PG 145Matth us Blastares Hieromonachus et al.
Collection of Canons (Continuation)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Beginning of Letter ΜInitium Litterae Μ

col. 9–10page 1 of 102
Initium Litteræ ΜSyntagma Canonum (Continuatio)
PG 145:9ΑΡΧΗ ΤΟΥ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Δ΄. Περὶ μάγων, μαθηματικῶν, καὶ μαντεων, ἔτι δὲ καὶ ἀστρολόγων, ἐπαοιδῶν, ἀλλὰ δὴ καὶ γοητειῶν, φαρμακειῶν, καὶ περιάπτων. Ο ξα τῆς ς' συνόδου κανὼν τοὺς μάντεσιν ἑαυ τοὺς ἐπιδεδωκότας, ἢ γύησιν, ἢ τοῖς λεγομένοις ἑκατοντάρχοις, ἢ τοῖς τὰς ἄρκτους ἐπισυρομένοις, ἢ ἕτερα θηρία πρὸς παίγνιον καὶ βλάβην τῶν ἁπλουστέρων, ἢ τοῖς νεφοδιώκταις, ἢ τοῖς γόησιν, ἢ τοῖς παρέχουσι τὰ φυλακτήρια, ἢ τοῖς τύχην, καὶ εἱμαρμένην, καὶ γενεθλιαλογίαν, καὶ τοιούτων ῥημάτων ὄχλον φωνοῦσι, κατὰ τοὺς τῆς πλάνης λήρους, οἳ τὸν μὲν εἰς ἡμέραν φατὶ γεννηθῆναι κακοποιόν, τὸν δ᾽ αὖ εἰς ἀστέρα ἀγαθόν, τους οὖν προσανέχοντας τούτοις ἐπὶ ἑξαετίαν καταδικάζει· ἐπιμένοντας δὲ τῷ κακῷ, τελέως ἐκκηρύττει τῆς ἐκκλησίας, λαϊκούς ὄντας δηλαδή· ἱερωμένοις δὲ οὐδεμία παραίτησις, τὸ μὴ οὐ καθαιρεθῆναι· ὡς γὰρ τῷ ᾿Αποστόλῳ εἴρηται, «Τίς συγκατάθεσις ναῷ θεοῦ μετ' εἰδώλων;» καὶ τὰ ἑξῆς. Μάντεις μὲν οὖν λέγονται οἱ τοῖς δαί μοσιν ἑαυτοὺς ἐκδόντες καὶ προσαναθέμενοι, καὶ ταῖς αὐτῶν ὑποθήκαις διά τινων σημείων πειρώμε και βλέπειν τὰ μέλλοντα. Εκατόνταρχοι δὲ, οἱ περὶ τὰ τοιαῦτα σοφώτερόν τι νοοῦντες, καὶ ταύτῃ δου κοῦντες ἐπίπροσθεν τῶν πολλῶν εἶναι. Οἱ δὲ τὰς ἄρκτους ἐπισυρόμενοι, βάμματα εξαρτῶντες αὐτῶν, καὶ τῶν τριχῶν κείροντες, ταῖς γυναιξὶν ἀμφότερα ἐπορέγουσιν, ὡς νόσους ἐλαύνειν καὶ βασκανίαν ἔχοντα φύσεως· ἄλλοι δὲ ὄφεις περιφέρουσιν ἐγκολπίους, γοητείαν δ' αὐτῶν μετιόντες. Νεφοδιώκται δὲ, οἱ διὰ τῶν ἐν τοῖς νέφεσι σχημάτων τινὰ προφοιβάζοντες. Γόητες δὲ, οἱ Δαυϊτικοὺς δῆθεν ψαλμούς ᾄδοντες, καὶ ὀνομάτων μαρτυρικών μεμνημένοι, καὶ αὐτῆς τῆς ὑπεραγίας Θεοτόκου, καὶ τούτοις τὴν ἐκ τῶν δαιμόνων παρενείροντες γοητείαν. Ετερο: δὲ τοῖς τραχήλοις τῶν παίδων συνεπτυγμένους χάρτας ἀπωροῦσι, ταῖς παρατυχούσαις ἐπῳδαῖς γιγραμ μένους, ερυθροῖς ὑφάσμασιν αὐτοὺς ἐνειλίσσοντες, εἰς ἀποτροπὴν δῆθεν παντὸς ἀνιαρού, ἃ καὶ φυλα κτήρια λέγουσι καὶ περίαπτα. Καθῄρηνται δὲ πολ λάκις καὶ ἱερεῖς ἐπὶ τῆς συνόδου, ἄρτον τῆς μεγά λης πέμπτης τισὶ φαγεῖν ἐπορέξαντες, ἐφ᾽ ᾧ τὰ συληθέντα εὑρεθῆναι, ἐκ τοῦ μὴ ῥᾳδίως τοῦτον και ταπιεῖν. "Αλλος δέ τις ἱερεὺς μετὰ Εὐαγγελίου ξύλῳ συνδεδεμένου, καὶ κυκλικῶς περιστρεφομένου, έρω τήσεις περί τινων ποιούμενος ὑποθέσεων διὰ ψαλμῶν περίαπτα.
col. 11–12page 2 of 102
PG 145:11Λαυϊδικών, εὐθέως καθῄρηται. Τοιαῦταί εἰσι καὶ αἱ ταῖς ἐκκλησίαις ἢ ταῖς ἁγίοις εἰκόσι προσεδρεύου σαι γυναῖκες, κακ τούτων ἰσχυριζόμεναι γινώσκειν δῆθεν τὰ μέλλοντα καὶ προλέγειν, κατὰ τὰς πάλαι πνεῦμα Πύθωνος ἐχούσας. Περὶ τούτων πάντων φησὶν ὁ θεῖος Χρυσόστομος, ὅτι, καν τῆς ἁγίας Τριάδος ὄνομά ἐπιλέγηται τοῖς τοιούτοις, καὶ ἁγίων γίνωνται ἐπικλήσεις, κἂν τὸ σημεῖον τοῦ σταυροῦ ἐπάγηται, φεύγειν δεῖ τὰ τοιαῦτα καὶ ἀποτρέπεσθαι ἀλλὰ καὶ ἐν τῷ εἰκοστῷ πρώτῳ λόγῳ τοῦ βιβλίου τῶν ἀνδριάντων, ἔτι δὲ καὶ ἐν τῷ εἰ τῶν πρὸς Ἰου δαίους λόγων, οὐ παρέργως θριαμβεύει τὰ τούτων. Ὁ δὲ κδ' τῆς ἐν ᾿Αγκύρᾳ συνόδου ἐπὶ πενταετίαν ἐπιτιμᾷ, οἱ δὴ ταῖς τῶν ἐθνῶν συνηθείαις αλο γίστως ἀκολουθοῦντες, εἰς τοὺς ἑαυτῶν οἴκους μάν τεις εἰσάγουσιν ἐπὶ ἀναιρέσει δῆθεν μαγειῶν καὶ φαρμακειῶν, ὡς ἂν τοῦ τοιούτου μύσους ἐκκαθάραι τὸν οἶκον ὑπισχνουμένους· οἷα κλινοπετεῖς ἑαυτοὺς ἐκ τούτων ὑποπτεύοντες γεγονέναι, καὶ νόσῳ προ νίᾳ κατεργασθῆναι, ἢ καί τινα τῶν ἀπωλομένων δυ ναμένους καταμηνύειν. Τοῖς αὐτοῖς ἐπιτιμίοις ὑπό κεινται καὶ οἱ γοητευτρίαις προσερχόμενοι, καὶ ταῖς μετα κριθῶν μαντευομέναις. Τοῦτον κατὰ ῥῆμα τὸν κανόνα διέξεισι καὶ ὁ τοῦ μεγάλου Βασιλείου πγ· πλὴν οὗτος καὶ μέχρις ἑξαετίας τοὺς καταχρησαμένους τῷ τοιούτῳ κακῷ παρα τείνει, ὥστε οἱ ἅπαξ πλανηθέντες, εἶτα τοῦ κακοῦ ἀποστάντες, ἐλαττόνως ἐπιτιμηθήσονται. Ὁ δὲ τῆς ἐν Λαοδικείᾳ λς κληρικούς, μάγους ὄντας, καὶ ἐπαοιδούς, ἢ μαθηματικούς, ἢ ἀστρολόγους, ἢ τὰ λεγόμενα ποιοῦντας φυλακτήρια, παντάπασι τῆς ἐκκλησίας ἀποῤ ίπτεσθαι διορίζεται· καὶ μάγοι μέν εἰσιν οἱ δαίμονας ἀγαθοποιοὺς δῆθεν ἐπι καλουμένοι πρὸς ἀγαθοῦ τινος σύστασιν, καίτοι μιαιφόνους πάντας καὶ ἀλάστορας ὄντας τῇ προαιρέσει. Επαοιδοὶ δὲ, οἱ γόητες, οἱ δι' ἐπῳδῶν τοὺς δαίμονας ἐφελκόμενοι πρὸς τὰ οἰκεῖα θελήματα, καὶ θηρία καταδεσμοῦντες καὶ ἑρπετὰ πρὸς τὸ μὴ λυμή. νασθαι τὸ κτήνος τυχόν, ἔξω που νυκτὸς αὐλιζόμενον· ἀλλὰ καὶ ὄφεις ἕτεροι καταγοητεύουσιν, οὓς περ δὴ καὶ μεταχειριζόμενοι, ἄδηκτοι ἐξ αὐτῶν καὶ ἀπαθεῖς κακῶν διαμένουσι. Μαθηματικοὶ δὲ, οἱ τὰ οὐρανιά σώματα δοξάζοντες ἔχειν τὴν τοῦ παντὸς κυριότητα, καὶ κατὰ τὴν κίνησιν τούτων διοικεῖσθαι τὰ καθ᾿ ἡμᾶς. Τὰ δὲ τῆς μαθηματικῆς ἐπιστήμης εἰς δύο ταῦτα διήρηται, ἀστρονομίαν καὶ ἀστρολογίαν καὶ ἡ μὲν καὶ τοῖς ἁγίοις αὐτοῖς συγκεχώρηται, άτε τὴν τῶν οὐρανίων ἁπάντων διδάσκουσα θέσιν τε καὶ κίνησιν, καὶ τὴν εὔτακτον αὖθις αὐτῶν συμπλοκὴν καὶ διάστασιν· ἡ δὲ ἀστρολογία, τουτέστιν ἡ ἐκεῖθεν προσ μάντευσις, καὶ καθ' εἱρμὸν δῆθεν τῶν οὐρανίων ἐκβαίνουσα, καὶ τὸ μέλλον γνωρίζουσα, οὐδαμοῦ τοῖς Πατράσιν ἐκδέδοται, ἅτε τοὺς ἁπλουστέρους γενέσει τε καὶ ειμαρμένη προσέχειν καταναγκάζουσα· καὶ ἀστρολόγοι, οἱ συνεργεία δαιμόνων μαντευόμενοι δι' ἀστέρων, καὶ οἷα θεοῖς τούτοις προσέχοντες. Τέσσαρα δέ εἰσι τὰ λεγόμενα μαθη ματικὰ βιβλία· ἀριθμητική, μουσική, γεωμετρία.
col. 13–14page 3 of 102
PG 145:13Μ. καὶ ἀστρονομία. Οὐ ταῦτα τοίνυν ὁ κανὼν ἀναγινώσκειν ἀπείργει, ἀλλὰ τὸ περιέργως αὐτοῖς κεχρῆς σθαι, καὶ ταῖς τῶν οὐρανίων κινήσεσι πιστεύειν συμπεριφέρεσθαι τὰ ἡμέτερα, καί τινα τῶν ἐσομένων παρὰ τὴν τοιάνδε κίνησιν τῶν ἀστέρων. Νόμος. Ταύτῃ τοι καὶ ὁ νόμος φησίν· Ἡ μὲν γεωμετρία δημοσίᾳ διδάσκεται· ἡ δὲ μαθηματικὴ κατακρίνεται ὡς ἀπηγορευμένη. Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ ζ' κανόνι φαρμακούς, καὶ εἰδωλολάτρας, καὶ φονεῖς εἰς εἴκοσιν ἔτη καταδίκαζε:· μοιχοὺς δὲ, καὶ ἀῤῥενοφθόρους, καὶ ζωοφθόρους εἰς ιε', εἰδωλολάτρας λέγων οὐ τοὺς προδήλως ἀσεβεῖι, ἀλλὰ τοὺς μετὰ τὸ βάπτισμα γοητείας μετιόντας καὶ μαντείας. Τρόπον γάρ τινα εἰδωλολατροῦσι καὶ οὗ τοι, ἐπικλήσεσι χρώμενοι δαιμονίων, καὶ τὴν ἐκεί νων ζητοῦντες ἐπικουρίαν. Οἱ μὲν γὰρ ἀπ' ἀρχῆς εἰδωλολάτραι, μετανοοῦντες καὶ βαπτιζόμενοι, εὐ θέως τῇ θείᾳ κοινωνία προσίασιν. οἱ δὲ μετὰ τὸ βάπτισμα τεθυκότες εἰδώλοις, σύνοικον διὰ βίου τὴν μετάνοιαν κέκτηνται, καὶ περὶ τὰς τούτου δυσμάς τὸ θεῖον δῶρον λαμβάνουσιν. Ὥσπερ ἄρα καὶ ἐν τῷ ξε' τον γοητείαν ή φαρμακείαν ἐξαγορεύοντα, τῷ τοῦ ἑκουσίως φονεύσαντος υπάγεται κρίματι, εἰς κ αὐτοὺς ἔτη τῆς κοινωνίας ἀπείργων, καὶ μάλα εἰκότως. Αἱ μὲν γὰρ γοητεῖαι δαιμόνων ἔχου σιν ἐπικλήσεις κακοποιῶν, περὶ τοὺς τάφους ἐπα δομένας, ὥστε τινὰ παρεθῆναι τὰ μέλη τυχόν, καὶ διὰ βίου κατακλιθῆναι, καὶ ἀβίωτον αὐτῷ τὸν βίον γενέσθαι· ταύτῃ τοι καὶ γοητεῖαι παρωνομάσθησαν ἀπὸ τῶν περὶ τοὺς τάφους γόων καὶ θρήνων. Δἰ δὲ φαρμακεῖαι ἢ ἀναιροῦσιν, ἢ τῶν φρενών ἐξιστῶσι, καὶ εὐκταῖον τὸν θάνατον ποιοῦσι τῷ πάσχοντι, εἴ ποτε ανανήψειεν, ἢ τοῖς γε προσήκουσι τῷ ἀνθρώπῳ, ἢ φίλτρου χάριν ἐνίοτε γινόμεναι, παραπαίειν καὶ οὕτω παρασκευάζουσιν. Ἐν δὲ τῷ οβ' καὶ τὸν μάντεσιν ἑαυτὸν ἐπιδεδωκότα, ἤ τισι τοιούτοις, καὶ τὰ ἐκείνων φρονεῖν προαιρούμενον, τῷ τῶν φονέων οἰκονομεῖσθαι χρόνῳ κελεύει. Εἰ γὰρ καὶ τὰ χρηστήρια μετὰ τὴν τοῦ Κυρίου σάρκωσιν ἐκλελοίπασι, καὶ αἱ τῶν ψευδονύμων προῤῥήσεις θεῶν, ἀλλὰ γε καὶ τήμερον δι' ἐρῳδῶν καὶ ἐνεργείας δαιμόνων ἔσθ' ὅτε συμβαίνουσι γίνεσθαι, εἰ καὶ ψευδεῖς αἱ πλείους ἐλέγχονται. Αλλ' οἱ μὲν τοὺς δαίμονας ἀνέδην ἐπικαλούμενοι, οὐκ ἀπεικότως τῷ τῶν φονέων ὑποβάλλονται κρίματι· οἱ δὲ ἁγιασμὸν καὶ ἀρετὴν ὑποκρινόμενοι κέρδους ἕνεκα, μετριώτερον, οἶμαι, καὶ οὐ κατ' ἐκείνους, τὰς εὐθύνας ὑφέξουσιν. Ο δὲ μέγας Γρηγόριος ὁ Νύσσης, ἐν τῷ β' κανόνι, ταῦτα δίκσι κατὰ ῥῆμα· Οἱ πρὸς γόητας απιόντες ἢ μάντεις; ἢ τοὺς διὰ δαιμόνων καθαρσιά τινα καὶ ἀποτροπιασμούς ἐνεργεῖν ὑπισχνουμένους, ἐρωτῶνται δι' ἀκριβείας καὶ ἀνακρίνονται, πότερον, ἐπι μένοντες τῇ εἰς Χριστὸν πίστει, ὑπ᾽ ἀνάγκης τινὸς συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος ἡ ἀφορήτου ζημίας ταύτην αὐτοῖς τὴν ὁρμὴν ἐμε ποιησάσης, ἢ καθόλου καταφρονήσαντες τοῦ πεπί στευμένου παρ' ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων οἴεσθαι προγινώσκειν, ὡς ἐξ ἀνάγκης συμβησομένων
col. 15–16page 4 of 102
PG 145:15συμμαχίᾳ προσέδραμον. Εἰ μὲν γὰρ ἐπ' ἀθετήσει φυλακτὰ Κ. τῆς πίστεως, καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ τῶν Χριστιανῶν πιστευόμενον, ἐκεῖνο περ ποιήκασι, τῷ κρίματι τῶν ἑκουσίως ἀρνησαμένων ὑπαχθήσονται. Οποῖον δὲ τὸ τούτων κρῖμα, ἐν τῷ α' αὐτοῦ κανόνι ὁ ἅγιος οὗτος διαλαμβάνει, ὃν καὶ ζήτει ἐν τῷ α΄ κεφ. τοῦ στοιχείου. Εἰ δέ τις, φησὶν, ἀβάστακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν, εἰς τοῦτο προήγαγε, τὸ μέτρον τῶν ἐν πορνεία πλημμελησάντων καὶ αὐτοὶ φυλάξουσιν, ὅπερ καὶ εἰς ἔτη παρατείνει ἐννέα. Ζήτει τὸ γ΄ κεφά λαιον τοῦ στοιχείου. Νόμοι. Ὁ διὰ θυσιῶν μαντευόμενος ξίφει τιμωρείσθω· ὁ δὲ τοῦτον προτρεψάμενος παρακλήσει ἢ μισθῷ, ἐξο ρίᾳ καὶ δημεύσει ὑποκείσθω. Οἱ φαρμακοὶ, αξιωματικοὶ ὄντες, δεπορτατεύον ται· οἱ δὲ λοιποὶ εἰς κεφαλὴν τιμωροῦνται. Ὁ ἐπιτηδευσάμενος γοητείαν ἕλκουσαν εἰς ἔρωτα τοὺς σώφρονας λογισμούς, ἢ κατὰ σωτηρίας ἀνθρώπων μηχανησάμενος, δημεύσει καὶ ἑξορίᾳ τιμω ρεῖται. Μηδεὶς ἐπερωτάτω τινὰ μαντικὴν ἐπαγγελλόμενον οἱ γὰγ μάγοι κεφαλικῶς τιμωρούνται. Οἱ εἰς βλάβην ἀνθρώπων δαίμονας ἐπικαλούμενοι ξιφει τιμωρείσθωσαν. Ἴσον ἐστὶ τὸ ἀπηγορευμένα μαθεῖν, καὶ τὸ διδά σκειν. Εὐλόγως ὁ ἀνὴρ, εὑρίσκων τὴν αὐτοῦ γαμετὴν φαρμακὸν, ῥεπουδίῳ λύει τον γάμον· ὡσαύτως καὶ ἡ γυνὴ τὸν ἄνδρα. Ὁ φάρμακον ἀντὶ ἱατρείας δούλῳ δεδωκὼς ὑπόσ κειται τῇ αὐτῇ ποινῇ, ὡς αἰτίαν θανάτου παρασχών ὡσαύτως καὶ ὁ προπετῶς διδοὺς φάρμακον. Οι παραφρονῆσαί τινα φαρμάκω ποιοῦντες ἐνέ χονταί τῷ περὶ ὕβρεως νόμῳ. Τῷ περὶ φονέων νόμῳ ὑπόκειται ὁ διὰ τὸ φονεῦσαι ἄνθρωπον ποιῶν φάρμακον, ἢ πιπράσκων, ἢ ἔχων. Εἰ καὶ μὴ κακῷ τις λογισμῷ παράσχοι γυναικὶ συλληπτικὸν, καὶ τελευτήσει ἡ λαβοῦσα, ἐξορίζεται ὁ παρασχών. Εἴ τις ἐλεύθερος, ἢ δοῦλος, ἐπὶ οἰᾳδήποτε προφάσει δοίη πόμα εἴτε ἀνδρὶ, εἴτε γυναικὶ, εἴτε δούλη, εἴτε δεσποίνῃ, καὶ ἐκ τούτου ασθενήσαντες ἀποθάνοιεν οι δεξάμενοι, ξίφει ὁ παρασχών τιμω Ο ρείσθε. Οἱ τὰ λεγόμενα ποιοῦντες φυλακτά, ἐπὶ φιλία τὸ δοκεῖν ἀνθρώπων, δημευόμενοι ἐξοριζέσθωσαν. Ἡ δὲ ξ' νεαρὰ τοῦ βασιλέως Λέοντος, Εἴ τις, φησίν, ὅλως τὰ τοιαῦτα φωραθείη μαγγανευόμενος, εἴτε προφάσει σωμάτων θεραπείας, εἴτε ἀποτροπῆς τῆς τῶν καρπίμων βλάβης, τὴν ἐσχάτην εἰσπρατ τέτθω ποινὴν, τὴν τῶν ἀποστατῶν κόλασιν ὑφιστά. μένος. ΚΕΦΑΛ. Β'. Περί μαλακίας. Ζήτε: τὸ κη' κεφάλαιον τοῦ Κ στοιχείου. ΚΕΦΑΛ. Γ΄. Περὶ μεθυόντων. Ζήτει τὸ λε' κεφάλαιον τοῦ Κ στοιχείου.
col. 17–18page 5 of 102
PG 145:17ΚΕΦΑΛ. Δ'. Περὶ μεταθέσεως καὶ μεταβιβά σεως ἐπισκόπων ἢ κληρικῶν. Ζήτει τὸ θ' κεφάλαιον τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. Ε΄. Ὅτι τοὺς μετανοοῦντας οὐ δεῖ ἀποβάλλεσθαι. Ὁ νβ' τῶν ἁγίων ἀποστόλων κανών, Εἴ τις ἐπίσ σκοπος, φησὶν, ἢ πρεσβύτερος, τὸν ἀπὸ - ἁμαρτίας ἐπιστρέφοντα οὐ προσίεται, ἀλλὰ μυσαττόμενος ἀποβάλλεται, κατὰ τὸν παλαιὸν ἐκεῖνον δήπου Ναβά τον, καθαιρείσθω, οἷα λυπῶν τὸν Χριστὸν εἰρηκότα, Χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ὃς διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν κλίνας τοὺς οὐρανούς καταβέβηκεν· ὃς ἔφη, μὴ ἐλθεῖν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετ πάνοιαν· οὗ τῆς φιλανθρωπίας οὐδεμία τῶν ἡμε τέρων κρείττων ὤφθη ἁμαρτιῶν· ἀλλὰ καὶ διὰ τοῦ προφήτου βοᾷ· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς.» Ζήτει ἐν τῷ ἑξῆς ζ' κεφαλαίῳ και νόνα μς' τῆς ἐν Καρθαγένη συνόδου. Ὁ δὲ τῆς ἐν Λαοδικείᾳ συνόδου β' κανὼν τοὺς ἐν διαφόροις ἐξετασθέντας πταίσμασι, καὶ δι᾽ ἐξομολογήσεως καὶ μετανοίας τοῖς κακοῖς ἀντιζύγου, καὶ, φασιν, ἐκ διαμέτρου τὸν εἰσέπειτα βίον πρὸς τὸν πρότερον ἐπιδειξαμένους, τῆς θείας ἀξιοῖ μεταλήψεως, ἀξιοῦσθαι, οὐ παρὰ τὴν αὐτῶν σπουδὴν, παρὰ μέντοι τοὺς οἰκτιρμούς τοῦ Θεοῦ, καὶ τὴν ἄφατον ἀγαθότητα. ΚΕΦΑΛ. 5. Περὶ τῶν τῆς μετανοίας τόπων. Εἰς τέσσαρας δὲ τάξεις οἱ μετανοοῦντες διῄρηνται εἰς τοὺς προσκλαίοντας, τοὺς ἀκροωμένους, τοὺς ὑποπίπτοντας, καὶ τοὺς συνισταμένους· καὶ προστ κλαίοντες μέν εἰσιν οἱ ἔξω τῆς θύρας τοῦ εὐκτηρίου ἱστάμενοι, καὶ πρὸς τῶν εἰσιόντων τε καὶ ἐξιόντων πιστῶν εὐχήν τε αἰτούμενοι, καὶ τὴν τῆς ἁμαρτίας συγχώρησιν· ἀκροώμενοι δὲ, οἱ ἔνδον τῆς θύρας ἱστάμενοι ἐν τῷ λεγομένῳ Νάρθηκι, καὶ τῶν θείων Γραφῶν, καὶ τῆς κοινῆς ἐπακούοντες διδασκαλίας, εἶθ᾽ οὕτω μετὰ κατηχουμένων ἐξερχόμενοι. Υπο πίπτοντες δέ εἰσιν οἱ ἔνδον τῆς ἐκκλησίας ἱστά μενοι, κατόπιν δὲ τοῦ ἄμβωνος, καὶ μετὰ τῶν και τηχουμένων καὶ οὗτοι ἐξιόντες, ἠνίκα τὸ, Ὅσοι κατηχούμενοι, ἐκφωνηθείη παρὰ τοῦ διακόνου· συν ιστάμενοι δε, οἱ τοῖς πιστοῖς μὲν συνευχόμενοι καὶ συμψάλλοντες, τῆς δὲ τῶν αγιασμάτων ἀπεχόμενο μεταλήψεως, μέχρις ἂν, ἐξήκοντος τοῦ νενομισμένου χρόνου, τὸ τέλειον αὐτοὺς τῆς θείας ἐκδέξηται κοι νωνίας. ΚΕΦΑΛ. Ζ΄. Ὅτι κατὰ τὴν τῶν μετανοούντων διάθεσιν ἔξεστι τῷ ἐπισκόπῳ ἢ ἀνιέναι, ἢ ἐπιτεῖναι τούτοις τὰ ἐπιτίμια. Ὁ ιβ΄ τῆς α συνόδου κανών κριτὴν ἐφίστησιν ἀπαραλόγιστον τὸν ἐπίσκοπον, ἢ μειοῦν τὰ ἐπιτίμια, και φιλανθρωπότερόν τι βουλεύεσθαι, τοῖς ἐξ εἰλι κρινούς διανοίας μετανοοῦσι, καὶ τῷ τοῦ Θεοῦ φόβῳ καλῶς στοιχειουμένοις, καὶ δάκρυσιν αὐτὸν ἱλεον μένοις, καὶ τὴν ἐκ τῶν ἐπιτιμίων κάκωσιν εὐχαρίστως ὑπομένουσι, καὶ τὴν τῶν ἀγαθῶν ἔργων ἄσκη σιν περὶ παντὸς ποιουμένοις, κοινωνοῦσι δὲ τῶν ὄντων τοῖς δεομένοις, καὶ ἔργῳ καὶ σχήματι τὴν
col. 19–20page 6 of 102
PG 145:19επιστροφὴν ἐπιδεικνυμένοις· ἢ τῆς ἀκριβείας αὖθις μηδόλως ὑφίεσθαι, εἰ ἀδιαφόρως όρψη καὶ ἀνειμένως τὸν ἐπιτιμηθέντα πρὸς τὴν ἐπιτίμησιν διακείμενον, καὶ τῷ σχήματι μόνῳ τῆς εἰς τὸν νεών παρόδου ἀρκούμενον, καὶ οὐκ ἀνιώμενον καὶ ἀναξιο παθοῦντα, ὅτι τῶν μὲν πιστῶν ἀποδιαστέλλεται, τοῖς δὲ κατηχουμένοις, τῆς τε στάσεως κοινωνεῖ, καὶ τῆς ἐκ τοῦ νεὼ ἀποφοιτήσεως. Ταῦτα καὶ ὁ τῆς ἐν Ἀγκύρᾳ β' διορίζεται, τὴν ἐξουσίαν τοῖς ἐπισκόποις ἀνατιθείς, κατά γε τὸν κάματον, καὶ τὸ ταπεινὸν τοῦ μετανοοῦντος καὶ πρᾶον, ἢ προστιθέναι, ἢ ἀφαιρεῖν τῶν ἐπιτιμίων. ᾿Αλλὰ καὶ ὁ ε' ἔτι καὶ ὁ ζ' τοῖς ἐπισκόποις ἐπιτρέπει τὴν ἐξουσίαν, ἢ ἀνεῖναι ἢ ἐπιτεῖναι τοῖς μετα νοοῦσι τὰ ἐπιτίμια, θερμότερον δηλαδὴ ἢ ῥᾳθυμότερον τὴν μετάνοιαν ἐπιδεικνυμένοις· σκοπεῖν δὲ καὶ τὸν προτοῦ βίον τούτων, καὶ τὸν εἰσέπειτα, εἴτε σωφρόνως, εἴτε ἀνειμένως ζῶσι καὶ χαύνως, καὶ οὕτω τὴν φιλανθρωπίαν ἐπιμετρεῖν. ἐξομολογούμενοι, κατ' ἐκείνην οἰκονομεῖν αὐτοὺς· εἰ δὲ σκληρόνοιντο, ἕπεσθαι τῇ συνηθείᾳ τῆς συγ Ὁ δὲ ρβ΄ τῆς ς' συνόδου κανών, Τὸν ἐξουσίαν, φησίν, εἰληφότα παρὰ Θεοῦ λύειν τε καὶ δεσμεῖν, σκοπεῖν τε τὴν τῆς ἁμαρτίας ποιότητα χρὴ, καὶ τὴν τοῦ ἡμαρτηκότος πρὸς τὴν ἐπιστροφὴν διάθεσιν, εἴτε πρὸς τὴν ὑγίειαν νεύσει, ἢ τοὐναντίον διὰ τῶν οἰκείων τρόπων προσκαλεῖται καθ᾿ ἑαυτοῦ τὸ ἀῤῥώ στημα, καὶ οὕτω κατάλληλον ἐπάγειν τὴν θεραπείαν τῷ τραύματι, ἵνα μὴ, τῇ ἀμετρία καθ' ἑκάτερον χρώμενος, αποσφαλείη πρὸς τὴν σωτηρίαν τοῦ κάμνοντος· πολυειδής γὰρ καὶ ποικίλη τῆς ἁμαρτ τίας ἡ νόσος. Πᾶς μέντοι λόγος Θεῷ καὶ τῷ τὴν ποιμαντικὴν ἡγεμονίαν ἐγχειρισθέντι, τὸ πλανώμενον πρόβατον ἐπαναγαγεῖν, καὶ τὸ τρωθὲν ὑπὸ τοῦ ὄψεως ἐξιάσασθαι, καὶ μήτε κατὰ κρημνοῦ ὠθῆσαι τῆς ἀπογνώσεως, μήτε τὰ χαλινὰ ἐπιδοῦναι πρὸς τὴν τοῦ βίου ἔκλυσίν τε καὶ καταφρόνησιν· ἀλλ᾽ ἑνί με τῷ τρόπῳ, εἴτε διὰ τῶν αὐστηροτέρων και στο φόντων, εἴτε διὰ τῶν ἁπαλωτέρων τε καὶ πραοτέρων φαρμάκων, κατὰ τοῦ πάθους στῆναι, καὶ πρὸς τὴν συνούλωσιν τοῦ ἕλκους ἀνταγωνίσασθαι, τοὺς τῆς μετανοίας καρποὺς δοκιμάζοντι, καὶ οἰκονομοῦντι καλῶς τὸν πρὸς τὴν ἄνω λαμπρότητα καλούμενον ἄνθρωπον. ᾿Αμφότερα τοίνυν εἰδέναι χρὴ, καὶ τὰ τῆς ἀκριβείας, καὶ τὰ τῆς συνηθείας, ἢ συμπαθείας, καὶ ἐπὶ τῶν μὴ καταδεχομένων τὴν ἀκρότητα, τῷ τῆς συμπαθείας τύπῳ κεχρῆσθαι, ὡς ὁ ἱερὸς καὶ μέγας διδάσκει Βασίλειος. Ἐν γὰρ τῷ γ' αὐτοῦ κανόν:, Καθόλου, φησί, ἀληθέστερον ἴαμα τοῦ σφάλματος, ἡ τῆς ἁμαρτίας αναχώρησις, καὶ τὸ δι' ἐγκρατείας καὶ κακοπαθείας τὴν σάρκα δουλαγωγῆσαι, καὶ ὑπου τάξαι τῷ πνεύματι· οὕτω γὰρ τελείαν ἡμῖν ὁ με τανοῶν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. Δεῖ δὲ τοὺς τῶν ψυχῶν οἰκονόμους ἀμφότεροι εἰδέναι, καὶ τὰ τῆς ἀκριβείας, καὶ τὰ τῆς συνη θείας· καὶ εἰ μὲν καταδέχονται τὴν ἀκρίβειαν οἱ καταβάσεως. Ἐν δὲ τῷ οδ', Οἱ δεσμεῖν καὶ λύειν ἐξουσίαν εἰ ληφότες παρὰ Θεοῦ, μεμπτέοι οὐκ ἂν εἶεν, εἰ, τῶν
col. 21–22page 7 of 102
PG 145:21Μ. ἐξομολογουμένων σπουδαίαν καὶ θερμοτέραν τὴν μετάνοιαν ἐπιδεικνυμένων, αὐτοῖς ἀρέσειεν ἐλατο τῶσαι τοὺς ὁρισθέντας τῶν ἐπιτιμίων χρόνους, τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας εγγυωμένης ἡμῖν, τοὺς μετὰ μείζονος ἐξομολογουμένους πόνου, θᾶττον τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν. Ἐπὶ δὲ τοῦ ἁγιωτάτου πατριάρχου Λουκά στρα τιώτῃ τινὶ φόνον ἑκούσιον δράσαντι, ἐπίσκοπός τις ἐπὶ μετρίῳ πάνυ καιρῷ ἐγγράφως αὐτῷ τὴν ἀθώωσιν δέδωκε, καὶ ἐγκαλούμενος παρὰ τῆς συνόδου, τὸν παρόντα κανόνα προέτεινεν· ἀλλ᾽ ἤκουνεν, ὅτι τοῖς ἀρχιερεῦσιν ἐδόθη μὲν αὔξειν τε καὶ μειοῦν τὰ ἐκ τῶν κανόνων ἐπιτίμια, οὐ μὴν ἀνεξετάστῳ καὶ ὑπερ βαλλούσῃ χρῆσθαι συγκαταβάσει. Ὅθεν τὸν μὲν στρατιώτην τοῖς ἐκ τῶν κανόνων ἐπιτιμίοις ἡ σύνο οδος καθυπέβαλε· τὸν δὲ ἀρχιερέα δίκας ἀπῄτησε, η τὴν ἐν ὡρισμένῳ καιρῷ τῆς λειτουργίας ἐπίσχεσιν. μου, Κ Σ Ὁ δὲ Νύσσης μέγας Γρηγόριος, ἐν τῷ γ΄ κανόνι, Ἐπὶ τῶν σπουδαιοτέρα κεχρημένων, φησί, τῇ ἐπισ στροφῇ, καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον συντεμεῖν τὸν χρόνον, καὶ τάχιον ἀποδοῦναι τούτοις τὴν κοινωνίαν, ὅπως ἂν τὴν τοῦ θεραπευομένου και τάστασιν δοκιμάσειεν. Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ρίπτειν τοὺς μαργαρίτας ἀπείρηται, οὕτω τὸ ἀπο στερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον διὰ τῆς καθαρότητός τε καὶ τῆς ἀπαθείας γενομε τῶν ἀτόπων ἐστι. Πανταχοῦ γὰρ ἐν πλημμελήματος εἶδει τοῦτο καθορᾷν προσήκει πρὸ πάντων, οἷα ἐστὶν ἡ τοῦ θεραπευομένου διάθεσις, καὶ μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν, (τίς γὰρ & ἂν ἐκ τοῦ χρόνου ἴασις γένοιτο;) ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι᾽ ἐπιστροφῆς θεραπεύοντος. Εστι δέ, φησί, διαφορά τις ἐν τῷ λόγῳ τῆς μετανοίας τοιαύτη· ὁ μὲν ἀφ' ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῆς ἁμαρτίας ὁρμήσας, αὐτὸ τὸ καταδέξασθαι δι' οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατήγορος, ὡς ἤδη τῆς θεραπείας ἀρξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις. Ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἢ διά τινος ὑποψίας ή κατηγορίας ἀπελεγχθεὶς ἀκου σίως, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ, ὥστε καθαρισθέντα δι᾿ ἀκριβείας αὐτὸν, οὕτως ἐπὶ τὴν τῶν ἁγιασμάτων ἐλθεῖν κοινωνίαν. Ζήτει καὶ ἐν τῷ λβ΄ κεφ. τοῦ στοιχείου κανόνα τοῦ μεγάλου Βα σιλείου πβ΄, καὶ ἐν τῷ κγ' κεφ. τοῦ Κ στοιχείου και νόνα τοῦ αὐτοῦ ξα', καὶ ἐν τῷ η' κεφ. τοῦ Σ στοι- 70, 23 Κ χείου κανόνα τοῦ αὐτοῦ ο', καὶ ἐν τῷ κγ' κεφ. τοῦ Κ στοιχείου κανόνα Γρηγορίου τοῦ θαυματουργοῦ ια'. Ὁ δὲ θεῖος Χρυσόστομος, ἐν τῷ β΄ τῶν περὶ ἱε ρωσύνης λόγω, Οὐχ ἁπλῶς, φησί, πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεται προ αιρέσεως, μή ποτε ράψαι τὸ διεῤῥωγός βουλόμενος, χεῖρον το σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ κατα πεπτωχὸς σπουδάζων, μείζονα έργάσῃ τὴν πτῶσιν. Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι, καὶ τὸ πλέον τῇ τοῦ κόσμου δεδεμένοι τρυφῇ, ἔτι καὶ ἐπὶ γένει καὶ δυναστεία μέγα φρονεῖν ἔχοντες, ἡρέμα μὲν καὶ
col. 23–24page 8 of 102
PG 145:23κατὰ μικρὸν ἐν οἷς ἁμαρτάνουσιν ἐπιστρεφόμενοι, δύναιντ᾽ ἄν, εἰ καὶ μὴ τέλεον, ἀλλ᾽ οὖν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν Ἐὰν δὲ ἀθρόον τις ἔπαγάγῃ τὴν παίδευσιν, καὶ τῆς ἐλάτω τονος αὐτοὺς ἀποστερήσει παιδεύσεώς τε καὶ διορ θώσεως· ψυχὴ γὰρ, ἐπειδὰν ἀπερυθριάσαι βιασθῇ, εἰς ἀνελπιστίαν ἐμπίπτει, καὶ οὔτε προσηνέσι λό γοις εἴχει λοιπόν, οὔτε ἀπειλαῖς λάμπτεται, οὔτε εὐεργεσίαις προτρέπεται, ἀλλὰ γίνεται πολύ χεί ρων τῆς πόλεως ἐκείνης, ἣν ὁ προφήτης κακίζων ἔλεγεν. Οψις πόρνης εγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Διὰ τοῦτο πολλῆς δεῖ συνέσεως τῷ ποιμένι, καὶ μυρίων ὀφθαλμῶν, πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ωσπερ γὰρ εἰς ἀπόνοιαν αἵρονται πολλοὶ, καὶ εἰς ἀπόγνωσιν τῆς αὐ τῶν καταπίπτουσι σωτηρίας, ἀπὸ τοῦ μὴ δυνηθῆναι πικρῶν ἀνασχέσθαι φαρμάκων, οὕτως εἰσί τινες, οἶ, διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίῤῥοπον, εἰς ὀλιγωρίαν ἐκτρέπονται, καὶ πολλῷ γίνονται χείπους, καὶ πρὸς τὸ μεῖζον ἁμαρτάνειν προάγονται. Χρή τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλὰ πάντα διερευνησάμενον ἀκριβῶς, κατά αλλήλως τὰ παρ' ἑαυτοῦ προσάγειν τῷ προσερχομένῳ, ἵνα μὴ μάταιος αὐτῷ γένηται ἡ σπουδή. Ὁ δὲ μέγας Βασίλειος, ἐν πδ' κανόνι, Πάντα δὲ ταῦτα γράφομεν, φησὶν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. Οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. Ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν ἐθέλωσιν, ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ παραδέχωνται, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπει θεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι «Ὁ σώ ζων σώζε τὴν σεαυτοῦ ψυχήν.» Ἐν δὲ τῷ πε' παραινεῖ τοῖς ἀρχιερεῦσι καὶ πᾶσι τοῖς δεσμεῖν καὶ λύειν ἔχουσιν ἐξουσίαν, μὴ συναινεῖν τοῖς ἁμαρτάνουσιν, ἐν τῷ τῆς κοινωνίας ἀνέ χεσθαι τῶν ἐπιμενόντων ταῖς ἁμαρτίαις, καντεῦθεν τούτοις συναπόλλυσθαι· ἀλλὰ διαμαρτύρασθαι μὲν αὐτοῖς νυκτὸς καὶ ἡμέρας, καὶ ἰδίᾳ καὶ δημοσίᾳ, μὴ συναπάγεσθαι δὲ τούτων τῇ πονηρίᾳ, καὶ εὔχε σθαι μὲν τούτους κερδῆναι, καὶ τῆς παγίδος ἐξελέ σθα: τοῦ πονηροῦ. Εἰ δὲ μὴ οἷοί τε, φησί, γενοίμεθα, ῃ τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως σπουδάσωμεν περισώσασθαι. Ὁ δὲ τῆς ἐν Καρθαγένη μς' μίμους, καὶ σκη νικούς, καὶ πάντας τοὺς πλημμελῶς βιοῦντας, καὶ τοῖς ἄλλοις αἰτίους τῆς διακεχυμένης ζωῆς, τερατο ποιούς τε καὶ ὀρχηστάς, ἔτι γε μὴν ἀποστατάς, τοὺς τὰ Χριστιανῶν ἐξομοσαμένους δηλαδή, διὰ μετανοίας πρὸς Θεὸν ἐπιστρέφοντας, μὴ ἀποπέμπεσθαι και λεύει, ἀλλὰ μᾶλλον διδόναι τούτοις χάριν, ἤτοι ἄφεσ σιν τῶν ἡμαρτημένων (ώς που τῷ μακαρίῳ εἴρη ται Παύλῳ, Χαριτί ἐστε σεσωσμένοι), καὶ καταλλαγὴν, ἤτοι λύσιν τῶν ἐπιτιμίων.
col. 25–26page 9 of 102
PG 145:25Μ. ΚΕΦΑΛ. Η΄. Ὅτι δεῖ τοὺς ἔτι μετανοοῦντας, της τελευτῆς ἐφισταμένης, τῆς θείας, ἀξιοῦσε θαι κοινωνίας· εἰ δὲ ἀνακληθείεν, ταύτης πάλιν ἀπέχεσθαι. Ὁ ιγ' τῆς α' συνήδου κανὼν τοὺς ἔτι τοῖς τῆς μετανοίας ἐπιτιμίοις ἐνεχομένους, καὶ νόσῳ δεινῇ περιπεπτωκόται, ὅσον εἰκάσαι, τὴν ἐκδημίαν ἐπα πειλούσῃ, τοῦ τελείου καὶ ἀναγκαιοτάτου ἐφοδίου, τῆς τῶν ἁγίων μυστηρίων φημί μεταλήψεως, κε λεύει μὴ στέρεσθαι, ἀλλὰ μετὰ δοκιμασίας τοῦ ἐπι σκόπου ἐν ταῖς τελευταίαις ἀναπνοαῖς τούτων ἀξιοῦσθαι· τῆς νόσου δὲ, εἰ οὕτω συμβαίη, ῥαίσαντας, καὶ πρὸς τὴν ὑγίειαν ἐπανιόντας, τῆς μὲν θείας εἴργεσθαι κοινωνίας, ἐν τῇ χώρᾳ δὲ αὖθις στῆναι τῶν προτέρων ἐπιτιμίων, ἕως ἂν ὁ νενομισμένος αὐτῶν χρόνος ἐκμετρηθῇ. Ταῦτα καὶ ὁ ζ' τῆς ἐν ᾿Αγκύρα διορίζεται, τῷ ἔτι μετανοοῦντι, εἰ κίνδυνός ἐπισυμβαίη, καὶ προσ δοκία θανάτου ἐκ νόσου, ἢ ἄλλης οἱασοῦν προφάσεως, τοῦτον εἰς κοινωνίαν μὲν, ἀλλ' ἐπὶ ὅρῳ δεχθῆναι· τὸν θάνατον γὰρ ἐκφυγόντι κοινωνεῖν οὐκ ἐξέ σται, τοῦ ὡρισμένου μὴ ἐξήκοντος καιροῦ τῶν ἐπιτιμίων. Ὁ δὲ εἰ τοῦ μεγάλου Γρηγορίου Νύσσης. δέ τις, φησί, μὴ πληρώσας τον χρόνον, τὸν ἐκ τῶν και νόνων ἀφωρισμένον, ἐξοδεύει τοῦ βίου, κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία, μετασχόντα τῶν ἁγιασμάτ των, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκεί. νην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος πάλιν εἰς τὴν ζωὴν ἐπχ νέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐκ ἐκείνῳ τῷ βαθμῳ γενόμενον, ᾧ ἦν πρὸ τῆς κατ' ἀνάγκην δοθείσης αὐτῷ κοινωνίας. Ταῦτα ἡ τῶν Πατέρων φιλάνθρωπος βούλεται γνώμη, εἰ προσπελάσεις τὸ χρεὼν τῷ ἔτι καθαιρομένῳ τοῖς φαρμάκοις τῆς μετανοίας, καὶ ἡ κυρία παρεῖναι δοκεῖ, ἐφεῖσθαι τοῖς πρεσβυτέροις, κοινων νιαν αὐτῷ μεταδοῦναι, ὡς μὴ ἀποβιῶναι μηδένα παρ' αὐτοῖς δεδεμένον· ἀναῤῥωσθέντα δὲ πάλιν τὸν μήπω τὸ τοῦ καιροῦ πεπληρωκότα διάστημα, τοῖς προτέροις ὑπόδικον εἶναι καὶ παρὰ τῶν πρεσβυτέρων περιμένειν τῆς συγγνώμης τὸ σύνθημα, τοῦ χρόνου δηλαδὴ τῆς μετανοίας, μετὰ τοῦ ῥύπου τῆς ἁμαρτίας δαπανηθέντος. ΚΕΦΑΛ. Θ'. "Οτι τῶν μετανοούντων τους λογι σμοὺς δέχεσθαι, καὶ λύειν καὶ δεσμεῖν τὰ ἡμαρτημένα, τοῖς ἐπισκόποις ἐδόθη, κατ' ἐπιτροπὴν δὲ τούτων καὶ τοῖς πρεσβυτέροις. Ὁ Γ' τῆς ἐν Καρθαγένη συνόδου κανὼν τὴν τοῦ χρίσματος ποίησιν, τὴν τοῦ ἁγίου μύρομ δηλαδή τε λετὴν, καὶ τὴν τῶν κορῶν ἀφιέρωσιν, κατά τι πα λαιὸν γινομένην ἔθος, καὶ τὴν τῶν μεταννοούντων καταλλαγήν, ὅπερ ἐστὶν ἡ τῶν λογισμῶν ἐξαγγελία, καὶ ἡ τῶν ψυχικῶν, ιατρεία τραυμάτων, διὰ τῶν τῆς μετανοίας ἐπιτιμίων, καὶ τῆς πρὸ τὸ κρεῖτα τον ἐπιστροφῆς (οὕτω γὰρ ὁ ἄνθρωπος τῷ Θεῷ και ταλλάττεται), ταῦτα πάντα παρὰ πρεσβυτέροις ἀπεί ρηκε γίνεσθαι· τοῖς γὰρ ἀρχιερεῦσιν ἡ τούτων ἀνεῖται διοίκησις, ἅτε δεσμεῖν καὶ λύειν δεδυνημέ
col. 27–28page 10 of 102
PG 145:27νοις, τύπον φέρουσι τῶν ἀποστόλων, οἷς τὴν ἐξου Ο σίαν ταύτην ὁ Χριστὸς ἐνεχείρισεν· ὥστε οἱ χωρίς ἐπιτροπῆς ἐπισκόπου δεχόμενοι λογισμοὺς ἀνθρώπων ἱερωμένοι μοναχοὶ κακῶς ποιοῦσι, καὶ λίαν ἐπικινδύνως· οὔτε γὰρ λύειν, οὔτε δεσμεῖν ἔχουσιν ἐξουσίαν, πολλῷ δὲ μᾶλλον οἱ ἀνίεροι μοναχοί· τούτοις γὰρ καὶ τὸ ἐπιτρέψαι ὅλως λογισμοὺς ἀνθρώπων ἀναδέχεσθαι καὶ κρίνειν ἥκιστα θεμιτόν. ᾿Αλλὰ καὶ ὁ ἕβδομος τὴν καταλλαγὴν τῶν μετανοούντων, εἰ περὶ τὴν ζωὴν κινδυνεύουσιν, οὐκ οἴεται δεῖν τοὺς πρεσβυτέρους ποιεῖν, ἐπιτροπῆς ἄνευ τοῦ ἐπισκόπου. Ταῦτα καὶ ὁ μγ' διοριζόμενος, Εἰ δὲ ἄπεστι, φη σὶν, ὁ ἐπίσκοπος, καὶ ὁ ἐν μετανοίᾳ ὢν ἐν χρόνῳ κινδύνου γεγένηται, καταλλαττέτω τοῦτον καὶ ὁ πρεσβύτερος. Ζήτει καὶ τὸ η' κεφ. τοῦ Κ στοιχείου, καὶ ἐν τῷ λα' κεφ. τοῦ στοιχείου κανόνα μ' τῆς ἐν Νεοκαισαρεία συνόδου. Οτι καὶ τοῖς πολιτικοῖς ὕστερον νόμοις φιο λανθρωπότερον ἔδοξε ταῖς τιμωρίαις κεχρῆσθαι. ᾿Αλλὰ καὶ οἱ πρεσβύτεροι τῶν νόμων ἐπὶ τὸ φιλανθρωπότερον, καὶ οὐχ ὡς εἶχον πρότερον κρίσεως, ἐν τῇ λεγομένῃ τῶν νόμων ἀνακαθάρσει μεταβέβληνται· ἀναιρεῖ γὰρ αὕτη τὸ εὐθὺς ἀναιρεῖσθαι τούς μεγάλοις ἑαλωκότας ἐγκλήμασιν. Ὁ γὰρ τὴν ἀνα κάθαρσιν ταύτην συνθέμενος βασιλεὺς οὐδεμίαν οὗ ἐν τοῖς διγέστοις ἢ ταῖς διατάξεσιν ἀπάνθρωπον ποινὴν προσήκατο· οὔτε γὰρ κεφαλῆς ἀφαιρεῖν ἐθέσπισεν, οὔτε καταλεύειν, ἢ καίειν, ἢ βρόχον ἐξαν πτειν· ἀπείρηκε δὲ καὶ τὴν ἐν τῷ τῆς θαλάττης βυθῷ πνιγμονήν. Εἰ δὲ καὶ ὑποσχεῖν τινας κεφαλικάς ἔσθ' ὅτε κελεύει ποινάς, ἀλλ᾽ οὐ τὰς θανατηφόρους ἐκείνας φησὶ, τὸ δὲ ὑπερορίσαι, ἢ ἐν εἱρκτῇ περιορίσαι, τὴν τῶν ὀφθαλμῶν ἐκκοπὴν, τὴν ἀφαί ρεσιν τῆς χειρὸς, καὶ τὴν ἄλλην περὶ τὸ σῶμα λώ βην, ἢ δύναιτ' ἂν καὶ ἐπιστροφῆς καιρὸν παρασχεῖν τῷ τιμωρουμέγῳ, τῇ τοῦ χρόνου παρατάσει, καὶ τῶν ἐπταισμένων μετάνοιαν. Πᾶσι γὰρ τοῖς νόμοις τῶν νεαρῶν ἐπὶ τὸ φιλανθρωπότερον δοκεῖ τοὺς προ λαβόντας ἑρμηνεύεσθαι νόμους, καὶ οὕτω τὰς ἀπο φάσεις γίνεσθαι. Εἰ δὲ οἱ πολιτικοὶ νόμοι οὕτω μεταποιοῦνται φιλανθρωπίας, πολλῷ μᾶλλον οἱ τῆς Εκκλησίας· ἐκκόπτειν γὰρ τοῦ σώματος τῶν Χρι στιανῶν τοὺς αἱρετικοὺς δεδιδαγμεθα, πρὸς δὲ καὶ νοὺς ἄ: όποις ἐνεχομένους ἐγκλήμασι, τιμωρεῖσθαι δὲ οὐ μεμαθήκαμεν, ἀλλ᾽ ἀμεταθέτως ἔχοντας, τῷ Ο πολιτικῷ νόμῳ παραδιδόναι, ὡς πρὸς τῶν ἀρχόντων τὰς κατ' αὐτῶν ἀποφάσεις ἐκφέρεσθαι. ΚΕΦΑΛ. Ι'. Περί μικροφαγησάντων. Ὁ ἅγιος Γρηγόριος ὁ Θαυματουργὸς ἐν τῷ α κανόνι, Οὐ βαρεῖαν ἐμποιεῖ, φησί, τὴν βλάβην, εἰ τῶν ἐν τοῖς βαρβάροις απηγορευμένων βρωμάτων, ἢ καὶ εἰδωλοθύτων ἐγεύσαντο οἱ αἰχμάλωτοι, δι' ἀνάγκην καὶ βίαν σωματικήν, τῆς φύσεως τραφής και βιαζομένης. Αὐτὸς γὰρ εἴρηκεν ὁ Σωτὴρ, ὅτι «Οὐ τὰ εἰσπορευόμενα εἰς τὴν κοιλίαν κοινοῖ τὸν ἄν θρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα.» Διά γε μὴν τὴν μιαροφαγίαν ἡττόνως ἐπιτιμηθήσονται, εἰ καὶ τῆς νενομισμένης τροφῆς ἀπορίᾳ τῶν ἀπειρημένων
col. 29–30page 11 of 102
PG 145:29ἥψαντο, δουλείας ζυγῷ πιεζόμενοι· εἰ δὲ τρυφὴν περὶ πλείονος ποιούμενοι καὶ ἀδδηφαγίαν, οὐδὲ τῶν μεμολυσμένων ἀπέσχοντο, διαβέβληνται, διὸ δὴ καὶ σφοδρότερον ἐπιτιμηθήσονται. Ζήτει καὶ ἐν τῷ α κεφ. τοῦ στοιχείου κανόνα ζ' τῆς ἐν ᾿Αγκύρᾳ συν όδου. ΚΕΦΑΛ. ΙΑ΄. Περὶ μίμων καὶ σκηνικῶν. Ο ξγ' τῆς ἐν Καρθαγένη συνόδου κανὼν τοὺς μίμους καὶ σκηνικούς, ἐκ τῆς ἑλληνικῆς ὡρμημένους θρησκείας, καὶ βαπτισαμένους, μὴ ἀναγκάζεσθαι αὖθις παρεγγυᾷ ὑπὸ τοῦ δήμου τὰ τῆς παλαιᾶς μετιέναι κακίας, εἰ καὶ ὥσπερ τι λειτούργημα καὶ ἀπαραίτητον χρέος καὶ ἄκοντες εἵλκοντο ταῦτα ἐπι δείκνυσθαι, κατά τι παλαιὸν ἔθος, ἐν ταῖς μεγίσταις καὶ μάλιστα τῶν πόλεων, ἔνθα καὶ τὰ θέατρα ἦν. Τῶν δὴ μίμων καὶ σκηνικῶν, τῶν διάφορα πρόσωπα δηλαδή μιμουμένων καὶ ὑποκρινομένων (σκηνήν γὰρ λέγουσι τὴν ὑπόκρισιν), τοὺς μὲν ὑπ' ὄψιν τοῦ βασιλέως ταῦτα ὑποκρινομένους, ἐντίμους ἔχουσι τῆς πολιτείας οἱ νόμοι· οἵ γε μὴν ἐν πανηγύρεσι καὶ δήμων ἄλλαις συνάξεσι γέλωτα τοῖς ὁρῶσι κινοῦντες» τοῖς ἐπὶ κόῤῥης ῥαπίσμασι καὶ ψοφήματι, άτιμοι τοῖς νόμοις λογίζονται. Ζήτει ἐν τῷ η κεφ. τοῦ στοιχείου κανόνα ρκθ΄ τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ ἐν τῷ α΄ κεφ. τοῦ θ στοιχείου κανόνα να' τῆς ς' συνόδου. ΚΕΦΑΛ. ΙΒ΄. Περὶ μισθώσεως. Νόμοι. Ἐὰν χωρὶς αἰτίας καταλείπῃ τὸν ἀγρὸν ὁ μισθωσάμενος, πρὸ συμπληρώσεως τοῦ χρόνου, δίδωσιν ὅλου τοῦ χρόνου τὸν μισθόν. Ὁ μισθωσάμενος ἵππον ἐπὶ τὸ βαστάσαι τι δῆλον, καὶ βαρύτερον ἐπιθεὶς καὶ βλάψας, ἐνέχεται ὑπὲρ τῆς βλάβης. Ἐὰν χρήσηταί τις ἵππῳ ἕως ὡρισμένου τόπου, ὑπὲρ δὲ τοῦτον ἀπενέγκῃ ἢ πέμψῃ, τὴν συμβάσαν ἐπ᾿ αὐτῷ βλάβην ἢ θάνατον, τὸν χρησάμενον ὁρᾷν, καὶ τὸ ἀζήμιον ποιεῖσθαι τοῦ κυρίου τοῦ ἵππου. Οὐ δύναται ἐκβαλεῖν ἄκοντα τὸν μισθωσάμενον ὁ μισθώσας, πρὸ τοῦ ὡρισμένου χρόνου, κἂν ἄλλος απ τοῦ πλείονα εισαγάγῃ μισθώματα, καὶ ἂν εὐγνω μονῇ ἐκεῖνος περὶ ὁ ὡμολόγησε δοῦναι μίσθωμα. ΚΕΦΑΓ. ΙΓ΄. Περὶ μνηστείας. Νόμος. Ὁ τὴν ἰδίαν μνηστὴν πρὸ τῆς ἤδης, ἤτοι τοῦ ιγ' χρόνου, φθείρας, εἰ μὲν οἱ τῆς κόρης γονεῖς οὐ βού λονται τὴν τοιαύτην διαλύσαι μνηστείαν, ἀναμενέτω τοῦ γάμου τὸν χρόνον. Εἰ δὲ διὰ τὴν φθορὰν δια λύσα: βούλονται, ἀπαρεμποδίστως ή τοιαυτη λυέσθω μνηστεία, καὶ ὁ φθορεὺς τῆς ἰδίας αὐτοῦ ὑποστάσεως τὸ τρίτον μέρος τῷ μέρει διδύτω τῆς κόρης. Ζήτε: καὶ τὸ ιε' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. ΙΔ'. Περὶ μοιχείας. Ο Νύσσης μέγας Γρηγόριος ἐν τῷ δι' κανόνι, Πρεσε, φησί, τισὶ τῶν ἀκριβεστέρων, καὶ τὸ κατὰ τὴν πορνείαν πλημμέλημα μοιχείαν εἶναι νομίζειν, διότι μία ἐστὶν ἡ νόμιμος συζυγία καὶ γυναικί Γ.
col. 31–32page 12 of 102
PG 145:31πρὸς ἄνδρα, καὶ ἀνδρὶ πρὸς γυναῖκα, Πᾶν οὖν το μὴ νόμιμον, παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων δηλαδὴ τὸ ἀλλότριον ἔχει· τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ Θεοῦ βοηθός, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφαλή. Οὐκοῦν, εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεῦος, καθὼς ὀνομάζει ὁ θεῖος Από στολος ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύ σεως τὴν δικαίαν χρήσιν. Εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχῃ τὸν κυριεύοντα. Οὐκοῦν οὐ πόῤῥω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος καὶ ἡ πορνεία ςοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λογισμὸν ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς, Μὴ πολὺς ἴσθι πρὸς ἀλ λοτρίαν. Πλὴν ἀλλ᾽ ἐπειδὴ τοῖς ἀσθενεστέροις ἐγέ νετή τις παρὰ τῶν Πατέρων συμπεριφορὰ, εἴτουν οικονομία καὶ συγκατάβασις, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαιρέσει ταύτῃ, ὡς πορνείαν μὲν λέγεσθαι τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τινὶ τῆς ἐπιθυμίας ἐκπλήρωσιν, μοιχείαν δὲ, τὴν ἐπιο βουλήν τε καὶ ἀδικίαν τοῦ ἀλλοτρίου. Καὶ καθολική μέν ἐστι ταύτης θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσ σης, τῆς περὶ τὰς τοιαύτας ἡδονας, καθαρὸν ἐκ με ταμελείας γενέσθαι τὸν ἄνθρωπον. Ἐπεὶ δὲ τῶν ἐν πορνεία μολυνθέντων ἀδικία τις τῇ ἁμαρτία ταύτῃ οὐ καταμέμικται, διὰ τοῦτο διπλασίων ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιανθεῖσιν, ἐπεὶ καὶ διπλῆ τούτοις ἡ ἁμαρτία, μία μέν, κατὰ τὴν ἄθεσμον ἡδονὴν, ἑτέρα δὲ, ἡ κατὰ τὴν τοῦ ἀλλο τρίου ἀδικίαν συνισταμένη. Ἐπεὶ τοίνυν οἱ ἐν πορ νεία μολυνθέντες δι᾿ ἐτῶν ἐννέα τῆς κοινωνίας ἀξιοῦνται, ἡ κατὰ τὴν μοιχείαν αμαρτία τῷ χρόνῳ διπλασιάζεται, εἰς δεκαοκτώ χρόνους εκτεινομένη πρὸς δὲ τὴν τοῦ μολυνθέντος διάθεσιν, ἢ θᾶττον, ἢ βραδύτερον, ἡ τοῦ ἀγαθοῦ μετουσία συγχωρεῖται. Ζήτει καὶ τὸν α' τούτου κανόνα ἐν τῷ αἱ κεφαλαίῳ τοῦ στοιχείου. Ο δὲ μέγας Βασίλειος, ἐν τῷ νη κανόνι τὸν μοι χόν εἰς δεκαπέντε ἔτη τῆς κοινωνίας ἐκβάλλει. Ὁ δὲ τῆς ἐν ᾿Αγκύρᾳ κ' κανὼν τοῦ μοιχοῦ καὶ τῆς μοιχαλίδας τὸ ἐπιτίμιον μέχρις ζ' συστείλας ἔτους, μετὰ τὴν τούτων ἐκμέτρησιν καὶ τοῦ τελείου τυχεῖν αὐτοὺς ἀξιοῖ. Ο γε μὴν ξα' τῶν ἁγίων ἀποστόλων τὸν ἐπὶ μοι χείρ, ἢ πορνεία, ἢ οἱαδήποτε απειρημένη πράξει, φανερῶς ἐλεγχθέντα, μὴ ὅτι γε εἰς ἱερωσύνην, ἀλλ' οὐδὲ εἰς κλῆρον ἔρχεσθαι τὸ σύνολον συνά χωρεί. Ὁ δὲ η' τῆς ἐν Νεοκαισαρείᾳ συνόδου κανὼν τὸν τῆς μοιχευθείσης γυναικός άνδρα, οὐ θεμιτόν εἶναι θεσπίζει εἰς ὑπηρεσίαν οιουδήτινος ένας βαθμοῦ τὸν δὲ ἱερωμένον, τῆς γυναικὸς αὐτοῦ μοιχευθεί. σης, ἢ διαζυγῆναι ταύτης κελεύει, ἢ μὴ βουλόμενον ἀποστῆναι, τῆς ἱερωσύνης ἀφίστασθαι. μολυνόμενος γὰρ τῇ τῆς μεμιασμένης ὁμιλίᾳ, οὐκ ἂν εἴη δίκαιος, ἀκάθαρτος ὤν, τῶν, καθαρῶν καὶ ἁγίων μυστηρίων ἐφάπτεσθαι. Εἰ γὰρ καὶ ἔξεστι τῷ ἀνδρὶ ἀκινδύνως λαμβάνειν τὴν μοιχευθεῖσαν, καὶ συγκ χωρεῖν τὸ ἁμάρτημα, ἀλλὰ τοῖς ἱερωμένοι τοῦτο
col. 33–34page 13 of 102
PG 145:33Μ. οὐ δέδοται, κατὰ τὸν κελεύοντα ιη' ἀποστολικὸν και νόνα, μὴ ἱερᾶσθαι τὸν διαβεβλημένη γυναικὶ συνοικοῦντα, ὃν καὶ ζήτει ἐν τῷ δ' κεφαλ. τοῦ Γ΄ στοι γείου. Γ. Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ λδ κανόνι, Τὰς μοιχευθείσας, φησὶ, καὶ δι᾿ εὐλάβειαν καὶ τὸν τῆς μελ λούσης κρίσεως φόβον τὴν ἁμαρτίαν ἐξομολογουμένας, ἢ καὶ ὁπωσοῦν ἐλεγχομένας ὑπό τε τοῦ ὄγκου τυχὸν τῆς γαστρός, ἢ καὶ ἀπὸ τοῦ τὸ βρέφος ἀποτεκεῖν, ἀποδήμου τοῦ ἰδίου ὄντος ἀνδρὸς, οὐκ ἔφασαν δεῖν οἱ Πατέρες ταύτας δημοσιεύειν, ἐκ τοῦ τοὺς τόπους τῶν ἐπιτιμίων ἀναγκάζειν αὐτὰς διϊέναι, τὸν τοῦ προσκλαίοντός φημι, τοῦ ἀκροωμένου, καὶ τοῦ ὑποπίπτοντος, ἵνα μὴ θανάτου αἰτίαν παράσχω μεν ἐλεγχθείσαις. Ὁ γὰρ τῆς τοιαύτης ἀνὴρ ἐξιοῦσαν τῆς ἐκκλησίας ὁρῶν μετὰ τῶν ἐν ἐπιτιμίοις η ὄντων, καὶ περιφανεστέρας οὐ δεηθείς μαρτυρίας " τοῦ τὸν γάμον αὐτῷ διορυγῆναι, αὐτίκα διαχρήσεται ταύτην· Μεστὸς γὰρ ζήλου, κατὰ τὸν Σολο μῶντα, θυμὸς ἀνδρὸς αὐτῆς· ταύτη τοι καὶ συνίσ στασθαι τοῖς πιστοῖς ἐπέταξαν, καὶ συνεύχεσθαι χωρὶς κοινωνίας, ἄχρις ἂν ὁ τῆς μετανοίας χρόνος ἐκμετρηθῇ. Ἐν δὲ τῷ λζ', Ὁ ἀλλοτρία γαμετῇ, ἢ μεμνηστευμένη ἑτέρῳ συμφθειρόμενος, και, μετὰ τὸ ἀφαιρεθῆναι ταύτην, γαμετῇ συνοικήσας, ἐπὶ μὲν τῇ πρώτη μοιχείαν ἐγκληθήσεται· ἐπὶ δὲ τῇ δευτέρα ἀνέγκλητος ἔστα, ἐλευθέρᾳ οὔσῃ ἀνδρός. Ἐν δὲ τῷ λθ'. Ἡ τῷ μοιχῷ συζῶσα μοιχαλίς ἐστι, φησί, τουτέστιν ἡ μοιχευθεῖσά τινι, καὶ μετὰ θάνατον τοῦ νομίμου ἀνδρὸς τῷ μοιχῷ, νόμῳ δῆθεν γάμου μιγεῖσα· οὐ γὰρ συγχωρεῖται τούτῳ συνοικεῖν ἡ τοιαύτη, οὔτε παρὰ τῶν τῆς Ἐκκλησίας, οὔτε παρὰ τῶν πολιτικῶν νόμων· καὶ εἰ μὴ ἀπο σταίη, οὐ λύεται ταύτης ἡ ἁμαρτία, καὶ εἰ τὸν χρό νον ἐκτελέσεις τῶν ἐπιτιμίων. Ζήτει καὶ τὸ εʹ κεφ. τοῦ Γ' στοιχείου, ἀλλὰ δὴ καὶ τὸ ις'. Νόμοι. Ὁ ἐπὶ μοιχείᾳ γυναικός κατηγορηθεὶς οὐ δύναται ταύτην γαμετὴν ἀγαγέσθαι. Πάντας ὅτι τὰς γυναῖκας αὐτῶν μοιχευομένας εὑρίσκοντες μὴ ἀπολύουσι, τιμωρεῖσθαι κελεύομεν. Πορνοβοσκός ἐστιν ὁ τὴν ἑαυτοῦ γαμετήν μοιχευθεῖσαν μὴ ἀπολύσας, οὐ μὴν ὁ ψιλῶς ὑποπτεύσας. α Ἀλλὰ τανῦν, καὶ μετὰ τὴν καταδίκην, δύναται ὁ ἀνὴρ ἀναλαβεῖν ἐκ τοῦ μοναστηρίου τὴν μοιχευθεῖσαν αὐτοῦ γυναῖκα, κατὰ τὴν ριζʹ Ἰουστινιάνειον νεαράν, Κελεύομεν, λέγουσαν, τὴν μοιχευθεῖσαν γυναῖκα, ταῖς προσηκούσαις ὑποβαλλομένην τοιναίς, μοναστηρίῳ ἐμβάλλεσθαι· καὶ εἰ μὲν εἴσω διετίας ὁ ἀπὸ αὐτὴν ἀναλαβεῖν βουληθείη, ἐξουσίαν αὐτῷ δια δομον τοῦτο ποιεῖν, καὶ συνοικεῖν αὐτῇ, μηδένα κίν δυνον ἐντεῦθεν εὐλαβουμένῳ· οὐ γὰρ καταβλάπτεται ὁ γάμος διὰ τὰ ἐν τῷ μεταξύ γεγονότα. Εἰ δὲ ὁ προειρημένος· χρόνος παρέλθοι, ἢ ὁ ἀνὴρ, πρὶν ἀνα λαβεῖν αὐτὴν, τελευτήσειε, κελεύομεν ἀποκείρεσθαι τὴν γυναῖκα, καὶ τὸ μοναχικὸν σχῆμα λαμβάνειν. Εἰ περὶ μοιχείας ὁ ἀνὴρ κατηγορήσας τῆς γυναικὸς ἀπελέγξεις, νηνικαῦτα, χωρισμοῦ γενομένου, ἔχειν τὸν ἄνδρα κελεύομεν, πρὸς τῇ πρὸ γάμου δωρεά, καὶ
col. 35–36page 14 of 102
PG 145:35τὴν προῖκα· καὶ πρὸς τούτοις, εἰ παῖδας μὴ ἔχοι, τοσ οῦτον λαμβάνειν ἐκ τῆς ἄλλης τῆς γυναικὸς περιουσίας, ὅσον τῆς προικὸς τὸ τρίτον μέρος είναι γινώσκεται· ὥστε τῇ αὐτοῦ δεσποτείᾳ καὶ τὴν προῖκα καὶ τὴν παρ' ἡμῶν ὁρισθεῖσαν ποινὴν προσκυροῦσθαι. Εἰ γὰρ παῖδας ἔχοι ἐκ τοῦ αὐτῆς συνοικεσίου, καὶ τὴν προῖκα καὶ τὴν ἄλλην τῆς ρυναικὸς περιουσίαν τοῖς παισὶ φυλάττεσθαι, καὶ οὕτω τὸν μοιχὸν νομίμως ἐλεγχόμενον, ἅμα τῇ γυναικὶ τιμωρεῖσθαι. Καὶ εἰ μὲν ἔχει ὁ μοιχός γαμετήν, τὴν προῖκα καὶ τὴν πρὸ γάμου δωρεὰν αὐτῇ περισώζεσθαι, τὴν δὲ ἄλλην τοῦ ἀνδρὸς αὐτῆς περιουσίαν, εἰ μέν εἰσιν ἀνιόντες ἢ κατιόντες, ἕως τρίτου βαθμοῦ ταύτην λαμβάνειν αὐτούς· εἰ δὲ μὴ, προσκυροῦσθαι ταύτην τῷ δημοσίῳ. Οἱ μοιχοί, τυπτόμενοι καὶ κουρευόμενοι, ρινοκο πείσθωσαν· οἱ δὲ μέσοι καὶ ὑπουργοὶ τοῦ τοιούτου ἀσεβήματος γεγονότες, τυπτόμενοι καὶ κουρευόμενοι, διηνεκεί παραπεμφθήτωσαν ἐξορία. ᾿Αλλὰ καὶ ἡ λβ΄ νεαρὰ τοῦ βασιλέως Λέοντος τὰς προσηκούσας ποινὰς διορίζεται τοῖς μοιχοῖς καὶ ταῖς μοιχαλίσιν. Ἡ δὲ λη' ῥινῶν ἐκτομῇ τὸν μοιχὸν καὶ τὴν μοι χαλίδα κολάζει, καὶ διορίζεται, τὸν μέα ἄνδρα τῆς μοιχευθείσης κερδαίνειν τὴν προίκα, αὐτὴν δὲ ἐν μοναστηρίῳ περιορίζεσθαι, καὶ ἄκουσαν μὴ ἀποκεί. ρεσθαι· τὰ δὲ τῆς προικὸς ἐπέκεινα πράγματα τους παῖδας αὐτῆς καὶ τὸ μοναστήριον διανέμεσθαι παίδων μὴ ὄντων, τοὺς γονέας αὐτῆς ἢ κατὰ γένος ἄλλως προσήκοντας. Ἡ μοιχεία οὐ μόνον ἐπὶ φθορᾷ νομίμου γαμετῆς κινεῖται, ἀλλὰ καὶ ἐπὶ ἀσυστάτου, καὶ ἀθεμίτου γά μου, καὶ μνηστείας, καὶ παλλακισμοῦ. Ὁ τὸν μοιχὴν μετὰ τῆς ἰδίας γυναικὸς ἐν συμ πλοκῇ καταλαβών, ἐὰν συμβῇ αὐτὸν ἀνελεῖν, οὐκ εὐθύνεται ὡς ἀνδροφόνος· ἐν μόνῳ γὰρ τῷ ἰδίῳ οἴ κῳ ἐπ' αὐτοφώρω δύναται φονεύειν τὸν μοιχὸν ὁ ἀνὴρ, καὶ τοῦτον σκηνικὸν ἢ ἄτιμον ὄντα. Οὐ δέδο ται δὲ τοῖς ἀνδράσι φονεύειν τὰς μοιχευθείσας αὐτ τῶν γυναῖκας. Διάφοροι δὲ νόμοι θεσπίζους, μὴ ἄλλως τὴν γυναῖκα μοιχευθεῖσαν κατακρίνεσθαι, εἰ μὴ διὰ τα. νερῶν ἀποδείξεων, τουτέστι, διὰ πέντε μαρτύρων ὁμνυόντων ἰδεῖν ἐπ' αὐτοφώρῳ τὴν μοιχείαν τελουμένην. Κατὰ τοῦτο γὰρ οὐδὲ πάντες δύνανται κινεῖν τὸ τῆς μοιχείας ἔγκλημα, ἀλλὰ πρόσωπα πέντε ; ἀνὴρ, πατὴρ αὐτῆς, ἀδελφὸς, θεῖος πρὸς πατρὸς, θεῖος πρὸς μητρός, οὕτω γὰρ εὐπιστοτέρα ἡ πρόφασις τῆς ζητήσεω γίνεται. Εἰ δὲ ξένοι εἶεν οἱ κατηγοροῦντες, εἰ μὲν ἀποδείξουσιν, ἐκτομῇ τῶν ῥινῶν οἱ μοιχοί τιμωροῦνται· ἂν δὲ ἀπελεγχθῶσι, δι' ἔχθραν τὴν κατηγορίαν πεποιηκότες, οὗτοι τὴν τοιαύτην ποινὴν ὑπομένουσιν· ἀλλ᾽ οὐδὲ αὐτὴ ἡ γυνὴ ὁμολογοῦσα μοιχευθῆναι καταδικάζεται, ὅπερ καὶ ἔστι καινόν. Ὁ δύο γαμετὰς ἔχων τυπτέσθω· ἐκδιωκομένης παρ' αὐτοῦ τῆς ἐπεισάκτου γυναικός, μετὰ τῶν τε χθέντων ἐξ αὐτῆς παίδων. Ὁ δύο γαμετὰς ἔχειν πειραθεὶς οὐ νόμῳ, ἀλλὰ φάκτῳ προαιρέσεως, ὑπόκειται τῷ τῆς μοιχείας ἐγω
col. 37–38page 15 of 102
PG 145:37Μ. κλήματι. Ὁ μὲν γὰρ μετὰ ἐλευθέρας συμπλακείς, ζώσης τῆς αὐτοῦ γυναικὸς, ὡς πόρνος κατακρίνεται ο ὁ δὲ κατὰ γάμου κοινωνίαν δευτέραν ἀγόμενος, ὡς μοιχός τιμωρεῖται. Εἰδέναι δὲ δεῖ, ὅτι εἰσὶ πρόσωπα ἁμαρτάνοντα, καὶ οὐκ εὐθύνονται ὁ μοιχεύων τὴν γυναῖκα τοῦ ἀποδούλου αὐτοῦ, καὶ ὁ μοιχεύων πολύφθορον καὶ πολύκοιτον ὕπανδρον, τῷ τῆς μοιχείας ἐγκλήματι οὐχ ὑπόκειται, εἰ μὴ τῷ τῆς πορνείας· καὶ ὁ μὲν νὴρ τιμωρεῖται ὡς μοιχός, ἡ δὲ γυνὴ οὐκ εὐθύνεται, ὅτε άκουσαν καὶ βεβιασμένην αὐτὴν χειρὶ κρα τήσῃ, εἰ καὶ αὐτὴ ἐρυθριῶσα, τὸ γεγονὸς εὐθὺς οὐκ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς. ΚΕΦΑΛ. ΙΕ΄. Περὶ μοναστηρίων καὶ μοναχῶν. Ο τῆς λεγομένης πρώτης καὶ δευτέρας συνόδου κανὼν πρῶτος μὴ ἐξεῖναι κελεύει μοναστήριον οίκο δομεῖν ἄνευ γνώμης τοῦ ἐπισκόπου, τὴν εἰωθυῖαν πρότερον ἐπιτελοῦντος εὐχὴν, ἐν βρεβίῳ δὲ αυτό τε τὸ μοναστήριον ἐγγράφεσθαι, καὶ ὅσα πρὸς τοῦ δειμαμένου αὐτῷ ἀφιέρωται, καὶ τὸ βρέβιον τῷ ἐπισκόπῳ προσαποτίθεσθαι, ὡς μηκέτι δύνασθαι τὸν ἀφιερώσαντα ἔστιν ἃ τούτων αὖθις ἐξιδιοῦσθαι. Ων γὰρ ἀπεξένωσεν ἑαυτὸν διὰ τῆς μονῆς ἀναθεὶς τῷ Θεῷ, πῶς οἷός τε, οἷα δεσπότης, ταῦτα διέπειν, οὐχ ὅπως καὶ ἄλλοις διαπιπράσκειν; οὐ μὴν οὐδὲ ἡγού μενον ἑαυτὸν ταύτης ἐᾷ καθιστάναι παρὰ γνώμην τοῦ ἐπισκόπου, οὐδ᾽ ἕτερον ἀνθ᾿ ἑαυτοῦ προχειρίζεσθαι. Εἰ γὰρ τὰ ἀνθρώποις δεδωρημένα οὐκ ἔνι χωρὶς εὐπροσώπου αἰτίας τὸν δωρησάμενον ἀναλαβεῖν, σχολῇ γε τῶν ἀνατεθειμένων Θεῷ τὴν κυριότητα ὁ ἀναθεὶς ἰδιο ποιήσεται, ὡς προσηγορία μόνῃ καὶ μὴ πράγματι τὴν ἀφοσίωσιν εἶναι. Ὁ δὲ κδ' τῆς δ' συνόδου κανών, ἔτι δὲ καὶ τῆς δʹ ὁ μθ', τὰ ἅπαξ καθιερωθέντα μοναστήρια, κατὰ τὴν γνώμην τοῦ ἐπισκόπου, ὃν ἔθος εὐχὴν προκαταβάλε λεσθαι τῆς οἰκοδομίας, ὥσπερ τινὰ θεμέλιον ἀῤῥα γῆ, ἐπιτάττουσι μένειν εἰς τὸ διηνεκές μοναστήρια, καὶ τὰ προσήκοντα τούτοις πράγματα φυλάττεσθαι ἀνεκποίητα, καὶ μηκέτι γίνεσθαι ταῦτα κοσμικά καταγώγια· τοὺς δὲ τοῦτο μὴ τηροῦντας κανονικῶς εὐθύνεσθαι, ἱερωμένους μὲν δηλαδή καθαιρέσει, λαϊκοὺς δὲ ὑποβαλλομένους ἀφορισμῷ. Ζήτει καὶ ἐν τῷ ιβ΄ κεφ, τοῦ στοιχείου κανόνα ιζ' τῆς ζ' συν όδου. Ὁ δὲ ταύτης κ' οὐκ οἶεται δεῖν ἀπό γε τοῦ νῦν διπλά γίνεσθαι μοναστήρια, καὶ τοῖς μοναχοῖς ἔγγι στα τὰς μοναζούσας οἰκεῖν· σκανδάλου γὰρ καὶ προσκόμματος τοῖς πολλοῖς αἴτιον τοῦτό γε. Αλλ' ὅσοις ἤρεσε μετὰ τῶν ἰδίων ἀποτάξασθαι συγγενῶν, οἱ μὲν ἄνδρες εἰς ἀνδρῶν, αἱ δὲ γυναῖκες εἰς γυ ντικῶν εἰσίτωσαν, φησί, μοναστήρια. Τὰ δὲ ἄχρι καὶ τήμερον διαρκέσαντα διπλά μοναστήρια, αἰδοῖ τοῦ ταῦθ᾽ οὕτως ἔχειν τυπώσαντος θείου Πατρὸς ἡμῶν Βασιλείου, οἰκονομείσθωσαν, ὡς ἐκεῖνός γε διατάσσεται· συνδιαιτᾶσθαι δὲ καὶ συναναστρέφεσθαι μοναχούς μοναστρίαις οὐ δεῖ, ἅτε βλαβερόν καὶ ἀθέμιτον· οὔτε παῤῥησίαν πρὸς αὐτὰς ἔχειν, οὔτε ἰδία προσομιλεῖν, μὴ ὅτι κατά μόνας αὐταῖς συνε
col. 39–40page 16 of 102
PG 145:39εσθίειν· τὰ δέ γε κομιζόμενα ταῖς κανονικαῖς ἀναγκαῖα τοῦ βίου πρὸς τῶν ἀνδρῶν, ἔξωθεν τῆς θύ ρας ἡ ἡγουμένη ταῦτα παραλαμβανέτω μεθ᾿ ἑτέρας μοναστρίας γραός. Εἰ δὲ καὶ τῶν μοναχῶν τις τὴν καθ' αἷμα προσήκουσαν ἰδεῖν περὶ πλείστου ποιεῖται ἀναγκαίου πράγματος πέρι, τῆς ἡγουμένης ὑπ᾽ ὄψιν ταύτῃ προσομιλείτω δι' ὀλίγων καὶ σμικρῶν λόγων, καὶ ταχέως ὑποχωρείτω. Ὁ δὲ δ' τῆς δ' συνόδου κανὼν μοναστήριον οἰκοδομεῖν ἢ εὐκτήριον οὐκ ἐν καλῷ τίθεται, παρὰ γνώμην τοῦ τῆς πόλεως ἐπισκόπου· τῶν μέντοι μονάχῶν τοὺς εἰλικρινῶς καὶ μὴ προσχήματι τὸν μονήρη μετιόντας βίον, τὴν ἡσυχίαν μὴ ἐν παρέργῳ τιθέναι κελεύει, μόνῃ τε προσανέχειν τῇ νηστείᾳ καὶ προσ ευχῇ, καὶ ἐν οἷς ἀπετάξαντο τόποις προσκαρτερεῖν. Οἱ γοῦν οὕτω βιοῦντες δίκαιοι ἂν εἶεν τὰ πρεσβεία κατὰ τῶν ἄλλων φέρεσθαι μοναχῶν· ὑπείκειν μέντοι καὶ τούτους τῷ ἐγχωρίῳ ἐπισκόπῳ, ὥσπερ νόμος τοῖς κληρικοῖς, καὶ μηδὲν ἱερατικόν πράττειν, πρὸς ἑτέραν ἀπαίροντας ἐπαρχίαν, χωρὶς ἀπολυτικῆς ἢ συστατικὴς τοῦ ἐπισκόπου γραφῆς. Τούς γε μὴν τὰ ἴδια καταλιμπάνοντας μοναστήρια, καὶ τὰς πόλεις ἀδιαφόρως καὶ ἀτάκτως περιϊόντας, καὶ τὰ τῆς Ἐκ κλησίας, πρὸς δὲ καὶ τὰ πολιτικά διαταράσσοντας πράγματα, ὡς μήτε τὰ θεῖα μέρει τῷ ἑαυτῶν, μήτε τὰ ἀνθρώπινα κατά γε τὴν προσήκουσαν τάξιν έων τας διενεργεῖσθαι, ὑπὸ λαϊκῶν μὲν τὰ βιωτικά, ὑπὸ δὲ μοναχῶν καὶ κληρικῶν τὰ τῷ Θεῷ ἀνατεθειμένα, τούτους καὶ ἄκοντας τοῖς μοναστηρίοις ἐγκλείειν κελεύει, εἰ μή τινες ἄρα εἰς πολιτικῶν πραγμάτων ἀναγκαίαν διοίκησιν ἐπιτραπεῖεν παρὰ τοῦ τῆς πό λεως ἐπισκόπου, ἅτε τῶν τηνικαῦτα κληρικῶν ἢ λαϊκῶν ἀσφαλέστερον ταῦτα διαθεῖναι μὴ ἀμαθῶς ἔχοντες. Ἐπιτάττει δὲ καὶ μηδένα δοῦλον τοὺς τῶν μοναστηρίων προεστῶτας εἰσδέχεσθαι ἐπὶ τὸ μονά σαι παρά γνώμην τοῦ ἰδίου δεσπότου, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημῆται, τὸν δὲ τὸν ὅρον του τονὶ παραβαίνοντα, ἀκοινώτητον εἶναι· τόν γε δὴ τῆς πόλεως ἐπίσκοπον χρῆναι τὴν δέουσαν ποιεῖσθαι πρόνοιαν τῶν μοναστηρίων, ἵνα μὴ τῇ τῶν προσόντων αὐτοῖς ἐχκήσει πραγμάτων συνταράστη ται τοῖς μοναχοῖς τὸ φιλήσυχον. Ζήτει τὸ κβ' καὶ τὸ κε κεφ. τοῦ στοιχείου. Περὶ τοῦ πῶς χρὴ δέχεσθαι τοὺς θέλοντας ἀποκαρῆναι. Ὁ δὲ μγ' τῆς ς' συνόδου κανών, Οὐκ ἀπείρηται, φησί, παντὶ Χριστιανῷ, καὶ μεγάλα ἡμαρτηκότι, τὴν μοναδικὴν μετελθεῖν πολιτείαν, ἥτις ἡμῖν τὴν ἐν μετανοίᾳ ζωὴν σὺν ἀκριβεία στηλογραφεί· οἷα τις γὰρ στήλη τὴν μετάνοιαν ἡμῖν τῷ ἔξωθεν σχή ματι, καὶ τῷ βίῳ, καὶ τοῖς ἤθεσιν ὑπογράφει, καὶ ταύτης ἀεὶ μεμνήσθαι παρασκευάζει. Μὴ δῆτα ή τῶν πταισμάτων πληθὺς καὶ τὸ βάρος ἀπόγνωσιν ἡμῖν ἐμποιείτω· μηδέ τις τρόπος ἐμποδὼν γενέσθω τινὶ πρὸς τὴν τοῦ θεοφιλοῦς τούτου σκοποῦ ἀποπλήρωσιν. Ο γὰρ Σωτὴρ ἡμῶν εἴρηκε· Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Ὁ δὲ μ΄, Εἰ καὶ τὸ κολλάσθαι Θεῷ, φησί, πολλὰ χαίρειν πρότερον τοῖς τοῦ βίου φράσαντας πράγμα
col. 41–42page 17 of 102
PG 145:41Μ. σι, τῆς ἐκεῖθεν μακαριότητος κληρονόμους οἶδε ποιεῖν, ἀλλ' ἀνεξετάστως οὐ δέον· οὐδὲ παρὰ τὸν προσήκοντα δήπου τῆς ἡλικίας καιρόν, τοὺς τὸν μονήρη βίον αἱρουμένους, τὸν τῆς μονῆς προστατοῦντά προσίεσθαι δεῖ. Τῷ δὲ πλατυνθῆναι περισ φανῶς τὴν εὐσέβειαν, τῷ περιόντι τῆς χάριτος τοῦ Θεοῦ, καὶ δεκαέτης ὤν τις μὴ ἀποβεβλήσθω, μόνον εἰ τοὺς τρόπους συμβαίνοντας ἔχοι τῷ ἐπαγγέλματι, μὴ ὅτι καὶ τὸ δέκατον παριππεύσας ἔτος. Ὁ δὲ ε' τῆς λεγομένης ΑΒ΄ συνόδου κανών, τοὺς τῷ μονήρει προσιόντας βίῳ, ἐπὶ τριετίαν ἐν τῇ μονῇ δοκιμάζεσθαι διωρίσατο, τὴν κοσμικήν περικειμέν νους ἔτι στολήν· ἀξιόχρεων δὲ τὴν ἐν τούτῳ τοῦ χρόνου περὶ τὸ ἐπάγγελμα πρόθεσιν ἐπιδειξαμένους, τηνικαῦτα τὸ μοναχικὸν ἀμφιέννυσθαι σχῆμα. Τὰς γὰρ ἀκρίτους καὶ ἀδοκιμάστους ἀποταγὰς ὡς ἐπί παν ἴσμεν τῇ τῶν μοναχῶν εὐταξίᾳ λυμαινομένας. Οἱ γοῦν προπετῶς ἑαυτοὺς τῷ μονήρει ἐπιῤῥίπτοντες βίῳ, καὶ πρὸς τὸ τραχύ μετέπειτα καὶ ἐπίπονον τῆς ἀσκήσεως ἀπειπόντες, ἐπὶ τὸν φιλόσαρκον καὶ ὑλικὸν βίον ἀθλίως πάλιν ἐπαναστρέφουσιν. Εἰ δέ τις περὶ πλείστου πεποίητο τὰ τῆς εὐλαβείας καὶ ἀρε τῆς ὡς τὸ φθάσαν τοῦ βίου τοῦ μέλλοντος υπάρχειν ἐχέγγυον, καὶ ὁ ἑξαμηνιαῖος ἀποχρήσει καιρός ᾿Αλλ᾿ οὐδὲ τῶν εἰσπραττομένων ἔτι τὸ δόκιμον, τοῖς νόσῳ περιπεπτωκόσι βαρείᾳ, τὴν τελείωσιν ὑπερθετέον τοῦ σχήματος. Τοὺς δὲ παρὰ ταῦτα ὁρῶντας, τόν τε τῆς μονῆς ἐξηγούμενον, φημὶ, καὶ τὸν εἰσαγόμενον, τὸν μὲν τῆς ἀρχῆς ἐκπίπτειν, καὶ τὴν ὑποταγὴν ὑπεισέρχεσθαι, τὸν δὲ εἰς ἑτέραν μονὴν ἀπάγες σθαι, μηδὲν τῆς ἀκριβείας ὑφιεμένην. Περὶ τῶν χωρὶς εὐχῆς τὸ μοναχικὸν ἔνδυμα περιβεβλημένων. Εἰ δέ τις καὶ τῆς τριετίας ἐντὸς τὸ μοναχικὸν καὶ χωρὶς εὐχῶν ἔνδυμα περιβάλλοιτο, μεγάλας ὑφίξει δίκας, εἰ ἀποδύσασθαι τοῦτο βουληθείη, ὡς παίζων ἄντικρος ἐν οὐ παικτοῖς· καὶ ἄκων γὰρ τοῦτο περιβεβλῆσθαι ἀναγκασθήσεται. Ὁ δὲ β' ταύτης μὴ ἀποκείρειν οντιναοῦν ἐπι σκήπτει, καὶ τὸ μοναχικόν σχήμα περιτιθέναι, ἂν μὴ πρότερον ὁ μέλλων αὐτὸν εἰς ὑποταγὴν ἔχειν παρῇ, ᾧ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας μελήσει, και λῶς αὐτὸς πρότερον ἔργοις τὴν ἀρετὴν ἀσκη θεὶς, καὶ οἷος πρὸς ταύτην καὶ τοὺς ὑπὸ χεῖρα ἐνάγειν. Τοὺς μέντοι διὰ νήσον ἢ λύπην ἀποκειρομένους, ἐφ᾽ ᾧ δόξαν μόνον εὐλαβείας ἐντεῦθεν κτήσασθαι, καὶ ἐν τοῖς ἰδίοις αὖθις παρεδρεύοντας οἴκοις, μηδὲν μέλον αὐτοῖς τῶν ἀσκητικῶν ιδρώτων καὶ πόνων, τούτους μὲν εἰς ὑποταγὴν ἐν μοναστηρίῳ καθιστῶν, ἐν ᾧ ἂν ὁ ἐπίσκοπος δοκιμάσῃ· τὸν δὲ παραλόγως αὐτὸν ἀποκείραντα καθαιρεῖσθαι, οἷα τῶν θείων παραβάτην κανόνων, καὶ τὴν μοναχικὴν ευταξίαν συγχέοντα. Διὰ γὰρ τὰς ἀκρίτους ταύτας καὶ ἐπισφαλεῖς ἀποκάρσεις, ὕβρις μὲν τῷ μοναχικῷ προστρίβεται βίῳ, Θεὸν δὲ βλασφημεῖσθαι φυμβαίνει. Αλλ' οὐδὲ ὁ τὴν τρίχα πρὸς ταῖς τελευταίαις αναπνοαῖς,
col. 43–44page 18 of 102
PG 145:43ὥς γε δὴ μοναχοῖς ἔθος, ἀποκαρείς, εἰ καὶ μόνῳ τῷ ἀναπνεῖν τὸ μὴ νεκρὸς εἶναι πιστεύεται, καὶ Β. τὰ ἐπ' αὐτῷ τελούμενα μηδόλως συνεὶς, οἷός τέ ἐστι τὴν μοναχικὴν περιδυθῆναι στολὴν, καὶ τὴν κοσμικὴν αὖθις ἐνδύσασθαι, ἢ ἐν τῷ κόσμῳ διάγειν συγχωρηθήσεται, εἰ μὴ βούλοιτο δεσμοῖς ἐπιτιμίων ὑποβληθῆναι. Οὐ μὴν οὐδὲ τοῖς ἐκ προπετείας τὸ μοναχικὸν σχῆμα πιριτιθεμένοις τοῦτο δοθήσεται. Ὁ δὲ ιθ' τῆς ζ' συνόδου ἀπειρήκει παντάπασι τοῖς τὸν μονήρη βίον ἐν σεμνείῳ μετελθεῖν προθεμένοις, διὰ χρημάτων τὴν εἰς αὐτὸ ποιεῖσθαι εἰσέλευσιν, ἀλλ' οὐδ᾽ εἰς ἕτερον ἱερατικόν τι τάγμα· οὐ γὰρ οἷόν τε Θεῷ δουλεύειν καὶ μαμωνα· καὶ οὗ ἡ ἀρχὴ ἀδόκιμος, κατὰ τὸν μέγαν Βασίλειον, καὶ τὸ πᾶν ἀπόβλητον. Τὸν δὲ τοῦτο διαπραττόμενον ἐπίσκοπον, ἢ ἡγούμενον, ἢ παύσασθαι κελεύει ή καθαιρεῖσθαι εἰ δὲ ἱερωσύνης ὁ ἡγούμενος ἀμοιρον, προβέβληνται γὰρ ἔσθ' ὅτε καὶ ἐκ τοιούτων, τοῦ μοναστηρίου ἐκ. βάλλεσθαι, καὶ ἑτέρῳ πρὸς ὑποταγὴν παραδίδοσθαι. Τοῦτο δὲ καὶ ἡγουμένη τοιαῦτα τολμήσασα ὑφέξει τὸ ἐπιτίμιον. Αττα δὲ οἱ γονεῖς ἐκ τοῦ κλήρου τῶν παίδων τῇ μονῇ ἀφορίζουσιν, ἀφαιρεῖν αὖθις οὐκ ἔξεστιν ἀφιέρωται γὰρ τῷ Θεῷ κἄν τε μένῃ ἐν τῷ μοναστηρίῳ, κἄν τε ἐξέλθῃ ὁ ταῦτα προσενεγκών· εἰ μὴ ἄρα πρὸς τοῦ ἡγουμένου ἡ αἰτία συμβαίη τῆς μονῆς τοῦτον ὑποχωρῆσαι. Ὁ δὲ ς' τῆς λεγομένης πρώτης και δευτέρας συνόδου, Οἱ μοναχοί, φησὶ, οὐδὲν ἴδιον ἔχειν ὀφεί λουσιν, ἅτε νεκρωθέντες τῷ κόσμῳ διὰ τὴν ἐν Χριστῷ κεκρυμμένην ζωήν. Οὕτω γὰρ ὁ μακάριος Λουκᾶς τοὺς τὴν μοναδικὴν πολιτείαν τυπώσαντας, δήλους ἡμῖν πόῤῥωθεν καθιστάς, Τῶν πιστευσάντων ἔφησεν οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. Ενθεν τοι καὶ τοῖς μονάζειν ἐθέλουσιν ἔξεστι περὶ τῶν ὑπαρχόν των αὐτοῖς διατίθεσθαι πρότερον, καὶ οἷς ἂν βού λοιντο ταῦτα παραπέμπεσθαι προσώποις, μὴ κεκωλυμένοις παρὰ τοῦ νόμου, οἷον αἱρετικοῖς ἢ νόθοις παισί. Μετὰ γάρ τοι τὸ μονασαι τῶν προσόντων αὐτοῖς πάντων τὸ μοναστήριον ἔχει τὴν κυριότητα, καὶ οὐδὲν περὶ τῶν οἰκείων φροντίζειν ἢ διατάττεσθαι τούτοις παρακεχώρηται. Εἰ δέ τις φωραθείη κτῆσιν ἡντιναοῦν ἰδιοποιησάμενος, ταύτην μὲν ὁ ἡγούμενος τῆς μονῆς, ἢ ὁ τῆς χώρας ἐπίσκοπος, λαβὼν καὶ πωλήσας, πολλῶν μαρτύρων ἐπ' ὄψεσι, τὴν ἐντεῦθεν διαβολὴν φυλαττόμενος, πτωχοῖς καὶ ἀπόροις διανειμάτω· τὸν δὲ τὴν τοιαύτην κτησιν κατ' ἐκεῖνον τὸν ᾿Ανανίαν ὑποσυλῶν μελετήσαντα, τῷ προσήκοντι ἐπιτιμίῳ σωφρονισάτω. Τούτοις πᾶσιν ὑπεύθυνος καὶ ἡ τῶν μοναζουσῶν ἔσται φατρία. Ὁ δὲ μα' τῆς ς' συνόδου σφαλερὸν ἡγήσατο πάντη καὶ ἐταμὸν, τοὺς τῆς κοσμικῆς ἀνακεχωρηκότας ἄρτι διαίτης ἑαυτοὺς εὐθὺς ἐν οἰκίστῳ βραχυτάτῳ ἐγκλείειν, καὶ σφίσιν αὐτοῖς γίνεσθαι τοῦ μονήρους βίου καθηγητάς. Δεῖ γὰρ πρότερον ἐν ἀδελφῶν πλειόνων σεμνείῳ τὸ τῆς ὑποταγῆς γινόμενον ἐπ
col. 45–46page 19 of 102
PG 145:45Μ. τριετίαν ἐνδείξασθαι· εἶτα ἐφ᾿ ἕτερον ἕνα προσμείναντας χρόνον, ἔνθα δὴ καὶ ἐπικλείσασθαι εἵλοντο, καὶ τῆς σφῶν γνώμης ἀμεταθέτως ἔχειν ἄντικρυς ἐλεγχθείσης, ὡς οὐ κενῆς ἄρα δόξης, ἀλλ᾿ ἀρετῆς ἐφέσει ταύτῃ διάγειν οἱ τοιοῦτοι προῄρηνται, μετ' ἐπιτροπῆς τοῦ κατὰ τὴν χώραν ἐπισκόπου, ἐπικλει σαμένους μένειν, καὶ μηκέτι τοῦ οἰκίσκου τὸ παρά παν ἐξιέναι, εἴ μήπου κατ᾿ ἀνάγκην ἐκβιασθεῖέν τινα, ἤτοι διὰ κοινὴν τοῦ λαοῦ λυσιτέλειαν, ἢ διὰ νόσον, ὅσον οὐκ ἤδη τὴν τοῦ θανάτου ψῆφον μηνύουσαν ἔσεσθαι· ἀλλὰ καὶ τότε μὴ ἄνευ γνώμης τοῦ ἐπισκόπου. Εἰ γὰρ δὴ ἄλλως ἔξελθεῖν βουληθεῖεν, καὶ ἄκοντας εἰσωθεῖν εἰς τὸν οἰκίσκον ἐκεῖνον χρή, καὶ ἀσφαλῶς καθειργνύειν, ὡς μηκέτι ῥᾳδίαν εἶναι σφίσι τὴν ἔξοδον· προσέτι καὶ νηστείαις αὐτοὺς ὑπο βάλλειν, καὶ σκληραγωγίαις κατατρύχειν, ὡς ἂν οὕτω θεραπευθείη τὸ τῆς γνώμης αὐτῶν εὐμετάβο- " λον. «Οὐδεὶς γὰρ, φησὶν ὁ Τωτήρ, βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Περὶ ἐρημιτῶν. Ὁ δὲ μβ' τοὺς λεγομένους ἐρημίτας, καὶ μέλανα περικειμένους ἱμάτια, τάς τε κώμας ἐπὶ πολὺ καθει μένους, καὶ ἀνδρῶν μεταξὺ καὶ γυναικῶν ἀναστρεφομένους, καὶ τὸ οἰκεῖον ἐπάγγελμα καθυβρίζοντας, τούτους ἤτοι τὰς κόμας κελεύει περιελεῖν, καὶ σχήμα μοναχικὸν ἀνῃρῆσθαι, καὶ ἐν φροντιστηρίῳ μοναχοῖς συγκαταλεγῆναι, ἢ μὴ αἱρουμένους τῶν πόλεων ἀπελαύνεσθαι, καὶ πρὸς τὰς ἐρημίας ἀπο πέμπεσθαι, ἐξ ὧν καὶ τὴν ἐπωνυμίαν ἑαυτοῖς ψευ δῶς ἀνεπλάσαντο. Ὁ δὲ μζ' μήτε ἐν ἀνδρῴῳ μοναστηρίῳ γυναῖκα, μήτε μὴν ἄνδρα ἐν γυναικείῳ, κελεύει καθεύδειν. Παντὸς γὰρ σκανδάλου καὶ προσκόμματος ἀνωτέρους εἶναι δεῖ τοὺς πιστοὺς, καὶ μάλιστά γε τους μονα χούς, καὶ πρὸς τὸ εὔσχημον και εὐπρόσεδρον τῷ Κυρίῳ τὸν ἑαυτῶν βίον ῥυθμίζειν, καὶ διευθύνειν. Τοῖς δὲ εἰς τοῦτο τόλμης ἰοῦσι κληρικοῖς τε καὶ λαϊκοῖς ἀφορισμοῦ καὶ ἀμφοῖν τιμᾶται. Ὁ δὲ κβ' τῆς ζ' συνόδου ἱερωμένοις, καὶ οἷς ὁ βίος μονότροπος, ἐπιπλήττει κατ' ιδίαν γυναιξί συνεσθίουσιν, εἰ καὶ καθ' αἷμα τούτοις αὗται προσ ήκουσιν. Εἰ δὲ ταύτας συνδείπνους δεήσει λαβεῖν, μὴ ἄλλως ἢ θεοφόρων συμπαρόντων ἀνδρῶν, ἢ καὶ τιμίων καὶ εὐλαβῶν γυναικῶν, ἵνα καὶ αὐτὸ τὸ τραπέζης αὐταῖς καὶ ἀλῶν κοινωνεῖν πρὸς ὠφέλειαν εἴη πνευματικήν. «Εἶτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν τοῦ Θεοῦ ποιεῖτε κ «Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. κ 'Αλλὰ καὶ λογισμούς καθαίρειν κελευόμεθα, ήγουν ἐκπλύνειν, ἢ καθαιρεῖν ἤτοι καταβάλε λειν, καὶ μὴ ἐὰν αὐτοὺς ἡμῶν κατεξανίστασθαι. Ὁδοιποροῦντι δέ τινι τούτων, καὶ μὴ εὐποροῦντι ᾗ καναχθείς, καὶ ἐν πανδοχείῳ καταλύειν οὐκ ἀπείρηται, τῆς χρείας αὐτὸν κατεπειγούσης, μόνον σω φρόνως καὶ μετ᾿ εὐλαβείας. Οἱ μέντοι γυναιξὶ καὶ τέκνοις συζῶντες, καὶ κατὰ κόσμον βιοῦντες, οὐ κωλύονται γυναιξὶ συνεσθίειν. Οὐ γὰρ διαβέβληται
col. 47–48page 20 of 102
PG 145:47τοῦτο, εἰ μετ᾿ εὐχαριστίας τῆς πρὸς Θεὸν γίγνοιτο, καὶ μὴ μετὰ θυμελικῶν ἐπιτηδευμάτων, καὶ σατανικῶν ᾀσμάτων, καὶ πορνικῶν λογισμάτων, οἷς ἐπέρ χεται ἡ προφητικὴ ἀρά· «Οὐαὶ οἱ μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντες,» καὶ τὰ ἑξῆς. Οὐδὲ ὁ τῆς ἐν Καρθαγένῃ συνόδου λη' κανὼν ἐφίησι μοναχοῖς ἢ κληρικοῖς ἀδεῶς εἰσιέναι πρὸς παρθένους, ἢ χήρας, αἳ δὴ τῷ Θεῷ καθιέρωνται, τοῦ ἐπισκόπου μὴ ἐπιτετραφότος, ἢ τοῦ πρεσβυτέρου, εἰ ἐκεῖνος ἀπῄει· ἀλλὰ καὶ τότε μὴ μόνους μόνας ἐντυγχάνειν, ἀλλὰ παρόντων ἢ κληρικῶν ἑτέρων, ἢ Χριστιανῶν ἐντίμων καὶ εὐλαβῶν, ὥστε πᾶσαν ὑπο οψίαν περιαιρεῖσθαι. ᾿Απρόσκοποι γάρ, φησὶν ἡ Απόστολος, γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· ἐπεὶ φεύγειν τὰς πονηρὰς ὑπολήψεις προστεταγμεθα, κἂν ὦσι ψευ δεῖς. Περὶ μεταβάσεως ἀπὸ μοναστηρίου εἰς μου ναστήριον. Ὁ δὲ καὶ τῆς ζ' συνόδου οὐκ ἐπιτρέπει μοναχὸν ἢ μονάστριαν τὴν οἰκείαν καταλιμπάνειν μονὴν, καὶ εἰς ἑτέραν ἀπιέναι. Συμβὰν δὲ οὕτω, ξενοδοχεῖσθαι μὲν, ὡς ἀναγκαῖον, δι᾿ ἐπαίνου τίθεται, ἵνα μὴ και σμικοῖς καὶ ἀδιαφόρως βιοῦσιν ἐκβιασθεῖεν συμμίξαι προσλαμβάνεσθαι δὲ οὐ δῆτα ἄνευ γνώμης τῶν σφῶν ἡγουμένων. Ὁ δὲ γ' τῆς λεγομένης πρώτης καὶ δευτέρας συν όδου ἀφορισμῷ τὸν ἡγούμενον ὑποτίθησιν, εἰ μὴ ἐπι μελῶς ἀναζητοίη τοὺς τῆς ἑαυτοῦ ποίμνης ἀποδιδράσκοντας μοναχούς, καὶ πρὸς τὸν ἱερὸν ἐπανάγει σηκόν, τῇ καταλλήλῳ θεραπείᾳ τὸ νενοσηκὸς ἐπιρ ἑωνὺς πρόβατον. Εἰ γὰρ ὁ ζώων αλόγων ποιμήν, αμελῶς περὶ τὸ ποίμνιον διακείμενος, τιμωρίαν ἀναγκαίως ὑπέχει, ὁ τῶν τοῦ Χριστοῦ θρεμμάτων τὴν σωτηρίαν περὶ ἐλαχίστου δι' οἰκείαν ῥαστώνην τιθέμενος, πῶς οὐκ ἀπαραίτητον εισπραχθήσεται διο κην; 'Απειθῶν δὲ ὁ ἀνακαλούμενος μοναχὸς ἐπανιέναι ὅθεν δῆτα καὶ ἐξελήλυθε πρὸς τοῦ ἐπισκόπου ἀφο ορισθήσεται. Ὁ δὲ δ' τὸν ἀποδράντα τῆς ἰδίας μονῆς μοναχὸν καὶ πρὸς ἑτέραν μετακεχωρηκότα, ἢ εἰς κοσμικόν ἀσέμνως εἰσκωμάσαντα καταγώγιον, αὐτόν τε καὶ τὸν τοῦτον ὑποδεξάμενον ἀφωρισμένον εἶναι κελεύει, ἕως ἂν ὁ ἀποφοιτήσας πρὸς τὴν μονὴν, ἧς κακῶς ἐξελήλυθεν, επανήκῃ. Εἰ μέντοι ὁ τῆς χώρας ἐπί σκοπος, ἔστιν οὓς τῶν ἐπ᾿ εὐλαβείᾳ σεμνυνομένων μοναχῶν, ἐκ τῆς ἑαυτῶν εἰληφώς, εἰς ἑτέραν εγκα ταστήσεις προστασίαν μονῆς, καὶ ἀμφοτέρων αὐτῷ ὑποκειμένων δηλαδὴ τῶν μονῶν, ἢ καὶ κοσμικὴν οἰκίαν ἐπιτηρεῖν διορίσαιτο, τοῦτο καὶ τοὺς ὑπο δεχομένους καὶ τοὺς μοναχοὺς ἀνευθύνους εἶναι ποιεῖ. Ὁ δὲ π' τῆς ἐν Καρθαγένῃ συνόδου ἐπιτιμᾶσθαι τὸν ἐπίσκοπον ἀξιοῖ, ὃς τὸν ἀλλότριον ὑποδεχόμενος μοναχὸν εἰς βαθμὸν καθίστησι κλήρου, ἢ καὶ ἡγου μενείαν οἰκείου μοναστηρίου, ἄνευ ἀπολυτικῆς τοῦ
col. 49–50page 21 of 102
PG 145:49Μ. οἰκείου ἐπισκόπου γραφῆς. Καὶ τὸν μὲν ἐπίσκοπον τῇ τοῦ ἰδίου λαοῦ ἐφεὶς κοινωνίᾳ καὶ μόνον, ἑτέρους αὐτῷ κελεύει μὴ κοινωνεῖν· τὸν δὲ μοναχόν, τοῦ κλήρου ἢ τῆς ἡγουμενείας ἐκπίπτειν. Ζήτει καὶ τὸ ς' κεφ. τοῦ στοιχείου, καὶ ἐν θ΄ κεφ. τοῦ αὐτοῦ στοιχείου κανόνα κγ' τῆς δ' συνόδου, καὶ ἐν τῷ ιθ' κεφ. τοῦ στοιχείου κανόνα την τῆς ζʹ συνόδου, καὶ τὸ κθ' κεφ. τοῦ στοιχείου· ἔτι δὲ καὶ τὸ λγ' καὶ τὸ κ' κεφ. τοῦ Κ στοιχείου, καὶ ἐν τῷ λβ' κεφ. τοῦ αὐτοῦ στοιχείου κανόνα ζ' τῆς δ' συν όδου. Ὁ δὲ ιγ΄ τῆς ἐν Γάγγρᾳ συνόδου τῷ ἀναθέματι παραπέμπει τοὺς τέκνα ἔχοντας, καὶ προφάσει ἀσκήσεως ταῦτα χαίρειν ἐῶντας, καὶ μὴ τὰ τῆς θεοσεβείας καὶ λοιπῆς ἀρετῆς ἐξασκοῦντας, πρὸς δὲ καὶ τὰ τῷ βίῳ αὐτάρκη πορίζοντας, οἷα περὶ πλεί στου δῆθεν τὴν εὐλάβεια, ποιουμένους καὶ ἄσκησιν, καὶ μὴ ἐξὸν σωτηρίας αὐτοὺς ἐν τῷ κόσμῳ ἐπιτυχεῖν. Φησὶ γὰρ ὁ μέγας Παῦλος· «Εἴ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, οὗτος τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.» Καὶ περὶ τῶν χηρῶν διαταττόμενος, «εἰ ἐτεχνοτρόφησαν,» προσ τίθησι· καὶ ταῖς ἀφηλικεστέραις τὰς νέας σωφρονίζειν παρεγγυά, φιλάνδρους εἶναι, φιλοτέχνους· καὶ ἐν ἄλλοις τοῖς πατράσι τρέφειν ἐπισκήπτει τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσία Κυρίου. Ὡς ἔστι δεινὸν θῆρας μὲν τοὺς σφετέρους σκύμνους τρέφειν τε καὶ περιέπειν, καὶ μέχρι θανάτου τούτων προκινδυνεύειν, ἀνθρώπους δὲ καὶ τὴν τῶν θηρίων ἐν τούτῳ παρελαύνειν ὠμότητα. Ἀλλὰ τῷ ἤδη ἀπο χειραμένῳ οὐκ ἐφεῖται τῆς τῶν τέκνων χάριν ἐπιμελείας τὴν μονὴν ἐᾷν, καὶ ἐπιχωριάζειν τοῖς ἐν τῷ κόσμῳ· μελήσει γὰρ τῷ Θεῷ, τῷ πατρὶ τῶν ὀρφανῶν καὶ κριτῇ τῶν χηρῶν, καὶ τῆς τούτω προνοίας. Ὁ δὲ ιδ' τοῦ ἀναθέματος ἀξιοῖ, καὶ τῶν παίδων, ὅσοι προφάσει τῆς ἀσκήσεως, μὴ διὰ τιμῆς τοὺς οἰ κείους πατέρας ἄγουσι, μηδὲ γηροβοσκεῖν αἱροῦνται· ἀλλ' ἀπρονοήτους ἐῶσι πιστούς τε ὅντας, ἢ καὶ ἀπίστους. Προτιμητέον μέντοι, φησί, παντάπασι τὴν εὐσέβειαν, ὅταν οἱ ἄπιστοι γονεῖς δηλαδὴ πρὸς τὴν οἰκείαν δυσσέβειαν τοὺς παῖδας ἕλκειν πειρῶνται. Ὁ δὲ ιθ', Εἴ τις, φησί, τῶν παρθενευόντων δῆς θεν διὰ τὸν Κύριον κατεπαίροιτο τῶν γεγαμηκότων, ἀνάθεμα ἔστω. Περί μοναζουσῶν. Ὁ δὲ με' τῆς ς' συνόδου κωλύει τὰς κείρεσθαι μελλούσας τῶν γυναικών, λαμπροτέραις κοσμουμέν τας στολαῖς, τῷ θυσιαστηρίῳ προσάγεσθαι, κἀκεῖ μὲν τὴν φλυαρίαν ἐκείνην περιδύεσθαι, ἐνδιδύσκεσθαι δὲ τὰ τῶν μοναχῶν ἄμφια. Ταραχὴν γὰρ ἐπεγείρει τούτο τῇ ψυχῇ, ὡς ἀποσπωμένῃ τῶν τοῦ κόσμου ἡδέων. Ὁ δὲ μὲ τὰς τὸν ἀσκητικόν αἱρουμένας βίον ἀπροίτους βούλεται μένειν ἐν τῇ μονῇ. ᾿Απαραιτή του δὲ χρείας τατεπειγούσης, μετ᾿ εὐλογίας καὶ ἐπι τροπῆς τῆς προεστώσης ἐξέρχεσθαι· καὶ τότε μέντοι μὴ μόνας, ἀλλὰ συμπαρομαρτουσῶν αὐταῖς πρεσου
col. 51–52page 22 of 102
PG 145:51Α' τίδων, ἢ τὰ πρῶτα τῶν ἐν τῇ μονῇ φερουσῶν, καὶ μάλιστα, εἰ νέαν ἄγουσιν ἐκεῖναι τὴν ἡλικίαν, ἥτις καὶ ἀφυλάκτοις ὀφθαλμοῖς παγίς ἐστιν οὐχ ὑπερβῆναι ῥᾳδία· καὶ αὐταῖς ταύταις, πρὸς τῷ φύσει ὀλισθηρῷ τοῦ γυναικείου φρονήματος, μέγα μέρος εἰς κακίαν καὶ ἡ νεότης συμβάλλεται. ᾿Αλλ᾽ οὐδὲ νυκτὸς ἔξω μεῖναι τῆς μονῆς συγχωρεῖ τὸ παράπαν. Οι γε μὴν μοναχοὶ χρείας κατεπειγούσης, μετ᾿ εὐλογίας τοῦ ἡγουμένου, καὶ καθ᾿ ἑαυτοὺς προϊέναι οὐκ εἴρα γονται, προσέτι καὶ τῆς μονῆς ἐκτὸς ἔστιν οὗ διανυκτερεῦσαι. Ταῦτα δὲ εἴρηται περὶ τῶν ὑπόπτων διὰ τὴν νεότητα γυναικῶν, οὐ μὴν ἀνυπόπτων διὰ γῆρας καὶ ἀρετήν. κι ἀσφαλεία διετηροῦντο τῇ τοῦ ἐπισκόπου προνοίᾳ ἢ Ὁ δὲ τῆς ἐν Καρθαγένῃ μδ' τὰς ἱερὰς ἐπισκήπτει παρθένους, τῶν πατέρων χωριζομένας, ὑφ᾽ ὧν ἐν τοῦ πρεσβυτέρου, ἀποδήμου ὄντος ἐκείνου, ταῖς τις μιωτέραις γυναιξί παρατίθεσθαι εἰς συνοίκησιν ἢ πάσας τὰς νεωτέρας ὁμοῦ συνοικεῖν· ἵνα συζῶσαι διηνεκῶς ἔχοιεν ἀλλήλας ὁρᾷν καὶ διατηρεῖν, καὶ μὴ τῇδε κἀκεῖσε περιιοῦσαι τὴν ὑπόληψιν βλάπτοιεν καὶ εὐκοσμίαν τῆς Ἐκκλησίας. Αλλ' ἡ τῶν νεωτέρων ἀνδρῶν τε καὶ γυναικῶν ἐφ' ἑνὶ συνοίκησις οι κῳ, παρ' ἡμῖν μὲν ἐν τῷ τέως ἡμέληται, παρὰ δὲ τοῖς Λατίνοις εἰσέτι φυλάττεται. Ὁ δὲ ρκς' τῷ ἐπισκόπῳ καὶ μόνῳ τὰς κόρας μετασχηματίζειν ἀνατίθησι, πλὴν μὴ πρὸ τῶν κε ἐτῶν, εἰ μήπου δι᾿ ἀνάγκην. Τοῦτο δὲ ἀνῄρηται παρὰ τοῦ εἰρημένου με κανόνος τῆς ς' συνόδου, δεκαετείς διοριζομένου ἀποκείρεσθαι καὶ ἄῤῥενας καὶ θηλείας. Ὁ δὲ ιε' τῆς ἐν Γάγγρᾳ συνόδου τὰς διὰ νομιζομένην θεοσέβειαν ἀποκειραμένας τῶν γυναικῶν ὑπο βάλλει τῷ ἀναθέματι, ἀνθ' ὧν παραλύουσι τὸ σύμβολον τῆς ὑποταγῆς· ὡς πού φησιν ὁ ᾿Απόστολος, ὅτι Οφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, τὸ σημεῖον δηλαδὴ τῆς πρὸς τὸν ἄνδρα ὑποταγῆς, ἤτοι τὰς τρίχας· ο καὶ αὖθις· «Εἰ αἰσχρὸν γυναικὶ τὸ κεί ρασθαι ἢ ξυρᾶσθαι, καλυπτέσθω· καί· «Γυνὴ ἐάν κομα, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ.» Καὶ ἡ φύσις γὰρ οἰκεῖον εἰδυῖα τὴν κόμην ταῖς γυναιξίν, οὐδὲ φαλάκρωμα ταύταις ἐργάζεται. Ἡ μέντοι μοναδικὴν ἑλο μένη πολιτείαν, καὶ ἄκοντος τοῦ ἀνδρὸς, ἀποκα ρήσεται. Περὶ μοναχῶν ἀῤῥένων καὶ θηλειών ἐκ πιπτόντων. Ὁ δὲ ιθ' τῆς ἐν 'Αγκύρᾳ συνόδου τους παρθενίαν ἐπαγγειλαμένους ἄνδρας τε καὶ γυναῖκας, λαϊκὴν ἀμπεχόνην ἔτι περικειμένους, μὴ μέντοι ἀποταξαμένους καὶ μοναχικὸν ἐπανῃρημένους ἔνδυμα, τού. τους, τὴν ἐπαγγελίαν ἠθετηκότας, καὶ πρὸς γάμον ἐκκλίναντας νόμιμον, τῷ τῶν διγάμων ὄρῳ καὶ ἐπι τιμίῳ ὑποβάλλεσθαι διορίζεται. Ὁ δὲ μέγας Βασίλειος, ἐν τῷ ς' κανόνι, Τὰς τῶν κανονικῶν πορνείας, φησί, κληρικῶν δηλαδὴ καὶ μοναχῶν, καὶ τῶν ἀσκουμένων τοῦ θήλεος γένους, εἰς γάμον οὐ χρὴ καταλογίζεσθαι. Οὐ γὰρ κατὰ τὸν λέγοντα πολιτικὸν καὶ ἐφ' ἡμῖν ἔσται νόμον, ὅτι ὁ
col. 53–54page 23 of 102
PG 145:53πρὸς ἐλευτέραν εἰσελθὼν, μὴ ποιησαμένην πόρον ἐκ τοῦ ἰδίου σώματος, οὐ παλλακὴν, ἀλλὰ γαμετὴν ἔχειν δοκεῖ. ᾿Αλλὰ παντί τρόπῳ διασπᾶν αὐτῶν τὴν συνά φειαν, εἰ καὶ αἱροῦνται τῆς ἡδονῆς ἀπολαύειν, ἐπειδή γε τῆς τιμῆς ἐκπεπτώκασι. Τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ λυσιτελές, ανακοπτομένων καὶ τῶν λοιπῶν μὴ τοιαῦτα τολμῶν, καὶ τοῖς αἱρετικοῖς καθ᾿ ἡμῶν οὐ δώσει λαβὴν, ὡς διὰ τὴν τοῦ ἁμαρτ τάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτοὺς τοὺς ἐξ ἑτέρας θρησκείας, ἐφιέντων αὐτοῖς ἐμμένειν τῇ ἁμαρτίᾳ, καὶ τοὺς ἀθέσμους γάμους μὴ κω λυόντων. Ἐν δὲ τῷ ιη', Ε' καὶ οἱ ἐν 'Αγκυρα Πατέρες, φησί, τὰς ἐκπεπτωκυίας μετὰ τὸ ἐπαγγείλασθαι παρθενεύειν, κατὰ τοὺς διγάμους ἐπιτιμᾶσθτι κεκρίκασιν, ἀλλ᾽ ἐπεί τοί γε τὰ τῆς Ἐκκλησίας, Θεοῦ χάριτι, ἐπιδέδωκεν, οἷα μοιχαλίδας δίκαιον ταύτας κολάζεσθαι, ἐκ διαφόρων επιχειρημάτων τὸν οἰκεῖον κατασκευάζων λόγον. Ἐκείνας δέ φαμεν, αἷ, τὸν ις ἢ ιζʹ χρόνον ἀμείβουσαι, τὴν ἀγαμίαν ἑκουσίως ὡμολογήκασι, πολλὰ χαίρειν εἰποῦσαι τῷ γάμῳ· ο μὴν ἂς προσάγουσιν οἱ γονεῖς, ἢ καὶ οἱ ἄλλως προσ ήκοντες, βιωτικόν τι ἐντεῦθεν σφίσιν αὐτοῖς διοι κούμενοι, μὴ εὐποροῦντες τυχὸν τὴν ὑπὲρ αὐτῶν ἀποτίσαι προϊκα. Ταύτας δὴ τὰς μὴ ὁρμηθείσας οἴκοθεν, οὐ δεῖ ῥᾳδίως προσδέχεσθαι, ἕως ἂν φανε ρῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην. Αλλ' ἐπὶ τῶν μοναζουσῶν καὶ ἀσκουμένων τοῦτο οὐκ εἴωθε γίνεσθαι· κἂν γὰρ ἐν ἧττονι τῆς ὁρισθείσης τῷ ἁγίῳ καὶ ἀπαλῇ πάνυ τῇ ἡλικίᾳ τὴν κοσμικὴν ἀπόθωνται τρίχα, βεβαία ἔσται καὶ εἰς τὸ ἑξῆς αὐτῶν ἡ ὁμο λογία. Ἐν δὲ τῷ ιθ΄, ᾿Ανδρῶν δέ, φησίν, ὁμολογίαν οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν, οἵτινες κατὰ τὸ σιω πώμενον δοκοῦσι τὴν ἀγαμίαν παραδέχεσθαι. ᾿Αλλὰ καὶ τούτους ἐρωτᾶσθαι προσῆκε, καὶ φανερῶς τὴν ἀγαμίαν ὁμολογεῖν, ἵνα, ἐὰν ψεύσωνται τὴν ὁμολογίαν, ὡς πορνεύοντες ἐπιτιμηθῶσιν. ᾿Αλλά γε καί οἱ μὴ ποιήσαντες μοναχοὶ τοιαύτην όμολογίαν. ρακεν δύται μόνον γεγονότες, μεταμφιάσασθαι καὶ εἰς γά μον ἐλθεῖν οὐ δύνανται. Ἐν δὲ τῷ ξ' τὴν παρθενίαν ὁμολογήσασαν, καὶ ἀθετήσασαν τὴν ἐπαγγελίαν, τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐκπληροῦν ἀξιοῖ, ἔτη δηλαδὴ ιε'. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν μοναζόντων, φησὶ, η γινέσθω. ᾿Αλλὰ καὶ ὁ ἱερὸς Χρυσόστομος ἐν τῇ πρὸς Θεό δωρον β' ἐπιστολῇ, Τὸν γὰρ τῷ ἐπουρανίῳ, φησί, συναφθέντα νυμφίφ, τοῦτον μὲν ἀφεῖναι, γυναικὶ δὲ ἑαυτὸν συνάψαι, μοιχείας ἐστὶ πρᾶγμα, καν μυριάκις αὐτὸν σὺ γάμον καλῇς· μᾶλλον δὲ καὶ μοιχείας τοῦτο χαλεπώτερον, ὅσῳ κρείττων ἀνθρώπων ὁ Θεός. Εἰ γὰρ ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ὁ ἀνῆρ, πολλῷ μᾶλλον οἱ ἐν Χριστῷ ζῶντες οὐκ ἂν εἶεν αὐτοὶ τοῦ σώματος αὑτῶν κύριοι. Ὁ δὲ μδ' τῆς ς' συνόδου τὸν ἀλόντα πορνεία μου ναγὸν, καὶ μεταμελείᾳ μετὰ τοῦτο χρησάμενον καὶ
col. 55–56page 24 of 102
PG 145:55λέξομονήσει, φιλανθρωπότερόν τί ποιῶν, μηδὲν πλέον τῶν πορνευόντων ἐπιτιμᾶσθαι κελεύει. Οι μαι τοίνυν τουτονὶ τὸν κανόνα δεόντως κρατεῖν οἷα τῶν ἄλλων μεταγενέστερον. Ζήτει καὶ τὸ เซ κερ. τοῦ στοιχείου, καὶ ἐν τῷ ιβ΄ κεφ. τοῦ στοιχείου κανόνα δ' τῆς δ' συνόδου, καὶ ἐν τῷ ιβ΄ κεφ. τοῦ στοιχείου κανόνα ιζ τῆς ζ συνόδου. Νόμοι. Ἐκποίησις μοναστηρίου μὴ γινέσθω, ἐφ᾽ ᾧ τὸ ἱερατικὸν σχῆμα εἰς ἰδιωτικὴν μετασχηματίζεσθαι διαγωγήν, ἐπεὶ ἄδειαν ἔχουσιν οἱ ἐπίσκοποι ἐκδικεῖν, καὶ εἰς τὸ πρότερον ἐπανάγειν σχῆμα. 131 Ἀπὸ δὲ τῆς ρλα Ἰουστινιανείου νεαρᾶς γνοίης ἂν, ὅτι τὰ γινόμενα παρὰ τῶν κτητόρων ἐν τοῖς μου η ναστηρίοις τυπικὰ στέργειν ὀφείλουσιν, εἰ μήπου τοῖς κανόσιν ἐναντιοῦνται· οὐ γὰρ ἔξεστιν αὐτοῖς ἀπείργειν τοὺς ἐγχωρίους ἐπισκόπους τῶν κανονικῶν δικαίων ἐν τοῖς παρ᾽ αὐτῶν κτιζομένοις μονα στηρίοις. Οὐδὲ οἱ ἀνεγείροντες ἀρχιερεῖς μοναστήρια επισκήπτειν μετ᾿ ἐπιτιμίου δύνανται τοῖς μετ᾿ αὐτοὺς ἀρχιερεῦσι, μηδ᾽ ὁτιοῦν εἰς ταῦτα δίκαιον ἔχειν· στρέφεται γὰρ ὁ παράλογος ἀφορισμὸς εἰς τὰς ἐκείνων κεφαλάς. Ὁ ἐπίσκοπος τὸν ἀββᾶν ἢ τὸν ἀρχιμανδρίτην ἑκάστου μοναστηρίου μὴ πάντως κατὰ τὸν βαθμὸν προβαλλέσθω, ἀλλ᾽ ἂν οἱ μοναχοὶ πάντες ἢ οἱ εὐϋπό ληπτοι ἐπιλέξωνται, ἐπὶ τῶν Εὐαγγελίων λέγοντες, ὡς οὐ διὰ φιλίαν ἢ χάριν αὐτὸν ἐπελέξαντο, ἀλλὰ γινώσκοντες αὐτὸν ὀρθόδοξον, καὶ σώφρονα, καὶ τῆς διοικήσεως ἄξιον, καὶ δυνάμενον φυλάξαι τὴν ἐπι στήμην τῶν μοναχῶν, καὶ τὴν τοῦ μοναστηρίου κατάστασιν. Τὰ αὐτὰ καὶ περὶ τῶν γυναικείων μου ναστηρίων καὶ ἀσκητηρίων. Ἡ δὲ ρκγ', Ἐν ἅπασι δὲ τοῖς μοναστηρίοις, φη σίν, ἅπερ καλοῦνται κοινόβια, κελεύομεν κατὰ τοὺς μοναχικούς κανόνας, ἐν ἑνὶ οἴκῳ πάντας οἰκεῖν, κοινῶς τρέφεσθαί, καὶ ἐν ἑνὶ οἴκῳ πάντας κεχωρισμένως καθεύδειν, ὥστε ἀμοιβαδόν ἀλλήλοις μαρτυρίαν τῆς σώφρονος διαγωγής παρέχειν αὐτούς. Τα τα δὲ πάντα καὶ περὶ τὰ τῶν γυναικῶν φυλάττεσθαι μοναστήρια. Τὸ δὲ ιε' ταύτης κεφάλαιον, Οὐκ εἰσελεύσεται, φησίν, οὔτε γυνὴ παντάπασιν εἰς ἀνδρῶν μοναστήριον, οὔτε ἀνὴρ εἰς γυναικεῖον, ἢ προφάσε: μνήμης τινὸς τελευτήσαντος κἀνταῦθα κειμένου, ἢ διά τινα ἑτέραν αἰτίαν· οὐδὲ εἴ τις ἀδελφὸν τυχὸν ἢ ἀδελφὴν, ἤ τινα τῶν ἐκ τοῦ γένους ἔχειν ἐν τῷ μοναστηρίῳ φήσεις. Συγγένεια γὰρ τοῖς μοναχοῖς ἐπὶ γῆς οὐκ ἔστι, τοῖς γε τὸν ἐν οὐρανοῖς ζηλώσασι βίον. Καὶ μήτε ἄνδρες, ἐν γυναικείῳ μοναστηρίῳ τάφοις κατα τιθέσθωσαν, μήτε γυναῖκες ἐν ἀνδρικοῖς μοναστηρίοις κατορυττέσθωσαν, ἵνα μὴ πάροδος ἐντεῦθεν γένοιτο τῇ φύσει πρὸς ἑαυτὴν, ἃ μὴ θέμις ὁρᾷν, τρυφάν τε καὶ παίζειν, καὶ τὰ θεῖα πράγματα κατ αισχύνειν. ᾿Αλλ' εἰ καὶ γυνή τις ἐν γυναικείῳ θάπτεσθαι μέλο λοι μοναστηρίῳ, (ἄνδρα γὰρ οὐκ εὐαγὲς εἶναι κρίνο μεν), τοὺς τὴν κλίνην φέροντας μόνους, καὶ τοὺς
col. 57–58page 25 of 102
PG 145:57Μ. ὀρύξαντας εἰσφοιτᾷν ἐπ᾿ αὐτό· καὶ τὰς μὲν μονα χὰς ἐν τῷ ἰδίῳ μένειν καταγωγίῳ· μόνην δὲ τὴν θυρωρὸν καὶ τὴν ἡγουμένην, εἴ γε βουληθείη, παρεί και τοῖς γινομένοις· καὶ θᾶττον ἐκείνους τελέσαντας τὰ περὶ τὴν ὁσίαν, εὐθὺς ἀπιέναι, μήτε θεασαμένους τινὰς τῶν μοναζουσῶν, μήτε ὑπ᾽ αὐτῶν θεαθέντας. Τρίτα δὲ ποιοῦντας καὶ ἔννατα, ὥς γε δὴ νόμος δή ἐν τεθνεῶσιν ἐστιν, καὶ ἀκολούθως τεσσαρακοστὰ, καὶ λοιπὰ κατὰ τοὺς τεταγμένους καιρούς μνημόσυνα, εἰ μὲν γυναικεῖον εἴη τὸ μοναστήριον, γυναῖκας ἅπαντα πράττειν· εἰ δὲ ἀνδρῷον, ἄνδρας. Μὴ πολλὰς δὲ εἶναι τὰς εἰς τὸ μοναστήριον εἰσ όδους, ἀλλὰ μίαν ἢ δύο τυχόν, ἐφεστάναι τε τῇ πύλη ἄνδρας γεγηρακότας καὶ σώφρονας, οἵπερ οὔτε τοῖς μοναχοῖς συγχωρήσουσιν ἐκφοιτῶν τοῦ μοναστηρίου χωρὶς γνώμης τοῦ ἡγουμένου, οὔτε τοῖς ἔξωθεν ἀδεῶς γίνεσθαι κατὰ τὸ μοναστήριον νύκτωρ τε καὶ μεθ᾿ ἡμέραν. Ὁ εἰς τὸν μοναχικὸν ἐρχόμενος βίον, εἰ μὲν γνώ ριμος εἴη, ὅτι οὐδεμιᾷ ὑπόκειται τύχῃ, τοῦνον, ὁπόταν δοκιμάσῃ ὁ ἡγούμενος, τὸ μοναχικὸν σχῆμα περιβαλλέτω· εἰ δὲ ἄγνωστος, εἰς τριετίαν δοκιμαζέτω, καὶ εἰ ἄξιος κριθείη, ἀποκειρέσθω, μηδὲν δει νὸν παθεῖν ὑφορώμενος, εἰ ὄχλησις μετὰ ταῦτα συμ βαίη Ζήτει νόμον καὶ ἐν τῷ ιβ΄ κεφ. τοῦ στοι χείου. Προνοίᾳ τοῦ ἐπισκόπου μήτε μοναχοί μήτε μου νάστριαι κατὰ τὰς πόλεις περιερχέσθωσαν, ἀλλὰ διὰ τῶν ἀποκρισταρίων τὰς ἀποκρίσεις αὐτῶν ποιείτωσαν, ἐν τοῖς μοναστηρίοις μένοντες. Ζήτει καὶ ἐν τῷ ζ' κεφ. τοῦ Κ στοιχείου. Β' τις τῶν μοναχῶν τὸ μοναστήριον καταλιπών εἰς κοσμικὸν μετέλθοι βίον, οὗτος τῆς στρατείας καὶ τῆς τιμῆς, εἴ τινα ἐκτήσατο, γυμνωθεὶς πρῶτον πρὸς τοῦ ἐγχωρίου ἐπισκόπου κρὶ τοῦ ἄρχοντος, αὖ θις μεθ᾽ ὧν ἐπεκτήσατο πραγμάτων ἐν τῷ μοναστηρίῳ καὶ ἄκων ἐμβαλλέσθω. Οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι οὔτε κουρατο ρούουσιν, οὔτε ἐπιτροπεύουσιν, οὔτε δίκας ἑτέρων λέγουσιν, οὐδ᾽ ἂν συγγενεῖς ὦσιν οἱ τὰς δίκας ἔχον τες, πλὴν ὑπὲρ τῆς ἰδίας καὶ μονῆς μονῆς, καὶ τότε συναινέσει τοῦ ἡγουμένου. Ἐὰν μοναχὸς καταλίπῃ τὸ ἴδιον μοναστήριον, καὶ εἰς ἕτερον ἔλθῃ, εἴ τινα πράγματα ἐν τῷ καιρῷ, καθ᾽ ἂν τὸ μοναστήριον καταλέλοιπεν, ἔχειν φανείη, Δ. τῷ πρώτῳ μοναστηρίῳ, εἰς ὃ εἰσῆλθε, ταῦτα διαφέρειν κελεύομεν. ᾿Απαγορεύομεν τοῖς γονεῦσι τοὺς παῖδας μοναχι τὸν ἐπιλεγομένους βίον ἐκ τῶν εὐαγῶν ἀφέλκειν μοναστηρίων, ἢ τῆς ἰδίας αὐτοὺς ἀποκλείειν κληρο. νομίας, εἰ καὶ αἰτία τις πρὸ του μοναχικοῦ παρηκολούθησε βίου. Ο μέλλων εἰσιέναι εἰς μοναστήριον διατιθέσθω τὰ κατ' αὐτὸν πρὸ τῆς εἰσόδου αὐτοῦ· ἐπεὶ προσκυροῦται τῷ μονασοηρίῳ τὰ αὐτοῦ πάντα, εἰ καὶ μὴ ῥη τῶς φήσειεν εἰσαγαγεῖν αὐτὰ, καὶ οὐκέτι ἔσται κατ' οὐδένα τρόπον κύριος αὐτῶν. Ὁ ἐπὶ παισὶ μονάσας δύναται καὶ μετὰ τὸ μονά

