Book XXXIIILiber Tricesimus Tertius
Book XXXIVLiber Tricesimus Quartus
Book XXXVLiber Tricesimus Quintus
Book XXXVILiber Tricesimus Sextus
Book XXXVIILiber Tricesimus Septimus
Second witness · khazarzar edition
ἐκεῖ πανταχόθεν καὶ πανταχῇ, ἅτε τῆς Ἀράβων ἐπικρατείας ἐξ Αἰγύπτου, μᾶλλον δ' ἐκ Κυρήνης καὶ Πενταπόλεως καὶ τῶν γε ἔτι τούτου προσωτέρω διηκούσης ἄχρι καὶ ἐς τὰ τῆς Ἀντιοχείας ἐπέκεινα, συμβαίνει καὶ τῆς Ἀραβικῆς θρησκείας δείγματα πανταχῇ τῆς γῆς ὑπάρχειν ἐκείνης. διὸ καὶ ἀντεχομένους ἐκεῖ κομιδῇ τῶν Ἀντιοχέων αὐτὸς ὁρῶν τοὺς εὐσεβῶς ἑλομένους ζῆν ὑπὲρ τῶν πατρίων τῆς εὐσεβείας δογμάτων ἄχρι θανάτου δεῆσαν, διὰ μακροῦ τοῦ θαύματος ἐποιούμην τέως ἐγὼ τὸ ἐκείνων πρᾶγμα, καὶ ἐς τὴν πάλαι μνήμην ἀνῆγον εὐθὺς ἐκείνην τὸν νοῦν. Εἶεν. ἀλλὰ μετὰ βραχὺ κἀκεῖθεν ἀπάρας ἀπῄειν ἄχρι καὶ εἰς Ἰσσόν, ἔνθα τοὺς Κιλικίους αὐλῶνας τῶν Ταυρικῶν παραψαύειν ὀρῶν σχεδὸν εἰπεῖν ἐκ φύσεως συνηνέχθη· ἐς τοσοῦτο γὰρ βραχύτητος ὁ μεταξὺ συστέλλεται χῶρος ἐκεῖ ἔκ τε θαλάττης καὶ ὀρῶν ἐκείνων ὥστε καὶ πύλαι τοῖς πάλαι προσηγορεύθησαν Ἰσσικαί τε ἅμα καὶ Συριακαί. καὶ πόλις δ' ἔστιν Ἀντιοχείας ἀρχαιοτέρα παρακειμένη, ξύν γε πλείσταις ἑτέραις Ἀλεξάνδρεια καλουμένη. ταύτην γὰρ Ἀλέξανδρος ἀνήγειρε πρώτην ἄγαλμα νίκης εἰπεῖν, ἣν αὐτόθι Δαρεῖον 3.17 τὸν Πέρσην ἐνίκησε πρῶτον, ἐκ Βαβυλωνίας καὶ τῶν γε ἀνωτέρω τόπων μυρίαν μὲν ἵππον ἐλάσαντα, πάντα δ' Ἀσίας ὅπλα συγκινήσαντα μέχρις αὐτοῦ. σπεύδων γάρ, πρὶν Ἀλέξανδρον διαβῆναι, τὰς τῶν εἰρημένων στενῶν ἀποκλεῖσαι παρόδους τῷ πλήθει τῆς στρατιᾶς ἐκείνης, ἔλαθε καθ' ἑαυτοῦ μᾶλλον ἢ κατ' Ἀλεξάνδρου τὸν ὄλεθρον μεμηχανημένος· πλῆθος γὰρ δυσαρίθμητον στρατιᾶς ἐπαγόμενος, καὶ ὀφείλων ἐν ὑπτίοις καὶ ἀναπεπταμένοις πεδίοις τὰς πολεμικὰς διατάττειν φάλαγγας, καὶ ταῦτα γυναῖκας ἅμα καὶ παῖδας ἄγων καὶ ὅλον αὐτοῦ τὸν βασίλειον οἶκον κατὰ δή τι πάτριον ἔθος, ὃ δὲ τἀναντία πάντ' ἐδεδράκει. μηδὲ γὰρ ἐχούσης τῆς τοσαύτης ἐκείνης ἵππου ῥύμῃ πολλῇ φερομένης ῥᾳδίως προχωρεῖν τε καὶ ἀναχωρεῖν ἐν στενοῖς καὶ τάς γε ἀναστροφὰς καὶ συστροφὰς καὶ ἀγχιστρόφους περιφορὰς καὶ διεξόδους ποιεῖσθαι, συνεπάτουν ἀλλήλους αὐτοὶ ὑπ' ἀλλήλων συμποδιζόμενοι, καὶ περιέπιπτον ἑαυτοῖς αὐτοί, κακῶς βουλευσάμενοι. ἀλλὰ τούτων μὲν ἅλις. 3.18 ΤΟΥ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Δʹ Η ΚΕʹ ΤΗΣ ΟΛΗΣ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ. Ἐμοὶ δὲ προσωτέρω προάγειν βουλομένῳ δυοῖν ἕνεκα, ὅπως τε μάθοιμι μέχρι πόσου τῆς ἀλλοτρίας ἐκείνης γῆς καὶ δι' ὅσων ἐθνῶν ἐκείνων διήκει σωζόμενον τὸ Χριστιανῶν ἔτι γένος, καὶ ὅπως ἐν μέσοις τοῖς ἀσεβέσιν ἔτι τῶν πατρίων ἔχεται δογμάτων τῆς εὐσεβείας κατὰ τὸν σφίσι ἁπλούστερόν τε καὶ ἀληθέστερον τρόπον, καὶ ἅμα θεάσασθαι εἴ τί που τῆς ἀρχαίας σοφίας ἐκείνης περίεστι λείψανα Χαλδαίοις καὶ Πέρσαις, ἐμποδὼν οἱ τῶν Ἱεραπολιτῶν γεγένηνται κοσμιώτεροι, ἐπεί τοί γε μέχρι καὶ ἐς ἐκείνους προεληλύθειν ἐγώ, διακοσίους ὁμοῦ καὶ χιλίους ἐγγύς που σταδίους θαλάττης ἀπέχοντας. οὐ γὰρ εὔοδα ἔσεσθαι ὑπισχνοῦντό μοι ἔτι τὰ πρόσθεν διὰ τὸ τῶν προσοικούντων ἀλλόγλωσσον· οὐ μὴν οὐδ' εἰ εὔοδα ἦν ἐντεῦθεν, ἥκιστ' οὖν ὅμως περιλείπεσθαι Χαλδαϊκῇ τε γῇ καὶ Περσικῇ σοφίας ὅλως ἐκείνης ἴχνη τε καὶ γνωρίσματα. ἐξ ὅτου γὰρ τὸ Σκυθικὸν ἐπιρρεῦσαν γένος καὶ 3.19 ἐκχυθὲν ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν πηγῶν καθάπερ ἀχανοῦς τινὸς ὕδωρ πελάγους, Πέρσας τε ἐδουλώσατο καὶ Μήδους καὶ πᾶσαν εἰπεῖν ταυτηνὶ τὴν Ἀσίαν ἄχρις Ἰνδῶν τε ἐκείνων πρὸς ἕω καὶ ἄχρις Ἀράβων τουτωνὶ πρὸς νότον, οὐ μόνον τὰ πλείω τῶν ἐγχωρίων ἠθῶν ἐκείνων ἔσβη καὶ ἐτεθνήκει, ἀλλὰ καὶ αὐτὰ τῶν ἐθνῶν ἐκείνων τὰ τοπικὰ διαστήματά τε καὶ ὅρια συγκέχυται καὶ παντάπασίν ἐστι δυσείκαστα νῦν. γίνεσθαι δέ μοι μάλιστα νῦν, εἴπερ ποτ', ἀξύμφορον ἔφασκον τὴν ἐκεῖσε πάροδον διὰ τὰς ἄρτι κατεσχηκυίας καὶ Σκύθας αὐτοὺς κατ' ἀλλήλων ἔριδάς τε καὶ στάσεις περὶ πρωτείων, τοῦ σφῶν ἀρχηγοῦ καὶ ἡγεμόνος πρὸ μικροῦ τεθνηκότος. ταῦτ' οὖν ἔγωγ' ἀκηκοώς, καὶ ἅμα συνορῶν τῆς ὁμοίας συγχύσεως τὸ νεμόμενον καὶ ἐπ' Ἄραβας τουτουσὶ προχωροῦν, τελευτήσαντος νεωστὶ καὶ τοῦ Αἰγυπτίου Φαραὼ καὶ τῶν υἱέων περὶ τῆς ἀρχῆς ἐν ἀλλήλοις στασιαζόντων, καὶ πεφυρμένων πανταχῇ τῶν τῆς 411
Αἰγύπτου καὶ Ἀραβίας πραγμάτων, τάχιστα ἀνεχώρουν ἐκεῖθεν ὀπίσω ἀπιὼν ἐς Κιλικίαν, θέσεως ἔχουσαν εὐφυῶς, πλείστην τε ἅμα καὶ λίαν οὖσαν εὐδαίμονα χώραν, ἔνθα δὴ καὶ πολλαῖς ἐνέτυχον καὶ ἄλλαις πλησιοχώροις ἀλλήλαις πόλεσιν ἀγαθαῖς, τῇ Ταρσῷ δὲ μάλιστα πασῶν, ᾗ καὶ πατριάρχῃ τῷ Ἀντιοχείας ἐνδιαιτᾶσθαι τὰ πολλὰ περιγίνεται. τά τε γὰρ ἄλλα περίεστιν αὐτῇ τἀγαθά, καὶ Κύδνος ὁ ποταμὸς ἡσυχῇ παραρρέων, ἐν ᾧ καὶ Ἀλέξανδρόν φασιν 3.20 ἐκεῖνον τὸν μέγαν, εἰς ἐπιθυμίαν ἐκ μόνης τῆς θέας ἐληλυθότα, λούσασθαι. Ἐκεῖνον δ' ἔτι καὶ πλείω τοιαῦτα συνείρειν βουλόμενον ἔγωγε ἐπισχών, καὶ τὸ τῆς διηγήσεως τεμὼν συνεχές, ἀναλαβεῖν τὸν λόγον ἐκέλευον αὖθις καὶ ἀνερωτῶντί μοι ἀποκρίνεσθαι πατριαρχῶν τε πέρι καὶ ἐπισκόπων, ὅσοι διέπειν καὶ διοικεῖν τὰς ἐπαρχίας ἐκείνας τὸν ἱερώτερον ἔλαχον τρόπον. καὶ ἐμεμφόμην ἐπιεικῶς τῆς λήθης τὸν ἄνδρα, ὅτι τῶν μὴ πάνυ τι ἀναγκαίων ἔμοιγ' ἀκούειν ἐν φροντίδι ποιησάμενος τῇ μεγίστῃ διεξιέναι, ὧν ἡμῖν ἐς τὰ μάλισθ' ὑπῆρχε μανθάνειν ἀνάγκη, καὶ ὧν εὐσεβείας ἕνεκα ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας ἀκούειν ἥδιον ἔδοξεν ἄν μοι ἢ Κροίσου τοῦ Λυδοῦ χρυσῶν μοι χοίνικας παρεχομένου, τούτων δ' αὐτὸς τὴν μνήμην λήθης μακροῖς πυθμέσιν ἐκάλυψεν, ὥσπερ ἂν εἰ μὴ αὐτὸς ἦν ὁ προοίμια τῶν σφετέρων πεπραχὼς διηγήσεων τὰ τῆς ἐκκλησίας ναυάγια, ὅτι τῶν πατρίων νομίμων τῆς εὐσεβείας ἐπίπροσθεν τὰ τοῦ Παλαμᾶ καινά τε καὶ ἔκθεσμα παρεισρέοντα πεφώρακε δόγματα, καὶ ταύτην ἐπιεικῶς αἰτίαν τιθέμενος τῆς τε τῶν πολιτικῶν ἐπὶ τὸ χεῖρον πραγμάτων ἀνατροπῆς καὶ ἅμα τῆς ἐντεῦθεν ἀκουσίου φυγῆς ἑαυτοῦ. καὶ τίνα γὰρ ἄλλην ἐχρῆν σε συναγαγεῖν ἱστορίαν, βέλτιστε φίλων, ἔφασκον, Ἀγαθάγγελε; τίνα δ' ἄλλην κρείττω καὶ τιμιωτέραν ταύτης ᾠήθης ἐμοὶ κομιεῖν ἀφήγησιν ἔξωθεν, καὶ 3.21 ἅμα τῶν ὀρθοδόξων τοῖς ἐνταυθοῖ πατριώταις ἡδονῆς τῆς βελτίστης ἐφόδια, λίαν ἐφιεμένοις ἅπασι μαθεῖν ὅπως κἀκείνους ἡ φήμη τῶν ὧδε συμφορῶν τῆς τοῦ θεοῦ διέθηκεν ἐκκλησίας, γραφαῖς τερατώδεσι τῶν ἐνταῦθα δυναστευόντων τοὺς πανταχῇ τῆς οἰκουμένης εὐσεβεῖς ἐπειγομένων ἐξαπατᾶν, καὶ φιλονεικούντων τὴν πανταχόθεν ἑταιρείαν τε καὶ ὁμολογίαν τῆς τοιαύτης κακίας οἷόν τι καρποῦσθαι τρόπαιον. Ταῦτ' ἐμοῦ γε διεξιόντος, ὑπολαβὼν ὁ Ἀγαθάγγελος, ἐμοὶ δὲ βέλτιον, ἔφησε, δέδοκται, θεία μοι κεφαλή, τελευτῶντός μοι τοῦδε τοῦ λόγου διεξελθεῖν εὐθὺς ἀπολαβόντι χωρὶς ἐκεῖνα, μηδενὸς τοῦ συγχεῖν δυναμένου σφίσιν ὅλως συνυπακουομένου, ὅπως ποτ' ἐπὶ νοῦν εἰληφότι διεστάναι τῶν καθόλου καὶ κοσμικῶν ἁπλῶς εἰπεῖν τὰ τῆς ἐκκλησιαστικῆς ἱστορίας, καὶ ἰδίαν μὲν εἶναι ταυτηνὶ πραγματείαν ἰδίαν δ' ἐκείνην, καὶ ἄλλων ἑκατέραν ὡς τὰ πολλὰ καὶ οὐ τῶν αὐτῶν. ἐπεὶ δὲ σὺ διπλοῦν ἀνθ' ἁπλοῦ τὸν πόνον ἀναδέχεσθαι εἵλου, καὶ ἃ τὸν αὐτὸν ἐν ἑκατέροις συμπίπτει γίνεσθαι χρόνον βίβλῳ μιᾷ συντιθέναι σοι δέδοκται, οὐκ ἂν οὐδ' αὐτὸς οὐδαμῇ γε ὀκνήσαιμι τὰ τῆς αὐτῆς ἐν ταὐτῷ περιόδου διεξιέναι συλλήβδην, ἐπεὶ καὶ τρόπον ἕτερον πρότερον (εἰρήσεται γὰρ τἀληθές) ἐδεδίειν μάλα αὐτὸς ἐκείνως διεξιέναι, καὶ μιγνύων τοῖς τοι 3.22 οῖσδε τὰ μὴ τοιάδε τὴν σὴν ἀκοὴν ἀποκναίειν, καὶ ταῦτα νῦν οὕτω λύπης ἔχοντος ἄλλως, ὅτε μάλιστα πάντων ἅπαντ' ἐκεῖνα μνήμης ἁπάσης ὄπισθε ποιεῖσθαι οὐκ ἔστιν ὅθεν οὒ καὶ ὅπως οὒ βεβούλημαι, οἷς βάρους ἐνέστακται πρόφασις ὁπωσοῦν καὶ ὁθενοῦν. νῦν δ' ἐπειδὴ σοί γε τοῦθ' ἥδιον ἐκείνου πολλῷ μανθάνω δοκεῖν, ἄσμενος κἀγὼ λοιπὸν αὐτίκα μάλα τὴν σὴν τῆς ἐμῆς ἀνθαιρήσομαι βούλησιν. καὶ τί γὰρ ἄλλο τῶν ἄλλων δόξειεν αὖ εὐδαιμονέστερον ἔμοιγε νῦν ἢ σοί γε τὰ τοιαῦτα χαρίζεσθαι τῶν διηγημάτων, ὧν ἐμοὶ μὲν ῥᾷον οὐδέν, σοὶ δὲ βέλτιον οὐδέν. Ἀλλὰ γὰρ ὁ ἑταῖρος ἡμῖν Ἀγαθάγγελος τοιαῦτα μὲν ὑπὲρ ὧν σεσιώπηκεν ἀπολελόγηται, τοιαῦτα δὲ ὑπὲρ ὧν φθέγξαιτ' ἂν εἰς τοὐπιὸν τῆς διηγήσεως ἐπηγγέλλετο, τῶν μὲν προτέρων σμικρὰ ἐπαναλαμβάνειν διὰ τὸ ἤδη εἰρῆσθαι τὰ πλείω, τοῖς δ' ἐπιοῦσι τῶν ἀναγκαίων μηδὲν ὑπισχνούμενος παραλείπειν. ἐντυχεῖν μὲν οὖν ἔλεγε καὶ τῶν μερικωτέρων ἐπισκόπων ὅσοι καθ' ἃς 412
αὐτὸς περιῄει κώμας καὶ πόλεις ἐτύγχανον ὄντες, ἐντυχεῖν δὲ μάλιστα δὴ πατριάρχαις αὐτοῖς, Γρηγορίῳ τε δηλαδὴ τῷ Ἀλεξανδρείας καὶ Ἰγνατίῳ Ἀντιχείας, καὶ τρίτῳ ὃς πρὶν ἢ Λάζαρον τῆτες ἐκεῖσε ἀφῖχθαι, τὸν πατριαρχικὸν Ἱεροσολύμων διεῖπε θρόνον· τὸ γάρ τοί γε ὄνομα ἐλελήθει με τοῦ ἀνδρός. ἐντυχεῖν δ' οὖν ἐν διαφόροις 3.23 ἄλλοτ' ἄλλῳ τοῖς τόποις, ἔνθα καὶ τὴν δίαιταν ἕκαστος ἔτυχε τηνικαῦτα ποιούμενος. καὶ τὰ μὲν πρῶτά φησιν ἐπιτωθάζειν ἐκείνους καὶ διαλοιδορεῖσθαί οἱ, καὶ οἷον εἰρωνευομένοις ἐοικέναι καὶ ἀποσειομένοις ὁλοσχερῶς τὴν αὐτοῦ συνδιαίτησιν, ἰδίᾳ μὲν ἕκαστον, ἐπ' ἴσης δ' ὥσπερ ἐκ κοινοῦ συνθήματος ἅπαντας διὰ τὸν τοῦ πατρίου δόγματος ἐντεῦθεν ῥαγέντα κλύδωνα. οὕτως ὀξέως ἐπέδραμεν ἡ φήμη ῥυεῖσα, καθάπερ ἀγρίου πνοή τις ἀνέμου, Αἴγυπτόν τε καὶ Συρίαν καὶ Κιλικίαν καὶ πᾶσαν εἰπεῖν οἰκουμένην, ὅπου περ ἂν Χριστιανῶν λάχοιεν δῆμοι τὴν οἴκησιν ἔχοντες, τῶν τοῦ Παλαμᾶ παρανόμων καὶ νόθων δογμάτων, καὶ οὕτως, ἀνώνυμος ὢν ὁ ταλαίπωρος πρότερον, διαβόητος ἐπὶ κακίᾳ γέγονεν ὕστερον· ποιεῖν γάρ φησι περιβοήτους οὐ δεξιὰν πρᾶξιν μόνον, ἀλλὰ καὶ κακίαν νικῶσαν πονηρῶν εὐδοκίμησιν. ἐπεὶ δ' ἀναλαμβάνων ἄνωθεν ἐκεῖνος ἕκαστα διῄει ἑκάστοις ἑκασταχοῦ, τά τε ἄλλα καὶ ὡς τὴν αὐτὴν καὶ αὐτὸς εἴη περιθάλπων γνώμην αὐτοῖς εὐσεβείας ἕνεκα, καὶ ὡς διὰ τὸν τοιοῦτον ζῆλον φυγὰς τῆς πατρίδος γένοιτο, καὶ ὡς ὁ τοιοῦτος ἐντεῦθεν ἐλαύνων τρόπος ἐς τοὺς ἀήθεις αὐτῷ πλανᾶσθαι δράσειε τόπους, ἐπεὶ οὖν ταῦτά τε καὶ ἄλλα ἄλλοις ὁμοίως διετέλει λέγων, ὁπόσα κοινῇ καὶ καθ' ἕκαστα βέβαιον ἅπασιν εὐσεβείας αὐτὸν ἐγνώριζεν ἀθλητήν, ἦν οὐδεὶς οὔθ' ᾧ μὴ τῆς πρὶν αἰφνιδίου σκληρότητος μετέμελεν, οὔθ' ὃς οὐκ ἠσπάζετό τε καὶ 3.24 ἀντεφιλοτιμεῖτό οἱ καὶ τὰ πιστὰ τῆς περὶ τὸ σέβας ἀληθοῦς 3.24 ὁμονοίας περιφανῶς ἀντεδίδου, ὡς τηνικαῦτα καὶ τὸν Ἀντιοχείας ἔγγραφον ἑαυτοῦ προενεγκεῖν τόμον, ὁμολογίαν μὲν τῆς ὀρθοδόξου καὶ κοινῆς ἡμῶν ἔχοντα πίστεως, ἐκτέμνοντα δὲ Παλαμᾶν τῆς τοῦ θεοῦ ἐκκλησίας ὡς νόθα καὶ βέβηλα παρεισάγοντα δόγματα, τόμον ἐκεῖνον δηλαδὴ ὃν ἐν Βυζαντίῳ συνετετάχει παρὼν καὶ ἀκούων καὶ συναγωνιζόμενος Ἰωάννῃ τῷ πατριάρχῃ καὶ τοῖς γε ἀμφ' αὐτὸν ἐπισκόποις, τὸ ἰσχύειν ἔχουσι τέως ἔκ τε τῆς ἀληθείας ἔκ τε τοῦ μὴ παρεῖναι τὸν ἀντιβαίνοντα Καντακουζηνόν, ὅτε δὴ καὶ πρῶτον ἐπιφυεῖσαν τῷ καθαρῷ ληίῳ τὴν νόσον ἐκείνην ἐξ αὐτῆς ἔδοξε τέμνειν, ὡς ἔλεγε, βλάστης. τοῦτόν φησιν ἀνελίττειν τε ἐκεῖνον, καὶ ἅμα τὰς ὑπογραφὰς τῆς ὁμοφροσύνης δεικνύειν τῶν ὅσοι τῆς ἐπαρχίας ἐκείνου τυγχάνουσιν ὄντες ἐπίσκοποι καὶ πρεσβύτεροι, καὶ ὅσοι τῶν ἄλλως λογάδων τὰς γνώμας ἦσαν συγκείμενοι. τούτοις ὁμόφρονος καὶ τοῦ τῆς Ἀλεξανδρείας ἔλεγε πεπειρᾶσθαι προέδρου σύν γε τοῖς ὑπ' αὐτῷ παντάπασιν ἐπισκόποις, καὶ ἅμα τοῦ τηνικαῦτα τὴν τῶν Ἱεροσολύμων ἐκκλησίαν διέποντος. καὶ ἁπλῶς ἔφασκεν εἶναι μηδένα ᾧ τὸ ἐπιτιμᾶν Βυζαντίοις τῆς ἐν τοῖς οὕτως ἀκινήτοις εὐκολίας οὐκ ἦν ἀνὰ στόμα. τὸν δ' Ἀλεξανδρείας καὶ τῆς φυσικῆς ἐθαύμαζε μάλα συνέσεως, βεβηκὸς ἐχούσης τὸ ἐμβριθές, καὶ οὔτε πρὸς ἀωρίαν φιλοτιμίας ῥᾳδίως ἐλαυνόμενον, οὔτε μὴν 3.25 πρὸς ἰδιωτικὴν ἀφωνίαν ἐξ ἀμαθίας μακρᾶς συστελλόμενον, ἀλλὰ πρακτικαῖς ὁρμαῖς ἐς τὸ πάνυ τι ἐμμελὲς εὐφυῶς πως ἀναρρωννύμενον. τά τ' οὖν ἄλλα τἀνδρὸς ἐθαύμαζε μεμνημένος ἐκείνου, καὶ ὅτι τὸ οἴεσθαι εἰδέναι πολλοῖς καὶ τῶν οὐδὲν αἰσχυνόντων πρός γε τὸ εἰδέναι γίνεσθαι ἐμποδὼν ἔλεγε, καὶ τοῦτ' εἶναι πάντως ὃ μικρὸν εἶναι δοκοῦν μεγάλα καὶ πόλεις καὶ οἴκους δύναται βλάπτειν, ὡς ἐκ βραχέος σπινθῆρος ἀρχόμενον, οὗ τὸ νεμόμενον οὐκ ἄν ποτε σταίη τῆς ἀεὶ νεωτεριζούσης φλογὸς κινουμένης, ὁπότε τραπέζης ῥαστώνην ἡ τῆς ὕλης δίδωσι πολυτέλεια. ἐντεῦθεν ὅρια ῥιπτοῦνται πατρίων κανόνων, πατοῦνται θεσμά, καὶ οὐκ ἔστιν οὐδὲν τῶν καλῶν ὃ δύναται μένειν ἑστώς, καὶ αὖ οὐκ ἔστιν οὐδὲν τῶν κακῶν ὃ μὴ δύναται τὴν ἀλήθειαν ἐξορχεῖσθαι. μοναρχία μὲν οὖν οἰήσεως αὐτονομίᾳ στρατηγουμένη καὶ γνώμης ὀρέξεσι δημαγωγουμένη τί μὲν ἂν τῶν ὑγιαινόντων 413
ἐργάσαιτο, τίνος δ' ἀπόσχοιτ' ἂν τῶν ἐρεθιζόντων ἐπὶ τὰ χείρω; πολλοῦ μέντ' ἂν δεήσειε σώζεσθαι τὴν πολιτείαν ἐκείνην, καὶ μὴ καθάπερ ἀκυβέρνητον πλοῖον διαποντίοις χειμῶσι πρὸς τοὺς ἐσχάτους κινδύνους ἐλαύνεσθαι, τοῦτο δὴ τὸ τῆς Βυζαντίων ἴδιον ἄνωθεν ὡς τὰ πολλὰ πολιτείας. καὶ οὐκ ὀνειδίζω λέγων τὰς τύχας ἁπλῶς, ἀλλ' ὅτι διὰ τοῦτο καὶ πλείους σκοποῦντες ἄνω 3.26 θεν εὑρίσκομεν ἐκεῖσε, μὴ μόνον τῶν δημοσίων πραγμάτων, ὅτι μὴ πολλῷ γε δήπου μάλιστα τῆς εὐσεβοῦς ἐκκλησίας τὰ ὀλισθήματα. ἢ γὰρ ἐκεῖ τὴν γένεσιν ἴσχει τὰ χείρω, κἀκεῖθεν ὡς ἐπὶ πρανοῦς ἐπιρρέοντα πονηρῶν ἐς τὰ μάλιστα πραγμάτων καὶ τὰς ἄλλας ῥᾳδίως ἐμπίμπλησι πόλεις· ἢ καὶ ἄλλοθέν ποθεν σκιωδῶς ἐπεισκωμάσαντα τὴν πῆξιν αὐτόθι μονιμωτέραν λαμβάνει καὶ δημόσιον τὸν χρωματισμὸν ἀναδείκνυσι τῆς κακίας. διό μοι θαυμάζειν περίεστιν, οὐκ εἰ γέγονέ τι παράλογον, ἀλλ' εἰ μὴ πᾶν ἐκεῖ τὸ γινόμενόν ἐστι παράλογον. ἡμεῖς δ' ἐνταυθοῖ μήτε περισσὰ τὸ παράπαν ζητοῦντες σοφίζεσθαι κατά γε τὴν περιττὴν καὶ εὔτεχνον ταύτην σοφίαν, μήθ' ἑαυτοὺς τῶν θείων μᾶλλον δικαιοῦν πατρίων διαπληκτιζομένους ἐν διαλέξεσιν ἄμετρα τὸν καινότερον τρόπον, ἀλλὰ τοῖς μὲν ἄνωθεν εὖ γεγραμμένοις ἐμμένοντες δόγμασι, τὰ δὲ σιγηθέντ' ἀναξαίνειν μηδαμῇ μηδαμῶς ἀξιοῦντες μηδ' ἀναλύειν ἀκαίροις πειρᾶσθαι συλλογισμοῖς, ἡμεῖς τε οἱ ποιμαίνειν ἐνθάδε λαχόντες πνευματικῶς τὸν μακρὸν ὁδεύομεν βίον, καὶ τὸ πνευματικὸν ἡμῶν ὁμοίως ἄγομεν ποίμνιον ὑπὸ κυβερνήτῃ τῷ μόνῳ πάντων δημιουργῷ καὶ θεῷ, πολυθεΐας δὲ καὶ ἀθεΐας Παλαμικάς, μᾶλλον δ' ἐνσάρκου οἰκονομίας ἀθέτησιν, ταὐτὸν δ' εἰπεῖν ἐκκλησίας ἁπάσης καθάπαξ ἀνατροπὴν οὔτ' ἐδεξάμεθα οὔτε μὴν δεξαίμεθ' ἄν ποτε, κἂν 3.27 ἐχθροὶ μυρίοι μυρίων ἔμπροσθεν ἱστῶσι θανάτων σκεύη καὶ μηχανήματα, ἀλλὰ καὶ αὐτὸν Παλαμᾶν, καὶ ὅσοι ταὐτὰ φρονοῦσιν αὐτῷ, μετὰ τῶν αὐτοῦ τοιούτων δογμάτων, ὧν καὶ ἡμεῖς ὅπως ποτ' ἐν θέᾳ κατέστημεν, τῷ αἰωνίῳ παραπέμπομεν ἀναθέματί τε καὶ πυρί. τούτων δ' ἀκριβῆ τὴν παράστασιν ἔχεις τε καὶ ἕξεις αὐτός, διιὼν τὰς ἐνταῦθα πόλεις καὶ χώρας Αἰγύπτου καὶ Ἀραβίας Φοινίκης τε καὶ Συρίας, καὶ ὅσα περὶ ταύτας οἰκοῦσι γένη Χριστιανῶν, ὅπως ἐν μέσῳ τῶν ἀσεβῶν καὶ ἀκάθαρτα χείλη ἐχόντων οἰκοῦντες, καὶ ἀλλοτρίοις δουλεύοντες ὅπλοις, ὅμως τῇ τῶν ὧδε στοιχοῦντες ἐπισκόπων διδασκαλίᾳ τὸ πάτριον σέβας ἀεὶ τοῖς ἱεροῖς νέμουσι δόγμασι. μηκύνοιμεν δ' ἂν εἰ λέγειν ἐθέλοιμεν ἅπαντα ἐφεξῆς ὅσα τε ὁ θεῖος ἐκεῖνος ἀνὴρ ἐπ' ἐμοῦ διεξῄει, καὶ ὅσα ἄλλοι ἄλλως ἀλλαχῇ καὶ πανταχῇ, τῆς ὁμοίας ἐχόμενα τάξεώς τε καὶ εὐλαβείας. Ἑξαετίαν δ' οὖν ὅμως ἡμεῖς ἐν ἐκείνοις διατετριφότες τοῖς τόποις, ἔπειτα πλήρεσι τοῖς ἱστίοις ἀναχθέντες ἐκ Κιλικίας δευτεραῖοι ἐς Κύπρον τὴν νῆσον κατήχθημεν, ἔνθα δὴ καὶ πολὺν διατρίβειν ἐγνώκειν ἔγωγε χρόνον διά τε τἆλλα τῶν τῆς νήσου καλῶν καὶ τήν γε ἔννομόν τε καὶ φιλόξενον πολιτείαν, καὶ μάλιστα πάντων διὰ τὴν τοῦ σοφοῦ ἐκείνου ἀνδρὸς ὁμιλίαν, Γεωργίου φημὶ τοῦ Λαπίθου, ᾧ οὐκ εὐθὺς 3.28 ἀποβὰς τῆς νεὼς ἐντετυχήκειν αὐθημερόν· οὐ γὰρ πλησίον ἐκεῖ που τὴν οἴκησιν εἶχεν, ἀλλὰ δυοῖν ἡμέραιν τοῦ λιμένος ἀπέχουσαν εἰς ὃν ἡμεῖς τηνικαῦτα ἐσεπεπλεύκειμεν. Ῥόδου μὲν γὰρ ἐκείνης τῆς νήσου μείζων ἐστὶν ἡ Κύπρος, καὶ ἅμα οὐ κατ' ἐκείνην ἀλλ' ἐπιμήκης τὸ σχῆμα· μεταξὺ δ' αὐτῆς ὄρος ἑστήκει, τὴν κορυφὴν ἐς ὕψος ἀνάγον μακρόν. Ὄλυμπος καλεῖται τὸ ὄρος, ἐξ οὗ καὶ πηγαὶ ποταμῶν ἀποβλύζουσι τρεῖς, ὧν ὁ μείζων καλούμενος Λάπιθος κάτεισι τέμνων καὶ περιρρέων τὴν Λευκωσίαν οὑτωσὶ καλουμένην χώραν, καὶ ἀποπτύων τὸ ῥεῖθρον παρὰ τὴν ἐς ἄρκτον βλέπουσαν θάλασσαν. τούτου παρὰ τὰς ὄχθας ἔτυχεν ἔχων ἐκεῖνος τὴν οἴκησιν, διὸ καὶ Λαπίθης ἔκ γε τοῦ ποταμοῦ καὶ αὐτὸς ὅπως ποτὲ παρωνόμασται. γνοίη δ' ἄν τις εὐθὺς κἀκ μόνης τῆς περιφανείας τε καὶ τοῦ μεγέθους τῶν οἰκιῶν καὶ ἐπαύλεων τοῦ ἀνδρός, καὶ πρὶν εἰς ὄψιν ἰέναι αὐτοῦ, μὴ τῶν ἀγενῶν εἶναι καὶ τῶν πολλῶν ἕνα, ὅτι μὴ τῶν πάνυ τι λίαν ἐνδόξων καὶ πρώτων τῆς νήσου· γνοίη δ' ἂν μᾶλλον ἐκ τοῦ τρόπου καὶ 414
τῆς ἄλλης τοῦ βίου σεμνότητος. ἑορταὶ γὰρ καὶ πανηγύρεις ἱεραὶ τὴν οἰκίαν ἐκείνην ἐκόσμουν, καὶ χορηγίαι τῶν δεομένων δαψιλεῖς. τῶν γε μὴν συχνὰ περιαγομένων ἐκεῖ Χριστιανῶν αἰχμαλώτων μεγίστην ἐποιεῖτο προμήθειαν, αὐτός τε παρέχων ἀφθόνως τὰ μείζω καὶ τελεώτερα τῆς τούτων ἐλευθερίας, καὶ ἅμα τοὺς ἄλλους ὀτρύνων διδασκαλίας 3.29 τῶν θείων γραφῶν. ἔργον γὰρ αὐτοῦ σπουδαιότατον μάλιστα πάντων ἱεραῖς ἐκκλησίαις ἀθροιζομένους Χριστιανοὺς διδάσκειν τά τε ἄλλα τῆς εὐσεβείας νόμιμα, καὶ πρός γε φροντίδα ποιεῖσθαι τῶν δεομένων μεγίστην, ὡς εἶναι δι' ἐκεῖνον πᾶσαν ἐκείνην τὴν νῆσον ἐλέου καὶ πίστεως στάδιον, καὶ μάλιστα πάντων αἰχμαλώτων ἐλευθερίαν. εἰσί γε μὴν καὶ αἱ τοῦ ῥηγὸς περὶ τοὺς τόπους ἐκείνους ἐπαύλεις καὶ δίαιται, καὶ αἱ τῶν οἴκων ἐκείνου λαμπρότητες πάνυ καλαὶ διὰ τὸ χαριέστερον εἶναι τῆς νήσου τὸ μέρος ἐκεῖνο ἀέρος τε ἕνεκα καὶ ἅμα θέσεως ἄλλης καὶ ῥαθυμίας τῶν τόπων. διὸ κἀκ τοῦ σχεδὸν ἐσεφοίτα θαμὰ παρ' αὐτὸν ὁ Λαπίθης Γεώργιος, καὶ σφόδρα κομιδῇ πολλῆς ἀπέλαυε τῆς ῥηγικῆς αἰδοῦς καὶ τιμῆς διά τε τὴν ἄλλην σεμνότητα, καὶ ἣν ἐκέκτητο μάλιστα πάντων σοφίαν, ἐπεὶ καὶ αὐτὸς οὐ μετρίως τῆς Λατίνων μετέσχε φιλοσοφίας ὁ ῥήξ, καὶ δι' αὐτό γε τουτὶ πολλοὺς μὲν ἀμφ' αὑτὸν τοὺς Λατίνων εἶχε σοφοὺς ἀεί, ἤρα δὲ μᾶλλον τῆς Γεωργίου μούσης καὶ ὁμιλίας· σοφοὶ γάρ, φησί, τύραννοι σοφῶν συνουσίᾳ. ἔχων οὖν αὐτὸν ἔχειν ἐπέπειστο καὶ σοφίαν κατὰ ταὐτὸν ἑκατέραν, τήν τε Ἑλλήνων φημὶ καὶ Λατίνων· δεξιὸς γὰρ ἐν τοῖς μάλιστα καὶ καθ' ἑκατέραν σοφίαν καὶ γλῶτταν ὁ Γεώργιος ἦν. ταύτῃ τοι καὶ ἡδέως αὐτοῦ ἤκουσε διαλεγομένου συχνὰ τοῖς Λατίνων σο 3.30 φοῖς ἐπ' αὐτοῦ, καὶ τοῖς τῶν συλλογισμῶν ἀποδεικτικοῖς βέλεσιν ἐς τὰ κράτιστα βάλλοντός τε καὶ νικῶντος αὐτούς, καὶ μάλισθ' ὅτε περὶ δογμάτων πατρίων τῆς θρησκείας ἦν ὁ ἀγών· τηνικαῦτα γὰρ πολὺς κατὰ σφῶν ταῖς τῶν θείων γραφῶν ἀποδείξεσι ῥέων ἰχθύας ἀφώνους ἄντικρυς ἔφαινεν. ὥστε καὶ χαλεπαίνειν ἐνίοτ' ἐν τούτοις ὡρμημένον τὸν ῥῆγα ἔθελγεν αὖθις αὐτὸν τῇ τῶν λόγων σειρῆνι καὶ ταῖς τῆς ἀληθείας ἀναντιρρήτοις στροφαῖς καὶ περιστροφαῖς. τοιαύταις δή τισι μεθόδοις τὸ χαλεπαῖνόν τε ἀνέστελλεν ἐμμελῶς τῆς ῥηγικῆς ἐκείνης ψυχῆς, καὶ τὸ εὐθυμοῦν ἀντεισῆγεν ἐπιεικῶς. καὶ ἦν ἁπλῶς εἰπεῖν οὐδεὶς τῶν ἁπάντων ὃς οὐ λογικοῦ παντὸς ἀγῶνος μεθ' ὑπερβολῆς αὐτῷ τὰ τῆς νίκης παρεῖχε τρόπαια, οὔθ' ὅς τις οὐ μάλα ἀξύνετος Ἑλληνικῆς μούσης ἦν, οὔθ' ὅστις Λατινικῆς φιλοσοφίας οὐ μάλα τι ἀδαής. εἶχόν γε μὴν ἔγωγε τοῦ ἀνδρὸς ἐκείνου τὴν φήμην καὶ πρὶν ἐντεῦθεν ἐκπλεῦσαι, μὴ μόνον ταῖς γραφαῖς ἐντυγχάνων ἐκείνου πολλάκις ὡδί, ἃς ἐκεῖθεν ἐκεῖνος σοὶ τῶν τε γραμμάτων καὶ ἅμα τοῦ φιλικοῦ καθήκοντος ἀμειβόμενος ἔπεμπεν, ἀλλὰ καὶ ἀκούων ἐπαίνους αὐτοῦ γε μακροὺς ἀπὸ στόματος τῶν ὅσοι ἀφιγμένοι ἐκεῖθεν ὑπῆρχον ἐπὶ τὸ πλεῖστον. καὶ ἦν ἐπὶ μετρίας ἐμοὶ τὸ ἐκείνου συστελλόμενον θαῦμα. νῦν δ' ἐπειδή γε ἐς Κύπρον ἀφιγμένος παρ' ἐκείνῳ κατέλυον, διὰ μάλα τι σφόδρα μακρᾶς τῆς σπουδῆς τὴν ἐμὴν διὰ σὲ τιθεμένῳ ξε 3.31 νίαν, ἔγνων τε καὶ πεπείραμαι τοῦ ἀνδρὸς τελεώτερον, αὐταῖς ἀκοαῖς καὶ αὐταῖς ὄψεσι ζῶσαν εἰπεῖν καὶ ἔμπνουν τὴν φήμην ἐκείνην ἰδὼν καὶ βεβαιωσάμενος ἐμαυτῷ, καὶ τὰ τῆς ἀληθείας ἐνέχυρα πάνυ παρειληφὼς ἐναργῆ, μονονουχὶ τὴν φήμην ἐλεγχούσης καὶ διαρρήδην ἀποφαινούσης μακρῷ τοῦ δέοντος ἐνδεᾶ. μάλιστα δ' ἁπάντων τὴν γνώμην ἐθαύμαζον ἔγωγε καὶ τὸ τῆς φιλίας τοῦ ἀνδρὸς τῆς πρὸς σέ. οὕτω γὰρ ἐρωτικῶς εἶχε τῶν σῶν συγγραφῶν καὶ βιβλίων ὅσον οὐδ' ἀξίως οἷός τ' ἂν εἴην ἔγωγ' εἰπεῖν. ἀεὶ γὰρ ἐπιὼν αὐτῶν ὁπόσα ζητοῦντι παρέσχεν ὁ χρόνος αὐτῷ, πολλῆς ἀεὶ καὶ τῆς ἡδονῆς ἐνεπίμπλατο, καὶ πολλὴν περιέφαινε τὰ ἤθη τὴν ἔνδον βακχείαν αὐτοῦ τῆς ψυχῆς. ὥσπερ ἔνθους γὰρ ἦν ὑφ' ἡδονῆς γιγνόμενος, καὶ ἐπικροτῶν καθ' ἕκαστα, καὶ οἷον εἰπεῖν ἐπιλανθανόμενος οὗ γῆς εἴη. ἐδόκει γὰρ ἐνίοτε σοί γε προσομιλεῖν καὶ σοί γε συνεῖναι αὐτῷ, καὶ σοῦ γε ἀκούειν, ἅττα ποτ' ἦν ἐκεῖνα, τῇ γλώττῃ διεξιόντος αὐτῇ, καὶ μάλισθ' ὅτ' ἀνὰ χεῖρας ἔχειν ἐπῄει διάλογον 415
ἐκεῖνον ὃν διὰ Βαρλαὰμ ἐποιήσω τὸν Καλαβρόν. καὶ ἦν διὰ μάλα μακρᾶς καὶ οὐχ ἧσσον εἰπεῖν κομιδῇ κατεσπουδασμένης αὐτῷ τῆς φροντίδος μὴ μόνον αὐτόν γε ἐφ' ἑαυτοῦ θαυμάζειν τὰ σά, ἀλλὰ καὶ διαλεγόμενον ἀεὶ τοῖς Λατίνοις ἀνὰ στόμα τἀγκώμια διὰ θαύματος ἄγειν τὰ σά, ἐπί τε δὴ ῥηγὸς αὐτοῦ, καὶ ὅπῃ ἂν ἄλλοθι τύχοι τὰς ἄλλοτ' ἄλλως παραπιπτούσας ὁμιλίας καὶ 3.32 διαλέξεις ποιούμενος. ὥστε καὶ Κύπρον μικροῦ πᾶσαν εἰς ὕμνον τὸν σὸν ἀνηρτήσατο καὶ κήρυκας πέπραχε σούς, πρὶν ἐκείνους ἰδεῖν τι τῶν σῶν. οὕτω γε μὴν καὶ τῆς γε σῆς ἐπεθύμει θέας καὶ ὁμιλίας τυχεῖν, καὶ οὕτω τῶν τοιούτων ὅλος ἐγίγνετο λογισμῶν νύκτωρ καὶ μεθ' ἡμέραν, ὥστε καὶ ηὔχετο μὴ πρότερον μήτ' ἐκεῖνον μήτε σὲ θανεῖν πρὶν ἐς Βυζαντίον ἐκεῖνον ἀφῖχθαι, πάλαι τοῦτο βουληθέντα καὶ μελετήσαντα, μόνης ἕνεκα θέας καὶ ὁμιλίας τῆς σῆς. οὕτως ἀποίητα ἦν καὶ εἱλικρινῆ τὸ παράπαν ἀεὶ τὰ ἐκείνου πρὸς σέ, καὶ οὐδὲν οὐδαμῇ πεπλασμένον ἦθος ἐνεκεκάλυπτο τοῖς ἐκείνου γράμμασι πώποτε, ὅσα σοι τῶν σῶν μακρῶν ἐκείνων ἐγκωμίων ἀεὶ διετέλει πέμπων μεστά. ἐκόμισε δέ μοι καὶ ὅσα τῆς ἀστρονομικῆς ἐπιστήμης αὐτῷ ἐπεπόμφεις αὐτὸς κατὰ διαφόρους ἄλλοτ' ἄλλους τοὺς χρόνους, καὶ ἦν δι' ἐκπλήξεως ἄγων ὅπως ἐκείνου χάριν πόνων τοὺς πλείους καὶ μάλιστα δυσχερεῖς τῶν τοιούτων ὑποθέσεων ἐν ὀλίγαις συνέκλεισε συλλαβαῖς. καὶ μὲν δὴ οὐδὲ τὴν Πτολεμαίου ἀποτελεσματικὴν τετράβιβλον περὶ ἐλάσσονος ἐποιεῖτο σπουδῆς ἐκεῖνος, ἀλλὰ ταύτην τε καὶ ὅσα περὶ τῶν ὁμοίων τοῖς Πτολεμαίου παλαιοτέροις ἅμα καὶ νεωτέροις ἔτι περίεστι γεγραμμένα, καὶ ὅσα πάλαι Χαλδαίοις καὶ Πέρσαις πεποίηται, πάνυ τι πάντα φιλοπονώτερον μετῄει. καὶ ὁπόσα μὲν ὑπὲρ τὰ ἐσκαμμένα τοῖς εὐσεβέσι νόμοις καὶ ὑπερόριον τείνει πόδα, ταῦτα δ' ἀπεσείετό τε καὶ διέπτυεν ὡς ἄχρηστα 3.33 τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὅσα δ' εἰς τοὺς δημιουργικοὺς τῶν ὄντων ὑγιῶς ἐπορεύετο λόγους, ταῦτα δ' ἀσμένως παντάπασι μάλα προσίετο. κἀκεῖνα δὲ τοῦ μὴ κλονεῖσθαι ἕνεκα τοῖς περὶ τὰ τοιαῦτα κομψοῖς τῶν ἐκεῖ Λατίνων, ξύν γε αὐτῷ ῥηγί, οὐκ ἐρραθυμημένην τινὰ τὴν σπουδὴν τῷ τοιῷδε διδόντων μέρει τῆς τέχνης, ἅτε ἀγχοῦ τῶν Αἰγυπτίων Ἀράβων ὄντων, καὶ συχνὰ καὶ διαπόντιον ἐς τὸν ῥῆγα τὴν ἄφιξιν ποιουμένων λογικῆς τε ὁμιλίας ἕνεκα καὶ ἅμα φιλοτιμίας, μακρὸν ἐπισυρομένης τὸ ἐπιδεικτικὸν Ἀράβων ἐκείνων, ὧν τὸν ἅπαντα βίον ἀπασχολεῖ, εἴ τί που τῆς πάλαι Χαλδαϊκῆς ἐπιστήμης ἐλλέλειπται σωζόμενον ἔτι σημεῖον. ἔφασκον γὰρ ὡς ἐπεὶ τὰ ὑπὸ γένεσιν πάντα καὶ φθίσιν τῇ τῶν οὐρανίων ποιότητι καὶ κινήσει πάσχειν τε καὶ εἰδοποιεῖσθαι πρὸς τοῦ δημιουργήσαντος ὥριστο, καὶ τοῖς ἐκείνων συσχηματισμοῖς τε καὶ ταῖς πρὸς τἀπίγεια συνοικειώσεσι τὸ ῥέον τῆς ὑλικῆς ποιότητος οἷον νομοθετεῖταί τε καὶ ῥυθμίζεται, ἀνάγκη μὴ θάτερον μὲν εἰδέναι περὶ παντὸς ποιεῖσθαι, θάτερον δ' οὔ. ἦ γὰρ ἂν χωλὸν βαδίσειε τρίβον τῆς ἐπιστήμης ὃς ἂν μήτε τῷ θεωρητικῷ συνάπτειν ἐθέλῃ τὸ πρακτικὸν μήτ' αὖ θατέρῳ θάτερον. τῆς γάρ τοι φιλοσοφίας ἐν τοῖς δυσὶ τούτοις εἴδεσι θεωρουμένης, σχολῇ γ' ἂν τοὺς λόγους γνοίη τῶν ὄντων, πολλοῦ δ' ἂν δεῖν κατὰ τὸ ἐντελὲς κληθῆναι σοφόν, ᾧ μὴ 3.34 ἄμφω καθ' ὁπόσα δεῖ μετιέναι ἔπεισι τὰ τῆς φιλοσοφίας μυστήρια. Ἀλλὰ τούτων μὲν ἅλις. ἐμοὶ δ' ὡς τὰ πολλὰ σχολὴν ἄγων, ἢ καὶ ἀσχολίας ὑπέρτερον ἐκεῖνος πρᾶγμα ποιούμενος θεραπεύειν ἐμὲ διὰ σέ, ἐδείκνυ περιιὼν καὶ περιηγούμενος ὁπόσα τῇ νήσῳ περίεστιν ἄξια θέας, τά τε ἄλλα καὶ ὅσα ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν δικαστηρίοις, τὸ ἐν νομίσμασι καὶ χαράγμασι τὸν ἅπαντα χρόνον ὡσαύτως ἔχον καὶ μηδαμῇ μηδ' ὁπωσοῦν τρεπόμενον, καὶ ὅπως ἐν σταθμοῖς καὶ μέτροις πλάστιγξιν εἴη διδόμενά τε καὶ λαμβανόμενα εἴδη καθάπαξ ὠνίων ἅπαντα, οὐχ ὡς τῶν πιπρασκόντων ἕκαστος βούλοιτ' ἄν, ἀλλ' ὡς τὰ τῆς πολιτείας ἀρχαῖα κελεύουσι δόγματα, οὐδ' ὡς τῆς τῶν εὐτυχεστέρων πλεονεξίας τὸ λίχνον παρακερδαίνειν ἐθέλει, ἀλλ' ὡς οἱ σωτῆρες τῆς ἄνωθεν εὐταξίας προστάττουσι νόμοι τὸν ἅπαντα χρόνον. οὐδ' ὁ πλούτῳ προύχων, οὐδ' ᾧ καθ' ἡλικίαν προβεβηκέναι ξυνέβη, τὸ πλέον ἕξειν ἐν τούτοις οἷός τ' ἂν εἴη ἐκεῖ τῶν 416
ἡσσόνων κατ' ἄμφω. ταχὺ μέντ' ἂν ἀφαιρεθείη, εἰ μὴ τῆς κεφαλῆς, ἀλλ' οὖν ὁπόσα τῶν τοῦ σώματος μελῶν κατὰ τὸ τοῦ ἁμαρτηθέντος ἀνάλογον οἱ νόμοι τῆς πολιτείας κελεύουσιν, ὅστις αὐτοὺς καπηλεύειν ὁπωσοῦν τολμῴη. καὶ τοῦτ' ἐστίν, ἔλεγεν ἐκεῖνος ἐμοὶ βεβαιῶν, ὃ σωζόμενον μὲν συνίστησι καὶ συνέχει πολι 3.35 τείας καὶ πόλεις καὶ ἠπείρους καὶ νήσους καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἀνατρεπόμενον δ' αὖ ὀξείαις συνανατρέπει ῥοπαῖς τά τε κοινὰ καὶ καθ' ἕκαστα τῶν πραγμάτων ὅσα πόλεσί τε καὶ πολιτείαις ἐγκαλινδεῖται παρανομούμενα, μηδαμῇ τοῖς παρανόμοις συνεῖναι φύσιν ἐχούσης τῆς ἑδραίας διαμονῆς καὶ κρηπῖδος, ἀλλ' ἐν οὐ μακρῷ τῷ χρόνῳ ῥᾷστα σαλευομένης καὶ διαλυομένης ἁπάσης προνοίας συνδετικῆς, ὥσπερ ἁρμονίας ῥηγνυμένων τῶν χορδῶν. τῆς γὰρ καθόλου πολιτείας ὑγιαινούσης, ἀνάγκη δήπου καὶ τὰ μέρη καλῶς ἀπαλλάττειν συνεξομοιούμενα τῷ ὅλῳ, καθάπερ οὖν τοὐναντίον νοσούσης καὶ αὐτὰ συννοσεῖν, ὡς εἰς ἀρχέτυπον τὴν μίμησιν ἀναφέροντα καὶ μάρτυρα βεβαιωτὴν τῆς κακίας προενηνεγμένα τὴν πολιτικὴν ἀρχὴν καὶ κατάστασιν. δίκαιος τοίνυν ὁ κύριος ὤν, καὶ δικαιοσύνας ὡς τὸ εἰκὸς ἀγαπῶν, ὑψοῖ μᾶλλον ἔθνη ἃ μὴ νόμον μὲν ἔχει, φύσει δὲ τὰ τοῦ νόμου ποιεῖ κατὰ τὸν θεῖον ἀπόστολον, μισεῖ δὲ οἳ ζῆν μὲν ᾕρηνταί τε καὶ ἐπηγγείλαντο κατὰ τοὺς τῆς εὐσεβείας θεσμοὺς καὶ νόμους, ἔργοις δ' αὐτοῖς καταψευδομένους τῶν ἐπαγγελιῶν καὶ ἀποσειομένους πάντα δικαιοσύνης κανόνα καὶ στάθμην. ὁ γὰρ δικαιοσύνην μὲν ἀποστρεφόμενος, ἀδικίας δ' ἀνθαιρούμενος κλήρους, καὶ μήτε τοὺς θείους αἰδούμενος νόμους, περιφρονῶν δ' ἀνθρώπινον ἅπασαν τύχην, οὗτος ἀφώρισε μὲν ἑκών γε εἶναι θεοῦ τοῦ τῆς δίκης ἔχοντος τοὺς 3.36 θρόνους σαφῶς ἑαυτόν, συνῳκείωσε δ' ἅμα τῷ διαβόλῳ. διὸ καὶ πλεονεκτεῖ μὲν κατὰ τῆς χώρας ἐκείνης τὰ χείρω, ᾗ τὰ τοιάδε γεωργεῖται κακά, μειονεκτεῖ δ' ἑπομένως τὰ κρείττω· καὶ γίνεται παντελὴς ἐκεῖ καλῶν ἐρημία, καὶ κατορχεῖται λοιπὸν καὶ ὁ διάβολος ἄρδην αὐτῆς εὐσεβείας, πρὸς ἄρνησιν τοὺς αὐτῷ πειθομένους συχνὰ ἐρεθίζων. οἷα δὴ κἀπὶ τὴν Βυζαντίων γενέσθαι ξυμπέπτωκε πολιτείαν· μισήσασα γὰρ ἀλήθειαν ἐκείνη καὶ πολιτικῆς ἀρχῆς δικαιοσύνην, οἰκειωσαμένη δ' ἀδικίαν καὶ ψεῦδος, ὅλαις παλάμαις τὰς ἑαυτῆς πρὸς ἀσέβειαν ἀνεπέτασε πύλας. κἀπειδὴ τῷ διαβόλῳ σώματος ἐπὶ τούτοις ἔδει καὶ ὀργάνου μάλα αὐτῷ προσήκοντος νῦν, εὑρίσκει Παλαμᾶν, ἀνδράριον, ὡς ἀκήκοα μέν, ἐντελέστερον δ' ἐκ τῆς αὐτοῦ μεμαθήκειν γραφῆς, εὐτελὲς μὲν ἄλλως καὶ πλὴν τοῦ κενοδοξεῖν καὶ δι' αὐτό γέ τοι τοῦτο κακοδοξεῖν πλέον εἰδὸς οὐδὲν ὑγιές· καὶ τούτῳ συμμαχεῖν πεπεικὼς τοὺς ἐν ἐξουσίᾳ, πάντα συλλήβδην εἰπεῖν, ὁπόσα κατ' ἄλλους ἄλλα καιροὺς ταῖς τοῦ θεοῦ ἐκκλησίαις βέβηλά τε καὶ νόθα παρεισεφθάρη δόγματα, πρὸς ἕνα τουτονὶ συνήλασε χρόνον, καὶ πολύχουν κομιδῇ τὸ πονηρὸν ἐσκέδασε κατὰ τῆς ἐκκλησίας Χριστοῦ τὸ γεώργιον. οὐ γὰρ πολυθεΐαν μόνον ἐδίδαξεν ὁ ταλαίπωρος, ἀλλὰ καὶ ἀθεΐαν προστέθεικεν, ἀρειανισμόν θ' ἅμα καὶ εἰκονομαχίαν καὶ καθάπαξ ἄρνησιν οἰκονομίας ἐνσάρκου τοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῦ. καὶ τί δεῖ καθ' ἕκαστα λέγειν, ἐξὸν ἐκ 3.37 τῶν ἱερῶν βίβλων τῶν θείων πατέρων ἐλέγχειν κατ' ἴχνος ἐπιόντας ἅπαντα; Καὶ μὲν δὴ τοιαῦτ' ἐπ' ἐμοῦ συνείροντος τοῦ σοφοῦ καὶ θεοφιλοῦς ἐκείνου ἀνδρός, καὶ βίβλους δ' ἐνίοτε προκομίζοντος ἅς τε αὐτὸς φιλοπόνως ἐκ πάσης ἐρανισάμενος θείας γραφῆς ὅπλα τοῖς ἐκεῖ καλῶς εὐσεβεῖν αἱρουμένοις χαρίζεται, καὶ ἃς ἕτεροι τῶν ἐκεῖ προσοικούντων ἐλλογίμων ἀνδρῶν ὀρθοδόξων ἐκδεδώκασι, ταῖς τοῦ Παλαμᾶ κακοδοξίαις περιφανῶς ἀντιλέγοντες, λόγος ἐς τὰς τῶν Κυπρίων ἐμπέπτωκεν ἀκοὰς ὡς λάθοι νύκτωρ παρεισελθὼν ἐς Βυζάντιον ὁ βασιλεὺς Καντακουζηνός, καὶ τὴν αὐτοκράτορος ἕλοι βασιλείαν συνεργίαις καὶ δολεραῖς τοῦ Παλαμᾶ προκαταστάσεσιν, ὅρκους φρικώδεις ἐχέγγυα πρότερον αὐτῷ παρασχόμενος, βεβαιοῦν καὶ κυροῦν τὴν αὐτοῦ πολυθεΐαν καὶ ὅσα τῶν βεβήλων αὐτοῦ καινοφωνιῶν εἰσερρύη κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, ταὐτὸν δ' εἰπεῖν, εἰς θεὸν 417
ὀμωμοκὼς ὃν ἐξόμνυσθαι ἐπηγγέλλετο. τοῦτο σφοδρῶς τὸν σοφὸν ἐκεῖνον ἠνίασεν ἄνδρα, Γεώργιον τὸν Λαπίθην, οὐχ ὅτι τὴν βασιλείαν ἕλοι Καντακουζηνός, ἀλλ' ὅτι τοιούτοις ὅρκοις προκατείληπτο, δέσμιος ταῖς τοῦ Παλαμᾶ γεγονὼς δυσσεβείαις, ὅθεν τὰς γενναίας ἐκείνας ἐλπίδας οὑτωσὶ ζημιούμενος αἳ τὸ ἡδόμενον ἔβοσκον ἐκ πολλοῦ τῆς ψυχῆς, ἤσχαλλεν, ἐδυσφόρει, θόρυβον εἶχε καὶ σάλον παντοδαπὸν ἐν ψυχῇ. ἤλπιζε γὰρ συνεκπλεύσειν ἐκεῖ 3.38 θεν ἐπανιόντι μοι μέχρι καὶ ἐς Βυζάντιον τῆς σῆς ἕνεκα θέας καὶ ὁμιλίας, ὡς ἔφθημεν εἰρηκότες, δι' ἔρωτα σοφίας μείζονος, ἴσως δὲ καὶ ἄλλης πρὸς τούτοις χρείας καὶ θέας ὁπόσα τὴν Βυζαντίων κεκτῆσθαι πόλιν συμβαίνει τῶν ἄλλων ἐξαίρετα. νῦν δ' ἐν ἀκαρεῖ τἀναντία νικῶντα θεώμενος περιαλγὴς ἦν, καὶ ἐδάκρυε μὲν τὴν εὐσέβειαν ἐς οὕτω περιφανῶς συνελαθεῖσαν ἐκριπισθέντα κίνδυνον τρόποις τοῦ θεοῦ συγχωρήσαντος ἀπορρήτοις, ἐδάκρυε δ' ἄλλως καὶ τὸν σὸν ὑφορώμενος θάνατον, τὸ τοῦ σοῦ κατὰ θεὸν ζήλου διάπυρον ἐννοῶν, καὶ ὅσην τὴν ἔνστασιν ὑπὲρ τῶν πατρίων ἐνδείκνυσθαι μέλλεις δογμάτων ἄχρι θανάτου. Καὶ τί δεῖ πάντα διεξιέναι καθ' ἕκαστα, ὅσα τῆς νήσου δυοῖν οὐχ ἧττον ἐτῶν τεθεάμεθα, ὁπόσα πόλεσί τε καὶ λιμέσι καὶ ὅσα δὴ ταῖς ἄλλαις πρόσεστι χώραις ἐκεῖ τὰ χρήσιμα, τῶν ἔμπροσθεν ἀνθελκόντων ἡμᾶς οὐ μικρῶν ὑπαρχόντων. διὸ τούτων ἀποσχόμενος ἐπανόδου μεμνήσομαι. Ἄρτι τοίνυν τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς θερινάς, ἐπειδή γε ἀπαίρειν ἔμελλον, ἄχρι λιμένος ἐκεῖνός με προύπεμπεν ὁ καλὸς Γεώργιος, δακρύων τε καὶ μέσην εἰπεῖν τεμνόμενος τὴν καρδίαν τᾠμῷ χωρισμῷ, ὥστε καὶ τῆς ἡμᾶς ἀγούσης ὁλκάδος, ἐπειδή γε ἀνεπέτασε τὰ ἱστία, οὔρια ἐφιείσης ἐπὶ τὸ πέλαγος, θεώμενος ἵστατο μέχρι πολλοῦ με, 3.39 πολλὰ καταχέων τὰ δάκρυα, ἕως ἀπεκρύψαμεν ἐκείνην τὴν γῆν, τῆς ὄψεως ἠρέμα καὶ κατὰ μικρὸν ἐνδιδούσης ἐν τοῖς μακροῖς διαστήμασιν. εὐπλοίας δ' ἡμῖν γενομένης ἐναταῖοι ἐς Κρήτην ἀφίγμεθα, νῆσον πολυανθρωποτάτην καὶ μείζω μὲν πολλῷ τῆς Κύπρου, ἐπιμήκη δ' ὁμοίως ἐκείνῃ καὶ ταύτην ὑπάρχουσαν, ὡς εἶναι μῆκος μὲν σταδίων αὐτὴν οὐχ ἧττον ὀκτακοσίων ἅμα καὶ δισχιλίων, πλάτος δὲ πολλῷ τοῦ ἡμίσεος ἥττω. ἔχων δ' ἐκ πολλοῦ διὰ μακρᾶς τῆς ἐφέσεως ἔγωγε τὸν ἐν Κρήτῃ λαβύρινθον θεάσασθαι, ἐπειδὴ πολὺ τοῦ λιμένος οὗ καθωρμίσθημεν ἀφεστήκοι, ἔδοξέ μοι καιρὸν ἔχοντι νῦν ἀποβάντι θεάσασθαι καὶ αὐτόν, Κνωσσοῦ μεσογείου πόλεως ἔγγιστα ὄντα. ἔστι δ' ὁ λαβύρινθος σπήλαιον πολυχωρητότατον τεχνητόν. ἐπεὶ γὰρ ἔτυχε λίθος οὐ πάνυ σκληρὸς τὴν οὐσίαν ὑπάρχων ὁ τόπος, ἔδωκε πολλὴν τὴν ῥαστώνην λαξεύειν ἐφ' ὁπόσον ἄν τις ἐθέλοι. διὸ καὶ θύραν μίαν ὁ τεχνίτης ἀνοίξας, ἔπειτα λαξεύων, προῄει μέχρι πολλοῦ κατὰ τὸ ἴσον εὐρύνων ἅμα τά τ' εὐώνυμα καὶ δεξιὰ πλευρά, ἠφίει δ' ἐν μέσῳ κατὰ συχνὰ διαστήματα στύλους ξεστούς, ἀνέχοντας τὴν ἐπὶ τὸν ὄροφον γῆν, μερίζων δ' ἐποίει διαφόρους οἰκίας καὶ προαύλια καὶ κρήνας. δέδεικται δέ μοι πρὸς τῶν ἐγχωρίων, λαμπάδας φωτὸς ἐν χεροῖν ἐχόντων πολλάς. Μίνω τοίνυν φασὶν ἐκεῖνον τὸν πάλαι τῆς Κρήτης ἄρξαντα, ὥς γε οἶσθα, πλείστην κτησάμενον δύναμιν ναυτικὴν τὰ 3.40 κύκλῳ δουλώσασθαι τῶν ἐθνῶν, ὅσα τε Κυκλάδας ᾤκει τότε τὰς νήσους, καὶ ὅσα ἐς μεσόγειον ἥκει Βοιωτίας καὶ Ἀττικῆς. ὕστερον δ' ἐκ διαδοχῆς μακροτέρας ἐς Μινώταυρον τῆς ἀρχῆς περιενεχθείσης, ἄνδρα τοὺς τρόπους ὠμόν, φόρους τε ἄλλους ἄλλοις ἐπενεγκεῖν, καὶ δὴ καὶ ὁπόσοι τότε ᾤκουν τὴν Ἀττικήν, δὶς ἑπτὰ παῖδας ἐκεῖσε ἀπάγειν τῶν εὐγενῶν κατ' ἐνιαυτὸν ἐς λήθης φρούριον τὸν λαβύρινθον. τοῦ κλήρου τοίνυν καὶ ἐς Θησέα περιενεχθέντος, Αἰγεὺς μὲν ὁ πατὴρ οὐκ ἠφίει, τηνικαῦτα τῆς Ἀττικῆς ὢν ἡγεμών, ὃ δὲ λαθὼν ἀπῄει, μάλα ἑκὼν τοῖς δὶς ἑπτὰ συναρίθμιον ἑαυτὸν καταστήσας, ὡς διὰ τοῦτο ὅπως ποτὲ καὶ τὸν Αἰγέα κατὰ θαλάττης ἐκείνης ὑφέντα ἑαυτὸν τελευτῆσαι τὸν βίον, καὶ τὸ πέλαγος Αἰγαῖον ἐκεῖθεν κληθῆναι. ἐπεί γε μὴν ἡ Μινωταύρου θυγάτηρ Ἀριάδνη Θησέα θεάσαιτό τε καὶ ἐρασθείη τοῦ κάλλους, ὑποθεῖναι λαθραίας αὐτῷ τὰς τῆς ἐλευθερίας μεθόδους, αἷς χρησαμένῳ ῥᾴστην τε γενέσθαι Θησεῖ τὴν 418
λαβυρίνθου διέξοδον, καὶ ἅμα Μινώταυρον μὲν ἐκεῖνον πεφονευκότι ἐς τὴν πάτριον αὐτίκα γῆν διαπόντιον γενέσθαι φυγάδα ξύν γε Ἀριάδνῃ καὶ τοῖς ἐξ Ἀττικῆς ἠιθέοις παισὶ, καὶ οἰκιστὴν ὀλίγῳ ὕστερον γενέσθαι καὶ τῆς Ἀθηναίων περιβοήτου πόλεως, μεμερισμένως πρὶν ἐν κώμαις οἰκούντων τὴν Ἀττικήν. Ἐμοὶ δὲ μετὰ τὴν θέαν ἐκείνην καὶ ἐς τὰς ἄλλας πε 3.41 ριιέναι τῆς νήσου κώμας καὶ πολιτείας καὶ πόλεις γεγένηται. καὶ μὲν δὴ καὶ ἐθεώμην τὸ πᾶν ἐκεῖ γένος τῆς νήσου, Ῥωμαίους ὄντας, ὀλίγῳ δέω λέγειν, καὶ τὴν τῆς πατρίου πίστεως εὐσέβειαν βεβαίαν ἐκ διαδοχῆς ἀεὶ κεκτημένους· καί μοι βουλομένῳ γε ἦν πλείονα χρόνον ἐκεῖ διατετριφέναι πλείονος ἕνεκα καὶ τελεωτέρας τῶν ἐκεῖ πραγμάτων ἱστορίας. ἀλλ' ἀνεσόβει μοι τὴν βούλησιν ὁ τηνικαῦτα μελετώμενος θόρυβος τῶν τε ὅπλων καὶ τῶν ἐκεῖ στρατιωτικῶν δυνάμεων. ἦν γὰρ ἡ νῆσος ἐκ πολλοῦ συμφοραῖς ἐντετυχηκυῖα, δι' ἃς Λατινικοῖς ὅπλοις δουλεύσασα τῷ τῆς Βενετίας ὑπέκυψε δημοσίῳ προστάγματι. ἄρτι τοίνυν φήμης χεθείσης ἐπὶ πᾶσαν ἤπειρόν τε καὶ νῆσον ὡς οἱ τὸ Γαλατώνυμον οἰκοῦντες φρούριον ἀστυγείτονες Γεννουῖται, παρασπονδήσαντές τε καὶ ἐπαναστάντες τοῖς Βυζαντίοις, σφᾶς τε ναυμαχήσαντες νενικήκασι καὶ ἅμα θαλάσσης ὅλης ἡγεμονίαν ὠνειροπόλησαν, ὡς μηκέτι μήτε καθεκτοὺς εἶναι μήτε μὴν οὐδ' ὁμοφύλοις ἔτι μένειν ἐνσπόνδους ἐθέλειν, ἀλλὰ σκληρὰν καὶ οἷον εἰπεῖν ἡγεμονικὴν τὴν ὀφρὺν κατὰ πάντων ὅσοι θαλάττιον βόσκουσι βίον ἐπανατείνασθαι, ταραχθῆναί τε οὖν πολλοὺς διὰ ταῦτα καὶ πάντων μάλιστα Βενετικούς, μεγάλας μὲν ἐξαρτύειν ἐν βραχεῖ ναυτικὰς δυναμένους δυνάμεις, μέγα δὲ διὰ τοῦτο φρονεῖν ἔχοντας, ἔπειτα παρὰ δόξαν ὑπ' ἐκείνων ἤδη κωλυομένους ἐς τὸν ἄνω τόπον καὶ τὴν Μαιῶτιν καὶ τὰς ἐκβολὰς 3.42 τοῦ Τανάιδος ἀναπλεῖν καὶ περιπλεῖν κατ' ἐξουσίαν ὡς πρότερον. ὅθεν αὐτοί τε τὰς οἰκείας ἤθροιζον δυνάμεις, τριήρεις τε πλείους τῶν τέως οὐσῶν κατεσκεύαζον καὶ τὰς ἐκ πολλοῦ νενεωλκημένας καθελκύσαντες πανταχόθεν ἐπεσκεύαζον, καὶ ἅμα τὰς συμμαχίδας καὶ ὑπηκόους πόλεις καὶ νήσους ἐς τὸν κοινὸν ἐκάλουν ἀγῶνα, ὅπλα καὶ τριήρεις καὶ στρατιώτας ναυμάχους συνεισφερούσας κατὰ τὴν ἐνοῦσαν ἑκάστῃ δύναμιν. συνεκάλεσαν δ' οὖν καὶ τῶν πόρρωθεν, ἁβροῖς μὲν καὶ ἤδη μισθώμασιν, ἁβροτέραις δ' ἐς τὸ μέλλον ἐπαγγελίαις, ἄλλους τε καὶ Κατελάνους, οἳ ᾤκηνται κάτω παρὰ τὴν Γαλλικὴν θάλασσαν, ὅπῃ τῶν Πυρηναίων ὀρῶν οἱ πόδες ἄγχιστα λήγουσιν, ἐς τόλμαν πολεμικήν, ὅση τε ἠπειρωτικὴ καὶ ὅση θαλάττιος, τῶν πρωτείων οὐδέσι Λατίνων παραχωροῦντας. Ἐπεὶ γοῦν διὰ ταῦτα καὶ Κρήτη θόρυβον εἶχε καὶ ὡς εἰπεῖν ἐσείετο πᾶσα, παρασκευαζομένη πρὸς ὅπλα συμμαχικά τε καὶ ὅσα τῶν πολεμικῶν ἐφόδων εἰσὶν ἀποτρεπτικά, μετέβαινον ἐκεῖθεν ἀρχομένου τοῦ ἦρος, καὶ ἀφεὶς εὐώνυμα Σαλαμῖνα τὴν νῆσον, ἔνθα Θεμιστοκλέα τὸν Νεοκλέους ἐκεῖνον πάλαι φασὶ τὴν τῶν Περσῶν ἐκείνην ναυτικὴν καταβαπτίσαι δύναμιν, νήσους τε ἃς Κυκλάδας φασὶ παραλλάξας, κατέπλευσα ἐς Εὔβοιαν τὴν νῆσον, ὑπήκοον οὖσαν Βενετικοῖς ἐτῶν ἤδη μακρῶν. καί με βουλόμενον πλείονα χρόνον ἐνδιατρῖψαι ταύτῃ 3.43 ἡ τῶν Εὐβοέων ἀνέστειλεν ἀσχολία, πολλή τις οὖσα καὶ αὕτη καὶ μάλα γέ τι κατεσπουδασμένη πρὸς ὅπλων καὶ μάχης παρασκευήν· μέλλειν γὰρ ὅσον οὐδέπω λόγος ἦν πολεμίας ἐκ Γεννούας ἐπ' αὐτοὺς καταπλεύσειν τριήρεις. ὅθεν ἐν βραχεῖ τὴν νῆσον ἐκείνην ἐλθὼν καὶ περισκοπήσας ἅπασαν, καὶ τὰς ἐκείνης ὅσον ἐξῆν ἱστορήσας πόλεις, ἧκον ἐπὶ τὸ Ἀρτεμίσιον, βόρειον ἄκρον Εὐβοίας. κἀκεῖθεν αὖθις ἀνάγεσθαι βουλόμενον ἐπέσχεν ἐξαίφνης ἡ τῶν πολεμίων καταπλεύσασα δύναμις. τριήρεις γὰρ Γεννουιτικαὶ τεσσαρεσκαίδεκα λήγοντος θέρους ὤφθησαν τὴν ταχίστην ἐς Ὠρωπὸν καὶ Αὐλίδα καταίρουσαι. μεταξὺ γὰρ ταῖν δυοῖν ταύταιν νοτιωτέραν τὴν θέσιν ἐχουσῶν τῶν πόλεων ἔστιν ἐπιμήκης λιμήν, πᾶσαν ἀνέμων χλευάζων βίαιον κίνησιν, ἐς ὃν ἀρτίως ἐσέπλευσαν οἱ πολέμιοι. καὶ ἅμα ἐς τὴν ὑστεραίαν τέσσαρες καὶ τριάκοντα τριήρεις Βενετικαί, τὰς πολεμίας ἐκείνας ἐκ πολλοῦ ναυλοχοῦσαι, ἐπέπλευσάν τε καὶ 419
τὸ τοῦ λιμένος ἔφραξαν στόμα. τῶν οὖν Γεννουιτικῶν νεῶν ὡς ἐν δικτύῳ παρὰ δόξαν ἤδη συγκλεισθεισῶν, αἱ μὲν τέσσαρες εὐθὺς ἀναπετάσασαι τὰ ἱστία, καὶ καθάπερ ἐν κύβοις τοῦ προφανοῦς τὸν ἀμφιβαλλόμενον ἀνθελόμεναί τε καὶ ἀναρρίψασαι κίνδυνον, ἔλαθον οὑτωσὶ τὸ πολέμιον διαδρᾶσαι ξίφος· τάς γε μὴν ἐπιλοίπους, πλὴν ὀλίγων ἀνδρῶν ἐς τὴν χέρσον ἐκπεπηδηκότων, αὐτάνδρους ἁπάσας εἷλον πρὶν ἄρξαι χειρῶν καὶ ναυμαχίας. 3.44 καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχεν ἐκεῖ κατ' ἐκεῖνον τὸν χρόνον· ὅ γε μὴν τοῦ Βενετικοῦ στόλου ναύαρχος, ἐς τοῦτο τύχης ἐληλυθότων αὐτῷ τῶν πραγμάτων, τά τε περὶ τὴν Εὔβοιαν ὡς ἐνῆν διῳκήσατο, καὶ ἅμα πλήρεσιν ἱστίοις λύσας ἐξ Εὐβοίας ἀνήχθη εὐθὺ Βυζαντίου ποιούμενος τὴν πορείαν. ἐπεὶ δὲ μεταξὺ γεγένηταί οἱ μαθεῖν ἐν Θεσσαλονίκῃ διατρίβειν τὸν βασιλέα, τέσσαρας τῶν νεῶν ἀπολεξάμενος καὶ τῶν μάλιστά οἱ πιστοτάτων ἑνὶ παραδούς, πρεσβεύσοντα πέμπει πρὸς βασιλέα περὶ συμμαχίας κατὰ τῶν κοινῶν ἐχθρῶν. αὐτὸς δ' ἐς Βυζάντιον ἤλαυνε, καρτερήσων τὴν τοῦ βασιλέως ἄφιξιν. Αὐτὸς δ' ἂν εἰδείης βέλτιον ἐμοῦ τὰ ἑξῆς, αὐτός τε παρὼν γινομένοις καὶ βλέπων, καὶ σφόδρα διὰ σπουδῆς τὰ τοιαῦτα συγγράφειν ἔχων. ἐγὼ γὰρ τοὺς ἐν θαλάττῃ τέως δεδιὼς θορύβους κατὰ χώραν μένειν ἔκρινα δεῖν ἐν καιρῷ. ὅτε δὴ καὶ τὰς Γεννουιτικὰς ἐκείνας τέσσαρας τριήρεις παλινδρομούσας ἐθεασάμην, αἳ διαφυγεῖν ἐδυνήθησαν, ὡς εἰρήκειμεν, τὴν πρὸ βραχέος ἐκεῖνον κίνδυνον, μίαν τε κατὰ τὸ λεληθὸς τῶν παράλων ἑλούσας πλουσιωτάτην Εὐβοίας πόλιν, καὶ ἐξανδραποδισαμένους ἐκ τοῦ αἰφνιδίου, καὶ ἀπεληλυθυίας εὐθὺς μεθ' ὧν ἀπώλεσαν πρότερον στρατιωτῶν, μὴ προαισθέσθαι δυνηθέντων τῶν Εὐβοέων, ἀλλὰ τὸν Ἐνδυμίωνος τέως εἰπεῖν καθευδόντων ὕπνον διά γε τὸ ἔναγχος ἐκεῖνο προτέρημα. 3.45 Οὐ πολὺς μεταξὺ παρερρύη χρόνος, καὶ τὰς Βενετικὰς ἐκείνας ἐθεώμην τέτταρας καὶ τριάκοντα τριήρεις οἴκαδε κατιούσας ἀπράκτους ἐκ Βυζαντίου διὰ τὸ ἐν Θεσσαλονίκῃ τηνικαῦτα διατρίβειν τὸν βασιλέα. ἐπεὶ δὲ καὶ ὁ μὲν χειμὼν ἐν τούτοις παρῄει καὶ αἱ κατὰ τὸ ἔαρ ἡλίου λαμπάδες ἀνήπτοντο, τεσσαρεσκαίδεκα τριήρεις αὖθις ἐκ Βενετίας ἐς Βυζάντιον ὅλαις ἀνέβαινον κώπαις καὶ ὅλαις ὁρμαῖς τῆς ψυχῆς, ἐφ' ᾧ τὸν τοῦ Πόντου προκατειληφυίας αὐχένα τὰς Γεννουιτικὰς ναυλοχεῖν ὁλκάδας, αἳ τὴν σιτοπομπίαν ἄνωθεν ἐκ τοῦ Εὐξείνου καὶ τῶν Σκυθικῶν παραλίων ἐσκομίζειν ἔμελλον τοῖς ἐν Γαλάτου. τῶν γε μὴν ἑξῆς αὐτὸς ἂν εἰδείης αὖθις ἐνταῦθα παρὼν καὶ ὁρῶν ἀκριβῶς τὴν ἀπόβασιν. ἐμοὶ γὰρ ἀμυδραῖς τισὶν ἀκοαῖς μεμαθηκέναι συμπέπτωκεν, ἐκεῖ διατρίβοντι, τά τε ἄλλα καὶ ὡς μικροῦ πᾶσαν τὴν τοῦ Γαλατικοῦ φρουρίου δύναμιν, ἄνω μὲν παρὰ τὸν Εὔξεινον πόντον ἀποκλεισθεῖσαν, ἄρτι δὲ κατιοῦσαν, ἕλοιεν, κατὰ μὲν τὸν αὐχένα τοῦ Πόντου τὴν πλείω κατιοῦσαν διά γε δὴ τὸ μὴ προαισθέσθαι, τὴν δὲ λοιπὴν μείνασαν διεσπασμένως, ὅπῃ δὴ καὶ τύχοι ὁρμοῦσα ἑκάστη σποράδην κατὰ τὰ τοῦ Πόντου ἐπίνεια, παραπλέοντες ὕστερον. ἐπεὶ δὲ καὶ σύμμαχον ἤδη σχοῖεν τὸν βασιλέα Βενετικοί, ἔκ τε γῆς καὶ θαλάττης πλείστην εἰσενεγκάμενον δύναμιν, καὶ ἅμα τριήρεις προσέλθοιεν σφίσιν ἐκ νήσου τῆς Κρήτης ὀκτὼ συμμαχίδες, καὶ πρὸς 3.46 τούτοις ὁλκάδες συσκευασθεῖεν ἓξ τῶν πάνυ μεγίστων, μηχανὰς παντοδαπὰς καὶ ὁπλίτας ἀρίστους φέρουσαι πλείστους, καίριον ἤδη νομισθῆναι τοῖς ἅπασι πάσαις ὁμοῦ δυνάμεσι προσελάσαντας κυκλώσασθαι τὸ φρούριον αὐθημερόν. καὶ τούτων οὑτωσὶ πεπραγμένων ἀνυσθῆναι σφίσι μηδὲν ἠκηκόειμεν, ὡς ἀπογνόντα λοιπὸν τὸν τῆς ναυτικῆς τῶν Βενετικῶν δυνάμεως ναύαρχον τοῦ μὲν πολέμου διάδοχον ἀφεῖναι τὸν βασιλέα, αὐτὸν δὲ μαθόντα ἤδη καὶ τριήρεις ἐκ Γεννούας ἑξήκοντα παρὰ πᾶσαν ἀναγομένας ἐλπίδα, ὅλαις ἀναχωρεῖν πορείαις. Καὶ ἃ μὲν ἀμυδρῶς αὐτὸς ἠκηκόειν, ἔκδημος ὢν τῆς πατρίδος, ταῦτ' ἐστίν· αὐτὸς δ' ἄν μοι λέγοις τἀληθέστερά τε καὶ βεβαιότερα τῶν ἐνταυθοῖ πεπραγμένων ἐκείνων, τῆς ἀφηγήσεως προϊούσης, προστιθεὶς ἐν ταὐτῷ καὶ τὰ τῶν πεπραγμένων αἴτια. νῦν δ' ὧν αὐτὸς αὐτόπτης ἑξῆς 420
ἐγενόμην ἐκεῖ παρών, εἶμι ἐρῶν αὐτὸς αὐτίκα τὸν λεπτότερον καὶ καθ' ἕκαστα τρόπον. ἐπαναληπτέον τοίνυν τὸν λόγον ὅπῃ τὸ πρότερον ἴχνος ἐλίπομεν, ἵνα τὸ τῆς ἱστορίας συναφὲς τὴν τοῦ σαφοῦς ῥαστώνην εὐφυᾶ παρέχῃ τοῖς ἐντυγχάνουσιν. Ἔτυχον μὲν ἐγὼ διατρίβων περὶ τὰ κοῖλα τῆς Εὐβοίας καὶ Κάρυστον πόλιν λήγοντος ἤδη τοῦ θέρους, καὶ τηνικαῦτα ξυνέβαινε καταπλεῖν ἐς Ὠρεόν, πόλιν Εὐβοίας εὐλίμενον, τὰς 3.47 πεντεκαίδεκα Βενετικὰς ἐκείνας τριήρεις, ἃς ἐκ Βυζαντίων λιμένων ἔφθημεν δεδηλωκότες ἐπανιούσας· τὰς γὰρ ὀκτὼ Κρητικὰς διαστάσας αὐτόθεν οἴχεσθαι ἀπιούσας ἐς Κρήτην φυλακῆς ἕνεκα τῶν ἰδίων. καὶ ἅμα συχναὶ καὶ βαρεῖαι κατέπληττον ἀγγελίαι τὴν νῆσον, ἐγγύτατα εἶναι πολεμίας ἑξήκοντα ναῦς. σπεύσας οὖν ὁ τῶν Βενετικῶν ναύαρχος τὰ μὲν πληρώματα πάντα τῶν οἰκείων νεῶν ἐξεῖλεν εὐθύς, αὐτὰς δὲ κενὰς ἐν τῷ λιμένι καλωδίοις προσηρτημένας κατέδυσεν, ὡς μὴ ἁλώσιμοι τοῖς πολεμίοις εὐθὺς ἐπιπλεύσασι γένοιντο. ἔπειθ', ὅσον τάχος, πάντας τε Εὐβοέας πρὸς ὁπλιτικὴν ἠρέθιζεν ἀκμήν, καὶ ἅμα δ' ἐπρεσβεύετο πρὸς τοὺς ἐν Ἀθήναις καὶ Θήβαις Λατίνους, τριακοσίων ἱππέων ἐπιλέκτων αἰτῶν συμμαχίαν. τήν γε μὴν πόλιν νύκτα τε καὶ ἡμέραν οὐκ ἠμέλησε πᾶσαν ὁπλίζων πολυτελῶς καὶ πάσης ἀφειδῶν δαπάνης καὶ πάντα προστιθεὶς καὶ περιτιθεὶς ὀχυρώματα. δύο μεταξὺ παρερρυήκεσαν ἡμέραι, καὶ ὤφθησαν αἱ πολέμιαι νῆες ἐκεῖναι, περὶ δείλην που τὴν ὀψίαν, ἐπιπλέουσαι κατὰ τῆς Εὐβοίας. καὶ τὴν μὲν ἑσπέραν ἐκείνην, γαλήνης οὔσης, ἐν τῷ πελάγει μετέωροι δειπνοποιησάμεναι καὶ τὸ ποιητέον σκεψάμεναι, ἕωθεν εὐθὺς εἰς μάχιμον τάξιν ἠθροίζοντο. καὶ μὲν δὴ καταπεφραγμέναι πᾶσιν ὅπλοις, προσελάσασαι ἐς τὸν Ὠρεοῦ λιμένα ἐκεῖναι καταπληκτικῶς ἐσέπλευσαν, τά τε σημεῖα τῆς μάχης ᾐρμένα ἔχουσαι, καὶ τὰς πολεμικὰς ἀνακρουόμεναι σάλπιγγάς τε καὶ σύριγγας, καὶ ὅσα τῶν τοιούτων 3.48 ὀργάνων ἐρεθίζει πρὸς εὐψυχίαν πολεμικὴν τῶν ἀνδρῶν τὴν ὁρμήν. ἐπεὶ δὲ ναυμαχίας ἀγῶνες ἥκιστα ἦσαν (οὐ γὰρ ἦσαν αἱ ἀνταγωνιζόμεναι νῆες), τοξότας ὅσους ἐχρῆν καταλιπόντες ἐν ταῖς ναυσὶ φυλακῆς τε ἕνεκα καὶ τοῦ βάλλοντας ἀνείργειν καὶ ἀντιπερισπᾶν ἐκεῖ τοὺς ἐπὶ τῶν ἐπάλξεων, οἱ λοιποὶ πάντες ἐπὶ τὴν γῆν ἀπέβαινον, κυκλώσασθαι τὴν πόλιν βουλόμενοι, κλίμακάς τε ἐπαγόμενοι πλείστας, καὶ ἅμα αἱρήσειν αὐτίκα μάλα τὴν πόλιν ἐλπίζοντες διά τε τὸ πλῆθος καὶ τὴν τόλμην τῶν ὁπλιτῶν. περιστρατοπεδεύσαντες οὖν ἐπολιόρκουν, τόξοις τε βάλλοντες ἑκηβόλοις καὶ κλίμακας τῷ τείχει προσάγοντες, καὶ ἅμα διὰ τὴν πολυχειρίαν εὐθὺ τοῦ τείχους διώρυχας πόρρωθεν δρῶντες, ἵνα δυοῖν θάτερον ἢ διὰ τῆς τῶν κλιμάκων ἐκείνων ἀναδρομῆς ἢ διὰ τῆς τῶν ὑπονόμων ὑποδρομῆς τουτωνὶ λάθωσιν εἰς τὴν πόλιν παρεισπεσόντες. ἐπεὶ δὲ μηχαναῖς μηχανὰς ὁ τῶν Βενετικῶν ἐκεῖνος ναύαρχός τε καὶ ἡγεμὼν ἔνδοθεν ἀνθιστάναι οὐκ ἠμέλει, συνέβαινεν εἶναι τοὺς ἔξωθεν τῶν πολεμίων ἀγῶνας ἀπράκτους. πρῶτον μὲν γὰρ βάρεσι λίθων ἐκ τῶν ἐπάλξεων καὶ βέλεσι παντοδαποῖς τραυματίας ἀπέφαινε σφᾶς καὶ ἀπεσόβει· ὅπῃ δ' ἑώρα καὶ ὑπενόει κλίμαξι βάσιμον εἶναι τὸ τεῖχος, ὕψος ἱκανὸν εὐθὺς προσετίθει, τήν τε τῶν ἐπάλξεων συνάπτων διέχειαν, καὶ ταύταις ἀνδρόμηκες οἰκοδόμημα προστιθεὶς πρὸς ὀξὺ καὶ λεπτὸν ἀπολῆγον, ὡς καὶ ἀναβᾶσι τοῖς πολεμίοις δύσεργόν τε καὶ μάλα ἐπικίνδυνον εἶναι τὴν τῶν 3.49 ποδῶν βάσιν. πρός γε μὴν τὸν ὑποχθόνιον ἐκεῖνον ὑπόνομον, στοχασάμενος ὅπου τοῦ τείχους διεκπεσεῖται προχωροῦν τὸ τῆς διώρυχος τέλος, τάφρον κατώρυξεν ἔνδον αὐτὸς ἐγκαρσίαν, τὸ βάθος πολλαπλασίαν ἢ κατὰ τὴν ἐκείνων, ὡς ὀψὲ τοῦ τείχους ἐντὸς παρεισπίπτοντας σφᾶς βόθρῳ καὶ θανάτου πυθμέσιν ἐντυγχάνειν ἀπροσδοκήτους· καταφερομένοις γὰρ ἐκείνοις βάρη λίθων ἄνωθεν αὐτοὶ μὲν παμπληθεῖς εὐθὺς ἐπιρρίπτοντες ἀφύκτοις θανάτου δικτύοις παραχρῆμα ἐδίδουν. συχνῶν δ' ἐπὶ τούτοις ἡμερῶν παρερρυηκυιῶν, ἀφῖκτο καὶ ἡ τῶν Ἀθηναίων ἤδη καὶ Θηβαίων συμμαχία, ἐπίλεκτοι μὲν ἱππεῖς τριακόσιοι, πεζοὶ δ' ἐθελονταὶ πλείους ἢ κατ' αὐτούς.
καὶ ἅμα τῆς φήμης εἰς ὅλην χεθείσης τὴν νῆσον, συνέτρεχον πανταχόθεν πολλοί, τὸ προστυχὸν ἕκαστος ἀνὰ χεῖρας ἔχοντες ὅπλον. ὅ γε μὴν τῶν Βενετικῶν στρατηγὸς καὶ ναύαρχος νυκτὸς μὲν ἐνέδρας ἐν ταῖς πρὸ τῆς πόλεως χαράδραις ὑπέσπειρεν, ἅμα δ' ἕῳ ἐξῆγε τὴν δύναμιν ἐμφανῶς, ὁπλίτας πελταστὰς τοξότας τε καὶ λογχοφόρους, καὶ ὅσους τηνικαῦτα τῶν ἐκεῖ πολιτῶν εὑρεῖν ἱππέας εὐπόρησεν, ὡς γίνεσθαι μὲν αὐτῷ τὴν στρατεύσιμον ἅπασαν ἡλικίαν οὐχ ἥσσω πεντακισχιλίων ἀνδρῶν ἐπιλέκτων. προσγενομένης δ' ἄρτι καὶ τῆς Ἀθηναίων καὶ Θηβαίων συμμαχικῆς δυνάμεως ἐθάρρησεν εἰς χεῖράς τε καὶ ὁμόσε τοῖς πολεμίοις ἰέναι οὐχ ἧσσον ἢ διπλασίοις οὖσιν αὐτοῦ, βέλτιον οἰόμενος 3.50 εἰ δύνατον αὐθημερὸν αὐτῷ τοῦ παντὸς πολέμου τὸ τέλος κριθήσεσθαι, ἢ πολύν τινα τρίβεσθαι χρόνον τῇ μάχῃ, τῶν πολεμίων δηούντων νυκτὸς καὶ ἡμέρας τὴν χώραν. ὅθεν ἐκτάξας τὸν στρατὸν καὶ μερίσας εἰς φάλαγγας, καὶ τοῖς μὲν Ἀθηναίοις καὶ Θηβαίοις τὸ λαιὸν κέρας δούς, αὐτὸς δ' ἔχων τὸ δεξιόν, ἦγεν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον, πρὸς συμπλοκὴν προκαλούμενος σφᾶς. ἀναπηδήσαντες οὖν εὐθὺς ἐπὶ τὰ ὅπλα κἀκεῖνοι, καὶ μικροῦ κενὰς ἀπολιπόντες τὰς ναῦς, εὐρώστως μὲν ἀπήντων ἐν ταῖς ἀρχαῖς· ἔπειτ' ἐπιρρυείσης τῆς ἵππου γενναίως, καὶ ἅμα τῆς πεζικῆς φάλαγγος πανταχόθεν ἐπιχυθείσης βοῇ καὶ ἀλαλαγμῷ, μὴ δυνάμενοι φέρειν ἐπὶ πόδα ἀνεχώρουν, καταπατούμενοί τε καὶ τιτρωσκόμενοι. νυκτὸς δ' ἐπὶ τούτοις γενομένης καὶ τῆς μάχης διαλυθείσης, ἐπὶ τὰς οἰκείας ἐνέβαινον ναῦς, οὐχ ὅσοι ἧκον, οὐδὲ μεθ' ὁμοίου τοῦ σχήματος, ἀλλὰ μάλα γέ τι ἀντιστρόφως· εἶναι μὲν γὰρ τοὺς ἐν τῇ πολεμίᾳ ἐκείνῃ γῇ πεπτωκότας οὐχ ἧττον πεντακοσίων, τραυματίας δ' αὖ οὐχ ἧττον ἢ τοσούτους γεγενῆσθαι. ὡς καὶ ἀναγκασθέντας ἔτι νυκτὸς οὔσης πλημμελῶς ἐκπλεῦσαι, λειπομένας ἐρετῶν ἐνίας παρέλκοντες ναῦς. τάχιστα δ' ὁ ναύαρχος ἐκεῖνος καὶ στρατηγὸς τοῦ Βενετικοῦ στόλου δύο τῶν οἰκείων ἑλκύσας νεῶν ἐκ τῶν θαλαττίων ὑδάτων, τὰς μᾶλλον τῶν ἄλλων ταχυναυτούσας, καὶ ὡς ἐνῆν ἐκ τοῦ σχεδὸν καθοπλίσας, τὴν μὲν ἐς τὴν τῶν Βενετικῶν ἀριστοκρατικὴν ἀπέστειλεν ἐξουσίαν, φράσουσαν τὰ πεπραγ 3.51 μένα, τὴν δ' ἐς Βυζάντιον, δηλώσουσάν τε τὰ αὐτὰ τοῖς ἐνταῦθα Βενετικοῖς, καὶ ἅμα κατασκεψομένην τοὺς πολεμίους ὅπῃ πορεύοιντο. Ταύτῃ δὴ τῇ νηὶ καὶ αὐτὸς ἐμαυτὸν ἐμβιβάσας ἧκον ἄχρι τοῦ Ἑλλησπόντου· αὐτόθι γὰρ ὁρμισαμένη καὶ τὰς κώπας σχάσασα παρὰ τὸν τῶν Τενεδίων λιμένα ἡ φέρουσα ἡμᾶς ἐκείνη ναῦς τὸν τῶν πολεμίων ἠκηκόει στόλον ἐς Χίον κατάραντα, ἐπιμελείας τε ἕνεκα τῶν πεπληγότων, καὶ ἅμα ὅσον δύναιντ' ἂν τοὺς τῶν τετελευτηκότων ἐν τῇ μάχῃ τόπους ἐκλέξασθαι, ὁπόθεν ῥᾷον ἂν εἴη σφίσι. διὸ τὰς μὲν ἀγγελίας τῆς νίκης εὐζώνῳ τινὶ δεδωκυῖα ἀνδρὶ πέπομφεν ἐς Βυζάντιον, αὐτὴ δ' ἀναζεύξασα τὴν ταχίστην ᾤχετο ἐς Εὔβοιαν ἀπιοῦσα. ἐμοὶ δὲ τέτταρας ἡμέρας ἐκεῖ περιμείναντι θεάσασθαι προσεγίνετο Τροίας ἐκείνης σκιώδη μνήματα, ἧς πολὺς Ὁμήρῳ τῷ πάνυ λόγος, ὅτι μυρίανδροι στόλοι δι' Ἑλένην ἐκείνην ἐπ' αὐτὴν καταπλεύσαντες πολλούς τε ἀπώλεσαν τῶν οἰκείων ἥρωας καὶ αὐτὴν μετὰ δέκα ἔτη τελέως ἐξηνδραποδίσαντο. ἐθεασάμην δ' ὁμοῦ καὶ Σκαμάνδρου ποταμοῦ τὰς ἐκβολάς, ὃς Ἴδης ἀποβλύζει τοῦ ὄρους, οὐχ ὡς Ὅμηρος ἐν Ἰλιάδι καόμενον γράφει τὰς ὄχθας ὑπὸ Ἡφαίστου δι' Ἀχιλλέα τὸν Θέτιδος, καθ' ὅσον ἐκεῖνο αὐτονομουμένῃ μυθεύεται γλώττῃ, ἀλλὰ κρίνα καὶ λόχμας καὶ χλόας περὶ αὐτὸν ὡραῖα πάντα καὶ τὴν Ὁμήρου γλῶτταν ἐλέγχειν ἱκανά. 3.52 Εἶεν. ἐγὼ δ' ἐς τὴν ὑστεραίαν ὁλκάδος ἀναγομένης τυχὼν ἐς Βυζάντιον οἴκαδε ἀφικομένην, οὐδὲν νομισμάτων ἐπιφερόμενος δέκα χρυσῶν ἐπέκεινα (πάντα γάρ μοι κατὰ τὰς περιόδους ἐκείνας ἀνάλωται)δόξαν οὖν ἐμοὶ ταῖς καθ' ἕκαστα χρείαις ἀναγκαιότερα τὰ καθ' ἕκαστα καὶ λεπτότερα μέρη τῶν νομισμάτων ὑπάρχειν, τῶν τοιούτων εὐθὺς ἠλλαξάμην ἐκεῖνα. καὶ προσεληλυθὼς ἐς τὴν ὑστεραίαν τοῖς τὰ ὤνια πιπράσκουσιν, εὗρον ἐκπεπτωκὸς τὸ ἐν χερσὶν ἐκεῖνό μοι χάραγμα, καὶ ἐς τοσαύτην κατενεχθὲν 422
ἡμέρᾳ μιᾷ τὴν ὕφεσιν ὡς τὴν τῶν δέκα μοι νομισμάτων ἐκείνων ποσότητα καταβῆναι μέχρις ὀκτώ. καί μοι πρὸς οὖς παρεληλυθώς τις τῶν πάλαι συνήθων, αὐθημερὸν ἐκέλευεν ἐξαντλεῖν ἅπαν τὸ κέρμα ἐς τὰ τῆς χρείας ἀναγκαιότερα, μὴ καθ' ἡμέρας ἀεὶ τῶν τοιούτων, ὡς ὁρᾷς, ἀστατούντων εὐρίπου δίκην, καταστῇ σοι ταυτὶ κεκτημένῳ κεκτῆσθαι μηδὲν ἐν βραχεῖ. καὶ μέντοι καὶ ἐθαύμασα, νὴ τὸν φίλιον, ὅπως ἀνέχεται τὰς οἰκείας ἀκτῖνας ὁ ἥλιος ἐπιλάμπων τῇδε τῇ γῇ. ποιεῖ δ', ὡς ἔοικε, μακροθυμίας τρόπους φωναῖς ἀφθόγγοις διδάσκων ἡμᾶς ὁ λόγου μηδαμῇ μετασχών, τοὺς λόγῳ μὲν τιμηθέντας πρὸς τοῦ κοινοῦ δημιουργοῦ, νομίμοις δ' ἀεὶ ῥυθμιζομένους ἐκεῖθεν παραγγελίαις, ἐπαΐοντάς γε μὴν οὐδενὸς οὐδαμῇ ποθ' ὧν ἁπάντων ἐχρῆν. Ἀλλὰ πρῶτον ἔμοιγε τοῦτο λογισμῶν ἁλμυρῶν ἐγεγό 3.53 νει ναυάγιον μετὰ τὴν μακρὰν ἐκείνην ἐληλυθότι θάλασσαν, δεύτερον δ' ἡ τῶν πατρίων τῆς τοῦ θεοῦ ἐκκλησίας δογμάτων κατάλυσις, δι' ἣν ἀρχομένην ἔτι καθάπερ ὀψιγενὲς ἐν ληίῳ ζιζάνιον φύεσθαι, καὶ ἅμα σοῦ προαγορεύοντος ἀκούων μέλλειν δι' ἔκτισιν ἁμαρτιῶν συγχωρεῖν τὸν θεὸν κατὰ τῆς ἡμῶν εὐσεβείας διωγμόν, καὶ ξυννενοηκὼς αὐτὸς ἐμαυτὸν οὐ δυνησόμενος οἴσειν, φυγὰς ἐθελοντὴς γεγένημαι τῆς ἐμῆς ταυτησὶ πατρίδος ἐφ' ὅλην ἤδη εἰκοσαετίαν. εἴθε δ' ἔτι προσετίθετο καὶ πλείων χρόνος τῇ φυγῇ. ἀλλ' ἐχρῆν, ὡς ἔοικε, θαλάσσας θαλασσῶν ἀλλάξασθαι βιαιοτέρας πολλῷ τῶν ὑπερορίων. πλείστους γὰρ ἐν ἀλλοτρίᾳ τόπους διελθόντι καὶ πλείστην περαιωσαμένῳ θάλασσαν, τοιαύταις οὔπω καὶ νῦν ἐντετυχηκέναι θαλάσσαις ξυνεπεπτώκει μοι, ὅτε μᾶλλον καὶ ὅπῃ μᾶλλον ἀναπνεύσειν ᾠήθην ἐπανιών. πᾶσα μὲν γὰρ ἐκείνη θάλαττα καὶ κλύδων ἅπας ἐκεῖ σώματος ἠπείλει θάνατον, οὗ τὴν ἔφοδον καὶ φύσεως ἀθάνατος ψῆφος ἐνομοθέτησε πρότερον· οἱ δὲ τῶν θείων δογμάτων χειμῶνες καὶ κλύδωνες ἀθανάτου ψυχῆς ἐπαγγέλλονται θάνατον, ἥκιστα πέρας οὐδὲν οὐδαμῇ ποτ' ἐνεγκεῖν δυνάμενον. καίτοι οὐδὲ πόρρωθεν οὐδ' αὐτὸς τῶν τοιούτων κυμάτων τελέως ἀνήκοος ἦν. ἀλλά μέ τις ὑπέσαινεν ὅμως ἐλπίς, μεμνημένον τῆς πρὸς σὲ τοῦ βασιλέως φιλίας καὶ τῶν νύκτωρ καὶ μεθ' ἡμέραν ὁμι 3.54 λιῶν ἐκείνων, ὁποίας ἐκ πόθου καὶ φλεγομένης ψυχῆς ἐποιεῖτο πρὸς σέ, καὶ πρὶν ἐς τὸν βασίλειον αὐτὸν ἀναχθῆναι θρόνον, καὶ ὅπως τῆς σῆς ἐξήρτητο μὲν καὶ γλώττης καὶ γραφῆς, ἀφθονωτέρους δ' αὐτὸς τοὺς ἐντεῦθεν ἐτρύγα καρπούς, ὡς εἶναι μηδένα τῶν πάντων ὅτῳ ποτ' ἂν οἰηθῆναι ἐνῆν ἐγγενέσθαι τῷ ἤθει τροπὴν ἐκείνου τινά, μᾶλλον μὲν οὖν καὶ συνεπιδιδόναι ταῖς τοῦ χρόνου τύχαις. νῦν δ' ἐληλυθὼς καὶ μαθὼν ὡς ἐκ διαμέτρου τὰ πράγματα σταίη, καὶ ἀμοιβάς σοι διδοίη τῶν πόνων καὶ φίλτρων οἵας σοὶ μὲν ὑπὲρ εὐσεβείας ἀθλοῦντι φέρειν ἐχρῆν, ἐκείνῳ δ' ἐπιφέρειν οὐ μάλα ἐχρῆν (οὔτε γάρ οἱ διώκτῃ γενέσθαι τῆς εὐσεβείας ἐχρῆν, οὔθ' ὅπως ποτὲ γενομένῳ κατὰ σοῦ κινῆσαι τὴν γνώμην ὅλως ἐχρῆν), σὲ μὲν ἐμακάρισα τῆς καρτερίας, αὐτῷ δ' ἠχθέσθην σφόδρα γε τῆς ἀπονοίας. μᾶλλον δ' ἐδάκρυσα τῆς ἀπωλείας τὸν ἄνθρωπον. καὶ μέντοι καὶ ἐθαύμασα, καὶ θαυμάζων οὐ παύσομαι, πῶς τοσοῦτον ὁ ταλαίπωρος ἐλάνθανε χρόνον ἀγρίους οὕτω θῆρας κακίας ἐν τῇ λόχμῃ βόσκων τῆς ψυχῆς. εἰ μὲν οὖν ἱεροῖς τισὶ καὶ ἀπορρήτοις εἴη λόγοις ἐνδιαιτώμενον τὸ πρᾶγμα, θαυμάζοιμι μέντ' ἂν ἀεὶ σιωπῶν, ζήτησιν δ' οὐδεμίαν οὐδαμῇ ποτὲ λύσεως προενέγκοιμ' ἂν οὐδενί. ἀλλ' ἀντὶ πάντων τὰ τῆς σῆς ἀρκέσει μοι θεωρίας πρὸς θεραπείαν φάρμακα, καὶ εἴ τιν' ἄλλοσε φέρουσαν βούλοιο κοινὴν ὁμι 3.55 λίαν. εἰ δ' εἴη τις παρὰ σοὶ ταμιευομένη σχολαστική τις ἐπίνοια, μὴ κατόκνει κἀμοὶ κοινοῦσθαι, φιλότης, καὶ φάρμακον ἐμοὶ μὲν ἀπορίας μακρᾶς ἐπάγειν τῇ διανοίᾳ νοσούσῃ τὸ μέρος τουτί, σοὶ δ' ἀναπνοήν τινα τῶν τῆς λύπης Ὀλύμπων, ἥν σου τῇ ψυχῇ προσήνεγκαν οἱ τῶν πατρίων δογμάτων χειμῶνες καὶ οἱ τῶν πονηρῶν ἀρχόντων ἀντίπρῳροι κλύδωνες. φέρειν γάρ τι παραμύθιον οἶδεν ἐξαγγέλλειν τὰς ὅπως ποτ' ἐπιούσας ἐξ ἀφανοῦς τραγῳδίας, καθάπερ καπνοῦ τῆς ὀδύνης ἀφιπταμένης διὰ τῆς γλώττης. Ἐγὼ δ' 423
ὑπολαβών, περὶ μὲν λύπης, ἔφην ἐνταῦθα, φίλων ἄριστε Ἀγαθάγγελε, οὐδὲ πολλοῦ μοι πρὸς σὲ δεήσειν οἶμαι λόγου. τοσοῦτο γάρ μοι περίεστι λύπης ὅσον δήπου χαρᾶς. χαίρειν μὲν γάρ μοι περίεστιν ἤδη πρὸς τὰς αἰωνίους ἀμοιβὰς ἀφορῶντι, αἳ τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις ἀπόκεινται, ὃ μέγιστον εἰς παραμυθίαν τοῖς λυπουμένοις ἐφόδιον. λυποῦμαι δ' οὖν μᾶλλον ὁρῶν τὸν σάλον τῆς ἐκκλησίας καὶ τὸ τῶν διωκόντων ἀρχόντων ἀνάλγητον, μηδεμίαν ἐχόντων φροντίδα ψυχῆς, μηδ' ὀψὲ γοῦν ἐν νῷ λαβεῖν ἐθελόντων ὡς ἔστι τις θεόθεν τῶν βεβιωμένων τίσις. μάλιστα δ' ἁπάντων τὸ τοῦ φίλου Καντακουζηνοῦ με δάκνον ἕστηκεν ἐγγύθεν πρᾶγμα περιφανῶς, ὅτι μοι τὴν φιλίαν ἀκήρατον διασώζοντι πρὸς αὐτόν, καὶ τὰ βέλτιστα συμβουλεύοντι, φείδεσθαι μὲν ψυχῆς τῆς αὐτοῦ φείδεσθαι δὲ παί 3.56 δων ἀξιοῦντι, καὶ εἴ τις εἴη τῶν καθ' αἷμα προσηκόντων αὐτῷ, ὀργῆς θείας διαδοχὴν ἀφιέντα πᾶσιν αὐτοῖς προφανῶς, ὃ δέ με τῶν ἐχθίστων ἐνόμισεν ἕνα δι' ἅ με μᾶλλον ὡς εὐεργέτην φιλεῖν ἐχρῆν. καὶ ὅτε μᾶλλον εἶχε, τῶν σκήπτρων ἐπειλημμένος καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὴν φύσιν δεικνύναι ἐν τῷ καλλίστῳ τῆς γνώμης κειμένην, ὃ δ' ἀνεκάλυψε δέσμιον ὄνθ' ἑαυτὸν τοῖς ἐκ διαμέτρου κακοῖς, σκηνὴν τὰ πρὶν καὶ δρᾶμα ἐφήμερον ὄντα δείξας ἅπαντ' ἐκεῖν' ἐν βραχεῖ. διό μοι θαυμάζειν περίεστι τοὺς σοφοὺς οἵ φασιν ἐκεῖνον περὶ φίλους ἑδραῖον καὶ μόνιμον εἶναι δύνασθαι, ᾧ μὴ φιλοδοξίᾳ λατρεύειν ἔνεστι· τῷ γάρ τοι φιλοδοξοῦντι φίλῳ εἶναι πάντως ἕποιτ' ἂν αὐτοῦ γε ἀνθρώπου, ὅτι μὴ τῆς ἀνθρωπίνης δόξης, ἧς ἕνεκα πάντα δρᾷ καὶ πᾶσιν ἐγχειρεῖ, καὶ χρόνου στοχάζεται καὶ τύχαις ὁμιλεῖ παντοδαπαῖς καὶ ῥᾷστα τοῖς τῶν ὡρῶν συμμεθίσταται κύβοις χαμαιλέοντος τρόπον, πανταχόθεν τῆς γνώμης αὐτῷ πραγματευομένης εὐκαιρίαν εἰπεῖν κακοδαιμονίας καὶ τοῦ τὰ ἑαυτοῦ πιστὰ τοῖς πᾶσιν ἄπιστα δεικνύναι. γίνεται γὰρ ῥᾷστα μὲν ἐχθρὸς οἷς ἐδόκει φίλος, ῥᾷστα δ' ἐπίβουλος οἷς ἔναγχος ἐδόκει σύμβουλος. οὗ χεῖρον μὲν οὐδὲν ἐν βίῳ ῥᾴδιον οἶμαι εὑρεῖν, καθάπερ αὖ ἐκ διαμέτρου τοῦ καλοῦ τε καὶ μονίμου βέλτιον οὐδέν. τούτοις δ' ἅπασιν ἐπιστατοῦσι μὲν μυστικοί τινες λόγοι προνοίας, 3.57 τεκμαίρεσθαι δ' οὖν καὶ ἡμῖν ὅπως ποτὲ τὰ γινόμενα δίδωσιν ὡς πλοῦτος καὶ δόξα καὶ αὐτόνομος ἐξουσία σαφέστερον ἀνθρώπου δηλοῦσι γνώμην καὶ φύσιν ἢ πενία καὶ ὑπεξούσιος δίαιτα. δεσμῷ γὰρ ἀδοξίαν ἀκούσιον ἐοικέναι, μὴ κατὰ γνώμην ἐῶντι κινεῖσθαι. διὸ καὶ λανθάνειν ὡς τὰ πολλὰ μὴ τοὺς πόρρω πέφυκε μόνον, ὅτι μὴ καὶ οἷς πολύν τινα συνεῖναι γέγονε χρόνον, τὰ ἤθη τῶν πλείστων ὥσπερ χρώμασι τοῖς ἔξωθεν ἐπιτηδεύμασι τὸ τῆς γνώμης βάπτοντα πρόσωπον. ὡς ἐντεῦθεν ἐξεῖναι διδάσκεσθαι, οἷς συνῴκισεν ἡ φύσις σύνεσιν, μηδένα μακαρίζειν πρὶν ἂν εἰς τέλος ἀφίκηται καὶ τέλος κάμψῃ βίου, μηδ' αὖ διὰ τοὺς πρὶν ἁμαρτάνειν ἐν βίῳ νοσήμασι καὶ διαφόροις πάθεσι κολαζομένους μέμφεσθαι τῇ προνοίᾳ. οἶδε γὰρ ὁ πάντα πρὸς τὸ βέλτιον μετασκευάζων θεὸς τὸ καθάπερ ἐν σποδιᾷ τῇ γνώμῃ κείμενον πῦρ τῆς φιλοδοξίας, ὡς ἐὰν δράξηταί τινος ῥώμης κινούσης οἷα πνοῆς, πολλὴν ἀνεγείρει φλόγα κακίας. οὐ μέντ' ἂν οὖν εἴη τῶν ἀπεικότων, εἰ ἁπάντων καθάπαξ εἰπεῖν κἀπὶ τῷδε τἀνδρὶ πλανηθέντων πεπλανήμεθα καὶ ἡμεῖς, τοῦ πρὸς κακίαν οὐ μάλα ἑτοίμου μηδαμῇ πρὸς ὑπόνοιαν εὐχερῶς κινουμένου. θαυμαστὸν δ' ἂν δήπου μᾶλλον εἴη πῶς τοσοῦτον χρόνον ἀντέσχε νόθοις μὲν δουλεύων ἤθεσι, τὰ δ' οἰκεῖα συγκρύπτων, πρᾶγμα δυσμαχώτατον καὶ σφόδρα γέ τι δυσκαρτέρητον. εἰ 3.58 μὲν γὰρ μὴ καλὸς τὴν φύσιν ἦν, τὰ δ' οὖν πλείω τῶν καλῶν ἐς τοὐμφανὲς ἐπιτηδεύων ἐλάνθανε, θαυμάζω τῆς καρτερίας τὸν ἄνθρωπον. εἰ δὲ τότε μὲν τοιοῦτος οἷος ἐφαίνετο τὴν ἕξιν τῆς φύσεως ἦν αὐτός, ἡ δὲ τῆς τύχης μεταβολὴ ῥᾷσθ' οὕτω καὶ ταύτην μεταβεβλήκει, παρὰ τοσοῦτον ἐπαινεῖν οὐκ ἔχω τὸ σαθρὸν τῆς τοιαύτης ἕξεως, παρ' ὅσον ψέγειν οὐκ ἔχω τὰ πρίν. τοιαῦτα γὰρ ἐκεῖνα οἷα πᾶς τις ἂν ἠγάπησε καὶ τεθαύμακεν, ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμέν τε καὶ τῇ παρούσῃ φιλοτίμως δεδώκαμεν ἱστορίᾳ· τοιαῦτα δὲ τὰ μετὰ τὴν τῆς βασιλείας ἀντίληψιν οἷα πᾶς τις 424
εὐσεβῶς ζῆν ᾑρημένος μισήσει ἄν. θεῷ δὲ πάντως μελήσει περὶ τῆς αὐτοῦ ἐκκλησίας, ᾧ τά τε τῆς εὐσεβείας ἀνεῖται σκῆπτρα καὶ τὰ τῆς ἐκδικήσεως μάλα τι ῥᾴδια ἐπεφύκει. ἐμοὶ γὰρ περιττὸν εἶναι δοκεῖ τὰ πᾶσι δῆλα διεξιέναι. εἴρηται δ' ὅμως καὶ ἡμῖν ἐν τοῖς ἀντιρρητικοῖς ὅσα πρὶν ἐπειλῆφθαι γέγονε τῆς βασιλείας Καντακουζηνόν. ἐν δέ γε τοῖς ἑξῆς αὖθις ἔνια τῶν ἐφεξῆς τῇ ἱστορίᾳ ταύτῃ παρέσχομεν ὡς ἐν διηγήσεως τρόπῳ, καὶ οὐ σφόδρα γέ τι ἀγωνιστικῶς· οὐ γὰρ ἄδειαν παρεῖχέ μοι τὰ καθ' ἡμᾶς ναυάγια. ἢν δὲ θεὸς ἐθέλῃ ζῶσιν ἡμῖν τὸν τῆς αἰθρίας ἀναλάμψαι καιρὸν καὶ δοῦναι παρρησίαν πλατεῖαν τῇ γλώττῃ, λελείψεταί μοι λιπεῖν τῶν πάντων οἶμαι ἄρρητον οὐδέν. νῦν δ' εἴγε βούλοιο σὺ παρέχειν ἡμῖν 3.59 ἀφορμὰς ὁμιλίας ὥσπερ ὅσα τῆς ἐκδημίας τῆς σῆς ἀναγκαῖα τῇ φύσει τῆς ἱστορίας ποθοῦσι παρέσχες πατριαρχῶν τε πέρι καὶ ἐπισκόπων τῶν πανταχῇ τὴν ὀρθόδοξον τηρούντων πίστιν καὶ ἅμα γυμνῇ διδασκόντων τῇ κεφαλῇ τὰ τῆς εὐσεβείας ἐν μέσοις ἔθνεσι δόγματα, οὕτω καὶ νῦν μετὰ τὴν ἐς τὰ οἴκοι ἐπάνοδον, ὅσα δήπουθεν ἠκηκόεις ἐνταῦθα πρὸς τῶν πολλῶν ἀναμὶξ καὶ ἰδίᾳ περί τε τῆς γενομένης παρὰ τῶν τῆς εὐσεβείας διωκτῶν λῃστρικῆς καθ' ἡμῶν συνόδου, καὶ ὅσα περὶ τῶν θείων δογμάτων τῆς ἐκκλησίας ἐνστάντες ἡμεῖς ἐπεπόνθειμεν, καὶ ὅπως διαθέσεως ἔχουσιν ἡμῶν γε εἵνεκα τὰ διάφορα τῶν πλείστων ἤθη, ὅσοι τε τῶν εὐπατριδῶν καὶ ὅσοι τῶν ἄλλως τύχης τε καὶ γένους καὶ συνέσεως ἐχόντων, οὐδ' ἂν οὐδ' αὐτός γε ὀκνήσαιμι τὰ εἰκότα σοι ἀποκρίνεσθαι, ἀλλὰ μὴν ἀρρωστίας καὶ ἀθυμίας ἁπάσης ὑπέρτερον πρᾶγμα θείην ἂν ἔγωγε τὴν σὴν ἀκοήν. ἀφ' οὗ γὰρ τὰς ἡμετέρας πᾶσιν ἀπέκλεισαν θύρας οἱ τῆς εὐσεβείας καὶ ἡμῶν δήμιοι, οὐ δεδύνημαί τι σαφὲς περὶ τῶν τοιούτων μαθεῖν οὐδὲν οὐδαμῇ πω μέχρι καὶ τήμερον, καὶ γίνεταί μοι διὰ πλείστης ἐφέσεως ἡ τούτων μάλα γέ τι γνῶσις. ἀναλαβὼν οὖν μοι λέγε ταῦτα πάντα καθ' ἕκαστον, προστιθεὶς καὶ τὸν καιρὸν ὁμοῦ καθ' ὅν τε αὐτὸς ἐς Βυζάντιον ἧκες, καὶ πρός γε ἔτι καθ' ὃν ἕκαστα τούτων ἀκήκοας, ὡς ἂν καθ' εἱρμὸν ἐκεῖθεν κατιού 3.60 σης τῆς διηγήσεως εὐπαρακολούθητος καὶ ἡμῖν ἡ τῶν τοιούτων ἐγγίγνοιτο μάθησις ἑκατέρωθεν ἑκατέροις. Ὁ μὲν δὴ χρόνος καθ' ὃν ἐπανιὼν κατέπλευσα, φησίν, ἐς Βυζάντιον, μετὰ κυνὸς ὑπῆρχεν ἐπιτολάς, λήγοντος ἤδη τοῦ θέρους. εὐθὺς οὖν ἀποβὰς τῆς νεὼς οἴκαδε ἀφικόμην, καὶ οἰκουρῶν διετετελέκειν ἡλίους ἑξῆς πεντεκαίδεκα, ἀναλαμβάνων τε ἐμαυτόν, καὶ τὴν ἐκ θαλάττης ἠρέμα καὶ κατὰ μικρὸν ἀποτριβόμενος ἀηδίαν. καὶ μὲν δὴ τῶν ἡμερῶν μεταξὺ τουτωνὶ προσιόντων ἄλλοτ' ἄλλων φίλων καὶ ὁμιλούντων ἡμῖν ἀκριβῶς ἀκηκοέναι μοι γέγονεν ἅπαντα, τήν τ' ὀνομαζομένην οὑτωσί πως σύνοδον, ὅπως τε ἐσχεδίασται, καὶ ὅσα πέπρακται παρανόμως ἐκεῖ πρὸς τῶν προέδρων τῶν Παλαμᾷ συμμαχούντων καὶ ἀνακεκαλυμμένως ἐπιορκούντων, ἔτι τε ὅπως τὸ μὲν τῆς πολυθεΐας ἠκύρωται δόγμα, τὸ δὲ τῆς ἐνσάρκου μυστήριον οἰκονομίας ἀνῄρηται. καὶ πρός γε τοῖς ἄλλοις, ἃ μηδ' ἀκοῇ σωφρονεῖν δι' εὐσέβειαν προαιρουμένῃ διδόναι χρεών, κἀκεῖνα δηλαδὴ ὅσα βαρβαρικῶς τε καὶ θηριωδῶς εἴργασται πρὸς τῶν ποιμαίνειν λαχόντων τὴν ἐκκλησίαν, περὶ ὧν ὁ κύριος ἔφη "ποιμένες ἠφρονεύσαντο, ποιμένες διέφθειραν τὸν ἀμπελῶνά μου." καὶ ἅμα τὸν ἐπὶ τούτοις φρικωδέστατον καὶ παντοδαπὸν διωγμόν, κἄπειτα ὅπως τε διηνέχθησαν ἔνιοι κατ' ἐνίων ἐπίσκοποι, καὶ σχεδὸν ἅπαντες καθ' ἁπάντων, ὥσπερ ἐκ μεταμέλου τὸ μέγεθος τῶν σφετέρων ἀτο 3.61 πημάτων ἐκπεπληγμένοι τε, καὶ οὐδὲ φέρειν καθάπαξ ἀνεχόμενοι τὰς πάντων διὰ ταῦτα πανταχόθεν ὕβρεις καὶ ἀπεχθείας· καὶ ὅπως ὁ βασιλεὺς μεταξὺ παρεμπεσὼν τοὺς μὲν θωπείαις καὶ χρημάτων διανομαῖς τοὺς δ' ἀπειλαῖς ὑπηγάγετό τε καὶ τῷ Παλαμᾷ συμμάχους εἶναι πέπεικεν ἀεί, καὶ τόμους τίθεσθαι καινούς, τῆς αὐτοῦ βεβαιωτὰς δυσσεβείας. τῶν μὲν οὖν ἄλλων ἁπάντων πέρι ζητεῖν καὶ διερευνᾶσθαι βούλεσθαι, ἅτε σχολῆς δεόμενα πλείονος, ἑτέροις ἔγνωκα δεῖν ταμιεύεσθαι χρόνοις· αὐτὸς δὲ μόνοις δυσὶ τουτοισὶ τὴν πᾶσαν τοῦ πόθου σπουδὴν περιέκλεισα, τήν τε κάθειρξιν 425
τὴν σὴν μαθεῖν, δηλαδὴ πῶς ἐς τὸ βιαιότερον ἢ κατὰ τοὺς ἄλλους ἐξενηνέχθαι τοῖς ἄρχουσιν εἴη ἐψηφισμένον, καὶ ἅμα τί ἂν εἴη τὰ τοῖς καινοῖς πρὸς τῶν ἐπισκόπων καὶ βασιλέων ἐγγεγραμμένα τόμοις, καὶ ὅτου χάριν αὐτοὶ καθ' αὑτοὺς συντεθεικότες αὐτοὺς αὐτοὶ καὶ κατέχουσι παρ' ἑαυτοῖς, ἀνέκπυστα τἄνδον σιωπῆς μυχοῖς καλύπτοντες καὶ ὑμῖν ἐμφανίζειν οὐ μάλα τολμῶντες. Περὶ μὲν σοῦ πολλοὶ πολλάκις ἐκ πολλῶν ἐλέχθησαν λόγοι, διάφοροι μὲν εἶναι δοκοῦντες, πρὸς δ' ἕνα πάντες βλέποντες σκοπόν, τἀγκώμια τὰ σὰ δηλαδή, ὡς ἐκείνων ἑκάστῳ διαθέσεως ἔχειν πρὸς σὲ συνέβαινε, καὶ ἅμα σχολαστικῆς πρός γε τὰ δρώμενα διανοίας. οἷς γε μὴν ἐς τὰ μάλιστα 3.62 φοιτῶσι Παλαμᾷ τε καὶ Κοκκίνῳ τῷ Ἡρακλείας ἐπισκόπῳ παρὰ τούτων μαθεῖν ἐναργέστερον ἐξεγένετο, εἴη ἂν ταδί, ἓν μὲν ὅτι Ῥωμαϊκὴν ἱστορίαν τῶν γινομένων ἁπάντων συγγράφοντί σοι σφόδρα φιλότιμον τόγε εἰς σὲ ἧκον, εἰκός, μᾶλλον δ' οὐκ εἰκὸς ἀλλ' ἀνάγκη, καὶ περὶ τῶν ἐκκλησιαστικῶν συγγράφειν πολέμων. τίς γὰρ τῶν μηδὲν μηδαμῇ προσηκόντων σοι δημοσίων πραγμάτων, φαίην δ' ἂν καὶ οἰκουμενικῶν, αὐθαιρέτους μόχθους ἀναδεχόμενον βλέπων σε δόξης ἕνεκα διὰ γῆς πλανωμένης καὶ τὸ ἴχνος ἐπὶ σαθροῦ τινὸς καὶ νόθου φάναι κλέους ἐρειδούσης, ἵνα δηλαδὴ μεστὸν σεαυτοῦ τὸν ἐφεξῆς καταλίπῃς αἰῶνα, ὑποψίας ἀθῷον ἀφεῖναι ἀνάσχοιτο, καὶ μηδὲ πᾶσαν ἐνταῦθα μᾶλλον ἰσχὺν καταθεῖναί σε σπουδάσαι λογίσαιτο λόγων τῶν σῶν, ἵνα καὶ τοὺς κλύδωνας τῶν πατρίων δογμάτων, ὅσον ἐφικτόν, διὰ πάσης δημοσιεύσῃ τῆς οἰκουμένης, καὶ ἅμα τοὺς σοὺς ὑπὲρ τούτων ἀγῶνας ἐνδείξῃ, καὶ οὓς ἀεὶ πρὸς τῶν κακοδόξων κινδύνους ἐφίστασαι, παντοδαπῶν ἀπόζοντας θανάτων. ἓν μὲν δὴ οὖν τοῦτο φασὶν αἴτιον τοῦ γε δὴ τῶν ἄλλων μᾶλλον κατὰ σοῦ κινεῖσθαι τοὺς ἀντιθέτους, καὶ τοιούτων σοι διηνεκῶς συσκευάζειν θανάτων κρατῆρας, δεύτερον δ' ὅτι τῶν ἄλλων ἀφρόντιδα βίον καὶ ἄμοχθον οἴκοι διατριβόντων, οὐκ ἠμέλεις ζήλου σὺ καὶ θορύβου παντὸς ἐμπιπλῶν τὰ βασίλεια, νῦν μέν, οὓς εὐγέ 3.63 νειαι καὶ χρόνου τύχαι περιοδικαὶ κοσμοῦσιν, ἔχεσθαι μὲν λαμπρῶς ἀεὶ τῶν πατρίων διδάσκων ἐθῶν καὶ νόμων, ἀπέχεσθαι δὲ τῶν ἀθέσμων τοῦ Παλαμᾶ καινοφωνιῶν, νῦν δ' αὐτὸν ἐλέγχων ἰδίᾳ τε καὶ δημοσίᾳ τὸν βασιλέα, καὶ νῦν μὲν ὁμοῦ τῷ πατριαρχεύσαντι πρὶν Ἰσιδώρῳ, νῦν δ' ὁμοῦ τῷ δυσσεβεῖ Παλαμᾷ, καὶ νῦν μὲν Ἰουλιανῷ παραβάλλων καὶ Μαξιμιανῷ, νῦν δ' εἰκονομάχοις καὶ τοῖς τοιούτοις διώκταις. κἄπειτ' οὐχ ὅπως οὐ τοῖς τοιούτοις ἠρκέσθης, ἀλλὰ καὐτῷ μακρῷ συνεδρίῳ τῆς ἀτόπου φάλαγγος τῶν ποιμένων ἐκείνων πεπαρρησιασμένῃ καὶ ἀπαρακαλύπτῳ τῇ γλώττῃ παρεισκυκλῶν οὐκ ἀνίεις καὶ ἐπαναλαμβάνων αὐτά τε ταῦτα, καὶ ὅσα τούτων παρενείρων μείζω, καὶ προσονειδίζων μάλα γε πικρῶς, καὶ κατὰ σαυτοῦ συχνὰ ποιῶν μανικώτερον, καὶ ταῦτ', εἴπερ τις ἕτερος, εἰδὼς αὐτόν, ὡς εἴπερ καὶ αὐτῆμαρ καταπέψει, ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ. Τρίτον ὅτι χλευάζων αὐτοὺς πρὸς ἀπειλῆς ἀνήνεγκας σχῆμα, λόγοις ἀντιρρητικοῖς καταλύειν τὸν τόμον, ὃν αὐτοὶ νεωστὶ καὶ λάθρᾳ συνθεῖναι τετολμήκεσαν κατὰ τῆς εὐσεβείας, ἐπαγγειλάμενος. καὶ τέταρτον ὅτι μακρὸν ἤδη χρόνον τὴν θύραθεν πᾶσαν σοφίαν διδάσκοντι πλείστους καὶ παντοδαποὺς πανταχόθεν συνέβη σοι κτήσασθαι φοιτητάς, μὴ μόνον ὅσοι τῶν ἐν δόξῃ γεγένηνται παῖδες, ἀλλὰ καὶ ὅσοι τῶν ἄλλως μὲν τύχης καὶ βίου καὶ σχήματος ἐχόντων εἰσί, φύ 3.64 σεως δ' εὖ καὶ συνέσεως ἐπεφύκεσαν ἔχοντες· δι' ὧν καὶ τοὺς σφῶν ἐφειλκύσω γονέας, καὶ ἅμα φάναι πάσας καὶ ὁλοκλήρους οἰκίας ὀφείλειν τέ σοι χάριτας, καὶ σοὶ προσέχειν ὅσα καὶ πατρὶ καὶ συγγενεῖ καὶ φίλῳ καὶ τῶν πρώτων καλῶν ὁδηγῷ, καὶ γίνεσθαι διὰ ταῦτα σοι τοὔνομα γνώριμόν τε καὶ θαυμαζόμενον σχεδὸν πανταχῇ, καὶ πείθειν ἱκανὸν ἀλαλήτοις φάναι φωναῖς, ὁμοδοξεῖν σοι πανταχόθεν ἐκείνους ἅπαντας αὐτόθεν ἀβασανίστῳ συγκαταθέσει τῆς γνώμης εὐθύς, καθάπερ τοὺς Πυθαγορείους πάλαι φασὶν ἐκείνους τοῖς τοῦ διδασκάλου ψηφίσμασί τε καὶ δόγμασιν. ἀλλὰ κἀν τῇ μεγίστῃ τῇδε τῶν πόλεων τούσδε μὲν τῶν 426
σῶν φοιτητῶν τοὺς δικαστηρικοὺς κοσμεῖν καὶ διεξάγειν πίνακας, τούσδε δὲ τὰ βουλευτήρια τῆς συγκλητικῆς ἐργασίας, τοὺς δὲ τὰς ὑπερορίους πρεσβείας, καὶ τοὺς μὲν τήνδε τοὺς δὲ τήνδε τῶν εὖ κειμένων τάξεων ἔχειν, καὶ χρείαν πληροῦν τὴν βελτίστην ἑκάστους ἑκασταχοῦ, ὡς ἐντεῦθεν ῥᾷστα καὶ ξὺν οὐδενὶ πόνῳ δύνασθαι φέρειν ἅπαντας, ὥσπερ ἀπὸ τῶν ὤτων δεδεμένους, ἐς τὸ σοί γε βουλόμενον. καὶ εἶναι τοὺς μὲν πλείστους ἐς τὸ συμφανὲς Παλαμᾷ καὶ τοῖς ἀμφ' αὐτὸν χαλεπαίνοντας ὡς πορρωτάτω που τῆς ἀληθείας καὶ τῶν πατρίων ἐλαύνουσι δογμάτων καὶ νόμων, τοὺς δ' ὑπ' ὀδόντα κατὰ τὸ λεληθὸς διαλοιδορουμένους σφίσι. καὶ ἁπλῶς εἰπεῖν ἐλλελεῖφθαι μηδένα σχεδὸν ᾧ μὴ κεκινῆσθαι καὶ διασεσεῖσθαι τὴν γνώμην ξυνερρυήκει πρὸς τὴν 3.65 παροῦσαν ὑπόθεσιν διὰ σέ. καὶ φοβεῖσθαι μὲν διὰ ταῦτα καὶ στάσιν δημοτικήν, σοὶ μὲν οὐδαμῇ προσήκουσαν, οὐ μᾶλλόν γε ἢ τοὺς λιθίνους τε καὶ χαλκοῦς ἀνδριάντας οἴκοθεν κεκινῆσθαι πρὸς ὅπλα καὶ μάχας φαίη τις ἄν, σφίσι δὲ μάλα δήπουθεν προσήκουσαν φοβεῖσθαι. οἷς γὰρ ἔργα κακίας ἔπεισι δρᾶν, τούτοις δήμιος γίνεται καὶ ἀπαραίτητος κολαστὴς ὁ τοῦ συνειδότος πέλεκυς, ἐγγύθεν ἑστὼς καὶ μαστίζων συχνὰ τὴν ψυχὴν καὶ φόβους ἅπαντας τῷ φανταστικῷ προτιθείς, ὡς ὑποπτεύειν καὶ τὰ ἀνύποπτα καὶ οὗ οὐκ ἦν φόβος οὐδείς, καθὰ τοὺς ἐρημίαις τε καὶ φάραγξιν ἐν ἀφεγγεῖ τε καὶ βαθείᾳ νυκτὶ πλανωμένους πάσχειν συμβαίνει· βάτον γὰρ καὶ πέτραν καὶ φύλλον δρυὸς αὔρᾳ λεπτῇ κινούμενον λῃστῶν καὶ θηρίων ἐφόδους ἡγοῦνται καὶ φρίττουσι, δειλίας ἁπάσης αὐτοῖς περικεχυμένης ἁπανταχόθεν ψευδοῦς. εἰσὶ δ' οἳ καὶ τοῦτ' εἶναι φάσκουσιν αἴτιον τοῦ γε μὴ πλείω τῶν τριῶν ἐκείνων θελῆσαι ποιῆσαι συνέδρια σφᾶς, μηδ' ἐξετάσει δοῦναι κανονικῇ τἀγκλήματα τούτου, ἵνα μὴ τοῖς ἅπασιν ἐμφανῆ καὶ σαφέστερα καταστήσαντες κατὰ σφῶν αὐτῶν ἀναστήσωσι, καὶ οὓς πεφόβηνται φόβους πρίν, πάντων φανῶσιν αὐτόχρημα νῦν αὐτουργοί, καθ' ἑαυτῶν αὐτοὶ καθιστάμενοι. ἔτι δὲ καὶ τοῦ μὴ πᾶσιν ἐπ' ἴσης δι' ὄχλου γενέσθαι τοῖς ἀντιθέτοις αὐτοὺς τοῦτ' εἶναι φάσκουσιν αἴτιον, ἵνα δὴ μὴ φωραθῶσιν ἅπαντας κεκτημένοι σχεδὸν πολεμίους 3.66 ταῖς ἀτόποις καινοφωνίαις αὐτῶν. τέταρτον μὲν οὖν αἴτιον τοῦ σὲ βαρύτερα πρὸς τῶν δυσσεβῶν ὑφίστασθαι τοῦτο φασίν· προστιθέασι δὲ καὶ πέμπτον ἐπὶ τούτοις, ὅτι προειρηκότων ἐκείνων ἐκ τῆς τῶν συνήθων ὀνείρων Πυθίας καὶ τοῦ σφῶν τοιούτου μαντικοῦ τρίποδος, ὡς εἰ τοῖς σφῶν βουλήμασι πειθόμενος ὁ βασιλεὺς θείη παρελθὼν ἐπὶ τῆς μυστικῆς τοῦ θυσιαστηρίου τραπέζης τὸν σφέτερον τόμον, λήψεται πάντ' ἐν βραχεῖ τά τε ἑῷα τῆς γῆς καὶ τὰ ἑσπέρια, καὶ πάσης ἄρξει σχεδὸν θαλάσσης ἅμα καὶ γῆς, ἐμφανῶς τἀναντιώτατα μάλιστ' εἰρήκεις αὐτός, κατὰ τὴν εὐαγγελικὴν φωνὴν τὸν λόγον προενεγκών, ὡς ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, ἐρημώσεως βδέλυγμα φάσκων τὸν τόμον, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις τῶν Ῥωμαϊκῶν πραγμάτων, καὶ εἴ τις εἴη περίχωρος. βλέποντας οὖν εὐθὺς κατὰ πόδας εἰπεῖν ἀπαντήσαντα τοῦ τε σφετέρου ψεύδους τὸν ἔλεγχον καὶ ἅμα τῆς σῆς ἀληθείας τὸ κράτος, ἕπεται καταδύεσθαι ὑπ' αἰσχύνης αὐτούς, οὐκ ἔχοντας ὅλως ἑστῶσιν ὁρᾶν ὀφθαλμοῖς οὐδένας ἀνθρώπων, οὔτε στόμα μετά γε τῆς πρὶν ἀναιδείας ἐκείνης φθεγγόμενον. διὸ καὶ "δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτόν" λέγοντες, σιγώσας ὁπλίζουσι δεξιὰς κατὰ σοῦ, δυοῖν θάτερον συσκευάζοντες, ἢ τῇ λύπῃ δαπανηθέντα σε, μετά γε τῶν συνήθων πόνων τῆς κεφαλῆς καὶ τῆς ἄλλως νῦν ἐπενεχθείσης σοι καχεξίας, βίᾳ τελευτῆσαι τὸν βίον, ἢ λάθρᾳ 3.67 σφῶν παρεισπεσόντες ἔνιοι, μακρᾶς ἐρημίας ἐπιχωριαζούσης κατὰ τὸν οἶκον τὸν σόν, διὰ βρόχου θάνατον ἐπενεγκεῖν σοι πρὶν τῶν ἁπάντων αἴσθεσθαί τινα. ὃ καὶ Παῦλον τὸν πατριάρχην πάλαι φασὶ πεπονθέναι πρὸς τῶν ὁμοίων αὐτοῖς κακοδόξων, καὶ πλείους ἄλλους πρό γε δήπουθεν αὐτοῦ καὶ μετ' αὐτόν. εἶναι γάρ φασι τουτὶ βιαιότερον καὶ σφόδρα τάχιον τῆς τοῦ κωνείου κύλικος, οὗ Σωκράτην πάλαι πιεῖν Ἀθηναίων καταψηφισάμενοι παῖδες, ὁρώντων τῶν φίλων, τῆς παρούσης ἀπήλλαξαν ζωῆς. καὶ τοῦτ' εἶναι 427
φάσκουσιν οἱ πλείους ὃ τὴν τοσαύτην ἐρημίαν ἐπάγειν σοι σφᾶς προσηνάγκασεν, ἵνα δρῶσιν ἀδεῶς ἃ δρᾶν τοιούτοις δεῖ φονευταῖς. φέρε τοίνυν, εἴ τί σοι πρὸς βουλήσεως εἴη τῶν φίλων ἐνίοις ἐνιαχοῦ μηνύειν ἀπόρρητον, ἐμοὶ προσανάθου πρὶν τοῖς τῶν τοιούτων θανάτων ἁλῶναι δικτύοις· ἐγὼ γάρ σοι καὶ Πυλάδης ἔσομαι πιστός, ἐγὼ καὶ φύλαξ ὧν ἀνέκπυστα φυλάττειν χρή. δυοῖν γὰρ ἔσται μοι θάτερον· ἢ γὰρ σοὶ κἀγὼ συντεθνήξομαι, καὶ τάφος ἔσεται κοινὸς ἀμφοῖν ὁ παρὼν οἶκος ἡμῖν, ἢ κατὰ τὸ λεληθὸς προαναστειλάντων με τῶν φονευτῶν καὶ φυγάδα ποιησαμένων με, πᾶσαν ἂν διέλθοιμι γῆν τε καὶ θάλασσαν, ἡλίῳ καὶ ἀστράσιν ἀπαγγέλλων τὴν ἀδικίαν ταυτηνί, καὶ τὴν ἀγνώμονα μαστίζων τῇ γλώττῃ τῶν σῶν φονευτῶν δεξιάν, καὶ τραγῳδίαν θεατρικὴν τά τε τῆς ἐκκλησίας καὶ τὰ σὰ πανταχῇ τιθέμενος διηγήματα. 3.68 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Κ . Περὶ μὲν οὖν δὴ ὧν ἐξεγένετό μοι μαθεῖν τοῖς ἐχθροῖς τουτοισὶ μεμηχανημένων ἐπιβουλῶν κατὰ σοῦ, καὶ δι' ἃ μάλιστα πάντων ἐπὶ σὲ τὸ ἀντίπαλον ἅπαν ὁλοσχερέστερον ὥρμηται μέρος, φόνου πνέον καὶ ποικίλων θανάτων μελέτας ἔχον, ταῦτα ἐστί. περὶ δὲ τοῦ καλουμένου τοῖς Παλαμίταις τόμου, καὶ ὅσα τούτῳ καὶ οἷα ἐγγέγραπται δόγματα, εἰ πάντα μοι διεξιέναι βουλομένῳ γε εἴη, πολλοῦ μέντ' ἂν οἶμαι δεήσειν τοῦ χρόνου, πολλῆς δ' αὖ τῆς σχολῆς, ἣ ἂν ἀπηλλαγμένη παντάπασιν εἴη πραγμάτων καὶ ἀωρίας ἁπάσης. φασὶ γὰρ οἷς διεξιόντων ἐκείνων ἀκηκοέναι τετύχηκε, μηδὲν μηδαμῇ μήθ' ὑγιὲς μήτ' ἀληθείας ἐχόμενον εἶναι ἐκεῖ, μήτε μὴν οὐδέν, οὔθ' ἃ λελάληται μήθ' ἃ πέπρακται, μεμνῆσθαι μηδενὸς καθά τε λελάληται καὶ καθὰ πέπρακται, ἀλλ' ὥσπερ ἂν εἰ οἱ τὰς Ἀτλαντίδας οἰκοῦντες νήσους, αἵτινές ποτ' ἄρ' εἶεν ἐκεῖναι, πολλὴν παρεχόμεναι τὴν αὐτονομίαν τῇ 3.69 γλώττῃ τῶν ἀνέλεγκτα ψεύδεσθαι περὶ τῶν ἐκεῖ βουλομένων, οὔτ' ἰδόντες οὔτ' ἀκούσαντες τῶν ἐνταυθοῖ μηδέν, παρελθόντες οὖν εἰδέναι διετείνοντο βέλτιον ἡμῶν περὶ τῶν ἐνταῦθα καὶ διεμυθολόγουν τερατώδη τινὰ καὶ ἀλλόκοτα διηγήματα, οὕτω καὶ οἱ περὶ τὸν Παλαμᾶν ἐπεπράχεσαν καὶ τοιαῦτα τῷ οἰκείῳ ξυνέθεσαν τόμῳ. ἃ γὰρ ἐβούλοντο γενέσθαι μέν, οὐ γεγένηνται δέ, καὶ ἃ λέγειν ἐβούλοντο μέν, οὐ δεδύνηνται δέ, τῶν παραχρῆμα ἐλέγχων τοῖς μὲν ἐντυγχάνοντες ἤδη τοὺς δ' ὑποπτεύοντές γ' ἔτι, ταῦτα δὴ μετὰ πολλῆς ἐξέθεντο τῆς αὐθαδείας ἐκεῖ, τῇ τοῦ καιροῦ ῥοπῇ τὸ ἀνέλεγκτα ψεύδεσθαι μάλα τεθαρρηκότες, καὶ τό γε παρὰ σφίσιν αὐτοῖς ἀνέκφορα ἔχειν αὐτὰ καὶ ἡμῖν ἀθέατα. φασὶ δ' οὖν Παλαμᾶν τά τε ἄλλα πρὸς ἀπάτην δρᾶν τῶν ἁπλουστέρων, καὶ θεραπείας δῆθεν τῶν σκανδαλιζομένων κατ' αὐτοῦ ἐπισκόπων. καὶ μὲν δὴ καὶ τῶν αὐτῷ βλασφημηθέντων ἔνια κόπτοντά τε καὶ ξέοντα, ξυντιθέναι νῦν ἐν ἄλλαις λέξεσι τὸν βλασφημοῦντα νοῦν τοῖς νέοις τόμοις αὐτοῦ, ἅτ' οὐκ εἰδέναι τῶν ἐπισκόπων ἐχόντων πλέον οὐδὲν ἢ ὅτι ἔξεσται ἃ κακῶς τέθειται, οἷα δ' ἃ μὲν ἔξεσται οἷα δ' αὖ ἃ τέθειται τὴν δύναμίν ἐστι, τούτων δ' οὔτ' ἐπαΐειν ὅλως οὔτε φροντίζειν. προφέρειν γὰρ καὶ γραφικὰς λέγεται μαρτυρίας, οὐχ ὡς ἔχουσιν ὑγιείας, ἀλλὰ παραφθείροντα πῇ μὲν ταῖς ἐντομαῖς καὶ παραλλάξεσι, πῇ δὲ ταῖς παρεξαγωγαῖς ὁμοῦ τε καὶ παρεξηγήσεσιν. ὧν, εἰ βουληθείης, οὐκ ἂν 3.70 ἔγωγ' ὀκνήσαιμι σχολὴν ἄγοντι νῦν προφέρειν ἔνια καὶ προτιθέναι σοι βραχείας τινὸς ἀντιρρήσεως πρόφασιν. Τῷ μὲν δὴ τόμῳ ἐκείνῳ τῆς ἀντιθέτου δυνάμεως, Ἀγαθάγγελε, νῦν ἀωρίαν εἶναι μακρὰν ἀντιλέγειν, σκοπῶν ἀκριβῶς οὐδ' αὐτὸς ἀρνηθείης ἄν· πολλοὶ γὰρ ἡμᾶς ἐλλοχῶσι πολέμιοι, τὰς κύκλῳ παρόδους ἀκριβῶς κατέχοντες, καὶ πολλοὶ τῆς ἡμετέρας γλώττης ἐπίβουλοι κάθηνται, ἔφεδροί τινες εἰπεῖν φρουροὶ καὶ ἡμεροσκόποι, ἴνδαλμά τι ζητοῦντες προφάσεως οἱασοῦν εἰληφέναι, ἵν' ἡμᾶς ἀναιδέστερον ὑβρίσαντες ὁμοῦ καὶ τῆς παρούσης ζωῆς ἀπαλλάξωσι, καὶ δόξωσι λατρείαν προσάγειν τοῖς νῦν ἡγεμόσι. κἀμοὶ μὲν θανάτου μέλει οὐδ' ὁτιοῦν· συμφυὴς γάρ, καὶ εἰ μὴ τήμερον, ἀλλ' αὔριον ἴσως ἀδήλοις ποσὶν ἐπικείσεται. τῶν δ' οὖν διωκόντων φειδοῖ, μὴ πρόφασιν ἡμᾶς ποιούμενοι τὴν θείαν 428
αὐτοὶ καθ' αὑτῶν ὀργὴν ἐρεθίζωσι, τούτων δ' οὖν ἕνεκα σιγᾶν ἀνάγκη, καὶ μάλισθ' ὅτι μηδ' ἀνὰ χεῖρας ἔχειν ἡμᾶς ξυνεπεπτώκει τὸν τόμον ἐκεῖνον, ἵνα πάντως βέβαια καὶ μὴ κωφὰ τὰ προβαλλόμενα ᾖ. ἐπειδὰν δ' ὁ τῆς αἰθρίας ἀναλάμψῃ καιρὸς καὶ ἡ προσήκουσα τῇ γλώττῃ παρρησία προσγένηται ξύν γε θεῷ, τότε δὴ κἀγὼ μετὰ σχολῆς ἀναλαβὼν θρηνήσω τὸν νεκρόν μου, καὶ τότε κλαύσομαι πικρῶς ἐπὶ τὸ σύντριμμα τοῦ γένους μου, καταδέσμοις φάναι καὶ φαρμάκοις ἰατρικοῖς τισὶ τὴν τοῦ τοσούτου πάθους ὡς οἷόν τε πειρώμενος φλεγμονὴν 3.71 θεραπεύειν. περί γε μὴν τῶν νῦν ἐπισκόπων, οὐ χρή σε θαυμάζειν ὅτι μηδὲ τὰς πρώτας ἀρχὰς τῶν στοιχείων οἱ πλείους ἴσασιν ὑγιῶς συντιθέναι, τοῖς πολλοῖς γοῦν τῶν βρεφῶν καὶ νηπίων ἐπ' ἴσης, ἀλλ' ἀγροικότερον τρόπον τὰ τῶν θείων δογμάτων ... τὴν πᾶσαν κενοῦσι σπουδήν. οὐδὲ μεταπείθειν πειρᾶσθαι μηδένα, μηδὲ συναναμίγνυσθαι τούτων οὐδέσι μηδ' ὁτιοῦν· μεστοὶ γὰρ ἅπαντες ὑποψίας. καὶ ὅσον ἐς τὸ καλὸν κἀγαθὸν τυφλῶς τε ἔχουσι καὶ ἀμαθῶς, τοσοῦτο δολιότητός τε καὶ φθόνου μεστοί. καὶ ῥᾷστα παριόντες διαβαλοῦσί σε πρὸς τοὺς ἡγεμόνας. πολλοῦ γὰρ εἶναι δεῖν τῇ τούτων παραβαλεῖν κακίᾳ πᾶσαν παλαιῶν τε καὶ νέων ἀνδρῶν κακοτρόπων κακίαν. εἰ δὲ μὴ ῥᾴδιον ἐκ πρώτης συνορᾶν ὁμιλίας μηδὲ τοῦ τῷ κριτικῷ τῆς ψυχῆς ταμιευομένου δικαστηρίου τὰς ψήφους ἀνακύπτειν εὐθὺς ἐλευθερίας καὶ ἀδεκάστους, ἀλλ' οὖν διὰ τῆς τοῦ χρόνου πείρας ἔξεστιν ἴχνη λαμβάνειν τινά, τῆς φύσεως οἷον ἀναδιδούσης ἀμυδρὰς εἰκασίας, οὐκ ἐκ προνοίας μέν, ἐκ τοῦ παρήκοντος δ' οὖν, ἐν οἷς ἐνίοτε καὶ ἡ γλῶττα λανθάνουσα προδότις ἀκούσιος γίνεται τῶν τῆς ψυχῆς ἀπορρήτων ἀρρωστημάτων, θυμοῦ τινὸς ἐρεθίζοντος ἴσως καθάπερ πνεύματος τὴν ψυχήν, ἢ πραγματικῆς οἵας δή τινος ἔξωθεν ἐπιρροῆς καὶ ἀδοκήτου φορᾶς. ὁπόσαι γὰρ τῶν σωματικῶν χρωμάτων τε καὶ σχημάτων αἱ παραλλάξεις εἰσὶ τοῖς ἀνθρώποις, τοσαῦται καὶ τῶν ψυχικῶν ἕξεων αἱ δια 3.72 φοραί. καὶ τοῦτ' εἰς ἀπειρίας ἴδοις ἂν ἐκτεῖνον τοὺς δρόμους πελάγη, στάσιν ἀληθῶς οὐ δυνάμενον οὐδαμῇ ποτὲ γνώσεως ἔχειν. πᾶσάν τε γὰρ ὑπερβαίνει σχολαστικὴν ἀνθρώπων σοφῶν ἐπίνοιαν, καὶ πάσας ἄρδην ἐπιστημονικὰς καὶ τεχνικὰς μεθόδους μακρὸν καὶ ἡδύ τι γελώσῃ περιφανῶς ὑποτίθησι χλεύῃ. ἦ γὰρ ἂν οὐδ' ἐλαχίστου σφίσιν ἔδει διερευνᾶν ὅστις ἂν εἴη λόγος τῶν τῆς ψυχῆς βραβευτὴς ἀσφαλὴς ἀπορρήτων. οὐδ' ἂν οὐδέσιν ἔδει τοῦ λοιποῦ τῶν ἔξωθεν ἠθῶν καὶ χρωμάτων, ἀφθόγγοις ταυτὶ φωναῖς ἀναδιδασκόντων, ἀμυδρῶς μὲν πρότερον τελεωτικῶς δ' αὖ προχωρούσης τῆς πείρας, ὡς εὐχερέστερόν πως ἔχειν ἤδη κἀπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις ὅπως ποτὲ τῶν τῆς ψυχῆς χρωμάτων καὶ διαθέσεων παραπέμπειν, κἀπί τι γνώριμον ἠρέμα καὶ κατὰ μικρὸν ἀεὶ ἀναφέρειν τὸν τῆς συνεχοῦς εἰκασίας εἱρμόν, καὶ ἐπερείδειν τοῖς πρώτοις ἴχνεσι τὰς κατόπιν ἐφόδους τῶν ἀναλογισμῶν. ὁρῶν γὰρ ὡς κἀκ τῶν οἰκείων οὐδὲν οὐδαμῇ οὐδενί ποτε οὐδ' αὐτοί γε ἐγκαλλωπίζεσθαι ἔχοντες ἐπὶ τἀφανὲς καταφεύγουσι τῶν ὀνείρων, τοῖς τὰς τραγῳδίας γράφουσιν ἥκοντες ἐς ταὐτόν, οἷς αἱ καταστροφαὶ καὶ ἐσχατιαὶ τῶν δραμάτων θεοῦ τινὸς ἐκ μηχανῆς προσδέονται, μὴ δυναμένοις ῥᾳδίως ψευδῶν καὶ παραλόγων προτάσεων ὑποθέσεων εὐφυὲς ἐπάγειν τέλος. καὶ οὗτοι γὰρ τὰ 3.73 πέρατα τῶν ψευδῶν ἐξ ὀνείρων προρρήσεων εἰς τοὐναντίον ὁρῶντες ἰόντα, τὸ τῶν ὀνείρων αὖ αἰτιῶνται ἀμφισβητήσιμον. ἡδέως δ' ἂν ἔγωγ' ἐροίμην αὐτούς, πῶς τοῖς αὐτῶν ἔργοις ἐναντιοῦται θεός, καὶ τὰς τῶν προρρήσεων ἐκείνων ἐλπίδας ἀεὶ στρέφει πρὸς τἀναντία, καὶ μάλισθ' ὅτε τῇ σφῶν δυσσεβείᾳ καθ' ἡμῶν τὸ κράτος ἡ βασιλεία παρέχει τρανότερον· τότε γὰρ καὶ ζημίαι προσγίνονται, βασιλεῦσι μὲν περὶ τὰ φίλτατα, Ῥωμαίοις δὲ κοινῇ περὶ τὰς πόλεις καὶ τὰ δημόσιά τε καὶ καθ' ἕκαστα πράγματα, καὶ ναυαγίων οἷον ἐμπίπλαται πάντα καὶ κινδύνων παντοδαπῶν· ἐχρῆν γὰρ εὐδαιμονίαν ἀποδιδόναι σφίσι πραγμάτων καὶ πλάτος ἀρχῆς, ἅτ' ἐκδικηταῖς τῶν πατρίων ἐθῶν καὶ δογμάτων καθισταμένοις καὶ κολασταῖς τῶν ἀνόμων, καὶ μὴ μᾶλλον παρὰ τοσοῦτον αὔξειν τὰ χείρω παρ' ὅσον αὔξην αὐτοὶ τοῖς 429
