PG 138Theodori Balsamonis
Letter on the Rasophores
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1359–1360page 1 of 12
PG 138:1359ἡμῶν ὁ θεὸς ἐπακούσεται, καὶ ἐρεῖ, ἔτι λαλούντων ὑμῶν· Μὴ σκυθρωπάζετε πάρειμι. ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΥΡΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΒΑΛΣΑΜΩΝ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΚΑΘΗΓΗΤΗΝ ΤΩΝ ΚΑΤΑ ΤΟΝ ΠΑΠΙΚΙΟΝ ΜΟΝΑΣΤΗΡΙΩΝ ΜΟΝΑΧΟΝ ΚΥΡΟΝ ΘΕΟΔΟΣΙΟΝ, ΧΑΡΙΝ ΤΩΝ ΡΑΣΟΦΟΡΩΝ. Ρασοφόροι, ρασοφόρος, ρασοφοροῦντες, βα σοφορεῖν, 9, φασιφορεῖν, 7, μετὰ ῥά σῶν ἀμφίων. 17, καλογηρικώς μετὰ τῶν ῥάσων. μ, 49: Οι μη ποιήσαντες μοναχοὶ τοιαύτην όμο λογίαν, βασενδῦται μόνον γεγονότες, μεταμφιάτα σθαι, καὶ εἰς γάμον ἐλθεῖν οὐ δύνανται. βασενδῦται. ῥακενδύται ει μακενδύται Αι ῥασενδύται α΄. Ο μέγας διδάσκαλος τῶν ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ θεοκήρυξ ἀπόστολος Παῦλος, Εσε, φησὶν, εἰς τὸ ἀκοῦσαι ταχὺς, καὶ εἰς τὸ λαλῆσαι βραδύς. Εδει οὖν καὶ τὴν ἡμῶν ταπεινότητα, πιστὰ δοῦλε Θεοῦ, ἀκοὴν ὑποθέσθαι σοι μᾶλλον εύ γνώμονα, η γλώτταν ἀφιέναι τὰ ἐρωτηθέντα διδά ρασοφορεῖν ῥυπήμονες καὶ ῥακοφόρους; 158, ῥυπώμοσινῥακι φίοις. ῥυπείμονας, εἰ ῥυπείμοσιν. βάναυσος, βάσκανος, φιλεγκλήμων, Ειδεχθήμων, ε δεχθείμων, βάναυσος, ειδεχθές, εἰσδεχθὲς
col. 1361–1362page 2 of 12
PG 138:1361σκουσαν. Κὰν γὰρ χρίσματι χειροτονίας ἐχρίσθη μεν ἐλέῳ Θεοῦ, ἀλλ' ἐλαίῳ διδασκαλίας λιπαίνειν τοὺς μετόχους τῆς γῆς ταύτης επετράπημεν· δι' δ καὶ κατὰ τοὺς ἐν σκότει καὶ σκιᾷ καθημένους αγω νιάζομεν. Ἐπεὶ δὲ τὸ μὲν διδάσκειν ὑπερορίους ἐπι σκόπους απηγόρευται, τὸ δὲ ἀπολογεῖσθαι περὶ ὧν ἐρωτῶνται νενόμισται· Τὰ χείλη γάρ, φησίν, ἡμῶν παρ' ἡμῖν εἰσιν· ἀπεστείλαμέν σοι τὸν παρόντα παῖδι λόγον ἡμῶν, ἀπολογησόμενον πρὸς τὰς πεύσεις σου, μὴ πεποικιλμένον, ὡς ἔδει. μετὰ χρυσοπάστων ἱματισμῶν καὶ σοφιστικῶν κροσσωτών, ἀλλὰ μετὰ χλαμυδίων ἀμούσων καὶ ῥυπαρῶν τοιαῦτα γὰρ οἶδεν ὑφαίνειν ἱστὸς ὑπερόριος. Εἰ μὲν οὖν πρὸς τὴν ἐρώτησιν ἀπολογήσεται τι πρόσφορον καὶ κατάλληλον, φιλοφροσύνης ἀξιωθήτω· εἰ δ᾽ ἀμα Θείας ἀπόζει, αντιστραφήτω πρὸς τὸν γεγεννηκότα πατέρα, τὴν δικαίαν ἀποστροφὴν προαρπάσαντα. β'. Έγραψας ἡμῖν, ὡς τινες ἐκ τῶν ῥασοφόρων τῆς κατὰ σὲ ἁγίας μονῆς, ἀναγκαζόμενοι τελειων θῆναι δι' ἀποκάρσεω;, λέγουσιν ὡς ὁ μέγας βασιλεῖὁ; ἔν τισι τῶν ἀσκητικῶν διδασκαλιῶν αὐτοῦ διωρίσατο ἐπὶ τριετίᾳ τὸν μονάσαι ὀφείλοντα δοκι μάζεσθαι, καὶ μετὰ τὴν ταύτης παραδρομήν λαμβάνειν τὴν χάριν τῆς ἀποκάρσεως, ἡ ἀναχωρεῖν τῆς μονῆς, καὶ πρὸς τὴν προτέραν λαϊκὴν μεταπίπτειν διαγωγήν, λαμβάνοντα καὶ ἃ πρὸ τοῦ προσ ελθεῖν τῇ μονῇ ἐνεδιδύσκετο ἄμφια· καὶ ταῦτα γὰρ ἐν ἀσύλῳ συντηρείσθαι παρεκελεύσατο. Ινατί γοῦν πρὸ τῆς τριετίας αναγκαζόμεθα τὸ βάρος ἐπιφορτισθῆναι τῆς ἀποκάρσεως; Εἰκός ἐστι ταύ τῆς ἐντὸς μεταμεληθῆναι ἡμᾶς, καὶ τῆς τραχυτέρας ζωῆς τὴν μαλακωτέραν προτιμήσασθαι, καὶ τῆς ἐπιπόνου τὴν ἀπονον, καὶ ἀπεκδυθῆναι μὲν τὰ μοναχικά, ἐνδυθῆναι δὲ κογχυλόχροα και χρυσόπαστα· ἀλλὰ μὴν καὶ κρεωφαγῆσαι, καὶ νομίμως συναφθῆναι γυναιξίν· εἰ δεήσει δὲ, καὶ στρατολο γηθῆναι, καὶ ζώνας περιβληθῆναι ἀξιωμάτων βασιλικῶν. "Αφες οὖν τῆς προθεσμίας τὴν δωρεάν ἀκιβδήλευτον. Ἴσως γὰρ παραδράμῃ μετὰ τῆς αὐ τῆς εὐθυδρομοῦσα προθέσεως, καὶ στηρίξει τῆς ἐπαγγελίας τὴν εἴσπραξιν. Εἰ δὲ κατεπείγεις τὴν δίσιν παρὰ τὰ δόξαντα, αὐτοὶ ἑαυτοῖς ἐκ μεταμέ που χαρισόμεθα τὴν ἀθώωσιν. "Αλλως τε τοὺς εὐλα βουμένους τὴν τελειότητα τοῦ χαρίσματος δέον ἐστὶ φιλοτιμεῖσθαι μᾶλλον