̓Εν ̔Ρώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ε τι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς ̓Ασίαν τε καὶ Εὐρώπην καὶ ληιζομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ε φη ὡς "ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι." Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· η πάλαι μὲν ̓Ημαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ' ἐκείνης μὲν τῆς πόλεως 430

ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς ̓Αθήναις ει λον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. ει ς δέ τις τῶν συνετῶν παρ' αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἱ Ελληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ε ρ.151 γων καὶ ου τως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ ̓Αθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συναγαγών, μετὰ πλοίων ἐκ θαλάσσης ἐπῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμαχίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνίκησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν α ξιον τῆς βασιλείας ει πε τυγχάνειν. εἰσὶ δ' οι λέγουσιν ο τι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν. ε νιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν ̔Ρώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντιλιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ω ν ὁ Κυντιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχείρισιν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυτὸν ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αι ματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ω σπερ τὴν βασιλείαν. ἀλλ' οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις συμφωνοῦσιν οἱ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ' ε να α ρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἱ δὲ ἐπὶ δύο, ω ν ἐστι καὶ Εὐσέβιος. Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς η ν 3.152 Κώνστας ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ. Αὐρηλιανὸς δὲ τῆς ἡγεμονίας ἐπιβεβηκὼς ̔Ρωμαίων η ρετο τοὺς ἐν τέλει ο πως βασιλεύειν χρεών. ω ν ει ς ει πεν αὐτῷ ὡς "ἐὰν βούλῃ βασιλεῦσαι καλῶς, χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον." ο ς πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, μετ' οὐ πολὺ τοῦ σιδήρου πειραθείς. Ου τος ὁ αὐτοκράτωρ πρότερον μὲν τοῖς τὸν Χριστὸν σεβομένοις ἐπιεικῶς προσεφέρετο, προϊόντος δέ οἱ τοῦ χρόνου τῆς αὐταρχίας ἠλλοίωτο, καὶ διωγμὸν ἐγεῖραι κατὰ τῶν πιστῶν καὶ αὐτὸς ἐβουλεύσατο, καὶ η δη καὶ διατάγματα συνεγράφετο. ἀλλ' ἐπέσχεν ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων ̓Ιησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν. ̓Αλλὰ μήπω περὶ τοῦ τέλους αὐτοῦ, τὰ δ' ἐν τῇ αὐταρχίᾳ αὐτῷ πραχθέντα διηγητέον. στρατηγικώτατος γὰρ ω ν πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασίλισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ' αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. η ν ε νιοι μὲν εἰς ̔Ρώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συναφθῆναι τῶν ἐπιφανεστέρων ἑνί, οἱ δὲ καθ' ὁδὸν 3.153 θανεῖν αὐτὴν λέγουσι, περιαλγήσασαν διὰ τὴν τῆς τύχης μεταβολήν· μίαν δὲ τῶν θυγατέρων αὐτῆς λαβεῖν εἰς γυναῖκα τὸν Αὐρηλιανόν, τὰς δὲ λοιπὰς ἐπισήμοις τῶν ̔Ρωμαίων συζεῦξαι. Ου τος καὶ τὰς Γαλλίας ἐπὶ πλείστοις ε τεσι παρά τινων τυραννούντων κατεχομένας τῇ ̔Ρωμαίων ἡγεμονίᾳ αυ θις ἐπανεσώσατο, καὶ α ρχοντας ταύταις ἐγκαταστήσας αὐτὸς ἐπὶ ̔Ρώμην ἐπανελήλυθε, καὶ ἐθριάμβευσεν ἐπὶ ὀχήματος ἐλεφάντων τεσσάρων. ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν ε θετο, ἀνῃρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν ̔Ηράκλειαν. Ερως γάρ τις καλούμενος καὶ τῶν ε ξωθεν φερομένων ἀποκρίσεων ω ν μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν, ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνόματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· η ν 431

ἐκείνοις ὑποδείξας παρέθηξε τοὺς α νδρας πρὸς φόνον τοῦ αὐτοκράτορος. δείσαντες γὰρ ἐκεῖνοι περὶ τῇ σφετέρᾳ ζωῇ ἐπιτίθενται τῷ Αὐρηλιανῷ καὶ ἀναιροῦσιν αὐτόν, ε ξ ἐνιαυτοὺς ἠνυκότα παρὰ τῇ βασιλείᾳ μηνῶν ὀλίγων ἐνδέοντας. Ον διεδέξατο Τάκιτος, πρεσβύτης ἀνήρ· πέντε γὰρ ἐτῶν ει ναι καὶ ἑβδομήκοντα ἀναγράφεται ο τε ᾑρέθη εἰς μοναρχίαν. τὸ στρατιωτικὸν δὲ αὐτὸν ἀνηγόρευσε καὶ ἀπόντα· ἐν Καμπανίᾳ γὰρ τότε διέτριβεν. ε νθα δεδεγμένος τὸ ψήφισμα, εἰς ̔Ρώμην 3.154 εἰσήλασε μετὰ σχήματος ἰδιωτικοῦ, καὶ γνώμῃ τῆς συγκλήτου τε καὶ τοῦ δήμου τὴν στολὴν περιεβάλετο τὴν βασίλειον. Σκύθαι δὲ τὴν Μαιώτιδα λίμνην καὶ τὸν Φᾶσιν ποταμὸν περαιωθέντες Πόντῳ καὶ Καππαδοκίᾳ ἐπῆλθον καὶ Γαλατίᾳ καὶ Κιλικίᾳ. τούτοις ὁ Τάκιτος συμμίξας καὶ ὁ Φλωριανὸς υ παρχος ω ν πολλοὺς ἀνεῖλον, οἱ δὲ λοιποὶ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο. Μαξιμῖνον δέ τινα συγγενῆ ἑαυτοῦ ἡγεμόνα τῆς Συρίας προεχειρίσατο Τάκιτος· ὁ δὲ κακῶς τῇ ἀρχῇ χρώμενος ἀνῃρέθη παρὰ στρατιωτῶν. καὶ δείσαντες οἱ τοῦτον ἀνελόντες ὡς οὐκ ἀτιμωρήτους αὐτοὺς ὁ αὐτοκράτωρ παρόψεται, ἐπιδιώξαντες κἀκεῖνον ἀνεῖλον, ου πω ε βδομον μῆνα παρὰ τῇ βασιλείᾳ ἀνύσαντα, κατὰ δέ τινας μὴ ο λους δύο ἐνιαυτούς. Καὶ τούτου σφαγέντος δύο κατὰ ταὐτὸν ἀνερρήθησαν βασιλεῖς, Πρόβος μὲν ἐν τῇ ἑῴᾳ παρὰ τῶν στρατιωτῶν, ἐν δὲ ̔Ρώμῃ παρὰ τῆς συγκλήτου Φλωριανός. καὶ η ρχον α μφω, Πρόβος μὲν ἐν τῇ Αἰγύπτῳ καὶ Συρίᾳ καὶ Φοινίκῃ καὶ Παλαιστίνῃ, ὁ δέ γε Φλωριανὸς ἐκ Κιλικίας μέχρις ̓Ιταλίας καὶ τῶν ̔Εσπερίων. ἀλλ' ου τος οὐδ' ο λον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς α μα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναιρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων σταλῆναι. τοῦ δὲ θανόντος, ὡς ει ρηται, ὁ Πρόβος τὴν ο λην ἐξουσίαν περιεζώσατο. ο ς ἐλλογιμώτατος ει ναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οι τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ ὀνειδίσαι καὶ ἀποκτεῖναι. 3.155 Σατορνίνου δὲ Μαυρουσίου τυραννίδι ἐπιχειρήσαντος, ο ς η ν αὐτῷ φίλτατος, τὸν τοῦτο μεμηνυκότα ἐτιμωρήσατο, τῇ ἀγγελίᾳ διαπιστῶν· ὁ δὲ Σατορνῖνος ὑπὸ στρατιωτῶν ἀνῃρέθη. ε τερος δέ τις ἐν Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ο ν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρουσίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ο ς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆθεν φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος. Ου τος τῷ ε θνει τῶν Γερμανῶν ἐπιτιθεμένων ταῖς ὑπὸ ̔Ρωμαίους πόλεσιν ἀντιταττόμενος, τοῦ πολέμου πλείονα χρόνον ἐπικρατήσαντος ἐν περιστάσει ἐγένετο, λιμοῦ συμβεβηκότος ἐπὶ τῇ αὐτοῦ στρατιᾷ. ο τε λάβρος λέγεται καταρραγῆναι ο μβρος ἐν τῷ αὐτοῦ στρατοπέδῳ, τῷ δ' ὑετῷ καὶ σῖτον συγκατενεχθῆναι