καθ' ἡμῶν παρέχουσι διωγμοῖς. δυοῖν γὰρ ἕποιτ' ἂν θάτερον, ἢ τὸν θεὸν ἄδικον εἶναι νομίζειν ἐναντιούμενον τοῖς, ὡς αὐτοί γε δήπου φαῖεν ἄν, ὑπερμαχοῦσι τῶν θείων δογμάτων, ἢ δίκαιον ὄντα, σφίσιν ἄδικα δρῶσι περιφανῶς ἀντιπράττοντα, πράττειν καλῶς, ἵνα τοῖς ἀσυνέτοις ἐγγίνηται σύνεσις καὶ τῶν καθ' ὑμῶν αὐτοῖς πραττομένων μετάνοια. ἀλλ' ὁ νοῦς αὐτῶν εἰς ἀπόνοιαν ἐμπεσὼν ἐκτετύφλωται, καὶ σύνεσιν πᾶσαν καθάπαξ ἀπείπαντο. Ἀλλὰ γὰρ ἐπειδή περ οὔπω καὶ τήμερον τοῖς τοῦ Πα 3.74 λαμᾶ δυσσεβέσιν ἐντετύχηκας γράμμασιν ἔκδημος σύγε ὤν, ἑνὸς ἐγὼ καὶ δυοῖν τῶν ἐκείνου νῦν ἐκ τοῦ σχεδὸν μνησθεὶς ἀπαλλάξομαι, ἵν' ὡς ἐκ κρασπέδου τὸ ὕφασμα, γνοίης ἂν καὶ αὐτὸς ὅπως ἐκ μοχθηροτέρων ἐκεῖνος προλήψεων, σπερματικῶς ἐγκειμένων ταῖς ἐκτετυφωμέναις αὐτοῦ διανοίαις, δῆμον τοσαύτης κακίας ὁ κάκιστος ἐξηρεύξατο. ἐπεὶ γὰρ μετὰ πολλούς τινας δρόμους βίᾳ καὶ μόλις τῆς ἐς Θεσσαλονίκην εἰσόδου τετύχηκεν, ἐῶ λέγειν ὁπόσα θεόθεν ἐδείχθη σημεῖα τὴν εἴσοδον αὐτόχρημα τούτου χλευάζοντα καὶ ἀποτρεπόμενα· ἔστι γὰρ ἁπάντων διηγουμένων ἀκούειν συχνά· ἐς δὲ τὸ θεῖον τέμενος τὴν ἱερὰν σὺν ἄλλοις ἱερεῦσι τελοῦντος θυσίαν, κατὰ γῆς κενωθῆναι συνέβη τὰ δῶρα τοῦ θείου κρατῆρος. πάντων οὖν καταπεπληγμένων ἐπὶ τῷ γεγονότι, μὴ θορυβεῖσθαι παρῄνει, εἰ γὰρ τὸ τοῦ Χριστοῦ, φάσκων, τότε χεθὲν αἷμα τοῖς Ἰουδαίοις καταπεπάτηται, καινὸν οὐκ ἂν εἴη τὸ ὑπὸ τῶν ἀνθρώπων ἁγιαζόμενον τοῦτο πάσχειν ταὐτὰ κατὰ σύμβασιν οὑτωσίν. ὁρᾷς οἵας προλήψεις ἔχων ἐκ πολλοῦ πεφώραται κἀν τούτῳ· οὐ γὰρ δὴ σῶμα γίνεσθαι καὶ αἷμα Χριστοῦ κατ' ἀλήθειαν οἴεται τὸ διὰ τῶν θείων τῆς ἱερουργίας εὐχῶν ἁγιαζόμενον, ἀλλ' ὥσπερ ὑφειμένον εἶναι λέγει θεὸν τὸν υἱὸν καὶ τῆς τοῦ πατρὸς οὐσίας ἕτερον ἐν πολλοῖς τῶν αὐτοῦ συγγραμμάτων, οὕτως ἔτι τοῦ ἱεροῦ σώματος ἐκείνου τοῦθ' ὑφειμένον καὶ πολλῷ διάφορον ἐκείνου, καὶ 3.75 μὴ εἶναι δήπουθεν καινὸν εἰ περιφρονοῖτο τοῦθ' ὑφ' ἡμῶν ὡς ἐκεῖνο πάλαι τοῖς φονευταῖς Ἰουδαίοις ἐκείνου. ἓν μὲν δὴ τοῦθ' ἱκανὸν ἐπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις τῶν ἀφανῶν ἀρρωστημάτων τῆς ἐκείνου ψυχῆς ἀναφέρειν σου τὴν διάνοιαν καὶ ἐπερείδειν ὡς ἐπὶ θεμελίῳ τὰς κατόπιν ἐφόδους τῶν ἀναλογισμῶν· δεύτερον δ' ὅτι πολυθεΐαν ἐγκαλούμενος, μηδὲ γὰρ Ἰουδαῖος ἔφασκεν εἶναι μηδὲ τῶν Ἰσμαηλιτῶν εἷς, ἵν' ἕνα σέβῃ θεόν. ἐγὼ δὲ καὶ πλείω καὶ μείζω συνείρειν ἐθέλων τῆς αὐτῆς ἐχόμενα κακίας, καὶ δεικνύειν καὶ ἀναπτύσσειν ὁπόσους τῆς ἀσεβείας ταμιεύει τὰ βραχέα ταυτὶ θησαυρούς, δυοῖν ἕνεκα παρίημι, ἑνὸς μὲν ὅτι σοφὸς ὢν καὶ αὐτὸς ξυνῆκας ἀκούσας εὐθύς, γνώσῃ δ' αὖ τελεώτερον ταῖς ἐκείνου βίβλοις ἐντετυχηκώς, δευτέρου δ' ὅτι καιρὸν ἀπιέναι σε οἴκαδ' ἀρτίως ἁρμόττοντα οἴομαι εἶναι, πρὶν τοὺς κύκλῳ πανόπτας αἰσθέσθαι καὶ τοὺς πικροὺς τῆς ἐμῆς δεσμοφύλακας τύχης. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ ὁ καλὸς Ἀγαθάγγελος τοσαῦτ' εἰπὼν καὶ ἀκούσας ἀπῄει νύκτωρ, μηδενὸς τῶν ἐμῶν διωκτῶν αἰσθομένου. χρόνον δ' ἐκεῖθεν ἑξαμηνιαῖον ἀνὰ τὴν πόλιν ταυτηνὶ διατετριφώς, καὶ Βυζαντίων τοῖς προύχουσιν ἐπί τε σοφίᾳ καὶ δόξῃ συναναμιγνύμενός τε καὶ ὁμιλῶν εὐφυῶς, καὶ τοῖς πρὶν ἠκουσμένοις τὰ 3.76 πλείω κατὰ τὸ συνεχὲς ἠθροικώς, ἧκεν αὖθις ὡς πρότερον ἡμῖν τὰ λειπόμενα ἀπαγγέλλων ἑξῆς. ἦσαν δὲ τοιαδί. Τοῦ Γαλατωνύμου, φησί, φρουρίου γῆς καὶ θαλάττης ἀποκλεισθέντος, καὶ τῶν ὁλκάδων αἳ τὴν σιτοπομπίαν αὐτῷ ἐκόμιζον ἐκ τῆς ἄνωθεν θαλάττης, ἀφῃρημένου πρὸς τῶν Βενετικῶν, ὡς εἴρηται, τεσσαρεσκαίδεκα μακρῶν ἐκείνων νεῶν ἔτει πρότερον ἑνί, κἀκεῖθεν ἔπειτα τὴν τοιαύτην μάχην διαδεξαμένου τοῦ βασίλεως, καὶ τριήρεσι μὲν ἐκ θαλάσσης δέκα, στρατιωτικαῖς δ' ἐξ ἠπείρου δυνάμεσι μαχομένου, σπάνις μακρὰ τῶν ἐπιτηδείων τοὺς ἔνδον κατεῖχε Λατίνους. διὸ πρεσβεύεται πρὸς αὐτοὺς ἐλεήσας ὁ βασιλεύς, δι' ὅρκων σφᾶς ἀζημίους βεβαιῶν ἀφιέναι, εἴτ' αὐτόθι καθῆσθαι βούλοιντο, εἴτ' οὖν πορεύεσθαι ὅπῃ βούλοιντο, καθαιρεθέντος πρότερον τοῦ τὸ φρούριον τειχίζοντος νεοπαγοῦς περιβόλου. πρὸς ἃ τερατευσαμένους ἐκείνους τά τε 430
ἄλλα τῆς εἰωθυίας καὶ νῦν ὀφρύος ἀποκρίνασθαι, καὶ μὲν δὴ καὶ ὅτι, εἰ μὲν ἑνὶ θεῷ τῷ τοῦ παντὸς ἐλάτρευες ποιητῇ δηλαδή, ἦν ἂν ὡρισμένῃ μνήμῃ τὰς τῶν ὅρκων ἀσφαλείας ἐγκλείοντας, ἀφρόντιδα βίον ἐν ἀτειχίστῳ διάγειν χωρίῳ. νῦν δ' οὐκ εἰδόσι τίνι τῶν ἀπείρων οἷς λατρεύεις θεοῖς τὰς τῆς πίστεως νέμεις ἐγγύας, δεδιέναι μὴ συναρπασθεῖσιν ἔπειτα τὰς ἀκοὰς διά τε τῆς ὁμωνυμίας καὶ τῆς τοῦ μόνου θεοῦ προσηγορίας, ἐς τὴν τῆς ἀπειρίας ἐκείνης ἀνάχυσιν καταδύντας, ἀπείροις περιαντλεῖσθαι γένηται ναυαγίοις ἡμῶν αὐταῖς 3.77 ψυχαῖς καὶ αὐτοῖς σώμασι. ταῦτ' ἀκούων ὁ βασιλεὺς καιρίαν, φησίν, ἐνόμιζε δέχεσθαι κατὰ τῆς καρδίας πληγήν, καὶ μεμελέτηκεν ἀντ' ἄλλου φαρμάκου, τόν τε Ἀλεξανδρείας πατριάρχην καὶ ἅμα τὸν τῆς Ἀντιοχείας δώροις περιελθὼν καὶ πόρρωθεν, ἐνδημήσαντας πείθειν ἐνταυθοῖ συνθέσθαι τοῖς νέοις καὶ παρανόμοις τόμοις, καὶ ὑπογράψαντας εἶναι καὶ αὐτοὺς τοῦ λοιποῦ γε ὁμόφρονας, ἐς τὸ τῶν τρόπων ἐκείνων ἀπιδὼν καὶ θαρρήσας ἁπλοῦν καὶ τὸ τῶν γραφικῶν μεθόδων ἀποίκιλον, καὶ καθολικὴν ἐνταῦθα τὸ μερικὸν ἐκεῖνο καὶ λῃστρικὸν ὀνομάζειν ἔχειν ἤδη συνέδριον σύνοδον, καὶ οὕτω τοῦ λοιποῦ τῶν ὀνειδιζόντων καταφρονεῖν ὡς ἀφρόνων, καὶ μηδαμῇ καταπλήττεσθαι. οὕτω τῇ ἑαυτοῦ πιστεύων εὐθύνειν ἅπαντα γνώσει, παντάπασιν ἀμελῶν ὁρᾶται προνοίας θεοῦ. Ἤδη δὲ τοῦ φθινοπώρου περὶ τὰς τοῦ ἀρκτούρου ἐπιτολὰς γενομένου, φήμης ῥυείσης ὡς Βενετικαὶ τριήρεις ὑπὲρ τὰς ἑκατὸν τὸν Ἰόνιον παραλλάξασαι κόλπον, καὶ τὸ Ἀδριατικὸν ἐν δεξιᾷ καταλελοιπυῖαι πέλαγος, τὰς Κερκυραίων καὶ Ζακυνθίων καὶ Πελοποννησίων παραπλέουσι πόλεις, ξενολογοῦσαί τε καὶ τῶν ἐκεῖθεν ἀκμὴν τῆς ἡλικίας, ὁπόση στρατεύσιμος εἴη, μισθοῦ στρατεύεσθαι πείθουσαι μάλα τι βρίθοντος (μεγέθει γὰρ εἶναι μεγίστας ἐκείνας τὰς ναῦς, καὶ πληρώματος δεῖσθαι μείζονος ἢ τριακοσίων ἑκάστην ἀνδρῶν), 3.78 αἱ προφυλακίδες τριήρεις τῆς ναυτικῆς τῶν Γεννουϊτῶν δυνάμεως πυθόμεναι τὴν ταχίστην ἧκον ἀγγέλλουσαι, καὶ ἅμα ὀτρύνουσαι μηδὲν μελλήσαντας Χίου αὐθημερόν τε ἀπαλλάττεσθαι καὶ ὅλαις κώπαις εὐθὺ Βυζαντίου ἐλαύνειν· εἶναι γὰρ βέλτιον ἐκεῖ τὴν τῶν πολεμίων ἔφοδον περιμένειν, ὅπῃ δὴ καὶ τὸ Γαλατώνυμον φρούριον εἴη ἂν πολλήν τινα καὶ παντοδαπὴν παρέχον ὠφέλειαν. ἄραντες οὖν εὐθὺς ἐκεῖθεν ἑξήκοντα ταῖς πάσαις ναυσὶν ἀφίκοντο πρῶτον ἄχρι καὶ ἐς τὸ τοῦ Ἑλλησποντίου στόμα πορθμοῦ, καὶ αὐτόθεν ἐς Τένεδον καθωρμίσαντο. ἔνθα συχνὰς διατετελεκότες ἡμέρας, πολέμιον ἔφηναν οὐδαμῇ τὸ παράπαν οὐδ' ἔνοπλον ἔργον οὐδέν, ἀλλ' ἀγορὰν αἰτήσαντες καὶ λαβόντες μετ' εἰρήνης ἐκεῖθεν ἀπήλλαξαν. καὶ τοῦτο ποιοῦντες ἠρέμα τὰς ἐν θαλάττῃ Ῥωμαϊκὰς παρέπλεον πόλεις ἁπάσας, ἄχρι καὶ ἐς τὴν Πείρινθον τὴν καὶ Ἡράκλειαν καλουμένην. ἐνταυθοῖ δ' οὐκ εὐμενοῦς οὐδὲ φιλανθρώπου τῆς ἀγορᾶς τῶν ἐπιτηδείων τυχόντες, ἔστησαν ἀλύοντές τε καὶ μαθεῖν περιμένοντες ἐκ τοῦ Γαλατωνύμου φρουρίου, εἰ τὴν ὑποδοχὴν ἀξίαν τοῦ στόλου παρεσκευάσαντο· φθάσαντες γὰρ ἐκεῖ τριήρεις προύπεμψαν δέκα. μεταξὺ δὲ λάχανα παρεξιόντες ξυνέλεγον καὶ βοτάνην ἔνιοι τῆς ναυτικῆς δυνάμεως ἐκ τῆς χώρας, ἡμερήσιον ἐντεῦθεν τῇ γαστρὶ μνηστεύοντες τράπεζαν· μακρῷ γάρ τινι καὶ πολυημέρῳ δαπανώμενοι διετέλουν λιμῷ. οἵ γε μὴν Ἡρα 3.79 κλεῶται, καθάπερ θεηλάτῳ πληγέντες ἀγνοίᾳ τὸν νοῦν, ἀντ' ἄλλης ξενίας ἐνέδραν ἐκεῖ προλοχίζουσι πρὸ τοῦ στόλου νυκτός, ἅμα δ' ἕῳ συχνοὺς οὑτωσὶ τῶν Λατίνων συνειληφότες ἀπέκτειναν. τοῦτο πρὸς ὀξεῖαν σφᾶς ἠρέθισεν ὀργήν, καί τοι καὶ βουλομένους μάχης ἀπέχεσθαι πάσης, ἄχρις ἀφικομένους ἐς Βυζάντιον περὶ εἰρήνης πρεσβεύσασθαι, καὶ πᾶσι τρόποις ἐπαγγελιῶν καὶ πάσαις δόσεσι χρημάτων περιεληλυθέναι τὸν βασιλέα, καὶ πεῖσαι τὰς τῶν Βενετικῶν σπονδὰς ἀπειπάμενον ἀνθελέσθαι τὰς σφῶν. ὅθεν ἐπὶ πολλὰς τὰς ὥρας γνωσιμαχήσασι καθ' ἑαυτοὺς καὶ μάλα γέ τι ἀνεκτὰ ἐδόκει σιωπήσαντας τὸ συμβὰν παρεληλυθέναι ἀτόπημα, καὶ μάλιστα τῆς ναυτικῆς καὶ πολυμιγοῦς ἀναρχίας ἐκριπιζούσης καὶ ἀναφλεγούσης τὸν πόλεμον. διόπερ ἐς τὴν 431
ὑστεραίαν ἕωθεν οἱ ναύαρχοι τὰ πολεμικὰ τῶν σημείων ἐνεκελεύοντο δὴ τοῖς σαλπιγκταῖς ἀνακρούεσθαι, καὶ οὕτως εἰς ἄμυναν ἔνοπλοι πάντες ἐκπηδήσαντες περιεστρατοπέδευσαν τὴν πόλιν. καὶ ἅμα τὰς πύλας ἀναμοχλεύσαντες πάσας, ἐν ὥραις εἷλον δυσὶ μεστὴν οὖσαν οὐ μόνον τῶν πάλαι οἰκητόρων αὐτῆς, ἀλλὰ καὶ ὅσοι τὰς ἔξω κώμας τῆς Θρᾴκης διὰ συχνὰς τῶν ἐθνῶν ἐφόδους λιπόντες ἐν τοῖς αὐτῆς μετῳκίσθησαν, πλοῦτον παντοδαπὸν ἐκεῖ συμφορήσαντες. καὶ μὲν δὴ καὶ εἰσεχέοντο πάντες ἁπανταχόθεν Λατῖνοι, καὶ πᾶσαν ἠνδραποδίζοντο ἡλικίαν ἐλεεινῶς, ὅση μὴ δρασμῷ τὴν σωτηρίαν ἔφθη πορίσασθαι. τηνικαῦτα δ' ἀπῆν ὁ τῆς πόλεως ἐπισκοπικῶς 3.80 προΐστασθαι λαχὼν Κόκκινος· οὕτω γὰρ ἐκαλεῖτο διὰ τὸ πυρῶδες καὶ ἄγριον τῆς ὄψεως ὁ ποιμενικὸς πατήρ. ἔτυχε γὰρ ἐν Βυζαντίῳ, ταῖς μὲν τοῦ Παλαμᾶ καινοφωνίαις πάσῃ γνώμῃ καὶ σπουδῇ συμμαχῶν, τοῦ δὲ ποιμνίου μικρὰ φροντίζων, καὶ τὸν μὲν κατὰ τῆς εὐσεβείας ἀναρριπίζων ἐνταυθοῖ διωγμόν, τῷ δὲ βασιλεῖ προφοιβαζόμενος ἐξ ὀνείρων, κἀκ τοῦ τοιούτου μαντικοῦ τρίποδος ὑπισχνούμενος τὰ μεγάλα τε καὶ ἀπόρρητα, κλήρους ἀρχῆς δηλαδὴ καινοτέρους, καὶ πάσας ἑῴας καὶ ἑσπερίου λήξεως ἐπικράτειαν ἄμοχθον αὐτίκα μάλα τι ἑψομένην τῷ διωγμῷ. ἀλλὰ γὰρ ἐπειδὴ πρὸς πᾶν τοὐναντίον ἐχώρει τὸ τοῦ Κοκκίνου μάντευμα, πολλὴν παρεῖχε τὴν ἀπορίαν τῷ βασιλεῖ, καὶ ἃ χθὲς καὶ πρότριτα προσίετό τε καὶ σφόδρα ἀσμένως ἐπίστευε, νῦν ἐς ἀμφιβόλους ἔρριπτεν ἐννοίας, καὶ τρικυμίαν εἶχε λογισμῶν, καὶ ἀπεσείετο τοὺς λήρους ἐκείνους, καὶ πολλαῖς ἐπειρᾶτο μέμψεσι βαπτίζειν τοὺς οὕτως ἐπ' αὐτοφώρῳ ψεύδεσθαι οὐκ ἐρυθριῶντας. ἀλλ' ἐγγύθεν αὖθις ὁ τὰς μαντείας εἰσάγων ἑστώς, καὶ παρεξηγούμενος τὴν ἀλήθειαν, ἔπειθε πάλιν τὴν αὐθεντικὴν ὑποτρέχων ἁπλότητα, καὶ τοὐναντίου πνεύματος ἐνέργειαν ἔφασκεν εἶναι, ἵνα τὸν ὑπὲρ εὐσεβείας σβέσῃ θυμόν, καπηλεύσας τὸν δρόμον τοῦ διωγμοῦ. εἶναι δὲ καὶ δοκιμήν τινα τοῦτ' ἔφασκεν αὐτῷ θεοῦ, καὶ τῆς μελλούσης ἴσως εὐδαιμονίας γίνε 3.81 σθαί οἱ προοίμιον, ἵνα μὴ τῇ τῆς χαρᾶς ἐκείνης ὑπερβολῇ πρὸς οἴησιν ἀρθῇ σου, φησί, τὸ φρόνημα, καὶ τῶν ἐπηγγελμένων σὺ τότε μᾶλλον ἐκπέσῃς, καὶ ἡμεῖς τῶν μεγάλων ψευσθῶμεν ἐλπίδων· οὓς γὰρ ἂν ὁ θεὸς ἀνάγειν ἐθέλοι πρὸς μειζόνων πραγμάτων ἐπιστασίαν, δοκιμωτέρους ποιεῖ, προγυμνάζων διὰ σμικρῶν τινῶν περιστάσεων. ἀλλ' ἐκεῖνος μὲν τοιαῦτα τῆς ἀληθείας κατεψεύδετο, καὶ οὕτω τῆς εὐσεβείας ἀναιδῶς κατωρχεῖτο, τοῦ δὲ ποιμνίου σπαραττομένου μάλα πικρῶς ὑπὸ τῶν πολεμίων ἐκεῖ καὶ ἀφειδῶς ὑπὲρ χρημάτων πάντων καὶ παντοδαπῶν αἰκιζομένου νύκτωρ καὶ μεθ' ἡμέραν ἠμέλει, καὶ δεύτερα πάντ' ἐνόμιζε τῆς ἐς τὸν τῆς πίστεως διωγμὸν σπουδῆς, καὶ οὐδὲ τὸν προφανῆ τοῦτον ἔλεγχον προφανῶς ᾐδεῖτο· ὃ γὰρ ὁ μέγας πάλαι πεποίηκε Κωνσταντῖνος (τοὺς γὰρ νεωτερίζοντας τότε τῶν Ἰουδαίων, καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνανεοῦσθαι νεὼν ἐγχειροῦντας, συνειληφώς, καὶ σφῶν τὰ ὦτα λωβησάμενος, μαστιγοφόρους περιάγειν τε καὶ μαστίζειν παρέσχε τὸ τῆς γνώμης ἀκόλαστον μετὰ τῆς σαρκός, μὴ καὶ πλείοσιν ἄλλοις στήλη κακίας ὁ νεωτερισμὸς αὐτῶν καταστῇ), τοῦτο πέπραχεν ὁ θεὸς ἐνταυθοῖ, τὸν ἀσεβῆ ποιμένα τῆς πόλεως ἐλέγχων ἐκείνης καὶ τὰς τούτων φαυλίζων προρρήσεις, καὶ ἐκπομπεύων τοὺς τῶν μακρῶν ὀνείρων ἐκείνων λήρους ἐν μέσῃ γῇ τε καὶ θαλάσσῃ, στήλης ἁπάσης ὑπέρτερον. ὡς γὰρ Ἰουδαίους Κωνσταντῖνος ἐκείνους κατ' ἐκεῖνο τὸ μέρος ἐλωβήσατο ᾧ πάντων 3.82 μάλιστ' ἀκούειν καὶ συνιέναι προσῆκε τῶν τοῦ σωτῆρος προρρήσεων, τὸν μὲν παντελῆ τῆς οἰκοδομῆς ἐκείνης ὄλεθρον προειπόντος, τὴν δ' ἀναβίωσιν οὐδαμῇ γε προσθέντος, οὕτω νῦν ὁ θεὸς ἐνταυθοῖ πρῶτον αὐτὸν τὸν τὰς μαντείας ὑπέκκαυμα τῆς τοῦ διωγμοῦ φλογὸς παρεισάγοντα κατὰ τῆς εὐσεβείας τῷ βασιλεῖ χλευάζων, καὶ τῆς ὀνειροσκοπικῆς αὐτοῦ λαμπρῶς ἀναμοχλεύων τοὺς τρίποδας, τοῦ ποιμνίου πέπραχεν ἀλλότριον, ἀνάξια δρῶντα ποιμαντικῆς ἁπάσης καὶ θεοῦ, μονονουχὶ τῶν πραγμάτων βοώντων αὐτῶν ὡς ἐχρῆν μὲν ὑπὸ βασιλέως τῆς ποιμαντικῆς 432
ἐξωθεῖσθαι τὸν ἀσεβῆ ποιμένα, ἐπεὶ δ' ἀντὶ τοῦ κολάζειν ὃ δὲ καὶ στεφανίτην ἀνέδειξε, κοινὸν ἀμφοῖν ἐπάγει λοιπὸν ὁ θεὸς τῆς ζημίας τὴν δίκην, μηλόβοτον μὲν καταστήσας τὴν πόλιν, τὸν δὲ λαὸν φεῦ πανταχῇ διασπείρας τῆς οἰκουμένης, ἵν' αἴσθωνται πάντες ὁμοῦ τε τῶν ἐλέγχων τῆς ἀσεβείας, καὶ οἷα τῶν πονηρῶν σπερμάτων εἰσὶ τὰ γεώργια, ἢ μᾶλλον τὰ τῶν μελλόντων δεινῶν προοίμια. Μετὰ μέντοι τὴν παντελῆ τῆς Ἡρακλείας ἐρήμωσιν καὶ ἀπώλειαν ἀφικέσθαι ἔδοξε Λατίνοις καὶ στῆναι πάσαις ὁμοῦ ταῖς ναυσὶ παρὰ τὸ τοῦ Εὐξείνου πόντου στόμα καὶ τοὺς ἐκεῖσε λιμένας, οὐ πάνυ πολλῷ τινὶ διαστήματι τοῦ Γαλατωνύμου φρουρίου ἀπέχοντας, κἀκεῖθεν περὶ σπονδῶν πρὸς βασιλέα πρεσβεύεσθαι. καὶ μέντοι καὶ ἐληλυθόσι προσετέθησαν σφίσι καὶ ἕτεραι τριήρεις πέντε, ἄλλους τε ἔχου 3.83 σαι κατ' ἐκλογὴν ἄνδρας τῶν τοῦ φρουρίου τὰ πρῶτα φερόντων οἰκητόρων, καὶ οὓς ὠνόμαζον τέως λευκοφόρους, ὥσπερ τοὺς τῷ Ἀλεξάνδρῳ πάλαι τῷ Μακεδόνι κατ' ἐκλογὴν παρασπίζοντας ἐκείνους λευκάσπιδας. ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸ τῶν ἀσπίδων χρῶμα, οὕτω νῦν οὗτοι διὰ τὴν τῶν ἐνδυμάτων λευκότητα λευκοφόροι καλεῖσθαι ἐνόμισαν, καὶ εἶναι ἐπίσημοι διὰ τὴν τῆς ψυχῆς ἀνδρίαν, ἣν ἐπηγγείλαντο φιλοτίμως ἐνδείξασθαι κατὰ τὴν ἐνεστῶσαν μάχην ἄχρι θανάτου, ἑνὶ πάντες ὅρκῳ δημοσίῳ προκαταδήσαντες ἑαυτοὺς ἀφειδῆσαι τελέως τοῦ σώματος. ἦσαν δ' οὗτοι πεντακόσιοι τὸν ἀριθμόν. ἀλλὰ γὰρ ὁ τῶν Γεννουιτῶν στόλος ἐς πέντε καὶ ἑξήκοντα τριήρεις ἀνηγμένος, ἐπρεσβεύοντο μετὰ παρρησίας ἤδη πρὸς βασιλέα, τά τε ἄλλα τῇ πρεσβείᾳ ἐγγοητεύοντες εἰς πειθώ, καὶ μάλιστα πάντων τὴν τῶν Βενετικῶν νεῶν πλάνην, καὶ τὸν μεταξὺ διὰ τοὺς ἐπενεχθέντας κλύδωνας μερισμὸν καὶ ἀποστροφὴν ἐς τὰ οἴκοι. τοῦ μέντοι βασιλέως τὴν ἐκείνων βεβαίως ἄφιξιν προσδοκῶντος, καὶ ἀποστρεφομένου προθέσεσιν ὅλαις ψυχῆς τὴν πρεσβείαν, ἀποτυχόντες πέμπουσι παρὰ τὰς τῷ Εὐξείνῳ προβεβλημένας πόντῳ παραθαλασσίους πόλεις Ῥωμαίων τριήρεις δέκα, αἳ δὴ καὶ δυοῖν ἡμέραιν ἀγωνισάμεναι Σωζόπολιν εἷλον, βαθύπλουτόν τε καὶ πολυάνθρωπον πόλιν Ῥωμαίων, πλεῖον ἢ χιλίους σταδίους ἀπέχουσαν τοῦ Πόντου αὐχένος. ὁ δὲ βασιλεὺς τάφρους τε ἀνώ 3.84 ρυττε κύκλῳ περὶ πᾶν τὸ παράλιον τεῖχος τῆς βασιλίδος τῶν πόλεων, τάς τε τῶν τειχῶν ἐπάλξεις ἐς ὕψος ἀνῆγε καὶ ὠχύρου, ξυλίνους ἐποικοδομῶν καὶ περιστέφων πύργους καὶ ἡμιπύργια. οἱ δὲ Γεννουῖται νῦν μὲν ἠπείλουν, νῦν δ' ἐπρεσβεύοντο περὶ σπονδῶν. ἐπεὶ δ' ἐλπίδας ἐξ ἐλπίδων στρεφόντων ὁ χρόνος ἐτρίβετο καὶ τὰ ἐπιτήδεια ἐπέλιπε σφίσιν, εἰς ἀνάγκην ᾔεσαν σπείσασθαι τοῖς τὴν Βιθυνίαν ἔχουσι Πέρσαις. πρεσβεύονται τοίνυν πρὸς τὸν ἡγεμόνα σφῶν, καὶ δῶρα τὰ μὲν πέμπουσι τὰ δ' ἐπαγγέλλονται, συμμάχους εἶναι σφίσι παρακαλοῦντες διηνεκεῖς, καὶ φόρους ἐτησίους λαμβάνειν πολυταλάντους καὶ παντοδαπούς. Τούτων δ' οὕτω γιγνομένων, λῦπαι μακραὶ τὴν ψυχὴν ἐδαπάνων τοῦ βασιλέως, τὴν ἀπουσίαν ἐς πολὺν παρατείνουσαν χρόνον ὁρῶντος τῶν Βενετικῶν νεῶν. ἵνα γὰρ ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου ἐπανακάμψωμεν, κατέπλευσαν μὲν ἐκεῖναι πρῶτον ἐς Κρήτην ἀπαθεῖς ἠθροισμέναι τοῦ φθινοπώρου μεσοῦντος, τριάκοντα μέν, ὡς φασί, τῶν Κατελάνων, ἑβδομήκοντα δὲ τῶν Βενετικῶν· ἔνθα καὶ πλείστας ἡμέρας διατετρίφασι, τὰ ἐπιτήδεια ἱκανῶς ἐσκομιζόμεναι. ἔπειτ' εὐπλοίας γενομένης ἀνήχθησαν, καὶ μήπω δυοῖν ἡμερῶν ἀνύσασαι πλοῦν χειμῶνι δεινῷ κατὰ τὸ Ἰκάριον περιεπεπτώκεσαν πέλαγος, τῶν ἀπ' ἄρκτου ῥεόντων πνευμάτων σφοδροτέρων ἤδη κατὰ τοῦ Αἰγαίου χεθέντων πελάγους. κἀντεῦθεν 3.85 ἀλλήλων διαζευχθεῖσαι κατὰ πλείω καὶ ἥττω γε μέρη, αἳ μὲν ἐς Κρήτην παλινδρομοῦσιν, αἳ δὲ τῇ Εὐβοίᾳ προσώκειλαν, αἳ δὲ τῶν Κυκλάδων ἥψαντο νήσων. ἔνιαι δὲ καὶ ἀπώλοντο, βράχεσι καὶ τεναγώδεσι τόποις νυκτὸς προσρηγνύμεναι. ἐπεὶ δ' ἐς Βενετίαν σφίσιν ἐπανιέναι οὐκ ἦν (τὸ γὰρ ἅπαξ ἐκεῖ τῇ βουλῇ κυρωθὲν ἄλυτα νόμου ἰσχύοντα εἶναι συμβαίνει, εἶναι δ' αὐτοῖς ἐκεῖθεν προστεταγμένον δυοῖν θάτερον, ἢ νικητὰς ἐπανιέναι τῶν πολεμίων, ἢ 433
πολεμίοις ἅμα πάντας ἐκεῖ σφαγῆναι χερσί, τῷ δ' ἄλλως ἐπανιόντι θάνατον εἶναι τὸν αἴσχιστον τοὐπιτίμιον, ἁπάσης προφάσεως λίαν ὑπέρτερον), εἰς ἀνάγκας ᾔεσαν ἅπασαι τὰς αὐτάς, εὐθὺ Βυζαντίου ἐλαύνειν ἑκασταχόθεν ἁπάσας ἐν ὁμοίᾳ τῇ γνώμῃ. συνέβη τοίνυν συχνῶν ἡμερῶν σποράδας ἠθροῖσθαι τριήρεις ἐκ τούτων δύο καὶ ὀγδοήκοντα, αἳ δὴ καὶ μετὰ βραχὺ κατέπλευσαν ἐς Τένεδον μάλα μόλις· χειμῶνι γὰρ περιέτυχον αὖθις, μετρίῳ μέν, ἐνέτυχον δ' οὖν. ἡμέρας δ' ἐκεῖ συχνὰς περιμείναντες τοῦ χειμερίου κλύδωνος, ὅσον ἐφικτόν, ἑαυτὰς ἀνελάμβανον. νοτίων δ' ἔπειτα πνοαῖς ἐξ οὐρίας γενομένων ἀνήχθησαν ἕωθεν. περὶ δὲ δείλην ὀψίαν ἀντιπνοίας γενομένης σφίσιν ἐκ πρῴρας, ἐς μίαν τῶν ἐν Χερρονήσῳ πόλεων προσωρμίσθησαν, καλουμένην Σηστόν. κἀκεῖθεν αὖθις μετὰ πολλὰς τὰς ἡμέρας ἐξέπλευσαν, νότου μαλακοῦ μὲν τὴν ἀρχὴν γενομένου, τραχυνθέντος δ' ἐς τὴν ὑστεραίαν τοσοῦτον ὥστε μόλις ἐδυ 3.86 νήθησαν ταῖς τῆς Προποντίδος προσεληλυθέναι νήσοις, δυοῖν δέουσαι ἑβδομήκοντα, τοῦ χρόνου τηνικαῦτα τὰς τοῦ χειμῶνος ἐσχατιὰς παραθέοντος, καὶ μέλλοντος ὅσον οὐδέπω τὰς τῆς ἠρινῆς ἰσημερίας ἀνίσχειν τροπάς. κἀπειδὴ λιμὴν ταῖς νήσοις ἐκείναις οὐκ ἦν οὐδαμῇ τοσούτῳ στόλῳ προσήκων, μετέωροι νυχθημέροις δυσὶν ἐπ' ἀγκυρῶν ἐσάλευον ἅπασαι πάνυ τι πλημμελῶς, τοῦ τε κύματος κάτωθεν ἀνοιδοῦντος, καὶ τοῦ πνεύματος οὐδαμῇ πω λήξεως μεμνημένου. ἦ γὰρ ἂν ἐνῆν καὶ Γεννουίταις ἐπὶ σφᾶς ἐξαίφνης πλευσεῖσθαι, πάλαι τοῦτο μελετηθὲν αὐτοῖς καὶ παρασκευασθὲν κεκοπωμένοις ἐπεισπεσεῖν κατὰ τὸν ἀνάπλουν. καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχεν· ἀλλ' ἐπειδήπερ οὐκ ἦν ἐς πλέον οὐδ' ἐνταυθοῖ καθημένοις θαλάττῃ καὶ κύμασι μάχεσθαι καὶ πνεύματι τραχυνομένῳ διηνεκῶς, ἄραντες ἐκεῖθεν τριταῖοι περὶ δείλην ὀψίαν κατῄεσαν ἠρέμα καὶ μοχθηρῶς ἐς τὸν τῶν Βυζαντίων λιμένα. καὶ ἅμα τριήρεις ἐντεῦθεν ὀκτὼ ἀναχθεῖσαι Ῥωμαϊκαὶ συνδιέφερον τὴν καταγωγὴν καὶ συνεκρότουν, προάγουσαι καὶ χειραγωγοῦσαι. ἀλλὰ πρὶν ἅψασθαι γῆς, ἐπιπλέουσιν ἐξαίφνης αὐταῖς αἱ Γεννουιτικαὶ τριήρεις, ἐφεδρεύουσαι πάλαι πολύν τινα χρόνον. καὶ πρῶτα μὲν τριήρεις ταχυναυτούσας σύνδυο καὶ σύντρεις ἐκ διαστήματος ἐς πρύμναν ἐκείνων προύπεμψαν, κἄπειτα ἐσπουδασμένην τινὰ καὶ μάλα τι σφόδρα κατόπιν ὀξεῖαν αἱ πᾶσαι τὴν ἔφοδον ἐποιοῦντο, ὡς ἐς ἀνάγκας ἰέναι Βενετικούς, καίπερ οὕτω κεκοπωμένους καὶ ἐν 3.87 οὕτω ἀστατούσῃ θαλάττῃ διὰ τὸν τότε κλύδωνα, συνάψαι τὴν μάχην αὐτόθι. στρέψαντας οὖν ἐπὶ σφᾶς ἤδη τοὺς πολεμίους οἱ Γεννουῖται τὰς πρῴρας ἰδόντες πρύμνας τε ἐκρούσαντο εὐθύς, καὶ ἀμεταστρεπτὶ παρὰ τὸν αὐχένα τοῦ Πόντου καὶ τοὺς συνήθεις λιμένας κατέφευγον. οἳ δ' ἐπέκειντο διώκοντές τε καὶ βάλλοντες κατὰ νώτου. τέτταρας αὐτοῦ παρὰ τὸν λιμένα διὰ τὸν κλύδωνα μικρόν τι ῥαγείσας ἐν ταῖς ἐκεῖ προβλῆσι τῶν πετρῶν καταλελοιπότες τριήρεις. καὶ ξύν γε αὐταῖς αἱ Ῥωμαϊκαὶ συνεξέθεον ἐκεῖναι, τὸν ἐκείνων θυμὸν ἀναζωπυροῦσαί τε καὶ ἀναφλέγουσαι πρὸς τὸν πόλεμον. καὶ μὲν δὴ τετύχηκε συρραγῆναι σφᾶς κατ' ἀλλήλων ὅπῃ κίονες διπλοῖ σχῆμα τάφου τινὸς ἀνέχοντες ἵστανται. ἐκεῖ γὰρ ἐπ' ἀλλήλους μάλα τι καταπληκτικῶς καὶ εὐρώστως ὁρμήσαντες ἐναυμάχουν, καὶ μάλιστα πάντων ἔνθεν μὲν οἱ Κατελάνοι, ἐκεῖθεν δ' οἱ πεντακόσιοι λευχείμονες ἐκεῖνοι, συχνὰ ἐπεκθέοντες ἐκ τῶν ἰδίων ἐς τὰς ἀντιπάλους ἑκάτεροι ναῦς, καὶ νῦν μὲν ἐντεῦθεν ἐκεῖσε νῦν δ' ἐκεῖθεν ἐνταῦθα περιειλούμενοι, καὶ ἀγχιστρόφους τελοῦντες τὰς ἐκδρομὰς καὶ καταδρομάς, καὶ ἀφειδῶς ὑπ' ἀλλήλων ῥηγνύμενοί τε καὶ ῥηγνύντες, καὶ τῶν ἰδίων αἱμάτων τε καὶ σαρκῶν ὡς ἀλλοτρίων ἀφειδοῦντες ὠμῶς καὶ θηριωδῶς. καὶ εἰ μὴ νὺξ ἐν βραχεῖ διέκοψεν ἐπιοῦσα τὴν ναυμαχίαν ἐκείνην, τάχ' ἂν ὑπ' ἀλλήλων καὶ τῆς θαλάττης ἐκεῖ διεφθείροντο πάντες· διελύθησαν γὰρ οὐ μάλα ἑκόντες 3.88 ἑκατέρων ἑκάτεροι περὶ δευτέραν μόγις που καὶ τρίτην ὥραν τῆς νυκτός. Τῆς δ' ὑστεραίας ἐπιούσης καὶ τὰ τῆς ἑσπέρας ἐκείνης ἀνακαλυπτούσης ἔργα, ὤφθησαν αἱ μὲν Βενετικαὶ τριήρεις ἄνω που περὶ τὸν 434
Θεραπέαν λεγόμενον οὑτωσί πως λιμένα, πλησίον τοῦ ἱεροῦ τοῦ Σαράπιδος, ὁρμοῦσαι, αἱ δ' αὖ Γεννουιτικαὶ πρὸς ἕω παρὰ τὰς ὄχθας τῆς Χαλκηδονίας μετέωροι σαλεύουσαι, μικρὸν ἐνδοτέρω τῆς ψάμμου. τὸ γὰρ ἑσπέριον πεφόβηνται μᾶλλον μέρος ἢ τὸ πρὸς ἕω διά γε τὸ Ῥωμαίοις μὲν ἐνταῦθα πολεμίους εἶναι, βαρβάροις δ' ἐνσπόνδους ἐκεῖ καὶ συμμάχους, ὅσον ἐφικτόν, ἐπιρρωννύουσιν ἔξωθεν καὶ ἐπικροτοῦσι φωναῖς συχνοτέραις καὶ ἀσήμοις οἷον κλαγγαῖς, καὶ μάλισθ' ὅτι καὶ πλῆθος Ῥωμαίων πρὸ δείλης ἑώας τεθέανται μάλα συχνὰ κατὰ ποταμοὺς ἐπιρρέον ἐξ ἠπείρου πρὸς θάλασσαν βοηθείας τε ἕνεκα τῶν Βενετικῶν, καὶ ἅμα τῶν ἐκ ναυαγίου λαφύρων. συνεπεπτώκει δ' οὐ μικρῶς τοῖς στρατεύμασιν ἑκατέροις ζημιωθῆναι. Γεννουιτικαὶ μὲν γὰρ ἀπώλοντο δύο καὶ εἴκοσι νῆες, Βενετικαὶ δ' ὀκτωκαίδεκα, ὧν αἱ πλείους ἦσαν τῶν Κατελάνων κραταιότερον ἀγωνισαμένων ἢ κατὰ πάντας. κατὰ στόμα γὰρ τοῖς πολεμίοις, ὡς εἴρηται, ἐπεισπίπτοντες, ναυάρχῳ ναύαρχος καὶ ναύτῃ ναύτης, καὶ συστάδην ὡς ἐπὶ ξηρᾶς μαχόμενοι, πολὺν εἰργάσαντο φόνον τῶν πολεμίων, ὡς καταδῦναι μὲν καὶ νῆας ἐνίας 3.89 αὐτάνδρους ὑπὸ βρίθους τῶν ἀλλήλοις ἐπιπηδώντων ἀπροόπτως ἐν σκότει καὶ νυκτί. ἦσαν δ' αἳ καὶ ἀπειρίᾳ καὶ ἀγνοίᾳ χωρίων ἐς βράχη συνερρήγνυντό τε καὶ εἰς γῆν τοὺς ἄνδρας ἐρρίπτουν, ὠθοῦντος τοῦ κύματος, ὡς καὶ ἐς τὴν ὑστεραίαν ὁρᾶσθαι τῶν Κατελάνων πολλοὺς πλανωμένους ἐν τῇ Ῥωμαίων γῇ, καὶ μὴ συνιέντας γλώττης Ἑλληνικῆς, μήθ' ὅπῃ γῆς εἰσί, μήθ' ὅπῃ χρὴ πορευομένους τὴν σωτηρίαν πορίζεσθαι. ἦσαν δ' οἳ κἀκ τῶν τραυμάτων λειποψυχοῦντες ἔπιπτον. οἳ δ' ἡμιθνῆτες ἔπιπτον κατὰ τῆς ψάμμου, οἳ δ' ἐκπεπνευκότες ἤδη τελέως ἀναμὶξ ἑκατέρων τῶν στρατευμάτων. ἐκβρασσομένων γὰρ τῶν νεῶν ὑπὸ τοῦ κύματος ἔξω παρὰ τὴν γῆν ἐξέπιπτον μὲν καὶ αὐτοί, τῆς δὲ συμπλοκῆς οὐκ ἠμέλουν, ἀλλ' ὅπλοις ἀντετίθουν ὅπλα καὶ φάλαγξι φάλαγγας πεζικάς, ὡς γίνεσθαι διπλοῦν ἐκεῖνον συμβαίνειν τὸν πόλεμον, ναυμαχίαν τε καὶ πεζομαχίαν κατὰ ταὐτόν. τραυματίαι δ' ὅσοι βαδίζειν ἐδύναντο, ἄλλος ἄλλῳ ἡγεμόσι χρησάμενοι τῆς ὁδοῦ, δι' ὅλης ἡμέρας ἐντὸς ἐγένοντο Βυζαντίου. καὶ ψυχαγωγίας ἔτυχον, ὁπόσον ἐφικτόν. τό γε μὴν παρὰ τὸν αἰγιαλὸν ἐπιρρεῦσαν ἕωθεν ἠπειρωτικόν, ὡς εἴρηται, πλῆθος ὀλίγους μὲν εἶχε τοὺς στρατιώτας, τὸ δὲ πλεῖστον ἐξ ἁπάσης τέχνης ἦν ξυμμιγές, ὅση τε βαναυσώδης καὶ ὅση τῇ γεωργίᾳ προσετετήκει· καὶ ἦν ἁπάντων ἐκείνων οὐδεὶς 3.90 ᾧ μὴ προσεγεγόνει κέρδος οἴκαδ' ἐπανιόντι, τῶν θαλαττίων κυμάτων ἐς γῆν ὅπλα καὶ βέλη παντοδαπὰ καὶ ἀσπίδας καὶ κράνη, καὶ τὰς κενεμβατούσας ἐν τῷ πελάγει τριήρεις ἀναμὶξ ἑκατέρων τῶν στρατευμάτων, ἐρήμους μὲν παντάπασιν οὔσας ναυμάχων ἀνδρῶν καὶ κώπης πάσης καὶ ταρσῶν, μεστὰς δὲ χρημάτων πολυτελῶν καὶ νεκρῶν πλουσίοις συμπεφυρμένων αἵμασι. Μετὰ μέντοι τὴν ναυμαχίαν ἐκείνην νόσου κοινῆς διανεμηθείσης τὸ πλεῖστον τῆς ναυτικῆς ἑκατέρας δυνάμεως, ἀποθνήσκειν ἐπῄει μάλα συχνοὺς ἑκατέρωθεν, ὡς εἰς ἀνάγκην ἰέναι βουλεύσασθαι ἑκατέρους ἃ ἐδόκει λυσιτελεῖν. ἐδόκει δὲ Βενετικοῖς μὲν τὸν ἴδιον μεταστῆσαι στόλον, καίτοι βουλομένους ἐκεῖ τὰς ἐκ Πόντου κατιούσας στρογγύλας τῶν πολεμίων ὁλκάδας αἱρεῖν, αἳ παρεκόμιζον ἔκ τε Σκυθῶν καὶ Τανάιδος τἀπιτήδεια. ἀλλ' ἀνθεῖλκε σφᾶς οὐ μόνον τὸ τοὺς νοσοῦντας αὐτῶν ἀνακτᾶσθαι βούλεσθαι, ἀλλὰ καὶ τῶν ἐπιτηδείων ἡ σπάνις πολλὴ καὶ ποικίλη καθ' ἡμέραν ἑκάστην ἀπαιτουμένη. διὸ λύσαντες τὰ πρυμνήσια ἐκεῖθεν παρὰ τὸν εἴσπλουν τοῦ τῶν Βυζαντίων λιμένος ἔστησαν καταχθέντες, τοῦ πρὸς ἕω βλέποντος, τὰς πολεμίας ἑστώσας εὐώνυμα ναῦς παραπλεύσαντες παρὰ τοὺς αἰγιαλοὺς τῆς Χαλκηδονίας γῆς τῶν βαρβάρων. στενοχωρούμενοι γὰρ κἀκεῖνοι τῇ τῶν ἐπιτηδείων ὁμοίως 3.91 σπάνει, καὶ ἅμα νοσοῦντας ὁρῶντες ὁπόσοις τῶν ἀρίστων ἀνδρῶν μὴ πολεμίου ξίφους τετύχηκεν ἔργον γενέσθαι, τοῖς τῶν βαρβάρων προσωρμίζοντο λιμέσιν ἐνσπόνδοις οὖσιν, ὡς εἴρηται, τροφῶν τε εἵνεκα καὶ πλείστων ἄλλων καὶ μεγάλων 435
καὶ παντοδαπῶν ἐλπίδων, καὶ πρός γε ἔτι θάπτειν ἐν ἀλλοτρίᾳ πόρρω που τῆς οἰκείας γῆς τοὺς οἰκείους νεκρούς, μὴ τῶν γαμετῶν καὶ τέκνων αἰσθανομένων. τοσοῦτον γὰρ τὴν τῶν πολεμίων κατεπλάγησαν τόλμαν ὥστ' οὐκ ἀρκεῖν ἐνόμισαν βαρβάρους ἐκ τοῦ σχεδὸν τὰ μέγιστα βοηθοῦντας ἔχοντες, ἀλλὰ καὶ τὰς τῶν οἰκείων μεγίστας ὁλκάδας ἀναγκαῖον ἔδοξεν ἀγαγόντας στιχηδὸν κατὰ μέτωπον παραστήσασθαι δίκην πύργων καὶ τειχῶν, στρατιώτας παμπόλλους ἐχούσας, ἐπί τε τῶν καταστρωμάτων καὶ ἄνω παρὰ τὰ τῶν ἱστῶν ἀκρωτήρια λίθων παρεσκευασμένους ἔχοντας σωροὺς ἐς τὸ ἐπιρρίπτειν τοῖς πολεμίοις καὶ τὸν ἐπίπλουν ἀνείργειν αὐτῶν. νῆας δ' ἔχοντες τὸν ἀριθμὸν ἐλάττους ἢ κατὰ τὰς πολεμίας, καὶ τούτων τὰς πλείους ἐρήμους στρατιωτῶν, τῇ τε ναυμαχίᾳ καὶ τῇ κατόπιν τῆς ναυμαχίας νόσῳ φθαρέντων, εἰς ἀνάγκας ᾔεσαν καὶ αὐτοὶ μισθοφορικὸν ἀθροίζειν ἐξ ἀλλοδαπῆς καὶ στρατιώτας ἐκ τῶν Βιθυνῶν καταγράφειν βαρβάρων, ἐνδιδόντος τοῦ σφῶν ἡγεμόνος Ὑρκανοῦ παμπόλλων ἕνεκα χρημάτων. μισθωσάμενοι τοίνυν ὑπὲρ χιλίους ἐκεῖθεν ψιλοὺς διεῖλον, καὶ τοὺς μὲν παραβοηθεῖν δεῆ 3.92 σαν ἐκτάξαντες ἀνὰ τὸν ἑῷον εἶχον αἰγιαλόν, τοὺς δὲ πέμψαντες τὸ τοῦ Γαλάτου φρουρεῖν προσετετάχεισαν πολίχνιον ἔνδοθέν τε καὶ ἔξωθεν, καὶ ἅμα συχνὰς ἐκδρομὰς καὶ καταδρομὰς ποιουμένους ληΐζεσθαι τὰ τῶν Βυζαντίων προάστεια, καὶ σφᾶς ἀντιπερισπᾶν ἐς οἰκεῖα πάθη, καὶ μὴ διδόναι σχολὴν μήθ' ὡς τὰ πολλὰ τοῖς Βενετικοῖς συμμαχεῖν, μήτ' ἔχειν ῥᾳδίως ἔξωθεν τἀπιτήδεια ἐσκομίζεσθαι. Ὃ δὴ καὶ μάλιστα πάντων μακρὰν ἐνεποίησε Βυζαντίοις τὴν βλάβην. ὑπὲρ γὰρ τὰς ὀκτωκαίδεκα χιλιάδας παρεισενεχθέντος τῇ πόλει στρατοῦ ναυτικοῦ, πολλῶν ἐς ἡμέραν ἑκάστην τροφῶν δεομένου, μὴ μόνον ἅπανθ' ἑξῆς ἐν βραχεῖ σπανίζειν ἐξεγένετο τἀπιτήδεια Βυζαντίοις, ἁπάντων σχεδὸν ἐκ πολλοῦ πανταχόθεν ἀποκλεισθεῖσι διὰ τὰς μάχας, τῶν τε ἄλλων ὁπόσα τραπέζης ἀναγκαίας εἰσὶ προσφορήματα, καὶ ὅσα ὁ γείτων πορθμὸς τοῖς ἁλιεῦσι παρεῖχε τὰ χρήσιμα ἐς ἡμέραν ἑκάστην τὸν ἅπαντα χρόνον, ἀλλ' ἤδη καὶ ὁ σῖτος ἡμερῶν ὀλίγων ἐς τὸ διπλάσιον ἀνήγετο τοῦ χθὲς καὶ πρώην τιμήματος. ὅθεν εἰς ἀπορίας ἐνέπιπτον μάλα μακρὰς οἵ τε τῶν Βενετικῶν ἡγεμόνες, ἀκουσίου δαπανώσης τὸν χρόνον ἀπραγμοσύνης αὐτῶν, ἅτε ἐφιεμένων μέν, οὐκ ἐχόντων δ' ὅθεν ἐγχειροῖεν ἂν τοὺς πολεμίους ἀμύνεσθαι, ἀσφαλῶς οὑτωσὶ πεφραγμένους ἔκ τε γῆς καὶ θαλάττης, ὡς εἴρηται. καὶ μάλιστα πάντων τὴν τοῦ βασιλέως ψυχὴν αἱ τῶν λογισμῶν 3.93 περιέκλυζον τρικυμίαι, συχνὰ τῶν καθ' αὑτὸν πραγμάτων ἀνακυκλοῦντος τοὺς κύβους, οἷς πρόσωπον μὲν ἐλπίδων ὑποτείνειν ἔπεισι χρηστόν, τοὐναντίον δ' ἅπαν ὡς ἐπίπαν ἔπειτα περαίνειν, ὥσπερ ἐξεπίτηδες πᾶσαν ἐπίνοιαν αὐτοῦ καὶ σπουδὴν παίζοντάς τε καὶ ἀνατρέποντας. καὶ τό γε δήπου μεῖζον, ὅτι τοσούτοις καὶ τηλικούτοις περιαντλουμένῳ χειμῶσιν ἀπεῖναι οὐκ ἦν οὐδὲ τὰς τῶν υἱέων αὐτῷ συμφορὰς τηνικαῦτα, ἀλλ' ἐστασίαζον ἤδη καὶ αὐτοὶ περὶ τῆς ἀρχῆς, καὶ ταῦθ' οὕτω ναυαγούσης τε κἀπὶ σαθροῦ τοὺς πόδας ἐρειδούσης καὶ ἐς τὸ πάνυ τι λίαν βραχύτατον πάνυ τι λίαν ἐλαυνομένης, ὅτε δήπου μᾶλλον ἐχρῆν τῷ πατρὶ καὶ βασιλεῖ κατὰ πᾶν ἐφικτὸν συναίρεσθαι σφᾶς, κοινῇ καὶ καθ' ἕκαστα, καθάπαξ ἅπαν ἴδιον βυθοῖς παραπέμψαντας λήθης. ὅ τε γὰρ Παλαιολόγος κἀπὶ τῇ θυγατρὶ γαμβρὸς Ἰωάννης, ὡς πάλαι πατρόθεν τὴν ἀρχὴν αὐτῷ προσήκουσαν ἔχων, ἀντείχετο ταύτης ὁλοσχερῶς, καὶ οὐδὲν οὐδενὶ τῆς διαδοχῆς παρεχώρει· ὅ τε Ματθαῖος υἱὸς ὢν καὶ αὐτός, ἐνέκειτο μάλα σφοδρῶς καὶ αὐτὸς ἀπαιτῶν, ὡς νῦν γε καὶ αὐτῷ προσηκούσης πατρόθεν, μεταπεσόντων ἤδη μεταξὺ τῶν σκήπτρων κατὰ τὰς ἀεὶ φερομένας οὑτωσὶ τῶν πραγμάτων τύχας, καὶ πρὸς ἄλλοτ' ἄλλους συχνὰ μεταρριπτουμένας, καὶ παραλλάξεσιν ἀτεκμάρτοις οὕτω καὶ ἀπορρήτοις οἰακιζούσας τὸν βίον, καὶ νῦν μὲν τούτῳ νῦν δ' ἐκείνῳ παρεχομένας τὴν τῶν οἰκείων εὐμένειαν ὀφ 3.94 θαλμῶν, καὶ τοὐναντίον αὖθις καὶ διὰ παντὸς ἑκάτερον, καὶ νόμον γίνεσθαι τοῦτον 436
ἀνομοθέτητον εἰπεῖν, ἐπιφυεῖσαν τοῖς πράγμασιν ἄνωθεν καρπωσάμενον βλαστήν, καὶ μὴ ῥᾷστα δυναμένην ἀναίμακτον προΐεσθαι τὴν μεταβολήν, οὐδ' ἄνευ τὸ πλεῖστον εἰπεῖν τοῦ βιαίου. δεδιέναι γοῦν καὶ τὰς ἐφεδρευούσας τοῖς τοιούτοις κῆρας, ὅσαι θανάτων παντοίων μεστὰς ὑποτείνουσι χεῖρας· καὶ χρῆναι διὰ ταῦτα, πρὶν μεταστῆναι τὸν δίκην ἰσθμοῦ τοὺς ἑκατέρωθεν ἀναχαιτίζοντα κλύδωνας, τοὺς ἑκατέρων ὁρισθῆναι θεσμούς. Τοσαύτην τοίνυν κατ' αὐτοῦ ῥαγεῖσαν κυμάτων ἐπαγωγὴν ἐν ταὐτῷ συνορῶν ὁ βασιλεὺς οὕτω στενῷ κομιδῇ τῷ καιρῷ, ἤσχαλλέ τε καὶ ἐδυσφόρει, καὶ μακραῖς ἐβάλλετο καὶ πολυτρόποις τὴν ψυχὴν ὀδύναις. μὴ ἔχων δ' ὅπῃ βλέψας παρήγορον ἄν τινα δέξαιτο λόγον, ἔστενέ πως καὶ αὑτόν, καὶ οἷον ἀπολεγομένῳ ἐῴκει τὸ ζῆν. ἐχεμυθῶν γὰρ ἦν ἀεί, καὶ οὐδενί ποτε τῶν ἁπάντων ἐβούλετο κοινοῦσθαι τῶν τῆς ψυχῆς ἀπορρήτων οὐδὲν οὐδαμῇ· πάντων γὰρ καθάπαξ ἀποδοκιμάζειν εἴωθεν ἀεὶ τὰ βουλεύματα, καὶ πρὶν ἀκοῦσαι. οὕτω τοίνυν ὁρῶσαν τὴν βασιλίδα τὸν σύζυγον ἔχοντα λύπης, φάσκειν ἐπῄει τοιαδὶ πρὸς αὐτόν. "ὅτι μὲν οὐκ ἀθεεὶ τὰς συμφορὰς ἐπιέναι τοῖς ἀνθρώποις ἔστι, καθάπερ δήπουθεν οὐδὲ τὰς εὐπραγίας, ἀγνοεῖν οἶμαι τῶν πάντων οὐδένα, οἷς 3.95 νοῦ μέτεστι καὶ διανοίας, τῶν ἀεὶ γιγνομένων στοχαζομένοις ὀρθῶς. δίκαιον δ' εἶναι τὸν θεὸν καὶ δίκαια δρῶντας ἀνθρώπους φιλεῖν, καὶ τοῦτο δ' οἶμαι τοῖς ἅπασι γνώριμον εἶναι οἷς τὸν νοῦν τῆς ψυχῆς οἴαξι πηδαλιουχεῖσθαι ξυνερρυήκει συνέσεως. τὸ γοῦν ἕωθέν τινα τὴν πρόσω φάναι πορείαν βαδίζειν ἁπάσῃ σπουδῇ προθέμενον τοσοῦτον ὄπισθεν ἑσπέρας ὁρᾶσθαι καθήμενον ὅσον ἔμπροσθεν ἐχρῆν, τοῦτο δὲ καὶ οἷς ὀλίγος ἐμπέφυκε νοῦς, γνοίη ἂν θεοῦ πάντως εἶναι, μήτε μὴν τοῖς τοῦ βαδίζοντος τρόποις ἀρεσκομένου, καὶ ἅμα τοῖς τούτῳ δρωμένοις ἅπασιν ἐμφανῶς μαχομένου, καὶ ἐς τὰ πάνυ τῶν προοιμίων ἐναντιώτατα πέρατα τὴν σπουδὴν ἀντιπεριάγοντος. μέμνημαι τοίνυν οὐχ ἅπαξ, οὐδὲ δίς που καὶ τρὶς μόνον, ἀλλὰ καὶ μάλα δήπου γε πολλάκις ἀμφοῖν ἡμῖν εἰπόντος τοῦ Γρηγορᾶ κατὰ τὰς ἐνταυθοῖ πολλάκις ἰδιαζούσας μακρὰς καὶ πολυειδεῖς ἡμῶν ὁμιλίας (οἶσθα δὲ καὶ αὐτός) τὰς βίβλους εἶναι τοῦ Παλαμᾶ δυσσεβείας πλήρεις μακρᾶς· ἃς δεχομένοις ἡμῖν, καὶ πολλὴν καὶ παντοδαπὴν τὴν εὐμένειαν σφίσι παρεχομένοις, ἔφασκέ τε καὶ ὑπισχνεῖτο μηδενὶ τῶν ἡμῖν γε δρωμένων δημοσίων εὐδρομίαν ἀκολουθήσειν πρὸς τοῦ δικαίου θεοῦ, ἀλλ' ἀνατρέπεσθαί τε πάντα καὶ φθείρεσθαι προφανῶς, καθάπερ κεραυνοῖς αἰθερίοις τὰ λήια. εἰ δέ που καὶ δόξειε τῶν ἡμετέρων ἔργων ἓν ὁποιονοῦν ὁπῃοῦν εὐτυχεῖν ἐκ προοιμίων, ἀλλ' οὖν οὐκ 3.96 εἰς μακρὰν ἐκεῖ πικρὸν ἐπιφύεσθαι καὶ μάλα πολύχουν ἐν τοῖς πέρασι τὸ γεώργιον. τοῦτο δὲ καὐταῖς πανδήμοις σφοδρότερον ἠκηκόειμεν φάμενον, οὐ δισταγμοῦ τινὸς μέρος παραμιγνύντα τῷ ἤθει, ὁποῖος τοῖς δεδιόσιν ἕπεται τὴν τοῦ μέλλοντος ἀδηλίαν ὡς τὰ πολλά. καὶ οἶσθά γε ὡς ἠχθόμεθα τῆς παρρησίας τἀνδρί· ὃ δ' οὐκ ἐνεδίδου λέγων. σκεπτέον οὖν μὴ θεοῦ μαχομένου διὰ τὸ δόγμα πονῶμεν ἀνήνυτα." Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διεξιούσης ἐκείνης, "ὦ γύναι" φησὶν ὁ βασιλεύς, "οὐ πάντα καθάπαξ χρεὼν ἀνατιθέναι θεῷ. εἶναι γάρ τινα καὶ τύχην τύραννον, κατὰ τὸ αὐτόματον ἐπιοῦσαν τοῖς τῶν ἀνθρώπων πράγμασι, κἀκ τοῦ προσεχοῦς αὐτὴν μᾶλλον τἀνθρώπεια διοικοῦσαν ἢ τὸν θεόν, ἐνέργειαν μὲν καλουμένην ἄκτιστον, δεσποτικοὺς δὲ χαρακτῆρας φέρουσάν τε καὶ δεσποτικῶς τοῖς πράγμασιν ἐπιστρατεύουσαν κατὰ τὴν τοῦ αὐτομάτου φοράν τε καὶ κίνησιν. εἰ δ' οὖν, λόγον ἐγώ σοι καὶ μάλα εἰδυίᾳ ἐρῶ, τῆς ἐμῆς ἀληθείας μάρτυρά τε καὶ βεβαιωτήν. οἶσθα γὰρ ὁποίαις καὶ ὅσαις ἠπειγόμην ἐξευμενίζειν τὸν θεὸν χρημάτων δόσεσιν, ἃς ἀφθόνοις παλάμαις ἐξήντλουν ἱερεῦσι καὶ μονοτρόποις, καὶ ὅσοι σπηλαίοις ἐνδιαιτῶνται καὶ ὄρεσι, καὶ ὅσοι τῶν ἄλλως πενίᾳ καὶ νόσῳ συζώντων ὑπῆρχον, καὶ πῇ μὲν δημοσίᾳ, πῇ δὲ βλέποντος ἁπάντων οὐδενός. ὤνησαν δ' ἡμῖν οὐδέν, ἀλλ' αὔραις, ὥς γε ἔοικεν, ἐκεῖνα πάντ' ἐκπεπονήκαμεν, καὶ περι 3.97 έστη ἡμῖν ἐκεῖνα παθεῖν ἃ μηδὲ τοῖς σφόδρα ἀνδροφόνοις διὰ βίου πεπονθέναι 437
ξυμπέπτωκεν. ἀφ' οὗ δ' ὁμόφρων γεγένημαι Παλαμᾷ, καὶ βασιλεὺς εὐθὺς κεκράτηκα." ἣ δ' ὑπολαβοῦσα τοιάδ' ἀντέφησεν αὖθις. "ἐγὼ δέ" φησιν "ἐκ τῶν ἡμετέρων καὶ ἀνθρωπίνων βραχέα σοι φθέγξομαι. Εἰπὲ γάρ μοι· εἴ τις τῶν ἡμετέρων δούλων ἀμπελῶνος εἰπεῖν ἢ τῶν ἄλλως ἐχόντων ἡμῖν κτημάτων ἑνὸς οὑτινοσοῦν ἐπιμελητὴς ὑφ' ἡμῶν καταστάς, ἔπειτα τὴν μὲν δεσποτείαν ἡμῶν ἀφῃρεῖτο περιφανῶς, πολλοστημόριον δὲ τῶν ἐκεῖθεν παρείχετο φέρων ἡμῖν καρπῶν, οὐ μᾶλλόν γ' ἂν ἐμεμισήκειμεν ἐκεῖνον ἢ ἠγαπήκειμεν; τοῦτ' αὐτὸ νομίζειν ἔπεισί μοι καὶ περί γε τοῦ μόνου θεοῦ. εἰ γὰρ πλούτου καὶ δόξης τοσαύτης ἡμεῖς ἀπολαύοντες πρὸς θεοῦ, ἔπειτα τὴν αὐτοῦ δεσποτείαν πολυθεΐαν ἑκόντες ἤ τινι τῶν ἁπάντων ἑτέρᾳ παρ' αὐτὸν ἐνεργείᾳ, ἐξευμενίζειν ἐκεῖνον νομίζοιμεν πολλοστημόριον χρημάτων τῶν αὐτοῦ προσάγοντες αὐτῷ, θᾶττον μέντ' ἂν μισήσειεν ἢ ἀγαπήσειεν ἡμᾶς, ὅτι τὸ μεῖζον ἀφαιροῦντες τοὔλαττον παρέχομεν, ἢ μᾶλλον τὸ πᾶν ἀφαιροῦντες τὸ μηδὲν παρέχομεν. εἴη δ' ἂν κἀκ τῶν ἡμετέρων ἔτι πραγμάτων ἐναργέστερα τὰ λεγόμενα. οἶσθα γὰρ ὡς πρὶν ἢ ταῖς τοῦ Παλαμᾶ προστεθῆναι καινοφωνίαις ἡμᾶς, σφόδρα γε ἐξ οὐρίας ἡμῖν τὰ τῆς εὐδαιμονίας ἔπλει, καὶ οὐδὲν ἀντέπνει τῶν 3.98 δεινῶν ἀντίπρῳρον, ἀλλὰ καὶ ὑπ' ἄλλων τέως βασιλευόμενοι πλείω τῶν βασιλευόντων ἡμεῖς τὴν ἰσχὺν ἐκαρπούμεθα, καὶ τὸ τῆς βασιλικῆς ἐκείνης δόξης κλέος πλεῖον ἡμῖν ἢ τοῖς ἔχουσι περιῆν· ἐκείνων γὰρ ἐνομίζετο καὶ ἡμῶν ἦν. ἀφ' οὗ δὲ τοῖς ἀμφὶ τὸν Παλαμᾶν φέροντες συμμαχεῖν ἡμᾶς αὐτοὺς ἐδεδώκειμεν, κατὰ πόσας ἡ τίσις εὐθὺς ἠκολούθει· πᾶσαν μὲν γὰρ εὐθὺς κακοδαιμονίαν συλλήβδην εἰπεῖν διηντλήκαμεν, πᾶσαν δ' ἐκείνην τὴν δόξαν μετὰ τοῦ πλούτου παντὸς ἡμῖν ἀποβεβληκέναι ξυμπέπτωκε, καθάπερ τοῖς διαγρηγορήσασι τὰ ἐν τοῖς ὕπνοις ὀνείρατα. καὶ τὸ τῆς βασιλείας δ' ὀψὲ περιζωσαμένοις κράτος ἕπεται δυστυχεῖν ἡμῖν ἀνακράτος, οἶμαι, διὰ τὸ μὴ τὴν βασιλικὴν ἰσχὺν εἰς διόρθωσιν ἀλλ' εἰς διωγμὸν ἐκκενοῦν τῶν ὑπὲρ τῆς πατρίου λεγόντων πίστεως. ταῦτα δ' οὐ σοὶ λέγουσα ὀνειδίζω τὰς τύχας, ἀλλὰ τὰς ἐμὰς ἀποκλαίομαι συμφοράς. οὐ γὰρ ἄλλος ἐμοῦ γε σύ. τά τε γὰρ ἄλλα καὶ τῶν αὐτῶν ἐσμὲν ἄμφω γεννήτορες παίδων· καὶ εἰ μὴ πλέον, ἀλλ' ἐπ' ἴσης γοῦν σοι τὴν καρδίαν ἐμπίπρασθαί με κἀπὶ ταῖς νῦν αὐτῶν περιστάσεσι, πάντως οὐκ ἂν οὐδ' αὐτὸς ἀρνηθείης. εἰ δ' οὖν, λεγέτω μοί τις παρελθών, τίνος ἑτέρου τῶν πάντων ἕνεκα, τοσούτου κατέχοντος ἤδη ψύχους τήν τε γῆν καὶ τὸν περιέχοντα τοῦτον ἀέρα, καὶ τοσούτου χειμῶνος αὖθις τοῖς καθ' ἡμᾶς περικεχυμένου πράγμασιν, οὖσα γυνὴ 3.99 τὸν ἐντεῦθεν ἐς Ὀρεστιάδα καὶ Διδυμότειχον ἀναδέχομαι μόχθον, παύειν ἐπειγομένη τῶν κοινῶν ἡμῖν παίδων τὰς περιστάσεις, καὶ εἴ τινές ποτ' ἄρ' εἶεν καὶ ὅσοι κυκεῶνας καὶ κλύδωνας." Ἀλλὰ τὸν περὶ τούτων εἰς δάκρυα καταλελυκότες λόγον τέως ἀνέστησαν, καὶ ἡ μὲν βασιλὶς ἁπάσῃ σπουδῇ παρεσκευάζετο πρὸς τὴν ἔξοδον, ὁ δὲ βασιλεὺς πέμψας ἠξίου τὸν ἡγεμόνα Βιθυνίας καὶ γαμβρὸν Ὑρκανὸν μὴ βοηθεῖν Γεννουίταις. καὶ ἅμα περὶ τῶν αὐτῶν ἠξίου πέμψας καὶ ὁ τοῦ Βενετικοῦ ναύαρχος στόλου, καὶ δῶρα τὰ μὲν ἐδίδου τὰ δ' ὑπισχνεῖτο. ὃ δ' ἐλπίσι μετεωρίζων διῆγε κεναῖς, δύ' ἐν νῷ ἔχων ταυτί, ἓν μὲν χρήματα λαμβάνειν ἐξ ἀμφοῖν τοῖν μεροῖν, δεύτερον δ' ὅτι τουτωνὶ μαχομένων ἀλλήλοις ἀφοβίαν ἔχειν συνέβαινε τὴν αὐτοῦ δύναμιν περαιουμένην ληΐζεσθαι Θρᾴκην καὶ Μακεδονίαν, καὶ ὅσαπερ εἴη σκάφη καὶ ναυτικαὶ φορτίδες, φέρουσαί τε καὶ ἄγουσαι κατὰ νόμους ἐμπορικοὺς τἀπιτήδεια καὶ ὧν ἐν χρείᾳ καθίστανται νῆσοί τε καὶ πόλεις παράλιαι, τοῦτ' ἐκεῖνο σχεδὸν ὃ καὶ Φαρνάβαζος ἐκεῖνος ὁ Δαρείου παραθαλάττιος ἔπραττε στρατηγός, τῶν Ἑλλήνων πάλαι κατ' ἀλλήλων μαχομένων. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὸ συμβὰν ἐμεμαθήκει μεταξὺ κατ' αὐτοῦ πλημμέλημα νεωστὶ πρὸς τῶν τοῦ βασιλέως υἱέων, ἀνεπήδησέ τε εὐθὺς ὑπ' ὀργῆς καὶ ἠπείλησε τὸν σατραπικὸν καὶ βαρβαρικώτερον τρόπον. εἶχε 3.100 δ' οὑτωσὶ τὸ συμβάν. πρεσβείαν ὁ τῶν Τριβαλλῶν πρὸ βραχέος 438
ἡγεμὼν ἐπεπόμφει, πρὸς γάμου ζητῶν κοινωνίαν συνάψαι τὴν ἑαυτοῦ θυγατέρα τῶν τοῦ Ὑρκανοῦ τούτου παίδων ἑνί, ἵνα συγγενικῆς σχέσεως τὰς μεταξὺ σπονδὰς ἐρειδούσης μονιμώτερον τῇ τῶν Τριβαλλῶν ἐντεῦθεν εἴη χώρᾳ τὸ ἄφοβον. ἐς τοσοῦτο γὰρ ὁ βάρβαρος οὗτος ἤρθη δυνάμεως Ὑρκανός, ὡς μὴ μόνον Μακεδονίαν καὶ Θρᾴκην καὶ τοὺς ἐν Θρᾴκῃ ληΐζεσθαι Ῥωμαίους καὶ Μυσοὺς ἀδεῶς, ἤδη δὲ καὶ Τριβαλλοῖς μακρὸν ἐνέβαλε δέος, πολέμιον κἀπὶ τῆς χώρας ἐκείνων ἐκπέμπων στρατόν, καὶ πλείστην ἐκεῖθεν ἐπαγόμενος, ὁπότε βούλοιτο, λείαν. τὴν δὴ τοιαύτην ἀσμένως ὁ βάρβαρος δεδεγμένος πρεσβείαν, δεξιάν τε ἐπεπόμφει σπονδῶν, καὶ ἅμα τοὺς τὸ κῆδος βεβαιώσοντας πρέσβεις. καὶ μὲν δὴ τούτοις ἐνεδρεύσας ἐπανιοῦσι μετὰ Τριβαλλικῶν πρέσβεων καὶ δώρων συχνῶν, περί που τὰς τοῦ Ῥαιδεστοῦ παρόδους, ὁ τοῦ βασιλέως ἐπὶ θυγατρὶ γαμβρός, ὁ τοῦ τῶν Αἰτωλῶν καὶ Ἀκαρνάνων ἄρξαντος Κόντου πάλαι παῖς, τὰ μὲν δῶρα ἐκεῖνα λῃστρικώτερον διήρπασε τρόπον, τῶν δὲ πρέσβεων οὓς μὲν ἀπέκτεινεν ἐξ ἐφόδου, οὓς δ' ἐζώγρησε. καὶ ἦν αὖθις καὶ τοῦτο προσθήκη δεινὴ τῇ τῶν ταλαιπώρων τύχῃ Ῥωμαίων. ὡς γὰρ χειμῶνος ἐν θαλάσσῃ κυμάτων ἀλλεπαλλήλων πλῆθος, οὕτως ἄλλο ἐπ' ἄλλοις ἀεὶ κἀνταῦθα συμπίπτει δυστύχημα· καὶ πρὶν τὰ πρῶτα δυνηθῆναι θεραπεύειν ὁπωσοῦν, ὁ τῆς ἁμαρτίας 3.101 δαίμων ἐπαντλεῖ τὰ δεύτερα, κἀπὶ τούτοις αὖ ἀεὶ τὰ μείζω καὶ μηδαμῇ προσδοκώμενα. ναὶ μὴν καὶ ὅσα τῶν παρεσκευασμένων βέβαιόν τε καὶ ἀναμφίλεκτον ἔχειν δοκεῖ πως τὸ εὔδαιμον, καὶ οἷς οὐδεὶς οὐδ' ὁθενοῦν οὐδ' ὁτιοῦν ἔχει μέμφεσθαι, ἕωθεν ἐς ἑσπέραν ἀνατρεπόμενα πάντα κεῖται, καὶ ἐς τοὐναντίον περιχωρεῖ, καὶ ῥᾷστα τῷ τῆς ἁμαρτίας περιτρέπει δαίμονι, ἐξ αὐτῶν ἀπηρτισμένα τελέως εἰπεῖν ἁρπαζόμενα τῶν χειρῶν. καὶ ἀεὶ πλείους καὶ κρείττους κεκτημένοι πολλαχόθεν τὰς ἀφορμὰς τῶν μαχίμων παρασκευῶν, ἥττους ἐν τοῖς καιρίοις ἑκάστοτε μακρῷ τῶν πολεμίων ἐξαίφνης φαινόμεθα· καὶ ἀεὶ γέμοντες ἐλπίδων χρηστῶν, ἀεὶ μακρῶν οὐκ εἰς μακρὰν ἀπογνώσεων τοὺς ἐν τέλει τρυγῶμεν καρπούς. ὃ καὶ μακρᾶς περιίστησί μοι τὰς ἀπορίας, καὶ πολλοῖς καὶ μάλα ἀτόποις περικλύζει τοῖς ἐντεῦθεν κύμασιν, ὡς μηδὲ τὴν γλῶτταν ἔτι πρόσω δύνασθαι κινεῖν, χείροσιν ἀεὶ διηγήμασιν ἐντυγχάνουσαν. καὶ ἢν μὴ σύ μοι λύσαις, Ἀσκληπιός τις καὶ Ἱπποκράτης οὑτωσί πως καμνούσῃ φανεὶς διανοίᾳ, οὐκ ἂν ἐμοὶ τῶν ἐφεξῆς ἐνείη λέγειν οὐδαμῇ, ἀλλ' ἐνταῦθα δή με τῶν ἀποριῶν αἱ φάραγγές τε καὶ τὰ ἔνεδρα φάναι τὸν οὕτω ταλαίπωρον κάμψαι βιάσονται δρόμον τῶν λόγων, πρὶν τῶν δεινῶν ἐπιθεῖναι τὰ μείζω. ἄγε δὴ οὖν, ἄγε, φίλη μοι κε 3.102 φαλή, τὸ δοκοῦν περὶ ὧν ἂν ἐροίμην, ἀπόκριναι σὺ πρὸς θεοῦ. εἰπὲ πῶς πολλῶν καὶ παντοδαπῶν κατ' ἄλλοτ' ἄλλους καιροὺς ἁμαρτόντων ἀρχόντων καὶ ἡγεμόνων, οὐ τοσαῦτα καὶ τὸ ὑπήκοον ὅσα νῦν πεπονθέναι συμπέπτωκε, μικρὰ δ' οὖν ἢ οὐδέν. ἔπειτα πῶς τῶν ἀρχόντων ἐξουσίᾳ τὰ χείριστα δρώντων, αὐτῶν μὲν τοῖς πλείοσιν ἥκιστα πάσχειν συμβαίνει, σφόδρα δ' οὖν τοῖς ὑπηκόοις, καὶ ταῦθ' ὡς τὰ πολλὰ τοῖς πλείοσι τὴν τῶν ἀρχόντων ἐκείνων βδελυττομένοις μὲν κακίαν, διὰ δὲ φόβον φρίττουσί τε καὶ καταδυομένοις. Καὶ τίς θεοῦ κρίματα δύναιτ' ἂν ἐρευνᾶν, Ἀγαθάγγελε φίλτατε; εἰ μὲν γὰρ ἀλλήλοις ἦν ἀλλήλων γνώριμα, καὶ πᾶσι πάντων ἴσως, ὁπόσα ψυχαῖς ἀπόρρητα θαλαμεύεται, εἶχεν ἂν ὅπως ποτέ τις μεθ' ὁποιασδηποτοῦν τῆς γνώμης τὰ ἑκάστῳ γινόμενα εἰδὼς ἀκαπήλευτον ἐκφέρειν κρίσιν. νῦν δ' ὁρῶμεν ὡς οὐδ' αὐτός τις ἕκαστος δύναιτ' ἂν ἑαυτῷ συνορᾶν ἁμαρτάνοντι, ὅτι τε μάλιστα πάντων περὶ ἑαυτὸν ἐκτετύφλωται μάλιστα πάντων ἑαυτῷ φιλούμενον, καὶ ὅθ' ἥκιστα οἶδεν εἰ τοῦ χρόνου ῥέοντος ἡ κακία ποσὶν ἀδήλοις ἐπιδραμοῦσα δαπανήσει, κύβων δίκην μεταθεῖσα σύνεσιν αὐτῷ, καὶ τοὐναντίον αὖθις ἥγε τῇ κακίᾳ μαχομένη φύσις τἀγαθοῦ. εἰ δὲ τοῦθ' οὕτω, πολλοῦ μέντ' ἂν δεήσειε τὰ ἑτέρων ἑτέρους εἰδέναι ποτέ. θεῷ γὰρ μόνῳ τοῦτ' ἀπρόϊτον τετήρηταί γε καὶ τετα 3.103 μίευται. ἀνθρώπων δ' ὃς ἂν δρῴη τἀγαθά, πνέοντα βίον εἰρήνης εἶναί οἱ ὑπεσχημένον ἐκεῖθεν βιοῦν, ὃς δ' οὖν τἀναντία, τούτῳ 439
δ' αὖ τἀναντία. εἶναι δ' οὐ πάνυ τι ἐλαχίστον οὐδ' ἀγεννῆ τινὰ τὴν μεταξὺ διαφοράν, ἣν ἀγαθά τε ἔχει πρὸς ἀγαθὰ καὶ ἣν αὖ κακία πρὸς κακίαν. ἀγαθῶν μὲν γὰρ ἁπάντων κράτιστόν τε καὶ πρώτιστον ἔγνωμεν εἶναι τὴν πρὸς θεὸν εὐσέβειάν τε καὶ ἀκαπήλευτον πίστιν. "ἀγαπήσεις" γάρ φησι "κύριον τὸν θεόν σου ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας σου," καὶ πάλιν "κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." τὸ γὰρ ἄλλῳ τῳ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύειν ἐστί. γνώριμον δ' ἂν εἴη σοι πάντως ἡ τῶν τοιούτων ἀγαθῶν ἐκ τῶν βαθμῶν ἑξῆς καὶ ὑποβάσεων τῆς ἀπαριθμήσεως διαφορά. κακῶν δ' αὖ ἁπάντων ἂν εἴη κάκιστον ἐκ διαμέτρου πάντως ὁ θεοῦ χωρισμός, οὗ σημεῖον καὶ γνώρισμα προφανὲς ἡ τῶν πατρίων κανόνων καὶ νόμων ἀθέτησις, ἣν προσθέσεσί τε γίνεσθαι καὶ ὑφαιρέσεσι τοῖς θεομάχοις συμπίπτει, καὶ ἅμα ταῖς ἀναιδέσιν ἐπιορκίαις. οὐδὲ γὰρ ἂν ἐπιορκῆσαί ποτε γένοιτο θεόν, ὅτῳ ἂν εὐσεβεῖς περὶ θεοῦ τὰς ὑπολήψεις ἐν καρδίᾳ περιθάλπειν ἐνείη. μάθοις δ' ἂν ἀκριβῶς, Ἰουδαίων ἐξετάζων τοὺς πάλαι, οἷς τὸ τοῦ θεοῦ σέβας εἰς ἀλλοτρίους μετατιθεμένοις θεοὺς δούλοις εὐθὺς καθίστασθαι τῶν περιοίκων συνέπιπτεν ἐθνῶν, ὧν εὐσεβοῦντες ἦσαν δεσπόται, ἡγεμόνος δ' αὖθις εὐσεβοῦς καθισταμένου, 3.104 καὶ τῶν ἐναντίων αὖθις ὑπερτέροις γίνεσθαι καθίστατο. καὶ ἵνα τοὺς πάλαι καταλίπωμεν, ὅρα μοι Κωνσταντῖνον τὸν μέγαν ἐν βασιλεῦσιν, ᾧ τὸ τῶν ψευδωνύμων σέβας εἰς τὸν ἀληθῆ μετενεγκόντι θεὸν πλείονος ἢ κατὰ πάντας τοὺς πρὸ αὐτοῦ βασιλέας ἄρξαι γέγονε γῆς. ἀλλὰ τοῖς μετ' ἐκεῖνον εὐθὺς ἄρξασί τε καὶ ἀρξαμένοις τὰς αἱρέσεις κατὰ τῶν θείων δογμάτων εἰσάγειν τῆς πίστεως, καὶ θεὸν ἐπιορκεῖν ὃν ἄκροις ἔφασκον σέβειν τοῖς χείλεσιν, εὐθὺς καὶ τὸ τῆς ἀρχῆς ἐκείνης ὑπὸ τῶν ἐχθρῶν ἠρέμα καὶ κατὰ μικρὸν ζημιοῦσθαι συνέβαινε μέγεθος. Ἀλλ' ὁ μακρὸς ἐπιλείψει με χρόνος παλαιῶν τε καὶ νέων ὑποδειγμάτων μεμνῆσθαι πρὸς τὴν τῶν εἰρημένων ἀλήθειαν θέλοντα. τοῦτο δ' οὐ πάνυ τι συγχωρεῖν τὴν τῆς ἱστορίας ἁπλότητα. διὸ τοῖς ῥηθεῖσιν ἐκεῖνο μόνον προσθεὶς ἀπαλλάξομαι. μαθεῖν γὰρ ἐζητήκεις καὶ ὅπως τῶν προσεχῶς τῆς κακίας αἰτίων ἀρχόντων ἥκιστα πασχόντων ἐνίοτε, μόνον πολυτρόποις δαπανᾶται πάθεσι τὸ ὑπήκοον, μικρὰν ἴσως ἢ μηδεμίαν ἑτέραν συνεισενεγκάμενον τὸ παράπαν πλὴν τοῦ συνειδέναι καὶ συμπαρανομεῖν διὰ φόβον. φαίνεται τοίνυν ὥς γε τῶν πάλαι βίβλων αἱ πλείους οὐ μικρὰς συνιέναι παρέσχον τὰς ἀφορμάς, καὶ ἅμα ἡ χρόνιος ἡμῶν ὅπως ποτὲ πέπεικεν ἐμπειρία, ὡς οἷς τῶν ἡγεμόνων μήτε πᾶν τὸ τῆς αἰτίας ἄντικρυς ἀνεῖται ἐς κακίαν ἐνδόσιμον, ταῖς τε συμφο 3.105 ραῖς τῶν ὑπηκόων κηδεμονικῶς καμπτομένοις ἐν ταπεινώσει γίνεται καρδίας τούτοις ἐπικαλεῖσθαι τὸν κύριον, τούτους δήπουθεν οἰκτείρων ἐνταυθοῖ κατὰ τὸ τῆς αἰτίας δίδωσι πάσχειν ἀνάλογον, ἵν' ἐς τὸ μέλλον σχῇ κουφοτέραν τὴν κόλασιν. εἰ δ' αἴτιος μὲν τῆς ὅλης εἴη κακίας καθάπαξ αὐτός, δι' ἣν ἐς φθορὰν ὁλοσχερῆ τὸ ὑπήκοον καταφέρεται, ἔπειτ' αὐτὸς ἀνάλγητός τε μένων καὶ ἥκιστα ταῖς τοιαύταις συμφοραῖς μήτε καμπτόμενος, μήτε μὴν οὐδ' ἄχρι τοῦ φαινομένου συμπάσχειν ὁρώμενος σχήματος, ἔπειτα μακρὸν ἐξ ἀπονοίας καὶ τῦφον ἐν ψυχῇ περιθάλπει, δικαίωμα τοῦ μὴ δῆθεν αὐτὸν ἁμαρτεῖν τὸ μὴ πάσχειν οἰόμενος, τούτῳ πάντας ἐκεῖ τοὺς τῆς δίκης λαμπρῶς ταμιεύει πρηστῆρας. μηδὲ γὰρ εἶναι τὴν ἐνταῦθα κόλασιν ἀποχρῶσαν οὕτω μεγάλοις καὶ παρανομωτάτοις πταίσμασιν ἀσεβείας, ἧς τὰς δίκας αὐτός θ' ὑπὲρ ἑαυτοῦ ὀφλισκάνει, καὶ ἅμα ὑπὲρ τοῦ τῶν ὑπηκόων δι' αὐτὸν ἀπολωλότος πλήθους· ποιμένος γὰρ ἀνειλημμένος τόπον, μὴ μόνον οὐ πεποίηται τὴν ἁρμόττουσαν τῷ ποιμνίῳ πρόνοιαν, ἀλλὰ καὶ φθορᾶς αὐτῷ προσεπεδαψιλεύσατο τρόπους, λύκος ἀντὶ προστάτου καὶ ποιμένος φανείς. ἔπειτα οὐδ' ἡμῖν ἀνθρώποις οὖσιν ἀνεῖται τὴν ἐν ὁτουδηποτοῦν ἑτέρου κρυπτομένην καρδίᾳ κακίαν ἢ ἀρετὴν πλὴν ὅσον ἐκ τῶν ἔξωθεν σχημάτων καὶ χρωμάτων τοῦ τε ἤθους καὶ τῶν λόγων εἰκα 3.106 σίας 440
θηρᾶσθαι τινὰς ἀμυδρῶς. γνοίης δ' οὖν ὁμῶς κἀντεῦθεν, εἰ τὰ πλείω διὰ συντομίαν καὶ τουτωνὶ παρέντες τοῦ ἄρχοντος διεξέλθοιμεν ἔνια. ἔσται γὰρ ἐκ τῶν ἔξωθεν σημείων γνώριμος τοῖς συνετωτέροις καὶ τουτουὶ τῆς ψυχῆς ἡ διάθεσις, καὶ ὡς σφαλεραὶ μὲν περὶ θεοῦ τῇ τούτου καρδίᾳ θαλαμεύονται ἔννοιαι, καὶ κηλίδων οὐ μάλ' ἀξίων τοῖς τῆς εὐσεβείας δόγμασι τὸ λογιζόμενον ἐμπίπλαται τῆς ψυχῆς. καὶ τοῦτ' ἂν εἴη τοῦ μηδὲν τῶν αὐτῷ πραττομένων εὐοδοῦσθαι τὸ αἴτιον, ἥκιστ' ἀνεχομένου θεοῦ μὴ θεατρίζειν τὴν ἐν τοῖς τῆς καρδίας θαλάμοις κεκρυμμένην κακίαν διὰ τῶν ἔξωθεν πραγμάτων. ἔχει δὲ οὕτως. Ὁ Πισσαῖος Νικόλαος, ὁ τῶν τεσσαρεσκαίδεκα Βενετικῶν νεῶν ναύαρχος ἐκείνων, ἃς καταπεπλευκέναι πέρυσιν ἔφαμεν κατὰ τοῦ Γαλατωνύμου φρουρίου, ἐπειδὴ καὶ βασιλέα σύμμαχον λάβοι καὶ ὁμόφρονα τοῖς Βενετικοῖς κατὰ τῶν Γεννουιτῶν, ὅρκους φρικώδεις δοὺς καὶ λαβών, ἔπειτ' αὐτὸς μὲν ὅλος τῶν ἐνεστώτων τηνικαῦτα γινόμενος ἔργων τὸν βασιλέα πρὸς μὲν τὴν μάχην ἐκείνην ἀργῶς διακείμενον ἔβλεπε, πρὸς δ' ἕτερα τὴν ὅλην σπουδὴν περισπώμενον, τὰ καθ' ἡμῶν ἐκεῖνα δηλαδὴ λῃστρικὰ συνέδρια, βιαιότερόν πως ἐνέκειτο διεγείρων εἰς τοὖργον. πάντων γὰρ ἔλεγεν ἥκιστα δεῖν καρτερεῖν ἐνταυθοῖ, τῶν πολεμικῶν οὐκ ἀνεχομένων ὅλως πραγμά 3.107 των οὐδ' ἐς μικρὸν ὑπερτίθεσθαι, ἀλλ' ἐν τῷ παραχρῆμα τὴν ἔμπρακτον ἀπαιτούντων ὀξύτητα. δὶς δ' οὖν καὶ τρὶς καὶ πολλάκις ὁμοίας αὐτῷ παρεῖχε τὰς ἀποκρίσεις ὁ βασιλεύς, μετὰ μάλα τι γαύρου καὶ ἀναμφισβητησίμου τοῦ ἤθους, "μεῖνον" λέγων "μικρόν με καταβαλεῖν τοὺς δογματικοὺς ἐχθροὺς τῆς ἐμῆς προαιρέσεως ἐπειγόμενον. κἄπειτ' ἀναστὰς ὡς νοσσιὰν τὸ πολέμιον τουτοῒ καταλήψομαι φρούριον, ῥᾷον ἢ κατὰ πᾶσαν ὑμῶν προσδοκίαν." ἔπειτα κατεσπουδασμένην τινὰ καὶ σχέδιον δι' ἐκεῖνον δῆθεν τὴν ἡμετέραν ποιεῖσθαι θέλων ἀπαλλαγήν, στραφεὶς πρὸς τοὺς ἡμῶν ἀσκητικοὺς ἐκείνους ἄνδρας, οἳ τοῖς τῆς μακρᾶς ἀρετῆς καὶ πολυετοῦς ἀσκήσεως ἴχνεσι τὸ αἰδέσιμον λίαν ἐκόσμουν τῆς πολιᾶς, ἔφασκε τοιαδί. "τοσοῦτο βέλτιον αἱροῦμαι" φησὶν "τὰς ὑμῶν ἀράς, ὅσον μισῶ τὰς εὐχάς· τοσοῦτο δ' αὖ ἀπαναίνομαι τὰς Παλαμικὰς ἀράς, ὅσον ἀσπάζομαι τὰς εὐχάς." ἔπειτ' ἐκεῖνα τὰ λῃστρικὰ πεπραχὼς ἐξ αὐτοσχεδίου, ἃ μακρᾶς τινὸς δεῖται σχολῆς ἀφηγεῖσθαι, πρὸς τὸν Λατινικὸν ἐξῄει πόλεμον, μακράν τινα σφόδρα καὶ ὡς εἰπεῖν ὑπερνέφελον ἐπαγόμενος τὴν ὀφρύν, ὅτι τοιούτοις ἐφοδίοις καθώπλισεν ἑαυτόν. εἰ δὲ καὶ τὰ τῶν αἰθερίων κεραυνῶν ἀμυντήρια τηνικαῦτα καθεύδειν προῄρηνται, τρίβον τῇ ὀργῇ φιλανθρώπως ὁδοποιοῦντος τοῦ κτίσαντος, ἀλλ' ὁ ἐφεξῆς ἐκεῖθεν οὐκ ἔληγε χρόνος νύκτωρ καὶ μεθ' ἡμέραν ἀεὶ διὰ τῶν ἔργων ἐλέγχων περιφανῶς, καὶ πάσας αὐτόχρημα πανηγυρικῆς βοῆς ἐμπιπλῶν ἀκοάς, καὶ ἐξαγγέλλων τὰς ἐκ πολλοῦ τῇ 3.108 καρδίᾳ τἀνδρὸς ἐντεθησαυρισμένας δυσσεβεῖς περὶ θεοῦ καὶ τῶν θείων δογμάτων ἐννοίας καὶ τοὺς τῆς ἀπονοίας ἐκείνης γεννήτορας τύφους. Ἔτι καὶ τοῦτο προσθήσω τοῖς εἰρημένοις, ἀκόλουθον εἰς παράστασιν τῆς γνώμης ὑπάρχον καὶ τοῦτο τἀνδρός. ἔστι δὲ τῶν πολλῶν ἓν ἃ φειδοῖ παρήκαμεν αὐτοῦ. Εἰρήνη γὰρ ἡ βασιλὶς καὶ σύζυγος αὐτοῦ πολλὰς ἐπήνεγκεν ἐμοὶ παρακλήσεις, εὐχαριστήριον ὡς ἐξ αὐτῆς ἐκθεῖναι λόγον τῇ πανάγνῳ μητρὶ τοῦ θεοῦ, ἅτε τὴν σφῶν βασιλικὴν ἐς Βυζάντιον εἴσοδον καὶ λῆξιν τῆς ἐπικινδύνου καὶ μακρᾶς ἐκείνης πλάνης ἐν μνήμῃ μιᾷ τῶν αὐτῆς ἑορτῶν γενομένην, καὶ οὐκ ἄλλοθεν εἶναι ὁμολογεῖν ταυτηνὶ τὴν ἐπικουρίαν πλὴν αὐτῆς. φιλοτιμότερον τοίνυν ἐμοῦ τὸν τοιοῦτον ἐκδεδωκότος λόγον διὰ τὴν τῆς βασιλίδος ἔφεσιν, αὐτὸς θεασάμενος ἀντὶ τοῦ ἀγαπῆσαι μεμίσηκε μάλα τι μᾶλλον, ὅτι μὴ τῇ αὐτοῦ συνέσει καὶ στρατηγίᾳ τοῦ τροπαίου τὸ πᾶν ἀνῆπτεν, ἀλλὰ τῇ μητρὶ τοῦ θεοῦ, ὥσπερ ἂν εἰ νεκρὸν ὑπάρχοντα κεκόμικε, φησίν, αὐτὸν ἐκείνη μετὰ ξυλίνου τινὸς κραββάτου. πρὸς ταῦτ' ἐγὼ μὲν ἐξεπεπλήγμην, καὶ τὴν αὐτοῦ κατ' ἐμαυτὸν κακοήθειαν ἐμεμψάμην· ἡ δὲ βασιλὶς Εἰρήνη λόγοις μὲν σκληροτέροις τοῖς πρὸς αὐτόν, ἔργοις δὲ τοῖς ἐφεξῆς ἔφηνεν ὅσον τῆς εὐηθείας καὶ αὐτὴ τοῦ συζύγου 441
κατέγνω. διὰ γὰρ μεγάλης ἔχουσα σπουδῆς λαμπρὰν τῇ θεοτόκῳ καὶ πολυτελῆ πανήγυριν ἑορτάζειν 3.109 κατὰ περίοδον τῆς ἡμέρας ἐτήσιον, ἀπέσχετο τοῦ λοιποῦ καὶ σεσίγηκεν, οὐ καλὰ μαντευομένη περὶ τἀνδρός, οὐδ' ἑσπέρας ἀπαντήσειν στοχαζομένη τὸν δρόμον τοῦ βίου χρηστὸν αὐτῷ καὶ παισί. καὶ μὲν δὴ τοῦτ' ἦν ὃ τήν τε πρόθεσιν καὶ προθυμίαν ἔσβεσε τῆς βασιλίδος τότε, καὶ τὴν ἑορτὴν ἐκείνην πέπραχεν ἀνέορτον πρὶν εἰς ἡλικίαν ἐληλυθέναι, ῥίζαις αὐταῖς ἐκτεμόν, καὶ λήθης πυθμέσι μετὰ τοῦ πανηγυρίζοντος ἐκείνου καταχῶσαν λόγου. Ἐμοὶ δὲ πλεῖστα διεξιέναι ἔχοντι παραπλήσια, σιγῇ δ' οὖν παρεληλυθέναι κέκριται δεῖν, αἰδοῖ τῆς πάλαι τοῦ ἀνδρὸς φιλίας. ἀποχρῆναι γὰρ οἶμαι κἀκ τούτων ἀνιέναι συνετοῖς ἀνδράσι, καὶ μάλιστα σοί, διὰ τῶν ἔξω τοιούτων ἰχνηλατοῦντι σημείων ἐπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις τῶν τῆς ψυχῆς τοῦ ἀνδρὸς ἕξεων καὶ διαθέσεων, καὶ ἠρέμα καὶ κατὰ μικρὸν ἀεὶ σκοπουμένῳ τε καὶ ἀναλαμβάνοντι τὸν τῆς συνεχοῦς εἰκασίας εἱρμόν, τοῖς πρώτοις ἐναρμόττειν ἴχνεσι τὰς κατόπιν τὰς ἐκ λογισμῶν ἐφόδους, κἀκ ποίας εὐθὺς εἰδέναι ῥίζης τὸ πονηρὸν ἐκεῖνο βλαστάνει γεώργιον, κἀκ ποίας χεῖται πηγῆς τὰ τοσαῦτα κατὰ τῶν θείων τῆς ἐκκλησίας δογμάτων ναυάγια, καὶ ὅθεν ἔτι πολύχουν οὕτω καὶ ἄφθονον κατὰ τῆς Ῥωμαίων τύχης ῥεῖ τὸ κακόδαιμον, καθ' ὅσον ἐφικτὸν ἀνθρώποις· τὸ γὰρ ἄκρως ἀληθὲς μόνῳ θεῷ τεταμίευται. ὥστε σε χρεὼν ὁρῶντα πλείστους οὐ μεγάλα μὲν ἐς προῦπτον 3.110 ἁμαρτάνοντας, μεγάλα δ' οὖν ἐς προῦπτον πάσχοντας, μήτ' ἀπορεῖν μήτε γνωσιμαχεῖν ἐς πλεῖστον, ἀλλὰ τῷ μόνῳ θεῷ παραπέμπειν τὴν κρίσιν, τῷ τὰς πρώτας αἰτίας γινώσκοντι τῆς τὰς ἐννοίας ἐχούσης ψυχῆς περὶ θεοῦ τε καὶ τῶν θείων δογμάτων πάνυ τι σφαλεράς, καὶ ἥκιστ' ἐς πλεῖστον ἀνεχομένῳ τὴν τῶν πλείστων ἐν τούτοις καλύπτειν σιγήν, τῶν τε ἄλλων καὶ ὅσοι τοῖς ἐπισκοπικοῖς ἐνιδρύονται θρόνοις, οἳ συνευδοκεῖν ἑκοντὶ ταῖς ἀρχαῖς καὶ ἐξουσίαις οὐκ ὀκνοῦσι τοῦ παρόντος αἰῶνος, πῇ μὲν ματαίας ἕνεκα δόξης καὶ τύχης, πῇ δὲ προσκαίρων οἵων δὴ τινῶν φόβων. ἑκόντες γὰρ ἑκάτεροι τὰ μέγιστα λανθάνουσι βλάπτοντες κοινῇ τε καὶ καθ' ἕκαστα ἑαυτούς, τῆς αἰωνίου δόξης τὴν αἰώνιον ἀλλαττόμενοι κόλασιν. ἦ γὰρ ἂν καθάπαξ ἅπαντες, ἢ τό γε δεύτερον οἱ πλείους, ὑπὲρ τῆς πατρίου πίστεως ἐς μίαν ἀθλητικὴν παραταξάμενοι φάλαγγα δυοῖν τε τῶν καλλίστων ἐτύγχανον, καὶ ἅμα δυοῖν τῶν κακίστων ἀπείχοντο. τήν τε γὰρ ἑαυτῶν ἀίδιον ἐκαρποῦντο ὠφέλειαν, καὶ ἅμα τὸν βασιλέα μακάριον ἔδρων, τοῖς πατρίοις πείθοντες ὅροις ἐμμένειν καὶ δόγμασι. μηδὲ γὰρ δυνάμενος καθάπαξ ἅπασιν αὐτὸς ἀνθίστασθαι, καὶ ἄκων γοῦν τοῖς τῆς ὁμοφροσύνης εὐσεβέσιν ὅροις συνηλαύνετ' ἄν, καθὰ καὶ πλείστοις ἄλλοις ἀλλαχῇ πολλαχῇ συμπεπτωκὸς κατ' ἄλλοτ' ἄλλους τοὺς χρόνους, νῦν μὲν ἐνίοις ἐνιαχοῦ, νῦν δὲ 3.111 πλείστοις, τὸ πλεῖστον εἰπεῖν εἰς σωτηρίαν ἀπέχρησε. καὶ οὕτως οὔτε τῆς αἰωνίου δόξης ὑπερόριοι ἐγίγνοντ' ἄν, καὶ ἅμα τῆς αἰωνίου κολάσεως ὑπερόριοι μάλα τι εὐπρεπῶς ἐγίγνοντ' ἄν. κἀντεῦθεν τήν τ' οἰκείαν συνέβαινεν ἂν χώραν ἀζήμιον ἔχειν ἀεί, καὶ ἅμα τὴν ἀλλοτρίαν προσκτᾶσθαι, καὶ δουλοῦσθαι μὲν οὐδέσιν ἔθνεσιν οὐδέποτε, δεσπότας δ' ἄλλοτ' ἄλλων γίγνεσθαι κατὰ μικρὸν ἐθνῶν ἀεί, τῆς θείας ἀεὶ δεξιᾶς εὐμενῶς φυλαττούσης τὸν ἴδιον κλῆρον, εὐθυνούσης πρὸς εὐκληρίαν πλάτος καὶ μέγεθος. Ἀλλ' ἔγωγέ σοι, φίλη μοι κεφαλή, τὰ παραπλήσια ἐπειπὼν βεβαιώσω τὰ εἰρημένα σαφέστερον, ἐκ πάνυ πολλῶν ὧν μοι τετύχηκε πρὸ βραχέος ἀκηκοέναι καὶ ὧν εἰληφέναι δι' ὄψεων, πάνυ βραχέα σὴν ἐκλεξάμενος χάριν. οἶσθα δὴ πάντως καὶ Συμεὼν ἐκεῖνον, ᾧ τὸ νομοφύλακος προσεγεγόνει ἀξίωμα ἐν τῇ τῶν πραγμάτων ζάλῃ, ὃς τοῖς Παλαμίταις καὶ στόμα καὶ γλῶττα καὶ νόμος ἦν, καὶ στρατηγὸς τῇ παρανόμῳ φάναι καθίστατο φάλαγγι, ἅτε μᾶλλον ἐλλόγιμος ἢ κατ' ἐκεῖνον ὑπάρχων τὸν θίασον. πένης δ' ἄλλως ὢν καὶ λιμῷ τὸν βίον στρατηγούμενος, κολακείᾳ τοὺς ἐν δόξῃ μετῄει παντοδαπῇ, βίον πρόφασιν ἐπιτηδεύων καὶ ζωῆς πορισμὸν ἑαυτῷ καὶ παισὶ καὶ συζύγῳ καὶ ὅλῃ 442
φάναι συλλήβδην οἰκίᾳ. καίπερ οὖν εἰδὼς ὡς ὀλέθριόν τε καὶ μυσαρὰν τὰ τοῦ Παλαμᾶ κεκλήρωται δόγματα μοῖραν, ὅμως δόξης ἕνεκα καὶ πλούτου 3.112 δή τινος προσκαίρου τοῖς Παλαμικοῖς συνευδοκῶν ἦν δόγμασιν, ὡς οἶσθα μᾶλλον αὐτός, καὶ μάλα τι λίαν ἡττώμενά τε καὶ ὑποκείμενα παρεδείκνυ τὰ ἤθη. διὸ καὶ ὧν ἤρα μάλιστα, μάλιστα πάντων αὐτὸς ἀπέλαυσε μὲν συνεχῶς, ἐνεπίμπλατο δ' οὐδαμῶς. ἀλλ' ἐπεὶ πρὸ βραχέος ἐν ἐσχάταις ἐγεγόνει τοῦ βίου πνοαῖς, ἐννέα λοιπὸν ἡμέραις τῇ τε νόσῳ καὶ τοῖς λογισμοῖς τυραννούμενος ἔκειτο, ὅτε δὴ καὶ μεταξὺ πολλάκις οἷον ἔνθους ἐν ὡριαίοις τισὶ καθιστάμενος διαστήμασιν, ὑποψιθυρίζων τε ἐφαίνετο πρὸς ἀέρα, καὶ σφόδρα δήπου δίκας ὧν ἐπεπράχει βιαίως ἀπαιτουμένῳ ἐῴκει. καὶ μὲν δὴ τά τ' ἄλλα λέγων ἦν, καὶ ὡς ἄκων τῆς αἱρέσεως ἥττηται ταυτησί. τέλος δ' ἑαυτὸν ἀνειληφὼς καὶ οἷον ἀναπεπνευκὼς ἐλευθέριον, ὅσα τῶν Παλαμικῶν δογμάτων τε καὶ βιβλίων παρὰ τὸν οἶκον ἔτυχεν ἔχων, ὅλαις ἐζητήκει προθέσεσι τῆς ψυχῆς, καὶ εἰληφὼς εἰς φλόγα παραχρῆμα χερσὶν οἰκείαις καθῆκε προσενεχθέντος πυρός, καὶ τοιαδὶ πεπαρρησιασμένῃ τῇ γλώττῃ φθεγγόμενος. "ἐγώ" φησιν "ἐς τἀκριβὲς εἰδὼς ὁπόσης καὶ οἵας γέμει ταυτὶ τὰ βιβλία τῆς ἀσεβείας, ὅμως πῶς μὲν θηρώμενος δόξαν πῶς δὲ καὶ δεδιὼς τὰς αὐθεντικὰς ἀπειλάς, καὶ ἅμα τὴν σύνοικον παραμυθεῖσθαι πενίαν ἐπιτηδεύων, ἔλαθον παρὰ πᾶσαν δήπου πεπραχὼς τὴν ἐμαυτοῦ συνείδησιν, καὶ τοῖς οὕτω μοχθηρίας ἔχουσι δόγμασιν ὑποκεκυφώς. πρὸς γοῦν θεοῦ, τὴν παροῦσαν ἐμὴν ἐξαγόρευσιν οἱ παρόντες ἀκούον 3.113 τες, ὑπὲρ τῆς ἐμῆς τῷ θεῷ ταλαιπώρου ψυχῆς συνεύξασθαι προθυμήθητε, δέομαι." καὶ οὕτω τοῖς τοιούτοις ἀνὴρ ἐκεῖνος συναπέψυξε ῥήμασιν. ὅθεν ἐπὶ πολλαῖς ἡμέραις ἀνὰ πᾶσαν διεσκεδάσθη τὸ πρᾶγμα τὴν πόλιν, καὶ σφόδρα διατεθρύλληται, ἕως καὶ εἰς βασιλικὰς ἰὸν ἀκοὰς σιωπᾶσθαι προστέτακται. καί μοι ἐπιεικῶς ἔδοξεν ἱκανὸν εἰς διόρθωσιν τῆς τοῦ Παλαμᾶ δυσσεβείας εἶναι τουτί, εἰ μὴ ἐμποδὼν αἱ τοῦ βασιλέως κατέστησαν ἀπειλαί, ἢ μᾶλλον εἰ ζώσας εἶχον ἐπίσκοποι τὰς ψυχὰς καὶ μὴ τεθνηκυίας τῷ δέει τῆς ἀγροικίας, καὶ ἥκιστα διὰ δόξαν καὶ τρυφὴν συνευδοκεῖν ταῖς ἀρχαῖς ἐβούλοντο τοῦ παρόντος αἰῶνος. Ἓν μὲν δὴ τοῦτο τοῖς σοῖς ἐκείνοις ἀκόλουθον λόγοις συνεβαλόμην ἔγωγε πρότριτα γεγονός· δεύτερον δέ, τὸ ἔθνος τῶν Ῥὼς οἶσθα ὡς πολυανθρωπότατόν τέ ἐστι καὶ τόπον εὐδαίμονα λίαν οἰκοῦν. πλοῦτον γὰρ ἐκεῖθεν ἴσχει παντοδαπόν, καὶ συλλήβδην εἰπεῖν, οὐδενὸς ἀχορήγητόν ἐστι τῶν ὅσα πρὸς ἄφθονον χάριν ὁρᾷ τῶν ἐπιτηδείων. καὶ πρός γε νόμοις ὀρθοδοξίας οὐδαμῇ σαλευομένοις ἕπεται κατά γε τὸν ἁπλούστερον καὶ ἀπράγμονα τρόπον, ἐξ ὅτου περ αὐτὴν τὰς εὐχὰς ἀνειλήφει. ἔτυχε δ' οὖν κἀν τούτοις τοῖς χρόνοις τὸν ἐπισκοπικὸν ἐκείνοις θρόνον κοσμῶν καὶ τὴν ψυχικὴν τοῦ ἔθνους ἐπιστασίαν ἀνειλημμένος ἀνὴρ συνετός, ὡς οἶσθα, καὶ τῶν θείων κανόνων καὶ νόμων ἐξ ἔτι νέου πεῖραν ἐκ τῆσδε τῆς μεγίστης 3.114 τῶν πόλεων ἠθροικὼς ἀκριβῆ. καὶ ἵνα συνελὼν εἴπω, τοὺς νέους κἀκείνῳ πεπόμφασι τόμους οἱ τῆς Παλαμικῆς θιασῶται φατρίας, εἰς τὸν οἰκεῖον τῆς ἑαυτῶν ἀπωλείας κρημνὸν ἐκκαλούμενοι καὶ αὐτόν, σφίσι ποιεῖν εἰωθὸς τουτοῒ πρὸς ἁπάσας πόλεις καὶ χώρας. ὃ δ' ἀναγνούς, καὶ ἰδὼν τῶν βλασφημιῶν ἐκείνων τὸ σμῆνος καὶ τὴν Ἑλληνικὴν πολυθεΐαν ἁπασῶν ἐκεῖ προεδρεύουσαν πάνυ δεσποτικῶς, κατὰ γῆς τε ἔρριψεν εὐθύς, καὶ τὰ ὦτα φραξάμενος ἀπὸ ἀκοῆς πονηρᾶς ἀπεπήδησε τάχιστα. καὶ λοιδορίας μάλα μακρὰς γεγραφὼς μετὰ τῶν εἰκότων ἐκ τῆς θείας γραφῆς ἐλέγχων καὶ ἀποδείξεων, ἐπεπόμφει ξύν γε τῷ πατριάρχῃ τοῖς ἐπισκόποις, πολυθέους τε καὶ ἀθέους τούτους ἀποκαλῶν καὶ σφόδρα ἀναιδεῖς τῶν πατρίων ἀθετητὰς καὶ διώκτας δογμάτων, καὶ ἅμα τοῖς προσήκουσιν ἀναθέμασιν ὑποβάλλων. Καὶ τὰ μὲν ἐκ Ῥωσίας γράμματα τοῦτον ἔσχε τὸν τρόπον, καὶ οὕτω τοὺς κακοσχόλους τούτους ἐξήλεγξε μέν, οὐκ ἐμάλαξε δέ. τεθαύμακα δ' ἔγωγε πῶς τἆλλά γε ἀμαθεῖς ὑπάρχοντες οὗτοι τοῦτο φρονίμως οἰκονομοῦσι, πρὶν ἔκπυστον φθῆναι γενέσθαι, πάσαις ἀπειλαῖς 443
αὐθεντικαῖς συστέλλοντες καὶ φόβοις, καὶ τάφῳ φάναι σιγῆς ἐν βραχεῖ συγχωννύντες, οἶμαι, τὸν πονηρὸν οἰκονόμον ἐκεῖνον μιμούμενοι, οὗ τὴν ἐν χρήμασι μεμηχανημένην οἰκονομίαν ἐν εὐαγγελίοις ὁ κύριος ἐπαινῶν, εἶτα τῷ αἰωνίῳ παραπέμπει πυρί. 3.115 Ἐβουλόμην καὶ τρίτον προσθεῖναι διήγημα, τῶν εἰρημένων οὐχ ἧττον εἰς ἔλεγχον τῆς τῶνδε τῶν ἀνδρῶν ἀσεβείας. ἀλλά σε πρὸς τὴν ἀκοὴν ἀηδῶς θεώμενος ἔχοντα, τὸν νοῦν ἔκ τε ἀκοῆς εἰς τὰς ἀκοὰς τοῦ λοιποῦ μεταφέρειν ἔγνωκα δεῖν, ἵνα τι τῆς σῆς ἀπολαύσαιμι γλώττης, πρὶν τῶν δημίων ἐνίους φυλάκων ἐληλυθότας ἐπιταράξαι καὶ διακόψαι τὴν ἡσύχιον ὁμιλίαν ἡμῶν ταυτηνὶ καὶ ἀπ' ἀλλήλων ἡμᾶς διαστῆσαι. Πάνυ καλῶς τε ἐμῆς ἐστοχάσω γνώμης καὶ διανοίας διὰ τῶν ἔξωθεν ἠθῶν, καλὲ Ἀγαθάγγελε. διὸ τὰ τῶν ἄλλων εὐφήμως θεατρίζων ἐγκλήματα, τὰ καθ' ἑαυτὸν ὅρα καὶ γνῶθι σαυτόν. τοῖς γὰρ κακοῖς ἀρκεῖ τὸ κακοῖς εἶναι, καὶ τὴν δίκην ἔχουσιν αὐτόθεν ἀποχρῶσαν. ἄλλως τε καὶ κηλῖδας οἶδά τινας ἐναποματτομένην ἐντεῦθεν τὴν ἀκοήν, καί τι νέφος ἀθροίζουσαν τῇ ψυχῇ δυνάμενόν πως ἐπιθολοῦν καὶ ἀμβλύνειν μὲν τὸ καθαρὸν καὶ ἄυπνον ἐκεῖνο τοῦ νοῦ, ἐξυπνίζειν δὲ τὸ τῆς ψυχῆς ἐμπαθές. ὅσῳ γὰρ δύσεργόν τε καὶ δυσκατόρθωτον πέφυκε τἀγαθόν, ἄυπνον τὸν διάβολον ἔχον πολέμιον, νύκτωρ καὶ μεθ' ἡμέραν τὴν τῶν λογισμῶν ἐπιβοσκόμενον χώραν καὶ μεθαρμόζοντα πρὸς τὸ χεῖρον ἀεὶ τὴν τῶν χρηστοτέρων ἕξεων ἰδέαν, τοσούτῳ ῥᾳδίαν τῆς κακίας ἡ κτῆσις ἔχει τὴν πάροδον καὶ οἷον κατὰ πρανοῦς φερομένην, ἅτε σπερματικάς τινας καὶ οἰκογενεῖς κῆρας ἐχούσης τῆς ἀν 3.116 θρωπίνης ἐκείνης ψυχῆς ἐν τῇ πρὸς τὴν σάρκα κοινωνίᾳ ταύτης οἱονεὶ κοιμωμένας. διὰ γὰρ τοῦτο κἀγὼ τῶν τοιούτων ἀποσχόμενος ἀφηγήσεων, καὶ μάλα τι πλείστας ἔχων διεξιέναι, σιγῇ παρέσχον τὴν γλῶτταν. φέρε τοίνυν τῶν δημοσίων πραγμάτων ἐχόμενος, ὅπου τὸ πρότερον ἴχνος τοῦ λόγου σὺ καταλέλοιπας, λέγε κατὰ τὸ συνεχὲς ἡμῖν, ἀναμιμνησκόμενος τῶν εἱρμῶν ἐκείνης τῆς ἀφηγήσεως, μάλα σοι πρόθυμον ὑπέχειν βεβουλημένοις τὴν ἀκοήν. Εὖ μὲν λέγεις, ὦ φίλη μοι κεφαλή, συγγινώσκειν δ' οὖν σε δεῖ, καὶ μὴ πάνυ μοι μέμφεσθαι. οὐ γὰρ βουλόμενος λοιδορεῖν, ἀλλ' ἱστορίας εἶναι καὶ ταυτὶ συμμαχίαν ἡγούμενος τὴν βελτίστην, ἐγὼ διεξῄειν σοι μήπω πυθέσθαι μηδ' ὁθενοῦν ἐσχηκότι καινότερα ὄντα. μέμνημαι γάρ σου πολλάκις εἰπόντος ὅτι καθάπερ ἐν ἁρμονίᾳ πολυμιγέων ἕνωσις γίνεται καὶ δίχα φρονεόντων συμφρόνησις, καὶ ὥσπερ ὁμοίως ἐν ταῖς οἰκοδομίαις λίθοι τε καὶ ξύλα καὶ πηλὸς καὶ χάλιξ καὶ τοιαύτη τις ἄλλη πολυειδής τις συμφόρησις ἥκει πρὸς τοὖργον, οὕτω κἀνταῦθα τῇ ἱστορίᾳ πάντων δεῖν τῶν τοιούτων· μίαν γάρ τινα τοῖς μετιοῦσι γίνεσθαι τὴν ὠφέλειαν ἐξ ἀμφοῖν, τὰ μὲν ἀγαθὰ μιμουμένοις διὰ τὸν πόθον τῶν ὕμνων, τὰ δὲ χείρω φυλαττομένοις διὰ τὴν πρὸς τὰς λοιδορίας ἀπέχθειαν. Ἀλλὰ μετιτέον ἡμῖν ἐστὶ λοιπὸν ἐς Ὑρκανὸν τὸν τῶν 3.117 Βιθυνῶν ἡγεμόνα βαρβάρων· ἐκεῖ γὰρ ἡμῖν ὁ τῆς ἀφηγήσεως ἐκείνης εἱρμὸς καταλέλειπται. τὰ γὰρ κατὰ τῶν πρέσβεων ξυμπεπτωκότα αὐτοῦ πυθομένῳ ἐκείνῳ ἥκιστ' ἀποχρῆναι ἔδοξε μέχρι τῆς ἀπειλῆς ἑστήξειν τὰ τῆς ἀμύνης, ἀλλὰ σατραπικὰς μὲν προύπεμπε τὰς ἀπειλὰς καὶ μάλα ἀτόπους, βαρβαρικώτερα δὲ καὶ μάλα ἀτοπώτερα ταῖς ἀπειλαῖς προσετίθει τὰ πράγματα. καὶ μὲν δὴ τῶν μὲν υἱέων προστεταχὼς τὸν πρῶτον δι' Ἑλλησπόντου κατὰ τῶν ἐπὶ Θρᾴκης Ῥωμαϊκῶν περαιοῦσθαι χωρίων, αὐτὸς ἐκ τῶν ὑψηλοτέρων τῆς Βιθυνίας πόλεων κατῄει, πολλὴν ἐπαγόμενος λόγχην ἐπὶ τὰ τῆς Χαλκηδονίας ἱππήλατα γῆς, παρὰ τὸν αἰγιαλὸν ὅπῃ τηνικαῦτα καὶ τὸν Γεννουιτικὸν συνέβαινεν ἵστασθαι στόλον δι' οὓς ἔφθημεν τρόπους εἰπόντες. κἀκεῖθεν ὡς ἀπὸ δίφρου δεσποτικοῦ τούς τε πρέσβεις μετὰ τῶν χρημάτων ἀπῄτει, καὶ ἀπειλὰς τῶν προτέρων μείζους πολλῷ προσετίθει, αὐτίκα μάλα κατὰ τῆς Βυζαντίων πόλεως διαπεραιοῦσθαι ὑπισχνούμενος, εἰ μὴ λάβοι μετὰ πάνυ μακροῦ τοῦ ὑπερβάλλοντος ἅπαντα. τοὺς μὲν δὴ οὖν ζῶντας τῶν πρέσβεων, καὶ ὅσα τῶν χρημάτων ἀνερευνώμενα ξυνελέγετο 444
πρὸς τῶν διανειμαμένων, .... ὁ βάρβαρος ἀεὶ τὰ λείποντα σφοδρῶς τε καὶ λίαν ὑπερηφανῶς ἐνέκειτο ἀπαιτῶν, καὶ ἀεὶ λαμβάνων ἀεὶ ζητῶν ἦν, τὰ ψευδῆ προστιθεὶς καὶ προφασιζόμενος. τέλος δὲ στρατιὰν ἑτέραν τῶν υἱέων τὸν δεύτερον εἰληφότα διαπεραιοῦσθαι προσέταττε τὸν τοῦ Πόντου αὐχένα διὰ Γεννουιτικῶν 3.118 νεῶν, καὶ ξυμμῖξαι κατὰ Θρᾴκην τἀδελφῷ, ὡς ὁμοῦ γενομένων τῶν στρατευμάτων ἀμφοῖν τά τε πρὸ ποδῶν πάντα δηῶσαι, καὶ ἅμα ἐξ ἐφόδου καὶ ἐς τὴν Μυσῶν ἐσβαλεῖν χώραν. ὃ δὴ τάχιστα πρόσταγμα πεπραχότες ἐκεῖνοι, ἡμερῶν μεταξὺ μικρῶν ἐπανῄεσαν ὑπὲρ ἀριθμὸν ἐλαύνοντες, οὐ Μυσῶν λείαν μόνον, ἀλλὰ τὴν πλείω Ῥωμαϊκήν, μᾶλλον δ' εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὴν πᾶσαν Ῥωμαϊκήν· ἄποικοι γὰρ κἀκεῖνοι Ῥωμαίων ὑπῆρχον, διὰ πενίαν πρὸ ἐτῶν οὐ μάλα μακρῶν ἐκεῖ μετοικήσαντες. διὰ γὰρ τὸ καὶ τὰς ἐκεῖ πόλεις εἶναι τῶν πρὶν βεβασιλευκότων Παλαιολόγων οἰκοδομὰς καὶ ὅρια τῆς τότε Ῥωμαίων ἡγεμονίας, ἔπειτα Μυσοῖς τισὶν ἡλωκυίας ὑπείκειν ἀρτίως, συμβαίνει καὶ κύκλῳ περὶ αὐτὰς τοὺς ἐντεῦθεν ἐκεῖ διὰ πενίαν ἑκόντας, ὡς εἴρηται, μεθισταμένους ἐκ τοῦ σύνεγγυς αὐτόθι κληροῦσθαι τὴν δίαιταν. ἄρτι τοίνυν μέχρι μὲν ἐς τάσδε τὰς πόλεις τῆς βαρβαρικῆς γενομένης ἐφόδου, περαιτέρω δ' οὐ δυνηθείσης διὰ τὴν τῶν τῆς γῆς ἐκείνης ἀρχόντων πρόνοιαν, πάντας συνεπεπτώκει Ῥωμαίους μὲν εἶναι τοὺς ἀπαχθέντας ἐκεῖθεν, Μυσοὺς δ' ὀνομάζεσθαι διὰ τὸ Μυσοῖς ἐκ πολλοῦ καὶ αὐτοὺς ὑπηκόους γενέσθαι. τὴν μέντοι λείαν εἰς Ἀσίαν οἱ βάρβαροι πέμψαντες πᾶσαν ἐκείνην, οὐ πρότερον αὐτοί τε ἐντεῦθεν ἀπαλλάττειν ἤθελον, πρὶν ταῖς ἐν Χερρονήσῳ πόλεσιν ἐπιθεῖναι φόρους, καὶ τοὺς μὲν ἤδη λαβεῖν, τοὺς δ' ἐτήσιον ἀναγκάσαι σφίσι διδόναι συνθέσθαι 3.119 δασμόν, ὡς καὶ Θρᾴκης ἤδη καταστᾶσι δεσπόταις. ἀλλὰ πρὸς μὲν βαρβάρων τοιοῦτος ἐπιπολαίως ἄρτι διέσπαρται λόγος ὥσπερ προαναφώνησις καὶ προμάντευμα, οὔπω μέντοι τὸ κῦρος ἔσχεν, οὐ μάλα τι ἐθελόντων ἑκόντων συνθέσθαι Ῥωμαίων. διὸ οὐδ' αὐτοῖς γε ἀπαλλάττειν ἐκεῖθεν γεγένηται πρὸς βουλήσεως, ἀλλ' ἐκάθηντο ἀναπόσπαστα δηοῦντες ἅπασαν Θρᾴκην νύκτωρ καὶ μεθ' ἡμέραν ἀεί. 3.120 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ ΚΖ. Τούτων δ' οὕτως ἐχόντων, κἀνταῦθα· τῆς διηγήσεως ἥκοντος τοῦ Ἀγαθαγγέλου, φροντίδες ἕτεραί μοι τὸ λογιζόμενον ἀνθέλκουσαι τῆς ψυχῆς ἀπησχόλησαν οὐ μάλα τι ἀγεννεῖς· τὰς γάρ τοι πολλαχόθεν ἐμοὶ τῶν νοσημάτων ἄλλοτ' ἄλλας παρεισρυείσας κῆρας καὶ τύχας ἐς πάνυ τι μοχθηρὰν συμμαχίαν τῶν τῆς κεφαλῆς ἀλγηδόνων ἰούσας ὁρῶντι διά τε τὸ τῆς καθείρξεως ἐπιεικῶς ἰταμὸν ὁμοῦ καὶ παντάπασιν ἀπαράκλητον, καὶ ἅμα τὸ τῆς ἐλευθερίας ἢ μικρᾶς γοῦν τινὸς ἀνέσεως δύσελπι (τὸ γὰρ θηριῶδες οὔτ' ἔληγε τῶν διωκτῶν οὐδαμῇ καὶ πρός γε πλείω τὴν τοῦ αὔξειν νύκτωρ καὶ μεθ' ἡμέραν ὁλκὴν ἀνῃρεῖτο), δέος ἐμοὶ τῶν πάνυ μεγίστων περικεχύσθαι ξυνέβαινεν, ἀναπολοῦντι μὴ ὃν αὐτοὶ καθ' ἡμῶν ἀεὶ μηχανῶνται θάνατον ἐπιγένηται, πρὶν ἡμᾶς αἰσθέσθαι, καθάπερ ἐκ λόχου λῃστής. ἤδη τοιγαροῦν τῆς τότε νυκτὸς 3.121 περὶ τρίτην γενομένης φυλακήν, ἐν ᾧ τῆς ὥρας ἑκασταχόθεν οἱ τῶν φροντιστηρίων ἀνθαμιλλώμενοι κώδωνες, καὶ συχνὰ τὸν ὑπὲρ κεφαλῆς θορυβοῦντες ἀέρα, τοὺς τὸν μονήρη βίον ἀνῃρημένους ἐς τοὺς κοινούς τε ἀθροίζουσιν ὕμνους καὶ τάς γε πρὸς θεὸν κατὰ τὸ σφίσιν εἰωθὸς ἀεὶ δοξολογίας, τὸν Ἀγαθάγγελον αὖθις ἀψοφητὶ διὰ τῆς θυρίδος ἔγωγε ἐνεχείρουν προπέμπειν, καθάπερ Νῶε πάλαι φασὶν ἐκεῖνον ἐκ κιβωτοῦ τὴν περιστεράν, μαθεῖν εἰ ὁ τῆς τοῦ θεοῦ ἐκκλησίας λωφᾶν ἐπεχείρει κατακλυσμός. εἰ δ' οὖν, δύο ταυτὶ τουτωῒ προσανατίθεσθαι τῶν ἀναγκαιοτάτων ἐδόκει μοι, πρῶτον μὲν προσιόντα τῷ δεῖνι τῶν ἱερῶν ἀνδρῶν καὶ συνήθων ἐμοὶ κομίζειν ἐκεῖθεν μερίδα τῆς θείας σαρκὸς τοῦ σωτῆρος Χριστοῦ καὶ θεοῦ ἡμῶν καὶ ἅμα ἀντιδώρου τεμάχια πλείω. ἃ γὰρ ἔχειν ἐμοὶ περιῆν, ἐκ πολλοῦ δεδαπανῆσθαι συμπέπτωκε· καὶ νῦν ἐπεί μοι, καθάπερ κηρίον μέλιτται, πανταχόθεν τοῖς τοὐμοῦ θανάτου δημιουρ 445
οῖς κραταιότερον ἐπιτίθεσθαι δέδοκται, ἀναγκαῖον, εἴ πέρ ποτε, νῦν μάλιστα δέδοκται κἀμοὶ προσεχέστερον ἀνθοπλίζεσθαι καὶ ταῦτα δὴ πρὸς ἁγιασμὸν καὶ μετάληψιν ἐκ τοῦ σύνεγγυς ἔχειν, ἀντ' ἄλλης εἰπεῖν ἀκροπόλεως καὶ κράνους καὶ τόξων καὶ θώρακος. πρῶτον μὲν οὖν δὴ τοῦτο προσανεθέμην Ἀγαθαγγέλῳ, δεύτερον δὲ τῶν φίλων ἑκάστοις ἰδίᾳ καὶ ἡσυχῇ προσιόντ' ἀξιοῦν τῆς ἐμῆς ὑπερεύχεσθαι ταλαιπώρου ψυχῆς· οὐ γάρ, οἶμαί γε, 3.122 ἔφασκον ἔτι με ζῶντα θεάσασθαι σφᾶς· θεάσονται δ' ἴσως ἐξαίφνης συρόμενον τὸν ἐμὸν τοῖς διώκταις νεκρὸν καὶ βρῶμα κυσὶ καὶ ὀρνέοις τῆς πόλεως ἔξω ῥιπτόμενον· τοῦτο γὰρ ἐκ πάνυ πολλοῦ κεκύρωταί τε καὶ ὥρισται σφίσι, πρᾶγμα, εἰ καὶ μὴ τὸν ἴσον τρόπον, ἀλλ' οὖν εὐκταιότατον μάλα γε ἑκατέροις ὄν, ἐμοὶ μὲν ὡς ἐλπίδων ἀρχὴ στεφανηφορουσῶν ταὐτὰ τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις πάλαι ἐκείνοις ὑφισταμένῳ, σφίσι δ' ὡς πέρας τῶν ἐφ' ἡμᾶς ἐκείνων καὶ δρόμων καὶ μόχθων, τὰς ἐμὰς διηνεκῶς δεδιόσι γραφάς. Πρὸς ταῦτα περιαλγής τε καὶ ἔνδακρυς Ἀγαθάγγελος γεγονὼς ἐφ' ἱκανὸν σεσιώπηκέ τε καὶ ἐκεκύφει· εἶτ' ἀνενεγκὼν καὶ τὴν ἡμετέραν τέως ἀπαλλαγὴν ὑπερθέμενος, εἰ ἐξείη μὴ τοῦ τὰ θεῖα ἱερουργοῦντος μυστήρια παρόντος χερσὶν ἰδίαις ὁντινοῦν μεταλαμβάνειν ἤρετο. ἀκηκοὼς δ' ὡς Βασιλείῳ τῷ θείῳ καὶ τῶν ἄλλων οὐκ ὀλίγοις τουτὶ συγκεχώρηται τῶν ἁγίων, ἅτε καὶ τοῖς ἔν γε ταῖς ἐρήμοις ἄμικτον πάλαι βίον ἀσκοῦσι ποιεῖν εἰωθός, καὶ ὅσοι ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἑαυτοὺς ὄρεσί τε καὶ σπηλαίοις ἄλλοι ἄλλοις συνέκρυπτον, πέπεισταί τε ῥᾷστα καὶ δεύτερον ἠρώτα τουτί, εἰ ἐξείη δηλαδὴ τῶν ἑτεροδόξων ἐνίοις συνεύχεσθαι καὶ βίας ἐπειγούσης πρὸς τῶν τοιούτων ἐνίοτε καὶ ἐνιαχοῦ τῶν θείων 3.123 μετέχειν μυστηρίων, ὁμοίως κἀνταῦθα κἀκεῖ τῶν αὐτῶν λεγομένων εὐχῶν. ἐγὼ δὲ τὸν θεῖον εὐθὺς παρήγαγον ἐκ Δαμασκοῦ Ἰωάννην αὐτῷ, φυλάττεσθαι παραινοῦντα μήτε λαμβάνειν αἱρετικῶν μετάληψιν μήτε διδόναι· μὴ δότε γὰρ τὰ ἅγια τοῖς κυσίν, ὁ κύριος ἔφησε, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως· εἰ γὰρ ἕνωσίς ἐστι πρὸς Χριστόν, καὶ πρὸς ἀλλήλους πάντως· καὶ πᾶσιν τοῖς ἡμῖν συμμεταλαμβάνουσι κατὰ προαίρεσιν ἑνούμεθα, καὶ πάντες ἓν σῶμα ἐσμέν, ὅτι ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν, ὡς ὁ θεῖος ἀπόστολος ἔφησε. τῆς οὖν προαιρέσεως ἐνταυθοῖ μαχομένης καὶ ἀλλήλων ἡμᾶς διιστώσης τῆς τῶν δογμάτων ἕνεκα καινοτομίας, πῶς ἂν μίαν σχοίημεν τὸν Χριστὸν κεφαλήν, ἢ πῶς ἂν ἀλλήλοις συνευξαίμεθα; τίς γάρ, φησί, μερὶς πιστῷ μετὰ ἀπίστου; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἀκούεις δὲ καὶ τοῦ θεοῦ διὰ τῆς προφητικῆς φθεγγομένου γλώττης, ὡς ἐὰν προφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμα ἔσται μοι· τῷ γὰρ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς "ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;" οὐ γὰρ τὰ γινόμενα χρὴ σκοπεῖν μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γινομένων ἐπιζητεῖν, ὁ χρυσορρήμων ἔφησεν Ἰωάννης. τὸ μὲν γὰρ κατὰ γνώμην γινό 3.124 μενον τοῦ θεοῦ, κἂν φαῦλον εἶναι δοκῇ, πάντων ἐστὶν ἄριστον· τὸ δὲ παρὰ γνώμην καὶ μὴ δοκοῦν ἐκείνῳ, κἂν ἄριστον εἶναι νομίζηται, πάντων ἐστὶ φαυλότατον καὶ παρανομώτατον. κἂν φονεύσῃ τις κατὰ γνώμην τοῦ θεοῦ, φιλανθρωπίας πάσης βελτίων ὁ φόνος· κἂν φείσηταί τις παρὰ τὸ δοκοῦν ἐκείνῳ, φόνου παντὸς ἀνοσιωτέρα γένοιτ' ἂν ἡ φειδώ. οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων ἀλλ' αἱ τοῦ θεοῦ ψῆφοι καλὰ καὶ φαῦλα ταῦτ' εἶναι ποιοῦσιν. ὥσπερ δ' ἐκείνοις, φησίν, ἐγκαλοῦμεν ὅτι παρανομοῦσιν, οὕτω καὶ πολλῷ μᾶλλον ὑμῖν ὅτι τοῖς παρανομοῦσι συνέρχεσθε. καὶ οὐχὶ τοῖς συντρέχουσι μόνον, ἀλλὰ καὶ τοῖς κυρίοις μὲν οὖσι κωλῦσαι, μὴ βουλομένοις δέ. εἰ γὰρ εἰς θέατρον οὐκ ἐπιτρέπομεν ἀπελθεῖν, πολλῷ μᾶλλον ἐπὶ συναγωγῆς τοῦτο χρὴ ποιεῖν· μείζων γὰρ παρανομία ἐκείνης αὕτη, ὅτι ἐκεῖ μὲν ἁμαρτία τὸ γινόμενον, ἐνταῦθα δ' ἀσέβεια." ὁρᾷς ὡς καὶ τὸ χρηστὸν ἐνίοτε δόξαν εἶναι κακὸν ὑπὸ τοῦ θείου τοῦδε ἀνδρὸς ἀπεδείχθη, καὶ 446
ὅσην ἐντεῦθεν ἐκεῖνος τὴν ἐπιτίμησιν τῇ τῶν ἑτεροδόξων κοινωνίᾳ προσάπτει; ἃ γάρ τις δεσπότου προστάττοντος δρᾶν ἥκιστα δρᾷ, τούτων τιμωρίαν τίννυσιν εἰκότως αὐτὸς ὁ μὴ δρῶν, καὶ εἰ μὴ κακὸν ἀπαντῴη τὸ πέρας· καὶ τοὐναντίον αὖθις· οὐ γὰρ τοῖς τῶν δρωμένων πέρασιν εἰκὸς ἀκολουθεῖν τὴν τοῦ κρίνοντος ἀπόφασιν, ἀλλ' 3.125 εἰ τοῖς δεσποτικοῖς ὁ δρῶν ἠκολούθησε δόγμασι. δεσπόται δ' ἂν εἶεν ἡγεμόνων μὲν καὶ ἀρχόντων νόμοι καὶ στάθμαι κανόνων, ὑπηκόων δὲ καὶ συρφετώδους πλήθους ἡγεμόνες καὶ ἄρχοντες, ὡς ἐκ πηγῆς τῶν νόμων ἔχειν τὸ κρίνειν ὀρθῶς ὀφείλοντες. πολλὰ μὲν οὖν τῶν δρωμένων καθ' ἑαυτὰ θεωρούμενα λέληθε τὴν τῆς κρίσεως κλέπτοντα βάσανον καὶ πρὸς αἰθερίους ἐξαίφνης ἐν οὐκ εἰδόσιν ἀνέδραμεν ὕμνους, προσειληφότα δὲ καὶ τὴν μεθ' ἧς γεγένηται πρόφασιν μυρίων ἀρῶν ὑπεύθυνα ἀποπέφανται. ἀλλὰ προσθετέον μοι τουτουὶ τοῦ θείου ἀνδρὸς καὶ τὰ τούτοις ἀκόλουθα. "τί ποιεῖς", φησίν, "ἄνθρωπε; παρεβάθη νόμος, καὶ οὐκ ἐπιτιμᾷς, οὐδὲ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ θεοῦ νόμων, ἀλλὰ κοινωνεῖς; καὶ ποίαν σχοίης ἂν συγγνώμην; μὴ γὰρ ὁ θεὸς ἐκδίκων χρῄζει; μὴ γὰρ βοηθούντων δεῖται; ἀλλ' ὑπηρέτην αὐτοῦ γενέσθαι σε βούλεται, ἵνα κἀντεῦθεν τὸ φιλόδοξον δείξῃς." καὶ ὁ μέγας δ' ὁμοίως φησὶν Ἀθανάσιος ὡς οὐ μόνον τὸ μὴ θῦσαι λίβανον δείκνυσι μάρτυρας ἀλλὰ καὶ τὸ μὴ τὴν πίστιν ἀρνήσασθαι· καὶ οὐχ οἱ κλίναντες εἰς εἴδωλα μόνον κατεκρίθησαν ὡς ἀλλότριοι, ἀλλὰ καὶ οἱ προδεδωκότες τὴν ἀλήθειαν. Ἀβραὰμ γὰρ ὁ πατριάρχης οὐκ ἀναιρεθεὶς ἐστεφανώθη, ἀλλ' ὅτι πιστὸς γέγονε τῷ θεῷ· οἵ τε ἄλλοι ἅγιοι πατέρες καὶ οἱ σὺν αὐτοῖς, περὶ ὧν ἁπάντων ὁ Παῦλος φησὶν ἐπιλείψειν 3.126 τὸν χρόνον αὐτὸν διηγούμενον, οὐχ αἵματος ἐκχυθέντος ἐτελειώθησαν ἀλλὰ διὰ πίστεως, καὶ μέχρι νῦν θαυμάζονται, ὅτι καὶ θάνατον ὑπομένειν ἦσαν ἕτοιμοι διὰ τὴν ἐς θεὸν εὐσέβειαν." ὁρᾷς ὡς ἐν τοῖς μικροῖς μᾶλλον τὰ μέγιστα δείκνυται τῶν καλῶν, καὶ μάλα μᾶλλον ἐν τοῖς μάλιστ' ἐλαχίστοις ἐνίοτε ἢ τοῖς μεγίστοις; ὡς γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασι καὶ ὁ μικρόν τι παραχαράττων ὅλον ἀχρεῖον ποιεῖ, οὕτω καὶ ὁ τῶν θείων κανόνων τοὐλάχιστον ἀνατρεπόμενον περιορῶν τῷ παντὶ λυμαίνεται. Εἰ δὲ καὶ τῶν ἱερῶν ἔξω περιβόλων ὠθούμενοι καὶ πρὸς ἔκφυλα μὲν ἐντεῦθεν φιλανθρωπότερα δ' οὖν τῶν ὁμοφύλων γένη φυγάδες ἔνιοι τῶν εὐσεβούντων γινόμενοι ἐκεῖθεν τὰς οἰκείας εὐχὰς ἀναφέρουσι τῷ θεῷ, καινὸν οὐδέν· πολλοὶ γὰρ τῶν πάλαι θαυμαζομένων τῆς τοῦ θεοῦ ἐκκλησίας ἀνδρῶν τοιούτοις πολλάκις συντετυχήκασι τοῖς δεινοῖς, ἵν' ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες τοῖς τ' ἐφεξῆς ὑπόδειγμα γένωνται κράτιστον ἀρετῆς, καὶ ἅμα μειζόνων αὐτοὶ πρὸς θεοῦ καὶ τῶν ἀντιδόσεων τύχωσιν, αὐτοῦ τοῦ θεοῦ προοδοποιοῦντος καὶ τὰ τῶν διωκομένων ὑπὲρ αὐτοῦ κατευθύνοντος διαβήματα, καὶ τῶν ὁμοφύλων τοὺς ἀλλοφύλους πραοτέρους ἐν τοῖς τοιούτοις δρῶντος καιροῖς, καθάπερ ἔστιν ἃ τῶν σφόδρα ἀγρίων καὶ ἀνημέρων θηρίων ἐπὶ Δανιὴλ καὶ τῶν ἄλλων, τοῦ θηριώδους τηνικαῦτα τὸ προσηνὲς ἀλλάττεσθαι ῥᾷστα παρασκευάζοντος. ἐπεὶ γὰρ παντα 3.127 χοῦ παρεῖναι τὸν θεὸν μεμαθήκαμέν τε καὶ πεπιστεύκαμεν, κἀν παντὶ τόπῳ τῆς αὐτοῦ δεσποτείας ὁ Δαβὶδ αὐτὸν εὐλογεῖν ἐπιτρέπει, βέλτιον ἐν ὑπαίθροις καὶ ἐρημίαις καὶ ὄρεσιν ἀκίβδηλον θεῷ προσάγειν τὸν ὕμνον ἢ δυσσεβῶν κοινωνίᾳ χρωμένους χρυσῷ κεκοσμημένοις καὶ πλακῶν στιλπνότητι προσέχειν τεμένεσιν· ἀκούεις γὰρ καὶ τοῦ θείου φάσκοντος Γρηγορίου τοῖς τότε διώκταις αὐτοῦ· σὺ δέ μοι περιείχου τῶν τοίχων καὶ τῶν πλακῶν καὶ τῆς κεκοσμημένης ψηφῖδος καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ χρυσῷ κατελάμπου καὶ περιελάμπου, ἀγνοῶν ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλείους θεῷ τρεῖς συνημμένοι ἐν ὀνόματι κυρίου πολλῶν ἀρνουμένων θεότητα. καὶ Ἠλίας δ' ἔφευγε τὰς τῆς Ἰεζάβελ ἀπειλάς, καὶ τὰς τοῦ Σαοὺλ ὁ Δαβίδ, καὶ ὅπῃ τύχοιεν ἐπεκαλοῦντο τὸν κύριον. καὶ οἱ μάρτυρες τῆς ἀληθείας ἐκεῖνοι διωκόμενοι μὲν ἔφευγον καὶ λανθάνοντες ἐκαρτέρουν, εὑρισκόμενοι δὲ 447
ἐμαρτύρουν. ἥκιστα οὖν σε χρεὼν τοῖς σμικρολόγοις ἐκείνοις συμφέρεσθαι τὴν διάνοιαν, οἳ δειλίᾳ τινὶ μεταξὺ τῶν δεινῶν τὴν ψυχὴν συνθολούμενοι θαυμάζουσιν ὅπως ὁδὸς μὲν ἀσεβῶς ἐν τοῖς τοιούτοις καιροῖς εὐοδοῦται, οἷς δὲ τὸν ὑπὲρ εὐσεβείας σταδιοδρομεῖν ἐξεγένετο δίαυλον, τούτοις δ' ὑβρίζεσθαι περιφρονεῖσθαι συκοφαντεῖσθαι χλευάζεσθαι καὶ καθάπαξ εἰπεῖν πᾶν πονηρὸν ἀκούειν ῥῆμα μακρόν τινα καὶ ἀτέκμαρτον συγχω 3.128 ρεῖται δρόμον τοῦ χρόνου, τοῦ θεοῦ μὴ ταχεῖαν ἐπάγειν ἐθέλοντος τὴν ἐκδίκησιν, ἀλλ' ἐῶντος παντὶ τὸ νόμισμα διακωδωνίζεσθαι τρόπῳ, ἀλλ' ἀναλογιζόμενον ἐπὶ σαυτοῦ τὰ πάλαι γενόμενα, καὶ θεοφιλῶς ἀνιχνεύοντά τε καὶ ἀναλεγόμενον ἕκαστα, σαυτῷ τε καὶ πολλοῖς ἑτέροις ἐντεῦθεν μεγίστην παρέχειν ὠφέλειαν. ἀκούεις γὰρ τοῦ μεγάλου τῶν τοιούτων ἰατῶν χρυσορρήμονος λέγοντος ὡς ἐν προοιμίοις τοῦ κηρύγματος Στέφανος ὁ ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστομίζων, οὐδὲ πολὺν ποιήσας ἐν τῷ κηρύγματι χρόνον, ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετό τε καὶ κατελύετο· καὶ Ἰάκωβος δ' ἐν ἀρχῇ καὶ αὐτὸς ἐξ αὐτῆς ὡς εἰπεῖν τῆς βαλβῖδος ἀνεσπάσθη καὶ ἀποτμηθεὶς εἰς χάριν τῶν Ἰουδαίων ὑφ' Ἡρώδου τὸν βίον κατέλυσε στῦλος καὶ ἑδραίωμα τηλικοῦτον τῆς ἀληθείας. μὴ οὖν θαυμάσῃς εἰ μὴ ἐκ προοιμίων μηδ' εὐθέως ἐκδικεῖται παρὰ θεοῦ τὰ λυποῦντα· ἔθος γὰρ αὐτῷ μὴ ἐν ἀρχῇ τὰ δεινὰ λύειν, ἀλλ' ὅταν αὐξηθῇ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ. ἀκούεις δ' ὅπως καὶ ὁ μὲν Ἄβελ δίκαιος ὢν ἐφονεύθη ταχύ, ὁ δὲ Κάϊν ἔζη μακρόν, ἵν' ἐλέγχηται πλέον ἡ τούτου κακία· καὶ αὖ ὁ μὲν πρόδρομος Ἰωάννης τὴν κεφαλὴν ἀφῃρεῖτο, ὁ δ' ἀνελὼν Ἡρώδης ἔζη ταμιευόμενος εἰς καιρὸν ἐκδικήσεως, ἵνα δηλαδὴ σκωληκόβρωτος ἐνταῦθα γενόμενος καὶ ἀποψύξας πικρῶς πρὸς 3.129 τὸν ἀκοίμητον ἐκεῖνον οὑτωσὶ παραπεμφθείη ὁ ταλαίπωρος σκώληκα. δι' ὧν γάρ, φησίν, ἐπιβουλεύουσιν, ἑαυτοῖς μᾶλλον ἢ ἑτέροις τὰ βάραθρα ἀνορύττουσιν· οἱ μὲν γὰρ ἐπιβουλευόμενοι τὴν οἰκουμένην ἐραστὰς ἔχουσιν ἐπαινέτας ἀνακηρύττοντας στεφανοῦντας, τοὺς εἰδότας τοὺς οὐκ εἰδότας, τοὺς ἀπὸ τῶν πραγμάτων, τοὺς ἐκ τῆς φήμης τὰ ἐκείνων μανθάνοντας, τοὺς συναλγοῦντας, τοὺς συναγωνιζομένους, τοὺς τὰ χρηστὰ συνευχομένους αὐτοῖς πάντας, οἱ δ' ἐπιβουλεύοντες τοὺς μισοῦντας μὲν πλείστους, πολλῷ δὲ πλείους τοὺς κατηγοροῦντας, τοὺς διαβάλλοντας, τοὺς ἐλέγχοντας, τοὺς αἰσχύνοντας, τοὺς ἐπαρωμένους μυρία. καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δ' ἐκεῖ ποῖος παραστήσει λόγος, ἢ τῶν διωκόντων ἀσεβῶν τὴν κόλασιν, ἢ τῶν διωκομένων εὐσεβῶν τὴν ἀπόλαυσιν; Ταῦτα οὖν ἐννοῶν, φίλτατε Ἀγαθάγγελε, καὶ τοιούτοις ὕδασι τὴν ψυχὴν ἀρδευόμενος, μὴ σιγῇ δειλιώσῃ τὰ τῆς σῆς χαρίζεσθαι γλώττης προπύλαια θέλε· ἀλλ' εὐγενῆ τῆς ἀληθείας προστάτην σαυτὸν καθιστάμενος, καὶ τοῖς προσιοῦσιν ἀγαθὸς γινόμενος σύμβολος, οὕτω διηνεκῶς τὰ τῆς σῆς ψυχῆς ἐγκαίνιζε χρώματα πρὸς τὸ βέλτιον. εἶεν· καὶ μὲν δὴ ὥρα καὶ σὲ ἀπιέναι λοιπὸν πρὶν ἐς ἑωθινὰς τοὺς οὐρανίους καταστῆναι κύκλους αὐγάς, τῶν ἀνατεθειμένων μηδενὸς ἐπιλελησμένον. 3.130 Ἀγαθαγγέλου μὲν δὴ ἀπιόντος ἐν τούτοις, μόνῳ τὴν συνήθη βόσκειν αὖθις οἴκοι κατελείπετο ἐρημίαν ἐμοί, μηδενός, ὁπόσα παραμυθεῖται νόσῳ καὶ ἀθυμίᾳ δαπανώμενον ἄνθρωπον, μήτ' ἤδη παρόντος ἡμῖν μήτε μὴν ὅπως ποτὲ προσδοκωμένου μετὰ τὴν ὑστεραίαν ἤγουν τὴν μετ' ἐκείνην καὶ ἑξῆς καὶ ὁμοίως ἀεί, πλήν γε δὴ τοῦ πανταχῇ παρόντος ἀεὶ καὶ πάντων κηδομένου μόνου θεοῦ, ὃς τηνικαῦτα μετρίαν μοι τοῦ νοσήματος ἄνεσιν πεπραχὼς τοῦ συνήθους, συνήθως αὐτοσχεδίοις ὑπομνήμασι δοῦναι τὴν τῶν γινομένων παρεσκεύακεν ἱστορίαν, κατὰ τὸ πρὶν ἡμῖν εἰωθός, ὅτ' ἐλευθερίαν μακρὰν τοῖς ἡμετέροις ἐμπολιτεύεσθαι βουλήμασιν ἦν, εἰ καὶ μὴ τελέως ἤδη καὶ ὡς ἐχρῆν, ἀλλ' οὖν ὁπόσον ἡμῖν ἐν μεσότητι συνειλημμένοις μεγίστων δεινῶν καὶ φόβων πολυτρόπων τὴν παντοδύναμον κεχορηγηκέναι γέγονε δεξιάν, συνεφαπτομένην ὅπως ποτὲ καὶ συνεπικουφίζουσάν μοι τοὺς πόνους. εἴωθε γὰρ ὁ κραταιὸς ἐμοὶ βοηθὸς ὥσπερ 448