καὶ μὴ κολάζεσθαι, εὐχαριστεῖσθαι καὶ μὴ τωθάζεσθαι, κηρύττεσθαι καὶ μὴ ἀποκηρύττεσθαι. Ἡ μὲν γὰρ περὶ τὰ θεῖα εὐλάβεια συνίστησι πίστεως καθαρότητα· ἡ δ᾽ ἐπ' αὐτοῖ; πρός χειρος ἀνευλάβεια ἀπιστίας παρίστησι κιβδηλότητα. γ. Εἶτά φασι· Παλαιστὰς μὲν καὶ τοὺς ἄλλους ἀγωνιζομένους παγκράτιον διὰ χρονικής προθεσμίας θέλεις γυμνάζεσθαι· τοὺς δὲ πένταθλον ἀναδεχομένους αἰσθήσεων ἀβασανίστως προτρέπεις τῷ ἐξενα τίας συμπλέκεσθαι· καὶ μὴν τούτους μᾶλλον ἔδει μετὰ δοκιμασίας εἰς τὸν ἀγῶνα τῆς ἀσκήσεως παρα δέχεσθαι. Ἐκεῖνοι μὲν γὰρ ὁρατοῖς ἀντιμάχονται,
col. 1363–1364page 3 of 12
PG 138:1363λόμενοι βάλλουσι, καὶ ἀμύνονται ἀμυνόμενοι· οὗτοι δὲ ἀοράτοις ἐχθροῖς ἀντιπαλαμώμενοι, καὶ ἀπροόπτεις ἀντιπάλοις παλαίοντες, ἀφανῶς τοξαζόμενοι εμφα νῶς ἀντιτοξάζειν οὐ δύνανται, καὶ ὡς τραυματίαι τραυματιζόμενοι οὐκ ἀποτολμῶσιν ἀντιτραυματίζειν διὰ τὴν τοῦ πλήττοντος ἄγνοιαν. Τὸ δὲ μείζον καὶ πᾶσαν ὑπερβαίνον κακότητα ἔστιν ὅτε πονηρίαν καταιχιζόμενοι, ἀπονήρως τὰς μάστιγας δέχονται, καὶ λογίζονται τὰ παλαιστήρια τραύματα καταλο λακτήρια γράμματα, φιλεργίαν τὴν ξιφουργίαν, δε ξεύματα τὰ τοξεύματα, ζωοποιὰ τὰ φθοροποιά, φω τοποιὰ τὰ σκοτοποιὰ, εἰρηναῖα τὰ μάχιμα, τὰ δη λητήρια Ιατήρια, τὰ δυσωδὰ εὐωδα, καὶ σωτήρια τὰ ὀλέθρια. Τοῦ σκότους γὰρ προστατεύοντες οἱ τούτοις ἀντιμαχόμενοι, ἐν σκοτομήνῃ τοξάζουσι, τὰ βέλη ψευδομέλιτι χρίοντες. Χρὴ τοίνυν τους που λεμουμένους ὑπ' ἀοράτων ἐχθρῶν ἐφ' ἱκανὸν καὶ δι' ακονίστρας μακρᾶς δοκιμάζεσθαι, καὶ οὕτως ἢ ἀποδοκιμάζεσθαι, ἢ τοῖς σταδιώταις συντάττεσθαι. & καὶ προόπτοις ἀγχεμάχοις υπαντιάζουσι, καὶ βαλο δ. Καὶ τὰ μὲν τῆς γραφῆς σου ἐν τούτοις. Ἡμεῖς δέ φαμεν ὡς 5 μέγας ἐν ἁγίοις Πατράσι Βα σίλειος, τῶν Καισαρέων τὸ καύχημα, καὶ τῆς οἰ κουμένης διδάσκαλος, ἐν τοῖς ὑποτυποῦσι τὴν ἄσκη σιν Θεοδιδάκτοις λόγοις αὐτοῦ, καὶ μᾶλλον ἐν ἑνὶ τούτων διαλαμβάνοντι παρὰ τὴν ἐπιγραφὴν ταῦτα ῥητῶς ο Πέτερον χρὴ πάντας τοὺς προσιόντας δέχεσθαι, ή τινάς, καὶ εὐθὺς αὐτοὺς προσίεσθαι, ἢ μετὰ δοκιμασίας, καὶ ποίας ταύτης;» προσδέχεσθαι μὲν καὶ μὴ ἀπωθεῖσθαι διορίζεται τους θέλοντας ὑπελθεῖν τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν· ἀνίπτοις δὲ χερσὶ τῶν ἁγίων ἐφάπτεσθαι οὐκ εὐδοκεῖ· ἀλλ' εξ τινες τούτων εἰσὶ περὶ μὲν τὰ τελεώτερα τῶν δογ μάτων ἀδίδακτοι, περὶ δέ τινα πονηρὰ καὶ ἀδιάφορα ἤθη ἐνδίδακτοι, ἀνακρίνειν αὐτοὺς καὶ διδάσκειν καὶ μεταῤῥυθμίζειν ἐπὶ τὸ βέλτιον, καὶ οὕτω μετά γυμνασίας καὶ πείρας ἀκριβοῦς ἡ προσίεσθαι τού τους, ἢ ἀποπέμπεσθαι. Μάτην τοίνυν καὶ συκοφαντικῇ προαιρέσει καταψεύδονται τοῦ ἁγίου Πατρὸς οἱ τὰ ῥηθέντα μυθοσκοποῦντες καὶ ἀναπλάττοντες. 5. ε'. Ἐπεὶ δέ τινες λέγουσιν ὡς ὁ μέγας Παχώμιος, ὑπὸ ἀγγέλου χρηματισθεὶς τὴν τοῦ μονήρους βίου διαγωγήν, ἔμαθε μετὰ τῶν ἄλλων ὡς ἐπὶ τριετίαν οἱ Δοκιμασίας δὲ πέρι καὶ τριετίας. ρασοφοροῦντες γυμνάζονται, καὶ οὕτως ἢ τελειοῦνται δι' εὐλογίας καὶ ἀποκάρσεως, ἢ ἀποδοκιμάζονται καὶ πρὸς τὴν προτέραν κοσμικήν κατάστασιν ἀπολύ ται· ἀκουσάτωσαν καὶ αὐτοί· μῦθος ἀντικρὺς ἐστι καὶ ἐρεσχελία σατανικὴ κατὰ τοῦ μεγάλου Πατρός. Αἱ γὰρ βίβλοι τούτου ἀνελιχθεῖσαι μὴ παρὰ μόνον ἡμῶν, ἀλλὰ καὶ παρ' ἑτέρων πολλῶν περὶ τὰ θεῖα δεινῶν, ἄλλα μὲν τῇ μοναχικῇ εὐλαβεία κατάλληλα θεσπίζουσαι φαίνονται, δοκιμασίας δὲ πέρι καὶ τιι:ο τίας καὶ βασοφορούντων καὶ μὴ βασοφορούντων, οὐδὲν ταύταις ἐγγέγραπται. Τὸν δὲ συνοικεῖν αὐτοῖς βουλόμενον πρότερον ἐπὶ
col. 1365–1366page 4 of 12
