PG 139Nicetas Choniates
History
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 139:643κἀκεῖ τὰ ὅμοια δράσας καὶ τὸν ἐπίσκοπον ἕνα στερήσας τῶν ὀφθαλμῶν ὡς μὴ κατὰ τῶν ἐκ τῆς ποίμνης ἐκείνου ἀγανακτοῦντα στασιωτῶν, ἀλλὰ πράως οὕτω καὶ ὁμαλῶς τὴν κατ’ Ἀνδρονίκου φορὰν ἐκείνων προσιέμενον καὶ ἀνεπεγκλήτως θεώμενον, ἐπάνεισιν εἰς τὰ βασίλεια τοιούτοις γεγανωμένος τροπαιουχήμασι, τὰς τῶν Προυσαέων ἡμερίδας καταλιπών, αἳ περιπλέγδην τὰ δένδρα ἀνέτρεχον, βαρυνομένας τοῖς τῶν κρεμασθέντων σώμασιν ὡς ἄλλοις βότρυσι καὶ μηδένα τῶν ἀνασκολοπισθέντων ἀφεὶς ὡς ληνοῖς δοθῆναι τοῖς σήμασιν, οὓς καὶ τερσήνας ἥλιος ἀνέμοις περιφέρεσθαι ἀνῆκε κατὰ τὰ ἐν σικυηλάτοις ὑπὸ τῶν ὀπωροφυλάκων αἰωρούμενα φάσματα.
Εἰς δὲ τὴν πόλιν ἐπανιὼν καὶ παρὰ τοῦ δήμου φωναῖς εὐφήμοις δεξιωθεὶς καὶ ταῖς τῶν κολάκων προσλαλιαῖς, οὓς ἀεὶ παρατρέφουσι τὰ ἀνάκτορα, τὸ μεγαλόφρον πλεῖον κτησάμενος εἰς θεωρεῖα καὶ ἁμίλλας ἵππων, θερείας οὔσης τῆς ὥρας, ἐτράπετο, ὅτε καί τινων ἐκ τῶν κατὰ τὸ βασιλικὸν ἑδρίασμα δρυφάκτων καταβληθέντων καὶ περὶ τοὺς ἓξ ἄνδρας ἀνῃρηκότων καὶ τοῦ θεατρομανοῦς ὄχλου ἐπὶ τῷ συμβάντι διαθροηθέντος, ὥρμησε τοῦ θώκου ἐξαναστῆναι καὶ μεταχωρῆσαι πρὸς τὰ βασίλεια τῷ δέει ἀλλοιωθεὶς καὶ τοὺς δορυφόρους συνηθροικώς, εἰ μὴ τὸ περὶ ἐκεῖνον εὔνουν ἱκέτευσαν ἀποστῆναι ὡς ἀτόπου τοῦ τοιούτου βουλεύματος καὶ ἐμπέδως ἱζάνειν παρέπεισαν ὡς αὐτίκα, εἰ ἐξανασταίη, ἀπολούμενον, τοῦ δήμου συσπειραθέντος εἰς ἓν καὶ κατ’ ἐκείνου καὶ τῶν ὅσοι περὶ αὐτὸν ἐφορμήσαντος.
μικρόν τι γοῦν ἐπιμείνας τὸν ἱππικὸν μόνον καὶ γυμνικὸν τετέλεκεν ἄεθλον, τῶν δ’ ἐπεισοδίων θεαμάτων ἀπέσχετο τέλεον, ἐν οἷς διαχέουσι τὸ θεώμενον οἱ διὰ μηρίνθων εἰς ὕψος ἀναρριχώμενοι καὶ ὑπὸ μικρῷ καὶ λεπτῷ τῷ συνέχοντι καλωδίῳ ἐπορχούμενοι διαέριοι, ἔτι δὲ οἱ πτηνόποδες λαγίναι καὶ κύνες αἱ θηρευτικαί, φιλοτοιούτους ἀποδεικνύντα τοὺς ἀήθεις θεατροβάμονας. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο. Ἦν δέ τις ἀνήρ, τοὔνομα Ἰσαάκιος, γένους ἄριστα ἥκων, ἕτερος παρὰ τὸν Ἄγγελον Ἰσαάκιον, θυγατρὸς παῖς Ἰσαακίου τοῦ σεβαστοκράτορος, ὃν ὁ λόγος τῆς ἱστορίας ἁπτόμενος κασίγνητον τοῦ βασιλέως εἴρηκε Μανουήλ. οὗτος δὴ ὁ Ἰσαάκιος παρὰ τοῦ πρὸς πάππου θείου καὶ βασιλέως τοῦ Κομνηνοῦ Μανουὴλ τὰ κατ’ Ἀρμενίαν διέπειν λαχὼν καὶ ἄρχειν Ταρσοῦ καὶ στρατηγεῖν ὁπόσα τοῖς ἐκεῖ προσκεκλήρωται συρρήγνυσι μετὰ τῶν διαφόρων Ἀρμενίων πόλεμον καὶ ἁλοὺς ἐν φρουρᾷ καθείργνυται (φθάνει δὲ θανὼν καὶ ὁ βασιλεὺς Μανουήλ), καὶ τοῦτο ἐς ἡλίους πολλούς.
PG 139:645ὀψὲ δὲ πρὸς τῶν Ἱεροσολυμιτῶν λυθείς, οὓς Φρερίους φασίν, ἔσχεν εὔθετον τὴν πρὸς πατρίδα ἐπάνοδον, Ἀνδρονίκου συναραμένου πρὸς τὰ λύτρα, ὑποθημοσύνῃ Θεοδώρας, ᾗπερ ὁ μέν, ὡς πολλάκις εἴπομεν, ἐπλησίαζεν, ὁ δ’ Ἰσαάκιος οὗτος ἀδελφιδοῦς ἦν. ἐνῆγον δὲ Ἀνδρόνικον εἰς τὸ προςδέξασθαι τὸν Ἰσαάκιον καὶ τῆς χρονίου κατοικτεῖραι ἀποδημίας ὁ Μακροδούκας Κωνσταντῖνος τῇ πρὸς μητρὸς Ἰσαακίου θείᾳ συνευναζόμενος καὶ Ἀνδρόνικος ὁ Δούκας συνήθης ὢν ἐκ παίδων Ἰσαακίῳ καὶ κατὰ γένος αὐτῷ προσεγγίζων. Οὗτος τοίνυν ὁ Ἰσαάκιος Ἀνδρονίκῳ οὐχ ὑπείκειν ἐθέλων καὶ τὴν πατρίδα ὡς ἐν ἄστρασι φανταζόμενος καὶ συγγενείας ἢ ἐρατεινῆς ὁμηλικίας οὐδένα λόγον τιθέμενος, τυραννίδος δ’ ἐρῶν καὶ ἀρχῆς ἔφεσιν τρέφων, οὐ μὴν ὑποκύπτειν ἀνεχόμενος ἄρχουσιν, ἐφοδίοις χρῆται καὶ συνερίθοις τοῖς πεμφθεῖσιν αὐτῷ ἐκ Βυζαντίου χρήμασιν εἰς τὸ κακοβούλως ἀρχὴν ἑαυτῷ μνηστεύσασθαι.
τοίνυν μετὰ χειρὸς συχνῆς καταπλεύσας ἐς Κύπρον τὰ μὲν πρῶτα τὸν ἔννομον καὶ πρὸς βασιλέως ἀπεσταλμένον δυνάστην ὑπεζωγράφει βασιλικὰ ὑποδεικνύων τοῖς Κυπρίοις γράμματα, ἅπερ αὐτὸς συνέθετο, καὶ διαταγὰς ἀναγινώσκων αὐτοκρατορικὰς ἐπιπλάστους τὸ ποιητέον δῆθεν ὑποτιθεμένας ἐκείνῳ καὶ τἆλλα διαπραττόμενος, ὅσα οἱ ἀφ’ ἑτέρων ἄρχειν ταχθέντες πρὸς ἀνάγκης ποιεῖν ἔχουσι· μετ’ οὐ πολὺ δὲ τὸν τυραννοῦντα παραγυμνώσας καὶ ἣν ἔτρεφεν ἀπήνειαν ἐκκαλύψας ἀπανθρώπως τοῖς ἐκεῖ προσφέρεται. Καὶ τοσοῦτον ἐς τὸ τοῦ ἤθους ἀκαμπὲς καὶ ἀμείλικτον Ἀνδρόνικον ὑπερέβαλεν, ὅσον οὗτος τοὺς πώποτε διαβοήτους ἀνεπιεικεῖς κατὰ διάμετρον ὑπερήλασεν. οὐ γὰρ διέλιπεν, ἐξ ὅτου περ ἀσφαλῶς ἤδη ἄρχειν ᾤετο, μυρία ἄττα ἀνόσια ἐπὶ τοῖς οἰκήτορσι τῆς νήσου ἐργαζόμενος. φόνοις τε γὰρ καθ’ ὥραν ἀναιτίοις ἐχραίνετο καὶ δηλήμων σωμάτων ἀνθρωπίνων ἐγίνετο ποινὰς ἐπάγων καὶ τιμωρίας οἷά τι συμφορῶν ὄργανον, ὁπόσαι κατῆγον εἰς θάνατον.
καὶ κοίταις δὲ ἀθεμίτοις καὶ φθοραῖς παρθένων ὁ παναισχὴς καὶ ἐξάγιστος ἠκολάσταινεν οὐσίας τε ἁπάσης τοὺς εὐδαίμονας πρώην οἴκους ἀνυπευθύνως ἐστέρησε καὶ τοὺς χθές τε καὶ πρότριτα περιβλεπομένους αὐτόχθονας καὶ κατὰ τὸ πολυκτῆμον τῷ Ἰὼβ ἀντερίζοντας διαφῆκεν ἀγυρτεύειν λιμώττοντας καὶ γυμνιτεύοντας, καθ’ ὅσων τέως οὐκ ἐχρήσατο τῷ ξίφει ὁ ἀκρόχολος. Φεῦ, φεῦ, ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται. εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα. ἐφύτευσας αὐτοὺς καὶ ἐρρίζωσαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν. ταῦτα δή, ἃ καὶ προφήτης ἀπολογεῖται πρὸς Κύριον λαλῶν κρίματα. οἷα γὰρ ἡ τότε γενεὰ ἐξέφυσε κώνεια πρὸς οὐδὲν ἕτερον ἁδρυνθέντα ἢ θάνατον τοῖς προσφερομένοις καὶ τῶν πλείστων ἀπώλειαν πόλεων, ὧν τῆς ἀρχῆς παναθέσμως ἐπέβησαν. Ταῦτα ὡς εἰς ἀκοὴν ἐλήλυθεν Ἀνδρονίκῳ, οὐκ ἦν ὁπωσοῦν καθεκτός, ἀλλ’ ὁρῶν αὐτῷ ἐπερχόμενον ὃν πάλαι φόβον πεφόβητο (ἦν γὰρ ὑφορώμενος τὸ ἰῶτα ὡς τὴν αὐτοῦ παραλῦσον ἀρχήν), ἐξήτει τρόπον, δι’ οὗ ἂν συλληφθῇ Ἰσαάκιος καὶ γενηθῇ ἐξ ἀνθρώπων ὁ ἐκείνῳ προσδόκιμος ὄλεθρος·
PG 139:647ἐδεδίει γὰρ μήπως Κυπρόθεν καταπλεύσας καθελεῖ τοῦτον τῆς τυραννίδος, εἰδὼς ὡς ἀσμένως προσδεχθήσεται παρὰ πάντων, ἐπεὶ καὶ τὸ πόρρω κακὸν τοῦ ἐν χερσὶν ἀλυπότερον καὶ τοῦ θλίβοντος ἄρτι κουφότερόν ἐστι τὸ ἐλπιζόμενον χείριστον· ἀγαπητῶς γὰρ παρακερδαίνειν ἐοίκαμεν ἄνθρωποι καὶ τὴν βραχεῖαν τοῦ ἀλγοῦντος ἄνεσιν. Μὴ ἔχων δ’ ὅπως τὸν ἀπόντα ἐχθρὸν χειρώσηται, ἐπὶ τοὺς ἐγγὺς τρέπει τὸν θυμόν, ταὐτόν τι δρῶν, ὃ καὶ κύνες πολλάκις ποιεῖν εἰώθασι· τοῦ γὰρ βάλλοντος ἀφιστάμενοι τοῦτον μὲν ἀμύνουσιν ὑλακαῖς, τῷ δ’ ἀφεθέντι λίθῳ τοὺς ὀδόντας ἐγχρίπτουσιν. ἀμέλει καὶ ὑπὸ κρίσιν ἤγαγε τόν τε θεῖον ἐκείνου τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, οἳ ξυνέθεντο οὐκ ἀχρεῖον Ἀνδρονίκῳ τὰ ἐς πίστιν ὀφθῆναι τὸν Ἰσαάκιον λυθέντα καὶ πρὸς τὴν πατρίδα ἐπαναζεύξαντα.
μετ’ οὐ πολλὰς δ’ ἡμέρας καὶ καθοσιώσεσιν οὗτοι ὑπάγονται, καίπερ τῶν τῆς μερίδος ὄντες Ἀνδρονίκου οἱ μέγ’ ἔξοχοι πάντων καὶ τῆς ἑταιρείας οἱ κράτιστοι, εἴγε ὁ μὲν Μακροδούκας ἐκτὸς τῶν ἄλλων φιλοφροσυνῶν, αἷς ἐπιμελῶς Ἀνδρόνικον ἐθεράπευε, καὶ ἀδελφῇ τῆς Θεοδώρας κατὰ συνάφειαν συνήρχετο γαμικήν, ἣν ὁ λόγος πλειστάκις ἱστόρηκε γινώσκειν ἀθεμίτως Ἀνδρόνικον, ὁ δὲ Δούκας Ἀνδρόνικος, καταπύγων ὢν καὶ γλοϊὸς καὶ τὴν ἀναίδειαν ἐπὶ τοῦ προσώπου προβεβλημένος, καὶ αὐτοῦ δὴ Ἀνδρονίκου ἐν τοῖς ὑπὲρ Ἀνδρονίκου προμηθέστερος εἶναι ἐπλάττετο, ὅτι καὶ ὁ μέν τινος ἐκπερονᾶν ὀφθαλμοὺς ἀπεφαίνετο, ὁ δὲ Δούκας οὗτος Ἀνδρόνικος, ὡς εἰ διδακτὸς ἦν τοῦ ἀρχῆθεν ἀνθρωποκτόνου καὶ ταῖς τῶν μερόπων χαίροντος συμφοραῖς, καὶ χειρῶν προσεψηφίζετο στέρησιν ἢ ἀνασκολόπισιν ἐγνωμάτευε, βλασφημῶν ἐν πολλοῖς Ἀνδρόνικον καὶ λίαν ἀναιδῶς καθαπτόμενος ἐκείνου ὡς μὴ καταλλήλους τοῖς πταίσμασι τὰς κολάσεις ἐπάγοντος.
Ἐπιστάσης τοίνυν τῆς λαμπροτάτης καὶ εὐσήμου ἡμέρας, καθ’ ἣν ἡ μετὰ τοῦ προσλήμματος εἰς οὐρανοὺς ἄνοδος τοῦ Κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν ἑορτάζεται, ἀθροισμὸς ἐκ προσκλήσεως γίνεται τῶν περὶ τὴν βασίλειον ἁπάντων αὐλήν· καὶ ἦν διὰ τοῦτο τοῖς ἐκ παντὸς ἔθνους καὶ γένους συνδρομὴ καὶ ὁρμὴ ἔνθα ὁ βασιλεὺς ἐνηυλίζετο· ἦν δὲ τότε σκηνούμενος κατὰ τὸ ἔξω λεγόμενον Φιλοπάτιον. ὥσπερ δὲ παλινῳδίαν οἱ συνερχόμενοι ᾄδοντες ἢ ἐν τῷ ἄλλην τρέχειν ἑτέραν βαδίζοντες εἶχον τὸ κατάντημα τῆς ὁδοῦ περὶ τὰ λεγόμενα τοῦ Μαγγάνη παλάτια, ἃ καὶ αὐτὰ κατὰ τὸ ἐντὸς Φιλοπάτιον ᾠκοδόμηντο, ἐσύστερον δ’ Ἀνδρόνικος κατηδάφισε. καὶ ἐπεὶ πολυάνθρωπος ἦν ἡ συνέλευσις, πάνυ μέντοι πολυάνθρωπος, καὶ ἀπῆν οὐδείς, ὃν παρεῖναι ἐχρῆν, ἐξάγονται παρὰ δόξαν τῶν συνειλεγμένων ὁ Δούκας τε καὶ ὁ Μακροδούκας ἐκ τῶν ἐκεῖ που ἐπιπέδων οἰκημάτων καὶ πρὸς τὴν αὔλειον ὡς κατάκριτοι θριαμβεύονται. Καὶ οἱ μὲν ὡς ὑπὸ δίκην ἀχθησόμενοι ἢ τὸν βασιλέα ὀψόμενοι τῶν ὑπερῴων ἐκκύψοντα διεσκευάζοντο ἄνω τὰ ὄμματα αἴροντες καὶ τὼ χεῖρε πρὸς τὸ τοῦ σχήματος σεμνὸν περιβάλλοντες·
PG 139:649ὁ δὲ Ἁγιοχριστοφορίτης Στέφανος, ὃν καὶ Ἀντιχριστοφορίτην οἱ τότε ὠνόμαζον ἄνθρωποι ἐς τὸ κατάλληλον τῶν ἔργων τὴν κλῆσιν μετάγοντες (ἦν γὰρ ὁ τῷ ὄντι ἀναιδέστατος τῶν Ἀνδρονίκου ὑπηρετῶν καὶ πάσης ἀνοσιουργίας ἀνάμεστος), λίθον ἄρας χειροπληθῆ καὶ τοῦ Μακροδούκα στοχασάμενος, τοῦ καὶ προφερεστάτου κατὰ κῆδος βασιλικὸν καὶ τὸ γεραρὸν τῆς ἡλικίας καὶ τὴν τοῦ πλούτου βαθύτητα, παρῄνει πᾶσιν ὡς ἐς παράδειγμα αὐτὸν ἀφορᾶν περιβλεπόμενος ἅπασαν τὴν ὁμήγυριν καὶ τὸν μὴ λαϊβολοῦντα ἐρεσχελῶν καὶ ὡς ἄπιστον ἐς βασιλέα κακολογῶν καὶ τὴν αὐτὴν καταδίκην μετὰ μικρὸν ὑποστῆναι μέλλοντα. Ἦραν οὖν διὰ τὴν ἀπειλὴν ταύτην ὁ ἀθροισμὸς ξύμπας χερμάδια καὶ κατέβαλον τῶν ἀνθρώπων, ἐλεεινὸν καὶ ἄπιστον μετὰ τὸ πάθος θέαμα, ὡς ἀρθῆναι τοὺς λίθους ἐς κολωνόν.
ἔτι δ’ ἐμπνέοντας τοὺς ἄνδρας ἀράμενοί τινες, οἷς τὰ τῆς ὑπηρεσίας ταύτης ἐπετέτραπτο, καὶ τάπησιν ἐνειλήσαντες, ὑφ’ ὧν αἱ τοῖς ἡμιόνοις ἀνατιθέμεναι στρωματοθῆκαι σκέπονται, τὸν μὲν ἐς τὴν περαίαν, ἣ τοῖς Ἰουδαίοις εἰς ταφὴν ἀποτέτμηται, ἄγουσι, τὸν δὲ Μακροδούκαν κατὰ τὴν ἀντίπορθμον τῇ μονῇ τῶν Μαγγάνων ἀποκομίζουσι λοφώδη ἀκτὴν καὶ ἀνασκολοπίζονται ἀμφότεροι. Καὶ τότε πρώτως οἱ τῆς Κωνσταντίνου πολῖται τεθέανται τὰ καὶ ἀκοαῖς αὐταῖς δυσπαράδεκτα· καὶ ὧν ἀφηγουμένων πρότερον ἔβυον τοὺς ἀκουστικοὺς πόρους, τηνικάδε τοῖς ὀφθαλμοῖς προκειμένων ἀπωλοφύροντο. καὶ τὸ πραχθὲν ἀναλογιζόμενοι ἀμηχανίᾳ συνείχοντο καὶ διπλῆν ἐπὶ τοῖς γινομένοις δίκην ὑφίσταντο·
καὶ τῶν ξυμφυλετῶν γὰρ ἐδάμαζον αὐτοὺς τὰ παθήματα καὶ εἰς αὐτοὺς ὅσον οὔπω προσπελάζειν τὸν κίνδυνον φανταζόμενοι χρονιωτέραν εἶχον τὴν βάσανον τῶν ἐν μέσοις ἤδη ἐνσχεθέντων τοῖς ἀχθεινοῖς, καθ’ ὅσον οἱ μὲν τῆς πονηρᾶς ἐλπίδος ὑπέληγον, ἤδη τοῦ κακοῦ ἐπιστάντος, ὃ πάλαι κατὰ νοῦν ἔστρεφον, τοῖς δὲ τὸ προορᾶν ἀεὶ τὸ δεινὸν καὶ τὸ οἴεσθαι τὸ μέλλον ὡς ἐφεστὼς καὶ νυκτὸς ἀφῄρει τὸν ὕπνον καὶ ἡμέρας πλέον βασάνου πάσης ἐπέπληττε τὴν συνείδησιν. τὸ δὲ καινότατον, οὐ μόνον ταῦτ’ ἔπασχον ὁπόσοι τὸ ἔνδον εἶχον κριτήριον ὑποθρᾶττον ὡς οὐκ ἀγαθὰ τῷ Ἀνδρονίκῳ εὔχονται καὶ βουλεύονται, ἀλλὰ καὶ οἷς ἐκεῖνος προσέκειτο καὶ ἀεί τινος μετεδίδου χρηστοῦ· τὸ γὰρ ἐς ἅπαντας ἄπιστον ἦθος καὶ τὸ τῆς γνώμης παλίμβολον ὑφορώμενοι, ἔτι δὲ τὸ πρὸς κόλασιν ἑτοιμότατον δεδιττόμενοι, οὐδ’ οὗτοι τὸ τοῦ κινδύνου ὀξὺ σφῶν αὐτῶν ἀπετρέποντο. Ἀλλὰ γὰρ μηδὲ τοῦτο παραδραμέτω ὁ λόγος. αἰτοῦνταί τινες Ἀνδρόνικον, οἷς μετῆν παρρησίας, τὰ τῶν κρεμασθέντων καθαιρεθῆναι σώματα. ὁ δὲ ὡς ὁ Πιλᾶτος ἐπὶ τοῦ θεανθρώπου Χριστοῦ ἠρώτησεν, εἰ πάλαι ἀπέθανον·
PG 139:651καὶ γνοὺς ἐκ τῶν ἀναρτησάντων κακοὺς κακῶς καταστρέψαι τὸν βίον, συμπαθείας εἶπε τοὺς ἄνδρας καταξιοῦν καὶ ἐπεδάκρυσε τούτῳ τῷ ῥήματι, ἰσχυροτέραν φάμενος εἶναι τῆς οἰκείας ὁρμῆς καὶ προθέσεως τὴν τῶν νόμων αὐστηρίαν καὶ αὐθεντίαν καὶ τὴν τῶν δικαστῶν ἀπόφασιν ὑπερκεῖσθαι τῆς αὐτοῦ προαιρέσεως. Ὢ δάκρυον τοῖς πάλαι μὲν καὶ ἡμῖν ἐν συνοχῇ ψυχῆς ὡς ἐκ νέφους ὄμβρος τῆς καρδίας ἐπιψεκαζόμενον. ὢ λύπης σφοδροτέρας σύμβολον καὶ τῶν ἔνδον πιεζόντων τεκμήριον ἀναμφήριστον, ἐνίοτε δὲ καὶ ὑπὸ χαρᾶς συλλειβόμενον καὶ ἀποσταζόμενον ὡς ἐξ ἀμάρας τῶν ὀφθαλμῶν, παρ’ Ἀνδρονίκῳ δὲ μὴ ταὐτὸ σθένον, ἀλλ’ ἑτέραν φύσιν λαχὸν καὶ τεκμαίρεσθαι παρέχον ὄλεθρον ἐν τῷ ἀμαρεύεσθαι. ὢ πόσων ἔσβεσας κόρας θερμότερον προχεθέν. ὢ πόσους εἰς ᾅδου παρέσυρας πέταυρον λάβρον ἐπιρρυέν. ὢ πόσους κατέκλυσας. ὢ οἵους ἄνδρας εἰς τύμβον παρέπεμψας εἰς τὰ ὕστατα νίπτρα παραληφθὲν ἢ ὡς χοὴ ἐπιτάφιος καὶ λοιβή τις λοίσθη ἐκκενωθέν. Καὶ ὧδε μὲν ἐξ ἀνθρώπων ἔθετο τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον κἀπὶ τοιούτοις οὗτοι Ἀνδρόνικον εἴδοσαν ἀντιμετροῦντα σφίσι τῆς εὐνοίας τὰ ὀφειλήματα.
μετ’ οὐ πολὺ δὲ καὶ τοὺς Σεβαστειανοὺς ὁμαίμονας, δυάζοντας τὸν ἀριθμόν, ἐς τὴν ἀντιπέραν ἀναρτᾷ τοῦ πορθμοῦ, ὃς κικλήσκεται Πέραμα, διὰ τὸ δῆθεν ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ. Ἀλλ’ ἐν τούτοις μὲν καὶ παραπλησίοις ἄλλοις οὐκ ὀλίγοις καὶ χείροσιν ἀεὶ ἐνηυκαίρει Ἀνδρόνικος.
ὁ δ’ ἐκ Κομνηνῶν Ἀλέξιος, ὃς ἐπὶ τοῦ κεράσματος ἐτέτακτο τῷ βασιλεῖ Μανουὴλ ἐκ τῆς αὐτοῦ φύτλης γεγενημένος (ἐκ γὰρ ἀδελφόπαιδος προελήλυθεν), ὑπερορίαν ἐς τοὺς Σκύθας Ἀνδρονίκῳ κατακριθεὶς κἀκεῖθεν φυγὰς γενόμενος, εἴποι ἄν τις ὄφις πετόμενος, εἰς Σικελίαν κατέλυσε καὶ τῷ ταύτης τυραννεύοντι Γιλιέλμῳ εἰς ὄψιν ἐλθὼν καὶ ἑαυτὸν ὅστις εἴη καταφανῆ θέμενος, σὺν αὐτῷ δὲ καὶ ὁ ἐκ τῆς Φιλίππου ἐπαρχίας ὁρμώμενος Μαλεῖ̈νος, ἀνὴρ οὐ τὸ γένος ἐπίσημος, οὐ τὴν τύχην λαμπρός, οὐ γνώριμος τὸ ἐπιτήδευμα, ὃν συνέλαβον ἄμφω χόλον καὶ ὤδινον ἐπὶ πλεῖστον κατ’ Ἀνδρονίκου, ὁ μὲν καὶ δικαίως ἴσως ἐπεγκαλῶν, ὁ δὲ Μαλεῖ̈νος τῷ Κομνηνῷ χαριζόμενος καὶ δοκεῖν τις εἶναι τῶν αἰδοῦς ἀξίων παρὰ τοῖς οὐκ εἰδόσι πραγματευόμενος, τοῦτον κατὰ τῆς πατρίδος ἀπέτεκον, ἐκεῖνα μὴ πρὸς οὖς τοῦ ῥηγός, ἀλλ’ ἐπὶ πολλῶν εὐπαρακλήτως λαλήσαντες ἐν τῷ μικροῦ τῶν ἐκείνου ποδῶν θωπευτικῶς τὰ πέλματα καταψᾶν καὶ κυνηδὸν ταῖς ἑαυτῶν γλώτταις περιλιχμάζειν, οὐχ ὅσοις κακῶς παθεῖν Ἀνδρόνικος ἤμελλεν, ἀλλ’ οἷς ὡς ἐπὶ θήραμα πρόχειρον τὴν ἅλωσιν τῶν Ῥωμαϊκῶν χωρῶν διερεθίσειν εἶχον τὸν τῶν Σικελῶν τύραννον.
PG 139:653Ὁ δὲ τοῖς τούτων λόγοις ἀναρριπισθείς, καὶ ἄλλως ἔχων ἀναφέρειν τὰ ἐπᾳδόμενα ἐς τὸ σύμφωνόν τε καὶ ταὐτοδύναμον οἷς καὶ παρὰ ταὐτογενῶν ἐκείνῳ Λατίνων πολλάκις ἀκήκοε, πάλαι μὲν ἐπὶ μισθῷ συνόντων Ῥωμαίοις καὶ τὴν αὐτοκρατορικὴν ἐκτριβόντων αὔλειον, τότε δὲ διασπαρέντων ἄλλων ἄλλοσε διὰ τὸν παρά σφισιν ἀτεράμονα καὶ ἄτεγκτον Ἀνδρόνικον καὶ τὸ ἐξ αὐτοῦ ἀκηδές, τάς τε οὔσας πολεμικὰς δυνάμεις ἐς τὸ ἐπικρατὲς διατίθησι καὶ τὸ ξενολογικὸν ἐκ πολλῶν ὁπλιτῶν ἀποκρίνας καὶ ἁδροῖς ἐπάρας μισθώμασι καὶ μείζοσι φυσήσας τοῖς ἐπαγγέλμασιν ἐς χιλιάδας τὴν ἵππον καταριθμεῖ. καὶ τὴν μὲν πεζὴν στρατιὰν ἐς Ἐπίδαμνον διαβιβάσας καὶ ταύτην αὐτοβοεὶ κατασχών, τὴν δὲ ναυτικὴν δύναμιν εὐθυπλοήσασαν σχὼν ἐς τὰ τῆς Θεσσαλονίκης ἐπίνεια, τὰς ἐν τῷ μεταξὺ χώρας ὁμολογίᾳ αἱρεῖ. Ὁμοῦ δὲ τῶν στρατευμάτων κατά τε γῆν κατά τε θάλατταν τὴν λαμπρὰν ἐν πόλεσι Θεσσαλονίκην διαλαβόντων καὶ διαζωσάντων μίτρᾳ Ἄρεος, ἑάλω αὕτη πολιορκίᾳ καὶ εἴσω μεθ’ ἡμέρας δέχεται τὸ πολέμιον, οὔκουν διὰ τὸ τῶν ἔνδον ἀμυνομένων ἀπάλαμνόν τε καὶ ἀπειρόμαχον, τὴν δὲ προδοσίαν μᾶλλον τοῦ στρατηγοῦντος Δαυὶδ τοῦ ἐκ Κομνηνῶν.
οὗτος γὰρ ἐς οὐδὲν χρήσιμος τοῖς Θεσσαλονικεῦσιν ὀφθείς, δεξιώτατος δὲ μόνον γενόμενος ἀεὶ δεδιέναι Ἀνδρόνικον καὶ τρόπον ἐπιζητεῖν, δι’ οὗπερ τὰς ἀάπτους ἐκείνου χεῖρας διαφευξεῖται, δέον κῦμα θαλάσσης ὑπελθεῖν ἢ κατὰ πετρῶν ἠλιβάτων βαλεῖν ἑαυτὸν ἢ ὄρεσι καὶ σπηλαίοις εὑρέσθαι ἀποκρυβὴν ἢ κατὰ προφήτην φυγάδα κήτει θαλαττίῳ καταποθῆναι, ὁ δὲ τοιοῦτον μὲν οὐδέν τι ποιεῖν ἐπεβάλετο, ἐπὶ κακῇ δὲ μοίρᾳ τὴν τῶν Θεσσαλονικέων χειρίζων ἀρχὴν καὶ τὴν ἀρχηγίαν ὁ καὶ γυναικῶν θηλύτερος καὶ τῶν ἐλάφων δειλότερος οὐκ εὐκλεῶς κληρωσάμενος ἔλαθε τοὺς συλληψομένους αὐτόν τε καὶ τὴν πόλιν Θεσσαλονίκην καὶ πόρρωθεν ὄντας μεταπεμπόμενος ἄντικρυς καὶ ἑαυτὸν ἐκείνοις ἐγχείριον ἑκούσιον ζώγρημα θέσθαι διὰ παντὸς μελετῶν. Οὐκοῦν καὶ τοῦ τῆς μάχης ἐνστάντος καιροῦ καὶ παντοίων ὅπλων καὶ μηχανῶν κινουμένων κατὰ τῆς πόλεως, θεατὴς τῶν πολεμίων μάλιστα ἦν αὐτός, οὐκ ἀντίπαλος·
οὔτε γὰρ δι’ ὅλης τῆς πολιορκίας ὤφθη ἐπεκδραμών, καίπερ διανιστώντων αὐτὸν οὐ μετρίων πρὸς τοῦτο οἳ τῆς πόλεως προησπίζοντο, οὔτε δράσειν οὕτως αὐτοῖς ἐνέδωκεν, ἀλλ’ ἦγχε τὸ τῶν πολιτῶν πρόθυμον οἷα καὶ σκυλάκων γενναῖον ὅρμημα θηρατὴς ἀχρειότατος. τοίνυν οὐδενὶ τῶν ἁπάντων ὦπτο πανοπλίαν ἀμφιασάμενος, ἀλλ’ ἀπεῖχε κράνους καὶ θώρακος καὶ κνημίδων καὶ θυρεοῦ κατὰ τὰς ἐσκιατραφημένας τῶν γυναικῶν καὶ μηδὲν εἰδυίας πλέον γυναικωνίτιδος καὶ περιῄει τὴν πόλιν ἡμιόνῳ ἔποχος μετ’ ἀναξυρίδος συνεπτυγμένης ὀπισθίῳ δεσμεύματι καὶ πεδίλων κομψῶν ἐστιγμένων χρυσῷ ἐς αὐτὸν ἀποληγόντων ἀστράγαλον. τῶν δὲ μηχανημάτων τὰ τείχη τυπτόντων καὶ βαλλόντων τοὺς λίθους ἔραζε, αὐτὸς εἰς γέλωτα εἶχε τὰ τῶν ἀφιεμένων πετρῶν ῥοιζήματα καὶ τὰ τοῦ περιβόλου ἐν τῷ πλήττεσθαι μυκήματα· κἀν τῷ ἐρείπεσθαι ῥήγματα ἐνωτίζεσθε γοῦν ἔφασκε τοῖς ἐκείνῳ συνοῦσι φαύλοις ἀνδραρίοις, ὑπὸ ἁψῖδα ἰσχυρὰν τοῦ τείχους παραβυόμενος τὰ τῆς γραίας μυκήματα ὁ τιθηνοῦ εἰσέτι δεόμενος· ἐκάλει δ’ οὕτω τὴν μεγίστην τῶν ἑλεπόλεων, ὑφ’ ἧς ἠχρειοῦτο τὸ τεῖχος τῆς πόλεως, τῶν λίθων ἐκπηδώντων τῆς ἁρμογῆς.
PG 139:655Τοιοῦτον τοίνυν προδότην ἡ Θεσσαλονικέων τῷ τότε δυστυχῶς κληρωσαμένη φύλακα καὶ κυβερνήτην λαχοῦσα τὸν καταποντιστὴν καὶ ἰατῆρα τὸν φαρμακέα ἐπ’ ὀλίγον ἀντισχοῦσα τοῖς ἐχθροῖς ὑπέκυψε. Τὰ δ’ ἐπὶ τούτοις γεγενημένα ἄλλη τίς ἐστιν Ἰλιὰς καὶ τραγικὰς ὑπερβαίνουσι συμφοράς· ἅπας γὰρ οἶκος τῶν ἐνόντων ἠρήμωτο, οὐδ’ ἦν οἰκία τις σώζουσα, οὐ στενωπὸς τῶν ἀναιρούντων λυτρούμενος, οὐ κατάδυσις ἐπὶ πολὺ ἀποκρύπτουσα. ἀλλ’ οὐδὲ σχῆμα ἠλεεῖτο ἐλεεινόν, οὐδ’ ἐδυσωπεῖτο δυσώπησις, ἀλλὰ διὰ πάντων ἐχώρει τὸ ξίφος καὶ θυμοῦ λῆξις ἦν ἡ ἀπάγουσα τοῦ βίου πληγή. κενὴ δὲ καὶ ἡ κατὰ τοὺς ἱεροὺς νεὼς συνδρομὴ τῶν πολλῶν ἐδείκνυτο καὶ ματαία ἡ ἐπὶ ταῖς θείαις εἰκασίαις πεποίθησις. οἱ γὰρ βάρβαροι καὶ θεῖα καὶ ἀνθρώπινα συγχέοντες πράγματα τιμᾶν οὐκ ᾔδεσαν τὰ θεοῦ, οὔτε ἀσυλίαν παρεῖχον τοῖς ἐς τὰ τεμένη προστρέχουσιν·
ἀλλ’ ὃ ἦν ἐπὶ τοῖς κοινοῖς δόμοις κατάντημα, τὸ μαχαίρᾳ δηλονότι παραυτίκα πεσεῖν ἢ γοῦν τῆς οὐσίας πάσης ψιλωθέντα τινὰ διαφίεσθαι, ὃ παρὰ τοῖς πορθηταῖς ἐς μεγίστην εὐποιί̈αν συνελογίζετο, τοῦτο καὶ οἱ ἐν τοῖς νεῲς καταφεύγοντες πέρας εὕρισκον, ἵνα μὴ προςθείην καί τι βαρυσυμφορώτερον ἕτερον, τὸ ἐκθλίβειν ἐκεῖσε κακῶς τὴν ψυχὴν τῇ τῶν μυριάδων συνδρομῇ τε καὶ συμπιλήσει, αἳ τοὺς θείους δόμους εἰσέδυσαν· κἀν τοῖς ἱεροῖς γὰρ μεθ’ ὅπλων ἐπεισπηδῶντες οἱ ἐναντίοι τὸν ἐν ποσὶν ἀνῄρουν ἀεὶ καὶ ὡς θύματα τοὺς καταλαμβανομένους ἀνηλεῶς ἐκεράϊζον. Πῶς δὲ ἀνθρώπων ἤμελλον φείδεσθαι οἱ τοῖς θείοις ἐμπαροινοῦντες καὶ μηδ’ ὅλως θεοῦ ἐμπαζόμενοι;
ἀλλ’ οὐ τοσοῦτον καινόν, εἰ τὰ τῷ θεῷ ἀνατεθειμένα ἱεροσύλουν καὶ χερσὶ βεβήλοις καὶ ὀφθαλμοῖς κυνέοις ἥπτοντο τῶν ἀψαύστων καὶ τοῖς μὴ θεατοῖς ἐνητένιζον, ὅσον δὴ ἀνόσιον, εἰ τὰς παναγεῖς Χριστοῦ εἰκόνας καὶ τῶν αὐτοῦ θεραπόντων ἠδάφιζον, καὶ τούτων κατεπεμβαίνοντες, εἴ τις μὲν κόσμος ἐξ ὕλης προσῆν τιμαλφοῦς, τοῦτον ἀφῄρουν ἐκσπῶντες ὡς ἔτυχεν, αὐτὰς δ’ εἰς τὰς τριόδους ἐξέφερον τοῖς παροδεύουσιν ἐσομένας εἰς καταπάτημα, ἢ τῷ τῆς διαίτης πυρὶ παρεδίδοσαν. ἀνοσιώτατον δὲ μάλιστα καὶ ὠσὶ δυσήκουστον τῶν πιστῶν, εἴ τινες ἦσαν, οἳ τῆς θυωροῦ καὶ ἀγγέλοις αὐτοῖς δυσθεάτου ἄνωθεν ἀνιόντες τραπέζης ἐπ’ αὐτῆς ὠρχοῦντο μεταφερόμενοι ἀσχημόνως καί τινα βαρβαρικὰ ἀπηχῆ ᾀσμάτια πάτρια ἔψαλλον, εἶτα τὴν αἰδῶ ἀνακαλύψαντες καὶ τὸν ποδεῶνα τοῦ τῆς κοιλίας ἀσκοῦ ῥέειν ἀνέντες ἐνούρουν κύκλῳ κατὰ τὸ ἅγιον ἔδαφος, περιρραντήρια ταῦτα τελοῦντες δαίμοσι καὶ λουτρὰ θερμὰ τοῖς ἀλάστορσι σχεδιάζοντες, οἷς οὗτοι μετὰ κάματον διανήχονται, ὃν διήνεγκαν ἀνθρώποις συμφορὰς μηχανώμενοι καὶ δεινὰ διαθλοῦντες ἀνήκεστα.
PG 139:657Ἐπεὶ δέ ποτε τὰ δεινὰ δόξαν τοῦ λῆξαι εἴληφε καὶ εἰς ἀνοχὴν ἀπεῖδεν ὁ πόλεμος, μέσον ὀφθέντων οἵπερ εἰς ἀρχηγοὺς τῶν Σικελῶν ὑπερανεστήκεσαν καὶ τὴν τῶν πολλῶν ἐπισχόντων ὁρμὴν εἰς ἀναίρεσιν, ὧν ἅτερος ἔφιππος σιδήρῳ κατάφρακτος τὸν τοῦ μυροβλύτου μάρτυρος εἰσέδυ νεὼν καὶ τοὺς μὲν τῷ πλατεῖ παίων τοῦ ξίφους, τοὺς δὲ καὶ εἰς ἀληθὲς τραῦμα πλήττων ἴσχυσε μόλις τὴν τοῦ κακοῦ στῆσαι φοράν, οὐδ’ οὕτω τὰ ἑξῆς ὡς ἐν κακοῖς μέτρια τοῖς Θεσσαλονικεῦσιν ἐφάνησαν, ἀλλὰ τὸ μὲν ἐς ᾅδου κατάγεσθαι τοὺς πολιορκηθέντας ἡ μετὰ τὴν ἅλωσιν εὐθὺς ἡμέρα κατέπαυσε, τὰ δ’ ἐπισυμβαίνοντα ἄλλως ὀδυνηρὰ πρὸς τὸ αὐτὸ τῆς ζωῆς τέρμα μυριαχῶς τοὺς τλήμονας κατήπειγον καὶ βέλτιον τὸ θανεῖν ἐποίουν ὑπὲρ τὸ ζῆν, ὥστε, τὸ τοῦ τλησιπόνου Ἰώβ, πολλοὶ δεόμενοι τελευτῆς οὐκ ἐτύγχανον. Καὶ πᾶς μὲν γὰρ ἕτερος πολέμῳ τὸ ἀντίπαλον χειρωσάμενος κακῶς αὐτῷ κέχρηται καὶ ἀνελεημόνως προσφέρεται καὶ ὅσα ἡ ἐκ τῆς νίκης ὑπεροψία ὑποτίθησι διαπράττεται, Λατῖνος δὲ πορθήσας τὸ ἀντιπῖπτον καὶ ὑποχείριον ἐργασάμενος ἀνύποιστόν ἐστι μάλιστα κακὸν καὶ λόγῳ ἀπεριήγητον·
εἰ δὲ καὶ Ῥωμαῖος εἴη ὁ συλληφθεὶς καὶ οὗτος καθαρεύων γλώττης Ἰταλιώτιδος καὶ τοσοῦτον τοῦ ἑτεροφύλου ἔθνους ἀποξενούμενος, ὡς μηδὲ κατὰ τὴν σωματικὴν περιβολὴν βραχύ τι γοῦν Λατίνοις ἐπικοινωνεῖν, εἴη ἂν οὗτος ἐστυγημένος θεῷ καὶ τῆς ὀργῆς Κυρίου ἀμιγῆ κατακριθεὶς πιεῖν τὴν κύλικα καὶ τὸ ποτήριον ἀκέραστον προσενέγκασθαι. ποία γὰρ θανατηφόρος ἔχιδνα ἢ πτερνοφύλαξ ὄφις ὀλέθριος ἢ ταυροφόντης λέων τὰ τῶν βρωμάτων ἕωλα παρορῶν, θερμῆς δ’ ἔτι τῆς θήρας ἐμφορούμενος, οὕτως ἂν ἐλυμήνατο ὡς ἀπανθρωπία Λατίνη ζωγρήσασα; οὐκ ἐπικλᾶται λιταῖς, οὐ θηλύνεται δάκρυσιν, οὐχ αἱμύλοις ἱλαρύνεται φθέγμασι. κἂν ᾄσῃ τις χάριεν, κλαγγὴ τοῦτο ἰκτίνων ἢ κρωγμὸς κορώνης λογίζεται. εἰ δ’ οὕτως εἴη θελκτήριον ὡς καὶ πέτρας αἱρεῖν, ὁποῖα τὰ Ὀρφαϊκὰ κρούματα, εἰς κενὸν μὲν καὶ οὕτως ὁ φορμίζων ἐψάλαξε καὶ μάτην ἀείδειν ἀνεβάλετο λιγυρόν· εἰ δέ που καὶ ἁλοίη τῇ ἀοιδῇ ὁ βάρβαρος, ἀλλ’ εἰς κύκνειον ᾆσμα τελευταῖόν τε καὶ φιλότιμον ἡ ἀμείλικτος τοῦτο ψυχὴ μεθιστᾷ αὖ πάλιν κατεργαζομένη θάνατον καὶ μένουσα πάλιν ὡς πρότερον ἄθελκτος ἢ ὥσπερ ἄκμων ἀνήλατος πρὸς πᾶσαν ἱκετείαν ἀνένδοτος.
μόνῳ οἱ τοῦ γένους τούτου τῷ θυμῷ χαρίζεσθαι ἴσασι, καὶ οἷς οὗτος ἐπιτάσσει ὀργίλως ὑπενδιδόναι πεφύκασι. Τί δ’ ἂν κακὸν εἴη παρεικὼς ἀτέλεστον ἀνὴρ μισορρώμαιος καὶ τοσαύτην ἀποθησαυρίσας ἐν ἑαυτῷ καθ’ Ἕλληνος ἀνδρὸς τὴν ἀπέχθειαν, ὁποίαν οὐδ’ ὄφις αὐτὸς ὁ ἀρχαῖος τοῦ ἀνθρωπίνου γένους ἐπίβουλος συνειληφὼς πάλαι ἀπέτεκεν, ἐπεὶ καὶ παραδείσῳ μὲν ἄντικρυς παρὰ τοῖς καταρατοτάτοις Λατίνοις εἰκάζεται ἣν ἡμεῖς ἐλάχομεν οἰκεῖν καὶ ἀποκαρπεύεσθαι, καὶ δυσέρωτες ὄντες τῶν παρ’ ἡμῖν ἀγαθῶν κακογνωμονοῦσιν ἀεὶ περὶ τὸ ἡμέτερον γένος καὶ κακῶν εἰσι τέκτονες διὰ παντός. κἂν φιλεῖν πλάττωνται, τὸν καιρὸν ὑποδυόμενοι, μισοῦσιν ὡς ἔχθιστοι· κἂν ὁ λόγος αὐτοῖς εὐπροσήγορος καὶ ὑπὲρ ἔλαιον ῥέων ἀψοφητὶ ἁπαλύνηται, ἀλλὰ βολίδες εἰσὶ καὶ οὕτως αὐτοὶ καὶ μαχαίρας ἀμφιστόμου τομώτεροι. οὕτω μέσον ἡμῶν καὶ αὐτῶν χάσμα διαφορᾶς ἐστήρικται μέγιστον καὶ ταῖς γνώμαις ἀσυναφεῖς ἐσμεν καὶ κατὰ διάμετρον ἀφεστήκαμεν, εἰ καὶ σώμασι συναπτόμεθα καὶ τὴν αὐτὴν πολλάκις κληρούμεθα οἴκησιν.
PG 139:659ὅθεν καὶ αὐτοὶ μὲν ὑψαυχενοῦντες ὡς τὰ πολλὰ καὶ τὸ τοῦ σχήματος ἐξ ὑπερηφανίας ὑποκρινόμενοι ὄρθιον ὡς πτέρναν φιλοῦσι τηρεῖν καὶ περιεργάζεσθαι τὸ λεῖον τοῦ ἤθους ἡμῶν καὶ ὑποκαταβαῖνον χαμαὶ διὰ τὸ τοῦ φρονήματος μέτριον, ἡμεῖς δὲ τὸ ἐκείνων ὑπέροφρυ καὶ τὸ κομπηρὸν καὶ σεμνὸν καὶ τὴν κόρυζαν οἷά τινα κεφαλὴν ἄνω ὑποβλεπόμενοι τείνουσαν ἐπ’ αὐτῆς τὴν πορείαν τιθέμεθα φλῶντες ἐς δεῦρο τῇ δυνάμει Χριστοῦ τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων ἐξουσίαν βραβεύοντος καὶ τὸ μηδὲν ἐντεῦθεν παθεῖν ἢ καὶ ἠδικῆσθαι παρέχοντος. Καὶ οὕτω μέν, ἵνα καθ’ εἱρμὸν αὖθις προί̈ῃ τὸ λέγειν, ὁ Σικελικὸς στρατὸς τῆς πόλεως Θεσσαλονίκης ἔνδον γενόμενος ὅσα καὶ οἷα μὴ θεῷ φίλα τετέλεκε κατὰ τὴν ἕκτην ἡμέραν τοῦ Αὐγούστου μηνὸς τῆς τρίτης ἐπινεμήσεως τοῦ ἑξαχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τρίτου ἔτους τῆς τειχομαχίας ἀρξάμενος καὶ συμπεράνας ταύτην ἀβλαβῶς ἑαυτῷ πάντῃ κατὰ τὴν πέμπτην καὶ δεκάτην τοῦ αὐτοῦ μηνός.
Οὐ μόνον τοίνυν, ὡς ἐλέγομεν, τοῦ πολέμου ἐνισταμένου τὰ τῶν ὅλων πεπόνθασιν οἱ Θεσσαλονικεῖς χείριστα, ἀλλὰ καὶ τούτου λήξαντος οὐκ ἔρρεψεν ἡ τύχη πρὸς τὸ φιλάνθρωπον, οὐδ’ ἐνεῖδον αὐτοῖς οἱ αἰχμαλωτεύσαντες ἥμερον. οὐ γὰρ οἰκιῶν μόνον τοὺς δεσπότας ἐξήλασαν καὶ τῶν κειμηλιουμένων ἐντὸς ἀπεστέρησαν αὐτοὶ ταῦτα ἰδιωσάμενοι, ἀλλὰ καὶ τὰ ἱμάτια προσαφείλοντο μηδὲ τῶν ἐσχάτων ὑποδυτῶν ἀποσχόμενοι τῶν κρυπτόντων, ἃ ἡ φύσις ὡς ἀσχήμονα καλύπτειν ἐπέταξε, μήτε μὴν τρύφους τοῖς δεσπόταις μεταδιδόντες, ὧν αὐτοί περ εἰς τοὺς κόπους εἰσεληλύθεσαν, ἀλλ’ οἴκοι μὲν οἱ ἀλλότριοι καθήμενοι κατεσπάθων τὰ ἐνόντα καὶ ὁσημέραι ἐκώμαζον, τοὺς δὲ συγκεκομικότας εἰς τὰς σηπίας εἴων ἐπὶ τῶν τριόδων πλάζεσθαι νήστιδας, χαμαιεύνας, γυμνόποδας καὶ ἀχίτωνας, ὡς κλίνην μὲν ἔχειν τοὺς πρότερον εὐπαρύφους τὸ δάπεδον, στέγην τὸν οὐρανόν, τὴν δὲ κοπρίαν θαλπωρὸν δέμνιον.
ὃ δὲ χεῖρον τῶν ἀφηγουμένων καὶ ἕως αὐτῆς δάκνον ψυχῆς, οὐκ ἐξῆν τοῖς πρώην δεσπόταις παρειςιέναι τὸν οἶκον αὐτοῖς, ἀλλ’ εἴ τις τοῦτο εἰργάσατό ποτε ἢ μόνον προύκυψεν ἔνδοθι, αὐτίκα ὡς ὑπὸ Σκύλλης ἀρχαίου κακοῦ τῶν ἐντὸς αὐτῆς ἀφηρπάζετο καὶ καθιστάμενος εἰς λόγους καὶ πολλάκις τὸ αἴτιον διερωτώμενος τοῦ ἐκεῖσε παραβαλεῖν ἢ ὄμμα τοῖς ἔσω βαλεῖν ἢ τὸν οὐδὸν τῆς αὐλείου πατῆσαι πολλὰς ἐδαίρετο καὶ χρήματα παρέχειν κατηναγκάζετο, ἃ ἐκεῖσέ που ὑπωπτεύετο κατακρύψαι καὶ οἷς τὴν καρδίαν δῆθεν ἐκχέων καὶ οἷον συμβεβυσμένην αὐχῶν περιπαπταίνειν προήχθη τὸ οἴκημα δεδιώς, μὴ σεσύληνται, καὶ σπεύδων μαθεῖν, εἰ οὐκ ἔλαθε τὸ μέρος τῆς οἰκίας τοὺς πολεμίους καθ’ ὃ ταῦτα ἐγκέκρυπται, ἐπιμελέστερον περὶ τὴν αὐτῶν διατεθέντας ἀνεύρεσιν ἢ αὐτὸς ἀσφαλέστερον, ὡς εἴησαν ἀφανῆ. καὶ διδοὺς οὖν τις πολλάκις ὅπερ συνέστειλε τὴν ἐκ τοῦ δώματος αὐτοῦ προορώμενος ἄπαρσιν οὐδ’ οὕτως ἠλλοτριοῦτο τῶν μαστιγώσεων, ἀλλὰ πλείους αὐτῷ ἐνετείνοντο αἱ πληγαὶ καὶ πολυειδέστεροι αἱ βάσανοι ἐπήγοντο, ἵνα καὶ πλείω τὰ ἀποθησαυρισθέντα ἐκφήνειε.
PG 139:661καὶ μὴ παρέχων δέ τις ἕτερος, ἀλλὰ πένεσθαι καὶ νῦν ὡς πρώην διατεινόμενος καὶ φάσκων ὡς πόθος πατρῴου οἰκήματος ἢ πολλαῖς ὑπ’ αὐτοῦ δαπάναις ἀνεγερθέντος παρενεγκὼν τῆς προκειμένης ὁδοῦ καὶ ἄκοντα ἐπεσπάσατο, θεατὴν ἅμα καὶ θρηνητὴν τοῦ οἰκείου ποτὲ κτήματος ἀναδείξας, οὐδ’ οὕτως εἶχε τὸν ἐλεοῦντά τε καὶ λυτρούμενον, ἀλλὰ στρεβλούμενοί τε καὶ αἰκιζόμενοι, κἀκ τοῦ ποδὸς ἀπαιωρούμενοι καὶ ἀχυρμιᾷ κάτωθεν ὑποβεβλημένῃ καὶ ἀναπτομένῳ πυρὶ καπνιζόμενοι, τό τε στόμα μινθούμενοι καὶ τὰς πλευρὰς κεντούμενοι βέλεσι καὶ μυρίας ἄλλας κολάσεις ὑφιστάμενοι ἢ ἐν τῷ ταῦτα πάσχειν ἐξέρρησσον τὴν ψυχήν, ἢ ἡμιθνῆτες ἑλκόμενοι τοῦ ποδὸς ὥσπερ τι τῆς οἰκίας ἐξεφέροντο ἀποσάρωμα κἀν ταῖς πλατείαις προύκειντο αἴθριοι. Τί δέ; ἀλλὰ τοιούτοις μὲν φιλοφρονήμασιν ἐδεξιοῦντο τοὺς πάλαι τῶν δόμων κυρίους οἱ Σικελοὶ καὶ ἐθεράπευον, τοὺς δὲ λοιπούς, ὅσοι τὰς αὐτῶν οἰκίας παρέτρεχον ὅσα καὶ ᾅδου στόμια ἢ λαβύρινθον Κρητικὸν ἢ Καιάδα Λακωνικόν, ἡμέρως προσίεντο καὶ μετόχους ἐποίουν φιλανθρωπίας ἡστινοσοῦν; οὐμενοῦν οὐδαμῶς.
PG 139:663ποῦ γὰρ τοιοῦτόν τι παρ’ ἐκείνοις, ἀγριωτέροις οὖσι θηρῶν καὶ ὅλως ἠγνοηκόσι, τί ἐστιν ἔλεος, καὶ ταῖς ἀνθρωπίναις συμφοραῖς ἐπιχαίρουσι; καὶ κύνες μὲν ἔστιν ὅπῃ τῶν ἐπικαταλαμβανομένων ἀπέσχοντο, οὐδ’ ὀδοῦσιν αὐτοὺς παρελύπησαν, ἀλλ’ οἷς τὸ γόνυ ὤκλασαν οἱ καταδιωκόμενοι παρῆκαν τὸ ὑλακτεῖν καὶ εἰς μάτην αὐτοῖς ἑκοῦσιν ὥσπερ ἀπετελεύτησε τὸ χανεῖν· οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ οἰκτείρειν οὓς τῶν ὄντων ἐστέρησαν καὶ ὧν τὰς οὐσίας κατεδαπάνων μετὰ πορνῶν, ἃς καὶ περὶ πλείστου ἐτίθεσαν εἰς τὰς αὐτῶν τροχιὰς ἐκκλίνοντες καὶ ὑφ’ ὧν μικροῦ καὶ κονδυλιζόμενοι ἔφερον οἱ πᾶσαν τὴν Ῥωμαίων κομπάζοντες καταλήψεσθαι ὡς ἔρημον νοσσιὰν καὶ συλλαβεῖν ὡς ἐγκαταλελειμένα ᾠά, ὥστε καὶ εἰς γέλων τὴν γυμνιτείαν ἐτίθεσαν τῶν πολλῶν καὶ ἀτάκτῳ καγχασμῷ συνεβράσσοντο, ἡνίκα ἄν τις παρῄει ἐκτεταριχευμένος ἀπαστίᾳ, ᾠδηκὼς τὴν γαστέρα, τὴν ὄψιν ὕπωχρος καὶ νεκρώδης ἐκ τοῦ λαχάνοις ἐνευωχεῖσθαι καὶ μόνοις ἐνεορτάζειν βότρυσιν ἐκ τῶν ἐκεῖ που ἀμπελώνων σὺν δέει συλλεγομένοις.
οὕτω δ’ ᾤκτειρον τοὺς διερρωγόσι περιβλήμασι κεχρημένους καὶ περιστέλλοντας ψιάθῳ ἃ κρύπτειν χρεὼν μέρη τοῦ σώματος καὶ ταῖς τῶν σχοίνων ἐκφύσεσιν εἰς πλέγμα συνεστραμμέναις τὴν κεφαλὴν συσκιάζοντας, ὡς μετὰ μειδιάματος καὶ σεσηρότος σχήματος ἐν τῷ κατὰ τὴν πορείαν συναντᾶν ἀλλήλοις ἀμφοτέραις λάζεσθαι τῶν γενείων καὶ τοῦ τῆς κεφαλῆς τριχώματος ἅπτεσθαι καὶ ταῦτα μὲν λέγειν εἶναι κακά, ἐς τὸ λάσιον καὶ καθειμένον τοῦ πώγωνος ἀποσκώπτοντας, τὴν δὲ κεφαλὴν δεῖσθαι τοῦ ἀποθριχθῆναι κατ’ αὐτοὺς περιτρόχαλα. ἔστι δ’ ὅτε καὶ μετὰ δοράτων μειλίνων ἔφιπποι τὴν ἀγορὰν διιόντες ἐς τοὺς κατ’ ὄψιν ταλαιπώρους τὸ δόρυ κραδαίνοντες ἀνέτρεπον. εἰ δὲ καὶ ἰλὺς ἢ βόρβορος ἐγγύς που παρέκειτο, κατ’ ἐκεῖνο τὸ μέρος τῆς λεωφόρου, αὐτοὺς ἐνέβαλλον ὡς οὐκ ἀποτελεστικὸν ἀγαθοῦ τινος συνάντημα ἐκτρεπόμενοί τε καὶ μυσαττόμενοι ἢ τὴν αὐτὴν ἐκείνοις δυσανασχετοῦντες πορεύεσθαι.
ἐσθίουσι δέ ποτε Ῥωμαίοις ἄρτον ὀλυρίτην ἤ τι ἕτερον ἐδώδιμον, ὁπόσα συνιστᾶν σῶμα τὸ ἀνθρώπινον ἔχουσιν, ἐφιστάμενοι ἀνέτρεπον τὰ τρυβλία ἐμπαίζοντες καὶ τὴν τράπεζαν λάξαντες συνέχεον τὴν ἑστίασιν καὶ οὐκ εἴων κατὰ καιρὸν τὸν τῆς ὀδύνης ἄρτον προσίεσθαι ἢ τὴν κύλικα προσενέγκασθαι ἐκτροπίαν οἶνον κιρνῶσαν ἢ ἐξ ὕδατος λακκαίου δεξιουμένην καὶ τὸ δίψος παύουσαν. οἱ δ’ ἀναιδείας πληρέστατοι καὶ γελοιασταὶ καὶ τὸ θεῖον δεδιότες μηδ’ ὁπωσοῦν κατακύπτοντες ἐς ἱκανὸν καὶ τὰς πυγὰς καὶ ὅσα περιστέλλουσιν ἄνθρωποι τῇ ἀνελκύσει τῶν ἐσθήτων ἀπογυμνοῦντες τὸν πρωκτὸν ἐς αὐτοὺς ἔτρεπον καὶ τῶν σιτίων γινόμενοι ἔγγιστα ἀπέπερδον δριμύτερον γαλῆς οἱ ἀβέλτεροι. ἔστι δ’ ὅτε καὶ τὰ τῆς γαστρὸς λύματα ὡς διὰ σίφωνος τῆς ἕδρας ἀκοντίζοντες ἔχραινον τὰ ὄψα καὶ κατὰ τῶν προσώπων ἐνίους ἐμόλυνον. ἐνούρουν τε τοῖς φρέασι καὶ ἐξ αὐτῶν ἐσέπειτα τὸ ποτὸν ἀνιμώμενοι προσεφέροντο. καὶ τὸ αὐτὸ παρ’ αὐτοῖς ποτήριον ὡς ἀμὶς καὶ οἰνοχόη πρὸς ἄμφω ἦν ἐπιτήδειον· μὴ πρότερον βαπτιζόμενον τόν τε καταποθησόμενον οἶνον καὶ τὸ ὕδωρ εἰσεδέχετο καὶ ἔστεγεν ὁμοίως τὸ ἐκ τοῦ σωματικοῦ κρουνοῦ ἀποχεόμενον περίττωμα.
PG 139:665Οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπογεγραμμένους ἐν πρωτοτόκοις θεράποντας θεοῦ οὕτω τιμᾶν ᾔδεσαν καὶ τοῖς δι’ αὐτῶν τελουμένοις προσεῖχον θαύμασι καὶ ἐξεπλήττοντο τὰ ἐξαίσια καὶ καινὰ θεάματα, δι’ ὧν δοξάζει Χριστὸς τοὺς αὐτὸν τοῖς οἰκείοις ἐνδοξάσαντας μέλεσιν, ὥστε καὶ τὸ ἐκ τῆς σοροῦ τοῦ ἐν θαύμασι καὶ μάρτυσι διαβοήτου Δημητρίου ἀναδιδόμενον μῦρον καδδίοις καὶ λέβησιν ἀρυόμενοι ταῖς τῶν ἰχθύων λοπάσιν ἐνέχεον καὶ τὸ τοῦ ποδὸς σκύτος ταῖς μυραλοιφαῖς ἐλίπαινον καὶ πρὸς τὰς λοιπὰς ὑπηρεσίας, ὅσας παρὸν τὸ ἔλαιον διατίθησι, χύδην καὶ ἀσώτως ἐκέχρηντο. τὸ δὲ ὡς ἀπὸ πηγῆς προϊὸν ἀκενώτου ἢ ἐξ ἀβύσσου ἀναβάλλον ἐπέρρεε πλησμιώτερον καὶ ὑπερεξεχεῖτο καινοπρεπῶς, ὡς καὶ τοὺς βαρβάρους αὐτοὺς διὰ θαύματος τίθεσθαι τὸ ὁρώμενον καὶ τὴν χάριν ἐκπεπλῆχθαι τοῦ μάρτυρος, ἣν θεόθεν εἴληχεν.
Εἰ δὲ καιρὸς ὑμνῳδίας ὁμηγυρέας ἐτίθει κατὰ τοὺς νεὼς τοὺς Ῥωμαίους, οὐδὲ τότε σφῶν ἀπείχοντο οἱ ἀπαίδευτοι τοῦ στρατεύματος, ἀλλὰ προσιόντες ὡς συνεκκλησιάσωνται Ῥωμαίοις καὶ συνθύσωσι θεῷ θυσίαν αἰνέσεως, τοῦ μὲν τοιοῦτόν τι ποιεῖν ἀφίσταντο, λαλαγοῦντες δὲ πρὸς ἑαυτοὺς καὶ ταῖς ἀσήμοις βοαῖς διαρρηγνύμενοι ἢ καί τινας τῶν Ῥωμαίων διά τι συμπεσὸν πρὸς βίαν ἄγχοντες καὶ πράγματα παρέχοντες συνέχεον τὸν ὕμνον, καὶ ἦσαν οἱ ψάλλοντες ἄντικρυς ἐπὶ γῆς ἀλλοτρίας ᾄδοντες καὶ οὐχ ὡς ἐφεστῶτες τεμένει θεοῦ. πολλοὶ δὲ καὶ ἀντᾴδοντες τοῖς ἀλαλάζουσι Κυρίῳ ᾄσματα ἠφίεσαν πορνικὰ καὶ κυνηδὸν ὑλακτοῦντες ἐνέκοπτον τὴν ᾠδὴν καὶ ὑπερεφώνουν τὸν εἰς θεὸν ἱκετήριον. Καὶ τοιαῦτα μέν, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οἱ Θεσσαλονικεῖς πολιορκηθέντες ἔπασχον, ἃ καὶ εἰς ἰδικήν τινες ἀπέτεμον συγγραφὴν καὶ τὴν ἱστορίαν ἐς τὸ πολύστιχον ἐφακέλωσαν.
ἐπεὶ δὲ ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν διέκυψεν οὐρανόθεν καὶ οὐδένα τῶν αἰχμαλωτευσάντων ἑώρακε συνιέντα ἢ ἐκζητοῦντα θεόν, ἀλλὰ πάντας ἀχρειωθέντας καὶ πρὸς ἔργα ἐκκλίναντας ἄθεσμα, ἔγνωκεν αὐτοὺς μὲν ἐκμυκτηριεῖν ἐκτρῖψαί τε καὶ ταράξαι τῷ οἰκείῳ θυμῷ, τὴν δὲ τοῦ οἰκείου λαοῦ κατοικτίσασθαι κάκωσιν καὶ τούτοις ἐλευθερίαν βραβεύσειν ἐν τῷ προσχεῖν ἀκηδιῶντι πνεύματι καὶ καρδιῶν μὴ ἐξουθενῶσαι σύντριμμα. κολοβοῖ τοίνυν, ὡς οἶμαι, διὰ τοὺς ἐκλεκτοὺς τὴν χρονικὴν τῶν ἀπευκταίων παράτασιν, καὶ ὅσα τοῖς Βαβυλωνίοις διηπειλήκει πρότερον οὐκ ἐλεήσασι τὴν Σιὼν καὶ τοὺς υἱοὺς αὐτῆς τοὺς τρυφεροὺς καὶ τὰς θυγατέρας ἐν ἀπαγωγῇ καὶ αἰχμαλωσίᾳ, ταῦτα καὶ αὐτοῖς ἐν ἀκαρεῖ ἐπήνεγκε· καὶ ἐνδοξάζεται Κύριος ὡς οὐδέποτε ἐφ’ οἷς τὸ τηνικάδε καιροῦ τὸ οἰκεῖον ἔλεος ἐθαυμάστωσε, μαρτυρικοῖς, ὡς ἔοικεν, ἐπικαμφθεὶς λιτασμοῖς καὶ εὐχῆς ἐπακουὸς γενόμενος τοῦ τῆς Θεσσαλονικέων ἀρχιερέως·
PG 139:667Ἦν δ’ οὗτος ὁ πολὺς ἐν λόγῳ καὶ ἀρετῇ διαβεβοημένος ἁπανταχῇ Εὐστάθιος, ᾧ καὶ τὸ ἀπὸ συνέσεως μὲν ἐπιπρεπὲς ἀξιέπαινον καὶ ἡ πολυπειρία θαυμαστή τις καὶ ἀξιάγαστος, τὸ δὲ παρὰ πολὺ τῶν ἄλλων ἐν λόγοις κρατεῖν καὶ σοφίας πάσης, ὁπόση τε ἡμετέρα καὶ ὅση τῶν θύραθεν, κρατῆρα εἶναι περιχειλῆ τὸ οἰκειότατον ἐκείνῳ καὶ ἐξαίρετον ἦν χαρακτήρισμα. οὗτος γὰρ συγκακουχεῖσθαι τῷ οἰκείῳ ποιμνίῳ ἑλόμενος μᾶλλον ἢ τοὺς μισθωτοὺς ἐζηλωκέναι, οἳ τῶν λύκων ἐρχομένων ἐῶντες τὰ θρέμματα ἐκδιδράσκουσιν, ἐξὸν μεταναστεῦσαι τῆς πόλεως, ἔτι τῶν πολεμίων προσδοκωμένων μηδὲ περικαθισάντων αὐτήν, τοῦτο μὲν οὐδαμῶς ἐδικαίωσεν, εἴπερ αὐτοῦ συμπαραμεμενηκότος πλεῖστοι σώζεσθαι ἤμελλον, ἐνειρχθεὶς δὲ τῇ πόλει ἑκὼν οὐκ ἐπαύσατο συνδιαφέρων τὰ ἀλγεινὰ τοῖς πάσχουσιν, ὡς μὲν τῷ καθ’ αὑτὸν ὑποδείγματι συμπείθων, ὡς δὲ παραινῶν, ὅσα καὶ πατρὸς ἡμέρου δήγματα τὰ τοῦ θεοῦ καθυποφέρειν πλήγματα καὶ τὴν ἐκ τοῦ πατάξαντος προσμένειν αὖθις ἴασιν.
εἰ γὰρ καὶ οἶδέ φησι πατάσσειν πολλάκις, ἀλλὰ καὶ ἰᾶσθαι πλειστάκις φιλεῖ, καὶ μάλιστα εἰ πράως φέρει τις καὶ εὐχαρίστως τὰ λυπηρὰ καὶ μὴ πρὸς τὸ δριμὺ τούτων καὶ βάλλον τὴν αἴσθησιν ἀηδιζόμενος ἀποστόργως ἔχει πρὸς τὸν ἐπάγοντα καὶ καταστενάζει μὲν τῆς προνοίας, κριμάτων δὲ βάθος ἀποσείεται θεϊκῶν, οἷα τῷ Κυρίῳ ἐξομολογεῖσθαι μεμαθηκὼς ἐν μόνῳ τῷ ἀγαθύνεσθαι καὶ ὅταν ἐξ οὐρίας φερόμενον τὸ τοῦ βίου ἀκάτιον διακομίζῃ ἀναυαγήτως ἐκείνῳ καὶ ῥεῖα καὶ κούφως τὰ ἐφετά, ὡς αἱ νῆες μακρόθεν τὰ ἀγώγιμα. Οὐκοῦν καὶ τοῖς στρατηγοῖς ὀπτανόμενος, οὓς κόντους εἴπῃ τις ἂν Λατίνῃ διαλέκτῳ χρώμενος, ἐμετρίαζε τὰ χείρω τοῖς πεπονθόσιν ἐπιτάγματα ἐκεῖθεν χορηγὰ κομίζων ἀνέσεως καὶ πᾶν ἕτερον πρυτανεῦον αὐτοῖς παράκλησιντάχα γὰρ καὶ πέτρας ἀγελάστου ὁ ἐκείνου λόγος καθίκετοκαὶ δι’ αἰδοῦς καὶ μόνον ὀφθεὶς τοῖς ἀλλοφύλοις ἤγετο καὶ θώκων ὑπεξίσταντο καὶ ἡδέως αὐτοῦ ἤκουον καὶ πρὸς τὸ πραότερον καὶ χρηστότερον ἦθος μετεποιοῦντο οἷα τραῦμα φλεγμαῖνον χειρὶ κούφῃ καταλεαινόμενον ὕδατι.
εἰ γὰρ καὶ ἦσαν οὗτοι ἀγχινεφεῖς μικροῦ αἰρόμενοι γαμψώνυχες ὄρνιθες καὶ βαρεῖς ἐπεποτῶντο τοῖς ὑπὸ χεῖρα τηνικαῦτα Ῥωμαίοις, μετοικεσίαν αὐτοῖς εἰς Σικελίαν ἐπαπειλούμενοι, ἀλλ’ οὖν ἐκεῖνος τοὺς τῷ δέει περιβαμβαίνοντας καὶ δεινότερα τῶν ἐνεστώτων τὰ ἐσέπειτα ὑφορωμένους κακὰ ἐπισυνῆγέ τε καὶ διέθαλπεν, καθὰ καὶ ὄρνις ὑπὸ τὰς ἑαυτῆς περισυστέλλει πτέρυγας τὰ νεόττια, καὶ τὸ τοῦ θυμοῦ Μερραῖον τῶν κρατούντων μετήμειβε ποιοῦ τοῦ πικράζοντος ὥσπερ Μωσαϊκὸν ξύλον μέσος προσλαμβανόμενος. Ὁποῖος δὲ ὁ τρόπος τῆς ἐλευθερίας καὶ διὰ μέσου τίνος τὸ θεῖον τουτονὶ ἐκαινούργησε, τὸν οἰκεῖον ἀναμεινάτω καιρόν. Τὸ δὲ λέγειν ἐπανίτω πάλιν ὅθεν ἐκβέβηκε καὶ διδόσθω τὰ τοῦ βασιλέως Ἀνδρονίκου τῷ ἱστορεῖν. Εἶχε μὲν οὖν ἐπὶ ξύλου ἀναρτήσας τοὺς κασιγνήτους Σεβαστειανοὺς ὡς εἰς τυραννίδα δῆθεν ἐπαίροντας καὶ αὐτοῦ καθαίρεσιν τὸν Κομνηνὸν Ἀλέξιον. οὗτός ἐστιν ὁ ἐκ παρανόμων τῆς ἀνεψιᾶς Θεοδώρας περιπλοκῶν τῷ βασιλεῖ ἀποτεχθεὶς Μανουὴλ καὶ γαμικῶς συναφθεὶς τῇ ἐξ ὁμοίων φυείσῃ σπερμάτων θυγατρὶ τοῦ Ἀνδρονίκου Εἰρήνῃ.
PG 139:669βραχέος γοῦν διαλιπόντος καιροῦ καὶ αὐτὸν συνειληφὼς τὸν Ἀλέξιον εἱρκτῇ παραδίδωσιν, ἔπειτα τοὺς ὀφθαλμοὺς διαλωβησάμενος ἐς τὴν Χηλὴν ὑπερόριον τίθησι· πολίχνιον δέ ἐστιν αὕτη πάραλον, ἀγχοτάτω τοῦ Ποντίου ᾠκισμένον στόματος, ἔνθα καὶ πυργίον εἰσδέχεται τὸν Ἀλέξιον τούτου ἕνεκα δομηθέν. καὶ τὴν θυγατέρα Εἰρήνην ἀποστυγεῖ καὶ ποιεῖται ἀπὸ προσώπου Ἀνδρόνικος, ὅτι ὁ μὲν μὴ ἀχθεσθῆναι μηδὲ κόψασθαι ὁπωσοῦν ἐπέταξεν ἐπὶ τῷ ταύτης ἀνδρί, εἰ φιλοπάτωρ ἐστὶ θυγάτηρ καὶ ὑπεραλγεῖ τοῦ φυτεύσαντος, μᾶλλον μὲν οὖν καὶ ἀποστυγῆσαι τὸν σύλλεκτρον καὶ τὸ πρώην φίλτρον μετενεγκεῖν εἰς μῖσος ἀντίρροπον, ἡ δὲ ἐθρήνησεν, ὡς εἰκός, οὐκ ἀποστέρξασα τὸν ὁμόκοιτον καὶ δυσείμων ἀποθριξαμένη τεθέαται.
Ἀλλ’ οὕτω μὲν ἐξάπινα διέστη τὰ τῆς θαυμαστῆς ταύτης καὶ μεγαληγορουμένης γαμικῆς συναφῆς ὑπὸ τῶν καταρατοτάτων κολάκων καὶ τῶν ἀντιφθεγγομένων νόμοις δικασπόλων, οἳ τὴν κάμηλον καταπίνοντες διύλιζον τὸν κώνωπα, ὑφ’ ἧς καὶ τὰ χρονίως ἀπορραγέντα συνελθεῖν αὖθις προεφοιβάζετο τὴν ἕω τε προσπλακῆναι τῇ δύσει καὶ παλαιὰν ἐκπολέμωσιν ἀποτρίψασθαι καὶ ἔθνη ὥσπερ τὰς γλώττας οὕτω καὶ τὰς γνώμας Ῥωμαίοις ἀνόμοια τὸ σύμπνουν ἀσπάσασθαι καὶ τὸν ταὐτισμὸν τῶν ἠθῶν τῆς προτέρας καινοπρεπῶς ἀλλάξασθαι διαστάσεως, ὡς συγκοπῆναι τὰς ζιβύνας εἰς ἄροτρα καὶ συμβοσκηθῆναι ἄρνας τοῖς λέουσιν. εὐνομίαι τε πόλεων ἐμεγαλύνοντο καὶ τῶν ἐκφορίων τῆς γῆς ἐπίδοσις διαρκὴς καὶ παράλογος ἔκφυσις, ὡς ὄχνας μὲν προενεγκεῖν τὴν ῥάμνον, τὴν δὲ συκῆν ἀσταχύων φρίσσειν ἀνθέρικας, ἢ γοῦν ὡς ἐν τῇ μίξει Διὸς καὶ Ἥρας οἱ ποιηταί φασιν, ὑποστρωννύεσθαι μὲν λωτὸν ἑρσήεντα, κρόκον δ’ ἀναφύεσθαι καὶ ἀνατέλλειν ὑάκινθον.
Ὄντως οἱ λογοποιοὶ τῶν τοιούτων ἐμωράνθησαν προδηλότατα καὶ φάσκοντες εἶναι σοφοὶ καὶ προβλεπτικοὶ τῶν ἐσομένων καὶ προειδότες τὰ ἔμπροσθεν οὐδὲ τὰ ἐν ποσὶν ὁρῶντες ἠλέγχοντο, ἀλλὰ κατὰ τὴν προφητικὴν ἀρὰν βλέποντες οὐκ ἔβλεπον οὐδ’ ἀί̈οντες ἠνωτίζοντο. ἢ ἑώρων μὲν ἀσφαλῶς καὶ ᾔδεσαν ἀκριβῶς καταποντισμοῦ φθεγγόμενοι ῥήματα καὶ εἰς ὅπλα καὶ βέλη τοὺς ἑαυτῶν ὀδόντας μεταγομφοῦντες, χαριτογλωττοῦντες δ’ ὅμως καὶ πρὸς ἀργύριον λαλοῦντες καὶ βοῦν ἐπὶ γλώττης φέροντες καὶ τὸ ἀνθρωπάρεσκον κατὰ κράτος μεταδιώκοντες, ὁποίους οὐ δέον βόσκουσι τὰ ἀνάκτορα τῶν κακῶν ἐπαινέτας, τὸ δὲ καλὸν γνῶναι μὴ θέλοντας, ἐπιμελῶς ἐνέκειντο πρὸς τὰ πονηρὰ καὶ ἐπευδόκουν ἐκείνοις, οἷς ἔχαιρεν ὁ κρατῶν, οὐ μὴν ὁ δι’ οὗ βασιλεῖς ἠρέσκετο βασιλεύουσιν. Οὐ μόνον δὲ ἀπανθρώπως οὕτω καὶ ἀνεπιεικῶς διέθετο Ἀνδρόνικος τὸν Ἀλέξιον, ἀλλὰ καὶ ὅσοι περ τῶν ὑπηρετῶν ἐκείνῳ λόγιμοι συλλαβὼν εἶχεν ἐμφρούρους. μετ’ οὐ πολὺ δὲ κἀκ τούτων ἀριστίνδην οὐκ ὀλίγους συνειληφὼς τῶν ὄψεων ἀπεστέρησεν. ἕνα δ’ ἀπολαβών, ὃς ἐν ὑπογραφεῦσι τῷ Ἀλεξίῳ ἠρίθμητο, τοὐπίκλην Μάμαλος, ἐς θοίνην ἐταμίευσε πύματον.
PG 139:671οὕτω δ’ αὐτὴν ἐδαίτρευσε καὶ καρυκείας μετέδωκε πλείονος, ὡς ἀξίαν εἶναι μὴ ἄλλον εὐτυχήσειν δαιταλευτὴν ἢ μόνον Ἀνδρόνικον καὶ τραπέζαις Ἐριννύων καὶ Τελχίνων φθονερῶν ἑστιάσεσι μὴ ἀπᾴδειν τὸ παράθεμα καὶ οἷον οὐδέπω τις ὀψοποιὸς μαγγανεύσας αὐτοὺς εἱστίακε. τὸ δὲ ἦν πυρὶ παραδοθῆναι τὸν ἄνθρωπον κατὰ τὸ Ἱππικόν. Ἀμέλει τοι καὶ τὸ μὲν ἀνῆπτο καὶ διεχεῖτο ἡ φλὸξ ἐπὶ τοῦ ἀέρος πολὺ κατὰ τὴν τοῦ σταδίου σφενδόνην ἐπ’ ἴσης τῇ Χαλδαϊκῇ ἐκείνῃ καμίνῳ, ἣν ἀνέκαυσε νάφθα καὶ κληματὶς ὑπερῇρεν εἰς ἑπταπλάσιον, ὁ δὲ παρῆκτο σχοινόδετος καὶ γυμνός, ὁποῖος πρώτως προσεῖπε τὸν ἥλιον τῆς μητρικῆς νηδύος ἐκθορών. παραστησάμενοι οὖν ὡς ἱερεῖον τὸν μείρακα οἱ καμινευταί, ὑπηνήτην ὄντα τὸ πρῶτον καὶ ἰούλῳ τὰς παρειὰς στεφόμενον, ἐνώθουν μετὰ καμάκων μηκίστων ἐς τὸ μεσαίτατον τοῦ πυρός.
ὁ δὲ προσομιλῶν τῇ καμίνῳ καὶ ἀλγυνόμενος, φιλοψυχῶν δὲ καὶ ὡς ἄνθρωπος, ἴσως δὲ καὶ ὡς φευξεῖται διανοούμενος τὸν ἤδη ἀνυπεξάλυκτον θάνατον, νῦν μὲν ἐμπίπτων ἀντέβαινε ταῖς διακοντίσεσι μετριωτέρας κρίνων τὰς ἐκ τούτων ὀδύνας τῆς τοῦ πυρὸς ἐρωῆς καὶ τοῦ ἐπ’ ἀνθράκων ἁπλώματος, νῦν δὲ τοῖς ἐμπυρευταῖς εἰς τὸ τῆς φλογὸς μεσαίτατον ἐμβαλλόμενος καὶ ὑπὸ τῆς πυρᾶς διειλημμένος κατὰ τοὺς τῶν ὄφεων ἀκοντίας τῆς καμίνου ἐξετινάσσετο τὸν περὶ ψυχῆς τρέχων καὶ ὑπὲρ τὸ Θετταλὸν διαλλόμενος πήδημα. καὶ τοῦτο ἐφ’ ἱκανὸν γινόμενον εἰς δάκρυα ἐκίνει τοὺς θεατάς. ὀψὲ δὲ καμὼν ἐξυπτίασε, τὸ δὲ πῦρ λάβρον τὰς ἐκείνου σάρκας περιχυθὲν ἐν βραχεῖ συνετέλεσε, κνίσσα δ’ ἐς οὐρανὸν ἀνιοῦσα τὸν κύκλῳ διέφθειρεν ἀέρα καὶ ἦν τὸ τῆς λιγνύος ἀποφερόμενον ῥισὶν ἀνθρώπων ἐκεῖ που προσπελαζόντων ἀπρόσιτον. Ὢ πυρσὸς ἐκεῖνος ἀνήμερος. ὢ ἀσπάσιον δαίμοσιν ὁλοκαύτωμα. ὢ ἱερεῖον Τελχίνων. ὢ ἀλαστόρων ὁλόκληρος προσφορά.
ὢ οὐκ εὐωδίας ὀσμή, ἣν ὀσφραίνεται Κύριος, ἀλλ’ Ἐριννύων χορὸς καὶ κακοεργὸς Ἀνδρόνικος, ὃς βουθυτεῖν ἀκούων τοὺς πάλαι καὶ κνίσσαις θεραπεύειν τὸ προσκυνούμενον τὴν αὐτὴν δραμεῖν οὐκ ἠνέσχετο, ἀλλὰ νηλεεστέραν τρέφων ψυχὴν τῶν πώποτε ἀνεπιεικεστάτων ἀνδρῶν ἀνθρωποθυτεῖν κακῶς ἐπεβάλετο. τίς Καμβύσης μαινόμενος ἢ ἀπηνὴς Ταρκύνιος ἢ Ἔχετος καὶ Φάλαρις ἄγριοι καὶ θηριώδεις τοιαῦτα εἰργάσαντο; ἢ τίνες Ταυροσκύθαι ξενοκτονίαν νενομικότες, ὧν τὰ ἤθη ὁ πολυπλανὴς οὗτος ἀνεμάξατο γέρων, οὕτως ἐπέθεντο καὶ διεχειρίσαντο. Ποιῶν δὲ τὴν τιμωρίαν οὐκ ἀναιτίατον, ἀλλά τι προϋφεστὼς ἐπισυρομένην ἔγκλημα, βίβλους τινὰς συγκατέκαυσε τῷ Μαμάλῳ, διεξιούσας δῆθεν περὶ βασιλέων ἀρξόντων εἰς τοὐπιόν, ἃς τῷ Ἀλεξίῳ ὑπαναγινώσκων Μάμαλος ἐνάγειν τοῦτον εἰς τὸ βασιλειᾶν ἐμυθίζετο.
PG 139:673Οὕτω δ’ ἐπὶ τοῖς πραττομένοις τούτοις ὑστεροβουλίᾳ ἐβάλλετο ἢ τοῦ τὰ αὐτὰ καὶ αὖθις δρᾶν ἀπήγετο, ὡς καὶ τὸν Δισύπατον Γεώργιον (ἦν δ’ οὗτος ἐκ τοῦ τῶν ἀναγνωστῶν τάγματος, οἳ τὸν Μέγαν ἀμφιπονοῦνται Νεὼν) εἱρκτῇ συνειληφέναι, παθηνάμενον μόνον ἐφ’ οἷς κακῶς ἐποίει Ἀνδρόνικος καὶ κακῶς εἰπόντα Ἀνδρόνικον, καὶ ὀβελίσκοις ἐμπεῖραι διαμπερὲς μελετᾶν καὶ ἐπ’ ἀνθράκων ὀπτηθέντα τῇ τούτου παρεισενεγκεῖν γαμετῇ.

Reign of Andronicus Comnenus, Book IIImperii Andronici Comneni Liber II

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ ἦν ἂν ὁ πιμελώδης Δισύπατος κατὰ δελφάκιον διαπειρόμενος καὶ πυρρακίζων τὴν ἐπιδερμίδα καὶ ὡς ὄψον ἐπὶ κανοῦ τιθέμενος καὶ τοῖς κατ’ οἶκον εἰσαγόμενος καὶ τῇ ὁμευνέτιδι προτιθέμενος (οὐκ οἶδα ἐφ’ ὅτου, πολυχανδοῦς δὲ δήπουθεν), εἰ μὴ ὁ τῆς γαμετῆς τούτῳ πατὴρ ὁ Μοναστηριώτης Λέων ἀνεσείραζεν Ἀνδρόνικον τῆς ὁρμῆς καὶ ἦγχε καὶ κατεῖχε τοῦ ἐγχειρήματος, ὅσα καὶ λέων κνώδαλα ἐκφοβῶν, καθ’ ὧν τὰ ἁνδάνοντα τοῖς τότε πράγμασιν ἐξηρεύγετο, στόμα τῆς συγκλήτου πρὸς Ἀνδρονίκου καλούμενος, καὶ φῆμαι δὲ ἤδη πάντοθεν λύουσαι τὸ πτερὸν τοὺς μὲν Σικελοὺς ἀπήγγελλον Ἐπίδαμνον παραστήσασθαι, ἐς δὲ Θεσσαλονίκην ἀμαχητὶ καὶ εὐθυώρως πορεύεσθαι, Ἀνδρόνικον δ’ ἐξέκρουον τῶν φρενῶν ὑποθράττουσαι καὶ τῶν ἀνθρωπίνων κολάσεων τὸ σύντονον ὑπεχάλων ἐπὶ βραχύ.
PG 139:675Φρουρᾷ τοίνυν συνισχημένος Δισύπατος τὰς χεῖρας πρὸς τὸ θεῖον ἀνέτεινεν, οὐ κατὰ Δαυὶδ ἐπευχόμενος καὶ λέγων ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου ἢ τὸ τοῦ Ἰωνᾶ φθεγγόμενος ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; ἀλλ’ ἀπάλειψόν με τῆς μνήμης τοῦ Ἀνδρονίκου, καὶ εἴην παρ’ ἐκείνῳ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ καὶ μῆνας ἐκ μηνῶν καὶ ἡμέρας ἐξ ἡμερῶν ἄϊστος ἄπυστος καὶ τῆς τῶν ζώντων βίβλου, ἕως Ἀνδρόνικος βιῴη, ἀλλοτριούμενος. καὶ θεὸς ἦν ἀληθῶς ὁ ἐκ χειρὸς Ἀνδρονίκου Δισύπατον ἐξελόμενος.
Ὅπως δὲ ἠπίστατο τιμᾶν Ἀνδρόνικος τοὺς τῆς ἐκείνου θεραπείας ἐξεχομένους καὶ διαπύρους τῶν αὐτοῦ θελημάτων ἐραστὰς καὶ πληρωτάς, ἐδήλωσε μὲν καὶ ἐξ ὧν ἀπανθρώπως τοῦ βίου ἐξήγαγε τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, ὧν, ὡς εἴρηται, τὸν μὲν τῷ τῶν πανυπερσεβάστων ὑπεξῆρε σεμνώματι, τὸν δὲ Δούκαν υἱωσάμενος τοῖς πάνυ φιλουμένοις ἐνέγραφε, σαφῶς δὲ τὸ τῆς γνώμης ἄστατον καθυπέδειξε καὶ τὸ μὴ βεβηκὸς εἰς εὔνοιαν ἐν οἷς προσέθετο καὶ τὸν Τρίψυχον ἐκπηρῶσαι Κωνσταντῖνον, ἄνδρα πολυάρατον χρῆμα παρ’ ἐκείνῳ καὶ πάγχρηστον ἐν ταῖς τῆς τυραννίδος καθυπουργήσεσι καὶ τοσοῦτον ὑπερηγαπηκότα Ἀνδρόνικον καὶ θερμῶς αὐτῷ προσεσχηκότα, ὡς ὑπερελάσαι πάντας μικροῦ, ὁπόσοι τὰ Ἀνδρονίκου ἐπρέσβευον. παρὰ τοσοῦτον γὰρ εἴργετο τὸ ἐκ διαμέτρου νῖκος μονώτατος ἀποφέρεσθαι Τρίψυχος, παρ’ ὅσον εἶχε συμπτερυσσόμενον αὐτῷ καὶ πρὸς τὸ ὑπερβάλλον τῆς προθυμίας ἀνθαμιλλώμενον τὸν Ἁγιοχριστοφορίτην Στέφανον καὶ τὸ μονάζον τοῦ βραβείου δυάζοντα, οἷς κἀκείνῳ τῆς ἀπηνείας ἐπλέκετο στέφανος.
Ἦν δὲ ἡ αἰτία τοῦ σβεσθῆναι τὰς κόρας Τρίψυχον βραχεῖά τις παραλύπησις καὶ ἀξία παροραθῆναι μᾶλλον ἢ πεσεῖν ὑπ’ ἐξέτασιν καὶ κολάσαι τὸν παρειπόντα, καὶ ταῦτα φιλούμενον πολὺ καὶ φιλοῦντα οὐκ ἔλασσον. ἀλλ’ ἐπεὶ καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἐδίδοσαν ἄνθρωποι ἐπὶ τῶν Ἀνδρονίκου καιρῶν, κατὰ τοῦτο καὶ ὁ ἐξεταστὴς τῶν τοιούτων Τρίψυχος καὶ πολλοὺς βασάνοις ὑποβαλὼν καὶ τῆς οὐσίας πάσης ἀποψιλώσας, ὅτι καὶ γογγυσμοῦ ῥῆμα κατ’ Ἀνδρονίκου ἀπέπτυσαν ἢ ἐγκατάλειμμα πονηροῦ ἐνθυμίου παρ’ ἑαυτοῖς ὑπελίποντο, τοῖς ὁμοίοις καὶ αὐτὸς ἀνηλεῶς περιπέπτωκε τῇ ἀνομίᾳ τῆς οἰκείας πτέρνης περιληφθεὶς καὶ ᾧ μέτρῳ πολλάκις μεμέτρηκε, σεσαγμένῳ καὶ πεπιεσμένῳ καὶ ὑπερεκχυνομένῳ, τούτῳ ἀντιμετρηθεὶς καὶ εἰς ὃν ὤρυξε βόθρον τῷ πλησίον πολλάκις, ἐπὶ τοῦτον (ὡς αἰνῶ σε, δίκη) χαριέντως ἐμπεπτωκὼς καὶ ἐφ’ ἑαυτὸν λίθον κυλίσας, ὃν ἀνώχλισε πλειστάκις κατὰ τῶν ἔγγιστα.
PG 139:677Τῷ τοι κατειπόντος αὐτοῦ πρὸς Ἀνδρόνικον τῶν γνησιωτάτων τινὸς ὡς ἶσα τοῖς οὐκ εὐηργετημένοις μηδ’ εὖ παθοῦσιν ὑπ’ Ἀνδρονίκου ὑποτονθορύζει κατ’ Ἀνδρονίκου καὶ Τρίψυχος, ὁ τόσαις εὐποιί̈αις περιαντλούμενος καὶ τὰ τῶν ἀξιωμάτων ὑπέρογκα κτώμενος κἀν ταῖς βασιλείοις ἀκούων ἐπιστολαῖς ἠγαπημένος υἱὸς καὶ κνιπὸς ἄνθρωπος καὶ ἐν ταῖς νῦν ἡμέραις δυσεύρετος, ὁ πολύολβος, ὁ εὐπάρυφος, ἐπαθήνατο τὴν ψυχὴν Ἀνδρόνικος καὶ ἀπιστίαν καταγνοὺς ὅλων ἐπὶ συννοίας εἱστήκει, πρὸς ὀργὴν ὑπὸ τῶν λεχθέντων ἀναρριπιζόμενος καὶ εἰς θυμοῦ ἐπιφρίςσων κλυδώνιον.
ἐπεὶ δὲ ὁ προσαγγέλλων ἑώρα τὸ ἀναθαλπόμενον τοῦ θυμοῦ καὶ ἑτέρας ἐπιδεὲς δριμυτέρων ῥημάτων ἐπιφορᾶς, ὡς ἂν οὕτω λάβρον γεγονὸς μεταρσιωθείη αἰθέριον, ἢ τὸ αἱμωπὸν ἐκεῖνο τῆς ὀργιλότητος πέλαγος καταιγιδώδη θέλον πνοὴν ἐς τὸ διανοιγῆναι εἰς χάσμα καὶ κατακρύψαι ὡς ἕτερον τριστάτην Αἰγύπτιον τὸν ἄθλιον Τρίψυχον, φησὶ πρὸς Ἀνδρόνικον ὡς καὶ τὸν υἱὸν καὶ διάδοχον τῆς σῆς βασιλείας καὶ κληρονόμον ἔννομον τῆς ἀρχῆς, τὸν κάλλιστον καὶ ἀσπασιώτατον ἅπασιν Ἰωάννην, διασύρων οὐ παύεται Τρίψυχος ἀπόπληκτα φθεγγόμενος ῥήματα καὶ βδέλυγμα τοῦτον ἀναγορεύων θείῳ τόπῳ τῷ τὴς αὐτοκρατορίας ἐνιδρυθησόμενον, καί ποτε παριέναι μὲν τὸν βασιλέα Ἰωάννην ὑπὸ πλείστων εὐφημούμενον καὶ προπεμπόμενον, τὸν δὲ Τρίψυχον ἐπεγγελῶντά οἱ δυσφημεῖν καὶ Ζιντζιφίτζην ἀποκαλεῖν, καὶ μέγα στενάξαντα εἰπεῖν ὢ δυστυχὴς Ῥωμαίων ἀρχή, οἷός σοι ὁ αὐτοκράτωρ ἐλπίζεται. ἦν δὲ ὁ Ζιντζιφίτζης ἀνδράριον εἰδεχθέστατον, ταῖς τῶν σταδιοδρόμων ἵππων ἀμφιπεριστρεφόμενον ἄντυξι, καὶ τὰ πλείω μὲν τῶν μελῶν ἀνάρμοστον καὶ βραχὺ τὸ δέμας καὶ εὔσαρκον, εὐτράπελον δὲ ἄλλως καὶ δεινὸν ἐς ταμιεῖα πλῆξαι ψυχῆς ἁπαλυνομένοις βωμολοχίᾳ σκώμμασι καὶ ποιητικοῖς γέλωτος λόγοις διαχέουσι σκηνικώτερον.
Οὐκ ἐνεγκὼν τοίνυν τὰ λεγόμενα, ὡς δὲ βολίδας ἔνδον ἐν καρδίᾳ δεδεγμένος Ἀνδρόνικος, ἅτε λαῖλαψ τὰ προσόντα τῷ Τριψύχῳ διαφορεῖ καὶ εἱρκτῇ παραδοὺς ἀδέσμῳ εἶτα καὶ τοῦ τῶν ὀμμάτων φάους ἀποστερεῖ. καὶ τοιοῦτο μὲν τὰ τῆς παραδυναστείας τῷ Τριψύχῳ πέρας εἰλήφασιν, ὡς ἐπ’ αὐτῷ ἄντικρυς ῥηθῆναί τε καὶ περατωθῆναι τὸ τοῦ Σολομῶντος ἐκεῖνο δοκεῖν, ὅ φησιν εἰσὶν ὁδοὶ δοκοῦσαι μὲν ἀνδρὶ τὰ πρῶτα ὀρθαί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς θάνατον. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Ὁ δέ γε Σικελικὸς στρατὸς τριχῇ διαιρεθείς, ὁ μὲν τῇ Θεσσαλονίκῃ παρέμενε, τῶν δ’ αὖ μερίδων ἡ μὲν ἐσβάλλει κατὰ τὰς Σέρρας καὶ τὰ ἐκεῖσε πάντα χειροῦσθαι καὶ πορθεῖν ἔγνωκεν, ἡ δὲ ὡς διὰ λείας ὁδοῦ φερομένη καὶ μηδένα τὸν ἐς χεῖρας ἰόντα ἢ ἀντιπίπτοντα ἔχουσα ἐς αὐτὴν τὴν Μοσυνόπολιν κατεσκήνωσε καὶ τὸ κύκλῳ ὑποχείριον ἔθετο. Ἀνδρονίκῳ δὲ τὰ μὲν πρῶτα ἐμέλησε στεῖλαι τὸν φυλάξοντα τὴν Ἐπίδαμνον καὶ ἀφίκετο ἐκεῖσε ὁ Βρανᾶς Ἰωάννης·
PG 139:679βραχεῖαι δὲ ἡμέραι, καὶ οἱ μὲν Ἰταλοὶ Ἐπιδάμνου ἐπέβησαν ὡσεὶ πτηνοὶ καὶ ἀέριοι μικροῦ τε θάτερον τῶν ποδῶν περιβάδην ἐκτείναντες ἀπραγμόνως τὰ τῶν περιβόλων ὑπερέβησαν κρήδεμνα, ὁ δὲ Βρανᾶς εἰς Σικελίαν αἰχμάλωτος μετατίθεται. ἔπειτα δὲ τῷ διέπειν λαχόντι Θεσσαλονίκην Δαυὶδ ἐπέστελλε καὶ ἐπέτελλεν ἐπαγρυπνεῖν τῇ τῆς πόλεως φυλακῇ καὶ μὴ δεδιέναι τοὺς πεδιλορράφους Λατίνους, πηδᾶν δὲ καὶ δάκνειν καὶ κεντεῖν, ἵν’ αὐτὰς τὰς Ἀνδρονίκου παραθήσομαι λέξεις. καὶ ἐφ’ ὅτῳ μὲν Ἀνδρόνικος οὑτωσὶ συνετίθει τὰ γραμμάτια, μόνος ὁ ἐκδιδοὺς ἐπιστάμενος ἦν Ἀνδρόνικος· αὐτοῖς δὲ τοῖς φιλοσκώμμοσι πολίταις διὰ γέλωτος ἤγετο τὰ γραφόμενα, ἀντιφέρουσι ταῦτα καὶ ἀντιβάλλουσι πρὸς αἰσχρά τινα δημόσια ῥήματα, ἃ μὴ προφέρειν χρεών. Ἐπὶ δὲ τούτοις τὰς Ῥωμαϊκὰς δυνάμεις συνηθροικώς, ὅσαι τε ἑῷαι καὶ ὅσαι ἑσπέριαι, καὶ ταύτας εἰς τμήματα διελὼν τὸ μὲν τῷ βασιλεῖ καὶ υἱῷ Ἰωάννῃ ἐπέταξε περὶ τὴν Φιλίππου διατρίβοντι ἐπαρχίαν, τὸ δὲ τῷ χαρτουλαρίῳ παραδέδωκε Χούμνῳ, ἄλλο τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ἕτερον τῷ ἐκτομίᾳ Νικηφόρῳ, ὃς τιμήεις ἦν παρ’ Ἀνδρονίκῳ τῷ τοῦ παρακοιμωμένου κυδρούμενος ἀξιώματι.
ἀλλὰ καὶ Ἀλέξιον ἐκπέπομφε τὸν Βρανᾶν μεθ’ ἑτέρου στρατεύματος. Πλὴν ὁ μὲν υἱὸς κυνηγεσίοις ἐνευπάθει κατὰ τὴν Φιλιππούπολιν ὅσα καὶ πυλῶν Γαδειρίδων κατάσχεσιν ἢ Διονυσίων στυλίδων καθαίρεσιν τὴν τῆς Θεσσαλονίκης προνόμευσιν φανταζόμενος· οἱ δὲ λοιποὶ ταυτησὶ πολιορκουμένης ἐγγίσαι μὲν καὶ ἐπαρῆξαι οὐδ’ ὅλως ἐθάρρουν, πορρωτάτω δὲ σκηνούμενοι δι’ ὀπτήρων καὶ ταχυδρόμων κλεπτόντων τὴν εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἄφιξιν τὰ κατὰ Θεσσαλονίκην ἦσαν ἐνωτιζόμενοι. μόνος δ’ ἀπὸ πάντων ὁ Χοῦμνος Θεόδωρος ὑπέστη ἐγγύτερον προσελθεῖν, ὡς ἢ ἐπαμυνῶν Θεσσαλονικεῦσιν ἐν τῷ συμπλακῆναι τοῖς διειληφόσι τὴν πόλιν στρατεύμασιν, ἢ καὶ παρελευσόμενος ἔσωθεν, εἰ καὶ τοῦτο ἐξείη. ἀλλὰ καὶ πρὸς ἄμφω διαμαρτὼν τοῦ σκοποῦ αἰσχίστως παλίμπους ἐφέρετο· οἱ γὰρ ἀμφ’ αὐτὸν μηδὲ μέτωπον κόρυθος τῶν ἐναντίων βλέψαι ὑπενεγκόντες τὰ νῶτα μετέβαλον καὶ ἀμεταστρεπτὶ ἔφευγον, ἓν τοῦτο παρὰ τοὺς λοιποὺς ὁμοφύλους ἀνδρισάμενοι, τὸ γοῦν ἀεὶ μὴ ἐφησυχάζειν, ἀλλ’ οὓς οἱ πευθῆνες ἀνήγγελλον αὐτοῖς πολεμίους, τούτους αὐτοψεὶ κατιδεῖν καὶ ἔργοις αὐτοῖς διδαχθῆναι τὸ ἐν μάχαις ὀξύρροπον τῶν ἀνδρῶν.
Ἐπεὶ δὲ ἑάλω ἡ λογίμη Θεσσαλονίκη καὶ ὁ διαμερισμός, ὥς μοι εἴρηται ἤδη, ξυνέβη τοῦ Σικελικοῦ στρατεύματος, ἄλλος δ’ ἂν εἶπέ τις ὡς κατὰ τὴν μυθικὴν Χίμαιραν συναπτόμενον πρότερον τὸ ἀντίπαλον, τότε διαιρεθέν, τὸ μὲν κράτιστον αὐτοῦ ὅσα καὶ λέων προηγούμενον εὐθὺ τῆς βασιλίδος ἵετο πόλεως, τὸ δὲ μέσον τὰ κατ’ Ἀμφίπολιν καὶ Σέρρας ἐνέμετο, τὸ δὲ λοιπόν, ὅσον δηλονότι ναυτικὸν καὶ ὡς ὄφις συρόμενον ἐν τοῖς ὕδασιν, ἐτήρει τὴν προκαθεζομένην πόλιν τῶν Θετταλῶν, οὐδ’ οὕτως ὄντες ὁμοθυμαδὸν οἱ Ῥωμαῖοι καὶ βάλλοντες ἓν στρατήγιον ἑνί τινι γοῦν συμπλακῆναι ἀπεθάρρησαν τμήματι. ἀλλ’ οἱ μὲν κατειληφότες τὴν Μοσυνόπολιν πολέμιοι καὶ περὶ τῆς περαιτέρω πορείας ἐσκέπτοντο μηδ’ ὀφθαλμοῖς ὁπλίτην Ῥωμαῖον ἐνοπτρισάμενοι, Ῥωμαῖοι δὲ τὰς τῶν ἐκεῖσε προκαταλαβόντες ὀρέων λαγόνας εἰς τὸ πεδίον οὐκ εἶχον ὑποκαταβῆναι καὶ δέξασθαι τὸ ἐπιὸν δυσμενές. ὅθεν ἐγνώκεσαν Ἰταλοὶ μηκέτ’ ἀναδύεσθαι, ἀλλ’ ὁμοῦ συσπειραθῆναι καὶ πρὸς ἓν κατάντημα τὴν Κωνσταντίνου καλλίπολιν ἐπειχθῆναι καὶ ταυτηνὶ χειρώσασθαι.
PG 139:681Οὕτω γὰρ αὐτοὺς ἐπῇρεν ὁ ἐκ Κομνηνῶν Ἀλέξιος, ὅς σφισι συνὼν καὶ μηδ’ ἐν μέρει ταττόμενος στρατηγοῦ ὅμως ἃ τελεσθῆναι οὐκ ἔμελλον φανταζόμενος ᾤετο ὁ ἀνούστατος καὶ μηδὲ προβατίων ἄρχειν ἐπάξιος ὑπὲρ ἐκείνου διαπονεῖσθαι τὸν ῥῆγα τῶν Σικελῶν, καὶ ὡς ἤδη ἐν τῷ βασιλικῷ σχήματι καταστὰς καὶ ἀρχαιρεσιασθεὶς αὐτοκράτωρ ὁ Μελιτίδης ὠφρύωτο φάσκων καὶ διατεινόμενος πρὸς τὸ ἀλλόθρουν στράτευμα μὴ ἂν ὑποβεβηκέναι τὸν αὐτοῦ πόθον παρὰ τοῖς Κωνσταντινουπολίταις πρὸς τὸ μεγαλεῖον τοῦ βασιλέως καὶ πρὸς πατρὸς αὐτῷ θείου τοῦ Μανουήλ, ἀλλ’ οὕτως ἡγεῖσθαι παρὰ Ῥωμαίοις ἀσπάσιος ὅσα καὶ ἡμεροφαὴς ἥλιος καὶ κατὰ τὴν ἀέρος ὁλκὴν ἀπαραίτητον κρίνεσθαι ἀγαθόν. καὶ ταῦτα μὲν οὕτως. Αὐτὸς δὲ Ἀνδρόνικος τὰ τῆς πόλεως τείχη περιελθών, εἴ τι χρόνῳ ὑποσκάζον ἦν καὶ καμόν, ὑπερείδεσθαί τε τοῦτο καὶ ἐπισκευάζεσθαι προσετετάχει. καὶ ἦν ἔργον εὐθὺς τὸ ἐπιταττόμενον.
κατηρείποντο οὖν ὅσα τῶν οἰκημάτων παραπεπηγότα τοῖς τείχεσιν ἔξωθεν εὐέφοδα τοῖς πολεμίοις ἐποίει τὰ ἔσωθεν καὶ νῆες μακραὶ περὶ τὰς ἑκατὸν ἐσάλευον κατὰ τὰς ἀκτὰς ἡτοιμασμέναι πρὸς ἔκπλοιαν, δεῆσαν ἐπιβοηθήσουσαι πόλεσι κακῶς διακειμέναις ὑπὸ τοῦ στόλου τῶν Σικελῶν καὶ τοῖς Κωνσταντινουπολίταις ἀρήξουσαι (καὶ οὗτοι γὰρ ἐπιστῆναι ᾤοντο αὐτίκα μάλα τοὺς πολεμίους) καὶ διαληψόμεναι κατὰ καιρὸν τὸν ἐσέχοντα θαλάττιον κόλπον καὶ ποταμίου δίκην ὁλκοῦ τὴν κατὰ τὰς Βλαχέρνας ἠϊόνα προσκλύζοντα. Καὶ τὰς μὲν κοινὰς ἐς τοσόνδε διαθέμενος φροντίδας ἀνέπεσεν ὡς ἀρκούντως ἤδη καὶ ἀραρότως τὰ πρὸς ἀντιμάχησιν διοικήσας καὶ καταπολέμησιν τῶν τοῖς Ῥωμαίοις ἐπιόντων ἐχθρῶν· ἀκηκοὼς δὲ ἁλῶναι Θεσσαλονίκην ἐς κακοποιί̈αν τρέπεται τῶν προσγενῶν τοῦ Δαυίδ, ὃν φύλακα τῆς πόλεως ταύτης τὸ λέγειν ἤδη δεδήλωκε, καὶ συλλαβὼν τούτους καθείργνυσιν ἐν φρουραῖς. δημηγορῶν δὲ οὐδὲν μέγα τὸ συμβὰν ἔλεγεν εἶναι, οὐδ’ ἄξιον ἐς κατόρθωμα σεμνολογεῖσθαι τοῖς Σικελοῖς· οὐ νῦν γὰρ πρώτως, ἀλλὰ καὶ πρώην πόλεων ἁλώσεις ἐπάγειν τὸν χρόνον φιλεῖν καὶ νίκην ἐπαμείβεσθαι ἄνδρας.
PG 139:683φήμαις δὲ βαλλόμενος ἀπευκταίαις ἄλλοτε ἄλλαις καὶ συχνάκις ἐφισταμένων τῶν ἀγγελλόντων ὡς νῦν μὲν οἱ ὑπεναντίοι Ἀμφίπολιν παρεστήσαντο, νῦν δὲ τὰς ἐφεξῆς ληϊσάμενοι χώρας κατὰ τὴν Μοσυνόπολιν ἐναυλίζονται, καὶ τὰς τοιαύτας ἀγγελίας ὡς οὐδέπω δεινὰς ἀπεπέμπετο καὶ ἔλεγεν ὡς μετελεύσεται τοὺς ἐχθροὺς καὶ ἐξολοθρεύσειε τέλεον ὃν τρόπον οἱ θηραταὶ τοὺς μοναστικοὺς τῶν συῶν. αὐτούς τε γὰρ κατὰ βραχὺ μεθισταμένους τῆς λόχμης ἐγκλείεσθαι λιχνευομένους περὶ τὴν προκειμένην ἐδητύν, ἔνθα ὁ δόλος καὶ ἡ πάγη καττύεται, καὶ οὕτως ἐμπείρεσθαι δόρατι ἢ βαθεῖαν κατὰ τῶν σπλάγχνων δέχεσθαι τὴν πληγήν· καὶ τοὺς Ἰταλοὺς δὲ ὡσαύτως ἀφροντιστοῦντας, ὡς οὐκ ὄντος τινὸς ἀνθισταμένου, καὶ ἀεὶ προχωροῦντας τοῖς ἔμπροσθεν καὶ τῇ τῶν πλειόνων σκύλων ὑποσαινομένους ἐφέσει μέλλειν εἰς τὸν ἔσχατον καὶ ἀπρόοπτον ὄλεθρον ἐμπεσεῖσθαι καὶ ἐπὶ κορυφὴν αὐτῶν τὴν ἀδικίαν αὐτῶν καταβήσεσθαι.
PG 139:685Ἦν δὲ ταῦτα οὐδὲν ἕτερον ἢ ἀνδρὸς τῇ φύσει τῶν πραγμάτων ἀντιμαχομένου προδήλως αἱμύλα προβλήματα καὶ πολιτείας ἤδη κατ’ αὐτοῦ φλεγμαινούσης μειλίγματα, οἷς οὐκ ἦν ἀρρενούμενος καὶ πᾶσαν μηχανὴν μετιών, ὅπως ἀποσοβήσειε τὸ ἀλλόγλωττον. καίπερ δὲ τοιούτων καὶ τοσούτων ἐφεστώτων κακῶν καὶ πάντων πείσεσθαι φανταζομένων τὰ οἰκτρότατα καὶ ὡς ἤδη παρόντων καὶ ἀνιώντων ὀδυρομένων, ὁ δὲ ὁμαλῶς ἔφερε τὰ ἀνύποιστα καὶ οἷον ἐπ’ ἀλλοτρίοις δεινοῖς τὸ φιλόσοφον ἐπεδείκνυτο, καὶ ταῦτα, εἴπερ τις, φίλαρχος ὢν καὶ δι’ ἔρωτα βασιλείας εἰς ἀπάνθρωπα ἤθη ἐκκυλισθεὶς καὶ τυράννους ὑπερελάσας τοὺς πώποτε. Ἔνθεν τοι καὶ τῆς πόλεως πολλάκις ἀπανιστάμενος μετὰ χορείας ἑταιρίδων καὶ παλλακῶν ἐφιλοκρίνει τὰ τῶν τόπων ἐρημικώτερα καὶ οἷς ἡ τῶν ἀέρων ἐπλεόναζεν εὐκρασία καὶ θηρίων δίκην συναγκείαις ὀρῶν καὶ χλοεροῖς παραβυόμενος ἄλσεσιν ὡς ὄρνιθας κατοικιδίους ἀλεκτρυὼν ἢ αἶγας τράγος ἡγούμενος αἰπολίου ἢ καθάπερ ὁ Σεμέλης Διόνυσος τὰς Θυάδας, Σοβάδας, Μαινάδας, Βάκχας εἶχεν ἑπομένας τὰς ἐρωμένας μόνον οὐ νεβρίδα ἐξημμένος καὶ τὸν κροκωτὸν ἐνδυόμενος.
καὶ ἦν κατὰ τακτὰς μὲν ἡμέρας ὡσεὶ διὰ παραπετάσματος ὀλίγοις τῶν ἐκ τῆς βασιλείου αὐλῆς ὀπτανόμενος, καὶ τούτων οἵπερ ἐκείνῳ μάλιστα προσῳκείωντο, αὐλητρίσι δὲ καὶ ἑταιρίσιν ἀναπεταννὺς πᾶσαν πάροδον καὶ πάντα καιρὸν εἰς ὁμιλίαν αὐταῖς χαριζόμενος. ἔχαιρέ τε κατὰ Σαρδανάπαλον ταῖς ἀνέσεσιν, ὃς τόσς’ ἔχειν, ὅσς’ ἔφαγε καὶ ὅσς’ ἐφύβρισε, τῷ ἐπιταφίῳ ἐνεκόλαπτεν ἐπιγράμματι. Ἐπικούρειός τε ἦν καὶ Χρυσίππειος καὶ λαγνείαν δυστυχῶν πολύποδος ἵμερον ἐδίωκε καὶ φιλότητι μαργαίνων καὶ τὸν Ἡρακλέα μιμούμενος ἀτεχνῶς κατὰ τὴν τῶν πεντήκοντα καὶ μόνον τοῦ Θυέστου θυγατέρων φθοράν. οὐκ ἔχων δὲ τὴν ἴσην πρὸς τὸ ἀκολασταίνειν ἰσχύν, ὡς Ἰόλεων ἐκεῖνος κατὰ τῆς παλιμφυοῦς Ὕδρας συνέριθον, οὕτω καὶ οὗτος τὰ ὑπὸ γαστρὸς πρὸς συνουσίαν ἀλοιφαῖς καὶ περιττοῖς σκευάσμασιν ἀνερρώννυεν. ἤσθιε δὲ καὶ ζῶον Νειλῷον, κροκοδείλῳ πάνυ τι ἐμφερές, ἀπόσιτον μὲν τοῖς μὴ τὰ τοιαῦτα βρωτέα κρίνουσι, διερεθίζον δ’ ὅμως καὶ διανιστῶν ἐν ταῖς ὁμιλίαις πρὸς ἀπουσιασμόν.
Κατὰ δὲ τὰ ἀρχεῖα γινόμενος ἀπὸ τῶν ἔξωθεν διατριβῶν τε καὶ διαχύσεων οὐκ ὀλίγον μὲν καὶ τὸ περὶ αὐτὸν εἶχε δορυφορικόν, καὶ τοῦτο ἐκ βαρβάρων ἰλῶν καὶ ἀνδρῶν λοιμῶν χαιρόντων ἀπαιδευσίᾳ καὶ τὰ πλεῖστα μηδ’ ἐπαϊόντων Ἑλληνίδος φωνῆς. καὶ τοὺς προκοίτους δὲ καὶ προφύλακας ἐξ ἀεὶ τοιούτων ἀναγώγων συνείληχεν ὁμηγύρεων. τελευτῶν δὲ καὶ κύνα κάρχαρον, οἷον καὶ λέουσιν ἀντιπλέκεσθαι καὶ ἄνδρα ἔφιππον ὁπλίτην κατενεγκεῖν ἔραζε, σύνοικον ἑαυτῷ πεποίητο· οἱ μὲν γὰρ σωματοφύλακες καὶ δορυφόροι ἄποθέν που τοῦ βασιλικοῦ κοιτῶνος νυκτὸς κατηυνάζοντο, ὁ δέ γε κύων πρὸς ταῖς θύραις ἐδέδετο, χαλκεόφωνος ὢν καὶ πρὸς βραχεῖαν διαταραττόμενος ψόφησιν καὶ γινόμενος ὑλακόμωρος.
Προϊὼν δὲ οὕτω κατετρύφα τῆς τῶν Κωνσταντινουπολιτῶν εὐηθείας καὶ ὡς ἀπὸ ῥινὸς ἑλκομένους ἐχλεύαζε καὶ πρὸς πᾶσαν τῶν κρατούντων θεραπείαν τε καὶ θωπείαν ἑτοίμως ἔχοντας ἐκωμῴδει, ὥστε καὶ τῶν παρ’ αὐτοῦ θηρωμένων ἐλάφων τὰ κέρατα, ὁπόσα εἰς ὕψος ἦρτο καὶ εἶχόν τι θαύματος, ταῖς κατὰ τὴν ἀγορὰν ἁψῖσιν ἀνήρτα, τῷ μὲν δοκεῖν εἰς ἔνδειξιν τοῦ μεγέθους τῶν παρ’ αὐτοῦ ἁλισκομένων ἀγρίων, τῷ δὲ ὄντι διαμωκώμενος τὸ πολίτευμα καὶ διασύρων εἰς ἀκρασίαν τῶν γαμετῶν. Ὁπηνίκα δὲ κατὰ τὴν μεγαλόπολιν γένοιτο τῶν τῆς Προποντίδος τρυφηλῶν χωρίων καὶ περιττῶν ἀπανιστάμενος διαιτήσεων, οὐκ ἦν μὴ ἀποφράδα κρίνεσθαι τὴν τότε ἡμέραν· οὐ γὰρ δι’ ἄλλ’ ἄττα παρεῖναι ἐδόκει ἢ ὡς θύσων καὶ ἀπολέσων ὁπόσον ὡς ἐπίβουλον ὑπωπτεύετο.
καὶ ἡ Ἀνδρονίκου ἐπιδημία τοῖς πολλοῖς ζημία καὶ δυσθυμία ἢ καὶ τοῦ βίου ἐκδημία καὶ ἔσχατον ἄλλο κακὸν συλλελόγιστο, ἐπειδήπερ ὁ ἀνὴρ ὡσεὶ καὶ γραμμὴν μονοδιάστατον καὶ μηκιζομένην εἰς τὸ λεπταλέον καὶ ἀπλατὲς ἐν τῷ ἐδαφίῳ τῆς ψυχῆς τὴν οἰκείαν καθάπαξ ὠμότητα προϋποθεὶς καὶ πρὸς ταύτην ἅπαν ἀποστενῶν τὸ πραττόμενον ἀβίωτον ὅλως ἥγητο τὴν ἡμέραν, καθ’ ἣν οὐκ ἐκρεωβόρησέ τινα τῶν ἐν ὑπεροχαῖς ἢ λύχνους οὐκ ἔσβεσε σώματος ἢ ὁτουδήτινος οὐ καθήψατο φιλονείκως ἢ ἐπιτιμητικῷ βλέμματι καὶ Τιτανικῷ ἐμβριμήματι μὴ ἐξέστησε τοῦ φρονεῖν. παιδαγωγῷ γὰρ ἐμβριθεῖ ἐοικὼς θαμὰ τῶν μειρακίων καταφέροντι τὴν σκυτάλην εὐκαίρως ἀκαίρως ἐπέπληττεν ἐφιστάμενος καὶ πρὸς πᾶσαν ἀκοὴν ἐκείνῳ ἀνήδυντον παρωξύνετο. Κατηφιῶντες οὖν οἱ τότε ἄνθρωποι καὶ στυγνάζοντες ἐβίωσκον. οὐδ’ ὁ ὕπνος ἄφροντις τοῖς πολλοῖς καὶ ὀδυνῶν ἀδαὴς καὶ μαλακός, ἀλλ’ ὀφθαλμοῖς ἐφιζάνων ἄκροις ἀφίπτατο καὶ διεψευσμένος ἦν τὰ πολλὰ ἢ Ἀνδρονίκῳ διασοβούμενος ὄναρ πολλάκις ἐφισταμένῳ κακὸν ἢ ὅσους ὁ τραχὺς οὗτος καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος τὴν ὀργὴν τῆς οἰκείας ἀπηνείας ἔθετο πάρεργον.
ὃ γὰρ ἐπὶ τῶν ἐσχάτων συμβήσεσθαι ἡμερῶν ὁ θεάνθρωπος προηγόρευσε, δηλονότι ὅτι ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλαμβάνεται καὶ ὁ ἕτερος ἀφίεται, τοῦτο ἀτεχνῶς κἀν ταῖς ἡμέραις ἐκείναις ἐγίνετο, ἑνός τινος τῶν συνεύνων ἐξάπινα συλλαμβανομένου καὶ ἀπαγομένου πρὸς σωματικὴν κάκωσιν. Οὐδὲ γὰρ καὶ γυναῖκες ἀπῆσαν τοῦ μὴ ὑπὸ δίκην πίπτειν καὶ τὰ ἀπευκταῖα ὑφίστασθαι, ἀλλὰ καὶ τούτων οὐκ ὀλίγαι τὸ τῶν ὀφθαλμῶν ἀπώλεσαν φῶς καὶ λιμὸν καὶ φρουρὰν καὶ αἰκισμοὺς ὑπέστησαν σώματος. καὶ πατὴρ ἠλόγει τέκνων καὶ υἱεῖς ὠλιγώρουν πατρός· καὶ διεμερίζοντο πέντε ἐν οἴκῳ ἑνί, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί. πολλοὶ δὲ καὶ ὡς Σοδομιτικὸν ἐμπρησμὸν τὸν τοῦ Ἀνδρονίκου θυμὸν ἐκτρεπόμενοι φυγάδες ὅλῳ ποδὶ τῆς πατρίδος γεγόνασιν, οἳ καὶ εἶχον ἂν ἑαυτοὺς ἀπαθεστάτους κακῶν, εἰ τὴν φυγὴν τῇ Ἀνδρονίκου ζωῇ συνεμέτρησαν. νῦν δὲ τῶν κατ’ οἶκον μεταποιούμενοι εἰς στήλην μὲν ἁλὸς κατὰ τὴν γυναῖκα Λὼτ οὐκ ἐπάγησαν, οὐδὲ νεκρὸς ἐγεγόνεισαν ἅλς, ἄλλως δὲ μωρανθέντες τὸ ζῆν κατέστρεψαν κακῶς.
Οὕτω δ’ ὀργιλότητος ἔχων καὶ τραχὺ καὶ σκληρὸν τὸ ἦθος αὐχῶν καὶ ἀμετάθετος ὢν τὸ κολάζειν καὶ παίζων ἐν ταῖς τῶν πέλας συμφοραῖς καὶ κακώσεσι ταῖς τε καθαιρέσεσι τῶν ἄλλων τὴν ἰδίαν ἐπιτειχίζειν δοξάζων ἀρχὴν καὶ τοῖς ἑαυτοῦ παισὶν ἐπικρατύνειν τὴν βασιλείαν καὶ τὸ τῆς ψυχῆς ἐντεῦθεν αὔξων ἡδόμενον ὅμως καὶ ἀγαθῶν μετεῖχεν οὐκ ὀλίγων πράξεων, καὶ οὐ παντάπασι δήπουθεν πρὸς τὴν ἐναντίαν ἀπονενεύκει διάθεσιν σκηνοβατῶν τὰ ὀλέθρια, ἀλλ’ ἦν ὡς ἀπὸ ὄφεως σαρκῶν ἐκείνου πανάκειαν θηράσασθαι περιμάχητον καὶ σώζουσαν εὑρέσθαι ἀντίδοτον καὶ ὥσπερ ἐξ ἀκανθῶν τρυγῆσαι ῥόδον ἡδύπνοον ἢ γοῦν ἐξ ἑλλεβόρου καὶ κωνείου ψαρσὶ παραθέσθαι καὶ ὄρτυξιν ἡδεῖαν ἑστίασιν, ἐπεὶ καὶ δωρεαῖς ἔθαλπε τῶν ὑπηκόων τοὺς ἐνδεεῖς, εἰ μόνον ἐλπίδος τι διεφαίνετο ὡς ὁ αἰτῶν οὐκ ἀποστυγεῖ ἐκεῖνον παθαινόμενος τὴν ψυχὴν ἐφ’ οἷς κακοεργὸς δείκνυται. Καὶ τὴν τῶν μέγα δυναμένων πλεονεξίαν οὕτως ἐκόλασε καὶ χεῖρας τἀλλότρια διφώσας οὕτως συνέστειλεν, ὥστε βασιλεύοντος ἐκείνου αἱ πλείους ἐπαρχίαι πρὸς πληθυσμὸν ἐπέδωκαν τῶν οἰκούντων αὐτάς.
PG 139:687ἕκαστος γὰρ κατὰ τὸ προφητικὸν παράγγελμα ἐπὶ τὴν σκιὰν τῶν δένδρων αὐτοῦ ἀνεκλίνετο καὶ τὸν τῆς ἀμπέλου καρπὸν συγκομίζων καὶ γῆς εἰσοικιζόμενος τὰ ἐκφόρια ἀσμένως ἤσθιε καὶ ἡδέως ἐκάθευδε, μὴ φορολόγου ἀπειλὴν δεδιττόμενος, μὴ πλεονέκτην εἰσπράκτορα κατὰ νοῦν στρέφων, μὴ τὸν ἐκφυλλίζοντα ὑποβλεπόμενος, μὴ τὸν καλαμώμενον φανταζόμενος, ἀλλὰ τὰ τοῦ Καίσαρος Καίσαρι ἀποδιδοὺς οὐδένα τὸν ἐπιδιπλοῦντα εἶχε τὸ κέρμα καὶ τὸν τὸ τάλαντον πολυπλασιάζοντα, ἔστι δ’ ὅτε καὶ τὸ χιτώνιον προσαπαιτοῦντα καὶ τὸ ψυχίδιον αὐτὸ πολλάκις ἀναχρέμψασθαι βιαίως ἐγκείμενον. ἦν γὰρ ἡ Ἀνδρονίκου ἐπίκλησις οἷά τι ὀλέθριον καὶ διασκεδαστικὸν τῶν φορολόγων ἔπᾳσμα καὶ φαρμάκευμα καὶ δυσήκουστον φόβητρον τοῖς ὅσοι παρὰ τὰ διατεταγμένα εἰσέπραττον καὶ νάρκωσις καὶ πάρεσις χειρῶν, αἳ πρὸς μόνον ἀφεώρων πρότερον τὸ λαβεῖν. πολλοῖς δὲ καὶ τὸ ἐθελουσίως ἀποχαριζόμενον ἀπεπέμπετο, ὥσπερ σὴς ὑφορώμενον τῶν ἐκείνοις προσόντων ἢ ἑτέρα τις φθαρτικὴ δύναμις τὸ προσεγγίζον ἀπολλοῦσα.
PG 139:689τὸ δὲ δὴ μεῖζον, καὶ ἁδροῖς ὀψωνίοις ἐνιαχοῦ ἐφοδιάζων τοὺς τὰς δημοσίους ἀναζωννυμένους ἀρχὰς καὶ ὅσα πείσονται δεινὰ τὰς αὐτοῦ παραβλεψάμενοι ἐντολὰς προαγγέλλων οὕτως ἐξέπεμπεν, οὐκ ὠνίους ταύτας τοῖς βουλομένοις προβάλλων καὶ τοῖς ἐκ τριόδων ἀποδιδοὺς ὁποιουδήτινος δόματος, ἀλλὰ δῶρον τὰς ἀρχαιρεσίας καὶ ἐπιλέγδην παρεχόμενος. ὅθεν οἱ πάλαι τῷ χρόνῳ παρασυρέντες καὶ τοῖς κοινοῖς πράγμασι νοσοῦσι κατενεχθέντες εἰς θάνατον, ὥσπερ ἀρχαγγέλου τινὸς εἰς τὰ ἐκείνων ὦτα περισαλπίσαντος, τὸν χρόνιον ἀπεσείσαντο κάρον καὶ τὴν παλαιὰν ἀπέθεντο νέκρωσιν· καὶ καθὼς ἡ τοῦ Ἰεζεκιὴλ ὅρασις βούλεται, ὀστᾶ συνήγοντο πρὸς ὀστᾶ καὶ ἁρμονίαι πρὸς ἁρμονίας· καὶ ἐν βραχεῖ αἱ πλεῖσται τῶν πόλεων ἀνεβίωσαν καὶ τὸ πρώην ἀπέλαβον εὔδαιμον. εἰ δὲ δεῖ τι καὶ τῶν τοῦ ψαλτῳδοῦ Δαυὶδ ἐνταῦθα προσεπαγαγεῖν, ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων.