τέρατα φαίνεσθαι τοῖς πολλοῖς τὰ ἡμετέρα δρᾶν, κἀκ τῶν ἐναντίων τἀναντία παραδόξως περαίνειν ἐπὶ τὸ τῶν βελτίστων πάνυ τι ἀπροσδόκητον, καὶ τοὺς ἀεὶ τῶν τῆς κοσμικῆς περιόδου πραγμάτων ἄλλοτ' ἄλλους κυκεῶνας καὶ κλύδωνας εἰς ἀλκυονίτιδας οἷον εἰπεῖν ἐμοὶ νηνεμίας μεταποιεῖν. ἔστι γάρ τι ζῶον ἀέρι καὶ θαλάττῃ μερίζον τὸν βίον ὄνομα ἀλκυών. αὕτη πρὸς παίδων ἐπειγομένη γονάς, ἐπ' αὐτὰς τὴν καλιὰν τὰς 3.131 παραλίους πήγνυσι ψάμμους ἐν χειμῶνι μέσῳ καὶ κυμάτων ἀκμαζούσαις βίαις. ταύτην τοσαύτης ἀπολαύειν ὁμολογοῦσι τῆς ἄνωθεν προμηθείας οἱ πεῖραν τοῦ παραδόξου λαμβάνοντες, ὥστε τῆς θαλάττης μακρὰ τοῖς ἀπ' ἄρκτων ὑβρίζουσι πνεύμασι καὶ πάνυ μαστιζομένης, καὶ καιρὸν ἐχούσης ἤδη τοῖς κύμασιν ἁμιλλᾶσθαι πρὸς Ὀλύμπους καὶ Καυκάσους καὶ εἴ τι τῶν ἐπιγείων ὀρῶν ἐστὶν ὑψηλότερον, εἰς τοὐναντίον χωρεῖ τὰ τοῦ πράγματος, καί τι παράδοξον ὑπὸ τῆς προνοίας ὁρᾶται γιγνόμενον· ἀτρεμεῖ γὰρ ἡ τῶν πνευμάτων ἀγριότης ἐκείνων, ἀτρεμεῖ δ' ὁ τῶν κυμάτων ὑβρίζων ὄγκος, δεσποτικοῖς ἀπορρήτως δεσμοῖς χαλινούμενος, μέχρις ἂν πτεροφυήσῃ τε καὶ εἰς νόμιμον τὰ νεογνὰ τῆς ἀλκυόνος ἀφίκηται πτῆσιν ἐκτόκια. τῶν παραπλησίων τοίνυν κἀμὲ πρὸς τῆς τοῦ θεοῦ δεξιᾶς τηνικαῦτα συνέβη πειρᾶσθαι· τῶν γάρ τοι διωκόντων, κύκλῳ περὶ τὸν δέσμιον ἐν Χριστῷ κομιδῇ συχνὰ περιτρεχόντων ἐμὲ καὶ νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐνεδρευόντων, καὶ πᾶσαν ἐπ' ἐμὲ κινούντων γνώμης τε καὶ γλώττης μανίαν, ὠρυομένων δίκην καὶ ὑλακτούντων θηρῶν, καὶ μήτε μηδένα μηδαμῇ τῶν ἀνθρώπων μηδὲν μηδαμῇ τῶν ἐπιτηδείων εἰσκομίζειν ὁθενδήποτε συγχωρούντων, μήτε μηδὲν τῶν ὅσα τὴν τοῦ γράφειν παρέχεται χρείαν ἐώντων μήτ' ἔνδον ἡμῖν συνοικεῖν μήτ' ἔξωθεν εἰσιέναι παρ' ὁτουοῦν, ἐλάθομεν ἀπορρήτῳ θεοῦ προνοίᾳ μικροῦ τὴν ὅλην τῶν γενο 3.132 μένων γραφῇ παραπέμψαντες ἱστορίαν ἐν μικρῷ καιροῦ διαστήματι, μήτε μακρὰ τῶν ἀναγκαίων παραλιπόντες, μήτε μακρὰ τῶν οἱοισδή τισιν εἶναι δοκούντων παραμίξαντες περιττῶν, ἀλλ' ἁπλούστερον παντάπασι τῷ τῆς ἀφηγήσεως τρόπον χρησάμενοι σχήματι. καίτοι ἐχρῆν ἡμᾶς ἐπιστατικώτερον δήπουθεν, ὡς ἐμέ γε οἴεσθαι, τὰ τῆς δογματικῆς ὑποθέσεως καὶ ὅσα τοῖς λῃστικοῖς συμπέπτωκε συνεδρίοις ἐπεξεργάζεσθαί τε καὶ πολλαπλασιάζειν ἀμωσγέπως τὰς τῶν ἐννοιῶν ἀγχιστρόφους μεθόδους, ἀνακυκλοῦντας ἅμα καὶ παρεισκυκλοῦντας συχνά, καὶ πῇ μὲν τῶν ἐναντίων εὐρώστως ἀποκρούεσθαι καὶ ἀνασοβεῖν τὰ τοξεύματα, πῇ δὲ καιριωτέραν ἐγγοητεύειν καὶ μάλα γέ τοι ἀσφαλῆ ταῖς ἡμετέραις κατ' ἐκείνων βολαῖς τὴν περίνοιαν· δεῖν γὰρ κατὰ τοὺς στρατηγοὺς ἐνταυθοῖ καὶ ἡμᾶς οὐχ ὅπως πρὸ ὀφθαλμῶν ἔχειν τοὺς ὀφθαλμούς, ἀλλὰ κἀπὶ τῶν μεταφρένων ὅπῃ τε βάλλειν εὐχερέστερόν πως τῷ ἐχθρῷ, καὶ ὅπῃ μάλιστα τὴν ὅλην καθ' ἡμῶν ἐπίνοιαν ὁ πολέμιος ἐκχεῖν ἐπείγεται. ἀλλ' οὔτ' οὐδεὶς ἐμοὶ τηνικαῦτα παρῆν οἷς εἴωθε πρὶν ταῖς τῶν γραμμάτων ἡμῖν ὑπηρετεῖσθαι ὑπαγορεύσεσιν, οὔτε μὴν οὐδεὶς τὸ παράπαν οἷς ἐχρῆν τῶν δογματικῶν τούτων ἀγώνων τε καὶ βουλευμάτων ἐμοὶ συναίρεσθαι, καὶ μάλιστα νῦν ὀφθαλμοὺς καὶ ὅλην ἀλγοῦσι κεφαλὴν καὶ ὅλην ἀνιωμένοις καρδίαν· ἐῶ γὰρ λέγειν ὡς διὰ τὸ αἰφνίδιον τῆς εἱρκτῆς οὐδ' εὐφυᾶ τινὰ χάρτην ἔχειν ἐμοὶ τηνικαῦτα τετύχηκεν εἴς τε ἀποχρῶσαν ὑποδοχὴν συλλαβῶν καὶ γραφῶν πολυπλόκων τε καὶ παντοδα 3.133 πῶν, καὶ ἅμα ἁρμονίαν τοῖς δογματικοῖς προσήκουσαν ἀγωνίσμασιν· ὥστε καὶ τοσούτων περιρρεόντων ῥοθίων ἡμῖν σφοδρόν τε οἰδούντων καὶ μάλα ἀντίπρωρον ἡμῖν ἐπενηνεγμένων τὴν κίνησιν, ἐς ἀνάγκας ἐλαύνεσθαι ἦν οὐδὲ μικρά τινα ἁπλῶς φράσαντας σιγῇ τε τὴν γλῶτταν κατακλεῖσαι ἑξῆς, καὶ τὸν Ἐνδυμίωνος ἐξ ἀπογνώσεως ὕπνον καθεύδειν. ἀλλὰ τοῦτ' ἴσως ἦν ἄν πως εὐπρεπές, εἰ μηδέν τι πρᾶγμα ἦν δήπου διαβάλλεσθαι πρὸς τῶν κακοδόξων τὴν ἡμετέραν εὐσέβειαν, ἀναιδῶς οὑτωσὶ τὴν σφετέραν περιτρεπόντων κακίαν ἡμῖν, καὶ ἄλλως εἰ περὶ σῶμα γήινον ἦν τὸ τέλος τῆς μάχης ὁρᾶν καὶ ἥκιστα τόν γε περὶ τῆς ἀθανάτου ψυχῆς 449
ἀγωνίζεσθαι δρόμον. ὅπου δὲ τῶν τε ἐλπίδων τὸ πέρας κατὰ τὰς ἐλπίδας οὐκ ἂν ἀπαντῴη, καὶ τὴν φυγὴν τοῦ κακῶς παθεῖν ἐφόδιον τοῦ κακῶς παθεῖν περιγίνεται, μάταιος μὲν ἡ τῶν ἐλπίδων πρόφασις, μάταιος δ' ἡ πρὸς τὸ πονεῖν ῥαθυμία. διὸ τῷ μόνῳ θεῷ τοῦ τῶν εὐγενῶν ἐλπίδων γέμοντος σκάφους τοὺς οἴακας θαρρήσαντες, ὑπὲρ οὗ καὶ τὸν πλοῦν ἀνύομεν τόνδε, καὶ μόνην αὐτῷ τὴν χεῖρα μετὰ τῆς γραφίδος χρήσαντες, εὐχερέστερον ἢ κατὰ πᾶσαν προσδοκίαν τὸ πλεῖον ἐν βραχεῖ τῆς ὅλης σπουδῆς τελεσθὲν τεθεάμεθα, κἄπειτα μηδὲν μηδαμῇ πολυπραγμονήσαντες, ἔχειν ὡς ἔσχεν ἀφήκαμεν, καὶ ταῦτα, καθάπερ τῶν ἀγαλμάτων τὰ κάλλιστα, οὕτω δὴ καὶ τοὺς δι' ἀκριβείας λόγους δευτέρᾳ καὶ τρίτῃ χειρὶ χρῆναι 3.134 καθίστασθαι τῶν βελτιόνων σοφῶν παραινούντων. ἀλλ' ἡμῖν γε δὴ μήθ' ὅλως ὅλον ἔχουσι καιρὸν ἐς δέον, ὥς γε ἔφαμεν, μήτε μὴν οὐδὲ βραχύ τι μέρος ὥρας ἀκλόνητον μηδὲ τῇ πρώτῃ γοῦν χειρὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον χρήσασθαι (πῶς γὰρ οἷς τοσούτοις κεκυκλῶσθαι Κύκλωψιν ἐνῆν, καὶ οἷς μάλα μᾶλλον ἢ Ταντάλειον φάναι λίθον ἐξῆν ἀεὶ περιφανῶς δεδιέναι τοὺς ἀεὶ πρὸ θυρῶν ἐφεδρεύοντάς τε καὶ ἅπαντ' ἀεὶ τἀμὰ δεινῶς τε καὶ ἰταμῶς ἀνιχνεύοντας;) σχολῆ γ' ἂν ἄχρι καὶ ἐς τρίτην ἰέναι χειρὸς αὐτονομουμένην ζήτησιν εἴη. διὸ καὶ στέργειν ὅπως ποτὲ ἠναγκάσμεθα τῇ πρώτῃ καὶ ὡς ἔτυχεν ἐχούσῃ χειρὶ τοῦ τὰ ἡμέτερα πηδαλιουχοῦντος θεοῦ. Τεσσαρακονθημέρου δ' ἤδη τὸν μεταξὺ τῆς ἐκδημίας Ἀγαθαγγέλου διαμετρούσης χρόνον, ἡνίκ' ὀψὲ τῆς τελευταίας ἡμέρας γένοιτο, ψόφου τινὸς κατὰ τὸν ὀπισθόδομον αἰσθέσθαι μοι γίνεται, τῆς γε τηνικαῦτα νυκτὸς ἐκ προοιμίων ἀφέγγους ὑπαρχούσης· μετὰ γὰρ πανσέληνον τέως ἐς τὸ περίγειον τοῦ ἑαυτῆς ἡ σελήνη ἐληλυθυῖα ἐκ κέντρου τὸ δεύτερον, καὶ κατὰ τετράγωνον τῷ ἡλίῳ γινομένη σχηματισμόν, οὐ μάλα ἀκρονύκτους τῇ γῇ παρέχειν ἐβούλετο τὰς αὐγάς. καὶ ἅμα σπουδῇ παριὼν ἐγώ, καὶ τὴν συνήθη πυλίδα ἀναπετάσας, ἡσυχῇ τὸν Ἀγαθάγγελον ἐδεχόμην, ἃ ἐπιτέτραπται πάντ' ἐς δέον καὶ κατὰ τὸ ἀνάλογον πεπραχότα καὶ εἰρηκότα καὶ κεκομικότα. ἔτι τοίνυν ὑπό γε τοῦ μόχθου καὶ τῶν 3.135 ἐπιπολαζόντων τηνικαῦτα φόβων τεθορυβημένον ἐκεῖνον τὸ τῆς ψυχῆς λογιζόμενον διαναπαύειν ἐθέλων ἐγώ, καὶ καιρὸν εἰς ἀνάψυξιν παρέχειν ὁντιναοῦν, "Ἰσμηνίᾳ μέν" ἔφην "ἐκείνῳ, φίλτατε Ἀγαθάγγελε, καθ' ἑαυτὸν γινομένῳ πολλάκις λέγειν ἐπῄει "νῦν ταῖς μούσαις ᾄσω καὶ ἐμαυτῷ·"3 καὶ ἦν ἡ ᾠδὴ χαριστήριός τις· ἐμοὶ δὲ καθ' αὑτὸν γενομένῳ μετὰ τὴν σὴν ἐκδημίαν, ὁπόσα τῶν τ' ἐκκλησιαστικῶν ὁμοῦ καὶ δημοσίων πραγμάτων τῷ χρόνῳ γένοιτο, ὅσον εἰκός, καὶ ἡμᾶς ἐν δέκα λόγοις ἀναγράψαι γέγονε καὶ τῇ συνήθει δοῦναι τῆς ὅλης Ῥωμαϊκῆς ἱστορίας βίβλῳ, ἐκλεξαμένους τὰ καιριώτερα ὧν τε μετὰ τὴν ἐμὴν δὶς αὐτὸς ἐπιδεδημηκὼς ἀφηγήσω κάθειρξιν, καὶ ὧν βραχύ τι πρότερον, πρὶν ἢ καθειρχθῆναι, παθεῖν ἡμᾶς ὑπὲρ τῶν θείων συνηνέχθη δογμάτων· ποία γὰρ ἂν ἄλλη τις εἴη σχολάζουσιν ἁρμόττουσα μᾶλλον αὐτῆς ἀσχολία σοφοῖς; λέγω δὲ τὴν ἐς τοιούτους λόγους κίνησιν τοῦ νοῦ. τοῖς μὲν γὰρ κατὰ βίον μοχθοῦσιν ἀμφισβητησίμου κέρδους καὶ συλλογῆς χρημάτων φροντίδες ἀπασχολοῦσαι τὸ νοερὸν τῆς ψυχῆς ὑποσαίνουσί τε καὶ κοῦφον τὸ τῶν ἀεὶ παρόντων ἀλγηδόνων ἐπίπονον διὰ τῶν ἐν τούτοις ὅπως ποτὲ δρῶσιν αἰωρουμένων ἐλπίδων, καθάπερ δήπου καὶ τὰς τῶν Σειρήνων, αἵτινές ποτ' ἄρ' εἶεν ἐκεῖναι, προτάττειν ᾠδὰς ἀκούομεν πάλαι, αἳ τῇ τῆς ἐμμελοῦς ἡδονῆς ἐμβριθείᾳ τὰς ἀκοὰς γοητεύουσαί τε καὶ θέλγουσαι, δέσμιον οἷον εἰπεῖν, ὅστις ποτ' ἦν ὁ τοῦ μέλους ἐκείνου κατατρυφῶν, πρὸς τὰς τοῦ θανάτου συνώθουν κρηπῖδας, βραχείας ἡδονῆς ζημίαν μακρὰν ἀλλαττόμενον. ἡ δὲ πρὸς λόγους ἀσχολία αὐτόθεν ἔχει τὸ τοῦ 3.136 κέρδους χρήσιμον συμπαρομαρτοῦν ἀεὶ καὶ ζῶσι καὶ τελευτῶσιν ἐκείνοις, οἷς ἂν ἐς δέον σφῆς καρποῦσθαι συμβαίνοι· συμφυὲς γάρ τι χρῆμα λόγος λογικῇ καθέστηκε ψυχῇ, τῆς αὐτῆς ἀθανασίας ἐμπολιτευομένης ἀμφοῖν καὶ συναπτούσης μάλα τοι προσφυῶς εἰς ταὐτόν, ὁπότε μὴ μεταβάλλειν ἐθέλοι τὰς ἁρμοττούσας θάτερον 450
τούτων τῆς συμφωνίας συνθήκας καὶ τὸν εὐγενῆ τῆς φιλίας ἁρμοστὴν καὶ ἡνίοχον ἀποσείεσθαι, καθάπερ τοῦ δίφρου πάλαι τὸν Ἀργεῖον Μυρτίλον ὁ Πέλοψ ἐκεῖνος ὁ Λυδὸς ὁ θρασύς, ἀναίδην οὑτωσί πως τοὺς τῆς δίκης ἀτιμάζων θρόνους. ἐμοὶ μὲν οὖν καθ' ἑαυτόν, ὡς εἴρηται, γενομένῳ μετὰ τὴν σὴν ἐκδημίαν τούσδε συνθεῖναι τοὺς δέκα συνέδραμε λόγους, τοῖς προστυχοῦσι χάρταις κατεσπουδασμένως τε καὶ σφόδρα γε περιδεῶς διὰ τοὺς δαψιλῶς περιρρέοντάς τε καὶ περικυκλοῦντας φόβους ἡμᾶς κομιδῇ· καὶ τοῖς ἄλλοις τῶν ἐμῶν τῆς Ῥωμαϊκῆς ἱστορίας συντέταχα λόγοις, ὡς τὸ τηνικαῦτα ξυνεχώρει τῆς ὥρας στενόν. σὸν δ' οὖν ἔργον ἂν εἴη τοῦ λοιποῦ λαβόντα κομίσαι καὶ διαδοῦναι μὴ μόνον τοῖς φίλοις ἡμῶν, ὁπόσοι τὸν αὐτὸν ἡμῖν ὑπὲρ εὐσεβείας ἔτι παραμένουσι τρέχοντες δίαυλον, ἀλλὰ καὶ πολλὰ τὸ ἓν πεποιηκότα παραπλησίαις τε μετεγγραφαῖς καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς ὁμοίως τοῖς πρωτοτύποις ἔχοντα, διαπέμψαι καὶ ὅπῃ τοῖς οἰκουμένης ἡμέτεροι φίλοι τυγχάνουσιν ὄντες, καὶ πρός γε μὴν ἔτι ὅπῃ περ ἂν εἴη γε κατ' ἄλλους ἀλλαχῇ που τόπους ὀρθοδόξων προσοικοῦντα γένη χριστιανῶν, ὁμοίους ἀεὶ τοὺς τῆς εὐσεβείας ἄνωθεν ὅρους ἐν γνώμης ἁπλότητι διασώζοντα. βού 3.137 λομαι γὰρ τὴν τῶν διωκτῶν εἰδέναι τούτων ἀπόνοιαν πάντας ἁπανταχῇ, διαβαλλόντων ἡμᾶς πανταχῇ, καὶ ἅμα τὴν τῆς ἡμετέρας ὁμολογίαν εὐσεβείας καὶ πίστεως. ἣ καὶ αὐτή μοι τοῖς παροῦσιν ἐντέτακται λόγοις, κατὰ λέξιν ἔχουσα οὑτωσί. Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος· ἀμήν. ἔτι δέχομαι καὶ ὁλο 3.138 ψύχως στέργω καὶ ἀσπάζομαι τὰς ἁγίας καὶ σεπτὰς καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους, καὶ τὰς τοπικὰς ἑτέρας ἃς ἐδέξατο καὶ στέργει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία· καὶ οὓς ἐδέξαντο αὗται, δέχομαι καὶ αὐτός, οὓς δὲ ἀπεβάλοντο, ἀποβάλλομαι, μηδεμίαν προσθήκην ἐπὶ τοῖς ὁρισθεῖσι παρ' αὐτῶν ἢ αὐτὸς προστιθεὶς ἢ παρ' ἄλλων γενομένην, ὡς αὗται αἱ θεῖαι θεσπίζουσι σύνοδοι, δεχόμενος ὅλως· μήτε ἔλλειψίν τινα καὶ ἀφαίρεσιν ἢ αὐτὸς ἀφαιρῶν ἐγὼ ἢ ἀφαιροῦντος ἀνεχόμενος ἄλλου μέχρι κεραίας καὶ γραμμῆς. Ταύτην τὴν ἔγγραφόν μου ὁμολογίαν ἐπὶ πληροφορίᾳ τῆς ὀρθῆς καὶ ἀπαρεγκλίτου εὐσεβείας μου καὶ πίστεως δίδωμι ἁπλῆν σαφῆ ἀποίκιλον εὔληπτον καὶ τοῖς πᾶσι ῥᾳδίως γνωριζομένην, οὐδὲν ἀλλοιώσας οὐδὲ μεταφράσας τῶν ἐν τῷ θείῳ καὶ ἱερῷ συμβόλῳ τῆς πίστεως, οὐδὲ θεολογίας καὶ δόγματα παρεγγράψας ἀσαφῆ τοῖς πλείστοις καὶ ἀσύνετα καὶ ἑρμηνείας δεόμενα, ὡς καὶ καινοφωνίας ἐντεῦθεν εἰρημένας λανθάνειν μεταξὺ καὶ παρατρέχειν τοὺς ἀκούοντας, ἀλλ' αὐτὰ ἐκεῖνα ἁπλῶς ἐκτιθέμενος τὰ παραδοθέντα μοι ἄνωθεν ἱερὰ ῥήματα ὡς παρεδόθησαν, καὶ αὐτὰς τὰς γνησίας τῶν θεσπεσίων πατέρων φωνὰς γυμνὰς καὶ ἀπαρακαλύπτους προφέρων. ὧν τῇ μελέτῃ καὶ ὁμολογίᾳ διὰ παντὸς ἐμμένων τοῦ 3.139 βίου ἀξιωθείην τὴν ἡμετέραν τῷ θεῷ παραδοῦναι ψυχήν· πρεσβείαις τῆς πανυπεράγνου 451
αὐτοῦ μητρὸς καὶ πάντων τῶν ἁγίων. ἀμήν. περὶ δὲ τοῦ Καλαβροῦ Βαρλαὰμ καὶ τοῦ Ἀκινδύνου πλέον τι λέγειν οὐκ ἔχων ἐν τῷ παρόντι τοῦτο μόνον φημί, ὅτι στέργω ὅσον τότε διέγνω περὶ αὐτῶν ἑκατέρου καὶ ἐψηφίσατο ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. Ἅ γε μὴν κατὰ τὰς ἐμὰς ἐντολὰς ἐκεκομίκεις ἡμῖν ζωοποιὰ ταυτὶ καὶ φρικτὰ μυστήρια, ζῶντι μὲν παρέσται μοι συνεχέστερον τούτων μετέχοντι ψυχῆς ὁμοῦ καὶ σώματος ἁγιασμὸς καὶ κράτιστον κατὰ πάντων δεινῶν φυλακτήριον, τῆς δ' ἐνεστώσης μεθισταμένῳ ζωῆς μέγιστον αὖθις ἐφόδιον αἰωνίου ζωῆς καὶ τῶν ἐμῶν ἄθλων μαρτύριον ἀκραιφνές, οὓς ὑπὲρ τούτων ἠγώνισμαί τε καὶ ἀγωνίζομαι, ταῦτα βεβαίως διατεινόμενος εἶναι τὸ τοῦ δι' ἡμᾶς σαρκωθέντος λόγου θεοῦ σῶμα καὶ αἷμα, καὶ οὐχὶ τύπον ἐκείνων ἢ καὶ ἀνουσίου τινὸς ἀποτέλεσμα ἐνεργείας, ἣν φαντασιωδῶς πως σεσαρκῶσθαι καὶ οὐχὶ μίαν τῶν τριῶν τῆς μόνης ἀκτίστου καὶ μακαρίας ἐκείνης οὐσίας θεοῦ λόγου ὑπόστασιν, τοῖς ἐμοῖς διαρρήδην βοῶσι διώκταις αἰδὼς οὐκ ἔπεισιν οὐδ' αἰθερίων φόβος κεραυνῶν. διὰ δὴ ταῦτα καὶ συνέκδημος τοῖς θείοις τουτοισὶ καὶ φρικτοῖς μυστηρίοις γενέσθαι βούλομαι τὴν πρὸς τὸν ἀληθῶς σαρκωθέντα θεὸν λόγον πορείαν στελλόμενος, ὅπῃ καὶ 3.140 τρανότερα τὰ τῆς ἀληθοῦς ἀνακαλυπτήρια περὶ πάντων παντάπασι γνώσεως ἔσται. σοὶ δ' ἐατέον παντάπασιν καὶ μὴ διὰ σπουδῆς μηδαμῇ περιστεῖλαι τὸν ἐμὸν γενέσθω νεκρόν, ὁρῶντι κυσὶ καὶ ὀρνέοις δαπάνην ῥιπτόμενον, ὥς γε τοῖς ἐμοῖς δημίοις ἐκ πολλοῦ κεκύρωται ψηφισθέν· εἰ γὰρ πλείστων ἁγίων ἑκόντων ἐρρίφη τὰ σώματα, καὶ ταῦτα τῶν γε πλειόνων πρὶν ἢ τῆς συμφυοῦς χωρισθῆναι ψυχῆς, ὅτε δὴ μάλιστα καὶ δριμυτέραις ἕπεται διαπερονᾶσθαι ταῖς ἀλγηδόσι, πολλῷ δήπου μᾶλλον ἡμᾶς μυρίοις ἁμαρτήμασι βρίθοντας ὑπομένειν χρεών, καὶ ταῦτ' εἰς ἀναίσθητον σῶμα καὶ νεκρὸν τῶν δεινῶν περιαντλουμένων. ἡδοναὶ γὰρ καὶ λῦπαι καὶ ὀργαὶ καὶ φόβοι, καὶ ὅσαι τῶν ἐπιθυμιῶν διαθέσεις, ἢ ψυχὴν ὑποκείμενον μόνην ἕξουσι καθ' αὑτὴν ἢ ψυχὴν χρωμένην σώματι, σῶμα δ' ἄνευ ψυχῆς καθ' αὑτό, τοῦτο δ' οὔποτ' ἂν οὐδαμῇ· πρότερον γὰρ ἄν τις ἐγκαλέσειε ξύλοις ἀψύχοις καὶ λίθοις χαρᾶς ἐντήκεσθαι καὶ λύπης αἴσθησιν καὶ τῶν τοιούτων, ἢ σώμασιν ἀνθρωπίνοις ἀπαλλαγεῖσι ψυχῆς. γίνεσθαι δ' οὖν ὅμως πρὸς θεοῦ τοῖς μὲν δρῶσιν ἀκούομεν ἔλεγχον τὰ τοιαδὶ κακίας καὶ ἅμα φλογὸς ἐκεῖ κολαζούσης ἑτοιμασίαν, οἷς δ' ὑπομένειν ὅπως ποτὲ προθυμία, τούτοις δ' ἀπαλλαγὴν ἐγκλημάτων ψυχῆς· μηδὲ γὰρ ἄλλο τι βούλεσθαι τὴν θηριώδη ταυτηνὶ καθ' ἡμῶν κατοχὴν τοῖς ἐμοῖς δημίοις ἢ τοῦ παρόντος ἐπίτομον βίου ἀπαλλαγήν. ὃ γὰρ Ἰουδαίοις ἐκείνοις ἐπέπρακτο πάλαι, ἔργοις μὲν καὶ πάσαις γνώμης ὁρμαῖς τὸν Χριστοῦ συσκευάσασι θάνατον, λόγῳ δ' εὐλαβουμένοις δῆθεν ψιλῷ χωρεῖν εἰς πραιτώριον ὀψιαίτερον, τοῦτ' ἄντικρυς ἴδοι 3.141 τις ἂν κἀπ' ἐμοῦ συσκευάζοντας τουτουσὶ τοὺς ἐμοὺς Ἰουδαίους· δεδιότες γὰρ ἴσως τοὺς ἀνθρωπίνους ἐλέγχους, σίδηρον μὲν οὐκ ἐπάγειν ταχὺν οὐδαμῇ κατά γε τοῦ 'μοῦ συγχωροῦσιν ἐμφανῶς αὐχένος, μὴ λάθωσιν ἀνδροφόνων ἐς προῦπτον ὄφλοντες δίκην, βίαιον δ' ἄλλως μοι τουτονὶ διὰ παντὸς συσκευάζουσι χρόνου τὸν θάνατον, εἰς ἀπροφάσιστον δῆθεν αὐτῶν κακίαν διατυποῦντες αὐτὸν οὑτωσί· τὸ γάρ τοι μεῖζον δημιουργοῦντες τοὔλαττον εἰρωνεύονται. σὺ δ' ἀλλὰ καὶ τελευταίαν ταυτηνὶ μὴ κατοκνήσῃς καταθεῖναί μοι χάριν· λαβὼν γὰρ τὸ ἄγγος τουτί, νεαρὸν ἐκ τοῦ φρέατος ὕδωρ κομίσαι μοι προθυμήθητι, ἕως ἔτι νεαροὺς καὶ ἀκμάζοντας ἡ νὺξ ληνοβατοῦσα κίρνησι τοὺς ὕπνους τοῖς ἐμοῖς δεσμοφύλαξι· τῇδε γὰρ κἀμοὶ τῇ ὥρᾳ ποιεῖν εἰωθὸς ὡς ἐπὶ τὸ πλεῖστον μετὰ πεντεκαίδεκα καὶ πλείους μεταξὺ τὰς ἡμέρας. ὃ δὲ νῦν ὁρᾷς, εἴκοσι πρότερον ἡμέρας κομίζων νυκτός, ἔλαθον διὰ σκότους λίθῳ τινὶ τὸν πόδα πληγείς, καὶ ἀλγηδόσιν ἐκεῖθεν ἐς τόδε χρησάμενος οὐ βραχέσιν, ὡς μὴ δυνηθῆναι πρᾶξαι τοῦ λοιποῦ τὰ εἰθισμένα. διὸ καὶ σέσηπέ τε, ὡς ὁρᾶς, καὶ ὄδωδεν· ἑστὼς γὰρ καὶ ἄλλως νοσεῖ τὸ ὕδωρ, καθάπερ δὴ καὶ τἆλλα πάνθ' ὁπόσα γε τὴν γένεσιν ἐς τὸ κινεῖσθαι πρὸς τοῦ πεποιηκότος εἰλήφει θεοῦ, μάλιστα δὲ νῦν ὁπότε τοῦ καύματος 452
εἴη τὸ ἀκμαιότατον· μετὰ γὰρ τὰς τοῦ Ὠρίωνος ἐπιτολὰς τοὺς οὐρανίους ἀνελίττων ἀρτίως κύκλους ὁ τῶν αἰθερίων λαμπάδων βραβευτὴς καὶ ταμίας ἥλιος μάλα ξηρόν τε καὶ ἄνικμον τῷ περιόντι τῆς θέρμης οὐ μόνον ποιεῖ 3.142 τὸν ἀέρα, ἀλλὰ καὶ ὅσα τῆς τοῦ ἀέρος τοῦδε μεταλαμβάνει ποιότητος. διὰ γὰρ τοῦτο καὶ τῇ θείᾳ προνοίᾳ ἐμέλησε τὰς τῶν χρόνων καρπῷ ποιότητας ὑγροτέρας ἅμα καὶ ψυχροτέρας ἐκ διαδοχῆς ἀναλόγου ποιεῖν εἰς ἀντίπαλον τοῦ ἡλιακοῦ πυρὸς ἐκείνου κατάστασιν. Ἀλλὰ τούτων μὲν ἅλις· σοὶ δ' ἔνια τῶν ὅσα τῷ βίῳ τελεῖται, καίριον, εἴπερ ποτέ, ἂν εἴη νῦν ἡμῖν προτιθέναι καινότερα διηγήματα· πάντων γὰρ ἡμᾶς τῶν τοιούτων ἐν ἀγνοίᾳ πέπραχεν εἶναι τὰ τῆς καθείρξεως ταυτησίν. εἰκάζειν δ' οὖν ὅπως ποθ' ἡμῖν παρέχεται τὰ τῆς ἡλικιώτιδος πάλαι πείρας ἄλλοτ' ἄλλα φύειν ἀεὶ τὸν χρόνον· φύσις γὰρ ὥσπερ τοῖς αἰθερίοις δρόμοις ὡσαύτως ἔχειν ἀεί, καὶ μεταβολαῖς κεχρῆσθαι μυρίαις καὶ ἀτεκμάρτοις καὶ μηδὲν μηδαμῇ βέβαιον ἔχειν, ᾧ μὴ συνεχοῦς τινὸς καὶ παντοδαπῆς δεήσει τῆς γλώττης καὶ ἀποχρώσης πορθμείου δίκην ἄλλοτ' ἄλλῃ παραπέμπειν ἀκοῇ. ὁρᾷς δ' ὡς καὶ αὐτοῖς γε ἡμῖν ἀνίας οὐ μάλα τι μέτριον ἤνεγκε τῇ ψυχῇ τὸν τοῦ ἐπαχθοῦς φόρτον τὰ φθάσαντα τῶν ἡμῖν συμβεβηκότων, καὶ δεῖ ψυχαγωγίας ἔξωθεν ἱκανῆς ἐξ ἀντιπάλων ῥαγείσης διηγημάτων. οἶσθα γὰρ ὡς καὶ Πυθαγόρας ἐκεῖνος ὁ Σάμιος λύρας ἕωθεν καὶ ᾠδῶν μουσικῶν νενουθέτηκεν ἅπτεσθαι, ὁπόσαι γε ἱκαναὶ τὸ τῶν λογισμῶν τηνικαῦτα κοιμίζειν κυμαῖνον ἐκ τῶν τοῦ ὕπνου 3.143 νυκτερινῶν ἀθυρμάτων καθιστάμενον ῥόθιον, καὶ μεθαρμόττειν ῥᾳδίως ἐπὶ τὸ εὔθυμον ὁπόσα ἡ τῶν ὀνείρων αὐτονομία παίζουσα δραστικώτερον ἐνίοτε κατὰ τῆς γαλήνης τῶν λογισμῶν ἀφίησιν ἀπαρκτίου δίκην μακροῦ τινός, ὅτε δὴ καὶ μάλα ἀταμίευτος τοῖς αἰσθητηρίοις ὁ ὕπνος ἐντρέχων ἥκιστα τὸ πρὸς ἄμυναν τέως ἔχειν δυνάμενον σφίσιν ἐῴη ἄν. διὸ καὶ ἡμῖν ἥδιστον ἂν γένοιτο ἄκουσμα τῶν ἔξω πραγμάτων ἔνια διηγήσεως ὑπόθεσιν νῦν κομίζοντος σοῦ γε. ἐπεὶ γὰρ κακῶν, εἴπερ ποτέ, νῦν ὁ βίος ἐμπέπλησται ὀργιζομένου θεοῦ διὰ τὴν τῶν θείων δογμάτων ἀθέτησιν, δυοῖν ἔσται θάτερον πάντως· ἢ γὰρ φίλων ἡμῖν ἀπαγγελεῖς συμφοράς, καὶ δακρύσω μὲν ὡς εἰκὸς ἕτερον τρόπον ἐγώ, τῇ δὲ κοινωνίᾳ τοῦ πάθους ἐκείνους προσαγορεύσω καὶ πόρρωθεν, ἀφθόγγοις τε λαλιαῖς ὡς εἰπεῖν προσφθεγγόμενος, καὶ οἴκτῳ τὸν οἶκτον ἀντιδιδοὺς καὶ συνηδόμενος σφίσι, καὶ θαυμάζων τῆς καρτερίας τοὺς ἄνδρας, ἢ συμφορὰς διωκτῶν ἀκουσόμεθα, καὶ βελτίους λοιπὸν καὶ ὑπὲρ αὐτῶν τὰς ἐλπίδας ληψόμεθα. σύνεσιν γὰρ οἶμαι καὶ σφᾶς ὀψὲ γοῦν εἰληφότας διορθωθῆναι, ἔργοις ἤδη βλέποντας προφανεῖς φυομένους τοὺς τῶν οἰκείων ἀτοπημάτων ἐλέγχους, καὶ τῶν ἐν μυχοῖς διωγμῶν καὶ σκότῳ βαθεῖ κοιμωμένων προτάσεων ἀληθῶν τὸ συμπέρασμα ἀνατέλλον. Καὶ μὴν ἕτοιμος ἔγωγε, βέλτιστε, λέγειν ὅσα δὴ καὶ οἷα βούλοιο ἂν ἐπιτάττειν αὐτός. 3.144 Οὐκοῦν ἁρμόττουσαν ἀρχὴν ἀναθεῖναι δεῖ τῷ λόγῳ πρότερον, φίλτατε Ἀγαθάγγελε· ἣν οὐκ ἄλλως ἁλώσιμον ἔσεσθαι οἶμαι ἢ ἐς τὸ πρότερον ἴχνος τῶν λόγων ἐκείνων ἀναπόμπιμον πεπραχότας τὴν μνήμην, καὶ δίκην σειρᾶς τὰς τῆς γλώττης ἐκεῖθεν κρηπῖδας ἀνάψαντας, ἀσφαλῆ τὰ τῆς ἀναλήψεως ἤδη ἐφόδια ἐς τὴν τῶν ἑξῆς κεκτῆσθαι διήγησιν ἐν βραχεῖ. εἶναι δ' ἀναγκαῖον πυθέσθαι πρῶτον ἡμᾶς ὅτι ποτὲ μετὰ τὴν ναυμαχίαν ἐκείνην ἀντικαθήμενοι καὶ ἀντεφεδρεύοντες ἑκατέροις ἑκάτεροι τῶν Λατίνων οἱ στόλοι τότε πεπράχασι· δεύτερον δ' ὅτι ποτὲ καὶ ἡ βασιλὶς Εἰρήνη τετέλεκεν ἀπιοῦσά τε ἐς Ὀρεστιάδα καὶ Διδυμότειχον, καὶ τὰς μεταξὺ τῆς φιλαρχίας τῶν παίδων ἔριδας ἐπειγομένη κοιμίσαι, πρὶν εἰς αἱμάτων χύσεις τὸ κατ' ἀλλήλων ἐκβῆναι μαινόμενον· καὶ τρίτον ὁποίας καὶ καθ' ἡμῶν τὰς μελέτας ὁ τῶν διωκτῶν ἱστουργεῖ καὶ συρράπτει θίασος. Ἐμὲ δ' εὖ σοι λέγοντι, θεία μοι κεφαλή, ἀντιλέγειν μὲν ἥκιστα πάντων, πείθεσθαι δὲ μάλιστα πάντων χρεών. καί σοι ἐρῶν ἔρχομαι εἰ μὴ πάντα δὴ τὰ μεταξὺ καθ' ἕκαστα, ἀλλ' οὖν ἀπολέξας τὰ καιριώτερα. Ὁ γάρ τοι τοῦ Βενετικοῦ στόλου ναύαρχος ἥκιστ' ἔχων ὅτι πράξειεν ἀφ' οὗ παρὰ πᾶσαν ἐνέτυχε 453
προσδοκίαν ἤδη μετὰ τὴν ναυμαχίαν τοῖς Γεννουίταις τῷ τῶν Βιθυνῶν σπεισαμένοις ἡγεμόνι Περσῶν Ὑρκανῷ, πρὸς μόνην ταυτηνὶ τελευταίαν 3.145 ἐξ ἀπογνώσεως ἐληλυθόσι καταφυγὴν πολεμίοις πάνυ τι δυσαντίβλεπτον καὶ οἷον ἀνανταγώνιστον, κἀκεῖθεν ἤδη μετὰ μακρᾶς τῆς ἀδείας μισθοφορικὴν ἐξ Ἀσίας διαβιβάζουσι δύναμιν, ὁπόση ἂν εἴη μάλισθ' ἱκανὴ συμμαχεῖν τε καὶ πόρρωθεν ἀποκρούεσθαι καὶ ἀνασοβεῖν πολεμίων ἁπάντων ἔφοδον, πλήρεσιν ἀπέπλευσε τοῖς ἱστίοις ἐς Βενετίαν, ἐπαγγειλάμενος μετὰ πλείονος ἐπανήξειν ὀψὲ τῆς δυνάμεως. κατέλειπε δ' ὅμως συνθήκας τοῖς Γεννουίταις τὸν βασιλέα ποιεῖν καιρικάς, ἕως ἂν ἑκατέροις τοῖς μέρεσι διαναπαύσασιν ἑαυτούς, καὶ διαρκέστερα τἀπιτήδεια εἰσκομισαμένοις, ἀνδρικώτερον πρὸς τὸν ἐφεξῆς ἀπαντᾶν προσγένηται πόλεμον. ἐνταυθοῖ δέ μοι γενομένῳ τοῦ λόγου ἥκιστ' εὔοδα τὰ ἑξῆς εἴη ἄν, βουλομένῳ κατά γε τὴν σὴν τὸν λόγον συστέλλειν ἐς τὸ βραχύτερον βούλησιν. εἰ μὴ γὰρ ἄνωθεν ἠργμένοις τὰς τῶν λεχθησομένων αἰτίας προστιθέναι γένοιθ' ἡμῖν, οὐκ ἄν ποτε γένοιτο γνώριμον οὐδέσι τῶν ἀκουόντων οὐδέν, πλὴν ὅτι ἀμεινόνων γε τῶν ἀποριῶν ἐσόμεθα πρόξενοι, ἡμίεργόν τινα καὶ ἡμιτελῆ τῇ διηγήσει τὴν τῆς γλώττης παρεχόμενοι χρείαν. Ἐβουλόμην σε ἔγωγε, καλὲ Ἀγαθάγγελε, πάνυ τι πλεῖστον ἐμοὶ συνεῖναι τὸν χρόνον καὶ ὁμιλεῖν ἐνταυθοῖ, καὶ μακρὰν παρ' ἑκατέρων ἑκατέρους ἐντεῦθεν ἡμᾶς τὴν παραμυθίαν μετὰ τοῦ ὠφελίμου καρποῦσθαι, χρείας χρείαν ἀντιδιδόντας ἀλλήλους ἀλλήλοις καὶ αὖ παρ' ἀλλήλων ἀλλήλους ἀντιλαμβάνοντας ὡς εἰκός, μέχρις ἄν, εἰ καὶ ἡμῖν ἐξείη ζῆν, ὁ τῆς αἰθρίας ἐπι 3.146 λάμψῃ καιρός, καὶ δῷ παρρησίαν τῇ γλώττῃ ξύν γε θεῷ, καὶ δοθῇ μοι λόγος κατὰ τὸν θεῖον ἀπόστολον ἐν ἀνοίξει τοῦ στόματος μου παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ὑπὲρ οὗ πρεσβεύω ἐν δεσμοῖς, ἵνα ἐν αὐτῷ παρρησιάσω ὡς δεῖ με λαλῆσαι. ἐπεὶ δ' ἄλλοτ' ἄλλα τὰς ἐμὰς νύκτωρ καὶ μεθ' ἡμέραν σμήνη διωκτῶν περιστοιχίζουσι θύρας, θηρῶν χαλεπώτεροι πάντων εἰπεῖν, ὡς δεδιότας μηδ' ἔχειν ἡμᾶς μήτε φωνὴν γοῦν ἐλευθέραν χαρίσασθαι μήτε σέ γ' ἐμοὶ μήτ' αὖ τοὐναντίον σοί γε ἐμέ, πλὴν ἢ μάλα μόλις τονθορύζοντας ἑκάτερον ἑκατέρου ἀκούειν, στέργειν δ' οὖν τέως ἀνάγκη τῇ καταψηφισθείσῃ μονώσει καθάπαξ ἁπασῶν ἐν στερήσει καθημένους ἀνθρωπίνων προσρήσεων, παραπλησίως εἰπεῖν τοῖς αἰωνίως ἐν ᾅδου καθεύδουσιν. ὅμως αὐτῷ θαρρήσαντες ἤδη τῷ μόνῳ θεῷ, ὑπὲρ οὗ καὶ τουτοισὶν ἐγκαρτεροῦμεν τοῖς ἄθλοις, φέρε δέος ἅπαν κονιορτοῦ δίκην ἀποτριψώμεθα· καὶ τρεῖς λοιπὸν τῶν ἡμερῶν καὶ τέτταρας, εἰ δέοι, σύ γε δήπου περιμείνας ἐνταυθοῖ, μακροτέραν τε καὶ ὅσον ἐφικτὸν ἀνενδεᾶ τὴν τῆς ἀφηγήσεως τράπεζαν ἡμῖν ταυτηνὶ παρατίθει. καὶ τῶν ὀρνέων γὰρ τοὺς κύκνους φασὶ τῆς σφῶν αὐτῶν αἰσθομένους ἤδη τελευτῆς, μακρότερόν τι καὶ λιγυρώτερον τηνικαῦτα μᾶλλον ἢ κατὰ πάντα ᾄδειν τὸν βίον. ἐπεὶ οὖν καὶ ἡμῖν περὶ τοὺς ἐσχάτους ἤδη κινδύνους σκηνοβατεῖν περιέστηκεν, ὡς εἰρήκειμεν, οὐκ ἄν που τῶν ἀπεικότων εἴη μακροτέροις διηγήμασι μακροτέραν ἐκτείναντας ἀκοὴν τελευταίοις ἀφοσιώσασθαι ἀσπασμοῖς. ἄρτος δ' 3.147 ἡμῖν ὁ κατεσκληκὼς οὑτοσὶν εἰς τροφὴν ἀποχρήσει, καὶ ὃ νῦν εἰσκεκομίκεις αὐτὸς ἐξ ἐκείνου τοῦ φρέατος ὕδωρ εἰς πόσιν, Τροφῆς μὲν δὴ καὶ πόσεως, θεία μοι κεφαλή, πάνυ τι ἐλαχίστου ἢ μᾶλλον τοῦ μηδενὸς ἄν μοι δεήσειν οἶμαι τὰ νῦν, τῆς σῆς ὁμιλίας ὡς ἐπίπαν εἰπεῖν ἀποχρώσης ἐμοί, καὶ ῥᾷστά με πειθούσης ἔρωτας ἐρώτων ἀλλάττεσθαι, δυοῖν ὁποτέρου βούλοιτό τις ἕνεκα, εἴθ' ὅτι γέννημα ὢν ὁ λόγος ἀθάνατον ἀθανάτου νοῦ μονιμωτέρας τῇ τῶν ἐραστῶν ἀκοῇ παρέχεται καὶ ἡδίους τὰς τῶν ἐρωμένων ἐπαγγελίας, εἴθ' ὅτι καὶ διὰ τὸν σὸν πόθον περὶ πλείονος καὶ τοῦ παντὸς τὴν σὴν ἐφίεμαι ποιεῖσθαι ὁμιλίαν. Ἀλλὰ τούτων μὲν ἅλις, ὦ βέλτιστε Ἀγαθάγγελε· σὺ δὲ τῆς προκειμένης ἔχου προθέσεως. Καὶ δὴ λοιπὸν ἐπανιτέον ἐκεῖσε. οἶσθα, ὦ βελτίστη μοι κεφαλή, ὅπως μετὰ τὴν μοχθηρὰν ἐκείνην καὶ κακῶς τοῖς διώκταις σχεδιασθεῖσαν καθ' ὑμῶν λῃστικὴν ἐκείνην σύνοδον ἧκον αὐθημερὸν ἐκ Θεσσαλονίκης ἀγγελίαι 454
τῷ βασιλεῖ Καντακουζηνῷ πάνυ τι σφόδρα δειναί, καὶ αὐτῶν ὡς εἰπεῖν τῶν τῆς ψυχῆς ἁπτόμεναι μυελῶν, καθάπερ ἔπαθλα τοῦ ἀγῶνος ἐκείνου κατάλληλα τοῦ ἀθλοθέτου θεοῦ προσδεικνύντος πρὸς ἔλεγχον τῆς κακίας καὶ ἀναιδείας ἐκείνης, διδάσκοντος μόνον οὐ διαρρήδην καὶ μετρίαν ταύτην κατὰ πόδας ἐνταῦθα παι 3.148 δείαν ἐπάγοντος εἰς ἐπιστροφὴν τῶν ἐκεῖ παρανομηθέντων, καὶ πύλας οὑτωσί πως ἀνοίγοντος μετανοίας. Φασὶ γὰρ τὸν Παλαιολόγον, ὡς ὑποπτεύσειεν ἐπιβουλὴν καθ' ἑαυτοῦ πρὸς τῶν γυναικαδέλφων καὶ τοῦ πενθεροῦ καὶ γνώμης ἐκείνων ἀλλοίωσιν καὶ τροπὴν πολλαχόθεν πολύτροπον, ἀνενεγκεῖν τε εὐθὺς πρὸς ὁμοίους φόβους τὴν μνήμην ὁμοίων ἐπιβουλῶν, αἳ ταῖς ἀρχαῖς ἀπροόπτως ὡς τὰ πολλὰ καὶ πολυτρόπως ἐνσκήπτουσαι κηλῖδας καὶ κῆρας αἱμάτων καὶ φόνων μεστὰς ἐπιφέρουσι τοῖς μὴ πάνυ προσέχειν ἐθέλουσι ταῖς πολυτρόποις τύχαις καὶ γνώμαις τῶν ἀνθρώπων. ὅθεν διανέστη τε καὶ τὴν γνώμην εὐθὺς ἐπὶ ζήτησιν ἠκόνησε τοῦ προσήκοντος ἄνωθεν κλήρου τῆς βασιλείας καὶ τοῦ γε βιοῦν ἀδεέστερον δύνασθαι ἢ καθ' ἃς μηχανᾶσθαι δύναιντ' ἄν τινες ἐπιβουλάς· βέλτιον γὰρ ἔφησεν εἶναι θαλάσσης ἐπιούσης ἐν τῷ παρόντι φορὰν ἐκκλῖναι ἢ ῥαθυμήσαντα συναπαχθῆναι τῇ βίᾳ τοῦ ῥεύματος. χρόνον οὖν τινὰ τῷ Κράλῃ Σερβίας ἐπιτιθεμένῳ καὶ ἀπειλοῦντι μεγίστους αὐτῷ περιστήσειν κινδύνους, εἰ μὴ κήδους ἕνεκα πρὸς συγγενῆ φιλίαν αὐτῷ συναφθείη κρατίστῳ καὶ πρὸς τὰς περιεστηκυίας αὐτῷ συμφορὰς ἐσομένῳ συμμάχῳ, πέμπει δεξιὰν ὀψὲ καὶ μόλις ἤδη διὰ ταυτί, καὶ κυροῦται πρὸς ἀμφοῖν δόντα οἱ τὸν Παλαιολόγον, εἰ ῥᾴδιον εἴη, ὅμηρα τὴν ἑαυτοῦ γυναῖκα Ἑλένην διὰ τὰς ἐκ γένους ταύτης ἐπιβουλάς, ἀγαγέσθαι τὴν τοῦ Κράλη γυναι 3.149 καδέλφην, νέαν τε οὖσαν ἔτι κἀκείνην καὶ ἅμα ἀδελφὴν τοῦ τῶν Μυσῶν ἡγεμόνος Ἀλεξάνδρου. ταῦτα τῷ Καντακουζηνῷ μαθόντι τῷ βασιλεῖ θανάτου φάναι πολλῷ πικροτέρους καθῆκε φόβους τοῖς λογισμοῖς· καὶ παραλαβὼν Ἄνναν τὴν ἐκείνου μητέρα, τηρουμένην τέως ἐν Βυζαντίῳ, ἐς τὴν τῶν ὁδηγῶν ἀπῄει μονήν, κἀκεῖ τῆς θείας εἰκόνος ἔμπροσθεν αὐτίκα μάλα δώσειν ὑπισχνεῖται τῷ ταύτης μὲν υἱῷ, γαμβρῷ δὲ αὐτοῦ, τὸν ἅπαντα κλῆρον τῆς βασιλείας, ἀφεμένῳ μὲν τὰς τοῦ Κράλη συνθήκας ἐκείνας, ἐληλυθότι δ' ἐς Βυζάντιον εὐθὺς παρὰ τὴν νόμιμον σύζυγον, αὐτὸς δὲ δυοῖν θάτερον, ἢ τῷ Βυζαντίῳ διὰ βίου ἐνδιατρίβων βασιλικῶς καὶ αὐτὸς τὰ μέχρι Σηλυμβρίας ἐντεῦθεν διοικεῖν πράγματα κατὰ γνώμην τοῦ γαμβροῦ, ἢ τὸν ἡσύχιον ἑλόμενος καὶ ἀπράγμονα βίον οἴκοι καθῆσθαι. καὶ ἅμα ἔγγραφον ταῖν χεροῖν αὐτῆς ἐνετίθει τὴν γνώμην φρικωδεστάτοις ὅρκοις ἠσφαλισμένην τε καὶ ἀπαραλόγιστον τὴν ὑπέραγνον θεομήτορα προβαλλομένοις ἐγγυητήν. ἣ δ' εὐθὺς ἀπιστεῖν οὐδαμῇ ἔχουσα τά τε τῶν οὕτως ἐχόντων ἐγγράφων ὅρκων βιβλία εἰλήφει, καὶ ἅμα ὅλῃ σπουδῇ κατέπλευσεν ἐς Θεσσαλονίκην, κἀκεῖ τῷ υἱῷ τὰ εἰκότα ὡμιληκυῖα καὶ τοὺς φρικώδεις ἐκείνους ἐμφανίσασα ὅρκους, τῶν τοῦ Κράλη συνθηκῶν τελέως ἀποσχέσθαι πέπεικεν εὐθύς. Τούτων δ' οὕτω γενομένων ἧκεν ὁ Παλαιολόγος ἄχρι 3.150 καὶ ἐς Διδυμότειχον· κἀκεῖθεν πρὸς τὸν πενθερὸν διαπρεσβευσάμενος Καντακουζηνόν, καὶ ὡς ἐμμένοι μαθὼν τοῖς ὀμωμοσμένοις, ἥκει λοιπὸν καὶ αὐτὸς ἐς Βυζάντιον, πάντας ἀπεσκευασμένος φόβους καὶ ὑποψίας ἁπάσας. καὶ πλέον ἢ τριακονθήμερον τῇ τοῦ πενθεροῦ συνδιατετριφὼς ὁμιλίᾳ μετ' εἰρήνης κατηφείᾳ τινὶ κεκραμένης διὰ τὸ τῶν ἠλπισμένων οὐκ εὔελπι τὴν ἐς Διδυμότειχον αὖθις ἀπῄει, καὶ τὴν σύζυγον Ἑλένην ἅμα αὐτῷ ἐπαγόμενος, σὺν ἐκείνῳ μᾶλλον αἱρουμένην θνήσκειν ἢ τοῖς γονεῦσι συζῆν. ταυτὶ μὲν οὖν εἶχεν οὕτω, καὶ τὸ φθινόπωρον τὰς τοῦ ἀρκτούρου προύφαινεν ἄρτι ἐπιτολάς. βραχὺς ὁ χρόνος, καὶ αὖθις παρ' ἑκατέρων ἑκατέροις λαθραῖα ἐξηχεῖτο βουλεύματα πάνυ τῶν δεδογμένων ἀντίστροφα. καὶ ἄπεισι τὴν ταχίστην καθέξων Ματθαῖος τῶν Καντακουζηνοῦ υἱέων ὁ πρῶτος Ὀρεστιάδα, σταδίους οὐ μεῖον πρὸς ἄρκτους διέχουσαν ἑβδομήκοντα καὶ διακοσίους. κἀντεῦθεν τὰ σκάνδαλα ηὖξεν ἐρεθιζόμενα νύκτωρ καὶ μεθ' ἡμέραν ἀεί, 455
καὶ πρὸς ἐμφανῆ τὰ πράγματα προύβη κακίαν καὶ ἄσπονδον ἤδη μάχην. καὶ ἅμα οἱ τῶν Θρᾳκικῶν οἰκήτορες πόλεων Παλαιολόγῳ τῷ βασιλεῖ προσεχώρουν ἐθελονταί, κραταιότερόν τε τῶν πραγμάτων ἐρεθίζοντες ἅπτεσθαι καὶ τοῦ πατρῴου κλήρου τῆς βασιλείας ἀντιποιεῖσθαι, ῥαθυμεῖν ὁπωσοῦν, εἴπερ ποτέ, νῦν μᾶλλον οὐ μάλα προσήκοντος. Διὰ δὴ ταῦτα δείσας περὶ τῆς ἀρχῆς Καντακουζηνὸς ὁ βασιλεὺς λόγων τ' ἐκείνων καὶ συνθηκῶν ἐξελάθετο, καὶ 3.151 οἷον αὐλητικῆς τινὸς ἀθύρματα παιζούσης τὴν ἀκοὴν ἅπαντας ἡγησάμενος ὅρκους, τῶν ἀντιπάλων ἔργων καθάπαξ ὅλην ἀντίληψιν ἐποιεῖτο. πρῶτον μὲν οὖν πέμψας ἐς Ὑρκανὸν τὸν γαμβρὸν καὶ σατράπην τῶν ἐν Βιθυνίᾳ βαρβάρων, καὶ ἅμα ἐς τοὺς γείτονας Γεννουίτας, ὅρκους καινοτέρους αὖθις παρέσχε τῶν πρὶν ἰσχυροτέρους, ταὐτὸν ἀμφοῖν διὰ βίου πνεῖν ἐπαγγελλομένους καθ' ὧν αὐτοὶ βούλοιντο καὶ οἷς ἄχθοιντο, εἰ βοηθοῖεν καὶ αὐτοὶ κατὰ τοῦ γαμβροῦ Παλαιολόγου· ἀκρόπολιν γὰρ ἥγηται κραταιοτέραν τὴν ἐς ἐκείνους καταφυγὴν ἀμυντηρίων ἁπάντων θείων καὶ ἀνθρωπίνων, καὶ μηχάνημα ἐκ πολλοῦ εἰθισμένον αὐτῷ κατά τε τῶν ταλαιπώρων Θρᾳκῶν καὶ ᾧ προσερρύησαν βασιλεῖ, ἀνὰ στόμα συχνὰ τὸ γραφικὸν περιᾴδων ἐκεῖνο "λοιπὸν καλέσω τὰ ἔθνη, κἀκεῖνά με δοξάσουσι." καὶ ἅμα οἱ ἐξ Ἀσίας Ῥωμαϊκαῖς ἐπὶ Θρᾴκης διαβιβάζοντες τοὺς βαρβάρους ναυσὶν ἔμπρακτόν τε καὶ πάνυ τι κατεσπουδασμένον τὸ τοῦ βασιλικοῦ δόγματος προύφαινον βίαιον. Κατελάνων δ' αὖθις ἀμφὶ πεντακοσίους, ὅσοις τὸν ἐκ τῆς ναυμαχίας ἐκείνης φυγεῖν ἐξεγένετο κίνδυνον, γυμνοὺς καὶ προσαίτας περιιόντας τοῦ ἄστεος πανταχῇ, πρὸς φυλακὴν ὁ βασιλεὺς Καντακουζηνὸς ἀθροίσας τοῦ σώματος ὥπλιζέ τε καὶ ἐσίτιζε μάλα τι σφόδρα πεφροντισμένως, τῶν ὁμοφύλων ἤδη Ῥωμαίων ἀπιστουμένων καὶ ἐν ἐχθρῶν ταττομένων χορείᾳ. 3.152 Τούτων δ' οὕτως ἐχόντων ἔδοξεν Εἰρήνῃ τῇ βασιλίδι ἔς τε Ὀρεστιάδα καὶ Διδυμότειχον διαβάσῃ διαλλάξαι τοὺς νέους ἀλλήλοις, εἰ δυνηθείη, βαθείαις τισὶν ὑποψίαις ἐπ' ἀλλήλους χρωμένους, οὐδαμῇ τὸ ἔνσπονδον σύνοικον κεκτημέναις, Ματθαῖον δηλαδὴ τὸν υἱὸν καὶ τόν γε ἐπὶ θυγατρὶ γαμβρὸν Παλαιολόγον τὸν βασιλέα, συμπαρειληφυῖα πρός γε τοῖς ἄλλοις καὶ τῶν ἀρχιερέων δύο συνεκδήμους μαρτυρίας ἕνεκα, καὶ ἅμα Ἄγγελον, ᾧ καθολικῷ τηνικαῦτα συμπέπτωκεν εἶναι κριτῇ· ὃς τῆς πατρίδος ἐντεῦθεν ἐξιέναι μέλλοντος ἐμοῦ πάνυ τι νέος ἦν καὶ οὔπω οἶμαι ἔφηβος, εὐγενῆ δ' ὅμως ὑπεζωγράφει τὴν ἐς λόγους ἐκεῖθεν φύσιν, καὶ μάλα ἐπαγγελλομένην πρὸς πᾶσαν ἀρετῆς ἰδέαν εὐφυᾶ τὸν ἄνδρα τὰ συντομώτατα καταστήσειν. πάντας γὰρ ὅσοι τῶν ἅμα αὐτῷ τῆς σῆς σοφίας ἦσαν τέως ἀκροαταί, καὶ τῶν τῆς σῆς διδασκαλίας ἐκείνης κρατήρων φοιτῶντες ἀπήλαυον, μακροῖς παρήλαυνε τοῖς μέτροις δρόμῳ τε γλώττης καὶ διανοίας ὀξύτητι. νῦν δὲ τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνειληφὼς ἐμαυτόν, τῆς φυσικῆς ἐκείνης ἐπαγγελίας ἀμείνω περὶ τὸν ἄνδρα βλέπω τὴν βλάστην καὶ προοιμίων ἐκείνων πολλῷ τὰ νῦν συμπεράσματα κραταιότερα. διὸ καὶ βασιλικῆς ἐγγύτητός τε καὶ εὐμενείας οὐδενὸς τῶν περιλάμπρων ἀνδρῶν ἐνδεέστερον μετέχοντα βλέπων τὸν ἄνδρα γέγηθα· ἤδη γὰρ δι' ἀρετῆς περιουσίαν κἀν μέσοις τοῖς βασιλείοις πεπαρρησιασμένῃ τῇ γλώττῃ διέπειν τοὺς τῆς εὐθυδικίας τέτακται νόμους καὶ τῶν δημοσίων πραγμάτων οἰκονομεῖν ἐν κρίσει τοὺς λόγους 3.153 καὶ τὰ ψηφίσματα· οἷς ἀρρεπεῖς τὸν ἅπαντα χρόνον καὶ πάντῃ ἀκαπηλεύτους τὰς τῆς δίκης ἐπάγων πλάστιγγας θαῦμα τῷ βίῳ γίνεται μεῖζον ἢ κατὰ πάντα δίκαιον Ἀριστείδην, καὶ πᾶσιν ἁπλῶς περιλάλημα καθίσταται κράτιστον, οὐχ ὁμοφύλοις μόνον, ἀλλ' ἤδη καὶ ἐς τὰ περίοικα τῶν ἐθνῶν ἡ φήμη διέδραμεν, ἀκήρατον φέρουσα τὸ σεμνὸν τῆς αἰδοῦς. διὰ δὴ ταῦτα καὶ συνέκδημον ἡ βασιλὶς ἐς Διδυμότειχον ἑαυτῇ γενέσθαι τῶν καθ' αὑτὸν προτετίμηκεν, ὡς αὐτήκοος καὶ αὐτόπτης ἐκεῖ γενόμενος καὶ αὐτὸς τῶν τε δὴ λεχθησομένων καὶ πραχθησομένων γένοιτο καὶ μάρτυς ἀπαράγραπτος. ἐκεῖσε τοίνυν ἡ βασιλὶς γενομένη πάντ' ἔλεγεν οἷς τε ἐμφωλεύειν ὑπενόει τὴν τοῦ πείθειν 456
ἰσχύν, καὶ οἷς οὐκ ἐφεδρεύειν εἶχε σκυθρωπὸν οὐδέν, τῶν ἐπιτιμήσεων ἥμερόν τινα τρόπον ἐνδεικνυμένη τῷ νέῳ τὴν ἡλικίαν βασιλεῖ, μητρικὴν εἰσάγουσά πως αὐτῷ τὴν παραίνεσιν. τὰ δὲ ἦν, ὡς ἐν κεφαλαίῳ φάναι, παραχωρεῖν τὸν γαμβρὸν καὶ βασιλέα Παλαιολόγον ἑκόντα Ματθαίῳ τῷ γυναικαδέλφῳ τὴν ἐξ Ὀρεστιάδος ἄχρι Βιζύης μετά γε τῶν ἑκατέρωθεν χωρίων καὶ πόλεων γῆν αὐτονόμῳ νέμεσθαι δεσποτείᾳ, αὐτὸν δ' ἔχειν τὴν ἐκ Διδυμοτείχου μέχρι Θεσσαλονίκης, τὸν δὲ κοινὸν ἀμφοῖν πατέρα Καντακουζηνὸν τὸν βασιλέα τὰ λειπόμενα μετὰ τῆς βασιλευούσης τῶν πόλεων μέχρι τελευτῆς, ὅτε καὶ αὐτῶν 3.154 κληρονόμον ἐντελῆ καὶ διάδοχον μέλλει σε καταλείψειν. χρεὼν δ' εἶναι σε πάντως ἔλεγεν, ὅσα καὶ πατρὶ καὶ τῇ τῶν πραγμάτων ἐγγεγηρακότι πείρᾳ, πιστεύειν αὐτῷ τά τε ἄλλα καὶ τὴν τοῦ βασιλικοῦ βίου κυβερνητικήν, ὡς ἂν ἀκύμονάς σοι τὰς τούτου παρέχοι φροντίδας, τούς τε τῆς βασιλείας αὐτὸς ἀναδεχόμενος κλύδωνας, καὶ πρὶν τῶν ἐκεῖθεν ἰλίγγων σε γεύσασθαι, πρὸς τὸ ἀγχώμαλον ἄγων ὅσον ἐφικτόν. μηδὲ γὰρ ἄν ποτε τὸν σὸν βουληθῆναι κίνδυνον, εἰς υἱέως κλῆρον αὐτῷ καταστάντος διὰ τοῦ κήδους. πῶς γάρ, ὃς πολέμιος ὢν καὶ πολεμίαν ἔχων αὐτῷ μητέρα, ἔπειτά γε καὶ πολέμου νόμοις αὐτᾷ ληφθεὶς μέν, περισωθεὶς δὲ παραδόξως, καὶ κληρονόμος τῆς βασιλείας πρὸ τῶν γνησίων αὐτοῦ παίδων ἐγγραφεὶς αὐτῷ. ἄπαγε, μὴ σύ γε τοιαῦθ' ὑπονόει. ἔπειτα σε χρεὼν καὶ τούς τε τῆς σῆς μητρὸς καὶ ἅμα τοὺς σοὺς αὐτοῦ μεγάλους ἐκείνους ὅρκους αἰδεῖσθαι, οὓς τηνικαῦθ' ἡμῖν ἐγγράφους παρέσχεσθε, μὴ πολέμιον χεῖρα μηδ' ἔνοπλον ἔργον ἐνδείξασθαί ποτε καθ' ἡμῶν, ἀλλ' ὥσπερ ἡγεμονικόν τι πρόσταγμα πᾶν τὸ τοῦ πενθεροῦ νομίζειν βούλημα μέχρι παντὸς [νενόμισται], καὶ ὡς πρὸς ἀρχέτυπον ὄντως εἰκόνος βασιλικῆς τοὺς σοὺς ἀπευθύνειν τρόπους εἰς τὸν ἐκείνου βίον καὶ λόγον." Ταῦτα τῆς βασιλίδος Εἰρήνης εἰπούσης Παλαιολόγῳ τῷ βασιλεῖ καὶ γαμβρῷ, τοιάδε καὶ αὐτὸς ἀμείβετο πρὸς αὐ 3.155 τήν. "πολλὰ τῶν πραγμάτων, ὦ μῆτερ, ἐν προοιμίοις ὁμαλῶς ὁρώμενά τε καὶ ἀμελούμενα δέον περίεργόν τινα καὶ πεφροντισμένην λαμβάνειν ἐξέτασιν, σφόδρα μακροὺς ἐπεκρέμασε τοὺς κινδύνους οἷς μὴ προειδέναι ἐπῄει δι' ἁπλότητα τρόπων, ἀράχνης τινὸς μιμούμενα τρόπον, ἣ τό τε χρῶμα καὶ ὕφασμα καὶ τὴν κίνησιν ἀερώδη τὰ πάντ' ἔχουσα, λανθάνει τὰ τῶν βραχέων ἐμπίπτοντα ζώων ῥᾷστα θηρεύουσα. κἀγὼ τοιγαροῦν εἰ μὲν ἠρεμήσοντα ᾔδειν Ματθαῖον τὸν ἐμὸν ἀδελφόν, καὶ μὴ πρόφασιν τὸ τῆς δεσποτείας αὐτόνομον ἐσχηκότα τὴν ἐμὴν καιροφυλακήσειν σφαγήν, τοῦ παντὸς ἂν τὸ τῆς εἰρήνης ἐτιμησάμην ἐνταῦθα τερπνόν, καὶ παντὸς ἅμα καὶ λόγου καὶ πράξεως τὴν ἀπράγμονα σιωπὴν ἐποιησάμην ἐπίπροσθεν μάλα τι ἄσμενος. νῦν δέ με ταράττει σφοδρῶς ὁπόσα σφετεριζόμενος ἑαυτῷ τῆς βασιλείας περιτίθησι σύμβολα, ὅσα τοῖς ὅρκοις ἐκείνοις σιωπηθέντα παρρησιάζεται νῦν, ἠρέμα καὶ κατὰ μικρὸν ἐφ' ἑτέροις ἕτερα διηνεκῶς προστιθέμενα καὶ τὴν ἐμὴν ἀναίρεσιν μόνον οὐ τραγῳδοῦντα πρὸ θυρῶν τῶν ἐμῶν, δέον, εἰ μὲν δίκαια ταυτί, τοῖς ὅρκοις ἐκείνοις τότ' ἐγγραφῆναι, οὓς ἀρτίως προφέρεις δεξιῶς ἐμοὶ τὴν κατάλυσιν ὀνειδίζουσα· εἰ δὲ τοὺς νόμους αἰδούμενος τότε σεσίγηκε, πῶς οὐ νῦν μᾶλλον αἰδεῖται τοὺς ὅρκους τε λύων ἐκείνους περιφανῶς, καὶ ἃ τοῖς νόμοις κωλύεται, μετ' ἐξουσίας οὐ μάλα τι προσηκούσης ἁρπάζων ἀρτίως. καὶ ταῦτα 3.156 δρᾷ τοῦ πατρὸς συγχωροῦντος ἅπασι· τῷ γὰρ ἀεὶ βλέποντα μὴ κωλύειν καὶ ὡς αὐτὸς αὐτόχρημα δρῶν ἁλίσκεται, καὶ τὸν ἐμὸν ἐς προῦπτον ὁ κοινὸς πατὴρ εἶναι ὀμωμοκὼς δημιουργεῖ θάνατον. ἐφ' ἃ γὰρ τὸν παῖδα σχήματι σιωπῆς συγχωρεῖ, τὴν διὰ γλώττης προτροπὴν τῇ διὰ τῶν ἔργων νενίκηκεν, ἐκείνῳ μὲν ἠπατηκώς, τούτῳ δ' ἐπιπεσὼν διὰ τὴν ἐκ τοῦ λεληθέναι εὐστοχίαν, κἀκείνῳ μὲν τὸ τῆς ἀνθρωπίνης ἐπιτιμήσεως φεύγων προφανές, τούτῳ δ' ἐγκαίρως τὴν τοῦ δράματος ἀνακαλύπτων σκηνὴν καὶ τὴν πάλαι κρυπτομένην βουλὴν ὀψὲ προδεικνύς. ἐπεὶ γὰρ πολλὰ τῶν τῆς κακίας εἰδῶν λεχθέντα μέν, ἐπιεικῶς δ' ἄτοπα δόξαντα τὴν θύραν ἀνασοβεῖ τῆς γενέσεως, πράττεται ῥᾷστα 457
λοιπὸν σιωπῇ καὶ πρὶν λεχθῆναι τῷ δρῶντι καὶ πρὶν ἐνθυμηθῆναι τὸν πάσχοντα, καὶ φθάνει τὴν γνῶσιν ἡ πεῖρα λίαν ὠκύπους φανεῖσα καθ' οὗ τολμᾶται τὰ χείριστα. καὶ διδάσκαλον ἔσχε τὸν ἅπαντα χρόνον ἡ τῶν πραγμάτων φύσις, ἐπὶ πολλῶν τῶν ὁμοίων περιφανῶς τὴν ἀναίρεσιν ἀναγράφοντα βλέπουσα καὶ φυλάττεσθαι πᾶσι πᾶσαν ἄντικρυς ἀφιέντα φωνήν, καὶ νέοις ἐπ' ἴσης καὶ πρεσβυτέροις. ἀκούομεν οὖν καὶ πατέρων ἐνίους ἀνδροφόνον ὁπλίσαντας δεξιὰν κατὰ τῶν υἱέων, καὶ πλείους ἔτι τῶν ἀδελφῶν τὸ ξίφος καθ' αἵματος βαπτίσαντας συγγενοῦς· καὶ κατὰ λαιμοῦ πικρῶς ὀρχησαμένους ὁμοφυοῦς, καὶ μάλισθ' ὅτε περὶ βασιλείας εἴη τἀγώ 3.157 νισμα, ἔνθα καὶ τυραννικῆς εἶναι τὸ πρᾶγμα λέγεται νομοθεσίας αὐτοχειροτόνητον καὶ ἀνομοθέτητον δίκαιον. οὐκ ἔγωγε τοίνυν αὐτὸς ὁ τῆς υἱοθεσίας παραβαίνων τοὺς νόμους· οὐκ ἔγωγ' ἐκεῖνος ὁ τοὺς φρικώδεις ἐκείνους ὅρκους πατῶν· ἀλλ' ὁ πατὴρ ἐμοῦ καὶ τῆς ἐμῆς ὑπάρχειν προμηθεὺς ὀμωμοκὼς ζωῆς. τί τοίνυν ἀδικῶ, ζῇν ἐφιέμενος ἕως ἂν καὶ τῷ κρείττονι συνδοκῇ καὶ συγχωρῆται τῷ πλάσαντι; οὐ γὰρ τοὺς ἐφιεμένους ζῆν ἀσφαλῶς οἱ νόμοι κολάζουσιν, ἀλλ' οἷς τυραννικὴν ὠμότητα σχήματι φιλίας ἀναμίξασιν ἐπιορκεῖν ὁμοῦ καὶ φθείρειν ἐμέλησεν οὓς ἀγαπᾶν ὀμωμόκεσαν· ἐκεῖνο μὲν γὰρ ἀκώλυτον ἔχει τὴν τῆς βουλήσεως ἔφεσιν, τοῦτο δ' οὐκ ἀθῶον τὴν γνώμην ἐγκλήματος. ὡς ὤφελον τότε γε θνήσκειν, καὶ τοὐμὸν αἷμα τοῖς ὑμῶν ἐπιβατηρίοις εἴθε ἐθύετο τέως, καὶ βραχεῖα κόνις τοὐμὸν ἐκάλυπτεν ἄθλιον σῶμα, πρὶν ἐς τοιαύτας τεταμιεῦσθαι τύχας· τοῦ γὰρ ἅπαξ θανεῖν ἀκλεῶς τὸ φυλάξαι βασιλείας ἀταλαίπωρον δόξαν πολλῷ χαλεπώτερον· τοῦτο μὲν γὰρ πολύτροποι βόσκουσι κίνδυνοι θανάτων μυρίων μεστοί, νύκτωρ καὶ μεθ' ἡμέραν περιτρέχοντές τε καὶ προοδεύοντες καὶ δίκην ἀγρίων κυμάτων ἀεὶ συμπνίγοντες, ἐκεῖνο δ' ἀνάλγητον ἔχει τὸ ἀκλεὲς πρὸς ἅπαντα βίον ἀναισθητοῦν. ὡς νῦν γε καὶ εἴ μοι τελεσιουργὸν τὴν εὐχὴν ἤλπιζον ἔσεσθαι, ἥδιστ' ἂν ηὐξάμην χανεῖν μοι τὴν γῆν μᾶλλον ἢ τὰς ἐμὰς ἀναγκάζεσθαι νῦν ἐπὶ σοῦ συμφορὰς ἀφηγεῖσθαι· ἀναμέμικται γὰρ ταυτί πως καὶ συμπέφυρται τοῖς ἐγκλήμασι 3.158 τοῦ 'μοῦ πενθεροῦ, ὡς ἀνέφικτον εἶναι διελόντ' ἀφηγεῖσθαι, καὶ δέος μὴ αὐτῷ προστρίβειν δόξω τὸν ὄνειδον ἐξεπίτηδες· εἶναι γὰρ ἐγνωσμένον μὴ ὅτι Ῥωμαίοις ἅπασιν, ἀλλὰ καὶ τῶν ἐθνῶν τὰ πλείω λόγῳ μεγάλου παρεῖχον θαύματος, ὁρῶντες εἰς οἷον αὐτὸν ἀνύψωσε κλέος ὁ μακαρίτης ἐκεῖνος βασιλεύς, ὁ τὸν ἄθλιον ἐμὲ γεγεννηκώς. τοὔνομα μὲν γὰρ ἐκεῖνος εἶχε τῆς βασιλείας, τῆς δ' ἐξουσίας συλλήβδην οὗτος ἁπάσης εἰπεῖν μετά γε τῆς αὐτοῦ κατετρύφα μητρός. καὶ ἦν ἐπὶ τούτοις ἐκείνῳ τὸ σκοπιμώτατον φυλακῆς ἕνεκα τῆς εἰς τὴν βασιλείαν διαδοχῆς καὶ διαμονῆς τῆς ἐμῆς. ἀλλ' ἐπεὶ τῇ φύσει τὸ χρεὼν ἐκτίσας ἀπῄει, βρέφος ἐμὲ ταῖς χερσὶ τῆς μητρὸς λελοιπώς, ἴσασιν ἅπαντες ὅσας τε αὐτὸς ἐμοὶ μετὰ τῆς ταλαίνης μητρὸς ἐπήνεγκε συμφορὰς καὶ ὅσας αὖθις αὐτὸς κατ' αὐτὸν ἐπεπόνθει, πέντε βασιλέων σειρὰν καὶ διαδοχὴν εἰς ἑαυτὸν μεταστῆσαι πειρώμενος, πρᾶγμα πρὶν γενέσθαι μηδ' ἐλπισθέν. ἐκλαθόμενος γὰρ εὐθὺς τὰς τοῦ 'μοῦ πατρὸς συνθήκας ἐκείνας, ἣν ἐκ πολλοῦ βασιλείαν ὠνειροπόλει, ταύτης ἐμέμνητο μόνης, ὃν ἐκ πολλοῦ ζητῶν, ἤδη καιροῦ λαβόμενος. καὶ ταυτὶ μὲν ἔγωγε τότ' ἀκούων πρὸς τῶν συνετωτέρων πιστεύειν οὐκ εἶχον· νῦν δ' ἃ τότε ῥοθίοις ἀνεκέκρατο στοχασμῶν εἰς φῶς χωροῦντα σαφῶς ἐνορῶν, ὡς εἰρήσεται προϊόντι μοι καθαρώτερον, πείθομαι κἀκεῖνα τῆς ἀληθείας ἔχεσθαι τῆς αὐτῆς, καὶ γινώσκω τοῦ πάλαι φυτοῦ τὴν ῥίζαν, ὀψὲ γευσάμενος τοῦ καρποῦ. οὐ γὰρ ἔχω νοεῖν τῶν ἁπάντων 3.159 ἕτερον οὐδὲν οὐδαμῇ ὅτι πότ' ἂν εἴη τὸ μεταθεῖναι πεῖσαν κατὰ τῆς ἐμῆς τὴν τούτου γνώμην κεφαλῆς. εἰ μὲν γὰρ τότ' ἐδύνατο μὲν οὐκ ἐβούλετο δέ, πῶς νῦν μὴ δυνάμενος βούλεται; εἰ δὲ καὶ τότε καὶ νῦν τῆς αὐτῆς ἐστὶ γνώμης, διὰ τί πρεσβύτερα μὲν τὰ τῆς κακίας σπέρματα, νεήλυδας δ' ἀποφαίνειν ἐπείγεται τὰς τῶν ἀφορμῶν τερατομόρφους εὑρέσεις, καὶ φύρει τὴν φυσικὴν τῶν πραγμάτων θέσιν, ἐπὶ τὸ ἀνακόλουθον τρέπων τὴν 458
ἁρμονίαν καὶ ἄνω ποταμῶν χωρεῖν τὰς πηγὰς βιαζόμενος. εἰ γὰρ μὴ λάλον τὴν γλῶτταν αὐτῷ τῆς φύσεως παρασχούσης, ἀνεκλάλητον ἐκ τοῦ γε ῥᾴστου τὴν μελέτην ἔκρυπτεν ἐν ἀπορρήτοις μυχοῖς τῆς καρδίας, ἀλλ' οὖν ἐβόα τὰ πράγματα καὶ πᾶσαν ἀκοὴν περιήχει βροντῆς ἁπάσης τρανότερον· ἃ μᾶλλον ἀδέκαστον ἔχει τὴν ψῆφον τῆς μαρτυρίας καὶ παντάπασιν ἀκαπήλευτον. ἢ φρασάτω μοί τις παρελθών, τί τῶν ἁπάντων αὐτὸν ἠρέθισεν ἕτερον ἐς λήθην μὲν ἐληλυθέναι θεοῦ, φιλίας δ' ἐνέχυρα τόσα καὶ τόσα παρασχεῖν ἐκ πάνυ πολλοῦ τῷ βαρβάρῳ καὶ ἀσεβεῖ τῆς Λυδίας σατράπῃ, καὶ ὁρκῶσαι μὲν ἐκεῖνον ὑπὲρ αὐτοῦ κινδυνεύειν ἄχρι θανάτου, ὀμνύναι δ' αὐτὸν ἐκείνῳ τὰ ἴσα; ἢ πάντως ὃ ἔργοις ἀναντιρρήτοις ἔδειξεν ὕστερον τοῦ 'μοῦ πατρὸς καὶ βασιλέως θανόντος εὐθύς. τῶν γὰρ ὑπηκόων τὴν ἐγχείρησιν 3.160 οὐ προσιεμένων αὐτοῦ, προβὰς ἐκεῖθεν τυραννικὴν ποιεῖται τὴν ἀναγόρευσιν ἑαυτοῦ· κἄπειτ' ἀποτυγχάνοντα καὶ οὕτως τὸν Ἰξίονος ἄτοπον ἔρωτα βλέπων (ἅπαντες γὰρ ἀφίσταντο τῆς αὐτοῦ τυραννίδος) προσεκαλεῖτο λοιπὸν οὐ τὸν τῆς δίκης προστάτην θεόν, ἀλλὰ τὸν τῆς ἀδίκου μανίας βάρβαρον σύμμαχον, τὰς ἐκδήμους ἐκείνας ἀγωνιεῖσθαι μέλλων λῃστείας κατὰ χριστιανῶν, ὅτι τῶν πολλῶν βασιλέων ἐμὲ προσεκαλοῦντο διάδοχον. καὶ θέρους μὲν ἐγκαθεζόμενον ἔχων τὸν βάρβαρον καὶ πολέμιον ἐκεῖνον στρατὸν ἔκειρε τὴν τῶν Θρᾳκικῶν πόλεων γῆν, χειμῶνος δὲ καὶ αὐτὰς ἠρήμου τὰς πόλεις, τὰ πέριξ ἅπαντα ληϊζόμενός τε καὶ ἀνδραποδιζόμενος ἄχρι πυλῶν, ὑφ' ὧν, ὦ γῆ καὶ ἥλιε, οὐδὲν προηδίκητο. καὶ τὸ τῆς τραγῳδίας βαρύτατον, ὅτι τῶν αἰχμαλώτων ἐλεεινῶς ἀγομένων σχίζοντες τὰς γαστέρας οἱ βάρβαροι τάς τε χεῖρας ἑαυτῶν καὶ τοὺς πόδας εἰσῆγον ἀλέας μετρίας εἵνεκα, τὸ τιμιώτατον κτῆμα θεοῦ τὸν ἄνθρωπον φθείροντες ὥσπερ ἐν παιδιᾶς σχήματι. ὃ δ' οὔτε ἐκάμπτετο βλέπων τὴν τῶν ὁμοφύλων ἐλεεινὴν τραγῳδίαν ἐκείνην, οὔτ' εἰκόνα γοῦν τινὸς βραχείας φειδοῦς ἐνετύπωσεν ὅλως τῷ τῆς ψυχῆς συνειδότι, ἀλλ' ἡμιθνῆτας ἔτι καὶ ἀσπαίροντας ἔφιππος καὶ αὐτὸς ἐπιὼν καὶ συμπατῶν, τὴν τῶν λίθων ἀναλγησίαν ἐνταῦθά πως ἐφιλονείκει μιμεῖσθαι, τὸ τῆς καρδίας, ὡς ἔοικε, θηριῶδες ἀσκῶν καὶ γυμνάζων, μὴ λάθῃ τὴν ἕξιν ὀψὲ διαφθεῖραν τῆς φύ 3.161 σεως. τοῦτ' ἐκεῖνο σχεδόν, ὀκνῶ γὰρ ἐκείνου λέγειν, ἐπέκεινα τοῦ τῶν Φεραίων πάλαι τυράννου, ὃς τραγῳδοῦ τινὸς ἐμμελῶς ἐπ' αὐτοῦ Τρωϊκὰς συμφορὰς ἐπιόντος, ἐπειδὴ πρὸς τὸ πάθος ᾔσθετο χαυνούμενος τὴν ψυχὴν καθάπερ ἐλαίῳ σίδηρος, ἀνεπήδησέ τε εὐθὺς καὶ τὸν τραγῳδὸν ἰταμῶς ἐλοιδόρησεν ὅτι δὴ τὴν ἕξιν αὐτοῦ τῆς ψυχῆς ἐμάλαξεν ὁπωσοῦν μεταθείς, αἰσχρὸν εἶναι φήσας εἰ τοσούτους ἀποσφάττων ἀεὶ πολίτας, τοῖς τῆς Ἑκάβης καὶ Πολυξένης δακρύων θρήνοις ὀφθείη. τοιοῦτον ἡ δυστυχὴς μεγαλόπολις καθ' ἑαυτῆς ἐξέθρεψεν ἄνθρωπον, καὶ ταῦτ' εἰδυῖα πόρρωθεν ᾀδόμενον ἐσχάτην ἀπώλειαν αὐτῆς θ' ἅμα καὶ εὐσεβείας ὑπάρχειν αὐτῆς τὸ κ στοιχεῖον διπλούμενον· ὥστε καὶ εἴ τις παρασυρεῖσαν τὴν ἐμὴν ἐγκαλεῖν ἔχοι μητέρα παραπλήσι' ἄττα πεπραχυῖαν τῷ τηνικαῦτα καιρῷ, οὐκ ἐκείνην ἀλλ' αὐτὸν αἰτιᾶσθαι χρεών· ὃ μὲν γὰρ τὰ ἀλλότρια ζητῶν παρηνόμει, ἣ δ' ἠμύνετο ἐπίοντα, τηρεῖν ἐπειγομένη τοῖς ὀρφανοῖς τέκνοις τὸ ζῆν, καθάπερ τρυγὼν τοὺς ἑαυτῆς νυκτοφυλακοῦσα διέπει νεοττοὺς ἀλλοφύλων ἐπιόντων ὀρνέων νυκτός. εἰ δὲ καὶ οἷς περὶ τὰ τοιαῦτα συνετώτερον ἔπεισι κρίνειν πείθεσθαι δίκαιον εἴη, ταῦτ' εἶναι διατειναίμην ἔγωγ' ἂν ἃ τὸν θεὸν εἰς ἀνάγκας ἐπενεγκεῖν κατ' αὐτῆς ἠρέθισε τὸ μέγα πάθος ἐκεῖνο, τὴν τῆς βασιλικῆς ἐξουσίας φημὶ ζημίαν, οὐκ ἀνεχομένου βλέπειν οὐδ' ἀκούσιον μύσος τοῖς ἐκλεκτοῖς προστριβόμενον. 3.162 Ἀλλ' ἓν μὲν δὴ τοῦτο δέδειχε σαφῶς τὴν πάλαι κρυπτομένην ἐν τῇ τούτου ψυχῇ κατὰ τῆς πατρίου μοι βασιλείας μελέτην, καθάπερ σπινθῆρα πυρὸς ἐκ σποδιᾶς ἀναλάμψασα φλὸξ πνεύματος ὁθενδηποτοῦν ἐρεθίσαντος· δεύτερον δέ, ἐπειδὴ καὶ Ὑρκανὸν τὸν τῆς Βιθυνίας ἑώρα σατράπην βαρβάρων ἁπάντων, ὁπόσοι τὴν ἄχρι θαλάττης Ἀσίαν κεκλήρωνται, πόλεων τῆς μεγίστης ἔγγιστα ποιούμενον τὰς διατριβάς, ὡς 459
πεντεκαίδεκά που σταδίων εἶναι τὸ μεταξύ, πέμψας τὴν θυγατέρα τοὺς ἀλλοφύλους ἐκείνους μνηστεύει γάμους αὐτῷ, ἵν' ἐκ τοῦ σχεδὸν τελεώτερον τὸ τῶν χριστιανῶν ἐκτρίψῃ γένος, δι' αὐτοῦ μᾶλλον ἢ κατ' ἐκεῖνον τὸν τῶν Λυδῶν σατράπην πόρρω που γῆς καὶ θαλάττης οἰκοῦντα. καὶ τί χρὴ τὰς ἐν μέσῳ συνείρειν τύχας, καὶ ὅσα βαρβάρους κατὰ Ῥωμαίων στρατολογῶν ἐποίει δεινά, ἐφ' οἷς αὐτὸν ἐγκαλύπτεσθαι ἔδει διηνεκῶς ἐγκαυχώμενος, καὶ ὑπισχνούμενος ἀοίκητον τὴν Ῥωμαίων ἅπασαν γῆν ἐν βραχεῖ παντάπασι καταστήσειν. καὶ ἦν μὲν ὁ δρόμος ἅπας αὐτῷ κατ' ἐμοῦ, ἡ δὲ βλάβη κατὰ πάντων χριστιανῶν· οὕτως οὐδὲ μικρὸν ἐφόδιον τὴν τοῦ θεοῦ νομίζων ἐπικουρίαν, οὐδ' ἐς τὴν τῶν μελλόντων μνήμην κολαστηρίων ἰὼν ὁπωσοῦν, ὅλον ἑαυτὸν τοῖς ἀσεβέσι προσένειμε. καὶ μὲν δὴ δεύτερον κείσθω καὶ τοῦτο δεῖγμα τῆς αὐτοῦ μελέτης, ἥν, ὡς εἰρήκειμεν, πάλαι πολύν τινα χρόνον ἔβοσκεν ἐν τῇ ψυχῇ κατὰ τῆς πατρίου μοι βασι 3.163 λείας· τὸ γὰρ φύσει κακὸν ἀποτρίψασθαι χρόνῳ τὴν ἕξιν οὐκ ἄν ποτε δύναιτο, ἀλλὰ καὶ τὴν τοῦ καλοῦ προσποίησιν εὐχερῶς τοῖς πράγμασιν ἐλεγχόμενον ἀποσείεται, παλινδρομούσης τῆς φύσεως καὶ ἀναλαμβανούσης ἐκ τοῦ ῥᾴστου τὸ γνήσιον. ἐξὸν γὰρ θεῷ τὰ καθ' αὑτὸν ἐπιτρέψαντα τὴν τῶν παίδων εὐδαιμονίαν ἡσυχῇ πραγματεύσασθαι, ῥᾴδιον, εἴπερ ἐβούλετο, ὄν, ὃ δὲ τοῖς ἀσεβέσιν ὡς εὐτυχεῖν δοκοῦσιν ἐς τὸ παρὸν μᾶλλον ἑαυτὸν ἀναθεὶς ἀΐδιον εἵλετο μοχθεῖν κατ' ἐμοῦ· μηδὲ γὰρ ἄλλο τι μακαριζομένου γνώρισμα βίου γίνεσθαι τουτωὶ καὶ ἀληθευούσης εὐζωΐας ἢ κατά γε τὸ νῦν εὐτυχοῦντα δύνασθαι φθείρειν εὐσεβεῖς καὶ μηδὲν ἀδικοῦντας ἀνθρώπους, οὓς δι' αὐτό γε τουτὶ νενόμικε δυστυχεῖν, ὅτι θεότητα σέβουσι τρισυπόστατον, φεύγοντες ἀθεΐαν ὁμοῦ καὶ πολυθεΐαν. δῆλον δέ· καὶ γὰρ ἐκείνοις σύνδρομον καὶ τὸν τοῦ Παλαμᾶ κρίνας ὑπάρχειν θίασον, πονηροῖς ὀργάνοις μετὰ τῶν ἀσεβῶν ἐκείνων καὶ τούτοις ἐχρήσατο κατ' ἐμοῦ, ἵνα καὶ τοῦτο τῆς ἐκ πολλοῦ ταμιευομένης αὐτῷ κατ' ἐμοῦ γνώρισμα γνώμης εἴη καὶ τῆς τῶν ὅρκων αὖθις συγχύσεως· διὰ γὰρ αὐτῶν ἁπάσης ἐπιορκίας ὁμοῦ καὶ διχοστασίας μάλα ῥᾳδίως τὴν πόλιν ἐκεῖνος ἐνέπλησεν. ὀξεῖς τε γὰρ εἰς κακίαν ὄντες οἱ ἄνδρες, καὶ ἅμα τῷ τοῦ σχήματος μέλανι μετὰ τῆς ἀσεβείας καὶ τὴν ἐς τὰ τοιαῦτα τῆς πονηρίας ἀποχρῶσαν φαρέτραν συγκρύπτοντες, παντοδαπῶν καὶ πολυτρόπων γέμουσαν τῶν βελῶν, κἀκεῖνα 3.164 μὲν ἠρέμα καὶ σπουδῇ περαίνοντες, τὴν δέ γε τῆς ἐμῆς ὑπιόντες ἄλλως μητρὸς ἁπλουστέραν εὐμένειαν, ὑφάλων πετρῶν οὐδαμῇ πω μαθούσης συμπτώματα, καὶ δόλους μὲν αὐτῇ καὶ προδοσίας ῥάπτοντες ἡμέρας καὶ νυκτός, φιλίας δ' αὖ ἑτέρωθεν δεικνύντες πρόσωπον, ἔλαθον ἀψοφητὶ τῷ τῶν διωκόντων προδεδωκότες βυθῷ, λῃστῶν ἀδικώτεροι πάντων τοῖς εὐεργέταις φανέντες ἡμῖν. τὰ δὲ τοιαῦτα τῆς ἀπορρήτου προνοίας κρίματα ἐρευνᾶν, ὅπως οἱ τὰ δίκαια ζητοῦντες ἡμεῖς τοῖς ἀδίκοις ὑπὸ τῶν ἀδίκων δι' ἕτερα προδεδόμεθα νῦν οὑτωσὶ πλημμελήματα, ἐγὼ μὲν οὐκ ἂν δυναίμην· ἔξεστι γὰρ τοῖς ἀπαθῶς ἐθέλουσι βλέπειν τὰ ἴσα παρὰ τὸν βίον ἀεὶ γιγνόμενα μὲν κεκρυμμένην δ' ἔχοντα τὴν τῆς ἀληθείας αἰτίαν ὡς τὰ πολλά. λεγέτω δ' οὖν ὅμως καὶ ὁ προφήτης ἐκεῖνος, "ἵνα τί ὁδὸς ἀσεβῶν εὐοδοῦται" βοῶν ἐκ μέσης καὶ φλεγομένης ψυχῆς· λεγέτω δ' ἑξῆς καὶ ἡ μεγάλη τῆς εὐσεβείας ἐκείνης σάλπιγξ, ἵνα μὴ τοῖς ἐκδικεῖν ἐθέλουσι τὰ μὴ δίκαια πρόφασις τὰ τοιαῦτα κακίας ᾖ. "παραδίδονται" γάρ φησι "καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵν' ἐκεῖνοι τιμηθῶσιν, ἀλλ' ἵν' οὗτοι δοκιμασθῶσι· καὶ φαῦλοι μὲν ἐν θανάτῳ ἐξαισίῳ κατὰ τὸ γεγραμμένον, καταγελῶνται δ' ὅμως τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ θεοῦ κρύπτεται καὶ τὰ μεγάλα ταμιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειμένων, ἡνίκα λόγος καὶ πρᾶξις καὶ διανόημα τοῖς δικαίοις τοῦ θεοῦ σταθ 3.165 μοῖς ταλαντεύεται, ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ' αὐτῷ καὶ σωζόμενα." εἰ δὲ μὴ πεφόνευκεν εὐθὺς χειρωσάμενος, τί τοῦτο; πρῶτον μὲν γὰρ οὐ χρεὼν ἀντὶ τῶν πεπραγμένων κακῶν τὰ μὴ 460
πεπραγμένα προβάλλεσθαι· οὐ γάρ τις οἰκίαν ἐμπρήσας, ὅτι μὴ πόλιν ὅλην ἐνέπρησεν, ἀθῶος μένει τῆς κολάσεως. δεύτερον δέ, οὐ γὰρ μᾶλλον διὰ θάτερον φεύξεται θάτερον ἢ δι' ἀμφότερον τιμωρίαν ὀφλήσει τὴν μείζω, οἷς τοῦτο μὲν αὐτὸς ἔδρασε νῦν, ἐκεῖνο δὲ θύραν ἄλλοις ἀνέῳγεν, ἔργῳ διδάσκων τὰ μείζω καὶ καθ' ὅλης τολμᾶσθαι τῆς πόλεως λεληθότως, εἴ τις προδιδόναι βούλοιτο· συγκεχώρηκε γὰρ τοὔλαττον, ἵνα αὐτὸς μὲν κερδάνῃ τὸ μεῖζον, ἡμῖν δὲ τοὺς μακροτέρους ἐπικρεμάσῃ κινδύνους. πολλῷ γὰρ ἥδιον ἅπαξ ἐμοί γε τότε θανεῖν, ἢ ζῶντα δουλεύειν ἑτέροις ἐν ἀδοξίᾳ διηνεκῶς καὶ πολυειδεῖς καθ' ἡμῶν πλεκομένους ὁρᾶν τοὺς τοῦ θανάτου βρόχους· εἶναι γὰρ καὶ θανάτου ζωήν φασιν πικροτέραν, ὁπότε μυρίων αὕτη γέμει θανάτων, καὶ θάνατον αὖθις αὐθήμερον κρείττω ζωῆς, ἀδοξίαν καὶ λύπας αὐτῆς ἀφαιρούμενον καὶ συνθάπτοντα. λόγῳ μὲν γὰρ τετήρηκε ζῶντας ἡμᾶς, ἵν' αὐτῷ πιθανὴ τῆς φιλανθρωπίας ἡ πρόφασις ᾖ, καυχωμένῳ ταυτὶ διὰ κηρύκων τε καὶ ἐπιστολῶν πρὸς ἅπαν ἔθνος ὅσον ἐφικτὸν σὺν μάλα μακρᾷ τῇ σπουδῇ καὶ δαπάνῃ, ἔργῳ δὲ τοὺς δεσπότας ἔχων ἐν ἀνδρα 3.166 πόδων μοίρᾳ, ὑπόθεσιν ἔχῃ καὶ τοῦτο καυχήσεως καὶ μάλα μακρᾶς ἐν τῷ βίῳ σοφίας αὐτοῦ καὶ στρατηγικῆς ἐμπειρίας, ὥσπερ οἱ ἐν ἱπποδρομίαις τὴν ἱππικήν, οὕτως αὐτός, ταῖς ἡμῶν δυσπραγίαις τὴν οἰκείαν ὀφρὺν ἐνδεικνύμενος. καί μοι τῶν λεγομένων μάρτυρας τὰ ἑξῆς ἀψευδεῖς. ἤγαγε γὰρ ἐπὶ θυγατρὶ γαμβρὸν ἄκοντα καὶ μάλα ἥκιστα τῆς ἐμῆς βουλομένης μητρὸς δι' ἃς ἐκλαλεῖν οὐ θέμις αἰτίας, ὧν τὸ ἀπόρρητον αὐτὸς ἑκὼν παρατρέχων εὐθὺ τῶν αὐτῷ σκοπουμένων ἐβάδιζε. τὰ δ' ἦν ὅτι φρικώδεις ἡμῖν παρεσχηκὼς δημοσίᾳ πνεύσαντας ὅρκους εἶναί τε πατὴρ ἐμοὶ καὶ συμβασιλεύειν ἄχρις ἂν ἐς τὸν εἰκοστὸν ἐξ ἐφήβων ἴδῃ με παραγγέλλοντα χρόνον, μηδενὸς τῶν υἱέων αὐτοῦ τῇ βασιλείᾳ τολμήσαντος ὁπωσοῦν ἐπιτίθεσθαι, ὃ δ' οὐκ εἰς μακρὰν ἐπέραινε τἀναντία, λῆρον ἅπαντας ἡγησάμενος ὅρκους ἐκείνους. καὶ μὲν δὴ καὶ Ἀτρέως ὄμματ' εὐθὺς εἰληφώς, ἐμὲ μὲν ἐν καρός τε ἐτίθετο μοίρᾳ, καὶ ὥσπερ ὁλκάδι ἐφόλκιον ἕπεσθαί οἱ προσέταττε, τοῖς δ' υἱέσιν ὅλαις ψήφοις ψυχῆς τὸν βασίλειον διένεμε κλῆρον, ὃν ἐς τὸ πάνυ βραχὺ πρὶν ἢ κατασχεῖν διὰ βαρβάρων, ἐς βαρβάρων ἤλασέ τε χεῖρας καὶ ἐλαύνειν ἔμελλε. διένεμε δ' οὐκ ἐκκεκαλυμμένως, ὥστε καὶ ἐς δημόσιον ῥυῆναι τὸν ἔλεγχον περιφάνειαν, αἰσχυνόμενος ἴσως τὴν ἔναγχος ὀφρὺν τῆς ἐς ἅπαν ἔθνος καυχήσεως, ἀλλὰ κρύφα καὶ μὴ τολμῶντος, ὡς ᾤετ' αὐτός, ἐμοῦ τὸ παράπαν αἰσθά 3.167 νεσθαι. οὔπω βραχύς τις προύβαινε χρόνος, καὶ ἀποστασίας τἀδελφοῦ μοι Ματθαίου συχνὰς ἡ φήμη φέρουσα πᾶσαν ἀκοὴν περιήχει λαμπρῶς. καὶ ἦν Ματθαίου μὲν τὸ δρᾶμα, τὸ δ' ὅλον οἰκονομική τις πατρίου δόξης ἐπίνοια· διὰ γὰρ τῶν τοιούτων ἐκείνῳ νῦν μὲν τόδε νῦν δ' ἕτερον εἰρήνης δῆθεν εἵνεκα συνεχωρεῖτο, καὶ πάνθ' ἑξῆς ὁπόσα τῆς βασιλείας ἐπεφύκει σύμβολα πλὴν τῆς λιθοκολλήτου μόνης καλύπτρας. οὔπω γὰρ εἰς φῶς καὶ τουτὶ προεληλύθει τὸ σκέμμα, ἐν ἐπαγγελίαις δ' οὖν ἐγαλακτοτροφεῖτο καὶ τοῦτο, καὶ ἤδη προύπεμπεν ἐς τὸ παρρησιαζόμενον. καὶ ἵνα τὰ πλείω τῶν μέσων ἀφελὼν ὑπομνήσω βραχέα καὶ περὶ τούτου, τίνα με ψυχὴν ἔχειν ᾠήθητε, ὁπότε μήπω με τοῦ δωματίου προβάντα, πάσαις ἡνίαις ἐκεῖνος ἵππου καὶ θυμοῦ φερόμενος, πρὸ τῶν θυρῶν τῶν ἐμῶν ἀφ' ὑψηλοῦ καθήμενος ὕβρεσιν ἔπλυνε μάλα μακραῖς, καὶ οἵαις κατὰ βοηλάτου χρήσασθαί τις αἰσχυνθείη ἄν. καὶ ἀρνηθείης πάντως οὐκ ἂν οὐδ' αὐτή, δημοσίᾳ τοῦ πράγματος γεγονότος. οἶσθα γὰρ τὸν συνήθη καὶ ἐτήσιον τοῖς βασιλεῦσι δαφναῖον θρίαμβον, ὁπότε βασιλικοῖς μὲν ὑμεῖς αὐτὸν ἡτοιμάσατε διαδήμασι κοσμηθέντα δημοσίᾳ μοι συμπανηγυρίζειν ἐκεῖνο τὸ θέατρον, ἐμοὶ δ' οὐκ ἀνεχομένῳ τῆς ἐμῆς ἑκοντὶ προδότῃ γίνεσθαι βασιλείας ὁμοῦ καὶ ζωῆς, μηδὲ τοῦ δωματίου προβαίνειν προθυμουμένῳ διὰ τὴν λύπην (ὀκνῶ γὰρ αἰσχύνην εἰπεῖν καὶ θεατρικὴν ἀτοπίαν), τὰ τοιαδὶ πεπονθέ 3.168 ναι συμπέπτωκε. καὶ δέον ἐς ἐκδίκησιν τῆς ὕβρεως τὸν κοινὸν διαναστῆναι πατέρα, ὃ δὲ καὶ μετόπισθεν ἔσχε κότον, ὄφρα τελέσῃ, κατὰ τοῦ 461
μηδὲν ἀδικοῦντος ἐμοῦ. ἀλλὰ τί με δεῖ τὰ πᾶσι δῆλ' ἀναμετρεῖν; ἐκεῖθεν γὰρ ἐκποδών με ποιεῖν βουλευσαμένῳ τῷ πενθερῷ τὴν ταχίστην με διαχρήσασθαι τούτου παρῄνουν οἱ τῆς Παλαμικῆς δόξης αἱρεσιῶται· τουτὶ γὰρ ἐν βραχεῖ τὴν ὅλην ἔχειν ἔφασκον ἀπαλλαγὴν τῆς τὴν ὅλην δι' ἐμὲ ψυχὴν ἀσχολούσης αὐτῷ φροντίδος. καὶ τοὔγκλημα λύειν αὐτοὶ πρὸς θεὸν ὑπισχνοῦντο μεσῖται γιγνόμενοι. τοῦτ' ἔμοιγε βέλτιον ὂν οὐκ οἶδ' ὅπως αὐτὸς οὐκ ἠθέλησε δρᾶν. ἐμοὶ μὲν γὰρ εἶχεν ἄν πως ἀπαλλαγὴν τῶν ἑξῆς τὸ πρᾶγμα δεινῶν, αὐτῷ δ' ἀνθρώπων ἄν πως ἁπάντων ὄνειδον. διὸ καὶ τρόπον ξυννενοηκὼς εὐπρεπέστερον, ὑπερόριον πατρίδος καὶ βασιλικῶν ἐπαύλεων ἀπειληφὼς ἐς Θεσσαλονίκην ἀπήνεγκε τάχιστα, μητρὸς μὲν καὶ γυναικὸς ἔρημον, ὑπὸ φρουροῖς δὲ καὶ φύλαξιν ὡς νήπιον ἐκεῖ τὸν εἰκοσαετῆ καὶ παίδων ἤδη πατέρα με καταστάντα παιδαγωγεῖσθαι προστεταχὼς ἐν ἀδέσμῳ τέως εἱρκτῇ· καὶ οὕτω τὴν ἐμὴν ἀπουσίαν εὐπρόσωπον εὐκαιρίαν οἷς ὤδινε πάλαι σκέμμασι νῦν ἐχαρίζετο. ἵνα γὰρ καὶ τέταρτον τοῦτο προσθῶ μοι τῷ λόγῳ δεῖγμα τῆς δι' ὅρκων ἀπατηλῶν αὐτῷ κατ' ἐμοῦ συσκευαζομένης μελέ 3.169 της, ἐς τοιοῦτον πέρας καὶ οὕτω δυστυχὲς ἐμοὶ τῶν πατρίων ἐκείνων περιεληλυθότων ὅρκων, καὶ οὕτω με τραγικῶν περιστοιχισάντων δικτύων καὶ ὅσαι θανάτου γείτονες ἐκ τοῦ προφανοῦς εἰσὶ συμφοραὶ πρὸς ἀπόγνωσιν πᾶσαν ἐλαύνουσαι βίου, τί ἔδει ποιεῖν; ἤσχαλλον κομιδῇ, ἠνιώμην, μέσην αὐτὴν ἐκοπτόμην ψυχήν, ἐμακάριζον τοὺς θανόντας μᾶλλον ἢ τοὺς ἐμοὶ παραπλήσιον ζῶντας, θεὸν ἐπεβοώμην μάρτυρά τε τῆς ἀδικίας καὶ ἅμα τιμωρὸν τῶν δεινῶν. ἀλλὰ καὶ οὕτως ἔχοντι ἥκει λαθραῖά μοι γράμματα πρὸς τοῦ Κράλη Σερβίας· οὐ γὰρ πόρρω που γῆς τὰς διατριβὰς αὐτῷ ποιεῖσθαι ξυνέβαινεν, ἵν' αὐτῷ καὶ τὰ ἡμέτερα ἀγνοῆται ἐφέστια πάθη· πάντα γὰρ εἶχεν ἑλὼν ἐκ πολλοῦ τὰ μέχρι τειχῶν τῆς ἐχούσης με τὸν ταλαίπωρον πόλεως τότε Θεσσαλονίκης. ἔλεγε δέ μοι τὰ γράμματα δυοῖν ὁπότερον ἂν ἐμοὶ βουλομένῳ γε εἴη ἀποκρίνασθαι, ἢ γυναικὸς διὰ τὰς μεταξὺ τύχας ἔρημον ἤδη με ὄντα τὴν ἐκείνου γυναικαδέλφην ἀγαγέσθαι τε γυναῖκα καὶ σώζεσθαι μετὰ τῆς πόλεως, ἢ συναπαχθῆναι τῷ τῆς ἐκείνου θαλάττης κύματι, βιαιότερον ἐπιτίθεσθαι τῇ πόλει μέλλοντος. κατ' ἐμαυτὸν οὖν ἐμοὶ γενομένῳ καὶ ξυννενοηκότι μὴ εἶναι μήτε βάρβαρον μήτ' ἀσεβῆ τὸν δεξιὰν ἐμοὶ παρεχόμενον κινδυνεύοντι, ὁποῖοι τῷ πενθερῷ κατ' ἐμοῦ συμμαχοῦσί τε καὶ συζῶσιν, ἀλλ' εὐσεβῆ τε καὶ ὁμόδοξον, μέσῳ δυοῖν γεγονότι τὸ κουφότερον ἑλέσθαι συμπέπτωκεν. ἐκπύστου δὲ τοῦ πράγματος γεγονότος ᾤχοντο τὴν ταχίστην οἱ 3.170 φρουροί μου καὶ φύλακες ἀπαγγέλλοντες ἐς Βυζάντιον τὰ ξυμβάντα. ἃ δὴ καὶ ἀκηκοότι τοὐμῷ πενθερῷ καθεκτῷ εἶναι οὐκ ἦν ἐφικτόν· ἀλλὰ τὴν ἐμὴν παρειληφότι μητέρα ἐς τὰ τῆς θεομήτορος ἔδοξεν ἀφικνεῖσθαι ἀνάκτορα, ὥστε ὑπ' ἐκείνῃ μάρτυρί τε καὶ ἐγγυητῇ τὰς ἐνόρκους ἐπαγγελίας παρεσχηκότι μηκέτι δοκεῖν ἄπιστος αὖθις διὰ τὰς πολλάκις τῶν οἰκείων αὐτῷ γεγονυίας ἀθετήσεις ὅρκων. οὕτω τοίνυν ἐγγράφους εἰληφυῖα τοὺς φρικώδεις αὖθις ἐκείνους ὅρκους ἡ μήτηρ ἡ ἐμὴ ἧκεν ἐκ Βυζαντίου ἐς Θεσσαλονίκην εὐαγγελιζομένη μοι τἀγαθὰ ὡς, εἰ τὰς τοῦ Κράλη συνθήκας ἀφεμένῳ μοι γένηται πρὸς Βυζάντιον ἐκ Θεσσαλονίκης ἀφικνεῖσθαι, περὶ τὴν σύζυγον ἐξεῖναι παρακεχωρηκότα μοι τῆς βασιλικῆς ἐξουσίας τὸν πενθερὸν αὐτίκα, δυοῖν θάτερον, ἢ τῷ Βυζαντίῳ αὐτὸν βασιλικῶς ἐνδιατρίβοντα τὰ μέχρι Σηλυμβρίας ἐκεῖθεν διέπειν πράγματα, βουλομένου καὶ ἐνδιδόντος ἐμοῦ, ἢ τὸν ἡσύχιον ξὺν ἀπραγμοσύνῃ διάγειν βίον ἄχρι τελευτῆς οἴκοι καθήμενον. τούτοις ἐντυχὼν καὶ αὐτὸς τοῖς ὅρκοις ἐπεπείσμην· καὶ πῶς γὰρ οὔ; χριστιανὸς ὢν οὕτω φρίκης ἔχουσι καὶ οὕτω δι' ὅρκων τοιούτων ἠσφαλισμένοις. ὅθεν καὶ ἄρας ἐκεῖθεν εὐθὺς ἐς Βυζάντιον ἀφικόμην, ἁπάσας ὑποψίας κατόπιν ἀπεωσμένος. κἀπειδὴ μὴ κατὰ τὰς τῶν ὅρκων ἐπαγγελίας ἐντυγχάνειν μοι παρ' ἐλπίδα τοῖς πράγμασι συνέπιπτε (τί γὰρ δεῖ με παντ' εἰδυίᾳ διεξιέναι;) διὰ πάνυ βραχέος ἐς Διδυμότειχον ἐνταυθοῖ ξύν γε συζύγῳ πάλιν αὐτὸς 462
ἐπανῄειν. τάς γε μὴν ἑξῆς συσκευὰς καὶ μελέτας καὶ 3.171 πράξεις, ὅσαι παρ' αὐτοῦ κατὰ τῆς ἐμῆς ξὺν ἁπάσῃ τελοῦνται σπουδῇ ταλαιπώρου ζωῆς ἐκεῖθεν, ἄμεινον σιωπᾶν. βουλομένῳ τοίνυν μοι ζῆν καὶ θνήσκειν ἀδίκως, οἶμαι καὶ τὸ ἀνεγκλήτῳ εἶναι πάντας συμφῆσαί μοι ἕπεσθαι. διὸ καὶ ἥκιστα φαίνεται εὔοδα πείθεσθαί με τοῖς παρὰ σοῦ λεγομένοις. πάντα γὰρ ἂν ἔγωγε δρῴην προθύμως ὑπέρ γε ζωῆς τῆς ἐμῆς, καὶ εἰ μισθοῦ γε ἐξείη ἀμπελουργεῖν· ἥδιον γὰρ ἂν ἐν ἀπραγμοσύνῃ βίον ἰδιώτην ἀνύσαιμι καθ' ὁποιανδή τινα γενόμενος γῆν, ὅθεν οὐδεὶς προσδοκᾶται μοι κίνδυνος ἔφεδρος, ἢ βασιλείαν ζητοῦντι πάτριον ἔχειν καὶ αὐτὸ ζημιοῦσθαι κινδυνεύειν τὸ ζῆν. οὕτω γὰρ ἂν ἐμοὶ τὸ βασιλεύειν εἴη εὐκτόν, εἰ Ῥωμαίοις λυσιτελοίη· ἄλλως οὐκ ἂν δήπου. θεὸς δ' εἴη κοινῇ Ῥωμαίοις μᾶλλον περαίνων τὸ εὔδαιμον ἢ μονοτρόπως ἐμοί." Ταῦτα μὲν οὖν εἰρηκότος ἐκείνου, καὶ πλέον ἀκούειν οὐδὲν ἐθελήσαντος, ἄπρακτος ἡ βασιλὶς Εἰρήνη ἐπάνεισιν εἰς Βυζάντιον. ἄρτι δὲ τοῦ χρόνου τὰς θερινὰς τοῦ ἡλίου τροπὰς παραλλάττοντος, καὶ τῶν Θρᾳκῶν ἐπὶ ἅλωνας καὶ σίτου μοχθούντων ἐσκομιδὰς ἄρας ἐκ Βυζαντίου ὁ βασιλεὺς Καντακουζηνὸς τὴν βαρβαρικὴν ἐκείνην Ὑρκανοῦ τοῦ γαμβροῦ δύναμιν ἐπὶ μάχην ἦγε θατέρου γαμβροῦ Παλαιολόγου τοῦ βασιλέως. καὶ τηνικαῦτα κατέπλευσαν ἐς Βυζάντιον δυοκαίδεκα τριήρεις Βενετικαί, αἳ δὴ καὶ βραχὺ τοῖς ἐνταῦθα λιμέσιν ἐνδιατρίψασαι τὴν ταχίστην αὖθις ἀνήχθησαν, καὶ τά 3.172 τε δεξιὰ καὶ ἀριστερὰ τοῦ Εὐξείνου διανειμάμεναι Πόντου πλευρά, ὅσαις ἂν ἐντύχοιεν ναυσὶ Γεννουϊτικαῖς, ἐνεπίμπρασάν τε καὶ βύθοις παρεπέμπον διαποντίοις. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε καὶ ὁ τῆς διηγήσεως Ἀγαθαγγέλῳ δρόμος ἐνταῦθα ἐπεραίνετο· καὶ τὸ θέρος ἔληγε τηνικαῦτα καὶ ἐτελεύτα. Ἐγὼ δὲ ὑπολαβὼν "ὦ καλὲ Ἀγαθάγγελε" ἔφην, "ὥρα σοι ἀπιέναι ἤδη πρὶν τὴν ἐπιοῦσαν ἡλίου φλόγ' ἀνασχεῖν· προύργου γὰρ τοῖς ἐμοῖς εἶναι διώκταις συμβαίνει διὰ τεττάρων ἢ τριῶν γε ἴσως ἡμερῶν τὸν ἐμὸν τουτονὶ περιτρέχουσιν οἶκον ῥινηλατούντων δίκην ἀκροᾶσθαι κυνῶν, καὶ δέος μὴ αἰσθομένων φωνῆς τινὸς ἔνδοθεν ἴχνους τὴν αὐτὴν ἡμῖν ἁλῷς θανάτου δίκην ὄφλων καὶ αὐτός. ἄπιθι τοίνυν, τὰ δ' ἡμέτερα ὅποι κελεύοι θεὸς ἴτω· πάντα γὰρ τῆς ἐκείνου χειρὸς καὶ προνοίας ἐξῆπται. οἶσθα δ' ὡς ἐγγύς που καὶ μόνον οὐ πρὸ θυρῶν καὶ ἡ τοὐπιόντος ἔτους ἀρχή, ἐν ᾗ καὶ χρεὼν εἰδέναι σε εἰθισμένον τοῖς ἄρχουσιν εἶναι διαλεκτικούς τινας ἄνδρας ἐκ περιόδου προπέμπειν ἡμῖν, ὁποίους ἐκ λατύπης καὶ θυμέλης καὶ συρίγγων καὶ τοῦ κόρδακος λαμβάνοντες θεολόγους ἡμῖν αὐθημερινοὺς αὐτοὶ σχεδιάζουσιν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας· δι' ὧν ἐλλοχᾶν ἡμᾶς οὐ παρὰ φαῦλον ποιοῦνται διὰ πολλῶν τε καὶ πολλαχόθεν καὶ 3.173 πολυτρόπων τῆς πείρας εἰδῶν, ἵνα δυοῖν θάτερον, ἢ λαθόντες ἴσως ὑποσκελίσωσί τε καὶ περιτρέψωσιν ἐς τὸ σφίσι βουλόμενον, ἢ γοῦν αἴσθωνται ὁποτέρωθεν ἂν εἴη σφίσι τῷ τῆς ψυχῆς ἡδομένῳ χαρίσασθαι ῥᾷον· ἢ γὰρ κατεργασθέντας ἡμᾶς τῇ μακρᾷ καὶ ἀήθει ταύτῃ ταλαιπωρίᾳ ῥαγῆναι τοῦ ζῆν καὶ ἀπροφασίστου τυχεῖν οὗπερ ἐφίενται δράματος αὐτοί, ἢ τό γε δεύτερον, βιαίων ἡμᾶς θανάτων ἄθυρμα πεπραχόσιν ἐν ἀφανεῖ τοῖς ἔξω χωρίῳ, τῷ οἴκῳ τῳδί, τὸ ἄπραγμον σφίσιν αὐτοῖς ἐν βραχεῖ τῶν ἡμετέρων εἵνεκα φροντίδων δόξαι παρασχεῖν. δι' ἃ καὶ μελήσειν ἡμῶν οἶμαι θεῷ· διὰ φροντίδος δ' οὖν εἶναι καὶ σοὶ βούλομαι ἀπιόντι, δυοῖν θάτερον δρᾶν· τοῦ γάρ τοι φθινοπώρου τοῦδε καὶ ἅμα τοῦ κατόπιν χειμῶνος τελευτησάντων εἰ μὲν ὅπως ποτὲ θανόντας ἡμᾶς πύθοιο, τῶν συντακτηρίων ἐκείνων μέμνησο λόγων ἡμῶν, καὶ τῶν γέ σοι ἐφικτῶν μήτ' ἀμελητέον, μήτε δήπου τῶν ὀφειλομένων ὅλως κατόπιν θετέον φροντίδων, εἰδὼς μὲν ὡς οὐδὲν τὸν ἀκίνητον ὀφθαλμὸν λεληθέναι μὴ ὅτι τῶν ἐς τοὐμφανὲς δρωμένων δύναται τὸ παράπαν οὐδέν, ἀλλ' οὐδ' ἴχνος γοῦν οὐδὲν τῶν ἀνθρωπίνων ἁπάντων καθάπαξ εἰπεῖν λογισμῶν, εἰδὼς δ' αὖ καὶ τοῦ μέλλοντος ἐκείνου δικαστηρίου τὸ ἄφυκτόν τε καὶ ἀναπόδραστον ὅσον. εἰ δὲ τῇ κάτω ταύτῃ ζωῇ παραμένοντας ἔτι μανθάνεις ἡμᾶς, ὧν ἄλλων σοι μέλει, σοὶ δὲ 463
πάντων ἐκείνων προτιμάσθω ταυτὶ σεσωσμένῳ καὶ σοὶ βοηθοῦντος θεοῦ, δηλαδὴ πρὸς ἡμᾶς αὖθις ἐπανιέναι τά τε τῶν δημοσίων πραγμάτων, ὡς ἔσχε τε μεταξὺ καὶ ἔχοι, διηγησομένῳ, καὶ ἅμα τῆς θ' ὁμολογίας ἐκείνης ἣν ἐπὶ τῆς λῃστευ 3.174 ούσης ἐκείνης ὁ Παλαμᾶς ἀνέγνω συνόδου, δεικνύειν δῆθεν ἐθέλων ὡς ἥκιστα νοσεῖ περὶ τὴν εὐσεβῆ πίστιν, καὶ πρός γε τῶν ἀτόπων ἐκείνων τόμων, εἰ μὴ πάντα φάναι συλλήβδην ἐς τὸ μηδὲν ἐλλείπειν, ἀλλ' οὖν τὰ καιριώτερα τῶν μερῶν ἀπολεξαμένῳ κομιεῖν ἡμῖν. ἐφ' ὅτῳ δέ, οὐδ' αὐτὸν ἀγνοεῖν οἶμαι σέ· εἰ δ' οὖν, γνώσῃ δ' οὖν." Τούτων δ' οὕτω λεχθέντων ἡμῖν, ὁ μὲν Ἀγαθάγγελος ἀπῄει τὴν εἰωθυῖαν ἔνδακρύς τε καὶ μάλα τι πλείστους ἐν θαλάμοις ψυχῆς ἐπαγόμενος λύπης σωρούς, ἐγὼ δὲ οἴκοι λέλειμμαι μόνος, ἀνθρώπων μὲν οὐδενὶ μόνῳ δὲ προσανέχων θεῷ ὅσον ἐφικτόν, εἰς ἐμαυτὸν γενόμενος ἤδη καὶ πρὸς ἔκδημόν τινα καὶ ὑψηλοτέραν θεωρίαν ἀναπετάσας τοῦ νοῦ τὸ πτερόν, καὶ τοῖς ἀπορρήτοις τῶν ὄντων ἐνδιατρίβειν ἀφιεὶς ἐν γαλήνῃ τινὶ λογισμῶν τὴν διάνοιαν. ἐπεὶ δὲ καὶ τοῦ ἔτους ἐκείνου τὸ πλεῖστον ἤδη παρῄει, ἐν ᾧ πολλοῖς τῶν ἔξωθεν ἐντετυχήκειμεν αὖ πειρασμῶν, ἔτι δ' οὖν τῶν ἥκιστα πεσόντων ὤφθημεν ξύν γε θεῷ, ἔγνωμεν κἀκ τῶν ἤδη περιπταμένων ἡμῖν ὀρνέων καὶ ὅπῃ τοῦ ἦρος εἴημεν τηνικαῦτα. οὐ γὰρ πεπνιγότα τινὰ καὶ δύσηχον ἐδίδουν τὸν φθόγγον συνθλιβόμενά πως τὰ φωνητικὰ τῶν ὀργάνων ὑπὸ τοῦ κρύους αὐτοῖς, ἀλλὰ τὸν ἐλευθέριον ἤδη τρόπον ἐπανηγύριζέ τε καὶ αὐτά, καὶ τὸν ἀέρα ὑπερεφώνει, καὶ περιήχει τὰ ἄλση, καὶ τοῖς δένδρεσιν ἐπικαθήμενα πρὸς ἅμιλλαν ἐφθέγγοντο ἀναμὶξ λιγυρόν τι καὶ εὔηχον καὶ οἷον εἰπεῖν ἐναρμόνιον· καὶ ἥδι 3.175 στον ἐγίγνετό πως ἔαρ ἡ ἐκείνων ᾠδή, ὡς καὶ τοὺς οἴκοι δήπουθεν ἐγκεκλεισμένους ἀναδιδάσκειν δύνασθαι τὰ τερπνὰ τοῦ ἦρος ἐφόδια. καὶ ἦν ἡμῖν διὰ ταῦτα καὶ τὸ τῆς ψυχῆς ἐλπιζόμενον ἐς τὴν Ἀγαθαγγέλου παρουσίαν οἷον ἐπτερωμένον. 3.176 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ ΚΗ. Ἄρτι δὲ τοῦ χρόνου τὰς λευκανθείσας αὐτῷ τοῦ γήρως ἀποξέσαντος χειμερίας καὶ οἷον εἰπεῖν χιονώδεις τρίχας καὶ ἀνθηρὸν ἀνειληφότος ἐξ ὑπαρχῆς τὸ τῆς ἡλικίας πρόσωπον, καὶ τὰς ἡλιακὰς λαμπάδας ἀκμαιοτέρας ἐν μέσαις ἤδη ταῖς ἠριναῖς ἁπλώσαντος χάρισιν, ἧκεν αὖθις ἡμῖν ὁ καλὸς Ἀγαθάγγελος περὶ μέσας που νύκτας ἡσύχῳ ποδί. καὶ προσειπὼν καὶ καθίσας καὶ ἀπαγγείλας μὲν αὐτὸς περὶ ἑκάστου τῶν φίλων ἡμῖν καὶ συνάθλων ὅσα εἰκός, μαθὼν δ' αὖ ἐξ ἐμοῦ τά τε ἄλλα καὶ ὅτι τὰ καὶ μέχρι νῦν συμπαραμείναντά μοι τῆς θείας γραφῆς ἀφῄρηται βιβλία πάντα πρὸς τῶν διωκτῶν ἐξαίφνης ἐπεισπεσόντων, καὶ ὅτι διὰ τὴν τοῦ τηνικαῦτα χειμῶνος ἀκμὴν ταλαιπώρως ἐπῄει μοι καὶ πάνυ χαλεπῶς ἀνύσαι μεταξὺ τά τ' ἄλλα, καὶ ὅτι κρυσταλλούμενον τὸ ὕδωρ οὐκ ἦν ὡς τὰ πολλά μοι ῥᾴδιον ὅθεν παραμυθήσομαι πρὸς 3.177 τὸ τοῦ πόματος χλιαρώτερον, πλὴν ἢ ὅτε συμβὰν οὑτωσί πως ἡλίου τὴν τῶν νεφῶν διασχόντος συνέχειαν, καί τινας διὰ τῆς θυρίδος ἀφέντος ἀκτῖνας εἰς τὸν ἐμὸν τοῦτον οἰκίσκον, ἀμυδράν τινα τὴν ἀλέαν τέως τῷ ὕδατι παρειχόμην εἰς πόσιν ἐκείνῳ, ἀνῴμωξέ τε βύθιον ὁ ἀνήρ, καὶ ποταμοὺς δακρύων ἀφῆκε τῶν ὀφθαλμῶν. ἐγὼ δ' ἐπέχειν βουλόμενος τό τε ἦθος ἀπήλλαττον εἰς τὸ χαριέστερον καὶ ἅμα τὴν ἐκείνου διάνοιαν ἀπησχόλουν ἐκεῖθεν εἰς ἕτερα, καὶ τὴν τῶν ἔξω πραγμάτων ἀπῄτουν ἀφήγησιν. ὅθεν ἐκεῖνος ἀρξάμενος ἄνωθεν οὑτωσὶ διηγεῖτο. Ὅπλα, φησίν, ἀράμενος ὁ βασιλεὺς Καντακουζηνὸς λήγοντος ἤδη τοῦ πέρυσι θέρους Ματθαίῳ μὲν ἀπῄει τῷ παιδὶ συμμαχήσων, Παλαιολόγῳ δὲ μαχούμενος τῷ γαμβρῷ, Ῥωμαίων μὲν οὐδ' ἄχρι καὶ εἰς ἑξήκοντα ἐπαγόμενος στρατιώτας, Κατελάνων δ' οὖν καὶ βαρβάρων ὑπὲρ χιλίους. σύνοικον γάρ τινα κατὰ Ῥωμαίων ἔχων ὑποψίαν ἐκ πολλοῦ πρὸς ἀπέχθειαν ἀνεκλάλητον τοσοῦτον ἐμίσει καὶ ἀπεσείετο σφᾶς ὅσον ἐφίλει τε καὶ προσίετο βαρβάρους. τοσοῦτον δ' αὖ ἐμισεῖτο σφίσιν ὅσον ἐφιλεῖτο βαρβάροις, ὅτι σχῆμα ποιμένος ἀνειληφώς, βαρβάροις λύκοις εἰς προνομὴν ἐτίθει ῥᾳδίαν τὸ ποίμνιον ἑκοντὶ μεθ' ἡμέραν καὶ νύκτωρ ἀεί, ὡς μὴ μόνον ἐν χρῷ τὸ ἔριον 464
κείρεσθαι, ἀλλὰ καὶ αὐτοῦ γε ἤδη γυμνοῦσθαι τοῦ δέρματος, μὴ μόνον αὐτῷ τὰς ἀεὶ καινοτέρας τῶν 3.178 ἐτησίων φόρων ἐκτιννύντας εἰσπράξεις, ἀλλὰ καὶ βαρβάροις αὐτοῖς διὰ τὰ μέχρι πυλῶν ἀμπελόφυτά τε καὶ σιτοσπόρα χωρία. καὶ οὓς μὲν κατ' ἐξουσίαν ἀνδραποδιζομένους εἰς πλῆθος ἀπάγεσθαι πρὸς Ἀσίαν· οἷς δὲ διαδρᾶναι τὰ βαρβάρων γένηταί τε δεσμὰ καὶ πρὸς ἱερὰ καταφυγεῖν τεμένη Βυζαντίων, τούτοις δὲ τὴν μείζω κόλασιν ἠρτῆσθαι ἐκδιδομένοις τε καὶ πληγὰς προσόφλουσι μακράς, ὥσπερ ἐν δράμασι, τὸ παράδοξον τῆς σωτηρίας ἐκείνης ἀγόντων εἰς ἐγκλήματος λόγον τῶν ἡγεμόνων. κἀπειδή, πρὶν αὐτὸν ἐς Ὀρεστιάδα ἀφικέσθαι, ἔφθησαν οἱ ταύτης οἰκήτορες ἐκπολεμωθέντες κατὰ Ματθαίου περιεκάθηντό τε καταδιώξαντες ἐς ἀκρόπολιν καὶ ἐπολιόρκουν, τήν τε πορείαν ἐπετάχυνε, καὶ διὰ τῆς ἀκροπόλεως, τοῦ υἱέως ἀνεῳγότος, τὴν βαρβαρικὴν ἐκείνην εἰσενεγκὼν δύναμιν, καὶ ἅμα τῶν οἰκιῶν ἐνίας ἐμπρήσας καὶ ἐκφοβήσας, ῥᾷστα χειροῦται τὴν πόλιν, καταπλαγέντων παραχρῆμα τῶν πολιτῶν, καὶ μήθ' ὁπόσοι μήθ' ὁπόθεν ἀκριβῶς προσβάλλουσιν οἱ πολέμιοι ξυνιέναι δυναμένων, ἀλλὰ καὶ πολλὰ τῶν ἥκιστα δρωμένων τηνικαῦτα ὑποπτεύειν ἀναγκαζομένων καθ' ὁπόσα ὁ τῆς ψυχῆς αἰφνίδιος ὑπηγόρευε θόρυβος. τὰς μὲν οὖν ἐκεῖ συμφορὰς δακρύσαις ἂν ἀκούσας, ὁπόσαι τηνικαῦτα τοῖς ἁλοῦσι γεγένηνται· ἀλλοφύλων γὰρ καὶ ἀσεβῶν οἷς ἡ ταλαίπωρος ἐκείνη πόλις ἡλώκει καθάπαξ ὄντων, ὥρα σοι τὸν τῶν κακῶν ἐν σεαυτῷ συνορᾶν κολοφῶνα. Ταῦτα τοίνυν ὁρῶντι Παλαιολόγῳ τῷ βασιλεῖ, καὶ ἅμα 3.179 συχνὰς ἀκούοντί τε καὶ ὑφορωμένῳ κατὰ τῆς οἰκείας ζωῆς τὰς ἐπιβουλὰς συσκευαζομένας, τῶν ἀναγκαιοτάτων ἔδοξεν εἶναι πρὸς τὸν τῶν Τριβαλλῶν ἡγεμόνα Κράλην περὶ συμμαχίας διαπρεσβεύεσθαι. ἐς γὰρ τοσοῦτ' ἀσθενείας ῥυῆναι τὰ Ῥωμαίων συνερρυήκει πράγματα διὰ τὰς ἐμφυλίους μάχας, ὡς μηδ' ἔχειν τοὺς ἄρχειν ἐθέλοντας μήτε σφίσιν αὐτοῖς μήθ' οἳ σφίσιν ὑπείκουσιν ἐν τῷ ἀσφαλεῖ καθίστασθαι τοῦ ζῆν ἀδεῶς, ἐξωτερικῆς βοηθείας ἀπῳκισμένους. ὅθεν καὶ Καντακουζηνὸς ἐξ ἀντιπάλου τῆς ὁρμῆς πολλαπλασίω μὲν τῆς πρὶν ἐξ Ὑρκανοῦ βαρβαρικὴν μεταπέμπεται δύναμιν, πολλαπλασίω δ' αὖ καὶ αὐτῆς ἐκ τοῦ σύνεγγυς καὶ κατόπιν ἑτέραν παρασκευάζεσθαι παραγγέλλει, δυοῖν θάτερον, ἢ τῇ ἐκ Τριβαλλῶν συμμαχίᾳ κατὰ τὴν ὁδὸν ἐξαίφνης ἐπιτεθησομένους, τὰ ἔνεδρα προκατειληφότας καὶ τὰς παρόδους πρὶν ἐκείνους αἰσθέσθαι, ἢ εἰ μὴ τοῦτο δυνηθεῖεν, ἀλλ' ἅμα αὐτῷ φθῆναι προκαταλαβόντας Βυζάντιον ἐπ' ὀλέθρῳ καὶ ἀνδραποδισμῷ παντελεῖ τε καὶ πάσης ἀμύνης ἀμείνονι. κἀπειδὴ χρημάτων ἐν τούτοις ἔδει, μηνύει τὰ ἱερὰ τῶν ἐν Βυζαντίῳ φροντιστηρίων ἁπάντων κειμήλια, ὅσα τε χρυσῷ καὶ ἀργύρῳ καὶ ὅσα λίθοις πολυτελέσι κεκόσμηται, πάνθ' ἑξῆς ἀθροισθέντα συλλήβδην χρημάτων ἀλλάξασθαι. εὐπορίας οὖν ἐντεῦθεν αὐτῷ γενομένης καὶ διανομῆς ἐς βαρβάρους, ἐπιστέλλων αὖθις ἠπείλει περιφανῶς τὰ παγχάλεπα Βυζαντίοις τὰ δ' αὖ, μὴ σφόδρα Παλαιολόγον εἰσδέχεσθαι βούλεσθαι. "ἦ γὰρ οὐκ ἂν 3.180 φθάνοιτε" φησὶ "τοῖς βαρβάροις προδεδομένοι σύν τε αὐτάνδρῳ πάντες ἁπάσῃ τῇ πόλει, μείζους καὶ ἥττους, ἐπισημοί τε καὶ ἄσημοι, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ ἡλικία πᾶσα. ἴστε γὰρ τοὺς παρὰ τὰς χρυσᾶς καλουμένας τῆς μεγάλης ταυτησὶ πόλεως πύλας διπλοῦς καὶ μεγίστους ἐκείνους πύργους ἐμὴν ἐκ πολλοῦ ξυμμιγῆ κεκτημένους ἐξ ἀλλοφύλων φρουρὰν καὶ κεφαλὴν εἰς ἀκρόπολιν ὄντας Βυζαντίων καιριωτάτην, ὡς εἶναί μοι πάνυ τι ῥᾴδιον θᾶττον ἢ λόγος βουληθέντι δι' αὐτῶν ἐμπλῆσαι δισμυρίων οὐχ ἥττους Βυζάντιον ὁπλομάχων βαρβάρων καὶ πάντας ἄρδην ὑμᾶς ἡβηδὸν διαφθεῖραι, χεῖρον ἢ κατὰ τὴν Ὀρεστιάδα ταυτηνί, ἣν τελέως μὲν οὐκ ἀνέτρεψα, μάτην δ' οὖν ἱσταμένην ἀφῆκα, φιλανθρωπότερόν τι ποιῶν καὶ συνετώτερον ἢ φιλανθρωπότερον εἰπεῖν ἢ κατ' ἐκεῖνον Ἀλέξανδρον τὸν Μακεδόνα. ἐκεῖνος μὲν γὰρ ἐκ θεμελίων ἀνέτρεψε Θήβας, μηλόβοτον τῆς Ἑλλάδος καταστήσας τὸν ὀφθαλμόν· ἐγὼ δὲ μνημεῖον καταλέλοιπα συμφορῶν τὰ τῆς πόλεως τείχη κενωθείσης δι' εὐήθειαν 465
οἰκητόρων, πόλεσιν ἄλλαις μόνον οὐχὶ δι' ἐρήμων τῶν οἰκοπέδων βοῶντα μὴ δρᾶν τὰ αὐτά, ἵνα μὴ τοῖς αὐτοῖς περιπαρῶσι κακοῖς. θυμὸς γὰρ βασιλέως ὀξύτητι φιλαρχίας ἐρεθιζόμενος πηδάλιον ἔχειν ἥκιστα δύναται." ταῦτ' ἔλεγε, καὶ τοῖς λόγοις ἡ τῶν ἔργων εἵπετο παρασκευή. πέμψας γὰρ βαρβάρῳ κρύφα μηνύει τῷ Ὑρκανῷ δισμυρίους τὴν ταχίστην ὁπλίτας παρασκευά 3.181 σαι. ἐπίδοξον γὰρ ὑπάρχειν ἐσβάλλειν εἰς Θρᾴκην στρατὸν Τριβαλλῶν Παλαιολόγῳ τῷ βασιλεῖ συμμαχήσοντα. εἶναι δ' οὖν ἀναγκαῖον κἀμέ φησι κατόπιν ξύν γε τῷ βαρβαρικῷ ἐπιόντα στρατῷ διὰ τῶν χρυσέων τε εἰσιέναι πυλῶν εἰς Βυζάντιον εὐθὺς καὶ πᾶσαν αὔτανδρον ἄρδην ἐκτρῖψαι τὴν πόλιν, ὡς εἰ μή γε ἐμέ, ἀλλ' οὖν μήτ' αὐτὸν βασιλεύειν ἔτι, μήτ' οἷς βασιλεύεσθαι τοῦ λοιποῦ χρεὼν εἶναι· καὶ οἷς δ' αὖ διαδρᾶναι τὸν κίνδυνον δήπουθεν γένοιτο, καὶ τούτοις δ' εἶναι σοῖς ὑποχειρίοις." Τούτων δ' οὕτω παρεσκευασμένων, οὐ πολλαῖς ὕστερον ἡμέραις ὀλίγους ὄντας ὁ Καντακουζηνὸς διὰ τῶν ἡμεροσκόπων μεμαθηκὼς καὶ μόλις ἐς τετρακισχιλίους τὸν ἀριθμὸν τούς γε εἰς ξυμμαχίαν ἰόντας Τριβαλλῶν στρατιώτας Παλαιολόγῳ, μεταπέμπεται λάθρᾳ ξύν γε σπουδῇ τὴν βαρβαρικὴν τοῦ Ὑρκανοῦ δύναμιν ἐμπαράσκευόν τε καὶ μάλα τι εὔοπλον περὶ Λάμψακον ἐφεδρεύουσαν, ἄχρι καὶ ἐς δυοκαίδεκα χιλιάδας. οἳ δὴ καὶ τὸν Ἑλλήσποντον διαβάντες πρὶν αἰθέσθαι Τριβαλλούς, ἅμα τῷ πλησίον ἐς Διδυμότειχον ἥκειν ἐπεισπίπτουσιν ἐξαίφνης ἀόπλοις, πρὶν τὸν ἐκ τῆς ὁδοῦ μόχθον γοῦν ἀποτινάξασθαι. καὶ τοὺς μὲν ἀπέκτειναν τοὺς δ' ἐζώγρησαν, καὶ ἅμα πᾶσαν ἐκεῖθεν ἤλασαν λείαν ἵππων τε καὶ ἁρμάτων πολυτελῶν εἰς Ἀσίαν ἀπονητί. τῶν γὰρ Θρᾳκικῶν τόπων παντάπασιν οὖσιν ἀήθεσι τοῖς Τριβαλλοῖς, καὶ ἅμα 3.182 ἀπείρως ἔχουσι τῶν βαρβαρικῶν ἐξαίφνης ἐφόδων, τοιαῦτα παρὰ πᾶσαν ἐλπίδα ξυνεπεπτώκει παθεῖν, Διδυμοτείχου σταδίους οὐ μεῖον ἀπέχουσιν ἢ τριάκοντα. Ταῦτα πᾶσαν Παλαιολόγῳ συνέτριψε κίνησιν λογισμῶν ἀκουσθέντα, καὶ πᾶσαν ἀφῄρηται σώζουσαν προσδοκίαν. ἔτυχε γὰρ ταῖς ἀστυγείτοσι τηνικαῦτα πόλεσι χρείας ἡστινοσοῦν ἐνδιατρίβων ἄλλης ἕνεκα· τῇ δ' ὑστεραίᾳ εἰς Διδυμότειχον ἐπανήκων νόσῳ τινὶ περιπίπτει διὰ τὴν λύπην. ἧς καὶ βραχὺ μετὰ μῆνα ῥαΐσας, ᾤχετο ἀπιὼν ἐς παράλιον πόλιν Αἶνον αὐτὴν καλουμένην. ᾗ καὶ αὐτῇ μικρὸν ἐνδιατετριφώς τινα χρόνον, ἄπεισι κἀκεῖθεν διαπόντιος ἐς Λῆμνον τὴν νῆσον, ἐν νῷ ἔχων ξυμμῖξαι παραπλεύσας καὶ πατριάρχῃ τῷ τῆς Ἀλεξανδρείας, πρὸ βραχέος καὶ αὐτῷ καταπεπλευκότι ἐς Ἄθω τὸ ὄρος. Γρηγόριον δὲ καὶ τοῦτον ὁμωνύμως ἐκείνῳ φασὶ κεκλῆσθαι τῷ πάνυ κοσμίως τοὺς πατριαρχικοὺς τῆς Ἀλεξανδρείας οἴακας ἰθύναντι πρότερον, οὗ τῆς σοφῆς ὁμιλίας ἀπολελαυκέναι κἀμοὶ τετύχηκεν ἱκανῶς, ὁπότε τῆς πατρίδος ἔκδημος γεγονὼς ἐγὼ περιῄειν Αἴγυπτόν τε καὶ Ἀραβίαν, ὥς γέ μοι καὶ πρότερον εἴρηται. ἐκείνου μέντοι μετά τινα τελευτήσαντος χρόνον τοῦτον ἐτετυχήκει τοῦ θρόνου γενέσθαι διάδοχον, νῦν δ' ἀπεστάλθαι πρεσβείαν Ῥωμαίων κομίζοντα βασιλεῖ πρὸς τοῦ τῆς Αἰγύπτου καὶ Ἀραβίας ἡγεμόνος ἁπάσης. μετὰ μέντοι τὴν ἐκεῖθεν ἀκηκοὼς ἔξοδον τὰ Ῥωμαίων συγκεχύσθαι πράγματα καὶ στασιάζειν ἐφ' ἑαυτὰ περὶ τῆς ἀρχῆς, 3.183 διατριβήν τινα κέκρικε διδόναι δεῖν τῷ πλῷ μεταξύ, μέχρις ἂν ἐναργέστερον γνῷ ὁποτέρῳ δυοῖν μαχομένοιν τοῖν βασιλέοιν ἐς τἀσφαλὲς περιήκει τὰ τῆς ἀρχῆς, ὡς μὴ ἀβέβαιόν τε καὶ ἀνεμιαῖον τὸ τῆς πρεσβείας εἴη γιγνόμενον πέρας αὐτῷ. πρόσεσχε μὲν οὖν Κύπρῳ πρῶτον ἐξ Αἰγύπτου, ἔπειτ' ἐς Κρήτην ἐκεῖθεν κατέπλευσε, πλεῖστον ἑκατέραις ταῖς νήσοις χρόνον ἐνδιατετριφὼς διὰ τὸ μήπω Ῥωμαίοις πεπαῦσθαι τὰς περὶ τῆς ἀρχῆς ἔριδας. Κόρου δ' ἤδη ὑποπιμπλαμένῳ τῆς ἐν θαλάττῃ διαίτης, δέδοκταί οἱ Ῥωμαίων ὅροις ἔγγιστά που γενομένῳ δυοῖν ἕνεκα βέλτιον εἶναι, ἑνὸς μὲν ἵν' ἐγγύθεν τὸ τῶν ὑποθέσεων ἔχοι μᾶλλον μανθάνειν ἀκίβδηλον, ἑτέρου δ' ἵν' ὅπως ποτὲ παυσαμένης τῆς ἔριδος, καὶ δυοῖν ἑνός τινος βασιλέοιν ἀθόρυβον ἑαυτῷ τὴν ἀρχὴν καταστήσαντος, αὐτίκα μάλα καὶ αὐτὸς ἐκ τοῦ σχεδὸν τὴν πρεσβείαν 466
περαίνοι. ἄρτι τοίνυν τοῦ πέρυσι τελευτῶντος θέρους ἄρας ἐκ Κρήτης πλήρεσιν ἧκεν ἱστίοις ἐς Ἄθω τὸ ὄρος, ἐν μεθορίῳ φάναι δυοῖν ἀρχαῖν, Τριβαλῶν δηλαδὴ καὶ Ῥωμαίων. ὅθεν ἀκούοντι πάλαι Παλαιολόγῳ τῷ βασιλεῖ ὡς πανταχῇ καὶ νήσων καὶ ἠπείρων, καὶ ὅπῃ περ ἂν τύχοιεν ἄποικοι Ῥωμαίων διεσπαρμένως τε καὶ κατὰ κώμας καὶ πόλεις ὑπ' ἀλλοφύλοις ἔθνεσι διαιτώμενοι, τὸ τούτου μόνου καὶ ἥκιστα Καντακουζηνοῦ ταῖς δημοσίᾳ σφίσι τελουμέναις ἱεραῖς ὑμνῳδίαις συμπεριάγοιεν ὄνομα δι' εὐφήμου τῆς μνήμης κατὰ τὸ πάλαι κρατῆσαν ἔθος τῇ μητροπόλει τῶν 3.184 ὀρθοδόξων, δι' ἐφέσεως ἦν ὁμιλῆσαι καὶ τῷδε τἀνδρί, καὶ τοῦτ' αὐτὸ μαθόντι πρῶτον ἔπειτ' ἐρέσθαι καὶ ὅτι βούλοιτο οἱ τὰ τῆς πρεσβείας, καὶ πρός γε ὅσα τοῖς τοιούτοις ἕποιτ' ἄν, διὰ δὴ ταῦτά οἱ καὶ εἶναι συντεθειμένον ἀκήκοα τὸν Ἄθω παραπλεόντι καὶ παρὰ τὸν τοιοῦτον ὁδοῦ πάρεργον ἄνδρα ἀφῖχθαι. Τούτων δ' οὕτω φερομένων ἥκει τις ἐκ Θεσσαλονίκης τά τε ἄλλα ἀγγέλλων, καὶ ὅτι βιαίως ἐκ πολλοῦ καὶ λίαν πικρῶς ἀπορραγῆναι μὲν κινδυνεύει τοῦ ζῆν Παλαμᾶς, οὐκ ἀπορρήγνυται δέ, ἀλλὰ κεῖται παρειμένος καὶ χείρω πάσχων μυρίων θανάτων. ἐξωγκῶσθαι γὰρ αὐτῷ τὴν γαστέρα φασὶ ἐς τὸ πάνυ τι ὑπερβάλλον, καὶ ἅμα παρεῖσθαι χεῖρας καὶ πόδας, ὡς μικρὰ ἢ μηδὲν πλὴν τοῦ ἀναπνεῖν διαφέρειν τῶν λίθων εἰς τὸ ἀκίνητον. ἐκφραγέντων δ' αὐτῷ καὶ τῶν τῆς κοιλίας ἐντέρων, καὶ ἐς τὸ ἄνω ἐστραμμένων, διὰ τοῦ θώρακος αὖθις κατὰ παλίρροιαν Εὐρίπου δίκην ἀναφέρειν ἐς τὸ στόμα καὶ ἀποπέμπειν ἐκεῖθεν ἀναγκαζομένην τὴν φύσιν τὸ τῆς γαστρὸς κοπρῶδες περίττωμα πᾶν, καὶ γίνεσθαι τέως ἀντὶ τῆς ἕδρας τῇ φύσει τὸ στόμα διακονούμενον ἐς τὰς τῆς γαστρὸς δυσώδεις κηλῖδας. Ὁρᾷς, ὦ φίλτατε Ἀγαθάγγελε, πῶς ἄνωθεν ἡ θεία ταλαντεύει δίκη τὸ χρεὼν κἀπὶ τῷδε τἀνδρί, ἵνα τὸ τῆς ἀφανοῦς ψυχῆς δυσῶδες, ὡς ἔοικε, δῆλον κἀκ τῆς αἰσθήσεως 3.185 ἅπασι γένοιτο, καὶ δίκην τὸ ἀκόλαστον ἐκεῖνο καὶ βλάσφημον στόμα μετὰ τῆς γραφούσης παράσχοι χειρὸς ἐνταυθοῖ, πρὶν ἐς τὴν ἀΐδιον ἐκείνην ἀπενεχθῆναι κόλασιν, καὶ δῆλα κἀκ τῶν ἐνθένδε προοιμίων τὰ τῶν μήπω δήλων ἅπασι κακῶν ἐφόδια πρὸς δημόσιον φῶς καταστῇ τῷ βεβήλῳ τούτῳ μᾶλλον ἢ κατ' ἐκεῖνον τὸν τῆς μανίας ἐπώνυμον Ἄρειον, ὃς τῶν τῆς γαστρὸς ἀπορρήτων τὴν κένωσιν κάτω διὰ τῆς ἕδρας παρέπεμψεν. ἐκεῖνος γὰρ κατὰ φύσιν ἡμαρτηκὼς καὶ διὰ τῶν κατὰ φύσιν μορίων ἐνταῦθα τὴν δίκην ἔτισεν, οὗτος δ' ὑπερόρια πάσης φύσεώς τε καὶ ἐπιστήμης εἰς θεὸν βεβλασφημηκὼς τερατώδη τινὰ καὶ παρὰ φύσιν ὡς τὸ εἰκὸς καὶ μακροτέραν δίδωσι τὴν δίκην. ὑφειμένον μὲν γὰρ κἀκεῖνος τὸν υἱὸν καὶ λόγον εἰπὼν τοῦ θεοῦ καὶ τῶν ἀσωμάτων ἀγγέλων ὑπέρτερόν τε καὶ δημιουργόν, σωματικοῖς ὅμως ὁρατὸν ὀφθαλμοῖς οὐ δεδύνηται φάναι. τὸν γὰρ ὑπὲρ τοὺς ἀγγέλους καὶ τῶν ἀγγέλων προαγωγέα, τῶν ἀγγέλων καὶ τῶν ψυχῶν τὸ ἔλαττον ἔχειν οὐκ εἶχε νοεῖν· φύσιν γὰρ εἶναι τοῖς ἀσωμάτοις ἅπασιν οἶδεν ἥκιστα πάντων σωματικοῖς ὀφθαλμοῖς ὁρατήν, πλὴν εἰ μὴ συγκαταβάσεως οἰκονομίᾳ χρώμενος διαφόρους ἐπιφανείας σχηματίζει θεὸς κατά γε τοὺς τῆς ἀπορρήτου προνοίας τρόπους, ὡς οἵ τε θεῖοι τῆς ἐκκλησίας πατέρες ἄνω καὶ κάτω διαρρήδην βοῶσι, καὶ ἡμεῖς ἀνωτέρω πολλαχῇ τε καὶ πολλάκις ἐκείνοις ἑπόμενοι διεξήλθομεν. οὗτος δὲ μετὰ τοῦ ὑφει 3.186 μένου καὶ ἀσώματον αὐτὸ καὶ ἀνούσιον λέγων φῶς, σωματικοῖς ὀφθαλμοῖς εἶναί φησιν ὁρατόν, πρᾶγμα μήτε τῇ φύσει μήτε τοῖς τῆς ἐπιστημονικῆς γνώσεως λόγοις χωρεῖσθαι δυνάμενον. κἀκεῖνος μὲν καὶ κτίσμα φήσας ὅμως ὁρατὸν οὐκ ἐτόλμησε φάναι, μήτε τῆς φύσεως μεμνημένος μήτε τῆς ἐπιστήμης μηδαμῇ συγχωρούσης ἀσωμάτου κτίσματος οὐσίαν εἶναί ποτε φαινομένην σωματικοῖς ὀφθαλμοῖς. οὗτος δὲ καὶ ἄκτιστον λέγων, ὃ μᾶλλον ἐκείνου φεύγει τὴν ὅρασιν, ὁρατὸν ὁ πάντα ἄτοπος καὶ ἀμαθὴς ἀπεφήνατο· ὃ γὰρ ἄκτιστον, ἀόρατον, οὐ μὴν ὃ κτιστὸν ... ὁρατόν· κτίσμα γὰρ ὄντες καὶ ἄγγελοι καὶ ψυχαὶ καὶ τά γε τοιαῦτα ἥκισθ' ὁρᾶσθαι τῇ φύσει δύνανται. καὶ τό γε μεῖζον ὅτι καὶ ἀνούσιον ὁ ἀνόσιος ἐκεῖνο καθ' αὑτὸ προσειπὼν 467
τὸ φῶς οὐ ξυνῆκεν ὅτι μάλιστα πάντων καὶ δι' αὐτό γε τουτὶ πρὸς τὸ μὴ εἶναι χωροῦν ἀόρατον ἔτι μάλιστα πάντων ἐστί. διὸ καὶ τὰ παρὰ φύσιν ἐκεῖνα καὶ τερατώδη πεπονθὼς καὶ αὐτὸς ἐνταυθοῖ, βιαίως ἀναπόμπιμον ἀπορρῆξαι βιάζεται μὲν τὴν δυσώδη ψυχὴν εἰς τὴν βίαιον ἐκείνην καὶ ἀπέραντον κόλασιν, οὐκ ἀπορρήγνυσι δὲ τοῦ θεοῦ προμηθουμένου καὶ καιρὸν ἴσως αὐτῷ μετανοίας διδόντος, ὡς ἂν εἰ μὴ μέχρι νῦν, ἀλλὰ νῦν γοῦν ἡμιθανῆ καὶ ἡμίτομον ὁρῶν ἑαυτόν, μᾶλλον δὲ τῷ πλείονι τοῦ σώματος μέρει βιαίως καὶ διὰ μάλα μακρῶν ἤδη τῶν χρόνων ῥηγνύμενον, καὶ ὃ ζῇ πρὸς αἰσχύνην ζῶντα, καὶ τὸν τῆς αὐτοῦ κακίας ἔλεγχον πᾶσι κατάδηλον παρεχόμενον, ὁ ταλαίπωρος 3.187 αἴσθοιτο πόσου χειμῶνος τὴν ἐκκλησίαν ἐμπέπληκεν. ὡς ἐκ τῶν τελευταίων ἐμφάσεων καὶ συμβόλων ἔχειν ἅπαντά τινα τεκμαίρεσθαι ἤδη τῆς τε ἀσεβείας ἑκατέρου τὸ ὑπερβάλλον ἧς ἀνὰ μέρος ἑκάτερος ἑκατέρῳ κεκοινωνήκεσαν ἐνταυθοῖ, καὶ ἅμα τῆς τεταμιευμένης ἑκατέρῳ φλογὸς ἐς τὸ μέλλον, ἣ κατὰ τὸ ἀνάλογον ἑκατέροις ἐκεῖ τεθησαύρισται. Ἀρείῳ μὲν γὰρ ἡ τῆς ἐνταῦθα κολάσεως ἔνδειξις πλέον εἶχε τοῦ κολάζοντος τὸ φειδόμενον, Παλαμᾷ δὲ πλέον τοῦ φειδομένου μακρῷ τὸ κολάζον. τῷ μὲν γὰρ ἡ τῶν σπλάγχνων κένωσις φθάσασα τὴν τοῦ δράματος αἴσθησιν ἄπρακτα μένειν τὰ τῆς ὀδύνης ἐπεπράχει βέλη, πρὸς τέως ἀναισθητοῦν ἐρειδόμενα σῶμα· τῷ δ' ἡ μετ' αἰσχύνης δριμύτης ἐκείνων τῶν πόνων, εἰς ὁμόνοιαν τοῖς Ἰούδα κιρνῶσα παθήμασιν, ἐπ' ἴσης ἐκείνῳ καὶ τὴν τῶν μελλόντων αἰωνίων δεινῶν προεζωγράφησεν ἕνωσιν. ὡς εἰκάζειν εἶναι ἐντεῦθεν, μᾶλλον δ' οὐκ εἰκάζειν ἀλλ' εἰδέναι, μακρῷ τινὶ μείζω τεταμιεῦσθαι Παλαμᾷ τὴν κολάσουσαν ἔκτισιν ἢ κατὰ τὸν δυσσεβῆ τῆς μανίας ἐκεῖνον ἐπώνυμον Ἄρειον. Εὖ λέγεις. ἄρτι δὲ τὰς ἠρινὰς τοῦ ἡλίου τροπὰς παραλλάττοντος καὶ τοῦ Καντακουζηνοῦ τῇ Ὀρεστιάδι ἐνδιατρίβοντος ἔτι, αἰφνίδιον ὁ Παλαιολόγος ἐπιφαίνεται περιπλέων τὸν περὶ τὸ Βυζάντιον πορθμὸν λέμβοις ὁμοῦ καὶ μονήρεσι καὶ διήρεσιν ὀκτωκαίδεκα καὶ τριήρει μιᾷ· ὃ καὶ μακρὰν τῷ Καν 3.188 τακουζηνοῦ τὴν δειλίαν ἐνεποίησε μέρει. ἧκε γὰρ ἐλπίσας, ὡς φασί, ῥᾳδίαν αὐτῷ τὴν εἰς Βυζάντιον εἴσοδον ἔσεσθαι πρὸς τινῶν κρύφα διαμηνυσαμένων αὐτῷ πρὸ βραχέος τὸ τοῦ συνθήματος δρᾶμα. ἐπεὶ δ' ἡ βασιλὶς Εἰρήνη διανέστη τε παραχρῆμα καὶ δραστικώτερον ἢ κατὰ γυναικείαν φύσιν διανοησαμένη τὰς πανταχόθεν ὑποπτευομένας εἰσόδους τάχιστα ἠσφαλίσατό τε καὶ τῶν ὑποπτευομένων ἔτι προσώπων ἐντὸς Βυζαντίου τὰς ὁρμὰς ἀνέστειλε πάνυ ταχείαις χερσίν, ἄπρακτον αὐτὸν ἐν τρισὶν ἡμέραις ἀπελθεῖν ἐπεπράχει. δέκα μεταξὺ παρῆλθον ἡμέραι, καὶ ἄρας ὁ Καντακουζηνὸς ἐξ Ὀρεστιάδος ἧκεν εἰς Βυζάντιον διὰ ταῦτα. καὶ ὕποπτον ἔχων ἐκ πολλοῦ τὸν πατριάρχην πολλῶν τε ἄλλων ἕνεκα καὶ τῆς πρὸς Παλαιολόγον μάλιστα φιλίας καὶ ὁμοφροσύνης, σοφὸν εἶναί οἱ νενόμισται πεῖραν καὶ νῦν εἰληφέναι τῆς γνώμης αὐτοῦ. πέμψας οὖν ἤρετο εἰ χρὴ ταῖς τῶν στρατιωτῶν καὶ τῶν ἄλλως ἐχόντων συγκλητικῶν εἴξαντα βίαις τήν τε ἀναγόρευσιν τοῦ υἱέως ἐνδοῦναι Ματθαίου γενέσθαι, καὶ ἅμα τῷ τοῦ γαμβροῦ Παλαιολόγου ἀμνημοσύνην. ὃ δ' οὐδ' ἄκροις ἠνέσχετο δέξασθαι τοῖς ὠσίν, ἀλλὰ τραχυτέροις τε ἀπεώσατο λόγοις, καὶ ἅμα ἐς τὴν ὑστεραίαν τοῦ πατριαρχείου ἐξίσταται· καὶ αὐτὸς μὲν ἐν τῇ τοῦ Ἀθανασίου καταλύει μονῇ, τὰ δὲ σκευοφόρα ἐς τὴν τοῦ ἁγίου Μάμαντος ἀπεφορτίζοντο μονήν, ἣν πρὸ τεττάρων ἐνιαυτῶν σφετερίζεται. βραχὺς ἐκεῖθεν ἐρρύη χρόνος, καὶ Ματθαῖος ὁ τοῦ Καντακουζηνοῦ υἱὸς 3.189 ἐπ' ἀσπίδος βασιλεὺς ἐν παλατίῳ Ῥωμαίων ἀναγορευέται. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. Τοῦ δὲ θέρους ἤδη μεσοῦντος πολλή τις ἑκατέρωθεν αὖθις συνεκροτήθη σπουδὴ τοῖς Λατίνοις πρὸς διαποντίων πολέμων παρασκευάς. οἱ μὲν γὰρ Κατελάνοι ἐκ τε οἰκείων χρημάτων καὶ ὧν τηνικαῦτα Βενετικοὶ χαρίζονται σφίσι τετταράκοντα τριήρεις ὁπλίζουσιν. εἰώθεσαν γὰρ ἐκ πολλοῦ Βενετικοὶ δι' ὀλιγανδρίαν περὶ χρημάτων ἅπαν ἐνδείκνυσθαι σπούδασμα συλλογήν, ὧν ἕνεκα καὶ πολλὰ τῶν εὐτελεστέρων 468