Beginning of Letter ΝInitium Litterae Ν

col. 59–60page 26 of 102
Initium Litteræ Ν
PG 145:59σαι διελεῖν τὴν οὐσίαν αὐτοῦ τοῖς ἰδίοις παισὶν φυλάττων ἑαυτῷ μέρος ἓν, ὃ καὶ τῷ μοναστηρίῳ ἁρμόζει. Ἐὰν ἀδιάθετος ὁ μονάσας τελεΐ τήσῃ, τότε οἱ παῖ δες αὐτοῦ λήψονται τὴν ἐξ ἀδιαθέτου κληρονομίαν, τουτέστι τὸ φαλκίδιον, καὶ τὰ λοιπὰ δίδοται τῷ μου ναστηρίῳ. Ἡ δὲ νεαρὰ τοῦ βασιλέως Λέοντος δεκαετῇ μὲν εἰσιέναι τὸ μοναστήριον τὸν παῖδα κελεύει, κατὰ τὸν ῥηθέντα τῆς ςʹ συνόδου κανόνα, καὶ τὸ μονα χικόν σχῆμα λαμβάνειν, μὴ μέντοι καὶ διατίθεσθα περὶ τῶν οἰκείων, μέχρις ἂν ὁ ις' ἢ ιζ' ἐπιστῇ χρόνος. Οἶμαι γάρ, φησὶ, διὰ τοῦτο καὶ τὴν μέγαν Βασίλειον τουτονὶ τὸν χρόνον ὁρίσαι ἐν τῇ ἀσκη τικῇ αὐτοῦ βίβλῳ, ὡς μηδὲν ἐμποδὼν οὔσης τηνια καῦτα τῆς ἡλικίας εἰς τὸ περὶ τῶν οἰκείων βουλεύσασθαι. Δεῖ δὲ διπλοῦν τὸ ἔργον τοῖς μοναχοῖς εἶναι, ἢ ταῖς θείαις ἐνασχολεῖσθαι Γραφαῖς, καὶ ταύταις ἀεὶ με λετᾷν, ἢ τὰ μοναχοῖς πρέποντα ἐργόχειρα μετιέναι. Διάνοια γὰρ μάτην σχολάζουσα οὐδὲν ἂν τῶν ἀγα θῶν ἀποτέκοι. Λαϊκὸς, καὶ μάλιστα σκηνικός, ἢ πόρνοις, κεχρημένος ἢ μιμούμενος τὸ μοναχικὸν καὶ ἅγιον σχῆμα, σωματικῶς τιμωρεῖται, καὶ ἐξορίζεται πρὸς τῶν ἐπισκόπων καὶ τῶν ἀρχόντων· ὡσαύτως καὶ ὁ ἐμ παῖξαι βουληθεὶς οἱανδήτινα ἐκκλησιαστικὴν και τάστασιν. Ζήτει καὶ ἐν τῷ λγ΄ κεφ. τοῦ στοιχείου Ζήτει καὶ ἐν τῷ ιγ' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. 15. Περὶ τοῦ ἁγίου μύρου. Ζήτει ἐν τῷ θ' κεφ. τοῦ παρόντος στοιχείου κανό να ις' τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ ἐν τῷ α' κεφ. τοῦ στοιχείου κανόνα μη τῆς ἐν Λαοδικείᾳ συν όδου. ΑΡΧΗ ΤΟΥ Ν ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α΄. Περὶ ναῶν οἰκοδομῆς και καθα ιερώσεως. Ζήτει τὸ ιβ΄ κεφ. του στοιχείου. ΚΕΦΑΛ. Β'. "Οτι οὐ δεῖ ἔνδον τῶν τοῦ νεὼ πε ριβόλων συμπόσια γίνεσθαι, ἢ καπηλεία εἶναι, ἤ τι κατ' ἐμπορίαν προτίθεσθαι, ἢ κτήνος χωρίς ἀνάγκης εἰσάγειν, ἤ τίνα μετὰ γυναικὸς καταμένειν. Ζήτει τὸ ιε' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Γ'. Περὶ νηπίων ἐκτιθεμένων, ἢ ἀμφι βαλλομένων, εἰ ἐβαπτίσθησαν. Ζήτει τὸ κθ' κεφ. τοῦ στοιχείου, καὶ τὸ β΄ κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Δ΄. Περὶ νηστείας. Ὁ ἔθ' τῶν ἁγίων ἀποστόλων κανὼν τὸν πρὸ τοῦ ἁγίου Πάσχα τεσσαρακονθήμερον χρόνον, μηδὲν σπουδῆς τοὺς πιστοὺς ἀνιέστας, νηστεία θεσπίζει προσανέχειν καὶ ἐγκρατείᾳ, εἰς μνήμην ἄγων τῶν ἡμερῶν δήπου ἐκείνων, ἐν αἷς ὁ Κύριος, νηστεία φραξάμενος κατὰ τὸ ἀνθρώπινον, τὸν ἡμέτερον είλε πολέμιον· οὐ μὴν ἀλλὰ καὶ πᾶσαν τετράδα καὶ Πα ρασκευὴν ἑκάστης τῶν ἄλλων τοῦ ἐνιαυτοῦ ἑβδομάδων, ἐξ ἴσης ἐκείναις ἐν νηστεία διάγειν καὶ ξηροφαγίᾳ. Τοῖς γε μὴν οὐκ ἀνεχομένοις ἐν ταύταις
col. 61–62page 27 of 102
PG 145:61Ν. ἁπάσαις νηστεύειν, κληρικοῖς μὲν καθαίρεσιν, λαϊ καῖς δὲ ἀφορισμὸν ἐπισείει, εἰ μήπου τις, φησίν, ἀσθενείᾳ κάτοχος ἂν εἴργεται. Ἡ γὰρ νηστεία διὰ ταπείνωσιν ἐπινενόηται τῆς σφριγώσης σαρκός ταύτης δὲ νόσῳ κατασταλείσης, οὐ πάνυ τοι ἀναγ καῖον, τὸ νηστεία ταύτην δαμάζειν. Τοὺς γοῦν ἀσθε νῶς ἔχοντας, καὶ τὴν ἐξ ἰχθύων ἐδωδὴν προτιεμένους, ἄγνωμον μὴ συγγνώμης τυγχάνειν· κρεῶν δὲ ὅλως ἅψασθαι, οὐδὲν διενήνοχε δυσσεβείας, εἰ καὶ τὸ λοίσθιά τις πνέων, τῇ μεταλήψει τούτων ἀναρρωσθῆναι δοκεῖ. Ἐν μὲν τοι τοῖς Σάββασι καὶ ταῖς κυριακαῖς τού τεσσαρακονθημέρου, ἀφθονωτέρα κεχρῆσθαι τροφῇ συγκεχώρηται, κατὰ τὸν ἐς ἀποστολικὸν κανόνα, ὃν καὶ ζήσει ἐν τῷ λζ' κεφ. τοῦ Κ στοιχείου. Κυρίως δὲ ἡ πρὸ τοῦ ἁγίου Πάσχα και μόνη τεσσαρακονθήμερος νηστεία νενομοθέτηται· εἰ γὰρ ἦσαν καὶ ἕτεραι, ἐμνήσθη ἂν κακείνων ὁ κανών. Πλὴν καὶ κατὰ τὰς ἄλλας νηστίμους, τῶν ἁγίων ἀποστόλων, φημί, τῆς κοιμήσεως τῆς ἁγίας Θεοτόκου, καὶ τῆς Χριστοῦ Γεννήσεως, οὐδεὶς εὖ φρονων, οἶμαι, να σιεύουσιν ἐγκαλέσειεν. Ζήτει καὶ ἐν τῷ λζ' κεφ. τοῦ Κ' στοιχείου τὸν ιε κανόνα τοῦ ἁγίου Πέτρου Αλεξανδρείας. Ὁ δὲ δέκατος τοῦ Τιμοθέου Αλεξανδρείας ἐν ταῖς πρὸ τοῦ Πάσχα νηστίμοις ἡμέρας καὶ οἴνου μετα λαμβάνειν καὶ ἐλαίου δικαιοῖ τὸν ὑπὸ νόσου ἐκτε τηκότα, καὶ μὴ παραπλησίως τοῖς ἄλλοις, τῆς νενο μισμένης ἔχεσθαι ξηροφαγίας, ἀλλ᾽ ὡς ὑπομεῖναι δεδύνηται, ἢ ἑκάστης καταλύειν, ἢ παρ' ἡμέραν, και τὰ τὴν ἐπίκρισιν ᾧ προσανέθετο τὴν οἰκονομίαν τῶν οἰκείων λογισμῶν. Ζήτει καὶ τὸ κε' κεφ. τοῦ στοι χείου. Ὁ δὲ τῆς ἐν Γάγγρας συνόδου τη κανών, Ε' τις τῶν ἀσκουμένων, φησί, χωρὶς ἀνάγκης σωματικῆς ὑπερηφανεύοιτο, καὶ τὰς παραδεδομένας νηστείας εἰς τὸ κοινὸν καὶ φυλαττομένας ὑπὸ τῆς Ἐκκλησίας παραλύοι, ὑποικουροῦντος ἐν αὐτῷ τελείου λογισμοῦ, ἀνάθεμα ἔστω. Καὶ ὁ μὲν μα' τῆς ἐν Καρθαγένη συνόδου κανών, νήστεις εἶναι κελεύει τους τελοῦντας τὰ τοῦ θυσιαστηρίου για διακόνους καὶ ἱερέας, μιᾶς ἐξῃρημένης ετησίως ἡμέρας, καθ᾽ ἦν τὸ Κυ ριακὸν ἐπιτελεῖται δεῖπνον, τῆς μεγάλης δηλαδή πέμπτης. Μετὰ γὰρ τὴν σωματικὴν, τὰ τῆς πνευ ματικῆς, ὡς ἔοικε, τροφῆς ἐπετέλουν. ᾿Αλλὰ καὶ δή λῃς ὀψίας οὑτινοσοῦν τελευτήσαντος, εἰ μὲν εἶεν οἱ τὰ ἅγια τελοῦντες νήστεις, φησί, μόναις εὐχαῖς ἐκτελείτωσαν ταῦτα. Τοῦτο δὲ τὸ νῦν ἔχον παρὰ τοσοῦτον οὐ πράττεται, παρόσον καὶ ἡμῖν ὅτι καὶ λέγειν ηγνόηται· ἀλλὰ δύο κανόνες δίκην ὡς εἰπεῖν τούτῳ λαχόντες σχολὴν ἄγειν ἐπιτετιμήκασιν. Ὁ μὲν γὰρ ν' τῆς ἐν Λαοδικείᾳ συνόδου μὴ δεῖν φησὶ, ἐν τῇ ἁγίᾳ τεσσαρακοστῇ τῇ ὑστεραίᾳ ἑβδο μάδι τὴν πέμπτην λύειν, πολυτελεστέροις δηλαδή βρώματι κεχρημένους, καὶ ὅλην ἐντεῦθεν τὴν τεσσαρακοστὴν ἀτιμάζειν· ἀλλὰ πᾶσαν ἐν νηστείᾳ δι:έ ναι καὶ ξηροφαγίᾳ, ἐκτὸς δηλαδὴ τῶν ἐν ταύτῃ Σαβ βάτων καὶ Κυριακων. Ὁ δὲ κθ' τῆς Γ' συνόδου ταῦτά τε, ὡς ἔχει λέ ξεως, δίεισι, καὶ προσεπάγει, ὡς οἱ θεῖοι Πατέρες Γ.