καὶ τὰς διασπορὰς ἐπισυνῆξε τῶν τοῦ δημοσίου τελεστῶν ἐκ τοῦ παῦσαι τοὺς ἐκ τῶν πρακτόρων κονδυλισμοὺς καὶ συστεῖλαι εἰς ὡρισμένον τι ζήτημα τὰς ἐπαλλήλους ἀπαιτήσεις, ὁπόσας οἱ δεινοὶ τῶν φόρων ἐφεῦρον συζητηταὶ καὶ εἰς ὄφλημα ἐκράτυναν ἐνιαύσιον, οἱ ἐν βρώσει ἄρτου τὸν ὑποπίπτοντα λεὼν κατεσθίοντες. Ἔθους δὲ ἀλογωτάτου παρὰ Ῥωμαίοις, ὡς ἔοικε, μόνοις ἰσχύοντος (τὸ δέ ἐστι τὸ τὰς χειμαζομένας ναῦς, ὑπὸ πνευμάτων καὶ φλοίσβῳ θαλαττίῳ ταλαντευούσας, μηδένα ἔχειν τὸν συναιρόμενον καθ’ οὓς ἂν λιμένας ἢ τόπους ἐκβράσσωνται κύμασιν ἐλαυνόμεναι, τοὐναντίον μὲν οὖν καὶ καταιγίδος χείρους ὁρᾶν τοὺς ἐκεῖσέ πῃ λαχόντας τὴν οἴκησιν, διασπῶντας καὶ ἀφαρπάζοντας ὁπόσα μὴ παρέσυρε θάλασσα) οὕτω τοι πρὸς τὴν τοιαύτην ἀτοπίαν πολὺς ἀντέπνευσε καὶ εἰς πραεῖαν αὔραν μετέβαλε τὴν τῶν πλοίων καταποντιστικὴν τῶν πλείστων ὁρμήν, ὡς ἀντὶ πολλῶν ἓν εἰς εὐφημίαν ἐκείνῳ τοῦτο τὸ ἔργον καὶ μόνον ἀρκεῖν. οἱ μὲν γὰρ περὶ τὸ βασίλειον βῆμα δυσίατον τὸ κακὸν ἢ τέλεον ἀμετάβλητον ὡς εἰς ἕξιν ἐληλυθὸς καὶ προκόψαν ἐπὶ τὸ χείριστον ᾤοντο·
πολλοὺς μὲν γὰρ καὶ τῶν πρότερον αὐταρχησάντων Ῥωμαίων βουληθῆναι τὴν τοῦ ἔθους τούτου παῦσαι παραλογότητα καὶ φακέλους ἀπολῦσαι διαταγμάτων βασιλικῶν τὰ ἀνήκεστα διαπειλουμένων τοῖς ὁπλιζομένοις κατὰ πλοίων τῶν ναυαγῶν καὶ διαρπάζουσι τὰ ἔνδον αὐτῶν, ἐν γράμμασι δὲ μόνοις μεῖναι τὰ τοιαῦτα θεσπίσματα, οἷα κατὰ κλύδωνα τοῦ κακοῦ κορυφουμένου καὶ μεταρσίως αἰρομένου καὶ τὸ βασιλικὸν ἀπαλείφοντος ἐρυθρόδανον, ὡς γράφειν ἄντικρυς τοὺς γράφοντας δοκεῖν καθ’ ὑγρῶν καὶ ὑποσημαίνεσθαι μάτην τὰ οἰκεῖα κελεύσματα. Καὶ οἱ μὲν τοιαῦτα ἐφθέγγοντο, ὁ δὲ δριμέως τὸ περὶ ἐκεῖνον σύμπαν περιβλεψάμενος στενάξας εἶπε βαθὺ ὡς οὐδὲν τοῖς βασιλεύσιν ἀδιόρθωτον, οὐδ’ ἔστι τι τῶν πλημμελῶς γινομένων, ὃ τὴν ἰσχὺν αὐτῶν ὑπερπέπαικεν. ἐβλακεύοντο τοίνυν, ὡς ἔοικεν, οἱ πρότερον αὐτοκράτορες ἢ ἐπλάττοντο τὸν ἐπὶ τοῖς κακίστοις ἀχθόμενον.
PG 139:691εἰ γὰρ ἀληθῶς ἠβούλοντο στῆναί ποτε τὰ βιοφθόρα καὶ παρρησίαν ἄγειν ὁπόσα τὴν εὐνομίαν συνίστησι, παρηγκωνίσαντο ἂν τὸ ἐν τοῖς γράμμασιν ἐρυθρὸν καὶ τὸν χάρτην ὡς οὐδὲν ὀνησιφόρον παραβλεψάμενοι ἐβάλοντο ἂν κατὰ νοῦν, ὡς αἵμασι πενθοῦσιν, ἀλλ’ οὐχὶ δάκρυσιν ἐπιστένουσιν οἱ σπιλάδων καὶ ὑφάλων τραχυτέρους εὑρίσκοντες παρ’ οἷς αἱ νῆες αὐτῶν ἐκβράσσονται ὑπὸ κλύδωνος, καὶ κατ’ αὐτῶν ἐχρήσαντο ἂν τῷ ξίφει μὴ φορουμένῳ μάτην μηδὲ εἰκῇ καὶ ἔβαλον ἂν εἰς κεφαλὰς ἀνόμων θάνατον. νῦν δ’, ὡς πέπεισμαι, γράφοντες αὐτόχρημα πονηρίαν ἔγραφον κἀπὶ τοῖς ἄλλων κακοῖς οὐκ ἐπαινετῶς ἐπιδεικνύμενοι τὸ μακρόθυμον τοῖς πάσχουσι συνεπετίθεντο καὶ αὐτοὶ καὶ ἐπεκράτυνον μᾶλλον τὰ οὐκ ἐπαινετέα ἔθιμα, οἷς τὴν τούτων διόρθωσιν ἑκόντες ἐκπεριίσταντο. Ταῦτ’ εἰρηκὼς ἄνδρες, προσεπῆγεν οἳ καθ’ αἷμά μοι προσῳκείωσθε καὶ ὅσοις ἡ πρὸς ἐμὲ πίστις εὔνοιαν ἐπεβράβευσε, καὶ τὸ περιεστηκὸς δὲ λοιπόν, ὅσον τε εἰς γερουσίαν ἐγκέκριται καὶ ὅσον ἐς τὸ ἄλλως ὑπουργικὸν τῇ βασιλείᾳ Ῥωμαίων ἀποκεκλήρωται, ἀκούσατέ μου, ἀκούσατε.
φθέγξομαι γὰρ οὐχ ὅσαπερ ἀὴρ διαφορήσει ἀτέλεστα, ἀλλ’ ὁπόσα εἰ μὴ τὸν εἰκότα χρόνον ἐπ’ ἔργον ἐκβήσονται, τὸν μὲν τὸ ποιητέον ἐμὲ διακελευόμενον ἐκμήνωσιν εἰς ὀργήν, ἡ δὲ βαρεῖά τις καὶ δυσύποιστος ἐπενσκήψει τοῖς παρὰ τὰ διατεταγμένα μοι πράττουσι καὶ ἀρχικῶν οὐκ ἐμπαζομένοις ὅλως φωνῶν. χρεὼν μὲν οὖν καὶ τἆλλα τὰ κοινοβλαβῆ καὶ κηρεσιφόρα Ῥωμαίοις παύσασθαι καὶ ἔστωσαν εἰδότες οἱ τὸν πλεονέκτην βίον μεταδιώκοντες, ὡς εἰ μὴ λήξουσιν ἐθελονταὶ τῆς τῶν ἀλλοτρίων ἐφέσεως, καὶ τὰ οἰκεῖα προσαπολέσουσι καὶ τοῖς τῶν πενήτων ἐκφυσηθήσονται στεναγμοῖς, ὥσπερ ἐν σφοδρᾷ λαίλαπι χοῦς ἀπὸ προσώπου γῆς ἐκριπίζεται, μάλιστα δὲ τὸ ταῖς ναυσὶν ἐπιτίθεσθαι καὶ διαρπάζειν τοὺς φόρτους, ἐνίοτε δὲ καὶ αὐτὰς κατατεμαχίζειν τε καὶ ἀπογομφοῦν.
εἴ τις τοίνυν ὑμῶν ἀρχὴν ἐκ τοῦ ἡμετέρου κράτους χειρίζει, εἴ τις ἀκινήτων παραλίων κύριος, καταρτισάτω πρότερον ἑαυτόν, εἶτα καὶ τὸ ὑπήκοον εἰς δέος τὸ τοῦ θεοῦ καὶ τῆς ἐμῆς βασιλείας ὑποστολὴν καὶ αἰδῶ, ἢ μὴν ἐκ τῆς ψυχῆς ἐκζητηθήσεται πολλαπλάσιον τὸ ἀδίκημα τοῦ τὴν ἐπαρχίαν διέποντος ἢ τὸν ἀγρὸν κατέχοντος, κἂν εἴη αὐτὸς μὲν ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, οἱ δ’ ὑποδρηστεύοντες ἐκείνῳ τὴν ἄθεσμον πρᾶξιν ἀποτελέσωσι. λοιμοῦ γὰρ μαστιγουμένου κυρίου τὸ ὑπὸ χεῖρα νοῦν οἴσει· καὶ ὥσπερ ἐξομοιοῦσθαι τῷ ἄρχοντι φιλεῖ τὸ ἀρχόμενον προτέρῳ δρῶντι τὰ μὴ ἐπαινετὰ ἐφεπόμενον, οὕτω καὶ μαστιζομένῳ καὶ ἀναγκαστῶς μεταμανθάνοντι τὸ κοινῇ συνοῖσον ἐφέψεται τὸ ὑπήκοον κατὰ πόδας, ὅσα καὶ μητρὶ παῖς.
PG 139:693Ἵνα δὲ εἰδῆτε καὶ τὸν τρόπον τῆς ἐκδικήσεως, ᾗ καθυποβληθήσεται ὁ τῆς ἐμῆς παρήκοος ἐντολῆς, ἐπὶ τοῦ ἱστοῦ ἀπαιωρηθήσεται τῆς νεώς, εἰ δὲ τοῦτον παρέσυρε φλοῖσβος θαλάττιος, ἐφ’ ὑψηλῆς ἀγχιάλου ἀνασκολοπισθήσεται σκοπιᾶς, μεγίστης τινὸς καὶ ἰθυτενοῦς ἐκ τῶν ἐκεῖσέ που ὀρέων ἀποτμηθείσης δοκοῦ, ἵν’ οὕτω καὶ τοῖς κατὰ τὰ ἀχανῆ ναυτιλλομένοις πελάγη περίοπτος ἔσοιτο ὡς λαῖφος ἐν κεραίᾳ προφαινόμενος καὶ ναυαγὸς ἐν γῇ δεικύμενος καὶ εἰς σύμβολον παραλαμβανόμενος τοῦ μὴ προβῆναι καὶ εἰσέτι θραῦσιν νηῶν καὶ τῶν ἐνόντων αὐταῖς προνόμευσιν, καθὰ καὶ θεὸς ἐν ἀέρι τὸ ἑαυτοῦ τόξον ἐνέτεινεν εἰς σημεῖον τοῦ μηκέτι ἔσεσθαι ὕδωρ εἰς κατακλυσμόν. Καὶ ὁ μὲν φάμενος ταῦτα πρὸς ἑτέροις εἶχε τὸν νοῦν, τὸν ἄγαν χαρακτηρίζων παθαινόμενον καὶ εἰκάζων τὸν μηδ’ ὅλως παραδεξόμενον τῶν δοξάντων μεταποίησιν ἢ ῥοπὴν φιλάνθρωπον ἐφ’ οἷς ἀπεφήνατο·
οἱ δ’ ἀκηκοότες ἀπολιθωθέντες τῷ δέει μικροῦ (πείρᾳ γὰρ ᾔδεσαν ὡς οὐκ οἶδε παίζειν Ἀνδρόνικος, οὐδ’ ἄλλα μὲν ἐν τοῖς τοιούτοις φθέγγεσθαι, ἄλλα δὲ κεύθειν ἐν ταῖς φρεσίν), ὀψὲ καὶ μόλις ἐν τῷ καθεστῶτι γενόμενοι, ἐπιστολὰς γράψαντες διὰ ταχυδρόμων ἐξέπεμψαν τοῖς τῶν σφετέρων ἐπιστάταις κτημάτων καὶ τοῖς ἀντ’ αὐτῶν διοικοῦσι δημοσίας ἀρχάς, πολλὰ τούτοις ἐπισκήπτοντες καὶ παράκλησιν πᾶσαν ἐπάγοντες, προςσχεῖν τε καὶ ἐπαγρυπνήσειν, μήπως ναυαγίῳ ἐγκύρσασα ναῦς ἐσεῖταί τι πεπονθυῖα δεινόν, εἰ δὲ δυνατόν, καὶ τοῖς ἀνέμοις αὐτοῖς ἐπιτιμᾶν ἢ κατὰ τὴν Αἰόλου μυθολογίαν ἀσκοῖς τὰ πνεύματα συλλαμβάνειν, ἵνα μὴ καταιγίδας ἐγείρωσι καὶ τὴν ἅλμην διατινάσσωσιν.
Ἀμέλει τοι ἐκ τοῦδε οὐκ ἦν ὁρᾶν πλοῖον, ὃ περιπεσὸν κλύδωνι παρά του τῶν ἁπάντων διηρπάγη τι τοῦ φόρτου ἢ μέρος τῶν καταστρωμάτων ἀφῄρητο ἢ καθῄρητο τὸν ἱστὸν ἢ ἄγκυραν ἀπεβάλετο ἢ τῶν ὅπλων τινὸς ἐστέρητο μέχρι καὶ μηρίνθου λεπτῆς, ἀλλὰ πνεύμασι τῇ χέρσῳ ἐκπτυόμενα ἢ χοιράσιν ἀρασσόμενα πέτραις ἢ προβόλοις καταρρηγνύμενα ὡσεὶ καὶ Χαρωνικὰ ψυχαγωγὰ ἀκάτια ἐκ στομίου ᾅδου ἀναγόμενα ὑπεβλέποντο ἀντιπαρερχόμενα ἢ ὡς νῆες θεωρίδες ἀμφιπεριείποντο καὶ μεθ’ ὑποστολῆς εἶχον ἀμφιπονούμενον αὐτὰς τὸν πολὺν καὶ λαώδη ὅμιλον καὶ τὸ χειρίζον τὰς ἀρχάς, μή πού τι κατὰ χέρσον ἀπολέσωσιν, ὃ μὴ κλύδων ἠφάντωσεν ἅλιος. καὶ ἦν ἀτεχνῶς γαλήνη διαγελῶσα ἐκ ζάλης καὶ δεξιᾶς ὄντως θειοτέρας ἀλλοίωσις τὸ ὁρώμενον. Οὗτος ἀνεκαίνισε μεγίσταις δαπάναις καὶ τὸν παλαιὸν ὑπόγειον ἀγωγόν, ὃς περὶ μέσην ἔξεισιν ἀγορὰν ὑετίζων κάτωθεν ὕδωρ οὐχ ἑστὼς καὶ νοσῶδες, ἀλλ’ ἥδιον ὡς πλανώμενον. καὶ τὸν ποταμὸν Ὑδράλην ἐπωχέτευσε τῷ αὐλῶνι τούτῳ τοῦ ὕδατος, οὗ περὶ τὰς πρώτας πηγὰς πύργον τε ἀνῳκοδόμησε καὶ οἰκήματα ἤγειρε πρὸς θερινὴν διαίτησιν ἐπιτήδεια.
PG 139:695καὶ νῦν ἐκ τούτου ὑδρεύονται ὁπόσοι περὶ τὰς Βλαχέρνας καὶ ἔτι ἐνδοτέρω τὴν οἴκησιν ἔλαχον. οὐδὲ γὰρ ἅπαν τὸ ὑδροδοχεῖον ἐπεσκεύαστο, ἵνα καὶ κατὰ μέσην τὴν ἀγορὰν ἐκδίδωσι τὸ ὕδωρ διαυλωνιζόμενον· ὁ γὰρ μίτος ἐκεῖνον ἐπιλέλοιπε τῆς ζωῆς. τοσοῦτον δ’ ἐμέλησε τοῖς μετ’ ἐκεῖνον ἄρξασιν, ὅσοι τέως ἐς δεῦρο ἀνάσσουσι, πέρας ἐπιθεῖναι τῷ κοινωφελεῖ τούτῳ ἔργῳ, ὥστε καὶ ὁ τοῦτον μεταστήσας τῆς ἀρχῆς ἅμα καὶ τῆς ζωῆς Ἰσαάκιος τόν τε πύργον κατήρειψε καὶ τὰς χαριεστάτας οἰκήσεις κατέβαλε, φθονῶν ὥσπερ Ἀνδρονίκῳ τῆς καλλίστης ταυτησὶ πράξεως. Ἀναποιῶν δὲ καὶ τὰς πραιτωρίας ἀρχὰς ἄνδρας λογίμους καὶ τῶν ἀπὸ τῆς βουλῆς ἀρίστους αὐταῖς ἦν ἐφιστῶν.
ἀλλὰ καὶ ἁδροτάτοις ἐπαίρων φιλοδωρήμασι τεθραμμένους εἴποι ἄν τις ταῖς εὐποιί̈αις ἐξέπεμπε, προμηθούμενος ἐντεῦθεν τοῦ ἀνεπαχθῶς ταῖς πόλεσι στέλλεσθαι καὶ τοῦ σφᾶς ἐπιμόνως προσανέχειν τῷ ἐλέῳ καὶ τῇ κρίσει τῶν ταπεινῶν οἱ δὲ διαρκῶς τῶν ἐπιτηδείων ἔχοντες (ἀνὰ τεσσαράκοντα γὰρ καὶ ἀνὰ ὀγδοήκοντα νομίσματος ἀργυρέου μνᾶς ἀπεφέροντο) ὥσπερ ἱερῶν χρημάτων ἐφείδοντο ἃ παρά τινων καὶ αὐθαιρέτως σφίσι παρείχοντο ἀνθ’ ὧν ἐκ χειρὸς δυνάστου ἐρρύσθησαν ἤ τινος ἄλλως ἀγαθοῦ μετέλαβον. ὅθεν διὰ βραχέος εἰς πληθυσμὸν αἱ πόλεις ἐπέδωκαν ἥ τε γῆ τὰ ἐκφόρια κατὰ ἑκατοστύας ἀνέδωκε καὶ ὀλίγου τὰ πρὸς τὸ ζῆν ἀπεδίδοτο. Ἦν δὲ καὶ τοῖς κατειπεῖν ἔχουσι τῶν χειροδικῶν εὐέντευκτος καὶ πρόσωπα μὴ λαμβάνων οὐκ ᾖρεν ἀπὸ τοῦ δικαίου τὸ δίκαιον ἐπ’ ἴσης τε τῷ τὴν τύχην χθαμαλῷ τὸν καὶ γένει καὶ πλούτῳ σεμνὸν παράγων ἐπὶ τὸ κρίνεσθαι ἀμφοτέρων νουνεχόντως κατηκροᾶτο καὶ ἐπέπληττεν ἱκανῶς καὶ δίκην ἐπετίθει ἀνάλογον τῷ γαύρῳ καὶ ἀδοξοῦντι μετὰ πένητος κρίνεσθαι, εἰ πεφώραται ἀδικῶν ἢ ἐκθλίβων καὶ τύπτων πυγμῇ τὸν ἔγγιστα.
PG 139:697Ποτὲ οὖν καιροῦ περιέστησαν αὐτὸν ἐξ ἀγροικίας τινὲς καταβοῶντες τοῦ Δαδιβρηνοῦ Θεοδώρου ὡς καταλύσαντος παρ’ αὐτοῖς ἐν τῷ ἐφοδεύειν καὶ πορισαμένου μὲν ὅσων ἐσπάνιζεν αὐτὸς καὶ ἡ ὑπηρεσία αὐτοῦ ἅπασα καὶ τὰ ὀχήματα ξύμπαντα, μηδὲν δ’ ἀπόδομα καταθεμένου ἐν τῷ μεθίστασθαι. ἔστι δ’ ὁ Δαδιβρηνὸς οὗτος, ὃν ὁ λόγος ἐδήλωσεν ἄνωθεν ὑπηρετῆσαι μεθ’ ἑτέρων τῇ τοῦ βασιλέως Ἀλεξίου πνιγμονῇ. δικάσας οὖν μετὰ τῶν ἀγροτέρων ἐκεῖνον καὶ ἀληθείας εὑρὼν ἐχόμενα τὰ λεγόμενα αὐτὸν μὲν δι’ ἀλλακτῶν ἐπαίδευσε δώδεκα, τὴν δὲ τῶν ἀναλωμάτων τιμὴν ἐς τὸ πολλαπλάσιον ἐκέλευσε καταθέσθαι τοῖς ἐπὶ τῶν χρυσώνων τῶν βασιλικῶν.
Τοσοῦτον δ’ ἀπεῖχε τὴν τότε καὶ νῦν περὶ δογμάτων θείων κρατοῦσαν κατάστασιν ἐπαινεῖν ἢ περὶ θεοῦ τι λέγειν καὶ ἀκούειν ἀεὶ καινότερον ἤθελε, καὶ ταῦτα τῆς ἡμετέρας σοφίας οὐκ ἄκρῳ λιχανῷ γεγευμένος, ὥστε καὶ τῷ Νέων Πατρῶν Εὐθυμίῳ (μέγας δ’ ἐν λόγοις οὗτος ἦν ὁ ἀνὴρ) καὶ τῷ Κιννάμῳ Ἰωάννῃ οὐ μόνον ἐπέπληξεν ἐντὸς τῆς βασιλείου σκηνῆς κατὰ τὸ Λοπάδιον διαλεγομένοις περὶ τῆς τοῦ ὁ πατήρ μου μείζων μού ἐστι τοῦ θεανθρώπου φωνῆς, ἀλλὰ καὶ κατὰ τοῦ Ῥυνδακοῦ ποταμοῦ ἀκοντίσειν χαλεπήνας ἠπείλησεν, εἰ μὴ παύσαιντο ποιούμενοι περὶ θεοῦ τὴν διάλεξιν. καὶ μὴν κἀκεῖνό γε σημεῖον τοῦ μὴ πάμπαν ἐκτεθηριῶσθαι Ἀνδρόνικον· τοῦ γὰρ λόγου λόγον τιθέμενος οὐ πόρρω τῆς ἁλουργίδος τοὺς πατέρας λόγων ἐτίθετο, ἀλλ’ ἐγγὺς ἄγων τοῦ θρόνου καὶ δωρεαῖς διαθάλπων συχναῖς καὶ τιμῆς οὔκουν ἐλαχίστης μεταδιδοὺς ἐδείκνυ ἑαυτὸν καὶ φιλοσοφίαν οὐρανοβάμονα ὡς μέγα τι χρῆμα πλείστου τιμώμενον καὶ σοφιστὴν ἐγκωμιάζοντα καλλιρρήμονα καὶ τοὺς νομοτριβεῖς ἄνδρας περὶ πλείστου μάλα τιθέμενον.
Τὴν δέ οἱ τοῦ σκήνους κατάθεσιν ἐς τὸν νεὼν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων βουληθεὶς ποιήσασθαι ὡς κάλλει κάλλιστον καὶ μεγέθει μέγιστον καὶ περὶ τὸ καίριον καὶ μέσον ἀνεγηγερμένον τῆς πόλεως ἅπαντα φιλοτίμως τὰ πεπονηκότα μέρη τοῦ τεμένους ὑπέλαβε καὶ τὸ ἀποσβεσθὲν ἀνέθαλψεν ἀγλαόμορφον τήν τε τοῦ σωτῆρος ἡμῶν εἰκόνα Χριστοῦ, δι’ ἧς ὁμιλῆσαί ποτε τῷ βασιλεῖ Μαυρικίῳ λόγος αἱρεῖ, πολυτελῆ περιέβαλε κόσμον καὶ τὴν πορφυρᾶν μεγίστην πλυνόν, ἧς τοῖς χείλεσι φρικώδεις δύο ἀμφελίττονται δράκοντες εἰς ὁλκοὺς λορδούμενοι, θαῦμα ἰδέσθαι, ἐκ τοῦ κατὰ τὸ μέγα παλάτιον κηπίου περὶ τὴν αὔλειον μετήνεγκε τοῦ νεὼ κἀκεῖσε τὰ τῆς ὁμευνέτιδος αὐτοῦ μετακεκόμικε λείψανα ἐκ τῆς τοῦ Ἀγκουρίου μονῆς, ἔνθα πρώην ἐτέθαπτο.
ἔξωθεν δὲ περὶ τὰς ἀρκτῴας καὶ κατ’ ἀγορὰν τετραμμένας τοῦ νεὼ πύλας ἐπὶ μεγάλου πίνακος ἀνέστησεν ἑαυτόν, οὐκ ἐσταλμένον βασιλικῶς οὐδὲ χρυσοφοροῦντα ὡς ἄνακτα, ἀλλά τινα πόλυτλαν ἐργατικὸν ἐκ καλαίνου βαφῆς, ἐνδεδυμένον ἀμπεχόνην ἐς γλουτὸν ἀμφισχιδῆ καταβαίνουσαν καὶ λευκαῖς κρηπῖσι περιστελλόμενον τοὺς πόδας ἀναβαινούσαις εἰς γόνατα καὶ δρέπανον περικαμπὲς κατέχοντα τῇ χειρί, βριθὺ καὶ μέγα καὶ στιβαρόν, συμμάρπτον τῷ ἐπικλινεῖ σχήματι καὶ σαγηνεῦον ἐντὸς ἀγαλματίαν μειρακίσκον ἕως φάρυγγος καὶ ὤμων προφαινόμενον, ἐκεῖνα διὰ τῆς εἰκόνος τοὺς παροδεύοντας μυῶν ἀτεχνῶς καὶ διδάσκων στηλῶν καὶ κύρβεων πασῶν ὑψηλότερον καὶ τιθεὶς τοῖς βουλομένοις ὑπόψια, ἅπερ εἶχεν ἐπὶ τῶν ἔργων ἠνομηκώς, τὸν κληρονόμον ἀπεκτονὼς καὶ τὴν ἀρχὴν ἅμα καὶ τὴν ἄκοιτιν ἐκείνου ἑαυτῷ μνηστευσάμενος.
Ἀλλὰ καὶ ἐπὶ κίονος κατὰ τὸ χαλκοῦν μετέωρον τετράπλευρον, ἐν ᾧ γυμνοὶ περιβλημάτων μηλοβολοῦσιν ἀλλήλους Ἔρωτες, ὃ Ἀνεμοδούλιον κέκληται, ἑαυτὸν ἀναστήσειν ἐμελέτα χαλκοῦν, καίπερ τὰς εἰκόνας τῆς βασιλίδος Ξένης τῆς τοῦ βασιλέως Ἀλεξίου μητρός, ἣν διὰ πνιγμονῆς τοῦ ζῆν ἀπεξένωσε, πρὸς γεραιτάτην καὶ ῥικνὴν μεταζωγραφῶν μορφὴν τὸν ἐκ τῶν παριόντων καὶ θεωμένων τὸ λαμπρὸν ἐκεῖνο καὶ περικαλλέστατον εἶδος καὶ τοῦ θαυμάζεσθαι ἀξιώτατον ὑποβλεπόμενος ἔλεον, τὰς δὲ πλείους καὶ ἀπαλείφειν ἐνδοὺς τοῖς θέλουσι καὶ μετεγγράφειν αὐτὸν ἐν σχήματι βασιλικῷ τῇ Ἀλεξίου μνηστῇ συνιστάμενον ἢ καὶ καθ’ ἑαυτὸν ἰδίᾳ τυπούμενον. Ἐπὶ πᾶσιν ἀνεγείρας κατὰ τὸν νεὼν τῶν Τεσσαράκοντα μαρτύρων πολυτελῆ οἰκήματα ἑαυτῷ ἀφώρισεν εἰς ἐνοίκησιν, ἡνίκα ἂν ἀφίκοιτο πρὸς τὸ τέμενος. μὴ ἔχων δ’ οὖν ἐκ τῶν προσφάτων καὶ νεαρῶν αὐτοῦ πράξεων καταπάττειν τοὺς δόμους τῷ τῶν χρωμάτων συγκερασμῷ ἢ ταῖς λεπταῖς καταποικίλλειν τῶν ψηφίδων συνθέσεσιν εἰς τὰ πρὸ τῆς βασιλείας ἔβλεψεν ἔργα·
PG 139:699καὶ ἦν ἱππηλάσια καὶ κυνηγέσια ζωγραφούμενα, κλωγμὸς πτηνῶν, θωϋσμὸς κυνῶν, ἐλαφηβολίαι καὶ λαγῶν θηρεύσεις καὶ χαυλιόδους σῦς διακοντιζόμενος καὶ ζοῦμπρος διελαυνόμενος δόρατι (ζῶον δὲ οὗτος τὸ μέγεθος ὑπὲρ ἄρκτον θυμικὴν καὶ πάρδαλιν στικτήν, κατὰ τοὺς Ταυροσκύθας φυόμενον μάλιστα καὶ τρεφόμενον) καὶ βίος ἀγροικικὸς καὶ σκηνήτης καὶ ἑστίασις ἐκ τῶν θηρευομένων σχέδιος καὶ αὐτὸς Ἀνδρόνικος μιστύλλων αὐτοχειρὶ κρέας ἐλάφειον ἢ κάπρου μονάζοντος καὶ ὀπτῶν περιφραδέως πυρί, καὶ τοιαῦθ’ ἕτερα, ὁπόσα τεκμηριάζειν ἔχουσι βίοτον ἀνδρὸς πεποιθότος ἐπὶ τόξῳ καὶ ῥομφαίᾳ καὶ ἵπποις ὠκύποσι φεύγοντός τε τὴν ἐνεγκαμένην δι’ οἰκείαν ἀβελτηρίαν ἢ ἀρετήν. Ὁ δ’ Ἀνδρόνικος καὶ εἰς Δαυὶδ ἀνῆγε τὰ ἑαυτοῦ καὶ κατ’ ἐκεῖνον ἔλεγε καὶ αὐτὸς τὰ τοῦ φθόνου ἐκδιδράσκειν πάλαι θήρατρα καὶ πρὸς τὴν ἀλλοτρίαν πολλάκις μετασκευάσασθαι.
PG 139:701ὑπεξαίρων δ’ ἔσθ’ ὅπῃ τὰ ἑαυτοῦ τὸν μὲν καθίσαι τῶν ὁρίων τῆς Παλαιστίνης ἄποθεν βραχὺ κατὰ τὴν Σικελὰν ἔλεγε καὶ συγκόπτειν τὸν Ἀμαληκίτην μαχαίρᾳ καὶ γλίσχρως ἀποζῆν, ὥστε καὶ τὸν Νάβαλ ἀπεκτονὼς ἦν ἄν, ὅτι μὴ οὐκ εἶχεν ἀνὰ χεῖρας τὸ αἰτηθέν, ἑαυτὸν δὲ δι’ ἐθνῶν τῶν ἁπάντων σχεδὸν διιέναι καὶ ἐπὶ πᾶσι τὸ τοῦ Χριστοῦ βαστάσαι καὶ κηρῦξαι ἀποστολικῶς ὄνομα τιμῶν τε τῶν ἀνωτάτω μεταλαχεῖν δι’ ὧν διήρχετο καὶ προπεμπόμενον ἀπανίστασθαι. καὶ ταῦτα μὲν διεξῄει μετὰ πειθανάγκης ἱκανῆς, ὁποῖος ἐκεῖνος, καὶ μάλιστα ἢν ἀνδράσιν ὡμίλει λόγου καὶ σοφίας μετέχουσιν, ἔτι τῶν πραγμάτων γαληνιώντων καὶ ἠρεμαίαν ἐχόντων κατάστασιν. Τὰ δὲ τελευτῶν αὐτῷ μελετώμενα, ἤδη δὲ καὶ ἀρχὴν λαμβάνοντα γίνεσθαι, ἐσχάτης ἦν ἀπονοίας ἀποκυήματα καὶ παρεληλακότα πᾶσαν ἀπανθρωπίας ὑπερβολήν.
ὁρῶν γὰρ τὰ μὲν τῆς ὑπ’ ἐκεῖνον ἀρχῆς σμικρυνόμενα, τοὺς δὲ πολεμίους κατὰ τοὺς ἐξ ὄμβρων πλήθοντας ποταμοὺς καὶ τὰς ὄχθας ὑπερανιόντας τὰ ἐν ποσὶν ἐξερημοῦντας καὶ κατακλύζοντας, κατὰ βραχύ τε τὴν πολιτείαν ἐλευθεροστομοῦσαν καὶ πρὸς ἀποστασίαν ὑποκινουμένην, οἷς μὴ φροντιδοκοπεῖται ὑπὲρ αὐτῶν, ἀλλ’ ὡς εἰς κάρωμα ὕπνου κατενεχθεὶς οὔθ’ ὁρᾶν οὔτ’ ἀί̈ειν ἔχει τὰ ὑπὸ τῶν ἐπιστρατευσάντων ἐθνῶν ἀνομούμενα, ὠδίνησέ τε πόνον καὶ ἀνομίαν ἀπέτεκεν. ἡ δὲ ἦν τὸ μὴ μόνον ὅσους συνείληφεν ἐν φρουραῖς θανάτῳ ὑποδικάσαι καὶ οὓς μὲν μαχαίραις ἀνελεῖν, οὓς δὲ θαλάσσης ἀκοντίσαι βυθῷ, ὧν δὲ ἀκινάκαις ἀναρρῆξαι τὰς γαστέρας καὶ ἄλλους ἄλλως ὑπεξαγαγεῖν τοῦ βιοῦν, ἀλλὰ καὶ κατὰ τῶν συναπτομένων τούτοις πρὸς γένος ἠκονηκέναι τὸ ξίφος· τί γάρ φησιν ὄνειαρ, εἰ κόρσης τεμνομένης μιᾶς, πλείονα φυήσονται κάρηνα, τοῖς δὲ οὐκ ἐπάγει τις τὸν σίδηρον σίζοντα;
ἐπαινετέος ἐν τούτῳ μάλιστα ὁ ἡμίθεος καὶ ἥρως Ἡρακλῆς, ὅτι τὸν Ἰόλεων ἐπικάοντα εἶχε καὶ τὸ τῆς Ὕδρας παλιμφυὲς ἀφανίζοντα. Ἔνθεν τοι καὶ ἐκκλησιάσας τὸ φίλον σύστημα καὶ τῶν δικαστῶν ὁπόσοι χρημάτων ὤνιοι καὶ τὴν βασιλικὴν περιπαπταίνοντες τράπεζαν καθάπερ οἱ γῦπες τὰ θνησιμαῖα, ἐκτραγῳδεῖ ὁπόσα ἐπονηρεύσαντο Ἰταλοὶ καὶ οἵοις κακοῖς περιβάλλουσιν ἐπαρχίας τὰς ἑσπερίας καὶ ἃς παρεστήσαντο πόλεις νόμῳ πολέμου· καὶ ἦν οὐκ ἄλλοις τὴν αἰτίαν τούτων ἀνατιθείς, ἀλλ’ οἵπερ ἐκείνῳ ἀντίφρονες ὁπόσοι τε τούτοις καθ’ αἷμα καὶ εὔνοιαν προσῳκείωντο. τούτους γὰρ τὴν Ἀνδρονίκου διψᾶν ἀπώλειαν καὶ πάντα κάλων κινεῖν, εἴ πως τῆς ἀρχῆς ἐκσφαιρισθείη Ἀνδρόνικος καὶ πεσεῖται πτῶμα παγχάλεπον. μὴ ἔχοντας δ’ οὖν ὅμως διὰ συνάρσεως ὁμογενῶν δοῦναι τὴν ἔφεσιν πέρατι ἀλλοτρίαν καὶ ὑπερόριον εἰσενεγκεῖν στρατιὰν καὶ ταὐτὸν ἄντικρυς δρᾶν τῷ τῶν ἀκρίδων ἔθνει, αἳ τὸ πῦρ ἐκδιδράσκουσαι τοῖς ὕδασιν ἀποπνίγονται. ἀλλ’ οὐ μὰ τὸ γῆρας τοῦτό φησι χαιρήσουσιν οἱ φίλεχθροι καὶ πολεμοχαρεῖς Ἀνδρονίκῳ, ἀλλ’ ὃ παθεῖν Ἀνδρόνικον γλίχονται, τοῦτ’ αὐτοὶ πρὸς Ἀνδρονίκου πείσονται.
PG 139:703εἰ δὲ τὸ μόρσιμον εἰς ᾅδου δώματα ἐφέλκεται τὸν Ἀνδρόνικον, αὐτοὶ καθηγήσονται καὶ ὑπανοίξουσι πρότερον τὴν ὁδόν· εἶθ’ οὕτως ἐπιπορευσεῖται Ἀνδρόνικος. Ταῦτ’ εἰπὼν καὶ τὸ τοῦ Παύλου παραφάμενος ὥστε οὐχ ὃ θέλω δράσαιμι ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω κακόν, τοῦτο καὶ διαπράξομαι, ἀντιστρατευομένων μοι τῶν ἐναντίων καὶ αἰχμαλωτιζόντων εἰς τὰ παρὰ προαίρεσιν θεραπείαν ἐζήτησε τοῦ κακοῦ. ἀράντων δὲ τὴν φωνὴν τῶν ἐκ τῆς φατρίας ἐκείνου πάντων καὶ μέγα κραξάντων αἴρειν αὐτοὺς ἐκ τῆς γῆς καὶ φείσασθαι μηδενὸς κυροῦται ἡ τῶν ὅλων ἀφάντωσις, ὅσους τε εἶχε συνειληφὼς ἐν φρουραῖς καὶ ὅσοι τὴν ὑπερορίαν κατεκρίθησαν, καὶ τὸ θεραπευτικὸν τούτων καὶ συγγενές. καὶ δὴ τόμος εὐθὺς ἐδέχετο τὰ ὑποτυπούμενα, ὑπαγορεύοντος τοῦ πρωτασηκρῆτις, ἀμφιπονουμένου τοῦ ἐπὶ τῶν δεήσεων, τοῦ δὲ πρωτονοταρίου τοῦ δρόμου ταῖς φωναῖς ἀλαλάζοντος. τὰ δὲ ὀνόματα τούτων καὶ νῦν παρείσθω μοι καὶ τῶν καθεξῆς ὁμοίως συμπραττόντων, ὅσοι τὸν περὶ τοῦ κενοῦ δοξαρίου τρέχοντες ὠρακίων τότε καὶ ὠρρώδουν Ἀνδρόνικον·
ὧν πρωτοστάτης ἦν καὶ ταξίαρχος ὁ Ἁγιοχριστοφορίτης Στέφανος, τῷ τοῦ φθέγματος βροντώδει καταδουπῶν τὰ ἀνάκτορα καὶ καθά τι ῥεῦμα ποτάμιον ὀξὺ καχλάζων καὶ παρασύρων τὸ δοκοῦν Ἀνδρονίκῳ ὑπεύθυνον. Εἶχε δὲ τὰ ὑπομνηματιζόμενα οὑτωσί πως τῆς φροιμιάσεως· Θεόθεν κινηθέντες καὶ οὐκ ἐξ ὁρισμοῦ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ψηφηφοροῦμεν καὶ ἀποφαινόμεθα συνοῖσον εἶναι κοινῇ καὶ ἰδίᾳ λυσιτελὲς Ἀνδρονίκῳ τῷ σωτῆρι Ῥωμαίων ἄρδην ἀπολωλέναι οἵπερ ὡς αὐθάδεις καὶ στασιώδεις συλληφθέντες φυλακαῖς ἐνείργνυνται ἢ τὴν ἀλλοτρίαν οἰκεῖν ἀφωρίσθησαν, συσχεθῆναι δὲ καὶ τοὺς τούτοις προσήκοντας καὶ καθ’ αἷμα συναπτομένους καὶ θανάτῳ πάντας ὑποβληθῆναι· οὕτω γὰρ ἂν καὶ Ἀνδρόνικον γένοιτο, τὸν ἀγαθῇ τύχῃ Ῥωμαίων τὰ τῆς βασιλείας σκῆπτρα διέποντα, βραχύ τι γοῦν ἀναπνεῦσαι, ταῖς κοιναῖς φροντίσι βαλλόμενον καὶ τὰς τῶν ἐπιβούλων κακογνωμοσύνας ὑποβλεπόμενον, καὶ αὐτοὺς δὲ τοὺς ἀλλοεθνεῖς Σικελιώτας ᾆσαί ποτε παλινῳδίαν, μηδένα ἔτι τὸν αὐτοῖς ὑφηγούμενον ἔχοντας ὁπόσα χρῆναι κατὰ Ῥωμαίων ποιεῖν.
πάντες γὰρ οὗτοι συσχεθέντες καὶ τοὺς ὀφθαλμοὺς ἐξορυχθέντες ἀμεταθέτως ἔχουσι τῆς κακονοίας καὶ οὐδείς ἐστι τοῦ λοιποῦ τρόπος ὁ σωφρονίσων αὐτούς, μόνη δὲ ἡ τοῦ ζῆν ὑπολείπεται στέρησις, ἣν ὡς τελευταίαν καὶ σώτειραν ἄγκυραν δεῖ ἡμᾶς ἐπιχαλᾶν τοῖς κακόφροσιν, οἳ τοσοῦτόν εἰσι φρενοβλαβεῖς τε καὶ ἀποτρόπαιοι, ὡς πρὸς κέντρα λακτίζειν καὶ μὴ συνιέναι ὅλως ὡς καθ’ ἑαυτῶν οἱ λασιόκωφοι τὴν μάχαιραν θήγουσιν. Οὕτω μὲν οὖν καὶ τοιαῦτα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, διεξῄει τὸ ἄθεσμον ἐκεῖνο θέσπισμα, ἐφεξῆς δ’ ὁ τῶν συλληφθησομένων καὶ τεθνηξομένων κατάλογος ἦν. ὑπεδηλοῦτο δὲ καὶ ὁ τρόπος, καθ’ ὃν ἀποθνήσκειν ἕκαστος ἤμελλον.
PG 139:705Ἐγὼ γοῦν καὶ τὰς ἄλλας μὲν τῶν ἀνδρῶν τουτωνὶ πράξεις διὰ θαύματος τίθεμαι καὶ ἀνοσίας παντάπασιν ἥγημαι, τὴν δὲ νῦν ἀφηγουμένην καὶ λίαν ὑπερεκπέπληγμαι καὶ θαυμάζω, πρὸς τί περατωθησόμενον ταύτην ἐκύρωσαν ἢ πῶς ποτε κρίνοντες τὴν ἑαυτῶν μιαιφονίαν προσῆπτον θεῷ καὶ κίνησιν θεόθεν ἀνερυθριάστως ὠνόμαζον ἣν ὁ ἀρχῆθεν ἀνθρωποκτόνος σκέψιν αὐτοῖς ὑφηγήσατο, ἐξὸν ἑτέρως προοιμιάζεσθαι καὶ μὴ ἀναιδῶς οὕτω καὶ ἀπεριβομβήτως φθέγγεσθαι, μηδὲ γυμνῇ κεφαλῇ τὸ θεῖον συκοφαντεῖν ὡς χαῖρον αἵμασιν, ὃ πρώτως εἰς τὸ εἶναι τὸν ἄνθρωπον ἔκτισε μὴ πεποιηκὸς θάνατον καὶ οὗ ἐνώπιον φωνὴ αἵματος Ἄβελ βοᾷ καὶ ὃ διαρρήδην κέκραγε μὴ βούλεσθαι τὸν τοῦ ἁμαρτωλοῦ θάνατον ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆσαι. Καὶ οἱ μὲν οὕτω παντὸς ἀπώλειαν καταψηφισάμενοι τὸν σύλλογον διέλυσαν· Ἀνδρόνικος δὲ τὰς ἐπὶ ταῖς πράξεσι ταύταις ταῖς μυσαραῖς ἐκτιθεμένας δικαστικὰς ψήφους ἀνὰ χεῖρας δεχόμενος ἐφύλαττεν ἐν φωριαμῷ ἀσφαλῶς, οὐκ οἶδ’ ὅ τι διανοούμενος, οἶμαι τὸ ἐσόμενον προσκοπούμενος καὶ δεδιὼς φόβον, ὃς ἐπῆλθεν αὐτῷ μετέπειτα.
συσχεθεὶς γὰρ καὶ λόγους ὧν διεπράξατο παρὰ τῶν συνεληλυθότων εἰσπραττόμενος ἑαυτὸν ἀπηλλοτρίου τῶν γενομένων, ἐφ’ οἷς τινας παρελύπησεν ἢ κακώσεσι σωματικαῖς καθυπέβαλε, καὶ τοὺς μὲν δικαστὰς ἔφασκε καὶ τὴν γερουσίαν ἀποφαίνεσθαι τὰς τιμωρίας, ἃς ὑπέστησαν καὶ ὁποίας πεπόνθασιν οἱ προσκεκρουκότες αὐτῷ πρὸ τῆς ἀρχῆς καὶ κατὰ τὴν βασιλείαν αὐτήν, αὐτὸν δὲ ταῖς ἐκείνων γνώμαις ὑπηρετεῖν (μηδὲ γὰρ εἰκῇ φορεῖν τὴν μάχαιραν) καὶ χρᾶν τὴν χεῖρα εἰς πέρας ὧν ἀπεφαίνοντο. Τότε δ’ οὖν τὴν ἐξενεχθεῖσαν ψῆφον πληροῦν ἐπεβάλετο, πρὸς ἣν ὁ υἱὸς αὐτοῦ ὁ σεβαστοκράτωρ ἀπεπήδησε Μανουήλ, εἰπὼν μηδαμῶς συντίθεσθαι πράξει, ἥτις μὴ καθ’ ὁρισμὸν τελεῖται βασιλικόν, ὡς οἱ θεσπίζοντες προαναβάλλονται, καὶ ἄλλως δὲ μὴ ἀνασχέσθαι ὁπωσοῦν ποτε ἀπόφασιν οἰκειώσασθαι ὑπὸ κρίμα θανάτου τιθεῖσαν σχεδὸν τὸ Πανρώμαιον καὶ μὴ μόνον ἀφανίζουσαν ὁπόσοι Ῥωμαίων προήλθοσαν, ἀλλὰ καὶ τῶν ἐξ ἔθνους οὐχὶ βραχεῖς διαφθείρουσαν·
εἰς γὰρ ἄπειρον ἀποτελευτήσειν τὴν τελευτήν, τοῦ μὲν διὰ τόνδε συλλαμβανομένου τε καὶ ἀναιρουμένου, κἀκείνου μὴ ἀπόλιδος εὑρισκομένου μηδὲ φυέντος ἀπὸ δρυός, ἀλλ’ ἐκ πατρὸς καὶ μητρός, ἢ καὶ ἐξ ἀγχιστείας τὸ συναπτόμενον εἰς γένος καὶ τὸ φίλιον ἀναφαίνοντος. Καὶ δὴ ἀπὸ διαταγμάτων βασιλικῶν, ἀρχὴν δεξαμένων τὸ δικαστικὸν τοῦτο γνωμάτευμα, ἤμελλον ὡς πρόβατα σφαγῆς εἰς ἓν συνάγεσθαι ἄθροισμα οἱ ἐν διαφόροις ἐπαρχίαις ἐκτοπισθέντες καὶ οἱ ταῖς ὁπουδήποτε καθειργνύμενοι φυλακαῖς, ὥστ’ ὑφίστασθαι ἕκαστον θάνατον, εἰς ὃν ἀφώριστο, εἰ μὴ κατὰ τὸν προφήτην εἰπεῖν τὴν οἰκείαν μάχαιραν ἐπέβαλεν ὁ θεὸς ἐπὶ τὸν ἀποστάτην δράκοντα, τὸν σκολιόν, τὸν ἐν τοῖς ὕδασιν ὑποφεύγοντα τῇ καθύγρῳ ταύτῃ, ὡς ἔδειξε, βιοτῇ καὶ μηδὲν ὑπὲρ τὰ ὁρώμενα καὶ βίον τὸν ἡδονικὸν φανταζόμενον. Συνέβη δέ τι καὶ ἕτερον εἰς τὴν τοσαύτην αὐτὸν ἐκτραχηλίσαν ἀνοσιότητα.
PG 139:707ὁρῶν γὰρ ἁπανταχόθεν στενά οἱ τὰ πράγματα καὶ τοὺς ἐκ Σικελίας ὅσον οὐδέπω κατὰ κεφαλῆς αὐτῷ ἐπιστησομένους καὶ ὡς ἑκατογκέφαλον Τυφῶνα καταπιέσοντας, τοὺς δ’ ἐντὸς τὸν αὐτοῦ θάνατον διψῶντας ἐπισκοπήν τε ἡγουμένους θεοῦ καὶ λύσιν δοξάζοντας τῶν κακῶν τὴν αὐτοῦ ἀνάλυσιν ἐκ τοῦ σώματος, καὶ τὴν ἀπὸ τοῦ θείου δὲ ὑφορώμενος ἐγκατάλειψιν, οἷς πολυτρόπως τὸ ὑπερέχον ἐδάμασε, καὶ ταῦτα διατεινόμενος ἐκ τῆς αὐλῆς εἶναι Χριστοῦ καὶ τὸ αὐτὸ γένος τοῖς ἐκθλιβομένοις λαχών, πρὸς τὴν διὰ θωπείας εἴτε καὶ θεραπείας τῶν ἐναγῶν δαιμόνων πρόγνωσιν τῶν μελλόντων ὁρμᾷ, καθὰ καὶ ὁ παλαιὸς ἐκεῖνος Σαοὺλ εἰς τὰς ἐγγαστριμύθους ὕστερον ἔβλεψεν, ἃς ἐδίωκε πρότερον τὸ θεῖον ἑαυτῷ ἱλεούμενος.
Καὶ δὴ τὴν θυτικὴν καταργηθεῖσαν πάλαι ὁρῶν καὶ τὴν διὰ ταύτης δήλωσιν τῶν ἐσομένων τεθνηκυῖαν καὶ ἄφαντον ἤδη παντάπασιν, ὡσαύτως καὶ τὴν δι’ ὀρνίθων περιεργίας πάλαι ἀποπτᾶσαν ἐξ ὁρίων Ῥωμαϊκῶν ἐνυπνιασμούς τε καὶ κληδονισμούς, μόνους δὲ τοὺς διὰ πλυνῶν καὶ λεκανίδων φενακομάντεις περιλειπομένους καὶ τοὺς ὅσοι τὰς τῶν ἄστρων θέσεις περισκοπεύουσιν, οὐχ ἧττον πλανῶντες ἤπερ πλανώμενοι, τὴν μὲν ἀστρονομίαν τῷ τέως ὡς συνηθεστέραν καὶ ἀξυμφανῶς τὰ μέλλοντα ὑπεμφαίνουσαν ὑπερέθετο, ὅλον δ’ ἐφίησιν ἑαυτὸν οἵπερ ὡς εἰπεῖν ἐν ὕδασι τεκμαίρονται τὰ ἄδηλα καὶ ὡς οἷά τινας ἀκτῖνας ἡλίου παραυγαζούσας ἰνδάλματά τινα τῶν ἐσομένων παρυφιστῶσιν ἐνθένδε. Αὐτὸς μὲν οὖν παρεῖναι τοῖς τελουμένοις ἀπείπατο, ἐκκλίνων, ὡς ἔοικε, τὴν κωτίλον φήμην, ἣ τὰ ἐν κρυπτῷ δρώμενα διορᾷ καὶ τίθησι τοῖς ἅπασιν ἔκφορα, ἀνατίθησι δὲ τὴν μυσαρὰν ταύτην νυκτεργασίαν τῷ Ἁγιοχριστοφορίτῃ Στεφάνῳ, οὗ πολλάκις ἐμνήσθημεν.
ὁ δὲ τὸν Σὴθ παραλαβών, ἐκ βούπαιδος τετελεσμένον τὰ τοιαδὶ καὶ τούτων ἕνεκεν ἐκκοπέντα τὰς κόρας παρὰ τοῦ βασιλέως Μανουήλ, ὡς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκαμεν, ἐρώτησιν τίθησι δι’ ὧν ἔδρασεν (ὅσα ἐμοὶ μὲν γνῶναί τε καὶ εἰπεῖν οὐχ ἡδύ, μαθεῖν δ’ ἑτέρωθεν ἔξεστι τοῖς βουλομένοις) εἰδέναι, ὅς ἐστιν ὁ μετὰ τὸν βασιλέα ἄρξων Ἀνδρόνικον ἢ καὶ παραλύσων αὐτὸν τῆς ἀρχῆς. τὸ δὲ πονηρὸν ἀποκρίνεται πνεῦμα, ἢ μᾶλλον ἀμυδρῶς ὡς ἐν ὕδασι, καὶ τούτοις θολεροῖς, παραδείκνυσι τῶν πρώτων γραμμάτων τινὰ Ἰσαάκιον νοεῖν ὑπεμβάλλοντα, οὐχ ἅπαν ξυνθὲν τὸ ὄνομα, ἀλλὰ σίγμα προφῆναν ὁποῖον τὸ τῆς σελήνης ἡμίτομον, καὶ τούτου ὄπισθεν προσδιατυπῶσαν ἰῶτα, εἰς τὸ ἀξυμφανὲς ἄγον ἐντεῦθεν τὸ μάντευμα καὶ οἷον τοῦ ἐσομένου προκέντημα, ἢ ἀληθεστέρως εἰπεῖν, ὃ μὴ ἀκριβῶς ἠπίστατο, τοῦτο τῇ ἀσαφείᾳ ὑπομελαῖνον τὸ πολυμερὲς τὴν κακίαν νυκτινόμον δαιμόνιον, τὸν τοῦ ψεύδους ἐκτρεπόμενον ἔλεγχον. ὥστε καὶ Ἀνδρόνικος Ἴσαυρον ὑπετόπασεν, ἐξ ὧν ἤκουσε, τὰ ὀφθέντα σημαίνειν·
PG 139:709καὶ τοῦτον εἶναι ἰσχυρίζετο τὸν Κομνηνὸν Ἰσαάκιον, ὃς τῆς Κύπρου κατετυράννευσε καὶ ὃν ἐνήγετο ὑποπτεύειν ἐνδελεχῶς ὡς διάδοχον τῆς ἀρχῆς, ἐπειδὴ καὶ Ἰσαυρίας ἀπάρας εἰς Κύπρον ἀφίκετο, κακοεργὸς ὡς οὔπω τις ἕτερος καὶ φθοροποιὸς Τελχὶν καὶ θάλασσα πελαγίζουσα συμφορὰς ἢ γοῦν Ἐριννὺς ἐπιμανεῖσα τοῖς πρώην εὐδαίμοσι τῆς νήσου ταύτης οἰκήτορσι· συμπαθητιῶ γὰρ ἐν ῥήμασι τοῖς ἐν πράγμασι πεπειραμένοις τοῦ κοινῇ συμπεσόντος ἐκείνοις κακοῦ. Ἀγασάμενος δ’ Ἀνδρόνικος τὸν χρησμὸν μὴ ἐρώτα εἶπε μόνον τὸν διαδεξόμενον, ἀλλὰ πρόσθες καὶ τὸν καιρόν. γενομένης οὖν καὶ περὶ τοῦ καιροῦ ἐρωτήσεως, ἐμπεσὸν καὶ ψοφῆσαν τῷ ὕδατι τὸ μερικὸν καὶ γεωχαρὲς πνεῦμα ἐφοίβασε δι’ ἐπᾳσμάτων, ὁποῖα μὴ ἐκφαίνειν χρεών, ὡς ἐντὸς τῶν ἡμερῶν τῆς ὑψώσεως τοῦ σταυροῦ. ἦν δὲ ἀρχόμενος ὁ Σεπτέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο.
ὡς δὲ ἠκηκόει καὶ τὰ περὶ τῆς δευτέρας Ἀνδρόνικος πεύσεως, ἀηδές τι καὶ διεψευσμένον μειδιάσας καὶ ἀτεχνῶς σαρδόνιον καὶ εἰπὼν ὡς λῆρος ὁ χρησμὸς οὗτος (ποῦ γὰρ δυνήσεται Ἰσαάκιος Κυπρόθεν καταπλεῦσαι διὰ μετρίων πάνυ τουτωνὶ ἡμερῶν καὶ καθελεῖν αὐτὸν τῆς ἀρχῆς;) οὐδ’ ὅλως προσέσχε τοῖς εἰρημένοις. φήσαντος δὲ τοῦ Ἀποτυρᾶ Ἰωάννου (ἦν δ’ οὗτος κριτὴς τοῦ βήλου παρ’ Ἀνδρονίκου προβεβλημένος καὶ θερμὸς διὰ τοῦτο τῶν αὐτοῦ θελημάτων ὑπηρέτης) ὡς δεῖ συλληφθέντα ἐξ ἀνθρώπων γενέσθαι τὸν Ἰσαάκιον Ἄγγελον, μήπως εἰς τοῦτον ἀφορῶσι τὰ τοῦ μαντεύματος, αὐτοὶ δὲ τὰ πόρρωθεν φαντάζονται τὰ ἐν ποσὶν ὑπερβαίνοντες, οὐδ’ οὕτω τῷ χρησμῳδήματι ἔθετο. τοὐναντίον μὲν οὖν καὶ μωκίαν κατέχεε τοῦ Ἀποτυρᾶ, εἰ τοιαῦτα ὅλως φαντάζεται Ἰσαακίου ἕνεκα τοῦ Ἀγγέλου, ἐξουθενῶν ἅμα ἐς μαλακότητα ἤθους τὸν ἄνδρα καὶ πρὸς οὐδὲν κατόρθωμα τοῦτον ἐνδέξιον εἶναι διατεινόμενος· ἤγγιζε γὰρ τὸ μόρσιμον καὶ ἦν τὸ θεῖον αὐτοῦ συνετώτερον.
Πλὴν θερμουργὸς ὢν ὁ Ἁγιοχριστοφορίτης Στέφανος καὶ τοῦ κυρίου βασιλέως παντοίως κηδόμενος τὸν Ἰσαάκιον προσέθετο συλλαβεῖν καὶ πρῶτα μὲν ἐνεῖρξαι φυλακῇ, εἶτα καὶ θανάτῳ ὑπαγαγεῖν, ᾧ ἂν Ἀνδρόνικος δοκιμάσειεν. οὐκοῦν εἰς τὴν οἰκίαν Ἰσαακίου παραγενόμενος, ἐγγὺς οὖσαν τῆς μονῆς τῆς Περιβλέπτου, περὶ δείλην τῆς ἑνδεκάτης τοῦ Σεπτεμβρίου μηνὸς τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τετάρτου ἔτους, καὶ τὴν αὔλειον εἰσελθὼν ἐπέταττεν Ἰσαακίῳ κατελθεῖν καὶ ἕπεσθαί οἱ, ἔνθα ἂν προάγῃ. τοῦ δὲ ὡς εἰκὸς ἀναβαλλομένου, ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος κακὸν ἔσχατον συλλελόγιστο, ὁ δὲ καὶ βίαν προςεπῆγε καὶ τοῖς συνοῦσιν ἐπετίμα μὴ καὶ πρὸς τὴν πρώτην ἀναβολὴν ἁπτομένοις αὐτοῦ τῶν τριχῶν καὶ λαζομένοις ἐκ τοῦ γενείου καὶ ἀτίμως τοῦ δωματίου κατάγουσι καὶ ἀπάγουσιν ἐπὶ κεφαλὴν ὠθούμενον καὶ τυπτόμενον εἰς ἣν ἂν αὐτὸς καθηγήσεται κάθειρξιν. Καὶ οἱ μὲν ὀπαδοὶ πρὸς τοῖς ἐπιτεταγμένοις ἦσαν·
PG 139:711ὁ δ’ Ἰσαάκιος τὴν θήραν ἰδὼν ἄφυκτον καὶ ἀνυπεξάλυκτον τὴν σαγήνην, ἣν ἐφήπλωσεν ὁ ἐπελθὼν ἐκείνῳ ἀσπαλιεύς, καὶ ἤδη συνέχουσαν, οὐ δειλανδρεῖ οὔτε μὴν φιλοψυχεῖ, ἀλλ’ ὡς τεθνηξόμενος προτίθεται μαχέσασθαι, εἴ πως οὐχὶ τεθνήξεται, ἢ μᾶλλον μὴ ἔχων ἄνετα κροαίνειν ὡς ὁ ἀκοστήσας ἵππος Ὁμήρειος καὶ ποδὶ κατὰ πεδίων ἐλευθέρῳ φέρεσθαι (ἡ γὰρ ἅρπη ἤδη ἐτέτατο καὶ ἡ σύλληψις οὐκ ἦν δυσχερὴς) μιμεῖται τὸν πολεμιστήριον καὶ τὸ οὖς ἀναστήσας ὡς πρὸς σάλπιγγα ἠχοῦσαν τὸ ἐνυάλιον καὶ φρίξας κόμην τὴν ἐπαυχένιον καὶ φριμάξας ὁμόσε χωρεῖ καταφρονητὴς ξιφῶν, ὑπερόπτης Ἄρεος, ἀπειλῶν οὐδ’ ὁπωσοῦν ἐμπαζόμενος. Ἀμέλει καὶ ὡς εἶχε τὸ ξίφος σπασάμενος (εἶχε δὲ ἀπερικαλύπτως τῆς κεφαλῆς, τὸ δὲ σῶμα λωπίῳ διχρώμῳ συνεῖχε περὶ τὴν ἰξὺν καταβαίνοντι, ἔκτοτε δὲ διαιρουμένῳ διχῇ) καὶ τὸν ἴππον ἀναβὰς τὴν χεῖρα ἀνατείνει ξιφήρη κατὰ τῆς τοῦ Ἁγιοχριστοφορίτου κεφαλῆς. ὁ δὲ τὴν Ἰσαακίου ὁρμὴν πτοηθεὶς ἐκξιφισαμένου καὶ θανατῶντος προδήλως μεταστρέψας τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, καὶ συχνὰ κεντρίζων τὴν ἡμίκερκον τῆς ἐξόδου ἅπας γίνεται.
ἀλλ’ οὔπω ἀκριβῶς τὴν πύλην διεληλύθει, καὶ Ἰσαάκιος καιρίαν κατάγει καὶ πλήττει κατὰ μέσον τὸ κρανίον τὸν δείλαιον. καὶ διχῇ διελὼν ἐκεῖνον μὲν ἐᾷ κύρμα προκεῖσθαι κυσίν, ὡς βόσκημα σφακελίζοντα καὶ τῷ ἰδίῳ παλυνόμενον αἵματι, αὐτὸς δὲ τῶν ἐκείνου ὀπαδῶν ὃν μὲν διαθροήσας καὶ γυμνῷ μόνῳ τῷ ξίφει, ἑτέρου δὲ τὸ ὠτίον ἀφελόμενος καὶ ἄλλον ἄλλοσε διαστήσας, ὡς ἐπὶ τὰ σφῶν ἕκαστον ἀπαλλάσσεσθαι, ὅλῳ ῥυτῆρι πρὸς τὸν Μέγαν ἵεται Νεὼν διὰ τῆς λεωφόρου μέσης καὶ τῆς ἀγορᾶς διιὼν καὶ πᾶσι διαπρυσίως. φθεγγόμενος ὡς διεχρήσατο τῇ σπάθῃ ταύτῃ (ἔτι γὰρ γυμνὴν ἔφερε τῇ χειρὶ) τὸν Ἁγιοχριστοφορίτην Στέφανον. Καὶ ὁ μὲν ὡς εἶχε τὸν θεῖον εἰσιὼν ναὸν ἄνεισι τὸν ἀνάσταθμον, ὃν οἱ φονεῖς ἀνερχόμενοι τὸ οἰκεῖον ἀνακεκαλυμμένως διατρανοῦσι πλημμέλημα τὴν ἐκ τῶν εἰσιόντων τε καὶ ἐξιόντων τὸ ἱερώτατον τέμενος αἰτοῦντες συγχώρησιν· τὸ δὲ πλῆθος τῆς πόλεως, ὃ μὲν αὐτοψεὶ τὸν Ἰσαάκιον θεασάμενον ἐς τὸν Μέγαν Νεὼν ἐπελαύνοντα, ὃ δὲ εἰς ἀκοὴν ὠτίου δεξάμενον τὸ πραχθέν, συρρέει κατὰ χιλιοστύας αὐτίκα αὐτόν τε ὀψόμενον Ἰσαάκιον καὶ τὸ ἐπ’ αὐτῷ γενησόμενον ὀφθαλμοῖς ἐθέλον παραλαβεῖν·
PG 139:713πάντες γὰρ ᾤοντο μὴ ἂν ἐπιδῦναι τὸν ἥλιον, καὶ Ἰσαάκιον συλληφθέντα παρ’ Ἀνδρονίκου τίσειν δίκας τὰς ἀνηκέστους καὶ τιμωρίας καινὰς εἰς αὐτοῦ κάκωσιν ἐπινοηθῆναι παρὰ τοῦ κομψοῦ τὰ τοιαῦτα μαγγανευτοῦ. συμπαραγίνεται δέ οἱ καὶ τὴν αὐτὴν στάσιν ἀσπάζεται ὁ πρὸς πατρὸς Ἰσαακίῳ θεῖος, Ἰωάννης ὁ Δούκας, καὶ ὁ τούτου υἱὸς Ἰσαάκιος, οὐχ ὅτιπερ Ἰσαακίῳ ἦσαν συμμέτοχοι τῆς τοῦ Ἁγιοχριστοφορίτου σφαγῆς καὶ κοινωνοὶ τοῦ αἵματος τούτου, ἀλλ’ ὅτι παρεπομένην ᾔδεσαν ἐγγύῃ τὴν ἄτην, ἣν ὑπὲρ ἀλλήλων ἔδοσαν Ἀνδρονίκῳ, τὴν ἐς αὐτὸν κρατυνάμενοι πίστιν ἀναγκαστῶς. Ἀμέλει καὶ οἱ μὲν ὡς ὅσον οὐδέπω συλληφθησόμενοι καὶ πρὸ ὀφθαλμῶν τὸν θάνατον ἔχοντες περιδεεῖς ἦσαν καὶ τοὺς ὀδόντας ἐκροτάλιζον ἀτεχνῶς καὶ τοὺς συνεισδραμόντας εἰς τὸ ἱερὸν ξύγκλυδας καὶ ἀεὶ ἐπεισρέοντας γλωττηματικώτερον ὁμιλοῦντες καθικέτευον συμπαραμεῖναι σφίσι καὶ ἐπαρήξειν, ὡς ἔχουσι, τὰ ἔσχατα πείσεσθαι κινδυνεύουσι. καὶ ἦσαν οἳ κατένευον πρὸς τὴν αἴτησιν καὶ ᾤκτειρον τῆς ἐνεστώσης τύχης τοὺς ἄνδρας.
ἐπεὶ δὲ τῶν ἐκ τοῦ βασιλέως παρῆν οὐδεὶς ἀγανακτῶν ἐπὶ τοῖς γεγενημένοις τούτοις, οὐ τῶν γένει λαμπρῶν, οὐ τῶν Ἀνδρονίκῳ τηρούντων εὔνοιαν, οὐ πελεκυφόρος βάρβαρος, οὐχ οἱ τὰ ὑσγινοβαφῆ φοροῦντες ῥαβδοῦχοι, οὐ τῶν ἁπάντων τις ἕτερος, ἔτι μᾶλλον οἱ συλλεγέντες ἦσαν θρασεῖς καὶ λελυμένῃ καὶ ἀχαλίνῳ γλώττῃ ἐχρῶντο τῇ τῶν κωλυσόντων ἐρημίᾳ πτερούμενοι καὶ πᾶσαν βοήθειαν συνεισενεγκεῖν ἐπηγγέλλοντο. Ὅλην μὲν οὖν τὴν τότε νύκτα οὕτω παρίππευσεν Ἰσαάκιος, οὐ λόγον βασιλείας τιθέμενος, ἀλλὰ περὶ τοῦ μὴ κατατυθῆναι δεόμενος· ᾔδει γὰρ τὸν κρεωβόρον Ἀνδρόνικον ὡς βοῦν αὐτὸν ἱερεύσοντα ἢ μᾶλλον καὶ ὠμῶν τῶν αὐτοῦ σαρκίων ἀπογευσόμενον κατὰ Κύκλωπα. ἐκ δὲ τῆς ἐπιμελοῦς ἱκετείας ἔσχε τινὰς τῶν συνειλεγμένων τὰς πύλας ἐπικλίναντας τοῦ νεὼ καὶ φῶτα εἰσενέγκαντας καὶ τῷ καθ’ ἑαυτοὺς ὑποδείγματι τούτῳ πολλοὺς συμπείθοντας μὴ μεθίστασθαι οἴκαδε. πρωί̈ας δὲ γενομένης οὐκ ἦν ὅστις οὐ παρῆν οἰκήτωρ τῆς πόλεως, οὐδ’ ἐθεοκλύτει αὐτοκρατορήσειν μὲν Ἰσαάκιον, Ἀνδρόνικον δὲ καθαιρεθῆναι τῆς βασιλείας καὶ συλληφθέντα παθεῖν ὁπόσα δέδρακε τῇ τῶν ὅλων σχεδὸν ἐπιβουλεύων ζωῇ.
Ἔτυχε μὲν οὖν τῷ τότε κατὰ θεῖον, ὡς ἔοικε, μὴ παρεῖναι τοῖς ἀρχείοις Ἀνδρόνικον, ἀλλ’ ἐς τὸ ἑῷον μέρος τοῦ ἀναπλεομένου τῆς Προποντίδος πορθμοῦ περὶ τὰ τοῦ Μηλουδίου κεκλημένα διατρίβειν βασίλεια. ἔνθεν τοι καὶ περὶ τὴν πρώτην φυλακὴν τῆς νυκτὸς τὸν τοῦ Ἁγιοχριστοφορίτου θάνατον ἐνωτισάμενος τότε μὲν ἔμεινε κατὰ τόπον, μηδέν τι ἐπιτάξας ἕτερον ἢ γραμματίῳ βραχεῖ τοὺς μεγαλοπολίτας δεξιωσάμενος παύσασθαι παραινῶν τοῦ νεωτέροις ἐγχειρεῖν πράγμασιν, οὕτω πως ἀρχομένῳ ὁ λαβὼν ἔλαβεν, ἡ δὲ δίκη ἐκόπη. Ἕωθεν δὲ ὅσοι τε Ἀνδρόνικον ἐθεράπευον καταστέλλειν ἐπειρῶντο τὸν ὄχλον κυμαινόμενον καὶ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ μέγα παλάτιον παραγίνεται τριήρει βασιλικῇ. ἀλλ’ οὐδὲ μία τις ἦν ἀναστολὴ τῆς τοῦ λεὼ συρροῆς, οὔτ’ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ ἀρχεῖον εἶναι ἀπαγγελλόμενος ἐξέκρουσέ τινας τῆς ὁρμῆς. ἀλλ’ οὐδὲ ὁ εἰσηγούμενός τι ἕτερον παῦον τὴν συνδρομὴν εἰς ὦτα ἐῴκει λέγειν ἀκουόντων· πολλοὶ μὲν οὖν καὶ ἐγγὺς τοῦ τεθνάναι ἤλθοσαν μόνον ὑπογρύξαντες καὶ μὴ καλὸν ἔργον γίνεσθαι φάμενοι.

Reign of Isaac Angelus, Book IIIImperii Isaacii Angeli Liber III

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 139:715ἀλλ’ ὡς ἐξ ἑνὸς συνθήματος ἅπαντες παγγενεί τε καὶ πανδημεὶ ἔθεον ἔνθους καὶ ἀτεχνῶς κορυβαντιῶντες εἰς τὸ τοῦ Λόγου μέγιστον τέμενος ἀλλήλους παραθήγοντες, ἐρεσχελοῦντες τοὺς μὴ ταὐτοζήλους μήτε μὴν τὰς χεῖρας ὁπλίζοντας ὅπλῳ ὁτῳδή, ἀλλ’ ἀργοὺς οὕτως ἑστῶτας καὶ θεωμένους τὰ παρ’ ἄλλων γινόμενα. οἱ δὲ λογικῶν μαθημάτων ἐν μεθέξει καὶ μέλος ἀπεκάλουν αὐτοὺς σεσηπὸς μὴ συμπάσχον τῷ λοιπῷ τῆς πολιτείας σώματι καὶ πληρώματι. Ἐπὶ τούτοις διαθλῶσι τὰς κλεῖς καὶ τοὺς ὀχέας τῶν δημοσίων φρουρῶν καὶ τοῖς φυλακίταις τιθέασι τὴν ἔξοδον ἄνετον, οὐ πᾶσιν οὖσι κακούργοις, ἀλλὰ καὶ γένους μετειληχόσι λαμπροῦ, κακουχουμένοις δ’ ὅμως ἐν δεσμωτηρίοις διά τι συμπεσὸν βραχὺ ἁμάρτημα ἢ παράφθεγμα ἢ καὶ φίλου κακούργημα προβὰν ἐς Ἀνδρόνικον. τοῦτο δ’ ἔτι μάλιστα τὸ πλεῖον συναγήοχε τοῦ λαοῦ καὶ τοὺς κατ’ Ἀνδρονίκου τονθορύζοντας πρότερον καὶ ὀκνοῦντας τὴν πρᾶξιν ὡς κίνδυνον ὑποφαίνουσαν εἰς ἐναντίαν μοῖραν μετέστησεν ἀκραιφνῶς.
ἦν οὖν ἐκ τοῦδε ἰδεῖν ξιφηφοροῦντας οὐκ ὀλίγους καὶ θυρεοφόρους καὶ πεφραγμένους θώραξιν οὐ βραχεῖς, τοὺς δὲ πλείστους ῥοπάλοις καὶ τοῖς ἐκ τῶν ἐργαστηρίων ξύλοις τὰς χεῖρας ὁπλίσαντας. καὶ συναγωγῆς πλείστης λαοῦ μεθ’ ὁρμῆς τοιαύτης γεγενημένης βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται Ἰσαάκιος, τινὸς τῶν νεωκόρων τὸ τοῦ μεγάλου Κωνσταντίνου στέφος, ὅπερ ἄνωθεν ἀπῃώρητο τραπέζης τῆς μυστικῆς, κατενεγκόντος διὰ κλίμακος καὶ τῇ τοῦ Ἰσαακίου κεφαλῇ ἐφαρμόσαντος. Ἵνα δὲ μηδὲ τοῦτο εἴη ἀνιστόρητον καὶ ἀκοαῖς ἀπεριήχητον τῶν ἐσέπειτα, ὁ μὲν Ἰσαάκιος ἐδυσκόλαινε πρὸς τὴν στεφηφορίαν οὐχ ὡς ἔρωτα μὴ τρέφων ἀρχῆς, ἀλλ’ ὡς ὑφορώμενος τὸ τοῦ πράγματος ἐργῶδές τε καὶ δυσέφικτον καὶ ὄναρ οὐχ ὕπαρ ἄντικρυς ἐπιτελεῖσθαί οἱ τὰ παρόντα οἰόμενος, ὑποβλεπόμενος δὲ καὶ τὴν Ἀνδρονίκου ὀργιλότητα καὶ μὴ ἐντεῦθεν ἐκμῆναι τοῦτον πλειόνως βουλόμενος. συνεστὼς δὲ ὁ δηλωθεὶς ἄνωθεν Δούκας τὸν πῖλον τῆς κεφαλῆς ἀφελόμενος ἑαυτῷ περιθέσθαι ἱκέτευε τὸ διάδημα, ἐψιλωμένον τριχῶν προδεικνὺς κρανίον καὶ τὴν φαλάκραν ὡς πλησίφωτον σελήνην ὑπερφαίνουσαν.
ὁ δ’ ὄχλος ἀπηναίνοντο φάσκοντες μηκέτι γέροντα ἄρχειν βούλεσθαι ἢ βασιλεύειν ἐπ’ αὐτούς· πολλῶν γὰρ ἐμφορηθῆναι κακῶν ἐκ τοῦ πολιότριχος Ἀνδρονίκου καὶ δι’ αὐτὸν μισεῖν τε καὶ ἀποστρέφεσθαι πάντα σοροδαίμονα καὶ πολυετῆ ἄνθρωπον, καὶ μάλιστα εἰ καθειμένον ἔχει τὸ γένειον διχῇ διῃρημένον καὶ μυουρίζον περὶ τὴν τελευτὴν τοῦ πώγωνος. Οὕτω τοίνυν εἰς βασιλέα χρισθέντος Ἰσαακίου, συνέβη καὶ ἕτερόν τι ἀξιαφήγητον. ἵππων γὰρ χρυσοφαλάρων βασιλικῶν ἐκ τῆς περαίας κατὰ τὸν πόρον τῶν Κιονίων διαπορθμευομένων εἷς τοὺς πόδας ἀναβαλὼν καὶ τυραννήσας τὸν ἱπποκόμον ἔθεε διὰ τῶν λεωφόρων καὶ συλληφθεὶς εἰσάγεται Ἰσαακίῳ πρὸς ὄχησιν. Καὶ ὁ μὲν ἐκ τοῦ Μεγίστου Νεὼ ἀπαίρει συνεπόμενον ἔχων τὸν πατριάρχην Βασίλειον τὸν Καματηρόν, ἐπεὶ καὶ τοῦτον τὸ πλῆθος συμπράττειν καὶ συνεπευδοκεῖν τοῖς τελουμένοις ἄκοντα ἐπεσπάσατο·
PG 139:717ὁ δ’ Ἀνδρόνικος κατὰ τὸ μέγα γεγονὼς ἀρχεῖον, ἐπεὶ ὁ συμμιγὴς θροῦς ἐκέντει αὐτοῦ τὰ ὦτα, μετὰ βραχὺ δὲ καὶ τὴν ὄψιν τῶν γινομένων εἶχε διδάσκαλον, ἐπέβαλε μὲν τῇ ἀντιμαχήσει τοῦ πλήθους καὶ τοὺς συνόντας συνεκρότει πρὸς πόλεμον, εὑρίσκων δὲ βραχεῖς ἐκ τούτων ἑτοιμοπειθεῖς πρὸς τὸ ἐκείνου σκέμμα καὶ σύνθημα ηὐτούργει καὶ αὐτὸς ἐν τῷ μέρει τὸν πόλεμον, τόξον δοὺς τῇ χειρὶ κἀκ τῶν τοῦ μεγίστου πύργου διασφάγων, ὃς κικλήσκεται Κεντηνάριον, ἀφιεὶς τοῖς ἐπιοῦσι βέλεμνα. γνοὺς δὲ ὡς μάτην ἀνηνύτοις ἐπιχειρεῖ διά τινος ὁμιλεῖν προάγεται τοῖς λαοῖς, ἀποτίθεσθαι λέγων τὴν βασιλείαν καὶ παραπέμπειν ταύτην πρὸς τὸν παῖδα τὸν Μανουήλ, πεποιθὼς ἐντεῦθεν καταστεῖλαι τὸν θόρυβον καὶ τὸν ἐπ’ ἀκμῆς καὶ παρὰ βραχὺ κίνδυνον ἀποκρούσασθαι. οἱ δὲ πλειόνως ἐπὶ τῷ ῥήματι τούτῳ ἐκτραχυνθέντες ὕβρεσιν αὐτὸν ἁπάσαις ἀπαισίοις ἔπλυνον καὶ ὃν ἔφασκε τῆς βασιλείας καταλιπεῖν κληρονόμον.
Ἐπεὶ δὲ τὸ πλῆθος ἦν εἰσχυθὲν ἔσωθεν τῶν ἀνακτόρων, ἀνατραπείσης τῆς πύλης, ἥτις Καρέα λέγεται, τρέπεται πρὸς φυγὴν καὶ τὸ φοινικοβαφὲς πέδιλον τοῦ ποδὸς ἀφελιξάμενος καὶ τὸ ἀρχαῖον αὐτῷ περιφύλαγμα τὸν σταυρὸν ὁ θεοβλαβὴς ἀποτραχηλισάμενος ἐκεῖ που καὶ πῖλον βαρβαρικὸν τῇ κεφαλῇ περιθέμενος, ὃς ἐς ὀξὺ λήγων πυραμίδι εἴκασται, τὴν βασιλικὴν εἴσεισιν αὖθις τριήρη, δι’ ἧς ἐκ τοῦ Μηλουδίου πρὸς τὸ μέγα παλάτιον ἐσαφίκετο. καὶ γενόμενος αὖθις κατὰ τὸ αὐτὸ κατάντημα, δύο ἐκ τῶν γυναικῶν προσλαβόμενος, Ἄνναν τὴν ἁρμοσθεῖσαν Ἀλεξίῳ τῷ βασιλεῖ, ἐκείνου δὲ γενομένου ἐξ ἀνθρώπων ᾧ εἰρήκειμεν θανάτῳ γαμηθεῖσαν Ἀνδρονίκῳ, καὶ τὴν ἑταιρίδα Μαραπτικήν, ἧς ἐνεθουσία τῷ ἔρωτι καὶ προσπαθῶς εἶχεν Ἀνδρόνικος ὡς οὐδὲ πάλαι τῆς Λαμίας ὁ πολιορκητὴς Δημήτριος, ἣν Πτολεμαῖον καταγωνισάμενος ἐν Κύπρῳ ἔλαβε δορυάλωτον αὐλοῦσαν οὐκ εὐκαταφρονήτως, ἤλαυνε κατὰ κράτος ἣν προέθετο. ᾑρετίσατο δὲ τὴν ἐπὶ τοὺς Ταυροσκύθας πᾶσαν ἐπαρχίαν Ῥωμαϊκὴν καὶ τοπαρχίαν ἄλλην ἐθνικὴν ὡς ἐπίβουλον ἀθετήσας.
Καὶ τοῦτον μὲν τὸν τρόπον Ἀνδρόνικος τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀπεσφαίριστο, Ἰσαάκιος δὲ τῶν ἀρχείων εἴσω παρελθὼν καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ὑπὸ τῶν συνεληλυθότων ὄχλων αὖθις ἀναρρηθεὶς στέλλει τοὺς ὀπίσω Ἀνδρονίκου καταδιώξοντας. τὸ δὲ τοῦ δήμου πολύ, ἐπειδὴ τὰ ἀνάκτορα ἄνετα ἐγεγόνεισαν καὶ οὐδεὶς ἦν ὁ κωλύσων αὐτοὺς ἢ ἀπάξων τοῦ δρᾶν οἷα καὶ ὅσα βούλοιντο, διαρπάζουσιν οὐ μόνον ὁπόσα χρήματα εὕραντο παρὰ τοῖς Χρυσιοπλυσίοις ἔτι ταμιευόμενα (ἦσαν δὲ ἄνευ τῶν μὴ κεκομμένων εἰς νόμισμα ὑλῶν χρυσίου κεντηνάρια δώδεκα, ἀργυρίου τριάκοντα καὶ τοῦ ἐκ χαλκοῦ κόμματος διακόσια), ἀλλὰ καὶ πᾶν ἕτερον, ὅπερ εἶχον αἱ χεῖρες ἑνός τινος μεταφέρειν ῥᾳδίως ἢ καὶ πολλῶν συνερχομένων ὁμοῦ. ὅπλων δὲ μετήνεγκαν μυριάδας τὰς ὁπλοθήκας εἰσιόντες. προέβη δὲ τὰ τῆς ἁρπαγῆς καὶ εἰς τοὺς ἔνδον τῶν βασιλείων νεώς, ὥστε καὶ κόσμους ἀπορραγῆναι ἁγίων εἰκασιῶν καὶ αὐτὸ δὲ τὸ ἱερώτατον κλοποφορηθῆναι σκεῦος, οὗ ἔνδοθεν φήμη ἄνωθεν διαρρέει καὶ ἐς ἡμᾶς καταβαίνουσα τὸ τοῦ Κυρίου ἐπιστόλιον συνεπτύχθαι, ὅπερ οἰκείαις χερσὶν ἐξέθετο πρὸς τὸν Αὔγαρον.
PG 139:719Ἡμέρας οὖν συχνὰς τῷ μεγάλῳ παλατίῳ ἐνδιατρίψας ὁ βασιλεὺς Ἰσαάκιος πρὸς τὸ ἐν Βλαχέρναις ἀρχεῖον μεθίσταται, ἔνθα καὶ οἱ ἀγγέλλοντες ἐληλύθεσαν ἁλῶναι Ἀνδρόνικον. ἦν δὲ ὁ τρόπος τῆς αὐτοῦ συλλήψεως οὑτοσίν. ἀποδιδράσκων ἀφικνεῖται εἰς Χηλὴν ὀλίγους τῶν πρὸ τῆς βασιλείας ὑπηρετῶν συνεπομένους ἔχων ἑαυτῷ καὶ τὰς δύο γυναῖκας ἐπαγόμενος. ἰδόντες οὖν αὐτὸν οἱ ἐκεῖσε μηδὲν τεκμήριον περικείμενον τῶν κρατούντων, ἀλλ’ ὡς φυγάδα τὴν ἐπὶ τοὺς Ταυροσκύθας διαπλώϊσιν ἐπισπέρχοντα καὶ φεύγοντα μηδενὸς διώκοντος, συλλαβεῖν μὲν οὔτε ἐθάρρησαν, οὔτε ὁπωσοῦν ἐδικαίωσαν (τὸν γὰρ θῆρα καὶ γυμνὸν οὐδὲν ἔλαττον ἐδεδίεσαν καὶ πρὸς μόνην τὴν ἐκείνου θέαν κατέπτησσον), νῆα δὲ ἡτοιμάσαντο καὶ Ἀνδρόνικος μετὰ τῶν ὑπ’ αὐτὸν ἐμβέβηκεν εἰς αὐτήν. ὥσπερ δὲ καὶ θαλάσσης ἀγανακτούσης κατ’ Ἀνδρονίκου, ὅτι σώμασιν ἀθώοις τοὺς αὐτῆς κόλπους πολλάκις ἔχρανεν, ὀρθόν τε τὸ κῦμα ἵστατο καὶ εἰς χάσμα διίστατο καὶ καταπιεῖν αὐτὸν διανίστατο καὶ πρὸς χέρσον ἡ ναῦς ἐξεβράσσετο. καὶ τοῦτο πολλάκις γινόμενον ἐκόλουσε τὴν Ἀνδρονίκου περαίωσιν, ἕως οἱ καταληψόμενοι ἐπέστησαν.
Οὕτω τοίνυν ὁ τάλας Ἀνδρόνικος συσχεθεὶς ἀκατίῳ παραρριπτεῖται μετὰ τῶν γυναικῶν δέσμιος. ἀλλ’ ἦν κἀν τῷ τότε καιρῷ Ἀνδρόνικος ὁ πολύμητις ἐκεῖνος καὶ περίφρων Ἀνδρόνικος. συνιδὼν γὰρ ὡς χεῖρες οὐκ εἰσίν, ὡς πόδες οὐκ εἰσίν, οὐδὲ πάρεστι ξίφος εἰς τὸ δρᾶσαί τι γενναῖον καὶ διαδρᾶσαι τοὺς συλλαβόντας, ὑποκρίνεται τραγῳδίαν δεξιοστροφήσας τὸ τρίχορδον τῆς φθογγῆς καὶ θρηνῶδες ᾄδει τι μέλος καὶ περιπαθὲς ἀναβάλλεται, τὰς παλαιὰς πειθανάγκας ἀνατινάσσων καὶ περιτρέχων ὡς δεξιὸς μουσηγέτης εὐήχου ὀργάνου χορδάς, καὶ καταλέγει μελεάζων ὡς ἀηδόνες τὸ γένος ὡς ὑψηλόν, τὸ εὐγενὲς ὡς ὑπὲρ τοὺς πολλούς, τὴν προτέραν τύχην ὡς εὐτυχῆ, τὸν πάλαι βίοτον, κἂν πλάνης ἦν καὶ ἀνέστιος, μηδαμῶς ἀβίωτον, καὶ τὴν τότε κατασχοῦσαν αὐτὸν συμφορὰν ὡς λίαν οὖσαν οἰκτράν. ἀντᾳδούσας δ’ εἶχε καὶ τὸ μέλος γοερώτερον διασκευαζούσας οἷα σοφὰς τὰς γυναῖκας. καὶ ὁ μὲν ἦρχε τῶν θρηνημάτων, αἱ δὲ ἀντῇδον αὐτῷ συνυπακούουσαι καὶ συμψάλλουσαι. Ἀλλ’ ἦν μάτην ταῦτα πάντα μετιὼν καὶ διακενῆς τεχνώμενος ὁ πολυτροπώτατος·
ἃ γὰρ ἀνόσια διεπράξατο ἔργα, ταῦτα ὡσεὶ κηρὸς τὰς τῶν κατασχόντων αὐτὸν ἐπέβυσεν ἀκοάς, καὶ οὐδεὶς οὐδένα οἶκτος εἰσῄει, οὐδ’ ἐνήχησις ἦν ὧν κατὰ Σειρῆνας ἐμελῴδει γυναικωδῶς, εἴτ’ οὖν ὑπούλως καὶ δολερῶς, εἰπεῖν οἰκειότερον, καὶ τὸ μῶλυ τὸν Ἑρμῆν ἐπιλέλοιπε τοῦ θείου μηνίσαντος. Εἶχε τοίνυν τοῦτον ἡ τοῦ Ἀνεμᾶ λεγομένη φρουρὰ δυσὶ παχείαις ἁλύσεσι τὸν ὑψιτενῆ βαρούμενον τράχηλον, ὑφ’ ὧν οἱ ἐν δεσμωτηρίοις σιτούμενοι λέοντες μετὰ σιδηρέων κλοιῶν συνέχονται, καὶ πέδαις τοὺς πόδας κακούμενον. ἐμφανισθεὶς δὲ οὕτως ἔχων καὶ παραστὰς Ἰσαακίῳ τῷ βασιλεῖ ὕβρεσι βάλλεται, κατὰ κόρρης ῥαπίζεται, τοὺς γλουτοὺς ἐπικρούεται, τὴν γένυν τίλλεται, τοὺς ὀδόντας ἐκριζοῦται, τὴν κεφαλὴν ψιλοῦται τριχῶν, εἰς κοινὸν ἐκδίδοται παίγνιον πᾶσι τοῖς συνελθοῦσιν, ἐμπαροινεῖται καὶ ὑπὸ γυναικῶν καὶ τύπτεται πυγμαῖς κατὰ στόματος, καὶ τούτων ὁπόσαι μάλιστα ἢ θανάτῳ ὑπ’ Ἀνδρονίκου ἀπεβάλοντο τοὺς συνεύνους ἢ τοὺς ὀφθαλμοὺς ἀπεσβεσμένους ἀπέλαβον. ἔπειτα τὴν δεξιὰν χεῖρα πελέκει ἀποκοπεὶς παραρριπτεῖται αὖθις τῇ αὐτῇ φυλακῇ, ἄσιτος, ἄποτος, ὑπ’ οὐδενὸς μεταλαγχάνων οἱασοῦν κομιδῆς.
PG 139:721Μεθ’ ἡμέρας δέ τινας καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξορύττεται καὶ καθεσθεὶς ἐπὶ καμήλου ψωριώσης διὰ τῆς ἀγορᾶς θριαμβεύεται, κατὰ γεράνδρυον ἄφυλλον ᾠοῦ ψιλότερον ἀκαλυφές τε παντάπασι κρανίον προφαίνων καὶ βραχεῖ ῥακίῳ τὸ σῶμα σκεπόμενος, θέαμα ἐλεεινὸν καὶ πηγὰς ἐθέλον δακρύων ἡμέροις ὄμμασιν. ἀλλ’ οἱ εὐηθέστατοι καὶ ἀπαιδευτότατοι τῆς Κωνσταντίνου οἰκήτορες καὶ τούτων οἱ ἀλλαντοπῶλαι πλέον καὶ βυρσοδέψαι καὶ ὅσοι τοῖς καπηλείοις διημερεύουσι κἀκ τῶν καττυμάτων ἀποζῶσι γλίσχρως καὶ ταῖς ῥαφίσι τὸν ἄρτον στενῶς συλλέγουσι, κατ’ ἔθνεα συναθροισθέντες μυιῶν, αἳ τοὺς γαυλοὺς ἀμφιπεριίπτανται ἔαρος καὶ περιχαίνουσι τὰ πιαλέα κισσύβια, μηδένα λόγον θέμενοι, εἰ βασιλεὺς οὗτος πρὸ τρίτης καὶ βασιλείῳ διαδήματι περιδούμενος καὶ ὡς σωτὴρ ὑμνούμενος ὑπὸ πάντων ἀνευφημούμενός τε καὶ προσκυνούμενος καὶ ὡς φρικώδεσιν ὅρκοις τὴν εἰς αὐτὸν ἐνεπέδωσαν πίστιν καὶ εὔνοιαν, ἀλόγῳ δὲ θυμῷ καὶ παραλογωτέρῳ νοὶ̈ φερόμενοι οὐδέν τι τῶν κακῶν ἐνέλιπον, ὃ μὴ εἰς Ἀνδρόνικον ἀνοσίως εἰργάσαντο.
οἱ μὲν γὰρ κατὰ κεφαλῆς κορύναις αὐτὸν ἔπληττον, οἱ δὲ βολβίτοις τὰς ἐκείνου ῥῖνας ἐμόλυνον, ἄλλοι διὰ σπόγγων λύματα γαστέρων βοείων καὶ ἀνθρωπείων τῶν ὄψεων ἐκείνου κατέχεον. ἕτεροι αἰσχρορρημονοῦντες ἐκακολόγουν ἐς μητέρα καὶ τὸν λοιπὸν τῶν τοκέων. ἦσαν οἳ καὶ ὀβελίσκοις ἔπειρον αὐτοῦ τὰς πλευράς. οἱ δ’ ἀναιδέστεροι λιθολευστοῦντες κύνα ὠνόμαζον λυσσητῆρα. μία δέ τις πορνικὴ γυνὴ καὶ ἀκόλαστος κεράμιον θερμοῦ ὕδατος πλῆρες ἁρπασαμένη ἐξ ὀπτανείου τῶν ἐκείνου κατεκένωσε παρειῶν. καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἦν ἐπ’ Ἀνδρονίκῳ κακοποιός. καὶ οὕτως ἀτίμως ἐπὶ τὸ θέατρον ἀπαχθεὶς μετὰ γελοιώδους θριάμβου καὶ τοῦ οἰκτροῦ ἐκείνου καὶ παιζομένου ἐπὶ καμήλου ὑψώματος καὶ ὅπερ ἄνωθεν κατέβη αὐτόχρημα ἐκ ποδῶν ἀναρτᾶται, τινῶν ἀναψάντων ἐκ φελλύρας καλώδιον, κατὰ τοὺς περὶ τὰς ἐπικλινεῖς τὸν τράχηλον ἐκ χαλκοῦ πεποιημένας λύκαινάν τε καὶ ὕαιναν ἱσταμένους δύο στυλίσκους καὶ λίθον ἐπικείμενον ἔχοντας. Τοσαῦτα δὲ πεπονθὼς καὶ μυρία ἕτερα ὑποστάς, ὅσα ὁ λόγος παρέδραμεν, ὅμως ἀντεῖχεν ἔτι γενναίως πρὸς τὰς ἐπιφορὰς τῶν δεινῶν ἐρρωμένος ὢν τὸ φρονεῖν.
πρὸς δὲ τοὺς ἐπεισχεομένους καὶ βάλλοντας ἐπιστρεφόμενος ἄλλο μὲν οὐδὲν ἐφθέγγετο, εἰ μὴ τὸ Κύριε ἐλέησον καὶ ἵνα τί κάλαμον συντετριμμένον προσεπικλᾶτε; ἀλλ’ οὐδὲ μετὰ τὴν ἐκ ποδῶν ἀπαιώρησιν οἱ ἀνούστατοι ὄχλοι τοῦ πολυπαθοῦς ἀπέσχοντο Ἀνδρονίκου ἢ φειδὼ τῶν ἐκείνου σαρκῶν ἔλαβον, ἀλλὰ περιελόντες τὸ χιτώνιον κακῶς ἐτίθουν τὰ παιδογόνα μόρια. ἀνόσιος δέ τις καὶ διὰ τοῦ φάρυγγος εἰς τὰ ἔγκατα ἐπίμηκες ξίφος ἔβαψε, τινὲς δὲ τῶν ἐκ τοῦ Λατινικοῦ γένους καὶ κατὰ τῆς ἐξέδρας ἀκινάκην ἀμφοτέραις ἐπήρεισαν καὶ περιστάντες κατέφερον τὰ ξίφη, ὁποῖόν ἐστι τμητικώτερον ἀποπειρώμενοι καὶ τῇ τῆς χειρὸς κομπάζοντες δεξιότητι διὰ τὸ ἀξιόλογον τῆς πληγῆς. Καὶ μετὰ τοσαῦτα μογήματα καὶ παθήματα μόλις ἀπέρρηξε τὴν ζωήν, τὴν δεξιὰν χεῖρα μετ’ ὀδύνης ἐκτείνας καὶ περιαγαγὼν οὕτω τῷ στόματι, ὥστε καὶ τοῖς πολλοῖς ἔδοξεν ἐκμυζᾶν τοῦ ἐκ ταύτης ἔτι θερμοῦ ἀποστάζοντος αἵματος διὰ τὸ νεαρὸν τῆς τομῆς. Ἦρξε δ’ ἐνιαυτοὺς δύο καὶ ἕνα τῶν πραγμάτων κύριος ἐγεγόνει τηβέννης ἄνευ καὶ ἀρχικοῦ διαδήματος.
PG 139:723ἦν δὲ τὴν τοῦ σώματος φυὴν εὐφυής, ἀγητὸς τὸ εἶδος, ὄρθιος ἀναβαίνων, τὴν ἡλικίαν ἡρωϊκὸς κἀν τῷ βαθεῖ γήρᾳ τὴν ὄψιν νεοειδὴς ὑγιεινότατός τε ἀνθρώπων, ὅτι μηδ’ ὀψοφάγος ἦν καὶ ἀκρατῶς ἔχων κοιλίας ὡς ζωροπότης καὶ τένθης, ἀλλὰ κατὰ τοὺς Ὁμηρικοὺς ἥρωας μάλιστα τοῖς ὀπτοῖς προσέκειτο τῷ πυρί, ὅθεν οὐδ’ ἐρυγγάνοντά τις αὐτὸν ἐθεάσατο. ἀλλ’ εἴ ποτε πλημμελῶς εἶχε στομάχου, πανημερίῳ μόγῳ τε καὶ νηστείᾳ καὶ τὸ βραχέως ἐνοχλοῦν ἀπεκρούετο ψωμῷ ἄρτου καὶ οἴνου κεράσματι ἐπιμετρῶν τὴν θεραπείαν τοῦ σώματος. οὐκοῦν οὐδ’ ἀντιδότῳ ἐχρήσατο πώποτε, εἰ μὴ ἅπαξ ἐν τῇ βασιλείᾳ, καὶ τότε τῶν ἰατρῶν εἰς τοῦτο ἐποτρυνάντων ἄκοντα, φαμένων, εἰ καὶ μὴ δι’ ἐνσκήψασαν καχέκτησιν, ἀλλ’ οὖν προφυλακῆς χάριν τὸ ἀνύσιμον χρεὼν προσενέγκασθαι φάρμακον. πιὼν τοίνυν τὸ καθάρσιον βράδιον καὶ περὶ δύνοντα ἥλιον ἀπεκένωσέ τι τοῦ ἐν φλεψὶ περιττώματος, ὥστε καὶ πρὸς τοὺς φάσκοντας τῶν ἑταίρων ἐπ’ αὐτῷ οἴεσθαι τοὺς πλείστους τὸ παλαίφατον λελέχθαι τοῦτο χρησμῴδημα δρεπανηφόρε, τετράμηνόν σε μένει ἐπιμειδιῶν ἔλεγε διεψεῦσθαι προδήλως·
αὐτὸς γὰρ καὶ ἐνιαυτὸν ὅλον νοσηλείᾳ παντοίᾳ τοῦ σώματος διαρκέσειεν ἂν προσπαλαίων τῷ ῥωμαλέῳ πεποιθὼς τοῦ σώματος καὶ φανταζόμενος, ὡς ἔοικεν, ὡς μαλακῷ θανάτῳ δαμήσεται καὶ εἰρηνικῷ τέλει συμπερανεῖ τὴν ζωήν, τὴν δ’ ἐναντίαν τελευτὴν ἢ ἑκὼν ἀποπροσποιούμενος ἢ μὴ κατὰ νοῦν ὅλως βαλλόμενος. Καίτοι λόγος διαρρέων καὶ ἐς ἡμᾶς ἵκετο ὡς ἵππων ἀγομένης ἁμίλλης, ἐκτείνας τὴν χεῖρα Ἀνδρόνικος δακτύλῳ ὑπέδειξε τῷ ἐξαδέλφῳ καὶ βασιλεῖ Μανουὴλ τοὺς κίονας, ὧν μέσον αὐτὸς ἀνηρτήθη, εἰπὼν ὡς ἐκεῖσε μέλλει ποτὲ βασιλεὺς ἀπαιωρηθῆναι Ῥωμαίων κακῶς παθὼν ὑπὸ τοῦ τῆς πολιτείας πληρώματος· τὸν δὲ πρὸς τὴν Ἀνδρονίκου εἰσήγησιν ἀποκρίνασθαι, ἀλλ’ αὐτὸς τέως οὐκ ἐσεῖται ὁ τοῦτο πεισόμενος.
PG 139:725Καὶ τοιοῦτο μὲν τέλος θανάτου κατείληφε τὸν Ἀνδρόνικον, ἐξάπινα εἰς ἐρήμωσιν ὡσεὶ καὶ ἐνύπνιον ἐξεγειρομένου γεγενημένον, καὶ ἐν τῇ πόλει τὴν οἰκείαν ἐξουθενωμένον εἰκόνα, εἴτε τὸν τοῦ προσώπου χαρακτῆρα βούλοιτό τις οὕτω νοεῖν, εἴτε τὰ ἐπὶ τῶν τοίχων καὶ σανίδων εἰκάσματα, ἐπεὶ καὶ ταῦτα ὁ πολὺς κατηχρειώκει λεὼς καὶ διεσκεδάκει πρὸς γῆν καὶ ἐλέπτυνεν, ὡς οὐδ’ οἱ περὶ Μωσέα πρότερον ἀφορισθέντες τὸ χωνευθὲν ἐν μέθῃ ταυρόκρανον. Μεθ’ ἡμέρας δέ τινας καθαιρεθεὶς τοῦ οἰκτροτάτου ἐκείνου ὑψώματος ὅσα καὶ πτῶμα θρέμματος ἐν μίᾳ τῶν τῆς ἱπποδρομίας ἁψίδων παραρριπτεῖται. ἐσύστερον δέ τινες μερίδα τῷ ἐλέῳ διδόντες καὶ μὴ πάντα τῷ θυμῷ χαριζόμενοι ἐκεῖθεν τὸν Ἀνδρονίκου νεκρὸν ἀνελόμενοι παρά τινι κατωτάτω τόπῳ κατέθεντο περί που τὴν Ἐφόρου μονήν, ἣ κατὰ τὸ Ζεύξιππον ἵδρυται, ὃ καὶ εἰσέτι μὴ πάντῃ διαλυθὲν τῆς ἁρμονίας τοῖς βουλομένοις ὀπτάνεται.
ὁ γὰρ ἀμεμφής, ὡς ᾤετο, τὰ πάντα καὶ δίκαιος Ἰσαάκιος οὐ κατένευσε καθαιρεθῆναι καὶ ταφῇ παραδοθῆναι Ἀνδρόνικον ἢ ἀπενεχθῆναι τὸν τούτου νεκρὸν εἰς τὸν τῶν ἁγίων τεσσαράκοντα νεών, ὃν Ἀνδρόνικος ἐπεποίησε φιλοτίμως καὶ λαμπροῖς ἠγλάϊσε κόςμοις καὶ ἀναθήμασι περιττοῖς κατεκάλλυνε καὶ ἐν ᾧ τὸν τοῦ σώματος χοῦν ἀποθησαυρίσαι προεμηθεύσατο. Ἐκλείπων δὲ ἦν τὴν ψυχὴν εἰς τὰς τοῦ θεοκήρυκος Παύλου ἐπιστολὰς καὶ συνεχῶς τοῦ ἐκ τούτων ἀποστάζοντος ἐνεφορεῖτο μέλιτος καὶ ἄριστα ἐπιστέλλων ἐκ τῆς αὐτῶν πειθανάγκης τὰ οἰκεῖα περιέβαλλεν ἐπιστόλια. ἀμέλει τοι καὶ ἀρχαίας χειρὸς εἰκόνα τοῦ πνευματορρήτορος Ταρσέως κόσμῳ λαμπρύνας τῷ ἐκ χρυσοῦ ἀνέθηκε τῷ ῥηθέντι ναῷ· ἡ δέ, τῆς Ἀνδρονίκου καταστροφῆς ἐγγιζούσης, τῶν ὀφθαλμῶν ἀπεστάλαττε δάκρυον. τοῦτο δ’ ἀκηκοὼς Ἀνδρόνικος στέλλει τοὺς ἀκριβωσομένους τὰ τῆς ἀκοῆς. ἦν δὲ μεθ’ ἑτέρων εἰς τοῦτο ἐπιλεγεὶς καὶ ὁ Ἁγιοχριστοφορίτης Στέφανος, ὃς καὶ διὰ βαθμίδος ἀνελθὼν (ἦν γὰρ ἡ εἰκὼν μετέωρος) ἀπέψησεν ὑφάσματι ἀκηράτῳ τὰς τοῦ Παύλου κόρας. αἱ δὲ κατὰ τὰς διασμωμένας κρήνας ἔτι πλεῖον τὸ δάκρυον ἐξεκένουν.
καὶ θαυμάσας ὃ ἑώρακεν Ἀνδρονίκῳ ἀπιὼν διηγήσατο. ὁ δὲ μέγ’ ὀχθήσας καὶ τὴν κάραν ὦδε κἀκεῖσε ταλαντεύσας ἐπέμυξε καὶ εἴρηκεν ἐπ’ αὐτῷ ἄρα δακρύειν ἐοικέναι τὸν Παῦλον καὶ κακὸν αὐτῷ χείριστον προσημαίνειν τὸ ἀγγελλόμενον· φιλεῖν γὰρ ἐκθύμως τὸν Παῦλον καὶ τῶν αὐτοῦ ῥημάτων ἄκρως ἐξέχεσθαι καὶ ἀντιφιλεῖσθαι δήπουθεν ὑπὸ Παύλου. Ἵνα δὲ συνελὼν εἴπω τὸ πᾶν, εἰ τοῦ ἐντόνου τῆς ἀπηνείας ὑπεχάλα Ἀνδρόνικος, μηδ’ εὐθὺς ἐπῆγε τὸν καυτῆρα καὶ τὴν τομὴν ἀεὶ ῥανίσιν αἱμάτων προσδιαπλέκων καὶ διαχρώζων τὸ ἀμπεχόνιον τῷ ἀπαραίτητος εἶναι πρὸς κόλασιν, ὅπερ ἐκ τῶν ἐθνῶν, οἷς προσέμιξεν, ἀπεμάξατο πολυπλανέστατος ἀνθρώπων γενόμενος, ἦν ἂν οὐκ ἐλάχιστος ἐν τοῖς ἐκ Κομνηνῶν ἄρξασιν, ἵνα μὴ λέγω ὡς ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντῃ ἰσόρροπος, ἐπειδήπερ ἦν κἀκ τούτου συλλέγειν ἀνθρώπινα ἄττα μέγιστα ἀγαθά· οὐ γὰρ πάντῃ ἀπηνθρώπιστο, ἀλλὰ κατὰ τὰ διφυῆ ἀναπλαττόμενα μορφώματα θηριωδίας μετέχων καὶ βροτείῳ εἴδει ἐκέκαστο. Περὶ δ’ Ἀνδρονίκου καὶ ἕτεροι τὸ μέλλον αὐτῷ προφοιβάζοντες ἰαμβεῖοι στίχοι βίβλοις ἐμφέρονται καὶ στόμασι πολλῶν περιᾴδονται, σὺν ἄλλοις δὲ καὶ οὗτοί εἰσιν·
αἴφνης δ’ ἀναστὰς ἐκ τόπου πλήρους πότου ἀνὴρ πελιδνός, ἀγέρωχος τὸν τρόπον, στικτός, πολιός, ποικίλος χαμαιλέων, ἐπεισπεσεῖται καὶ θερίσει καλάμην. πλὴν ἀλλὰ καὐτὸς συνθερισθεὶς τῷ χρόνῳ ἐσύστερον τίσειεν ἀθλίως δίκας ὧν περ κακῶς ἔπραξεν ἐν βίῳ τάλας· ὁ γὰρ φέρων μάχαιραν οὐ φύγῃ ξίφος. πλήρη δὲ πότου τόπον τὸ Οἴναιον ὑπεμφαίνουσιν, ὡς δηλοῖ καὶ τὸ τῆς χώρας προσώνυμον, ἐξ οὗπερ Ἀνδρόνικος ἀπάρας, ὡς ἤδη ἐρρέθη μοι, πρὸς Κωνσταντινούπολιν παρεγένετο. ΒΑΣΙΛΕΙΑ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ Ἀπραγμόνως δ’ οὕτω τὴν βασιλείαν παραλαβὼν Ἰσαάκιος ὁ Ἄγγελος καὶ τῷ τοῦ Ἁγιοχριστοφορίτου αἵματι ὡς εἰπεῖν αὐτὴν ὠνησάμενος ἐκ τοῦ μεγάλου παλατίου εἰς τὰ ἐν Βλαχέρναις ἀφικνεῖται ἀνάκτορα καὶ εἰς ἑαυτὸν οὐκ ὀρθῶς ἕλκων τὰ ἔπη καὶ ἀνὰ στόμα φέρων διὰ παντός, ἃ περὶ τοῦ βοοσχήμονος βασιλέως ἐκπεφώνηται καὶ διέξεισιν οὑτωσί· τὸ σχῆμα φαίνει τὸν τόπον καὶ τὸν τρόπον, ὅθεν μολήσας, οἷος ὀφθείς μοι φίλος· πρώτας γὰρ ἔχεις ἀρετὰς ἄλλων πλέον καὶ σωφρονίζεις σωφρονῶν τοὺς φιλτάτους· ὅθεν τέτευχας χρηστοτάτου τοῦ τέλους μόνος ἀναχθεὶς ἐξ ἀνακτόρων κλέος καὶ τῷ νεκρῷ, κράτιστε, λιπὼν τὸ κράτος·
PG 139:727ὡς ἐν βραχεῖ γὰρ εὐτυχήσεις τὸ κράτος ἀρίστως τὸν δίκαιον ὑπεκρίνετο. τῷ ἐλέῳ τε γὰρ τῶν ἐνδεῶν ἤλειφε πλησμίως τὴν κεφαλὴν βασιλεύσας καὶ τῶν ταμιείων ἔνδον ὡμίλει τῷ ἐν τῷ κρυπτῷ βλέποντι πατρὶ θεῷ. ἀθροίσας δὲ καὶ τοὺς ἐν ἐξορίαις κακουχουμένους καὶ ὅσους Ἀνδρόνικος ἢ τῆς οὐσίας ἐψίλωσεν ἢ ἐς σῶμα διελωβήσατο εὖ ἐποίει ἱκανῶς οὐκ ἀποδιδοὺς μόνον, εἴ τι τῶν πάλαι προσόντων αὐτοῖς οὐκ ἠφάντωτο τῇ βασιλικῇ γάζῃ στεγόμενον ἢ παρ’ Ἀνδρονίκου βραβευθὲν ἑτέροις εἰσέτι περιελέλειπτο, ἀλλὰ κἀκ τῶν ἀρχικῶν θησαυρῶν προσπαρέχων καὶ φιλοτίμῳ χειρὶ δεξιούμενος. Ὃ καὶ τὸν κατὰ τῶν Ἰταλῶν κατεύθυνε πόλεμον, οἳ Θεσσαλίαν τε εἶχον ἤδη καὶ Ἀμφίπολιν παρεστήσαντο, καταθρασυνόμενοι ἀναίδην καὶ αὐτῆς τῆς περιωνύμου μεγαλοπόλεως καὶ μεγαλαυχοῦντες τῷ κατά τε γῆν κατά τε θάλασσαν αὐτὴν διαλαβεῖν ῥᾳόνως ὡς ἐρήμην καταλήψεσθαι νοσσιὰν καὶ σκυλεύσειν ἀταλαιπώρως βραχυημέρῳ πάνυ καιρῷ.
οἱ γὰρ ἄνθρωποι τὴν Ἰσαακίου ἀρχὴν ὡς ἐκ χειμῶνος εἰς ἔαρ μετάβασιν ἢ γαλήνην ἀπὸ ζάλης θεασάμενοι σταθερὰν ἐκ τῶν ἁπανταχῇ Ῥωμαϊκῶν συνέρρεον χώρων, οὐ μόνον ὅσοι ὡπλίτευον, ἀλλὰ καὶ οἳ ἀπόμαχοί ποτε ἦσαν, καὶ αὐτοὶ δὲ οὐχ ἧττον ἠί̈θεοι, οἱ μὲν ὀψόμενοι μόνον τὸν ἐλευθερωτὴν Μωσῆν καὶ τὸν ἐπανάγοντα Ζοροβάβελ τὴν αἰχμαλωσίαν Σιών (οὕτω γὰρ αὐτοῖς ἐκρίνετο Ἰσαάκιος), οἱ δὲ ἀποληψόμενοι τὰ συνήθη τοῖς στρατευομένοις ὀψώνια, τινὲς δὲ καὶ στρατολογηθησόμενοι καὶ κατὰ τῶν Σικελῶν ἀνδρισόμενοι. Ὡς δὲ δήλη γέγονεν ἡ Ἀνδρονίκου καταστροφὴ τοῖς κατὰ τὴν Φιλίππου ἐπαρχίαν τῷ βασιλεῖ συναπάρασιν Ἰωάννῃ τῷ Ἀνδρονίκου παιδί, παραχρῆμα καὶ αὐτὸς συλληφθεὶς τὰς κόρας ἐκκόπτεται καὶ καταστρέφει τὴν ζωὴν ἐπωδύνως, ὑπομείνας παρακαλοῦντα καὶ μὴ εὑρών, καὶ συλλυπούμενον καὶ μὴ ἰδών. Καὶ ὁ ἀδελφὸς δέ οἱ ὡσαύτως Μανουὴλ συσχεθεὶς ἐκτυφλοῦται, κατὰ μηδὲν αὐτῷ ἐπαρκέσαντος τοῦ μηδ’ ὅλως τοῖς πατρικοῖς συντίθεσθαι ἀνομήμασι καὶ συνειδέναι τοῦτο ἀκριβέστατα οὐ μόνον τοὺς ἐν ἀγορᾷ στρεφομένους, ἀλλὰ καὶ αὐτὸν ἁπάντων μάλιστα Ἰσαάκιον, ὃς ἐστέρησε τὸν ἄνδρα φωτός.
PG 139:729Ἰδὼν δὲ Ἰσαάκιος τὴν ἐκ τῶν ἑῴων πόλεων συνδρομὴν τοῦ λεὼ ἱκανὴν συνάρασθαί οἱ κατὰ τῶν ἐκ Σικελίας ἐχθρῶν αὐτούς τε ἀσμένως εἰσῳκίζετο καὶ δωρεαῖς εὐφραίνων ὅση δύναμις καὶ ὁπλοδοτῶν εἰς τὸ μετὰ τοῦ Βρανᾶ στρατόπεδον ἐξαπέστελλε καὶ τοῖς λοιποῖς δὲ Ῥωμαϊκοῖς τάγμασιν, ὁπόσα ἐθυραύλει τοῖς πολεμίοις ἀντιφερόμενα, ἔπεμψε τὰ βασιλικὰ σιτηρέσια καὶ ἔτι μᾶλλον πρὸς τὸν ἀγῶνα ἐπέρρωσε τὸν προκείμενον ποσωθέντα εἰς χρυσίου κεντηνάρια τεσσαράκοντα. Αὐτὸ μέντοι τὸ ἐκ Σικελίας ἀντίμαχον, μήπω τὰ κατ’ Ἀνδρόνικον ἐνωτισάμενον, εὐθαρσῶς τε τῆς εἰς τὰ πρόσω πορείας εἴχετο πέρας τῆς ὁδοιπορίας τὴν Κωνσταντίνου θέσθαι διανοούμενον· καὶ ὁ στόλος δὲ ἀναπλεύσας ταῖς νήσοις προσώκειλεν, αἳ ἄγχιστα τῆς πόλεως ἀμφιρρέονται. ἀλλ’ ὁ τοὺς γίγαντας μὴ ἐν πλήθει ἰσχύος αὐτῶν καὶ ἅρμασι καὶ ἵπποις σώζεσθαι ἀφιεὶς καὶ τοῖς ταπεινοῖς χάριν ἐπισταλάττων, οὗτος τοὺς ὑψαύχενας ἔσφηλε, καὶ αὖθις ἀτεχνῶς καταβὰς οὐ συνέχεε μὲν τὰς γλώσσας αὐτῶν, εἰς δὲ τρισσούμενα τούτους καταδιεῖλε τμήματα.
τὸ μὲν γὰρ τὴν τῶν Θετταλῶν προκαθημένην εἰάθη φρουρεῖν καὶ ἔμενε κατὰ χώραν μετὰ νηῶν ταχυναυτουσῶν, τὸ δὲ τὰς Σέρρας ἔκειρε περιιὸν ἀδεῶς, τὸ δὲ τρίτον τοῦ πρόσω ἐχόμενον οὐδ’ αὐτὸ καθαρῶς ἦν ἀδιαίρετον, ἀλλ’ ὃ μὲν Στρυμόνος ἔπινε καὶ ἐλούετο φθεῖρον τὰ κατ’ Ἀμφίπολιν, ὃ δὲ προπορευόμενον γεγηθὸς καὶ οἷον προαρπάζον τὴν εἰς τὴν βασιλεύουσαν εἴσοδον κατὰ Μοσυνόπολιν ἐστρατοπεδεύετο. ἀεὶ δὲ νικῶντες καὶ μηδένα τὸν ἐς χεῖρας ἔχοντες ἐπιόντα ἀπερισκέπτους ἔδρων τὰς ἐκδρομὰς καὶ κατὰ ἴλας ἀποδιίσταντο καὶ ἄλλος ἄλλοθι, ὥσπερ ἑκάστῳ φίλον, ἀπεσκεδάννυντο, εἴ ποτε δεήσειεν ἐξιέναι τῆς Μοσυνοπόλεως ἐπὶ ληϊσμῷ καὶ τὰ ἐπιτήδεια εἰσενέγκασθαι. Φυλάξας τοίνυν ὁ στρατηγὸς τὰ παρὰ τῶν βαρβάρων ὧδέ πῃ γινόμενα τὴν στρατιὰν ἐπάγει κατὰ καιρόν, μόλις πείσας ἀποστῆναι μικρὸν τῶν ὀρέων καὶ βαδίσαι ποτὲ καὶ πεδίον ἱππήλατον. καὶ ὡς ἤνυσάν τι χρηστὸν ἐκ πρώτης ὁρμῆς καὶ μοῖραν ἐτρέψαντο τῶν ἀντιπάλων, τὸν τῶν Μυρμιδόνων μῦθον ἔργοις αὐτοῖς ἐπιστώσαντο αἴφνης εἰς ἀγαθοὺς ἄνδρας μετατεθέντες καὶ ἀεὶ τὸν ὄπισθεν κτείνοντες. συνέβη δ’ ἐπιταθῆναι τὴν τῶν πολεμίων ἐπιδίωξιν καὶ κατὰ Μοσυνόπολιν αὐτήν.
εὐτυχῶς δὲ καὶ τοῖς ἐφεξῆς προσπλακέντες ἐπιτίθενται καὶ τοῖς τοῦ πολίσματος ἔνδοθι. ἀμέλει καὶ τὰς πύλας παρὰ τῶν πολεμίων φρουρουμένας (ἤδη γὰρ φόβος καὶ φρικασμὸς αὐτοὺς περιεκέχυτο σώματος) παραδόντες πυρὶ εἰσπεπηδηκότες ἔσωθεν ἐνειστιῶντο ταῖς σφαγαῖς ἐπὶ μακρὸν ἀπόσιτοι ὄντες καρυκευμάτων ἀρεϊκῶν. ὡς δ’ ἔφαγον πλοῦτον ἐθνῶν ἐνεπλήσθησάν τε καὶ ἐλιπάνθησαν τοῖς λαφυραγωγήμασι, καὶ κατὰ τῶν περὶ τὴν Ἀμφίπολιν ἐφρονηματίσθησαν ὡς ἕωλον τροφὴν τὴν πρότριτα νίκην ἀντιπαρελθόντες. Ἀπῆραν οὖν ὡς παρεμβολὴ θεοῦ ἢ λεόντων στρατόπεδον τοῖς τῶν πολεμίων ἵπποις καὶ ὁπλισμοῖς φραξάμενοι κατὰ τῆς περὶ τὸν Στρυμόνα ἔτι σκηνουμένης λοιπῆς μερίδος τῶν ἀντιπάλων·
ὅτε καὶ τοῦ κύβου τῶν πραγμάτων θεόθεν ἄλλως ῥιφέντος, οἱ μὲν πρώην ὑψαύχενες καὶ γαῦροι καὶ μικροῦ τοῖς δόρασιν ὄρη μετεωρίσειν καὶ μεταθήσειν κομπάζοντες, ὡς καταιβάτῃ πληγέντες ἢ βροντῆς ἤχῳ ἐξαισίας παρακοπέντες τὸν νοῦν τοῖς τῶν κατὰ Μοσυνόπολιν οἰκείων ἀπευκταίοις ἀκούσμασιν, ἀνεβάλλοντο τὴν μάχην καὶ ἐξετάσσοντο ῥᾳθύμως, οἱ δὲ Ῥωμαῖοι τὸ ταπεινὸν ἀποθέμενοι τοῦ φρονήματος ὡς εἰς θήραν ὀρνίθων χαμαιπετῶν ὑψινεφεῖς ἐξεποτῶντο ἀετιδεῖς καὶ ὤργων ἀπτέρῳ τάχει συμπλακῆναι ὑφ’ ὧν ἦσαν ἀπορνιθούμενοι πρότερον ὀνειδείοις ῥήμασιν. Ἐπεὶ δ’ εἰς ἕνα χῶρον συνήλθοσαν ἀμφότερα τὰ στρατεύματα (ἦν δὲ οὗτος ὁ τοῦ Δημητρίτζη λεγόμενος τόπος), τότε δὴ μᾶλλον οἱ Σικελοὶ καθυπέδειξαν ὃ πεπόνθασι δείλανδρον. συμβάσεων γὰρ ἐμέμνηντο καὶ τούτων ἕνεκα διεκηρυκεύοντο πρὸς Βρανᾶν. καὶ τὰ μὲν πρῶτα Ῥωμαίοις ἥνδανε τὰ αἰτούμενα·
PG 139:731μετὰ βραχὺ δ’ οὐκέτ’ αὐτοὶ γεγονότες, ἀλλὰ δόλον εἶναι ὑποτοπάσαντες τὰ παρὰ τῶν ἀντιπάλων προβαλλόμενα, ἢ εἰ μὴ τοῦτο, δειλίαν γοῦν ἐκ τοῦ ἀναμφιλέκτου πρόδηλον, μὴ πολέμου ἀναμείναντες σύνθημα, μὴ σάλπιγγος ἠχὴν μήτε τι ἕτερον παράγγελμα τῶν ὅσα στρατηγοῖς εἴθισται ποιεῖν πρὸ τῶν συμπλοκῶν, προσβάλλουσι τοῖς πολεμίοις τὰ ξίφη γυμνώσαντες. οἱ δὲ μέχρι μέν τινος εὐθαρσῶς καὶ ἀνδρείως τὴν τῶν Ῥωμαίων ἐμβολὴν ἐδέξαντο καὶ καμπάς τινας καὶ ἑλίξεις ὁ πόλεμος ἔλαβε· τέλος δὲ πρὸς τὸ ὑπεράγαν ἔνθερμον τῆς Ῥωμαϊκῆς ὁρμῆς ὑπενδόντες ἔκλιναν εἰς τροπὴν καὶ ἀκόσμως ἔφευγον. ὅθεν καταλαμβανόμενοι ἀνῃροῦντο, ἐζωγροῦντο, ὠθοῦντο κατὰ ποταμοῦ τοῦ Στρυμόνος, ἐλαφυραγωγοῦντο, ἐσκυλεύοντο. ἤγετο δὲ ἑβδόμη τοῦ Νοεμβρίου μηνὸς καὶ περὶ δείλην ἦν τῆς ἡμέρας, ὁπότε ταῦτα ἐγίνετο.
Συλλαμβάνονται δὲ καὶ οἱ δύο στρατηγοὶ τοῦ στρατεύματος, ὅ τε Ῥιτζάρδος ὁ τῆς γυναικὸς τοῦ Ταγκρὲ κασίγνητος, ὃς ἐναυάρχει τοῦ τῶν Σικελῶν ναυτικοῦ, καὶ ὁ Ἀλδουῖ̈νος κόντος, γένους μὲν οὐ φὺς εὐγενοῦς καὶ λαμπροῦ, διὰ δὲ τὴν κατὰ πόλεμον δεξιότητα αἰδέσιμος ὢν τῷ ῥηγὶ καὶ τότε ὑπὲρ πάντας τὸ τῆς στρατηγίας ὑπεζωσμένος σέμνωμα· ὃς καὶ ταῖς προτέραις κατὰ Ῥωμαίων νίκαις μεγαλοπρεπευόμενος ἑαυτὸν ἐξωμοίου τῷ Ἀλεξάνδρῳ τῷ πάνυ τῷ Μακεδόνι, μόνον οὐκ ἐν στήθεσι κατ’ ἐκεῖνον τρίχας δεικνὺς ῥάμφους καὶ πτερῶν εἰκασίαν ὑπεμφαινούσας, καὶ μείζω ἢ ἐκεῖνος ἔργα δι’ ἀκαριαίου καιροῦ καὶ ἀναιμωτὶ ὑπερηφανεύετο διαπράξασθαι. Ὅσοι δὲ τὸ τοῦ πολέμου διαταθὲν ἐξήλυξαν δίκτυον ἔκ τε τουτωνὶ τῶν ἰλῶν καὶ οἳ τὰ ἐν Σέρραις χωρία κατέτρεχον, εὐθὺ τῆς Θεσσαλονίκης ἵενται καὶ τῶν ἐκεῖσε μακρῶν ἐπιβάντες νηῶν, ὡς εἶχον εὐθὺς ἀπὸ τῆς φυγῆς, οὐκ εὔπλουν τὸν πλοῦν εὕρισκον· φοροὶ γὰρ εἰς τὴν αὐτῶν ἀφάνισιν ἀνεγερθεῖσαι λαίλαπες ἀποπλῆσαι τὸν μόρον αὐτοὺς εἰργάσαντο, ὃν θεόθεν χερσαῖον ἐπικλωσθέντα μετὰ βραχὺ μετέθεντο κατὰ θάλατταν.
PG 139:733πολλοὶ δὲ μὴ ἐντυχόντες τριήρεσιν, ἐπικαταλαμβανόμενοι ἔτι κατὰ Θεσσαλονίκην ἀλύοντες πολυτρόπως ἐφθείροντο, καὶ μάλιστα ὑπὸ τῶν ἐπικούρων Ἀλανῶν. οὗτοι γὰρ ἀντίρροπα δρῶντες ὧν πεπόνθασιν, ἡνίκα Θεσσαλονίκη ἑάλωκεν, οὐ φειδώ τινος τῶν πολεμίων ἐλάμβανον, τὰς δ’ ἀμφόδους καὶ τὰ τῶν θείων σηκῶν πρόναα πτωμάτων ἐνέπλησαν. ἐπερόμενοι δὲ καὶ τοὺς συλλαμβανομένους Σικελοὺς ποῦ ποτὲ ὁ ἀδελφός; (ὁ συμφυλέτης δηλαδὴ Ἀλανός, ὃν κατὰ τὴν ἅλωσιν οἵδε ἀπέκτειναν) ἐπῆγον ἅμα τῷ λόγῳ τὸ ξίφος. ἀλλὰ καὶ τοὺς προσρυομένους τεμένεσιν ἀπέσφαττον ποῦ ποτε ὁ παπᾶς; λέγοντες, ὅπερ ἔστιν οὓς ἀνῃρήκεσαν ἱερεῖς ἐκεῖνοι εἰσεφρηκότες ἔνδον τῶν ἱερῶν. Ὅτε καὶ τοιοῦτο καινόν τι ἐπισυνέβαινε· τοὺς γὰρ κύνας φασὶ κατὰ μὲν τὴν τῆς πόλεως ἅλωσιν μηδενὸς νεκριμαίου σώματος τῶν ἀναιρεθέντων Ῥωμαίων ἅψασθαι ἢ ὅλως ὀδοῦσι σίνασθαι ἢ αἰκίσασθαι, τότε δὲ οὕτως ἐμμανῶς τοῖς πτώμασι τῶν πεσόντων Λατίνων προσφέρεσθαι καὶ κόρον οὐδένα μηδαμῶς εἰδέναι σαρκοβορίας, ὡς καὶ τυμβωρυχεῖν καὶ ἀνακαλύπτειν τὰ παραδοθέντα ταφῇ σώματα καὶ κύρμα ταῦτα ποιεῖν.
Ζωγρεῖται δὲ σὺν οἷς εἴπομεν δυσὶ στρατηγοῖς καὶ ὁ ἐκ Κομνηνῶν νοὸς ἔρημος καὶ φθόριμος Ἀλέξιος, ὁ τούτων πάντων αἴτιος τῶν κακῶν, καὶ τοῦ τῶν ὀφθαλμῶν φωτὸς στέρεται ὁ τῶν Χαρωνείων οἰκήσεων ἄξιος. Ἦσαν δ’ οἳ καὶ πρὸς τὴν Ἐπίδαμνον ἀπεσώθησαν καὶ τοῖς ἐκεῖσε ὁμοφύλοις φρουροῖς τῆς πόλεως ὡς σπέρματα χιλιοστύων πολλῶν ἀγαπητῶς ἀπεδόθησαν· ἣν καὶ παντοίοις ὅπλοις ἀμυντηρίοις ὁ Σικελίας ῥὴξ κρατυνάμενος ὕστερον οὐκ ἀπεδίδου Ῥωμαίοις μετὰ τὴν τῶν οἰκείων στρατευμάτων φθοράν, ἀλλ’ ἣν οὐκ ἔδει μετὰ ἧτταν καὶ αἰσχύνην περιφανῆ δόξαν ἑαυτῷ θηρώμενος κατεῖχε φρενοβλαβῶς. μετὰ βραχὺ δὲ πρὸς τὰς δαπάνας ἀπειρηκὼς ἑκόντως ἀπέσχετο. Καὶ ὁ μὲν χερσαῖος πόλεμος τοιοῦτον αἴσιον ἀπείληφε πέρας οὐδέποτε ἐπὶ καρδίαν ἡμῶν τινος ἀνελθόν.