ἀδικημάτων ἑκοντὶ παρατρέχουσι τε καὶ φέρουσιν ὑπομένοντες ἔκ τε ὁμοφύλων καὶ ἀλλοφύλων γενῶν ὑπέρ γε τοῦ μὴ πρὸς δημοσίας καὶ ὑπαιθρίους ῥυῆναι μάχας, μηδὲ πρόφασιν παρεισδῦναί τινα συγκεχωρηκέναι μεταξὺ διακόπτουσαν τὴν τῶν ἐξ ἐμπορίας παντοδαπῆς ἐτησίων κερδῶν συλλογήν. καὶ οὕτως ἀεὶ τοὔλαττον συγχωροῦντες καρποῦνται τὸ μεῖζον, ὡς γένος εἶναι Λατίνων σχεδὸν οὐδὲν ὃ τοσαύτην ἔχει χρημάτων ἐντεῦθεν δαψίλειαν. ὅταν δ' εἰς ἐμφανῆ βιασθέντες ὁθενοῦν καταστῶσι τὴν μάχην, εὐθὺς ἀφειδούσῃ χειρὶ χρημάτων παμπόλλων ὠνοῦνται τὰς τῶν ἀστυγειτόνων τοῖς ἀντιπάλοις γνώμας καὶ ὅσοι περιόικοι, καὶ ῥᾷσθ' οὑτωσὶ πρὸς συμμαχίαν μεθέλκουσιν ἑαυτῶν ὁπόσους τε καὶ οἵους ἂν ἐθέλοιεν. καὶ οὕτω μεγίσταις ἢ κατὰ πάντας ἄλλους τῶν νῦν δυνάμεσιν ναυστολοῦντες κατατροποῦνται τοὺς ἐναντίους. τὸν δὴ τοιοῦτον καὶ νῦν τρόπον ᾠκειώσαντο μὲν Ῥωμαίους ἔχον 3.190 τας καὶ αὐτοὺς ἰδίας προφάσεις τῆς μάχης κατὰ Γεννουιτῶν, ὡς ἐν τοῖς ἀνωτέρω βίβλοις ἡμῖν πολλάκις τε καὶ πολυτρόπως εἴρηται, ᾠκειώσαντο δὲ Κατελάνους ἔχοντας καὶ αὐτοὺς ἰδίας ὁμοίως τῆς μάχης προφάσεις κατὰ Γεννουϊτῶν, ὡς εἰρήσεται. Νῆσος γάρ ἐστι μεγάλη καὶ πολυάνθρωπος καλουμένη Σαρδώ, παρὰ τὸ Τυρρηνικὸν ἀνειμένη πέλαγος, ὄρη μὲν πλουτοῦσα μακρὰ καὶ ἅμα ποταμοῖς ἀρδομένη παντοίοις, πόλεσι δὲ καὶ κώμαις εὐθηνουμένη πολλαῖς, ὁπόσαι τε μεσόγειοι καὶ ὁπόσαι παράλιοι· ἀκταί τε αὐτὴν καὶ λιμένες περιχορεύουσι καὶ κόλποι πολυειδεῖς. αὕτη πολύν τινα χρόνον ὑπὸ Κατελάνοις ἐτέλεσέ τε καὶ ἤδη τῷ πλείονι μέρει τελεῖ. νῦν δ' ὀλίγῳ πρότερον δόλοις λαθραίοις φρούρια δύο κατέσχον οἱ Γεννουῖται αὐτόθι, πρὶν αἰσθέσθαι τοὺς ἐγχωρίους. τοῦτο Κατελάνοις γνωσθὲν οὔτε φορητὸν καὶ κομιδῇ νενόμισται βαρύ. διὸ καὶ οὕτω δυσμενῶς πρὸς ἐκείνους διακειμένοις, πρὸς τὴν ἑαυτῶν ἑτοίμοις συμμαχίαν ἐνέτυχον σφίσιν οἱ Βενετικοὶ κατὰ τὸ μάλα τι καίριον. Κἀπειδή περ, ὡς ἔφημεν, τετταράκοντα τριήρεις τοῖς Κατελάνοις δυνάμεως ἁπάσης ὁπλιτικῆς πεπλήρωνται, τῶν βελτίστων ἔδοξε διαβᾶσι πρότερον ἐκεῖνα σφίσιν αὐτοῖς ἐξ ἐφόδου τὰ φρούρια περιποιήσασθαι, ἅπερ ἐν Σαρδοῖ τῇ νήσῳ πρὸς τῶν Γεννουϊτῶν, ὡς εἰρήκειμεν, ἐζημίωνται. τού 3.191 των δ' οὕτω γινομένων καὶ ὁ Γεννουϊτικὸς στόλος, πέντε καὶ ἑξήκοντα τριήρεσι τὸ οἰκεῖον πληρῶν ἐπίνειον, τὸν ἐπίπλουν ἐκαραδόκει τῶν πολεμίων. ἐπεὶ δ' ἠκηκόει τούτους ἐς τὴν Σαρδὼ καταπεπλευκέναι, πέμπουσιν ἐς κατασκοπὴν ταχυναυτοῦσαν μίαν τριήρη· κἀπειδὴ τάχιστα ἐπανῆκε τεσσαράκοντα μόνας ἀπαγγέλλουσα τὰς τῶν ἐναντίων εἶναι τριήρεις (τὰς γὰρ τῶν Βενετικῶν τριάκοντα οὔπω τεθέαται, πρός τινι κόλπῳ τὴν ἐφεδρείαν ἐγγύς που τελούσας ἑτέρῳ, ὧν ὁ Νικόλαος ἦρχε Πισσαῖος), ἄραντες μετὰ πολλῆς τῆς ὀφρύος καὶ σεσοβημένου τοῦ ἤθους καὶ τοῦ φρονήματος, εὐθὺ τῶν πολεμίων ἐχώρουν πολλοὶ πρὸς ὀλίγους. ἀλλὰ πρὶν ἀφικέσθαι, λαθὼν ἐκεῖνος ὁ τοῦ Βενετικοῦ στόλου ναύαρχος ἔφθη μιᾷ προειληφὼς ἡμέρᾳ τὸν Γεννουϊτικὸν στόλον, καταίρων τε ἐς τὸ Σαρδῷον καὶ αὐτὸς ἐπίνειον ἐκεῖνο, καὶ ξυμμιγνὺς τοῖς Κατελάνοις σὺν αἷς εἰρήκειμεν τριάκοντα τριήρεσι μεγάλαις τε καὶ μάλα γε λαμπροῖς καὶ πολλοῖς τοῖς ὅπλοις βριθούσαις. κἀπειδήπερ εἰς τὴν ὑστεραίαν ἐπιόντες οἱ Γεννουῖται ἑβδομήκοντα παρὰ πᾶσαν ἐθεάσαντο προσδοκίαν τὰς τῶν ἐναντίων τριήρεις, ἐς πολλὴν ἐνέπιπτον ἤδη δειλίαν. καὶ πόρρωθεν ἐν μέσῳ πελάγει βραχύ τι ἀνακωχεύσαντες, ὅπως ἂν διάθοιντο τὴν ναυμαχίαν ἐσκοποῦντο καθ' ἑαυτούς. καὶ ἔδρων τὰ δεδογμένα εὐθύς. δεσμοῦσι μὲν γὰρ σειρᾶς δίκην ἀλλήλαις ἀλλήλας τὰς πλείους ἑαυτῶν τριήρεις ὑπὲρ τοῦ μὴ τῇ διεχείᾳ καὶ τῷ σκεδασμῷ διδόναι πάροδον ταῖς πολεμίαις ναυσί, μηδ' ἔχειν ἐκ τοῦ ῥᾴστου φυγομαχεῖν τοὺς οἰκείους· ἐξαιροῦσι δ' αὖ τῶν ἐρε 3.192 τικῶν ἐκ μέσων ἐνίας καθέδρας, ἵν' ὡς ἐν ἐπιπέδῳ τὴν μάχην ποιῶνται καὶ ἀκωλύτους τάς τε ἐξελάσεις καὶ ἐπελάσεις καὶ τὰς παρόδους ἔχωσιν. Ἐν τούτοις δ' ἀσχολουμένων αὐτῶν θόρυβος ἐξ ἀπογείων πνευμάτων ἐξαίφνης 469
ἐγείρεται, τοῖς μὲν Κατελάνοις ἅμα καὶ Βενετικοῖς ἀπὸ πρύμνης, τοῖς δὲ Γεννουίταις οὖσι πελαγίοις ἀντίπρωρος. καὶ μὲν δὴ λοιπὸν τὰ τῶν ἐκεῖσε τηνικαῦτα καταχθεισῶν ὁθενδήποτε μεγάλων τεττάρων ὁλκάδων ἱστία πετάσαντες οἵ τε Κατελάνοι καὶ Βενετικοὶ τοῖς πολεμίοις ἐχώρουν ὁμόσε, ἐξ οὐρίας ποιοῦντες τὸν πλοῦν· εἵπετο δ' ὁμοῦ καὶ ὁ στόλος ἅπας, τοῖς πολεμικοῖς ὀργάνοις τερπόμενοι καὶ τὰς τῶν ὁπλομάχων ψυχὰς πρὸς τὸ ἀκμαιότερον ἐρεθίζοντες. ὅθεν τὰς μὲν εὐθὺς ἐς βυθὸν κατέδυσαν ὥσπερ καταπατηθείσας ὑπὸ τῶν ὁλκάδων, τὰς δ' ἐζώγρησαν. καὶ οὕτως ἐν βραχεῖ τρόπαιον σχεδὸν ἀναίμακτον ἔσχον, ὑπέρτεροι παντάπασιν τοῦ Γεννουϊτικοῦ γενόμενοι στόλου παντός, πλὴν ὅσαι φυγάδες ἔφθησαν γεγονυῖαι ταχυναυτοῦσαι τριήρεις ὀκτωκαίδεκα. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτᾳ. Καὶ μὲν δὴ ἐς τοῦτο κατενεχθέντων τύχης τῶν κατὰ Γέννουαν πραγμάτων, καὶ μηδὲν ἔτι τῶν ταύτην οἰκούντων ἔνοπλον ἔργον δρᾶν δυναμένων, ἄρδην ἁπάντων σχεδόν, ὡς εἴρηται, ἐφθαρμένων ἤδη καὶ ὅπλων καὶ ἀνδρῶν ὁπλομάχων 3.193 καὶ ὅσα τῶν ἐδωδίμων, καὶ δείσαντες μὴ τοῖς πολεμίοις ἐκ τοῦ ῥᾴστου καταστάντες ἁλώσιμοι τὸν ἐπάρατόν τε καὶ αἴσχιστον οἱ περιλειφθέντες ὀφλήσωσιν ὄλεθρον αὐταῖς γυναιξὶ καὶ παισὶ καὶ πόλει τῇ πάσῃ, κατ' ἀλλήλων τε ἐστασίασαν, διαφόρων καὶ ποικίλων αὐτοῖς βουλευμάτων ἀναφυέντων καὶ σφόδρα ἀσυμφώνων ἀλλήλοις, καὶ ἅμα πάντα ἀνέτρεψαν ἐν βραχεῖ τὰ πάλαι τῆς πολιτείας ἑαυτῶν νόμιμα, τοῖς ἀστυγείτοσιν ἑαυτοὺς ἑκοντὶ παραδόντες ὑποχειρίους, τοῦ μείζονος κακοῦ τὸ κουφότερον ἀνθελόμενοι. ἀστυγείτονας δέ φημι οἳ τὰς ὑπὲρ κεφαλῆς αὐτῶν κατοικοῦντες ὕψιστα ὄρη τῶν Ἄλπεων καὶ ἠπειρωτικὸν ἀεὶ διάγοντες βίον, πάλαι πολύν τινα χρόνον μαχίμως σφίσι διέκειντο καὶ ἐπολέμουν καὶ ἐληίζοντο καθ' ἃς ἐβούλοντο ὥρας αὐτοὺς αὐτοί. Μεδιόλανα δ' αὐτοῖς ἡ τοῦ ῥηγὸς ἐστὶ κατοικία, πόλις ἀρχαία τε καὶ δυσάλωτος πολεμίοις. ὃ δὲ μάλιστα πάντων φοβερὸν τοῖς πέριξ τὸ ἔθνος τοῦτο ποιεῖ, καὶ τὸν τούτου ῥῆγα μάλα τι δυσαντίβλεπτον καὶ ἀκαταγώνιστον, ὅτι ὁ τόπος ὄρεσι σχεδὸν πανταχόθεν ὑψηλοῖς καὶ δυσβάτοις τετειχισμένος ὑπὸ τῆς φύσεως ἄβατον ὡς τὰ πολλὰ πολεμίοις τὸν πλεῖστον χρόνον τετήρηκεν ἑαυτόν, ὀλίγαις δυνάμεσι χρώμενος. ὃ γὰρ τοῖς ἄλλοις ἵππος τε μυρία καὶ στρατὸς παμπληθὴς μόλις ἀρκεῖ πρὸς ἀντιπάλων ἀνασοβήσεις, τούτοις ῥᾳδίως ὀλίγη δύναμις ἀρκεῖ διὰ τὴν τῶν πέριξ ὀρῶν φυσικὴν συμμαχίαν. Τὸ δὴ τοιοῦτον ἔθνος τὴν τῶν γειτόνων Γεννουιτῶν 3.194 ὑφορώμενον ὀφρὺν καὶ κακότροπον εἰς ἐπιβουλὰς περίνοιαν καὶ πρὸς παρασπονδήσεις σφόδρα ἐπιρρεπές, ἔργον ἐπιμελὲς ἐποιεῖτο σφᾶς ταπεινοῦν τὸν ἐνόντα τρόπον ἀεί. νῦν δὲ καὶ καιροῦ λαβόμενον ἐνσπόνδους ὑποχειρίους ποιεῖται ῥᾳδίως. καὶ μὲν δὴ καὶ ἐς τὴν πόλιν Γέννουαν εἰσιὼν καὶ ἀναμφισβήτητος ἄρχων αὐτῆς ἀναγορευθείς, τὰ πλείω μέρη καθεῖλε τῶν κύκλῳ τειχῶν καὶ πύργων, μὴ καιροφυλακήσαντες ἴσως ὀψέ, τὸν εἰωθότα τρόπον σφίσιν ἀεί, κἀνταῦθα νεωτερίσωσιν οἱ ταύτης οἰκήτορες. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε, καὶ ἐς τοιοῦτον ἔληξε πέρας ὁ τῆς Γεννουϊτικῆς ὀφρύος ἄτοπος ὄγκος, καὶ ἡ θεόθεν ἠκολούθησεν ἀμοιβὴ τῶν ἀδίκων ἔργων ἐκείνων ὧν τε κατὰ Ῥωμαίων ἦρξάν τε καὶ κατεπράξαντο καὶ οἷς ἑτέροις προσεδέχθησαν ὁμοίως ἅπασιν, ὅρκους ἅπαντας θείους κατόπιν ῥίψαντες, καὶ μήτε θείαν νέμεσιν θέμενοι πρὸ ὀφθαλμῶν μήτ' ἀνθρώπων αἰδῶ. ὀνειροπολήσαντες γὰρ ἁπάσης θαλάσσης συλλήβδην ἡγεμονίαν ἄνωθεν ἐκ Τανάιδος καὶ Μαιώτιδος ἄχρι Γαδείρων καὶ Ἡρακλείων στηλῶν, καὶ αὐτῆς ἐξεπεπτώκεσαν ἐν βραχεῖ τῆς πατρίδος· καὶ τὸ κοινὸν ἀδίκως ἰδιοποιούμενοι, ἔλαθον καὶ τὸ ἴδιον ἐνδίκως τὴν ταχίστην ἀπολωλεκότες. τοῦτ' ἐκεῖνο τὸ τῆς παροιμίας ἄντικρυς, ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσε. μακρόθυμος μὲν γὰρ ὁ θεός, ἀλλὰ καὶ δίκαιος. καὶ δίδωσι μὲν καιρὸν μετανοίας τοῖς ἁμαρτάνουσιν ἐς τοὺς τῆς δίκης 3.195 θρόνους· ἂν δὲ καὶ τὸν τῆς μετανοίας χρόνον καιρὸν κακίας θεάσηται ποιουμένους, χρῆται τῷ 470
στύφοντι, πρὶν ὑπὸ τοῦ ἕλκους ἀναλωθῆναι τοὺς ταλαιπώρους, ἅπαν τὸ πλήρωμα τῆς οὐσίας ὁλοσχερῶς διανεμηθέντος. Ἀλλὰ γὰρ ἐκείνων οὑτωσὶ φερομένων Καντακουζηνὸς ὁ βασιλεὺς πολύν τινα χρόνον ἐν τῇ τοῦ Ἀθανασίου μονῇ θεωρῶν ἀπρακτοῦντα τὸν Κάλλιστον, ὅτι βούλεταί οἱ πέμψας ἠρώτα τῆς πατριαρχικῆς διαίτης ἡ χρονία διάστασις. εἶναι γάρ φησι δῆλον τοῖς ἅπασιν ὡς τά τε πολιτικὰ καὶ δημόσια τῶν πραγμάτων ἀνθρώπινα ὄντα ἀνθρώπους, μετά γε θεόν, καὶ τοὺς ἐπόπτας ἔχουσι καὶ διοικητάς, ἅτε σύνθημα ὄντας ψυχῆς ὁμοίως καὶ σώματος. τῶν μὲν οὖν σωματικῶν τὴν διοίκησιν βασιλεῦσι ῥυθμίζειν καὶ διοικεῖν εἰς τὸ βέλτιον, τοῖς ἄνωθεν κεκρατηκόσι πολιτικοῖς ἑπομένους νόμοις, ὁ μακρὸς παρέσχετο χρόνος, τῶν δ' αὖ ψυχικῶν ἱερωτέροις ἀνδράσι, τοῖς ἄνωθεν κεκρατηκόσι καὶ αὐτοὺς ἑπομένους κανόσι καὶ δόγμασι. καὶ οὕτως ἡ πολιτεία διοικουμένη πᾶσα πρὸς ὁμόνοιαν οἱανδηποτοῦν, καὶ ὥσπερ ἔμψυχον ἓν γινομένη σῶμα, τὸν πάντα διέξεισι χρόνον, ἐφόδια κεκτημένη πρός τε τὸ χεῖρον καὶ βέλτιον, καθ' ὁπότερον ἡ τῶν κρατούντων τε καὶ οἰακοστροφούντων δύναμις ἔχει γνώμης καὶ διαθέσεως. εἰ γὰρ παρεξάγεσθαι θάτερον ἐρεθίζοιτο μέρος ῥοθίοις ὁπωσποτὲ καὶ ὁτεδήποτε βιαίοις ἐντυγχάνον, τὸν ἀβούλητον ὁθενδήποτε τρόπον ἀντιφερομένοις, ὑπὸ θατέρου σωφρονίζοιτ' ἂν ἴσως 3.196 ὑγιαίνοντός τε καὶ τοῖς βελτίοσι λογισμοῖς τὰς τοῦ καλοῦ κρηπῖδας ἔχοντος ἡδρασμένας. ἀνάγκη τοίνυν δυοῖν θάτερον, ἢ πρὸς τὴν πατριαρχικὴν ἐπανεληλυθότα σε δίαιταν τὰ τῷ θρόνῳ ἀνήκοντα δρᾶν, ἢ παραιτησάμενον τὸ λειτούργημα, χώραν ἕτερον ἀντεισαγαγεῖν παρέχειν. ἢ τό γε τρίτον, τοῦ δράματος λόγον διδόντα, τὸ τῆς ἀπορίας λύειν ἀμφίδοξον. Πρὸς ταῦτα τόνδ' εὐθὺς ὑποτρέχει νέφος θυμοῦ, καὶ ἀναστὰς ἀφορισμὸν μὲν ἐκφωνεῖ πρῶτον θεοῦ κατὰ παντὸς ᾧ πρὸς βουλήσεως ἄνποτε γένοιτο αὖθις τὴν ἐς τὸν πατριαρχικὸν θρόνον ἐπάνοδον τὸ παράπαν αὐτῷ ὑποτίθεσθαι, εἶτα μακράν τινα τοῦ βασιλέως ποιεῖται καταδρομήν, ὅτι τὸ μὲν τῶν ὑπὸ χεῖρα χριστιανῶν γένος μισῶν ὡς ἐχθρούς, τὸ δὲ βάρβαρον οἰκειούμενος ὡς φιλτάτους, Ὑρκανῷ τῷ γαμβρῷ καὶ τοῖς ὑπ' ἐκείνῳ βαρβάροις προδίδωσι προῖκα νύκτωρ καὶ μεθ' ἡμέραν, καθάπερ ἀγελάρχης προβάτων δοράς, τὰς τούτων οὐσίας. καὶ τὰ τῆς ἐκεῖθεν ἀμοιβῆς ὅτι συχνὰ συχνοὺς τῶν ὑπ' ἐκείνῳ βαρβάρων ἀεὶ μεταπέμπεται, πρόφασιν μὲν κατὰ μόνου τοῦ βασιλέως Παλαιολόγου, τὸ δ' ἀληθὲς προστιθέναι καὶ τὰ λειπόμενα τῆς τῶν Ῥωμαίων λείας αὔτανδρον προνομὴν ἐκείνοις, ὡς εἰς θηριώδη κρεωφαγίαν σφάγια αὐτοῖς σώμασι καὶ αὐταῖς ψυχαῖς. καὶ τῶν ἐχθρῶν κορεννυμένων τῆς θοίνης, καὶ ἀποσειομένων ἤδη τὸ τῆς ὠμότητος τοῦ ἀνδρὸς ὑπερβάλλον, καὶ τὴν πρὸς τὸ ὁμόφυλον χλευα 3.197 ζόντων ἀγνωμοσύνην, αὐτὸς οὔτε κορέννυται οὔτ' αἰδεῖται οὔτε ἐχθροὺς οὔτε φίλους οὔτε μὴν τὴν πάντα βόσκουσαν ἡλίου φλόγα. πρὸς τἀνάλγητον δ' ἑαυτὸν τὸ παράπαν χαλκεύων ἀεί, καὶ τὰ μείζω προστίθησι τῶν κακῶν, καὶ αὐτουργοὺς τοὺς ἀθλίους τῶν οἰκείων γίνεσθαι συμφορῶν ἀναγκάζει, βιαίους μαστιγοφόρους σφοδρῶς ἐφιστῶν, ὡς ἂν τοῖς ἑαυτῶν αὐτοὶ καὶ πλοίοις ἅμα καὶ χερσὶν ἐκ τῆς πατρίου γῆς πρὸς τὴν ἀλλόφυλόν τε καὶ βάρβαρον αἰχμαλώτους διαπορθμεύοιεν τοὺς ἀδελφοὺς καὶ φίλους καὶ ὁμοφύλους καὶ συγγενεῖς, θρηνοῦντες αὐτοὶ θρηνοῦντας αὐτούς, γύναιά τε καὶ παιδάρια οἰκτρὰ πάντας ἀριθμοὺς ὑπερβαίνοντα, καὶ περιηγκωνισμένους ἄνδρας, καὶ ᾑμαγμένα λάφυρα, καὶ ἅμα βοὴν συμμιγῆ καὶ ὀλοφυρμὸν ἀμύθητον. φειδὼ δὲ πᾶσα καὶ ἀνθρωπίνων σπλάγχνων οἰκτιρμοὶ τοῦ ποιμαίνειν σφᾶς καὶ διοικεῖν λαχόντος βασιλέως ἐξερρυήκεσαν παντάπασιν, εἰς διαποντίους καταδύντες συλλήβδην πυθμένας εἰπεῖν. οὕτω δὲ μετὰ τῆς ἑαυτοῦ καὶ τὴν ἐμὴν ἁρπάζων καὶ ὑποτάττων διοίκησιν τῶν ψυχῶν, καὶ μίαν ποιῶν ὠμότητος τυραννίδα, ψυχῶν ὁμοῦ καὶ σωμάτων ἀπώλειαν, θαυμάζειν μοι ἔπεισι πῶς εἰρωνευόμενος πρός με ταῦτ' οὐκ ἐρυθριᾷ, ἀλλ' εἰς ἁρμονίαν δῆθεν παρακαλεῖ με Ῥωμαϊκῆς πολιτείας καὶ ἅμα σωματικῆς τε καὶ 471
ψυχικῆς καταστάσεως, καὶ συγχέει τῆς ἀληθείας τὴν φύσιν, καὶ ἃ καταλύει τοῖς ἔργοις ταῦτα γλώττῃ μεγαλορρημονεῖ διορθοῦσθαι, καὶ μα 3.198 χομένην ἔχων τῇ χειρὶ τὴν γλῶτταν αὐτὸς ἑτέρους ἁρμόττειν καὶ μεθαρμόττειν βρενθύεται πρὸς δικαιοσύνης ὁμόνοιαν. καὶ λέγειν βουλόμενος "ἐλθέ, μεθ' ἡμῶν κοινώνησον αἵματος," ὃ δ' ἐπὶ θάτερα μετασχηματίζει τοὺς φθόγγους, λεληθέναι προσποιούμενος ὡς τὸ γλώττῃ μὲν τὰ δέοντα φθέγγεσθαι πάνυ τι ῥᾴδιον καὶ τοῦ βουλομένου παντός, τὸ δὲ πάντων ὧν λέγει δρᾶν τἀναντία, τοῦτο δὲ φύσεως ὄλισθος καὶ κακῶν ἁπάντων τὸ μέγιστον. τί δ' ἂν ὑπηκόοις εἴη κακοδαιμονέστερον ἁπάντων ἕτερον ἢ δεσπότην ἔχειν ἐπίβουλον καὶ πολέμιον; ὅταν δὲ καὶ τἀναντία καθάπαξ ὁ βασιλεύων ἐπείγηται δρᾶν τοῦ τὴν πνευματικὴν ἀνειλημμένου συνδιοικεῖν ἐπιτροπὴν εἰς τὸ τῶν ὑπηκόων λυσιτελές, τότε δὲ καὶ μάλα τι σφόδρα περιφανῶς αὐτὸς αὐτόθεν καθίσταται χείρων παντὸς ἐμφυλίου πολέμου τοῖς πράγμασι. Καὶ τὶ δεῖ τὰ πλείω καὶ πᾶσι δῆλα διεξιέναι; ἐπιλείψει γὰρ ὁ χρόνος με διηγούμενον, εἰ πάντα δὴ τὰ παραπλήσια λέγειν ἐθέλοιμι. ὅμως ἕν τι τῶν βραχυτέρων εἰπὼν ἀπαλλάξομαι. τοῦ γὰρ μεγίστου καὶ μάλα περιβοήτου τῆς τοῦ θεοῦ σοφίας νεὼ τὸ πρὸς ἕω ζημιωθέντος μέρος πρὸ δέκα ἐνιαυτῶν, ἀνεγήγερται πάλιν εὐθὺς μετὰ τὴν πτῶσιν, ὡς ἅπαντες ἴστε, πρὸς Ἄννης τῆς βασιλίδος μετὰ τοῦ υἱοῦ τηνικαῦτα βασιλευούσης, ἡ πᾶσαν προϊσχομένη δυσχέρειαν μετὰ τῆς τοῦ βήματος ὀροφῆς, ἡ πεσοῦσα οὐρανία ἐκείνη καὶ 3.199 μεγίστη ἁψίς. τὸ δ' ἑκατέρωθεν ὑπὲρ τὴν ἁψῖδα λειπόμενον τοῦ ἡμισφαιρίου τῆς ὀροφῆς βραχύτατον λεῖμμα ἔμελλε μὲν καὶ αὐτὸ βραχύτατον ὂν κατὰ σειράν, τῆς ὕλης ἐμπαρασκεύου κειμένης, ἐν βραχεῖ συντελεῖσθαι, κεκώλυκε δ' οὑτοσί, τὸ βασίλειον κράτος ἐκείνης ὅπως ποτ' εἰς ἑαυτὸν μεταστήσας ἐξαίφνης ἅμα καὶ ἀπροσδόκητα· καὶ μεμένηκεν ὁ θεῖος οὗτος οἶκος ἐκεῖθεν ἀμελούμενος τὸ παράπαν, κἀκ τῶν ὁρώντων ἁπάντων συχνὰ προκαλούμενος δάκρυα, μὴ μόνον Ῥωμαίων ἀλλὰ καὶ πάντων σχεδὸν ἐθνικῶν καὶ ἀλλοφύλων ἀνθρώπων. τῆς δὲ φήμης τοῦ παγκοσμίου τοῦδε θεάματος εἰς τὰ τῆς οἰκουμένης διαβαινούσης πέρατα, ζήλου πλησθῆναι συμβαίνει θείου τὸν ἀρχηγὸν τῆς Ῥωσσίας. χώρα δ' αὕτη μεγάλη καὶ πολυάνθρωπος, μεταξὺ τῶν ὑπερβορείων ἐκείνων κειμένη ὀρῶν, ἀφ' ὧν Τάναΐς τε ῥήγνυται ποταμῶν ὁ μέγιστος, καὶ ὅσοι πρὸς τὴν Μαιώτιδά τε καὶ Κασπίαν μείζους τε καὶ ἥττους ποταμοὶ κατιόντες ποιοῦνται τὰς ἐκβολάς, ἐν δεξιᾷ μέν, εἴ τις ἀπ' ἄρκτων εἰς ἡμᾶς ἀφικνοῖτο, ζέφυρον ἄνεμον ἀφιεῖσα καὶ γειτνιῶντα τὸν δυτικὸν Ὠκεανόν, παρὰ δὲ τὰ εὐώνυμα τούς τε ὑπερβορέους Σκύθας καὶ ὁπόσα τῶν ἀφηλιωτικῶν πνευμάτων τὴν γῆν ἐκείνην εἴωθεν ἐπιπνεῖν. δεῖ γὰρ καὶ ταῦτα διεξιέναι χωρογραφοῦντας, ἵνα πρὸς ἔλεγχον ᾖ τὰ πάνυ τι πόρρω τῆς οἰκουμένης ἔθνη τῶν ἐν κόλποις μὲν ἐχόντων ἡμῶν θεαμάτων τὰ κάλλιστα, ἀναισθητούντων δ' ἁπάντων μάλιστα τῶν ἐπὶ γῆς ἐθνῶν. ὁ τοίνυν τῆς χώρας 3.200 ἀρχηγὸς ἐκείνης χιλιάδας ἡμῖν χρημάτων πέμψας ἐκεῖθεν ὅσας δῆτα καὶ ἐπεπόμφει, δι' αὐτῶν ἠξίου τελεῖσθαι τὸ λεῖπον ἐκεῖνο μέρος τοῦ θείου νεώ, ἐπαγγελλόμενος ἔτι καὶ πλείω πέμπειν ἐκεῖθεν ἑξῆς κατὰ τὸ τῆς χρείας ἀνάλογον. ὁ δὲ βασιλεὺς ὑμῶν οὑτοσὶ καὶ θεοῦ καὶ ἀνθρώπων αἰδῶ καθυβρίσας, καὶ δίκης θείας θρόνους σεμνοὺς παριδών, ἀφῄρηται μὲν ἡμῶν ἐκεῖνα τὰ χρήματα, πέπομφε δ' Ὑρκανῷ τῷ ἀσεβεστάτῳ γαμβρῷ, προφανὴς ἱερόσυλος καθιστάμενος, καὶ δαίμοσι θύων τὰ τίμια. ὅμως τί τοῦτο πρός γε τὰ ἡμῖν ἀνωτέρω λεχθέντα; οὐ γὰρ μεῖζον τοῦτ' ἐκείνου γε τοῦ τοῖς αὐτοῖς βαρβάροις χριστιανοὺς προδιδόναι διηνεκῶς, καὶ καθάπερ ἱερεῖα διὰ τῶν φαινομένων τούτων προσάγειν τοῖς μὴ φαινομένοις δαίμοσι τὰς ἐκείνων ψυχάς. θέατρον τοίνυν ἀγγέλοις καὶ ἀνθρώποις ἐλεούμενον ὁ θεῖος οἶκος, τὸ μέγα τοῦτο θαῦμα τῆς οἰκουμένης ἐγκαταλέλειπται, καὶ μὴ ἔχων ὅποι τῆς οἰκουμένης πρεσβείαν πέμψας τὴν ἀδικίαν ἀπαγγελεῖ, νοσούσης ἁπάσης δι' ἑνὸς ἀνδρὸς μοχθηρίαν, ἵσταται λοιπὸν ἐπὶ μέσου θεάτρου τῆς οἰκουμένης φωναῖς ἀφθόγγοις τῶν αἰτίων θρηνῶν 472
τὴν ἀγνωμοσύνην. εἰς τοιοῦτον τοίνυν καὶ τηλικοῦτον βάθος κακῶν ἐμπεσόντι ποῖος ἀδαμάντινος λογισμὸς ἢ ποία λιθίνη ψυχὴ κοινωνεῖν τῶν αἰσχρῶν αὐτῷ βουληθείη ποτέ; Ταῦτα δὴ καὶ πλείω τούτων προειπών, καὶ ἐπειπὼν ἀνώμαλά τε καὶ ἀφελῆ καὶ ἀταμίευτον μὲν ἔχοντα τὴν τραχύτητα μακροτέρων δὲ γέμοντα τῶν λοιδοριῶν, ἀπιέναι τοὺς 3.201 πρέσβεις διεκελεύσατο. καὶ μὲν δὴ τὰ πλείω διὰ τὴν ἄγαν τραχύτητα σιγῇ κρύψας ἔγωγε μόνα ταῦτα, καθ' ὅσον ἔμοιγ' ἐξῆν, τοῖς πρός σέ μού γε τούτοις ἐταμιευσάμην ὑπομνήμασι, μετρίως καὶ ὥσπερ ὕλης πρόφασιν ταῖς τῶν σῶν ἱστοριῶν βίβλοις ἀφοσιούμενος. σὺ δ' ἀνειληφὼς τῇ σῇ Καλλιόπῃ κοσμήσαις ἂν ἐς τὸ εὐφραδέστερον εὐθυρρημονήσας. Τούτων δ' ὅμως καὶ τῶν τοιούτων οὑτωσί πως εἰρημένων ἐκείνῳ τἀνδρὶ πυθόμενος ὁ βασιλεὺς χείλεσι μὲν οὐκ ἐξήνεγκεν ὀργίλον οὐδὲν τῶν ἁπάντων, ἀλλ' ἐπὶ τοῦ συνήθους ἔμεινεν ἤθους, ἐς δὲ τοὐπιὸν τοὺς ἐπισκόπους ἀθροίσας τοῦ πατριαρχικοῦ καθεῖλεν αὐτὸν βαθμοῦ. αἰτίας γὰρ εἰσενεγκόντων ἑτέρας καὶ διαφόρους τῶν ἐπισκόπων, τῶν μὲν τὴν προκατηγορηθεῖσαν αὐτῷ αἵρεσιν τῶν Μασσαλιανῶν, τῶν δὲ τὰς τῆς γλώττης ἀσέμνους καὶ διηνεκεῖς αἰσχρορρημοσύνας καὶ τοὺς ἀκαίρους καὶ μαινομένους θυμούς, καὶ ἄλλων ἄλλας, προτιμοτέρα πασῶν ἐδόκει τῷ βασιλεῖ τῶν ἀφορισμῶν ἡ ἐκφώνησις, ἣν κατὰ τοῦ βουλησομένου παντὸς ἐκπεφώνηκεν ἐς τὴν πατριαρχικὴν αὐτὸν ἀνακαλεῖσθαι πάλιν ἀξίαν. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· ὀλίγαι δ' ἐκεῖθεν παρῆλθον ἡμέραι καὶ διάδοχος γίνεται τοῦ βαθμοῦ Φιλόθεος ὁ Κόκκινος, ἐκ τῆς κατὰ Πείρινθον Ἡρακλείας μετατεθείς. τούς γε μὴν ὑπὲρ τοῦ νεὼ τῆς τοῦ θεοῦ σοφίας ἐλέγχους ἐκείνους ὁ Καντακουζηνὸς αἰσχυνθεὶς ἔρανον πρὸς τῶν Βυζαντίων κελεύει συμφορηθῆναι κατ' ἀξίαν ἑκάστων 3.202 τῶν τε μάλα πλουσίων καὶ μή, καὶ τῶν μᾶλλον ἐνδόξων καὶ μή, καὶ οὕτως ἐν τρισὶ μησὶ καὶ τὸ τῆς ὀροφῆς τοῦ νεὼ λειπόμενον ἐκτετέλεσται. Τίνα δ' ἦν, ὦ καλὲ Ἀγαθάγγελε, ταῦθ' ἃ διὰ κακίας μέγεθος, φειδοῖ τῶν ἀνδρῶν ἐκείνων, τῶν τε λεγόντων φημὶ καὶ τῶν ἀκουόντων, σιωπώσῃ παρέπεμψας γλώττῃ; μηδὲ γὰρ εἶναι δοκεῖ μοι τῶν μήπω γέ σοι λεχθέντων τὰ λεχθέντα μήτε μείζω μήτε μὴν ἀτοπώτερα. ὅμως ἐκλογὴν ποιησάμενος σύ γε κἀκεῖθεν μετρίαν, ἓν ἢ δύο τῶν κουφοτέρων ἀπαγγεῖλαί μοι προθυμήθητι, ὡς μὴ ἀποκναίειν μήτε μακρᾷ σιγῇ τὰς ἡμῶν ὑπονοίας μήτε μακροτέροις λόγοις τὰς ἡμῶν ἀκοάς. Καὶ μὲν δὴ πρῶτον ἔστω σοι, θεία μοι κεφαλή, πρὸς ἀκρόασιν τὸ περὶ τῶν βαρβάρων ἐκείνων, οἳ διηνεκῶς καὶ ὅτε βούλοιντο μετὰ πολλῆς κωμάζουσι τῆς ῥαστώνης εἰς τὰ βασίλεια, μυσταγωγοὶ καὶ πρόεδροι τῆς ἀσεβοῦς θρησκείας ὄντες, καὶ βίον μέν, ὡς φασίν, ἄσκευόν τε καὶ ἄζυγα βόσκοντες, γαστρὶ δὲ πάντων μάλιστα δουλεύοντες καὶ ἀκρατοποσίας ἡττώμενοι, καὶ ὅσα τὸ τῆς ἐπιθυμίας ἀκόλαστον ἀναφλέγει. οὗτοι τοίνυν μελλούσης τῆς ἱερᾶς τελεῖσθαι μυσταγωγίας ἐν τῷ τῶν βασιλείων ἐκτὸς ἱερῷ τεμένει, χοροὺς ἱστῶντες ἐκεῖνοι παρὰ τὰς βασιλείους αὐλὰς ἀντᾴδουσί τε τὴν γυμνικὴν ἐκείνην ὀρχούμενοι ὄρχησιν, καὶ ἀσήμοις κλαγγαῖς τὰς τοῦ Μωάμεδ ἀναβοῶσιν ᾠδὰς καὶ τοὺς ὕμνους, δι' ὧν καὶ ἀνθέλκουσιν πρὸς τὴν ἑαυτῶν μᾶλλον ἀκρόασιν ἢ τὴν τῶν θείων εὐαγγε 3.203 λίων ποτὲ μὲν πάντας ἁπλῶς ποτὲ δ' ἐνίους τῶν ἠθροισμένων ἐκεῖ. τὸ δ' αὐτὸ καὶ περὶ τὴν βασίλειον τράπεζαν δρῶσιν ὡς τὰ πολλὰ μετά γε δὴ κυμβάλων καὶ θυμελικῶν ὀργάνων καὶ ᾀσμάτων, ὁπόσα τοῖς ἀσεβέσιν εἴθισται. Ἓν μὲν δὴ τοῦτο σκιωδῶς εἰρήσθω μοι, δεύτερον δ' ὅτι καὶ διὰ τὸ πολύμοχθόν τε καὶ πολυάσχολον τὰ τῶν βαρβάρων στρατόπεδα διαπεραιοῦσθαι συχνότερον πρὸς Εὐρώπην ἐκ Βιθυνίας ἀπηγορεύκασιν ἤδη, καὶ οὐκέτι καλοῦντι τῷ βασιλεῖ Καντακουζηνῷ προσέχειν ἔφασαν αὖθις τὸν νοῦν· ὅθεν ἀναγκάσθεντα τοῦτον λογάδας ἐκεῖθεν μισθώσασθαί τε καὶ ἅμα γυναιξί τε καὶ τέκνοις εἰς Εὐρώπην μετενεγκεῖν, ὁπόσους ἀποχρήσειν ἔδοξεν εἰς ἐπιτείχισμα καὶ φόβητρον ἀντὶ γοργόνος ἄλλης τοῦ γαμβροῦ Παλαιολόγου, καὶ εἴ τις ἐκείνῳ βούλοιτο συμμαχεῖν ἐκ Τριβαλῶν καὶ Μυσῶν. καὶ αὐτοὺς τῶν ἐν Χερρονήσῳ 473
πόλεων ἐνοικίζει τισίν, ὡς καὶ δούλοις διηνεκέσιν ἤδη κεχρῆσθαι παντάπασι τοῖς ἐκεῖ ταλαιπώροις Ῥωμαίοις, τῆς ἐφέσεως συνειληφότας ἐπίκουρον ἤδη καὶ τὸ τοῦ βασιλέως ἐνδόσιμον, ἀφ' ὧν ὡς ἐξ ὁρμητηρίου λοιπὸν ἀσφαλοῦς ἐξιόντες καὶ τὴν ἑξῆς ἀεὶ ληίζονταί τε καὶ ὑποποιοῦνται Θρᾴκην. ἤδη δὲ καὶ ὁ τοῦ Ὑρκανοῦ παῖς ὡς εἰς ἰδίαν ἀποικίαν καὶ πατρίαν γῆν διαβὰς τὸν Ἑλλήσποντον, συνοικεῖν ἐκεῖ τοῖς ὀλίγῳ πρότερον ἐληλυθόσιν ἔκρινε δεῖν ἐκείνοις βαρβάροις. τὰ δ' ἑξῆς ὡς ἥκιστ' ἄδηλα τῶν συνετῶν οὐδέσιν, εἰ 3.204 βούλοιο σύ, σιωπήσομαι· ἀποχρῆναι γὰρ οἶμαι καὶ τὴν τῶν σιωπωμένων συμβάλλειν ἐντεῦθεν ποιότητα λογικωτέραις εἰκασίαις τόν γε συνετὸν ἀκροατήν, εἰ καὶ φρικωδέστερα πέφυκεν ἴσως ὁπόσα ὁ Κάλλιστος Καντακουζηνὸν κατατρέχων ἐς τὸ πάνυ τραχύτατον ἐξηρεύξατο. Καὶ ὁ μὲν Ἀγαθάγγελος τοιαῦτα εἰπὼν καὶ ἀκούσας τὴν εἰωθυῖαν ἐπαλινδρόμει, λάθρᾳ καὶ καθ' ἡσυχίαν οἴκαδε ἀπιών. καὶ ὁ χειμὼν ἐν τούτοις οὔπω μὲν τελέως ἔληγε δ' οὖν. Ἄρτι δὲ τῆς ὥρας ἐφεστηκυίας ἐν ᾗ ψυχαὶ ζωτικαὶ πρὸς ἀναβίωσιν πάσης ἀνίσχουσι γῆς, χλόην ἐνδεδυμέναι παντοδαπὴν καὶ παντοδαποῖς περιηνθισμένην τοῖς χρώμασι, Ματθαίῳ διάδημα περιτίθησιν αὐτοκρατορικὸν ὁ πατὴρ ἐν τῷ Βλαχερνῶν θείῳ τεμένει, Φιλοθέου τοῦ μετὰ Κάλλιστον νεωστὶ πατριάρχου κατὰ τὸ πάλαι κεκρατηκὸς ἔθος τῇ χρείᾳ καθυπουργήσαντος. σκοπὸς δ' ἦν τῷ νέῳ τουτῳὶ διαδήματι ὥστε τὸν υἱὸν συνάρχειν μὲν τῷ πατρὶ διὰ βίου, τελευτήσαντος δ' ἴσως αὐτοῦ διὰ γῆρας μόνον ἐκ διαδοχῆς τὸν υἱὸν αὐτοκρατορικῶς τὰ τῆς βασιλείας διέπειν σκῆπτρα. τοῦ γὰρ γαμβροῦ Παλαιολόγου πᾶσα παντάπασιν κατεψηφίστο λήθη, καὶ θύρα φιλικῆς ὁμονοίας τελέως ἐκέκλειστο. Ἡμέραι μεταξὺ παρερρύησαν οὐ μάλα συχναί, καὶ Ματθαῖος ὁ νέος οὑτοσὶ βασιλεὺς εἰς τὴν ἐγκλείουσαν ταύτην 3.205 ἐμὴν ἀφικνεῖται οἰκίαν, τοῦ πατρὸς βασιλέως κελεύσαντος μέσον γενόμενον πεῖσαι βαδίζειν ἡμᾶς αὖθις εἰς τὰ βασίλεια καὶ διδόναι μὲν τὰς εἰωθυίας τοῖς βασιλεῦσιν ἡμᾶς ὁμιλίας, ἀντιλαμβάνειν δ' ἐκεῖθεν συχνὰς καὶ ποικίλας αὖ τὰς τῶν ἀντιδόσεων ἀμοιβάς. ἀλλ' ἐμοῦ τὴν παράκλησιν ταυτηνὶ μηδαμῇ μηδ' ἐκ πρώτης προσηκαμένου φωνῆς, τὴν γλῶτταν εὐθὺς ἐκεῖνος ἑτέρωσε μετερρύθμιζε. καὶ "εἰ μὲν ἐφ' ἡμῖν" φησὶν "εἶναι λογίζῃ τοῦ βίου τὰ πράγματα, καὶ τῇ γε ἡμετέρᾳ τὰς ἡνίας γνώμῃ παρέχεις τοῦ τοιῶσδε καὶ μὴ καὶ ἄλλως κινεῖσθαι ταυτί, σκοπεῖν σε χρεὼν μὴ καὶ σεαυτόν, μεθ' ὧν ἑτέρων ἀδικεῖς, λανθάνῃς ὁμοίως αὐτὸς ἀδικῶν, καὶ τῆς σῆς πολλοὺς ὁμιλίας μετὰ τῆς συμφυοῦς ἀποστερῶν ὠφελείας, καὶ σαυτὸν αὐτὸς φανῇς ὁμοῦ ζημιῶν, δόξης θείας ἅμα καὶ ἀνθρωπίνης ἔκ γε τοῦ προφανοῦς ἀποστερῶν ἑκοντί. τά τε γὰρ ἄλλα καὶ δὴ καὶ τὸν ἐμὸν ὁρῶ πατέρα καὶ βασιλέα, σύν γε μητρί μου τῇ βασιλίδι, πρὸς τοῦτο ὃ μεταξὺ συμπεπτωκέναι συμπέπτωκε μετάμελον σχόντας οὐ μάλα μικρὸν οὐδὲ πρὸς τὸ περιφρονούμενον ὑπορρέοντα. μέμνηνται γάρ σου σὺν θαύματι, καὶ διὰ στόματος οὐδαμῇ διαλείπουσιν ἰδίᾳ καὶ δημοσίᾳ φέρειν ἑκάτεροι τὰ σὰ καὶ ἀνακαλεῖσθαι συχνά, καὶ μάλιστα νῦν ὅτε συχνοῖς περιαντλεῖσθαι συμβαίνει βιαίοις πραγμάτων κύμασι καὶ σάλῳ τύχης αὐτούς· καὶ οἷος σὺ δεομένους, εἴπερ ποθ', ὁμιλητοῦ πρὸς παραμυθίαν, ζεφύρου φάναι τινὸς ἡδονῆς αὐτουργοῦ, καὶ χορηγεῖν παρε 3.206 σκευασμένους χαιρούσῃ γνώμῃ χρήματα καὶ δόξαν σὺν ὅσαις προσήκουσι δεξιώσεις τιμαῖς συνοικοῦσαι παντοδαπαῖς, καὶ οἷαι σοὶ πρὸς βουλήσεως εἶεν ἄν. οὐ γὰρ ἀνεμέσητον μὴ ἐς τὸ δέον κεχρῆσθαί σε τῷ δέοντι. ἐξὸν γὰρ εὐδαιμονεῖν τε καὶ χαίρειν, σὺ δ' ἐθελοντὴς ἀφανείᾳ καὶ λύπῃ συντήκεις σαυτόν, καὶ οὐδαμῇ γε ἐρρῶσθαι δίδως πρὸς τὸ νῆφον αὖθις τὸν σὸν λογισμόν. εἰ δὲ τύχη καὶ τὸ αὐτόματον ἄγει τὰ καθ' ἡμᾶς καὶ τὴν ἡμῶν ἐξ ἀφανοῦς ἐπιτίθεται τυραννοῦσα θέλησιν, καὶ ἄκοντες δρῶμεν καὶ πάσχομεν ὑπ' ἀνάγκης ὁπόσα τῶν ἐκείνης ῥοθίων ὁ κλύδων ἐπάγει, σοὶ μὲν οὐκ ἐγκαλεῖν οὐδὲν ἔτι οὐδ' ὅρους κινεῖν ὑπεζευγμένους ἀνάγκαις βουλήσομαι τοῦ λοιποῦ, ἀλλ' ὑπόψομαι καὶ φυλάξομαι τὴν ἀδράστειαν, τοὐντεῦθεν ὡς εἰκὸς ἀφοσιούμενος 474
τόλμημα. πυθέσθαι δ' οὖν ὅμως βούλομαι πρὸς τῆς σῆς σοφίας, ὦ βέλτιστε, τἀκριβές· εἰ γὰρ τοῦτο κρατεῖν με πείσειας, οὐκ ἂν φθάνοις βαθεῖάν μοι χαριζόμενος ἡδονήν, μακρὰς ἐν βραχεῖ τῆς ἐμῆς ἀποσφενδονῶν καὶ ἀπορραπίζων ψυχῆς ἀπορίας, αἳ δὴ διὰ μακροῦ τὴν τῆς ἐμῆς διανοίας ἑστίαν σφοδρῶς κατασχοῦσαι, νῦν μὲν ἐπ' ἄπειρον αὔξουσι τοὺς τῶν ἐμῶν φροντίδων τε καὶ λογισμῶν ἀναριθμήτους ἀριθμούς, καὶ τάς γε δὴ συνθέσεις τε καὶ ἀντιθέσεις σφῶν καὶ διαθέσεις ἄλλοτ' ἄλλως παρεισκυκλοῦσαι, νῦν δ' ἐπ' ἄπειρον τέμνουσί μοι καὶ διαιροῦσι τὸ μέγεθος τῆς αὐθαιρέτου λύπης, 3.207 ἣν αὐτὸς ἐμαυτῷ κατηγγύησα, λαθὼν οὐκ οἶδ' ὅπως ἐμαυτὸν καὶ τουτὶ τὸ τῆς βασιλείας ὑποδεξάμενος σχῆμα, πῶς μὲν ἑκὼν τοῖς πατρίοις ὑποταττόμενος πόθοις, πῶς δ' οὐ μάλα ἑκὼν διά γε τοὺς περιρρέοντάς τε καὶ περιστοιχίζοντας τέως ἡμᾶς κομιδῇ κυκεῶνας πραγμάτων, ὡς εἴρηται. εἰσὶ γάρ, εἰσὶν ἔνιοι, μᾶλλον δ' οὐκ ἔνιοι, ὅτι μὴ πλὴν ἐνίων ἅπαντες Ῥωμαίων δῆμοι, οἳ καὶ τοὐμῷ τὰς αἰτίας τῶν Ῥωμαϊκῶν συμφορῶν ἀναρτῶσι πατρί, ὅσαι χαλεπῶς ἀνερρώγεσαν νῦν. ἤδη δὲ καὶ εἰς δημόσιον ἐρρύη θεάτρον ἡ κατηγορία, καὶ ἔθνη πάντα βαρβάρων καὶ γένη παντοῖα μεστὰς μὲν ἀγυιὰς μεστὰς δ' ἀγορὰς καὶ πλατείας τῆς φήμης ποιοῦσιν, ἐπιρρωννύντες αὐτὴν ἀεὶ καὶ πᾶσαν ἐπάγοντες λοιδορίαν, δικαίου πέρι καὶ ἀδίκου μηδὲν ἐξετάζειν εἰδότες, μηδ' εἰς νοῦν βαλλόμενοι ὡς ἐξὸν τῷ πατρί μου, δι' ἃς ἅπαντες ἴσασιν αἰτίας, Παλαιολόγον αὐτὸν ἀνελεῖν ὁμοῦ τῇ μητρί, ὃ δὲ καὶ γαμβρὸν ἐπὶ τῇ ἐμῇ προσείληφεν ἀδελφῇ καὶ ἡμῶν προτετίμηκε τῶν υἱέων. νῦν δ' ἐπιβουλεύοντα βλέποντες ἐκεῖνον καὶ πᾶσαν μηχανὴν κινοῦντα καθ' ἡμῶν, καὶ δέον μισεῖν, οἳ δ' ἐκείνῳ μὲν προστίθενται πάσῃ γλώσσῃ τε καὶ γνώμῃ, τὸν δ' ἐμὸν ἀκρίτως μισοῦσι πατέρα, ὅτ' ἀναγκαζόμενος εἰς βοήθειαν προσκαλεῖται βαρβάρους, ἀμυνόμενος διὰ γαμβροῦ γαμβρὸν ἀλλοφύλου μὲν ὁμόφυλον εὐγνώμονος δ' ἀγνώμονα, καὶ ἅμα ἐπεξιὼν κακονοίας καὶ ἀβουλίας τοῖς ὑπηκόοις. καὶ τῷδε τῷ τρόπῳ τὴν θείαν ἀναιροῦντες οὐκ ἴσασι πρόνοιαν, καὶ τὴν ἐπιπο 3.208 ρευομένην τοῖς πράγμασιν ἀθετοῦντες ἀνάγκην τῆς τύχης. πάντων γὰρ ὡς εἰκὸς προεγνωσμένων θεῷ, καὶ πᾶσι πεπιστευμένου μήπω μηδενί τῳ τρόπῳ τὴν θείαν ἐξεῖναι διαψευσθῆναι πρόνοιαν, ἐξ ἀνάγκης ἀκολουθεῖ καὶ πᾶν τὰ τῇ θείᾳ προεγνωσμένον προνοίᾳ πεπράξεσθαι καθὰ καὶ προέγνωσται. οἷς δ' οὐχ οὕτω δόξης ἔχειν συμβαίνει, οὐκ ἂν φθάνοιεν οὗτοι πάντες ἐπ' ἀβεβαίου καὶ πλανωμένης τιθέμενοι δόξης, ὡς ἔγωγε οἶμαι, τοὺς τῆς θείας θεμελίους προνοίας, ἐφ' ὅσα τὸν πάντα χρόνον προβαίνει τε καὶ προβήσεται τοῦ βεβαιώσοντος οὐκ ὄντος ἐρείσματος. οἷς γὰρ οὐκ ἔστιν ἐξ ἀνάγκης βεβαίαν κεκτῆσθαι τὴν ἔκβασιν ὁποῖά ποτ' ἂν εἴη, ταῦτ' ἀόριστα ὄντα εἰκότως ἂν οὐδὲ προγινώσκεσθαι δυνηθείη ποτέ. καὶ πάντες εὐθὺς καὶ συλλήβδην εἰπεῖν διαβέβληνται λόγοι προφητῶν ἱερῶν, καὶ εἴ τινες εἶεν ἐκ Δωδώνης ἅμα καὶ Δελφικοῦ τρίποδος τοῖς φιλοπευστοῦσιν ὁπωσποτὲ τῶν ἀποβησομένων πέρι προθεσπίζοντες, οὐδαμῇ τῆς ἀοριστίας ἐχούσης ὅροις ἐπιστήμης ἐγκλείεσθαι. καὶ οὕτως ἐπ' αὐτοφώρῳ τὴν θείαν ἁλίσκονται διαβάλλοντες πρόνοιαν· καὶ τὸ ἄτοπον ὁπόσον καὶ οἷον, πολλοῦ μέν τ' ἂν δεήσειε μὴ καὶ τῶν ἀφελεστέρων πᾶς τις, καὶ εἴ τις εἴη τῶν πάνυ βαναύσων καὶ ἀγοραίων, σαφῶς ἐννοεῖν. τούτου δ' οὑτωσὶ πρὸς ἀτόπους ἐσχατίας τε καὶ φάραγγας ἐωσμένου, πολλὴ ἂν εἴη ῥαθυμία μὴ ἀρρήκτοις νομίζειν ἀνάγκαις δεσμίους τὰς τῶν γινομένων τε 3.209 καὶ ἀεὶ γενησομένων ἐκβάσεις πορεύεσθαί τε καὶ ἀτεκμάρτοις ἀνθρώπῳ παντὶ δουλεύειν τύχαις. εἰ οὖν οὕτω ταῦτα καὶ τὸ ἐφ' ἡμῖν ἐκ μέσου χωροῦν πρὸς ἀβύσσους κάτεισιν ἀνυπαρξίας πυθμένας, τίς μηχανὴ τὸν ἐμὸν ἐξαιρήσεται πατέρα μὴ δρᾶν τὰ πρὸς τῆς ἀναγκαίας κεκλωσμένα τύχης, καὶ οὕτω μὲν ὡρισμένως προεγνωσμένα θεῷ, οὕτω δ' ὡς προεγνῶσθαι συμπέπτωκε γινόμενα τῇ προνοίᾳ, οὕτω δ' αὖ γινωσκόμενα καθάπερ ὥρισταί τε καὶ γίνεσθαι πέφυκε πρὸς τῆς ἄνω προνοίας, ταὐτὸν δ' εἰπεῖν τῆς ἀναγκαίας ἀγόμενα τύχης. αὐτόματον γὰρ καὶ τύχην 475
τὴν θείαν καλεῖσθαι πρόνοιαν ἀκώλυτον ἠκηκόειν ὑπάρχειν μὴ μόνον τοῖς σοφωτέροις Ἑλλήνων παισίν, ἀλλὰ καὶ τῶν ἡμετέρων ἐνίοις. δέον οὖν ἐπαινεῖν ὅτι τῇ θείᾳ προνοίᾳ καὶ ὁ ἐμὸς ἀγόμενος πατήρ, καὶ ἀφύκτῳ δουλεύων ἀνάγκῃ, βαρβάροις μὲν συγγενέσι δ' οὖν καὶ φίλοις ἐπιτρέπει τὰς τῶν ἅπαξ ὑπὸ θεοῦ κατεψηφισμένων εἰς ὄλεθρον σφαγὰς καὶ τὰ λάφυρα καὶ τὰς παντοίας καὶ πολυτρόπους ἀπαγωγάς, οἳ δὲ καὶ ἄχθονται καὶ προσονειδίζουσι καὶ μισοῦσι, καὶ τὴν μὲν αὐτοῦ δι' εὐχῆς τελοῦσι ποιοῦντες ἀπαλλαγήν, τὴν δὲ τοῦ γαμβροῦ Παλαιολόγου μάλα σφοδρῶς ἐφίενται καὶ ἀνακαλοῦνται ἀρχήν, καὶ τὰς αὐτοῦ καὶ αὐτοὶ συνεργοῦντες οὐκ ἀπολείπουσιν, ὅσον τὸ ἐφικτόν, ἐπιβουλὰς καθ' ἡμῶν, καὶ ταῦτα διηνεκῶς ᾀδομένων ἐκ πάνυ πολλῶν καὶ παλαιοτέρων τῶν χρόνων ἀκούοντες τῶν τε ἄλλων κακῶν, καὶ ὡς πεπρωμένον εἴη τῷ ἔθνει τουτῳὶ χειρωθῆναι Ῥωμαίων ἅπασαν χώραν καὶ πόλιν, καὶ μέχρις αὐτῶν ἀγυιῶν 3.210 τε καὶ πλατειῶν καὶ στοῶν εἰσδραμεῖν τῆς Βυζαντίων μεγίστης πόλεως." Ματθαίου μὲν οὖν ἐκείνου τοιαῦτα συνείρειν ἐθέλοντος ἕτερα πλείω καὶ ἄλλα ἐπ' ἄλλοις ὁμόστοιχα, διακόψας τοῦ λόγου τὸν δρόμον ἐγὼ τοιάδε φημὶ πρὸς αὐτόν. "σὺ δὲ βουλόμενος τὴν θείαν συνιστᾶν πρόνοιαν, ὡς δοκεῖ σοι τὸ σχῆμα τοῦ λόγου, λέληθας ἀναιρῶν αὐτὴν καὶ τἀναντία δρῶν προφανῶς τῆς βουλήσεως, καὶ τὸν πατέρα τὸν σὸν ἀπαλλάττειν μακρῶν ἐπειγόμενος ἐγκλημάτων πεφώρασαι καὶ σαυτὸν αὐτόχρημα τοῖς τῶν αὐτοῦ συγκαταδύων ἐγκλημάτων ὕδασί τε καὶ ῥοθίοις. μηδὲ γὰρ τὰς τῶν ὄντων τε καὶ γινομένων αἰτίας εἰδώς, μηδὲ τρόπους αἰτιατῶν διαιρεῖν ἐπιστάμενος, μηδὲ τούτων ἕκαστα τῷ προσήκοντι διανέμειν κανόνι, οὓς ἂν ἐθέλῃς ἐκφεύγειν κρημνούς, τούτοις ἐκ τοῦ ῥᾴστου καὶ μὴ θέλων ἐμπίπτεις. οὐ γὰρ παρὰ τοῦτο τοῖς δρῶσι γίνεται τὰ μοχθηρά τε καὶ ἀποτρόπαια, ὅτι πρὶν γενέσθαι προέγνωσται τῷ θεῷ, οὐδ' αἰτία τῶν γινομένων κακῶν ἡ πρόγνωσις· ἀλλ' ὅτι γενήσεσθαι ἤμελλε, διὰ τοῦτο προέγνωσται τῷ θεῷ. μᾶλλον δ', εἰ τἀσφαλέστερα λέγειν χρεὼν ἐνταυθοῖ, ἔγνωσται θεῷ καὶ οὐδαμῇ προέγνωσται. ἐπ' ἴσης γὰρ τοῖς ἐνεστῶσι θεὸς ὁρᾷ τὰ ἡμῖν μέλλοντα, ἐν τῷ τῆς ἰδίας ἁπλότητος ἱσταμένῳ μένων τὸν πάντα αἰῶνα, κἀν τῷ μηδαμῇ ποτὲ παραλλάττοντι ἐνεστῶτι ἱστάμενος. καὶ ὁρῶν οὐ βίᾳ μεταρρυθμίζει τινὶ ὃ τὴν ἀρχὴν τοῖς ἀνθρωπίνοις θελήμασιν ἔδωκεν 3.211 αὐτεξούσιον. ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἴ τις βαδίζοντά τινα βλέπων ἐξαγγέλλοι τῇ γλώττῃ. τὸν μὲν λέγοντα ἀληθεύειν ἀνάγκη, οὐ μέντοι γε παρὰ τὸ ἀληθεύειν τὸν λέγοντα ὁ βαδίζων βαδίζει. ἀλλὰ τοὔμπαλιν διότι ὁ βαδίζων βαδίζειν βεβούληται, ἀληθεύειν ἐξ ἀνάγκης συμβαίνει τὸν λέγοντα. καὶ δίδωσι μὲν τὴν αἰτίαν ὁ βαδίζων τοῦ γε τὸν λέγοντα ἀληθεύειν, τὴν δὲ τοῦ αἰτιατοῦ χώραν δεύτερος ἐπιὼν ὁ λόγος λαμβάνει. καὶ δοκεῖ μὲν κατὰ μετουσίαν τινὰ καὶ ὁ λόγος ὡς ἑπόμενον ἴνδαλμα τὴν τοῦ ἀληθεύειν ἔχειν ὅπως ποτ' ἀνάγκην, οὐκ ἔχει δ' οὖν· οὐδὲ γὰρ οὐδεμίαν ἀνάγκην οὔθ' ὁ τοῦ λέγοντος λόγος οὔθ' ὁ τοῦ βλέποντος ὀφθαλμὸς τῇ τοῦ βαδίζοντος ἐπήνεγκεν ἐλευθερίᾳ κατὰ τὴν τοῦ βαδίζειν ἀδέσποτον θέλησιν. καὶ εἰ δοκεῖ γυμναστέον αὖθις τὸν λόγον ἐφ' ἑτέρου τινὸς ὑποδείγματος τελεώτερον, κείσθω γάρ τινα τήμερον τρίπηχυ ξύλον φέρε εἰπεῖν εἰς ῥάβδου χρείαν ἐξ αὐτοσχεδίου θελήσεως οἴκοθεν ἀποξέειν μεταποιοῦντα, μηδενὸς τῶν ἁπάντων μηδὲν ἐπιτάττοντος ἔξωθεν ὅσοι παριόντες ὁρῶσιν. οὐκ ἂν οὖν οὐδ' αὐτός, οἶμαι, ἀμφισβητήσειας μὴ κατ' ἀθρόαν τοὺς παριόντας περίληψιν ὁρᾶν μὲν καὶ γινώσκειν εὐθὺς ὁπόση καὶ οἵα μῆκος ἅμα καὶ πλάτος ἡ ῥάβδος, μηδεμίαν δ' ἐπάγειν ἀνάγκην τῇ πράξει τὴν θέαν. εἰ οὖν καὶ θεὸς ὡς ἐνεστῶτα πάντ' ἐπ' ἴσης ὁρᾷ τά τε δὴ γινόμενα καὶ γενησόμενα, τί τις ἂν ἔχοι λέγειν ὡς ἡ τοῦ θεοῦ θεωρία καὶ γνῶσις ἀνάγκην ἐπάγει τινὰ τοῖς ἐλεύθερον τελεῖσθαι καὶ 3.212 ἀδέσποτον πεφυκόσι τὸν τρόπον; ὥσπερ γὰρ οὐδὲ τῶν ἀνθρώπων οὐδεμία τις τῶν ἁπάντων, ὡς εἴρηται, ὄψις ἀνάγκην, οἷς ἂν ἐκ τοῦ παρήκοντος γινομένοις ὁρᾷ, μηδαμῇ ἐπάγει βιαίαν οὐδεμίαν, 476
οὕτως οὐδ' ἡ τοῦ θεοῦ εἴτε πρόγνωσιν λέγειν χρεὼν εἴτε γνῶσιν, οἷς ὁρᾷ γιγνομένοις, οὐ βίαιον ἐπάγει οὐδέσιν οὐδέν, οὐδ' ἀνάγκη δουλοῖ τὴν ἅπαξ ὑπ' αὐτοῦ δεδομένην ἐλευθερίαν τοῖς πράγμασιν. ἐπ' ἴσης γὰρ ὁ θεὸς ὁρᾷ τὰ γινόμενά τε καὶ γενησόμενα, καὶ οὐδὲν μᾶλλον αὐτῷ παρὰ θάτερον θάτερον, ἐν τῇ ἁπλότητι μένων ἐπ' ἴσης αὐτὸς τοῦ σφετέρου διηνεκῶς ἐνεστῶτος· καὶ ὁμοίως ἀεὶ τὸ δεδομένον ἑκάστοις ἐνδίδωσιν αὐτεξούσιον. διὸ καὶ οὐδὲν μᾶλλον, ὡς εἴρηται, φαίης ἂν τὸν θεὸν προορᾶν τε καὶ προγινώσκειν ἢ ὁρᾶν καὶ γινώσκειν, τοῦ χρονικοῦ παρῳχηκότος ἅμα καὶ μέλλοντος ἑνί γε τῷ τρόπῳ τελέως ἐντεῦθεν ἐξωθουμένου καὶ χώραν αὐτῷ προσήκουσαν οὐδεμίαν οὐδαμῇ ἐφευρίσκοντος. Τί τοίνυν ἐς τὸ ἀθῶον αὐτὸς παρεξάγεις τὰ τοῦ πατρὸς ἐγκλήματα, σφαλερᾶς διανοίας εὔφημόν τινα τὴν ἀποστροφὴν ἀντιμηχανώμενος, καὶ λόγοις ἀπατηλοῖς πρὸς τὸ βουλόμενον σπεύδεις μετατιθέναι ὧν τὴν κόλασιν ἔργοις ἐκεῖνος ὑφέξει τῷ βλέποντι καὶ κρινοῦντι θεῷ. φυγὰς γὰρ ἐθελοντὴς τοῦ θεοῦ γεγονώς, καὶ πόθῳ προσκαίρου τύχης καὶ δόξης τοῦ θείου φωτὸς ἐκείνου ἀπερρωγώς, παρ' ὅσον ἐπίδοξον ὄνομα διὰ γῆς ἐσπούδακε σπείρειν, παρὰ τοσοῦτον ἄδοξον στάχυν 3.213 ἀεὶ θερίζει, δι' ἀβουλίαν ἀεὶ τοῦ βελτίονος ἀπορραπιζόμενος· καὶ ἃ διώκειν εἵλετο νομίσας εἶναι χρηστά, πάντων ἐκπέπτωκεν ἄρδην, ὑφ' ἧς ἐλάτρευε διωκόμενος τύχης. καὶ ὅθεν εὐδαιμονέστατος πάντων ᾠήθη γίνεσθαι βασιλέων, ἐκεῖθεν ἡ ἀντίπαλος παραδῦσα ῥύμη τῆς τύχης αὐτοῦ γυμνὸν παντὶ τῷ τοῦ βίου θεάτρῳ καὶ κόσμῳ προδείκνυσι μὴ μόνον τοῦ μόνου θεοῦ, ἀλλὰ καὶ ἧσπερ ἐσπούδακε δόξης προσκαίρου τυχεῖν. ἐπ' οὐδεμιᾶς γὰρ βεβαίως ἑστήξει κρηπῖδος κλῆρος δόξης οὐδεὶς ὅς τε θεοῦ ἀποπεφοίτηκε καὶ ὃν τὸ τῆς τύχης ἐχορήγησεν ἄστατον. δυοῖν γὰρ ἑπομένων τῇ τῆς προσκαίρου τύχης εὐκληρίᾳ κακῶν, ἢ καὶ ἄμφω περιχεῖται τοῖς ἀθλίοις ἐναλλὰξ ὁπόσοι ταύτην ἀμφιέννυνται, ἢ δυοῖν θάτερον. ἢ γὰρ οἶδε τὸ τῆς τύχης ἄστατον, καὶ δεδιέναι τὴν αἰφνίδιον ἀνάγκη μεταβολὴν ἀεί, καὶ τῷ συνεχεῖ τοῦ δέους εὐδαιμονεῖν ἀσφαλῶς μηδαμῇ συγχωρεῖσθαι, καὶ παρούσης μὲν λυπεῖσθαι διὰ τὴν τῆς ἀποβολῆς ἐλπίδα, ῥυείσης δ' αὖ λυπεῖσθαι διὰ τὴν ἐναπομένουσαν μνήμην καὶ τήν γε δὴ τῆς ἀναλήψεως ἀπόγνωσιν· ἢ οὐκ οἶδε, καὶ μὴ εἰδὼς οὐδ' εὐδαίμων. παροῦσα μὲν γὰρ ἡδονὴν οὐκ ἔχει τουτῳῒ κεκτημένῳ· καὶ πῶς ἂν εἴη εὐδαίμων τὴν αἴσθησιν οὐκ ἔχων ὧν κεκτῆσθαι δοκεῖ; ἂν δ' ὀψὲ καὶ τὸ τῆς φύσεως ἴδιον ἐπενέγκῃ, λέγω δὴ τὴν μεταβολὴν ἑαυτῆς, τῷ τῆς αἰφνιδίου ἐκπλήξεως ὑπερβάλλοντι συνανεῖλεν ἐνίοτε καὶ τὸ ζῆν. καὶ προλέλοιπε μὲν αὐτὸν εὐθὺς ὃ προλιπεῖν μὲν οὐκ ἦν αὐτῷ 3.214 βουλομένῳ, καταλέλειπται δ' αὐτὸς οὔθ' ὡς καταλελεῖφθαι νενόμικεν οὔθ' ὡς βιοῦν προῄρηται. τοιαῦτα γὰρ τὰ τῶν χρονικῶν πραγμάτων ἐγκύκλια παίγνια καὶ οἱ τῆς τύχης γέλωτες, σκιὰ μὴ κρατεῖσθαι πεφυκυῖα, καὶ ἀνούσιον ὄνομα ταῖς τῶν μικρολόγων καὶ μικροψύχων ἐπιπλανώμενον φαντασίαις. διὸ καὶ ῥᾷστα μυρίοις ἀναμοχλεύεται κύβοις μεταβολῶν ἀτεκμάρτων. καὶ ὁ σφόδρα θέλων αὐτῇ παραμένειν τοῦ μένειν ἀσφαλὴς ἀποσφενδονᾶται ῥᾳδίως· ὁ δὲ ταύτης μὲν ἐθελοντὴς ἐκχωρῶν, θεῷ δὲ τῷ τῶν καλῶν ὡς ἀληθῶς χορηγῷ προσέχων τὸν νοῦν, εὐσταλὴς τὴν τοῦ βίου παρατρέχων θάλασσαν ἔφεδρον ἐπίβουλον οὐδὲ λῃστὴν φοβήσεται πάντων οὐδένα ποτέ. Καὶ ἵνα σε ἐς τὸ πρότερον ἴχνος ἐκείνου τοῦ ὑποδείγματος αὖθις ἀναγαγὼν κατακλείσω τὸν λόγον, δεδειχὼς ὡς ἄνθρωποι τῶν ἀνθρωπίνων αἴτιοι γίνονται συμφορῶν καὶ οὐχ ὁ θεὸς οὐδ' ἡ αὐτοῦ πρόγνωσις, οὐδ' ἀνάγκη τις τυραννεῖ τοῦ βίου τοὺς οἴακας, ἀλλ' ἑκούσιον θέλημα τοὺς κακοὺς εἰς κακὰ παραπέμπει, προσέχειν τοῖς λεγομένοις χρεών. καθάπερ γάρ, εἴ τις μοχθηροτέρᾳ μετὰ τοῦ πλείονος χρῷτο διαίτῃ καὶ ἀπᾴδουσαν τῷ γαστρὶ συμφοροίη τροφήν, ἀνάγκη νοσεῖν καὶ διαφόρους καὶ ἄλλας ἐπ' ἄλλαις ἀλγηδόνας διηνεκῶς ὑπομένειν, καὶ τὸ αἴτιον πλὴν τῆς τοῦ πάσχοντος γνώμης καὶ προαιρέσεως οὔτε τῇ τροφῇ προστρίψειεν ἄν τις δικαίως οὔτ' 3.215 ἀνθρώπων οὐδενί, οὐ μέντ' ἂν οὐδὲ 477
ταῖς τῶν ὁρώντων προρρήσεσι καὶ προγνώσεσιν, εἴ τινες εἶεν ἰατροὶ καλῶς ἐκ τῆς ἀκαίρου τροφῆς ἐκείνης στοχαζόμενοι καὶ προαναφωνοῦντες τῷ μὲν τὴν ἀκόλουθον νόσον τῷ δὲ τὸν ἑπόμενον θάνατον, καὶ ἀνάγκην οὐδεμίαν ἐπήνεγκεν οὔτε τοῖς νοσήμασιν ἐκείνοις οὔτε τῷ θανάτῳ πρόρρησις καὶ πρόγνωσις τοῦ συνετῶς ὁρῶντος ἰατροῦ, οὕτως οὐδ' ἡ τοῦ θεοῦ πρόγνωσις ἀνάγκῃ συνωθεῖ τοὺς ἁμαρτάνοντας εἰς τὸ ἁμαρτάνειν, οὐδ' ἁμαρτάνοντας αὖ παντοίοις ἐκ παντοίων καὶ ποικίλοις ἐκ ποικίλων δεινοῖς περιπίπτειν ἀμοιβαδὸν καὶ οἷον πρὸς πάνυ δυσδιεξόδευτον ἐκπονεῖσθαι λαβύρινθον τῶν τε ἐνταῦθα πραγμάτων καὶ τῶν διὰ τὰς ἐκεῖθεν ἡτοιμασμένας κολάσεις πληττομένων ἀεὶ λογισμῶν. ἀνάγκη μὲν γὰρ τὰ ἐσόμενα προγινώσκεσθαι τῷ τὰ πάνθ' ὡς ἐνεστῶτα βλέποντι θεῷ, οὐκ ἀνάγκη δ' αἰτίαν ἡγεῖσθαι κακῶν τὴν αὐτοῦ πρόγνωσιν. καὶ εἴ τι δ' ἐν τοῖς τῶν ἀλόγων ζώων σπλάγχνοις ἰχνηλατοῦσι παῖδες Χαλδαίων, ἐπεὶ καὶ περὶ τοιούτων εἰρήκεις, καὶ εἴ τις δ' αὖ ἐκ Δελφικοῦ τρίποδος ὁρμώμενος λόγος πρὸς μελλόντων ἔρρωται πρόγνωσιν, στοχαστικαὶ καὶ ταῦτα δαιμόνων εἰσὶ προρρήσεις, ἀθροιζόντων τὸ μέλλον ἔκ γε τῆς τῶν ἐρωτώντων διαίτης καὶ τῆς τοῦ βίου αἱρέσεως. καὶ οὔτ' ἀνάγκην εὐθὺς ἐπάγουσι καὶ τοῖς πράγμασιν αἱ στοχαστικαὶ προρρήσεις αὗται, οὔτε τὸ προσαγωγότερον τῆς τῶν δαιμόνων ἀπάτης μεταρρι 3.216 πίζειν δύναται πρὸς τὰ τῶν ἁμαρτιῶν ἀρρωστήματα στερρῶς ἡδρασμένην ψυχὴν ἐν τῷ θείῳ φόβῳ καὶ τῷ τῆς ὑγιείας ταύτης μάλα ἀκραιφνεῖ. καὶ ὥσπερ οὐκ ἂν ἔδει τοῖς ἀνθρώποις ἰατρικῆς, εἰ μὴ ἐνόσουν, οὕτως οὐδὲ μαντικῆς, εἰ μὴ ταῖς σφαλλομέναις ἐγκυβιστῶντες τύχαις ἡμάρτανον, καὶ δεδιότες ἐντεῦθεν τὸ μέλλον ἐρωτᾶν ἠναγκάζοντο τοὺς τὴν στοχαστικὴν διὰ μακρῶν ἀκριβώσαντας τῶν αἰώνων δαίμονας, ἀνθρώπων μὲν μᾶλλον, ἁπάντων δ' εὐστόχους οὐ μάλα μᾶλλον· ἴδοις γὰρ ἂν κἀκείνους τὸ πλεῖστον ὡς ἐν μεταιχμίῳ ῥιπτοῦντας τὸ μάντευμα. τά τε γὰρ ἄλλα καὶ τὸν Ἅλυν, φησί, διαβὰς μεγάλην ἀρχὴν καταλύσεις, οὔθ' ὁποίαν ἀποσαφῶν ἀμφοῖν, οὔθ' ὅτι τῷ ἐρωτῶντι βέβαιον ἡ διάβασις, ἀλλ' εἰ διαβὰς τύχοι. καὶ μυρία τοιαῦτα τοῖς γε σχολάζειν οὐ μάλα ὀκνοῦσιν εὑρίσκοιτο ἄν. Καὶ μή μοι λέγε προγόνων ἁμαρτίας δι' ἃς τῶν κακῶν ἐκεῖθεν ἠργμένων ἥκιστα δύνασθαι τὸν εἱρμὼν ἀναλύειν ἐκεῖνον τοὺς ἀπογόνους, καὶ τὴν ἐκείνου τοῦ ῥεύματος ἀναστέλλειν φοράν τε καὶ δυναστεύουσαν αὐτοκρατορίαν. ἄπαγε· σκῆψις ταῦτα σαθρά. οὐ γὰρ ἄδικος ὁ θεός, ἵνα τὴν ἑτέρων ἔκτισιν ἑτέρωσε παραπέμπῃ καὶ ἄλλων ἄλλοις παρέχῃ κολάσεις ἁπλῶς. ἀλλ' ὅμοιον ἂν εἴη ὥσπερ ἂν εἴ τις φλόγα πυρὸς κατασβέσαι πειρώμενος τἀναντία τοῖς ἔργοις ποιοίη, αὐτός τε ἀντ' ἄλλων σβεστηρίων ἁπάντων φακέλλους φρυγάνων ἐπιτιθεὶς καὶ ἀμφορέας ἐλαίου προσεπιφέρων κατὰ τὸ δαψιλέστερον, καὶ σφόδρα ἄλλους κατόπιν ἰόντας κινοίη τὰ 3.217 ὅμοια δρᾶν, καὶ ἀεὶ τοὺς ἑξῆς· ταχὺ μέντ' ἂν εἰς ἀέρα βαθὺν ἡ τῆς φλογὸς ἀναρριπισθείη κορυφή, ταχύτερον δ' αὖ τὴν κύκλῳ γῆν περιδράμοι αἰθερίου τέως συνεφαπτομένου πνεύματος· οὐ γὰρ ἀνάγκη πῦρ ἐκ μιᾶς τινὸς ἀναστέλλειν οἰκίας, ἀλλ' ἀνάγκη πόλιν ὅλην αὐταῖς οἰκίαις καὶ στοαῖς ἐμπιπρᾶν ἐκ τοῦ ῥᾴστου μετὰ τῶν συνοικούντων. οὕτω δὴ καὶ τοῖς ὀψιγόνοις, εἰ μήτε τὰ πατέρων ἐγκλήματα διορθοῦσθαι πειρῷντο, ἀλλὰ καὶ προσεπαντλεῖν ἀναγκάζοιεν ἄλλοθεν ἄλλους ἄλλα κατόπιν ἁμαρτήμασιν ἁμαρτήματα παλαιοῖς νέα καὶ μακροῖς μέτροις μείζω τε καὶ βαρύτερα, νοσεῖν ἀνάγκη, καὶ κατὰ τὸ ἀνάλογον τοῖς ἐσχάτοις δεινοῖς ἀεὶ περιπίπτειν, καὶ μηδ' ἀναπνεῖν ἐλευθέριον δύνασθαι, ἀλλ' ἐοικέναι πως ἐκείνοις οἳ περιπνευμονίᾳ καὶ ὑδέρῳ συνισχημένοι βαθεῖ βίους ὅλους ἑνὸς θανάτου ῥᾳδίως ἀλλάξαιντ' ἄν. Τί τοίνυν καὶ σὺ μετὰ τοῦ πατρὸς τοὺς τῶν οἰκείων ἁμαρτημάτων Ὀλύμπους καὶ Παρνασοὺς παρατρέχοντες, πᾶσιν ὀφθαλμοῖς ἐς τοὺς προγονικοὺς ὀρόβους ἐμβλέπετε, καὶ οὐκ ἀπάγειν οὐδ' ἐπὶ βραχὺ τὸν νοῦν ἐκεῖθεν βεβούλησθε, οὐδ' ἐπιστρέφειν ὀψὲ καὶ πρὸς ἑαυτούς. ἀρίθμει γάρ, εἰ βούλει, μικρὸν τῶν τῆς οἰήσεως ὑπανιεὶς ὀφρύων, τὰ νέα ταυτὶ καὶ ὑμέτερα, καὶ παρατίθει 478
τοῖς τῶν προγόνων παλαιοτέροις ἅπασι· καὶ ὄψει τοσοῦτο βαρύτερα καὶ πολυειδέστερα τὰ ὑμέτερα ὅσον ἡ στείρα καὶ παράλιος ψάμμος ἅπασα πρὸς ἓν ἀθροισθεῖσα βάρος μικροῦ τινὸς ὑπερέχει δίσκου, ὁποίοις πάλαι καὶ οἱ ἐν Ὀλυμπίοις ἐχρῶντο δισκεύοντες τε καὶ τὸ παγκράτιον ἐξασκούμενοι. 3.218 Εἰ δ' αἰσχρὸν τὸ τὰ αἰσχρὰ διανοεῖσθαι, αἰσχρότερον πάντως δήπου πολλῷ τὸ τὰ αἴσχιστα καὶ δύνασθαι καὶ δρᾶν καὶ ἅμα πρὸς δημοσίους ἐκλαλεῖν ἀκοάς. εἰ δὲ τοῦθ' οὕτως, ποῦ λοιπὸν οὐκ ἂν ἀναιδείας ἐλαύνοι, ἐφ' οἷς ἐγκαλύπτονται καὶ τῶν βαναύσων οἱ δυστυχέστεροι, τούτοις τὸν σὸν ἐγκαλλωπίζεσθαι πατέρα, καὶ γυμνῇ βοᾶν τῇ κεφαλῇ Βυζαντίοις ὡς διὰ τὴν ὑμῶν ἀπέχθειαν, τῷ γαμβρῷ προστιθεμένων Παλαιολόγῳ καθ' ἅπασαν γνώμην, πάσης μὲν ἀποκέκλεισθε νῦν μὴ μόνον προόδου καὶ τῆς τῶν ὑμετέρων κομιδῆς ἀσταχύων ἀλλὰ καὶ πάσης χρηστῆς προσδοκίας ἑξῆς, ὄψεσθε δ' οὖν ἐν βραχεῖ καὶ τὸ μέγα καὶ περιβόητον ἄστυ Βυζάντιον τουτοῒ προδεδομένον ὁμοίως ὑπ' ἐμοῦ τῷ τῶν βαρβάρων ἀρχηγῷ πρὸς βασίλειον οἴκησιν, Ὑρκανῷ τῷ γαμβρῷ σὺν ἅπασι τοῖς ὑπ' αὐτῷ βαρβάροις. ὅθεν γυναικῶν μὲν καὶ παίδων ἀλλοτριώσεσθε τὴν ταχίστην, καὶ ἅμα χρημάτων καὶ οἰκιῶν, ὑμεῖς δὲ μαστιγίαι καὶ ἐν Καρὸς δουλεύσετε μοίρᾳ. τοῦτ' ἐκεῖνο ὃ καὶ τῷ Λαέρτου πάλαι Ὀδυσσεῖ ναυαγήσαντι ἐκπεπηδηκὼς ἐπηγγέλλετο Κύκλωψ ἐκεῖνος ὁ τοῦ Ὁμήρου, πύματον δηλαδὴ φυλάξειν ἑαυτῷ τράπεζαν αὐτὸν μετά γε δὴ τὴν τῶν ἀνδρῶν ἐκείνων ἐδωδήν, οὓς θηριῶδες καὶ ὠμοβόρον τηνικαῦτα ὁρῶντος αὐτοῦ πεποίηται δεῖπνον. τί τῆς ἐπαγγελίας ταύτης ἀθλιώτερον ἢ θηριωδέστερον; εἰ οὖν αἴσχιστον τὸν ἐν ἐξουσίᾳ τὰ αἴσχιστα δρᾶν, ἦπου μανίας οὐ μάλα ἐλεύθερον λύκοις τὸ ἐμπιστευθὲν προτιθέναι ποίμνιον εἰς βορὰν ἑκοντὶ τὸν ποιμένα. δέον γὰρ ὑπερμα 3.219 χεῖν καὶ πᾶσι τρόποις τὴν τοῦ ποιμνίου ζητεῖν εὐζωΐαν, ὃ δ' εἰς κακοδαιμονίας ἀνυπερβλήτου μετεσκεύασε πρόφασιν τὴν ποιμαντικὴν δεσποτείαν, καὶ οὐδ' αἰδεῖται τὰς τῆς ἀδίκου ψυχῆς ἐκλαλῶν ἀπορρήτους ὠδῖνας, ἀλλὰ καὶ δόξης ὑπερβολὴν ἑαυτοῦ τὰς Ῥωμαίων ἡγούμενος συμφορὰς δημοσιεύει καὶ ἐγκαυχᾶται. ὅμως καθάπερ οὐδὲν καινὸν οὐδ' ἀνοίκειον ἀνδροφόνῳ μυρίους ἀνόμως ἀνθρώπους πεφονευκότι καὶ πορνείας ἁλῶναι, οὕτως οὐδὲν οὐδὲ τούτῳ καινόν, καθάπαξ τοῦ πεποιηκότος ἀπερρωγότι θεοῦ καὶ τὴν πάτριον ἐξομοσαμένῳ εὐσέβειαν καὶ τοῖς θείοις ἐμπεπαρῳνηκότι κανόσι καὶ νόμοις καὶ πᾶσιν ἱεροῖς ἀδεῶς ἐνυβρίσαντι μυστηρίοις, καὶ ἐν ἀλιτηρίων μοίρᾳ γῆς καὶ θαλάττης ἁπανταχῇ τοὺς εὐσεβείᾳ συντεθραμμένους διασπείραντι, καὶ παντοίοις τοὺς λειπομένους δεσμωτηρίοις ἐμβεβληκότι, καὶ τοῖς τοιούτοις ἐγκαλλωπίζεσθαι ἀδικήμασι, δίκην σειρᾶς ἐξημμένοις ἐκεῖθεν, καὶ τῷ τῆς ὁμοιότητος ῥιπισμῷ πρὸς τὴν τῆς πρώτης κακίας ῥίζαν ἀναπέμπουσι τὸ συγγενές. σὺ δέ μοι λέγε πρὸς ταῦτα τύχην αἰτίαν καὶ πεπρωμένην ἀνάγκῃ τὰ δρώμενα δρῶσαν. πῶς καὶ πόθεν, ἄνθρωπε; ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἴ τις μέσου χειμῶνος γυμνὸς ἐν ὑπαίθροις περινοστῶν αἰτίαν τοῦ ῥίγους ἐτίθει, ἥκιστα μὲν τὴν ἑαυτοῦ γνώμην καὶ θέλησιν, τὴν δ' ἀνάγκην τῆς πεπρωμένης. ἦ γὰρ οὐχ ἡ ἑκάστου παντάπασιν αὐτοδέσποτος θέλησις ἑκάστῳ γίνεται Κλωθὼ καὶ πεπρωμένη, σύστοιχον τῇ ῥίζῃ φύουσα τὸ γεώργιον; ἔπειτά με τῶν οὕτω 3.220 πλάνης ἐχόντων ὁμιλητὴν ἀξιοῖς νῦν προσεληλυθότα γενέσθαι, ὅτε καὶ μυριοπλάσιον δι' εὐχῆς καθεστήκοι μοι μᾶλλον τῆς νῦν ἐχούσης τὴν ἐμοῦ καὶ ὑμῶν μεταξὺ τοπικὴν διάστασιν γίνεσθαι. ἀλλ' ἄπιθι πρὸς θεοῦ, καὶ μή με πρὸς πλείους ἐρέθιζε λόγους· οὐδὲν γὰρ ἐξ ἐμοῦ σοι τῶν κατὰ γνώμην οὔτε λελέξεται οὔτε πεπράξεται. Ματθαῖος μὲν οὖν ὁ νέος ἐκεῖνος βασιλεύς, εἰπὼν μὲν ἃ μήπω πρὸς ἕτερον, ἀκηκοὼς δ' ἃ μήπω πρὸς ἑτέρου, λύπης καὶ ἀθυμίας μεστὸς ἐγεγόνει μὴ κατὰ γνώμην τῆς ὁμιλίας κεχωρηκυίας αὐτῷ. καὶ ἐβούλετο μὲν ἔτι λέγειν τε καὶ ἀκούειν· ἀλλ' ὁρῶν ἐμὲ μηδαμῇ μηδὲ μέχρι βραχέος ἐνδιδόντα τὴν ἀκοὴν ἀπῄει, τὰς τοῦ πατρὸς ὁμοῦ καὶ τῆς μητρὸς ἀφαιρούμενος ἄρδην ἐλπίδας. διὸ καὶ ἀσφαλέστερά τε καὶ βιαιότερα καθ' ἡμῶν τὰ τῆς εἱρκτῆς 479
αὖθις ἐγίνετο, τοῦ παλαμικοῦ θιάσου βασκανίας εἵνεκα τὴν τῶν βασιλέων ὀργὴν ἐρεθίσαντός τε καὶ ἀναρριπίσαντος ἐς τὸ ἀκμαιότερον· καὶ ἠνύομεν αὖθις οὑτωσί πως τὸ λοιπὸν τοῦ βίου μηδαμῇ μηδὲν μηδ' ὁθενοῦν μήτ' ἀκούειν μήθ' ὁμιλεῖν ἔχοντες. Βραχεῖαι παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ μετὰ δύσιν ἡλίου δευτέρας ὥρας ἄρτι νυκτερινῆς ἀγομένης, καὶ τὰς ἑσπερίους ἐμοῦ συνήθως ᾠδὰς ἀποδιδόντος Χριστῷ τῷ θεῷ περὶ τὸ τοῦ οἴκου ἐνδότερον, ἔνθα καὶ τὴν αὐτοῦ θείαν εἰκόνα μετὰ τῆς αὐτοῦ πανάγνου μητρὸς πάλαι προεστησάμεθα, 3.221 κλόνος ἐξαίφνης ῥαγδαῖος καὶ τῶν πάλαι θαυμαζομένων ἐπὶ μεγέθει ἐνάμιλλος πᾶσαν ἐφ' ἧς ἑστήκαμεν ἐτίναξε γῆν. καὶ τὰ μὲν ἔξω τέως ἠγνόουν πάθη, κεκλεισμένος ὤν, ὅσα τε Βυζάντιον καὶ ὅσα τὰς ἄλλας συμπέπτωκε πόλεις παθεῖν· ὅλον δ' οὖν ἐδόνησε καὶ συνετάραξε μάλα σφοδρῶς τὸν ἡμέτερον οἶκον, ὡς καὶ μέρη πλείω ῥαγέντα χεῖσθαι πρὸς τοὔδαφος ἔνθεν κἀκεῖθεν, καὶ τὰς μὲν ἡμετέρας βίβλους ἐξ ἕδρας ἀναρρηγνυμένας ῥιπτεῖσθαι χαμαί. τό γε μὴν παρατεταμένον τῆς ὥρας καὶ ἡ κατὰ βραχὺ πρὸς τὸ βιαιότερον προκοπὴ τοῦ σεισμοῦ καὶ ἀπαγορεύειν ἤδη με τὸ ζῆν προσηνάγκαζεν, αὐτῷ τε ἐδάφει καὶ αὐτῇ συγκαταδύεσθαι προσδοκήσαντα τῇ οἰκίᾳ. ἐγὼ μὲν οὖν τέως οὐκ ἔχων ὅποι βλέψας τὴν θείαν ἐκείνην διαφυγεῖν ὀργήν, ἥ τε νῦν διὰ τὰς ἡμετέρας ἐπῄει κακίας καὶ ἣ μέλλουσα ταῖς φαινομέναις ταύταις ἀπειλαῖς ἐνεζωγραφεῖτο, ἐς τὸ πεπηγὸς καὶ βεβαίως ἱστάμενον ἐρηρεισμένους τοὺς πόδας ἔχειν ἐφιλονείκουν μέν, ἀντέχειν δ' οὐκ εἶχον πρὸς πάνυ ἀστατοῦσαν γῆν. καὶ ἦν πανταχόθεν ἐμοὶ στενὰ κομιδῇ τὰ τοῦ πράγματος. οὕτω γὰρ ἔχων τῶν ἔνδον κακῶς, οὐδ' ἔξω προβαίνειν ὅλως ἦγον εἰς μνήμην, τοῦτο μὲν ὅτι δέσμιος ἦν καὶ τοὺς πρὸ θυρῶν ἐδεδίειν πανόπτας, τοῦτο δ' ὅτι καὶ τὸ τῆς θείας ἀναπόδραστον ψήφου πάλαι γινώσκων ἦν ὡς οὐδεὶς ἀποδραίη, κἂν ἐν ὑπαίθροις χορεύων τύχῃ τίς, κἂν ἐν εἱρκτῇ συγκλείηται. τῆς γὰρ ἐκείνου βουλήσεως ἐξῆπται τὰ πάντα, ὅσα τε φαίνεται καὶ ὅσα ἐν μυχοῖς θαλαμεύεται ἀπορ 3.222 ρήτοις· καὶ σώζοιτο μὲν ἂν πᾶς τις βουλομένου θεοῦ, καὶ εἰ μυρίας ὁρῴη κύκλῳ περιχεομένας ἐχθρῶν παγίδας καὶ περιιπτάμενα βέλη, φθείροιτο δ' αὖθις ἐκ τοῦ ῥᾴστου συγχωροῦντος ἐκείνου. ὅθεν τὰς χεῖρας ταῖς θείαις προσερείσας εἰκόσιν ἐκείναις, ἐνεκαρτέρουν τῷ τῆς γῆς ἐκείνῳ τιναγμῷ συντινασσόμενος καὶ αὐτός, καὶ λογιζόμενος βέλτιον ἐνταυθοῖ μένοντά με τὸ τέλος ὑπομένειν τοῦ βίου, ἔνθα καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐς τόδε ἠνύσαμεν, ἢ πρὸς ἀνθρωπίνας ἀποβλέπειν ἐπικουρίας. Ἐπεὶ δ' οὖν ὅμως θεοῦ προνοίᾳ σεσώσμεθα, ἐς τὴν ὑστεραίαν ἤδη καὶ τὰ τῶν ἄλλων ἠκούομεν πάθη. περὶ ὧν προϊόντες ἐροῦμεν πλατύτερον, ἐπεὶ καὶ πλατυτέρας ἐκεῖνα δεῖται τῆς ἱστορίας. 3.223 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ ΚΘ. Ἄρτι δὲ τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς φθινο πωρινὰς ἧκεν αὖθις ἡμῖν ὁ καλὸς Ἀγαθάγγελος, λάθρᾳ κατὰ τὸ εἰωθὸς αὐτῷ μετὰ μέσας που νύκτας, ἐν ᾧ τῆς ὥρας μάλιστά γε ἀλεκτρυόνες τάς τε πτέρυγας τινάσσειν ἄρχονται καὶ τὰς ἐμφύτους ἀνακρούεσθαι σάλπιγγας. καὶ προσειπὼν καὶ καθίσας πρῶτον μὲν ἐπυνθάνετο τὴν αἰτίαν τῆς παρ' ἡμᾶς τοῦ βασιλέως ἀφίξεως, ἔπειτ' ἀρξάμενος καὶ αὐτὸς περὶ τῶν ἔξω διῄει πραγμάτων ἡμῖν ὡς ἦρός τε καὶ θέρους ἔσχε μεταξύ. καὶ πρῶτον περὶ τοῦ γενομένου διῄει σεισμοῦ τά τε ἄλλα καὶ ὡς πολλαχῇ τὰ τῆς πόλεως Βυζαντίων κατενήνεκται τείχη, καὶ πολλαὶ τῶν οἰκιῶν τοὺς οἰκοῦντας κατέχωσαν. τῶν δ' ἐν Χερρονήσῳ πόλεων αἳ μὲν κατέδυσαν αὔτανδροι διαρραγείσης ἐκεῖ καὶ σχισθείσης εὐθὺς τῆς γῆς πολλαχῇ· αἳ δὲ τῶν κύκλῳ διαλυθέντων τειχῶν καὶ τῶν οἰκιῶν ταῖς 3.224 πλείσταις συμπεπτωκότων τοὺς μὲν τῶν οἰκητόρων θανάτῳ 3.224 βιαίῳ παραπεμφθῆναι συμπέπτωκε, τοὺς δὲ τοῖς ἀστυγείτοσιν ἐξ αὐτομάτου προδοθῆναι βαρβάροις αὐθημερόν. τοῦ γὰρ βασιλέως Καντακουζηνοῦ πρὸ ἐτῶν που δυοῖν, ὡς εἴρηται, μίαν τῶν ὀχυρωτέρων ἐκεῖ πόλεων παρασχόντος αὐτοῖς οἰκητήριον, ὥστε ἔχειν αὐτοὺς ἐπιτείχισμα καὶ συμμαχίαν πρόχειρον κατὰ 480
Παλαιολόγου τοῦ γαμβροῦ, κατὰ χώραν μένειν αὐτοί γε οὐκ ἤνεγκαν τοῦ λοιποῦ, ἀλλὰ κατὰ βραχὺ παρεξιόντες ἀεί, καὶ ληϊζόμενοι τοὺς τῶν ἔγγιστα πόλεων ἀγροὺς ἐφεξῆς αὐτοῖς ἀνδράσι τε καὶ ἀχθοφόροις ζώοις καὶ ποιμνίοις ἅπασι, πᾶσαν ἐν βραχεῖ τὴν τῆς Χερρονήσου μεσόγειον ἱππήλατον σφίσιν αὐτοῖς ἀδεᾶ κατεστήσαντο καὶ στρατόπεδον ὕπαιθρον, οὐδὲν τῆς Ἀσιάτιδος γῆς καὶ πάλαι συνήθους αὐτοῖς ἀπεοικέναι δοκοῦν. διὸ καὶ τὴν ἀπὸ τοῦ σεισμοῦ συμφορὰν ἐκ τοῦ σύνεγγυς θεασάμενοι, τάχιστα εἰσεπήδησαν καὶ μάλα ἀπονητὶ μετὰ τῶν οἰκιῶν κατειλήφασιν ὅσα μὴ κατεχώσθησαν πράγματα. καὶ τοῦ λοιποῦ κατὰ πλῆθος ἀεὶ παρεξιόντες ἐκεῖθεν καὶ πᾶσαν ἤδη τὴν μέχρι πυλῶν Βυζαντίων ἐληΐσαντο τέλεον γῆν καὶ Ῥωμαίοις ἄβατον τὸ παράπαν εἰργάσαντο. φόρους τε ἐπέθεσαν ἁπάσαις ταῖς μεταξὺ πόλεσι, δεκαδάρχους βαρβάρους καὶ ἐπιτρόπους αὐταῖς ἐνοικίσαντες. ἀλλ' οὐδ' οὕτω τὴν κομιδὴν οἱ τάλανες Θρᾷκες 3.225 κερδᾶναι τοῦ θέρους δεδύνηνται, ἀλλ' ἔμειναν αὖθις σχεδὸν ἅπαντες στάχυες δρεπάνης ἀπρόσιτοι διά τε τοὺς βαρεῖς ἐπιστάτας καὶ τὰς ἀλλεπαλλήλους ἐναλλὰξ προλοχίσεις καὶ τὰς λῃστρικὰς ἐφόδους τῶν ἄλλοθεν ἄλλων βαρβάρων. διὸ καὶ ὅσοι Ῥωμαίων ἐκεῖθεν λαθεῖν τὰς βαρβαρικὰς ἐδυνήθησαν χεῖρας, μάλα προθύμους φυγάδας ἑαυτοὺς ἐπεπράχεσαν τῆς πατρίδος, καθ' ὁπότερον τῶν τῆς γῆς μερῶν ἐκ τοῦ ῥᾴονος ἑκάστοις συμπέπτωκε φεύγειν, ἁπάσης μὲν ὀρφανοὺς ἀποσκευῆς καὶ αὐτῶν γε τῶν ἀναγκαίων, δακρύων δὲ μακρῶν ἀφορμὴν τοῖς ὁρῶσι καθισταμένους, ὧν τοῖς πλείοσιν ἥκιστα εὔδρομον δι' ἔνδειαν ὂν ἐν ἀλλοτρίᾳ διασπαρῆναι γῇ, τῇ Βυζαντίων βέλτιον ἔδοξε παραμεῖναι. καὶ οἳ μὲν εἰς δουλείαν τῶν ἐνταῦθα δυναμένων ἑαυτοὺς προσκεκυρώκεσαν ἄρτου βραχέος εἵνεκα, οἳ δὲ καὶ πήραν ἐναψάμενοι τὰς ἀγυιὰς περιίασι κατὰ πλῆθος χεῖρας ὀρέγοντες, εἴ τις κέρμα καὶ ὀβολὸν ἐμβάλοιτο πρὸς ἄρτου πορισμόν. εἰς τοσαύτην γε μὴν ἧκε δειλίαν τὰ Βυζαντίων, ὥστε καὶ εἴ τις τῶν ἀγοραίων ἀγριωτέραν δήπουθεν ἀφῇ φωνὴν τῷ παιδὶ ἐπιπλήττων ἴσως, ἢ γυνὴ τοὺς οἰκείους ἀνακαλουμένη σὺν δάκρυσιν αἰχμαλώτους, τεθνάναι μικροῦ τῷ δέει συμβαίνει σφᾶς, ἐν ὑποψίᾳ γινομένους εὐθὺς μὴ οἱ βάρβαροι εἰσεπήδησαν τείχους ἐντός. ὅθεν ὑπερορίους ἔνιοι καὶ αὐτῶν περινοοῦσι πόλεις καὶ νήσους, τὴν ἀλλοδαπὴν τῶν πατρίων ἀνθαιρούμενοι. οὕτω μετέωροι κάθηνται καὶ πεφοβημένοι, καὶ τὸν οἰκεῖον ἔχουσι πρὸ ὀφθαλμῶν ὄλεθρον ἀεί, καὶ μάλιστ' ὅτι καὶ τὰ πρότριτα 3.226 κατενεχθέντα μέρη τῶν κύκλῳ τειχῶν εἰς ἔδαφος ἁπάσης ἔξω κεῖται φροντίδος. Ἄρτι δὲ τῶν χειμερίων πνευμάτων εἰς γαλήνην ἐξ ἀγριότητος μεταβεβλημένων, καὶ τῶν κυμάτων τέως τοῖς αἰγιαλοῖς προσηνῶς σπενδομένων, καὶ τῆς ἠρινῆς ὥρας παρακαλούσης οἱονεὶ τὰς τῆς ἡμέρας πύλας ἀνοίγειν τὸν ἥλιον καὶ πλεονεκτεῖν ἐς ἅμιλλαν τῆς κατόπιν νυκτός, ὅτε θαρρούντως ἤδη καὶ ὁλκάδες ἐκ λιμένων ἀνάγονται καὶ τριήρεις τοὺς ταρσοὺς ἐφοπλίζουσι καὶ ταῖς κώπαις ἑαυτὰς ἐπιτρέπουσιν, ἄρας ὁ βασιλεὺς Ἰωάννης ὁ Παλαιολόγος ἐκ Θεσσαλονίκης τριήρεσί τε καὶ διήρεσι τέτρασι καὶ μονήρεσι πλείοσιν, Λήμνῳ μὲν πρῶτον προσέσχε τῇ νήσῳ, κἀκεῖθεν εἰς Σαμοθρᾴκην καὶ Ἴμβρον διέβη, κἀκεῖθεν εἰς Λέσβον ὁμοίως· καὶ τῇ ἑαυτοῦ παρουσίᾳ βεβαιώσας καὶ ἐπιρρώσας ἅπαντας εἰς τὴν ἑαυτοῦ πίστιν ἀμφιρρεπεῖς τὸ πρότερον ὄντας, τέλος τοῖς Τενεδίοις λιμέσιν ὁρμίζεται. ἔνθα δὴ καὶ μαθὼν ὡς ἐκ πολλοῦ τριήρεσιν ἕνδεκα παρασκευάζοιτο κατ' αὐτοῦ βασιλεὺς ὁ καὶ πενθερός, ἐνταῦθα καὶ αὐτὸς τοῦ λοιποῦ καθῆσθαι κέκρικε δεῖν, καὶ ἁπάσαις ψήφοις ἅμα λογισμῶν καὶ ψυχῆς προθέσεσι τὸν ἐπίπλουν ἐκδέχεσθαι. Τούτων δ' οὕτω χωρούντων, ἔδοξε καὶ Παλαμᾷ τῷ δυσσεβεῖ Πρόκλον τινά, πλασαμένῳ πρόφασιν, ἐς Βυζάντιον ἀφικέσθαι πλείστων ἕνεκα, ἑνὸς μὲν ἵνα Καντακουζηνὸν ἐρε 3.227 θίσῃ τὸν βασιλέα τελείοις ὀλέθροις τοὺς τῆς εὐσεβείας προμάχους ἡμᾶς παραπέμψαι, δεύτερον δ' ἵνα καὶ τὰς αὖθις αὐτῶν νεωστὶ γεγενημένας κατὰ τῆς εὐσεβείας ἑτέρας βίβλους τοῖς Βυζαντίοις προθείη διδασκαλίαν, ἀκόλουθον μὲν τῇ πρὶν ἐκείνῃ 481
πολυθεΐᾳ τἀνδρός, καινοφανεστέραν δ' οὖν εἰς κακίας ὑπερβολήν· καὶ τρίτον ἵνα καὶ βασιλεῖ Καντακουζηνῷ τὰς οἰκείας εὐχὰς φυλακτήριον κατὰ Παλαιολόγου χαρίσαιτο τοῦ γαμβροῦ, ἥδιστον καὶ μάλα γέ τοι ποθεινὸν ἐφόδιον αὐτῷ. ἐπεί γε μὴν καὶ ὁλκάδος ἔτυχεν ἐκ τῶν τῆς Θεσσαλονίκης λιμένων μελλούσης ἀνάγεσθαι, φέρων καὶ αὐτὸς ἑαυτὸν ἐς αὐτὴν ἐμβεβλήκει. καὶ μέχρι μὲν τῶν Ἑλλησποντίων πορθμῶν ἐξ οὐρίας ἦγεν αὐτοὺς πελάγιον κατὰ πρύμναν τὸ πνεῦμα φερόμενον· ἐνταῦθα δ' αὐτοῦ λήξαντος καὶ οἷον εἰπεῖν νεκρωθέντος ἐξαίφνης νηνεμία μακρὰ κατέσχε τὸ πέλαγος καὶ ἀκίνητον εἶχε τὴν ὁλκάδα τελέως ἐκείνην, ἐπ' ἀγκύρας μιᾶς ἡμέραιν δυοῖν σαλεύουσαν. τῇ δὲ τρίτῃ προσελάσαντες ἐκ δυοῖν ποταμοῖν, Σκαμάνδρου τε καὶ Σιμόεντος, οἳ πόλεως Ἀσιάτιδος Δαρδάνου καταρρέουσιν ἐφ' ἑκάτερα, πειρατικοῖς τισὶ λέμβοις οἱ βάρβαροι ταύτην αἱροῦσιν ἀναιμωτί. καὶ πρὸς αἰγιαλοὺς καθελκύσαντες ἐκείνους, ἔνθα καὶ τῶν Ὑρκανοῦ τοῦ σατράπου υἱέων τὸν πρεσβύτερον τηνικαῦτα συνηνέχθη παρεῖναι, τὸν τῆς ὁλκάδος ἅπαντα φόρτον ἐκείνου βλέποντος ἐξετίθεσάν τε καὶ ἐξεφόρουν. μεθ' ὧν ἤδη καὶ Παλαμᾶς ἐξήγετο· καὶ γνωσθεὶς ὅστις εἴη τὸν τρόπον καὶ τὴν ἀξίαν, 3.228 οὐ μόνον ἐκ τῆς δαψιλοῦς ἐκείνης ὑλαίας ἀποσκευῆς, ἀλλὰ κἀξ ὧν ἐν τοῖς κόλποις ἔκρυπτεν ἀργύρου τε καὶ χρυσοῦ νομισμάτων παμπόλλων, πολλοῖς εὐθὺς καὶ πρὸς τῶν βαρβάρων ἐβάλλετο τοῖς σκώμμασι καὶ πολλῆς τὰ ὦτα ἐμπέπλησται χλεύης, λεγόντων ὡς διδάσκειν ὀφείλων ἑτέρους, ἄνθρωπε, κατὰ τὴν τῶν σῶν διδασκάλων νομοθεσίαν τὸν ἄσκευόν τε καὶ ἄχαλκον βίον, ἔργοις αὐτοῖς αὐτὸς τήν τε τῆς σῆς ἀνακαλύπτεις ψυχῆς μοχθηρίαν καὶ ἅμα τἀναντία πείθεις τοὺς ἑπομένους σοι δρᾶν. ἄρτι δὲ καὶ τῶν βίβλων αὐτοῦ προκομιζομένων, ἠρώτα καθ' ἕκαστον ὁ βάρβαρος ὅ τι τε εἴη καὶ ὅτου τὸ ἔργον. καὶ οὕτω μανθάνων τὰ μὲν αὐτῷ Παλαμᾷ συγγραφέντα κατὰ μέσης παραχρῆμα κελεύει ῥιφῆναι θαλάσσης, οἶμαι, τῆς θείας ἀοράτως πρὸς τοῦτο κινούσης προνοίας, ἵνα μὴ σεσωσμένα πολλῆς τε καὶ νεωτέρας τῆς ἀσωτίας ἐμπλήσωσι τάς γε τῶν ἁπλουστέρων ψυχὰς καὶ αὐτά. τό γε μὴν θεῖον τοῦ Χριστοῦ εὐαγγέλιον μετὰ τοῦ Δαυϊτικοῦ ψαλτῆρος αἰδοῖ πολλῇ τοὺς οἰκείους τηρεῖν ἐνετέλλετο· εἰώθεσαν γὰρ καὶ Ἰσμαηλῖται τιμᾶν προφήτας τε ἅπαντας καὶ ἅμα τὸν σωτῆρα Χριστὸν ὡς ἕνα τῶν προφητῶν. τέλος δ' αὐτὸν γυμνωθῆναι μὲν τῶν οἰκείων προστεταχὼς ἱματίων ἕτερα δέ γε διερρωγότα μετενδῦναι, κυνοτρόφοις τισὶν αὐτὸν εἰς πρᾶσιν ἐδεδώκει τηρεῖν, τάς τε ἄλλας ἐγκελευσάμενος μάστιγας ἐπάγειν αὐτῷ τιμήματος ἕνεκα πλείονος πρὸς ὠνήν, καὶ ἅμα τὸ σοδομιτικὸν καὶ παρὰ φύσιν πάθος τῆς ἀρρενομανίας, οὐκ οἶδ' 3.229 ὁπότερον, εἴτ' εἰωθὸς σφίσι ποιεῖν εἰς ἐμπαιγμὸν τῶν ἁλισκομένων χριστιανῶν, εἴτ' ἐνδεδωκυίας τῆς θείας ἄνωθεν δίκης ἐνταῦθα, μακροθυμεῖν ὡς ἐπίπαν οὐ μάλα ἀνασχομένης, ἣ τὸν ἀλιτήριον ὡς ἀρχηγὸν τῆς νῦν ἐπιπολαζούσης ἀσεβείας χερσὶ βαρβάρων παρέπεμψεν, ἵνα μὴ λάθῃ μηδὲ τοῖς ἀμαθέστερον ἢ ἀμελέστερον περὶ τὰ θεῖα διακειμένοις τὸ τῆς αὐτοῦ γε αἱρέσεως αἴσχιστον, ἀλλ' ὕβρις ὕβριν ἀμύνηται, καὶ τὸ τῇ αὐτοῦ κακίᾳ κεκαλυμμένον αἰσχρὸν τῷ τοῦ σαρκικοῦ καὶ φαινομένου πάθους αἰσχίστῳ θεατρικώτερον τουτονὶ δημοσιευθῇ τρόπον· καὶ ὁ θέλων ἐκ τοῦ τυραννεῖν τὴν εὐσέβειαν δοξασθῆναι ἤδη καὶ κατ' αὐτό γε τὸ τῆς πολυθεΐας ἀτόπημα σαφῶς ἐξελήλεγκταί τε καὶ ἐστηλίτευται. καὶ διόπερ ὁμοφύλοις οὖσι τοῖς θιασώταις ἀρεστός τε ἐνομίσθη καὶ τῶν ὑπὲρ ἀξίαν ἄξιος γερῶν, τοῦτο τοῖς ἀλλοτρίοις τε καὶ βαρβάροις οὐδὲ μέχρι ψιλῆς ἀκοῆς ἀνεκτὸν ἐνομίσθη. εἰ γὰρ πρός γε τοῖς ἄλλοις αὐτῶν ἀτοπήμασι καὶ τὴν ἔνσαρκον ἀθετοῦσιν οἱ βάρβαροι θείαν οἰκονομίαν, ἀλλ' ἕνα τῶν πάντων εἶναι ποιητὴν καὶ θεὸν οὐδ' αὐτοί γε ἀρνοῦνται. ἀλλ' ὁ Παλαμᾶς καὶ ἀμφοτέροις ξενηλασίαν ἀπότομόν τε καὶ μάλα θρασεῖαν κατεψηφίσατο, καὶ οἵαν οὐδεὶς οὐδ' αὐτῶν ὁπόσοις διώκταις κατὰ τῆς εὐσεβείας τοὺς πρὶν αἰῶνας συνεπεπτώκει γενέσθαι· οὔτε γὰρ θεότητι λατρεύειν ἀφίησι τρισυποστάτῳ μιᾷ, οὐδὲ 482
τὸν σαρκωθέντα λόγον υἱὸν εἶναι λέγει θεοῦ, ἀλλ' ἀνούσιον μέν τινα καὶ ἀνύπαρκτον ἐνέργειαν, πρὸς δ' ἀκτίστους μυ 3.230 ρίας μεριζομένην θεότητας ἄλλας ἀλλήλων διαφερούσας, ὡς καὶ αὐτὸς ἐν ἄλλοις πλατύτερον γέγραφας στηλιτεύων αὐτόν. ὅθεν καὶ μείζω κἀνταῦθα πρὸ τῆς αἰωνίου καταδίκης ἐκείνης τὴν δίκην δίδωσιν οὑτοσὶν ὁ ταλαίπωρος ὧν ἐπὶ τοὺς ὑπὲρ εὐσεβείας ἠγωνισμένους ἠγώνισται, τοὺς μὲν διώξας καὶ ἄλλον ἄλλοθι διασπείρας, τοὺς δὲ καὶ αὐτῶν γυμνώσας ἀναίδην τῶν ἱερατικῶν συμβόλων. καὶ αὐτός τε γὰρ αἰσχρῶς τῶν ἱερατικῶν γυμνωθεὶς συμβόλων. καὶ πρός γε ἔτι πάσης κοινῶς ἐσθῆτος, ὁμοῦ καὶ τὰ αἴσχιστα ὑπ' αὐτῶν ἐπεπόνθει βαρβάρων, οὓς τοσοῦτον αὐτὸς ἠγάπησεν ὥστε καὶ ἠγώνισται πάμπολλα πεῖσαι Καντακουζηνὸν κατὰ τοῦ γαμβροῦ Παλαιολόγου συλλήπτορας κτήσασθαι καὶ φίλους ἡγεῖσθαι διὰ βίου, καὶ τῆς ζωῆς φύλακας ἀθανάτους. διὸ καὶ τὴν ἀντιμισθίαν ἀξίαν ἐκεῖθεν εἴληφε δεδωκὼς καὶ δέδωκεν εἰληφώς· αἰσχρῶς μὲν γὰρ καὶ ἀναξίως παντάπασιν εἰς τὸν ἱερατικὸν βαθμὸν ἀναβάς, ἀξίαν τοῖς ἱερώσασι τὴν ἀντιμισθίαν ἀπέδωκε τὴν ἀσέβειαν· ἀξίαν δ' αὖ ὑπὸ τῶν βαρβάρων ἐκείνων αἴσχιστα καθαιρεθεὶς τὴν ἀντιμισθίαν κεκόμισται ὧν τοῖς Ῥωμαίοις ὀλέθριον τῷ βασιλεῖ προμεμνήστευται τὴν φιλίαν, ἵνα καὶ καθαιρέσει αἰσχρᾷ μὲν δικαίᾳ δ' οὖν πολλῶν ἱερέων καὶ ἐπισκόπων καὶ πάσης εἰπεῖν εὐσεβοῦς ὁσιότητος καθαίρεσις ἄδικος ἀντιταλαντεύηται, καὶ ἃ τοῖς σοφωτέροις ἔγνωσται συνετῶς πρὸ τῶν ἔργων, ταῦτ' ἐπὶ τῶν ἔργων φαίνηται συμβαίνοντα σαφῶς. 3.231 Ἐπεί γε μὴν καὶ πρὸς Ὑρκανὸν ἀπηνέχθη, τὸν ἀρχηγὸν δηλαδὴ τῶν βαρβάρων, τὰ μὲν ἄλλα, ὅσα τε πρὸς τῶν ἐκεῖ τηνικαῦτα παρόντων ἠκηκόει τε καὶ λελάληκε καὶ συνυπήχθῃ καὶ ὡμολόγηκε φιλοζωΐας ἕνεκα, σιωπᾶν ἄμεινον. μαθὼν δ' οὖν ὅμως ἐκεῖνος ὡς αὐτός ἐστι δι' ὃν πολυθεΐας τε ἔρως ἐν Ῥωμαίων ἤνθησεν ἄρχουσι καὶ ματαίας θρησκείας ἀγάλματα νέοις ἐμπολιτεύεσθαι γέγονεν ἔθεσι, κατεγίνωσκέ τε καὶ διετώθαζε μάλα ἐπεγγελῶν. προσέταττε δ' οὖν ἀπαχθέντα πόρρω που τῆς σατραπικῆς οἰκίας διαλεχθῆναι περὶ τῆς νεολέκτου ταυτησὶ τερατείας ἑνί τινι τῶν παρὰ βαρβάροις αὐτόθι σοφῶν ἐπ' ἀκροάσει πολλῶν. καὶ ὅσα μὲν ἐκεῖ πρὸς ἡδονὴν τοῖς βαρβάροις ἐφθέγξατο, ἀφαίρεσιν δεδιὼς τῆς ζωῆς ταυτησί, περιττὸν ἀφηγεῖσθαι· ἃ δ' οὖν ἀπολεξάμενοι πρὸς δημοσίας φέρουσιν ἀκοὰς οἱ ἐνταῦθα τῆς ἐκείνου θιασῶται κακίας, ἐγγράφως πρὸς ἐκείνου τούτοις πεμφθέντα, ἔστι τοιάδε. ἀπαιτούμενος γάρ φησι λόγον ἑρμηνέα τῆς καινοφανοῦς ταυτησὶ θρησκείας, ἀπολογεῖσθαι καιρὸν οὐκ ἔχειν εἰρήκει, πρόφασιν λέγων ὡς οἱ προσκείμενοι τῷ μέρει τῶν ἀντιδίκων προκάθηνται καὶ κριταί, καὶ οὐκ ἔχειν ἀναγκαίως δεικνύειν εἰς τὰ παρ' αὐτῶν ἀντιλεγόμενα τὰ δικαιώματα τῆς εὐσεβείας. ἔπειτα καὶ παραδεδομένος εἰς αἰχμαλωσίαν αὐτοῖς οὐκ ἂν ἀποκρίναιτο, ἐπεὶ καὶ ὁ Χριστός, φησί, μετὰ τὸ παραδοθῆναι οὐκ ἀπεκρίνατο. ταῦτ' εἰσὶ τὰ συνήθη ψευδολογήματα τῆς ἀτόπου γλώσσης ἐκείνης· πῶς γὰρ ἂν ἐτόλμη 3.232 σεν, ἢ τίς ἂν ἔχοι χώρα καὶ χρεία βαρβάροις φέρειν ὑπόδειγμα πρὸς πίστωσιν τῶν αὐτῷ λεγομένων τὰ τοῦ Χριστοῦ παθήματα. προσπαραγράφει δ' ἑξῆς καὶ περὶ τῶν ἐκεῖ χριστιανῶν, ὅπως λαθόντες ἐξ ἀπειρίας ἐπαίνοις ἐξαίρουσι τοῦτον, διότι, φασίν, ἀποκηρύττει τοὺς εἰς ὑπερκειμένας καὶ ὑφειμένας ἀπείρους θεότητας τὸν ἕνα θεὸν ἀσεβῶς διαιροῦντας. καὶ μὴ ἀποδέχεσθαι μέν φησι τὴν τῶν ἐπαίνων αἰτίαν ὡς αὐτῷ γε ἀλυσιτελῆ, ὅμως τοῦ καιροῦ τε καὶ τῆς χρείας ἕνεκα, τοῦ σιτίζεσθαι πρὸς αὐτῶν δηλαδή, σιωπᾶν ἐπαινούμενος ἀξίους κατάρας ἐπαίνους· τὸν γὰρ τῶν εὐσεβῶν ἔπαινον ἀπατηθέντες ἀνοικείως ἐδίδουν αὐτῷ, ἐπαρώμενοι μὲν αὐτοῦ τῇ πολυθεΐᾳ ἐκεῖνοι, ἀγνοοῦντες δ' ὡς αὐτός ἐστιν ᾧ ἐπαρῶνται. οὕτω πολύπους τίς ἐστιν ὁ κατάρατος, καὶ τὸ χρῶμα τῆς γνώμης ἄστατος καὶ ἀβέβαιος· καὶ τοῖς ἄλλοτ' ἄλλοις καιροῖς τε καὶ πράγμασι προσφυόμενος πρὸς διάφορα καὶ μαχόμενα χρώματί τε καὶ σχήματι γνώμης καὶ γλώττης ῥᾳδίως μεθαρμόζεταί τε καὶ μετασχηματίζεται· καὶ τῇ τοῦ κυρίου παιδείᾳ 483
νουθετεῖσθαι οὐκ οἶδεν, ἀλλ' ὥσπερ ἂν εἴ τις τῶν ἀνδροφόνων, ἀγόμενος εἰς δεσμωτήριον ὥστε δείσαντα σωφρονεῖν τοῦ λοιποῦ καὶ λῃστείας ἀφίστασθαι πάσης, ὃ δ' αὐτούς τε ἐφόνευε τοὺς ἀπάγοντας καὶ ὅτῳ ἂν ἀπαντῴη τῶν παριόντων, οὕτω καὶ οὗτος οὔτε κολαζόμενος φρίττει οὔθ' ὑπὸ θεοῦ νουθετούμενος νουθετεῖται, ἀλλ' ἀκόλαστος ἐν κολαστηρίῳ μένει τὴν γνώμην, ἀπαίδευτος δ' ἐν παιδευτηρίῳ 3.233 θεοῦ, τῆς ὁμοίας ἀπονοίας ἐχόμενος ἀεί, καὶ πρόφασιν κακίας ποιούμενος ἃ πρὸς κακίας ἀποχὴν ὁ θεὸς αὐτῷ συγκεχώρηκε παθεῖν. οὐδὲ γὰρ παύεσθαί πω τῆς κομπορρημοσύνης καὶ τῆς ματαίας ἐκείνης ἔγνωκεν οἰήσεως, ἀλλ' αὐτοῦ τε Χριστοῦ καὶ τῶν ὑπὲρ ἡμῶν Χριστοῦ παθημάτων εἰκόνα φέρειν ἑαυτὸν καὶ τὴν ἑαυτοῦ πρὸς βαρβάρους αἰχμαλωσίαν βρενθύεται, ψευδηγορίαις, ὡς εἴωθε, διαστρέφων τὰ πράγματα καὶ ἐγκαλλωπιζόμενος ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει. οὕτως εἰς ἀσυνέτου καρδίαν χώραν οὐκ ἔχει μνήμη θεοῦ καὶ κατὰ θεὸν ἀρετή. διὸ καὶ ὡς ἐπὶ πλεῖστον ὁ θεὸς ἐμπαίζεσθαι τουτονὶ ἐγκεχώρηκε, καὶ ὑπὸ πάντων ὁμοίως μισεῖσθαι τὸ τῆς ἐρημώσεως βδέλυγμα. εἰς τοσοῦτον γάρ, καθάπερ κύβου στραφέντος, μεμίσηται καὶ πρὸς τῶν μάλα ποθούντων ἐντεῦθεν ἀρχόντων καὶ ὁμοφρόνων διὰ τὴν ἄθεσμον ἐκείνην καὶ σοδομιτικὴν τῶν βαρβάρων μῖξιν, ὥστε καὶ ὑπὲρ οὗ πάντα προέσθαι χρήματα ὑπισχνοῦντο καὶ σφᾶς αὐτούς, εἰ δεήσειε, πέμπειν εἰς ᾅδην, νῦν οὐδ' ὀβολοῦ ἀλλάξασθαι βούλονται τὴν ἐλευθερίαν. ὁποτέρωσε γὰρ ἂν νεύσειε τὸ ἀποβησόμενον, οὐκ ἐς τὸ εὔσχημον σφίσιν ἐνόμισαν σχήσειν τὸ πρᾶγμα. ἄν τε γὰρ βουληθῶσιν, ἔφασαν, σιγῇ καλύψαντες τοὔγκλημα τοῦτον ἱερατεύειν ἐνδοῦναι, καὶ λίθοι πάντες ἀναβοήσουσι τὴν τῆς ἀτοπίας ὑπερβολήν· ἄν τ' ἀπρακτεῖν αὐτὸν ἀναπείσωσι καὶ τῆς ἱερουργίας ἀπέχεσθαι, κατήγορος αὐτῶν ἀναιδέστατος ἔσται λοιπὸν αὐτὸς ἐν πολλοῖς, καὶ ξίφους ἀκμαιοτέραν 3.234 παντὸς ἀντιστήσει γλῶτταν αὐτοῖς, καὶ Ὀλύμπου φανεῖται παντὸς ἐπαχθέστερος. ὅταν δὲ καὶ τὰ θεατρικὰ καὶ ἀγοραῖα σκώμματα πρὸς τὰς ἀγυιὰς παραρριπτούμενα ἐξακούωνται, τῆς γαστροκνημίας φημὶ καὶ τοῦ ἀνδρογύνου θεοῦ καὶ τοῦ μηροῦ τοῦ τὸ ἀτελὲς ὠδίνοντος κύημα, Διονύσου μὲν ἥκιστα οὐδὲ Σεμέλης Θηβαίας ἀμβλώματα, ἀλλὰ βαρβαρικῶν καὶ ἀσεβῶν σπερμάτων ἐκτόκια συγγενῆ καὶ οἷα διηνεκῶς ἐξ ἀσεβοῦς αὐτὸς διανοίας εἴωθε τίκτειν πονηρά τε καὶ ἀσεβῆ γεννήματα, μᾶλλον δ' ἀτελῆ καὶ παρὰ φύσιν ἀμβλώματα, ποίας οὐκ ἂν ἀγχόνης χείρω δόξειεν ἅπασιν, οἷς διδασκάλῳ τούτῳ κεχρῆσθαι συμπέπτωκε. Καὶ περὶ μὲν τούτων αὐτὸς ἂν ἀκριβέστερον διαιτήσειας τῇ σοφῇ σου καὶ ἔμφρονι διανοίᾳ καὶ κρίσει· ἐγὼ δὲ καὶ περὶ τῶν ἑξῆς ὁμοίων τε καὶ ὁμοίας ἐκ θεοῦ τυγχανόντων τῆς ἐκδικήσεως ἀφηγήσομαι. ὁ γὰρ πατριαρχεύσας μὲν ἐκεῖνος Κάλλιστος καθαιρεθεὶς δ' αὖθις ὑφ' ὧν τετίμηται, καὶ μὴ βουλόμενος τὰ τῆς ἀρχιερωσύνης οἴκοθεν ἀποθέσθαι σύμβολα, κεκινδύνευκεν ἄκων τὴν τούτων ἀφαίρεσιν ὑποσχεῖν καὶ ἅμα δεινῷ τινὶ ἐμβεβλῆσθαι δεσμωτηρίῳ, μὴ καὶ στάσιν ἴσως κατὰ τὴν ἐπιπολάσασαν φήμην ἐγείρῃ τῇ πόλει, θρασύτερόν τε καὶ ἀηδέστερον πρὸς τὸν ἐν ἡσυχίᾳ διακείμενος βίον. καὶ τάχα ἂν μὴ μαθὼν ἔφθη παθών, εἰ μὴ μαθὼν ἔφθη φυγών. ἄρτι γὰρ τὸ σκέμμα βασιλεῖ τε καὶ πατριάρχῃ 3.235 κεκυρωμένον λανθάνουσα φήμη λαβοῦσα διέπιπτεν εἰς τὴν ἀγορὰν ἐξεπιπολῆς. ὅθεν μαθὼν καὶ αὐτός, καὶ δειλίᾳ μακρᾷ συσχεθείς, ᾤχετο λάθρᾳ ἀποδρὰς πρὸς τὸ τῶν Λατίνων ἀντιπέρας φρούριον· καὶ τῇ ἀλλοφύλῳ σκέπῃ καὶ δεσποτείᾳ ἑαυτὸν διὰ φιλοζωΐαν καθυποζεύξας, καὶ ἃ τοῖς ὑπὲρ εὐσεβείας δεδιωγμένοις χθὲς καὶ πρότριτα εὐσεβέσιν ὠνείδιζε, ταῦτα παρὰ πόδας ἁλίσκεται καὶ αὐτὸς πεπονθώς. καταφεύγοντας γὰρ πρὸς τὸ τῆς Σοφίας ἱερὸν καὶ μέγιστον τοῦ θεοῦ τέμενος ἀποσπῶν παρανόμως αὐτὸς τοῖς δεσμωτηρίοις προύπεμπεν· εἰ δέ πού τις καὶ τοὺς διώκτας λαθὼν εἰς τὸ Λατινικὸν ἐκεῖνο κατέφυγε φρούριον, πολὺς αὐτὸς εὐθὺς ἦν κατὰ τῶν τοιούτων ῥέων καὶ ἀμέτρους ἐπαντλῶν λοιδορίας, καὶ λέγων ὡς οἱ τῷ Βαρλαὰμ ὄντι Λατίνῳ φίλοι καὶ νῦν τοῖς ὁμοφύλοις ἐκείνῳ γίνονται φίλοι, τῇ 484
ἀλλοφύλῳ σκέπῃ καὶ δεσποτείᾳ χρώμενοι σωστικῷ λιμένι. οὕτω τὰ τῆς ἀσεβείας ὄργανα μετὰ τῶν οἰκείων δογμάτων πρὸς μὲν βραχύν τινα χρόνον ἀντέσχε, καὶ λέληθεν ἐνίοτε τοὺς πολλοὺς ἐν σκότει κἀκ διαμέτρου τῆς ἀληθείας ἱστάμενα, τῷ χρόνῳ δὲ φωρᾶται τῷ τῆς ἀληθείας θεατριζόμενα φωτὶ καὶ ὑπ' αὐτῶν ἐλεγχόμενα τῶν πραγμάτων, τοῖς οἰκείοις πτεροῖς ἁλίσκεταί τε καὶ ἑαυτοῖς περιπίπτει. μηδὲ γὰρ μηδενὸς διώκοντος ἄλλου, ὑφ' ἑαυτῶν αὐτοὶ διώκονται μόνοι, καὶ πάσχουσιν οἴκοθεν ἅπερ ἔδρων κατὰ τῶν εὐσεβούντων αὐτοί, τῆς θείας κατὰ βραχὺ καὶ λεληθότως δίκης μετερχομένης καὶ ἐλαυνούσης αὐτοὺς καὶ τῶν κορυβαντιώντων χείρους ποιούσης. πρὸς γὰρ 3.236 αὐτοῖς καὶ πλείους αὐτῶν ἕτεροι τὰ ὅμοια ἐπεπόνθεσαν, καὶ ὡς ἐμβρόντητοί τινες καὶ θεηλάτῳ μανίᾳ τινὶ πληγέντες οὐκ ἴσασιν ὅτι δρῷεν, ἀλλὰ περινοστοῦσιν οἱ δυσσεβεῖς καὶ ἐξάγιστοι μεθυόντων ἢ μαινομένων δίκην καθ' ἑαυτῶν βακχεύοντές τε καὶ οἰστρηλατούμενοι καινόν τινα καὶ τερατώδη τρόπον. Ἐγὼ δέ, μηδαμῇ τοῦ καιροῦ συγχωροῦντός μοι τοῖς ὁμοίοις ἐνδιατρίβειν ἐς τὸ παρὸν ἀφηγήμασιν, ἐφ' ἕτερα τρέψομαι, πλατυτέραν ἐκείνης ταμιευσάμενος τὴν ἀφήγησιν ὡς εἰκὸς προϊών. ἄρτι γὰρ περὶ τροπὰς θερινὰς τοῦ ἡλίου ἐληλυθότος, ἕνδεκα ναυσὶν ἐκ Βυζαντίων λιμένων ὁ βασιλεὺς ἀναχθεὶς Καντακουζηνὸς ἑβδομαῖος ἐς Τένεδον ἀφικνεῖται, πολεμησείων ἐκεῖ τῷ γαμβρῷ Παλαιολόγῳ· ἤλπιζε γὰρ δυοῖν θάτερον, ἢ προδοσίᾳ τῶν ἔνδοθεν ἢ τῇ ἔξωθεν μάχῃ ἀφυλάκτοις ἐκ τοῦ αἰφνιδίου ἐπεισπεσών, αὐτόν τε ἅμα καὶ τὸ τῆς Τενέδου καταλήψεσθαι φρούριον, καὶ ἀντ' αὐτοῦ τὸν υἱὸν αὐτόθι καταλείψειν Ματθαῖον, τῷ πατρὶ τηνικαῦτα συμπλέοντα ὁμοῦ τῇ συζύγῳ. ἐπεὶ δὲ τῷ λιμένι τῶν Τενεδίων τὸν εἴσπλουν προαισθομένων ἐξ ἐφόδου ποιήσασθαι ἥκιστα ἔσχεν, ἐπὶ θάτερα λοιπὸν τῆς νήσου παραπλεύσας πάσαις μὲν τῇ γῇ ταῖς ναυσὶν ἀποβῆναι προσσχόντας ἥκιστα ἔκρινε δέον, δέει τοῦ μὴ τῷ πλείστῳ μέρει κενωθείσας τὰς ναῦς τῷ Παλαιολόγῳ τὴν γνώμην προστεθειμένας, ζημιωθῆναι μὴ μόνον τὸν 3.237 ἅπαντα στόλον μεθ' ὧν ἀφίκοντο σκεμμάτων τε καὶ βουλευμάτων, ἀλλὰ καὶ σφῶν αὐτῶν αὐτοὺς γενέσθαι προδότας ἀπονητὶ τοῖς ἐχθροῖς. διὸ δὴ καὶ τέτταρσι μόναις ἐπέτρεψαν τὴν ἀπόβασιν, αἷς ἐθάρρουν τὰ μάλιστα. καὶ τοίνυν τῆς ἀποβάσεως γινομένης ἤδη καὶ ἡτοιμασμένων οἷς μὲν ἐπετέτακτο πῦρ τοῖς τῶν ἀσταχύων ἐνεῖναι δράγμασιν, οἷς δ' ἐκριζοῦν τὰς ἀμπέλους, οἷς δ' ἀγώγιμον ἐκ τῆς νήσου τὸ ὕδωρ ἐς τὰς ναῦς κομίζειν, εὐθὺς ἐξεπήδα τῆς Τενεδίας ὁπλίσεως τὸ ἐρρωμενέστερον ἐκ τῶν τοῦ φρουρίου πυλῶν, πεζοί τε καὶ ἱππεῖς, καὶ μάχην στερρὰν παρὰ τὸν αἰγιαλὸν συστησάμενοι οὐδ' ὑδρεύσασθαι τοὺς ναυτικοὺς εἴασαν, ἀλλ' ἠνάγκασαν ἐν βραχεῖ τὰ πρυμνήσια τεμόντας ἀποπλεῖν. ὅθεν δὴ καὶ μικρὸν ἀποστάντες τῆς γῆς οἱ Βυζάντιοι τὰς ναῦς ἀνεκώχευον, τῇ δ' ὑστεραίᾳ τὰς ἀγκύρας ἀναλαβόντες τριταῖοι ἐς Ἴμβρον τὴν νῆσον κατέπλευσαν, πολεμίαν ἡγούμενοι καὶ αὐτήν. κἀνταῦθα τὰ ὅμοια δράσαντές τε καὶ παθόντες πλήρεσι κώπαις κἀκεῖθεν ἀπῄεσαν εἰς Αἶνον τὴν πόλιν, Καντακουζηνῷ προσκειμένην. ἔνθα δὴ Ματθαῖον τὸν νέον βασιλέα καταλιπόντες σὺν τῇ συζύγῳ τάχιστα ἐπανῆκον δέκα ναυσὶν εἰς Βυζάντιον· τῆς γὰρ μιᾶς τὸ πλήρωμά φασιν ἐν δυσὶν ἀποβάσεσιν, αἷς πρὸς Τένεδόν τε καὶ Ἴμβρον πεποίηνται, πρὸς Παλαιολόγον ηὐτομοληκέναι τὸν βασιλέα. Ἐγὼ δ' ὃ μικρῷ πρόσθεν ἐχρῆν ἀφηγήσασθαι βουληθεὶς εἶτα ἐπέσχον, τὴν σὴν λυπῆσαι ψυχὴν φυλαττόμενος, λέξων 3.238 ἔρχομαι νῦν, τὰς τῶν φίλων καὶ συνάθλων τῶν σῶν δυσωπούμενος ἐντολάς. Εὐλογία γὰρ ἡ τῷ ὄντι βασίλισσα, καὶ τὰς ἐπωνυμίας συμφώνους τῷ βίῳ λόγοις ἅμα κτησαμένη καὶ ἔργοις, πολλοὺς ὑπὲρ τῶν θείων δογμάτων τῆς ἐκκλησίας θορύβους καὶ διωγμοὺς καὶ ποικίλας ἐπαγωγὰς συμφορῶν ὑποστᾶσα, καὶ πρὸς οἷς εἶχεν ὁμοῦ τῷ γήρᾳ νοσήμασιν ἄλλοις πρότερον καὶ πλείοσιν ἔτι περιπεπτωκυῖα, καὶ τελέως οὕτω καὶ κατὰ βραχὺ τὸ σῶμα δαπανηθεῖσα, πρὸς τὴν ἀΐδιον ἐκείνην τέως μετέστη μακαριότητα. νῦν οὖν σε παρακαλοῦσιν οἱ φίλοι λόγοις ἐπιταφίοις ἐκείνην 485
κοσμῆσαι, ἐπεὶ καὶ πολλὰ προφανῶς τῶν τῷ ἐκείνης προσιόντων τάφῳ νοσήματα τὴν ταχίστην ἐλαύνονται, τοῦ θεοῦ κἀντεῦθεν ἐλέγχοντος τὴν τῶν διωκόντων ἀπόνοιαν καὶ ἀσέβειαν. οἶσθα δὲ καὶ ἄλλως ὡς μετὰ χρόνον που ἑξκαιδέκατον τῷ Ἀνδρονίκου τοῦ βασιλέως ἐκείνου υἱῷ συζυγεῖσα μετὰ πολλῆς τῆς εὐκλείας καὶ δόξης, καὶ μόλις που δύο μόνους ἐνιαυτοὺς ἐκείνῳ τοῦ βίου συναπολελαυκυῖα, θανάτῳ τε τοῦτον εὐθὺς ἐζημίωται καὶ ἅμα τριβώνιον ὑποδῦσα τὸν ἅπαντα πλοῦτον διένειμε αἰχμαλώτοις καὶ πένησιν ἄλλοις, πλὴν ἢ ὅσον εἰς τὴν πολυτελῆ τοῦ θείου φροντιστηρίου κατασκευὴν ἐκείνου κεκένωκεν, ὃ περιβόητον μᾶλλον εἰς ἀρετὴν κατεστήσατο ἢ πρὸς κατασκευήν. δαψιλέσι μὲν γὰρ καὶ πολυτελέσι δαπάναις ᾠκοδομήσατο, πλείους δὲ τῶν ἑκατὸν μοναζούσας κατ' ἐκλογὴν ἐνασκεῖσθαι συνήθροισε τούτῳ σεμνῶς. ἀλλ' αὐταῖς καὶ αὐτὴ συνδιηκονεῖτό τε καὶ 3.239 ἀμφεπονεῖτο, χορηγοῦσα μὲν ἀφθόνῳ γνώμῃ τὰ κατὰ χρείαν διηνεκῶς ὡς κυρία, συναιρομένη δ' ἐξ ἐφημερείας καὶ αὐτὴ τὸν πάσαις ἐκείναις ἀνάλογον τρόπον ὥσπερ ὁμόδουλος, ἄχρι τῶν ὀπτανείων καὶ εἴ τι τῶν χυδαιοτέρων ἐτύγχανεν ὂν καὶ συλλήβδην εἰπεῖν, ἀρχέτυπον ἀρετῆς ἁπάσης ἁπάσαις ἑαυτὴν προτιθεῖσα καὶ βίου σεμνοῦ μέχρι καὶ ἐς δεῦρο διήρκεσεν, ἑβδομηκοστὸν ἐγγύς που τῆς ἡλικίας ἄγουσα χρόνον. καὶ τί χρὴ πλείω διεξιέναι πρὸς σὲ πλέον τῶν ἄλλων τὰ ἐκείνης εἰδότα; μέμνημαι γὰρ καὶ πολλάκις σοῦ γε ἀκηκοὼς ἔστιν ἃ τῶν ἐκείνης ἀφηγουμένου καλῶν, καὶ ἐρεθίζοντος ἴσως εἰς ἕξιν ἀσκήσεως ἀγαθῆς τοὺς ἀκούοντας, ὡς βαθεῖάν τε ἐκέκτητο σύνεσιν ἡ γυνή, καὶ σιωπῶσα καὶ φθεγγομένη παραίνεσις ἦν ἀεὶ τοῖς συνοῦσι, καὶ μέγα καὶ ἀπαράμιλλον τοῦ μοναδικοῦ παράδειγμα βίου, καὶ οἷον αἰθεροδρομούσης σεμνότητος ἦθος αὐτόφυές τε καὶ αὐτοχάλκευτον, ἁπάσης τε πνευματικῆς παιδείας κανὼν ἀκριβὴς καὶ δικαιοσύνης ζυγὸς ἀρρεπής. ἔτι δὲ θυμοῦ κινήσεσιν ὀξυρρόποις καὶ αὐτονόμοις, καὶ εἰ τὰς αἰτίας εὐλόγους ἐκέκτητο, οὔτε χεὶρ αὐτῇ ποτ' ὤφθη τῶν πάντων οὐδέσιν οὔτε γλῶττα διακονήσασα προπετής, ἀλλ' ἐν αὐτοῖς εὐθὺς ἀναιροῦσα τοῖς λογισμοῖς διετέλει τὰς ῥίζας ἐντὸς πρὸ τῆς βλάστης. τόν γε μὴν τῆς ἀργίας καιρὸν βίβλων ἱερῶν παρεῖχεν ἀεὶ ἀναγνώσεσι, καὶ πεῖραν ἐντεῦθεν ὑψηλῆς θεωρίας συνῆγε μακρὰν καὶ ποικίλην, ὁπόση τοῖς θείοις τῆς ἐκκλησίας δόγμασι καιροῦ καλοῦντος ἐγένετό οἱ σύμμαχος κράτιστος. ὥσπερ δ' αὖ ἱερωσύνῃ τῇ ἀληθείᾳ τὴν γλῶτταν 3.240 τιμήσασα, ἀκάματον τὴν τῶν χειλέων ἀκρόπολιν ἔστησε φύλακα, ὡς μὴ λάθοι προκύψας ὀψέ ποτε λόγος μάλα μέν τις ἐπαγγελτικός, οὐ μάλα δέ τις τελεσιουργὸς καὶ ὠφέλιμος. καὶ τὰ πλείω λέγοις ἂν αὐτὸς καὶ ἀφηγοῖο πλατυτέρᾳ γλώττῃ τε καὶ βίβλοις μάλα γέ τι σφόδρα ἁρμοττούσαις. νῦν δέ σοι καὶ περὶ τῶν ἔξωθεν ἀπαγγελλομένων ἔνια διηγήσομαι, ὧν καὶ ὁ παρὼν τὰς ἡμῶν ἀκοὰς ἐνέπλησε χρόνος τῶν δυσχερῶν. Φήμη γὰρ ἀφίκετο πρότριτα ἐς Βυζάντιον ἐκ τῶν ἕωθεν ἐπιδημησάντων Ἀντιοχέων, ὡς ὁρμῇ δαιμονίᾳ τινὶ συσχεθεὶς ὁ τῆς Αἰγύπτου καὶ Ἀραβίας δεσπότης, ὁπόσοι χριστιανῶν οἰκοῦσι τὴν γῆν ἐκείνην, ἐξήνεγκε δόγμα πάντας ἡβηδὸν ἀνελεῖν, εἰ μὴ ἐς τὴν τῶν Ἀράβων θρησκείαν τὸ σέβας καὶ αὐτοὶ μεταθεῖεν, μηδὲ γὰρ εἶναι λέγων εἰκὸς ὑπὸ τὴν ἐμὴν ἐξουσίαν τελοῦντας τὴν ἐμὴν φαυλίζειν θρησκείαν. ἐνστάντων οὖν ἐκεῖ τηνικαῦτα παμπόλλων ὑπὲρ τῆς εὐσεβείας ἐρρωμένως καὶ σὺν ζεούσῃ τῇ προθυμίᾳ γέγονε φόνος πολύς, ὡς φανῆναι τὸ πλῆθος τῶν ἀναιρεθέντων ὑπὲρ δισμυρίους, ἀρξαμένου μὲν ἐκ Παλαιστίνης πρῶτον τοῦ δεινοῦ, εἶτα διαβάντος Κοίλην Συρίαν καὶ Φοινίκην πᾶσαν, καὶ ὅσαι τὴν Δαμασκὸν ἀστυγείτονες περιχορεύουσι πόλεις καὶ κῶμαι μέχρι Τύρου καὶ Σίδωνος, καὶ ὅση τὸ ὄρος τὸν Κάρμηλον περικλύζει θάλασσα. ἐν μεταμέλῳ δ' αὖ τοῦ προστάξαντος γεγονότος πέπαυται τὸ δεινόν. 3.241 Ταῦτα καὶ πλείω πρὸς τούτοις ἕτερα ὑπειπὼν ὁ καλὸς Ἀγαθάγγελος ᾤχετο ἀπιὼν περὶ μέσας που νύκτας, αὖθις τοὺς ἡμετέρους δημίους λαθὼν καὶ τοὺς θηριώδεις φύλακας, μόνον ἐμὲ καταλελοιπὼς τῇ στενῇ καὶ δεινῇ συνήθως ἐκείνῃ διαίτῃ χρώμενον. Ἄρτι 486
δὲ τοῦ μὲν ἐφεστηκότος λήξαντος ἔτους, τοῦ δὲ ἑξῆς ἐνδημήσαντος, τὰ Ῥωμαίων ἐνόσει τοῦ εἰωθότος ἐπέκεινα πράγματα διά τε τὴν εἰωθυῖαν Περσῶν ἐπικράτειαν, ἣν ἤδη Καντακουζηνοῦ προδιδόντος ἄχρι πυλῶν ἐσχήκεσαν Βυζαντίων, ὡς οἰκείοις τέως χρώμενοί τε καὶ καταχρώμενοι μὴ πράγμασιν ἅπασι μόνον, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας ἀνδράσιν ὁμοῦ πρὸς πᾶν τὸ βουλόμενον ἄγοντές τε καὶ φέροντες, οὐκ ἔξω πόλεων ὡς πρὶν περιθέοντές τε καὶ παραθέοντες, ἀλλ' ἐνδὸν ἤδη ποιούμενοι τοὺς συνοικισμούς, καθ' ὁπόσον καὶ οἷον καὶ ὅπου καὶ ὅτε τὸ τῆς ψυχῆς ὀρεκτικὸν ὑπετίθετο σφίσιν ἐπιτροπεύοντες καὶ δεσποτικῶς ἐπιτάττοντες. Ἤδη δὲ τοῦ φθινοπώρου λήγοντος, περί που τὰ μέσα μιᾶς τῶν νυκτῶν ἀκοή τις αἰφνίδιος τὸ Βυζάντιον περιήχησεν ἅπαν, εἶναι τείχους ἐντὸς βασιλέα Παλαιολόγον τὸν νέον, συμμαχίας πάσης ἀλλοφύλου χωρὶς ἀφιγμένον τριταῖον ἐκ Τενέδου τῆς νήσου, μηδενὸς αἰσθομένου τὸν εἴσπλουν, μεγίσταις μὲν τριήρεσι δυοῖν, μονήρεσι δ' ἑκκαίδεκα διὰ τοῦ πρὸς ἕω λιμένος καὶ νεωρίου εἰσελάσαντα, ὧν αἳ μὲν οἴκοθεν 3.242 ἦσαν αὐτῷ προνεναυπηγημέναι, αἳ δ' ἐκ Τενέδου τε καὶ Λέσβου καὶ Λήμνου κατὰ μέρος ἠθροισμέναι, καὶ εἴ τινες εἶεν αὐτόνομον διαιτώμενοι βίον. ὅ γε μὴν Καντακουζηνὸς ἐν ἀκοῇ τοῦ γεγενημένου γενόμενος ἔξω μὲν τῶν βασιλείων οὐδαμῇ ἐξεληλυθέναι ἐγνώκει, δείσας τὴν τῶν Βυζαντίων ὁρμήν, ἠρεθισμένων πάλαι σφοδρῶς κατ' αὐτοῦ, τά τε ἄλλα ὁπόσα πολλάκις ἔφθην εἰπών, καὶ ὅτι τούς τε τῆς εὐσεβείας πατρίους καταπεπάτηκε νόμους, καὶ τὴν τῶν ἐναπολειφθέντων ἅμα Ῥωμαίων ἐλευθερίαν ἀφελόμενος δουλεύειν αὐτοὺς ἐδεδώκει βαρβάροις καὶ ἀσεβέσιν ἐχθροῖς. πέμψας δ' οὖν τὴν ταχίστην ἐντὸς βασιλείων οὐ μάλα ἑκόντας ἀθροίζει τοὺς τῆς συγκλήτου προύχοντας, ἵνα τε συμμάχοις χρῷτο καὶ αὐτοῖς μετὰ τῶν ἐκ πολλοῦ συνοικούντων αὐτῷ Κατελάνων, εἰς ἑκατὸν ἀνηγμένων τὸν ἀριθμόν, ὁπότε ἐπίοι σὺν ὅπλοις πολεμησείων κύκλῳ τὰ βασίλεια τείχη Παλαιολόγος ὁ βασιλεύς, καὶ ἵνα μὴ ἐκείνῳ μᾶλλον κατ' αὐτοῦ συμμαχεῖν ἀναγκασθῶσιν ἐλεύθεροι ὄντες. ἀλλὰ τοῦ θεοῦ μὴ συναιρομένου τὰ πάντα ἀντέστραπται. τῇ γὰρ ὑστεραίᾳ περιστρατοπεδεύσαντες ἅμα αὐτῷ πάντες Βυζάντιοι ἐρρωμένως ἐπολιόρκουν. καὶ πρὶν ὅλας δύο παρελθεῖν ἡμέρας, φρυγάνοις πολλοῖς πυρπολήσαντες τὴν πρὸς τὸν ἐν Βλαχέρναις θεῖον νεὼν ἀνοιγομένην πύλην τοῦ κάτω παλατίου, εἰσερρύησαν ἀσχέτῳ ῥύμῃ, καὶ τὸ Καστέλιον οὕτω λεγόμενον ἐξηνδραποδίσαντό τε καὶ διενείμαντο κατὰ σφᾶς ὡς ἐβούλοντο. τούτου δ' οὕτω συνενεχ 3.243 θέντος, ἐπειδὴ βασιλείων ἐντὸς μύλος μὲν ἥκιστα ἦν, ἄλευρα δὲ καὶ ἄρτοι διὰ τὸ τῆς συμφορᾶς ἀδόκητον οὐ προῳκονόμηντο, ἥ τε καθ' ἡμέραν δαπάνη τοῦ πλήθους ἔνδοθεν ἀπαραίτητον τὴν χορηγίαν ἀπῄτει, καὶ ἅμα ὁ γογγυσμὸς καὶ οἱ πρὸς ἀλλήλους ψιθυρισμοὶ τῶν ἐντὸς πολυτρόπων ἐκείνων ἀνδρῶν καὶ αἱ κατὰ τοῦ Καντακουζηνοῦ λοιδορίαι πολλὴν ὤδινον τὴν κατ' αὐτοῦ κίνησιν, εἰς ἀνάγκας ἤλασαν σπείσασθαι τῷ γαμβρῷ καὶ βασιλεῖ Παλαιολόγῳ, πρὶν ἢ παθεῖν τὰ ἀνήκεστα. βραχέων οὖν ἐντὸς ἡμερῶν οὑτωσὶ τῶν πραγμάτων ἐκείνων συνελαθέντων καὶ τῶν σπονδῶν ἐπὶ τῷ βασιλεύειν ἄμφω γεγενημένων, ἀνυπόπτως ἤδη προσῄεσαν καὶ ὡμίλουν ἀλλήλοις τῶν βασιλείων οἴκων ἔνδον ἅμα καὶ ἔξω· διὸ καὶ σύγχυσίς τε καὶ θόρυβος ἠγείρετο σφόδρα ἄσημος κατὰ τὸ συνεχὲς πρὸς Βυζαντίων κατὰ πρόσωπόν τε καὶ ἀναιδῶς λοιδορούντων αὐτὸν Καντακουζηνὸν καὶ ἐπιπηδώντων αὐτῷ, καὶ ἐν ἐπαγγελίαις ὄντων κατὰ τῆς αὐτοῦ σφαγῆς τὰ ἴδια βάπτειν ξίφη, εἰ μὴ τὴν ταχίστην πρὸς τὸ μοναδικὸν τὴν βασίλειον ἀμείψῃ στολήν. ἔνθεν τοι καὶ μετ' οὐ πολλὰς τὰς ἡμέρας ἐξῄει τοῦ παλατίου, τὸ μοναδικὸν ἠμφιεσμένος σχῆμα, ξύν γε τῇ ὁμοζύγῳ νυκτός, αὐτὸς μὲν Ἰωάσαφ μετονομασθείς, ἡ δ' Εὐγενία, καὶ ὃ μὲν εἰς τὴν τῶν Μαγγάνων μονὴν μετοικήσας, ἣ δ' εἰς τὴν τῆς Μάρθας οὑτωσὶ κεκλημένην. εἵπετο δ' αὐτοῖς μὴ μόνον ἅπανθ' ὅσα πρὸς τὸ ζῆν ἀναγκαῖα, ἀλλὰ καὶ ὅσος τοῖς βασιλικοῖς ταμιείοις ἔτυχε τέως ἠθροισμένος 3.244 πλοῦτος, καθάπαξ ἅπας συλλήβδην εἰπεῖν 487