Beginning of Letter ΞInitium Litterae Ξ

col. 63–64page 28 of 102
Initium Litteræ Ξ
PG 145:63δι' αἰτίας ἴσως λυσιτελεῖς τῷ τότε καιρῷ τῇ οίκονο ηθ μία ταύτῃ ἐχρήσαντο. Ἡμῖν δὲ οὐκ ἀναγκαῖον τὰς ἀποστολικὰς καὶ πατρικὰς ἀθετεῖν παραδόσεις, τὸν ῥηθέντα αινιττόμενος ξθ' ἀποστολικὸν κανόνα, καὶ τὸν τῆς ἐν Λαοδεκείᾳ συνόδου τουτονί. ΚΕΦΑΛ Ε΄. Ὅτι οὐ δεῖ νηστεύειν ἐν τοῖς Σάβ βασι καὶ ταῖς Κυριακαίς. Ζήτει τὸ λζ' κεφάλαιον τοῦ Κ στοιχείου. ΚΕΦΑΛ. Γ'. Ὅτι τοὺς νηστεύοντας οὐχ ὡς βδελυκτῶν τῶν βρωμάτων ἀπέχεσθαι δεῖ. Ζήτει τὸ θ' κεφαλ. τοῦ στοιχείου, καὶ ἐν τῷ β' κεφ. του στοιχείου τὸν κγ' κανόνα τοῦ μεγάλου Βασιλείου. ΚΕΦΑΛ. Ζ΄. Περὶ νόμου. Νόμος ἐστὶ κοινὸν παράγγελμα· φρονίμων ἀνδρῶν δόγμα· ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἐπ στροφή, ἤτοι σωφρονισμός· πόλεως συνθήκη κοινή ἔστι δὲ καὶ θεῖον εὕρημα. ᾿Αρετή νόμου τὸ κελεύειν, τὸ κωλύειν, τὸ ἐπιτρέπειν, τὸ τιμωρεῖσθαι. Οὐ περὶ τοῦ καθέκαστον, ἀλλὰ κοινῶς οἱ νόμοι τίθενται. Ο νόμος ἀπὸ τῆς δικαιοσύνης ὠνόμασται, ἔστι γὰρ τέχνη τοῦ καλοῦ καὶ τοῦ ἴσου. Τοὺς νόμους, ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμ βαινόντων, οὐ μὴν τῶν σπανίως εἰσάγεσθαι δεῖ, οὐδὲ ἀπὸ τῶν δυναμένων ἐν ἑνὶ συμβῆναι θέματι· παρ ορῶσι γὰρ οἱ νομοθέται τὸ ἅπαξ ἢ δίς. Οι προγενέστεροι νόμοι εἰς τοὺς μεταγενεστέρους ἕλκονται· αἱ δὲ μεταγενέστεραι διατάξεις ἰσχυρότεραι τῶν πρὸ αὐτῶν εἰσιν. Ἐν οἷς οὐκ ἔσται ἔγγραφος νόμος, ἡ μακρὰ συν ήθεια, ἐπὶ πολλοὺς ἐνιαυτούς δοκιμασθεῖσα, ἀντὶ νό μου κρατεῖ, τάξιν ἔχουσα νόμου. Τὰ κακῶς κριθέντα καὶ τυπωθέντα, οὔτε νόμος, οὔτε χρόνος, οὔτε συνήθεια βεβαιοί. ΚΕΦΑΛ. Β'. Περὶ νομῆς. Νόμοι. Ὅτι δεκαετία ἢ εἰκοσαετία οὐ βοηθεῖ τῷ κακῇ πίστει νεμομένῳ, εἰ μὴ ἡ τριακονταετία καὶ μόνον, εἴπερ αδιακόπως ἐνέμετο, καὶ ὄχλησιν ἐν δικαστηρίῳ μὴ ὑπέμεινε. Ζήτει καὶ ἐν τῷ θ΄ κεφ. τοῦ στοι χείου. Πᾶσα δουλεία καὶ πᾶσα χρῆσις ἐπὶ τῶν μὴ κεχρημένων, διὰ τῆς τοῦ χρόνου παραδρομῆς, ἐπὶ μὲν παρόντων, δεκαετίᾳ, ἐπὶ δὲ ἀπόντων, εἰκοσαε Ο τίᾳ ἀπόλλυται. Ὁ ἔχων δουλείαν τοῦ ποτίζειν καὶ βόσκειν ἐν τῷ ἀγρῷ σου θρέμματα, δύναται κτᾶσθαι δουλείαν τοῦ ἐν αὐτῷ ποιεῖν καλύβην. Ὁ δι᾿ ἀλλοτρίου ἀγροῦ ἕλκων ὕδωρ, εἰδότος τοῦ δεσπότου τοῦ ἀγροῦ, κτᾶται κατὰ τοῦ ἀγροῦ δου λείαν ἐν τῷ νενομισμένῳ τριετίας χρόνῳ, με κωλύ σαντος αὐτὸν τοῦ δεσπότου τοῦ ἀγροῦ. Τὰ κινητὰ πράγματα, ἐπὶ τριετίαν ἀνεπιφωνήτως κρατούμενα, δεσπόζονται. ΑΡΧΗ ΤΟΥ Ξ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α'. Περὶ ξοάνων καθαιρέσεως. Ο τῆς ἐν Καρθαγένῃ συνόδου κανών νη, καὶ μένο
col. 65–66page 29 of 102
PG 145:65Π. τοι καὶ ὁ πδ' τὰ ξόανα πάντα κελεύουσι καθαιρεῖν 84 καὶ τὰ τῶν εἰδώλων ἐγκαταλείμματα ρίζαις αὐταῖς ἐξελεῖν. ΚΕΦΑΛ. Β. "Οτι δεῖ τοὺς ξένους τῶν κληρικῶν ὑποδέχεσθαι. Ζήτει τὸ θ' κεφάλαιον τοῦ 4 στοιχείου. ΑΡΧΗ ΤΟΥ Ο ΣΤΟΙΧΖΙΟΥ ΚΕΦΑΛ. Δ'. "Οτι οἰκονόμον ἔχειν δεῖ τὸν ἐπίσ σκοπον καὶ τὸν ἡγούμενον. Ζήτει τὸ κδ' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Β'. Περὶ οἰωνισμῶν. Ζήτει τὸ γ' κεφάλαιον του στοιχείου. ΚΕΦΑΛ. Γ'. Περὶ ὀνειρασθέντος. Ζήτει τὸ κη' κεφάλαιον τοῦ Κ στοιχείου. ΚΕΦΑΛ. Δ΄. Περὶ ὄρκων. Ζήτει τὸ λβ' κεφάλαιον τοῦ στοιχείου. ΑΡΧΗ ΤΟΥ Η ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Δ΄. Περὶ παιγνίων θυμελικών. Ζήτει τὸ α, κεφ. τοῦ Θ στοιχείου, καὶ ἐν τῷ ιε κεφ. τοῦ 1 στοιχείου κανόνα κζ' τῆς ζʹ συνόδου, καὶ τὸ ζ΄ κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Β΄. Περὶ τῶν ἐν πανδοχείῳ ἐσθιόντων κληρικῶν. Ζήτει τὸ 5' κεφάλαιον τοῦ Κ στοιχείου. ΚΕΦΑΛ. Γ'. Περί παραιτήσεως ἐπισκόπων. Ζήτει τὸ κη' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Δ΄. Περὶ τῶν παρθενίαν ἐλομένων γυ ναικῶν. Ζήτει τὸ ιε' κεφάλαιον τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. Β'. Περὶ τῆς ἐν τῇ Παρασκευῇ νηστείας Ζήτει τὸ δ' κεφάλαιον τοῦ Ν στοιχείου. ΚΕΦΑΛ. 5. Περὶ παρακαταθήκης Παρακαταθήκη ἐστὶ τὸ ἐπὶ παραφυλακή τινι διδό μενον. Ἐὰν ἐξ ἐπιδομῆς λῃστῶν ὁ τὴν παρακαταθήκην λαβὼν ἀπώλεσε ταύτην, οὐ κινδυνεύεσαι τοῖς κληρονόμοις αὐτοῦ ἡ ἀπώλεια. Ο γὰρ παρακαταθήκην λαμβάνων δόλον μόνον καὶ ῥαθυμίαν καὶ ἀμέσ λειαν ἀπαιτεῖται, εἰ μὴ ῥητῶς καὶ ἕτερόν τι συνεφωνήθη. Γ. ΚΕΦΑΛ. Ζ΄. Περὶ τοῦ ἁγίου Πάσχα. Εἶτα τὰς μὲν ἄλλας τῶν ὑποθέσεων, ἂς τὸ προ κείμενον ἀπαιτεῖ σύνταγμα, τοῦ μηδὲν ἐλλείπειν τῶν ἡκόντων εἰς δύναμιν τοῖς σμικρὰ καὶ φρονοῦσι καὶ ὁρῶσιν ἡμῖν ἐμέλησε, τοῦ δὲ σεβασμίου τοσοῦ τον κατολιγωρήσομεν Πάσχα, ἐν ᾧ το κεφάλαιον τῆς περὶ ἡμᾶς τοῦ Κυρίου οἰκονομίας ἐξείργασται, η ὡς μὴ τὰς μεθόδους αὐτοῦ, καὶ τὰς τούτων αἰτίας, ὡς οἷόν τε δήλας θεῖται τοῖς ἀγνοοῦσι; Καὶ τίς ἂν ἐμᾶς δικαίας οὕτω παραιτήσαιτο μέμψεως; Τοιγαρ τα καὶ πρό γε τῶν θείων χρησμῶν, μικρά μοι δου κεῖ διαλαβεῖν ἄττα. Τοῦ Πάσχα τοῦ ἱεροῦ πολλοῦ δέομεν ἐν περινοίᾳ γενέσθαι, μηδέπω κατειληφότες τὸ νομικών· δεῖ γὰρ τοὺς τύπους ἡγεῖσθαι πρὸς τὴν τῆς ἀληθείας συντέλειαν. Τὸ Πάσχα τοίνυν τὸ νομι κὸν Μωσῆς ἐκεῖνος ὁ πάνυ κατά γε την ιδ' τοῦ πρώτου σεληνιακοῦ μηνός τελεῖσθαι νενομοθέτηκε. Πρῶτος δὲ μὴν ἐστιν ὁ παρ' Αἰγυπτίοις μὲν Φαμενὼθ, Δίστρος δὲ παρ᾽ Ἕλλησι, Νισὰν δὲ παρ᾽ Εβραίοις, παρὰ δὲ Ῥωμαίοις ὀνομαζόμενος Μάρ

Beginning of Letter ΠInitium Litterae Π

col. 67–68page 30 of 102
PG 145:67τιος. Ἐν ᾧ τὴν ἐναντίαν τοῦ παντὸς διιππεύων δ διαβατήρια ἥλιος, τὸ πρῶτον ἄρχεται τοῦ λωδιακού κύκλου δω δεκατημόριον εἰοιέναι, ὃ δὴ καὶ ἰσημερινὸν, καὶ μηνῶν ἀρχὴν, καὶ κεφαλὴν τοῦ κύκλου, καὶ ἄφεσιν τοῦ δρόμου τῶν πλανητῶν, οἱ περὶ ταῦτα ἐσχολακότες φιλοῦσι καλεῖν· τὸ δὲ πρὸ τούτου, μηνῶν ἔσχα τον, καὶ τελευταῖον δωδεκατημόριον, καὶ τέλος τῆν τῶν πλανητών περιόδου. Τον Μάρτιον δὲ πρῶτος εἶναι μῆνα πιστεύομεν, ἐξ ὧν ὁ Μωϋσῆς εἴρηκεν, ὡς κελεύσειεν ὁ Θεὸς κατ' ἐκεῖνο τοῦ καιροῦ τὰ δένδρα, καὶ τὰ ἄνθη, καὶ τὰς πόας ἀναβλαστῆσαι. Ορῶμεν δὲ οὐκ ἐν ἑτέρῳ, ἀλλ' ἐν τούτῳ νόμῳ φύσεως, τοῦ Θεοῦ πληρούμενον τὸ ἐπίταγμα. Ὁ μὲν οὖν εἰρημένος μὴν, ὥσπερ ἄρα καὶ οἱ λοιποὶ πάντες, οὐχ ἧττον τοῖς ὀνόμασιν ἢ τῷ ἀριθμῷ τῶν ἡμερῶν διαφέρουσι παρ' ἑκάστοις τῶν εἰρημένων ἐθνῶν. Τὴν γε μὴν ισημερίαν ἡ μὲν τοῦ παντὸς φύσις τὸν αὐτὸν ἀεὶ χρόνον καθ' ἕκαστον ἔτος ποιεῖ, τῷ πολλὴν φέρειν ἀεὶ πρὸς ἑαυτὸ τὴν ἰσότητα τὸ τοῦ ἐνιαυσίου χρόνου διάστημα. Ὁ ἀριθμὸς μέντοι τῶν ἡμερῶν τε καὶ μηνῶν, ὅ τε τοῖς ἄλλοις εἰωθὼς ἔθνεσι, καὶ ᾧ κατὰ Ρωμαίους ἡμεῖς χρώμεθα, οὔτε τὴν αὐτὴν ὥραν, οὔτε τὴν αὐτὴν ἡμέραν συγχωρεῖ γίνεσθαι. Ἐπεὶ γὰρ τὸ ἐνιαύσιον μέγεθος, πρὸς ταῖς τξε' ἡμέραις, καὶ τέταρτον ἔγγιστα προσλαμβάνει, ὅταν ᾗ ἡ ἰση μερία περὶ μεσημβρίαν, τὸ μὲν ἑξῆς ἔτος ἔσται περί δύσιν ἡλίου, τὸ δὲ ἑξῆς, περὶ μέσας νύκτας, καὶ οὕτω μέχρι παντός. Ἐπεὶ δ᾽ αὖθις ἡ ἐπὶ τξε' ἡμέρας ἐπουσία οὐχ ὅλον τέταρτον ἡμέρας περιέχει, ἀλλὰ παρὰ τριακοστόν, ὡς προϊόντες ἀκριβέστερον δείξο μεν, ἡμεῖς δὲ τῷ τῶν ἡμερῶν καὶ μηνῶν ἀριθμῷ κατὰ Ῥωμαίους χρώμεθα, ὡς τοῦ τετάρτου ἀεὶ τε λείου προσγινομένου, καὶ παρὰ τοῦτο κατὰ τέσσαρας ἐνιαυτούς μίαν ἡμέραν ταῖς τξε προστίθεμεν, ἐξ ἀνάγκης τὴν ἰσημερίαν συμβαίνει ἐν τοῖς τ' ἐνιαυ τοῖς πρὸ μιᾶς ἡμέρας γίνεσθαι. Οἷον ἐπεὶ κατὰ τὸ παρὸν ἡ ἰσημερία ἐπιλελόγισται ἡμῖν γινομένη τῇ οκτωκαιδεκάτη του Μαρτίου μηνός, μετὰ τριακόσια ἔτη ἔσται τῇ ἑπτακαιδεκάτῃ· εἶτα μετὰ ἕτερα τοσαύ τα, τῇ δεκάτη έκτῃ, καὶ οὕτως ἀεί. Καὶ γὰρ κατὰ τοὺς χρόνους Ναβουνασάρου περὶ λῆξιν ἐσπερίαν ἐτύγ χανεν οὖσα τῆς τοῦ Μαρτίου πέμπτης καὶ εἰκοστῆς ἐν δὲ τοῖς Φιλίππου τοῦ ᾿Αριδαίου, περὶ μεσημβρίαν τῆς τετάρτης καὶ εἰκοστῆς αὐτοῦ. Ἡνίκα δὲ ὁ Χρισ στὸς τὸν σωτήριον ὑπὲρ ἡμῶν ὑπήρχετο θάνατον, περὶ μέσην νύκτα τῆς κγ' τοῦ αὐτοῦ μηνός· ἐφ' ἡμῶν δὲ νῦν, ὡς δεδήλωται, περί πουτὴν δεκάτην ὀγδόην αὐτοῦ. Οἱ μὲν οὖν λογιώτεροι των Εβραίων, και μάλιστα οἱ τὴν Ἰουδαίαν οἰκοῦττες, οἷος ἦν Ιώσηπος καὶ Φίλων, ἄνδρες φιλοσοφίας ἁπάσης ἐπ' ἄκρον ἐληλακότες, οὐκ ᾤοντο δεῖν πρὸ τῆς ισημερίας τὸ νομικόν ἄγειν Πάσχα. Αὐτοὶ γὰρ οὗτοί φασι δεῖν τὰ διαβατήρια θύειν ἐπίσης ἅπαντας μετὰ ἰσημερίαν κρινεν, μετοῦντος τοῦ πρώτου μηνός. Οἱ δὲ ἀγροικότερον διακείμενοι, καὶ πανταχῆ τῆς οἰκουμένης διεσπαρμένοι, πρῶτον ἐξ ἀμαθίας μῆνα ὑπολαμβάνοντες, ἐν ῷ τὴν ἐαρινὴν γίνεσθαι συμβαίνει μόνον ισημερίαν, εἴτε δὲ πρὸ ταύτης, εἴτε μετὰ ταύτην ὁ πλησιφαής ἀπαντᾶ τῆς σελήνης σχηματισμός, οὐδ᾽ ὁτιοῦν μέλον
col. 69–70page 31 of 102
PG 145:69αὐτοῖς, οὔτε μὴν εἰ μήπω καθαρῶς τοῦ τῆς ἰσημερίας σημείου ἐπέβη ὁ ἥλιος, ἐν τούτῳ ἀσυντηρήτως καὶ πρὸ τῆς ἱσημερίας ἐπετέλουν τὸ Πάσχα. Περί ὧν δοκεῖ καὶ ὁ ζ' τῶν θείων ἀποστόλων κανὼν μοι διορίζεσθαι, ἀφορισμόν καταψηφιζόμενος, εἴ τις τῶν τοῦ κλήρου. τὴν ἁγίαν τοῦ Πάσχα ἡμέραν μετά Ιου δαίων πρὸ τῆς ἐαρινῆς τελέσειεν ισημερίας. Επεί γὰρ οὐ διεζευγμένως ὁ κανὼν ἐπιτιμᾶσθαι θεσπίζει. τὴν μετὰ Ἰουδαίων, ἢ πρὸ τῆς ἐαρινής Ισημερίας ἑορτάζοντα, τὸ εἰρημένον ἄνωθεν νοεῖν ὑποτίθησι. Συμβαίνει δὲ, πέμπτον τῆς σελήνης κύκλον διερχομένης, ᾧ τινι ἐξ ἀνάγκης ὁ εἰκοστὸς ὄγδοος θεμέλιος ἕπεται (οὕτω γὰρ τοῖς πολλοῖς ὁ περιττεύων ἀπὸ τῶν αὐτῆς κύκλων τῶν ἡμερῶν ἀριθμὸς ὀνομάζεται), καὶ περί που τὴν τοῦ Μαρτίου ἑπτακαιδεκάτην τὸ πλησιφαὲς ἀκριβῶς ὑπολευκαινούσης, ἐκείνους μεν ἀνεπιστημόνως πάνυ καὶ προπετῶς τηνικαῦτα τὴν ἑορτὴν ἄγειν· τοῦτο γὰρ ἔτι καὶ νῦν ὁρῶμεν παρα νόμως ποιοῦντας, τοὺς ταῖς ἡμετέραιι πόλεσιν ἐπιχωριάζοντας. Ἡμεῖς δὲ τὸ ἀδεὲς ἡμῖν αὐτοῖς περι ποιούμενοι, καὶ ὡς οὐχ ὅσια ὁρῶσι πολλὰ χαίρειν αὐτοῖς φάσκοντες, ἐπὶ τὸν ἑξῆς σεληνιακὸν ἐπειγόμεθα μήνα, ὃν αἱ τοῦ ᾿Απριλίου ἀριθμεῖν ἡμέραι πεφύκασιν, ἡνίκα καὶ μακρῷ τῷ τῶν ἡμερῶν δια στήματι διέχειν συμβαίνει τοῦ παρ᾽ Ἰουδαίοις τὸ ἡμέτερον Πάσχα. Οὕτω γὰρ οἱ θεῖοι Πατέρες σοφῶς ἄγαν καὶ ἠκριβωμένως ἐσκόπησαν τοὺς τῶν θείων ἀποστόλων θεσμούς, παντὸς μᾶλλον οικονομούμενοι τὸ βέβαιον ἔχειν, οὐ μὴν εἰ μετὰ τὴν ἐαρινὴν ἐκεί νην τὸ Πάσχα τελέσουσιν ισημερίαν, συνεορταστέον αὐτοῖς. Τοῦτο γὰρ καὶ ὁ τῆς ἐν ᾿Αντιοχείᾳ πρῶτος ἀπαγορεύει κανὼν, ἐξεπίτηδες, ὡς ἔοικε, τὸν νοῦν Ερμηνεύων τοῦ ἀποστολικοῦ τοῦδε κανόνος, ὅτι δύο τίθησιν ἐπὶ τοῦ Πάσχα διαρισμοὺς ὁ κακών, εἰ καὶ οὕτω τὸν λόγον προήγαγε. Τοῖς Ἰουδαίοις ἡμᾶς μὴ συνεορτάζειν, καὶ τὴν ἐαρινὴν περιμένειν ισημερίαν. Οἷς ἕτεροι δύο ἐξ ἀνάγκης επηκολούθησαν, ἄγειν τε τὴν ἑορτὴν εὐθὺς τῇ πρώτῃ μετὰ τὴν ισημερίαν πανσελήνῳ, καὶ μετὰ ταύτην μὴ ἐν οἱαδήποτε τῶν ἡμερῶν ἁπλῶς, ἀλλ' ἐν τῇ πρώτῃ μετὰ τὴν πανσέληνον εὐθὺς τῆς ἑβδομάδος ἡμέρᾳ. Καὶ οἱ μὲν ἄλλοι τῶν διορισμῶν ἔτι καὶ νῦν βεβαίως διατηροῦνται· ἡ δὲ μετὰ τὴν πανσέληνον πολλάκις ἡμῖν ὑπερτίθεται Κυριακή, τῷ δύο προστίθεσθαι ἡμέρας ἑκάστου ἔτους τῷ Πάσχα τῷ νομικῷ, καὶ μετ᾽ ἐκείνας ἐπὶ τὴν Κυριακὴν ἔρχεσθαι. Συνέβη δὲ τοῦτο οὐκ ἐς ἀγνοίας ἢ ἀπειρίας τῶν θεσπισάντων Πατέρων τὸν περὶ τοῦ Πάσχα τουτονὶ νόμον, ἀλλὰ τῷ δρόμῳ τῆς σελήνης τὰ τῆς αἰτίας ἀναφέρεται ταύτης. Ἐπειδὴ γὰρ αὖθις τὸ ἐνιαύσιον κίνημα δι' ἡμερῶν ἀποκαθίσταται τρια. πασίων εξήκοντα πέντε καὶ τεταρτημορίου ἡμέρας ἔγγιστα, ὡς εἴρηται, αἱ δὲ μέσαι τῆς σελήνης κατὰ μῆκος πάροδοι οὐκ ἀποκαθίστανται ἐν ὅλοις ἔτεσι ιθ' τοῖς κατὰ προσθήκην τοῦ τετάρτου ἀριθμουμέν νοις, ἀλλὰ παρὰ μιᾶς ἡμέρας ἑξηκοστὰ πρῶτα τρία, και δεύτερα τριάκοντα ἑπτὰ. τούτου χάριν ἐν τὸν ἐνιαυτοῖς, οὐχ ὅλοις πάλιν, ἀλλ' ἐλαττουμένοις ἡμέ ρας οὐδὲν, ἐξηκοστὰ πρῶτα νζ' καὶ δεύτερα νβ', ἤτοι μίαν ἡμέραν ἔγγιστα, ἡ εἰρημένη γίνεται ἀποκατά θεμέλιος
col. 71–72page 32 of 102
PG 145:71νον ἡμέραι εὑρίσκονται προστιθέμεναι ἐν τῇ τοῦ νου μικοῦ Πάσχα εὑρέσει, τῆς πανσελήνου μὴ δυναμένης καταλαβεῖν ἀρτίως τὴν ὁρισθεῖσαν τότε τοῖς Πατράσι ποστὴν τοῦ μηνός, ἐλαττουμένης, ὡς εἴρη ται, ἐν τριακοσίοις τέσσαρσιν ἔτεσι, μίαν ἡμέραν ἔγγιστα. Καὶ τοιαύτην μὲν ὁ χρόνος περὶ τὴν ἡμέραν τοῦ Πάσχα καὶ ἡ τῶν φωστήρων κίνησις τὴν ἀνωμαλίαν πεποίηκε· τῇ εὐσεβείς γε μὴν οὐδοπωστιούν τοῦτο λυμαίνεται, ὅτι μὴ καὶ τὰ μεγάλα συμβάλλεται. Περιφανεστέρα γὰρ ἐντεῦθεν ἡ διάστασις δεί κνυται τῆς τε τοῦ νομικοῦ καὶ τοῦ ἡμετέρου τελετῆς Πάσχα, οὐ μιᾶς ἡμέρας, ὡς τότε, ἀλλὰ τριῶν μεσο λαβουσῶν τοὐλάχιστον. Διὰ γὰρ τοῦτο πάντως καὶ τὴν ἡμέραν οἱ Γατέρες μετενηνόχασιν ἐπὶ τὴν Κυ ριακήν· εἰ δ᾽ ἐν Κυριακῇ τὸ νομικόν τύχοι Πάσχα, ἐπὶ τὴν ἑξῆς μεταβαίνειν διωρίσαντο, τὴν θεομάχον καὶ ἀνέορτον αὐτῶν ἑορτὴν ἡμᾶς ἐκτρέπεσθαι, καὶ μακρῷ τῷ διαστήματι τὴν ἡμετέραν ἐκείνης πᾶσι τρόποις ἀποδιίστασθαι, ἐν καλῷ κεῖσθαι σκοπή σαν τες. Ταῦτα δὲ πλατυκώτερον ἡμῖν προϊοῦσι δειχθήσεται, ἔνθα καὶ κανόνια ἐκτέθεινται, τήν τε ισημερίαν καὶ τὰς πανσελήνους ολοσχερέστερον ἑρμηνεύοντα, καὶ ἐν ποίοις ἔτεσι φανερῶς ἡ τῶν συζυγιών διατ δείκνυται. στασις. Διὰ δὴ τοῦτο ἀρτίως δύο μετὰ τὴν πανσέλη. φῶς ᾿Αλλὰ γὰρ καλὸν ἂν εἴη σκοπῆσαι, καὶ τίνος ἕνε κεν μετ' ισημερίαν ἐαρινὴν τὸ Πάσχα τελεῖν προστετάγμεθα. Ότι το: ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸν κόσμον παραγαγόντος τοῦ Θεοῦ, ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τῆς ἑβδόμης ἀκριβὴς ὑπῆρχεν ἐσημε ρία, μήτε τῆς ἡμέρας, μήτε μὴν τῆς νυκτὸς τὴν ἑτέραν, μηδὲ τὸ ἀκαριαῖον πλεονεκτούσης. Ει γάρ καὶ ἡ τετάρτη τῶν ἡμερῶν, τῶν φωστήρων ηὔχει θεωμένη την γένεσιν, ἀλλ' οὐκ ἦν αὐτοῖς ἐπιτετραμμένον καὶ τὴν ἐναντίαν ἰέναι, ὥς γε δὴ τανῦν, τοῦ παντός. Ὁ μὲν γὰρ ἥλιος, τὸ πρῶτον ἐσημερινών εὐθὺς τμῆμα τοῦ ζωδιακοῦ ὑπελθὼν, ἐν τῇ πρώτη τοῦ κριοῦ ἵδρυτο μοίρᾳ· ἡ δέ γε σελήνη, ἐν τῇ κατὰ διάμετρον τούτου χώρᾳ παραχρῆμα διίστατο, τὸ φθινοπωρινὸν μὲν, ἰσημερινὸν δὲ καὶ αὕτη, τὸν ζυγόν, διιππεύουσα, μηδὲ βραχὺ τοῦ ἡλίου προεκπηδῶτα, ὡς γοῦν πέφυκε τρέχειν τὴν τήμερον. Οὐ γὰρ ἦν ἄλλως τὸ πλησιοχές ἀκριβῶς αὐτῇ περισώζεσθαι, μηδὲν ἀτελὲς ἐξ ἀρχῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς ὑποδεικνύντος πεποιηκέναι, εἰ καὶ τὸ τετραμμένον πρὸς τὸν ἥλιον αὐτῆς ἅπαν μέρος, διόλου πεφωτισμένον τυγχάνον, τῷ διαφόρῳ τῆς κινήσεως ποικίλα τὰ τῶν φωτισμῶν ἡμῖν ὑποφαίνει σχήματα. Ὁμιλῶς τοίνυν καὶ ἄμφω τὰ φῶτα, μᾶλλον δὲ ἀκινήτως ὁμοῦ τῷ παντὶ συγκινούμενα, τὸ τέλος οἱονεὶ τῆς τοῦ παντὸς δημιουργίας ἀνέμενον. Τῇ γε μὴν ἕκτῃ, χερσὶ Θεοῦ ὁ ἄνθρωπος πλάττεται, ισημερίας εἰσέτι καλὸν ἐπαν θούσης, καὶ τῆς σελήνης τῷ δαψιλεῖ τῆς αίγλης πρὸς τὸν ἥλιον ἱσταμένης ἐξ ἐφαμίλλου σχεδόν. Οὐ γὰρ ἦν εἰκὸς, ἢ τὸν πρῶτον ἄνθρωπον πρὸ τῆς ἰσημερίας πλασθῆναι, ἡνίκα σκότῳ τὰ πάντα ἐκρύπτετο; ὅς διὰ τὴν πολλὴν πρὸς τὸ φῶς οἰκειότητα, καὶ τοῖς
col. 73–74page 33 of 102
PG 145:73Π. ἀπηλλοτριωμένοις τοῦ τῆς εὐσεβείας φωτός, φῶς κατὰ λόγον προσείρηται, ἢ τοὺς φωστῆρας τοῦ προσο ήκοντος καθυφεῖναι κόσμου, νῦν πρῶτον δορυφοροῦντας τῷ βασιλεύειν τῆς κτίσεως μέλλοντι· ἄλλως τε καὶ τοῦ χρόνου μέλλοντος δημιουργεῖοθαι, ἔδει τὴν ἡμέραν δήπου καὶ τὴν νύκτα ἄρτι παραγενομένας, ἐκ τῆς ἰσότητος ἄρξασθαι· ἐπεὶ καὶ προτέρα κατά φύσιν αὕτη τῆς ἀνισότητος, ὡς αἱ ἕξεις τῶν στερήσεων, τοῦ Θεοῦ ἡμᾶς ἐντεῦθεν διδάσκοντος τὸν τῆς ἰσότητος νόμον, ἐν ᾧ τὸ τῶν ἀρετῶν ἕστηκεν, ἐπί προσθεν τιθέναι πάσης πλεονεξίας καὶ ἀνισότητος εἶθ᾽ οὕτω τῶν φωστήρων μετὰ τὴν ἑβδόμην ἡμέραν, ὡς ἐξ ἀφετηρίας τρέχειν ὑπαρξαμένων, καὶ μὴ ἰσου ταχῶς πεφυκότων κινεῖσθαι, τὴν ἀνωμαλίαν ἐπεισελθεῖν. Ἐπεὶ γοῦν τὴν ἐξ ἁμαρτίας τοῦ ἀνθρώπου πτῶσιν εὐδόκησεν ὁ Κύριος ἐπανο φώσασθαι, προσ ᾤκον ἦν ἐν τῇ τοῦ χρόνου ισημερινῇ ἀρχῇ, καθ᾿ ἣν ὁ ἄνθρωπος τὴν πρώτην ἔσχε πλάσιν, καὶ τὴν αὐτοῦ οἰκονομηθῆναι ἀνάπλασιν, καὶ ὅτι, ἐπειδὴ τὸ φῶς ἔμελλεν αὔξειν τῆς εὐσεβείας, καὶ τὸ σκότος τῆς ἀσεβείας μειοῦσθαι, μετ' ισημερίαν τὸ σωτήριον Πάσχα οὐκ ἔξω λόγου τελεῖται, ἡνίκα τὸ μὲν τῆς ἡμέρας φῶς ἐπιδίδωσι, τῆς νυκτὸς δὲ τὸ σκότος ἐλαττοῦται. Οὐκ ἀεὶ δὲ κύριον γίνεται Πάσχα, διότι ἐπὶ τούτου χρὴ πολλὰ συνδραμεῖν. Οὐ μόνον γὰρ τὸ κατ᾽ ἔτος ἐπιζητούμενον τῆς σελήνης πλῆρες, ὅπερ ἡ τῶν ἡμερῶν τεσσαρεσκαιδεκάτη ταύτῃ χαρίζεται, τῇ ἐσημερίᾳ δεῖ συνελθεῖν, ἀλλὰ καὶ τὴν ἔκτην τῶν ἡμε τῶν, καὶ τὴν τοῦ Μαρτίου τρίτην καὶ εἰκοστὴν, ἅπερ καὶ ὅτε ὁ πρῶτος Ἀδὰμ ἐπλάττετο, καὶ ὅτε πρὸς τοῦ δευτέρου Αδάμ αὐτὸς οὗτος ἀνεπλάττετο, συνημμένα ἦν. Ταῦτα δὲ σπανίως εἰώθει συμπίπτειν· διὸ καὶ οἱ λεγόμενοι ἐμβόλιμοι μήνες εἰσαγόμενοι, τὴν περὶ τὸν καιρὸν τοῦ Πάσχα ποιοῦσιν ἀνωμαλίαν. Ἐπιζητοῦμεν γὰρ ἐπὶ τῷ σωτηρίῳ πάθει, προηγουμένως μὲν, ὡς δεδήλωται, τὴν τῆς σελήνης ιδ' μετ' σημερίαν εἶναι· εἰ γὰρ μικρόν γοῦν φθάσειε ταύτην, νόμος παρ' ἡμῖν θεῖος, τὸν μὲν σεληνιακὸν ἐκεῖνον μῆνα παντάπασιν ἀθετεῖν, πρὸς δὲ τὴν ιδ' τοῦ ἑξῆς ἀπαντᾶν· ἔπειτα Κυριακῇ τὸ Πάσχα τελεῖν, καὶ τοῖς Ἰουδαίος μὴ συνεορτάζειν. Οὐ χάριν, καὶ εἴ γε Κυ ριακῇ τὸ Ἰουδαϊκὸν Πάσχα συνέλθοι, εἰς τὴν ἑξῆς ἡμεῖς ὑπερτιθέμεθα τὸ ἡμέτερον, ἥτις καθαρὰ δή που καὶ ἐλευθέρα τῆς τῶν Ἰουδαίων ἔσται τελετῆς. ᾿Ανωμαλίας οὖν διὰ ταῦτα περὶ τῆς ἑορτὴν γινομένης τοῦ Πάσχα, τῆς κυρίας τοῦ μηνὸς ἡμέρας ἐπὶ τὸ πλεῖστον διαμαρτάνομεν. Ὁ γὰρ Κύριος τὸ σω τήριον ὑπῆλθε πάθος, εφλθ᾽ ἔτους ἐνισταμένου, τρί τον μὲν καὶ εἰκοστὸν τοῦ ἡλίου κύκλου διανύοντος, δέκατον δὲ τῆς σελήνης· καὶ οἱ μὲν Ἰουδαῖοι περὶ τὸ Ἰουδαϊκὸν εἶχον Πάσχα τῇ τελευταία μεν τῆς Εβδομάδος ἡμέρᾳ, ὡς φασιν οἱ εὐαγγελισταί, μεγά λην ἀποκαλοῦντες τὴν ἡμέραν ἐκείνην τοῦ Σαββάτου, τετάρτῃ δὲ τοῦ Μαρτίου καὶ εἰκοστῇ. Τῆς δὲ ἐπιούσης Κυριακῆς, ἥτις τῷ ἡλίῳ ἀφώρισται κατεξαίρε τον, καὶ εἰς τὴν πέμπτην καὶ εἰκοστὴν ἀκολούθως τοῦ Μαρτίου ἐτέλει, ὁ νοητὸς τῆς δικαιοσύνης ἥλιος Χριστὸς ἐκ τοῦ τάφου ἀνέτειλεν. Ἐπεὶ τοίνυν τὸ ς
col. 75–76page 34 of 102
PG 145:75νομικόν, ὡς εἴρηται, Πάσχα ιδ' τῆς σελήνης μετ᾿ ἰσημερίαν τελεῖται, ἀπὸ τῆς κα' του Μαρτίου μέχρι τῆς ιη' τοῦ ᾿Απριλίου εἰωθὸς ἐμπίπτειν, τὸ δὲ ἡμέ τερον τῇ μετὰ τοῦτο Κυριακῇ, δημιουργὸς δὲ τῶν ἡμερῶν τε καὶ ἑβδομάτων ὁ ἥλιος, ἀμφοτέρων τῶν φώτων τοὺς κύκλους διαμετρούμενος, τὸ προκείμενον ἐκ τοῦ ῥᾷστου θηρῶμεν. Κύκλοι τοίνυν ἐτέθησαν τῇ μὲν σελήνῃ ιθ', ὀκτὼ δὲ καὶ εἴκοσι τῷ ἡλίῳ· κἀκεῖνοι μὲν ἀπὸ τοῦ Ἰανουαρίου νόμῳ φύσεως ἄρχονται, ὥσπερ δὴ καὶ ὁ ταύτης θεμέλιος· οἱ δέ γε τοῦ ἡλίου τὴν ἀρχὴν τοῦ Ὀκτωβρίου ἔσχον ἀρχήν· οὐδέτερον αλόγως οἶμαι, εἰ καὶ τὰς αἰτίας τούτων ἔργον διεξελθεῖν. Διὰ τί ιθ΄ τῆς σελήνης εἰσὶ κύκλοι. Μέχρι μὲν οὖν τῶν ιθ' οἱ τῆς σελήνης ἀναβιβάζονται κύκλοι· διὰ τοῦτον τὸν τρόπον ὁ σεληνιακὸς μὴν τέως, κατὰ τὸ πρόχειρον, δι' ἡμερῶν γίνεται κθ' καὶ ἡμισείας· ταύτῃ τοι καὶ κατ᾽ ἐνιαυτὸν οἱ τῆς σελήνης ιβ΄ μήνες, εἰς ἡμέρας ποσοῦνται τνδ᾽, ἐν θεουσῶν πρὸς τὰς τε καὶ τοῦ τεταρτημορίου τῆς ἡμέρας, ἃς ὁ ἥλιος κατ᾽ ἐνιαυτὸν ποιεῖται, ἡμερῶν ια΄ και τετάρτου. Εννεακαιδεκάκις δὲ τῇ ἡλιακῇ κινήσει γινόμενος ὁ ἐνιαυτὸς, καὶ ποιῶν ἡμέρας 5700 πρὸς τῷ ἡμίσει καὶ τετάρτῳ, τοὺς μὲν ιβ' σεληνιακούς μῆνας ἰς σκη' περιίστησιν ἐν ἡμέραις ςψας, τὰς δὲ εἰρημένας περιττὰς ἡμέρας, ἤτοι τὰς ια΄ καὶ τὸ δ' εἰς ἑτέρους σεληνισκοὺς μῆνας ἑπτὰ, έχοντας ἡμέρας σς' καὶ ἡμίσειαν. Ἔτι δὲ εὑρίσκονται περιττεύουσαι ἡμέραι ζ' καὶ τέταρτον· ἀλλὰ καὶ αὗται τῇ τοῦ κύκλου τῆς ἐννεακαιδεκαετηρίδος ὁλό τητι συνυπάγονται, ὡς δειχθήσεται. Ἐπεὶ γὰρ, κατὰ τὸν Πτολεμαῖον, οὐχὶ κθ' ἡμερῶν καὶ λ' πρώ των λεπτών μόνον, ἤτοι ἡμισείας ἡμέρας, ὁ σεληνιακὸς γίνεται μὴν, ἀλλὰ καὶ ἑτέρου λεπτοῦ ἑνὸς ἡμίσεως καὶ τρίτου, ἤγουν ἑνὸς πρώτου καὶ ν' δευτέρων· καὶ τοῦτο ἀποδείκνυσι διὰ τῶν γινομένων ὅλων μηνῶν ἀπὸ ἐκλείψεως εἰς ἔκλειψιν· ταῦτα, τὸ ἕν, λέγω, λεπτὸν, καὶ τὸ ἥμισυ, καὶ τὸ τρίτον, ἐν ταῖς εἰρημέναις σλέ τῆς σελήνης παριόδοις αναβι βαζόμενα, ποιοῦσι λεπτὰ πρῶτα ὑλ', καὶ δεύτερα ν', ἅπερ ἅπαντα ἐπὶ τὰ ἑξήκοντα μεριζόμενα, τὰ μὲν υπ' ποιοῦσιν ἡμέρας ἑπτά. Τὰ δὲ ὑπολειπόμενα πρῶτα δέκα, καὶ πεντήκοντα δεύτερα, οὐ δύνανται τέταρ τον ἡμέρας ποιῆσαι· λείπουσι γὰρ λεπτά πρώτα 3 τέσσαρα, καὶ δεύτερα δέκα· καὶ τοῦτο κατὰ λόγον διὰ τὸ ἐνδεῖν ἑκάστῃ ἐννεακαιδεκαετηρίδι, ὡς ἀπο δέδεικτα: τῷ Πτολεμαίῳ, λεπτῶν πρώτων τριῶν καὶ δευτέρων λζ'. Εἰ δὲ καὶ ἔτι λείπουσι λεπτὸν πρῶτον ἕν, καὶ κ' δεύτερα, οὐκ ἔξω λόγου καὶ τοῦτο, διότι οὐχὶ τέταρτον ἡμέρας ὁλόκληρον συναπαρτίζει τὸν ἐνιαύσιαν κύκλον, ἀλλὰ παρὰ τριακοστόν ἡμέρας, ὡς ἐν ἄλλοις εἰρήκαμεν. Καὶ οὕτω μὲν ὁ σεληνιακὸς κύκλος ἐξ ἀνάγκης ἐν μόνοις γνωρίζεται ιθ' ἔτε σιν, ὡς καὶ τοῦ περιττουοντος τῶν κατ' ἔτος σελη νιακών περιόδων διὰ δεκαεννέα μόνων ἐτῶν εἰς τὰς τοιαύτας ἐντελεῖς περιόδους ἀναβιβαζομένου, καὶ πάσας τὰς εἰρημένας σλε' ποιοῦντος πάντη ανελλι
col. 77–78page 35 of 102
PG 145:77Π. πεῖς, καὶ μηδέν τι λοιπὸν ἐχούσας περιττόν, ὥσπερ ἦν τῷ κύκλῳ τούτῳ σκοπός. Εκάλεσαν δὲ τὸν χρό νον τοῦτον περιοδικὸν, ὡς εἰς μίαν ἀποκατάστασιν ἄγοντα τας διαφορὰς τῶν κινήσεων τῶν φώτων ἀμ. φοῖν. Διὰ τί εἰσιν εἰκοσιοκτώ οἱ τοῦ ἡλίου κύκλοι; Εἰς κι' δὲ κύκλους ἄνεισιν ὁ τοῦ ἡλίου δρόμος, ὅτι αἱ τξε' καὶ τέταρτον ἡμέρας τοῦ χρόνου ποιοῦσιν ἑβδομάδας νβ', καὶ περιττεύει καθ' ἕκαστον χρό τον ἡμέρα μία, καὶ κατὰ τέσσαρας χρόνους αὖθις ἑτέρα μία. Όθεν καὶ ζητοῦντες εὑρεῖν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως τὴν τῆς ἑβδομάδος ἡμέραν, καθ' ἕκαστον κύκλον αὐτοῦ ἡμέραν μίαν προσλαμβάνου μεν, καὶ μετὰ τέσσαρας χρόνους, χάριν τοῦ βισέ κτου, ἑτέραν μίαν· καὶ συμποσοῦντες, τὴν ζητουμένην ἡμέραν εὑρίσκομεν. Αἱ οὖν περιττεύουσαι αὗται ἐν οὐδενὶ ἑτέρῳ χρόνῳ ὁλοκλήρους ἑβδομάδας ἀπαρο τίσαι δύνανται, ὡς ἐν τῷ τέλει τοῦ χρόνου καὶ τέλος ἐβδομάδος εὑρεθῆναι, εἰ μὴ ἐν τῷ κη' κύκλῳ. γὰρ κι' ἡμέραι ἑβδομάδες γίνονται τέσσαρες, καὶ τὰ κι᾿ τέταρτα τῶν ἡμερῶν, ἑβδομὰς αὖθις μία, ὅπερ ἐν ἑτέρῳ οὐχ οἷόν τε συμβῆναι κύκλῳ, εἰ μὴ ἐν τῷ κη' ἢ ἐν τῷ δὶσ κη'; ἢ τρὶς κη' καὶ ἑξῆς. Ἐὰν δὲ ἐπέκεινα τῶν ιθ' τῆς σελήνης κυκλών, ἢ τῶν κη' τοῦ ἡλίου, ἐθελήσωμεν ἐκτεῖναι τὸν ἀριθμὸν, εὑρε θήσεται τὸ ζητούμενον ἐν τοῖς ἐπέκεινα κύκλοις, ὡς καὶ ἐν τῳ α' ἢ β' ἤ γ' κύκλῳ ἐπεγινώσκετο. Διὰ τί ἀπὸ τοῦ Ἰανουαρίου οἱ τῆς σελήνης κύκλοι καὶ θεμέλιοι ἄρχονται. ᾿Απὸ δὲ τοῦ Ἰανουαρίου μηνός τόν τε κύκλον τῆς σελήνης καὶ τὸν θεμέλιον ψηφίζειν ἀρχόμεθα, ὅτι τῇ μὲν τετάρτῃ τῆς ἑβδομάδος ἡμέρᾳ δ τε ἥλιος καὶ ἡ σελήνη τῷ δημιουργῷ λόγῳ εἰς τὸ εἶναι παρήχθησαν, τῷ δὲ πεντεκαιδεκάτῳ δρόμῳ τοῦ κατὰ τὸν Μάρτιον μῆνα σεληνισμοῦ μηνός, ἄρτι πρῶτον ἀνατετάλκασιν, ἅτε τῆς σελήνης πεντεκαιδεκαταίας εὐθὺς καὶ τελείας ἀναφανείσης, μηδὲν ἀτελὲς ἐξ ἀρχῆς τοῦ Θεοῦ πεποιηκέναι θελήσαντος· ἵνα μετὰ τὸ δῦναι τὸν ἥλιον πρωί ἀνατείλαντα, καὶ τὴν εἰς ἐξουσίαν αὐτῷ δοθεῖσαν ἡμέραν ὅλην καταφωτίσαντα, ὅλην καὶ αὐτὴ καταυγάσῃ τὴν ὑπεξούσιον νύκτα. ᾿Απὸ τῆς ιε' οὖν τοῦ Μαρτίου μέχρις ὅλου τοῦ Δε κεμβρίου μήνες εὐρίσκονται ηλιακοὶ μὲν θ' καὶ ἥμισυς, διαφόρους ἡμερῶν ἕκαστος ποσότητας ἔχον τες· οἱ δὲ τῆς σελήνης, δι᾿ ἡμερῶν ἀεὶ γινόμενοι κθ' καὶ ἡμισείας, οὐ μόνον μῆνες ὁρῶνται τοσούτοι. ἀλλὰ πρὸς τούτοις καὶ ἡμέραι περιττεύουσιν ια'. Ὁ γὰρ Ἰανουάριος καὶ ὁ Φεβρουάριος συντιθέμενοι, η οὐδὲν πλεον φέρουσι σεληνιακῶν δύο μηνῶν. Ἐπεὶ εν τῇ τοῦ Ἰανουαρίου α' ὁ περιττεύων τῶν ια' ἡμε των ἀριθμὸς σαφῶς ἀνεφάνη μετὰ τὴν ἀπαρτισμὸν τοῦ τελείου τῆς σελήνης κύκλου, ἀναγκαίως ἀπὸ τοῦ Ἰανουαρίου ὅ τε κύκλος αὐτῆς, καὶ ὁ περιττεύων ἀριθμὸς ἀρχεται, θεμέλιος τῶν ἡμερων τοῦ ἑξῆς αὐτ τῆς κύκλου καὶ ὢν καὶ καλούμενος. Δια τί ἀπὸ τοῦ Οκτωβρίου οι κύκλοι τοῦ ἡλίου ἄρχονται. ᾿Απὸ δὲ τοῦ Ὀκτωβρίου τὰς τῶν κύκλων τοῦ Ηλίου φαμὲν ἄρχεσθαι περιόδους, ὅτι τῷ ιε δρόμῳ τοῦ Μαρτίου μηνός, ἀνατείλαντος τοῦ ἡλίου, μέχρι
col. 79–80page 36 of 102
PG 145:79τοῦ Ὀκτωβρίου μηνός, ἐνηλλαγμένως αἱ τῶν μηνῶν β ἡμέραι πρὸς τὰς τῆς ἑβδομάδος ἐφέροντο· τῇ δὲ α' τοῦ Ὀκτωβρίου εὑρεθείσης καὶ τῆς ἑβδομάδος ἐν τῇ αἱ τῶν αὐτῆς ἡμερῶν, ἐκεῖθεν καὶ ἀρχόμεθα. Οὐδεὶς γάρ τῶν μηνῶν ἔτερος, ὅτι μὴ μόνος ὁ Οκτώ βριος, κατὰ τὴν πρώτην τοῦ ἡλίου περίοδον τὴν πρώτην τῶν αὐτοῦ ἡμερῶν τῇ πρώτῃ τῆς ἑβδομά δις ἔχει συμπίπτουσαν. Ἐκ τούτου τοίνυν ἀρχόμενοι, ἑκάστου τῶν ἑξῆς μηνῶν τὰς μὲν κη' ἡμέρας ἐῶμεν, ὡς ὁλοκλήρους ἑβδομάδας ἀπαρτιζούσας, τὰς δὲ ἐπέκεινα τούτων λαμβάνομεν, ἕως ἂν εἰς τὴν ἡμέραν ἔλθωμεν, περὶ ἧς τὴν ζήτησιν ἔχομεν. Ὅτι δὲ κατὰ τὸν πρῶτον τῆς δημιουργίας τοῦ ἡλίου κύ κλον οὕτω συνήντησε, καταμαθεῖν εὐπετές. Ἀπὸ τῆς ιε' τοῦ Μαρτίου, ἐν ᾗ την γένεσιν ἔσχεν ὁ ἥλιος, μέσ χρις ὅλου τοῦ Σεπτεμβρίου, μετὰ τῶν πρὸ τοῦ ἡλίου τριῶν ἡμερῶν ἡμέραι γίνονται σγ', αἵτινες ποιοῦσιν ἑβδομάδας ἐννέα καὶ εἴκοσιν· ἑπτάκις γὰρ τὰ εἴ κοσιν ἑκατὸν τεσσαράκοντα, καὶ ἑπτάκις τὰ ἐννέα, ἑξήκοντα τρία· λοιπὸν ἡ πρώτη τοῦ Ὀκτωβρίου ἐγένετο καὶ πρώτη τῆς ἑβδομάδος. Πῶς ὁ τῆς σελήνης εὐρίσκεται κύκλος. Ἀλλ᾿ ἡνίκα τὸν τῆς σελήνης κύκλον εὑρεῖν ἐθελήσειας, τοῖς δακτύλοις τῶν χειρῶν τὸ ἐνιστάμενον ἔτος λάμβανε. Κείσθω δὴ τὸ ἐφ' ἡμῶν σωμγ, καὶ ἐπεὶ τὴν αὐτὴν ἀναλογίαν ἔχουσι τῷ ιθ' ἀριθμῷ τῶν τῆς σελήνης κύκλων ὅ τε ρὴ καὶ ὁ από', ἄφελε πρῶτον ἐκ τρίτου τον αλ· Εἶτα τῶν μεινάντων αρμγ' ἀφελών εξάκις τὸν ρ'', ἔξεις τὰ περιλειπόμενα τρία, ἅπερ εἰσὶν ὁ κύκλος τῆς σελήνης. Εἰ δὲ βούλει, κράτησον τὸ μικρὸν ἔτος μόνον, ἤτοι τὰ μγ' πρόσθες καὶ τὰ ιζ' τὰ περισσεύσαντα ἀπὸ τῆς παρ ελθούσης ἑκατονταετηρίδος, καὶ τὰ ὁμοῦ γινόμενα ξ' ὕφελε ἐπὶ τῶν ιθ΄, καὶ τὰ καταλειφθέντα τρία δηλοῦσι τρανῶς τῆς σελήνης τὸν κύκλον, Πῶς ὁ τῆς σελήνης εὑρίσκεται θεμέλιος. Τὸν δὲ ταύτης θεμέλιον ἀκριβῶς εἴσῃ, ἐάν περ ὃν εὗρες αὐτῆς κύκλον ἐνδεκαπλασιάσας, καὶ τρεῖς ἡμέρας τούτοις προσθεὶς, ὑφέλῃς ἐπὶ τῶν λ´ καὶ καταλειφθέντα ἀριθμόν, ὡς θεμέλιον τῆς σελήνης κρατήσῃς. Δἱ δὲ τρεῖς αὗται ἡμέραι προστίθενται, διὰ τὸ μὴ ἀποκαθίστασθαι τὰς τῆς σελήνης κατὰ μῆκος παρόδους ἐν ὅλοις ιθ' ἔτεσιν, ὡς εἴρηται ἀλλὰ παρὰ μιᾶς ἡμέρας ἐξηκοστὰ πρῶτα τρία, καὶ δεύτερα τριάκοντα ἑπτά, ὥστε εἰς τριακοσίους τέσ σαρας ἐνιαυτούς μίαν ἡμέραν έγγιστα τὸν κύκλον 5929 ἐλαττοῦσθαι τῆς σελήνης. Διὰ δὴ τοῦτο ἐπὶ μὲν τοῦ ελιχθ' ἔτους τοῦ κόσμου οὐδεμία ἡμέρα τῷ ἐνδεκα πλασιασμῷ τοῦ κύκλου τῆς σελήνης προσετίθετο· τὸ ἀπ' ἐκείνου δὲ ἄχρι τοῦ ςσλγ' ἔτους μία προσετέθη· ἐντεῦθεν δὲ μέχρι τοῦ ςφλζ' ἔτους, δύο· αὖθις δὲ ἄχρι τοῦ ωμα τρεῖς· εἰσέπειτα δὲ, κατὰ τὸ ἴσον τοῦ εἰρημένου χρόνου διάστημα, τέσσαρες προστεθήσονται. Πλὴν καὶ κατὰ τὸ παρὸν, τὸν ιζ' τὸν επ καὶ τὸν θ' κύκλον τῆς σελήνης ἐνδεκαπλασιάζων, τέσσαρας ἡμέρας προσθήσεις, καὶ οὕτω τὴν ποστὴν τοῦ πεληνιακοῦ εὑρεῖν ἄν δυνηθείης μηνός. Πῶς οἱ τοῦ ἡλίου κύκλοι εὑρίσκονται. Ωσαύτως καὶ ἐπὶ τοῦ ἡλίου, κράτησον ταῖς χερσὶ
col. 81–82page 37 of 102
PG 145:81τὸ τρέχον ἀρτίως ςωμγ΄ ἔτος· καὶ ἐπεὶ ὁ εἰκοστὸς 6843, ὄγδοος τῶν κύκλων τοῦ ἡλίου ἀριθμὸς ἀναλογεῖ τῷ τε σπ' καὶ τῷ βω', ἄφελε ἐκ δευτέρον τὸν βω', καὶ τῶν περιλειπομένων ασμγ' αὖθις άφελε τετράκις τὸν σπ'· εἶτα τῶν μεινάντων ρκγ' τετράκις ἀφελόντος σου τὸν κτ', ἀνεξάντλητος μένει ὁ ια', ὅς ἐστιν ὁ τοῦ ἡλίου κύκλος. "Αλλως. Η καὶ οὕνω· κράτησον τὰ μικρὰ ἔτη τῆς παρ ούσης ἑκατονταετηρίδος, ἤτοι τὰ μγ', πρόσθες καὶ τὰ καταλειφθέντα τῆς παρελθούσης κδ', καὶ τὰ ὁμοῦ γινόμενα ξζ' μέρισον ἐπὶ τὰ κη· καὶ τὰ τούτων ἐλάττονα ια', ὁ κύκλος ἐστὶ τοῦ ἡλίου. Ετέρως. ᾿Αλλὰ γὰρ μηδὲ ταύτην ἀπαξιώσῃς τὴν μέθοδον, καὶ ῥᾷστα τὸν ἐπιζητούμενον κύκλον καὶ ἀμφοτέρων συνήσεις τῶν φώτων. Ο ιθ' κύκλος τῆς σελήνης, καὶ ὁ κι' κύκλος τοῦ ἡλίου ἀλλήλοις πολυπλασιαζό μενοι, τὸν φ' καὶ λβ' συνάγουσιν ἀριθμόν, ἄλφα τισὶν ἀνομαζόμενον, παρὰ τὸ συνάγεσθαι τὴν αὐτὴν ποσότητα τοῖς ἐξ ὧν τὸ ἄλφα στοιχεῖον σύγκειται. Τούτῳ τοίνυν καὶ τὸ πλήρωμα τῶν κύκλων ἀκολούθως συνέρχεται· ὁ μὲν γὰρ εὐθὺς ιθ' ὁ τῆς σελήνης, ὄγδοος δὲ καὶ εἰκοστὸς ὁ τοῦ ἡλίου γίνεται. Οὐκοῦν μέρισον τὰ ἀπὸ κτίσεως κόσμου ἔτη ἐπὶ τὰ φλβ' οὕτω· δωδεκάσις τὰ πεντακόσια, εξακισχίλια δυ δεκάκις τὰ λ' τριακόσια εξήκοντα· δωδεκάκις τὰ δύο, κδ', ὁμοῦ στπδ· λοιπά υξα πρὸς τὴ σήμερον οὐχὴν σωμεν ἔτος. Καὶ ἂν μὲν τὸν κυκλον τῆς σε λήνης ἐθέλῃς εὑρεῖν, μέρισον τὰ υξα' ἐπὶ τὰ ιθ' οὕ τως· κ' τὰ δέκα, σ'· κ' τὰ θ', ρπ' δ' τὰ ι', με τις τράκις τὰ θ΄, λς'· ὁμοῦ υνς', λοιπὰ ε'. Ταῦτα πέ φυκεν ὁ τῆς σελήνης κύκλος. "Αν δὲ τοῦ ἡλίου ζητῆς, δ οὕτως· δεκάκις τὰ κ΄, σ'· δεκάκις τὰ η΄, π'· ἑξάκις τὰ η΄, μη, ὁμοῦ υμη', λοιπὰ ιγ', ἃ δὴ πέφυκεν ὁ κύκλος τοῦ ἡλίου. Πῶς εὑρίσκεται ἡ Ίνδικτος. Οὕτω καὶ ἐπὶ τῆς ἰνδίκτου ποίει· τὰ μὲν ἀπὸ κτί σεως κόσμοῦ ἔτη ἀναλύων ἐπὶ τὰ ιε', τὰ δὲ μικρά, μετὰ προσθήκης ἐτῶν εἰ μερίζων αὖθις ἐπὶ τὰ:. Εἰ γὰρ καὶ τοῖς τὰ Ἑλλήνων φρονοῦσι Ρωμαίοις ἐξεύρηται τὸ τῆς ἐνδίκτου καὶ ἐπινεμήσεως ἔθος, διὰ τὸ φανερῶς ἐπὶ τοσούτοις ἐναλλάττειν χρόνο:ς τὰς τῶν ἀνθρώπων ἡλικίας, ἀλλ' ἔλαθον ἑαυτοὺς τῇ ἀληθείᾳ καὶ οὗτοι συνενεχθέντες, καὶ τοῖς τῷ μεγάλῳ Μωσεῖ ἀναγεγραμμένοις ἀπὸ κτίσεως κόσμου συμ φθιγγόμενοι χρόνοις. Πῶς τὸ νομικὸν εὑρίσκεται Πάσχα. ᾿Αλλὰ καὶ ἐπὶ τὴν εὕρεσιν ἤδη τοῦ νομικοῦ ἵωμεν Πάσχα. Ενδεκαπλασίασον τὸν τηνικαῦτα διιππεύοντα τῆς σελήνης κύκλον, προστίθει τούτοις ἡμέρας ἕξ, τὰς συνισταμένας ἐκ τοῦ εἰρημένου λε πτοῦ ἑνὸς καὶ ἡμίσεως καὶ τρίτου, ἅπερ κατ' ἐπ ἐκεινα τῶν κθ' καὶ ἡμισείας ἡμερῶν ἔχων δέδεικται ὁ τῆς σελήνης μηνιαῖος κύκλος. Ἀπὸ δὲ τοῦ ιζ' κύ κλου μέχρι τοῦ ιθ' ἡμέρας προσθήσεις ἑπτά· πλείων ἐπινεμέσεως
col. 83–84page 38 of 102
PG 145:8330, γὰρ ἡ ἐκείνων ποσότης ἐν τούτοις συνάγεται· καὶ ἑνώσας ἁπάσας, ἔκβαλε τὰς τριακοντάδας καὶ τὰ περιλειφθέντα ἧττονα τῶν λ´ κατασχε μόνα· καὶ τούτους προστίθει τὰς τοῦ Μαρτίου ἡμέρας, μέχρις ἂν εἰς τὸν ν' ἔλθῃς ἀριθμόν. Εἰ δὲ οὐκ ἀρκέσουσιν αἱ τοῦ Μαρτίου πᾶσαι, πρόσθες καὶ ἐπὶ τοῦ ἀπριλίου, καὶ κατ' ἐκείνην τὴν ποστὴν τοῦ μηνός, ἥτις ἀνεπλήρωσε τὸν πεντηκοστόν ἀριθμὸν, ἴσθι τὸ νο μικὸν γινόμενον Πάσχα. "Αλλως. Εἰ δὲ δοκεῖ σοι καὶ ἑτέρως, προστίθει τῷ ἐν τῇ α΄ τοῦ Ἰανουαρίου ευρεθέντι θεμελίῳ τῆς σελήνης ἐπακτὰς γ΄, τῆς δὲ σελήνης εἰς τὸν ιζ' ἀφιγμένης κύκλον, καὶ ἀνιούσης μέχρι τῶν ιθ΄, τέσσαρας ἐπα κτὸς τῷ θεμελίῳ προστίθει· καὶ ἐὰν πλέον τῶν λ᾽ ὁ ἀριθμὸς γένηται, ὕφελε τὴ λ', καὶ τοῖς περιλειφθεῖσι προστίθει ἀπὸ τῆς α' τοῦ Μαρτίου, μέχρις ἂν ὁ ν ἀριθμὸς πληρωθῇ. Εν δὲ τοῦ Μαρτίου πᾶσαι οὐκ ἀνεπλήρωσαν τὸν ν', πρόσθες τὰς λοιπὰς ἀπὸ τοῦ ᾿Απριλίου, καὶ κατ᾽ ἐκείνην τὴν ποστὴν τοῦ μηνός, ἥτις ἀνεπλήρωσε τὸν ν', τελούμενον γίνωσκε Πάσχα τοῦ νόμου. "Αλλως. Εἰ δὲ βούλει, καὶ οὕτω· κράτησον τὸν ἐν τῇ α' τοῦ Ἰανουαρίου μηνός εὑρεθέντα τῆς σελήνης θεμέ λιον· τούτῳ προστίθει ἐκ τῶν δοῦ Μαρτίου ἡμερῶν. ἕως ἂν γίνεται ἡμέραι μζ', ἢ ἐκείνων μόνων μὴ ἐξαρκουσῶν, προστίθει καὶ ἀπὸ τῶν τοῦ ᾿Απριλίου πλὴν τὸν ιζ' κύκλον τῆς σελήνης θεούσης, μέχρι τοῦ ἐννεακαιδεκάτου, ἡμέρας ἀρίθμει μη', κἀκεῖ τὸ νομι κὸν τελούμενον γίνωσκε Πάσχα. Πλέον δὲ τῶν εἴκοσι καὶ ἓξ ἡμερῶν ἔχοντος τοῦ θεμελίου τῆς σελήνης, μὴ λάμβανε τὰς τοῦ Μαρτίου πάσας ἡμέρας, ἀλλὰ μίαν μόνην· ἐκ δὲ τοῦ ᾿Απριλίου ἀναπλήρωσον τὰς με ἡμέρας. Δεῖ δέ σε τοῦτο εἰδέναι, ὡς ἡ κατὰ τὸ νομικὸν Πάσχα κυρίως πανσέληνος ἐν τῷ με εὑρίσκεται ἀριθμῷ· οὕτω γὰρ ἀναπληρούται εἷς καὶ ἥμισος σεληνιακός μήν. Ὡσαύτως καὶ ἐπὶ τῶν ῥηθεισῶν ἑτέρων μεθόδων, αν συνάγουσι τὸν ν' οὐκ ἐπὶ τούτου, ἀλλ' ἐπὶ τοῦ μη' ἀριθμοῦ ἡ σελήνην φθίνειν ὑπάρχει ται. Ἡ δὲ ἀνωμαλία ταύτης, ὡς εἴρηται, καὶ τὰς ἑτέρας δύο προστέθεικεν ἡμέρας· καὶ ἐνταῦθα μὲν τὸν μζ' συνάγουσιν ἀριθμὸν, ἐκεῖ δὲ τὸν ν'. Οπως τὸ Χριστιανικὸν εὐρίσκεται Πάσχα. Καὶ οὕτω μὲν ἡ ἐν τῷ νομικῷ Πάσχα ποστὴ τοῦ μηνός ἡμέρα εὑρίσκεται. Δεῖ δέ σε εἰδέναι καὶ ποία ταύτῃ συνέρχεται τῆς ἑβδομάδος ἡμέρα, ὡς ἂν ἐκεῖθεν ἐπὶ τὴν Κυριακὴν ἐρχόμενος, καὶ τὴν ἐν αὐτῇ τοῦ μηνός αὖθις καταλαμβάνων ποστὴν, ἐκεῖ τὸ Χριστιανικὴν τελούμενον Πάσχα γινώσκης. Κράτ τησον οὖν τὸν κύκλον τοῦ ἡλίου· προστίθει τούτῳ τὰς λεγομένας ἐπακτάς, ἤτοι κατὰ δ᾽ χρόνους μίαν, αἵτινές εἰσι τοῦ β:σέκτου· εἶτα τὰς ἕνδεκα τοῦ τε τραμήνου, ήγουν ἀπὸ τοῦ Ὀκτωβρίου μέχρι τοῦ Ἰανουαρίου, ἀπὸ τοῦ ἔχοντος μηνός ἡμέρος λ', δύο λαμβάνων, τρεῖς δὲ ἀπὸ τοῦ ἔχοντος λα'. ᾿Απὸ δὲ τοῦ Φεβρουασίου μὴ λάμβανε, διὰ τὸ ἐσχάτως αὐτὸν κεκολοβώσθαι. Καὶ εἰ μὲν ἐν τῷ Μαρτίῳ εὑρίσκεται
col. 85–86page 39 of 102
PG 145:85Π. το Πάσχα τὸ νομικόν, λάβε καὶ τὰς μέχρι τοῦ Πά σχα τούτου ἡμέρας· εἰ δὲ ἐν τῷ ᾿Απριλίῳ, λάβε καὶ ἀπὸ τοῦ Μαρτίου μόνας τρεῖς, καὶ τὰς τοῦ ᾿Απρι λίου, ὅσαι μέχρι τοῦ Πάσχα εὑρίσκονται, καὶ ἑνώ σας ἁπάσας, ἀνάλυσον ἐπὶ τὰ ζ', καὶ εἰ μὲν μία περιλειφθείη ἡμένα, ὑπάρχει Κυριακή, καὶ δεῖ σε προσμένειν τὴν ἐρχομένην· εἰ δὲ δύο, δευτέρα· εἰ δὲ τρεῖς, τρίτη, καὶ ἑξῆς μέχρι τῶν ἑπτά. Καὶ ἀφ' ἑκάστης, ἐπὶ τὴν Κυριακὴν ἀπαντᾶν, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ μηνός, ἐφ᾽ ἣν ἡ Κυριακὴ εὑρίσκεται, λέγε τὸ Χριστιανικὸν εἶναι Πάσχα. Οπως εὑρίσκεται ἡ ᾿Απόκρεως. Μετὰ δὲ τὸ εὑρεῖν τὴν ἡμέραν τοῦ μηνός, καθ᾿ ἣν τὸ τῶν Χριστιανῶν Πάσχα γίνεται, προστίθει ταύτῃ τρεῖς ἡμέρας ἑτέρας, τέσσαρας δὲ, εἰ ὁ χρόνος βία σεκτος εἴη, καὶ ἑνώσας ἁπάσας, εἰ μὲν ὁ ἀριθμὸς τούτων εἰς τὸν Μάρτιον πίπτει, ζήτει τὴν ᾿Απόκρεω ἐν τῇ ἰσαρίθμῳ τοῦ Ἰανουαρίου ἡμέρᾳ· εἰ δὲ ἐκεῖ. νος ἐν τῷ ᾿Απριλιῳ εὑρίσκεται, σκόπει ταύτην ἐν τῷ Φεβρουαρίῳ. Σκόπει δὲ καὶ οὕτω· τὸν ἐνιστάμενον τῆς σελήνης θεμέλιον ἄχρι καὶ πεντηκοντάδος ἐκτενεῖς, προσεπιβάλλων αὐτῷ τὰς ἀπὸ τῆς πρώτης τοῦ Ἰανουαρίου καὶ πρόσω ἡμέρας, καὶ τοῦ ν' τε λευτήσαντος ἀριθμοῦ εἰς οιανδήποτε ἑβδομάδος ἡμέ ραν, τῇ ἑξῆς Κυριακῇ τὴν ᾿Απόκρεω βεβαίως ἐπιτελεῖ. ᾿Αλλὰ τῆς σελήνης εἰς τὸν κς' καὶ περαιτέρω θεμέλιον προϊούσης, μιαν μόνην ἐκ τοῦ Ἰανουαρίου λήψῃ, τὰς δέ γε λοιπὰς ἐκ τοῦ Φεβρουαρίου· οὕτω δὲ τὴν ᾿Απόκρεω, ή πίπτει, γνωρίσεις. Εἰ μὲν εἰς τὸν Ἰανουάριον, τὸ Πάσχα πάντως ἔσται τὸν Μάρτιον (τὸ τῶν Χριστιανών φημι)· εἰ δὲ εἰς τὸν Φεβρουάριον αὕτη, ἐκεῖνο τὸν ᾿Απρίλιον· ἀφαίρεσιν μόνον τοσούτων ἐνθάδε ποιῶν ἡμερῶν, ὅσων ἐκεῖ προσ θήκην, τριῶν δηλαδή, εἰ δὲ βίσεκτον εἴη, τεσσάρων. ᾿Αλλὰ καὶ τὸ νομικὸν ἐντεῦθεν Πάσχα γινώσκεται, τῇ αὐτῇ μὲν ἀεὶ τῆς ἑβδομάδος ἡμέρᾳ συμπίπτον, ἣν ὁ πεντηκοστός ἀριθμὸς ἐπὶ τῆς ᾿Αποκρέω δεί κνυσι, μετ᾿ ἀφαίρεσιν δὲ κἀνταῦθα τριῶν ἢ τεσσάρων τοῦ μηνὸς ἡμερῶν.
col. 87–88page 40 of 102