PG 138:1365ς'. 'Αλλ' ὁ μέγας, φασὶν, ἐν Πατράσιν ἀββᾶς Κα σιανὸς ὁ Ῥωμαῖος διορίζεται τὸν ἐκσφενδονηθέντα τοῦ κόσμου, καὶ μονῆς ἀδελφότητι προσερχόμενον, μὴ ἀπεντεῦθεν ἀποκείρεσθαι, ἐντὸς δὲ τριετίας δοκιμάζεσθαι μετὰ ἀμφίων μοναχικῶν· ἐφ᾽ ᾧ, εἰ τὴν τραχυτέραν τοῦ μονήρους βίου διαγωγὴν ἀπαναίνε» ται, αποκριματίτως ταύτης ὑπερπηδᾷν, καὶ τῆς σαρκικῆς ἐπιθυμίας γίνεσθαι μέτοχον. Καὶ μᾶλλον, φασὶν, ὁ αὐτὸς ἀββᾶς διορίζεται, καὶ τὰ μεθ' ὧν ἦλθεν εἰς τὴν μονὴν ἱμάτια ὁ προσερχόμενος, παρὰ τοῦ οἰκονομοῦντος φυλάττεσθαι· ἐφ᾽ ᾧ ἔχειν ἐπ' ὁδείας αὐτὸν ἀποτίθεσθαι μὲν τὰ μοναχικά, περιτί Θεσθαι δὲ τὰ οἰκεῖα καὶ κοσμικά. Ακουσάτωσαν οὖν καὶ αὐτο!, ὡς, καὶ ταύτην τὴν βίβλον ἐπιμελῶς ἀναπτύξαντες, συκοφαντεῖσθαι τὸν Πατέρα κατελά Τομεν. Πρῶτον μὲν γὰρ, οὐχ ὑποτυπῶν οὐδὲ κανονι. ζων τὴν γυμνασίαν τῆς μοναχικῆς διαγωγῆς, ὁ Πα τὴρ συνεγράψατο ὅσα δή τε καὶ συνεγράψατο· ἀλλ' ὡς ἐν προοιμίοις φησίν, ἀναδιδάξαι θέλων ἐπίσκοπον τινα Κάστορα κατὰ τὴν τούτου ἀξίωσιν τὰς τῶν ἀνατολικῶν κοινοβίων και μάλιστα τῶν Αἰγυπτίων διαταγὰς, ὡς ἂν καὶ οἱ τῆς κατ᾽ αὐτὸν μονῆς μονα χο! οὕτω διάγωσιν, ὡς ἐν διηγήματος σχήματι γέν γραφεν ὅτα καὶ γέγραφεν. Καὶ οὐ χρὴ τὰ μὴ παρά τινος ἁγίας συνόδου κυρωθέντα ὡς κανονικά κρατεῖν διατάγματα, μηδ' ἔπεσθαι τούτοις, καὶ μᾶλλον ἔνθα κανόσιν ἐναντιοῦνται. ζ'. Εἶτα κἂν δοίη τις ὀφείλειν ταῦτα κρατεῖν, ὡς ὑπὸ ἁγίου Πατρός κανονισθέντα ἢ τυπωθέντα, νο μίζω ὅτι οὐδὲ ταῦτα παρακελεύονται καθυβρίζεσθαι τὰ θεῖα καὶ ἱερὰ ἄμφια καὶ τὸ μοναχικόν σχῆμα· ὥστε τὸν σήμερον ἐν ἀγυιαῖς μετὰ γράσων ἀμφίων ἐδεύοντα αύριον μετὰ σηρικῶν ἀναστρέφεσθαι. Μετά γὰρ τὸ διορίσασθαι μή πρότερον εἰς μοναστήριον τινά παρα δέχεσθαι, πρὶν ἀπέδειξίν τινα τοῦ πρὸς Θεὸν πήθου τριετίαν τὰ χαλεπώτερα τῶν ἔργων πονεῖν, καὶ οὕτω μετέχειν τῆς αὐτῶν συνοικίας. Τὸν μέντοι εἰσελθόντα εἰσάπαξ συμμεῖναι αὐτοῖς ἐπὶ τριετίαν εἰς ἀγῶνα ἀδύτων αὐτὸν οὐ δέξῃ· ἀλλ᾽ εργατικώτερα έργα ποιήτας, οὕτως εἰς τὸ στάδιον ἐμβαινέτω μετὰ τὴν τριετίαν. Αποκριματίστως, 15, 17, ἀπροκριματίστω ακριμάτι στον ἀποκριμάτιστον. Ριο. ἀπὸ τοῦ προκρίματος,
col. 1367–1368page 5 of 12
PG 138:1367αὐτοῦ, μετὰ δίκιμασίας οὐκ ἀγενούς παραστάσεσθα:. Γυμνοῦται τῆς ἀρχαίας περιουσίας. 22. Εάν χωρίον κέκτησα:, ἐν ταῦτα ῥητῶς παρακελεύεται· Διὰ τοῦτο οὕτως ἕκαστο; γυμνοῦται τῆς ἀρχαίας περιουσίας, ὡς μηδὲ αὐτὸ τὸ ἔνδυμα 8 περιβεβλημένος ἦλθε, τοῦ λοιποῦ φορεῖν συγχωρεῖσθαι· ἀλλὰ τῶν ἀδελφῶν πάντων συνηγμένων, προαχθεὶς εἰς τὸ μέσον, έχε δύεται τὰ ἴδια ἱμάτια, καὶ διὰ τῶν χειρῶν τοῦ ἀββα ενδύμασι τοῦ μοναστηρίου μεταμφιέννυται· ὡς διὰ τούτου τοῦ τύπου ἐπιγνῶναι αὐτὸν ὅτι, πάντων τῶν κοσμικῶν πραγμάτων καὶ τῆς ἀλαζονείας καὶ τοῦ τύφου γυμνωθείς, ἐνεδύσατο τὴν πτωχείαν τοῦ Χρι στοῦ, καὶ ὅτι ἀνεπαισχύντως συναριθμεῖ ἑαυτὸν καὶ ἐξισοὶ τῷ σώματι τῆς ἀδελφότητος. Τὰ δὲ ἱμάτια & ἀποδύεται, λαβὼν ὁ οἰκονόμος τῆς μονῆς, ἐπὶ πολὺν χρόνον φυλάττει, ἀφορίσας ἕως προκοπῆς τῆς αὐτ τοῦ καὶ ἀναστροφῆς καὶ ὑπομονῆς τῆς ἐν διαφόροις πειρασμοῖς ἀπόδειξιν παράσχῃ. Καὶ εἰ μὲν εὕρωσιν αὐτὸν δυνάμενον τούτοις εγκαρτερεῖν, καὶ ἐν τῇ σπουδῇ καὶ διαπύρῳ θέρμῃ ᾗ ἐνήρξατο διαμένοντα, τοῖς λοιποῖς συναριθμοῦσιν· εἰ δέ τι γογγυσμοῦ ἐλάττωμα, ή παρακοής οιασδήποτε ἐν αὐτῷ ἁμαρ τίαν καταμάθωσιν, ἐκδύσαντες τοῦτον ἅπερ ἐνεδύσατο ἐκ τοῦ μοναστηρίου, καὶ τοῖς κοσμικοῖς ἐνδύ μασι τοῦτον περιβαλόντες, ἀπωθοῦνται τοῦ κοινοβίου ὡς ἐκ ταύτης λοιπὸν τῆς ἀκριβείας μὴ εὐχέρειαν εἶναι τῷ βουλομένῳ ὡς ἔτυχεν ἀναχωρεῖν τῆς μου νῆς· ἀλλὰ τὸν μὴ ἐμμένοντα κατὰ πάντα τρόπον τῇ ἰδίᾳ ὁμολογία μετενδύεσθαι την κοσμικὴν ἐσθῆτα, καὶ οὕτως ἀπολύεσθαι τοῦ μοναστηρίου, η'. Εἰπάτωσαν οὖν οἱ ἀντίθετοι, ἀπὸ τῶν ῥημάτων τούτων ἐνδίδωσιν ὁ μέγας οὗτος Πατήρ τῷ γυμναζο μένῳ ρασοφορεῖν καὶ μετασχηματίζεσθαι κατά μονα χούς, καὶ αὖθις ἐκ μεταμελείας αποσχηματίζεσθαι κατὰ λαϊκούς; Ναι, φασί· διορίζεται γὰρ τὸν προσερχόμενον ἀπεκδύεσθαι ὁ ἐνεδιδύσκετο ένδυμα ὅτι ἦλθεν εἰς τὴν μονὴν, καὶ ἐν ἀσύλῳ παραφυλάττεσθαι, διὰ δὲ τῶν χειρῶν τοῦ ἀ ἐνδύμασι τοῦ μοναστηρίου μεταμφιέννυσθαι, ἵνα, καλοῦντος καιροῦ, ἐὰν ἀδό κιμος περὶ τὸν μονήρη βίον ἀναφανῇ, τὰ μὲν τοῦ μοναστηρίου άμφια ἀπεκδυθῇ, τὰ δὲ κοσμικὰ ἐνδυ θῇ· καὶ τοῦ μοναστηρίου μοναχικά, τὰ δὲ κοσμικά λαϊκά, οὐκ ἠγνόηται. Καὶ μὴν οὐκ εἶπεν ὁ Πατήρ, ενδύματα μόνα καὶ πενιχρά προσερχόμενον ἀμφιέν η νυσθαι, ἀλλ᾽ ἐνδύματα του μοναστηρίου. Εἰ γὰρ ίσως στρατιώτου δὴ ἐνδυμενίαν περιεβέβλητο, ἐκ κογχύλης ἢ καὶ χρυσόπαστον, διατρίβειν ἐν τῇ μονῇ μετὰ ταύτης οὐ παραχωρηθήσεται διὰ τὴν ἀπρέ πειαν, καὶ ἵνα μὴ γαυριᾷ τὸ σῶμα τοῖς μαλακοίς ἀμφίοις θρυπτόμενον· μετὰ δὲ εὐτελῶν ἀμφίων ἐν δυμενίᾳ προσηκόντων λαϊκοὺς καὶ τῇ μονῇ διαφερόν των αναστρέφεσθαι. Ἐκ δὲ τοῦ εἰπεῖν Πατέρα μετ τενδιδύσκεσθαι τοὺς προσερχομένους τὰ μοναχικά, οὐ παρίσταται ἐξ ἀντιδιαστολής μοναχικὰ πρὸ τῆς μετενδύσεως αὐτοὺς ἀμφιέννυσθαι· οὐδὲν γὰρ ἦν μοναστηρίῳ ἀναχωρῶν, οὐκ ἀνεχώρησε σοι, ἀλλ' ἐμπαίζεις καὶ ἐμπαίζῃ. οὐχ ἅμα ἐχώρησε σο:.
col. 1369–1370page 6 of 12
PG 138:1369προσιστάμενου μοναχικῶν ἀμφίων ἐπιμνησθῆναι τὸν μάκαρα, καὶ τῆς συνήθους τοῖς μοναχοῖς μετασχηματίσεως· ἀλλ' ἡ τῶν κοσμικῶν ἐνδυμάτων ση μασία βούλεται τὸν ἀδόκιμον μὴ μετὰ τῶν ἱματίων τῆς μονῆς ἀπολύεσθαι, ἀλλὰ μετὰ τῶν οἰκείων, μεθ' ὧν δηλαδὴ εἰς τὸν κόσμον ἀνεστρέφετο· διὰ γὰρ τοῦτο καὶ φυλάττεσθαι ταῦτα ὑπὸ τοῦ οἰκονόμου παρεκελεύσατο. θ'. "Αραρε τοίνυν γυμνάζεσθαι τοὺς ἀπὸ τύρβης βιωτικῆς εἰς τὸν μοναδικὸν βίον μεταπηδώντας κατὰ δάμαλιν ἀπειρόζυγον, καὶ μᾶλλον ὅσοι βίου γεγόνασιν ἀδοκίμου καὶ σφαλεροῦ. Κἂν γὰρ ἐν Εὐαγγελίοις ὁ Κύριος, Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, φησί, κἀγὼ ἀναπαύσω ὑμᾶς κἀντεῦθεν ἀκίνδυνον ἀναφαίνεται τὸ πάντας ἀπεριμερίμνως δέχεσθαι· ἀλλ' ἐπεὶ ὁ αὐτὸς Θεὸς καὶ Σω τὴρ ἡμῶν πολλὰ περὶ τοῦ προτέρου βίου τὸν νεανί σχον ἀνέκρινε, καὶ μετὰ πληροφορίας τοῦ ἀγαθοῦ βίου αὐτοῦ τὴν τελείωσιν ἀπεκλήρωσε, καὶ ἀκολουθεῖν αὐτῷ διωρίσατο, δίκαιόν ἐστι καὶ κανονικὸν τοὺς μήτε διά βίου καθαρότητα, μήτε διὰ ἤθους ἀγαθοῦ γνωριμότητα, πρὸ δοκιμασίας ἀναφανέντας ἱκανοὺς εἰς τὸ ἐπιφορτισθῆναι τὸν ἐλαφρὸν τοῦ Κυ ρίου ζυγόν, διὰ χρόνου μακροῦ πολυπραγμονεῖσθαι καὶ δοκιμάζεσθαι. Τὸ δὲ γίνεσθαι τὴν δοκιμασίαν ἐπὶ τριετίαν μετὰ ἐνδυμάτων μοναχικῶν, καὶ δο θῆναι τοῖς ῥασοφορήσασιν ἄδειαν, ἐντὸς τῆς τοιαύ της προθεσμίας, εἰ ἀπαρέσκονται πρὸς τὴν τοῦ μου νάδος βίου σκληρότητα, τὰ μοναχικὰ μὲν ἀποδύεσθαι, λαϊκὰ δὲ ἐνδιδύσκεσθαι, οὗ μοι δοκεῖ κανονι κιν, οὐδὲ τῆς ἡμετέρας πολιτείας καὶ ἐπαγγελίας ἄξιον. Καὶ πόθεν τοῦτό φημι, ἄκουσον. ι. Η τριετής προθεσμία τῆς δοκιμασίας παρὰ μέν τινος ἁγίου Πατρὸς οὐ παρεδόθη, καθὼς ὁ λό γος ἄνωθεν διετράνωσεν· ἡ δὲ ἐν Κωνσταντινουπόλει συστᾶσα θεία καὶ οἰκουμενική σύνοδος, ή λεγο μένη πρώτη καὶ δευτέρα, φησὶν ἐν πέμπτῳ κανόνι ταῦτα ῥητῶς· Τὰς ἀκρίτους καὶ ἀδοκιμάστους ἀποταγὰς ἐπὶ πολὺ τὴν μοναδικὴν εὐταξίαν λυμαινομένας εὑρίσκομεν. Προπετῶς γὰρ εἰς τὸν μονήρη βίον ἑαυτούς τινες ἐπιρρίπτοντες, καὶ πρὸς τὸ τραχὺ καὶ ἐπίπονον κατολιγωροῦν. τες τῆς ἀσκήσεως, ἐπὶ τὸν