PG 135Joannes Zonaras
Other Writings of Zonaras
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Canon for the Holy TheotokosCanon in SS. Deiparam

col. 413–414page 1 of 12
PG 135:413ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΠΡΟΤΑΣΗΚΡΗΤΙΣ ΤΟΥ ΖΩΝΑΡΑ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Οὗ ἡ ἀκροστιχίς· ἵστατος ἦχος ὕστατον πλέκει μέλος. Ἦχος πλ. δ'. ᾿Αρματηλάτην Φαραώ. Αρειος. Ὑπεραγία, ἡ Θεὸν κυήσασα τὸν συμφυῆ τῷ Πατρὶ, μονογενή, λόγον, σύγχρονον, ὁμότιμον· κἂν ὁ παρά Φρων Αρειος κτίσμα τοῦτον ἐφρόνει, Πατρὸς οὐσίας ἀλλότριον· τοῦτον ἐκδυσώπει σωθῆναι ἡμᾶς.
col. 415–416page 2 of 12
PG 135:415Σαβέλλιος. Σὁ ὑπεδέξω ἐν γαστρὶ, Παντάνασσα, τρισυποστά του μιᾶς, ὡς ἀληθῶς ἕνα, τὸν Υἱόν, θεότητος καν Σαβέλλιος, σύγχυσιν ἀσεβῶς ἐννοήσας, εἰς ἕν συνήρει τριώνυμον πρόσωπον τὴν θείαν Τριάδα κακῶς. Μακεδόνιος. Τὸ ἐπὶ σοὶ ἐπισκιάσαν, ἄχραντε, ἄκτιστον Πνεῦμα Θεοῦ, ὁμοφυὲς Λόγῳ καὶ Πατρὶ, δοξάζομεν, αὐτοῦ ἐκπορευόμενον· Μακεδόνιον πάντες ληρεῖν ἀφέντες τὸν λέγοντα κτίσμα τε καὶ ποίημα εἶναι αὐτό. Απολλινάριος. ᾿Απ᾿ οὐρανοῦ συγκαταβὰς ὁ Κύριος ἐν τῇ νηδύϊ, ἁγνὴ, καὶ προσλαβὼν σάρκα ἔννουν τε καὶ ἔμψυχον, ἡμῶν τὴν φύσιν ἔσωσεν. Οἰμωζέτω δὲ ὁ ἄνουν τ χὴν κτισθῆναι τὸν Κύριον λέγων, δὴ ὁ ἄνους ᾿Απολο λινάριος. ᾠδὴ γ'. Οὐρανίας ἀψίδος ὀροφήν. Νεστόριος. Τῷ μή σε Θεοτόκον ὡς ἀληθῶς λέγοντι μετὰ Νεστορίου ὁ κλῆρος εἴη, Παντάνασσα· ὅστις ψιλόν τὸν Χριστὸν εἶναι βροτόν χρηματίζων, Χριστοτόκον ἔλεγε τὴν Θεοτόκον σε. Μαρκίων. Ὁ ἐκ τῶν σῶν αἱμάτων σάρκα λαβών, Δέσποινα, Θεός, οὐ δοκήσει κατὰ Μαρκίωνα τὸν ἀσεβῆ, κα ἀρχὰς εἰσαγαγόντα ἀφρόνως τὰς δισσὰς [ἐπι. τρισσές] τὴν ποίμνην σου πίστει στηρίξοι τῇ αὐτοῦ. Εὐνόμιος. Σαῖς λιταῖς, ὦ Παρθένε, ῥῦσαι τὸ σὸν ποίμνι ἐκ τῶν αἰωνίων βασάνων, ἂς ἀσεβέστατα, ὡς ἐμπο θέστατος, πρὸς ἀπειλὴν ἐληρώδει συγγεγράφε πλάσματι μόνῳ Ευνόμιος. Ὠδὴ δ'. Σύ μου ἰσχὺς, Κύριε, σύ Ευτύχης. μου καί. Ἡ Εὐτύχους αἵρεσις τοῦ νηπιόφρονος μίαν φ ἔλεγε μεθ᾿ ἕνωσιν ἐπὶ Χριστοῦ· σῶμα, ὧν Παρθένε, ὁ Κύριος προσελάβετο, μιᾶς ἡμῖν οὐσίας μὴ προς νῶν σὺν Σεβήρῳ· ὧν τὴν δόξαν ἡμεῖς διαπτύω μεν, Μάνης. Χεὶρ ἡ τοῦ σοῦ, ἄχραντε, Τέκνου με ἔπλασεν· ὃς καὶ κόσμον ὅλον συνεστήσατο· εἰ καὶ μανεὶς Μάνη τὰς διττὰς ἀρχὰς ἐπεισῆγε, θεούς τε δύο ἐδίδασκεν ἀγαθὸν μὲν τὸν ἕνα, πονηρὸν δὲ τὸν ἄλλον καὶ τὴ κτίσιν αὐτοῖς συνεμέριζεν. Ὁ αὐτός. Οὗτος, ἁγνὴ, ἄθλιος, ὃς καὶ τὴν σάρκωσιν τοῦ Μοῦ σου εἴρηκεν ἐν σχήματι, οὐκ ἀληθῆ ταύτην οἰηθεὶς, καὶ παθεῖν δοκήσει αὐτὸν ἀθέως ἐδίδασκε, μίαν φύσιν εἰσάγων, τῆς θεότητος μόνης. Τῆς μανίας οὖν τούτου ῥυσθείημεν. Απολλινάριος. Σῶμα Χριστοῦ ἄψυχον ἔλεγεν ᾿Απολλινάριος
col. 417–418page 3 of 12
PG 135:417Αρειος], ὡς ἀρκούσης τούτῳ τῆς θεότητος ἀντὶ ψυ χῆς· σπεύδων δολερῶς, ὅσα ἀνθρωπίνως ὁ Λόγος ἔλεγε ῥήματα, θεότητι προσάπτειν, ἵνα δείξῃ ἐλάττω τὸν Υἱὸν τοῦ Πατρὸς, ὦ Παντάνασσα. Ὠδὴ ε'. Ινατί με ἀπώσω ἀπὸ τοῦ προσώπου; Ωριγένης. Υποδίκῳ κολάσει ὄντι αἰωνία με [ι. μοι], Χόρη, βοήθησον. Τὴν γὰρ Ωριγένους οὐ προσδέχομαι δόξα, διδάσκοντος χρονικὰ τυγχάνειν εἰς καθαρμὸν ἁμαρ τημάτων τὰ ἐκεῖθεν φρικτὰ κολαστήρια. Δίδυμος. Εὐάγριος. Σὺν Διδύμῳ διδάσκει πάλιν ὁ Εὐάγριος ψυχῶν προϋπαρξιν, ἐκ τοῦ Ωριγένους τὴν ἀλλόκοτον δόξαν δεξάμενοι. Ἀλλ᾿ ἡμῖν τὸ δόγμα τὸ εὐσεβὲς συντης ρηθείη, σαῖς πρεσβείαις, Παντάνασσα, ἄτρωτον. Οἱ αὐτοί. Τῶν αὐτῶν ἐστι δόγμα αὖθις καὶ τοὺς δαίμονας ἀποκατάστασιν μέλλειν εἰληφέναι, καὶ ἀνθρώπωντοὺς ἄθεσμα πράξαντας, καὶ μετὰ ἀγγέλων ἀνα πληρῶσαι τὴν ἐννάδα ἣν μυθεύονται γνώμῃ και κόφρονι. Ὠδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ. Μαρκίων. ᾿Ανάστασιν ἀσεβῶς νεκρῶν Μαρκίων οὐκ ἔλεγε καὶ βάπτισμα δὲ τρισοὸν ἐδίδου τοῖς πίπτουσιν. 