ἀλλ’ ὁ πάντων κηδόμενος θεός, ὅτι πάντων δεσπόζει, καὶ μετὰ φειδοῦς πολλῆς διοικῶν τὰ ἀνθρώπινα καὶ ἐλεῶν τὰ πάντα, ὅτι πάντα δύναται, οὗτος εἰς ῥοπὴν πλάστιγγος ἐπαγαγὼν τὰ ἡμέτερα καὶ χρηστὴν ἐλπίδα πᾶσαν ἀπενεγκὼν ἡμᾶς παιδεύσας βραχέα τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι ἐμαστίγωσεν, οὐ στοιχείων μεθαρμοζομένων, οὐδὲ γῆς μὲν ἐξαγούσης πλῆθος σκνιπῶν, ποταμοῦ δὲ ἐξερευγομένου ἔνυδρα ζῶα βατράχους, οὐδὲ σφηκῶν ἀποστελλομένων προδρόμων τοῦ στρατοπέδου ἤ τινος ἑτέρου τῶν παλαιῶν ἐξαισίων, ἀλλὰ τῶν ἀναιρουμένων ἀποκτεινόντων τοὺς φονευτὰς τῷ ἐξαίφνης εἰς ἀποτόμους ὑπὸ θεοῦ μεταβληθῆναι πολεμιστάς, ἐπεὶ καὶ δειλόν τι πρᾶγμα ἡ πονηρία ἰδίῳ καταδικαζόμενον μάρτυρι, καὶ προσείληφεν ἀεὶ τὰ χαλεπὰ τῇ οἰκείᾳ συνειδήσει συνεχόμενον. Τί γὰρ καὶ εἶχον δεινὸν ἐπεγκαλεῖν Ῥωμαίοις οἱ Σικελοί, οὓς οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα πλεῖστον ἀφ’ ἡμῶν ἐξετόπισαν; ἀλλ’ εἴπερ ἔστι τῶν βαθυτέρων ἀνεπιπλήκτως ἅψασθαι κριμάτων θεοῦ, Κύριος ἔπαισεν ἡμᾶς, ὅτι ἔγνωκεν ἁμαρτήματα ἡμῶν·
PG 139:735ἀλλ’ ἐπειδήπερ ἦσαν ἰταμοὶ καὶ οὐκ ᾤκτειρον οἵτινες ἡμᾶς θεόθεν εἰλήφασιν εἰς μαστίγωσιν, οὐδ’ αὐτοὶ τοῦ τὸν ἔλεον θέλοντος καὶ ψωμίζοντος ἄρτον δακρύων καὶ ποτίζοντος ἐν δάκρυσιν ἐν μέτρῳ τὸν δίκαιον χόλον ἐξέφυγον, ἀλλ’ ὡς ἐκ δρυμοῦ λέων ἐμπίπτοντες καὶ ὡς λυκιδεῖς ὀλοθρεύοντες καὶ ὡς πάρδαλις ἐφαλλόμενοι, γεγένηνται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες καὶ κατεκυριεύθησαν οἱ κυριεύσαντες καὶ κεκέρακεν αὐτοῖς Κύριος πνεῦμα πλανήσεως, δείξας ὡς καὶ αὐτοῖς ἦσαν κηλῖδες διὰ τὸ τοῦ τρόπου φονικὸν εἰς φοινικοῦν χρωζόμεναι καὶ νίτρων δεόμεναι. οὐκοῦν καὶ τὰ οἰκεῖα ὅρια ὑπερβαλόντες εἰσέδραμον τὰ ἡμέτερα, μαστιγοῦντες ἡμᾶς βραχέα καὶ μαστιγωθησόμενοι πλείονα. Καὶ τὴν μὲν ἵππον οὕτως ἡ δίκη μετῆλθεν. αἱ δὲ μακραὶ νῆες ὑπὲρ τὰς δὶς ἑκατὸν οὖσαι οὐδ’ αὗται κακῶν ἀπαθεῖς πρύμναν ἐκρούσαντο. ἀποβᾶσαι γὰρ κατὰ τὸν Ἀστακηνὸν κόλπον πολλοὺς ἀπεβάλοντο τῶν πλωτήρων, Ῥωμαϊκαῖς ἐγκύρσασαι στρατιαῖς, αἳ τὰς ἐνορμίσεις αὐτῶν ἀπεκώλυον ἀμφὶ τὰς ἀκτὰς ἑλισσόμεναι καὶ πᾶσαν ἄβατον ἐποίουν ἤπειρον·
τὸ δὲ Σικελικὸν ναυτικόν, εἴ ποτε κατὰ χέρσον προύκυψεν ἢ ἀποβάθραν ἔβαλεν, εὐθὺς τοῖς βέλεσιν ὡς ὕδατος σταγόσι πάντοθεν καταντλούμενον ὡς κέλυφος χελῶναι τὰ τῶν νηῶν ὑπέτρεχε καταστρώματα. τοσαύταις δὲ οὔσαις τὸν ἀριθμὸν ταῖς ναυσὶ αἱ ἡμέτεραι εἰσάπαξ ἑκατὸν συγκροτούμεναι μάχεσθαι ἀπεθάρρουν. καὶ οὐ τὸ ναυτικὸν ἐκαρδίωττε μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν ἀστυπολιτῶν ταῖς ἁλιάσιν ἐμβάντες καὶ ὅτῳ τύχοι καθοπλισάμενοι τὸν πλοῦν ἐς τοὺς πολεμίους ἔσφυζον θέσθαι· οὐ συνεχωροῦντο δὲ πρὸς τοῦ βασιλέως καὶ τῶν συνδιασκεπτομένων αὐτῷ τὰ κοινά, οὐκ εἰς τὸ πρόθυμον τῶν ἡμετέρων ἀφορᾶν μόνον ἐχόντων, ἀλλὰ καὶ τὸ ὑπερπαῖον προορωμένων τῶν ἀντιμαχομένων νηῶν. καὶ κατὰ τοῦτο περὶ τὴν τῶν Κιόνων ἠϊόνα αἱ τριήρεις σαλεύουσαι οὐ περαιτέρω προῄεσαν· ὁ δὲ τῶν ἐναντίων στόλος περὶ τὰς δεχεπτὰ τὴν κώπην σχάσας ἐν ταῖς νήσοις ἡμέρας ὡς οὐδένα πως ἑώρα τῶν ὁμοφύλων κατὰ χέρσον προσιόντα, οὐκ ἀγαθὴν εἰκάσας τὴν ἀναβολὴν μεθαρμόζεται πρὸς ἀπόπλοιαν. καὶ δὴ τὴν νῆσον τὴν Καλώνυμον πυρπολήσας καὶ ὅσα πάραλα κεῖται κατὰ κόλπον τὸν Ἑλλησπόντιον εἴχετο τοῦ οἴκαδε πλοῦ.
PG 139:737φασὶ δὲ ὡς καὶ τούτων πολλαὶ αὔτανδροι τῷ βυθῷ κατέδυσαν ἀντιπνοίαις περιπεσοῦσαι καὶ καταιγιδώδεσιν ὁμιλήσασαι πνεύμασι. καὶ λιμὸς δὲ καὶ νόσος ἔστιν ἃς ἐξεκένωσε. Καὶ οὕτω μὲν οὐ μεῖον ἢ δέκα χιλιάδες μαχίμων ἀνδρῶν ἐν τοῖσδε τοῖς πολέμοις ἀπώλοντο, αὐτοὶ δὲ οἱ ζωγρηθέντες κατ’ ἀμφοτέρους τοὺς πολέμους ὑπὲρ τὰς τέσσαρας χιλιάδας ἀριθμούμενοι ταῖς δημοσίαις φυλακαῖς ἐγκαθείργνυνται. μὴ ἐκ βασιλικῶν δὲ ψωμιζόμενοι ταμιείων ἤ τινος τῶν ὅσα τὸ ζῆν συνίστησι μεταλαγχάνοντες ἄλλοθέν ποθεν, ἀλλ’ ἄρτῳ μόνῳ διαζῶντες, χορηγουμένῳ πρὸς τῶν θεοφιλῶς ἐπισκεπτομένων τοὺς ἐν εἱρκταῖς, κακῶς ἐφθείροντο, ὥσθ’ ὁ τὴν ἀρχὴν τῆς Σικελίας χειρίζων καὶ τὴν τότε κατὰ Ῥωμαίων κίνησιν θέμενος τοῦτο πυθόμενος διὰ γραμμάτων τῷ βασιλεῖ κατωνείδιζε τὸ ἀφίλοικτον ὡς ἐῶντι ἀφιλανθρώπως λιμῷ καὶ γυμνότη τι παραπόλλυσθαι τηλίκων καὶ τοσούτων στίχας ἀνδρῶν, ἐναργῶς μὲν ἀράντων ὅπλα κατὰ Ῥωμαίων νόμῳ πολέμου, Χριστιανῶν δ’ ὅμως ὄντων καί οἱ παραδεδομένων εἰς χεῖρας ὑπὸ θεοῦ.
χρῆναι δ’ ἔλεγε τὸν νικῶντα ἢ πανωλεθρίαν εὐθὺς τῶν ζωγρηθέντων καταψηφίζεσθαι, εἰς θηρίου φύσιν ἐκ πολλοῦ τοῦ παραλόγου μεταμειφθέντα καὶ τὸν ἀνθρώπινον νόμον παραβλεψάμενον, ἢ μὴ δοκιμάσαντα τοῦτο, συνειληφότα δὲ καὶ καθείρξαντα, τρύφος ἄρτου διαθρύπτειν ὀκτάβλωμον, εἰ περὶ τὴν διαρκῆ διαίτησιν κιμβικεύεται, ἀλλὰ μὴ τιμωρεῖν τοῦ διὰ ξίφους καὶ αὐτίκα μόρου μακρότερα λιμώττειν ἐῶντα καὶ παγετῷ καὶ κρυμῷ διαρρηγνύναι κακῶς τὴν ψυχὴν καὶ φόνου αἰτίαν ἐπάγεσθαι, εἰ καὶ μὴ τὰ στέρνα διατορεῖ δόρατι ἢ τὸ βέλος ἁρπαζόμενον τοῖς σπλάχνοις καὶ ἐμβαπτόμενον δείκνυσιν, ἐπεὶ μηδὲ διαφέρειν τὸ φονεῦσαι καὶ φόνου παρασχεῖν πρόφασιν. βασιλεὺς δὲ ὠσὶν ἄκροις παραδεξάμενος τὰ γραφόμενα εἴασε τοὺς τάλανας ὡς πρότερον φθίνεσθαι, ὡς ἐν αὐτῷ ὄντος τοῦ ὅ τι ποτ’ ἂν αὐτοὺς βούλοιτο δρᾶσαι. σύνδυο οὖν καὶ σύντρεις πολλάκις τῆς ἡμέρας ἐκκομιζόμενοι νεκροταφίων ἄμοιροι καὶ ἄτερ τῶν τελευταίων λουτρῶν κατὰ τῶν πολυανδρίων ἐξετινάσσοντο καὶ καταδύσεων τῶν ὑπογείων.
Καθίσας δ’ ὁ βασιλεὺς ἐπὶ δίφρου χρυσοκολλήτου καὶ περιδὺς τὴν λιθόστρωτον τήβενναν βῆμά τε πολυανθρωπότατον ἠθροικώς, ὡς εἴη μὴ τοῖς ἀλλοφώνοις μόνον ἀλλὰ καὶ Ῥωμαίοις ἐπιφοβώτατος, εἰσάγεσθαι κελεύει τοὺς τοῦ Σικελικοῦ στρατεύματος ἀρχηγούς, δηλαδὴ τὸν Ἀλδουῖ̈νον καὶ τὸν Ῥιτζάρδον. οἳ καὶ τὸ τῆς κεφαλῆς ἀποθέμενοι κάλυμμα καὶ δουλικωτέραν προσκύνησιν ἀπονείμαντες ἠρωτήθησαν παρὰ τοῦ βασιλέως, ὅπως αὐτόν, χριστὸν ὄντα Κυρίου, ἐκακολόγουν ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν, οὐδὲν μὲν δικαίως ἔχοντος ἐπεγκαλεῖν, τῇ δ’ ἐνεστώσῃ τύχῃ παρὰ τὸ δέον χρωμένου καὶ κυδρουμένου καὶ τῷ ἡττῆσαι κατὰ κράτος τὸ πολέμιον φυσωμένου.
Αὐτὸς μὲν γὰρ ὁ βασιλεὺς Ἰσαάκιος τὴν βασιλείαν ἄρτι παραλαβὼν πρέσβεις ἀποστείλας, ἔτι τῆς Λατίνης στρατιᾶς συνεστώσης, οὐδέν τι τῶν πρὸς διαλλαγὴν φερόντων τοῖς στρατηγοῦσιν ἐλάλησε, μήτε δώροις ἀγάλλων, μήτ’ εὐνοίας ὑπαγόμενος πλάσμασιν, ἀλλ’ ἐπιστείλας ἀρχικώτερον καὶ πάσαις μὲν αἰτίαις πᾶσι δὲ βάλλων ἐγκλήμασιν ἐσοβαρεύετο πρὸς ἄνδρας ἔτι νικῶντας κἀπὶ τοὺς ἑαυτῶν πόδας τιθέντας ἅπαν τὸ ἐν Ῥωμαίοις καὶ τὸ οἰκεῖον ἀνυμνῶν ἄντικρυς ξίφος καὶ μεγαλύνων ὡς τμητικώτατον διηπειλεῖτο ἐφ’ οἷς ἔτι διηπορεῖτο ἐξολόθρευσιν αὐτῶν καὶ ἀπώλειαν, εἰ μὴ μεταβουλευσάμενοι παλίμποδες γένωνται, ὅθεν ἐξῄεσαν. Ὁ δ’ Ἀλδουῖ̈νος ἀγέρωχος ὢν καὶ ἄλλως, ὡς ἔδειξε, τότε δὲ καὶ ταῖς ἐνεστώσαις τύχαις ὡς ἀσκὸς ἐξοιδούμενος, οὐκ ἐνεγκὼν τὰ ἐπεσταλμένα ἀμείβεται τὸν βασιλέα λόγοις κομψευτικοῖς. τό τε γὰρ ξίφος αὐτοῦ ἐκωμῴδησεν ὡς σκιατραφέσιν ὀξυνόμενον σώμασιν (ὑπῃνίττετο δὲ τὰ γραφόμενα τὸν τοῦ Ἁγιοχριστοφορίτου θάνατον), καὶ αὐτὸν δὲ τὸν Ἰσαάκιον ὡς ἀπάλαμνον ἐμωκᾶτο·
PG 139:739μηδὲ γὰρ θυραυλῆσαί ποτε καὶ ἐπὶ θυρεοῦ ἀφυπνῶσαι ἢ μαρύλλης ἀνασχέσθαι κράνους καὶ μολυσμὸν ὑπενέγκειν θώρακος, ἀλλὰ καπνῷ γραμμάτων προσανέχειν ἐς γραμματιστοῦ φοιτῶντα ἐξ ἁπαλῶν ἔτι ὀνύχων καὶ δέρριν ἐξημμένον περὶ ἀριθμῷ διεξιοῦσαν πινακίδιόν τε καὶ γραφεῖον ἀνὰ χεῖρας ἔχοντα τὴν σκυτάλην συχνὰ ὑποβλέπεσθαι καταφερομένην τῶν χειρῶν αὐτοῦ καὶ τῶν πυγῶν, καὶ ταύτης μόνης εἰδέναι καὶ δεδιέναι τὰ κροταλίσματα, ἀπειλὴν δ’ Ἄρεος ὑφίστασθαι μηδαμῶς, μηδὲ δοῦπον ἀκόντων ἐνηχηθῆναί ποτε. οὐ ταῦτα δὲ μόνον ἐπικερτομῶν ἔγραφεν, ἀλλὰ καὶ παραίφασιν εἰσῆγε καὶ ἐχθρὸς ὢν συμφράδμων ἐγίνετο. καὶ ἐνῆγεν ἀποθέμενον τὸ βασίλειον στεφάνωμα καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἀποβαλόμενον καὶ συμπτύξαντα σύμβολα τούτων μὲν ὑπεκστῆναι καὶ τηρεῖν τῷ νικῶντι καὶ κρείττονι, τὸν ἑαυτοῦ κύριον οὕτω τὸν ῥῆγα λέγων, αὐτὸν δὲ ὑποπεσεῖν καὶ περὶ τοῦ μόνον ζῆν ἐπανατείνεσθαι δέησιν. Καὶ βασιλεὺς μὲν διὰ ταῦτα ὑπ’ εὐθύνην ἦγε τότε τοὺς στρατηγούς, μὴ φέρων τὸ τοῦ Δαυὶδ κατὰ νοῦν ἡ γλῶσσα ἡμῶν παρ’ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστι; καὶ θανάτου ἐτίμα τὰ γεγραμμένα.
Ὁ δὲ Ἀλδουῖ̈νος οὐκ ἦν ἄρα μόνον δεινὸς ἐπιπλῆξαι τὴν τύχην ἔτι ἔχων ὑπερηφανευομένην, ἀλλὰ καὶ κολακεύειν ἤσκητο ἄκρως, πρὸς ὃ μόνον πᾶν ὅπλον καὶ πᾶσα μικροῦ μηχανὴ πέφυκεν ἀσθενέστερα, ἐν οἷς ἀπολελοιπὸς ἦν αὐτὸν τὸ εὐδαιμονεῖν· ἐξέκρουσε γὰρ τῆς ὀργῆς καὶ καθήδυνε τὸν βασιλέα ὑποσκυζόμενον, τὸ ξίφος αὐτοῦ μεγεθύνειν ἀρξάμενος ὡς βασιλικὸν ὄντως καὶ τομόν, καὶ μὴ κουφολογίαν ἀνόνητον, ῥήματα δὲ ἀληθείας τὰ παρὰ βασιλέως τότε γραφέντα διετείνετο εἶναι καὶ ἀτεχνῶς ἐνσημανθέντα χειρὶ θεοῦ. ἀλλὰ καὶ ἑαυτὸν οὐκ ἀπόβλητον ἐδεῖτο ἡγεῖσθαι, εἰ δριμύτερα ἐπέστελλε· τὸ γὰρ τῶν ἐχθρῶν μῖσος καὶ ἡ φύσις οἶδεν ἀνέγκλητον. Πρὸς ἅπερ ἀπεσιώπησε βασιλεὺς μηδέν τι προσθεὶς ἕτερον, οὐκ οἶδ’ εἴτε τῇ κολακείᾳ ἐκθηλυνθείς, εἴτε τῇ ὑπερηγορίᾳ καταπεισθείς. Καὶ αὐτοὶ μὲν ἐκεῖθεν ἐξήλθοσαν, καὶ γεγόνασιν αὖθις ἔμφρουροι. βασιλεὺς δ’ ἑτέραις προσσχὼν ὑποθέσεσι προσέθετο τοῖς παροῦσι διατρανώσασθαι καὶ τοῖς λοιποῖς δὲ πᾶσιν οὐκ εἶναι ὅλως ἀνήκοον ἤθελεν ὡς ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδένα ἐς τὸ σῶμα διαλωβήσεται, κἂν ἔχθιστος ἀνδρῶν τις ἐσεῖται. κἂν τῇ αὐτοῦ βιοτῇ καὶ βασιλείᾳ ἐπιβουλεύων ἁλῷ.
PG 139:741καὶ οἱ μὲν τὸ βασιλικὸν βῆμα τότε πληροῦντες ἐπευφήμησαν τοῖς λελαλημένοις τούτοις καὶ ἐπερρόθησαν ὡς μικροῦ φωνῆς ἀκηκοότες θεοῦ, καὶ πᾶς ἐνηχηθεὶς τὸ ῥῆμα τουτὶ δώρημα θεοῦ τὸν βασιλέα τέλειον ἔλεγε, πρὸς τὴν τοῦ ἐπηγγελμένου ἐργωδίαν ὁρῶν καὶ τὸ τῆς πραότητος πολὺ ἐκπληττόμενος· μηδὲ γὰρ ἐξεῖναί τινι, καὶ μάλιστα βασιλεύοντι, μοχθηρίαν φύσεως φέρειν ἀκίνητον πρὸς τὸ κρεῖττον ἢ δυσμετάθετον, ἢ στέγειν ἄνθρωπον ἀποστατικὸν καὶ λῃστεύοντα τὴν ἀρχήν, κἂν ἀρετῆς μεταποιοῖτο μάλιστα καὶ μετὰ Δαυὶδ οὐκ ἀνταποδιδοίη τοῖς ἀνταποδιδοῦσι κακά, ἢ ψάλλων εἴη κατ’ ἐκεῖνον ἐν καιροῖς κινδυνώδεσιν ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Αὐτὸς μέντοι βασιλεὺς ἀντιφθεγγομένην προδήλως τῇ γλώττῃ καθυπέφηνε μετὰ βραχὺ τὴν προαίρεσιν, καὶ ὥσπερ ἐν τῷ λέγειν οὐ διεστείλατο, οὕτω κἀν τῷ πράττειν οὐ συνεστείλατο, ἀλλὰ μικροῦ διημιλλήθη Ἀνδρονίκῳ τὸ προσκεκρουκὸς σινόμενος, μὴ τὸ τοῦ Σολομῶντος ἐπῃνεκὼς ὅ φησιν ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.
Ὁ δέ γε τοῦ Ἰκονίου σουλτάν (ἦν δὲ εἰσέτι ὁ Κλιτζασθλάν, εὐγηρίαν ἄγων καὶ γεγονὼς ὑπὲρ ἔτη τὰ ἑβδομήκοντα) τὸν Ἀνδρονίκου ἐνωτισθεὶς θάνατον καὶ τὴν ἀνάρρησιν Ἰσαακίου πυθόμενος καταστοχάζεται ἀρίστως ὅσα εἰκὸς ἐπὶ ταῖς τῶν βασιλέων τοιαῖσδε μεταθέσεσί τε καὶ παραλύσεσι γίνεσθαι, καὶ μᾶλλον εἰ πόλεμος ἀνθέλκει ἑσπέριος καὶ πολέμων ὁ κράτιστος· καὶ δὴ ἐσβολὴν ποιεῖται κατὰ τοῦ τῶν Θρᾳκησίων θέματος δι’ εὐίππου καὶ εὐόπλου πάνυ στρατιᾶς, τοῦ Σαμῆ ἀμηρᾶ στρατηγοῦντος. οὐκοῦν ἀνδρῶν κεκενωμένον εὑρὼν τὸ τοῦ Κελβιανοῦ κλίμα ὅπλα φέρειν εἰδότων (πάντες γὰρ ὡς χείμαρροι μετερρύησαν πρὸς τὸν νεωστὶ τὴν ἁλουργίδα ἐμπορπησάμενον Ἰσαάκιον) ἀνθρώπους τε πολλοὺς ἐχειρώσατο καὶ ζώων ἤλασεν ἀγέλας παντοδαπῶν καὶ ὠφελειῶν ἄλλων τὸ οἰκεῖον ἐνέπλησε στράτευμα. Ἠρεμησάντων δὲ καὶ τῶν ἑῴων ἐθνῶν ἄλλοις τε προσκαίροις φιλοτιμήμασιν, ἀλλὰ δὴ καὶ ἐτησίων ἀπολήψεσι φόρων (οὕτω γὰρ οἱ ἐς ἡμᾶς ὑπερκαθήμενοι Ῥωμαίων μετιέναι ἴσασι τὸ ἀλλόφυλον, τὴν οἰκουρίαν μεταδιώκοντες ὡς θαλαμηπόλοι νεάνιδες, αἳ περὶ τὴν ταλασίαν διαπονοῦνται), ἠθέλησεν ἐξ ἀλλοεθνοῦς γένους ἑαυτῷ μνηστεύσασθαι γαμετήν·
ἣν γὰρ ἐνυμφεύσατο πρότερον θανάτῳ ἀπεβάλετο. καὶ δὴ κοινολογησάμενος διὰ πρέσβεων τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ μνηστεύεται εἰς γυναῖκα τὴν ἐκείνου θυγατέρα, τῆς δεκαετηρίδος οὔπω ἀκριβῶς ἁψαμένην. Τὰ δὲ γαμοδαίσια θύειν ἀπὸ χρημάτων δημοσίων σμικρολογούμενος ἀμισθὶ ταῦτα ἐκ τῶν οἰκείων συνέλεγε χώρων· καὶ ἔλαθε διὰ σμικροπρέπειαν καὶ ἄλλας μὲν πόλεις καλαμησάμενος, αἳ κατ’ Ἀγχίαλον συνῳκίζοντο, ἑαυτῷ δὲ μάλιστα καὶ Ῥωμαίοις ἐκπολεμώσας τοὺς κατὰ τὸν Αἷμον τὸ ὄρος βαρβάρους, οἳ Μυσοὶ πρότερον ὠνομάζοντο, νυνὶ δὲ Βλάχοι κικλήσκονται. Οὗτοι γὰρ ταῖς δυσχωρίαις πεποιθότες καὶ τοῖς φρουρίοις θρασυνόμενοι, ἃ πλεῖστα τέ εἰσι καὶ ὀρθὰ κατ’ ἀποτόμους κείμενα πέτρας, καὶ ἄλλοτε μὲν κατὰ Ῥωμαίων ἐμεγαλαύχησαν, τότε δὲ πρόφασιν εὑρηκότες ὃ δὴ λέγεται Πάτροκλον τὴν τῶν οἰκείων θρεμμάτων ἀπαγωγὴν καὶ κάκωσιν ἑαυτῶν ἐς ἀποστασίαν λαμπρὰν ἀνεσκίρτησαν.
PG 139:743Ἦσαν δὲ οἱ τοῦ κακοῦ πρωτουργοὶ καὶ τὸ ἔθνος ὅλον ἀνασείσαντες Πέτρος τις καὶ Ἀσάν, ὁμογενεῖς καὶ ταὐτόσποροι, οἳ καὶ μὴ δρῶντες τὴν νεωτέρισιν ἀπροφάσιστον προσίασι βασιλεῖ, σκηνουμένῳ ἐν τοῖς Κυψέλλοις, αἰτούμενοι συστρατολογηθῆναι Ῥωμαίοις καὶ διὰ βασιλείου γράμματος σφίσι βραβευθῆναι χωρίον τι βραχυπρόσοδον κατὰ τὸν Αἷμον κείμενον· καὶ ἀποτυχόντες τοῦ αἰτήματοςἦν γὰρ ἡ θεία ἐπικρατεστέρα κίνησιςὑπετονθόρυζον ὡς οὐκ εἰσακουσθέντες, εἰκαίως δὲ καὶ τὴν αἴτησιν ἐπανατεινάμενοι παρέπτυσάν τι καὶ ῥῆμα θερμότερον τὴν ἀποστασίαν ἐμφαῖνον καὶ ὅσα ἐπανιόντες οἴκαδε δράσουσι, καὶ τούτων μάλιστα ὁ Ἀσὰν ὁ καὶ θρασύτερος καὶ ὠμότερος, ὃς καὶ τύπτεται κατὰ τῶν προσώπων ἐπιταγῇ τοῦ σεβαστοκράτορος Ἰωάννου, ἐπιπληχθεὶς εἰς ἀναίδειαν. Καὶ οἱ μὲν ἄπρακτοι οὕτως ἐπανῆλθον καὶ περιύβριστοι· ὅσα δὲ κατὰ Ῥωμαίων οἱ ἀνοσιουργοὶ οὗτοι καὶ μιαροὶ διεπράξαντο, τίς ἂν ἐφίκοιτο λόγος ἢ ποία διήγησις τοσαύτας κακῶν Ἰλιάδας συμπεριλήψεται; ἀλλὰ μήπω περὶ τούτων, τὸ δὲ λέγειν προβαινέτω μοι καθ’ εἱρμόν.
Ἔτι τοῦ ἐκ Κομνηνῶν Ἰσαακίου τυραννεύοντος τῆς Κύπρου καὶ μήτε χρημάτων ὑποσχέσεσιν ἀποσχέσθαι ταύτης προτιθεμένου μήθ’ ὑποκλινομένου τῷ βασιλεῖ, οὔτε μὴν τὰ δεινὰ μετριάζοντος, ὅσα ἐκακούργει κατὰ Κυπρίων ἀεὶ καινοτέρας κολάσεις ἐπινοῶν, ἔγνω κατ’ αὐτοῦ στόλον καταρτύσειν ὁ βασιλεύς. καὶ ἐπειδὴ μακραὶ νῆες ἡτοιμάσθησαν ἑβδομήκοντα, ναύαρχοι ἀναδείκνυνται ὁ Κοντοστέφανος Ἰωάννης, οὐδοῦ ἐπιβὰς γήραος, καὶ ὁ Κομνηνὸς Ἀλέξιος, ὃς εἰ καὶ εὐῆλιξ ἦν καὶ ἀνδρεῖος καὶ τοῦ βασιλεύοντος ἐξανεψιός, ἀλλ’ ἐκκοπεὶς τὰς κόρας ὑπ’ Ἀνδρονίκου ἀχρεῖος πρὸς τῶν ὅλων εἰς τὴν τότε στρατήγησιν συλλελόγιστο καὶ τοῖς πολλοῖς ἀπαίσιος ἐκρίνετο οἰωνός. Καὶ δὴ ὁ μὲν ἐς Κύπρον πλοῦς ἀκίνδυνος καὶ τὸ πνεῦμα λίαν φορόν, ἠρέμα πως ἐμπῖπτον τοῖς λαίφεσι, τὰ δ’ ἐφεξῆς καὶ μετὰ τὸ προσσχεῖν εἰς τοὺς ἐκεῖσε λιμένας ἁπάσης ἀγριώτερα λαίλαπος· αὐτούς τε γὰρ ὁ τῆς Κύπρου κρατῶν Ἰσαάκιος συμβαλὼν ἐτροπώσατο καὶ ὁ τῶν τότε κατὰ θάλατταν πειρατῶν κράτιστος, ὁ Μεγαρείτης καλούμενος, ἐπαμύνων Ἰσαακίῳ ἀνωϊστὶ ἐπέθετο ταῖς ναυσὶ κεκενωμένας εὑρὼν τῶν ἀνδρῶν εἰς τὸν χερσαῖον πόλεμον ἐξιόντων.
οἱ δὲ τριηράρχαι οὐ μόνον οὐδέν τι γενναῖον ἴσχυσαν ἐκτελέσαι, ἀλλὰ καὶ χερσὶ τῶν ἐναντίων ἑάλωσαν εὐμαρῶς. καὶ αὐτοὺς μὲν τῷ Μεγαρείτῃ ἐκδίδωσιν Ἰσαάκιος ἐς ὅ τι βούλεται χρήσασθαι· καὶ εἶχε τούτους Σικελία καὶ ὁ ταύτης τύραννος, εἰς ὃν ὡς δεσπότην ὁ Μεγαρείτης ἀνέφερε τὰ ἑαυτοῦ. ὁ δ’ Ἰσαάκιος πολλοὺς μὲν τῶν Ῥωμαίων μετὰ τὴν ἧτταν τοῖς οἰκείοις κατέλεξε τέλεσι, πολλοὺς δὲ καὶ ἀγρίαις ποιναῖς καθυπέβαλεν, ὁποῖος οὗτος ἀπαραίτητος ὢν κολαστής, ἐν οἷς καὶ τὸν Ῥεντακηνὸν Βασίλειον πελέκει ἐκ τοῦ γόνατος θάτερον τῶν ποδῶν ἐκτεμών. ἦν δὲ ὁ ἀνὴρ οὗτος ἄριστος τὰ πολέμια καὶ τῷ Ἰσαακίῳ τούτῳ ὡς Ἀχιλλεῖ ποτε Φοῖνιξ μύθων τε ῥητὴρ καὶ τῶν πολεμικῶν ἔργων διδάσκαλος πεφηνώς· ὀργιλώτατος δ’ ὢν ἀνθρώπων ὁ Ἰσαάκιος καὶ κατὰ λέβητα καχλάζων ἀεὶ τῷ θυμῷ παράφορά τε φθεγγόμενος ἐν τῷ χολᾶν καὶ τὴν κάτω γένυν τρομαλέαν δεικνύς, καὶ ἄλλως δὲ οὐχ ἱλαρὰ θρέπτρα ἐκτίνειν εἰδώς, τοιαύτῃ τιμωρίᾳ τὸν ἑαυτοῦ καθυποβάλλει παιδαγωγόν, τὸ δὲ ναυτικὸν πλῆθος ἔνθα οἱ πρὸς βουλῆς διαφῆκε πορεύεσθαι.
PG 139:745οἳ καὶ ὡς ἐκ ναυαγίου μακροῦ χρόνιοι τὰ οἴκοι κατέλαβον, ὅσοι μὴ τριῶν ἑνί τινι κακῷ θαλάσσης καὶ λιμοῦ καὶ τελευτῆς ἀπεγένοντο. Τῶν δὲ Μυσῶν ἀποστασίαν νοσησάντων περιφανῆ καὶ ἀρχηγῶν τοῦ κακοῦ τοῦδε ὧν εἴρηκα γεγονότων, ἔξεισι βασιλεὺς κατ’ αὐτῶν. Χρὴ δὲ κἀκεῖνα μὴ παριδεῖν ἀνιστόρητα. οἱ Βλάχοι ὤκνουν τὰ πρῶτα καὶ ἀπεπήδων πρὸς τὴν ἀπόστασιν, εἰς ἣν ἐνήγοντο πρὸς τοῦ Πέτρου καὶ τοῦ Ἀσάν, τὸ τοῦ πράγματος μέγεθος ὑφορώμενοι.
τῆς δὲ δειλίας ταύτης τοὺς ὁμογενεῖς ἀπάγοντες οἱ ταὐτόαιμοι εὐκτήριον ἐδείμαντο οἶκον ἐπ’ ὀνόματι Δημητρίου τοῦ καλλιμάρτυρος, εἰς ὃν πολλοὺς τῶν δαιμονολήπτων συνηθροικότες ἐξ ἑκατέρου γένους, αἱμωποὺς καὶ διαστρόφους τὰς κόρας, λυσιχαίτους, καὶ τἆλλα ἀκριβῶς διασώζοντας, ὁπόσα οἱ τοῖς δαίμοσι κάτοχοι διαπράττονται, τοιάδε τούτοις ἐνθουσιῶσιν ὑπετίθουν φθέγγεσθαι, ὡς ὁ θεὸς τοῦ τῶν Βουλγάρων καὶ Βλάχων γένους ἐλευθερίαν εὐδόκησε καὶ τοῦ χρονίου ζυγοῦ ἐπένευσεν ἀπαυχένισιν, οὗ χάριν καὶ τὸν Χριστομάρτυρα Δημήτριον ἀπολιπεῖν μὲν τὴν Θεσσαλονικέων μητρόπολιν καὶ νεὼν τὸν ἐκεῖ καὶ τὰς παρὰ Ῥωμαίοις διατριβάς, ἐς δ’ αὐτοὺς ἀφικέσθαι ὡς ἐπαρήξοντα καὶ συλλήπτορα τοῦ ἔργου ἐσόμενον.
ἀνακωχευόμενοι δὲ πρὸς βραχὺ οἱ παράφοροι οὗτοι καὶ αἴφνης τὸ πνεῦμα πλεῖον συλλέγοντες ἐπιληπτευόμενοι ἀνεσοβοῦντο καὶ ἐβόων ἐνθεαστικῶς καὶ διάτορον μὴ εἶναι τὸ ἀπὸ τοῦδε ἕδρας ἀκμήν, ἀλλ’ ὅπλα μετὰ χεῖρας λαβεῖν καὶ Ῥωμαίοις ὁμόσε χωρεῖν, τοὺς δέ γε συλλαμβανομένους κατὰ πόλεμον μὴ ζωγρεῖν, μὴ ζωογονεῖν, ἀλλ’ ἀποσφάττειν καὶ κατακαίνειν ἀνηλεῶς, μηδ’ ἐπὶ λύτροις ἀφιέναι, μηδ’ ἐπικάμπτεσθαι δεήσεσι, μηδὲ γονυκλισίαις θηλύνεσθαι, ἀλλ’ ὥσπερ τινὰς ἀδάμαντας πρὸς πᾶσαν ἀνενδότους εἶναι παράκλησιν καὶ φθείρειν πάντα τὸν συλληφθέντα. Ὑπὸ θεοπρόπων οὖν τοιούτων ὅλον τὸ γένος ἐξομιληθέντες τῶν ὅπλων ἅπαντες γίνονται. καὶ ὡς αὐτίκα εὐημερήθη τούτοις τὰ τῆς ἀποστασίας, ἔτι μᾶλλον ἔθεντο τῇ ἐλευθερίᾳ σφῶν ἐπευδοκεῖν τὸν θεόν. καὶ μικρὸν ἡγησάμενοι τὸ καθ’ ἑαυτοὺς ἄνετον καὶ ἀπόλυτον καὶ κατὰ τῶν ἐκτὸς ἐμπλατύνονται τοῦ Ζυγοῦ. ἅτερος δὲ τῶν ὁμαιμόνων ὁ Πέτρος καὶ στεφανίσκῳ χρυσέῳ διαδεῖται τὴν κεφαλὴν καὶ τοῖς ποσὶν ὑπορράπτει καὶ περιτίθησι κοκκοβαφὲς πέδιλον.
τῇ δὲ Πρισθλάβᾳ προσβαλόντες (πόλις δ’ αὕτη ὠγυγία ἐκ πλίνθου πᾶσα ὀπτῆς καὶ πλείστην τὴν περίμετρον ἔχουσα), ὡς οὐκ ἀκίνδυνον ἑώρων τὴν πολιόρκησιν, αὐτὴν μὲν ἀντιπαρέρχονται, τὸν δ’ Αἷμον ὑποκατέρχονται, καὶ Ῥωμαϊκαῖς ἐπικαταρραγέντες κωμοπόλεσιν ἀπροσδόκητοι πολλὰ μὲν σώματα Ῥωμαίων ἐλεύθερα, πολλοὺς δὲ βόας καὶ ὑποζύγια καὶ τῶν ἄλλων βοσκημάτων χρῆμά τι οὐκ ἐλάχιστον διαρπάζουσιν. Ἔξεισι τοίνυν ὁ βασιλεὺς κατ’ αὐτῶν. οἱ δὲ τῶν δυσχωριῶν καὶ ἀπροσβάτων αὖθις ἐπιλαβόμενοι ἀντέσχον ἐπὶ πολύ. γνόφου δὲ παρὰ δόξαν ἀναβάντος ὑπὸ θεοῦ, ὃς σκότος τίθησι τὴν οἰκείαν ἀποκρυβήν, καὶ τὰ ὄρη καλύψαντος, ἃ ἐτήρουν οἱ βάρβαροι τὰς τῶν παρόδων στενὰς προλοχίσαντες, ἔλαθον Ῥωμαῖοι λάθρᾳ αὐτοῖς ἐπιστάντες καὶ διασκεδάζουσιν οὕτω καταπλῆγας θέμενοι. καὶ οἱ μὲν ἀρχηγοὶ τοῦ κακοῦ καὶ τῆς στρατιᾶς, ὁ Πέτρος δηλαδὴ καὶ Ἀσάν, καὶ ὅσον περὶ αὐτοὺς ἑταιρικὸν ἀποστατικὸν κατὰ τὴν τῶν εὐαγγελικῶν χοίρων ἀγέλην ὡς εἰς θάλασσαν τὸν Ἴστρον ὥρμησαν καὶ τοῦτον διαπλωϊσάμενοι τοῖς ἐκ γειτόνων Σκύθαις προσέμιξαν·
PG 139:747ὁ δὲ βασιλεὺς κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν πᾶσαν τὴν Μυσίαν ἔχων περιελθεῖν καὶ φρουρὰς ἐπιστῆσαι ταῖς ἐκεῖσε πόλεσιν, αἳ πολλαὶ μέν εἰσι κατὰ τὸν Αἷμον, αἱ δὲ πλείους ἢ γοῦν ἅπασαι σχεδὸν ἐπὶ πετρῶν ἀποτόμων καὶ περινεφῶν γηλόφων πεπολισμέναι, τοιοῦτον μὲν οὐδέν τι καὶ διαπέπραχε, πυρὶ δὲ τὰς θημωνίας τῶν καρπῶν παραδοὺς καὶ τοῖς τῶν ὀφθέντων Βλάχων φενακισμοῖς ὑπαχθεὶς παλίμπους ἐκ τοῦ παραυτίκα γίνεται, ἔτι ὠδίνοντα τὰ ἐκεῖσε παρείς. ὅθεν εἰς πλατύτερον μᾶλλον κατὰ Ῥωμαίων ἐπῆρε τοὺς βαρβάρους μυκτῆρα καὶ πλειόνως ἠρρένωσεν.
Ὁ μὲν γὰρ τὴν βασιλίδα καταλαβὼν ἐπὶ τοῖς κατωρθωμένοις ἦν βρενθυόμενος, καί τινα τῶν ἐπὶ τῷ δικάζειν (ἦν δὲ οὗτος ὁ Μοναστηριώτης Λέων) παθήνασθαι εἰπόντα τὴν τοῦ Βουλγαροκτόνου Βασιλείου ψυχήν, ὅτι τὸ τυπικὸν αὐτοῦ ἀπεσκοράκισε βασιλεὺς καὶ ὅσα ἐπὶ τῇ τοῦ Σωσθενίου μονῇ ἐκεῖνος διέθετο, καὶ κατὰ τοῦτο νεωτερίσαι τοὺς Βλάχους, ἐρεσχελῶν καὶ διασύρων οὐ καθυφῆκε βραχὺ ὡς δῆθεν σφαλέντα περὶ τὴν πρόρρησιν, φάσκων ὡς αὐτὸς αὖθις εἰς τὴν προτέραν ὑποταγὴν καὶ δουλείαν τοὺς ἀποστάτας συνέπεισέ τε καὶ ἐπανήγαγεν ἀκαριαίως οὕτως, ὡς οὐδὲ χρονίως ἐκεῖνος, καὶ μάτην αὐτὸν ὡς ἀπὸ δαφνηφάγου λαιμοῦ καὶ τρίποδος ἀπερεύγεσθαι τὰ τοῦ ψεύδους ὀδωδότα καὶ διάκενα θεοπρόπια. Οἱ δὲ περὶ τὸν Ἀσὰν βάρβαροι τὸν Ἴστρον διαβάντες καὶ τοῖς Σκύθαις συμμίξαντες πλεῖστον ἐκεῖθεν συμμαχικόν, καθὼς ᾑροῦντο, στρατολογήσαντες ἐς τὴν πατρίδα Μυσίαν ἐπανῆκον. καὶ σεσαρωμένην ἀτεχνῶς εὑρόντες αὐτὴν καὶ Ῥωμαϊκοῦ κεκενωμένην στρατεύματος μετὰ κόμπου ἐπεισέφρησαν μείζονος οἷα λεγεῶνας πνευμάτων τὴν ἐκ Σκυθῶν ἐπαγόμενοι σύναρσιν.
PG 139:749ὅθεν οὐδ’ ἠγάπων, εἰ τὰ ἑαυτῶν ἔχουσι σώζειν καὶ τὴν τῆς Μυσίας μόνην περιβαλοῦνται τοπάρχησιν, ἀλλ’ εἰ μὴ καὶ τὰ Ῥωμαίων μέγιστα βλάψουσι καὶ τὴν τῶν Μυσῶν καὶ τῶν Βουλγάρων δυναστείαν εἰς ἓν συνάψουσιν, ὡς πάλαι ποτὲ ἦν, οὐδαμῶς ἠνείχοντο. Καὶ ἦν ἂν δισσούμενα τὰ καλά, εἴπερ αὐτὸς καὶ πάλιν ὁ βασιλεὺς κατὰ τῶν ἀποστάντων ἐξώρμησε. πλὴν ἀλλ’ αὐτὸς μὲν τὴν οἰκείαν ὁρμὴν εἰς ἕτερον καιρὸν ὑπερέθετο, τὴν δ’ ἀρχηγίαν τῷ πρὸς πατρὸς ἐνεχείρισε θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ. ὁ δὲ οὐκ ἐπισφαλῶς, ἀλλ’ ὡς ἄγαν ἐπαινετῶς διακυβερνήσας τὴν στρατιὰν καὶ τοὺς πολεμίους ἐν τῷ συμβαλεῖν λυπήσας οὐχὶ βραχέα, εἰς ὁμαιχμίαν συσπειραθέντας καὶ εἰς πεδία ὑποκαταβάντας ἱππήλατα, μετὰ μικρὸν τὸν στρατηγὸν ἀποζώννυται ὑποβλεπόμενος βασιλειᾶν. Διαδέχεται δὲ τὴν ἡγεμονίαν ὁ καῖσαρ Ἰωάννης ὁ Καντακουζηνός, γαμβρὸς ὢν τοῦ βασιλέως ἐπ’ ἀδελφῇ. ἀνὴρ δ’ οὗτος πελώριος μὲν τὸ τοῦ σώματος μέγεθος καὶ τῷ θυμῷ γενναιότατος καὶ εὐρυφωνότατος καὶ ἐμπειρίαν περὶ τοὺς πολέμους πλουτῶν, σφαλλόμενος δ’ ἀεὶ ἐν τοῖς πλειστοῖς ἢ τοῖς ἅπασι διὰ θρασύτητα καὶ ἀγερωχίαν. ἀπέσβεστο δὲ καὶ τὰς κόρας·
ὁ γὰρ Ἀνδρόνικος καὶ κατὰ τούτου τὸν πηρωτικὸν ἐπύρωσε σίδηρον. ἀμέλει καὶ τῶν βαρβάρων τῷ ὑπογυίῳ πταίσματι παιδευθέντων μὴ ἀφίστασθαι τῶν ὀρέων, ἐκτρέπεσθαι δὲ τὰ πεδινὰ ὡς αὐτοῖς ἀνάρσια, ὁ καῖσαρ τὸ περιεσκεμμένον τοῦ ἔργου δειλίαν εἶναι ὑποτοπάσας ἰχνηλάτει κατὰ κυνηγέτας ἐπιπορευόμενος καὶ κατεσκήνου, ὅπῃ παρήκοι, ἀχαράκωτος. νυκτὸς οὖν τῶν δυσμενῶν ἐπιθεμένων, αὐτός τε μόλις σῴζεται καὶ τὸ στράτευμα πολυτρόπως ἐκάκωσεν. οἱ μὲν γὰρ ἔτι εὐναζόμενοι καταλαμβανόμενοι ἀνῃροῦντο, οἱ δὲ μηδὲ τὰ ὅπλα περιθέσθαι φθάσαντες ἐζωγροῦντο· ὅσοι δ’ ἴσχυσαν ἀποδρᾶναι ἄτερ ὅπλων συναλισθέντες περὶ τὸν καίσαρα πικρότερον αὐτὸν τῶν πολεμίων εὕρισκον. οὐ γὰρ ἀνίει βάλλων ὕβρεσι καὶ διαβάλλων ὡς ἀπαλάμνους καὶ καταπροδόντας αὐτόν. ἀναμαχέσασθαι δὲ τὴν ἧτταν πειρώμενος ἐθωρακίσατο καὶ εἰς ἵππον θυμικὸν Ἀρράβιον ἀνεπήδησε καὶ δόρυ βριθὺ καὶ στιβαρὸν ἠγκωνίσατο. καὶ τοῦτο κατὰ τῶν πολεμίων ἰθύνων ἕπεσθαί οἱ παρῄνει ὁπόσον τῆς στρατιᾶς οὐκ ἠφάνισται, καίπερ τὰ ἐν ποσὶν οὐκ ἔχων ὁρᾶν, μηδ’ ὅτι καταστρατοπεδεύεσθαι εἰδὼς τὸ διάφορον.
PG 139:751κατατροπαιουχηθέντων δ’ οὕτω Ῥωμαίων τά τε σημεῖα ὑπὸ τῶν βαρβάρων ἐλήφθησαν καὶ οἱ μαλακοὶ δὲ χιτῶνες καὶ τὰ κομψὰ τοῦ καίσαρος χλανιδίσκια καθηρπάγησαν, ἃ καὶ οἱ περὶ τὸν Ἀσὰν καὶ τὸν Πέτρον περιδυσάμενοι καὶ τὰ σημεῖα προηγούμενα ἔχοντες αὖθις τῶν πεδινῶν ἔχονται. Καὶ τοῦ Καντακουζηνοῦ δὲ τὴν ἀρχὴν ἀποθεμένου, ὁ Βρανᾶς Ἀλέξιος ἀνερρήθη στρατηγός, βραχὺς μὲν τὴν ἡλικίαν, κολοσσιαῖος δὲ τὸ ὑποκαθήμενον τῆς γνώμης καὶ τὸ πανοῦργον τοῦ φρονήματος καὶ τῶν τότε πάντων στρατηγικώτερος. ἀλλ’ οὗτος τὴν στρατιὰν παραλαβὼν οὐ θερμῶς, ἀλλὰ φυλακτικῶς τὴν οἰκείαν στρατηγίαν μετήρχετο, ἀεὶ τοῦ πρόσω βάδην ἐχόμενος καὶ τοῦ λυπεῖν μὲν τοὺς δυσμενεῖς προμηθούμενος, οὐχ ἧττον δὲ καὶ τοῦ οἰκείου ἀκινδύνου ἐπιμελόμενος. πολλὰς δὲ δυσχωρίας παρελθὼν αὐλίζεται κατὰ τὸν λεγόμενον Μέλανα Βουνὸν κἀκεῖσε χάρακα βάλλεται. καὶ ἦν χρηστόν τι ἐργάσασθαι προσδοκήσιμος. Ἔρωτι δὲ βασιλείας ληφθεὶς καὶ δεσπόζοντα ἔχειν τὸν Ἰσαάκιον ἀδοξῶν ἢ ὅλως ὁρᾶν οὐκ ἀνεχόμενος βασιλεύοντα καὶ πάλαι μέν, οὔπω πρώην, ἑάλω βασιλειῶν, ἡνίκα ἐστρατήγει τὸν κατὰ τῶν ἐκ Σικελίας πόλεμον.
ὅτε καὶ μὴ ἔχων εὐμαρῶς διὰ τῶν ὑπ’ αὐτὸν Ῥωμαικῶν δυνάμεων ἣν ὤδινεν ἀποστασίαν ἐκρῆξαι εἰς φῶς πρῶτα μὲν εἰς ἑαυτὸν ὑπηγάγετο τὸ ἐξ Ἀλαμανῶν συμμαχικόν· εἶτα, ὡς οὐκ ἀξιόχρεων ἑώρα τοῦτο πρὸς ἀρωγὴν τῷ περὶ βασιλείας ἐγχειρεῖν μέλλοντι, ἐκείνην ἔγνω τραπέσθαι, ἣν Ἰσαάκιος πορευσάμενος ἀπραγμόνως τὴν αὐταρχίαν ἐνεπορεύσατο. νύκτωρ γὰρ τὸν Μέγαν Νεὼν εἰσεληλυθὼς καὶ τῷ ἱερῷ προσρυεὶς ἀδύτῳ, ἔτι διατρίβειν ἐν τοῖς ἔξωθεν προσδοκώμενος, ἐδεῖτο τῶν εἰσιόντων ἐπαρήξειν αὐτῷ τὴν τοῦ βασιλέως ἄδικον ἐκκλίνοντι πρόθεσιν, μηδὲ γὰρ προσκεκρουκέναι οἱ ὁπωστιοῦν, προσεπάγων ἅμα τῇ ἱκετηρίᾳ καὶ ἀφήγησιν ὀχληρὰν ὧν ἐμεγαλούργησε τροπαίων, δὶς λέγων προσβαλεῖν τοῖς τῶν ἐναντίων στρατεύμασι καὶ μεγίσταις μάχαις καὶ ἀρίστοις στρατηγικοῖς μεθοδεύμασι τοσαυτάκις τούτους τροπώσασθαι. ὡς δ’ οὐ προυχώρει τηνικαῦτα τὰ ἑαυτοῦ διαβούλια, σπονδὰς ἐκ βασιλέως δεξάμενος τὴν μὲν ἔφεσιν καὶ πάλιν ἔτρεφε τὴν αὐτὴν κατέχων βίᾳ καὶ ἄγχων ὣς ἵππον ἐξήνιον τὸ ἐνδόμυχον φίλαρχον, τότε δὲ ὡς ξυρὸς ἀκόνης τῆς συνδρομῆς τῶν στρατευμάτων λαβόμενος ὑπέθηξεν ἑαυτὸν πέρας ἐπιθεῖναι τοῖς πάλαι μελετωμένοις.
Καὶ δὴ συμβούλοις εἰς τοῦτο χρησάμενος τοῖς ὅσοι κατὰ γένος ἐκείνῳ συνήπτοντο πατριώταις (ἐκ τῆς Ἀδριανοῦ δὲ ὥρμητο πόλεως), πολλοῖς οὖσι καὶ ἅπασι δυνατοῖς, τὸ ἐρυθρὸν ὑποδύεται πέδιλον· καὶ μεταβὰς ἐκεῖθεν εἰς τὴν πατρίδα καὶ πρὸς παντὸς ἀναγορευθεὶς τοῦ στρατεύματος τὴν ἐς τὴν βασιλεύουσαν πόλιν στέλλεται καὶ περὶ τὸ ἔξω λεγόμενον καταστρατοπεδεύεται Φιλοπάτιον. Περὶ δὲ δείλην μετὰ τῶν εὐοπλοτάτων δυνάμεων τῷ τείχει προσπελάσας τῆς πόλεως, ἵππῳ ἔποχος ὢν παρὰ τοσοῦτον μὴ παντὶ μέλανι, παρ’ ὅσον λευκαὶ τρίχες ἐς κύκλον σεληναίας περιαγόμεναι φυεῖσαι ἦσαν περὶ τὸ μέτωπον, τοῖς ἐπὶ τῶν τειχῶν βασιλικοῖς καὶ θεαταῖς τῶν δρωμένων ἀστυπολίταις ἀπειλητὴς ἅμα καὶ παραινέτης ἐδείκνυτο. τὰ μὲν γὰρ αὐτοῦ φρονοῦντας εὖ παθεῖν ἔφασκεν, ὥσπερ καὶ εἰ διαπετάσαντες τὰς πύλας εἰσδέξονται, σωτῆρά τε καὶ εὐεργέτην εὑρήσουσι καὶ ὑπτίαις ἀγκάλαις αὐτοὺς προσδεχόμενον·
εἰ δὲ διὰ τῆς θύρας εἰσιόντι καὶ μὴ ἀναβαίνειν ἀλλαχόθεν ἐθέλοντι ἀντιβαῖεν δήπου καὶ ἀντισταῖεν, πάντως κλέψας τὴν εἴσοδον καὶ λῃστεύσας τὴν βασιλείαν ἐκεῖνα ἀνεπεγκλήτως ἐργάσαιτο, ὁπόσα καὶ ὠμησταὶ θῆρες τοῦς ποιμένας παρωσάμενοι καὶ μὴ διὰ τῆς αὐλῆς τῶν προβάτων, ἀλλ’ ἑτέρωθεν εἴσω παρεισιόντες. ταῦτα καὶ τοιαῦθ’ ἕτερα μεγαλαυχήσας καὶ ἅμα παράταξιν ἐνδειξάμενος ὁποίας χρεία τοῖς ἑτοιμασθεῖσιν εἰς πόλεμον, πρὸς τὸ οἰκεῖον στρατόπεδον ὑπενόστησε. Τῇ δ’ ἐπιούσῃ ἄρτι τοῦ ἡλίου τὰ ἑῷα φαυσιβολοῦντος πρὸς τοῖς τείχεσιν αὖθις τῆς πόλεως γίνεται κἀπὶ ταῖς χερσαίαις πύλαις ἀντιτάξας τὴν στρατιάν, αἳ τοῦ Χαρσίου λέγονται, εἰς δεξιὸν καὶ εὐώνυμον κέρας αὐτὴν διαιρεῖ καὶ τὸ μέσον αὐτὸς ἐπέχων τῆς φάλαγγος ἐφίησι τοῖς ἐκχεομένοις τῆς πόλεως στρατοῖς συμπλέκεσθαι· οὐδὲ γὰρ μόνον ἐντὸς τῶν πυλῶν τῆς πόλεως τὸ ὑπερπονοῦν ἑαυτοῦ κατεμέρισε βασιλεύς, ἔστι δ’ ὃ καὶ τῶν τειχῶν ἄνωθεν ἐπέταξεν ἐφεστάναι, ἀλλὰ καὶ μέρος ἀποδιελόμενος ἐπέτρεψεν ἐπεκθέειν ἔξωθεν ἑκαστάτω τῆς τάφρου καὶ τοῖς πολεμίοις ὡς ἐνὸν ἀντιφέρεσθαι.
PG 139:753εἰ δέ γε κάμωσιν ἐπιβρισάντων τῶν ἐναντίων, προσφύεσθαι παρῄνει τοῖς τείχεσιν, ὅπως οἱ τῶν πυργοβάρεων ἄνωθεν αὐτοῖς ἐπαμύνωσιν. ἕως μὲν οὖν σταθηρᾶς μεσημβρίας τοξασμοὶ καὶ ἀκροβολισμοὶ παρ’ ἑκατέρων ἐγίνοντο τῶν μερῶν· καὶ βραχύ τι μὲν ἄχρι τινὸς ἐκράτουν τῶν τοῦ βασιλέως οἱ τοῦ Βρανᾶ ὡς πολέμων ἔμπειροι, καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ Λατινικοῦ πεζικοῦ συγκροτούμενοι στίφους, ἐπεὶ καὶ οἳ τοῖς ζῶσιν ἔτι συνεξητάζοντο ἐκ τοῦ ζωγρηθέντος Σικελικοῦ στρατεύματος, τούτους ὁ βασιλεὺς φρουρᾶς ἀνεὶς καὶ δεσμῶν καὶ ὁπλισμοῖς ὑπαγαγὼν πρὸς Βρανᾶν ἀπέστειλε, καὶ ἦσαν κρατίστη φάλαγξ περὶ αὐτὸν πεζικὴ ἱππικῷ θυρεῷ καὶ ξίφει ἐπιμήκει καὶ δόρατι ἐγχήρει φραττόμενοι. ἐπιβοηθήσαντος δὲ καὶ τοῦ κατά σφας ἱππεύοντος τάγματος, κατὰ κράτος οὕτω τοὺς ἐξ ἄστεος τρέπονται ὡς καὶ ἄκοντας τὴν τάφρον διαβῆναι καὶ προσφῦναι τοῖς τείχεσιν· ἐπήμυνον δὲ αὐτοῖς οἱ τῶν τειχῶν ὑπερφαινόμενοι. Καὶ τὰ μὲν τῆς τόθ’ ἡμέρας ἐν τούτοις κατέληξεν· ἀνοχεύσας δ’ ἐφ’ ἡμέραις πέντε τὰς οἰκείας δυνάμεις ὁ τύραννος τῶν αὐτῶν καὶ πάλιν ἔχεται πόνων τοῖς περιβόλοις ἐπιστὰς τῆς πόλεως·
ποιῶν δ’ ἐπίφοβον τοῖς ἀστικοῖς ἑαυτὸν καὶ διαστασιάζειν τοὺς ἔνδον πειρώμενος μοῖράν τινα τῆς ἑαυτοῦ στρατιᾶς παρελόμενος ἐκπέμπει κατὰ τὴν βόρειον ἀντίπορθμον τῆς πόλεως πλευράν, ἥτις πόρος Βοὸς κληί̈ζεται, ἀφ’ ἧς καταφανής ἐστιν ἀκριβῶς ὁ μέχρι τῶν ἐν Βλαχέρναις ἀνακτόρων συρόμενος θαλάττιος ὁλκὸς καὶ ὅσα πρὸς ἄνεμον βορρᾶν ἐπινενεύκασι μέρη τῆς πόλεως. καὶ οἵ γε τὸ ἐπιτετραμμένον τέλει διδόντες τοὺς ἐκεῖσέ πῃ μετεώρους γηλόφους ἀνιόντες τὰς σημαίας ἠνέμωσαν. ὁ δὲ ἥλιος τοῖς θώραξιν ἐμπίπτων καὶ τοῖς τῶν στρατιωτῶν προσβάλλων θώραξι νεοσμήκτοις οὖσι καὶ λείοις ἐποίει ἀποπάλλεσθαι τούτων κατὰ καμπὴν καὶ ἐπάνοδον τῶν ἀκτίνων σελαγισμάτων ἐκπυρηνίσματα, ὡς καθ’ ὁμηγύρεις τὸν ἀστικὸν συλλέγεσθαι δῆμον εἰς τὰ ἀνεστηκότα τῆς πόλεως γήλοφα καὶ τὰ πραττόμενα θεᾶσθαι καὶ διὰ πλείστου τίθεσθαι θαύματος. Μετὰ δὲ τοῦτο καὶ τοὺς τῆς Προποντίδος οἰκήτορας εἰς ἑαυτοὺς ἐπεσπάσαντο, οἳ μάχης μὲν οὐ πάντες ἵστορες, κώπην δ’ ἐλαύνειν παμπληθεὶ ἄριστοι.
PG 139:755ὅθεν τὰ πρὸς ἰχθύων ἄγραν παρ’ αὐτῶν ναυπηγούμενα σκάφη εἰς πολεμιστηρίους συνεκρότησαν οὗτοι ναῦς, σανίσι παχείαις ἑκατέρωθεν αὐτὰ διειληφότες, καὶ οἱ μὲν σφενδόναις ὡπλίσαντο, οἱ δὲ τόξα καὶ γωρυτὸν ἀνέλαβον. καὶ οὕτως εἰς ἀρεϊκοὺς ἄνδρας ἐκ δικτυοπλόκων μετασκευασθέντες κατὰ τῶν βασιλικῶν ἰσχύουσι καὶ κραταιοῦνται τριηρέων, αἳ τὴν πόλιν περιιοῦσαι τὰς ἐκ τοῦ στρατεύματος τοῦ Βρανᾶ νυκτερινὰς ἐφόδους ἐσκόπευον καὶ ἐτήρουν ἐπιμελῶς, μή πως τὴν διὰ τῶν χερσαίων πυλῶν πάροδον ὁ τύραννος ἀπογνοὺς διὰ τῶν παρακτίων λάθοι ἔνδοθεν παρεισδύς. οἱ δ’ ἐπὶ τῶν μακρῶν νηῶν τὰ μὲν πρῶτα μαίνεσθαι ᾤοντο ἀτεχνῶς τοὺς τῶν ἰχθύων ἀγρευτάς, εἰ οὕτως ἐπὶ τῶν ἁλιάδων μόλις σαλεύοντες ἐγχρίψειν αὐτοῖς ἀπεθάρρησαν· ὡς δὲ καιρὸς ἐνειστήκει τοῦ βάλλειν καὶ βάλλεσθαι, αἱ μὲν μετὰ βυκάνων καὶ σαλπίγγων ἔξορμοι γίνονται, τὰ δὲ τῶν ἀσπαλιευτῶν πορθμεῖα σιγῇ, καὶ οἱ ἐπ’ αὐτῶν μένεα πνέοντες ἔτυπτον τὴν θάλασσαν ἐρετμοῖς καὶ συμβαλόντες ὑπερτεροῦσι τῶν ἀντιπάλων μεγίστων σκαφῶν καὶ ταῖς τῆς πόλεως ᾐόσι συγκλείουσι.
τὰ μὲν γὰρ διὰ τὸ μήκιστα εἶναι καὶ δυσδιέλικτα οὐκ ἐκ τοῦ αὐτίκα ἐκάκουν τὸ ἀνθιστάμενον, τὰ δὲ συμφορηδὸν ἐπιόντα καὶ πολλὰ μίαν τριήρη συμμίγδην περιιόντα, ἔκ τε πρύμνης καὶ πρώρας καὶ παρ’ ἑκάτερον τοῖχον μαχόμενα, ὡς ἐν στενοπόρῳ πορθμῷ τὴν νίκην εἶχον ἐπινηχομένην αὐτοῖς καὶ λαμπρὸν ἀνίστων τρόπαιον. Ἀλλ’ οὐκ ἐς πολὺ τὸ ἐκ τῆς ἥττης αἶσχος ὑπενεγκόντες οἱ τοῦ στόλου τοῦ βασιλέως παλίωξιν τῶν λεμβαδίων τιθέασι. τάχα δ’ ἂν καὶ τῷ ὑγρῷ πυρὶ τὰ πορθμεῖα ταῦτα ἠφάνισαν, εἰ μὴ ἐκ τοῦ σχεδὸν ἑστῶτες ἐπεβοήθησαν οἱ τοῦ Βρανᾶ ὁπλομάχοι ἐκ τῶν λόφων καταβάντες καὶ τὸν αἰγιαλὸν ἐπιπαριόντες ἕνεκα τοῦ ἐπαρήγειν τῷ ναυτικῷ. Ἰδὼν δὲ ὁ ἀποστάτης ὡς οὔτε κλέπτειν ἔχει τὴν πάροδον, οὔτε μὴν πολέμῳ ἢ πειθοῖ ἀνύσιμά οἱ τὰ μελετώμενα, ἄλλην τραπέσθαι διενοεῖτο· ἢ γὰρ λιμῷ τὴν βασιλίδα παραστήσασθαι πόλιν, μεγίστην ἐπιστήσας αὐτῇ καὶ κρατίστην ἑλέπολιν τὴν τῶν ἐδωδίμων ὑποσπάνισιν (ἤδη γὰρ ἡ ἑῴα τε καὶ ἑσπέριος ὑπὸ Ῥωμαίους λῆξις αὐτῷ προσεχώρησε) μηδεμίαν ἐπισκήψας νῆα σιταγωγὸν καταίρειν εἰς τὸ Βυζάντιον, ἢ προσβαλεῖν μετ’ ἀκμαιοτέρου στόλου καὶ πλείονος.
ἐκεῖνα δ’ ἦν ἀνελίττων κατὰ νοῦν, ἃ μὴ τὸ θεῖον ἐπιτελῆ ποιήσειν κατένευεν. ὁ γὰρ βασιλεὺς ὁρῶν αὐτῷ προσκείμενον τὸ τῆς πόλεως πλήρωμα καὶ μὴ μόνον οὐκ ἀνεχόμενον βασιλεύειν Βρανᾶν, ἀλλὰ καὶ ἀναθέματι καθυποβάλλον αὐτόν, ἄνω τῶν τειχέων ἀναγαγὼν οἷά τι ἄμαχον ὀχύρωμα καὶ ἀνάλωτον χαράκωμα τὴν εἰκόνα τῆς θεομήτορος, ἥτις ἐκ τῆς τῶν Ὁδηγῶν μονῆς, καθ’ ἣν προσκεκλήρωται, Ὁδηγήτρια ἐπικέκληται, ἠρρενώθη μὲν καὶ οἴκοθεν πρὸς ἀντιμάχησιν κρίνας ἀλυσιτελῆ τὴν χρόνιον ἐντὸς τοῦ ἄστεος κάθειρξιν καὶ ἀπευκταῖον δέ τι καινοποιήσουσαν, πλειόνως δ’ ὑπεῖξε ταῖς ἐπιπλήξεσι καίσαρος τοῦ Κορράδου. Ἦν δὲ ὁ ἀνὴρ οὗτος τὸ μὲν γένος Ἰταλιώτης, πατρὸς δ’ ἐξέφυ τοῦ τὴν χώραν τῆς Μοντησφεράντης κατέχοντος. τοσοῦτον δ’ ἐπ’ ἀνδρείᾳ καὶ συνέσει διέφερεν, ὥστε οὐ παρὰ Ῥωμαίοις μόνον ἦν περιώνυμος καὶ μάλιστα τῷ βασιλεῖ Μανουὴλ ἐπιπόθητον ἄκουσμα ὡς φύσεως λαχὼν εὐκληρίαν καὶ διανοίας ὀξύτητα καὶ χειρῶν δραστηριότητα, ἀλλὰ καὶ παρὰ τοῖς ὁμογενέσιν αὐτῷ περικλέϊστος.
οὗτός ἐστιν ὁ μεγίστοις φιλοδωρήμασι παρὰ τοῦ βασιλέως Μανουὴλ ἐπαρθεὶς καὶ ἀντάρας χεῖρα τῷ τῆς Ἀλαμανίας ῥηγὶ καὶ μάχῃ τὸν ἐπίσκοπον Μαγέντζης νενικηκώς, καγκελάριον τοῦ ῥηγὸς ὄντα, κατὰ τὴν Ἰταλίαν ἐμβαλόντα μετὰ πλείστων δυνάμεων, συνειληφώς τε αὐτὸν καὶ δεσμοῖς περιβαλὼν καὶ οὐκ ἄλλως ἀπολύσειν ἰσχυριζόμενος, εἰ μὴ εἴη τοῦτο καὶ τῷ Ῥωμαίων βασιλεῖ προσταχθέν. Τότε δὲ τοῦ βασιλέως Ἰσαακίου τὸν αὐτοῦ ὁμαίμονα Βονιφάτιον διὰ πρέσβεων μεταστελλομένου, ὡς κατὰ γάμον συναφθείη Θεοδώρᾳ τῇ αὐτοῦ κασιγνήτῳ, ἐπεὶ νύμφην ἐκεῖνος ἡρμόσατο καὶ ᾄσας εἶχε προςεχῶς τὸν ὑμέναιον, οὗτος τὴν τοῦ βίου κοινωνὸν θανάτῳ ἀποβαλόμενος ὡς ἕρμαιον τοῖς πρέσβεσι κρίνεται καὶ τὸ πάρεργον τοῦ ἔργου μεῖζον κατὰ πολύ· ναὶ μὴν ὑποσχέσεσιν οἱ πρέσβεις μεγίσταις τὸν Κορράδον κουφίσαντες σὺν αὐτῷ ἐπανέζευξαν.
PG 139:757καὶ ὡς εἱστίακε τοὺς γάμους ὁ βασιλεύς, μετὰ μικρὸν δὲ ἡ τοῦ Βρανᾶ ἐπηκολούθησεν ἐπανάστασις, οὐ διέλιπε τὸ τοῦ βασιλέως διανιστῶν φρόνημα καὶ ταῖς χρηστοτέραις ἀναθάλπων ἐλπίσιν, ἀπεσβηκὸς ἤδη καὶ εἰς ἀγεννῆ καταβληθὲν χαλαρότητα, καὶ ὥσπερ ἀκόνη τῷ βασιλεῖ πρὸς τὸν τοῦ πολέμου ξυρὸν γινόμενος. Ἀμέλει καὶ βασιλεὺς μὲν τοὺς γυμνόποδας καὶ χαμαιεύνας τῶν μοναχῶν ἠθροικὼς καὶ ὅσοι κίοσι τῆς γῆς ὑπερήρθησαν καθελὼν ἐδεῖτο δι’ αὐτῶν τοῦ θεοῦ διασκεδασθῆναι τὸν ἐφεστῶτα ἐμφύλιον πόλεμον καὶ μὴ μεταβῆναι ἢ ἀποπτῆναι τὸ κράτος πρὸς ἕτερον, τῶν δὲ κατὰ πόλεμον ἠτημέλει παντάπασι τὰς ἐλπίδας ἁπάσας ἐπανάπτων τῇ παντευχίᾳ τοῦ Πνεύματος·
PG 139:759ὁ δέ, ὡς ὁ καρκίνος τὴν πίνναν, πολλάκις τοῦτον διύπνιζε καὶ ὑπονύττων διανίστα, πείθων μὴ πάντα τοῖς ἀβίοις τούτοις θαρρεῖν, ἀλλ’ ἐν τῷ μέρει καὶ στρατῶν ἐπιμέλεσθαι καὶ φάλαγξιν ὁπλομάχοις κατὰ τοῦ ἀντάρτου χρήσασθαι, ὅπως εἴη μὴ μόνον διὰ τῶν δεξιῶν ὅπλων, τῶν συνάρσεων δηλαδὴ τῶν ἁγίων ἀνδρῶν, ἀλλὰ καὶ διὰ τῶν ἀριστερῶν τῶν κρατυνομένων ξίφει καὶ θώρακι τὸν ἀντικαθήμενον πολέμιον μετερχόμενος, μηδὲ χρημάτων ὑποτιθεὶς φείδεσθαι, ἀλλὰ καὶ ταῦτα διασπείρειν εἰς στρατευμάτων συναγωγήν, ἐπεὶ καὶ ἄνευ τῶν καθ’ αἷμα τῷ βασιλεῖ συναπτομένων καὶ τῶν ὅσοι τὰς οἰκήσεις μὴ ἐκτὸς εἶχον τῆς πόλεως πάντες ὑπέκυψαν τῷ Βρανᾷ κἀκ τῶν ἔξωθεν οὐκ ἦν ἐπεισενέγκασθαι στρατιάν. Οἷς δὴ τοῦ καίσαρος λόγοις καθάπερ ἐνδελεχῶς βουπλῆγι τιτρώμενος ἀνένηψέ τε τοῦ κάρου καὶ τῆς ἀκηδίας μεθήρμοστο καὶ ἤρξατο συλλέγειν συμμαχικόν.
μὴ εὐπορεῖν δὲ λέγων χρυσίνων ἐκ τῶν βασιλικῶν ταμιείων ἀργύρεα σκεύη ἀνελόμενος παρακατέθετο ταῦτα ταῖς χρυσίου εὐπορούσαις μοναῖς καὶ τὰ ἐκεῖθεν πορισθέντα χρήματα εἰς συλλογὴν διέδωκε στρατιᾶς, κἂν ὕστερον μετὰ τὴν νίκην καὶ τὸ χρυσίον οὐκ ἀπέδωκε καὶ τὰ παρακατατεθέντα ἀνείλετο. ἀμέλει καὶ ἐν βραχεῖ καιρῷ ὁ μὲν Κορράδος ἀπὸ τῶν κατὰ πόλιν συναγήοχε Λατίνων ἱππότας περὶ τοὺς δὶς ἑκατὸν καὶ πεντήκοντα, πάντας ἀρειμανίους, καὶ πεζοὺς πεντακοσίους. οὐκ ὀλίγοι δ’ ἐστρατολογήθησαν καὶ ἀπὸ Ἰσμαηλιτῶν καὶ τῶν ἑῴων Ἰβήρων, κατ’ ἐμπορίαν στειλαμένων τὴν εἰς τὴν βασιλίδα τῶν πόλεων. τὸ δὲ περὶ τὸν βασιλέα ἐπίσημον τῷ γένει καὶ ἄλλως περὶ τὴν βασίλειον αὐλαίαν εἱλούμενον περὶ τοὺς χιλίους ἠρίθμητο. τοσαύτην δ’ ὁ Κορράδος ὑπὲρ τοῦ κρατοῦντος εἰσηνέγκατο σπουδήν, ὥστε θεόπεμπτον ἀγαθὸν κατὰ καιρὸν τῷ βασιλεῖ ἐπιστὰν τοῖς ἅπασιν ἐλογίζετο. Ἔστι δ’ ὅτε τῷ βασιλεῖ ἐσθίοντι ἐπιστὰς εἴθε οὕτως ὑποστενάξας εἴρηκε τῶν κατὰ τὸν ἐφεστῶτα πόλεμον ἐπεμέλου, ὥσπερ γίνῃ τρεχέδειπνος, ἐπὶ τὰ προκείμενα βρώματα λιχνευόμενος καὶ ὅλην τὴν φροντίδα τοῖς παρακενουμένοις διαχαλῶν δαιτρεύμασιν.
ὁ δὲ ἐρυθριάσας ἐπὶ τῷ ῥήματι τούτῳ καὶ πυρωπότερος φανεὶς ἑαυτοῦ καὶ μειδιάσας βεβιασμένον ἐπελάβετο τῆς χλανίδος τοῦ καίσαρος καὶ διασεσοβηκὼς εἶπεν ὡς κατὰ καιρόν, ὦ οὗτος, ἑστιασόμεθά τε καὶ μαχεσόμεθα. Ἐγένοντο δὲ καὶ διοσημίαι τηνικαῦτα· ἡμέρας γὰρ ἀστέρες ἐφάνησαν καὶ ὁ ἀὴρ ταραχώδης ὤφθη καὶ περὶ τὸν ἥλιον πάθη τινὰ συμβεβήκασιν, ἅ φασιν ἅλωνας, ὡς μηδὲ τοῦτον καθαρὸν καὶ ἀθόλωτον, ἀλλ’ ὠχρότερον ἀποδισκεύειν τὸ φῶς. Τοσαύτην δ’, ὡς ἐνεδίδου τὰ πράγματα, συνηθροικὼς ὁ βασιλεὺς στρατιὰν ἔγνω μὴ ἀναδύεσθαι καὶ μέλλειν εἰσέτι καθήμενος ὑπωρόφιος, ἀλλ’ ἐν τῷ μέρει καὶ αὐτὸς ξιφήρης ὀφθῆναι τῷ ἀποστάτῃ. στὰς τοίνυν θωρακοφόρος εἴσω τοῦ περιβόλου τῆς πόλεως, ὃν ὁ βασιλεὺς ἀνήγειρε Μανουὴλ ἔρυμα τῶν ἐν Βλαχέρναις ἀρχείων, παρεθάρρυνε λόγοις τὸ συγγενὲς καὶ τὸ παρεστὼς ἐγγύθεν ὁπλιτικὸν τοιάδε παρακελευόμενος· Κρεῖσσόν ἐστι δήπουθεν καὶ παρά γε θεῷ ἀνεπέγκλητον τοῦ ἐννόμως κρατοῦντος προκινδυνεύειν τοὺς ὑπ’ ἀρχὴν ἢ γοῦν προσρέπειν ἀνδρὶ νεωτεριστῇ καὶ κατ’ ἀλλήλων ἐκπολεμώσαντι τὸ ὁμόγλωττον.
PG 139:761εἰ δέ τινες εἶεν μετακυβευομένην ἔχοντες τὴν γνώμην καὶ ἀμφιτάλαντον ἢ προσκεχηνυῖαν ὅλην τῷ ἀποστάτῃ καὶ δυσερώτως αὐτοῦ ἐξέχονται, καὶ ὃν χθὲς ὡς δεσπότην δεσμόχειρες ἐθεράπευον, τοῦτον ἀθετοῦσι σήμερον, αἴτησιν ταύτην αὐτοὺς αἰτοῦμαι δικαιοτάτην, ἐπ’ οἴκου ἱζάνειν μηδενὶ ἐπαρήγοντας, ἕως ἂν πολέμῳ διακριθείη τὰ πράγματα καὶ τῷ νικῶντι πρὸς τοῖς ἄλλοις ὑποπεσοῦνται, ἢ μεταχωρεῖν ἐς τὸν ἀποστάτην ἐξ αὐτῆς καὶ πρὸ τῆσδε τῆς συμπλοκῆς κἀκείνου προπολεμεῖν τε καὶ προκινδυνεύειν, ὅπως καὶ χάριν εἴσεται πλείονα τροπαίοις ἀναδηθείς. ὡς τό γε ἐμοὶ μὲν προσκολλᾶσθαι καὶ χείλεσι τιμᾶν, ἑτέρῳ δὲ προσνενευκέναι καρδίᾳ κἀκείνῳ ἀπονέμειν ἅπαν τὸ πρόθυμον, οὐκ οἶδα εἴ τις καὶ ἐπαινέσεται ἢ ὅπως ζυγοστατηθείη παρὰ θεῷ, ὃς τὰς ἐπὶ στήθους ἐννοίας ἐξετάζει φιλοδικαίως. τὸ γὰρ ἔτι τούτων χεῖρον καὶ ἀναιδέστατον οὐδὲ βαλέσθαι προάγομαι κατὰ νοῦν, τουτέστι τὸν τοῦ πολέμου καιρὸν αὐτομολίας ἐργάζεσθαι πρὸς τὸν τύραννον καὶ κακὸν καὶ τοῖς ἐκλεκτοῖς ἀνδράσι προκεῖσθαι παράδειγμα εἰς τὸ συμμεθίστασθαί σφισι καὶ προσαπαίρειν εἰς ἕτερον, ὃ κἀπὶ τοῖς ἀγεληδὸν πετομένοις πτηνοῖς ὁρῶμεν γινόμενον·
ἑνὸς γὰρ ἀναπτάντος καὶ τὰ λοιπὰ ῥοιζηδὸν συνανίπτανται καὶ τῇ τοῦ ἑτέρου καταπαύσει συστέλλουσιν ἅπαντα τὸ πτερόν. Ταῦτα δ’ ἐφθέγγετο δι’ ὑποψίας ἔχων τὸν πρὸς πατρὸς θεῖον τὸν σεβαστοκράτορα Ἰωάννην ὡς πάλαι τε τῷ Βρανᾷ συνήθη καὶ ὀλίγῳ πρότερον τῆς ἀποστασίας γάμον υἱοῦ θύσαντα μετὰ θυγατρὸς τοῦ Βρανᾶ. ἐφ’ οἷς καὶ ὅσοι μὲν ἐπλήρουν τὸν τότε σύλλογον οὐ μικρῶς ἐπαθήναντο, ὁ δὲ σεβαστοκράτωρ ἅπαν ἑαυτοῦ μεθιστῶν ὕποπτον παλαμναιοτάταις ἀραῖς τοὺς κατ’ οἶκον ἅπαντας ἑαυτοῦ καὶ ἑαυτὸν δὴ καθυπέβαλλεν, εἰ ὅλως ἐγνώκει ποτὲ τῷ Βρανᾷ προστεθήσεσθαι· μηδὲ γὰρ οὕτως εἶναι τοῦ καθήκοντος ἀδαὴς ἢ τὸν νοῦν ὑπὸ τοῦ γήρως ἀπολωλεκέναι καὶ ἠλιθιάζειν παντάπασιν, ὡς ἀδελφόπαιδος βασιλέως καὶ ἀπὸ δόξης εἰς δόξαν μετεωρίσαντος τὸν ὕπαιθρον καὶ ἔπηλυν ἀνταλλάξασθαι δι’ ἀγχιστείαν παιδός, καὶ ὃν οὐκ ἴσησιν ἀκριβῶς, εἰ διανοήσαιτο δήπουθεν ἐπ’ αὐτῷ καὶ δράσειε τὰ χρηστότερα. Ἐπεὶ δ’ ἐκάλει καιρὸς πρὸς παράταξιν καὶ ὁ ἀποστάτης ἐκτάσσειν τὰς οἰκείας δυνάμεις ἠγγέλλετο, ἀνακλίνονται μὲν αἱ πύλαι τῆς πόλεως, ἐκχέονται δὲ τὰ στρατεύματα.
καὶ τὸ μὲν εὐώνυμον κέρας ὁ πρωτοστράτωρ ἐπεῖχε Μανουὴλ ὁ Καμύτζης, ὃς οὐκ ὀλίγα τῷ βασιλεῖ ἐχορήγησε χρήματα κατὰ τὴν τότε γενομένην τῶν ὁπλιτῶν ξενολόγησιν· ἔχθιστος γὰρ ὢν τῷ Βρανᾷ, μηδ’ ἀγαθαῖς ἐννοίαις βαλλόμενος, εἴπερ εἴη ἐπικρατέστερος ὁ Βρανᾶς, πᾶσαν τὴν οὐσίαν βασιλεῖ ἀνεκάλυψε καὶ ταύτης ὁπόσον βούλοιτο μέρος ἀποδάσασθαι συγκεχώρηκε, κρεῖσσον οἰηθεὶς ὑπὲρ βασιλέως φιλοῦντος καὶ προσγενοῦς καταπροέσθαι τὰ ὄντα ξύμπαντα καὶ πλείω νικῶντος μετ’ εὐχαριστίας ἀπολήψεσθαι, ἢ τὰ οἴκοι ἀλλοτρίῳ, καὶ τούτῳ ἀσπόνδῳ τε καὶ ἀγνώμονι, ταμιεύειν εἰς κατάγελων οἰκεῖον κἀκείνου ῥᾳστώνην ἄφθονον. τὸ δὲ δεξιὸν αὐτὸς διεῖπεν ὁ βασιλεὺς Ἰσαάκιος, ἐν ᾧ συνείλεκτο ἅπαν εἴ τι κράτιστον καὶ ὅπλοις ἀριπρεπέστατον, τὸ δὲ μέσον ὁ Κορράδος καῖσαρ μετὰ τῶν ἐπὶ μισθῷ ἀγηγερμένων Λατίνων ἱππέων τε καὶ πεζῶν. Τοῦ δ’ ἀντιταξαμένου στρατοπέδου τὸ μὲν μέσον τῆς φάλαγγος, ἔνθα καὶ τὸ συγγενὲς καὶ φίλιον ἥλιστο τῷ Βρανᾷ καὶ εἴ τι τῶν συνακολουθησάντων ἐπίσημον τῷ γένει καὶ εὐθαρσές, αὐτὸς ἐπέχων ἦν ὁ Βρανᾶς, τὰ δ’ ἑκατέρωθεν ἱστάμενα τάγματα ἄλλοι τε στρατηγίας εἰδήμονες καὶ ὁ Σκύθης Ἐλπούμης.
PG 139:763Μήπω μὲν οὖν μεσούσης ἡμέρας ἀκροβολισμοὶ ἑκατέρωθεν καὶ ἐμπηδήσεις κατ’ ἀλλήλων ἐγίνοντο παρ’ ἀμφοτέρων τῶν στρατευμάτων καὶ πεζικαὶ προβεβλημέναι δυνάμεις μάχης ἐξ ἀντιστάσεως ἥπτοντο. ἐπεὶ δ’ ὁ ἥλιος κατὰ κορυφὴν ἔφλεγε, τότε δὴ τὰ σημεῖα τῆς μάχης αἴρεται καὶ πρῶτος ὁ Κορράδος διακινεῖται, φοινικοβαφὲς μετὰ τῶν αὐτῷ συνόντων τὸ τῶν ὅπλων ἔχων ἐπίσημον. αὐτὸς μέντοι ἄνευ θυρεοῦ τηνικαῦτα διηγωνίζετο, ἐκ δὲ λίνου πεποιημένον ὕφασμα οἴνῳ αὐστηρῷ ἱκανῶς ἡλισμένῳ διάβροχον πολλάκις περιπτυχθὲν δίκην θώρακος ἐνεδέδυτο. ἐς τοσοῦτον δ’ ἦν ἀντιτυπὲς ἁλσὶ καὶ οἴνῳ συμπιληθέν, ὡς καὶ βέλους εἶναι παντὸς στεγανώτερον· ἠριθμοῦντο δ’ ἐς ὀκτωκαίδεκα καὶ πλείω τὰ τοῦ ὑφάσματος συμπτύγματα.
ποιήσας δὲ τὸ μεταίχμιον βραχύτερον αὖθις ἵσταται, καὶ ἐπεὶ οἱ μὲν πεζοὶ τὰς λόγχας ὡς πρὸς συμπλοκὴν ἀνέστησαν πυργηδὸν παραταξάμενοι (ἀσπὶς γὰρ ἀσπίδα καὶ κόρυς κόρυθα ἤρειδε καὶ οἱ θυρεοὶ ἀλλήλοις συνέμυον), οἱ δὲ ἱππεῖς τὰ δόρατα ἠγκωνίσαντο καὶ τὰ τῶν ποδῶν κέντρα τοῖς ἵπποις ἐνέπειραν, ἤδη δὲ καὶ τὸ τοῦ βασιλέως τάγμα ἐπηκολούθει, οὐδὲ τὴν πρώτην ἔμπτωσιν τοῦ περὶ τὸν Κορράδον ὁπλιτεύοντος πεζικοῦ, οὐδὲ τὴν ῥόθιον ἐπαγωγὴν τῶν ἱππέων οἱ κατὰ τὸν Βρανᾶν ὑπενεγκόντες τὰ νῶτα μεταβαλόντες διασκίδνανται· ἐπὶ δὲ τούτοις καὶ τὰ λοιπὰ διαθροηθέντα τάγματα τρέπονται πρὸς φυγήν. Αὐτὸς δ’ ὁ Βρανᾶς γεγωνὸς κεκραγὼς καὶ διάτορον στῆτε Ῥωμαῖοι·
πλείους γὰρ πρὸς ἐλάττονας μαχεσόμεθα καὶ πρῶτος ἔγωγε κατὰ τῶν ἐνωπίων ἐμβαλῶ πολεμίων καὶ ἅμα δρῶν ὃ ὑπετίθετο παλίνστροφον μὲν οὐδένα ποιήσειν ἴσχυσε, κατὰ δὲ τοῦ Κορράδου ἄτερ κόρυθος μαχομένου τὸ δόρυ ἴθυνεν, οὐ καιρίως δ’ ἔβαλεν, ἀλλὰ τὸ μὲν τὸν τοῦ καίσαρος ὦμον παραξέσαν ἅλιον τῶν ἐκείνου χειρῶν ἐξερρύη, ὁ δὲ ἀμφοτέραις τοῦ οἰκείου ξυστοῦ λαβόμενος ἐμπήγνυσι τοῦτο τῇ παρειᾷ τοῦ Βρανᾶ καὶ σκοτοδίνης πίμπλησι καὶ κατακρημνίζει τοῦ ἵππου Βρανᾶν. τὸ δ’ ἀπὸ τοῦδε περιστάντες αὐτὸν οἱ δορυφόροι τοῦ καίσαρος καταδορατίζουσι. φασὶ δὲ ὡς ἐν τῷ πρώτως ὑπὸ Κορράδου τρωθῆναι τὴν τελευτὴν πτοηθεὶς ἱκετηρίασε Βρανᾶς μὴ τεθνάναι, τὸν δὲ Κορράδον ἐκείνῳ μὴ χρῆναι δεδιέναι ἀποκρίνασθαι· οὐδὲ γὰρ ἀηδές τι πείσεται ἕτερον ἢ τὴν κεφαλὴν μόνον ἀποκοπήσεται. ὃ καὶ παραχρῆμα πέπονθεν. Ἀκόσμου δὲ τῆς φυγῆς γενομένης, ἕκαστος τὸν καθ’ αὑτὸν διώκων ἀνῄρει. τοῦτο δὲ ἀρχομένης συμβὰν τῆς τροπῆς οὐ περαιτέρω προβέβηκε· καὶ Ῥωμαῖοι γὰρ ὁμογενοῦς ἐφείδοντο αἵματος, καὶ αὐτοὶ δὲ οἱ διωκόμενοι τὸν περὶ ψυχῆς τρέχοντες μεθ’ ἁπάσης ὁρμῆς ἀπεδίδρασκον.
PG 139:765ἐσκύλευται οὖν ὁ χάραξ ὑπὸ τῶν νικώντων καὶ εἰς διαρπαγὴν ἐκκείμενος ἦν οὐ μόνον τοῖς τοῦ βασιλέως στρατεύμασιν, ἀλλὰ καὶ τοῖς ἐκχεομένοις ἀστυπολίταις. Ἀναιρεῖται δὲ κατὰ τοῦτον τὸν πόλεμον καὶ Κωνσταντῖνος ὁ Στηθάτος περὶ τὸν βουβῶνα λόγχῃ τρωθείς, ἀνὴρ ἀγαθὸς καὶ μείλιχος, ὃς διέπων τὴν ἐπαρχίαν τῆς Ἀγχιάλου οὐχ ἑκόντως ἐπηκολούθησε τῷ Βρανᾷ, ἀλλ’ οὔτε τὸν προσλαβόμενον ὤνησέ τι, καθὼς καὶ προσεδοκᾶτο, Βρανᾶν καὶ ἑαυτὸν οὐκ ἐξέσωσε τοῦ μαχαίρᾳ πεσεῖν, τῶν τότε ἀστρολόγων ὁ δοκιμώτατος ὤν· ἀλλά τι τὴν ἐκείνου γνῶσιν διαδραμόν, ὡς ἔοικε, λεπτεπίλεπτον ἡσυχῇ μένειν πέπεικεν ἐπὶ τῆς σκηνῆς καὶ ἐπιὸν οὐκ ἔδεισε τὸ πολέμιον. ἐλέγετο δὲ τῷ Βρανᾷ φοιβάζειν προρρητικῶς, ἐκ τῶν τῆς τέχνης ἐκβάσεων τεκμαιρόμενος, ὡς κατὰ τὴν ἡμέραν ἐκείνην τῆς πόλεως ἐντὸς εἰσελεύσεται καὶ θριαμβεύσει περιφανῶς. τοῦτο δὲ εἰ μὲν ἀληθῶς αὐτὸς εἴρηκεν ὁ Στηθάτος, ἀσφαλῶς οὐκ ἴσημι, ὅτι μηδ’ ἀψευδῶς τὰ πάντα ἡ φήμη μυθεύεται, ὁπόσα περιλάλητα τιθέναι φιλεῖ.
ὅτι δέ, εἰ δῶμεν εἰπεῖν ὁπόσα ἡ φήμη ἐδίδαξεν, ἐπὶ κενῆς ἐτοξεύθησαν ὑπὸ τοῦ προφάντορος Στηθάτου, αὐτά, φησί, τὰ πράγματα ἔφαναν, εἰ μή τις τῇ οὐρανοσκόπῳ ἐπιστήμῃ προσκείμενος μὴ παντάπασι διεψεῦσθαι τουτονὶ διατείνοιτο καὶ τὰ τῆς τέχνης μὴ καθόλου διαπεσεῖν, εἰς τὴν τοῦ Βρανᾶ κεφαλὴν μετάγων τὰ προρρηθέντα καὶ τὸν ἕτερον αὐτοῦ τῶν ποδῶν, ἅπερ τῆς ἡμέρας ἐκείνης διὰ τῆς ἀγορᾶς ἐμπεπαρμένα κοντοῖς ἐνεπόμπευσαν, σὺν αὐτῇ δὲ καὶ κεφαλήν τινος ἀγοραίου, Ποιητοῦ λεγομένου, ἣν οὐδεμία πολεμία χεὶρ ἀφείλετο, αὐτὸς δὲ βασιλεὺς μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην καὶ τὴν τῶν ἐναντίων καταπολέμησιν ἀποτμηθῆναι προσέταξεν, οὐκ οἶδα ἐφ’ ὅτῳ συνοίσοντι ἢ κατορθώματι. Καὶ τοιοῦτο μὲν ὁ τότε ἀγὼν εἴληφε πέρας, αὐτὸς δὲ ὁ βασιλεὺς τραπόμενος εἰς ἑστίασιν πᾶσαν τῶν ἀρχείων ἀνῆκε πύλην αὔλειον καὶ παράθυρον προσκήνιον, ὥστε τοὺς βουλομένους εἰσιέναι καὶ θεᾶσθαι αὐτὸν τροπαιοῦχον. ἐν δὲ τῷ ἅπτεσθαι τῶν σιτανείων χανδὸν καὶ τὰς χεῖρας κινεῖν εἰς τὸν τῶν προκειμένων ἐδεστῶν πόλεμον, ἐπεισόδιόν τι οὐκ εὐπρεπὲς καὶ ἄθυρμα ἐπιδείπνιον τὴν τοῦ Βρανᾶ παρεισαχθῆναι κεκέλευκε κεφαλήν.
ἡ δὲ ὡς εἰσῆκτο, ἐπ’ ἐδάφους ἔρριπτο, σεσηρυῖα καὶ μεμυκυῖα τὼ ὀφθαλμώ, ὧδέ τε κἀκεῖσε δίκην σφαίρας διαγομένη τε καὶ μεταγομένη διηκοντίζετο. ὕστερον δὲ καὶ τῇ αὐτοῦ γαμετῇ ἔνδον τῶν ἀνακτόρων καθειργμένῃ παρεισφέρεται καὶ ἀνέρεται αὕτη, εἰ σύνοιδεν, ὅτου ἐστὶν ἡ κεφαλή. ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐπιβαλοῦσα τῷ οἰκτρῷ ἐκείνῳ καὶ ἀέλπτῳ θεάματι οἶδά φησι καὶ ταλανίζω ἐμαυτήν. ἦν γὰρ σώφρων ἡ γυνὴ καὶ τὴν ἐπιπρέπουσαν τῷ θήλει σιωπὴν τιθεμένη περὶ πολλοῦ, οὗ χάριν καὶ καλὴν ἐν γυναιξὶ κατωνόμαζεν ὁ πρὸς μητρὸς αὐτῇ θεῖος ὁ αὐτοκράτωρ Μανουὴλ καὶ οἷόν τι τῶν ἐκ γένους ὀσφράδιον. Τὰ δέ γε πρὸς ἀποστασίαν τῷ Βρανᾷ συναράμενα στρατεύματα, ὅλους ἀνέντα χαλινούς, τὰς ὁπουδήποτε φερούσας ἐτράπετο. καὶ οἱ μὲν ὄπισθεν ἑστῶτες τῶν προμάχων κατὰ τὸν καιρὸν τῆς συμπλοκῆς, ὡς ᾔσθοντο τῆς τροπῆς, ἁψάμενοι τῆς φυγῆς πρότεροι τοὺς κατόπιν ἐλαύνοντας ὡς πολεμίους ὑφορώμενοι τὸν δρόμον, ὡς μὴ συλληφθεῖεν, ἐπέτεινον·
PG 139:767οἱ δ’ ἐφεπόμενοι τὸ σύντονον εἰς φυγὴν τῶν προαγόντων ὡς πρᾶξιν ζηλοῦντες σώζουσαν καὶ τὴν τῶν πολεμίων ἐπιδίωξιν δεδιττόμενοι ἐκεῖνα ηὔχοντο ἄντικρυς, τοὺς μὲν ἵππους μὴ ποσὶ κόπτειν τὸ δάπεδον, ἀλλ’ ἵπτασθαι κατὰ Πήγασον, αὐτοὺς δὲ ἀορασίᾳ καλύπτεσθαι, ὡς εἰ τὴν κυνέην Ἅιδου ὑπέδυσαν. ἦ πολλὴ τότε ἦν αὐτοῖς ἡ δείλανσις καὶ πᾶν ἐποίει καὶ πράττειν καὶ εὔχεσθαι. ἀλλὰ καὶ περὶ τὴν γέφυραν πλεῖστοι ἂν ἀπολισθόντες ὀλώλασιν, ἥτις κατὰ τὸ Δαφνούτιον περιάγεται, εἰ μή τις αὐτοὺς ἐπεπείκει καθυφεῖναι τῆς ὀξείας φυγῆς κατὰ κόσμον τε καὶ μὴ ἐπισφαλῶς διὰ τῆς ἁψῖδος ἰέναι, εἰς οὐρανὸν ἀνατείνας τὰς χεῖρας καὶ τὸ θεῖον ἐπομοσάμενος μηδένα κατ’ αὐτῶν ἐπιέναι πολέμιον ὄπισθεν, ἀλλὰ πάλαι μεταστραφέντας παύσασθαι τῆς καταδιώξεως. Ὅσοι μὲν οὖν τὴν τύχην ἦσαν φλαῦροι καὶ περιπέζιοι, οὗτοι ἀνεπαχθῶς καὶ ἀνεπεγκλήτως ἀφίκοντο οἴκαδε τὴν οἰκείαν παράβυστον σώζουσαν ἔχοντες καὶ μηδένα δεδιότες τὸν ἐπὶ τῷ κολάσαι ἀναδιφήσοντα·
οἱ δὲ τὸ γένος λαμπροὶ καὶ ἐπίσημοι δι’ ἡγεμονίαν ἢ ἀρχηγίαν, οὗτοι ἐς ἄθρουν ἁλισθέντες σύνταγμα διαπρεσβεύονται βασιλεῖ, συγγνώμην αἰτοῦντες, οἷς ἀπέστησαν ἀπ’ αὐτοῦ καὶ τῷ ἀποστάτῃ ἐπηκολούθησαν, καὶ παρὰ βασιλέως λαμβάνοντες τὸ ἀνέγκλητον ἀγαθοὶ καὶ πιστοὶ θεράποντες ἐς τὸ μέλλον ἔσεσθαι συνετίθεντο κἀκ τῶν ἔργων αὐτῶν ὑποδεῖξαι τὴν μετάνοιαν ἐφ’ οἷς ἐκ παρανοίας πεπαρῳνήκασι κατὰ τοῦ κυρίου βασιλέως ἐφοπλισάμενοι. εἰ δὲ βασιλεύς, φησί, τὸ τῆς ψυχῆς θυμούμενον πλουτῶν ἀμετάθετον οὐκ αὐτῆμαρ καταπέψει τὴν ὀργιλότητα ἢ γοῦν ἐσέπειτα στήσει τὰ ἡμαρτημένα σφίσιν αὐτοῖς, ὃν ὑπέτυφε κότον εἰς σπινθῆρας ἀναρριπίζων θυμοῦ, καὶ αὐτοὶ φευξοῦνται ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τὸν παρὰ τοῖς φιλεχθροῦσιν ἔθνεσι Ῥωμαίοις ζητήσουσιν ἔσχατον σταθμὸν κἀκεῖνα Ῥωμαίους ἐργάσονται, ὅσα οἷς προσερρύησαν δρᾶν ὤφειλον, ἐπεὶ μηδὲ καινόν, εἰ διφῴη τις τὸν ἀντίπαλον καὶ κολακεύει τουτονὶ ὡς φίλιον τὸν οἰκεῖον εὑρίσκων πολέμιον. Ταῦτα οἱ μὲν πρέσβεις ὑπετονθόρυσαν.
βασιλεὺς δὲ πᾶσιν ἀμνηστίαν ἐβράβευσε καὶ τοὺς προσιόντας εὐμενῶς προσδεχόμενος παρῄνει μετάμελον ἐπὶ τῇ παραβάσει τῶν πρὸς αὐτὸν ὀμωμοσμένων ἐνδείκνυσθαι καὶ ἀρχιερεῖ ὀπτάνεσθαι τῷ μεγάλῳ καὶ ζητεῖν ἐκεῖθεν λύσιν τοῦ ἀναθέματος, ᾧπερ αὐτοὺς οἱ τῆς πόλεως οἰκήτορες καθυπέβαλον ἄνωθεν ἑστῶτες τῶν πυργοβάρεων καὶ τὰ παρ’ αὐτῶν θεώμενοι δρώμενα. καὶ πολλοὶ τῷ πατριάρχῃ προσήλθοσαν, ὅσοις τέως εὐλαβείας μετῆν· οἱ δ’ ἄλλοι τῇ κατανεύσει τῆς κεφαλῆς τὸ πέρας τῆς παραιφάσεως συμμετρήσαντες ὡς λῆρον ἡγήσαντο τὴν εἰς τὸν Μέγαν Νεὼν ἄφιξίν τε καὶ ἐξαγόρευσιν. ἐῶ γὰρ λέγειν ὡς ἦσαν οἳ τῶν ἀτασθάλων μετὰ τὴν ἐκ προσώπου τοῦ βασιλέως ἐξέλευσιν διεχλεύαζον αὐτὸν καὶ ἐξεμυκτήριζον καὶ οὐ καινὸν ἔλεγον, εἰ θεῷ πρότερον κληρωθείς, ἐπεὶ καὶ τοῦτο προςδιεβέβλητο, ἐκεῖνα καὶ αὐτοῖς ὑφηγεῖται νῦν, ὁπόσα δὴ καὶ ἐξ ἐφήβου δεδίδακται. πολλοὶ δὲ καὶ τῷ Ἀσὰν καὶ τῷ Πέτρῳ προσερρύησαν· ἀλλὰ καὶ οὗτοι γράμμασι βασιλικοῖς μετὰ μικρὸν ἐπανήλθοσαν. Ἄλλο δ’ ἐπὶ τούτοις παρηκολούθησεν ἔργον παραλογώτατον.
PG 139:769ὁ γὰρ βασιλεὺς πᾶσιν ἐνέδωκεν ἀτεχνῶς ἀστικοῖς τε καὶ ἀλλοχώροις διεκχεῖσθαι καὶ κακῶς δρᾶν ὁπόσοι πρὸς Βρανᾶν μετετάξαντο τῶν τε ἀγχοῦ τῆς πόλεως ἀγροτῶν καὶ τῶν τὴν Προποντίδα λαχόντων εἰς οἴκησιν. καὶ τὴν μὲν τῆς ἡμέρας ἐκείνης διάδοχον νύκτα, καθ’ ἣν Βρανᾶς κατηγώνιστο, ἐνίεται ταῖς οἰκίαις τῶν δυστήνων Προποντίων τὸ ὑγρὸν πῦρ, ὃ ἐπὶ τοῖς στέγουσιν ἀφυπνοῦν σκεύεσι κατὰ τῶν ἀστραπῶν ἐξαίφνης πρόεισι τὰ ἐξάλματα καὶ πιμπρᾷ καθ’ ὧν διεκπῖπτον ἀφίεται. τὸ δὲ λάβρον ἐμπεσὸν τοῖς δρυφάκτοις ἐπυρπόλησεν ἅπαν οἰκοδόμημα, εἴτε τέμενος τοῦτο ἅγιον ἦν, εἴτε σεμνεῖον ἱερόν, εἴτε οἴκημα ἰδιωτικόν· καὶ τοῦ κακοῦ παρὰ πᾶσαν δόκησιν ἐπελθόντος οὐ μόνον τὰ μέλαθρα τὸ πῦρ ἐπενέμετο καὶ ἡ φλὸξ μικροῦ διεῖρπεν αἰθέριος, ἀλλὰ καὶ τὰς οὐσίας ἐπεβόσκετο τῶν ἀνθρώπων, οὐδενὸς ἁρπάσαι τι καὶ μετενεγκεῖν ἔχοντος, εἰ μὴ ὅσα τῶν χρημάτων εὐάγκαλα.
Κατὰ δὲ τὴν μετ’ αὐτὴν ἕω ἔξεισιν ὡς ἐκ προσκλήσεως τὸ Λατινικὸν στῖφος, ὃ τῷ Κορράδῳ καίσαρι συνετέτακτο, καὶ τὸ ἀγελαῖον καὶ πτωχεῦον πλῆθος τῆς πόλεως καὶ τὰ πέριξ διαδραμόντες, οἱ μὲν ἔτι τὰ ὅπλα φέροντες, οἱ δ’ ἀμυντηρίῳ τῷ παρευρεθέντι χρώμενοι, τί μὲν οὐχ ἥρπασαν, τί δὲ χείριστον οὐκ εἰργάσαντο; οἰκήματα κατήρειψαν, τὸν ἔνδον πλοῦτον περιεβάλοντο, ἱερὰ ἀνηρεύνησαν φροντιστήρια, ἔπιπλα ἀφείλοντο παναγῆ, σκεύη τίμια ἐβεβήλωσαν, σεμνὴν μοναζόντων πολιὰν οὐκ ᾐδέσθησαν, ἀρετῆς, ἣν καὶ πολέμιος οἶδε τιμᾶν, ἠλόγησαν, καὶ ἵνα τὰ πολλὰ συντέμω, πᾶσαν κάκωσιν καθ’ ὧν ἐπῄεσαν ἐπεδείξαντο. πολλοὶ δὲ καί, ὅτι τῶν κατ’ οἶκον σκυλευομένων ὑπέμυξαν, θάνατον εὕραντο τὸ ζημίωμα. προύκοψε δ’ ἂν τὸ δεινὸν καὶ χρονιώτερον γεγονὸς ὤφθη περιαλγέστερον, εἰ μή τινες ἀνενεγκόντες βασιλεῖ τὰ τελούμενα καὶ βαρυαλγήσαντες, ὡς εἰκός, ὑπένυξαν πρὸς διόρθωσιν. καὶ στείλας εὐθύς τινας τῶν κατ’ ἀξίωσιν καὶ γένος περιφανῶν ἀνέστειλέ τε τὰς τῶν ἀτάκτων ὁρμὰς καὶ κατέληξεν οὕτως ὀψέ ποτε τὰ εἰς μέγα μέρος ἀφανισμοῦ τῶν ἐκεῖσε τολμώμενα.
Ἀλλ’ οὔπω ταῦτα διετεθρήνητο ἀκριβῶς ὁπόσοις τῶν ἀνθρώπων ψυχὴ φίλοικτος καὶ τὸ δάκρυον ταῖς τῶν πασχόντων ἀναπιδύει θερμότερον συμφοραῖς, καὶ τὸ τῆς πόλεως χειρωνακτικὸν καὶ ὅσον οὐ συνεπευδόκησε τοῖς λοιποῖς ἐπὶ τὰ ἱστορημένα ἤδη τῷ λέγειν μοι δεινὸν ἡγησάμενοι, εἰ οὐχ ὅπως ἐλευθεροστομοῦσι Λατῖνοι καὶ βρενθύονται τῷ ὑπ’ αὐτῶν καταγωνισθῆναι Βρανᾶν, ἀλλὰ καὶ κατὰ τῶν ἀστυγειτόνων σφίσι Ῥωμαίων διαπεπράχασι τὰ ἀνύποιστα, κατὰ φάλαγγας ἀγειρόμενοι καὶ σπείρας χειμερίου δίκην χειμάρρου ταῖς τῶν Λατινικῶν γενῶν οἰκίαις προσρήγνυνται. αἵ τε οὖν ἄσημοι φωναὶ τὸν ἀέρα ἐγέμιζον, ὡς οὐδ’ εἰ κολοιῶν ἢ γεράνων ἢ ψάρων ἔθνεα κλαγγηδὸν ἐπτερύσσοντο ἢ ἐπέκλωζον θηρευταὶ καὶ ἐπεθώϋζον κυνηγέται, ἀλλήλους τε παρεκάλουν ἐπισπώμενοι τῶν χιτωνίων. οὐκ ἦν οὖν ἐκεῖ τις τῶν εἰσηγουμένων τὰ πρὸς εἰρήνην κατήκοος, ἀλλ’ ὡς ἀσπίδες τὰ ὦτα βύοντες πάντα παρέτρεχον σοφὸν φαρμακόν. Ἡγεμόνευε δὲ τῆς τότε τῶν ἀγοραίων συνδρομῆς οὐ μόνον θυμὸς ἄλογος, ἀλλὰ καὶ ὁ τῶν ἀλλοτρίων ἠρρένου ἔρως χρημάτων·
PG 139:771ᾤοντο γὰρ ἐν βραχεῖ πόνῳ τοὺς Λατίνους ἐκστῆσαι τῶν οἰκημάτων καὶ διαρπάσαι ἅπαν ἀπραγματεύτως τὸ ἔνδον κειμηλιούμενον, ὥσπερ κατὰ τοὺς χρόνους Ἀνδρονίκου διαπεπράχασι. τοῖς δὲ εἰς τοὐναντίον τὰ τῶν ἐλπίδων μετέστραπται· οἱ γὰρ διάφοροι, ὡς εἶδον τὴν ἐπ’ αὐτοὺς τῶν ξυγκλύδων σύρροιαν, τάς τε λεωφόρους περιεφράγμωσαν μεγίστοις σκόλοψιν, ὅσαι κατ’ αὐτοὺς ἦγον τὸ παροδεῦον, καὶ θωρακισθέντες βύζην ἐν τοῖς ὀχυρώμασιν ἔστησαν. ὁ δ’ ἀγελαῖος ὄχλος πολλάκις μὲν ὑπερβῆναι τὰ περισταυρώματα ὥρμησαν, οὐ μόνον δὲ τοῖς κατὰ σκοπὸν οὐκ ἔδοσαν πέρας, ἀλλὰ καὶ κακῶς ὑπὸ τῶν Λατίνων ἔπαθον· ἀσιδήρωτοι γὰρ καὶ γυμνοὶ πρὸς ὡπλισμένους μαχόμενοι, οἱ πλεῖστοι δὲ καὶ οἰνόφλυγες ὄντες, τότε ὃ ἔδρων ἐγίνωσκον καὶ τὸν Ἐπιμηθέα τοῦ Προμηθέως καταδεέστερον ᾔδεσαν, ὁπότε βαλλόμενοι ἀπὸ τόξων ἢ παρασταδὸν οὐταζόμενοι κατὰ γῆς ἔπιπτον. Καὶ τὴν μὲν δείλην ὅλην τῆς ἡμέρας ἐκείνης μέχρι καὶ ἐς βαθεῖαν ἑσπέραν οὕτω κατίσχυε τὸ δεινόν· ἡλίου δὲ τὸν ὁρίζοντα ὑπερβάντος μετὰ μείζονος Ῥωμαῖοι ῥύμης ὡς εἰς ἀγώνισμα δεύτερον συνηθροίζοντο πλείστους τοὺς μεθ’ ὅπλων προβεβλημένοι.
ἀλλ’ οἵ τε συνελθόντες ἐκ βασιλέως λόγιμοι ἄνδρες αὐτοὺς ἀνέστειλαν καὶ οἱ ἐκ τῆς Λατίνης φυλῆς κατασοφισάμενοι τοὺς εὐήθεις κατέσβεσαν τὸ πολὺ τῆς ὁρμῆς· συναγαγόντες γὰρ τοὺς ἐν τῷ πολέμῳ καταλύσαντας τὸ ζῆν Ῥωμαίους καὶ μετὰ τὴν τῶν περιβλημάτων ἀφαίρεσιν δείξαντες ἐν χρῷ κουρίας ἐξέθεντο κατὰ τὴν αὔλειον σφῶν καὶ πλαστῶς ἐπ’ αὐτοῖς ὡς ἐφ’ ὁμογενέσι παθηνάμενοι ὑπεδείκνυον τοῖς προσιοῦσιν ἐκ βασιλέως καὶ ἱκεσίαζον, μὴ ἀνασχέσθαι καὶ εἰσαῦθις συρραγῆναι πόλεμον καὶ δὶς αὐτοὺς πεπονθέναι ὁπόσα καὶ ὁρᾶν ἔχουσιν. οἱ δὲ πρὸς τὸν ἀποχειροβίοτον λαὸν ταῦτα διαπορθμεύοντες κἀπὶ τοὺς τεθνεῶτας τείνειν τὰ ὄμματα πείθοντες, μηδ’ ἐπαινεῖν τὰ γινόμενα φάσκοντες ἴσχυσαν οὕτως ὀψέ ποτε μαλάξαι τοὺς σύρφακας, ὡς ἀποχωρῆσαι πρὸς τὸ οἰκεῖον ἕκαστον ἐπιτήδευμα. καὶ ἄλλως δὲ εἰπεῖν, μὴ τοῦ συνήθους ἡγεμόνος, τοῦ οἴνου φημί, αὐτοὺς θωρακίσαντος, μηδ’ ἀκριβέστερον σιδήρου πρὸς τὸν ἀγῶνα παραθήξαντος (πρώϊος γὰρ ἦν ὁ καιρός), διελύθησαν εὐμαρῶς ἀναμίλλητοι οὖς ὑποσχόντες εὐήκοον τῇ παραιφάσει τῶν διαλλακτήρων μεγίστων ἀνδρῶν.
PG 139:773εἰ γὰρ οἴνῳ προκατελήφθησαν οἱ καὶ ταπύρων οἰνοβαρέστεροι, ποία τις αὐτοὺς ἴυγξ ἢ τίνων τερετίσματα Σειρήνων πρὸς εἰρήνην ἂν μετερρύθμισαν ἢ πρὸς ἑτέραν εὐσχήμονα πρᾶξιν μετέθηκαν; ὧν γε καὶ ἄλλοι μὲν ὡς ὑπὸ μέθης διαρρεόντων οὐκ ὀλίγα ξυνέθεντο σκώμματα, ὁ δὲ Μένανδρος οὑτωσί πως ἐπιλαμβάνεται μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον· ὅλην ἔπινον τὴν νύκτα. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ Βασιλεὺς δὲ δισσεύει κατὰ Μυσῶν ὑστεροβουλίᾳ πληττόμενος, ὅτι μὴ κατὰ τὴν προτέραν αὐτοῦ ἐμβολὴν τὰ τῆς πολεμίας εὖ διέθετο γῆς, ἀλλ’ ἀναστὰς ᾤχετο ἐκεῖθεν, ὡς εἰ καὶ πολέμιοι ἐπέκειντο βάλλοντες, μήτε τοῖς φρουρίοις Ῥωμαίους ἐπιστήσας φύλακας, μήτε ὅμηρα λαβὼν τὰ τῶν βαρβάρων φίλτατα. καὶ τότε μὲν αὐτὸς μετὰ τῶν συνόντων οἱ ὀλίγων ἐξῄει τῆς πόλεως· ἠκηκόει γὰρ μηκέτι τοὺς Μυσοὺς τὰ ὄρη περιπαπταίνειν καὶ τοὺς βουνούς, ἀλλ’ ὁπλιτικὸν ξενολογήσαντας Σκυθικὸν ἐς τὰ τῆς Ἀγαθοπόλεως μέρη παρεμβαλεῖν καὶ ταῦτα κατὰ κράτος ληί̈ζεσθαι κακὰ ἐργαζομένους Τερμέρεια· τὸ δὲ λοιπὸν ἐκ προσκλήσεως συνήγετο στράτευμα.
πρὸς γὰρ τὴν ἄελπτον καὶ ὀξεῖαν ἔφοδον τῶν βαρβάρων καὶ αὐτός τι τοιουτότροπον ἐμεθόδευσε, καὶ συστολὴν ἐντεῦθεν τοὺς ἐχθροὺς παθεῖν προμηθούμενος καὶ τοὺς οἰκείους μὴ ἀπαυδήσειν ἐς τὴν παρὰ πόδας καὶ δευτέραν κατὰ τῶν Βλάχων ἐξόρμησιν, εἰ κατὰ τούτων πρῶτος αὖθις αὐτὸς τὰ ὅπλα ἤρατο καὶ τὸν ἵππον ἀνέβη τὸν πολεμιστήριον. Καὶ ὁ μὲν κατὰ τὸν Ταυρόκωμον γενόμενος (κτησείδιον δέ ἐστιν οὗτος οἰκούμενον κωμηδὸν καὶ μὴ πάνυ πόρρω τῆς Ἀδριανοῦ κείμενον) ἐπέμενε τὰς δυνάμεις συνελθεῖν, ἐπέσκηψε δὲ καὶ τὸν καίσαρα Κορράδον μηδέν τι μελλήσαντα ἐξελθεῖν.
Ὁ δὲ δυσχεραίνων προδήλως πρὸς ἣν εὕρατο ἐκ βασιλέως φιλοφροσύνην ὡς τῷ ἑαυτοῦ γένει ἀπᾴδουσαν καὶ τῷ βασιλείῳ κήδει ἀσύμφωνον, ὁρῶν δὲ καὶ τὰς ὑπερηφάνους ἐλπίδας καταληγούσας ἐς μόνον τὸ μὴ τοῖς πολλοῖς ὁμόχρωμον ὑπόδημα τοῦ ποδὸς (τὸ τῶν καισάρων λέγω παράσημον), καὶ ἄλλως δὲ σταυροφορήσας οἴκοθεν καὶ τὴν ἐς Παλαιστίνην ὁδεῦσαι πάλαι προθέμενος, ἤδη κατασχεθεῖσαν ὑπὸ τῶν κατὰ τὴν Αἴγυπτον Σαρακηνῶν, καὶ πάρεργον ὁδοῦ τὴν μετὰ τῆς ἀδελφῆς τοῦ βασιλέως ἐπιτελέσας συνάφειαν, κατένευσε μὲν συνεξιέναι τῷ βασιλεῖ καὶ συνδιαθέσθαι τὸν προκείμενον πόλεμον, ὡς δ’ ἀντέκρουσε τὸ βεβουλεῦσθαι θεὸν κακοτυχεῖν Ῥωμαίους ὑπὸ Μυσῶν, ἐπ’ ἄλλοις τρέπει τὸν νοῦν. Νῆα γὰρ ἐξαρτύσας εὐπαγῆ τε καὶ νεογόμφωτον τὸν πλοῦν ἐς Παλαιστίνην ἔθετο καὶ τῇ Τύρῳ προσορμίσας καὶ παρὰ τῶν ἐκεῖσε ὁμογενῶν ὡς οἷά τις κρείττων ὁραθεὶς καὶ προσδεχθεὶς δύναμις τοῖς Σαρακηνοῖς ἀντεφέρετο, Ἰόππην ἐπανασωσάμενος, ἣ νῦν Ἄκε λέγεται, καὶ ἑτέρας πόλεις τοῖς ὁμοφύλοις.
PG 139:775ἀλλὰ γὰρ ὅτι καὶ τὰ ἐκεῖ πάσχειν κακῶς ἀφώριστο, ἄλλοι τε καλοὶ καὶ γενναῖοι ἀπώλοντο στρατηγοὶ τὴν κατὰ Χριστὸν ἑκόντως καὶ οἰκείοις ὀψωνίοις πορείαν στειλάμενοι, καὶ αὐτὸς δὲ ἀναιρεῖται ὑπὸ Χασισίου μικρόν τι ἐπιβιοὺς καὶ ὅσον πεῖραν τῆς αὐτοῦ ἀνδρείας τε καὶ φρονήσεως δοῦναι τοῖς Ἀγαρηνοῖς καὶ θαυμασθῆναι. Γένος δέ εἰσιν οἱ Χασίσιοι τοσαύτην λεγόμενον τηρεῖν τῷ ἄρχοντι σφῶν συστολὴν καὶ τῶν ἐντελλομένων πλήρωσιν, ὡς καὶ κατὰ κρημνῶν ὠθεῖν ἑαυτοὺς ἐκείνου ἐπ’ ὀφρύσι μόνον νεύσαντος καὶ χορεύειν κατὰ ξιφῶν καὶ ὑδάτων καθάλλεσθαι καὶ κατὰ πυρὸς ἀκοντίζεσθαι. ἀμέλει τοι καὶ πρὸς οὓς ἂν ἐθέλωσιν οἱ τῶν Χασισίων ἐξουσιάζοντες ἀποστέλλουσι τούς σφας ἀναιρήσοντας· οἱ δὲ ὡς φίλιοι προσιόντες ἤ τι τῶν καθηκόντων εἰπεῖν ἔχοντες ἢ καὶ ὡς πρέσβεις ἐξ ἐθνῶν ἥκειν πλαττόμενοι πλήττουσι πολλάκις παραξιφιδίῳ καὶ θανατοῦσιν ἐνίους ὡς τοῖς κυρίοις αὐτῶν διαφόρους, μὴ τὸ τοῦ πράγματος ἐργῶδες ἐν νῷ βαλλόμενοι ὅλως, μηδ’ ὅτι ἐκ τοῦ δήπουθεν ἀναιρεθήσονται γοῦν αὐτοί, καὶ μὴ τὸν ἑτέρου καταπραξάμενοι θάνατον.
Ἀλλ’ ὁ μὲν βασιλεὺς περὶ δισχιλίους ἐπιλέκτους ἀποκρίνας καὶ τούτοις ὅπλα καὶ ἵππους ὠκύποδας διαδοὺς ὥρμησεν ἐκ τοῦ Ταυροκώμου πρὸς τὸ πολέμιον, τὴν δ’ ἀποσκευὴν πᾶσαν καὶ τὸν ὑπηρετικὸν ὄχλον ἐς Ἀδριανούπολιν ἱκέσθαι διετετάχει· οἱ δὲ ἠγγέλλοντο παρὰ τῶν ὀπτήρων τὰ περὶ τὸν Λαρδέαν λεγόμενα κατατρέχειν καὶ πλείστους μὲν ἀπεκτονέναι, οὐκ ἐλάττους δὲ συνειληφέναι, καὶ ὡς ἐπαναζευγνύειν ἐγνώκασι πολλῶν ἐμπεπλησμένοι ὠφελειῶν. Ἐννύχιος τοίνυν ὑπὸ σάλπιγγι τὸν ἵππον ἀναβὰς ἐπορεύετο καὶ κατὰ τόπον Βαστέρνας λεγόμενον ἀφιγμένος διανέπαυεν ἐκεῖσε τὴν στρατιάν, μὴ ἐπιφαινομένων τῶν πολεμίων. Μετὰ δὲ τρεῖς ἡμέρας ἐκεῖθεν ἀπάρας τῆς εὐθὺ τῆς Βερόης ἐπορθρευσάμενος ἥπτετο. ἀλλ’ οὔπω παρασάγγας παρῆλθε τέσσαρας, καί τις εὔζωνος ἐφίσταται ἀνὴρ τὸ τῆς ἀγγελίας ἔχων ἐπὶ τοῦ προσώπου κακὸν καὶ ἔλεγε τὸ πνεῦμα συχνάκις ἀνακαλούμενος ἀγχοῦ που μετ’ αἰχμαλωσίας τὸ ἀντίπαλον ὑποστρέφειν, ἀνειμένην τὰ πλεῖστα τὴν πορείαν κατ’ ἄμφω ποιούμενον, ὅτι τε οὐδένα ἑώρακεν ἀντίμαχον καὶ ὡς ἔμφορτον πολλῶν ληϊσμῶν.
αὐτίκα γοῦν εἰς ἡγεμόνας τὸ συνὸν αὐτῷ διελὼν στράτευμα καὶ σχῆμα παρατάξεως θέμενος ὥδευεν ἐκείνην καθ’ ἣν ὁδοιπορεῖν ἐλέγετο τὸ πολέμιον. Ἐπεὶ δὲ εἴδομέν τε καὶ ἐθεάθημεν (συνειπόμην γὰρ καὶ αὐτὸς βασιλεῖ ὑπογραμματεύων), οἱ μὲν Σκύθαι καὶ Βλάχοι τὴν λείαν παραδόντες τισὶν ἐξ αὐτῶν μοίραις ἐκέλευσαν τὰς ἐπιτομωτέρας ἀναλέγεσθαι τῶν ὁδῶν καὶ τὴν πορείαν ἐπιτείνειν, ἕως ἂν ἐφάψωνται τῶν ὀρειαίων· οἱ δ’ ἄλλοι συστραφέντες ἐδέχοντο εὐπετῶς τοὺς κατ’ αὐτῶν ἱππαζομένους Ῥωμαίους καὶ τὸν πάτριον αὐτοῖς καὶ ἐθάδα τρόπον μαχόμενοι ἐπιόντες ἠφίεσαν βέλεμνα καὶ δόρασι προσεπλέκοντο, μετὰ βραχὺ δ’ αὖ μεταβαλόντες τὴν ὁρμὴν εἰς φυγὴν καὶ καταδιώκειν ὀπίσω αὐτῶν ὡς φυγάδων τὸ ἀνθιστάμενον ἐρεθίζοντες, αὖθις ὡς οὐδὲ πτηνὰ τὸν ἀέρα τέμνοντα τὰ νῶτα εἰς τὴν τῶν ὄψεων μεταθέμενοι χώραν ἐνώπιοι τοῖς ἐπιοῦσιν ἐμάχοντο καὶ πολλῷ γενναιότερον συνεπλέκοντο.
PG 139:777καὶ τοῦτο πολλάκις πεποιηκότες, ὡς ἤδη τῶν Ῥωμαίων ἦσαν ἐπικρατέστεροι, οὐκέτ’ ἐμέμνηντο τῶν ἑλίξεων, ἀλλὰ τὰ ξίφη γυμνώσαντες καί τινα βοὴν καταπληκτικωτάτην ἐκρήξαντες μικροῦ καὶ ἐννοήματος τάχιον Ῥωμαίοις ἐνέπεσον καὶ τὸν μαχόμενον ὁμοίως καὶ τὸν δειλαινόμενον καταλαμβάνοντες ἐξεθέριζον. Καὶ τάχ’ ἂν τὴν τότε ἡμέραν οἱ Σκύθαι μέγα κλέος ἀράμενοι ἐνεκαυχήσαντο καθ’ ἡμῶν καὶ λαῷ ἄφρονι ὄνειδος παρεδόθημεν, εἰ μὴ αὐτὸς ἐπεβοήθησε βασιλεὺς ἔτι τὴν περὶ αὐτὸν ἔχων ἀκραιφνῆ φάλαγγα, αἵ τε σάλπιγγες ἐπίτορον ἀλαλάξασαι καὶ αἱ χαλκόστομοι κώδωνες διηχήσασαι τά τε τῶν δρακόντων ὀφθέντα εἰκάσματα, ἃ ἐπὶ δοράτων ᾐώρηνται περισοβούμενα πνεύμασι, τοὺς πολεμίους κατέπληξαν φαντασίαν παρασχόντα μείζονος στρατιᾶς. Τότε μὲν οὖν ὁ βασιλεὺς βραχύ τι τῆς αἰχμαλωσίας ὡς ἐκ στόματος θηρῶν ἀφαρπάσας κατέλαβε τὴν Ἀδριανούπολιν ἣν βαδίζειν προύθετο παρεικώς· τῶν δὲ βαρβάρων οὐκ ἠρεμούντων, ἣν παρῆκε τρέχειν αὖθις προείλετο. καὶ δὴ γενόμενος κατὰ Βερόην τὰς τῶν Μυσῶν καὶ Σκυθῶν ἀνέστελλεν ἐκδρομὰς καὶ δι’ ἀνδρῶν μὲν ἠκριβωκότων τὸ στρατηγεῖν, καὶ δι’ ἑαυτοῦ δὲ οὐχ ἥκιστα.
οἱ δὲ καίπερ ὑφορώμενοι Ῥωμαίους καὶ βασιλέως παρόντος ἐπιστρεφόμενοι, ὅμως αὖ πάλιν ἐπετίθεντο λεληθότως, ὧδέ πῃ ἐμβάλλοντες ὡς πολεμησείοντες καὶ καραδοκεῖν ὡς ἐπιόντας αὐτοὺς παρεχόμενοι, ἄλλοθι δὲ μεταβαίνοντες καὶ ἀεί τι δρῶντες ἐπιτυχές. ἦν δ’ ὅτε καὶ βασιλεὺς μὲν ὡς Ἀγαθόπολιν ἤλαυνεν ἐπισχήσων τοὺς βαρβάρους τῶν ἐπελεύσεων, αὐτοὶ δὲ τὰς κώμας ἔκειρον, αἳ ἦσαν ἄγχιστα τῆς Φιλιππουπόλεως. κἀκείνου πρὸς τὸ πάσχον ἐπιόντος, ἐκεῖνοι αὖθις ἐπήλαυνον ἐξ ὧν ὁ βασιλεὺς ἀπανίστατο. ταῦτα δ’ ἐποίει ἅτερος τῶν ἀδελφῶν ὁ Ἀσάν, ἀγχίνους ὢν διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ ξύμφορα ἱκανώτατος. Ἐγνώκει οὖν ὁ βασιλεὺς καὶ πάλιν εἰς τὴν Ζαγορὰν εἰσελθεῖν καὶ ὡς οἷόν τε πειράσασθαι παραστήσασθαι τοὺς Μυσούς. καὶ δὴ ἐξάρας ἀπὸ Φιλιππουπόλεως εἰς Τριάδιτζαν παραγίνεται· ἐκεῖθεν γὰρ ἠκηκόει μὴ δυσπορεύτους εἶναι κατὰ πολὺ τὰς εἰς τὸν Αἷμον τροχιάς, ἀλλ’ ἔσθ’ ὅπῃ καὶ εἰς εὐθείας ἀνοίγεσθαι καὶ ὕδωρ εἶναι εἰς ἄντλημα ἱκανώτατον καὶ χιλὸν τοῖς ὑποζυγίοις ἐνόδιον, εἰ κατὰ καιρὸν ἐκεῖ τις πορεύοιτο.
ὡς δ’ εἰς χειμέριον τροπὴν παρεγκλίνας ἤλαυνεν ἥλιος καὶ ποταμοὶ μὲν ὑπὸ ψύχους ἐπήσσοντο καὶ ἄλλως βορείου καὶ ψυχροῦ τοῦ ἐκεῖσε κλίματος ὄντος, χιὼν δὲ πλείστη κατενεχθεῖσα τὸ τῆς γῆς ἠφάνισε πρόσωπον, οὐ μόνον πλήσασα φάραγγας, ἀλλὰ καὶ θύρας οἰκημάτων ἐπιζυγώσασα, ὑπερέθετο τὸ ἔργον εἰς ἀνάφανσιν ἔαρος καὶ τὴν μὲν στρατιὰν αὐλίζεσθαι διαφῆκε κατὰ τὴν ἐκεῖθι ἐπαρχίαν, αὐτὸς δ’ εὔζωνος τὴν βασιλίδα καταλαβὼν διεχεῖτο ἵππων ἁμίλλαις καὶ θεωρείοις ἐγάννυτο. Ἅμα δ’ ἦρι φανέντι ἔξεισι καὶ πάλιν καὶ μέτεισι τοὺς Μυσούς. ὅλους οὖν μῆνας τρεῖς ἐξηνυκὼς καὶ περὶ τὴν τοῦ φρουρίου κατάσχεσιν, ὃ Λοβιτζὸς ἐπικέκληται, πλεῖστα πεπονηκὼς ἀτελὲς τὸ ἐγχείρημα καὶ πάλιν ἀπολιπὼν ἐκεῖθεν μεθίσταται καὶ τὴν βασιλίδα τῶν πόλεων εἴσεισιν· αἱ γὰρ τῆς Προποντίδος χάριτες καὶ τὰ ἐπιτερπῆ κατ’ αὐτὴν σκηνώματα τά τε κυνηγέσια καὶ ἱππάσια, ἁλυσιδοῦντα οἷον τὸν Ἰσαάκιον, οὐκ εἴων ἐπὶ μακρὸν θυραυλεῖν, ἀλλ’ ὡς ῥιψάσπιδα γινόμενον ἔπειθον αὐτομολεῖν ἐς αὐτά. Τότε δὲ καὶ τὴν τοῦ Ἀσὰν γυναῖκα κατέσχεν ὁ βασιλεὺς καὶ τῶν ἀδελφῶν αὐτοῦ θάτερον τὸν Ἰωάννην εἰς ὅμηρον εἴληφεν.