φιλόσαρκον καὶ ἡδο νικὸν βίον αθλίως πάλιν ἐπαναστρέφουσιν. Ωρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος μηδένα τοῦ μοναχικοῦ καταξιοῦσθαι σχήματος, πριν ἂν ὁ τῆς τριετίας χρόνος εἰς πεῖραν αὐτοῖς ἀφ εθεὶς δοκίμους αὐτοὺς καὶ ἀξίους τῆς τηλικαύ της βιοτῆς παραστήσῃ. Καὶ τοῦτο κρατεῖν παντὶ τρόπῳ παρεκελεύσατο, πλὴν εἰ μή πού τις βα ρεία προσπεσοῦσα νόσος τὸν χρόνον ἀναγκάση συσταλῆναι τῆς δοκιμασίας, ἢ εἰ μή πού τις εἴη ἀνὴρ εὐλαβὴς, καὶ τὸν μοναχικὸν βίον ἐν τῷ κοι σμικῷ διανύων σχήματι. Ἐπὶ γὰρ τοῦ τοιούτου άντ δρὸς εἰς ἀπόπειραν παντελῆ καὶ ὁ ἐξαμηνιαίος Απόπειραν. ἀπόκειραν,
col. 1371–1372page 7 of 12
PG 138:1371& ἀρκέσει χρόνος. Εἰ δέ τις παρὰ ταῦτα διαπράξεται τὸν μὲν ἡγούμενον τῆς ἡγουμενείας ἐκπίπτοντα παιδείαν τῆς ἀταξίας τὴν ἐν ὑποταγῇ διαγωγήν εφευρίσκειν, τὸν δὲ μονάσαντα ἐν ἑτέρα μονῇ, τὴν μοναχικὴν ἀκρίβειαν φυλαττούσῃ, παραδί δεσθαι. Τοῦ γοῦν κανόνος ταῦτα διοριζομένου. καὶ ὑποτυποῦντος, τὴν μὲν δοκιμασίαν τῶν ἀσυνήθων ἀγωνιστῶν διὰ τριετίαν γίνεσθαι, τῶν δὲ συνήθων καὶ εὐλαβῶν δι' εξαμηνιαίου καιροῦ, καὶ ἄλλως τινὰ τῶν ἁπάντων μὴ μετασχηματίζεσθαι· πῶς οἱ καὶ μετασχηματισθέντες ὡς ιθαγενεῖς καὶ τρόφιμο. καὶ συμφυλέται ἡμῶν παραχωρηθήσονται κατὰ τὸ οἰκεῖον θέλημα καὶ ἀναμένειν ἐπὶ μακρὸν τὸν ἀπὸ τοῦ μονάδος βίου πρὸς τὰ λαϊκὰ μετασχηματισμόν, καὶ ἀδολεσχεῖν κατὰ δικαιωμάτων κανονικῶν; ια'. 'Αλλ' ίσως ἐροῦσιν ὡς ὁ κανών περὶ βασηρ ρούντων οὐ διαλέγεται, περὶ δὲ μετασχηματιζομέν νων διακονικῆς ἀποκάρσεως προ παραδρομῆς τοῦ ἐμπροθέσμου καιροῦ· καὶ διὰ τοῦτο τῶν μὲν ῥασο φορησάντων καὶ τῆς προθεσμίας αναμενόντων τὴ πλήρωμα υπερηγορεί, τῶν δὲ κατεπειγόντων αὐτῆς πρὸ τῆς τριετούς προθεσμίας τὸ ἀγγελικὸν δέξασθαι στρατολόγημα κατηγορεῖ. Οὐδὲ γὰρ θέλει τὸν ἀπό μαχον πρὸ τῆς μάχης κρινόμενον ὡς πρόμαχον μάχεσθαι, οὐδὲ τὸν ἀπάλαμνον πρὸ τῆς πάλης φαι νόμενον ὡς παλαμναῖον ἀντιπαλαμᾶσθαι, ἵνα μὴ τῷ στρατολογήσαντι καὶ ἑαυτῷ καὶ τοῖς λοιποῖς μαθηταῖς γένωνται τὰ νικητήρια αἰσχυντήρια, καὶ τὰ ἐμφανι στήρια ἀφανιστήρια. Ακουσάτωσαν οὖν καὶ πρὸς ταῦτα οἱ καινοὶ τούτων νομοθέται και πρόσφατοι, οι τὴν κάτ μηλον καταπίνοντες, καὶ τὸν κώνωπα διυλίζοντες· ἡ πέμπτη Ἰουστινιάνειος Νεαρά, ἡ ἐν κεφαλαίῳ τρίτῳ τοῦ ια' τίτλου τοῦ Νομοκανόνου καταστρωθείσα, φησὶ ταῦτα ῥητῶς· Οι παραγγέλο λοντες εἰς μονήρη βίον, εἴτε ἐλεύθεροι εἶτε δοῦλοι εἰσι, πρότερον τριετίαν προσκαρτερεί τωσαν, κουρᾷ τε καὶ ἐσθῆτι χρώμενοι τῶν λατ κῶν, καὶ τὰς Γραφὰς μανθάνοντες, καὶ τὴν τύχην αὐτῶν ὁμολογοῦντες, καὶ τὴν αἰτίαν τοῦ θέλειν μονάσαι, μήποτε πονηρὰ ἐστι, καὶ νου θετείσθωσαν· καὶ εἰ προσκαρτερήσουσι τριετίαν, καὶ ἄξιοι φανῶσι· τοῦ μονάσαι, τότε πειράσθωσαν, καὶ τῆς δουλείας ἐλευθεροῦνται. Τὸ ιζ' κεφάλαιον τοῦ δ' βιβλίου τῶν Βασιλικῶν ῥητος δν τῆς ρκγ' Ἰουστινιανείου Νεαράς, ταῦτα μέρος διορίζεται· Πᾶσι δὲ καθάπαξ τοῖς ἐν ποι σμικῷ ἀναστρεφομένοις, καὶ μάλιστα τοῖς τὰ σκηνικά μετερχομένοις, ἀνδράσι καὶ γυναιξί, καὶ μὴν καὶ ταῖς προϊσταμέναις, ἀπαγορεύο μεν κεχρῆσθαι σχήματι μοναχοῦ ἢ οἱῳδήποτε τρόπῳ τοῦτο μιμεῖσθαι· ἐπισταμένων πάντων τῶν τολμώντων ἢ χρήσασθαι τῷ τοιούτῳ σχή τὴν γιατι, ἢ μιμήσασθαι, ἢ ἐμπαίζειν οιανδήποτε ἐκκλησιαστικὴν κατάσταση, ὅτι καὶ σωματικὰς τιμωρίας ὑποστήσονται, καὶ ἐξο ίᾳ παραδοθήσονται. Τὸ ιζ' κεφάλαιον τοῦ δ'. βιβλίου τῶν Βασι λικών. τ' εγ' κερ. του α' εἰτίου τοῦ ιβ. Τῶν γοῦν διττών τούτων Νεαρών διοριζομένων ῥητῶς μετὰ λαϊκῶν ἐσθήτων τὴν δ βιβλίου τῶν Βασιλικών.. 1, του α' τίτλου.