πολύν, ει τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι' αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι. Γέγονε δὲ κατ' αὐτοῦ καὶ α λλη τις ἐπανάστασις. μέρους γὰρ τῆς Εὐρώπης ὁ Κᾶρος α ρχων ε γνω τοὺς ὑπ' αὐτὸν στρατιώτας βουλευομένους ἀνειπεῖν αὐτὸν αὐτοκράτορα, καὶ τοῦτο τῷ Πρόβῳ ἐδήλωσε, δεόμενος ἐκεῖθεν ἀνακληθῆναι. ὁ δὲ οὐκ η θελεν ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες ου ν οἱ στρατιῶται τὸν Κᾶρον καὶ α κοντα καταδέξασθαι τὴν τῶν ̔Ρωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν 3.156 αὐτῷ ἐπὶ ̓Ιταλίαν ὡρμήκεσαν. καὶ ὁ Πρόβος τοῦτο μαθὼν στράτευμα ε πεμψε σὺν α ρχοντι ἀντιστῆναι αὐτῷ. η δη δὲ πλησιάσαντες οἱ πεμφθέντες τῷ Κάρῳ, δεσμήσαντες τὸν α ρχοντα ἑαυτῶν, κἀκεῖνον καὶ ἑαυτοὺς τῷ Κάρῳ παραδεδώκασιν. ὁ δὲ Πρόβος ὑπὸ τῶν οἰκείων ἀνῄρητο δορυφόρων, μαθόντων τὴν τῶν στρατιωτῶν πρὸς Κᾶρον προσχώρησιν. ὁ δὲ χρόνος τῆς αὐταρχίας τοῦ Πρόβου οὐχ ὁλόκληροι γεγόνασιν ἐνιαυτοὶ ε ξ. Κᾶρος δὲ τῆς βασιλείας γενόμενος ἐγκρατὴς 432

τοὺς οἰκείους υἱοὺς Καρῖνον καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν ἐξεστράτευσεν α μα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ' α ν ἐκινδύνευσε τὸ στράτευμα τῶν ̔Ρωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ο οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ Κᾶρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς ̔Ρώμην α γων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. ει τα τοῦ ε θνους ἐπαναστάντος τῶν Σαρματῶν κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ε θνος ὑπέταξεν. ο ς τὸ μὲν γένος Γαλάτης η ν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἱ μὲν γάρ φασι κατὰ Ου ννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἱ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ε νθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν 3.157 βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἱστόρησαν. Ωι ἐπεὶ τὸ βιώσιμον ει θ' ου τως ει τ' α λλως ἐπιλελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλινάντων νῶτα ̔Ρωμαίων, οἱ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ο λου τοῦ σώματος τὴν δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ ου τω διαφθαρῆναι, οἱ δὲ ἐκ Περσίδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιανὸν αὐτοκράτορα ει λετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ε ργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον. Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς ̔Ρώμην διάγων χαλεπὸς τοῖς ̔Ρωμαίοις ἐτύγχανεν, ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ο ς ὑπὸ Διοκλητιανοῦ εἰς ̔Ρώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ' ὁλόκληρον τριετής. ̓Εν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος ἐκ τῶν Περσῶν εἰς τὴν καθ' ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ' ου τὸ τῶν Μανιχαίων ο νομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ο ς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν α γιον, ῳ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, 3.158 ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρισθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, η ν ἐκ πολλῶν ἀθέων δογμάτων τῶν η δη ἀπεσβηκυιῶν αἱρέσεων συνεφόρησε. Διονυσίου μέντοι τοῦ τοὺς ἐν ̔Ρώμῃ πιστοὺς ποιμαίνοντος ε τη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς ̔Ρώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς ̔Ρωμαίων ἐπισκοπῆς. ου πω δὲ μησὶ δέκα καὶ ου τος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος. ου περ ἀμφὶ τὰ πεντεκαίδεκα ε τη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. ου τοι δ' η σαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ ̓Αντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τίμαιος, τὸν δὲ Τίμαιον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ' ο ν ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν ε σχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν ̔Ιεροσολύμων ἐκκλησίας μετὰ τὸν ̔Υμέναιον προέστη Ζάβδας, ου κεκοιμημένου μετ' οὐ πολὺ Ερμων τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ ̓Αλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ Διονύσιον ε τεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκόπησεν. ο ν διεδέξατο Πέτρος, ο ς καὶ τὸν τοῦ μαρτυρίου στέφανον η ρατο, τὴν κεφαλὴν ἐκτμηθείς. Αἱ μὲν ου ν τῶν ἀρχιερέων τούτων διαδοχαὶ ε σχον ου τως. Διοκλητιανὸς δὲ τὴν ἡγεμονίαν λαχών, 3.159 ο ς Δαλμάτης μὲν η ν τὸ γένος, 433

πατέρων δ' ἀσήμων, τινὲς δὲ καὶ ἀπελεύθερον αὐτόν φασιν ̓Ανουλίνου συγκλητικοῦ, ἐξ εὐτελῶν στρατιωτῶν δοὺξ Μυσίας ἐγένετο. α λλοι δὲ κόμητα δομεστίκων αὐτὸν γενέσθαι φασί· δομεστίκους δέ τινες τοὺς ἱππέας νομίζουσι. διαλεγόμενος δὲ τοῖς στρατιώταις διεβεβαίου μὴ κοινωνῆσαι τῷ φόνῳ τοῦ Νουμεριανοῦ· καὶ ἐν τῷ ταῦτα λέγειν στραφεὶς πρὸς τὸν Απρον ε παρχον ο ντα τοῦ στρατεύματος "ου τος" ε φη "ὁ ἐκείνου φονεύς," καὶ αὐτίκα τῷ μετὰ χεῖρας ξίφει αὐτὸν ἀνεῖλεν. ἐν δὲ τῇ ̔Ρώμῃ γενόμενος τῶν τῆς ἀρχῆς πραγμάτων ἀντεποιεῖτο καὶ τῆς τούτων η ψατο διοικήσεως. ἀπιδὼν δὲ πρὸς τὸ τῆς βασιλείας ὑπέρογκον, κοινωνὸν αὐτῆς προσλαμβάνεται κατὰ τὸ τέταρτον ε τος τῆς ἡγεμονίας αὐτοῦ, η καθ' ἑτέρους κατὰ τὸ δεύτερον, Μαξιμιανὸν τὸν ̔Ερκούλιον, μὴ ἑαυτὸν μόνον ἀρκοῦντα πρὸς τοσαύτης ἀρχῆς διοίκησιν λογισάμενος. Αμφω τοίνυν συμπνεύσαντες διωγμὸν ἐγείρουσι κατὰ χριστιανῶν, τῶν πρὶν γεγονότων ἁπάντων σφοδρότερόν τε καὶ ἀγριώτερον. ἐκθύμως γὰρ η μᾶλλον περιμανῶς τὸ τοῦ θεοῦ ἡμῶν ̓Ιησοῦ Χριστοῦ ε σπευδον ἐκ πάσης γῆς ἐξαλεῖψαι σωτήριον ο νομα. ο τε κατὰ πᾶσαν πόλιν καὶ χώραν τοσοῦτοι ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσαντο, ὡς μηδ' ἀριθμῷ σχεδὸν αὐτοὺς ὑπαχθῆναι ῥᾴδιον ει ναι· ε ργον γὰρ τοῦτο τῶν α λλων ἁπάντων ἐτίθεντο σπουδαιότερον. Βουσίρεως δὲ καὶ Κοπτοῦ πόλεων Αἰγυπτιακῶν περὶ τὰς ἐκεῖ Θήβας οἰκουμένων εἰς ἀποστασίαν ἐκκλινασῶν, ὁ Διοκλητιανὸς ἐκστρατεύσας κατ' αὐτῶν ει λέ τε αὐτὰς καὶ κατέσκαψεν. ει τ' αυ θις 3.160 ̓Αλεξάνδρεια καὶ ἡ Αι γυπτος ἀντῆραν χεῖρα ̔Ρωμαίοις, ̓Αχιλλέως τινὸς εἰς τοῦτο τοὺς Αἰγυπτίους ὑπαγαγόντος· ἀλλὰ ̔Ρωμαίων αὐτοῖς ἐπελθόντων σὺν Διοκλητιανῷ, οὐκ ἀντέσχον ἐπὶ πολύ, καὶ πολλοὶ τῶν αἰτίων τῆς στάσεως ἀνῃρέθησαν, καὶ αὐτὸς ̓Αχιλλεύς. Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς Καίσαρας ἐχειροτόνησαν τοὺς ἑαυτῶν κηδεστάς, ὁ μὲν Διοκλητιανὸς Μαξιμῖνον τὸν Γαλέριον, τὴν οἰκείαν θυγατέρα συζεύξας αὐτῷ Βαλερίαν· ὁ δ' ̔Ερκούλιος Μαξιμιανὸς Κώνσταντα, ο ς ἐπεκλήθη Χλωρὸς διὰ τὴν ὠχρότητα, θυγατριδοῦν ο ντα Κλαυδίου τοῦ πρὸ μικροῦ βασιλεύσαντος, ὡς η δη μοι ει ρηται, καὶ αὐτὸς τούτῳ τὴν ἑαυτοῦ θυγατέρα Θεοδώραν κατεγγυήσας. καὶ α μφω δὲ τὼ Καίσαρε τούτω γαμετὰς εἰχέτην, ἀλλὰ διὰ τὸ πρὸς τοὺς βασιλεῖς κῆδος τὰς μὲν ἀπώσαντο, ταῖς δὲ τῶν βασιλέων θυγατράσι συνῴκησαν. ̓Αμάνδου δέ τινος νεωτερίσαντος ἐν Γαλλίαις, Μαξιμιανὸς ἐκεῖσε γενόμενος τὸν νεωτερισμὸν κατέστειλε. Κράσσον δὲ Βρεττανίαν κατεσχηκότα ἐπὶ ἐνιαυτοὺς τρεῖς ὁ ε παρχος ἀνεῖλεν ̓Ασκληπιόδοτος· καὶ πέντε τινῶν Γεντιανῶν τὴν ̓Αφρικὴν κατασχόντων ὁ ̔Ερκούλιος τούτους κατηγωνίσατο. ̔Ο δέ γε Καῖσαρ Κώνστας ἐν ταῖς Γαλλίαις πρὸς ̓Αλαμαννοὺς μαχόμενος τῆς αὐτῆς ἡμέρας η ττητο καὶ νενίκηκε. πρότερον μὲν γὰρ τῶν ̓Αλαμαννῶν τῇ αὐτοῦ στρατιᾷ μετὰ ῥύμης ἐφορμησάντων σφοδρᾶς, εἰς φυγὴν ἐτράπησαν α παντες. οι ς καὶ αὐτὸς ὁ Κώνστας συναποδιδράσκων ἑάλω α ν παρὰ βραχύ. ὀπίσω γὰρ ἐρχόμενος κεκλεισμένας ευ ρε τὰς πύλας τῆς πόλεως. οἱ δὲ διώκοντες ἐγγίζοντες η δη ε τοιμοι η σαν ἐκεῖνον 3.161 συλλήψεσθαι, καὶ κα ν ἀπήχθη δέσμιος, εἰ μὴ σχοίνους ἐκ τοῦ τείχους α νωθεν καθιμήσαντες ταύταις αὐτὸν ἀνιμήσαντο. ου τω δὲ περισωθεὶς καὶ τῆς πόλεως ἐντὸς γεγονώς, καὶ τὴν στρατιὰν ἀθροίσας αὐτίκα καὶ λόγοις αὐτὴν παρακλητικοῖς εἰς ἀλκὴν διεγείρας καὶ θάρσος οι ον ἐμπνεύσας αὐτῇ, ε ξεισιν εὐθὺς καὶ συμμίξας τοῖς πολεμίοις νικᾷ νίκην περιφανῆ, ω στε περὶ ἑξήκοντα χιλιάδας ἐκείνων πεσεῖν. Περσῶν δὲ Ναρσοῦ βασιλεύοντος, ο ς ε βδομος ἀναγράφεται βασιλεῦσαι Περσῶν ἀπὸ ̓Αρταξέρξου, ου πρόσθεν ἡ ἱστορία ἐμνημόνευσεν ὡς αυ θις Πέρσαις ἀνανεωσαμένου τὴν βασιλείαν· μετὰ γὰρ τὸν ̓Αρταξέρξην τοῦτον η ̓Αρταξάρην, διώνυμον ο ντα, Σαπώρης η ρξε Περσῶν, καὶ μετ' ἐκεῖνον ̔Ορμίσδας, ει τα Οὐαραράνης, καὶ μετὰ τοῦτον Οὐαραράκης, καὶ αυ θις α λλος Οὐαραράνης, καὶ ἐπὶ τούτοις Ναρσῆς· τοῦ Ναρσοῦ τοίνυν τούτου τότε τὴν Συρίαν ληιζομένου, τὸν ι διον γαμβρὸν τὸν Γαλέριον Μαξιμῖνον ὁ 434

Διοκλητιανός, διὰ τῆς Αἰγύπτου ἐπὶ τοὺς Αἰθίοπας ἀπιών, συμβαλεῖν αὐτῷ μετὰ δυνάμεως ἀξιομάχου ἐξέπεμψεν. ο ς καὶ συμμίξας τοῖς Πέρσαις ἡττήθη καὶ ε φυγεν. αυ θις δὲ μετὰ πλείονος αὐτὸν ὁ Διοκλητιανὸς ἐξέπεμψε στρατιᾶς. συμβαλὼν ου ν αὐτοῖς πάλιν, ου τως ἐνίκησεν ὡς καὶ τὴν προτέραν η τταν ἀνακαλέσασθαι. τούς τε γὰρ πλείονας ἀπέκτεινε τῶν Περσῶν καὶ τὸν Ναρσῆν τρωθέντα μέχρι τῆς ἐνδοτέρας Περσίδος ἐδίωκε, καὶ τὰς τούτου γυναῖκας καὶ τοὺς παῖδας καὶ ἀδελφὰς αἰχμαλώτους ἀπήγαγε, καὶ χρήματα ο σα ἐπήγετο Ναρσῆς στρατευόμενος ἐχειρώσατο, καὶ πολλοὺς τῶν ἐν Πέρσαις ἐπιφανῶν. ἀναρρωσθεὶς δ' ἐκ τοῦ τραύματος 3.162 ὁ Ναρσῆς πρεσβείαν πρὸς Διοκλητιανὸν καὶ Γαλέριον ἐποιήσατο, τοὺς παῖδας καὶ τὰς γυναῖκας ἀποδοθῆναι αὐτῷ ἀξιῶν σπονδὰς θέσθαι εἰρηνικάς. καὶ ε τυχε τῆς αἰτήσεως, ἐκστὰς τοῖς ̔Ρωμαίοις ο σων ἐβούλοντο. Καὶ α λλους δὲ πολλοὺς πολέμους κατώρθωσαν Διοκλητιανὸς καὶ Μαξιμιανός, τοὺς μὲν δι' ἑαυτῶν η τῶν Καισάρων, τοὺς δὲ διὰ στρατηγῶν, καὶ τοὺς ο ρους τῆς βασιλείας ἐπλάτυναν. οι ς ἐπαρθεὶς ὁ Διοκλητιανὸς καὶ μέγα φρονήσας οὐκέτι προσαγορεύεσθαι παρὰ τῆς γερουσίας ὡς πρῴην ἠνείχετο, ἀλλὰ προσκυνεῖσθαι ἐθέσπισε, καὶ τὰς ἐσθῆτας ἑαυτοῦ καὶ τὰ ὑποδήματα χρυσῷ καὶ λίθοις καὶ μαργάροις ἐκόσμησε, καὶ πλείονα πολυτέλειαν τοῖς βασιλικοῖς παρασήμοις ἐνέθετο. οἱ πρῴην γὰρ βασιλεῖς κατὰ τοὺς ὑπάτους τετίμηντο, καὶ τῆς βασιλείας παράσημον μόνον ει χον πορφυροῦν περιβόλαιον. Τοῦ διωγμοῦ δ' ἐπιταθέντος, καὶ ἀναριθμήτων ἀνδρῶν καὶ γυναικῶν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θνησκόντων, καὶ τῶν πιστῶν ε τι πλεοναζόντων, ἐκμανέντες οἱ τύραννοι ου τοι περὶ τὸ ἐννεακαιδέκατον ε τος τῆς Διοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκάπτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ' α λλων τοὺς ἀξίαις η στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς δὲ τύχης ἰδιώτιδος ο ντας δουλοῦσθαι. 