ἀγώγιμος σφίσιν εἵπετο καὶ αὐτός, Παλαιολόγου τοῦ βασιλέως ἐνδόντος αἰδοῖ τοῦ κήδους. Ἀλλὰ λεκτέον ἡμῖν ἐν βραχεῖ καὶ ὅσα τηνικαῦτα συμπέπτωκε πατριάρχῃ Φιλοθέῳ τῷ ἐπικεκλημένῳ Κοκκίνῳ· χρὴ γὰρ ἐνταῦθα μικρὸν ἀναδραμόντα τῷ λόγῳ δεῖξαι οἷς ἀκούειν ἔφεσις οἵα καὶ τούτῳ θεόθεν ἐκ τοῦ σχεδὸν ἐνέσκηψε παιδεία πρὸς ἔλεγχον τῆς ἀκαίρου καὶ σφαλερᾶς καυχήσεως. ἔσχε γὰρ οὑτωσί. ἐγένετο κατὰ τὴν μονὴν ἣ τοῦ Κραταιοῦ ἐπικέκληται, λείψανον ἱερὸν ἐκ κεφαλῆς ἄχρι ποδῶν ἀνενδεῶς τῶν μελῶν ἁπάντων ἔχον εὑρῆσθαι πρὸς τῶν ἐκεῖ μοναζουσῶν γυναικῶν. περὶ οὗ καὶ πολλή τις ἤκμασε τέως ὑπόληψις τοῖς πολλοῖς, Ἀνδρέου τοῦ Κρήτης εἶναι, ὃς οὐκ ὀλίγοις τὴν ἐκκλησίαν ἐκόσμησεν ἱεροῖς μέλεσι. τοῦτο γὰρ κατορώρυκται μὲν τῷ ἐδάφει τοῦ θείου ἐκείνου νεώ, ἦν δ' ἀφανείᾳ κεκαλυμμένον ἐκ παλαιοῦ καὶ οὐδενί πω γνώριμον ἄχρι τῆς τῶν νῦν χρονικῶν περιόδων ἡλικίας. ἄρτι δ' οὐκ οἶδ' ὁπότερον εἰς τοὐμφανὲς ἐληλύθει, εἴτ' ἐξ ἐπιπνοίας τινὸς θειοτέρας, εἴτε τινὸς χρείας ἐνστάσης ὀρύττειν ἐκεῖσε, εἴτ' οὐκ οἶδ' ὅντινα τρόπον ἕτερον. οὐ γὰρ ὄψεσιν αὐταῖς μοι τετύχηκε γενομένῳ κατὰ τὸν τόπον θεάσασθαι, τοῦ τηνικαῦτα διωγμοῦ καὶ τοῦ τῆς ἐκκλησίας χειμῶνος ἐκείνου τὰς ἐμὰς ἐγκλείσαντος θύρας, ὡς μηδ' ἐπὶ βραχὺ γοῦν εἰς ἐλεύθερον προκύπτειν 3.245 ἔχειν ἀέρα πνοῆς ἀκραιφνοῦς. ἀκοῇ δ' ὅμως ὀλίγῳ ὕστερον παρειληφότι ἕνα καὶ αὐτὸν εἶναί με τῶν εἰδότων συμπέπτωκε, παμπόλλων ἤδη τὸ πρᾶγμα καὶ δημοσίᾳ θρυλλούντων. διὸ τῶν οὐδὲν οὐδαμῇ γε ἀπεικότων ἔδοξεν, οὐδὲ τοῦ καιροῦ καὶ τῆς χρείας ὡς πορρωτάτω, τῇ ἱστορίᾳ καὶ τοῦτό μοι συνυφανθῆναι, ἔλεγχον μὲν κομιδῇ προφανῆ κομίζον θεόθεν κατὰ τῆς τῶν διωκτῶν ἀπονοίας, παντάπασι δ' ἀκίβδηλον τὸ τῶν διωκομένων ἡμῶν ἀποφαῖνον σύστημα. Φιλοθέῳ γὰρ τῷ Κοκκίνῳ τηνικαῦτα πατριαρχεύοντι ἔδοξεν, ὥσπερ ἕρμαιον τὸν καιρὸν ἡρπακότι, μηχανήσασθαί τι πρὸς σύστασιν τῆς σφετέρας αὐτῶν παλαμικῆς πολυθεΐας. πλήθους οὖν ἠθροισμένου παμπόλλου τῶν ἐν ἀγοραῖς καὶ τριόδοις καλινδουμένων, στὰς ἐφ' ὑψηλοῦ "χρεὼν ὑμᾶς" φησίν, "ὦ ἄνδρες τε καὶ γυναῖκες καὶ τέκνα νήπια, μὴ θείας ἄνευ προνοίας οἴεσθαι τὴν τοῦ θείου τοῦδε λειψάνου τοῖς ἐνεστῶσι γενέσθαι καιροῖς ἐμφάνειαν, ἀλλ' ἵνα τὸ πλείστοις διὰ τὴν τῶν ἀντιθέτων ἔριν ἀμφισβητήσιμον ἐμφανὲς καὶ σαφὲς καταστῇ, καὶ γνώριμον γένηται πᾶσι πῶς μὲν τὸ πολλάς τινας σέβειν ἡμᾶς ἐνεργείας ἀκτίστους καὶ ἀνουσίους, ἃς καὶ θεότητας ἀνουσιοϋφειμένας τῆς θείας καλοῦμεν οὐσίας καὶ διαφόρους αὐτῆς τε καὶ ἀλλήλων, ἀκίβδηλόν τέ ἐστι καὶ εὐσεβές, ἡ δὲ τῶν ἀντιθέτων καθ' ἡμῶν λοιδορία μάταιος καὶ κατεγνωσμένη. ἔστι μὲν οὖν κἀντεῦθεν οὐκ ἄδηλον τὸ τῆς 3.246 θείας ψήφου καὶ τῆς αὐτῶν καταδίκης· αὐτοὶ μὲν γὰρ ἐν παραβύστῳ καὶ γωνίαις ἐρριμμένοι πάσης ἄξιον ὕβρεως ἀνύουσι βίον καὶ λίαν ἠχρειωμένον, ἡμῖν δὲ παρρησίαν δίδωσιν ὁ θεός, καὶ σεμνύνεσθαι τά τε ἄλλα, καὶ μάλιστα τῇ τοῦ παρόντος διὰ μακρῶν ἤδη τῶν χρονικῶν περιόδων εὑρέσει θείου λειψάνου." ταῦτα δὴ καὶ πλείω τὰ παραπλήσια διεξεληλυθώς, ἐκέλευσε ταῖς μοναζούσαις ὀλίγων ἐντὸς ἡμερῶν τῇ τῷ ἁγίῳ ἐκείνῳ λειψάνῳ ἁρμοττούσῃ ἐνθεῖναι θήκῃ κατὰ τὸν ἐν τοῖς τῆς μονῆς προπυλαίοις προπαρεσκευασμένον οἰκίσκον, κἄπειτα ἑξῆς ἑτοιμάσαι καὶ ὅσα πρὸς ἀπαρτισμὸν ἐνθρονισμοῦ συντελεῖ, βρώσιμά τε πρὸς τούτοις καὶ πόσιμα ὅσα πρὸς ὑποδοχὴν ἀρκέσει τῷ τε τῆς ἐκκλησίας ἅπαντι κλήρῳ καὶ ὅσοι τῶν ἐπισκόπων καὶ πρεσβυτέρων καὶ λαϊκῶν ἐπείσακτοι ἔσονται, ἅμα αὐτῷ τὴν ἱερουργίαν τελέσοντες. καὶ ταῦτα μὲν τῇδέ πῃ κεχώρηκεν, ἄρτι δὲ τῆς ἡμέρας ἐνστάσης ἐν ᾗ τὴν ὑστεραίαν ἔδει τὰ τῆς ἱερουργίας τελεῖσθαι, πάντα μὲν ἦν ταῖς μοναζούσαις ἐκείναις ἕωθεν ἐς ἑσπέραν πονούσαις ἀνενδεᾶ τὰ τῆς χρείας, τῷ δὲ ἁγίῳ καὶ τῷ τοῦ ἁγίου μόνῳ θεῷ παντάπασιν ἀνένδεκτόν τε καὶ ἥκιστα ἀνεκτὸν ὑπ' ἀνδρῶν πολυθέων καὶ οὕτω δυσσεβείᾳ μακρᾷ αὐτῶν τε κραταιῶς ἐχομένων καὶ ἑτέροις αἰτίων ἀεὶ γινομένων τὴν αὐτουργίαν 3.247 πεπρᾶχθαι τοῦ προκειμένου. διὸ καὶ τῆς νυκτὸς ἐκείνης περὶ 488
τὰς ἀλεκτρυόνων ἤδη γενομένης ᾠδάς, φήμη τις ἡσυχῇ περιέθει τὴν πόλιν, ἔνδον τειχῶν τὸν βασιλέα Παλαιολόγον εἰσκεχωρηκέναι διὰ τῶν θαλαττίων τοῦ νεωρίου πυλῶν τῶν πρὸς ἕω ταχυναυτούσαις μονήρεσι καὶ διήρεσιν ἐκ Τενέδου καὶ Ἴμβρου καὶ τριήρει μιᾷ, δυοῖν νυχθημέροιν πρότερον ἐκ Τενέδου τὸν ἔκπλουν πεποιηκότα. θόρυβος οὖν διὰ τοῦτο κατέσχε τοὺς Βυζαντίους ἡδονῇ καὶ λύπῃ σύμμικτος, καὶ ὅσα ἐν τοῖς τοιούτοις συμβαίνειν εἴωθε, τῶν μὲν διὰ φόβον ἀσχετῶς φευγόντων, τῶν δὲ διὰ κέρδος λαμπρῶς διωκόντων. πάντων δὲ μάλιστα φόβος κατέσχε τὸν πατριάρχην Φιλόθεον οὐ πάνυ μικρὸς διὰ τὸ πάνυ τοῦ συμπτώματος ἀπρόοπτον καὶ αἰφνίδιον· καὶ γὰρ ὁ χθὲς βρενθυόμενος καθιεροῦν τὸν ναὸν εἰς βεβαίωσιν τῆς παλαμικῆς αἱρέσεως ἀνίερος τήμερον ὤφθη καὶ μάλα τι σφόδρα θεοῦ καὶ ἱερωσύνης ἀνάξιος. ὅθεν ἐπεὶ μὴ λελογισμένα πράττειν μηδὲ συνέσει προσήκοντα παρέχουσιν οἱ τοιοῦτοι καιροί, καὶ μάλισθ' ὅτε καὶ θεήλατός τις ἐλαύνοι πληγή, ἐξέστη καὶ οὗτος τοῦ καθεστῶτος εὐθὺς φρονήματος, καὶ ξυννενοηκὼς ἀνύποπτον μόνον εἶναι τὸν ἐπὶ θάτερα κρυπτῆρα μέρη τῆς τοῦ θεοῦ σοφίας λεγόμενον φοῦρνον, ἔνθα καὶ ᾧ τοὺς τῷ θείῳ προσιόντας βαπτίσματι 3.248 χρίεσθαι μύρῳ νενόμισται, ἕψουσιν ἐν πενταετηρικαῖς περιόδοις ἢ καὶ πλείοσιν ἴσως καὶ ἥττοσιν ἐνίοτε κατὰ τὴν τῶν ἄλλοτ' ἄλλων βούλησιν καὶ χρείαν πατριαρχῶν, ἐν τούτῳ φυγὼν ὑπότρομος καὶ περιδεὴς ὁ χθὲς διώκτης θρασὺς ἐπὶ πολλαῖς ἐκρύπτετο ταῖς ἡμέραις, ἠχρειωμένος καὶ μάλα ἀπαγορεύων τὸ ζῆν. Ἔξεστιν οὖν συλλογίζεσθαι πῶς τὰ χθὲς καὶ πρώην μετὰ σοβαροῦ τοῦ ἤθους δημοσιευθέντα τῷ Φιλοθέῳ μεγαλαυχήματα κατὰ τῶν ὀρθοδοξούντων καὶ τὰς τῆς βωμολοχούσης γλώττης εὐτραπελίας ἤλεγξεν οὐκ εἰς μακρὰν ὁ θεός, δικαίαν τὴν κρίσιν ἐπενεγκὼν τῷ περιφανῆ τὴν ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντι, μᾶλλον δὲ λαλήσαντι μὲν καὶ τότε, λαλήσαντι δὲ καὶ πρότερον ἢ τότε καὶ μεθύστερον ἢ τότε, καὶ λαλοῦντι διηνεκῶς αὐτῷ καὶ ὅσοι ἀμφ' αὐτὸν καὶ σὺν αὐτῷ παλαμισταί. τίς δ' οὐκ ἂν ἀπείποι βουλόμενος ἀριθμεῖν τοὺς περιφανεῖς κατ' αὐτῶν ἀεὶ γινομένους θεόθεν ἐλέγχους ὥστε σύνεσιν σχεῖν εἰς ἐπιστροφήν; τίς δ' οὐκ ἂν ἐκπληγείη βλέπων τὸ ἀκαμπὲς αὐτῶν καὶ ἀνεπίστροφον εἰς τὸ τὴν σφετέραν συνεῖναι πλάνην; καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. Τῶν δ' υἱέων Καντακουζηνοῦ Ματθαῖος μὲν ὁ βασιλεὺς διατρίβων ἔτυχε τηνικαῦτα ἐς ὅσα ἐπέκεινα Διδυμοτείχου τε καὶ Ὀρεστιάδος, Μανουὴλ δ' ὁ μετ' ἐκεῖνον, δεσπότης τὸ 3.249 ἀξίωμα ὤν, ἐς Πελοπόννησον, πέμπτον ἔτος ἤδη τῶν ἐκεῖ Ῥωμαϊκῶν χωρίων καὶ πόλεων τὴν ἐπιτροπὴν διοικῶν. ὁ δ' ἐπὶ θυγατρὶ γαμβρός, Κόντου Κεφαληνίας παῖς, Αἴνου τῆς πόλεως ἦν ἐπίτροπος, καὶ εἴ τι πέριξ ὑπῆρχε χωρίον βαρβαρικῆς ἀθῶον ἔτι καταδρομῆς. τῶν δὲ γυναικαδέλφων σεβαστοκρατόρων Ἰωάννης μὲν ἔτυχε τῷ Παλαιολόγῳ τέως συνδιαιτώμενος τῷ βασιλεῖ, τειχῶν Βυζαντίων ἐντός, ἅτερος δ' ἦρχε Βιζύης ὁ Μανουὴλ ἐκ πολλοῦ τὴν ἐπιτροπὴν εἰληφὼς πρὸς τοῦ Καντακουζηνοῦ· αἱ λοιπαὶ δ' ὑπέκυψαν Παλαιολόγῳ τῷ βασιλεῖ ὁπόσαι μήπω βαρβάροις προδέδονται πόλεις. Μηνῶν δ' ἐγγὺς δυοῖν μεταξὺ παρερρυηκότων ἧκεν ἐκ Τενέδου καὶ ὁ Κάλλιστος οὕτω λεγόμενος, πατριάρχης μὲν εἶναι συγχωρηθεὶς αὖθις πρὸς Παλαιολόγου τοῦ βασιλέως ἅτε ἐζηλωκώς, ὡς ἔδοξεν, ὑπὲρ αὐτοῦ, μὴ στεργόμενος δ' οὖν, εἰ μὴ τὰ κατὰ βούλησιν δρῴη αὐτῷ. ὃ μὲν γὰρ ἐβούλετο πάντας, συλλήβδην εἰπεῖν, ἐπισκόπους καὶ πρεσβυτέρους τῆς ἐπισκοπικῆς καθελεῖν ἀξίας· βασιλεῖ δ' οὐκ ἦν οὐδ' ὁπωσοῦν ἀνεκτὸν εἰ μὴ ἀλλήλοις ἀφῶσι τἀγκλήματα, συνιόντες εἰς ἕν. ὀψέ γε μὴν καὶ σφόδρα μόγις ἡ τοῦ βασιλέως φιλάνθρωπος νενίκηκε βούλησις. οὐ τελέως μὲν νενίκηκε δ' οὖν. τοῖς μὲν γὰρ ἐπισκόποις καὶ ἄκων ὁ Κάλλιστος ἐσπείσατο, τῷ δὲ μετά γε αὐτὸν πατριαρχεύσαντι Κοκκίνῳ τῷ Φιλοθέῳ λεγομένῳ τὸ παράπαν οὐδαμῇ, ἀλλὰ τοὺς αὐτοὺς 3.250 ἐπισκόπους συνηθροικὼς οἳ τοῦτον μὲν πέρυσι τῆς πατριαρχείας ἐξῶσαν ἐκεῖνον δ' ἀνθείλοντο, δι' αὐτῶν ἐκείνῳ τὴν ἐπεξέλευσιν εἴργασται. καὶ καθαιρεῖ μὲν αὐτὸν τῆς ἱερωσύνης 489
ὁμοῦ τῇ τῆς ἀξίας ἐλπίδι, ἐπιτίθησιν δὲ καὶ ἀφορισθεὶς ὑπ' ἐκείνου πρὶν καὶ αὐτὸς ἀφορισμὸν ἐκ θεοῦ, μοιχόν τε ἀποκαλῶν καὶ λῃστὴν καὶ ἅρπαγα τῆς μηδαμῇ προσηκούσης ἀξίας αὐτῷ. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. Ἐγὼ δ' ἐπὶ τούτοις τῷ βασιλεῖ προσεληλυθὼς καὶ ἀπειληφὼς ἰδίᾳ, καὶ ὅσα δήπουθεν ἐχρῆν ὡμιληκὼς ὑπὲρ τῶν θείων τῆς ἐκκλησίας δογμάτων, καὶ τὴν πρὸς τοῦ Καντακουζηνοῦ καὶ Παλαμᾶ καινοτομίαν τῆς εὐσεβείας γεγενημένην ἐκτραγῳδήσας, καὶ προσθεὶς ὡς ταῦτ' ἐστὶν ἃ τὴν τοῦ θεοῦ κεκίνηκεν ὀργὴν κατὰ τοῦ Καντακουζηνοῦ ὡς αἰσχρῶς τῆς βασιλείας ῥιφῆναι καὶ πρὸς τῶν φαυλοτάτων ἐξουδενωθῆναι λαμπρῶς, ἔπειτα παρῄνουν ἀνειληφέναι πεσοῦσαν τὴν πάτριον τῆς τοῦ θεοῦ ἐκκλησίας εὐπρέπειαν καὶ πρὸς τὸ ἀρχαῖον ἀναγαγεῖν ἀξίωμα, εἰ μὴ βούλοιτο καὶ αὐτὸς τοῖς ὁμοίοις περιπίπτειν δεινοῖς. θεοῦ γὰρ διδόντος τὴν πατρῴαν αὐτῷ βασιλείαν ἀπονητί, χρῆναι καὶ αὐτὸν ἀποδιδόναι τὴν πάτριον εὐσέβειαν τῷ θεῷ, τοῦ πάνυ τι χαλεποῦ τὸ πάνυ τι ῥᾷστον ἀλλαξάμενον. ἐντεῦθεν γὰρ ἐξεῖναι τοῦ λοιποῦ συλλήπτορι τῇ ἄνωθεν κεχρῆσθαι δεξιᾷ πρὸς ἅπασαν πρᾶξιν ὁμοῦ καὶ βουλήν. πρὸς δὴ ταῦτα καὶ τὰ τοιαῦτα βούλησιν μὲν 3.251 ἔχοντα πάνυ πολλὴν ἐγνωκὼς ἐγώ, ἔμπρακτόν γε μὴν ὁρμὴν ἥκιστα πάνυ πολλήν, πόνῳ πόνον αὖθις προσεθέμην, καὶ δὶς ἑξῆς καὶ τρὶς καὶ τετράκις αὐτῷ προσιὼν καὶ τὰ τοῖς προρρηθεῖσιν ἀκόλουθα δεξιῶς ὁμιλῶν κατανεῦσαι πεποίηκα δυοῖν ὁπότερον ἕλοιτ' ἂν διαπράξασθαι. εἰ μὲν οὐ διδόντων ἄδειαν τῇ τοιαύτῃ σχολῇ τῶν πραγμάτων ἔς γε τὸ ἱκανὸν ἀποχρῶσαν, προγράμματι γοῦν καὶ προστάξει δραστικωτέρᾳ βεβαιῶσαι μὲν τὴν τῶν γονέων τε καὶ προγόνων αὐτοῦ γε εὐσέβειαν καὶ ἐς τὴν πρὶν ἐκείνην θεοπρεπῆ κατάστασιν ἀνενεγκεῖν, ἀκυρῶσαι δὲ τὰς μετὰ τελευτὴν τοῦ πατρὸς αὐτοῦ παρεισφθαρείσας κηλῖδας καὶ κῆρας νεοφανεῖς καὶ τοῖς θείοις ἀποτροπαίους δόγμασιν. εἰ δ' ἀδείας ἐπειλημμένος τῆς προσηκούσης ἐξετάσει τελεωτέρᾳ βουληθείη διδόναι τὰ τυραννικῶς ὁμοῦ καὶ βιαίως παρεισαχθέντα βλάσφημά τε καὶ νεοφανῆ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ γράμματα πρός τε τοῦ Καντακουζηνοῦ καὶ τοῦ Παλαμᾶ, ἑτοίμως ἔχειν ἐμὲ κατὰ τὸ πάνυ τι ῥᾷστον δεικνύειν καθ' ἕκαστα μηδὲν ὑγιὲς μηδαμῇ ἐπαγόμενα, ἀλλ' ἐκπεφυκέναι καὶ συμπεφύρθαι ποικίλας αὐτοῖς καὶ πολυειδεῖς τὰς τερατομόρφους καινοτομίας τῶν ἐννοιῶν καὶ τῶν συλλαβῶν καὶ τῶν λέξεων καθ' ὁπόσας τῶν ἁγίων ἐρανισάμενοι ῥήσεις παρέφθειράν τε καὶ παρακεκόφασι, τὴν ἑαυτῶν αὐτοῖς ἀνακεραννύντες πανταχόθεν ἅμα καὶ παντάπασι μοχθηρίαν. 3.252 Ταῦτα δὴ καὶ τοιαῦτ' ἐμοῦ γε εἰρηκότος καὶ πεπεικότος, λάθρᾳ ἐξέπιπτεν εἰς ἀκοὰς ἀλλοτρίας καὶ ἀντιθέτους, καὶ πρὸς φθόνον καὶ φόβον ἠρέθιζεν ἥκιστα δὴ φορητόν. μάλιστα δ' οὖν ἁπάντων ἐξέπληξέ τε καὶ ἐξέμηνε Καντακουζηνὸν τὸν τῆς τοῦ θεοῦ ἐκκλησίας ὄλεθρον καὶ βεβαιωτὴν τῆς ὅλης κακίας διάπυρον. ὃς δήπου καὶ δείσας μὴ νῦν, ὁπότε μήτ' αὐτὸς τυραννοίη μήθ' ὁ αὐτοῦ μυσταγωγὸς παρείη Παλαμᾶς, ὑπέρσχῃ καὶ πέρας σχῇ τὰ βεβουλευμένα, λάθρᾳ σὺν πολλῇ τῇ σπουδῇ πεπομφὼς Ὑρκανῷ τῷ γαμβρῷ καὶ βαρβάρῳ χρήματα πρὸς Βιθυνίαν τὴν ἐκείνου δεξιὰν καὶ γνώμην ἱκανῶς ἔχοντα ἐμπιπλᾶν, πέπεικεν ἐλεύθερον ἐς Βυζάντιον ἀποστεῖλαι Παλαμᾶν τὸν τῆς κακίας προστάτην, ἵνα, τὸν δεύτερον φάναι πλοῦν, συμμαχία τις τῷ πονηρῷ γοῦν αὐτὸς γίγνηται δόγματι. ὃ δὴ καὶ ἡμῖν ἔδοξε μᾶλλον ἢ ἐκείνῳ βέλτιον· πρὸς γὰρ παρόντα τῶν τῆς αἰσχύνης κινουμένων ἐλέγχων, οὐκ οὔσης ἤδη τῆς ἀμάχου συμμαχίας τοῦ Καντακουζηνοῦ, μᾶλλον δὲ τῆς τυραννικῆς καὶ λίαν ἀτόπου, οὐκ ἐλείπετ' ἂν ἔτι πρόφασις ἀποφυγῆς οὐδ' ἡτισοῦν τῷ τὴν γνώμην καὶ πάντα τρόπον διαστρόφῳ καὶ πάντα ἀτόπῳ. Ἀλλ' ἐπὶ τούτοις ἡ βασιλὶς Ἑλένη πρὸς Βυζάντιον ἐκ Τενέδου ἀφιγμένη τὴν εἰς τοῦτο ῥοπὴν ἀνεχαίτισε τοῦ συζύγου καὶ βασιλέως Παλαιολόγου, μήτ' αὐτὴ μηδαμῇ βουλομένη τῆς Καντακουζηνοῦ τοῦ πατρὸς αἰσχύνης σύν γε τῷ πρέποντι 3.253 ἀναθέματι καταστῆναί πως αὐτήκοος, μήτε μὴν τὰς ἐκείνου παρ' αὐτὴν γινομένας λαθραίας μηνύσεις καὶ παρακλήσεις ἀτελεῖς παρακρούεσθαι 490
δυναμένη. καὶ τοῦτ' ἦν ὃ τὴν τῆς ἐκκλησίας καὶ τῶν θείων τέως δογμάτων ἔσβεσεν ἐπανόρθωσιν μετὰ τῆς ἐμῆς ἐς τοῦτο σπουδῆς, οἶμαι τοῦ θεοῦ τελεωτέραν ἔτι γενέσθαι τὴν τῶν ὑπὲρ εὐσεβείας ἀθλούντων δοκιμασίαν ἐπιψηφιζομένου. οὐ γὰρ τῶν ἀρξαμένων ἀθλεῖν οἱ στέφανοι καὶ τὰ ἔπαθλα, ἀλλὰ τῶν ἄχρι τέλους ἀνύειν προθυμουμένων ἅπαντα τὸν τοῦ δρόμου δίαυλον. διὸ καὶ πολλάκις ἄλλων κοπιώντων ἄλλοι τοὺς ἐκείνων μόχθους ἀπονητὶ λαμβάνουσί τε καὶ ἀπολαύουσι, μήτ' ἐκείνων ζημιουμένων τὰς ἀμοιβὰς πρὸς τοῦ ἀγωνοθετοῦντος θεοῦ διὰ τοῦ μεταξὺ τῶν ἀγώνων θανάτου, καὶ τῶν ὑστέρων κοινωνούντων τοῖς πρώτοις διὰ τὴν τῶν τρόπων ὁμοιότητα τῆς διανομῆς τῶν βραβείων, τὰ βάθη τῶν τοῦ θεοῦ κριμάτων οὐ δυναμένων ἐν τούτοις ἡμῶν ἐρευνᾶν. Εἰκάσειε δ' ἄν τις ἴσως ὡς τοῖς ἀσεβέσι διώκταις ἡμῶν τουτοισὶ μετανοίας ἀνοίγων θύραν ὁ κοινὸς προμηθεὺς δίδωσί τε διαμονῆς καιρὸν ἐνταυθοῖ, καὶ ὑπερτίθησιν ἑκατέροις ἑκάτερα, ἡμῖν τε τὴν θείαν ἐπικουρίαν κἀκείνοις τὴν δικαίαν ἐπεξέλευσιν. παιδεύει δ' οὖν ὅμως συμφορὰς ἐπιφέρων νῦν μὲν ἐξ ἀλλήλων ἀλλήλοις ἀλλεπαλλήλους, ἵνα μᾶλλον τῆς ἑαυτῶν κακίας αἰσθάνοιντο (οὐ γὰρ κατὰ τοῦ ἀγαθοῦ 3.254 μόνον μέμηνε τὸ κακόν, ἀλλὰ καὶ ἑαυτῷ στασιάζει καὶ μάχεται), νῦν δ' ἐπιταράττων καὶ διασκεδάζων ἐξαίφνης ἄλλοθεν ἄλλοθι καὶ ἀντιπερισπῶν τὸν ἅπαντα νοῦν τοῖς οἰκείοις προσέχειν παθήμασί τε καὶ ἀτοπήμασι, καὶ μὴ μόνοις ὁλοσχερῶς ἀεὶ τοῖς ἡμῶν ἐντρυφᾶν ἀδίκοις ὀνείδεσί τε καὶ διωγμοῖς. Ἐκεῖνο δὲ πῶς οὐκ ἄν τις θαυμάσαι τῆς θείας οἰκονομίας, ὅτι παρὰ τοσοῦτον Καντακουζηνῷ συγκεχώρηκε τὴν τοῦ μεγίστου τῆς τοῦ θεοῦ σοφίας νεὼ βραχεῖαν ἐκείνην οἰκοδομήν, τοῦ περὶ τὸν ὄροφον δηλαδὴ τεθραυσμένου μέρους, παρ' ὅσον τήν γε πρὸς χιόνων καὶ ὄμβρων αἰθερίων ἀποτροπὴν ἀνασώσασθαι σκέπην. ὅσα δ' οὖν τῶν ἐντὸς ὑπερλαμπρῶν ἱερῶν περιβόλων ἐκείνων καὶ θυσιαστηρίων ἁγίων παντάπασιν ἀνάλωται καὶ συντέτριπται, ταῦτα δ' ἀσεβέσιν αὐτοῦ καὶ βεβήλοις ἀνεγηγέρθαι χερσὶν οὐδαμῇ συγκεχώρηται πρὸς θεοῦ, ἀλλ' ἐν μέσῃ φάναι πορείᾳ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀκλεῶς, χλεύην μακρὰν καταλελοιπὼς τῷ βίῳ καθ' ἑαυτοῦ διὰ τὴν καινοτομίαν τῆς πίστεως. οὐδὲ γὰρ ἦν εἰκὸς τὰ πρὸς ἔλεγχον ἐμφανῆ τῆς αὐτοῦ καὶ τῶν ἀμφ' αὐτὸν δυσσεβείας ἀπολωλότα δι' αὐτοῦ πάλιν ἀνανεοῦσθαι. Εἰ δ' ὁ βρεφοκτόνος Ἡρώδης πάλαι πρὸς θεοῦ τὴν περιφανῆ τε καὶ πολυδάπανον ἐκείνην οἰκοδομὴν τοῦ τῶν Ἱεροσο 3.255 λύμων νεὼ συγκεχώρηται, τοσούτων ἐφεστίων τε καὶ συγγενῶν αἱμάτων χεῖρας ἅμα καὶ γνώμην ὑπάρχων μεστός, ἀλλ' ἔστιν εἰπεῖν ὡς τῆς πατρίου τούτῳ θρησκείας ἐν τῷ καλῷ τηνικαῦτα μενούσης ἔτι οὔτ' αὐτὸς ἑαυτὸν αὐτῆς ἠλλοτρίωσεν, οὔθ' ἑτέρους οὐδένας παρέπεισε τοῦτο παθεῖν. Καντακουζηνὸς δ' οὑτοσὶν αὐτός τε ἐξωμόσατο φανερῶς τὴν πάτριον εὐσέβειαν, καὶ πλὴν ὀλίγων τοὺς ἄλλους ἠνάγκασεν ἅπαντας, τοὺς μὲν δωρεαῖς τε καὶ λήμμασι παραλόγοις, τοὺς δ' ἀπειλαῖς καὶ κολάσεσι κακοτρόποις, εἰς τὸν ἴσον αὐτῷ κατενεχθῆναι κρημνόν. Ἄξιον δ' ἐνταυθοῖ γενομένους καὶ τό γε μῆκος καὶ πλάτος ἡμᾶς ἀφηγήσασθαι τῆς ὑπὸ τὴν κυρτὴν ἐντὸς ἐπιφάνειαν τοῦ ὀρόφου τούτου γραφείσης ἀρτίως ἁγίας εἰκόνος τῆς ἐνυποστάτου σοφίας θεοῦ, τοῦ σωτῆρος λέγω Χριστοῦ. εἶναι γὰρ καὶ τοῦτο τοῖς ὀψιγόνοις ἐράσμιον οἶμαι ἀκρόαμα, καθάπερ δὴ καὶ ἀνωτέρω που τῶν πρώτων τῆς ἱστορίας ταυτησὶν ἡμετέρων ἐκείνων λόγων καὶ βίβλων εὐθὺς ἐν προθύροις τὸν ἐπὶ κίονος ἑστῶτα δεδηλωκότες ἔφιππον ἀνδριάντα χαλκοῦν εὖ ποιεῖν τοῖς συνετωτέροις ἐδόξαμεν, αὐτοί γε ἡμεῖς ἐκείνου γεγονότες αὐτόπται καὶ ταῖς οἰκείαις μετρήσαντες τοῦτον χερσίν, ἐπὶ τὸ ῥᾷστον τέως συνενεχθέντος τοῦ πράγματος, ὡς ἐκεῖ που καθ' ἕκαστα διειλήφαμεν. εἶναι γὰρ ἀξιοζήτητον οἶμαι, εἴ τις κάτωθεν μὲν εἰς ὕψος ὁρῴη, μὴ δύναιτο δὲ τὴν ἀκριβῆ συμμετρίαν δι' ὄψεως παραπέμπειν τῷ 3.256 νῷ, πεφυκυίας μὲν ὡς τὰ πολλὰ τοῖς μεταξὺ τῶν ὁρώντων καὶ ὁρωμένων τοπικοῖς διαστήμασιν ἀπατᾶσθαι, ἐφιεμένης δ' ἄλλως ὁθενδήποτε καὶ 491
ὁπωσδήποτε συλλέγειν τε τῆς ἀληθείας ἴχνη καὶ εἰκόνας ὁποιασοῦν καὶ τὰ τῆς τοιαύτης ἰατρεύειν ἀπάτης νοσήματα. ἔστι γὰρ τὸ ἐκ κορυφῆς ἄχρι πώγωνος ἄκρου φημὶ τῆς ὑπήνης σπιθαμαὶ μῆκος μὲν ὀκτὼ καὶ εἴκοσι, πλάτος δὲ τεσσαρεσκαίδεκα, δακτύλων δ' ὁ μὲν πρῶτος ὀκτὼ καὶ ἡμισείας τὸ μῆκος, οἱ δ' ἄλλοι κατὰ τὸ ἀνάλογον· τῶν δ' ὀφθαλμῶν ἀνὰ τριῶν ἑκάτερος, ἡ δὲ ῥὶς ἔγγιστα ὀκτώ. τούτων δ' οὕτως καθάπερ στοιχείων δοθέντων ἔξεστιν ἐντεῦθεν, ὁπόσοι χαριέστεροι τῶν ζωγράφων, καὶ τὴν τῶν ἄλλων μελῶν καὶ μερῶν καὶ ἅμα τῆς τοῦ παντὸς σώματος διαπλάσεως τῆς θείας ἐκείνης τοῦ σωτῆρος εἰκόνος κατὰ τὸ τῆς συμμετρίας ἀνάλογον ὅση τίς ἐστιν εὐθὺς συλλογίζεσθαι μῆκος καὶ πλάτος. καὶ ταῦτα διῆλθον ἐμπειρίας ἕνεκα τῶν ἐντυγχανόντων, κράτιστον εἰδὼς ἐφόδιον εἴς γε τὴν τῶν ὄντων ἐπιστήμην καὶ εἴ τινες εἶεν αὐτοῖς ἐνθεωρούμενοι λόγοι σοφοὶ τῆς προνοίας, καθὰ καὶ Ἀριστοτέλει δοκεῖ. φησὶ γὰρ ἐκεῖνος αἴσθησιν μὲν ἐμπειρίας εἶναι ποιητικήν, τὴν δ' ἐμπειρίαν τῶν πρὸς ἐπιστήμην ἀρχῶν παρεκτικὴν ἐκ διαδοχῆς καὶ συλλήπτριαν γίνεσθαι. ἐντεῦθεν γὰρ αἵ τε πολυειδεῖς ἐρρύησαν τῆς σοφίας πηγαί, καὶ οἱ πάλαι τῆς ἐπιστήμης ἐφευρεταὶ τῶν τε αἰθερίων καὶ περιγείων 3.257 τὴν γνῶσιν ἠρύσαντο, καὶ τῆς γε τῶν ποικίλων καὶ παντοδαπῶν πραγμάτων τε καὶ λόγων διδασκαλίας, ὅσον ἐφικτόν, τὰς ἀφορμὰς ἀνειλήφεσαν. εἶεν. ἐγὼ δ' εἰς τὸν εἱρμὸν ἐπάνειμι τοῦ λόγου. Ὁ γάρ τοι πατριαρχεύσας Κάλλιστος μετὰ τὴν αὑτοῦ καθαίρεσιν καὶ τὸν εἰς τὸ γαλατώνυμον φρούριον τῶν Λατίνων λαθραῖον δρασμὸν ἐκεῖνον, καιροῦ μετὰ χρόνον τινὰ τυχὼν λάθρᾳ κἀκεῖθεν ἐξῄει καὶ ἐς Τένεδον κατεπεπλεύκει, Παλαιολόγῳ τῷ βασιλεῖ χαριζόμενός τε καὶ ἀντὶ δώρου παντὸς τὸ τῆς ἐν καρδίᾳ θαλαμευομένης σχέσεως κομίζων διάπυρον, τὸν ὑπὲρ αὐτοῦ δηλονότι ζῆλον ἔργοις αὐτοῖς, καὶ ἀφηγούμενος ὅπως ἐξὸν ἀπολαύειν τῆς πατριαρχικῆς ἐξουσίας καὶ ἅμα τῆς Καντακουζηνοῦ βασιλεύοντος εὐμενείας καὶ εὐεργέτιδος γνώμης, εἰ ἐβούλετο κοινωνεῖν αὐτῷ τῆς ὑπὲρ Ματθαίου τοῦ υἱοῦ βασιλικῆς ἀναρρήσεως, ὃ δὲ τὰ ἔσχατα πάσχειν εἵλετο, τῶν πατρῴων ἀντιποιούμενος αὐτοῦ δικαίων. καὶ εἰ μὴ λαθραίᾳ φυγῇ τὴν σωτηρίαν ἐπόριζεν ἑαυτῷ, τάχιστα ἂν εἵρκτη ζοφώδης καὶ θανάτου βιαίου γείτων ἐδέχετο τοῦτον εὐθύς. καὶ ἵνα τἀν μέσῳ συντέμω, ὅλον ἐνιαυτὸν ἐκεῖ διηνυκότι τά τ' ἄλλα [τε] αὐτῷ πάντ' ἐδρᾶτο τὰ πατριάρχαις ἔθιμα, καὶ ἅμα γραφὰς οὐκ ἠμέλει πέμπων Βυζαντίοις, ὅσαι τὴν εἰς αὐτὸν ἐξετραγῴδουν ἀδικίαν, καὶ μοιχὸν μὲν προφανῆ καλῶν 3.258 Φιλόθεον τὸν Κόκκινον, προδότας δὲ τῆς τῶν κανόνων καὶ νόμων ἐξουσίας τοὺς ἐπισκόπους καὶ θεοῦ καταφρονητάς, ὅτι ταῖς βασιλικαῖς ὑπείξαντες καὶ ἡττηθέντες ἀδίκοις δωρεαῖς συνέχεαν τά τε τῆς ἐκκλησίας πράγματα καὶ πρός γε δὴ τὰ τῆς ἐννόμου βασιλείας. καὶ ἐπὶ τούτοις ἀναθέματί τε αὐτοὺς καθυπέβαλε καὶ χωρισμῷ θεοῦ. ἃ δὴ συχνὰ καὶ δίκην βελῶν ἐκ Τενέδου πεμπόμενα βλέπων ὁ τῆς πατριαχικῆς ἐξουσίας ἄρτι ἐπειλημμένος Κόκκινος ἠγανάκτει τε καὶ ἀντιμηχανώμενος οὐκ ἠμέλει τὰ ἴσα. συνάγων γὰρ τοὺς πλησιοχώρους ἐπισκόπους, καὶ ὅσοι Βυζαντίῳ ἐνδιατρίβοντες ἔτυχον ὁπωσδηποτοῦν, ψηφίσματα ἐξετίθει τε καὶ διέπεμπε πανταχῇ ἀναθέματί τε καὶ ἀφορισμῷ παραπέμποντα Κάλλιστον. ἔπεμπε δὲ μάλιστα τοῖς ἐν Ἄθῳ τῷ ὄρει μονάζουσι τὰ τοιαῦτα ψηφίσματα, παραγγέλλων ἐπὶ τούτοις μηδ' εἰ βουληθείη παρ' ἐκείνους φοιτᾶν δέχεσθαι τοῦτον ἅτ' ἐπ' ἐγκλήμασι Μασαλιανικοῖς ἐννόμως καθαιρεθέντα καὶ οὐκ ἐμμένοντα ταῖς δίκαις, ἀλλ' ἀρχιερατικῶς ἐπιτάττειν καὶ ἀναθεματίζειν καὶ ἀφορίζειν ἀναισχυντοῦντα. χρεὼν οὖν διὰ ταῦτά τε, καὶ ὡς ἤδη καὶ συνοδικοῖς ἀναθεματισμοῖς ὑποπεπτωκότα καὶ τῷ ἐκ θεοῦ χωρισμῷ, οἷα λύμην τοῦ ὄρους ἀποσοβεῖν. Ἐπεὶ δὲ τὰ πράγματα καθάπερ ὀστράκου μεταπεσόντος νέαν ἔσχε μεταβολήν, καὶ τῷ μὲν Καλλίστῳ τῶν πατριαρχι 3.259 κῶν αὖθις κρατῆσαι συμβέβηκε θρόνων, τῷ δὲ Κοκκίνῳ Φιλοθέῳ, πρὶν αἰσθέσθαι, λαμπρῶς ἐκεῖθεν ἀπερρῖφθαι πάσης ἱερωσύνης γυμνόν, ὡς εἰρήκειμεν, γράμματα ἐφοίτα αὐτῷ πρὸς 492
τῶν τῷ ὄρει τῷ Ἄθωνι ἐνδιαιτωμένων μοναδικῶν ἀνδρῶν, Νίφωνος κατηγοροῦντά τινος τῶν ἐκεῖ μοναχῶν ἱερέως τοὐπίκλην Σκορπίου, ὃς προκεκατηγόρητο πρὸ βραχέος ἐπὶ τῇ τῶν Μασαλιανῶν καὶ Βογομίλων αἱρέσει, σκιωδῶς πως καὶ ἀμαρτύρως ἔτι. τούτῳ μέντοι φίλος ὢν ἐκ πολλοῦ Κάλλιστος οὐδὲ νῦν πατριάρχης γενόμενος τῆς αὐτοῦ φιλίας ἀπέσχετο, ἀλλὰ μία τις ἦν ἐν ἀμφοῖν ψυχή. διὸ καὶ ὠργίζετο τοῖς κατηγόροις, καὶ ἀραῖς ἐγγράφοις καὶ ἀφορισμοῖς καθυπέβαλε καὶ εἴ τις εἴη πιστεύων. ἐφ' οἷς παροξυνθέντες ἐκεῖνοι, καὶ ἅμα τὸ θάρρος ἔχοντες ἐκ τῆς ἀληθείας, συνεληλύθεσαν ἐκ συνθήματος, ἐφ' οὗπερ ἔθος ἦν κἀκείνοις ἀεὶ συνιόντας ποιεῖσθαι τὰ τοιαδὶ τῶν σκεμμάτων. καὶ τόμος ἐκτίθεται ταῖς ἁπάντων ἐκείνων μαρτυρίαις συνειλημμένος, τά τε ἄλλα δηλῶν καὶ ὅτι οὐ τῶν ἀπὸ τύχης καὶ τῶν ἐξ αὐτομάτου συμπίπτειν δοκούντων ἕν τι καὶ τὸ νῦν πεπραγμένον ὑπῆρχεν, ἵνα καὶ σιγῇ δεδωκώς τις ἀθόρυβον σχῇ συνειδὸς καὶ μηδαμῇ τὴν καρδίαν καθεύδειν καὶ ἠρεμεῖν βουλομένην ἀναμοχλεῦον, ἀλλὰ θεοῦ προφανῶς τοῦ τὰ κρύφια δῆλα δρῶντος, ὁπότε βούλοιτο σύνεσιν ἐντιθέναι οἷς ἀσυνέτως ἔχειν 3.260 πρὸς τὴν ὑγιᾶ συμπέπτωκε θεογνωσίαν, ἵνα δηλαδὴ καὶ ὁ πρὸ βραχέος ἐκεῖνος πεμφθεὶς ὑπ' αὐτῶν κατὰ τῶν ἐν τῷ ὄρει τούτῳ ἑαλωκότων ἐπ' αὐτοφώρῳ Μασαλιανῶν καὶ Βογομίλων τόμος θεατρικώτερος γένηται, καὶ πᾶσι γνωσθῇ τῆς ἐφ' οὕτω μέγα κακίας ἀναρριπισθείσης αἱρέσεως ἡ ῥίζα. Μοναχὸς γάρ τις τῶν τῷ Σκορπίῳ τούτῳ ὑπηρετουμένων, τοὐπίκλην Βαρδάριος, θανάτου γείτονι κάτοχος ἤδη νόσῳ γενόμενος, ἔκειτο κάμνων καὶ μυρίαις ἀλγηδόσι τὸ σῶμα κεντούμενος ἅπαν. ἔπειτα ἐφ' ὅλαις ἡμέραις εἴκοσι ἄσιτός τε καὶ ἄποτος διαμείνας ἄφωνος ἔκειτο, πνέων ὁσημέραι τὰ λοίσθια. οὐκ ἔθνησκε δέ, ἀλλὰ τό τε σῶμα ἐξώγκωτο καὶ μακρά τις ἐπεχύθη τῷ προσώπῳ μελάνωσις. ὀψὲ δὲ τῷ τοῦ πράγματος παραδόξῳ καταπλαγέντες οἱ τῆς μονῆς ἐκεῖ προεδρεύοντες ἤροντο μή τι τῶν αὐτῷ πλημμεληθέντων ἀνεξαγόρευτον ἐν θαλάμοις κρύπτει καρδίας, κἄπειτ' αὐτοῦ κηδόμενος ὁ θεὸς οὐκ ἐᾷ τῷ αἰωνίῳ θανόντα δοθῆναι πυρί. ὃ δὲ συνεὶς καὶ μικρὸν διάρας τοὺς ὀφθαλμοὺς βύθιον ἀνῴμωξε, καὶ μόλις κινήσας τὴν γλῶτταν τοιάδε φησίν. "ἴστε τὴν πρὸ δυοκαίδεκα ἐτῶν ἐνταυθοῖ γενομένην σύνοδον τῶν ἐν τῷ ὄρει τῷδε ἀνδρῶν. τότε τοίνυν ὑποπτευθέντος καὶ τοῦ Σκορπίου, ἐρωτηθεὶς ἐγὼ εἰ σύνοιδα αὐτῷ κοινωνῷ γενομένῳ τοῖς τηνικαῦτα ἁλοῦσι Μασαλιανοῖς καὶ Βογομίλοις ἐνταῦθα, ἔξαρνος ἐγε 3.261 νόμην καίπερ εἰδὼς ἀκριβῶς. ὅρκον τε ἐπέθηκα τῇ ἀπαγορεύσει, καὶ ἀφωρισμένος ἐδεξάμην εἶναι ἀπὸ Χριστοῦ διὰ τὴν ἐκείνου φιλίαν ὁ τρισάθλιος, μήτε κολαστήρια δείσας θεοῦ, μήτ' ἀνδρῶν πνευματικῶν παραινέσεις αἰδεσθείς." ἀρξάμενος οὖν διεξῆλθε τὰς ὁμοῦ τῷ θιάσῳ τῶν Μασαλιανῶν πεπραγμένας βεβήλους ἐκείνῳ καὶ μυσαρὰς ἐργασίας, ἃς ὥραν ἔχειν ἥκιστά μοι δοκεῖ καθ' ἕκαστα λέγειν ἀρτίως ἐμέ, τῆς τῶν ἄλλων ἀνθελκούσης με βιαιότερον ἱστορίας. ἔξεστι γὰρ πάντα καθ' ἕκαστον ἀναλέξασθαι, καὶ νοῦν καὶ σκοπὸν καὶ πρᾶξιν καὶ λόγον καὶ κακίας δύναμιν καὶ θεοῦ μακροθυμίαν καὶ εἴ τι τοιοῦτον, εἴ τις ἐπιέναι βούλοιτο τόν τε γενόμενον πρότερον ἐπὶ τῇ τῶν νέων Μασαλιανῶν ἐκείνων καὶ Βογομίλων εὑρέσει προφανῶς ἐλεγχθέντων ἐπὶ τοῦ θείου ὄρους καὶ τῶν μὲν κολασθέντων τῶν δ' ἐξωσθέντων ἐκεῖθεν, καὶ ἅμα τὸν δεύτερον τοῦτον δὴ τὸν ἐπὶ τῷ ἐλεγμῷ τοῦ Σκορπίου παραδόξως ἐπισυμβάντα θαυματουργήσαντος τοῦ θεοῦ πρὸς τὴν τοῦ πρώτου βεβαίωσιν. ἐκτέθεινται γὰρ ἀμφότεροι ἐν τῷ τέλει τῆς παρούσης ἡμετέρας βίβλου, ἣ τὴν Ῥωμαϊκὴν διέξεισιν ἱστορίαν· οὐ γὰρ ἐκρίναμεν δέον εἰς ἑτέραν ἐκείνους μεταποιῆσαι φράσιν, ἀλλ' εἶναι κατὰ τὰς λέξεις καὶ τά γε κῶλα καὶ κόμματα καὶ τὰ ἤθη τῶν ἐννοιῶν ἀμεταποιήτους, ὡς ἔσχον ἐκεῖθεν ἐληλυθότες, τοῦ ἀδιαβλήτου χάριν. πλὴν ἓν μόνον σημειωτέον τουτί, ὡς ὑπὸ μάρτυσιν ἐκείνοις 3.262 τὴν ἐξαγόρευσιν ποιησάμενος ταυτηνὶ μετ' ὀλίγον ἐξέπνευσεν, ὡς καὶ ψῆφον ἐξενηνέχθαι τέως οἷς ἐκεῖ συνετωτέροις εἶναι 493
τετύχηκε, μὴ δι' ἄλλο τι τὰς βιαίας γοῦν ταύτας καὶ τελευταίας ταμιευθῆναι τἀνθρώπῳ πνοὰς πρὸς θεοῦ ἢ διὰ τὴν τῶν ῥηθέντων ἐξαγόρευσιν. ὅμως ἐπειδὴ καὶ ὁ δεύτερος οὗτος νεωστὶ γενόμενος τόμος ἐληλυθὼς ἐκ τοῦ ὄρους εἰς ἐπήκοον Καλλίστῳ τε ἀνεγνώσθη τῷ πατριάρχῃ καὶ τοῖς ἀμφ' αὐτὸν ἐπισκόποις, εἰς ὀργὴν αὖθις ἤγειρε τὸν πατριάρχην καὶ ἄπρακτος ἀπεπέμφθη, τῶν ἀμφ' αὐτὸν ἐπισκόπων οὐδὲν εἰρηκότων, ἀλλὰ κωφοῖς ἐοικότων ἢ λίθοις ἀναισθήτοις, εἰπεῖν οἰκειότερον· οὕτω βοσκηματώδεις εἰσὶ καὶ παισὶν ἀθύρουσι λίαν ἐπίχαρτοι προσηκόντως οἱ νῦν τῶν ἱερῶν καθήμενοι δογμάτων κριταί. ἀλλὰ τούτων μὲν ἅλις, εἰρήσεται δὲ κατὰ χώραν ἰοῦσιν ὅσα ἐπηκολούθησε σφίσι. νῦν δ' ἐκεῖνο ἐπαναλήψομαι. Ἀφίκετό τις ἐκ Λατίνων ἐπίσκοπος παρὰ βασιλέα, Ἰωάννην φημὶ τὸν Παλαιολόγον, φιλίας ἕνεκα προϋπαρχούσης, σοφίας ἔμπειρος ὁπόση καὶ οἵα τὴν τῶν Λατίνων οἰκειοῦται σχολὴν ἐν δογματικαῖς τῶν θείων γραμμάτων διατριβαῖς. ἔφασκε δ' ἐν ταῖς καθ' ἡμέραν ὁμιλίαις τῷ τε βασιλεῖ καὶ οἷς ἐνετύγχανε σοφωτέροις ἰδίᾳ καὶ δημοσίᾳ, πολύν 3.263 τινα γίνεσθαι λόγον παρὰ Λατίνοις περὶ τῆς βασιλίδος ταύτης τῶν πόλεων καὶ ὅσοι τῶν οἰκητόρων παιδείας ἀντιποιοῦνται, τά τε ἄλλα καὶ ὅπως ἄνωθεν ἀεὶ ῥᾳδίως ἐξαπατᾶσθαι εἰώθεσαν καὶ ἄλλοτ' ἄλλαις αἱρέσεσι καὶ δογμάτων καινοτομίαις ἐκκλησιαστικῶν ὑπείκουσιν, ὡς φύλλα δένδρων ἀνέμοις μεταρριπιζόμενα πᾶσι. "καὶ νῦν δ' οὐχ ἧττον Παλαμᾶν τινὰ ὄνομα νόθους καινοφωνίας εἰσαγαγεῖν ἠκηκόειμεν κατὰ τῶν θείων δογμάτων. εἶναι δ' οὐ μόνον αἰσχρὰς τὰς τοιαύτας καινοφωνίας ἀλλὰ καὶ πολυειδεῖς καὶ μωρίᾳ συγκεκραμένας πολυειδεῖ. ὡς εἶναι, οἷς τούτῳ συνίστασθαι περιγίνεται, μακροῖς τισὶ μέτροις κατεγνῶσθαι μᾶλλον ἢ Σαβελλίῳ τε καὶ Ἀρείῳ καὶ ὅσοι κατ' Εὐνόμιον καὶ Νεστόριον καὶ Ἀπολινάριον εἶεν συνηγοροῦντες. σύμφωνα μὲν γὰρ κἀκείνοις, ὡς ἔγνωσται, φθέγγεται, διαφόροις δ' οὖν καὶ ἀτοπωτέροις ὑπερβολαῖς παραλλάττοντα. καὶ τό γε παραλογώτατον· ὅπῃ τοῦτον μάλιστα πάντων ἐκείνων ἐχρῆν αἰσχύνεσθαι, ὧν ταῖς ὑπερβολαῖς τῶν βλασφημιῶν ὑπερέσχεν, ὃ δὲ καὶ πρὸς δικαίωσιν ἑαυτοῦ καὶ φρούριον μάλα προβάλλεται ἰσχυρὸν ὅτι μὴ ὁμόφωνα καθάπαξ φθέγγεται σφίσι. καὶ ὅτι μὲν οὐχ ὁμόφωνα ταῦτ' ἐκείνοις, βοᾷ, ὅτι δὲ χείρω κἀκείνων μακροῖς τισὶ μέτροις, σιγᾷ, παίζων, ὡς ἄν τις φαίη, ἐν οὐ παικτοῖς. τοῦτον τοίνυν εἰς ὄψιν ἀφῖχθαί μοι βουλοίμην ἄν. εἰ οὖν 3.264 σοι καὶ ἡμῶν μέλοι, μὴ ἄχθεσθαι, σὺ δ' ἀλλ' ἐντελῆ μοι τὴν ζήτησιν δρᾶν προθυμήθητι." Τὴν δὴ τοιαύτην ἔφεσιν τοῦ Λατίνου μηδὲν μελλήσας ὁ βασιλεὺς ἐς τὴν ὑστεραίαν εὐθὺς ἐκπληροῖ, παρεσκευακὼς ὁμιλῆσαι τῷ Παλαμᾷ, καὶ ὧν λέγει αὐτὸν αὐτήκοον γεγονέναι τὸν Λατῖνον. τῆς οὖν ὁμιλίας γενομένης μικρὸν διαστὰς καὶ ἀπολαβὼν ἰδίᾳ τὸν βασιλέα ὁ Λατῖνος πολλὰ μὲν ἀκούειν ἔφη λέγοντος Παλαμᾶ, μάτην δ' οὖν καὶ ἄλλοθεν ἄλλα συμπεφυρμένα τε καὶ παρευρημένα, ὡς ἀπορεῖν ἡμᾶς ἀποφαίνεσθαι πότερον τῇ ποιότητι τούτων ἢ τῇ ποσότητι δοίη τις ἂν τὸ πρὸς κακίαν τρόπαιον. ἐζήτησε δ' οὖν ὅμως τοῦ Παλαμᾶ διαλεγομένου καὶ πρὸς ἐμὲ σιγῶν αὐτὸς γενέσθαι ἀκροατής. διὸ καὶ τῇ ὑστεραίᾳ καλῶν ἐκ βασιλέως ἥκει κἀμὲ τῶν ἐπ' εὐγενείᾳ σεμνυνομένων ὁ μέγας λογοθέτης, ἄρτι τῶν εἰωθότων τῆς κεφαλῆς νοσημάτων οὐ τελέως μὲν ἀπηλλαγμένον δ' οὖν. κἀπειδὴ παρακρούεσθαι οὐκ ἐνῆν, ἀναστὰς ἀπῄειν, ὅτου χάριν ἥκιστα πάντων οὔτ' εἰδὼς οὔτε μὴν πολυπραγμονήσας μαθεῖν. προσετετάχει γὰρ ἡ βασιλὶς Ἑλένη μὴ προεγνῶσθαί μοι τὸ τῆς προσκλήσεως αἴτιον, ἵνα μὴ σὺν μελέτῃ δρῴην τὴν ἄφιξιν καί τις παρευδοκίμησις γένηται τῆς τοῦ Παλαμᾶ ἐπιδείξεως. διὰ γὰρ τὸν ἑαυτῆς πατέρα Καντακουζηνὸν λίαν καὶ αὕτη τῷ 3.265 Παλαμᾷ προσέκειτο, καὶ ἀντέπραττεν ὡς τὰ πολλὰ τῇ τοῦ συζύγου γνώμῃ πρὸς ὅσα τῇ θρησκείᾳ συντείνει. ἄρτι γε μὴν τὴν βασίλειον αὐλὴν εἰσιόντι μοι καὶ Παλαμᾶν ἐκεῖ πρὸς διαλέξεις ἔφεδρον εἶναι μαθεῖν ἐξεγένετο. οὕτω δ' ἔχοντί μοι τῶν ἐκ κεφαλῆς ἀλγηδόνων ἔτι, καὶ οὕτως ἀπροσδοκήτως ἐμπεπηδηκότος μοι τοῦ ἀγῶνος, πρῶτον μὲν ἔδοξε 494
βέλτιον οἴκαδε τέως ἐπανιέναι με, μικρὰ τῶν μεμηχανημένων προσκλήσεων ἐκείνων φροντίσαντι· ἵνα δ' οὖν μὴ δειλίας ὑπόνοιαν τοῖς φιλοσκώμμοσι δῶμεν, ἐπερρώσαμέν τε αὖθις τὸν λογισμὸν καὶ ἀνελάβομεν ἑαυτούς, θεῷ τὸ πᾶν ἐπιτρέψαντες. Καὶ οὕτως εἰς αὐτὸν εἰσῄειν βασιλέα τῇ τε τῶν εὐγενῶν συνόντα παρουσίᾳ καὶ ἅμα τῆς βασιλίδος Ἑλένης, τῷ τοῦ συμβάντος σχεδίῳ παρηκολουθηκώς. τά γε μὴν ἐκεῖ λαληθέντα, ὁπόσα καὶ οἷα, καὶ ὅπως ὁ καιρὸς ἐσχεδίασε τὰ τοιαῦτα, δηλώσει τὰ ἐφεξῆς. γέγραπται μὲν γάρ μοι ταυτὶ λεπτοτέρᾳ τινὶ διηγήσει, ἐκδέδοται δ' ὡς ἐξ ἑτέρου τῶν ἐκεῖ παρόντων ἑνός, πρὸς ἐρωτήσαντά τινα δῆθεν διεξιόντος. ἔχει δὲ οὑτωσίν. 3.266 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Λ, ΔΟΓΜΑΤΙΚΟΣ ΔΕ Α. ΜΟΝΑΧΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ ΔΙΑΛΕΞΕΩΣ ΗΝ ΕΠΟΙΗΣΑΤΟ ΠΡΟΣ ΤΟΝ ΠΑΛΑΜΑΝ ΕΝΩΠΙΟΝ ΤΟΥ ΒΛΣΙΛΕΩΣ ΚΥΡ. ΙΩ. ΤΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ. ΕΙΣΑΓΕΤΑΙ ΔΕ Η ΔΙΗΓΗΣΙΣ ΩΣ ΕΞ ΕΤΕΡΟΥ ΠΡΟΣΩΠΟΥ. Ἀλλ' ὦ φίλων ἄριστε Ἀγαθόνικε, σύ μοι πάντως μάλιστα πάντων λέγοις ἂν καὶ ἀφηγοῖο τὴν χθὲς ἐπὶ τοῦ τὰ πάντα ἀρίστου βασιλέως γενομένην διάλεξιν Γρηγορᾷ τε καὶ Παλαμᾷ. Καὶ μάλα γὲ, ὦ φίλε Θεότιμε, εἴ σοι βουλομένῳ καὶ σχολὴ προσείη τὸ ἱκανὸν οὐδαμῇ ἀποσειομένη· ποικίλη γὰρ ὡς ἀληθῶς καὶ ἀκοῆς δεομένη λαμπρᾶς, καὶ ἣ ἔρρωται πρὸς θειοτέρων ἀντίληψιν ἐννοιῶν. πάντα μὲν οὖν σοι καθ' ἓν τὰ ἐκεῖ λεχθέντα διεξιέναι ἴσως μὲν ἂν δυναίμην, ἴσως δ' οὔ, λήθης ἐνίων παρασυρέντων βυθοῖς· τὰ δ' οὖν ἀξιολογώτερα, καὶ ὧν σοι μᾶλλον ἀκοῦσαι χρεών, ταῦτα δ' οὖν ὡς ἐν κεφαλαίῳ μεμνήσομαί σοι. 3.267 Ἄρτι τῶν εἰωθότων τῆς κεφαλῆς νοσημάτων βραχύ τι ἀνενεγκόντα τὸν Γρηγορᾶν ἧκε καλῶν ἐκ βασιλέως ὁ μέγας λογοθέτης ὁτουδήποτε εἵνεκα· καὶ ἐπειδὴ παρακρούεσθαι οὐκ ἐνῆν, ἀναστὰς ἀπῄει, καὶ ἅμα εἱπόμην αὐτὸς ἀκουσόμενος. ἦν δὲ τὸ τῆς ὥρας ὀψὲ μετὰ δύσιν ἡλίου. καὶ προσεληλυθὼς ὁ Γρηγορᾶς, καὶ τὴν εἰωθυῖαν ἀποδεδωκὼς τῷ βασιλεῖ πρόσρησιν, εἶτα ἐκάθισεν. ἔτυχε δ' εὐθὺς ἐκεῖ καὶ ὁ Παλαμᾶς συνεισιών, οὐκ οἶδ' ὁπότερον, εἴτε ἐκ προθεσμίας πάλαι μελετηθείσης ἔφεδρος ἐκεῖ που παρών, εἴτ' ἀπὸ τύχης, ὡς εἴωθε γίνεσθαι τὰ πολλὰ τῶν ἐν κόσμῳ πραγμάτων. ὃς δὴ καὶ τὰ παλαιγενῆ προπετῶς, καὶ ὅσα λήθης μακρᾶς συναπήχθησαν ῥεύμασι, μηδαμῇ τῇ παρούσῃ προσήκοντα χρείᾳ προδιαλαβὼν καὶ τερατευσάμενος, ὡς εἰώθει, καὶ ὅσα πρὸς ἔπαινον ἐγκαλλωπισάμενος ἑαυτοῦ περί τε τῆς ἐν λαύρᾳ διατριβῆς καὶ τῆς πρὸς Βαρλαὰμ διαλέξεως, καὶ τοιούτων δὴ τινῶν τὰς τῶν παρατυχόντων ἐμπεπληκὼς ἀκοάς, καὶ δείξας οἱονεὶ προβεβουλευμένον εἶναι καὶ ἐπίβουλον τὸν σκοπὸν τῆς τηνικαῦτα αὐτοῦ γε ἐπιδημίας πρὸς ἐπιδεικτικὴν φαντασίαν, εἶτα ἐσίγησε. καὶ ἵνα τἀν μέσῳ παρέλθω, καὶ ὅσα τοῖς ἔμπροσθεν ἀναγκαίοις γίγνοιντ' ἂν ἐμποδών, πρὸς τὸ ἀπροσδόκητον τουτοῒ καὶ αἰφνίδιον προοιμιασάμενος, καὶ προδιαλαβὼν ὅσα εἰκός, καὶ ὁ Γρηγορᾶς ὅτι ἂν καὶ πρὸς αὐτοῦ εἴη 3.268 βουλομένῳ τῷ θειοτάτῳ βασιλεῖ λέγεσθαι ἐφεξῆς ἤρετο. καὶ ὁ βασιλεὺς "ἐμοὶ δ' εἰ καὶ πρὸς ἄλλας ἄγειν" ἔφη "τὸν νοῦν ὑποθέσεις ἐνῆν, ἀλλ' οὖν ὑμᾶς ὁρῶντι συνεληλυθότας νῦν ἐνταυθοῖ καιριώτερον εἶναι δοκεῖ πολλοστημόριόν τι περὶ ὧν ἔνιοι διαφωνοῦσιν ἐκκλησιαστικῶν δογμάτων μαθεῖν πρὸς ὑμῶν." καὶ γὰρ ἀκούειν ἔφησεν ἔριδας οὐ μικρὰς φυομένας ἄλλοτ' ἄλλως περὶ τόμων καὶ γραμμάτων, "ἃ προγεγέννηνται μέν" φησιν "οὐκ οἶδ' ὅπως, ἀθετοῦνται δὲ πρὸς πολλῶν ἐλλογίμων, ἐπισφαλῆ τινὰ θεολογίας καινοφανοῦς ἐμπεριέχεσθαι τούτοις δεικνύειν δόγματα μάλα σφοδρῶς διατεινομένων. ἐβουλόμην μὲν οὖν παρρησίᾳ συνοδικῇ τὴν διόρθωσιν διαπράξασθαι· τῶν δὲ πραγμάτων οὐ συγχωρούντων ἔν γε τῷ παρόντι, βούλομαι παρ' ὑμῶν γοῦν ἐνταυθοῖ νῦν ὁπωσδηποτοῦν συνεληλυθότων περὶ ἑνὸς οὑτινοσοῦν αὐτήκοος γεγονέναι. τὸν γὰρ τὰς θρυλλουμένας ἔριδας καὶ διαφωνίας ἀγείροντα τόμον ἐμοῦ διατριβόντος ἐν Θεσσαλονίκῃ συμπέπτωκε γεγενῆσθαι, ὡς μήθ' ἃ λέγει γινώσκειν ἐμέ, μήθ' ὅπως ἀληθείας ἢ ψεύδους ἔχει, εἴ 495
τις ἀκριβῶς ἐξετάζειν βούλοιτο. δέδια δ' οὖν μὴ κἀμοὶ προστριβείη κρίμα θεόθεν, ὅτι καὶ αὐτὸς τῇ βασιλευούσῃ τέως ἐπιδεδημηκὼς ἐν ὑστέροις, ἑτέρου τέως τὴν ἐξουσίαν ἔχοντος, ἄκων ὑπέγραψα, βιασθεὶς ὑπ' αὐτοῦ (τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας), οὐκ ἔχων ὅπως ἂν ἐκφύγοιμι τὸ 3.269 τῆς ὥρας βίαιον." ὁ δὲ Γρηγορᾶς ὑπολαβὼν φησίν "ὣς ἐγὼ δ' ἐκ πολλοῦ τὰ τῆς θεολογίας μυστήρια φέρειν διὰ χειλέων οὐ μάλα τολμῶν ἀλλὰ φρίττων καὶ ἀκοὴν καὶ διάνοιαν, ἀπεπήδων εὐθὺς ὡς ἀπὸ πυρός. ὅπου γὰρ τοῖς μεγάλοις καὶ σφόδρα σοφοῖς διδασκάλοις ἐκείνης τῆς ἐκκλησίας ἀποσείεσθαι τὴν ἐγχείρησιν ὁλοσχερῶς συνέβαινεν, ἦ που μανία σαφὴς ἡμᾶς ἐγχειρεῖν τοῖς τοιούτοις, μηδὲ μικρὰ γοῦν τῶν ὅσα ἐκεῖνοι μαθεῖν πω δεδυνημένους. καὶ ἵνα τὸ κατ' ἐμαυτὸν ἀναλαβὼν διηγήσωμαι τελεώτερον, ὅπως δηλαδὴ κἀμοὶ πρὸς τὴν τοιαύτην ἐξ ἀρχῆς ὑπόθεσιν διατεθῆναι συμπέπτωκεν, ἐπεὶ μετὰ τὸν τοῦ θειοτάτου καὶ μακαρίτου πατρός σου θάνατον, τοῦ ἀοιδίμου φημὶ βασιλέως ἐκείνου, πρὸς ἐμφύλιον στάσιν τὰ Ῥωμαίων ἠγέρθη πράγματα καὶ ἅμα κατὰ τῶν θείων τῆς ἐκκλησίας δογμάτων τὰ χείριστα πρὸς κακίαν ἀνέρρωγε κύματα, καὶ ὥσπερ ἐν χειμῶνι καὶ νυκτὶ τὰ πάντα ζόφος ἦν, ὡς μηδὲ ἄστροις, τὸ θρυλλούμενον, ὅποι φέροιτό τις δύνασθαι τεκμαίρεσθαι, καὶ πάντ' ἄνω καὶ κάτω μεταπίπτοντα παρὰ τοσοῦτον ἐκ τοῦ σύνεγγυς ἐτίθει τε καὶ μάλα τῶν ἐλπιζομένων ἑκάστοις ἐποίει τὸ ἐπικίνδυνον παρ' ὅσον πόρρω καὶ δύσελπι τἀσφαλές (ἐν γὰρ διχοστασίῃ φησὶν τὸν μὲν πάγκακον τυγχάνειν τιμῆς, τὸν δὲ καὶ ὁπωσοῦν μετέχοντα τοῦ βελτίονος θρήνων πάσχειν ἄξια καὶ τραγικῶν ἀπολαύειν τῶν συμφορῶν), τῶν κρατίστων εἶναί μοι τὸν ἡσύχιον ἔδοξεν βίον ἑλέσθαι, τῶν βασιλικῶν ἀφεμένῳ θεάτρων. 3.270 τοῦ γὰρ ἐρεθίζοντος καὶ μάχην ἐκεῖθεν ἀντίπαλον ἀνιστῶντος οὐκ ὄντος ἐν ὀφθαλμοῖς ἡμῶν ἀφανείᾳ κεκαλυμμένων, παύσεσθαι τὸ νεμόμενον τῆς καθ' ἡμῶν κακίας ᾠήθην. ὅθεν ἐπειδὴ τοῖς ἄλλοις παραινοῦντί μοι τοὺς πειθομένους ἥκιστ' ἔχειν ἐνῆν, τὸ κατ' ἐμαυτὸν ἐποίουν αὐτός. θόρυβον μὲν γὰρ ἐξ εἰρήνης ῥᾴδιον καὶ τοῖς φαυλοτάτοις καὶ βάναυσον ἄγουσι βίον ποιεῖν, ἐκ δὲ θορύβων εἰρήνην οὐδὲ τοῖς σφόδρα συνετοῖς μάλα τι εὔοδον. τὸ μὲν γὰρ αὐτονομίᾳ φύσεως ἄγεται, ἡ δὲ φύσις ἄτακτον καὶ ἀνώμαλον ὡμολόγηται εἶναι· τὸ δὲ παιδείᾳ καὶ συνέσει βεβουλευμένῃ καὶ σώφροσι λογισμοῖς οἰακίζεται. ὅθεν τὸ μὲν καὶ τὰς οὐκ οὔσας ἀναπλάττει προφάσεις, ἐφόδια πορίζον ταῖς μάχαις· τὸ δὲ καὶ τὰς οὔσας ἐκτέμνειν πειρᾶται, καθάπερ ἰατρὸς πρὸ τῆς βλάστης ἐν τῇ ῥίζῃ τὴν θεραπείαν τεχνώμενος. ἐπεὶ δὲ καὶ ἀφορισμῷ Παλαμᾶν μετὰ τῆς αὐτοῦ φρατρίας ἁπάσης καὶ χωρισμῷ θεοῦ καθυποβεβλῆσθαι συμβέβηκε δυοῖν πατριαρχῶν καὶ ὅλων ὁπόσοι τηνικαῦτα παρῆσαν τῶν ἐπισκόπων, ἔτι μᾶλλον ἐμαυτῷ τὰ τῆς ἡσυχίας παρῄνουν καὶ ἐπεκύρουν, ταύτης μόνης τὸ ῥᾷστον ἐχούσης καὶ εὔλογον τῆς τῶν βεβήλων φρατρίας καὶ κοινωνίας ἐπιεικῶς ἀφιστᾶν. ἤδη δὲ καὶ διωγμὸν ἀνερρίπισεν ὁ τῆς ἐκκλησίας χειμών, καὶ διωγμῶν τὸν φρικωδέστατον καὶ βα 3.271 ρύτατον, ὡς κἀντεῦθεν μὴ μόνον ἐξόριστον γεγονότα τὸν πατριάρχην βιαίῳ θανάτῳ τοῦ βίου περᾶσαι τὴν τελευτήν, ἀλλὰ καὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ὁπόσοι τὴν ἔνστασιν ἀκλόνητον ἔσχον ἐν τοῖς δεινοῖς, ἄλλος ἄλλοθι τῆς οἰκουμένης διωκόμενοι διεσπάρησαν. ἐῶ λέγειν οὓς ἐν εἱρκτῇ καὶ ζόφῳ θνήσκειν συνέβαινε, καὶ ὅσοι λιμῷ καὶ δίψει καὶ πάσῃ τῶν ἀναγκαίων στενοχωρίᾳ βιαίοις θανάτοις ἀπήλλαξαν. καὶ τό γε μεῖζον ὅτι μηδὲ ταφῆς, ὦ γῆ καὶ ἥλιε, πρὸς τῶν ἐπιτηδείων τυγχάνειν συνεχωροῦντο, πλὴν ἢ ὅσοι κατὰ τὸ λεληθὸς κατωρύττοντο. ὧν οὐδὲ τούτων ἀπέσχοντο οἱ κυνὸς Λακαίνης δίκην ῥινηλατοῦντες καὶ ἀνιχνεύοντες, ἀλλὰ καὶ τούτων ἐνίους ἀνώρυξαν. οὕτω διωγμῶν ἁπάντων βαρύτατος οὑτοσί. τί γὰρ ἀνύσειν ἔμελλον πλέον, εἰς ἀναίσθητον σῶμα τὴν τῆς ἀτόπου ψυχῆς ἀγνωμοσύνην ἐκχέοντες; θανεῖν γὰρ ἀνάγκη, ζῆν δ' ἢ ταφῇ καλυφθῆναι, τούτων δ' οὐδέτερον τέως ἀνάγκη. διὸ τὸ μὲν καὶ μὴ βουλομένων ἀνθρώπων ἡ φύσις τελεῖ, τὸ δ' ἐν τῇ 496
προαιρέσει κείμενον τῶν περιλειπομένων ἔλεγχος ὁποτέρου γίνεται δυοῖν, εἴτ' ἀπονοίας εἴτε προνοίας. τῆς δὴ τοιαύτης περικλονήσεως ἔργον γινόμεθα καὶ ἡμεῖς, οὐ βουλόμενοι ταῖς ἀτόποις καινοφωνίαις ὑπείκειν Παλαμᾶ τουτουί· ὁπόσων γε μὴν καὶ τῶν δεινῶν πεπειράμεθα διὰ ταῦτα, παραπέμπειν ἀκοαῖς ἀνθρωπίναις οὐ πάνυ τι 3.272 χρῆναι νομίζω, τοῦ τὰ κρυπτὰ ἐφορῶντος θεοῦ γινώσκοντος ἀκριβῶς. ὅμως ἐπεὶ θειοτέρᾳ βουλῇ τὸν πατρῷόν σοι τῆς μοναρχίας ἀνείληφας κλῆρον, ὦ βασιλεῦ, καὶ ἅμα ἡμᾶς ἀνεπεπνεύκειμεν βραχὺ καὶ ὅσον μὴ τῇ συνεχείᾳ τῶν δεινῶν ἀπηγορευκότας προέσθαι τὸ ζῆν, καὶ αἱ τῶν ψηφισμάτων καὶ τομογραφιῶν ἐκείνων κηλῖδες καὶ κῆρες ἧκον ἡμῖν εἰς ὄψιν καὶ ἀκοήν, ἔγνωμεν ἤδη σαφῶς καὶ τὰς ἐκεῖ βλασφημίας, καὶ ὅσας τῶν θείων γραφῶν τὰς διαβολὰς καταχέουσι καὶ συκοφαντίας. ἀναγκαῖον οὖν ἐκεῖνον ἤδη προενεχθῆναι τὸν τόμον εἰς μέσον, ἵνα μὴ μάτην καὶ εἰς κενὸν ὁ δρόμος ἡμῖν ὑπάρχῃ τοῦ λόγου μηδεμίαν ἔχων κρηπῖδα καὶ βάσιν." Ὁ δὲ βασιλεὺς "οὐκ ἔργου τινὸς ἐντελοῦς ἐν τῷ ἄρτι ζητοῦμεν" ἔφη "κατάστασιν, ἀλλὰ γνώσεως οἱονεὶ τυπικῆς καὶ σκιώδους ἴχνη καὶ ὑπομνήματα. ἦ γὰρ ἂν ἐπισκόπων καὶ πατριαρχῶν ὁμοῦ καὶ πρεσβυτέρων συνήγομεν θέατρα, καὶ οὐκ ἐν παραβύστῳ καὶ γωνίᾳ τὸ πρᾶγμα ἡμῖν οὑτωσί πως ἐτελεῖτο. ἔσται δ' οὖν ὅμως κἀκεῖνο κατὰ τὸν δέοντα χρόνον." ὑπολαβὼν οὖν ὁ Παλαμᾶς εἰς Βαρλαὰμ ἀνάγειν ἐπεχείρει τὸν λόγον, καὶ δεικνύειν τὰ ζῶντα ἐκ τῶν νεκρῶν. ἐκκέκρουσται δὲ πρὸς τοῦ Γρηγορᾶ, εἰς τὸ ἀφανὲς καταφεύγων, παρόν, ἃ πρὸ ὀφθαλμῶν, τούτοις κεχρῆσθαι πρὸς τὴν παροῦσαν χρείαν. διὸ καὶ πρὸς ἑτέραν τραπόμενος τά τε ἄλλα ἐπολυλόγησε, καὶ ἅμα κατέδραμεν εἴ τινες εἶεν οἱ τὴν θείαν 3.273 οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν κατ' οὐδὲν διαφέρειν λέγοντες. περὶ οὗ μάλιστα καὶ τὸν Γρηγορᾶν ἠξίου τὸν λόγον ποιεῖσθαι. Καὶ ὁ Γρηγορᾶς πρὸς τὸν βασιλέα στραφεὶς "πολλῶν αἱρέσεων" ἔφησεν, "ὦ θειότατε βασιλεῦ, οὐσῶν, ἃς πάλαι τεθνηκυίας ἀναβιῶναι πέπραχεν οὗτος ἀρτίως καὶ ἃς οὔπω φανείσας ἐξεῦρε, σύμμαχον ἔχων τὴν δυναστεύουσαν χεῖρα, ὁ τῆς πολυθεΐας οἶμαι λόγος ἀρκέσει τῇ παρούσῃ σκιαγραφίᾳ. θέλων γὰρ καταλῦσαι τὸ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου δόγμα, καὶ ἅμα πολυθεΐαν εἰσαγαγεῖν, ἐνέργειαν εἶναι κηρύττει θεότητα ὑφειμένην ἄκτιστον καὶ ἀνούσιον καὶ διάφορον παντάπασι τῆς θείας ἐκείνης καὶ μακαρίας οὐσίας, καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατὴν καθ' αὑτήν, ἐνεργοῦσαν μὲν τὰ πάντα αὐτήν, ἐνεργουμένην δ' αὐτὴν ὑπὸ τῆς ὑπερκειμένης οὐσίας ἅμα, καὶ κινουμένην καθάπερ ὁποῖα τῶν ὀργάνων κινεῖ κινούμενα. εἶτα τὴν μίαν ἐνέργειαν εἰς πολλάς, μᾶλλον δ' ἀπειράκις ἀπείρους διελών, ὡς γένος εἰς εἴδη διάφορα, γενικῷ μὲν ὀνόματι πάσας ἐνεργείας καλεῖ, ἰδίᾳ δ' αὖ καὶ καθ' ἕκαστα δύναμιν ζωὴν βασιλείαν σοφίαν ἐξουσίαν φῶς ἀλήθειαν. καὶ ἁπλῶς ὁπόσα θεοπρεπῆ τῶν ὀνομάτων καὶ νοημάτων, εἰ καὶ ἐκ διαφόρων ἀρχῶν λαμβάνει τὴν ἐτυμολογίαν ἕκαστον, ἀλλ' οὖν ὁμοτίμως ἔχοντα πρὸς ἄλληλα τῷ μηδέν τι παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν, θεό 3.274 τητας πάντα καθάπαξ αὐτὸς καλεῖ διαφόρους καὶ ἀκτίστους. ἐγκαλούμενος οὖν πρὸς τῶν συνετωτέρων πολλάκις, ὡς ἅπερ πάλαι Μάρκελλος ὁ Γαλάτης καὶ Φωτεινὸς καὶ Εὐνόμιος διαφόρως ἀλλήλοις εἰπόντες ἐπ' ἴσης κατὰ τῆς εὐσεβείας ἐρράγησάν τε καὶ ἔπνευσαν, ταῦτα πάντα συλλήβδην κηρύττει νῦν οὑτοσὶ καθάπερ εἰς ἕνα συντήξας κρατῆρα κακίας, σκολιὰς ποιεῖται τὰς ἀποκρίσεις, ἐξ ἑτέρου πρὸς ἕτερον μεταβαίνων, καὶ πάντας δυσσεβεῖς νικῶν ταῖς ἐπὶ τὸ μεῖζον τοῦ κακοῦ προσθήκαις. καὶ δέον τοῦ ὑπερβάλλοντος ἕνεκα ἐγκαλύπτεσθαι, ὃ δὲ τοὐναντίον διαφυγῆς πορίζεται πρόφασιν τὴν πρὸς τὸ χεῖρον ταύτην παράλλαξιν, καὶ οὐδενὶ συμφωνεῖν διατείνεται, ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις κλοπῆς ἐγκαλούμενος, ὃ δὲ τὸ μὲν κλέπτης εἶναι ἀπηγόρευεν, ἱερόσυλος δ' εἶναι καὶ ἀνδροφόνος ἐτίθετο, μὴ εἰδὼς πολλαπλάσιον ἔχειν τὴν τιμωρίαν τὸν ἀνδροφόνον καὶ ἱερόσυλον ἢ τὸν ἰδιωτικὰ χρήματα κεκλοφότα. ὅμως εἰπάτω νῦν ποῦ τῆς ἱερᾶς τῶν ἁγίων γραφῆς εὑρίσκει 497
ῥητῶς πολλὰς ἀκτίστους θεότητας καὶ διαφόρους τῆς θείας ἐκείνης οὐσίας, καθάπερ ἐγὼ νῦν κομίζω μάρτυρας τούτους ἓν μόνον τὸ ἄκτιστον τὴν θείαν καὶ τρισυπόστατον λέγοντας φύσιν, τὰ δ' ἄλλα πάντα καὶ μετ' αὐτὴν κτιστά. ἐξ ὧν αὐτό τε τοῦτο μαθεῖν ἔστιν ὅτι ἓν τὸ ἄκτιστον καὶ οὐ πολλά, καὶ ἅμα ὅτι οὐσίαν καὶ οὐσιῶδες καὶ ἐνούσιον καὶ φύσιν καὶ 3.275 φυσικὸν καὶ ἔμφυτον ἐπὶ θεοῦ λεγόμενα ἁπλῆν ἔχει τὴν σημασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν τῷ τῆς οὐσίας καὶ φύσεως λόγῳ πλὴν τῇ προφορᾷ τῆς λέξεως. λέγεται μὲν γὰρ κἀν τοῖς συνθέτοις ταῦτα καὶ κτιστοῖς, ἀλλ' οὐ κατὰ τὸν ἀναγκαῖον τὸν δ' αὐτοῖς ἐνδεχόμενον τρόπον, ᾧ τὸ εἶναι καὶ μὴ εἶναι ἕπεται ἐνίοτε. καὶ πρῶτος μὲν ὁ μέγας φησὶν Ἀθανάσιος "ἄκτιστος πέφυκε μόνη ἡ ἁγία τριάς, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος." καὶ αὖθις ὁ αὐτὸς "ἀκτίστῳ προσάγειν αὔξησιν ἀσεβές ἐστι." καὶ ἔτι "τὸ γὰρ ἄκτιστον τῇ φύσει λέγεται ἄκτιστον, μήτε αὔξησιν μήτε ἐλάττωσιν ἐπιδεχόμενον." καὶ μετ' ὀλίγον "ἄκτιστος ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται." καὶ ἔτι "ἄκτιστος μόνη πέφυκεν ἡ ἁγία τριὰς τῆς θεότητος." "δεύτερον θεὸν οὔπω καὶ τήμερον ἀκηκόαμεν. ὅσα ἔχει ὁ πατήρ, ταῦτα καὶ ὁ υἱός, τὸ ὕψιστος, τὸ βασιλεύς, τὸ κύριος, τὸ παντοκράτωρ. ὁ γὰρ κατὰ φύσιν ταῦτα καὶ ἄκτιστος." "ἄκτιστον καὶ ἀσώματον καὶ φύσει ἀόρατον μόνον τὸ θεῖον ἐστί." "μόνη τῆς κτίσεως ὑπέρκειται ἡ θεία τε καὶ ἄκτιστος φύσις τοῦ θεοῦ." καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα διωρισάμεθα εἶναι, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ' ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ ὀνομάζεται. ἀκτίστου πρὸς ἄκτιστον οὐκ ἄν τις ἐννοήσειε διαφοράν. μόνη δὲ ἡ ἄκτιστος φύσις ἡ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πιστευομένη κρείττων ἐστὶ πάσης 3.276 ὀνομαστικῆς σημασίας. ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως ἔστιν οὐδέν. ἀλλ' εἰ θεός, πάντως καὶ ἄκτιστος· εἰ δὲ κτιστός, οὐ θεός. ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματα καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν σεβάζεσθαί τε καὶ λατρεύειν ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι. πάντων ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς ὁ θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ὑμνουμενός τε καὶ δοξαζόμενος. πᾶν ὂν ἢ κτιστόν ἐστιν ἢ ἄκτιστον. καὶ εἰ μὲν κτιστόν, ὑφ' ἑτέρου πάντως ἐκτίσθη· εἰ δὲ ἄκτιστον, τοῦτ' ἂν εἴη τὸ τὰ κτιστὰ κτίσαν. τοῦτο δὲ τί ἄλλο ἂν εἴη ἢ θεός; μία τριὰς ἀπαράλλακτος, τὰ δ' ἄλλα ἐξ αὐτῆς παρηλλαγμένα. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος ἡ τριὰς καὶ ἀγέννητος. ἕν ἐστι τὸ ποιοῦν ἐν μιᾷ οὐσίᾳ τριάδος τελείας, τὰ δ' ἄλλα γεννητὰ καὶ κτιστά. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν οὐσίαν τοῦ θεοῦ. ἐρῶ γάρ σοι καὶ περὶ τοῦ πνεύματος ὅπερ καὶ περὶ τοῦ υἱοῦ ἔλεγον, ὅτι ὁ πλοῦτος τοῦ θεοῦ ἢ μείζων ἐστὶν ἢ ἴσος ἢ ἐλάττων. καὶ μείζων μὲν 3.277 οὐκ ἔστιν, οὐδὲν γὰρ τοῦ θεοῦ μεῖζον· ἐλάττων δὲ οὐκ ἔστιν, ἐπεὶ θήσεις αὐτὸν μετὰ τῶν κτισμάτων· τὸ γὰρ ἔλαττον τοῦ θεοῦ κτίσμα. τὸ ἄκτιστον καὶ κτίστην νοεῖσθαι ἑνὶ μόνῳ πρόσεστι τῷ θεῷ. τούτοις προσκείσθω καὶ τὸ τοῦ θείου Κοσμᾶ τοῦ σεμνοῦ μελῳδοῦ. ἀκουεσθῶμεν πάντες οἱ πιστοὶ συγκαλουμένης ὑψηλῷ κηρύγματι τῆς ἀκτίστου καὶ ἐμφύτου σοφίας θεοῦ. εἰρήσεται δὲ προϊοῦσιν ἡμῖν καὶ τὰ παραπλήσια. Ὁ δὲ Παλαμᾶς οὐκ ἔχων οὐδεμίαν προάγειν γραφικὴν μαρτυρίαν, οἴκοθεν ἐπεχείρει συλλογίζεσθαι τὰ ἀσυλλόγιστα, θέσεις καινοφανεῖς τιθέμενος ἑαυτοῦ. "καὶ τίς οὐκ οἶδε" φησίν "ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. τοῦτο γοῦν ἐστὶν ὅ φησιν ὁ λέγων μηδὲν εἶναι ἄκτιστον πλὴν τῆς θείας φύσεως. εἰ δὲ μὴ οὕτω τοῦτο νοήσωμεν, λοιπὸν τὰς θείας ὑποστάσεις οὐκ ἐροῦμεν ἀκτίστους, ἐπεὶ μὴ ἔστι φύσις ἡ ὑπόστασις· καὶ γὰρ ἀπαιτούμενοι τί ἐστιν οὐσία, τὸν ἄνθρωπον δείκνυμεν τυχὸν ἢ τὸν λίθον, τηνικαῦτα τὴν οὐσίαν μετὰ τῶν φυσικῶν περὶ αὐτὴν πάντων συλλαμβάνοντες. καὶ γὰρ καὶ Ἀθανασίου τοῦ θείου λέγοντος ἀκούομεν, τὸ ἅγιον, τὸ ἀγαθόν, τὸ ἄκτιστον, τὸ ἀνερμήνευτον, τὸ ἀσώματον, τὸ 498
ἄχρονον, τὸ ἀΐδιον, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ ἄναρχον, τὸ ἀτελεύτητον, τὸ ἀνεξιχνίαστον, τὸ ἄπειρον, τὸ ἄγνωστον, ἡ θέλησις, ἡ δύναμις, ἡ πρόνοια, ἡ σοφία, ἡ ζωὴ καὶ τὰ τοιαῦτα, οὐχ ἕκαστον οὐσία 3.278 λέγεται ἀλλὰ περὶ τὴν οὐσίαν, ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται. καὶ ἐπὶ τούτοις ἔφασκε λέγειν καὶ τὸν Δαμασκηνὸν Ἰωάννην φανερῶς τῆς ἀκτίστου φύσεως τὴν ἄκτιστον διαφέρειν ταύτης ἐνέργειαν. καὶ τί δεῖ λέγειν ἅπανθ' ἑξῆς ὁπόσα ἐφ' ἑτέροις ἕτερα συνείρων ἐκεῖνος ἐπ' ἴσης κατεψεύδετο πάντων ἁγίων, βωμολοχῶν ἄντικρυς καὶ διαβάλλων τὰς θείας γραφάς. ἓν μὲν οὖν ἔφησε πρὸς αὐτὸν ὁ Γρηγορᾶς. "κείσθω σοι τοῦτο λῆμμα πρὸς κατηγορίαν καὶ πρῶτον. ἑάλω γάρ σου ἡ σεμνότης ἐπ' αὐτοφώρῳ, καλὲ Παλαμᾶ, μηδεμίαν ἔχουσα πρὸς τῆς θείας γραφῆς συμμαχίαν πρὸς τὸ δεῖξαι ὅτι οὐχ ἓν ἀλλὰ πολλὰ τὰ ἄκτιστα. ὃ δὴ κράτιστον ἐφόδιον παντὶ ὅτῳ ἂν πρὸς βουλήσεως ᾖ κατὰ σοῦ τοξεύειν, γραφικῆς ἐρήμου πάσης βοηθείας, ἑλομένου τὴν κατὰ τῆς εὐσεβείας παράταξιν. οὐ γὰρ ἂν εἶεν ἑαυταῖς αἱ γραφαὶ μαχόμεναι, εἴ τις μετ' ἐπιστήμης ἁρμοττούσης αὐτὰς ὁρῴη· ὡς κατ' αὐτό γε τοῦτο σαυτῷ κληροῦχον αἰσχύνης καθίστασθαί σε ἅτε μήτε μηδεμίαν ἀπόδειξιν ἔχοντα γραφικὴν ὑπέρ τε σαυτοῦ καὶ ἃ καινοφωνῶν ἐξ ἰδίας ἔπνευσας γαστρός, μήτε μηδεμιᾷ χρώμενον ἐπιστημονικῇ μεθόδῳ, ἀλλ' αὐτονομίᾳ τινὶ μεθυούσῃ φάναι καὶ ἀστατούσῃ φερόμενόν τε συχνὰ καὶ μεταρριπιζόμενον ἐξ ἀνεδράστου βάσεως εἰς ἀνέδραστον βάσιν. ὅρους γὰρ καὶ κανόνας ἐπιστημονι 3.279 κῶν ἀποδείξεων ἐν τοῖς θεολογικοῖς δόγμασι τοὺς ἀποφαντικοὺς τῶν σοφῶν διδασκάλων τῆς ἐκκλησίας λόγους εἶναι καλῶς ἐδιδάχθημεν. ὁ τοίνυν μὴ τοῖς τοιούτοις ἑπόμενος ὅροις, ὅθεν ἕξει πιστώσασθαι ἔχειν εὐσέβειαν, οὐκ ἂν ἔχοι. Καὶ πρῶτον μὲν τοῦτο τιθέσθω τῆς σῆς ἀσεβείας ἐνδεικτικόν, δεύτερον δ' ὅτι ἓν τὸ ἄκτιστον τὴν θείαν εἶναι φύσιν εἰπόντων ἡμῶν, καὶ πολλῶν πολλὰς ἁγίων γραφὰς ὀνόμασί τε καὶ νοήμασιν ὁμοφώνους προενεγκόντων εἰς ἐναργῆ καὶ ἀναντίρρητον ἀπόδειξιν τῆς προτεθείσης σκέψεως, οὐ μόνον οὐδεμίαν αὐτὸς ἀντίθεσιν εὑρεῖν ἐδυνήθης, οὐδὲ δεῖξαι τῶν πάντων ἁγίων ὁντιναοῦν πλείω τοῦ ἑνὸς εἶναι τὰ ἄκτιστα λέγοντα, ἀλλὰ καὶ τοὺς λέγοντας παραλογίζῃ καὶ ἀθετεῖς, καὶ τὴν ἀπολογίαν ὕπουλον προβάλλεις, ἐπειγόμενος μὲν λαθεῖν, οὐ δυνάμενος δέ. καὶ γὰρ πρῶτον μὲν ἑάλως ἐνταῦθα μὴ μόνον ἐξ ὑποθέσεως ἀνυποστάτου λαμβάνων καὶ τιθεὶς οἴκοθεν αὐτός, ὅπερ ἀσθενείας ἐσχάτης ἐνδεικτικόν, ἀλλὰ καὶ μετὰ ἄρθρου τῆς ζητήσεως οὔσης δεῖξαι τὸ ἄκτιστον ὅτι ἔστιν ἕν, ἄρθρου χωρὶς αὐτὸς ἀνθυπήνεγκας, λέγων τίς οὐκ οἶδεν ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. καὶ βεβαιοῖς διὰ τῆς σῆς τοιαύτης ἀποκρίσεως δυοῖν θάτερον, ἢ ὅτι πολλὰς καὶ ἀπείρους καὶ ὑφειμένας καὶ διαφόρους δοξάζων θεότητας ἀκτί 3.280 στους ὥσπερ ἰδέαν τινὰ τὸ θεὸς εἶναι λέγεις ὄνομα ἄκτιστον καὶ θεότητα πρὸς διαφόρους θεότητας μεριζόμενον ἀπειράκις ἀπείρως ὑπερκειμένας καὶ ὑφειμένας, ὥσπερ τὸ καθόλου ζῶον εἰς διάφορα τὴν φύσιν εἴδη, λογικά τε καὶ ἄλογα, ἔνυδρά τε καὶ ἄνυδρα, χερσαῖά τε καὶ αἰθέρια, οὐκ εἰδὼς ὅτι τὸ θεῖον ἁπλοῦν ὂν καὶ ἀσώματον ἀμερὲς ἐξ ἀνάγκης ἐστί, καὶ οὐδὲ πολλὰ μογήσας τις δεῖξαι δυνηθείη ἂν οὔτ' εἰς τὸ ὑφειμένον οὔτ' εἰς τὸ ὑπερκείμενον μεριζομένην τὴν μόνην ἐκείνην ἄκτιστον καὶ πάντῃ ἀμέριστον οὐσίαν τε καὶ θεότητα· ἢ τό γε δεύτερον, πολλῶν ὑπὸ σοῦ δοξαζομένων ἀκτίστων θεῶν καὶ θεοτήτων, ἕνα τῶν πολλῶν εἶναι λέγεις καὶ τὸν ἡμῖν δοξαζόμενον ποιητὴν τοῦ παντός. καὶ ἔστιν ἀμφοῖν οὐδέτερον ἀσεβείας ὑπερβολὴν παραλεῖπον. Τρίτον δὲ ὅτι καὶ τὰς θείας ὑποστάσεις ἀνουσίους εἶναι δοξάζων ἑάλως, ὥσπερ καὶ πολλάκις ἤδη πρότερον, ὡς γίνεσθαί σοι τὰς ὑποστάσεις ἀνυποστάτους. τὸ γὰρ ἀνούσιον ἀνυπόστατον· καὶ λοιπὸν ὡς ὅταν καὶ τὰς ἀνουσίους ἐκείνας θεότητας εἰς ἄπειρον ἀριθμὸν θεοτήτων παραπέμπῃς ἀκτίστων, ὑποστάσεις εἶναι καὶ ταύτας δοξάζεις· καὶ ὃ πολλάκις ἑάλως γράφων, μὴ τρισυπόστατον εἶναι μόνον τὴν θείαν 499
φύσιν ἀλλὰ καὶ πολυυπόστατον, τοῦτο κἀνταῦθα τε 3.281 τόλμηκας, ὑποστάσεις μὲν ἀνουσίους θεότητας δ' ἀνυποστάτους σέβων. Τέταρτον δὲ ὅτι καὶ τὸν ἄνθρωπον καὶ τὸν λίθον εἰς ὑπόδειγμα φέρων, καὶ ὁριζόμενος οὐσίαν εἶναι μετὰ τῶν φυσικῶς περὶ αὐτὴν ὁρωμένων συλλαμβανομένην, ἑάλως ἔτι καὶ συμβεβηκότων σύλληψιν εἶναι νομίζων τὴν θείαν ἐκείνην οὐσίαν ὥσπερ ἐπὶ τοῦ προβληθέντος σοι λίθου, βάρος ψυχρότητα χρῶμα μῆκος πλάτος καὶ βάθος, καὶ ὅσα τοιαῦτα νοεῖν ἔχει τις, ἔχοντος. ὃ καὶ τοῦ προτέρου χεῖρον εἰς ἀτοπίαν. Καὶ πέμπτον ἄτοπον, ὅτι καὶ βεβαιοῖς τὴν σὴν ἀμαθίαν καὶ πολυθεΐαν διὰ τῆς πρὸς τὸν μέγαν Ἀθανάσιον συκοφαντίας. ἐπὶ γὰρ ἓν ἐκεῖνος ἔχειν φησὶ τὴν ἀναφορὰν τὰ οὕτω πολλὰ τῶν ὀνομάτων ἐκείνων, εἴτουν τὴν οὐσίαν· σὺ δ' οὐκ ᾔσθου κατὰ σεαυτοῦ κομίζων ὃν ὑπὲρ σεαυτοῦ κεκόμικας· οὕτως ἀμαθὴς εἶ καὶ μάλα ἀγροῖκος. εἶτα καὶ ἄθροισμα λέγει καὶ πλήρωμα θεότητος ταῦτα αὐτός, οὐ μὴν θεοτήτων τῆς οὐσίας διαφόρων κατὰ σὲ καὶ ἀλλήλων. πῶς γὰρ ὃς ἐπὶ ἓν αὐτὰ τὴν ἀναφορὰν ἔχειν φησί, δηλαδὴ τὴν οὐσίαν. Ἔστι κἀπὶ τούτοις ἕκτον ἄτοπον, ὅτι καὶ τὸν θεῖον συκοφαντεῖς Δαμασκηνόν, ὡς προϊοῦσιν ἡμῖν εἰρήσεται καὶ αὐτὸ πλατύτερον. δειχθήσεται γὰρ τὸ χαρακτηρίζειν τῷ διαφέρειν μὴ 3.282 εἶναι ταὐτόν, κἂν σὺ βοῶν διαρραγῇς, τὰ ἄμικτα μιγνὺς καὶ λέγειν τὸν θεῖον ἐκεῖνον αἰτιώμενος ἄνδρα τῆς ἀκτίστου φύσεως διαφέρειν τὴν ἄκτιστον ταύτης ἐνέργειαν. οὐδὲ γὰρ οὐδεὶς τῶν ἁπάντων ἐν τοῖς ἐκείνου συγγράμμασιν οὐδὲ πολλὰ μογήσας οὔτε μόγις μέγα τι τῶν πάντων οὔτε μάλα μόλις γοῦν τῶν ἐλαχίστων οὐδὲν ὁμότροπον ἄν ποθ' εὕροι τουτοισὶ τοῖς νῦν παρευρημένοις καὶ προτεθειμένοις τῷ καταράτῳ σοὶ Παλαμᾷ καὶ δολερῷ συκοφάντῃ. δυοῖν γοῦν ἔπειτα θάτερον, ἢ γὰρ ἑκὼν βλασφημεῖς ἢ οὐχ ἑκὼν ἀγνοεῖς, ἀναλφάβητος ὤν, ὡς ἔοικεν, ἔτι, καὶ τῶν πρώτων τῆς σοφίας στοιχείων πάνυ τι ἀδαής. ὧν τὸ μὲν ἀνίατον, τὸ δ' ἡμιμόχθηρον καὶ ἰάσιμον· ἢν οὖν καὶ αὐτὸς ἐθέλῃς, ἑλοῦ τὸ δεύτερον. δυοῖν γὰρ ὄψεσθαι θάτερον ἐλπίζω καὶ εὔχομαι, ἢ τὴν σὴν ἐπιστροφήν, εἰ βούλει, ἢ τὴν σὴν καταστροφήν, εἰ μὴ βούλει. τὸ μὲν γὰρ σὲ τῆς πολυετοῦς ἀπωλείας ἐξελεῖται, τὸ δὲ καὶ τοὺς ἄλλους μὴ βλάπτεσθαι. πόθεν οὖν ἐπιχειροίημεν ἂν μεταπείθειν ἄνδρα τοσοῦτον καὶ οὕτως ἡλικίας ἔχοντα; ἢ πάντως ὅθεν οὐκ ἀνέλπιστον ἂν εἴη τὸ σκέμμα πρὸς ὠφέλιμον τέλος, μηδὲ μάταιος γένοιτ' ἂν ἡ σπουδή. βούλομαι δ' οὖν ὅμως ἐντελεστέραν τοῦ λόγου ἀρχόμενος τὴν τῶν ῥηθησομένων ποιήσασθαί σοι προκατάστασιν, καὶ διδάξαι τὸν ἀμαθῆ σὲ ἐξ αὐτῶν ἀρχόμενος τῶν ἁπλῶν στοιχείων καὶ φωνῶν, ὡς οἱ γραμματισταὶ τὰ μειράκια, ἵνα μὴ συνε 3.283 χῶς πρὸς τῶν πολλῶν καὶ αὐτὸς ἀκούῃς ἐκεῖνο δὴ τὸ τοῦ Πλάτωνος σκῶμμα, ὡς ἀμαθὴς εἶ, ὦ ἑταῖρε, καὶ οὐχ ἕπῃ· ἦ γὰρ ἂν οὐδ' αὐτοῦ γε δὴ Βασιλείου τοῦ θείου παντάπασιν, ὡς ἔοικεν, ἀνήκοος μείνας τῇ ἐπιστήμῃ μετὰ τῆς εὐσεβείας οὕτω προσέκοπτες, ὁμιλητέον εἶναι λέγοντος ποιηταῖς καὶ λογοποιοῖς καὶ ῥήτορσι καὶ πᾶσιν ἀνθρώποις ὅθεν ἂν μέλλοι πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ὠφέλειά τις ἔσεσθαι. ὥσπερ γὰρ οἱ δευσοποιοὶ προπαρασκευάσαντες θεραπείαις τισὶν ὅτι ποτ' ἂν ᾖ τὸ δεξόμενον τὴν βαφήν, οὕτω τὸ ἄνθος ἐπάγουσιν, ἄν τε ἁλουργὸν ἄν τέ τι ἕτερον ᾖ, τὸν αὐτὸν δὴ καὶ ἡμεῖς τρόπον, εἰ μέλλοι ἀνέκπλυτος ἡμῖν ἡ τοῦ καλοῦ παραμένειν δόξα, τοῖς ἔξω δὴ τούτοις προτελεσθέντες τηνικαῦτα τῶν ἱερῶν καὶ ἀπορρήτων ἐπακουσόμεθα παιδευμάτων, καὶ οἷον ἐν ὕδατι τὸν ἥλιον ὁρᾶν ἐθισθέντες, οὕτως αὐτῷ προσβαλοῦμεν τῷ φωτὶ τὰς ὄψεις. λέγεται δέ, φησί, καὶ Μωσῆν ἐκεῖνον τὸν πάνυ, οὗ μέγιστόν ἐστιν ἐπὶ σοφίᾳ παρὰ πᾶσιν ἀνθρώποις ὄνομα, τοῖς Αἰγυπτίων μαθήμασιν ἐγγυμνασάμενον τὴν διάνοιαν οὕτω προσελθεῖν τῇ θεωρίᾳ τοῦ ὄντος· παραπλησίως δὲ τούτῳ κἀν τοῖς κάτω χρόνοις τὸν σοφὸν Δανιὴλ ἐπὶ Βαβυλῶνός φασι τὴν Χαλδαίων σοφίαν καταμαθόντα τότε τῶν θείων ἅψασθαι παιδευμάτων. ἐπεὶ γοῦν ἃ πεντεκαιδεκέτη σε μαθεῖν ἐχρῆν οὐκ ἔμαθες, οὐδέ γε φράτορας ἑπτέτης ἔφυσας κατά γε τὸν ἐξ Ἀττικῆς σοφὸν εἰπεῖν, 3.284 ἀλλὰ τὸ τῆς παροιμίας ἀπὸ κώπης ἐπὶ τὸ βῆμα 500
καὶ τὸ στρατήγιον ἐξαίφνης ἔδραμες, λέγω δὴ τὸ θεολογεῖν ἀνίπτοις τε χερσὶ καὶ σαθρᾷ διανοίᾳ, φέρε κἂν ἐν γήρᾳ διδάχθητι παρ' ἡμῶν τὰς στοιχειώδεις ταύτας καὶ πρώτας φωνὰς τῶν γραμμάτων, ὡς ἂν εὐμαθέστερος ἴσως γενόμενος τῆς θείας τέως αἴσθοιο γραφῆς, καὶ μηκέτι δι' ὄχλου τῇ εὐσεβείᾳ γίγνοιο, δημαγωγῶν ἃ τοῖς κάτω μᾶλλον ἢ τοῖς ἄνω πρέπει νεκροῖς. τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὁρίζεσθαί τε καὶ διορθοῦσθαι νόμιμον, ἐπεὶ καὶ Χαρμίδης ὁ Λαρισσαῖος ἀκούσας διηγουμένου τινὸς ἐν ὕδατι ζέοντι ζώσας ἰδεῖν ἐγχέλυας, οὐκοῦν ἐν ψυχρῷ ταύτας ἑψήσωμεν ἔφησεν. ἧς οὖν καὶ αὐτὸς ἀσύνετος ἔμεινας πεντεκαιδεκέτης παιδείας, ταύτης ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἀκροατὴν σεαυτὸν ἀποδεικνύναι μὴ ἀπαξίου τήμερον, τῶν ἁπλῶν δηλαδὴ καὶ ἀρχοειδῶν φωνῶν καὶ στοιχείων. ταῦτα δ' ἂν πάντως εἴη τά τ' ὀνόματα καὶ ῥήματα. πρῶτον γὰρ δεῖ θέσθαι, φασί, τί ὄνομα καὶ τί ῥῆμα, οἱονεί τινα στερρὸν θεμέλιον, ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος, καὶ ὅσα ἐκ τῆς ἀνθρωπίνης ταύτης ἐπιπλοκῆς καὶ συνθέσεως τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων ἀποτελοῦνται. σκιαὶ γὰρ οἱονεί τινές εἰσι τῶν πραγμάτων αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι καὶ ὀνόμασι καὶ ῥήμασι κεραννύμε 3.285 ναι· οὐδὲ γὰρ φύσει τοῖς πράγμασι τὰ ὀνόματα, ναὶ μὴν οὐδὲ φύσις, ἀλλὰ κατὰ συνθήκην καὶ συμφωνίαν ἀνδρῶν συνετῶν ἐπιγίγνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν πραγμάτων προσηγορίαι κατὰ τὸν Νυσσαέα Γρηγόριον. Δεῖ γὰρ ἔκ τε τῶν ἡμετέρων καὶ ἅμα τῶν θύραθεν σοφῶν, σύμφωνα φθεγγομένων ἐν ταῖς τῶν λόγων ἐπιστημονικαῖς ἀκριβείαις, τῷ ἀμαθεῖ τὴν προπαίδειάν σοι τῆς τοιαύτης προσάγειν διδασκαλίας, ὡς ἂν οὕτω δυνηθείημεν ὀψὲ γοῦν καθικέσθαι τῆς σαθρᾶς καὶ ἀμαθεστάτης σου διανοίας. τεῖχος γὰρ ὁ μέγας εἶναί φησι Βασίλειος τοῖς δόγμασι τῆς τῶν θύραθεν ἐπιστήμης τὴν δύναμιν, οὐκ ἐῶσαν αὐτὰ τοῖς βουλομένοις εὐάλωτά τε καὶ εὐδιάρπαστα γίνεσθαι. καὶ αὖθις ὁ θεῖος Χρυσόστομος "ὅταν περὶ δόγματα" φησὶ "νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους." καὶ αὖθις ὁ θεῖος Μάξιμος "δίχα λογικῆς δυνάμεως ἐπιστημονικὴ" φησὶ "γνῶσις οὐκ ἔστι, καὶ γνώσεως χωρὶς οὐ συνίσταται πίστις." ὁρᾷς τὸ τῶν σῶν βλασφημιῶν αἴτιον, ἄνθρωπε· οὐδὲν γὰρ ἕτερον ἢ πάντως ἡ τούτων ἄγνοια, λέγω δὴ τὴν τῶν θύραθεν καὶ τῶν ἡμετέρων ἅμα σοφῶν καὶ θεολόγων ἀνδρῶν ἐπιστήμην. ἣν ἀγνοοῦντά σε νῦν γοῦν διδαχθῆναι χρεὼν ἐνταυθοῖ παρ' ἡμῶν. 3.286 Τούτων δ' οὕτω λεγομένων τινὲς τῶν τῆς γερουσίας μάλιστα φίλων τῷ Παλαμᾷ καὶ ὁμοδόξων ὁμοῦ καὶ συναγωνιστῶν ὑπεψιθύρισαν πρὸς οὖς τῷ Γρηγορᾷ μὴ σκώπτειν μηδ' ἐς τοσοῦτον εἰρωνεύεσθαι πρὸς ἄνδρα ἐπίσκοπον καὶ πολιὸν τὴν τρίχα. κατὰ μικρὸν οὖν ὁ Γρηγορᾶς ἐπισχὼν καὶ ἀκούσας ἀνελάμβανεν αὖθις τὸν λόγον. καὶ δὴ "ἔστι μὲν οὖν" φησὶν "τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ, ἥτις δὴ κατὰ φύσιν ἄναρθρος οὖσα ἔναρθρος γίνεται θέσει, δι' ὀνομάτων τε καὶ ῥημάτων ὀψιγόνοις παρευρημένων ἀνθρώποις. τὰ γὰρ πρῶτα κατὰ φύσιν, ἅτε ὄντα ἁπλᾶ, καὶ πρότερα δήπου τῶν κατ' ἐπιτήδευσιν καὶ συνθέτων ὁ τῆς ἀληθείας δεδικαίωκεν εἶναι λόγος. πρότερα ἄρα τῶν ἐν τῇ φωνῇ σημαντικῶν ὀνομάτων ὁμοῦ καὶ ῥημάτων τὰ ἐν τῇ ψυχῇ παθήματα εἴτουν νοήματα. ἔμφυτα γὰρ νοήματα κἀξ αὐτοχθόνου πηγῆς ἀποῤῥέοντα, ἐκεῖνα δ' ὑστερογενῆ καὶ ἐπίκτητα. ὧν οὐκ ἂν ἀνθρώποις ἐδέησεν, εἰ δύναμις ἐνῆν προφαίνειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα. "δέον γὰρ" ὁ μέγας φησὶν Διονύσιος "εἰδέναι κατὰ τὸν ὀρθὸν λόγον ὅτι στοιχείοις καὶ συλλαβαῖς καὶ λέξεσι καὶ γραφαῖς καὶ λόγοις χρώμεθα διὰ τὰς αἰσθήσεις, ὡς ὅταν ἡμῶν ἡ ψυχὴ ταῖς νοεραῖς ἐνεργείαις ἐπὶ τὰ νοητὰ κινῆται, περιτταὶ μετὰ τῶν αἰσθητῶν αἱ αἰσθήσεις." διὰ γὰρ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργε 3.287 σθαι, φανερωθῆναι μὴ δυναμένων, ἀναγκαίως" ἔφη Γρηγόριος "καθάπερ σημείοις τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις 501
ἐπιβάλλοντες, δι' ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν. καὶ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα, ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι. καὶ τὸ πρός τι πῶς ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, ταῦτα πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. εἰς γὰρ γένεσιν ὁ θεὸς παράγων τὸν ἄνθρωπον νοῦν παρέσχε καὶ αἴσθησιν. ὧν ὁ μὲν νοῦς ταυτότητα σώζων πρὸς τὰ ἐν κόσμῳ πράγματα φωνῆς οὐ δεῖται, ἀλλ' ἄμεσον τὴν τούτων κέκτηται γνῶσιν. ὡς γὰρ ἔχουσι φύσεως ταῦτα, νοεῖ τὸν ἐφικτόν γε τρόπον αὐτόθεν· ἡ δὲ χρεία κοινωνεῖν τῶν πραγμάτων ἀλλήλοις τοὺς ἀνθρώπους βιαζομένη, καὶ τὰ τῆς ὀρεκτικῆς ψυχῆς ἐξαγγέλλειν ἀπόρρητα, μεσίτῃ νοήσεως καὶ πραγμάτων διέγνωκε χρήσασθαι τῇ αἰσθήσει· αὕτη γὰρ τοῖς οἰκείοις ὀργάνοις τοὺς τῶν ἔξω πραγμάτων τύπους ἀναλαμβάνουσα καὶ οἷον βιβλίῳ τῷ φανταστικῷ τῆς ψυχῆς καταγράφουσα, εἰκόνας φησὶν ἀντὶ πρωτοτύπων, αὐτόθι ταύτας ἐγκαθιδρύει, σύμφωνα τοῖς νοήμασι τὰ πράγματα σπεύδουσα δρᾶν. διὸ καὶ φωνῆς ἐδεήθη δυναμένης ἐξομοιοῦσθαι μὲν τοῖς νοήμασιν ἐφαρμόζεσθαι δὲ τοῖς πράγμασι. τοῦτο δ' οὐκ ἄλλως ῥᾴδιον ζώῳ γίνεται λογικῷ, πλὴν δι' ἐνάρθρου φωνῆς, ὑπὸ συνθήκης ἀνδρῶν εὐφυῶν 3.288 εἰδοποιηθείσης πρὸς ἄλλην καὶ ἄλλην θρησκείαν τε καὶ διάλεκτον, ὡς συμβαίνειν ἐντεῦθεν μὴ παρὰ πᾶσιν ὡσαύτως ἔχειν αὐτήν, ἀλλ' ἄλλην εἶναι παρ' ἄλλοις ἀεί, καὶ οὕτω μεσῖτιν, ὡς ἔφην, ἀμφοῖν γινομένην τὴν τῆς ἐνάρθρου χρείαν φωνῆς, τὴν τοῦ ἀκούοντος τῇ τοῦ λέγοντος συνάπτειν εὐστόχως διανοίᾳ κατὰ τὸ ἀνάλογον ἑκάστην ἑκάστῃ· μορφουμένη γὰρ αὕτη καὶ διαπλαττομένη ῥήμασί τε καὶ ὀνόμασι λόγος γίνεται σχήμασι ποικίλοις καὶ ἀρχαῖς καὶ πέρασιν ὁρίζων τὸ τῆς ὕλης ἀόριστόν τε καὶ ἄφετον, καὶ οὕτω τοῖς ἔξω τὴν ἔνδον ἑκάστου βούλησιν ἀπαγγέλλων. πλὴν οὐχ ὡς ἔτυχεν ἀτάκτως φέρεσθαι καὶ κατὰ τὴν ἑκάστων διάφορον θέλησιν ἡ σοφία κατόπιν ἐληλυθυῖα παρὰ θεοῦ τοῖς ἀνθρώποις ἀφῆκεν, ἀλλὰ νόμοις καὶ κανόσιν ὑπέζευξε ταύτην κατὰ τὰς παρ' ἑκάστοις συνθήκας. ὧν ἐνίαις ἐνίοτε καὶ ἐνιαχοῦ μὴ μόνον κατὰ θρησκείαν τὰς σημασίας ἕπεται διαιρεῖν, ἀλλὰ καὶ καθ' ὁμωνυμίας καὶ πολυωνυμίας. δυοῖν γὰρ θάτερον, ἢ διαφόροις ὀνόμασι τὰ αὐτὰ τοῖς τῇ αὐτῇ διαλέκτῳ χρωμένοις γνωρίζονται πράγματα, ἢ μιᾷ προσηγορίᾳ τὰ διάφορα τῶν πραγμάτων, ἢ τούτων μὲν οὐδετέροις ἕτερά γε μὴν ἑτέροις. τούτων δ' οὕτως ἐχόντων καὶ οὑτωσὶ προδιαληφθέντων ἀνακτέον ἂν εἴη τὴν γλῶτταν ἡμῖν εἰς τὸ πρότερον ἴχνος τοῦ λόγου. τὸ δέ ἐστι δεῖξαι τὴν τῶν πολλῶν ἐκείνων ὀνομάτων ὁμόνοιάν τε καὶ συμφωνίαν καὶ πρὸς τὸ κυρίως ἓν ἀναφοράν, 3.289 δηλαδὴ τὴν θείαν ἐκείνην καὶ μακαρίαν οὐσίαν, καὶ μὴ κατ' Εὐνόμιον ἐκεῖνον τὸν δυσσεβῆ, τὸ τῆς ἀγεννησίας ὄνομα θεότητος ὕπαρξιν λέγοντα, καὶ σέ, θεότητας ταῦθ' ὑφειμένας ἡγεῖσθαι πάντα, διαφόρους τῆς οὐσίας καὶ ἀκτίστους, ἀνθρώπων ὄντα εὑρήματα καὶ ποιήματα. αὐτίκα γὰρ πρὸς ἐκεῖνον ὁ μέγας φάσκει Βασίλειος "τὸ ἀγέννητος εἰ ὄνομα, οὐκ οὐσία· τῶν γὰρ οὐσιῶν σημαντικὰ τὰ ὀνόματα, οὐκ αὐτὰ οὐσίαι. εἰ δ' αὐτὸ οὐσία τὸ ἀγέννητος, λεγέτωσαν τὸ ὄνομα αὐτῆς· οὐ γὰρ ἐκ τῶν οὐσιῶν ἀλλ' ἐκ τῶν ὀνομάτων καὶ ἐκ τῶν ἐνεργειῶν γνωρίζομεν καὶ μάλιστα τὰ ἀσώματα." ὁρᾷς ἐκ τοῦ παρήκοντος πῶς ἐκ τῶν σωματικῶς θεωρουμένων ἐνεργειῶν φησίν, εἴτουν ἔργων καὶ ποιημάτων, γνωρίζειν ἡμᾶς τὰ ἀσώματα καὶ μὴ φαινόμενα; ἄκουε δ' ἐπὶ τούτοις τί καὶ ὁ Νυσσαέων περὶ ὀνομάτων φάσκει Γρηγόριος. "ἡ θεία φύσις ὅτι ποτὲ κατ' οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ ὑπὲρ τὴν αἰσθητικὴν ἡμῶν κατάληψιν. καὶ ἐπειδὴ μόνα τὰ γινωσκόμενα διὰ τῆς ὀνομαστικῆς σημειούμεθα κλήσεως, τὰ δ' ὑπὲρ τὴν γνῶσιν ὄντα σημειωτικαῖς τισὶ προσηγορίαις διαλαβεῖν οὐχ οἷόν τε, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ᾖ δυνατόν, ἀνακαλύψαι βιαζόμεθα τὴν ἐγγινομένην ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν." 3.290 διὸ κύριον αὐτόν, θεόν, δίκαιον, ἰσχυρόν, μακρόθυμον, ἀληθινόν, ἐλεήμονα, καὶ τὰ 502
παραπλήσια, πολυωνύμως ἢ τό γε ἀκριβέστερον εἰπεῖν ἑτερωνύμως, κατονομάζομεν. τὰ δὲ τοιαῦτα ὀνόματα θέσει πάντως εἰσὶ καὶ οὐ φύσει, ὡς ἡμεῖς προδεδείχαμεν. καὶ ὁ μέγας ἀλλαχῇ φησὶν Ἀθανάσιος ὅτι καὶ τὸ θεὸν εἶναι δεύτερόν ἐστι τῆς φύσεως. καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ὅτι οὐ φύσις θεῷ ἡ ἁπλότης· τὸ μὲν γὰρ τὴν θεατικὴν αὐτοῦ παρίστησι δύναμιν, τὸ δὲ τὸ μὴ εἶναι σύνθετον. καὶ ἁπλῶς εἰπεῖν οὐδὲν τῶν ὀνομάτων ἐστὶν ὃ μὴ δεύτερόν ἐστι τῆς θείας φύσεως. περιγεγραμμένος γάρ τις ὅρος οὐσίας καὶ φύσεως γίνεται τοὔνομα, ἡ δ' ἀπερίγραπτος ἐκείνη φύσις περιγραφαῖς ὀνομάτων δουλεύειν οὐ δύναται. καὶ ἐν ἑτέρῳ δ' ὁ θεῖος Νυσσαέων Γρηγόριος περὶ τῶν αὐτῶν ὀνομάτων οὕτω φησίν. "εἰ προϋφέστηκε τῶν ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι' ὧν αἰσθανόμεθα, ῥήμασι δὲ ὅπως ἂν ᾖ δυνατὸν ἐξαγγέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμάτων τὰ ὀνόματα λέγειν; εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ θεοῦ λεγομένων πρὶν ἂν νοήσωμεν, νοῶμεν δὲ δι' ὧν ἐκ τῶν ἐνεργειῶν διδασκόμεθα, προϋφέστηκε δὲ τῆς ἐνεργείας ἡ δύναμις, ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου θελήματος, τὸ δὲ βούλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως, ἆρ' οὐ 3.291 σαφῶς διδασκόμεθα ὅτι ἐπιγίνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν ὀνομάτων προσηγορίαι, καὶ ὥσπερ σκιαὶ τῶν πραγμάτων εἰσὶν αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι; καὶ ὅτι ταῦτα οὕτως ἔχει, πείθει σαφῶς ἡ θεία γραφὴ διὰ τοῦ μεγάλου Δαβὶδ τοῦ καθάπερ διὰ τινῶν ἰδίων προσφυῶν ὀνομάτων τῶν ἐκ τῆς ἐνεργείας αὐτοῦ νοηθέντων τὴν θείαν φύσιν ἀνακαλοῦντος· "οἰκτίρμων" γάρ φησι "καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος". ταῦτα τοίνυν τί λέγουσιν, ἐνεργείας ἔχειν τὴν σημασίαν ἢ φύσεως; οὐκ ἄν τις ἄλλο παρὰ τὴν ἐνέργειαν εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ὁ θεὸς καὶ τὸν ἔλεον, ἔσχεν ἐκ τῆς ἐνεργείας τὸ ὄνομα; ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; καὶ τίς ἦν ὁ τοῦ ἐλέους δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως. ἡ δ' ἁμαρτία μετὰ τὸν ἄνθρωπον· οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ τὸ τοῦ ἐλέου ὄνομα." ὁρᾶς; διὰ γὰρ τοῦτο καὶ ὁμώνυμα γίνεται καὶ μεθαρμόζεται κατὰ τοὺς τῆς ἀνθρωπίνης βουλήσεως κανόνας καὶ νόμους. καὶ οὐκ ἐφ' ἑνὸς ἀλλ' ἐπὶ πλείστων τε καὶ διαφόρων ὑποκειμένων ἕκαστον ἓν ὂν λέγεται ὄνομα, τὸ πλεῖστον εἰπεῖν. οἷον ἐπὶ ὑποδείγματος, περὶ βουλήσεως εὕροι τις ἂν τοὔνομα ποτὲ μὲν ἐπὶ τῆς ἀκτίστου φύσεως τοῦ υἱοῦ λαμβανόμενον, ποτὲ δ' ἐπὶ τῶν κτισμάτων παρὰ τῶν ἁγίων, ὡς ὁ μέγας Ἀθανάσιος κατὰ Ἀρειανῶν γράφων φησὶν ὡς οἱ ἀσε 3.292 βεῖς οὐ θέλουσι λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱόν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν. καὶ ὁμοίως Ἰωάννης ὁ ἐκ Δαμάσκου βούλησιν καὶ σοφίαν καὶ δύναμιν τὸν υἱὸν εἶναι λέγει τοῦ πατρός· οὐ χρὴ γὰρ λέγειν ἐπὶ θεοῦ ποιότητα, ἵνα μὴ σύνθετον αὐτὸν ποιήσωμεν ἐξ οὐσίας καὶ ποιότητος. καὶ πρός γε ὁ Νυσσαέων Γρηγόριος ὄντως σοφίαν καὶ βουλὴν οὐδὲν ἕτερον εἶναι λέγει πλὴν τῆς τοῦ παντὸς προεπινοουμένης σοφίας, ἐν ᾗ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. καὶ τοῦτο μὲν περὶ τοῦ ταὐτὸν εἶναι κατὰ τὸ σημαινόμενον οὐσίαν δύναμιν καὶ βούλησιν καὶ σοφίαν. ἐν ἄλλοις δ' εὑρίσκεται λέγων ὁ θεῖος Μάξιμος ὡς ἡ θέλησις καὶ ἡ βούλησις οὐκ ἐστὶ ταὐτὸν τῇ οὐσίᾳ τοῦ θεοῦ. "ἡ μὲν γὰρ θέλησις καὶ ἄρχεται καὶ παύεται, ἡ δὲ οὐσία οὔτε ἄρχεται οὔτε παύεται. τὸ δ' ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυομένῳ τὸ αὐτὸ εἶναι οὐ δύναται. εἰ γὰρ ταὐτὸν ἦν τῇ οὐσίᾳ τοῦ θεοῦ ἡ βούλησις, ἐχρῆν μιᾶς οὔσης τῆς οὐσίας μίαν εἶναι καὶ τὴν θέλησιν. ἀλλ' ἡ γραφὴ πάντα φησίν, ὅσα ἠθέλησεν, ἐποίησε. πολλὰ οὖν ἠθέλησε καὶ οὐχ ἕν". καὶ ὁμοίως ὁ θεῖος Κύριλλος "ἡ ἑνός" φησι "τῶν ὠνομασμένων, πατρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, δημιουργικὴ θέλησις, ἐφ' ὅτῳ περ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν 3.293 αὐτοῦ ἐστί· πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος, καὶ τῆς ὑπὲρ τὴν κτίσιν 503
οὐσίας ἐστὶν ἀποτέλεσμα". ὁρᾷς πῶς ἡ τῶν ὀνομάτων καὶ ῥημάτων γνῶσις ἐπιστημονική, δι' ὧν λόγοι καὶ ἀποφαντικὰ δόγματα πάντα πρὸς γένεσιν ἔρχονται, μεγάλης δεῖται τῆς περινοίας καὶ ἐξετάσεως; ὁμώνυμα γάρ ἐστι τὰ πολλά. καὶ διὰ τοῦτο πάντες οἱ τῶν αἱρετικῶν θίασοι, τούτοις ἐγκαλυπτόμενοι, τοξεύουσι κατ' ἄλλοτ' ἄλλους καιροὺς ἀφανῶς τὴν εὐσέβειαν ὡς ἐκ λόχμης· ᾧ δὴ καὶ λέγων καὶ γράφων καὶ αὐτὸς κέχρησαι τολμήματι παντάπασι κατὰ τῶν θείων δογμάτων μάλιστα πάντων ἐκείνων, καὶ οὔτε τὴν τὰ πάντα βόσκουσαν ἡλίου φλόγα μάρτυρα τῆς πονηρίας ἔχων αἰσχύνῃ, οὔτε μὴν τὸν τοῦ ἡλίου δημιουργὸν οὔτ' ἀνθρώπων οὐδένα. Καὶ ἵνα σε καὶ τὴν τῆς ἐνεργείας διδάξω φωνὴν οὖσαν μᾶλλον τῶν ὁμωνύμων αὐτήν, καὶ λαμβανομένην καὶ ἐπ' ἄλλων μὲν ἀλλὰ κἀπὶ τῆς θείας ἐκείνης καὶ μακαρίας οὐσίας καὶ φύσεως, ὅταν ἀπροσδιορίστως λέγηται, τοῦ θείου πρῶτον ἄκουε Μαξίμου. "ἡ αὐτοϋπεραγαθότης νοῦς οὖσα καὶ ὅλη ἐνέργεια εἰς ἑαυτὴν ἐστραμμένη ἐνέργειά ἐστιν, οὐ δυνάμει πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γενομένη· ὅθεν καὶ νοῦς ἐστὶ μόνος καθαρός, οὐκ ἐπίκτητον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ' ἑαυτοῦ πάντως νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλη ἐστίν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ ἐστίν, 3.294 ἀνόητος ἔσται ἡ οὐσία αὐτοῦ· εἴ τι δὲ ἔχει, παρ' ἑαυτοῦ ἔχει, οὐ παρ' ἄλλου. εἰ δὲ παρ' ἑαυτοῦ καὶ ἐξ ἑαυτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ. οὐκοῦν νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα ὡς ὤν". ὁρᾷς πῶς ἐνέργειαν καὶ νοῦν καὶ νοεῖν καὶ φρονεῖν, εἴτουν νόησιν καὶ φρόνησιν, ταὐτὸν τῇ οὐσίᾳ δείκνυσιν ὁ θεῖος οὗτος διδάσκαλος; ἄκουε δὲ λοιπὸν καὶ ἑτέραν τοῦ αὐτοῦ ῥῆσιν ὁμοίως ἔχουσαν. "οὐδὲν τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ' αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησις ἐστίν, ἵνα καὶ μονὰς ᾖ ἀδιαίρετος. τὸν δὲ θεὸν εἴτε οὐσίαν εἴποιμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ ᾖ σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοήσεως ὑποκειμένην οὐσίαν. ἀλλ' αὐτὸ κατ' οὐσίαν νόησίς ἐστιν ὁ θεός, καὶ ὅλος νόησις καὶ μόνον, καὶ αὐτὸ κατὰ τὴν νόησιν οὐσία, καὶ ὅλος οὐσία καὶ μόνον, καὶ ὑπὲρ οὐσίαν ὅλος, καὶ ὑπὲρ νόησιν ὅλος, διότι μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ." καὶ ἀλλαχοῦ "μονὰς γάρ" φησιν "ἡ θεότης, καὶ οὐ δυάς, καὶ τριάς, ἀλλ' οὐ πλῆθος, ὡς ἄναρχος ἀσώματός τε καὶ ἀστασίαστος. καὶ πάλιν "ἐκεῖνο γὰρ φύσει μονώτατον τέλειον, τὸ ἀσύνθετον καὶ ἀσκέδαστον καὶ φεῦγον ἐπ' ἴσης τό τε καθ' ὑπόστασιν μοναδικὸν καὶ τὸ καθ' ὕλην δυϊκὸν καὶ τὸ κατ' οὐσίαν πληθυντικόν." ὁρᾷς πῶς τὸ πληθυντικὴν νοεῖσθαι τὴν τῆς τριάδος ἐνταῦθα φωνήν, παντάπασιν ὁ θεῖος οὗτος ἀπαγορεύει διδάσκαλος; μονὰς γάρ φησιν ἡ τριὰς καὶ οὐ πλῆθος, 3.295 καὶ πρός γε μονώτατον καὶ ἑνιαῖον καὶ οὐ πληθυντικόν. καὶ ἐπὶ τούτοις ἁπλοῦν καὶ οὐ μεριστόν. τὸ μὲν γὰρ τέλειον, τὸ δ' ἀτελές. ὃ γὰρ αἴτιον πάντων, ἓν πάντως· καὶ ὃ τῶν πολλῶν καὶ συνθέτων αἴτιον, ἁπλοῦν πάντως καὶ ἀσύνθετον. εἰ γὰρ μὴ ἕν ἐστι, οὐδέν ἐστιν, ὁποτέρωθεν ὁρῴη τις ἄν. καὶ εἰ μὴ ἁπλοῦν, οὐδ' ἐπέκεινα τῶν πολλῶν καὶ συνθέτων. εἰ δ' ἁπλοῦν, πάντως καὶ ἀδιαίρετον ἅμα καὶ ἀμερές· τῶν γὰρ συνθέτων ἐστὶν ἡ διαίρεσις καὶ διάκρισις εἰς τὰ ἐξ ὧν συνῄρηταί τε καὶ συντέθειται τὸ σύνθετον ἐκεῖνο καὶ ἡνωμένον. ὅσα γὰρ τὰ διακρινόμενα, τοσαῦτα τὸ ἡνωμένον ἀφ' οὗ ταυτὶ διακρίνεται· καὶ ὅσα τὰ πολλά, τοσαῦτα τὸ ἓν ἀφ' οὗ διίστανται. τοῦ δ' ἀδιαιρέτου καὶ ἀμεροῦς οὐκ ἔστι λαβεῖν μόριον οὐδέν, οὔτε πρότερον ἄλλων οὔθ' ὕστερον ἄλλων. οὔτε μὴν ἀρχὴν οὔτε πέρας· ἄλλο γὰρ τὸ πέρας καὶ ἄλλο οὗ πέρας, καὶ αὖ ἕτερον ἀρχὴ καὶ ἕτερον οὗ ἀρχή. τοῦτο δὲ συνεχὲς καὶ σύνθετον καὶ ὅλον ἐν σχέσει. ἃ πάντα ἀδύνατα ἐπὶ τῆς ἁπλῆς καὶ ἀσχέτου καὶ ἀμεροῦς ἐκείνης οὐσίας. εἰ δ' ἐκ τῶν ἡμῖν γνωριμωτέρων τὰς ἐν ἡμῖν ἀρρήτους ὠδῖνας εἰς τὴν ἄρρητον, ἵν' εἴπω, συναίσθησιν τῆς ὑπερηφάνου γνώσεως ἐκείνης ἀνάγεσθαι πειρώμεθα, θαυμάζειν ἥκιστα χρή· τοῦτο γὰρ ὡς τὰ 3.296 πολλὰ καὶ τοῖς θείοις πατράσιν ἀκώλυτον ἔσχε τὸ συγκεχωρηκός. Ἔχων δ' ἐγὼ καὶ ἕτερα πλεῖστα προενεγκεῖν σαφῆ καὶ ἀναμφιλέκτως δεικνύντα τῇ οὐσίᾳ ταὐτὸν 504
εἶναι τὴν θείαν ἐνέργειαν καὶ ὅλην ἐνέργειαν καὶ αὐτοενέργειαν, παρίημι διὰ πλῆθος, ἀρκεῖν ἡγούμενος ταῦτα τῇ παρούσῃ σχεδίῳ σχολῇ· εἰρήσεται δ' οὖν ἴσως κἀν τοῖς ἑξῆς, προϊόντος τοῦ περὶ τῆς τοιαύτης ἐνεργείας λόγου. νῦν δὲ δεικτέον ἐστὶ καὶ ὅπως μετὰ προσδιορισμοῦ φασὶν οἱ θεῖοι πατέρες καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἐνέργειαν καὶ αὐτοενέργειαν, ἑκάτερον προσηκόντως. καὶ περὶ μὲν τοῦ υἱοῦ ὁ θεῖος οὕτω φησὶν Ἀθανάσιος "οὐκ ἀμφίβολον ὅτι αὐτός ἐστιν ἡ τοῦ πατρὸς ζῶσα βουλὴ καὶ ἐνούσιος ἐνέργεια καὶ λόγος ἀληθινός." περὶ δὲ τοῦ πνεύματος ὁ αὐτὸς οὕτω φησίν "ἑνὸς ὄντος τοῦ υἱοῦ τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωήν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν, ἥτις ἐκ πατρὸς λέγεται ἐκπορεύεσθαι." Κύριλλος δ' ὁμοίως καὶ αὐτός "καὶ ὁ υἱός ἐστι" φησὶν "ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ πατρός. ἐνέργεια καὶ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον". ἐνέργεια λέγεται καὶ ἡ ἑκάστῳ τῶν ὄντων ἐνοῦσα φυσικὴ δύναμις, ὡς τὸ θερμαντικὸν τῷ πυρὶ καὶ τὸ ψυκτικὸν τῇ χιόνι καὶ τὸ αἰσθητικὸν τῷ ζώῳ, καὶ τῷ ἐνεργοῦντι τὸ ἐνεργητικόν. λέγεται καὶ τὸ τῆς 3.297 ἐνεργητικῆς δυνάμεως ἀποτέλεσμα ἐνέργεια καὶ ἔργον καὶ ἐνέργημα, ὡς ἔργα καὶ ἐνέργειαι θεοῦ γῆ καὶ οὐρανὸς καὶ τὰ ἐν τούτοις· φησὶ γὰρ ὁ θεῖος ἐκ Δαμασκοῦ Ἰωάννης ὡς ἡ ἐνέργεια καὶ ἐνέργημα λέγεται, καὶ τοὐναντίον ἐνέργεια τὸ ἐνέργημα, ὡς καὶ τὸ κτίσμα κτίσις. καθ' ὃ σημαινόμενον καὶ τὸν οἶκον ἐνέργειάν φαμεν τοῦ οἰκοδόμου, καὶ τοῦ ναυπηγοῦ τὴν ὁλκάδα. ἐνέργεια λέγεται καὶ ἡ πρὸς τὰ ἐνεργούμενα κίνησις, σχέσις τις οὖσα καὶ μεταξὺ θεωρουμένη τοῦ τε δημιουργοῦντος καὶ τῶν δημιουργουμένων, καθάπερ ἡ τοῦ οἰκοδόμου πρὸς τὸ οἰκοδομούμενον καὶ τοῦ ναυπηγοῦ πρὸς τὸ πλοῖον. ἣ καὶ συμβεβηκὸς οὖσα καθ' αὑτὴν συγκαταλήγει τῇ τῶν ἄκρων λήξει καὶ οὐκέτι ἐστὶν οὐδέν. περὶ ἧς καὶ ὁ θεολόγος ἔφη ὁ θεῖος Γρηγόριος ὡς ἐνεργηθήσεται καὶ οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται, καθάπερ καὶ ἡ μεταξὺ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος ὅρασις καὶ ἡ μέσον τοῦ γευομένου καὶ τοῦ γευστοῦ γεῦσις. καὶ ὁ Νυσσαέων δὲ θεῖος Γρηγόριος μὴ δύνασθαί φησιν ἐνέργειαν ἀπεργαστικήν τινα πράγματος αὐτὴν ἐφ' ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνησιν. ἀναγκαίαν γὰρ ἔχειν ταῦτα τὴν σχέσιν πρὸς ἄλληλα τήν τε ἐνεργητικὴν καὶ τὴν παθητικὴν δύναμιν. ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν ἐφ' ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον· εἰ μὴ γὰρ καὶ τὸ 3.298 πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. ἐνέργεια λέγεται καὶ ἡ πρὸς φαντασίαν ἀντιδιῃρημένη ἀλήθεια κατὰ τὸν θεῖον Κύριλλον, ὡς ἐνῴκησεν ὁ θεῖος λόγος ἐν τῇ πανάγνῳ θεοτόκῳ οὐ δοκήσει ἀλλ' ἐνεργείᾳ εἴτουν ἀληθείᾳ. ἐνέργεια λέγεται κατὰ τὸν θεῖον ἐκ Δαμάσκου Ἰωάννην καὶ τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα, καὶ ἔτι ἡ διὰ γλώττης τῶν νοουμένων φανέρωσις. σύνηθες δ' ἔτι, φησί, καὶ τῇ θείᾳ γραφῇ καὶ τὴν τοῦ θεοῦ παραχώρησιν λέγειν ἐνέργειαν. λέγεται καὶ πλάνης ἐνέργεια ὥσπερ καὶ δαιμόνων, καθὰ καὶ ὁ θεῖος Χρυσόστομος ἐν ταῖς περὶ ἀκαταλήπτου λόγοις ὑπὲρ τῶν ἐνεργουμένων εὔχεσθαι παραινεῖ, τῶν δαιμονώντων δηλαδὴ καὶ μεμηνότων. καὶ Παῦλος δὲ "ἀνθ' ὧν" φησὶ "τὴν ἀλήθειαν οὐκ ἐδέξαντο, πέμψει αὐτοῖς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτούς." ἀλλὰ καὶ τὴν τοῦ ζώου πᾶσαν οἰκονομίαν ἐνέργειαν οἱ ἅγιοι φασίν, εἴτουν τὰς ζωτικὰς δυνάμεις τάς τε νοερὰς καὶ αἰσθητικάς. Τοσούτων δή σοι προκειμένων σημαινομένων ἅπερ ἡ τῆς ἐνεργείας ὁμώνυμος οὖσα σημαίνει φωνή, πῶς παρατρέχων ἁπάντων τὴν γνῶσιν καταφεύγεις ἐφ' ἅπερ οὐκ ἔστιν ἐν ταῖς γραφαῖς, καὶ λέγειν συκοφαντεῖς τὰς γραφὰς τὰ τοιάδε; ποῦ γὰρ διαφέρειν ὅλως φησὶν ὁ Δαμασκηνὸς Ἰωάννης τῆς ἀκτίστου φύσεως τὴν ἄκτιστον ταύτης ἐνέργειαν, 3.299 ὥσπερ σὺ διαβάλλεις ἀναίδην συκοφαντῶν; χαρακτηρίζειν μὲν γὰρ ἀκηκόαμεν, διαφέρειν δ' οὐδαμῇ τὸν θεῖον ἄνδρα ἐκεῖνον εὑρίσκομεν λέγοντα. εἰ δὲ τὸ χαρακτηρίζειν αὐτὸς ἀντὶ τοῦ διαφέρειν λαμβάνεις, ὥρα σοι λοιπὸν καὶ χαρακτῆρα 505
τοῦ πατρὸς τὸν υἱὸν τῆς γραφῆς ἀκούοντι λεγούσης, ἀνόμοιον τὸν υἱὸν τῷ πατρὶ κηρύττειν καὶ ἀνούσιον καὶ σφόδρα διάφορον τὴν φύσιν. ἀλλ' ὡς ἔοικε, τὸ φύσει κακὸν ὡς εἰπεῖν, καὶ τὰ τῆς διανοίας ἅπαξ καίρια νενοσηκὸς καὶ τῶν θείων ἐπισφαλῶς ἀπερρωγὸς διὰ ταῦτα δογμάτων, χρόνῳ τὴν ἕξιν οὐκ ἄν ποτ' ἀποτρίψασθαι δύναιτο, ὅτι μὴ καὶ τὴν ἔσθ' ὅτε τοῦ καλοῦ προσποίησιν τάχιστα ἀποσείεται, πράγμασιν αὐτοῖς ἐλεγχόμενον, παλινδρομούσης τῆς φύσεως καὶ ἀναλαμβανούσης ἐκ τοῦ ῥᾴστου τὸ γνήσιον. καὶ σύ γε μὴν ἐν μὲν τῷ γραφικὰς μαρτυρίας προσποιεῖσθαι κομίζειν, οὐχ ὑγιῶς δ' οὖν, τὴν αὐτὸς σαυτοῦ γε ἀμαθίαν ἑκὼν ἐξελέγχεις, ἐν δὲ τῷ καὶ πρὸς ἐπισφαλῆ καὶ δυσσεβῆ διάνοιαν αὐτὰς διαστρέφειν τὴν οἰκείαν ἔτι θεατρίζεις κακόνοιαν. οὐκέτι γὰρ ἀνέλεγκτον ἐς τά γε τῆς ψυχῆς μυσήτρια καθευδήσειν ἐλπίζεται τὸ τῆς κακίας ἀπόρρητον ἄγος· ἐξερρύηκε γὰρ καὶ διαπεφοίτηκεν ἐς ἡλίου αὐγὰς καὶ ἅμα ἐς μυκτῆρα καὶ χλεύην θεάτρου μεστὴν κωμικοῦ. καὶ ἣν μὲν ἐδίωκες ἀπολώλεκας δόξαν πρὸς ἀδοξίαν μετενεγκών· ἣν δ' ἐκάλυπτες αἰσχύνην 3.300 αὐτὸς σαυτοῦ, ταύτης ἤδη τὰ ἀνακαλυπτήρια θύων ὥσπερ ἐν Διονυσίων πομπαῖς οὐκ αἰσθάνῃ. Ὁ δὲ Παλαμᾶς οὐδὲν πρὸς ταῦτα ἀποκρινάμενος ἑτέραν ἐβάδισε, τοῦτο δὴ τὸ εἰωθὸς αὐτῷ. "εἶτα οὐχ ὁ μέγας" φησὶ "Βασίλειος ἐκ τῶν ἐνεργειῶν τοῦ θεοῦ φάσκει γνωρίζειν ἡμᾶς τὸν θεόν; αἱ γὰρ ἐνέργειαι αὐτοῦ, φησίν, πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δ' οὐσία αὐτοῦ μένει ἀπρόσιτος. ταύτας οὖν τὰς ἐνεργείας ἔχει ὁ θεὸς ἄλλος ὢν ἄλλας οὔσας καὶ ἀκτίστους· αὗται γάρ εἰσιν αἱ πρόνοιαι, αἱ πρόοδοι, τὸ ἄπειρον, τὸ ἄτρεπτον, τὸ ἁπλοῦν, τὸ ἄναρχον, τὸ ἀτελεύτητον, ἡ σοφία, ἡ δύναμις καὶ τὰ τοιαῦτα, ἄλλα μὲν ὄντα παρὰ τὴν οὐσίαν, ἄκτιστα δέ· ἄλλο γὰρ τὸ ἔχον καὶ ἄλλο τὸ ἐχόμενον καὶ διάφορον." Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀποκριθεὶς "ἴδιόν σοι τοῦτο" φησιν, "ὦ ἄνθρωπε, γνώρισμα, μηδὲν πρὸς ἔπος ἀποκρίνεσθαι, ἀλλ' ἀνθ' ἑτέρων παρεισάγειν ἕτερα, ἡμιτελῆ τὰ ἀναγκαιότερα καταλιμπάνοντα καὶ ἀσαφῆ καὶ ἀνεπεξέργαστα καὶ ἀμάρτυρα. ὅμως μικρὰ καὶ περὶ τῶν νῦν σοι λεχθέντων φθεγξάμενος ἀπαλλάξομαι. εἰ ἄλλο τὸ ἔχον καὶ ἄλλο τὸ ἐχόμενον καὶ διάφορον, καὶ τὸ μὲν ἔχον οὐσία τὸ δὲ ἐχόμενον οὐκ οὐσία κατὰ σέ, ἀνούσιον ἄρα τὸ ἐχόμενον. καὶ εἰ ἡ οὐσία θεός, τὸ ἀνούσιον ἄρα οὐ θεός, ἡ ἐνέργεια δηλαδή. καὶ σύνεστι λοιπὸν ἐξ ἀιδίου τῇ θείᾳ καὶ ἀκτίστῳ οὐσίᾳ ἡ 3.301 ἀνούσιος αὕτη καὶ διάφορος ἐνέργεια. καὶ ἅμα δυὰς ἡ πάντων ἀρχή σοι γίνεται, τὸ ἀτοπώτατον, ἑαυτῆς διαφέρουσα καὶ ἀιδίως ἑαυτῇ μαχομένη. ἀλλ' ὁ θεῖος Μάξιμος "οὐ συνθεωρεῖσθαι ἢ συνεπιθεωρεῖσθαι δύναταί τι" φησὶ "τῷ θεῷ κατ' οὐσίαν διάφορον ἐξ ἀιδίου, οὐκ αἰών, οὐ χρόνος, οὐδέ τι τῶν τούτοις ἐνδιαιτωμένων· οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις πώποτε τὸ κυρίως εἶναι καὶ οὐ κυρίως". καὶ πάλιν ἄπειρον εἶναι δυάδα οὐδαμῶς ἐνδέχεται· αἱ γὰρ κατ' αὐτὴν μονάδες ἀλλήλαις κατὰ παράθεσιν συνυπάρχουσαι ἀλλήλας ὁρίζουσιν, εἰ δὲ τοῦτο, οὐδ' ἄναρχον· ἀρχὴ γὰρ πάσης δυάδος μονάς. εἰ δὲ μὴ ἄναρχον, οὐδ' ἀκίνητον· κινεῖται γὰρ τῷ ἀριθμῷ ἐκ μονάδων καθ' ἕνωσιν, τὸ δὲ κινούμενον οὐκ ἀρχὴ ἀλλ' ἐξ ἀρχῆς, δηλαδὴ τοῦ κινοῦντος. μονὰς δὲ μόνη κυρίως ἀκίνητος. πεπερασμέναι σοι ἄρα καὶ ὑπ' ἀρχὴν αἱ θεότητες, ἄνθρωπε· καὶ εἰ τοῦτο, διαστήμασι τοπικοῖς τε καὶ χρονικοῖς δεδουλεύκασιν. κτίσμασιν ἄρα λατρεύων αὐτὸς ἐλελήθεις. ἔτι εἰ κατὰ σὲ ἕτερον οὐσία καὶ ἕτερον θεὸς ὁ τὴν οὐσίαν ἔχων καὶ διάφορος τῆς οἰκείας οὐσίας, ἔστιν ἄρα θεὸς ἀνούσιος καὶ οὐσία θεοῦ ἄθεος. φησὶ γὰρ καὶ ὁ Νυσσαέων Γρηγόριος "εἰ τὸ ἀγαθὸν ὄν, τὸ πονηρὸν οὐκ ὄν· εἰ δὲ τὸ πονηρὸν ὄν, τὸ ἀγαθὸν οὐκ ὄν, κατὰ τὸν τῶν ἀμέσων 3.302 ἐναντίων λόγον." ὥστε πολυθεΐαν ἀγωνιζόμενος συνιστᾶν ἑάλως καὶ ἀθεΐαν νοσῶν, τὰ ἐκ διαμέτρου κακά· καὶ πέπτωκε διὰ βραχέων τὰ τῶν σῶν ἀκροπόλεων ὀχυρώματα, ἐφ' οἷς ἐπεποίθεις. ἔτι μὴν ἐπειδή περ ἄλλο φῂς εἶναι τὸ ἔχον, ἄλλο δὲ τὸ ἑκτὸν καὶ διάφορον, φαίης ἂν καὶ ἄλλο μὲν ἐξ ἀνάγκης εἶναι τὸν θεόν, ἄλλο δὲ τὴν ὕπαρξιν αὐτοῦ· λέγεται γὰρ ὁ θεὸς καὶ οὐσίαν ἔχειν καὶ ὕπαρξιν.