col. 1373–1374page 8 of 12
PG 138:1373γίνεσθαι οὐδὲ γὰρ εἴποι τις τοὺς μίμους διὰ τρι χῶν ἀποκάρσεως, καὶ ἁγίας εὐχῶν τελετῆς μιμεῖσθαι τὴν μοναδικὴν βιοτήν, καντεύθεν νοεῖσθαι καὶ μετασχηματισμὸν τὴν ἀπόκαρσιν· πῶς αὐτοὶ ἐν βουσιώντες σατανικῶς ἀσχημονοῦσι φαυλιστικῶς κατὰ τῆς μονοτρόπου διαγωγής; ὅπου γε ὁ κατα στρωθεὶς ἄνωθεν ε' κανὼν τῆς ἐν Κωνσταντινουπόλει πρώτης και δευτέρας συνόδου, εἴπερ εἶχε ζῶσαν φωνὴν καὶ ὠλενίσι καὶ παλάμαις ἐστήρικτο, οὐ κοτύλαις ἐλέγχων, ἀλλ' ὅλεις πίθοις, αὐτοὺς ἂν Επιστόμισεν. Ἰδοὺ γὰρ καὶ αὐτὸς ὑπὸ Πατέρων ἁγίων τελεσφορηθεὶς καὶ ἡλικιωθείς, καὶ ὑπὸ Πνεύ ματος ἁγίου όμματωθεὶς, ὑπὸ τούτων τῶν ὑποκρι τῶν ἐρωτώμενος, ὅπως ἡ τοῦ μετασχηματισμού ση μασία νοεῖται καὶ ἐκλαμβάνεται, κατά Στέντορα κέκραγεν· Οὐκ ἔστι τὸ μοναχικόν σχῆμα τελείωσις καὶ ἀπήκαρσις, ἀλλὰ μοναχικῶν ἀμφίων περιβολή. Δύο γὰρ προτίθησι σχήματα, κοσμικὸν καὶ μοναχικών, καί φησι πρὸ τῆς τριετίας μηδένα του μοναχικοῦ καταξιοῦσθαι σχήματος, εἰ μὴ ἐν σχήματι κοσμικῷ ἡνυσέ τις βίον μοναχικόν· τότε γὰρ καὶ ἐξαμηνιαῖος πρὸς δοκιμασίαν ἀρκέσει καιρό;. ιγ'. Εἰπάτωσαν τοίνυν αὐτοὶ, πῶς ὁ μετασχηματ τισμὸς εἰς ἀπόκαρσιν ἐκληφθήσεται; τοῦ κανόνος μεμνημένου καὶ σχήματος κοσμικοῦ. Ἐὰν ἡ τοῦ σχήματος σημασία ἀντὶ τελειοποιοῦ ἀποκάρσεως ἐκληφθῇ, νοηθείη καὶ τὸ εὐαγγελικόν βήμα τὸ λέγον, παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τού του, εἰς ἀποκάρσεως σημαινόμενον, ὅπερ ἄτοπον. Ωσαύτως καὶ τὸν Ἐσχηματίσατο φιλίαν, καὶ, Εσχηματίσατο δικαιοπραγίαν, καὶ τὰ λοιπά. Τού των δὲ οὕτω μὴ ἐκλαμβανομένων, ἄραρε μοναδικὸν εἶναι σχῆμα μὴ μόνον τὸν μετὰ ἀποκάρσεως μετα σχηματισμέν, ἀλλὰ καὶ τὸν δι᾿ ἐσθήτων μοναδικών μεταμφιασμόν. Πῶς δέ τις ἀπροσπαθής διαγνώμων εἴπῃ σχήμα μοναδικὸν εἶναι τὴν τελείαν ἀπόκαρσιν, τῆς διαληφθείσης Ἰουστινιανείου Νεαρᾶς λεγούσης κολάζεσθαι τὸν κατά μίμους ἐμπαίζοντα τὸ μονα δικὸν ἐπωσδήποτε σχήμα; Εἰ κατ' αὐτοὺς τοὺς φιλομαθεῖς νοηθείη ή σημασία του σχήματος, εἴπῃ τις πάντως καὶ τοὺς ἀκειροκόμας μίμους καὶ ὀρχηστὰς, τοὺς ταῖς θριξὶν ἐπιγαννυμένους, ἢ ἐπὶ τῇ τῆς κεφαλῆς νοερᾷ τιμιότητι τὴν χρυσίζουσαν τρίχα κατά μίμησιν ἀποκείρεσθαι· καὶ τὸν χθὲς ὑπὲρ χρυσίον πολὺ καὶ τοπάζιον τῆς κορυφῆς ἀγαπῶντα τὴν τρίχωσιν, ἐβολοῖς λεπτοῖς αὐτὴν προϊέμενον, καὶ κατὰ μαστιγίας πολιτευόμενον· ὅπερ πᾶσαν ὑπερβαίνει λόγου σαθρότητα. ιδ΄. Συνάγεται τοίνυν ἐξ ἀληθῶν καὶ ἀναντιῤῥή των προτάσεων μή μόνον τὴν ἀδοκίμαστον ἀπόκαρσιν ἀπὸ τοῦ κανόνος κολάζεσθαι, ἀλλὰ καὶ αὐτὸν τὸν μετασχηματισμόν. Καὶ ὥσπερ ή τελείας τυχὼν ἀπο Εὐαγγελικὸν ῥῆμα. Χρυσίζουσαν τρίχα.
col. 1375–1376page 9 of 12
PG 138:1375κάρσεως πρὸ τῆς τριετούς προθεσμίας οὐ συγχων ρεῖται τὴν διαγωγὴν ἀθετήσαι, καὶ εἰς βίον μετενι χθῆναι κοσμικὸν διὰ τὴν τῆς ἀκανονίστου ἀποκάρσεως πρόφασιν, ἀλλ᾽ εἰς ἕτερον μοναστήριον παρα δίδοται μοναδικὴν ἀκρίβειαν συντηροῦν· οὕτω καὶ ὁ ῥασοφορήσας πρὸ τῆς τριετίας οὐκ εἰσακουσθήσεται, λέγων· Μετάμελος γέγονα λογίζεται γάρ μοι τη φορτίον τοῦ μονήρους βίου βαρύτατον, καὶ οἷον ἄχθ ς ἀπώματον· θέλω οὖν μὴ ἐπὶ πλέον καταποντοῦσθα τὴν ψυχὴν τὴν τῆς ψυχῆς] ὁλκάδα μετὰ τοῦ βά ρους τῆς μοναδικῆς καταστάσεως, ἀλλὰ μετὰ λαϊκῶν φθονίων μετεωρίζεσθαι. 