ἀλλὰ καὶ οὕτως ἐπὶ τὰ χείρω τὰ πράγματα προύβαινε. Κατὰ δὲ τὸν καιρὸν τοῦτον τυραννίδι ἐπικεχείρηκεν ὁ Φιλαδελφεὺς Θεόδωρος ὁ Μαγκαφᾶς. καὶ τὰ μὲν πρῶτα τὸ τῆς πόλεως ταύτης ἀγελαῖον, πολυανδρούμενον ὂν θρασύ τε καὶ ἀναιδές, ἑαυτῷ προσῳκείωσε καὶ ὅρκοις τὴν εἰς αὐτὸν πίστιν κατενεπέδωσεν· ὁδῷ δὲ προϊὼν καὶ βασιλείας ἑαυτῷ περιέθηκεν ὄνομα τοὺς Λυδοὺς πάντας εἰς ἀποστασίαν ἐπισπασάμενος· ἔπειτα δὲ καὶ τῶν προσοίκων ἀποπειρᾶται χωρῶν καὶ ἀργύρεον κέκοφε νόμισμα τὴν οἰκείαν ἐγχαράξας ἐν αὐτῷ στήλην. ὡς δὲ προύκοπτε τὰ τῆς ἀποστασίας καὶ ὁ ἐπὶ τοῖς δρωμένοις πρότερον γέλως εἰς πληγὴν γενναίαν μεθίστατο πρὸς ἧπαρ χωροῦσαν τοῦ βασιλέως, μὴ μέλλειν οὗτος ἐγνώκει, ἀλλὰ κατ’ αὐτοῦ τὰ ὅπλα διφᾶν. καὶ δὴ κατὰ τὴν Φιλαδέλφειαν γεγονὼς ἔμφρουρον αὐτῇ τὸν Μαγκαφᾶν ἀπειργάσατο, ὃς καὶ τὴν τοῦ Μωροθεοδώρου προσωνυμίαν ἐκτήσατο, τῶν κατὰ σκοπὸν ἐκείνῳ διαπεσόντων ἐσέπειτα. καὶ ἱκανὸν χρόνον τῇ πολιορκίᾳ ἐγκαρτερήσας οὐκ ἴσχυσε τοὺς Φιλαδελφεῖς παραστήσασθαι·
PG 139:779ὅθεν πρὸς ὁμολογίας καὶ συμβάσεις ἐτράπετο, ὥστε τὸν μὲν Θεόδωρον τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα καὶ καθ’ ἑαυτὸν ὡς πρότερον πολιτεύεσθαι, τὸ δὲ τῆς πόλεως ἐκείνης πλήρωμα βασιλεύεσθαι πάλιν ὑφ’ οὗ καὶ πρώην ἐβασιλεύετο. καὶ ὅμηρα ἐκεῖθεν δεξάμενος ὧν ᾑρεῖτο τοὺς παῖδας ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν. οὐκ ὀλίγοι δὲ κἀν τῇ ἐπαναστάσει ταύτῃ ἀγαθοὶ καὶ γενναῖοι ἄνδρες ἀπώλοντο. Μετ’ οὐ πολὺ δὲ ὁ Βατάτζης Βασίλειος, γένους μὲν ἀσήμου βλαστῶν, διὰ δὲ τὸ εἰς γυναῖκά οἱ γαμετὴν συναφθῆναι τὴν τοῦ βασιλέως πρὸς πατρὸς ἐξανεψιὰν δομέστικος τῆς ἀνατολῆς τιμηθεὶς καὶ τὴν δουκικὴν ἀρχὴν τῶν Θρᾳκησίων ἀναζωσάμενος, χρήμασιν ὑπέφθειρε πλείστους τῶν τοῦ Μαγκαφᾶ ὀμοτῶν· καὶ αὐτὸν μὲν οὐκ ἔσχε συλλαβεῖν καὶ δεσμοῖς περιβαλεῖν, τῆς δὲ πόλεως Φιλαδελφείας φυγαδεύσας ἔδοξε καὶ οὕτως μέγα τι κατωρθωκέναι καὶ ἀσπάσιον ἔργον τῷ βασιλεῖ.
Ἀλλ’ οὗτος τῷ τοῦ Ἰκονίου σουλτὰν προσρυείς, ᾧ ἡ κλῆσις Καϊχοσρόης, συμμαχικὸν μὲν αἰτήσας κατὰ Ῥωμαίων οὐκ ἔλαβεν, ἐνεδόθη δέ οἱ προσλαμβάνεσθαι ἀνεπεγκλήτως ὁπόσοι τῶν Τούρκων κερδαλεόφρονες κἀπὶ τῷ γωρυτῷ καὶ τῷ τόξῳ τὴν πεποίθησιν ἔχοντες Ῥωμαίους λῃστεύουσιν. οὐκ ὀλίγην οὖν τῷ τρόπῳ τούτῳ συνηγηόχει δύναμιν καὶ ἐπιὼν τούς τε πατριώτας ἑαυτοῦ ἐς τὸν γεωργικὸν ὄχλον καὶ τῶν ζώων ἐλυμαίνετο τὰ ὑπὸ ζυγὸν καὶ τοὺς Λαοδικεῖς δὲ Φρύγας μυριαχῶς ἐκάκωσεν, ὥσπερ καὶ τοὺς τῶν Χωνῶν τῶν ἐμῶν οἰκήτορας, τὰς ἅλωνας κατὰ τὸν θέρειον καιρὸν πυρπολῶν καὶ τὸ προστυχὸν ὡς πολέμιος χειρίστως διατιθέμενος· ἐῶ γὰρ λέγειν ὡς φιλανθρωπευομένους ἐνίοτε πρὸς τὸ Χριστώνυμον κακῶς ἔφασκε καὶ ἐπέπληττεν. ἐμβαλὼν δὲ τῇ Καρίᾳ καὶ πολλοὺς προνομεύσας τῶν ἐκεῖ τοῖς βαρβάροις ἐκδέδωκεν εἰς ἀπαγωγήν. ἀλλὰ καὶ τὸν νεὼν τοῦ ἀρχιστρατήγου Μιχαὴλ ὁ ἀνόσιος οὗτος διαφῆκεν ἐμπρῆσαι, ἔργον μέγιστον καὶ περίπυστον ὄντα καὶ ὑπερβαίνοντα ἐς κάλλος καὶ τὴν εἰς μῆκος ἔκτασιν τὸ ἐν τῇ βασιλίδι πόλει τοῦ καλλιμάρτυρος Μωκίου τέμενος.
PG 139:781Ὡς δέ ποτε πρὸς τὸν σουλτὰν ἐπανέξευξε τοιούτων παρανομιῶν πλήρης καὶ πύθοιτο βασιλεὺς οὐκ εἰς ἀγαθὰς ἐννοίας καὶ πράξεις τὸν Ἰκονιάρχην ἐνάγειν Καϊχοσρόην, ἄρτι πρὸς πατρὸς ἐκλελοιπότος τὸ ζῆν τὴν ἀρχὴν τοῦ Ἰκονίου δεξάμενον, πρέσβεις ἔστειλε καὶ χρήματα παρασχὼν τῷ σουλτὰν καταπροδοθέντα εἶχε καὶ ἀνάπεμπτον αὐτῷ γενόμενον τὸν Μαγκαφᾶν, πλήν γε δὴ μεθ’ ὁμολογίας καὶ πίστεως, μὴ ὥστε τοὐπιτίμιον αὐτῷ τῆς ἀποστασίας κείσεσθαι θάνατον ἢ μέρος περικοπῆναι καὶ διαλωβηθῆναι τοῦ σώματος· οὗ χάριν ἀπαθὴς ἑτέρου παντὸς ὀφθεὶς κακοῦ δεσμὰ κατακέκριτο χρόνια. τοσοῦτον δὲ τὸ ἔργον τόδε τοῦ σουλτὰν τοῖς λοιποῖς αὐτοῦ κασιγνήτοις, ὁπόσοι τὴν πατρῴαν ἀρχὴν συνδιείλοντο ἐκείνῳ, ἀποθύμιον ἔδοξεν, ὥστε καὶ ὅπλα ἤραντο ἂν κατ’ αὐτοῦ ὡς ἄνθρωπον ἐς αὐτὸν ἑκουσίως ἀφιγμένον συνειληφότος καὶ καταπροδόντος Ῥωμαίων βασιλεῖ ἐπὶ λήμμασιν, εἰ μὴ οὗτος εὐπρόσωπον τιθεὶς τὴν ἀπόκρισιν ἐπὶ συμβιβάσεσιν ἀποστεῖλαι, οὐ μὴν καταπροδοῦναι διισχυρίζετο καὶ πλάνητα ὄντα ἐς τὴν πατρίδα καταγαγεῖν, ὡς μηκέτι διώκοντα εἶναι καὶ διωκόμενον. καὶ ταῦτα μὲν εἶχεν οὕτως.
Οὐκ ἦν δὲ λυκάβαντα παρελθεῖν μή τι ἐπενεγκόντα κοινὸν ἀποτρόπαιον, ὡς εἴπερ τὸ θεῖον ἐπέκλωσεν ἀνειρηνεύτους τὰς ἡμέρας τῶν καθ’ ἡμᾶς μερόπων παραδραμεῖν· ὡς γάρ τι ἐνδεόντων πρὸς τὸ καθῆκον τῆς μαστιγώσεως τῶν ἐκ τοῦ κύκλῳ βαρβαρικοῦ μαχησμῶν, καὶ ὑπερόριον κακὸν εἰσεκώμασε Φρεδερίχος ὁ τῶν Ἀλαμανῶν ῥήξ. πρὸς γὰρ τὸν βασιλέα διαπρεσβευσάμενος Ἰσαάκιον ὡς διὰ φιλίας ᾐτεῖτο τῆς Ῥωμαίων γῆς παριέναι αὐτός τε καὶ ὅσον οἱ συνεφέποιτο στράτευμα ἐν τῷ ἀπαίρειν εἰς Παλαιστίνην καὶ τὰ πρὸς τὸ ζῆν ὠνουμένοις αὐτοῖς χορηγεῖσθαι καὶ τὸ δοκοῦν ἐπὶ τούτοις αὐτῷ σημανεῖν δι’ οἰκείων ἀνταποστολῆς πρέσβεων.
Στέλλεται τοίνυν πρὸς αὐτὸν ὁ τοῦ δρόμου λογοθέτης Ἰωάννης ὁ Δούκας καὶ πίστεις δοὺς καὶ λαβὼν ὡς αὐτὸς μὲν ὁ ῥὴξ τὴν ὑπὸ Ῥωμαίους ἀμαχεὶ διελεύσεται καὶ μηδέν τι δράσας ἐσεῖται κακόν, οὐ πόλιν, οὐ κώμην, οὐ φρούριον, οὐ πολίχνιον, Ῥωμαῖοι δὲ προβαλοῦσιν αὐτῷ τὰ ἐπιτήδεια ἄφθονα, ὡς μή τινος σπανίζειν τὴν ὑπ’ αὐτὸν στρατιάν, ἀλλ’ ἀπραγμόνως καὶ κατὰ λαιμὸν ἔχειν ὥσπερ ἐπεμβυόμενα ὅσοις ἄνθρωποι τρέφονται καὶ οἷα τοῖς ἵπποις ξυμβάλλεται, μετὰ καιρὸν ἐκεῖθεν ἐπάνεισι καὶ ἀγγέλλει τὰ ξυμφωνηθέντα τῷ βασιλεῖ. καὶ βασιλεὺς τῆς ξυλλογῆς τῶν ὠνίων φροντίδα τίθησι καὶ ἦν ἐξ ἐπιτάγματος ὑπὸ τῶν ἐπαρχεωτῶν αὐτίκα μεταφερόμενα καθ’ οὓς ἔμελλε τόπους ὁ ῥὴξ διέρχεσθαι. Ὡς δὲ καὶ αὐτὸς ἐντὸς εἶναι τῶν ὁρίων ἠγγέλλετο τῶν Ῥωμαϊκῶν καὶ γράμματα πεφοιτηκότα τῷ βασιλεῖ μετ’ ἀνδρῶν κατὰ γένος λαμπρῶν καὶ ἀξίωσιν τὴν αὐτοῦ παρουσίαν ἐσήμαινον, ὁ αὐτὸς καὶ πάλιν στέλλεται λογοθέτης εὖ διαθήσων τὴν δίοδον τοῦ ῥηγός, σὺν αὐτῷ δὲ καὶ ὁ Καντακουζηνὸς Ἀνδρόνικος.
PG 139:783ἀλλ’ οὗτοι ἀνεπιστημοσύνῃ τῶν ὀφειλόντων γενέσθαι καὶ μαλακότητι οἰκείᾳ (χρεὼν γὰρ καὶ φίλων ἡμῖν τῶν ἀνδρῶν ὄντων ὡς πρεσβυτέραν καὶ φιλτέραν τιμᾶν τὴν ἀλήθειαν) αὐτόν τε τὸν ῥῆγα κατὰ Ῥωμαίων ἐξέμηναν καὶ τὸν βασιλέα ὡς πολέμιον ἐκεῖνον ὑφορᾶσθαι παρέπεισαν. ὅθεν οἵ τε ὅρκοι συνεχέθησαν καὶ ἡ τῶν ζωαρκῶν ἐπιλελοίπει συγκομιδή. καὶ ἡμεῖς οἱ ταῦτα γράφοντες πλείστοις ἀνιαροῖς προσεπλάκημεν, τὴν τοῦ θέματος Φιλιππουπόλεως ὑπεζωσμένοι τηνικαῦτα καὶ ἀρχὴν καὶ ἀπογραφήν, νῦν μὲν πρὸς βασιλέως ἐπιταττόμενοι ἀνακτίζειν τὸν τῆς Φιλίππου περίβολον καὶ διαταφρεύειν καὶ οὕτω κατὰ τοὺς στενοὺς ἐκείνους καὶ κινδυνώδεις χρόνους διαπραττόμενοι, μετὰ βραχὺ δὲ διὰ γραμμάτων τὴν καθαίρεσιν ἐπιτιμώμενοι, ἵνα μὴ εἴη κρησφύγετον τῷ ῥηγί. Ἀμέλει καὶ ὁ μὲν ἐκδρομὰς ποιούμενος τὰ πρὸς τὸ ζῆν ἐπορίζετο, βασιλεὺς δὲ τοὺς τοῦ ῥηγὸς πρέσβεις οὐκ εἴα ἐπανελεύσεσθαι πρὸς τὸν ἀποστείλαντα καὶ τὰς στενὰς τῶν παρόδων, ὡς ἐκείνῳ ἐδόκει, ἀπέκλειε καταβάλλων διὰ πελέκεων τὰ τῶν δένδρων ὑψιτενῆ καὶ βαθύρριζα καὶ ταῦτα ἐκκορυφῶν ὡς εἰς ἀδιεξίτητον ἀντίφραγμα τῷ ῥηγί.
ἀλλὰ καὶ τὸν ἐξάδελφον ἐκείνου Μανουὴλ τὸν Καμύτζην, πρωτοστράτορα ὄντα, καὶ τὸν τῆς δύσεως δομέστικον τὸν Γίδον Ἀλέξιον παρέπεσθαί οἱ μετὰ στρατευμάτων ἐπέσκηψε καὶ λεληθότως ἐπιτίθεσθαι τοῖς χορτολογοῦσι καὶ τὰς τροφὰς μαστεύουσιν Ἀλαμανοῖς. τῷ δὲ ῥηγὶ οὕτως προσέστησαν τὰ ταῖς δυσχωρίαις γεγενημένα διὰ καταβολῆς τῶν δένδρων ἐπιτειχίσματα, ὥστε σὺν πόνῳ οὐδενὶ παρῆλθεν αὐτά. τὸ δὲ δὴ χαριέστερον, αὐτὸς μὲν δι’ ἄλλης ὁδοῦ ἐπορεύθη καὶ εἰσεληλύθει τὴν Φιλιππούπολιν καὶ κατ’ αὐτὴν ἐβάλετο χάρακα, Ῥωμαίους δὲ ἀντιπαρελθὼν ἔλαθε γενόμενος ἐν τοῖς ἔμπροσθεν καὶ κατέχων ὧν εἴργετο καὶ ὧν χάριν αἱ πάροδοι ἀπεφράσσοντο. Τὴν δὲ Φιλιππούπολιν εἰσιὼν κεκενωμένην εὗρε τῶν πλειόνων καὶ ἐπιφανεστέρων αὐτῆς οἰκητόρων· εἰ γάρ τις καὶ ὑπολέλειπτο, πτωχεύων ἦν οὗτος καὶ τὴν οὐσίαν πᾶσαν ἐν οἷς ἐνεδέδυτο ἀριθμῶν ἢ τοῖς Ἀρμενίοις καταλεγόμενος· οὗτοι γὰρ μόνοι τῶν ἁπάντων οὐκ ἐπιδρομὴν ἐθνῶν, ἀλλὰ φίλων παρουσίαν τὴν τῶν Ἀλαμανῶν διέλευσιν ἥγηντο, ἐπειδὴ καὶ συγχρῶνται Ἀρμενίοις Ἀλαμανοὶ καὶ κατὰ τῶν αἱρέσεων τὰς πλείστας ἀλλήλοις συμφέρονται.
PG 139:785Ἀρμενίοις γὰρ καὶ Ἀλαμανοῖς ἐπ’ ἴσης ἡ τῶν ἁγίων εἰκόνων προσκύνησις ἀπηγόρευται καὶ τοῖς ἀζύμοις κατὰ τὰς ἱεροτελεστίας ἀμφότεροι κέχρηνται καὶ ἄλλα ἄττα ὀρθοδόξοις Χριστωνύμοις ἀπόβλητα οὗτοι σφαλλόμενοι τοῦ ὀρθοῦ τηροῦσιν ὡς ἔννομα. Πλὴν καὶ τῆς Φιλίππου γενόμενος ὁ ῥὴξ ἐγκρατὴς οὐκ ἀνῆκεν ἐπιστέλλων τῷ πρωτοστράτορι καὶ διαμηνυόμενος ὡς μάτην αὐτὸν τῆς πρόσω πορείας Ῥωμαῖοι κωλύουσι καὶ μὴ δέον ἐπέχουσιν ἐπειγόμενον· μηδὲ γὰρ κατὰ Ῥωμαίων ἀξύμφορόν τι καὶ ἄχαρι καὶ νῦν καὶ πρότερον βεβουλεῦσθαι καὶ τὰ συντεθειμένα δὲ φυλάσσειν ἀπαρεγχείρητα. ὁ δὲ δῆλα τιθεὶς τῷ αὐτοκράτορι τὰ γραφόμενα καὶ τὸ ποιητέον ἐκεῖθεν ἐπιταττόμενος οὐδέποτε εἶχε τὸν βασιλέα τὰ πρὸς εἰρήνην ἀντεπιστέλλοντα, ἀλλ’ ἀρρενοῦντα μᾶλλον αὐτὸν εἰς τὴν μετὰ τοῦ ῥηγὸς συμπλοκὴν καὶ εἰς ἀγενὲς κατονειδίζοντα φρόνημα, ὅτι μὴ ἐς δεῦρο ἔχει πυθόμενος ἀναίρεσιν καὶ ἧτταν Ἀλαμανῶν κατὰ ἴλας ἐξιόντων εἰς σιτίων ἀνεύρεσιν καὶ κατὰ πώεα πλατέα κἀκεῖ καὶ τῇδε ἐκχεομένων μετὰ πλείστης ὅσης τῆς πεποιθήσεως.
Ταῦτα δὲ γράφων ἦν ἐν τῷ δοξάζειν παρ’ ἑαυτῷ καθάπερ ἀπὸ τρίποδος τοῦ τότε πατριάρχου τοῦ Δοσιθέου, περὶ οὗ ἐροῦμεν τὰ εἰκότα μετὰ βραχύ, μηδέποτε προθέσθαι τὸν ῥῆγα τὴν Παλαιστίνην καταλαβεῖν, ἀλλὰ τὴν ἔφεσιν τρέφειν καὶ τὴν ὁρμὴν κατὰ τῆς βασιλίδος τῶν πόλεων, καὶ μέλλειν ἐκ τοῦ δῆθεν ἀναμφιλέκτου διὰ τῆς λεγομένης Ξυλοκέρκου πυλίδος τῆς πόλεως ἔνδοθι γενέσθαι καὶ δρᾶσαι πρῶτον τὰ ἀπευκταῖα, παθεῖν δ’ ἔπειτα τὰ ἀντίρροπα τοῖς δικαίοις τοῦ θεοῦ σταθμίοις. καὶ τοιαύταις φαύλαις προληφθεὶς γνώμαις αὐτήν τε τὴν Ξυλόκερκον διὰ τιτάνου καὶ ὀπτῆς πλίνθου ἀπέφραξε καὶ βέλη νεοχάλκευτα φέρων πολλάκις ἐν ταῖν χεροῖν ταῦτ’ ἔφασκεν ἀκονᾶν κατὰ καρδίας παγησόμενα τῶν Ἀλαμανῶν· δεικνύων δὲ καὶ παράθυρον ἐν τοῖς βασιλείοις τῶν Βλαχερνῶν, δι’ ἧς ὁρατὰ ἦν τὰ ἱππήλατα πεδία τὰ ἔξωθεν τῶν ἐπάλξεων ἐν τοῖς Φιλοπατίοις καθυπτιάζοντα, ἐκ ταύτης ἔλεγε μέλλειν ἀφιέναι τὰ βέλεμνα, βάλλειν τε καὶ καταβάλλειν τοὺς Ἀλαμανούς, ὥστε καὶ ἐν γέλωτι ἤγετο τοῖς ἀκούουσι τὰ λεγόμενα.
Ὁ δὲ Δοσίθεος οὗτος ἦν μὲν ἐν τῇ τοῦ Στουδίου ἱερᾷ μάνδρᾳ τὴν ἄσκησιν μετιών, ἐκ Βενετίκων δ’ ἕλκειν τὸ γένος καὶ πατρὸς τοὔνομα Βιτικλίνου γενονέναι ἐλέγετο· συνήθης δὲ καταστὰς Ἰσαακίῳ πρὸ τῆς ἀρχῆς προείρηκεν αὐτῷ τὴν ἀρχήν, κἀπειδήπερ εἰλήφει πέρας τὰ τῆς προρρήσεως, ἤγετο δι’ ὅτι πλείστης τιμῆς παρὰ τῷ βασιλεῖ τούτῳ καὶ τὰ μεγάλα δεδύνητο. καταλύσαντος δὲ τὴν ζωὴν τοῦ τὸν θρόνον τῶν Ἱεροσολύμων τότε διέποντος Λεοντίου, ἐς τοῦτον αὐτὸς ἀναρπάζεται. Ὁποία δὲ ἡ τῶν βασιλέων ὁρμὴ καὶ ἰσχὺς οὔκουν ἀνεχομένη μὴ οὐχ, ὡς ἡ ἔφεσις αὐτοῖς ὑποβάλλει, μεταφέρειν καὶ ἀλλοιοῦν τὰ θεῖά τε καὶ ἀνθρώπινα πράγματα, βασιλεύσας Ἰσαάκιος τοῦ πατριαρχικοῦ θρόνου παραλύει τὸν Καματηρὸν Βασίλειον, καίτοι πρὸς τὴν ἀρχὴν τὰ μέγιστα συναράμενον· αἰτία δ’ αὐτῷ περιήφθη τῆς καθαιρέσεως, ὅτι ἃς Ἀνδρόνικος τῶν εὖ γεγονυιῶν γυναικῶν οὐχ ἑκούσας ἀπέκειρε μοναχάς, ταύταις αὐτὸς ἐνέδωκε τὸ μέλαν ἀποδύσασθαι ἄμφιον καὶ πρὸς τὴν προτέραν μεταβλέψαι καὶ στολὴν καὶ ζωήν.
PG 139:787προβαλόμενος δ’ ἀντ’ αὐτοῦ πατριάρχην τὸν Μουντάνην Νικήταν, τῆς Μεγίστης Ἐκκλησίας ὄντα σακελλάριον, οὐδὲ τὸν τριγέροντα τουτονὶ τῷ θρόνῳ παρῆκεν ἐναποψῦξαι, ἀλλ’ ἀφέλειαν καταγνοὺς τοῦ ἀνδρὸς καὶ γῆρας ἐπεγκαλέσας ἀνέγκλητον καὶ ἄκοντα τοῦ θρόνου ἀπεσφενδόνησε. Φροντιστικώτερον δὲ διατεθεὶς περὶ τοῦ τὸν κυβερνήσοντα τὴν ἐκκλησίαν εὑρεῖν προχειρίζεται μεγαποίμενα Λεόντιόν τινα μοναχόν, διαβεβαιούμενος ἐπὶ βασιλικοῦ καὶ διομνύμενος βήματος ὡς οὐκ ᾔδει τὸν ἄνδρα πρότερον, νυκτὸς δὲ ἡ θεομήτωρ τοῦτον αὐτῷ καθυπέδειξεν, οὐ τὸ εἶδος μόνον καὶ τὴν ἀρετὴν ὑπογράψασα, ἀλλὰ καὶ τὸν τόπον διασαφήσασα, καθ’ ὃν τὴν οἴκησιν ἔλαχεν. ἀλλ’ οὔπω ἐνιαυτὸς ἐξίκετο, καὶ καταστρέφει καὶ τὸν Θεοτοκίτην τουτονὶ τοῦ πατριαρχικοῦ ὑψώματος ἐν οὐδενὶ θέμενος λόγῳ ὅσα ἐπὶ κοινοῦ συλλόγου διείλεκται. Ἀποσκορακισθέντος δ’ οὕτω καὶ Λεοντίου, ἔγνω δραματουργῆσαι μετάθεσιν καὶ εἰς τὴν οἰκουμενικὴν ἐπᾶραι προέδρευσιν τὸν τῶν Ἱεροσολύμων Δοσίθεον.
εἰδὼς δὲ τοὺς κανόνας τοῦτο μὴ συγχωροῦντας μέτεισιν ὑπούλως τὸν διέποντα τὸν θρόνον τῆς Θεουπόλεως μεγάλης Ἀντιοχείας Θεόδωρον τὸν Βαλσαμών, ἄνδρα ὑπὲρ τοὺς τότε πάντας ὄντα νομοτριβῆ. καὶ δὴ κατὰ μόνας αὐτῷ συγγενόμενος ὑπεκρίνετο τὸν ἀσχάλλοντα, εἰ οὕτως ἀνδρῶν φιλοθέων ἡ ἐκκλησία καὶ λογίων σπανίζεται καὶ ἡ μοναχικὴ διέρριπται καὶ ἠφάντωται ἀρετή, ὡς μὴ πρότερον εἶναι τὸν ἡμέριον τουτονὶ λαμπτῆρα τὸν ἀεικίνητον ἢ τὸν ἐπὶ τῶν κεροιάκων τοῦ ἱεροῦ καθιζησόμενον θρόνου καὶ ἀρίστως τὸ τῶν πιστῶν διιθυνοῦντα πλήρωμα. καὶ τοιαῦθ’ ἕτερα σχετλιαστικῶς προαναβαλόμενος ἐπήγαγε πάλαι μὲν βούλεσθαι μετενεγκεῖν αὐτὸν ἐκ τῆς τῶν Ἀντιοχέων λυχνίας πρὸς τὴν οἰκουμενικὴν περιωπὴν ὡς λύχνον ταῖς τῶν νόμων τηλαυγείαις πάμφωτον, ὑποστέλλεσθαι δὲ τὴν μετάθεσιν ὡς πάλαι τοῖς κανόσιν ἀπαγορευθεῖσαν καὶ μὴ τοῖς ἐκκλησιαστικοῖς συνᾴδουσαν θεσμοῖς·
εἰ δ’ αὐτὸς σχοίη ἂν ὡς νόμους καὶ κανόνας ἀκριβωσάμενος χώραν ἔχουσαν ἀποδεδειχέναι καθά ποτε καὶ νῦν τὴν μετάθεσιν καὶ τὰς τῶν πολλῶν εἰς τοῦτο μεθαρμόσειε γνώμας, ἕρμαιον ὄντως ἡγήσεται τὸ πραχθὲν καὶ οὐκ ἀναβαλεῖται τὸ πέρας ἀνεύθυνον ποιοῦν τὴν προχείρισιν. καὶ ὁ μὲν βασιλεὺς οὕτω μετῆλθε τὸν Ἀντιοχείας Θεόδωρον, ὁ δὲ πάντα ἐκτελῆ γενέσθαι κατέθετο. Σύλλογοι οὖν μετ’ ἐκείνην τὴν ἡμέραν ἀρχιερέων ἀνὰ τὰ ἀρχεῖα τὰ ἱερὰ καὶ σύνοδοι καὶ συζήτησις περὶ μεταθέσεως καὶ παρὰ πόδας ἐκχώρησις καὶ τόμος ἐπὶ βασιλικοῦ συμπληρούμενος βήματος· καὶ ὁ μὲν Ἀντιοχείας Ἀντιοχείας πάλιν ἐώμενος, ὁ δὲ Δοσίθεος ἀπὸ τοῦ τῶν Ἱεροσολύμων θώκου εἰς τὸν τῆς Κωνσταντινουπόλεως ἀναγόμενος· καὶ ἡ προπομπὴ ὡς λαμπροτάτη καὶ πολυανθρωποτάτη τῶν πώποτε, ὡς εἶναι καὶ θριάμβοις βασιλέων ἀμφήριστος, καὶ ἀχανεῖς ἐπὶ τοῖς ὁρωμένοις οἱ φενακισθέντες ἀρχιερεῖς καὶ τοὺς κανόνας εἰκῇ κατενωτισάμενοι. Ἀμέλει τοι καὶ μὴ ἐπὶ πολὺν χρόνον ἐνεγκεῖν τὸν γέλωτα ἔχοντες παρασυναγωγὰς ποιοῦσι καὶ ὀχλαγώγια οἱ λογάδες τοῦ βήματος καὶ τῶν ἀρχιερέων ὁπόσον εἶχε τὴν γλῶτταν πρὸς λόγων ἰσχὺν ἐπίσημον.
PG 139:789οὐκοῦν ἐπιβάτης ἐκκλησίας ἀλλοτρίας ἀκούει καὶ μοιχὸς ὁ Δοσίθεος καὶ ἀναλυομένην ἔσχε τὴν δευτέραν τιμὴν καὶ τοῦ θρόνου κατάγεται. Τὴν δ’ ἧτταν μὴ φέρειν ἔχων ὁ βασιλεὺς ἀναμαχόμενος ἦν καὶ παντοίως σπεύδων ἰσχύειν τὴν κυρωθεῖσαν μετάθεσιν. καὶ μετὰ βραχύν τινα χρόνον ἀναλύσας τὰ ἐπιγενόμενα αὖθις ἐστήριξε τὸν Δοσίθεον, ὅτε καὶ διὰ τῶν πελεκυφόρων αὐτοῦ δορυφόρων καὶ τῶν τοῦ παλατίου ἐκκρίτων προύπεμψεν αὐτὸν εἰς τὸ μέγιστον τέμενος δεδιώς, μὴ τὸ πλῆθος νεωτερίσειεν· ἦν γὰρ διὰ μίσους ἅπασιν ὡς φιλόθρονος ὁ Δοσίθεος καὶ τὸ τοῦ κρατοῦντος ἐπὶ μὴ καιρίοις πράγμασιν ἐνστατικόν τε καὶ φίλαυτον παμμισές. ἀλλὰ καὶ πάλιν τοῦ θρόνου ἀποδιοπομπεῖται Δοσίθεος καὶ πέπονθεν ἀτεχνῶς τὸ τῆς Αἰσωπείας κυνὸς ἧς τε διεῖπεν ἀποπεσὼν ἱερᾶς ἀρχῆς (ἕτερος γὰρ Ἱεροσολύμων κεχειροτόνητο) καὶ τοῦ μείζονος θρόνου καθαιρεθείς. καὶ τοῦτο μὲν ἐσέπειτα, καὶ προχειρίζεται πατριάρχης μέγας ὢν σκευοφύλαξ ὁ Ξιφιλῖνος Γεώργιος.
τότε δ’, ὡς ἁπανταχῇ περιῄδετο, ἐκ Σολομωντείων βίβλων ἰνδάλματα τῶν ἐσομένων καί τινας ἐμφάσεις κατὰ τοὺς ὀνειροπομποὺς δαίμονας ἀποτρυγῶν ὁ Δοσίθεος οὐχ ὥσπερ ἀπὸ ῥινός, ἀλλ’ ἐκ τῶν ὤτων εἷλκε τὸν αὐτοκράτορα. Ὁ μέντοι πρωτοστράτωρ κατὰ τὰς βασιλικὰς ὑποθημοσύνας διαπραττόμενος παρεβλέπετο τὰ πρὸς αὐτὸν γραφόμενα παρὰ τοῦ ῥηγὸς καὶ ἅπας ἐγίνετο διηνεκῶς τοῦ δρᾶσαί τι κακὸν τοὺς Ἀλαμανοὺς περὶ φρυγανισμὸν ἐξιόντας. καὶ δή ποτε περὶ τοὺς δισχιλίους εὐόπλους τε καὶ εὐίππους ἀποκεκρικὼς ἠθέλησεν ἀγχοῦ που τῆς Φιλίππου πορευθῆναι νυκτὸς καὶ τῶν ἐκεῖθι βουνῶν ἐχομένως ὑποκαθίσαι λόχον καὶ τοῖς σιτοφόροις ἐπιθέσθαι ὄρθριος. καὶ αὐτὸς μὲν τοιαύτης εἴχετο πράξεως, τὰ δὲ σκευοφόρα καὶ τὸ ὑπουργικὸν τοῖς στρατιώταις καὶ τὸ λοιπὸν στράτευμα ἐκεῖθεν μεταβῆναι μεθ’ ἡμῶν ἐπέταξεν, ὡς εἰ θεόθεν ἦν ἐμπνευσθείς.
PG 139:791οὔπω γὰρ ἦν ἡμέρα διαγελῶσα, καὶ οἱ Ἀλαμανοὶ μαθόντες παρὰ τῶν ἐς τὸ φρούριον τὸν Προυσηνὸν Ἀρμενίων (ἐκεῖσε γὰρ ἡ βασιλικὴ κατεστρατοπεδεύετο στρατιὰ) ὅσα ἦν τῷ πρωτοστράτορι πρὸς βουλῆς, νύκτα τὴν αὐτὴν ἐξάραντες τῆς Φιλίππου ὑπὲρ τὰς πέντε χιλιάδας σιδήρῳ πάντες κατάφρακτοι ἐπιθέσθαι ἡμῖν ἠπείγοντο λαθόντες οὓς εἶχε τὸ ἡμέτερον στράτευμα ὀπτῆρας τε καὶ προφύλακας, μηδὲ τοῖς σὺν τῷ πρωτοστράτορι ἐπιλέκτοις συνηντηκότες, ἐπεὶ καὶ ὁ μὲν πρωτοστράτωρ τὰ τοῖς ὄρεσι προσεγγίζοντα μέρη ἐπεπορεύετο, ἔνθα καὶ χωρία ἦν εἰσέτι τῶν ἐπιτηδείων ἔμπλεα, καὶ τοὺς γηλόφους ὑπεδύετο κλέπτων τὸ θεαθῆναι πρὸς τοῦ θηράματος, οἱ δ’ Ἀλαμανοὶ πεποιθότως ἐβάδιζον τὴν διὰ λείου πεδίου ἐς τὸ Ῥωμαϊκὸν στρατόπεδον φέρουσαν. ὡς δ’ οὐδένα εὕροσαν ἀντίμαχον οἱ πολέμιοι, ἀλλὰ τὴν μὲν ἀποσκευὴν τοῦ στρατεύματος κατὰ τὴν τῆτες δείλην ἀπονοστήσειν ἐκεῖθεν ἐπύθοντο, ὅσον δ’ αὐτοῦ κράτιστον κατὰ τῶν ἐκ τοῦ γένους σφῶν τὰ σῖτα εἰς τὴν παρεμβολὴν μεταφερόντων ἐξωρμηκέναι, μὴ ἀναμείναντες τὴν ἀγγελίαν τοὺς ἵππους μετήνεγκαν, εὑρεθῆναι τοῖς ζητοῦσιν γλιχόμενοι.
Οὐκοῦν οἱ μὲν τὸν ἐκεῖθι λόφον ὑποκαταβαίνοντες, ὃς περὶ τὸ φρούριον ἐξῆρται τὸν Προυσηνόν, οἱ δ’ ἡμέτεροι ἀνιόντες προσέμιξαν ἀλλήλοις ἀδόκητοι. ἐπεὶ δὲ καὶ συμπλακέντες ἐμάχοντο, οἱ μὲν Ἀλανοὶ ἐξηγούμενον αὐτῶν ἔχοντες τὸν τοῦ Ἀλεξίου Βρανᾶ υἱὸν τὸν Θεόδωρον μικροῦ ἔπεσον πάντες ὡς μόνοι καὶ πρῶτοι διαμαχεσάμενοι τοῖς Ἀλαμανοῖς, οἱ δὲ Ῥωμαῖοι ἐδραπέτευον προτροπάδην καὶ ἀκλεῶς μηδὲ καθαρῶς ἐμβλέψαι τοῖς ἐναντίοις ὑπενεγκόντες. καὶ αὐτὸς δὲ ὁ πρωτοστράτωρ δι’ ἄλλης ὁδοῦ ἀνακεχωρηκὼς ἄφαντος ἦν ἐκ τοῦδε ἡμῖν εἰς τρίτην ἡμέραν, τρισάσμενος δὲ τὰς χεῖρας τῶν πολεμίων διεκφυγὼν μόλις ἀσπάσιος ἐπανέζευξεν, ὡς ἐκ μακροῦ πελάγους εἰς λιμένα κατάρας, ἔτι τὴν ἅλμην ἀποπτύων τοῦ μαχησμοῦ καὶ τοῖς ὠσὶ φέρων ἐναύλους τὰς ἐπὶ τῷ αὐτὸν ἁλῶναι προϊεμένας διατόρους φωνὰς τῶν Ἀλαμανῶν. πολλοὶ δὲ καὶ ἄνιπποι καὶ ἄνοπλοι ἐς τὸ στρατόπεδον ἐπανήλθοσαν, τῇ συντονίᾳ τοῦ δρόμου λακισάντων σφίσι τῶν ὀχημάτων. Τὸ δ’ ἀπὸ τοῦδε τοσοῦτον ἀπεσχοινίσμεθα ἀλλήλων Ἀλαμανοί τε καὶ Ῥωμαῖοι, ὡς σταδίους διεστάναι πλείους τῶν ἑξήκοντα·
οἱ μὲν γὰρ ἔτι τῇ Φιλίππου προσέμενον, ἡμεῖς δὲ περὶ τὰ ἔσχατα τῆς Ἀχριδοῦ γενόμενοι ἡσυχάζομεν, ὡς σωζοίμεθα μόνον ἐπιμελόμενοι, εἴπω δέ τι καὶ ἕτερον, κείροντες τὴν ἰδίαν τὰ σῖτα εἰσεφερόμεθα. Καὶ τὰ τοιαῦτα εἰσεληλυθότα τοῦ βασιλέως ἐνώπιον ἐνδοῦναι μόγις τοῦ ἄγαν ἔπεισαν. καὶ ἡμεῖς δ’ ἐς αὐτὸν μετὰ βραχὺ ἀφικόμενοι καὶ κατὰ μέρος πάντα διηγησάμενοι καὶ προσθέμενοι ὥς φασιν οἱ Ἀλαμανοὶ μηδὲν ἕτερον εἶναι τὸ πεῖσαν τὸν βασιλέα Ῥωμαίων τὰ τῶν ἑσπερίων Χριστιανῶν ὅρκια παραβλέψασθαι ἢ τὸ μετὰ τοῦ τῶν Σαρακηνῶν ἄρχοντος σπείσασθαι καὶ κατὰ τὸ παρ’ αὐτοῖς περὶ φιλίας κρατοῦν ἔθιμον ἀμφοτέρους σχάσαι φλέβα τὴν ἐπιστήθιον καὶ τὸ ἐκεῖθεν ἐκρυὲν αἷμα ἑκάτερον εἰς πόσιν ἀλλήλοις ἀντιπροτείνασθαι, μεταβαλεῖν ἰσχύσαμεν τῆς ἐνστάσεως. Ἀμέλει τὴν ἐναντίαν τραπόμενος τῆς προτέρας ὁ βασιλεὺς προθέσεως ἐγλίχετο τῆς ἐς ἕω τοῦ ῥηγὸς περαιώσεως.
ὁρῶν δὲ πάλιν αὐτὸν διὰ τὴν ἐς χειμῶνα τῆς ὥρας μετατροπὴν (ἦν γὰρ Νοέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο) εἰς ἔαρ τὴν μετάβασιν ἀνατιθέμενον πάλιν τοῖς προτέροις ἐνέμενε καὶ ἐπιστέλλων προηγόρευε τῷ ῥηγί, βασιλεῦσιν οὐχ ἁρμοδίως, ὡς θανεῖται πρὸ τῶν πασχαλίων ἡμερῶν. Καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ πλείω κατηγορίαν τοῦ δρῶντος καὶ λέγοντος ἤπερ ἔπαινον ἔχοντα, πείθεται μόλις διαφεῖναι τοὺς πρέσβεις ἐς τὸν ῥῆγα ἐπανελθεῖν. αὐτὸς δὲ τούτους ἰδὼν καὶ μαθὼν ὡς οὔτε καθέδρας ὁ βασιλεὺς αὐτοῖς μετέδωκεν, ἀλλὰ δουλοπρεπῶς ἐπ’ ἴσης Ῥωμαίοις αὐτῷ παρειστήκεισαν ὀπτανόμενοι, οὔτε τινὸς ἑτέρου ἐξαιρέτως ἠξίωσεν ἀγαθοῦ ἐπισκόπους τε ὄντας καὶ αὐτῷ προσγενεῖς, ἠγανάκτει καὶ δῆλος ἦν ἐπὶ τῷ γεγονότι τῷδε διαπριόμενος. ὡς δὲ καὶ πρέσβεις ἡμέτεροι παρ’ ἐκεῖνον ἀφίκοντο, ἑαυτῷ συμπαρέδρους πεποίηκεν αὐτούς τε καὶ τοὺς ὑπηρετουμένους αὐτοῖς μηδὲ τοὺς ὀψοποιοὺς καὶ ἱπποκόμους καὶ μάττοντας παρίστασθαι ἀφεικώς.
PG 139:793μὴ εἶναι δὲ λεγόντων ἐκείνων εἰκὸς βασιλεῖ μεγίστῳ συνθακεύειν ὑπηρέτας (ἀρκετὸν γὰρ ὅτι καὶ οἱ κύριοι αὐτῶν συνεδρεύουσιν), οὐ καθυφῆκέ τι μικρὸν τοῦ σκοποῦ, ἀλλὰ καὶ μὴ ἑκόντας τοῖς δεσπόταις αὐτοὺς συγκατέκλινεν, ἐν οἷς ἔπραττε Ῥωμαίους καταμωκώμενος καὶ δεικνὺς μὴ ἀρετῆς καὶ γένους παρ’ αὐτοῖς εἶναι διαστολήν, ἀλλ’ ὡς ἐς συφεὸν οἱ συφορβοὶ τὰς ὗς ἁπαξαπάσας εἰσελῶσιν μὴ διιστῶντες τὰς πίονας καὶ πλειόνως διαχέειν ἐχούσας τὸ ἀποδίδοσθαι, οὕτω καὶ Ῥωμαῖοι παραστατοῦντας ἔχουσιν ἅπαντας. Οὐ πολλοῦ δὲ διαγενομένου καιροῦ ἠνάγκασεν αὐτὸν ἡ τῶν ἐπιτηδείων ὑποσπάνισις μερίσαι τὸ στράτευμα.
οὐκοῦν αὐτὸς μὲν ἄπεισιν εἰς Ὀρεστιάδα, κατὰ δὲ τὴν Φιλιππούπολιν εἴασε τὸν ἑαυτοῦ υἱὸν καὶ τοὺς ἐπισκόπους μεθ’ ἱκανοῦ στρατεύματος εἰπὼν ὡς ἀναπαύσασθαι χρεὼν ὑμᾶς ἐνταυθοῖ, ἄχρι δὴ τὰς παρειμένας κνήμας καὶ τὰ παραλελυμένα γόνατα ἐκ τοῦ παρίστασθαι τῷ βασιλεῖ Γραικῶν ἀναρρωσθείητε. Ἐπεὶ δ’ ὁ χειμὼν παρῆλθε καὶ τὰ ἄνθη ἔδωκεν ὀσμήν, ἀνανεοῦνται τοὺς ὅρκους ὅ τε βασιλεὺς καὶ ὁ ῥήξ, καὶ τοῦ μὲν ὀμωμόκεσαν οἱ τοπάρχαι καὶ μεγιστᾶνες παρελεύσεσθαι τὸν ῥῆγα διὰ τῆς Ῥωμαϊκῆς γῆς, καὶ μὴ δι’ ἀγρῶν ἢ ἀμπελώνων διελεύσεσθαι, ὁδῷ δὲ βασιλέως πορεύσεσθαι, οὐδ’ ἐκκλινεῖν δεξιὰ ἢ ἀριστερά, ἕως τὰ τῶν Ῥωμαίων παρελεύσεται ὅρια, βασιλεὺς δὲ δέδωκεν ὁμήρους τινὰς τῶν ἐξ αἵματος. ὡρκώθησαν δὲ καὶ ἔνδον τοῦ Μεγίστου Νεὼ ἀπὸ τῶν ἀγοραίων καὶ τῆς βασιλείου αὐλῆς πεντακόσιοι ὡς ὁ βασιλεὺς ἀπαραβάτους τὰς συνθήκας φυλάξει καὶ χορηγήσει τοῖς Ἀλαμανοῖς ἡγεμόνας ὁδοῦ καὶ ἐφόδια.
PG 139:795Τότε καὶ τῶν κριτῶν τοῦ βήλου τινὲς εἰς τὸν ῥῆγα κατὰ λόγον ὁμήρων στελλόμενοι οὐχ ὑπήκουσαν καὶ μὴ ἔχοντες ἀντιπίπτειν βασιλεῖ καὶ καθῆσθαι οἴκαδε ἀδεῶς γωνίαις ἀλλοτρίων δόμων ἑαυτοὺς ἐνετύμβευσαν μέχρι τῆς ἐς ἕω τοῦ ῥηγὸς διαβάσεως. βασιλεὺς δὲ χολωθεὶς ἀντὶ μὲν τῶν κριτῶν τοῦ βήλου ταβελλίονας ἀπέσταλκεν ὄψιδας, τὰς δὲ τῶν μὴ πεισθέντων κτήσεις τε καὶ οἰκήσεις οἷς ᾑρεῖτο παρέσχετο καὶ δικαστὰς ἑτέρους προυβάλετο. ὕστερον δὲ μὴ ἀπείθειαν, ἀλλὰ δειλίαν εἶναι οὐκ ἄλογον ἐπιγνοὺς τὸ πραχθὲν τῶν τε κτήσεων κυρίους αὖθις πεποίηκε καὶ τῶν προτέρων ἠξιώκει δικαστικῶν ἐπιτιμιῶν. τῶν δὲ συμφωνιῶν πεπερασμένων, βασιλεὺς μὲν τῷ ῥηγὶ ἀργυρέων νομισμάτων στέλλει κεντηνάρια τέσσαρα καὶ περιφανῆ νήματα χρυσοϋφῆ κἀκεῖνος ἄλλοις ἀντιδεξιοῦται τοῦτον δωρήμασι. κἀντεῦθεν πλοίων πλείστων ἱππαγωγῶν ἀπενεχθέντων εἰς Καλλιούπολιν, ἐπεὶ καὶ τοῦτο ἀλλήλοις συνέδοξεν ὥστε διαπλωί̈σεσι διτταῖς μετὰ τοῦ παντὸς αὐτὸν διαπεραιωθῆναι στρατεύματος (ἐδεδίει γὰρ μὴ παρασπονδήσαντες Ῥωμαῖοι τοῖς κατὰ βραχεῖς διαπερῶσιν εἰς τὴν ἀντιπέραν ἐπίθωνται), οὕτως οὐχ ἡμέραις πλείοσι τῶν τεττάρων κατὰ τὴν ἕω γίνεται.
Ὡς δ’ ἤγγισε κατὰ τὴν Φιλαδέλφειαν οὔτε παρῆλθε διὰ τῆς πόλεως, καὶ οἱ ταύτης φιλενδεικτοῦντες οἰκήτορες ἐν τῷ ἀπαίρειν τὸν ῥῆγα ἐκεῖθεν πρὸς πόλεμον μεθηρμόσθησαν καὶ μέρει τῆς στρατιᾶς κατὰ λῃστείαν ἐπέθεντο. ὡς δ’ οὐ προυχώρει τούτοις τὰ καταθύμια, ἀλλ’ ἀνδριᾶσι χαλκήρεσιν ἢ γίγασιν ἔγνωσαν προσεγγίζοντες, μετέθεντο τὴν ὁρμὴν εἰς τροπήν. οἱ δὲ διὰ τοῦ Ἀετοῦ λεγομένου χώρου πορευθέντες παρενέβαλον εἰς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν. καὶ φιλοφρονηθέντες ἐκεῖσε ἀσπασιώτατα καὶ ξεναγωγηθέντες ὡς οὐχ ἑτέρωθι καὶ πάντες μὲν τοῖς Λαοδικεῦσι πάντα τὰ θεόθεν ἐπηύξαντο ἀγαθά, ὁ δὲ ῥὴξ καὶ μάλιστα·
ἀνατείνας γὰρ τὰς χεῖρας εἰς οὐρανὸν καὶ ἄρας ἄνω τὰ ὄμματα, τὸ δὲ γόνυ κάμψας εἰς γῆν, εἴ τι βιωφελές, εἴ τι ψυχῶν σωτήριον, ἐκ τοῦ τῶν ὅλων κηδεμόνος θεοῦ καὶ πατρὸς ἐπικαταπτῆναι τούτοις ἱκέτευσεν ἐπειπών, ὡς εἰ Χριστιανοῖς τοιούτοις ἐνευθηνεῖτο ἡ τῶν Ῥωμαίων γῆ καὶ εὐγνωμόνως οὕτω τοὺς τοῦ Χριστοῦ ὁπλίτας καθυπεδέχοντο, κἀκεῖνοι τὸν ἐπιφερόμενον πλοῦτον σφίσιν ἀγαπητῶς ἐδηδόκεισαν ἄν, τὰ ἐπιτήδεια μετ’ εἰρήνης παρέχοντες, καὶ αὐτοὶ τὰ ὅρια Ῥωμαίων πάλαι παρήλθοσαν ἀγεύστους Χριστιανῶν αἵματος καὶ ὑπνούσας ἐπὶ κουλεῶν τὰς λόγχας φέροντες. Ἁψάμενοι δὲ τῆς ἄνω πορείας οὐδὲ τοὺς Τούρκους εὕρισκον ἠπίως αὐτοῖς προσφερομένους, ἀλλὰ καὶ οὗτοι τὴν ἐνώπιον μάχην ἐκκλίνοντες ἐλῄστευον, ὅπη ποτὲ ἴσχυον, καίτοι Ῥωμαίοις ἐπ’ ἴσης συνθέμενοι διὰ τῆς χώρας σφῶν τούτους ἀμαχητὶ παρελθεῖν καὶ πάντα χορηγήσειν, ὁπόσων οἱ παροδεύοντες χρῄζουσι. καὶ ἦν ἂν οὐ πρὸς κακοῦ καὶ αὐτοῖς, εἰ τὰς συνθήκας ἐτήρησαν· νῦν δ’ ἐλπίσι κεναῖς κουφιζόμενοι πρὸς προῦπτον ἠρρενώθησαν πόλεμον.
PG 139:797τῷ τοι καὶ περὶ τὸ κάστρον τὸ Φιλομίλιον συγκεκροτηκὼς πόλεμον ὁ ῥὴξ μετὰ τῶν παίδων τοῦ Ἰκονιέως σουλτάν, οἵτινες αὐτὸν τοῦ ἄρχειν καὶ βασιλεύειν παρέλυσαν καὶ τοῦ Ἰκονίου ἀπεώσαντο τὴν προτέραν πατρικὴν εὐκληρίαν εἰς γῆρας μεταθέμενοι δύσδαιμον, αὐτούς τε ῥᾷστα ἐτρέψατο καὶ τὸ Φιλομίλιον πολιορκήσας ἐνέπρησεν. Ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον Γιγκλάριον αὐτοῖς συμβαλὼν τὸ κράτος ἤρατο, ὅτε καὶ οἱ μὲν Τοῦρκοι τὰς τῶν παρόδων προκατειληφότες στενὰς ἐτήρουν τὴν τῶν Ἀλαμανῶν ἐκεῖθι ἄφιξιν, ὁ δὲ ῥὴξ τὸ τῶν ὑπεναντίων σκέμμα συνεὶς ἐπὶ τόπου κατεστρατοπέδευσε πεδινοῦ, νυκτὸς δὲ εἰς δύο μοίρας τὸ οἰκεῖον στρατόπεδον διελὼν ὃ μὲν ταῖς σκηναῖς προσμένειν ἀπέταξε, τὸ δὲ λοιπὸν ἅμα ὑποφαινομένῃ τῇ ἕω εἰς ἀπόδρασιν ἐπέταξεν ἐνσκευάζεσθαι ἄλλης ἁπτόμενον ὁδοῦ.
οἱ τοίνυν Πέρσαι τὸν δόλον ἔργον ἀληθὲς εἶναι ὑποτοπάσαντες ἀπανίστανται μὲν περιχαρῶς τῶν δυσχωριῶν, κατὰ δὲ τὸ πεδίον γενόμενοι τὸν χάρακα εἰσέδυσαν τῶν Ἀλαμανῶν ἀφροντιστοῦντες ἅμα καὶ χαίροντες ὡς προκειμένῳ ἑρμαίῳ τοῖς ἐν αὐτῷ ἐντευξόμενοι πολλοῖς οὖσι καὶ ἀγαθοῖς, ἐπεὶ καὶ φιλοκερδὴς ἅπας βάρβαρος καὶ τὰ πλείω ἢ τὰ πάντα πράττων ἐστὶ καὶ φθεγγόμενος πρὸς ἀργύριον. ὡς δὲ οἵ τε φεύγοντες ἐπανέλυσαν καὶ οἱ ἐν ταῖς σκηναῖς εὐθαρσῶς ὑπηντίαζον, περιειλούμενοι οἱ Πέρσαι τὴν πρὸς θάνατον ἤγοντο. Οὐ μόνον οὖν ἐκ τῶν δυοῖν τούτων πολέμων φοβερὸς ὁ ῥὴξ ἐγεγόνει καὶ παρὰ τοῖς ἑῴοις ἔθνεσι διαβόητος, ἀλλ’ ὅτι καὶ κατ’ αὐτὸ τὸ Ἰκόνιον τοῖς αὐτοῖς τοὺς Τούρκους περιέβαλε δυσπραγήμασιν. αὐτὸς μὲν γὰρ ὁ σουλτὰν εἰς τὰ Τάξαρα δραπετεύσας ἀπελογεῖτο μηδὲν εἰδέναι ὧν οἱ υἱεῖς αὐτοῦ διεπράξαντο, ὅτι καὶ τῆς ἀρχῆς ὑφ’ ἑνὸς αὐτῶν τοῦ Κοτπατίνου ἀπεσκοράκισται.
οἱ δὲ Τοῦρκοι τὰ τῶν κήπων ὑπεισδύντες ταφρεύματά τε καὶ τὰς διώρυχας, αἱ συνεχεῖς εἰσι περὶ τὸ Ἰκόνιον, καὶ τοὺς διὰ λίθων περιβόλους ὡς ἕρκος περιβαλόμενοι ἐκ τούτων ᾤοντο ἐπισχήσειν τὴν ἐς Ἰκόνιον πάροδον τῶν Ἀλαμανῶν, οἷα τοξόται πάντες κράτιστοι περὶ ἕνα χῶρον συνηλισμένοι καὶ πρὸς ἱππεῖς ὁπλοφόρους ἐν δυσχωρίαις κοῦφοι διαμιλλώμενοι. ἀλλ’ εἰς κενὸν καὶ τοῦτο αὐτοῖς τὸ διαβούλιον ἔσχασεν. οἱ γὰρ Ἀλαμανοὶ θεασάμενοι τοὺς Τούρκους τὰς τῶν κήπων ὑπεισιόντας αἱμασιὰς καὶ ὡς ἀφ’ ὁρμητηρίου τινὸς ἐκεῖθεν τοξεύοντας τάδε ἐποίουν· ἐπὶ τὸ οἰκεῖον ὄχημα τῶν ἱππέων ἕκαστος πεζὸν ἐπανέλαβεν ὁπλίτην καὶ τούτους ὡς διὰ βαθμίδων τῶν ἵππων ἄνωθεν τῶν περιβόλων θέμενοι, ἔνθα οἱ Τοῦρκοι συνεσπειράθησαν, διαφῆκαν ἐνθένδε σφίσι συμπλέκεσθαι, ἐπεβοήθουν δὲ καὶ αὐτοὶ ἐν οἷς ἐξῆν διιππάζεσθαι. καὶ κακοὶ καὶ τότε κακῶς οἱ πλείους ἀπώλοντο, οἱ δὲ καὶ διασπαρέντες ἐσώθησαν.
PG 139:799ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν μαρτυρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης, ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ βασιλεῖ προσρυεὶς καὶ τὴν οἰκείαν εἰς ὅρκον παραλαμβάνων θρησκείαν, διακοσίους ἀργυρέους καταβαλέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν, οἳ κατὰ τὸν κῆπον αὐτοῦ ἀπεσφάγησαν. Οἱ δ’ Ἀλαμανοὶ τὸ Ἰκόνιον κατασχόντες τούτου μὲν ἐντὸς οὐκ εἰσέδυσαν, κατὰ δὲ τὴν ἔξω λεγομένην πόλιν ηὐλίσαντο ἄνωθεν τῶν δωμάτων τὰς αὐλαίας πηξάμενοι. καὶ μηδὲν ἕτερον ὅτι μὴ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια καὶ μόνα ἐκεῖθεν ἐνσκευασάμενοι τοῦ πρόσω εἴχοντο. Κατὰ δὲ τὴν ἀνάβασιν ταύτην λέγεται Ἀλαμανόν τινα, πελώριον τὸ σῶμα, τὴν ἰσχὺν ἀπροσμάχητον, τῶν ὁμοφύλων ἐπὶ πλεῖστον ἀπολειφθῆναι. καὶ τὸν μὲν ἀνύειν ποσὶ τὴν ὁδὸν ἀνειμένοις ἐκ τοῦ χαλινοῦ τὸν ἵππον ἐφέλκοντα τῇ ὁδοιπορίᾳ καμόντα, τῶν δ’ ἐξ Ἰσμαὴλ ἀθροισθῆναι περὶ αὐτὸν ὑπὲρ τοὺς πεντήκοντα, κρατίστους ἅμα πάντας καὶ τὰς οἰκείας τάξεις ἀπολιπόντας.
οἱ μὲν οὖν ὡς ἐς κύκλωσιν αὐτὸν διειληφότες περιετόξευον, ὁ δὲ τῷ εὐρεῖ σάκει σκεπόμενος καὶ τῇ τῶν ὅπλων θαρρῶν στεγανότητι γεγηθὼς ἐπορεύετο ἀτίνακτος κατὰ πρῶνα ἢ πρόβολον τοῖς τῶν ἐναντίων βλήμασι καὶ ὢν καὶ δεικνύμενος. ὡς δ’ ἐκείνων εἷς γενναῖόν τι δράσειν ὑπὲρ τοὺς ἄλλους ἐπαγγελλόμενος ἀπέθετο μὲν τὸ τόξον ὡς οὐκ ὀνήσιμον, τὴν δ’ ἐπιμήκη μάχαιραν ἐξερύσας καὶ τὸν ἵππον ἐς δρόμον ἀνεὶς ἀγχωμάλως ἐπεβάλετο μάχεσθαι, αὐτὸς μὲν ὅσα καὶ ἀκρώρειαν ὄρους ἢ ἀνδριάντα χάλκεον ἔπαιε τὸν Ἀλαμανόν, ὁ δὲ τὸ ξίφος σπασάμενος παχείᾳ καὶ ἡρωϊκῇ χειρί, βριθὺ καὶ μέγα καὶ στιβαρόν, πλήττει τὸν ἵππον ἐπιδοχμίως περὶ τοὺς πόδας καὶ ἄμφω τοὺς ἔμπροσθεν ὡς οὐδ’ ἀγροῦ τις χόρτον ἀποδιεῖλεν. ὡς δ’ ἐπὶ γόνυ κλιθεὶς ὁ ἵππος ἔτι τὸν ἀναβάτην ἐρειδόμενον εἶχε τῇ ἐφεστρίδι, ἐκτείνας ὁ Ἀλαμανὸς τὸν βραχίονα κατὰ μέσης τῆς τοῦ Πέρσου κόρσης τὴν σπάθην κατήνεγκεν.
ἡ δὲ τῇ οἰκείᾳ τε ἀντιτυπίᾳ καὶ τῇ τοῦ φέροντος γενναιότητι οὕτως ἀξιοθαύμαστον εἰργάσατο τὴν τομήν, ὡς τὸν μὲν πληγέντα διαιρεθῆναι διχῇ, κακῶς δὲ καὶ τὸν ἵππον ἐς τὸν νῶτον παθεῖν διαπτάντος τὴν ἀστράβην τοῦ πλήγματος, τοὺς δὲ λοιποὺς Πέρσας πρὸς τὴν τοιαύτην θέαν καταπλαγέντας μηκέτι ἀποθαρρῆσαι τὸν μεθ’ ἑνὸς πόλεμον. καὶ οἱ μὲν οὕτως, ὁ δὲ ὡς λέων τῇ οἰκείᾳ πεποιθὼς ῥώμῃ οὐκ ἐπέτεινε τὴν πορείαν, ἀλλὰ βάδην ὁδεύων περὶ ὀψίαν τοῖς ὁμογενέσι προσέμιξεν, ἔνθα ηὐλίσαντο. Φασὶ δὲ ὡς οἱ ἐξ Ἰσμαὴλ ὑφορώμενοι, μή πως κατὰ τὴν αὐτῶν χώραν εἴη χρονίσας ὁ ῥὴξ ὡς ἤδη καταπαλαίσας σφας, φιλοφροσύνην ἐς αὐτὸν προσποιητὴν ἐνδειξάμενοι ἔδοξάν πως αὐτὸν ἐκμειλίξασθαι· τὸν δὲ ὅμηρα τὰ τῶν μέγα παρ’ αὐτοῖς δυναμένων τέκνα δεξάμενον καὶ ἡγεμόνας ὁδοῦ προσλαβόμενον πλείστους τὰ αὐτῶν ὅρια οὕτως ὑπερβαλεῖν, ὀλίγῳ δὲ ὕστερον τῆς Ἀρμενίας ἁψάμενον οὐ βραχεῖς ἐκ τούτων δοῦναι τῷ ξίφει, τοὺς δὲ λοιποὺς ἀποπέμψαι ὀπίσω.
PG 139:801Φιλοτίμως δὲ ὑπὸ τῶν Ἀρμενίων προσδεχθεὶς καὶ συχνὰς ἡμέρας ἐκεῖσε προσδιατρίψας ἐς τὴν Ἀντιόχου πόλιν ὥρμητο μεταχωρεῖν, μέγα ἀεὶ περιβαλλόμενος ὄνομα ἐπί τε συνέσει καὶ τῷ ἀκαταμαχήτῳ στρατεύματι καὶ μηδὲν ἔχων ὑπαντιάζον πολέμιον.
γενόμενος δὲ κατά τινα ποταμὸν (ὢ τῶν ὑπὲρ δόξαν καὶ ἀέλπτων περιπτώσεων, ἢ μᾶλλον τῶν ἀνεφίκτων ἀνθρώποις κριμάτων θεοῦ) ταῖς τῶν ὑδάτων δίναις ἐναποπνίγεται, ἀνὴρ διὰ μνήμης ἄγεσθαι ἀγαθῆς καὶ διηνεκοῦς καὶ μακαρίζεσθαι δικαίως τοῦ τέλους παρὰ τοῖς εὐφρονοῦσιν ἄξιος, οὐ μόνον ὅτιπερ εὖ εἶχε τοῦ γένους καὶ πολλῶν ἐκ τριγονίας κατῆρχεν ἐθνῶν, ἀλλ’ ὅτι τῷ τοῦ Χριστοῦ πόθῳ πυρούμενος ὑπὲρ τοὺς ὁπουδήποτε τῶν τότε Χριστιανῶν αὐτοκράτορας πατρίδα καὶ χλιδὴν βασίλειον καὶ ἀνάπαυλαν καὶ τὸν οἴκοι μετὰ τῶν φιλτάτων ὄλβον καὶ τὸν ὑπερήφανον βίοτον παρωσάμενος εἵλετο συγκακουχεῖσθαι τοῖς κατὰ Παλαιστίνην Χριστιανοῖς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ τῆς τοῦ ζωοπαρόχου τάφου τιμῆς, τὴν ἀλλοτρίαν τῆς οἰκείας προκρίνας, μηδ’ ὑποχαλασθεὶς τῆς ὁρμῆς τοῖς παρασάγγαις τῆς πολλῆς καὶ πάσης ἀργαλέας ὁδοῦ καὶ τοῖς ἐκ τῶν ἐθνῶν κινδύνοις, δι’ ὧν παρέρχεσθαι ἤμελλεν. οὐδὲ τὸ στενὸν ὕδωρ καὶ ὁ μετρητὸς ἄρτος, καὶ οὗτος ὠνητός, ἐνιαχοῦ δὲ καὶ ἐπίβουλος, ἐξέκρουσαν αὐτὸν τῆς προθέσεως, οὐδὲ τέκνων περιχύσεις καὶ περιβολαὶ μετὰ δακρύων καὶ ὕστατοι ἀσπασμοὶ τὴν αὐτοῦ ψυχὴν συγκεχύκασιν ἢ ἐξεθήλυναν·
ἀλλὰ κατὰ τὸν ἀπόστολον Παῦλον μὴ ἔχων τὴν οἰκείαν ψυχὴν τιμίαν παρ’ ἑαυτῷ ἐπορεύετο μὴ μόνον δησόμενος, ἀλλὰ καὶ ἀποθανούμενος ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. οὕτως ἀποστολικὸς ἦν τοῦ ἀνδρὸς ὁ ζῆλος καὶ θεοφιλὴς ὁ σκοπὸς καὶ τῶν ὑπερτελῶν τὸ κατόρθωμα, οἱ πρὸς τὴν ἀνάντη πολιτείαν τῆς εὐαγγελικῆς ὑψηγορίας ὅλον τὸν νοῦν ἀνατείναντες καὶ πρὸς ταύτην ἅπαντα τὸν δρόμον συντείναντες τὰ κατὰ τὸν βίον ἁπαξαπλῶς ὡς σκύβαλα παρεβλέψαντο. Καὶ ὁ μέν, ὡς ἐμαυτὸν πείθω, μακαριστοῦ τετύχηκε τέλους· ὁ δ’ ἐκείνου υἱὸς τὴν πατρῴαν ἀρχηγίαν δεξάμενος τὴν Ἀντιόχειαν εἰςελήλυθεν, ἐκεῖθεν δ’ ἀφιγμένος εἰς τὴν προσωτέρω Κοίλην Συρίαν Λαοδίκειαν κατεστήσατο, καθ’ ἑαυτὴν στασιάζουσαν καὶ πρὸς τοὺς ἐξ Ἰσμαὴλ μεταρρέπουσαν, καὶ Βηρυτὸν πόνῳ οὐδενὶ παρεστήσατο καὶ ἄλλας πλείστας Συριακὰς ὑπηγάγετο πόλεις, Λατίνοις μὲν ὑπηκόους πρότερον, τότε δὲ προσκεχωρηκυίας Σαρακηνοῖς. ἀλλὰ καὶ κατὰ τὴν Τύρον ἀφιγμένος καὶ πολιορκήσας τὸ Ἄκε, ὑπὸ Ἰσμαηλιτῶν κατεχόμενον, καὶ μογήσας ἐφ’ ἱκανὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ αὐτὸς ἐκεῖσε τὴν ζωὴν καταλέλυκε.
PG 139:803τὸ δὲ περιλειφθὲν τοῦ στρατεύματος οὐκέτι διὰ τῆς ἠπείρου θέσθαι τὴν ἐπάνοδον ἐδοκίμασεν ἀπιστίαν κατεγνωκὸς τῶν ἐθνῶν, δι’ ὧν παρώδευσε, πλοίων δ’ εὐπορῆσαν στρογγύλων, ἅπερ ἦσαν ἐκ τῶν ἑσπερίων ὁμοφύλων αὐτοῖς γενῶν εἰς Τύρον καταίροντα, τοῖς οἴκαδε ἀνασώζεται. Τῷ καιρῷ δὲ τούτῳ οὐ μόνον Ἀλαμανοὶ κατὰ τῶν τὴν Παλαιστίνην κατασχόντων καὶ τὴν Ἱερουσαλὴμ ἐκπορθησάντων Σαρακηνῶν ἐστράτευσαν, ἀλλὰ καὶ ὁ ῥὴξ Φραγγίας καὶ ὁ τῶν πελεκυφόρων κατάρχων Γερμανῶν, οὓς νῦν φασὶν Ἰγγλίνους, ναῦς ὅτι πλείστας ἐκ Σικελίας καὶ τῆς κατὰ τὴν Ἰταλίαν ἠπείρου ἀγείραντες σίτου τε αὐτὰς ἐμπλησάμενοι καὶ τῶν ἄλλων ἐπιτηδείων εἰς Τύρον ἔπλευσαν· ταύτην γὰρ τὴν πόλιν εἶχον οἱ ἀθροιζόμενοι ναύσταθμον καὶ πρὸς τὸν κατὰ Σαρακηνῶν πόλεμον ὁρμητήριον. πλὴν οὐδ’ οὗτοι τῆς ἁγίας πόλεως ἐξελάσαι ἴσχυσαν τοὺς Σαρακηνούς, ἀλλ’ ἀτέλεστον ἀφεικότες ὃ προέθεντο ἔργον τοῦ πρὸς τὰς πατρίδας πάλιν ἥψαντο πλοῦ.
Ὁ δέ γε τῶν Ἰγγλίνων ῥὴξ ἐν τῇ ἀναγωγῇ κατάρας εἰς Κύπρον αὐτῆς τε ἐκράτησε καὶ τὸν ταύτης τύραννον, ἢ μᾶλλον ἀπάνθρωπον καὶ δυσμείλικτον ὀλοθρευτήν, Ἰσαάκιον τὸν Κομνηνόν, συλλαβὼν τὰ μὲν πρῶτα εἶχεν ἐν δεσμοῖς, μικρῷ δὲ ὕστερον ἐκεῖθεν ἐκτοπίσας τὸν ἀλιτήριον ὅσα καὶ ἀνδράποδόν τινι τῶν ὁμογλώττων ἀπεχαρίσατο. καὶ αὐτὸς μὲν εἰς Παλαιστίνην κατέπλευσεν, ἐν δὲ τῇ Κύπρῳ καταλείψας στράτευμα ὡς οἰκείας ἤδη τῆς νήσου ἀντεποιεῖτο καὶ στέλλων ἐς τὴν νῆσον νῆας φορταγωγοὺς τὰ πρὸς τὸ ζῆν ἐκεῖθεν ἐφορολόγει. κἀν τῷ ἀπαίρειν ἤδη τῆς Παλαιστίνης ὡς σφετέραν ἐδωρήσατο χώραν τὴν Κύπρον τῷ τῶν Ἱεροσολύμων ἡγήτορι ῥηγί, ἵν’ ἐκεῖσέ τε τὰς οἰκείας ποιοῖτο διατριβὰς ἐκεχειρίαν ἄγων ἐκ τῶν πολέμων οἷα τὴν οἰκείαν ἀρχὴν ἀποβεβληκώς, καὶ κατάρχῃ τῶν Κυπρίων ὡς ὑπ’ αὐτοῦ προσκληρωθέντων τάφῳ τῷ κυριακῷ καὶ τῆς νήσου συναφθείσης τοῖς τῆς Παλαιστίνης ὁρίσμασι. καὶ ταῦτα μὲν οὑτωσί.
PG 139:805ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ Ὁ δέ γε βασιλεὺς Ἰσαάκιος ἐπὶ τρισὶ παισὶ τὴν τοῦ γένους σαλεύων διαδοχήν, οἳ ἐκ τῶν προτέρων αὐτῷ γάμων γεγένηντο, δυσὶ μὲν θηλείαις, ἑνὶ δὲ ἄρρενι, τῶν μὲν τὴν πρεσβυτέραν κατὰ τὸν χρόνον εἰς μοναχὴν ἀποκείρει καὶ τὸν τοῦ Ἰωαννίτζη λεγόμενον οἶκον εἰς γυναικεῖον μετασκευάσας πολλοῖς ἀναλώμασι φροντιστήριον (τοῦτο δὲ καὶ ἡ βασιλὶς Ξένη ποιεῖν ἐπεβάλετο μετὰ μόρον τοῦ ταύτης ξυνεύνου καὶ βασιλέως Μανουὴλ) αὐτὴν ἐκεῖσε ὡς ἀμνάδα τῷ θεῷ ἱερώσας ἐνεμάνδρευσε καὶ ἀπέταξε, θατέραν δὲ εἰς γυναῖκα πέπομφε γαμετὴν τῷ υἱῷ τοῦ ῥηγὸς Σικελίας τοῦ Ταγγρέ, ὃς τὸν Γιλίελμον διεδέξατο θανάτῳ ἐξ ἀνθρώπων γενόμενον, τὸν καὶ κατὰ Ῥωμαίων ἄραντα πόλεμον ἐξ ἠπείρου τε καὶ θαλάςσης, ὡς φθάσαντες ἱστορήκειμεν. τὸν δὲ υἱὸν Ἀλέξιον τῆς βασιλείας κληρονόμον ἀνέτρεφε, κἂν οὐδέπω τὸ τοῦ βίου φανταζόμενος πέρας ἢ ἔκπτωσιν τῆς δυναστείας ὑφορώμενος δύο καὶ τριάκοντα χρόνους ἄρξειν ἀδιστάκτως ἐχρησμολόγει, ὥσπερ τὸ θεῖον προειδὼς βούλημα ἢ τοὺς ὅρους πήσσων ἑαυτῷ τῆς ζωῆς, οὓς ὁ θεὸς ἔθετο παρὰ τῇ ἰδίᾳ ἐξουσίᾳ.
Οὐ μόνον δὲ ὁ Βρανᾶς Ἀλέξιος καὶ ὁ Λυδὸς Θεόδωρος κατὰ τοῦ βασιλέως τούτου πτερνισμὸν ἐμεγάλυναν, ἀλλὰ καὶ ἕτεροι βασιλείας ἑαυτοῖς περιτεθείκασιν ὄνομα. αὐτίκα γάρ τις Ἀλέξιος, ἑαυτὸν εἶναι λέγων υἱὸν τοῦ τῶν Ῥωμαίων αὐταρχήσαντος Μανουήλ, τοσοῦτον ἀρίστως τὸν ἀγωνιστὴν ὑπέδυ τοῦ δράματος καὶ τὸ τοῦ βασιλέως Ἀλεξίου προσωπεῖον εὐφυῶς ὑπεκρίνατο, ὡς καὶ κόμην διευθετίζειν κατὰ τὴν ἐκείνου ὑποξανθίζουσαν καὶ τὸν τῆς γλώττης τοῦ παιδὸς καὶ βασιλέως σχηματίζεσθαι ψελλισμόν. ἐκ τῆς Κωνσταντίνου μὲν ὥρμητο ὁ μεῖραξ, ἐς δὲ τὰς κατὰ Μαίανδρον πόλεις πρώτως ὀφθεὶς κατέλυσεν εἰς πολίχνιον λεγόμενον Ἅρμαλα κἀκεῖσε Λατίνῳ τινὶ ἐπιξενωθεὶς καὶ ὅστις εἴη ἀπηγγελκὼς (ἔλεγε δέ, ὡς μικρὸν εἰρήκειμεν ἄνωθεν, καὶ ἐκδοθῆναι μὲν εἰς τὸ κατὰ βυθοῦ θαλάσσης ἀκοντισθῆναι παρ’ Ἀνδρονίκου, οἰκτειρηθῆναι δὲ παρὰ τῶν τοῦτο ἐπιταχθέντων ὡς πατρῴων αὐτῷ ὀμοτῶν) σύναμά οἱ πρὸς τὸ Ἰκόνιον ἄπεισι καὶ τῷ γέροντι ὀφθεὶς σουλτὰν (οὔπω γὰρ αὐτὸν καθῄρηκε τῆς ἀρχῆς ὁ ἐκείνου παῖς Κοτπατῖνος) ὡς υἱὸς ἀληθινὸς τοῦ αὐτοκράτορος Μανουήλ, ἀλλ’ οὐχ ὡς ἐπείσακτος καὶ πλάνος ἐκείνῳ προσδιελέγετό τε καὶ προσεφέρετο.
πολλάκις δὲ καὶ ἐπέπληττε καὶ τῶν ἐκ τοῦ δῆθεν πατρὸς ἐκείνῳ τοῦ Μανουὴλ ἐπ’ αὐτῷ γεγενημένων ἀναμιμνήσκων εὐποιϊῶν ἀχάριστον περὶ τὸν εὐεργέτην ἐκάλει καὶ τὸ ἀφιλάνθρωπον αὐτῷ ἐπωνείδιζεν, εἰ οὕτως ἀτυχοῦντι τῷ τοῦ φίλου τέκνῳ ἐπαμύνειν οὐκ ἐπικάμπτεται. Ὁ δὲ τοῦτο μὲν ἀπὸ τῆς ἀναιδείας, τοῦτο δ’ ἐκ τῶν τοῦ χαρακτῆρος ἰνδαλμάτων τιμᾶν αὐτὸν ἐναγόμενος, δώροις τε οὐκ ὀλίγοις ἥδυνε καὶ ἀγαθαῖς ἐλπίσιν ὑπέσαινεν. ἦν δ’ ὅτε καὶ πρεσβευτὴν Ῥωμαίων ἑστῶτα καὶ ἀκροώμενον ὅπως ἑαυτὸν τῇ ἐξόχῳ εὐγενείᾳ ἐσέμνυνεν, ἤρετο ὁ σουλτάν, εἰ ἐπίσταται τοῦτον τοῦ αὐτοκράτορος υἱὸν Μανουήλ. τοῦ δὲ μηδέν τι φήσαντος ἕτερον, ἀλλ’ ὅτι δὴ ἐκεῖνος ἀληθῶς ἀπόλωλε φανεὶς ὑδατόκλυστος καὶ οὗτος μάτην περὶ ἑαυτοῦ τὰ μὴ πιστεύεσθαι πεφυκότα ξυντίθησι τῷ τοῦ κειμένου ὀνόματι ἐποχούμενος, βράττων ἀτεχνῶς θυμῷ καὶ ζέων ἀκριβῶς τῷ χόλῳ ὁ μεῖραξ Ἀλέξιος μικροῦ ἂν τοῦ πώγωνος ἐπελάβετο τοῦ πρεσβεύοντος, εἰ μὴ αὐτὸς ὁ πρέσβις διακινηθεὶς ἐς ὀργὴν ἀπεκρούσατο γενναίως μάλα τὸν Ψευδαλέξιον καὶ ὁ σουλτὰν δέ οἱ ὡς ἄτοπα δρῶντι ἐμβριμησάμενος ἀτρεμεῖν ἐκέλευσε.
Τῇ συχνῇ δ’ ὅμως τοῦ νεανίου ἐκλιπαρήσει ὁ Περσάρχης καθυπενδοὺς οὐδὲ τότε μὲν τὰ τῶν αἰτήσεων ὑπέρογκα ἐτερμάτωσε, συνεχώρησε δ’ οὖν ὅμως διὰ σουλτανικοῦ γράμματος, ὅ φασιν οἱ Τοῦρκοι μουσούριον, ὅσους ἂν σχοίη τῶν ὑπὸ τὴν ἐκείνου ἀρχὴν ὑποποιήσασθαι ἀδεῶς. ὁ δὲ ἀναχωρήσας καὶ τὸ γράμμα τοῖς Τούρκοις καθυποδείξας τὸν ἀμηρᾶν ἐφέλκεται Ἀρσανῆν καὶ ἑτέρους οὐκ ὀλίγους, οἳ λῃστεύειν τὰ Ῥωμαίων εἰώθασιν, ὡς ἐν βραχεῖ καιρῷ χιλιάδας ὀκτὼ στρατεύματος ἐφεπομένας λαχεῖν· ὅθεν τὰς κατὰ Μαίανδρον ἐπιὼν πόλεις ἃς μὲν ὁμολογίᾳ χειρούμενος ἦν, τινὰς δὲ καὶ ἀνθισταμένας παντοίως διέφθειρε. μάλιστα δὲ τὰς ἅλωνας ἐλυμαίνετο, ὅθεν καὶ καυσαλώνης ἐπεκέκλητο. Κατὰ δὲ τούτου τοῦ μείρακος πολλοὶ μὲν καὶ ἄλλοι πολεμησείοντες ἀπεστάλησαν, οὐδεὶς δ’ ἐργάσασθαί τι ἔσχε νεανικόν, ἀλλ’ ὑπενόστουν ἄπρακτοι δεδιότες, μὴ καταπροδοθεῖεν ὑπὸ τῶν συνόντων ἐκείνοις Ῥωμαίων οἷα μάλιστα ῥεπόντων εἰς τὸν καθιστάμενον ἄρτι βασιλέως παῖδα καὶ βασιλέα ἢ ἄρχειν αἱρουμένων τὸν βασιλεύοντα Ἰσαάκιον.
οὐ γὰρ τοῖς πολλοῖς ἤδη καὶ ἀγροτέροις ἠσπάζετο καὶ ἦν διὰ στόματος καὶ ὀνόματος καὶ θεώμενος ἐδόκει ἐπέραστος, ἀλλὰ καὶ τοῖς κατὰ τὴν βασίλειον αὐλὴν διατρίβουσι καὶ εἰδόσι μάλα ἐπισταμένως ὡς Ἀλέξιος ὁ τοῦ βασιλέως παῖς Μανουὴλ πάλαι τὸν βίον ἀπολέλοιπε τὸν ἀνθρώπινον εἰς θαῦμα ἐτίθετο, γινώσκουσι μὲν τὰ ὄντα, τὰ δὲ καθ’ ἡδονὴν σφίσιν εἰκάζουσι. Σὺν ἑτέροις δὲ καὶ ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξιος ἔξεισιν, ὃς καὶ ὕστερον ἐβασίλευσεν. πλὴν καὶ οὗτος κατ’ οὐδεμίαν μάχην συνεπλάκη τῷ Ἀλεξίῳ, ἀλλ’ ὡς πλεῖστον ἀποσκηνούμενος ἐπισυνίστη μόνον τὸ λεῖπον τῆς παροικίας, ὁπόσον γε ἐκείνῳ μὴ προσεχώρησε, καὶ συνεῖχε τὸ διαρρέον καὶ μεταβαῖνον εἰς τὸν ἀναβεβιωκότα τοῦτον Ἀλέξιον. ἀλλ’ ἔτι τῶν πραγμάτων οὕτως ὄντων ᾐωρημένων καὶ τοῦ μὲν ἀεὶ ἐμπλατυνομένου τε καὶ κρατυνομένου, τοῦ δὲ σεβαστοκράτορος ὑποφεύγοντος καὶ ἀγῶνα τὸν ἐνώπιον ὑποπτήσσοντος, λύει θεὸς τὸν ἐμφύλιον πόλεμον καινοπρεπῶς καί, ὡς αὐτὸς ἐπίσταται μόνος, ἐν ἀκαρεῖ· τὸν γὰρ Ἀλέξιον αὖθις ὑποστρέψαντα πρὸς τὰ Ἅρμαλα καὶ μετὰ πότον ὑπνώττοντα ἀποσφάττει τις τῶν ἱερέων τὴν αὐτοῦ παρακειμένην σπασάμενος μάχαιραν.
PG 139:807οὗ τὴν κεφαλὴν ἀποκομισθεῖσαν ἀθρήσας ὁ σεβαστοκράτωρ Ἀλέξιος καὶ τῆς ξανθῆς ἀναλαμβάνων κόμης πολλάκις διὰ τοῦ ἱππείου μύωπος οὐ πάντῃ ἔφασκεν ἀμαθῶς αἱ πόλεις τῷ ἀνθρώπῳ τούτῳ ἐπηκολούθησαν. Ἀλλὰ τότε μὲν οὗτος τοιαύτην ἔτισε δίκην καὶ ὧν μὲν ἐπλημμέλησεν ἑτέρως, Πέρσας μὲν ὁπλίσας κατὰ Ῥωμαίων, τούτων δ’ αὖ ὁπόσον αὐτῷ προσερρύη καθ’ ὁμοφύλου ἀγριάνας αἵματος, καὶ ὧν δὲ παρῴνησεν ὁ ἐπάρατος εἰς τὸν ἐν ταῖς ἐμαῖς Χώναις περιώνυμον νεὼν τοῦ ἀρχιστρατήγου τῶν θείων καὶ ἀύ̈λων τάξεων Μιχαήλ· ἐμίανε γὰρ τὸ τοῦ θεοῦ πανάγιον σκήνωμα εἰσελθὼν μετὰ Περσῶν καὶ ἠνείχετο καθορῶν ὁ ἀλάστωρ τὰ διὰ ψηφίδων ποικιλοχρόων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀχρειούμενα ἔκτυπα καὶ τὸν ἱερὸν ἀνάσταθμον πελέκει καὶ λαξευτηρίῳ καταρασσόμενον καὶ τὴν παναγῆ καὶ θυωρὸν βεβηλουμένην καὶ βαλλομένην ἔραζε τράπεζαν. Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ ἕτερός τις τὴν αὐτὴν κλῆσιν καὶ βασιλέα τὸν αὐτὸν γεννήτορα ψευδωνύμως ὑπεισιὼν κατὰ Παφλαγονίαν ἐπεφάνη. καὶ τινὲς μὲν καὶ τούτῳ ἐπαρχίαι προσκεχωρήκασι.
PG 139:809σταλεὶς δὲ κατ’ αὐτοῦ ὁ σεβαστὸς Θεόδωρος ὁ Χοῦμνος, χαρτουλάριος ὢν τῶν ἱπποστάθμων, ἥττησέ τε πόλεμον συγκροτήσας καὶ συνειληφὼς ἀπέκτεινεν. Ἐπὶ τούτοις καὶ ὁ Χοτζᾶς Βασίλειος κατὰ τὴν ἄγχουρον Νικομηδεῦσι Ταρσίαν ἀνταρσίαν ἐμελέτησε καὶ προέβη μὲν καὶ ἡ τούτου ἐφ’ ἱκανὸν τυραννίς, συλληφθεὶς δὲ καὶ αὐτὸς ἀμαυροῦται τοὺς ὀφθαλμοὺς καὶ φρουρᾷ παραδίδοται. Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πάλιν καὶ πάλιν καὶ οὐκ ἔστιν ὁσάκις εἰπεῖν ἐπανέστησαν ἢ καὶ ὡς σπαρτοὶ ἀνεδόθησαν γίγαντες, κἂν ὡς πομφολυγώδη φυσήματα διάκενα, ὡς ἦν ἰδεῖν, ἀπέπιπτόν τε καὶ διελύοντο. ὅ τε γὰρ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ τυράννου Ἀνδρονίκου ἀδελφιδοῦς, τῆς φυλακῆς ἀποδρὰς καὶ τὸ μέγα τέμενος εἰσιὼν ἀνασείειν τὸν ὄχλον ὥρμησε, συλληφθεὶς δὲ καὶ ἀπαιωρηθεὶς καὶ βαρείαις ἐτάσεσιν ὑποβληθεὶς ἐπὶ τῷ τοὺς συνίστορας ἐκφῆναι τῆς τυραννίδος τὰ ἐντὸς διεφθάρη καὶ ἀπεβίω τὴν μετ’ ἐκείνην. Καὶ ὁ Τατίκιος Κωνσταντῖνος σύστρεμμα τεκτηνάμενος καὶ πεντακοσίους ἔχων τοῦ ἔργου συλλήπτορας καὶ ἐφ’ ἱκανὸν χρόνον τῇ πόλει κρυπτόμενος καὶ λεληθὼς καταμηνυθεὶς μικρῷ ὕστερον ἑάλω καὶ τοὺς ὀφθαλμοὺς ἐξορώρυκτο.
Καὶ ῥακενδύτης δέ τις, ἐκ Κομνηνῶν ἕλκων τὸ γένος, τὴν αὐτὴν τοῖς εἰρημένοις βαδίσας ἐκ τοῦ παραχρῆμα συσχεθεὶς ἀπεστέρηται τοῦ φωτός. Τῶν δὲ συχνῶν τουτωνὶ ἐπαναστάσεων ἦν μὲν αἴτιον καὶ τὸ τὸν Ἰσαάκιον τὴν βασιλείαν διακυβερνᾶν μαλθακώτερον, ἀκριβῶς πεπειςμένον ὡς ἐκ θεοῦ τὸ ἄρχειν ἐδέξατο καὶ παρ’ ἐκείνου μόνου ἐστὶ φρουρούμενος· πλειόνως δ’ ἐπτέρου τοὺς φιλάρχους εἰς παρρησίαν τε καὶ ἀπόστασιν τὸ τῆς βασιλείας ἀπραγμόνως ἐπιλαβέσθαι τὸν αὐτοκράτορα. καὶ ὡς εἰ θελήσουσι, βασιλεύσουσιν, οἱ πλείους φρεναπατώμενοι ἄτερ ὅπλων τοῖς κατ’ ἔφεσιν πλειστάκις ἐπέβαλον, ἐκείνην ἀτραπιτὸν στείβοντες, ἣν ἀνέῳξεν ἐς λεωφόρον ἄντικρυς Ἰσαάκιος, ἑσπέρας τὸν Ἁγιοχριστοφορίτην ἀπεκτονὼς καὶ τῷ Μεγίστῳ Νεῷ προσρυεὶς καὶ βασιλεύσας ἐς νέωτα, κακῶς κρίνοντες καὶ διὰ τοῦτο κακῶς πάσχοντες καὶ ἀντὶ πορφυρίδος διπλοί̈δα αἰσχύνης ἐνδιδυσκόμενοι, ἐνιαχοῦ δὲ καὶ πορφύρεον θάνατον ὑφιστάμενοι.
Οὐ γὰρ τὸ θεῖον φιλεῖ διὰ τῆς αὐτῆς ὡσαύτως κινήσεως ἢ ἐφορμήσεως τὰ κατὰ τὸν βίον μεθιστᾶν καὶ διακυβερνᾶν πράγματα, ἀλλὰ τὸ ποικίλον παριστῶν τῆς τοῦ παντὸς τοῦδε διεξαγωγῆς τε καὶ διοικήσεως ἄλλοτε ἄλλως τὰς ἐξουσίας μεθαρμόζει καὶ μετατίθησι τὰς ἀρχὰς μηδὲ τὸ λεπτότατον ἐῶν τῆς αὐτοῦ χειρὸς ἔξωθεν. καὶ Φαραὼ μὲν αὐτοῖς τριστάταις τῷ ἁλίῳ βυθῷ παραδίδωσιν· ἄλλον ἀπολαιμίζει μαχαίρᾳ διὰ γυναικός, καὶ ταύτης καλλιπαρῄου καὶ λευκωλένου· ἕτερον χερσὶ τῶν πολεμίων παραδοὺς τῶν τῇδε μεθίστησιν. ἔστι δ’ ὃς τὰς φρένας παρακοπεὶς καὶ λογισθεὶς ὡσεὶ νεκρὸς ἀπὸ καρδίας καὶ εἰς τέλος ἐπιλησθεὶς τῶν ἀρχείων μετ’ ἐπιχαρμάτων ἐκκομίζεται καὶ ταφῇ παραπέμπεται κἀκεῖθεν λεπτὸν ὑπηχῶν καὶ ποθῶν τὴν ἡμέραν, οὐ τῆς ἀρχῆς ἀντεχόμενος, ἐᾶται καὶ οὕτως φθινύθειν καὶ ὡς ἀνδρῶν χείριστος καλῶς ἀφίεται ἵεσθαι τὴν ἐς θάνατον. πολλοὶ δὲ μαλακῷ δαμέντες θανάτῳ πρὸς τὰ ἐκεῖθεν ὡς μύσαντες ἐν ὕπνῳ μετέβησαν. εἰσὶ δ’ οἳ καὶ ἵππου χρεμετίσαντος τῆς βασιλείας ἐπέβησαν. ἄλλος ἐξ ἀρότρου καὶ αὔλακος τὴν τήβενναν ἠμφιάσατο καὶ μειρακίσκος προβατεὺς ἐξόπισθεν ληφθεὶς τῶν λοχευομένων θεόχριστος ὤφθη βασιλεύς.
καὶ τί ἄν τις διεξίῃ τὰ πάντα ἢ τὰ πλείονα, ὁπόσα ἡ πολύτροπος πρόνοια ποιεῖ καὶ μετασκευάζει κατὰ τὸ ἑκάστῳ τῶν ἀνθρώπων χρήσιμον; Εὐέμπτωτος δ’ ὢν ὁ βασιλεὺς εἰς θυμὸν καὶ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος οὐκ ἐκ μικρᾶς μόνον παραρριφείσης λαβῆς, ἀλλὰ κἀκ μόνης ὑπονοίας ἐνίοτε καὶ τῆς παρά τινων εἰσηγήσεως κακῶς ἐτίθει πολλούς. τὸν γὰρ Κομνηνὸν Ἀνδρόνικον (ἦν δὲ οὗτος Ἀλεξίου παῖς, ὃν Βρυέννιος ὁ καῖσαρ καὶ Ἄννα ἐγείνατο ἡ θυγάτηρ Ἀλεξίου τοῦ πρώτως ἐκ Κομνηνῶν βασιλεύσαντος) ἐν τῷ χειρίζειν τὴν Θεσσαλονικέων ἀρχήν, εἰσηγησαμένου τινὸς τῆς βασιλείας ἐρᾶν καὶ κοινολογεῖσθαι περὶ τοῦ ἔργου τῷ πρώην σεβαστοκράτορι Ἀλεξίῳ τῷ σκοτίῳ υἱῷ τοῦ αὐτοκράτορος Μανουὴλ κατὰ τὴν Δράμαν τότε διάγοντι, εὐθὺς τοῦ συλληφθῆναι κρίνει ἄξιον. οἱ μὲν οὖν εἰς τοῦτο ἀποσταλέντες ὡς ἐνέτυχον Ἀνδρονίκῳ πρὸς βασιλέα ἐπανιόντι, οὐδὲν ὧν ὡρίσθησαν διαπεπράχασι δέον κρίναντες μὴ προσοβῆσαι τὸ θήραμα ἑκόντως, ὡς δίδωσιν ὁρᾶν, καθάπερ εἰς γαλεάγραν τὴν Κωνσταντινούπολιν εἰσιὸν καὶ ἐγγίζον τῷ προθεμένῳ συλλαβεῖν. ὀφθεὶς δὲ τῷ βασιλεῖ Ἰσαακίῳ Ἀνδρόνικος εἰς ἀπιστίαν εὐθὺς ὀνειδίζεται.
PG 139:811κἀκείνου τοὺς ἐλέγχους ἀπαιτήσαντος, σχῆμα μόνον διαιτήσεως τὰ τῆς δίκης ἐδέξατο. τὸ δ’ ἐκ τούτου ἐξ ἐρήμης συσχεθεὶς Ἀνδρόνικος εἰς φυλακὴν ἀπάγεται, μετὰ μικρὸν δὲ καὶ τὰς κόρας ἐκκόπτεται. Συλλαμβάνεται δὲ καὶ ὁ συνίστωρ εἶναι τούτῳ τῆς βασιλείας λεγόμενος Ἀλέξιος καὶ κείρεται εἰς μονάζοντα, ἡμῶν ὑπουργησάντων τῷ ἔργῳ, καθ’ ἓν τῶν σεμνείων, ἃ συχνά εἰσι καὶ ψυχῶν πάντα σωτήρια κατὰ τὸ ὄρος τὸν Παπύκιον, περὶ οὗ καὶ εἰπεῖν οὐκ ὀλίγα δυνάμενος βραχέων μεμνήσομαι. Οὐ γὰρ ἦν μόνον εὐμήκης καὶ ἀνδρεῖος καὶ πλήρης συνέσεως, πατρώζων τὴν ὄψιν ἀκριβῶς τάς τε χεῖρας ἀκμαῖος καὶ τοὺς ὤμους κατ’ ἐκεῖνον ὕπερθεν ἔχων εὐρέας, ἀλλὰ καὶ ὡς ἐπίπαν μείλιχος καὶ εὐέντευκτος. πρὸς ἃ καὶ ὁ πολύτλας Ἀνδρόνικος ἀπιδὼν τὴν οἰκείαν θυγατέρα Εἰρήνην ἐμνήστευσε τῷ ἀνδρὶ κρίνας καὶ παρανόμους γάμους τετελεκέναι, εἰ μέλλει μόνον Ἀλέξιος τοῖς γνησιωτέροις ἐκείνῳ συγγενέσιν ἐγγράφεσθαι, ὅθεν πλειόνως τούτῳ ἤπερ τοῖς υἱεῦσι προσέκειτο πρότερον καὶ τῆς βασιλείας ἐμελέτα καταλείψειν διάδοχον.
μεταβουλευσάμενος δ’ ὕστερον τὸν υἱὸν Ἰωάννην ἀνθείλετο, εἰρηκὼς πρὸς οὓς ἀνέπτυσσε τὰ τῶν βουλευμάτων ἀπόρρητα μὴ ἐξ ἄλφα εἰς ἄλφα τὴν βασιλείαν μέλλειν μεταπεσεῖν, ἀλλὰ τῷ ἰῶτα μᾶλλον προσρέπειν καὶ εἰς τοῦτο θεόθεν συνάγεσθαι. ἅμα δὲ τῇ μεταθέσει τῆς γνώμης, ἣν εἶχεν ἐπ’ Ἀλεξίῳ Ἀνδρόνικος, καὶ τῆς συντονίας τοῦ φίλτρου ὑπέληξεν· οὐ γὰρ ὡς συμφυὴς ἔτι περιεσπούδαστο καὶ ὁμόψυχος ὁ Ἀλέξιος, ἀλλ’ ὡς φιλτάτῃ θυγατρὶ συνοικῶν δι’ αἰδοῦς μόνον ἤγετο καὶ τιμῆς. μετὰ δέ τινα καιρὸν καὶ τοῦτον ἀπεξένωσε τοῦ φωτός, τὴν δ’ αἰτίαν προειπόντες ἔχομεν. Ἀνακληθεὶς δὲ μετὰ ταῦτα πρὸς τοῦ βασιλέως Ἰσαακίου καὶ ἀπὸ σεβαστοκράτορος εἰς καίσαρα ὑποποδισθείς, ὡς ἐξόν οἱ, τὰ ἀρχεῖα ἐξέκλινε καὶ τὴν καθ’ ἑαυτὸν ἐδίωκε βίωσιν, πλὴν οὐδ’ οὕτως τὸν ἄλυπον ἐκίχησε βίοτον.
PG 139:813Τότε δ’ οὖν τὴν ἐπὶ τὰ χείρω ἔτι μᾶλλον τῶν πραγμάτων ἔχων φορὰν καὶ μετάβασιν καὶ μέλλων μὴ ἑκὼν ἀποθρίξασθαι οὐχ ἕνα ᾔτησεν ἄρτον καὶ σπόγγον καὶ κίθαριν κατὰ πάλαι τινὰ τῆς τύχης πειραθέντα σκληρᾶς καὶ ἀγνώμονος, ὡς ἔχων ἐν ᾧ τὸ τοῦ σώματος ἐντενεῖ βάρβιτον, χαλαρὸν τῇ τῶν σιτίων κενώσει γενόμενον, ὑποψήλῃ τὰ οἰκεῖα καθ’ αὑτὸν δυσπραγήματα, συνερίθῳ τῇ κιθάρᾳ χρώμενος, τῷ δὲ σπόγγῳ ἀποψήσῃ τὰ τῶν δακρύων ἀποκρουνίσματα, ἅπερ ὡς ἐκ πέτρης γλαφυρῆς τῶν ὀμμάτων ἐκείνου ἀπελείβετο, ἀλλὰ πράως ἤνεγκε τὰ συμπίπτοντα, μὴ καταστενάζων τῆς προνοίας, μηδ’ ἐς τὸ τῆς τύχης ἄστατον καὶ παλίνστροφον ἀπολύων τὰ καθ’ ἡμᾶς, τὴν δὲ τῶν προσόντων ἐκείνῳ ἀφαίρεσιν ὡς οὐδὲ κτῆσιν ἄλλος τις ἐλελόγιστο. Ἐπεὶ δὲ τῆς Δράμας ἀπάραντες εἰς Μοσυνόπολιν ἀφικόμεθα καὶ τῷ Παπυκίῳ προσβαίνειν ἐμέλλομεν, ὡς ἂν τὰ τῶν μοναχῶν προσταχθὲν οὕτω τελέσωμεν ἐπ’ αὐτῷ, τότε πεπονθώς τι ἀνθρώπινον ἐπὶ συννοίας ἦν καὶ ὑπεγνοφοῦτο τὸ πρόσωπον διοίσειν οὐκ ἔχων τὰ ἔνδοθεν θλίβοντα.
ἐγκειμένου δέ μου καὶ τὴν αἰτίαν πυνθανομένου τῆς ἐξάπινα μεταβολῆς, οὐ τὸ σχῆμά φησιν, ὦ λῷστε, δέδια (τί γὰρ τὸ διαθροοῦν ἔχει τῶν χρωμάτων ἡ ἄμειψις;), ἀλλὰ τὰ ἐπὶ τῷ σχήματι πεφρικώς εἰμι ἐπαγγέλματα καὶ τὸ μὴ εὔθετον εἰς τὴν τῶν οὐρανῶν εἶναι ὁπωσοῦν βασιλείαν τὸν βαλόντα χεῖρα ἐπ’ ἄροτρον καὶ μεταστραφέντα φρενοβλαβῶς. Καὶ ὁ μὲν τοσαῦτ’ εἰπών, καὶ ἄλλως ὢν ἀποφθεγματικός, οὐχ ἑκοντὶ τὸ κατὰ Χριστὸν ὑπέδυ τριβώνιον μηδ’ ἄκροις ὠσὶ τὰ ἐπᾳδόμενα ἐνηχούμενος, μόνον δ’ ἐν χρῷ κουρίας ὁ ἀκερσεκόμης γενόμενος καὶ μετονομασθεὶς Ἀθανάσιος. θαυμάσαι δ’ ἄν τις ἐκεῖνο, μηδὲ τυχαίως εἴπῃ συμβῆναι· ἐκ γὰρ ἁπασῶν τῶν κατὰ τὸν Παπύκιον μονῶν ἐκείνην κατοικεῖν ᾑρετίσατο, καθ’ ἣν ὁ πρωτοστράτωρ πρώην Ἀλέξιος τὴν κοσμικὴν ἀπεκείρατο τρίχα παρὰ τοῦ βασιλέως συλληφθεὶς Μανουὴλ δι’ αἰτίαν μὲν οὐδ’ ὅλως πρόδηλον, ὡς ἐν τοῖς περὶ τούτου εἴπομεν λόγοις, ὅτι δ’ ἐβεβρίθει πλούτῳ πολυταλάντῳ καὶ ἦν ἱκανὸς βουλεύσασθαι καὶ καταπράξασθαι περιδέξιος· τὴν γὰρ ἐκ τῶν πατρικῶν ὀμφάκων πρὸς τοὺς υἱεῖς μεταρρέουσαν αἱμωδίαν καὶ ὁ Κομνηνὸς οὗτος Ἀλέξιος, ὡς ἔοικε, παθεῖν κατακέκριτο.
Ἀλλ’ οὔπω τρεῖς μῆνες παρίππευσαν, καὶ βασιλεὺς αὐτὸν ἐκεῖθεν ἀνακαλεσάμενος πάλιν ἔδειξεν ἐξ ὧν ἔδρασε μὴ σὺν λόγῳ τὰς οἰκείας πράξεις ποιεῖσθαι καὶ διὰ τοῦτο χαίρειν ταῖς ἀγχιστρόφοις μεταβολαῖς κατὰ τὸν τῆς Αὐλίδος παλιρρόθιον πορθμόν· παραλαμβάνων γὰρ τὸν Ἀλέξιον σύσσιτον νώτοισι διηνεκέσι κρεῶν γέραιρε, ὡς Ἀγαμέμνων πάλαι τὸν Αἴαντα, καὶ ἐνάγων πρὸς τὴν τῶν προκειμένων ἐδεσμάτων ἀνυπόστολον ἔφαψιν φάγε, καθηγούμενε πολλάκις ἐπέλεγεν. Οὐ τὸν Ἀλέξιον δὲ [μόνον] καὶ τὸν Ἀνδρόνικον οὕτως διέθετο, ἀλλὰ καὶ Κωνσταντῖνον τὸν Ἀσπιέτην, ὑπερφθεγξάμενον τοῦ στρατεύματος, οὗ ἡγεμόνευε τὸν κατὰ τῶν Βλάχων μετιὼν πόλεμον, καὶ φήσαντα μόνον ὡς οὐ φέρειν ἔχουσιν οἱ στρατιῶται λιμῷ καὶ Βλάχοις διαμιλλᾶσθαι, δυσὶ δυσαπαντήτοις κακοῖς, ἀλλὰ χρεὼν αὐτοῖς παρασχεθῆναι τὰ ἐπέτεια σιτηρέσια, τὸν θυμὸν ἐκκόψαι μὴ δυνηθεὶς κατέσχε τε αὐτίκα μεταστήσας τῆς ἀρχηγίας καὶ τοῦ φωτὸς τῶν ὀμμάτων ἐστέρησεν, ἀναταράττειν ὑποπτεύσας τὸν ἄνδρα τὴν στρατιὰν τῷ τῆς ὑπερηγορίας προσχήματι.
PG 139:815Ὁ δὲ τοῦ Κομνηνοῦ Ἀνδρονίκου υἱός, ὃν προσεχῶς εἰρήκειμεν, οὐκ οἶδ’ εἴτε τῆς πατρικῆς ἀποστασίας ἀναπληρῶσαι τὸ μέτρον βουλόμενος, εἴτε τῷ τεκόντι ἐπαμῦναι προθέμενος, πρόσεισι μετὰ βραχὺ τῆς τοῦ πατρὸς πηρώσεως τῷ Μεγίστῳ Ναῷ, ποθῶν ἐκεῖθεν εἰς βασιλείαν ἀναρπασθῆναι καὶ ἀναρρηθῆναι πρὸς τοῦ συνειλεγμένου λεώ. ἀλλ’ οὔπω τοῖς συνελθοῦσι κατὰ τὸ τέμενος ὁ τρόπος ἔγνωστο, καθ’ ὃν ἐκεῖσε εἰσέδραμε, καὶ χειροῦται ὡς ἀποστὰς καὶ στέρεται τοῦ φωτός, μὴ ταῖς τῶν προεισιόντων καὶ τῶν κατὰ σκοπὸν ἀποπεσόντων ποιναῖς παιδευθείς. καὶ δέον ἄλλον τινὰ εἶναι τὸν ὕστατα τιμωρούμενον ὡς βασιλείας ἐρῶντα καὶ τῷ τεμένει προσιόντα, οὗτος ἐπισφράγισμά τι καὶ τελευτὴ γέγονε τῶν ἀποστατῶν· οὐ γὰρ ἔκτοτέ τις τὴν αὐτὴν βαδίσαι προέθετο. Ὡς δὲ τὰ κατὰ δύσιν χειρόνως εἶχον ἀεὶ καὶ οἱ Βλάχοι ληϊζόμενοι μετὰ Κομάνων καὶ δῃοῦντες τὴν ὑπὸ Ῥωμαίους ἐπῄεσαν συνεχῶς, ἔξεισιν αὖθις ὁ βασιλεὺς κατ’ αὐτῶν. καὶ δὴ τὴν Ἀγχίαλον παραλλάξας ἐκ περιελεύσεως τὸν Αἷμον εἴσεισι. μηδέν τι δ’ ἔχων παρουσίας βασιλέως ἄξιον διαπράξασθαι δυσὶ μησὶ τὴν ἐκστρατείαν ἀφώρισε.
τὰ γὰρ ἐκεῖσε φρούρια καὶ πολίχνια ἰσχυροτέραν τῆς προτέρας εὗρε περιβεβλημένα ἰσχὺν καὶ τείχεσι νεοδμήτοις καὶ ἀρτιστεφέσι προσδιειλημμένα βάρεσι καὶ τοὺς ἔξωθεν ἀμυνομένους ὡσεὶ καὶ ἐλάφους ἐπὶ τὰ ὑψηλὰ τοὺς πόδας ἱστῶντας καὶ δίκην αἰγάγρων κρημνοβατοῦντας καὶ τὴν εἰς χεῖρας συμπλοκὴν ἀλυσκάζοντας. τὸ δὲ καὶ Σκυθῶν ἐπιδρομὴν ὑφορᾶσθαι τὸν αὐτοκράτορα (ἦν γὰρ ὁ καιρὸς εἰς τὴν τούτων περαίωσιν οὐκ ἀνάρσιος) ὀξεῖαν τὴν ἐκεῖθεν ἠνάγκασε ποιῆσαι μετάβασιν. Οὐκοῦν μὴ δι’ ἐκείνης ἀναχωρήσειν προθέμενος, δι’ ἧς εἰσελήλυθεν, ἀλλ’ ἐπιτομωτέραν ἄλλην μεταλλεύων καὶ ἣν τέμνων εἰς Βερόην διὰ τῶν ἐκεῖσε τεμπῶν ὑποκαταβήσεται, τό τε πλεῖον ἀπώλεσε τοῦ στρατεύματος καὶ αὐτός, εἰ μὴ Κύριος ἦν ἐν αὐτῷ, τῷ ᾅδῃ παρῴκησεν ἄν. δέον γὰρ διὰ τῆς εὐρυνομένης ἐνιαχοῦ καὶ ἐνδιδούσης ἱκανῶς ἐνιππάσασθαι πορευθῆναι, τρυμαλιᾷ δυσβάτων χωρίων καὶ ὀρεινῶν αὐλῶνι παρόδων παρενέβυσεν ἑαυτὸν καὶ τὴν στρατιάν. παρέρρει δὲ κατὰ τὸν ἐκεῖ χῶρον καὶ ὑδάτιον ἐκ χειμάρρου.
Προῆγον μὲν οὖν ὁ πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ ὕστερον βασιλεύσαντος Ἀλεξίου γαμβρὸς ἐπὶ θυγατρί, ὠπισθοφυλάκει δὲ ὁ σεβαστοκράτωρ Ἰωάννης ὁ Δούκας, ὁ πρὸς πατρὸς θεῖος τοῦ βασιλέως. τὸ δὲ μέσον ἐπεῖχε τῆς φάλαγγος, ἧς ἐπίπροσθεν ὥδευε τὰ σκευοφόρα καὶ τὸ ἑπόμενον ἔξω τάξεως ὑπηρετικόν, αὐτός τε ὁ βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου αὐτάδελφος ὁ σεβαστοκράτωρ Ἀλέξιος. οἱ δὲ βάρβαροι παρ’ ἑκάτερα τῆς στενῆς ἐκείνης παρόδου φαινόμενοι δῆλοι ἦσαν ἀεί τι τελέσοντες δεινόν. Τὰ μὲν οὖν προπορευθέντα στρατεύματα παρήλθοσαν ἀμαχεί, μήπω τῶν Βλάχων ἀπηντηκότων κατὰ τὰ στενὰ τῆς ὁδοῦ, καὶ ἄλλως δὲ κρινάντων ἐπιεικῶς ὠφέλιμον τοὺς πρώτως παριόντας ἀναιμωτὶ τὰς ἄκρας ὑπερβαλεῖν, τῷ δὲ μέσῳ συνεπιστῆναι καὶ προσαράξαι σφᾶς τῆς φάλαγγος, καθ’ ὃ πάρεστι βασιλεὺς καὶ ἡ τούτου θεραπεία καὶ ὁπόσον αὐτῷ κατὰ γένος ἐπίσημον προσεφέπεται. καὶ οὐκ ἐψεύσθησαν τῶν κατὰ σκοπόν. ἐπειδὴ γὰρ προυχώρησεν ἐς πολὺ τοῦ χαλεποῦ ἐκείνου τόπου καὶ μηδαμῇ διάφευξιν ἔχοντος ὁ αὐτοκράτωρ, οἱ βάρβαροι τηνικαῦτα μεθ’ ὅτι πλείστου ὁμάδου ἐπέθεντο.
PG 139:817ἀλλ’ οὐδ’ οἱ τοῦ πεζικοῦ Ῥωμαϊκοῦ στρατεύματος ἐπὶ τούτοις ἠμέλουν, ἀλλὰ καὶ αὐτοὶ μὴ ἐγκυκλωθῆναι σπεύδοντες πρὸς τὸ ἄναντες ἐφορμῶντες τοῦ χώρου ἀνέστελλον, εἰ καὶ πονήρως μάλα καὶ ἐπικινδύνως, τοὺς ὑποκατιόντας τῶν ἀκρωρειῶν. ὡς δ’ ἐβιάζοντο τῷ πλήθει καὶ τοῖς ἐπικυλιομένοις λίθοις κακῶς ἔπασχον, ἐνεδίδοσαν εἰς τροπήν, πλὴν ὑφειμένως καὶ τότε οὐδ’ ὑπεράγαν, καὶ τοῦτο οὐκ ἐπὶ πολύ· τὸ γὰρ ἀεί τι τοὺς ἀλλοθρόους πλεονεκτεῖν, ἐπιβρίθοντάς τε καὶ κατὰ πλείονας ἐγκειμένους, ἐπικατέβαλέ σφας ἀκόσμως τῇ στρατιᾷ. Τὸ δ’ ἀπὸ τοῦδε συγχύσεως γενομένης καὶ πάντων σώζειν ἑαυτοὺς προθεμένων, ὡς θρέμματα κατακλεισθέντα σηκῷ κατῄκιζον οἱ πολέμιοι τὸν ἐπικαταλαμβανόμενον καὶ ἀεὶ τὸν ἐν χερσὶν ἔκτεινον. ἀμύνων δὲ οὐδεὶς ἦν, οὐδ’ ἠδύνατο. βασιλεὺς δὲ αὐτός, ὡς ἐν ἄρκυσι μέσος ληφθείς, πολλάκις μὲν ἀπώσασθαι τὸ καθ’ αὑτὸν ἐπιὸν ἀπεπειράσατο βάρβαρον, σὺν δὲ τῷ μηδὲν ἀνύειν καὶ τὸν τῆς κεφαλῆς ἀπεβάλετο κάσιν.
πολλῶν δὲ καὶ κρατίστων συνειλεγμένων περὶ αὐτὸν καὶ πολλὰ μὲν ἀνῃρηκότων ὑποζύγια, ὡς δέ φασι καὶ στρατιώτας Ῥωμαίους, ὁπόσοι τῇ παρόδῳ διὰ τὴν συμπίλησιν προσίσταντο, οὕτως αὐτῷ ἡ ἔξοδος διηυμάριστο καὶ σέσωστο μόνος ἀπολωλότων πολλῶν. καὶ ὁ μὲν τοῖς προηγησαμένοις συναφθεὶς τάγμασιν ἔθυε σῶστρα Δαυιτικῶς τῷ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κατὰ τὸν τότε πόλεμον ἐπισκιάσαντι σωτῆρι θεῷ· ὁ δὲ σεβαστοκράτωρ ὁ Δούκας μὴ βατὰ καθορῶν τὰ ἐν ὄψεσιν ἄλλην ἐβάδισεν ἀγαθοῦ τινος ἡγεμόνος εὐπορήσας, ὃν τοῦ κατ’ αὐτόν τις στρατεύματος, Λιτοβόης τοὔνομα, ἐκ τοῦ τῶν βαρβάρων τάγματος προσδιαλεξάμενος ἐπεσπάσατο, καὶ δι’ ἐκείνης ἀπείρατος ἐξῆλθε κακοῦ. Βασιλεὺς δὲ διὰ τοῦ λεγομένου Κρηνοῦ πρὸς τὴν Βερόην ἀποσωθεὶς εὗρε τὴν προεξελθοῦσαν ἀπαθῶς στρατιὰν οὐκ ἀγαθὰ φανταζομένην περὶ αὐτοῦ· διεθρυλλεῖτο γὰρ ὡς καὶ αὐτὸς τῷ λοιπῷ συναπολώλει στρατεύματι. διὰ γοῦν τὸ τῆς φήμης ἄγνωμον ὀλίγας ἡμέρας τοῖς ἐκεῖ που προσδιατρίψας μέρεσι πρὸς τὴν τῶν πόλεων ἐπάνεισι βασιλίδα.
ἡ μέντοι ἀπευκταῖα περὶ τοῦ κρατοῦντος ᾄδουσα φήμη ὑφ’ ἑτέρας ἀγγελίας παρευδοκίμητο, ἣν πτερώσας ὁ βασιλεὺς ἀφῆκε κατὰ τὸν Καρχηδόνιον Ἄννωνα τὰς πόλεις ἐπιοῦσαν νικητὴν διαγορεύειν αὐτόν. ἀλλ’ οὔτε Ἄννων ἐπὶ πολὺ ὤνατο τῆς τῶν ᾠδικῶν ὀρνίθων συλλογῆς, οὓς μετὰ τὸ διδαχθῆναι διὰ μειρακυλλίων ὡς ὁ Ἄννων θεός, ἐνδελεχῶς παρακαθημένων αὐτοῖς καὶ τοῦτο ὑποβαλλόντων ἀεὶ μάθημα, διαφῆκεν ἄλλοσε ἄλλον, ὡς ἁπανταχῇ διαρρεύσῃ τὸ ὑπὲρ αὐτοῦ τῶν ὀρνίθων μέλος· λύσαντες γὰρ τὸ πτερὸν οὐκέτι Ἄννων ᾖδον θεός, ἀλλὰ τὰ τῶν ὀρνίθων καὶ πάλιν ἐμουσούργουν ὡς πρότερον· οὔτε βασιλεὺς ἐς μακρὸν τῆς εὐαγγέλου φήμης ἀπέλαυσεν· ἡ γὰρ πτῶσις πολυάνθρωπος γενομένη τὰς πόλεις ἐπιστεναχούσας ἐδείκνυ καὶ τοὺς ἀγροὺς κῶμον κωμάζοντας ἄγριον. Εἰσιὼν δὲ τὴν τῶν πόλεων ἄρχουσαν ὑπεχάλασέ τι μικρὸν τῆς ὀφρύος καὶ ἦν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις δακνόμενος.
PG 139:819πρώην δὲ οὐχ οὕτως διέκειτο, ἀλλ’ ἀπαίρων κατὰ βαρβάρων τὰ προφητικὰ ἐκεῖνα εἰς ἑαυτὸν ἐφελκόμενος ῥήματα ᾤετο ἐν εὐφροσύνῃ ἐξελεύσεσθαι καὶ ἐν χαρᾷ εἰσελεύσεσθαι καὶ ὡς τὰ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα αὐτὸν ἐν χαρᾷ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἐπικροτήσει τοῖς κλάδοις καὶ ἀντὶ στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρρίνη, ἐπεὶ καὶ ἀλλοκότοις δόξαις περὶ ἑαυτοῦ συγκεκρότητο. καὶ πολλάκις τὰ ἐν μυχῷ καρδίας ἐπηλυγαζόμενα ἐξαγγέλλων ἐφθέγγετο μὴ διὰ τὰ κοινῶς ὑφ’ ἡμῶν ἡμαρτημένα καὶ θεοῦ κρίσιν πάντας καταλιπεῖν βαρυνθῆναι τὸ οὖς Κυρίου τοῦ μὴ ἀκούειν ἡμῶν καὶ παραδοθῆναι ἡμᾶς εἰς μαστίγωσιν λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ, ἀλλὰ τίνοντας δίκην τοῦ ὀπίσω Ἀλεξίου τοῦ Βρανᾶ πορευθῆναι ἀποστασίαν κατ’ αὐτοῦ νοσήσαντος τοιούτοις ἐκδεδόσθαι τοὺς προνομευομένους κακοῖς. Ὢ τῶν τοῦ πονηροῦ σκεμμάτων τε καὶ ὑφηγημάτων, εἰ οὕτω τινὲς ὑπειλήφασιν ὡς εὐσεβῶν μυριάδας τῆς ὁποιασοῦν ὑπό τινος αὐτῶν παροινήσεως ἀντάλλαγμα καὶ ἀντίψυχον ἐκδίδωσιν ὁ θεὸς συγκινηθεῖσιν ἔθνεσι καὶ ὡς πρόβατα σφαγῆς παρίησιν ἀπάγεσθαί τε καὶ ἀποκτείνεσθαι.
τίς γὰρ Ἱερεμίας πολύδακρυς ἐθρήνησεν ἂν ἀρκούντως τοὺς αἰχμαλωτιζομένους, τοὺς ἀναιρουμένους, τοὺς εἰς τὰς πορρωτέρω χώρας ἀποδιδομένους, καὶ τούτων ἐφ’ ὅσαις τὸ τοῦ Χριστοῦ μὴ ἐπικέκληται ὄνομα. Οὐ ταῦτα δὲ μόνον διεξιὼν ἦν παραβόλως, ἀλλ’ ὅτι καὶ μοναρχίαν περιβαλεῖται δήπουθεν καὶ θηλάσει γάλα ἐθνῶν καὶ αὐτὸς ἐσεῖται τὴν Παλαιστίνην ἐλευθερῶν καὶ τὴν δόξαν τοῦ Λιβάνου κτώμενος καὶ τοὺς Ἰσμαηλίτας ὑπὲρ τὸν Εὐφράτην κεραί̈ζων καὶ ληϊζόμενος καὶ τὸ βαρβαρικὸν κύκλῳ ἀνακαθαίρων. προσεπῆγε δὲ ὡς καὶ οἱ τότε ὑπ’ αὐτὸν ἡγεμόνες οὐκ ἔσονται τοῖς σήμερον ὅμοιοι, ἀλλ’ ἰσχὺν περιβαλοῦνται πλείστην καὶ πλοῦτον ἐθνῶν ἔδονται καὶ τὰ πάχη αὐτῶν ἐκμυελιοῦσιν εἰς τὴν αὐτὴν ῥηξὶ καὶ τοπάρχαις ἐξουσίαν καὶ περιφάνειαν καθιστάμενοι.
PG 139:821Ἐλέγετο δὲ πάντων τούτων ὑφηγητὴν Ἰσαακίῳ καθεστάναι τὸν πατριάρχην Δοσίθεον, ὡς σῆτα ταῖς κενοφωνίαις ταύταις τὴν ἐκείνου φύσιν πρὸς τὰ καινὰ τῶν ἀκουσμάτων οὖσαν κατάρροπον ὑπεισιόντα καὶ κατεσθίοντα, ἢ μᾶλλον ὡς αἱ τίτθαι τὰ βρεφύλλια ἐπικλινῆ τιθέναι πρὸς ῥᾳστώνην καὶ βίον ἐξημβλυμένον ἀναπεπτωκότα τε ποιεῖν τὸν βασιλέα τοῖς τῶν τοιούτων μυθολογημάτων ἐπᾴσμασιν, οἷα δὴ καὶ μηδὲν αὐτουργοῦντος αὐτοῦ, τῆς δ’ ὡρισμένης ἐπιστάσης ὑποκεισομένων αὐτῷ πασῶν τῶν βασιλειῶν, καθ’ ὃν δὴ τρόπον καὶ οἱ πάλαι ζωγράφοι Τιμόθεον ἔγραφον αὐτὸν μὲν καθεύδοντα, τὴν δὲ τύχην περιιοῦσαν καὶ εἰς ἕνα κύρτον τὰς πόλεις ἐμβάλλουσαν καὶ προσάγουσαν αὐτῷ καὶ παραδιδοῦσαν.
Τὸ δὲ δὴ θαυμάζεσθαι ἀξιώτερον, ἔλεγε διαρρήδην ὡς ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν αὐτὸς τοῦ ἄρχειν καθελὼν εἰς θάνατον ἐξέδωκε πόνηρον, ἐνναετίσειν ἤμελλε τῇ βασιλείᾳ Ῥωμαίων, συνέστειλε δὲ τὴν ἐκείνου ἐννεαρχίαν εἰς τριετίαν θεὸς ὡς ὄντος κακοεργοῦ, ἀμέλει τοι καὶ ὡς ῥάκος πορφύρᾳ ἐπιβέβληνται τῇ αὐτοῦ ἀρχῇ καὶ οἱ ἐκείνου ἓξ λυκάβαντες καὶ μέλλει κατὰ τούτους αὐτὸς τοὺς χρόνους μὴ εἶναι πάνυ τι ἐπιεικής τε καὶ μέτριος, μηδ’ ὡς ἐπίπαν ταῖς ἀγαθοπραξίαις γαννύμενος, ὡς τῶν κακοποιῶν Ἀνδρονίκου ἐνιαυτῶν πρὸς τὴν ἐκείνου μεθελκόντων φύσιν αὐτὸν καὶ ἀντισπώντων ἀναγκαστῶς. ταῦτα δὲ εἰ τὴν πάλαι σεσηπυῖαν εἱμαρμένην ἀνίστησι καὶ συνίστησι τὴν ἀναγκαίαν καὶ Ἀνδρονίκῳ χαρίζονται τὸ ἀνέγκλητον ὡς κατὰ χρόνους ἄρξαντι κακοποιούς, παρίημι τοῖς βουλομένοις σκοπεῖν. ἐπεὶ δὲ οἱ ἓξ παρήλθοσαν ἐνιαυτοί, ἔδειξεν ἐκ τῶν πραγμάτων αὐτῶν μὴ τὴν χρονικὴν περίοδον, ἀλλὰ τὴν γνωμικὴν ἰδιότητα ὑποβάλλειν καὶ ὑποτιθέναι τὰ βουλητέα τισίν· ἀγαθὰ γὰρ ἐπαγγελλόμενος μείζονα τοῖς ὑπηκόοις εἰς τοὺς μετέπειτα ἐνιαυτοὺς οὐδέν τι τῶν προτέρων εἰργάσατο ἄμεινον.
Οἱ μέντοι Βλάχοι τῷ ἀεὶ νικᾶν ἐπαιρόμενοι καὶ πλοῦτον ἁβρὸν καὶ παντοῖον ὁπλισμὸν ἐκ τῶν Ῥωμαϊκῶν λαφύρων περιβαλλόμενοι ἀκατάσχετοι τὰς ὁρμὰς ἐγεγόνεισαν καὶ οὐκέτι κώμας καὶ ἀγροὺς ἐληί̈ζοντο ἐπιόντες, ἀλλὰ καὶ κατὰ τῶν μεγαπύργων ἐφωπλίζοντο πόλεων. τήν τε οὖν Ἀγχίαλον ἐξεπόρθησαν καὶ τὴν Βάρναν παρεστήσαντο καὶ κατὰ τὴν Τριάδιτζαν ἀφικόμενοι, ἥ ἐστιν ἡ πάλαι λεγομένη Σαρδική, τὸ πλεῖον ταύτης μέρος ἠφάνισαν. καὶ αὐτὸ δὲ τὸ Στούμπιον τῶν ἐνοικούντων ἐκένωσαν καὶ εἰς τὸν Νῖσον ἀφιγμένοι κἀκεῖθεν οὐκ ὀλίγην λείαν ἀνθρώπων τε καὶ ζώων ἐπεσπάσαντο. Μὴ ἔχων δ’ ὁ βασιλεύς, ὡς οἷα ὑπὸ μελισσῶν κηρίον κυκλούμενος, τίνι τῶν κακῶς πασχόντων ἐπαρήξειε πρότερον ἢ τίνι τελευτῶν βραβεύσοι τὴν σύναρσιν, εἰς ἀρχηγοὺς μερίζει τὴν στρατιάν. ἀμέλει καὶ τὴν Βάρναν ἀνέκτισε καὶ ἐπύργωσε τὴν Ἀγχίαλον καὶ φρουρὰν αὐταῖς ἐγκατέστησε. καὶ ἐδόκει μὲν οὐκ ἄπο προμηθείας εἶναι ταῦτα βασιλικῆς, ἦσαν δὲ καὶ οὕτως τὰ τῶν ἐναντίων αὖθις ἐπικρατέστερα. Ἐξιὼν δὲ καὶ αὐτὸς κατὰ τὰς μετοπωρινὰς τροπὰς περὶ τὴν Φιλίππου καὶ τὴν γυναικωνῖτιν συνεπαγόμενος, ὡς ἐνόν, ἀνέστελλε τὰς τῶν Βλάχων καὶ Σκυθῶν ἐπιδρομάς.
PG 139:823κακουργοῦντος δὲ τοῦ τῶν Σέρβων ζουπάνου καὶ τὰ Σκόπια φθείροντος, ἄπεισι κατ’ αὐτοῦ· καὶ ὡς συνερρώγεσαν αἱ τάξεις κατὰ τὸν Μοράβον λεγόμενον ποταμόν, ἐνέκλιναν οἱ βάρβαροι, καὶ καταδιώξεως γενομένης, οὐκ ὀλίγοι τούτων ἀφανισμῷ παρεδόθησαν ὕδασι καταβαπτιζόμενοι καὶ δόρασι διαπειρόμενοι. παρελθὼν δὲ τὸν Νῖσον καὶ περὶ τὸν Σάουβον γενόμενος ποταμὸν τῷ οἰκείῳ συνέμιξε κηδεστῇ τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ. καὶ συχνὰς ἐκεῖσε διατρίψας ἡμέρας ἐπάνεισιν αὖθις εἰς Φιλιππούπολιν κἀκεῖθεν τὴν μεγαλόπολιν εἴσεισιν ἐκκλίνων τὴν εἰς τὸν Αἷμον πάροδον. Εἰς δ’ ἑτέραν τῶν κατὰ Φιλιππούπολιν ἀπιδὼν κυβέρνησιν, ὡς τῶν ἐκεῖσε μάλιστα κακῶς πασχόντων ἀεί, στέλλει τὸν οἰκεῖον ἐξάδελφον Κωνσταντῖνον, ὃν καὶ δοῦκα τοῦ στόλου προυβάλετο, εἰς στρατηγὸν ἀποτάξας. ὁ δὲ κἂν οὔπω ὑπεραναβεβήκει τὸν μείρακα, τὸ γοῦν θυμοειδὲς παραδεικνύων, ὡς οἱ τῶν λεόντων σκύμνοι τὴν ὀφρὺν εὐθὺς ἐκ γενέσεως καὶ τῆς ἐπαυχενίου κόμης τὸ λάσιον καὶ τὰς τῶν ὀνύχων ἀκωκάς, οὕτω πρὸς ὑπακοὴν καὶ δέος τὸ συνὸν αὐτῷ ἐρρύθμισε στράτευμα, ὡς νεύματι μόνῳ πείθεσθαί οἱ καὶ ἐννοήματι καὶ πρὸς τὰ ἐπιταττόμενα ῥᾳδίως ὑπάγεσθαι.