'Αλλ' ἡμεῖς ἐν βάπτισμα, καὶ ἀνάστασιν δὲ, Θεομήτορ, δεδιδέγμεθα. Ναυάτος. Τὰς τρίβους μοι, ὦ σεμνή, κατεύθυνον πρὸς με Ξάνοιαν, ἣν ὁ Ναυάτος ἡμῖν ἠρνεῖτο τοῖς πταίουσιν καὶ μετὰ τὸ βάπτισμα, ἀναξίως τοῦτο οἰηθεὶς φι λανθρωπίας Θεοῦ. Ἐγκρατηταί. Οἷς κλῆσις Εγκρατηταὶ τὸν γάμον ἀπαγορεύ Φυσι· καὶ τῶν ἐμψύχων αὐτοὶ τὴν βρῶσιν βδελύττονται. Ἡ μᾶς δὲ τοῖς δόγμασι τοῦ Γοῦ σου πάντας στερεώσαις, Μητροπάρθενε. Ὠδὴ ζ. Θεοῦ συγκατάβασιν. Μασσαλιανοί. Ναὸς κυριεύειν δὴ τοῦ τῶν ἀνθρώπων τον Σατα τῶν ἀσεβῶς, καὶ ἐν τούτοις οἰκεῖν δὴ ἐνυποστάτες Μασσαλιανοί φασι τῆς πονηρίας τὰ πνεύματα, Δέσ σποινα. Σαῖς δὲ λιταῖς, Κόρη, ὁ Θεὸς ἐνοικησάτω ἡμῖν. Οἱ αὐτοί. Πνευμάτων ἐνέργειαν τῆς πονηρίας τὸν Σατανᾶν Τὴν ἐννάδα, εννάδα, ἑνά λογικῶν ἑνάδα, βαθμοὺς θεότητος, καὶ ψυχῶν προϋπάρξεις και μετεγ γισμοὺς, καὶ κολάσεως καὶ δαιμόνων ἀποκατάστασιν. μεταγγισμούς,
col. 419–420page 4 of 12
PG 135:419τε ὁμοῦ συνοικεῖν τῷ ἀνθρώπῳ, διδάσκειν τούτους, καὶ Πνεῦμα τὸ ἀγαθὸν, ἐξ ἀφροσύνης μιγνύοντας ἄμιντα· τῆς βλασφημίας αὐτῶν ῥῦσαι ἡμᾶς, ἀγαθή. Οἱ αὐτοί. Λαλοῦσιν οἱ ἄθεοι τὰ χείρω φύσει παρομαρτεῖν τοῖς βροτοῖς· καὶ πρὸς τοῦτο δὲ δύο ψυχὰς κεκτῆσθαι, τὴν μὲν ἀνθρώποις κοινὴν, τὴν δ᾽ αὖ ἑτέραν οὐράνιον, ἄχραντε. Σὺ δὲ ψυχῇ τῇ ἐμῇ δίδου αἱρεῖσθαι καλά. Οἱ αὐτοί. Εκτρέπονται, Δέσποινα, τὴν ἐργασίαν τὴν τῶν νομου χειρῶν, ὡς πιστοῖς μὴ ἁρμόζουσαν· Παύλου θετοῦντος μηδὲ ἐσθίειν ἄρτον. Δυνατὸν δὲ τοῦ Πνεύ ματος δέξασθαι, ὡς ἐν αἰσθήσει φασὶ, καὶ τὴν ὑπό στασιν. ᾠδή η΄. Ἑπταπλασίως κάμινον. Αέτιος [Ι. 'Αέριος]. Κακῶς φρονῶν ᾿Αέτιος μὴ δεῖν προσφέρειν ἔλεγεν ὑπὲρ τεθνεώτων· μηδεμίαν ὄνησιν ἐκ τούτου καρποῦσθαι γάρ μηδὲ νηστεύει ἔφασκε δεῖν ἐν τετράδι τε καὶ τῇ ἕκτῃ ἀφρόνως. ᾿Αρείῳ περὶ πίστιν καὶ αὐτὸς ἦν ὁμόφρων. Παντάνασσα, τῆς τούτου ῥῦσαί με ἀσεβείας. Παῦλος Σαμοσατεύς. Ἐξ ἀσεβῶν δογμάτων δὲ τῶν τοῦ Παύλου, θεόνυμφε, τοῦ Σαμοσατέως, ἐξελοῦ τὴν ποίμνην σου Υἱὸν τὸν προαναρχον προφορικὸν γὰρ λόγον εξ πῶν, καὶ δημιουργὸν δὲ τὸν Θεὸν, κακῶς Πνεύματ κεχρῆσθαι ὡς ὀργάνῳ ἐδογμάτιζε τούτῳ, ἐκ τῆς στ εἰληφέναι ἀρχὴν τοῦτον νηδύος. Σέργιος. Πύρρος. Ἱερωτάτων δόγμασι διδασκάλων ἑπόμενοι, δύο τὰ θελήσεις καὶ διπλῆν ἐνέργειαν Χριστοῦ ἐπιστάμεθα σὺν τῷ Σεργίῳ Πύῤῥον ληρεῖν, καὶ τοὺς ὁμοδόξους, Θεοτόκε, ἐῶντες, τοὺς λέγοντας τὴν σάρκα τοῦ Κυ ρίου ἀφρόνως ἀθέλητον ὑπάρχειν, ἐνέργειαν μὴ ἔχειν. Απελλής. Μίαν ἀρχὴν κηρύττει μὲν Ἀπελλῆς, ὦ παντάνασσα· ἕνα τε Θεὸν ὁμολογεῖ ἀνώτατον· τὸν ἕνα δὲ ἕτερον πεποιηκέναι αὖθις, φησὶν ὃν ὡς πονηρὸν δη μιουργὸν γεγενῆσθαι τοῦ κόσμου δογματίζει· πονη ρὸς ὢν ἐκεῖνος, ἀχάριστόν τε κτίσμα, πυρὸς ἄξιον μόνον. Ὠδὴ θ'. Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανὸς, καὶ τῆς γῆ κατεπλάγη. Λέων ὁ Ἴσαυρος. Εἰκόνων τὴν προτίμησιν τῶν σεπτῶν ἀπεκώλυσε Λέων ὁ Ἴσαυρος οὗτος· ἀρχὴ τῶν Εἰκονομάχων γὰρ Προφορικόν λόγον. 168, προφορικὸν καὶ ἐξουσιαστικὸν λόγον καὶ ἐνεργητικὸν,

Exposition of the Anastasima Canons of John of DamascusExpositio Canonum Anastasimorum Joannis Damasceni

col. 421–422page 5 of 12
PG 135:421γεγονώς, σον χαρακτῆρα πάντιμον, καὶ τὸν τοῦ Γιοῦ σου τὸν τῆς σαρκὸς κατέσπα, Θεοτόκε, καὶ πάντων τῶν ἁγίων. Ἐξ ἀσεβείας ῆς ῥυσθείημεν. Βογόμιλοι. Δαὸν ὃν ἐλυτρώσατο σὸς Υἱὸς, βδελυρᾶς ῥῦσαι, Κόρη, αἱρέσεως νεοφανοῦς, τῆς τῶν Βογομίλων οἵπερ φασὶ τὸ τοῦ ἀνθρώπου σῶμα μὲν μόνου πλά σμα εἶναι τοῦ πονηροῦ· ψυχὴν δὲ αὖ τυγχάνειν Θεοῦ ἐπουρανίου· κοινὸν δὲ ἀμφοῖν Θεὸν οὐ λεγουσιν. Οἱ αὐτοί. Οὐκ εἶναι δογματίζουσι τὸν Υἱόν, οὐδὲ Πνεῦμα ἀρχῆθεν τὸ ἅγιον ὕστερον δὲ γέννημα Πατρός γενέ σθαι Υιόν Υἱοῦ δὲ αὖθις γέννημα Πνεῦμα τὸ πανά γιον σφαλερώς. Ἡμεῖς δὲ καὶ τὰ τρία συνάναρχα νοοῦμεν καὶ προσκυνοῦμεν, Θεονύμφευτε. Ἰταλοί. Σκεπάσαις, ὧν Παρθένε, ποίμνην τὴν σὴν, καὶ δεινῆς ἀποστήσαις αἱρέσεως τῶν Ἰταλῶν, δύο μὲν ἀρχὰς ἐπὶ τῆς μιᾶς δογματιζόντων φύσεως, Πνεύ ματος διττὰς δὲ τοῦ παντουργοῦ λεγόντων ἐκπορεύ σεις, ξένως καὶ ἀσυνήθως· ὧνπερ τῆς πλάνης ἡμᾶς λύτρωσαι. ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΚΑΙ ΠΡΩΤΟΣΕΚΡΗΤΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΑΝΑΣΤΑΣΙΜΩΝ ΚΑΝΟΝΩΝ ΤΩΝ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ περὶ κανόνος καὶ εἰρμοῦ καὶ τροπαρίου καὶ ᾠδῆς. Εἴρηται δὲ πρότερον μὲν συνοπτικώτερον, εἶτα καὶ πλατυκώτερον. Ἐπεὶ κανόνων ἑρμηνεία ἐστὶ τὸ παρὸν σύνταγμα, χρὴ καὶ περὶ αὐτὸ τὸ ὄνομα τοῦ κανόνος, καὶ τὴν τοῦ εἰρμοῦ καὶ τῆς ᾠδῆς κλῆσιν, ἔτι δὲ καὶ τοῦ τρο περίου, ἐκ τούτων γὰρ ἀπαρτίζεται ὁ κανών, φιλο σοφῆσαι ἡμᾶς· ταῦτα δὲ τὰ ὀνόματα οιονεί τεχνικά
col. 423–424page 6 of 12
PG 135:423τῇ ὑποθέσει παραλαμβάνονται. Ὁ μὲν οὖν εἰρμὸς ικλμνξοπήρα τυ φ, α' β' α β θ', ἁρμονία τίς ἐστι μέλους ἐν συνθήκῃ, φωνῆς ἐνάρθρου τε καὶ σημαντικῆς εὐρημένῳ τινὶ μέτρῳ καὶ ποσῷ μεγέθους, περὶ ἦν τὰ λεγόμενα τροπάρια ἀναφέρεται· οἱονεὶ δὲ ἀρχὴ τῶν τροπαρίων ἐστὶ καὶ κανό νων· ἐπεὶ τὰ τροπάρια διὰ τοῦ εἱρμοῦ κανονίζεται καὶ ῥυθμίζεται πρὸς αὐτὸν, ὡς πρὸς ὑπόδειγμα, συντιθέμενα καὶ ἀρμοζόμενά τε καὶ μελωδούμενα λέγεται ὁ μὲν εἰρμὸς, ὅτι κατὰ τάξιν τινὰ καὶ συν θέσει καὶ μελουργίᾳ ἐρόμενος καὶ πλεκόμενος καὶ ἁρμοζόμενος πρόεισι, καὶ οὐχ ὡς ἔτυχε. Τροπάριον δὲ ὅτι πρὸς ἐκεῖνον τέτραπται και νένευκε, καὶ τὸν εἱρμὸν ἔχει οἱονεὶ παραδειγματικὸν καὶ τελειωτικὴν αἴτιον· λόγον δὲ ἔχει ἂν ὁ ἐν ἑκά στοις κανὼν πρὸς τὰ πανονιζόμενα διάφορα· ὡς γὰρ ὁ κανὼν καὶ ἄλλοις ἐν ἄλλοις, οὕτω γοῦν καὶ ὁ εἱρμὸς δ πρὸς τὰ τροπάρια. Ὠδὴ δὲ καὶ κανὼν ᾠδῶν ἐστι πλειόνων περιέχτι κός· ἄχρι γὰρ ἐννέα πρόεισιν ᾠδῶν· ὅτι ὁ ἐννέα τὸ μέγιστόν ἐστι μέτρον ἐν ἀριθμοῖς· τὸ δὲ ἑξῆς δεκά δες, εκατοντάδες, χιλιάδες, καὶ μυριάδες, ὡσαύτως προχωροῦσαι, καθὼς καὶ αἱ μονάδες ἄχρις ἐννέα οὕτως· ι κ λ μ νξοπή ρστυφ, καὶ ἄχρι π βι καὶ α β ἄχρι θ' τὰ δ᾽ ἄλλα πάντα ἐν ἀριθμοῖς μετὰ σύνθεσιν τούτων καὶ ἀνάκλυσιν, οἷον ια' μέχρι θ', καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. Ταῦτα μὲν οὖν ὡς ἐν συνόψει εἴρηται· πλατύτερον δὲ οὕτως τὸ ὄνομα τοῦ κανόνος ἐν πολλοῖς εὐρίσκεται παραλαμβανόμενον κανόνες γὰρ καὶ τοῖς γραμματικὴν μετιοῦσι τέχνὴν εἰσὶ καὶ τοῖς φιλοσόφοις καὶ ἰατροῖς καὶ τοῖς πολιτικοῖς νόμοις· ἀλλ᾽ οἱ τῆς γραμματι τῆς καὶ τὸν νόμον οὐκ ἔχουσι τὸ ἀδιάπτωτον. Κανόνες δὲ λέγονται καὶ τὰ κατὰ τῶν θείων Πατέ ρων εὐσεβῆ διατάγματα· ἐξείληπται δ᾽ ἐπὶ πᾶσι τού τοις τὸ ὄνομα ἀπὸ τοῦ ξύλου τοῦ τοῖς τεχνίταις εἰς ξύλον καὶ λίθον, ἢ καὶ ἄλλων τινῶν χρηματίζοντες ἀπόρθωσιν καὶ ἐθύτατον κανόνιον ἐκείνοις ὀνομαζόμενον, ὃ τοῖς ἀποξεομένοις ἀπορθοῖ ταῦτα καὶ ἐξισοῖ. Ὅπερ οὖν τὸ κανόνιον εἰς ἀπόρθωσιν ἐκείνων δύναται, τοῦτο καὶ ἐπὶ πάσης ἐπιστήμης και λογικῆς τέχνης οἱ κανόνες πληροῦσι τὸ κανονιζόμενόν τε καὶ ὁριζόμενον λέγεται γὰρ ἡ κανὼν καὶ ὄρος· ἀποδιαιροῦν τες τῶν ἄλλων καὶ ἀπευθύνοντες, ὡς μὲν τοι ἕτερον τῷ ὀριζομένῳ συνεμπίπτειν