'Ακούσει δὲ μᾶλλον ὡς Ἐξῆν σοι μετὰ Προμηθέως ταῦτα προδιασκέψασθαι, καὶ μετὰ σχήματος λαϊκοῦ τῆς δυνάμεώς σου λαβεῖν ἀρκοῦσαν δομικὴν καὶ ἀπόπειραν· ἐκοντὶ δὲ τῇ δοκιμασίᾳ ἀπο ταξάμενος, καὶ κατὰ μοναχούς μετασχηματισθεὶς οὐκ. ἔτι διὰ τὸν ἀσύνετόν σου Επιμηθέα παραχωρηθήση ὑποστρέψαι κακῶς, ὅθεν ἐξῆλθες καλῶς· ἀλλ' ἀναγ κασθήσῃ, ὡς βοῦς ἀπειρόζυγος, ἐπιγνῶναι τὸν κτη σάμενόν σε Θεὸν, καὶ ὡς ὄνος τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ· καὶ εἰ μὴ εὐσυνθετεῖς πρὸς τὸ δβλημα, μη δὲ δίδως ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου τὸ ἐπάγγελμα, παραδοθήσῃ τῇ δικαιοδοσία τῆς ἐπισκοπικῆς ἀπο φάσεως, καὶ ἐμβληθήσῃ εἰς φυλακήν. Αμήν, Αμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, [εἰ μὴ κατάθη ἀποδοῦναι τὸν ἔσχατον αδράνην τῆς ἀποκάρσεως. ιε'. Ἐπὶ τούτοις ἐροῦσι, καὶ πῶς τοῦ κανόνος διοριζομένου μὴ μετασχηματίζεσθαι τινα πρὸ τοῦ τριετίαν παραδραμεῖν, οἱ σήμερον κατὰ πᾶσαν τὴν οἰκουμένην ἡγουμενεύοντες τους προσερχομένους αὐτοῖς, μηδὲ διημερεύσαντας σχεδόν εἰς πολιτείαν μοναδικὴν, οὐ μόνον ἀποκριματίσεως μετασχηματ τίζουσι καὶ μετονομάζουσιν, ἀλλὰ καὶ τελειοποιοῦσι δι' ἀποκάρσεως; Εἰ τὰ τοῦ κανόνος νοοῦνται καὶ ἐκε λαμβάνονται καθώς ἄνωθεν είρηται, ὤφειλον οἱ τῶν μοναστῶν καθηγηταὶ τοὺς ζητοῦντας διὰ μοναδικές καταστάσεω; ἐν μονῇ διατρίβειν, καὶ κατὰ μοναχούς πολιτεύεσθαι, ἀπολυπραγμονήτως μὴ παραδέχεσθαι, ἀλλ' ἀναδιδάσκειν τὸ κανονικὸν θεσπιῴδημα, καὶ ἐπι τρέπειν μετὰ λαϊκοῦ πρότερον γυμνάζεσθαι σχήματος, καὶ οὕτω κατά μοναχούς μετασχηματίζεσθαι τοιούτου δέ τινος μὴ γινομένου παρ' αὐτῶν, οἱ μὲν ῥασοφορήσαντες, ἐλπίδι δοκιμασίας καὶ μεταμέλου κουφίζοντος τὸ παρὰ δύναμιν τόλμημα, συγγνωστέοι ὡς ἀκατάγνωστοι ἔσονται· οἱ δὲ τὴν τοῦ θείου κανό νο; περίληψιν ἀθετήσαντες καθηγηταὶ καὶ ἀνάδοχοι εὐθύναις κανονικαῖς καθυποβληθήσονται. ις'. Ακουσάτωσαν τοίνυν καὶ πρὸς ταῦτα ὡς τὸ μὲν διαληφθὲν κανονικὸν θεσπιώδημα καλῶς διαφωτί σθη καὶ ἡρμηνεύθη τῇ χάριτι τοῦ Θεοῦ· οἱ δὲ καθη γηταὶ τῶν μοναστηρίων οὐδέν τι ποιοῦσιν ἀκανόνιστον, οὐδὲ τοῖς Πατράσιν ἐναντιοῦνται, τοὺς πρότερο χυμένους αὐτοῖς ἀπεντεῦθεν κατὰ μοναχούς μετα σχηματίζοντες, ἢ καὶ τελειοποιοῦντες δι' ἀποκάρσεως φησὶ γὰρ τὴ γ' κεφάλαιον τοῦ α' τίτλου του δ
col. 1377–1378page 10 of 12
PG 138:1377βιβλίου τῶν Βασιλικῶν, ὅπερ ἐστὶ νδ' κεφάλαιον 54 123 εί τῆς ραγʹ Ἰουστινιανείου Νεαρᾶς, ταῦτα ῥητῶς Εἴ τις δὲ εἰς μοναχικὸν βίον ἐλθεῖν βουληθείη, κελεύομεν ἵνα, εἰ μὲν γνώριμός ἐστιν, ὅτι οὐδε μιᾷ τύχῃ ὑπόκειται, ὁ ἡγούμενος τοῦ μοναστηρίου, ὅτε συνίδῃ, τὸ σχῆμα αὐτῷ παράσχῃ· εἰ δὲ μὴ γνωρίζεται εἰ οἰᾳδήποτε ὑπόκειται τύχη, ἐντὸς τριῶν ἐνιαυτῶν μὴ λαβεῖν αὐτὸν τὸ μου ναχικὸν σχῆμα· ἀλλ' ἐντὸς τοῦ εἰρημένου χρό του ἀποπειράσθω τῆς τούτον ἀναστροφῆς ὁ ἡγούμενος τούτου. Καὶ ὁ μὲν κανὼν τῆς ἐν τῷ Τρούλλῳ συνόδου, διοριζόμενος τὸν δωδεκαετούς ἡλικίας γενόμενον ἀποκείρεσθαι, προστίθησι παρὰ τῷ προέδρῳ κεῖσθαι τὴν τούτου δοκιμασίαν, εἰ τὸν χρόνον αὐτῷ αὐξηθῆναι λυσιτελέστερον ἡγεῖται τάστασιν. ιζ. Οὐδὲν τοίνυν ἀπεικὸς οὐδὲ ἀκανόνιστον οἱ καθηγηταὶ διαπράττονται, τοὺς προσερχομένους αὐτ τοῖς μετασχηματίζοντες ἀπεντεῦθεν, καὶ μὴ ἀνα μένοντες τριετίαν παραδρομήν. Ἐνεδόθη γὰρ αὐτοῖς ἀπροκριματίσεως τοῦτο ποιεῖν, ὅταν ἡ προσερχόμενος Ιθαγενής ἐστι καὶ ἐγχώριος, καὶ ἄλλως πως γνωστέος αὐτοῖς. Δι᾿ ὃ καὶ ἄλλην σφραγίδα τους ὁρῶντας ἀναδιδάσκουσαν τοῦ ποιμνίου αὐτοῦ τὰ ἐπίσ σημα ἐπέθεντο τούτοις, τὰ ἱερώτατα άμφια. Την μὲν τελειοποιοῦσαν ἀπόκαρσιν ἀνήρτησαν οὐ χάριν δοκιμασίας, ὡς οἱ δεινοὶ τοῦ ψεύδους λογισταί φασι, καὶ τὴν ἀλήθειαν κιβδηλεύοντες, οὐδὲ ὡς τρυτάνην ἀμφίρροπον τὸν μετασχηματισμόν πεποιήκασιν ἀλλ᾽ ἵνα διὰ μαθητείας ὁ μετασχηματισθείς γαλακτο τροφηθῇ, δι' ὑπακοῆς μειρακιωθῇ, διὰ προσευχῆς ἡλικιωθῇ, δι' ἐγκρατείας ἀῤῥενωθῇ, καὶ διὰ ταπεινώσεως τελεσφορηθῇ, καὶ οὕτω, καθά τις ἀνεπίλης πτος στρατιώτης Χριστοῦ, τῷ στρατολογήσαντι αὐτ τὸν παραστῇ γεννάδας, όπλιτοπάλας, ἀκοντιστής, τὴν ἀγνείαν ἐνδεδυμένος ὡς θώρακα, ὡς θυρεὸν τὴν μετάνοιαν, ὡς κόρυθα τὴν ὑπακοὴν, ὡς τόξον τὴν προσευχὴν, ὡς δόρυ τὴν ἡσυχίαν, ὡς φάσγανον τὴν ἐγκράτειαν, ὡς κουλεὸν τὴν ὑπομονὴν, καὶ ὡς σά κος ἑπταβόειον τὴν ταπείνωσιν· καὶ ἁπλῶς ἀγωνιστὴς ἐντελέστατος, μήτε διὰ τὸν ἐμπρόσθιον