3.163 Ηδη δὲ εἰκοστὸν διανύσαντος ἐνιαυτὸν Διοκλητιανοῦ παρὰ τῇ ἀρχῇ, ἐκ συμφώνου α μφω τὼ αὐτοκράτορε τὴν βασιλείαν ἀπέθεντο, δημοσίᾳ μὲν τὸν ο χλον τῶν πραγμάτων ἀποσκευάζεσθαι λέγοντες· οι ς δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, ο τι μὴ περιγενέσθαι χριστιανῶν ἠδυνήθησαν μηδ' ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύειν αἱρούμενοι. ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, Διοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς Δαλματίας διῆγεν, η τις η ν αὐτοῦ καὶ πατρίς, ὁ δ' ̔Ερκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν ̔Ρώμῃ κατήγαγον θρίαμβον, ἐν ῳ τάς τε τοῦ Ναρσοῦ γαμετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον ο σον ἐκ Περσῶν ἐληίσαντο. ̓Αλλ' ἐνταῦθα δηλωθῆναι καλὸν ο θεν τὸ τοῦ θριάμβου ἐξείληπται ο νομα. φασὶν ου ν κληθῆναι τοῦτον ἐκ τῶν θρίων, α ἐστι τὰ τῆς συκῆς φύλλα. πρὸ γὰρ τοῦ τὰ προσωπεῖα ἐπινοηθῆναι τοῖς σκηνικοῖς συκῆς φύλλοις τὰ ἑαυτῶν καλύπτοντες πρόσωπα δι' ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρατιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες ο ψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νομίζεται θριάμβους τὰς ἐπινικίους πομπάς. ε τεροι δέ 3.164 φασιν ὀνομασθῆναι τὸν θρίαμβον, ο τι ἐκ τριῶν οἱ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν τινα κληθῆναι, ἀντὶ δὲ τοῦ ˉτ τὸ ˉθ παραληφθῆναι διὰ τὸ εὐφωνότερον. Μετὰ δὲ τὴν ἐπινίκιον ταύτην πομπὴν ἐκεῖνοι μὲν τῆς ἐξουσίας ἀπέστησαν, τοὺς Καίσαρας δ' ἀνέδειξαν αὐτοκράτορας, μερίσαντες αὐτοῖς τὴν ἀρχήν, 435

καὶ τὴν μὲν ἑῴαν μοῖραν τῷ Γαλερίῳ προσκληρώσαντες Μαξιμίνῳ σὺν τῷ ̓Ιλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ ̓Αφρικῇ. τούτων δὲ ου τω γεγονότων οἱ στρατιῶται, οι πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ ̔Ερκουλίου Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ ̔Ρώμῃ ἀνεῖπον. ̓Εκ τοίνυν τῶν τριῶν τούτων ὁ μὲν Κώνστας ἐν Βρεττανίαις καὶ ταῖς Κοττίαις Αλπεσι καὶ ταῖς Γαλλίαις κρατῶν τοῖς τὸν Χριστὸν σεβομένοις μάλα ἐπιεικῶς προσεφέρετο, ἀλλὰ μέντοι καὶ πᾶσι τοῖς ὑπ' αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας α ρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς α λλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο. γυναικομανέστατος γὰρ καὶ μοιχικώτατος ω ν οὐκ ἰδιώτιδας μόνον γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοίχευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς ου τως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. μαντείαις δ' η ν προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ τοὐλάχιστον α νευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα η γοντο. ου τος τῶν 3.165 εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπάρξεις αὐτῶν δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ε τερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα η τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν. Μαξέντιος δ' ἐν ̔Ρώμῃ οὐδέν τι μετριώτερος τύραννος τοῖς ὑπηκόοις ἐτύγχανεν ω ν, ἀλλ' ἐπ' ι σης τῷ Μαξιμίνῳ διεῖπε τὰ τῆς