καὶ τὸν περὶ τούτου συγχέειν λόγον κατὰ τοῖς ἁγίοις Πατράσι συντεθέντα διατάγματα, εἰκότως κανόνες καλοῦνται· ἐπευθύ νουσι γὰρ κἀκεῖνα τοὺς πειθομένους αὐτοῖς πρὸς πίστιν ὀρθήν τε καὶ ἀπαρέγκλιτον, καὶ πρὸς βίον ἐνάρετον καὶ θεάρεστον· καθ᾿ ὃν δὴ λόγον κἂν τοῖς ὕμνοις τούτοις τὸ τοῦ κανόνος ἐξείληπται ὄνομα· ὅτι ὠρισμένον καὶ τετυπωμένον τὸ μέτρον τοῦτό ἐστιν ἐν ἐννέα ᾠδαῖς συντελούμενον, καὶ ἐννεάτης μὴ ὑπερβαῖνον· ὅθεν κανών λέγεται ὡς τεταγμένου τοῦ μέτρου αὐτοῦ ἐν ταύταις δὴ ταῖς ᾠδαῖς· οὕτω καὶ τῷ ὀνόματι τοῦ κανόνος ἐχρήσατο ὁ μέγας ἀπόστολος γράψας Κορινθίοις· «Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἅμε τρα καυχησώμεθα. ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανό νος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου ἀφικέσθαι ἄχρις ὁμῶν, ἐλπίδα ἔχοντες αὐξανομένης τῆς πίστεως
col. 425–426page 7 of 12
PG 135:425ὑμῖν μεγαλονθῆναι κατὰ τὸν κανόνα ὑμῶν αρεπόμενα.» Ὁ δὲ λόγος τοιοῦτός ἐστι μπαζον ὡς πολλαχοῦ κηρύξαντες τὸ Εὐ πρὸς ἐκείνους οὖν φησιν, ὅτι Ἐγὼ οὐκ να καυχῶμαι, ὡς πανταχοῦ κατασπείρας τὸ ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος ἐκήρυξα εν ἡμῖν τοῖς ἀποστόλοις ὁ Θεὸς, ὃ ἐστι τὸ τῶν ἐφικέσθαι· εἶτα καὶ διὰ τῶν ἑξῆς καθα τῶν εἰς τὰ ἄμετρα ταῦτα ὑπερβολικῶς νων, φησὶν ὅτι Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ μῶν κηρύξαντες, ἕως ὑμῶν παῤῥησιαζόμε ίζομεν δὲ περισσοτέρως εὐδοκιμῆσαι·» ἐπέκεινα· «Εὐδοκίμησις δὲ τοῦ διδασκά ων μαθητῶν ἐστι προκοπή·» οὕτω μὲν καὶ ᾿Απόστολος τῷ ὀνόματι τοῦ κακόνος χρᾶται· διὸ κανὼν καὶ οὗτος ἐντεῦθεν εἴρηται. γε ᾠδαὶ ἀοιδαί τινές εἰσι μουσικαί· οἱ γὰρ φθόγγοι, ἁρμονίαί τε καὶ ῥυθμοὶ τῆς μου ιν, ἐξ ὧν τὰ μέλη παράγονται· ὧν τὰ μὲν στερόν τε καὶ γοργότερον πάθος τοῖς ἀκροα στα καὶ κινοῦντα πρὸς δάκρυα· τὰ δὲ πρὸς καλούμενα, τῆς ἀλκῆς μεμνῆσθαι καὶ πρὸς την ὁρμᾶν τὸν κατεπαδόμενον· οἷόν τι λέγε σθαι καὶ περὶ τὸν Μακεδόνα ᾿Αλέξανδρον γὰρ τοῦ μουσικοῦ Τίμωνος παρ' αὐτῷ, καὶ δρῶδες ἁρμοζομένου, καὶ σύντονον πρὸς θυ νιστῶντος τὸν ἀκούοντα, ἐκεῖνος οἷς ἔνθους μεγάλου γενόμενος, ἀναστὰς ἒρε τὰ ὅπλα * πρὸς πόλεμον· μουσικαὶ γοῦν φωναὶ καὶ ι διὰ μόνου στόματος εναρμονίως αδόμεναι ιρ ώρισται ἡ ᾠδή· καὶ τοῖς μὲν Ἑβραίοις οὐ .ατος μόνον οἱ πρὸς Θεὸν ᾔδοντο ὕμνοι, ἀλλὰ ὀργάνων, ὡς ὁ Δαβὶδ μαρτυρεῖ πολλαχοῦ μώς φησιν ἐκ προσώπου Θεοῦ πρὸς τὸν Ἰσο Μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ὀργάνων σου οὐκ ἀκούσομαι. «Ἡμῖν δὲ πρὸς ενον οὐδέν τι μουσικὸν παραλαμβάνεται ὄρο λλὰ διὰ ζώσης μόνης φωνῆς ἐναρμονίου ᾅδου θεῷ· πᾶσαι γὰρ σχεδόν αἱ ᾠδαὶ, δι' ὧν καὶ ρτίζεται, ὕμνοι τυγχάνουσιν καὶ ᾄσματα χα ᾀδόμενα πρὸς Θεόν. οὖν ἡ πρώτη παρὰ τοῦ προφήτου Μωϋσέως ται, ὅτι τὸ τῶν Ἑβραίων γένος ἐξ Αἰγύπτου σαν προστάξει Θεοῦ, καὶ καταδιωκόμενον Αἰγυπτίων, τὴν Ἐρυθρὰν θάλασσαν διῆλθεν τῇ ῥάβδῳ τμηθεῖσαν τῇ τοῦ Μωϋσέως· οἱ 17:01 ἐν ἐκείνῃ κατεποντίσθησαν διὰ τοῦ ως διελθεῖν κἀκεῖνοι πειρώμενοι· αὖθις τοῦ ς τύψαντος τῇ ῥάβδῳ τὰ ὕδατα, καὶ ταῦτα τος· διὰ γὰρ τὸ ὑπερβάλλον τοῦ θαύματος τὴν ᾠδὴν τῇ Ἑβραίδι διαλέκτῳ, ὡς ἐν ἐξα τόνῳ, ὡς Ιώσηπος ἐν τῇ ᾿Αρχαιολογία φη ἐν καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξίν· ἐξ τοῦ ὕμνου τῶν μὲν ἀνδρῶν αὐλὸς ὁ Μωϋ ν δὲ γυναικῶν ἡ αὐτοῦ ἀδελφὴ Μαριάμ μένη τὸ τύμπανον· ὅτι δὲ ὕμνος αὕτη καὶ τιν, αὐτόθεν δῆλον· ἀρχομένη γὰρ, «Ασωμεν τῷ ο δ' ἂν ἡ τοιαύτη διήγησις καὶ ἐπὶ πᾶσι τῇ ώπων φύσει καθ' ὑψηλότερον νοῦν· ὡς γὰρ ραὰμ ὁ Θεὸς ἐκ τοῦ γένους ἐξελέξατο τῶν Κυρίῳ,» φησί.