Quonam mensis die contingat, et fere quibus diei minutis primis et secundis a meridie numerandis. Mar. 22. Mar.... Apr. 10. Apr. 9. Apr. 8. Mar. 29. Mar. 28. Mar. 27 Apr. 17. Apr. 16. Apr. 15. April. 7. Apr. 6. Apr. 5. Mar. 27. Mar. 26. Mar. 35. Apr. 14. Apr. 13. Apr. 1. Apr. 3. Apr. 2. Mar. 22. Mar. 24. Mar. 23. Mar. 22. Apr. 11. Apr. 10. Apr. 9. Mar. 31. Mar. 30. Mar. 29. Mar. 20. Mar. 19. Mar. 18. Apr. 8. Apr. 7. Apr. 6. Mar. 28. Mar. 27. Mar. 26. Apr. 15. Apr. 14. Apr. 13. Apr. 5. Apr. 4. Apr. 3. Mar. 25. Mar. 24. Mar, 23. Apr. 13. Apr. 12. Apr. 11.

col. 89–90page 41 of 102
PG 145:89Π Σελήνης κύκλος. ΚΑΝΟΝΙΟΝ ΕΝ ΗΟΙΟΙΣ ΕΤΕΣΙΝ Η ΚΑΤΑ ΤΟ ΝΟΜΙΚΟΝ ΠΑΣΚΑ ΠΑΝΣΕΛΗΝΟΣ Ποία συνέρχεται ποστῇ τοῦ μηνός, κατὰ ποῖον ἀπὸ μεσημβρίας ολοχερέστερον α' ἢ β' τῆς ἡμέρας λεπτὸν. Α΄. 5. σ'. λγ'. φ. λεʹ. και. σ'. Μαρ. κβ'. λδ'. μθ' κβ'. Μαρ. Γ΄. σ'. Απρ. ι'. Δ΄. λε λε. με φ. ω. μγ'. κζ' Αδ σ'. Μαρ. κθ'. φ. Μαρ. κη'. ω. Μαρ. κζ'. με ν'. μ' μδ'. μθ' νη Β. λζ'. Αθ φ. ᾿Απρ. 15'. ᾿Απρ. ιε'. να'. μα μβ με. μ' Απρ. ζ'. .5. φ'. Απρ. 5'. ᾿Απρ. ε'. λη. α νβ' μδ μϚ΄. νβ σ'. Μαρ. κζ'. φ΄. Μαρ. κς'. .5. ω. λην υγ. κει μζ'. Μαρ. λε'. «Ϛ' λδ σ'. Απρ. ιδ'. 5. φ. Απρ. ιγ'. ω. μ'. ιζʹ υγ. λε μη. Απρ. α'. Θ΄. .5. σ'. Απρ. γ'. .5. φ΄. Απρ. β'. μαʹ. Αθ λα νδ'. μα λθ μθ'. ω. Μαρ. κβ'. κι Ι. .5. σ'. Μαρ. κδ'. φ΄. Μαρ. κγ'. Μαρ. κβ'. μβ'. α λγ νεʹ. Υ μα ε' μα. ΙΑ΄. .5. σ. μγ'. ᾿Απρ. ια'. φ. κε Απρ. ι'. νζι λγ ᾿Απρ. θ'. να'. νθ' και ΙΒ'. μδ'. σ. Μαρ. λα'. ιζʹ φ΄. νζ'. Μαρ. λ'. ιθ' λε νβ'. Μαρ. κθ'. και μγ' ΙΓ΄. σ'. μεʹ. Μαρ. κ'. Αθ Μαρ. ιθ'. ω. νη'. μα υγ. Μαρ. ιη'.. μ' με ΙΔ΄. .5. σ΄. μϚ΄. ᾿Απρ. η'. .5. φ. Απρ. ζ'. ω. λγ και νθ'. λε νδ'. Απρ. 5. λε λε ΙΕ΄. 5. σ'. με. Μαρ. κη'. .5. φ. Μαρ. κζ'. λα νεʹ. Μαρ. κς'. νθ' λθ .5. σ'. μη. Απρ. ιε'. μθ' φ. ᾿Απρ. ιδ'. ω. ιε ξαʹ. ναι νς'. Απρ. ιγ'. νγ' λα α. μθ'. Απρ. ε'. ια΄ φ. ᾿Απρ. δ'. Απρ. γ'. ιζ ξβ'. ιγ' κε νζ'. Ολγ σ'. Μαρ. κε'. φ. λγ ιθα ξγ. Μαρ. κδ'. λε Μαρ. κγ'. νη'. λε λε ΙΘ'. .5. σ'. ᾿Απρ. ιγ΄. φ΄. Απρ. ιβ'. ᾿Απρ. ια'. να'. κι' ια" ιθα νθ'. λα
col. 91–92page 42 of 102
PG 145:91Σελήνης θεμέλιον. Σελήνης κύκλοι. Πάσχα νομικόν. β΄. κε'. κζ'. και Μαρ. Μαρ. και Μαρ. κγ'. Μαρ. κε' Μαρ. κθ'. Μαρ. κζ'. Μαρ. κς' Μαρ. κε'. Απρ. ιδ'. Απρ. ιγ΄. Απρ. ιβ'. Απο. ια'. Απρ. ιζ'. Απρ. 15 Απρ. ιε'. κβ'. Απρ. κη'. τη. β. Απρ. α'. Απρ. και Απρ. κ'. Απρ. ιθ'. Απρ. κε'. Απρ. κδ'. Απρ. κγ'. Απρ. κβ' Απρ. Απρ. ιδ'. Απρ. η'. Απρ. ιγ'. Απρ. ιβ'. Απρ. ια'. Απρ. ι'. Απρ. θ'. Μαρ. Μαρ. λα' Μαρ. λ'. Μαρ. κθ' Απρ. ιη'. Απρ. ιζ'. Απρ. 15 Απρ. κβ' α. Απρ. Απρ. Απρ. ζ.. Απρ. 5'. Απρ. ε'. Απρ. ιδ'. Απρ. ι'. Απρ. θ'. Απο. η. Μαρ. Μαρ. λα' Μαρ. λ'. Μαρ. κθ'. Μαρ. κη'. Μαρ. κζ'. Μαρ. κς' Μαρ, κε'. Απρ. α. πρ. ιδ'. Απρ. ιγ'. Απρ. ιθ'. Απρ. ιη'. Απρ. 15. Απρ. 15 Απρ. ιε'. α. Απρ. Απρ. ζ'. Απρ. 5'. Απρ. ε. Απρ. δ'. Απρ. γ΄. Απρ. β'. Απρ η. Μαρ. Απρ. κδ'. Απρ. κγ'. Απρ. κβ'. Μαρ. κη'. Μαρ. κζ'. Μαρ. κς' Μαρ. κε' και Απρ. Μαρ. Μαρ. λα' Μαρ. λ'. Απρ. ε. Απρ. δ'. Απρ. γ΄. Απρ. β'. Απρ. α'. και. Απρ. κ'. Απρ. ιθ'. Απρ. ιη'. Απρ. κδ'. Απρ. κγ'. Απρ. κβ'. ε. "'. Απρ. ζ'. Απρ. 5'. Απρ. ιβ. Απρ. ια'. Απρ. ε'. Απρ. θ'. Απρ. η. κθ'. Απρ. τζ'. Απρ. ιζ. κβ'. κε. α. Απρ. ιδ'. Απρ. κ'. Απρ. ιθ'. Απρ. ιη'. Απρ. ιζ'. Απρ. ιζ. Απρ. ιε'. Οἱ ἀριθμοὶ ἐλάττονες δείκνυσιν ἐν ποίᾳ ἡμέρᾳ συνέρχεται τὸ νομικὸν Πάσχα. ἡλίου κύκλος κη' ἔτων.
col. 93–94page 43 of 102

Radix sive Fundamentum Luna. Cycli Lunæ. Pascha legale. Cyclus Solis dundetricennalis. Apr. Apr. 7. Apr. 6. Apr. 5 Apr. 4. Apr. 3. Apr. 2. Apr. 1. Mar. Mar. 24. Mar. 23. Mar. 25. Mar. 29. Mar. 27. Mar. 26. Mar. 25. Apr. Apr. 14. Apr. 13. Apr. 12. Apr. 11. Apr. 17. Apr. 16. Apr. 15. Apr Mar. Mar. 31. Apr. 6. Apr. 5. Apr. 4. Apr. 3. Apr. 2 Apr. 1. Apr. Apr. 21. Apr. 20. Apr. 19. Apr. 25. Apr. 24. Apr. 23. Apr. 22. Apr. Apr. 14. Apr. 8. Apr. 13. Apr. 12. Apr. 11. Apr. 10. Apr. 9. Mar. Mar. 31. Mar. 30. Mar. 29. Apr. 18. Apr. 17. Apr. 16. Apr. 22. Apr. Apr. 21. Apr. 20. Apr. 19. Apr. 18. Apr. 17. Apr 16. Apr. 22. Apr. Apr. 7. Apr. 6. Apr. 5. Apr. 14. Apr. 10. Apr. 9. Apr. 8. Apr. Mar. Mar. 31. Mar. 30. Mar. 29. Mar. 28. Mar. 27. Mar. 26. Mar. 25. Apr. Apr. 14. Apr. 13. Apr. 19. Apr. 18. Apr. 17. Apr. 16. Apr. 15. Apr. Apr. 7. Apr. 6. Apr. 5. Apr. 4. Apr. 3. Apr. 2. Apr. 8. Mar. Apr. 24. Apr. 23. Apr. 22. Mar. 28. Mar. 27 Mar. 26. Mar. 25. Apr. Apr. 14. Apr. 13. Apr. 12. Apr. 11. Apr. 10. Apr. 16. Apr. 15. Mar. Mar. 31. Mar. 30. Apr. 5. Apr. 4. Apr. 3. Apr. 2. Apr. 1. Apr. Apr. 21. Apr. 20. Apr. 19. Apr. 18. Apr. 24. Apr. 23. Apr. 22. Apr. Apr. 7. Apr. 6. Apr. 12. Apr. 11. Apr. 10. Apr. 9. Apr. 8 Apr. Mar. Mar. 31. Mar. 30. Mar. 29. Mar. 29. Mar. 27. Mar. 26 Apr. 1. Apr. Apr. 14. Apr. 20. Apr. 19. Apr. 18. Apr. 17. Apr. 17. Apr. 15. Numeri inferiores ostendunt Feriam in quam incidit Pascha legale.

col. 95–96page 44 of 102
PG 145:95Η καὶ οὕτως ᾿Αρίθμει μετὰ τὴν Ἀπόκρεω ἤτοι ἀπὸ τῆς δευτέρας της τυροφάγου ἡμέρας νς', κἀκεῖ τὸ Χριστιανῶν Πάσχα εὑρήσεις. Οσαι δὲ ἡμέραι εὑρίσκονται ἀπὸ τῆς δευτέρας τῆς διακαινισίμου, μέχρι τῆς τρίτης τοῦ Μαΐου, τοσαύτας ἐκδέχου καὶ τὰς ἐν τῷ θέρει νηστίμους εἶναι τῶν ῾Αγίων Αποστόλων. Εἰ μὲν ἐν τῷ Μαρτίῳ τὸ ἐνεστώς εὑρίσκεται τῶν Ἰουδαίων Πάσχα, προσθετέον ἡμέρας ιθ'· κἀκεῖ τὸ ἐπιὸν εἰ ρεθήσετα:. Εἰ δὲ ἐν τῷ ᾿Απριλίῳ τὸ ἐνεστώς, ὑφαι ρετέον ἡμέρας ια· κἀκεῖ τὸ ἐρχόμενον ἔσται. Επι δὲ τοῦ ἑκκαιδεκάτου μόνου κύκλου τῆς σελήνης οὔ σης, ιβ΄ ἀφαιρετέον· καὶ τὸ ἐπιὸν εὐθὺς ἔσται δῆ λον. Περὶ τοῦ νομικοῦ Πάσχα, καὶ τῆς περὶ τὴν πανση ληνον διαφωνίας. Αριστα μεν πάντων, καὶ ὡς οὐκ ἄν τις ᾠήθη κάλλιον τὸ παρὸν κανόνιον τοῖς Πατράσι συντέθειται· τοὺς γὰρ κύκλους ἀμφοτέρων τῶν φώτων, ἡλίου τε, φημὶ, καὶ σελήνης, τοῖς ἔξω σελιδίοις ἔχον περικειμένους, τῷ μὲν τῆς σελήνης κύκλῳ, τὸ νομι κὸτ ἐγγὺς ὂν δείκνυσι Πάσχα, τῷ δὲ τοῦ ἡλίου, τὸ Χριστιανικόν, ἐπὶ τῆς αὐτῆς ἔνθα καὶ τὸ νομικών κείμενον εὐθείας. "Αρ' οὖν οὐκ ἐναργὴς τὰ στοιχεῖα ταυτὶ τῶν πραγμάτων εἰκών; ᾿Αρ᾽ οὐκ ἀμφοτέρων κηρύττει τῶν Διαθηκῶν ἐπιφανῶς τὸ διάφορον; Η γὰρ σελήνη τὸν ἐπείσακτον εἰκονίζουσα νόμον, τὸν ἐν τῇ νυκτὶ τῆς πολυθέου πλάνης ἀμυδρῶς αὐγάζοντα τὴν τῆς θεογνωσίας ἀλήθειαν, ἀπόῤῥητον ὃν τοῖς πλείστοις, οἷα μυστήριον, καὶ ὥσπερ ἐν σκότει καλυπτόμενον τὸ τέλειον τῆς καλυπτόμενον τὸ τέλειον τῆς τρισηλίου Θεότητος φῶς, οὐκ ἔξω λόγου, καὶ τὸ τοῦ νόμου δείκνυσι Πάσχα. Τὴν δὲ πλουσίαν εἰκονίζων τῆς χάριτος όμ δουχίαν ὁ πᾶσιν ἡδὺς ἰδεῖν ἥλιος, καὶ τὴν τρανὴν καὶ ἀνακεκαλυμμένην ὡς ἐν μεσημβρίᾳ τῆς ἀληθείας ἀκτῖνα, καὶ τὴν τῆς Τριάδος ἐπίγνωσιν, ἣν ὁ τῆς δικαιοσύνης πᾶσιν ἐφήπλωσεν ἥλιος, ὑφηγητής, εἰσ κήτως καὶ τοῦ ἀληθινοῦ Πάσχα δείκνυται. 'Αλλ' ἐπειδὴ γὰρ ὁ νόμος τὴν τῆς σελήνης ὁλόκληρον περ ρίσουν μῆνα καλεῖν εἰώθει, καὶ τῇ ιε' τοῦ πρώτου αὐτῆς μηνὸς τὸ Πάσχα θεσπίζει τελεῖν, ἡμῖν δὲ τούτους κατὰ 'Ρωμαίους ἔθος μετρεῖν, χρησίμως τὸ παρόν εὕρηται κανόνιον, ὑποδεικνύον τὸν πλησιφαή τοῦ πρώτου μηνός τῆς σελήνης σχηματισμόν, ἐν ποία τοῦ Ρωμαϊκοῦ μηνός ποστῇ γίνεται· καὶ αὕτη πάλιν ἐν ποία τυγχάνει τῆς ἑβδομάδος ἡμέρᾳ· ἵν᾿ ἡμεῖς ἐκεῖθεν ἐπὶ τὴν πρώτην τῆς ἑβδομάδος ἐλθόντες, καὶ τὴν κατ᾿ αὐτὴν αὖθις τοῦ μηνός γνόντες ποστὴν, τὴ ἡμέτερον Πάσχα βεβαίως πανηγυρίζω μεν. Τέσσαρες δέ εἰσιν οἱ ἀναγκαίως ζητούμενοι περὶ τὸ ἡμέτερον τοῦτο Πάσχα διορισμοί· δύο μὲν, οὓς ὁ ἀποστολικὸς θεσπίζει κανών, ὡς ἐν τῷ τοῦ Πάσχα κεφαλαίῳ πρὸ βραχέος εἰρήκαμεν, καὶ δύο, οἷς ἐξ ἀγράφου χρώμεθα παραδόσεως· α', ὅτι δεῖ μετὰ ἰση μερίαν ἐαρινὴν τὸ Πάσχα ἐπιτελεῖν· β΄, ὅτι οὐ τὴν αὐτὴν ἡμέραν τῆς Ἰουδαϊκῆς τελετῆς· γ΄, ὅτι οὐχ
col. 97–98page 45 of 102
PG 145:97ἁπλῶς μετ' ισημερίαν, ἀλλὰ μετὰ τὴν πρώτὴν μετ' ἰσθμερίαν πανσέληνον· καὶ δ', ὅτι καὶ μετὰ τὴν παν σέληνον, εὐθὺς τῆς ἑβδομάδος πρώτῃ. Ἵνα τοίνυν καὶ οἱ τέσσαρες οὗτοι διορισμοί πᾶσιν ἐπίσης διατηρῶνται σοφοῖς τε καὶ ἰδιώταις, καὶ οἱ ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστιανοὶ τὸν αὐτὸν ἑορτάζωσι χρόνον, καὶ μὴ ἀστρονόμων ἑκάστοτε δέωνται, τὸ παρὸν οἱ Πατέρες ἡμῶν κανόνιον συντετάχασι, καὶ τῇ Ἐκε κλησίᾳ παραδεδώκασιν, οἰηθέντες δι᾿ αὐτοῦ μηδένα τῶν ῥηθέντων προσδιορισμών καταλύεσθαι. Εργα σται δὲ αὐτοῖς ὁ κανὼν οὕτω· λαβόντες ιθ' ἑξῆς ἐνιαυτοὺς τοὺς ἀπὸ τοῦ 'ςελγ᾽ ἔτους ἀπὸ γενέσεως κόσμου, μέχρι τοῦ ςσνα', καὶ ἐπιλογισάμενοι τὴν ἐν ἑκάστῳ αὐτῶν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν πρώτην πανσέληνον (ἐπέβαινε δὲ τοῦ τῆς ἰσημερίας σημείου τηνικαῦτα ὁ ἥλιος, ὅτε τοῖς Πατράσι ταῦτα ἐσκο πεῖτο, τὴν πρώτην καὶ εἰκοστὴν τοῦ Μαρτίου μηνός, ὡς τὰ ἰδίως ἡμῖν ἐντεθέντα σαφῶς δηλοῦσι κανόνια), ἐσημειώσαντο καὶ ποίαν τοῦ Μαρτίου ἢ τοῦ ᾿Απρι λίου συμβαίνει τῶν πανσελήνων ἑκάστην γίνεσθαι. Περιλαβόντες οὖν τὴν ἐννεακαιδεκάδα ταύτην τῶν ἐτῶν τε καὶ πανσελήνων ἑνὶ κανονίῳ δύο περιό χοντι σελίδια, καὶ μέχρι τριακοσίων ἐτῶν τὰς μετ' ἰσημερίαν ἐαρινὴν τοῦ πρώτου μηνὸς πανσελήνους ταῖς αὐταῖς τῶν μηνῶν συμπίπτειν ἡμέραις σκοπήσαντες, τῇ ἐφεξῆς ἀνακυκλήσει τῶν ἐννεακαιδεκαετηρίδων, τούτῳ ἡμῖν χρῆσθαι τῷ κανόνι παρέδοσαν, κατά γε τὰ ἑξῆς ἅπαντα ἔτη, ὡς οὐκ ἄτοπον όν, οὐδὲ τῇ εὐσεβεία λυμαινόμενον, εἴ παρὰ τὴν ἀνώ μπλον τῆς σελήνης κίνησιν, μετὰ τὴν ἐξαρίθμησιν τῶν ῥηθέντων τ' ἐτῶν, ὁ κανὼν οὑτοσὶ, μὴ κατὰ τὴν πανσέληνον τοῦ πρώτου μηνός, ἀλλὰ μετὰ μίαν ἢ δύο ἡμέρας τὸ νομικὸν δείξει Πάσχα, καὶ παρὰ τοῦτο συμβήσεται τὸν δ' ἐνίοτε μὴ τηρεῖσθαι τοῦ Πάσχα διορισμόν, ἅτε τῆς προσθήκης τῶν δύο ἡμε ρῶν ὑπερβαίνειν ἐσθ᾽ ὅτε ποιούσης τὴν μετὰ τὴν πανσέληνον πρώτην Κυριακήν, κακείνην μὲν τῇ των Βαίων ἀφοσιοῦν ἑορτῇ, τῇ γε μὴν ἑξῆς τὸ σωτήριον Πάσχα ἐπιτελεῖν. Τοῦτο δὴ τὸ ἐφ' ἡμῖν ἀρτίως συμ βαῖνον, καὶ τοὺς πολλοὺς ἐκταράττον, ὡς ἀναγκαίου τινὸς καταλυομένου δόγματος καὶ ἀξίου μὴ παρορία σθαι. Τοῦτο δὲ ὥσπερ πάλαι ἐπιτυγχάνον οὐκ ἄχρησ στον, οὕτω νῦν διαμαρτάνον ἀκίνδυνον δειχθήσεται. Οὐ γὰρ λέληθε τοῦτο τοὺς πάντας ἀρίστους ἐκείνους Πατέρας, οὐδὲ παρὰ τὸ ἀνεπιστημόνως ἔχειν αὐτοὺς περὶ τὴν ἀστροθεάμονα τέχνην, τοῦτο συμβέβηκεν, ἀλλὰ παρὰ τὴν τῶν φωστήρων, ὡς εἴρηται, κίνησιν τὸ δ᾽ ὅπως, αὐτίκα ῥηθήσεται. Τὸ ἐνιαύσιον κίνημα δι' ἡμερῶν ἀποκαθίσταται τξε' καὶ τεταρτημορίου ἡμέρας ἔγγιστα· αἱ δὲ μέσαι τῆς σελήνης κατὰ μῆκος πάροδοι οὐκ ἀποκαθίστανται ἐν ὅλοις ἔτεσι ιθ᾽ τοῖς κατὰ προσθήκην τοῦ τετάρτου ἀριθμουμένοις· ἀλλὰ παρὰ μιᾶς ἡμέρας ἑξηκοστὰ πρῶτα τρία, καὶ δεύτερα λζ, καὶ διὰ τοῦτο ἐν τὸ ἐνιαυτοῖς οὐχ ὅλοις πάλιν, ἀλλ' ἐλαττουμένοις ἡμέρας οὐδὲν, λεπτὰ πρῶτα να' καὶ δεύτερα νβ΄, ἤτοι μίαν ἡμέραν ἔγγι στα, ἡ εἰρημένη γίνεται ἀποκατάστασις. Λαβόντες γὰρ ἀρτίως ἡμεῖς τὴν μετὰ τὸν ἔτη ἀπὸ τῶν Πατέ ρων ἐννεακαιδεκάδα, δεκάτην ἑβδόμην οὖσαν τῆς
col. 99–100page 46 of 102
PG 145:9957 52, ὑπ' ἐκείνων τῷ τότε ληφθείσης, ἥτις ἄρχεται δηλον οτι ἀπὸ τοῦ ςφλζ' ἔτους, καὶ ἐπιλογισάμενοι τὰς ἐν αὐτῇ μετ' ισημερίαν ἐαρινὴν πανσελήνους, εὕρομεν έκαστην γενομένην πανσέληνον πρὸ μιᾶς ἡμέρας τῶν ἐν τῇ α' ἐννεακαιδεκάδι, ὡς προτέτακται ἐν τῷ παρ᾽ ἡμῶν ἐκτεθέντι περὶ τούτων κανονίῳ. Ὡσαύτως δὲ καὶ τὰς ὁμοίας ἐπιλογισάμενοι συζυγίας τῆς ἐν νεακαιδεκάδος, ἥτις ἀπὸ ταύτης ἐν ἴσῳ διαστήματι ἄρχεται, ἀπὸ τοῦ σωμα δηλονότι ἔτους, πρό μιᾶς πάλιν ἡμέρας τῶν πρὸ αὐτῶν ταύτας εὕρομεν. Καὶ ἐν τοῖς ἑξῆς δὲ τῶν ἐτῶν, τοῖς τῷ ἴσῳ ἀεὶ διέχουσι διαστήματι, μίαν ὁμοίως ἡμέραν ἔγγιστα ευρήσει τις τὴν τῶν συζυγιών διαφοράν. Διὰ δὴ τοῦτο άρο τίως δύο μετὰ τὴν πανσέληνον ἡμέραι εὑρίσκονται προστιθέμεναι ἐν τῇ τοῦ νομικοῦ Πάσχα εὑρέσει, τῆς πανσελήνου μὴ δυναμένης καταλαβεῖν τὴν ὁριο σθεῖσαν τοῖς Πατράσι ποστὴν τοῦ μηνός, ὀπιστορ μήτου γενομένης, ὡς εἴρηται, ἐν τὸν ἔτεσιν, μιᾶς ἡμέρας ἔγγιστα διαστήματι· τοσαύτην ο χρόνος περὶ τὸν κανόνα τοῦτον πεποίηκε τὴν πλημμέλειαν. Περὶ τῆς ἑαρινής ισημερίας. ᾿Αλλ᾽ οὐδὲ τὰ τῆς ἰσημερίας ἐπὶ τῆς αὐτῆς ἔστης κεν ἡμέρας ἀεί. Ἐπεὶ γὰρ τὴν ἐπὶ τοῦ λοξοῦ διὰ μέσου τῶν ζωδίων ἰδίαν κίνησιν βραδέως ποιεῖται ὁ ἥλιος, ὡς εἶναι τὴν μίαν αὐτοῦ ἀποκατάστασιν, τὸν ὅλον ἐνιαυτὸν, τῷ δὲ παντὶ ἰσοταχῶς σχεδόν συμπεριπολεῖ, ὥστ᾽ ἐν μιᾷ περιστροφῇ τὸ νυχθήμερον ἔγγιστα ποιεῖν, ὅταν ἄρα ἐπὶ τῶν κοινῶν τομῶν γένηται, τοῦ τε οἰκείου καὶ τοῦ μεγίστου τῶν παραλλήλων, ἴσην ἐξ ἀνάγκης πανταχοῦ κατ' ἐκείνην τὴν περιστροφὴν τὴν ἡμέραν ποιεῖ τῇ νυκτί. Τοῦ γὰρ μεγί στου τῶν παραλλήλων κύκλου ἴσα τμήματα ἔχοντος,τό τε ὑπὲρ γῆν, καὶ τὸ ὑπὸ γῆν, ὅταν ἐπ' αὐτοῦ ἂν ὁ ἥλιος, τὴν μετὰ τοῦ παντὸς ποιῆται περιστροφήν, τῷ ὑπὸ γῆν χρόνῳ ἴσον ποιεῖ τὸν ὑπὲρ γῆν ἐξ ἀνάγκης· τὰ γὰρ ὁμαλῶς κινούμενα ἐν ἴσῳ χρόνῳ τὰ ἴσα διεξέρχεται διαστήματα. Διὰ ταύτην οὖν τὴν γινομένην ἐπ᾿ αὐτοῦ ισότητα τῆς νυκτὸς πρὸς τὴν ἡμέραν, αὐτὸν μὲν ἐσημερινὸν ὀναμάζουσι κύκλον, τὰ δὲ κοινὰ σημεῖα αὐτοῦ τε καὶ τοῦ λοξοῦ, καθ᾽ ἃ αἱ τῶν νυχθημέρων ἰσότητες γίνονται, Ισημερινά, ἰσημερίαν δὲ τὴν ὥραν, ᾗ πρῶτον τοῦ ἡλίου τὸ κέντρον ἐπὶ τῆς κοι νῆς τομῆς γίνεται τῶν εἰρημένων δύο κύκλων. Δύο Ο δέ εἰσι τὰ ἰσημερινὰ ταῦτα σημεῖα, τό τε φθινοπωρινὸν, τὸ κατ᾿ ἀρχὴν τοῦ ζυγοῦ κείμενον, ἐν ᾧ γίνε ται ὁ ἥλιος ἀπὸ τῶν βορείων ἐπὶ τὰ νότια διερχόμενος, καὶ τὸ ἐαρινόν, τὸ κατ' ἀρχὴν τοῦ κριοῦ θεω ρούμενον, ᾧ τινι τὸ τοῦ ἡλίου κέντρου συνέρχεται, ἀπὸ τῶν νοτιοτέρων ἐπὶ τὰ βόρεια κινουμένου· καὶ ἡ ὥρα ἐκείνη ἐαρινὴ καλεῖται ἰσημερία, μεθ᾿ ἣν ὁ θεῖος νόμος τὸ Πάσχα ἐπιτελεῖσθαι κελεύει. Κατά μὲν οὖν τὴν τοῦ παντὸς φύσιν, ἐν τῷ αὐτῷ χρόνῳ τὰ τῆς ἰσημερίας ἀεὶ γίνεται, διὰ τὸ ἴσον εἶναι ἀὶ τὸ μέγεθος τοῦ ἐνιαυσίου χρόνου. Κατὰ δὲ τὸν ἐκά στον γινόμενον πρὸς τὴν γῆν των οὐρανίων σχηματισμὸν, καὶ κατὰ τὸ μέτρον τῶν ἡμερῶν τε καὶ μηνῶν, ᾧ κατὰ Ῥωμαίους ἡμεῖς χρώμεθα, οὔτε
col. 101–102page 47 of 102
PG 145:101Π. κατὰ τὴν αὐτὴν ὥραν, οὔτε κατὰ τὴν αὐτὴν ἡμέ ραν συμβαίνει ἀεὶ τὴν ἰσημερίαν γίνεσθαι. Ἐπεὶ γὰρ ἡ ἐνιαύσιος ποσότης προς ταῖς τξε' ἡμέραις καὶ τέταρτον ἔγγιστα προσλαμβάνει, ὅταν ᾗ ἡ ισημερία περί μεσημβρίαν, τὸ μὲν ἑξῆς ἔτθς ἔσται περὶ δύσιν ἡλίου, τὸ δὲ ἐξῆς περὶ μέσας νύκτας, καὶ οὕτω μέχρι παντός. Ἐντεῦθεν γὰρ καὶ ἡ τοῦ βισέκτου ἡμέρα εἰς δ' ἐνιαυτούς προσαπαρτί ζεται. Ἐπεὶ δ᾽ αὖθις ἡ ἐπὶ τξε' ἡμέραις ἐπουσία οὐχ ὅλον τέταρτον ἡμέρας περιέχει, ἀλλὰ παρὰ τριακοσιοστὸν, ἡμεῖς δὲ τῷ τῶν ἡμερῶν καὶ μηνῶν ἀρι θμῷ κατὰ 'Ρωμαίους χρώμεθα, ὡς τοῦ τετάρτου ἀεὶ τελείου προσγινομένου, καὶ διὰ τοῦτο κατὰ τέσο σαρας ἐνιαυτούς μίαν ἡμέραν ταῖς τξε προστίθε μεν, συμβαίνει ἐξ ἀνάγκης μετὰ τ᾿ ἐνιαυτοὺς πρὸ μιᾶς ἡμέρας γίνεσθαι τὴν ἰσημερίαν· οἷον, ἐπεὶ κατὰ τὸ παρὸν ἡ ἰσημερία γίνεται τῇ την Μαρτίου, μετὰ τ' ἔτη ἔσται τῇ ιζ΄, εἶτα μετὰ ἕτερα τοσαῦτα τῇ ιςʹ, καὶ οὕτως ἀεί. Ἡ μὲν οὖν κατὰ τὸ ὅρος ἔτος ἀπὸ κτίσεως κόσμου ἐαρινή ισημερία ἐπιλελόγισται ἡμῖν γεγονυία Μαρτίου κζ' κατά μεσημβρίαν λέγω δὲ μεσημβρίαν, κατὰ τὸν δι' ᾿Αλεξανδρείας μεσημβρινόν. Τῶν δὲ ἑξῆς, ὅσαι μὲν τοῖς τ' ἔτεσιν ἀλλήλων διαφέρουσιν, ἑκάστη πρὸ μιὰς τῆς πρὸ αὐ τῆς ἡμέρας κατὰ τὴν αὐτὴν ὥραν γίνεται, ὡς προ τέτακται ἐν τῷ διαγράμματι· αἱ δὲ μεταξὺ τούτων ισημερίαι, τοῖς μεταξὺ διαστήμασι δηλονότι γίνονται. Εἰ δὲ καὶ σαφέστερα βούλει γνῶσι τοῦ χρό νου σημεία, ἐν μὲν τοῖς χρόνοις Ναβουνασάρου περὶ λῆξιν εσπερίαν ἦν ἡ ἰσημερία τῆς τοῦ Μαρτίου πέμπτης καὶ εἰκοστῆς, ἐν δὲ τοῖς Φιλίππου του Ἔτη ἀπὸ κτίσεως κόσμου. Ισημερίαι κατά τον Μάρτιον. δρυς. δύς δψνς ενς΄. στις εχνς' τους. σους ζωής 'Αριδαίου περὶ μεσημβρίαν τῆς κδ' αὐτοῦ· ἐν αἷς δὲ ἡμέραις ὁ Χριστὸς τῷ οἰκείῳ θανάτῳ τὸν θά νατον ἐθανάτου, τρίτην καὶ εἰκοστὴν διανύοντος αὐτοῦ, περὶ μέσην ἐκείνην τὴν νύκτα· ὅτε δὲ τὸ τῶν Πατέρων τουτί κανόνιον ἐγεγόνει, τῇ α' τούτου καὶ κ᾿ τὰ τῆς ἰσημερίας ἀπήντα· νῦν δ' ἐφ᾿ ἡμῶν, ὡς δεδήλωται, ἡ ιη' ταύτην ολοσχερῶς ὁρᾷ γινομένην. Τοιαύτην ἀνωμαλίαν ἡ ἐπὶ τῇ τῶν φωστήρων κινήσει βραχυτάτη ἔλλειψις κατὰ μικρὸν προσγινομένη ἀπέτεκε, καὶ τὰ φῶτα ὀπισθόρμητα γίνεσθαι παρεσκεύασεν. Οὐ μὴν παρὰ τοῦτο μεταποιεῖν τὸν τῶν Πατέρων προσήκει κανόνα· οὔτε γὰρ οἷόν τε συνθεῖναι ἕτερον, οὕτω σαφῶς δεικνύντα τοῖς πᾶσι τοὺς εἰρημένους περὶ τὸ Πάσχα διορισμούς. ᾿Αλλὰ καὶ ἦν ἐθελήσαιμεν, ὥς τινες, μεταθεῖναι, δυσὶν
col. 103–104page 48 of 102
PG 145:1036841, αὐτὸν ἡμέραις ὑποβιβάσαντες, ἀρξάμενοι δηλονότι ἀπὸ τοῦ σωμα' ἔτους, πρὸς τῷ μηδὲ πάντας δυνατὸνεἶναί τοὺς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὰ Χριστιανῶν πρεσβεύοντας πεῖσαι μεταμαθεῖν αὐτὸν, ὅτι καὶ μετὰ τὸ πάλιν ἔτη, καὶ αὖθις μετὰ τοσαῦτα, καὶ ἀεὶ οὕτως ἡ αὐτὴ παρακολουθήσει ἁμαρτία, καὶ δεήσει πολλάκις τοῦτον μεταποιεῖν, ὥστε βέλτιον μὴ καινοτομεῖν. Ἡ γὰρ τοιαύτη καινοτομία οὐ μονονοὺ δυνήσεται μὴ τῇ αὐτῇ πάλιν περιπεσεῖν ἀμαρ τίᾳ, ἀλλὰ καὶ στάσεως οὐ μετρίας τῇ ᾿Εκκλησία γενήσεται πρόξενος. Νῦν δὲ καὶ οὕτως ἔχοντος τοῦ κανόνος, τὰ καιριώτερα τῶν ὀφειλομένων περὶ τὸ Πάσχα τηρεῖσθαι, δι᾿ αὐτοῦ βεβαίως τηρούνται, τὸ μετ' ισημερίαν δηλονότι, καὶ τὸ μετὰ τὴν πανσέληνον, τὴν μετ' ισημερίαν, τὰ τῆς ἑορτῆς ὑπὸ πάντων, καὶ ἐν τῷ αὐτῷ χρόνῳ, καὶ τῇ αὐτῇ ἡμέρα τελεῖσθαι ἀστασιάστως. Ἔτι δὲ εἰ ὀρθῶς εἶχεν ὁ περιοδικὸς οὗτος κατὰ πάντα κανών, πολλάκις ἂν συνέβαινε, τὴν ἑξῆς εὐθὺς ἡμέραν τῆς ἐκείνων ἑορ τῆς ἡμῖν τὸ Πάσχα τελεῖσθαι· νῦν δὲ μετὰ τρεῖς τοὐλάχιστον ἡμέρας τῆς ἐκείνων ἑορτῆς ἡ ἡμετέρα τελεῖται. Οπερ ἔτι μᾶλλον τῷ ἀποστολικῷ κανόνι συμβαίνει, τῷ διοριζομένῳ μὴ δεῖν ἐν τῷ αὐτῷ χρόνῳ τοῖς Ἰουδαίοις τὸ Πάσχα τελεῖν· καὶ ἡ συμ βεβηκυῖα περὶ τὸ Πάσχα διαμαρτία ὥσπερ ἐξεπίτηδες ποιεῖ τὸν τοιοῦτον ἐπιπλέον νόμον φυλάττεσθαι. Ἀλλ᾿ οὐκ ἀκαιρον οἶμαι καὶ τῶν ἐπικαίρων ἤδη μνησθῆναι χρησμῶν. Ὁ α΄ τῆς ἐν ᾿Αντιοχεία συνόδου κανών, Όρον, σησὶν, ἐξενήνοχεν ἡ ἐν Νικαίᾳ πρώτη σύνοδος, ὑπ' ἔψιν τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου, τὴν τοῦ ἁγίου Πάσχα τελετὴν μὴ σύναμα τοῖς Ἰουδαίοις τοὺς Χριστιανοὺς ἄγειν, ἀλλ᾿ ὥσπερ τοῖς νόμοις καὶ τῷ φρονήματι, οὕτω καὶ τῷ διαλλάττοντι τῶν ἡμερῶν τούτων ἀποδιίστασθαι. Τοὺς δὲ τὸν ὅρον ἐκεῖνον παραλύειν τολμώντας κληρικούς, καὶ οὕτω τὸν λαὸν πειρωμένους διδάσκειν, τῇ ἀφαιρέσει ζημιοί τῆς ἱερωσύνης· πρὸς δὲ, καὶ τοὺς τολμῶντας τούτοις μετὰ τὴν καθαίρεσιν κοινωνεῖν, οὐ μὴν ἀλλὰ καὶ τῆς ἔξω τοῦ βήματος ἀλλοτριοῦσθαι τιμῆς, τῆς ἐν τῇ καθέδρα δηλαδὴ, καὶ τῆς ἄλλης. Οἱ γὰρ διὰ μέσ τριον πταίσμα τῆς ἱερωσύνης ἀφῃρημένοι τῆς περὶ τὰ ἔξω τιμῆς οὐκ εἴργονται. Ο ξς' τῆς ς' συνόδου ἀπὸ τῆς ἀναστασίμου ἡμέρας ἄχρι τῆς καινῆς Κυριακῆς, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἑορτάζειν διακελεύεται· τοὺς πιστούς καὶ ἐῤῥῶσθαι φράσαντας ταῖς ἱπποδρομίαις, καὶ ταῖς δημώδεσι θέαις, θαμινὰ τοῖς ἱεροῖς ἐπιχωριάζειν, ἀνθ' ὧν τῆς τοῦ διαβόλου δουλείας ἠλευθερώμεθα. Τὸν γὰρ ἀληθῆ Χριστιανὸν ἕτοιμον εἶναι δεῖ σχεδὸν ἑκάστοτε πρὸς τὴν τῶν θείων μυ στηρίων ὑποδοχήν· οὕτω γὰρ ἐσόμεθα συναναστάντες Χριστῷ, τῆς χαμαιζήλου καὶ γηίνης ζωῆς, καὶ συνυψωθέντες πρὸς ὑπερκόσμιον καὶ πνευματικὴν τῷ ὄντι διαγωγήν. Ζήτει καὶ ἐν τῷ α' κεφ. τοῦ Θ στοιχείου κανόνα ξε τῆς ἐν Καρθαγένῃ συνόδου. Ὁ δὲ πθ' τῆς ς' συνόδου τὰς τοῦ σωτηρίου πά
col. 105–106page 49 of 102
PG 145:105.Π θους ἡμέρας ἐν νηστείᾳ εἰσηγεῖται, καὶ προσευχῇ, καὶ κατανύξει καρδίας ἐπιτελεῖν τοὺς πιστούς μέσων δὲ νυκτῶν μετὰ τὸ Σάββατον ἀπονηστίζεσθαι, τῶν θείων εὐαγγελιστῶν Ματθαίου και Λουκᾶ, τοῦ μὲν, διὰ τοῦ ὀψὲ Σαββάτου ῥήματος, τοῦ δὲ, διὰ τοῦ βαθέος ὄρθρου, τὴν βραδυτῆτα ἡμῖν τῆς νυκτὸς ὑπογραφόντων. Μέχρι μὲν γὰρ τῆς τοῦ Σαββάτου νυκτερινῆς ς' ὥρας, θέμις νηστεύειν· μετὰ δέ γε τὴν ζ' οὐκ ἔτι· ἅτε καὶ τοῦ Κυρίου ἐγηγέρθαι πιο στενομένου τῷ τότε, καὶ μὴ νηστεύειν τὰς κυριωνύ μους προστεταγμένον. Τούτοις συνάδων καὶ ὁ ἐν ἁγίοις Διονύσιος Ἀλεξανδρείας, κατ' ἐκεῖνο τῆς ὥρας κελεύει ἀπονηστίζεσθαι τοὺς προ τοῦ Πάσχα νενηστευκότας, ὧν οἱ μὲν ἄσιτοι πᾶσαν τὴν πρὸ τοῦ Πάσχα ἑβδομάδα διατελοῦσιν, ἄλλοι δὲ δύο ἡμέρας, ἢ τρεῖς, ἢ τέσσαρας Τὸ γὰρ ὀψὲ Σαββάτου εἰρημένον τῷ θείῳ Ματθαίῳ οὐ τὴν ἑσπέραν δηλοῖ, φησίν, ἀλλὰ νύκτα βαθεῖαν, βραδυτητα καὶ μακρόν χρόνον, τοῦ ὀψὲ δηλοῦντος. ταύτῃ τοι καὶ ἐπήγαγε, «τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων· ὁ δὲ Ἰωάννης,» πρωΐ,σκοτίας ἔτι οὔσης,» φησίν· ὁ δὲ Λουκᾶς, «τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος» ὁ δέ Μάρκος, «λίαν πρωὶ, τῆς μιᾶς Σαββά των, αἱ γυναῖκες ἦλθον ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου·» ταυτὸν δέ ἐστι τὸ «λίαν πρωῒ ο τῷ «βαθέος ὄρθρου.» 'Αωρὶ μὲν γὰρ τῶν νυκτῶν πρὸς τὸ μνημεῖον αἱ γυναῖκες ἀπῄεσαν· προσήδρευον δὲ τῷ τάφῳ μέχρις ανατολῆς ἡλίου. Εἰ γὰρ καὶ ἀρχὴ τῆς ἡμέρας ἡ τοῦ ἡλίου ἀνατολὴ γίνεται, καὶ ἀρχὴ τῆς νυκτὸς ἡ δύσις αὐτοῦ, ἀλλ' ὁ πολιτικός νόμος καὶ οἱ περὶ τὴν ἀστροθεάμονα τέχνην ἐσχολακότες, ἀρχὴν τῆς ἡμέρας, τὴν νυκτερινὴν ἑβδόμην τίθενται ὥραν, καὶ ἀρχὴν τῆς νυκτὸς τὴν ἑβδόμην ἡμερινήν. Διὰ τοῦτο καὶ ἐν τῇ ἱερᾷ νυκτὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ἅτε τηνικαῦτα ισημερίας οὔσης ἐαρινῆς, ὄρθρος βαθὺς, καὶ λίαν πρωὶ ἀνατείλαονος τοῦ ἡλίου, καὶ σκοτία, καὶ ὀψία Σαββάτου εἰς μίαν Σαββάτων, την τότε Κυριακήν, ἐπιφώσκουσα, ὁ μετὰ ἕκτην ὥραν καιρὸς τῆς νυκτὸς, τῇ θείᾳ τῶν επγγελιστών προσηγόρευται λογάδι, ὃς ἦν ἀρχὴ τῆς Κυριακῆς παρὸ δὴ καὶ τριήμερον λέγομεν τὴν ἀνάστασιν τοῦ Κυρίου, κατὰ τὴν ἀψευδὴ αὐτοῦ ἐπαγγελίαν. Ἐπεὶ γὰρ τῇ Παρασκευνῇ τὸν ζωοποιὸν ὕπνωσε θάνατον, ἥτις ἦν πρώτη, δευτέρα δὲ τὸ εάββατον, ἥψατο δὲ καὶ τῆς ἑβδόμης ὥρας τῆς νυκτός, ἥτις ἦν ἀρχὴ τῆς Κυριακῆς, ὡς εἴρηται, τρίτη ἄρα λογίζεται ἡ Κυ ριακή. Φησὶ δὲ ὁ τῆς Ἐκκλησίας περίβολος, ἡ τῆς εὐαγ γελικῆς ἐμπειρίας βίβλος, ὁ θεῖος, φημί, Χρυσόστομος, ὅτι τὸ μὲν θᾶττον ἀναστῆναι ἔγκλημα οὐκ ἦν τὸ δὲ βράδιον, ὑποψίας ἔγεμεν· οὐ γὰρ ἂν καὶ τὸν χρέος καταβάλλοντα πρὸ τῆς ὁρισθείσης προθεσμίας, νοῦν ἔχων ἄνθρωπος αἰτιάσαιτο. Οἱ μὲν οὖν θεῖοι εὐαγγελισταὶ τὰς τῶν εὐαγῶν γυναικών προσελες σεις, καὶ ἃς κατείδον αὗται διαφόρους περὶ τὴν ἀνάστασιν οπτασίας, ὡς εἶχεν ἕκαστος διὰ μνήμης, ἢ θειοτέρας, μᾶλλον εἰπεῖν, ἐμπνεύσεως, σαφῶς ἀνεγράψαντο. Ἡ μέντοι ἀληθὴς τῆς αναστάσεως βαθέως ὄρθρου,
col. 107–108page 50 of 102
PG 145:107ώρα, εἴτε ἑβδόμη τυγχάνουσα ἦν, εἴτε μὴν ὀγδόη, μόνῳ τῷ ἀναστάντι Θεῷ γνώριμος. Ὁ δὲ τῆς ἐν Καρθαγένη συνόδου λδ' καὶ ὁ ογ τὴν τοῦ ἁγίου Πάσχα ἡμέραν παρεγγυώνται γίνε σθαι δήλην ἐν ταῖς ἐτησίως γινομέναις συνόδοις ἡμέραν δὲ τῆς συνόδου ορίζονται τὴν πρὸ δέκα και λανδῶν Σεπτεμβρίων, ὡς εἶναι ταύτην εἰκοστὴν πρώτην τοῦ Αὐγούστου· καλάνδαι γὰρ αἱ πρῶται ἡμέραι τοῦ μηνὸς λέγονται· εἰ οὖν τὰς πρὸ τούτων ἀφέλοις δέκα, ἡ κα' λείπεται τοῦ Αὐγούστου, τριά κοντα καὶ μίαν ἡμέρας ἔχοντος. Ὁ δὲ ιδ' τῆς ἐν Λαοδικείᾳ οὐκ οἶεται δεῖν τὰ ἅγια δώρα, εὐλογίας δῆθεν χάριν, τῷ τοῦ Πάσχα καιρῷ ἀπὸ παροικίας πέμπειν εἰς παροικίαν· ὡς ἀπρεπὲς γὰρ καὶ οὐκ εὔσχημον ἔθος δικαίως πρὸς τῶν Πατέρων κεκώλυται. Τοῦτο δὲ νῦν οἱ Λατῖνοι ποιοῦσιν, ἐν τῷ καιρῷ τοῦ Πάσχα ἐπιμερίζοντες τὰ ἄζυμα μετὰ τὸ ἁγιασθῆναι, ὡς κοινὰ τῷ δήμῳ παντί. Νόμος. Τῇ πρώτῃ τῶν πασχαλίων ἡμερῶν, καὶ βασιλικῆς ἐπὶ τούτῳ μὴ καταλαβούσης κελεύσεως, πάντες οἱ ἐν φυλακαῖς ἀπολυέσθωσαν, εἰ μὴ ἄρα ἱερόσυλος ἐστιν, ἢ μοιχὸς, ἢ παρθένων ἅρπαξ, ἢ τυμβωρύχος, ἢ γόης, ἢ φαρμακός, ἢ φονεύς, ἢ πατροκτόνος, ἢ κατὰ βασιλέως ἢ πόλεως εὑρέθη μηχανησάμενος. ΚΕΦΑΛ. Η'. Περί πατριάρχου. Πατριάρχης ἐστὶν εἰκὼν ζῶσα Χριστοῦ καὶ ἔμψυ χος, δι' ἔργων καὶ λόγων ἐν αὐτῷ ζωγραφῶν τὴν ἀλήθειαν. Σκοπὸς τῷ πατριάρχῃ, πρῶτον μὲν, οὓς ἐκ Θεοῦ παρέλαβεν ἐν εὐσεβείᾳ καὶ σεμνότητι βίου διαφυλάξαι· ἔπειτα δὲ καὶ πάντας τοὺς αἱρετικούς, κατὰ τὸ δυνατὸν αὐτῷ, πρὸς τὴν ὀρθοδοξίαν καὶ τὴν ἔνωσιν τῆς Ἐκκλησίας ἐπιστρέψαι (αἱρετικοὶ δὲ τοῖς νόμοις καὶ τοῖς κανόσι καλοῦνται, καὶ οἱ τῇ καθολικῇ μὴ κοινωνοῦντες Ἐκκλησίᾳ)· ἔτι δὲ καὶ τοὺς ἀπίστους διὰ τῆς λαμπρᾶς καὶ θαυμασίας αὐτοῦ πράξεως ἐκπλήττων, μιμητὰς ποιῆσαι τῆς πίστεως, καὶ τοὺς ὁρῶντας τὰ ἔργα αὐτοῦ λατρευτὰς τῆς παναγίας καὶ ὁμοουσίου Τριάδος, τὸ ὅσον ἐπ᾿ αὐτῷ ἀπεργάσασθαι. Τέλος τῷ πατριάρχῃ ἡ τῶν καταπεπιστεἀμένων αὐτῷ ψυχῶν σωτηρία, καὶ τὸ ζῆν μὲν ἐν Χριστῷ, ἐσταυρῶσθαι δὲ τῷ κόσμῳ. ιδια πατριάρχου, τὸ εἶναι διδακτικόν, τὸ πρὸς πάντας ὑψηλούς τε καὶ ταπεινούς ἀστενοχωρήτως ἐξισοῦσθαι, καὶ πρᾶον μὲν εἶναι πρὸς ἅπαντος τοὺς ἐντυγχάνοννας ταῖς διδασκαλίαις· ἐλεγκτικὴν δὲ πρὸς τοὺς ἀπειθοῦντας· ὑπὲρ δὲ τῆς ἀληθείας, καὶ τῆς ἐκδικήσεως τῶν δογμάτων, καὶ τῆς συντηρήσεως τοῦ δικαίου καὶ τῆς εὐσεβείας λαβεῖν ἐναντίον βασιλέων καὶ μὴ αἰσχύνεσθαι. Τῆς πολιτείας ἐκ μερῶν καὶ μορίων ἀναλόγως τῷ τινι ἀνθρώπῳ συνισταμένης, τὰ μέγιστα καὶ ἀναγκαιότατα μέρη βασιλεύς ἐστι καὶ πατριάρχης Διὸ καὶ ἡ κατὰ ψυχὴν καὶ σῶμα τῶν ὑπηκόων εἰρήνη
col. 109–110page 51 of 102
PG 145:109καὶ εὐδαιμονία βασιλείας ἐστὶ καὶ ἀρχιερωσύνης ἐν πᾶσιν ὁμοφροσύνη καὶ συμφωνία. Ὁ Κωνσταντινουπόλεως θρόνος βασιλείᾳ ἐπι κοσμηθεὶς ταῖς συνοδικαῖς ψήφοις πρῶτος ἀνηγορεύθη· αἷς οἱ θεῖοι κατακολουθοῦντες νόμοι καὶ τὰς ὑπὸ τοὺς ἑτέρους θρόνους γινομένα ἀμφισβητήσεις ὑπὸ τὴν ἐκείνου προστάττουσιν ἀναφέρεσθαι διάγνωσιν καὶ κρίσιν. Πάντων τῶν μητροπόλεων, καὶ ἐπισκοπείων, μοναστηρίων τε καὶ ἐκκλησιῶν ἡ πρόνοια καὶ φροντίς, ἔτι δὲ καὶ κρίσις, καὶ κατάκρισις, καὶ ἀθώωσις, τῷ οἰκείῳ πατριάρχῃ ἀνάκειται. Τῷ δὲ Κωνσταντινουπόλεως προέδρῳ ἔξεστι καὶ ἐν ταῖς τῶν ἄλλων θρόνων ἐνορίαις, ἐν οἷς οὐκ ἔστι προκαθ ιέρωσις ναῶν, σταυροπήγια διδόναι, οὐ μὴν ἀλλὰ, καὶ τὰς ἐν τοῖς ἄλλοις θρόνοις γινομένας ἀμφισβη- 5 τήσεις ἐπιτηρεῖν καὶ διορθοῦσθαι, καὶ πέρας ἐπιτι. θέναι ταῖς κρίσεσιν· ὡσαύτως καὶ μετανοίας, καὶ ἐπιστροφῆς ἁμαρτημάτων καὶ αἱρέσεων, αὐτὸς κα μόνος καθίσταται διαιτητής τε καὶ γνώμων. ΚΕΦΑΛ. Θ'. Περὶ περιοδευτῶν, ἤτοι ἐξάρχων. Ζήτει ἐν τῷ λ' κεφαλαίῳ τοῦ στοιχείου κανόνα τὴς ἐν Λαοδικεία συνόδου νζ'. ΚΕΦΑΛ. Ι'. Περὶ πίστεως ὀρθοδόξου. Ζήτει τὸ κεφάλαιον τοῦτο πρὸ τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. ΙΔ'. Περὶ πλεονεξίας καὶ ἁρπαγῆς. Ζήτει τὸ ιβ' κεφάλαιον τοῦ 1 στοιχείου. και Ὁ δὲ μέγας Γρηγόριος ὁ Νύσσης ἐν τῷ 5' νόνι. Τὸ τῆς εἰδωλολατρείας, φησὶν, εἶδος, οὕτω γὰρ ὠνόμασε τὴν πλεονεξίαν ὁ μέγας ᾿Απόστολος, οὐκ οἶδ' ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν περιώφθη· καίτοι γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τριτ τῆς ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ ὁ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶνα φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος. Καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποῤῥέουσα· καὶ ἡ φιλό νεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς ἐκ τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμβάνει· καὶ, τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας Ερῳ. Ὁ γάρ θεῖος ᾿Απόστολος οὐ μόνον αὐτὴν εἰδωλολατρείαν, ἀλλὰ καὶ ῥίζαν ἀπάν των τῶν κακῶν ἀπεφήνατο. Καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπισκεπτόν τε καὶ ἀτη μέλητον· διὸ καὶ πλεονάξει κατὰ τῆς Ἐκκλησίας τὸ τοιοῦτον ἀρξώστημα· καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆ ρον αγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρείας κατεμιάνθησαν. ᾿Αλλὰ περὶ τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατράςιν ἡμῶν, ἀφο κεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ, θεραπεύειν, καὶ ὥσπερ τινὰ πληθωρικὰ τῆς πλεονεκτικῆς ἀῤῥωστίας καθαίρειν. ΚΕΦΑΛ. ΙΒ'. Οπως δεῖ πνευματικοὺς πατέρας οἰκονομεῖν τοὺς αὐτοῖς ἐξομολογουμένους Ζήτει τοῦ δὲ στοιχείου κεφ, ε', ε', ζ', η' καὶ θ'.
col. 111–112page 52 of 102
PG 145:111ΚΕΦΑΛ. Π'. Ότι οὐ δεῖ πνικτὰ ζῶα ἐσθίειν. Σ Τῷ ἐγ' κανόνι τῶν ἁγίων ἀποστόλων, πρὸς δὲ καὶ τῷ ξζ' τῆς ς' συνόδου, ἀπηνὲς εἶναι δοκεῖ καὶ ἀτεχνῶς ἄλογον τὸ μὴ πρῶτον ἐκκενοῦν τῇ σφαγῇ τῶν ἀλόγων ζώων τὸ αἷμα τοὺς τῶν χρεῶν αὐτῶν ἅπτε σθαι μέλλοντας. ᾿Απείρηται δὲ καὶ θηριάλωτον ἐσθίειν ἢ νεθνηκός, ἔτι δὲ καὶ διὰ τὴν λίχνον γα στέρα, αἷμα οιουδήποτε ζώου, τέχνῃ τινὶ κατα σκευάζειν ἐδώδιμον. Εἰ γὰρ καὶ μετὰ τὸν κατακλυσμὸν ὁ Θεὸς τοῖς ἀνθρώποις ἐπέτρεψε τῶν λαχάνων οὐχ ἧττον τὰ ἄλογα τῶν ζώων ποιεῖσθαι τροφὴν, ἀλλὰ κρέα ἐν αἵματι ψυχῆς ἐσθίειν ἀπείρηκε· τὸ γάρ αἷμα ψυχῆς ἐν τοῖς ἀλόγοις ἐπέχει δύναμιν. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἐν ταῖς Πραξεσι, μετὰ τοῦ εἰδωλοθύτου καὶ τῆς πορνείας, καὶ ἀπὸ τοῦ πνικτοῦ παραφυλάττεσθαι νενομοθετήκασι τους πιστούς τοῖς δὲ ταύτην περὶ ἐλαχίστου τιθεμένοις τὴν ἐντο λὴν, εἰς κληρικοὺς μὲν τελοῦσι, δίκην ἐπάγουσι τὴν καθαίρεσιν, ἀφορισμὸν δὲ τοῖς τοῦ λαοῦ. Οἱ γε μὴν Λατίνοι, καὶ τῶν ἱερῶν τούτων κατολιγωρούντες κανόνων, ἀδεῶς ἐσθίουσι τὰ πνιχτά. Νόμος. Ἡ δὲ νη' νεαρὰ τοῦ βασιλέως Λέοντος διορίζεται, τοὺς μὲν πωλοῦντας ἢ ἐσθίοντας εἶδος οιονδηποτοῦν μετέχον αἵματος, αἰκιζομένους δημεύεσθαι, καὶ διὰ τῆς ἐν χρῷ κουρὰς ἀτιμοῦσθαι, καὶ ἀειουγίᾳ κατα κρίνεσθαι· τοὺς δὲ μὴ τὰ τοιαῦτα ἐκδικοῦντας ἄρ χοντας δέκα λίτρας ζημιοῦσθαι χρυσίου. ΚΕΦΑΛ. ΙΔ'. Περὶ ποινῶν. Ζήτει ἐν τῷ ιβ΄ κεφαλαίῳ τοῦ Σ στοιχείου κανόνα ε τῆς ἐν ᾿Αντιοχείᾳ συνόδου. Νόμοι. Οὐδεμίαν γυναῖκα ὑπὲρ χρηματικῆς αἰτίας δημο σίας ἢ ἰδιωτικῆς, ἢ ὑπὲρ ἐγκλήματος οιουδήποτε, ἢ εἰς φρουρὰν βάλλεσθαι συγχωροῦμεν, ἢ δι᾽ ἀνδρῶν φυλάττεσθαι, ἵνα μὴ διὰ τῶν τοιούτων ἀφορμῶν εὑρεθῶσι περὶ τὴν σωφροσύνην ἀτιμαζόμεναι. Εἰ δὲ βαρύτατον εἴη τὸ ἔγκλημα, ἐφ᾽ ᾧ κατηγορεῖται, εἰς μοναστήριον ἐμβαλλέσθω, ἢ γυναιξὶ παραδιδόσθω, ὥστε ἀσφαλῶς τηρεῖσθαι, ἕως οὗ τὸ πρᾶγμα φανε ρωθῇ. Ἐὰν ἐπαγάγῃ ὁ βασιλεὺς τιμωρίαν τιν, μὴ κολα ζέσθω παραχρῆμα ὁ καταδικασθεὶς, ἀλλ᾽ ὑπερτι Ο θέσθω λ' ἡμέρας ή κατ᾿ αὐτοῦ τιμωρία· ἴσως γὰρ τεύξεται φιλανθρωπίας. Τοὺς μηδὲν ἡμαρτηκότας παῖδας τὰ τῶν παντέ ρων ἁμαρτήματα οὐ καταβλάπτει, οὐδὲ τοὺς πατέ ρας τὰ τῶν τέκνων· τὰ γὰρ ἁμαρτήματα τῇ κεφαλῇ ἕπονται. Απαγορεύει ἡ διάταξις ἀμφοτέρας τέμνεσθαι τὰς χεῖρας, ἢ τοὺς πόδας. Ποινή μετάλλου ἐστὶ τὸ καταδικασθῆναι ἄσβεστον ποιεῖν, ἢ θεῖον ἀρύττειν. Ζήτει καὶ ἐν τῷ θ' κεφαλαίῳ τοῦ 1 στοιχείου, καὶ ἐν τῷ θ΄ κεφ, τοῦ στοιχείου κανόνα ν' τῆς ἐν Καρθαγένῃ συνόδου,
col. 113–114page 53 of 102
PG 145:113ΚΕΦΑΛ. ΙΕ. Περὶ πορνείας. Ζήτει ἐν τῷ ιδ'. κεφ. τοῦ 1 στοιχείου κανόνα δ τοῦ μεγάλου Γρηγορίου Νύσσης, ὅστις καὶ εἰς θ' χρόνους τοὺς πόρνους ἐπιτιμᾶσθαι κελεύει. Ὁ δὲ μέγας Βασίλειος, ἐν τῷ νθ' κανόνι, τὸν πόρω νον μέχρις επταετίας τῆς κοινωνίας ἀπείργει. Εἰ γὰρ καὶ ἐν τῷ κβ' κανόνι, ὃν καὶ ζήτει ἐν τῷ ιγ΄ κεφ. τοῦ στοιχείου, μετὰ τετραετίαν δοκεῖ λύειν τοῖς τοιούτοις τὸ ἐπιτίμιον, ἀλλ' οὐχ γνώμην οἰκείαν, τὴν δὲ τῶν πρὸ αὐτοῦ Πατέρων εἰσήνεγκε· τήν γε μὴν ἑπταετίαν τῇ ἰδίᾳ κρίσει τούτων κατεψηφίσατο, βαρύτερον ἢ οἱ πρὸ αὐτοῦ τὴν πορνείαν κοι λάζων, ὥσπερ ἄρα καὶ ἕτερα τῶν παθῶν οὐκ ὀλίγα. Περὶ δὲ τοῦ γυναικὶ συνοικοῦντος νομίμῳ καὶ παρ νεύοντος ζήτει ἐν τῷ ις κεφαλαίῳ τοῦ στοιχείου κανόνα τοῦ μεγάλου Βασιλείου και. Περὶ δὲ τοῦ γυναῖκα παρθένον φθείραντος βία ζήτει τὸ λ' κεφ. τοῦ στοιχείου. Ὁ δὲ μέγας Βασίλειος ἐν κε' κανόνι, Ὁ τὴν ἀμνήστευτον φθείρας παρθένον, φησί, καὶ μετὰ τὴν φθορὰν οἷα συζύγῳ χρώμενος, τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται. Τὴν δὲ γυναῖκα, τὴν μετ' αὐτοῦ συμβίωσιν αἱρουμένην, οὐκ ἀφαιρεθήσεται, εἴ γε καὶ οἱ γονεῖς τῆς κόρης δηλαδὴ καταδέχοιντο ἔτι οὔσης ὑπεξουσίου. Εκείνων γὰρ μὴ ἀνεχομένων, ὁ φθείρας κατὰ τοὺς πολιτικούς νόμους τιμωρηθήσεται, οὓς καὶ ζήτει κατὰ τὸ ῥηθὲν λ΄ κεφ. τοῦ στοιχείου. Ἐπὶ τριετίαν δὲ καὶ ὁ φθείρας ἐπιτιμᾶται, καὶ ἡ φθαρεῖσα, κατὰ τοὺς κειμένοις τοῦ ἁγίου τούτου κανόνας ἐν τῷ η' κεφ. τοῦ στοιχείου. Ακολούθως ". δὲ καὶ οὗτος τῷ ἀποστολικῷ ζ' κανόνι, ὃν καὶ ζήτει ἐν τῷ αὐτῷ λ΄ κεφ. τοῦ 1 στοιχείου, τὸν τὴν παρθένον φθείραντα νομίμως ταύτῃ συνάπτεσθαι διορίζεται· ἴσως γὰρ εἰ μὴ τούτῳ συναφθείη, άτιμος περιλειφθήσεται, οὐδενὸς ταύτην αιρουμένου πρὸς γάμον λαβεῖν. Ἐν δὲ τῷ κς', Ἡ πορνεία γάμος οὐκ ἔστι, φησίν, ἀλλ' οὐδὲ γάμου ἀρχή· εἰ μὲν οὖν οἷόν τε τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον σαθρὸς γὰρ ὡς ἄθεσμος ὁ τοῦ τοιούτου γά μου θεμέλιος. Εἰ δὲ στέργουσιν ἐκ παντὸς τρόπου καὶ ἄμφω τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπι τίμιον γνωριζέτωσαν, ἀφιέσθωσαν δὲ συνοικεῖο, ἵνα μὴ χεῖρόν τι γένηται. Η γὰρ ἑτέρῳ συζυγεῖσα ἡ γυνή, εἰς μοιχείαν ἐκκυλισθήσεται, τῷ πρώτῳ λάθρα συμφθειρομένη· ἢ στέργοντες ἀλλήλους διακαώς, καὶ συνεῖναι κωλυόμενοι, ἑαυτοὺς διαχειρίσονται, τῷ κατ' ἄκρας αλώναι τῷ ἔρωτι, τὴν ἀπ᾽ ἀλλήλων μὴ ἐνεγκόντες διάζευξιν. Ζήτει καὶ τὸν π´ τού κανόνα ἐν τῷ δ' κεφαλαίῳ τοῦ στοι του χείου. Νόμοι. Αλλ' ὁ νόμος τον παλλακῇ σώφρονι χρώμενον ἀναγκάζεσθαι κελεύει ταύτην καὶ νόμῳ γάμου λα βεῖν· τὴν δὲ καὶ ἑτέροις μιγνυμένην, καὶ μὴ τῷ ἑνὶ ἀρκουμένην προσώπῳ, καὶ τῆς οἰκίας τοῦ πορνεύοντος ἐξωθεῖσθαι. Γ. Γ. Γ. Γ.
col. 115–116page 54 of 102
PG 145:115Περὶ δὲ τῶν πορνευομένων ἐξ ἀνάγκης γυναικῶν ὁ μέγας Βασίλειος ἐν μθ' κανόνι, Α' πρὸς ἀνάγκην, φησί, γενόμεναι φθοραὶ, ἀνεύθυνοι ἔστωσαν· ὥστε καὶ ἡ δούλη, εἰ παρὰ τοῦ ἰδίου δεσπότου βεβίασται, ἀνέγκλητος ἔστω· ὥσπερ δὴ καὶ ἡ ἐξ ἁρπαγῆς βια σθεῖσα, ἢ ἡ τοῖς πολεμίοις ληφθεῖσα, καὶ ὑπ' ἐκεί νων φθαρεῖσα· ἀλλὰ τῆς μὲν φθορᾶς ἔνενεν ἐπιτιμᾶσθαι ταύτην οὐ δέον. Εἰ δὲ διάκονος ἐτύγχανεν οὖσα, τοῦ διακονεῖν παύσεται· ἀλλ᾽ οὐδὲ τῷ ἱερω θήσεσθαι μέλλοντι ἡ ὑπὸ τοιούτων ἐφθαρμένη, κ οιουδήτινος ἄλλου, συναφθήσεται. Ὁ δὲ α' κανὼν τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ. Τῆς ὑπὸ βαρβάρων φθαρείσης, φησί, εἰ μὲν καὶ ὁ πρότερος βίος κατέγνωστο, οὐδὲ δορυαλώτου γενομένης ἡ πορνικὴ ἕξις ἀνύποπτος, ταύτῃτοι καὶ προχείρως οὐ δεῖ ταῖς τοιαύταις εὐχῶν και νωνεῖν. Εἰ δέ τις ἐν ἄκρᾳ ζήσασα σωφροσύνῃ, καὶ ὑπονοίας πάσης ἐλεύθερον τὸν πρότερον ἐπιδεδειγμένη βίον, νῦν ἐκ βίας καὶ ἀνάγκης περιπέπτωκεν ὕβρει, ἐλεεῖσθαι μᾶλλον, ἢ ἐγκαλεῖσθαι δικαία, κατὰ τὸ ἐν τῷ Δευτερομίῳ παράδειγμα ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὑρὼν ἄνθρωπος ἐβιάσατο· «Τῇ νεάνιδι γάρ,» φησίν, κ οὐ ποιήσεται οὐδέν.» Οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι ὡς εἴ τις ἀναστῇ ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ θανατώσῃ αὐτόν· οὕτω καὶ τὸ πρᾶγμα τοῦτο· ἐβόησεν ἡ νεάνις, καὶ ὁ βοη θῶν οὐκ ἦν αὐτῇ. Πλὴν καὶ αὗται μετρίως ἐπιτιμηθήσονται, ὡς γε δὴ καὶ οἱ βρωμάτων ἀπειρημένων κατ' ἀνάγκην ἀπογευσάμενοι. Περὶ δὲ τῶν πορνεία περιπεπτωκότων κληρικῶν ταῦτα τοῖς κανόσι διείληπται Ὁ μὲν γὰρ α' κανὼν τῆς ἐν Νεοκαισαρεία συνό δου τὸν μετὰ τὴν ἱερωσύνην νομίμῳ δῆθεν γυναικ συναφθέντα τῆς ἱερωσύνης ἀπογυμνοῖ· πορνεύσαντα δὲ ἢ μοιχεύσαντα τελέως τῆς Ἐκκλησίας ἐξοστρακίζει, καὶ ἐν τοῖς τόποις ίστησι τῶν μετανοούντων ἀλλὰ τὸ ἐπιτιμᾶσθαι ταύτῃ τὸν πορνεύσαντα ἱερέα, οὔτε τοῖς ἀποστολικοῖς, οὔτε τοῖς Πατρικοῖς κανόσι δοκεῖ, οὓς καὶ ζήτει ἐν τῷ ι κεφαλαίῳ τοῦ στοι χείου. Ὥσπερ δὴ καὶ ὁ γ' τοῦ μεγάλου Βασιλείου κανὼν τὸν πορνεύσαντα διάκονον τῆς μὲν διακονίας ἐκβάλλει, καὶ εἰς τὸν τῶν λαϊκῶν ἀπωθεῖται τόπον, τῆς δὲ κοινωνίας οὐκ ἀπείργει τῶν ἁγιασμάτων· τοῦτο μὲν, φησί, διὰ τὸν, «Οὐκ ἐκδικήσεις,» λέγοντα, «δὶς ἐπὶ τὸ αὐτὸ,» παλαιὸν νόμον· τοῦτο δὲ, καὶ διὰ τὸ μὴ ἔχειν ἔτι ἐλπίδα πρὸς τὸν πρότερον επανιέναι βαθμόν. Ὁ μὲν γὰρ λαϊκὸς ἐκπίπτων, μετὰ τὴν ἐντετυπωμένην ἐν σῇ μετανοίᾳ τοῦ χρόνου περίοδον, ἐπάνεισιν ὅθεν ἐξελήλυθεν· οὗτος δὲ ἅπαξ ἔσχε διαρκῆ τὴν καταδίκην τῆς καθαιρέσεως· καθ όλου γε μὴν ἀληθὲς αὐτῷ ἴαμα πρὸς τὴν μέθεξιν τῶν ἁγιασμάτων, ἡ τῆς ἁμαρτίας ἀναχώρησις, διά τε συντρίμμου καρδίας, καὶ παιδαγωγίας τῆς σαρκός. Εἰ γὰρ ἔτι πορνεύων οὐ πέπαυται, μὴ ὅτι τῆς κοι νωνίας, ἀλλὰ καὶ τῆς μετὰ τῶν πιστῶν εἰς τὰς εὐ χὰς συνελεύσεως ἐκβληθήσεται, καὶ ἐπιτιμίοις ὥσπερ οἱ τοῦ λαοῦ καθυποβληθήσεται.
col. 117–118page 55 of 102
PG 145:117Ὁ δὲ μδ' γυναῖκα διάκονον Ελληνι συμπορνεύ σασαν τῆς μὲν ἀξίας καθαιρεῖ, κοινωνεῖν δὲ τῷ λαῷ στάσεως καὶ εὐχῶν οὐκ ἀπείργει· τῷ δὲ ζ' ἔτει τῆς τῶν ἁγιασμάτων κοινωνίας ἀξιοῦσθαι κελεύει, εἴ γε ἐν ἀγνεία βιῴη καὶ σωφροσύνῃ. Τῇ πίστει δὲ προσ ιόντι τῷ Ἕλληνι καὶ ταύτην εἰς γάμου συνάφειαν αιτουμένῳ, οὐκ οἴεται δεῖν ἐκδιδόναι, ἱεροσυλίαν σαφή λογιζόμενος, τὸ ἅπαξ ἀφιερωθὲν τῷ Θεῷ σῶμα εἰς χρῆσιν σαρκικῆς ὑπάρχειν ἐπιθυμίας. Ἐντεῦθεν τοῖς ὀρθῶς σκοποῦσιν οὐκ ἄδηλον, ὡς οὐδὲ κληρικοὺς μετασχηματιζομένους, ἢ μοναχούς, γυναιξὶ συνάπτεσθαι θεμιτόν· οὐ μὲν οὐδὲ τὰς τῶν ἱερέων γυναῖκας ὅσιον, δευτέροις γάμοις προσομιλεῖν, ἓν σῶμα τῇ πρὸς τοὺς ἱερέας συναφείς γεγενημένας. Ζήτει καὶ τὸ κε' κεφ. τοῦ Χ στοιχείου, καὶ ἐν τῷ δ' κεφ. τοῦ στοιχείου κανόνας τῶν ἁγίων ἀποστόλων ιζ' καὶ ιη', καὶ τὸν ξα' ἐν τῷ ιδ΄ κεφ. τοῦ 1 στοιχείου· καὶ ἐν τῷ θ' κεφ. τοῦ στοιχείου κανόνα κι' τοῦ μεγάλου Βασιλείου, καὶ τῆς ς' συν όδου κς', καὶ ἐν τῷ ιε' κεφ. τοῦ αὐτοῦ στοιχείου και νόνα τοῦ μεγάλου Βασιλείου ξθ'. Περὶ δὲ τῶν πόρνευσάντων μοναχῶν ζήτει καὶ τὸ ιεʹ κεφάλαιον τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. 15΄. Περὶ τοῦ πορνεῦσαι ἐπιθυμήσαντος, καὶ μὴ πράξαντος. Ἔθος γε μὴν ἀρχαῖόν ἐστι τῇ κακία, μὴ ἀθρόον ἡμῖν, μηδὲ ἀπὸ σοῦ πρώτου παραστάντος ἐπιστρατεύειν τὰ πάθη, ἀλλὰ τέχνῃ τινὶ καὶ περινοίᾳ σοφι στικῇ τὸ τῆς ἀπωλείας ἡμῖν βάραθρον κατὰ μικρὸν ὑπορύττειν. Ταύτῃ τοι καὶ τοῖς λογισμοῖς ἐπίως τῷ δοκεῖν καὶ ἱλαρῶς ἐπιμίγνυσθαι, προτέραν τινὶ λεγομένην ἐφίησι προσβολήν τῷ ἐπαγωγῷ τοῦ δεικνυμένου ινδάλματος ὑποφθεῖραι τούτους ἐπι βούλως μηχανωμένη, καὶ τὰς τῶν ἡδονῶν ἀρχάς, ὡς ψιλὰς ἐννοίας, καὶ μηδὲν πλέον, τά γε εἰς βλά ος ἐχούσας, ἀδεῶς εἰσδέξασθαι πείθουσα. Κρύπτει γὰρ τὸ τῆς ἁμαρτίας ἄγκιστρον, τῷ τῆς ἡδονῆς δελέατι, ὡς ἂν τούτῳ περιχανόντες, ἐκείνῳ περιο παρῶσι, κἀντεῦθεν λαβοῦσα ὑποχειρίους, ὅσα καὶ ὑπηρέταις αὐτοῖς χρήσηται. Είθε μὲν οὖν μὴ καὶ συμμάχους ἐκλάμβανε κατὰ τῆς ψυχῆς, τοὺς διέ πειν φεῦ! καὶ φρουρεῖν αὐτὴν ἐπιτετραμμένους. Εἰ γὰρ γυμνωθείη τῆς ἐκ τῶν λογισμῶν συμμαχίας * καθ' ἡμῶν ὀργῶσα κακία, εἰς μάτην αὐτῇ τὰ τῆς ἐνέδρας ἔσται καὶ μαγγανείας, μὴ πεφυκυία μόνη πάθος δημιουργῆσαι, καὶ εἰς ἔργον προενεγκεῖν, τὸ πομφόλυγος δίκην ὁμοῦ τε φαινόμενον, και εὐ θὺς ἀπολλύμενον καὶ διαλυόμενον, νεκρᾶς ὃν ἀτεχνῶς, ὡς εἰπεῖν, καὶ ἀνυπάρκτου φύσεως· ἀλλὰ τὸ εἶναι καὶ τὸ ζῆν πρὸς τῶν ἡμετέρων δανειζόμενον λογισμῶν, νεκροῖ τοὺς τὸ ζῆν διδόντας αὐτῷ. Τοι αῦτα γὰρ τὰ τῶν παθῶν τῆς κακίας ἐπίχειρα ο αὕτη τοίνυν ἡ προσβολὴ ὡς ἥκιστα τῆς ἡμῶν προαιρέσεως ἠρτημένη, ἔγκλημα ἡμῖν οὐχ οἷα τε προσ τρίψασθαι. Ο συνδυασμὸς ἔπεισι δεύτερος, ὃν ἡρέμα καὶ κατ' ὀλίγον τὸ τῆς προσβολῆς θαμινὸν εἰώθει ἀπογεννᾷν, ἐμπαθῶς ἢ καὶ ἀπαθῶς τοῦ λογισμοῦ συλλαλοῦντος τῷ προσβαλόντι· τοῦτο τίς
col. 119–120page 56 of 102
PG 145:119ἂν ἰσχυρίσαιτο μὴ ζημίαν εἶναι ψυχῆς λογικῆς, τῆς τοῦ Θεοῦ ἐννοίας περὶ πλείονος τῶν λογισμῶν αὐτῆς ποιουμένων τὴν περὶ τὰ τοιαῦτα σχολήν; Ἡ συγκατάθεσις ἐφίσταται τρίτη, νεῦσιν καὶ τῆς ψυχῆς κατηγοροῦσα πρὸς τὸ πάθος ἐνήδονον, ἣν καὶ ὡς γραμματεῖον ἤδη δεξαμένη απόῤῥητον, ἡ αἰχμαλωσίᾳ κατὰ πόδας τετάρτη κατεξανίσταται, τὴν ἀρίστην ἡμῶν ἀχρειοῦσα κατάστασιν, τῆς καρδίας ἤδη περιγενομένη, καὶ δρέπεσθαι πείθουσα τὴν ἀπατηλὴν βλάστην τῆς φαντασίας. Εἰ δὲ καὶ τῷ καιρῷ τῆς προσευχῆς εἰσφθαρείη, οὐδὲν ἀπόνασθαι ταύτης ἐξ, καὶ μάλιστα πονηροῖς ἐνθυμήμασιν αἱ ρουμένους ἐγκαλινδεῖσθαι. Συνέντες δὲ ᾗ κακοῦ γε γόναμεν, διὰ πάλης περιγενέσθαι τοῦ πτερνίσαι πει ρωμένου περώμεθα· καὶ δυοῖν θάτερον, ἢ σφοδρότερον πνεύσαντες ἐκρατήσαμεν θειοτέρᾳ ῥοπῇ, ἢ χαυνωθέντες, καὶ τὰ νῶτα δόντες, ἀγόμεθα καὶ φερόμεθα. Οὕτω δὲ τὰ τῆς πονηρίας πνεύματα συχνῷ χρόνῳ τῇ ψυχῇ παραμείναντα, καὶ εἰς τὴν σφῶν αὐτῶν ἕξιν αὐτὴν μεταθέμενα, τελευτώντα, το λεγόμενον πάθος, ὡσανεὶ τρόπαιον, πήγνυσι, καὶ στήλην ἐν τῇ καρδίᾳ τῇ μνήμῃ τρεφόμενον, καὶ τῇ συνηθεία διατηρούμενον, καὶ τὴν ψυχὴν παρασκευάζον περὶ παντὸς ποιεῖσθαι πᾶσαν αἰσχρός τητα. Δια δὴ τοῦτο καὶ ὁ τέταρτος τῆς ἐν Νεοκαισαρεία συνόδου κανὼν τὸν ἐπιθυμήσαντα γυναικός, καὶ συγκαθευδῆσαι ταύτῃ προθέμενον, εἰς ἔργον δὲ μὴ προβεβηκυίας τῆς ἐνθυμήσεως, ὑπὸ τῆς χάριτος ῥυσθῆναι διισχυρίζεται, πλὴν καὶ τοῦτον καλὸν ἂν εἴη μετρίως ἐπιτιμᾶσθαι, κατὰ τὸν οἱ τοῦ μεγάλου Βασιλείου κανόνα. Φησὶ γάρ· Τὸν ἐν χείλεσι μιαν θέντα διάκονον, καὶ μέχρι φιλήματος ἡμαρτηκέναι ὁμολογήσαντα, τῆς μὲν λειτουργίας ἄχρι τινὸς ἐπι σχεθῆναι χρή· τῶν δὲ ἁγιασμάτων σὺν τοῖς διακόνοις μεταλαμβάνειν· ὡσαύτως ὡσαύτως καὶ πρεσβύτερον. Τὸν δέ τι πλέον φωραθέντα ἡμαρτηκέναι, ἐν οἷῳ ἂν εἴη βαθμῷ, καθαιρεῖσθαι. Επεται τούτοις καὶ ὁ θ' προσέτι καὶ ὁ ι' τῆς αὐτ τῆς ἐν Νεοκαισαρεία συνόδου, τὰ μὲν πρὸ τῆς πορνείας λέγοντες ἁμαρτήματα, ἅπερ ἔν ἐπαφαῖς καὶ φιλήμασι, καὶ ἑτέροις δή τισι θεωροῦνται τοιούτοις, λόγος αἱρεῖ παρὰ τοῖς πολλοῖς διαλύεσθαι τῇ χειροθεσίᾳ. Εἰ μέντοι πρὸ τῆς χειροτονίας πορνείας ήλω πρεσβύτερος ἢ διάκονος, καὶ τῷ συνειδότι κρουόμενος ὁμολογήσεις τὸ πρὸ τῆς χει ροτονίας ἁμάρτημα, τοῦ μὲν ἱερουργεῖν εἰρχθήσεται· ἀρετῆς δὲ μεταποιούμενος, τῶν λοιπῶν τῆς ἱερωσύνης πρεσβείων οὐκ ἐκβληθήσεται· μήτε δὲ αὐτὸς ὁμολογῶν, μήτε μὴν προφανῶς ἐλεγχόμενος, ἐπ᾿ ἐκείνῳ δέον τὴν ἐξουσίαν ποιεῖσθαι, ἢ παύσασθαι εἴ γε ἥμαρτεν, ἢ ἐνεργεῖν, εἰ μηδὲν ἑαυτῷ σύνοιδεν. Ελεγχθεὶς δὲ ὑπὸ πέντε μαρτύρων, ὅρκῳ τὴν κατηγορίαν βεβαιωσαμένων, προς τῇ καθαιρέσει καὶ τῶν γερῶν τῆς ἱερωσύνης ζημιωθήσεται, εἰς λαϊκοῦ διωθούμενος τόπον. Ὁ δὲ Θεόφιλος Αλεξανδρείας ἐν τῷ εἴ κανόνι, Αναγνώστην πορνείαν φυγόντα, εἰ γενομένης ἀκρι βοῦς ἐξετάσεως φανερῶς ἐλεγχθείη, του κλήρου, φησὶν, ἐκβάλλεσθαι χρή· ἐν τῷ κλήρῳ δὲ μένε
col. 121–122page 57 of 102
PG 145:121Π. μὴ ἐλεγχθέντα· οὐ γὰρ δεῖ ταῖς ματαίαις προσ έχειν διαβολαῖς. Νόμος. Φησὶ δὲ καὶ ὁ νόμος, Κρεῖσσον τὰ ἁμαρτήματα καταλιμπάνειν ἀνεκδίκητα, ἢ τινας αναιτίως καλά ζεσθαι. ΚΕΦΑΛ. ΙΖ΄. Περὶ παρνοβοσκῶν. Ο πς' τῆς ς σονόδου κανὼν τοὺς ἐπ' ὀλίσθε ψυχῶν πόρνας συνάγοντας καὶ ἐκτρέφοντας, κλη ρικοὺς μὲν ὄντας καθαιρεῖ· πρὸς ταύτῃ κελεύει καὶ ἀφορίζεσθαι, διπλῆν τούτοις ἐπάγων τὴν ἐπ εξέλευσιν, λαϊκοὺς δὲ, ἀφορίζεσθαι. Νόμοι. Ὁ εἰδὼς πορνεύεσθαι τὴν ἑαυτοῦ γυναίκα, καὶ σιωπών, πορνοβοσκός ἐστιν. Οἱ ἐκ πορνείας γεγεννημένοι οὐ μόνου τῆς μη τρὸς, ἀλλὰ καὶ τῶν ἐκ μητρὸς συγγενῶν κληρονομοῦσι, καὶ ὑπ' αὐτῶν κληρονομοῦνται. Ἡ δὲ ἐλλου στρία νομίμους ἔχουσα παῖδας καὶ παρνογενεῖς, οὐδὲν δύναται παρασχεῖν τοῖς πορνογενέσιν, οὔτε ζῶσα, οὔτε τελευτῶσα. Ἡ τοῦ πορνογενούς κληρονομία οὐκ ἀνήκει τοῖς πρὸς πατρὸς συγγενέσιν· οὐ γὰρ λέγεται ἔχειν πατέρα, τῇ μητρὶ δὲ αὐτοῦ καὶ τοῖς ὁμομητρίοις ἀδελφοῖς. Οἱ δὲ περὶ γάμων νόμοι, καὶ οἱ κανόνες ἐπιγινώσκουσι καὶ τὴν ἐκ πορνείας συγγένειαν, καὶ συναπτομένους τοὺς ἐκ πορνείας συγγενείς, ώς τοὺς ἐξ ἐννόμων γάμων αιμομιξία περιπεσόντας κολάζουσιν. Ο μέντοι παλλακισμός νόμιμος ἐστιν· ὁ γὰρ για εαῖκα σεμνὴν παλλακευόμενος, καὶ ποιῶν ἐν ἐκμαρτυρία τοῦτο κατάδηλον, ὡς γαμετὴν αὐτὴν ἔχειν δοκεῖ· εἰ δ᾽ οὖν, ἀσέλγειαν πρὸς αὐτὴν πλημμελεῖ, ΚΕΦΑΛ. ΙΗ'. Περὶ πρεσβείων καὶ προνομίων, ὧν ἔχουσιν οἱ ἀρχιερεῖς καὶ αἱ ἐκκλησίαι, καὶ περὶ τῶν παροικιῶν αὐτῶν. Ζήτει τὸ ια' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. ΙΘ'. Περὶ ὧν ἔχουσιν οἱ πρεσβύτεροι δικαίων. Ζήτει τὸ θ' κεφάλαιον τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. Κ' Περί προικῴων πραγμάτων. Νόμοι. Η διατετιμημένη προιξ τῷ ἀνδρὶ κινδυνεύεται κἂν ἀποθάνωσι τὰ ζῶα, κἄν τὴν ἐσθῆτα ἡ γυνὴ κατατρίψῃ, τὴν ἀποτίμησιν αὐτῶν δίδωσι· τῆς δὲ ἀδιατιμήτου καὶ ἡ αὔξησις καὶ ἡ μείωσις τὴν γυ ναῖκα ὁρᾷ, καὶ αὐτὴ λαμβάνει τὸν τοκετὸν τῶν δούλων· τοὺς δὲ καρποὺς καὶ τὴν γονὴν τῶν θρεμμάτων ὁ ἀνὴρ λαμβάνει. Τὰ ἐπαγγελθέντα χάριν προικός, εἰ μὴ ἐντὸς δύο ἐτῶν καταβληθεῖεν, ἀπαιτοῦνται καὶ οἱ τόκοι αὐτῶν ἀπὸ τρίτης ἑκατοστῆς. Αποροῦντος τοῦ ἀνδρὸς ἐν συνεστῶτι τῷ γάμῳ, δύναται ἡ γυνή παρακρατεῖν τὰ πράγματα αὐτοῦ εἰς τὴν ἰδίαν προίκα, προτιμωμένη παντὸς δανειστοῦ καὶ ὑποθήκην ἔχοντος· πλὴν οὐ δύναται ἐκ
col. 123–124page 58 of 102
PG 145:123ποιεῖν ἃ καρακρατεῖ· ἐπειδὴ ὀφείλει ἐξ αὐτῶν ἀπο τρέφειν ἑαυτὴν καὶ τὸν ἄνδρα· καὶ τὰ τέκνα αὐτῆς. Οὐ κατέχεται ἡ γυνὴ ἐκ τῶν τοῦ ἀνδρὸς συναλλαγμάτων, κἂν ἐγγυήσηται αὐτόν καὶ οὐδὲ δημευο μένου τοῦ ἀνδρὸς συνεπάγονται τὰ πράγματα τῆς γυναικός· οὐδὲ τὰ ἐξώπροικα ὑπόκεινται ταῖς τοῦ ἀνδρὸς λειτουργίαις. Ὁ ἀνὴρ, καὶ ἄπορος ὢν, πᾶσαν τὴν προῖκα χρεωστεῖ. Ο πενθερὸς ὑπὸ τοῦ γαμβροῦ, καὶ ἡ γυνὴ ὑπὸ τοῦ ἀναρὸς ἀπαιτούμενοι ἣν ἐπερωτήθησαν προίκα, πρὸς τὸ μέτρον τῆς οὐσίας αὐτῶν καταδικάζονται. Ἐὰν ὁ ἀνὴρ συμφωνήσῃ πρὸς τὴν γυναῖκα, ἵνα τελευτῶσαν αὐτὴν κληρονομήσῃ, τὸ σύμφωνον ἄχρη στόν ἐστιν. Ἐὰν δὲ γένηται σύμφωνον ἐξ ἀρχῆς, ἵνα η προτελευτώσης τῆς γυναικὸς ἡ προὶς ἀπομείνῃ Δ. παρὰ τῷ ἀνδρὶ, καὶ εἰ παρὰ τοῦ πατρὸς δεδομένη ἐστὶν ἡ προΐξ, ἔῤῥωται τὸ σύμφωνον, καὶ ἀποκλείεται ὁ πατήρ. Ἐὰν ὁ πατὴρ οὕτως ἐστὶν αἰσχρὸς, ὥστε δέος εἶναι, μήποτε λαβὼν τὴν προῖκα δαπανήσῃ, ἀρνεῖται αὐτῷ ἡ ἀγωγή· καὶ ὁ δικαστὴς προνοεῖ αὐτοῦ καὶ τῆς θυγατρός. Εἰ παίδων ὑπόντων δεήσει τὴν ἐμμείναντα μετά τελευτὴν τῆς συζύγου αὐτοῦ, ἄνευ τοῦ περιελθεῖν εἰς ἕτερον συνοικέσιον, τῆς τῶν οἰκείων τέκνων συνδιαγωγής χωρισθῆναι, μετὰ τὸ ἀπολαβεῖν ἐντελῆ τὰ ἴδια πράγματα, δεῖ λαμβάνειν αὐτὸν καὶ ἑνὸς παιδὸς μοῖραν κατὰ τὸν ἀριθμὸν τῶν τέκνων, τεχνο τροφίας τε ἕνεκα, καὶ τῆς διασεσωσμένης αὐτῷ πρὸς τὸν πρῶτον γάμον αἰδοῦς καὶ τιμής. Εἴ τι ὁ ἀνὴρ ἐδαπάνησε πρὸς τὴν γαμετὴν αὐτ τοῦ νοσοῦσαν, μετὰ τὸν αὐτῆς θάνατον οὐ δύναται ἀπαιτεῖν τὸν πενθερὸν αὐτοῦ, πρὸς ὂν ἡ προιξ τῆς θυγατρὸς αὐτοῦ ἐπανήξει, ἀλλὰ τῇ διαθέτει αὐτοῦ ὀφείλει λογίζεσθαι· ὅσα δὲ εἰς τὴν ταφὴν ἠνάλωσεν, ὁ πατὴρ δίδωσι πρὸς ὂν ἡ προὶξ ἐπανῆλθεν. Ὁ τοῦ γήμαντος ὑπεξουσίου πατὴρ καὶ αὐτὸν ἀναγκάζεται τρέφειν, καὶ τὴν γαμετὴν αὐτοῦ· αὐ τὸς γὰρ ὑπόκειται τοῖς βάρεσι τοῦ γάμου τοῦ υἱοῦ αὐτοῦ. Ζήτει τὸ β' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. ΚΔ΄. Περὶ προδοτών. Ο θ' κακὼν τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ, Ὅσοι, φησὶν, αἰχμάλωτοι τοῖς βαρβάροις γε γόνασι, καὶ τῇ σφῶν δυσσεβεία συναπαχθέντες, τοσοῦτον ταύτης μετέσχον, ὥστε καὶ λήθην λαβόντες τοῦ εἶναι Χριστιανούς, ἐνίους τῶν ὁμοφύλων ξύλω ἢ ἀγχόνῃ ἐφόνευσαν, καὶ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσε τοῖς βαρβάροις ὑπέδειξαν, καὶ τῆς ἀκροασέως ἐκε βληθήτωσαν, μέχρις ἂν συνελθοῦσι τοῖς ἁγίοις κοινῇ περὶ αὐτῶν τι δόξῃ, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ Πνεύματι. Νόμοι. Ὁ ἐρεθίζων πολεμίους, ἤ προδιδοὺς πολεμίοις Ρωμαίους, κεφαλικῶς τιμωρεῖται. Οἱ δὲ κατὰ χέρ συν, ἢ θάλασσαν τοῖς λῃστεύουσι συλλῃστεύσαντες, τῶν φανερῶν πολεμίων μᾶλλον κολάζονται, ὅσῳ
col. 125–126page 59 of 102
PG 145:125Ρ-Σ. καὶ τοῦ φανεροῦ πολέμου ἡ ἀφανὴς ἐπιβουλὴ χαλε πωτέρα καθέστηκε. Τοὺς ἐκ τῶν Ῥωμαϊκῶν πρὸς τοὺς πολεμίους ἀποφεύγοντας ὡς πολεμίους ἔξεστιν ἀκινδύνως φο νεύειν. Ὁ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως ἢ τῆς πολι τείας μηχανησάμενος, ἢ μελετήσας, φονεύεται καὶ δημεύεται. Οἱ πρὸς τοὺς πολεμίους αὐτομολούντες, καὶ τὰς ἡμετέρας βουλὰς ἀπαγγέλλοντες, ἀπαγχονίζονται. Ζήτει τὸ ια' κεφάλαιον τοῦ Σ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ρ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α'. Περὶ τῶν ἐν ῥύσει προαιρέτῳ για νομένων ἀνδρῶν τε καὶ γυναικῶν. Σ. Ζήτει τὸ ις' κεφ. τοῦ 1 στοιχείου καὶ τὸ κη' κεφ. 16 28 τοῦ Κ στοιχείου. ΑΡΧΗ ΤΟΥ Σ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Δ'. Ὅτι τοῖς Σάββασιν οὐ δεῖ νηστεύειν Ζήτει ἐν τῷ λζ κεφαλαίῳ τοῦ Κ στοιχείου και νόνα τῶν ἁγίων ἀποστόλων ξέʹ, καὶ τῆς ς συν όδου νεʹ, καὶ τῷ λε' κεφ. του στοιχείου τῆς ἐν Λαοδικεία συνόδου κανόνα ις', καὶ ἐν τῷ εἴ κεφ. τοῦ Τ στοιχείου κανόνα νε' τῆς ς' συνόδου. ΚΕΦΑΛ. Β'. Περὶ σκηνικών. Ζήτει ἐν τῷ α΄ κεφ. τοῦ Θ στοιχείου κανόνα α' τῆς ς' συνόδου, καὶ ἐν τῷ ζ' κεφ. τοῦ Μ στοιχείου κανόνα με' τῆς ἐν Καρθαγένη συνόδου. Ζήτει καὶ τὸ ια' κεφάλαιον τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. Γ'. Ὅτι σταυρὸν ἐν ἐδάφει γράφειν οὐ δεῖ, ἀλλὰ καὶ τοὺς ὄντας ἀπαλείψειν. Ὁ ογ' τῆς ς' συνόδου κανὼν τὸν τοῦ τιμίου σταυροῦ τύπον ἐν ἐδάφει γράφειν ἀπείρηκεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἤδη γραφέντας διαγράφειν ἀνεν δοιάστως ἐπισκήπτει καὶ ἐξαλείφειν, ὡς ἂν μὴ συμ πατούμενον τοῖς βαδίζουσιν, ἐφυβρίζοιτο τὸ σωτής ριον τῆς ἡμῶν νίκης τρόπαιον· τὸ καὶ διανοίᾳ αἰδοιτῇ πάσῃ τιμώμενον, καὶ λόγῳ διαφερόντως θαυμαζόμενον, καὶ αἰσθήσει πρακτικῶς προσκυνούμενον. Νόμος. Μηδεὶς ἐν ἐδάφει, ἢ ἐν μαρμάρῳ, ἐπὶ ἐδάφους κειμένῳ, ἢ ἐν μυλίτῃ λίθῳ σταυρὸν ἐγγλυφέτω καὶ οἱ ὄντες ἐν τούτοις περιαιρείσθωσαν· ὁ δὲ παραβαίνων τὸν νόμον, τὴν βαρυτάτην ὑπομενέτω ποινήν. ΚΕΦΑΛ. Δ'. Περὶ συμβολαίων καὶ συμφώνων. Νόμοι. Ἡ τῶν συμβολαίων ἀπώλεια οὐκ ἀφαιρεῖ τὰς ἀγωγάς, ἐν ᾧ δυνατόν ἐστιν ετέρως ἀποδειχθῆναι τὸ ἀληθές. Τὰ χωρὶς δόλου σύμφωνα καὶ μὴ τοῖς νόμοις ἐναν τιούμενα ἔῤῥωται. ΚΕΦΑΛ. Ε΄. Περὶ συμποσίων. Τῷ νέ' τῆς ἐν Λαοδικεία συνόδου κανόνι κληρικοὺς ἢ λαϊκοὺς συμπόσια ποιεῖν ἐξ ἐράνου καὶ συμβολῆς ἀπείρηται· ταῦτα γὰρ, ὡς ἐπίπαν, οὐ δενός εἰσιν ἀγαθοῦ, ὅτι μὴ καὶ πάσης αἰσχρότητος πλία. Σ. Κ