ἔσται ἄρα κατὰ σὲ θεὸς ἀνύπαρκτος καὶ ὕπαρξις θεοῦ ἄθεος. καὶ περὶ τῆς ἐνεργείας δ' ὁμοίως λεκτέον καὶ ἐρωτητέον, εἰ ἡ ἐνέργεια ἔχει ἐνέργειαν ἄλλην. εἰ γὰρ ἔχει, δύο ἄρα· καὶ εἰ δύο, διάφορα πάντως· ἄλλο γὰρ δεῖν εἶναι ἔφης τοῦ ἐχομένου τὸ ἔχον. καὶ γίνεταί τις τερατόμορφος ἐνεργοενέργεια. εἰ δὲ μὴ τοῦτο, οὐκ ἂν εἴη τὴν ἐνέργειαν ἔχειν ἐνέργειαν. καὶ συμβήσεται τὴν τοιαύτην ἐνέργειαν ἀνενέργητον εἶναι. τὸ δ' ἀνενέργητον καὶ ἀνύπαρκτον καθ' ἣν βωμολοχήσας προύθηκας θέσιν τε καὶ πρότασιν αὐτός. τὸ γὰρ μὴ ἔχον, ἔφης, ἐνέργειαν οὔτ' ἔστιν οὔτε τί ἐστιν. οὔτ' ἔστι παντελῶς αὐτοῦ θέσις, καὶ ἀπόλωλέ σοι τὸ σπούδασμα δι' ὀλίγου καὶ τῆς μοχθηρᾶς γεωργίας ὁ στάχυς, ἢ ἐς ἀνύπαρκτον ἡμᾶς δογματίζοντι πιστεύειν ἢ εἰς σύνθετον θεότητα. ἐναντιοῦται γάρ σοι καὶ ὁ θεῖος Κύριλλος, ἄτοπον εἶναι φάσκων τὸ λέγειν 3.303 τοιαύτην ἔχειν τὸν θεὸν τὴν γνῶσιν ὁποίαν καὶ ἡμεῖς· εἰ γάρ [ὥσπερ] ἡμεῖς, ἕτερον μέν τι ἐστὶν ἑτέρα δέ τις παρ' αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις, σύνθετος ἔσται καὶ οὐχ ἁπλοῦς. ἔτι ἐπείπερ ἡ θέλησις τοῦ θεοῦ ἑκτὸν καὶ διάφορον κατὰ σὲ τῆς οὐσίας ἐστίν, ἔσονται ἄρα τρεῖς ἐπὶ Χριστοῦ θελήσεις, μία μὲν αὐτὸς ὁ υἱός, θέλησις ὢν τοῦ πατρὸς κατὰ τοὺς θείους πατέρας, δευτέρα δ' ἣν ὁ υἱὸς ἔχει διάφορον ἑαυτοῦ κατὰ σέ, καὶ τρίτη ἡ τῆς ἀνθρωπότητος. ὃ καὶ τῆς τῶν μονοθελιτῶν δυσσεβείας ἀτοπώτερον. ἐπεὶ δὲ καὶ ὁ μέγας Ἀθανάσιος ἀσεβεῖς διαρρήδην καλεῖ τοὺς μὴ δεχομένους βούλησιν αὐτὸν εἶναι τὸν υἱόν, ἀσεβὴς αὐτόχρημα καὶ κατὰ τοῦτο σὺ τὰ ἐκείνων φρονῶν. περὶ γὰρ τῆς ἀρχομένης καὶ παυομένης θελήσεως εἴρηται ἡμῖν ἀνωτέρω βραχύ, καὶ οὐ χρεία διεξιέναι νῦν τῶν προκειμένων σαφῶς ἀνθελκόντων. ἔτι εἰ ἕτερον θεοῦ καὶ ἀλλήλων θεότης καὶ δύναμις καὶ σοφία καὶ ἁγιότης καὶ ἀγαθότης, καὶ διάφορον ἀεὶ ἕκαστον ἑκάστου, ζητητέον πῶς ἂν εἴη τοῦ θεοῦ ἕκαστον, εἰ διάφορον εἴη αὐτοῦ· καὶ πῶς ἓν ἑνὶ καὶ ἀλλήλοις ἄλληλα συμφωνήσει, διάφορα ὄντα ἀλλήλων· καὶ πότερον πρότερον τούτοιν ἂν εἴη, δυαδικῶς οὕτω προερχομένων, θεὸς ἄκτιστός τε καὶ ὁρατὸς κατὰ σέ· καὶ ποῦ τὸ τῆς πολυθεΐας στήσεται ταυτησί, κατὰ συζυγίαν οὑτωσὶ προχωρούσης ἀεὶ μετὰ τοῦ 3.304 ἀτελοῦς. εἰ γὰρ ἀλλήλων ἄλληλα διαφέρει, ἐστέρηται πάντως ἀλλήλων ἄλληλα καθ' ὃ διαφέρει, καὶ γίνεται δύναμις μὲν ἄσοφος σοφία δ' ἀδύναμος, καὶ θεὸς ἄσοφος καὶ ἀδύναμος, καὶ ἀεὶ κατὰ τὸν ὅμοιον τρόπον ἐστερημένα πάντων ἅπαντα καὶ δεόμενα ἀλλήλων ἄλληλα. φησὶ γὰρ καὶ ὁ θεολόγος Γρηγόριος "τίς ἀτελοῦς θεότητος ὄνησις; μᾶλλον δὲ τίς θεότης ἡ μὴ τελεία; τελεία δὲ πῶς ᾗ λείπει τι πρὸς τελείωσιν; λείπει δὲ πάντως μὴ ἐχούσῃ τὸ ἅγιον. ἔχοι δ' ἂν πῶς, μὴ τοῦτο ἔχουσα; εἰ γὰρ ἄλλη τις παρὰ τοῦτο ἡ ἁγιότης, καὶ εἴ τις αὕτη νοεῖται, λεγέτω, τίς". καὶ ὁ μέγας Βασίλειος "εἰ φύσις αὐτῷ" φησὶν "ὁ ἁγιασμὸς ὡς πατρὶ καὶ υἱῷ, πῶς τρίτης ἐστὶ καὶ ἀλλοτρίας φύσεως;" καὶ πάλιν "ἀγαθὸν" φησὶ "τὸ πνεῦμα ὡς ἀγαθὸς ὁ πατὴρ καὶ ἀγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθείς, οὐσίαν ἔχων τὴν ἀγαθότητα." ὁρᾷς πῶς οὐχ ἕτερον τῆς ἁπλῆς καὶ θείας οὐσίας ἁγιότης καὶ ἀγαθότης καὶ ἐνέργεια καὶ τὰ τοιαῦτα, ἀλλὰ ταὐτόν. ἑλοῦ τοίνυν, ὦ καινὲ θεολόγε, τῶν ἀσεβειῶν ὁποτέραν ἐθέλεις. ἀθεΐας γὰρ καὶ πολυθεΐας τὰ τοιαῦτα φέρει σοι κρημνόν, ὑπ' ἀλλήλων ἐλεγχόμενα καὶ κατ' ἀλλήλων στασιάζοντα. τὸ μὲν γὰρ ἄνισον ἐν τοῖς πολλοῖς ἐλέγχει τὸ διάφορον καὶ ἀσύμβατον τῆς πολυθεΐας· ἡ δὲ πολυθεΐα συμφυᾶ τὴν δια 3.305 φορὰν πρὸς ἑαυτὴν στασιάζουσαν ἔχουσα, πρὸς τὸν ἀντίπαλον τῆς ἀθεΐας ἀπροόπτως μεταβαίνειν κρημνὸν ἀναγκάζει, καὶ καπνὸν φεύγοντας ἐμπίπτειν εἰς πῦρ, τὸ τῆς παροιμίας. ἔπειτα πῶς τὸ ἄκτιστον καὶ πόθεν ἡ ἐνέργεια ἔσχεν; ἔξεστι γὰρ ἡμῖν καὶ τὸ ἄκτιστον αὐτὸ πρὸς ἑαυτὸ κατὰ τὴν σὴν ἐξετάζειν θέσιν· εἰ γὰρ αὐτόθεν εἴη τὸ ἄκτιστον ἄκτιστον, οὐκ ἂν εἴη ἄκτιστον· κτιστὸν ἄρα τὸ ἄκτιστον, καὶ κτιστὴ θεότης ἐξ ἀνάγκης ἡ ἄκτιστος ἐνέργεια· καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναπέφανται. εἰ δ' ἔξωθεν ἔχει τὸ ἄκτιστον εἶναι τὸ ἄκτιστον, καὶ διάφορον πάντως· εἰ γὰρ οὐκ ἔστι διαφορὰ πρὸς ἄκτιστον ἀκτίστου, οὐκ ἂν εἴη ἔχειν κατὰ σὲ ἄκτιστον. ἢ γοῦν 507
ἀνύπαρκτόν σοι γίνεται τὸ ἄκτιστον τοῦτο, ἢ δυοῖν θάτερον, ἢ ἀκτιστόκτιστον ἢ ἀκτιστοάκτιστον καὶ πρὸς ἑαυτὸ στασιάζον ἀνάγκη λέγεσθαι. γνώριμον γάρ, οἷς καὶ ὁπωσοῦν λογικῆς μέτεστιν ἐπιστήμης, τῶν ὁμωνύμων εἶναι καὶ ἥκιστα ἁπλῆν τὴν τοῦ ἔχειν φωνήν, καὶ μὴ μόνον τῇ τῶν ἔξω σοφῶν ἐπιστήμῃ δοκεῖν, ὅτι μὴ καὶ πᾶσιν ὁμοῦ τοῖς τῶν θείων τῆς ἐκκλησίας δογμάτων σοφοῖς διδασκάλοις. ὧν εἷς ἡμῖν εἰς διδασκαλίαν ἀποχρήσει τήμερον Ἰωάννης ὁ θεῖος ἐκ Δαμασκοῦ, ὃς ὀκταχῇ τὴν τοῦ ἔχειν ἡμῖν διαιρῶν σημασίαν, κατ' οὐδένα γέ τινα τούτων τρόπον τῇ θείᾳ καὶ ἁπλουστάτῃ ἐκείνῃ φύσει τὸ ἔχειν διδοὺς εὑρίσκεται. πῶς γὰρ οἱασοῦν 3.306 μεσιτευούσης ἀλλοτριώσεως, καὶ τοῦ ἔχοντος τὸ ἐχόμενον διιστώσης μὲν οὑτωσί, συναγούσης δ' ἄλλως τὸν νόθον τε καὶ ἐπίκτητον τρόπον. ἢ γὰρ ὡς οὐσίαν ἀνάγκη, φησί, τὸ ἐχόμενον τῇ ἐχούσῃ συνεῖναι οὐσίᾳ, καθάπερ ἱμάτιον καὶ χεῖρα καὶ ἀγρὸν καὶ τά γε τοιαῦτα, ἢ ὡς συμβεβηκός. καὶ τοῦτο διχῇ πως αὖ ὑποδιαιρούμενον, εἴς τε τὴν τῶν χωριστῶν δηλαδὴ καὶ τῶν γε μηδαμῇ χωριζομένων δύναμιν. τὸ μὲν γὰρ ἐνδεχομένως ἔχειν λέγεται καὶ μή, καθ' ὅ γε σημαινόμενον ἐνδέχεσθαί φαμεν βαδίζειν τὸ βαδιστικὸν καὶ τοὐναντίον αὖ μὴ βαδίζειν· τὸ δὲ καθ' ἕξιν καὶ διάθεσιν ἔχειν λέγεται, ὡς μέλιτι δηλαδὴ συμπεφυκυῖαν γλυκύτητα καὶ χιόνι λευκότητα καὶ γνῶσιν ἀνθρωπίνῃ ψυχῇ. ὧν ἁπάντων ἓν ὁποιονοῦν ἔστω ὁποτέρωθεν εἰληφὼς τῇ θείᾳ κυριωνυμεῖν καὶ ἁπλῇ βούλοιτο φύσει, ἴστω περιφανῶς ἁμαρτάνων· χρῆσιν γὰρ ἀνθρώποις ὑπάρχειν ὁ μέγας τὰ ὀνόματα φάσκει Βασίλειος πρὸς γνῶσιν καὶ διαίρεσιν οὐσιῶν καὶ τῶν περὶ τὰς οὐσίας ἐπινοηθέντων πραγμάτων. ᾧ γε καὶ πάνυ τι δέδοται φορτικὸν καὶ ἀπόβλητον συμβεβηκός τι προσάγειν τῇ θείᾳ φύσει καὶ ἁπλουστάτῃ. τὸ γὰρ συμβεβηκός, φησίν, ἢ συμπέφυκεν, ἢ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρχειν. ἀλλ' εἰ μὲν συμπέφυκεν, ἀνάγκη τῷ θεῷ καὶ οὐσίαν καὶ συμβεβηκὸς εἶναι· ἐξ ἀνάγκης γὰρ τὰ τοιαῦτα συμβαίνει οἷς συμβέβηκεν. εἰ δ' ἐνδεχόμενον, ἔσται καὶ ἀγέν 3.307 νητος ὁ γεννητὸς ποτὲ καὶ πάνθ' ὁμοίως, ὅσα δήπουθεν ἀντίκειται, γνῶσις καὶ μὴ γνῶσις, δύναμίς τε καὶ μὴ δύναμις, καὶ τά γε δήπου παραπλήσια τῶν ἀτόπων τῆς ἀσεβείας ῥημάτων. ὅτι δὲ καταχρηστικῶς τὸ ἔχειν ἐπὶ θεοῦ λέγεται, δείκνυσι νῦν καὶ ὁ θεῖος Χρυσόστομος, λέγων "ὅταν ἀκούσῃς ὅτι ὥσπερ ὁ πατὴρ ἐν ἑαυτῷ ζωὴν ἔχει, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν καὶ ἐξουσίαν ἔχειν, μὴ σύνθεσιν ὑπολάβῃς· μηδ' ὅταν ἀκούσῃς ὅτι ἐν αὐτῷ ζωὴ ἦν, νομίσῃς ὅτι σύνθετος ἦν· προϊὼν γὰρ φησὶν ἐγώ εἰμι ἡ ζωή." ὥστε σου βοσκηματώδης ἡ σοφία κἀνταῦθα ἀναπέφανται, λέγουσα παραπλησίως καθάπερ ἐπὶ ἀνθρώπου καὶ λίθου, οὕτω καὶ τοῦ θεοῦ τὴν οὐσίαν μετὰ τῶν φυσικῶν περὶ αὐτὴν πάντων συλλαμβάνεσθαι τοῖς ὁρίζεσθαι θέλουσι· τὸ γὰρ ἐκ τοιούτων συγκείμενον ἀμερὲς οὐκ ἂν εἴη, οὐδ' ἁπλοῦν, ἀλλὰ σύνθετον, κἀξ ὧν συντίθεται μεριζόμενον. ὁ δὲ τῇ ἀμερεῖ ἐκείνῃ καὶ θείᾳ φύσει προστιθέναι πειρώμενος, ᾗ φύσει πρόσεστι μήτ' αὔξεσθαι μήτε μειοῦσθαι, λέληθε, τό γε ἧκον εἰς αὐτόν, ἐλαττῶν μὲν τῇ προσθήκῃ τὴν τῆς φύσεως δύναμιν, αὔξειν δ' ἥκιστα πάντων δυνάμενος, ἣ μηδεμιᾶς οὔτ' ἐδεήθη ποτὲ οὔτε δεήσεται προσθήκης ἢ ὑφαιρέσεως, οὐδενὸς ὄντος οὗ δεήσεταί ποτ' αὐτὴ πληροῦσα τὰ πάντα καὶ μηδὲν ἐκτὸς ἐῶσα τὸ παράπαν. 3.308 Εἰ δ' ἐν ποιότητι ἀόγκῳ τε καὶ ἀμεγέθει μέρος οὐκ ἔξεστι λέγειν κυρίως, οὔτε μέγεθος οὐδὲν προστιθέναι ἢ ἀφαιρεῖν (οὐ γὰρ λέγομεν οὔτε μεγάλην οὔτε μικρὰν λευκότητα), πολλοῦ μέντ' ἂν δεήσειε καὶ τοῦ παντὸς περὶ τῆς θείας οὐσίας τοιαῦτα νοεῖν καὶ λέγειν, ἣ μεγέθη μὲν καὶ μικρότητα πεποίηκέ τε καὶ ἀεὶ ποιεῖ, αὐτὴ δ' ἐστὶ κατὰ φύσιν οὐδαμῇ μηδὲν ὧν πεποίηκέ τε καὶ ἀεὶ ποιεῖ. οὐδὲ πρόεισιν εἰς ὄγκον, οὐδ' οὐ μὴ προχωρήσῃ ποτέ. τὸ γὰρ ὄγκῳ μεῖζον γινόμενον δυνάμει γίνεται ἔλαττον, καὶ τὸ δυνάμεως μεγέθει μέγιστον ὄγκου λείπεται παντός, ἵνα μέγιστον ὁμοίως ἀεὶ διαμένῃ. καὶ γὰρ καὶ εἰ περὶ τῆς ἐν χιόνι βουληθείημεν λέγειν λευκότητος ὑποδείγματος ἕνεκεν, οὐ τὴν ἐν τῷ μέρει τῆς χιόνος λευκότητα μέρος ἂν φαίημεν τῆς ἐν πλείστῃ χιόνι λευκότητος, ἀλλὰ μέρους μὲν χιόνος 508
λευκότητα, μέρος δὲ λευκότητος ἥκιστα· ἄογκον γὰρ καὶ ἄποσον καθ' αὑτὸ καὶ ἀμέγεθες ἡ λευκότης, ὡς δέδεικται. εἰ δὲ μηδὲ συμβεβηκὸς ἡ ἀνούσιος αὕτη συγχωρεῖταί σοι γίνεσθαι ἐνέργεια, ποῦ ταύτην θετέον· λέγε καὶ νομοθέτει σύ. τῆς γὰρ τοῦ ὄντος φωνῆς εἰς οὐσίαν καὶ συμβεβηκὸς διαιρουμένης, εἰ μήτ' οὐσία μήτε συμβεβηκὸς εἴη, τῶν ὄντων οὐκ ἂν λέγοιτο. λείπεται ἄρα μὴ ὂν ἐξ ἀνάγκης λέγεσθαι. αὕτη τῶν καινῶν σου δογμάτων ἡ τερατεία, καλὲ Παλαμᾶ, τὸ πιστεύειν εἰς τὸ μὴ ὂν 3.309 καὶ ψιλοῖς λατρεύειν ὀνόμασιν, ὁποῖα καὶ τοὺς τῆς Πλατωνικῆς στοᾶς καὶ Ἀκαδημίας φάσκοντας ἴσμεν περί τε γενῶν καὶ εἰδῶν, καὶ εἴ τινες εἶεν ἐκ τῶν ὕστερον ἄλλοτ' ἄλλως αὐτοῖς ἠκολουθηκότων Βογομίλων καὶ Μανιχαίων καὶ Μασαλιανῶν καὶ Εὐνομιανῶν, οὓς καὶ εἰς μέγα παραπληξίας ἐλαύνειν ὁ μέγας φησὶ Βασίλειος ὥσπερ κοινότητά τινα λόγῳ μόνῳ θεωρητήν, ἐν οὐδεμίᾳ ὑποστάσει τὸ εἶναι ἔχουσαν, εἰς τὰ ὑποκείμενα θεωρεῖσθαι φάσκοντας τὸν θεόν. ἀλλ' ἄκουε λοιπὸν τί φησιν αὖθις ὁ αὐτὸς μέγας Βασίλειος περὶ τῆς ἐνεργείας θεοῦ τῆς ἀκτίστου, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν λόγον ἐπιδέχεται ἡ ἐνέργεια τῇ οὐσίᾳ. Ἐπεὶ δ' ὁ τῆς οὐσίας ὅρος καὶ λόγος (ταὐτὸν γὰρ ὅρος καὶ λόγος) πρᾶγμά ἐστιν αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, εἴη ἂν πάντως καὶ ὁ τῆς ἐνεργείας λόγος ὁ αὐτός, κἂν τοῖς ὀνόμασι διαφέρωσι, πρᾶγμα αὐθύπαρκτον δηλαδή, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. οὕτω γὰρ καὶ ὁ τῆς ταυτότητος σώζεται λόγος, ὡς καὶ ὁ τῆς ἀληθείας ὁμολογητὴς σοφώτατα μεμαρτύρηκε, Θεόδωρος ὁ Γραπτός, "οὕτως ἂν" φήσας "εὐσεβῶς νοηθείη ἡ μὲν θεία ἐνέργεια ἀίδιος, μᾶλλον δ' αὐτενέργεια, τῷ μὴ διωρίσθαι τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι διὰ τὴν τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἰδιότητα." καὶ πάλιν "ἕτερον 3.310 οὐσίαν καὶ ἄλλο ἐνέργειαν τῶν πάλαι τινές, ὡς ἐπὶ τῶν σωματικῶς θεωρουμένων, οὕτω δὴ κἀπὶ τοῦ θείου λόγου ἐτίθεντο. ὅπερ τοῖς εὐσεβέσιν ἀπείρηται. ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσωμάτων ἐν οὐδενὶ διαφέρειν ἴσασιν· οὐ γὰρ διοριστέον ταῦτα ἀλλήλων, ἵνα μὴ σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα νοῆται. οὔτε γὰρ ἡ θεία οὐσία ἀνενέργητος εἴη ἄν ποτε, οὔτ' ἀνούσιος ἡ ἐνέργεια." ἀκούεις τῶν ἱερῶν διδασκάλων τῆς ἐκκλησίας παρὰ τοσοῦτον τῇ οὐσίᾳ τὴν ἐνέργειαν ἓν καὶ ταὐτὸν ἐπὶ θεοῦ δογματιζόντων, παρ' ὅσον καὶ αὐτενέργειαν καλοῦσι διὰ τὴν ἄκραν ταυτότητα, ὡς μηδ' ἄχρις ἐπινοίας παρακύπτειν ἐκεῖ δυναμένης διαφορᾶς οἱασοῦν. ἀκούεις δ' ἔτι καὶ ὅπερ σοι ἀνωτέρω δεδηλώκαμεν· σὺ γὰρ ἔλεγες ἀνενέργητον τότ' εἶναι τὴν θείαν μᾶλλον οὐσίαν ὅταν ἓν καὶ ταὐτὸν λέγηται ἄμφω, τότε δ' ἐνεργῆ ὅταν ᾖ διῃρημένα, πρᾶγμα τερατωδέστατόν τε καὶ ἀμαθέστατον, καὶ μὴ πᾶσαν μόνον ἐκπλῆττον ἀκοὴν τῇ ἀβελτηρίᾳ, ὅτι μὴ καὶ τοὺς σοφοὺς τουτουσὶ διδασκάλους τῆς ἐκκλησίας συκοφαντοῦν ἀδεῶς· οὐ γὰρ διοριστέον ταῦτα φασὶν ἀλλήλων ἐκεῖνοι, ἵνα τε μήτε σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα νοῆται, καὶ ἵνα μήθ' ἡ οὐσία ἀνενέργητος εἴη ἄν ποτε μήτ' ἀνούσιος ἡ ἐνέργεια. Πρὸς ταῦτα ὁ Παλαμᾶς ἀντιλέγων κοινὸν μὲν ἔφησεν 3.311 εἶναι δόγμα τῶν τε ἔξωθεν καὶ τῶν καθ' ἡμᾶς φιλοσόφων τουτί, καὶ οὐκ ἀντιλέγω· πλὴν τὰ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον δύο ἐστὶ καὶ οὐχ ἕν. καὶ εἰ δύο, πῶς χωρὶς ἡστινοσοῦν πρὸς ἄλληλα διαφορᾶς; ἔστιν οὖν ἡ μὲν ταυτότης τοῦ λόγου κατὰ τὸ εἶναι ἄμφω, τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, ἄκτιστα· ἡ δὲ διαφορὰ τὸ μὲν οὐσίαν τὸ δ' ἀνούσιον, τὴν ἐνέργειαν δηλαδή. Ὁ δὲ Γρηγορᾶς ὅτι μέν, φησί, τὸ ἀνούσιον οὐκ ὄν, τὸ δ' οὐκ ὂν οὐ θεός, δῆλον τοῖς ἅπασι πλὴν σοῦ. ὅτι δ' οὐδὲν ἔτι κωλύσει λοιπὸν συμπεραίνειν καὶ ἡμᾶς ἐπὶ τῆς συνθέτου ἄρα φύσεως τὸν ἀντικείμενον δέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ, καὶ εἶναι δυοῖν ἐξ ἀνάγκης θάτερον, ἢ τὴν μὲν οὐσίαν ἡμῶν ἄκτιστον τὴν δ' ἐνέργειαν κτιστήν, ἢ τῆς οὐσίας οὔσης κτιστῆς εἶναι τὴν ἐνέργειν ἄκτιστον, δῆλον καὶ τοῦτο παντί που τὰ μάλιστα· ὡς γὰρ οἷς τὸ εἶναι ταὐτόν, καὶ ὁ λόγος ὁ αὐτός, οὕτως οἷς τὸ εἶναι διάφορον, καὶ ὁ λόγος διάφορος. ἐπὶ γὰρ τῆς οὐσιώδους ὑπάρξεως τοὺς ἁγίους 509
τούτους ἀκήκοας λέγοντας τὴν τοῦ λόγου ταυτότητα, εἴτουν τοῦ ὅρου, καὶ καθ' ἕτερον πάντως οὐδέν. εἰ γὰρ κατὰ προφορὰν καὶ ἐτυμολογίαν ἑκατέρας ἑκατέρα τὴν διαφορὰν ἐκτήσατο λέξις, ἀλλ' ἐπὶ τῆς ἁπλῆς καὶ ἀσυνθέτου φύσεως τὴν αὐτὴν καὶ μίαν καὶ ἀπαράλλακτον ἔχουσι σημασίαν ἄμφω. 3.312 ἔπειτα εἰ τὴν ἐνέργειαν ἕτερον εἶναι λέγεις κἀπὶ θεοῦ καθάπερ ἐπὶ τῶν συνθέτων ἡμῶν, καὶ ἰδίως ἄκτιστον θεότητα, καὶ ἔστιν ἑκάτερον τούτων ὅπερ οὐκ ἔστιν ἑκάτερον, καὶ ἀεὶ θάτερον παρὰ θάτερον ἀμοιβαδὸν τὴν διαφορὰν καὶ μάχην λαμβάνον λόγοις καὶ πράγμασιν (ἀνάγκη γὰρ ἂν εἴη πᾶσα τὰ οὕτως ἀλλότρια τῇ φύσει καὶ σημασίᾳ μὴ ταὐτὸν εἶναι θατέρῳ θάτερον), ἔσται ἄρα, εἰ ἡ ἐνέργεια ἄκτιστος καὶ ἀνούσιος, κτιστὴ ἡ οὐσία καὶ ἀνενέργητος, ὡς ἀνωτέρω γε ἠκηκόεις τῶν θείων κατ' ἐπιστήμην τὰ ἐναντία τοῖς ἐναντίοις ὁριζομένων ἀνδρῶν. εἰ δὲ καὶ τὸ τῆς ἐνεργείας ὄνομα γενικῶς κατὰ σὲ πάντων ἐπ' ἴσης κατηγοροῖτο τῶν ὀνομάτων, δυνάμεως λέγω, σοφίας ζωῆς φωτὸς θυμοῦ μακροθυμίας ὀργῆς ἀοργησίας καὶ τῶν τοιούτων, ὅσοις ἡ θεία κέχρηται γραφὴ θεοπρεπῶς καταφατικοῖς τε καὶ ἀποφατικοῖς καὶ ἀντικειμένοις ὀνόμασιν, ἐπιδραμεῖται λοιπὸν καὶ πᾶσι τούτοις ἐπ' ἴσης, καὶ ὁμοίως ἀεὶ κατορχήσεται τῶν ὀνομάτων ἁπάντων τἀτόπημα, καὶ στασιάσει πρὸς ἑαυτὸ τὸ τῆς ἐνεργείας ὄνομα, ταύτης δὴ τῆς ἰδιαζόντως κατὰ σὲ λεγομένης ἀκτίστου θεότητος. καθ' ὃ γὰρ ἕκαστον ἑκάστου τῶν ἄλλων λείπεται πάντων, κατ' ἐκεῖνο τῶν ἄλλων ἁπάντων ἠλάττωταί τε καὶ ἠλλοτρίωται. καὶ ἓν εἶναι πάντως οὐσίαν ὁμολογεῖται καὶ φύσει πᾶν ὃ λέγεται καὶ ὀνομάζεται θεοπρεπῶς ἡμῖν, καὶ ἔστι καὶ 3.313 ἦν καὶ ἔσται, θεὸς ἰσχυρὸς δίκαιος ἄκτιστος, ἀλήθεια σοφία δύναμις ζωὴ φῶς ἐνέργεια καὶ τὰ τοιαῦτα. Ἐπεί γε μὴν ἐκ τῶν οἰκείων ῥημάτων τε καὶ γραμμάτων ἁλισκόμενον ὁ Παλαμᾶς ἑαυτὸν ἑώρα διηνεκῶς, "οὐκ ἐν ῥήμασι" φησίν, "οὐδ' ἁπλῶς ἐν γράμμασιν, ἀλλ' ἐν πράγμασιν ἡμῶν ἡ εὐσέβεια κατὰ τοὺς θεολόγους." μικρὸν οὖν ἐπισχὼν ὁ Γρηγορᾶς "ἰοὺ ἰοὺ" φησὶν "τῆς ἀβελτηρίας." καὶ ἀπιδὼν πρὸς αὐτόν "εἶτα ἐλάνθανες ἡμᾶς" φησὶ "λασιόκωφός τις ὢν καὶ ἀνήκοος καὶ παντάπασι τῆς τῶν θείων γραφῶν διδασκαλικῆς ἑορτῆς τε καὶ πανηγύρεως, καὶ μετεγκεντρίζων ἐξ ἀμαθίας ἄλλοθεν ἄλλοθι τὸν ἅπαντα νοῦν καὶ σκοπὸν τῆς γραφῆς. τοῦτο γὰρ ὁ μέγας ἐν θεολογίᾳ φάσκει Γρηγόριος, τὰ Διονυσίῳ τῷ θείῳ λεχθέντα διαβεβαιούμενος, οἶμαι, καὶ συγχωρῶν καὶ αὐτὸς καὶ οἱονεὶ προτρεπόμενος οἰκονομικῷ τινὶ τρόπῳ καιροῦ καλοῦντος πρὸς τοὺς τῶν ὁμιλητῶν διαφόρους τὰς γνώμας καὶ γνώσεις κεχρῆσθαι, καὶ μικρὸν ἐνδιδόναι τοῖς διαφόροις τῶν προσιόντων ἤθεσι δι' ἀνάγκην ἐνίοτε, ὥστε τὴν ἐν τοῖς καιρίοις τῆς πίστεως ὁμολογίαν, εἰ καὶ μὴ λέξεσιν, ἀλλά γε ταῖς ἐννοίαις φυλάττεσθαι ἀπαράβατον. ἐν οἷς ἐξεῖναί φησι τήνδε ἢ τήνδε τὴν λέξιν καὶ δι' ἑτέρων ὁμοδυνάμων καὶ ἐκφαντικωτέρων λέξεων διασαφεῖν τὸν θεοπρεπῆ τρόπον. οὐ δεῖ δέ, φησὶν Ἀθανάσιος, τὰ κατ' οἰκονομίαν γραφόμενα καὶ γινόμενα δέχεσθαι κακοτρόπως καὶ πρὸς τὴν ἰδίαν ἕλκειν βούλη 3.314 σιν. καὶ γὰρ καὶ ἰατρὸς πολλάκις τὰ δοκοῦντά τισι μὴ εἶναι κατάλληλα, ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν, οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος, πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν. ὀνόματα γοῦν καὶ ῥήματα, καὶ ὅσαι τῶν λέξεων διὰ φωνῶν ἁπλῶς καὶ γραμμάτων σημαντικαὶ τῶν ὑποκειμένων γίνονται πραγμάτων, ἐνίοτε μὲν καθ' ὁμωνυμίαν ἐν διαφόροις ἀδιαφόρως παραλαμβάνονται πράγμασιν, ἐνίοτε δὲ κατ' ἀντωνυμίαν ἐν μείζοσί τε καὶ ἐλάττοσιν ὁρωμένην, καὶ ὅσα ἄλλως τὸν ὅμοιον ἔχει τρόπον, ἐνίοτε δὲ καθ' ὅσα συνώνυμόν πως τὴν σχετικὴν αἰτίαν κεκλήρωται· καθ' ἣν δήπουθεν καὶ τὸ ἴσον ἴσῳ συμβαίνει λέγεσθαι ἴσον, καὶ τὸν φίλον φίλῳ φίλον, καὶ ὁπόσα δήπου παραπλήσια, ὡς γίνεσθαι πολυσχιδῆ μὲν ἐν τοῖς μεριζομένοις πράγμασι τὴν αὐτῶν ἰδιοτροπίαν, ἐπὶ δὲ θεοῦ μονοειδῆ καὶ ἀμέριστον κατὰ τὴν τοῦ ἑνὸς ὑποκειμένου δήλωσιν, λέγω δὴ τὴν ἀμερῆ καὶ ἀσχημάτιστον καὶ ἀόρατον ἐκείνην, ἥτις ποτ' ἐστίν, 510
οὖσαν οὐσίαν· ἣν ψυχοτρόφον λειμῶνα καὶ ἀληθείας θάλαμον τις καλέσας οὐκ ἄν, οἶμαι, ἁμάρτοι. ἓν γὰρ οὖσα κυρίως, μένει διηνεκῶς ἐν τῷ ἑνί, μᾶλλον δ' εἰπεῖν ἐν ἑαυτῇ· καὶ μεριστὰς πεφυκυίας τὰς ἡμετέρας νοήσεις, καὶ διάφορον τὴν περιολκὴν περὶ ἕκαστα τῶν πραγμάτων λαμβανούσας, εἰς μίαν τινὰ καὶ ἀδιάκριτον καὶ ταύτας νόησιν συναιρεῖ, ὡς γί 3.315 νεσθαι καὶ τὸν τῶν ὀνομάτων ἐξ ἀνάγκης πολυσχιδῆ καὶ πολύτροπον μερισμόν, ὁποῖον ἡ τῶν διαφόρων πραγμάτων διάφορος παραγωγὴ τελεσιουργεῖ, δυνάμεως λέγω καὶ ζωῆς καὶ ἐνεργείας καὶ φωτὸς καὶ σοφίας καὶ τῶν τοιούτων, μονοειδῆ καὶ αὐτὸν ἤδη καὶ μονότροπον ὡς ἀληθῶς δρόμον ἐν τῷ τῆς ἀληθείας ἐκείνῳ πεδίῳ θεόντα. περιγεγραμμένος γάρ τις ὅρος ἑκάστης οὐσίας ὑπάρχον ἕκαστον ὄνομα, καὶ μιᾶς ἰδιότητος ἐπειλημμένον, καὶ συστέλλον ὁπωσδηποτοῦν τὸ πρὸς ἀοριστίαν τέως αὐτῆς κεχυμένον, ἁπλῶς κατὰ τὸν ἀνθρώπινον νοῦν πειρᾶται μὲν κἀπὶ τῆς ὑπερηπλωμένης ἐκείνης θείας οὐσίας τὴν ἑαυτοῦ φυσικὴν ἀποφαίνεσθαι κίνησιν καὶ τὸ τῆς ἐμφύτου δυνάμεως εἰωθός, λέγω δὴ τὸ διακρίνειν καὶ μερίζειν ἐς διαφόρους τὸ ἓν ἰδιοτροπίας, ἀλλ' ἔφθη πρὶν δεδρακέναι παθόν. μερίζειν γὰρ ἐπειγόμενον ἐπ' ἴσης τοῖς ἄλλοις καὶ τὴν ἀμέριστον ἐκείνην καὶ θείαν οὐσίαν, λέληθε συσταλὲν ὑπ' ἐκείνης καὶ πρὸς νοητὴν ὁμόνοιαν συνελάσαν τὸν κωλυόνυμόν τε καὶ πολυπράγμονα μερισμόν. κἀπειδὴ περιγραφαῖς ὀνομάτων ἡ θεία καὶ ὑπερηπλωμένη φύσις ἐκείνη δουλεύειν οὐκ οἶδεν, ἡ δὲ περιγραφὴ περιληπτική τις γίνεται τοῦ ὑποκειμένου γνῶσις, οὐκ ἄν ποτε γένοιτο γνωστὸν ὃ τῇ οὐσίᾳ πέφυκεν ἀπερίγραπτον· ἓν ἄρα καὶ ἄγνωστον ἡ θεία φύσις ἐκείνη, καὶ ὑπὲρ πάντα λόγον καὶ ἔννοιαν, καὶ πᾶσαν Παλαμικὴν ἀποσειομένη περιεργίαν. ὅ γε μὴν 3.316 γνωστὸν ἡμῖν δύναται γίνεσθαι τοῦ θεοῦ διὰ τῶν φαινομένων αὐτοῦ καὶ πεποιημένων ἐνεργειῶν καὶ δυνάμεων, τοῦτο τοῖς ἐκ διαφόρων ἐτυμολογιῶν ὀνόμασιν ἀλλήλοις ἐπισημαινόμεθα ταῖς γνωμικαῖς ἐξ ἀνάγκης ἡμῶν κατὰ τὸ ἀνάλογον χρείαις, οὐκ ἀτάκτως δέ, καὶ ὡς ἑκάστῳ τὰ τῆς βουλήσεως ὑποτίθησι, δρῶντες, ἀλλὰ τοῖς τῶν θείων πατέρων ἑπόμενοι δόγμασιν ἄχρι καὶ τῆς τυχούσης γραμμῆς. πρῶτον μὲν γὰρ ὁ σωτὴρ ἐν εὐαγγελίοις μηδεμιᾶς καταφρονεῖν παραινεῖ κεραίας τῶν ἐν γράμμασι θείων αὐτοῦ προσταγμάτων καὶ ἐντολῶν· ὧν οὐκ οἶδ' ὁπότερον· ἢ γὰρ οὐκ ἀκήκοας ἔτι, καὶ ταῦτ' ἐν ἐπισκόποις (φεῦ τῆς ἀτοπίας) τελῶν, ἢ ἀκούσας οὐκ ᾔσθου. ἔπειθ' ὧν αὐτὸς διαβάλλεις τὸν νοῦν θεολόγων τῆς ἐκκλησίας ἀνδρῶν, ὁ μὲν ἐν θεολογίᾳ μέγας Γρηγόριος "ἡμεῖς δέ" φησιν "εἰ καὶ μέχρι τῆς τυχούσης κεραίας ἢ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες, οὔποτε δεξόμεθα (οὐ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῇ σπουδασθῆναι τοῖς ἀναγράψασι καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασωθῆναι, ἀλλ' ἵν' ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων εἴποτε συμπέσοι καιρὸς διασκέψεως, ὥστε τὰ μὲν φεύγειν τὰ δὲ αἱρεῖσθαι, οἷον κανόσι καὶ τύποις τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασιν." ὁ δὲ μέγας Βασίλειος "χρή" φησι "τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χριστοῦ δικαστήριον, καὶ εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι ἢ προσθεῖ 3.317 ναι τοῖς παραδεδομένοις ὑπὸ τοῦ πνεύματος, μὴ παρ' ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν, ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν." ὁ δὲ τὴν γλῶτταν χρυσοῦς καὶ αὐτὸς ὁμοίως "ἐν ταῖς θείαις" φησὶ "γραφαῖς ἰῶτα ἓν ἢ κεραίαν μίαν παραδραμεῖν οὐκ ἀζήμιον, ὥστε πάντα διερευνᾶσθαι χρή." ἀκήκοας δ' οἶμαι πρὸ βραχέος ἐνταῦθα καὶ Γρηγορίου τοῦ Νύσσης "διὰ τὸ τῇ σαρκίνῃ" φάσκοντος "περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανερωθῆναι τῶν ἡμετέρων τοῦ νοῦ κινημάτων μὴ δυναμένων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες, δι' ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν· καὶ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα, ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι. καὶ τὸ πρός τι πῶς ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, ταῦτα πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς 511
φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι." ἄλλως τε καὶ ἐπειδήπερ ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις τοῖς διὰ ῥημάτων τε καὶ γραμμάτων οἰκονομεῖται καὶ διοικεῖται, καὶ ἡ μὲν φύσις ἄτακτον καὶ ἀνώμαλον, ὁ δὲ νόμος εὔρυθμόν τε καὶ τεταγμένον καὶ ὁμαλόν, εἰ σοὶ πεισθέντες ἀπρακτεῖν ἐάσαιμεν τὴν τῶν ῥημάτων καὶ γραμμάτων δύναμιν, οὐκ ἂν φθάνοιμεν κωφὸν καὶ μάταιον ἀποδεικνύντες τὴν ἐγκόσμιον ταύτην καὶ θαυμασίαν ποίησιν τοῦ θεοῦ καὶ 3.318 θηριώδη δρῶντες τὸν βίον. τὸ γὰρ ἐντεῦθεν ῥυήσεται πρὸς μεταβολὴν καὶ ἀλλοίωσιν ἄλογον εὐθὺς καὶ φορὰν ἀκυβέρνητον ἅπαντα, καὶ χρεία βίου παντὸς οἰχήσεται πρὸς τὸ μάλα ἀνόνητον καὶ οὐδὲν ὑγιές. οὕτως ἐμβρόντητος καὶ παραπλὴξ τὴν διάνοιαν εἴη ἂν καὶ οὐδὲν ὑγιὲς ὁμοίως ὅ τε τοιαδὶ παραινῶν καὶ ὁ πεπεῖσθαι δοκῶν. πολλῷ μέντ' ἂν ἦν σοι σοφώτερον τὸ λεχθέν σοι, εἰ τοῖς σοῖς μόνοις ῥήμασι καὶ γράμμασι περιεγέγραπτό σοι. τούτων γὰρ μόνων ἀφίσταται τήμερον ἡ εὐσέβεια· καὶ δέον σοι λέγειν μὴ ἐν ῥήμασι μηδ' ἐν γράμμασι Παλαμικοῖς τὸ παράπαν εἶναι νομίζειν τὴν εὐσέβειαν, σὺ δ' ἀορίστως ἐξήνεγκας, ἵνα δὴ τῶν τῆς εὐσεβείας δηλωτῶν ῥημάτων καὶ γραμμάτων ἀποστήσας τοὺς πειθομένους ῥᾷστα τὸ τῆς σῆς ἀσεβείας ἔχῃς κιρνᾶν δηλητήριον. Ἡδέως δ' ἂν ἀκούσαιμι παρὰ σοῦ καὶ τίνα ποτὲ λέγεις εἶναι τὰ πράγματα, ἐν οἷς τὴν εὐσέβειαν κεῖσθαι μετεωρίσας τῇ ἀντιθέσει, εἶτα σιγῇ παρέδραμες δεδηλωκὼς οὐδέν. τοῦτο δὴ τὸ τῆς ἀμαθίας τῆς σῆς εἰωθὸς προκάλυμμα εἰπὲ πρὸς τῶν σῶν ἀνουσίων καὶ ἀνυπάρκτων θεοτήτων. εἰ μὲν γὰρ τὴν θείαν καὶ τρισυπόστατον φύσιν, πῶς οὐ δεδήλωκας; ἀλλὰ τοῦτ' εὐχῆς μὲν ἄξιον, ἐλπίδος δ' οὐκ ἂν δήπου· πολλοῦ δὲ καὶ δεῖ· οὐ γὰρ δὴ σὸν ὀρθὰ περὶ θεοῦ φρονεῖν καὶ φθέγγεσθαι. ἀλλὰ πράγματα φῂς αὐτὸς τὰς ἀνουσίους σου ταύτας καὶ ἀπείρους θεότητας, αἷς μήτ' ἤδη περίεστιν εἶναι μήτ' 3.319 ἔπειτά ποτ' ἔσεσθαι· ὃ γὰρ ἀνούσιόν τε καὶ ἄκτιστον, τῶν μηδὲν ὅλως μηδαμῇ μηδαμῶς ὄντων ἐξ ἀνάγκης λέγοιτ' ἄν. τοιαύτη τῶν σῶν δογμάτων ἡ τερατεία καὶ τὸ σὸν ἐνθύμιον, ὦ κακὴ κεφαλή, πείθειν πιστεύειν εἰς τὸ μηδέν. τῶν γάρ τοι θείων ῥημάτων καὶ γραμμάτων ἀνῃρημένων κατὰ τὴν σὴν παραίνεσιν, ἃ τὴν τῶν πραγμάτων δηλοῦσιν ἀλήθειαν, τίς ποθ' ὁμολογία πίστεως καὶ πόθεν ἄν ποτε γένοιτο ἔτι; πόθεν δ' ἂν καὶ τίς ποτε τοῖς εὐσεβεῖν ἐθέλουσι γένοιτο γνῶσις θεοῦ τοῦ πεποιηκότος ἡμᾶς; ἀλλὰ περὶ μὲν τούτων ἔτι πολλὰ λέγειν ἔχοντι, τοῦ καιροῦ μὴ διδόντος, μετιτέον ἐφ' ἕτερα. ἐκεῖνο δὲ πῶς νοεῖς, ὦ καινὲ θεολόγε, λέγων ἐκ τῶν ἐνεργειῶν γνωρίζειν ἡμᾶς τὸν θεόν. ἢ γὰρ οὐ συνῆκας ἀκούων ἐκ τῶν ἔργων τῶν φαινομένων τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἡμῶν τὸν ἡμῖν οὐ φαινόμενον γνωρίζειν ἡμᾶς θεόν; ἐνέργειαν γὰρ εἶναι καὶ τὰ ἀποτελέσματα δέδεικται μικρὸν ἡμῖν πρότερον. καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων αὖθις ἀκούεις καὶ ἀλλαχοῦ τῆς γραφῆς λεγούσης θαυμάζεσθαι τὸν δημιουργόν, καὶ τοῦτ' εἶναι τὸ τοὺς οὐρανοὺς διηγεῖσθαι τὴν δόξαν τοῦ θεοῦ. καὶ ὁ Δαμασκηνὸς ὁμοίως φησὶν Ἰωάννης "ὁ τῇ φύσει ἀόρατος θεὸς ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἐκ τῆς τοῦ κόσμου συστάσεως καὶ κυβερνήσεως γινωσκόμενος." ὅμως παρακατιὼν εὑρήσεις τὸν μέγαν Βασίλειον καὶ αὐτὸν ἑρμηνεύοντα τὰ 3.320 ἑαυτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ· "ἐκ γὰρ θαλάσσης" φησὶ "καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα οἱ ἀπόστολοι. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἐκ δὲ τῆς γνώσεως ἡ προσκύνησις." ὁρᾷς πῶς ἐκ τῶν ἐνεργηθέντων φησὶ θαυμάτων· ταύτας γάρ φησιν αὐτὸς εἶναι τὰς κατιούσας ἤτοι δεικνυμένας ἡμῖν ἐνεργείας. ἀλλὰ δυοῖν, ὡς ἔοικε, θάτερον δίδως νοεῖν. ἢ γὰρ ἐξ ἀκοῆς παροδικῆς εἰλήφεις τὴν ῥῆσιν, ἢ τῇ ἐπιστολῇ ἐντυχὼν οὐ συνῆκας· καὶ πάσχεις παραπλήσιον ὥσπερ ἂν εἴ τις ἐν μεσημβρίᾳ φωτὸς ἀκραιφνοῦς τοὺς ὀφθαλμοὺς ἀνασχὼν πρὸς τὸν ἥλιον, εἶτα δι' ἀτονίαν ἀποστραφεὶς πρὸς τὴν γῆν, χρωμάτων εἴδωλα φαντάζοιτο πολυειδῶν τε καὶ διαφόρων, ἃ πάντα ψευδῆ τε ὄντα καὶ ἀνύπαρκτα ταῖς ἀρρωστούσαις ὄψεσι δοκοῦσιν εἶναι ἀληθῆ. ἢ μᾶλλον ὥσπερ οἱ μεθύοντες οὐ τὰ 512
ὄντα κατὰ φύσιν ὁρῶσιν ἀλλ' ἀνθ' ἑτέρων ἕτερα δοκοῦσι, κυματουμένης τῆς ὄψεως ὑπὸ τῆς περὶ τὸν ἐγκέφαλον ὑγρότητος καὶ οἱονεὶ κολυμβώσης ἐς τὰ φαινόμενα πλημμελῶς, οὕτω δὴ καὶ αὐτὸς ἀμαθίᾳ πολλῇ στρατηγούμενος ἥκιστα ἔχεις νοεῖν ὡς ἔχει φύσεως τὰ τοῖς θείοις δεδογμένα πατράσι. τοῦτ' ἐκεῖνο ὃ καὶ τοῖς ἀπὸ κώπης ἐπὶ βῆμα καὶ ἀπὸ σκαπάνης ἐπὶ τὸ θεολογεῖν αὐτομολοῦσι, πᾶν μὲν ὄνομα περὶ θεοῦ λεγόμενον σωματικὴν παρέχει τὴν ἔννοιαν, πᾶν δὲ πρᾶγμα σωματικὴν 3.321 ἔχον περιγραφὴν θεότητάς τε ὀνομάζειν καὶ ἄκτιστα προσαγορεύειν τολμᾶν ἀναπείθει. Ἐπὶ τούτοις ὁ μέγας λογοθέτης, σοφὸς ὢν ἀνὴρ καὶ τῶν λεγομένων συνιεὶς ἁπάντων μάλιστα ὅσοι παρῆσαν τέως ἐκεῖ τῶν ἐπὶ δόξῃ σεμνυνομένων, φησὶ πρὸς τὸν Παλαμᾶν ἔτι βοᾶν ὡρμημένον τὴν ἔκτοπον ἐκείνην καὶ ἀωρίᾳ μακρᾷ κεκραμένην παραδοξολογίαν, ὡς οὐδὲν ἕτερον βλέπω σε νῦν ἐπειγόμενον, ἄνθρωπε, ἢ τῇ πολυλογίᾳ θηρᾶσθαι δόξαν ἀνδρῶν ἀμαθῶν μηχανώμενον καὶ μὴ δοκεῖν πρὸς τῶν ἀντιθέτων ἡττᾶσθαι. ἀλλὰ μὴν αὐτοί γε τῆς ἀληθείας οἱ λόγοι σαφεῖς καὶ ἀναμφισβήτητοί εἰσι, καὶ ἐφ' ἑστίας ἔχουσι τὸ πιστόν. οὓς δὴ καὶ ἀκούεις πρὸς τοῦ Γρηγορᾶ φερομένους ὁμοῦ καὶ τῶν σοὶ λεγομένων αὐτόθεν τὸ σφαλερὸν ἔχοντας. οὐδὲ γὰρ οὐδ' ἔχεις ἀνθυποφέρειν οὐδὲν ὑγιές, ἀλλὰ γραφικὰς κομίζειν ἀπαιτούμενος μαρτυρίας, ῥητῶς ἀποφαινομένας αὐτόχρημα πλεῖστα τὰ ἄκτιστα τῆς τρισυποστάτου διάφορα φύσεως, ἔπειτα μὴ δυνάμενος ὅλως εὑρεῖν μαρτυρίαν ἡντιναοῦν οὐδενὸς τῶν ἁγίων, παρὰ σαυτοῦ συνάγεις αὐτός, ὃ τῶν ἀτοπωτάτων ἐστίν. ἐκ γὰρ ἑτέρων ἑτέραις ἀεὶ περιπίπτων καινοφωνίαις σαφῆ τε καὶ ὑπερήφανον αὐτόθεν εὐθὺς τὴν δίκην τοῦ ἀδικεῖν ὀφλισκάνεις. ὁ γὰρ οἴκοθεν ἐπιχειρῶν τὰ κατὰ βούλησιν δογματίζειν, τοῦ κωλύειν ἰσχύοντος τηνικαῦτ' ἐνδιδόντος ὁμοῦ καὶ παροξύνοντος, οὐκ ἂν φθάνοι τὴν εὐσεβῆ 3.322 πανταχόθεν καὶ πάτριον πίστιν αὐτόθεν ἐλαύνων. ἀλλ' οὐ τοῦτο νῦν ἡμῖν ὁ σκοπός· ἀλλὰ βεβαιοῦντες τὰ τῶν θείων πατέρων καὶ διδασκάλων δόγματα πυθέσθαι ζητοῦμεν ὅθεν σοι τὰ καινοφανῆ κηρύγματα ταῦτα ἐξεύρηται, δι' ὧν πολὺν ἤδη χρόνον ταράττεις τὴν τοῦ θεοῦ ἐκκλησίαν, σύμμαχον ἔχων τὴν τέως δυναστεύουσαν χεῖρα. βρέφος γὰρ ὢν ὁ θειότατος οὑτοσὶ βασιλεὺς ὁπότε κηρύττειν ἤρξω σὺ τὰ τοιαῦτα, καὶ ἅμα συγχύσεως περὶ τὴν βασιλείαν ἑξῆς ἐνεχθείσης ὁθενδηποτοῦν καὶ ὁπωσδήποτε, καιρὸν οὐκ ἔσχεν ἀκηκοέναι καὶ διορθώσασθαι. σὺ δ' ἀμεταβλήτως λήγειν οὐ βούλει κακῶν. ἡ μὲν οὖν παροιμία φησὶ τὸν οἶνον οὐκ ἔχειν πηδάλιον· ἐγὼ δὲ τὴν σὴν ἀμαθίαν μᾶλλον ἢ τὸν οἶνον οὐκ ἔχουσαν ὁρῶ πηδάλιον τὴν τῶν σῶν οἰακίζειν τρικυμίαν δογμάτων δυνάμενον. ὃ τῶν ἐσχάτων ἐστὶ κακῶν. ὅταν γὰρ τὰ τοιαδὶ τῶν ἀδικημάτων ἀντὶ τοῦ κολάζεσθαι καὶ τὸ τιμᾶσθαι προσλάβῃ δι' αὐτά γε ταυτί, ποῦ μὲν οὐκ ἂν ἀτοπίας ἐλάσειε, ποῦ δ' ἂν τῆς ὑπερηφάνου σταίη φορᾶς καὶ κακίας κατὰ πρανοῦς οὑτωσὶ φερομένης; καὶ μή μοι λέγε καὶ τερατεύου νῦν ἐγκαυχώμενος ἐπί τε δυσηνίῳ γλώττης φορᾷ καὶ συμπεφυρμένων λόγων ἀλόγῳ σωρείᾳ, μηδ' ὄγκους μοι χάλκευε ῥημάτων ἀντιστρατευομένων οὑτωσὶ προφανῶς τῇ τε ἀληθείᾳ καὶ τῷ τοῦ παρόντος συλλόγου σκοπῷ· ἀλλ' εἰ καὶ τὸ εὖ μετὰ τοῦ εὐσεβοῦς τοῖς λεγομένοις προσείη σοι, τοῦτο δὲ καὶ πάνυ 3.323 τι σφόδρα σκοπεῖν σε χρεών· ὡς ἐὰν μὴ τοῦτο σφίσι παρῇ, τοὐναντίον ἐπὶ μανδραβόλου, φάναι κατὰ τὴν παροιμίαν, χωρεῖ σοι τὸ σπούδασμα, καὶ κολοφών σοι γίνεται κακῶν ὁ τῆς ἀκαίρου γλώττης λῆρος, καὶ τοσούτῳ μᾶλλον ὅσῳ μᾶλλον καὶ τῇ πολυλογίᾳ πολύχουν ἐπιπολάζειν τὸ τῆς ἀτοπίας ἐπεφύκει γεώργιον, καὶ πρός γε δήπουθεν αἱ τῶν ἀπράκτων ἤχων τε καὶ ψόφων διατριβαὶ καὶ σχολαί. ἀλλ' ἡ τῶν θείων γραφῶν παραίνεσις μὴ μέταιρε φησὶν ὅρια ἃ ἔθεντο οἱ πατέρες σου, μηδὲ σοφίζου περιττά, ἀλλ' ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γὰρ ἔστι σοι τῶν κρυπτῶν χρεία. Ἐπὶ τούτοις ὁ μὲν Παλαμᾶς ἐσιώπησεν, ἀνέστη δέ τις τῶν μαθητευομένων αὐτῷ, μάλα τι ἀμαθὴς καὶ θρασὺς καὶ ἐμπαροινῶν μᾶλλον ἢ λέγων κατὰ τῆς ἀληθείας, ὥσπερ ἑωλοκρασίας ἕωθεν αὐτῷ 513
καταχεθείσης τινός. καὶ μὲν δὴ "περὶ δυνάμεων ἐγώ" φησι "διαλεχθῆναι τήμερον βούλομαι· καί μοι φρασάτω παρελθὼν ὁ βουλόμενος, διὰ τί παντοδύναμος ὁ θεὸς καλεῖται ἢ διὰ τὸ πάσας ἔχειν ἐν ἑαυτῷ τὰς δυνάμεις. ἃς δὴ καλοῦμεν ἀκτίστους ἡμεῖς, καὶ διαφόρους ἀλλήλων καὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ." ταῦτα παρὼν καὶ ἀκηκοώς τις τῶν τοῦ Γρηγορᾶ φοιτητῶν, ὃς ἠκολούθησε μὲν οἴκοθεν αὐτῷ, ἀρξαμένης δὲ τῆς διαλέξεως ἐπέμφθη κομίσων τὴν τῆς δογματικῆς πανοπλίας δέλτον, καὶ κομίσας παρῆν τῷ συλλόγῳ λοιπὸν καὶ αὐτός, οὗτος οὖν παραλόγῳ τέως τῆς 3.324 ἀκοῆς ἀχθεσθεὶς καὶ διαναστάς, "καὶ μὴν" φησὶν "ἐχρῆν πασοδύναμον οὑτωσὶ κατὰ σὲ καλεῖν τὸν θεόν, καὶ μὴ παντοδύναμον. ἡμῖν γὰρ ἐκ τοῦ τὰ πάνθ' ὅσα βούληται δύνασθαι μέχρι νῦν ἐδόκει καλεῖσθαι παντοδύναμον τὸν θεόν, καὶ οὐχ ὡς σὺ φῄς." ὑπολαβὼν δὲ ὁ Παλαμᾶς "ἀλλὰ κατὰ τροπὴν τοῦ σ" φησὶν "εἰς τ γίνεται παντοδύναμος, καθάπερ καὶ θάλασσα θάλαττα." γέλως οὖν ἐπὶ τούτοις ἤρθη πολύς, ὡς μηδ' αὐτὸν Γρηγορᾶν κατέχειν ἑαυτὸν δύνασθαι, καίτοι πολλὰ πρὸς τὸ μὴ φανῆναι γελῶντα βουλόμενον καὶ ἅμα σιγᾶν διὰ τὰς τῆς κεφαλῆς ἀλγηδόνας ἐπιτηδεύοντα. ἀλλ' ὁ Παλαμᾶς διακόπτειν τὸν γέλωτα μηχανώμενος τῶν πρότερον εἴχετο λόγων, ἀναλαμβάνων αὖθις ἐκεῖθεν. "ὅτι δ' ἄλλο τὸ ἔχον" φησὶ "καὶ ἄλλο τὸ ἐχόμενον, δῆλον κἀκ τοῦ ἁγίου Μαξίμου λέγοντος "ὁ μὲν θεὸς γινώσκει ἑαυτὸν ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, τὰ δ' ὑπ' αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν."3 ἄλλος οὖν ὁ θεός, καὶ ἄλλη ἡ σοφία αὐτοῦ δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησε, τῆς τοῦ θεοῦ οὐσίας πάντῃ διάφορός τε καὶ ἄκτιστος· ἄλλος γὰρ ὁ θεὸς ὁ ἔχων, καὶ ἄλλη ἡ σοφία αὐτοῦ ὡς ἑκτὸν καὶ ἀνούσιον." πρὸς ταῦτα ὁ Γρηγορᾶς ὥσπερ ἔνθους γενόμενος ἀνεβόησεν "οὐκ ἀκούετε, πάντες οἱ τῆς ὀρθοδοξίας ἀντιποιούμενοι, προφανῶς ἀναιροῦντα τὴν εὐσεβῆ τοῦ Χριστοῦ ἐκκλησίαν ὁμοῦ τοῖς εὐαγγελίοις καὶ πάσαις τῶν θείων πατέρων γραφαῖς, καὶ 3.325 λέγοντα τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ διάφορον τῆς πατρικῆς οὐσίας καὶ ὑφειμένον θεόν, καθάπερ Εὐνόμιός τε καὶ Ἄρειος ἐκεῖνος, καὶ ὅσοι τὰ τοιαῦτα πάλαι βεβλασφημήκεσαν; ἵνα γὰρ τὰς τῶν θείων διδασκάλων ἡμῶν ἐν τῷ παρόντι σιγήσω ῥήσεις, οὐκ ἀκούετε πάντες ἀεὶ τοῦ θείου λέγοντος εὐαγγελίου "πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν,"3 καὶ τοῦ Δαβὶδ πολλῷ προθεσπίσαντος πρότερον "πάντα ἐν σοφίᾳ ἐποίησας,"3 καὶ τοῦ Σολομῶντος αὖθις "ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει."3 τίς οὖν ἔτι χρεία λόγων εἰς ἀπόδειξιν τῆς παλαιγενοῦς αὐτοῦ κακοδοξίας, ἣν πάλαι ὠδίνησέ τε καὶ ἔτεκε καὶ ἀεὶ γράφων καὶ λέγων οὐ διαλείπει, κἀν ταῖς πλατείαις καὶ ἀγοραῖς διδάσκων κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ τὰς ἀκοὰς διορύττων τῶν ἁπλουστέρων." Ὁ δὲ Παλαμᾶς τῶν ὀνομάτων καὶ ῥημάτων τὰς ἐννοίας καὶ κλίσεις μεθαρμόζων ἐβλασφήμει τὰ χείριστα. ἐπιτιμηθεὶς δ' ὡς ἀμαθὴς τὴν τῶν συνδέσμων διαστολὴν ἀντεισῆγε τοῦ μέν καὶ τοῦ δέ. "γινώσκει γάρ" φησὶν ἡ τοῦ θείου Μαξίμου ῥῆσις "ἑαυτὸν μὲν ὁ θεὸς ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, τὰ δ' ὑπ' αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. ἔδει οὖν εἰπεῖν καθ' ὑμᾶς ὅτι καὶ ὁ υἱὸς ὁμοίως γινώσκει ἑαυτὸν ἐκ τῆς μακαρίας οὐ 3.326 σίας αὐτοῦ, ἵνα τὸ ὁμοφυὲς καὶ ὁμοούσιον δείξῃ· τούτου δ' ἐκείνῳ σιωπηθέντος δείκνυται συμφωνῶν ἐμοί, καὶ οὐδαμῇ γε ὑμῖν." Πολλῆς οὖν ἐνστάσεως ἐνταυθοῖ γενομένης τῶν ἑκατέρωθεν, ὥσπερ διαιτητὴς μεταξὺ γενόμενος ὁ Γρηγορᾶς, καὶ τὰς τῆς κεφαλῆς ἀλγηδόνας παρὰ φαῦλον τέως ποιησάμενος διὰ τὴν ἀνάγκην τῆς χρείας, "πρῶτον μὲν σκεπτέον" φησὶ "δυοῖν ὁπότερον ταῖς κοιναῖς τῆς ἐκκλησίας ἐννοίαις ἀκολουθεῖ καὶ ταῖς ἄνωθεν κυρωθείσαις τῶν θείων δόξαις πατέρων, κατὰ τὸν μέγαν Βασίλειον χρῆναι φάσκοντα ἡμᾶς ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὁρμωμένους περὶ θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν μὴ νοεῖν. οἷον κατὰ τὰς κοινὰς ὑπολήψεις ἔστι τὴν θείαν φύσιν ἀγαθὴν καὶ ἀόργητον καὶ δικαίαν ὁμολογεῖν. ἐὰν 514
οὖν ὀργιζόμενον ἢ λυπούμενον ἢ μεταμελόμενον ἢ μὴ κατ' ἀξίαν τινὶ χρώμενον ἡ γραφὴ λέγῃ, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾶν τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιολόγους περὶ θεοῦ ὑπολήψεις. καὶ οὕτως ἀπροσκόπτως ἐντευξόμεθα ταῖς γραφαῖς, ἀπὸ μὲν τῶν ἀσαφεστέρων μὴ βλαπτόμενοι, ἀπὸ δὲ τῶν εὐλήπτων ὠφελούμενοι. ἔστι μὲν οὖν συνδεδογμένον ἅπασιν ὀρθοδόξοις τὰ πάντα διὰ τοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῦ γεγενῆσθαι. "τῷ λόγῳ γάρ"3 φησι "κυρίου 3.327 οἱ οὐρανοὶ ἐστερεώθησαν."3 καὶ κατὰ τὸν Νυσσαέα θεῖον Γρηγόριον ὄντως σοφία καὶ βουλὴ οὐδὲν ἕτερόν ἐστι πλὴν τῆς τοῦ παντὸς προεπινοουμένης σοφίας, ἐν ἧ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη. Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. καὶ πάλιν σοφία τοῦ θεοῦ καὶ πατρὸς κατὰ τὸν θεῖον Μάξιμον καὶ φρόνησις ὁ κύριος ἡμῶν ἐστὶν Ἰησοῦς Χριστός, ὁ καὶ τὰ καθόλου τῶν ὄντων συνέχων τῇ δυνάμει τῆς σοφίας καὶ τὰ συμπληρωτικὰ τούτων μέρη περιέχων τῇ φρονήσει τῆς συνέσεως, ὡς πάντων φύσει δημιουργὸς καὶ προνοητής, καὶ εἰς ἓν ἄγων τὰ διεστῶτα δι' ἑαυτοῦ. καὶ ὁ Δαμασκηνός φησιν Ἰωάννης ὁμοίως, ὅτι οὐκ ἔστι τῷ πατρὶ λόγος σοφία δύναμις θέλησις εἰ μὴ ὁ υἱός, ὅς ἐστιν ἡ μόνη δύναμις τοῦ πατρὸς ἡ προκαταρκτικὴ τῆς πάντων ποιήσεως. καὶ μυρίας ἔχοι τις ἂν μαρτυρίας προάγειν ταυτὶ συνιστάσας. καὶ πρῶτον μὲν δὴ σκεπτέον ἂν εἴη τουτί, δεύτερον δὲ πῶς καὶ ὁ θεῖος Μάξιμος τοῖς κοινοῖς τῆς ἐκκλησίας ἕπεται δόγμασιν, εἰ μή τις ἐνταῦθα παρεξηγεῖσθαι βιάζοιτο. ἡ γὰρ διαστολὴ τῶν συνδέσμων ἐνταῦθα οὐ τὸν πατέρα καὶ τὸν υἱὸν διαστέλλει, ἀλλ' ἐκ τῶν κτισμάτων μάλιστα τὸν θεὸν διαιρῶν, συμπαραλαμβάνει καὶ συνάπτει τούτῳ καὶ τὸν υἱὸν εἰς τὴν τῶν κτισμάτων γνῶσιν, ἵνα μὴ δόξῃ χωρίζειν ὁ πατὴρ τὸν υἱὸν ἑαυτοῦ ἐν τῇ τούτων γνώσει, δι' οὗ καὶ ἐν ᾧ πεποίηκεν ἅπαντα ταῦτα. καὶ γὰρ καὶ ὅτε φησὶ τὸν θεὸν ὁ ἅγιος γι 3.328 νώσκειν ἑαυτὸν ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, οὐκ ἀποστερεῖ τὸν υἱὸν τῆς τοιαύτης γνώσεως. πῶς γάρ, ὁμοούσιον ὄντα τε καὶ τὴν αὐτὴν τῷ πατρὶ γνῶσιν ἔχοντα, ὡς καὶ αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ λέγων "καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα."3 καὶ "πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν."3 διὰ τοῦτο ἐκεῖ μὲν ἐν τῇ τοῦ θεοῦ γνώσει διὰ τὴν φυσικὴν καὶ οὐσιώδη ταυτότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ πολυπραγμοσύνης οὐκ ἐδεήθη τινός· ἐν δὲ τῇ πρὸς τὰ κτίσματα γνώσει συμπαρειλήφει καὶ τὴν σοφίαν ὁ θεῖος οὗτος Μάξιμος, δι' ἧς καὶ ἐν ᾗ ταυτὶ πεποίηκεν ἅπαντα, ἀναγκαίας οὔσης τῆς τοιαύτης ἐνταῦθα μνήμης διὰ τὰς ὑποστάσεις, ὥσπερ ἐκεῖ τῆς σιωπῆς διὰ τὸ πᾶσιν ἐγνωσμένον ὑπάρχειν τὸ τῆς οὐσίας υἱοῦ καὶ πατρὸς ἀδιαίρετον καὶ ταυτόν. ἐναργέστερον δ' ὅμως ἔτι καὶ ὁ θεῖος οὗτος Μάξιμος δείκνυσι προϊών, καὶ τῆς τεχνικῆς ἐνταυθοῖ μεμνημένος σοφίας, μή τις ἐξ ἀμαθίας ὁπωσποτὲ πλανηθεὶς ἐκεῖθεν ἐξολισθήσῃ πρὸς δυσσεβεῖς λογισμούς, καὶ ἀντὶ τῆς ὄντως σοφίας τὴν ἐν τοῖς κτίσμασι τεχνικὴν δοξάσῃ σοφίαν, καθάπερ καὶ οὑτοσὶ Παλαμᾶς βεβλασφήμηκέ τε πρότερον πολλάκις, καὶ νῦν αὖθις ἐφ' ἡμῶν οὐκ αἰδεῖται τολμῶν τὰ ἀτόλμητα. φησὶ γὰρ κατόπιν ὡς ἡ λογικὴ καὶ νοερὰ φύσις γινώσκει τὰ κτίσματα ἀναλήψει τῆς ἐν αὐτοῖς θεωρουμένης τεχνικῆς σοφίας καὶ γνώσει τῶν ἐν αὐτοῖς φυ 3.329 σικῶν λόγων. ἥντινα δὴ τεχνικὴν σοφίαν παρακατιὼν αὖθις αὐτὸς ψιλὴν καὶ ἀνυπόστατον ἐν τῷ νῷ συνισταμένην φησίν, οὑτωσὶ κατὰ λέξιν διαγορεύων, ὅτι τὰ ὑπὸ θεοῦ γεγονότα γινώσκει τὸν θεὸν τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρουμένης τεχνικῆς σοφίας, ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυπόστατος ἐν τῷ νῷ συνισταμένη. καὶ ἀλλαχοῦ πάλιν αὐτὸς οὐκ ἐκ τῆς οὐσίας φησὶ τὸν θεὸν γινώσκομεν, ἀλλ' ἐκ τῆς μεγαλουργίας καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι' ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν." ταῦτα διεξιὼν ὁ Γρηγορᾶς, "ὁρᾷς" ἔφη πρὸς τὸν Παλαμᾶν στραφείς "ὅπως δυοῖν προκειμένων ἐνταῦθα βλασφημιῶν ἐξ ἀνάγκης μιᾷ περιπίπτεις; ἢ γὰρ τὸν υἱὸν τοῦ 515
θεοῦ, τὴν ὄντως σοφίαν δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα πεποίηκεν, ἀνούσιον λέγεις θεότητα, ἢ τὴν ἐν τοῖς κτίσμασι τεχνικὴν σοφίαν ἄκτιστον καὶ ταύτην καὶ ἅμα ἀνούσιον φάσκεις θεότητα· ἣν ψιλὴν καὶ ἀνυπόστατον ἐν τῷ νῷ συνισταμένην τὸν θεῖον ἀκήκοας λέγοντα Μάξιμον. τοιαῦτα γάρ σου τὰ τῶν ἀτόπων καινοφωνιῶν αἰσχρά, καὶ οὕτω σχέτλια τὰ συμπεράσματα τῆς σῆς δυσσεβείας. ἔπειτα ζῆν τολμᾷς, καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὴν οὐρανίαν βλέπειν λαμπάδα, τὸ σεμνὸν ἡλίου βλέφαρον, καὶ ἀνθρώποις νοῦν ἔχουσιν ὁμιλεῖν, καὶ τοῦ αὐτοῦ συμμεταλαμβάνειν αὐτοῖς ἀέρος, ὑπόμνημα 3.330 τοσαύτης κακίας τῇ τοῦ Χριστοῦ γεγονὼς ἐκκλησίᾳ; σὺ δ', εἰ βούλει, καινοφώνησον ἔτι, καθάπερ ἀκτίστων ἐσμὸν θεοτήτων, οὕτω καὶ τέχνην καινήν. ἔξεστι γάρ σοι τῇ συνήθει χρωμένῳ τῆς ἀμαθίας ἀναιδείᾳ πανταχῇ, καὶ τὸ συγκεχωρηκὸς μετὰ ῥαστώνης ἐκ σεαυτοῦ λαμβάνοντι, καὶ μηδαμῇ ταμιευομένῳ τὰς παραλόγους τύχας καὶ τραγικάς, μηδ' ἐπὶ ῥητοῖς τὸ τῆς γνώμης ἐῶντι καθεύδειν μεμηνός τε καὶ αὔθαδες. πᾶσα γὰρ ἐπιστήμη τῶν πάλαι καὶ σοφίας ἔμμουσος ἁρμονία τε καὶ ῥυθμὸς τὸ ἐνεργεῖν ἐξελάθετο τῆς σῆς ἀνουσίου ταύτης ἐνεργείας, δι' ἧς ἀπονητὶ τὰς ἀκτίστους χαλκεύεις θεότητας, ἐξ αὐτομάτου φυείσης, ὥσπερ τὸ τῶν σπαρτῶν ἐκείνων γιγάντων αὐθήμερον γένος ἡμῖν ἀττικίζοντες ὑπογράφουσι μῦθοι, καινοτέρων ἀκουσμάτων φορὰν εἰκονίζοντες. ἐπεὶ δὲ ταῖς τῶν λόγων καινότησι καὶ νόμων δεῖ καινοτέρων, γράψον, εἰ βούλει, καὶ ψήφισμά τι καινόν, μὴ χρῆσθαι κατ' ἐπιστήμην τοῖς λόγοις ἔτι. γενοῦ τοῖς νῦν καὶ αὐτὸς καιροῖς Ἰουλιανὸς αὐτοκράτωρ ἐπὶ κακίᾳ διαβεβοημένος, καὶ βαρβαρικώτερα μᾶλλον ἢ κατ' ἐκεῖνον δεικνὺς τὰ τολμήματα. μᾶλλον δὲ καὶ γέγονας, καιροῦ τυχὼν πονηροῦ καὶ βίον ἑλόμενος κακοδαίμονα καὶ ἐπάρατον, ἀφ' οὗ πολλαὶ μὲν κατὰ τῆς εὐσεβείας ἀνερρώγεσαν φάραγγες, πολλοὶ δὲ κακῶν ἐξερρύησαν ἀθέμιτοι ῥύακες. ἀλλ' οὐκ εἰς τέλος, οἶμαι, χαιρήσεις, ἀλλ' ἀποδώσει ταχὺ βασιλεὺς οὑτοσὶ τὴν πάτριον τῆς ἐκκλη 3.331 σίας εὔκλειαν τῷ δεδωκότι τούτῳ τὴν πατρῴαν βασιλείαν θεῷ." Τούτοις ὁ Παλαμᾶς ἀχθόμενος καὶ ὑβριοπαθῶν ἀντελοιδόρει τε καὶ παρὰ φαῦλον ἐποιεῖτο καὶ αὐτὸ τῆς καθέδρας τὸ εὔσχημον, ὥσπερ ἔξω γενόμενος ἑαυτοῦ. ὅθεν δὴ καὶ συχνὰ περιέστρεφεν ὅλον ἑαυτὸν τῇδε κἀκεῖσε ἐφ' οὗπερ ἔτυχε τηνικαῦτα δαπέδου καθήμενος, καὶ δυσκάθεκτός τις ἦν ὡς εἰπεῖν καὶ ἀκάθεκτος, καὶ μεμηνότων οὐδὲν διακείμενος ἄμεινον. ἦν γὰρ ἰδεῖν αὐτὸν ὥσπερ ἐκλαθόμενον ἑαυτοῦ τε καὶ τοῦ καιροῦ καὶ τῶν θεατῶν, καὶ συχνὰ μεταφέροντα ταῖς χερσὶν αὐτοῦ τῶν ἱματίων τὰ κράσπεδα καὶ ἀναφέροντα καὶ καταφέροντα, καὶ πρός γε κνήμας τε γυμνοῦντα καὶ μηρούς, καί πως ἃ μὴ θέμις δείκνυσθαι θεατρικῶς οὑτωσὶ παραδεικνύντα, δήπουθεν ὁδοῦ πάρεργον εἰπεῖν, οὐ τὸν νοῦν ἐφιστάνθ', ὡς ἔοικεν, οὐδαμῇ τοῖς δρωμένοις. καὶ δύο κατὰ ταυτὸν ἐτολμᾶτο τἀνδρὶ τηνικαῦτα τὰ ἄτοπα, μήτε δεδιότι μήτ' αἰσχυνομένῳ· στόματι μὲν γὰρ πρὸς θεὸν βλασφημῶν οὐδαμῇ ἐδεδίει, σχήματι δ' ἀσέμνῳ τοῦ μεμηνότος ἐκείνου χρώμενος ἤθους ἐπὶ τοσούτων ὀφθαλμῶν οὐδαμῇ γε ᾐσχύνετο. καὶ ὅπερ ἐπὶ τῆς Τροίας Ὀδυσσεὺς ἐκεῖνος πάλαι τὸν ἀκριτόμυθον τοῦ Ὁμήρου Θερσίτην χλευάζων ἠπείλησε δρᾶν, ἀποδύσειν εἵματα λέγω φίλα, τά τ' αἰδῶ ἀμφικαλύπτει, τοῦτ' ἐκεῖνος καθ' ἑαυτοῦ δρῶν ἀτεχνῶς οὐκ ᾐσθάνετο. ταῦτα καὶ μὴ πάνυ γελασείοντα τὸν Γρηγορᾶν γελάσαι πεποίηκε, καὶ 3.332 εἰρωνικόν τινα ὀφθαλμὸν αὐτῷ ἐπιρρίψαντα φάναι τοιαδί. "ἐγὼ δέ σε τῆς ἀμαθίας καὶ ἀναιδείας οἰκτείρων, ἄνθρωπε, βούλομαι καὶ νῦν, ὁπόσα τὴν τῆς σοφίας φωνὴν διαιρεῖ σημαινόμενα, προθεὶς κατὰ τοὺς τῆς ἐπιστήμης διδάξαι λόγους, ὡς ἂν μάθῃς ἐντεῦθεν εἰς ὅσον ἐλαύνει κακίας βωμολοχεῖν καὶ διαβάλλειν ἀναίδην τὰς θείας γραφάς. ἀκολουθητέον οὖν ἡμῖν ἐστὶ τῇ τῶν θείων πατέρων κἀνταῦθα διδασκαλίᾳ. νοεῖται μὲν γὰρ ἡ σοφία διχῶς κατὰ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον. καὶ κτιστὴ μὲν λέγεται σοφία ἥ τε ἐντεθειμένη πρὸς θεοῦ καὶ συναπειργασμένη τοῖς κτίσμασιν, ἵνα σοφά τε κατὰ τὸν μέγαν Ἀθανάσιον φαίνηται πᾶσι καὶ ἅμα τοῦ πεποιηκότος ἄξια.