πόλε μον τοῦ Σατᾶν τὸν ἀναιδῶς δηλαδὴ καὶ κατὰ πρόσω τον ὑπαντώντα παλινδρομῶν, μήτε διὰ τὸν οὐραῖον καὶ ἀφανῆ ἐμπροσθοδρομῶν· ἀλλ' ἐν μὲν τοῖς Αγχιμάχοισ τῶν παθῶν λογισμοῖς προθρώσκων ως τις ἀκαταμάχητος, ἐν δὲ τοῖς ὑπούλοις καὶ ἐνεδρεύουσι παρεκκλίνων ὥς τις ἀνεπιβούλευτος· τοὺς ἐκ δεξιῶν τῆς νίκης καιροσκοποῦντας τὴν ἔφοδον διά δεξιᾶς συνέσεως ἀμυνόμενος, καὶ τοὺς ἐξ ἀριστερῶν κατατρέχοντας καταδοξάζων ἱεροῖς ψαλτωδήμασιν. Ο γὰρ ἀληθὴς στρατιώτης τοῦ Θεοῦ οἶδεν ἐπὶ δεξιὰ δ. Ἐν τῷ Τρούλλω. Οἶκος ἦν οὗτος περιφανής ἐν καλῷ τῶν βασιλείων Κωνσταντινουπόλεως κείμε σιλέων, οίκον μίαν μεν οἰκοδομίαν, πρὸς τὴν ἐν τῷ μονήρει βίῳ εἰσαγωγὴν καὶ και ἐκφυᾶσιν έφεισιν, Σαρινσία, Καισαρινσία, θεϊκούς Οεἶναι ἐδέξατο διετάξατο. Δωδεκαετοῖς ἡλικίας. 40 2 οὐχ ἥττων ἢ δεκαετής
col. 1379–1380page 11 of 12
PG 138:1379ρίας ακόντιον. μεταγαγεῖν ἡδ᾽ ἐπ' ἀριστερὰ τὸ ἀζαλέον τῆς σωτη ιη'. Όταν τοίνυν καταστήσῃ στρατιώτην Θεοῦ ὁ ἀνάδοχος τὸν ἀναδεχθέντα, τὸν ἐδηγούμενον ὁ καθ ηγητὴς, καὶ τὸν μαθητὴν ὁ διδάσκαλος, εμφανίζει αὐτὸν τῷ βασιλεῖ καὶ Θεῷ, καθά τις στρατηγός δε ξιός, καὶ μαλακαῖς ὁμιλίαις ζητεῖ τὴν πρὸς θεὸν προτέραν ἐπαγγελίαν αὐτοῦ διὰ δευτέρας ἀνωμά του στηρίξαι προθέσεων. Τοῦτο ὅπερ συνήθως καὶ εἰς τὴν τοῦ ἐπιγείου βασιλέως στρατολόγησιν γίνεται. 'Αλλ' ἐκεῖ μὲν μόνη απογραφὴ στρατιωτικής τελεί τα: δουλώσεως· ἐνταῦθα δὲ καὶ τῆς κοσμικῆς αἰχμαλωσία; ἀπολύτρωσις δίδοται. Τὴν γὰρ σαρκικήν ποδοκάκην ἐν ὁ Σατὰν αὐτῷ περιέθετο, τέμνει διὰ μα χαίρας μεριζούσης σάρκα καὶ πνεῦμα. Καὶ ὡς ἤδη τοῦ κοσμικού δεσμωτηρίου τὰς ἀλυχτοπέδας διαδράντα τὸν ἄνθρωπον δέχονται οι συστρατιώται καὶ συν ηγήτορες, καθώς τὸν μέγαν Παῦλον οἱ δεσμοφύλακες· καὶ ὡσεί τινα λῃστευθέντα ή αἰχμαλωτισθέντα, καὶ ἐκ τῆς λῃστεία; ἢ τῆς αἰχμαλωσίας ἐλευθεριάσαντα, κατασπάζονται καὶ ἀγκαλίζονται, καὶ διὰ μύρου καὶ ἀρωμάτων μυρεψικῶν ὑποδέχονται· καὶ τέλος διαδέχεται τὸν κατὰ Θεὸν ἀσπασμὸν λαμπείου χία καὶ προπομπή, καὶ νικητήρια ᾄσματα. Στρατιωτικῆς δουλώσεως. ιθ'. Οὕτω καὶ διὰ ταῦτα κατανοεῖται τέως ἐμοὶ τῶν ἀδοκιμάστων ἀναρτᾶσθαι τὴν διὰ τῆς ἀποκάρσεως τελείωσιν· οὐ μὴν ἵνα κατὰ σκηνικούς διαπαίζωσι τὸ μοναχικὸν ἅγιον σχῆμα, καὶ κατὰ κύνας εἰς τὴν ἴδιον ἔμε τον ἐπιστρέψωσιν. Ο γοῦν παρακαλούμενος ρασοφόρος ὑπὸ τοῦ οἰκείου καθηγητοῦ τελειωθῆναι δι' ἀποκάρσεως, καὶ τῆς δωρεάς τὴν χάριν ἀναβαλλόμενος, μᾶλλον μὲν οὖν καὶ δικαιολογούμενος ἐπ' ἐξουσίας ἔχειν κακῶς μεταμέλεσθαι, καὶ εἰς τὴν κοσμικὴν προτέραν ὑποστρέφειν ἀναστροφὴν, ἔοικε τῷ πεσόντι πρὶς θαλάττιον πέλαγος. καὶ ἀναῤῥιχωμένῳ μὲν σωτηρίαν εὑρεῖν, ἀπο στρεφομένῳ δὲ τὴν δεξιὰν τοῦ τοῦτον πρός στ τηρίαν ἑλκύοντος· τῷ ζητήσαντι χρεῶν ἐκκοπήν, καὶ τοῦ δανειστοῦ διαῤῥήσσοντι τὴν ἀθώωσιν κατὰ γῆς χώσαντι σπόριμα, καὶ μὴ ἀνεχομένῳ τὸν ἄσταχυν· ἢ κατὰ λόγον αρμοδιώτερον, ἀνδρὶ μαστιγία θέλοντι διὰ πυρὸς διελθεῖν, ὅτι ποδοκέκης κάκωσιν οὐχ ὑφίσταται· ἀνδρὶ μετὰ σθεναρών ὅπλων δειλαινομένῳ μαχέσασθαι, καὶ τολμώντι τὴν μάχην οπλοφορίας ἀπάνευθεν· ἀνδρὶ τὰ φωτε παραιτουμένῳ τοῦ γίγαντος, καὶ τὴν ἀβλεψίαν σπιν Πέρι μικρῷ θεραπεύοντι· ἀνδρὶ τὴν σωτηρίαν τοῦ λιμένος λογιζομένῳ ναυάγιον. κ'. Ταῦτα οὕτως ἡμῖν ἐγνωματεύθησαν καὶ διετυ παύθησαν· οὕτως ἡ τῶν θείων κανόνων ἀνάντης έρ Τῶν ἐν ταῖς τάξεσι στρας ωτῶν, καὶ δούλων ὄντων, πολλάκις ἐν χρείς καθίστα
col. 1381–1382page 12 of 12
PG 138:1381μηνεία ἐξωμαλίσθη· οὕτως ἡ τραχεῖα καὶ ἀδιόδευα τος εὐδιόδευτος κατέστη καὶ μαλακότριος, ὡς ἡμῖν τέως δοκεῖ. Εἰ μὲν οὖν δόξει ἀρεστὴ καὶ τῇ σῇ όσιο τητι, χάρις τῷ Θεῷ· εἰ δὲ μή, γενέσθω καθώς σοι ἐν τῷ προοιμίῳ παρεδηλώσαμεν. Αδελφιδή ανεψιά, 1, 15.
Continue reading PG 138: Index Analyticus →≣ entire volume
Page scan enlarged

Notebook

Full View