Beginning of Letter ΣInitium Litterae Σ

col. 127–128page 60 of 102
Initium Litteræ Ρ
PG 145:127Γ. Ὁ δὲ κζ' ταύτης ἐν ταῖς λεγομέναις ἀγάπαις τῶν συμποσίων μέρη αἵρειν, καὶ οἴκαδε κομίζειν τοὺς τοῦ κλήρου ἀπείρηκε· λιχνείαν γὰρ τοῦτο καὶ μοχθηρίαν τῶν δρώντων κατηγορεῖ, ὡς ἐντεῦθεν τὴν τῆς Ἐκκλησίας κατάστασιν ἐξυβρίζεσθαι. Ζήτει καὶ τὸ γ΄ κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν τὰς συνάξεις τὰς ἱερὰς ἀποστρεφομένων. Ζήτει ἐν τῷ θ΄ κεφ. τοῦ στοιχείου κανόνα ε΄ καὶ ς' τῆς ἐν Γάγγρᾳ συνόδου. ΚΕΦΑΛ. Ζ΄. Περὶ τῶν συνεισάκτους γυναίκας ἐχόντων κληρικῶν. Ζήτει τὸ ιθ΄ κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Η΄. Περὶ τῶν συνεπισταμένων κληρικοῖς ἁμαρτήματα, καὶ μὴ ὁμολογούντων. Ο απ' τοῦ μεγάλου Βασιλείου κανών, Ὁ ἁμαρ τήματι συνεγνωκός, φησί, τινὶ, καὶ μὴ ὁμολογήσας, ἀλλ᾽ ἐλεγχθείς, ἐπὶ τοσοῦτον χρόνον, ὅτ ὁ ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπι τιμίῳ. Οὐκ ἦν δὲ ἄρα τῷ ἁγίῳ πρὸς τρόπου τὸν μόνην εἴδησιν ἔχοντα, καὶ μὴ ἀρκοῦντα κωλύ σαι, τιμωρεῖσθαι, τὸν δέ γε συναράμενον καὶ συμ. βουλεύσαντα, καὶ δυνάμενον ἐπισχεῖν, εἴπερ ἐβού λετο. Καὶ ὁ προφήτης γὰρ οὐκ ἁπλῶς κολάζεσθαι ἀξιοῖ τὸν θεωροῦντα κλέπτην ἢ μοιχόν, ἀλλὰ τὸν συντρέχοντα τῷ κλέπτῃ, καὶ συναιρόμενον, καὶ τὸν συμμεριζόμενον τῇ κοινωνίᾳ τῷ μοιχῷ τὸ ἁμάρ τημα. Πανταχοῦ δὲ ἡ μὲν ἐξομολόγησις τῆς κολά σεως ἀφαιρεῖται τὸ πλεῖστον· ὁ δὲ ἔλεγγος χαλεπωτέραν ταύτην ἐργάζεται. Ζήτει καὶ ἐν τῷ θ΄ κεφ. τοῦ στοιχείου κανόνα κε' τῆς ἐν 'Αγκύρα συνόδου. Νόμος. Ὁ ὑποδεξάμενός τινα ἐνεχόμενον ἐγκλήματι ἐν εἰδήσει τὴν αὐτὴν ὑφίσταται τιμωρίαν· ὁ δὲ λῃ στὰς ὑποδεξάμενος καὶ μὴ προσαγαγὼν αὐτοὺς τῷ δικαστηρίῳ δημεύεται, ἢ τιμωρεῖται, κατὰ τὴν ποιότητα τοῦ προσώπου, ὡς ἂν ὁ δικαστὴς συνίδῃ. ΚΕΦΑΛ. Θ΄. Περὶ συνόδων τῶν ἐτησίως γινο μένων. Ὁ λϚʹ τῶν ἀποστόλων κανὼν δὲς τοῦ ἔτους σύν οδον κελεύει ποιεῖ τοὺς ἑκάστης επαρχίας ἐπισκόπους τῷ οἰκείῳ συνιόντας μητροπολίτῃ· ἅπαξ μὲν, τῇ τετάρτῃ τῆς Πεντηκοστῆς ἑβδομάδι, δεύτερον δὲ, φθινούσης ἤδη τῆς ὥρας, τῇ ιβ' τοῦ ὑπερβερεταίου, ἤτοι τοῦ Ὀκτωβρίου· ἐφ᾽ ᾧ πᾶσαν ἀμφιβολίαν περί τε δογμάτων, καὶ γραφικών ζητημάτων, καὶ ἐκκλησιαστικῶν ὑποθέσεων λύεσθαι, καὶ μέν τοι καὶ διαφορὰς ἔστιν ὧν πρὸς ἀλλήλους, καὶ δί κας, καὶ ἔριδας. Τούτῳ καὶ ὁ κ' τῆς ἐν ᾿Αντιοχεία συνόδου πρὸς λέξιν σχεδὸν ἕπεται· μὴ ἐξεῖναι δὲ προστίθησιν ἐνίοις καθ᾿ ἑαυτοὺς συνόδους ποιεῖν, μὴ παρόντος τοῦ τῆς ἐπαρχίας μητροπολίτου· τότε γὰρ τελεία γίνεται σύνοδος, ὅτε καὶ ὁ μητροπολίτης σύνεστι τοῖς λοιποῖς. ᾿Αλλὰ καὶ ὁ εἰ τῆς αἱ συνόδου κανών, φθινούσης μὲν ὥρας κατὰ τὸν Οκτώβριον, κελεύει τὴν μίαν
col. 129–130page 61 of 102
PG 145:129Σ. τῶν συνόδων ἀθροίζεσθαι· τὴν δὲ ἑτέραν, οὐκ ἐν τῇ Πεντηκοστῆ, ἀλλὰ πρὸ τῆς Τεσσαρακοστῆς συνε εστάναι ὡς ἂν, πάσης ἀηδίας και μικροψυχίας τῆς πρὸς ἀλλήλους περιαιρεθείσης, καθαροὶ τῷ φύσει καφαρῷ τὸ τῆς νηστείας προσενέγκοιεν δῶ ρον. Ὁ δὲ ιθ' τῆς δ' συνόδου ἐν καλῇ οἴεται κεῖσθαι τοὺς ἐπισκόπους δὶς τοῦ ἔτους συνόδους ποιεῖν, ἔνθα ἂν ὁ τῆς ἐπαρχίας δοκιμάσῃ μητροπολίτης, ἐπ' ἐνίων ἐκκλησιαστικών διορθώσει πραγμάτων τοὺς δὲ μὴ συνιόντας τῶν ἐπισκόπων, ὑγιῶς τοῦ σώματος ἔχοντας, καὶ ταῖς αὐτῶν ἐπιχωριάζοντας πόλεσι, μηδέ τινος ἑτέρου ἀναγκαίου πράγματος εἴργοντος, ἀδελφικῶς ἐπιπλήττεσθαι. Ὁ δὲ τῆς ς' συνόδου η' τοῦτον μὲν ὡς ἔχει λέ ξεως δίεισι, νομοθετεῖ δὲ, ἅπαξ τοῦ ἔτους καὶ μὴ δὶς σύνοδον γίνεσθαι, καιρὸν ὁρίσας τὸν ἀπὸ τοῦ Πάσχα μέχρις ὅλου τοῦ Ὀκτωβρίου, διά τε τὰς τῶν βαρβάρων ἐφόδους, καὶ τὰς προσπιπτούσας ἑτέρας αἰτίας, αἱ δυσχερεῖς ποιοῦσι τοῖς ἐπισκόποις τὰς συνεχείς αποδημίας. Τοῦτον αὖθις ὁ ς' ἐπικυρῶν καὶ τῆς ζʹ συνόδου, ἀφορίζεσθαι ἀξιοῖ, εἴ τις ἄρχων εὑρεθείη είργων τινὰ τῶν εἰς τὴν σύνοδον ἀπιόντων ἐπισκόπων συνιοῦσι δὲ τούτοις, προύργου, φησί, μελέτω, ὥστε τὰς τοῦ Εὐαγγελίου ἐντολὰς, καὶ τὰς τῶν κανόνων μετιέναι διδάσκειν τοὺς ὑπὸ χεῖρα. Εἴ τινα δὲ τῶν συνεληλυθότων ἐπισκόπων κτῆνος, ἢ ἕτερον εἶδος, ὁ μητροπολίτης ἀπαιτήσας άκοντα ελεγχθείη, τε τραπλάσιον ἀποτισάτω. Καὶ ὁ μ' τῆς ἐν Λαονικείᾳ πολλῆς ἀξιοῖ φροντί. δος τὸ καθ᾿ ἑκάστην ἐπαρχίαν ἐτησίως σύνοδον για νεσθαι. Διὸ καὶ τοὺς ἐπισκόπους εἰς ταύτην και λουμένους οὐκ ἀναδύεσθαι, ἀλλ᾽ ἀμελητὶ ἀπιέναι προστάττει· καὶ ἢ τοὺς σοφωτέρους, ἅττα ἴσασι διδάσκειν, ἢ τοὺς ἁπλουστέρους, ἅπερ ἀγνοοῦσι μανο θάνειν. Ούτω γὰρ κατορθούσθαι τὴν Ἐκκλησίαν καὶ ἐπιδιδόναι συμβαίνοι, περί τε τὰ ὀρθὰ τῆς πίστεως δόγματα, καὶ τὰς τὸν βίον ρυθμιζούσας ἐντολάς· ὁ δὲ καταφρονῶν, ἑαυτὸν ἐπιτιμηθεὶς αἰτιάσθω, εἰ μή τινι ἀνωμαλίς ἢ τοῦ σώματος ἢ τῶν πραγμάτων ἐμποδισθείη. Καὶ ὁ ιθ΄ τῆς ἐν Καρθαγένη σύνοδον τοῖς ἐπι σκόποις κατ' ἐνιαυτὸν ἐπισκήπτει ποιεῖν· ἀλλὰ δὴ καὶ ὁ ογ', ὃν καὶ ζήτει ἐν τῷ ζ κεφαλαίῳ τοῦ Η στοιχείου. Τούτοις δὲ καὶ ὁ ος ἐπιψηφίζεται, τὰς αὐτὰς τοῖς ῥηθεῖσι κανόσιν αἰτίας ἐπεξιών· τὸν δὲ μὴ πειθόμενον τῆς μὲν τῶν ἄλλων ἀφίστασθαι κοινωνίας κελεύει, μόνῃ δὲ τῇ τῆς ἰδίας Εκκλησίας ἀρκεῖσθαι. ᾿Αλλὰ τῷ ἐζ' κανόνι οὐ τῶν ἀναγκαίων εἶναι δοκεῖ, κατ' ἐνιαυτὸν σύνοδον γίνεσθαι τῶν ἐπισκόπων εἰς Καρχηδόνα, ἵνα μὴ συντρίβωνται οἱ ἀδελ φοί. Ἀλλ᾽ εἰ μὲν αἰτία: κνιναὶ ἀνακύψαιεν περί δογμάτων τυχόν, γράμμασι καλεῖσθαι τοὺς ἐπισκόπους, καὶ κοινῆς γινομένης συνόδου, λύεσθαι τὸ ἀμφίβολον· εἰ δὲ ἰδικαὶ εἶεν, ἐν ἐπαρχίᾳ ἑκάστῃ τὴν λύσιν αὐτὰς λαμβάνειν.
col. 131–132page 62 of 102
PG 145:131τυρεύειν Νόμος. Ἡ δὲ ρλζ' Ἰουστινιάνειος νεαρὰ ἅπαξ ἢ δὶς τοῦ ἔτους τῷ Ἰουνίῳ ἢ τῷ Σεπτεμβρίῳ συνόδους γίνε σθαι βούλεται τῶν μητροπολιτῶν παρὰ τοῖς πα τριάρχαις καὶ τῶν ἐπισκόπων παρὰ τοῖς μητροπολίταις, καὶ ἐξετάζεσθαι τὰς αἰτίας, ἂς οἱ ἐπίσκοποι καὶ οἱ κληρικοὶ καὶ οἱ μοναχοὶ πρὸς ἀλλήλους ἔχουσι περί τε πίστεως, καὶ κανόνων, καὶ πραγμά των ἐκκλησιαστικῶν, καὶ τὰ παρὰ τοὺς κανόνας ἁμαρτανόμενα διορθοῦσθαι· τοὺς δὲ ἄρχοντας μὴ ἐπιτιθεμένους τοῖς μητροπολίταις καὶ τοῖς ἐπισκόποις, ὑπερτιθεμένοις τὰς τεταγμένας συνόδους ποιεῖν, ἢ τοὺς μὴ πειθομένους οὐ μηνόοντας τῷ βασιλεῖ ἐσχάτως τιμωρεῖσθαι. Ἀλλὰ τὸ τῶν συν όδων τούτων πάντη τὸ νῦν ἔχον καταπεφρόνηται. ΚΕΦΑΛ. Ι'. Περὶ συστατικῶν γραμμάτων. Ζήτει τὸ θ' κεφάλαιον τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. ΙΔ΄. Περὶ τῶν συνωμοσίας, ή φατρίας, ἢ στάσεις ποιούντων. Ὁ ιη' τῆς δ' συνόδου κανών, καὶ ὁ λδ' τῆς ς' συνόδου, Ἐν τοῖς πολιτικοῖς, φασί, νόμοις, ὧν οἱ πλείους πρὸς τῶν ἔξω σοφῶν συνετέθησαν, τὸ τῆς συνωμοσίας ἢ φατρίας ἀπείρηται τόλμημα, πολλῷ γε δήπου τῇ τοῦ Θεοῦ ᾿Εκκλησίᾳ. Ὅστις τοίνυν τῶν μοναζόντων ἢ κληρικῶν τοιούτῳ ἀλοίη ἐγκλήματι, ἢ συσκευὰς ἐλεγχθείη τυρεύων, ἤτοι τεκταίνων, ἐπισκόποις ἢ κληρικοῖς, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ. Συνωμοσία δέ ἐστι τό τινας κατά τινων βου λεύσασθαι, καὶ ἀλλήλους ὅρκοις συνδῆσαι, ἢ μὴν μὴ ἀποστήσεσθαι τοῦ βουλεύματος, μέχρις ἂν τοῦτο τε λεσθείη· ὥς που καὶ ἐν ταῖς Πράξεσι τῷ θείῳ Λουκά ἱστόρηται, ὅτι ποιήσαντές τινες τῶν Ἰουδαίων στ στροφάς, ἀνεθεμάτισαν ἑαυτοὺς, μήτε φαγεῖν, μήτε πιεῖν, ἕως ἂν ἀποκτείνωσι τὸν Παῦλου. Φατρία δέ ἐστι κυρίως τὸ τῶν συγγενῶν ἢ τῶν ἄλλως ἡνωμέν νων σύστημα· ἐνταῦθα δὲ κακοθελὲς δηλοῖ διαδού λιον, καὶ συμφωνίαν τινῶν ἐπὶ πράξεσι φαύλαις. Τυρεύειν δὲ, τὸ σκληρὰ καὶ πονηρὰ κατασκευάζειν, καὶ μηχανασθαι· ὡς τὸ, «Ἐνυρώθη» ἡ καρδία αὐτῶν, ἀντὶ τοῦ κ ἐσκληρύνθη.» Νόμοι. Ο συνωμοσίαν κατὰ τῆς πολιτείας παρασκευάσας γενέσθαι, καὶ ὁ ἐπιβουλεύσας τῷ στρατοπέδῳ, ἢ τοῖς πολεμίοις αὐτὴ προδοὺς, ἢ ὁ κατὰ δόλον ἐμπο δίσας ὑπὸ Ῥωμαίους γενέσθαι τοὺς πολεμίους, ἢ παρασκευάσας αὐτοὺς βοηζηθῆναι πλήθει, ἢ ὅπλοις, ἢ χρήμασιν, ἢ ἑτέρῳ οἰῳδήσοτε τρόπῳ, τῷ τῆς καθε οσιώσεως ὑπόκειται ἐγκλήματι. ᾿Αλλὰ καὶ τὸ συν άγεσθαι ὄχλον χωρίς βασιλικοῦ ἐπιτάγματος, πολ λῆς ἄξιον τιμωρίας κρίνεται πρὸς τῶν νόμων. Ζήτει καὶ τὸ κα' κεφάλαιον τοῦ Π στοιχείου. Ἡ δὲ νεαρὰ τοῦ βασιλέως Κωνσταντίνου τοῦ πορφυρογεννήτου, εἰδήσει καὶ τοῦ πατριάρχον ᾿Αλεξίοτ καὶ τῆς συνόδου, ἀναθέματι καθυποβαλλει τοὺς μέλο λοντας ἢ ἐπιβουλαῖς ἐπιχειρεῖν, ἢ μούλτῳ· ἀλλὰ δὴ καὶ τοὺς συμπράττοντας καὶ συγκοινωνοῦντας τῇ αὐο
col. 133–134page 63 of 102
PG 145:133Σ. τῶν ἀποστασίᾳ, καὶ τοὺς συμβουλεύοντας ἢ παρορ μῶντας εἰς τὰ τοιαῦτα, καὶ τοὺς συνεκστρατεύοντας, καὶ τοὺς δεχομένους αὐτοὺς εἰς μετάνοιαν, μὴ μεταμελομένους ἀπὸ τῆς ἀποστασίας, καὶ καταλιμπάνοντας αὐτήν. Ζήτει περὶ ταύτης τῆς νεαρᾶς ἐν τῇ ἐπιγραφῇ τῆς ἐν Γάγγρᾳ συνόδου, ἥτις ἐν τῇ ἀρχῇ τοῦ βιβλίου κεῖται. ΚΕΦΑΛ. ΙΒ'. Περί σχισματικών. Ζήτει ἐν τῷ β΄ κεφαλαίῳ τοῦ σοιχείου κανόνα α' τοῦ μεγάλου Βασιλείου, σοφῶς ὁριζομένου καὶ διαιροῦντος τὰ σχίσματα, καὶ τὰς αἱρέσεις, ταῖς ἑκατέρων ἰδιότησιν. Ὁ δὲ λα' τῶν ἁγίων ἀποστόλων κανών, Ὅστις, φησί, πρεσβύτερος, μηδέν τι κατεγνωκώς τοῦ ἰδίου ἐπισκόπου, μήτε περὶ τὴν εὐσέβειαν σφαλλομένου, μήτ' αὖ χαίροντος ἀδικίαις, ἀλλ᾽ εὐσεβοῦς μὲν τὰ πρὸς Θεὸν, δικαίου δὲ τὰ πρὸς ἀνθρώπους ὑπάρχοντος, πάθει φιλαρχίας κάτοχος ὤν, ἰδίᾳ πήξει θυσιαστήριον, καὶ παρασυνάξεις ποιῶν ἐν τούτῳ ἱερουργεῖ, μετὰ μίαν καὶ δευτέραν καὶ τρίτην παραίνεσιν καὶ παράκλησιν ἐπὶ τὴν προτέραν ὁμόνοιαν, ἔτι γνώμη χρώμενος αὐθεκάστῳ, αὐτὸς μὲν ὡς φίλαρχος, καὶ τυραννικὸν ἔργον ἐπιδεικνύμενος, καθαιρείσθω. Οἱ δὲ συναπαχθέντες αὐτῷ, καὶ συνεκκλησιάζοντες, εἰ μὲν κληρικοὶ εἶεν, καὶ αὐτοὶ καθαιρείσθωσαν, εἰ δὲ λαϊκοί, ἀφορισμῷ ὑποβεβλήσθων. Ἐναργώς τοίνυν ἐκ τούτου παρίσταται, μηδ Αντιναοῦν ὄφλειν εὐθύνην, τοὺς τῶν ἰδίων ἐπισκόπων ἀποσχιζομένους, καὶ ἀποφοιτώντας κληρικούς, καταγινώσκοντας ὡς ἀσεβούντων ἢ ἀδικούντων. Δι᾿ ἕτερον μέντοι γε τρόπον, κἂν τὰ χείριστα λέγη ται περὶ ἐπισκόπου ἢ πρεσβυτέρου, οὐ δίκαιον τῆς ἐκείνου κοινωνίας ἀφίστασθαι, πρὶν ἂν ἡ δι᾿ ἀκρι βοὺς ἐξετάσεως κρίσις τοῦτον καθέλῃ. Οὐ γὰρ τῶν ἀνθρώπων ἡ χάρις, ἀλλὰ τοῦ ἁγίου Πνεύματος, ὃ καὶ διὰ τῶν ἀναξίων πορίζειν ταύτην εἰώθει τοῖς θερμότητι πίστεως προσιοῦσι. Πάντας γὰρ, φησὶν, ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ ἐνεργεῖ. Τὰ αὐτὰ καὶ ὁ τῆς ἐν Ἀντιοχείς ε' διέξεισι, προσο θεὶς ὡς, εἰ μετὰ τὴν καθαίρεσιν θορυβῶν ἐπιμένει, καὶ τὴν Ἐκκλησίαν ἀναστατῶν, διὰ τῆς ἔξωθεν καὶ πολιτικῆς ἐξουσίας σωφρονιζέσθω, εἴ πως ταύτῃ γοῦν πρὸς μετάνοιαν ἐπιστρέψειεν. Επιτιμᾶν τὴν μόνον ἐφεῖται τοῖς ἐπισκόποις, ἀλλ' οὐχὶ καὶ τιμω ρεῖσθαι τοὺς πταίοντας· μὴ πειθομένους δὲ τοῖς άρχουσι πρὸς σωφρονισμὸν ἐκδιδόναι. Ζήτει καὶ τὸν λα' καὶ τὸν νθ' τῆς ς' συνόδου ἐν τὴν α' κεφ. τοῦ στοιχείου. Ὁ δὲ ιβ' κανὼν τῆς λεγομένης πρώτης καὶ δευτέρας συνόδου, Τῷ λα, φησί, τῆς ς συνόδου κανόνι γινό μενοι σύμψηφοι, ἀποκεκληρωμένους εἶναι, καὶ ἐπι τετραμμένους κελεύομεν πρὸς τοῦ κατὰ χώραν ἐπισκόπου, τοὺς ἐν εὐκτηρίοις οίκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας ἱερέας. Εἰ δέ τινες παρὰ τού τους ἄνευ γνώμης τοῦ ἐπισκόπου εἰς τὰς οἰκίας ἐμπίπτοντες άψασθαι λειτουργίαν τολμήσαιεν, ἐκεί
col. 135–136page 64 of 102
PG 145:135νους μὲν καθαιρεῖσθαι, τοὺς δὲ συγκοινωνοῦντας αὐτοῖς ἀφορίζεσθαι. Ὁ δὲ ιγ', Ωταερ αἱ τῶν αἱρετικῶν ζιζανίων ἐκε φύσεις, φησί, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ρίζαις αὐταῖς ἐξεκόπησαν, οὕτω καὶ τὴν τῶν σχισματικῶν μανίαν, τὸ τοῦ Χριστοῦ σῶμα μερίζειν ἐπιχειροῦσαν, ἡμεῖς ἀναστέλλοντες, οριζόμεθα, ὡς, εἴ τις πρεσβύτερος, ἢ διάκονος, ἐπί τισι δῆθεν ἐγκλήμασιν, ἃ τῶν σαρκικῶν ἐξῆπται παθῶν, τοῦ οἰκείου κατεγνωκὼς ἐπισκόπου, πάσης δυσσεβείας καὶ ἀδι κου πράξεως ἔχοντος τὸν βίον ἐκ διαμέτρου, ὡς τῷ ἀποστολικῷ καὶ θείῳ κανόνι διείληπται, ἀποστῆνα, τῆς αὐτοῦ κοινωνίας τολμήσειε πρὸ συνοδικῆς δια γνώσεως, καὶ τοῦδε τὸ ὄνομα τὴν θείαν επιτελῶν Ιεροτελεστίαν μὴ ἀναφέροι, τοῦτον ὑποκεῖσθαι καθ αιρέσει κελεύομεν, καὶ πάσης ἱερατικῆς ἀποστερεῖσθαι τιμῆς. ᾿Αθέμιτον γὰρ τὴν τῶν μητροπολιτών συνάφειαν διαπτύσαντες, πρὸς τὸν οἰκεῖον ἐπιστραφῶσιν θυμίαμα θυμιατήριον, ουσία θυσιαστήριον. κρίσιν ἁρπάζοντα, πρὸ κρίσεως, ὅσον τὸ ἐπ᾿ αὐτῷ, τοῦ οἰκείου πατρὸς καὶ ἐπισκόπου καταψηφίζεσθαι. ᾿Αλλὰ καὶ τοὺς ἐπομένους αὐτῷ, κληρικοὺς μὲν τυγ χάνοντας, τοῖς αὐτοῖς ἐπιτιμίοις ὑποβάλλεσθαι· μου ναχοὺς δὲ, ἢ λαϊκοὺς, μὴ ὅτι τῆς ἱερᾶς ἀφορίζεσθαι κοινωνίας, ἀλλὰ καὶ τῆς ἐκκλησίας παντάπασιν ἐξωθεῖσθαι, μέχρις ἂν τὴν πρὸς τοὺς σχισματικούς ἐπίσκοπον. Ὁ δὲ ιδ΄ καθαίρεσιν καὶ τοῦ ἐπισκόπου καταψηφίζεται, εἰ τῆς κοινωνίας τοῦ ἰδίου ἀποσχισθείη μητροπολίτου, μηδὲ ἀναφέρειν ἀνέχοιτο ἐν ταῖς ἱεραῖς τελεταῖς τὸ αὐτοῦ ὄνομα. Ὁ δὲ ιε' τῶν αὐτῶν εὐθυνῶν καὶ τοῖς μητροπου λίταις τιμᾶται, τοῖς ἀποσχιζομένοις τοῦ σφῶν πα τριάρχου. Εἰ δ' ὁ πατριάρχης τυχόν, φησίν, ἢ ὁ μητροπολίτης, ἢ ὁ ἐπίσκοπος, οιανδήτινα αἵρεσιν πρὸς τῶν θείων κατηγνωσμένην Πατέρων, δημοσίᾳ καὶ γυμνῇ, φάναι, κηρύττῃ τῇ κεφαλῇ, οἱ τῆς αὐ τοῦ κοινωνίας ἀποδιαστελλόμενοι, καὶ ἀποτειχίζοντες ἑαυτοὺς, μὴ ὅτι κολάσεως, ἀλλὰ καὶ τῆς προσ ηκούσης τοῖς ὀρθοδόξοις ἀξιούσθεν τιμῆς. Οὐ γὰρ ἐπισκόπων, ἀλλὰ ψευδεπισκόπων και ψευδοδιδασκάλων κατέγνωσαν, καὶ οὐκ εἰς σχίσματα τὴν ἕνωσιν τῆς Ἐκκλησίας κατέτεμον, ἀλλὰ σχισμάτων καὶ μερισμῶν τὴν Ἐκκλησίαν ἐσπούδασαν ῥύσασθαι, τό γε εἰς αὐτοὺς ήκον. Διὰ τοῦτο καὶ ἡμεῖς εὖ ποιοῦντες, τὴν τῆς παλαιᾶς Ρώμης απειπάμεθα και νωνίαν, καὶ πρό γε συνοδικῆς διαγνώμης, καὶ κρίσ σεως. Ὁ δὲ ς' τῆς ἐν Γάγηρᾳ συνόδου κανὼν τῷ περὶ ἐλαχίστου τιθεμένῳ τὴν Ἐκκλησίαν, καὶ ἰδία ἐκκλησιάζοντι, καὶ παρὰ γνώμην ἱερουργοῦντι τοῦ ἐπι σκόπου, τῶν ἐσχάτων τιμὴν ἀξιοῖ· τί γὰρ τοῦ ἀναθέματος ἐσχατώτερόν τε καὶ φρικωδέστερον; Εκκλησίαν δὲ οὐ τὸν νεών, ἀλλὰ τὸ τῶν πιστῶν φησι πλήρωμα· ὁ γὰρ νεώς, κατὰ τὸν Πηλουσιώτην ἅγιον Ἰσίδωρον, ἐκκλησιαστήριον ἂν κυρίως λέγοιτο, ὡς θυμίαμα θυμιατήριον καὶ θυσία θυσιαστήριον. ᾿Αλλὰ καὶ ὁ ι' τῆς ἐν Καρθαγένῃ, τὸν ἀφορισμῷ ἐπιτιμηθέντα πρεσβύτερον, εἰ ἐξ ἄπονοίης νέον πή ξας θυσιαστήριον, ἰδίαν τῷ Θεῷ ἱερουργίαν προσο
col. 137–138page 65 of 102
PG 145:137Τ. φέρει, τῷ ἀναθέματι παραπέμπει, οἷα τὴν τῆς Ἐκ κλησίας πίστιν καὶ κατάστασιν λυμαινόμενον, καὶ βλασφημεῖσθαι ταύτην παρασκευάζοντα πρὸς τῶν τῆς ἀληθείας ἐχθρῶν. Πρῶτον μὲν γὰρ παραγγελίαις πειρᾶσθαι δεῖ τοὺς τὰ σχίσματα ποιοῦντας ἐπανάγειν πρὸς τὴν ὁμόνοιαν· μὴ πειθομένους δὲ, καθαιρεῖν ἢ ἀφορίζειν· εἰ δὲ καὶ οὕτω μένοιεν ἀπαυθαδιαζόμενοι, καὶ στασιάζοντες, ὑποτιθέναι τούτους τῷ ἀναθέματι, καὶ ὡς σεσηπότα μέλη τοῦ ὑγιαίνοντος σώματος τῆς Ἐκκλησίας ἐκτέμνειν. Τὰ αὐτὰ καὶ ὁ ια' ἀποφαίνεται· Τὸν καταγνωσθέντα πρὸς τοῦ ἰδίου ἐπισκόπου πρεσβύτερον, ὡς μὴ καλῶς βιοῦντα, προσαγγεῖλαι δεῖ τοῖς γειτνιῶσι τῶν ἐπισκόπων, ὡς ἄν δι' ἐκείνων τῷ ἰδίῳ διαλλα γείη· εἰ δὲ φυσιωθεὶς, ἀποσχισθείη μὲν τοῦ ἐπισκόπου, ἰδίᾳ δὲ ἱερουργεῖν βουληθείη, οὐ μόνον τὸν ἴδιον ἀπολέσει βαθμὸν, ἀλλὰ καὶ ἀνάθεμα ἔσται. Χρὴ δὲ, φησὶ, σκοπεῖν, μὴ ἄρα δικαίως τὸν ἴδιον ἐπίσκοπον ὁ κληρικὸς αἰτιῷτο, ἢ ἀδικοῦντα βλέπων αὐτὸν, ἤ τῷ ὀρθῷ ἐναντιούμενον δόγματι, καὶ οὐκ ἔξω λόγου τὴν αὐτοῦ κοινωνίαν ἐκκλίνοι. Ζήτει ἐν τῷ β΄ κεφ, τοῦ στοιχείου κανόνα λγ' τῆς ἐν Λαοδικείᾳ συνόδου, καὶ τὸ κ' κεφάλαιον τοῦ Κ στοιχείου. Ἡ δὲ πολύστομος τῆς Ἐκκλησίας σάλπιγξ, ὁ μακάριος τιμόντι Χρυσόστομος, τὴν πρὸς Ἐφεσίους Ερμηνεύων Ἐπιστολὴν, κάν τῷ ια' τῆς ἐρμηνείας λόγῳ, περὶ τῶν τὰ σχίσματα ποιούντων διαλεγόμενος, 'Ανήρ τις ἅγιος, φησιν, εἴρηκεν, ὅτι οὐδὲ μαρτυρίου αἷμα ἐξαλείφειν δύναναι τὴν ἁμαρτίαν ταύτην. Ἐν δὲ τῷ ξε' τῆς αὐτῆς κεφαλαίῳ, τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν, τὸ τὴν Ἐκκλησίαν σχίσαι, οὐδὲν ἔλαττον κακὸν δείκνυσιν· οὐδὲν δὲ οἷον καὶ τὴν ἐπι στολὴν ἐνάριθμον θεῖναι τοῖς φθάσασι, τοῦ ἐν ἁγίοις Διονυσίου. ᾿Αλεξανδρείας καὶ μάρτυρος, ἦν πρὸς τὸν Ναυάτον πέπομφε, Ρώμης ὄντα πρεσβύτερον, Ἐπιστολὴ Διονυσίου πρὸς Ναυάτον, Ρώμης πρεσβύτερον. Διονύσιος Ναυάτῳ ἀδελφῷ χαίρειν. Εἰ ἄκων, ὡς φής, ήχθης, δείξεις, ἐὰν ἀναχωρήσεις ἑκών ἔδει μὲν γὰρ καὶ πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ ἦν οὐκ ἀδοξονέρα τῆς ἕνεκεν τοῦ μὴ εἰδωλολατρῆσαι γινομένης, ἡ ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία, κατ᾽ ἐμὲ δὲ καὶ μείζων· ἐκεῖ μὲν γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς Ἐκκλησίας μας. τυρεῖ· καὶ νῦν δὲ, εἴ πείσαιο, ἢ βιάσαιο τοὺς ἀδελ τοὺς εἰς ὁμόνοιαν ἐλθεῖν, μείζων ἔσται σοι τοῦ σφάλ ματος τὸ κατόρθωμα· καὶ τὸ μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται· εἰ δὲ ἀπειθούντων, ἀδυνατεῖς, σώζων σώζε τὴν σταυτοῦ ψυχήν. Εῤῥῶσθαί σε ἐχόμενον τῆς εἰρήνης, ἐν Κυρίῳ εύχομαι. ΑΡΧΗ ΤΟΥ Τ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Δ΄. Περὶ τῆς τάξεως τῶν κληρικῶν, Ζήτει τὸ δ' κεφάλαιον τοῦ στοιχείου. Ὁ δὲ νς' τῆς ἐν Λαοδικείᾳ συνόδου κανὼν τοῦ ἐπισκόπου τὴν εἴσοδον ἐπὶ τὸ θυσιαστήριον ποιουμέ Τ.