ἀρχῆς, λυττῶν κἀκεῖνος κατὰ τῶν ὑπὸ χεῖρα χριστιανῶν, καὶ πάσαις αὐτοὺς ὑπάγων κακώσεσι, καὶ πρὸς πάντας δὲ τοὺς ὑπ' αὐτὸν πικρότατα διακείμενος. σφαγάς τε γὰρ πολλῶν περιφανῶν ἀνδρῶν ἐξ οὐδεμιᾶς ἐνδίκου δίκης ἐτίθετο, καὶ μοιχείας ὁσημέραι εὐγενῶν ἐτόλμα γυναίων καὶ παρθένων φθοράς, ἐνυβρίζων αὐταῖς ἀναιδέστατα, καὶ οὐσιῶν ἀφαιρέσεις ἀδίκους τοῖς εὐποροῦσιν ἐπῆγε, καὶ καιναῖς εἰσπράξεσι καὶ βαρείαις ἐπίεζε τὸ ὑπήκοον. Ου τος ἐν ̔Ρώμῃ εὐγενεστάτης τινὸς γυναικός, ἀλλὰ μέντοι καὶ σώφρονος ἀνδρὶ συζώσης τῶν ἐν ̔Ρώμῃ ἐπιφανῶν ἐρασθεὶς ἀκόλαστον ε ρωτα, ε στειλε τοὺς τὰ τοιαῦτα διακονουμένους αὐτῷ τὸ γύναιον α ξοντας. ὡς δ' ἐκεῖνο ἐπιστάντας τῷ οι κῳ τοὺς προαγωγοὺς ε γνω, καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἐπιδημίας ἐμεμαθήκει, καὶ ἀπαραίτητον τὴν πρὸς τὸν τύραννον ἀπέλευσιν ῃ σθετο, ὁ γὰρ ἀνὴρ αὐτῆς φόβῳ τοῦ θανεῖν ὑποπτήσσων λαβεῖν τὴν γυναῖκα καὶ α γειν ἐπέτρεπεν, ἑτέρωθεν δ' οὐκ η ν αὐτῇ ἐπικούρημα, ω ραν αὐτῇ βραχεῖαν ἐνδοῦναι ᾐτήσατο, ι ν' ἐπικοσμηθείη καὶ ου τω σὺν αὐτοῖς ἀπελεύσοιτο. η ν δὲ καὶ τὸν Χριστὸν ἡ γυνὴ σεβομένη καὶ τὸ θεῖον μεμυημένη μυστήριον. εἰσῆλθεν ου ν εἰς τὸν ἑαυτῆς κοιτωνί.166 σκον, καὶ μονωθεῖσα διεχειρίσατο ἑαυτήν, ι ν' ἀνύβριστος μείνῃ καὶ τὴν σωφροσύνην μὴ πρόοιτο, ἑλομένη τὸν ἑκούσιον θάνατον, καὶ τὸ σῶμα νεκρὸν τοῖς προαγωγοῖς καὶ τῷ ἐναγεῖ ἐραστῇ καταλείψασα. Οἱ μὲν ου ν ου τως η ρχον, Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς ἰδιωτεύοντες ε θανον. περὶ δὲ τῆς σφῶν τελευτῆς διαφωνοῦσιν οἱ συγγραφεῖς. ὁ μὲν γὰρ Εὐσέβιος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ε κστασιν τὸν Διοκλητιανὸν ὑποστῆναι λέγει φρενῶν καὶ νόσῳ χρονίᾳ τὸ σῶμα κατασκελετευθέντα βιαίως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπερεύξασθαι, τὸν δέ γε Μαξιμιανὸν τὸν ̔Ερκούλιον ἀγχόνῃ ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν· ε τεροι δ' οὐχ ου τως ἱστοροῦσι τούτους θανεῖν, ἀλλὰ μεταμεληθέντας καὶ τῆς ἀρχῆς αυ θις ἐπιλαβέσθαι βουλευομένους φωραθῆναι καὶ δόγματι τῆς συγκλήτου ἀναιρεθῆναι. Εἰσὶ δὲ καὶ οι τὸν ̔Ερκούλιον λέγουσι τῆς βασιλείας αυ θις ἐφιέμενον τῷ Διοκλητιανῷ κοινώσασθαι τὸ αυ θις πειραθῆναι τὴν βασιλείαν ἀναλαβεῖν· τὸν δὲ παραιτήσασθαι. ἐκεῖνον δὲ πρὸς τὸ τῶν ̔Ρωμαίων παρελθόντα συνέδριον φάναι μὴ ἀρκεῖν τὸν υἱὸν αὐτοῦ εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. κινηθέντων δὲ τῶν στρατιωτῶν πρὸς θυμὸν ἐπὶ τῷ λόγῳ αὐτοῦ ὡς σφετεριζομένου τὴν ἀρχήν, τὸν ̔Ερκούλιον τὸν κίνδυνον δείσαντα μὴ ου τω γνώμης ε χειν εἰπεῖν, ἀλλὰ διάπειραν τῶν στρατευομένων ποιούμενον, ο πως ε χουσι πρὸς τὸν υἱὸν αὐτοῦ διαθέσεως, 436

ταῦτα εἰπεῖν· καὶ ου τω καταστεῖλαι τὸν θόρυβον τῶν στρατιωτῶν. ει τα εἰς Γαλλίας ἐλθεῖν πρὸς τὸν μέγαν Κωνσταντῖνον, κηδεστὴν αὐτοῦ καὶ 3.167 αὐτὸν ο ντα ἐπὶ Φαύστᾳ τῇ αὐτοῦ θυγατρί, κἀκείνῳ ἐπιβουλεύοντα καὶ πειρώμενον τὴν ἐκείνου βασιλείαν λαβεῖν· γνωσθῆναι δὲ κἀκεῖσε καὶ ἀποκρουσθῆναι τοῦ ἐγχειρήματος, καὶ ου τως ἀπάγξασθαι. ̓Αλλ' ου τοι μὲν ἑνί γέ τῳ τρόπῳ τῶν εἰρημένων τὴν ζωὴν ἐξεμέτρησαν, Κώνστας δὲ ἑνδέκατον ἠνυκὼς ἐνιαυτὸν παρὰ τῇ ἀρχῇ ἐξ ο του Καῖσαρ ἀνηγορεύθη, καὶ ἠπίως α ρξας καὶ προσηνῶς, ἐν Βρεττανίαις διάγων κατέλυσε τὴν ζωήν, πένθος ἑαυτοῦ τοῖς ὑπ' αὐτὸν καταλελοιπὼς διὰ τὴν χρηστότητα, πρότερον τὸν πρεσβύτερον τῶν οἰκείων υἱῶν τῆς ἀρχῆς καταστήσας διάδοχον, τὸν μέγαν