καθ' ὃ σημαινόμενον καὶ Δαβὶδ τούς τε οὐρανοὺς τὴν τοῦ θεοῦ διηγεῖσθαι δόξαν φησὶν ἀλαλήτοις φωναῖς, καὶ ἅμα πᾶσαν προτρέπεται κτίσιν εἰς ὕμνον θεοῦ, ὅση τῶν ἐμψύχων τε καὶ μή, καὶ ὅση τῶν αἰσθητικῶν καὶ μή. καὶ ἔτι ἣ τοῖς διδασκομένοις ἐντέχνως ἐκ προϋπαρχούσης γίνεται γνώσεως. ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι ἔχοντας, δεκτικοὺς τῆς δημιουργοῦ τῶν ὅλων σοφίας ἡμᾶς οἱ θεῖοι πατέρες φάσκουσι γίνεσθαι τὸν ἑκάστοις ἐνόντα τρόπον. καὶ τὸ γνωστὸν τοῦ θεοῦ φανερὸν διὰ τῶν κτισμάτων. ἄκτιστος δὲ σοφία ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα γέγονε. πλὴν οὐχὶ τούτῳ λόγος ἢ υἱὸς ᾧ καὶ σοφία. 3.333 ἡ μὲν γὰρ υἱός καὶ λόγος φωνὴ μονότροπον ἔχει τὴν σημασίαν καὶ ἀναφορικὴν πρὸς τὸν πατέρα, ἡ δὲ τῆς σοφίας διπλῆν. λέγεται μὲν γὰρ καὶ καθ' αὑτὸ σοφία καθολικωτέραν ἔχον τὴν ἔννοιαν, ὅτε ταὐτὸν εἴη σαφῶς τῇ οὐσίᾳ καὶ τοῦτ' εἴη τὸ εἶναι ταύτῃ ὃ τὸ σοφίαν εἶναι κατὰ τὸν τοῦ εἴδους εἴτουν τὸν τῆς φύσεως καθολικώτερον λόγον, ὅτε σοφία καλεῖται ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ὥσπερ καὶ οὐσία ἑκάτερα. λέγεται δὲ σοφία καὶ ἡ ὑπόστασις ἐκ τοῦ καθολικωτέρου λαμβάνουσα τοὔνομα, ὥσπερ καὶ ἄνθρωπόν φαμεν εἰδικῶς καὶ καθόλου τὴν οὐσίαν καὶ φύσιν, εἴτουν καθ' αὑτὸ καὶ κυρίως καὶ οὐδαμῇ πρὸς ἕτερον, ἔστι δ' ὅτε καὶ τήνδε τὴν ὑπόστασιν, τὸν Πέτρον δηλαδή, τὸ εἰδικόν τε καὶ καθολικώτερον ὄνομα εἰς τὸ προσωπικὸν καὶ ἰδιάζον μεταφέροντες. οὐ γάρ ἐστιν ἰδιώτατον περικλειόμενον ἡ σοφία τινί, οὐδ' ἀναφορικὸν ὡς ὁ υἱὸς πρὸς τὸν πατέρα καὶ ὁ λόγος πρὸς τὸν οὗ λόγος ἐστὶ νοῦς· τὰ μὲν γὰρ οὐσιώδη καὶ φυσικὰ περιεκτικώτερά εἰσι καὶ ἄφετον ἔχει τὴν ἔννοιαν, τὰ δ' ἀναφορικὰ πρὸς ἄλληλά τε ἐστί, καὶ τῇ μεταξὺ συνδεόμενα σχέσει ἄφετον ἔχειν οὐδαμῇ συγχωρεῖται τὴν σημασίαν. ὥσπερ οὖν οὐσία ὁ πατήρ, οὐσία ὁ υἱός, οὐσία τὸ πνεῦμα τὸ ἅγιον, οὕτως ἄρα καὶ σοφία ὁ πατήρ, σοφία ὁ υἱός, σοφία τὸ πνεῦμα τὸ ἅγιον· καὶ ὁμοῦ μία σοφία ὡς μία οὐσία, καὶ οὐ τρεῖς σοφίαι ὥσπερ οὐδὲ τρεῖς οὐσίαι. ὅταν οὖν ὁ υἱὸς 3.334 λέγῃ "ἐγώ εἰμι ἡ σοφία," καὶ αὖ ὁ ἀπόστολος "Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία," ὡς ἐκ πατρὸς δυνάμεως ὄντος καὶ σοφίας νοεῖται, ὥσπερ φῶς ἐκ φωτὸς καὶ θεὸς ἐκ θεοῦ. ποῦ τοίνυν οὐκ ἂν ἀσεβείας ἐλαύνοι τὸν θεὸν ὑποκεῖσθαι λέγειν τῇ σοφίᾳ καθάπερ συμβεβηκότι, καὶ μὴ εἶναι μᾶλλον τὴν σοφίαν οὐσίαν, μηδὲ τὸν θεὸν εἶναι, ὥσπερ τὴν οὐσίαν αὐτοῦ, οὕτω καὶ τὴν σοφίαν αὐτοῦ, ἀλλ' ἐν αὐτῷ ὡς ἐν ὑποκειμένῳ, καθάπερ τὴν τεχνικὴν ταυτηνὶ σοφίαν ἐν ἀνθρωπίνῃ ψυχῇ. τοῦτο γὰρ καὶ ὁ μέγας Ἀθανάσιος, κανόσι καὶ νόμοις ἐπιστημονικοῖς ἀληθείας ἑπόμενος, λίαν ἀπαγορεύει καὶ ἀσεβείας ἀποκληροῖ θιασώταις, περὶ τὸν θεὸν εἶναι φάσκουσι τὴν σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν, καὶ οὐδαμῇ γε σοφίαν αὐτόν. διπλῆς ἐνταῦθα τοιγαροῦν τῆς σοφίας οὔσης, τῆς μὲν δημιουργικῆς τε καὶ ἀρχικῆς καὶ ποιητικῆς τῆς δὲ δημιουργουμένης, καὶ τῆς μὲν σοφιζούσης τῆς δὲ σοφιζομένης, καὶ τῆς μὲν γεννωμένης τῆς δὲ ποιουμένης, ἕπεται τῆς μὲν εἶναι γεννήτορα τὸν θεὸν καὶ πατέρα, τῆς δὲ ποιητὴν καὶ δημιουργόν, καὶ εἶναι διὰ ταῦτα καὶ τούτων τὴν μὲν οὐσίαν ἀίδιόν τε καὶ ἄτρεπτον καὶ ἀκίνητον (δεῖν γὰρ εἶναι παντάπασι τὴν τὰ πάντα πρώτως κινοῦσαν οὐσίαν ἀκίνητον καθ' αὑτό τε ἅμα καὶ κατὰ συμβεβηκός), τὴν δ' ἀεὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ἀεὶ κινουμένην κατὰ 3.335 τὰς εἰς γένεσιν καὶ οὐσίωσιν καὶ τάξιν ἀναλόγους προόδους τῶν καθ' ἡμᾶς, καὶ νῦν μὲν ἐξ ὡρισμένης μονάδος εἰς πλήθους ἀπειρίαν ἀνιοῦσαν ἀόριστον, νῦν δ' ἐξ ὡρισμένης ὁλότητος κατ' ἀντιπεπόνθησιν πρὸς ἀπειρίαν κατιοῦσαν ἀόριστον. γένους γάρ τινος ἐπέχειν καὶ ἰδέας τόπον καὶ τὴν τεχνικὴν ταύτην σοφίαν ἔφασαν οἱ πάλαι φιλοσοφήσαντες καὶ θεολογήσαντες. καὶ ὡς οὔτε τὸ γένος ἀπεῖναι δυνατὸν ὧν ἐστὶ γένος εἰδῶν καὶ ἀτόμων, οὔτ' αὖ τὴν ἰδέαν οὖσαν οὐσίαν ὧν ἐστὶν ἰδέα πραγμάτων, οὕτως οὐδὲ τὴν τεχνικὴν σοφίαν χωρὶς εἶναι τῶν καθ' ἕκαστα ταύτης εἰδῶν καὶ ἀτόμων, οὐ μᾶλλόν γ' ἂν ἢ τὰ ἐν σώμασι χρώματα, ἃ καὶ αὐτὰ μὴ εἶναί ποτε καθ' αὑτὰ ἴσμεν ἄνευ ὧν 517
ἐστὶν ὑποκειμένων χρώματα. πᾶσαι τοίνυν ἐπιστῆμαι καὶ τέχναι σοφαὶ τῆς τεχνικῆς ταύτης σοφίας ἐξήρτηνται, καθάπερ διάφορα ῥίζης μιᾶς βλαστήματα. καὶ ἔστιν ὥσπερ τούτων ἁπάντων αἴτιος καὶ προαγωγεὺς ὁ θεός, οὕτω καὶ ταύτης ἀφ' ἧς ἐκεῖνα. διόπερ ἐκεῖ μὲν ἡ σχετικὴ συνάφεια καὶ ἀναφορὰ χώραν ἔχει τὸ οἰκεῖον ἀξίωμα παντάπασιν ἀκαπήλευτον διασώζειν, ἅτε ὄντων ὁμογενῶν ἀμφοῖν, τοῦ τε διαιρουμένου καὶ πρὸς ἃ διαιρεῖται· ἐνταῦθα δὲ μέχρι μόνης ἐνάρθρου καὶ σημαντικῆς φωνῆς αἰτιατὰ ὄντα αὐτὰ πρὸς τὸν αὐτῶν αἴτιον καὶ ποιητὴν τὴν ἀναφορὰν ἀπευθύνει. ὥστε διαβάλλειν μὲν ἥκιστα πάντων ἐστί, θαυμάζειν δ' οὖν ἄξιον μάλιστα πάντων Μάξιμον ἐκεῖνον τὸν θεῖον τῆς εὐσεβείας διδάσκαλον, κάλλι 3.336 στα πάντων ἐνταῦθα περὶ σοφίας φιλοσοφήσαντα, καὶ διελόντα σαφῶς ἑκάτερα, τήν τε σοφίαν τὴν ἄκτιστον, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα γέγονε, καὶ αὖ τὴν ὑπ' αὐτῆς καὶ δι' αὐτῆς συνυφανθεῖσαν καὶ συντεθεῖσαν οὐρανῷ καὶ γῇ καὶ πᾶσι τεχνικῶς τε καὶ σοφῶς τοῖς κτίσμασι, ψιλὴν καὶ ἀνυπόστατον φάμενον καθ' αὑτὴν ἐπίνοιαν. Ἐπὶ δὴ τούτοις καὶ τοῖς τοιούτοις πολὺς ἐφεξῆς ὁ Γρηγορᾶς ἐρρύη κατατρέχων Παλαμᾶν τε αὐτὸν καὶ τὰς αὐτοῦ βλασφημίας, ἀλλότριον ἐπιστήμης ἁπάσης δεικνὺς τῆς τε ἡμετέρας καὶ θύραθεν. δι' ἃ καὶ κακίας ὄργανον γεγονέναι ῥᾳδίως αὐτὸν ἐβεβαίου τε καὶ συνεπέραινε, τῆς ἀληθοῦς σοφίας εἰσάπαξ ἀπερρωγότα καὶ ἐκτετοπισμένον. ὅθεν ὁ βαρύστονος ἐκεῖνος καὶ ἀλιτήριος πληγεὶς τὴν καρδίαν καὶ οἷον ἐμβρόντητος γεγονὼς ἐβόα τε ἀσελγῶς, τὰ συνήθη φύρδην καὶ συγκεχυμένως συνείρων, καὶ οἷον εἰπεῖν ἐμεμήνει τὸ κάθαρμα. διὸ καὶ ὁ βασιλεὺς οἱονεί πως αὐτοῦ φειδόμενος, πράως καὶ μετὰ σεμνοῦ μειδιάματος στραφεὶς πρὸς τὸν Γρηγορᾶν, ἡσυχῇ πως καὶ ὅσον μὴ ἐξακούεσθαι πρὸς τὸν Παλαμᾶν, παρῄνει τε καὶ συνεβούλευε πραοτέρως ἀντιδιδόναι τοὺς λόγους αὐτῷ, μή τι καὶ πάθῃ τῶν ἀδοκήτων. ὃ δ' "ἔσται τοῦτ'"3 ἀποκρινάμενος ἐσιώπησε τοῦ λοιποῦ. Ὅ γε μὴν Παλαμᾶς τὴν ἑαυτοῦ βουλόμενος ἔτι πολυ 3.337 θεΐαν συνιστᾶν, τοὺς μὲν προενηνεγμένους ἐλέγχους ἐκείνους αὐτῷ καὶ τὴν κατ' αὐτοῦ χεθεῖσαν χλεύην ἐφ' οἷς προύθετο πᾶσι τάχιστα ἐκλαθόμενος διὰ σκληρότητα καὶ ἀναλγησίαν, ὡς ἔοικε, γνώμης, ἑτέρας αὖθις εἰσῆγε λόγων προφάσεις, παραθαρρύνοντας ἔχων ὁποῖος αὐτὸς θιασώτας ἐκεῖ τὰ προστυγχάνοντα λέγειν ἀεί, μὴ σιωπήσας δόξῃ νικᾶσθαι τοῖς πλείστοις, οἳ τὸ νικᾶν μόνῃ δὴ τῇ πολυλογίᾳ παραμετροῦσιν. ἰταμὸν γὰρ ἡ ἀμαθία καὶ σφόδρα τι ἀναιδές, καὶ φιλεῖ γε ὡς τὰ πολλὰ τὸ τῆς μαθήσεως ἐλλιπὲς θράσους ἀνασώζειν πλεονεξίᾳ, καὶ μάλισθ' ὅταν ἀμαθέσιν ἀκροαταῖς ἐντυγχάνῃ. ἂν δὲ καὶ ἰταμοὺς ὁμοίως ἐξεπίτηδες ἐνίους ἔχῃ σπουδαστάς, ἀσήμοις ἐπικροτοῦντας κραυγαῖς καὶ τῇ τῆς ἀκοῆς ἀντιπαταγοῦντας ἐλευθερίᾳ καὶ συγχέοντας τὸ τῆς ἀληθείας κριτήριον, ποῦ οὐκ ἂν τὸ δεινὸν αὐθαδείας προβαίη; διὸ καὶ βιβλίον ἐπὶ τούτοις ἀνεῳγὼς ὁ Παλαμᾶς ἀνεγίνωσκε ῥῆσιν ἄλλο λέγουσαν εἶναι τὸν ἐνεργοῦντα καὶ ἄλλο τὸ ἐνεργητικὸν καὶ ἄλλο τὴν ἐνέργειαν καὶ ἄλλο τὸ ἐνέργημα. εἶτα ἡρμήνευεν ἀπὸ γλώττης αὐτός, ἐνεργοῦντα μὲν εἶναι τὸν θεόν, ἐνεργητικὸν δὲ τὴν φύσιν, ἐνέργειαν δὲ τὴν ἄκτιστον αὐτοῦ θεότητα, ἄλλην οὖσαν τοῦ ἐνεργοῦντός τε καὶ κινοῦντος αὐτήν, ἐνέργημα δὲ τὸ ἀποτέλεσμα· εἶναι δ' ἐνέργειαν καὶ ἐνεργεῖν τὸ αὐτό. καὶ ἐπὶ τούτοις ἠρώτα τί ἂν εἴη τὸ ἐνεργεῖν οἴεσθαι; ἦ οὐ ταὐτὸν τῷ δημιουργεῖν; ἆρ' οὖν κτιστὸν 3.338 εἴποιμεν ἂν τὸ δημιουργεῖν ἐπὶ τοῦ θεοῦ; ἄπαγε τῆς ἀλογίας. εἶθ' ἑξῆς ἄλλα ἐπ' ἄλλοις προσετίθει, δεικνὺς τὸ δημιουργεῖν ἄλλο τε καὶ διάφορον τῆς οὐσίας καὶ ἄκτιστον καθ' αὑτό. καὶ ἅμα ἐπολυλόγησε, πλεῖστα συνείρων ὁμοφυᾶ καὶ ὁμόστοιχα τοῖς προτέροις ἐκείνοις καὶ μέσοις βλασφήμοις αὐτοῦ, ἵνα μὴ ἀλλοπρόσαλλός τις ᾖ καὶ ἀσύμφωνος ἑαυτῷ ὁ τῆς νέας Χαλάνης πύργος οἰκοδομούμενος, καὶ ὅσα τοῦ Σοδομιτικοῦ πυρὸς ἐδεῖτο πρὸς κάθαρσιν. ἀλλ' ὁ Γρηγορᾶς πρὸς αὐτὸν τὰ πλείω παρεὶς ἐκεῖνα φησίν. εἰ ἄλλο τὸ δημιουργεῖν καὶ ἄκτιστον κατὰ σέ, ἀεὶ ἄρα ἦν. καὶ συμβαίνει λοιπὸν ἐξ ἀνάγκης εἶναι τῷ δημιουργῷ 518
συναΐδια τὰ δημιουργήματα· ἀεὶ γὰρ ὄντος τοῦ δημιουργοῦ καὶ ἀεὶ δημιουργοῦντος κατὰ σέ, ἀεὶ ἄρα ἦν καὶ ὁ κόσμος ὁμοῦ τῷ δημιουργῷ. ὅπερ ἄτοπον καὶ ἀσεβές. προνοεῖσθαι μὲν γὰρ τῶν ἅπαξ δημιουργηθέντων ὁ θεὸς λέγεται, καὶ συντηρεῖν καθ' ὃν γεγόνασι λόγον αὐτά, δημιουργεῖν δ' οὔ, μὴ δεομένων προσθήκης ὧν κατέπαυσεν ἔργων ἁπάντων τῇ ἑβδόμῃ ἡμέρᾳ. ἄλλως τε καὶ ἐπειδὴ ἐνεργεῖν ταὐτὸν καὶ αὐτὸς εἶναι ὁμολογεῖς, ἔστι δ' ἡ ἐνέργεια κίνησις ἐνεργουμένη μᾶλλον ἢ ἐνεργοῦσα (εἰ γὰρ ἐνέργεια ἔστι, φησὶν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος. ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται), πέπαυται ἄρα τὸ δημιουργεῖν οὐρανὸν ἄλλον καὶ γῆν ἄλλην καὶ ἥλιον καὶ ἀστέρας καὶ 3.339 τά γε τοιαῦτα· καὶ εἰ πέπαυται, καὶ ἤρξατο πάντως. τὸ δ' ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυομένῳ πῶς ἂν εἴη ταὐτόν; οὐκ ἄρα τὸ δημιουργεῖν συναΐδιον τῷ θεῷ. ὥσπερ γὰρ τοῦ πυρὸς φύσις μέν ἐστι τὸ καυστικὸν ὡς τοῦ θεοῦ τὸ δημιουργικόν, ἐνέργεια δὲ τὸ καίειν, ὃ καὶ παρόντος μὲν τοῦ καίεσθαι δυναμένου δοκεῖ ἐνεργεῖν, ἀπόντος δ' ἐκείνου καὶ τὸ καίειν ἄπεστιν, οὕτω κἀπὶ τοῦ δημιουργοῦντος φαίη τις ἄν, παρόντος μὲν τοῦ δημιουργεῖσθαι δεομένου χώραν ἴσως ἔχει καὶ τὸ δημιουργεῖν, ἐκείνου δ' ἀπόντος πέπαυται καὶ τὸ δημιουργεῖν. ἔπειτα τὴν ἐνέργειαν ταύτην ἐν τοῖς συνθέτοις κτίσμασι χρὴ νοεῖν κίνησιν οὖσαν ἐνεργουμένην, ὡς ὁ θεῖος ἐκ Δαμασκοῦ φησὶν Ἰωάννης. ἥτις καὶ σχέσις ἐστὶ συνθετικὴ τῶν ἄκρων, καὶ ἄνευ τῶν σχετῶν νοεῖσθαι μὴ δυναμένη· ἄκρα δέ φημι τό τε ἐνεργοῦν καὶ τὸ ἐνεργούμενον. ἡ δὲ κίνησις ἐν χρόνῳ τέ ἐστι καὶ τῇ τοῦ προτέρου καὶ ὑστέρου παρουσίᾳ διοικεῖται, ὅροις τοπικοῖς ὁμοῦ καὶ χρονικοῖς δουλώσασα τὴν ἐλευθερίαν. ταύτην δ' ἀνατιθέναι θεῷ τῶν πάντων ἐστὶν ἀτοπώτατον. τὸ γὰρ ἐννόημα ἔργον ἦν ἐπὶ θεοῦ, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ κατὰ πρόθεσιν τέλος μεθισταμένου. καὶ διάστημα χρονικὸν ἢ τοπικὸν ἐκεῖ παρεισάγειν ὁπωσοῦν ἐπινοίᾳ τινὶ τῶν πάντων ἐστὶν ἀτοπώτατον καὶ ἀδύνατον. "ἡ γὰρ ὁρμὴ τῆς θείας 3.340 προαιρέσεως" φησὶν ὁ Νύσσης Γρηγόριος "ὅταν ἐθέλῃ πρᾶγμα γίνεται, καὶ οὐσιοῦται τὸ βούλημα εὐθὺς φύσις γινόμενον, τῆς παντοδυνάμου ἐξουσίας, ὅπερ ἂν σοφῶς τε καὶ τεχνικῶς ἐθελήσῃ, μὴ ἀνυπόστατον ποιούσης τὸ θέλημα." τόπος γὰρ καὶ λόγος οὐδεὶς ὁρᾶται κατὰ τὸν θεῖον Κύριλλον μεταξὺ ποιητοῦ καὶ κτίσματος. ἐνέργεια δ' ἐπὶ θεοῦ δέδεικται εἶναι ἡ τῶν μεγάλων καὶ θαυμασίων ἔργων αὐτοῦ πρὸς ἡμᾶς φανέρωσις. ταῦτα δ' ἐστὶ ποιήματα κτιστά, καὶ οὐδαμῇ θεοὶ καὶ θεότητες ἄκτιστοι. ὧν οὐδεμία τις προηγήσατο κίνησις, ἣν ἐνέργειαν σύγε εἶναι ἀναπλάττεις νῦν καὶ θεότητα προσαγορεύεις ἄκτιστον καὶ τῆς θείας οὐσίας διάφορον. ἀνάπλασμα ἄρα σῆς διανοίας ἡ σὴ θεότης ἐστίν, οἷον οὐδ' ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν. Πολλῆς γε μὴν ἐνστάσεως τῶν ἑκατέρωθεν γενομένης, καὶ λόγων συχνῶν κενωθέντων οἵους ὁ τῆς ἔριδος μίτος ὑφαίνει, καὶ ἅμα θορύβου μακροῦ τῶν ἀμαθῶς ἐκείνων παρασπιζόντων τῷ Παλαμᾷ περιβομβήσαντος τὰς ἡμῶν ἀκοάς, ὡς μηδ' ἐξακούεσθαι δύνασθαί τι τῶν λεγομένων, ἀνεχαίτισε τὸν δρόμον ὁ Γρηγορᾶς ἐκείνων τῶν ἐλέγχων, ἵνα μὴ καὶ πρόφασίς τις ὑπονοῆται τῶν τοῦ Παλαμᾶ καθίστασθαι βλασφημιῶν. παυσαμένων γὰρ τῶν ἐλέγχων φησίν, καὶ μηκέτι τὸ ἀμαθὲς ἐρεθιζόντων ἐκείνου, παύσεσθαι καὶ τὸ πολέμιον 3.341 εὐθὺς καὶ ἀντίπαλον τῆς ἐκείνου βλασφήμου γλώττης καὶ ἀπεραντολογίας. "ἔχομεν δὲ καὶ τὴν μίμησιν εἰς τοὺς θείους" ἔφησεν "ἐκείνους φωστῆρας καὶ διδασκάλους τῆς ἐκκλησίας ἀνενεγκεῖν, κατ' Εὐνομίου πάλαι φερομένους. τῆς γὰρ ἐκείνου καταγνόντες ἀναλγησίας, Βασίλειος μὲν ὁ μέγας "ἐοίκαμεν"3 φησὶ "διὰ τὴν πολλὴν τῆς ἀσεβείας ἐνάργειαν ἀπορεῖν λόγων, καὶ οὐκ ἔχειν πῶς τῆς ἀλογίας αὐτῶν καθαψόμεθα, ὥστε μοι δοκοῦσί τι κερδαίνειν παρὰ τὴν ἄγνοιαν. ὡς γὰρ τὰ μαλακὰ καὶ ὑπείκοντα τῶν σωμάτων τῷ μὴ ἔχειν ἀντέρεισιν οὐκ ἔστι γενναίαν τὴν πληγὴν ἐνεγκεῖν, οὕτως οὐδὲ τῶν προδήλων εἰς ἄνοιαν δυνατὸν ἐλέγχῳ νεανικῷ καθικέσθαι. λείπεται οὖν σιωπῇ τὸ βδελυκτὸν αὐτῶν τῆς 519
ἀσεβείας παραδραμεῖν"3. Γρηγόριος δ' αὖθις ὁ Νυσσαέων, κατ' Εὐνομίου φερόμενος καὶ αὐτὸς καὶ τὸν αὐτὸν τἀδελφῷ σταδιοδρομῶν δίαυλον, "καλῶς ἂν ἔχοι"3 φησὶ "σιωπῇ μᾶλλον τὸν λόγον βδελύξασθαι καὶ βύσαντα τὰ ὦτα φυγεῖν ἀπὸ ἀκοῆς πονηρᾶς."3 Ἐπὶ τούτοις ὁ βασιλεύς τε ἀνέστη καὶ ὁ σύλλογος διελέλυτο. εἰ δὲ καὶ ἕτερα πλείω μεταξὺ λαληθέντα παρὰ τοῦ Παλαμᾶ, σιγῆς ὑπάρχοντα καὶ οὐ μνήμης οὐδέποτ' οὐδεμιᾶς ἄξια, σιγῇ παρεπέμφθησαν καὶ ταύτῃ τῇ διηγήσει, μεμφέσθω μηδείς· περιττὰ γὰρ καὶ ἐπιβλαβῆ καὶ συμπεφυρμένα καὶ βλασφημίας παντοδαπῆς καὶ ποικίλης ἀνάμεστα, μᾶλλον δὲ χείρω παντάπασιν ἢ ναυτιᾶν ὄντα, οὐδ' ἀκοῆς γοῦν μικρᾶς 3.342 ἠξίωνται πρὸς τοῦ Γρηγορᾶ. διὰ τοῦτο καὶ αὐτὸς σιγῇ παραπέμπειν ἔκρινα δεῖν, δυοῖν ἕνεκα, ἵνα δηλαδὴ μήθ' ὅρια πατέρων ὑπερβαίνωμεν, μὴτε βλασφημίαις Παλαμικαῖς ἀκοαὶ καθαραὶ καταβλάπτωνται. Εὖ γε, ὦ φίλων ἄριστε Ἀγαθόνικε. καί σοι τῆς διηγήσεως μακρά τις κείσεται χάρις ἐν τοῖς τῆς ἐμῆς καρδίας θαλάμοις. ἡδέως δ' ἂν πυθοίμην καὶ ἥτις ἡ ψῆφος ἐπὶ τούτοις εἴη τοῦ τε βασιλέως αὐτοῦ καὶ ἅμα τῆς τῶν ἐνδόξων γερουσίας ἐκείνης. Ἀλλ' οὐδὲ ταύτην ὀκνήσω σοι, βέλτιστε Θεότιμε, διηγήσασθαι. κατέγνωκε μὲν τῶν μακρῶν τοῦ Παλαμᾶ καὶ ποικίλων βλασφημιῶν ὁ βασιλεὺς ὁπόσα εἰκός, ἐξέφηνε δ' οὐδὲν οὐδαμῇ, ἀλλ' ἄφθογγον τὸ παράπαν τὴν γλῶτταν εἶχε τετηρηκώς, δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι οὔτ' αὐτὸν Παλαμᾶν θεατρίζειν ἐβούλετο δημοσίᾳ καὶ λυπεῖν ἐκ τοῦ προφανοῦς, οὔτ' αὖ δι' αὐτοῦ Καντακουζηνόν, ὅλον τῆς τοῦ Παλαμᾶ περιφανῶς ἐξηρτημένον ἀγάπης καὶ σχέσεως, δευτέρου δ' ὅτι καὶ τοιοῦτον ἐκ φύσεως ἔσχε τὸν τρόπον· οὔτε γὰρ ἐς τὸ λοιδορεῖν πρόχειρον τὴν γλῶτταν οὔτ' ἐς τὸ κολάζειν ἔσχε τὴν χεῖρα, ἀλλ' ἥμερον παντάπασι τὸ ἦθος φυλάττει διηνεκῶς, αὐτοφυὲς ὡς εἰπεῖν καὶ αὐτοχάλκευτον ἔχων αὐτὸ πρὸς ἐπιείκειαν. διὰ δὴ τοῦτο κἀνταῦθα λοιδορεῖν οὔτ' αὐτὸς ἄντικρυς βεβούληται Παλαμᾶν, οὔτ' ἄλλον οὐδένα 3.343 τοῦτο δρᾶν συγκεχώρηκεν, ἀλλ' αὐτός τε σιγώσῃ γλώσσῃ τὸ τῆς γνώμης κριτήριον εἰς ἕτερον ἐταμιεύσατο χρόνον, καὶ τοὺς ἄλλους τὰ ὅμοια παρῄνεσε δρᾶν. ἀλλ' ὁ Παλαμᾶς οὐδαμῇ κατὰ τὸ εἰκὸς ἀλλ' ἐκ διαμέτρου πρὸς τὸ ἐπισφαλὲς τῆς τοῦ βασιλέως καταστοχασάμενος καὶ καταψευσάμενος γνώμης, τοῖς φυσικοῖς τῆς ἀναιδείας κινήμασι καὶ ταῖς ἀταμιεύτοις καὶ ὀξυρρόποις ὁλοσχερῶς ὁρμαῖς ἐδεδώκει τὴν ὑστεραίαν, καθάπερ οἰστρηλατούμενος ταῦρος. καὶ ὅλας πλατείας καὶ ἀγυιὰς περιιὼν ἀμετροεπὴς ἐκολῴα, καὶ ὅλους ἐξήντλει ῥημάτων ὄγκους. καὶ ὅσοις ἂν ἐντύχοι, πᾶσαν κατέκλυζεν ἀκοήν, ἐγκαυχώμενος ἀνεμιαῖα καὶ ψευδῆ καὶ ὅσα τῆς ἀτόπου φάλαγγος. καὶ οὐ μόνον οὐδὲν τῶν τῆς πόλεως ἦν αὐτῷ παρειμένον παρθενώνων τε καὶ τῶν ἄλλως ἐχόντων φροντιστηρίων, οἷς ἐγκατέσπειρε διιὼν τὰ συνήθη καὶ βέβηλα τῆς αἱρέσεως δόγματα, ἀλλὰ καὶ κατ' οἴκους μείζους τε καὶ ἥττους μέχρι τῶν χαμαιτυπείων, καὶ εἴ τινες εἶεν κωθωνιζόμεναι γρᾶες, τοῦ τοιούτου θορύβου πάσας ἐμπέπληκεν ἀκοάς, ἕωθεν ἐς ἑσπέραν ἀμοιβαδὸν περιτρέχων ὅλῃ τε ψυχῆς προθυμίᾳ καὶ ποδῶν ὀξύτητι. καὶ ἔρρει λοιπὸν οὑτωσὶ διὰ τῶν ἀγυιῶν ἡ τῆς ἀναιδείας φήμη. καὶ οἷς μὲν ἀγροικίᾳ συνοικεῖν ἐνῆν, τούτοις καὶ τῇ φήμῃ συμφέρεσθαί πως ἐνῆν· οἷς δὲ ἐλλογίμοις οὖσι βασανίζειν ἐπῄει σὺν λόγῳ καὶ στάθμῃ τὴν ἀκοήν, τούτων δ' οὐδαμῇ προσίεσθαι τὰ λεγόμενα οὐδέσιν ἐνῆν, 3.344 ἥκιστα πείθεσθαι δυναμένων ὡς οὕτω παχύτητος ἔχουσαι βλασφημίαι τὴν βασιλέως διάνοιαν ἐλελήθεσαν. καὶ μὲν δὴ τῆς τοσαύτης ἀτοπίας ἐν ἀκοῇ γενομένῳ τῷ βασιλεῖ, μᾶλλον δὲ τῆς διαβολῆς καὶ συκοφαντίας ἣν κατὰ τῆς βασιλικῆς διεσκέδασε γνώμης ὁ ἀναιδὴς Παλαμᾶς, καὶ ἅμα ὁπόσα καταψεύσασθαι καὶ τῆς εὐγενοῦς γερουσίας οὐκ ὤκνησεν, οὐ μετρίως ἀχθεσθῆναι συμπέπτωκε. δέον γὰρ Παλαμᾶν εὐχαριστεῖν πρός γε τοῖς ἄλλοις καὶ πρό γε τῶν ἄλλων τῷ βασιλεῖ τῆς μακροθυμίας καὶ προμηθείας τοῦ μὴ ἐκκήρυκτον γεγονέναι τῶν μακρῶν ἐκείνων ἕνεκα βλασφημιῶν, ὃ δὲ καὶ δι' ὑποψίας ἐληλυθέναι πέπραχε τὸν εὐεργέτην 520
ὁποτέρῳ δυοῖν, ἢ ὅτι μὴ συνῆκεν οὔθ' ὁ βασιλεὺς οὔτε ἄλλων οὐδεὶς τῶν τῷ ἀνοσίῳ λαληθέντων κατὰ τῆς εὐσεβείας, ἢ συνιέντι περιπεφρόνηταί τε καὶ παρεῖται τὰ πλείστης, μᾶλλον δ' ἁπάσης ἄξια φροντίδος καὶ σπουδῆς. διὸ δὴ καὶ οὐ μόνον τοῦ ἀναιδοῦς τε καὶ ἀγεννοῦς ἤθους κατεγνῶσθαι γέγονε Παλαμᾶν, ἀλλ' ἦσαν οἳ καὶ καταρᾶσθαι ἐξήγοντο μὴ τῇ ὥρᾳ μόνον ἐν ᾗ τετύχηκεν αὐτὸν γεγεννῆσθαι, ἀλλὰ καὶ τοῖς αὐτὸν γεννήσασι καὶ θρεψαμένοις. ἐκ γὰρ ῥίζης, ὡς ἔοικεν, ἔλεγον, τῆς πατρῴου τὸ τοσοῦτον αὐτῷ τῆς δυσσεβείας ἐγκατέσκηψε νόσημα, καθάπερ τις ἄλλη κηλὶς ταῖς γοναῖς καὶ τροφαῖς ἐγκεκαλυμμένη· οὐ γὰρ ἂν ἐς βάθος οὕτω κακῶν ἐνέπιπτε τὸ γέννημα 3.345 καὶ ἀπορρὼξ ἐρινύων φάναι τὴν γνώμην καθίστατο. διὸ οὔτε ἐκείνους ἀθώους ἔφασκον ἄξιον μένειν τῆς καταδίκης, αἰτίους μὲν αὐτῷ τῆς ἐς τὸν βίον γενομένους παραγωγῆς αἰτίους δὲ τοῦ τῆς ἐκκλησίας δι' αὐτὸν χειμῶνος, οὔτ' αὐτὸν οὐδὲν ἐξαιρεῖσθαι τῆς καταδίκης, μεσιτεύοντος ἴσως τοῦ ἀβουλήτου διὰ τὰς σπερματικὰς ἐκ γενέσεως ἀρχὰς καὶ βιαίας δυνάμεις τῆς πατρικῆς πονηρίας, ζιζανίων δίκην ἐρανισθείσας ἐκεῖθεν καὶ προκαταβληθείσας εὐθὺς ἀφ' ἑστίας ἐν τῇ συστάσει. ἀλλ' ἑκατέροις ἑκάτεροι τῶν ἀρῶν καὶ λοιδοριῶν κοινωνήσουσί τε, καὶ ὀστράκῳ δουλεύσειν ἀμφοτέρους ὁμοῦ τῷ αὐτῷ συμπεσεῖται, τοῖς μὲν ὡς πονηρὸν ἐξενεγκοῦσι καὶ θρέψασι τόκον τῷ βίῳ, καὶ οὐκ εἰς Κιθαιρῶνα καὶ Χάρυβδιν, καὶ εἴ πού τις ἐκ μηχανῆς καινότερος ἐταμιεύετο θάνατος ἐν χαράδραις καὶ κύμασι γῆς καὶ θαλάττης, ῥίψασιν ἔκθετον, εὐθὺς ἐκραγὲν τῆς ἀτόπου γαστρός, τῷ δὲ ὡς μήτ' ἀβούλητον τὴν ἐκείνων ποιησαμένῳ κακίαν, ἅτε λόγου μετασχόντι καὶ παιδείας ὁπωσοῦν, ἧς μετεῖναι τοῖς γονεῦσιν οὐ συμπέπτωκε, μήτε μηδὲν ἐπιεικέστερον οὐδενὸς διατεθέντι, εἴ τις παραπλησίως ἐκείνοις ἐνόσει, μηδὲ κωφῇ γοῦν σιωπῇ τὸ κακὸν περιθάλπειν βεβουλημένῳ, ἀλλὰ πολλῷ τῷ μέτρῳ μοχθηροτέροις δή τισι καὶ σφόδρα ἀναιδέσι λογισμοῖς παραδεδωκότι τὴν τῆς γνώμης ἡγεμονίαν. καὶ κακοῖς κακὰ παραμίξαντι ἤθη καὶ δόγματα μακροῖς τισὶ διαστήμασι τήν τε πατρῴαν 3.346 παρελάσαι συνεπεπτώκει δυσσέβειαν, καὶ ἅμα ψυχαῖς εὐσεβείας ἁπλότητι συντραφείσαις θανάσιμον ἀπὸ γλώττης κεράσαι τὸ φάρμακον. πατέρας γὰρ μέχρι τούτου τιμᾶν προαιροῖτ' ἄν τις εἰκότως, μέχρι πρὸς τὸ εὐσεβὲς τὰς τῆς τροφῆς καὶ παιδείας πηγάς, καὶ ὅσα τοῖς ἑπομένοις ἐστὶ δι' ἐφέσεως καὶ ῥαστώνης λαμβάνειν, ὁρᾷ προϊούσας· ἐπειδὰν δὲ πρὸς κακοδαιμονίαν τὸ ῥέον ἕρπειν τοῦ χρόνου δόξῃ, τῶν πάνυ τι προσηκόντων ἀλλοτριοῦσθαι νομίζοιτ' ἄν, τῆς τοῦ καιροῦ περιστάσεως βιαζομένης τὸ φιλοῦν τῆς ψυχῆς ἐκ τοῦ συγγενοῦς κακοῦ πρὸς τἀλλότριον μετατιθέναι ἀγαθόν. καὶ μὲν δὴ δεῆσαν αὖθις ἐληλυθότα μέρος καὶ αὐτὸν γενέσθαι τῶν ἄλλων οἷς περὶ τὸν βασιλέα τέως συνέβαινε μείζοσί τε καὶ ἥττοσι τὴν ἀξίαν, ἦν σχεδὸν τῶν ἁπάντων οὐδεὶς ᾧ μὴ λοίδορος ὥπλισται γλῶσσα κατ' αὐτοῦ, τὰς ἔναγχος βλασφημίας ἐκείνας προβαλλομένη πρὸς ἔλεγχον νῦν ὑπ' αὐτῷ μάρτυρι καὶ αὐτηκόῳ τῷ βασιλεῖ. ἦσαν δ' οἳ καὶ μέχρι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν μνήμην ἀναπόμπιμον ἐποιοῦντο, ἃ πάλαι δὴ καὶ δρᾶσαι καὶ παθεῖν αὐτὸν ἐξεγένετο, καὶ ἀναθέμασιν ἐγγράφοις καὶ χωρισμῷ θεοῦ καθυποβεβλῆσθαι πρὸς τῶν τότε πατριαρχῶν καὶ ἀρχιερατικῶν συνόδων. καὶ συνελόντι φάναι πολλή τις ἦν ἡ καταδρομὴ τῶν τήμερον ψήφων τῆς εὐδαίμονος γερουσίας ἐκείνης ἐπὶ τοῦ νέου βασιλέως, ἃς 3.347 δὴ κατὰ τοῦ Παλαμᾶ τηνικαῦτα ἀπεφήναντο, ἄλλων ἄλλα λεγόντων, καὶ ἄλλων ἄλλοις ἁμιλλωμένων, καὶ ἄλλων ἄλλους παριόντων τῷ τῶν λοιδοριῶν ὑπερβάλλοντι. ἦσαν δ' οἳ καὶ προδότην αὐτὸν ἐπεκάλουν αὐτοῦ βασιλέως καὶ ὅσοι τῷ βασιλεῖ προσήκοντες εἶεν γένει καὶ δόξῃ· καὶ ὡς τό γε ἧκον εἰς αὐτὸν οὐκ ἀπέσχετο, τὴν ἡγημονίαν τῆς γνώμης ὑπήκοον ἅπαξ ἔργων καὶ λόγων ὁμοῦ πονηρῶν πεπραχώς, μὴ οὐ πάντας συλλήβδην βιαίῳ θανάτῳ δοῦναι. οὐ γὰρ ὅτι μὴ σιδηραῖς καὶ αὐτὸς κατὰ τοὺς ἀνδροφόνους ἐχρήσατο λόγχαις ἐκ τοῦ προφανοῦς, ὑποβεβηκός τι τὸ βάρος ἔχειν δόξῃ τῶν ἐγκλημάτων, ἀλλ' ὅτι φιλίαν 521
σχηματιζόμενος ὅλον δολερῶς ἐκένωσε τοῖς ἀδόλως φιλοῦσι τὸν τοῦ δηλητηρίου κρατῆρα, πρὶν τῆς ἐπιβουλῆς αἰσθέσθαι τοὺς πάσχοντας. καὶ οἱ μὲν γένει καὶ δόξῃ προύχοντες ἄνδρες ἐκεῖνοι οὕτω προσηνέχθησαν τῷ μιαρῷ Παλαμᾷ, καὶ ταύτας ἐκείνῳ τὰς κρίσεις ἀπέτισαν· ὁ δὲ βασιλεὺς καὶ αὐτὸς σιγῇ τῶν κατὰ τοῦ Παλαμᾶ τοιούτων λοιδοριῶν αὐτήκοος γεγονώς, καὶ βουληθεὶς μέν πως τὴν τῆς ἐκδικήσεως προστεταχέναι κόλασιν κατ' αὐτοῦ, φεισάμενος δ' οὖν διὰ τὴν ἔμφυτον ἐπιείκειαν, τέως μὲν τὴν ἀπὸ γλώττης καὶ τῶν ἔργων ὑπερέθετο ψῆφον, ἐπέμενε δ' οὖν ὅμως ὑβριοπαθοῦντα ὁρῶν καὶ ἀχθόμενον Παλαμᾶν, καὶ οὔτε τοὺς λοιδοροῦντας ἀνέκοπτε τῆς ὁρμῆς, καὶ ἅμα τὸ χαῖρον ὑπέφαινε τῆς ἑαυτοῦ ψυχῆς ἀμυδροῖς τισὶ μειδιάμασι, καὶ διεκαρτέρησε μέχρι πολλοῦ τινὸς χρόνου διακούων ἡδέως 3.348 τῶν κατὰ τοῦ Παλαμᾶ λοιδοριῶν. καὶ ἦν ταῦτα ψῆφος ἢ ψήφου προαναφώνησίς τις καὶ διατύπωσις τῆς μελλούσης ἔτι κατὰ τοῦ Παλαμᾶ καταδίκης, ἐξενεχθεῖσα πρός τε τοῦ βασιλέως καὶ τῶν ἐνδόξων ἐκείνων ἀνδρῶν τῆς ἔναγχος διαλέξεως ἣν ἐποιήσατο πρὸς τὸν Γρηγορᾶν. 3.349 ΤΟΥ ΑΥΤΟΥ ΜΟΝΑΧΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ ΔΟΓΜΑΤΙΚΟΣ. Τὰ μὲν δὴ μέχρι καὶ ἐς τόδε σοι εἰρημένα, φίλων ἄριστε Ἀγαθόνικε, δαψιλῆ μοι παρέσχον καὶ ὡς ἔγωγε ἐβουλόμην τὴν τέως τῶν ζητουμένων σύνεσιν, καὶ χάρις εἴη σοι πρὸς θεόν· ἐλλέλειπται δ' οὖν σοι τῶν ἐκεῖ πρὸς τοῦ Παλαμᾶ λαληθέντων ἔνια, ὡς ἐνίων ἐκεῖ παρόντων ἀκήκοα φίλων, σαθρὰ μὲν καὶ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν ἔχοντα, ἐλλέλειπται δ' οὖν, ῥηθῆναί σοι δέον καὶ ταῦτα πρὸς τὸ σαφέστερον ἀκούειν ἐφιεμένων ἡμῶν. ἀνατεθολῶσθαι γὰρ ἀεὶ τὰ τῆς αὐτοῦ δυσσεβείας φασί, τῇ συνήθει τῆς γλώττης ἀωρίᾳ πάσης ὡς πορρωτάτω βαδίζοντος ἀληθείας καὶ ἐπιστήμης, μάλιστα δ' οὖν ἐν τούτοις, εἴτε διὰ δέος ἧς πείσεται μακρᾶς αἰσχύνης, εἴτε καὶ συμπῖπτον οὕτω διὰ τὸ τῆς ἐμφύτου μοχθηρίας ἀλόγιστον ἔθος. καὶ ἵνα τὰ πλεῖστα δι' ἀκαιρίαν παρεὶς μετρίων μνησθῶ, ἓν μὲν καὶ πρῶτον ἐκεῖνο τῶν παρ 3.350 ειμένων φασί. θέλων γὰρ ἑαυτὸν ἀπολύσασθαι τῆς αὐτῷ πρὸς τοῦ Γρηγορᾶ προενηνεγμένης κατηγορίας, ὡς ἐκ πολλῶν καὶ διαφόρων θεοτήτων εἴτ' οὖν ποιοτήτων συγκεῖσθαι λέγοντι τὸν θεόν, καὶ ἄντικρυς περιπίπτοντι τοῖς τῷ θείῳ Δαμασκηνῷ λεγομένοις, ὅτι τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον, τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστι καὶ τὰ ἑξῆς, οὐ κατὰ τὴν θέσιν ἐκείνης τῆς ῥήσεως, ἀλλὰ διαφθείρας, ὡς εἴωθε, τοιάδ' ἀπεκρίνατο. πᾶν τὸ συγκείμενον καὶ οὐσιώδεις διαφορὰς ἔχον σύνθετον ἐστίν· ὁ δὲ θεὸς οὔτε τῶν συγκειμένων ἐστὶν οὔτε τῶν οὐσιώδεις διαφορὰς ἐχόντων. οὐσιώδης γάρ ἐστι διαφορὰ καθ' ἣν διαφέρει οὐσία οὐσίας, ὥστε κατὰ πλειόνων εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί· ἐπεὶ οὖν μία καὶ ἀμερὴς παντάπασιν ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. μίαν μὲν δὴ τῶν ἐκείνου ταύτην προτίθημί σου τῇ διηγήσει πρόφασιν ἐφεξῆς, δευτέραν δὲ τὴν Ἀθανασίου τοῦ θείου ῥῆσιν, ἣν εὐσεβεστάτην ἀναμφιβόλως οὖσαν εἰς πολυθεΐας αὐτὸς ὑπόθεσιν μετενήνοχεν. ἔφη γὰρ ἐν τῇ πρὸς Ἄρειον διαλέξει ὡς οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτὴρ "πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμὰ ἐστίν." ἀλλ' ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ταῦτα ἴδια ἔφη ὁ κύριος, οἷον τὸ ἄφθαρτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικόν. καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα ἴδια τοῦ υἱοῦ τυγχάνει. 3.351 Πρὸς γοῦν φιλίου, βέλτιστε Ἀγαθόνικε, μὴ ζημιοῦν ἀξίου με τὸν φίλον οὕτω βελτίστην ἀκρόασιν, σχήματι εὐλαβεῖ τὸ ῥάθυμον ὁπωσδηποτοῦν ὑποκοριζόμενος, ὡς κἀν πολλοῖς εἰώθεις ἐνίοτε δρᾶν. ὁρῶ γάρ σε πρὸς ἕτερα τρόπον τινὰ τὸν νοῦν περισπώμενον καὶ ὅσον εἰκάσαι λογισμῶν πολυπλόκων μεστὸν τὴν ὀφρύν. Ἐμὸν τουτὶ πάθος, ὦ φίλε Θεότιμε, καὶ πάνυ γε ἄχθομαι τῷ συμβεβηκότι· ἔοικα γάρ πως ἀγνοοῦντι πολλάκις καὶ οἷον οὐκ ἐπαΐοντι ὧν ἐνίοτε ὁμιλεῖν μοι προσγίνεται, λήθης ἐξορχουμένης ὡς τὰ πολλὰ κατὰ τοῦ φανταστικοῦ, ὃ καὶ βιβλίον φασὶν οἱ σοφοὶ τῆς ψυχῆς. διὸ καὶ πρὸς τὰς σὰς ἔτι διεξιόντος παρασκευαζόμενος πεύσεις, ἀνελογιζόμην 522
τε καὶ συνῆγον ὅσα δὴ τὴν μνήμην ἔτι περιέρρει κύκλῳ, καὶ ὁπόσα ταύτης αὖ παρερρυήκει πόρρω τοῦ βήματος, ἴσως μείζοσιν ἄλλοις παραχωροῦντα· καὶ τοῦτ' ἦν ὅ μοι τὴν τοῦ ἤθους τέως ἐποίει παράλλαξιν. ὅθεν καὶ ἄλλης ἐξ ἄλλου φαντασίας ἡμῖν ὁπωσδηποτοῦν ἀθροισθείσης πρὸς ἔδαφος ἄρτι βαλβίδος φάναι μιᾶς, προσέσται σοι λοιπὸν ὁρᾶν τὸν τοῦ λόγου σκοπὸν κατὰ σήν, ὡς οἶμαι, βούλησιν, ῥάθυμον μὲν ἠρεμίαν ἀπειπόντα παντάπασι νῦν ὡς καὶ πρότερον, κίνησιν δ' αὖ τοὐναντίον πρόθυμον περιφανῶς ἀνθελόμενον. ἑκατέρας γὰρ γινομένης ἐν χρείᾳ τοῖς τε λόγοις καὶ πράγμασιν, ἑκατέρων ὡς εἰκὸς τοῖς προσήκουσι χρόνοις μεμνήμεθα, καὶ ἀναλόγως 3.352 ἀμφοτέρας ἀναλεγόμεθα, κίνησιν μὲν ἅτε ἠρεμίας ἀπόφασίν τε καὶ ἔκστασιν οὖσαν, ἠρεμίαν δ' αὖ κινήσεως εἶδος καὶ ἐντελέχειαν, ὁρίζουσάν τε καὶ περιγράφουσαν τὸ κεχυμένον ἐκείνης καὶ ἄφετον καὶ ἀόριστον. καὶ δεῖν ἑκατέροις κεχρῆσθαι κατὰ τὸν ἑκατέροις προσήκοντα λόγον καὶ τρόπον. γινώσκειν οὖν σε χρεὼν ὡς πολλά γε τοιαῦτα παρεῖται, μήτε λόγου μηδενὸς ἄξια ὄντα μήτε γέλωτα φεύγειν κωμικὸν δυνάμενα. αὐτίκα γὰρ περὶ τοῦ νῦν σοι προτεθέντος πρώτου ζητήματος ὁ Γρηγορᾶς μικρά τινα εἰπὼν ἀπήλλακται, περιττὸν ἡγησάμενος ἀμαθέσι παντάπασι λόγοις ἀποκρίσεις κατ' ἐπιστήμην ἀντιδιδόναι ζητεῖν· μηδὲ γὰρ εἶναί φησι κοινωνίαν μηδεμίαν ὥσπερ οὔτε φωτὶ πρὸς σκότος, οὕτως οὐδ' ἐπιστήμῃ πρὸς ἀμαθίαν. ὅθεν καὶ διὰ τὴν τοιάνδε καὶ οὕτως ἔχουσαν σύγχυσιν οὐδ' ἔμοιγε ἀκριβῶς εἰληφέναι τὴν τῶν εἰρημένων ἐκείνῳ τέως ἐπὶ τούτοις κατάληψιν ἐπιμελὲς ἐγεγόνει. σὴν δ' ὅμως χάριν ἐρῶ τῶν ἐκείνου βραχέα, καὶ ὅσα ἐς τόδε παρέμεινε τῇ διανοίᾳ μου ὁπωσδηποτοῦν ἐπιτρέχοντα, οὐ τοῖς παραλόγοις λόγοις τοῦ Παλαμᾶ τὴν ἀφήγησιν χαριζόμενος, ἀλλὰ τὴν σὴν φιλίαν λυπεῖν οὐ βουλόμενος. Ὁ γάρ τοι Γρηγορᾶς πρὸς τοὺς ἐκεῖ τηνικαῦτα παρόντας στραφείς, καὶ τούτοις ἐνερείσας τοὺς ὀφθαλμούς, "ἆρ' οὐκ ἠλίθιος" φησὶ "καὶ παντάπασι νηπιώδης ἡ οὕτω γ' εὐθὺς εἰρημένη πρότασις πρὸς τοῦ Παλαμᾶ τουτουΐ, ὡς πᾶν τὸ συγκείμενον καὶ οὐσιώδεις διαφορὰς ἔχον σύνθετον ἐστίν; 3.353 οὐ τοῦτο γάρ, οὐδ' οὕτως ὁ θεῖος ἐς Δαμασκοῦ φησὶν Ἰωάννης, ἀλλὰ τὸ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας ἅμα καὶ κακουργίας μικρὸν ὑπαλλάξας τὴν ἐπιστημονικὴν καὶ θεοπρεπῆ ῥῆσιν τοῦ ἁγίου, ὅλην ὁμοῦ καὶ τὴν ἔννοιαν συνδιέφθαρκεν. οὐδὲν γὰρ ἕτερον ἔοικεν εἶναι τὸ λεχθὲν ὑπ' αὐτοῦ ἢ ὥσπερ ἂν εἴ τις λέγοι πᾶσαν χιόνα λευκότητα ἔχουσαν οὐσιώδη, χιόνα εἶναι λευκήν. τοῦτο δ' εἶναι καὶ τοῦ ἐν ἀρχῇ αἰτεῖσθαι πολλῷ δήπου χεῖρον. εἶτα ἐπήγαγε τὸ θαυμαστὸν ἐκεῖνο συμπέρασμα, ὡς ὁ θεὸς οὔτε τῶν συγκειμένων ἐστὶν οὔτε τῶν οὐσιώδεις διαφορὰς ἐχόντων. ἐνταῦθα λεγέτω μοί τις πρὸς θεοῦ, ποίου σχήματος ὁ τοιοῦτος ἂν εἴη τερατώδης συλλογισμός, κἀκ ποίας καινοφανοῦς καὶ νεήλυδος ῥίζης ἐξέφυ. εἶτα ἐπήγαγε ξένην αὖθις καὶ ἀκατάσκευον κατασκευὴν ἑτέρου δῆθεν συλλογισμοῦ. ἐπεὶ γάρ, φησί, μία καὶ ἀμερὴς παντάπασιν ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. οὐσιώδης γάρ ἐστι, φησί, διαφορὰ καθ' ἣν διαφέρει οὐσία οὐσίας. καὶ τὸ συμπέρασμα ὅτι κατὰ πλειόνων ἄρα εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί. καὶ μὴν τὸ προκείμενον ἦν αὐτῷ τοῦ ἐπενηνεγμένου ἑαυτὸν ἀπολύσασθαι ἐγκλήματος, καὶ δεῖξαι μηδαμῇ τοῖς τῷ ἁγίῳ περιπίπτοντα ἀπηγορευμένοις. ἀπαγορεύει γὰρ ὁ Δαμασκηνὸς μὴ λέγειν εἶναι σύνθετον τὸ θεῖον, μηδ' ἐκ πολλῶν καὶ διαφόρων συγ 3.354 κείμενον, ἃ ἦσαν τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ δημιουργικόν, τὸ ἀπερίγραπτον, καὶ ὅσα δήπουθεν οἱ ἀμφὶ τὸν Παλαμᾶν πολλά τε καὶ διάφορα τὰ ἄκτιστα ἐπὶ τῇ μόνῃ ἀκτίστῳ καὶ ἁπλῇ συναριθμοῦσιν οὐσίᾳ. ὃ δὲ λέληθεν ἑαυτὸν δυοῖν περιπίπτων ἀτόποις. οὔτε γὰρ οὐδὲν πρὸς ἔπος ἔοικε λέγειν, ἀλλ' ἄλλην τρέχων ἄλλην ἐβάδισεν, οὔτε εἰ ἀντιλέγειν ἐβούλετο, τὰς ὁμόσε προσηκούσας ἀντιθέσεις ἐπήνεγκεν, ἀλλ' ὅμοιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν πρὸς ἕω τῶν τε Αἰθιόπων καὶ Ἰνδῶν εἰπεῖν ἀπαιτούμενος οἴκησιν, ὃ δ' ἐκ διαμέτρου τοὺς ἑσπερίους ἐπειρᾶτο δεικνύειν Κελτούς, καὶ ὅποι τὰ 523
Βρετανῶν προσοικοῦσιν ἔθνη. ποῦ γὰρ ἢ ἀκόλουθος ἢ ἀντίθετος ἡ λύσις πρὸς τὸ προτεθέν, ὅτι τὸ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν, ἣν αὐτὸς ἐπάγει, λέγω δὴ τὴν ἀναπόδεικτον ἀπόδειξιν καὶ τὴν ἀκατάσκευον κατασκευὴν καὶ τὸν ἀσυλλόγιστον συλλογισμόν, μᾶλλον δ' ἄμεσόν τε καὶ διεσπασμένον συμπέρασμα. ἐπεὶ γάρ φησι μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, κατὰ πλειόνων ἄρα εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί. ἆρ' οὐ Δημοκρίτου δεῖ τὰ τοιαῦτα, πάνυ γελῶντος τὴν τοῦ ἀνδρὸς ἀμαθίαν, ἢ μᾶλλον Ἡρακλείτου θρηνοῦντος τὴν αὐτοῦ γε ἀπόνοιαν; τοσαύτης γὰρ ἃ λέγει τῆς ἀλογίας γέμει, ὡς μήτε τῷ λέγοντι ξυνιέντι εἶναι ὧν λέγει, μήτε τοῖς ἀκούουσι ξυνιεῖσιν ὧν ἀκούουσιν. ἵνα γὰρ τἆλλα σιγῇ παραδράμωμεν, τίνα κοινωνίαν ἐνταῦθα ἔχει τὰ νόθα 3.355 ταυτὶ καὶ διάφορα τῶν αὐτοῦ προτάσεων ἀμαθῆ συμπεράσματα πρὸς τὰς προτεθείσας ῥήσεις τοῦ ἁγίου; ὃ δ' ἐκείνας ζητούμενος ταυτὶ συνεπέρανε, παραπαιδαγωγῶν καὶ μεθαρμόττων ἀσεβῶς εἰς τὸν οἰκεῖον τῆς ἀμαθίας κρημνόν. βαβαὶ τῆς καινῆς ἐπιστήμης καὶ τῆς γε τῶν φρενῶν λεπτότητος. καίτοι εἰ ἀντιλέγειν ἐβούλετο ἄντικρυς, φιλονεικότερον μὲν ἴσως, ἐλλογιμώτερον δ' οὖν, εἰ καὶ μὴ ὀρθῶς, εἶπεν ἂν καὶ αὐτὸς ἃ πολλάκις ἔνιοι τῆς μοχθηρᾶς αὐτοῦ φατρίας προύτειναν εἰς ἀντίθεσιν ῥήματα τοῦ ἁγίου αὐτοῦ κατὰ τῶν αὐτοῦ (δεδόχθω γὰρ ἄν, οἷς ἀσυνέτως μετιέναι ἔπεισι, ταῦτα ἀντίπαλα εἶναι ἀλλήλοις ἄλληλα), ἐκεῖνα δή φημι τὰ περὶ τῶν τοῦ Χριστοῦ δύο φύσεων τῷ ἁγίῳ λεχθέντα. τίνα δὴ ταῦτα; ἄνωθεν γὰρ ἀρξάμενος καὶ ἀποδείξεων ἐπιστημονικῶν καὶ θεοπρεπῶν τὸν λόγον ἐμπεπληκὼς ὁ θεῖος ἐκεῖνος Δαμασκηνὸς Ἰωάννης "εἶθ' ἑνωθεισῶν" φησίν "ἀλλήλαις κατὰ ἀλήθειαν τῶν δύο φύσεων εἰς μίαν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ, σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ τὸ θνητὸν ἔμεινε θνητὸν καὶ τὸ ἀθάνατον ἀθάνατον, καὶ τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, καὶ τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον." καὶ μετ' ὀλίγα "ἴσμεν γάρ" φησίν, "ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σώζεσθαι." πῶς δὲ σωθείη διαφορά, μὴ σωζομέ 3.356 νων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; ὁρᾷς ὡς οὐκ ἀπαγορεύει Ἰωάννης ὁ θεῖος ἐκ Δαμασκοῦ οὐδ' ἐκεῖ κατ' οὐδὲν τὸ παράπαν ἃ νῦν ἐπὶ τοῦδε συντίθεται; ἦ γὰρ ἂν ἦν αὐτὸς ἑαυτῷ μαχόμενος. ἀλλὰ τοῖς ἐκ τῶν τοιούτων διαφορῶν συγκεῖσθαι τὴν θείαν φάσκουσιν οὐσίαν ἐπιτιμᾷ, καὶ ἀνασοβεῖ μὴ λέγειν οὐσιώδεις διαφορὰς ἐπὶ θεοῦ, αἳ τὴν οὐσίαν συντιθέναι λέγονται ὡς ἐφ' ἡμῖν, ἀλλ' αἳ διαστέλλουσιν ἐκ τῶν κτιστῶν οὐσιῶν· τὸ γὰρ τῆς θείας οὐσίας ἑνιαῖον παντάπασι καὶ ἁπλοῦν πάσης καὶ παντοίας πάντῃ διαφορᾶς ἀνεπίδεκτον. ἡ γὰρ διαφορὰ φυσικῶς ἑπομένην ἔχουσα τὴν ἑτερότητα, πληθυντικὸν εὐθὺς ἀριθμὸν συνεισάγει· ὅπου δ' ἀριθμὸς καὶ πλῆθος, ἁπλότης εἶναι οὐ συγχωρεῖται μοναδική. καθάπερ καὶ ὁ θεῖος Μάξιμος ἀμερές φησι τὸ θεῖον διότι καὶ ἄποσον. καὶ πάλιν πᾶσά φησι διαφορὰ τῆς ἄλλων πρὸς ἄλλα κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἀνομοιότητός τε καὶ ἑτερότητος οὖσα δηλωτική, τὸ ποσὸν τῶν διαφερόντων πραγμάτων συνεισάγειν ἑαυτῇ πέφυκεν, εἴτ' οὐσιῶν εἴτε ποιοτήτων εἴτ' ἰδιοτήτων· τὰ μὲν γὰρ μὴ ἀλλήλοις πάντῃ ταὐτὰ ἕνα καὶ τὸν αὐτὸν τοῦ εἶναι οὐδαμῶς ἐπιδέχεται λόγον, τὰ δὲ πάντῃ ἀλλήλοις ταὐτὰ διαφορᾶς ἀνεπίδεκτα. καὶ γὰρ ἁπλοῦν ὡμολογηκὼς πρότερον εἶναι τὸ θεῖον, εἶτα τὸ πάντῃ φησὶν ἁπλοῦν διαφορᾶς εἶναι ἀνεπίδεκτον· διότι καὶ πάντῃ ταὐτὸν ἑαυτῷ καὶ μοναδικὸν καὶ ὅλον ὅλως ἄσχετον, ὡς τὸ ἐν ποσῷ 3.357 γένος οὐκ ἔχον κατηγορούμενον, καὶ διὰ τοῦτο παντελῶς οὐκ ἀριθμούμενον οὐδὲ διαιρούμενον. Ὁρᾷς πῶς ὅπου διπλόη φύσεων καὶ ἀριθμός, ἐκεῖ καὶ τῆς διαφορᾶς χώραν ἐχούσης ἔστι καὶ διαίρεσις εὐθὺς καὶ μερισμός, ὅπου δ' ἁπλότης μοναδική, ξένη τὸ παράπαν ἐκεῖ καὶ ἀφόρητός ἐστιν ἡ διαφορὰ καὶ ὁ μερισμός; ὥστε συλλογιστέον καὶ τὸν Δαμασκηνὸν Ἰωάννην μηδαμῇ μαχόμενον εἶναι δοκεῖν αὐτὸν ἑαυτῷ, ὅτ' ἐκεῖ μὲν 524
λέγει τὸ ἄκτιστον καὶ ἀθάνατον καὶ τὰ τοιαῦτα μὴ εἶναι διαφορὰς οὐσιώδεις, ἐνταῦθα δὲ τὴν οὐσιώδη σώζεσθαι διαφορὰν ἐπὶ τῆς εἰς μίαν ὑπόστασιν ἑνώσεως τῶν δύο φύσεων τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ μένειν τό τε κτιστὸν κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ ἔτι τὸ θνητὸν θνητὸν καὶ τὸ ἀθάνατον ἀθάνατον, καὶ τὰ τοιαῦτ' ὁμοίως ἅπαντα· ἀλλὰ τὸ προσῆκον ἑκατέρᾳ διδόντα διδασκαλίᾳ, σύμφωνα φθέγγεσθαι καθάπαξ ἑαυτῷ καὶ τῇ ἀληθείᾳ. προσεκτέον δὲ καὶ τῷ θείῳ Μαξίμῳ τὸν Παλαμᾶν διὰ τῶν εἰρημένων ἄντικρυς ἐλέγχοντι, τό τε ἁπλοῦν τῆς μιᾶς ἐξωθοῦντα θεότητος, καὶ πολλὰς τὰς διαφορὰς καὶ συνθέσεις ταῖς αὐτοῦ χαριζόμενον θεότησι, μᾶλλον δ' εἰπεῖν θεαῖς καὶ θεοῖς οἰκειότερον. Ἀλλ' ἐπανακτέον τὸν λόγον. ἐπὶ μὲν γὰρ τῶν συνθέτων ἡμῶν αἱ οὐσιώδεις διαφοραὶ διπλῆν ποιοῦσι καὶ τὴν σημασίαν. τά τε γὰρ ὑπὸ τὸ ζῶον εἴδη συντιθέασιν εἰδο 3.358 ποιοῦσαι, καὶ πρός γε ἔτι τῶν ἑτεροφυῶν διαστέλλουσιν οὐσιῶν. ἐπὶ δὲ τῆς μακαρίας ἐκείνης καὶ ἑνιαίας οὐσίας θάτερον μέν, τὸ τῆς συνθήκης, ἀπηγορευμένον τοῖς θείοις ἐνομίσθη πατράσι, θάτερον δέ, τὸ τῆς ἐκ πασῶν τῶν κτιστῶν διαστολῆς οὐσιῶν, καὶ σφόδρα συνδέδοκται· ἑνωθεισῶν γὰρ ἀλλήλαις φησὶ τῶν δύο φύσεων εἰς μίαν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ, σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁρίζοντα θεότητος καὶ ἀνθρωπότητος. Τὶ πρὸς ταῦτα φῄς, ὦ φίλε Θεότιμε; ἦ γὰρ οὐ λεληθέναι δοκεῖ σοι σαφῶς ἑαυτὸν ὁ Παλαμᾶς βακχικώτερον κατὰ τοὺς μαινομένους τρόπον ταῖς θείαις γραφαῖς προσιών, καὶ μεθαρμόζων ἀμούσως καὶ πόρρω θέων βαλβίδος εἰπεῖν, πῶς μὲν ἑκὼν πῶς δ' οὐχ ἑκών, καὶ μηδέσι συμφωνῶν, μήτε τοῖς οἰκείοις καὶ ὁμογνώμοσιν αὐτῷ τὴν δυσσέβειαν, μήτε τοῖς ἀντιθέτοις, μήθ' ἑαυτῷ; εἰ δὲ βούλει, μικρὸν ἀναμείνας ἀκούσῃ καὶ ἃ μεταξὺ λέγων ὁ Γρηγορᾶς περὶ τῆς τοῦ Παλαμᾶ κακονοίας συνελογίσατό τε καὶ ἀπεφήνατο. ἐκεῖνα μὲν γάρ φησιν οὐ προσίεται, δεδιὼς τὸν αὐτόθεν κατ' αὐτοῦ φυόμενον ἔλεγχον ἐκ τοῦ εὐθέος, ἅτε σύνθεσιν αὐτὸς κατὰ τῆς θείας ἐπινοῶν καὶ λέγων οὐσίας· ταῦτα δ' αὖ λήθης ἑκὼν παραπέμπει βυθοῖς, ἅτε καὶ αὐτοῖς ἐναντιούμενος ἄντικρυς καὶ λέγων καὶ γράφων. μεμενηκέναι γὰρ ὁ ἅγιος ἔφη τὸ ἀόρατον ἀόρατον καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, καὶ τὸ 3.359 ἄκτιστον ὁμοίως καὶ τὸ ἄπειρον, καὶ οὕτω σώζεσθαι σαφῶς τὴν τῶν δύο φύσεων οὐσιώδη διαφοράν· ὃ δὲ μιγνύει τὰ ἄμικτα, φύρδην οὕτως συγχέων καὶ ἀνακεραννὺς κακοτρόπως καὶ ἀμαθῶς. οὔτε γὰρ τὸ ἀόρατον μένειν ἀόρατον δίδωσι κατὰ τὴν τοῦ ἀκτίστου τε καὶ ἀπείρου φύσιν καὶ ἰδιότητα, οὔτε τὸ ἀπερίγραπτον ἀπερίγραπτον· ἀλλ' ἐν τῇ τοῦ περιγραπτοῦ καὶ ὁρατοῦ φύσει ταῦτα παρὰ φύσιν ὁ μάταιος συνελαύνει. καὶ ἅμα τῇ τῶν κτισμάτων. πῶς γὰρ ἂν ἔτι δύναιτο μένειν τὸ ἄκτιστον ἄκτιστον ὁρώμενόν τε καὶ περιγραφόμενον σωματικοῖς ὀφθαλμοῖς, τὸ νοεροῖς, καὶ ταῦτα κεκαθαρμένοις, οὐδ' ὅλως δυνάμενον· ὡς γὰρ ἥ τε ἐπιστήμη καὶ ὁ ταύτῃ ἑπόμενος Νύσσης Γρηγόριος φάσκει, τὸ περιγεγραμμένον ἄπειρον οὐ δύναται εἶναι· ὃ δὲ μὴ ἄπειρον, πεπερασμένον πάντως. πεπερασμένος ἄρα ὁ διάφορος τῆς θείας οὐσίας Παλαμίτης ἄκτιστος θεὸς καὶ ὁμοφυὴς τῷ ἀνάρχῳ καὶ ἀκτίστῳ γίνεται Παλαμᾷ. τὰ γὰρ τούτου τοῦτον ἐλέγχει γράμματα, ὡς δειχθήσεται ἑαυτόν τε καὶ εἴ τις βούλοιτό οἱ προσιέναι, πάντας ἄρδην ἀκτίστους δύνασθαι ποιεῖν ἰσχυριζόμενος· οὕτως εὔωνον παντάπασι τὸ τῆς ἀκτιστότητος γέγονε χρῆμα τῷ καταράτῳ, καὶ οἷον ἂν ἐξ ἀγορᾶς τις πρίαιτο δραχμῆς. Ἐκεῖνο δὲ πῶς ἄν τις κωφὸν παραδράμοι, τό, ἐπεὶ μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει 3.360 οὐσιώδεις. ἐχρῆν γὰρ αὐτῷ μὴ ἀνατρέπειν τοὺς ὅρους καὶ τοὺς ἐπιστημονικοὺς κανόνας τοῦ τε αἰτίου καὶ αἰτιατοῦ, μηδ' ἀντιστρέφειν ἀμαθῶς οὑτωσί· ἐπὶ γὰρ τῶν ἰδίων τε καὶ ἴσων ἀλλήλοις τὰ τῆς ἀντιστροφῆς συγχωρεῖται, ὡς τοῦ γελαστικοῦ τοῦ ἀνθρώπου καὶ τοῦ χρεμετιστικοῦ τοῦ ἵππου, καὶ οὐκ ἔνθα τὸ μεῖζόν τε καὶ ἔλαττον ἢ τὸ πρῶτον καὶ δεύτερον θεωρεῖται. αἴτιον γὰρ κἀνταῦθα καὶ πρῶτον, οὐχ ὡς ἀμαθῶς αὐτός φησι, διότι ἀμερὴς ἡ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ 525
ἔχει οὐσιώδεις· ἀλλὰ τοὐναντίον, εἰ καὶ τοῦτο δοίη τις ἐνταῦθα, διότι διαφορὰς οὐκ ἔχει οὐσιώδεις, διὰ τοῦτ' ἴσως ἐστὶ καὶ ἀμερής. καί τοι ἐχρῆν κἀνταῦθα τεχνικῶς διελόντα πρότερον εἰπεῖν, ποτέρας τῶν οὐσιωδῶν διαφορῶν ἐνταῦθα λαμβάνει. τὰς μὲν γάρ φασιν εἶναι καθ' ἃς ἄνωθεν κάτω τὰ γένη διαιρεῖται εἰς εἴδη καὶ ταῦτα εἰς ἄτομα, ἢ μᾶλλον εἰπεῖν τὰ ὅλα εἰς μέρη (ὅλον γὰρ ἑκάτερον, τό τε γένος καὶ τὸ εἶδος, καὶ ὅσα οὑτωσὶ πρὸς ἄλλα διαιρεῖται), τὰς δὲ καθ' ἃς τὰ διαιρεθέντα εἰδοποιεῖται. ὅμως ἐξ ἧς ἐπιφέρει γραφικῆς μαρτυρίας, δῆλον ὅπως ποτὲ καὶ τοῦτο ποιεῖ, ὅτι τὰς διαιρετικὰς καὶ ἄνωθεν ἐκ τῶν φύσει προτέρων εἰς τὸ κάτω μεριζομένας πλῆθος ὁμολογεῖ, ἄκων μὲν καὶ ἀμαθῶς κατὰ τὸ αὐτόματον εἰπεῖν, ποιεῖ δ' οὖν. πληθύνεσθαι γὰρ τὸ τοῦ θείου φάσκει Μαξίμου τὸν θεὸν τὸ καθ' ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματα ταῖς προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ' ἀμερίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας πολλὰς προπέμ 3.361 ποντα, μένοντα δ' ἐν τῇ ἑνότητι· τὸ γὰρ πληθύνεσθαι τὸν ἕνα θεὸν ταῖς προνοητικαῖς προόδοις, τουτέστι τοῖς τε ἐγκοσμίοις καὶ ὑπερκοσμίοις θαύμασι, διαιρεῖσθαι καὶ μερίζεσθαί ἐστιν ἀναλόγως, συμμαρτυρεῖν κἀνταῦθά οἱ ψευδόμενος καὶ συκοφαντῶν τὸν θειότατον Μάξιμον. εἰς γὰρ ἕτερον τὴν ῥῆσιν μεταφέρει νοῦν, κακοτρόπως συγκυκῶν καὶ ἀναμοχλεύων. περὶ ἧς καὶ πλείω λέγειν καὶ ἐξετάζειν καὶ διδάσκειν κἀνταῦθα τὸν ἀμαθῆ βουλόμενος ἔγωγε προσήκοντα νῦν τὸν καιρὸν οὐχ ὁρῶ· ὅ τε γὰρ τῶν ἄλλων ἄνωθεν ἀνθέλκων εἱρμὸς οὐκ ἐᾷ διατρίβειν με, καὶ ἅμα πρὸς ἄτεχνόν τε καὶ κακότεχνον ψυχὴν οὐκ εἰσιέναι δύναιτ' ἂν ῥᾳδίως οὔτε γοῦν βραχύ τι τῶν εὐλόγων μέρος οὔτε μὴν ἐν βραχυτάτῳ μέρει χρόνου. Ὅμως ἵν' ἐκεῖθεν ἀναλάβωμεν ἐπανιόντες αὖθις τὸν λόγον, καὶ τῶν ἀτόμων οὐσιῶν ἑκάστη μία καὶ πρώτη καὶ ἀδιαίρετός ἐστι, καὶ κατ' αὐτό γε τοῦτο καὶ ἀμερής. οὔτε γὰρ εἴδει οὔτε ἀριθμῷ εἶναι καθ' αὑτὴν μεμαθήκαμεν οὐδεμίαν αὐτῶν· διὰ γὰρ τοῦτο καὶ ἀτόμους οὐσίας φαμὲν τὰ τοιάδε· ἀλλ' οὐσιώδεις ὅμως ἔχουσι διαφορὰς ἐν τῷ οἰκείῳ ὅρῳ. οὐδὲ γὰρ οὐδὲν οὔτε τῶν ὁριζομένων οὔτε τῶν διαιρουμένων ἢ μεριζομένων ὑφ' αὑτὸ τὰς οὐσιώδεις ἔχει διαφοράς, ἀλλ' ἄνωθεν κατιόντα δέχεται τὸν συντιθέντα ὁρισμόν, ἐκ γένους ὄντα καὶ συστατικῶν διαφορῶν· ὁριζόμενοι γὰρ τὸν ἄνθρωπον οὐ 3.362 τὰς ἀτόμους καὶ φύσει δευτέρας οὐσίας κάτωθεν ἀνιχνεύοντες λέγομεν, φέρε εἰπεῖν ἐκεῖνο δὴ τὸ ῥηθὲν ὑφ' Ὁμήρου "γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος," καὶ εἴ τί που τοιονδὶ ταῖς καθ' ἕκαστα καὶ μερικαῖς συμπέπτωκεν οὐσίαις· ἀλλὰ ζῶον εἶναί φαμεν λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἐκ τῶν ἄνωθεν καὶ φύσει πρώτων δηλοῦντες αὐτόν, ἐπεὶ μήδε φαμὲν ἄνθρωπον εἶναι διὰ τὸ ἔχειν ὑφ' αὑτὸν Πλάτωνα καὶ Σωκράτην καὶ τὰς τοιαύτας, ὡς ἔφημεν, ἀτόμους οὐσίας καὶ ἀμερεῖς, ἀλλ' ὅτι διὰ τοῦ γένους τοῦ ζώου καὶ τῶν εἰρημένων συστατικῶν διαφορῶν εἰδοποιεῖται καὶ περιγράφεται καὶ εἰς ὡρισμένην καθίσταται φύσιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας μακρᾶς ἄνω ποταμῶν, τὸ τῆς παροιμίας, χωρεῖν τὰς πηγὰς ἀναγκάζει, λέγων ὡς ἐπεὶ μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. καὶ μὴν τὸ ἐπεί σύνδεσμός ἐστι κατασκευαστικός, καὶ ὕπαρξιν καὶ τάξιν ἀκολουθήσεως αἰτιατικὴν δηλῶν, ἅτε συναπτικὸς τῶν ἑκατέρωθεν ἄκρων ὑπάρχων καὶ τὴν αἰτίαν ἔχων αὐτῶν. τούτῳ δ' οὕτω δι' ἀμαθίαν ἀνατεθόλωται τὰ εἰρημένα ὡς Κάλχαντός τινος δεῖσθαι μάντεως Ὁμηρικοῦ. ἀλλ' οὐδ' ἐκεῖνον οἶμαι δυνηθῆναι ἂν τῷ ἀνακολούθῳ τῆς θέσεως, εἰ παρῆν, τὴν λύσιν παρασχεῖν· πῶς γάρ, ἃ μηδ' αὐτὸν λύειν οἶμαι δύνασθαι τὸν ἐξ ἰδίας γαστρὸς ἐρευγόμενον τὰ τοιάδε. ἃ γὰρ αἰτιώδει λόγῳ τίθενται, ταῦτα δήπουθεν καὶ λόγῳ λύονται τοιῷδε, ἃ δὲ μή, ταῦτα δὲ μή. 3.363 Σκεπτέον οὖν ἂν εἴη καὶ τὴν ὑστέραν ταύτην ἀμαθίαν ἐπὶ τῇ προτέρᾳ αὐτοῦ· οὐδὲ γὰρ οἶδεν ὡς τῶν πρός τι ὂν τὸ αἴτιον ἅμα ἐστὶ τῷ αἰτιατῷ καὶ ἄνευ αὐτοῦ νοεῖσθαι οὐκ ἔχει, ἅτε σχετικήν τινα καὶ συνδετικὴν δύναμιν ταύτην πρὸς ἄλληλα τῶν ἄκρων ἐχόντων· οἷον ὡς ἐν 526
ὑποδείγματι βραχεῖ, πολλαχῶς λεγομένου τοῦ αἰτίου, ποιητικόν ἐστιν αἴτιον, ὡς ὁ οἰκοδόμος τοῦ οἴκου· τελικόν, ὡς ἡ σκέπη δι' ἣν ὁ οἶκος· ὑλικόν, ὡς λίθοι καὶ ξύλα ἐξ ὧν ὁ οἶκος· εἰδικόν, ὡς ἡ διατυπουμένη καὶ εἰδοποιουμένη μόρφωσις ἐν τῷ φανταστικῷ τοῦ τεχνίτου· παραδειγματικόν, ὡς ἕτερος οἶκος πρὸς ὃν ἀφορῶν ὁ τεχνίτης τὸ ἀνὰ χεῖρας ἔργον τελεῖ· φυσικόν, ὡς ὁ πατὴρ τοῦ υἱοῦ. εἰσὶ καὶ ἀλλήλων αἴτια, ὡς τῆς εὐεξίας τὸ πονεῖν καὶ τοῦ πονεῖν ἡ εὐεξία. λέγουσι δ' ἔνιοι τῶν σοφῶν καὶ τὴν τύχην κατὰ συμβεβηκὸς συναίτιον ἐνίοτε ἐν τοῖς κατὰ προαίρεσιν ἕνεκά του γινομένοις. τοσούτων τοίνυν καὶ πλειόνων ὄντων τοῦ αἰτίου εἰδῶν, καὶ πάντων σαφῆ τὴν πρὸς ἄλληλα κεκτημένων συνάφειαν, λεγέτω μοι παρελθὼν ἐκεῖνος ὑπὸ ποίων τούτων ἀνάγει τὴν τῶν αὐτῷ γε νῦν εἰρημένην σχέσιν. τριῶν γὰρ τοὐλάχιστον ὅρων ἐν τοῖς συλλογισμοῖς ἀεὶ λαμβανομένων, τὴν συνδετικὴν τῶν ἄκρων ἐξ ἀνάγκης ἔχειν ὁ μέσος αἰτίαν ὀφείλει. ἀλλ' οὐχ οὕτω καὶ τῇ τοῦ Παλαμᾶ δοκεῖ ἀμαθίᾳ· ὅμοιον γὰρ τὸ παρ' αὐτοῦ λεγόμενόν ἐστιν ὥσπερ ἂν εἴ τις ἔλεγεν ὅτι, ἐπείπερ ἡ χιὼν λευκή ἐστι, διὰ τοῦτο οὐκ ἔστιν αἰσθητικόν· ὡς γὰρ ἐνταῦθα 3.364 συνάφειαν μεταξὺ σχετικὴν οὐδεμίαν ἡ λευκότης ἔχει πρὸς τὸ αἰσθητικόν, ἀναγκαίως ἐφελκομένην τὰ ἄκρα πρὸς ἑαυτήν (ἑτερογενὲς γὰρ ἑκάτερον ἑκατέρου), οὕτως οὐδ' ἐκεῖ πρὸς τὸ τῆς οὐσίας ἀμερὲς τὸ ἥκιστ' ἔχειν οὐσιώδεις διαφοράς. ἔπειτα καὶ τὴν θείαν οὐσίαν διαφέρειν φάσκοντες τῶν τε ἐγκοσμίων καὶ ὑπερκοσμίων πασῶν οὐσιῶν, οὐδαμῇ τῷ ταύτης ἀμερεῖ ἐνοχλοῦμεν· ταύτης γὰρ τὸ ἀμερὲς οὐ κατὰ τὰς ἐν κόσμῳ ταύτας ἀτόμους ἐστὶν οὐσίας (ἠλίθιον γὰρ καὶ νοεῖν καὶ λέγειν τουτί), ἀλλ' ὅτι ἀσώματόν τε καὶ ἄογκον καὶ ἄναρχον καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον καὶ πάντων ἥκιστα ὁρισμοῖς καὶ μερισμοῖς τεχνικοῖς ὑποπῖπτον, πλὴν εἰ μὴ διὰ τὴν τῷ θείῳ Βασιλείῳ συγκαταβατικώτερον μέν τινα τρόπον, ἐμφιλοσόφως δ' οὖν καὶ κατ' ἐπιστήμην ἐξενηνεγμένην ἀποφαντικὴν ῥῆσιν, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἡ οὐσία τῇ ἐνεργείᾳ δέχεται λόγον, φαίη τις ἂν ὁριζόμενος ὡς πρᾶγμά γε εἴη αὐθύπαρκτον ἡ οὐσία μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. ἐκείνῃ γὰρ μόνῃ τῇ θείᾳ καὶ ἁπλουστάτῃ φύσει τὸν τοιοῦτον προσήκειν φαμὲν ὁρισμόν, ἑτέρᾳ δ' οὐδεμιᾷ τῶν κτιστῶν ἁπασῶν. σύνθετοι γὰρ ἅπασαι, πᾶν δὲ σύνθετον ἐκ διαφόρων ἔχει τὸ εἶναι· ὧν ἕκαστα δεῖται ἀλλήλων. οὐκ ἂν οὖν ἀνενδεᾶ εἴη οὔτε τὰ μέρη οὔθ' ὅλον ἐξ ἐνδεῶν συμπληρούμενον. σαφῆ γὰρ τὴν ἀπόδειξιν ἔχει τοῦ πρὶν τῆς ἑκάστων ἐκείνων προσθήκης ἐνδεὲς 3.365 εἶναι. καὶ ἅμα ἀρχόμενον, οὐκ ἄρχον· ἡττᾶσθαι γὰρ ἀνάγκη οὗ δεῖται τὸ ἐνδεές. ᾧ δέ τι ἥττηται, τούτῳ καὶ δεδούλωται. ὃ δὲ δοῦλον, οὐκ ἂν εἴη κύριον οὐδ' αὐθύπαρκτον. οὐκ ἄρα, πλὴν μόνης τῆς θείας οὐσίας, τῶν ἄλλων οὐδεμιᾷ τὸ κυρίως ἁρμόττει αὐθύπαρκτον. οὐσιῶν γὰρ πεποιωμένων εἶναι ποιητὴν τὸν θεὸν ὁ θεῖός τε ἀπεφήνατο Μάξιμος, καὶ ἡ φύσις αὐτὴ διδάσκαλος ταῖς συνέσει διαφερούσαις αἰσθήσεσι γίνεται. μόνη γάρ, φησίν, ἁπλῆ καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία τῆς ἁγίας τριάδος. πᾶσα δὲ κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ ποιότητος. πᾶσα δὲ ποιότης ὑποκειμένης πάντως οὐσίας ἐστί, περὶ ἣν καὶ θεωρεῖται καὶ λέγεται, τὸ καθ' αὑτὴν εἶναι οὐδαμῶς ἔχουσα. διὸ καὶ δίχα ποιοτήτων ἀναλόγων ἑκάστοις οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν οὐσίαν ὑφίστασθαι δυναμένην ἐν κόσμῳ. οἷον ὡς ἐπὶ ὑποδείγματος, εἴ τις ἀφέλοι, ἐνεργείᾳ μὲν οὐκ ἂν φαίην (ἀδύνατον γὰρ τουτί) ἐπινοίᾳ δ' οὖν ὅμως, λίθου τινός, ἢ μᾶλλον εἰπεῖν, τὰς τῆς χιόνος ἐμφύτους ποιότητας, τήν τε λευκότητα δηλαδὴ καὶ ψυχρότητα καὶ ὑγρότητα καὶ εἴ τι τοιοῦτον, εἶναι τὸ λειπόμενον πάντως οὐδέν. ὃ δ' οὐδὲν καθ' αὑτό, πῶς αὐθύπαρκτον; καὶ ἐπὶ τῶν ὄντων εὑρήσεις ἁπάντων ὁμοίως ἀεὶ καὶ πασῶν οὐσιῶν τουτοΐ. Ἔχεις τοίνυν, ὦ φίλε Θεότιμε, διὰ βραχέων ὁρᾶν τοὺς ἀκανονίστους καὶ πόρρω παντὸς κανόνος κανόνας τοῦ Παλαμᾶ, 3.366 καὶ τὰς ἀκαθέκτους καθέτους, καὶ τὴν ἀστάθμητον, ἵν' οὕτως εἴπω, στάθμην τῆς Λεσβίας οἰκοδομῆς, τοὺς ἀσυλλογίστους λέγω συλλογισμούς, ὁποίους δι' 527
ἀμαθίαν πονηρῶν ἐξεμεῖ θησαυρῶν τῆς ἀτόπου γαστρὸς ἐκεῖνος, καὶ ὅπως κηλίδων μακρῶν καὶ ἀκαίρων ἐμπέπληκεν, οὖσαν ἀνενδεᾶ τε καὶ ὑγιαίνουσαν, τὴν εὐσέβειαν ὁ ταλαίπωρος, μάτην ἐκχέας κατὰ τὸν σοφὸν Σοφοκλέα τὴν ἄτοπον γλῶτταν αὐτοῦ κατ' αὐτῆς. οὔτε γὰρ ἐλεύθερον ἑαυτὸν τῆς ἐπενηνεγμένης αὐτῷ κατηγορίας φυλάξαι δεδύνηται, καὶ ἅμα φανερὸν ἐπεπράχει πολλῇ μὲν συζῶντα τῇ ἀμαθίᾳ, πλείονι δὲ τῇ τῆς αἱρέσεως κακοδοξίᾳ. διόπερ ἀκούει δικαίως ἃ μὴ βεβούληται, φράσας ἀδίκως ὅσα βεβούληται, οὐ μόνον ὅτι βέβηλος καὶ δυσσεβής, ἀλλ' ὅτι γε καὶ προῖκα βέβηλος καὶ δυσσεβής, καὶ πάντας δυσσεβεῖς τοῖς ἄγαν βεβήλοις νικῶν, καὶ πρεσβεῖον κακόδαιμον εἰς μοχθηρῶν πραγμάτων ὑπερβολὴν ἐκτιννὺς ἑαυτῷ. Καὶ περὶ μὲν τοῦ πρώτου σοι προτεθέντος ζητήματος ἀπόχρη τὰ εἰρημένα· περί γε μὴν τοῦ δευτέρου, τῆς Ἀθανασίου λέγω τοῦ θείου ῥήσεως, οὑτωσί πως ἀπήντησεν αὖθις ὁ Γρηγορᾶς, ἐπεξεργαζόμενος μὲν αὐτῷ διὰ μαρτυριῶν γραφικῶν, ἅμα δ' ἀναπληρῶν καὶ τὰ ἐνδέοντα τῷ προτέρῳ ζητήματι. οἶσθα γάρ, ὦ φίλε Θεότιμε, ἐν τῇ πρὸς Ἄρειον διαλέξει φάσκοντα Ἀθανάσιον ὡς οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτὴρ "πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν," ἀλλ' ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ταῦτα ἴδια ἔφη ὁ 3.367 κύριος, οἷον τὸ ἄφθαρτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικὸν καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα ἴδια τοῦ υἱοῦ τυγχάνει. ἐνταῦθα τοίνυν ὁ Γρηγορᾶς τὸν μέγαν ἔφασκεν Ἀθανάσιον διὰ τῆς πληθυντικῆς ἀπαγορεύσεως, τῆς οὐχ ἕνεκεν κτιστῶν πραγμάτων, ἀναιρεῖν μὴ ὅτι οὐ κτιστά, ἀλλ' ὅτι οὐδὲ πράγματα. εἰ δὲ μὴ καὶ τὴν θέσιν τῇ ἀρνήσει ἐπήνεγκεν, ἥκιστα τοῦτο καινόν. φησὶ γὰρ καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἶναι πολλὰ τῶν οὕτω λεγομένων, ἀρνητικῶς μὲν οὐ θετικῶς δέ. ὡς τὸ "οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα." οὔτε γὰρ δίδωσιν οὔτε μεμετρημένον· οὐ γὰρ μετρεῖται παρὰ θεοῦ θεός. καὶ οὕτως εὐθὺς ἀναιρεῖ προφανῶς ἐκείνους οἳ πολλά τε πράγματα καὶ ἅμα ἄκτιστα οἴονται τὰ θεοπρεπῆ τε καὶ κατὰ τὴν προφορὰν πολλὰ τῶν ὀνομάτων· οὐχ ἕνεκεν γάρ, φησί, πραγμάτων πολλῶν ἔφη ὁ σωτὴρ ἐκεῖνα τὰ πάντα. ἀδύνατον γὰρ μὴ κτιστὰ εἶναι, ἃ πολλά τέ ἐστι καὶ πληθυντικῶς λέγεται. μονὰς γὰρ ἡ θεία φύσις εἴτουν ἡ ἁγία τριάς, καὶ ἓν καὶ οὐ πολλά, ὡς πολλάκις ἡμῖν ἀνωτέρω διὰ γραφικῶν συνεπεράνθη δείξεων. φησὶ γὰρ καὶ ὁ θεῖος ἐκ Δαμασκοῦ Ἰωάννης, ὡς εἰ πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. εἰ δ' οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλον καὶ οὐ πολλοί. οὐ γὰρ ἂν διέφερον ἀλλήλων τὰ διαφέροντα κατὰ τὸν θεῖον Μάξιμον, εἰ μὴ τῶν λόγων οἷς γεγόνασιν ἐχόντων διαφοράν· 3.368 οὔτε γὰρ τὸ τέλειον οὔτε τὸ ἄπειρον οὔτε τὸ ἀπερίγραπτον ἐν τοῖς πολλοῖς φυλάττεσθαι δύναται. Ὁρᾷς πῶς, ὅπου διαφορᾶς ὁ λόγος ἔννοιαν παρεισάγει, ἕπεται μὲν εὐθὺς τὸ πλῆθος, ἐλαύνεται δὲ τὸ ἓν μετὰ τοῦ τελείου καὶ ἀπείρου καὶ ἀπεριγράπτου καὶ ὅσα τῆς θείας οὐσίας ἴδια, μᾶλλον δ' ὅσα πέφυκέ τε καὶ ἔστιν ἡ θεῖα οὐσία; ὥσθ' ὅπου τὸ κυρίως ἕν, ὁ θεὸς δηλαδή, χώρα τοῖς πολλοῖς καὶ διαφόροις οὐκ ἔστιν οὐδ' ἡτισοῦν. οὐ γὰρ θέσιν τινὰ τὸ θεῖον ἐκεῖνο ἓν δηλοῖ, καθάπερ τὸ ἐν τοῖς κτίσμασι καταχρηστικῶς λεγόμενον καὶ ἐν τοῖς πολλοῖς θεωρούμενον ἕν. ὃ καὶ ἀρχὴν εἶναί φασι παντὸς ποσοῦ, καὶ πλὴν οὐσίαν οὐχ ὑφίστασθαι καθ' αὑτό, καὶ ἄνευ τοῦ ἑνὸς τούτου μὴ εἶναι πλῆθος. ἡ γὰρ μετάληψις τοῦ ἑνὸς καὶ τὸ εἶδος αὐτοῦ τὸ τῶν πολλῶν ὑφίστησι ποσόν. ὅθεν καὶ δεκὰς μία λέγεται, καὶ χιλιὰς καὶ μυριὰς καὶ τὰ ἔτι τούτων λεπτότερα, τετράς τε μία καὶ πεντὰς καὶ τὰ τοιαῦτα, καὶ ὅσα τῇ τοῦ εἴδους μετοχῇ ταυτίζονταί τε καὶ πρὸς τὸ ἓν ἀναφέρονται. καὶ γὰρ τὸ πολλὰ τοῖς μέρεσιν ἓν τῷ ὅλῳ, καὶ τὸ πολλὰ τοῖς συμβεβηκόσιν ἓν τῷ ὑποκειμένῳ, καὶ τὸ πολλὰ τοῖς εἴδεσιν ἓν τῷ γένει, καὶ τὸ πολλὰ ταῖς προόδοις ἓν τῇ ἀρχῇ. καὶ οὐ μόνον ἐπὶ τῶν διωρισμένων, ἀλλὰ καὶ τὰ συνεχῆ πάντα μεγέθη, εἰ φεύγει τὸ ἕν, εἰς πλῆθος κατὰ ἀντιπεπόνθησιν θρυπτόμενα, καὶ τὴν οὐσίαν ἣν εἶχεν ἀπόλλυσιν, οὐκέτι ὄντα ὃ ἦν. 3.369 καθ' ὅσον γὰρ τὸ ἓν ἀπόλλυσιν, ἀλλάσσει καὶ τὸ εἶναι τμηθέντα, διὰ τὸ 528
εἶναι τὸ ἓν ἁπάντων στοιχείων ἑνωτικόν τε καὶ συλληπτικόν, ὁπόσα γένεσίς τε βόσκει καὶ φθορά. ἡ γὰρ ἑτερότης διαφορὰν τοῦ ὄντος εἰσάγουσα, πρὸς ἔννοιαν τοῦ μὴ ὄντος ῥᾳδίως ἐξίστησιν. οὐ μὴν τὸ θεῖον ἓν ἐκεῖνο τοιοῦτον· ποιητικὸν γὰρ τούτων συνθέτων ὄντων, ἁπλοῦν παντάπασιν ὂν ἐκεῖνο καὶ ὑπερκόσμιον. οὐδὲ θέσιν τοιάνδε δηλοῖ, ἀλλ' ἄρσιν ἐκ τῶν πολλῶν, ὅσα τε αἰσθητὰ καὶ ὅσα νοητά. εἰ γὰρ τὸ κυρίως ὂν ἕν, ἔσται ἄρα καὶ τὸ ἓν κυρίως ὂν καὶ νοῦ παντὸς ἐπέκεινα. τοῦ δ' ἑνὸς ἐπέκεινα τῶν πάντων οὐδέν. ὅθεν καὶ εἰκὼν ὁ νοῦς τοῦ ἑνὸς ἐκείνου λέγεται. εἶναι γὰρ καὶ τὸν νοῦν φῶς ἄυπνον καὶ ζωὴν μένουσαν καὶ νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ' εἰς τὰ παρόντα ἀεὶ καὶ ὡσαύτως ἔχοντα, σύμφωνά τε ὄντα ἑαυτοῖς καὶ οὐδαμῇ ποτὲ μαχόμενα. πρὸς δὴ τὸ τοιοῦτον ἕν, τὸν θεὸν δηλαδή, πάντ' ἐκεῖνα τὰ πολλὰ τῶν ὀνομάτων κατὰ τὸν θεῖον φέρονται Ἀθανάσιον, ἅ τε πρότερον ἐν ἄλλοις εἴρηκε λόγοις καὶ ἃ νῦν, τὸ ἄφθαρτον δηλαδή, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικόν, καὶ ὅσα ἐστὶν ὁ πατήρ. ἃ καὶ ἴδια καὶ τοῦ υἱοῦ φησὶν εἶναι, εἴτουν φυσικὰ καὶ οὐσιώδη, μᾶλλον δ' εἰπεῖν αὐτὸν εἶναι τὸν υἱόν. ὅσα γὰρ προσεῖναι λέγεται τῷ πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς κατὰ τὸν θεῖον Κύριλλον, ταῦτα πάντα ἐστὶν ὁ υἱός. τὸ ἄρα ἄφθαρ 3.370 τον καὶ ἄτρεπτον καὶ ἀκατάληπτον καὶ δυνατὸν καὶ προγνωστικὸν καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα πάντ' ἐστὶν ὁ υἱός. εἰ γὰρ καὶ περιφραστικῶς καὶ κατὰ τήν γε ἡμετέραν λέγοιτο συνήθειαν, ἀλλ' οὐ νόθα καὶ ἐπίκτητα τὰ τοῦ υἱοῦ ἴδια· ἓν γὰρ καὶ ταὐτὸν τῇ θείᾳ καὶ ἁπλουστάτῃ φύσει νοεῖται καὶ ἐστὶ καὶ λέγεται πάντα. ὅσα γὰρ ἀνήκει τῇ θεότητι, φησίν, ἑνικῶς καὶ μονοειδῶς, τῇ μιᾷ δηλαδὴ καὶ ἁπλῇ καὶ μόνῃ, ταῦτα κοινὰ καὶ φυσικὰ πατρὸς καὶ υἱοῦ καὶ ἓν καὶ ταὐτόν, ἐπεὶ καὶ θεότης μία, καθάπερ καὶ φύσις. συνηγορεῖ δὲ καὶ Κύριλλος ἐν θησαυροῖς Ἀθανασίῳ, ἴδιον υἱοῦ τὸ πνεῦμα λέγων. ὅρα δὲ καὶ πῶς ἐν τῇ προτάσει πληθυντικῶς εἰπὼν πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ἔπειτ' εἰς ἓν ἀγαγὼν συνεπέρανεν, οὐχ ὅσα ἔχει ὁ πατήρ, ἀλλ' ὅσα ἔστιν ὁ πατήρ. καὶ γὰρ ἀφελὼν τήν τε τοῦ ἔχειν περίφρασιν καὶ τὴν τῶν πολλῶν καὶ κτιστῶν πραγμάτων ὑπόνοιαν, οὐχ ὅσα εἰσὶν εἶπεν οὐδ' ὅσα ἔχει ὁ πατήρ, ἀλλ' ὅσα ἐστὶν ὀνομαζόμενος θεοπρεπῆ δηλαδὴ παρ' ἡμῶν ὀνόματα, ἅτε καὶ τῆς θείας οὐ προσιεμένης ἐκείνης ἁπλότητος πληθυντικήν τινα ὅλως ἔννοιαν. ὁρᾷς πῶς ὁ μέγας Ἀθανάσιος κατ' ἐπιστήμην εἰς τὸ ἓν συνεπέρανε τὸ πληθυντικῶς εἰρημένον "πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν," ἀπηγορευκὼς πρότερον μὴ περὶ πραγμάτων πολλῶν καὶ κτιστῶν οἴεσθαι λέγειν ἐκείνην τὴν θείαν φωνήν. περὶ γὰρ ἑκτοῦ καὶ ἔχον 3.371 τος καὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν τοιούτων μέμνησαι καὶ αὐτὸς ὡς ἀνωτέρω βραχὺ κατὰ χώραν ἑκάστῳ προσήκουσαν τεχνικὴν ἀποδέδεικται. Ἀλλ' εἰ βούλει, συνήγορος ἡμῖν καὶ ὁ θεῖος κεκλήσθω Βασίλειος, πάντα λέγων τὰ θεοπρεπῆ ὀνόματά τε καὶ νοήματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. ὅσα γὰρ ἄν, φησίν, εἴπῃς ἐπὶ θεοῦ ὀνόματα, καταφατικά τε δηλαδὴ καὶ ἀποφατικά, εἴτουν ἀπαγορευτικὰ καὶ ἀρνητικά, ἃ δὴ προσόντα τε καὶ μὴ προσόντα λέγεται πρὸς τῶν ἁγίων ἐνίοτε καὶ ἀλλαχοῦ, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον, εἴτ' ἀγαθὸν καὶ δίκαιον καὶ τὰ οὕτω λεγόμενα καταφατικά, εἰτ' ἀθάνατον καὶ ἄφθαρτον καὶ τὰ οὕτω λεγόμενα ἀρνητικά. διὰ γὰρ ἐκείνων, ἃ προσεῖναι λέγονται, καταφάσκομεν, διὰ δὲ τούτων ἀπαγορεύομεν ἃ μὴ πρόσεστιν, ὡς αὐτὸς ἐν τοῖς περὶ θεοῦ λεγομένοις φησὶν ὀνόμασι κατ' Εὐνομίου φερόμενος. ὅθεν ὁ ἀνώνυμος πολυώνυμος ἡμῖν ἀποροῦσιν ὀνόματος τοῦ κυρίως ἁρμόττοντος γίνεται, πλείσταις διαφοραῖς ὀνομάτων ἀνακαλύψαι βιαζομένοις τὴν περὶ τοῦ θείου ἡμῖν ἐγγινομένην ὑπόνοιαν. ὄνομα γὰρ σημαντικόν, ὁ Νυσσαέων φάσκει Γρηγόριος, τῆς θείας φύσεως οὐκ ἐμάθομεν· δήλωσιν δὲ προσηγορίας τοιαύτης δι' ἧς ἐμπεριλαμβάνηται ἡ ἄφραστός τε καὶ ἀόρατος φύσις ἢ οὐκ εἶναι καθόλου φαμέν, ἢ πάντως ἡμῖν ἄγνωστον εἶναι. 3.372 καὶ ἔοικε τὸ τῶν θεοπρεπῶν 529
ὀνομάτων πλῆθος ταῖς ἐκ τῶν περάτων τοῦ κύκλου πρὸς τὸ κέντρον συναγομέναις εὐθείαις, μερισταῖς μὲν οὔσαις ἔξωθεν, τὸ δὲ κέντρον μερίσαι μὴ δυναμέναις, ἀλλὰ μᾶλλον, ὅσον ἐφικτόν, ἐνιζομέναις. ἐν γὰρ τῇ θεωρίᾳ, φησί, τῆς νοερᾶς φύσεως, διὰ τὸ ὑπερκεῖσθαι τῆς αἰσθητῆς αὐτὴν καταλήψεως, στοχαστικῶς τῆς διανοίας ὀρεγομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἄλλοι ἄλλως κινούμεθά τε περὶ τὸ ζητούμενον, καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ νοηθὲν ἐξαγγέλλομεν. ὁ δ' ἀμαθὴς Παλαμᾶς διὰ γνώμης ἀτόπου μοχθηροτέραν ἕξιν παρὰ φαῦλον τὰς τῶν ἁγίων ῥήσεις ποιησάμενος, τὴν τοῦ θεοῦ συνεκύκησεν ἐκκλησίαν, οὐκ οἶδ' ὁπότερον, εἴτ' ἄκων ἀγνοῶν τὴν ἐκείνων διάνοιαν, εἴθ' ἑκὼν βλασφημῶν καὶ ἐν ὑποκειμένοις καὶ διαφόροις πράγμασι, τὰ διάφορα τῶν πολλῶν ἐκείνων θεοπρεπῶν ὀνομάτων ἀσεβῶς ἐκλαμβάνων, καὶ πολλὰς καὶ διαφόρους ἐντεῦθεν ἀκτίστους κηρύττων θεοὺς καὶ θεότητας. οὐδὲ γὰρ οὐδὲ Γρηγορίου τοῦ Νύσσης, ὡς ἔοικε, βοῶντος ἀκήκοεν, ὡς ὅταν μὴ μίαν εἶναι τὴν προσκυνουμένην φύσιν πιστεύσωσιν οἱ ἄνθρωποι, ἀλλ' εἰς διαφόρους θεότητας ταῖς ἐννοίαις ἀπενεχθῶσιν, οὐκ ἔστιν ὃ στήσει τὴν περὶ τὸ θεῖον ὑπόληψιν προϊοῦσαν διὰ τῆς κτίσεως, ἀλλὰ τὸ νομισθὲν ἐν τῇ κτίσει θεῖον ἀφορμὴ πρὸς τὴν ἴσην ὑπόληψιν τῷ μετ' ἐκεῖνο θεωρουμένῳ γενήσεται, 3.373 κἀκεῖνο τῷ ἐφεξῆς, καὶ διὰ πάντων ἡ τῆς ἀκολουθίας ταύτης πλάνη διενεχθήσεται, τῆς πρώτης ἀπάτης διὰ τῶν παρακειμένων μέχρι τῶν ἐσχάτων διεξιούσης· εἶτα ὡς ἂν μὴ τοῦτο, φησί, πάθοιμεν καὶ ἡμεῖς οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέπειν παρὰ τῆς γραφῆς διδασκόμενοι, πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν λατρεύειν τε καὶ σεβάζεσθαι, ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι. Ὁρᾷς τὸ τῶν πατρίων θεσμῶν καὶ ῥήσεων ἀναμφισβήτητόν τε καὶ δυσαντίβλεπτον μετὰ πάσης εὐκρινείας ἅμα καὶ καθαρότητος προϊόν; μόνην γὰρ τὴν θείαν οὐσίαν καὶ φύσιν λατρεύειν τε καὶ σέβεσθαι παραινεῖ· ἃ δ' ἀνούσιά τε καὶ πολλὰ καὶ τῆς θείας φύσεως ἐκτός, τούτων οὐδὲν οὐδαμῇ μήτε προσκυνεῖν μήτε σέβεσθαι. πολέμια γὰρ ἀλλήλοις καὶ πάνυ μαχόμενα τῷ τε μόνῳ τὰ πολλὰ καὶ τῇ οὐσίᾳ τὰ ἀνούσια. δυοῖν γὰρ ἀνάγκη περιπίπτειν θατέρᾳ, ἢ τῇ τῶν ἀσεβῶν ἀθεΐᾳ ἢ καὶ τῇ τῆς Ἑλλήνων πολυθεΐας ἀσεβεστέρᾳ κακίᾳ, μεταξὺ κειμένην παρατρέχοντας τὴν εὐσέβειαν. ὡς καὶ τοῦτο πολλάκις ἡμῖν ἀνωτέρω καὶ διαρκῶς ἀποδέδεικται, τὴν μὲν τῶν Ἑλλήνων δηλαδὴ πολυθεΐαν βραχύν τε καὶ οὐκ ἄπειρον τὸν ἀριθμὸν κεκληρῶσθαι, τὴν δὲ τοῦ Παλαμᾶ πέρας εὑρεῖν οὐδαμῇ ποτέ, οὐκ οἶδ' ὁπότερον εἴποιμι ἂν 3.374 προσηκόντως, εἴτ' οὐ βούλεσθαι εἴτ' οὐ δύνασθαι· ἄμφω γὰρ αὐτῇ μεγάλην ἔχει χώραν ἅμα καὶ οὐχ ἅμα. ἃ γὰρ ἀμαθοῦς ὁμοῦ καὶ κακοτρόπου διανοίας ἀπορρεῖ, τούτων εἶναι μηδὲν ὃ μὴ κακίας ἀπόζει μακρᾶς ἰδίᾳ καὶ κοινῇ. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε, καὶ τοῦτον εἰρῆσθαι τὸν τρόπον συμπέπτωκε τῷ Γρηγορᾷ περὶ τῶν δυοῖν ζητημάτων. 3.375 ΛΟΓΟΣ ΔΟΓΜΑΤΙΚΟΣ Γ. ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ ΔΙΑΛΕΞΕΩΣ ΗΝ Ο ΓΡΗΓΟΡΑΣ ΜΟΝΑΧΟΣ ΝΙΚΗΦΟΡΟΣ ΕΠΟΙΗΣΑΤΟ, ΑΡΞΑΜΕΝΟΣ ΜΕΝ ΑΠΟ ΤΟΥ ΒΛΣΙΛΕΩΣ ΚΥΡΟΥ ΙΩΑΣΑΦ ΤΟΥ ΚΑΝΤΑΚΟΥΖΗΝΟΥ, ΤΕΛΕΣΑΣ ΔΕ ΑΥΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΑΥΤΟΥ ΠΑΛΑΜΙΤΑΣ. Εἶεν, ὦ φίλων ἄριστε Πρωταγόρα. τὰ μὲν δὴ μέχρι καὶ ἐς τόδε σοι εἰρημένα καὶ ἔγνων ἀκηκοὼς καὶ τῷ φανταστικῷ τῆς ἐμῆς ἀνάγραπτα ψυχῆς ἐπεπράχειν, μνήμης τε ἔαρ δημιουργῶν ὡς εἰπεῖν ἐμαυτῷ, καὶ ἅμα λήθης γῆρας οὑτωσί πως ἐπιτεχνώμενος. καί σοι χρεὼν εἰδέναι με χάριτας οὐ βραχείας, ὅτι μὴ καὶ μάλα πλουσίας ὁμολογοῦντα πρῶτον μὲν τοῖς διαλεκτικοῖς ἀγῶσι τοῦ Γρηγορᾶ, ὅτι πολεμουμένοις τοῖς τῆς εὐσεβείας δόγμασι τό γε εἰς αὐτὸν ἧκον ἀνθοπλίζε 3.376 ται συμμαχῶν ἀεί, ἔπειτα καὶ μεγαλονοίᾳ τῇ σῇ εὐφυῶς τε ἀναλεξαμένῳ τὰ χρειωδέστερα τῶν ἐκείνῳ λεχθέντων καὶ τράπεζαν ἡμῖν ἡδίστην αὐτὰ παραθέντι μεγαλοψύχως καὶ δίχα φορτικοῦ τινὸς ἤθους παντός. σὺ δ' εἰ βούλει, καὶ δευτέραν ἐμοὶ ταύτην ἔφεσιν πρὸς 530
θεοῦ τελεῖν προθυμήθητι. ἀκήκοα γὰρ καὶ Ἰωάσαφ τὸν προβεβασιλευκότα Καντακουζηνόν, ἀνιαθέντα λίαν ἐπὶ τῷ Γρηγορᾷ γραφαῖς καὶ ἱστορίαις μακραῖς δεδωκότι τὰ τῆς διαλέξεως ταυτησὶ καὶ ἀκοαῖς δημοσίαις ἐπ' αἰσχύνῃ τοῖς ἀμφὶ Παλαμᾶν δεδωκότι, ταῦτ' ἄρα μέρη τινὰ τῶν γραφέντων ἀναλαβόντα, λογίων ἀμαθῶν οἴκοι συγκροτῆσαι συνέδρια συνεχῆ, καὶ θεολόγους ἀλόγους χειροτονῆσαι, παιδείαν ἐξαίφνης ἀπαιδαγώγητον ἐμφυσήσαντα σφίσι, καὶ διαλεκτικῶν ἀνάδοσιν αὐθημερὸν οὑτωσὶ μηχανησάμενον αὐτοσχέδιον, καὶ οὕτως εἰπόντα δὴ καὶ ἀκούσαντα λοιδορίας παμπόλλους κατὰ τῶν τοῦ Γρηγορᾶ ῥημάτων καὶ λόγων ἐκείνων, ταὐτὸν δ' εἰπεῖν κατὰ τῆς εὐσεβείας ἄντικρυς αὐτῆς, ἔπειτα πλείοσι βιβλίοις αὐτὰ μετεγγράψαντα διανεῖμαι τοῖς αἱρεσιώταις, καὶ μυρμηκιὰν λοιδοριῶν ἐν γραφαῖς ἀσελγῶν τὴν ταχίστην προστεταχέναι γενέσθαι. ἑνὸς δ' ἐκεῖθεν καὶ ἡμίσεος ἐνιαυτοῦ τριβέντος, κενὸν καὶ ἀνήνυτον τὸ τῶν ἐλπίδων σφίσι θέρος ἐβλάστησε. καὶ τὰ τῆς παροιμίας ἀτεχνῶς ἑωρᾶτο· ὤδινε γάρ, φησίν, ὄρος καὶ ἔτεκε μῦν, καὶ ἄνθρακες ἦσαν αὐτοῖς οἱ προσδοκώμενοι θησαυροί. καὶ ὅσαι 3.377 τοῦ τοιούτου κόμματος ἦσαν παροιμίαι, χώραν ἔσχον τηνικαῦτ' ἐκλαλεῖσθαι· μετὰ γὰρ τοσοῦτον, ὡς εἴρηται, χρόνον ὀφθέντα τὰ ἐκείνων δυσσεβῆ καὶ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν κεκτημένα λογάρια, μᾶλλον δ' εἰπεῖν ἀμβλωθρίδια, κατάγνωσιν μὲν τοῖς οἰκείοις, γέλωτα δὲ τοῖς ἡμετέροις ἐνεποίει μακρόν. διὸ καὶ βραχὺ φανέντα ὁμοῦ τῷ πληγέντι ἀέρι πρὸς τἀφανὲς ᾤχοντο ἀπιόντα. οὐ μὴν κόρος ἦν οὐδ' οὕτω τῆς κατασχούσης τοὺς δυσσεβεῖς κακίας οὐδείς, ἀλλ' ἑτέραν ἐφ' ἑτέρᾳ τρίβον τοῖς λογισμοῖς ἐβάδιζον. καὶ πασῶν ὀψὲ βελτίστη σφίσιν αὕτη νενόμισται. λόγοις γὰρ φιλικοῖς διὰ μέσων φίλων ἀνδρῶν ἀξιοῖ Γρηγορᾶν Καντακουζηνὸς οἴκαδε παρ' αὐτὸν ἀφικέσθαι πρὸς ἀνάμνησίν τε καὶ ἀνανέωσιν ἴσως τῆς προτέρας φιλίας ἐκείνης. καὶ ὃς νομίσας ἐπαγγελίαν ἐπανορθώσεως ἔχειν τὸ πρᾶγμα, αὐτός τε, ὡς φασίν, ἀφίκετο, καὶ σέ γε συνέκδημον ἦν ἐπαγόμενος. καὶ ἃ μὲν ἠκηκόειν αὐτὸς παρ' ὁτωνδήποτε, ταῦτ' ἐστίν· ἃ δ' ἑξῆς ἐγεγόνει, καὶ ὅπως καὶ ὅθεν τὰ τῆς διαλέξεως αὖθις ἀρξάμενα ὅπῃ συνεπεράνθη, ἡδέως ἂν παρὰ σοῦ πυθοίμην. Συνεληλυθότοιν ἀμφοῖν, ὦ φίλε Κλεόδημε, πρὸ δείλης ἑῴας ἐς τὸ μοναδικὸν τοῦ προβεβασιλευκότος Καντακουζηνοῦ φροντιστήριον, προσηνῆ μὲν καὶ ἠρέμα γλυκεῖαν ἔσχε τὴν ἀρχὴν τὰ τῆς ὁμιλίας, καὶ ὡς ἦν αὐτοῖς εἰωθὸς ἐκ πολλοῦ, ταραχῆς δὲ τὰ ἑξῆς καὶ θορύβου πάντα μεστὰ ἐγεγόνει πα 3.378 λινδρομήσαντα. ἀρξαμένου γὰρ βασιλέως τοῦ Καντακουζηνοῦ μεταξὺ τῆς ὁμιλίας τὸν Παλαμᾶν ἐπαινεῖν, τὸν λόγον εὐθὺς οἱ ἀμφ' αὐτὸν μονάζοντες ἄνδρες καὶ πλήρεις σοφίας ἁπάσης εἶναι οἰόμενοι, αὐτόν τε ἐθαύμαζον Παλαμᾶν καὶ τὰ ἐκείνου δόγματα πλέον ἢ κατὰ βασιλέα Καντακουζηνὸν ἀνύμνουν, ὡς καλῶς μὲν λέγοι περὶ ἐνεργειῶν ὅτι τε ἄπειροι καὶ διάφοροι μὲν τῆς θείας οὐσίας ἄκτιστοι δὲ καὶ ἀνούσιοι, ὡς καλῶς δ' αὖ καὶ περὶ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει γενομένου πάλαι φωτὸς ἀποφαίνεται ὅτι τε ἄκτιστον κἀκεῖνο καὶ διάφορος τῆς Ἰησοῦ θεότητος ἄλλη θεότης. ἀπήντησεν εὐθὺς ὁ Γρηγορᾶς ὀνειδίζων πῶς ἂν εἴποιμι σφίσι καὶ καθαπτόμενος τῆς ἀωρίας, ὅτι μηδὲ μετὰ τὴν τοῦ κυρίου παιδείαν συνιέναι ἔχουσιν, οὐδ' αἰδώς τις ἔπεισιν ὅτι μοναδικόν ἐστιν ὃ νῦν περίκεινται σχῆμα, ἀλλὰ περιφανῶς αὐτοῦ καταψεύδονται, ἀπᾴδοντα μὲν αὐτῷ ἀπᾴδοντα δὲ τῷ καιρῷ φθεγγόμενοι καὶ παίζοντες ἐν οὐ παικτοῖς. τό τε γὰρ σχῆμα μὴ μόνον θεολογεῖν οὐ προστάττει, ἀλλ' οὐδὲ φθέγγεσθαι δίδωσιν ἔξω τῆς ὀφειλομένης πρὸς θεὸν ὑμνῳδίας, ἐργάζεσθαι μὲν οὖν ἀεὶ ταῖς χερσὶν ὅση δύναμις. καὶ ἅμα τῶν πάλαι θείων ἐπεισῆγε μαρτυρίας ἀνδρῶν, δυσωπητικωτέρας οὔσας ἐκείνας, οἱονεί τινι πολιᾷ τὸ αἰδέσιμον ἐσχηκυίας διὰ τὴν τῶν εἰπόντων ἀρετήν τε καὶ ἀρχαιότητα. ἀκούομεν γάρ, φησί, καὶ Παύλου λέγοντος "αἱ χεῖρες αὗται διηκόνησαν ἐμοὶ καὶ τοῖς σὺν ἐμοί." πολυλογίαν δὲ καὶ ὁ τῆς μοναδικῆς πολιτείας δι 3.379 δάσκαλος Ἰωάννης κενοδοξίας καθέδραν εἶναι φησίν, ἀγνωσίας τεκμήριον, εὐτραπελίας χειραγωγόν, 531
ψεύδους ὑπουργόν, κατανύξεως ἀφανισμόν, καταλαλιᾶς θύραν, τῆς κατ' ἀνθρώπων δηλαδὴ λοιδορίας, καὶ οὐδαμῇ τῆς κατὰ θεοῦ· τοῦτο γὰρ οὐδ' ἐπὶ νοῦν τῷ θείῳ ἐκείνῳ ἀφίκετ' ἀνδρί. ὁ γὰρ τὴν κατ' ἀνθρώπων λοιδορίαν οὕτω κολάζων πῶς οὐκ ἂν ἐξεπέπληκτο καὶ πρὸς ἀφωνίαν κατηνέχθη, λοιδορίας ἀκούων κατὰ θεοῦ; λοιδορία γάρ ἐστι κατὰ θεοῦ πάντως ἡ τῶν ἀμαθῶν ἄκαιρος θεολογία. καὶ τοῦτο δῆλον ἡμῖν ὁ Χρυσορρήμων αὐτίκα ποιήσει. ἐτίμησε γάρ σε ὁ θεός, φησίν, οὐχ ἵνα αὐτὸν ὑβρίζῃς· ὑβρίζει γὰρ αὐτὸν ὁ τὴν οὐσίαν αὐτοῦ περιεργαζόμενος. τούτοις ἐκεῖνοι τὸ εἰωθὸς ἀντεισῆγον ἐκεῖνο· εἶτα ἐρρῶσθαι φράσομεν, φησί, τὰς θεολογικὰς τῶν ἁγίων βίβλους ὡς ἂν εἰ ἐπ' οὐδενὶ χρησίμῳ τοῖς πεπονηκόσι γραφείσας; χαίρειν δ' ἐάσομεν τὸ θεῖον εὐαγγέλιον ὃ τὰς γραφὰς ἡμῖν ἐρευνᾶν παραινεῖ; Πρὸς ταῦτα ὁ Γρηγορᾶς οὑτωσί πως ἀπήντησεν. αἱρετικῶν μοι προφέρετε, ἄνθρωποι, ῥήματα. τίνων δὴ τούτων; ὧν τὴν ἄτοπον ἔρευνάν τε καὶ πολυπραγμοσύνην δημοσίᾳ τοῦ Χρυσορρήμονος ἐξελέγχοντος οὔπω γε ἠκηκόειτε, ὡς ἔοικεν. ἀκούσεσθε δὲ νῦν, καὶ εἰ μὴ πάνυ τι σφοδρῶς γε εἴη ὑμῖν πρὸς βουλήσεως, τὰς τῶν αἱρετικῶν ἀντιθέσεις συχνά τε κἀκ 3.380 τοῦ σύνεγγυς ἀνατρέποντος. ἀνάγνωθί σου, φησίν, τὴν ὁμολογίαν, αἱρετικέ. ὅτε προσῆλθες βαπτισθῆναι, τί εἶπες; καὶ ἐπὶ μὲν τῶν φρικτῶν ἐκείνων μυστηρίων τὴν πίστιν προσήγαγες, νῦν δὲ τοῦ θεοῦ πολυπραγμονεῖς τὴν οὐσίαν; ἀλλ' ὅρα τὶ πάλιν ὁ ἐχθρὸς ἀντιλέγει τῆς ἀληθείας· μὴ γὰρ ἀργοὺς ἡμῖν ὁ θεὸς δέδωκε λογισμούς; μὴ γὰρ ἁπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριον; δεῖ καὶ λογισμοῖς ἐρευνᾶν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν. ἀλλὰ χρεών, φησίν, ἐχθρὲ τῆς ἀληθείας, τῆς ἐξετάσεως ὅρον εἶναι τὰ θεῖα λόγια καὶ τοὺς παρ' αὐτοῦ δοθέντας ἡμῖν τῆς εὐσεβείας κανόνας. σὺ δ' ὑπερβαίνων βιάζῃ τὴν ἀλήθειαν. καὶ ὅρα πάλιν τίνας ὁ αἱρετικὸς ὑποφέρει λόγους. οὐχ εὑρίσκομεν, φησίν, τὴν πίστιν ἀσφαλῆ πανταχῇ. εὑρίσκομεν γὰρ τὸν Ἀδὰμ ἀπὸ τῆς πίστεως πεσόντα. ὅρα δὲ καὶ τοῦ Χρυσορρήμονος τὴν ἀνθυποφοράν. βλέπε, φησί, πάλιν τοῦ πονηροῦ δαίμονος τὰ ῥήματα τοῦ πάντα τολμῶντος. ἀλλ' οὐχ ὁ πιστεύων τῷ τυχόντι πιστός, ἀλλ' ὁ θεῷ πιστεύων ἀληθῶς. μὴ γὰρ ἔδειξας ὅτι θεῷ πιστεύσας ἀπώλετο; διαβόλῳ πιστεύσας ἀπώλετο, θεῷ ἀπιστήσας ὠλίσθησε. τούτοις μὲν δὴ οὖν τοῖς ῥήμασι τὸν αἱρετικὸν ἐπεστόμισε τότε· μὴ μόνον δ' οὖν, ἀλλὰ καὶ ὅσοι ἐκεῖθεν ἐς τόδε ταὐτὰ τοῖς αἱρετικοῖς ἐκείνοις προφέρουσιν ἕτεροι, τοῖς αὐτοῖς τοῦ Χρυσορρήμονος ἅπαντες βέλεσι πλήττονται. 3.381 Τούτων δ' οὕτω λεγομένων ἤρξαντό τινες τῆς ἐφεδρείας ἐπεισιέναι. σύνηθες γὰρ τουτὶ Καντακουζηνῷ προλοχίζειν ἐφεδρείας ἐν τοῖς τοιούτοις καὶ Τελχίνων τοιούτων ἐπιφέρειν ἐξ ἀφανοῦς στρατόπεδα, αὐτῷ μὲν συμμαχίαν, τοῖς δ' ἀντιθέτοις ἔκπληξιν· ὧν ὁ πρῶτος καὶ μάλιστα πάντων ὁμόψυχός τε καὶ ὁμογνώμων καὶ πάντα στεργόμενος ἀνελάμβανεν εὐθὺς τὰ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει φωτὸς ἐκεῖνα, καὶ ἐλοιδόρει τὸν ὑπὲρ Χριστοῦ καὶ τῶν θείων τῆς ἐκκλησίας δογμάτων μυρία παθόντα δεινὰ Θεόδωρον, ὃς πρὸς τῶν εἰκονομάχων μετὰ πλείστας πρότερον καὶ διαφόρους κολάσεις καθάπερ ἀμνὸς κατὰ γῆς ἐκταθεὶς ἀκμαῖς σιδήρων ἐστίζετο γραφόμενος ἅπαν τὸ πρόσωπον, ἔμενε δὲ τὴν ψυχὴν ἀκλινής, ἕως εἰς ἐξορίαν ἀπενεχθεὶς τῷ ἀδεκάστῳ δέδωκεν αὐτὴν ἀθλοθέτη θεῷ. ἐλοιδόρει δ' ἐκεῖνον ὅτι βοηθῶν ὀρθοδόξοις βιβλία κατὰ τῶν εἰκονομάχων ἀφῆκε τῷ βίῳ, τὴν ἐκείνων τότε ἐξελέγχοντα δυσσέβειαν, νῦν δὲ τὴν Παλαμικήν, ἐκ μιᾶς ἀρξαμένων ἀμφοῖν προφάσεως, τοῦ ἐν Θαβωρίῳ λέγω τῷ ὄρει φωτός, ὡς δειχθήσεται πλατύτερον προϊόντος τοῦ λόγου. καὶ ποία τοῦτον, ἔφασκεν, οἶδεν ἐκκλησία; καὶ τίς αὐτοῦ ποτὲ μνήμην πεποίηται τῶν ἡμερῶν; καὶ πολλὰ τοιαῦτα συνείρων τὴν τῶν βλασφημιῶν ἐπήνεγκε κορωνίδα, ὅτι πάνθ' ὅσα βιβλία πεποιῆσθαι λέγεται κατὰ τῶν εἰκονομάχων αὐτῷ αἱρέσεων γέμει μακρῶν. καὶ εἰ μὲν ἕτεροί τινες ὑποβολιμαῖα πα 3.382 ρεισενέγκαντες τὸ αὐτοῦ γε ἐπέγραψαν ὄνομα, ἀνέγκλητος μὲν ἔσται αὐτός, τὰ δὲ βιβλία οὔ· εἰ δ' αὐτοῦ τῷ ὄντι βεβαίως εἰσίν, ὁμοῦ τοῖς βιβλίοις ἄρα ἀπόβλητος 532
καὶ αὐτὸς καὶ τοῖς ἄλλοις αἱρετικοῖς ἐναρίθμιος. Τοσούτων οὖν καὶ οὕτω μεγέθους ἀσεβείας ἐχόντων λόγων αὐτήκοος ὁ Γρηγορᾶς γεγονὼς σφόδρα τε ἐξεπλάγη καὶ ἄφωνος ἔμεινεν ἄχρι καὶ ἐς ὥρας μακρόν τι διάστημα. ἔπειτα θυμοῦ καὶ ζήλου θείου μεστὸς γεγονὼς τοιάδε, στραφεὶς πρὸς τὸν Καντακουζηνόν, φησί. τί μου τὸ γῆρας οὐκ ἐᾷς ἠρεμεῖν, ἀλλ' ἐπιβουλεύεις ἀεί; τί με ταῖς σαῖς ἀεὶ μερίζων αἱρέσεσιν οὐκ ἐνάρκησας οὐδ' ὀψὲ τῆς ἡλικίας τῆς σῆς καὶ τῆς νῦν βαρυδαίμονος τύχης; τί μ' ἄλλοτ' ἄλλοθεν ὡς ἐκ λόχμης καὶ δρυμοῦ προσβάλλων, οὐ τολμᾷς κατὰ μέτωπον ἄντικρυς τὸν σὸν ἐπιφέρειν πόλεμον, ἀλλ' οὐκ ἔστιν οὔθ' ὅθεν οὔθ' ὅτε μὴ τὴν σήν μοι προσάγεις ἀτέκμαρτον πεῖραν; τί κατὰ τῶν θείων δογμάτων ἄλλοτ' ἄλλους ἐγείρεις Ὀλύμπους καὶ Παρνασοὺς βλασφημίας αὐτομαθοῦς καὶ ὀψιμαθοῦς; τί κατὰ τῶν θείων πατέρων χαράδρας ἀνορύττεις ἀεὶ καινοτέρας καὶ μόνῃ τῇ σῇ παρευρημένας αὐτοθελεῖ ἐπινοίᾳ; τίνα τοῦτον ἐξ αὐτοσχεδίου τῷ θείῳ ἐκείνῳ πατρὶ καὶ σοφῷ διδασκάλῳ τῆς ἐκκλησίας νέον ὁπλίζεις Ἀρχίλοχον ἢ μᾶλλον Ἀρχιλόχου πίθηκον, ὃς πρὶν ἢ μαθεῖν ἄπονον οἴεται 3.383 εἰληφέναι ταμίαν σοφίας τὴν Ἡσιόδου δάφνην, καὶ μόνῃ θελήσει τὸ δογματίζειν ἁλώσιμον. ἢ οὐκ ἀκούεις, τί ταῦτ' ἐπὶ σοῦ τὸ σχετλιώτατον τοῦτο καὶ μεμηνὸς ἀνδράριον ἐξηρεύξατο; ἆρ' ἀνεκτὰ ταῦτ' ἀκοαῖς λόγῳ καὶ διανοίᾳ διοικουμέναις; φθέγξαι τι πρὸς ταῦτα, ἵνα γνῶμεν εἰ μὴ ὁμότροπον τρέφεις γοῦν ἐν τούτοις καὶ αὐτὸς τὸ τῆς γνώμης βουλόμενον. ἡ γὰρ σὴ σιωπὴ σφαλεροῦ συνειδότος ὑποψίαν ἀνειληφυῖα πολλάς, οἶμαι, ἐγερεῖ κατὰ σοῦ τὰς τῶν λοιδοριῶν τρικυμίας. ἦ γὰρ οὐκ αὐτὸς ἑαυτοῦ τε καὶ τοῦ σφετέρου θιάσου παντὸς ἄντικρυς καταμαρτυρεῖ καὶ τῶν ἀσεβειῶν ἐπιψηφίζεται τὴν μεγίστην; ὃν γὰρ πᾶσαι διαρρήδην τιμῶσιν εὐσεβῶν ἐκκλησίαι, καὶ ὃν ὑμνοῦσι λογογράφων καὶ μουσουργῶν ὁσίων χοροὶ κατὰ πᾶσαν χρόνου περίοδον, καὶ οὗ τοὺς ἄθλους καὶ τὰ σοφὰ παλαίσματα διὰ πάσης ἠχῆσαι γῆς διαγέγονε, τοῦτον οὗτος ἰσχυρίζεται μὴ εἰδέναι, ἀλλ' εἰς τόδ' ἡλικίας παντάπασιν ἀμφότερον διαμεῖναι, καὶ τυφλὸς τῶν γινομένων καὶ κωφὸς τῶν λεγομένων, ὅμοιον ὥσπερ ἂν εἰ καὶ περὶ τοῦ παγκοσμίου τοῦδε φωτός, τῆς ἡλιακῆς ἐκείνης λαμπάδος, ἀγνοεῖν διετείνετο εἴ τις εἴη τῶν ζώντων ἀπολαύων αὐτοῦ. δυοῖν γὰρ ἕπεται θάτερον· ἢ γὰρ εἰωθὸς ὂν τοῖς αἱρεσιώταις αὐτοῦ καὶ νόμιμον συνάξεων ἀπέχεσθαι καὶ πάσης ἱερᾶς ὑμνῳδίας ὡς τὰ πολλά, τῶν ἱερῶν διὰ τοῦτο 3.384 λογίων ἀμύητος καὶ αὐτὸς τὸ παράπαν διατετέλεκεν, ἢ συνιὼν μὲν ἐνίοτε τύχης ἐλαυνούσης τινός, ἔπειτα τοῖς ἄλλοις ἐκεῖ συμπαρὼν μέν, οὐχ ὁρῶν δὲ θεοτήτων ἀκτίστων σμῆνος ἀπείρων, πρόσχημα τὴν σύστασιν καὶ οὐχ ἑκουσίῳ δρᾷ διανοίᾳ καὶ γνώμῃ, τὸν προφανῆ τῆς κακίας ἔλεγχον δεδιώς· διὸ καὶ ὁρῶν οὐχ ὁρᾷ καὶ ἀκούων οὐκ ἀκούει. οὐδὲ τῶν λεγομένων ὅλως ἐπαΐει, ὡς γίνεσθαι σαφὲς ἐπ' αὐτοῦ τὸ λεγόμενον πρὸς τῆς γραφῆς "ἀκοῇ ἀκούσεται καὶ οὐ συνήσει, καὶ βλέπων οὐ μὴ ἴδῃ· ἐπαχύνθη γὰρ ἡ καρδία αὐτοῦ." Πολλῶν δ' ὅμως ὄντων οἳ τὰ ἐκείνου λαμπρῶς ἐπ' ἐκκλησίας ὑμνοῦσιν ἁπάσης, ὁπόσαι γῆν τε καὶ θάλασσαν διαλαχοῦσαι τὸ εὐσεβὲς ἐφαπλοῦσι κήρυγμα, καίριον εἶναι δοκεῖ μοι νῦν ἀπολεξαμένῳ πρὸς μέσον ἕνα που καὶ δύο παραγαγεῖν, καὶ δεῖξαι τουτωῒ τἀνδρί, καὶ εἴ τινες εἶεν τὸ ἠλίθιον αὐτῷ παραπλήσιοι, ἐξ ὀνύχων τὸν λέοντα κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα, τὰς τοῦ προκειμένου λέγω μάρτυρος ἀθλήσεις, ὅσας τε καὶ οἵας ὑπὲρ φύσιν, ἐν ὅροις μένων τῆς φύσεως, ἐκαρτέρησε πάσχων ἐκεῖνος, καὶ πρός γε τὸ μέγεθος τῆς σοφίας μεθ' ἧς ἀντιλέγων τὰς τῶν εἰκονομάχων ἐνστάσεις ἀράχνης δίκην διέλυε. καὶ πρῶτος μὲν ὁ πάσας σχεδὸν τὰς τῶν ἐξόχων ἁγίων μνήμας δι' αἰῶνος ἀκοαῖς εὐσεβῶν παραπέμψας, καὶ πᾶσαν πανήγυριν τοῖς οἰκείοις λόγοις κοσμήσας τε καὶ πνευ 3.385 ματικῆς ἐμπεπληκὼς εὐφροσύνης, μεταφραστὴς Συμέων ἐκεῖνα λεγέτω, παρεληλυθὼς ἡμῖν ἐνταυθοῖ. μετὰ γὰρ τὸ τὰς πολλὰς ἐκείνας κολάσεις καὶ τιμωρίας διεξελθεῖν, ὁποίας καὶ ὅσας ἐκαρτέρησε πάσχων ὁ γενναῖος τότε Θεόδωρος, κἀκείνων ἐπιτροχάδην μέμνηται οὓς ἀντεπῆγε λόγους 533
πανσόφους τοῖς τῶν εἰκονομάχων τότε σοφοῖς καὶ τυράννοις τρισὶν ἐφεξῆς τὴν διαδοχὴν κατ' αὐτοῦ κληρουμένοις ἐν ἔτεσι πέντε καὶ εἴκοσι, λαμπρῶς παρρησιαζόμενος καὶ τὴν τῶν θείων διδάσκων εἰκόνων τιμήν, καὶ διασαφῶν τὰ τοῦ δόγματος, καὶ τὰ ἐκείνων προβλήματα καθαιρῶν ἐν δυνάμει λόγου καὶ πνεύματος, ὡς θαυμάζειν μὲν τὸν βασιλέα, φησίν, θωπεύειν δ' ἐπιχειρεῖν, ἄνδρα τοσοῦτον ἐπὶ σοφίᾳ ὑποποιήσασθαι προθυμούμενος, δι' οὗ πολλῶν ἐν βραχεῖ περιέσεσθαι ἤλπισεν· ἔρωτι γὰρ ἁλῶναι βασιλέα φησὶν ὁμόφρονα τοῦτον ἔχειν, ἢ πάντως ἄρχειν οὐδὲν αὐτῷ διαφερομένων. μάρτυρας δ' εἶναί φησι τῆς αὐτοῦ σοφίας καὶ τῆς πρὸς τυράννους ἐνστάσεως ἃς ὑπὲρ εὐσεβείας ἐκεῖνος ἐξέθετο βίβλους, διασωζομένας ἀεὶ προνοίᾳ θεοῦ, πολύτιμον οἷς εὐσεβεῖν ἐστι θέλησις θησαυρόν. οὐ μόνον δὲ ἀλλὰ καὶ τάδε διέξεισι. τοῦ σώματος ἤδη καταξανθέντος, φησί, ταῖς μάστιξιν αἵματί τε τοὔδαφος ἐπιχρώσαντος, ὡς οὐδεμίαν αἴσθησιν αὐτὸς ὑπομείνας τῶν ἀλγεινῶν, εἱστήκει γυμνὸς ἐν μέσῳ τοῦ βήματος, ὥσπερ τινὶ κόσμῳ ταῖς πληγαῖς ἐγκαλλωπιζόμενος, καὶ θέατρον οὕτω καὶ 3.386 ἀγγέλοις καὶ ἀνθρώποις κατὰ Παῦλον γινόμενος. τίς δ' ἀπαριθμεῖσθαι, φησί, δυνηθείη ἂν τὰς φυλακάς, τὰ ναυάγια, τὸν λιμόν, τὰς ἡλιακὰς ἐκκαύσεις, τὰς νυκτερινὰς ψύξεις, τὰς ἐπιβουλάς, τὰς ἐπαναστάσεις, τοὺς καθ' ἡμέραν θανάτους, τὰς αὖθις ἐπὶ πληγαῖς πληγάς, τοὺς ῥαβδισμοὺς καὶ τὰ ἐπὶ κόρρης ῥαπίσματά τε καὶ στίγματα; τέλος δέ φησιν γήρᾳ καὶ νόσῳ, πρὸς δὲ καὶ κακοπαθείᾳ τῇ ἐκ φρουρᾶς πιεζόμενος ἐν αὐτῇ τῇ φρουρᾷ θεῷ τὴν ἑαυτοῦ ψυχὴν παρατίθησιν, ἄμωμον μὲν τῇ πράξει τὸν βίον ἄπταιστον δὲ τῇ εὐσεβείᾳ τὸν λόγον διατηρήσας, καὶ ἀνεπίληστον τῆς αὐτοῦ μαρτυρίας μνήμην καταλιπών. λέγεται δέ, φησί, καί τινα τῶν γερόντων κατ' ἐκεῖνο καιροῦ πολλῷ τῆς εὐσεβείας ζήλῳ φερόμενον ὑπεριδεῖν μὲν καὶ βασιλικῆς ἀπειλῆς, ἀφειδῆσαι δὲ καὶ αὐτῆς τῆς ζωῆς, ἵνα πίστει τῷ τοῦ μακαρίου προσπεσὼν λειψάνῳ χάριτος ἐκεῖθεν μετάσχοι· καὶ εἷς τῶν ᾀδόντων γενόμενος καὶ αὐτὸς κατὰ τὸν τῆς ἐκδημίας ἐκείνου καιρόν, ἐβεβαιοῦτο μετὰ ταῦτα ὡς εἴη τότε φωνῆς ἄνωθεν ψαλλόντων ἡδίστης καὶ θαυμασίας ἀκούων, εἴτε τις ἀγγελικὴν ἐννοήσειε ταύτην, εἴτε τινὰ ἄλλην νεύματι θεοῦ γενομένην. θεῷ δῆλον ἂν εἴη, καὶ ὅσοις τὰ τοιαῦτα διορᾶν ἄξιον. καὶ κεῖσθαί φησι τὸ ἱερὸν τοῦ ἁγίου σῶμα θαύμασιν ἀφθόνοις διὰ παντὸς σεμνυνόμενον καὶ πᾶσι τοῖς προσιοῦσι παρέχον ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, καὶ ἁπλῶς εἰπεῖν παθῶν παντοίων ἀπαλλαγὴν εἰς δό 3.387 ξαν θεοῦ τοῦ σωτῆρος Χριστοῦ. καὶ ταῦτα μὲν περὶ τῆς Θεοδώρου σοφίας καὶ τῶν θαυμάτων ὁ θεῖος διέξεισι μεταφραστὴς ὡς ἐν τύπῳ εἰπεῖν καὶ σκιωδῶς πως τὴν δήλωσιν τοῖς μὴ συνιεῖσιν ἀφοσιώσασθαι. ὅ γε μὴν Θεοφάνης ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ καὶ αὐτὸς τοὺς καθ' ἑκάστην καὶ πᾶσαν ἡμέραν τοῦ χρόνου παντὸς πάντως σχεδὸν ἁγίους, ὅσοι πρὸς αὐτοῦ θεῷ καθιερωθέντες δρόμοις ἀσκητικοῖς ὁμοῦ καὶ μαρτυρικοῖς ἀπήλλαξαν, μέλεσιν οἰκείοις αὑτοῦ σοφωτάτοις ὑμνήσας λαμπρῶς τε καὶ διαρκῶς, ὁ Θεοδώρῳ τῷ θείῳ ἐκείνῳ μάρτυρι καὶ σοφῷ διδασκάλῳ τῆς τοῦ θεοῦ ἐκκλησίας, ὡς εἴρηται, γενόμενος ἅπαντα ἀδελφὸς καὶ ψυχὴν καὶ σῶμα καὶ γνώμην καὶ ἄθλησιν καὶ συμπαρὼν καὶ συμπάσχων αὐτῷ, ἐπεὶ τοῖς μεγίστοις ἐκείνοις ἐκείνου συναπελθόντος ἄθλοις μόνος τῷ βίῳ περιελείφθη, ἀπελαθείσης ἤδη καὶ τῆς εἰκονομαχίας προνοίᾳ θεοῦ τοῖς τούτων ἀγῶσιν ἐπικαμφθέντος, κοσμεῖ καὶ τοῦτον τοῖς ἑαυτοῦ μέλεσιν, ἐκεῖνα περιᾴδων καὶ ἀριθμούμενος ὧν αὐτόπτης ἦν αὐτὸς καὶ συναθλῶν καὶ μάρτυς γινόμενος ἀξιόπιστος. Ἀλλὰ τῶν καλῶν εἶναί μοι κἀνταῦθα δοκεῖ βραχέα πρὸς ἔνδειξιν παραθεῖναι τῷ λόγῳ, καὶ τῶν τῷ ἁγίῳ ἐπενεχθεισῶν τήμερον ὕβρεων πρὸς τοῦδε τοῦ δυσμενοῦς ὑπέρτερον δεῖξαι παντάπασιν. φησὶ γὰρ πρὸς τὸν γενναῖον καὶ 3.388 θεῖον ἐκεῖνον καὶ πάνσοφον ἄνδρα ὁ γενναῖος ἐκεῖνος καὶ ὁμότροπος ἀθλητής "τὸν τίτλον τῆς σῆς ὄψεως ἰδόντα παραχωρεῖ τὰ χερουβὶμ τοῦ ξύλου τῆς ζωῆς, ἡ δὲ φλογίνη ῥομφαία εὐλαβῶς τὰ νῶτά σοι δίδωσι, πάνσοφε Θεόδωρε." καὶ πάλιν "ὁ 534
τίτλος πάλαι μὲν τῇ κορυφῇ ἐπέκειτο τοῦ βασιλέως Χριστοῦ, ἐγγεγραμμένος ξύλῳ τοῦ σταυροῦ· ὁ δὲ σὸς τίτλος, πάνσοφε, τῇ σῇ κεκόλαπται κεχαραγμένος ὄψει εὐκλεέστερον." καὶ πάλιν "ὑψωθεὶς ἐπὶ σταυροῦ πάλαι Χριστὸς ἐκεντήθη τὴν πλευράν· σὺ δὲ τεθεὶς ἐν ξύλῳ καρτερῶς τὰς κεντήσεις ὑπέμεινας, ὥσπερ κριὸς ἐπίσημος, ἱερομύστα, σφαγιζόμενος." ἐγὼ δὲ πάμπολλα λέγειν ἔχων τοιαῦτα καὶ μείζω τούτων, οὐ βούλομαι τοῖς ἀκούειν ἥκιστα βουλομένοις δοκεῖν ἐπαχθής· οἷς γὰρ τὸ ἀρκοῦν οὐκ ἀρκεῖ, τούτοις ἀρκέσει τῶν πάντων οὐδέν, οὐδ' ἂν εἴ τις νικήσας τὴν ἀνθρωπίνην φύσιν βροντώδη φθέγγηται. ὅπου γὰρ τοσούτων ὑπὲρ αὐτοῦ βοώντων διὰ πάσης τῆς οἰκουμένης ἀνὰ πᾶν ἔτος καὶ χρόνου παντὸς περίοδον, καὶ ὃν οὑτωσί πως ὑμνοῦσιν ἄνθρωποι μὲν ἀπὸ γῆς καὶ θαλάσσης καὶ πάσης ἑῴας καὶ ἑσπερίου λήξεως, καὶ ᾧ τὰ διὰ Χριστὸν ὑπὲρ εὐσεβείας στίγματα τὸ χερουβὶμ αἰδεσθὲν τοῦ ξύλου παραχωρεῖ τῆς ζωῆς, καὶ ᾧ τὰ νῶτα δίδωσιν ἡ φλογίνη ῥομφαία, τοῦτον οὐκ εἰδέναι φησὶν ὁ ταλαίπωρος οὑτοσί, τίς ἂν γένοιτο μηχανὴ τῆς ἀμηχάνου καὶ λιθίνης αὐτοῦ καθικέσθαι ψυχῆς δυναμένη; ἐμοὶ μὲν οὖν 3.389 πολλή τις καὶ ἀτέκμαρτος ἐνταυθοῖ περικέχυται ἀπορία, οὐχ ὅπλων ἀντιρρητικῶν ἀπουσίᾳ (μυρία γὰρ ἡμῖν ἀμυντήρια πρόκειται τὴν τοῦ λόγου κατάλυσιν ὑπισχνούμενα)· ἀλλ' ἐπειδὴ τὸ γνῶναι νόμον κυρίου διανοίας ἐστὶν ἀγαθῆς, ᾧ πάντως διάνοια μὲν ἥκιστα πρόσεστιν ἀγαθή, μακρὰ δ' ἀωρία τῶν αὐτοῦ λογισμῶν κατορχεῖται, τούτου νόμος οὐδεὶς οὐδὲ παιδεία κυρίου καθικέσθαι δυνήσεται ποτέ. εἰ γὰρ κατὰ μὲν τὴν νοερὰν ψυχὴν λεγόμεθα ἄνθρωποι, ζῶα δὲ κατὰ τὴν αἰσθητικήν, καὶ πρός γε ζῶντα κατὰ τὴν θρεπτικήν, ᾧ μὴ κατὰ τοὺς τῆς νοερᾶς ψυχῆς κανόνας καὶ νόμους ἐξεγένετο ζῆν, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι τίνι τοῦτον κλήρῳ προσνεμηθῆναι χρεών, λεγέτω δ' ὅστις οὐ ῥάθυμον ἔχει γλῶτταν ἀποφαντικοὺς περὶ τῶν πάνυ προδήλων ἀποδισκεύειν λόγους. ὥστ' εἰ κἀμοὶ φορτικόν τι δοκεῖ καὶ σφόδρα ἀνάξιον θρασεῖ καὶ νωθρῷ τὴν διάνοιαν ἀντιλέγειν ἀνδρί, οὐδέν, οἶμαι, καινὸν οὐδ' ἐκστατικὸν τοῦ καθήκοντος εἴη ἄν, ἀλλὰ καὶ σφόδρα τῶν προσηκόντων ὅρων ἐντός. Ὁ μὲν οὖν Γρηγορᾶς τοιαῦτα εἰπὼν καὶ οὑτωσὶ προοιμιασάμενος, ἔπειτα μακροὺς ἐπὶ τούτοις διεξῆλθε λόγους, ἐλέγχων μὲν τὰ φρυγανώδη καὶ νέα τῶν ἀντιθέτων δόγματα, καὶ ταῖς ἀναμφιλέκτοις ἀποδείξεσι βάλλων κατὰ σκοπὸν ὡς ἀπὸ εὐκύκλου τόξου καὶ στερροῦ, ὑπερμαχῶν δὲ τῶν θείων τῆς ἐκκλησίας δογμάτων, καὶ ὅσοι ταυτὶ καλῶς συνέθεντο 3.390 θεῖοι πατέρες, καὶ μάλιστα πάντων τοῦ θείου ἐκείνου ἀνδρός, Θεοδώρου φημὶ τοῦ γράπτου, εἰς ὃν ὁ θρασὺς ἐκεῖνος καὶ πόρρω παιδείας ἁπάσης βαδίζων ἐξύβρισεν ἄνθρωπος. ἐπεὶ δ' ἐπὶ τὸ χεῖρον ἐκραγεῖσαν ἤδη τὴν τῆς βλασφημίας εἶδεν ὑπερβολήν, καὶ ἅμα θυμοῦ καὶ μανιώδους γλώττης οὐ πόρρω τὸ ἦθος ἐκείνων, ἀνέστη τε εὐθὺς καὶ ἀπῄει, χαίρειν φράσας αὐτοῖς πρὶν καὶ παραβολώτερόν τι ἀκοῦσαι καὶ παθεῖν ὑπὸ σφῶν παρὰ προσδοκίαν ὡς ἐν δικτύῳ μόνος περικλεισθείς, τοῖς αἰθερίοις παραπλησίως πτηνοῖς, οἳ τὴν αἰθέριον ἐκείνην καὶ φυσικὴν ἐλευθερίαν ἀφέμενοι πρὸς δίκτυα καὶ βρόχους αὐτομολοῦσιν ἐθελονταί, σχεδίῳ καὶ φαντασιώδει πλάνῃ ἑαυτοὺς ἐπιρρίπτοντες δι' ἁπλότητα, πρὶν αἰσθέσθαι τε καὶ σκέψασθαι καὶ πρὶν μαθεῖν ἃ χρὴ παθεῖν. Ἐξιών γε μὴν ἐκεῖθεν ἐνετύγχανε παρὰ τὴν ὁδὸν σποράδην ἄλλοτ' ἄλλοις τῆς Παλαμικῆς φατρίας, ἐπὶ τὸ τοῦ Καντακουζηνοῦ βαδίζουσι φροντιστήριον, ὑπ' ἐκείνου πρὸ τῶν ἑωθινῶν αὐτῶν δι' ἀποστόλων κρυφίως κληθεῖσι πρὸς διαλεκτικὴν σύνοδον πάλαι μελετηθεῖσαν κατὰ τοῦ Γρηγορᾶ, ἐπαγγελίας προειληφόσιν ἐκεῖθεν παρ' αὐτῷ τὴν ἡμέραν ἐκείνην διατελέσειν ἅπασαν. ἐθαύμαζον οὖν ἐκεῖνοι παρὰ προσδοκίαν αὐτὸν ἀπιόντα ὁρῶντες ἀρτίως τὸν Γρηγορᾶν, τοῦ ἡλίου τὰς πρωινὰς ἀνύοντος ἔτι πορείας. καὶ τοίνυν ἔνιοι τούτων κατόπιν δραμόντες ἠρώτων τῆς οὕτω ταχείας ἐπανόδου τὴν αἰτίαν. 3.391 ἀρξαμένου δ' ἐκείνου καθ' ἕκαστα διηγεῖσθαι, ἔρως κατέσχεν αὐτοὺς ἕπεσθαί τε καὶ ἀντιλέγειν ὅσα εἰδέναι σφίσιν ἐπῄει τῇ κοινότητι τῆς φατρίας 535
ὁμόλογα καὶ ὁμόστοιχα. ἐπεὶ δὲ καὶ παρὰ τὴν οἰκίαν ἤδη τῷ Γρηγορᾷ συνεληλύθεσαν, τὸ συνεχὲς ἐκείνης τῆς διαλέξεως πλατυτέρᾳ γλώττῃ διήνυον καὶ τὴν νόσον τῆς δυσσεβείας εἰς προῦπτον ἐξῆγον. καὶ ἦν ἰδεῖν τῆς νόσου χαλεπώτερον τὸ νοσεῖν ἐφίεσθαι. ἃ γὰρ ᾔδεσαν, οὐ καλῶς ᾔδεσαν, καὶ ἃ προύφερον, ἀπῆν αὐτῶν ἡ σὺν εὐκοσμίᾳ πρόοδος. τῶν γὰρ βιβλίων ἀνοιγομένων εὐθὺς ἃ πάλαι τοῖς θείοις πατράσιν ἐκτέθειται, ἠναγκασμένης τέχνης δεῖσθαι τὴν ἀλήθειαν οὐκ ἔτι ἐνῆν· αὐτόματος γὰρ ἐκ τοῦ ῥᾴστου πρὸς φῶς ἐβάδιζεν ὁ τοῦ ψεύδους ἔλεγχος. οἷς οὖν ἀνέλεγκτα ψεύδεσθαι ἥδιστον, τούτοις ἀψευδῶς ἐλέγχεσθαι ἔχθιστόν τε καὶ Ὀλύμπων ἁπάντων βαρύτερον. δυσανασχετοῦντες ἐβόων παγγλωσσίᾳ κόρακες ὣς κατὰ Πίνδαρον, ἵνα μὴ λέγω δίκην κολοιῶν ἀσήμοις κραυγαῖς παταγούντων καὶ ὁμιχλώδη τινὰ τὸν ἀέρα τῇ ἀκοῇ καὶ πάνυ τι δύσηχον παρασκευαζόντων. ἃ πάντα κατ' ἐμαυτὸν ἀνακυκλῶν καὶ ἀνελίττων ἐγώ, καὶ διευθύνειν καὶ ἀναφέρειν ἐθέλων εἰς τὸν εἱρμὸν ἐκεῖνον καὶ συνάπτειν εἰς ἓν τὰς ἐκδρομὰς καὶ ἀναστροφὰς ἐκείνας καὶ ἀναλήψεις τῶν καθ' ἕκαστα ἐπιχειρημάτων τε καὶ ἐργασιῶν, καὶ ὅσαι κατ' ἔνστασιν ὑποφοραὶ καὶ ἀνθυποφοραὶ καὶ λύσεις ἐξ ἀνάγκης ἕπονται τουτοισί, λίαν ἐργῶδες ὁρῶ καὶ ἀνα 3.392 χωρῶ πρὸς ἐμαυτόν, τὸ τῆς σιωπῆς ἀσπαζόμενος ἄπραγμόν τε καὶ ἀνεπίφθονον. Μή μοι τοιαῦτα λέγε καὶ πρότεινε, φίλων ἄριστε Πρωταγόρα. μίαν γὰρ οὐδεμίαν οὐδετέρῳ φέρει τὴν ὄνησιν τὰ τῆς σιωπῆς. ἐμοί τε γὰρ ἐπιεικῶς ἀφόρητον τὴν ζημίαν κομίζει, καὶ ὅσοι λίχνον κατ' ἐμὲ περὶ τὰ βελτίω τὴν ἀκοὴν ἐξέθρεψαν. σοὶ δ' ὅσον ἀπειλεῖ τῆς ψυχῆς τὸ πρᾶγμα τὸν κίνδυνον, αὐτός τ' ἂν εἰδείης ἐξετάσει καὶ βασάνῳ τελεωτέρᾳ διδούς, καὶ ἅμα συλλογιζόμενος πῶς μὲν τῶν ἀντιθέτων αἰσχυνεῖς τὰς γλώττας λέξας τὰ καίρια, πῶς δὲ τῶν ἡμετέρων ἐπιρρώσεις τὰς φρένας, ἀμφιρρεπεῖς ἐνίων ἐνιαχοῦ γινομένας δι' ὀλιγομαθίαν ἴσως· οὐ γὰρ ἄν ποτε φαίην κἀγὼ κατ' ἐνίους τὴν νόσον καλοῦντας ἀγκυρῶν ὀρφανήν τινα οἴησιν, εὐχερῶς ἐφ' ἑκάτερα ταλαντευομένην, ὁλκάσι παραπλησίως, ἃς ταραχώδεις ἀγκάλαι θαλάττης ἀπολαβοῦσαι νυκτὸς ἀλιμένοις ἀκταῖς καὶ χωρίοις ἐπέρριψαν. ἔπειτα οὐδὲ φορτικός τις ἐγώ σοι φανοῦμαι, πάντα καθ' ἕκαστα λέγειν ἐκεῖνα καὶ ἀπαράλλακτα τήμερον τὴν ἀνάμνησιν ἐπάγων· ἁπλῆς γάρ τινος ἀφηγήσεως ἀκροατὴς καὶ ἀπεριέργως γενέσθαι ἐφίεμαι, κατὰ τὸ ἐν Πυθοῖ λόγιον τοῦ ἄγαν αὐτός τε ἀεὶ φειδόμενος, καὶ οἷς ἀεὶ ξύνειμι φείδεσθαι παραινῶν. φέρε τοι νῦν τὰ τῆς γλώττης πρυμνήσια λύσας, εὐρυτέραις ὀθόναις δίδου τὸν πλοῦν, ἀκοαῖς χαιρούσαις ἐντυχών, κρηπῖδα στερρὰν ὑποβαλλομέναις τὸν τῶν λεχθησομέ 3.393 νων πόθον. ὃ δὴ κράτιστον ὁρμητήριον εἰς ἄγαλμα φιλοτιμίας γλώττῃ σύν γε προθυμίᾳ λέγειν ἐθελούσῃ τε καὶ πρὸς τὰ ἐρρωμένα τῆς διηγήσεως ἀφορώσῃ καθίσταται. Ἐγὼ δέ σε τῆς τῶν λόγων οἰκονομίας καὶ τῆς τῶν τρόπων χρηστότητος πολλάκις θαυμάσας, ὦ φίλε Κλεόδημε, νῦν μᾶλλον ἢ πρότερον τὴν εἰς βραχὺ συνωθουμένην σοι τῶν λόγων ἄγαμαι πειθώ. ταῦτ' ἄρα καὶ μὴ λυπεῖν ἐθέλων ὃν θεραπεύειν εἱλόμην σέ, ἐρῶ μέν, μέτρια δ' ἐκ πολλῶν, καὶ ὅσα ἀναγκαῖα τῇ χρείᾳ καὶ τῷ καιρῷ, σῆς τε ὠφελείας ἕνεκα καὶ ἅμα τῶν σοι παραπλησίως αἱρουμένων ἀκούειν ταυτί. εἰ δὲ κάλλους ἐκείνου γυμνώσας τὴν φράσιν παντὸς διά τε σὲ καὶ ὅσοι κατά σε, ἐστενωμένην καὶ ἁπλουστέραν προθείην σοι τὴν ἀφήγησιν, ἀναξίως μὲν τῆς τῷ Γρηγορᾷ καθηκούσης δόξης παντάπασι δρῶν, ἀναξίως δ' εἴ τις εἴη κἀμοὶ σύντροφος γνώμη τε καὶ παιδεία, ὥρα σοι ἐννοεῖν τίνα ποτὲ καὶ ὅσην τὴν σὴν ἐν τοῖς τῆς ἐμῆς καρδίας τεθησαύρισμαι κόλποις φιλίαν. εἰ δὲ καὶ μὴ οὐ κατὰ τὸν σὸν ἀπαντῴη σκοπὸν ὁ λόγος, σὲ δ' ἀνεμέσητον ἐμοὶ τὴν πρόθεσιν τῆς ψυχῆς σου φυλάττειν χρεών. τὸ μὲν γὰρ ὑπὸ τύχης ὡς τὰ πολλὰ τυραννεῖσθαι συμβαίνει, ἄλλοτ' ἄλλα κεκτημένης καὶ ἀσύμφωνα τὰ ἐφόδια· τὸ δέ, ἀλλὰ καὶ τοῦτο μόνην τὴν προθεσμίαν καὶ πρώτην κίνησιν τῆς ψυχῆς ὡς ἐπὶ πλάστιγγος ἀρρεποῦς τε καὶ θεοπρεποῦς ταλαντεύεσθαι ἀξιοῖ. 3.394 Περὶ μὲν οὖν τῶν ἄλλων ὅσα σοι ἐχρῆν 536
ἀκοῦσαι, διεξεληλυθότος ἐμοῦ γε ἀκήκοας ἄνωθεν ἄχρι καὶ ἐς δεῦρο τὸν ἐφικτόν γε τρόπον· περί γε μὴν τῶν ἐν Θαβωρίῳ τῷ ὄρει πάλαι θαυματουργηθέντων εἰ λέγειν ἐπιχειροίην, πολλή μοί τις ξενοδοχεῖν ἀπειλεῖ δυσχέρεια, εὐθὺς πρὸ πυλῶν τὰς ἑαυτῆς ἐφαπλοῦσα παγίδας καὶ ὅσα δήπου τὰ τῆς κακίας ἔνεδρα. οὐχ ὅτι κατὰ τοὺς ὀρθοὺς τῆς φύσεως λόγους προσεῖναι τῇ ὑποθέσει συμπίπτει δυσχερές· καὶ πάνυ τι γάρ ἐστι ῥᾴδιον τὰς τῶν ἁγίων ἡμῖν προκομίσασι μαρτυρίας, δυσαντίβλεπτον ἔχουσας τἀληθές, ἀπηλλάχθαι πραγμάτων. ἀλλ' οἱονεί τινες ἑαυτοὺς προλοχίσαντες ἡμῖν εὐθὺς ὁδοστάται δύο τινὲς πρὸ ποδῶν ἑτέρωθέν ποθεν, ἐξ ἀπροσδοκήτου τινὸς καὶ ζοφώδους χαράδρας, ἐξαίφνης ἐπιδραμόντες τό τε ἀνήνυτον ἐπισείουσι καὶ τὸ ἄπραγμον ἰσχυρῶς ἀφαιρεῖν ἐπαγγέλλονται. τό τε γὰρ περὶ θεοῦ λέγειν οὐσίας καὶ φύσεως, καὶ ὅρια κινεῖν διὰ τοῦτο πατέρων σιγῆς μὲν ἔχεσθαι προτρεπομένων ἐνταῦθα θεολογίας δ' ἀπέχεσθαι, καὶ τό γε πρὸς ἰδιώτιδας ἐξάγειν ἀκοὰς τὰ τοιάδε, γέλωτα ἡγουμένας τὰ τίμια καὶ μηδὲν τοῦ κενοδοξεῖν ὑπέρτερον τιθεμένας μηδὲ τοῦ τὰ ἐκ κοιλίας ἀνέδην λαλεῖν, καὶ κριτήριον αὔθαδες ποιεῖσθαι τὸ τῆς ἀμαθοῦς διανοίας καὶ γλώττης πάνυ τι ἀταμίευτον, ταῦτα δ' ἔμοιγε πολὺν ὑπισχνεῖται τὸν κίνδυνον, μὴ ὅτι γε τῆς ψυχῆς, ἧς μηδὲν τὸν πάντα κόσμον ἀντάξιον εἶναι τὰ θεῖά φησι παραγγέλ 3.395 ματα, ἀλλὰ καὶ τῆς ἡμῖν συντρόφου παιδείας καὶ εὐλαβείας ἐν τοῖς τοιούτοις· μηδὲ γὰρ εἶναι μηδέτερον ἀνδρῶν ἀσφαλῶς τε καὶ ἀπραγμόνως ζῆν αἱρουμένων. ἥκιστα οὖν σε χρεών, ὦ φίλε Κλεόδημε, λογισμοὺς ἐπὶ σαυτοῦ κινεῖν πολὺ τὸ μεμφόμενον καθ' ἡμῶν ὠδίνοντας, εἰ μὴ κατὰ τοὺς ἐκ φαρέτρας τὰ βέλη πέμποντας καὶ ἡμεῖς ἀπερισκέπτως τὰ προστυχόντα θαρροίημεν φθέγγεσθαί τε καὶ οἷον ἀποδισκεύοντες διδόναι τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας τοῖς χοίροις. τότε γάρ που τὴν σιγὴν ἀποσειομένους λέγειν ἴσως εἶναι χρεών, ὅτε μὴ μέλλοι τις ἄξια λέγειν σιγῆς, ἐκ τῆς τῶν πραγμάτων βιαίας ἀνθολκῆς καθελκόμενος. ὅτε δὲ μακρὰ τὸν λόγον καὶ ἀτέκμαρτα περικλύζειν ἐπαγγέλλεται κύματα καὶ πολυειδῆ καὶ διάφορον τῶν θορύβων ἐπάγειν τὴν ἅλμην, τότε δὴ πολλῷ τινὶ βέλτιον ἄφθογγον ἢ φθεγγόμενον κεκτῆσθαι τὴν γλῶτταν. τὸ γὰρ αὐτὸ Θαβώριον ὄρος καθάπερ εἰκονομάχοις δέδοται πάλαι τῆς αἱρέσεως πρόφασις, οὕτω δὲ καὶ Παλαμᾷ τουτωὶ καὶ ὁπόση τις εἴη σύννομος αὐτῷ φατρία κοινοπραγοῦσα τὰ δυσσεβῆ καὶ παράνομα καὶ τῶν ἱερῶν τῆς ἐκκλησίας ἐξορχουμένη θεσμῶν, οἱονεί τινος ἀκράτου βαφῆς κατασχούσης εἰς βάθος αὐτοὺς τῆς κακίας. πλὴν εἰ μή τις ἀπαντῴη λέγων πολλοῖς ταυτηνὶ καὶ μοχθηροτέροις νοσήμασιν ὑπερβάλλειν ἢ κατ' ἐκείνην τὴν τῶν εἰκονομάχων αἵρεσιν, καὶ πλείονος διὰ ταῦτα δεῖσθαι τῆς ἐξετάσεως ἐκείνων 3.396 ταυτὶ καὶ μακροτέρων πολλῷ τῶν ἐλέγχων ἢ κατ' ἐκείνους. ἐκείνοις μὲν γὰρ ἑνὸς τουτουὶ καὶ μονοειδοῦς σκανδάλου τὸ πρᾶγμα γέγονε πρόφασις, δι' ἣν κακῶς τῷ καλῷ προσκεκρουκότες τῆς ἀληθείας ἑκόντες ἐξώσθησαν, πρὸς εἰκονομαχίαν ῥᾳδίως ἐκκυλισθέντες. οὗτοι δ' οὐ μόνον μόνου τοῦ πάθους ἐκείνου μετέσχον τε ἅμα καὶ ὑπερέσχον, ὡς εἴρηται, ἀλλὰ καὶ κακίαν ἄλλην ἐπὶ κακίᾳ προσεπεδαψιλεύσαντο πολυειδῆ καὶ πολύμορφον. τίνα δὴ ταύτην; τὴν τῶν Εὐχιτῶν δηλαδὴ καὶ Μασαλιανῶν, ὧν τὸ τῆς γνώμης σαθρὸν καὶ ἀμφισβητήσιμον καὶ ἅμα τὸ τῆς πίστεως ἄπιστον οἱ θεῖοι τῆς ἐκκλησίας διδάσκαλοι πάλαι κατεγνωκότες ἡμᾶς ἀπέχεσθαι παρηγγυήσαντο. τούτων γὰρ οἳ μὲν ἀσέμνῳ λογισμῷ καὶ γλώττης ἀκρασίᾳ αὐτὴν ὁρᾶν φασὶ τοῦ θεοῦ τὴν οὐσίαν, αὐτοῖς ὁμιλοῦσαν ἀμέσως ἅμα καὶ οὐχ ὃν ἐκείνη τρόπον καὶ ὅτε βούλεται, ἀλλ' ὃν αὐτοί· οἳ δὲ τὸ τῆς θείας οὐσίας ἁπλοῦν τε καὶ μόνον ἄκτιστον ἀθετοῦντες παντάπασιν ἀπείροις τε διαφόροις θεότησιν ἀκτίστοις κατατέμνουσιν. καὶ σιωπῶ τὰς ἀθεμίτους καὶ δαιμονιώδεις πράξεις αὐτῶν διά γε δήπου τὸ μὴ ὅτι γλώττῃ γε προφέρειν, ἀλλὰ καὶ ψιλῇ τινὶ ἐπινοίᾳ μεμνῆσθαι λίαν αἰσχρόν· λεκτέον δ' ὅμως τὰ τοῦ θείου Μαξίμου περὶ αὐτῶν εἰρημένα, ἐξηγουμένου τὸν ἱερὸν Διονύσιον. φησὶ γὰρ ὅτι τριετίαν μόνον ἄκρως ἀσκήσαντες, 3.397 537