Beginning of Letter ΤInitium Litterae Τ

col. 139–140page 66 of 102
Initium Litteræ Τ
PG 145:139μὴ ἐξεῖναι κελεύει τοῖς πρεσβυτέροις προλαμ Μ. βάνειν, καὶ εἰσερχομένους καθίζειν, καὶ μόνον ἐξν τὸν ἐπίσκοπον (οὐχ ὅπως γὰρ ἀταξίας, ἀλλὰ καὶ τοῦ περιφρονεῖν τὸν ἐπίσκοπον τοῦτο σημεῖον, ἀλλὰ τούτῳ συνεισιέναι, εἰ μήπου τις ἀνωμάλως ἔχει τὸ σῶμα, καὶ τὴν στάσιν ἥκιστα δύναται φέρειν. ΚΕΦΑΛ. Β΄. Περὶ ταφῆς. Νόμοι. Οὐκ ἔξεστι θάπτειν ἔνθα δῆλόν ἐστιν ὅτι μάρτυρος σῶμα ἀπόκειται. Οὐδεὶς ἀπὸ τῶν τάφων ὕλην τινὰ ἤ ἕτερον εἶκος δόμημα μεταφέρει. Μηδεὶς σῶμα ἀνθρώπινον χωρίς κελεύσεως βασι λικῆς εἰς ἕτερον τόπον μεταφερέτω. Ζήτει καὶ ἐν τῷ ιε' κεφ. τοῦ Μ στοιχείου. ΚΕΦΑΛ. Γ΄. Οτι τοὺς τελευτήσαντας οὔτε βα πτίζειν θεμιτόν, οὔτε τοῖς σώμασιν αὐτῶν κοινωνίας μεταδιδόναι. Ζήτει τὸ κς' κεφάλαιον τοῦ Κ στοιχείου. ΚΕΦΑΛ. Δ΄. Περὶ τῶν τέκνων τῶν κληρικῶν. Ο λε' τῆς ἐν Καρθαγένη συνόδου κανὼν οὐκ οἴεται δεῖν ἐπισκόπους καὶ κληρικοὺς εὐχερῶς τοῖς τέκνοις αὐτῶν διδόναι τὸ αὐτεξούσιον; εἰ μὴ ἀπὸ τῆς ἡλι κίας καὶ τῶν ἀγαθῶν τρόπων δοῖεν πληροφορίαν, ὅτι δυνήσονται δεόντως καὶ εὐλαβῶς τὰ καθ᾿ ἑαυτοὺς οἰκονομεῖν· εἰ δ᾽ οὖν, τῶν ἁμαρτημάτων αὐτῶν καὶ αὐτοὶ ἔσονται κοινωνοί. Νόμοι. Οἱ δὲ νόμοι κελεύουσι μὴ παρὰ μόνου τοῦ πατρὸς εἴτε κληρικοῦ, εἴτε λαϊκου, τὴν τῶν τέκνων αὐτεξουσιότητα γίνεσθαι, εἰ μὴ καὶ δικαστικὴ διάγνωσις τοῦτο ἐπιψηφίσεις· φασί γάρ· Οὐ γυμνὴ συναίνεσις τοῦ πατρὸς ἐλευθεροὶ τῆς ὑπεξουσιότητας τὸν παῖδα, ἀλλὰ νόμιμος πρᾶξις. Οἱ δὲ ὀφφικίῳ τιμηθέντες παῖδες τῶν ἐπισκόπων, αὐτεξούσιοι παρὰ τοῦ νόμου γίνονται, καὶ λόγον ὑπὲρ αὐτῶν οἱ πατέρας οὐ διδόασι· φησὶ γὰρ ἡ πα Ἰουστινιάνειος νεαρά, ὅτι πάντες οἱ ἀξιωματικοί, καὶ οἱ ἔχοντες ὀφφίκια ἄρχοντες, αὐτεξούσιοι ἔστως σαν, καὶ εἰ τῆς πατρικῆς χειρὸς οὐκ ἔφθασαν ἀπο λυθῆναι. Τῶν ψυχικῶν μέντοι σφαλμάτων, ἅπερ οἱ ὑπεξ ούσιοι ἁμαρτάνουσι παῖδες, ἴσως οἱ πατέρες δίκην ὑπέχουσιν, οὐ μὴν καὶ τῶν ἐγκληματικῶν· οὐ γὰρ κολάζονται πατέρες ὑπὲρ τέκνων· φησὶ γὰρ ὁ νόμος Τὰ ἁμαρτήματα τῇ κεφαλῇ ἕπονται. ΚΕΦΑΛ. Ε. Περὶ τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῶν ἐν αὐτῇ τελουμένων ἐθῶν. Ζήτει τὸ δ' κεφάλαιον τοῦ Ν στοιχείου. Ὁ δὲ νε τῆς ς' συνόδου κανὼν τοῖς τὴν παλαιὰν οἰκοῦσι Ρώμην παρεγγυᾶται, μὴ νηστεύειν τὰ σάββατα τῆς ἁγίας τεσσαρακοστῆς, ἐκτὸς μόνον τοῦ ἑνὸς καὶ μεγάλου σαββάτου· ἀλλ᾽ ἀδιόρθωτοι μεμε νήκασιν οἱ ἀλαζόνες, μήτε τῶν ἀποστολικῶν κανό νων, μήτε τούτου ἐπιστρεφόμενοι· καὶ μήτε τὴν καθαίρεσιν οἱ ἱερωμένοι, μήθ' οἱ τοῦ δήμου τὸν ἀφορισμὸν εὐλαβούμενοι· μᾶλλον δὲ τοσοῦτον χεί ρους γεγόνασιν, ὡς μὴ μόνον ἐν τούτοις, ἀλλὰ κἂν
col. 141–142page 67 of 102
PG 145:141Τ. τοῖς ἄλλοις τοῦ χρόνου σάββασι, παρανόμως νη στεύειν· τὸ δ' ἔτι τούτου παρανομώτερον, ὅτι τὴν τοῦ σαββάτου κατάλυσιν ἐπὶ τὴν τετράδα μετενηνόχασι καὶ παρασκευὴν, τὴν δ᾽ ἐν ταύταις νηστείαν ἐπὶ τὸ σάββατον, ἔργον ὡσανεί ποιούμενοι, πάντα νόμον ἱερὸν τιθέναι ἀνάστατον. Ὁ δὲ νς' τὴν αὖθις ἐκ διαμέτρου τῶν ᾿Αρμενίων διορθούμενος πλάνην, ἐν τοῖς σάββασι καὶ ταῖς κυριακαῖς τῆς ἁγίας τεσσαρακοστῆς, τυροῦ καὶ ὠῶν ἀπέχεσθαι καὶ τούτους κελεύει, οἶπ δὴ νόμος πάσῃ τῇ ὑφηλίῳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Ὥσπερ γὰρ πάν των τῶν θυομένων ἀπεχόμεθα ζώων, οὕτω δέον, καὶ ἀσα τούτων καρπὸς, εἰς τροφὴν μὴ προσίεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν τετράδων παρατηρητέον καὶ παρασκευῶν τοῦ ὅλου ἐνιαυτοῦ· τοῖς δὲ παραβαίνουσι, καθαιρέσει ἢ ἀφορισμῷ τιμᾶται, κληρικοῖς οὔσιν, ἢ δημόταις τυχόν. ᾿Αλλὰ κάν τούτῳ τοὺς Λατίνους μᾶλλον ἂν ἴδῃς εἰς ἔσχατον ἀφιγμένους παρανομίας, ὥσπερ ἐξεπίτηδες ὁμόσε χωροῦντας τοῖς θείοις και νόσιν· ἐν γὰρ τοῖς σάββασι καὶ ταῖς κυριακαῖς τῆς τεσσαρακοστῆς, οὐ μόνον τυροῦ καὶ ὠῶν, ἀλλά γε καὶ χρεῶν ἅπτονται, οὐχὶ τοῦ δήμου μόνον, ἀλλὰ καὶ τῶν μοναχῶν οἱ ἀσθενῶς δῆθεν τοῦ σώματος ἔχοντες. Ζήτει καὶ ἐν τῷ α΄ κεφ. τοῦ στοιχείου τῆς ἐν Λαοδικεία συνόδου κανόνα με, καὶ ἐν τῷ ζ κεφ. τοῦ Η στοιχείου κανόνα πθ´ νῆς ς' συνόδου. Ὁ δὲ τῆς ς' συνόδου νβ' κανών, ἐν μὲν ταῖς ἄλ λαις τῆς ἁγίας τεσσαρακοστῆς ἡμέραις, οἷα πενθεῖν προστεταγμένον, καὶ νηστεύειν καὶ κατανύσσεσθαι εἰς ἐξίλασμα τῶν οὐ καλῶς ἑκάστῳ βεβιωμένων, τὴν τῶν προηγιασμένων λειτουργίαν κελεύει τελεῖσθαι· ἐν δέ γε τοῖς σάββασι καὶ ταῖς κυριακαῖς αὐτ τῆς, καὶ τῇ ἁγίᾳ τοῦ Εὐαγγελισμοῦ ἡμέρᾳ, ἐπεί. περ ἐν ταύταις νηστεύειν οὐκ ἔννομον, καὶ θυσίαν προσφέρειν, καὶ τελείαν γίνεσθαι λειτουργίαν· τις μῶμεν γὰρ τὴν τοῦ Εὐαγγελισμοῦ ἡμέραν, πανηγυρίζοντες ἐν αὐτῇ, ὡς ἀρχὴν καὶ κεφάλαιον τῆς ἡμῶν σωτηρίας. Εοικεν οὖν μίαν εἶναι τὴν τεσσαρακονθήμερον νηστείαν. Εἰ γὰρ καὶ ἑτέρα τοῖς και νόσιν ἐπεγινώσκετο, ωρίσθη ἂν καὶ ἐν ἐκείνῃ, μὴ τελείαν ἱεροτελεστίαν, ἀλλὰ προηγιασμένην τε λεῖσθαι. Διὰ τί ὡς ἐπὶ τὸ πλεῖστον μὲν τρίτην ώραν τῆς ἡμέρας ἡ θεία τελεῖται λειτουργία ἔστι δὲ ὅτε καὶ πρὸς ἑσπέραν ἐν ταῖς με γίσταις τῶν ἑορτῶν. ᾿Αλλὰ γὰρ ζητητέον ἐνταῦθα, τίνος χάριν ἐπὶ μὲν τῶν ἄλλων ἡμερῶν τοῦ ἐνιαυτοῦ, περί του τρίτην ὥραν ἀπὸ τῆς ἕω, νόμος τὴν θείαν τελεῖσθαι μυσταγωγίαν· τῶν δὲ περιφανῶν ἔστιν ἃς ἑορτῶν, και νότερον τρόπον οἱονεὶ πρεσβεύειν οιόμενοι, τούτων τὴν τελετὴν εἰς τὴν ἑσπέραν ταμιευόμεθα, καὶ μετὰ τὰς ἑσπερίους εὐθὺς ἐπιτελοῦμεν ᾠδάς. Τουτὶ γοῦν τὸ ἔθος κατ᾽ ἐξαίρετον καὶ ἰδίᾳ τετήρηται τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ, τῷ τε ἁγίῳ καὶ μεγάλῳ καὶ σεβας μία σαββάτῳ· πρὸς δὲ, τῇ περιφανεῖ τῆς Χρι στοῦ γεννήσεως ἡμέρᾳ, καί γε τῇ λαμπρᾷ καὶ φερωνύμῳ τοῦ θείου φωτός, εἴγε μὴ συνέλθοιεν ἡμέ
col. 143–144page 68 of 102
PG 145:143ραις, τῶν οἰκείων οὐκ ἀνεχομέναις διὰ ταύτας Ο μ ἐκστῆναι πρεσβείων· ταύταις, εἰ βούλει, προστίθει, καὶ τὴν εὐαγῆ τοῦ Εὐαγγελισμοῦ ἡμέραν. Καὶ ἡ μὲν ἐκ τῶν εἰκότων τοῦ προτέρου αἰτία, ὅτι τοὶ ἐν τούτῳ τῆς ἡμέρας ὁ Παράκλητος ἐναργῶς τοῖς ἀπο στόλοις ἐπιφοιτήσας, καὶ τὸ τριττόν φῶς ἤδη καὶ τέλειον τελέως τούτοις μυσταγωγήσας, καὶ ἡμᾶς τῇ ἐπωνύμῳ τῆς θείας Τριάδος ὥρᾳ, τὴν τελείαν καθιεροῦν ἱερουργίαν τῇ τρισυποστάτῳ Θεότητι, δι' αὐτῶν σαφῶς ἐδιδάξατο. Εἰ γὰρ καὶ τῆς θείας ἱερουργίας ἡ τελετὴ τὸ τῆς ἀῤῥήτου οἰκονομίας ὑπογράφει τοῦ Λόγου μυστήριον, ἀλλ᾽ οὐδὲν ἧττον τὴν χάριν ἴσμεν τῷ τε εὐδοκήσαντι ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ συνεργήσαντι ζωοποιῷ Πνεύματι. Εν γε μὴν ταῖς εἰρημέναις ἐπισήμοις ἡμέραις, ἕτερ᾽ ἅττα ἐν βάθει κεκαλυμμένα, καὶ ὑπὲρ ἔννοιαν τῆς τοῦ Θεοῦ σοφίας μυστήρια, ἀμυδρῶς πῶς ἡμῖν παραγυμνοῦται σκιαγραφούμενα, ὡς ἂν καὶ ἐκ τῆς τούτων, καθόσον ἐφικτόν, μυήσεως, πρὸς τὸν θεῖον ἡμῖν ὑπάρξῃ πόθον ἐπὶ πλέον πτεροῦσθαι καὶ ἀνα τείνεσθαι. Τοῦ γοῦν τελείου καὶ ἄκρου φωτός, ἐπὶ γῆς ὡς ἐν ἑσπέρᾳ τῷ τέλει τῶν αἰώνων τῷ κόσμῳ φανέντος, τέλος μὲν ὁ δρόμος τῆς τοῦ νόμου, ὡς εἰπεῖν, ἡμέρας ἐλάμβανεν· ἡ δὲ τῆς Καινῆς Διαθής κῆς αὐγὴ τὸν τῆς πολυθέου σκότον κακίας κατα λύειν ὑπήρχετο, ὃν ὁ σκιώδης νόμος πολλοῦ γε ἄρα ἔδει περιελεῖν. Ταύτῃ τοι καὶ τοῦ μυστηρίου τού του τοῖς συλληψομένοις ἤδη καὶ ὑπουργήσουσι μα θηταῖς κοινωνῶν ὁ Σωτὴρ, οὐ μεθ᾽ ἡμέραν, ἀλλ᾽ ἐν ἑσπέρᾳ βαθείᾳ, τῆς μεγάλης πέμπτης φημὶ, καὶ πρὸς θείους ἐπαλείφων ἀγῶνας, καὶ ὁμόσε παρακαλῶν τῇ πλάνῃ χωρεῖν, ἀτρεμιζούσῃ καθαρῶς τῇ ψυχῇ, καὶ τοῖς λογισμοῖς ἑστῶσιν, οὐχ ὅπως τοῖς ὀφθαλμοῖς, ὡς ἐντεῦθεν μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ τὸν παλαιὸν νόμον, Τοῦτο τὸ που τήριον ἡ Καινή, φησί, κίρνησι Διαθήκη, τοῖς ὑπερμαχοῦσι ταύτης καὶ προασπίζουσιν, ὑπεμφαίνων διὰ τοῦ ποτηρίου, μὴ ἄν ποτε τούτοις ὑπάρξαι, κινού νων ἄνευ καὶ πειρασμῶν τῆς πλάνης περιγενέσθαι, καὶ εἰς τέλος ταύτην καταγωνίσασθαι, ἧς τὸ ἐνιστάμενον τηνικάδε σκότος, σημεῖον περιφανὲς ἦν. Διὰ δὴ ταῦτα, ὅσα ἡμᾶς εἰδέναι καὶ τὸ εἰκὸς ἀπαιτεῖ, ἐπὶ μὲν τῶν ἄλλων ἡμερῶν τοῦ χρόνου, ὥρᾳ τρίτῃ τὰ τῆς θείας τελεῖται ἱερουργίας· κατὰ μέν τοι τὰς δηλωθείσας ἐπέσήμους καὶ μόνον, ἑσπέρα θεσμοῖς Πατέρων τετήρηται· εἰώθασι γὰρ οἱ θεῖοι Πατέρες τὰ τῆς ἱερᾶς ὑπαλλάττειν μυσταγωγίας, καὶ διὰ τῆς ποικιλίας, ἔστιν ἢ τῶν ὑπὲρ ἔννοιαν μυστηρίων, φιλανθρώπως ἡμῖν ὑπεμφαίνειν, καὶ πρὸς τὴν ἑνια αίαν καὶ ὑπέρσοφον ἐντεῦθεν γνῶσιν, οὐχ ἥκιστά θαυμασίως χειραγωγεῖν. Καὶ κατὰ τὴν ἱστορίαν δὲ, νύκτὸς ἡ Παρθένος τὸν Κύριον τέτοκε· καὶ δῆ λον ἐξ ὦ ὁ Εὐαγγελιστής φησιν, ὡς καὶ ποιμένε; ἦσαν, καὶ τὰ ἑξῆς· νυκτὸς δὲ ὁ Κύριος πρὸς τοῦ Ἰωάννου ἐβαπτίσατο, ἵνα τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς πρὸς αὐτὸν ἐρχόμενον, δαψιλεῖ τῷ φωτι τὴν νύκτα περιαυγάσαν, καὶ τὸν λαὸν ἐκπλῆξαν τῷ Καὶ κατὰ τὴν ἱστορίαν... ἐδέξατο.
col. 145–146page 69 of 102
PG 145:145Τ. ἀσυνήθει τῆς θέας, οἷα Θεῷ τῷ Σωτῆρι προσέχειν τούτοις διαμαρτύρηται· νυκτὸς δὲ δὲ τοῦ μυστικοῦ δείπνου ὁ Κύριος κεκοινώνηκε· νυκτὸς δὲ καὶ ἡ σωτήριος ᾿Ανάστασις γεγένηται· νυκτὸς καὶ ἡ Παρθένος πρὸς τοῦ Γαβριὴλ τὸν ἀσπασμὸν τὸν ξένον ἐδέξατο. Καὶ ὁ τῆς ἐν Λαιδικείᾳ δὲ μθ' κατὰ τὴν τεσσαρακονθήμερον ταύτην ἄρτον προσφέρειν, ἤτοι τελείαν ποιεῖν ἱεροτελεστίαν οὐκ οἴεται δεῖν, εἰ μὴ ἐν τοῖς ταύτης σάββασι καὶ κυριακαῖς. Ὁ δὲ να' μήτε ἐν ταῖς μνήμαις, μήοε ἐν τοῖς γεν νεθλίοις τῶν ἁγίων μαρτύρων, καθ᾽ ὅλην τὴν τεσσαρακοστὴν, διὰ τελείας θυσίας ἐπιτάττει πανηγυρίζειν, εἰ μήπου συνέλθοιεν ἡμέρᾳ σαββάτου ή κυριακῆς· καὶ εἰ τῶν μαρτύρων τὰς μνήμας ἀθέμιτον ἐν ἡμέραις νηστίμοις ἐπιτελεῖν, σχολῇ γε δή που τῶν ἄλλως ἀποιχομένων, εἰ μὴ ἐν σαββάτῳ καὶ μόνα. Ὁ δὲ νβ' οὐδὲ γάμους, οὐδὲ γενέθλια τελεῖν ἐν τῇ τεσσαρακοστῇ συγχωρεῖ. Ὅπως ἀποδεκάτωσις τοῦ ὅλου χρόνου ή τεσ σαρακοστὴ λέγεται, καὶ διὰ ποιας αἰτίας τε λεῖται ὅσα ἐν αὐτῇ τελεῖται. ᾿Αλλὰ γὰρ καλὸν ἂν εἴη καὶ τὰς τούτων αἰτίας, ὡς οἷόν τε, δήλας θεῖναι τοῖς ἀγνοοῦσιν· ἔγνωμον γὰρ ἐκείνων φθονῆσαι τοῖς βαθυτέρας ἐφιεμένοις γνώσεως, ἃ τοὺς πολλοὺς ῥᾳθυμίᾳ διαπέφευγε γνώ μης. Απας ὁ παλαιός νόμος τοῖς ὁρατοῖς ἐκπαιδεύειν εἰώθει τὴν τῶν ἀοράτων κατάστασιν, καὶ τοῖς σωμα τικοῖς τῶν πνευματικών πραγματεύεσθαι τὴν διόρω θωσιν· πρὸς δὲ τοῖς ἄλλοις, καὶ τὰς τῶν ὑπαρχόντων δεκάτας τῷ θεῷ καθιεροῦν ἐτησίως τοῖς παλαιοῖς προσετέτακτο· τὰ δὲ τυπικῶς παρ' ἐκείνοις τελούμενα μυστικῶς ἡμῖν ἐκλαμβάνεται. Ἡ οὖν θεία τῶν ἀποστόλων λογάς, μὴ καταλύειν, ἀλλ᾽ ἀναπληροῦν κάν τούτῳ τὸ ἐνδέον ἐγνωκότες τοῦ νόμου, οὐ τῶν ἐπικαίρων πραγμάτων, ἀλλὰ τῶν ἡμερῶν τῆς ζωῆς ἡμῶν ἑκάστης τοῦ ἐνιαυτοῦ περιτροπῆς, τὰς δεκά τας καθιεροῦν τῷ Θεῷ τεθεσπίκασιν, ὡς ἂν διὰ τῆς ἐν αὐταῖς σπουδῆς καὶ θερμοτέρας μετανοίας, τὰ παρ᾽ ὅλον τὸν ἐνιαυτὸν τῆς ψυχῆς ἀῤῥωσθήματα, σὺν Θεῷ βοηθῷ, δυνηθείημεν ἐξιάσασθαι· τὸ δέκα τον δὲ τοῦ ἐνταῦτοῦ, τὰς τῶν νηστειῶν ταύτας ἡμέ ρας εἶναι φαμεν. Α' γὰρ ἑπτὰ τούτων ἑβδομάδες, χωρὶς τῶν σαββάτωτ καὶ κυριακῶν, ἡμέραι γίνονται πέντε πρὸς ταῖς τριάκοντα· προστιθεμένου δὲ καὶ τοῦ μεγάλου σαββάτου, καὶ τοῦ ἡμίσεος τῆς λαμπρᾶς καὶ φωτοειδοῦς νυκτός, ἡμέραι γινονται λς' καὶ ἡμίσ σεια, τὸ ι' ἀκριβῶς οὖσαι τῶν τξε' τοῦ ἐνιαυτοῦ ἡμερῶν. Τῶν γὰρ τριακοσίων τὸ δέκατον, τὰ τρια κοντα, καὶ τῶν ξ' τὰ ς', καὶ τῶν ε' τὸ ἥμισυ, Ἀλλὰ καὶ ἕτερόν τι μυστικὸν ἐμφαίνει θεώρημα ὁ τριακοστὸς ἕκτος οὗτος ἀριθμός· τρίγωνον γὰρ ὄντα φασὶν οἱ περὶ ταῦτα ἐσχολακότες, καὶ εἰς σχῆμα τετραγώνου καὶ κύκλου μεταβάλλειν. Ὁ γὰρ μόνος τέλειος ἐν μονάσιν ἕκτος ἀριθμὸς, πρὸς αὐτὸν αὐτὸς πολυπλασιαζόμενος, τοῦτον τοιοῦτον ἀπογεννᾷ. Διὰ μὲν οὖν τοῦ τριγώνου, ἡ τρισυπόστατος θεαρχία δηλοῦ. ται, διὰ δὲ τοῦ τετραγώνου, ἡ πρὸς αὐτὴν ὀρθὴ πίσ στις καὶ πάγιος· ἑδραῖον γὰρ καὶ ἀεὶ ὡσαύτως
col. 147–148page 70 of 102
PG 145:147γωνίαις τῶν πλευρῶν ἐρειδόμενον· ὁ δὲ κύκλος τῶν ἀρετῶν ἐμφαίνει τὴν πρὸς ἑαυτὰς κυκλικὴν περίοδον. Ἐπειδὴ γὰρ ταῦτα προσοικειοῖ τῷ Θεῷ, ἢ τε ὀρθὴ περὶ τὸ θεῖον ὑπόληψις, καὶ ἡ τῶν ἐντολῶν τή ρησις, διδάσκει σε ὁ ἀριθμὸς καὶ ἐν τῇ πίστει τῆς ἁγίας Τριάδος ἑδραῖον εἶναι καὶ ἀμετάθετον, καὶ τὸν κύκλον τῶν ἀρετῶν μὴ ἐν παρέργω τιθέναι, ἀλλὰ καὶ ἀμφότερα ὡς ἀπαρχὴν τοῦ ὅλου ἐνιαυτοῦ πρόσο κομίζειν Θεῷ, ἐν τῷ τῆς νηστείας μάλιστα καιρῳ. Ο τοίνυν τῆς σωτηρίας ἡμῶν ἄνωθεν βασκαίνων ἐχθρὸς καὶ πολέμιος, ὁρῶν ἡμᾶς περὶ πλείονος τὴν ἀρετὴν ποιουμένους, τῶν τῆς κακίας εἰδῶν ὄντων πλειόνων, καὶ τὰ ἐν ἡμῖν αὐτοῦ σκεύη ὡς λύμην ψυχῆς ἄντικρυς ἐκβάλλειν διεγερθέντας, τὰ ὅπλα ἐστὼς τὸ σχῆμα τοῦ τετραγώνου, ταῖς ἱσομέτροις καθ᾿ ἡμῶν αἵρει μεθ' ὑπερηφάνου παρασκευῆς, καὶ οἷα φυγάδας ἐπανάγειν πειρᾶται, καὶ ὡς δραπετευόντων ἀντιλαμβάνεται, ὑπείκειν αὐτῷ κελεύων καὶ μὴ ἀφηνιᾷν, μηδέ ταῖς πονηραῖς ἀποτάττεσθαι συνηθείαις, ἀλλὰ τοῖς εἰωθόσιν ἐγκαλινδοῦσθαι πάθε σεν. Φιλεῖ γὰρ ὡς ἐπίπαν ὁ πονηρὸς, τοῖς ἐπειγομένοις τῶν παθῶν ἐλευθερωθῆναι, μανικώτερον ἐπι τίθεσθαι, καὶ σφοδροτέραν τῶν παθῶν ὑπανάπτειν τὴν φλόγα, ἑκοτὸν τοῖς ὅλοις ἀντιτιθεὶς, ἵνα ψυχῆς ἀνδρίαν πειρασμῶν κρατήσῃ περιουσία, τοῦ Θεοῦ τοῦτο συγχωροῦντος, ὅπως οἱ δόκιμοι φανεροί γένωνται, καὶ δείξῃ τοὺς ἀρίστους ἡ πάλη, καὶ ταπεινοφρονεῖν διδαχθῶμεν, καὶ ἡμῖν αὐτοῖς μὴ θαῤῥεῖν, καὶ τὴν κακίαν τελέως μισήσωμεν, ἐναργέστερον καταγνόντες αὐτῆς τὸ φονικὸν ὁμοῦ καὶ ἀπατηλὸν καὶ ἐξάγιοτον. Εναργὴς δὲ τῆς τοῦ πονηροῦ σκαιότητος εἰκὼν, καὶ ὁ πάλαι τὸν Ἰσραὴλ υποχείριον ἐσχηκώς Φαραώ· τοῦτον γὰρ κἀκεῖνος παραπλησίως τῇ χρονίῳ δυσχεράναντα δουλείᾳ, καὶ τὴν ἐλευθερίαν ποθοῦντα τοῖς χαλεπωτέροις τῶν ἔργων τηνικαῦτα μᾶλλον ἐξέθλιβε, καὶ τῇ πλινθουργία συγκεκυφότα, τὸ τῆς δουλείας εἰσάπαν παρεσκεύαζε σχῆμα δεικνύναι. Ὡς δὲ καὶ οὗτος πρὸς τὴν γὴν ἡμᾶς καὶ τὰ γήι να συνωθεί κεχηνέναι, καὶ τούτοις ὅλον προσέχειν τὸν νοῦν, σὺν πάσαις ὁμοῦ ταῖς ὁρωμέναις καὶ νοου μέναισ αἰσθήσεσι, καὶ πρὸς τὰ ὑπὲρ αἴσθησιν ὅλως μὴ ἀνανεύειν, ὁπόφορον ἐκεῖνος εἶχε τὴν Αἴγυπτον, ἥτις ερμηνεύεται σκότος· ἄρχων καὶ οὗτος τοῦ νοη τοῦ προσηγόρευται σκότους, ἐκείνῳ διὰ σπουδῆς ἦν τῶν παίδων φθείρειν τὰ ἄῤῥενα, καὶ τούτῳ τοὺς ἐρ ῥωμένους τῶν λογισμῶν. Ταύτῃ τοι καὶ ὁ βασιλεὺς ἡμῶν Χριστὸς, τὸν πρὸς αὐτὸν πόλεμον ἡμᾶς ἐκπαιδεύων, καὶ τὴν ἀγωνίαν εὖ μάλα διατιθέμενος, νησ στεία καθοπλίζει καὶ προσευχῇ, καὶ κατανύξει καρ δίας (τὰ γὰρ ἐναντία τούτων ἐξάπτειν καθ᾿ ἡμῶν τὴν τῶν δαιμόνων πέφυκε λύιταν, οὐχ ἧττον ἢ νὰ ἐλαιώ δη τὸ πῦρ), καὶ οὕτω τοῖς πολεμίοις ὁμόσε χωρεῖν ἐπιτρέπει, αὐτὸς στρατηγών, αὐτὸς ὑπερμαχῶν, προασπίζων, προπολεμῶν, τοὺς ἀντιπάλους αὐτὸς νικῶν, καὶ τὸ βραβεῖον ἡμῖν χαριζόμενος. Ολα σου τῶν κριμάτων ἡ ἄβυσσος! μειζόνων ἤ καθ' ἡμᾶς θαυμάσαι πραγμάτων, δημιουργέ Κύριε. Καθάπερ οὖν οἱ στρατιῶται, διημερεύοντες ἐν τῇ μάχῃ, μόλις πρὸς ἑσπέραν διακριθέντες τροφῆς μέμνηνται, σχέσ
col. 149–150page 71 of 102
PG 145:149Τ. διον ἐξ ἑώλων βρωμάτων ακρατιθέμενοι τράπεζαν, πρὸς τὸ μὴ παντάπασι τὰς αὐτῶν ἐξασθενῆσαι δυνά μεις, ἐπεὶ καὶ μέλλουσιν αὖθις τῆς ὑστεραίας ὁμήσε τοῖς βαρβαροις ἰέναι (βουθυτεῖν γὰρ ἢ σφαγιάζειν τοῖς πολεμοῦσιν οὐκ ἔξεστιν, ὅπερ τοῖς ἐπ᾽ ἀδείας πανηγυρίζουσιν ίδιον), οὕτω καὶ ἡμεῖς τὸ καινὸν ἡμῶν σφάγιον θύοντες σαββάτου καὶ κυριακῆς, ἡνί κα τοῦ τόνου τῆς πολλῆς ὑποχαλῶμεν ἀσκήσεως, ἐξ ἐκείνων τῶν προτεθυμένων καὶ προηγιασμένων μετ ρίδων, ὅσον ἀποζῇν πρὸς ἑσπέραν σιτούμεθα, νόμῳ πενθούντων καὶ πολεμούντων ὁμοῦ· μάλλόν γε μὴν τῶν ἁγίων ἐκείνων μεταλαμβάνοντας σαρκών, νευ ρούμεθα, πρὸς τὸ τοῖς ἐχθροῖς αὖθις εἰς χεῖρας ἐ ῥώμένως ιέναι· πνευματικῷ γὰρ ἐπκίτη πνευματική τροφή, σύστασις· διὰ δὴ τοῦτο μυστικώτερον πρὸς ἑσπέ ραν, τὴν τῶν προηγιασμένων τελεῖν ἐπιτετράμμεθα λειτουργίαν. Ὅπως οὐ τελεῖται μνημόσυνον τῶν ἀποιχομένων ἐν τῇ τεσσαρακοστῇ, εἰ μὴ τὸ σάβ βατον. Πάλιν οἱ πρὸς μάχας ἔχοντες, περὶ τῇ ψυχῇ δεδιότες, καὶ τὸν ὑπὲρ αὐτῆς θέοντες, ὁσίαις αὐτίκα τιμῶν εἴργονται, τοὺς ἔργον μαχαίρας γεγενημένους, καὶ εἰ τῶν τιμιωτάτων ἢ φιλτάτων αὐτοῖς ὄντες τυγχάνοιεν, τοῦ πάθους κρείττονος ὄντος, ἢ κατ᾿ ἀναίρεσιν τῶν νεκρῶν, μὴ ἄρα τοῦ πολέμου πανταχή περιρ δέοντος, καὶ τοῦ κινδύνου ἐπηρτημένου, τῇ περὶ τὸν κείμενον, ἀσχολία καιρίων βληθῶσι, καὶ τῷ νεκρῷ συγκατενεχθῶσι. Πρὸς τὴν νοητὴν οὖν καὶ ἡμᾶς τῶν νεκρούντων παθῶν παραταττομένους μάχην, αὐτὰ θάπτειν ἀνάγκη πειρᾶσθαι, οὐ τῶν σώμασιν ἀπογινομένων ταῖς μνήμαις προσέχειν τὸν νοῦν, ὡς τὸ τοῦ Κυρίου ἐπίταγμα· ἐκεῖνοι πεπαυμένοι τοῦ πολε μεῖν, πρὸς τὴν ἀναίρεσιν τῶν ἐσφαγμένων, καὶ τὰς νενομισμένας ποιοῦνται ταφάς· καὶ ἡμεῖς τοῦ συντόνου μεθέμενοι τῆς νηστείας ἐν ταῖς ἱλαρωτέραις τῶν ἡμερῶν, τῶν ἐν ταῖς μνήμαις τῶν ἀποιχομένων μεμνήμεθα τελετῶν. Ὅπως γάμοι καὶ ἄλλαι τινὲς τοιαῦται πανη γύρεις ἐν τῇ μ' οὐ τελοῦνται. Τί δὲ γάμων μέλλει καὶ ὑμεναίων τοῖς δόρυ κι νοῦσιν, ἢ ἑορταῖς ἐφεῖται χαίρειν καὶ πανηγύρεσι; Πολλοῦ γε καὶ δεῖ· οὐ δῆτα οὐδ᾽ ἡμῖν ἐν τῇ πρὸς τοὺς δαίμονας πάλῃ, τοιούτου τινὸς μέλλειν ἀσφαλὲς καὶ καθήκον. Περὶ τοῦ θαύματος τοῦ διὰ κολλύβων τοῦ ἁγίου Θεοδώρου. Εἰ γὰρ μαρτύρων μνήμας ἐξῆν ἐν τοῖς τοιούτοις ἑορτάζειν καιροῖς, παντὸς μᾶλλον ἔδει τοῦ καλὸν ἐν μάρτυσι λάμποντος Θεοδώρου τοῦ Τύρωνος, ἐν τῇ πρώτῃ τῶν νηστειῶν ἡμέρᾳ τελεῖν, καθ᾽ ἦν τὸ μη δενὸς ἔλαττον εἰς θαύματος λόγον θαῦμα πεποίηκεν, ἐλέγξας τοῦ παραβάτου σὴν κεκρυμμένην σκαιότητα, καὶ μὴ χρανθῆναι τὸν λαὸν τοῖς ἠλογισμένοις βρώ μασιν ἐν ταῖς νηστίμοις ἡμέραις παρασκευάσας, ἀλλ᾿ ἐπισκήψας τῷ τότε ἀρχιερεῖ, τοὺς μὲν κατ᾿ ἀγορὰν εἰς ὠνὴν προκειμένους άρτους, χαίρειν ἐξν, σίτον δὲ ἕψειν, καὶ τούτῳ χρωμένους, τὴν τῆς φύσεως ἀνάγ την παραμυθεῖσθαι· ὁ καὶ πεποιηκότες, τὴν ἐπι βουλὴν ἐφυλάξαντο, ἵνα μὴ τῆς ἀρετῆς ἡ κακία κατακαυχήσηται, καὶ τῆς εὐσεβείας ή δυσσέβεια
col. 151–152page 72 of 102
PG 145:151περιγένηται· ἀλλ' ἐπειδὴ τῷ τῆς νηστείας σκυ θρωπῷ, τὸ γεγανωμένον τῆς ἑορτῆς οὐ συνέβαινε, τῷ ἐπιόντι πρώτῳ σαββάτῳ τὴν εὐποιΐαν πανηγύρει τιμήν, ἄριστα θεσμοῖς Πατέρων έταμιεύθη. Διὰ τί πρὸ τῆς τεσσαρακοστῆς μνήμην τε λοῦμεν πάντων τῶν πίστει κεκοιμημένων, καὶ τῶν ἁγίων Πατέρων. Διά τοι τοῦτο πρὸ τῆς εἰσόδου τῶν νηστειῶν, τὸ τῆς ἀπόκρεω σάββατον, τοῖς ἀπ' αἰῶνος κεκοιμημένοις, τὸ δέ γε μετὰ τοῦτο, τοῖς ἁγίοις πᾶσι μνήμη δημοτελὴς ἀφωσίωται· συμπέρασμα ὡς ἂν εἴποι τις τῶν ἐπὶ τούτοις τελετῶν, ὡς μὴ σχολὴ ἐχόντων ἡμῶν πρὸς ἀγῶνας ἤδη χωρούντων πνευματικούς, τοιούτοις προσανέχειν. Διὰ τί δὲ πάλιν μετὰ τὴν Πεντηκοστὴν, τῶν ἁγίων πάντων. Προὔργου τοῖς στρατιώταις μετὰ τὴν τῶν βαρβάρων ήτταν, τρόπαιον στῆσαι, καὶ ἐξελεῖν ἀριστεία τῷ βασιλεῖ, εἶθ' οὕτως ἐπὶ τὰς τῶν ἀναιρεθέντων ἰέναι ταφάς· καὶ ἡμῖν ἐπιμελὲς, μετὰ τὸν ἐν νη στεία νοητὸν πόλεμον, καὶ τὴν νίκην τῆς ᾿Αναστά σεως, τρόπαιον τῇ Πεντηκοστῇ στῆσαι, καὶ τῷ νικο ποιῷ Χριστῷ ᾆσαι τὰ ἐπινίκια, καὶ οὕτω τοῖς κει μένοις τὸ χρέος ἀφοσιοῦν, μετὰ τὴν συμπλήρωσιν τῆς Πεντηκοστῆς, καὶ μεθ᾿ ἡμέρας ἑπτὰ τῶν ἁγίων πάντων πανήγυριν ἐπιτελεῖν, ἀπαρχὴν ὡσανεί ποιουμένους τῶν ἐφεξῆς ἑορτῶν τε καὶ μνημοσύνων. Αλλ' οὐδ᾽ ἐν ἑορταῖς δεσποτικαῖς ἀποιχομένων μνη μόσυνα ποιεῖν ὅσιον, ἢ μνήμας μαρτύρων ἐπιτελεῖν εὐπρεπές· βασιλικῶν γὰρ τελουμένων ἐπινικίων, οὔτε τοὺς πεσόντας ἐν μάχῃ νόμος πενθεῖν, οὔτε δεσποτικοῖς τροπαίοις δουλικὰς ἀριστείας ἄνα Ο μιγνύναι· τοῖς μὲν γὰρ δουλικοῖς ἀναμεμίχθαι τὰ τοῦ Δεσπότου, τῶν ἐννομωτάτων τε καὶ δικαιωτάτων, ἀθλοθετοῦντός τε καὶ στεφανοῦντος νικήσαντας· τὰ δουλικὰ δὲ τοῖς δεσποτικοῖς ἐπεισάγειν, τολμηρὸν καὶ ἀνόητον, εἰ μήπου τινῶν ἁγίων, διὰ τὸ περιφανές τῆς ἀθλήσεως. Αὖθις γε μὴν καὶ καθ᾿ ἕτερον τρόπον τὰ τῆς νη στείας ταύτης θεωρητέον. Ἡμέρας τὸ σύμπαν εἰπεῖν τεσσαράκοντα καὶ ὀκτὼ νηστείαν ἄγειν ἐν τούτῳ τοῦ καιροῦ προστεταγμεθα· τὰς μὲν τεσσαράκοντα, καθ' ἱστορίαν τῆς τοῦ Κυρίου νηστείας, ή φραξάμενος κατὰ τὸ ἀνθρώπινον, τὸν ἡμέτερον εἷλε πολέμιον τὰς δ᾽ ἑπομένας ταύταις ὀκτώ, κατ᾿ εὐλάβειαν τῶν σωτηρίων αὐτοῦ παθημάτων· ἀλλ᾽ αἱ μὲν, τὸ θεω ρητικὸν ἡμῶν ἀνάπτουσι, καὶ πρὸς τὴν μέλλουσαν ὀγδόην καὶ ἀκατάληπτον ἀναπτεροῦσιν ἡμέραν, φω τὸς υἱοὺς καθιστᾶσαι, καὶ τὴν υἱέσι πρέπουσαν ἀγάπην σὺν εὐλαβείᾳ πορίζουσαι· αἱ δὲ, τῶν παθῶν ἡμᾶς περιεῖναι ποιοῦσι, καὶ τοῦ σώματος, καὶ τῶν γηίνων κουφίζουσι, καὶ ἀπανιστᾶσι τὸν στοιχειωτικόν ἐντιθεῖσαι φόβον, δημίου δίκην τὸ συνειδὸς ἡμῶν στίζοντα τῇ μνήμῃ τῶν ἑπταισμένων, καὶ τῶν ἐπ ηρτημένων τοῖς οὕτω βιοῦσι κολάσεων, κατὰ τὸ φάσκον λόγιον, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Ἐπεὶ δὲ ἡ τεσσαρακοστὴ ἐκ δεκάδων σύγκειται πάντως τεσσάρων, αὐτὴν ἤδη τὴν τετράδα θεα ρητέον, ὅπως εἴτε ἐν μονάσιν, εἴτε ἐν δεκάσιν εὑρί
col. 153–154page 73 of 102
PG 145:153σκεται. Ἐπὶ κακώσεως μὲν ὡς ἐπίπαν καὶ τιμωρίας λαμβάνεται παρὰ τῇ Γραφῇ· ἐνιαχοῦ δὲ καὶ θείων ἐκβάσεις ὑπογράφει πραγμάτων· ἡμέρας καὶ γὰρ μ' καὶ νύκτας ἴσας ὕοντος τοῦ Θεοῦ, ὁ μέγας τῇ γῇ κλύδων ἐπῄει· πρὸς ὁ καὶ ἡμεῖς ἀφορῶνται παρά δειγμα, τῷ ἴσῷ τοῦ κατακλυσμοῦ τῶν ἡμερῶν ἀριθμῷ κατανυσσόμενοι καὶ πενθοῦντει, τοῖς ὕδασι τῶν δακρύων τὸ τῆς ἁμαρτίας διαγράφομεν ἄγος. Τετρακόσια ἔτη τῷ ᾽Αβραὰμ ὁ Θεὸς κεχρημάτικε, τὸ ἴδιον αὐτοῦ γένος δουλωθῆναι πρὸς τῶν Αἰγυ πτίωτ, καὶ κακωθῆναι, καὶ μυρίαν αἰκίαν ὑπενεγκεῖν, ὃ δὴ καὶ εἰς ἔργον ἐκβέβηκεν. Ἐν ἡμέραις οὐ πλείοσιν ἢ μ' ταῖς θεηλάτοις ἐκείναις πληλαῖς ὁ μέ γας Μωσῆς τὴν Αἴγυπτον μαστίξας, τῆς τοῦ Φαραὼ δουλείας τὸν Ἰσραὴλ ἠλευθέρωσεν. Ἡ μυρία εὐερ γετώθεῖσα κατὰ τὴν ἔρημον γενεὰ, καὶ διὰ μυρίων ἐπιδειξαμένη τὸ ἀχάριστον, τῷ τεσσαρακοστῷ ἔτει, διὰ τὸ ἀνήκεστον, αὐθότι πᾶσα κατέστρωται· ἄκρατα γὰρ ἦν μεθύουσα τὸ τῆς Αἰγύπτου πολύθεον, εἰς κόρον Θεὸν ἐξυβρίζουσα. ᾿Αλλ᾽ οὐδ᾽ ὁ μέγας ἐν τῷ Δευτερονομίῳ Μωσῆς ἀξιοῖ πλείους τῶν τεσσαράκοντα παίειν τὸν πλημμε λήσοντα, προσθήκην γὰρ ὕβρεως τὴν προσθήκην τῆς μάστιγος τῷ πάσχοντι ἐλογίζετο· ταύτῃ τοι καὶ τοῖς Ἰουδαίοις ἤρεσε, μιᾶς δεούσης ταύτας ἐπάγειν, ἵνα μὲ τὸν τεσσαρακοστὸν ἐθελήσαντες πληροῦν ἀριθμὸν, καὶ τῇ ῥύμῃ τῆς χειρὸς περιττοτέρας ἐπενεχθείσης πληγῆς, καὶ ἄκοντες τὸν τυπτόμενον ἀτιμάσωσι παρὸ καὶ ὁ μέγας Παῦλος πεντάκις τεσσαρακόντα παρὰ μίαν ειλήφει. τούτου πιοῦσα, καὶ διὰ τέλους εἰς τὸν εὐεργέτην Ἐνίττετο δὲ ὁ νόμος, ὡς αἱ μάστιγες ἁμαρτανόν των ἄχρι τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως τὸ ἐνεργὸν εἶχον, πε ραιτέρω δὲ οὐ προέβησαν, δωρησαμένου πᾶσι τοῖς πιστεύουσιν εἰς αὑτὸν διὰ τοῦ βαπτίσματος ἐλευθερίαν τῶν ἐπὶ τοῖς πεπλημμελημένοις κολάσεων. Τὸν γὰρ καθ᾿ ἡμᾶς τοῦτον αἰῶνα εἰς ε' διαιροῦντες και ροὺς οἱ τοῦ Πνεύματος, α' μὲν εἶναί φασι καθ᾿ ὃν ἐν τῷ παραδείσῳ διάγων ἦν Αδάμ. β', τὸν ἐπὶ Νῶς γ', ὃν μέγας ᾽Αβραὰμ τῇ τῆς εὐσεβείας περιήγαγεν αἴγλῃ· τὸν δ' σὺν τοῖς λοιποῖς προφήταις ὁ μέ γασ ἐπλήρωσε Μωσῆς· ε μὲν τοι καὶ τελευταῖον, ἡνίκα ἡ τῶν ἀγαθῶν τελευταία φορά, ἡ τοῦ Σωτῆ ρος, φημὶ, ἐνανθρώπησις, ὤρεξε παντὶ τῷ κόσμῳ τὴν ἀνακαίνισιν· ἐφ' ἑκάστου γὰρ τούτων τῶν και ρῶν καὶ νόμος ὁ προσήκων ἐδίδοτο, τῷ μὲν Ἀδὰμ ὁ φυσικὸς, ὁ τῆς συνειδήσεως, ὃν ἠθετηκώς, εὐθύνας εἰσεπράχθη τῆς παραβάσεως· ὁ τῆς κρεωφαγίας καὶ οινοποσίας τῷ Νώε· τῷ ᾿Αβραάμ, ὁ τῆς περιτομῆς ὁ γραπτός νόμος ἐκ θείας ἐπιφροσύνης διὰ Μωσέως πᾶσι τοῖς ἐξ ἐκείνου περὶ πλείστου ποιουμένοις τὸ εὐσεβεῖν· Ο γε μὴν Σωτὴρ τελευταῖον, τὸ τῆς χάρι τος Εὐαγγέλιον, καὶ τὴν δαψιλή χορηγίαν τοῦ Πνεύ ματος ἡμῖν ἐδωρήσατο - τὸν δὲ τελευταῖον τοῦτον καιρὸν αἰνίττεται καὶ τδ, Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου· ἐν τούτῳ γὰρ τῆς τε τῶν δαιμόνων, καὶ τῆς τῶν παθῶν ἐλευθερωθέντες δουλείας, τῆς διὰ τοῦ μεγάλου θύματος ἀπηλαύσαμεν σωτηρίας. Τούτους, οἶμαι, τοὺς εἴ καιροὺς ὑποσημαίνει καὶ ἡ
col. 155–156page 74 of 102
PG 145:155παρὰ τοῦ μισθωσαμένου τοὺς ἐργάτας εἰς τὸν αὐτοῦ β ἀμπελῶνα, ὃς ἐξῆλθεν ἅμα πρωί περὶ τρίτην ώραν, καὶ ς', καὶ θʹ, καὶ ια΄, καθ᾽ ἢ ἐμισθώσατο τά ἔθνη ὁ Χριστὸς κεκλημένα πρὸς ἐργασίαν τῶν πνευματικῶν ἐντολῶν, ὅτε καὶ τῶν ἔργων ὁ μισθὸς πρῶτον τοῖς ὑστέροις ἀποδίδοται· πρῶτοι γὰρ ἡμεῖς τὴν ἀναγέννησιν κομιζόμεθα, οἷς ἐτύθη Χριστὸς, καὶ ἀναστὰς τὸ ἅγιον εἰς ἀνακαίνισιν ἡμῶν ἐνεφύσησε Πνεῦμα. Ἐπεὶ τοίνυν ἐνηνθρώπησε μὲν τὸν πέμπτον καιρὸν ὁ Σωτὴρ, ἀνέστη δὲ τῇ ὀγδόῃ ἡμέρᾳ (μετὰ γὰρ τὴν ἑβδομην, ἤτοι τὸ σάββατον, ὀγδόη πάντως ἡ μετ᾿ ἐκείνην Κυριακή), εἰ πεντάκις τὸν ἡ μετρήσεις, εὑρήσεις τὸν μ', ὃν οὐχ ὑπερβαίνουσιν αἱ μάτ στιγες τῶν ἁμαρτανόντων· εἰ δ᾽ ὑπερβήσονται, φη σία, ἀσχημονήσει ὁ μαστιζόμενος, ἀσχήμων γὰρ ὄν τως καὶ άτιμος ὁ μαστιζόμενος ἔτι, λέγω δὴ μετὰ τὴν χάριν τῆς εἰρημένης ἀφέσεως· ἢ γὰρ ὡς μὴ πιστεύσας μαστίζεται, ἢ ὡς μετὰ τὴν ἄφεσιν τοῖς προτέροις περιπεσὼν ἁμαρτήμασιν. Ο Τί δ' ἂν εἴποις περὶ τῆς δουλευούσης νόμῳ φύ σεως γυναικός, καὶ καθ᾽ ἡδονὴν ἐπιθυμίας σαρκός κυούσης, καὶ εἰς φῶς προαγούσης τὸ κύημα; "Αρ' εἰς ἐλάττους τῶν μ' ἡμερῶν, καὶ τῆς τῶν πιστῶν κοινωνίας καὶ οῶν ἁγιασμάτων ἐκβάλλεται; 03 δῆτα· διὰ τοσούτων γὰρ ἡμερῶν καὶ τοῦ προγονικού μιάσματος, καὶ τῆς πρὶν ἡδονῆς ταύτην ἐκκαθαίρεσθαι ὁ τοῦ Μωσέως νόμος διακελεύεται. ᾿Αλλὰ τοῦ ? ἀριθμοῦ τούτου ἐν τῷ καλοῦντι τοῦ καιροῦ ὁ μέγας, οὗτοσ Μωσῆς ἐπιλέλησται; Πολλοῦ γε καὶ δεῖ· δι ἡμερῶν γὰρ μ' νηστείᾳ τὴν σάρκα ἐκτήξας, καὶ ὥστ περ τι νέφος λεπτύνας, ἐλευθερίως τῷ νῷ παρέσχε τὰς θείας ἐμφάσεις εἰσδέξασθαι· καὶ πολλῷ γε βέλ τιον τῶν λιθίνων πλακών, ἃς θεόθεν λαβών, μετ᾿ οὐ πολὺ θυμῷ δικαίῳ συνέτριψε· διὸ καὶ δευτέρας δεη θεὶς νομοθεσίας, καὶ τὸν λαὸν τῆς ὀργῆς τοῦ Θεοῦ παραιτούμενος, οὐκ ἐλάττους τῶν προτέρων ἡμέρας νενήστευκεν. Ὡς δὲ καὶ ἡμεῖς τὰς πεπονηκυίας τῇ τῆς ἁμαρτίας ἐπιβουλῇ τῆς καρδίας ἡμῶν πλάκας, τὰς ἐντολὰς ἀπωσαμένων τοῦ νόμου, ἀπειλικρινημέ νας αὖθις κτισθῆναι καὶ τὸν τοῦ Θεοῦ νόμου αυτ ταῖς ἐγχαραχθῆναι σπουδάζομεν διὰ τῆς τεσσαμι κονθημέρου κακοπαθείας. Οὐδὲ τοῦτο οἶμαι τοῦ ἀν δρὸς πόῤῥω βάλλειν τῆς ὑποθέσεως· εἰς τρεῖς γὰρ ἐτῶν τεσσαρακοντάδας Μωσῆς οὗτος ὁ πάνυ βεβιωκὼς, τὴν μὲν περὶ τὴν ἀνάληψιν τῶν ἐν Αἰγύπτῳ παθημάτων κακοπαθῶν διετέλεσεν ἡ δὲ τοῦ τον εἶχε περὶ τὴν θεωρίαν τῶν ὄντων, ἐν σχήματι ποιμένος, πολλοῖς ἱδρῶσι φιλοσοφοῦντα· τῇ δὲ ἑξς τὴν τοῦ πλήθους ἡγεμονίαν μυρίοις διεχείριζε πόνοις. Τῷ δὲ ἐκ Θέσβης προφήτῃ, οὗ τί ἂν εἴποις θαυμασιώτερον, τὴν ᾿Ιεζάβελ ἀποδιδράσκοντι, τί ἄλλο κράτ τιστον ἐν τοῖς τοιούτοις, καὶ προφήτῃ μάλα πρός τρόπου νενόμισται; οὐ τὸ ἀνυσιμώτατον τῆς νηστείας φάρμακον; ᾿Αλλὰ τὸν ἀριθμὸν οὐκ ἐδικαίου τουτον παριέναι, μεθ᾿ ἣν καὶ τῆς μεγάλης ἐκείνης θεωρίας ἡξίωτο· ἀνθ' ὧν καὶ ἡμῖν τὴν Ιεζάβελ ἐκ δυοῖν που δοῖν, ὡς εἰπεῖν, ἀποδιδράσκειν προσῆκεν· αὕτη γὰρ πένθους ἰσχὺς ἐρμηνευομένη, τὴν τὸ ἰσχυρὸν ἡμῖν
col. 157–158page 75 of 102
PG 145:157Τ. πένθος προξενοῦσαν αἰνίττεται ἁμαρτίαν, καὶ τῷ ψυχικῷ ἀπειλοῦσαν παραδώσειν θανάτῳ· οὕτω καὶ τῶν ἱστοριῶν ἔστιν ἂς ὁ πνευματικῶς ἀναπτύσσων οὐκ ἀμοιρήσει παιδείας, ἦθος ἀποχρώσης ρυθμίσαι. Πολλὰ καὶ τῷ Σωτῆρι τοῦ ἀριθμοῦ τοῦδε ἐμέλησε τὴν γὰρ τριττὴν ἡμῶν γέννησιν, τὴν ἐκ σωμάτων, φημί, τὴν ἐκ βαπτίσματος, τὴν ἐξ ἀναστάσεως, καὶ αὐτὸς οἰκονομίᾳ μείζονι μετιών, δι' ἡμερῶν ἑκάστην τεσσαράκοντα ὤφθη τετελεκώς. Μετὰ· γοῦν τὸν ἀπόῤῥητον ἐν σαρκὶ τόκον, ἡμέρᾳ τεσσαρακοστῇ τῷ ἱερῷ προσενήνεκται, τὴν ἐμὴν ἀφοσιούμενος κάθαρσιν· οὐδὲ γὰρ αὐτὸς ταύτης ἐδεῖτο, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· μετὰ γοῦν τὸ βάπτισμα μ' ἡμέρας νηστεία καθοπλισάμενος, τοῦ πολεμίου κατεστρατήγησεν· οὐ γὰρ ἠξίου νηστεύων ὑπερβάλλειν τὰ ἐσκαμμένα, καὶ τοῖς θείοις ἐκείνοις ἀνδράσι πάλαι διηνυσμένα, ἵνα μὴ τὸν ἄνθρωπον ὑποκρίνασθαι νομισθείη. Διὰ τοσούτων δὲ μετὰ τὴν ᾿Ανάστα σιν, εἰς τὸ ὑπερουράνιον ἄνεισιν ἱερὸν, καθαρὰν τὴν ἡμῶν φύσιν ἐν ἑαυτῳ παριστὰς τῷ Θεῷ καὶ Πατρί. Ἀλλὰ καὶ τὴν εἰς Αἴγυπτον φυγαδείαν, τὴν νοητήν, φημί, κακοπάθειαν, ὡς κάλλιστα διαθέμενος, τετραέτης ἐκεῖθεν τὸ κατὰ σάρκα ἐπάνεισιν. Ὡς ἐν κεφα λαίῳ δὲ εἰπεῖν, συμβολικῶς τούτοις πᾶσιν ἄν τις ἀποχρώντως τεκμήραιτο, ὡς συμπάσης τῆς ὑπ᾽ οὐ ρανὸν, καὶ τῶν ἐν αὐτῇ ζώων τῷ ἀνθρώπῳ τὴν ἡγε μονίαν ὁ Θεὸς ἐγχειρίσας, οὐκ ἠξίου τὴν τοῖς ἀλό γοις βάσιμον ταύτην μόνην οἴκησιν ἔχειν καὶ τὸν κατ᾿ εἰκόνα εκείνου γενόμενον· παρὸ καὶ ἰδίᾳ πή γευσιν αὐτῷ πάντων ὕστατον ὠσανεὶ βασίλεια τὸν θεῖον παράδεισον, τρυφῆς ὄντως χωρίον, καὶ ψυχαῖς φιλοθέοις κατάλληλον ἐνδιαίτημα· ἵν᾿ ὁ ἄνθρωπος ἐν τούτῳ διαιτώμενος, ἐκεῖθεν, οἷς τις θεὸς, τοῖς ὑπὸ χεῖρα τὰ προσήκοντα χρηματίζῃ· διὰ γὰρ τοῦτο καὶ ἐκ δύο πολύ τῇ φύσει διεστηκότων, ἀλό γου καὶ λογικῆς οὐσίας συντέθειται, ἵνα λόγῳ κατα κοςμῆται τὰ ἐπίγεια, ὥς γε δὴ ταῖς ἀγγελικαῖς δυ νάμεσι τὰ οὐράνια· ἀλλὰ τῆς μὲν δοθείσης ἐντολῆς πρὸς τὸ παρεωραμένον αὐτῷ μᾶλλον ἀντὶ τοῦ που θεῖσθαι κατασυρείσης, τῆς δὲ κακίας ἐπιφυείσης, καὶ ταύτῃ τὴν φύσιν αλλοιωθεῖς, εἰς φθοράν τε καὶ τὸν κτηνώδη βίον ἀθλίως μεταπεσὼν, τὸ κοινὸν καὶ τοῖς ἀλόγοις ἡλλάξατο καταγώγιον· ὑπερόριος δὲ νῆς αὐτῷ δοθείσης ἁβρᾶς ἐστίας γενόμενος, οὐ γὰρ ἦν θέμις τὸ τὴν φθορὰν μὴ προσιέμενον χωρίον οἰ κεῖν τὸν μετεκδύντα τὸ φαιδρὸν τῆς ἀφθαρσίας ἱμά τιον, πρὸς τὸν σύνθετον τουτονὶ καὶ ὁμοφυὰ κόσμον εἰκότως ἀπεωθεῖτο, ὅθεν δὴ καὶ προσείληπτο· ᾧ οἶχ συγγενεῖ τῆς οἰκείας σκαιότητος μεταδούς, ματαιότητος υποχείριον, καὶ. φθορᾶς καὶ κακώσεως τόπον εἰργάσατο· τοιοῦτος δὲ πάλιν καὶ οὐτοσὶ καταστὰς, δίκην ἐνδίκως ὥσπερ λαγχάνει πρώτῳ τῷ τὴν φθο ράν αὐτῷ προξενήσαντι, φροντίσι, καὶ λύπαις, καὶ μερίμναις βιωτικαίς, οἷόν τισι τριβόλοις, σκύτους πικρότερον αὐτὸν αἰκιζόμενος· ὡς γὰρ πῦρ, καὶ σκώληξ, καὶ ἰὸς, εἰς φῶς προϊόντα, τοῖς γεννησαμένοις πρώτοις ἐπιβουλεύει, οὕτω καὶ ἡ κακία τῷ κόσ σμῳ ἐπεισελθοῦσα, ἀνθρώπῳ πρώτῳ διὰ τούτου λω βᾶται, τῷ ταύτης δημιουργῳ. Διὰ πάντων τοίνυν
col. 159–160page 76 of 102
PG 145:159ἡμεῖν ἐπεμβαίνοντα τὸν ἐκ τεσσάρων στοιχείων συγ κείμενον τουτονί, καὶ τῆς φθορᾶς ἡμῖν κοινωνήσαντα κόσμον, ἡ θεωρία τῶν ἱστοριῶν ἐλέγχουσα, διὰ πρά ξεως ὑπογράφει τῇ τετραπλῇ τῶν ἡμερῶν δεκάδι, κακοπαθεῖν ἡμᾶς ὑφηγησαμένη τε καὶ νομοθετήσασα, ὡς ἄν τοῦτον καὶ ἄκοντες ὡς ἀτεχνῶς μάστιγα φεύγωμεν· οὐ μὴν ἀλλὰ καὶ ψυχῆς ἄντικρυς θάνα τον, τοῖς πρὸς αὐτὸν ἀεὶ κεχηνόσι· πρὸς δὲ τὴν ἀλη θινὴν ἡμῶν σπεύδωμεν ἐπανιέναι πατρίδα, φημὶ δὴ τὸν παράδεισον, τοῦ μὲν ἐβδόμου τοῦδε καὶ φθαρτοῦ αἰῶνος πολὺ τῇ φύσει διεστηκότα, προσήκοντα δὲ κατ' ἄκρας τῇ μετὰ τοῦτον ἡμᾶς ἐκδεξαμένῃ τοῦ ὀγδόου μακαριότητί· φυτοῖς γὰρ ἐντεθήλει θαυμαστῆς φύσεως καρπὸν βελτίω προϊσχομένοις, ἤπερ τὰ πρόσ περα, καλὸν μὲν ἰδεῖν, καλλίω δὲ χρήσασθαι· ἄῤῥητον γὰρ αὐτῷ τὸ τῆς ὥρας καὶ ἡδονῆς περιῆν. συμβαίνων ὀφθείη; Ούμενουν· ἀμέλει τὸν κήρυκα τοῦ Ἐνταῦθα πάλαι, καθάπερ ἔφην, ὁ Ἀδὰμ ἐπιχωριάζων, ἐπίδοξος ἦν, εἰ τὴν ἐντολὴν διὰ τέλους της ρήσειε, καὶ τὴν κληρονομίαν ἐκδέξασθαι τῆς ἑτοιμασθείσης αὐτῷ βασιλείας πρὸ καταβολῆς κόσμου ταύτης γὰρ οἱονεὶ γυμνάσιον ὁ παράδεισος· τὴν πρό ξενον δὲ τῆς φθορᾶς ἡδονὴν πρὸ τῆς ἐντολῆς ποιησάμενος, οὐχ ὅπως ἐκείνης διήμαρτεν, ἀλλὰ καὶ τούτου θείᾳ ψήφῳ ἐκβέβληται· ἡ γὰρ φθορὰ τὴν ἀφθαρσίαν οὐ κληρονομεῖ, καὶ πρὸς τὸν τῆς ἑβδόμης ἐπώνυμον ἐξωστράκισται τουτονὶ κόσμον· ἀλλ᾽ οὐδ᾽ οὕτως ἐλ πίδος εἰς ἅπαν διέψευσται· εἰς γὰρ τὴν ὀγδόην ἡ ἐκείνων ἀπόλαυσις τῶν ἀνθρώπων τετήρηται τοῖς θεοφιλῶς καὶ σωφρόνως βεβιωκόσι· διὸ δὲ καὶ τὸ συγκραθὲν ἡμέτερον σῶμα ἐκ τῆς ὑλικῆς ταυτησί τετρακτύος, οὗ ταῖς ἀλόγοις ορέξεσι τὸ τῆς ψυχῆς καταγοητευθὲν λογιζόμενον, ἡμῖν καὶ πάσῃ τῇ κτί σει τὴν τῆς φθορᾶς ἐμνήστευσε λώβην, ἐφ' ἑκάστου χρὴ τῶν ἡνωμένων αὐτῷ στοιχείων, δι᾿ ἀγωγῆς ἐπι πόνου τελείαν τὴν κάθαρσιν δέξασθαι, τῷ τελείῳ τῆς δεκάδος τῶν ἡμερῶν ἀριθμῷ· καὶ ταύτῃ τὸ βαρὺ φορτίον τῆς ἁμαρτίας ἀποσεισάμενον, ῥᾳδίαν τῇ ψυχῇ τὴν πρὸς τὰ ἄνω παραχωρῆσαι πορείαν· καὶ γὰρ ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται, τοῦ ᾿Αποστόλου φωνῇ, ὥσπερ τοὐναντίον Ηρώδης (ερμηνεύεται δὲ ὁ δερμάτινος), δι' οὗ τὸ τῆς σαρκὸς εἰκονίζεται φρόνημα, τῇ τε τραρχία φυσώμενος, τῇ συμπήξει, φημί, τοῦ ἡμε τέρου σαρκίου, ἣν ὕστερον τοῖς υἱἔσι διεῖλε, μὴ οἷός τε ὤν, τὸν παρ' ἡμῖν ὀρθὸν τῶν δογμάτων λόγον ἑλεῖν, τῶν γοῦν ἀῤῥένων βρεφῶν, τῶν πρώτων, φη μ', τοῦ νοῦ καὶ γενναίων πρὸς ἀρετὴν κινημάτων, οὐ πέφυκε φείδεσθαι· ὁ δὲ τούτου τετράρχης υἱὸς εἰκὸς τι νομίζει ποιεῖν, εἰ μὴ τοῖς τρόποις οὐχ ἧττον, ἢ τῷ γένει καὶ τῆ κλήσει τῷ πατρὶ ὀρθοῦ λόγου, εἰ καιροῦ λάβοιτο, καὶ οὗτος ἐκτέμνει. Οὐ μὴν ἀλλὰ καὶ ἡ δεκὰς αὕτη γέννημα τῆς τε τράδος οὖσα, τετράς ἐστι καὶ αὐξή· συντιθεμένη γὰρ τοῖς κατόπιν αὐτῆς ἀριθμοῖς, τὴν δεκάδα γεννά καὶ παρὰ τοῦτο εἰς κάκωσιν οἶμαι καὶ ταύτην παραλαμβάνεσθαι· δεκάτῃ οὖν γενεᾷ ὁ οἰκουμενικός ἐπεισέφρησε κλύδων· δέκα δὲ πληγαῖς ὁ Μωϋσῆς τὴν Αἴγυπτον ἐβασάνισε. Τοιγαροῦν ὁ Κύριος ἡμῶν καὶ ἡμᾶς, καὶ τὴν παλαιωθεῖσαν τῇ φθορᾷ τῶν στοι
col. 161–162page 77 of 102
PG 145:161Τ. χείων σύμπασαν φύσιν, εἰς τὸ ἀρχαῖον βουληθεὶς ἀναπλάσαι, καὶ τὴν ἀφθαρσίαν αὖθις φιλανθρώπως χαρίσασθαι, ἀφ᾽ ἡμῶν, δι' ὧν ἡ φθορὰ πάλαι τῷ παντὶ ἐπεκώμασεν, ᾠήθη δεῖν τῆς ἰατρείας ἀπάρξασθαι, ισαρίθμοις ὀργάνοις πρὸς τοῦτο χρησάμενος. Τὰς γὰρ ἐν ἡμῖν ἐπιῤῥώσας πρῶτον φυσικά τέσο σαρας ἀρετὰς, ἐν καλῷ κεῖσθαι νομίσας τὰ μεγάλα στοιχεῖα τῆς ἐν αὐτῷ καινῆς κτίσεως, τὰ τέσσαρα, φημί, Εὐαγγέλια, ἐξ ἀντιῤῥόπου τοῖς ἀψύχοις ἐν ἡμῖν τοῖς λογικοῖς ὑπιστήσατο, τέσσαρα ἄττα, καὶ ταυτί περιέχοντα, δόγματα, ἐντολὰς, ἐπαγγελίας, καὶ ἀπειλάς· ὡς ἂν τοῖς πιστεύουσι μὲν τοῖς δόγμασι, καὶ περὶ πλείστου τὰς ἐντολὰς ποιουμένοις, τὴν ἐν ἐπαγγελίαις κομίσασθαι τῆς υἱοθεσίας υπάρξῃ μακαριότητα, τῇ κτίσει δὲ σὺν αὐτοῖς, εἰς τὴν τῆς ἀφθαρσίας μεταστοιχειωθῆναι λαμπρότητα· τοῖς δὲ μὴ οὕτω ποιητέον εἶναι πεφροντικόσι μετὰ τὴν φρικτὴν ἐκείνην οἰκονομίαν, ἀλλὰ μέχρι παντὸς ἐπὶ τῆς κακίας μεμενηκόσι, πᾶσαν ἐλπίδα δευτέρας ἀνα πλάσεως περιαιρεθῆναι, τῶν δὲ ἠπειλημένων κολά σεων αὐτίκα μάλα κληρονομεῖν. τῶν Ἀλλ᾽ ἐπειδή περ ἡ νηστεία, κατὰ τὸν ἅγιον εἰπεῖν Κύριλλον, κάθαρσις πέφυκε τῶν πέντε αισθήσεων, δι᾽ ὧν ἀστράπτειν, ἢ μολύνεσθαι τῇ ψυχῇ περιγίνεται, ἡ δὲ κάθαρσις αὕτη τὴν ἐν τῇ ὀγδόῃ ἐλπιζομένην ἐγγυᾶται μακαριότητα, πολυπλασιασθέντων πέντε πρὸς τὰ ὀκτώ, ὁ τεσσαρακοστὸς γεννᾶται ἀριθμός· διὰ δὴ ταῦτα πάντα, ὡς δέδεικται, τῇ τεσ σαρακονθημέρῳ νηστείᾳ τὰς ψυχὰς ἡμῶν ἀχρειου μένας τῇ λώβῃ τῆς ἁμαρτίας ἐγκαινίζειν ἐν τούτῳ τοῦ καιροῦ προστεταγμεθα, καθ᾽ ἂν καὶ ξύμπας ὁ κόσμος τῇ πρὸς τὰ κρείττω μεταβολῇ κατ᾽ ἐνιαυτὸν εγκαινίζεται. Νόμοι. Ὅτι αἱ πρὸ τοῦ Πάσχας ζ' ἡμέραι καὶ αἱ μετὰ τὸ Πάσχα τοσαῦται, καὶ ἡ τῆς Χριστοῦ γεννήσεως ἡμέρα, καὶ ἡ τῶν ἁγίων Θεοφανίων, καὶ ἡ τοῦ πά θους τῶν ἀποστόλων, καὶ ἡ Κυριακή, ἄπρακτοί εἰσι, καὶ οὔτε θέατρα ἐν αὐταῖς τελεῖται, οὔτε δίκη λέγει ται. Ἐν ταῖς προλαβούσαις τοῦ Πάσχα τεσσαράκοντα ἠμέραις, πᾶσα ζήτησις τῶν ἐγκληματικῶν βασάνων σχολάζει. ΚΕΦΑΛ. Γ'. Περὶ τῆς ἐν τῇ τετράδι νηστείας. Ζήτε ἐν τῷ ιβ΄ κεφ. τοῦ Κ κανόνα ιε' τοῦ ἁγίου Πέτρου Αλεξανδρείας, καὶ ἐν τῷ δ' κεφαλαίῳ τοῦ Ν στοιχείου κανόνα ζθ' τῶν ἁγίων ἀποστόλων. ΚΕΦΑΛ. Ζ'. "Οτι τόκους λαμβάνειν ἀπείρηται παντὶ κληρικῷ, καὶ περὶ τόκων. Ὁ μὲ τῶν ἁγίων ἀποστόλων κανών, ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, τόκους εἰσπράττοντα τοὺς δανειζομένους, ἢ παύσασθαι, ἢ καθαιρεῖσθαι κελεύει· ὡς ἔνι μάλιστα τοῦτο δέος, μή ποτε κατὰ τὸ Εὐαγγέλιον ἐπαγγειλάμενοι ζῇν, διπλὴν ὑπόσχω μεν δίκην, περιπετεῖς γενόμενοι καὶ οἷς ὁ παλαιὸς ἀπείρηκε νόμος. Ὁ μὲν γάρ, Οὐκ ἐκτοκιεῖς, φησί, τὸ ἀργυριόν σου τῷ ἀδελφῷ σου· ὁ δὲ Ἰεζεκιὴλ ἐν τοῖς μεγίστοις τῶν κακῶν τίθεται, τόκον λαβεῖν καὶ πλεονασμόν. Οδύρεται δὲ καὶ ὁ Ἡσαΐας, «δόλον ἐπὶ
col. 163–164page 78 of 102
PG 145:163» δόλῳ, καὶ τόκον ὁρῶν ἐπὶ τόκῳ» καὶ ὁ Ψαλυῳδὸς «περὶ πόλεως ἐν πλήθει κακῶν εὐθυνομένης φησίν »> «Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δό «λος.» Ὁ δὲ Κύριος. «Τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῆς· δανείζετε δὲ παρ᾽ ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν· Ο γὰρ ἐλεῶν πτωχόν, δανείζει Θεῷ » τὸ γὰρ αὐτὸ καὶ δῶρον μὲν ἐστι διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολήψεως, δάνεισμα δὲ διὰ τὸ τοῦ Δεσπότου φιλότιμον, δαψιλεῖς ἀποτιννύντος ὑπὲρ αὐτοῦ καὶ πολλαπλασίους τὰς ἀμοιβάς. Ημιόλια Ο ιζ' τῆς α΄ συνόδου πάντα κληρικὸν, καὶ τῷ κανόνι ἐξεταζόμενον, καθαιρεῖσθαι κελεύει, περὶ ἐλαχίστου τιθέμενου, τὸ φάσκον ἱερὸν λόγιον, Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ τὴν πλεονεξίαν, καὶ τὸ αἰσχρὸν διώκοντα κέρδος, καὶ τόκους ἀπαιτοῦντα τοὺς δανειζομένους, ἢ ἑκατοστιαίους, ἢ ἡμιολίους. Πολυειδεῖς γὰρ ὄντες οἱ τόκοι, βαρύτεροι τῶν λοιπῶν οἱ ἑκατοστιαῖοι, ἤτοι τὰ ιβ' ἐπὶ τοῖς ἑκατὸν νομίσματα, ἅτινα τοῖς τοκογλύφοις εἰσηράτο τει νόμος· οἱ γὰρ παλαιοὶ ταῖς ἑκατοντάσιν ἐχρῶν τὸ, ὥσπερ ταῖς λίτραις ἡμεῖς τῶν οβ' ἐξαγίων. Ἡμιόλιοι δέ εἰσιν οἱ ἡμίσεις τοῦ ὅλου τόκου τῶν δώ ὅρκα νομισμάτων, ἤτοι τὰ ἕξ· οὐ μὴν ὡς ἔθος τοῖς ἀριθμητικοῖς καλεῖν τὰς τῶν ἀριθμῶν ὑπὸ τὸ πρός τι ποσότητας ὅτι ὁ μὲν ἔξ τυχόν, ἡμιόλιος ἐστι τοῦ τετάρτου, οὗτος δὲ ἐκείνου ὑφημιόλιος. ᾿Αλλὰ καὶ τοῖς μὴ ἀνέδην τοῦτο μετιοῦσι, σοφιζομένοις δὲ τὰ τοῦ πράγματος, τῷ μὴ ἁλῶναι παρανομίας, οἵτινες καὶ ἑτέροις ἐγχειρίζοντες χρήματα, τὸ μὲν κέρδος ἐξίσης συμφωνοῦσι μερίζειν, τῆς δε ζημίας μὴ κοι νωνεῖν· τοῖς δὴ τοιαῦτα τεχνάζουσιν, ἢ ἕτερόν τι κέρδος ἐρινοοῦσιν αἰσχρὸν, καθαιρέσεως δεῖν οἴσται δίκην λαγχάνειν, καὶ τοῦ κλήρου ἀλλοτριοῦν· φιλανθρωπότερον δ᾽ ἂν εἴη τὸ μετὰ παραγγελίαν, κατὰ τὸν ἀνωτέρω ἀποστολικὸν κανόνα. Τὰ αὐτὰ γὰρ καὶ ὁ ι' τῆς ἔκτης λέξας συνόδου, ἢ παύσασθαι, ἢ καθαιρεῖσθαι τῶν κληρικῶν τοὺς του κογλύφους κελεύει. Τούτοις ἕπεται καὶ ὁ τῆς ἐν Λαοδικεία δ' κανών. Ὁ δὲ τῆς ἐν Καρθαγένῃ ε, Τὴν ἁπληστίαν πάν των τῶν κακῶν εἶναι μηνέρα, οὐδεὶς, φησὶν, ἀγνοεῖ ταύτην οὖν περιαιρετέον παντάπασι, καὶ μὴ κέρδους αἰσχροῦ χάριν τοὺς τῶν Πατέρων ὅρους παραβαίνειν, καὶ μὴ ἐξεῖναι κληρικῷ ἀφ' οιουδήποτε πράγ ματος τόκον λαβεῖν. Δανείξει γάρ τις οὐκ ἀργύριον μόνον, ἀλλὰ καὶ σίτον, καὶ οἶνον, καὶ ἔλαιον, συμφωνοῦντος τοῦ δανειστοῦ μετὰ τὸν ὡρισμένον καιρὸν τόδε τι ἐπέκεινα δοῦναι. Περὶ γὰρ ὧν οἱ θεῖοι Πα τέρες ἐθέσπισαν, οὐ δεῖ ψηφίζεσθαι καὶ βουλεύεσθαι, ἀλλ᾽ ἔπεσθαι μηδὲν ἀντιλέγοντας ἢ περιεργαζομένους· εἰ γοῦν τὸ τοιοῦτον λαϊκοῖς ὄνειδος φέρει καὶ μέμψιν, πολλῷ δήπου κληρικοῖς. Ὁ δὲ μέγας Βασίλειος, ἐν ιδ΄ κανόνι, Ὁ τόκους λαμβάνων κληρικός, φησὶ, ἐὰν καταδέζηται τὸ ἄδικον κέρδος πτωχοῖς ἀναλῶσαι, καὶ εἰσέπειτα τὸ τῆς φι λοχρηματίας φυλάξασθαι νόσημα, δεκτός ἐστιν εἰς ἱερωσύνην· ἐπειδὴ καὶ ἑτέρωθι φησιν Ὁ μὲν
col. 165–166page 79 of 102
PG 145:165γεωργὸς τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ρίζαν οὐκ ἐρευνᾷ· ὁ δὲ δανειστής καὶ τοὺς καρποὺς ἔχει, καὶ οὐκ ἀφίσταται τῶν ἀρχαίων ἄνευ γῆς φυτεύει, καὶ θερίζει ἄνευ σπορᾶς· διὰ τοῦτο χαλκοῦ καὶ χρυσοῦ, καὶ τῶν ἀγόνων παρὰ φύσ σιν γεννώντων, ἡ κατὰ φύσιν τίκταυσα γίνεται στεῖρα. Νόμοι. Εἰ καὶ πολλοῖς τῶν πρὸ ἡμῶν ἔδοξε δεκτέαν εἶναι τὴν τῶν τόκων ἔκτισιν, ἴσως διὰ τὴν τῶν δανειστῶν δυσκληρίαν τε καὶ ὡμότητα, ἀλλ᾽ οὖν ὡς ἀναξίαν τῆς ἡμῶν τῶν Χριστιανῶν πολιτείας, απευκταίαν εἶναι κεκρίκαμεν, ἅτε παρὰ τῆς θείας νομοθεσίας κεκωλυμένην. Διὸ κελεύει ἡ ἡμετέρα γαληνότης, μηδενὶ μηδαμῶς ἐξεῖναι, ἐν μηδεμιᾷ ὑποθέσει τόκον λαμβάνειν, ἵνα μή νόμον φυλάττειν οἰόμενοι, νόμον Θεοῦ παραβαίνωμεν· ἀλλὰ κἂν εἴ τις ὁσονδήποτε λάβοι, εἰς τὸ χρέος λογισθήσεται. Ὁ δὲ παλαιὸς νόμος ῥητὴν ὁρίζει τοῖς τόκοις που σότητα, τῇ ποιότητι μέντοι τῶν προσώπων διαλλάττουσαν. Τοὺς μὲν γὰρ δανείζοντας ἀπὸ ἐλλουστρίων καὶ ἀνωτέρω, ἄχρι τρίτης εκατοστῆς καὶ μόνον κε λεύει λαμβάνειν· ἀργυροπράτας δὲ καὶ ἐμπόρους ἄχρι διμοίρου ἑκατοστῆς· τοὺς δὲ λοιποὺς πάντας ἄχρι ἡμίσεως ἑκατοστῆς. Εἰ δὲ πρὸς οἶκον εὐαγῆ τὸ δάνειον εἴη, ἄχρι τετάρτου ἑκατοσσῆς. Ἐπὶ δὲ τῶν ναυτικῶν δανείων, ἔνθα ὁ δανειστὴς τὸν ἐν τῆς θα λάσσης ἀναδέχεται κίνδυνον, οὐ λαμβάνει ὁ δανείζων πλέον τοῦ νομίμου τόκου, ήγουν τῆς ἑκατοστῆς· εἰ γὰρ ἀναδέχεται ὁ δανείζων τὸν κατὰ θάλατταν κινο δυνον, δύναται λαβεῖν καὶ ὑπὲρ τὸν ἔννομον τόκον. Ἐπὶ δὲ τῶν δανειζομένων καρπῶν, ἐφ᾽ ὧν τὸ πα λαιὸν ἐξῆν πλείονα τόκον ἐπερωτῶν διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως, οὐκ ἐπιτρέπει σήμερον ἡ διάταξις πλείονα τόκον ἐπερωτᾷν, εἰ μὴ ἕως ἐκατοστῆς μόνον, μή βουλομένη μήτε διὰ παρακατασχέσεως ἐνεχύρων, μείζονα τόκον λαμβάνεσθαι, μήτε τοὺς δικαστάς ποτε καταδικάζειν πλείονα τόπον προφάσει τῆς τῶν τόκων συνηθείας· εἰ δέ τις μείζονα τόκον λάβοι, εἰς τὸ κεφάλαιον αὐτὸν καταλογίζεσθαι. Εκατοστιαῖος δὲ λέγεται τόκος, τὰ διδόμενα δώδεκα νομίσματα ἐπὶ τοῖς ἑκατὸν ὑπὲρ ἑκάστου χρόνου· ἡ δὲ παρ᾽ ἡμῖν ὀκτὼ, ἤτοι δίμοιρον Οἱ τόκοι ἄχρι τῆς ποσότητος τοῦ ἐκδανεισθέντος κεφαλαίου ἐκτεινέσθωσαν· εἰ δὲ συμβαίη ἐπέκεινα τοῦ μέτρου τῶν κεφαλαίων καταβληθῆναι, εἰς τὸ κεφάλαιον λογιζέσθωσαν. Ὁ τόκον τόκου μεθοδεύων ἀτιμοῦται· οὐδεὶς γὰρ τόκον τόκου ἀπαιτεῖ, κἄν κατὰ μικρὸν καταβληθῇ. ΚΕΦΑΛ. Η'. Περὶ τοῦ τρισαγίου ὕμνου. Ζήτει ἐν τῷ λεʹ κεφαλαίῳ τοῦ στοιχείου κανόνα πα' τῆς ς' συνόδου. ΚΕΦΑΛ. Θ'. Ότι τὰς τρίχας τῆς κεφαλῆς οὐ δεῖ καλλωπίζειν. Ὁ ις' τῆς ς' συνόδου κανών, Οἱ τὸν Χριστόν, φησί, διὰ τοῦ βαπτίσματος ἐνδυσάμενοι, τὴν ἐν σαρκὶ αὐτοῦ πολιτείαν μιμεῖσθαι καθωμολόγησαν, πᾶσαν τε αγνείαν μετιέναι καὶ σωφροσύνην, καὶ μὴ τῇ τῆς ὕλης προστετηκότας ματαιότητι, τὸ σῶμα και νομιζομένη λίτρα κατ' αναλογίαν νομίσματα ἔχει
col. 167–168page 80 of 102
PG 145:167σμεῖν περιττῶς τε καὶ περιέργως· τί δ᾽ ἂν γένοιτο περιττότερον, τοῦ τὰς τρίχας τῆς κεφαλῆς καὶ τοῦ πώγωνας περὶ πλείστου ποιεῖσθαι κοσμεῖν, εὖ τε διατιθέναι, καὶ δέλεαρ καθεῖναι ταῖς εὐολίσθοις πρὸς ἀκολασίαν ψυχαῖς, ἀφέντας τὸ διά πάσης ἀρετῆς τὸν ἔνδον κασμεῖν ἄνθρωπον; Φησὶ γὰρ ὁ ᾿Απόστολος «Ανὴρ ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι·» καὶ ὁ Μω σῆς ἐν τῷ Δευτερονομίῳ· «Οὐ ποιήσετε σισόην ἐν τῆς κύμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν.» Τοὺς οὐκ τοιοῦτόν τι ποιοῦντας πατρικῶς πρότερον ἐπιτιμᾶσθαι κελεύει ἐπιμένοντας δὲ, ἀφορίζεσθαι. Τούτοις ὑπόκεινται τοῖς ἐπιτιμίοις καὶ οἱ τὰς τρίχας κλώθοντες ὥστε οὔλας γενέσθαι, ἢ βάπτοντες, ἢ ὕδατι διαβρόχους ποιοῦντες, καὶ τῷ ἡλίῳ θέροντες, ἵν᾿ εἰς ξανθὰς μετ ταβάλλοιεν, ἤ χρυσιζούσας, ἢ δασείας ἐπιμελούμενοι γενέσθαι, ἢ νόθους πλοκάμους περιτιθέμενοι, ἢ τὸ γένειον ξηρῶντες. ἢ κεράμῳ πεπυρωμένῳ τὸ πλέον τούτου ἀποτεφροῦντες, ἢ τοῖς ὁδοῦσιν εὐφυῶς ἔστιν ἃ περιαιροῦντες, καὶ πρὸς τὸ δοκοῦν εὔσχημον ἀπο καθιστάντες, ὡς δοκεῖν ἄρτι φύειν αὐτοῖς τὸν ἴουλον τοῦτο γὰρ νῦν καὶ μάλιστα ὥσπερ τι νόσημα ἐπι δήμιον τοῖς Χριστωνύμοις ἐνέσκηψεν. ΚΕΦΑΛ. Ι΄. Περὶ τυμβωρύχων. Ο ξς' τοῦ μεγάλου Βασιλείου κανὼν τὸν τυμβωρύχον, ὃς τοὺς τάφους ἀνοίγνυσι, καὶ συλῷ τὰ τοῖς νεκροῖς συνθαπτόμενα, εἰς δέκα ἔτη τῆς ἱερᾶς κοι νωνίας ἀποκλείεσθαι κελεύει. Ὁ δὲ μέγας Γρηγόριος Νύσσης ἐν τῷ ζʹ κανόνι, Ἡ τυμβωρυχία, φησὶ, διήρηται εἰς τὸ συγγνωστόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις φειδόμενος τῆς ὁσίας, καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι τῷ ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσ σεως, λίθις τισὶ τῶν τῷ τάφῳ προβεβλημένων συγ χρήσεται εἰς ἔργου τινὸς κατασκευὴν, ἐπαινετὸν οὐδὲ τοῦτό ἐστι, πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἶτ προτιμότερόν τι καὶ κοινωφελέστερον ἡ τῆς ὕλης μετάθεσις γένηται· τὸ δὲ ἀνερευνᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς, καὶ ἀνακιθεῖν τὰ ὀστᾶ ἐλπίδι τοῦ κόσμον τινὰ τῶν συγκ κατορυχθέντων κερδάναι, τοῦτο τῷ αὐτῷ κρίματι κατεδικάσθη, ᾧ καὶ ἡ ψιλὴ πορνεία, εἰς ἐννέα δηλαδὴ χρόνους· εἰ δὲ σπουδαίαν ὁ θεραπευόμενος ἐπιδεί ξαισο τὴν ἐπιστροφὴν, ἔξεστι τῷ οἰκονομοῦντι τὴν αὐτοῦ θεραπείαν, συντεμεῖν τὴν ἐκ τῶν κανόνων ὁρισθεῖσαν τῇ ἐπιτιμίᾳ προθεσμίαν. Νόμοι. Οἱ ἀπὸ τῶν τάφων ύλας ἀφαιροῦντες Ὑποκείσθωσαν τῷ τῆς ἱεροσυλίας ἐγκλήματι. Ἐάν τις ἀπὸ τάφου ἀφέληται λίθους, ἢ κίονας, ἢ μάρμαρα, ἢ ἄλλην οιανδήποτε ὕλην, εἴκοσι λίτρας χρυσίου τῷ δημοσίῳ καταβαλλέτω. Οι τυμβωρυχούντες, καὶ γυμνοῦντες τὰ τῶν τε θνεώτων σώματα, εἰ μὲν μεθ᾽ ὅπλων, κεφαλικῶς τιμωροῦνται· εἰ δὲ χωρὶς ὅπλων, μέχρι μετάλλου. Οἱ τοὺς νεκροὺς ἐν τοῖς τάφοις ἐκδύοντες χειροποι πείτωσαν. Οἱ λείψαδα ἢ ὀστᾶ μετακινήσαντες, εὐτελεῖς μὲν
col. 169–170page 81 of 102
PG 145:169Τ. ὄντες, ἄκρως τιμωροῦνται· ἔντιμοι δὲ, περιορίζονται, ἢ εἰς μέταλλα πέμπονται. Οὐ δεῖ τὰ λείψανα τῶν τελευτώντων ψηλαφᾶσθαι ἢ σκυλεύεσθαι· τὰ δὲ προσκαίρως αποτεθέντα μετα φέρειν ἔξεστι. Μηδεὶς σῶμα ἀνθρώπινον χωρὶς κελεύσεως βασι λικῆς εἰς ἕτερον τόπον μεταφερέτω. ΚΕΦΑΛ. ΙΔ'. "Οτι τυπτειν κληρικοῖς οὐκ έφεται. Ὁ κζ' τῶν ἁγίων ἀποστόλων κανών, Επίσκοπον, φησὶν, ἢ πρεσβύτερον ἢ διάκονον, τύπτοντα πιστοὺς ἁμαρτάνοντας, ἢ ἀπίστους ἀδικήσαντας, καὶ ταύτῃ φοβεῖν ἐκείνους ἐθέλοντα καθαιρεῖσθαι προστάττου μεν· οὐδαμοῦ γὰρ ὁ Κύριος τοῦτο ἡμᾶς ἐδίδαξε. Γοὐναντίον δὲ, αὐτὸς τυπτόμενος οὐκ ἀντέτυπτε, λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπεί λει· ἐκέλευε δὲ καὶ τὴν ἀριστερὰν ἐμπαρέχειν τῷ μὴ φειδομένῳ τῆς δεξιᾶς. Ελέγχειν γὰρ τοὺς ἀδι κοῦντας ἄλλως ἔξεστι, καὶ τοῖς ἀδικουμένοις ἐπικουρεῖν ὁπόση δύναμις· καθὰ δὴ καὶ Παῦλον ἴσμεν τὸν μέγαν. Τιμοθέῳ ἐντελλόμενον, τοὺς ἁμαρτάνον της ὑπ' ὄψιν πάντων ἐλέγχειν, ἵνα καὶ τοῖς λοιποῖς φόβος ἐγγένηται. Κληρικοῖς δὲ οὐ κεμιτὸν ἑαυτοὺς ἐκδικεῖν· σωφρονίζειν μέντοι μετρίως τοὺς ἰδίους αὐτῶν μαθητὰς ἁμαρτάνοντας, καὶ μετὰ παραγγελίαν μὴ ἐπιστρέφοντας συγκεχώρηται· ὅτι καὶ ὁ Κύριος τοὺς ἐν τῷ ἱερῷ ἐμπορευομένους, ὡς εἰς τὸ Θεῖον ἁμαρτάνοντας, τῷ φραγγελίῳ τύπτων ἀπήλασεν. Εἰ δέ τις καὶ διδάσκαλος ὢν, θυμῷ εἴξας, φονευ τηρίῳ τύψειεν ὀργάνῳ, οὐκ ἀτιμώρητος ἔσται. Ὁ δὲ θ' τῆς λεγομένης πρώτης καὶ δευτέρας συν όδου, τὸν ἀποστολικὸν τοῦτον κανόνα δεξιών, ἐπιτιμᾷ τοῖς αὐτὸν πειρωμένοις παραχαράττειν, καὶ οἰομένοις τοὺς αὐτοχειρίᾳ τύπτοντας μόνους αἰτιᾶσθαι, οὐ μὴν καὶ τοὺς ἐξ ἐπιτάγματος. Μάταιον γὰρ τοῦτο, φησὶ, καὶ τῆς διανοίας τοῦ ἀποστολικοῦ κανόνος ἀλλότριον, τὸν μὲν τρὶς ἢ τετράκις πλήξαντα καθαιρεῖσθαι, τὸν δὲ ἐξ ἐπιτάγματος εἰς θάνατον στίζοντα εἶναι ἀθῶον· χρὴ γὰρ τὸν τοῦ Θεοῦ ἱερέα διδαχῇ καὶ νουθεσίᾳ, ἔσθ' ὅτε δὲ καὶ ἐκκλησιαστικοῖς ἐπιτιμίοις τὸν ἀτακτοῦντα ποιδαγωγεῖν, ἀλλὰ μὴ μάστιξι καὶ πληγαῖς εἰς τὰ τῶν ἀνθρώπων ἐπιπηδῶν ἀσέ μνως, καὶ ἐνυβρίζειν σώματα. Εἰ δέ τινες εἶεν παν τάπασιν ἀσωφρόνιστοι, τούτους διὰ τοῦ ἐγχωρίου, ἄρχοντος οὐδεὶς ὁ κωλύων σωφρονίζειν, ὡς καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ εἰ κανών διορίζεται, ἂν καὶ ζήτε: ἐν τῷ ιβ' κεφ. τοῦ Σ στοιχείου. Ὁ δὲ γ' τῆς συνόδου, ἧς ἐξῆρχεν ὁ Φώτιος, ὑπὸ ἀνάθεμα τίθησι τὸν ὅλως τύψαι ἡ φυλακῇ καθείρξαι τολμήσαντα τῶν ἐπισκόπων τινὰ, εἴτε χωρὶς αἰτίας, εἴτε καὶ αἰτίαν πλασάμονον. Εἰ δὲ πάνω, εἴτ εὐπρόσωπος ἡ αἰτία, οὐδὲ ὁ τὴν μεγίστην ἀρχὴν διέπων ἐκδικεῖν ταύτην δύναται, ἀλλὰ δεῖ τῇ συνόδῳ ἀνατιθέναι, η μόνη κρίνειν ἐφεῖται καὶ κολάζειν τῶν ἐπι σκόπων τοὺς ἁμαρτάνοντας. Σ.