col. 427–428page 8 of 12
PG 135:427Χαλδαίων, καὶ ἀπήγαγεν αὐτὸν εἰς τὴν Παι εἰς γῆν ρέουσαν μέλι καὶ γάλα, ἣν ἔμελλε σπέρματι αὐτοῦ, καθὼς αὐτῷ ἐπηγγείλατο ἀρχῆς τὸν ἀνθρωπον ἐκ πάσης τῆς κτίσεως σατο καὶ ἔθετο εἰς τὸ τρυφῆς χωρίον, λέ παράδεισον, ἐνδιαίτημα τοῦτον μέλλοντα ἔχ παρέβη τὴν ἐντολήν· καὶ ὡς οἱ τοῦ ᾿Αβ ᾤκησαν εἰς Αἴγυπτον διὰ βρώματος, οὔτ πρωτόπλαστοι, βρώσεως ἡττηθέντες, τοῦ σου, φεῦ 1 μετωκίσθησαν, καὶ εἰς τὴν νοουμ ήχθησαν Αἴγυπτον, εἰς τὸ σκότος δηλαδὴ παθων καὶ τὴν ἐξ αὐτῶν κάκωσιν· τὸ γὰρ Αἰγύπτου σκότος καὶ κάκωσιν δηλοῖ ἐξελ νον· καὶ ὡς τοῖς ἐξ ᾿Αβραὰμ οἱ Αἰγύπτι λοις ἐκέχρηντο τῷ πηλῷ καὶ τῇ πλινθίᾳ, ροῦντες αὐτοὺς σίτου, καὶ ἀναιροῦντες τὰ γενόμενα ἄῤῥενα, οὕτω καὶ οἱ νοητοὶ Αἰγ σκότος ἐγένοντο, ἐκπάσσοντες τοῦ θείου δοῦλοι τῇ ἀνθρωπεία φύσει ἐκέχρηντο, αὐτοὺς ἢ κακύνοντες μᾶλλον· ὡς εἰς πᾶσ αὐτοὺς ἐγκυλίσαντες καὶ τῷ πηλῷ καὶ τῇ σχολάσαι διηνεκῶς ἐκβιάζοντες, τοῖς γηίνε ότι καὶ ἀχυρώδεσι πράγμασι, καὶ εἰς καῦσ ταγμένοις κατὰ τὸ Εὐαγγέλιον· τοιοῦτο πλινθία πηλῳ συμφύρουσα ἄχυρα· ἀνῄροι τὰ ἄῤῥένα· εἰ γάρ τις ἀῤῥενοποιὸς λογισμ τινί, οὐκ εἴων ἀνδρωθῆναι αὐτὸν, ἀλλ᾽ ἵνα μή ποτε τὸ δέον φρονήσωσι καὶ τὴν κ φύγωσι. Καὶ ὥσπερ τοὺς ἐξ ᾿Αβραὰμ οἰκτείρας ὁ Μωϋσῆν ἐξαπέστειλε, τῆς Αἰγύπτου το άγοντα καὶ ἐλευθερώσαντα τῆς χαλεπής οὕτω καὶ τὸ γένος ἅπαν κατοικτείρας τὸ καὶ τῆς δουλείας τῶν νοουμένων Αἰγυπτί σθαι θελήσας, οὐκ ἄγγελον ἀπέστειλεν, οἱ γε ἄνθρωπον. ἀλλ' αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸ ναι, μείζονος γὰρ ἐδεῖτο ἐπικουρίας ἡ σύμ ἀνθρώπων φύσις ἢ τὸ τῶν Εβραίων ἔθνος βραχύ τι τῆς τῶν ἀνθρώπων πάντων ὀλότη καὶ οἱ ταύτην καταδουλώσαντες δαίμονες γυπτίων ἦσαν δεινότεροι, καὶ τοῦ κατάξ τοὺς ἰσχυροτέρου δεόμενοι. Καὶ ὥσπερ ὁ τοὺς Ἰσραηλίτας τὴν θάλασσαν διατεμών, δι' αὐτῆς διεβίβασε, τοὺς δὲ Αἰγυπτίους κατεπόντισε διώκοντας αὐτοὺς, καὶ μετὰ τ χειρῶν ἐκείνων ἀπίδρασιν, οὕτω καὶ ὁ ἡμέτερος τοὺς αὐτῷ πειθομένους καὶ τῆς τῶν δαιμόνων ἀποδιδράσκοντας, διαβιβάζει λασσαν τῶν παθῶν, ἀγεύστους συντηρῶν τῆ αὐτῶν· τοὺς δαίμονας δὲ καταποντεῖ τε καὶ γει· ὁρῶντες γὰρ τοὺς ἀνθρώπους ὧν ρίευον, ἀπολυθέντας τῆς τυραννίδος αὐτῶν λον αὐτοῖς ἐπιτάσσοντας, καὶ ὡς ἐπὶ τσι βασιλίσκων ἐπ' αὐτοὺς ἐπιβαίνοντας, τοὺ δοκοῦντας καὶ δράκοντας τὴν ἰσχύν, πικραί σφόδρα καὶ ἀποπνίγονται. Εἶεν δ᾽ ἂν οἱ τριστάται, ὡς τὰ τριμερῆ τῆς ψυχῆς ἐπι καὶ δι' αὐτοῦ τοὺς ἀμελεστέρους όπου ἄγοντες. Τέθεινται δὲ αἱ ᾠδαὶ κατὰ τοὺς οἰκείου χρόνους· ὅθεν καὶ ὡς προγενεστέρα αὕτη τῶν ἄλλων ται· ἐν γὰρ τῇ τῆς Ἐξόδου βίβλῳ Μουσέως γέγραπται, κ. τ. λ.