δηλαδὴ Κωνσταντῖνον, ο ν ἐκ τῆς προτέρας αὐτοῦ ἐγείνατο γαμετῆς. ει χε δὲ κἀκ τῆς δευτέρας τῆς τοῦ ̔Ερκουλίου θυγατρὸς Θεοδώρας ἑτέρους υἱούς, Κωνσταντῖνον, ̓Αναβαλλιανὸν καὶ Κωνστάντιον. προτετίμητο δὲ τούτων ὁ μέγας Κωνσταντῖνος, ο τι ἐκεῖνοι τῷ πατρὶ ἀνεπιτήδειοι πρὸς τὴν βασιλείαν ἐκρίθησαν. τὸ δ' ο λον η ν ἐκ θεοῦ οἰκονομηθὲν ὑπὲρ τοῦ θείου κηρύγματος, η μᾶλλον καὶ ὑπὲρ πάντων τῶν τῇ ̔Ρωμαίων ὑποκειμένων ἀρχῇ, ι να δι' αὐτοῦ καταλυθεῖεν αἱ τυραννίδες. λέγεται γὰρ ο τι νοσοῦντι τῷ Κώνσταντι καὶ ἀθυμοῦντι διὰ τὴν ἐπὶ τοῖς α λλοις παισὶν ἀποτυχίαν α γγελος ἐπέστη, τῷ Κωνσταντίνῳ κελεύων τὴν ἐξουσίαν καταλιπεῖν. Τοῦτον δὴ τὸν Κωνσταντῖνον ὁ πατὴρ μειράκιον ο ντα τῷ Γαλερίῳ εἰς ὁμηρείαν παρέσχετο, ι ν' ὁμηρεύων α μα καὶ πρὸς α σκησιν γυμνάζοιτο τῆς τέχνης τῆς στρατιώτιδος. ὁ δὲ περιδέξιον τοῦτον ὁρῶν καὶ 3.168 φθονῶν αὐτῷ ἐπεβούλευε. καὶ πρῶτον μὲν τοῖς Σαρμάταις μαχόμενος τῷ ἐκείνων ἀρχηγῷ ἐκ τῆς πανοπλίας ἐπισήμῳ τυγχάνοντι προσέταξεν ἐπελθεῖν. ὁ δὲ καὶ ἐπῆλθε καὶ ἁρπάσας αὐτὸν ζῶντα τῷ Γαλερίῳ ἐκόμισεν. ει τα λέοντα φρικτόν τινα θῆρα καὶ παλαμναῖον ἐκέλευσε δέξασθαι. ὁ δὲ καὶ τοῦτον τὸν α εθλον η νυσεν ἐπικινδύνως μέν, τῆς θείας δέ γε χάριτος συντηρούσης αὐτόν. γνοὺς δ' ἐντεῦθεν φθονούμενος παρὰ τοῦ Γαλερίου καὶ ἐπιβουλευόμενος, νυκτὸς μετά τινων οι ς ἐθάρρει ἀπέδρα καὶ πρὸς τὸν πατέρα ἐπανελήλυθε. Καὶ ὁ μὲν ου τως τόν τε κίνδυνον διαπέφευγε καὶ τῆς πατρῴας βασιλείας ἠξίωτο. Μαξιμῖνος δὲ κοινωνὸν τῆς ἀρχῆς τὸν Λικίνιον προσειλήφει, ἐκ Δακῶν ε λκοντα τὴν τοῦ γένους σειρὰν καὶ γαμβρὸν ο ντα ἐπ' ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοινωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ ̓Ιλλυρικῷ καταλέλοιπεν, ι ν' ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ' εἰς ̔Ρώμην ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. ει τα τοὺς οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀνεχώρησε. μεταμεληθεὶς δ' ἐπὶ τῇ προσλήψει τοῦ Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, ει τα καὶ μάχην κατ' αὐτοῦ εἰς τοὐμφανὲς συνεστήσατο. καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος ε φυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο. Οἱ μὲν ου ν τοιούτῳ τέλει καταλῦσαι τὴν ζωὴν 3.169 τὸν Μαξιμῖνον ἱστόρησαν, οἱ δὲ κατὰ χριστιανῶν ἐκμανέντα μετελθεῖν αὐτὸν τὴν θείαν παραδεδώκασι δίκην. ε λκος γὰρ ἐνσκῆψαν αὐτοῦ περὶ τὸν βουβῶνα καὶ τὴν αἰδῶ χαλεπώτατον τὰ τῆς ἀκολασίας αὐτοῦ ἐπιβόσκεσθαι ο ργανα. ἐκ δέ γε τῆς σήψεως τούτων καὶ σκώληκας ἀναβράσσεσθαι, καὶ ει ναι τὸ πάθος ἀνίατον. ἰατρῶν δὲ τοὺς μὲν αὐτόθεν ἀπαγορεύοντας τὴν ἐγχείρησιν ὠμῶς ἀποσφάττεσθαι, τοὺς δ' ἐπιχειροῦντας μέν, μὴ δυναμένους δ' ἀκέσασθαι, κτείνεσθαι ἀπηνέστατα, ο τι μὴ κατώρθουν ἀδύνατα. ὀψὲ δ' ου ν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν, καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, ευ χεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, ει τ' αυ θις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, ε ως ου τοῦ ἐν χειρὶ κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν· ὁ δ' 437

ε τερος ἀρνεῖται τῷ ἀσεβεῖ τὴν ἀνάρρωσιν, ὡς ἐκ τῆς εἰρημένης τελευτήσαντι νόσου καὶ ἀνενεγκόντι διὰ στόματος σκώληκας. ̔Ο μὲν ου ν καθ' ε να τρόπον τῶν ἱστορηθέντων βιαίως ἀπέρρηξε τὴν ζωήν.

438

Page scan enlarged

Notebook

Full View