ἐστρατήγει οὖν μετὰ τῆς φυσικῆς ὀξύτητος. εἰ δέ που ἡ νεότης σφαδάζουσα ἐξέπιπτε τοῦ καθήκοντος, ἡ τῶν ἐκείνῳ συνεζευγμένων ὑποστρατήγων ἐμπειρία ταύτην ἀνασειράζουσα μὴ ὅρους ὑπερβαίνειν ὑπετίθει τοὺς τακτικούς. ἔπτηξαν οὖν αὐτὸν οἱ ἀποστάται Βλάχοι ὅσον οὐδ’ αὐτὸν τὸν βασιλέα ὀπτανόμενον κατεπλάγησαν καὶ πολλάκις ὁ Πέτρος σὺν τῷ Ἀσὰν κείρειν τὰ κατὰ Φιλιππούπολιν καὶ Βερόην προθέμενοι οὐκ ἔλαθον ἐξιόντες τὸν Κωνσταντῖνον, ἀλλ’ ἐφέποντα εἶχον καὶ τὰς ἐκείνων κλονοῦντα φάλαγγας, ὥστε οὐχ ὡς πρότερον συχνὰς ἐποίουν τὰς ἐκδρομάς. Ἀλλὰ δέον τὰ λυσιτελῆ ταῦτα τῇ πατρίδι καὶ ταῖς ἐκεῖσε πόλεσιν αἱρεῖσθαι τὸν Κωνσταντῖνον, ὁ δὲ τὴν ἐναντίαν ἐτράπετο. ἐπαρθεὶς γὰρ τοῖς μικροῖς ἀγωνίσμασι τούτοις ὡς τὰς φρένας ἀστατῶν τῇ νεότητι ἤρξατο ὑποποιεῖσθαι τοὺς συνόντας αὐτῷ ἀρχηγοὺς κἀκ τῶν ἐγχωρίων στρατιωτῶν ὁπόσους τὸ γένος αἰδεσίμους ἐγίνωσκε καὶ περιδεξίους εἰς ἔργα πολέμια. οὐκοῦν καὶ βραχεῖαν ἐκ τούτων ῥοπὴν ἐσχηκὼς πρὸς τὴν τῶν κατ’ ἔφεσιν ἐκπεράτωσιν τῆς στρατηγίδος ἀνθαιρεῖται στολῆς τὴν βασίλειον καὶ τοὺς πόδας εἰς ἑτοιμασίαν τῆς τυραννίδος φοινικοβαφὲς ἀμφιέννυσι πέδιλον.
καὶ παραδηλοῖ γράμμασι τὰ ἐπ’ αὐτῷ τετελεσμένα τῷ τῆς ἀδελφῆς γαμέτῃ, τῷ μεγάλῳ δομεστίκῳ τῆς δύσεως Βασιλείῳ τῷ Βατάτζῃ. τὸν δὲ οὐ μόνον οὐκ ἔσχεν ἐπαινοῦντα τὰ τετολμημένα ἢ προσσχόντα οἷς ἔπραττε νηπιωδῶς καὶ ἐπέστελλεν αὐθαδῶς εἰς Ἀδριανούπολιν τότε διάγοντα, ἀλλὰ καὶ μᾶλλον τὴν ἄκαιρον ὁμοῦ καὶ ἄλογον φιλοτιμίαν καταμωκώμενον καὶ ὡς ὅσον οὐδέπω ἀπολούμενον αὐτὸν ὀδυρόμενον· ὃ καὶ παρὰ πόδας ἐπηκολούθησεν. Ἄρας γὰρ ἐκ τῆς Φιλίππου ἐπὶ σκοπῷ τοῦ κατ’ Ἀδριανούπολιν γενέσθαι καὶ μὴ ἑκόντα τὸν οἰκεῖον συμπαραλήψεσθαι γαμβρὸν τὸν Βατάτζην συλλήπτορα τοῦ ἔργου καὶ συνεπευδοκοῦντα τοῖς τελουμένοις καὶ φθάσας περὶ τὸ λεγόμενον Νεούτζικον (τόπος δέ ἐστιν οὗτος διοριστικὸς τῶν ἐπαρχιῶν ἀμφοτέρων, τῆς Ἀδριανοῦ φημὶ καὶ τῆς Φιλίππου) συλλαμβάνεται καὶ καταπροδίδοται βασιλεῖ παρ’ αὐτῶν ἐκείνων τῶν εἰς ἀποστασίαν ὑπονυξάντων καὶ ἀναγορευσάντων αὐτὸν αὐτοκράτορα.
PG 139:825οἱ δ’ αὐτοὶ καὶ τὸν ὑπὲρ ἑαυτῶν ἀπόλογον ἐφ’ οἷς ἔδρασαν πρὸς τὸ εὔσημον μεθαρμόζοντες διεμηνύσαντο βασιλεῖ τὸ μὲν ὑποκλιθῆναι καὶ προσνεῦσαι τῷ ἀποστάτῃ μὴ καθ’ ἕτερον τρόπον ἐργάσασθαι ἢ τῷ συμμεταβεβλῆσθαι ἀθελήτως τῷ καιρῷ καὶ τοῖς πράγμασιν (ὁρᾶν γὰρ οὐκ ἀκίνδυνον αὐτοῖς καὶ ἀκόνδυλον τηνικαῦτα τὸ ἀντιτείνειν πρὸς τὰ παρὰ τοῦ Κωνσταντίνου ὑποβαλλόμενα· εἶναι καὶ γὰρ τῶν προηγησαμένων στρατηγῶν ἐπιχολώτατον καὶ τὸ ξίφος ἐκ τοῦ αὐτίκα γυμνοῦντα κατὰ τῶν μὴ ἐμμενόντων τοῖς αὐτοῦ δόγμασι), τὸ δὲ νῦν τελεσθὲν τῆς ἐς αὐτὸν ἐκεῖνον ἀκραιφνοῦς τεκμήριον πίστεως τὸ οἰκεῖον ἐνδειξαμένων, ὁπηνίκα εὐκαιρίας ἐλάβοντο. καὶ ᾔδει μὲν βασιλεὺς παλιμβόλων ἀνδρῶν τεχνάσματα ταῦτα καὶ κατεσχηματισμένα προβλήματα, ἐπαινέσας δ’ ὅμως τὸ γεγονὸς ὡς αὐτῷ ξύμφορον τῶν μὲν συναραμένων τοῦ ἔργου τῷ Κωνσταντίνῳ οὐδένα ἐκ τοῦ προδήλου παραλελύπηκεν, αὐτὸν δ’ ἐς τὸ φῶς ἐλυμήνατο.
Τοσοῦτον δ’ εὐφράνθησαν οἱ Βλάχοι καὶ ἠγαλλιάσαντο Πέτρος τε καὶ Ἀσὰν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις τῷ Κωνσταντίνῳ, ὥστε κἀκεῖνον ἐπὶ τοῦ ἑαυτῶν ἔθνους ἔλεγον τῇ βασιλείᾳ ἐπιβαλεῖν καὶ βασιλέα μὴ ἔχοντα μειζόνως εὐεργετήσειν ἄλλως τοὺς Βλάχους τὰς κόρας ἐκκόψαι τοῦ Κωνσταντίνου, θυμοσοφοῦντες ἐν τοῖς τοιούτοις καὶ τὰ Ῥωμαίων μυκτηρίζοντες πράγματα ἐπὶ τὸ κάταντες ἀεὶ προχωροῦντα καὶ ταῖς χείροσι μερίσιν ὑπενδιδόντα. οἱ δ’ αὐτοὶ καὶ τοῖς ἐκ φύτλης τῶν Ἀγγέλων τὴν τῶν Ῥωμαίων χειρίζουσιν ἀρχὴν πολυετὲς ἐπηύχοντο κράτος, μηδὲ ἰδεῖν ποτε θάνατον, εἰ δυνατόν, ἐξελιπάρουν τὸ θεῖον, ἢ ἀφαίρεσιν τῆς βασιλείας παθεῖν· καὶ τὴν αἰτίαν προστιθέντες ἐχρηστηρίαζον οἱ κατάρατοι ὡς, αὐτῶν βασιλευόντων, ἔτι καὶ ἔτι τὰ τῶν Βλάχων εὐτυχοῦντα προσεπιδώσουσί τε καὶ μεγαλυνθήσονται, καὶ χώρας δὲ καὶ πόλεις ἀλλοτρίας ἐπικτήσονται καὶ ἄρχοντες ἐξ αὐτῶν καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτῶν ἐξελεύσονται, οὐκ οἶδ’ ὅθεν καὶ ὅπως τὰ ἐσπουδασμένα ταῦτα διεξιόντες.
Ἔνθεν τοι καὶ οἱ μὲν ὡσεί τι ἐκπορθήσοντες φρούριον ἢ κώμας ἀναρπάστους θησόμενοι ἢ πόλεις ἀναστάτους δείξοντες μετὰ φάλαγγος ἐπῄεσαν Σκυθικῆς καὶ τὸ προστυχὸν ἅπαν ἐσίνοντο, ποτὲ μὲν τῇ Φιλίππου ἐπιόντες, ποτὲ δὲ τῇ Σαρδικῇ ἐφεδρεύοντες, ἐνίοτε δὲ κατὰ τὴν Ἀδριανούπολιν ἐξερχόμενοι· οἱ δὲ Ῥωμαῖοι νωθέστερον ἐπεξῄεσαν, εἰ δέ ποτε καὶ ἀντετάχθησαν ἢ συνεπλάκησαν, κατὰ μετρητοὺς ἐκάκουν τοὺς ἀντιπάλους. Ὁ δὲ βασιλεὺς οὗτος δολιχοδρόμῳ ἢ γοῦν σταδιεῖ προσεοικὼς εὐθὺς πρὸς τῇ νύσσῃ κατέπαυσε, τὸν τῆς ἀρίστης βασιλείας δρόμον τρέχειν ἀρξάμενος· οὐ γὰρ ἦν πολλοὺς ἀμφιιὼν κύκλους τῆς ἀρετῆς, ἀλλ’ ὡς ἀποκαμὼν ὑπεχαλάσθη τοῦ συντόνου τῆς ὁρμῆς καὶ τῆς ἐπαινετῆς ἐς ἅπαν ἐξενευρίσθη προθέσεως. οὐκοῦν πολλοῖς τὰ χαλινὰ καὶ τὰς ἡνίας ὑπαλλάξας τῆς βασιλείας, ὡς εἴπερ αὐτὸς ἀποπεφύκει πρὸς σπουδαίαν ἀρχῆς διοίκησιν, φέρων ἐνεχείρισε τὴν πάντων διεξαγωγὴν καὶ κυβέρνησιν καὶ τῷ πρὸς μητρὸς θείῳ Θεοδώρῳ τῷ Κασταμονίτῃ. Ἦν δ’ οὗτος περὶ πραγμάτων ἐγχείρησιν καὶ μάλιστα περὶ τὰς δημοσίας συνεισφορὰς δεξιώτατος καὶ λόγων σοφωτέρων μέτοχος.
PG 139:827ὃν καὶ λογοθέτην τῶν σεκρέτων προβαλόμενος ἤγετο ὑπ’ αὐτοῦ καὶ μετήγετο καθάπερ βασιλευόμενος, ὅθεν ὡς ἄν τις ἐν ὑπηρέτου μοίρᾳ καθήμενος πᾶν, ὅπερ ὑπ’ αὐτοῦ ἐπετάττετο, διεπράττετο σχεδὸν μηδὲν διακρίνων. νοσῶν δὲ τὰ ἄρθρα τῶν ποδῶν ὁ Κασταμονίτης φοράδην τὰ πολλὰ πρὸς τὸν κρατοῦντα εἰσήγετο ὑπὸ δυοῖν φορέων αἰρόμενος διὰ σκίμποδος ὡς οἱ τῶν οἴνων ἀμφορεῖς· καὶ συνομιλῶν βασιλεῖ τὰ πρόσφορα, ἢ μᾶλλον καπηλεύων τὰ Ῥωμαίων πράγματα καὶ ὀλίγου ἀποδιδούς, αὖθις ἐξήγετο. οἱ δέ γε λαοὶ καὶ τὸ τῆς πολιτείας γερούσιον καὶ ὅσοι τῷ βασιλεῖ καθ’ αἷμα συνήπτοντο εἵποντο ἐκείνῳ καὶ προπέμποντες ἐκύκλουν τὸν νεκροφόρον ἄντικρυς ὀκλαδίαν, τὰς οἰκείας τύχας, οὐκ ἐκεῖνον ἀποκλαιόμενοι. οὐ γὰρ ἦν τι τῶν γινομένων ἐκείνου ἄνευ διαπραττόμενον, ἀλλ’ οὐδέ τις καὶ τῶν ἐν ὑπεροχαῖς συμμετεῖχε τῷ Κασταμονίτῃ καθέδρας, ἀλλὰ παρίσταντο πάντες δουλοπρεπεῖ σχήματι.
καὶ ὁ κρατῶν ἐπὶ τούτοις οὐκ ἐδυσχέραινε καὶ τὴν οἰκείαν δόξαν ὁρῶν ἀναρσίως πρὸς ἕτερον μεταβαίνουσαν καὶ διαρπαζομένην τὴν βασιλείαν οὐμενοῦν οὐδέν τι πρὸς τὴν ἀτοπίαν ταύτην ἐφρόνει ἐνδόσιμον, ἀλλ’ ἦν τοῖς τελουμένοις ἐπευδοκῶν κατ’ οὐδένα πρόδηλον δίκαιον σκοπόν. προϊὼν δὲ καὶ φάλαρα ὀξυβαφῆ αὐτῷ ἐνέδωκεν ἔχειν, τοῦ ἱεροῦ σχοινίσματος ὄντι, καὶ ἐφεστρίδα τοιαύτην ἐν τῷ ἱππεύειν κεκτῆσθαι καὶ διὰ βαφῆς ὁμοίας ὑποσημαίνεσθαι τοὺς τόμους τῶν δημοσίων λόγων καὶ τὰ γραμμάτια. καὶ ἦν ὄντως τὰ πράγματα μετακεκλικότα πρὸς τὸ ἀσύνηθες καὶ τῇ ἰδίᾳ φύσει ἀντιτασσόμενα, ἕως τις νόσος φιλάνθρωπος τοὺς μὴ ἑαυτοὺς ἐλεοῦντας οἰκτειρήσασα ἐπέβρισε τῷ ἀνθρώπῳ ἐξ ὕλης μοχθηροτέρας, ἥτις τὰ ἄρθρα τοῦ σώματος ἀναμοχλεύουσα ἐπενέμετο καὶ ἐπέθετο τῷ λογιστικῷ κραταιότερον.
Ἦγε δὲ τότε πεντεκαιδεκάτην ὁ Αὔγουστος μὴν καὶ ὁ Κασταμονίτης μετὰ φυσήματος καὶ πολυοχλίας ἀρχικωτάτης τῇ μονῇ τῆς Παντανάσσης διὰ τῆς ἀγορᾶς ἐπεφοίτησε τὰ ὅσια τελέσων τῇ μεταστάσει τῆς θεομήτορος, ὅτε καὶ πρώτως ἀκούσας δεσπότης καὶ βασιλεύς, ἐπεὶ καὶ τοῦτο προσεφεῖτο ἐπιλέγειν τοῖς κόλαξι καὶ τοῖς αἰκάλλειν εἰωθόσι τοὺς δυναστεύοντας, ἔδοξε τοῖς κομψοτέροις τῶν συνελθόντων εἰς ἐπιληψίαν ἀποκλῖναι διὰ τὸ καινότερον τοῦ ἀκούσματος. ἀλλὰ καί τις τῶν τοῦ βήλου κριτῶν παρεστὼς (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) διαχαλάσας τὴν ἐσθῆτα ἐδέσμει τὰς γαστροκνημῖδας τοῦ λογοθέτου τῇ ζώνῃ τῆς ὀσφύος, ἐπισχήσειν τὸ ἀνωφερὲς τῆς ὕλης ἐντεῦθεν πειρώμενος. πλὴν ὁ μὲν καὶ οὕτως ἀλύτως εἶχε τῆς τῶν φρενῶν παρακοπῆς, ὁ δὲ τὸν παρὰ πάντων εὖ μάλα ὠφλίσκανε γέλωτα διά τε τῶν ἱματίων τὸ ἄνετον καὶ τὸ τῆς γνώμης εὐάγωγον. ἀλλὰ τότε μὲν βραχύ τι καὶ ὅσον ἡδυτέραν τὴν ἡμέραν ὑπολογίσασθαι τῆς καχεξίας ἀνανεύσας πάλιν ἐμπέπτωκεν εἰς αὐτὴν καὶ μεθ’ ἡμέρας ἀπέρρηξε τὴν ψυχήν, καὶ ἄλλως ἀσθενικὸς ὢν τὸ σῶμα καὶ τὰ περὶ τὴν ἕδραν ὑπὸ νόσου πολύτρητος. Ἐκδηλότερον δὲ τὸ αἶσχος ἐγγὺς τοῦ κάλλους ὁρώμενον.
PG 139:829τοῦ γὰρ Κασταμονίτου τελευτήσαντος διαδέχεται τὴν βασιλέως εὔνοιαν νεανισκάριόν τι γραμματιστοῦ καὶ πινακιδίου δεόμενον. Καὶ τούτου τὸν ἐν ἡμῖν βίον ἀπολιπόντος, παιδίον μικρὸν τὴν τῶν κοινῶν διοίκησιν ἀναζώννυται, οὔπω πέρυσιν ἀφειμένον δονακίσκου καὶ μέλανος, ὃς οὐ τὸν κρατοῦντα μόνον αὐτὸν ὡς τὸ κῆτος ὁ λεγόμενος προπομπὸς μετῆγεν, ὡς ᾑρεῖτο, καὶ περιέφερεν, ἀλλὰ μετῄει καὶ ὅσα τῶν στρατιωτικῶν εἰσι καταλόγων, ὡς εἴπερ ἐκ σπαργάνων αὐτῶν τῇ πηδαλιουχίᾳ τῶν μεγίστων ἐνετέθραπτο πραγμάτων ἢ τὰς κοσμικὰς φροντίδας ἠπίστατο πρὸ γενέσεως, καθὰ καὶ περὶ Σιβύλλης φασὶν ὡς ἅμα τε τῆς μητρῴας νηδύος ἐξώλισθε καὶ ἅμα περὶ τῆς τοῦ παντὸς ἐφιλοσόφει συστάσεως. πολλαπλασίονα οὖν καὶ οὗτος τοῦ Κασταμονίτου τὴν ἰσχὺν ἐνεδέδυτο κἀκεῖνα τῷ αὐτοκράτορι θεμιτά, ὁπόσα οἱ θελητὰ ἐδέδοκτο.
Καὶ ἦν βομβυλιὸς ἀτεχνῶς εἴτε κώνωψ ὠτίον περιβομβῶν λέοντος ἢ μυρμηκάνθρωπος μελάγχροος τὸ τῆς γῆς μέγιστον ἄχθος διακυβερνῶν ἐλέφαντα ἢ μήρινθος λεπτὴ ἀπὸ ῥινὸς ἐφέλκουσα κάμηλον, εἴπῃ δ’ ἄν τις οὐκ ἀκόμψως καὶ παχεῖα κυψελὶς περὶ τὸ τῆς βασιλικῆς ἀκοῆς ἐνσκήψασα ἕλιγμα καὶ τῶν ἑτέρωθεν ἐνηχουμένων τὴν εἰσροὴν ἀποφράττουσα, ἢ καὶ τεθλιμμένη παράθυρος καὶ στενὴ πυλὶς καὶ συνεπτυγμένη ὁδὸς εἰσάγουσα πρὸς τὰ βασίλεια. αἱ δ’ εὐρεῖαι τῶν εἰσόδων, δι’ ὧν προσεφοίτων πρότερον τοῖς κρατοῦσιν οἱ δεόμενοι, τέλεον ἐπεζυγώθησαν καὶ ταῖς μωραῖς τῶν παρθένων οἱ δι’ ἐκείνων εἰσελθεῖν πειρώμενοι ἐῴκεσαν ἀτεχνῶς, ὅτι μηδ’ ἦν ὁ κατ’ ἐκείνας τῷ κρούοντι ὑπανοίγων εἰ δέ τις ὀψέ ποτε διὰ τῆς τῶν πυλῶν συμμύσεως τοῖς ἐπιμένουσι τῷ κρούειν ἐπαπταίνετο, οὐδὲν μέντοι πρὸς τὴν πεῦσιν ἀπεκρίνετο, τὸ δ’ ἀπελθεῖν εἰσηγεῖτο κατὰ τὴν παραπυλίδα τὴν πλάγιον καὶ δι’ ἐκείνης εὐμαρῆ τὴν εἴσοδον εὕρασθαι καταθέμενόν τι τῶν ἐν τῷ κόλπῳ ἢ τὴν οἴκοι ἀποδόμενον δίπλακα.
Συνεμάχετο δὲ τῷ παιδιογέροντι τούτῳ πρὸς τὸ ὑπερφιλεῖσθαι παρὰ τοῦ αὐτοκράτορος καὶ εἷς ἀντὶ παντὸς λογίζεσθαι καὶ τὸ ἦθος μὲν σοφιστικὸν καὶ εὐτράπελον ὂν καὶ τὸ πολυειδὲς ὡσαύτως τῆς γνώμης καὶ ὕφαλον, ἐπεὶ καὶ κατηγόρει ταῦτα τούτῳ ἡ τῶν ὀφρύων γραμμὴ ξυνεχὴς φυεῖσα καὶ μηδέν τι μεταίχμιον ἔχουσα. πλέον δὲ μᾶλλον προσῳκείου τῷ βασιλεῖ τὸ ἐμπορικὸν φρόνημα καὶ ὁ ὑπεράπειρος λημματισμός· οὐ γὰρ μόνον τοῖς ἐξ ὕλης παντοίας στατῆρσιν ἐνσκολιευόμενος ὑφεῖρπε καὶ ἐνήδρευε τοῖς πρὸς δίαιταν, ἀλλὰ καὶ ποπάνοις ἐνελύττα καὶ ἐνέχαινε πέποσι καὶ ξύμπαν ἄλλο περιειργάζετο τῆς γῆς ὡραῖον ἐδώδιμον. Ἀλλ’ ἐπανακτέον τὸν λόγον ἐκτραπόμενον τοῦ ἴχνους, ἐφ’ ὅπερ ὥρμησεν ἐξ ἀρχῆς. τὰ δ’ ἐφ’ ὅσον ἐνεδήμει χρόνον τῇ βασιλίδι τῶν πόλεων ὑπὸ τοῦ βασιλέως τούτου πραττόμενα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οὑτωσί πως διετετράνωτο. ἐτρύφα καθ’ ἡμέραν λαμπρῶς παρατιθέμενος τράπεζαν Συβαρίτιδα καὶ τῶν ἡδυτάτων χυμῶν γευόμενος βουνίζων τε τοὺς ἄρτους καὶ λόχμην κνωδάλων ἰχθύων τε διάπλευσιν καὶ πόντον οἴνοπα δεικνὺς τὴν ἑστίασιν.
ναὶ μὴν ἑτερημέροις ἐνευπάθει λουτροῖς ὠσφραίνετό τε μυρεψουμένων εὐωδιῶν καὶ ταῖς στακταῖς ἐρραντίζετο, ὡς ὁμοίωμά τε ναοῦ στολαῖς ἐξάλλοις ἐκέκαστο βοστρυχιζόμενος. ἐπιδεικτικός τε ἦν ὡς ταὼς ὁ φιλόκοσμος καὶ μὴ δὶς τὸν αὐτὸν χιτῶνα ἐνδιδυσκόμενος ἢ ὥσπερ ἐκ παστοῦ νυμφίος καὶ ὡς ἐκ λίμνης περικαλλοῦς ἥλιος προϊὼν καθ’ ἑκάστην τῶν ἀνακτόρων. Χαίρων δὲ ταῖς εὐτραπελίαις καὶ τοῖς ἐκ τῆς ἁπαλῆς Μούσης ᾄσμασιν ἁλισκόμενος ἐγερσιγέλωσί τε ἀνθρωπίσκοις συμπαραφύρων οὐκ ἐπεζύγου κέρκωψί τε καὶ μίμοις καὶ παρασίτοις καὶ ἀοιδοῖς τὰ βασίλεια. τοῖς δὲ τοιούτοις ὁ πάροινος κῶμος συνέζευκται πάντως καὶ ἡ κατὰ τὰς κοίτας ἀσέλγεια συνεφέπεται καὶ ὅσα χρηστῆς καὶ ὑγιοῦς βασιλείας συνδιαφθείρει κατάστασιν. ἀτὰρ εἴρηκέ ποτε ἐπὶ δείπνου ἐνέγκατέ μοι ἅλας, παρεστὼς δὲ τῶν τότε μίμων ὁ χαριέστατος, ᾧ τὸ ἐπώνυμον Χαλιβούρης, περιβλεψάμενος τὸν τῶν γυναικῶν χορὸν ἐκ παλλακῶν καὶ συγγενῶν τοῦ βασιλέως κεκροτημένον γνωσόμεθα εἶπε πρώτως ταύτας, ὦ βασιλεῦ· εἶθ’ οὕτως ἄλλας εἰσενεχθῆναι κέλευσον. καὶ πρὸς τὸ ῥῆμα τοῦτο πᾶσαί τε καὶ πάντες ἐξεκάγχασαν·
PG 139:831τῷ δὲ τρέπεται ὁ χρὼς καὶ μόλις τὸν θυμὸν ἐν πείσει κολάσας ἐμβριμήματι τὴν τοῦ γελωτοποιοῦ ἐλευθεροστομίαν ἀνέστειλε. μεταδιώκων δὲ τὰ τῶν χωρίων εὖ ἔχοντα καὶ ὥρας καὶ θέσεως ἐκ διαλειμμάτων εἰς τὴν μεγαλόπολιν ἐπανήρχετο καὶ κατὰ περιόδους ὡς ὄρνις ὁ Φοῖνιξ ἐπωπτάνετο. Ὑπὲρ πᾶν δ’ ἕτερον τὰς τῶν ὑπερόγκων οἰκημάτων ἀνεγέρσεις περιεσπούδαζε μανικώτερον ἐπὶ τὰ ἐραστὰ ἐμπηδῶν, κἀν τοῖς πλείστοις τοῦ καθήκοντος ἐκφερόμενος. ἐντός τε οὖν τῶν βασιλείων ἀμφοτέρων λουτρὰ καὶ διαιτήσεις λαμπροτάτας ἐδείματο καὶ κατὰ τὴν Προποντίδα πολυτελεῖς δόμους ἀνήγειρε νησίδιά τε τὴν θάλασσαν ἀπογαιώσας εἰργάσατο. προθέμενος δὲ καὶ πύργον τεκτήνασθαι κατὰ τὸ ἐν Βλαχέρναις παλάτιον, ἅμα μὲν εἰς ἔρυμα τῶν ἀνακτόρων, ὡς ἔφασκε, καὶ ὑπέρεισμα, ἅμα δὲ καὶ εἰς ἐνοίκησιν ἑαυτῷ, ναούς τε κατὰ τὴν ἀκτῖνα πάλαι ἱσταμένους ἀτημελεῖς κατήρειψε καὶ τοὺς πλείστους τῶν κατὰ τὴν βασιλίδα πόλιν περιφανῶν οἴκων ἔθετο εἰς ἐρήμωσιν, ὧν ἕως ἄρτι τινὲς θέαμα τοῖς παριοῦσι δακρύων ἄξιον τοὺς θεμελίους προβάλλονται, καὶ τὴν ἐκ πλίνθου πάσης ὀπτῆς λαμπροτάτην τοῦ γενικοῦ οἰκοδομὴν κατηδάφισε.
PG 139:833σὺν πολλοῖς δὲ καὶ τὸν περίκλυτον οἶκον τῶν Μαγγάνων κατέβαλε, μήτε τὸ τοῦ ἔργου κάλλος καὶ τὸ μέγεθος αἰδεσθείς, μήτε τὸν τροπαιοφόρον μάρτυρα πτοηθείς, ᾧ ἀνέκειτο οὑτοσί. Ἐπισκευάσαι δὲ βουληθεὶς καὶ τὸν ἐν τῷ ἀνάπλῳ νεὼν τοῦ ἀρχιστρατήγου τῶν ἄνω τάξεων Μιχαήλ, εἴ τις ἐν πλαξὶ τοῖς βασιλείοις δόμοις ὑπέστρωτο καὶ περιήμπισχε τοὺς τοίχους καλλίστη τε τῇ στιλπνότητι καὶ ῥανίσιν ἐστιγμένη ποικιλοχρόοις, ἐκεῖσε μετακεκόμικεν. ἀλλὰ καὶ τὰ τοῦ ἀρχαγγέλου διὰ χρωμάτων καὶ ψηφίδων τυπώματα, ὁπόσα ἡ πόλις ἔστεγεν ἢ κώμαις καὶ χώραις ἀνέκειντο φυλακτήρια, χειρὸς ἀρχαίας ἔργα καὶ θαυμασίας, κατὰ τὸ αὐτὸ συνήθροισε τέμενος. ἡ δὲ τοῦ βασιλέως τούτου σπουδή, ὅπως ἐκ τῆς νῦν λεγομένης Μονεμβασίας ἀνακομίσειε τὸν ἐπὶ σταυρὸν ἑλκόμενον Χριστὸν ὡς ἔργον ἀξιάγαστον καὶ τὴν τέχνην καὶ τὴν χάριν, οὐδὲν ἀπελείπετο τῶν ἐμμανεστάτων παθῶν· ὅλος γὰρ ἀνήρτητο ταῖς ἐλπίσιν, ἕως ἐκεῖθεν σὺν δόλῳ ἀφῄρηκεν· οὐ γὰρ ἀκίνδυνος ἦν παντάπασιν ἡ προφανὴς ἐπιχείρησις.
ἀλλὰ καὶ τὰς χαλκᾶς πύλας ἐκεῖσε μετέθηκεν, αἳ πρώην μὲν ἐπεζύγουν τοῦ μεγάλου παλατίου τὴν εἴσοδον εὐρεῖαι οὖσαι καὶ ὕψισται, ἐς δ’ ἡμᾶς τὴν εἱρκτὴν ξυνεῖχον, ἥπερ ἐξ αὐτῶν Χαλκῆ κατωνόμασται. καὶ τὸν ἐν τῷδε τῷ ἀνακτόρῳ περιώνυμον ναόν, ὃς Νέα κικλήσκεται, θείου παντὸς ἐπίπλου καὶ ἱεροῦ σκεύους ἐψίλωσε. κἀπὶ τούτοις λαμπρυνόμενος ἦν καὶ θρυπτόμενος, ὡς οὔτις ἄλλος ἐπ’ ἔργοις θαυμαστοῖς ἁβρυνόμενος. ᾤετο γὰρ προσένεξιν τὴν ἀφαίρεσιν καὶ πρόσθεσιν τὴν μετάθεσιν, οὐκ ἀγαθοεργίας σκιαγραφίαν καὶ μικρὸν ἢ οὐδὲν φιλοθεί̈ας ἴνδαλμα χρώζουσαν, μήτε μὴν τὸ θεῖον χολᾶν, χαίρειν δὲ μᾶλλον, εἰ οὗτος μὲν ὁ νεὼς τῆς πρώην ἀχρειοῦται λαμπρότητος εἰς ἐννόσσευσιν πτηνῶν καὶ κατοίκησιν ἐχίνων παρεώμενος, ἐγκαινίζεται δ’ ἕτερος ὀθνείοις κειμηλίοις καὶ κόσμοις ἀλλοτρίοις καταγλαί̈ζεται. Ὃ δὲ καὶ τόλμης μετεῖχεν, ἵνα μετρίως γοῦν εἴποιμι, ἐκοίνου τὰ ἱερὰ σκεύη κἀκ τῶν θείων αὐτὰ ναῶν ἀποσπῶν ταῖς ἑαυτοῦ τραπέζαις παρεισέφερεν.
ὤχει δὲ καὶ τοῖς δακτύλοις κατὰ πότον τὰ ἐν τάφοις βασιλέων ᾐωρημένα κυπελλοειδῆ τῷ θεῷ ἀναθήματα, ἐκ λίθων τιμαλφῶν καὶ χρυσίου ἀπέφθου ἐσκευασμένα, καὶ εἰς χέρνιβα χειρῶν ὑδροχόοι περιεφέροντο ἄμαχοι τὸ κάλλος καὶ ἄπληστοι τὴν ὥραν, οἷς ἀπομόργνυνται λευῖται καὶ ἱερεῖς τὰ θεῖα μετιόντες μυστήρια. ἀφαιρῶν δὲ καὶ ἀπὸ τιμίων σταυρῶν καὶ πτυχῶν τῶν ἀκηράτων Χριστοῦ λογίων κόσμους πολυτελεῖς περιδέραια καὶ στρεπτοὺς ἐτίθετο ἐξ αὐτῶν καὶ τούτους αὖ κατὰ τὸ αὐτῷ δοκοῦν μεταβάλλων ἑτέραις ἐνήρμοζεν ἀπεριθαμβήτως βασιλικαῖς στολαῖς. Πρὸς δὲ τοὺς εἰσάγοντας παραίφασιν μὴ συνᾴδειν αὐτῷ τὰ γινόμενα ταῦτα θεοφιλεῖ αὐτοκράτορι ὄντι καὶ ἄνωθεν ἐκ προγόνων τὴν εὐσέβειαν ἐπικαταβαίνουσαν ἔχοντι καὶ θεοσυλίαν εἶναι προφανῆ τὰ γινόμενα σφοδρὸς ἦν καὶ παροξυντικὸς καὶ ἐπέπληττεν ὡς ἀνοηταίνουσι προδήλως καὶ δυσπραγοῦσιν ἄγνοιαν τοῦ καλοῦ τοῖς οὕτω φάσκουσι· πάντα γὰρ ἐξεῖναι τοῖς βασιλεύουσι ποιεῖν διετείνετο καὶ θεοῦ καὶ ἄνακτος κατὰ τὸ ἄρχειν τῶν ἐπὶ γῆς μὴ ὡς ἐπίπαν εἶναι τὸ διεστὼς ἀσύμβατον καὶ ἀντίθετον, ὡς τῇ καταφάσει ἀπόφασις.
PG 139:835συνιστῶν δὲ ὡς δῆθεν ἀμεμφῆ καὶ ἀνεύθυνα τὰ γινόμενα παρῆγεν εἰς παράδειγμα τὸν ἐν βασιλεῦσι Χριστιανοῖς κράτιστον ὁμοῦ καὶ πρώτιστον Κωνσταντῖνον τὸν μὲν τῶν ἥλων, δι’ ὧν ὁ Κύριος τῆς δόξης τῷ ξύλῳ τῆς κατάρας πεπαττάλευτο, τῷ ἱππείῳ χαλινῷ ἐγχαλκεύσαντα, τὸν δὲ τῇ κόρυθι ἐνερείσαντα. τὸν δὲ σκοπὸν ἑκὼν παρεβλέπετο, δι’ ὃν ὁ τῆς πίστεως ἀρχηγὸς ἄναξ ταῖς τοιαύταις ἐνεκαλλωπίζετο πράξεσι, δύναμιν θειοτέραν τὸν τοῦ σταυροῦ λόγον δεικνὺς τοῖς Ἕλλησι καὶ τιθέμενος, οἳ μωρίαν τὸ κήρυγμα ἥγηντο. Ἀλλὰ καὶ τὸ ἀργύριον κιβδηλεύσας ἀδόκιμον τὸ νόμισμα κέκοφε καὶ τὴν τῶν χρημάτων συλλογὴν οὐκ ἀνέγκλητον ἐποιεῖτο παντάπασι τάς τε τῶν δημοσίων φόρων εἰσπράξεις ἐπέτεινε καὶ περὶ τὴν τούτων ἀπόχρησιν ἠσωτεύετο. καὶ τὰς ἀρχὰς προύβαλλεν εἰς ἐξώνησιν, ὡς τὰς ὀπώρας οἱ ἀγοραῖοι. ἐνίοτε δὲ καὶ ἄτερ βαλαντίου καὶ πήρας ἀποστολικῶς εἰς τὰς ἐπαρχίας ἐξέπεμπεν οὓς ᾔδει μερίδα τῷ δικαίῳ διδόντας καὶ ἀκαταγοητεύτους χρυσίῳ, μηδ’ οἴκοι καταβύοντας πάντα τὰ συλλεγόμενα, ἀλλὰ καὶ τῷ δημοσίῳ ταμιείῳ κατατιθεμένους τὸ ἐφάρμοστον ὄφλημα.
Ναοῖς δὲ καὶ τεμένεσι καὶ εὐκτηρίοις οἴκοις καὶ ἱεροῖς φροντιστηρίοις, ὡς οὔ τις πρότερον, τὸ φιλότιμον ἐπεξέτεινε· τοὺς γὰρ καμόντας χρόνῳ ὑπήρεισε, καὶ ὅσοις τὸ ἀγλαοφανὲς ἠμαύρωτο, τούτους τοῖς ἐκ ψηφίδων καὶ χρωμάτων ὡραϊσμοῖς κατεκόσμησε. πρὸς δέ γε τὴν θεομήτορα τοσαύτην ἔτρεφε πίστιν, ὡς καὶ τὴν ψυχὴν ἐκκεχύσθαι ταῖς εἰκόσιν αὐτῆς. καὶ διὰ τοῦτο πλείστας χρυσίῳ περιστείλας καὶ λίθοις περιανθίσας τιμαλφέσιν ἀνέθηκε ναοῖς εἰς προσκύνησιν, καθ’ οὓς γίνονται πλειστάκις τῶν εὐσεβῶν συνδρομαί. Ἀλλὰ καὶ τὴν ἐπὶ τὸ κάταντες ἐν τῷ λιμένι τῶν Σοφιῶν ἑστίαν Ἰσαακίου τοῦ σεβαστοκράτορος εἰς πανδοχεῖον μετασκευάσας ἀνδρῶν μὲν ἑκατὸν παρέθηκε τράπεζαν καὶ κλίνας ἰσομέτρους, τοσαυταρίθμων δὲ ὑποζυγίων ἱππῶνας ἀνέστησε· καὶ εἱστιῶντο καθ’ ἑκάστην οἱ παραβάλλοντες ἄτερ καταθέσεως ἀργυρίου ἐφ’ ἡμέραις πλείοσι. μετέβαλε δὲ εἰς νοσοκομεῖον καὶ τοὺς βασιλικοὺς δόμους, οὓς κατὰ τὸν νεὼν τῶν Τεςσαράκοντα μαρτύρων ὁ βασιλεὺς Ἀνδρόνικος ἐδομήσατο.
ἔτι γε μὴν τὸν τοῦ μεγάλου δρουγγαρίου ὀνομαζόμενον οἶκον ἐκ τοῦ δεσπόζοντος ὠνησάμενος ὁμοίως καὶ τοῦτον εἰς ἀνάπαυλαν τῶν καχεκτούντων ἀπέταξεν οὐδενὸς φεισάμενος ὁπόσα πρὸς ῥῶσιν ὁρῶσι τῶν ἀσθενούντων, καὶ πυρὸς τὸ προσάρκτιον κλίμα τῆς πόλεως ἀφανίσαντος, διαδόσεσι χρημάτων τοὺς ἐς δόμους καὶ τὰ ὄντα ζημιωθέντας παρεκάλεσε. καὶ βασιλεύσας τοῖς πολίταις διένειμε χρυσίου κεντηνάρια πέντε. καὶ τῆς μεγάλης ἑβδομάδος ἐφισταμένης, καθ’ ἣν τὰ ὑπὲρ ἡμῶν τοῦ θεανθρώπου πάθη σεβάζονται, πολλάς τε ἀποβαλομένας θανάτῳ τοὺς εὐνέτας ἀνεκτᾶτο τῆς χηρείας δι’ εὐποιί̈ας καὶ παρθένοις ἐχορήγει τὰ πρὸς γαμήλιον δᾷδα καὶ παστάδα καὶ ὑμέναιον ἐπιτήδεια. Οὐ μόνον δὲ καθ’ ἕνα καὶ κατ’ οἴκους καὶ συγγενείας ἐνεπίμπλα φιλοδωρίας, ἀλλὰ καὶ πόλεις ἔστιν ὅτε ὅλας εὐηργέτει ταῖς τῶν φόρων ἀνέσεσιν. ὡς δ’ ἔπος εἰπεῖν, οὕτως ἔχαιρε τῷ ἐλέῳ καὶ πρὸς τὴν τῶν ἀγειρομένων ἀπόκτησιν ἔρρωτο, ὡς ἀπαντλεῖν ἀμφοτέραις τὰ ἐπεισρέοντα· ὁπόθεν αὐτῷ ὑπεισέδυ καὶ ὑπούλως παρεισεφθάρη τὸ μὴ ἐκ πόρων ἀεί ποτε δικαίων τὰ χρήματα συγκομίζεσθαι·
PG 139:837τὰς γὰρ τῶν δαπανῶν ὑπερόγκους τῇ ἀσωτίᾳ ἐγγιζούσας οἱ πλεῖστοι μὴ ὑφορώμενοι, εἰσπράξεων ἐφευρεταὶ καινῶν καθιστάμενοι ὡς γεωργίῳ ἡμέρῳ μελίνην ἢ ῥόδῳ ἀνεμώνην τὰ μὴ καλῶς μηδ’ ὁσίως συλλεγόμενα συμφύρουσι χρήματα τοῖς δικαίοις. Κατάφορος δ’ ὢν εἰς θυμὸν οὐδὲ τοῦ συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλ’ αὐτὸς ἑαυτὸν πρὸς εὐμένειαν ἐπανάγων σύνδρομον πολλάκις ἐπεποίητο τῇ ὀργῇ τὴν συμπάθειαν καὶ ταῖς συμφοραῖς τῶν ἀνθρώπων ἐπικλώμενος τὰ πρὸς ὑφαίρεσιν ἑκάστῳ ἐπεμέτρει τῶν ἀλγεινῶν. Ταῦτα δὲ πράττων καὶ ἄλλ’, ὁπόσα τὸ λέγειν παρέδραμεν, ᾤετο τῇ βασιλείᾳ ἐνεστηρίχθαι ὡς οὐδ’ ἐν οὐρανίῳ σφαιρώματι ἥλιος ἢ ὡς στέλεχος φοίνικος ὑπὸ ὀσμῆς ἀναθηλούμενον ὕδατος καὶ κέδρος Λιβανίτης ὑψίκομος ἐς κύκλους διατηρηθῆναι μακραιώνων ἐνιαυτῶν. τοῦτο δ’ ἂν καὶ ἄλλος τις ὑπετόπασε τὴν ἀγαθὴν ἀποκρίνας μερίδα καὶ ἀσπασάμενος καὶ μὴ τοῖς ἑπτὰ μόνον διδοὺς τὸ ἀνάλογον, ἀλλὰ καὶ τὸ τῆς ὀγδόης μυστήριον ἔχων πρὸ ὀφθαλμῶν κἀν τῷ τῆς ἐφ’ ἑκάτερα ῥοπῆς κύριος εἶναι προσρέπων συνεχῶς τοῖς ἀμείνοσιν, τοῖς δ’ ἐναντίοις ἐπινηχόμενος βράδιον, ἀλλ’ οὐ γινόμενος ὑποβρύχιος. θεὸς δὲ οὐχ οὕτω βεβούλευται.
τίς δ’ ἔγνω νοῦν Κυρίου ἢ τίς συμπαρείληπταί οἱ σύμβουλος; ἀμέλει καὶ ἐκποδὼν τὸν ἄνδρα θέσθαι προμηθευσάμενος, ἀρίστῃ πράξει καὶ καλλίστῃ προθυμίᾳ συνεπεγείρας οἷον αὐτὸν καὶ ἐπιρρώσας χρήσασθαι, ἀσπαστὸν καὶ μετὰ τὴν ἀπόθεσιν τῆς ἀρχῆς τοῖς πλείοσιν ἔδειξε. Μὴ φέρειν γὰρ ἔχων τὰς μετὰ Σκυθῶν ἐπιδρομὰς καὶ λῃστείας τῶν Βλάχων, πληττόμενος δὲ καὶ τῷ τὸν Γίδον Ἀλέξιον καὶ τὸν Βατάτζην Βασίλειον, ὧν ὁ μὲν τῶν ἑῴων ἡγεῖτο ταγμάτων, ὁ δὲ Βατάτζης τῶν ἑσπερίων προυκάθητο, συμπλακέντας τοῖς πολεμίοις ἔγγιστά που τοῦ πολίσματος, οὗ δομήτωρ Ἀρκάδιος, μὴ μόνον οὐδέν τι κατωρθωκέναι χρηστόν, ἀλλὰ τὸν μὲν Γίδον ἀκόσμως φυγεῖν ἀπολωλεκότα τὸ κρεῖττον τῆς στρατιᾶς, τὸν δὲ συμφθαρῆναι ταῖς ὑπ’ αὐτὸν τάξεσιν, ἔγνω καὶ πάλιν δι’ ἑαυτοῦ κατὰ τῶν ἀντιπάλων ἐξενέγκασθαι πόλεμον. συλλογαὶ οὖν καὶ ἀπογραφαὶ τῶν Ῥωμαϊκῶν ἐγίνοντο στρατευμάτων, οὐκ ἀχρεῖον δὲ καὶ τὸ μισθοφορικὸν ξυνελέγετο. πέμψας δὲ καὶ πρὸς τὸν ἐκείνου πενθερὸν τὸν ῥῆγα τῶν Οὔννων δι’ ἐπικούρων ᾐτεῖτο σύναρσιν· ὁ δὲ ἀσμένως ἐπαρήξειν ἐπένευσε καὶ διὰ τῆς Βιδίνης ἐκπέμψειν ἴλας συνέθετο στρατιώτιδας.
Ἀποχρῶσαν οὖν τὴν τοῦ στρατοπέδου ξυλλογὴν ἐργασάμενος καὶ πέντε μὲν πρὸς τοῖς δέκα χρυσίου ἐνσκευασάμενος κεντηνάρια, ἀργυρίου δ’ ἐνθέμενος ὑπὲρ τὰ ἑξήκοντα καὶ ἕτερ’ ἄττα τῇ στρατιᾷ ἐφοδιασάμενος χρήσιμα, κατὰ τὰς Μαρτίου ἡμέρας τῆς βασιλίδος τῶν πόλεων ἔξεισιν ἀφεὶς ἑαυτὸν θεῷ καὶ κατὰ τῶν βαρβάρων στηρίξας τὸ ἴδιον πρόσωπον καὶ θεὶς ὡσεὶ πέτραν αὐτὸ στερεὰν καὶ ὅρον τῆς ἐπαναστροφῆς θέμενος τὸ πέρας τῶν ἔργων, ὧν χάριν κατὰ τῶν ἀποστατῶν ἐξεστράτευεν, εἰ μὲν δεξιὸν εἴη τοῦτο, ἐπανατιθεὶς τῷ θεῷ, εἰ δ’ ἀπαίσιον, ὅπερ ἀπηύχετο, καὶ οὕτως τῶν ἐκείνου κριμάτων ἐξαρτῶν εἰσέτι δοκιμάζοντος τὴν τῶν ἁμαρτωλῶν ῥάβδον πατάσσειν κλῆρον τὸν δίκαιον. Καὶ ὁ μὲν ἀπαίρει τοιοῦτον τρέφων τὸ πρόθυμον καὶ ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρῶν· ἡ δ’ ὑπερκειμένη πάντων χεὶρ καὶ ῥοπὴ ἔτι ἦν ὑψηλή, οὐδ’ ὁ τοῦ Κρείττονος ἀπεστράφη θυμός, ὡς ἔδειξεν, ἐπὶ πᾶσιν οἷς οἱ Βλάχοι κραταιωθέντες προηγωνίσαντο.
PG 139:839καὶ οὕτω μὲν οἱ ὀφθαλμοὶ τοῦ κρατοῦντος ἐπὶ τοὺς παραπικραίνοντας ἔβλεπον ἀποστάτας καὶ τῷ διανοητικῷ ἐκείνου τὰ ἀφεστῶτα πόρρωθεν ἐφαντάζοντο, ὁ δὲ τοῦτον τῆς ἀρχῆς ἀνατρέψων ἐγγὺς ὢν καὶ συνεστὼς παρεβλέπετο καὶ τὸ ἀφ’ ἑστίας σκῶλον ὡς μὴ παρενοχλοῦν ὑπεραλλόμενος ἦν. καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ τὰς παραβλαστανούσας κακίας ταῖς ἀρεταῖς ἀγχιθύρους ἢ καὶ φεραλλήλους μάλιστα οὔσας οὐχ ὁρᾶν, ὡς δέον ὁρᾶν, οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱρούμεθα ἢ δυνάμεθα. ἐῶ γὰρ λέγειν ὅτιπερ ἐνεσημήνατό πως ἡμῖν ἡ φύσις καὶ ἐνεφύτευσε πρὸς τὰ οἰκεῖα πάθος καὶ συνδήσασα τῷ φίλτρῳ ἐνδιδόναι καὶ μαλακίζεσθαι πρὸς τὰς φαύλας ἕξεις καὶ πράξεις ἑαυτῶν καὶ τῶν φίλων ἐνιαχοῦ παραβιάζεται καὶ μὴ ῥᾳδίως ὑπάγεσθαι διατίθησι τοῖς ἐπαντλοῦσιν ὡς εἰς τετρημένον πίθον τὸ οὖς καὶ ὑφηγουμένοις τὰ δρώμενα οἷς προσπεπόνθαμεν.
Οὐκοῦν καὶ οὗτος ὁ βασιλεὺς παρὰ πλείστων ἐνωτιζόμενος ἐπιβουλεύειν τῇ αὐτοῦ ἀρχῇ καὶ ζωῇ τὸν ἀδελφὸν Ἀλέξιον, εἰ καὶ παραπετάσματι φιλίας συγκαλύπτων λέληθε τὸν μισάδελφον, ὡς λῆρον ἀπεπέμπετο τὰ λεγόμενα, μὴ τὸ ἐξεταστικὸν ὡς λίθον Ἡράκλειαν προσάγων καὶ βασανίζων τὰ δρώμενα, ἀλλὰ δριμὺς ὢν τοῖς τὰ τοιαῦτα εἰσηγουμένοις ὡς ἔχουσι πρὸς ἐφέσεως ἐξίτηλον ποιεῖν τὴν ἀνέκπλυτον καὶ οἷον εἰς βάθος ἐγκεκαυμένην τῇ ἑαυτοῦ ψυχῇ πρὸς τὸν κασίγνητον στοργήν, ὃν μόνον ἀπὸ πάντων ὁ λωβητὴρ Ἀνδρόνικος οὐκ ἐσίνατο. Ἀφιγμένος τοίνυν ἐς τὴν παραθαλαττίδιον Ῥαιδεστὸν τὴν πρωτίστην ἐκτελεῖ καὶ κυριώνυμον ἀναστάσιμον ἑορτὴν καὶ θύει καὶ ἐσθίει πάσχα τὸ μυστικόν. ἔνθα καὶ τῷ Βασιλακίῳ συγγίνεται. ἦν δ’ οὗτος ἀλλότροπόν τινα βίοτον μετιὼν δόξαν τε παρὰ πάντων ἠνέγκατο προφητεύειν καὶ προβλέπειν τὰ ἔμπροσθεν, ὅθεν εἰς αὐτὸν τὰ πλήθη συνέρρεον, ὡς οὐδ’ ἐς μυρμηκιὰν οἱ ἐπανιόντες τε καὶ ἐξιόντες φιλόπονοι μύρμηκες ἢ γοῦν οἱ ἐς Ἄμμωνος πάλαι καὶ Ἀμφιάρεω ἀφικόμενοι. ἀληθὲς δὲ οὐδὲν καὶ σαφὲς περὶ τῶν ἐσομένων οὗτος ἐφθέγγετο, πεπλανημένα δὲ καὶ ἀσύμφωνα ἑαυτοῖς καὶ γριφώδη διεξῄει ῥήματα·
ἐν πολλοῖς δὲ καὶ γέλωτος διατεχνώμενος ἄξια τὸν ἀγελαιοκόμον ὅμως καὶ πρὸς ὕννιν ἀφορῶντα καὶ κώπην ἐπεσπᾶτο λεών. τῶν γὰρ ἀφικνουμένων ἐς αὐτὸν γυναικῶν ἐμάστευε τοὺς μαστοὺς καὶ περιαθρῶν τὰ σφυρὰ ληρῶν ἐπὶ τούτοις ἦν καὶ ἀποφοιβάζων ἀδιάγνωστα λόγια. ἀπεσιώπα δὲ κἀπὶ ταῖς πλείσταις τῶν πεύσεων, αἵπερ αὐτῷ παρὰ τῶν προσιόντων ἐπήγοντο, καὶ τὰς οἰκείας πράξεις μεταβάσεσι τοπικαῖς καὶ σχηματισμοῖς ἐπέραινε Πανικοῖς. συνεστῶτα δέ τινα γύναια Γραϊκά, οἰστρηλατοῦντά τε καὶ κωθωνιζόμενα, κατὰ γένος αὐτῷ συναπτόμενα, ὑφηγοῦντο τοῖς παραβάλλουσι τὰ ὑπὸ τοῦ Βασιλακίου τελούμενα, ὅ τι τῶν γενησομένων τεκμηριάζουσι, καὶ τὴν σιγὴν ὥς τι φθεγγομένην καὶ ὑποδηλοῦσαν σοφὸν διεσήμαινον. ἐδόκει οὖν ὁ ἀνὴρ οὗτος τοῖς μὲν πολλοῖς, ὡς ἔχω εἰπών, προφητικὸς καὶ προσημαίνων τὰ συμβησόμενα, καὶ μάλισθ’ ὁπόσαις τῶν γυναικῶν αἱ τῶν πεύσεων ἄσεμνοι καὶ ἀσχήμονες τῶν ἐσθημάτων ἐγκομβώσεις ὡς παιδιά τις περιεσπούδαστο γέλωτι σύμμικτος, τοῖς δ’ ἐς νοῦν βάπτουσι περίεργόν τι καὶ γελωτοποιὸν καὶ ληρῶδες γερόντιον ἥγητο.
PG 139:841εἰσὶ δ’ οἳ καὶ πνεύματι Πύθωνος κάτοχον εὐστόχως εἰρήκασιν, οἷς ἐθέμην μάλιστα καὶ αὐτός. Τότε γοῦν ἐπιστάντι τῷ αὐτοκράτορι οὔτε προσέσχεν ὅλως ὡς περιβεβλημένῳ τοσαύτην καὶ τοιαύτην ἰσχύν, οὔτε πρὸς τὴν αὐτοῦ προσηγορίαν (ἡ δὲ ἦν χαίροις, ὦ πάτερ Βασιλάκιε) τὴν ἀπόκρισιν ἔθετο ἢ γοῦν ἀντησπάσατο σιωπῇ κατανεύσας τῇ κεφαλῇ, ἀλλ’ ὧδε κἀκεῖσε μετὰ πωλικῶν φερόμενος σκιρτημάτων καὶ παραφόρων μετακινήσεων ἐκακολόγει τοὺς προσιόντας, μηδ’ αὐτοῦ φειδόμενος τοῦ κρατοῦντος. ὀψὲ δὲ καὶ μόλις τῶν ἀτάκτων λήξας κινήσεων τὴν χεῖρα ἐκτείνας ἀχρειοῖ διὰ τοῦ σκίπωνος, ὃν ἔφερε ταῖν χεροῖν, τὴν εἰκόνα τοῦ βασιλέως, ἥτις κατὰ τὸ εἰς εὐχὴν ἀποτεταγμένον αὐτῷ οἰκίδιον χρώμασιν ἐπὶ τοίχου ἐστήλωτο, τοὺς ὀφθαλμοὺς διαλωβησάμενος. ὡρμήκει δὲ καὶ τὸν τῆς κεφαλῆς πῖλον ἀφελέσθαι τοῦ βασιλέως. ταῦτα ὁ μὲν οὕτως διεπεπράχει, ὁ δὲ αὐτοκράτωρ ἀφροσύνην τοῦ ἀνδρὸς καταγνοὺς ἐκεῖθεν μεθίσταται. αὐτοῖς μέντοι γε τοῖς συνειλεγμένοις ὀφθαλμοῖς παραλαβοῦσι τὰ γεγονότα οὐκ εὐσύμβολος τῶν ἐσομένων οἰωνὸς συλλελόγιστο·
ὡς δὲ καὶ τὰς ἀποβάσεις οὐ πάντῃ ἀπᾳδούσας τοῖς συμβόλοις τεθέανται, ἐπὶ πλέον ἕκαστος ἔτι τὴν περὶ τοῦ Βασιλακίου δόξαν ἐκράτυναν, ἀμφιρρεπῆ τε οὖσαν, ὡς ἤδη μοι λέλεκται, κἀπὶ τοῖς πλείστοις ἀμφισβητήσιμον. Ὡς δ’ εἰς τὰ Κύψελλα ὁ κρατῶν ἐγεγόνει, τὰ μὲν τῶν στρατευμάτων εἰς τάξεις συνέταττε, τὰ δὲ καραδοκῶν προσέμενεν ἀφικέσθαι. ὁ δ’ ἀδελφὸς πάλαι ἐνεδρεύων τῇ βασιλείᾳ, τότε τὰ ὑποδεδυκότα τῇ ψυχῇ καὶ ὑποθαλπόμενα τοῦ στήθους ἀναμηρύων εἰς φῶς προήνεγκε. τοίνυν ὁ μὲν αὐτοκράτωρ εἰς κυνηγέσιον ὁρμηθεὶς καὶ πρὸς τῷ ἔφιππος εἶναι γινόμενος μετεπέμπετο καὶ τὸν ἀδελφὸν συνεξιέναι οἱ καὶ συνδιαχυθῆναι κατὰ τῶν ἐκεῖσε πεδίων τὰ ποώδη καὶ ἀνθηρά· ὁ δὲ τὸ πρὸς τὸ ἐν χερσὶν ἔργον ἑτοιμασάμενος ἐπισπέσθαι οἱ ἀπείπατο, πρὸς σχάσιν φλεβὸς ἑτοιμασθῆναι λέγων, μαλακισμὸν ὑποκρινάμενος σώματος. Καὶ οὕτως ὁ μὲν ἔξεισι καὶ μόνος καὶ τῆς προκειμένης ἔχεται, ὁ δὲ ὡσεὶ σταδίους τρεῖς τὸν ἀδελφὸν καὶ βασιλέα προϊόντα ἰδὼν τῆς σκηνῆς μετὰ τῶν πέλας καὶ φίλων, οἷς πεπολίτευτο καὶ οἳ συνδιῴκουν αὐτῷ τὰ κατ’ ἔφεσιν, τὴν βασίλειον εἴσεισι καταγωγήν.
PG 139:843ἦσαν δ’ οὗτοι ὁ Βρανᾶς Θεόδωρος, ὁ Παλαιολόγος Γεώργιος, ὁ Πετραλίφας Ἰωάννης, ὁ Ῥαοὺλ Κωνσταντῖνος, ὁ Καντακουζηνὸς Μανουήλ, καὶ συχνοὶ ἕτεροι ἀνάρσιοι καὶ εὔριποι ἄνθρωποι κατὰ γένος τῷ βασιλεῖ συναπτόμενοι καὶ σμῆνος ἄλλο ἀγελαῖον, περὶ τὸ σεβαστοκρατορικὸν πάλαι ἀλητεῦον καὶ χαῖνον ἑστιατόριον καὶ χαῖρον ταῖς τῶν πραγμάτων ἐξαλλαγαῖς. προσχωρεῖ δέ οἱ καὶ πρὸς μόνην τὴν τῶν νεοχμωθέντων ἐνήχησιν ἅπαν τὸ στρατιωτικὸν ἰλαδὸν καὶ ὁπόσον Ἰσαακίῳ προσέρρεπεν ὡς θεραπευτικὸν καὶ οἰκίδιον καὶ οἵπερ εἰς βουλῆς ἀξίωμα ᾔρθησαν. Ὁ δὲ βασιλεὺς ἀσήμους τὰ πρῶτα φωνὰς εἰς ἀκοὴν ὠτίου δεξάμενος, εἶτα καὶ κατὰ τὴν ἀρχικὴν αὐλαίαν τῶν πλείστων θεώμενος συνδρομὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχούμενος, μετ’ οὐ πολὺ δὲ καὶ τοὺς ἀγγέλλοντας ἔχων τὰ τολμώμενα, ἔστη τε τοῦ ἵεσθαι περαιτέρω καὶ τὸ τοῦ σταυροῦ σημεῖον ἑαυτῷ ἐγχαράξας ἱλήκοις, Χριστὲ βασιλεῦ ἀνεβόησε καὶ ῥυσθῆναι τῆς ὥρας ἐκείνης πολλάκις ἐθεοκλύτησεν.
ἐξενεγκὼν δὲ καὶ ὃ εἶχεν ἐγκόλπιον τῆς θεομήτορος μόρφωμα πυκνὰ τοῦτο περιεπτύσσετο τὰ μὲν ἀνθομολογούμενος, τὰ δὲ καὶ ἐξιλεούμενος, καὶ μετὰ συνοχῆς ἐδεῖτο καρδίας διαδρᾶναι τὰ ἐπιόντα κακά. ἐπεὶ δὲ καὶ τοὺς συλληψομένους αὐτὸν ἑώρα πάντα χαλινὸν ἀνεικότας καὶ ἓν πνέοντας καὶ πρὸς ἓν βλέποντας τὴν αὐτοῦ κατάσχεσιν, φυγαδείας ἅπτεται· καὶ τὸν ποταμὸν ἐπικινδύνως διαβάς, ὃς ἐκεῖσε βαθυδίνης διὰ τοῦ πεδίου σύρεται, εἴχετο τῆς ὁδοῦ ἐς οὐδέν τι προδήλως σῶζον κατάντημα συνορῶν, τὸν δ’ ὄλεθρον ὡς ἀνυστὸν ἐκτρεπόμενος, ὃς ἐκ τοῦ μανιώδους τῶν ἐφεπομένων ὁρμήματος καὶ τοῦ μηδὲν ἀνιέναι τοῦ τάχους ὀξύτατος συλλελόγιστο. ἀφιγμένος δὲ κατὰ Στάγειραν, ἥτις Μάκρη νῦν κέκληται, συλλαμβάνεται παρὰ Παντευγένου τινὸς καὶ καταπροδίδοται τοῖς ἐπιδιώκουσιν. Καὶ τοίνυν τὸν ἔσχατον ἥλιον θεασάμενος ἄμφω τὼ ὀφθαλμὼ μικρὸν ὕστερον ἐξορύττεται κατὰ τὴν ἐν Βήρᾳ μονήν, ἧς δομήτωρ ὁ τοῦ βασιλέως Ἀνδρονίκου τοκεὺς Ἰσαάκιος. εἰ δὲ κατὰ θείαν νέμεσιν ἐκεῖσε ταύτην τὴν δίκην ἔτισεν, ἑτέροις σκοπεῖν ἀφίημι·
βούλεται γὰρ ἡ τὸ πᾶν ἀρίστως διεξάγουσα πρόνοια καὶ τοῖς ἐχθροτάτοις τοὺς τιμωροὺς φιλανθρώπως προσφέρεσθαι ὑφορωμένους τὸ μὴ ἀειπαγὲς τῆς ἰσχύος καὶ τὴν τοῦ κράτους ἀπόζωσιν καὶ τὴν ἐκ τοῦ αὐτοῦ κινήματος εἰς τὸ αὐτὸ κατάντημα πολλάκις μετακύβευσιν ἢ παλινδρόμησιν. Καὶ τὸν μὲν εἶχε μετὰ τοῦτο τὸ πάθος, ἡμερῶν συχνῶν μὴ προσενεγκάμενον σῖτον διὰ τὴν σεισάχθειαν τῆς κολάσεως, τῶν βασιλείων ἔνδοθι κάθειρξις πρόσκαιρος, καὶ αὖθις ἡ κατὰ τὸν Διπλοῦν Κίονα περαία, βίον ἀγρότην ἀντλοῦντα, οἴνῳ τε καὶ σίτῳ μετρητῷ διαζῶντα, τὸν δ’ ἀδελφὸν ἡ βασιλεία μετ’ εἰρηναίας καὶ ἀστασιάστου τῆς καταστάσεως, καὶ ὡς εἴπερ κατὰ τοὺς Διοσκόρους δύνειν τε καὶ φαίνειν ἑτερημέρως τῷ τῆς βασιλείας συνέθεντο στερεώματι. Ἦρξε δὲ Ῥωμαίων Ἰσαάκιος ἐνιαυτοὺς ἐννέα σὺν μησὶν ἑπτά, φλογερὸς ὢν τὴν ὄψιν, τὴν τρίχα πυρσός, τὴν ἡλικίαν μέσος, τὴν ἰσχὺν εὔρωστος, οὔπω τεσσαράκοντα ἔτη γεγενημένος, ὁπηνίκα καθῄρητο τῆς ἀρχῆς.
PG 139:845ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ ΤΟΜΟΣ ΠΡΩΤΟΣ Καὶ τόνδε μὲν τὸν τρόπον ὁ Ἄγγελος Ἰσαάκιος τῆς ἀρχῆς καταστρέφεται καὶ τὸν δυνάστην εὐχερῶς ἀποζώννυται προσπαθὼν φωτὸς στέρησιν ὑφ’ ὧν ὡς παρ’ οἰκείων ὀφθαλμῶν χειραγώγησιν ἐφαντάζετο. τί γὰρ ἀδελφοῦ, καὶ τούτου φιλουμένου, ἐγγύτερον ἄλλο καὶ γνησιώτερον; εἰ δὲ τὸ ὕδωρ πνίγει, τί καὶ πιώμεθα ἄνθρωποι; καὶ εἰ καθ’ ἑαυτῶν τὰ μέλη ὁπλίζεται, τίνι ἂν συναρμολογηθέντες ζησώμεθα; καὶ ἡ μὲν φιλάνθρωπος τέχνη ἐξ ἀντιθέτων σαρκῶν ἀντίδοτον συνεκεράσατο σώζουσαν, ἔνιοι δὲ τῶν ἀνθρώπων τῶν τῆς φύσεως σεμνῶν δώρων ἐπιλαθόμενοι ἐπανέστησάν τε ἀλλήλοις καὶ ὅπερ εἰσὶν ἠγνοήκασι μοχθηρίᾳ γνώμης καὶ δόξης ἔρωτι μείζονος. ἦν τοίνυν παρ’ ἔθνεσι καὶ τοῦτο Ῥωμαίων εἰς ἐξουθένωμα παρακολούθημά τε καὶ ἐπισύμβαμά τι λελόγιστο τῶν προηγησαμένων ἁπάντων αἴσχιον ἐπὶ ταῖς τῶν πραγμάτων μεταπεττεύσεσι καὶ ταῖς τῶν κρατούντων μεταθέσεσί τε καὶ ἀλλοιώσεσιν. ἦσαν δ’ οἳ καὶ τῆς ἐς τοὺς πέλας φιλίας ἀφιστάμενοι ἀπομνύμενοί τε τὴν πάλαι συνήθειαν ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; ἔλεγον.
καὶ οἷς τὰ μυστηριώδη τῶν βουλευμάτων τινὲς ἀνεκάλυπτον, τούτων τηνικαῦτα καὶ τὴν προσαγορείαν ὡς ἐπίβουλον ὑπεβλέποντο πρὸς παράδειγμα τὸ γεγονὸς ἀφορῶντες. Αὐτὸς δὲ ὁ τῆς ἀρχῆς ἐπιβήτωρ Ἀλέξιος, μὴ ἐν νῷ βαλόμενος ὡς ἑαυτὸν καθῄρηκε τῆς ἀρχῆς τὸν ἀδελφὸν καθελών, εἰς τὸν βασιλικὸν αὐτίκα θρόνον ἐπὶ τῷ θερμῷ τούτῳ ἀνεπήδησεν ἀνομήματι καὶ τοὺς ἱματισμοὺς καὶ τὸ στέφος διφήσας τοῦ κασιγνήτου καὶ περιθέμενος ὑπὸ παντὸς τοῦ στρατιωτικοῦ τάγματος καὶ ὅσοι μέρος ἦσαν τῆς γερουσίας βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, καὶ τῇ μὲν γυναικὶ καὶ τοῖς ἐν πόλει καθήκουσι δῆλα τὰ ξυνενεχθέντα παραχρῆμα ποιεῖ. Αὐτὸς δὲ τοὺς συναραμένους αὐτῷ τῆς ἀρχῆς δεξιούμενος τῆς τε σπουδῆς ἀμειβόμενος καὶ τὸ λοιπὸν ἅπαν πλῆθος θεραπεύων, ὅτι τε ἀσμένως ἑαυτῷ προσεχώρησε καὶ οὐδέν τι διεστασίασεν, ἤρξατο μὴ σὺν λόγῳ καὶ τάξει τινί, ἀλλὰ πρὸς τὴν ἑκάστου αἴτησίν τε καὶ ἔφεσιν διαδιδόναι τὰ χρήματα, ὁπόσα ἐκστρατεύων ἐπήγετο Ἰσαάκιος. τούτων δ’ ὑπορρευσάντων τῇ ἀσώτῳ καὶ ἀνομοίῳ διανομῇ γήδια καρποφόρα καὶ δημοσίους συνεισφορὰς παρεῖχε τοῖς αἰτουμένοις.
ὡς δ’ ἐπιλελοίπει καὶ ταῦτα, τοῖς τῶν ἀξιωμάτων ἐπεφύη λαμπροῖς καὶ ἦν κἀπὶ τούτοις ἐξαίρων οὐ τόνδε ἢ τόνδε τῶν ἐλλογίμων ἢ ἀνάγων εἰς τὸν προςεχῆ βαθμὸν καὶ ἀνάλογον, ἀλλὰ πάντα, καὶ τὸν βραχέος τιμώμενον τὴν τιμὴν καὶ τὸν οὐδέπω τῆς πρώτης ἠξιωμένον βαθμῖδος ἐπὶ τὴν ἀνωτάτω καὶ κορυφαίαν μετεωρίζων ἀνεβίβαζεν, ὡς εἶναι τὸ πολύτιμον ἄτιμον καὶ τὸ φιλότιμον ἄχαρι. πολλοὶ δὲ καὶ ὑποβιβασμὸν τὴν ἄνοδον ᾤοντο ὡς ὀψέ ποτε δικαίως ἠξιωμένοι ὧν ἄλλοι παρ’ ἀξίαν προηυμοιρήκεισαν κἀκείνοις τὴν αὐτὴν τιμὴν συγκληρούμενοι ὧν ἠξιωμένων τιμῆς αὐτοὶ παραβλεπόμενοι ἄδοξοι ἐκρίθησαν τιμηέστεροι. Ἦν δὲ καὶ ἡ κτῆσις πρόχειρος· ὃν γὰρ ἄν τις προσήνεγκε χάρτην τῷ βασιλεῖ αὐτίκα ὑπεσημαίνετο, κἂν σολοίκως εἶχε τῆς φράσεως, κἂν ὁ προτείνων ἐδεῖτο ναυτίλλεσθαι μὲν τὴν ξηράν, ἀροῦσθαι δὲ τὴν θάλαςσαν, ἢ τὰ ὄρη ἐν καρδίαις θαλασσῶν μετατίθεσθαι, εἴτε μήν, ὡς ὁ μῦθος βούλεται, Ὀλύμπῳ Ἄθων ἐπανατίθεσθαι.
PG 139:847Οὕτω δὲ πάντα τετελεκώς, ἢ μᾶλλον συντετελεκὼς οἰκειότερον εἰπεῖν, ὡς καὶ χαρίζεσθαι τῷ καιρῷ τε καὶ τοῖς πράγμασι βιαζόμενος διαφίησιν ἔπειτα τὰ στρατεύματα εἰς ἤθη τὰ οἰκεῖα ἐπανελθεῖν μηδένα θέμενος λόγον, εἰ τὰ ἐν ποσὶν οἱ Βλάχοι ληί̈ζονται μετὰ Σκυθῶν ἐπιόντες. καὶ αὐτὸς μὲν οὐκ εὐθὺς ῥυτῆρι παντὶ τῆς εἰς τὴν πόλιν ἥψατο, ἀλλ’ ὡς τοῦ ἀδελφοῦ συσχεθέντος καὶ πηρωθέντος μηδένα ὑφορώμενος κίνδυνον, βάδην καὶ τοῖς σταθμοῖς ἐμβραδύνων ἐπορεύετο. Ἤδη γὰρ καὶ τὸ τῆς πολιτείας αὐτὸν ἀνευφήμησε πλήρωμα καὶ πρὸς τῆς γυναικὸς Εὐφροσύνης ἡ τούτου προητοίμαστο εἴσοδος τό τε τῆς συγκλήτου μέρος, εἰ καὶ μὴ ἅπαν, ἱλαρῶς ὅσα οἱ ξυνενήνεκται ἤνεγκε καὶ τῶν ἐκ τοῦ δήμου πρὸς τὴν ἀκοὴν τῶν ἠγγελμένων οὐδέν τις ἀτάσθαλον ἐνεόχμωσεν, ἀλλ’ ἠρέμησαν πρῶτα μὲν πάντες καὶ συνεπηυδόκησαν τοῖς ἀκουσθεῖσι, μήτε βατταρίσαντες, μήτ’ ἀναφλεγέντες πρὸς δικαίαν ὀργήν, οἷς εἰωθὸς αὐτοῖς βασιλέα χειροτονεῖν, ὑπὸ τῶν στρατοπέδων καὶ τοῦτο ἀφῄρηνται.
Ἐπεὶ δὲ πρὸς τὸ μέγιστον ἀρχεῖον ἡ τοῦ Ἀλεξίου σύνευνος Εὐφροσύνη ἄρασα ἤλαυνε, τότε τῶν βαναύσων καὶ ξυγκλύδων τινὲς φιλοτάραχοι φατρίαν κροτήσαντες καὶ σύστρεμμα ποιησάμενοί τινα Κοντοστέφανον, ὀνόματι Ἀλέξιον, ἐπ’ ἀγορᾶς ἀναγορεύουσιν αὐτοκράτορα, ἀστροθεάμονα ὄντα καὶ πάλαι τῇ ἀρχῇ ἐνεδρεύοντα, οὐκέτι λέγοντες θέλειν ὑπὸ Κομνηνῶν βασιλεύεσθαι γεγενημένων αὐτοῖς εἰς πλησμονήν. τῆς δὲ βασιλίδος Εὐφροσύνης ἐπικινδύνως οὕτω τὸ μέγα παλάτιον εἰσιούσης καὶ τῶν ἀπ’ εὐσήμου γένους ἐκείνῃ ἐφεπομένων κατὰ τοῦ Κοντοστεφάνου ἐξορμησάντων τολμηρότερον μᾶλλον ἢ συνετώτερον, τό τε χυδαί̈ζον τῆς πόλεως διασκίδναται καὶ ὁ Κοντοστέφανος συλληφθεὶς φρουρᾷ παραδίδοται. Τοῦ δὲ δημώδους πλήθους οὕτως ἠρεμηκότος, καὶ αὐτὸ συναπτῶς τὸ τῆς ἐκκλησίας πλήρωμα τῇ νέᾳ τυραννίδι συμβαίνει καί τις τῶν νεωκόρων ὀλίγοις ὑποφθαρεὶς κέρμασι (τοῦτο δὲ καὶ τῶν ἀγοραίων οἱ ταραχώδεις πεπόνθασι καὶ βραχεῖς τῶν ἐκ τοῦ δικαστικοῦ τάγματος, τὰ δὲ ὀνόματα προφέρειν οὐ δύναμαι) τῆς τοῦ Ἀλεξίου εὐφημίας κατάρχεται εἰς τὸν ἱερὸν ἀνάσταθμον ἀνιών, μὴ ἀναμείνας ἐκ τοῦ ἀρχιποίμενος τὸ ἐνδόσιμον.
ἀλλὰ καὶ οὗτος, μικρόν τι ἐνστὰς καὶ ὅσον τὸν μὴ αὐτόκλητον ὑπεμφῆναι, τὴν γνώμην εἰς τὸν ἄρξαντα μετατέθεικε. καὶ τοῦ πατριάρχου τοίνυν ὑποχαυνωθέντος, οὐδεὶς ἦν ἐκ τούτου γνωσιμαχῶν, ἀλλ’ ἁπαξάπαντες τὸ ἀρχεῖον καταλαμβάνοντες ηὐτομόλουν ἀτεχνῶς τῇ βασιλίδι ὡς ἀνδράποδα καὶ πρὶν ἰδέσθαι τὸν τυραννήσαντα ἢ γνῶναι ἀκριβῶς, ὁποῖα τὰ ξυνενεχθέντα τῷ πρώην ἄνακτι, τῇ τοῦ λεγομένου βασιλεῦσαι καθυπέκυπτον γυναικὶ καὶ ὑπετίθουν ὡς θρανίδας τὰς κεφαλὰς καὶ τὴν ῥῖνα τῇ ἐμβάδι δίκην προσκνυζωμένων κυνιδίων ἐνήρειδον καὶ περιδεεῖ παρίσταντο σχήματι τὼ πόδε συνάπτοντες καὶ τὼ χεῖρε συμβάλλοντες. καὶ οἱ μὲν ἀβέλτεροι οὕτως ἐξ ἀκοῆς ἀνασσόμενοι· ἡ δὲ βασιλὶς χρῆμά τι οὖσα ποικίλον καὶ πράγμασιν εὐμεθάρμοστον προσφυεῖς ταῖς πεύσεσι τὰς ἀποκρίσεις ἐμέριζε καὶ τοὺς εὐήθεις διέχεε Βυζαντίους ἐν οἷς ἐκώτιλλεν· οἱ δὲ ὡς ὕες, αἳ τὰς γαστέρας καταψώμεναι ὑπτιάζουσιν, ὑποκνώμενοι τὰ ὦτα τοῖς εὐπροσηγόροις ἀσπασμοῖς οὐδέν τι τῶν συμβεβηκότων ὑπὸ νέμεσιν ἔθεντο. καὶ τοιαύτη μὲν ἡ προεισόδιος ἑτοιμασία τοῦ βασιλέως ἦν Ἀλεξίου, ἀναίμακτος πάντῃ καὶ μηδένα τῶν ὅλων ἐς οὐσίαν ἀδικήσασα.
PG 139:849Εἴσεισι δὲ τὸ Βυζάντιον μεθ’ ἡμέρας τινὰς καὶ αὐτὸς καὶ κλίνῃ χρυσοπάστῳ νεόλουτος ἐνιζήσας κατὰ τὸ λεγόμενον ἔξω Φιλοπάτιον περιχαρῶς καὶ ἀσμένως τοὺς ἐς αὐτὸν ἀφικνουμένους προσίετο, μὴ καταπεπτωκὼς τὴν κατάστασιν τῆς ψυχῆς ἐξ ὧν ἐς τὸν ἀδελφὸν διεπράξατο. τινὲς δὲ τῶν τοῦ βήλου κριτῶν μὴ εὐκαίρως τὸν καιρὸν κολακεύοντες βωμολόχους ἐπαφῆκαν φωνάς, ἐν αἷς καὶ ὦφλον κατάγελων. ἦσαν δ’ οἳ καὶ ἐπεστέναξαν τοῖς ὁρωμένοις καὶ τοὺς βασιλείους κόσμους κατωπτευκότες, οὓς ἑαυτῷ ἐπέρραψεν Ἰσαάκιος, περιαμπίσχοντας ἄρτι τὸν ἐκείνου κασίγνητον ἐπωδύραντο τὴν ἀτοπίαν ἐκπλαγέντες τοῦ πράγματος καὶ τὴν τοιαύτην ἀλλοίωσιν τῆς ἀρχῆς ἀρχὴν προσφάτων οἰωνίζοντο συμφορῶν τά τε Ὀσίριδος καὶ Τυφῶνος ἐβάλοντο κατὰ νοῦν, ὑφ’ ὧν ἐκακοπράγησεν Αἴγυπτος.
Εἰσελθὼν δὲ τὸ τῆς τοῦ θεοῦ Σοφίας περίπυστον καὶ μέγιστον τέμενος, ὅπως κατὰ τὸ ἔθιμον ἐς βασιλέα χρισθῇ καὶ περιβαλεῖται τὰ τοῦ κράτους σύμβολα, πρῶτα μὲν ὀψιαίτερον τὸ τῆς πίστεως ἐγγράφει σύμβολον βαφῇ τῇ βασιλικῇ, ἔπειτα ταῖς ὡραίαις λεγομέναις τοῦ νεὼ πύλαις ἐγγίσας ἱκανὸν ἐκεῖσε χρόνον διέτριψε προσδεχόμενος, πότε ἂν ἐπιταχθείη τὴν εἴσοδον παρὰ τῶν ἀκριβούντων τὸ τῆς ὥρας καίριον τῶν ἱερῶν Κατηχουμενείων ἄνωθεν. ἐξιὼν δὲ τοῦ νεὼ καὶ μέλλων ἐπιβῆναι τοῦ ὀχήματος, ὁ μὲν ἵππος (ἦν δὲ οὗτος φατνιστὸς καὶ Ἀράβιος) προσάγεται παρὰ τοῦ πρωτοστράτορος ἀπὸ τοῦ χαλινοῦ ἑλκυσθείς, γίνεται δέ τι τῶν ἀήθων καὶ ἀξίων θαύματος. οὐ προσίεται ὁ ἵππος τὸν ἀναβάτην, ἀλλὰ φριμάσσων ὕφαιμος τὸ ὄμμα καὶ τὸ οὖς μετέωρος καὶ συχνὰ κόπτων τὸ δάπεδον καὶ ἀναβάλλων τοὺς ἔμπροσθεν πόδας καὶ ῥύδην φερόμενος αὐτὸν ἀπεστρέφετο, ἀδοξῶν ὥσπερ ἐπὶ τῶν νώτων ὀχεῖν καὶ κατ’ αὐτοῦ ἀγριούμενος. πολλάκις οὖν πρὸς τὸ ἱππεύειν γενόμενον τὸν Ἀλέξιον ἀπεκρούσατο τὰς ἐμπροσθίους ἐνσείων χηλὰς καὶ τὰς ὄψεις ἐπιστρέφων ὀπίσω.
ὡς δέ ποτε μετὰ πλεῖστα περιποππύσματα καὶ διομαλίσεις τοῦ αὐχένος ἔδοξεν ἠρεμήσειν καὶ παύσασθαι τῶν ἀγερώχων ἐκείνων ἑλίξεων καὶ τῆς τῶν ποδῶν ἀερώσεως, ὁ μὲν βασιλεὺς ἐπ’ αὐτὸν ἀνεπήδησε καὶ τῶν ἡνίων ἐλάβετο, ὁ δὲ ὥσπερ ἠπατημένος καὶ δεξάμενος ἀναβάτην, ὃν οὐκ ἤθελεν, ἠτάκτει τε ὡς πρώην καὶ τοὺς πόδας ἀνίστη μετ’ ἐξακούστων τῶν χρεμετίσεων· οὐδ’ ἔληξεν ἐκβακχευόμενος οὕτως, ἕως τὸ μὲν λιθόστρωτον στέφος ἐκ τῆς κεφαλῆς τοῦ βασιλέως εἰς γῆν κατήνεγκεν, ὡς καὶ τούτου διαθραυσθῆναι μέρη τινά, αὐτὸν δ’ ἀπεσφαίρισεν. ἵππου τοίνυν ἑτέρου προσενεχθέντος, οὐχὶ μεθ’ ὑγιοῦς ἐπόμπευσε στεφανώματος, ὃ καὶ μὴ αἴσιον τῶν ἐσομένων ἔδοξε σύμβολον· μηδὲ γὰρ ἂν ἀδιαλώβητόν οἱ συντηρηθῆναι τὴν βασιλείαν, ἀλλὰ τοῦ ὕψους ἀποπεσεῖν καὶ προσπαθεῖν αὐτὸν ὑπὸ τῶν ἐναντίων κακῶς. Συνεπόμπευον δὲ τῷ βασιλεῖ ἔφιπποι καὶ οἱ δύο ἐπὶ θυγατράσι τούτῳ γαμβροί, ὁ Κοντοστέφανος Ἀνδρόνικος καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ ὁ πρὸς πατρὸς ἐκείνῳ θεῖος Ἰωάννης ὁ Δούκας, πεπαίτερος ὤν, ᾧ καὶ κατὰ τὴν πομπαίαν ἐκείνην πρόοδον συνέβη τι τοιοῦτον παράλογον·
PG 139:851μὴ γάρ τινος διαταράξαντος τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, τὸν σεβαστοκρατορικὸν ἀπεβάλετο στέφανον, ἀνατραπέντα τῆς κορυφῆς καὶ αὐτομάτως καταπεσόντα εἰς ἔδαφος. πρὸς ὅπερ οἱ μὲν θεώμενοι ἐξεβόησαν καὶ εἰς γέλων διεκινήθησαν τὴν ἐγκρυφιαζομένην τῷ στεφάνῳ πρότερον φαλάκραν ὡς πλησίφωτον σελήνην τότε κατωπτευκότες· ὁ δὲ Δούκας τὴν ἀνάγκην μετατιθεὶς εἰς τὸ εὔχαρι καὶ τὸ μείλιχον, ἄλλως τε κἀν τοῖς ἀβουλήτοις μὴ ἑτοίμως χολούμενος, ἔφερεν ὡς σύμμικτον ἡδονῇ παιδιὰν τὴν τῶν πλείστων ἐπὶ τῷ γεγονότι διάχυσιν γεγηθὼς ἐν μέρει καὶ αὐτὸς καὶ μηδαμῶς τὸν ἀγανακτοῦντα ὑποκρινόμενος. Ὁ δὲ βασιλεὺς τὴν ἀγγελωνυμίαν παρωσάμενος Κομνηνὸς ἐπελέγετο, εἴτε τὸ ἐπώνυμον ἀδοξῶν οἷα ὑφιζάνον πρὸς τὸ Κομνηνικὸν κλέϊσμα, εἴτε συναφαντῶν τῷ ὁμαίμονι καὶ τὴν ἐκείνου ἐπίκλησιν.
ἁπάντων δ’ οἰομένων μετὰ τὴν ἀναγόρευσιν αὐτίκα καὶ τὴν τῶν πραγμάτων ἠρέμησιν ὁπλιτεύοντα φανῆναι καὶ θυραυλοῦντα τὸν Ἀλέξιον καὶ οὐχ ὅπως ἀντιστήσεσθαι τοῖς ἐν χερσὶ δυσχερέσιν, ἀλλὰ καὶ τὰ πρότερον ἡμαρτημένα πρὸς τοῦ κασιγνήτου μὴ ἄν ποτε ἀνασχέσθαι παροφθῆναί οἱ ὁπωσοῦν ἀδιόρθωτα, καὶ μάλισθ’ ὅσα κακῶς ὑπὸ βαρβάρων ἔπαθον μὴ τὸν ἀνθιστάμενον ἔχοντα μηδὲ τὸν ὁτεδὴ παθηνάμενον, ὁ δὲ πρὸς ἅπαν τοὐναντίον μεθήρμοστο καὶ ὡς τὸ ἀκρότατον ἤδη τῶν ἐφετῶν εἰληφὼς καὶ πρὸς ὃ πάλαι τὸ πᾶν ἐπέτεινε πρόθυμον πεφθακὼς ἀνέπεσε στεφηφορήσας, ὡς εἴπερ οὐκ ἐπιστασίαν ἔννομον ἀνθρώπων, ἀλλ’ εὐπορίαν χλιδῆς καὶ ἀνέσεως παροχὴν τὴν βασιλείαν ᾤετο. Οὐκοῦν καὶ τὴν τῶν κοινῶν διοίκησιν παρεικώς, ὡς τὸ πηδάλιον ὁ κυβερνήτης, ὃς ἀπείρηκε πρὸς τὰ κύματα, χρυσοφορῶν ἦν καὶ τὴν ἀκοὴν ὅλην ἀναπεταννὺς καὶ πᾶσαν ἔντευξιν χαριζόμενος τοῖς ἐκ τῆς μερίδος τῶν συνεφαψαμένων αὐτῷ τῆς ἀρχῆς καὶ ἀφειδῶς ἀμφοτέραις ἀπήντλει τὰ χρήματα, ἅπερ συνέλεξεν Ἰσαάκιος, οὔτε τὴν ἐργώδη τούτων ἐσέπειτα συναγωγὴν σκοπούμενος, οὔτε τὴν διακενῆς ἀπόκτησιν εὐλαβούμενος.
τῷ τοι διαφορηθέντων δίκην ἀχυρμιᾶς καὶ κατὰ θερινὴν κόνιν ἐσκεδασμένων ταχέως πρὸς ἀργὰς γαστέρας, ἃς οὐδ’ ἦν ἐπιστάμενος, ὁ τῇ φιλοδωρίᾳ προσκείμενος εἰκῇ αὐτοκράτωρ ἑαυτὸν τῆς ἀσωτίας ἐμέμφετο ὕστερον, ἡνίκα χρημάτων ἐχάτιζεν. Ἦν δὲ καὶ ἡ τοῦ βασιλέως τοῦδε ἄκοιτις τὸ μὲν φρόνημα καὶ λίαν ἀνδρώδης καὶ γλῶτταν αὐτοφυῶς αὐχοῦσα σοφιστικήν, χάρισι διηνθισμένην καὶ περιθεομένην γλυκύτητι, καὶ προγνῶναι τὸ μέλλον ἱκανωτάτη καὶ τὸ ἐνεστὼς ἀρίστως διοικήσειν ἐπισταμένη, τὰ δ’ ἄλλα κακὸν διωλύγιον, οὔ φημι τὰς κομμώσεις καὶ βασιλείας καθηδυπάθησιν καὶ τὸ ἰσχύειν ὑπὲρ τὸν ὁμευνέτην εὐροίᾳ φύσεως μετενεγκεῖν τὰ καθεστῶτα καὶ τὰ μὴ ὄντα ἐπεξευρεῖν (ταῦτα γὰρ οὐ διὰ λόγου τῇ ἱστορίᾳ· κἂν εἶεν γυναιξὶν οὐχ ἁρμόδια, καὶ βασιλίσσαις οἱαισδὴ προσεγένετο), ἀλλ’ ὅτι τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάσασα ἐκλῴζετο καὶ διεσυρίττετο καὶ εἰς ὄνειδος ἦν τῷ ταύτην ἁρμοσαμένῳ. ὁ δὲ τὰ μὲν πρῶτα εἰδέναι τὰ ἀτοπούμενα παρὰ πᾶσιν ἐκρίνετο, τὸν δ’ ἀγνοοῦντα σχηματίζεσθαι, ἐξ ὧν δ’ ὕστερον διαπεπράχει, ὅτε τὰ κατὰ τὴν σύνοικον γεγόνασιν ἔκπυστα, σαφῶς ὑπέδειξεν ὡς οὐδὲν τῶν τολμωμένων ἠπίστατο.
PG 139:853δηλώσει δὲ ταῦτα τὸ λέγειν κατὰ τὸν οἰκεῖον καιρόν. Τῆς τοίνυν βασιλίδος τοὺς ὅρους ὑπερβαινούσης καὶ τὰ ταῖς πρὶν αὐγούσταις Ῥωμαίων ἔθιμα ἀδοξούσης, εἰς δύο ἀτεχνῶς ἀρχὰς ἡ βασιλεία διῄρητο· οὐ γὰρ ὁ κρατῶν μόνον ὁπόσα ᾑρεῖτο διεκελεύετο, ἀλλὰ ταὐτοδυνάμως τούτῳ κἀκείνη τὰ πρὸς βουλῆς διεπράττετο, ἐν πολλοῖς δὲ καὶ ἀνέλυε πρὸς τὸ θυμῆρες αὐτῇ μεταμείβουσα ἅπερ ἐδέδοκτο βασιλεῖ. ἀλλὰ καὶ πρεσβείας μεγίστης ἐθνῶν μελλούσης βασιλεῖ ἐποπτάνεσθαι, θρόνοι συμφυῶς πολυτελεῖς παρετίθεντο, καὶ συνεδρεύουσα προεκάθητο λαμπρῶς διεσκευασμένη, λίθοις τε καὶ μαργάροις διαφανέσι τὸ τυμπάνιον διαδέουσα καὶ τὸν τράχηλον ὁρμίσκοις πολυτίμοις διαλαμβάνουσα. ἐνίοτε δὲ κατ’ ἄλλας βασιλείους οἰκοδομὰς διιστάμενοι καὶ ἀνὰ μέρος ἀμφότεροι προφαινόμενοι εἰς ἑαυτοὺς ἐμέριζον τὸ ὑπήκοον· ἢ καὶ πρώτως ἀπονεῖμαν βασιλεῖ προσκύνησιν, ἐκεῖθεν ἀπαῖρον πρὸς τὴν βασιλίδα μετεπορεύετο καὶ βαθυτέραν αὐτῇ παρεῖχε τοῦ γόνατος σύγκαμψιν.
οὐ βραχεῖς δὲ καὶ τῶν καθ’ αἷμα βασιλεῖ ἐγγιζόντων καὶ οἷς τὰ ὑπερήφανα τῶν ὀφφικίων ἀνέκειντο τοὺς ὤμους ὡς θρανίδας ὑποβάλλοντες ἐπὶ τῶν λαμπρῶν καὶ μετεώρων θώκων τὴν βασιλίδα ἀνέφερον. Ἀλλ’ οὔπω μῆνες τρεῖς παριππεύκεισαν, καὶ φήμη τις πρόεισιν ἀψευδὴς ἐκ Κιλίκων τινὰ ὁρμώμενον Ἀλέξιον τοὔνομα, τῷ τοῦ βασιλέως Ἀλεξίου ὀνόματι ἐποχούμενον, ὃν ὁ βασιλεὺς ἐγείνατο Μανουήλ, τῷ τῆς πόλεως Ἀγκύρας σατραπεύοντι προσρυῆναι καὶ ὑπ’ αὐτοῦ προςδεχθῆναι ὡς υἱὸν ἀληθῆ τοῦ αὐτοκράτορος Μανουήλ, οὐχ ὅπως περατώσειεν αὐτῷ τὰ κατ’ ἔφεσιν (ᾔδει γὰρ κἀκεῖνος ὡς ὁ βασιλεὺς Ἀλέξιος διὰ πνιγμονῆς ὑπ’ Ἀνδρονίκου τὸν βίον κατέστρεψεν), ἀλλ’ ἵν’ ὁ βασιλεύων Ῥωμαίων συνδιαπλέκοιτο πράγμασι, τοῖς στασιασταῖς ἀντικαθιστάμενος, καὶ αὐτὸς ἐντεῦθεν παρακερδαίνῃ τι, χρημάτων ὤνιον τὴν μετὰ Ῥωμαίων φιλίαν κτώμενος. ἐπεὶ δὲ καὶ εἰς ἔργον ταῦτα δὴ τὰ ἀγγέλματα ἐκβεβήκει καὶ ὁ ψευδώνυμος οὗτος Ἀλέξιος τοῖς ὁμόροις τῇ Ἀγκύρᾳ Ῥωμαϊκοῖς πολίσμασιν ἐπεφύετο, ἐνισχυόμενος παρὰ τοῦ Πέρσου καὶ κρατυνόμενος, στέλλεταί τις ἐκτομίας, ᾧ τοὐπίκλην Ἠονοπολίτης, ἄρτι πρὸς βασιλέως παρακοιμώμενος τιμηθείς.
Μηδέν τι δὲ τοῦ θλαδίου κατορθοῦντος πρὸς τὴν ὑπόθεσιν δεῖν ἔγνω καὶ αὐτὸς ὁ βασιλεὺς ἐξελθεῖν, ἐν τῷ μέρει δὲ καὶ τῶν μετὰ τοῦ Πέρσου σπονδῶν ἐπιμεληθῆναι, εἰδὼς ὡς οὕτω μάλιστα ῥᾳδίως καταγωνίσαιτο τὸν ὀνόματι ἑτέρου, καὶ τούτου πάλαι τεθνεῶτος, ἐπερχόμενον αὐτῷ ἀντίπαλον. πλὴν ὁ Πέρσης τῷ καιρῷ καταχρώμενος οὐκ ἄλλως τὴν εἰρήνην ἐδέχετο, εἰ μὴ αὐτίκα δωρήσεταί οἱ βασιλεὺς ἀργυρίου κεντηνάρια πέντε κεκομμένα εἰς νόμισμα, ἐτησίως δ’ ἔκτοτε τρισὶν ἐκ τούτων φιλοτιμεῖται καὶ σηρικοῖς τεσσαράκοντα νήμασιν, ἅπερ ἐκ Θηβῶν ἑπταπύλων βασιλεῖ κεχορήγηται. Ἀφικόμενος οὖν κατὰ τὸ πόλισμα τὰ Μελάγγεια πρὸς τῶν ἐκεῖσε βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, πλὴν οὐχὶ καὶ γενναίαν τὴν κατὰ τοῦ ἀντιστάτου Ἀλεξίου σύναρσιν εὕρισκεν, ἀλλ’ ὡς βασιλεῖ Ῥωμαίων αὐτῷ προσανέχοντες οὐδὲ τὸν Ψευδαλέξιον ἐκεῖνον φιλοφροσύνης εἴων ἐκτός, τούτῳ τε κἀκείνῳ τὰ βλέμματα χαριζόμενοι πρὸς ἑκατέρους ταῖς γνώμαις ἔρρεπον, μηδαμῶς ἐμφαίνοντες, ὅτῳ προσρέπουσιν ἀκραιφνῶς· ὅθεν παντὶ τῷ βουλομένῳ παρεῖχον κατανοεῖν ὡς ἀμφίρροποι ὄντες οὐδετέρῳ μὲν ἐκ τοῦ αὐτίκα προσκείσονται, κατὰ δὲ καιρὸν τῷ νικῶντι προσθήσονται.
PG 139:855ἀλλὰ κἀν ταῖς πρὸς βασιλέα ἐντεύξεσιν ὑπεξαίροντες τὸν Ἀλέξιον οὐδαμῶς ἔληγον· πολλάκις οὖν ἔλεγον ὡς καὶ σὺ ἀγάσαιο ἂν τὸν ἄνδρα, εἰ θεάσαιο, δέσποτα βασιλεῦ. οὕτω πυρσαῖς καὶ ἐκτενέσι κόμαις ἠγλάϊσται, ὡς εἰ χρυσίου ἦσαν ἀπορρινήματα. οὕτως ἐστὶν εὐῆλιξ, οὕτως ἱππότης ἀκράδαντος, ὡς εἴπερ τῇ ἐφεστρίδι ἐμπεπερόνητο. Πρὸς δὲ ταῦτα τοῦ βασιλέως ἀνθυπενεγκόντος ποτὲ ὡς ὁ τοῦ αὐτοκράτορος υἱὸς Μανουὴλ πάλαι ἀπεβίω θανάτῳ, ᾧ δὴ πρὸς Ἀνδρονίκου καταδεδίκαστο, ὁ δὲ νῦν προσιὼν οὗτος πλάνος ἐστὶ καὶ τοῦ τῶν Κομνηνῶν γένους ἀλλότριος, εἰ δ’ ἐκεῖνον δοίη τις ζῆν καὶ τοῦτον εἶναι τὸν ἐπιόντα, ἀλλ’ αὐτὸς ἄρχειν δήπουθεν δικαιότερος, ὁ καὶ τὰ Ῥωμαίων σκῆπτρα χειρίζων νυνί, ἐπελάβοντο τῶν λεγομένων οἱ ἀκροώμενοι καὶ ἀπ’ αὐτῶν πορισάμενοι τὴν ἀντίθεσιν ὁρᾷς ἔλεγον, βασιλεῦ, ὡς ἀμφιγνοεῖς καὶ σὺ περὶ τοῦ παιδὸς καὶ τὸν ἐκείνου θάνατον ἀμφήριστον ἥγησαι;
μὴ οὖν χαλέπαινε τοῖς τὸν νεανίαν οἰκτείρουσιν ἐκ μὲν τριγονίας τὴν βασιλείαν ἐς αὐτὸν καταβαίνουσαν ἔχοντα, ἀρχῆς δ’ ὁμοῦ καὶ πατρίδος παρὰ δίκην ἀποπλαζόμενον. Ἰδὼν τοίνυν ὁ βασιλεὺς ὡς οὐδὲν ὠφελεῖ καὶ τὴν αὐτὸς αὐτοῦ παρουσίαν ἐπ’ οὐδενὶ κερδαλέῳ κατανοῶν γίνεσθαι, τὰ φρούρια διελθών, καὶ ἃ μὲν τούτων ἀποστήσας τοῦ Ἀλεξίου, ἃ δὲ πυρὶ παραδοὺς ὡς τῷ ἀντάρτῃ προσρέποντα, ἐπανόδου ἐμνήσατο, δυσὶ τὴν ἐκστρατείαν περιγράψας μησὶ καὶ τὰ κατὰ τὸν Κίλικα Ἀλέξιον ἐπιτρέψας τῷ Καντακουζηνῷ Μανουήλ. Πλὴν οὐδ’ οὗτος ἐξήνεγκε πόλεμον κατ’ αὐτοῦ προφανῆ, καίπερ ἐμπλατυνομένου ἀεὶ τῇ ἐπικουρίᾳ τοῦ Πέρσου καὶ τῶν περὶ τὴν Ἄγκυραν φρουρίων φορολογοῦντος τὰ πάντα ἢ τὰ πλείονα. ἦν δ’ ἂν καὶ οὗτος ἐπὶ μακρὸν ἀμήχανον Ῥωμαίοις κακόν, εἰ μὴ θεὸς κἀνταῦθα φανεὶς καινουργὸς τὰ Ῥωμαίων ᾤκτειρε πράγματα· τὸ γὰρ φρούριον εἰσιών, ὃ Τζούγγρα κατονομάζεται, νυκτὸς ἀποσφάττεται μαχαίρᾳ παρά τινος.
PG 139:857οὕτω μὲν οὖν καὶ οὗτος ἠφάντωται, κατὰ τάχος ἀστραπῆς διαί̈ξας καὶ πάλιν ἀποκρυβεὶς ἢ γοῦν ὡς ἐκ Κιλικίου Κωρυκίου πνεῦμα βίαιον διεκπνεύσας καὶ μέρος τῆς ὑπὸ Ῥωμαίους διακυκήσας μετὰ βραχὺ διεκφυσηθεὶς ἐπαύσατο τῆς σφοδρότητος. Ἐπὶ δὲ τῷ κακῷ τούτῳ παρὰ πόδας ἕτερον ἐπεισέφρησε χείριστον, ἢ μᾶλλον δόξαν πρὸς καιρὸν ὑπορρεῦσαι πάλιν ἀνέβλαστε κατὰ κώνειον φθοροποιόν. ὁ Κομνηνὸς τοῦτο ἦν Ἰσαάκιος, ὃς ἐν τοῖς ἔμπροσθεν βιβλίοις ἐρρέθη μοι. οὗτος ἐγκρατὴς ἅμα καὶ ὀλετὴρ τῆς τῶν Κυπρίων νήσου γενόμενος ἑάλω μὲν πρὸς τοῦ ῥηγὸς Ἰγγλινίας ἐς Παλαιστίνην ἀφικνουμένου διαποντίου καὶ ὡς δοῦλος μαστιγίας τινὶ τῶν ὁμοφύλων ἐκείνῳ ἀποκεχάριστο καὶ ἦν ἁπανταχῇ διαδόσιμος ὡς κατέστρεψε τὸν βίον κακῶς ὁ κακός, φήμῃ δ’, ὡς δέδεικται ὕστερον, μόνῃ ἀποβιοὺς καὶ δεσμῶν ἀπαλλαγεὶς καὶ φρουρᾶς ἀπολυθείς, ὡς μὴ ὤφελε, τῷ τῆς Ἰκονιέων ἄρχοντι πόλεως Καιχοσρόῃ προσρύεται καὶ ξενίας παρ’ ἐκείνῳ τετυχηκὼς τὸν παλαιὸν ἀναθάλπει τῆς τυραννίδος ἔρωτα.
ἀνεκαλεῖτο μὲν οὖν πρὸς τοῦ βασιλέως Ἀλεξίου διὰ γραμμάτων συχνῶν, ἐναγούσης αὐτὸν εἰς τοῦτο τῆς βασιλίδος Εὐφροσύνης δι’ ἣν ἐκ συγγενείας ἐγγύτητα εἶχεν αὕτη πρὸς Ἰσαάκιον. ὁ δὲ ἀπεδυσπέτει καὶ πρὸς μόνην ἠγανάκτει τὴν τῶν ἐπιστελλομένων ἐνήχησιν, βασιλεύειν, οὐ μὴν βασιλεύεσθαι λέγων μαθεῖν, καὶ ἄλλων ἐξηγεῖσθαι, μὴ γοῦν ἑτέροις πείθεσθαι. Συχνὰ τοίνυν γραμμάτια συνετίθει πρὸς τοὺς τῆς Ἀσιάτιδος γῆς πρωτεύοντας, τί μὲν τῶν ἀπειρημένων οὐκ εἰσηγούμενα, τί δὲ τῶν καθεστώτων οὐχὶ κινοῦντα, καὶ πάντα τοῖς πειθομένοις βραβεύοντα, εἴ πως τοῦ τῆς βασιλείας ὀνόματος ἐπιτεύξεται. ἀλλὰ καὶ πρώην διώκων ἦν τὰ ἀκίχητα καὶ ἃ μὴ θεὸς βεβούλευται διακενῆς μηχανώμενος· καὶ τότε δ’ ὁμοίως ἠλέγχετο μάτην διατεχνώμενος τὰ ἀνήνυτα. οὔτε γὰρ αὐτῷ προσέσχεν ὁ Πέρσης, ὥσπερ ἱμείρετο (ἐγλίχετο δὲ μεθ’ ὅλης τῆς οἰκείας ἰσχύος ἕπεσθαί οἱ κατὰ Ῥωμαίων στρατεύοντι καὶ πάνθ’ ὁπόσα ἐπιτάττειν ἔχει ποιεῖν), οὔτε οἷς ἐπέστελλε κρύβδην οὖς τις ὑπέσχετο εὔεικτον, ἀλλὰ πάντες ὡς ἀσπίδες οἷς ἐπῇδε τὰς ἀκοὰς ἐπέφραττον. Τίς γὰρ ἂν θηρίῳ κατηκολούθησεν αἱμοβόρῳ, μετ’ οὐ πολὺ ταῖς ὄψεσιν ἐμπηδήσοντί τε καὶ ἀναιρήσοντι;
ἢ μετ’ ὄφεως ἰοβόλου φιλίαν συνέθετο, κἂν προσπλέκοιτό τις αὐτῷ, τὸν ἰὸν ἐξεμοῦντος, κἂν ἐν κόλπῳ διαθάλπῃ, θανάσιμα δάκνοντος; πλὴν ἀλλὰ καὶ οὗτος κατὰ θεῖον ἐξέρρηξε μετὰ βραχὺ τὸ ψυχίδιον καὶ τοῖς λοιποῖς προσετέθη τυράννοις, οὓς χεὶρ Κυρίου ἠφάνισε, κἂν οὐκ εἴωθεν ἀμέσως ποιεῖν ἃ καινοποιεῖ πολλάκις σωτήρια. ᾔδετο δὲ μηδὲ φυσικῷ θανάτῳ δαμῆναι τὸν ἀλιτήριον, ἀλλὰ φαρμάκῳ ἀπολωλέναι κυλικοφορηθέντι παρά τινος μεγάλοις δώροις ἐπιρρωσθέντος πρὸς τοὖργον ὑπὸ τοῦ βασιλέως αὐτοῦ. Ἐπὶ πᾶσι δ’ οἷς Ἀλέξιος ἐπειράσατο βασιλεύσας, εἴ πως σπείσαιτο Βλάχοις, καὶ πρέσβεις πέπομφε πρὸς τὸν Πέτρον καὶ τὸν Ἀσάν. ἐπέρανε δ’ οὐδ’ ὅλως τὴν εἰρήνην καὶ τὰς σπονδάς, οἷα τῶν ἀνδρῶν τούτων ὑπερόγκους τὰς ἀποκρίσεις ποιησαμένων κἀκεῖνα προθεμένων ὑπὲρ εἰρήνης, ἃ Ῥωμαίοις ἀδύνατά τε καὶ ἄτιμα δήπουθεν ἦν. Ἀμέλει τοι τοῦ βασιλέως κατὰ τὴν ἕω διατρίβοντος προσβάλλουσι τοῖς περὶ τὰς Σέρρας Βουλγαρικοῖς θέμασι καὶ τὸ αὐλιζόμενον ἐκεῖσε Ῥωμαϊκὸν σύνταγμα ἡττηκότες ἄλλους τε πλείστους κακῶς εἰργάσαντο, καὶ δὴ καὶ αὐτὸν εἷλον ζωγρίαν τὸν Ἀσπιέτην Ἀλέξιον, ὃς εἰς ἀρχηγὸν Ῥωμαίοις προυβέβλητο.
PG 139:859κρατοῦσι δὲ καὶ πολλῶν ἐκ τῶν ἐκεῖθι φρουρίων, καὶ αὐτὰ μὲν εἰς τὸ ἐπικρατὲς ἠσφαλίσαντο, αὐτοὶ δ’ ἐπανῆκον οἴκαδε λείαν ἐληλακότες οὐ σταθμητήν.
Βασιλεὺς δὲ μὴ καὶ μετέπειτα τοιοῦτόν τι διαπραχθείη προμηθούμενος, μεθ’ ἱκανῆς ἐξέπεμψε στρατιᾶς τὸν ἑαυτοῦ γαμβρὸν Ἰσαάκιον τὸν σεβαστοκράτορα, ὅτε δὴ καὶ Ἀσὰν πρὸς τοὺς εἰσάγοντας παραίνεσιν Βλάχους μηκέτι τὰς κατὰ Ῥωμαίων ἐπελεύσεις μετὰ θερμότητος τίθεσθαι, μεμνῆσθαι δὲ καὶ μεθόδων στρατηγικῶν (ἄρχειν γάρ, ὡς πυνθάνονται, ἄνδρα πολεμικὸν καὶ λίαν τοῦ ἀδελφοῦ προφερέστερον), μετὰ κόμπου ἀπεκρίνατο μὴ δεῖν ἀεὶ ταῖς φήμαις ἐπικλίνειν τὸ οὖς, μήτε ὃν ἀνδρεῖον αὕτη διαθρυλλεῖ ὡς ἤδη καὶ τοιοῦτον ὄντα τοῦτον κατεπτηχέναι, οὔθ’ ὃν διέξεισι δειλὸν καὶ ἀνάλκιδα πρὸ τῆς πείρας ἀθερίζειν καὶ ἀποπέμπεσθαι, ἀλλὰ τὴν μὲν φήμην μὴ πάμπαν ἀποστρέφεσθαι, ὅτι μηδ’ ἐς ἅπαν ἀπόλλυται, καὶ μάλιστα ἣν πλεῖστοι λαοὶ φημίζουσιν, ἐπάγειν δ’ ὡς λίθον Μάγνησσαν τὰς πράξεις τῶν ἐνδιαβαλλομένων εἴτε μὴν κροτουμένων παρ’ αὐτῆς ἀνδρῶν, ἐν πολλοῖς δὲ καὶ τὸν ὀφθαλμὸν ἱζάνειν τῶν φημιζομένων δικαστήν, καὶ οὕτω προσίεσθαι τὴν φήμην ὡς ἀληθῆ, ἢ γοῦν μύροις ἀλείφειν ὡς ψευδῆ καὶ ἄλλοθί που ἀφιέναι πέτεσθαι.
Τὰ γὰρ ὦτα οὐκ οἶδε τὰ δρώμενα, ἀλλὰ γλώττης ὄχλον εἰσοικιζόμενα φύλακές εἰσιν ἀλλοτρίων, καὶ τούτων ἐναντίων πολλάκις ἐνηχημάτων. ἀσφαλὴς δέ ἐστι τῶν γινομένων διαιτητὴς ὀφθαλμὸς καὶ μάρτυς ὧν θεᾶται ἀπαραλόγιστος, οὐχ ἑτέρωθεν εἰσχεομένην ἔχων τὴν πίστιν ὡς τὴν τῶν λεγομένων εἰς ἐνοίκησιν ἀκοή. Μὴ οὖν δὴ καὶ ὑμεῖς θροεῖσθε ὡς ὁ νῦν Ῥωμαίων βασιλεύων γενναῖος ὑπὸ φήμης κηρύττεται, ἀλλ’ εἰ τοιοῦτός ἐστιν, ὁποῖος ᾄδεται, χρεὼν σκέψασθαι. ὁδηγὸς δὲ ὑμῖν εἰς τοῦτο ἔστω βίος ὁ πρότερος καὶ καθηγητὴς ἀκριβὴς τοῦ ἀνδρὸς καθιστάσθω. ἀτὰρ εἰ φιλοκρινήσετε, οὐκ ἂν ἐφ’ ὁτιοῦν εὐδοκιμηκότα εἴσεσθε τουτονί· οὔτε γὰρ πολέμοις ὡμίλησε καὶ κινδύνοις ὑπὲρ Ῥωμαίων παρενεβλήθη συστρατευόμενος καὶ συγκάμνων τῷ ἀδελφῷ, ὅσα γε αὐτὸς ἴσημι κείρων ἀεὶ καὶ κατατρέχων τὴν πολεμίαν καὶ νίκας ἐπὶ νίκαις ἀναιρούμενος καὶ τροπαίοις ἐπιστοιβάζων τὰ τρόπαια, οὔτε μὴν μισθὸν καμάτων τὴν ἁλουργίδα καὶ τὸν βασίλειον εἴληχε στέφανον, ἀλλ’ ὡς ἐκ τῶν ἔργων ὑπέδειξε, τύχης ἀγνώμονος πέττευμα τὰ σκῆπτρα παρείληπται.
PG 139:861οὗτος τοίνυν, ὃς οὐ τεθέαταί μοι μαχόμενος οὐδὲ χειρὶ καὶ φωνῇ καὶ βουλῇ τὰ τῶν Μυσῶν παραλυπήσας ἐνίοτε, ὅπως ἐξαίφνης εἰς ἅπαν τοὐναντίον μεταπεποίηται, ἐγὼ μὲν οὐκ ἔχω καὶ συνιδεῖν. Ἵνα δὲ καὶ δι’ ὑποδείγματος, καθ’ ὅσον ἔξεστι, τὰ κατὰ τὸν ἄνδρα τουτονὶ καὶ τὸ λοιπὸν αὐτῷ γένος διασαφήσαιμι, ὁρᾶτε τὰ ἐπὶ τοῦ ἐμοῦ δόρατος ἀπαιωρούμενα καὶ ἀνεμούμενα διάφορα ταῖς χροιαῖς, εἰ μὴ καὶ ταῖς ὑφαῖς, νήματα. ταῦτα μιᾶς μὲν προελήλυθεν ὕλης καὶ εἷς ὑφάντης αὐτὰ ἐμηρύσατο· τοῖς δὲ χρώμασι διαλλάττοντα διεστάναι δοκοῦσι καὶ κατὰ τὸ τοῦ εἶναι ποιητικὸν αἴτιον. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Ἰσαάκιος οὖν καὶ Ἀλέξιος οἱ ὁμαίμονες, ὧν ὁ μὲν τῆς βασιλείας ἤδη καθῄρηται, ὁ δὲ τηβεννοφορεῖ νῦν καὶ διαδεῖται ἀρχικῷ στεφανώματι, ἕνα τοκέα ἔσχον, τῆς αὐτῆς νηδύος ἐξώλισθον, κατὰ τὴν αὐτὴν γεγένηνται γῆν, τὰ πάνθ’ ὅμοια ἐκληρώσαντο, κἂν ἅτερος τούτων Ἀλέξιος τῷ χρόνῳ προήκων ἑώραται. ὅθεν οὐδὲ κατὰ τοὺς πολέμους διαφέροιεν ἄν, ὡς ἔμοιγε γοῦν δοκεῖ καὶ ὡς ἐν πείρᾳ πάντως γνωσόμεθα.
Χρῆναι τοίνυν φημὶ μετὰ τῆς αὐτῆς καὶ προτέρας προθέσεως καὶ πάλιν τῶν κατὰ πόλεμον ἅπτεσθαι, εἰδότας ὡς οἷς καὶ πρότερον ἐξ ἐναντίας μοίρας καὶ νῦν στησόμεθα, ἵνα μὴ καὶ χείροσιν εἴποιμι, ἀφορῶν μὲν καὶ πρὸς τὸ καταβεβλημένον καὶ ἀτονώτερον ἤδη φρόνημα τῶν Ῥωμαίων, οἳ πολλάκις ὑφ’ ἡμῶν τροπωθέντες οὐδ’ ἅπαξ τὰ κατ’ αὐτοὺς ἀναλαβεῖν ἐσχήκασι πράγματα, ἐννοῶν δὲ καὶ ἣν θεόθεν ἐπεσπάσαντο οἵδε μῆνιν τὸν αὐτοὺς βαρείας τυραννίδος ἀπηλλαχότα Ἰσαάκιον βασιλείας ἐννόμου καθῃρηκότες· οἱ γὰρ οὕτω κατὰ τῶν σεσωκότων ὁπλισάμενοι οὐκ ἂν φθάνοιεν ὑπὸ τῶν ἐχθρῶν ὡς παράσπονδοι ἀναιρούμενοι. Τοιαύταις γνώμαις ὁ βάρβαρος τὰ τῶν ὑπ’ αὐτὸν ἀναστήσας φρονήματα μετὰ κόμπου μείζονος ἐπῄει κατὰ τῶν περὶ Στρυμόνα τε καὶ Ἀμφίπολιν ἐπαρχιῶν.
ἐπεὶ δὲ καὶ ταῖς Σέρραις ἐμβαλεῖν Ἰσαακίῳ ἤκουσται τῷ σεβαστοκράτορι, νέος ὢν οὗτος καὶ προσεχεῖ τινι τῶν Βλάχων ἐπαρθεὶς πταίσματι, μὴ προεξετάσας τὴν τῶν πολεμίων δύναμιν, τῇ δ’ ἀκοῇ συνάψας τὴν κατ’ αὐτῶν ἐξόρμησιν, ἀνίστησί τε παραχρῆμα τὴν στρατιὰν τῆς σάλπιγγος ἐνδούσης τὸ σύνθημα καὶ τὸν πολεμιστήριον πρῶτος ἵππον ἀναβὰς καὶ θωρακισάμενος, κατ’ ἐπειγωλήν, οὐχὶ βάδην τὸ δόρυ κατὰ τῶν ἀντιπάλων τιταίνων ἔξεισιν, ὡς εἴπερ ἐλάφων αὐτῷ κυνηγέσιον προηυτρέπιστο ἢ θηρευτικὰ ἐκεῖ που ἀθύρματα προητοίμαστο. Διελθὼν οὖν ἀνέτῳ ῥυτῆρι ὡσεὶ σταδίους τριάκοντα τό τε ἱππικὸν ἀποκναῖσαι πεποίηκεν, ὡς ἀχρεῖον εἶναι κατὰ τὴν ὥραν τῆς προσβολῆς καὶ τὸ πεζικὸν ἐκεῖθεν ἐκλυθὲν καὶ διαχυθὲν ἐς οὐδὲν γεγονέναι μετέπειτα χρήσιμον. ὡς δὲ ἤγγισεν ἔνθα παρενέβαλε τὸ πολέμιον, τοῦ μὲν Ἀσὰν τὸ πλεῖστον καὶ κράτιστον στράτευμα ἐς ἐνέδρας καὶ λόχους διαμερίζεται, ὁ δ’ Ἰσαάκιος μὴ τὸ στρατήγημα τοῦτο καὶ τὸν δόλον ὅλως κατανοήσας, ὡς ἡττήσων καὶ τροπωσόμενος βακχευτικῷ ἐπῆλθεν ὁρμήματι·
PG 139:863διὸ καὶ τῶν ἐν τοῖς λόχοις ἐπιθεμένων, ὡς ἐν μέσαις συσχεθεὶς ἄρκυσι πολλοὺς μὲν ἀπέβαλε τῶν ἰδίων, τέλος δὲ καὶ αὐτὸς ἑάλω ζωγρίας ὑπὸ Σκυθῶν. Ἐκ δὲ τούτου συμβέβηκεν ὡς ἐν κτήνεσι λέοντα πρός τε τὰς ἐπελεύσεις ἀδεεστάτως καὶ τὰς προνομὰς τὸν βάρβαρον ἐφορμᾶν, οἷα μηδενὸς ἀντεξιόντος ἔτι ἐκ τῶν Ῥωμαίων, ἀλλὰ πάντων ἀποδειλιασάντων καὶ τῇ πόλει ταῖς Σέρραις μετ’ ἀνέτων ἡνιῶν εἰσερρυηκότων, ὅσοι τέως μὴ ξίφους ὤφθησαν πάρεργον ἐν τῇ συμβολῇ. Ὁ δὲ συνειληφὼς τὸν σεβαστοκράτορα Σκύθης παντοίως αὐτὸν περιέκρυπτεν, ὡς εἴη ἀφώρατος τῷ Ἀσάν, ὑποσαινόμενος ἐλπίσι μή τινων ἐνδεεστέραις, ὡς εἰ τοὺς Βλάχους διελθὼν ἐς τὰ οἰκεῖα ἤθη τοῦτον ἀπενέγκαι, πλεῖστα ἂν αὐτῷ κατάθοιτο λύτρα ὁ βασιλεύς. τῆς δὲ φήμης κατειπούσης συλληφθῆναι τὸν στρατηλάτην, ἐπιμελοῦς γεγενημένης ἐρεύνης, δῆλος γίνεται καὶ τῷ Ἀσὰν ἐμφανίζεται. Καὶ τῇδε μὲν ἀπέβη καὶ ταῦτα. τὶς δὲ τῶν δορυαλώτων ἱερέων, εἰς τὸν Αἷμον αἰχμάλωτος ἀπαγόμενος, δεῖται τοῦ Ἀσὰν λυθῆναι, δι’ ὁμοφωνίας ὡς ἴδρις τῆς τῶν Βλάχων διαλέκτου εἰς ἔλεον αὐτὸν ἐκκαλούμενος. ὁ δ’ ἀνανεύσας ἔφατο μηδέ ποτε προθέσθαι Ῥωμαίους λύειν, ἀλλ’ ἀπολλύειν·
τοῦτο γὰρ καὶ θεὸν βούλεσθαι καὶ πάλαι σώζειν αὐτόν. πρὸς ὃ τὸν θύτην λέγεται ἀνθυπενεγκεῖν, βύθιον στενάξαντα καὶ τέγξαντα δακρύοις τὰ ὄμματα, μηδ’ αὐτῷ ὑπολιπέσθαι οἰκτίρμονα ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος μετὰ πένητος ἀνδρὸς διὰ ἱερωσύνης θεῷ πλησιάζοντος, ἐγγὺς δέ οἱ παρεστάναι καὶ τὸ τῆς ζωῆς τέρμα, καὶ τοῦτο μὴ ὡς ἐν μαλακῷ ὕπνῳ τῷ φυσικῷ μόρῳ ἐπελευσόμενον, ἀλλ’ ὡς εἴωθε τὰ πλεῖστα ἐπιέναι τοῖς σφάττειν ἐν μαχαίρᾳ προτιθεμένοις. καὶ οὐ διέπεσε τοῦ θυηπόλου τὸ πρόρρημα· μικρῷ γὰρ ὕστερον εἰς τὴν Μυσίαν ἐπανεικὼς παρά τινος τῶν οἰκείων διαχειρίζεται. Ἦν δὲ οὗτος ὁ τρόπος τῆς αὐτοῦ ἀναιρέσεως. ἀνήρ τις ὁμοφυὴς αὐτῷ καὶ ὁμότροπος καὶ ᾧ πάνυ προσέβλεπεν ἥμερον (Ἰβαγκὸς ὄνομα τῷδε) τῇ τῆς γυναικὸς αὐτοῦ κασιγνήτῳ λάθρᾳ συνήρχετο. πυθόμενος οὖν τὰ τῆς μίξεως ἐκεῖνος τὰ μὲν πρῶτα εἰς εὐθύνας ἦγε τὴν ὁμευνέτιν καὶ θανάτου ἐτίμα τὴν ἐπὶ τοῖς δρωμένοις παρασιώπησιν·
ὡς δ’ ἄλλοις τε αὐτὸν ἡ γυνὴ λόγοις τοῦ φονίου κατηύναζε βλέμματος καὶ ὁρμήματος, ἀλλὰ δὴ καὶ τῷ προσεπαγαγεῖν ὕστερον ὡς εἰκαίως χολᾷ κατ’ αὐτῆς, ἀκριβῶς γὰρ κἀκεῖνον τὰ περὶ τὴν μῖξιν ταυτηνὶ συνειδέναι, τὸν κατὰ τῆς ὁμολέκτρου χόλον εἰς Ἰβαγκὸν μετατίθησι, καὶ δὴ μεταπέμπεται τὸν ἄνδρα τῶν νυκτῶν ἀωρί, μηδέν τι καθυφεὶς τῆς ὁρμῆς. ὁ δὲ τὸ τῆς χρείας ἔξωρον οὐκ ἀναίτιον καὶ ἀνεύθυνον οἰηθεὶς ἐς τὴν αὔριον τὴν ἄφιξιν ὑπερτίθεται. ἐκείνου δ’ αὖ πάλιν ἐγκειμένου καὶ μὴ φέρειν ἔχοντος τὴν ῥᾳστώνην ὡς παρόρασιν, κοινοῦται τοῖς καθ’ αἷμα καὶ φίλοις τὸ ποιητέον ὁ Ἰβαγκός, εἰς νοῦν ὀψέ ποτε βαλὼν τὸ τῆς ἀφίξεως αἴτιον.
PG 139:865οἱ δ’ ὑποτιθέασι τούτῳ τὴν προτενῆ περιζώσασθαι μάχαιραν, καὶ ταύτην τῷ ἱματίῳ ἐνθάψαντα εἰσελθεῖν, καὶ τοῦ μὲν Ἀσὰν ἠρεμαίως ἐπιπλήττοντος καὶ τὸ τοῦ θυμοῦ κατ’ αὐτοῦ βράττον ὕβρεσι συμμετροῦντος καὶ τοῖς λοιποῖς ἑτέροις, ἃ μὴ λυμαίνεται τὸ σῶμα, τὴν κόλασιν ἀφορίζοντος, φέρειν γενναίως καὶ τὴν ἐφ’ οἷς ἑάλω παραλύπησιν συγγνώμην αἰτεῖν, εἰ δ’ ἐκεῖνος διφῴη τὸ ξίφος, τηνικαῦτα κἀκεῖνον ἀνδρίζεσθαι καὶ σπεύδειν ὥστε φθάσειν ὃ μελλήσας αὐτίκα πείσεται καὶ πάσας καιρίας ἐπάγειν καὶ καταγούσας ἐς ᾅδου τὸν ἀναιδῆ καὶ φιλαίματον. ὃ καὶ εἶχεν ὅδε διαπραξάμενος· μηδὲν γὰρ ἐπ’ αὐτῷ διανοουμένου μέτριον τοῦ βαρβάρου, ἀλλὰ καὶ πρὸς τὴν πρώτην εὐθὺς θέαν ἐκθηριωθέντος καὶ τὸν σφαγέα ζητοῦντος κνώδοντα, κατὰ τοῦ βουβῶνος οὗτος φθάσας ἐκεῖνον πλήττει καὶ ἀναιρεῖ. καὶ διαδρὰς παραχρῆμα πρόσεισι τοῖς τοῦ ἔργου συνίστορσι καὶ μηνύσας τὸ γεγονὸς ἔγνω αὐτοῖς ἅμα πρὸς ἀποστασίαν ἰδεῖν· μηδὲ γὰρ ἠρεμήσειν τοὺς τοῦ πεσόντος ὁμαίμονας καὶ ὅσον αὐτῷ πρὸς γένους καὶ φίλιον.
κἂν μὲν προχωροίη τὰ κατὰ σκοπὸν καὶ χεῖρας ἐκείνοις, καὶ Μυσίας ἄρξειν αὐτῆς τοῦ Ἀσὰν δικαιότερόν τε καὶ ἐννομώτερον καὶ μὴ τῷ ξίφει τὰ πάντα ὡς ὁ πεσὼν διοικεῖν, καὶ ὅπερ ἂν ὑποβάλλῃ θυμός, τοῦτο καὶ διαπράττεσθαι· εἰ δ’ ἄλλως αὐτοῖς μεταρριφείη τὰ διαβούλια, μήτε μὴν ὅλως προβαίνουσι τὰ κατ’ ἔφεσιν, πρὸς ἄλλον μετασκευάσασθαι πλοῦν, τοῖς τὰ Ῥωμαίων πράγματα κυβερνῶσι τὰ κατ’ αὐτοὺς ἐπιτρέψαντες. Ἔτι τοίνυν οὔσης νυκτὸς οὐ μόνον τὴν σκέψιν ταύτην ἐκράτυναν, ἀλλὰ καὶ πολλοὺς παρώξυναν τῶν βουλευμάτων αὐτοῖς συλλαβέσθαι. ὅθεν κρατήσαντες τοῦ Τερνόβου (ὁ δέ ἐστιν ἡ ἐρυμνοτάτη ἅμα καὶ προφερεστάτη τῶν κατὰ τὸν Αἷμον ἁπασῶν πόλεων, τείχεσί τε ἰσχυροῖς περιβεβλημένη καὶ ῥεύματι ποταμίῳ διειλημμένη καὶ ὄρους ἀκρωνυχίᾳ πεπολισμένη) τοῖς περὶ τὸν Πέτρον ἀντέστησαν. ἡ γὰρ φήμη ἅμα ἕῳ οὐκ ἐπ’ ἄκρων μόνον τῶν τοῦ Τερνόβου τειχέων ἀλλὰ κἀν τοῖς ἔξω καὶ πόρρωθεν τὸν τοῦ Ἀσὰν περιεσάλπιζε θάνατον.
ὡς δ’ οὔθ’ ὁ Πέτρος ῥᾳδίαν εὕρισκε τὴν Ἰβαγκοῦ καταστροφήν, οὔθ’ οὗτος ἀποκρούσασθαι Πέτρον ἠδύνατο, ὁ μὲν χρονοτριβεῖν ἐπεβάλετο καὶ μίαν ταύτην ᾤετο προσδοκίαν καταπαλαίσουσαν τὸν ἀντίπαλον Ἰβαγκόν, ὁ δὲ τῷ τῶν Ῥωμαίων προσρυῆναι βασιλεῖ δεῖν ἔγνωκε καὶ διὰ τῆς ἐκεῖθεν συνάρσεως περιγενέσθαι τῶν διαφόρων. ἐλέγετο δὲ καὶ ὑποθήκαις Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναιρεθῆναι πρὸς Ἰβαγκοῦ τὸν Ἀσάν, ἄλλαις τε πλείσταις ὑποσχέσεσι πρὸς τοῦτο ἐπιρρωσθέντος, καὶ προσέτι γε μὴν πτερωθέντος τῷ κατ’ ἐπιγαμίαν συναρμόσαι οἱ καθυποσχέσθαι τὴν οἰκείαν θυγατέρα τὴν Θεοδώραν. Πλὴν ὁ μὲν ἐναφῆκε τοῖς δεσμοῖς τὴν ψυχήν, καὶ μηδέπω τοῦ φόνου κατεργασθέντος. ὁ δ’ Ἰβαγκὸς δηλώσας βασιλεῖ τὸ γενόμενον στεῖλαί τινα μετὰ στρατιᾶς διηρέθιζε τὸν παραληψόμενόν τε τὸν Τέρνοβον καὶ σὺν αὐτῷ περὶ τῆς ὅλης Μυσίας ἀγωνισόμενον. καὶ τάχ’ ἂν τετέλεστό τι τοῖς Ῥωμαίοις σωτήριον, εἰ βασιλεὺς αὐτίκα προθύμως πρὸς τὴν ἀγγελίαν ταύτην πραξικοπεῖν ἐπεβάλετο, ἐπειδήπερ καὶ εἰ Τέρνοβον εἷλεν, εἶχεν ἂν εὐμαρῶς καὶ ἀπόνως Μυσίαν ἅπασαν.