Beginning of Letter ΥInitium Litterae Υ

col. 171–172page 82 of 102
Initium Litteræ Υ
PG 145:171Νόμοι. Ὁ δὲ νόμος ἀπαγορεύει μὲν τοῖς ἐπισκόποις πλήτ τεῖν χερσὶν οἰκείαις οὐχ ὥρισε δὲ ποινὴν· γενικῶς δὲ περὶ παντὸς τύπτοντος ἢ ὑβρίζοντος διορίζεται, διδοὺς κατ' αὐτῶν τὴν περὶ ὕβρεως ἀγωγὴν, ἥτις καὶ χρηματικῶς κινεῖται καὶ ἐγκληματικῶς, καὶ διορίζεται ποία ἐστὶ τραχεῖα ὕβρις, ποία δ' ἔλαφρά. Ὁ ἱερέα, εἴτε ἐν ἐκκλησίᾳ, εἴτε ἐν λιτῇ ἐπιχειρῶν τύπτειν, ἐξοριζέσθω. Ἐὰν βλαβῇ σῶμα ἐλεύθερον, ἡ καταδίκη γίνετα εἰς τὴν δαπάνην τῆς ἰατρείας, καὶ τὴν ἀπώλειαν τῆς έργασίας, οὐ μὴν τῆς ἀμορφίας· σῶμα γὰρ ἐλεύθερον οὐ διατιμᾶται. Ὁ δὲ σῶμα δούλου βλάψας ἀπαι τεῖται πρὸς τοῖς εἰρημένοις καὶ τὴν ἐλάττωσιν τῆς διατιμήσεως αὐτοῦ. ΑΡΧΗ ΤΟΥ Υ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Δ'· Περὶ ὕβρεων. Ζήτει τὸ ζ' κεφάλαιον τοῦ στοιχείου. Ὁ δὲ νε' τῶν ἁγίων ἀποστόλων κανών, ἔτι δὲ καὶ ὁ νς', Ὁ τὸν ἴδιον ἐπίσκοπον ὑβρίσας κληρικός καθο αιρείσθω, φησί· «"Αρχοντα γὰρ τοῦ λαοῦ σου, οὐκ ἐρεῖς κακῶς·» Μωσέως τοῦτο τοῦ πάνυ φωνή. Πρε σβύτερον δὲ ἢ διάκονον ὁ ὑβρίσας ἀφοριζέσθω· ἡ γὰρ πρὸς τὸν μείζονα ὕβρις, καὶ μείζονος ἀξία τῆς τι μωρίας, ἐλάττονος δὲ ἡ πρὸς τοὺς ἐλάττονας. Ὁ μὲν γὰρ κεφαλῆς ἐπέχει τόπον τῷ σώματι τῆς ἐκκλησίας, οἱ δὲ χειρῶν καὶ τῶν διακονικῶν ἑτέρων μελῶν. Ὁ δὲ νζ, Καὶ ὁ χωλὸν, ἢ τυφλὸν, ἢ τὰς βάσεις πεπλημένον χλευάσας, ἀφοριζέσθω, φησίν, εἴτε κληρικὸς εἶν, εἴτε τῶν τοῦ λαοῦ. Τοὺς τοιούτους γέρ ἐλεεῖν μᾶλλον δέον χεῖρα βοηθὸν ἐπορέγοντας, ἢ χλεύης καὶ γέλωτος ποιεῖσθαι ὑπόθεσιν. Νόμοι. Η τραχεῖα ὕβρις ἢ ἀπὸ τοῦ προσώπου, ἢ ἀπὸ τοῦ πράγματος, ἢ ἀπὸ τοῦ τόπου κανονίζεται. ᾿Απὸ προσώπου, ὅταν ἄρχοντι ἢ πάτρων γένηται· ἀπὸ τόπου, ὅταν ἐν θεάτρῳ πάντων ὁρώντων· ἀπὸ τοῦ πράγματος, ὅταν καὶ τραῦμα γένηται, ἢ ὄψις πληγή. Οἱ τοιοῦτοι ἢ πρὸς καιρὸν ἐξορίζονται, ἤ τινος κω λύονται πράγματος ἔντιμοι ὄντες· εἰ δὲ ἐλεύθεροι μὲν εἶεν, εὐτελεῖς δὲ, ῥοπαλίζονται· εἰ δὲ δοῦλοι, Ο φραγγελιζόμενοι, τῷ δεσπότῃ ἀποδίδονται. Εἴ τις τῶν θείων μυστηρίων ἢ τῶν ἄλλων ἁγίων λειτουργιῶν ἐπιτελουμένων εἰς ἁγίαν εἰσελθὼν ἐκκλησίαν, τῷ ἐπισκόπῳ, ἢ τοῖς κληρικοῖς, ἢ τοῖς ἄλλοις ὑπηρέταις τῆς ἐκκλησίας ὕβρεώς τι ἐπαγάγοι, κελεύομεν τοῦτον βασάνους ὑπομεῖναι, καὶ εἰς ἐξορίαν πεμφθῆναι· εἰ δὲ καὶ αὐτὰ τὰ θεῖα μυστήρια καὶ τὰς λειτουργίας ταράξει ἢ ἐπιτελεῖσθαι κωλύ σοι, κεφαλικῶς τιμωρεῖσθαι· τούτου αὐτοῦ καὶ ἐπὶ ταῖς λιταῖς, ἐν αἷς ἐπίσκοποι ἢ κληρικοὶ εὑρίσκονται, φυλαττομένου· ἵνα, εἰ μὲν ὕβριν τις μόνον ποιήσοι, βασάνοις καὶ ἐξορίᾳ παραδοθῇ, εἰ δὲ καὶ τὴν λιτὴν διασκεδάσοι, κεφαλικὸν κίνδυνον ὑπομείνη.
col. 173–174page 83 of 102
PG 145:173ΚΕΦΑΛ. Β'. Περὶ Ὑδροπαραστατῶν αἱρετικῶν. Ζήτει ἐν τῷ β΄ κεφ. τοῦ 4 στοιχείου, καὶ ἐν τῷ η κεφ. τοῦ Κ στοιχείου κανόνα λβ' τῆς ς' συνόδου. ΚΕΦΑΛ. Γ'. Περὶ υἱοθεσίας. Ζήτει ἐν τῷ η κεφ. τοῦ στοιχείου. Ο υἱοθετῶν ὀφείλει μείζων εἶναι κατὰ τὴν ἡλικίαν τοῦ υἱοθετουμένου χρόνοις ιη'· ἡ γὰρ θέσις μιμεῖται τὴν φύσιν. ΚΕΦΑΛ. Δ΄. Περὶ ὑπηρετῶν ἤτοι υποδιακόνων. Ο κα' τῆς ἐν Λαοδικεία συνόδου κανών, Οὐκ ἐξει στι, φησί, τοῖς ὑπηρέταις, ἐν τῷ οὕτω πως ὠνομασμένῳ διακονικῷ, τῶν ἱερῶν ἅπτεσθαι σκευῶν, πρὸς τὸ δι' αὐτῶν ἱερουργῆσαι δηλονότι τὰ εἰς θυσίαν προσφερόμενα, τὸν ἄρτον, φημὶ, καὶ τὸν οἶνον, ἐκ τῶν περιεχόντῶν ὑποδηλῶν τὰ περιεχόμενα· οὐ γὰρ ἐφεῖται τούτοις τὰ τῶν διακόνων μετιέναι. Κένῶν δὲ τῶν ἱερῶν σκευῶν ἅπτεσθαι, καὶ πρὸς τὴν ἱερουργίαν ἑτοιμάζειν, καὶ μετὰ τοῦτο περιστέλλειν, καὶ ἐν καλῷ τοῦ νεὼ τιθέναι, τοῖς ὑποδιακόνοις παντὸς μᾶλλον προσῆκον· τοῦτο καὶ γὰρ αὐτοῖς ἡ διακονία. (δὲ κε' οὐδὲ ἄρτον διδόναι, ἢ ποτήριον εὐλογεῖν ἐφίησι τὸν ὑπηρέτην, ἤτοι τὸν ὑποδιάκονον. Ὁ δὲ μγ' οὔτε τοῦ λαοῦ ὑπερεύχεσθαι τοὺς ὑπο διακόνους κελεύει ἐν τῷ τῆς θείας λειτουργίας και τῷ, οὔτε τὰ θεῖα μεταχειρίζειν μυστήρια, τοῦτο γὰρ ἔργον μόνοις τοῖς ἱερεῦσιν, ἀλλὰ ταῖς θύραις ἐφε στάναι τῶν ἁγίων ἐκκλησιῶν, καὶ μηδὲ πρὸς βραχὺ τούτων ἀφίστασθαι, ὥστε εἰσάγειν τε καὶ ἐξάγειν τοὺς κατηχουμένους, τοὺς ἐν μετανοίᾳ, καὶ τοὺς λοι πούς. Ἐν δὲ καὶ τοῦτο τῶν τῆς Ἐκκλησίας ταγμά των, τὸ τῶν ὑπηρετῶν, φημί, τῶν καὶ θεραπευτῶν λεγομένων, καὶ ὑποδιακόνων, παρὰ τοσοῦτον τοῦ λαϊκοῦ πληρώματος ὑψηλότερον, παρ' ὅσον τῶν τοῦ βήματος ταπεινότερον. Ζήτει καὶ ἐν τῷ θ' κεφ. τοῦ στοιχείου κανόνα τῆς ἐν Σαρδικῇ συνόδου ιε' καὶ ἐν τῷ θ' κεφ. τοῦ Σ στοιχείου κανόνα τῆς ἐν Λαοδικείᾳ κβ' καὶ κγ'. Ζή τει καὶ τὸ λ΄ κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Ε΄. Περὶ ὑποβόλου. Γ.Φ. Σ Ἡ τοῦ σοφοῦ Λέοντος νεαρὰ, Πλείονα δεῖ εἶναι, φησὶ, τὴν προῖκα τοῦ ὑποβόλου· τοῦ δὲ ἀνδρὸς ἀτέκνου τελευτήσαντος, ἂν μὴ παρῇ σύμφωνον, ἀνα κομίζεται ἡ γυνή τήν τε προῖκα καὶ τὸ ὑπόβολον. καὶ πλέον οὐδέν. Εἰ δὲ τὴν γυναῖκα ὁ θάνατος δια σπάσει, τῆς μὲν οἱ κληρονόμοι τὴν προῖκα λαμβανέτωσαν· ὁ δὲ ἀνὴρ τοῦ ἰδίου μὴ ἀποστερείσθω ὑποβόλου. ΑΡΧΗ ΤΟΥ Φ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Δ΄. Περὶ Φαλκιδίου. Φαλκιδιός ἐστι νόμος περιαιρῶν ἀπὸ τῶν λεγατα ρίων τὸ τρίτον μέρος τῆς πατρικῆς οὐσίας, καὶ πε ρ:ποιῶν τῷ κληρονόμῳ· ἐπενοήθη δὲ προνοίᾳ τῶν παίδων, ἵνα οἱ φυσικοί κληρονόμοι πρότερον θεραπευθῶσιν. Εστι δὲ τοιοῦτος· Εἰ μὲν εἰς ὢν τυγχάνει τῷ πατρὶ παῖς, ἢ δύο, ἢ τρεῖς, ἄχρι καὶ τῶν τεσσάρων, ὑπεξαιρουμένων πρότερον τῶν χρεῶν, καὶ τῶν ἐν τῇ κηδείᾳ ἀναλωμάτων, καὶ τῶν ἐπ᾿ εὐσεβείᾳ δι δομένων, ἔτι δὲ καὶ τῶν τιμημάτων τῶν ἐλευθερω

Beginning of Letter ΦInitium Litterae Φ

col. 175–176page 84 of 102
PG 145:175θέντων οἰκετῶν, λαμβάνουσιν οἱ παῖδες τὸ γ΄ τῆς Γ. καθαρᾶς περιουσίας τοῦ πατρός. Εἰ δὲ εἰ εἰσὶν οἱ παῖδες καὶ ἐπέκεινα, τὸ ἥμισυ κτῶνται τῆς ὑπο στάσεως, τὸ δὲ λοιπὸν φιλοτιμεῖται ὁ πατὴρ ἔνθα ἂν αἱρεῖται, ἢ ἐνὶ τῶν αὑτοῦ παίδων, ἢ πλείοσιν, ἢ ξένῳ οἱῳδήτινι. Ε: δὲ καὶ κατὰ βυθοῦ ρίψαι βουληθείη τυχὸν ὁ πατὴρ, οὐκ ἔχει τὸν ἀνακρίνοντα. Φησὶ δὲ ὁ νόμος· Τὰ ἐπ᾿ εὐσεβείᾳ καταλιμπανόμενα λεγάτα καὶ τοῦ Φαλκιδίου αὐτοῦ κατὰ προτίμησιν ἀνώτερα εἶναι θεσπίζομεν. ΚΕΦΑΛ. Β΄. Περὶ φαρμακῶν καὶ μάγων. Ζήτει τὸ α' κεφάλαιον τοῦ 1 στοιχείου. ΚΕΦΑΛ. Γ. Περὶ φθορᾶς παρθένων. Ζήτει ἐν τῷ ιε' κεφ. τοῦ 1 στοιχείου κανόνα τοῦ μεγάλου Βασιλείου τηʹ καὶ ξ', καὶ τὸ ιγ΄ κεφ. τοῦ στοιχείου, καὶ τοῦ Γ΄ στοιχείου τὸ ἢ καὶ λ' κεφά λαιον. ΚΕΦΑΛ. Δ'. Περί φιλαργυρίας. Ζήτει τὸ ια΄ κεφάλαιον τοῦ Π στοιχείου. ΚΕΦΑΛ. Ε΄. Περὶ φόνων ἑκουσίων καὶ ἀκουσίων. Ὁ ξέ τῶν ἁγίων ἀποστόλων κανών, Ὅστις ἐν μάχῃ, φησὶ, καὶ φιλονεικίᾳ πλήξας ἀποκτείνει τινὰ, εἰ καὶ μίαν ἔτυχε κατενεγκὼν τὴν πληγὴν, εἰ μὲν κληρικὸς εἴη, καθαιρείσθω διὰ τὴν προπέτειαν αὐτ τοῦ· εἰ δὲ λαϊκος, ἀφοριζέσθω. Διὰ γάρ τοι τοῦτο καὶ ὁ Κύριος οὐχ ὅπως μὴ ἀμύνεσθαι τὸν λελυπηκότα, ἀλλὰ καὶ τὴν δεξιὰν ἐμπαρέχειν κελεύει τῷ παίοντι, οἷα τῆς μάχης ἔσθ' ὅτε τελευτώσης εἰς φό νου. Ὁ δὲ μέγας Γρηρόριος Νύσσης ἐν τῷ εʹ κανόνι, Τὸ τοῦ φόνου, φησίν, ἅγος τῇ διαφορᾷ τοῦ ἑκουσίου καὶ τοῦ ἀκουσίου διῄρηται. Καὶ ἑκούσιος μέν ἐστι φό νος ὁ ἐκ παρασκευῆς τετολμημένος· ἔπειτα κἀκεῖνος ἐν τοῖς ἑκουσίοις ἐνομίσθη, ὅταν τις ἐν συμπληκῇ καὶ μάχῃ τύπτων τε καὶ τυπτόμενος ἐνέγκῃ κατά τινος καιρίαν τὴν διὰ χειρὸς πληγήν. Ο γὰρ ἅπαξ τῷ θυμῷ κρατηθεὶς, καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν καιρὸν τοῦ πάθους τῶν ἀνα κόψαι τὸ κανὸν δυναμένων ἐπὶ νοῦν λάβοι ποτὲ, ὥστε καὶ τὸ ἐκ συμπλοκῆς ἀποτέλεσμα του φόνου εἰς ἔρ τον προαιρέσεως, καὶ οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φόνοι φανερὰ ἔχουσι τὰ γνωρίσμα τα, ὅταν τις πρὸς ἕτερόν τι τὴν σπουδὴν ἔχων ἐξ ἀπο τυχίας τῶν ἀνηκέστων τι δράσῃ. Τοῦ μὲν οὖν ἑκουσίου φόνου εἰς ἑπτὰ καὶ εἴκοσι χρόνους παρατείνεται τὸ ἐπιτίμιον, εἰς τρεῖς ἐννετηρίδας διαιρουμένους· ὡς ἐπὶ μὲν τῆς μιᾶς παντελῶς εἶναι ἀφωρισμένον τὸν ἐπιτιμηθέντα, ἔξω τῆς ἐκκλησίας ἱστάμενον, καὶ προσκλαίοντα· τὰς δὲ λοιπὰς, δύο εἷς τε τὴν τῶν ἀ κροωμένων πρότερον, εἶτα τῶν ὑποπιπτόντων διελόμενον στάσιν, οὕτως ἐπὶ τὴν τῶν ἁγιασμάτων μετουσίαν ἐλθεῖν. Εἰ δὲ τὸ μέγεθος τῆς ἐπιστροφῆς τοῦ ἐπι τιμηθέντος καὶ ἡ τῆς μετανοίας θερμότης περιγένοι το τῶν ἐν μακρᾷ προθεσμία ῥαθυμότερον ἑαυτοὺς ἐχ καθαιρόντων, συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπιτιμίου παράτασις, ὥστε ἀντὶ τῶν ἐφ' ἑκάστῳ βαθμῷ
col. 177–178page 85 of 102
PG 145:177Φ. ἐννέα ἐτῶν ἀκτώ, ἢ ἑπτὰ, ἤ ἕξ, ἢ πέντε μόνα γενέ σθαι κατὰ τὴν κρίσιν τοῦ τὴν Ἐκκλησίαν οἰκονομοῦντος. Ο δὲ ἀκούσιος φόνος συγγνωστὸς μὲν, οὐ μὴν ἔπαι νετὸς ἐκρίθη. Τὸν γὰρ ἀλόντα τῷ μιάσματι τούτῳ, ὡς ἐξάγιστον ἤδη γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανών ἀπεφήνατο· ὅσος δέ ἐστιν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος τῶν ἐννέα ἐτῶν, του σοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων καλῶς ἔχειν ἐδοκιμάσθη· δηλαδή καὶ ἐν τούτῳ τῆς προαι ραίστως τοῦ μετανοοῦντος δοκιμαζομένης, εἰ δέον τὸν ὁρισθέντα χρόνον αὐτῷ ἐξήκειν ἢ ἐλάττω γενέσθαι. Οὕτω καὶ ὁ μέγας Βασίλειος ἐν τῷ η' κανόνι τὸν ἑκούσιον καὶ ἀκούσιον ὁριζόμενος φόνον. Ακούσως μέν έστι, φησίν, ὅταν τις ἀκοντίσας λίθον, ἐφ᾽ ᾧ θη ρίον ἀμύνασθαι, ἢ κατασεῖσαι δένδρου καρπὸν, ἅνα θρωπον παριόντα μὴ προϊδών, εἰς θάνατον πλήξῃ οὐ μὴν ἀλλὰ καὶ εἴ τις ἐπιστρέψαι τινὰ βοολόμενος, ἱμάντι ἢ ῥάβδῳ, μὴ πάνυτραχείᾳ τύψοι, ἀποθάνοι δὲ ὁτυπτόμενος - ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἐβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνε λεῖν. Ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο, ὅταν τις ἀμυνός μενος ἐν μάχῃ τινά, ξύλῳ ἢ χειρὶ ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνέγκῃ, ἐφ᾽ ᾧ κακῶσαι τοῦτον, οὐχ ὥστε παντελῶς ἀνελεῖν· ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. Ὁ γὰρ τοιούτῳ χρησαμένος ὀργά νῳ πρὸς ἄμυναν, καὶ μὴ πεφεισμένως τὴν πληγὴν ἐπα γαγών, δῆλός ἐστι τῷ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους ἀφειδῶν τοῦ ἀνθρώπου. Ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ ἢ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρη σάμενος, τοῖς ἀκουσίοις φονεῦσι συναριθμεῖται· ἄλ λο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. Ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγὴν, ὥστε ἀνε λεῖν τὸν πληγέντα· καί τοι ἡ σπουδὴ ἦν αὐτῷ συν τρίψαι τυχόν, οὐχὶ καὶ παντελῶς θανατῶσαι. Ο μένο τοι ξίφει χρησάμενος οἱῳδήτινι, οὐδεμίαν ἔχει παρο αίτησιν, καὶ μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας· καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέσ τρον τῆς πληγῆς ἐπ' αὐτῷ εἶναι· ἀλλ᾽ ἠκόντισεν, ὥστε τῷ βάρει τοῦ σιδήρου, καὶ τῇ ἀκμῇ, καὶ τῇ διὰ πλεί στου φορᾷ, ὀλεθρίαν τὴν πληγὴν ἀναγκαίως γενέσθαι. Εκούσιον δὲ πάλιν παντελῶς, καὶ οὐδεμίαν ἔχον ἀμφιβολίαν, οἷόν ἐστι τὸ τῶν λῃστῶν, καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. Οἱ μὲν γὰρ χρημάτων ἕνεκεν ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες· οἱ δὲ ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλ᾽ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. Καὶ μέντοι κἂν δι᾽ ἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δὲ, ἑκούσιον τιθέμεθα τὸ τοιοῦτον· οἷα ποιοῦσιν αἱ γυναίκες πολλάκις, ἐπαοιδίαις τισὶ καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαι τοὺς ἄνδρας πειρώμεναι, καὶ προσδιδοῦσαι φάρμακα, σκότωσιν ἔμποιοῦντα ταῖς αὐτῶν διανοίαι· αἱ τοιαῦται ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι, ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύ
col. 179–180page 86 of 102
PG 145:179σεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. Β. Καὶ αἱ τὰ ἐμβρυοκτόνα τοίνυν ἐπορέγουσαι ἢ δεχό μεναι φάρμακα, ὡς ἀμβλωθρίδια προενεγκεῖν καὶ ἄωρα τὰ γεννήματα, οὐδὲν τοῖς ἑκοντὶ φυνεύουσιν ἀπεπίκασιν. Ἐν δὲ τῷ μγ', Όστις, φησί, θανάτου πληγὴν τῷ πλησίον δέδωκε, φονεύς ἐστιν. εἴτε ἦρξε τῆς πληγής, εἴτε ἀμύνατο. Ἐν δὲ τῷ νς'. Ὁ ἑκοντὶ φονεύσας, ἔπειτα μετα μεληθεὶς, εἰς κ' ἔτη τῆς κοινωνίας ἐκποδὼν ἔσται τῶν ἁγιασμάτων, ἐν τέσσαρσιν ἔτεσιν ἔξω τῆς θύρας τοῦ εὐκτηρίου ἑστὼς καὶ προσκλαίων, καὶ τὴν ἰδίαν ἐξαγορεύων παρανομίαν, τῶν εἰσιόντων τε πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι· ἐν πέντε ἔτεσι μετα τῶν ἀκροωμένων ἐξελεύσεται, και αὖθις ἐν ἑπτὰ μετὰ τῶν ἐν ὑποπτώσει ἔνδον οὐ μενεῖ διὰ τέλους· ἐν τοῖς λοιποῖς τέσσαρσι συστήσεται· καὶ ταῦτα διηνυκώς, ἐν μεθέξει τῶν ἁγιασμάτων γενή σεται. Τὸν δὲ ἀκουσίως πεφονευκότα ἐν τῷ νζ εἰς δέκα ἔτη τῆς τῶν ἁγιασμάτων κοινωνίας ἀπείργει. Εν δὲ τῷ νδ κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως τοῦ ἀκουσίως φονεύσαντος ἢ ὑφεῖναι, ἢ ἐπιτεῖναι κελεύει τὰ ἐπιτίμια. Εν δέ γε τῷ ια' ἀποχρῶσαν εἶναί φησι καταδίκην τῷ ἀκουσίως φονεύσαντι, τὸ ἐπὶ ἕνδεκα ἔτη μὴ κοινωνῆσαι· ὑπερβέβηκε γὰρ καὶ τὸν τετυπωμένον τοῖς κανόσι καιρόν. Ἐπὶ δὲ τῶν πληγέντων, τὰ Μω σέως παρατηρήσωμεν· καὶ τὸν κατακλιθέντα μὲν ὑπὸ τῶν πληγῶν, ὃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ἑαυτοῦ ῥάβδῳ, οὐ λογισόμεθα πεφονεῦσθαι. Εἰ δὲ οὐκ ἐξανέστη μετὰ τὰς πληγὰς, ἀλλ᾽ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν, ὁ τυπτήσας φονεὺς μὲν, ἀλλ᾿ ἀκούσιος διὰ τὴν πρόθεσιν. Ὁ δὲ τῆς ἐν ᾿Αγκύρᾳ συνόδου κανὼν κβ᾿ τοὺς ἀκουσίῳ φόνῳ περιπεσόντας, φησί, ὁ μὲν πρότερος ὅρος ἐν ἑπταετίᾳ κελεύει τοῦ τελείου μὴ μετασχεῖν ὁ δὲ δεύτερος τὸν πενταετῆ χρόνον πληρῶσαι. Ὁ δὲ κγ' τοὺς ἑκουσίως φονεύσαντας ἐν τῷ τέλει τοῦ βίου τῆς κοινωνίας ἀξιοῦσθαι κελεύει. Σὺ δὲ τοῖς τοῦ μεγάλου Βασιλείου μᾶλλον πείθου κανόσιν. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν φονευόντων ἑαυτούς. Ζήτει τὸ ιβ΄ κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Ζ΄. Περὶ τῶν φόνων τῶν ἐν πολέμως, καὶ τῶν φονευόντων λῃστάς. Ὁ μὲν μέγας Αθανάσιος ἐν τῇ πρὸς ᾿Αμμοῦν ἐπιστολῇ. Φονεύειν οὐκ ἔξεστι, φησίν, ἀλλ' ἐν που λέμῳ ἀναιρεῖν τοὺς ἀντιπάλους, καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον. Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ ιγ΄ κανόνι. Τοὺς ἐν πολέμοις φόνους οἱ Πατέρες ἡμῶν, φησίν, ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο, ἐμοὶ δοκεῖ, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας αμυνομένοις. Τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαρούς, τριῶν ἐτῶν τῆς κοινωνίας ἀπέχεσθαι. Δι' ἐπαίνου γὰρ τίθεται καὶ ὁ θεσπέσιος οὗτος Πα τήρ, τοὺς ὁμόσε τοῖς ἀντιπάλοις εὐψύχως όντας, καὶ τοῦ τῶν Χριστιανῶν γένους ὑπερασπίζοντας.
col. 181–182page 87 of 102
PG 145:181Φ. Τί γὰρ τῶν ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένων εἰς ἐπαίνου λόγον γένοιτ' ἂν ἀξιώτερον; Ὅτι γε μὴν αὐτῷ πρόκειται σκοπός, τὰς συνεζευγμένας ἔσθ' ὅπη καὶ ταῖς ἀγαθοῖς τῶν πράξεων καθαίρειν κηλίδας, μετρίως καὶ τούτοις ἐπιτιμᾷ, ὥσπερ, οἶμαι, καὶ ὁ μέγας ἂν ἐποίησεν ᾿Αθανάσιος, εἰ ταύτην προστησάμενος καὶ αὐτὸς ἐτύγχανε τὴν ὑπόθεσιν, καὶ μὴ ἑτέρωσε βλέπων, τούτων ἀπεμνημόνευσεν. 'Αλλ' οἱ τῆς μεγαλονοίας τοῦ νομοθέτου μὴ ἐφικνούμενοι, μηδὲ τῶν ἀνθρωπίνων κατορθωμάτων τὸ πρὸς κακίαν ἀγχίθυρον στοχαζόμενοι, μέμψεις αὐτῷ περιάπτειν τολμῶσιν, οἷα φορτικὸν ἂν τὸ τῆς συμ βουλῆς, καὶ τῆς ἀρθῆς ἀποδέον κρίσεως. Συμβήσε σεται γάρ, φασί, παρὰ τοῦτο, τῶν στρατιωτῶν τοὺς εὐδοκιμωτάτους, και μάλιστα οἷς ἔργον, ξίφει και φόνῳ τὰς τῶν ἀλλοφύλων ἀνακόπτειν ὁρμᾶς, διὰ βίου τῆς τοῦ ἀγαθοῦ στέρεσθαι μεταλήψεως, ὅπερ Χριστιανοῖς ἀφόρητος κόλασις. Διὰ τί γάρ, φασὶν, οὐ καθαροὶ τὰς χεῖρας, οὓς σωφροσύνης πέρι καὶ εὐσεβείας αὐτὸς πολεμεῖν μαρτυρεῖς, ἄριστα πάνω των τοῦτο σκοπήσας; Καὶ γὰρ εἰ μὴ οὗτοι προθυμηθεῖεν εἰς χεῖρας τοῖς βαρβάροις ἰέναι, καὶ τὰ ξίφη ἐπισείοντες πείθειν οὐχ ὅπως τῶν ἀλλοτρίων μὴ ἐφίεσθαι, ἀλλὰ καὶ περὶ τῶν σφετέρων δεδοικέναι, οὐκ ἂν φθάνοι τὰ τῆς εὐσεβείας οιχόμενα, τῶν βαρβάρων ὑφ᾽ ἑαυτοὺς πάντα ποιουμένων κατὰ πολ λὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ τὸ οἰκεῖον σέβας διὰ σπουδῆς τιθεμένων κρατύνειν; Σωφροσύνην δὲ τίς ἔσται ὁ μετιών, αναγκαζομένων πάντων ζῆν κατ' ἐκείνους, αὐτοκράτορας ἤδη γεγενημένους; Τούτοις παιδικῇ ὡς ἂν φαίη τις γλώττη τολμῶσι περιβομβεῖν τὴν πολύστομον τοῦ Πνεύματος σάλπιγγα, καὶ τῆς εὐαγγελικῆς ἐμπειρίας τὴν βίβλον· πρὸς οὓς ἐκεῖνο ἂν εἴποιμι, ὅτι τῶν ἐν ἡμῖν φυσικῶν παθῶν συλλήβδην εἰπεῖν ὁ ἐσμὸς, μετὰ τὴν τοῦ Ἀδὰμ, ὡς ἴσμεν, παράβασιν, τῷ τῶν ἀνθρώπων εἰσεκώμασε γένει, ὥσπερ ἀῤῥωστημάτων κοινῶν τῇ κακίᾳ συν εισπεσόντων. Τούτων τὰ μέν φύσει συνέζευκται καὶ ἀνάγκῃ, τὰ δὲ φύσει διοικεῖται καὶ προαιρέσει· καὶ τὰ μὲν ἔχει τὸ ἀνεπίκλητο, τῷ ἀποχρῶσαν κεκτῆσθαι παραίτησιν τὴν ὄλογον ἀνάγκην τῆς φύσεως, ἂν μὴ τῇ χρείᾳ μόνον ἡ ἀμετρία λυμήνηται· ἐφ' ἃ δὲ ἡ προαίρεσις ἄγει, ἅπερ τῇ λογικῇ καὶ αὐτεξουσίῳ συνεισέρχεται φύσει, ὑποκλίνεσθαι ταύτην πείθουσα τοῖς τῆς ἀλόγου φύσεως πάθεσιν, ἐξὸν, εἴπερ ἐβού λετο, μὴ ἐνδοῦναι, οὐ πάντη τὸ ἄμεμπτον, εἰ καὶ συγκεχώρηται, διαπέφευλε· ταύτῃ τοι καὶ καθάρσεως ταῦτα δεῖται, οἷα τῆς προγονικής ήττης κατ' ἶχνος ἑπόμενα. Καὶ γὰρ ὁ γάμος, εἰ καὶ τῆς ἀθανασίας, ἧς ἐκπεπτώκαμεν, δοκεῖ γε δήπου φέρειν τὸ ἀπεικόνισμα τῇ τοῦ γένους διαδοχῇ, ἀλλ᾽ οὖν εἰ μὴ ἐπίκουρον σχοίη τὸν νόμον, καὶ τῇ ἱερᾷ τελετῇ τὴν παλαιὰν προστροπὴν ἀποπλύναιτο, τῶν ἐξαγίστων εἶναι δοκεῖ. Ὥσπερ δὴ καὶ τὰ τικτόμενα βρέφη, εἰ μὴ τῷ θείῳ καθαρθείη λουτρῷ, ἔκποδὼν τῆς ἡμῶν ἵσταται κοινωνίας, καίτοι μὴ ἐκ προαιρέσεως, φυσι πῶς δὲ τοῦ προγονικοῦ μετεσχηκέναι μιάσματος πιστευόμενα, ἅτε τῆς γενέσεως αἰτίαν, τῆς σαρκὸς ἴσχοντα τὴν ἐπιθυμίαν, ὡς πού φησιν ὁ θεῖος Δαβίδ.
col. 183–184page 88 of 102
PG 145:183«Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην,» καὶ τὰ ἐξῆς. Εἶ οὖν τῶν τῆς παραβάσεως προαιρετικῶν παθῶν ἔκλονα καὶ οἱ πόλεμοι, καὶ οἱ τούτοις ἑπόμενοι φόνοι, ἀνάγκη δήπου καὶ τοὺς ἐν ὅπλοις ζῇν ἑλομένους, καὶ τὴν δεξιὰν τοῖς τῶν ἀλλοσύλων αἵμασι βάπτειν, καθαρθῆναι πρότερον τοῖς τῆς μετανοίας φαρμάκοις, καὶ τῷ ταύτης πυρὶ τὰ περιφυόμενα τῷ ἐπιτηδεύματι ρύπη ἐκτῆξαι, καὶ οὕτω τοῖς μυστηρίοις τοῦ νέου προσιέναι Αδάμ. Ἐπεὶ καὶ πᾶσα ἡ εὐαγγελική νομοθεσία, ἐπὶ τὸ ἀρχαῖον ἡμᾶς ἐπανάγουσα, καὶ πρὸς τὴν πνευματικὴν ὡς οἷόν τε καὶ ἀμείνω παρα καλοῦσα ζωήν, οὐδαμοῦ δείκνυται ἢ πολέμους ἐν καλῷ τιθεμένη, ἢ φόνοις τὴν τῆς κακίας ἄγχουσα ῥύμην, ὡς τὰ τῆς παλαιᾶς εἶχε νομοθεσίας, ἀλλ᾽ ἐκ διαμέτρου τούτοις ἱσταμένη, καὶ τἀναντία διδάσκουσα. Καὶ γάρ που τοῖς μαθηταῖς ἐρομενοις τὸν Κύ ριον, εἰ ἐπιτραπεῖεν σκηπτοὺς ἐπαφεῖναι τοῖς Σα μαρείταις μὴ δεξαμένοις αὐτοὺς, ζήλῳ τῷ τοῦ Θεσβίτου, ἐπιστραφείς, ἐπετίμησεν, Οὐκ ἴστε, εἰπὼν, οἵου πνεύματός ἐστε ὑμεῖς. Οὐ μὴν ἀλλ᾽ εἰ καὶ τὴν παλαιὰν ἀκριβῶς σκοπήσεις, ἀδελφὰ ταύτῃ φρονοῦσαν ἕν γε τοῖς τοιούτοις εὑρήσεις, εἰ καὶ τῶν τρό πων τῆς ἀνθρωπείας φύσεως τὸ διάφορον, τὸ τῆς προνοίας ἀπῄτει διάφορον. Ἐπεὶ τί μαθὼν ὁ Θεὸς τὸν θεῖον Δαβὶδ οὐ προσήκατο, ναὸν αὐτῷ προθυμούμενον ἀνεγεῖςαι; Οὐ παρὰ τὸ μεμιάνθαι τούτου τὴν δεξιὰν τῷ μυρίῳ φόνῳ τῶν ἀλλοφύλων, εἴ πω κάν ταῦθα πρὸς πίστιν Ιώσηπος αξιόχρεως; Τί δὲ ἡνίκα τοῖς ἐξ οὐρανοῦ δείμασι, καὶ τῇ λεπτοτάτῃ φωνῇ τῆς αὔρας, ὁ Θεὸς ἐν Χωρήβ ἐχρημάτιζεν αὐτῷ τούτῳ τῷ δηλωθέντι Θεσβίτῃ, καὶ τῶν μὲν ἀπεῖναι, τῇ δὲ παρεῖναι Κύριον ἔλεγεν; Οὐκ ἐναργῶς ἐντεῦθεν ἔδειξεν, ὅτι μακροθυμία καὶ φιλανθρωπία μόνη φίλη Θεῶ, ἕκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τῶν ἀνθρώπων ἐφέλκεται; Τί τῆς Μωσέως ὑπουργίας τὸ κρά τιστον; Οὐ τὸ τὴν ἀσέβειαν ἐκ μέσου γεγενῆσθαι παρασκευάσαι, τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυναστεί ουσαν, καὶ ἅπαντας ἐκτριβῆναι τοὺς ταύτῃ κατάκρας ἁλόντας, καὶ ἀπεγνωσμένους παντάπασι τὴν πρὸς τὰ κρείττονα μεταβολήν; Τί οὖν δὴ τοὺς ἐκθερίζον τας, ἐξ ἐπιτάγματος θείου μετὰ τῶν ἀνθρωπείων σωμάτων καὶ τὴν ἀσέβειαν ἔσθ' ὅπου τῆς εἰς τὴν παρεμβολὴν ἐπὶ ῥητὰς ἡμέρας απείργεν εἰσόδου; Τοὺς γὰρ ἐπὶ τὸν ἔχθιστον Βαλαὰμ πρὸς αὐτοῦ μετὰ χρησμῶν ἐκπεμφθέντας αἰσίων, καὶ τὰς ὑποτελεῖς ἐκείνῳ πόλεις ἄρδην δηώσαντας, τοὺς ἐν αὐταῖς τε πάντας, πλὴν ὅσον ἦν ἐν νηπίοις, ἀφειδῶς καταθύσαντας, ἀλλὰ καὶ αὐτὸν ἱερεύσαντας βασιλέα, ἄνδρα μυρία καὶ βεβουλευμένον καὶ δεδρακότα πρότερον τοὺς Ἰουδαίους κακὰ γυναῖκας γὰρ ἀσελγεῖς προ στησάμενος, λαγνείαις μὲν τὰ σώματα, τὰς ψυχὰς δὲ ἀσεβείᾳ τῶν αὐταῖς συμφθαρέντων διέφθειρε), Τοὺς οὖν οὕτω κατὰ τῶν πολεμίων ἤριστευκότας, ἔξω μεῖναι τοῦ στρατοπέδου εἰς ἑβδόμην ἡμέραν ἐπέταξε, τῷ δὲ μεγάλῳ ἱερεῖ Βλεσζάρῳ καθαίρειν αὐτοὺς παρεγγύησε, δείξας, οἶμαι, ὡς εἰ καὶ νό μιμοι αἱ κατ' ἐχθρῶν σφαγαί, ἀλλ' ὅ γε κνείνων ἄνθρωπον, εἰ καὶ δικαίως ἀμυνόμενος και βιασθείς, κἂν ὁποιασοῦν ὢν τυγχάνῃ θρησκείας, ὑπαίτιος
col. 185–186page 89 of 102
PG 145:185Φ. εἶναι δοκεῖ διὰ τὴν ἀνωτάτω τυγγένειαν καὶ κοινὴν, οὗ χάριν καθάρσεως ἐδέησε τοῖς κτείνασι καὶ τοὺς πόῤῥω ἀσεβείας ἐληλακότας, πρὸς ἀπαλλαγὴν τοῦ νομισθέντος άγους. Πρὸς τοίνυν τὸν νόμον τοῦ Πνεύ ματος τὸν νοῦν ὅλον τείνων ὁ ἅγιος, καὶ πρὸς παρά δειγμα Μωσέα βλέπων, ὠδίνοντα μὲν τοῦ πνευματικοῦ νόμου τὸ δίκαιον, μήπω δὲ τελέως θαῤῥοῦντα δοῦναι τούτῳ τὴν παῤῥησίαν, τοῦ καιροῦ καὶ τῶν πραγμάτων ταύτην μὴ προσιεμένων, οὐδὲ τοὺς ἐν επίκρισις ἔχει τοῦ κεραννύντος τὰ φάρμακα καὶ ἡ χρόνοις τὴν τοῦ πταίσματος ἐπιμετρεῖν ἄφεσιν, ὡς καὶ ἐν τοῖς ἄλλοις ἁμαρτήμασιν ὁρᾶται διαταττόμενος. Καὶ ἐπὶ τοῦ βασιλέως δε Νικηφόρου τοῦ Φωκά, ἐν καιρῷ τῇ Ἐκκλησίᾳ τὰ τοῦ κανόνος γέγονε τοῦδε. Ἐκείνου γὰρ ἀναγκάζοντος νόμον θέσθαι τὴν Ἐκ κλησίαν, τοὺς πίπτοντας ἐν πολέμοις ἐξ ἴσης τοῖς ἁγίοις πρεσβεύειν μάρτυσι, καὶ ὥσπερ ἐκείνους ὕμνοις γεραίρειν καὶ πανηγύρεσιν, οἱ τότε τῆς Ἐκ κλησίας προβεβλημένοι, ἐπεὶ πολλὰ λέγοντες τὸν βασιλέα οὐκ ἔπειθον μὴ ὅσιον εἶναι τοὐπίταγμα, τελευτῶντες τῷ κανόνι τούτῳ ἐχρήσαντο, Πῶς οἷόν τε, φάμενοι, τοὺς ἐν πολέμοις πεσόντας συναριθμεῖν τοῖς μάρτυσιν, οὓς ὁ μέγας Βασίλειος, ὡς τὰς χεῖ ρας μὴ καθαρούς, τῶν ἁγιασμάτων ἐπὶ τριετίαν ἀπεῖρξε· καὶ οὕτω τὴν τοῦ βασιλέως βίαν ἀπεσκευάσαντο. Διαφόρων δὲ ἱερέων καὶ ἐπισκόπων, ἐπὶ τῆς συνόδου ἐξομολογησαμένων, πολεμίοις συμπλακῆναι, καὶ πολλοὺς ἐξ αὐτῶν ἀνελεῖν, ἡ ἱερὰ καὶ θεία σύνοδος τῷ τοῦ ἁγίου τούτου κανόνι καὶ τῷ νε' ἑπό μενοι, ὃν καὶ ζήτει ἐν τῷ ε' κεφ. τοῦ 1 στοιχείου, ἀναλεγόμενοι καὶ ὅσα τῇ θείᾳ Γραφῇ διείληπται, τῆς λειτουργίας αὐτοὺς ἐκέλευσε παύσασθαι, εἰ καὶ ἔνιοι, τῶν τοῦ στρατιωτικοῦ καταλόγου μάλιστα, τούτοις οὐκ ἐτίθεντο. Ζήτει καὶ τὸ ζ' κεφ. τοῦ Λ στοιχείου. ΚΕΦΑΛ. Η'. Περὶ τῶν φονεύουσῶν γυναικών διὰ φαρμάκων τὰ ἔμβρυα. Ζήτει τὸ κη' καὶ τὸ κθ' κεφ. τοῦ Γ΄ στοιχείου, καὶ ἐν τῷ θ κεφ. τοῦ αὐτοῦ στοιχείου κανόνα κε' τῆς ἐν Αγκύρα συνόδου. Ετι περὶ φόνων ἀκουσίων, καὶ περὶ τῶν ἀποπνιγέντων νηπίων παρακειμένων τοῖς γονεῦσιν αὐτῶν. Ἐν τοῖς ἀκουσίοις δὲ φόνοις ἐκεῖνα κρίνεται, ἡνίκα τῶν βρεφῶν ἔνια, μέσον κείμενα νυκτὸς τῶν γονέων, ἐκ ῥᾳθυμίας αὐτῶν, ἢ μέθῃ, ἢ γαστρός κόρῳ βαρυ νομένων, καὶ ἐμπεσόντων αὐτοῖς, ἀποπνιγῇ· οἳ καὶ τὴν ἐπταετίαν φυλάξουσι, ξηροφαγία δὲ καὶ γονάτων κλίσεσι τὸ θεῖον ἐξιλεούμενοι, κλαυθμῷ καὶ τῇ κατὰ δύναμιν ἐλεημοσύνῃ ὑποτέμνουσι καὶ τοὺς ὁρισθένο της χρόνους, συγγνώμην ἔχοντες καὶ τῇ ἀνηκέστῳ ληφθῆναι συμφορά. Εἰ δ᾽ ἐξ ἐπιβουλῆς τοῦ ἀντικειμένου σαφῶς τοῦτο συνέβη, μηδὲν τῶν γονέων ἐπταικότων, εἰ καὶ συγ γνώμης τὸ συμβὰν ἄξιον, ἀλλ᾽ οὖν καὶ μενρίων δεῖ τῶν ἐπιτιμίων. Εοικε γὰρ δι' ἕτερά τινα ἀμετανόητα πταίσματα τὴν ἐγκατάλειψιν ταυτηνί γεγονέναι παρὰ τοῦ φυλάσσοντος Κυρίου τὰ νήπια. «Μὴ δῴης γάρ, φησίν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε ἄγγελος.» πολέμοις φόνους ἔξω δίκης εστάναι κελεύει, ὡς ἡ διάθεσις τοῦ ταῦτα προσιεμένου, εἰ καὶ ῥητοῖς δοκεῖ
col. 187–188page 90 of 102
PG 145:187Γ. Εἰ δὲ καὶ ἀφώτιστον ὃν ἀπεπνίγη τὸ βρέφος, ἐπι τείνεσθαι δεῖ τοῖς γονεῦσι μετὰ τῶν ἐπιτιμίων καὶ τὸ περὶ τὴν ἐλεημοσύνην φιλότιμον. Νόμοι. Ο φόνος ἀπὸ διαθέσεως σκοπεῖται, εἰ σκοπὸν ἔσχε φονεῦσαι ἢ οὐ· ὅθεν ἔστιν εὑρεῖν, ὅτι καὶ ὁ πλήξας, μὴ φονεύσας δὲ, ὡς φονεύς τιμωρεῖται· καὶ ὁ φο νεύσας, εἰ μόνον ἠθέλησε πλῆξαι, οὐ τιμωρεῖται ὡς φονεύς· ἡ δὲ τοιαύτη διάθεσις ἀπὸ τοῦ πλήξαντος ὀργάνου σκοπεῖται. Καὶ ἔστι τοῦ μὲν ἑκουσίου φόνου τιμωρία, ἐπὶ μὲν ἐντίμου φονεύσαντος, δεπορτατίων, ἤτοι τελεία δήμευσις· ἐπὶ δὲ τῶν εὐτελῶν, τὸ ξίφει και θηρίοις ὑποβληθῆναι· ἐπὶ δὲ τοῦ κατὰ βλακείαν ἢ ἀμέλειαν φονεύσαντος, πενιταετὴς ἐξορία ἐπὶ δὲ τοῦ ἀκουσίου συγγνώμη δέδοται. Ὁ περὶ ἀνδροφόνων νόμος δόλον ἐπιζητεῖ, καὶ οὐ μεγάλην ἀμέλειαν· ὅθεν ἐάν τις αὐτῶν ἐξ ὕψους ῥίψας ἢ λίθον, ἢ κλάδον ἀπὸ δένδρου, φονεύσῃ τινά, οὐχ ὑπόκειται τῷ παρόντι νόμῳ. Οὔτε ἔνφανς, τουτέστιν ὁ ἑπταετής, οὔτε ὁ μαινόμενος, φονεύων ὑπόκειται τῷ περὶ ἀνδροφόνων νόμῳ. ῾Ο ἐντειλάμενός τινι φονεῦσαι, ὡς φονεύς κρί νεται. Ἐν πᾶσι τοῖς ἐγκλήμασι δεῖ ζητεῖν, εἰ ἐκ προνοίας ἢ κατὰ τύχην ἥμαρτέ τις· καὶ οὕτως ἢ κατὰ νόμον, ἢ πραοτέραν τὴν τιμωρίαν ἐπιφέρειν. Ὁ ἀνελὼν ἄνιόντα ἢ κατιόντα συγγενῆ, πυρὶ παραδίδοται. Ὁ τὸν ἐπελθόντα φονεύσας ἐν ᾧ περὶ τὴν ζωὴν ἐκινδύνευεν, ἀνεύθυνός ἐστιν. Ἐὰν τὸν ἐν νυκτὶ κλέπτοντα φονεύσῃ τις, τότε ἀτιμώρητος μένει, ὅτε μὴ ἠδύνατο δίχα τοῦ ἰδίου κινδύνου φείσασθαι αὐτοῦ. Ζήτει καὶ ἐν τῷ εἴ κεφ. τοῦ 1 στοιχείου, τὸ κθ' κεφ. τοῦ στοιχείου. Ἡ δὲ νεαρὰ τοῦ ἁγίου πατριάρχου ᾿Αθανασίου καὶ τοῦ ἀοιδίμου βασιλέως ᾿Ανδρονίκου διορίζεται, τὸν φόνῳ ἀλόντα αὐτὸν μόνον τιμωρεῖσθαι κατὰ τοὺς νόμους, τοὺς δὲ παῖδας αὐτοῦ μὴ δημεύεσθαι, τῇ μιαιφονίᾳ μὴ συμπράξαντας· μεριζομένης δὲ τῆς αὐτοῦ περιουσίας κατὰ τὸν ἀριθμὸν τῶν οἰκείων παί δων, απονέμει μίαν καὶ τῷ φονευθέντι μερίδα, καὶ μάλιστα εἰ πενίᾳ συζῶν ἦν, καὶ ἐπὶ γυναικὶ καὶ παισὶν ἀπῆλθε· μόνην δὲ τὴν τοῦ φονέως μερίδα προσκληροῦσθαι τῷ δημοσίῳ. ται. Καὶ ὁ τὸ νήπιον φονεύσας, τιμωρία φόνου υπόκει Ζήτει καὶ τὰς δύο νεαρὰς τοῦ βασιλέως Κωνσταντίνου τοῦ πορφυρογεννήτου κατὰ τὴν τοῦ φόνου ποιότητα, διαφόρους καὶ τὰς τιμωσίας νομοθετού σας· καὶ τίνας δεῖ τῶν φονέων προσφεύγοντας τῇ ἐκκλησίᾳ μὴ ἐκβάλλειν, καὶ τίνας ἀφειδῶς ἀπο σπαν. ΚΕΦΑΛ. Θ'. "Οτι οὗ δεῖ φυλακτήρια ποιεῖν Ζήτει τὸ α' κεφ. τοῦ 1 στοιχείου.
col. 189–190page 91 of 102
PG 145:189ΚΕΦΑΛ. Ι΄. Περὶ τῶν ἐν φυλακῇ κατακρίτων. Ζήτει ἐν τῷ ια΄ κεφαλαίῳ τοῦ Τ στοιχείου κανόνα γ' τοῦ Φωτίου Κωνσταντινουπόλεως, καὶ τὸ ιζ' κεφ. τοῦ στοιχείου. Νόμος. Χρὴ τοὺς ἄρχοντας κατὰ Κυριακὴν ἐπισκέπτεσθαι τοὺς ἐν φυλακῇ, καὶ ὁρίζειν, ἵνα φιλανθρώπος αὐτ τοῖς οἱ φυλάκες χρῶνται, καὶ τροφὰς αὐτοῖς ἀπορουμένοις ἐπινοεῖν. ΑΡΧΗ ΤΟΥ Χ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α΄. Ὅπως αἱ τῶν χειροτονουμένων ἐπισκόπων ψῆροι γίνονται, καὶ περὶ τῆς γινομένης ἐν ταύταις ἀντιλογίας. Ο δ' κανὼν τῆς πρώτης συνόδου κατὰ ῥῆμά φη σιν, ἐπίσκοπον προσήκειν μάλιστα μὲν ὑπὸ πάν των τῶν ἐν τῇ ἐπαρχίᾳ καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτον ἢ διὰ κατεπείγουσαν ἀνάγκην, ἢ διὰ μῆκος ὁδοῦ, ἐξάπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συν αγομένους, συμψήφων γινομένων καὶ τῶν ἀπόντων, καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι· τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι καθ᾿ ἑκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ. Επικύροι γὰρ οὗτος τὰς ψήφους, ἕνα τῶν ψηφισθέντων ἐκλε γόμενος, καὶ χειροτονῶν μεθ᾿ ἑτέρων δύο ἢ τριῶν ἐπισκόπων. Εἰ δὲ ἡ τοῦ μητροπολίτου επαρχία τοσοῦτον ἐπισκόπων ἐνδεῶς ἔχοι, καὶ ἐξ ἀλλοδα τῆς προσλαμβάνειν χρεών εἷς τε τὰς ψήφους καὶ τὴν χειροτονίαν. Τούτοις καὶ ὁ ιγ' τῆς ἐν Καρθαγένῃ ἐπιψηφίζεται. Εἰ δέ τις, φησί, τῇ ἰδίᾳ ὁμολογία ἢ τῇ ὑπογραφῇ ἐναντιωθείν, αὐτὸς καθ᾿ ἑαυτοῦ τὴν δίκην ἐκφέρει, στερούμενος τῆς ἰδίας τιμῆς. Δείκνυται δὲ ἐκ τῶν κανόνων, μὴ νόμιμον εἶναι τὸν μητροπολίτην ταῖς ψήφοις τῶν ὑπ᾽ αὐτὸν ἀρχιερέων συμπαρεῖναι, ἀλλὰ μόνους τοὺς ἐπισκόπους. Ὁ δὲ τῆς ἐν Λαοδικείᾳ ε' κανὼν μὴ ἐξεῖναί φησι τῷ βουλομένῳ παντὶ τῇ ψήρῳ τοῦ μέλλοντος χειροτονεῖσθαι παρεῖναι· ἐγκλήματα γὰρ ἔσθ' ὅτε κατὰ τινων ἐν τῷ μέσῳ συμβαίνει κινεῖσθαι, καὶ τῆς χει ροτονίας ἴσως αὐτοὺς ἀπείργοντα· καὶ εἰ μὴ ἀνέκ φορα τοῖς πολλοῖς εἴη ταῦτα, αὐτὸς μὲν αἰσχύνην αὐτοῖς ὀφλήσει καὶ γέλωτα, καὶ ἅμα προτροπὴ πρὸς κακίαν αὐτοῖς τοῦτο γενήσεται· βλασφημηθήσεται δὲ τὸ θεῖον πρὸς τῶν μὴ καλῶς ἐνιδρυμένων τῇ πί στει, ὥσπερ ἄρα διὰ τῶν ἀρετῆς μεταποιουμένων δοξάζεται. Τὰ αὐτὰ καὶ ὁ τῆς ἐν ᾿Αντιοχείᾳ ιθ' κανών διορίζεται, παρεῖναι δεῖν προηγουμένως λέγων τὸν μη τροπολίτην τῆς ἐπαρχίας τῇ ψήφῳ τοῦ μέλλοντος χειροτονεῖσθαι, οὐχὶ τῷ συμπαρεῖναι τοῖς ἐπισκόποις, ἀλλὰ τῷ ἐπιτρέπειν· χωρὶς γὰρ τῆς αὐτοῦ ἐπιτροπῆς ψήρους γενέσθαι ἀδύνατον. Εἶτα πάντας τοὺς τῆς αὐτῆς ἐπαρχίας ἐπισκόπους μετακλητους γεγενημένους δι' ἐπιστολῶν τοῦ μητροπολίτου. Καὶ βέλτιον μὲν τοὺς πάντας συνιέναι. Εἰ δὲ δισχερές εἴη τοῦτο, τοὺς γοῦν πλείους παρεῖναι δεῖ· τοὺς μέντοι δι' ἀναγκαίας αἰτίας μὴ ἀπαντήσαντας, διὰ γραμμάτων τοῖς πεπραγμένοις ἐπιψηφίζειν, καὶ οὕτω γίνεσθαι τὴν τῆς ψήφου κατάστασιν· ἂν δὲ μὴ Χ.