On the Marriage of First CousinsDe Matrimonio Sobrinorum

col. 429–430page 9 of 12
PG 135:429ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ ΕΚ ΠΡΟΣΩΠΟΥ ΤΩΝ ΑΡΧΙΕΡΕΩΝ, ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ΔΥΟ ΔΙΣΕΞΑΔΕΛΦΟΥΣ ΤΗΝ ΑΥΤΗΝ ΑΓΑΓΕΣΘΑΙ ΠΡΟΣ ΓΑΜΟΝ. α΄. Τοῖς προστασίαν ἐγχειρισθεῖσι λαοῦ, διὰ τοῦ προφήτου φησὶν ὁ Θεός· Ἐὰν μὴ διαστείλῃς, μην δὲ λαλήσῃς, ἀποθανεῖται ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκε ζητηθήσεται. Τί γοῦν ἐκ τοῦ θείου τούτου θεσμού νοεῖν ἔπεισι τοῖς ἐπιοῦσιν παίουσιν] αὐτὸν ἢ τοῖς λαοῦ προεστῶσιν; Ανάγκη αὐτὸν ἐπάγειν ἐγρηγορέναι, καὶ τὰ τῷ καθέκαστον πεπραγμένα περισκοπεῖν, καὶ τὸν τοῦ Θεοῦ νόμον ἀναγγέλλειν αὐτοῖς· καὶ εἰ μὴ πορεύοιντο κατ' αὐτὸν, καὶ διαστέλλειν καὶ λέγειν καὶ κωλύειν τὰ ἄθεσμα. Εἰ δ᾽ ἀφ' ἑαυτῶν κινουμένους τοὺς προεστῶτας πιστῶν καὶ ταῦτα ὁρῶν ἁπαρ αίτητον, τί ἄν τις εἴποι ὅπως Χρὴ τούτους ἐρωτωμένους περὶ τινων πράξεων διατίθεσθαι; Πάντως ἐκθύμως ἄγαν ἀνακόπτειν τε καὶ ἀπείργειν διὰ τῶν ἐρωτώντων τὴν τῶν ἀθέσμων πράξεων ἐπιχείρησιν τ ξύμπασιν. Κἐν τῷ νῦν δ' ἐρωτωμένῳ ζητήματι τοῦτο γενέσθαι χρεών· καὶ μηδὲν ὁποστειλαμένους, ἀπο κριθῆναι τὸ παριστάμενον. β'. Τὸ δὲ ζήτημα βραχὺ μὲν καὶ ὀλιγοσύλλαβον, λόγους δ᾽ εἰσάγον μακρούς, ἐπαγομένους ἐξ ἀντιθέσεων. Ἥρετό τις, εἰ δύναιντο τὴν αὐτὴν εἰς γυναῖκα δύο λαβεῖν ἐξάδελφοι δεύτεροι. Οἱ μὲν οὖν τὸν γά μον τυγχάνειν ἀκώλυτον δογματίζουσιν οἱ δ᾽ οὔ φασιν αὐτὸν ἐπιτρέπεσθαι, ἀλλὰ καὶ παρ᾽ ἀμφοῖν τῶν νόμων κωλύεσθαι, τοῦ τε τῆς πολιτείας καὶ τοῦ τῆς χάριτος. Εξεταστέον δ᾽ ἐκατέραν ἀντίθεσιν. Οἱ μέν φασι τοὺς νομοθέτας περὶ κεκωλυμένων γά μων θεσπίζοντας, καὶ ἀπαριθμουμένους ἅπερ άλ λήλοις ἀπὸ τῶν ἐκ πλαγίου πρόσωπα συνάπτεσθαι ἐπειρήκασι μέχρις ἔκτου βαθμοῦ στῆσαι τὴν ἀπαρίθμησιν· τούτους δ᾽ εἶναι δισεξαδέλφους· περαιτέρω δὲ μὴ προβῆναι, μηδ' ἀπεῖρξαι τοὺς πρόσω τῆς συν οικήσεως. Επεὶ δ᾽ ἐπὶ τοῦ παρόντος ζητήματος οὐκ ἀλλήλοις οἱ διεξάδελφοι πρὸς γάμον συνάπτον
col. 431–432page 10 of 12
PG 135:431ται, πρόσωπον δ᾽ ἕτερόν ἐστι τὸ τούτων ἐνὶ συν αφθὲν, κἀκείνου παρελθόντος, τῷ περιλειφθέντι τῶν δισεξαδέλφων συναφθησόμενον· τὸν γάμον ἀκώλυ τον ἤγηνται. Μὴ γὰρ ἐθέλειν εἶναι τοῦ κανόνος εὐθύτεροι λέγουσιν· ἀλλ᾽ ἃ μὲν ὁ νόμος ἐκώλυσε, ταῦτα κεκωλύσθαι καὶ πρὸς αὐτῶν· ἃ δ᾽ ἐκεῖνος τοῖς κεκωλυμένοις οὐ συνηρίθμησεν, ἐπιτετράφθαι καὶ παρὰ σφῶν. Αὕτη μὲν οὖν ἡ τῆς μιᾶς μοίρας ἀπό κρισις πρὸς τὸ ἐρωτώμενον· καὶ οὕτω τούτοις τὸ ζήτημα λύεται. γ΄. Οἱ δὲ τῆς θατέρας μερίδος, κεκωλυμένον εἶναι τὸν γάμον καὶ ἀθεσμον καὶ δοξάζοντες καὶ ἀποφαινόμενοι, τὸν οἰκεῖον λόγον ἐντεῦθεν συνιστῶσι· καὶ λέγουσιν· ὡς οἱ νομοθέται, περὶ γάμων ἀθέσμων καὶ κεκωλυμένων θεσπίζοντες ἐπὶ μὲν ἀνιόντων καὶ κατιόντων εἰς ἀπέραντον κεκωλύσθαι τὸν γάμον ὀρι ζουσιν· ἐπὶ δέ γε τῶν ἐκ πλαγίου, πρόσωπά τινα ἀπαριθμησάμενοι, καὶ ταῦτα θέντες ὡσανεί παρα δείγματα τῶν κεκωλυμένων γάμων, ἐπεὶ μὴ οἷόν τε κεκωλυμένον βαθμὸν ἕκαστον τῶν ἐκ πλαγίου περιο λαβεῖν, ἐπήγαγον γενικῶς· Ἐν τοῖς γάμοις οὐ τὸ ἐπιτετραμμένον, ἀλλὰ καὶ τὸ εὐπρεπὲς καὶ στο μνὸν καὶ φύσει δίκαιον ζητοῦμεν. Οὐ γὰρ ὡς μέχρις ἐκείνων ἱστάντες τὴν κώλυσιν, τῶν δισεξαδέλφων ἐμνήσθησαν· ἀλλ᾿ ὥσπερ ὑπόδειγμα τὸν λόγον τις θέμενοι, ἐφεξῆς ἐπήγαγον τὸ καθολικώτερον. Καὶ οὐκ ἐπὶ τῶν ἐκ πλαγίου μόνον τοῦτο ποιοῦντες εὐ. ρίσκονται, ἀλλὰ καὶ ἐπὶ γονῆς φυσικῆς. Εἰπόντες γὰρ περὶ θετῶν πρότερον, ἐπήγαγον καὶ ταυτί Καὶ ὁ φυσικὸς γὰρ πατὴρ οὐ λαμβάνει τὴν πορ νογενῆ αὐτοῦ θυγατέρα. Εἶτα πρὸς τὸ καθόλου