PG 139:867νῦν δὲ ὁ μὲν βλακευσάμενος ἐνέφυ τοῖς ἀρχείοις καὶ πάλιν κατὰ τὸν εἰς τὸ κέλυφος βυόμενον σκώληκα, στέλλει δὲ τὸν πρωτοστράτορα Μανουὴλ τὸν Καμύτζην, ἀνειπὼν στρατηγόν. ὁ δ’ ἀπάρας ἐκ τῆς Φιλίππου μετὰ τῶν ἑπομένων ἐκείνῳ δυνάμεων καὶ τῶν ὅρων τῆς Μυσίας ἄκροις ποσὶν ἐφαψάμενος παλίσσυτος γίνεται παρὰ δόξαν· τὸ γὰρ στράτευμα ἐπαναστὰν πῇ ἄγεις ἡμᾶς; ἔλεγον ἢ τίσι συμπλακήσεσθαι μέλλομεν; οὐχὶ πολλάκις τὰς ὀρειαίας ταύτας ὁδοὺς διήλθομεν καὶ μὴ μόνον οὐδέν τι κατωρθώκειμεν βέλτιον, ἀλλὰ καὶ μικροῦ προσαπολώλειμεν ἅπαντες; ἀνάστρεφε τοίνυν, ἀνάστρεφε, καὶ ἡγοῦ τῆς ἐπὶ τὰ σφέτερα. ἐπὶ δὴ τούτοις καὶ δείμασιν ἀλόγοις ἐκταραχθέντες, ὥσπερ κατὰ νώτου τινῶν ἐγκειμένων καὶ παντοίοις ὅπλοις βαλλόντων, ἀκόσμως ᾤχοντο. Καὶ αὖθις οὖν ἡ πρᾶξις αὕτη μετὰ στρατιᾶς ἐπεκέκριτο μείζονος. ἐνίκα δ’ ἐσαεὶ τὰ χερείονα, μηδενὸς ἐς χεῖρας ἐλθεῖν καὶ συμμῖξαι τοῖς βαρβάροις ἐν τῷ ἐπαρήγειν Ἰβαγκῷ δοκιμάζοντος.
ἀπειρηκὼς τοίνυν οὗτος καὶ τοῖς κατὰ τὸν Τέρνοβον δυσχρηστούμενος πράγμασιν, οἷα τῶν περὶ τὸν Πέτρον κρατυνομένων ἀεὶ καὶ στρατιᾶς προσθήκαις ἐπαυξομένων, ἔξεισιν ἐκεῖθεν λαθραίως καὶ πρόσεισι βασιλεῖ, καὶ μετῆλθεν οὕτω καθαρῶς πρὸς τὸν Πέτρον πάλιν ἡ ἀρχηγία Μυσῶν. Πλὴν οὐδ’ οὗτος θανάτῳ φυσικῷ ἐπαπῆλθεν, ἀλλὰ μικρῷ ὕστερον παρά του τῶν ὁμογενῶν ξίφει διελαθεὶς κατέστρεψεν οἰκτρῶς τὴν ζωήν, ἡ δὲ ἡγεμονία τῶν Βλάχων βλέπει πρὸς Ἰωάννην, τὸν τρίτον τῶν ἀδελφῶν. τότε δ’ οὖν ὁ Πέτρος, συλλήπτορα τῶν πόνων καὶ μερίτην τῆς δυναστείας Ἰωάννην προσελόμενος τὸν ὁμαίμονα (ὃς ἐφ’ ἱκανὸν ὡμήρευσεν ἐν Ῥωμαίοις, ἡνίκα εἶχε βασιλεὺς Ἰσαάκιος δισσεύσας κατὰ Μυσῶν, ἀποδρὰς δὲ πρὸς τὰ οἴκοι πάλιν ἀφίκετο) οὐκ ἐξ ἀντιθέτου τῷ τεθνεῶτι Ἀσὰν τὰ Ῥωμαίων ἔκειρε προνομεύων· ἡ γὰρ φύσις καὶ τούτῳ οὐδέν τι πρὸς τὰ ἡμέτερα διεβράβευσε μέτριον.
PG 139:869ὑπήντα δὲ τῷ Πέτρῳ τῶν ἐξ ἡμῶν οὐδείς, οὐδ’ ἠδύνατο, ἀλλὰ τοσούτων καὶ τηλίκων πολέμων τοῖς ἐναντίοις κατωρθωμένων ἐπὶ πλείστοις ἐνιαυτοῖς καὶ τοῦ κακοῦ τοῦδε τὰ Ῥωμαίων ἐσαεὶ διακυμαίνοντος πράγματα, οὐδέποτε βραχεῖα νίκη Ῥωμαίοις διαγεγελάκει, οὔτε τι παρυφέστη τροπαιουχήματος ἴνδαλμα. Τὴν δ’ ἐκ θεοῦ παρόρασιν ταύτην καὶ τελείαν μικροῦ ἐγκατάλειψιν οὐδεὶς τῶν ὑψιθρόνων ἀρχιερέων καὶ τὰς πρώτας καρπουμένων τιμὰς ἢ τῶν τὴν ἐρέαν τῆς κεφαλῆς μέχρι καὶ ῥινὸς διαχαλώντων βαθυπωγώνων μοναστῶν ἐν νῷ βαλλόμενος ἦν ἢ διδάσκων πρὸς ταύτην ἀντιπράττειν ὁποσονοῦν ἢ ἐν τῷ παρρησιάζεσθαι βασιλέως ἐνώπιον Ῥωμαίοις διαμηχανώμενος τὰ σωτήρια· ἀλλ’ ὡς εἰ πάντες ἐξέκλινάν τε ἅμα καὶ ἠχρειώθησαν, ἀνεπαισθήτως εἶχον τῶν γινομένων καὶ οἷον ἀντέβαινον ταῖς ἐκ θεοῦ μαστιγώσεσιν. Ἕλληνες δὲ τὴν αἰτίαν ἐξήτησαν τοῦ λοιμοῦ καὶ τοῦ μάντεως πυθόμενοι Κάλχαντος οὐκ ἀφῆκαν τὸ κακὸν ἀθεράπευτον, παρ’ οὐδὲν θέμενοι, εἰ βαρυμηνιᾶν ἔμελλεν Ἀγαμέμνων ὁ πρώτιστος καὶ κράτιστος τοῦ στρατεύματος. Ὅ γε μὴν Ἰβαγκὸς τῷ βασιλεῖ προσρυεὶς ἀσμένως προσδέδεκτο·
καὶ γέγονεν ἐς οὐκ ὀλίγα Ῥωμαίοις χρήσιμος, εὐμήκης ὢν τὴν ἡλικίαν καὶ ἀγχίνους μάλιστα καὶ τὴν ῥώμην ἀκμαῖος τοῦ σώματος, τὸν δέ γε ἄνδρα τῶν αἱμάτων τῷ τοῦ ἤθους ἀκροχόλῳ καὶ τῷ τῆς γνώμης ἀποκρότῳ σαφῶς διεχάραττε, Ῥωμαίοις μὲν συναυλιζόμενος, μεταρρυθμιζόμενος δὲ μηδαμῶς πρὸς τὸ τοῦ φρονήματος ὁμαλὸν καὶ εὐένδοτον. ὁ μέντοι κρατῶν οὐκ ἀνάξιον κρίνας τὸν ἄνδρα τῶν ἐς αὐτὸν γενομένων γαμικῶν ἐγγυήσεων τὴν μὲν παστάδα ἐς τὸν νόμιμον καιρὸν ἀνεβάλετο (ἔτι γὰρ ἐψέλλιζεν ἡ νύμφη τὰ παιδικά), αὐτὸν δὲ τοῖς μέγα δυναμένοις συγγενέσιν ἐνέγραφεν, οὐδενὸς τῶν εἰς θεραπείαν ἀρχικὴν καὶ πλοῦτον βαθὺν παρεικὼς στέρεσθαι.
ὁ δὲ πρὸς τὸ τῆς κατηγγυημένης αὐτῷ θυγατρόπαιδος τοῦ βασιλέως ἀτελὲς ὁρῶν, καὶ τῇ τοῦ κάλλους ῥοδωνιᾷ τῇ τῆς τεκούσης αὐτὴν Ἄννης ἐν χηρείᾳ ἔτι οὔσης περιέργως ἐνατενίζων, καὶ γάμους φανταζόμενος μείζονας, τί μοι καὶ τῷ ἐν γάλαξιν ἔφασκεν ἀρνειῷ ἀμνάδος πρὸς ὀχείαν καὶ αἰγὸς τελείας ἐπιδεομένῳ; τὰ πλεῖστα μὲν οὖν ὁ ἀνὴρ οὗτος τοῖς περὶ τὴν Φιλίππου ἐνεπόνει μέρεσι καὶ ἦν ἀγαπητὸν Ῥωμαίοις ἀντίφραγμα τῶν ἐκ τοῦ γένους ἐκείνῳ μετὰ Σκυθῶν συνάρσεως ἐξιόντων καὶ κειρόντων τὸ προσπεσόν, ἐνίοτε δὲ καὶ βασιλεῖ συστρατεύων διαφερόντως ἐδόκει δραστήριος. τίς δ’ ἂν καὶ ἀριθμεῖν δύναιτο ὅσαι καὶ ὅτε τοῦ ἔτους Σκυθῶν καὶ Βλάχων ἐγίνοντο ἔφοδοι καὶ οἷα ἔργα ἔδρων ἀνόσια; μαρτυροῦσιν ἐκ τοῦ δήπου τὰ πεπραγμένα ἡ τῶν πρὸς Αἷμον χωρῶν ἐρημία, Μακεδονίας τε καὶ Θρᾴκης οἱ ληϊσμοὶ στηλῶν καὶ κύρβεων ἀκριβέστερον καὶ ξυμπάσης ἱστορίας τρανότερον. Οὐ μόνον δὲ τὰ κατὰ τοὺς πρὸς ἄνεμον βορρᾶν ἐκπολεμωθέντας ἡμῖν βαρβάρους ἦν ἀεί πως ἐπικρατέστερά τε καὶ δυσαντίβλεπτα, ἀλλὰ καὶ καθ’ ἕω τὰ Ῥωμαίων Πέρσαις ἐξέκειντο πρὸς ἀφάντωσιν.
PG 139:871μὴ γὰρ τῷ Πέρσῃ σπεισάμενος, ὃς Ἀγκύρας ἦρχε τῆς Γαλατικῆς, ἀλλὰ πῇ μὲν τὴν μετ’ αὐτοῦ φιλίαν παρ’ οὐδὲν τιθέμενος ὡς λυμαίνεσθαι Ῥωμαίους οὐκ ἔχοντος, πῇ δὲ περὶ τὴν δόσιν τῶν χρημάτων, ὧν ὑπὲρ εἰρήνης ᾔτει, σμικρολογούμενος, διετέλεσεν ἐς χρόνον ἕνα καὶ μῆνας ἓξ ἐκείνῳ διαφερόμενος. ἀμέλει τοι διὰ ταῦτα ὅ τε Κίλιξ Ἀλέξιος ὅσα εἴπομεν διεπράξατο παρὰ τοῦ τῆς Ἀγκύρας δυνάστου ἐνισχυόμενος, ἥ τε πόλις Δάδιβρα ἑάλω καὶ Πέρσαις ὑπέκυψεν. Ἄρας γὰρ μεθ’ ἁπάσης ὁ Πέρσης αὐτοῦ τῆς δυνάμεως καὶ περὶ ταυτηνὶ τὴν πόλιν βαλὼν στρατόπεδον ἐπέμενε πολιορκῶν. τριβομένου δὲ τοῦ καιροῦ καὶ μὴ ἂν ἄλλως λῦσαι τὴν πολιορκίαν τοῦ βαρβάρου διομνυμένου, εἰ μὴ παραστήσαιτο Δάδιβραν, εἰς μῆνας μὲν ἡ πολιόρκησις παρετάθη τέσσαρας, ἐπικουρία δ’ ἦν οὐδαμοῦ τοῖς Δαδιβρηνοῖς ἐπειςιοῦσα ἐκ τῶν ἐκτός· ὅ τε γὰρ βασιλεὺς εἰ καὶ πέμπων ἐνῆγεν αὐτοὺς ἀντέχειν γενναίως καὶ συμμαχήσειν κατεπηγγέλλετο, ἔμελλεν ἀεί πως καὶ ἀνεδύετο, καὶ οἱ πρόσοροι Παφλαγόνες ἀγχοῦ που προσιέναι καὶ ἐπαμῦναι οὐδαμῶς ἀπεθάρρησαν.
ἀτὰρ οἱ πολιορκούμενοι πρὸς πᾶσαν ἀπεγνώκεισαν ἀρωγὴν καὶ δῆλοι ἦσαν λιμῷ πιεζόμενοι καὶ ταῖς πετροβόλοις μηχαναῖς ἀνήκεστα πάσχοντες· τοὺς γὰρ λίθους ἐκ τῶν ἔξωθεν γηλόφων κατὰ τὸ μέσον ἀφιεῖσαι τῆς πόλεως τὰς οἰκίας κατήρειπον τίτανά τε διακοντίζουσαι καὶ πᾶν ἕτερον ἀνθρώποις ἐπίβουλον ἀκροβολίζουσαι τὰ δοχεῖα τῶν ὑδάτων ἠφάνιζον καὶ τὰ ποτὰ ἠχρείουν ἑστῶτα ὄντα καὶ μὴ πλανώμενα. Μετ’ οὐ πολὺν δέ τινα χρόνον βασιλικῆς ἐπικουρίας ἀφιγμένης καὶ κατὰ τὸν Βάβαν τὸ ὄρος αὐλισαμένης, ἧς ἦρχον μείρακες τρεῖς (ὁ Βρανᾶς οὗτοι Θεόδωρος, ὁ Κατακαλὼν Ἀνδρόνικος καὶ ὁ Καζάνης Θεόδωρος), ὡς ᾔσθοντο οἱ Πέρσαι, λόχους ὑποκαθίζουσι, καὶ μήπω παρανατειλάσης ἡμέρας ἐπιθέμενοι καὶ φεύγουσι κατόπιν ἐπικείμενοι οὓς μὲν ἔκτειναν, οὓς δὲ συνειλήφασι ζῶντας, μεθ’ ὧν καὶ τοὺς δύο στρατηγούς. καὶ τούτους περιηγκωνισμένους τὰς χεῖρας κύκλῳ περιάγων ὁ Πέρσης ἐδείκνυ τοῖς ἐπὶ τῶν τειχῶν καὶ παρῄνει, ἕως ἡ πόλις τοῖς πολεμίοις ἀβάπτιστος κύμασι, τὴν ἐκείνης ἐγχειρίσειν αὐτῷ οἰάκισιν·
μηδὲ γὰρ ἐκ τοῦδε σώζειν ἔχουσαν ἐλπίδα σφίσιν ὑπολελεῖφθαι, μηδ’ ἂν αὐτὸν ἐκεῖθεν μεταναστεῦσαί ποτε, εἰ μὴ ἐγκρατὴς τῆς πόλεως γένοιτο. Τοιούτοις οὖν οἱ Δαδιβρηνοὶ θεάμασι καὶ ἀκούσμασι κατακλασθέντες τὸ πρόθυμον τρέπονται πρὸς συμβάσεις ἀσυμφόρους μέν, ὁποίας δ’ ἐπέταττεν ὁ καιρὸς ἀκμαῖος ἐφεστὼς καὶ τομός, κατανεύουσί τε τὴν μὲν πόλιν ἐκλιπεῖν πανσυδί, βαδίσαι δ’ ἕκαστον κακῶν ἀπαθῆ μετὰ τῶν φιλτάτων σφίσι καὶ τῶν κτήσεων ἣν ἂν αἱροῖντο στείλασθαι, ἐπεὶ μηδ’ εὕρισκον τὸν βάρβαρον μένειν αὐτοὺς κατὰ χώραν ἐῶντα καὶ φόρους αὐτῷ κατατίθεσθαι ὁπωσοῦν συντιθέμενον. ταῦτ’ ἄρα καὶ ὅρκων γεγενημένων, ὁ μὲν Πέρσης εἶχε τὴν πόλιν καὶ τοῖς ἐκ τοῦ γένους δίδωσιν αὐτὴν εἰς ἐνοίκησιν, αὐτοὶ δὲ μεταναστάντες ἐκεῖθεν καθ’ ἑτέρας χώρας καὶ πόλεις διεσπάρησαν· πολλοὶ δὲ τῆς πατρίδος ἄγχιστα πηξάμενοι μόσυνα, οὕτω δοκοῦν τῷ Πέρσῃ, προσέμειναν δούλειον ὑποδύντες ζυγόν, οἷς ἡ τῆς ἐνεγκαμένης γλυκύτης τῇ μνήμῃ προσίζανεν ἀναπόνιπτος. καὶ τοιοῦτον μὲν τῇ πόλει Δαδίβρῃ τέλος ἀπήντησεν.
ὁ δὲ βασιλεὺς μετὰ βραχὺ τῷ Πέρσῃ σπεισάμενος ἀπέδωκεν ἀσπασίως ὅσα πρὸ τοῦ ἁλῶναι Δάδιβραν ἀπῃτεῖτο χρήματα, ὡς ἐξ ὀμμάτων οὖσαν τὴν τῆτες αἰσχύνην ταχέως οὕτως ἀποτριψάμενος. Ἀλλ’ οὔπω ἡ Ῥωμαίων ἀρχὴ τὴν ἅλμην ταύτην ἀπέπτυσεν ἀνένευσέ τε καθαρῶς καὶ ἀνέπνευσε, καὶ δεινοτέρων ἀγγέλμασιν ἀκουσμάτων βάλλεται ἄλλων καὶ τῶν ἐνεστώτων ἦσαν τὰ προσδοκώμενα δυςαχθέστερα, εἴ γε τὰ μὲν ὑπέσαινον ἐλευθερίας ἐγκαταλείμμασιν ἀπὸ μέρους ἀλγύνοντα, τὰ δ’ ἐκ τῶν ἑσπερίων ἐθνῶν βάλλοντα δουλείαν παρεῖχον φαντάζεσθαι παγγενεὶ προβησομένην καὶ δυσαπάλλακτον. Ὁ γὰρ δὴ τότε κρατῶν τῶν Ἀλαμανῶν Ἀμερρίγος, ὁ τοῦ Φρεδερίχου υἱός, ὃς ἐν τῇ κατὰ Παλαιστίνην ἀνόδῳ τὰ ὕστατα νίπτρα λέλουται ποταμίῳ ἐναποψύξας ῥεύματι, καθὼς ἐν τοῖς κατὰ τὸν βασιλέα Ἰσαάκιον τὸν Ἄγγελον λόγοις ἱστόρηται, τὴν πατρῴαν εἰληφὼς βασιλείαν Σικελίαν τε παραστησάμενος καὶ Ἰταλίαν ὑπαγαγόμενος ἐπὶ τῷδε καὶ Ῥωμαίοις αὐτοῖς ἐπεφύετο, πραγμάτων νεωτέρων ἄτοπος ὢν ἐραστὴς καὶ ῥέκτης κακῶν δυσαπάλλακτος.
PG 139:873οὐκ ἀνέδην δὲ καὶ αὐτίκα Ῥωμαίοις ἦν ἐφεδρεύων, τὸ τῆς ἐγχειρήσεως ἐργῶδες ὑποβλεπόμενος καὶ ἔτι ἔχων τοῖς ὀφθαλμοῖς προκείμενα ὁπόσα Ῥωμαῖοι κατὰ Σικελῶν ἠνδρίσαντο ἐς τὴν ἡμετέραν πρώην παρεμβαλόντων, καὶ παρὰ τοῦ πάπα δὲ τῆς πρεσβυτέρας Ῥώμης οὐκ ἔλαττον ἀνασειραζόμενος τῆς προθέσεως. Πέμψας οὖν πρέσβεις πρὸς τὸν αὐτοκράτορα Ἰσαάκιον (οὐ γάρ πω τῆς ἀρχῆς ἐξωστράκιστο) αἰτίας συνεῖρεν ἀναιτίου δήπουθεν διαστάσεως· ἑαυτῷ γὰρ ἀπεμέριζε καὶ προσῳκείου, ὡς ἤδη Σικελίας ἐξουσιάζοντι, τὰς ἐξ αὐτῆς Ἐπιδάμνου μέχρι τῆς μεγαλωνύμου πόλεως Θεσσαλονίκης Ῥωμαϊκὰς ἁπαξαπάσας χώρας, ὡς νόμῳ ὑποκυψάσας πολέμου τῷ τῶν Σικελῶν πρὸ τρίτης στρατεύματι· τὴν γὰρ ἧτταν τούτων καὶ κατατρόπωσιν κατ’ ἀπάτην ἔλεγε Ῥωμαίων προσυπαντῆσαι, οὐχ ἥκιστα πάντων λογοποιὸς ἐν τοῖς ἁνδάνουσιν εὑρισκόμενος. ἐλογίστευε δὲ καὶ λύπας τὰς τοῦ πατρὸς καὶ σταθμίοις οὐ δικαίοις αὐτὰς ἐταλάντευεν, οὐ τὰς προσφάτους μόνον, ἀλλὰ καὶ ὅσαις ἐκεῖνος ἐκ πολλοῦ προσεπάλαισε τῆς παλαιτέρας Ῥώμης ἐκδιιστάμενος ταῖς τοῦ βασιλέως Μανουὴλ ἀγχινοίαις καὶ Ἰταλίας ὡσαύτως ἐκσφενδονούμενος.
PG 139:875καὶ ταῦτα δὴ τὰ πρὸ Εὐκλείδου ἀνυποστόλως ἀνακινῶν ἤθελε Ῥωμαίους χρήμασι μεγίστοις πρίασθαι τὴν εἰρήνην ἢ πολεμησείοντα τοῦτον ἐκ τοῦ αὐτίκα μάλα καθυπεκδέχεσθαι. προσαπῄτει δέ, ὡς εἰ κυρίων κύριος καθειστήκει καὶ βασιλεὺς ἀναδέδεικται βασιλέων, συνάρασθαι τοῖς κατὰ Παλαιστίνην ὁμογενέσιν ἐκείνῳ δι’ ἀποστολῆς ναυμαχικῆς στρατιᾶς. ἀντεπιστείλαντος δὲ πρὸς ταῦτα τοῦ βασιλέως καὶ ἄνδρα τῶν οὐκ ἀσήμων πρεσβευτὴν στείλαντος, πρέσβεις ἐκεῖθεν ἀφίκοντο, ὧν ἅτερος βαρὺς ἦν τὴν ὀφρὺν καὶ περιττὸς τῷ παιδοκομῆσαι τὸν ῥῆγα. ἦν δὲ καὶ τὰ δι’ αὐτῶν πρεσβευόμενα χρημάτων ἀποδόσεις πολυταλάντων ἀλαζονεῖαί τε καὶ κόμποι καὶ αὐχημάτων ἐγχωρίων κατάλογοι, δι’ ὧν καταπολιτεύονται οἱ ἀκούοντες. Βασιλεὺς τοίνυν (ἦρχε δὲ ὁ νῦν ἱστορούμενος) μὴ ἔχων ἀπράκτους ἀποπέμψαι τοὺς πρέσβεις, κατένευσε χρημάτων τὴν εἰρήνην ἀλλάξασθαι, πρᾶγμα μήπω ἐς τόδε καιροῦ γεγονός. ὑπεξᾶραι δὲ τὴν βασιλείαν Ῥωμαίων ὡς πλουσίαν ὁ βασιλεὺς Ἀλέξιος προθέμενος ἐς οὐδὲν ἔργον τῷ καιρῷ συνᾷδον καθυπενήνεκται, ἀλλὰ καὶ λίαν παρακεκινημένον τοῦ σεμνοῦ τε καὶ εὐπρεποῦς καὶ ῥυὲν μικροῦ πρὸς Ῥωμαίων κατάγελων.
τῆς γὰρ γενεθλίου ἐπιστάσης ἡμέρας Χριστοῦ, αὐτός τε τὴν διάλιθον βασίλειον στολὴν ἠμφιάσατο καὶ τοῖς λοιποῖς πᾶσιν ἐπετετάχει τὰς χρυσοϋφεῖς περιθέσθαι καὶ πλατυσήμους ἐσθῆτας. οἱ δ’ Ἀλαμανοὶ τοσοῦτον ἀπεῖχον ἔκθαμβοι τοῖς ὁρωμένοις τούτοις φανῆναι, ὥστε καὶ ἀνέθαλπον μᾶλλον τὸν ἔρωτα, ὃν ὑπέτυφον ταῖς λαμπρειμονίαις τῶν Ῥωμαίων ἐναυόμενον, καὶ ηὔχοντο τάχιον κρατῆσαι Γραικῶν ὡς ἀγεννῶν τὰ ἐς πόλεμον καὶ περισπουδαζόντων τὰς ἀνδραποδώδεις χλιδάς. πρὸς δὲ τοὺς συνεστῶτάς σφισι Ῥωμαίους καὶ ἐνάγοντας ἐς τὴν τῶν λίθων ἄνθην ἀφορᾶν, οἷς ὁ βασιλεὺς ὡς λειμὼν ἐνηγλάϊστο, καὶ χειμῶνος μέσου χάριτας ἐαρινὰς δρέπεσθαι καὶ τὸν ὀφθαλμὸν ἑστιᾶν, οὐ χρείαν ἔφασκον Ἀλαμανοὶ τοιούτων ἔχουσι θεαμάτων, οὔτε μὴν ἐπιτηδείων γυναιξὶν ἐμπορπημάτων καὶ στολισμάτων φιλοῦσι θειασταὶ καθεστάναι, αἷς ἡ κονία καὶ κρήδεμνα καὶ ἐνώτια παμφανόωντα καὶ τὸ ἀρέσαι τοῖς ἀνδράσι διαφερόντως ἀσπάζεται. ἀλλὰ καὶ Ῥωμαίους μορμολύττοντες νῦν ἱκάνει καιρὸς ἔλεγον μεθαρμοσθῆναι τῶν γυναικωδῶν ἐμπορπήσεων καὶ σιδήρῳ περισταλῆναι ἀντὶ χρυσοῦ.
εἰ μὴ γὰρ τὰ τῆς πρεσβείας λήψονται πέρας καὶ πρὸς τὸ τοῦ κυρίου σφῶν καὶ βασιλέως συμβαῖεν Ῥωμαῖοι βούλημα, ἀνάγκη τις ἑστάναι πάντως διὰ μάχης ἀνθρώποις χωρεῖν, οἵτινες οὐ λίθοις ὡς λειμῶνες περιανθίζονται, οὐδ’ οἰδαίνονται πρὸς ἦθος ἀγέρωχον μαργάρων σφαιρώμασι πρὸς φῶς διαγελώντων σελήνης ἢ ταῖς ἀμεθύσοις μεθύουσι λίθαξιν ἢ ὡς ἀλαζὼν ὄρνις ὁ Μηδικὸς πορφύρᾳ καὶ χρυσῷ περιχρώζονται, ἀλλ’ Ἄρεος ὄντες τρόφιμοι θυμοῦ μὲν πυρὶ τοὺς ὀφθαλμοὺς ἐρυθραίνονται τοῖς τῶν λίθων ἐπίσης ἀκτινώδεσιν, ἱδρῶτας δὲ θρομβοῦντες ἐν τῷ μογεῖν πανημέρια ὑπὲρ στιλπνότητα μαργάρων αὐτοῖς καλλωπίζονται. ἠρίθμουν δὲ καὶ τὰ ὑπὲρ εἰρήνης αἰτούμενα χρήματα εἰς χρυσίου πεντήκοντα κεντηνάρια. Πρὸς ἅπερ ὁ βασιλεὺς ἀπαυδῶν πρέσβιν ἐς τὸν ῥῆγα πέπομφε τὸν Φιλοκάλην Εὐμάθιον, ἔπαρχον ὄντα τῆς πόλεως. οὗτος δὲ πλούτῳ ὑπὲρ τοὺς τότε κομῶν ἑκόντως ὑπέδυ τὸν πρεσβευτήν. ἀμέλει καὶ δεῖται τοῦ βασιλέως μετὰ τῶν ἐπαρχικῶν παρασήμων ἐνδοθῆναί οἱ διαπρεσβεύσασθαι. καὶ βασιλεὺς ἐφόδιον, ὅπερ ᾔτησε, περιχαρῶς αὐτῷ παρασχόμενος οἰκείοις ὀψωνίοις τὴν προκειμένην παρῆκε στείλασθαι.
ὅθεν ἐποφθεὶς καινός τις καὶ ἔξαλλος πρεσβευτὴς οὐ μόνον οὐδέν τι παρὰ τοὺς πρότερον πρέσβεις τετίμητο, ἀλλὰ καὶ γέλων ὦφλε τῷ ἀήθει τοῦ περιβλήματος. Ἐπεὶ δὲ τὰ τῆς εἰρήνης ἕνεκα δοθησόμενα χρήματα εἰς δέκα πρὸς τοῖς ἓξ χρυσίου περιέστησαν κεντηνάρια, ὁ μὲν Φιλοκάλης τὴν τούτων ἀποστολὴν κατὰ Σικελίαν ἐπέμενε προσδοκῶν, ἔνθα τῷ ῥηγὶ συνεγένετο, βασιλεὺς δὲ φάσκων ἀπορεῖν χρημάτων τάς τε χώρας ἐφορολόγει, τὸ καλούμενον εἰσπράττων Ἀλαμανικόν, τότε καινισθὲν πρώτως, καὶ τὸ τῆς πόλεως ἐκκλησιάσας πλήρωμα τό τε γερουσιάζον καὶ ὅσον τοῦ βήματος τρόφιμον καὶ ὅσον εἰς διαφόρους τέχνας καὶ ἐπιστήμας μερίζεται ἔρανον ἀπῄτει γενέσθαι καὶ ἀπόδασμά τι καταθέσθαι τῆς οὐσίας ἕκαστον.
PG 139:877ὁρῶν δὲ ὡς οὐδέν τι περαίνει, ἀλλ’ εἰκῇ τὰ τοιαῦτα μέτεισι κενολογῶν ἀτεχνῶς καὶ τοὺς πλείους δὲ κραυγάσους καὶ στασιώδεις εὑρίσκων οἷα μηδαμῶς ἀνεκτὰ ἡγουμένους τὰ φορτικὰ ταῦτα καὶ ἀήθη ἐπιτάγματα, ὑπό τινων δὲ καὶ λογιστευόμενος ὡς τὰ κοινὰ κατασπαθῶν καὶ τοῖς συγγενέσι τὰς ἐπαρχίας διανειμάμενος ἀχρείοις οὖσι πᾶσι καὶ ἀπεσβεσμένοις τοὺς λύχνους τοῦ σώματος, τῆς μὲν προθέσεως ταύτης μεθ’ ὅλης συντονίας ἀπῇρε, μικροῦ μηδ’ αὐτὸς εἶναι διατεινόμενος ὁ τὸ σκέμμα τόδε εἰσενεγκάμενος· ἑτέραν δὲ τραπόμενος ᾐτεῖτο τῶν χρυσέων καὶ ἀργυρέων ἀναθημάτων ὁπόσα ἐκτὸς τοῦ βήματος, μήτε μὴν πρὸς ὑποδοχὴν ἡτοίμασται τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ. ἀποπηδησάντων δὲ καὶ πρὸς τοῦτο πολλῶν καὶ εἰπόντων ὡς κοινοῦν ἐθέλει τὰ ἅγια, ἔγνω δεῖν τοῖς ἀλάλοις καὶ κωφοῖς τῶν βασιλέων ἐπιθέσθαι μνήμασι, μηδένα τὸν ὑπερφθεγξόμενον ἔχουσιν. ἐτυμβωρυχοῦντο οὖν τὰ μνήματα, ὡς τοῖς πώ ποτε Ῥωμαίων ἄρξασι καὶ ὅσοις αἱ πράξεις περίδοξοι τοὺς λαί̈νους περιλελεῖφθαι μόνον χιτῶνας, τὸ ψυχρὸν καὶ τελευταῖον κάλυμμα τοῦτο, παντὸς γεγυμνωμένοις ἐπικοσμήματος τιμαλφοῦς.
ἦν δ’ ἂν οὐδ’ ἡ τοῦ μεγάλου Κωνσταντίνου σορὸς ἀναφὴς καὶ ἀσκύλευτος, εἰ μὴ φῶρες φθάσαντες τὸ δόγμα τοῦ βασιλέως τὴν ἐπιτρέχουσαν διάχρυσον ἀγλαί̈αν ἐκλοποφόρησαν. ἀμέλει καὶ συναγηοχὼς ἀργύριον ἐντεῦθεν ὑπὲρ τὰ ἑβδομήκοντα κεντηνάρια καὶ μερίδα χρυσίου τινὸς ὡσεὶ βέβηλον ὕλην καθῆκεν εἰς τὸ χωνευτήριον. δυσὶ δὲ τῶν ἐκ τῆς βασιλείου αὐλῆς τὴν τούτων ἐπαναθεὶς συλλογὴν εἶχεν ἀμφοτέρους μετὰ βραχὺ σύνδρομον τῇ πράξει τὴν ἐκβίωσιν εἰληφότας· ὁ μὲν γὰρ πυρετῷ λάβρῳ διαφρυγεὶς ἀπελήλυθεν, ὁ δὲ ὑδέρῳ κατὰ τοὺς ἀσκοὺς οἰδηθεὶς ἀπεγένετο. Τὰ δ’ ἐφεξῆςἀλλὰ τίς ἂν ἀξίως τὰς τοῦ Κυρίου λαλήσειε δυναστείας, ἢ τίς ἀκουστὰς ποιήσειε τὰς αἰνέσεις αὐτοῦ; φθάνει τὴν ἀποστολὴν τῶν χρημάτων ὁ τοῦ ῥηγὸς Ἀλαμανίας θάνατος.
οὐ Ῥωμαίοις δὲ μόνον πολυέραστος οὗτος γεγένηται, ἀλλὰ καὶ τοῖς ἑσπερίοις τρισασπάσιος ἔθνεσιν, ὅσα τε πρὸς ἑαυτὸν ἐκεῖνος βίᾳ πλέον ἤπερ πειθοῖ ἐπεσπάσατο καὶ ὅσα μετελθεῖν μελέτην ἐτίθετο, ἀεὶ μερίμναις κατατεινόμενος καὶ πρὸς ἅπασαν ἀντίξους ὁρώμενος ἡδυπάθειαν, ὅπως μοναρχίαν περιβαλεῖται καὶ κύριος ἐσεῖται τῶν κύκλῳ δυναστειῶν, τοὺς Ἀντωνίνους καὶ Αὐγούστους Καίσαρας τῷ διανοητικῷ φανταζόμενος καὶ πρὸς τὴν ἐκείνων ἀρχὴν ἐκτείνων τὴν ἔφεσιν, καὶ μικροῦ φθεγγόμενος κατ’ Ἀλέξανδρον τὰ τῇδε καὶ τὰ τῇδε πάντα ἐμά, ὠχρός τε καὶ σύννους ὁρώμενος, καὶ τῆς ἡμέρας ὀψὲ τροφὴν προσιέμενος, καὶ πρὸς τοὺς εἰσάγοντας παραίνεσιν ὡς χρεὼν ἐκ τοῦ οὕτω σιτεῖσθαι καχεξίαν ὑποβλέπεσθαι σώματος, ἀποφαινόμενός τε καὶ γνωματεύων ἰδιώτῃ μὲν ἐπιτήδειον εἶναι πάντα καιρὸν εἰς ἑστίασιν, καὶ μάλιστα ἢν εἰώθει τενθεύεσθαι, βασιλεῖ δὲ πολυφρόντιδι μηδὲ βουλομένῳ τὴν κλῆσιν ψεύδεσθαι ἀγαπητόν, εἰ καὶ περὶ βουλυτὸν ἐνευκαιρήσει τῇ ἀνέσει τοῦ σώματος.
PG 139:879Ἀλλ’ ὅπερ ἔλεγον, καὶ πᾶσι μὲν εὐκταῖος ἔθνεσιν ὁ τοῦ ῥηγὸς Ἀλαμανίας ἐφάνη θάνατος, Σικελοῖς δὲ καὶ μάλιστα, ὅσῳ καὶ τῆς νήσου ἁλούσης πλείστοις ὑπ’ αὐτοῦ κακοῖς προσεπάλαισαν, ἅπερ οὐδὲ ῥᾴδιον συγγραφῇ παραδοῦναι. οὐ γὰρ μόνον ὑπήνεγκαν οἵδε σφαγὰς καὶ χρημάτων ὑπέστησαν ἁρπαγὰς καὶ πατρίδος ἐδυστύχησαν ἔκπτωσιν καὶ κολάσεσιν ἀνυποίστοις καθυπεβλήθησαν, ὁπόσαι τοῦ ζῆν αἱρετώτερον τιθέασι τὸ θανεῖν, ἀλλὰ καὶ πόλεις Σικελαὶ πολλαὶ καθῃρέθησαν καὶ φρούρια ἐπίκαιρα κατεσκάφησαν. ἐδεδίει γὰρ τὴν ἐς τοὐπιὸν ἐπανάστασιν, καὶ ὡς μή ποτε Σικελοὶ τῆς ἐλευθερίας ἐρασθεῖεν προμηθούμενος, πᾶσαν αὐτοῖς ἀγαθὴν ἐλπίδα ἀπέκοψεν, ὅση τε ἐν χρήμασι καὶ ὅση ἐν ἅρμασι καὶ ἵπποις τεθέαται καὶ ὅση περιβόλοις πόλεων εὐτειχίστοις καὶ ἀνδράσιν εὐγενέσι καὶ ἐχυροῖς ἐρύμασιν ἐμπερικροτεῖ. Πλὴν καὶ τὸ μέλλον δεινὸν ὁσῶραι ὑφορώμενος καὶ μὴ παρὸν προαποκρουόμενος ἐπεβουλεύθη παρά τινων, καὶ κρείττων τῆς ἐκείνων φανεὶς ἐπιθέσεως οὐ τῷ διὰ ξίφους θανάτῳ τοὺς ἀντιστάτας ἠμύνατο, ἀλλὰ πολυτρόπως πρότερον βασανίσας οἰκτρότατα οὕτω τοῦ ζῆν ἐστέρησεν·
ὃν μὲν γὰρ διακεχαλακὼς καχλάζοντι λέβητι καὶ θεὶς ἐπὶ κανοῦ καθάπερ σῖτον ἐκπέπομφε τοῖς οἰκείοις, ὃν δὲ ἠκοντικὼς εἰς πυρὰν ἀνακαεῖσαν ἑπταπλασίως, ὃν δὲ ἐνσακκεύσας καὶ βυθῷ παραπέμψας ἐξέτριψε. τὸν δέ γε πρωτουργὸν τοῦ συστρέμματος καὶ πρὸς ἡγεμονίαν ἐπιλεγέντα βαρυτέρᾳ τιμωρίᾳ τῶν λοιπῶν ὑπεδίκασε· στέφος ἐκ χαλκοῦ ἐπιτάξας γενέσθαι, ἐγκαρσίους ἔχον ὀπὰς ἴσας τοῖς πέρασι, περιτίθησι τοῦτο τῷ ἀντάραντι χεῖρας ἐκείνῳ, ἔπειτα τέτρασι μεγίστοις ἕστορσιν ἐς τὸ διαμπερὲς διαβεβλημένοις τῇ κεφαλῇ ἐνερείσας τὸ διάδημα οὕτω διαφῆκε βαδίζειν, ἔχεις εἰπὼν ὃν ἐδίωκες, ἄνθρωπε, στέφανον· φθόνος οὐδείς· ἀπόλαυε τοῦ ἐφετοῦ σοι λίαν καὶ περισπουδάστου χρήματος. ὁ δὲ σκοτοδίνης πλησθεὶς καὶ πρηνὴς πεσὼν μετὰ βραχὺ ἐτεθνήκει τῷ οἰκτρῷ ἐκείνῳ ἐναπορρήξας στεφανώματι τὴν ψυχήν.
PG 139:881Κατὰ δὲ τὴν ἅλωσιν τῆς Σικελίας ἀπήχθη μεθ’ ἑτέρων αἰχμάλωτος καὶ ἡ θυγάτηρ Ἰσαακίου τοῦ αὐτοκράτορος, ἧς ἡ κλῆσις Εἰρήνη, καὶ προσαρμόζεται Φιλίππῳ τῷ τοῦ ῥηγὸς Ἀλαμανίας ἀδελφῷ, ἐκ πορνικῶν φυέντι σπερμάτων, ἀποβαλοῦσα αὕτη θανάτῳ τὸν ἐκ παρθενίας καὶ πρότερον σύνευνον, ὃς ἐτυράννησε Σικελίας μετὰ μόρον τοῦ τεκόντος αὐτὸν Ταγκρέ. Ἀλλ’ ἐκποδὼν καὶ τοῦδε τοῦ κακοῦ θεόθεν γεγενημένου, μεγίστου τε ὄντος καὶ ὑφ’ οὗ πᾶσα ἡ Ῥωμαίων ἐκαραδόκει τὰ δεινότατα πείσεσθαι, ἕτερον ἐπεκύμανε κοινοβλαβὲς καθ’ ἅλα κακόν. Γενουί̈της γάρ τις, Καφούρης τοὔνομα, νῆας δικρότους καὶ τρικρότους πηξάμενος καὶ πλοίοις στρογγύλοις φραξάμενος τὰς παραθαλαττίους ἔκειρε πόλεις καὶ τὰς νήσους ἐπιὼν ἐτίθει κακῶς, αἳ κατὰ τὸ Αἰγαῖον ἀνίσχουσι πέλαγος. ἀλλὰ καὶ τῷ Ἀτραμυττίῳ προσβαλὼν λείαν ἐκεῖθεν ἤλασε καὶ συνέλεξε πλοῦτον οὐ σταθμητόν.
ὡς δὲ ῥέγκοντες βαθέως ἐξανέθορον ὀψέ ποτε καὶ ἀνένηψαν βράδιον οἷς ἐξῆν τὰ τοιαῦτα σκέπτεσθαι, στέλλεται κατὰ τοῦ Καφούρη μετὰ τριάκοντα νηῶν ὁ Στειριόνης Ἰωάννης, πειρατὴς μέν ποτε γεγονὼς καὶ πειρατῶν ὁ χείριστος, ἐκ Καλαβρίας ὁρμώμενος, Ἰσαακίῳ δὲ τῷ βασιλεῖ προσρυεὶς ἐπὶ μεγίστοις φιλοτιμήμασι καὶ Ῥωμαίους πλειστάκις ὠφεληκὼς ἐν τοῖς κατὰ θάλατταν ἀεθλεύμασιν. ἐξιὼν οὖν κατὰ τοῦ Καφούρη κακοδαιμονεῖ παρὰ δόξαν· ἔχων γὰρ διὰ μελέτης κατασοφίσασθαι τὸν ἀντίπαλον, πλείω προβεβλημένον ἰσχύν, ὑπ’ ἐκείνου καταναυμαχεῖται, πεπονθὼς ὃ δράσειν ἐκεῖνον ἐνενόει διὰ παντός. ταῖς γὰρ Ῥωμαϊκαῖς ναυσὶ περὶ Σηστὸν σαλευούσαις λαθρηδὸν ἐπιστὰς ὁ Καφούρης, ὡς εὗρε περὶ μεσημβρίαν κεκενωμένας τοῦ ναυτικοῦ, ἁπαξαπάσας μετὰ τῶν ὅπλων καὶ ὧν εἶχον ἔνδοθι βιωσίμων αἱρεῖ. ἐκ δὲ τούτου τὰς νήσους ἀδεῶς ἐπιὼν καὶ χωρία τὰ πάραλα ληϊζόμενος φόρους ἐπέταττε καὶ συνέλεγεν, ὡς ἠβούλετο. Βασιλεὺς τοίνυν ἐξηπορηκὼς ἐπὶ τούτοις δεῖν ἔγνω σπείσασθαι τῷ πειρατῇ.
ἀμέλει καὶ στείλας τινὰς τῶν συνήθων ἐκείνῳ Γενουϊτῶν (πολλάκις γὰρ κατ’ ἐμπορίαν ὅδε κατήχθη ἐς τὸ Βυζάντιον καὶ ὃ δέδρακεν ἐς χρήματα ζημιωθεὶς παρὰ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ εἰργάσατο) ἀνεκίνει μὲν καὶ λόγους περὶ σπονδῶν, οὐδὲν δὲ ἧττον καὶ πρὸς πόλεμον ἡτοιμάζετο, τριήρεις ἄλλας καταρτισάμενος καὶ ταύτας αὖθις τῷ Στειριόνῃ παραδούς. ὡς δὲ συνέβησαν, ὁ μὲν βασιλεὺς ἓξ κεντηνάρια χρυσίου στεῖλαι τῷ Καφούρῃ καὶ χώραν ἀποδάσασθαί οἱ Ῥωμαϊκὴν ἑπτακοσίους ἔχουσαν τρέφειν ὁμογενεῖς ἐκείνῳ ὁπλίτας, ὁ δὲ ὑπείκειν τῷ βασιλεῖ, ἐφ’ οἷς ἂν ὑπ’ αὐτοῦ ἐπιτάττοιτο, ἐφίσταται τῷ πολεμίῳ, δόξαν οὕτω βασιλεῖ, ἀπροσδόκητος ὁ Στειριόνης μετὰ τῆς ἑπομένης αὐτῷ Πισσαϊκῆς δυνάμεως, ἔτι οὔσης τῆς εἰρήνης ἀμφιπαλοῦς, καὶ μάχην συνάψας αὐτόν τε τὸν Καφούρην ἑλὼν ἀναιρεῖ καὶ τὰς ἐκείνου νῆας πλὴν τεττάρων αἱρεῖ· αὗται δὲ τὸν ἐκείνου ἦγον ἀνεψιόν. Ἀλλὰ καὶ τῶνδε τῶν κακῶν ἐκποδὼν γενομένων ὁ ἐν τοῖς ἀρχείοις ἐπεγείρεται τάραχος, ὃς τὰ κατὰ τὸν βασιλέα ᾔσχυνέ τε τὰ μέγιστα καὶ ἐφ’ ἱκανὸν διεκύκησε.
PG 139:883μέλλων δὲ τὰ περὶ τούτων διεξιέναι, ὡς εἰς ἀρχὴν τὸν λόγον ἀνάγειν πειράσομαι σαφηνείας ἕνεκα τῶν ῥηθησομένων. Ὁ βασιλεὺς Ἀλέξιος, ὥς μοι καὶ ἄνωθεν ἀμυδρῶς λέλεκται, οὐκ εἰρηνικὸς ᾤετο τοῖς πλείστοις πρὸ τῆς ἀρχῆς, ἀλλὰ καὶ λίαν πολεμικός· ὅθεν ἐν ἐλπίσιν ἔκειτο πᾶσιν ὡς οὐ μόνον τοῖς ἐχθροῖς Ῥωμαίων τὴν λόγχην ἀνατενεῖ βασιλεύσας, ἀλλ’ οὐδὲ τοῖς ἀρχομένοις αὐτοῖς ἐσεῖται παντελῶς μέτριος. ἄρξας δ’ οὖν ἑτεροῖος ὦπτο παντάπασι καὶ πάντας ἐν τοῖς καθ’ αὑτὸν εἰκαιομύθους ἀπέδειξε πράγμασιν. Ἵν’ οὖν τὰ πλείω παραγκωνίσωμαι, μή πως καταγορεύων ἁλῶ καὶ εἰς ψόγον τὴν ἱστορίαν διατιθέμενος, ἄρξας εὐθὺς ἀνεκήρυξε μὴ χρημάτων ὠνίους τὰς ἀρχὰς ἀνατίθεσθαι, ἀλλ’ ἀριστίνδην καὶ δῶρον αὐτὰς βραβεύεσθαι. καὶ ἦν ὄντως τὸ τοιοῦτον ἐννόημα ἐλευθέριόν τε ἄγαν καὶ ἀξιάγαστον καὶ κρηπὶς χρηστῆς βασιλείας καὶ ὑποβάθρα καὶ θέμεθλος, οὐδ’ ἄν, εἰ παραλληλίζειν τις ἕλοιτο, οὐκ ἄν ποτε οὐδ’ ἐγγὺς ἀφίκοιτο παραδείγματος ἐπὶ τῶν ἡμετέρων ἡμερῶν.
ἀλλ’ οἱ τῷ βασιλεῖ προσήκοντες, κερδοσυλλέκται πάντες τυγχάνοντες καὶ ταῖς συχναῖς μεταθέσεσι τῶν ἀρχόντων μηδὲν ἕτερον περισπουδάζειν δεδιδαγμένοι ὅτι μὴ κλέψαι καὶ διαρπάσαι καὶ τὰς δημοσίους εἰσφορὰς ὑφελέσθαι καὶ περιβαλέσθαι πλοῦτον βαθύν, τούς τε προσιόντας σφίσιν ὅτου ἕνεκεν ὡς ἰσχύουσι παρὰ βασιλεῖ ἐληί̈ζοντο καὶ τὰ ξυλλεγόμενα ἰδιοῦντο χρήματα, ἁδρὰ ὄντα καὶ τύχην ἰδιωτικὴν ὑπερβαίνοντα. Διὰ δὴ ταῦτα τά τε ἄλλα ἡμαρτήθη ὡς οὔ ποτε κατ’ ἄλλην ἀρχὴν καὶ παντάπασι τὰ Ῥωμαίων διέφθαρται πράγματα, καὶ αἱ ἀρχαὶ χειρόνως καὶ οὐχ ὡς πρότερον τοῖς πρίασθαι θέλουσι προύκειντο. ἦν οὖν τοῦ βουλομένου παντὸς χώρας ἀρχὴν ἀναζώσασθαι καὶ τοῦ μεγίστου παρὰ Ῥωμαίοις τυχεῖν ἀξιώματος. οὐ μόνον τοίνυν οἱ ἐν τριόδοις καὶ ἀγοραῖς καὶ κολλυβισταὶ καὶ πράται τῶν ὀθονῶν σεβαστοὶ ἐτιμήθησαν, ἀλλὰ καὶ Σκύθαι καὶ Σύροι ὤνιον ἀργυρίων εὕραντο τὸ σεβάζεσθαι, τοῖς πρὶν ὑπηρετεῖσθαι δεσπόταις ἠδοξηκότες.
Τούτων δὲ πάντων αἰτία τις ἦν, ὡς εἴρηται, πρωτουργὸς ἡ τῶν βασιλικῶν φρενῶν ἐλαφρία καὶ τὸ πρὸς διοίκησιν τῶν πραγμάτων ἀπροσφυές, οὐκ ἔλαττον δὲ καὶ ἡ λιχνεία τῶν περὶ αὐτὸν καὶ τὸ πρὸς συλλογὴν χρημάτων ἄπληστόν τινων καὶ ἀκόρεστον· ὅθεν ὑπὸ τῆς γυναικωνίτιδος καὶ ὅσοι τῶν ἐξ ἀνδρῶν αὐτῷ προσῳκείωντο διεπεττεύετο τὰ κοινά. τοσοῦτον δ’ ἀπεῖχε τοῦ εἰδέναι τὰ δρώμενα, ἐς ὅσον καὶ Ῥωμαίων ἀποσχοινίζονται οἱ τῆς Θούλης οἰκοῦντες τὰ ἔσχατα. οὐκοῦν αὐτός τε ὁ τῆς ἀρχῆς πηδαλιοῦχος κακῶς ἤκουε παρὰ πάντων καὶ τὸ ἐς πρωρεῖς καὶ νηί̈τας ὑπ’ ἐκείνου ταχθὲν παλαμναιοτάταις ἀραῖς ὑπεβάλλετο. Ἡ τοίνυν βασιλὶς οὐκ ἀνασχετὸν τὸ γινόμενον οὕτω κρίνουσα, ὅτι μηδὲ διαδρᾶναι οἷόν τε ἦν τὸ ταύτης ἐρευνητικὸν καὶ ἐρασιχρήματον, ἔγνω μὴ ἐπὶ μακρὸν ἐθελοντὶ ἀτρεμεῖν, ἀλλ’ ἢ κατὰ τοὐπίταγμα τοῦ ταύτης ἀνδρὸς τὰς προβλήσεις [εἶναι] ἀπριάτους ἢ γοῦν τὴν βασίλειον γάζαν στέγειν τὰ ξυλλεγόμενα. καὶ τὰ μὲν πρῶτα εἰς ὑπουργὸν ἡ βασιλὶς ἐπέταξεν ἑαυτῇ τὸν Μεσοποταμίτην Κωνσταντῖνον· ἦν δ’ οὗτος ὁ παρ’ Ἰσαακίῳ τῷ Ἀγγέλῳ τὰ μέγιστα δυνηθείς, καθὼς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκειμεν.
ἔπειτα δὲ τῷ ἀνδρὶ καταλλάσσει δύσνως πρὸ τῆς ἀρχῆς εἰς αὐτὸν ἔχοντι καὶ μετὰ τὴν τοῦ κράτους ἔτι ἀποστρεφομένῳ τοῦτον ἀνάζωσιν, ὅτι τε πολλὰ τῶν καθεστώτων πραγμάτων Ῥωμαίοις μετακεκίνηκε τοῦ στασίμου καὶ ὅτι ξυγκυκῶν κατὰ πρόοδον καὶ συνταράσσων τὰ σύμπαντα οὐδαμῶς ἔληγεν. Ὡς οὖν ἡ τῶν κοινῶν διοίκησις πάλιν πρὸς τὸν Μεσοποταμίτην μετανενεύκει, ἔσβεστο μὲν ἡ τῶν ἄλλων ἰσχύς, ἠμαύρωτο δὲ τῶν τῷ βασιλεῖ προσκολλωμένων τῆς δυναστείας τὸ φῶς· καὶ ὁ πρώην παρὰ τῷ κρατοῦντι ἀπόβλητος ἀξύμβλητος τηνικαῦτα ἐκρίνετο κέρας τε Ἀμαλθείας ᾤετο παρ’ ἐκείνῳ καὶ πολυμιγὴς κρατὴρ ἀγαθῶν ἢ τὸ παρὰ τῷ Ἰὼβ παμβότανον τοῦ ἀγροῦ καὶ πᾶσι πάντα προσφυῶς καὶ καταλλήλως εἰδὼς γίνεσθαι, φῶς μὲν ὀφθαλμοῖς ἀναπεπταμένον, ἀὴρ δ’ εἰσκεχυμένος ῥισὶ ζωογόνος, τὸ τοῦ Περόζου ἄντικρυς μάργαρον ἀεὶ πρὸς τοῖς ὠσὶ τοῦ βασιλέως ἀπαιωρούμενον καὶ τῆς ὅλης ἀντάξιον ἀρχῆς κρινόμενον, εἴτε μὴν Ἀρτέμων ὁ περιφόρητος καὶ Ἄργος ὁ πολυόμματος καὶ ὁ ἑκατόγχειρ Βριάρεως.
PG 139:885Τὸ δὲ δὴ παράλογον οὑτωσὶ συμπεσὸν βαρέως μὲν καὶ ἄλλοι ἤνεγκαν, ὁπόσοι τῆς προτέρας ἰσχύος ἐξέπεσον ἢ γοῦν κατὰ πυγολαμπίδας ἠμαύρωντο μειδιασάσης ἡμέρας, οἱ δ’ ἐξ αἵματος τῆς δεσποίνης Ἀνδρόνικός τε ὁ Κοντοστέφανος, ὃς Εἰρήνῃ τῇ ταύτης θυγατρὶ συνηυνάζετο, καὶ ὁ ταύτης ὁμαίμων ὁ Καματηρὸς Βασίλειος μικροῦ τῷ γενομένῳ καὶ ἀπεπνίγησαν. ἀφέντες οὖν τῷ τέως τὴν κατ’ αὐτῶν βληθεῖσαν καὶ εἰς πρόσκομμα κειμένην λίθακα, τὸν Μεσοποταμίτην φημὶ Κωνσταντῖνον, ἐπὶ τὴν ἀφιεῖσαν δέσποιναν ὅλον τὸν δρόμον συνέτειναν καὶ τὸν χόλον ἐμημέκεσαν, ζητοῦντες ἐν καιρίοις τὴν ὄρεξιν τῆς ἀντιλυπήσεως. Μετὰ γοῦν ἱκανωτάτην σκέψιν τοῦ ποιητέου καὶ μεθ’ ὅσην τῆς ἐπιβουλῆς προμήθευσίν τε καὶ προβούλευσιν προσίασι βασιλεῖ πρὸς τὰ ἑσπέρια μέρη ἀπαίροντι. ἰδίᾳ τε τούτῳ ἐντυχόντες ἔφησαν εἰ καὶ ἡ φύσις οἶδε τὸ συγγενὲς τιμιώτερον καὶ πρὸς ἀγάπησιν ἐπιτηδειότερον, ἀλλ’ αὐτοὶ φιλοβασιλεῖς μᾶλλον καὶ φιλαλέξιοι πλέον ἢ φιλευφρόσυνοι καὶ εἶναι καὶ ἀκούειν βουλόμεθα.
PG 139:887σοῦ μὲν γὰρ μηδέν τι ἀπευκταῖον ἐξ ἀνθρωπίνης χειρὸς πεπονθότος, τὸ κοινὸν τοῦτο πάντων ἀνθρώπων σωτήριον, ὅ ἐστι τὸ τὴν βασιλείαν σώζεσθαι, καὶ ἴδιον ἀγαθὸν ἡμῖν ποιούμεθα· εἰ δ’ ἐπὶ σοί τι ξυμβαίη τῶν ἀδοκήτων, κοινῇ συνανατραπέντες καὶ συμφορὰς ἰδίας προσεπιμαξόμεθα, φρούδων ἁπάντων γεγενημένων, ἅπερ ἀναδούμεθα σοῦ βασιλεύοντος. Οὕτω φροιμιασάμενοι καὶ δεξιῶς χορδολογήσαντες τὸ τοῦ λόγου βάρβιτον ἐπήνεγκαν τὸν κολοφῶνα τῆς ὑποθέσεως, οἷόν τι μέλισμα ἐξιστῶν τὸν βασιλέα φρενὸς καὶ μεταφέρον εἰς μανιώδη ἀλλοίωσιν, ὡς οὐδ’ Ἀλέξανδρον πάλαι πρὸς ὅπλισιν τὰ Τιμοθέου ἐνεθέαζον κρούματα· φασὶ γὰρ ὡς ἡ σὴ ἄλοχος, δέσποτα, ἐς πράξεις μυσαρωτάτας ἀνακεκαλυμμένῃ χωρεῖ κεφαλῇ, καὶ σὲ τὸν εὐνέτην ὡς μαχλὰς ἐς τὴν κοίτην ἀδικοῦσα δεδίαμεν μὴ καὶ νεωτέροις ἐγχειρήσειε πράγμασι μικρῷ ὕστερον· ᾧ γὰρ λεσχηνεύουσα καὶ ἀναίδην συγκατακλινομένη γέγηθε, τοῦτον εἰκὸς καὶ ἄρχειν αὐτὴν αἱρεῖσθαι καὶ τὴν πᾶσαν πρὸς τοῦτο συντείνειν πρόθεσιν.
δεῖ τοίνυν αὐτὴν μὲν ἀνακοπῆναι τοῦ τὰ πάντα δύνασθαι καὶ πλούτῳ περιρρεῖσθαι πολλῷ, τὸν δ’ ἐραστὴν αὐτῆς, ὃν αὐτὸς μὲν ἐς παῖδας ἐνέγραψας, ἡ δὲ ἀθεμίτως ἑαυτῆς πεποίηκεν ἐπιβήτορα, ἐκποδὼν γενέσθαι ἀνυπερθέτως καὶ μάλα αὐτίκα, ὡς μηκέτι τοιοῦτόν τι ξυμπεραίνηται μίασμα. τὰ δ’ ἐς τὴν ἄδικον σύζυγον γενησόμενα χρεὼν ἀναβεβλῆσθαι κατὰ καιρόν, καθ’ ὃν σὺν θεῷ ἀνύσας τὴν προκειμένην ἐς τὴν Κωνσταντίνου αὖθις ἐπαναλύσειας. Ταῦθ’ οἱ μὲν εἰπόντες καὶ ὑποθέμενοι ἀνδρῶν ἠκηκόεισαν βέλτιστοι καὶ χρῆμά τι σπάνιον ὁμοῦ καὶ ἀσπάσιον· ὁ δὲ βασιλεὺς μέγ’ ὀχθήσας ὅτι τῶν πρὸς τὸν Βατάτζην εὐποιϊῶν ταύτην ἀντείληφεν ἀμοιβήν, στείλας εὐθὺς τῶν δορυφόρων ἕνα, ᾧ ἐπίκλησις Βαστραλίτης, τίθησιν ἐξ ἀνθρώπων. ὁ μὲν γὰρ τοῖς περὶ τὴν Βιθυνίαν διέτριβε μέρεσιν, ἔτι ἀντιστατοῦντος Ἀλεξίου τοῦ Κίλικος. ὁ δὲ Βαστραλίτης ἀφικόμενος καὶ τοῦτον τοῦ στρατοπέδου ἀπαγαγών, ὡς ἂν οὕτω μηδενὸς ἀί̈οντος ἀπαγγελεῖ τὰ βασιλέως ἐντάλματα, ἅπερ εἰς ἐκεῖνον ἥκει φέρων ἀπόρρητα, αὐτός τε τὸ ξίφος ἐσπάσατο καὶ οἳ τῶν ἐκείνου πρὸς φονουργίαν προητοιμάσθησαν, καὶ ἦν ὁ μεῖραξ ἐντεῦθεν ὡς βόσκημα διαμελιζόμενος.
καὶ τὸ μὲν ἔργον τοῦτο βαρέως καὶ δυσφόρως ἅπαντες ἤνεγκαν ὁ στρατός, ὁπόσοις τὸ πραχθὲν ἐν ὀφθαλμοῖς προύκειτο· ὁ δὲ Βαστραλίτης πηριδίῳ τὴν τοῦ Βατάτζη κεφαλὴν ἐνθέμενος εὔζωνος ἐπανῆκεν ἐς βασιλέα. καὶ οὗτος τῷ κρανίῳ πρὸ τῶν ποδῶν ῥιφέντι λὰξ ἐναλλόμενος καὶ ἱκανῶς αὐτῷ ἐμβλέπων προσλαλιάν τινα διεξῄει μηδαμῶς ἱστορίᾳ δοθῆναι πρέπουσαν. Καὶ βασιλεὺς μὲν μετὰ τοῦτο τῆς προκειμένης ἐχόμενος ἄπεισι πρὸς τὰ Κύψελλα, σωτήριόν τι ταῖς Θρᾳκίαις πόλεσιν ἐργασόμενος, ἃς οἱ Βλάχοι καὶ Σκύθαι κακῶς ἐτίθεσαν, ἐπὶ δὲ συλλαβεῖν τὸν Χρύσον προθέμενος ἢ γοῦν ἀνακόψαι τῶν ἐκδρομῶν, ἃς ἐποίει λαθραίως τὰ περὶ τὰς Σέρρας κείρων χωρία. Ἦν δ’ ὁ Χρύσος οὗτος Βλάχος τὸ γένος, τὴν ἡλικίαν συνεσταλμένος, μὴ συμφρονήσας μὲν ἀφισταμένοις Ῥωμαίων Πέτρῳ καὶ τῷ Ἀσάν, ὅτι μὴ καὶ μᾶλλον κατ’ αὐτῶν ἀράμενος ὅπλα μεθ’ ὧν εἶχε πεντακοσίων ὁμογενῶν καὶ Ῥωμαίων γεγονὼς ἔνσπονδος. οὐ πολλῷ δ’ ὕστερον ἁλοὺς ὡς ῥέπων πρὸς τὸ ὁμόφυλον, τοῖς πρόσω βαίνων διὰ παντὸς καὶ δυναστείαν ἑαυτῷ μνηστευόμενος, φρουρᾷ παραδίδοται.
εἶτα ἀνεθεὶς καὶ σταλεὶς ἐπὶ τῷ φρουρῆσαι τὴν Στρούμμιτζαν τὸν μὲν ἐκεῖσε πεπομφότα βασιλέα τῶν ἐλπίδων ἐψεύσατο, τῇ δὲ γνώμῃ χρησάμενος ἦν τοῖς ἐκ γειτόνων Ῥωμαίοις κἀκεῖνος κακὸν ἀδυσώπητον. Πρὸς τοῦτον τοίνυν ἐξορμήσας ὁ βασιλεὺς καὶ στράτευμα ἱκανὸν ἐς τὰ Κύψελλα ἠθροικώς, μετὰ βραχὺ ἀποστὰς τῆς προθέσεως ἐρᾷ ἐπανόδου, ὡς μάτην μὲν ἐκεῖσε τὴν στρατιὰν ἁλισθῆναι, εἰκαίως δὲ καὶ αὐτὸν τὴν ἐς τὰ Κύψελλα πορείαν ἑλέσθαι. οὐκοῦν τὰ κατὰ τὴν ἑσπέραν ἀφεικὼς φέρεσθαι, ὡς πρώην εἶχον καὶ ἔπασχον, ἐς τὸ Βυζάντιον ἐπανέζευξε μηδὲ δύο μῆνας ἀνασχόμενος θυραυλῆσαι. Καὶ ὁ μὲν τοῖς κατὰ τὴν Ἀφάμειαν βασιλείοις ἐναυλισάμενος τὸ Φιλοπάτιον κατειλήφει μετέπειτα. ἡ δέ γε βασιλὶς Εὐφροσύνη συναθροῦσα τῷ νῷ καὶ συλλαμβάνουσα ὅσα κατερρέθη αὐτῆς καὶ δεδοικυῖα τὸν σύλλεκτρον τὰς χεῖρας πρὸς ἅπαντας ὤρεγεν ἐλεεινῷ καὶ ἀπεσβεσμένῳ βλέμματι καὶ ἠντιβόλει τοὺς παρὰ βασιλεῖ πεποίθησιν ἔχοντας, προστῆναί τε αὐτῆς καὶ τὰ δυνατὰ ὑπερφθέγξασθαι οὐ μόνον ἀτίμως ἐξωσθῆναι τῶν ἀνακτόρων κινδυνευούσης, ἀλλὰ καὶ τὸν περὶ ψυχῆς ἤδη τρεχούσης περιφανῶς. ᾤκτειρον οὖν αὐτὴν οἱ πλεῖστοι·
καὶ οἱ μὲν ἀπολιγωρῆσαι τῶν κατὰ τῆς γυναικὸς εἰσηγηθέντων τὸν βασιλέα ἐνῆγον ἐνδιέβαλλόν τε τοὺς κατειπόντας αὐτῆς ἄνδρας ἀκανθώδεις τὸν τρόπον καὶ συρραφέας ψεύδους καὶ στρεβλοχείλους αὐτοὺς ὀνομάζοντες καὶ φιλαιτίους ἔτι καὶ μεμψιμοίρους· οἱ δὲ ὑπετίθουν μετὰ προμηθείας πλείστης τὸ γενησόμενον διαπράξασθαι, ἵνα μὴ ἁλῷ ἐκείνην εἰσοικιζόμενος ὕστερον, ἣν ἀπέλυσε σήμερον ὡς μοιχεύτριαν, καὶ τὴν αὐτὸς αὐτοῦ αἰσχύνην διατεχνώμενος ἐσεῖται οὕτως παγκόσμιον περιλάλημα κἀκείνοις τῶν ζώων παραβαλλόμενος τοῖς ἐκκρούουσι μὲν ἐπὶ τῶν κροτάφων τὰ ἀμυντήρια, παροξυνομένοις δὲ οὐδαμῶς, οὔτε μὴν τὸ κέρας ὁπλίζουσι κατὰ τῶν ἐπιθορνυμένων ἐν ὄψεσι ταῖς θηλείαις αὐτῶν. Μετὰ δὲ τοῦτο εἰς τὰ κατὰ Βλαχέρνας ἀνάκτορα εἰσιὼν οὐκ εὐθέως τὸν κότον ἐξέρρηξεν, ἀλλὰ σύσσιτον καθάπαξ παραλαβὼν τὴν ὁμόλεκτρον καὶ τότε τὴν ἔνδον ταραχὴν ὑπεμφαίνων τῷ τῆς ὄψεως σκυθρωπῷ καὶ τῷ ἄλλοσέ πῃ προσνεύοντι βλέμματι, καιόμενός τε τῷ πυρὶ τοῦ θυμοῦ, μὴ μέντοι γε καταπιμπράμενος, ἢ γοῦν ἀφανῶς ἐξαπτόμενος καὶ λεληθότως αὖθις ἀποσβεννύμενος, οὐκέτι ὁμιλῆσαι ταύτῃ καὶ συνδειπνῆσαι προσέθετο.
PG 139:889ἡ δὲ κρίσιν ἐπὶ τοῖς εἰσαγομένοις κατ’ αὐτῆς ἐξαιτοῦσα ἐνέκειτο καὶ πάντα παθεῖν ἑτοίμως ἔλεγεν ἔχειν, ὁπόσα ἂν ἡ κατ’ αὐτῆς ἐξενεχθεῖσα ψῆφος ἀποφανεῖται· ἐδεῖτό τε τοῦ βασιλέως μὴ τῇ κομψείᾳ καὶ συγγενείᾳ τῶν καταγορευσάντων αὐτῆς προσώπων, τῇ δ’ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῶν πραγμάτων προσσχεῖν. ὁ δὲ πρὸς οὐδέν τι τοιοῦτον ἑαυτὸν ἀπευθύνας, ἀλλά τινας τῶν κατευναστριῶν γυναικῶν βασάνοις ὑπαγαγὼν κἀκ τῶν θαλαμηπόλων εὐνούχων ἀκριβωσάμενος τὰ τοῦ δράματος, ἀπάγειν αὐτὴν μεθ’ ἡμέρας τῶν βασιλείων ἐκέλευσε, παντὸς ἐστερημένην ἀρχικοῦ στολίσματος καὶ λαμπροῦ περιβλήματος. ἐξάγεται οὖν τῶν ἀνακτόρων διὰ καθόδου τοῖς πολλοῖς ἀδήλου, εὐτελὲς περικειμένη χιτώνιον, ὁποῖον τῶν γυναικῶν αἱ χερνήτιδες, καὶ δύο ἀμφιπόλους βαρβάρους ἔχουσα, παραγραμματιστρίας καὶ ταύτας τῆς Ἑλληνίδος φωνῆς, καὶ δικώπῳ ἁλιάδι παραρριφεῖσα κατά τινα γυναικείαν μονὴν ἀπάγεται περί που τὸ τοῦ Πόντου στόμα δεδομημένην καὶ τῆς Νηματαρέας ὠνομασμένην.
Ἀλλ’ οὕτω τῆς δεσποίνης ἐκποδὼν γενομένης, οἱ μὲν κατειρηκότες αὐτῆς οὐ πάντῃ ἀνεπαχθῶς ὑπέφερον τὸ συμβάν, ἐπειδήπερ καὶ τοῦ ἄγαν ἐκκροῦσαι τὴν βασιλίδα πειρώμενοι κατεῖπον αὐτῆς ἐς τὸν ἄνακτα, οὐ μὴν ἐκσφαιρίσαι παντάπασι τῆς ἀρχῆς βουλόμενοι ἢ γοῦν ἐκ θεμελίων αὐτῶν εἰς τέλεον κατασεῖσαι· καὶ τὸν βασιλέα οὐκ ᾤοντο ὅλως τοιαῦτα δράσειν ποτὲ κατ’ αὐτῆς, εἰς τὴν τούτου ἀφορῶντες μαλακότητα καὶ τὸ φέρεσθαι αὔραις μικροῦ καὶ ῥιπίζεσθαι. καὶ οἱ μὲν ἐφ’ οἷς τὸ γένος ᾔσχυναν ἤχθοντο, εἰ καὶ μὴ ἐς ὅσον ἔδει καὶ δυσφορεῖν, καὶ οἱ ὀνειδισμοὶ δὲ τοῦ λεὼ καὶ αἱ κερτομίαι τούτοις ἐπιπίπτουσαι κατεπίεζον. Ἓξ μὲν οὖν μῆνες ἐξίκοντο, καὶ ἡ βασιλὶς Εὐφροσύνη τῶν βασιλείων ἀποβέβλητο. ἐς τέλος δ’ ἂν παρεώρατο, εἰ μή γε οἱ τρώσαντες ἰάσαντο, οὐχ ὃν τρόπον Ἀχιλλεὺς Τήλεφον, ἀλλὰ τὸ πρὸς αὐτοὺς πάγκοινον μῖσος, ὅτι τὴν δοξάσασαν αὐτοὺς οὐδὲν δέον αὐτοὶ ἀπεδόξασαν, εὕραντο πρὸς ἐπάνοδον οἵδε πανάκειαν ἄντικρυς.
PG 139:891παντὸς γὰρ τοῦ ἐκ συγγενείας τῷ βασιλεῖ συνωμονοηκότος, καὶ τοῦ Μεσοποταμίτου Κωνσταντίνου πάντα κάλων, ὅ φασι, κεκινηκότος καὶ ἀνταρκέσαντος, ἐπανακαλεῖται αὖθις καὶ προσλαμβάνεται, καὶ ἦν ἰσχὺν τὴν προτέραν ὑπερβαλοῦσα τῇ ὕστερον. τοῖς δ’ ἀντίφροσι πρὸς οὐδὲν ἐβαρυμηνίασε προδήλως ἢ ἐδολορράφησε τὰ ἀντίσταθμα, οὔτε μὴν τῇ κατακωχῇ τοῦ θυμοῦ ὡς Μήδεια ἀνοίστρησε βακχευτικῶς κατ’ αὐτῶν, ἀλλὰ θηροκομοῦσα τὸν σύζυγον καὶ πάλαι μὲν ἀποστέργοντα, τότε δὲ καὶ τέλεον αὐτῆς ἀποσχόμενον καὶ πρὸς εὐνὴν ἐκείνῃ μηδαμῶς συνερχόμενον, σοφιστικῶς ὑπήρχετο, θωπεύουσά τε σὺν τέχνῃ ἐχρῆτο, ὡς ᾑρεῖτο, τῷ τοῦ ἀνδρὸς ἤθει μικροῦ πᾶσαν ἀναζωσαμένη τῆς ἀρχῆς τὴν διοίκησιν. καὶ τῇδε μὲν εἶχε καὶ ταῦτα. Ὁ δὲ Μεσοποταμίτης Κωνσταντῖνος (δοτέον γὰρ ἔτι τῷ λόγῳ τὰ κατὰ τὸν καθ’ ἡμᾶς Πρωτέα καὶ πολυτροπώτατον ἅμα καὶ ποικιλώτατον τόνδε ἄνθρωπον) ἀνέσπα τὴν ὀφρὺν καὶ βλακῶδες ἔβαινε διὰ τὴν τῆς δεσποίνης ἐπάνοδον.
καθ’ ὅν, οἶμαι, λόγον μηδ’ ἐξαρκεῖν αὐτῷ ἐς τιμὴν τὸ παρὰ βασιλεῖ δύνασθαι τὰ πάντα οἰόμενος, τὸ μὲν ἐπὶ τοῦ κανικλείου ὀφφίκιον, ὅπερ Ἰσαακίου εἶχεν ἀνάσσοντος, βραβευόμενον αὖθις ὡς μὴ χωροῦν αὐτοῦ τῆς ἰσχύος τὸ μέγεθος ἀπηνήνατο, ἐκ δ’ ἀναγνώστου κληρωθῆναι εἰς διάκονον ᾑρετίσατο, μὴ καὶ τῶν ἱερῶν ἐπιθιγγάνειν ἀξόνων οὐ κρίνων ὅλως ἀνασχετόν. καὶ ἦν ἡ πρόθεσις ἔργον εὐθύς· καὶ βασιλεὺς αὐτὸς κατὰ τὸν ἐν Βλαχέρναις περίπυστον κατῄει νεών, καὶ ὁ πατριάρχης ἅμα οἱ παρῆν προχειρίζων τοῦτον ἐξ ἀναγνώστου διάκονον, καὶ στάσις αὐτῷ καὶ βαθμὸς ἀναβάσεως συγκεχώρηται πρώτιστος. τοῦτο δ’ ἠνυκὼς σχηματίζεται τὸν ὑπονοστοῦντα καὶ μηκέτι τοῖς ἀρχείοις παραβαλοῦντα ἢ ὑποδρηστεύσοντα βασιλεῖ ὅλως· τοὺς γὰρ κανόνας μὴ ἐνδιδόναι οἱ ὁπωστιοῦν καὶ θεῷ ἱερᾶσθαι καὶ κοσμικαῖς προσπλέκεσθαι πραγματείαις· ἀποδιεστάναι γὰρ ἄμφω καὶ μηδαμῶς συναλείφεσθαι, ὥσπερ καὶ τὸ δουλεύειν θεῷ τε καὶ μαμωνᾷ κατὰ διάμετρόν εἰσιν ἀντικείμενα.
PG 139:893ὁ γοῦν βασιλεὺς ὅσα καὶ κιττὸς ἐξεχόμενος τούτου καὶ περιεχόμενος τόμον εὐθὺς ἐκθέσθαι τὸν πατριάρχην Ξιφιλῖνον ἠνάγκασεν ἐνδιδόντα τῷ Μεσοποταμίτῃ θεῷ καὶ βασιλεῖ, νεῷ τε καὶ ἀρχείοις προσδιαπλέκεσθαι, μηδὲν ὑφορωμένῳ βλάβος ἐκ τῶν κανόνων, οἳ τοῖς ἀμφιβίοις τούτοις δριμύσσονται δυσκολαίνοντες. τετέλεστο γοῦν καὶ τοῦτο. μικρῷ δ’ ὕστερον καὶ τῆς λαμπροτάτης πόλεως Θεσσαλονίκης ἀρχιερεὺς προχειρίζεται. Ἦν ἂν οὖν τὰ τῆς δόξης ταύτης κληρούμενος οὐκ ἀπόβλητος ἴσως ὁ ἄνθρωπος, οὐδ’ ὧν ἐς ὕστερον πέπονθε δεινῶν αὐτὸς ἑαυτῷ παραίτιος, εἰ τῶν βασιλείων ἀπέστη λαμπρῶς, ὅρον ὀψέ ποτε τῇ ἐφέσει θέμενος ἢ τῆς φιλοπράγμονος γνώμης βραχύ τι καθυπενδούς. νῦν δὲ ἀλλ’ ἡ τῶν πολλῶν καὶ μεγίστων τιμῶν, καὶ τούτων ἀνομοίων, λυσσώδης καὶ ἀπέραντος λίχνευσις καὶ τῶν χθαμαλωτέρων αὐτὸν ἐξέκρουσε· καὶ προύθηκεν εἰς παράδειγμα τὸν αὐτὸν ὕψους ὑπερφυοῦς καὶ ταπεινότητος ἀμέτρου ἡ τοῖς ἀνθρωπίνοις πράγμασι βραβεύουσα πρόνοια, καὶ ἀναβὰς ἕως τῶν οὐρανῶν, καταβέβηκεν ἕως τῶν ἀβύσσων τῇ παλιμπνοίᾳ τῶν πράξεων.
οὐκ ἀνασχετὰ γὰρ κρίνων, εἰ μὴ τῇ λαιᾷ μὲν τῶν ἱερῶν ἔχοιτο πραγμάτων, τῇ δεξιᾷ δὲ τῶν κατὰ τὰ ἀνάκτορα λάζοιτο, συμμάρπτων τὰς ἀρχὰς ἀμφοτέρας καὶ περισφίγγων ὅσα καὶ λίθος τῶν διεστώτων συνδέτης ἀκρόγωνος, ἀμεταθέτως εἶχε καὶ πάλιν τῆς πρώην προθέσεως. ἀλλὰ μηδ’ ἄτερ τῆς αὐτοῦ γνώμης περατοῦσθαί τι βουλόμενος, ὡς σφῆνάς τινας καὶ βλῆτρα τοὺς ἑαυτοῦ κασιγνήτους ἐνέβυσε τῇ ἀρχῇ. ἢ ὡς ἐνώτια ταῖς τοῦ βασιλέως ἑκατέραις ἀπῃώρησεν ἀκοαῖς, ἵν’ εἴ ποτε τῇ ἐκκλησίᾳ παραβάλλων τῇ συνόδῳ συγγίνοιτο, μηδὲν εἴη διαπραχθὲν ἢ καὶ λεχθὲν ἀφώρατον, μηδὲ λάθῃ τις αὐτὸν εἰς τὸν ἐκείνου χῶρον παρεισιών.
οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν Θεσσαλονίκην ἀφικόμενος καὶ μικρόν τι φανεὶς καὶ ὅσον ἐνιδρυθῆναι τῷ θρόνῳ ἐς τὸ Βυζάντιον αὖθις πτηνὸς ἀνέζευξε, μὴ περιβλέψας ἐς τὰ ὀπίσω μηδὲ στὰς ἐν πάσῃ τῇ περιχώρῳ, καὶ κατ’ αὐτὸ μὲν δὴ τοῦτο ὑπερόπτης τῶν ἁπάντων γενόμενος, ὅτι τὰ πάντα τῷ δακτύλῳ μετῆγέ τε καὶ μετέφερε, μάλιστα δ’ ὅτι τοῦ βασιλέως κατὰ τοῦ Χρύσου αὖθις ἐξωρμηκότος αὐτὸς ἐς ὅσα τῷ βασιλεῖ πρὸς βουλῆς τὰ κατὰ τὸν ἀποστάτην τοῦτον διῳκηκὼς ἔδοξε καὶ τακτικαῖς ἐνδέξιος ἐπιβαλεῖν ὑποθέσεσι καὶ ἀτεχνῶς βασίλειον ἱεράτευμα. Ὅθεν ὅπερ ἐπὶ τῶν σωματικῶν ἕξεων ὁ Κῷός φησι ποιητής, ὡς εἰς τὸ ἄκρον προελθοῦσαι φιλοῦσι πρὸς τὸ κάταντες ὡς φιλυπόστροφοι μεταφέρεσθαι, μὴ ἀτρέμας ἔχουσαι μένειν τῷ συνεχεῖ ἀεὶ τῆς κινήσεως, τοῦτο καὶ ἐπὶ τῷ Μεσοποταμίτῃ συμπέπτωκεν ἄντικρυς· ἀεὶ γὰρ τοῦ προβαίνειν πειρώμενος καὶ μηδένα τοῦ δοξοθηρεῖν εἰδὼς κόρον ἔλαθεν ὡς ὁ μυθικὸς κώνωψ ὁ λέοντι συμπλακεὶς ἀραχνίῳ λεπτῷ συλληφθεὶς καὶ πᾶσαν ἐξαναλύσας δόξαν δι’ ἀτιμίας, ἣν περισπερχῶς ἀνώδευσε πρότερον, κατὰ τὸ ψαλτῴδημα τοῦ Δαυὶδ κύψας ἦν καὶ πεσὼν ἐν τῷ κατακυριεῦσαι τῶν τότε πενήτων γνώσεως.
PG 139:895ἐς γὰρ φατρίαν οὐ μετρίαν ἀθροισθέντες καὶ κοινῇ συνελθόντες ὁπόσων αὐτὸς ταῖς κεφαλαῖς κατὰ τὴν τῆς κωμῳδίας ψύλλαν ἐφήλατο καὶ οὓς μικροῦ κατὰ κόρρης ἐρράπιζεν ὡς ἀνδράποδα καί τινας οὐχ ὑγιεῖς κατ’ αὐτοῦ κατηγορίας ὡς ἀφυσγετὸν ἠθροικότες προσίασι βασιλεῖ καὶ τὸ αὐτοῦ εὐένδοτόν τε καὶ ῥᾴδιον παντὶ καθυπάγεσθαι ῥήματι συνέριθον πρὸς τὸ ἔχθος εὑράμενοι κατέδραμον γενναίως. καὶ τὸ ἐντεῦθεν οὐ μόνον τῶν ἀνακτόρων ἐκτοπίζεται ὡς σφαῖρά τις εὐπερίγραπτος διαφεθεῖσα ἰσχυρῷ μηχανήματι, ἀλλὰ καὶ τῆς ἀρχιερωσύνης ἐξοστρακίζεται, ἑνός τινος προκοιλίου ἐς ἀγορητὴν ἐπιλέγδην παρὰ τῶν ὅλων προβληθέντος, λέγω δὴ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ, ᾧ καὶ μᾶλλον ὁ Μεσοποταμίτης ἀντεπολιτεύετο ὡς καὶ ὑπὲρ πάντας ὄντι φιλοκερδεῖ καὶ τὰ κοινὰ νοσφιζομένῳ καὶ χανδὸν καταβροχθίζοντι χρήματα. Πλὴν ἀλλὰ τοῦτο μὲν οὐ πάνυ δεινόν, καίπερ ὂν δεινόν, τό τινας ἀβασανίστως καὶ ἄλλης μὲν ὑπηρεσίας ἀδίκου γλώττης ἀπάγεσθαι πάρεργον, μάλιστα δ’ ἀποπίπτειν τοῦ τῆς ἱερωσύνης μεγίστου χρήματος. ἐκεῖνο δὲ καὶ λίαν ἀσύγγνωστον καὶ πολλὴν ἀβελτηρίαν τῶν δεδρακότων κατηγοροῦν·
δεῆσαν γὰρ ἕτερον ἀρχιερέα ψηφισθῆναι Θεσσαλονίκης, ἡ τοῦ Μεσοποταμίτου καθαίρεσις κατ’ ἐρήμην προτίθεται πρὸς ἐξέτασιν. καὶ ὡς ἔδοξαν σκάζοντά τε καὶ μὴ ἐρρωμένα τῶν ἐν αὐτῇ κεφαλαίων τινὰ πρὸς ἀρχιερωσύνης ἀφαίρεσιν, ὁ δὴ πατριάρχης, εἴτε βασιλείῳ ὑπείκων κελεύσματι, εἴτε τῷ πρὸς τὸν Μεσοποταμίτην ἔχθει φρονεῖν οὐκ ἔχων τὰ καίρια, εἴθ’ ἑτέρως καθ’ ὃν οὐκ ἴσημι λόγον ἐκκρουσθεὶς τοῦ καθήκοντος, τινὰς τῶν ἀρχιερέων ἀγηοχὼς καὶ δικαστὰς αὐτῷ συνεδριάσας, ὁπόσοι κακόσχολοι καὶ τὴν ἐκ βασιλέως εὔνοιαν ὅλῳ ποδὶ καὶ συντόνῳ προθυμίᾳ μεταδιώκοντες, μεταλλοιοῖ τὴν καθαίρεσιν καὶ παρένθετά τινα τῷ τόμῳ προσθεὶς αἰτιάματα, ἐκ τοῦ δήπουθεν ἀναμφηρίστου πάσης ἱερᾶς ἀποξενοῦντα λειτουργίας τὸν τούτοις ἁλόντα, τῷ χαρτοφυλακίῳ ἀποτίθησιν, ἐκδοὺς ἔκτοτε καὶ τῷ Χρυσάνθῳ ἀντίγραφον, ὃς τῆς Θεσσαλονίκης ἐνεχειρίσθη τοὺς οἴακας.
κἀπὶ τοῖς τελεσθεῖσι τούτοις δέον ἐγκαλύπτεσθαι, τῶν δέ τινες καὶ ἐπεσκίρτων, ὡς εἴπερ πολεμίων ἐθνῶν ὑπόπτωσις ἐντεῦθεν κατώρθωτο ἢ θηρίον δυσάλωτον ἐκεχείρωτο πόλεις ἐξερημοῦν καὶ τοὺς κατοίκους διαφθεῖρον καὶ πρὸς χρόας ἀνομοίους μεταλλαττόμενον, ὁποῖα τὰ Λιβυκά φασιν, ἢ ὁ παρὰ τῷ Ἰὼβ ἀνάλωτος δράκων συνείληπτο καὶ ὁ βορὸς μυρμηκολέων ἀπώλετο, εἴτε μὴν ἡ πολυθύσανος αἰγὶς καὶ δειματώδης ἐκείνοις ἐς χάος ἐλήλαται καὶ διέσπασται. Καὶ οὕτω μὲν ὁ Μεσοποταμίτης Κωνσταντῖνος καὶ οἱ τούτου δύο κασίγνητοι τῶν κοινῶν ἐκκρούονται διοικήσεων, ἀντεισάγεται δ’ ἕτερος περὶ τὰς κοινὰς διοικήσεις οὐκ ἐνδέων τοῦ ἀκριβοῦς, χαρίεις τὸ ἦθος, μάλα τε τοὺς λόγους ἀποτορνεύειν εἰδὼς καὶ ἀπομηκύνειν ἐς περιόδους ῥητορικῶς· ὁ Εἰρηνικὸς ἦν οὗτος Θεόδωρος, καὶ παρεῖχεν ἑαυτὸν τοῖς πᾶσι κατάλληλον. συνέζευκτο δέ τις ἐκείνῳ καὶ τῶν πόνων συνελαμβάνετο φιλοχρηματῶν ἱκανῶς καὶ βηχὶ συνεχεῖ κάτοχος. ἀμφότεροι οὖν ταῖς πολιτικαῖς ἐπεστάτουν πράξεσι.
PG 139:897πλὴν τὸ τοῦ Μεσοποταμίτου πτῶμα μηδαμῶς ἐν γέλωτι ἔχοντες, ἀλλὰ διὰ παντὸς προορώμενοι καὶ τὸ τοῦ κρατοῦντος εὔκολον ὑφορώμενοι οὐκ ὄρθιοι καὶ ἀκλινεῖς ὡς οἱ ἀκράδαντοι τῶν ἱπποτῶν κατά τε πρανῶν καὶ ὀρθίων ἐφέροντο, ἀλλὰ τὸ δυναστεῦον ὑποποιούμενοι ἀνεῖργόν τε καὶ ἀνεσείραζον ἀεὶ τὴν ἰσχὺν καὶ πολλὰ τῶν δεόντων παρέτρεχον τὴν ἀπόβασιν εὐλαβούμενοι. Ἐν τούτοις μὲν οὖν καὶ τοιούτοις παραπλησίοις ἐνιαυτὸς ἐξίκετο τρίτος ἄρχοντι Ῥωμαίων Ἀλεξίῳ τῷ Κομνηνῷ. τὰ δ’ ἐφεξῆς οὐδὲν ἀντιστατοῦντα τοῖς πρότερον· δίαιτα γὰρ ἦν ἡ αὐτὴ καὶ πάλιν καὶ βίος χαλαρὸς καὶ ἐξημβλυμένον ἀεὶ φρόνημα. Τότε δὲ καὶ αἱ εἰρηνικαὶ σπονδαὶ παρωράθησάν τε καὶ συνεχέθησαν, ἃς εἶχε βασιλεὺς ἐκτελέσας μετὰ Πέρσου τοῦ διέποντος τὸ Ἰκόνιον. ὁ μὲν γὰρ Καϊχοσρόης (τοῦτο γὰρ ἦν ὄνομα τῷ βαρβάρῳ) δύο Ἄραβας ἵππους ἐκ τοῦ σουλτὰν τῆς κατ’ Αἴγυπτον Ἀλεξανδρείας τῷ βασιλεῖ στελλομένους ἀφείλετο.
τοίνυν καὶ θατέρῳ τούτων τὸ γόνυ ἐξαρθρωθέντι ἐν τῷ πρὸς δρόμον ἀνίεσθαι πέμψας εἰς βασιλέα συγγνώμην ᾐτεῖτο, ὅτι τε ὅλως εἰς αὐτὸν διαβαίνοντας ἵππους ἔσχεν ἰδιωσάμενος καὶ ὅτιπερ ἡ τοῦ ἑνὸς ἀχρείωσις καὶ τὴν θατέρου ἀποστολὴν πεποίηκεν ὑποστείλασθαι· πάντως δὲ φροντιεῖν τοῦ τῷ φίλῳ ἀνεπαχθοῦς καὶ τοῦ μὴ τῶν ἵππων ἐς μακρὸν στέρεσθαι. καὶ ὁ μὲν ἐφ’ οἷς ἔδρασεν εὐπρόσωπον οὕτως ἠγόρευε τὸν ἀπόλογον· ὁ δὲ μήτε τὸ μεγαλόψυχον ἐπαινέσας, μήτε μὴν τὴν ἀνάγκην τρέψας ἐς τὸ φιλότιμον ἢ γοῦν ἐν νῷ βαλλόμενος τὸν καιρὸν βαρὺν ἐνστάτην ἀεὶ αὐτῷ ἐφιστάμενον καὶ πρὸς πνῖγμα ἐπὶ πᾶσι κατάγχοντα, ὡς πρῖνος αὐτίκα καιόμενος τῷ θυμῷ ἐπεβρόντα. πλὴν ἕτερον μὲν οὐδέν τι γενναῖον πρὸς ἀντιπαραλύπησιν τοῦ Πέρσου συνεώρακε διαπράξασθαι, καθ’ ἑαυτοῦ δὲ στρατεύεται ἀτεχνῶς καὶ τὸ ξίφος τῷ τέως κρυπτόμενον ἀναδείκνυσι. τοίνυν ἐπιτάττει φυλακαῖς ἐνειρχθῆναι καὶ τὰ ὄντα πάντα ἀφαιρεθῆναι ὁπόσοι Ῥωμαῖοί τε καὶ Τοῦρκοι πραγματευταὶ τοῦ Ἰκονίου ἀπάραντες τὸ Βυζάντιον ἐπεισῄεσαν.
καὶ τὰ μὲν ἐκείνων ἐμπορεύματά τε καὶ ὑποζύγια οὔτ’ αὐτὸς εἶχεν ὡς δέον οἰκειωσάμενος οὐτ’ ἐναπελείφθη ἐκείνοις, ἄλλα γὰρ ἄλλοις καὶ πάνθ’ ὁμοῦ σχεδὸν διεσκέδαστο καὶ ἠφάντωτο. Καὶ ὁ βάρβαρος τὸ συμβὰν ἐνωτισάμενος, μηδέν τι τῆς προθυμίας καθυφείς, μήτε μὴν εἰς δευτέραν βλέψας πρεσβείαν, κατὰ Ῥωμαίων ὅπλα βαστάζει, καὶ προσπεσὼν ἀπροσδόκητος ταῖς κατὰ Μαίανδρον κωμοπόλεσι Καρίαν τε καὶ Τάνταλον καθ’ ἡλικίαν ἠνδραποδίσατο καὶ πόλεις ἄλλας ὅτι πολλὰς ληϊσάμενος πρὸς αὐτὴν ἠπείγετο τὴν κατὰ Φρυγίαν Ἀντιόχειαν. Καὶ τάχ’ ἂν ἐξεῖλε καὶ ταύτην ὥσπερ χθιζὰ Καρίαν καὶ Τάνταλον, εἰ μὴ παρὰ δόξαν ἀντέστη τῷ βαρβάρῳ πρὸς τὸ ὀξὺ τῆς σκυλεύσεως οὐκ ἐκ προνοίας τινὸς ἀνθρωπίνης, ἀλλά πως αὐτομάτως ἢ καὶ θεόθεν παρεισπεσόν τι συγκύρημα. ὁ μὲν γὰρ νύκτωρ ἐξαναστὰς κατὰ κράτος εἰς Ἀντιόχειαν ἤλαυνεν, ἐπιθησόμενος ὄρθριος καὶ πορθήσων τὸ πόλισμα· ἔτυχε δ’ ἡμέρας ἐκείνης τῶν παρὰ τῇ πόλει δυναμένων τινὰ θύειν γάμους θυγατρί.
PG 139:899ἦν οὖν, ὡς ἐν ταῖς τοιαύταις εἴθισται τελεταῖς, ὅμαδος ἀνθρώπων θαλιαζόντων κύμβαλά τε δι’ ὅλης τῆς νυκτὸς ἐκείνης ἀλαλάζοντα καὶ τύμπανα περικτυπούμενα καὶ ὀρχησταὶ τὼ πόδε παρενσαλεύοντες καὶ χοροὶ γυναίων τοῖς ὑμεναίοις τὰ πρόσφορα ᾄδοντες. ὡς οὖν ἤγγισε τῇ πόλει Καϊχοσρόης, τὴν τῶν ὀργάνων ἁρμονίαν εἰς ὦτα δεξάμενος καὶ τῆς συμφωνίας τῶν ᾀδόντων ἀκροασάμενος οὐχὶ τοῦ ὄντος κατεστοχάσατο, ἀλλ’ ἀνδρῶν ἡτοιμασμένων πρὸς πόλεμον συνθήματα εἶναι ταῦτα ὑπολογισάμενος, τὴν ἐκείνου προεγνωκότων ἔφοδον, ᾤχετο ἐκεῖθεν καὶ πρὸς τὴν Λάμπην ἀφίκετο. Ἔνθα δὴ ἀπογραφεῖς ἐπιστήσας τῶν αἰχμαλώτων περί τε τῆς πατρίδος ἕκαστον καὶ τῆς κλήσεως ἐπυνθάνετο, καὶ ὅστις ὁ συλλαβὼν ἀνηρώτα, καὶ εἴ τι τῆς οὐσίας ἀπολωλέκει, καὶ εἰ παῖς ἢ θυγάτριον ἢ ἄλοχος ὑπό του τῶν Περσῶν ἀποκέκρυπται. καὶ τοιαύτην ἔκταξιν ποιησάμενος, πάντα ἀποδοὺς Ῥωμαίοις καὶ κατὰ φῦλα καὶ συγγενείας πάντας ἀπομερίσας, τῆς ἐπὶ τὰ πρόσω εἴχετο. συνεκεφαλαίωτο δὲ ἡ τῶν ἀνδραποδισθέντων πληθὺς εἰς πέντε χιλιάδας ἀνθρώπων.
ἐν δὲ τῇ ἀπαγωγῇ ταύτῃ ἐμέλησε τῷ βαρβάρῳ, καὶ ὅπως τῶν ζωαρκῶν μὴ σπανίζωνται οἱ αἰχμάλωτοι, καὶ σῖτον αὐτοῖς διαδοὺς οὐδὲ τὸ τῆς ὥρας ψῦχος παρῆκεν ἀνήκεστον· πέλεκυν γὰρ ἐγχείριον ἔχων καὶ αὐτουργῶν ἐς σχίδακας διῄρει, τυχὸν οὕτω, χρόνῳ ἀνατραπὲν γεράνδρυον· ἀλλὰ καὶ τοῖς συνδραμοῦσι πρὸς τὴν θέαν Πέρσαις ὁμοίως δρᾶν ὑπετίθετο, προσεπάγων ἅμα καὶ ὑποβάλλων τὸ τῆς ἐργασίας αἴτιον καὶ τὸ πρὸς τί εὔχρηστον αὐτοῖς ἐπιλέγων· Πέρσαις μὲν γὰρ ἐξεῖναι διὰ παντὸς ἐξιέναι τῆς παρεμβολῆς καὶ ξυλεύεσθαι, ὅτι μηδ’ ἔσται τις αὐτοῖς προσιστάμενος, Ῥωμαίοις δὲ οὐχί, φυλαττομένοις τὸ μὴ δοκεῖν ἀποδιδράσκειν καὶ τὰ ἐκ τοῦδε ὑφορωμένοις ὡς φυγάσιν ἐπικεισόμενα δεσμά. Ἐπεὶ δὲ τὸ Φιλομίλιον κατέλαβεν, ἐπαύλεών τε μετέδωκε καὶ γῆς ἐπεμέτρησε μέρος πρὸς ἐργασίαν ἀγαθῆς σῖτόν τε αὖθις διέδωκε καὶ ὅσα τῶν ἡμέρων καρπῶν σπόριμα. ναὶ μὴν ἐλπίδων χρηστῶν ἐνέπλησε, τέλος εἰπὼν ὡς αὐτοῦ καὶ βασιλέως αὖθις φιλιωθέντων καὶ πρὸς τὰς πρότερον σπονδὰς ἀπιδόντων προῖκα καὶ αὐτοὶ τὴν οἴκαδε ἐπάνοδον ἕξουσιν·
εἰ δέ τι ἕτερον μεταβουλεύσεται βασιλεύς, ἐπὶ πέντε ὅλοις ἐνιαυτοῖς ἀδασμολόγητοι καθεδοῦνται, μηδένα τὸν ὁποιονοῦν ἀπόδομα εἰσπράττοντα ἔχοντες, μετέπειτα δὲ καταβαλοῦνται ὃν ἂν αὐτὸς ἀνεπαχθῆ διατάξαιτό σφισι φόρον, οὐχ ὑπερβαίνοντα τὸν ὅρον, ὡς εἴθισται παρὰ Ῥωμαίοις, οὐδὲ πρὸς τὸ πολλαπλάσιον κορυφούμενον. καὶ ὁ μὲν ταῦθ’ οὕτω διατεταχὼς ἐπανῆκεν ἐς τὸ Ἰκόνιον· τὸ δὲ φιλάνθρωπον τόδε διάγγελμα οὐ μόνον οὐδένα τῶν αἰχμαλώτων πατρίδος ἀφῆκε μνήσασθαι, ἀλλὰ καὶ πολλούς, ὁπόσοι πρὸς Περσῶν οὐχ ἑάλωσαν, ἐς τὸ Φιλομίλιον ἐφειλκύσατο, ἀκηκοότας ὅσα τοῖς καθ’ αἷμα καὶ πατριώταις ὁ Πέρσης εἰργάσατο. Οὕτως ἐκ τῆς τῶν εἰς ἡμᾶς Ῥωμαίων γενεᾶς οὐχ ὅπως ἐκλέλοιπεν ὅσιος καὶ ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλὰ καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἀπεψύγη τῶν πολλῶν ἡ ἀγάπησις, ὡς τὴν παρὰ βαρβάροις ἀποικίαν πόλεις ὅλας Ἑλληνίδας ἑλέσθαι καὶ τῆς πατρίδος ἀσμένως ἀλλάξασθαι· αἱ γὰρ συχναὶ τυραννίδες τό τε ὑπ’ ἀρχὴν τῆς σώφρονος διαίτης ἐξέκρουσαν καὶ ταῖς ἁρπαγαῖς οἱ πλείους ἐγγυμνασάμενοι οὐδέν τι πρὸς τοὺς ὁμοφύλους μέτριον ἐνενόουν καὶ διεπράττοντο.
PG 139:901Ἀλλ’ οἷα καὶ τὰ παρὰ βασιλέως πρὸς τὰ οὑτωσὶ συμβάντα διῳκημένα. στέλλει τὸν Δοῦκαν Ἀνδρόνικον νεανίαν πρώτως ὑπηνήτην τῷ Πέρσῃ συμπλακησόμενον. ὁ δὲ μεθ’ ὧν ἡγεμόνευεν ὀψὲ ποιεῖται κατὰ τῶν Τούρκων ἔφοδον. ἀμέλει καὶ νυκτὸς ἐπιθέμενος ποιμνίταις καὶ βουκόλοις ἀμηρᾶ τινος Ἀρσανῆ μετ’ οὐ πολὺ ἐπανέζευξεν. Ἀλλὰ καὶ βασιλεὺς αὐτὸς ὡς ἀπὸ λωτοῦ καὶ Σειρήνων τῶν τρυφερῶν χωρίων τῆς Προποντίδος μόλις ἀποσπασθεὶς κατὰ Νίκαιαν καὶ Προῦσαν ἀφίκετο, οὐκ ἀντιμετρήσων ἢ ἀνταποδώσων τοῖς Πέρσαις ὃ ἐμέτρησαν καὶ ἀνταπέδωκαν ἡμῖν ἀνταπόδομα, ἀλλ’ ἵνα μὴ τὰς ἐκεῖσε πόλεις καὶ χώρας κακῶς διάθωνται τῶν τοῦ Βάθους ἐξαναστάντες μερῶν, ἐν οἷς οὐ μέτριοι τότε ηὐλίζοντο. πλὴν καὶ βασιλεὺς μῆνα τοῖς ἐκεῖσε ἕνα προσδιατρίψας ὀξέως ἐπάνεισιν εἰς Βυζάντιον. Ἀνατείλαντος δ’ ἔαρος γίνονται πάλιν συνδρομαὶ τῶν στρατευμάτων καὶ συλλογαὶ μεθ’ ὅσης οὐκ εἴπῃ τις ἂν ὁρμῆς καὶ συντονωτάτης ἐπειγωλῆς, ἐπεὶ καὶ ταῖς πολλάκις τοῦ ἔτους συνόδοις καὶ ταῖς συχναῖς συντάξεσιν ὁ στρατὸς ἀποκναίσαντες στῆναί τε τῶν ἐπαλλήλων συνελεύσεων ἤρων καὶ τῆς οἴκοι ἀναβολῆς ἐγλίχοντο.
ὡς ὑπὲρ ἰσχὺν τοίνυν ἀγωνιούμενοι συνελέγησαν, καὶ ἢ κρείττους τῶν ἀλλοφύλων ἐσόμενοι ἢ μετ’ εὐκλείας ὑπὲρ τῶν πατρίδων ἀποθανούμενοι. καὶ οὕτω μὲν αἱ δυνάμεις ὡς εἰς ἓν στρατόπεδον τὰ Κύψελλα συνηθροίζοντο. Ὁ δὲ βασιλεὺς αὐτογνωμονῶν ἀποθαρρεῖ ὅπερ ὁ λόγος λέξων ἔρχεται. ἔπασχε τὰ ἄρθρα τοῦ σώματος κατὰ κύκλον οἱονεὶ καὶ περίοδον, τοὺς δὲ πόδας καὶ μάλιστα ὕλης ἐνσκηπτούσης μοχθηροτέρας καὶ ὀδύνας δυσυποίστους ἀποτικτούσης, ἐξ ὧν ἀκινησίαι τε προσεπήγοντο τοῦ πάθους φλεγμαίνοντος καὶ λάβροι πυρετοὶ πολλάκις ἐπῄγιζον. κατά τινα οὖν ἡμέραν τὰς θύρας τοῦ κοιτῶνος ἐπιζυγώσας, ἄλλῳ μὲν οὐδενὶ τοῖς δὲ προκοίτοις ἐκφήνας τὸ ἀπόρρητον, σιδήρια πυρακτωθέντα τοῖς σκέλεσιν ἐπιτίθησι καὶ εἰς βάθος τὸν καυτῆρα ἐπαγαγὼν τὰ μὲν πρῶτα φιλοσοφῶν τὰς ὀδύνας πρὸς τὰς καύσεις τῶν ποδῶν ἀπεμάχετο μεθ’ ὕβρεών τε τοὺς ἰατροὺς ἀπεπέμπετο, περὶ μόνα τὰ καθάρσια τούτους λέγων ἀεὶ στρέφεσθαι καὶ μηδέν τι πλέον τῶν κενωσίμων εἰδέναι καὶ μετιέναι τοῖς κάμνουσιν ἴαμα.
τὰ δ’ ἐφεξῆς φλεγμοναὶ τῶν καυτηριῶν καὶ περιωδυνίαι τῶν πρώην δριμύτεραι, οἱ ἰατροὶ ἐπὶ τούτοις εἰσκεκλημένοι, οὐχ ὁ μὲν ὁ δ’ οὔ, ἀλλὰ πάντες κοινῶς, πρὸς δὲ τούτοις καὶ δέος ὑποθρᾶττον τὸ αἷμα, μή πως τὸ τῆς ὕλης μεθιστάμενον, τῆς περὶ τοὺς πόδας καθόδου ἀνακοπέν, εἴς τι καίριον ἐνσκήψῃ μέρος τοῦ σώματος καὶ αὐτὸν μὲν παρασύρῃ τοῦ ζῆν αἰφνηδόν, ἡ δ’ ἀρχὴ μεταπεσεῖται παρὰ δόξαν πρὸς ἕτερον. Οἱ μὲν οὖν τῶν σωμάτων θεραπευτῆρες φαρμακεύειν αὐτὸν ἐγνώκεσαν· οὕτω γὰρ ἂν τὸ τῆς ὕλης κινούμενόν τε ἅμα καὶ πλεονάζον γαληνιάσειε ταῖς κενώσεσι. καὶ ἦν τὰ φάρμακα ἦμαρ παρ’ ἦμαρ σχεδὸν κεραννύμενα, καὶ τὸ ἀνύσιμον αὐτοῖς ἐφωμάρτει. ἡ δὲ βασιλὶς Εὐφροσύνη ἐφρόντιζε μὲν καὶ τῆς ὑγείας, ὡς εἰκός, τοῦ εὐνέτου, ἐσκέπτετο δὲ πλέον μετὰ τῶν συνήθων καὶ οἷς τὰ κρυφιώδη τῶν φαντασμάτων προσανετίθει καὶ τοῦ στήθους ἀνεμήρυε τὰ ἀπόρρητα περὶ τοῦ παραληψομένου τὴν βασιλείαν, ὡς ἔσται τις αὐτῇ μὴ ἀνάρσιος μηδ’ ἀπεχθής, ἀλλ’ ἀσπάσιος. βασιλεῖ μὲν γὰρ οὐκ ἦν διάδοχος υἱὸς τῆς ἀρχῆς, δυάζουσαι δὲ θυγατέρες, καὶ αὗται τῶν συνεύνων πρὸ μικροῦ σπανιζόμεναι.
ἡ μὲν γὰρ προφερεστέρα καθ’ ἡλικίαν Εἰρήνη θανάτῳ μαλακῷ δαμέντα τὸν σύλλεκτρον Ἀνδρόνικον τὸν Κοντοστέφανον ἀπεβάλετο, Ἄννα δὲ ἡ κατὰ τὴν γένεσιν ἐφεπομένη, τῷ δὲ κάλλει προτερεύουσα, Ἰσαακίῳ συνῴκει τῷ Κομνηνῷ, ὃς κατὰ Μυσίαν ἐναπέθανε τοῖς δεσμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρήκειμεν. ἐπιλογαὶ τοίνυν καὶ ψηφηφορίαι τῶν ἀρξόντων ἄλλαι τε παρ’ ἄλλων ἐγίνοντο καὶ πᾶσαι πρὸς τὸ τῶν προβαλόντων ἐτελοῦντο χρήσιμον, τοῦ δ’ ἀξίως βασιλεύσοντος Ῥωμαίων καὶ ὡς ἄριστα τὰ κοινὰ διακυβερνήσοντος πράγματα οὐδεὶς οὐδένα λόγος εἰσήρχετο· ὥστε ὑπὸ τῶν ἀβελτέρων καὶ νήπια ἔτι ἐν γάλαξιν ὄντα καὶ σπαργάνοις ἐνειλημένα πρὸς τὴν ἀρχὴν ἐπεκρίνετο. αὐτῶν μέντοι τῶν ἐν γένει καὶ πλούτῳ περιβλεπομένων ὁ μὲν πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης τῷ πρὸς μητρὸς ἀντεκάθητο θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ, οὗτος δ’ αὖθις κατ’ αὐτοῦ ἀντωφθάλμει. οἱ δὲ τοῦ βασιλέως κασίγνητοι τρεῖς ὄντες καὶ τὰς κόρας πάντες ἐκκεκομμένοι παρ’ Ἀνδρονίκου, ἀλλὰ δὴ καὶ ὁ ἐπὶ τῇ ἀδελφῇ τούτων Εἰρήνῃ γαμβρὸς ὁ Καντακουζηνὸς Ἰωάννης, ἐξ ὀμμάτων καὶ αὐτὸς δεικνύμενος, παισὶ τοῖς ἑαυτῶν τὴν ἀρχὴν ἠνδρολόγουν.
PG 139:903ἦσαν δ’ οἳ χθές τε καὶ πρώην διαμασσώμενοι τὰ δρυόκαρπα καὶ τὸν Ποντικὸν λάρδον ἐπὶ στόματος ἔτι φέροντες ἐπείρων καὶ ἤρων τῆς βασιλείας μάλα λαμπρῶς καὶ ὅλοις ἐς αὐτὴν περιέργοις ἐνητένιζον ὄμμασι, προαγωγοῖς καὶ προμνήστορσι χρώμενοι ὁπόσοι τῶν ἀγοραίων ὤνιοι χρημάτων καὶ κοιλιόδουλοι, ὡς μακρῷ κάκιον τοῦ καθ’ ἕνα τὸ κοινῇ γινόμενον εἶναι ψήφισμα. Ὢ περίπυστον πρᾶγμα Ῥωμαίων ἀρχὴ καὶ πᾶσιν ἔθνεσι ζηλωτὸν καὶ προσκυνητὸν ἀξίωμα, οἵους ὑπήνεγκας βιαστάς· οἷοί σοι ἐπανέστησαν ὑβρισταί· οἷοί σοι ἐπεμάνησαν ἐρασταί· οἵους ἐνηγκαλίσω· οἵοις ὑπέθηκας ἑαυτὴν καὶ φιλοτήτων μετέδωκας ἐταινιώκεις τε τῷ στεφάνῳ καὶ περιέβαλες τὸ διάδημα καὶ τὸ φοινικόχροον περιέδησας πέδιλον.
PG 139:905θυμαλγέστερά εἰσιν ὄντως τὰ σὰ οἷς πέπονθε Πηνελόπη παραλληλιζόμενα, καὶ κατ’ οὐδὲν ἀπέοικας βασιλείας γυναικὸς πανευδαίμονος, σεμνῆς τὸ κάλλος, εὐφυοῦς τὸ μέγεθος, εὐπρεποῦς τὴν ὄψιν, ἑαλωκυίας μέντοι χερσὶν ἐραστῶν ἀναιδῶν μηδὲ τιμωμένων ὀβολοῦ παρ’ ἐχέφροσιν, οὔτε μὴν ἐχόντων τὸ μεγαλοπρεπὲς αὐτῆς συνιδεῖν μηδ’ εὐλαβουμένων τὸ ὕψος μηδ’ ὑποστελλομένων τὸ εὐγενές, ἐνίοτε δὲ καὶ πρὸς ὕβριν περιελκόντων καὶ εἰς κοίτην ἀπαγόντων ἀθέμιτον. Αἲ αἲ τῆς αἰσχρουργίας, οἷα πέπονθας, οἷα τεθέασαι. ὄψις πόρνης ἐγένετό σοι χρῆμα περίπυστον καὶ πρᾶγμα περίδοξον. καὶ φροῦδον μέν σοι τὸ ἀπέριττον ἐκεῖνο κάλλος καὶ τὸ τοῦ τρόπου αἰδῆμον καὶ ἡ σώφρων καὶ προτέρα ἐγκρατὴς δίαιτα, περίεργον δὲ καὶ μετεγγραφὲν ἐντρίψεσι καὶ φαρμάκοις τὸ σὸν πρόσωπον, καὶ διεσκεύασαι πρὸς τρυφὴν καὶ πρὸς ἦθος ἀκόλαστον μετερρύθμισαι· οἱ γάρ σε βιασάμενοι τὴν πρώην ἀπεριέργως καλὴν καὶ τὸ εἶδος ἀγαστὴν καὶ ἐπέραστον πρὸς τὸ ἑταιρικὸν μετεπλάσαντο σχῆμα. πότε ἀνανεύσεις τῆς ἀμόρφου ταύτης εὐμορφίας καὶ τοῦ δυσειδοῦς εἴδους καὶ τοῦ ἐπιποιήτου βλέμματος καὶ βαδίσματος;
ἢ τίς ὁ ἐξάξων σε τῶν πρὸς βίαν τυραννικῶν τούτων περιπλοκῶν καὶ πρὸς τὴν πρώτην ἐπανάξων ἀκαπήλευτον διαγωγήν; ὡς νῦν γε καὶ τὸν οἶκτον εἰς γέλων μετενεγκεῖν κινδυνεύομεν, οἷς οὐ δεῖ συμφερομένην ὁρῶντες σε καὶ τὸ τῆς ἀσχημοσύνης χρόνιον φέρειν οὐκ ἔχοντες. ἀλλ’ εἶεν. Ὁ δὲ δὴ αὐτοκράτωρ μήπω καθαρῶς ἀνασφήλας τῆς νόσου μηδ’ ἐπὶ τῶν ποδῶν στῆναι δυνάμενος ἔξεισι καὶ ἄπεισι πρὸς τὰ Κύψελλα, ἐξαρτύσας ὅσα πρὸς πόλεμον ἄραρεν. αὐτοῦ δ’ ὄντος ἔτι ἐν καχεξίᾳ, Σκύθαι μετὰ μοίρας Βλάχων τὸν Ἴστρον διαβάντες τοῖς Θρᾳκικοῖς ἐπῄεσαν πολίσμασιν, ὁπόσα περὶ Μεσήνην καὶ Τζουρουλόν, καὶ τὰ ἔτι τούτων ἐχόμενα ἐξ ἐφόδου ἔκειρον κατ’ αὐτὴν τὴν ἐτήσιον μνήμην Γεωργίου τοῦ χριστομάρτυρος.
Ἦν μὲν οὖν, ὡς ᾔδετο, τοῖς βαρβάροις σκέμμα καὶ σύνθημα πρὸς τῶν ἡγεμόνων τῆς ὁδοῦ δοθὲν ἐς τὸ Κουπέριον ἀφικέσθαι (τὸ δέ ἐστιν ἐκ γειτόνων τῇ Τζουρουλῷ διακείμενον, ἔνθα ἤγετο τηνικαῦτα τῷ μάρτυρι ἑορτὴ καὶ πανήγυρις συγκεκρότητο), ὀμίχλης δὲ περισπασθείσης ἕωθεν χαμαιφερῶς τὸ μὲν πολὺ τῶν βαρβάρων τῆς προκειμένης ἀπορραγὲν εἰς χωρία μετέρρευσεν ἕτερα μέχρι καὶ τοῦ παράλου Ῥαιδεστοῦ κατιόν, μοῖρα δέ τις αὐτῶν περὶ τὸ Κουπέριον ἐπενσκήψασα τῷ μὲν ναῷ καὶ ταῖς περὶ τὸ τέμενος ἑστίαις οὐδαμῶς προσέβαλε· τὸ γὰρ συνελθὸν πλῆθος ἐπὶ τῷ τὰ ὅσια τελέσαι τῷ μάρτυρι δρᾶσαί τι μᾶλλον φθάσαν ἢ παθεῖν ἀναμεῖναν κεκρικὸς δέον, ἁμάξας ἀγηοχὸς καὶ τὸν νεὼν περιφραγμῶσαν, κατὰ τὴν πρώτην εὐθὺς τῶν βαρβάρων ἐπέλευσιν τὰ ἐκεῖσε πεποίηκεν ἄβατα ἄλλως τε καὶ τοῖς Σκύθαις ἀπείρητα, τειχομαχεῖν τὰ ἐν κώμαις ἐκτρεπομένοις ἐς δεῦρο καὶ πόλεσιν ὀχυρώματα, ὡς οἷα πρὸς τὴν πρώτην ὁρμὴν κατὰ λαίλαπος κίνησιν ἀναρριπτόντων τὰ ἐν ποσὶ καὶ πρὸς ἤθη τὰ οἰκεῖα μεταχωρούντων.
PG 139:907τοὺς δέ γε τοῦ νεὼ ἀφεμένους καὶ πρὸς τὸ πόλισμα τὴν Τζουρουλὸν ὡς ἔχον σῶσαι μεταχωρήσαντας πανδημεὶ ᾐχμαλώτευσαν, μὴ λαβέσθαι φθάσαντας τοῦ ἐρύματος. Ἦσαν δ’ ἂν ἅπαντες τοῦ κακοῦ τῆς αἰχμαλωσίας ἀπείρατοι, εἰ μὴ ὁ κάκιστ’ ἀπολούμενος ῥακενδύτης, ὃς ἐκ τῆς Ἀντιγόνου μονῆς ἐκεῖσε ἀφίκετο τελωνήσων τὴν πανήγυριν, παρ’ οὐδὲν ἔθετο ὅσα ἦν ἐπιστείλας ὁ Βρανᾶς Θεόδωρος, ὃς τῶν ἐκεῖθι χωρῶν ἡγεμόνευεν, ἀπαγορεύοντα μὲν τὴν τῶν πολλῶν ἐς τὸ Κουπέριον συνδρομήν, τὴν δ’ ἐπιδρομὴν τῶν Σκυθῶν ἀπαγγέλλοντα καὶ προτιθέντα αἵρεσιν, ἢ κακῶν ἀπαθεῖς εἶναι τοὺς συνελθόντας τῶν ἐντελλομένων ἀκούσαντας ἢ τεθνάναι παρακούσαντας.
νῦν δὲ ὁ τοῖς ἐν κόσμῳ ἐπίπαν ἀποταξάμενος καὶ λαμπρῶς τῶν κάτω ἀπορραγείς, τὸ δὲ κατὰ Χριστὸν τριβώνιον ἐθελοντὴς ὑποδύς, δείσας μὴ χάλκεος στατὴρ αὐτὸν διαδράσειε τοῦ λεὼ διασπαρέντος, τὴν μὲν δέλτον τῷ κόλπῳ ἐνέβυσε καὶ ὡς ἐν σκότει τῇ μελανειμονίᾳ παρέπεμψε, τοῖς δ’ ἀγειρομένοις προύλεγεν, ὡς εἰ καὶ προφήτου ἦν περισσότερος ὁ τὰς ἐννοίας, ἔνθα τὸ κέρδος, ἐμπορικὸς καὶ δριμύτατος, ὡς οὐδέν τι πείσονται ἀηδὲς καὶ ὁποῖον αἱ φῆμαι τὰ πολλὰ τὴν ἀλήθειαν τυραννοῦσαι μὴ διακριδὸν καταγγέλλουσι. Καὶ οὕτω μὲν οἱ Σκύθαι λείαν πολλὴν ἐλάσαντες ἀνεζεύγνυον, ὁ δὲ τὴν Βιζύην φυλάσσων Ῥωμαϊκὸς στρατός, μαθὼν ἐπανιέναι τοὺς Σκύθας, τὴν ἐπ’ αὐτοὺς ἐτράπετο. ἐπεὶ δὲ καὶ ξυνέβαλον ἀμφότερα τὰ στρατεύματα, κρατεῖ τὸ ἡμέτερον φόνος τε καὶ τροπὴ γίνεται τῶν Σκυθῶν καὶ τὸ τῆς αἰχμαλωσίας πλεῖστον ἀνίεται, καὶ τοῦτ’ ἐπὶ βραχύ· ἡ γὰρ σύμφυτος καὶ μανιώδης κἀπὶ τοῖς μηδαμῶς καθήκουσιν ἀμετάβλητος Ῥωμαίων λίχνευσις τὴν νίκην διέφθειρεν.
ὅλοι γὰρ τοῦ ἀφαρπάζειν καὶ μεταφέρειν γενόμενοι ἅπερ ἦγον οἱ Σκύθαι τὰς Ῥωμαϊκὰς κώμας πορθήσαντες τὸ ἀπιὸν καὶ δραπετεῦον ἤδη πολέμιον ἐπέστρεψαν καθ’ ἑαυτῶν καὶ παλίωξιν ἐντεῦθεν εἰργάσαντο. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ Καὶ τῇδε μὲν καὶ ταῦτα συμβέβηκε· βασιλεὺς δ’ ἀπάρας ἐκ τῶν Κυψέλλων τῇ Θεσσαλονίκῃ ἐφίσταται, κἀκεῖθεν ἀναστὰς κατὰ τοῦ Χρύσου ὁρμᾷ. οὗτος γὰρ τὴν Στρούμμιτζαν ἰδιωσάμενος καὶ φρούριόν τι ἀπολαβὼν λεγόμενον Πρόσακον εἰς τυραννεῖον ἑαυτῷ κατεσκεύασε, κρατύνας παντοίως τὸ ἔρυμα, ὅπερ ἡ μὲν φύσις ἀρχῆθεν φιλοτίμως ἐξεῦρέ τε καὶ ἀνέδωκε· πέτραι γάρ εἰσιν ἀπορρῶγες δισχιδεῖς, συνεπτυγμέναι ἀλλήλαις, μία δ’ ἐς αὐτάς ἐστιν ἄνοδος στενὴ καὶ βίαιος καὶ ἀμφίκρημνος, ἡ δὲ λοιπὴ περίμετρος τῶν πετρῶν αἰγίλιψ ἅπασα καὶ ἀπρόσβατος, καὶ ποταμὸς βαθυδίνης ὁ Ἀξειὸς ἀμφιπερικλώμενος ἐπιτειχίζει ταύτας παραλογώτερον· ἐλθοῦσα δ’ ἐς ὕστερον ἡ τέχνη ἀνθαμιλλήτρια τῇ φύσει ἀναλώτους αὐτὰς μικροῦ ἐτεκτήνατο· τείχει γὰρ ἀρραγεῖ διειληφυῖα κατὰ τὴν ἐνδοθεῖσαν ἄνοδον ὑπερφυὲς τετέλεκεν ὁρμητήριον.
PG 139:909Ἀλλὰ τὸ τοιοῦτον ἔρυμα τὸν Πρόσακον Ῥωμαῖοι μὲν πάλαι παρεῖδον, Βουλγάρων ἀφροντιστοῦντες, καὶ κατέλιπον ἔρημον, ὁ δὲ Χρύσος ἐπιποιήσας εἶχε κατὰ Ῥωμαίων ἀπρόσμαχον οἰκητήριον, πᾶν ὅτιπερ ὅπλοις τρόφιμον ἐγγενὲς ἐκεῖσε συνηλικὼς ἀφετήριά τε ὄργανα περιστήσας καὶ τὰ πρὸς τὸ ζῆν ἐνθέμενος ἄφθονα, ποίμνιά τε καὶ βουκόλια κατ’ ἀγέλας ταῖς ἀκρωνυχίαις ἀνεὶς νέμεσθαι· οὐ γὰρ εὐπερίληπτος ἡ τοῦ φρουρίου τοῦδε περίοδος, ἀλλ’ ἐς ὅτι πλεῖστον εὐρύνεται καὶ μηκύνεται καὶ ἄλσεσιν ἐξ ὄμβρων κομᾷ καὶ χωρίοις δρυμώδεσι βέβριθεν, ἑνὸς δέ τινος καλοῦ, καὶ τούτου ἀπαραιτήτου μάλιστα καὶ κρατίστου τὸ φρούριον στέρεται· οὐδὲ γὰρ βραχεῖά τις ὕδατος λιβὰς ἐκεῖ που ἐκδίδωσιν οὐδὲ φρεάτιά εἰσιν ὀρυκτά, ἀλλὰ δεῖ ἐς τὸν ποταμὸν κατιέναι καὶ ὑδρίοις ἀρύσασθαι τὸ ποτόν. τοιούτου τοίνυν ἐρύματος ἐγκρατὴς ὁ Χρύσος γενόμενος πρὸς οὐδὲν ὅτι κατ’ αὐτοῦ βασιλεὺς ἔπεισιν ἐτετάρακτο, ἀλλ’ ὡς ἀντιταξόμενος ἡτοιμάσατο.
Τοῖς μὲν οὖν ἐν πείρᾳ πολέμων Ῥωμαίοις, εἴ τις που τέως καὶ ὑπολέλειπτο, καὶ οἷς ἡ τῶν ἐκεῖσε θέσις χωρῶν οὐδαμῶς ἠγνόητο δέον ἐκρίνετο καὶ τῷ βασιλεῖ συνεβούλευον παραλλάξαι μὲν τὸν Πρόσακον, μετελθεῖν δὲ τὰ λοιπὰ πολίσματα καὶ τὰς κώμας, ὁπόσαι κατήκοοι Χρύσῳ γεγόνασι, μετὰ δὲ τὴν τούτων χείρωσιν τῷ Προσάκῳ παρεμβαλεῖν· οὕτω γὰρ ἐσεῖσθαι καὶ τὸ στράτευμα εὐθαρσέστερον τὰ εὐχείρωτα καταστρεψάμενον πρότερον καὶ λείαν ἐκεῖθεν περιβαλόμενον, καὶ αὐτὸν δὲ τὸν Χρύσον τῇ βίᾳ τῶν πραγμάτων ἀγχόμενον μεταβουλεύσασθαί τι χρηστότερον, ἐνδόντα τοῦ ἄγαν ἢ καὶ ἀπογνόντα τῶν καθ’ αὑτόν. τὸ δέ γε κατὰ τὴν πρώτην ὁρμὴν τοῖς ἀπροσμάχοις εὐθὺς προσβαλεῖν καὶ πρὸς ὄρη διαμιλλᾶσθαι ἀπότομα, μὴ καὶ εἶναι μάταιον ἔλεγον, καὶ ἄλλως ἱδρῶτας ὁρᾶν αἱματόεντας καὶ προκείμενον πόνον πολὺν καὶ φαντάζεσθαι κόρσας ἀναύχενας τῶν μαχουμένων ἀνδρῶν. Καὶ οἱ μὲν ταῦτα παρῄνουν. ἀντέστησαν δὲ γενναιότερον οἱ μὴ ἐνόρχαι τοῦ βασιλέως πρόκοιτοι, ὧν ἐπρωτίστευεν ὁ Οἰναιώτης Γεώργιος, καὶ τὰ ἐπὶ τῆς θεραπείας λειογένεια μειράκια.
οὗτοι γὰρ περιστάντες τὸν βασιλέα παλαιοὶ καὶ πανδέξιοι ἔπεισαν ἐς τὸν Πρόσακον εὐθυώρως ἄγειν τὴν στρατιάν, καὶ κατ’ αὐτοῦ τοῦ Χρύσου ἀντία τὰ ὅπλα φέρειν καὶ τὸ δόρυ διαγκωνίζεσθαι, ὡς εἰ οὗτος ἁλώσεται, οὐκ ἔστιν ὅστις ἐς τὸ ἑξῆς ἀντιστήσεται. καὶ ἄλλως δὲ τί τὸ προσιστάμενον μὴ κατὰ τοῦ καιρίου μέρους αὐτίκα χωρεῖν, ἀλλ’ ἐκ περιόδων καὶ κύκλων μετέρχεσθαι τὸ πολέμιον; πρὸς δὲ τούτοις τίς ἂν καὶ ἀνέξεται ὅλως ταῖς βαρβαρικαῖς ταύταις καὶ ἀχαριτώτοις χώραις διατρίβειν ἐπὶ πολὺ δι’ οὐδὲν ἢ μικρὸν ὄφελος, τῆς σικύων καὶ τῶν πεπόνων ὥρας ἐφισταμένης καὶ τῶν ἄλλων περκαζόντων ὡραίων τῆς γῆς, οἷς ὑπερβέβριθε Προποντὶς ὅσα καὶ παράδεισος χειρὶ θεοῦ φυτευθείς.
PG 139:911εἴθε ὑπὸ πλάκα Ῥηγίου γενοίμεθα καὶ Ἀφάμειαν θεασαίμεθα, ὅπως προσείποιμεν τὴν ἱερὰν Κωνσταντινούπολιν κἀκεῖθεν ἐς τὰ πρὸ τοῦ Πόντου τρυφερὰ χωρία προσαναπλεύσαιμεν, ἔνθα πραεῖά τις αὔρα βόρειος καὶ ζωογόνος προσβάλλει διὰ παντός, καὶ ἰχθύες νεαλεῖς περισκαίρουσι καὶ δελφῖνες ἥδιστον ἀναθρώσκουσι, λουτρῶν τε χάριτες διαγελῶσιν ἁπανταχῇ καὶ ἀργύρεα πλανώμενα ὕδατα τὸν θεατὴν διαχέουσι, καὶ τὰς ἀκοὰς τῶν δεῦρο κἀκεῖσε περιφοιτώντων ἑστιῶσι κατακηλοῦσαι κωτίλλουσαι χελιδόνες καὶ μελεάζουσαι ἀηδόνες καὶ πᾶν ἕτερον ἄλλῃ καὶ ἄλλῃ τρύζον ἐν ταῖς λόχμαις καὶ τιτυβίζον μουσικὸν πτερόν. Ὅλῳ τοίνυν ῥυτῆρι πρὸς τὸν Πρόσακον φέρεται βασιλεύς, εἴπερ ἐς ἴσον αὐτῷ κατέστη τῇ θέᾳ ὁ λόγος. ὅθεν τινὰ μὲν ἐρύματα πάρεργον ὁδοῦ κατεστράφησαν θημωνίαι τε καρπῶν καὶ λήϊα πυροφόρα κατῃθαλώθησαν καὶ παρὰ Περσῶν ἑάλωσαν Βλάχοι δορύκτητοι, οὓς ὁ τῆς πόλεως Ἀγκύρας σατράπης ἐπικούρους ἀπέσταλκε βασιλεῖ·
ὅτε καὶ τὸ μὲν περὶ τὴν ὀρθόδοξον πίστιν ὑγιὲς καὶ θερμότερον τὸν βασιλέα Ἀλέξιον ἐξελιπάρησε μὴ συγχωρῆσαι ὅλως τοῖς Τούρκοις οἴκαδε ἀνθρώπους μετενεγκεῖν θεόν, ὃν ἡμεῖς πρεσβεύομεν, σεβομένους, ἵνα μὴ τὴν πίστιν ἄκοντες μεταθέμενοι τὸ θεῖον κατὰ τῶν ἐκδόντων ἐκμήνωσιν, ἀλλὰ τὸ μὲν Βλαχικὸν αἰχμάλωτον ἐς οἰκετικὸν ἀποδοθῆναι Ῥωμαίοις, αὐτοὺς δὲ τοὺς χειρωσαμένους Πέρσας φιλοφρονηθῆναι δεξιώσεσιν ἑτέραις βασιλικαῖς· ὁ δὲ οὐδ’ ὅλως τοῖς λεγομένοις ἐπένευσεν. Ἐπεὶ δὲ καὶ ἐς αὐτὸν ἐφθάκει τὸν Πρόσακον, βαλὼν ἐκεῖ που στρατήγιον ἔγνω τοῦ φρουρίου αὐτίκα πειράσασθαι. καὶ ἦν ἔργα πρὸς Ῥωμαίων τηνικαῦτα τελούμενα κατιδεῖν γέρατος καὶ θαύματος ἄξια· ὑπὲρ γὰρ ἐλπίδας διηγωνίσαντο. οἱ μὲν γὰρ θυρεοῖς καὶ γυμνοῖς φραξάμενοι ξίφεσιν, οἱ δὲ τόξα καὶ βέλη φέροντες περὶ τὰ ἀνάντη τοῦ φρουρίου ἀνερριχῶντο γεώλοφα καὶ τοῖς ἀπὸ τειχῶν καὶ τῆς ἄκρας μαχομένοις ἐπεγχρίπτοντες ἔβαλλον. ἀμέλει καὶ μετὰ κάματον καὶ φόνον πολὺν ἐξέκρουσαν τοὺς βαρβάρους τοῦ προτειχίσματος, ὅπερ προφύλαγμα τῶν ἐκεῖσε πυλῶν ἐπῳκοδόμητο νεωστί.