Beginning of Letter ΧInitium Litterae Χ

col. 191–192page 92 of 102
Initium Litteræ Χ
PG 145:191οὕτω γένηται, ἀνίσχυρον εἶναι τὴν χειροτονίαν. Εἰ Ο δὲ κανονικῶς, ὡς εἰρήκαμεν, τὰ τοῦ πράγματος τε λεσθείη, ἔνιοι δὲ τῶν ἐπισκόπων ἴσως ἀντιλέγοιεν φιλονείκως, μὴ τὰ τῆς ψήφου ἐμποδιζέσθω, ἀλλ' ἡ τῶν πλειόνων ψῆφος κρατείτω. Ὁ δὲ μθ' τῆς ἐν Καρθαγένῃ, Τοῦ ἐπισκόπου, φη σιν, ἐκλεγομένου παρὰ τριῶν ἐπισκόπων, ἐὰν ἀναφυῇ τις ἐκ τῶν τοῦ δήμου ἀντιλογία, οὐκ εὐαγεῖς εἰσα γόντων τινῶν αἰτίας, δεῖ προστεθῆναι τῷ ἀριθμῷ τῶν τριῶν καὶ ἑτέρους δύο, ὥστε ὁμοῦ πάντας ἐξετάσαι τὰ κατὰ τοῦ ψηφιζομένου λεγόμενα, καὶ καθαρὸν αὐτὸν ἀποφῆναι. Ζήτει καὶ ἐν τῷ ια' κεφ. τοῦ στοιχ. κανόνα ς' τῆς α' συνόδου, καὶ κη' τῆς τετάρτης συνόδου. ή Ἡ δὲ ρλς Ἰουστινιάνειος νεαρὰ ἐπὶ τρισὶ προσώποις τὸ ψήφισμα γίνεσθαι τῶν ἐπισκόπων κελεύει παρά τε τῶν κληρικῶν καὶ τῶν τῆς πόλεως τὰ πρῶτα φερόντων, ἐφ' ᾗ ψηφίζεται ὁ ἐπίσκοπος, ἑκάστου τούτων κατὰ τῶν θείων ἐπομνυμένων Εὐα αγγελίων, μήτε δόσει χρυσίου, ἢ ὑποσχέσει, ἢ φιλίᾳ, ἢ χάριτι, ἢ ἄλλῃ τινὶ προσπαθείᾳ τοῦτον ἐκλέγεσθαι, ἀλλ᾽ εἰδότες τῇ τε πίστει ὀρθὸν καὶ τῷ βίῳ σεμνόν καὶ εἰ ἔσχε γαμετὴν, καὶ αὐτὴν μίαν, καὶ οὔτε χή ραν ἢ ἐκβεβλημένην, ἀλλ᾽ οὐδὲ παλλακὴν ἐκτήσατο, καὶ ἐκ τῶν ψηφιζομένων τριῶν τὸν βελτίονα χειροτονεῖσθαι τῇ ἐπιλογῇ καὶ τῇ κρίσει τοῦ χειροτονοῦντος· τοιοῦτον ἔχειν βίον ἀπαιτεῖ καὶ τοὺς χειροτονουμένους κληρικούς. ᾿Αλλὰ τὰ πλείω τούτων τοῖς ἱεροῖς παρεῖται κανόσι, μήτε κατὰ τῶν θείων Εὐαγγελίων ὀμνύναι τους ψηφιζομένους δεῖν οἰομένοις, μήτε παρὰ των κληρικῶν ἢ τῶν πρώτων τῆς πόλεως τὰς ψήφους γίνεσθαι, ἀλλὰ μόνων τῶν ἐπι σκόπων. οἳ καὶ τὸν ὑπὲρ τούτων λόγον πρὸς τοῦ κοι νοῦ κριτοῦ εἰσπραχθήσονται. Νόμος. Κατηγορίας δὲ, φησί, πρός τινος κινηθείσης κατὰ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἢ κληρικοῦ ἐφ' οιαδήποτε αἰτίᾳ, ἀναβαλλέσθω ἡ τοιαύτη χειροτονία, καὶ ζήτησις ἀκριβεστάτη γινέσθω τριῶν εἴσω μηνῶν· καὶ εἰ μὲν ὑπεύθυνος εὑρεθείη ὁ μέλ λων χειροτονηθήσεσθαι, κωλυέσθω ἡ χειροτονία· εἰ δὲ ἀνεύθυνος, χειροτονείσθω· ὁ δὲ μὴ ἰσχύσας ἀπο δεῖξαι κατήγορος, εἰ μὲν κληρικός εἴη, τοῦ οἰκείου ἐξωθείσθω βαθμοῦ, εἰ δὲ λαϊκὸς, προσηκόντως σωφρονιζέσθω. Εἰ δέ τις πρὸ ἐξετάσεως τοῦτον χειρο τονήσειε, καθαιρείσθω σύναμα τῷ χειροτονηθέντι. Ὁ δὲ τῇ οἰκείᾳ ἐναντιούμενος περὶ τὰς ψήφους ὑπογραφῇ, λέγων μετὰ ταῦτα μεμαθηκέναι τόδε τι τὸ κωλύον τὸν ψηφισθέντα χειροτονηθῆναι, ἄλλως οὐ καθαιρεθήσεται, εἰ μὴ περὶ τὰς ἀποδείξεις ατονή σειεν. ΚΕΦΑΛ. Β΄. Ὅτι τὰς τῶν χειροτονουμένων ψήφους οὔτε παρὰ ἀρχόντων, οὔτε παρὰ τοῦ δήμου γίνεσθαι χρή. Ζήτει τὸ ιθ΄ κεφ. τοῦ στοιχείου. Ο γε μὴν ιβ' καὶ ὁ ιγ΄ τῆς ἐν Λαοδικείᾳ συνόδου κανὼν οὐ τοῖς ὄχλοις ἐπιτρέπουσιν ἢ ἐπισκόπους ἢ πρεσβυτέρους ἐκλέγεσθαι, ἀλλὰ τῇ κρίσει τοῦ μητρο
col. 193–194page 93 of 102
PG 145:193Χ. πολίτου, καὶ τῶν τῆς ἐπαρχίας αὐτοῦ ἐπισκόπων εἶναι δὲ τὸν ἐκλεγόμενον ἐκ πολλοῦ δεδοκιμασμένον ἔν τε λόγῳ καὶ πράξει, ὡς τῷ μὲν δύνασθαι τοὺς ὑπ᾽ αὐτὸν πρὸς τὴν ὑγιαίνουσαν πίστιν παρακαλεῖν, καὶ τοὺς ἀντιλέγοντας τοῖς ὀρθοῖς δόγμασιν ἐλέγ χειν, τῷ δὲ βίῳ οἷόν τε εἶναι πρὸς τὸν τῆς ἀρετῆς ζῆλον ἕλκειν τοὺς πρὸς αὐτὸν βλίποντας, εὐθύν τε ὄντα καὶ ἀνεπίληπτον, καὶ τρόποις χρηστοῖς εὐθη νούμενον. ΚΕΦΑΛ. Γ. Περὶ τοῦ χρόνου οὗ ἐντὸς δεῖ τοὺς ἐπισκόπους χειροτονεῖσθαι. Ὁ κε' τῆς δ' συνόδου κανὼν τὰς τῶν ἐπισκόπων χειροτονίας ἐντὸς τριῶν μηνῶν γίνεσθαι διατάττεται, παρ' οἷς ἡ ἐκείνων ἀνήκει προχείρισις. Οὐ γὰρ ἐπὶ πολὺ χρὴ τοὺς τῶν ἐκκλησιῶν λαοὺς ἐρήμους εἶναι τῆς τῶν ποιμένων προνοίας, καὶ ὡς ἔτυχε φέρεσθαι, η εἰ μήπου ἐξ αἰτίας ἀπαραιτήτου συμβαίη ἐπιταθῆ και τον χρόνον, καὶ ὑπερτιθῆναι τὴν χειροτονίαν, 261 ὑπὸ βαρβάρων ἴσως ἑαλωκυίας τῆς πόλεως· τοὺς δὲ μὴ οὕτω ποιοῦντας ἐκκλησιαστικοῖς ἐπιτιμίοις ὑπο βάλλεσθαι. Τὴν μέντοι πρόσοδον τῆς χηρευούσης ἐκκλησίας, τοῦ καιροῦ τῶν υριῶν μηνῶν ἢ καὶ πλείονος σώαν παρὰ τῷ οἰκονόμῳ τῆς αὐτῆς ἐκκλησίας ἐπιτάττει φυλάττεσθαι τῷ χειρονονηθήσε σθαι μέλλοντι. Ζήτει τὸ κζ' κεφ. του στοιχείου. ΚΕΦΑΛ. Δ΄. Οποίους εἶναι δεῖ τοὺς χειροτονουμένους ἐπισκόπους, καὶ τίνα πρὸ πάν των γινώσκειν χρή. Ο β' τῆς ζ' συνόδου κανὼν τῷ μέλλοντι προχειρίζεσθαι καὶ εἰς τὸν τῆς ἐπισκοπῆς ἀνιέναι βαθμόν, τοῦτο εἶναί οἱ προύργου παρεγγυᾶται, τὸν Ψαλτῆρα παντὸς μᾶλλον ἐπίστασθαι, ἐκπαιδεύειν τε τὸν ο χνῖον λαὸν τὰ τούτου πρὸ τῶν ἄλλων ᾄδειν τε καὶ μοεῖσθαι· ἀνακρίνεσθαι δὲ ἀσφαλῶς πρὸς τοῦ οἱ κείου μητροπολίτου, εἰ προθύμως ἔχει, ἐρευνητικῶς καὶ οὐ κατὰ τὸ παρῆκον τοὺς Ἱεροὺς ἀναγινώσκειν κανόνας, καὶ τὸ ἅγιον Εὐαγγέλιον. τήν τε τοῦ θείου ᾿Αποστόλου βίβλον, καὶ πᾶσαν τὴν ἄλλην θείαν Γρα φὴν, καὶ τὸν νοῦν αὐτῆς σπουδαίως ἐκλέγεσθαι, καὶ κατὰ τὰ θεῖα ταύτης εντάλματα αὐτόν τε βιοῦν, καὶ τοὺς ἄλλους ἐνάγειν περὶ πλείστου ταῦτα τιθέ ναι, ἔτοιμόν τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ αἰ τοῦντι λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος, καὶ νοὺς ὑπ' αὐτὸν εὐπρεπεῖς εἶναι πρὸς τοῦτο παρασκευάζειν. Οὐσία γὰρ καὶ σύστασις τῆς καθ' ἡμᾶς ἱεραρχίας, τὰ θεοπαράδοτα λόγια, ὡς ὁ μέγας ἀπεφήνατο Διο νύσιος· καὶ εἰ μὲν ἀσμίνως ταῦτα ποιεῖν ὑπισχνεῖο ται, τὴν χειροτονίαν λαμβάνειν· εἰ δὲ ἀμφιβάλλων εἴη καὶ ἀναδυόμενος, ἄπρακτον ἀποπέμπεσθαι. Φη σὲ γὰρ ὁ θεὸς διὰ τοῦ προφήτου· «Σὺ ἀπώσω ἐπί γνωσιν, κἀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι.» Εἰ γὰρ πάντες οἱ πιστοὶ ψάλλοντες συντασσόμεθα, Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου, ἤπου τοῖς τὴν ἱερὰν ἐνδεδυμένοις στολὴν πολλῷ γε μᾶλλον τοῦτο προσήκει ποιεῖν. Ὁ δὲ ιη' καὶ ιθ' τῆς ἐν Καρθαγένη συνόδου τὸν χειροτονούμενον ύπομιμνήσκεσθαι κελεύει τοὺς ὅρους τῶν Πατέρων φυλάττειν, ὅσα τε περὶ δογμάτων, καὶ ὅσα περὶ τῶν ἱερῶν κανόνων ἐθέσπισαν, ἵνα μὴ τοὺς
col. 195–196page 94 of 102
PG 145:195όρους τούτων παρεξιόντες, ἐπ᾿ ἐσχάτων ἀνόνητα Γ. μεταμεληθῶσιν, ἢ ἐν τῷ παρόντι καθαιρεθέντες, ἢ ἀπαραιτήτους δίκας ὑπέχοντες ἐν τῷ μέλλοντι. ΚΕΦΑΛ. Ε΄. Ὑπὸ πόσών ἐπισκόπων χειροτονοῦνται οἱ ἐπίσκοποι καὶ οἱ λοιποί κληρικοὶ. Ὁ μὲν α' τῶν ἁγίων ἀποστόλων κανὼν ἐπίσκοπον ὑπὸ δύο ἐπισκόπων χειροτονεῖσθαι κελεύει, καθιερούμενον πρὸς αὐτῶν τῇ ἐπικλήσει τοῦ ἁγίου Πνεύ ματος, καὶ τῇ ἱερᾷ τῶν εὐχῶν τελετῇ. Ὁ δὲ β' πρεσβύτερον, καὶ διάκονον, καὶ τοὺς λοι ποὺς κληρικούς, ὑφ᾽ ἑνὸς ἐπισκόπου χειροτονεῖσθαι παρεγγυάται. Ὁ δὲ τῆς ἐν Καρθαγένῃ μθ' τρεῖς ἐπισκόπους εἰς ἐπισκόπου χειροτονίαν ἀρκεῖν ἀπεφήνατο, ἵνα μὴ πλείους ἐπιζητούντων, τῷ χρησίμῳ καὶ ἀναγκαίῳ τῆς Ἐκκλησίας ἐμποδὼν τοῦτο γένηται. Οὐκ ἀνάγκη δὲ καὶ τοὺς τρεῖς τῆς αὐτῆς ἐπαρχίας εἶναι· ἀλλ᾽ εἰ μὴ τοσούτους ἔχει ὁ μητροπολίτης, καὶ ἐξ ἑτέρας έπαρχίας δύο προσλαμβάνει, καὶ οὕτω τὸν ψηφισθέν τα χειροτονεί. ΚΕΦΑΛ. Γ'. Ὅτι τὸν χειροτονηθήσεσθαι μέλο λοντα ἐπίσκοπον δεῖ πρότερον τῆς ἰδίας χωρίζεσθαι γυναικός. Ζήτει τὸ ιζ' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Ζ΄. Περὶ τῆς τῶν χειροτονουμένων ἡλικίας. Ζήτει τὸ β' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Η'. "Οτι οὐ δεῖ χειροτονεῖν ἔτερον ἀνθ᾿ ἑαυτοῦ τὸν τελευτῶντα ἐπίσκοπον. Ὁ ος τῶν ἁγίων ἀποστόλων κανών, Οὐ χρὴ, φησί, τὸν ἐπίσκοπον, ὁποιῳδήποτε μεθιστάμενον τρόπῳ ἧς ἰθύνειν ἔλαχεν ἐκκλησίας, ἢ τινι τῶν ἀφ' αἵματος ἢ ἑτέρῳ χαριζόμενον, εἰς τὸν ταύτης θρόνον τοῦτον χειροτονεῖν. Οὐ γὰρ δίκαιον, ἢ τοὺς γένει προσήκοντας κληρονόμους τῆς ἐπισκοπῆς ποιεῖσθαι, ἢ ἑτέροις τὰ τοῦ Θεοῦ πάθει ἀνθρωπίνῳ χαρίζεσθαι· εἰ δὲ συμβαίη γενέσθαι, καὶ τὴν χει ροτονίαν ἄκυρον μένειν, καὶ τὸν χειροτονήσαντα ἀφορίζεσθαι. Ὑπὸ γὰρ συνόδου τοὺς ἐπισκόπους για νεσθαι διατέτακται, οὐ μὴν ἕκαστον ἀνθ᾿ ἑαυτοῦ προέσχεσθαι ὃν ἂν βουληθείη. Τοῦτο καὶ τοῖς ἐξ Ἰσραὴλ τῶν ἀπειρημένων ἐδόκει· ἀμέλει καὶ τῷ θεσπεσίῳ ἐνεκάλουν Μωσῇ, ὡς ἄρα τὸν ἀδελφὸν Ααρὼν καὶ τοὺς ἐκείνου υἱεῖς ἱερᾶσθαι προεχειρί. σατο· καὶ εἰ μὴ σημείοις ὁ Θεὸς τὴν ἱερωσύνην αὐτ Ο τοῖς ἐπεψήφισεν, οὐκ ἂν ἦσαν φθάνοντες ταύτης ὡστρακισμένοι. Ὁ δὲ κγ' τῆς ἐν Ἀντιοχεία συνόδου μὴ ἐξεῖναι κελεύει τῷ βουλομένῳ χειροτονεῖν ὃν βούλεται διάδοχον ἑαυτοῦ, καν πρὸς τῇ τελευτῇ τοῦ βίου τυγχάνη ὢν, εἰ δὲ μὴ, ἄχυρον εἶναι τὴν κατάστασιν· τοὺς δὲ θεσμοὺς τῆς Ἐκκλησίας φυλάττοντας, μετὰ τὸ μη κέτι εἶναι τὸν ἐπίσκοπον, κρίσει τῶν τῆς ἐπαρχίας ἐπισκόπων τὸν ἄξιον προχειρίζεσθαι. ΚΕΦΑΛ. Θ'. "Οτι οὐ δεῖ χειροτονεῖσθαί τινα ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, Ἐὰν μὴ πρότερον τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ πάντας ποιήση Χριστιανούς. Ὁ δὲ λς' τῆς ἐν Καρθαγένη συνόδου κανὼν μὴ
col. 197–198page 95 of 102
PG 145:197Χ. χειροτονεῖσθαι κελεύει μήτε ἐπίσκοπον, μήτε πρε σβύτερον, μήτε διάκονον, ἂν μὴ πρότερον τοὺς οἰ κείους πάντας Χριστιανούς γενέσθαι παρασκευάσωσιν. Ὁ γὰρ τοὺς οἰκείους ἐπιστρέψαι πρὸς εὐσέβειαν μὴ δεξιῶς ἔχων, πῶς ἑτέρους ἱκανὸς ἔσται διδά σκειν; ὡς καὶ ὁ μέγας φησὶ Παῦλος· «Εἴ τις ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς οὗτος Εκκλησίας Θεοῦ προστήσεται;» ΚΕΦΑΛ. Γ'. "Οτι οὐ δεῖ χειροτονεῖσθαι ἀυρύον τὸν λαϊκὸν ἐπίσκοπον, οὐδὲ τὸν ἄρτι φωτισθέντα· καὶ διὰ ποίας αἰτίας ὁ κληρικὸς τῆς ἱερωσύνης ἀφαιρεῖται. Ζήτει τὸ α' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. ΙΔ΄. Πότε χειροτονεῖται εὐνοῦχος, ἢ ἄλλως τὸ σῶμα λελωβημένος, ἐπίσκοπος ἢ κληρικός. Ζήτει τὸ λδ' κεφάλαιον τοῦ στοιχείου. Α. Ὁ δὲ οζ' καὶ ὁ οη κανόνες τῶν ἁγίων ἀποστόλων οὐκ ἀπωθοῦνται τῆς ἱερωσύνης τὸν ἑτερόφθαλμον, ἢ τὸ σκέλος ὑποσκάζοντα. Οὐ γὰρ λώδη, φησί, σώμα τος, οἷα τε τοῦτο μιᾶναι, ἀλλὰ ψυχῆς μολυσμός. Ταυτὶ γὰρ τῷ σκιώδει παρατετήρητο νόμῳ, ὁλόκληρον ἐπιζητοῦντι τὸ σῶμα, τοῖς ὁρωμένοις ἐκπαιδεύειν τὰ πνευματικὰ εἰωθότι. ᾿Αλλὰ καὶ ὁ μετὰ τὴν ἱερωσύνην τοιαῦτόν τι πεπονθώς, ταύτης ἀπεκινεῖτο παρ' ἡμῖν δὲ, καὶ ὁ τὰς ὄψεις μετὰ τὴν ἱερωσύνην ἀνακοπεῖς, ἢ ἑτέρῳ πάθει περιπεσὼν ἀνηκέστῳ, τῆς ἱερωσύνης οὐ μετατίθεται. Εἰ γάρ τις, φησί, καὶ ἄμφω τοὺς ὀφθαλμοὺς ἐκκέκοπται, ἢ τὰ ὦτα κεκώφωτα:, ἢ τὴν δεξιὰν ἀργὴν ἔχει χείρα, ἢ ἄλ λην τινὰ τῶν αἰσθήσεων ἀφῄρηται, προσισταμένης αὐτῷ τῆς πηρώσεως πρὸς τὴν τῆς ἱερωσύνης ἐνέρ γείαν, εἰς ἱερωσύνην οὐ προβιβασθήσεται, οὐ τῷ βεβλάφθαι τὰ μέλη, ἀλλὰ τῷ ἀδυνάτως ἔχειν πρὸς τὴν τῶν θείων μεταχείρησιν. Ὁ δὲ μετὰ τὴν ἱερωσύνην ἐκεῖνα παθών, τούτης οὐκ ἀφαιρεῖταί. ΚΕΦΑΛ. ΙΒ΄. Οτι οὐ δεῖ χειροτονεῖσθαι ἐπίσ κοπον ἐν ἐκκλησίᾳ, ἧς ὁ ἐπίσκοπος ἔτι περίεστι. Ζήτει ἐν τῷ θ' κεφ. τοῦ στοιχείου κανόνα ις τῆς σ' καὶ β' συνόδου. ΚΕΦΑΛ. ΙΓ'. "Οτι οὐ δεῖ χειροτονεῖσθαι ἐπίσ κοπον ἐν πόλει μικρά ή κώμη. Ζήτει τὸ λ' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. ΙΔ'. Περὶ χειροτονίας χωρεπισκόπων, Ζήτει τὸ λα κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. ΙΒ. Περὶ τοῦ χειροτονηθέντος ἐπισ κόπου,καὶ μὴ καταδεχομένου ἀπελθεῖν εἰς τὴν λαχοῦσαν αὐτῷ ἐκκλησίαν. Ζήτει τὸ κ' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. 15'. "Οτι οὐ δεῖ χειροτονίας ποιεῖν ἐπίσκοπον ἐν ταῖς μὴ ὑποκειμέναις αὐτῷ ἐνορίαις. Ὁ λε' τῶν ἁγίων ἀποστόλων κανὼν ἐπίσκοπον μὴ τολμάν διορίζεται, ἔξω τῶν αὐτοῦ ὅρων χειροτονίας ποιεῖσθαι ἐν ταῖς μὴ ὑποκειμέναις αὐτῷ πόλεσι καὶ χώραις· εἰ δέ τις τοῦτο πεποιηκὼς ἐλεγχθείη παρὰ γνώμην τῶν αὐτὰς κατεχόντων, καθαιρείσθω καὶ
col. 199–200page 96 of 102
PG 145:199αὐτὸς, καὶ οὓς ἐχειροτόνησεν. Αλλ᾽ οὐδὲ αὐτῷ τῷ ΧΧ. Δ. Κ. μητροπολίτῃ ἔξεστιν εἰς ἐνορίαν τινὸς τῶν ὑπ' αὐτ τὸν ἐπισκοπων ἀπιέναι, καὶ ἱεραρχικόν τι τελεῖν γνώμης ἄνευ τοῦ ἐπισκόπου. Ζήτει ἐν τῷ θ'. κεφ. τοῦ στοιχείου τῆς ἐν ᾿Αντιοχείᾳ συνόδου κανόνα ιγ' καὶ κβ', καὶ τῆς β' συν όδου κανόνα β΄. ΚΕΦΑΛ. ΙΖ'. "Οτι χειροτονεῖν ἐπισκόπῳ οὐκ ἐφεῖται κληρικόν ἑτέρας ἐνορίας. Ὁ νδ τῆς ἐν Καρθαγένῃ συνόδου κανὼν τοὺς ἀλ λότριον δεχομένους κληρικὸν ἐπισκόπους, καὶ χειροτονοῦντας ἐν ταῖς ὑπ' αὐτοὺς ἐκκλησίαις τῆς τῶν λοιπῶν κοινωνίας ἀφορίζει. Τὸ μέν τοι συνοδικόν σημείωμα, ο γέγονεν ἐπὶ τοῦ πατριάρχου Μιχαήλ, τοῦ καὶ χρηματίσαντος ὑπάτων τῶν φιλοσόφων, Συγκεχώρηται μὲν, φησί, τοῖς ἀρχιερεῦσι τοὺς ἀμυήτους ἅπαντας τὸν περὶ πίστεως λόγον διδάσκειν, καὶ κατηχεῖν, καὶ βαπτίζειν ὁθενδήποτε ὄντας, τῶν θείων τε μυστηρίων μεταδιδόναι τοῖς ἐξ οἱασοῦν ἐνορίας πιστοῖς· χειροτονίας δὲ ἀξιοῦν τοὺς ἁπανταχόθεν ἐρχομένους ού δαμῶς, ἀλλ᾽ ἢ μόνους τοὺς ἐκ τῆς οἰκείας ἐνορίας, ὡς οἱ θεῖοι κανόνες διορίζονται. Σκληρόν μέν τοι καὶ ἀπηνὲς ἐλογίσαντο τοὺς οὕτω φθάσαντας πρᾶξαι, τοὺς μὲν ἐπισκόπους ἀφορίσαι, τοὺς δὲ χειροτονηθέντας γυμνῶσαι τῆς ἱερωσύνης, εἰ μήπου μετὰ πρώτην καὶ δευτέραν παραίνεσιν πεισθῆναι οὐκ ἐβουλήθησαν· ἀλλὰ καὶ τότε τοῦ μὲν ἐπισκόπου ἀρο γίαν ἐπὶ ῥητῷ κατεψηφίσατο χρόνῳ, τὸν δὲ χειροτονηθέντα, ἐν ἐκείνῃ τῇ ἐνορία ἱερατεύειν, ἐν ᾗ κεχειροτόνητο. Δίδοσθαι δὲ κελεύει τοῖς τῆς ἐπισκοπῆς ὑπηρέταις καὶ τῷ χαρτοφύλακι παρὰ τῶν χειροτονουμένων, τὰ ἐξ ἔθους ἀρχαίου τετυπωμένα. Καὶ ζήτει ταῦτα ἐν τῷ κη' κεφ. τοῦ παρόντος στοιχείου. ΚΕΦΑΛ. ΙΗ΄. Τισὶ τῶν ἐπισκόπων δέδοται ἀλλοτρίους λαμβάνειν κληρικούς, καὶ χει ροτονεῖν ἐν ταῖς ὑπ' αὐτοὺς ἐκκλησίαις. Ζήτει ἐν τῷ θ' κεφ. τοῦ στοιχείου κανόνα νε' τῆς ἐν Καρθαγένη συνόδου. ΚΕΦΑΛ. ΙΘ', Οτι χειροτονεῖται κληρικὸς, καὶ ὁ μὴ ἐκ γένους ἱερατικοῦ καταγόμενος. Ζήτει τὸ ιγ' κεφάλαιον τοῦ Κ στοιχείο». ΚΕΦΑΑ. Κ· Πότε χειροτονοῦνται καὶ δοῦλο:. Ζήτει τὸ ιβ' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. ΚΛ. Περὶ χειροτονίας ἀναγνωστῶν. Ζήτει τὸ ς' κεφάλαιον τοῦ στοιχείου. Νόμος. Αναγνώστης χειροτονείσθω ἀφ᾿ ὁτουοῦν χρόνου δύναται καὶ ἐπίσταται αναγινώσκειν· ἂν δὲ δευτέραν γαμετὴν ἀγάγηται, ἢ πρώτην μεν, χήραν δὲ, ἢ διαζευχθεῖσάν ἀνδρός, ἢ τοῖς νόμοις ἢ τοῖς ἱεροῖς και νόσιν ἀπηγορευμένην, μηκέτι εἰς ἄλλον ἐκκλησιαστικὸν προβαινέτω βαθμόν. ΚΕΦΑΛ. ΚΒ΄. ῞Οτι οὐκ ἐχειροτονοῦντο ἀπολελυμένως οἱ κληρικοί. Ζήτει τὸ ιθ' κεφάλαιον τοῦ Κ στοιχείου.
col. 201–202page 97 of 102
PG 145:201Χ. ΚΕΦΑΛ. ΚΓ'. Ὅτε χειροτονεῖται ὁ πρὸ τοῦ βα πτίσματος θύσας κατηχούμενος. Ζήτει ἐν τῷ α' αεφ. τοῦ Α' στοιχείου κανόνα ιβ' τῆς ἐν ᾿Αγκύρᾳ συνόδου. ΚΕΦΑΛ. ΚΔ΄. Οτι αναχειροτονήσεις οὐ δεῖ γίνεσθαι. Ὁ ξη' τῶν ἁγίων ἀποστόλων κανῶν τὸν δευτέραν πρός τινος χειροτονίαν δεξάμενον ἐπίσκοπον ἢ κλη ρικόν καθαιρεῖσθαι κελεύει καὶ αὐτὸν καὶ τὸν χειροτονήσαντα, εἰ τοῦτο σύνοιδεν αὐτῷ, εἰ μὴ ἄρα πρὸς αἱρετικῶν τὴν χειροτονίαν δεξάμενος ἔτυχεν. ᾿Αθετοῦμεν γὰρ τῶν τοιούτων ὥσπερ τὸ βάπτισμα, οὕτω δὴ καὶ τὴν χειροτονίαν· οὐ γὰρ ἁγιασμὸν ταῦτα, ἀλλὰ μονυσμὸν πεπείσμεθα προξενεῖν. Ὁ δὲ δευτέραν πειρώμενος δέξασθαι χειροτονίαν, ἢ ὡς τοῦ πρώτου χειροτονήσαντος καταγινώσκων τοῦτο ποιεῖ, ἢ ὡς η ἐλπίζων πλείονος ἀπολαύσεσθαι πρὸς τοῦ δευτέρου χάριτος, ἢ ὡς ἀποστὰς τυχὸν τῆς ἱερωσύνης, καὶ ἐξ ὑπαρχῆς χειροτονεῖσθαι διανοούμενος, ὅπερ ἄθεσμον. Ὁ δὲ τῆς ἐν Καρθαγένη συνόδου με κανών μήτε αναβαπτίζειν, μήτε δέχεσθαί τινα δευτέραν χειροτονίαν διορίζεται· ἀλλὰ δευτέραν οὗτος χειροτονίαν φησὶ τὸ ἐᾶσαί τινα τὴν ἰδίαν ἐπισκοπὴν· καὶ πρὸς ἑτέραν μεταπεσεῖν, ὃς καὶ μετὰ πραότητος ὑπομιμνησκόμενος, εἰ μὴ πεισθείη πρὸς τὴν ἰδίαν ἐπανιέ και, τῇ τῶν ἀρχόντων ἐκδοθήσεται ἐξουσίᾳ. ΚΕΦΑΛ. ΚΕ'. Περὶ τοῦ ὑποκειμένον ἁμαρτήμασι, και χειροτονηέντος. Ὁ θ' τῆς α΄ συνόδου κανὼν τὸν ἀνεξετάστως χειροτονηθέντα πρεσβύτερον, ἢ ἀνακριθέντα μὲν καὶ ἐξομολογησάμενον πρὸ τῆς χειροτονίας πορνεία τυχὸν περιπεπτωκέναι, παρὰ κανόνας δὲ χειροτονηθέντα, μηδὲν ἀπόνασθαι τοῦτον ἐκ τῆς ἀθέσμου χει ροτονίας κελεύει· μετὰ γὰρ τὴν διάγνωσιν καθαιρεῖται. Οὐ γὰρ ὥσπερ τὸ θεῖον λουτρόν νέον ἄνθρωπον τὸν βαπτισάμενον ἀποτελεῖ, οὕτω καὶ ἡ ἱερωσύνη τὰ πρό γε αὐτῆς ἁμαρτήματα λύει, ὥς τινες οἴονται τοῦτο γὰρ ὁ κανὼν οὐ προσιεται. Τὸ γὰρ ἀνεπίληπτον ἐν πᾶσιν ἡ Ἐκκλησία ζητεῖ, καὶ μὴ εὑροῦσα, ἐκδικεῖ. Ὁ δὲ ε' τοῦ Θεοφίλου Αλεξανδρείας τοὺς μὲν τοιούτους καὶ τῆς Ἐκκλησίας ἐξωθεῖ, μήτοι γε τῆς ἱερωσύνης· τῷ δὲ ἐξ ἀγνοίας χειροτονήσαντι συγκ γνώμην δίδωσι. Ζήτει τὴν κανόνα τοῦτον καὶ ἐν τῷ ις' κεφ. τοῦ Π στοιχείου καὶ τῆς ἐν Ναιοκαισαρείᾳ συνόδου θ' καὶ ι'. ΚΕΦΑΛ. Κ. Ὅτι οὐ δεῖ χειροτονεῖσθαι τὸν ἐν νόσῳ φωτισθέντα. Ζήτει ἐν τῷ α' κεφ. τοῦ στοιχείου κανόνα ιβ τῆς ἐν Νεοκαισαρείν συνόδου. ΚΕΦΑΛ. ΚΖ'. Περὶ τῶν τὴν χειροτονίαν ὀμνυόντων μὴ καταδέξασθαι. Ζήτει ἐν τῷ λβ΄ κεφ. τοῦ στοιχείου κανόνα ι΄ τοῦ μεγάλου Βασιλείου. ΚΕΦΑΛ. ΚΙ'. Περὶ τῶν χειροτονουμένων ἐπὶ χρήμασιν.. Ὁ κθ' τῶν ἁγίων ἀποστόλων κανὼν οὕτως ἐπὶ λέξεως ἔχει· Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς
col. 203–204page 98 of 102
PG 145:203αξίας ταύτης ἐγκρατής γένοιτο, ἢ πρεσβύτερος, ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς, καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω τῆς κοινωνίας παντάπασιν, ὡς Σίμων ὁ Μάγος ὑπ᾿ ἐμοῦ Πέτρου. ό Ζήτει καὶ τὸν λ' τούτων κανόνα ἐν τῷ ιθ΄ κεφ, τοῦ στοιχείου, καὶ τὰ ἐνταῦθα περὶ ἀμφοτέρων τῶν κανόνω τουτωνὶ ῥηθέντα. ἡ Ὁ δὲ β' κανὼν τῆς δ' συνόδου, Εἴ τις, φησίν, ἐπίσκοπος εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάσ ριν τοῦ ἁγίου Πνεύματος, τὴν ἀτίμητον δηλαδὴ, καὶ πράσει μὴ ὑποπίπτουσαν, τῷ ὑπερφυᾶ ταύτηνεἶναι καὶ τιμῆς πάσης ἐπέκεινα, καὶ χειροτονή σειεν ἐπὶ χρήμασιν ἐπίσκοπον, ἢ χωρεπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, ἢ ὑποδιάκονον (οὗτοι γὰρ οἱ χειροτονούμενοι), ἤ τινα τῶν ἐν τῷ κλήρῳ προ βάλλοιτο οἰκονόμον, ἢ ἔκδικον, ἢ νεωκόρον (οὗτοι γάρ οι προβαλλόμενοι, ὥσπερ ἄρα οἱ ἀναγνῶσται οἱ καὶ ψάλται σφραγίζονται), ἤ τινα ὅλως τῶν τοῦ κανόνος ἕτερον, ὁ τούτοις ἐπιχειρήσας δι' οἰκείαν αἰσχροκέρδειαν, καὶ ἐλεγχθείς, κινδυνευέτω περὶ τὴν οἰκεῖον βαθμόν· καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ' ἐμπορίαν χειροτονίας ὠφελείσθω προβολῆς, ἀλλ' ἔστω ἀλλότριος τῆς ἀξίας ἢ φροντίσματος, οὐ διὰ χρημάτων τετύχηκεν. Εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικός εἴη. τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ, εἰ δὲ λαϊκὸς, ἢ μου νάζων, ἀναθεματιζέσθω. Ἐνταῦθα καλὸν ἂν εἴη τὸ στῆθος πλήξαντας πεπονθότως ἀναβοῆσαι· «Ἐὰν ἀνολίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται;» Τίς γάρ ἐστιν ὁ διοίκησιν εὐαγοὺς οἴκουν, ή διακονίαν οιανδήτινα τῆς Ἐκκλησίας ἀναδεχόμενος, ἢ κληρικός γινόμενος, ἢ μονίδριον λαμβάνων, ἄνευ τῆς δόσεως; Εἰ δὴ πᾶσι τούτοις τοῖς τε πορίζουσι και ποριζομένοις ἀθέσμως τῶν ἐσχάτων οἱ ἱεροὶ τιμῶνται κανόνες, ποία ἡμῖν σωτηρίας ἐλπὶς μὴ ἀφισταμένοις καὶ τῆς αὐτῶν κοινωνίας παντάπασιν; Ὁ δὲ καὶ τῆς ς' συνήτου καεών, Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους, φησί, εἴτε ἐπισκόπους, εἴτε οιουσδήποτε κληρικούς, καὶ οὐ κατὰ δοκιμασίαν καὶ τοῦ βίου ἀστείαν αἵρεσιν, αὐτούς τε καὶ τοὺς χειροτονήσαντας καθαιρεῖσθαι προστάτ σομεν. Ὁ δέ εʹ κανὼν τῆς ζʹ συνόδου, σύμπαντας τοὺς ῥηθέντας κανόνας διεξιών, καὶ ἐν καλοῦ μοίρα τῇ πρώτῃ τῷ κοινῷ τῆς Ἐκκλησίας δεδόσθαι νομίσας, τῇ ἐκείνων κρίσει καὶ οὗτος ἐπιψηφίζεται. Ὁ δὲ μέγας βασίλειος πρὸς τοὺς ὑπ᾽ ἑαυτὸν ἐπισκόπους γράφων, ὥστε μὴ χειροτονεῖν ἐπὶ χρή μασι, μετὰ τῶν ἀλλῶν καὶ ταῦτά φησι· Νομίζουσι τινες μὴ ἁμαρτάνειν, τῷ μὴ ἅμα λαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν· λαβεῖν δέ ἐστι τὸ ὁτεδήποτε καβεῖν. Παρακαλῶ οὖν, ταύτην τὴν πρόσοδον, μέλο λον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μὴ τὰς χεῖρας μολύναντες τοῖς τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἄγια μυστήρια.
col. 205–206page 99 of 102
PG 145:205Χ. Ἡ δε ἐγκύκλιος ἐπιστολὴ Γενναδίου πατριάρχου Κωνσταντινουπόλεως πρός γε τοῖς ἄλλοις καὶ ταῦτα περιέχει· Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος, καὶ πάσης ἱερατικῆς ἀξίας τε καὶ λειτουργίας αλ λότριος, καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος, δ τε κτάσθαι τὴν ἱερωσύνην δια χρημάτων ἱερωσύνην διὰ χρημάτων οἰόμενος, καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικός, εἴτε λαϊκὸς εἴη, καν ἐλέγχηται, κἂν μὴ ἐλέγχηται τοῦτο ποιήσας. Οὐ γὰρ οἷόν τε συμβῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν Μαμωναν, ἢ τοὺς τούτῳ δευλεύοντας δουλεῦσαι Θεῷ· δεσποτικὴ καὶ αὕτη «» ἀπόφατις αναμφίλεκτος· «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» Ἡ δὲ τοῦ ἐν ἁγίοις Ταρασίου, πατριάρχου Κων σταντινουπόλεως, πρὸς ᾿Αδριανὸν πάππαν Ρώμης σταλεῖσα, Φορητότερος μᾶλλον ἐστι, φησὶ, Μακε δόνιος, καὶ ἡ τῶν ἀμφ' αὐτὸν Πνευματομάχων δυσ σεβής αἵρεσις, ἢ οἱ πιπράσκειν τολμῶντες τὴν χάριν τοῦ ἁγίου Πνεύματος. Ἐκεῖνοι μὲν γὰρ κτί σμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρωδοῦσιν· οὗτοι δὲ ἑαυτῶν, ὡς δοκούσι, δοῦλον αὐτὸ ποιοῦσιν. Ο γάρ τι πιπράσκων ὡς δεσπότης αὐτοῦ πιπράσκει· καὶ ὁ ἀγοράζων, δε σπότης εἶναι βουλόμενος τοῦ ἐξωνηθέντος, ἀργυρίου τοῦτο κτᾶται τιμῆς. Προστίθησι δὲ καὶ ὡς ἐφάμιλλον τὸ τούτων ἁμάρτημα τῷ τοῦ προδοτου Ιούδα, ούτωσὶ συλλογιζομένη· Εἰ γὰρ ὁμοούσιον τῷ Υἱῷ τὸ Πνεῦμά ἐστι καὶ ὁμότιρον, κατακρίνεται δὲ ὁ Ἰούδας, τὸ γιὸν ἀποδόμενος ἀργυρίου, ἀνάγκη δήπου καὶ τοὺς τὸ Πνεῦμα πιπράσκοντας μὴ ἐλάτ τονας ἢ ἐκεῖνος τὰς εὐθύνας ὑπέχειν. ᾿Αλλὰ γὰρ παρίτω καὶ ἡ τῆς Ἐκκλησίας σειρὴν, ἡ διὰ πάσης τῆς οἰκουμένης ᾄδουσα λύρα, ὁ τὰ πνευματικὰ φάρμακα μᾶλλον παντὸς ἰατροῦ εἰδώς τε καὶ σοφῶς κεραννύς, ὁ θεῖος, φημί, Χρυσόστομος, ὡς ἂν ἡμᾶς και τούτῳ διδάξῃ, ὅπως χρὴ τὸ αὐστηρὸν τῶν θείων κανόνων ἔσθ' ὅτε τῇ συμπαθείᾳ παρακιρνῶν τας ὑποχαλᾷν. Ισμεν γὰρ ὅπως τοὺς χρυσίῳ τὰς χειροτονίας εωνημένους τῆς μὲν ἱερωσύνης ἐγύμνωσε, τὸ δὲ χρυσίον παρὰ τῶν τοῦ χειροτονήσαντος κληρονόμων ἠξίωσεν ἀπολαβεῖν, ἐπειδὴ τὴν ζωὴν ἐκμετρήσας ἐκεῖνος ἔφθασεν ἤδη (Αντωνίνος οὗτος ἦν τῆς Ἐφεσίων ὁ πρόεδρος, ὁ τὴν τοῦ ἁγίου Πνεύ ματος δωρεάν ὤνιον θέσθαι μὴ καταπτήξας). ᾿Αλλ' δρα μοι τῆς τοῦ ἁγίου συμπαθείας τὸ περιόν. Εξώ μνοντο μὲν γὰρ ἐπὶ πολὺ πρότερον ἐκεῖνοι, ἢ μὴν τοῦτο πεποιηκέναι μηδέποτε· τοῖς δὲ φανεροῖς ἐλέγχοις δυσωπηθέντες, τόπων υπομιμνησκόμενοι καὶ και ρῶν, καὶ τῆς τοῦ χρυσίου ποσότητος, οὕτως ἔχειν ἀνωμολόγησαν ὕστερον, διατεινόμενοι ὡς οὐ σκαιότητι γνώμης, ἀλλ' ἀκεραιότητι μᾶλλον καθ υπαχθῆναι, τοιαύτην υπειληφότες τὴν συνήθειαν εἶναι, καὶ ἵνα τοῦ βουλευτηρίου, ᾧ περ ἦμεν ὑπο τελεῖς, ἀπαλλαγείημεν, φάμενοι. Πρὸς ταῦτα ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, καὶ τῶν τοῦ Θεοῦ οἰ κτιρμῶν εἶπερ τις ὑφηγητής γνησιώτατος, οὐκ ἀφ ορισμὸν πρὸς τῇ καθαιρέσει ἐπήνεγκεν, ὡς οἱ θεῖοι κανόνες κρίσεως ἔχουσιν, οὐ τῆς Ἐκκλησίας ἀπεώ.
col. 207–208page 100 of 102
PG 145:207σατο (καί τοι τῆς μὲν ἑκουσίας ἐξομολογήσεως ἑκασταχὴ τῶν εὐθυνῶν τὸ πλεῖστον ἀφαιρουμένης, τοῦ δὲ ἐλέγχου χαλεπωτέρας ταύτας ἐργαζομένου), ἀλλ' ἡμερότητι τὸ τῶν κανόνων κεράσας ἀπότομον, εἴσω τοῦ θυσιαστηρίου τῶν ἁγιασμάτων αὐτοῖς μετα έχειν ἐπέτρεψεν, ἱκανῶς ταύτῃ τὰς αὐτῶν οἰόμενος παρακαλέσαι ψυχὰς τῇ τῆς ἱερωσύνης ὀδυνωμένας ἐκπτώσει. με Ἐν δὲ τῇ βίβλῳ τῶν Πράξεων ταῦτα γέγραπται Θεασάμενος δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων· Δότε καμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῳ Πνεῦμα Ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, καὶ τὰ ἑξῆς. Ἡ δὲ τρίτη τῶν Βασιλειῶν, «Καὶ οὐκ ἐπέστρεψεν Ἱεροβοάμ, φησίν, ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε, καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ δε ρεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ. Καὶ ἐγένετο τοῦτο τὸ ῥῆμα εἰς ἁμαρτίαν τῷ οἴκῳ Ιεροβοαμ, καὶ εἰς ὄλεθρον, καὶ εἰς ἀφα νισμὸν ἀπὸ προσώπου τῆς γῆς» Τίς οὖν οὐκ οἶδε καὶ τὸν πάλαι Γιεζῆ, ὅπως τῷ προφήτῃ μὲν Ἐλισσαίῳ διακονούμενος ἦν, ὡς ἡ τῶν Βασιλειῶν τε τάρτη διέξεισιν, οἷα δὲ πέπονθεν ἐξ ὧν ἔδρασεν; Οὐχ ἧττον γὰρ διὰ κακίαν ἐκεῖνος ἢ δι' ἀρετὴν ὁ διδάσκαλος μικροῦ τοῖς πᾶσι γνωρίζεται. Χρήματα γοῦν τοῦ Νεεμάν τῷ προφήτῃ πορίσαι προθυμουμένου, ἀνθ' ὧν τῆς λέπρας ἐξάντης δι' αὐτοῦ γεγέ νητο, κἀκείνου τὴν εἰσφορὰν μὴ προσηκαμένους ὁ Γιεζή καταλαβὼν ἀπιόντα τὸν Νεεμάν, καὶ τὴν φιλοχρηματίαν τῷ ψεύδει ἐπιλυγάσας, ὡς ἄρα ὁ διδάσκαλος αὐτῷ λαβεῖν ἐπιτάξεις, καὶ ταύτῃ τῶν ἐκείνου εἰκηφώς οὐκ ὀλίγα, κληρονόμος εὐθὺς καὶ ἧς ἐκεῖνος ἀπήλλακτο λέπρας γεγένητο, αὐτὸ τοῦτο τοῦ προφήτου ἀρασαμένου. Ὁ δὲ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ησαίαν ἑρμηνείᾳ, ἐξηγούμενος τό, Νόμον ἔδωκεν εἰς βοήθειαν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὐ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ, ὅτι αἱ ἐγγαστρίμυθοι, φησὶν, ἐπ' ἀργυρίῳ μαντεύονται. Τοῦτο γάρ ἐστι τὸ καταγέλαστον, ὅτι καὶ ἀργύριον αὐτοῖς τελοῦσι, μισθὸν τοῦ ψεύδους, οἱ ἀπατώμενοι. Τὸ δὲ ῥῆμα τοῦ νόμου οὐκ ἔστι τοιοῦτον, ὥστε δῶρα δοῦναι περὶ αὐτοῦ, ὅτι τὴν χάριν οὐδεὶς ἀποδίδεται· «Δωρεάν γάρ, φησίν, ἐλάβετε, δωρεάν δότε,» Ορᾷς ὅπως ἀγανάκτησε Πέτρος ἐπὶ τῷ Σ μωνι, ἀργύριον ὑπὲρ τῆς τοῦ Πνεύματος χάριτος προσκομίσαντι; «Το ἀργύριόν σου σὺν σοὶ εἴη, φη σὶν, εἰς ἀπώλειαν, ὅτι ἐνόμισας τὴν δωρεὰν τοῦ Θεοῦ διὰ χρημάτων κτάσθαι.» Οὐκ ἔστιν οὖν ὁ τοῦ Εὐαγγελίου λόγος ὡς τὰ πωλούμενα θύματα των ἐγγαστριμύθων. Τί γὰρ ἂν τις δοίη ἄξιον, αὐτοῦ ἀντάλλαγμα; Ακουε τοῦ Δαβίδ διαποροῦντος καὶ λέγοντος «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Οὐκ ἔστιν οὖν δῶρα δοῦναι περὶ τούτου ἀντάξια τῆς αὐτοῦ χάριτος· ἐν δῶρον
col. 209–210page 101 of 102
PG 145:209Χ. ἄξιον, ἡ φυλακὴ τοῦ δωρηθέντος, Ο δούς σοι τὸν θησαυρὸν οὐχὶ τιμὴν ἀπαιτεῖ τοῦ δοθέντος, ἀλλὰ φυλακὴν ἀξίαν του δεδομένου. Νόμοι. Εάν τις διὰ δόσεως χρυσίου ἐπίσκοπος ἢ κλη ρικός γένηται, ἢ ξενοδόχος, ἢ πτωχοτρόφος, ἢ νοσοκόμος, ἢ διοικητής εὐαγούς οιουδήποτε οἴκου, ἢ ἑτέρου τινὸς ἐκκλησιαστικοῦ φροντιστής διακο νήματος, καὶ ὁ δούς, καὶ ὁ λαβὼν, καὶ ὁ μέσος γε νόμενος, τῆς ἱερωσύνης, ἢ τοῦ κλήρου, ἢ τῆς ἐμ πιστευθείσης διοικήσεως, ἀπεγυμνούσθωσαν. Εἰ δέ τις τῶν ἐπισκόπων ἢ κληρικῶν, εἴτε πρὸ τῆς χειροτονίας, εἴτε μετὰ ταῦτα, ἐκ τῶν ἰδίων πραγμάτων δοῦναι βουληθείη τῇ ἐκκλησίᾳ, εἰς ἢν ἐπεκηρύχθη, οὐ μόνον οὐ κωλύομεν, ἀλλὰ καὶ παν τῆς ἐπαίνου ἄξιον κρίνομεν. Περὶ κανονικοῦ, καὶ τῶν ὑπέρ χειροτονίας διδομένων. Ἐξ αὐτῆς τῆς κώμης, ἐν ᾗ ἐστιν ἡ ἐκκλησία, κατὰ ἀναλογίαν τῶν τόπων, κρίσει τοῦ ἐπισκόπου οἱ κληρικοὶ χειροτονείσθωσαν, καὶ τὴν οἰκείαν ἐπιο γενωσκέτωσαν κεφαλιτιῶνα. Χάριν δὲ τοῦ τοιούτου κανονικοῦ, καὶ τῶν ὑπὲρ χειροτονίας διδομένων συνήθως, διορίζεται τὸ χρυσόβουλλον τοῦ ἀοιδίμου βασιλέως Ισαακίου τοῦ Κομνηνοῦ πρὸς τοῖς ἄλλοις λαὶ ταῦτα· Τυποῖ γὰρ, φησίν, ἡ βασιλεία μου ἐπὶ τῇ χειροτονία τῶν ἱερέων, καὶ ἐπὶ τῷ κανονικῷ, τὸν παλαιὸν ἐνεργεῖν τύπον, καὶ μηδὲν ἐπὶ τῇ χειροτονίᾳ λαμβάνειν πλέον τὸν χειροτονοῦντα τούτους ἐπίσκοπον, ἀλλ᾽ ἢ μόνα τὰ ἑπτὰ χρυσά νομίσματα, ἤγουν ἓν μὲν, ὅτε ποιεῖ αὐτὸν ἀναγνώστη, τρία δὲ, ὅτε χειροτονεῖ αὐτὸν διάκονον, καὶ ἕτερα τρία, ότε πληροῖ αὐτὸν ἱερέα. Ἐπιβεβαιοῖ δὲ τοῦτο καὶ τὸ συνοδικὸν ψήφισμα τὸ γεγονὸν ἐπὶ τοῦ πατριάρχου Μιχαὴλ, ὃ καὶ ζήτει κατὰ τὸ ιζ' κεφάλαιον τοῦ παρ όντος στοιχείου. Ωσαύτως καὶ ὑπὲρ τοῦ κανονικού, ἀπὸ τοῦ ἔχοντος χωρίου τριάκοντα καπνούς, νόμι σμα χρυσοῦν ἕν, ἀργυρᾶ δύο, κριόν ένα, κριθῇς μοδίους ἕξ, οἶνου μέτρα ἓξ, ἀλεύρου μοδίους ἓξ, καὶ ὄρνεις τριάκοντα. ᾿Αλλὰ καὶ ἕτερον συνοδικὸν σημεί ωμα γέγονεν ἐπὶ τοῦ πατριάρχου Νικολάου, κελεῦον κατὰ τὸ τοιοῦτον χρυσόβουλλον δίδοσθαι τὰ καὶ νονικά, καὶ τὰ ὑπὲρ χειροτονίας. ΚΕΦΑΛ. ΚΘ'. Περὶ χηρῶν γυναικῶν. Ζήτει τὸ α' κεφάλαιον τοῦ στοιχείου. ΚΕΦΑΛ. Λ'. Περὶ τῶν χλευαζόντων τοὺς ἀσθε νῶς τοῦ σώματος ἔχοντας. Ζήτει τὸ α΄ κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. ΛΑ΄ Περὶ τοῦ ἁγίου χρίσματος, καὶ τίνες χρίονται μόνον τῶν προσερχομένων τῇ ᾿Εκκλησία αἱρετικῶν. Ζήτει ἐν τῷ θ' κεφ, τοῦ 1 στοιχείου κανόνα ς' τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ ἐν τῷ α΄ κεφ. τοῦ στοιχείου κανόνα μη τῆς ἐν Λαοδικεία συνόδου, καὶ ἐν τῷ β΄ κεφ. τοῦ στοιχείου κανόνα ζ' τῆς β΄ συνόδου. ΚΕΦΑΛ. ΛΒ'. Περὶ Χριστιανισμοῦ. Ο ρηʹ κανὼν τῆς ἐν Καρθαγένη συνόδου τους τὴν ἄσκησιν εἰσδεχομένους τῶν Χριστιανῶν ἐλευ Γ. Υ. σε

Beginning of Letter ΩInitium Litterae Ω

col. 211–212page 102 of 102
Carmina Duo de Officiis Ecclesiæ et Aulæ CP.Initium Litteræ Ψ
PG 145:211θέρᾳ προαιρέσει καὶ αὐτεξουσίῳ νομοθετεί προσιέ καὶ τῇ πίστει, ἀλλὰ μὴ βία, μόδ' ἐξ ἀνάγκης· τὰ γὰρ τοιαῦτα οὐ βέβαια, οὐδὲ νόμιμα. Αἱρετὴν γὰρ εἶναι δεῖ τὴν ἀρετὴν, ἀλλ' οὐ βεβιασμένην, ἢ ἀκού σιον. Ασκησιν δὲ νἰπὼν, ἐνέφηνεν, ὅτι πᾶσαν δεῖ τὸν Χριστιανὸν ἀρετὴν ἀσκεῖν, ἐγκράτειαν, καὶ σω φροσύνην, καὶ πρό γε τῶν ἄλλων τὴν εἰς ἅπαντας ἀγάπην· ὡς ὅ γε μὴ ταύτῃ βιούς ονόματι μόνον Χριστιανὸς, ἀλλ' οὐ πράγματι λέγεται. Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ με κανόνι, Ὁ τὴν τοῦ Χριστιανοῦς, φησί, προσηγορίαν εἰληφώς, καὶ διὰ τῆς τῶν ἐντολῶν παραβάσεως τὸν Χριστὸν ἐν υβρίζων, οὐδὲν ἐκ τῆς ἐπωνυμίας ἀπώνατο μόνης, ἀδελφὰ τῷ μεγάλῳ φιλοσοφῶν Ἰακώβῳ, «Τί τὸ ὄφε λος, ἀδελφοί μου, φάσκοντι, ἐὰν πίστιν τις λέγῃ ἔχειν, ἔργα δὲ μὴ ἔχῃ;· μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Ωσπερ γὰρ τῆς αὐγῆς τῶν ἀρετῶν ἐν ἡμῖν ἀστραπνούσης δοξάζεται ὁ Θεὸς, λατὰ τὸ, «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,». καὶ τὰ ἑξῆς, οὕτω τοῦ ζόφου προσαναχρωννόντος ἡμᾶς τῶν παθῶν, βλασφημεῖσθαι τὸν Θεὸν συμβαίνει παρὰ τοῖς ἔθνεσι. ΚΕΦΑΛ. ΔΙ. Περί χωρεπισκόπων. Ζήτει τὸ λα' κεφάλαιον τοῦ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ψ ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α΄ Πῶς δεῖ ψάλλειν καὶ εὔχεσθαι. Ζήτει τὸ λε' κεφ. τοῦ στοιχείου. ΚΕΦΑΛ. Β΄. Περὶ ψαλτῶν καὶ ἀναγνωστῶν. Ζήτει ἐν τῷ θ' κεφ. του στοιχείου κανόνα κγ' τῆς ἐν Λαοδικεία συνόδου. ΚΕΦΑΛ. Γ'. Ότι πρὸς τοὺς ψευδομάρτυρας τῶν αἱρετικῶν οὐ δει ἀπιέναι. Ζήτει ἐν τῷ β΄ κεφ. τοῦ στοιχείου κανόνα τῆς ἐν Λαοδικείᾳ συνόδου θ' καὶ λδ'. ΚΕΦΑΛ. Δ'. "Οπως αἱ ψῆφοι γίνονται τῶν μελλόντων χειροτονεῖσθαι. Ζήτει τοῦ Χ στοιχείου κεφάλαιον Δ' καὶ β'. ΑΡΧΗ ΤΟΥ Ω ΣΤΟΙΧΕΙΟΥ. ΚΕΦΑΛ. Α΄. Τίνα δεῖ ὡμάριον φέρειν. Ζήτει ἐν τῷ θ' κεφ. του στοιχείου κανόνας τῆς ἐν Λαοδικείᾳ συνόδου κβ' καὶ κγ.
Page scan enlarged

Notebook

Full View