νόο μιμον ἀπεῖδον, καὶ τὴν γενικὴν ἐπήνεγκαν κώλυ σιν, διὰ τοῦ εἰπεῖν· Τὸ φύσει γὰρ δίκαιον καὶ τὸ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται. κ'. Οὐ γὰρ ἄν τις εἴποι ὡς. ἐπεὶ θυγατρὸς ἐμνή σθησαν μόνης πορνογενοῦς, τὰς ἐγγόνας καὶ τὰς ἐφεξὴ ὑπεξεῖλον, καὶ τὴν πρὸς ἐκείνας συνάφειαν οὐκ ἐκώλυσαν. Καὶ κανὼν δὲ τῶν ἁγίων ἀποστόλων φησὶν· Ὁ δύο ἀδελφὰς ἀγόμενος, ἢ ἀδελφιδῆν οὐ δύναται εἶναι κληρικός. "Αρ' οὖν ὁ ἐξαδέλφην ἀγόμενος, ἢ ἐξαδέλφης ἀνεψιάν, ἔσεται κληρικός Οὐκ ἄν τις τοῦτο ἐρεῖ, ὁρᾷς, ὁ ἀντίθετος, ὡς οὐ μέχρις ὧν ὁ κανὼν ἐμνήσθη, ἔστη τὰ τῆς κωλύσεως, ἀλλὰ καὶ περαιτέρω διὰ τὸ εὐπρεπὲς καὶ τὸ φύσει δίκαιον πρόεισιν; Εὐρήσομεν δὲ καὶ τινα μὴ ὑπὸ βαθμὸν ὅλως τινὰ ἀναγόμενα, καὶ ὅμως κεκωλι μένα διὰ τὸ σεμνόν τε καὶ εὔσχημον. Τὴν γὰρ μη τρυιὰν λαβεῖν τὸν γενόμενον ἄνδρα τῆς προγόνης αὐτῆς ὁ νόμος εκώλυσε καίτοι βαθμὸν ἐνταῦθα ψηφίσαι οὐ δυνησόμεθα. Εἰ γοῦν εὐπρεπὲς ἢ σεμνόν καὶ τὸ τὴν αὐτὴν δισεξαδέλφοις δυσὶ συνευνασθῆναι, ἐπιτετράφθω καὶ ὁ γάμος αὐτοῖς. Εἰ δ᾽ οὗτοι γνήσ σιοι συγγενεῖς· καὶ δῆλον ἐκ τοῦ κεκωλύσθαι τοὺς δισεξαδέλφους ἀλλήλοις συμμίγνυσθαι· πως ἄν τις εἴποι τοὺς οὕτω γνησίους κατά συγγένειαν μια γυναικὶ συνευκάζεσθαι;
col. 433–434page 11 of 12
PG 135:433ε΄. Πῶς δ᾽ ἄν ὁ κατὰ δεύτερον ταύτην γάμον λα βὼν καλέσῃ αὐτήν; νύμφην, ὡς ἐξαδέλφου γυναῖκα, καθὼς καὶ πρώην ταύτην ὠνόμαζεν· ἤ γαμετήν, ὡς αὐτῇ συμφθειρόμενος; Ποῦ δ᾽ ἂν θείημεν τὸν τοῦ μεγάλου Βασιλείου κανόνα τὸν λέγοντα· Ἐν οἷς τὰ τῆς συγγενείας όνοματα συγχέονται, ἐν τούτοις ὁ γάμος ἀθέμιτος; Ἐπιχειρήσομεν δὲ, φασί, και βιαιότερον ἄλλοθεν ἢ ἀληθέστερον μάλιστα. Εἰ γὰρ κατὰ τὸν θεῖον χρησμόν φάσκοντα περὶ τῶν κατὰ γάμου κοινωνίαν συναπτομένων· Ἐσονται οἱ δύο εἰς σάρκα μίαν· μία σαρξ οἱ συναπτόμενοι πιο στεύονται γίνεσθαι· ὁ τῇ τοῦ οἰκείου ἐξαδέλφου γυ ναικὶ συμμιγνύμενος εἰς οἰκεῖον τοῦ γένους εἰσιέναι δοκεῖ· καὶ προσρήγνυται μὲν καὶ τῷ θείῳ θεσμῷ τῷ θεσπίζοντι· Οὐκ εἰσελεύση πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτοῦ. ς· Ἀθετεῖ δὲ καὶ τὸν νόμον, ᾧ οἱ τῆς θατέρας μοίρας τῆς οἰκείας γνώμης εἰς σύστασιν ἀποκέχρηνται, τῷ μέχρι δισεξαδέλφων στῆναι λεγομένῳ τὴν κώλυσιν. Εἰ γὰρ ὁ πρότερος τῆς γυναικὸς ἀνὴρ τοῦ νῦν ξυνευνέσου ταύτης ἦν δισεξάδελφος, ἡ δὲ γυνὴ σὰρξ μία τῷ ἀπελθόντι ἐγένετο, δῆλον πάντ τως ἐστὶ τὸ συμπέρασμα καὶ ἀναμφήριστον, ὡς εἰς οἰκεῖον σαρκὸς αὐτοῦ εἴσεισιν ὁ τῇ γυναικὶ τοῦ δισ εξαδέλφου συνευναζόμενος. Εἰ γοῦν τοῖς Ισραηλί ταις νενομοθέτηται τὸ, Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου· τοῖς σκληροῖς καὶ τὴν καρδίαν τοῖς σκληροῖς καὶ τὴν καρδίαν ἀπεριτμήτοις, οἷς ὁ παλαιός νόμος εἰς πολλὰ συγκαταβαίνων ἐστὶ διὰ τὴν ἐκείνων παχύτητα· πῶς οὐ πλέον ἡμῖν ἐκείνων ἐρεῖ τις ἐπιτετάχθαι; κἀκείνοις μὲν ἀκωλύτως πρὸς πάντα οἰκεῖον σαρκὸς εἰσ. ιέναι ἀπείρητο· ἡμῖν δ' ἐπιτετράφθαι τίς οἰήσεται τὴν τοῦ διασεξαδέλφου γυναῖκα λαβεῖν, καὶ νύμφην κεκλημένην ἡμῶν, καὶ εἰς σάρκα μίαν ἐκείνῳ γεω νομένην διὰ τῆς ἀνακράσεως; Εἰ γὰρ κατὰ τὸν νό μον τῇ τοῦ γαμβροῦ καὶ τῆς νύμφης προσηγορία καὶ οἱ μνηστήρες δηλοῦνται, πολλῷ γε μᾶλλον οἷς καὶ εἰς γάμον προβέβηκε τὸ συνάλλαγμα. ζ. Εἶτα οὐκ ἄτοπον, φύντος μὲν μνηστὴν ἤ ὁμαί μόνος μὴ ἐξεῖναι κατὰ γάμον λαμβάνειν ἡμᾶς, ὅτι ἡ μὲν μητρυιᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει· τὴν δὲ κυρίως κληθεῖσαν νύμφην, ὡς συνευνασθεῖσαν διστ εξαδέλφῳ, ἄγεσθαι πρὸς γάμον τὸν δισεξάδελφον; καὶ τὸν μὲν θετὸν υἱὸν, ἐκ φύσεως μὴ σχόντα πρὸς τὸν θετὸν πατέρα οἰκείωσιν, καταχρηστικῶς