ἦσαν δ’ οἳ καὶ διὰ τῶν κρημνωδῶν ἀνιμώμενοι ἀνόδων ἠκροβάτουν ὡς αἴγαγροι, πειρώμενοι γενέσθαι εἴσω τειχῶν καὶ πρὸς αὐτὴν τὴν ἄκραν ἀναδραμεῖν. Ἀλλ’ ὅτε τι διανύσαι ἔργον ᾠήθησαν σωτήριόν τε ἅμα καὶ κάλλιστον τοὺς ἐπὶ τῶν τειχῶν ἀμυνομένους τρεψάμενοι καὶ εἴσω ἐγκλείσαντες, τότε εἰκαίως διαπονούμενοι ἔγνωσαν· αἰτήσαντες γὰρ σκαπάνας εἰς τὴν τῶν περιβόλων καθαίρεσιν οὐδένα εἶχον τὸ αἰτηθὲν ὅπλον προσάγοντα. ἐπιμένοντες δὲ καὶ οὕτω τῷ μόχθῳ καὶ κατὰ τῶν ἐπὶ τῶν βασιλικῶν ὅπλων ἀγανακτοῦντες, χερσί τε καὶ ξίφεσιν ὡς ἀμάλαις χρώμενοι, τοὺς λίθους ἀπέσπων τῆς ἁρμογῆς καὶ τὰ θωράκια καθῄρουν ἀναθορνύμενοι. σχολαίτερον δὲ τοῦ ἔργου προβαίνοντος καὶ αὐτῶν προσπασχόντων κακῶς ἐκ τῶν ἐπικειμένων ἄνωθεν ἀντιπάλων, ὀψὲ καὶ βραδέως ὁ τοῖς ὅπλοις ἐφεστὼς θλαδίας ἀφίκετο σκαπάνας κομίζων εἰς ἕνα ὁρμαθὸν διὰ μηρίνθου συμβεβλημένας.
PG 139:913δέον οὖν αὐτίκα καταποντισθῆναι τὸν ἐπίρρητον ἢ γοῦν δυσφόρως καὶ χαλεπῶς ὑπενεγκεῖν τὸ πραχθὲν εἰς βραχεῖαν ἀναψυχὴν τῶν μάχῃ καὶ δίψει καὶ πνίγει κακουχουμένων διὰ τὸν ἐξ ἡλίου καύσωνα, ὁ δὲ μόνῃ ἐπιπλήξει, καὶ ταύτῃ ἀκκισμῷ μετεχούσῃ, καὶ τῇ περιψοφήσει τῶν χειλέων τὸν ἀγανακτοῦντα ὑποκρινάμενος κατέβαλεν οὕτω τὰ τῶν γενναίων ἐκείνων ἀνδρῶν φρονήματα. ἐπὶ δὲ τούτῳ καὶ κλίμακας αἰτησάμενοι, ὅπως δι’ αὐτῶν ἐς τὰ ἄνω γένωνται τῶν τειχῶν, οὐδὲ τούτων αὐτίκα ηὐμοίρησαν. ὅθεν μὴ ἐπ’ ἀνηνύτοις εἰσέτι μογεῖν ἀνεχόμενοι μετέβησαν ἐκεῖθεν οὐχ ἑκοντί. Ἐκ τοῦ ἀναμφιλέκτου δ’ ἄν, ὡς οἱ τειχομαχούμενοι Βλάχοι διετείνοντο ὕστερον, ἑάλω τὸ φρούριον καὶ ὁ Χρύσος συνείληπτο καὶ Ῥωμαίοις εὔφημον τὸ ἔργον τόδε γεγένητο καὶ πολλῶν ἐσέπειτα καμάτων ἀναίρεσις, εἰ τὰ πρὸς καθαίρεσιν τοῦ τείχους ὄργανα προητοίμαστο καὶ τοῖς κατὰ καιρὸν αἰτουμένοις παρείχετο· νῦν δὲ ἡ τῶν καθηκόντων ἀμέλεια ἢ καὶ θεὸς αὐτὸς (ἀλλ’ ἡμῖν ἱλήκοι θεός, εἰ ἐμπλήκτως τοῖς αὐτοῦ ἐπιβάλλομεν κρίμασι) μὴ ἐν τοῖς τότε ἀνθρώποις ἐπευδοκῶν προσέστη τοῖς ἀγωνίσμασι.
Καὶ κατ’ ἐκείνην μὲν τὴν ἡμέραν οὕτω Ῥωμαῖοι διημιλλήθησάν τε καὶ διελύθησαν· τὴν δ’ ἐπιοῦσαν πρὸς δευτέραν αὖθις ἐξῄεσαν συμπλοκήν, εὗρον δὲ μετὰ φρονήματος καὶ κόμπου τὸ ἀνθιστάμενον ἁμιλλώμενον διὰ τὰ ξυνενεχθέντα χθιζά. ἀλλὰ καὶ τὰ πετροβόλα μηχανήματα, οἷς ἐχρῶντο οἱ βάρβαροι, ἀνῄρουν οὐχὶ βραχεῖς, ἐπιτυχῶς καὶ ἀφ’ ὕψους τοὺς λίθους διακοντίζοντα· ἦν γὰρ καὶ ὁ ταῖς τῶν πετρῶν ἀφέσεσιν ἐφεστὼς καὶ τὸν λύγον περιάγων καὶ τὴν σφενδόνην διατιθεὶς ἐν μηχανουργοῖς ἄριστος, Ῥωμαίοις μὲν ἐπὶ μισθῷ τὰ πρῶτα ὑπηρετούμενος, τότε δὲ πρὸς Χρύσον ἀπονοστήσας ἐκ τοῦ μὴ ἔχειν τὸν μισθὸν χορηγούμενον. οὐ μόνον δὲ οἱ ἐκ τῶν ἀφετηρίων ἀποσφενδονούμενοι σφαιρωτοὶ λίθοι κακῶς ἐτίθουν τὸ στράτευμα, ἀλλὰ καὶ οἱ κατὰ πρανοῦς ἐπικυλιόμενοι ἄνωθεν. ἐν πολλοῖς δὲ καὶ τὰ μὴ ἐφικνούμενα σωμάτων ἐκ τῶν μηχανῶν χερμάδια εἰς θάνατον κατῆγον οἷς προσεπέλαζον· ταῖς γὰρ ἀνεστηκυίαις πέτραις προσαρασσόμενα, εἶτα τῇ τοῦ ἀφεικότος βέλους σφοδρότητι πρὸς πλεῖστα διαιρούμενα τμήματα, τῇδέ τε κἀκεῖσε διακριδὸν σκεδαννύμενα θανατηφόρον ἦσαν κακόν.
Καὶ νυκτὸς δὲ λάθρᾳ τοῦ ἐρύματος ἐξιόντες οἱ βάρβαροι τάς τε μηχανὰς διέλυσαν, ἃς ἐπὶ τῶν ἐκεῖσε γηλόφων ἔστησαν οἱ Ῥωμαῖοι, καὶ τὸ νυκτοφυλακοῦν διαθροήσαντες στράτευμα τῇ τοῦ πρωτοβεστιαρίου Ἰωάννου σκηνῇ φεῦγον ἐπικατέλαβον, ὡς καὶ τοῦτον θορυβηθέντα ἐξαναστῆναί τε αὐτίκα τοῦ λέχους, ὡς εἶχε καταδαρθάνων, καὶ δρασμῷ χρήσασθαι ὠρακιῶντα καὶ ὑπὸ δέους παλλόμενον. ἀμέλει καὶ τὰ ἐν τῇ σκηνῇ διελόμενοι, ἐν οἷς ἦν καὶ τὰ βατράχεια τὸ χρῶμα πέδιλα τοῦ πρωτοβεστιαρίου, ὅλην ἐκείνην τὴν νύκτα ἐν μωκείᾳ καὶ γέλωτι τὰ Ῥωμαίων ἐτίθεσαν πράγματα. ἐπὶ δὲ καὶ οἴνων δοχεῖα τυμπανοειδῆ ἐκ λύγων καὶ διάκενα διαχαλῶντες ἄνωθεν ἐξίστων τῷ δούπῳ τὸ στράτευμα, μὴ εἰδὸς ὡς ἐν σκότει τὸ γινόμενον. Ταύτῃ τοι καὶ βασιλεὺς τὰ κατὰ σκοπὸν οὐχ ὁρῶν περαινόμενα, ἄλλως τε μηδὲ χρονοτριβεῖν ἐκεῖσε προθέμενος, ἐς ξυμβάσεις τρέπεται. τοῦ τε οὖν Προσάκου καὶ τῆς Στρουμμίτζης καὶ τῶν χωρῶν τῶν πέριξ Χρύσῳ ἐξίσταται καὶ μίαν τῶν ἐκ τοῦ γένους συνευνάσαι οἱ συντίθεται, μὴ γυναικὸς σπανίζοντι.
PG 139:915ἀμέλει καὶ εἰσιὼν τὸ Βυζάντιον τὴν τοῦ πρωτοστράτορος θυγατέρα τοῦ συνοικοῦντος ἀπέζευξε καὶ τῷ Χρύσῳ ταύτην ἐκπέπομφε, νυμφαγωγὸν ἀναδείξας τὸν σεβαστὸν Κωνσταντῖνον τὸν Ῥαδηνόν. τελεσθέντων δὲ τῶν νυμφευμάτων καὶ τῆς γαμηλίου δαιτὸς παρατεθείσης, ὁ μὲν Χρύσος ἐζωροπότει καὶ ἤσθιε τενθευόμενος, ἡ δὲ γυνὴ τὸν τῶν νεονύμφων αἰδουμένη νόμον ἐγκρατῶς εἶχε τῶν παρακειμένων. ἐπιταχθεῖσα δὲ πρὸς τοῦ νυμφίου συμμετέχειν ἐκείνῳ βρώσεως καὶ μὴ οὕτως αὐτίκα δράσασα εἰς ὀργὴν ἐκμαίνει τὸν ἄνδρα. ἀμέλει καὶ πλεῖστα καθ’ ἑαυτὸν ὑποβαρβαρίσας καὶ θυμομαχήσας ἐφ’ ἱκανὸν μεθ’ ὑπεροψίας ἔφησεν ὕστερον μὴ φάγῃς μηδὲ πίῃς Ἑλληνίδι φωνῇ. Τότε δὲ καὶ Σκυθῶν ἔφοδος γεγένητο μεγίστη τε καὶ φρικαλεωτέρα τῶν πρότερον· εἰς γὰρ τέσσαρα διαιρεθέντες στρατόπεδα πᾶσαν τὴν Μακεδονίαν ἐπῆλθον, ἀποπειρασάμενοι καὶ πόλεων εὐτειχίστων καὶ κορυφὰς ἐπανιόντες ὀρῶν, ὥστε καὶ τὸ Γάνος τὸ ὄρος διερευνησάμενοι πολλὰ φροντιστήρια ἐσκύλευσαν καὶ μονάζοντας ἀπέκτειναν, μηδενὸς ἐς χεῖρας τολμῶντος ἰέναι διὰ δέος, ὅτι καὶ μετ’ ἐλαττόνων ἔμελλον πρὸς πλείους συμπλέκεσθαι καὶ διὰ τοῦτο τῆς ἑαυτῶν ὑπερορᾶν οὐκ εἶχον ψυχῆς.
Ὁ δὲ βασιλεὺς τὰς θυγατέρας ὁρῶν ὀργάδας ἐπὶ λέχος δεύτερον διὰ νεότητα καὶ ὥραν σώματος ἐφυλοκρίνει τοὺς συζευξομένους αὖθις αὐταῖς, ὥστε καὶ δυνάστας ἐθνῶν ἐξελέγετο τὰ τῶν Χριστιανῶν πρεσβεύοντας, οὓς ὡς πολεμίους ἦν δεδιώς. ὀψὲ δὲ τῶν τοιούτων σκεμμάτων μεθαρμοσθεὶς Ῥωμαίοις αὐτὰς ἐκδέδωκε, τὴν μὲν Εἰρήνην συνάψας τῷ Παλαιολόγῳ Ἀλεξίῳ, διαζευχθέντι πρότερον ἥτις ἐννόμως αὐτῷ ἐγινώσκετο ὥρας καὶ γένους εὖ ἔχουσα, τὴν δ’ Ἄνναν συνηρμόκει Θεοδώρῳ τῷ Λάσκαρι, νεανίᾳ τολμητίᾳ καὶ ῥαγδαίῳ πρὸς ἔργα πολέμια. Ἦν δ’ ὁ καιρός, καθ’ ὃν αὗται γεγόνασιν αἱ συνάφειαι, ἐγγίζων ταῖς ἀπόκρεω, καὶ τοῦ κηδεστοῦ βασιλέως οὔκουν ἐνσχολάσαι προθεμένου σταδιοδρόμων ἵππων ἁμίλλαις, οἱ νεόγαμοι ἐνέκειντο θέατρα ἐξαιτούμενοι. διαιτῶν τοίνυν ὁ βασιλεὺς ἑαυτῷ τε καὶ τοῖς γαμβροῖς εἰς μὲν τὸ μέγα παλάτιον οὐδαμῶς ἀφικνεῖται, οὔτε μὴν ἐσάνεισι τὸ στάδιον, τὰς δ’ ἱππικὰς ἄντυγας ἐς τὸ ἐν Βλαχέρναις ἀρχεῖον προστάξας ἐνεχθῆναι σχεδιάζει θέατρον. καὶ δὴ αἱ μὲν φῦσαι τῶν πολυαύλων ὀργάνων κατὰ τὴν ἐκεῖσε αὔλειον εἰς καμπτῆρας διατίθενται, εἰς δ’ ἔπαρχον τῆς βασιλίδος διασχηματίζεται πόλεως ἐκτομίας τις·
PG 139:917τὸ δὲ ὄνομα ἑκὼν παραδράμοιμι, πλούτῳ δ’ ἦν οὗτος περιβριθὴς καὶ μεγίστας χειρίζων ἀρχὰς καὶ τοῖς περὶ τὴν βασίλειον αὐλὴν ἐγγραφόμενος. πλεγμάτιον τοίνυν ἐκ λύγων συγκείμενον, ὅ φησιν ἡ δημώδης φράσις ὄνον ξύλινον, χρυσοπάστῳ σάγῳ ζῳωτῷ ἐς τὸ διαμπερὲς σκεπόμενον διαζωσάμενος τὸ σχέδιον ἐκεῖνο θέατρον εἴσεισιν, ὅτε καὶ ἦν τὸν αὐτὸν ὁρᾶν καὶ ὡς ἀναβάτην μεγαλοπρεπευόμενον καὶ ὡς ἵππον εὐήνια προποδίζοντά τε καὶ χρεμετίζοντα· μετὰ βραχὺ δὲ κατὰ τοὺς πάλαι τῶν δραμάτων ὑποκριτὰς τὸν ἔφιππον ἀποδυσάμενος ἔπαρχον τὸν μαππάριον ὑποκρίνεται. ἦσαν δὲ οἱ τὸν γυμνικὸν ὑποδύντες ἀγῶνα οὐ τῶν ἐξ ἀγορᾶς καὶ τριόδων τινές, ἀλλ’ εὐπατρίδαι νεανίαι, πρώτως φύοντες γένειον. ἐθεᾶτο γοῦν τὰ σκηνικὰ ταῦτα καὶ γελοιώδη παίγνια ὁ βασιλεὺς καὶ ἡ βασιλὶς καὶ ὅσον αὐτοῖς τοῦ γένους ἐπίσημον καὶ τὸ τῆς θεραπείας εὐπαρρησίαστον· τοῖς δ’ ἄλλοις πᾶσα πάροδος ἐπικέκλειστο.
ἐπεὶ δ’ ἐφειστήκει καιρός, καθ’ ὃν ἔδει πρὸς τὸ τρέχειν γενέσθαι τοὺς τὸν γυμνικὸν ἐκτελέσοντας δίαυλον, ὁ μὲν ὑποδὺς τὸν μαππάριον εὐνοῦχος, τὴν μέσην εἰληχὼς χώραν, εἰς βραχίονας τὰς χεῖρας ἀνεκάλυψε καὶ τὸ καταντυγῶδες ἀργύρεον κάλυμμα τῇ κεφαλῇ περιθέμενος ἐκ τρίτου ἦν εἰς τὸ θέειν τὰ μειράκια προσκαλούμενος· ἑστὼς δέ τις ἐξόπισθεν νεανίσκος εὐγενής, ἀξιώματι λαμπρῷ περίβλεπτος, τοσαυτάκις αὐτὸν τοῦ ποδὸς τῷ πλατεῖ κατὰ τῶν πυγῶν καὶ τῶν γλουτῶν ἔτυπτεν εἰς ἐξάκουστον, ὁσάκις συνιζάνων ἐκεῖνος τὸ τοῦ δρόμου παρείχετο σύνθημα. Ἀλλ’ οὔπω ἀκριβῶς διηγώνιστο τὰ μειρακιώδη ταῦτα ἀθύρματα, καὶ οἰκτρά τις ἀγγελία τὴν ἐν τούτοις διαδέχεται χαρμονήν. ἡ δὲ ἦν τὸ ἀποστῆναι τὸν Ἰβαγκὸν κατὰ Φιλιππούπολιν. ὡς γὰρ ἄνωθεν εἴπομεν, μετονομασθεὶς ὅδε Ἀλέξιος καὶ γαμβρὸς ἐπὶ θυγατρόπαιδι τῷ βασιλεῖ γεγονὼς καὶ πλείω τῆς δεούσης ἰσχὺν ὑποδὺς στρατηγεῖν εἰλήφει καὶ προεστάναι τῶν τάξεων, αἳ τοῖς ὁμογενέσιν αὐτῷ Βλάχοις περὶ τὴν Φιλίππου ἐπαρχίαν ἀντεκάθηντό τε καὶ ἀντεφέροντο.
ἀμέλει καὶ τῶν ἐκεῖσε χωρῶν φανεὶς κύριος ἦγέ τε τὰ πάντα καὶ ἔφερεν, ἀγχίστροφος ὢν καὶ δραστήριος πρὸς ἅπαν σύνδρομον ἔργον τοῖς ἐν τῇ ψυχῇ κινήμασι καὶ βουλεύμασιν. ἤσκει τε εἰς πόλεμον τὸ περὶ αὐτὸν ὁμόφυλον, δωρεαῖς πιαίνων καὶ ὁπλισμοῖς κρατύνων, καὶ φρουρίων ἐρυμνῶν ἀνεγέρσεσι τὰ ἀντικείμενα τῷ Αἵμῳ ὄρη ἀνεπιχείρητα μικροῦ ἀπειργάζετο. Βασιλεὺς μὲν οὖν ἐπῄνει ταῦτα μανθάνων καὶ δι’ αἰδοῦς ἐτίθετο τὸν Ἀλέξιον, πολλαῖς καὶ μεγίσταις φιλοφρονούμενος αὐτὸν δωρεαῖς, ἡδέως τε αὐτοῦ ἤκουε καὶ τὰς αἰτήσεις ἐξεπέραινε ῥᾴδιον. τὰ δὲ παρὰ τοῦ ἀνδρὸς τοῦδε πραττόμενα οἱ περὶ τὸν βασιλέα συνορῶντες καλὰ μὲν ἀπεφαίνοντο εἶναι καὶ ἀρίστως ἔλεγον δρᾶσθαι, οὐ μὴν καὶ ἐπὶ σκοπῷ Ῥωμαίοις συνοίσοντι παρὰ τοῦ πράττοντος γίνεσθαι, ὅθεν καὶ παραίνεσιν εἰσῆγον τῷ αὐτοκράτορι παραλῦσαι τῆς ἀρχῆς τὸν Ἀλέξιον·
PG 139:919μηδὲ γὰρ ἂν βάρβαρον ἄνδρα μὴ πάνυ πρώην Ῥωμαίοις πολεμιώτατον ἐς τὴν ἐναντίαν ἐξαίφνης οὕτως μεταπεσεῖν ἀκραιφνῆ διάθεσιν, ὡς φρούρια καὶ πολίχνας ἐν τοῖς ἐπικαίροις νεουργεῖν τόποις καὶ αὔξειν μὲν τὸ ἐμφύλιον αὐτῷ στράτευμα, σμικρύνειν δὲ τὸ Ῥωμαϊκόν, ἐνιαχοῦ δὲ καὶ ὡς δύσχρηστον τιθέναι ἀπόμαχον, εἰ μή τις αὐτῷ ἐνέσπαρτο τοῦ τυραννίδι ἐπιβαλεῖν ἔννοια, ἐπεὶ μηδὲ τά τινων ἐννοήματα φιλεῖ πως ἀεὶ ὡς διὰ πυλῶν τῶν χειλέων ἐκφέρεσθαι, ἀλλ’ ἐν πολλοῖς καὶ φωνῆς τρανότερον αἱ πράξεις ὅσα κέκευθεν ἡ φρὴν ἐξαγγέλλουσιν. Οὐ μὴν εἰς ὦτα ἀκουόντων τὰς σοφὰς ταύτας γνώμας ἦσαν εἰσηγούμενοι· ὁ γὰρ βασιλεὺς ἐχέγγυον εἰς πίστιν τὸν τῆς υἱωνοῦ γάμον καθάπαξ ὑπολαβὼν οὐκ ἔστιν ὅπως ἐπὶ πᾶσιν οὐκ ἀσφαλῆ τὰ πρὸς εὔνοιαν καὶ ἀπρόσκοπον ἔκρινε τὸν Ἀλέξιον, κατευμεγεθούσης, οἶμαι, κἀνταῦθα τῆς κακοποιοῦ δυνάμεως τῆς ἐπὶ τὸ κάταντες ἀεὶ φερούσης τὰ Ῥωμαίων πράγματα.
ὡς δ’ οὐ πολλῷ ὕστερον εἰς ἔργον τὸ δέος ἐκβέβηκεν, ἐνεὸς ἐπὶ τοῖς ἠκουτισμένοις φανεὶς καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ὡς ἀναρραγέντος τοῦδε τοῦ κακοῦ ἀπροόπτως καὶ ὅτε τῶν στρατευμάτων ἐργώδης ἡ συλλογή, ἐν μὲν τῷ παραυτίκα στέλλει πρὸς τὸν ἀποστάτην Ἀλέξιον θλαδίαν τινά, τὰ πρῶτα τῶν ᾠκειωμένων αὐτῷ, ὑπομνήσοντα τοῦτον τῶν συνθηκῶν καὶ τοῦ μηδέν τι πώποτε παθεῖν ἀηδὲς καὶ τῶν ἐλπίδων ἀνάξιον, ἐξ ὅτουπερ αὐτῷ προσκεχώρηκεν· οὐδὲ γὰρ ἦν ἀπογινώσκων τὴν τῆς γνώμης μεταβολήν. τῇ δὲ κατόπιν καὶ οἱ νεόνυμφοι γαμβροὶ τοῦ βασιλέως συνεξῄεσαν μετά γε παντὸς τοῦ οἰκιδίου καὶ συγγενικοῦ πληρώματος. Ἀφιγμένος οὖν ὁ βέβηλος εὐνοῦχος πρὸς τὸν Ἀλέξιον οὐ μόνον οὐδέν τι πρὸς τὴν ὑπόθεσιν ὡράθη διαπραξάμενος, ἀλλὰ καὶ προσεπέρρωσε μᾶλλον ἐκεῖνον τῇ ἰδίᾳ παρουσίᾳ εἰς ἔργον τὸ ἐν χερσί, προσημάνας τὴν κατ’ αὐτοῦ τῶν Ῥωμαίων ὅσον οὐδέπω ἐπέλευσιν καὶ διδάξας οἷς εἴρηκεν ἀποσχέσθαι μὲν τῶν πεδινῶν, ἐπιλαβέσθαι δὲ τῶν ὀρεινῶν, ὡς ἐκεῖνον σώζειν ἐχόντων καὶ τὸ συναποστὰν ὁμόφωνον σύνταγμα.
οἱ δὲ περὶ τοὺς γαμβροὺς τοῦ βασιλέως καὶ τὸν πρωτοστράτορα Μανουὴλ τὸν Καμύτζην ἐδίωξαν μὲν ὀπίσω ἱκανῶς τοῦ ἀντάρτου, καὶ ἦν θαυμαστή τις ἡ προθυμία καὶ πρωταγωνιστεῖν ἠβούλοντο ξύμπαντες· τὴν δὲ τοῦ καιροῦ ῥοπὴν ἀπολέσαντες ἐκ τοῦ διασοβηθῆναι τὸ θήραμα τὸ πρόθυμον ἔσχασαν. Τοῖς μὲν οὖν θερμοτέροις ἐπιδιώκειν καὶ οὕτως ἐδόκει καὶ διερευνᾶν ἐφέποντας οἷ τῶν ὀρέων ἀπέδρα Ἀλέξιος, τοῖς δ’ ἀσφαλεστέροις οὐχ ἥνδανεν ὅλως ἀετοῦ ἴχνη ἀναδιφᾶν ἐπιποτωμένου πάγοις καὶ ὄρεσιν, ἢ μεταλλᾶν ἑρπυσμὸν ὄφεως ἐπὶ πέτρας, ἢ ἐκμαίνειν εἰς συμπλοκὴν χαυλιόδοντα μονιὸν πολλάκις τὸ στῆθος εἰς διακόντισιν προτεινάμενον, περιελθεῖν δὲ τὰ πολίχνια, ὁπόσα ἐπεσκεύασέ τε καὶ ἀνήγειρεν ὁ Ἀλέξιος, καὶ θέσθαι βασιλεῖ κατήκοα. καὶ τῆς βουλῆς ταύτης ὡς ἀμείνονος κυρωθείσης, τῷ φρουρίῳ προσβάλλουσιν, ὃ καθ’ ὑπόβασιν ὄρους ἐν τόπῳ Κριτζιμῷ λεγομένῳ ἐδομήσατο ὁ Ἀλέξιος· ἔνθα καὶ πλεῖστα Ῥωμαῖοι καμόντες καὶ φιλοκινδύνως ἁμιλλησάμενοι οὐκ ὀλίγους ἄνδρας ἀγαθοὺς ἐν τῷ προσάγειν τῷ τείχει τὰς κλίμακας ἀπεβάλοντο, ὧν ἦν πρώτιστος ὁ Παλαιολόγος Γεώργιος.
PG 139:921ὀψὲ δ’ ἐξελόντες τὸ ἔρυμα καὶ ἕτερα πολισμάτια ἐπὶ τῷδε συναφῶς ἐχειρώσαντο, πῇ μὲν μεθ’ αἵματος, πῇ δὲ καὶ ὁμολογίᾳ τούτων περιγινόμενοι. Εὐμήχανος δ’ ὢν ὁ Ἀλέξιος καὶ πολύχους εἰς ἔργα πολέμια ἄλλα τε πλεῖστα κατὰ Ῥωμαίων ἔργα στρατηγικῆς ἐμπειρίας πλήρη μαχόμενος ἐπεδείξατο, τέλος δὲ καὶ τοιόνδε τι μεθόδευμα μετιὼν δεξιώτατον σὺν ἄλλοις καὶ αὐτὸν χειροῦται τὸν πρωτοστράτορα. πλεῖστα γὰρ ὅσα τῶν ἀγελαίων ζώων ἐκ τῶν περιωπῶν εἰς τὸ πεδίον μετενεγκών, καὶ ταῦτα παραδοὺς τοῖς πρὸς Αἷμον ἀπάξουσιν ὁμοφύλοις μετὰ καὶ μοίρας αἰχμαλώτων Ῥωμαίων ὥσπερ τι σκύλων ἀφαίρεμα καὶ ἀπόδασμα τῷ ἄρχοντι τῆς Ζαγορᾶς Ἰωάννῃ καὶ χάριν ἀμοιβὸν ἐσόμενα, ἐπεὶ καὶ σπεισάμενος Ἀλεξίῳ ἐκεῖνος κατὰ Ῥωμαίων διαθήκας διέθετο, λόχους ἔκτοτε ὑποκαθίσας Ῥωμαίους ἐπάλευεν· ᾔδει γὰρ τὸ ἁρπαλέον καὶ πρὸς κέρδος ἑτοιμοτρεχὲς τῶν ἀνδρῶν, οὐδ’ ἦν ἀγνοῶν ὡς αὐτίκα μάλα τοῖς φιλικοῖς ἐντυχόντες σφίσι Ῥωμαῖοι τὰς ψυχὰς αὐτοῖς ἐπιθήσουσιν ἐξερεθισθέντες καὶ μηδένα λόγον τῆς σωτηρίας ἑαυτῶν ποιησάμεοι. ἀμέλει καὶ εἶχε Ῥωμαίους μετὰ μικρὸν αὐτὰ ταῦτα διαπραττομένους, ὁπόσα ἔστρεφε κατὰ νοῦν.
ὁ γὰρ δὴ πρωτοστράτωρ ἅμα τῇ ἀκοῇ τῶν δρωμένων ἐκ τοῦ Βατραχοκάστρου ἀπάρας, ἔνθα ἦν σκηνούμενος, ἐς τὸ Βακτούνιον παραγίνεται. καὶ τῷ φαινομένῳ προσσχών, τὸ δὲ σόφισμα τοῦ Ἀλεξίου παραδραμών, τὰ ἐν ὀφθαλμοῖς σκυλεύειν διαφῆκε τὸ στράτευμα, καὶ αὐτὸς δὲ μὴ πολεμιστηρίῳ ἵππῳ ἔποχος ὢν ἐπιπαριὼν ἐθεᾶτο τὰ δρώμενα. ἐκ δὲ τούτου τῶν λόχων ἀνακύψας Ἀλέξιος ὡς ἐς κύκλωμα τὸν πρωτοστράτορα περίεισι καὶ ὥσπερ ἀμφίβληστρον ἢ σαγήνην τὸ περὶ αὐτὸν ἐκτείνας ὁπλιτικὸν [τοὺς μετ’ αὐτοῦ ἔκτεινεν] αὐτόν τε τὸν στρατηγοῦντα ζωγρεῖ. καὶ τὸ κλέμμα τοῦτο τοῦ ἀποστάτου καὶ διανόημα τὴν μὲν περιλειφθεῖσαν Ῥωμαϊκὴν στρατιὰν ἐξενεύρισε τέλεον, τὸ δ’ ἀποστατικὸν ἐπέρρωσε πλήρωμα. Οὐκέτι γοῦν ηὐχρήστουν Ῥωμαῖοι ἢ γοῦν ἀπεθάρρουν ἀντιμέτωποι στῆναι τῷ Ἀλεξίῳ κατὰ μάχην ἀγχώμαλον, ἀλλὰ περὶ τὴν Φιλίππου στρεφόμενοι ἠγάπων, εἰ μὴ καὶ ταύτην Ἀλέξιος παραστήσεται.
ὁ δὲ πρὸς τὸ δοκοῦν οἱ καταστησάμενος ὅσα πολισμάτιά τε καὶ φρούρια εἰς ὀρῶν ὑπερβολὰς ἀνεστήκασιν ἀντικαθήμενα τῷ Αἵμῳ καὶ ἀνθυψούμενα καὶ ταῖς δυσχωρίαις οὐχ ἧττον φιλοτιμούμενα, οὐδὲ τὰ λοιπὰ μένειν ἐπὶ χώρας κατέλιπεν, ἀλλ’ ἦν ὑπονοθεύων καὶ ἀφιστῶν Ῥωμαίων ὁπόσα ἐς Μοσυνόπολιν ἐπινένευκε μέχρι Ξανθείας αὐτῆς καὶ πρὸς ὄρος τὸ Πάγγαιον ὡς ἐπ’ Ἄβδηρα παρατείνουσιν. ἀμέλει καὶ τὸ θέμα τῶν Σμολένων ὑπεποιήσατο καὶ τὰ ὅμορα ἐπενέμετο κατὰ καχέκτημα διαδόσιμον, ἐξαιρῶν μὲν Ῥωμαίους καὶ ἀναιρῶν, ἀπ’ ἐνίων δὲ καὶ λύτρα διαλαμβάνων, τοὺς δ’ ὁμογενεῖς ἐκείνῳ προστιθεμένους ἑκόντας ἐπὶ τῶν σφετέρων μένειν ἐῶν. Καὶ ὁ μὲν ἐμπλατυνόμενος ἦν ἀεὶ καὶ μακρῷ κακίων τῶν πρώην ἀποστατῶν, ἐπεὶ καὶ ἐς τοσοῦτον ὠμότητος ἤλασεν, ἣν ἀνδρείαν οἱ πλεῖστοι τῶν βαρβάρων οἴονται, ὡς τοὺς ἐν πολέμῳ ζωγρουμένους Ῥωμαίους κατὰ πότον μελιστὶ διαιρεῖν. ὁ δὲ βασιλεύς, ὡς ἐξ ὧν ἔδρασε καθυπέδειξεν, ἕρμαιόν τε καὶ χάριεν καὶ κάλλιστον τύχης βράβευμα τὴν τοῦ πρωτοστράτορος ᾠήθη κατάσχεσιν·
PG 139:923ὅθεν τῇ τοῦ ἀνδρὸς ἐπιθέμενος οὐσίᾳ, ῥυηφενεῖ καὶ τυραννικῇ ἄντικρυς οὔσῃ, καὶ μηδὲν αὐτῆς ἀναψηλάφητον ἢ ἀνεξερεύνητον ἀφεικώς, ἀλλὰ καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν ὑποδικάσας φρουρᾷ, οὐκ οἶδ’ ὅ τι δοκοῦν, ἔαρος ὑπολήγοντος ἔξεισι καὶ ἄπεισιν εἰς τὰ Κύψελλα. Ὅτε καὶ τὸ περὶ τῶν θείων μυστηρίων ἀνακαλυφθὲν δόγμα πρὸς μοίρας ἐναντίας διέστησε τὸ Χριστώνυμον καὶ λαμπρῶς ἐπ’ ἀγορᾶς καὶ τριόδων παρὰ τοῦ βουλομένου παντὸς τὰ τῆς τιμῆς ὁμοῦ καὶ σιγῆς ἐξεφαυλίζετο ἄξια. μετὰ γὰρ τὸν Ξιφιλῖνον Γεώργιον, ὃς ἔτεσιν ἑπτὰ τὴν ἐκκλησίαν διεκυβέρνησεν, ὁ Καματηρὸς Ἰωάννης τὸν πατριαρχικὸν εἴληφε θρόνον, καὶ δέον τὸ ἐπὶ Ξιφιλίνου ἀρξάμενον ὑπολαλεῖσθαι καὶ φύεσθαι δόγμα πρόρριζον ἐκτεμεῖν καὶ καθυποβαλεῖν μὲν ἀναθέματι τὸν γεννήτορα τούτου τὸν ψευδομόναχον Σικιδίτην ὡς αἱρεσιάρχην καὶ νέα ἐπεισάγοντα δόγματα, τοὺς δ’ ἄλλους ἐχεμυθεῖν πεῖσαι τῷ καθ’ ἑαυτὸν ὑποδείγματι, ὡς εἶναι τὸ μυστήριον αὖθις μυστήριον, ὁ δὲ λογικαῖς μεθόδοις ἐχρῆτο καὶ ἀποδείξεσι βιαζομέναις εἰς συγκατάθεσιν τὸν προσδιαλεγόμενον ἐν τοῖς ὑπερφυέσι καὶ τῆς ἔξωθεν μὴ ἐπιδεομένοις ἐπιτεχνήσεως.
ἀλλὰ καὶ κατηχητηρίους συντιθεὶς λόγους τὴν τῶν νηστίμων ἡμερῶν προθεσμίαν ἐφεστάναι προκαταγγέλλοντας καὶ τοὺς τῆς πνευματικῆς πάλης πρὸς τὸν ἀγῶνα ὑπαλείφοντας, ἐν μέρει μνημονεύων τοῦ δόγματος, ὅπως μὲν συνεζητήθη καὶ τίνα τὰ παρ’ αὐτοῦ δοξαζόμενα καὶ ἅ φασιν οἱ ἀντίφρονες σιωπῇ παρεδίδου, οἶμαι τὴν ἀντίφασιν ἐκτρεπόμενος, τῷ δὲ δόγματι ἐπιβάλλων ἐκεῖνά τινων κατηγόρευεν, ἃ οὐδ’ ὅλως ᾔδεσαν οὐδ’ ἐβάλοντό ποτε κατὰ νοῦν.
Ζητήσεως γὰρ οὔσης εἰ τὸ μεταλαμβανόμενον ἅγιον σῶμα Χριστοῦ ἄφθαρτόν ἐστιν, ὁποῖον τὸ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, εἴτε φθαρτὸν ὡς τὸ πρὸ τοῦ πάθους, καὶ τῶν μὲν λεγόντων ἄφθαρτον ὁμολογίαν γάρ τινα καὶ ἀνάμνησιν εἶναι τοῦ τεθνάναι τε καὶ ἀναβιῶναι δι’ ἡμᾶς τὸν Κύριον τὴν τῶν θείων μυστηρίων μετάληψιν κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Κύριλλον, καὶ ὡς ὃ ἂν μέρος τις δέξηται, ἐκεῖνον εἰσδέχεται ὅλον τὸν παρὰ τοῦ Θωμᾶ ψηλαφηθέντα, καὶ ὡς ἐσθίεται μετὰ τὴν ἀνάστασιν, καθὼς ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης φησί, κἀκεῖνα τῶν τοῦ λαμπτῆρος τῆς ἐκκλησίας προτιθέντων Εὐτυχίου ὅλον οὖν ἅπαν τὸ ἅγιον σῶμα καὶ τὸ τίμιον αἷμα τοῦ Κυρίου δέχεται, κἂν εἰ μέρος τις τούτων δέξηται·
PG 139:925μερίζεται γὰρ ἀμερίστως ἐν ἅπασι διὰ τὴν ἔμμιξιν, καθὼς καὶ σφραγὶς μία πάντα τὰ ἐκτυπώματα αὐτῆς καὶ μορφώματα τοῖς μεταλαμβάνουσι μεταδίδωσι, καὶ μία μένει καὶ μετὰ τὴν μετάδοσιν, οὐκ ἐλαττουμένη οὐδὲ ἀλλοιουμένη πρὸς τὰ μετέχοντα, κἂν ᾖ τῷ ἀριθμῷ πλείονα, ἢ καὶ ὡς μία φωνὴ ὑπό τινος προαχθεῖσα καὶ εἰς ἀέρα χεθεῖσα καὶ ἐν τῷ ταύτην προεμένῳ πᾶσα μένει καὶ ἐν τῷ ἀέρι γενομένη πᾶσα ταῖς ἀκοαῖς πάντων ἐναπετέθη, οὐδενὸς πλεῖον ἢ ἔλαττον τοῦ ἑτέρου τῶν ἀκουσάντων εἰσδεχομένου, ἀλλὰ ὅλη ἐστὶν ἀδιαίρετος καὶ ὁλόκληρος παρὰ πᾶσι, κἂν μυρίοι τὸν ἀριθμὸν ἢ πλείους ὦσιν οἱ ἀκούσαντες, καίτοι σῶμα ὑπάρχουσα· οὐδὲν γὰρ ἕτερόν ἐστι φωνὴ ἢ πεπληγμένος ἀήρ. μηδεὶς οὖν ἀμφιβολίαν ἐχέτω, τὸ ἄφθαρτον μετὰ τὴν μυστικὴν ἱερουργίαν καὶ τὴν ἁγίαν ἀνάστασιν καὶ ἀθάνατον καὶ ἅγιον καὶ ζωοποιὸν αἷμα καὶ σῶμα τοῦ Κυρίου τοῖς ἀντιτύποις ἐντιθέμενον διὰ τῶν ἱερουργιῶν ἔλαττον τῶν προειρημένων παραδειγμάτων τὰς οἰκείας ἐναπομόργνυσθαι δυνάμεις, ἀλλ’ ὅλον ἐν ὅλοις εὑρίσκεσθαι.
τῶν μὲν οὖν ταῦτα προτεινομένων καὶ μαρτυρίας ἄλλας πλείστων διδασκάλων τῆς ἐκκλησίας παραγόντων, τῶν δ’ ἐκ τῆς ἑτέρας μερίδος φασκόντων μὴ καὶ ἀναστάσεως ὁμολογίαν, ἀλλὰ θυσίαν μόνην τὸ τελούμενον εἶναι, καὶ φθαρτὸν ἀκολούθως καὶ ἄνουν καὶ ἄψυχον, μηδὲ τὸν τῇ μεταλήψει προσιόντα ὅλον δέχεσθαι τὸν Χριστὸν ἀλλὰ μέρος ὡς καὶ μέρους μεταλαμβάνοντα· εἰ γὰρ ἦν, φησίν, ἄφθαρτον καὶ ἔννουν καὶ ἔμψυχον, ἦν ἂν καὶ ἀναφὲς καὶ ἀθέατον, μηδ’ ὀδοῦσι κειρόμενον καὶ ἀληθόμενον, οὐδ’ ἐν τῷ τμᾶσθαι μηδαμῶς δυσχεραῖνον καὶ ὀδυνώμενον, ἐπεὶ καὶ ὡς εἰ τῶν σωμάτων ἠθέτουν τὴν ἔγερσιν, ἔφασκον (εἰδεῖεν δ’ ἂν ὅπως) ἐκεῖνοι ἐσεῖσθαι ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἁφῇ τε καὶ ὁράσει καὶ σχήματι ἀνθρωπείῳ μηδαμῶς ὑποπίπτοντας, ἀλλὰ κατὰ τὰς ἀσωμάτους σκιὰς ἀί̈σσοντας, καὶ τὴν διὰ τῶν κεκλεισμένων θυρῶν εἰσέλευσιν τοῦ Κυρίου μὴ θαῦμα ἰσχυρίζοντο εἶναι, ἀλλά τι προσφυὲς καὶ ἐφάρμοστον τοῖς ἀνισταμένοις ἐκ τῶν νεκρῶν.
τοιοῦτον μὲν ἐν τοῖς γραφεῖσιν οὐκ ἔστιν ὅλως εὑρεῖν οὐδέν, καταδρομὴν δέ τινων ἀναιδῆ καὶ ἀμάρτυρον, ὡς οἷα λεγόντων ἐξ αὐτῆς ἑνώσεως καὶ κοινωνίας ἠφθαρτίσθαι τὸν κυριακὸν ἄνθρωπον καὶ ἀναλυθῆναι εἰς θεότητα, καὶ διὰ τοῦτο φρονούντων καὶ τὸ μεταλαμβανόμενον ἄφθαρτον. Ὅ γε μὴν βασιλεὺς τῇ κρείττονι προστεθεὶς δόξῃ παραγέγονεν, ὡς ἔφην, ἐς τὰ Κύψελλα καὶ τὸ συναθροισθὲν ἐκεῖσε παρειληφὼς στράτευμα ἄνεισιν εἰς Ὀρεστιάδα. ἔνθα καὶ πλείστας ἡμέρας ἐνδιατρίψας ἀμηχανίᾳ συνείληπτο, τὸν μὲν ἀποστάτην ὁρῶν δυσμαχώτατον, τὸ δὲ συνὸν αὐτῷ στράτευμα ἀντιθέτως ἔχον καὶ πρὸς μόνην ἐκθνῆσκον τὴν τῶν πολεμίων ἐνήχησιν. τοῖς δὲ πολλοῖς καὶ ὄνομα χλευαζόμενον ἡ βασίλειος ἐκεῖσε συνελογίζετο ἄφιξις καὶ ὑπετίθουν παλίσσυτον φέρεσθαι ὡς αἴσχους ἐμπιμπλάμενον ἐν τῷ παρεῖναι καὶ μηδέν τι μηδαμῶς χρηστὸν κατορθοῦν καὶ τὸν βάρβαρον μᾶλλον ἐν τῷ ὑποστέλλεσθαι προσεπαίροντα εἰς θρασύτητα. ὁ δὲ τὸ τῶν πραγμάτων ἄγριον καὶ δυσπρόσιτον, ὡς ὁ καιρὸς ἐδίδου, περιποππύζων καὶ διασαίνων τοὺς αὐτῷ οἰκειοτάτους βιβλιοφόρους ἔπεμπε πρὸς Ἀλέξιον, ἐς ξυμβάσεις αὐτὸν προσκαλούμενος.
ἔστι δ’ ὅπῃ καὶ δολοφονίας ἐφρόντιζε, μηδὲ τοῦ πολέμου παντάπασι μεθιστάμενος. Τῷ τοι καὶ τὴν στρατιὰν ἀναλαβὼν καὶ τὴν Φιλίππου ἐπαρχίαν καταλαβὼν περὶ τὸ φρούριον στρατοπεδεύεται τὸν Στενίμαχον, εἰς ὃ πολλοὶ τῶν βαρβάρων συνέφυγον, καὶ διειληφὼς αὐτὸ τοῖς στρατεύμασιν ἐξεῖλέ τε κατὰ κράτος καὶ τοὺς ἐνόντας ἠνδραποδίσατο. ὁ δ’ ἀποστάτης ἀφικέσθαι μὲν ἐς βασιλέα οὐδαμῶς συνετίθετο, ἀλλὰ μηδ’ ἂν ἑτέρως σπείσασθαι διετείνετο, εἰ μὴ χωρῶ καὶ πόλεων ἐγγράφως αὐτῷ βασιλεὺς ὑπεκσταίη, ὁπόσας αὐτὸς ἐχειρώσατο, καὶ τὴν κατηγγυημένην αὐτῷ Θεοδώραν μετὰ τῶν ἀρχικῶν ἐκπέμψειε παρασήμων. Τῶν δὲ συνθηκῶν ὀψέ ποτε καὶ τῶν ὅρκων τετελεσμένων, ὡς ᾐτεῖτο Ἀλέξιος, βουλεύεταί τι μετέπειτα βασιλεύς, οὐκ οἶδα εἰ στρατηγοῖς καὶ βασιλεῦσιν ἁρμόδιον, οὓς παρὰ πᾶν ἕτερον τὸ εὐορκεῖν τιθέναι περὶ πλείστου χρεών· τὸν γὰρ Ἀλέξιον θείων ἀκουσμάτων ἀποστολαῖς διὰ τοῦ πρεσβυτέρου τῶν γαμβρῶν Ἀλεξίου πρὸς ἑαυτὸν ἐφελκυσάμενος μετὰ τὴν τῶν ὅρκων, ὡς ἔφην, συμπλήρωσιν συνειληφὼς εἶχεν ἐν δεσμοῖς.
PG 139:927κἀκ τοῦδε τῶν τε πόλεων καὶ φρουρίων ἀπονητὶ περιγίνεται, ὧν ἦρχεν Ἀλέξιος, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μῖτον φυγάδα τίθησι. καὶ τοιαῦτα δράσας ἐπάνεισιν ἐς Βυζάντιον. Εὑρίσκει δὲ καὶ τὴν σύνευνον Εὐφροσύνην μὴ πάντῃ τὴν οἰκουρίαν ἀσπασαμένην, ἀλλὰ κατὰ στασιωτῶν καὶ δημοκόπων κἀκείνην ἀνδρισαμένην καὶ ὡς μίτον Πηνελόπειον ἀναλύσασαν τὰ παρά τινος Κοντοστεφάνου ἐξυφανθέντα συστρέμματα. ἦν δ’ ἂν οὐκ ἀποσπούδαστα ταῦτα, οὐδὲ τοῦ ἄγασθαι πόρρωθεν, ὡς ὑπὸ γυναικὸς κατορθούμενα, εἴπερ ᾔδεσαν μέτρα καὶ ὅροις ὑπήγοντο· νῦν δὲ τὸ ἄγαν τυφομανὲς καὶ πολυσπερχὲς τῆς δεσποίνης καὶ τὸ δοκοῦν ἴσως δεόντως ἀκριβωθῆναι ἠχρείου τε καὶ διέφθειρεν ὡς νέφεσιν ἥλιος τοῖς ἐπιγινομένοις ἀπευκταίοις ἀφαυρούμενα.
PG 139:929τραπομένη γὰρ ἐς προγνώσεις τῶν ἐσομένων ἀρρητουργίαις καὶ μαντείαις προσέκειτο καὶ πολλὰ τῶν ἀθεμίτων εἰργάζετο, ὥστε καὶ τοῦ Καλυδωνίου συὸς τὸ ῥύγχος ἀπέτεμεν, ὃς ἐν τῷ ἱππικῷ χαλκοῦς ἱστάμενος φρίσσει τὴν λοφιὰν καὶ χωρεῖ χαυλιόδους πρὸς λέοντα, καὶ τὸν καλλίνικον Ἡρακλῆν, τῶν Λυσιμάχου ἔργων τὸ κάλλιστον ὄντα, χειρὶ βαλόντα τὴν κεφαλὴν τῆς λεοντῆς ὑπεστρωμένης κοφίνῳ καὶ τὰς ἰδίας τύχας ὀλοφυρόμενον, πολλαῖς κατὰ νώτου ξᾶναι διενοεῖτο. Ἡράκλεις τοῦ ἀτοπήματος καὶ παπαὶ τῶν ἐπὶ σοὶ τολμωμένων, ἥρως ἄλκιμε, μεγαλόθυμε. τίς σοι Εὐρυσθεὺς τοιοῦτον πώποτε προύθηκεν ἄεθλον; ἢ τίς Ὀμφάλη, ἐπίτριμμα ἐρώτων καὶ κακότεχνον γύναιον, οὕτως ὑπερηφάνως σοι προσενήνεκται; Οὐ ταῦτα δὲ μόνον ἀναιδῶς διεπράττετο, ἀλλὰ καὶ ἄλλων ἀνδρεικέλων ἀφῄρει μόρια καὶ σφυρῶν καταφοραῖς ἐκαρατόμει ἕτερα. τὸ δὲ τῆς πόλεως πλῆθος τί μὲν ἐπὶ τούτοις δυσχεραῖνον ἀπρεπὲς οὐκ ἐφθέγγετο, ποίαις δὲ οὐκ ἔπλυνε τὴν ταῦτα πράσσουσαν ὕβρεσιν;
ἔνιοι δὲ τῶν ἀγοραίων καὶ τὰ μιμηλὰ τῶν πτηνῶν καὶ ὅσα ἡ φύσις ἐστόμωσε πρὸς μουσουργίαν ἀεὶ μίαν ὑποβάλλοντες μάθησιν, καὶ ταύτην κοινόλεκτον, ᾄδειν ἐπὶ στενωπῶν καὶ τριόδων πολιτικὴ τὸ δίκαιον ἐξεπαίδευσαν. ἡ δ’ αὐτὴ καὶ δορὰν χρυσόπαστον ἐγχείριον ἔχουσα διεσχισμένην ἐς δάκτυλα κυνηγέτην ἀνεῖχεν ὄρνιθα καὶ ἐξιοῦσα πρὸς θήραν ἐπέκλωζέ τε καὶ ἐπεθώϋζε καὶ τοὺς περὶ τὴν θεραπείαν τούτων καὶ κομιδὴν ἱκανοὺς εἶχεν ἐφεπομένους. Οὐ πολὺς δ’ ὁ ἐν μέσῳ καιρός, καὶ Καϊχοσρόης ὁ τοῦ Ἰκονίου σατράπης ἀπαντᾷ πρὸς βασιλέα, κυρβασίαν ἐπὶ κεφαλῆς ἔχων καὶ στολὴν διηνθισμένην χρυσῷ ἀμπεχόμενος. ἀλλὰ μικρόν τι περὶ τοῦ γένους τοῦ Πέρσου τοῦδε τὸ λέγειν διαλαβὸν τῆς τῶν ἑξῆς ἱστορίας αὖθις ἅψοιτο. Τῷ Ἰκονιεῖ Κλιτζασθλάν, ὃς ἐν τοῖς ἄνω χρόνοις ἠδυνήθη τὰ μέγιστα κἀπὶ πολλοῖς ἀντετάξατο τῷ βασιλεῖ Μανουὴλ καὶ νίκαις διαπολεμῶν ἐστεφάνωτο, πλείους γεγόνασιν υἱεῖς. Ἀμάσειαν οὖν καὶ Ἄγκυραν πόλεις Ποντικὰς εὐδαίμονας τῷ Μασοὺτ ἀπεκλήρωσε, Μελιτηνὴν δὲ καὶ σὺν Καισαρείᾳ Κολώνειαν ὁ Κοτπατῖνος διεῖπεν· Ἀμινσὸν δὲ καὶ Δόκειαν καὶ παράλους πόλεις ἑτέρας ὁ Ῥουκνατῖνος παρείληφεν εἰς ἀρχήν·

Reign of Isaac Angelus with his son AlexiusImperii Isaacii Angeli una cem Alexia Filio

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καϊχοσρόης δὲ ὅδε ἡγεμόνευεν Ἰκονίου Λυκαονίας τε καὶ Παμφυλίας προί̈στατο καὶ ὅσα παρατείνει ἐς αὐτὸ τὸ Κοτυάειον. Ὡς οὖν ὁ Κοτπατῖνος τοῦ ζῆν παραλέλυτο, περὶ τῆς σατραπείας τοῦδε διαμιλλῶνται ὅ τε τῆς Δοκείας κρατῶν Ῥουκνατῖνος καὶ ὁ κατάρχων τῆς Ἀγκύρας Μασούτ. ἅτερος τοίνυν αὐτῶν ὁ Ῥουκνατῖνος τὸν ἀντιτρέχοντα ὑποφθάσας κασίγνητον τὸ νῖκος ἤρατο, δεξιωτέραν φύσιν λαχὼν καὶ πολεμοχαρὴς διαφερόντως δεικνύμενος. ἀμέλει καὶ μείζονος εὐμοιρήσας ὁ Ῥουκνατῖνος ἐντεῦθεν δυνάμεως τὸν μὲν Μασούτ, ὑπενδόντα καὶ φίλα οἱ φρονεῖν συνθέμενον, μέρος τῆς τοπαρχίας ἀφελόμενος τῆς λοιπῆς χώρας ὡς πρώην διαφῆκε προί̈στασθαι, τῷ δέ γε Καϊχοσρόῃ μάλα ἐμμανῶς ἐπεφύη, παλαιὸν ὑποτύφων Ἰκονίου ἔρωτα ὡς ἀρχείου πατρῴου, καὶ τοῦτον ὡς μητρόθεν Χριστιανὸν μυσαττόμενος. πέμπων οὖν ὑπεκστῆναί οἱ παρῄνει τοῦ Ἰκονίου καὶ τῆς ὅλης ἀπαρεῖν δυναστείας, εἴγε βούλοιτο εὖ μὲν πράξειν αὐτός, τὰς δὲ πόλεις καὶ κατ’ ἄνδρα καὶ κατ’ ἔθνος ἀπειράτους μεῖναι τῶν ἐκ τοῦ πολέμου δεινῶν·
PG 139:931οὕτω κεκομπασμένος ἦν καὶ ἀνυπέρβλητος τὸν τῦφον ὁ βάρβαρος καὶ τὴν ὀφρὺν ὑπερνέφελος καὶ ὡς ἰὸς πολύφθορος κατὰ πλεῖστον διαχεόμενός τε καὶ διασκιδνάμενος. Πρόσεισι τοίνυν Καϊχοσρόης τῷ βασιλεῖ ἐκεχειρίας γενομένης, τὸν ἑαυτοῦ τοκέα κατὰ τοῦτο ἐζηλωκώς, ἐπεὶ κἀκεῖνος τοὺς ἀφ’ αἵματος ἀδικῶν καὶ ὑπ’ αὐτῶν ἀδικούμενος μετὰ τὴν τοῦ φύσαντος ἐκεῖνον Μασοὺτ ἀποβίωσιν ὡς εἰς ἄγκυραν ἱερὰν καὶ χεῖρα στερεὰν δυναμένην ὑπολαβεῖν τὸν αὐτοκράτορα προσέβλεψε Μανουήλ. ἀλλ’ ἐκεῖνος μὲν οὐ κατόπιν ἐλήλυθε τῶν ἐλπίδων, μᾶλλον μὲν οὖν καὶ ὑπὲρ δόκησιν ἁβραῖς αὐταῖς ἐντετύχηκε, Καϊχοσρόης δὲ βραχέα ἄττα φιλοφρονηθεὶς καὶ τῶν ἐν νῷ οὐδ’ ὅσον εἰπεῖν ἐνδεέστερα, μήτε σύναρσιν εὑρηκὼς τῆς πρὸς τὸν κασίγνητον ἀντιτάξεως ἐπανέκαμψεν οἴκαδε. Ἀλλ’ οὐκ ἔφθη καθαρῶς εἰσιὼν τὸ Ἰκόνιον, καὶ τοῦ Ῥουκνατίνου κατ’ αὐτοῦ ἐπιόντος τῆς τε ἀρχῆς ἐκσφαιρίζεται καὶ φυγὰς εἰς Ἀρμενίαν παρὰ Λεβούνῃ γίνεται.
τὰ δ’ ἐπὶ τούτοις οὐκ ἀμυδρὰ μὲν τὰ τῆς ἐκεῖ παραδοχῆς τοῦ ἀνθρώπου, ἐπαγωγὰ δὲ μᾶλλον καὶ ἄλλως χαρίεντα, εἰ καὶ ξυνέβη σφας πολλάκις κατ’ ἀλλήλων ἐξενεγκεῖν πόλεμον, ἐπεὶ καὶ φιλοῦσιν ἄνθρωποι μὴ μόνον τὸ συγγενὲς καὶ ὁμόπιστον πάσχον κακῶς, ἀλλά πως καὶ τὸ ἀλλόγλωττον καὶ φανὲν πολλάκις πολέμιον προσιὸν καὶ προσπῖπτον φιλανθρωπίας καταξιοῦν· τὰ δέ γε τῆς ἀμύνης καὶ τῆς καταγωγῆς ἐς τὴν προτέραν ἡγεμονίαν ὁλοσχερῶς ὁ Λεβούνης ἀπείπατο, Ῥουκνατίνῳ σπείσασθαι φάσκων καὶ μηδὲ τὴν σύναρσιν ἔχειν ὁρᾶν ἀναίμακτον. Διὰ ταῦτα τοίνυν ἐς βασιλέα Καϊχοσρόης μετακεχώρηκε πάλιν, συλλήψεσθαί οἱ πρὸς τὴν ἀνάρρυσιν τῆς ἀρχῆς ὁπωσδήποτε φανταζόμενος. τῶν δὲ κατὰ σκοπὸν αὖθις διαμαρτὼν Ῥωμαίοις συνῆν, μὴ πάνυ μεταλαγχάνων θεραπείας τῷ γένει ἐπεοικυίας. Τῷ δ’ ἐφεξῆς ἔτει μετὰ Κομάνων ἐξιόντες πάλιν οἱ Βλάχοι καὶ τὰ κράτιστα τῆς χώρας κείραντες ἀσινεῖς ἐπανέλυσαν.
τάχα δ’ ἂν καὶ ταῖς χερσαίαις πύλαις τῆς βασιλίδος προσήγγισαν ἐπ’ αὐτὴν τραπόμενοι, εἰ μὴ τὸ χριστιανικώτατον γένος οἱ Ῥὼς καὶ οἱ τούτων ἀρχικῶς προεδρεύοντες, τοῦτο μὲν κατ’ αὐθαίρετον ὁρμὴν κινηθέντες, τοῦτο δὲ ταῖς τοῦ ἀρχιποίμενος αὐτῶν λιταῖς ὑπενδόντες, ἀξιάγαστον οἷον τὸ πρόθυμον ἐπὶ τοῖς Ῥωμαίων ἐπεδείξαντο πράγμασι, ταῖς τοῦ ἔτους πολλάκις ἀπαγωγαῖς καὶ ταῖς ἀποδόσεσι τούτων εἰς ἔθνη τὰ μὴ χριστώνυμα δυσχεράναντες. ὅθεν καὶ διὰ ταχέων παρασκευασάμενος ὁ τῆς Γαλίτζης ἡγεμὼν Ῥωμανὸς ἀγαθήν τε καὶ πολλὴν ἠθροικὼς στρατιὰν κατὰ Κομάνων ἐξώρμησε καὶ τὴν γῆν αὐτῶν κατὰ πολλὴν εὐπέτειαν ἐπιὼν ἔφθειρε καὶ ἠφάνισε. καὶ τοῦτο φιλοφρόνως εἰς καύχημα καὶ μεγαλωσύνην τῆς τῶν Χριστιανῶν ἀμωμήτου πίστεως πολλάκις διαπραξάμενος, ἧς καὶ τὸ βραχύτατον καὶ ὅσον κόκκος σινάπεως μεθίστησιν ὄρη καὶ μετατίθησι, τὰς τῶν Κομάνων ἐφόδους ἔστησε καὶ τοῖς ἀνήκεστα πάσχουσι Ῥωμαίοις ἀνακωχὴν ἐβράβευσε τοῦ κακοῦ, ἀνυπονόητος ἀρωγὴ καὶ ἀσυλλόγιστος συνασπισμὸς καὶ φάλαγξ ὡς εἰπεῖν θεοσύλλεκτος ἔθνει ὁμοπίστῳ φανείς.
PG 139:933Πλὴν οὐδὲ τὰ κατὰ τοὺς Ταυροσκύθας τούτους ὁ τότε χρόνος παρέδραμεν ἀστασίαστα, κατὰ δ’ ὁμοφύλου σφαγῆς τὸ ξίφος ἔβαψαν ὅ τε Ῥωμανὸς οὗτος καὶ ὁ διέπων τὸ Κίαβα Ῥούρικας· νίκην δ’ ὁ Ῥωμανὸς ἀπενεγκάμενος, ῥωμαλέος ὢν τὸ σῶμα καὶ τὰς χεῖρας δραστήριος, πολλοὺς καὶ τότε τῶν Κομάνων κατέστρωσεν, οἳ συνεφήψαντο τῆς μάχης τῷ Ῥούρικα, κρατίστη καὶ γενναιοτάτη φάλαγξ περὶ αὐτὸν ὁρώμενοι. Ἀλλὰ χρεὼν μηδὲ τοῦτο παρελθεῖν ἀνιστόρητον. ἦν τις κολλυβιστής, Καλομόδιος τὴν προσηγορίαν. οὗτος χρήμασιν ἐβεβρίθει πολλοῖς, ἀργαλέας καὶ δολιχὰς ἐκδημίας κατ’ ἐμπορίαν πολλάκις στειλάμενος, κερδαλεόφρων ἄνθρωπος. ἀμέλει καὶ συγκαθεύδων τῷ φασκωλίῳ καὶ πρίζων τὸ κύμινον καὶ πάντα τιθεὶς τοῦ χρηματίζεσθαι δεύτερα δέδωκε καθ’ ἑαυτοῦ πολλάκις λαβὰς τοῖς χρυσοθήραις ἄρχουσιν ἀνθρώπων εἶναι ῥυηφενέστατος καὶ ὡς κῆπος Ἀλκινόειος καὶ τῆς ὥρας τὸ ἀκαρὲς οὐκ ὄχνην τρέφειν ἐπ’ ὄχνῃ σῦκόν τ’ ἐπὶ σύκῳ παρέχειν, χρυσὸν δὲ φέρειν ἐπὶ χρυσῷ, ἐπὶ δ’ ἀργυρίῳ φύειν ἀργύριον. ὁ δὲ φυτὸν ἄντικρυς γνώσεως ἦν, ὡς ἐν Ἐδὲμ πεφυτευμένον τῇ ἀγορᾷ καὶ τοῖς τῆς πόλεως στενωποῖς.
Οὐκοῦν καὶ ὡς ἡ ἄνθη τῆς ὀπώρας πάλαι τοὺς γενάρχας ἐδουλαγώγησεν, οὕτω καὶ τοῦ χρυσίου τότε τὸ πυρωπὸν τοὺς περὶ τὸν βασιλέα εἶχεν ἐς τρύγην ἐφελκυσάμενον. ἀλλ’ ἅμα τῷ Καλομοδίῳ τὰς χεῖρας ἐπέβαλον, καὶ ἅμα τὴν πόλιν εἰς στάσιν ἀνέσεισαν, μεῖζόν τι τῶν προπατόρων πεπονθότες δυστύχημα· οἱ μὲν γὰρ τοῦ καρποῦ δρεψάμενοι καὶ μεταλαβόντες, μηδὲ τὴν λιχνείαν ἐς μόνην τὴν ὅρασιν περιστήσαντες τῇ δίκῃ δικαίως ὑπέπεσον, οἱ δὲ μηδ’ ἐμβλέψαι τοῖς χρήμασι φθάσαντες μάτην ἠλέγχθησαν ἐγχανόντες καὶ δίψος Ταντάλειον ἔπασχον. ἔχοντες γὰρ τὴν πηγὴν οὐκ εἶχον καὶ πιεῖν ἐξ αὐτῆς, ἀλλὰ συχνάκις ὡρμηκότες ἀρύσασθαι εὕρισκον τὸ ὕδωρ τῶν οἰκείων χειρῶν ἀφαντούμενον.
οἱ γὰρ ἀγοραῖοι ἑσπέρας μαθόντες τὴν τοῦ Καλομοδίου κατάσχεσιν καὶ τὸ αἴτιον αὐτῆς ἐπιγνόντες κατὰ φατρίας ὄρθρου ἠθροίσθησαν καὶ τὸν τοῦ θεοῦ νεὼν εἰσιόντες καὶ τῷ πρώτῳ ἐποφθέντες ἀρχιερεῖ (ἦν δὲ οὗτος ὁ Καματηρὸς Ἰωάννης) περιστάντες μικροῦ καὶ διασπᾶν ἠπείλουν καὶ κύμβαχον ἐκ τῆς ἑστίας κάτω βαλεῖν, εἰ μὴ ὅσα καὶ σύριγγι τοῖς πρὸς βασιλέα χρησάμενος γράμμασιν ὡς πρόβατον ἀπολωλὸς καὶ ἀπόνομον τὸν Καλομόδιον αὐτοῖς ἐπανακαλέσεται. ὁ δὲ μόλις καταστείλας τοῦ λεὼ τὸν θόρυβον τῇ τῶν χειλέων περιψοφήσει καὶ τῷ λαμπρῶς ἐπὶ τούτῳ παθαίνεσθαι ἐπανήγαγεν αὐτοῖς ὡς ἀμνὸν τὸν ζητούμενον, μὴ τὸν χρυσὸν ὡς δορὰν ἀποσυρέντα παρὰ τῶν συσχόντων αὐτὸν λυκιδῶν μηδὲ λυμανθέντα τὴν τρίχωσιν. Καὶ τὸ μὲν οὕτως ἀναιμωτὶ παρελήλυθεν, ἐξ αἰτίου τραγικοῦ τε καὶ σκυθρωποῦ ἐς κωμικὸν κατέληξεν ἀκοὰς διαχέον ἄθυρμα καὶ σχηματίζον τὸν κλαυσιγέλωτα· οὐ πολλαῖς δ’ ἡμέραις ὕστερον ἕτερον ἀνερράγη κακόν, ὃ καὶ εἰς αἱμάτων προύκοψεν ἔκχυσιν. Ἰωάννης γάρ τις, Λαγὼς τὸ ἐπώνυμον, ἐκ βασιλέως εἰληφὼς προί̈στασθαι τῆς τοῦ πραιτωρίου φρουρᾶς, ἤθελεν ἑαυτῷ τε καὶ τοῖς προστησαμένοις πορίζειν ἐνθένδε χρήματα·
PG 139:935(φεῦ τῆς ῥυπαροτάτης γνώμης· οὐ γάρ τι πλέον ὁ τῆς ἱστορίας νόμος εἰπεῖν ἐπιτρέπει μοι·) ὅθεν τὰς ψυχικὰς τῶν φιλοθέων οἰκειούμενος διαδόσεις, νυκτὸς ἀνίει φρουρᾶς καὶ δεσμῶν τοὺς ἐπὶ κλεπτοσύνῃ διαβοήτους, οἱ δὲ λάθρᾳ τὰς οἰκίας διερευνῶντες προσῆγον ἐκείνῳ τὰ φώρια· καὶ ἆθλον ἀσεβείας ἐκ τῶν σύλων τοῖς νυκτιλόχοις διαδιδοὺς τὰ λοιπὰ οἷς οὐ δέον προσέφερε, τὸν πιστὸν ὑπηρέτην ὁ θεῷ τὸ πᾶν ἄπιστος ἐν τοῖς ἀτολμήτοις σχηματιζόμενος. τούτου δὴ πολλοὶ κατεῖπον ἐς βασιλέα ὡς δρῶντος ἀνόσια· ὁ δὲ τὴν διόρθωσιν ἐπαγγειλάμενος ὥσπερ οὐ δυνάμενος ἀνεβάλετο. ὅθεν οὐδαμῶς ἐπὶ τοῖς τολμωμένοις ὑποπτήσσων ἦν ὁ Λαγώς, ἀλλ’ ὡς ἀνεύθυνον χειρίζων ἀρχὴν ἀναίδην τὰ θεομισῆ διεπράττετο. Ἐνίοτε δὲ τῶν ἀγοραίων ἕνα συνειληφώς, μετὰ τὸ πλῆξαι πολλὰς κατὰ νώτου τριχῶν ὑποδικάσας κουρᾷ, τὸ θερμότερον τῆς πόλεως καὶ τῷ παθόντι ὁμότεχνον πρὸς στασιασμὸν ἀνερρίπισε. σύγχυσις οὖν τὴν πόλιν κατείληφε καὶ πλῆθος χειρωνακτικὸν οὐκ ὀλίγον ἐς τὸ πραιτώριον συλλεγὲν θηρεύειν ἐπεβάλετο τὸν Λαγών, ὁ δὲ ὑπὲρ δασύποδα συντονίᾳ δρόμου χρησάμενος ἐκεῖθεν ἠφάνισται.
ὁ μέντοι λεὼς καὶ οὕτως ἐπισυρρέοντες ὥρμων τὸν Μέγαν εἰσιέναι Νεὼν καὶ βασιλέα ἕτερον ἀνειπεῖν. προκαταληφθέντος δὲ τοῦ τεμένους παρὰ τῶν εἰς αὐτοῦ φρουρὰν ἀπεσταλμένων πελεκυφόρων, μὴ μεθιστάμενοι τοῦ πραιτωρίου κατὰ τοῦ κρατοῦντος ἐρεσχελίας ἠφίεσαν ἀπρεπεῖς. ὁ δὲ μὴ παρὼν τῇ πόλει, ἀλλὰ περὶ τὴν Χρυσόπολιν ἐναυλιζόμενος, πέμπει μοῖραν τῶν ἐπὶ φυλακῇ τοῦ σώματος καταληψομένην τὸ πραιτώριον. ἵκετο δ’ ἐκεῖσε καὶ ὁ τῆς πόλεως ἔπαρχος Κωνσταντῖνος ὁ Τορνίκης· ἡ δὲ πληθὺς καὶ πρὸς μόνην τὴν αὐτῶν θέαν ἐκτραχυνθέντες τόν τε ἔπαρχον λαϊβολίαις ἐκτρέπονται καὶ τοὺς σωματοφύλακας ἀποπέμπονται. ἐπὶ δὲ τὰς τοῦ πραιτωρίου ἀνατρέψαντες πύλας ἄνεσιν τοῖς ἔνδον διδόασι σκυλεύουσί τε τὸν ἐκεῖσε Χριστιανικὸν νεών, τὸ δὲ τῶν Σαρακηνῶν συναγώγιον ἀνασπῶσιν ἐκ βάθρων αὐτῶν. καὶ ταῦτα σὺν οὐδενὶ διαπραξάμενοι λόγῳ ἐφίστανται τῇ φρουρᾷ τῇ λεγομένῃ Χαλκῇ, κἀκεῖσε τὰ ὅμοια δράσοντες.
στρατιᾶς δ’ ἀφιγμένης βασιλικῆς μεθ’ ἑνὸς τῶν τοῦ βασιλέως γαμβρῶν (ἦν δ’ οὗτος ὁ Παλαιολόγος Ἀλέξιος) ἀνασειράζονται τῆς ὁρμῆς, οὐ μὴν ἀφίστανται τέλεον, ἀλλὰ σώμασι γυμνοῖς, εἶτα καὶ βραχεῖς τοὺς μεθ’ ὅπλων ἐφισταμένους ἔχοντες ὅλαις καταφράκτοις συνεπλέκοντο στρατιαῖς, πρὸς οὐδὲν ἀνύσιμον ἢ παρεκτικὸν ἔργον εὐκλείας τελευτᾶν ἑλόμενοι. ἦσαν δ’ οἳ καὶ τῶν τεγῶν ὑπερφαινόμενοι κεράμους κατέφερον καὶ λίθους ἔνιοι χειροπληθεῖς ἐπιπέμποντες καὶ ὀϊστεύοντες ἕτεροι τῇ βασιλείῳ ἀντεμάχοντο φάλαγγι. ὅλης οὖν τῆς ἡμέρας ἐκείνης μηδέν τι παραλύσαντες τῆς ὀργῆς μόλις ὑπενόστησαν πρὸς ἑσπέραν. τῇ δ’ ὑστεραίᾳ οὔτε τι ἐβαττάρισαν ὅλως οὔτε πρὸς ἀγῶνα συνέδραμον δεύτερον. Ἀλλὰ καὶ τοῦδε τοῦ κακοῦ παρελθόντος, ἐκ τοῦ τῶν Κομνηνῶν τις γένους τῷ βασιλεῖ ἐπανίσταται, Ἰωάννης τοὔνομα· προκοίλιος δ’ ὢν καὶ πιθώδης τὴν πλάσιν τοῦ σώματος τὸν Παχὺν εἰς ἐπώνυμον εἴληχεν. οὗτος τοίνυν τῷ Μεγίστῳ Νεῷ ἐξάπινα εἰσρυεὶς καὶ τῶν στεφανίσκων ἕνα τῇ κεφαλῇ περιθείς, οἳ τὴν ἱερὰν ἀμφιπεριῃώρηνται τράπεζαν, ἔξεισιν ἐκεῖθεν·
PG 139:937καὶ προσληφθεὶς ὑπὸ τῶν ὀμοτῶν (πλεῖστοι δὲ ἦσαν οὗτοι καὶ σχεδὸν τοῦ ἐπισήμου πάντες αἵματος), συνδραμόντων καὶ ὄχλων οὐκ ὀλίγων πρὸς φήμην τῶν πραττομένων, τὸ μέγα παλάτιον εἴσεισιν εὐμαρῶς, καὶ αὐτὸς μὲν ἐπὶ θρόνου διαχρύσου καθίσας τινὰς ἐπὶ τῶν μεγίστων ὀφφικίων προβάλλεται, ὁ δ’ ὄχλος καὶ τοῦ συναποστάντος μέρους τινές, τὰς ἀγορὰς καὶ ἀγυιὰς διιόντες καὶ τὰς ἠϊόνας καταλαμβάνοντες βασιλέα Ῥωμαίων αὐτὸν ἀνηγόρευον καὶ οἰκίας κατέσπων περιφανεῖς. Νυκτὸς δ’ ἐπιούσης οὔτε τῆς φρουρᾶς, ὡς ἔδει, τῶν ἀρχείων ὁ Ἰωάννης ἐφρόντισεν, οὔτε τὰς ἀνατραπείσας πύλας ἀνέστησεν, ἀλλ’ ὡς ἐν τῷ ἀσφαλεῖ καθιστάμενος καὶ μηδένα ἔχων ἤδη τὸν ἀνθιστάμενον κατὰ δελφῖνας ἀναφυσῶν καὶ ὕδατος ὅλα κεράμια ἐκκενῶν, δίψει συνεχόμενος οἷα κρεωβριθής, ἀπέψα τοὺς ἱδρῶτας κρουνηδὸν ἀποστάζοντας καὶ θερμὸν ἀπατμίζοντας. τὸ δὲ περὶ αὐτὸν ὁπλιτικὸν λαμπρὰν τὴν ἱπποδρομίαν περιιὸν ἤλυε τηνάλλως ἐκεῖσε· οἱ γὰρ ὄχλοι δύναντος ἡλίου κατ’ ἀγέλας ὀρνίθων διέστησαν, τάχιον διαγελάσαι τὴν ἕω γλιχόμενοι, ὡς αὖθις συνδραμόντες τοῖς ὑπερηφάνοις ἐπεισπέσωσιν οἴκοις καὶ τὰ σφίσιν ἐνόντα διερευνήσωσι.
βασιλεὺς δ’ ὁπόσον συγγενὲς συναθροίσας καὶ τὸ περὶ αὐτὸν οὐκ ἀπόλεμον πέμπει κνεφαίους ἐπιθέσθαι τῷ Ἰωάννῃ· οὐδὲ γὰρ ἂν ἡμέρας διαφαυσάσης ἡσυχίαν ἀγαπήσειν τὸν τῆς πόλεως ὅμιλον, ἀλλὰ πλείονα πολλῷ καὶ δυσκάθεκτον περὶ τὸν τύραννον συνελθεῖν ὀρθριώτερον, συλληψόμενον ἐκείνῳ τοῦ ἔργου καὶ πολυμερῶς αὐτοῖς ἀντιμαχησόμενον. Οἱ μὲν οὖν πλοίων ἐπέβησαν καὶ τῇ ἀκτῇ προσίσχουσι τῆς μονῆς τῶν Ὁδηγῶν κἀκεῖθεν τοῖς πελεκυφόροις συμμίγνυνται τοῦ βασιλέως ὑπασπισταῖς· οὐδὲ γὰρ ἦν ὁπλοφόρους διὰ μέσης τῆς πόλεως παρελθεῖν. ναὶ μὴν ἐξάπινα συρραγέντες τοῖς περὶ τὸ θέατρον στασιώταις τοῦ Ἰωάννου αὐτούς τε ῥᾳδίως διασκεδάζουσι καὶ κατὰ ῥᾳστώνην πᾶσαν τῷ Ἰωάννῃ προσβάλλουσι, κτείνουσί τε ὡς βόσκημα πανσώμους ἐπενεγκόντες πληγάς, καὶ τὴν κεφαλὴν ἀφελόμενοι τῷ βασιλεῖ προσάγουσι. καὶ ἡ μὲν τῇ κατὰ τὴν ἀγορὰν ἁψῖδι μετεωρίζεται πρὸς θέαν πάνδημον, ἔτι τοῦ αἵματος ἀποβλύζουσα σεσηρυῖά τε δεινὸν καὶ μεμυκυῖα τὼ ὀφθαλμώ· ὁ δὲ λοιπὸς Ἰωάννης ἀρθεὶς ἐπὶ κλίνης αἴθριος προτίθεται κατὰ τὴν μεσημβρινὴν πύλην τῶν ἐν Βλαχέρναις ἀρχείων.
Καὶ βασιλεὺς τὰς ἄνωθεν αὐτῆς ἀρχικὰς διαίτας εἰσανιὼν ἐθεᾶτο κάτωθεν, ὁμοῦ μὲν τὰς ὄψεις διδοὺς τῷ πτώματι ὑπὲρ βοῦν διῳδηκότι μεγαλόπλευρον, ὁμοῦ δὲ καὶ διαχεόμενος τῷ ὁράματι καὶ καταλαζονευόμενος τὸ κατόρθωμα. μετὰ δὲ τὸ σῶμα ἐκεῖθεν ἀρθὲν κυσὶ καὶ ὄρνισι βορὰ παρατίθεται, ὃ καὶ θηριῶδες μικροῦ καὶ ἀπάνθρωπον τοῖς ἅπασιν ἔδοξεν. οἱ δ’ ἐκ τῆς συνωμότιδος μερίδος τοῦ Ἰωάννου συσχεθέντες καὶ βασάνοις ὑποβληθέντες, ὅπως ἐκφήνωσι τοὺς συνίστορας, δεσμοῖς καὶ φρουραῖς παραπέμπονται. Ἀλλ’ οἷον καὶ τόδ’ ἔρεξεν οὗτος ὁ βασιλεύς. ἀνδρί τινι παραδοὺς τριήρεις ἕξ, ᾧ ἡ μὲν κλῆσις ἦν Κωνσταντῖνος, ἡ δ’ ἐπίκλησις Φραγγόπουλος, ἐς τὸν Εὔξεινον Πόντον ἐξέπεμψε, τῷ μὲν δοκεῖν περὶ φορτίου πλοίου τινὸς ἐξετάσοντα, ἐκ Φάσιδος καταίροντος εἰς Βυζάντιον, περὶ δὲ Κερασοῦντα ναυαγήσαντος, τῷ δὲ ὄντι ταῖς ἐς πόλιν τὴν Ἀμινσὸν καταπλεούσαις ὁλκάσιν ἐπιθησόμενον καὶ τούτων τὰ ἀγώγιμα προνομεύσοντα.
PG 139:939ὁ δὲ κατ’ ἐπίταγμα τὸ βασιλικὸν ἐς τὸν Εὔξεινον ἀναπλεύσας οὐδεμιᾶς φείδεται νηός, ἀλλὰ πάσας σκυλεύσας, ὅσαι τε ἐς Βυζάντιον ἐμπορευμάτων πλήρεις κατήγοντο καὶ ὅσαι αὖθις ἀνήγοντο ἀποδόμεναι τὰ ἑαυτῶν καὶ ἄλλ’ ἄττα ἐνθέμεναι, μετὰ δύο μῆνας ὑπέστρεψε, τινὰς τῶν ἐμπόρων μαχαίρᾳ ὑποδικάσας καὶ τῷ βυθῷ παραπέμψας, ὧν τὰ χρήματα αὐτὸς ἰδιώσατο, τοὺς δ’ ἄλλους ὑπέρου γυμνοτέρους ἀποπεμψάμενος. οἱ δὲ τὴν πόλιν εἰσιόντες πολλὰ μὲν ἱκέτευσαν ὑπὲρ ὧν παρὰ δίκην πεπόνθασιν, ἀρχείοις προσιόντες καὶ θείοις μετὰ φώτων τεμένεσι παραβάλλοντες, οὐκ εἶχον δὲ τὸν βασιλέα πρὸς οἶκτον ἐπιρρεπῆ, τὰς αὐτῶν ἐμπορίας καθάπαξ ἐξαργυρώσαντα καὶ τῷ αὐτοῦ ταμείῳ ἐγκαταθέμενον. Οἱ ἐξ Ἰκονίου τοίνυν ὁρμώμενοι ἔμποροι τῷ Ῥουκνατίνῳ προσίασι, καὶ πέμψας οὗτος εἰς βασιλέα τὰ τούτων ἀπῄτει χρήματα· ἦν δὲ καὶ λόγος τότε περὶ σπονδῶν. βασιλεὺς δὲ ἀποστάτην ὀνομάζων ἑαυτοῦ τὸν Φραγγόπουλον τῆς οἰκείας γνώμης ἀπῆγεν ὅσα οὗτος ἀνοσιούργησεν, ἐπὶ ψεύδει τὴν ἐλπίδα τιθέμενος καὶ τῇ ἐναργείᾳ τῶν πραγμάτων ἀντιμαχόμενος.
τελεσθείσης δὲ τῆς ἀγάπης ὁ μὲν Ῥουκνατῖνος μεθ’ ἑτέρων ἐτησίων φόρων καὶ μνᾶς ἀργυρίου προσειλήφει πεντήκοντα εἰς ἀπόδομα ὧν οἱ ἔμποροι ἀφῃρέθησαν, ὁ δὲ βασιλεὺς φωρᾶται μεθ’ ἡμέρας ἐπιβουλεύων τῇ ἐκείνου ζωῇ. μεγίσταις γὰρ ὑποσχέσεσι Χασίσιόν τινα ἐλαφρίσας καὶ τούτῳ ἀμαθῶς, ὡς ἐς φιλίαν ἀστάθμητος, ἐγχειρίσας γραμμάτιον ἐρυθρόγραφον, ἐκπέμπει τὸν Ῥουκνατῖνον ἀναιρήσοντα. συλληφθέντος δὲ τοῦ Χασισίου καὶ τὸ γράμμα καὶ τὸ δρᾶμα ἐκφήναντος, παρεβάθησαν μὲν αἱ σπονδαί, πολλαὶ δ’ ἐκ τῶν Τούρκων ἐπιδρομαὶ δι’ αἰτίαν τοιαύτην ταῖς ἑῴαις ἐπανέφυσαν πόλεσι. Καὶ Μιχαὴλ δέ τις ἐκ νοθείας υἱὸς Ἰωάννου τοῦ σεβαστοκράτορος, τῆς ἐπαρχίας Μυλάσσης φορολόγος ἀποσταλείς, νέος ὢν καὶ αὐθάδης τοῦ βασιλέως ἀφίσταται. πολέμῳ δὲ ἡττηθεὶς καὶ φυγὼν τῷ Ῥουκνατίνῳ προσρύεται, καὶ τῷ πρὸς βασιλέα μίσει προσδεχθεὶς ἀσμενέστατα, στρατιὰν ἐξ ἐκείνου δεχόμενος τὰς Μαιανδρικὰς πόλεις πολυτρόπως ἐσίνετο, χείρων τῶν ἀλλοφύλων καὶ νηλεέστερος ἀνδροφόνος δεικνύμενος.
PG 139:941Εἴ τι οὖν αἰτιώτατον τοῦ τὴν Ῥωμαίων ἀρχὴν ἐς γόνυ καταπεσεῖν καὶ χωρῶν καὶ πόλεων χειρώσεις παθεῖν, ὕστατα δὲ καὶ αὐτὴν ἐξαπολωλέναι, τοῦτο οἱ ἐκ Κομνηνῶν γεγόνασιν ἀφιστάμενοι καὶ βασιλειῶντες· παρὰ γὰρ ἔθνεσι καταλύοντες μὴ φίλα Ῥωμαίοις νοοῦσι τῆς πατρίδος ἦσαν πανώλεια, καίπερ ἐν τῷ παρ’ ἡμῖν μένειν πράγμασιν ἐγχειρήσειν ἑλεῖν τε καὶ κρατήσειν ἀνεπιτηδειότατοι ὄντες καὶ πάντων ἀχρειότατοι καὶ σκαιότατοι. Διὰ δὲ τὴν τοῦ Μιχαὴλ νεωτέρισιν περὶ μῆνα τὸν φυλλοχόον ἔξεισιν εἰς ἕω Ἀλέξιος, ὑποστρέφων δ’ ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Πύθια, τοῖς θερμοῖς ἐννηξόμενος ὕδασιν. ὡς δ’ ἅλις εἶχε λουτήρων καὶ κρατήρων, ἐρᾷ καὶ μακροτέρου πλοός· διημφισβήτουν γὰρ παρὰ τῷδε τῷ ἄνακτι καὶ ἀνὰ μέρος ἐκράτουν αἱ ἐπίγειοι καὶ ἐνάλιοι χάριτες καὶ λαμπρὰν ἀνεδοῦντο τὴν νίκην. νῆα τοίνυν εἰσιὼν στρατηγίδα εὐθὺ τῶν νησιδίων διαπλωί̈ζεται, ἃ ἄγχιστα τῆς Κωνσταντίνου ἀμφιρρέονται, τὸν Ἀστακηνὸν κόλπον ἀφεὶς περιπλεῖν· λαίλαπος δ’ ἀνεγερθείσης ἐξαίφνης καὶ μετεωρισάσης τὸ κῦμα, ὀρθὸν τὸ πλοῖον ἐκ πρώρης ἐπὶ πρύμναν αἴρεται καὶ μικροῦ καταδύεται, ἔνθεν καὶ ἔνθεν ἐπικλυζόμενον.
ἐθορύβουν μὲν οὖν οἱ πλωτῆρες καὶ ἱδρῶσι περιερρέοντο, βοαὶ δὲ τῶν ἐμπλεόντων καὶ θεοκλυτήσεις ἦσαν, οἰμωγαί τε καὶ ὀλολυγαὶ διωλύγιοι ἐξηκούοντο· συνέπλεον γὰρ βασιλεῖ πᾶσαί τε καὶ πάντες ἐπιτήδειοι, οἷς καὶ ποθεινὴ μὲν ἡ γῆ τοῖς βαδίζουσι, ποθεινὴ δὲ καὶ αὐτοῖς ἐδόκει τις ἐντυχεῖν. πολλὰ δὲ καὶ παντοῖα διακινδυνεύσαντες ἀγαπητῶς καὶ μόλις περὶ τὴν Πρίγκιπον διασώζονται, ἐκ δὲ ταύτης τοῦ κύματος ἠρεμήσαντος ἐς Χαλκηδόνα καταίρουσιν· ἔνθα τοῦ ἰλίγγου ἀνεθέντες καὶ τὴν ἅλμην ἀποπτύσαντες καὶ λήθης βυθῷ παραδόντες τὰ χαλεπὰ τοῦ κινδύνου καὶ φοβερὰ ἐς τὸ μέγα διαπεραιοῦνται παλάτιον, ἁμίλλας τελέσοντες ἵππων καὶ θεάτροις τὸν δῆμον δεξιωσόμενοι. Ὡς οὖν εἰλήφει πέρας καὶ τάδε, βασιλεὺς μὲν ἀπελθεῖν ἐς Βλαχέρνας αὐτίκα ἤθελε, τῆς δὲ τῶν ὡρῶν ἀκαιρίας προσισταμένης (οἱ γὰρ ἐς ἡμᾶς αὐτοκράτορες καὶ μέχρι βηματίσαι τὴν τῶν ἄστρων θέσιν περιεργάζονται) τὴν πρώτην τῶν νηστειῶν ἑβδομάδα τῷ μεγάλῳ παλατίῳ προσέμενεν οὐχ ἑκών.
ὡς δ’ ἦν ἡ ἕκτη τῶν ἡμερῶν οὐκ ἀνάρσιος πρὸς μετάβασιν, καὶ μάλιστα τῷ βαθέος ὄρθρου μεθισταμένῳ, ἔγνω μεταναστεῦσαι κνεφαῖος καὶ μήπω τοῦ ἡλίου διασπείραντος τὰς ἀκτῖνας τὰς Βλαχέρνας καταλαβεῖν. ἥ τε οὖν τριήρης παρὰ ταῖς ἀκταῖς τῶν ἀρχείων ἐσάλευε καὶ τὸ συγγενὲς ἅπαν τοῦ βασιλέως παρ’ αὐτὸν μετὰ φώτων συνήλιστο, σύμπλουν ἐσόμενον· τοῦ θεοῦ δὲ δεικνύντος ὡς κύριός ἐστιν ὡρῶν καὶ χρόνων αὐτὸς καὶ παρ’ αὐτοῦ κατευθύνεται εἴτε μὴν συμποδίζεται τά τινων διαβήματα, τὸ πρὸ τῆς βασιλείου κλίνης δάπεδον αὐτομάτως ὑποχαλᾷ καὶ εἰς χάσμα ἱκανῶς διανοίγεται. καὶ βασιλεὺς μὲν παραδόξως τοῦ κινδύνου ῥύεται, ἅτερος δὲ τῶν τούτου γαμβρῶν, ὁ Παλαιολόγος Ἀλέξιος, καὶ συχνοὶ ἄλλοι ἐνίσχονται τῷ διαστήματι καὶ πάσχουσι κακῶς τὰ βάθρα τοῦ σώματος· εἷς δέ τις ἐκτομίας καὶ ἐτεθνήκει ἐς τὸ βάθιστον τοῦ χάσματος καταδύς. οἵαν μὲν οὖν ἔννοιαν ἢ μετάνοιαν ἐπὶ τούτοις εἴληφεν ὁ κρατῶν, οὐδαμῶς ἔχω ἐπεξιέναι· ὃ δὲ κατὰ πόδας ἐπηκολούθησε, τοῦτο δὴ καὶ τῇ ἱστορίᾳ παραδίδωμι. Τῷ βασιλεῖ τῷδε καὶ τρίτη θυγάτηρ ἦν, Εὐδοκία τοὔνομα.
PG 139:943ταύτην, ἔτι τοῦ τεκόντος Ἀνδρόνικον ἐκδιδράσκοντος Ἰσμαηλίτας τε καὶ Παλαιστίνην περιιόντος πλάνητος, ὁ πατράδελφος Ἰσαάκιος ἑνὶ τῶν παίδων εἰς γάμον ἐκδέδωκε τῷ Στεφάνῳ τοῦ Νεεμάν· ἦν δ’ οὗτος ἡγεμὼν τῶν Τριβαλλῶν. ἀλλ’ ὁ μὲν βραχὺν ἐπιμείνας τῇ ἀρχῇ χρόνον τὸ ὄρος ἄνεισι τὸ Παπύκιον καὶ βίον ὕπεισι τὸν μοναδικόν· ὁ δέ οἱ υἱὸς Στέφανος συγκληροῦχον τῆς πατρῴας σατραπείας τὴν Εὐδοκίαν δεικνὺς ἡλίους συχνοὺς ἐξεμέτρησε καὶ παίδων ἐξ αὐτῆς ἀκούει πατήρ. Καινοτόμος δ’ ὢν ὁ χρόνος καὶ προβολεὺς τῶν ἀνομοίων ἄληκτος διίστησιν ἀμφοτέρους τῆς πρὶν ἑνότητος καὶ συμπνοίας, οὐκ ἄχρι τῶν ἐσχάτων ἀναπνοῶν τὴν συμφυί̈αν παρεὶς ἀνόθευτον, ὃ τοῖς ἐχέφροσι ζυγίταις πλήρωμα τῆς ἀνθρωπίνης εὐδαιμονίας κρίνεται. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ ἐνεκάλει τὸν τῆς ψωρώδους ἀκρασίας ὀδαξησμόν, ἡ δὲ τἀνδρὶ προσῆπτε τὸν εὐθὺς ἐξ ἑωσφόρου ἀκροχάλικα καὶ τὸ μὴ πίνειν ὕδατα ἐξ οἰκείων ἀγγείων καὶ τὸ κρυφίων ἄρτων ἐμπίπλασθαι. καὶ προβαινούσης οὕτω τῆς διχονοίας ἀεὶ ἐπὶ μέγα σκέπτεταί τι βαρβαρώτατον ἔργον ὁ Στέφανος καὶ αὐτὸ μέτεισι·
πλασάμενος γάρ, εἴτε καὶ φάμενος ἀληθῶς, μοιχευομένην ἁλῶναι τὴν Εὐδοκίαν παντὸς ἀπογυμνοῖ περιβλήματος γυναικείου, τὸν ἔσχατον αὐτῇ καὶ λεπταλέον χιτῶνα μόνον καταλιπών, καὶ τοῦτον κύκλῳ περικοπέντα ὡς μόλις περιστέλλειν τὰ τῶν μελῶν ἀσχήμονα, καὶ διαφίησιν οὕτως ἀτίμως, ἔνθα δὴ καὶ ὀργῴη πορεύεσθαι. Πρὸς δὲ ταυτηνὶ τὴν πρᾶξιν τὴν ὄντως ἄσεμνον καὶ ἀπότομον καὶ τὴν ὑπέρογκον ἀμυντηρίαν ὁ ἀδελφὸς ἀντιστὰς Βόλκος ἔς τε τὸ ἀπάνθρωπον ὠνείδισεν ἦθος τὸν κασίγνητον μεθαρμοσθῆναί τε τῆς ὀργῆς καὶ καθυφεῖναί τι μικρὸν καθικέτευσεν, ἀπιδόντα πρὸς τὸ μεγαλεῖον τοῦ γένους τῆς Εὐδοκίας καὶ ἑαυτὸν δὲ οἰκτειρήσαντα, γενησόμενον οὕτως ἐπ’ ἀσχήμοσιν ἔργοις ἀοίδιμον. οὐκ ἔχων δὲ καὶ πείθειν ὡς τὴν γνώμην ἀκαμπῆ καὶ δυσμείλικτον αὐτὸς τὴν Εὐδοκίαν προσηκούσης κομιδῆς ἀξιώσας παραδίδωσι τοῖς ἀπάξουσι δεόντως εἰς τὸ Δυρράχιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ πατήρ, πέμψας ἀμφικέφαλον καθέδραν καὶ κόσμους περιδερραίους ἄλλας τε λαμπρειμονίας βασιλικάς, εἰσοικίζεται τὴν θυγατέρα.
Πλὴν οὐδ’ οἱ τοῦ Νεεμὰν οὗτοι υἱοὶ ἀδελφὰ φρονοῦντες ἐς τέλος διήρκεσαν, ἐκπολεμωθέντες δὲ κατ’ ἀλλήλων τῷ χορῷ τῶν ἄλλων καὶ οἵδε συνήφθησαν, οὓς μικρῷ πρόσθεν εἰρήκειμεν ἠγνοηκέναι τὴν φύσιν διά τε φιλαρχίαν καὶ τρόπου σκαιότητα· καὶ φανεὶς κρείττων ὁ Βόλκος τῆς ἀρχῆς ἅμα καὶ τῆς πατρίδος ἐκτοπίζει τὸν Στέφανον. ἐκ γὰρ τῆς τῶν πόλεων βασιλίδος ὥσπερ τινὸς ὑπογραμμοῦ καὶ τύπου καὶ κοινοῦ θεμιστεύματος τῆς ἀδελφοκτονίας ἐξιούσης καὶ διαδραμούσης τῆς γῆς τὰ πέρατα, οὐ Πέρσαι μόνον καὶ Ταυροσκύθαι καὶ οἵδε οἱ Δαλμάται καὶ μετέπειτα Πάννονες, ἀλλὰ καὶ λοιποὶ ἕτεροι παρ’ ἔθνεσι δυναστεύοντες στάσεων καὶ φόνων τὰς ἑαυτῶν πατρίδας ἐνέπλησαν, καθ’ ὁμογενῶν τὰ ξίφη σπασάμενοι. Κατὰ δὲ τοὺς χρόνους τούτους ἔξεισι τῆς Μυσίας ὁ Ἰωάννης καὶ μεγίστῳ τε καὶ παγχάλκῳ στρατεύματι διειληφὼς τὴν Κωνστάντειαν χειροῦται κατὰ πᾶσαν εὐπέτειαν, διάσημον οὖσαν ἐν τοῖς τῆς Ῥοδόπης σχοινίσμασι. καὶ καθελὼν τὸν ταύτης περίβολον ἐκεῖθεν ἀπανίσταται καὶ περὶ τὴν Βάρναν στρατοπεδεύεται καὶ πολιορκεῖ γενναίως καὶ ταύτην κατὰ τὴν ἕκτην τῶν τοῦ Χριστοῦ παθημάτων ἡμέραν.
PG 139:945παντοίαν δ’ ἔνστασιν ἐνδεικνυμένων τῶν ἔνδοθι, κρατίστων ὄντων τῶν πλείστων κἀκ τοῦ Λατινικοῦ στίφους συγκροτουμένων, τετράπλευρον συντίθησι μηχανήν, συμμηκιζομένην τῷ εὔρει τῆς τάφρου καὶ ἰσοϋψῆ τῷ τείχει τῆς πόλεως, καὶ ταύτην ὑπότροχον οὖσαν τῆς τάφρου ἄγχιστα στήσας, εἶτα ἀνατρέψας ἀμφοτέρων τῶν περάτων ἐπιλαμβάνεται καὶ τῷ αὐτῷ καὶ ἑνὶ μηχανήματι ζεύγματί τε τῆς τάφρου χρησάμενος καὶ κλίμακι ἐξικνουμένῃ τοῦ ὕψους τῆς πόλεως τρισὶν ἡμέραις τῆς Βάρνας κρατεῖ. οὔτε δὲ τῆς ἡμέρας τὴν δύναμιν ὁ βάρβαρος πτοηθείς (ἦν γὰρ τὸ ὑπερευλογημένον σάββατον, καθ’ ὃ ὕπνωττεν ἐν τάφῳ Χριστός), οὔτε τὸν Χριστιανὸν αἰδεσθείς, ὃν μόνοις περιέφερε χείλεσιν, ἀλλὰ φιλαιμάτοις δαίμοσιν ἐλαστρούμενος πάντας, οὓς συνείληφε, κατὰ τῆς τάφρου ζῶντας ὠθεῖ καὶ χοῦν ἐς ἰσόπεδον ἐπιχέας πολυάνδριον τὸν τόπον δείκνυσιν. ἔπειτα καὶ τὰ τείχη καταστρεψάμενος ἐς Μυσίαν ἐπάνεισιν, ἐναγίσμασι τοιούτοις καὶ τελεταῖς μυσαρωτάταις τὴν μίαν τῶν σαββάτων καὶ τῶν ἡμερῶν κυρίαν τετιμηκώς. Καὶ τῇδε μὲν καὶ ταῦτα ἐφέρετο·
ὁ δέ γε πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης, χρόνιος ἐν Μυσίᾳ καθειργνύμενος, δεῖται τοῦ ἐξαδέλφου καὶ βασιλέως ἐκ τῆς οἰκείας οὐσίας λυθῆναι, μηδ’ ὡς κακοῦργος ἐπὶ πολὺ παροφθῆναι παρὰ βαρβάροις δορύκτητος. οὐκ εἶχε δὲ καὶ πείθειν δι’ ὧν ἐπέστελλεν. ἀπειρηκὼς οὖν τὸν κηδεστὴν μέτεισι Χρύσον καὶ παρ’ αὐτοῦ δεῖται λυθῆναι, καὶ ὡς εἶχε τὰ ᾐτημένα πεπερασμένα, ἐκ Μυσίας ἐς Πρόσακον ἄπεισιν. ἀλλ’ οὐδ’ ἐκεῖσε γενόμενος καθυφῆκε τοῦ βασιλέως δεόμενος, εἴ πως τῷ Χρύσῳ τὰ λύτρα κατάθοιτο, εἰς δύο ποσούμενα χρυσοῦ κεντηνάρια, πολλαπλασίονα τούτων ἀφαιρεθῆναι φάσκων πλὴν τῶν ἀργυρέων καὶ χρυσέων σκευῶν τῶν σηρικῶν τε νημάτων καὶ τῶν περιφανῶν ἐσθημάτων, οἷς ὑπερεκόμα ῥυηφενέστατος ἀνθρώπων φανείς. ὁ δὲ τὴν σχέσιν τοῦ πρωτοστράτορος ἐν πλάστιγγι μιᾷ τοῦ τῆς φρενὸς ζυγοῦ κατατιθείς, ἐν δὲ θατέρᾳ τὰ τούτου χρήματα, καὶ ταλαντεύων ἀμφότερα, πολὺ τῇ ῥοπῇ βαρύτερα τὰ δεύτερα εὕρισκεν· ὅθεν οὐδ’ ἄκροις ὠσὶν εἰσῳκίζετο τὰ ὑπ’ ἐκείνου γραφόμενα. Ἀπειπὼν οὖν ὁ Καμύτζης ἔγνω σὺν Χρύσῳ τοῖς ἀγχιτέρμοσι Προσάκῳ Ῥωμαϊκοῖς ἐπιθέσθαι θέμασιν.
εὐμαρῶς οὖν Πελαγονίαν χειροῦνται καὶ ῥᾳδίως ὑπάγονται Πρίλαπον, ἐπιφύονται τοῖς ἑξῆς, ἀφιστῶσι τὰ πόρρωθεν, διεκπίπτουσι τῶν Θετταλικῶν Τεμπῶν, τῶν πεδιάδων ἐπιλαμβάνονται, παρακινοῦσι τὴν Ἑλλάδα, παλίμβολον τιθέασι τὴν τοῦ Πέλοπος. Τότε δὲ καὶ δεύτερος ἀποστάτης κατὰ τοὺς σπαρτοὺς ἐπανέτειλε Γίγαντας. Ἰωάννης γάρ τις τὸ γένος Κύπριος, Σπυριδωνάκης τοὐπώνυμον, τὸ εἶδος φαῦλος, τὴν ἡλικίαν φαυλότερος, στράβων τὰς ὄψεις, χειρῶναξ τὴν τέχνην, τὴν τύχην χθόνιος, τῷ βασιλεῖ τῷδε ὑπηρετούμενος, ταῖς δὲ παραλόγοις προόδοις καὶ ἀναβάσεσι τῶν ἔσω λεγομένων ταμείων φύλαξ ταχθείς, εἶτα καὶ τὴν ἀρχὴν τῶν Σμολένων χειρίζειν λαχών, καταγινώσκει τοῦ πεπομφότος εὐτέλειαν νοὸς καὶ ἀφέλειαν καὶ τῷ δυσπροσόδῳ τῆς χώρας ἐπαρθεὶς εἰς ἀπόνοιαν δισσούμενον γίνεται ἐκείνῳ ἀντιστάτημα καὶ Σατὰν καὶ σκόλοψ καὶ ἀπρόσκοπον συγκύρημα χείριστον.

Reign of Alexius Ducas, Surnamed MurzuphlusImperium Alexii Dueæ Cognomento Murzufli

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ὁ δὲ βασιλεὺς καὶ τρίτῳ τότε κακῷ τῇ συνήθει καχεξίᾳ τρυχόμενος, ἥτις ἐπενέμετο τὰ ἄρθρα τοῦ σώματος, τὸν Ἐπιμηθέα εἶχε κατ’ ἄμφω δεινῶς ἐπικείμενον καὶ εἰς πνῖγμα μικροῦ ἐναλλόμενόν τε καὶ ἐπεμβαίνοντα, ὅτι τε τὸν ἐξάδελφον οὐκ ἐλύσατο καὶ ὅτι τὸν οὐτιδανὸν ἐν ἀνθρώποις Σπυριδωνάκην εἰς ὄνειδος οἰκεῖον πόλεων τοσούτων ἐρυμνοτάτων κατέστησεν ἄρχοντα. Διχῇ οὖν διαιρῶν τὸ συναγόμενον στράτευμα τὸ μὲν τῷ γαμβρῷ παρεδίδου Ἀλεξίῳ τῷ Παλαιολόγῳ τὸν ἀνθρωπίσκον μετιόντι Σπυριδωνάκην, τὸ δ’ ἐξέπεμψεν εἰς τὸν Ἠονοπολίτην Ἰωάννην τῷ πρωτοστράτορι ἀντικαθιστάμενον. ὁ μὲν οὖν τοῦ βασιλέως γαμβρὸς Ἀλέξιος ἀρετὴν καὶ τόλμαν ἐνδειξάμενος ἔμφρονα τὸν Σπυριδωνάκην καταγωνίζεται σὺν πόνῳ βραχεῖ καὶ φυγάδα τίθησι τὸ Πυγμαϊκὸν ἀνδράριον ἐς Μυσίαν· ἡ δὲ τοῦ πρωτοστράτορος ἀντιστασία ἐφ’ ἱκανὸν μὲν διήρκεσε χρόνον, αἴσιον δ’ οὖν καὶ αὕτη πέρας ἐδέξατο. ὁ γὰρ βασιλεὺς ἄλλαις τε μεθόδοις ἐχρήσατο μεθ’ ὑπουλίας μετιὼν τὸν Χρύσον, καὶ δὴ καὶ τὴν θυγατρόπαιδα Θεοδώραν, ἣν τῷ Ἰβαγκῷ κατηγγύησεν, ἐμνήστευσεν αὐτῷ εἰς εὐνέτιν ἐκ Βυζαντίου μεταπεμψάμενος.
PG 139:947καὶ τούτοις τοῖς μεθοδεύμασιν ἀνασώζεται Πελαγονίαν καὶ Πρίλαπον καὶ Θετταλίας ἀπανίστησι τὸν Καμύτζην, πῇ μὲν πολέμῳ κατατροπούμενον, πῇ δὲ φυγῆς ἐθελοντὶ ἁπτόμενον. ὕστατα δὲ καὶ αὐτοῦ τοῦ Στανοῦ μετανάστην δείκνυσιν, εἰς ὃν ὡς εἰς ἀνάλωτον ἀπέδρα κρησφύγετον. καὶ τοιούτοις ἔργοις ἑαυτὸν περιανθίσας, ἐπὶ μακρὸν ὀφθέντα οἰκουρὸν καὶ ἀπόλεμον, εἰς Βυζάντιον ἐπανέδραμε. τότε δὲ καὶ τῆς Στρουμμίτζης ἐκράτησεν, ἀπάτῃ κἀνταῦθα τὸν Χρύσον περιελθών, καὶ τὰς πρὸς Ἰωάννην σπονδὰς ἐξεπέρανεν. Ἀλλὰ μέχρι μὲν δὴ τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ διὰ λείας φέρων ὁδοῦ, τὸ δ’ ἐντεῦθεν οὐκ οἶδ’ ὅπως τῷ λόγῳ χρήσομαι. τίνα γὰρ ἂν γνώμην ἔχειν εἰκὸς τὸν τὰς κοινὰς διεξιέναι μέλλοντα συμφοράς, ὧν ἡ τῶν πόλεων αὕτη πεπείραται βασιλὶς τῶν γηί̈νων ἀγγέλων βασιλευόντων; ἐβουλόμην μὲν οἷός τε εἶναι διεξελθεῖν ἀξίως τῷ λόγῳ τὰ πάντων τῶν κακῶν ἀχθεινότατά τε καὶ χαλεπώτατα· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἐν ἐπιτόμῳ καὶ δὴ ποιήσομαι τὴν ἀφήγησιν, κερδαλεωτέραν ἐσομένην δήπου τοῖς ὀψιγόνοις διὰ τὴν τῶν ἀλγεινῶν ἀκουσμάτων μετρίασιν καὶ τὴν ἐντεῦθεν τῆς πλείονος λύπης ὑφαίρεσιν.
Εἶχε μὲν οὖν ὁ βασιλεὺς Ἀλέξιος τὸν ἀδελφὸν Ἰσαάκιον καθῃρηκὼς τῆς ἀρχῆς· δέον δὲ μὴ πάντῃ ἀμελῆσαι τῆς αὐτοῦ φυλακῆς, ὁ δὲ λαθόμενος ὡς ἐγκαίονται τοῖς πλείστοις αἱ συμφοραὶ καὶ εἰσὶν ἀναπόνιπτοι οὔτε μὴν ἡ δίκη δι’ ὅλου τις ἀδιύπνιστος καὶ ταῖς χρονίαις φιληδοῦσα μεταβολαῖς, ἀλλ’ ἔπεισι καὶ ταχύπους καὶ ἀψοφητὶ ἐπιπίπτειν φιλεῖ τοῖς ἔργα ῥέζουσιν ἔκδικα, ἐνδίδωσι τῷ κασιγνήτῳ διάγοντι κατὰ τοὺς κίονας, οἳ περὶ τὸν πορθμὸν ἀκταῖοι καὶ δυάζοντες ἵστανται, βίοτον ἔχειν ἄνετον καὶ πᾶσιν ἀνεπέγκλητον εἶναι τὴν εἰς αὐτὸν διαπλώϊσιν. ἦν οὖν τοῦ βουλομένου παντὸς καὶ οἳ ἐκ γένους μάλιστα τῶν Λατίνων εἰς Ἰσαάκιον ἀναπλεῖν· οἷς καὶ κρυφίων κοινωνὸς ἐδείκνυτο βουλευμάτων, ὁπόσα τὴν ἀντιπάθειαν ἐβυσσοδόμευον καὶ τὴν Ἀλεξίου καθαίρεσιν ἐμεθόδευον, γραμμάτια πρὸς Εἰρήνην πέμπων τὴν θυγατέρα, κοινωνοῦσαν λέχους Φιλίππῳ τῷ κρατοῦντι τότε τῶν Ἀλαμανῶν, πρὸς τὴν πατρῴαν ἐκδίκησιν ὑπαλείφοντα, κἀκεῖθεν διαποτώμενα ἔχων ἀντίγραφα τὸ ποιητέον αὐτῷ εἰσηγούμενα. Εἶτα καὶ τὸν υἱέα τούτου Ἀλέξιον τῆς εἱρκτῆς ἀνεικὼς ἐλεύθερον ἀφῆκε τρέφεσθαι.
PG 139:949ἐν δὲ τῷ μέλλειν κατὰ τοῦ πρωτοστράτορος ἐξιέναι καταλύσας ἐς Δαμοκράνειαν συνέκδημον καὶ τοῦτον ἐπήγετο. ὁ δὲ κατὰ γνώμην δήπουθεν τοῦ πατρὸς Πισσαίῳ τινὶ περὶ δρασμοῦ κοινολογησάμενος, στρογγύλης προεστῶτι μεγίστης νεώς, ἐκαιροφυλάκει θέσθαι ἐν θαλάσσῃ τὸ ὅρμημα καὶ τὸ ἴχνος ἐν πολλοῖς ὕδασιν. ὡς δ’ ἐπέστη καιρὸς οὐκ ἀνάρσιος πρὸς τὴν ἄπαρσιν, ἡ μὲν ναῦς ἱστίοις πτεροῦται καὶ κατ’ οὖρον φέρεται καὶ προσοκέλλει τῇ καθ’ Ἑλλήσποντον Αὐλωνίᾳ, τὸ δέ γε ταύτης ἐφόλκιον κατᾶραν ἐς τὸν Ἀθύραν ἐπὶ τῷ δέξασθαι τὸν Ἀλέξιον, τιθὲν τὴν σκέψιν ἀφώρατον, ἐνεφόρει ψάμαθον φόρτον ἐσομένην τῇ νηὶ̈ κεκενωμένῃ δῆθεν τῶν ἀγωγίμων. ὁ δ’ Ἀλέξιος ἐκ Δαμοκρανείας ἐκεῖσε παραγενόμενος τὴν ὁλκάδα εἴσεισι καὶ πρὸς τὴν νῆα μετακομίζεται. γνωσθείσης δὲ τῆς τούτου φυγῆς πέμπονται μὲν παρὰ τοῦ βασιλέως οἱ τὸ πλοῖον ἐξερευνήσοντες, οὐ μὴν ἴσχυσαν συλλαβεῖν τὸν Ἀλέξιον· οὗτος γὰρ τὴν κόμην κειράμενος περιτρόχαλα καὶ τὴν αὐτὴν τοῖς Λατίνοις στολὴν ἐνδυσάμενος, ὡς ἐν ὁμίλῳ πολλῷ συναναστρεφόμενος τοὺς διφῶντας ἐλάνθανεν. ἀπαχθεὶς οὖν ἐς Σικελίαν δῆλος τῇ ἀδελφῇ γίνεται·
ἡ δὲ δορυφορίαν ἱκανὴν ἀποστείλασα τὸν ἀδελφὸν ἀγκαλίζεται καὶ δεῖται τοῦ ἀνδρὸς Φιλίππου τὰ δυνατὰ τῷ πατρὶ ἐπαμῦναι φάος ἅμα καὶ κράτος ὑπὸ τῶν γνησίων ἀφῃρημένῳ καὶ τῷ ἀδελφῷ ἐπαρήξειν ἀστέγῳ τε καὶ ἀπόλιδι κατ’ ἀστέρας μεταφερομένῳ τοὺς πλάνητας καὶ μηδὲν ἐπαγομένῳ πλὴν τοῦ σώματος. Ἀλλὰ γὰρ πρὸς τούτοις καὶ ἄλλα μοι ἐπιρρεῖ, ἃ μὴ χρεὼν παρόψεσθαι. οἱ Ἀγγελώνυμοι κασίγνητοι καὶ ἄλλως μὲν πλημμελῶς διῴκουν τὰ τῆς ἀρχῆς, ὡς ἤδη λέξαντες ἔχομεν, μάλιστα δὲ φιλοχρηματίαν νοσοῦντες οὔτ’ ἀπὸ δικαίων πόρων πλουτεῖν ἠνείχοντο, οὔτε ξυνεῖχον τὰ συλλεγόμενα, ἀλλ’ ἐξέφερον ἀμφοτέραις αὐτὰ καὶ περιττῇ μὲν θεραπείᾳ καὶ κόσμῳ πολυτελεῖ σώματος, πλέον δ’ ἀπεπλούτουν πρὸς ἑταιρίδας καὶ συγγενεῖς ἀλυσιτελεῖς παντάπασι τῷ κοινῷ. οὐ μόνον τοίνυν τὰς Ῥωμαϊκὰς πόλεις ἐκαλαμῶντο καὶ ἐπεφύλλιζον, εὑρεταὶ καινῶν εἰσφορῶν καθιστάμενοι, ἀλλὰ καὶ τοὺς ἐκ φυλῶν Λατινίδων ἐν οἷς εἶχον εἰσέπραττον. πολλάκις οὖν τὰς πρὸς Βενετίκους ξυνθήκας παραβλεψάμενοι αὐτούς τε εἰς χρήματα ἐζημίωσαν καὶ τὰ πλοῖα τούτων ἠργυρολόγουν καὶ τοὺς ἐκ Πίσσης αὐτοῖς ἐπανέστησαν.
ἀμέλει καὶ ἦν ὁρᾶν ὁτὲ μὲν τῆς πόλεως ἔνδοθεν, ὁτὲ δὲ κατὰ θάλατταν διὰ μάχης ἀμφότερα τὰ γένη χωροῦντα, κρατοῦντά τε ἀνὰ μέρος καὶ κρατούμενα, καὶ παλίωξιν ἐντεῦθεν καὶ ἀντισκύλευσιν. Ἀτὰρ οἱ Βενέτικοι, παλαιῶν μεμνημένοι πρὸς Ῥωμαίους σπονδῶν καὶ μεταχωροῦσαν πρὸς Πισσαίους τὴν σφετέραν δεξίωσιν οὔκουν ὁρᾶν ἀνεχόμενοι, δῆλοι ἦσαν Ῥωμαίων κατὰ βραχὺ ἀφιστάμενοι καὶ μελετῶντες ἐν καιρίοις τὴν ἀντιλύπησιν, καὶ μάλισθ’ ὅτι κιμβικευόμενος ὁ Ἀλέξιος οὐκ ἀπεδίδου σφίσι χρυσίου μνᾶς διακοσίας ἐνδεούσας ἔτι πρὸς τὸ ἅπαν ὀφείλημα τῶν δέκα πρὸς τοῖς πέντε κεντηναρίων, ἃ συνέθετο δοῦναι τοῖς Βενετίκοις ὁ βασιλεὺς Μανουήλ, ἡνίκα συνειληφὼς Βενετίκους δημόσια τὰ τούτων ἔθετο χρήματα.
PG 139:951Ἦν δὲ δεινὸν οὐκ ἐλάχιστον καὶ ὁ τηνικαῦτα δοὺξ Βενετίκων Ἐρίκος Δάνδουλος, ἀνὴρ πηρὸς μὲν τὰς ὄψεις καὶ τῷ χρόνῳ πέμπελος, ἐπιβουλότατον δὲ πρᾶγμα Ῥωμαίοις καὶ φθονερώτατον, ὃς παιπάλημα ὢν ἀγυρτείας καὶ φρονιμώτερον τῶν φρονίμων ἑαυτὸν ὀνομάζων καὶ δοξομανῶν ὡς οὐχ ἕτερος θανάτου ἐτιμᾶτο τὸ μὴ τίσασθαι Ῥωμαίους τῆς ἐς τὸ γένος αὐτοῦ παροινίας, φρεσὶν ἀναπεμπάζων καὶ λογιστεύων ὁπόσοις κακοῖς οἱ Βενέτικοι προσωμίλησαν τῶν Ἀγγελωνύμων ἀδελφῶν ἀνασσόντων, καὶ πρὸ τούτων Ἀνδρονίκου, καὶ ἀνόπιν ἔτι τοῦ Μανουὴλ τὰ τῶν Ῥωμαίων σκῆπτρα διέποντος. εἰδὼς δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς προχωρήσειν, εἴ τι που Ῥωμαίοις ἐπίβουλον μετὰ μόνων τῶν ὁμοφύλων ἐργάσεται, καὶ ἄλλους προσλαβέσθαι συλλήπτορας σκέπτεται καὶ τούτοις κοινωνῆσαι τῶν ἀπορρήτων, οὓς ᾔδει πρὸς Ῥωμαίους ἄσπονδον μῖσος τρέφοντας καὶ τοῖς τούτων καλοῖς βάσκανον καὶ λίχνον ἐνατενίζοντας. τοῦ δὲ καιροῦ χορηγήσαντος αὐτομάτως τοπάρχας τινὰς εὐγενεῖς, οἳ τὴν ἐς Παλαιστίνην ὥρμων τραπέσθαι, κατὰ κοινοπραγίαν τούτοις συγγίνεται καὶ συνωμότας ἐπισπᾶται τοῦ κατὰ Ῥωμαίων κινήματος.
ἦσαν δὲ οὗτοι ὁ Μοντησφεράντης μαρκέσιος Βονιφάτιος, ὁ κόμης Φλάντρας Βαλδουῖνος, ὁ κόμης τοῦ ἁγίου Παύλου Ἐρίκος καὶ ὁ κόμης Πλέης Δολόϊκος, καὶ συχνοὶ ἕτεροι τολμητίαι πολεμισταὶ καὶ συμμηκιζομένην οἷον τῷ δολιχῷ τῶν δοράτων τὴν ἡλικίαν προφαίνοντες. Ναυπηγηθέντων οὖν εἰς Βενετίαν δι’ ὅλων τριῶν λυκαβάντων δρομώνων μὲν ἱππαγωγῶν ἑκατὸν δέκα, νηῶν δὲ μακρῶν ἑξήκοντα, ἔτι δὲ πλοίων συναθροισθέντων στρογγύλων μεγίστων ὑπὲρ τὰ ἑβδομήκοντα, ὧν ἓν Κόσμος παρ’ αὐτοῖς ὠνομάζετο ὡς πολὺ τῶν ἄλλων ὑπερφέρον ἐς μέγεθος, εἴσεισιν ἐκ παραγγελίας αὐτὰ ἵππος μὲν χιλία σιδήρῳ κατάφρακτος, ἀσπὶς δὲ τρισμυρία εἰς ὁπλίτας πλείστους διῃρημένη, μάλιστα δὲ εἰς τοὺς καλουμένους τζαγγρατοξότας. Ὡς δ’ ἦν ὁ στόλος πρὸς ἀναγωγὴν ἕτοιμος, κακὸν ἐπὶ κακῷ προςβάλλει καὶ κῦμα, ὅ φασιν, ἐπὶ κύματι Ῥωμαίοις ἐπικυλίνδεται·
PG 139:953Ἀλέξιος γὰρ ὁ παῖς Ἰσαακίου τοῦ Ἀγγέλου γράμμασιν ἐφοδιασθεὶς τοῦ πάπα Ῥώμης τῆς πρεσβυτέρας καὶ τοῦ ῥηγὸς Ἀλαμανίας Φιλίππου, χάριτας μεγίστας ὁμολογούντων τοῖς πειρατικοῖς τούτοις ἐργαστηρίοις, εἰ τὸν Ἀλέξιον εἰσδέξονται καὶ πρὸς τὴν πατρῴαν ἐπαναγάγωσι βασιλείαν, τρισάσμενος μετὰ καιρὸν τῷ στόλῳ ἐφίσταται καὶ προςβλέπεται ὡς οὐ μόνον τὸν κατὰ Ῥωμαίων λῃστρικὸν ἔκπλουν μετασχηματίσων πρὸς τὸ εὐάφορμον καὶ διαμορφάσων πρὸς τὸ εὐπρόσωπον, ἀλλὰ καὶ χρημάτων ἀποθεραπεύσων σωρείαις τὸ κερδαλέον ἐκείνων καὶ φιλοχρήματον φρόνημα. τὸν τοίνυν Ἀλέξιον, οὐ μᾶλλον τὴν ἡλικίαν ἢ τὰς φρένας νεάζοντα, πανοῦργοι πάντες καὶ πράγμασιν ἐντακέντες ἄνδρες παραλαβόντες ἐκείνοις ἐνόρκως συνθέσθαι παρέπεισαν, ἃ μηδαμῶς ἐπεφύκει πέρας λαβεῖν. οὐ γὰρ μόνον θαλάσσας χρημάτων αἰτησαμένοις κατένευσε τὸ μειράκιον, ἀλλὰ καὶ σύναρσιν κατὰ Σαρακηνῶν μεθ’ ὁπλομάχων Ῥωμαίων καὶ τρικρότων νηῶν πεντήκοντα. τὸ δὲ δὴ μεῖζον καὶ ἀτοπώτατον, παρεκτροπὴν πίστεως, ὁποία τοῖς Λατίνοις ἀσπάζεται, καὶ τῶν τοῦ πάπα προνομίων καινισμὸν μετάθεσίν τε καὶ μεταποίησιν τῶν παλαιῶν Ῥωμαίοις ἐθῶν συγκατέθετο.
Καὶ δὴ ὁ μὲν στόλος τὰ πρυμνήσια λύσας κατάγεται πρὸς Ἰάδαρα καὶ ἦν αὐτὰ πολιορκῶν, δόξαν οὕτω Δανδούλῳ τῷ τῆς Βενετίας δουκί, ὡς δῆθεν παλαιὰς συνθήκας παραβλεψάμενα· ὁ δέ γε κρατῶν Ῥωμαίων Ἀλέξιος ἐκ πολλοῦ τὴν τῶν Λατίνων ἐνωτιζόμενος κίνησιν πρὸς οὐδέν τι ἄμεινον Ῥωμαίοις διέκειτο· τὸ γὰρ περιττὸν ἐς μαλακίαν ἴσην ἔχει πως καὶ τὴν βλακείαν πρὸς τὰ κοινωφελῆ καὶ τὰ δέοντα. οἵ τε γοῦν αὐτῷ εἰσηγούμενοι περιουσίας ὅπλων φροντίζειν καὶ παρασκευῆς ἐπιμέλεσθαι ὀργάνων εἰς πόλεμον ἐπιτηδείων, πρὸ δὲ πάντων πολεμιστηρίων νεῶν συμπήξεως ἔχεσθαι, νεκρῷ ἐῴκεσαν προσδιαλεγόμενοι. καὶ αὐτὸν ἦν ὁρᾶν εἰς ἐπιδόρπιον γέλωτα ὥσπερ ἐθελοκακοῦντα τὰς περὶ Λατίνων ἀγγελίας τιθέμενον, λουτρῶν τε ἀνεγέρσεις φιλοτίμους καὶ βουνῶν καθαιρέσεις πρὸς ἀλωὴν καὶ φαράγγων ἀναπληρώσεις σπουδάζοντα καὶ τὸν καιρὸν εἰκαίως ἐν τούτοις καὶ παραπλησίοις ἄλλοις προϊέμενον.
οἱ δὲ τῶν περιφύτων ὀρῶν φύλακες ἐκτομίαι, ἃ τοῖς βασιλεῦσιν ἀνεῖται πρὸς κυνηγέσια, καθάπερ ἱερῶν ἄλσεων, εἰπεῖν δὲ καὶ θεοφυτεύτων παραδείσων, ἐφείδοντο τουτωνὶ καὶ διηπειλοῦντο τὸν ἔσχατον κίνδυνον τοῖς ἐκτεμεῖν προθεμένοις ἐκεῖθεν ξύλα ἄττα ναυπηγήσιμα. καὶ βασιλεὺς οἷς οὐκ ἐπετίμα τοῖς ἀβελτέροις, ἐπευδοκῶν τοῖς λαλουμένοις ἡλίσκετο. Ἐπεὶ δὲ παρεστήσαντο μὲν οἱ Λατῖνοι τὰ Ἰάδαρα, τῇ δ’ Ἐπιδάμνῳ προσώκειλαν καὶ βασιλεὺς Ῥωμαίων ὁ συνὼν ἐκείνοις Ἀλέξιος παρὰ τῶν Ἐπιδαμνιτῶν ἀνηγόρευτο καὶ τὴν περὶ τούτων φήμην ἀναμφήριστον εἶχεν Ἀλέξιος, γίνεται παροιμιώδης ἀσπαλιεύς, ὃς πληγεὶς κομίζεται νοῦν. ἤρξατο τοίνυν ἐπισκευάζειν τὰ τῶν σκαφιδίων ὑπόσαθρά τε καὶ θριπηδέστατα, μόλις ἐς εἴκοσιν ἀριθμούμενα, περιελθὼν δὲ καὶ τὰ τείχη τῆς πόλεως τὰς ἔξωθεν οἰκήσεις κατερείπειν προσέταττεν. Ὁ δὲ στόλος ἄρας ἐξ Ἐπιδάμνου τῇ τῶν Κερκυραίων παρενέβαλε καὶ περὶ τὰς εἴκοσιν ἡμέρας σχάσας ἐκεῖθι τὸν πλοῦν, ὡς ἔγνω τὴν ἄκραν δυσεπιχείρητον, εὐθὺ τῆς Κωνσταντίνου τὰ λαίφη διαπετάννυσιν·
PG 139:955ᾔδεσαν γὰρ ἐκ μακροῦ τὴν τῶν Ῥωμαίων οἱ ἀφ’ ἑσπέρας ἀρχὴν ἐς μηδὲν ἕτερον περιστᾶσαν ἢ κραιπάλην καὶ μέθην καὶ τὴν Βυζαντίδα Σύβαριν ἀτεχνῶς τὴν ὑμνουμένην ἐπὶ τρυφῇ. ὅθεν εὐπλοίας παραδόξου τυχόντες (αὖραι γὰρ διὰ παντὸς ποντιάδες πραεῖαί τε καὶ πλησίστιοι ταῖς ναυσὶν ἐκείνων ἐπέπνεον) τῇ πόλει ἐφίστανται μηδενὸς εἰδότος σχεδόν. κατάραντες οὖν ἐς Χαλκηδόνα πρὸς τὴν ἀντίπορθμον τῇ ἕῳ Περαίαν τὴν κάτωθεν μικρόν τι τοῦ Διπλοῦ Κίονος, κώπαις μὲν αἱ νῆες, τὰ δὲ πλοῖα λαίφεσιν ἀφικνοῦνται μετὰ μικρόν, καὶ σαλεύουσιν ἐπ’ ἀγκυρῶν ἄποθεν τῆς χέρσου ἐς ὅσον μὴ εἶναι βέλους ἐντός. οἱ δέ γε δρόμωνες τῷ Σκουταρίῳ προσίσχουσιν. Ἠκροβολίζοντο μὲν οὖν Ῥωμαῖοι κατὰ τῶν πλοίων ἐκ τῶν ἐκεῖσε λόφων προφαινόμενοι καὶ ταῖς ἀκταῖς ἐφιστάμενοι, ἀλλ’ ἦν οὐδαμῶς ἀνύσιμα τὰ πεμπόμενα· τὰ δὲ πλείω μηδ’ ἐξικνούμενα τοῦ μήκους κατὰ θαλάσσης ἐβάλλοντο. καὶ φάλαγξ ἑτέρα τις ἄνω περὶ τὸν Δαματρύα ἠγραύλει, τὰς τῶν ἱππέων Λατίνων ἐκδρομὰς ἐπισχήσουσα. πλὴν καὶ αὕτη πρὸς οὐδέν τι χρήσιμος ἐγεγόνει·
οὐ γὰρ μόνον τοῖς πολεμίοις οὐδ’ ὅλως προσέβαλεν, ἀλλὰ καὶ κατ’ αὐτῆς ἐπιόντων τῶν ἐναντίων ἀπανίσταταί τε καὶ διασκίδναται. Οὔπω συχνοὶ παρήλθοσαν ἥλιοι, καὶ γνόντες οἱ Λατῖνοι ὡς οὐδεὶς ὁ κατὰ χέρσον σφίσιν ἀντιστησόμενος ταῖς ἀκταῖς προσπελάζουσι. κἀντεῦθεν ἡ μὲν ἱππικὴ στρατιὰ ἵετο βραχύ τι τῆς θαλάσσης ἀπέχουσα, αἱ δὲ νῆές τε καὶ οἱ δρόμωνες καὶ ἐπὶ τούτοις τὰ πλοῖα πρὸς τὸν ἐσέχοντα κόλπον μετέβαινον. ὡς δ’ οἱ μὲν ἐπίγειοι, οἱ δ’ ἐνάλιοι τῷ φρουρίῳ ἐπέστησαν, ἐν ᾧ εἴθισται Ῥωμαίοις σιδηρᾶν ἀποδέειν βαρυτάλαντον ἅλυσιν, ἡνίκα πλοίων πολεμίων ἐνσταίη τις ἔφοδος, εὐθὺς προςβάλλουσι τῷ ἐρύματι· καὶ ἦν ἰδεῖν οὓς μὲν τῶν φυλάκων μετ’ ἀντιμάχησιν βραχεῖαν φυγάδας ὁρωμένους ἐκεῖθεν, οὓς δὲ ἀναιρουμένους καὶ ζωγρουμένους, ἐνίους δὲ καὶ ὡς διά τινος ἱμονιᾶς τῆς ἁλύσεως κατιόντας τε καὶ εἰσιόντας τὰς τῶν Ῥωμαίων τριήρεις, πολλοὺς δὲ καὶ κυμβάχους κατὰ βυθοῦ φερομένους ἐν τῷ τῆς ἁλύσεως διαμαρτεῖν. εἶτα καὶ αὐτῆς διαρραγείσης εἴσω ξύμπας ὁ στόλος εἰσρύεται.