δὲ μό νον ἐκ νομικῆς αυθεντίας κληρωσάμενον τὴν υἱό τητα, καὶ διὰ τῆς αὐτεξουσιότητος ἀλλοτριούμενον τούτου, ὡς μηδὲν ἔτι θετὸν εἶναι αὐτῷ πρὸς τὴν ἐκείνου συγγένειαν· ἡ γὰρ προσγενομένη διὰ θέσιν συγγένεια ἀπόλλυται κατὰ τὸν νόμον τῆς αὐτεξουσ σιότητος· κεκωλύσθαι τὴν τοῦ πατρὸς γαμετὴν λαμβάνειν διὰ τὸ εὐσχημον· καὶ τουναντίον τὸν θετὸν πατέρα τὴν τοῦ τοιούτον υἱοῦ γαμετὴν ἀπείργεσθαι ἔγεσθαι, με προσαπτόμενον τοῦ γένους τοῦ θετοῦ υἱοῦ μετὰ τὴν ἐκ τῆς οἰκείας χειρὸς ἐκείνου ἀπό λυσιν· τὴν δὲ διὰ τοῦ δισεξαδέλφου συνημμένην τῷ Ο
col. 435–436page 12 of 12
PG 135:435ἡμετέρῳ γένει, ὡς καὶ εἰς τὴν κληρονομίαν καλεῖσθαι τοῦ οἰκείου ἀνδρὸς, τῶν ἄλλων ἐπιλειπόντων, ἀδεῶς ἡμῖν συνοικεῖν ἐξεῖναι; καὶ νόμιμον τὸν γά μον λογίζεσθαι; η. Ταῦτα μὲν οὖν πρὸς τὴν τῶν ἐπιτρεπόντων τὸν γάμον πρότασιν εἴρηται· λεγόντων μέχρις ἔκτου βαθμοῦ τὸν νόμον τὴν κώλυσιν ἐπὶ τῶν γάμων ἐπε νεγκεῖν. Επεὶ δὲ καὶ περαιτέρω τὴν συγγένειαν ὁ νόμος οίδε προβαίνειν ἐπὶ τῶν ἐκ πλαγίου, ὡς καὶ πρὸς κληρονομίας τινὰς καλεῖσθαι καὶ τῶν τοῦ ἑ βδόμου βαθμοῦ, κατὰ τὸν νόμον τὸν λέγοντα· Ἡ συγγενική βοήθεια ἓξ βαθμούς συγγενείας περι λαμβάνει, καὶ ἀπὸ τοῦ ἑβδόμου προσωπα δύο, τὸ τικτόμενον ἀπὸ δισεξαδέλφου καὶ δισεξαδέλφης καὶ καθ᾽ ἕτερον νόμον διεξιόντα ταυτί· Ἐν τῇ φυσική συγγενείᾳ τὸν ἔβδομον βαθμὸν οὐ παρεξ ερχόμεθα, καὶ τὰ ἐξῆς· εὐλόγως ἄν τις εἴπῃ καὶ τοὺς ἑβδόμου πρὸς ἀλλήλους ὄντας βαθμοῦ κεκωλῦσθαι πρὸς γάμου κοινωνίαν ἀλλήλοις συνάπτεσθαι. Καὶ τοὺς πρὸ τοῦ γενέσθαι τὸν τοιοῦτον γάμον δεἶν εἴργεσθαι διαγνόντας ἀρχιερεῖς, μετὰ δὲ τὸ γενέ σθαι μὴ διασπᾶσθαι, ἀλλ᾽ ὑπὸ ἐπιτίμησιν γίνεσθαι οὐκ ἀκριβείας ἐχομένους εἴποι τις ἂν διαγνώναι τοῦτο, μᾶλλον μὲν ουν γε συγκτταβάσεως. θ'. ᾿Απρεπὲς γὰρ πάντως καὶ οὐ σεμνὸν οὐδὲ φύσει δίκαιον, τὴν εἰς νόμιμον ἐκ συγγενείας καλουμένην κληρονομίαν, ταύτην τῷ κληρονόμῳ συμφθείρεσθαι, κἀκ ταύτης τίκτεσθαι παῖδας ἀμφίβολον τὴν κλῆσιν καὶ οὐκ ἀναμφίλεκτον ἔχοντας. Τί γὰρ ἂν ὁ τῇ τοῦ οἰκείου δισεξαδέλφου παιδὶ συζευχθεῖς τὸν ἐξ ἐκείνης αὐτῷ τεχθέντα καλέσειεν, Υἱὸν ἢ ἀνεψιόν; Εἰ μὲν γὰρ ὡς ἐξ ὀσφύος αὐτοῦ τεχθέντα τοῦτον καλεῖ, υἱὸν ὀνομάσειεν· εἰ δ᾽ ὡς ἐκ θυγα τρὸς ἐξαδέλφου, καλέσειεν ἐξανέψιον. Εἰ δὲ κὰκ τοῦ προτέρου γάμου παῖδές εἰσι τῇ γυναικὶ, γένωνται δὲ κἀκ τοῦ δευτέρου καὶ ἕτεροι, τίνι ἂν κληθεῖεν πρὸς ἀλλήλους συγγενείας ὀνόματι; Αδελφοί, ὡς ἐκ μιας φύντες μητρός, ἤ ἐξάδελφοι, ὡς ἀπὸ δύο ἐξα δέλφων σπαρέντες; Εἰ δὲ καὶ πάντες οἱ ἐγγυτέρω βαθμοῦ τῷ ταύτης ἀνδρὶ ἐπιλίποιεν, ἐβδόμου δὲ εἶεν καὶ ἕτεροι βαθμοῦ περιόντες, ἄρα σὺν ἐκείνοις καὶ αὕτη κληθήσεται πρὸς διαδοχήν, ὡς ἐκείνοις τοῦ αὐτοῦ βαθμοῦ συμμετέχουσα; ἤ παραιτηθήσεται ὡς γυνή παραλαμβανομένη παρὰ τῶν προσγενῶν; Ἐπ' αὐτῇ γὰρ καὶ ἀμφότερα τεθεώρηνται. Ορᾶς τὸ τοῦ πράγματος ἄτοπον καὶ οὐκ εἴσχημον; Διὰ τοῦτο τοῖς νομοθέταις πολλάκις ἐπὶ τῶν γάμων εἴρηται Μὴ τὸ ἐπιτετραμμένον μόνον σκοπεῖν, ἀλλὰ καὶ τὸ εὐπρεπὲς καὶ φύσει δίκαιον καὶ σεμνὸν. ι. Οὐκ ἀκαίρως οὖν εἴρηται μὴ πρὸς ἀκρίβειαν τοὺς ἀρχιερεῖς, ἀλλὰ διατεθέντας συγκαταβατικώτερον, πρὸ μὲν τοῦ γενέσθαι τὸν γάμον ἐπὶ τοῦ ἑο βδόμου βαθμοῦ κωλύεσθαι ἀποφήνασθαι, μετὰ δὲ τὸ γενίσθαι μὴ διασπάσθαι. Εἰ γοῦν καὶ τοῦτο συγκαταβάσεως, τί ἄν τις εἴποι περὶ τοῦ ἔκτου; Ὅτι δ' ἕκτος ἄντικρυς ἐστιν οὗτος δι᾿ ὃν ἢ ἐρώτησις, οὐκ ἀμφίῤῥοπον. Εἰ γὰρ ὁ δισεζάδελφος ἔκτου, ἡ δὲ τούτῳ συζυγεῖσα, σὰρξ ἐκείνου διὰ τῆς συναφείας ἐγένετο, καὶ νύμφη τοῦ περιόντος διεξαδέλφου κυρίως, ἀλλ᾽
Page scan enlarged

Notebook

Full View