τῶν δ’ ἡμετέρων τριηρέων αἱ μὲν αὐτίκα χειροῦνται, αἱ δὲ τῷ τῆς πόλεως αἰγιαλῷ προσεγχρίψασαι τιτρῶνται μετὰ τὴν τῶν ἐμπλεόντων κένωσιν. καὶ ἦν πολυειδὲς τὸ κακόν, μηδ’ ἐπὶ καρδίαν ὅλως τινὸς ἀνιόν. ἐνίστατο δὲ τότε μὴν Ἰούλιος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου ἔτους. Ἀνοχευσάμενοι δ’ ἐκ τούτων μικρὸν οἱ Λατῖνοι καὶ ὅσον τὸ ποιητέον σκέψασθαι, οἱ μὲν μετὰ τῶν νηῶν, ἡ δ’ ἵππος μετὰ τῆς προβεβλημένης πεζῆς στρατιᾶς τῷ Κοσμιδίῳ ἐφίστανται, μικρὰν ἐφευρηκότες ἐκ τῶν Ῥωμαίων ἀντίστασιν περὶ τὴν ἐκεῖ που γέφυραν καὶ τὸν λεγόμενον Τρυπητὸν λίθον. καὶ τὰ μὲν πλοῖα καὶ αἱ νῆες καὶ οἱ δρόμωνες ἐκεῖ που προσίσχουσιν, ὁ δὲ στρατὸς στρατήγιον πήγνυσι διειλημμένον ἐν μέρει ὀρυκτοῖς χαρακώμασι καὶ ξυλίνοις περισταυρώμασι περὶ τὸ γεώλοφον, ἀφ’ οὗπερ ὁρατὰ μὲν τὰ ἐν Βλαχέρναις ἀνάκτορα, ὁπόσα νένευκε πρὸς ἑσπέραν· περὶ δέ γε τὴν τούτου ὑπόβασιν ὑπτιάζει τις αὔλειος, πρὸς μεσημβρίαν μὲν ἐς τὸ τεῖχος λήγουσα, ὅπερ ἔρυμα τῶν ἀρχείων ὁ βασιλεὺς ἀνήγειρε Μανουήλ, κατὰ δὲ βορρᾶν ἄνεμον τῇ θαλάσσῃ ἐγγίζουσα.
PG 139:957σκηνάς τε οὖν ὀρθὰς ἑώρων οἱ ἐν τοῖς τείχεσι καὶ μικροῦ διομιλεῖσθαι εἶχον τοῖς ἐν αὐταῖς περὶ τὴν Γυρολίμνην στρεφομένοις. Καὶ οἱ μὲν οὐ χάρακι καὶ ὅπλοις, τῷ δὲ περιβόλῳ τῆς πόλεως ἡμῶν διείργοντο· ὁ δὲ βασιλεὺς Ἀλέξιος πάλαι τεθησαυρικὼς ἐν ψυχῇ τὴν φυγὴν καὶ ἅπας αὐτῆς γινόμενος ὡπλοφόρησεν οὐδαμοῦ, οὐδ’ ἀντιμέτωπος ὤφθη τοῖς ἔξωθεν, ἀλλὰ θεατὴς τῶν δρωμένων ἐκάθητο, τοὺς ὑπερυψήλους δόμους ἀνιών, οἳ τῆς ἐξ Ἀλαμανῶν δεσποίνης κικλήσκονται. οἱ δέ γε περὶ αὐτὸν οἰκειακοί τε καὶ συγγενεῖς, ὁσονοῦν συναγηοχότες στράτευμα ἱππικὸν καὶ μοῖραν εὐάριθμον πεζικήν, ἐκ διαλειμμάτων ἐξῄεσαν, μόνον οὐ προθέμενοι δεικνύειν τὸ μὴ ἔρημον ἀνθρώπων τὴν πόλιν εἶναι παντάπασιν. ἐπελάσεις τοίνυν ἐξ ἐπιδρομῆς μερικαὶ καὶ διακοντίσεις ἱπποτῶν πρὸς ἱππέας κατ’ ἐρεθισμὸν καὶ ζῆλον ἀνδρείας πολλάκις τῆς ἡμέρας συνέβαινον ἑκατέρωθεν· καὶ ἦσαν ἐν τούτοις οὐκ ἀγεννῆ τὰ ἡμέτερα. ἀλλὰ καὶ πεζῶν ἐκπηδῶσαι δυνάμεις ἐς τὴν αὔλειον μάλιστα, ἣν εἰρήκειμεν, τοῖς ἐναντίοις προσέβαλλον.
ἦν δὲ καὶ ἀπὸ πετροβόλων μηχανημάτων ἀχρειούμενα τὰ βασίλεια, ἐνιαχοῦ δὲ κἀκ τῶν τειχέων τῆς πόλεως βάρη λίθων ἀποσφενδονούμενα τοὺς ἐναντίους κατέπληττον. Ἐνστάσης δὲ τῆς ἑπτακαιδεκάτης τοῦ Ἰουλίου μηνὸς χερσαῖοί τε καὶ ὑδραῖοι κεκρίκασιν ἀνδρικώτερον διαγωνίσασθαι οἱ ἀντίμαχοι, ὡς ἢ τῶν κατὰ σκοπὸν ἐπιτευξόμενοι ἢ τούτων διαπεσόντες ἐς ξυμβάσεις βλέψοντες· ἀμφότερα γὰρ ἡ φήμη περιιπταμένη λαμπρῶς ἐκώτιλλεν. οἱ μὲν τοίνυν τὰ πλοῖα φέροντες ἔστησαν κατέναντι τῶν Πετρίων, βοείαις δοραῖς φραξάμενοι ταῦτα, ὡς εἶεν πυρὶ ἀδῄωτα, κἀν ταῖς κεραίαις τεκτηνάμενοι κλίμακας τὰς βαθμῖδας μηρινθώδεις ἐχούσας ὑποχαλωμένας τε διὰ κάλων καὶ αὖθις αἰρομένας εἰς ὕψος προσδεδεμένων τοῖς ἱστοῖς· οἱ δὲ τειχεσιπλήτην κριὸν κρατυνάμενοι καὶ τοὺς τζαγγρατοξότας πολλαχῇ περιστήσαντες ὡς ἀφ’ ἑνὸς συνθήματος ποιοῦνται τὴν σύρρηξιν. καὶ ἦν ἡ μάχη φρικαλέα τις καὶ στονόεσσα πάντοθεν.
οἵ τε γὰρ περὶ τὸν κριὸν ὁπλισάμενοι τὸ τεῖχος ῥήξαντες πάροδον ἔσχον ἔσωθεν, ὃ παρατείνει πρὸς θάλασσαν περὶ τόπον, ὃς Ἀποβάθρα βασίλειος ὀνομάζεται, εἰ καὶ πρὸς τῶν ἐπικούρων Ῥωμαίοις Πισσαίων καὶ τῶν πελεκυφόρων βαρβάρων ἀπεκρούσθησαν γενναιότερον καὶ τραυματίαι οἱ πλείους ἐπανέλυσαν· οἵ τε τοῖς πλοίοις ἐνόντες τοῖς τείχεσι προσπελάσαντες καὶ δι’ ἀκατίων τὰς ἀγκύρας ἔραζε ῥίψαντες ἐκ τῶν κλιμάκων, ἔπειτα τοῖς ἐπὶ τῶν πύργων συμπλέκονται καὶ τρέπονται τούτους ῥᾳδίως ὡς ἐξ ὑπερδεξίων μαχόμενοι καὶ κατὰ κορυφὴν οἷον ἐφεστῶτες καὶ βάλλοντες· κατὰ πολὺ γὰρ τῶν τῆς πόλεως τειχέων ὑπερανεστήκεσαν αἱ κλίμακες, μετέωροι διὰ πεισμάτων γινόμεναι. Τὸ δ’ ἀπὸ τοῦδε λαβόμενοι τῶν τειχισμάτων οἱ πολέμιοι πῦρ ἐνιᾶσι ταῖς οἰκίαις, ὁπόσαι τοῖς τείχεσιν ἐκκρεμεῖς, διασκεδασθέντες πολλαχῇ. καὶ γίνεται τῆς ἡμέρας ἐκείνης ἐλεεινόν τι θέαμα καὶ ποταμοὺς ἐθέλον δακρύων ἀντιρρόπων τῷ πολλῷ τῆς πυρκαϊᾶς· πάντα γὰρ ὅσα ἐκ τοῦ τῶν Βλαχερνῶν βουνοῦ πρὸς τὴν μονὴν διήκει τοῦ Εὐεργέτου κατῃθάλωτο καὶ ὑπερεμηκίσθη τὸ καλούμενον Δεύτερον ἡ τοῦ πυρὸς ἐρωή.
PG 139:959Ἰδὼν δὲ ὁ Ἀλέξιος τὸ οἰκτρὸν τοῦτο τῆς βασιλίδος δυστύχημα καὶ τὴν συνοχὴν τῶν ἀνθρώπων εὐλαβηθεὶς ὁπλίτης μόλις ὁρᾶται, καὶ μάλισθ’ ὅτι πρὸς ὀργὴν τοὺς πλείους ἐπιφρίσσοντας ἑώρα καὶ λόγους ἐπαχθεῖς κατ’ αὐτοῦ καὶ προπηλακισμοὺς ἀφιέντας, οἷς οἰκουρεῖν ἑλόμενος ἦρεν ἐπὶ μᾶλλον τὰ τῶν ἐναντίων φρονήματα, μηδεμίαν ἀρωγὴν ὑπονοθευομένῃ τῇ πόλει ψηφισάμενος, ἀλλ’ ἀφεὶς τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν, πρᾶγμα μὴ εἰς δεῦρο πραχθέν, ὡς εἴπερ οὐκ ᾔδει τῆς ὑστεροβουλίας κρείττονα τὴν προμήθειαν καὶ τὸ φθάσαι βέλτιον τὸν πολέμιον ἢ παρ’ αὐτοῦ προληφθῆναι, ὅσα καὶ σῶμα δεινῷ καχεκτήματι τὴν ἴασιν ὑπερπαίοντι. ἐξιὼν τοίνυν τῶν ἀρχείων ἱππότας πλείστους πρὸς ἑαυτὸν ἐπεσπάσατο καὶ πεζή τις φάλαγξ οὐκ ἀγεννὴς συνδεδράμηκεν ἐκ τῆς ἀκμῆς τῆς πόλεως, ὥστε καὶ τῷ κατὰ χέρσον πολεμίῳ στρατεύματι φρικασμὸς ἐπεγένετο σώματος, μεγίστην αἰφνηδὸν θεασαμένῳ παράταξιν. τάχα δ’ ἂν καὶ σωτήριον ἔργον διήνυστο, εἰ ὁμόσε κεχωρήκει τοῖς ἀντιπάλοις· νῦν δὲ ἡ ἐνδελεχὴς τῆς φυγῆς ἔννοια καὶ τῶν περὶ αὐτὸν τὸ εὐπτόητον τοῦ τί δεῖ ἐπὶ καιροῦ ποιεῖν ἐξέκρουσε τὸν Ἀλέξιον.
καὶ παραταξάμενος μόνον, ὅθεν ἐξῆλθε Ῥωμαίοις ἀσπάσιος ὡς δῆθεν ἀντιταξόμενος τοῖς Λατίνοις, ἐπανῆλθεν αἴσχιστος καὶ ἐφύβριστος, σοβαρώτερον μᾶλλον καὶ θρασύτερον πεποιηκὼς τὸ ἀντίμαχον, ἐπεὶ καὶ κατεπαρθὲν τῶν Ῥωμαίων ὀπίσω τούτων εἵπετο τραπομένων πρὸς ὑπονόστησιν καὶ τὰ δοράτια ἐπεκράδαινον. Εἰσιὼν οὖν Ἀλέξιος τὰ βασίλεια πρὸς ἀπόδρασιν ἐνσκευάζεται, ὡς εἴπερ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα καὶ ὑπὲρ αἶσαν ἀφαντῶσαι διεπονεῖτο καὶ τὸν ταύτης ἀποτεταμένον συνέτεμεν ὄλεθρον. τὰ τοῦ σκοποῦ τοίνυν κοινωσάμενος μετρίοις τῶν κατευναστριῶν ἐκείνῳ καὶ συγγενῶν κἀκ τῶν θυγατέρων τῇ Εἰρήνῃ, καὶ δέκα χρυσίου ἐνθέμενος κεντηνάρια καὶ κόσμους ἄλλους βασιλικοὺς ἐκ λίθων τιμαλφῶν συγκειμένους καὶ μαργάρων διαφανῶν, περὶ τὴν πρώτην ἄρας φυλακὴν τῆς νυκτὸς ἤλαυνεν ἐς τὸ Δεβελτόν, ἔνθα τὴν οἰκείαν προητοίμασεν ἄφιξιν, δείλαιος ἐν ἀνθρώποις, μὴ φίλτρῳ παίδων μαλαχθείς, μὴ γυναικὸς ἔρωτι δαμασθείς, μὴ τηλικαύτῃ πόλει μαλακισθείς, μηδέ τι τῶν ἄλλων εἰς νοῦν βαλόμενος, φιλοψυχίᾳ δὲ καὶ δειλανδρίᾳ σωτηρίαν ἑαυτῷ, καὶ ταύτην ἀμφίβολον, χωρῶν καὶ πόλεων τοσούτων καὶ γένους παντὸς ἀλλαξάμενος.
Ἐβασίλευσε μὲν οὖν ἐνιαυτοὺς ὀκτώ, μῆνας τρεῖς καὶ ἡμέρας δέκα. ἦν δὲ τὰ μὲν ἐς πόλεμον ὁποῖος εἴρηται, οὐδὲ τὰ πρὸς κοινὴν διοίκησιν ἀπεξεσμένος πέριξ παντάπασιν, ἵνα μὴ λέγοιμι ὡς ἐνέκλινεν εἰς τὸ πάντῃ ὀλίγωρον· τὰ δ’ ἄλλα οὐκ ἦν τις ἀπόβλητος. πλέον δὲ πάντων τῷ μειλίχῳ τοῦ ἤθους ἐκέκαστο μὴ δυσπρόσοδος ὤν, οὔτε μὴν ὑποσκυζομένῳ προσώπῳ καὶ ὑπεροφρυάζοντι βλέμματι ἐξέκρουε καὶ τοῦ ὑπ’ ὀδόντα γρῦξαί τινα, ἀλλ’ ἦν τοῦ βουλομένου παντὸς προσελθεῖν ἐκείνῳ καὶ δεηθῆναι, ἐνιαχοῦ δὲ καὶ πρὸς ἀντιφάσεις χωρεῖν οὐχ ὑποστελλομένῃ φωνῇ. καὶ τοὺς ἐπ’ ἀλλήλοις διαβόλους καὶ τοὺς κόλακας περιίστατο. ἔχων δὲ τὴν συνείδησιν βάλλουσαν ἐφ’ οἷς ἠνόμησεν εἰς τὸν ἀδελφόν, τὸ χρεὼν ἐδεδίει καὶ τὴν πάντα περισκοποῦσαν τὰ θνητῶν πράγματα δίκην διηνεκῶς ὑπεβλέπετο· ὅθεν κατανύξει καρδίας συνείχετο καὶ δευκνὺς ἀκηδιῶν πνεῦμα ἤλυέ τε καὶ ἐδυσφόρει καὶ ἤχθετο. εἰ δὲ μέγα καὶ βασιλεῦσιν ἐργῶδες τὸ μὴ τῶν ἀσταχύων ἐκτέμνειν τοὺς ὑπεραίροντας, μηδὲ θηριωδῶς ἐμπηδᾶν τοῖς παραλυπήσασι, καὶ τοῦτο προσπλουτοῦντα ἴδῃ τις τὸν Ἀλέξιον·
PG 139:961οὐδὲ γὰρ πρὸς φυτείαν σκότους ὀφθαλμοὺς ἐπαττάλευεν, οὐδὲ κλαδῶν ἦν ὡς ἀμπέλους τὰ τοῦ σώματος ἀκρωτήρια, μάγειρος ἀνθρώπων γινόμενος. οὐδ’ ὅσον τὴν στυγνόχροον πορφύραν ἐνεδέδυτο, γυνή τις ἠμφιάσατο μέλανα χήτει ἀνδρός, ὃν μέλας ἐκάλυψε θάνατος. οὐδὲ πῦρ ἔβλεψε τῶν ὀμμάτων ὡς τῶν λίθων οἱ ἀκτινώδεις, οὐδ’ ἐνέφυ τισὶν εἰς ἐπήρειαν ὡς λείβειν θρόμβους δακρύων ὁποῖα τὰ τῶν μαργάρων σφαιρώματα. ΒΑΣΙΛΕΙΑ ΔΕΥΤΕΡΑ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ ΑΛΕΞΙΟΥ Ὧδε μὲν οὖν ἤλαυνεν ἐς Δεβελτὸν Ἀλέξιος, ὑπ’ οὐδενὸς ἐλαυνόμενος. ἦν δ’ ἄρα οὐ μόνον χαλεπὸν γυνὴ καὶ τὸ τῆς συνευνάσεως φίλτρον βλάψειε μᾶλλον ἢ ὠφελήσειε, καθά τις ἐγνωμολόγησε κακῶς ἐς βασιλείαν παθὼν προκοίτου γυναικὸς εἰσηγήσεσιν, ἀλλὰ καὶ γύννις ἀνὴρ ἀργαλέον καὶ χείριστον, καὶ τί οὐκ ἂν ἐπαχθὲς καὶ εἰς κίνδυνον ἐλαῦνον τὸν ἔσχατον τὸ ὑπ’ ἐκεῖνον ταττόμενον πείσεται; ὃ δὴ καὶ Ῥωμαίοις αὐτοῖς συνενήνεκται, ἀνειμένους καὶ χαλαροὺς καὶ τὸν ἀπολαυστικὸν βίον μεταδιώκοντας δυστυχήσασιν αὐτοκράτορας, τοὺς δ’ αὐτοὺς δυσπάλαιστον μὲν τὴν ἀνάγκην, ἀνύποιστον δὲ τὸ περὶ ψυχῆς δέος δι’ ὅλου κρίνοντας. Ἀλλ’ ὁ μὲν ὥδευεν ἣν προέθετο·
ὁ δ’ ἐντὸς τῶν ἐν Βλαχέρναις εὑρεθεὶς ἀρχείων τῷ τότε λεὼς σφόδρα ἤνεγκεν ἀφορήτως τὴν Ἀλεξίου ἀπόδρασιν συστρεφόμενός τε καὶ συγχεόμενος τὴν ψυχὴν διὰ τὰς ἐμφαινομένας τῶν κακῶν ἐλπίδαςκαὶ γὰρ ᾤοντο μηδὲν μελλήσαντας τοὺς Λατίνους, οἷα μηδὲ σκηνουμένους ἄποθεν ἢ τὸν ἐπισχήσοντα ἔχοντας, μεθ’ ὅπλων αὐτίκα ἐπιρρεῦσαι τῇ πόλει καὶ τῶν τειχέων εἴσω παρεισελθεῖντοὺς μὲν γένει προσήκοντας Ἀλεξίῳ καὶ τοὺς ἄλλως ἐπιτηδείως ἔχοντας καὶ αὐτὴν τὴν ἄνασσαν Εὐφροσύνην, προδότου δόξαν λαβόντας, οὐ προσεκαλέσαντο εἰς τὴν ἀρχήν, διὰ δὲ τὸ ἄμαχον τῆς τῶν πραγμάτων ἀγρίας προσβολῆς εἰς αὐτὸν ἀφορῶσι τὸν Ἰσαάκιον τὸν Ἀλεξίου κασίγνητον, ὡς εἰς τὴν καλουμένην ἱερὰν ἄγκυραν τελευτῶν οἱ τοῖς ἀκαταστορέστοις περιστοιχιζόμενοι κύμασιν, ἔνδον τῶν ἀρχείων εἱργνύμενον. καὶ δὴ τοῦ ἐκτομίου Κωνσταντίνου, ὃς ἐπὶ τῶν βασιλικῶν ἐτέτακτο θησαυρῶν, τοὺς πελεκυφόρους συναγαγόντος καὶ τούτοις ὡμιληκότος τὰ δέοντα, συνδραμούσης δὲ καὶ συμμορίας τινῶν, οἳ βασιλεύσειν Ἰσαάκιον διὰ σπουδῆς ἐτίθεντο, ἡ μὲν βασιλὶς Εὐφροσύνη συλλαμβάνεται, χειροῦται δὲ καὶ τὸ συγγενὲς αὐτῇ, ὁ δ’ Ἰσαάκιος ἀναγορεύεται αὐτοκράτωρ·
καὶ χειραγωγούμενος δι’ ἣν ὑπέστη πήρωσιν ὁ τὸ πᾶν ταττόμενος ἐφορᾶν εἰς θῶκον ἀνάγεται τὸν βασίλειον. Πέμψας δ’ εὐθέως ἀγγέλους Ἀλεξίῳ τε τῷ υἱῷ καὶ τοῖς τοῦ Λατινικοῦ στρατεύματος ἡγεμόσι παρίστησι τὴν ἀδελφοῦ καὶ βασιλέως φυγήν. οἱ δὲ οὔτε τι τῶν προσδοκωμένων κατὰ τῆς πόλεως ἐνεόχμωσαν καὶ τὸν Ἰσαακίου δὲ υἱὸν οὐ πρότερον αἰτησαμένου τοῦ πατρὸς ἐκπεπόμφασιν, εἰ μή γε καὶ αὐτὸς Ἰσαάκιος εἰς πέρας ἀγαγέσθαι συνέθετο ὅσα διέθετο σφίσιν Ἀλέξιος. τὰ δὲ ἦσαν, ὡς ἐν τοῖς λόγοις ἐρρέθη τοῖς ἔμπροσθεν, μηδεμίαν τῶν πρὸς δόξαν καὶ κέρδος τοῖς διαθεμένοις Λατίνοις ὑπερβολὴν ἀπολείποντα· ὑπὲρ γὰρ τοῦ μὴ τῆς πατρῴας ἀρχῆς ἀποτεύξασθαι πάντα πράττων Ἀλέξιος, χαλίφρον καὶ πραγμάτων ἀδαὲς μειράκιον, οὔτ’ ἠκριβολόγησε πρὸς οὐδὲν τῶν ζητημάτων, οὔτε μὴν τὸ μισορρώμαιον φρόνημα τῶν Λατίνων ὁπωσοῦν ἐβάλετο κατὰ νοῦν. ἐπὶ τοιαῖσδε τοίνυν τοῦ βασιλείου ὕψους καταστροφαῖς τὴν εἰς τὴν πόλιν πριάμενος εἴσοδον συνεδρίας ἠξίωται πατρικῆς καὶ βασιλείας προσλέληπται κοινωνός. ἅπας τοίνυν φυλέτης τῆς πόλεως εἰς τὰ ἀρχεῖα συνέτρεχε σὺν τῷ πατρὶ τὸν υἱὸν ὀψόμενος καὶ ἀμφοῖν ἀποδώσων προσκύνησιν.
PG 139:963Μετ’ οὐ πολλὰς δ’ ἡμέρας οἱ τῶν Λατίνων ἡγεμόνες ἐς τὰ βασίλεια παραβάλλουσιν, οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ τὸ γένος παρ’ ἐκείνοις ἐπίσημοι· καὶ παρενηνεγμένων σκιμπόδων τοῖς βασιλεῦσι συνηδρίαζον ἅπαντες, εὐεργέται καὶ σωτῆρες ἀκούοντες καὶ πᾶσαν ἄλλην ἀγαθὴν προσηγορίαν δεχόμενοι, ὡς τὸν φίλαρχον Ἀλέξιον ἐς αὐτὰ τισάμενοι τὰ παιδικά, δυσπραγοῦσι δ’ αὐτοῖς ἐπαμύναντες. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πάσης μετεῖχον φιλοφροσύνης καὶ δεξιώσεως, θεραπευτήριά τε καὶ τρυφητήρια τούτοις ἐπινενόηντο· Ἰσαάκιος γάρ, εἴ τι που ἔστεγεν ἔνδον τὸ γαζοφυλάκιον τὸ βασιλικόν, καὶ αὐτὸς δὲ πορισάμενος ἦν συνειληφὼς Εὐφροσύνην τὴν βασιλίδα καὶ τοὺς τὸ γένος ἐς αὐτὴν ἀναφέροντας, ἐξεφόρει τε ἀμφοτέραις καὶ μετήγγιζεν ἀφειδέστερον. Ἐπεὶ δὲ ταῦτα ὡσεὶ καὶ ῥανὶς ἐκρίνετο τοῖς λαμβάνουσιν (οὐδὲν γὰρ ἔθνος ἐρασιχρηματώτερον τοῦδε τοῦ γένους τρεχεδειπνότερόν τε καὶ δαπανηρότερον ἕτερον) καὶ διψῶντες ἦσαν ἀεὶ προχοῶν πελάγους Τυρσηνικοῦ, ἅπτεται καὶ τῶν ἀψαύστων παναθεμίτως, ὁπόθεν, οἶμαι, καὶ τὰ Ῥωμαίων ἀνατέτραπται τέλεον καὶ ἠφάντωται·
ὡς γὰρ χρημάτων ἐσπάνιζε, καὶ τοῖς θείοις ἐπεφύη διὰ τοῦτο τεμένεσιν. ἦν ἰδεῖν οὐ μόνον τὰς ἱερὰς εἰκόνας Χριστοῦ ἀξίναις ἐκκοπτομένας καὶ χαμαὶ ῥιπτομένας καὶ τοὺς αὐτῶν κόσμους μὴ σὺν φειδοῖ καὶ ὡς ἔτυχεν ἐκσπωμένους καὶ πυρὶ παραπεμπομένους, ἀλλὰ καὶ σκεύη τὰ σεπτά τε καὶ παναγῆ ἀπεριθαμβήτως ἐκ τῶν ναῶν ἁρπαζόμενα καὶ πυρούμενα καὶ ὡς κοινὸν ἀργύριον καὶ χρυσίον τοῖς πολεμίοις στρατεύμασι παρεχόμενα. καὶ τῆς κατὰ τῶν ἁγίων τῆσδε λύττης οὔτ’ αὐτὸν τὸν κρατοῦντα εἰσῄει τις αἴσθησις ὁπωσοῦν τῶν τε ἄλλων οὐδεὶς παρρησιαζόμενος ἦν τὴν εὐσέβειαν, ἀλλὰ τῆς ἐχεμυθίας ἕνεκεν, εἴτ’ οὖν ἀναλγησίας εἰπεῖν οἰκειότερον, οὐδὲν τῶν παραφόρων διενηνόχαμεν, ὅθεν ὡς ὑπεύθυνοι πεπόνθαμέν τε καὶ εἴδομεν ὁπόσα βαρυσυμφορώτερα τῶν κακῶν. Ὁποῖον γὰρ τὸ χυδαί̈ζον στῖφος τῆς πόλεως, μήτ’ αὐτόθεν τοῖς ἐπαινετοῖς προσχωροῦν, μήθ’ ἑτέρῳ πειθόμενον εἰσηγουμένῳ τὰ λῴονα, ἤδη ταῖς Ῥωμαϊκαῖς χώραις εἰσκεχυμένων τῶν πολεμίων εἰς ἔδαφος καθαιρεῖ καὶ διαλύει παραλόγως εἰς χοῦν τὰς πρὸς θάλασσαν οἰκίας τῶν ἐξ ἑσπέρας ἐθνῶν, μὴ διαστεῖλαν τοῦ πολεμίου τὸ φίλιον.
PG 139:965ἐδυσχέραινον οὖν πρὸς τὴν ἀτοπίαν ταύτην καὶ ἀβουλίαν οὐχ οἵπερ μόνον ἐκ τῆς Ἀμάλφης ἤθεσιν ἐντεθραμμένοι Ῥωμαϊκοῖς, ἀλλὰ καὶ οἳ τῶν ἐκ τῆς Πίσσης τὴν Κωνσταντίνου ἀνθείλοντο. μήπω τοίνυν φυγὰς ὁ βασιλεὺς ὀφθεὶς Ἀλέξιος χρησταῖς ἐλπίσι τοὺς ἐκ τῶνδε τῶν γενῶν ἐβουκόλει καὶ τὸ τῆς λύπης ἀφῄρει πολύ. ὡς δ’ ὁ μὲν δρασμῷ ἐχρήσατο, βασιλεύσας δ’ ἦν Ἰσαάκιος, καταλλάσσει τοὺς ἐκ Πίσσης τοῖς Βενετίκοις, καθ’ ἡμῶν καὶ τοῦτο ἐπιτεχνώμενος· οἱ δὲ πρὸς τὴν Περαίαν ἀπάραντες, ἐν ᾗ κατέλυον οἱ διάφοροι, γίνονται τοῖς πρώην ἀντίφροσι σύσκηνοι καὶ ὁμόδειπνοι καὶ τὰ πάντα συμφυεῖς καὶ ὁμόφρονες. Ἐννεακαιδεκάτην δ’ ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς ἕκτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου ἔτους, τινὲς τῶν Φραγγίσκων (οὗτοι δέ εἰσιν οἱ πάλαι Φλαμίονες κικλησκόμενοι) Πισσαίων καὶ Βενετίκων μοῖραν προσειληφότες ὡς εἰς ὄψον ἕτοιμον καὶ πρόχειρον ἕρμαιον τὰ τῶν Σαρακηνῶν διαπλωί̈ζονται χρήματα.
καὶ δὴ τὸ σύνταγμα ἐκεῖνο τὸ πονηρὸν τῇ πόλει προσσχὸν δι’ ἁλιάδων (οὐδὲ γὰρ ἦν τις ὁ προσιστάμενος ὅλως ἐπεισπλέειν σφας τῇ πόλει καὶ αὖθις ἀνάγεσθαι) τῷ τῶν ἐξ Ἄγαρ συναγωγίῳ λάθρᾳ ἐπεισπίπτουσιν, ὅ φησι Μιτάτον ἡ δημώδης διάλεκτος, καὶ τὰ ἐνόντα μετὰ ξίφους λῃστεύουσιν. ὡς δ’ οὕτω ταῦτα παραλόγως καὶ ὑπὲρ δόκησιν πᾶσαν παρηνομεῖτο, ἠμύνοντο μὲν αὐτοὺς οἱ Σαρακηνοὶ τὰς χεῖρας τοῖς παρατυχοῦσιν ὁπλίσαντες, ἐπιβοηθοῦσι δὲ καὶ Ῥωμαῖοι, παρὰ τῆς τοῦ κακοῦ φήμης ἐκεῖσε συνηλισμένοι. καὶ οὔκουν μὲν ἅπαν ὁπόσον καὶ ἔδει κατήνυσαν, ἐπὶ δὲ βραχὺ τῆς τῶν ἀνδρῶν ἐκείνων ὁμαιχμίας ἀναχώρησις γίνεται. οἱ δὲ τὸ δι’ ὅπλων ἀντέχειν μεθέντες ἐπὶ τῷ μὴ πάνυ πρότερον ἐμπρησμῷ διανοοῦνται καὶ πρόσφατον, ἀνυσιμώτατον ἀμυντήριον καὶ ὑπὲρ ἅπαν ἕτερον τὴν πόλιν ἔχον ταχὺ κατεργάσασθαι πείρᾳ μεμαθηκότες τὸ πῦρ. Καὶ δὴ κατὰ πλείστους διαστάντες τόπους πῦρ ταῖς οἰκίαις ὑφάπτουσι. τὸ δὲ μεταρσιωθὲν ὑπὲρ ἔννοιαν τὴν νύκτα ὅλην ἐκείνην καὶ τὴν ἐπιοῦσαν ἡμέραν καὶ τὴν ταύτης διάδοχον ἑσπέραν τὸ πᾶν ἐπενέμετο. καὶ ἦν καινὸν τὸ ὁρώμενον καὶ πᾶσαν ὑπερβαῖνον λόγου δύναμιν·
πολλῶν γὰρ καὶ ἄλλων τῇ πόλει πρότερον ἐμπρησμῶν, οὐμενοῦν εἴπῃ τις ὁπόσων καὶ οἵων γεγενημένων, ὁ τότε συμβὰς ἐναύσματα βραχέα τοὺς πάντας ἀπέδειξε. πολλαχοῦ γὰρ διαιρούμενος καὶ διασπώμενος τῆς συνεχείας αὖθις συνήρχετο καὶ ὡς εἰς ὁλκὸν ἕνα πυρόεντος συνήπτετο ποταμοῦ. ἀνετρέποντο στοαί, ἀγορῶν κάλλη κατερριπτεῖτο, κιόνων μέγεθος διεφορεῖτο καθ’ ὕλην εὔπρηστον. οὖκ ἦν τῶν ὄντων οὐδέν, ὃ ἦν ἐκείνου τοῦ πυρὸς σθεναρώτερον. τὸ δὲ δὴ καινότερον, ὡσεὶ ψωμοὶ πυρὸς ἐξ ἐκείνης τῆς βαρυβρόμου καὶ σιδηρᾶς ἐμπρήσεως ἀποσπώμενοι καὶ φερόμενοι διαέριοι τὰς πόρρωθεν οἰκοδομίας κατέφλεγον, κατὰ διαστήματά πως ἀκοντιζόμενοι καὶ ὡς οἱ ἐν αἰθέρι διᾴττοντες ἐκτεινόμενοι· καὶ τὸν ἐν μέσῳ χῶρον ἀθιγῆ τῷ τέως ἐῶντες καὶ ἀκατάπρηστον, μετὰ βραχὺ κἀκεῖνον ἐπανιόντες συνέμαρπτον καὶ ἠφάνιζον. ἐν πολλοῖς δὲ καὶ κατ’ εὐθυωρίαν τὸ πῦρ προϊόν, ὑπ’ ἀνέμου βορρᾶ ἐλαυνόμενον, μετὰ βραχὺ παρεγκλῖναν, ὡς εἰ νότος αὐτὸ διερρίπιζεν, ὡρᾶτο δόχμιον, ἀμαυροῦν ἐπιστροφάδην καὶ τὰ ὅλως ἐμπρησθῆναι ἀνυπονόητα. ἐπελάβετο δὲ καὶ τοῦ Μεγίστου Νεὼ τὸ δεινόν.

Book on Events After the Capture of the CityLiber de REbus Gestis Post Urbem Captam

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 139:967καὶ δὴ ὅσα πρὸς ἁψῖδα νένευκε τοῦ Μιλίου καὶ τῷ ἀνδρῶνι συνῆπται τῷ Μάκρωνι καὶ τῷ λεγομένῳ αἱ Σύνοδοι εἰς ἔδαφος κατερράγησαν, μὴ τῆς ὀπτῆς ἐπαρκεσάσης πλίνθου, μὴ τῶν βαθέων ἀντισχόντων θεμέθλων, ἀλλ’ ἐνδόντων πάντων καὶ δίκην θρυαλλίδων κατεργασθέντων. Ἤρξατο μὲν οὖν ἡ πρώτη τοῦ πυρὸς ἁφὴ ἀπὸ τοῦ συναγωγίου τῶν Σαρακηνῶν (τὸ δέ ἐστι κατὰ τὸ πρὸς θάλασσαν ἐπικλινὲς καὶ βόρειον μέρος τῆς πόλεως καὶ τῷ τεμένει ἐγγίζον, ὃ ἐπ’ ὀνόματι τῆς ἁγίας Εἰρήνης ἵδρυται), καὶ πρὸς μὲν ἕω κατὰ εὖρος ἐλώφησεν ἐς τὸν νεὼν τὸν παμμέγιστον, κατὰ δ’ ἑσπέραν ἐς τὸ λεγόμενον Πέραμα ἐξεμηκίσθη, καὶ διερρύη ἔκτοτε τοῦ πλάτους λαβόμενον τῆς πόλεως καὶ πέρας ἔθετο τῆς ὁρμῆς τὰ νότια τείχη τῆς πόλεως, ἢ μᾶλλον τὸ καινότατον, καὶ ταῦτα κατ’ ἐπίβασιν ὥσπερ ὑπεραλάμενον τὰς ἔξωθεν οἰκήσεις κατενεμήσατο καὶ νῆα περιπλέουσαν ἄνθρακες ἐκτιναχθέντες κατέφλεξαν. ᾐθάλωντο δὲ καὶ οἱ τοῦ Δομνίνου λεγόμενοι ἔμβολοι αἵ τε ὑπόστεγοι ἀμφίδυμοι ἄμφοδοι αἱ ἀπὸ τοῦ Μιλίου ἀρχόμεναι, ὧν θατέρα εἰς αὐτὸ παρέτεινε τὸ Φιλαδέλφιον.
σὺν αὐτοῖς δὲ καὶ ἡ Κωνσταντίνειος ἀγορὰ καὶ τὰ μεταξὺ πάντα, ὅσα πρὸς βορρᾶν καὶ νότον πρόεισιν ἄνεμον. οὐδ’ αὐτὸ τὸ ἱππικὸν ἀδιαλώβητον ὑπολέλειπτο, ἀλλὰ καὶ τούτου τὸ πρὸς τοὺς δήμους ἅπαν μέρος ἐξεπυρώθη, καὶ ὅσα κάτεισιν ἐς Σοφίας καὶ κατ’ αὐτὸ τὸ Βύκανον παρεκτείνεται, καὶ καθεξῆς ὁπόσα τοῖς τῶν Ἐλευθερίου ἀγχιτέρμονα μέρεσι. Τοῦ δὲ πυρὸς ἀπὸ θαλάσσης ἕως θαλάσσης τὴν πόλιν διαζώσαντος καὶ διελόντος ὡς εἰς χάσμα μέγιστον ἢ ποταμοῦ πυρὸς μέσον ἕλκοντος, οὐκ ἦν ἀκίνδυνον συμμῖξαι τοῖς φιλουμένοις, εἰ μή τις ἀκατίῳ διεπορθμεύετο. τότε καὶ οἱ πλείους τῶν οἰκητόρων τῆς πόλεως τῶν οὐσιῶν ἀπεψίλωντο, οἷα τοῦ πυρὸς τοῖς μὲν ἀπαρασκεύοις ἐπιπαφλάσαντος, τῶν δὲ τὰ ὄντα μεταθεμένων πρὸς ἑτέρας καταγωγὰς καὶ μηδ’ οὕτω διασωσαμένων αὐτά· ἕλιξι γὰρ καὶ περικαμπαῖς ἐκτροπαῖς τε πλείσταις καὶ ἐπανόδοις τὸ πῦρ χρησάμενον ἠφάντου τὰ μεταγόμενα. ὤ μοι τῶν λαμπροτάτων καὶ περικαλλῶν δόμων καὶ παντοίας γεμόντων χάριτος καὶ τοῦ ῥυηφενοῦς βίου καὶ ζηλωτέου παρ’ ἅπασι.
Πρὸς δὲ τὰ δεινότατα ταῦτα συναντήματα ὅ τε βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου υἱὸς Ἀλέξιος οὐχ ὅπως οὐκ ἐδυσχέραινον, ἀλλὰ καὶ συντελεσμὸν ἐπηύχοντο τοῦ παντός, οἱ τῆς πατρίδος δαλοί, οἱ τὴν ὄψιν φλογεροί, κἀντεῦθεν διαχαράττοντες τὸν ἐμπρηστὴν γραφικὸν πονηρὸν ἄγγελον. μήπω δὲ καθαρῶς λωφήσαντος τοῦ πυρός, ἡ τῶν θείων αὖθις κειμηλίων συλλογή τε καὶ χώνευσις ὑπὲρ τὸ πρὶν ἐπετείνετο. ὁ δέ γε τῶν Λατίνων στρατὸς τὸν χορηγούμενον αὐτοῖς οὕτω χρυσόν τε καὶ ἄργυρον εἴς τε τὰς σωματικὰς χρείας ὡς ὕλην βέβηλον μετεσκεύαζον καὶ τοῖς βουλομένοις προύβαλλον εἰς πρατήριον, ἑαυτοῖς μὲν τὸ ἀνεπέγκλητον ἐπιμαρτυρόμενοι (οὐδὲ γὰρ ἠγνόουν, ὁπόθεν συνείλεκτο τὰ σφίσι βραβευόμενα χρήματα) ὡς τὰ ὠφειλημένα λαμβάνουσι, τοῖς δὲ Ῥωμαίοις τὴν ὑψόθεν ἐπιχαλῶντες ὀργήν, ὡς περιέπουσι μὲν τὰ οἰκεῖα, κοινοῦσι δὲ τὰ θεοῦ.
PG 139:969Δεῆσαν δὲ κἀκ τῶν Λατινικῶν δυνάμεων σύναρσιν εὕρασθαι τὸν Ἀλέξιον (ὁ γὰρ θεῖος αὐτῷ καὶ πρώην βασιλεύων Ἀλέξιος ἀπαναστὰς Δεβελτοῦ τὴν Ἀδριανοῦ κατέλαβε, καὶ ἣν ἀπείπατο βασιλείαν ἐρασταῖς καταπροδοὺς ἐκμανέσιν, ἐρᾶν τε πάλιν καὶ πειρᾶν οὐκ ἠνέσχετο), οὐκ ἄλλως συνέκδημον αὐτῷ καὶ συστράτηγον τὸν μαρκέσιον ἐπεσπάσατο Βονιφάτιον, εἰ μὴ χρυσίου δέκα πρὸς τοῖς ἓξ καταθέσθαι οἱ συνέθετο κεντηνάρια. ἐξιὼν τοίνυν φυγάδα δείκνυσι τὸν Ἀλέξιον συντονωτέρῳ τοῦ προτέρου καὶ πολλῷ μακροτέρῳ χρησάμενον δραπετεύματι. ἀμέλει καὶ τὰς Θρᾳκίας πόλεις περιελθών, καὶ ταύτας καταστησάμενος, εἰπεῖν δὲ καὶ καλαμησάμενος (ὁ γὰρ συνέκδημος ἐκείνῳ στρατὸς συχνάκις ὠρεκτία τῶν χρυσορρείθρων ἀρύεσθαι καὶ κατὰ τοὺς διψάσι δηχθέντας πίνων οὐκ ἐκορέννυτο), καὶ μέχρι Κυψέλλων κατιών, ἐπάνεισιν αὖθις εἰς τὰ βασίλεια, ἅπας τῆς φατρίας ἐξηρτημένος, οἳ τὴν τοῦ πατρὸς πήρωσιν καὶ τὴν ἐκ τῆς ἀρχῆς καθαίρεσιν Ἀλεξίῳ τῷ θείῳ συνδιεπράξαντο.
Ὃ καὶ μὴ φέρειν Ἰσαάκιος ἔχων, ὅτι καὶ ἦν καιροφυλακῶν εἰς φῶς ἐκρῆξαι τὸν κότον, ὃν ὑπέτυφεν ἐκ μακροῦ τῇ ψυχῇ κατὰ τῶν σχέτλια ἐκεῖνον ἐργασαμένων, κακηγορῶν οὐκ ἔληγε τὸν υἱόν, καὶ μάλισθ’ ὅτι τὴν οἰκείαν ἑώρα ἰσχὺν ὑποβαίνουσαν καὶ κατὰ βραχύ πως ἀφιπταμένην καὶ πρὸς τὸν υἱὸν μεταρρέουσαν. ἀπεπνίγετο δὲ καὶ πρὸς τὴν μετάθεσιν τῆς ἀναγορεύσεως· ὁ μὲν γὰρ υἱὸς προταττόμενος κατατεινομέναις ἀνευφημεῖτο φωναῖς, ὡς τῷ πατάγῳ κόπτεσθαι τὰ ἀνάκτορα, ὁ δὲ κατὰ τὸ τῆς ἠχοῦς ὑστερόφωνον παρηκολούθει ταῖς υἱϊκαῖς καὶ στερροτέραις ἀνακηρύξεσιν. οὐδὲν δέ τι δρᾶσαι πρὸς τὰ συμβαίνοντα οὕτω δυνάμενος ὑπ’ ὀδόντα ἐτονθόρυζε καὶ οἷς ὡς ἐξ ἀδύτων τῆς καρδίας ἀνεμήρυε τὰ ἀπόρρητα κατὰ τοῦ υἱοῦ ἀπόφημα διελέγετο, ἕωλα μὲν αὐτῷ τὰ χρηστὰ λέγων εἶναι, καὶ ὡς οὐδ’ ὅλως σωφροσύνῃ ἐρρύθμισται, ἐν τοῖς χειρίστοις τὸ ἦθος τυπούμενος, φθόροις τε ἀνδράσι συνδιαιτώμενος καὶ κόπτων ἐν τῷ μέρει τοὺς ἑταίρους κατὰ γλουτῶν καὶ ὑπ’ ἐκείνων αὖθις ἐπικρουόμενος.
Οὐ μάτην δὲ ταυτὶ καὶ εἰκαίως κατὰ τοῦ υἱοῦ ἠγόρευεν Ἰσαάκιος, ἀλλὰ καὶ πλείω τούτων καὶ ἀσελγέστερα πολλῷ πλημμελῶν τὸ μεγαλοπρεπὲς καὶ παγκλέϊστον τῆς τῶν Ῥωμαίων βασιλείας κατερρύπαινεν ὄνομα. εἰς γὰρ τὰς τῶν βαρβάρων σκηνὰς μετὰ μετρίων ὀπαδῶν περαιούμενος συνεκραιπάλα τοῖς ἐν αὐταῖς καὶ συνδιημερεύων ἐκύβευεν. οἱ δὲ συμπαίγμονες ἐκείνῳ τὸ τῆς κεφαλῆς ἀφαιροῦντες διάδημα, χρυσόκολλον ὂν καὶ λιθόστρωτον, αὐτοὶ μὲν ἐκεῖνο περιετίθεντο, τὸν δ’ Ἀλέξιον περιέβαλλον τὸ λαχνῆεν καὶ ἐρεοῦν καὶ τῆς Λατινικῆς ταλασίας κάλυμμα. Οὐ μόνον δὲ ὁ Ἀλέξιος ἐνευκαιρῶν ταῖς πράξεσι ταύταις παρὰ τοῖς τῶν Λατίνων εὐσχήμοσι καὶ τοῖς τῶν Ῥωμαίων ἐχέφροσι βδελυγμίας ἐκρίνετο, ἀλλὰ καὶ ὁ τούτου πατὴρ Ἰσαάκιος οὐκ ἐπ’ ἔλαττον ἦν στυγητός, ἐπειδήπερ καὶ πάλιν ἀλλοκότοις δόξαις περιεφέρετο λόγιά τε καὶ ὀμφὰς συντιθεὶς οὐκ ἔληγε τῶν ἐπὶ τῆς προτέρας ἀρχῆς ἀρρητότερα.
PG 139:971εἴ γε πάλαι μὲν τὸν μόναρχον ἐφαντάζετο καὶ αὐτὸς εἶναι ἀναιδῶς διετείνετο ὁ τῇ δυσμῇ συνάψων τὴν ἕω καὶ κράτος περιζωσόμενος τὸ παγκόσμιον, τότε δὲ καὶ τὴν πήρωσιν ἀποτρίψασθαι προσεδόκα τῶν ὀφθαλμῶν καὶ ὡς λεβηρίδα τὴν νόσον ἀποξύσασθαι τὴν ἀρθρίτιδα καὶ τὸ ὅλον εἰς ἄνδρα θεοείκελον ἀμειφθήσεσθαι, ὥστε καὶ τῶν μοναστῶν οἱ καταρατότατοι καὶ βαθεῖ ληί̈ῳ κομῶντες τὴν τοῦ πώγωνος ἄρουραν, εἰς αἰσχύνην τε οἰκείαν τὸ θεοφιλὲς οἱ θεομισεῖς περικείμενοι σχῆμα, τὰς ἀρχικὰς τραπέζας μεταδιώκοντες καὶ τῶν ἰχθύων τοὺς νεαλεῖς καὶ πίονας περιχαίνοντες, συνδειπνοῦντες Ἰσαακίῳ συγκαθίστων ἐκείνῳ τὴν μοναρχίαν ἐν λόγοις, τὸν ἀνθοσμίαν ζωρότερον προσφερόμενοι, ἐνίοτε δὲ καὶ τὰς ἐξηρθρωμένας χεῖρας περιπτυσσόμενοι καὶ τοῖς ὀφθαλμοῖς αὐτὰς προσάπτοντες τὴν ὅσον οὐδέπω τούτων προηγόρευον ἀνακαίνισιν καὶ κραταίωσιν. ὁ δὲ διεχεῖτο πῶς ἂν εἴπῃ τις τοῖς λεγομένοις καὶ ἐπεσκίρτα τοῖς βωμολοχεύμασι τούτοις ὡς ἀψευδέσι θεσπιῳδήμασιν.
Ἐν πολλοῖς δὲ καὶ τοὺς τῇ ἀστρικῇ προσκειμένους προσιέμενος ἄλλα τε ταῖς αὐτῶν ὑποθήκαις ὑπείκων εἰργάζετο, καὶ δὴ καὶ τὸν Καλυδώνιον σῦν, ὃς ἐν τῷ ἱππικῷ φρίσσων τὴν ἐπινώτιον τρίχα ῥύδην φέρεται, τῆς βάσεως καθελὼν μετήνεγκεν εἰς τὸ μέγα παλάτιον, τὸν τὴν ὁρμὴν συώδη καὶ ἀτάσθαλον δῆμον τῆς πόλεως καταστελεῖν ἐντεῦθεν οἰόμενος. Ἀλλὰ καὶ τῶν ἀγοραίων οἱ φιλοινότεροι τὸ ἑστὼς ἐπὶ στήλης ἐν τῷ Κωνσταντινείῳ φόρῳ τῆς Ἀθηνᾶς ἄγαλμα εἰς πλεῖστα διεῖλον τμήματα· ἐδόκει γὰρ τοῖς ἄφροσι σύρφαξιν ὑπὲρ τῶν ἐξ ἑσπέρας ἐστοιχειῶσθαι τοῦτο στρατῶν. ἀνέβαινε μὲν τὴν ἡλικίαν ὄρθιον ὡς ἐς τριακάδα ποδῶν, ἠμφίεστο δὲ στολὴν ἐξ ὁποίας ὕλης ὅλον τὸ ἰνδαλλόμενον κεχαλκούργητο. ποδήρης δ’ ἦν ἡ στολὴ καὶ συμπτυσσομένη πολλαχῇ τῶν μερῶν, ὡς μή τι τοῦ σώματος παραφαίνοιτο, ὅπερ ἡ φύσις περιστέλλειν ἐπέταξε. μίτρα δ’ Ἄρεος τὴν ἰξὺν διειληφυῖα ἱκανῶς αὐτὴν περιέσφιγγεν. εἶχε δὲ κἀπὶ τοῖς στέρνοις ὂν ὀρθοτίτθιον ποικίλον αἰγιδῶδες ἐπένδυμα, τῶν ὤμων διεξικνούμενον, τὴν τῆς Γοργόνης τυποῦν κεφαλήν. ὁ δέ γε αὐχὴν ἀχίτων ὢν καὶ πρὸς τὸ δολιχόδειρον ἐκτεινόμενος ἄμαχον εἰς ἡδονὴν θέαμα ἦν.
τοσοῦτον δ’ ὁ χαλκὸς πρὸς τὴν ἑκάστου μίμησιν πειθήνιος ὑπηλλάττετο, ὥστε καὶ τὰ χείλη δόξαν παρεῖχον, ὡς εἰ προσμενεῖ τις, μείλιχον φωνὴν ἐνωτίσεται. καὶ φλεβῶν δὲ διεκτάσεις ὑπεκρίνοντο καὶ ὡς ὑγρὸν ὅλον τὸ σῶμα ἐν οἷς ἔδει περιεκλᾶτο καὶ ζωῆς ἀπέχον μετεῖχεν ὡς ζῶν ἀνθηρότητος, τοὺς ὀφθαλμοὺς ἱμέρῳ παντὶ ῥεόμενον. ἵππουρις δ’ ἐπικειμένη τῇ κεφαλῇ δεινὸν καθύπερθεν ἔνευεν. ἡ δὲ κόμη ἐς πλέγμα συνεστραμμένη καὶ δεσμουμένη ὄπισθεν, ὅση κέχυτο ἐκ μετώπων, τρυφή τις ἦν ὀφθαλμῶν, μὴ ἐπίπαν τῷ κράνει συνεχομένη, ἀλλά τι καὶ παρεμφαίνουσα τοῦ πλοχμοῦ. τῶν δὲ χειρῶν ἡ μὲν λαιὰ τὰ συνεπτυγμένα τῆς ἐσθῆτος ἀνέστελλε, θατέρα δ’ ἐκτεινομένη πρὸς κλίμα τὸ νότιον εἶχε καὶ τὴν κεφαλὴν ἠρέμα ἐγκλινομένην ἐκεῖ καὶ τὰς τῶν ὀφθαλμῶν ἐπ’ ἴσης τεινομένας βολάς· ὅθεν οἱ μηδὲ τὰς θέσεις τῶν περάτων ὁπωσοῦν ἐπιστάμενοι ἐς ἑσπέραν ἀφορᾶν τὸ ἄγαλμα διετείνοντο καὶ οἷον ἐπισπᾶσθαι χειρὶ τὰ ἐκ δυσμόθεν στρατεύματα, κακῶς κρίνοντες καὶ μὴ πρὸς ἔννοιαν ὀρθὴν τοῖς ὁρατοῖς ἐπιβάλλοντες.
PG 139:973Οἱ μὲν οὖν μετὰ τοιούτων κινημάτων τῆς διανοίας τὸ τῆς Ἀθηνᾶς συνέτριψαν ἄγαλμα, ἢ μᾶλλον τοῖς χείροσιν ἀεὶ προβαίνοντες καὶ καθ’ ἑαυτῶν ὁπλῖται γινόμενοι τὴν ἀνδρείας καὶ φρονήσεως ἐπιστάτιν κἀν τοῖς τύποις αὐτοῖς ἀπεώσαντο. οἱ δὲ βασιλεῖς μηδὲν ὅτι μὴ τὴν συλλογὴν τῶν χρημάτων ἔργον ἀσχολίας πάσης εἶχον ἀνώτερον, ἐπεὶ μηδὲ κόρος ἦν παρὰ τοῖς λαμβάνουσι λήψεως, ἀλλ’ ὅσον αἱ δόσεις προύβαινον, τοσοῦτον ἐνήκμαζε τὸ φιλόχρυσον. ἀμέλει κἀκ τῶν πολιτῶν φόρων ὠδίνοντο συλλογαί. τούτου δὲ μὴ ὁμαλῶς προχωροῦντος (ὁ γὰρ λεώς, ὅσα καὶ πέλαγος ἀχανὲς καὶ ἀόριστον ἀνέμῳ, τοῖς μὴ θυμήρεσι διαρριπιζόμενον ἐπέφρισσεν εἰς ἀπόστασιν), τῆς μὲν προθέσεως ταύτης ἀπέστησαν, τοῖς δὲ ζαπλούτοις ἐπιλέγδην, ὡς ὑπέβαλλεν ἡ φήμη, ἐπιφυόμενοι ἤμελγον οὐχ ὅσον ἔδει καὶ ὡς ἔσται βούτυρον, ἀλλ’ ὅπως ἡ Λατινικὴ γαληνιάσειε βούπεινα. καὶ τὰ χρύσεα δὲ τοῦ Μεγίστου Νεὼ ἔπιπλα βαρυτάλαντα ὄντα καὶ λυχνίαι σὺν αὐτοῖς αἱ ἀργύρεοι, ἀφαιρούμεναι καὶ παραδιδόμεναι πυρί, πρὸς βρῶσιν ἀτεχνῶς προυβέβληντο τοῖς κυσὶ καὶ μῖξις ἦν τῶν ἀμίκτων ἀνόσιος.
Ἀλλὰ καὶ τούτων οὕτω γινομένων καὶ προδήλως ἀνομουμένων οὐδὲν ἐπεραίνετο. ἠβούλοντο γὰρ οἱ τῶν χρημάτων εἰσπράκτορες, τῆς τῶν Ῥωμαίων εὐηθείας κατατρυφῶντες καὶ τῆς τῶν κρατούντων ἠλιθιότητος καταπαίζοντες, τοὺς μὲν τὰς τιμίας ὕλας ἀποφορτίζεσθαι παρ’ αὐτοῖς, τοὺς δὲ παρεστάναι ἀχθοφοροῦντας, ἄλλους προσιέναι χρυσαγωγούς, ἐνίους ἐνσκευάζεσθαι πρὸς τὴν ἄφιξιν, καὶ τοῦτο δρᾶσθαι διὰ παντός. ὅθεν τοῖς περὶ τὴν μεγαλόπολιν τρυφηλοῖς χωρίοις καὶ τοῖς ἐν Προποντίδι ἱεροῖς τεμένεσι τοῖς τε λαμπροτάτοις οἰκοπέδοις τῶν βασιλέων παραλλὰξ οἱ στρατηγοὶ ἐφιστάμενοι, καὶ παρὰ θάτερον ἅτερος ὁπλιζόμενοι, ἐσκύλευόν τε τὰ ἐνόντα καὶ αὐτὰ πυρὶ παρεδίδοσαν, φειδόμενοι μηδενὸς παραλίου οἰκοδομήματος οἱ τοῦ καλοῦ ἀνέραστοι κηρεσιφόρητοι βάρβαροι. Πλεῖστα δὲ κἀν ταῖς ᾐόσι τῆς πόλεως ἐπιπλέοντες συνίστων πόλεμον. καὶ ἦν ἡ νίκη ἀμοιβαδὸν ἐπιμειδιῶσα καὶ Ῥωμαίοις καὶ μὴ τιθεῖσα πάντῃ τὰ τῶν ἐναντίων ἀπρόσμαχα.
PG 139:975ὁπόθεν καὶ τὸ δημῶδες τῆς πόλεως ἀνδριζόμενοι ἐνέκειντο τὸν βασιλέα αἰτούμενοι συνάρασθαι σφίσι μετὰ στρατεύματος κατὰ τῆς τῶν πολεμίων ἀντιμαχήσεως, πιστοῖς οὖσι καὶ πατριώταις, εἴπερ μὴ χείλεσι μὲν Ῥωμαίοις προςτίθεται, τῇ δὲ καρδίᾳ Λατίνοις προσνένευκεν. ἦσαν δὲ αἱ ἐπαγγελίαι πρὸς μηδὲν ἀνύσιμον προϊοῦσαι· ὅ τε γὰρ Ἀλέξιος ὡπλίσθαι κατὰ Λατίνων μὴ πεφυκὸς ᾤετο καὶ ἀσύμφορον καὶ ὁ τούτου πατὴρ Ἰσαάκιος εἰσῆγε παραίφασιν κενοφωνεῖν τοὺς ἐκ τριόδων ἐᾶν, τοὺς δ’ αὐτὸν καταγαγόντας εἰς τὴν πατρίδα τιμῆς τῆς ἀνωτάτω καταξιοῦν. ταῖς δὲ γνώμαις ταύταις προσέρρεπον καὶ τὰ τοῦ βασιλείου γένους ἐγκαταλείμματα, ἥλικες ἥλικα τέρποντες τὸν Ἀλέξιον. ἔνιοι δὲ καὶ τοῖς Λατίνοις εἰς ἑταίρους ἀνακραθέντες ὡς ἑώλους ὕθλους τὰς τῶν πολιτῶν ἐντεύξεις παρέτρεχον, τὸν τῶν Λατίνων ἐκτρεπόμενοι πόλεμον ὡς οὐδὲ λέοντα βρυχητίαν ἐλάφων στρατόπεδον.
Μόνος δ’ ἐκ πάντων ὁ Δούκας Ἀλέξιος, ὃς ἐκ τοῦ συνεσπάσθαι τὰς ὀφρῦς καὶ οἷον τοῖς ὀφθαλμοῖς ἐπικρέμασθαι πρὸς τῶν συνεφήβων ἐπωνομάζετο Μούρτζουφλος, πλὴν καὶ οὗτος βασιλειῶν καὶ τὴν τῶν πολιτῶν ἐπιτεχνώμενος εὔνοιαν, τὸν κατ’ αὐτῶν ἀπεθάρρει πόλεμον, ἀρετῆς τε ὡς μάλιστα ποιούμενος ἔνδειξιν περὶ τὸν λεγόμενον Τρυπητὸν λίθον καὶ τὴν ἐκεῖσε περιαγομένην ἁψῖδα τοῖς δυσμενέσι συμπλέκεται. μηδενὸς δὲ τῶν παρεστώτων ὁμοφύλων ἡγεμόνων, δόξαν οὕτω βασιλεῖ, ἐπαρήξαντος μικροῦ συνείληπτο ἄν· ὅ τε γὰρ ἵππος ἐπὶ γόνυ ὤκλασεν, ᾧ ἐπεκάθητο, καὶ πᾶσα ἡ ξυμβολὴ πρὸς ἕνα ἀπεκρίθη πολέμαρχον, εἰ μὴ τοξότις νεολαία τῆς πόλεως τὰ δυνατὰ παρατυχοῦσα ἐπήμυνε. Τὸ τοίνυν λαῶδες τῆς πόλεως μηδένα τῆς ἐπὶ Λατίνους ξιφουλκίας συναγωνιστὴν εὑρίσκον καὶ σύμμαχον εἰς ἀποστασίαν οἰδαίνειν ἤρξατο καὶ ὡς λέβης ἐκ πυρὸς κατὰ τῶν κρατούντων ἀτμοὺς ἀνιέναι ὕβρεων καὶ τὴν πάλαι ὕφαλόν τε καὶ ἄγνωστον γνώμην ἐκζέειν πρὸς φῶς. ἦγε μὲν οὖν τότε πέμπτην καὶ εἰκοστὴν ὁ Ἰαννουάριος μὴν τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους·
συνδρομῆς δ’ ὅτι πλείστης ἐς τὸν Μέγαν γινομένης Νεὼν ἠναγκάζετο καὶ ἡ σύγκλητος ἥ τε τῶν ἀρχιερέων ὁμήγυρις καὶ οἱ τοῦ βήματος λόγιμοι συνελθεῖν ἐκεῖσε καὶ συνδιασκέψασθαί σφισι περὶ τοῦ ἄρξοντος. περὶ τῶν προκειμένων τοίνυν τὸ παριστάμενον εἰπεῖν λιπαρούμενοι, ἐκ μὲν τοῦ εὐθέος ἐπιθέσθαι τοῖς βασιλεῦσι καὶ χειροτονεῖν ἕτερον εἰς ἀρχήν, οὐδὲ τὴν ἀρχὴν ὅλως ἐδοκιμάζομεν ὑποθέσθαι τοῖς συνιοῦσι· καλῶς γὰρ ᾔδειμεν ὡς τὸ μεῖον ὁ προβληθεὶς ἀποίσεται τῇ τε ἄλλῃ καὶ ὅτι τῶν Λατίνων οἱ στρατηγοὶ ἀμφοτέραις καὶ πάλιν ἀνθέξονταί τε τοῦ Ἀλεξίου καὶ περιέξονται. οἱ δὲ λαοὶ χρῆμά τι ὄντες ἀφελὲς καὶ εὐρίπιστον καὶ πλέον τοῦ θεληματαίνειν οὐδὲν ἐπιστάμενοι οὐκέτ’ ἔφασκον ὑπ’ Ἀγγέλων βούλεσθαι βασιλεύεσθαι, καὶ ὡς οὐκ ἄλλως ὁ σύλλογος ἐκεῖνος διαλυθήσεται, εἰ μή τις τῶν πραγμάτων προστήσεται θυμήρης αὐτοῖς. Πείρᾳ τοίνυν γνόντες τὸ τῶν ἀνδρῶν ἀμετάθετον ἡσυχάζομεν, ἑαυτοὺς ταλανίζοντες, καὶ πολλὰ τῶν παρειῶν κατελείβομεν δάκρυα, τὸ μέλλον, ὡς εἰκός, προορώμενοι. οἱ δὲ τὸν ἄρξοντα ἐπιμελῶς ἀνεδίφων, καὶ νῦν μὲν τόνδε, νῦν δ’ ἐκεῖνον ἐκ τῆς εὐγενοῦς φυταλιᾶς ηὐτοσχεδίαζον αὐτοκράτορα.
PG 139:977τέλος δ’ ἀπειρηκότες τοῖς ὅλοις τοὺς ὀχλαρχικοὺς καὶ δημοκόπους, ἐνίους δὲ καὶ τοῦ καθ’ ἡμᾶς τάγματος στεφηφορήσειν ἀνέπειθον. φεῦ φεῦ, τί τοῦ τότε πειρατηρίου θυμαλγέστερον ἢ ἀχθεινότερον, ἢ τῆς τῶν συνειλεγμένων ἀβελτηρίας γελοιωδέστερόν τε καὶ ἀλογώτερον; τὸ γὰρ ἱμάτιον ἔχεις· γενοῦ ἡμῶν ἀρχηγὸς ἦν ὁρᾶν ἀτεχνῶς περαινόμενον. μόλις δὲ καὶ τρίτης ἡμέρας παριππευσάσης νεανίσκον τινὰ συλλαβόντες Νικόλαον τὴν κλῆσιν, Κανναβὸν τὴν ἐπίκλησιν, εἰς βασιλέα χρίουσιν ἄκοντα. Ὡς δ’ Ἀλεξίῳ ταῦτα ἠνώτιστο τῷ ἀνάσσοντι (ὁ γὰρ Ἰσαάκιος ἔκειτο πνέων τὰ λοίσθια, τῶν μακρῶν ἐκείνων προαγγελμάτων τῆς μοναρχίας φρούδων ἐληλεγμένων καὶ ὡς κλινεγέρτου ἀποπτάντων ἐνυπνίου), μετάκλητος τίθεται ὑπ’ αὐτοῦ ὁ Βονιφάτιος μαρκέσιος, καὶ περὶ τῶν ἐνεστώτων ἄμφω σκεψάμενοι δεῖν ἔγνωσαν δυνάμεις Λατινικὰς εἰςενεχθῆναι τοῖς παλατίοις, δι’ ὧν ἀπόβλητος ἐσεῖται ὁ δημοπρόβλητος καὶ ὁ τοῦτον ἀρχαιρεσιάσας λεώς.
Ὡς δ’ ἦν τὰ ἐσκεμμένα ταῦτα πεφωραμένα, τὸν καιρὸν ἁρπάσας ὁ Δούκας ὡς πρὸς ἣν ὤδινεν ἀποστασίαν ἁρμόδιον σὺν τῶν ἐκ τοῦ γένους συχνοῖς καὶ τὸν ἐπὶ τῶν ἀρχικῶν χρυσώνων ὑποποιεῖται θλαδίαν, ἁλωτὸν ἀνθρώπιον τιμῶν ἀναβάσεσι καὶ εὐχείρωτον λήμμασιν. ὁ δὲ τοὺς πελεκυφόρους ἐκκλησιάσας καί σφισι κοινωσάμενος τὴν βασιλέως πρόθεσιν ἐκεῖνα φιλητέα τίθησι κρίνοντας, ὅσα οἱ βουλητέα καὶ Ῥωμαίοις ἀσπάσια. κἀντεῦθεν ἡ τοῦ βασιλέως ὧδέ πως δραματουργεῖται καθαίρεσις. Πρόσεισιν ὁ Δούκας τῷ βασιλεῖ τῆς νυκτὸς ἀωρὶ (ἐπῳκείωτο γὰρ ὑπὲρ ἅπαντας τιμηθεὶς πρωτοβεστιάριος καὶ τὰ τοῖς πολλοῖς ἑτερόχρωμα καθυποδούμενος πέδιλα) καί φησι περιπαθῶς ὡς οἱ τοῦ αἵματος ἐκείνῳ, ἀλλὰ δὴ καὶ πλεῖστοι τῶν ἀνωνύμων, πρὸ δὲ πάντων τὸ πελέκεσιν ὁπλιζόμενον βάρβαρον πάρεισιν ἐπὶ θύραις ὁρμαῖς μανιώδεσιν, αὐτοχειρὶ αὐτὸν διασπάσοντες ὡς ἤδη τοῖς Λατίνοις ἐκφανθέντα ὁμόνοα καὶ τῆς αὐτῶν ἐξηρτημένον φιλίας. ὁ δὲ πρὸς τὴν ἀκοὴν ταύτην μορμολυχθεὶς καὶ δειχθεὶς ἔκθαμβος ὑποθέσθαι οἱ τὸ πραχθησόμενον λιπαρεῖ.
περισχὼν τοίνυν τὸν βασιλέα τῷ κατακεχυμένῳ μέχρι ποδῶν καὶ πλατεῖ ἐπενδύτῃ τοῦ σώματος συνέξεισιν ἐκείνῳ καὶ ἄπεισι δι’ ἀφανοῦς τοῖς πλείστοις πυλίδος ἐς τὸ σκήνωμα, ὃ δὴ τῶν βασιλείων εἶχεν ἐντός, ὡς δῆθεν αὐτὸν ῥυσόμενος. Καὶ βασιλεὺς μὲν ἐπὶ τοῖς οὕτω δρωμένοις μικροῦ καὶ χάριτας ὡμολόγει τῷ Δούκᾳ καὶ τὰ τοῦ Δαυὶδ ὑπέψαλλεν ἄντικρυς ἐπ’ αὐτῷ ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. ὁ δὲ καθ’ ἕτερα ψαλτῳδήματα τοῦ Δαυίδ, ἅ φασι χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά καὶ ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο, ταῦτα ἦν μετιών. καὶ παραχρῆμα ὁ μὲν σιδήρῳ τοὺς πόδας ἀσφαλισθεὶς καὶ παραρριφεὶς δεινοτάτῃ παρὰ πάσας εἱρκτῇ ἔθετο οὕτω σκότος ἀποκρυβὴν αὐτοῦ, ὁ δὲ τοῖς βασιλικοῖς κοσμεῖται συμβόλοις. Τὰ δ’ ἐπὶ τούτοις οἱ μὲν τῷ Δούκᾳ προσρύονται καὶ τὰς εἰωθυίας τῷ αὐτοκράτορι προσρήσεις ἀποδιδόασιν, οἱ δὲ τῷ καθημένῳ ἐπὶ νεὼ προσνεύουσι Κανναβῷ, ἀνδρὶ τὸ ἦθος μειλίχῳ καὶ δεξιῷ τὴν γνώμην καὶ στρατηγικῷ τὰ πολέμια.
PG 139:979ἐπεὶ δὲ τὰ χείρω ἐπικρατέστερα παρὰ τοῖς Κωνσταντινουπολίταις καὶ μάλιστα (φιλτέρα γὰρ ὑπὲρ τοὺς ὁμογενεῖς ἡ ἀλήθεια), ὁ μὲν Δούκας ἐκραταιοῦτο καὶ ηὔξανεν, ὁ δὲ Κανναβὸς ἀμαυρουμένην εἶχε τὴν αἴγλην κατὰ σελήνην λειψίφωτον. χειροῦται δὲ καὶ πρὸς τῶν ὁπλοφόρων τοῦ Δούκα οὐκ εἰς μακρὸν καὶ εἱρκτῇ παραδίδοται, πρὸς οὐδὲν ἐπαρκέσαντος αὐτῷ τοῦ βασιλευτοῦ λεώ, ἀλλὰ πάντων διασπαρέντων εὐθὺς μετὰ τὴν ἀνάρρησιν. Τῷ δὲ βασιλεῖ Ἀλεξίῳ δὶς μὲν προύτεινεν ὁ Δούκας ζωῆς κατευνάστριαν κύλικα· ὡς δ’ ἦν ὁ μεῖραξ τοῦ φαρμάκου νεανικώτερος ἀντιδότοις χρώμενος λάθρᾳ, δι’ ἀγχόνης τὸν τῆς ζωῆς ἐκείνῳ μίτον ἐκτέμνει, ἢ καὶ οὕτως εἰπεῖν, διὰ στενῆς καὶ τεθλιμμένης τῆσδε πορείας τὴν ψυχὴν ἐκείνῳ ἐκθλίβει καὶ ἐς αὐτὸ τοῦ ᾅδου ἐκπυρηνίζει τὸ πέταυρον, βασιλεύσαντι μῆνας ἓξ σὺν ἡμέραις ὀκτώ.
ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΔΟΥΚΑ ΤΟΥ ΚΑΙ ΜΟΥΡΤΖΟΥΦΛΟΥ Ὡς οὖν καθαρῶς εἰς Δούκαν ἡ βασιλεία μετακεκύβευτο, ὁ μὲν ὤδινε πραγμάτων μεταβολὰς καὶ τὸ πᾶν ἀνακυκήσειν ἐσκέπτετο, σοφισματίας ὢν τὸ ἦθος καὶ τὸν τρόπον φρονηματίας, καὶ τὸ κρυψίνουν ἀγχίνουν οἰόμενος, ἐπὶ πᾶσι καὶ τὸν εὐεργέτην ἐς τοὺς Μέτωνος αἰῶνας ἀναδυόμενος ἐκ τοῦ μὴ κρίνειν, ὡς ἔλεγε, βασιλικὸν τὸ αὐτόματον καὶ ἀνάκριβες ἐν ταῖς πράξεσι, τὸ δὲ περιεσκεμμένον καὶ χρόνιον. πρὸς δὲ τὰς τοιαύτας γνώμας ὡρμᾶτο μὲν καὶ αὐτόθεν, οὐδὲν ἐκεῖνον λεληθέναι τῶν δεόντων ἰσχυριζόμενος, ἀλλὰ πᾶσι πεφυκέναι πράγμασιν, εἶχε δὲ καὶ συνερίθου σκίασμα ἰσχνὸν παρεπόμενον τὸν κηδεστὴν Φιλοκάλην, ὃν οὐχ ἑτέρως ἔχων ἐπὶ τοῦ ἄκρου στῆσαι τῆς συγκλήτου βατῆρος, ἡμᾶς μὲν ἀπ’ οὐδεμιᾶς εὐσχήμονος προφάσεως τοῦ τοῖς σεκρέτοις λογοθετεῖν παραλέλυκεν, ἐκεῖνον δ’ ἀντιπροβέβληκεν.
ἀμελέτητος δ’ ὢν ὁ ἀνὴρ ὅδε τοῦ ἑαυτὸν εἰδέναι παντάπασιν, ὑπὸ τῆς ἄγαν φιλοτιμίας τῶν ὑπὲρ τὸ καθῆκον σφαλερῶς ἐφιέμενος, τὸ μὴ σύνθρονος εἶναι τῶν ἐν τιμαῖς ἐνίοις ὑπενόθευε ποδάγραν σχηματιζόμενος, ὡς εἴπερ συνδιέρρεε ταῖς πτέρναις τὸν νοῦν κἀντεῦθεν ἀλλοφρονέων ὀλιγώρως εἶχε τοῦ δέοντος. Ἀλλὰ καὶ τοὺς βασιλείους θησαυροὺς οὐκ ἐπιχειλεῖς οὐδ’ ἡμιδεεῖς, ἀλλ’ ἐν στενῷ πάντῃ ἀπειλημμένους ὁ ἄρξας Δούκας εὑρὼν θερίζων ἦν, ἔνθα οὐκ ἔσπειρε, καὶ συνάγων ὅσα οὐ διεσκόρπισεν, ἐτάσεσι βαρείαις ὑπάγων τοὺς τὰς μεγίστας ὑπ’ Ἀγγέλων ἀνεζωσμένους πρώην ἀρχὰς καὶ μεταρσιωθέντας εἰς ὕψος σεβαστοκράτορσι καθῆκον καὶ καίσαρσι καὶ πρὸς τὰς κοινὰς ἀποκτώμενος χρείας ὁπόσα ἐνθένδε συνέλεγε χρήματα. Ἀπειροκάλως δ’ ἔχων τῆς τῶν Λατίνων ἀντιμαχήσεως κατὰ τοῦτο τὸ μέρος πάντων ἐπρώτευε· τά τε γὰρ παράλια τείχη τῆς πόλεως διὰ δοκάνων ἀνύψωσε καὶ τὰς χερσαίας πύλας τειχισματίοις διείληφε καὶ τὴν στρατιὰν ἀνεζωπύρει τῷ καθ’ ἑαυτὸν ὑποδείγματι.
PG 139:981ἐν πολλοῖς δὲ καὶ αὐτὸς ξίφος διαγκοινιζόμενος καὶ χαλκήρει κορύνῃ καθοπλιζόμενος τοῦτο μὲν τὰς τῶν ἐναντίων ἀνέκοπτεν ἐκδρομάς, τοῦτο δὲ τοῖς σποραδικῶς ἐξιοῦσιν εἰς πορισμὸν τῶν σιτίων ἐφιστάμενος ἦν αὐτεπάγγελτός τε καὶ αὐτενέργητος. Ἀμέλει διὰ ταῦτα τοῖς πολίταις ἠσπάζετο, εἰ καὶ ὕποπτος ἦν τὰ πολλὰ καὶ ἀσύμβατος τοῖς ἐξ αἵματος· ἅτε γὰρ ἐντραφέντες βλακείᾳ καὶ μαλακίᾳ συνανδρωθέντες, ἀναγωγικὴν αὐστηρίαν καὶ δίαιταν σώφρονα περιιστάμενοι ὡς τὰ κεκρατημένα σώματα νοσοκόμησιν, ἐτραχηλίων καὶ ἐσκληρύνοντο. τὴν τοῦ Δούκα τοίνυν ἐπίπληξιν καὶ ἐμβρίμησιν (ἦν γὰρ καὶ φύσει κοῖλος καὶ βαρὺς τὴν φωνὴν καὶ τὸν φάρυγγα βραγχιῶν) ὅσα καὶ γεῦσιν πολύποδος ὠμοῦ ἢ ἑλλεβόρου τράπεζαν εἴτε μὴν ταυρείου αἵματος κέρασμα ἐκτρεπόμενοι τὴν τούτου καταστροφὴν ἐπιστροφὴν ᾤοντο θεϊκήν. Ἀμέλει καὶ Βαλδουίνου τοῦ τῆς Φλάντρας κόμητος τὰ περὶ τὸν Φιλέα κείροντος μέρη κἀκεῖθεν φόρους συλλέγοντος, ἔξεισι κατ’ αὐτοῦ βασιλεύς.
ὡς δ’ οἱ μὲν ἀπιόντες, οἱ δ’ ἐκ τοῦ πολεμίου στίφους ἀναζευγνύντες ἀλλήλοις συνέμιξαν, Ῥωμαῖοι μὲν δέει ξυνέχονται καὶ συντόνου φυγῆς ἔχονται, περιλειφθεὶς δὲ μόνος ὁ βασιλεὺς αὐτός τε μικροῦ παραπώλετο καὶ ἡ τῆς θεομήτορος εἰκών, ἣν οἱ βασιλεῖς Ῥωμαίων ποιοῦνται συστράτηγον, τοῖς ἐναντίοις ἑάλωκεν. Ἦν δ’ οὐ μόνον ταῦτα δεινά, ἀλλά γε καὶ τὰ ἐλπιζόμενα πολὺ χείρω καὶ χαλεπώτατα· ἐν γὰρ τοῖς μείζοσι τῶν πλοίων φρικώδεις πάλιν κλίμακες ἐτεκταίνοντο καὶ μηχαναὶ παντοῖαι κατεσκευάζοντο σημαῖαί τε ἐπὶ τούτων ἠνέμωντο καὶ τοῖς εἰς αὐτὰς ἀνιοῦσιν ἐπὶ τῷ μάχεσθαι δωρεαὶ προυτείνοντο μέγισται. Καὶ τὰ μὲν τῶν δεινῶν ἐκινεῖτο, τὰ δὲ ὠδίνετο, τὰ δ’ ἤμελλεν· ἠλόγηντο δὲ καὶ οἱ περὶ φιλίας λόγοι καὶ παντάπασι κατημέληντο. μᾶλλον δὲ καὶ τούτους πονηροί τινες Τελχῖνες πολλάκις συνέχεον· ὁ γὰρ δοὺξ Βενετίας Ἐρίκος Δάνδουλος ὁμιλῆσαι περὶ σπονδῶν ἑλόμενος βασιλεῖ, νῆα εἰσιὼν τριήρη περὶ ταῖς ἀκταῖς προσίσχει τοῦ Κοσμιδίου. ὡς δ’ ἔφιππος ἐκεῖσε καὶ βασιλεὺς ἀφίκετο, ἀντεκοινοῦντο μὲν ἀλλήλοις τὰ πρὸς εἰρήνην ῥήματα μηδενὶ τῶν ἄλλων τὴν σπουδὴν χαριζόμενοι.
καὶ ἦσαν τὰ παρὰ τοῦ δουκὸς Βενετίας καὶ τῶν λοιπῶν στρατηγῶν αἰτούμενα χρυσίου πεντήκοντα κεντηνάρια ἐκ τοῦ αὐτίκα μάλα καταβληθησόμενα καὶ συμφωνίαι τινὲς ἐπ’ αὐτοῖς, ἀποκναίουσαί τε καὶ δυσπαράδεκτοι τοῖς γευομένοις ἐλευθερίας καὶ εἰωθόσιν ἐπιτάσσειν, οὐκ ἐπιτάσσεσθαι, καὶ Λακωνικαὶ βαρεῖαι κρινόμεναι μάστιγες, οἷς δ’ αἰχμαλωσίας πρόκειται κίνδυνος καὶ πάνδημος ἀνέρρωγεν ὄλεθρος, τὸ μέν τι πρώην, τὸ δὲ καὶ ὑπογυίως ἀναστομούμενος, ἀνεκταὶ πάντως μηδὲ παντάπασιν ἀχθειναί. ἐν ᾧ δὲ τὰ πρὸς εἰρήνην εἰς διάλεξιν προύκειντο, ἱππικαὶ Λατινικαὶ δυνάμεις ἐξ ὑπερδεξίων αἴφνης ἀναφανεῖσαι ἡνίοις ὅλοις τῷ βασιλεῖ ἐπιτίθενται, ὡς μόλις μὲν ἐκεῖνον παρερύσαντα τὸν ἵππον διεκφυγεῖν τὸν κίνδυνον, τῶν δὲ συνόντων χειρωθῆναί τινας· τὸ γὰρ ἄκρον τῆς ἐκείνων πρὸς ἡμᾶς ἀπεχθείας καὶ τὸ ὑπερβάλλον τῆς ἐπ’ ἐκείνους ἡμῶν διχονοίας οὐδεμίαν ἑκατέροις παρεισῆγε ῥοπὴν φιλάνθρωπον.
PG 139:983Τὰ δ’ ἐπὶ τούτοις ἀποσαλεύονται τῶν ἠιόνων τὰ μέγιστα τῶν ἀντιπάλων σκαφῶν, ἐφ’ ὧν αἱ κλίμακες εὐτρεπεῖς καὶ ὅσα τῶν ὀργάνων πρὸς τειχομαχίαν ἡτοίμασται καὶ ὡς ἐπὶ ζυγοῦ κατατείναντος ἐπὶ τὴν πρὸς τὰ τείχη μεταβαίνουσι πλάστιγγα, καὶ διειλήφασι τὸν χῶρον, ἐς τὸ ἀποχρῶν ἀλλήλων διιστάμενα, ὃς ἐκ τῆς τοῦ Εὐεργέτου μονῆς ἐς τὰ ἐν Βλαχέρναις ἀνάκτορα γραμμικῶς ἐκμηκίζεται, ἐμπεπυρισμένος ὢν καὶ ἀνεσκαμμένος τὰ ἔνδον οἰκόπεδα καὶ παντὸς ἐψιλωμένος ἡδέος θεάματος. ὅπερ ἰδὼν ὁ Δούκας, δρῶν καὶ αὐτὸς τοῖς πολεμίοις ἀντίθετα, τὴν βασίλειον αὐλαίαν προσετετάχει διαταθῆναι κατὰ τὸν ἐν τῇ μονῇ τοῦ Παντεπόπτου κολωνόν, ὅθεν ἦσαν ὁραταὶ μὲν αἱ νῆες αἱ πολεμιστήριοι, καταφανῆ δὲ τὰ παρὰ τῶν ἐν ταύταις δρώμενα. Ὡς δ’ ἐπέφωσκεν ἡ ἐνάτη τοῦ Ἀπριλλίου μηνὸς τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους, τὰ μὲν πλοῖα καὶ οἱ δρόμωνες τοῖς τείχεσι προσπελάζουσι, θαρσαλέοι δέ τινες πολεμήτορες ἐπανίασι τὰς κλίμακας καὶ βέλη παντοῖα κατὰ τῶν ἐν τοῖς πύργοις ἠφίεσαν. ὅλην μὲν οὖν ἐκείνην τὴν ἡμέραν μάχη τις ἐνειστήκει στονόεσσα, ἦν δέ πως τὰ Ῥωμαίων ἐπικρατέστερα·
αἵ τε γὰρ κλιμακοφόροι νῆες σὺν τοῖς ἱππαγωγοῖς δρόμωσιν ἄπρακτοι τῶν τειχῶν ἀπεκρούσθησαν καὶ τὰ τῶν λίθων ἐκ τῆς πόλεως ἀφετήρια πλείστους ὅσους διέφθειραν. Ἀνοχευσάμενοι δ’ οὖν οἱ πολέμιοι τὴν μετ’ ἐκείνην ἡμέραν καὶ τὴν ἐφεξῆς κυριώνυμον, τῇ ὑστεραίᾳ πάλιν τῇ πόλει προσπλέουσι καὶ ταῖς ᾐόσι προσίσχουσιν, ἥτις ἦν δωδεκάτη μὲν τοῦ Ἀπριλλίου μηνός, δευτέρα δὲ τῆς ἕκτης ἑβδομάδος τῶν νηστειῶν. μέση μὲν οὖν ἡμέρα, καὶ κατίσχυον τὰ ἡμέτερα, κἂν ἡ ἀκμὴ τοῦ κακοῦ ἰσχυροτέρα τις ἦν καὶ δριμυτέρα τῆς πρότριτα· ἐπεὶ δὲ ἔδει δούλιον ζυγὸν ὑποδῦναι τὴν τῶν πόλεων πασῶν ἄρχουσαν, ἐν κημῷ τε καὶ χαλινῷ τὰς σιαγόνας ἡμῶν ἄγξαι θεὸς ἐδικαίωσεν, ὅτι καὶ πάντες ἐξέστημεν ἱερεὺς ὁμοῦ καὶ λαὸς ὡς ἵππος θρασαύχην τε καὶ δυσχάλινος, ἐκ τῶν κλιμάκων μιᾶς, ἥτις ἄγχιστα ἦν τῶν Πετρίων καὶ βασιλέως ἔναντι διεπονεῖτο, ἄνδρες δύο παραδόντες ἑαυτοὺς τῇ τύχῃ πρῶτοι τοῦ ἑταιρικοῦ ἐς τὸν κατ’ ὄψιν πύργον καταπηδῶσι καὶ διασοβοῦσι τὸ ἐκεῖσε Ῥωμαίοις φυλακικὸν συμμαχικόν, ἐκ δὲ τούτου διασείσαντες τὴν χεῖρα ἄνωθεν οἷον σύμβολον χαρᾶς καὶ θάρσους τοὺς φυλέτας ἐπέρρωσαν.
ἐξίσου δὲ τοῖς εἰς τὸν πύργον ἁλαμένοις καί τις ἐκ τῆς ἱππάδος Πέτρος τοὔνομα διὰ τῆς πύλης εἴσεισι τῆς ἐκεῖσε, ὅλας φάλαγγας κλονῆσαι κρινόμενος ἱκανώτατος καὶ τὴν ἀναδρομὴν τοῦ σώματος ὡς γίγας μικροῦ προφαινόμενος ἐννεόργυιος καὶ αὐτὸν δὲ τὸν κάσιν τῆς κεφαλῆς διεσκευασμένον ἔχων κατὰ πόλιν πυργόεσσαν. οὐδὲ κόρυθος τοίνυν μέτωπον ἑνὸς ἀνδρὸς ἱππαστοῦ, καταπληκτικοῦ τὸ εἶδος, ἀξιοθεάτου τὸ μέγεθος, οἱ περὶ τὸν βασιλέα τῷ γένει διάσημοι καὶ τὸ λοιπὸν στράτευμα κατιδεῖν ἐνεγκόντες ἀγαθὸν τοῦ σώζεσθαι φάρμακον τὴν ἐθάδα φυγὴν ὑπειλήφασιν, ὥσπερ εἰς μίαν ἑνισθέντες τε καὶ συντακέντες ἀγεννῆ ψυχήν, ὅθεν εἰς δειλίαν τῶν ὀχυρωμάτων αὐτοῖς τεθειμένων (ἐπὶ γὰρ γηλόφων ὀρθίων ἵσταντο) κατὰ χιλίους ὑφ’ ἑνὸς ἐδιώκοντο· καὶ ταῖς χερσαίαις Χρυσέαις πύλαις ἐπιστάντες τῆς πόλεως τὸ νεόδμητον ἐκεῖσε κατασπῶσι τεῖχος ἐκτρέχουσί τε καὶ διασκίδνανται, ὡς ὄφελόν γε τὴν ἐς βάραθρον καὶ πανώλειαν βαδιούμενοι.
PG 139:985οἱ δὲ πολέμιοι μηδενὸς εἰς χεῖρας ἰόντος διαθέουσι πολλαχῇ καὶ τὰ ξίφη σπῶσι καθ’ ἡλικίας πάσης καὶ γένους παντός, οὐχ εἷς ἑνὶ συνημμένοι καὶ κατὰ σύνταξιν πλείους ἀλληλουχούμενοι, ἀλλὰ διεκκεχυμένοι σποράδες ὡς ἤδη παρὰ πᾶσιν ἐπιφοβώτατοι. Ἑσπέρας δὲ τῷ πυρὶ παραδόντες τὰ πρὸς ἕω καὶ ἔτι πρόσω μικρὸν τῆς τοῦ Εὐεργέτου μονῆς, ὃ καὶ κατενεμήσατο τὰ πρὸς θάλασσαν ἐκεῖθεν ἐπικλινῆ καὶ μέχρι τῶν Δρουγγαρίου καταλήγοντα μέρη τῆς πόλεως, ἐπαναλύουσιν αὖθις καὶ περὶ τὴν μονὴν τοῦ Παντεπόπτου στρατήγιον βάλλουσι, τὴν βασίλειον ἐσκυλευκότες σκηνὴν καὶ αὐτῶν τῶν ἐν Βλαχέρναις ἀρχείων ἀπραγμόνως τε καὶ ἐξ ἐφόδου κεκρατηκότες. Ὁ δὲ βασιλεὺς τῇδε κἀκεῖσε τῶν τῆς πόλεως περιιὼν στενωπῶν ἐπεχείρει μὲν συνιστᾶν καὶ διακροτεῖν πρὸς σύνταξιν τὸν εἰκῇ περιφοιτῶντα λαόν· οἱ δ’ οὔτ’ ἐπείθοντό οἱ ἐπιρρωννύοντι, οὔθ’ ὑπήκουον ἐπιθαρρύνοντι, ἀλλ’ ἀπογνώσεως πᾶσιν αἰγὶς ἐπεσέσειστο.
Καὶ ἵνα τῷ λόγῳ προβιβάσω τὸ λεῖπον, κέκλικεν ἡ ἡμέρα καὶ ἡ νὺξ προύκοπτε, καὶ τῶν μὲν ἀστυπόλων ἕκαστος ἐνεπόνει τῇ μεταθέσει καὶ καταχώσει τῶν οὐσιῶν, ἦσαν δ’ οἷς ᾑρέτιστο καὶ ἡ ἐκ τῆς πόλεως ἄπαρσις, καὶ ὡς ἑκάστοις προυχώρει σώζεσθαι ἠπείγοντο. Ἰδὼν τοίνυν ὁ Δούκας ὡς οὐδὲν ὠφελεῖ, καὶ δεδιὼς ἅμα μὴ συλληφθείη καὶ ὡς ὄψον ἢ ἐπιτράγημα ταῖς γνάθοις τῶν Λατίνων προκείσεται, εἴσεισιν ἀρχεῖον τὸ μέγιστον. καὶ δὴ τὴν βασίλισσαν Εὐφροσύνην τὴν τοῦ βασιλέως Ἀλεξίου γυναῖκα καὶ τὰς ταύτης θυγατέρας λεμβαδίῳ ἐνθέμενος, ὧν ἔρωτι μιᾶς προκατείληπτο πολυομίλητος ἐκ πρώτης τριχὸς καὶ ῥυηφενὴς εἰς κοίτας δεικνύμενος καὶ δύο κουριδίους ἀλόχους παρὰ δίκην ἀποπεμψάμενος, τῆς πόλεως ἔξεισι, βασιλεύσας μῆνας δύο καὶ ἡμέρας ἓξ πρὸς ταῖς δέκα.
Τοῦ δὲ βασιλέως οὕτω μεταναστεύσαντος νεανιῶν ξυνωρὶς νηφαλίων τε καὶ ἀρίστων τῇ κατὰ πόλεμον δεξιότητι, ὁ Δούκας οὗτοι καὶ ὁ Λάσκαρις, ἀμφοῖν δ’ ἡ κλῆσις ὁμώνυμος τῷ ἀρχηγῷ τῆς πίστεως βασιλεῖ, ὡς περὶ νηὸς χειμαζομένης διαφέρονται τῆς ἀρχῆς, τύχης βράβευμα καὶ φορᾶς ἀλογίστου πέττευμα τὸ μέγιστον ὁμοῦ καὶ περίπυστον χρῆμα τὴν τῶν Ῥωμαίων βασιλείαν ὁρῶντες προκείμενον. εἱστήκεισαν οὖν ἀμφήριστοι τὸν Μέγαν εἰσιόντες Νεών, ἁμιλλώμενοί τε ἀλλήλοις καὶ παραβαλλόμενοι, μηδὲν δὲ πλέον ἢ ἔλαττον ἔχοντες, ἀλλὰ τῆς ἴσης ῥοπῆς ἀξιούμενοι, ὅτι μηδ’ ἦν ὁ ἀπελέγχων ἢ ἐπικρίνων ἑκάτερον. Ἐκ δὲ κλήρου τὸ πρωτεῖον εἰληφὼς ὁ Λάσκαρις τὰ μὲν τῆς βασιλείας οὐ προσίεται σύμβολα, συνεξιὼν δὲ τῷ πατριάρχῃ κατὰ τὸ Μίλιον οὐκ ἀνίει παραινῶν τοῖς συνιοῦσι καί σφας ὑποθωπεύων εἰς ἀντιμάχησιν. ἀλλὰ καὶ τοὺς σείοντας ἐξ ὤμων τὰ ἀρεϊκὰ σιδήρια ἐς τὸν προκείμενον ἀγῶνα πέμπων ἐπώτρυνε, μὴ χρῆναι λέγων Ῥωμαίων ἔλαττον ἐκείνους τὸ ἀπολωλέναι δεδιέναι, εἰ πρὸς γένος ἕτερον τὰ Ῥωμαίων μεταρρέψουσι πράγματα·
PG 139:987οὐ γὰρ μισθοφορήσουσιν ἔτι ἁδρῶς, οὐδὲ γέρα περιώνυμα τῆς βασιλέων φυλακῆς ἀπολήψονται, ἀλλ’ ἐν αἴσῃ καρὸς τετάξονται. καὶ ὁ μὲν πρὸς τούτοις ἦν· ὡς δ’ οὔτε τοῦ λεώ τις τῶν φωνῶν ἐπεστρέφετο, καὶ αὐτὸ δὲ τὸ πελεκυφόρον ἐπὶ μισθῷ τὴν σύναρσιν ἐπηγγέλλετο, ἐμπορίας καιρὸν ὑπούλως καὶ ἐπικλόπως τὴν ἀκμὴν τοῦ κινδύνου τιθέμενον, ἤδη δὲ καὶ κατάφρακτοι Λατινικαὶ προυφαίνοντο φάλαγγες, ἐκεῖθεν μεθίσταται καὶ τὸ σωθῆναι φυγῇ διατίθησιν.
Οἱ δὲ πολέμιοι μηδένα παρὰ δόξαν ὁρῶντες ἰθυμαχοῦντα ἢ ἀντεγχειροῦντα καὶ ὁπλιζόμενον, ἀλλ’ εὔοδα τὰ ἐν ποσίν, εὔκολα τὰ ἐν χερσί, τὰ ἐν στενωποῖς εὐδιάβατα, τὰ ἐν τριόδοις ἀπρόσκοπα, ἀπὸ πολέμων ἀσφάλειαν, ἀπὸ πολεμίων ὠφέλειαν, τύχης τινὸς εὐμενοῦς προαγούσης καὶ συλλαμβανούσης πάντας σφίσι προσυπαντᾶν μετὰ σταυρικῶν σημείων καὶ σεπτῶν ἐκτύπων Χριστοῦ, ὡς ἐν πανηγύρεσιν εἴθισται καὶ πομπαῖς, οὐ πρὸς τὴν ὄψιν τῶν ὁρωμένων τὴν τῆς ψυχῆς μεταμορφοῦσι κατάστασιν, οὐδὲ μέχρι χειλέων ὑπεμειδίασαν, οὐδὲ ἡ ἄελπτος ἐκείνη θέα τὸ στυγνὸν καὶ μανιῶδες βλέμμα καὶ ὅρμημα ἐς εἰκόνα μετέχρωσεν ἱλαρότητος, ἀλλ’ ἐπρονόμευον ἀδεῶς, ἀλλ’ ἐσκύλευον ἀναιδῶς, ἐκ τῶν ὀχημάτων πρώτως ἀρξάμενοι, οὐ τὰ τῶν πολλῶν μόνον χρήματα, ἀλλ’ ἤδη καὶ τὰ τῷ θεῷ ἀνακείμενα, ξιφηφόροι πάντες, οἱ δὲ καὶ σκεπαστηρίοις ὅπλοις τοὺς πρὸς σάλπιγγα ἐγειρομένους ἵππους ἑαυτῶν περιφράττοντες. Τί δ’ ἂν πρῶτον, τί δ’ ἔπειτα, τί δ’ ὑστάτιον καταλέξαιμι τῶν τηνικαῦτα τολμωμένων παρὰ τῶν παλαμναίων ἐκείνων ἀνδρῶν;
PG 139:989ὤ μοι τῆς ἀτίμου τῶν προσκυνητῶν εἰκόνων κατεδαφίσεως καὶ τῆς τῶν λειψάνων τῶν ὑπὲρ Χριστοῦ παθόντων κατὰ τόπων ἐναγῶν ἀκοντίσεως. τὸ δὲ φρικῶδες καὶ ἀκουόμενον, ἦν ὁρᾶν τὸ θεῖον αἷμα καὶ σῶμα Χριστοῦ κατὰ γῆς χεόμενον καὶ ῥιπτόμενον. οἱ δὲ τὰ τιμαλφῆ δοχεῖα τούτων διαρπάζοντες τὰ μὲν διέθραυον καὶ τοὺς ἐγκειμένους κόσμους ἐνεκολπίζοντο, τὰ δὲ εἰς σίτων κανᾶ καὶ οἴνων κεράσματα ταῖς ἑαυτῶν τραπέζαις παρέφερον, οἱ τοῦ Ἀντιχρίστου πρόδρομοι καὶ τῶν προσδοκωμένων πανασεβῶν πράξεων ἐκείνου πρωτουργοὶ καὶ προάγγελοι. ἀτεχνῶς τοίνυν ὑπὸ τοῦδε τοῦ γένους ὡς πάλαι ποτὲ καὶ τότε ἀπημφιάζετο Χριστὸς καὶ ὑβρίζετο, καὶ μερισμοὶ καὶ κλῆροι τῶν αὐτοῦ ἱματίων ἐγίνοντο, καὶ μόνον οὐ λογχευόμενος τὴν πλευρὰν θεορρύτου ῥύακας αἵματος εἰς γῆν καὶ πάλιν ἀπέσταζε. Τὰ δ’ ἐπὶ Νεὼ τοῦ Μεγίστου ἠσεβημένα οὐδ’ ἀκοαῖς εἰσιν εὐπαράδεκτα.
ἡ μὲν θυωρὸς τράπεζα, τὸ ἐκ πασῶν τιμίων ὑλῶν σύνθεμα συντετηγμένων πυρὶ καὶ περιχωρησασῶν ἀλλήλαις εἰς ἑνὸς ποικιλοχρόου κάλλους ὑπερβολήν, ἐξαισίου τῷ ὄντι καὶ ἀξιαγάστου παρ’ ἔθνεσιν ἅπασι, κατετεμαχίσθη καὶ διεμερίσθη τοῖς σκυλευταῖς, ὥσπερ καὶ πλοῦτος ἅπας ὁ ἱερός, ὁ τοσοῦτος τὸ πλῆθος καὶ τὴν ἀγλαί̈αν ἀπέραντος. δεῆσαν δ’ ἐκκομισθῆναι καθά τινα σῦλα τὰ παναγῆ σκεύη καὶ ἔπιπλα, τὰ τὴν χάριν καὶ τὴν τέχνην ἄμαχα καὶ τὴν ὕλην σπάνια, ἀλλὰ δὴ καὶ τὸν δοκίμιον ἄργυρον, ὃς τὸν τοῦ βήματος θριγκὸν καὶ τὸν οἷον ἐκπλῆξαι ἄμβωνα καὶ τὰς πύλας περιήμπισχε καὶ εἰς παμπόλλους ἄλλους κόσμους περιετέτηκτο, χρυσῷ περιτρεχόμενος ἅπας, ἡμίονοί τε καὶ ὑποζύγια σεσαγμένα μέχρι τῶν ἀδύτων εἰσήγοντο τοῦ νεώ, ὧν ἔνια διωλισθηκότα μηδ’ ἐπὶ ποδῶν στῆναι δυνάμενα διὰ τὴν τῶν ἐπιπέδων λίθων στιλπνότητα μαχαίραις ἐξεκεντήθησαν, ὡς ἐκ τῆς τῶν χολάδων κόπρου καὶ τοῦ προχυθέντος αἵματος τὸ θεῖον μολυνθῆναι δάπεδον.
ἀλλὰ καὶ γυναικάριον σεσωρευμένον ἁμαρτίαις, Ἐριννύων ζάκορον, δαιμόνων πρόσπολον, ἀρρήτων τε γοητειῶν καὶ ἐπιρρήτων ἐπῳδῶν ἐργαστήριον, καταστρηνιᾶσαν Χριστοῦ, ἐπὶ τοῦ συνθρόνου καθῖσαν κεκλασμένον ἀφῆκε μέλος καὶ πολλάκις περιδινηθὲν εἰς ὄρχησιν τὼ πόδε παρενεσάλευσε. Καὶ οὐ ταῦτα μὲν ἠνομεῖτο οὕτως, ἄλλα δ’ οὔ, ἢ ἐκεῖνα μὲν ἐπὶ πλέον, εἰς δ’ ἔλαττον ἕτερα, ἀλλ’ ὁμοθυμαδὸν πάντα παρὰ πάντων ἀνωσιουργεῖτο τὰ παναθέμιτα. πάνυ δ’ ἂν ἐφείσαντο γυναικῶν εὐλαβῶν καὶ κορίων ἐπιγάμων ἢ τῶν θεῷ ἀνακειμένων καὶ παρθενεύειν ἑλομένων οἱ κατὰ τῶν θείων οὕτω λυττήσαντες; ἐπὶ πᾶσιν ἐργῶδες ἦν καὶ δυςμήχανον τὸ μειλίξασθαι λιταῖς ἢ ὁπωσοῦν εὔνουν θέσθαι τὸ βάρβαρον, οὕτω μὲν εὐπαρόξυντον ὄν, οὕτω δ’ ἐρευξίχολον ἀκριβῶς καὶ πρὸς πᾶσαν ἀκοὴν ἀθέλητον. πάντα δ’ ἐκρίνετο θυμοῦ ὑπεκκαύματα καὶ ἄνοιαν ὠφλίσκανε καὶ γέλων. καὶ ὡς τὴν γλῶτταν ἀταμίευτος ἐπεπλήττετο, ἐν πολλοῖς δὲ καὶ τὸ παραξιφίδιον εἶχεν ἐπ’ αὐτὸν σπώμενον ὁ καὶ μικρὸν ἀντειπὼν ἢ πρὸς τὰ θυμήρη σφίσιν ἀναδυόμενος.
PG 139:991Ὅθεν ἦν εἰς πόνον ἅπασα κεφαλή, ἐν στενωποῖς θρῆνοι καὶ οὐαὶ καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοὶ καὶ βιασμοὶ σωμάτων συναφῶν πρότερον. οἱ τῷ γένει σεμνοὶ γυμνοὶ περιῄεσαν, οἱ τῷ γήρᾳ γεραροὶ γοεροί, οἱ πλούσιοι ἀνούσιοι. οὕτως ἐν πλατείαις, οὕτως ἐν γωνίαις, οὕτως ἐν τεμένεσιν, οὕτως ἐν καταδύσεσιν· οὐδὲ γὰρ ἦν τις τόπος ἀνεξερεύνητος ἢ ἀσυλίαν τοῖς προσρυομένοις διδούς. Χριστὲ βασιλεῦ τῆς τότε θλίψεως καὶ συνοχῆς τῶν ἀνθρώπων. ὁ δ’ ἦχος ὁ θαλάττιος, ὁ δὲ τοῦ ἡλίου σκοτασμὸς καὶ ἡ ζόφωσις, ἡ δὲ τῆς σελήνης εἰς αἷμα μεταστροφή, οἱ δὲ τῶν ἀστέρων ἔξεδροι, ὅπῃ καὶ ὅπως οὐ τὰ τελευταῖα ταῦτα κακὰ προεσήμαναν; καίτοι τὸ βδέλυγμα τῆς ἐρημώσεως τεθεάκαμεν ἑστὼς ἐν τόπῳ ἁγίῳ καὶ πορνικὰ στρογγυλίζον λογάρια καὶ τἆλλα, κἂν μὴ ἐπίπαν, ἀλλ’ ἐκ τοῦ δήπουθεν μεταβάντα πρὸς τὸ ἀντίστροφον, ὅσα παρὰ Χριστωνύμοις σεμνὰ καὶ τὸν τῆς πίστεως λόγον ἐξευγενίζοντα.
Τοιαῦθ’, ὡς ἐκ πολλῶν βραχέα δοῦναι τῇ ἱστορίᾳ, οἱ ἐξ ἑσπέρας στρατοὶ κατὰ τῆς Χριστοῦ κληρονομίας παρηνομήκασιν, ἐπ’ οὐδενὶ τῶν ὅλων τὸ φιλάνθρωπον ἐνδειξάμενοι, ἀλλὰ πάντας ἀποξενώσαντες χρημάτων καὶ κτημάτων, οἰκημάτων τε καὶ ἐσθημάτων, καὶ μηδενὸς τῶν πάντων μεταδόντες τοῖς ἔχουσι.
ταῦτα ὁ χαλκοῦς αὐχήν, ἡ ἀλαζὼν φρήν, ἡ ὀρθὴ ὀφρύς, ἡ ἀεὶ ξυριῶσα καὶ νεανισκευομένη παρειά, ἡ φιλαίματος δεξιά, ἡ ἀκροχολῶσα ῥίν, ὁ μετέωρος ὀφθαλμός, ἡ ἄπληστος γνάθος, ἡ ἄστοργος γνώμη, ἡ τορὴ καὶ τροχαλὴ λαλιὰ καὶ μόνον οὐκ ἐπορχουμένη τοῖς χείλεσι, μᾶλλον δὲ οἱ παρ’ ἑαυτοῖς ἐπιστήμονες καὶ σοφοί, οἱ εὔορκοι καὶ φιλαλήθεις καὶ μισοπόνηροι καὶ τῶν Γραϊκῶν ἡμῶν εὐσεβέστεροί τε καὶ δικαιότεροι καὶ τῶν Χριστοῦ διαταγμάτων φύλακες ἀκριβέστεροι, τὸ δὲ πλέον, οἱ τὸν σταυρὸν ἐπ’ ὤμων ἀράμενοι καὶ πολλάκις κατὰ τούτου καὶ τῶν θείων λογίων ἐπομοσάμενοι τὰς μὲν τῶν Χριστωνύμων χώρας παρελθεῖν ἀναιμωτί, μὴ προσνεύσαντες ἀριστερά, μηδ’ ἐκκλίναντες δεξιά, κατὰ δὲ Σαρακηνῶν ὁπλίσαι τὰς χεῖρας καὶ τὰ ξίφη πορφυρῶσαι τοῖς αἵμασιν, οἳ τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν, μηδ’ ἀνδρίσασθαι γυναιξὶν ἢ καθ’ ὁμιλίαν αὐταῖς συνελθεῖν ἐφ’ ὅσον ἂν χρόνον τὸν σταυρὸν ἐπωμάδιον φέρωσιν ὡς ἡγνισμένοι θεῷ καὶ τὴν αὐτοῦ πορείαν στελλόμενοι.
PG 139:993Ὄντως λογοποιοὶ ἐξεφάνθησαν καὶ τοῦ θείου τάφου διφῶντες ἐκδίκησιν κατὰ Χριστοῦ προδήλως ἐλύττησαν καὶ μετὰ σταυροῦ τὴν τοῦ σταυροῦ κατάλυσιν ἠνομήκασιν, ὃν ἐπινώτιον ἔφερον, τοῦτον πρὸ ποδῶν τιθέναι μὴ φρίττοντες διὰ χρυσίον βραχὺ καὶ ἀργύριον. καὶ μαργαρίτας ἐγκολπιζόμενοι τὸν πολύτιμον μαργαρίτην Χριστὸν ἠθετήκασι, τοῖς ἐναγεστάτοις τῶν ζώων τὸν παναγέστατον διασπείραντες. οἱ δ’ ἐξ Ἰσμαὴλ οὐχ οὕτως, ὅτι μὴ καὶ πάνυ φιλανθρώπως καὶ προςηνῶς τοῖς ἐκ τοῦ γένους αὐτῶν προσηνέχθησαν τῆς Σιὼν κατισχύσαντες. οὔτε γὰρ γυναιξὶ Λατινίσιν ἐπεχρεμέτισαν, οὔτε τὸ Χριστοῦ κενήριον πολυάνδριον πεσόντων ἔδειξαν, οὐδὲ κάθοδον ἐς ᾅδου τὴν πρὸς τὸν ζωηφόρον τάφον εἴσοδον, οὐδὲ θάνατον τὴν ζωήν, οὐδὲ πτῶσιν τὴν ἀνάστασιν, ἁπαξάπασι δ’ ἀνέντες τὴν ἔξοδον χρυσίνοις ἀριθμῷ κατ’ ἄνδρα βραχέσιν ἀφώριζον τὰ ζωάγρια, τὰ λοιπὰ τοῖς κεκτημένοις παρέντες, κἂν ψάμμῳ ἦσαν παρόμοια. καὶ τοιῶσδε μὲν τὸ χριστομάχον τοῖς ἀλλοπίστοις Λατίνοις ἐχρήσατο, μὴ ξίφος, μὴ πῦρ, μὴ λιμόν, μὴ διωγμόν, μὴ γυμνότητα, μὴ συντρίμματα, μὴ πιέσματα μεγαλοψύχως σφίσιν ἐπενεγκόν·
ἡμῖν δ’ ἐκείνως τὸ φιλόχριστον καὶ ὁμόδοξον προςενήνεκται, ὡς ἐπιτρέχοντες εἴπομεν, μηδὲν ἐπεγκαλεῖν ἀδίκημα ἔχοντες. Ὦ πόλις, πόλις, πόλεων πασῶν ὀφθαλμέ, ἄκουσμα παγκόσμιον, θέαμα ὑπερκόσμιον, ἐκκλησιῶν γαλουχέ, πίστεως ἀρχηγέ, ὀρθοδοξίας ποδηγέ, λόγων μέλημα, καλοῦ παντὸς ἐνδιαίτημα. ὢ ἡ ἐκ χειρὸς Κυρίου τὸ τοῦ θυμοῦ πιοῦσα ποτήριον, ὢ ἡ γενομένη πυρὸς μερὶς πολλῷ δραστικωτέρου τοῦ καταιβασίου πάλαι πυρὸς Πενταπόλεως. τί μαρτυρήσω σοι; τίνι ὁμοιώσω σε; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου, Ἱερεμίας φησὶν ὁ φιλόδακρυς τὴν πάλαι Σιὼν κοπτόμενος. τίνες κακοποιοὶ δυνάμεις ᾐτήσαντό σε καὶ ἔλαβον εἰς σινίασιν; τίνες ἀλάστορες φθονεροὶ καὶ ἀμείλικτοι κῶμόν σοι ἐπεκώμασαν ἄγριον; ἢ γοῦν ἀνάρσιοι καὶ μανιώδεις ἐρασταὶ παστάδα σοι μὲν οὐκ ἐπλέξαντο, οὐδ’ ἀνῆψάν σοι δᾷδα γαμήλιον, ἀφανιστηρίους δ’ ἀνέκαυσαν ἄνθρακας; Ὢ ἡ πολύγονος καὶ βύσσον καὶ πορφύραν ἠμφιεσμένη βασίλειον, πιναρὰ δ’ ἀρτίως καὶ αὐχμηρὰ καὶ πολλῶν κακῶν κληροῦχος καὶ τέκνων τῶν γνησίων χατίζουσα.
ὢ ἡ πρώην ὑψίθρονος καὶ βιβῶσα μακρὰ καὶ μετέωρα, μεγαλοπρεπὴς τὸ εἶδος, ἀξιοπρεπεστέρα τὸ μέγεθος, νυνὶ δὲ κατερραγμένη καὶ διερρηγμένη τοὺς χλιδῶντας χιτῶνας καὶ τὰ κομψὰ καὶ ἀρχικὰ κρήδεμνα καὶ τὸ ὄμμα ἀπεσβεσμένη τὸ χαροπὸν καὶ γρηὶ̈ καμινοῖ ἴση ἐκ τοῦ κατησβολῶσθαι πυρὶ καὶ ῥυτίσι χαλαραῖς ηὐλακισμένη τὴν στιλπνὴν καὶ τερπνὴν ὄψιν πρότερον. ἐῶ γὰρ λέγειν τοὺς πρὸς λύραν ἐντείνοντάς τε καὶ ψάλλοντας τὰ σὰ δυσπραγήματα καὶ κωμῳδίαν τιθεμένους τὴν σὴν τραγῳδίαν ἐν τῷ τὸν οἶνον προςίεσθαι καὶ βίου τέχνην ποιουμένους τὴν γελοιώδη τῶν κακῶν σου ἀφήγησιν, τοὺς κονδυλισμούς τε καὶ πτερνισμούς, ἔτι δὲ τὰς ἀθετήσεις καὶ τὰ ὑπώπια, ἅ σοι καθ’ ὥραν πᾶσαν προστρίβονται, παρεζηλωμένῃ θεόθεν ἐπὶ μὴ ἐχέφροσιν ἔθνεσιν, ἢ οὐδ’ ἔθνεσιν ἀληθῶς, ἀλλ’ ἀμυδροῖς καὶ σποραδικοῖς γένεσιν, ὧν τὰ πλείω εἰ μὴ ἐγέννησας, ἀλλ’ ὕψωσάς τε καὶ στέατος πυροῦ μετέδωκας. Τίς σώσει σε; ἢ τίς παρακαλέσει σε; τίς φείσεται ἐπὶ σοί; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἐπανακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι; Ἱερεμίου καὶ τάδε τοῦ πολυθρήνου τὰ ῥήματα. τίς τὴν προτέραν στολὴν ἐπενδύσει σε; πότε θεόθεν ἐνωτίσῃ·
PG 139:995ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου καὶ τὸ κόνδυ τῆς πτώσεως. ἔνδυσαι τὴν ἰσχύν σου, ἔνδυσαι τὴν δόξαν σου. ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης καὶ ἐκρότησαν ἐπὶ σοὶ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν κεφαλὰς αὐτῶν καὶ εἶπον αὕτη ἑστὶν ἡ πόλις, στέφανος δόξης καὶ εὐφροσύνη πάσης τῆς γῆς καὶ πῶς ἐκάθισε χήρα ἡ πεπληθυσμένη λαῶν καὶ ἡ ἄρχουσα ἐν χώραις ἐγεννήθη εἰς φόρους; εἶπε γὰρ ὁ θεός σου χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετ’ ἐλέους μεγάλου οἰκτειρήσω σε. ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε. ἢ γοῦν ᾄσεις Δαυιτικῶς πρὸς θεὸν κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Τίς ἐπιστήσεταί σοι Μωσῆς καινουργὸς ἢ ἐπανάγων ἐποφθήσεται Ζοροβάβελ;
πότε δ’ ἐσεῖταί σοι ἐκ τῶν τεσσάρων ἀνέμων ἐπισυναγαγεῖν τὰ τέκνα σου, ἐν οἷς διεσπάρημεν, ὃν τρόπον αἱ φιλότεκνοι ὄρνιθες ὑπὸ τὰς ἑαυτῶν ἀθροίζουσι πτέρυγας τὰ οἰκεῖα νεόττια. ὡς νῦν γε οὐδ’ ἐνώπιοι ἐνωπίῳ σοι ἐποφθαλμίσαι καθαρῶς ἔχομεν, οὐδ’ ἐμφύναι περιχαρῶς ὡς μητρί, καὶ ἀκριβῶς ἐπισπεῖσαί σοι δάκρυον, ὅσον ὀφθαλμὸς βούλεται ἢ δύναται, ἀλλ’ εὐλαβῶς ὡς στρουθοί σε περιιπτάμενοι, ὧν συνείληπται ἡ τροφός, ἡ δὲ καλιὰ διεσκέδασται, ἐλεεινόν τι καὶ γοῶδες ἀναβαλλόμεθα, πόρρω που τῶν σῶν φατνωμάτων ἐκτοπισθέντες, πεινῶντες καὶ διψῶντες, αὐχμῶντες καὶ ῥιγῶντες, καὶ πρὸς φθεῖραν πολλάκις κειρόμενοι καὶ τὰς ψυχὰς ἐν κακοῖς τηκόμενοι, ὁδόν τε μηκέτι κατοικεσίας εὑρίσκοντες πόλεως, ἀλλὰ πολύπλαγκτοι φερόμενοι ὡς ὄρνιθες οἱ ἀβέβαιοι καὶ τῶν ἀστέρων οἱ πλάνητες. ἢ καὶ οὕτως εἰπεῖν, ἑνούμεθά σοι διῃρημένως καὶ συμπλεκόμεθά σοι κεχωρισμένως κατὰ τοὺς ψυχῇ συναπτομένους καὶ διισταμένους σώματι καὶ προςπάσχομεν ἀτεχνῶς ὃ καὶ ἔνια τῶν ζώων πρὸς τὰ παγιδευόμενα ἐκ σφῶν ὑπὸ θηρευτῶν καὶ ἐγκλειόμενα διαφανέσιν ὑελίνοις ἄγγεσιν.
ἐκεῖνά τε γὰρ τῷ τοῦ σκεύους εἰλικρινεῖ καὶ στιλπνῷ τὴν τοῦ συννόμου ζώου θέαν ἐνοπτριζόμενα συμμῖξαι καὶ ἐν χρῷ γενέσθαι ὅλως ἀδυνατεῖ καὶ διὰ τοῦτο μάτην περὶ τὸ ἄγγος ἀδημονοῦντα στρέφεται, τῷ ἐξηλλαγμένῳ τῆς ὄψεως ὡς ἀπεναντίῳ τῆς πρώην ἕξεως ἐκθαμβούμενα· καὶ ἡμεῖς ἐπ’ ἴσης σοι τὰς μὲν ὄψεις προσβάλλειν καὶ ἐγγύτερον ἰέναι ἔχομεν, τοῦ δὲ περιχυθῆναί σοι γνησίως καὶ προσπλακῆναι θαρραλέως ὡς πρότερον παντάπασιν ἐστερήμεθα, ὅσα καὶ σώματι στερεῷ καὶ πολλῷ στεγανωτέρῳ ὑέλου τῷ βαρβαρικῷ συντάγματι διειργόμενοι. Ἵνα τί ἔπαισας ἡμᾶς, Κύριε, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδικίας πατέρων ἡμῶν. κόπασον διὰ τὸ ἔλεός σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου. παίδευσον ἡμᾶς, Κύριε, ὅπως μὴ ἀποστῇ ἡ ψυχὴ ἡμῶν ἀπὸ σοῦ, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. ἔκχεον τὸν θυμόν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. πατὴρ ἡμῶν σὺ εἶ, Κύριε· ἡμεῖς πηλός, καὶ σὺ πλάστης ἡμῶν, ἔργον τῶν χειρῶν σου πάντες ἡμεῖς. ἐπίβλεψον, καὶ ἴδε τοὺς ὀνειδισμοὺς ἡμῶν.
PG 139:997ἡ κληρονομία ἡμῶν μετεστράφη εἰς ἀλλοτρίους, οἱ οἶκοι ἡμῶν εἰς ξένους. ἐπίστρεψον ἡμᾶς πρὸς σέ, καὶ ἐπιστραφησόμεθα. ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν. χρηστέον γάρ μοι ἐπικαίρως καὶ ἐφ’ ὁμοίοις τοῖς συναντήμασι τοῖς γραφικοῖς τοῖσδε ῥήμασιν. Ἀλλ’ ἤδη μοι καὶ τὸ λέγειν αὐτὸ ἐπιλέλοιπεν, ὅσα καὶ σῶμα συμφυὲς ψυχῇ καὶ ὁμόστολον τῇ τοῦ λόγου σοι τροφῷ συναπιόν τε καὶ συνθανόν. κωφοῖς τοίνυν δάκρυσι καὶ στεναγμοῖς ἀλαλήτοις τὰ πολλὰ τῶν θρηνημάτων ἀφοσιωτέον σοι καὶ τοῦ περαιτέρω ἀφεκτέον τῆς ἱστορίας εἱρμοῦ. τίς γὰρ ἀνάσχοιτ’ ἂν ἐπὶ γῆς ἀλλοτριωθείσης ἤδη τοῦ λόγου καὶ βαρβαρωθείσης τέλεον τὰ Μουσῶν ἐπιδείκνυσθαι κρούματα; οὐκ ἂν ᾀσαίμην τὰ βαρβάρων αὐτός, οὐδ’ ἐσοίμην παραπέμπων τοῖς ἔπειτα πράξεις πολεμικάς, ἐν αἷς μὴ νικῶσιν Ἕλληνες.
εἰ γὰρ ὁ Κῷος Ἱπποκράτης πολλοῖς μεταπεμπόμενος χρήμασι πρὸς τοῦ τότε τῶν Περσῶν βασιλεύοντος, ὡς ἂν τὰς ὑπ’ ἐκεῖνον ἐπισκέψαιτο πόλεις κακῶς πασχούσας νοσηλείᾳ σώματος, οὐδ’ ἄκροις ὠσὶ τὰς ὑπερόγκους ὑποσχέσεις ἠνέσχετο δέξασθαι, ἔρρειν καὶ οἰμώζειν τοὺς βαρβάρους ἀφείς, πῶς ἂν ἔγωγε εἴην τὸ βέλτιστον χρῆμα, τὴν ἱστορίαν, καὶ κάλλιστον εὕρημα τῶν Ἑλλήνων βαρβαρικαῖς καθ’ Ἑλλήνων πράξεσι χαριζόμενος. Ἀλλ’ οὗτοι μὲν κατὰ τὸν ἐμπρήσαντα τὸν ἐν Ἐφέσῳ ναὸν τῆς Ἀρτέμιδος οἰχέσθωσαν ἄϊστοί τε καὶ ἄπυστοι, μηδὲ προσρήματος γοῦν τινος ὑφ’ ἡμῶν ἀξιούμενοι, ἕως οὗ παρέλθῃ ἡ ἀνομία κἀπὶ τοῖς δούλοις αὐτοῦ τὸ θεῖον παρακληθήσεται. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁ θεὸς ἡμῶν εἰς τέλος ἐπιληθόμενος ἢ συνέχων ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ, μηδὲ προστιθεὶς τοῦ εὐδοκῆσαι ἔτι, ἀλλὰ πατάσσων ἰᾶται καὶ θανατῶν ἐπιστρέφων ζωοποιεῖ. ἂν ὀδόντας θηρίων ἐπαποστελεῖ μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷ καὶ τὴν κεφαλὴν συντρίβει τοῦ δράκοντος. ἂν ὡς κάλαμον κατεάξῃ, ἀλλὰ καὶ τοῖς θηρίοις τοῦ καλάμου ἐπιτιμᾷ.
ἂν οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἀλλὰ ψευδὴς ἵππος εἰς σωτηρίαν, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. εἰ δείκνυσι τῷ οἰκείῳ λαῷ σκληρὰ καὶ οἶνον κίρνησι κατανύξεως, ἀλλ’ ἑτοιμάζει καὶ τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων, καὶ προτείνει ποτήριον εὐφροσύνης μεθύσκον ὡσεὶ κράτιστον. εἰ τοὺς μαστιγοῦντας ἐκ περάτων ἄγει τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν καὶ διὰ προφήτου βοᾷ μεγακήρυκος γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ παίζοντες· ἡγιασμένοι εἰσί, κἀγὼ ἄγω αὐτούς, ἀλλὰ καὶ τούτοις ἐπεντείνει σφοδροτέρας πληγὰς καὶ τῶν κακῶν μαστίζει τοῖς χείροσι, χάριν εἰδὼς οὐδαμῶς, εἰ χρῆται τούτοις ὀργάνοις εἰς ὄλεθρον πόλεων καὶ κακοῖς ἐπιδημίοις καὶ δημίοις ἀνθρώπων ἀνοικτίρμοσιν, εἴτε μὴν ὡς νοσηλεῖαι καὶ φάρμακα συναίρονταί οἱ ἐν πλείστοις ὡς ψυχῶν ἰατρῷ, οἷς καὶ φύσις τοιάδε τις ἐμφαίνεται τοῖς ἐπιστήσασι πρόδηλος. αἱ μὲν γὰρ ἢ τοῦ κάμνοντος ἀναρρωσθέντος ἐκμαρανθεῖσαι τοῦ δρᾶν ἔληξαν ἢ τῷ πάσχοντι συνδιόλλυνται· τὰ δ’ ἀκεσίνοσα φάρμακα τὸ καχεκτοῦν ἰασάμενα ταῖς τῶν ὑλῶν ἀτιμοτέραις συμπρόεισιν ἀχρειούμενα.
PG 139:999Χρῆναι τοίνυν φημὶ μὴ βιβλίον ἀποστασίου πρὸς θεοῦ δεδομένον ἡμῖν ἢ γοῦν τῶν ἀγριελαίων βαρβάρων ἐγκέντρισιν εἰς τὴν καθ’ ἡμᾶς καλλιέλαιον τὰ ἐπιόντα οἴεσθαι δεινά, ἀλλὰ παιδείαν μικράν, ὁποίαν ἴσησιν ἐπάγειν θεός, ἀνιεὶς τοῦ ἄγαν μηδ’ ἐνδιδοὺς τὰ πάντα τοῖς πειρασταῖς, ἀλλὰ καὶ τῶν πειραζομένων φειδόμενος, καὶ μάλιστα εἰ τὸ μὲν δρῶν, κόρον οὐκ εἰδὸς ἀνοσιουργίας, καὶ αὐτοῦ κατεπαίρεται δι’ ἀσέβειαν, παρ’ οὗ τὴν ἰσχὺν εἰλήφει τοῦ μαστιγοῦν, ὡς μὲν Ναβουζαρδὰν ἀρχιμάγειρος τὴν τοῦ θεοῦ πόλιν παραπέμπον πυρὶ καὶ τὰ λειτουργικὰ σκεύη προνομεῦον, ὡς δὲ Βαλτάσαρ τρυφῶν ἐν αὐτοῖς θυσιαστήριά τε καθυβρίζον καὶ τὰ θεῖα μυστήρια ἐξορχούμενον, τὸ δὲ πάσχον ἑαυτοῦ γινόμενον ἐν πρωτολογίαις κατήγορον παρήγορον τὸν παίσαντα θεὸν θερμότερον ἐπικέκληται. Οὐκοῦν φιλανθρωπίαν ἐκδεχομένους θεοῦ δέον ᾄδειν μετὰ Δαυὶδ μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου·
ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου, εὖ εἰδότας ὡς ἀσεβῶν μὲν ἡ ἐς τέλος παρόρασίς τε καὶ ἡ μαστίγωσις, τῶν δ’ ἠλπικότων ἐπὶ Κύριον τῇ παιδείᾳ σύνδρομος ἡ ἐπανάκλησίς τε καὶ ἡ παράκλησις. ΤΟΥ ΑΥΤΟΥ ΧΩΝΙΑΤΟΥ ΤΑ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΣΥΜΒΑΝΤΑ ΤΟΙΣ ΡΩΜΑΙΟΙΣ Σόλων, ὁ τῶν Ἀθηναίων τὰ κράτιστα, ὑποτυφομένην ὁρῶν τὴν Πεισιστράτειον νεωτέρισιν πολλάκις μὲν διειλέχθη τοῖς Ἀθηναίοις πειρώμενος κατασβέσαι τὴν τυραννίδα, εὖ μάλα εἰδὼς εὐμαρέστερον τὸ τὴν ἀρχὴν συνιστάμενον παῦσαι κακὸν καὶ κωλῦσαι πῆξιν ἄρτι δεχόμενον ἢ γοῦν προβὰν ἤδη καὶ κρατυνθὲν ἐκκόψαι καὶ ἀνελεῖν· οὐδενὸς δ’ αὐτῷ προσέχοντος, μηδὲ πείθειν δυνάμενος, μετὰ χεῖρας ὅπλα λαβὼν πρὸς ταῖς εἰσόδοις αὐτὰ κατέθετο, εἴ πως ἐκκαλέσαιτο οὕτω καὶ παροξυνεῖ τοῦ δήμου τινὰς πρὸς ζῆλον τὸν ὅμοιον.
Page scan enlarged

Notebook

Full View