ἀδιαφοροῦσιν ἐπὶ τοσοῦτον τὸν λοιπὸν τῆς ἑαυτῶν ζωῆς χρόνον ὡς πᾶσαν ἀτοπίαν πράττειν ἀδεῶς, μοιχείαις ἀσελγείαις γαστριμαργίαις ἀλληλογαμίαις καὶ ἁπαξαπλῶς ἐν πάσαις ἀσωτίαις ἐγκυλινδούμενοι, τὰ τοιαῦτα πράττειν ἀπαθῶς τερατεύονται, ἀναισθήτως νοσοῦντες τὴν ἐμπάθειαν, καὶ ἀναλγήτως ὑφ' ἑαυτῶν πάσχοντες καὶ τῶν ἐν αὐτοῖς οἰκούντων δαιμόνων, ὥσπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ. Εὑρήσει δ' ὁ βουλόμενος περὶ τούτων κἀν τῷ ὅρῳ τῶν πρακτικῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς τρίτης συνόδου, καὶ ὁμοίως τῆς ἑβδόμης, ὅπως τε ἐκπομπεύουσι καὶ ἀναθεματίζουσι τὰς μυσαρὰς αὐτῶν ἐργασίας, καὶ ὅπως τοὺς αὐτοὺς Μασαλιανούς τε καλοῦσι καὶ Μαρκιωνιστάς. ἀρκέσουσι δ' ἔτι καὶ νῦν ἐς δήλωσιν ἄλλα τε πλεῖστα μαρτύρια καὶ σαφῆ, καὶ πρό γε πάντων οἱ ἐκ τοῦ Ἄθω τοῦ ὄρους καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἐληλυθότες πεπαρρησιασμένοι καὶ ὕπαιθροι τόμοι, τὰ τούτων αἰσχρὰ καθ' ἕκαστα παριστῶντες. ἀλλ' εἰ μὲν τοῦτ' ἦν ὁ τῆς ἡμῶν εὐσεβείας καὶ πίστεως ὅρος, εἰδέναι πῶς Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματι κυρίου ἠγαλλιάσαντο, καὶ εἰς τοῦτ' ἀνάγκης ἦν τὸ περιιστάμενον τὰς ἐκεῖ θαυματοποιίας εἰδέναι καὶ ταύταις τῆς προσκυνήσεως νέμειν τὸ κράτιστον, πρῶτον μὲν σοφῶν ἀνδρῶν ἐδεῖτο πρὸς ἔρευναν τἀσφαλοῦς ἀκριβῆ, καὶ οὐδὲν ἂν ἦν ἀδικώτερον κατὰ τὸν εἰπόντα τῆς ἡμετέρας πίστεως, εἰ τὸ πλέον εἶχον οἱ σοφοί, καὶ οὐκ ἐπ' ἴσης τοῦ σώζεσθαι 3.398 πᾶσι μετῆν ὁμοφύλοις καὶ ὁμογνώμοσι τὴν εὐσέβειαν, εἴτε τῶν σκυτέων τις εἴη καὶ σκαπανέων καὶ εἴ τις τῶν σοφιστῶν. δεύτερον δ' εἴποιμι ἂν ὡς εἰ βίαιόν τι καὶ ἀναπόδραστον τὸ τῆς ἀνάγκης ἐνταυθοῖ περιίστατο τρόπαιον, περὶ πολλοῦ μέντ' ἂν καὶ αὐτός, μᾶλλον δὲ τοῦ παντὸς ἐποιούμην τὸ λέγειν ἐνταῦθα, ἐμαυτοῦ τε προμηθούμενος, ὡς μὴ διαβαλλοίμην τοῖς φιλοσκώμμοσι, καὶ ἅμα τῶν ἀφελεστέρων, ὡς μὴ ῥᾳδίως ἐξαπατῷντο πρὸς τῶν ἀνοσίων τῆς ἀσεβείας προέδρων. νῦν δ' ἐπειδὴ ματαίαν ἐπίδειξιν εἶναι τὸ πρᾶγμα κατανοεῖν ἡμῖν παραγίνεται, καὶ πολὺν μὲν ἀνόνητον δὲ καὶ εἰκῇ τὸν τῆς ἔριδος ἐντεῦθεν κονιορτὸν ἐγειρόμενον, σιγᾶν, ὡς εἴρηται, ἐβουλόμην ἂν μᾶλλον ἢ λέγειν, οὐ τὸ λέγειν ὡς ἀνόνητον κατὰ φύσιν ὑπάρχον ἀποσειόμενος, ἀλλ' ὡς ἡμῖν ὑπάρχον ἀνόνητον ἄρτι, τὴν ἀωρίαν τέως τοῦ χρόνου καθάπερ τινὰ κηλῖδα συμπεπτωκυῖαν ὁθενδηποτοῦν παρὰ τὸ εἰκὸς ἀναδεξαμένου· ἃ γὰρ ἐνδεχομένην οὐκ ἀναγκαίαν δὲ προβάλλονται ζήτησιν, ταῦτα πάντως οὐδ' ἀναγκαίαν τινὰ τὴν ἀπόκρισιν ἀπαιτεῖ πανταχοῦ. ἀκούω γὰρ καὶ τοῦ μεγάλου Βασιλείου περιφρονοῦντος, ὁπότε πρὸς τῶν Ἀρειανῶν ἀπαιτοῖτο τὴν τοῦ "κύριος ἔκτισέ με" φωνὴν ἐξηγεῖσθαι, καὶ τῆς σιγῆς τὴν αἰτίαν φάσκοντος, μὴ εἶναι δηλαδὴ μηδεμίαν ἀνάγκην περὶ τοιαύτης λέγειν φωνῆς, καὶ ταῦτα διὰ παραβολῶν 3.399 καὶ σκοτεινῶν λόγων καὶ αἰνιγμάτων προενηνεγμένης, ὡς μηδὲν ἀναμφισβήτητον εἶναι λαβεῖν ἐξ αὐτῆς τὸν ἀκούοντα. διὰ γοῦν ταῦτα κἀγὼ σιωπᾶν ἐβουλόμην αὐτὸς ἐνταυθοῖ. καὶ μὴ μόνον δι' ἃ προαπηριθμησάμην, ὅτι μὴ καὶ ἄλλων δήπου πλείστων ἕνεκα. καὶ γὰρ ἔνιοι μὲν σαφηνείᾳ γλώττης ἔνιοι δ' ἥκιστα κέχρηνται, καὶ εἰ μὴ ταῖς ἐννοίαις, ἀλλ' οὖν τῇ γε λέξει καὶ τῷ τῆς φράσεως σχήματι διενηνέχθαι δοκοῦσιν ἐνιαχοῦ τοῖς ἀμαθῶς τε καὶ ἐριστικῶς ταῖς γραφαῖς ὁμιλοῦσιν. καὶ ἄλλως μὲν οἷς τὰ περὶ τούτου πῶς μὲν ἐγκωμιάζειν πῶς δ' ἀναγωγικόν τινα λέγειν τρόπον καὶ ἀλληγοροῦντας διεξιέναι ἔπεισιν, ἄλλως δὲ τοῖς ἁπλῶς ἑρμηνεύειν καὶ ἐξηγεῖσθαι προελομένοις μόνας αὐτὰς τοῦ εὐαγγελίου τὰς ῥήσεις φιλοτιμίας ἁπάσης ἐκτός, καὶ ἀνακαλύπτειν, ὅσον ἐφικτόν, τὸν ἐγκείμενον ταῖς λέξεσι νοῦν ἀκριβῶς, καὶ πλέον οὐδὲν περαιτέρω ζητεῖν· ἄλλως δὲ τοῖς νῦν ἐπὶ συγχύσει τῆς εὐσεβείας ἐπιφυεῖσιν ἀσεβέσιν, οἳ τὴν μίαν ἄκτιστον θεότητα πρὸς ἀπείρους καὶ διαφόρους τέμνουσι, καὶ ἅμα ὁρᾶν αἰσθητοῖς ὀφθαλμοῖς ἐγκαυχῶνται καὶ ὁμιλεῖν ἐξ οἴνου καὶ τρυφῆς Παλαμικῆς, ὃν ἀδύνατον ἰδεῖν μεμαθήκαμεν μήτ' ἀνθρώπων μήτ' ἀγγέλων οὐδένα· ἄλλως δ' αὖθις τοῖς ἑπομένοις βαναύσοις καὶ τριωβολιμαίοις γυναικαρίοις καὶ ἀνδραρίοις. ὡς εἶναι πολλαπλοῦς καὶ πολυειδεῖς 538
τοὺς ἐντεῦθεν 3.400 ἀποβλύζοντας τῆς θρησκείας ῥύακας, καὶ Πρώτεως τήμερον δεῖσθαί τινος, ἀλλοιοῦσθαι δυναμένου συχνὰ πρὸς τὰ διάφορα τῶν ὁμιλούντων ἤθη καὶ ἅμα τάς τε γνώσεις καὶ διχοστατούσας γνώμας. Διὰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα βαθείας σιγῆς ἀνθεῖλκον ἔρωτες τὸ τῆς ἐμῆς ψυχῆς λογιζόμενον, καὶ τοιούτους δή τινας ἐν ἐμαυτῷ τοὺς λογισμοὺς ἐξήσκουν ἐγώ, δεδιὼς μὴ μάτην ἀορίστῳ τε καὶ ἀστάτῳ στοιχείῳ τῷ ἀέρι δόξω δανείζειν λόγους αὐτίκα μάλα λυθησομένους. ἐπεὶ δὲ πανταχόθεν ἡμᾶς περιθέοντες νῦν οἱ τῆς εὐσεβείας ἀγωνισταὶ καὶ σφόδρα τῆς πίστεως ἀντεχόμενοι πιθανωτέροις χρησάμενοι λόγοις ἐκθύμως τε ἀξιοῦσι καὶ ἀνάγκην τῇ ἀξιώσει ἐπάγουσι παντοδαπήν τινα καὶ πολὺ τὸ διάπυρον κεκτημένην, καὶ ἀρὰς προσεπιδαψιλεύουσι τῇ ἀνάγκῃ μὴ περιιδεῖν ἀναμοχλευομένην τὴν ἀλήθειαν, κινδυνεύοντας δὲ τοὺς πολλούς, τοὺς μὲν εἰς τὰ ἔσχατα τῆς κακίστης τῶν Μασαλιανῶν περιπίπτειν αἱρέσεως, τοὺς δ' εἰς τὰ τῶν ἀκτιστιτῶν τε καὶ ἀνθρωπομορφιτῶν βάραθρα, τοὺς δ' εἰς ἀλλοκότους καὶ τερατώδεις ἄλλους κρημνούς, καὶ ἄκων ἐξάγομαι λέγειν ἃ μὴ προῄρημαι, τὴν τοῦ κρύψαντος τὸ δῶρον καθ' ἕτερον τρόπον δεδιὼς καταδίκην ἐκείνου, ἅτε στενοχωρῶν καὶ ἀδικῶν τὸ τῶν λόγων χρηστὸν οὐ μάλα ἄκων, πλείοσι φαίνεσθαι χρηστὸν ἀφαιρούμενος διὰ τῆς σιγῆς. τρέποιτο δ' εἰς τὰς τῶν αἰτίων κεφαλὰς 3.401 τὰ τῆς μέμψεως, ἐν οὐ καιρῷ βιασαμένων λέγειν τὰ τῇ φύσει μὲν καίρια, οὔπω δ' οὔτε τοῖς καθεστηκόσι πράγμασιν ὄντα οὔτε τοῖς ἀκούουσι καίρια, ἐν γὰρ τῇ τῶν ἀκουόντων γνώμῃ τὴν νικῶσαν ἔχειν πεπείσμεθα ψῆφον ὡς τὰ πολλὰ κειμένην τὴν τῶν λεγόντων ἀλήθειαν. Βέλτιον μὲν οὖν ἦν ἂν ἐν τοῖς τοιούτοις σιγᾶν, ὡς διείληπται· ἀλλ' ὅτε δὴ καὶ τῆς σιγῆς οἱ καιροὶ τὴν τῶν λεγομένων ξενοδοχοῦντες ἦσαν ἀσμένως φοράν, καὶ οὐ τὴν ἀναγκαίαν τοῦ λέγειν προύβαλλον πρόφασιν. ἔστι μὲν γὰρ καὶ σιγῆς καιρός, ἀλλ' ὅτε δὴ σιγῆς δεομένοις ἀκροαταῖς ἐντυγχάνοι· ὅτε δ' ἀξίοις καὶ πάνυ τι χρῄζουσι τότε δ' οὖν καὶ τὸ ἐνδεχόμενον εἰς τὴν τοῦ ἀναγκαίου μοῖραν σαφῶς ἀποκεκριμένον, λέληθε τὴν τοῦ ἐνδεχομένου δύναμιν ἀπολωλεκός, ὑπὸ τῆς ἀνάγκης καταποθὲν ὡς εἰπεῖν. ἀθανάτου γὰρ τῆς ἡμετέρας οὔσης ψυχῆς καὶ ἀθανάτους ἐκδεχομένης τὰς τῶν πεπραγμένων σαφῶς ἀμοιβὰς ἐξ ἀνάγκης, καὶ ἅμα μιᾶς ψυχῆς μὴ εἶναι τὸν πάντα κόσμον ἀντάξιον τῆς θείας λεγούσης γραφῆς, πῶς οὐκ ἀναγκαῖον ἐνταῦθα γίγνοιτ' ἂν καὶ τὸ ἐνδεχόμενον; εἰ γὰρ ἐφ' ἡμῖν καὶ ἐνδεχόμενον τὸ σώζειν ἐστὶν αὐτὴν καὶ δόξης ἀιδίου προξένους αὐτῇ καθίστασθαι, καὶ αὖ τοὐναντίον φθείρειν καὶ κολάσει παραπέμπειν αἰωνίῳ, ἀλλ' οὖν τῶν ἀναγκαίων καὶ τοῦτ' ἂν εἴη μάλιστα μεταξὺ μὴ παρατρέχειν κείμενον τὸ κατὰ φύσιν εἰπεῖν ἀναγκαῖον. ὅσον γὰρ τὸ φθείρειν τῶν ἀτοπωτάτων ἐστὶ καὶ παραλόγων, τοσοῦτο τῶν ἀναγκαίων τὸ σώζειν. ἃ γοῦν ἀκούσαντες πολλά 3.402 κις καὶ ὧν πειραθέντες ἐμάθομεν εἶναι τῶν ἀγαθῶν, ταῦτα ποιεῖν τῶν ἀναγκαίων καθάπαξ κρίνομεν εἶναι. ἃ δὲ ποιεῖν τῶν ἀναγκαίων κρίνομεν εἶναι, τούτων ἀφίστασθαι ποίαν οὐκ ἀτοπίας ὑπερβολὴν παρελαύνοι. ὥστε τῶν χειρόνων ἀνθαιρεῖσθαι τὰ βελτίω μαθοῦσιν εἶναι βέλτιον ἐξ ἀνάγκης, βελτίους καὶ ἑαυτῶν ἀναγκαζομένους γίνεσθαι ἕπεται, καὶ τοῦ δέοντος, ὅσον ἐφικτόν, ἐγγύτατα θεῖν ἀεί, τὴν ἀθάνατον ὄντως καὶ ἀναγκαίαν ὁδόν, ὡς ἐμέ γε οἴεσθαι. καὶ οἶμαί γε ὀρθοτέραν πάνυ τι οἴεσθαι. καὶ οὕτως ἐνδεχομένης καὶ ἐφ' ἡμῖν τῆς τῶν ἀγαθῶν προαιρέσεως οὔσης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, πρὸς ὃ πέφυκεν ἀνατρέχον μάλα τι προσηκόντως, καὶ τὸ ἐν τοῖς τοιούτοις καίριον εἰς τὸ τῆς ἀληθείας μουσεῖον παιδαγωγούμενον ἀνευρίσκον. ἀλλὰ γὰρ εἰς τοῦτο τύχης ἡμᾶς τῆς τοῦ λέγειν τήμερον ἐλαυνούσης ἀνάγκης, σκεπτέον τίνα δεῖ πρῶτον καὶ τίνα δεύτερον εἰπεῖν, καὶ τίνα τάξιν εἰληφέναι δέον ἕκαστα τῶν ἑξῆς. 3.403 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΛΟΓΟΣ ΔΟΓΜΑΤΙΚΟΣ Δ. Πρῶτον μὲν οὖν ἂν εἴη σκέψασθαι ἄξιον, ἔφησεν ὁ Γρηγορᾶς, πότερον ταῖς κοιναῖς μᾶλλον ἐννοίαις τῆς ἐκκλησίας ἁρμόττει σέβειν ἕνα 539
θεόν, εἴτουν μίαν ἐν τρισὶν ἄκτιστον θεότητα, καὶ ὅ φησιν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον τὸν θεόν, ἀειλαμπὲς τρίλαμπες, ἢ πλείστας μὲν θεότητας πλείω δὲ φῶτα κατά τινας τῆς ἀντιθέτου τῇ εὐσεβείᾳ φάλαγγος. ἐγὼ μὲν οἶμαι μηδένα τῶν εὐσεβέσι λογισμοῖς συντεθραμμένων πρὸς τοσαύτην ἑκόντα καταπεσεῖν ἀπόνοιαν, ὥστε πλείους μιᾶς ἑλέσθαι νομίζεσθαι δικαιοῦν θεότητας, κοινῇ τῶν τῆς εὐσεβοῦς ἐκκλησίας πατρίων δογμάτων ἀκούοντα διαρρήδην βοώντων, φῶς ἓν ἀδιάδοχον καὶ ἀπρόσιτον εἶναι τὸν θεόν, καὶ μὴ πολλὰ μηδὲ πέρα τῆς τριάδος, δεύτερον δὲ φῶς ἄγγελον μηδενὸς ἑτέρου μεταξὺ 3.404 μεσιτεύοντος, καὶ πάλιν ἕνα θεὸν εἶναι, διότι μία θεότης, ἀναγκαίαν αἰτίαν τοῦ σέβειν ἕνα θεὸν τὴν τῆς μιᾶς θεότητος πρώτην ὁμολογίαν τιθέντων, εἰ μή τις ἐν ἀθύρματος μοίρᾳ καὶ γέλωτος ἑκὼν ἑαυτοῦ προδότης τοῖς ἐν ἀγοραῖς καλινδουμένοις παιγνίοις καθίσταιτο ἐθελοκωφῶν. Τούτου γε μὴν ὁμολογηθέντος, δεύτερόν ἐστι πυθέσθαι ἄξιον εἰ δέοι παραδραμόντας τὴν κοινὴν αὖθις τῆς τοῦ θεοῦ ἐκκλησίας ἔννοιαν μεταξὺ καθάπερ λύχνον ἐπ' ὄρους κειμένην, ἔπειτα ὁρατὴν εἶναι λέγειν τὴν μίαν ταύτην καὶ μόνην ἄκτιστον θεότητα, εἴτουν τὸ ἓν φῶς ἐκεῖνο τὸ ἀειλαμπὲς καὶ ἀπρόσιτον καὶ ἀδιάδοχον· κοινὸν γὰρ εἶναι δόγμα τῆς ἐκκλησίας καὶ τοῦτ' εἰλήφειμεν πρός τε τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ φοιτητῶν, ἑωρακέναι θεὸν ὑπάρχειν ἀδύνατον ἅπασι, πλὴν διὰ συμβόλων καὶ τύπων σωματικῶν. "οὔτε γὰρ" φησὶν "εἶδε θεὸν οὔτ' ἰδεῖν δύναται τῶν ἁπάντων οὐδείς." ἅπερ ὁ εἰπὼν αὐτὸς ἐπισφραγίζων αὖθις θεῖος Παῦλος "εἴ τις εὐαγγελίζεται" φησὶ "παρὸ παρελάβετε, ἀνάθεμα ἔστω," ταῦτα δὴ λέγων τὰ εἰρημένα, τὸ μίαν τε σέβειν ἄκτιστον θεότητα καὶ φῶς ἓν ἐν τρισὶν ὑποστάσεσι, καὶ ἅμα ταύτην ἀόρατον εἶναι ὁμολογεῖν, μὴ ὅτι ἀνθρώποις ἀλλὰ καὶ ἀγγέλοις αὐτοῖς. τίς γὰρ οὕτως ἠλίθιος καὶ μανίᾳ σύνοικος μακρᾷ ὥστε κτισμάτων ἀοράτων ὄντων, ἀγγέλων φημὶ καὶ ψυχῶν καὶ δαιμόνων, λέγειν ἔπειτ' 3.405 ἀνθρώποις τολμᾶν ὁρατὴν εἶναι τὴν φύσιν τοῦ τῶν ἁπάντων 3.405 δημιουργοῦ θεοῦ. μὴ οὖν ὅτι θρήνων καὶ δακρύων ἄξιον παμπόλλων πάτριον δόγμα τῆς ἐκκλησίας κινοῦντας τοῖς ἀποστολικοῖς ἐκείνης ἀναθέμασιν ἑαυτοὺς ἑκοντὶ παρέχειν, ἀλλὰ καὶ μανίας ὁμοῦ καὶ ἠλιθιότητος γέμει τοιαῦτα λογίζεσθαι. ἐπὶ γὰρ πᾶσαν διδασκαλίαν καὶ πᾶσαν μάθησιν ἐκ προϋπαρχούσης γίνεσθαι φάσκουσι γνώσεως. δεῖ γὰρ μαρτυρίας ἐν τοῖς τοιούτοις ἐκείνας προβάλλειν εἰς προῦπτον καὶ σαφεστέραν δήλωσιν τῶν ἀτελεστέρων, αἳ τῇ τῶν ἀνθρωπίνων αἰσθήσεων ἐκ πρώτης γενέσεως συνηθείᾳ κανόσιν ἀθανάτοις μαθήσεις ἡλικιώτιδες γίνονται, κἀντεῦθεν ἀμοιβαίοις ἴχνεσιν ἀναγομένους βαθμίδων δίκην ταῖς κατὰ μικρὸν ὑπαλλαγαῖς τῶν ἀναλόγων προσθέσεών τε καὶ ὑφαιρέσεων συμβιβάζειν καὶ τῷ τῆς ἐπιστήμης ἡλίῳ καθαρώτερον ἤδη προσάγειν, χρεὼν διδακτῆς οὔσης τῆς ἐπιστήμης προϋπάρχουσαν εἶναι λογίζεσθαι γνῶσιν τὴν τῶν αἰσθήσεων αὐτοδίδακτον πρώτην κατάληψιν, ἀφ' ἧς ὡς ἐκ πρώτης ἀρχῆς καὶ πηγῆς οἱ πάσης ἐπιστήμης ἀποβλύζουσι ῥύακες τῶν τε τοῖς αἰσθητοῖς καὶ διανοητοῖς καὶ νοητοῖς ἐνυπαρχόντων ὅρων καὶ λόγων. τὸ γὰρ βλέπειν ἡμᾶς καὶ ἀκούειν, καὶ νῦν μὲν γλυκέων καὶ πικρῶν αἰσθάνεσθαι διὰ τῆς γεύσεως νῦν δὲ τραχέων τε καὶ λείων διὰ τῆς ἁφῆς, καὶ ὅτι θερμὸν καὶ καυστικὸν τὸ πῦρ καὶ ψυχρὸν ἡ χιὼν, κοιναί εἰσιν ἔννοιαι πάντα καὶ αὐτοδί 3.406 δακτα τοῖς αἰσθητηρίοις. οὐ γὰρ διδασκόμεθα παρ' οὐδενὸς βλέπειν ἢ ἀκούειν, ἢ ὅτι καίει τὸ πῦρ καὶ ψυκτὸν ἡ χιὼν καὶ τὸ μέλι γλυκύ. αὐτόθεν γὰρ ἡ αἴσθησις τὰ μὲν προσίεται τὰ δ' ἀποσείεται δίχα τινὸς ἐπεισάκτου γεωμετρικῆς ἀνάγκης καὶ δίχα συλλογιστικῆς ἀποδείξεως οἱασδηποτοῦν, τοῦ δημιουργοῦ θεοῦ πανσόφως προοικονομήσαντός τε καὶ προϋποθέντος τῇ φύσει σπερματικῶς οὑτωσὶ τὰς τοιαύτας ἀρχεγόνους ῥίζας, ἐφόδιον κράτιστον ταῖς ἐπιστημονικαῖς ἑξῆς ἁπάσαις μεθόδοις καὶ ἀποδείξεσιν, ἐξ ὧν οἱ ἀκαταμάχητοι καὶ δυσαντίβλεπτοι μάλιστα τῆς ἀληθείας περατοῦνται 540
συλλογισμοί. δεῖν γὰρ εἶναι τὰς ἀρχὰς τῶν συλλογισμῶν αὐτοδιδάκτους καὶ αὐτόθεν ἐχούσας τὸ πιστὸν καὶ ἀναντίρρητον πανταχοῦ καὶ ὁμόλογον ἐξ ἁπάντων τὸ συγκεχωρηκός, ὡς ἂν ἐξ ὁρμητηρίου βεβαίου καὶ ἀσφαλοῦς ταῖς τῶν σοφῶν ἀποδεικτικαῖς φωναῖς τε καὶ γλώτταις κινουμέναις ἀγώγιμον ὡς ὑφ' ἡλίῳ καὶ φωτὶ μέχρι τοῦ προσήκοντος ἑκάστῳ συμπεράσματος τὸ τῆς ἀληθείας εἴη πορευόμενον εὐγενές. Καὶ ἵν' ὑποδείγμασι τρισὶ καὶ τέτρασι διαλευκανθείη τὰ εἰρημένα, προκείσθω νῦν διδάσκαλος ἡμῖν ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ Διονύσιος, ἐκ τῶν τῇ αἰσθήσει γνωρίμων καὶ αὐτόθεν τὸ πιστὸν ἐχόντων καὶ ἅπασιν ὡμολογημένων τὸ συγκεχωρηκὸς παριστῶν τὸ ζητούμενον. θέλων γὰρ διδάξαι 3.407 πανταχοῦ τὸν θεὸν εἶναί τε καὶ πᾶσι μεθεκτόν, ὡς ἐκείνῳ προσήκει, ταῖς κοιναῖς καὶ πᾶσι προδήλοις ἐννοίαις πρὸς τὴν τῶν ὑπὲρ αἴσθησιν κέχρηται δήλωσιν. "ὥσπερ γὰρ ἐν κέντρῳ" φησίν "πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι, καὶ πάσας ἔχει τὸ κέντρον ἐν ἑαυτῷ τὰς εὐθείας ἑνοειδῶς ἡνωμένας πρός τε ἀλλήλας καὶ πρὸς τὴν μίαν ἀρχὴν ἀφ' ἧς προῆλθον, οὕτως ἐκ θεοῦ καὶ ἐν θεῷ τὰ ὄντα πάντα συνειλημμένως καὶ ἑνιαίως εἰσί, καὶ τὰ ἀλλήλοις ἐναντία. καὶ πάλιν, ὥσπερ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται, οὕτω καὶ ὁ θεὸς εἷς ὢν καὶ ἀμερὴς ὑπὸ τῶν μεριστῶν ἀμερίστως μετέχεται. καὶ πάλιν, ὥσπερ σφραγῖδος μιᾶς ἐκτυπώματα πολλὰ μετέχει, τῆς ἀρχετύπου σφραγῖδος ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων ὅλης καὶ τῆς αὐτῆς οὔσης καὶ ἐν οὐδενὶ κατ' οὐδὲν μέρος, οὕτω καὶ τοῦ θεοῦ τὰ πάντα μετέχει. καὶ πάλιν, ὥσπερ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις, οὕτω κἀν τῷ θεῷ. οὐδὲν γὰρ ἄτοπον" φησίν "ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι πάντα ἐν τῷ πάντων αἰτίῳ μονοειδῶς καὶ ἡνωμένως." Ταῦτα εἰπών, ὁρᾶτε, φησὶν ὁ Γρηγορᾶς, πῶς ἐκ τῶν τῇ αἰσθήσει γνωρίμων καὶ φανερῶν ὁ νοῦς ἀφανὴς ὢν ἁρπά 3.408 ζων τὸ βέβαιον, ῥᾳδίως ἐκ τῆς πρὸς τὴν τῶν θείων καὶ ὑπὲρ αἴσθησιν εὕρεσιν ἀνατρέχει, κἀκ τοῦ φύσει ἀμεροῦς ἐς τὸ μεριστὸν κατιὼν ἀμερῶς αὖθις πρὸς τὸ ἀμέριστον ἐκ τῶν μεριστῶν παλινδρομεῖ, μήτε τῶν τῆς ἑαυτοῦ φύσεως ἐξιστάμενος μυστηρίων, καὶ ἅμα τὰς ὑλικὰς ἐνεργείας εἰωθὼς περιτίθεσθαί τε καὶ οἰκονομικῶς ἐκπληροῦν, ἀμοιβαίαις καὶ λεληθυίαις φάναι παραπλοκαῖς τε καὶ συμφυΐαις συνάγων πρὸς ἑαυτόν, καὶ ἀναλόγως τὸ ἑαυτοῦ φῶς πολλοῖς ἐνσπείρων ὑποκειμένοις, καὶ ὥσπερ πολλοῖς ἐφεξῆς κειμένοις κατόπτροις ἓν ἐμφανίζων πρόσωπον, καὶ τὸ κεχυμένον τῆς ὕλης ἄπειρον καὶ ἀόριστον οἰκείοις περασί τε καὶ σχήμασι μορφῶν καὶ συνδέων καὶ συναρμόττων. καὶ ἡ πρὶν περιοδεύουσα τοὺς ἔνδον λογισμοὺς τῶν ἀπορρήτων καὶ θείων πραγμάτων ζήτησις, τῶν αἰσθητῶν ἤδη ἀναχωροῦσα τῇ τῷ νῷ προσηκούσῃ γνώσει ἀκολουθεῖ. ἐντεῦθεν γὰρ καὶ τὰς θείας καὶ νοερὰς προόδους ἐθέλοντες δηλοῦν οἱ θεῖοι πατέρες παραδείγματι φαινομένῳ ταῖς ἡλίου χρῶνται ἀκτῖσιν, αἳ τὴν ἐτυμολογίαν ἀπὸ τοῦ ἐκτείνεσθαι ἔχουσαι χέονται μὲν οὐκ ἐκχέονται δέ, ἀλλ' ἐκτείνονται πέριξ κατὰ τὸ ἀνάλογον τῆς τῶν δεχομένων εὐρυχωρίας. πληθύνεσθαι γὰρ ὁ θεῖος ἔφησε Μάξιμος τὸν θεὸν τῷ καθ' ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι, ταῖς προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ' ἀμε 3.409 ρίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας μὲν πολλὰς προπέμποντα μένοντα δ' ἐν τῇ ἑνότητι. ὅταν γὰρ ἐς τὴν προβλητικὴν ἀποσκοπῶμεν δύναμιν τοῦ ἡλίου, μονοειδὲς καὶ ἑνιαῖον τὸ τῶν ἀκτίνων καταλαμβάνομεν πλῆθος· ὅταν δ' εἰς τὴν ἀστάθμητον καὶ μεριστὴν ποικιλίαν τῆς τοῦ κόσμου γενέσεως, τὰς ἀκτῖνας ἐκτεινομένας οἱονεί τινας χεῖρας ἐργατικὰς τό τε τῆς ἀριθμητικῆς ἐπιστήμης ἀναλισκομένης δι' ἀπορίαν, τὸ ἓν εἰς ἀναρίθμητον πλῆθος σχιζόμενόν τε καὶ μεριζόμενον βλέπομεν. οὕτω δὴ κἀπὶ τῆς ψυχῆς καὶ τῶν ταύτης δυνάμεων καὶ ἡμεῖς τοιούτοις χρώμεθα παραδείγμασιν, ἐνίοτε μὲν τὸν ὅμοιον τρόπον, ἐνίοτε δὲ τὸν ἀντίστροφον· δυοῖν γὰρ ὀργάνων 541
ὄντων τῷ τῆς ψυχῆς ὀφθαλμῷ τῷ νῷ πρὸς γνῶσιν τῶν αἰσθητῶν πραγμάτων, τῆς τε αἰσθήσεως ἅμα καὶ διανοίας, ἐκ τούτων αὐτῷ τὴν ἐπιστήμην ἀεὶ συσκευαζομένην ὁρῶμεν κἀξ ἀτελοῦς διχονοίας εἰς ὁμόνοιαν συγγενῆ συνιοῦσαν, τῆς μὲν ἀναλήψεσιν ὁλοσχερεστέραις ἔξωθεν εἰσαγούσης τὰς πρώτας ἀρχάς, ἐκ τῆς τῶν αἰσθητῶν συμπεφορημένης τε καὶ διηνεκῶς μεταβαλλομένης πολυφωνίας, τῆς δὲ παραδεχομένης τε καὶ παραπεμπούσης εἰς ἓν ἀκριβέστερον ἐπισκέψεως ἐργαστήριον τὸν νοῦν, καὶ ἀναχωνευούσης ἐκεῖ πρὸς ἐμπειρίας ὁμόνοιάν τε καὶ ἑνότητα. οἷς γὰρ ἑτερότης πάρεστι, τούτων ἄπεστι σαφῶς ἡ ὁμόνοια· οἷς δὲ μή, τούτοις δὲ καὶ 3.410 τὰ τῆς ὁμονοίας ῥᾷστα ἐμφύεται. καὶ ὁ τοῦ ἡλιακοῦ παραδείγματος ξυνιεὶς εὐφυῶς τῆς κατ' αἴσθησιν ἐξεκεχωρήκει συνηθείας εὐθύς, καὶ τὴν τῆς ὁράσεως προσεδρείαν εἰς τοὺς νοητοὺς ῥᾳδίως ὀφθαλμοὺς μετενήνοχεν, ἡγεμόνας τῆς τοιαύτης εὑρίσκων ὁδοῦ τοὺς ἁγίους, τοῖς μὲν αἰσθητοῖς ἐνεῖναι λέγοντας ἔκστασιν γίνεσθαι, θεῷ δ' ἥκιστα πάντων παρόντι πανταχοῦ καὶ τὰ πάντα πληροῦντι καὶ μηδενὸς λειπομένου τόπου ὃς τὴν θείαν ἔκτασιν δέξασθαι ἂν ἐπινοηθείη. Ὅμοιον γὰρ ἠχοῦσιν αἱ λέξεις, οὐχ ὅμοιον δ' ἔχουσι τὸ τῆς ἀναγωγῆς καὶ καταγωγῆς ὁρμητήριον, ἀλλ' ἄλλως μὲν ἐπὶ θεοῦ ἄλλως δ' ἐπ' ἀνθρώπων τοῖς ὀρθῶς τε καὶ εὐσεβῶς φρονοῦσι λαμβάνονται, καὶ ἄλλως μὲν ἐπὶ τῶν αἰσθητῶν ἄλλως δ' ἐπὶ τῶν θείων καὶ νοητῶν. ἀνθρώπινα γὰρ ὁ θεῖος ἔφη Χρυσόστομος τὰ ῥήματα, ἀλλὰ θεῖα νοήματα δι' αὐτῶν. φεῦγε τὰ ἀπὸ τῆς λέξεως ὑποπαλλόμενα, καὶ νόει τὰ διὰ τῆς πίστεως θεωρούμενα. μὴ προλαβὼν ἁρπάσῃς τὸ ῥῆμα εἰς διαβολήν, ἀλλ' ἀνάμεινον τὸ τέλος καὶ κρῖνον τὸ λεγόμενον. μὴ γίνου δικαστὴς δυσμενὴς ἀλλὰ συναγωνιστὴς εὐμενής. καὶ ταῦτα μὲν ὁ Χρυσορρήμων· ἡμεῖς δὲ καὶ ἐξ ἑτέρων ἔχομεν παριστᾶν τὸ λεγόμενον. καὶ γὰρ καὶ τὸ καθὼς ἐπὶ θεοῦ καὶ ἀνθρώπων λεγόμενον οὐχ ὁμοίαν ἔχειν διάνοιαν ἡ θεία γραφὴ συγχωρεῖ. "καθὼς" γάρ φησιν "οἰκτεί 3.411 ρει πατὴρ υἱούς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτόν." καὶ εἰσὶν οἱ τοῦ κυρίου οἰκτιρμοὶ τῶν τοῦ ἀνθρώπου πατρικῶν οἰκτιρμῶν ἀπειροπλασίως ὑπέρτεροι. καὶ πάλιν "γίνεσθε τέλειοι καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι." πρὸς οὖν τοιαύτην ἐληλυθέναι τελειότητα πάντως ἀνθρώποις ἀδύνατον. καὶ πάλιν "καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς." ἀλλ' οὐχ ὁ αὐτὸς ἐπ' ἀμφοῖν τῆς ἀποστολῆς ὁ τρόπος· ὃ μὲν γὰρ ὁμοούσιος ὢν τῷ πατρὶ ὡς ἐξ ἡλίου φῶς ἀπεστάλη, οὗτοι δ' ὡς δοῦλοι πρὸς δεσπότου. καὶ τὸ τοῦ ἀποστόλου δὲ "γνώσομαι τότε καθὼς καὶ ἐπεγνώσθην·" πᾶσα γὰρ ἀνάγκη τοσοῦτον εἶναι τὸ ὑπερβάλλον μεταξὺ τῆς θείας γνώσεως καὶ τῆς ἀνθρωπίνης ὅσον καὶ τῆς θείας φύσεως πρὸς τὴν ἀνθρωπίνην. Οἷς οὖν πρὸς ὕβριν τρυφᾶν οἱ καιροὶ χαριζόμενοι νοῦν τε ἀλάστορα βρεφουργοῦσιν ἐν τῇ ψυχῇ, κἀκ τοῦ σαθρὰ φρονεῖν μεγάλα φρονεῖν χορηγοῦσι, κἀντεῦθεν πρὸς τὸ βουλόμενον ἔπεισι διαστρέφειν καὶ ἀνελίττειν κακῶς τὴν τῶν ὀνομάτων τε καὶ ῥημάτων διάνοιαν, τούτους οὐ μέγα ἔργον τοῖς θείοις πατράσι τῆς θείας ἐλαύνειν αὐλῆς, καθάπερ Ἀθηναῖοι πάλαι τὸ Κυλώνειον ἄγος. προσθείην δ' ἂν καὶ ξενηλασίαν ἐκείνην ἐγώ, ἣν τῶν Ὁμήρου πάλαι Πλάτων ἐπῶν κατεψήφισται, ὅσα δήπουθεν αἰσχροὶ καθυβρίζουσιν ἔρωτες καὶ λέξεις ἀνθρωποπαθεῖς, ὁποῖαι τὸ τῆς ἐκείνου πόλεως 3.412 ἦθος κιβδηλεύειν ἔμελλον ἄν, σεμναῖς ἀσέμνως ἀκοαῖς ἐνοχλοῦσαι. μᾶλλον δ' εἰπεῖν οἰκειότερον, ὡς πρὶν τοὺς θεοκαπήλους ἐκείνους ὁ κύριος ἐκ τοῦ ἱεροῦ. ὥσπερ γὰρ ἐπὶ τῶν φαινομένων πραγμάτων ἡ μὲν φύσις ἀνείδεον τρόπον τινα τὴν ὕλην παρέχει τοῖς ἀνθρώποις καὶ ὑπεναντίαν ὡς τὰ πολλὰ πρὸς τὸ χρήσιμον, ἐπειδήπερ ἡ μὲν φύσις τὸν αὐτὸν ἀεὶ συγκεχυμένον καὶ ἀδιάκριτον τρόπον τηρεῖ τῆς γενέσεως, ἃ δ' ἀπαιτοῦσιν αἱ διηνεκεῖς καὶ διάφοροι τῶν ἀνθρώπων χρεῖαι, ταῦτα μεταβάλλει πάντα πολλαχῇ καὶ πολυτρόπως ὑπ' αὐτῶν πρὸς τὸ χρήσιμον, οὕτω καὶ τά τ' ὀνόματα καὶ ῥήματα διαγνοίη ἄν τις ἔχοντα, καὶ μάλισθ' ὅσα ταῖς ὁμωνυμίαις περιδινεῖται, καθάπερ ὕλη τις διάφορος ὑπὸ τῆς τέχνης παιδαγωγούμενά τε καὶ πρὸς 542
τὸ χρήσιμον τοῖς καιροῖς καὶ ταῖς τῶν γραφόντων καὶ διαλεγομένων κατ' οἰκονομίαν ὑποθέσεσι μεθαρμοζόμενά τε καὶ μεταλαμβανόμενα. καὶ τούτων ἡμῖν ἀρχιτέκτονες οἱ θεῖοι τῆς ἐκκλησίας διδάσκαλοι γίνονται, εἰ βουλοίμεθα προγόνων φάναι χρηστῶν ἀπόγονοι χρηστοὶ καλεῖσθαι, μηδαμῇ τὰ ἐκείνων τοιχωρυχοῦντες καὶ παρασπῶντες καὶ σπαράττοντες κατὰ τοὺς ἀγνώμονας καὶ πατραλοίας παῖδας ἐκείνους, οὓς ἐξώλεις καὶ προώλεις ἐπαρῶνται πάντες ἀπόλλυσθαι. ὥσπερ δήπου καὶ Πέτρος ὁ θεῖος ἀπόστολος, διδάσκων μὴ διαστρέφειν τὰς θείας γραφὰς πρὸς κακίαν ἀντίρροπον, καὶ τάδε προστίθησιν. "ὡς ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σο 3.413 φίαν ἔγραψεν ὑμῖν, ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων. ἐν αἷς ἔστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν." Ὁρᾶτε πῶς δεῖ τοῖς τοιούτοις συνετῶν ὁμοῦ καὶ εὐγνωμόνων καὶ οὐδαμῇ κακοδαιμόνων ἀκροατῶν, ὁποῖοι πρὸς ἀμαθίας ἄμουσον μουσεῖον φοιτᾶν εἰώθεσαν ἐκ παίδων καὶ ἐπαλέα λέσχην, ὅπου μηδαμῇ δικαιοσύνης γεωργεῖσθαι ἴσασι καρποί, μήτε μὴν οὐδ' οἱ μετ' ἀρετῆς εὐδοκιμεῖν ἱδρῶτες, ἀλλὰ κακίας τρόφιμοι φωναὶ καὶ γλῶτται, καὶ πρός γε πονηραί τε καὶ διάστροφοι διάνοιαι πρὸς τὴν ἰδίαν ὑπόληψιν τὰ τῶν θείων πατέρων διαστρέφουσαι ῥήματα· ὃ δὴ καὶ Παλαμᾶς τετόλμηκεν ἐφ' ἡμῶν, μισθοφόρον ὄργανον ἀσεβείας γενόμενος ἑκοντί. Ἐπεὶ δ' ἐς τόδε τέλους εὔζωνον εἰπεῖν καὶ μάλα γέ τι ῥᾴδιον τὸ τῆς διαλέξεως ἐκείνης ἐχώρει προοίμιον, καὶ τὰς τῶν Παλαμιτῶν ἐκείνων ὁμολογίας διὰ τῶν θείων καὶ ἀφύκτων γραφῶν ἀναμφιλέκτους ἐκ πρώτης φάναι γραμμῆς ὁ Γρηγορᾶς ἐχειροῦτο, καὶ μίαν ἔπειθεν ὁμολογεῖν εἶναι θεότητα ἄκτιστον καὶ φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον, τὴν μακαρίαν καὶ τρισυπόστατον μόνην οὐσίαν, καὶ ταύτην μὴ μόνον ἀόρατον ἀλλὰ καὶ νοῦ καὶ λόγου παντὸς ὑπερτέραν παντάπασι, "σκεπτέον" ἔφησε "πόθεν κἀκ ποίας αἰτίας ὁρμώμενος Παλαμᾶς δεύτερον ἐδογμάτισεν ἄκτι 3.414 στον εἶναι φῶς ὑπὲρ τοὺς ἀγγέλους μέν, ὑφειμένον δ' οὖν ἀπειράκις τῆς μακαρίας ἐκείνης καὶ θείας οὐσίας· πόθεν δὲ καὶ ποίαν εἰλήφει τὴν πρόφασιν ἐκ τοῦ τοιοῦδε φωτὸς πλῆθος εἰσενεγκεῖν θεοτήτων ἀκτίστων καὶ ἀνουσίων, τῆς θείας οὐσίας διαφόρων πάντῃ καὶ ἑτερογενῶν. ἐγὼ γὰρ οὐκ οἶδ' ὁπότερον εἴποιμι ἄν· ἢ γὰρ οὐκ ἀκήκοε διαρρήδην τῆς ἁγίας ἕκτης καὶ οἰκουμενικῆς συνόδου βοώσης τὰ ἐναντία, ἢ ἀκούσας οὐκ ᾔσθετο, ἢ αἰσθόμενος ἀπῳδόν τε ἔκρινε καὶ μηδεμιᾶς τινὸς ὅλως ἀξίαν φροντίδος εὐλόγου. φασὶ γὰρ οἱ τὴν θείαν ἐκείνην σύνοδον συγκροτήσαντες θεῖοι πατέρες ὡς ἡμεῖς οὔτε τρεῖς τινὰς θεοὺς ἐπιστάμεθα οὔθ' ὅλως πολλοὺς θεοὺς ἢ φύσεις ἢ οὐσίας ἢ θεότητας ἔγνωμεν ἢ γινώσκοντας οἴδαμεν, ἀλλὰ καὶ τὸν ἔχοντα ἢ φρονοῦντα ἢ γινώσκοντα τοῖς ἀναθέμασι βάλλομεν. τούτοις ἡ Παλαμικὴ φατρία ἐκείνη τοιάνδε τινὰ τὴν ἀντίθεσιν ἐπεισήνεγκε. τὸν μὲν τῆς ἕκτης συνόδου τοῦτον ἀναθεματισμὸν ὑπερθετέον ἐν τῷ παρόντι. δεῖ γὰρ ἀποκρίνασθαι ὡς οὐκ ἄλογός τις ἡμῖν ἐγεγόνει πρόφασις πρὸς δευτέρας θεότητος ἔννοιάν τε καὶ πίστιν, ἀλλὰ καὶ μάλα τι εὔλογος· δείξασι γὰρ ἡμῖν τὴν τῶν θείων γραφῶν δύναμιν ὅθεν ἡμῖν ἡ πρόφασις, αὐτόθεν αὐτομάτως πάντως ἑκάτερα ἕψεται, τῆς τε μέμψεως ἡ ἀπόφασις καὶ ἅμα ἡ τοῦ ἀναθεματισμοῦ ἀναχώρησις. οὐ γὰρ ἄλλοθεν ἀλλ' ἢ ἐκ τοῦ ἐν Θαβωρίῳ πάλαι τῷ ὄρει περὶ τὸ τοῦ 3.415 κυρίου σῶμα γενομένου τε καὶ φανέντος φωτός, περὶ οὗ καὶ τὸν ἐν θεολογίᾳ μέγαν συνηνέχθη λέγειν Γρηγόριον λάμψαι τῇ μορφῆ καὶ τὴν θεότητα παραδεῖξαι, καὶ γυμνῶσαι τὸν ἐν τῇ σαρκὶ κρυπτόμενον. καὶ πάλιν· φῶς ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους μικροῦ στερροτέρα καὶ ὄψεως· ὃ τότε μὲν ὡράθη τοῖς ἀποστόλοις, νῦν δὲ τοῖς ἀμφὶ τὸν Παλαμᾶν ἀεί, καὶ πρό γε τούτων ἄλλοις οὐκ ὀλίγοις, ὡς ἐξεῖναι λέγειν ἐντεῦθεν τὸ μὲν ἀόρατον τοῦ θεοῦ, τὸ δ' ὁρατὸν μὲν ἄκτιστον δέ, καὶ τὸ μὲν ἀμέθεκτον τὸ δὲ μεθεκτόν, καὶ τὸ μὲν ὑπερκείμενον τὸ δ' ὑφειμένον. ἄτοπον γὰρ τὸν οὐράνιον χῶρον ἀπολιμπάνον ὅλον 543
παρεῖναι τὸ θεῖον τοῖς ἐπιγείοις τούτοις, οὖσι ῥυπαροῖς τὸ πλεῖστον εἰπεῖν καὶ δυσώδεσι καὶ μεμολυσμένοις. ἢ πῶς ἂν ὕψιστος λέγοιτο θεὸς κατιὼν ἐκεῖθεν καὶ τοῖς ἐπιγείοις καὶ ἐφαμάρτοις συνδιατρίβων; ἀλλ' εἶναι τὴν μὲν οὐσίαν αὐτοῦ ὑπερκειμένην θεότητα ἄκτιστον, ἀεὶ τοῖς οὐρανίοις θαλάμοις ἐνδιατρίβουσαν, καὶ διὰ τοῦτο μένουσαν ἀόρατον πάντῃ καὶ ἀμέθεκτον· τὰς δὲ ἐνεργείας αὐτῆς ὑφειμένας θεότητας, διαφόρους τῆς οὐσίας, καὶ διὰ τοῦτ' ἀνουσίους καὶ ἅμα μεθεκτὰς καὶ ὁρατὰς ἡμῖν. Πρὸς ταῦτα ὁ Γρηγορᾶς "καὶ πῶς ἄν τις" φησίν "ἐλεγχθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ τῇ θεότητι; ἵνα τοῖς αὐτοῦ Γρηγορίου περὶ αὐτοῦ λέγων χρήσωμαι. εἰ γὰρ ἅπερ αὐτὸς θεμελίων ὑπέθηκε τρόπον, ταῖς κοιναῖς καὶ εὐσεβέσι 3.416 τῆς ἐκκλησίας ἐννοίαις ἑπόμενος, ταῦθ' ὥσπερ ἐν μεταμέλῳ γενόμενος γνώμης διορύττει καὶ ἀναιρεῖ, πῶς οὐ παραβάτην ἑαυτὸν δείκνυσι κατὰ τὸν θεῖον φάναι ἀπόστολον, καὶ ἅμα ἑαυτῷ μαχόμενον καὶ θεότητι; δέδεικται γὰρ αὐτὸς ἐν προοιμίοις διδάσκων ἡμᾶς φῶς ἓν ἀπρόσιτον εἶναι τὴν μόνην ἐκείνην ἄκτιστον τῆς μακαρίας τριάδος οὐσίαν τε καὶ θεότητα. ἀπρόσιτον δ' εἰπὼν καὶ ἀόρατον δεδήλωκεν εἶναι μετὰ πολλοῦ τοῦ κρείττονος· τὰ δὲ μετ' αὐτὸ πάντα φῶτα κτιστά. εἶεν δ' ἂν ἄλλα τε μυρία, καὶ ὅσα μᾶλλον αὐτὸς τὴν ὁμώνυμον φωνὴν τοῦ φωτὸς κατὰ τὴν εἰς πλείω σημαινόμενα ποιησάμενος ἔκτασιν ἐν τῷ περὶ βαπτίσματος ἐξέθετο λόγῳ. οὐ τοίνυν ἑαυτῷ μαχόμενος καὶ θεότητι φαινοιτ' ἂν ὁ μέγας οὗτος διδάσκαλος; ἄπαγε. μαινομένης ταυτὶ διανοίας καὶ γλώττης εἰσὶ παρευρήματα κατὰ τοῦ ἁγίου, ἤθεσι χρηστοτέροις δολερῶς κρυπτόμενα· πολλὰ γὰρ ἐκεῖνος ἀπαριθμησάμενος λέγεσθαι φῶτα, ἓν τῶν πολλῶν εἶναι λέγει κἀκεῖνο τὸ φῶς, ἐν ᾧ μὴ δεδεῖχθαί φησιν ἀλλὰ παραδεδεῖχθαι τηνικαῦτα τὴν θεότητα, τῆς παρά προθέσεως κολαζούσης τὸ αὔθαδες τῶν ἀτόπως τὰ θεῖα βωμολοχεῖν ὡρμημένων, ὡς καὶ ἡμῖν ἐν ἄλλοις εἴρηταί τε καὶ αὖ προϊοῦσι τρανότερον εἰρήσεται κατὰ χώραν. παρίτω δ' ὅμως ἐν βραχεῖ ὁ Χρυσορρήμων ἡμῖν συμμαχῶν Ἰωάννης, εἴρηται λέγων πολλάκις ὡς 3.417 ἡ θεία φύσις οὐ φαίνεται ὡς ἔστιν, ἀλλ' ὡς ἐπιμετρεῖ τῇ ὄψει ἢ τῇ ἀκοῇ τῆς θνητῆς φύσεως· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβῃς τὸ τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανῆναι, ὤφθησαν γάρ φησι διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέος πάλαι γενόμενα. λέγει γὰρ Μωϋσῆς "καὶ ἦν τὸ εἶδος τοῦ θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον·" ἀλλ' ὅρα, φησί, καὶ τὴν λέξιν ἐκείνην συμφωνοῦσαν ταύτῃ τῇ νέᾳ· οὐ γὰρ εἶπε πῦρ, ἀλλ' ὡς πῦρ. καὶ ἐνταῦθα ὤφθησαν γλῶσσαι ὡσεὶ πυρός. καὶ ταῦτα μὲν ὁ Χρυσορρήμων ἐκ πολλῶν ἀπολεξαμένοις ἡμῖν ὀλίγα διέξεισιν· ὁρᾶτε δὲ πῶς βραχείας λέξεως προσθήκη τὸ αὔθαδες καὶ τολμηρὸν θεραπεύει τῆς ἐννοίας, καὶ ἀναστέλλει τὸ ἀχαλίνωτον, εἴ τινες εἶεν ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὡρμημένοι δι' ἀμαθίαν ἢ δυστοπίαν κακοδαίμονος γνώμης. κἀνταῦθα τοιγαροῦν τῆς παρά προθέσεως προστεθείσης, μεγίστη γέγονεν καὶ τῶν ἀτόπων ἐννοιῶν συστολή, καὶ διὰ τῆς βραχείας ταυτησὶ προσθήκης μεγίστην ἔσχε ῥοπὴν ἡ τῆς ἀληθοῦς ἐννοίας ἔνδειξις ὁμοῦ καὶ εὐγένεια, περιφανῶς ἀνατρέπουσα τὴν πολύγλωσσον ἀωρίαν οἷς οὐκ αἰδὼς τὰ θεῖα βοσκηματώδεσι βεβηλοῦν ἐννοίαις. εἰ δέ τῳ πρὸς βουλήσεως εἴη ἐνταῦθα καὶ τοῦτ' αὐτῶν ἐπισκώπτειν, ὅθ' ὑπερτιμᾶν δοκοῦντες ἐκεῖνο τὸ φῶς ἀτιμάζουσι μᾶλλον ὑπὲρ τὸ δέον, κεραννύντες καὶ συμμιγνύντες τοῖς ἐκ διαμέτρου πᾶσιν 3.418 ἐναντιώμασιν, ὁρατὸν ἄκτιστον λέγοντες καὶ μεθεκτὸν ἀπρόσιτον καὶ ἄυλον καθ' αὑτὸ μεριστὸν καὶ ὅσα τοιαῦτα, οὐκ ἔγωγε διοίσομαι, οὐδ' ἑκών γε εἶναι τουτωῒ νεμεσῴην ἄν· ἀλλὰ καὶ τὸ ἀνεγκλήτῳ μένειν παντάπασι τό γ' ἐμὸν μέρος ἀσμένως αὐτῷ κομιδῇ χαρισαίμην· καὶ οὗτοι γὰρ ἃ μηδὲ τοῖς κτίσμασιν οὐκ ἄν τις τολμῴη παρέχεσθαι, δαίμοσι δηλαδὴ καὶ ψυχαῖς καὶ ἀγγέλοις, (ἀόρατος γὰρ καὶ τούτων ἁπάντων ἡ φύσις, εἰ μὴ διὰ συμβόλων καὶ τύπων σωματικῶν ἐνίοτε φαίνοιντο τὸν ἑκάστοις προσήκοντα τρόπον), τούτοις ἀσμένως συναριθμεῖσθαι τὰς 544
οἰκείας θεότητας συνωθοῦσι τὰς ἀκτίστους καὶ ἀπροσίτους, καὶ μάλιστα πασῶν τὸ διειλημμένον ἐκεῖνο φῶς. ὥσπερ γὰρ ἀνανδρίας ἑκατέρωθεν ἔλεγχον ἀμφοῖν ἄμφω κομίζει, τῷ τε μὴ θέλοντι θνήσκειν ὅτε δεῖ, καὶ τῷ θέλοντι πάλιν ὅτε μὴ δεῖ, οὕτω κἀν ταῖς θείαις τιμαῖς τὸ ὑπερβάλλον οὗ μὴ προσήκει, οὐ τιμὴν παρέχει θεῷ, σκοπὸν ὕβρεως τηνικαῦτα τῆς τοῦ εὐλαβοῦς προσποιήσεως συμπορευόμενόν τε καὶ συμπλέοντα κεκτημένης. πολλοῦ μέντ' ἂν δεήσειε μὴ καὶ πρὸς τὴν Ναυάτου μισανθρωπίαν ὠθεῖν τὴν μίμησιν, ὃς τὴν ἀρετὴν ἐς τὸ ὑπερβάλλον τιμᾶν προσποιούμενος, ἔλαθε τὸ τοῦ θεοῦ φιλάνθρωπον ἐξ αὐτῶν κρηπίδων ἄντικρυς ἀναιρῶν, τὴν ἐξ ἁμαρτίας μετάνοιαν οὐδαμῶς προσιέμενος, καὶ προσηγορίαν εὐλαβείας ἐν ἀωρίᾳ προφάσεως ἑαυτῷ προμνώμενος, τὰ χείριστα 3.419 τῆς κακίας τοῖς ἠκολουθηκόσι προυξένησεν· οὕτω χείριστόν ἐστιν ὑπὲρ τὸ δέον ἄττειν καὶ πατρῶν ὅρια κινεῖν. ἀντιφωνεῖν γὰρ ἀνάγκη τοῖς ἀφανέσι τῶν ὀρέξεων ἐνταῦθα πάθεσι τὰ χειρὸς καὶ γλώττης ἐμφανῆ κινήματα, καὶ σφετέροις σφέτερα μέρεσι μέρη πολέμια καὶ ἀντίφθογγα τρέφειν αὐτόν τινα ἑαυτῷ, ἕως ἂν σαφῆ τὸν ἔλεγχον ὁ χρόνος ἐπικούρους εἰληφὼς τὰς ἀψευδεῖς τῆς δίκης πλάστιγγας εἰς ὕπαιθρον ἐξενέγκῃ θέατρον, καὶ οἰομένους τιμὴν κερδαίνειν ἐν τοῖς ὄφλουσιν αἰσχύνην εὑρισκομένους ἐνδείξηται. ὁποῖον δήπου πεπόνθασι καὶ οἱ τὴν τῶν ἀκτιστιτῶν αἵρεσιν ὑποστήσαντες· οἰόμενοι γὰρ τιμᾶν τὴν τοῦ Χριστοῦ σάρκα ἄκτιστον ταύτην ἐδογμάτισαν εἶναι, κἀντεῦθεν οὐ μικρὸν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ παρεισήνεγκαν νόσημα καὶ ἀντὶ τιμῆς ἀτιμίαν πεπράχασι· διὸ καὶ ἰδία τις αὕτη αἵρεσις ἀκτιστιτῶν ὠνομάσθη τε καὶ ἀποκεκήρυκται πρὸς τῶν εὐσεβῶν. παραπλήσιον δέ τι καὶ ὁ θεολόγος ἔφη Γρηγόριος πρὸς Εὐνόμιον, τὸ ὑπὲρ πᾶσαν, λέγων, οὐσίαν καὶ φύσιν τῷ μὲν πατρὶ διδούς, ὦ ἄνθρωπε, τὸν δ' υἱὸν ἀποστερῶν καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι περικόπτεις τὴν θεότητα, καὶ μεταβαίνεις ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδεούσαν. καὶ ἀλλαχοῦ "οὐ γὰρ θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρω 3.420 πεύηται ὑβριζόμενον· ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς οὐ μᾶλλον τιμᾷ τῷ δεδομένῳ ἢ ἀτιμάζει τῷ ὑφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον." Ὁρᾷς πῶς τὸ μὴ προσηκόντως τιμᾶν, ἀλλ' ὑπερβαίνειν δοκεῖν τοὺς νενομισμένους ὅρους, ὕβρεως τίκτει καρπούς. ἡ γὰρ τοῦ ὑπερβάλλοντος παρενθήκη ἔλεγχος γίνεται τοῦ πρὶν ἐλλιποῦς καὶ οὐ μᾶλλον δίδωσιν ἢ ζημιοῖ, περιφανεστέραν ποιοῦσα τῆς ἀληθοῦς τιμῆς τὴν ὑφαίρεσιν ἢ τὴν πεπορισμένην ταύτης ἐπίτασιν, ὡς κινδυνεύειν ἐν τῇ τοῦ δοκεῖν ἀφθονίᾳ τὰ τῆς πτωχείας ὑπομένειν αἰσχρά. δυοῖν οὖν κἀνταῦθα θάτερον ἕπεται· ἢ γὰρ κακουργίας ἐγχείρημα φαίνεται εἶναι τουτί, δι' ἀπάτην τῶν ἁπλουστέρων ἐπινενοημένον, ἢ δεισιδαιμονίαν ὀνομαστέον τὸ τοῦ νοσήματος πάθος, ἔκγονον λόγου διεψευσμένως ἔχοντος ὂν πρὸς τὸ ἀγαθόν, δειλίας δ' ἀορίστους καὶ ἀτεκμάρτους ταῖς μητράσι ψυχαῖς ἐντιθὲν καὶ φόβους ἐν οὐ καιρῷ φυομένους, θανάτου γείτονας καὶ οἵους οἱ ἐν ᾅδου μυθεύονται πέμπειν τοῖς ζῶσιν ἐν ὕπνοις, ἐκ διαμέτρου μὲν καὶ ἀντιδιῃρημένην τῇ ἀθεΐᾳ τὴν τάξιν ἐσχηκός, γένος δ' ὅμως ἐκείνῃ ταὐτὸν κεκτημένον, τὴν ἄγνοιαν δηλαδή. ὁμοίως γὰρ τῶν διαβεβλημένων ἐστὶ τό τ' ἀκίνητον εἶναι πρὸς τὴν τοῦ θεοῦ τιμήν, καὶ αὖ τὸ κινεῖσθαι πρὸς αὐτὴν καθάπερ οὐ χρή· τὸ μὲν γὰρ πίστεως ἄμοιρον, τὸ δὲ καὶ δόξαν ἐμπαθῆ προσλαμβάνει, σμικρολογίαν μακρὰν τῷ θεῷ 3.421 προστρῖβον. καὶ ἔστιν ἐν ἀμφοτέροις ὅμοιον τὸ κακόν, κἂν ἀντίθετον ἐκληρώσατο τύχην ἀλλήλοις ἑκάτερον. Ἵνα δὲ κἀκ τῶν συνηθεστέρων τῇ φύσει καὶ οἷον εἰπεῖν κοινῶν τοῖς ἅπασιν ἐννοιῶν ὑποδείγματά τινα πρὸς σαφήνειαν ὁ λόγος εἰληφὼς τῶν τῷ ἁγίῳ ἠριθμημένων ἐκείνων φώτων ἓν καὶ τὸ φῶς ὂν ἐκεῖνο δείξῃ, καὶ τῆς ὁμοίας ποιότητος, εἰ καὶ τῇ λαμπρότητι παραλλάττειν ἔδοξε, φαίην ἂν ὡς πολλῶν ἐξ 545
αἰῶνος ἀγαθῶν γεγονότων ἀνδρῶν καὶ θεοφιλῶν εἷς ἦν φέρε εἰπεῖν καὶ Μωσῆς ὁ μέγας ἐκεῖνος, δι' οὗ τὰ μέγιστα τῶν θαυμάτων κατὰ τὴν Αἴγυπτον ὁ θεὸς ἐπεπράχει. οὐ μόνον δέ, ἀλλὰ καὶ θείῳ τὸ πρόσωπον αὐτοῦ φωτὶ κατελάμπρυνεν, ὡς μηδὲ τοὺς υἱοὺς Ἰσραήλ, κατὰ τὸν θεῖον φάναι ἀπόστολον, ἀτενίσαι δύνασθαι εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τὴν δόξαν τοῦ προσώπου τὴν τότ' ἐκείνην ἐκεῖ φανεῖσαν. καὶ κάλυμμα ἔχειν ὁ θεῖος ἔφη Χρυσόστομος ἐπὶ τοῦ προσώπου τότε Μωσέα· καὶ τὸ αἴτιον, ἐπεὶ μὴ ἐδύναντο, φησί, τὴν δόξαν ὑπενεγκεῖν τοῦ προσώπου αὐτοῦ. ὁρᾶτε πῶς καὶ τῆς τῶν ὁρώντων ὄψεως στερρότερον γέγονε καὶ τὸ φῶς ἐκεῖνο τὸ τοῦ Μωσέως πρόσωπον πάλαι λαμπρῦναν. φῶς οὖν καὶ Γρηγόριος ἓν ἐκεῖνο πρὸς τοῖς ἄλλοις καὶ τὸ φῶς ἐκεῖνο πρὸς τοῖς ἄλλοις φησὶν ᾧ τὸ Μωσέως δοξάζεται πρόσωπον. καὶ πολλὰ τοιαῦτα συνείρας διάφορα μὲν τὴν ποιότητα καὶ οὐ τὴν φύσιν, κἀκ τῶν ποιημά 3.422 των τὸν ποιητὴν ὑμνήσας, ὃν καὶ ἀδιάδοχον εἶπε φῶς καὶ κυρίως ἕν, ἔπειτα τοῖς ἄλλοις καὶ τὸ φῶς ἐκεῖνο συναριθμεῖ, ᾧ παρεδείχθη τυπικῶς ἡ θεότης, λαμπρότερον μὲν τὴν τῆς αἴγλης ποιότητα, τὴν δὲ φύσιν τηροῦν τοῖς ἄλλοις τὴν αὐτήν. καὶ τὸ τῆς ἀληθοῦς ἐννοίας ἐνταῦθα κράτος ἡ τοῦ ἄρθρου παρίστησι θέσις, τὴν θεότητα περιγράφουσα, καὶ τὸ ἄφετον καὶ ἀόριστον τῶν σημαινομένων πρὸς τὸ μοναδικὸν καὶ ἑνιαῖον συστέλλουσά τε καὶ περισφίγγουσα. οὐ γὰρ θεότητας ἀπαριθμούμενος ὁ διδάσκαλος μίαν εἶπε θεότητα καὶ τὸ φῶς ἐκεῖνο, ἀλλὰ τοὐναντίον φώτων ἀριθμουμένων πολλῶν ἓν ἐκεῖνο τῶν πάντων εἴρηκεν εἶναι, τιμηθὲν μὲν ὑπὸ θεοῦ πλέον, ἵν' οὕτως εἴπω, τῶν ἄλλων, οὐ μὴν δυνάμενον ἄκτιστον γενέσθαι θεότητα, ἀλλ' ἀκτίστου θεότητος παράδειξιν τυπικήν τε καὶ συμβολικήν, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν ἐμφανέστερον. ὥσπερ οὖν πολλῶν ὄντων ἀνδρῶν ἀγαθῶν καὶ θεοφιλῶν προφητῶν ἕνα τῶν πάντων εἶναι καὶ Μωσέα εἰρήκειμεν, τιμηθέντα μὲν πρὸς θεοῦ πλέον τῶν ἄλλων σχεδὸν τῇ τε λαμπρότητι τοῦ προσώπου καὶ τοῖς ἐν Αἰγύπτῳ θαύμασι, καὶ θεὸν γενόμενον Φαραώ, ἄκτιστον δ' οὔ, οὕτω καὶ περὶ τοῦ φωτὸς νοητέον ἐκείνου. αἱ γὰρ τιμαὶ καὶ δόξαι καὶ λαμπρότητες ποιότητές τινες ἐπουσιώδεις οὖσαι καὶ συμβεβηκότων εἴδη, αὐταὶ μὲν ἀλλοίωσιν καὶ μεταβολὴν ὑπομένειν πεφύκασιν, ἡ δ' οὐσία τῶν τοιούτων ἀθῷος μένει πα 3.423 θῶν· ὑποβάθρα γάρ τις καὶ θεμέλιος γίνεται τούτοις ἅπασι, καὶ ταύτης ἄνευ ὑπόστασις ἐκείνοις οὐκ ἔστιν οὐδ' ἡτισοῦν, οὐσιωδῶς γε μὴν αὐτοῖς καὶ αὕτη συναλλοιοῦσθαι ἥκιστα οἶδεν. εἰ δὲ δι' ἀμαθίαν ἔνιοι καὶ ἔκστασιν λογικῆς ἐπιστήμης, δι' ἧς οἱ θεῖοι πατέρες τὰς δογματικὰς συνεστήσαντο βίβλους, ἕπεσθαι ἥκιστα δύνανται, τί τοῦτο πρὸς τὴν ἀληθῆ γνῶσιν; οὐ γὰρ ἀτιμαστέον τὴν παίδευσιν δι' αὐτούς, ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας ὁ μέγας φάσκει διδάσκαλος. πολλοῦ μὲν γὰρ ἂν δεήσειε τοὺς ὅρους ἐκείνους τῆς οἰκείας φυλάττειν φύσεως τά τε ἄλλα δήπουθεν, καὶ τό γε τὴν αὐτὴν καὶ μίαν μένουσαν τῷ ἀριθμῷ τὴν οὐσίαν τῶν ἐναντίων εἶναι δεκτικήν, εἰ ὧν ἀνυποστάτων ὄντων καθ' αὑτὰ ὑπόστασις αὕτη γίνεται, τούτοις συμμεταβάλλοιτο τῆς οἰκείας ἐξισταμένη φύσεως. ἀνούσιοι μὲν γὰρ αἱ περὶ τὰ σώματα ποιότητες καὶ ἀσώματοι, αἰσθηταὶ δ' οὖν, καὶ περὶ τὰ τῇ αἰσθήσει ὑποκείμενα σώματα τὴν ὑπόστασίν τε καὶ σύστασιν ἔχουσαι· πᾶν δὲ τὸ τῇ αἰσθήσει ὑποβαλλόμενον ὁ θεῖος φάσκει Χρυσόστομος μηδ' οὐσίαν εἶναι ἀγγέλου δύνασθαι λέγειν, ἀλλὰ σῶμα πάχος ἔχον καὶ τριχῇ διαστατόν. πῶς οὖν ἂν εἴη θεότης ἄκτιστος ἐκεῖνο τὸ φῶς, αἰσθήσει ὑποβαλλόμενον καὶ ὁρώμενον, ὡς ἅπαντες μὲν καὶ πρό γε πάντων ὑμεῖς μαρτυρεῖτε. ἢ πάντως καὶ ὑμῶν σιωπώντων ἐξ ἀπορίας ὁ θεῖος ἑρμηνεύει Δαμασκηνὸς Ἰω 3.424 άννης, "ἐν τῷ Θαβὼρ" λέγων "τῷ ὄρει ἐλάμπρυνεν μὲν ἡλίου δίκην τὸ πρόσωπον ἑαυτοῦ ὁ Χριστός, ἵν' ὡς θεὸς παραδείξῃ τοῖς μαθηταῖς τὴν τῆς οἰκείας θεότητος δύναμιν· ἀλλ' ἐπειδὴ καὶ Μωσέως ἐλάμπρυνε πάλαι τὸ πρόσωπον ἔξωθεν, ἔλαθε νῦν τὸν διάβολον διὰ τῆς αἰσθητῶς δηλαδὴ κἀνταῦθα φανείσης λαμπρότητος." ἰδοῦ καὶ οὗτος σῶμα καὶ αἰσθήσει ὑποβληθὲν καὶ ὁραθὲν τὸ 546
λαμπρυνθὲν τοῦ Χριστοῦ φησὶ τηνικαῦτα πρόσωπον. οὐ γὰρ φαντασία τὸ τῆς ἐνσάρκου μυστήριον οἰκονομίας ἦν· εἰ δὲ σῶμα, καὶ οὐσία πάντως κτιστή· τῇ γὰρ τῶν ἀκτιστιτῶν αἱρέσει περιφανῶς ἔρριπται τὴν τοῦ κυρίου σάρκα δοξάζειν ἄκτιστον· πῶς οὖν ἄκτιστος ἡ αἰσθητῶς φανεῖσα τηνικαῦτα λαμπρότης; καὶ τίς ὁ ταῦτα τολμῶν κηρύττειν πλὴν τῶν εἰκονομάχων μὲν ὕστερον, Μανιχαίων δὲ καὶ Μασσαλιανῶν πρότερον, νῦν δὲ τῶν Παλαμιτῶν; ἦ γὰρ οὐκ ἀκούετε σαφέστατα τῶν ἁγίων λεγόντων, τὸ τῇ αἰσθήσει μὲν ὑποβαλλόμενον ὁρατόν, ὃ δ' ἄκτιστον, μὴ ὅτι οὐχ ὁρατόν, ἀλλὰ καὶ νοῦν καὶ λόγον ὑπερβαῖνον; τοῦτο δὲ τί ἂν εἴη τῶν πάντων ἕτερον ἢ ὃ φῶς ἓν ἀπρόσιτον ἔστι καὶ μόνον ἓν κυρίως ὁ θεός. ὅμως, ἐπειδὴ κανόνι τε καὶ σταθμῷ ἄνω τὰς κοινὰς ἐκείνας καὶ ὡμολογημένας τοῖς πᾶσιν ἐννοίας προεβαλόμεθα, ὡς ἂν πρὸς ἐκεῖνα βλέποντες τὰς ἑξῆς τῶν λόγων διευθύνωμεν ἐργασίας καὶ τὰ ἐπιχειρήματα, ἀναληπτέον ἡμῖν ἐστὶ καὶ ζητητέον πῶς ἐναντία ταῖς κοιναῖς καὶ ὡμολογη 3.425 μέναις ἐκείναις ἐννοίαις ἔνεστι περιφανῶς συμπεραίνειν. πάντα γὰρ οὖσα καὶ καλουμένη ἡ θεότης καλεῖται καὶ φῶς· εἰ οὖν φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον ὁ θεὸς καὶ κυρίως ἓν καὶ μόνον ἄκτιστον, πῶς καὶ πόθεν εὕρηται νῦν τῇ Παλαμικῇ φατρίᾳ δεύτερον ἄκτιστον φῶς Θαβωρίῳ διάφορον τῆς θείας οὐσίας, τῶν τῷ θεολόγῳ Γρηγορίῳ ἀριθμηθέντων ἐκείνων φώτων πολλῶν ἓν ὄν; ὃ γὰρ τῶν πολλῶν ἓν ὄν, οὐχ ἓν κυρίως· ὃ δὲ κυρίως ἓν καὶ ἀδιάδοχον, τῶν πολλῶν ἓν εἶναι οὐ δύναται. πῶς γὰρ ἂν ἄκτιστον ἔτ' εἶναι δύναιτο, τοῖς ἄλλοις καὶ διαφόροις αὐτοῦ ποιήμασι συναριθμούμενον; ἢ πῶς τὸ ἀνούσιον τῇ οὐσίᾳ ταὐτόν; εἰ γὰρ ταὐτόν, οὐ διάφορον, εἰ δὲ διάφορον, οὐ ταὐτόν· ἄμικτα γὰρ φύσει παντάπασι ταῦτα, καὶ λίαν ἀσύμβατα καὶ οὐδέποτε σύμφωνα. ἐπὶ δὴ τούτοις αὖθις ἑτέραν ἀντεπῆγον ἀντίθεσιν, οὐ δυνηθέντας ἑαυτοὺς ἀπονίψασθαι τὸν σφίσιν ἐπενηνεγμένον ὑπὸ τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου ἀναθεματισμὸν αἰσθόμενοι. καὶ ἦν ἡ ἀντίθεσις ἔχουσα οὕτως. εἶτα οὐδὲ τὸν μέγαν δέχῃ, φασί, Διονύσιον λέγοντα "ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαρίας ἐφικώμεθα λήξεως, πάντοτε σὺν κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρού 3.426 μενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαυγαζούσης ὡς 3.426 τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀύλῳ τῷ νῷ μετέχοντες." Πρὸς ταῦτα ὁ Γρηγορᾶς, "καὶ μήν" φησι "πολλαχόθεν ὁρῶ τὴν τοῖς ὑμετέροις σπουδάσμασιν ἑπομένην αὐτόθεν ἀναίρεσιν· οὐ γὰρ σύνεσιν ὧν λέγετε λαβεῖν ἐδυνήθητε, πρὶν τὸν οὐδὸν ὑπερβῆναι τῶν οἰκείων χείλεων μάλα ὀφείλοντες. πρῶτον μὲν γὰρ τὸ τὴν ἐντελῆ σαφήνειαν τῶν προλεχθέντων ἔχον ἄνω λιπόντες, τὸ συνεχὲς ἡμίτομον ἐκεῖθεν ὑφελόμενοι προηνέγκατε. μεμυήμεθα γάρ, ὁ θεῖός φησι Διονύσιος, νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων, τῆς τῶν λογίων καὶ τῶν ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης, καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης, καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυνούσης τε καὶ διαπλαττούσης. τούτων δ' οὕτως ἐχόντων, μορφὰς καὶ τύπους καὶ μεριστὰ σύμβολα τις ἄν ποτ' ἄκτιστα φαίη σωφρονῶν καὶ μανίας ὑπάρχων ἐλεύθερος; ὅμως καὶ ἡ τοῦ θείου Μαξίμου τὸ παρὸν χωρίον ἑρμηνεύοντος μαρτυρία τὴν ἐξ ἀμαθίας παράνοιαν τῶν ἄλλως λεγόντων ἐλέγξει· εἶναι γάρ φησι ταῦτα ἐπὶ μὲν θεοῦ, ὅταν φαίνηται ὡς πῦρ καὶ ὡς γέρων ἐν Δανιὴλ καὶ ὡς ἀνὴρ παλαίων τῷ Ἰακώβ, καὶ ὅσα τοι 3.427 αῦτα· ἐπὶ δ' ἀγγέλων, ὅταν τὰ Χερουβὶμ ὡς θηριόμορφα καὶ ἄλλα ἐν τάξει ἀνδρῶν καὶ νεανίσκων φαίνωνται. καὶ πάλιν "σημειωτέον ὅτι τὸ θεῖον σῶμα τοῦ κυρίου ὁρατήν φησι θεοφάνειαν, νοητὴν δὲ ἥτις κατὰ νοῦν ἔσται μεθεκτή." ὁρᾶτε πῶς ὁλοκλήρου τοῦ τῆς γραφῆς σώματος κειμένου, κτίσματα προδήλως εἶναι δείκνυνται μορφαὶ καὶ τύποι καὶ τὰ μεριστὰ καὶ πλασματώδη ταῦτα σύμβολα.
πρῶτον μὲν οὖν τοῦτ' ἄτοπον πεπραχότες ἐστέ, τὰς τῆς θείας γραφῆς ἡμιτόμους προφέροντες ῥήσεις· δεύτερον δ' ὅτι τὰ καιριώτερα τῶν τοῦ Διονυσίου λόγων σιωπῇ κρύψαντες μέλλοντά φατε καὶ οὔπω δῆλα· τὸ γὰρ "ὅταν ἄφθαρτοι γενώμεθα καὶ ἀθάνατοι" καὶ τὰ ἑξῆς οὔπω προσγέγονεν ὑμῖν, εἰ μὴ τὸν Ἐνδυμίωνος ὕπνον καθεύδειν δοκεῖτε καὶ λελήθατε τὴν ὑμετέραν κατάλυσιν ἀφ' ἑστίας καθ' ἑαυτῶν ἐπαγόμενοι. ἦ οὐδὲ τοῦ ἀποστόλου βοῶντος ἠκούσατε, ὡς καὶ ἡμεῖς ἐν ἑαυτοῖς στενάξομεν υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δ' ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. εἰ οὖν τοῦτ' εἴη τὸ τοῖς Παλαμίταις ὑμῖν ὁρώμενον φῶς, ὡς αὐτοὶ διατείνεσθε, καὶ τῷ μέλλοντι ταὐτὸν ἐκείνῳ φωτὶ ὃ σωμάτων ἀφθάρτων κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον δεῖται 3.428 πρὸς θεωρίαν, περιττὸν ἄρα τὸ τοῦ θανάτου μυστήριον, περιττὸν δὲ καὶ ὅ φησι Παῦλος ὁ θεῖος, δεῖν τὸ θνητὸν τοῦτο ἀθανασίαν ἐνδύσασθαι καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, καὶ πρός γε τὸ ἐν ἐλπίσι μὴ βλεπομέναις κεῖσθαι τὴν υἱοθεσίαν ἡμῶν μετὰ τὴν τοῦ σώματος ἀπολύτρωσιν. εἰ γὰρ μετὰ τοῦ σωματικοῦ πάχους καὶ τῆς Παλαμικῆς κραιπάλης καὶ τρυφῆς ἐξείη καὶ τοῦ μέλλοντος ἐκείνου φωτὸς ἀπολαύειν ἐνταῦθα, τί δεῖ θανάτου πρὸς ἀθανασίαν ἐπηγγελμένην μετάγοντος καὶ ζωὴν ἀίδιόν τε καὶ ἄφθαρτον, εἰ οὐκ εἰς τὸ μέλλον, οὐδ' εἰς ἃ τὰς μετὰ θάνατον ταμιεύει ἐλπίδας, ἀλλ' ὅσα γέμει μὲν τρυφῆς καὶ σαρκικῶν ὀρέξεων, ἐρρῶσθαι δέ πως φράζει μετὰ τῶν σεμνῶν ἐλπίδων, καὶ εἴ τί που ταῖς τοιαύταις ἐπαγγελίαις ἐγκέκρυπται. μία μὲν οὖν αὕτη κατάλυσις αὐτόχρημα καθ' ὑμῶν, οὐ πολλῶν δεηθεῖσα λόγων· δεύτερον δ' ὅτι Διονύσιος θεοφάνειαν μέν φησιν ὁρατήν, οὐ θεότητα δ' ἄκτιστον ὁρατήν· πόρρω δ' ἀλλήλων ἄλληλα, καὶ διεστηκότα μᾶλλον ἢ ὅσον ἐκ δυσμῶν ἀπέχουσιν ἀνατολαί· θεοφανείας μὲν γὰρ ἡμῖν ὁρατὰς διαφόρους καὶ πλείστας γεγονυίας παραδιδόασιν αἱ θεῖαι καὶ ἱεραὶ βίβλοι, καθὰ προϊόντες ἐς πλάτος ἐκθήσομεν· θεότητα δ' ἄκτιστον πλὴν τῆς τρισυποστάτου μιᾶς οὐσίας οὐδείς πω τὸ παράπαν ἑτέραν ἄχρι καὶ τήμερον οὔθ' εὗρεν οὔτε λελάληκεν, οὔτε μὴν οὐδ' εἰς νοῦν βαλέσθαι τετόλμηκεν εὐσεβείᾳ συντεθραμμένος πλὴν τῆς Παλαμικῆς φατρίας. 3.429 Δύο μὲν δὴ ταύτας ἠνέγκαμεν ταῖς ὑμῶν ἀντιθέσεσι λύσεις διὰ βραχέων, εἴη δ' ἂν καὶ τρίτη, ἡ παρὰ τὴν λέξιν, λέγω δὴ τὴν ὥς, μονοσύλλαβον μὲν οὖσαν, ὁμώνυμον δὲ καὶ κατὰ πολλῶν λεγομένην σημαινομένων. ὧν τὰ μὲν πλείω γραμματισταῖς παραπεμπτέον, οἷς προυργιαίτερον τουτοΐ· ἡμῖν δ' ἀπόχρη κατὰ τοὺς τῶν θείων ἐνταῦθα γραφῶν ἐκδέχεσθαι ἑρμηνέας, ποτὲ μὲν ὡς βεβαιωτικὴν δηλαδὴ καὶ τῆς ὑποκειμένης ἐννοίας ἐπίτασιν ἔχουσαν, ποτὲ δ' ὡς ὁμοιωματικὴν ἢ διστακτικὴν καὶ οὐ μάλα ἀναμφισβήτητον. ὧν ὑποδείγματ' ἂν εἴη ταῦτ' ἐκ προχείρου παραστάντα τῇ μνήμῃ, τῆς μὲν βεβαιωτικῆς καὶ τῆς ὑποκειμένης ἐπίτασιν ἐχούσης ἐννοίας τὸ "ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρὰ πατρός," ἐν σαρκὶ μὲν κεκρυμμένην δηλονότι, ἀλλ' ὡς τῷ ὄντι μονογενοῦς καὶ κυρίως υἱοῦ καὶ λόγου τοῦ θεοῦ διὰ τῶν παραδόξων ἔργων φαινομένου· τῆς δ' ἑτέρας τὸ "ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος·" ἐνταῦθα γὰρ ὁμοιώσεως ἔσχε τρόπον, καὶ οὐ μάλα ἀναμφισβήτητον ἔμεινεν, οὐδ' ἐκτὸς παραλλάξεως. ὁποῖόν ἐστι καὶ τὸ προβληθὲν ἐν τῷ παρόντι θείου Διονυσίου ῥητόν, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ λέγοντος μεταμορφώσει· ὁμοιότητα γὰρ ἐνταῦθα καὶ οὐ ταυτότητα σημαίνει τὸ ῥῆμα, καὶ ἀπαραλλαξίαν ἔχειν οὐ δύναται· οὔτε γὰρ ὁμοφυᾶ ταυτὶ οὔθ' ὁμογενῆ οὔθ' ὁμοειδῆ· οὐσίας μὲν γὰρ ἡ ταυτότης, ἡ δ' ὁμοιότης ποιότητος· 3.430 ποῦ γὰρ ταυτότητος ἂν εἴη τόπος τοῖς ἐκ διαμέτρου συμφυᾶ τἀναντία κληρωσαμένοις; οἷς γὰρ ἔτι φθαρτῷ συνεῖναι βίῳ καὶ σώματι συνδεδράμηκε, καὶ οἷς μή, τούτοις οὐκ ἔστι καθὸ διεστήκασιν οὐδεμία ταυτότης. ὡς εἶναι τὸ ὥς οὐ ταυτότητος ἐνταῦθα λόγον ἔχον, ἀλλ' ὁμοιότητός τινος σκιαγραφίαν εἰπεῖν. καὶ γὰρ 548
καὶ ὁ θεῖος Χρυσόστομος τὸ "ἔλαμψεν ὡς ὁ ἥλιος" ἐξηγούμενος, ἡ τῶν ἀφθάρτων σωμάτων δόξα, φησίν, οὐ τοσοῦτον ἀφίησι τὸ φῶς ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλ' ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. ἀκούετε τοῦ μεγάλου φωστῆρος τῆς ἐκκλησίας, διδάσκοντος καὶ αὐτοῦ τοῖς ἄλλοις πατράσιν ὁμοίως, ὡς οὐκ ἄφθαρτον ἔλαβε σῶμα ὁ κύριος (τοῦτο γὰρ τῆς Μαρκίωνός ἐστι λέγειν αἱρέσεως), οὐδ' ἄκτιστον αὐτὸ πεποίηκέ τε καὶ ἔκτισε (τοῦτο γὰρ τῆς τῶν εἰκονομάχων καὶ Μανιχαίων ἐστὶ λέγειν μανίας), ἀλλ' ἡ ἀναλλοίωτος φύσις, κατὰ τὸν θεῖον εἰπεῖν μελῳδόν, τῇ βροτείᾳ μιχθεῖσα τῆς ἐμφεροῦς ἀύλου θεότητος φῶς παραγυμνοῦσα τοῖς ἀποστόλοις ἀπορρήτως ἐξέλαμψε, καὶ πάλιν ἀμυδροὺς θεϊκῆς αὐγῆς παρεγύμνου χαρακτῆρας. ὁρᾶτε πῶς οἱ τῆς εὐσεβοῦς ἐκκλησίας πάντες διδάσκαλοι σωματικῶς τε καὶ συμβολικῶς τὴν ἀμυδρὰν καὶ αἰνιγματώδη πανταχοῦ διὰ τῆς παρά προθέσεως ἐμφαίνουσι δήλωσιν. συμμαρτυρεῖ δ' ἡμῖν καὶ ὁ μέ 3.431 γας ἀπόστολος Παῦλος, λέγων "νῦν μὲν δι' ἐσόπτρου ἐν αἰνίγματι βλέπομεν, τότε δὲ πρόσωπον πρὸς πρόσωπον." ὁρᾶτε δὲ πῶς καὶ οὗτος αἰνιγματώδη φάσκει τὴν ὁρατὴν θεοφάνειαν καὶ οὐκ ἄνευ συμβόλων καὶ τύπων. ἀκουστέον δὲ τί καὶ ὁ εὐαγγελιστὴς ἐνταῦθα Ἰωάννης φησίν· "ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμέν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστιν." ἀκηκόατε πῶς ὁ συμπαρὼν μεταμορφουμένῳ τῷ κυρίῳ σαφῶς ὁμολογεῖ διαρρήδην μήπω πεφανερῶσθαι, σκιαγραφεῖσθαι δ' ἐν ἐπαγγελίαις αἰνιγματώδεσι τὴν ἐς τὸ μέλλον καθαρωτέραν πρόσωπον πρὸς πρόσωπον μετὰ σαρκὸς ἐκείνου φανέρωσιν, ὅτε δήπουθεν τοῖς ἀξίοις ὀφθήσεσθαι φάσκοι μεθ' ἧς ἀνέστη σαρκὸς κατὰ τὸ γεγραμμένον "οὗτος Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν." καὶ ταῦτα τίς καὶ ποῖος ὁ ταῦτα γράφων ἐστίν; ὁ καὶ πρὶν ἀποδύσασθαι τὸ θνητὸν τουτὶ καὶ φθαρτὸν τῆς σαρκός, μεγίστῃ συνοικῶν καθαρότητι. ἀλλ' ὁ Παλαμᾶς ἀπὸ χλιδῆς καὶ πότου καὶ τρυφῆς ὀφθαλμοῖς αἰσθητοῖς ἐνταυθοῖ διατείνεται βλέπειν οὐ τὴν ὁρατὴν αὐτοῦ θεοφάνειαν, ἀλλὰ τὴν ἄκτιστόν τε καὶ ἀγγέλοις ἄγνωστον θεότητα. τί πρὸς ταῦτά φατε οἱ τῶν ἐκείνου προεστηκότες ὑμεῖς; ἢ οὐ 3.432 δακρύων ἄξιος πολλῶν μὲν ἐκεῖνος, πλειόνων δ' οἳ καθάπερ δεσπότῃ πείθονται; ἆρ' οὐκ ἀργαλέον, κατὰ τὸν φάμενον, πρᾶγμα ἐστίν, ὦ γῆ καὶ ἥλιε, δούλους γενέσθαι παραφρονοῦντος δεσπότου; εἰ δέ τις ἐξ ἀμαθίας κεκινημένος αὐτὸν ἑαυτῷ τὸν ἅγιον νῦν μὲν συμφωνεῖν νῦν δ' ἐναντιοῦσθαι λέγοι, ὅτ' ἄνω μὲν "ὃ ἑωράκαμεν" ἔλεγε "καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν," καὶ "ὁ λόγος τῆς ζωῆς ἐφανερώθη ἡμῖν," καὶ "ὃ ἑωράκαμεν καταγγέλλομεν ὑμῖν," καὶ ὅσα περὶ τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας δίεισι τὸν ἀνθρωπικώτερον τρόπον, βραχὺ δ' ἔπειτα παρακατιὼν ἕτερα μὲν διεξιέναι ἔδοξεν, ἐκείνοις δ' οὖν παραπλήσια, οἷς "θεὸν οὐδεὶς ἑώρακε πώποτε" εὐαγγελιζόμενος ἀποφαίνεται, μὴ τοῦ ἁγίου διχόνοιαν καταψηφιζέσθω, ἀλλ' ἑαυτοῦ μᾶλλον ἀσθένειαν, ὅτι μὴ θεοπρεπῶς τὰ θεῖα διαιρεῖν δύναιτο, μήθ' ὅσα μήθ' ὅπως περὶ τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας οἱ ἅγιοι διαφόρως ἀπεφήναντο, μήθ' ὅσα περὶ τῆς ἀκτίστου τε καὶ μακαρίας αὐτοῦ φύσεως, καθάπερ ἐν πολυφωνίᾳ μουσικῶν ὀργάνων, μίαν τοῦ τεχνίτου θεοῦ τὴν ἐναρμόνιον τέχνην καὶ δύναμιν ἐμπνέοντός τε καὶ ἐνηχοῦντος. συνήσει δ', οἶμαι, καὶ εἰ λίαν εἴη νωθρὸς καὶ εὐήθης, τὴν γνώμην Διονυσίου καθαρώτερόν τε καὶ ἀποτάδην ἀκούων διεξίοντος ταυτί· καὶ τοῦτο γάρ, οἶμαι, φησί, τὴν θεολογίαν αἰνίττεσθαι, τὴν τῶν προφητῶν δηλαδή, τὸ ἐκ τοῦ κρυφίου τὸν ὑπερούσιον εἰς τὴν καθ' ἡμᾶς 3.433 ἐμφάνειαν ἀνθρωπικῶς οὐσιωθέντα προεληλυθέναι· κρύφιος δέ ἐστι καὶ μετὰ τὴν ἔκφανσιν, ἢ ἵνα τὸ θειότερον εἴπω, καὶ ἐν τῇ ἐκφάνσει· καὶ τοῦτο γὰρ τοῦ Ἰησοῦ κέκρυπται, καὶ οὐδενὶ λόγῳ οὔτε νῷ τὸ κατ' αὐτὸν ἐξῆκται μυστήριον, ἀλλὰ καὶ 549
λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνωστον. καὶ μετ' ὀλίγα "καὶ γάρ, ἵνα συνελόντες εἴπωμεν, οὐδὲ ἄνθρωπος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ' ὡς ἐξ ἀνθρώπων ἀνθρώπων ἐπέκεινα καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπος ἀληθῶς γεγονώς, καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα, ἀλλ' ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος." καὶ πάλιν "ἐν τούτῳ γίνεται πᾶς ὁ θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν μηδὲ γινώσκειν ἀληθῶς ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γινόμενος." ὁρᾶτε τὴν συμφωνίαν τῶν διδασκάλων τῆς εὐσεβείας; ἣν γὰρ Παῦλος ἔφησεν ὅρασιν ἐν αἰνίγματι νῦν δι' ἐσόπτρου, ἐν δὲ τῷ μέλλοντι πρόσωπον πρὸς πρόσωπον, καὶ ὅπερ αὖθις Ἰωάννης, οὔπω πεφανερῶσθαι τὸν κύριον ἡμῖν, ὀφθήσεσθαι δ' εἰς τὸ μέλλον ἀποθεμένοις τὸ τῆς σαρκὸς φθαρτόν, ταῦθ' οὗτος ἀνθρωπικῶς φησὶν οὐσιωθέντα τὸν κύριον κρύφιον εἶναι καὶ ἐν τῇ ἐκφάνσει καὶ μετὰ τὴν ἔκφανσιν, καὶ τὸ κατ' αὐτὸν μυστήριον μένειν λεγόμενον ἄρρητον καὶ νοούμενον ἄγνωστον. και 3.434 νὴν γάρ τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν αὐτὸν πεπολιτεῦσθαι φησί, καὶ ὑπὲρ ἄνθρωπον ἐνηργηκέναι τὰ ἀνθρώπινα· καὶ δηλοῖ παρθένος, φησίν, ὑπερφυῶς κύουσα, καὶ ὕδωρ ἄστατον ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος καὶ μὴ ὑπεῖκον, ἀλλ' ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. καὶ πάλιν "εἴ τις ἰδὼν θεὸν συνῆκεν ὃ εἶδεν, οὐκ αὐτὸν ἑώρακεν, ἀλλά τι τῶν αὐτοῦ τῶν ὄντων καὶ γινωσκομένων· αὐτὸς δὲ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπεριδρυμένος αὐτῷ τῷ καθόλου μὴ γινώσκεσθαι μηδ' εἶναι καὶ ἔστιν ὑπερουσίως καὶ ὑπὲρ νοῦν γινώσκεται· καὶ ἡ κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία γνῶσίς ἐστι τοῦ ὑπὲρ πάντα τὰ γινωσκόμενα." Ὥστε καὶ οἱ ἀπόστολοι τὸ ἐν τῷ Θαβωρίῳ λάμψαν τότε θεασάμενοι φῶς οὔτε θεότητα εἶδον ἄκτιστον οὔτε θεόν, ἀλλά τι τῶν ὄντων καὶ γινωσκομένων. ὄντα δὲ καὶ γινωσκόμενα πάντως, εἰ μὴ μεθύοι τις, οὐκ ἔξω τῶν κτισμάτων εἶναι λογίσαιτ' ἄν ποτε, τοῦτο μὲν καὶ ὡς πληθυντικῶς λεγόμενα (ἓν γὰρ ὁ θεὸς καὶ ὑπὲρ τὰ ὄντα), τοῦτο δὲ καὶ ὡς γινωσκόμενα· ὃ μᾶλλον εἰς τὸ χαμερπὲς καὶ ταπεινὸν κατάγει τὴν ἔννοιαν· καὶ ἄγγελοι μὲν γὰρ ὄντα μὲν καὶ κτίσματα εἰσίν, οὐ τῶν γινωσκομένων δ' οὖν, ἅτε ὑπερκειμένης οὐσίας ὄντες ἢ καθ' ἡμᾶς. ὥστε καὶ εἰ τὸ φῶς ἐκεῖνο τῶν ὄντων ἦν καὶ γινωσκομένων καὶ ὁρατῶν, οὐκ αὐτὸ θεότης ἄκτιστος 3.435 ἦν· θεότης γὰρ ἀπείρηται παντάπασιν ὁρᾶσθαι καὶ ἀπηγόρευται· ὃ γὰρ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπερίδρυται, πῶς ὀφθαλμοῖς ὑποπεσεῖται σωματικοῖς; ἢ πῶς καὶ ποίᾳ γλώττῃ γένοιτ' ἄν ποτε ῥητόν, ἢ ποίαις ἀκοαῖς ἀκουστόν, οὗ γνῶσίς ἐστιν ἡ κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία καὶ ὃ ὑπὲρ πάντα ἐστὶ τὰ γινωσκόμενα. ἐκ γὰρ τῶν γινωσκομένων δύναταί πως καὶ τὰ ὑπὲρ νοῦν καὶ αἴσθησιν νοεῖσθαι, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα. ἄλλως δ' οὐκ ἂν δήπου. ὥσθ' ὁποτέρωθεν ἄν τις ὁρῴη σκεπτόμενος, ὑπὲρ τὴν ἀνθρωπίνην εὑρήσει θεωρίαν τὴν διὰ τοῦ φανέντος ἐκείνου φωτὸς παραδειχθεῖσαν συμβολικῶς τε καὶ τυπικῶς θεότητα. οὐ γὰρ στοχασμῷ καὶ εἰκασίᾳ τινὶ φάσκομεν τὰ τοιάδε, ἵνα πως καὶ ἀπιστώμεθα· ἀλλ' ὁ εὐαγγελιστὴς ὁ τὴν θείαν ἐκείνην διηγούμενος μεταμόρφωσιν, αὐτὸς ἐκεῖνός φησι μὴ εἰδέναι τὸν Πέτρον ἃ λέγει, ἅτε ὑπὲρ τὴν ἐκείνου γνῶσιν ὑπάρχοντα καὶ αὐτὰ τὰ τῆς ἐκφάνσεως τοῦ μεταμορφουμένου τέως Χριστοῦ. κρύφιον γάρ φησι Διονύσιος αὐτὸν καὶ μετὰ τὴν ἔκφανσιν εἶναι, ἢ ἵνα τὸ θειότερον εἴπω, φησί, καὶ ἐν τῇ ἐκφάνσει· καὶ τοῦτο γὰρ τοῦ Ἰησοῦ κέκρυπται καὶ λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνωστον· ὃ δὲ καὶ ἀγγέλοις μένει καὶ νοούμενον ἄγνωστον, πῶς ἀνθρώποις γνωσθείη ἄν; ἄλλως τε καὶ ὁ τῶν εὐαγγελίων 3.436 ἐξηγητὴς Χρυσορρήμων ἀτελεῖς ἔτ' εἶναι τότε φάσκει καὶ τοὺς ἀποστόλους, καὶ οὔπω τῶν τοιούτων ἐφικνεῖσθαι ἰσχύοντας, οὐδ' ἐκ τῶν φαινομένων ἃ μὴ πέφυκε φαίνεσθαι βλέπειν. ὥσπερ οὖν οὐδ' αἱ μετὰ ταῦτα ὀφθεῖσαι ὡσεὶ πυρὸς διαμεριζόμεναι γλῶσσαι οὐκ ἦσαν ἄκτιστα πνεύματα, ἀλλὰ τὸ δι' αὐτῶν 550
παραδεικνύμενον ἓν ἄκτιστον πνεῦμα ἅγιον, οὕτως οὐδ' ἐκεῖνο τὸ φανὲν φῶς ἐν Θαβὼρ ἄκτιστον ἦν, ἄλλ' ἡ δι' ἐκείνου παραδειχθεῖσα θεότης. πόθεν οὖν ὁρατὴν εἶναι θεότητα ἄκτιστον καὶ ἀνούσιον ἡ Παλαμικὴ μαθοῦσα φατρία ἐκεῖνο τὸ φῶς ἰσχυρίζεται, μιγνῦσά τε τὰ ἄμικτα καὶ δικτύῳ θηρεύειν ἐπιχειροῦσα τὸν ἄνεμον. ἄλλως τε καὶ εἰ τὸ ἡλιακὸν φῶς οὐσία ἐστὶ κατά τε τὸν Δαμασκηνὸν Ἰωάννην καὶ ὅσοι κατ' ἐπιστήμην περὶ αὐτοῦ λέγουσιν, ἐκεῖνο δ' ἦν καὶ τοῦ ἡλιακοῦ φωτὸς ὑπέρτερόν τε καὶ τιμιώτερον, πῶς καὶ πόθεν ἀνούσιον; πῶς δὲ καὶ ὁρατὸν ὃ καθ' αὑτὸ ἀνούσιον; εἰ γὰρ ἀνούσιον μὲν ὁρατὸν δέ, χρῶμα ἂν ἴσως εἴη· καὶ εἰ χρῶμα, συμβεβηκὸς πάντως· καὶ εἰ συμβεβηκός, πῶς θεός; τὸ γὰρ συμβεβηκὸς οὐ μόνον οὐ θεὸς ἀλλ' οὐδὲ ὄν. ὥστε ὁ τῷ μὴ ὄντι λατρεύων ἔλαθε καὶ ἄθεος ἐκ πολυθέου γινόμενος. καὶ εἰκότως. παραπέπηγε γὰρ ἡ ἀθεΐα τῇ πολυθεΐᾳ, ὥσπερ ταῖς τῶν ἀρετῶν μεσότησιν αἱ καθ' ὑπερβολήν τε καὶ ἔλλειψιν κακίαι. ἔπειτα καὶ θεὸν μὲν ἀκούομεν λεγουσῶν τῶν γρα 3.437 φῶν Μωυσῇ φανῆναι καὶ Μανωέ, καὶ οἷς ἑτέροις ὀφθῆναι συμβολικῶς τε καὶ τυπικῶς λέγεται, οὐ μὴν θεότητα. δημοσιώτερον γὰρ καὶ κοινὸν τὸ τοῦ θεοῦ ὄνομα· θεοὶ γὰρ καὶ τῶν ἀνθρώπων οἱ δίκαιοι λέγονται, θεότητες δ' οὔ. τετήρηται γὰρ τὸ πλεῖστον εἰπεῖν τῇ θείᾳ τοῦτο γραφῇ μὴ λέγειν πληθυντικῶς θεότητας, ἀλλὰ μίαν ἄκτιστον καὶ τρισυπόστατον, καθάπερ καὶ φύσιν. καὶ οὕτω τουτὶ τετήρηταί τε καὶ ἀεὶ τοῖς εὐσεβέσι τηρεῖται, ὥστε καὶ θεὸν μὲν ἐκ παρθένου φησὶ γεννηθῆναι, θεότητα δ' ἀπροσδιορίστως ἥκιστα πάντων· ἡ μὲν γὰρ θεότης ἐν τρισὶν ὑποστάσεσι λεγομένη νοεῖται, ἡ δὲ παρθένος μίαν τὴν τοῦ λόγου γεγέννηκεν ὑπόστασιν. ὥστε σκεπτέον εἰς πόσην ἀτοπίαν ἐξ ἀμαθίας ὁμοῦ καὶ οἰήσεως τὸν Παλαμᾶν ἐκκεκυλίσθαι συμπέπτωκεν, ὡς πολλοῖς μὲν λατρεύειν θεοῖς, αἰσχύνεσθαι δ' οὖν ἐκλαλεῖν, θεότητας δ' ἀπειράκις ἀπείρους αὐτόν τε σέβειν καὶ ἄλλοις παραινεῖν, καὶ ὅσοις ἂν χρῷτο μὴ πειθομένοις, ἀποκηρύττειν, καὶ τοῦτο δ' ὡς μάλα ἀνέγκλητον ἐν ὑπαίθροις ἀναιδῶς ἐκλαλεῖν καὶ δημοσίᾳ παρρησιάζεσθαι. Εἰ μὲν οὖν πρὸς ἁπάσης γραφῆς ἐλεγχόμενος ἥκιστα συνιέναι δύναιτο, οἰκτείρω τῆς ἀπονοίας τὸν ἄνθρωπον· εἰ δὲ συνίησι μέν, κενοδοξίας δ' εἵνεκα ματαίας αὐτοχειροτόνητον ἑαυτῷ τὴν κακοδαίμονα τοῦ κακοῦ προεδρείαν κατεψήφισται, πάσης ἔνοχον αὖθις ἀρᾶς ἡγοῦμαι τὴν ἐμπληξίαν, 3.438 ὅτι νοσῶν προφανῶς οὐ δεῖται φαρμάκων ἀλλ' ἄντικρυς ἑκὼν ἀποποιεῖται καὶ ἀποσπεύδει τὴν ἰατρείαν, καὶ ποιεῖ παραπλήσιον τῶν πενήτων ἐκείνοις οἳ διὰ κενοδοξίαν πλουτεῖν προσποιούμενοι πλείω τὴν πενίαν ἑαυτοῖς ἐπιδαψιλεύουσι· τῶν γὰρ τὰ καίρια νοσούντων καὶ οὗτος ὤν, ἔπειτα συγκαλύπτων τὴν νόσον νοσεῖν ἀνθαιρεῖται διηνεκῶς καὶ θανάτου γείτονα βίον ἀνύειν· οὗ τί τῶν πάντων ἀθλιώτερον; 3.439 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΔΟΓΜΑΤΙΚΟΣ ΛΟΓΟΣ Ε. Περὶ μὲν οὖν τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας, καὶ ὡς ἄλλο θεότης ἄκτιστος καὶ ἄλλο θεοφάνεια, καὶ ὡς ἣ μὲν ἀόρατος ἣ δ' ὁρατή, καὶ ὡς ἡ θεότης διὰ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει φωτὸς παρεδείχθη μὲν οὐκ ἐδείχθη δέ, καὶ ὡς ἀδύνατον μὴ μόνον τὰς θεανδρικὰς ἐνεργείας, ὡς ἐγένοντό τε καὶ γίνονται, ἀλλ' οὐδὲ τὰ διὰ τῶν ἁγίων τελούμενα θαύματα, δι' ὧν καὶ αὐτῶν ὁ θεὸς παραγυμνοῦται καὶ παραδείκνυται καὶ δι' αὐτῶν ἡμῖν τὸν ἐφικτὸν γινώσκεται τρόπον παραγυμνούμενος, ἐῶ γὰρ λέγειν οὐρανὸν καὶ γῆν καὶ ὅσα ἐν μέσῳ, περὶ ὧν καὶ Σολομῶν φησὶν ἐκ μεγέθους καὶ καλλονῆς αὐτὸν θαυμάζεσθαι τὸν θεὸν παραγυμνούμενον, εἰ καὶ τὸ κατ' αὐτὸν μυστήριον καὶ λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνωστον, κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον, καὶ ὡς οὐ χρὴ μιᾶς δοξάζειν πλείους ἀκτίστους θεότητας, 3.440 ἵνα μὴ τῷ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου καθυποβληθείη ἀναθέματι, ὡς ἀνωτέρω περὶ τῶν οὕτως ἐχόντων διείληπται, περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἱκανῶς ἡμῖν οἶμαι εἰρῆσθαι διὰ βραχέων. εἰ δέ τινες ἐριστικῶς ἐνίστασθαι, γλώττης ἀφειδοῦντες, βούλοιντο, κἄπειτα ῥήσεις ἁγίων ὡς ἐν μεταιχμίῳ τὴν ἔννοιαν 551
ἀμφιρρεπῆ κεκτημένας καὶ οὐ πάνυ σαφῆ κομίζειν οὐκ ὀκνοῦσι, προσαγέτωσαν ταῖς κοιναῖς ἐκείναις ἐννοίαις τῆς θείας γραφῆς, αἳ καὶ ἡμῖν ἐν προοιμίοις προβέβληνται καθάπερ στάθμαι τινὲς καὶ γνώμονες καὶ κανόνες τὸ αὐτόπιστον ἑκατέρωθεν ἔχοντες ὡμολογημένον, διευθύνουσαί τε καὶ ἐπανάγουσαι οἷά τινες οἰακοστρόφοι καὶ εὐθυντῆρες νεῶν, οἳ τὴν ἑλίκην καὶ τὸν πόλον ἀποσκοποῦντες τὰ ναυτικὰ πλημμελήματα διορθοῦνται, πρὸς ἕνα πλοῦν ἐκ δεξιῶν τε καὶ εὐωνύμων σοφῶς οἰακίζοντές τε καὶ περιστρέφοντες· καὶ ἔσται σφίσιν εὑρημένα τὰ τῆς ἰατρείας αὐτίκα. Ἐπὶ τούτοις αὖθις καὶ τρίτην ἐκεῖνοι παρῆγον ἀντίθεσιν, "ἀλλὰ καὶ τῆς θείας γραφῆς λεγούσης ἀκούομεν" λέγοντες, "μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται."3 καὶ πάλιν "οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ θεοῦ." καὶ ἀλλαχοῦ "ὤφθη τῷ Ἀβραὰμ ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ·"3 ἰδεῖν δὲ καὶ Ἡσαΐας φησὶ τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου. καὶ αὖθις τῆς Μωσαϊκῆς ἀκούομεν ἱστορίας λεγούσης "ἐλάλησε κύριος τῷ Μωΰσῃ ἐνώπιος ἐνωπίῳ, ὡς 3.441 εἴ τις λαλήσει πρὸς φίλον αὐτοῦ."3 καὶ αὐτὸς δ' ἄντικρύς φησιν ὁ θεὸς "στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων." Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀπήντησεν οὑτωσί πως. εἰ ἐμμένειν βούλοισθε ταῖς κοιναῖς ἐκείναις τῆς τοῦ θεοῦ ἐκκλησίας ἐννοίαις, ὡς μία παρὰ πᾶσιν ὁμολογεῖται θεότης ἄκτιστος, ἣ δὴ καὶ οὐσία καὶ φύσις καλεῖται καὶ ἓν φῶς ἀπρόσιτον καὶ ἀδιάδοχον ἀειλαμπὲς καὶ τριλαμπές, εἴη ἂν καὶ λόγος ἡμῖν καὶ διάλεξις· ἐν ἐλπίσι γὰρ κεῖσθαι προϊοῦσι τήν τε τῆς ἀληθείας εὕρεσιν καὶ τὴν τῆς κακίας ἀναίρεσιν· ἄλλως δ' ἄμεινον σιωπᾷν. ἐπεὶ τοίνυν τὴν ἀρχὴν ταῖς κοιναῖς τῆς ἐκκλησίας ἐννοίαις καὶ τῶν δογμάτων ὡμολογήκατε, δέον τὰ ἑπόμενα δέχεσθαι· εἰ δ' οὖν, ἑαυτοὺς ἀφ' ἑστίας αὐτοὶ καταλύετε· καὶ πῶς ἄλλων λεγόντων ἀνέξεσθε; ἢ ἐπὶ τίσιν ἐλπίσιν ἀναμφιβόλοις ὁ προσδιαλεγόμενος τὸν τοῦ λέγειν μόχθον ὑπομενεῖ; ἐπεὶ τοίνυν θεῖον τὸ δόγμα καὶ κοινὴ τῆς ἐκκλησίας ἔννοιά ἐστιν ὡς θεὸν οὐδεὶς ἑώρακε πώποτε οὔτ' ἰδεῖν δύναταί τις οὔτ' ἀγγέλων οὔτ' ἀνθρώπων, εἰ μὲν εὐπορήσαιμεν ἐκ τοῦ εὐθέος μαρτυριῶν γραφικῶν, οὐκέτι χώραν ἔχειν χρεὼν τὸ ἀμφισβητήσιμον· εἰ δὲ μὴ τοῦθ' ἡμῖν ἀρτίως ἐκ τοῦ ῥᾴστου προσγίνοιτο διὰ τὸ γρῖφόν τε καὶ ὁμιχλῶδες τῆς γραφῆς, παραπετάσματι καλυπτομένης ἐνίοτε τῇ ἀσαφείᾳ διά τε τοὺς βεβήλους κατὰ τρόπον οἰκονομίας, ᾗ 3.442 πολλάκις τὴν θείαν ὁρῶμεν γραφὴν κεχρημένην (χρῆται γὰρ κατὰ τὸν μέγαν Βασίλειον ἡ γραφὴ πολλάκις τῇ ἀσαφείᾳ, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές), καὶ διὰ τὴν τῶν ἄλλως ἀκουόντων ἀγνωμοσύνην, ἀλλὰ τοῦ γε στερροῦ καὶ ἀναντιρρήτου τῶν κοινῶν ἐννοιῶν οὐδὲ τὸ σμικρότατον γοῦν ἐξίστασθαι χρή, ἀλλ' ὁμολογεῖν μὲν μὴ νοεῖν, καθὰ καὶ ὁ μέγας παραινεῖ Βασίλειος, μὴ ἐξάγειν δὲ πρὸς βεβήλους ἀκοὰς τὸ τῶν θείων δογμάτων ὀστῶδες καὶ δυσθεώρητον τοῖς ἀτελέσιν. ὁ θεὸς γάρ, ὡς ὁ θεῖος ἔφη Διονύσιος, τοῖς μὲν ἀτελέσι τέλειος εἶναι δοκεῖ, τοῖς δὲ τελείοις ἀτελής. οἱ μὲν γὰρ ἀτελεῖς εἰδέναι μὲν οἴονται, οὐκ ἴσασι δέ· τοῖς δὲ τελείοις οἴησις μὲν οὐκ ἔστι, γνῶσις δὲ τοῦ μὴ εἰδέναι πρόσεστιν αὐτόχρημα διδάσκουσα ταπεινοῦσθαι· ἐπίτασις γάρ φησι σοφίας ἐπίτασιν ποιεῖ ταπεινώσεως· οὐ γὰρ ἐκ τῆς θεότητος τὸ μέγεθος τοῦ ἀκαταλήπτου νοεῖν ἐκζητοῦσιν, ἀλλ' ἐκ τῶν ποιημάτων τὸν ποιητὴν ἀνεξερεύνητον εἶναι μανθάνουσι, καθὰ καὶ ὁ μέγας διδάσκει Χρυσόστομος, "τὸ μὴ ἐφικνεῖσθαι" λέγων "μηδὲ δύνασθαι τῶν δημιουργηθέντων τὸν λόγον καταλαβεῖν μὴ γινέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή· ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμὸς καὶ μὴ χωρήσῃ ἡ διάνοια, ἐννόει τοῦ δεσπότου τοῦ σοῦ τὸ μέγεθος καὶ ἐξ αὐ 3.443 τοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύναμις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ' αὐτοῦ γενομένων. τοῦτο γὰρ διανοίας εὐγνώμονος, τοῦτο ψυχῆς νηφούσης." Καὶ γὰρ ὁ θεὸς διὰ φιλανθρωπίαν οἰκονομικῶς τοῖς ἀνθρώποις ὡς νηπίοις πατὴρ συγκαταβαίνων διὰ 552
τῶν ἐκδηλοτέρων πρῶτον ἐμφανειῶν καὶ τοῖς οἷον βρέφεσι προσφυεστέρων, οὕτως ἀνάγει διὰ λείας ὁδοῦ πρὸς ἕξιν τελεωτέραν. καὶ Μωσεῖ γάρ, ὁ θεῖος φάσκει Χρυσόστομος, διὰ φωτὸς ἡ τοῦ θεοῦ ἐπιφάνεια ἤρξατο ἐν τῇ βάτῳ· εἶτα διὰ νεφέλης αὐτῷ διαλέγεται ὁ θεός. τελειότερος δὲ γενόμενος καὶ ὑψηλότερος ἐν γνόφῳ τὸν θεὸν βλέπει. εἰσῆλθε γάρ φησιν Μωϋσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός· τουτέστιν ἔγνω σαφῶς ὅτι σκοτεινὰ καὶ ἄγνωστα τὰ θεῖα καὶ πᾶσαν ὑπερβαίνοντα γνῶσιν ἀνθρωπίνην. καὶ ἀλλαχοῦ· τὸ "ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα" ἀκούσαντες ἐδιδάχθημεν ὡς ἤδη τέλειοι μὴ προσδοκᾶν δι' ὀφθαλμῶν ὄψεσθαι θεόν, ἀλλ' εἰδέναι τὴν τοῦ θεοῦ ὅρασιν γνῶσιν οὖσαν καὶ νοερὰν κατάληψιν, οὐκ αἴσθησιν σωματικήν. οὐδὲν οὖν καινὸν εἰ τοῖς μαθηταῖς ἀτελέσιν οὖσιν ἔτι, καὶ τὰς ἐλπίδας ἀβεβαίους καὶ ἀσθενεῖς ἐπ' αὐτῷ κεκτημένοις διὰ τὸ μὴ ὡς θεὸν ἀλλ' ὡς ἄνθρωπον ὁρᾶν αὐτὸν διὰ φωτὸς φαινόμενον, πρὸς ἃ μὴ φαίνεσθαι δυνατόν, παρεσκεύαζεν ὁδῷ καὶ τάξει νοητῶς κατὰ δύναμιν ἀνιέναι. τὴν γὰρ σεβασμίαν μακαριότητα, κατὰ τὸν 3.444 θεῖον εἰπεῖν Διονύσιον, αἱ μυστικαὶ τῶν λογίων παραδόσεις καὶ ὡς φῶς ἀναπλάττουσι καὶ ζωὴν ἀποκαλοῦσιν. Ὅτι μὲν οὖν διὰ συμβόλων καὶ τύπων σωματικῶν οὐ μόνον ὁ θεὸς ὁμιλεῖ τοῖς ἀνθρώποις, ἀλλὰ καὶ οἱ ἄγγελοι κτίσμα ὄντες, εἴρηταί τε καὶ νῦν πάλιν διὰ βραχέων ἐροῦμεν. φησὶ γὰρ ὁ μέγας εὐθὺς Διονύσιος ὡς καὶ τὰς θείας ὁράσεις οἱ κλεινοὶ πατέρες ἡμῶν ἐμυοῦντο διὰ μέσων τῶν οὐρανίων δυνάμεων. καὶ τὴν ἱερὰν τοῦ νόμου θεσμοθεσίαν δι' ἀγγέλων εἰς ἡμᾶς προελθεῖν διδάσκει σαφῶς ἡ θεολογία ὡς τῆς θεωνυμικῆς τάξεως ἐκεῖνο νομοθετούσης, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγεσθαι. καὶ τῇ παρθένῳ δὲ τὸ θεῖον μυστήριον ἄγγελος ἦν κομίσας ἀνθρωπίνῳ τύπῳ καὶ σχήματι. καὶ τοῖς ποιμέσιν ἄγγελος κυρίου τότε φησὶν ἐπέστη, καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς. καὶ τὸν δι' ἀγγέλων λαλούμενον λόγον γίνεσθαι βέβαιον ἀκούομεν· τὰς γὰρ ἀΰλους ἱεραρχίας ὑλαίοις σχήμασι καὶ μορφωτικαῖς συνθέσεσι διαποικίλασα παραδέδωκεν ἡ Διονυσίου τοῦ θείου βίβλος· οὐ γὰρ δυνατόν φησι τῷ καθ' ἡμᾶς νῷ πρὸς τὴν ἄυλον ἐκείνην ἀναταθῆναι τῶν οὐρανίων ἱεραρχιῶν μίμησίν τε καὶ θεωρίαν, εἰ μὴ τῇ κατ' αὐτὸν ὑλαίᾳ χειραγωγίᾳ χρήσαιτο. λειτουργικὰ γὰρ οἱ ἄγγελοι, φησίν, εἰσὶ πνεύματα, πρὸς διακονίαν ἀποστελλόμενα. καὶ τῷ Χριστῷ δὲ ἄγγελοι διηκόνουν, φησὶν ἡ γραφή. καὶ ἀγγέλους 3.445 αὖθις ἐνισχύειν αὐτῷ λέγεται ὡς ἀνθρώπῳ. καὶ πάλιν "ἠδυνάμην πλείους ἢ δώδεκα λεγεῶνας παραστῆσαι ἀγγέλων" φησίν. καὶ πολλὰ τοιαῦτα σωματοειδῶς εἰρημένα περὶ τῶν ἀσωμάτων δυνάμεων σωματικῶς φαινομένων ταῖς θείαις καὶ ἱεραῖς ἐμφέρεται βίβλοις οἰκονομικόν τινα τρόπον· ἅσπερ καὶ μορφωτικὰς δυνάμεων εἰκόνας καλεῖ Διονύσιος, ἀνθρωπομόρφους ἀναγράφων καὶ θηριομόρφους, λεόντων φημὶ καὶ βοῶν καὶ ἵππων καὶ ἀετῶν μορφὰς αὐτοῖς περιτιθείς. ἐῶ λέγειν τὰς τῶν λίθων πολυχρωμάτους ἰδέας καὶ τἆλλα πάντα, ζώνας καὶ τροχοὺς καὶ ῥάβδους λέγω καὶ πελέκεις, δι' ὧν εὑρίσκειν ἡμᾶς παραινεῖ τὴν τῶν τυπικῶν εἰκόνων ἀνακάθαρσιν, ὁποίαν καὶ ὅσην αὐτὸς ἑρμηνεύων ἐκτίθησι. τῆς οὖν γραφῆς λεγούσης "μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται" τὴν κατὰ διάνοιαν ὄψιν ὁ θεῖος ἐξηγεῖται Χρυσόστομος. καὶ τὸ "οἱ ἄγγελοι δὲ αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ θεοῦ" τὴν αὐτήν, φησίν, ἔχει διάνοιαν· τὸν γὰρ αὐτὸν ἀνθρώποις τε ἐστὶν ἰδεῖν ἀδύνατον, καὶ αὖ μηδὲ τῶν ἀγγέλων τολμᾶν ἀτενίσαι τὰ τάγματα. καὶ δῆλον τοῦτο τίθησι Παῦλος λέγων "ἐφανερώθη ἐν σαρκί, ὤφθη ἀγγέλοις·" πρὸ γὰρ τῆς τοῦ κυρίου σαρκώσεως καὶ ἀγγέλοις ἀθέατος ἦν, ὡς καὶ ὁ θεῖος ἔφη Χρυσόστομος ὅτι αὐτὸ ὅπερ ἐστὶν ὁ θεός, οὐ προφῆται οὐδ' ἄγγελοι εἶδον, οὐδ' ἀρχάγγελοι. εἰ γὰρ καὶ ὁμιλοῦσιν 3.446 ἀνθρώποις ἐκ προσώπου τοῦ θεοῦ καὶ ἄγγελοι, ἀλλ' οὐδὲ προφήταις ἄηθες τουτὶ καὶ ἀνθρώποις οὖσι· ποτὲ μὲν γὰρ προστιθέντες φασὶ καὶ αὐτοὶ "τάδε λέγει κύριος," ποτὲ δ' ἐξ ἑαυτῶν ἁπλῶς. καὶ 553
καινὸν οὐδὲν οὐδὲ πόρρω γραφικῆς συνηθείας· καὶ γὰρ καὶ τὰ βασιλικὰ προστάγματα τῶν δημοσίων ἐν ταῖς πόλεσι κηρύκων βοώντων, ὡς ἐξ αὐτοῦ δὴ τοῦ βασιλικοῦ λεγόμενα στόματος ἡμεῖς ἐκδεχόμεθα. καὶ ὁ μὲν προφήτης, ἄνθρωπος ὤν, ὡς ἐξ ἑαυτοῦ φησὶν "ἄκουσον λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ καὶ διαμαρτύρομαί σοι· ὁ θεὸς ὁ θεός σου εἰμὶ ἐγώ." οὐ γὰρ προσέθηκεν ὡς ἐν ἄλλοις "τάδε λέγει κύριος· καὶ εἶπεν ὁ θεὸς τὰ καὶ τά·" ὁ δὲ ἄγγελος ἐκ τῆς βάτου "ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ·" προείρηται γὰρ "ὤφθη αὐτῷ ἄγγελος κυρίου." εἰ οὖν κατὰ τὸν θεῖον Χρυσόστομον, ὅσον τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτόν ἐστιν ἀγγέλων καὶ ἀνθρώπων τὸ διάφορον, πῶς τῶν ἀγγέλων μὴ δυναμένων οὔθ' ὁρᾶν τὴν οὐσίαν οὔτε νοεῖν τοῦ θεοῦ, εἴη ἂν δυνατὸν ἀνθρώποις τουτί; οἷς μηδ' ἀγγέλων οὐσίαν μὴ ὅτι μὴ βλέπειν ἀλλ' οὐδὲ νοεῖν δυνατόν· εἰ γὰρ κατὰ τὸν αὐτὸν Χρυσόστομον οὐσία οὐσίαν ὑπερκειμένην νοεῖν οὐ δύναται, πολλοῦ μέντ' ἂν δεήσειεν ἀνθρώπους ἀγγέλων βλέπειν οὐσίαν, ὑπερκειμένην τούτων ὅσον οἱ βλέποντες τῶν τυφλῶν. μὴ ταραττέτω τοίνυν ὑμῶν τὴν διάνοιαν, ὥστε τῶν κοινῶν τῆς τοῦ θεοῦ ἐκκλησίας ἐννοιῶν ἐκλελῆσθαι, ὅσα κατά τινα 3.447 ἰδιοτροπίαν τῆς ἑβραΐδος ἔστι λεγόμενα διαλέκτου· οἷα τὰ ὑφ' ἡμῶν ἐκεῖνα νῦν προβληθέντα καὶ ὅσα παραπλήσια, λέγω δὴ τὸ "ἐλάλησε κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς ἑαυτοῦ φίλον, στόμα πρὸς στόμα ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων," καὶ πάλιν "τὸ δὲ ὄρος τοῦ Σινᾶ ἐκαπνίζετο διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτὸ τὸν θεὸν ἐν πυρί," καὶ πάλιν "τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡς πῦρ φλέγον ἐπὶ κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ." καὶ τοιαῦτα μυρία, ὁπόσα κτιστὰ ὄντα τῇ μὲν ἀκτίστῳ οὐσίᾳ τοῦ θεοῦ πάντων ἥκιστά ἐστιν ἁρμόττειν ὅσιον, πρός γε μὴν παιδευτικὴν τῶν χρωμένων οἰκονομίαν οὐ μάλα ἀχρήστως ἔχει, ναὶ μὴν οὐδ' ὡς πορρωτάτω τοῦ ὠφελίμου κεῖται. καλεῖν δ' οἶμαι τὰ λόγια τῶν προφητῶν ἐν εἴδει μὲν ὁμιλίαν θεοῦ καὶ ἀγγέλων πρὸς ἀνθρώπους τὴν αἰσθητὴν καὶ ἐγρηγορόσιν αὐτοῖς φαινομένην, ὁποίας καὶ Ἀβραὰμ ἠξίωται πρότερον θεὸν οὐχ ὡς θεὸν ἰδών, ἀλλ' ὡς ἄνθρωπον θρέψας· ὃς καὶ ἐπῃνέθη, φησί, σεβασθεὶς ὁπόσον κατέλαβε. καὶ μετὰ πλείστους ἄλλους ὕστερον Μανωέ· ὃς καὶ ἀπολωλέναι ἐβόα διότι θεὸν ἑώρακεν, ὡς οὐ χωρητῆς ἀνθρώποις οὔσης, φησίν, οὐδὲ φαντασίας θείας, μὴ ὅτι φύσεως. δι' αἰνιγμάτων δ' οὖν τὴν δι' ὀνειράτων· ἀλαμπὴς γάρ τις αὕτη, καὶ οὐ πάνυ τι πρόδηλος· καὶ γὰρ δι' ἄλλων ἄλλα συμπλέκουσα καὶ συγκρύπτουσα, νέφει τινὶ καλυπτομένην ἀσαφείας παρέχει τὴν δήλωσιν. ὧν καὶ πλεῖστοι μὲν ἕτεροι κήρυκες ἀψευδεῖς, ἀλλὰ 3.448 καὶ Δανιὴλ καὶ Ἰωσήφ, οἷς νυκτεριναί τινες ὄψεις καθεύδουσι μήπω γεγονότων ἀληθῆ παρεῖχον τὴν πρόγνωσιν. περὶ ὧν ἀμφοτέρων ὁ σοφώτατος ἀπορῶν θεολόγος Γρηγόριος αὐτὸς μὲν ὁμολογεῖ μὴ εἰδέναι, εἰδέναι δὲ τὸν τῶν προφητῶν θεόν, εἴτε φαντασία τις ἦν ἡμερινή, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγινομένη τοῖς μέλλουσιν ὡς παροῦσι· πλὴν οὐδεὶς θεοῦ φύσιν εἶδε, φησίν, ἢ ἐξηγόρευσεν. οἷς τοίνυν τὰ τῶν κοινῶν ἐννοιῶν τῆς τοῦ θεοῦ ἐκκλησίας πέπηγεν ἄσειστα κατὰ γνώμην ἑστῶσαν καὶ ἀναμφίβολον, τούτοις καὶ σφόδρα τι ῥᾴδιον ἀόρατον καὶ μόνην ἄκτιστον δογματίζειν τοῦ θεοῦ τὴν οὐσίαν καὶ γνώμῃ καὶ ψυχῇ καὶ χειρὶ νύκτωρ τε καὶ μεθ' ἡμέραν ἀεί, καὶ πάντα ταῦτα πρὸς κανόνα καὶ στάθμην ἀνάγειν ἐκεῖ. εἰ γὰρ καὶ Μωσῆς τὴν ἀόρατον οὐσίαν ὁρᾶν ἐδύνατο τοῦ θεοῦ, οὐκ ἂν ἁπάσῃ γνώμῃ καὶ ὅλης ψυχῆς προθυμίᾳ οὕτως ᾔτει δεόμενος ὕστερον καὶ λέγων "εἰ εὕρηκα χάριν ἐναντίον σου κύριε, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου," καὶ πάλιν "δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν." δῆλον γὰρ ὡς σωματικῶς βλέπων ἐπεθύμει καὶ τῆς θείας οὐσίας θεατὴς γενέσθαι. τὸ δὲ ἦν ἀδύνατον· ἀπερίγραπτος καὶ ἀνείδεος ὁ θεός· "τὸ πρόσωπόν μου" γάρ φησιν "οὐκ ὀφθήσεταί σοι· οὐδεὶς γάρ" φησιν "ὄψεται τὸ πρόσωπόν μου 3.449 καὶ ζήσεται. ἀλλ' ὄψει τὰ ὀπίσθιά μου," εἴτε τοὺς λόγους τῶν 554
ὄντων λέγων, καὶ ὅσα μὲν ἐκεῖνον ἐκείνου γνωρίσματα κατὰ τὸν θεῖον Γρηγόριον, εἴτε τὴν διὰ σαρκὸς ἐπιφάνειαν, τὴν ἐκ παρθένου δηλονότι γέννησιν· περὶ ἧς καὶ ὁ ἀπόστολός φησιν "ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις," ἐπιφάνειαν ἐνταῦθα λέγων οὐ κατὰ τὴν πάλαι τῶν προφητῶν, ἀλλὰ τὴν νῦν τὴν διὰ σώματος ἀληθοῦς· τότε γὰρ διὰ σωματικῶν σχημάτων καὶ τυπικῶν φαντασμάτων ἀναλόγων τῇ τῶν ὁρώντων δυνάμει ἐγίγνοντο. διὰ γὰρ τοῦτο καὶ διάφοροί τε αἱ ὁράσεις καὶ πολυειδεῖς ἐφαίνοντο· καὶ γὰρ "ἐγώ" φησιν "ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην." εἰ γὰρ αὐτήν, ὁ Χρυσορρήμων φησίν, ἑώρων τὴν τοῦ θεοῦ φύσιν, οὐκ ἂν διαφόρως ἐθεῶντο· ἁπλῆ γάρ τις καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος. εἶτα οὐκ ὤφθην ἀλλ' ὡμοιώθην φησίν· οὐ γὰρ ἄλλος ὁ λέγων, ἀλλ' αὐτὸς περὶ ἑαυτοῦ ἐστὶν ὁ θεός· ἡ γὰρ ὁμοίωσις ποιότητος ἔνδειξιν ἔχει καὶ οὐχὶ φύσεως, σχήματος λέγω καὶ χρώματος καὶ ὅσα τῇ ὄψει πέφυκεν ὑποκείμενα, καὶ ὅσα τῇ ἀκοῇ, λέγω δὴ τὸ τῆς λαλιᾶς ἦθος καὶ βούλημα. καὶ γὰρ καὶ ὁ τοῦ ἀνθρώπου νοῦς ἀσώματος ὢν αἰσθήσει οὐχ ὑπόκειται· ἀλλ' ἐπειδὰν εἰς λαλιὰν ἔλθῃ καὶ λόγους ἐνάρθρους, τηνικαῦτα καὶ αἰσθήσει μὲν ὑποβάλλεται· καὶ τὸ τῆς οἰκείας βουλήσεως εἶδος καὶ ἦθος ἐνδείκνυται μὲν σκιωδῶς καὶ σωματικῶς εἰπεῖν, τὴν δὲ φύσιν ἐνδείξασθαι 3.450 ἥκιστα ἔχει· σωματικοῖς γὰρ τοῦτ' ἀδύνατον ὄμμασιν. εἰ δὲ νοῦ φύσιν ἰδεῖν αἰσθητῶς ἀδύνατον, πῶς θεὸν ἰδεῖν δυνατόν; ὅθεν καὶ διπλῆν ὁ θεὸς τὴν τῶν ὄντων εἴργασται φύσιν, διὰ τὸ καὶ τὴν ἀνθρώπου, δι' ὃν τὰ ποιηθέντα πεποίηται, ποίησιν εἶναι διπλῆν, ἔκ τε νοητοῦ καὶ αἰσθητοῦ συγκειμένην· καὶ εἰσὶν οἰκείως ὑποκείμενα τῷ μὲν νῷ τὰ νοητὰ τῇ δ' αἰσθήσει τὰ φαινόμενα πάντα. ὧν οὐδὲν οὐδαμῇ ποτὲ ἄκτιστον· εἴρηται γὰρ ὡς οὐδὲν τῶν τῇ αἰσθήσει ὑποβαλλομένων ἀσώματον· ὃ δὲ μὴ ἀσώματον, πῶς ἄκτιστον; τίς γὰρ οὕτως ἄμοιρος αἰσθήσεώς τε καὶ νοῦ ὡς ἀγγέλων καὶ ψυχῶν καὶ τῶν τοιούτων ἀσωμάτων μὲν ὄντων κτιστῶν δέ, ἔπειθ' ὅσα χρώμασι καὶ σχήμασι καὶ γλυκύτησι καὶ πικρότησι καὶ ὀσμαῖς ὑπόκειται καὶ ἀκοῇ καὶ ὄψει καὶ ἁφῇ κρίνεται, λέγειν ἄκτιστα. τί δ' ἀπεοίκοι ἂν οὗτος τῶν μαινομένων ἢ ἀναισθήτων; καὶ ἵν' ἐκ τῶν καθ' ἕκαστα φαινομένων τὸν λόγον γυμνάσωμεν, τὰ διὰ μέλανος ἢ δι' ἄλλου του χρώματος γράμματα τῶν αἰσθήσεων μὲν ὑπόκεινται πάντως τῇ ὄψει· ἀλλ' ἔχει καὶ νοῦν ἐγκείμενον καὶ κρυπτόμενον ἐν τῷ μέλανι, ἀπηγορευμένου καὶ ἀδυνάτου παντάπασιν ὄντος ὄψει τοῦτον ὑποτεθῆναι. ὅμως ἐπειδήπερ ὁ ἄνθρωπος διπλοῦς ἐκ ψυχῆς συνετέθη καὶ σώματος, καὶ ἀμφοτέρων ἐκείνων οἰκείως ἐπιλαμβάνεται, διὰ μὲν τῆς σωματικῆς καὶ φαινομένης ὄψεως τῶν διὰ σώματος χαρακτήρων, διὰ δὲ τοῦ νοεροῦ καὶ 3.451 ἀφανοῦς τῆς ψυχῆς ὀφθαλμοῦ τῶν τοῖς γράμμασιν ἐκείνοις ἐγκειμένων νοημάτων. καὶ τὸν ἐξ οὐρανοῦ δὲ καὶ γῆς καὶ τῶν ἐν μέσῳ πάντων συγκείμενον κόσμον ὁμοίως ἐξ αἰῶνος ὁρῶντες καταλαμβάνουσιν ἄνθρωποι πῶς μὲν καθόλου πῶς δὲ κατὰ μέρος, κατὰ τὴν ἐνοῦσαν ἑκάστῳ φύσιν καὶ δύναμιν. κἀκ τῶν δυοῖν τούτων πᾶσι πάντων ἡ γνῶσις συνίσταται, τῆς τε δι' ὄψεως αἰσθητικῆς καταλήψεως καὶ τῆς κατὰ τὸν νοῦν ἐνεργείας, ἀφανῶς μὲν κατὰ φύσιν αὐτῆς κινουμένης, ἐμφανιζομένης δ' οὖν διὰ γραμμάτων αὖθις καὶ λαλιᾶς. ἥτις καὶ αὐτὴ μία οὖσα πρὸς πολλὰς μερίζεται ἀκοάς, διπλῆν τὴν ἐνέργειαν δρῶσα· ταῖς μὲν γὰρ ἀκοαῖς σωματικαῖς τισὶν οὔσαις τὸν σωματικὸν δι' ἀέρος ἐνάρθρου δίδωσιν ἦχον, τῷ δὲ μὴ φαινομένῳ τῆς ψυχῆς νοερῷ τὸν ἐμφαινόμενον αὐτῇ καὶ ἐνσημαινόμενον παραπέμπει νοῦν. καὶ οὕτως ἡ τῶν πολιτικῶν καὶ οἰκονομικῶν πραγμάτων καὶ τῶν ἐν βίῳ πάντων κατάληψις ὅσα γένεσις ἄγει καὶ φθορά, δι' αἰσθήσεώς τε καὶ νοῦ, τῆς μὲν φαινομένης τοῦ δὲ κρυπτομένου, τὸν ἐφικτὸν ἡμῖν περιγίνεται τρόπον. διὰ δὴ ταῦτα καὶ ὁ θεὸς λόγος σὰρξ ἐγένετο, μείνας ὅπερ ἦν, νοητὸς καὶ ὑπὲρ νοῦν, προσλαβὼν δ' ὅπερ οὐκ ἦν καὶ γενόμενος διπλοῦς τὴν φύσιν ἀπόρρητον τρόπον, ἵνα διὰ τῶν τῇ αἰσθήσει φαινομένων θαυμάτων τὴν μὴ φαινομένην παραγυμνοῖ καὶ παραδεικνύῃ θεότητα, 555
καὶ οὕτως ἀπὸ τῶν κατ' αἴσθησιν φαινομένων καὶ προσ 3.452 καίρων θαυμάτων ἀνιστᾷ τὴν ψυχὴν ἐμμελῶς καὶ εἰς τὴν ὑπὲρ αἴσθησιν ἀπευθύνῃ νοητήν τε καὶ μακαρίαν ἐκείνην ζωήν. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς τῶν ἐξ ἀρχῆς ἐν τοῖς κτίσμασι φαινομένων ἀεὶ θαυμάτων ἀναλόγως ὁ δημιουργὸς ὁρᾶται· ἀνεννόητον γάρ, ὁ θεῖός φησι Διονύσιος, πάντῃ κατὰ τὴν οὐσίαν καὶ ἀκατάληπτον τὸ θεῖον, ἀλλ' ἐκ τῶν αἰτιατῶν ὑμνητέον, διὸ καὶ τὸ θεῖον ἡμῖν βάπτισμα διπλοῖς οὖσι διπλοῦν ἐχαρίσθη, δι' ὕδατος ὁμοῦ καὶ πνεύματος, ἵνα τῷ ὕδατι, τοὺς σαρκικοὺς ἡμῶν ἀεὶ ῥύπους καθαίρειν εἰωθότι, προσγενομένου καὶ τοῦ θείου πνεύματος ἀοράτως καὶ ἀφανῶς, ἅμα τῷ σώματι συγκαθαίρηται καὶ ἡ ψυχὴ νοερῶς τε καὶ ἀφανῶς. ὅτι δὲ συμπαραγίνεται τῷ ὕδατι ἁγιαζομένῳ καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς τῶν εὐχῶν ἐπικλήσεως, δῆλον ὁ θεῖος ἡμῖν ποιεῖται Χρυσόστομος, "τότε μὲν" λέγων "ἐπὶ Χριστοῦ διὰ τοῦτο ἐφάνη ἡ περιστερά, ἵνα ὥσπερ δακτύλῳ τινὶ δείξῃ τοῖς παροῦσι καὶ τῷ Ἰωάννῃ τὸν υἱὸν τοῦ θεοῦ· οὐ μόνον δέ, ἀλλ' ἵνα καὶ σὺ μάθῃς ὅτι καὶ ἐπὶ σὲ βαπτιζόμενον τὸ πνεῦμα ἔρχεται. νῦν δ' ἡμῖν αἰσθητῆς οὐ χρεία ὄψεως, τῆς πίστεως ἀντὶ πάντων ἀρκούσης· τὰ γὰρ σημεῖα οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις." ὁρατὴν οὖν θεοφάνειαν οὐ μίαν ἔχομεν καὶ μόνην τὴν μεταμόρφωσιν λέγειν, οὐδ' ἀριθμῷ συγκλειομένας· ἀλλ' ἐν ὅσοις ὁ θεὸς ἐμφανίζεται διὰ συμβόλων θαύμασι μεγίστοις, πάσας θεοφα 3.453 νείας εἰκότως ἄν τις καλέσειεν ὁρατάς. ἀλλὰ καὶ τὸ θεῖον τοῦ Χριστοῦ σῶμα θεοφάνειαν Μάξιμος ὁρατὴν ἐπισημαίνεται λέγειν τὸν μέγαν Διονύσιον. καὶ γὰρ καὶ ἡ κατὰ σάρκα γέννησις ὁρατὴ θεοφάνεια ἦν, ὡς καὶ ὁ μέγας φάσκει Γρηγόριος, οὑτωσὶ λέγων "τὰ δὲ νῦν θεοφάνια ἡ πανήγυρις εἴτουν γενέθλια· λέγεται γὰρ ἀμφότερα· ὄνομα δὲ τῷ φανῆναι μὲν θεοφάνια, τῷ δὲ γεννᾶσθαι γενέθλια." οὐ μόνον δέ, ἀλλὰ καὶ "ὁ ἀόρατος" φησὶν "ὁρᾶται καὶ ὁ ἄναρχος ἄρχεται," καὶ ὅσα ἑξῆς φρικωδέστερα μέν εἰσι τοῦ τὴν σάρκωσιν τοῦ κυρίου θεοφάνειαν ὁρατὴν ὀνομάζειν, ὁμόλογα δὲ τοῖς εὐαγγελικοῖς ῥήμασι τοῖς "ὁ λόγος σὰρξ ἐγένετο" ἀποφαινομένοις. οὐ μὴν ἄκτιστον διὰ τοῦτο θεότητα τὴν τοῦ κυρίου σάρκα φαμέν, ἀλλὰ τῇ προσηκούσῃ γνώσει νοῦν καὶ γλῶτταν ῥυθμίζοντες ἐκ τῶν ὁρατῶν θεοφανειῶν πρὸς τὴν τῶν ἀοράτων κατὰ δύναμιν ἀγόμεθα ἔννοιαν, καὶ κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον ἐπὶ τὴν ἁπλῆν καὶ ἡνωμένην τῶν νοητῶν θεαμάτων ἀλήθειαν ἀναλόγως ἀνατεινόμεθα." ἀλλὰ καὶ ὁ μελῳδὸς τὴν σάρκωσιν ὑμνῶν τοῦ κυρίου, "θεοφανείας σου" φάσκει, "Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης Ἡσαΐας φῶς ἰδὼν ἐκραύγαζεν." καὶ ἁπλῶς τὰ ἐν πᾶσι καιροῖς γενόμενα καὶ γινόμενα θαύματα παλαιά τε καὶ νέα ὁραταὶ θεοφάνειαι λέγοιντ' ἂν καὶ ἱερὰ παραπετάσματα. δηλώσει δὲ περὶ τῶν τοιούτων καὶ ὁ θεῖος ἐκ Δαμάσκου Ἰωάννης· 3.454 "ἐπεὶ" γάρ φησι "διπλοῦς ὁ ἄνθρωπός ἐστι καὶ σύνθετος ἐκ ψυχῆς καὶ σώματος, διπλοῦς γέγονε καὶ ὁ Χριστὸς ἐκ θεότητος ἧς εἶχε καὶ ἧς ὕστερον προσειλήφει σαρκός, ὡς εἶναι τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν τοῦ κυρίου κτιστὴν καὶ ἄκτιστον, ὁρατὴν καὶ ἀόρατον. διπλῆν οὖν δίδωσι καὶ τὴν κάθαρσιν τῷ διπλῷ ἀνθρώπῳ δι' ὕδατος καὶ πνεύματος. καὶ σωματικῷ εἴδει ὡσεὶ περιστερὰ κατεφοίτησε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν κύριον· τὰ γὰρ ὁρατὰ σύμβολα τῶν νοουμένων εἰσί. καὶ διπλῆν προσκύνησιν ἡμεῖς τῷ θεῷ προσάγομεν, τῷ τε νῷ καὶ τοῖς σωματικοῖς ψάλλοντες χείλεσι. καὶ διπλῶς τῷ κυρίῳ ἑνούμεθα, τῶν τε μυστηρίων μετέχοντες καὶ τῆς τοῦ πνεύματος χάριτος· ἐπεὶ γὰρ ἔθος ἀνθρώποις ἐσθίειν ἄρτον ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὑτοῦ θεότητα, καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γινώμεθα. Ἀλλὰ καὶ ὁ θεῖος Μάξιμος, Διονύσιον ἑρμηνεύων, παραπετάσματα λέγειν φησὶ Διονύσιον τὰ σωματικῶς ἐν τῇ λατρείᾳ τελούμενα τῆς χάριτος ἔθη ἐν τῇ ἐκκλησίᾳ, τουτέστι τὸ τοῦ βαπτίσματος, τῆς ἁγίας κοινωνίας καὶ τῶν λοιπῶν. καὶ τί δεῖ πλειόνων ἐνταῦθα λόγων; αὐτὸς γὰρ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος καὶ αὐτὸ δὴ τὸ πάσχα τοῦ κυρίου 556
τύπον ἔφησεν εἶναι, μὴ ὅτι τῶν πάλαι προφητῶν ἐκεῖνα ὅσα τούτου 3.455 τύπους εἶναι καὶ σκιὰς αἱ θεῖαι γραφαὶ διειλήφασι. "μεταληψόμεθα" γάρ φησι "τοῦ πάσχα νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον· τὸ γὰρ νομικὸν πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος· μικρῷ δ' ὕστερον τελεώτερον καὶ καθαρώτερον, ἡνίκα ἂν αὐτὸ πίνῃ καινὸν μεθ' ἡμῶν ὁ λόγος ἐν τῇ βασιλείᾳ τοῦ πατρός, ἀποκαλύπτων καὶ διδάσκων ἃ νῦν μετρίως παρέδειξε." τοσοῦτον τοίνυν ἔχοντες περικείμενον νέφος μαρτύρων ἀπαραγράπτων καὶ οὕτω μεγίστων καὶ θεοσόφων ἀνδρῶν καὶ διδασκάλων τῆς τοῦ θεοῦ ἐκκλησίας, καὶ πάντων καθάπαξ λεγόντων ἅπανθ' ὅσα διὰ φώτων ἀεὶ τελεῖται θεῖα τεράστια, θεοφανείας μὲν ὁρατάς, θεότητας δ' ἀκτίστους, οὐδαμῶς που δίκαιον καὶ ἡμᾶς, τῇ δημώδει τῶν ἀμαθῶν καὶ ἀγοραίων συμφερομένους ὑπολήψει, θεότητα ὑφειμένην ἄκτιστον δογματίζειν καὶ διάφορον τῆς θείας οὐσίας τὸ πάλαι φανὲν ἐπὶ τοῦ κυριακοῦ προσώπου φῶς ἐν Θαβὼρ τῷ ὄρει, καὶ ὁμοδοξεῖν Μανιχαίοις καὶ Μασαλιανοῖς διὰ μόνην Παλαμικὴν ἀρέσκειαν μωρὰν καὶ παράνομον, μηδὲν νοητὸν ἡγουμένους ἀλλὰ νοητῶς κομιδῇ τὸν ἄλογον τρόπον τῇ αἰσθήσει μόνῃ πάντα χαριζομένους. καίτοι Ἄρειος ἐκεῖνος ὁ δυσσεβὴς κτίσμα μὲν ἔλεγε βλασφημῶν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, καὶ θεὸν ὑφειμένον· οὐ μὴν εἰς τοσαύτην ἧκεν ἀναισχυντίαν καὶ νηπιῶδες ψέλλισμα ὥστε ἀνούσιον ὁρατὴν ὀνομάσαι θεότητα· μηδὲ γὰρ εἶναι κατ' 3.456 ἐπιστήμην μήτε θείαν μήτ' ἀνθρωπίνην, μήτε λόγον ἔχειν οὐδένα λέγειν τι τῶν ὄντων ἀνούσιον ὁρατόν. καίτοι ἐκεῖνος μὲν κτιστὸν λέγων θεὸν ὅμως ὁρατὸν οὐκ ἐδυνήθη προσειπεῖν· ὑπέρτερον γὰρ τῶν ἀγγελικῶν οὐσιῶν ἀποφηναμένῳ οὐ μέντ' ἂν αὐτῷ δυνατὸν ἔπειτα ἦν, ἀοράτων ἐκείνων οὐσῶν, ὁρατὸν αὐτὸν δογματίσαι· Παλαμᾶς δὲ καὶ συλλογίσασθαι τετόλμηκε τὰ ἀσυλλόγιστα, καὶ ἐξηρεύξατο τὰ ἀσύμβλητά τε καὶ ὡς ἐπίπαν ἀσύμφωνα, οὐ κατὰ ποιητικήν τινα τῶν θύραθεν ἄδειαν, ἀλλὰ κατὰ ἀνεπιστήμονα Παλαμικὴν αὐθάδειαν· οὔτε γὰρ οὐδενὶ τῶν θύραθεν σοφῶν πώποτ' εἰς νοῦν τοιαύτη τις ἠνέχθη τερατεία, οὔτε μὴν βαρβάρων ἔψαυσέ τινος λογισμοῦ τηλικαύτη μωρία μέχρι καὶ τήμερον. λείπεται οὖν ἐνταυθοῖ γενομένοις καὶ ἡμῖν, σιωπῇ τὰ τοιαῦτα βδελυξαμένοις, ἀκοὴν παραδραμεῖν μανιώδη καὶ δυσσεβείας μεστήν. Περὶ μὲν οὖν τοῦ ὅτι φῶς ἓν ἄκτιστόν ἐστιν ἡ μία καὶ μακαρία καὶ ποιητικὴ τῶν μετ' αὐτὴν ἁπάντων θεότης ἡ τρισυπόστατος, ἣν οὐδεὶς οὔτ' εἶδεν οὔτ' ἰδεῖν δύναται, τὰ δὲ μετ' αὐτὴν πάντα κτιστά, καὶ ὅτι ὁρατὴ μὲν θεοφάνεια λέγεται τοῖς ἁγίοις ἥ τε σὰρξ τοῦ κυρίου καὶ τὸ ἐν τῷ Θαβωρίῳ πάλαι τῷ ὄρει περιλάμψαν τὸ τοῦ κυρίου πρόσωπον φῶς, οὐ μὴν ἄκτιστοι θεότητες, καὶ ὅτι δι' αὐτῶν παρεδείχθη μὲν οὐκ ἐδείχθη δ' οὖν 3.457 ἡ μόνη ἄκτιστος ἐκείνη θεότης, καὶ ὅτι Μανιχαίων καὶ Μασαλιανῶν τὸ δόγμα τουτί, καὶ οὐκ ἄλλου τούτων ὅσοι πρεσβύτεροι γεγόνασιν αἱρέσεων ἀρχηγοί, ὁρατὴν εἶναι λέγειν ὀφθαλμοῖς ἀνθρωπίνοις γυμνὴν τὴν ἄκτιστον θείαν οὐσίαν, ἣν καὶ ἀγγελικαῖς δυνάμεσι βλέπειν ἀδύνατον, εἴρηταί τε καὶ εἰρήσεται προϊοῦσι σαφέστερον. τὸ γὰρ τῆς πολυπλόκου ταύτης αἱρέσεως νόσημα Μάνης μὲν πρότερον ὁ τῶν Μανιχαίων πρόεδρος ὠδίνησέ τε καὶ ἔτεκε, Μασαλιανοὶ δ' ἐμαιεύσαντο, ἡ δὲ τῶν εἰκονομάχων εἰς ἀνήμερον ἡμέραν ἐξήνεγκεν ὕστερον τυραννίς· ἡ δὲ νῦν ἐπιπολάσασα Παλαμικὴ φατρία ἐπὶ μείζονι λύμῃ τῆς εὐσεβείας, συμμάχῳ τῇ δυναστευούσῃ τέως χειρὶ χρησαμένη, μέχρις ἤδη καὶ τῆς αἰθερίας λήξεως αὐξηθῆναι τὴν τῆς κακίας πέπραχε φλόγα. διὸ καὶ ἀναληπτέον τὸν εἱρμὸν ἡμῖν ἐκεῖθεν τοῦ λόγου, ὡς ἂν ἐντελέστερον ἔτι καὶ ἡ τῶν τοιούτων ἀφήγησις δέχηται τὸν χρωματισμόν· ἔλαθον γὰρ ἐγὼ συναπενεχθεὶς τῷ τοῦ ζήλου ῥεύματι, μὴ ἀνασχόμενος σιγῇ παρελθεῖν συκοφαντουμένων τῶν μεγάλων τῆς ἐκκλησίας καὶ θείων φωστήρων, Γρηγορίου τε καὶ Διονυσίου. διὸ τὸν περὶ τούτου λόγον πλατυτέρας δεόμενον ἐξετάσεως, βραχέα μὲν ἀρτίως, καὶ ὅσον τὴν προθυμίαν ἀφοσιώσασθαι, διεξῆλθον· τὰ δὲ πλείω τοῖς ἔμπροσθεν ταμιεύεσθαι κρίνας δίκαιον 557
ἐκεῖσε ἐπάνειμι, τοῖς διδασκάλοις κἀν τούτῳ πειθόμενος τουτοισί, τὰς οὕτω βεβήλους καινοφωνίας 3.458 τῶν λόγων καὶ τὴν πολλὴν φλυαρίαν, οἷς σχολὴν ἔπεισιν ἄγειν, ἐπιτάττουσι παραχωρεῖν τε καὶ ἀποτίθεσθαι. εἶναι γάρ φησι τὸ κινοῦν ἄσχετόν τινα θερμότητα χωρὶς λόγου καὶ ἐπιστήμης καὶ πίστεως πλοῦν ἀκυβέρνητον· τὸ γὰρ τῆς ἐπιστήμης πηδάλιον ἥκιστα ἔχειν αὐτοῖς προσγεγέννηται. Ἐμοὶ δὲ σκοπός τε καὶ πρόθεσις ἦν τῆς ψυχῆς, δι' ἣν εἰρήκειμεν ἐξ ἀρχῆς αἰτίαν, πρόμαχον παρασχέσθαι γλῶτταν, ὅσον ἐφικτόν, ἐκείνῳ τῷ σοφῷ Θεοδώρῳ καὶ μάρτυρι τῆς ἀληθείας, περιφανῶς συκοφαντουμένῳ νῦν πρὸς τῶν Παλαμιτῶν, καθάπερ πρὸς τῶν εἰκονομάχων τότε, οἷς καὶ μέχρι θανάτου τὴν οἰκείαν ἐκεῖνος ἀντέστησεν ἔνστασιν, τὸ μὲν σῶμα παντοίαις ὑπὲρ Χριστοῦ προδοὺς κολάσεσιν, τὴν δὲ φιλόσοφον ἐκείνην καὶ ἔντεχνον γλῶτταν κατὰ τῶν ἀντιθέτων ὁπλίσας δογμάτων· οἷς κἀγὼ τήμερον, τοῖς τῶν ἐκείνου λόγων ὅπλοις θαρρήσας, ἀνθίσταμαί τε καὶ ἀντιστήσομαι, καὶ τοὺς ὑπὲρ ἀληθείας ἀνακαινίζειν ἄθλους ἐκείνου τό γε εἰς ἐμὲ ἧκον οὐ κατοκνήσω κατὰ τῶν τὴν αἵρεσιν ἐκείνην ἀνακαινίζειν τολμώντων τήμερον, ἀλλὰ κατὰ τοὺς προμηθεστέρους τῶν ἰατρῶν καὶ αὐτὸς κολάζειν καὶ ἀναστέλλειν, τὸν ἐφικτόν γε τρόπον, πειράσομαι τῆς τῶν ἀντιθέτων γνώμης καὶ γλώττης τὸ ἀσελγὲς καὶ ἀστάθμητον, καθάπερ ἐκεῖνοι τῆς τῶν σωμάτων εὐεξίας τοὺς παρανόμους ἀνασοβεῖν ἐγχειροῦσιν ὀλίσθους, ἕως ἥ τε γλῶττα ἔρρωται σύν γε θεῷ καὶ τὴν ὥραν 3.459 ἀνθοῦσαν δίδωσιν ἐμοὶ δοκεῖν ἔτι κεκτῆσθαι τοὺς λογισμοὺς ὁ χρόνος, μήπως ἡ ζῶσα τῆς εὐσεβείας δύναμις, πολλαχόθεν κατ' αὐτῆς ἀκμάζοντος τοῦ τῆς ἀσεβείας χειμῶνος, πρωϊαίτερον καὶ τῆς ἐνίων ἴσως ὑπολήψεως καὶ δόξης τὸν ἄδικον μαρασμὸν ὑποστῇ, καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι. Πρῶτον οὖν ἐξεταστέον τί ἐστι μεταμόρφωσις, μᾶλλον δὲ τί ἐστι μορφὴ καὶ τί τὸ γένος αὐτῆς· οὕτω γὰρ ἂν καὶ τὰ εἰρημένα σαφέστερα γένοιτ' ἄν. τῶν γὰρ ὁμωνύμων οὖσα ἡ φωνὴ ἐπὶ μὲν θεοῦ λεγομένη ταὐτὸν δύναται τῇ οὐσίᾳ, καθὰ καὶ τοῖς θείοις τῆς ἐκκλησίας φωστῆρσι νενομοθέτηταί τε καὶ παραδέδοται, ἐπί γε μὴν τῶν αἰσθητῶν μορφή ἐστι τὸ περὶ τὴν ἐπιφάνειαν ποιὸν τύπωμα, πρὸς ὃ βλέποντας εὔμορφόν τε λέγειν ἔνεστι καὶ δύσμορφον τὸ ὑποκείμενον ζῶον τυχόν. συμβεβηκὸς γάρ ἐστιν ἐν ὑποκειμένῳ τινὶ θεωρούμενον ἡ μορφή. γένος δ' ἔχουσα τὴν ποιότητα τέταρτον κατὰ διαίρεσιν εἶδος εὑρίσκεται ταύτης. ἐπεὶ δὲ καὶ ἡ κίνησις, συμβεβηκὸς οὖσα καὶ αὐτή, θεωρεῖται μὲν καὶ ἐν οὐσίᾳ καὶ ποσῷ καὶ τόπῳ, θεωρεῖται δὲ μᾶλλον κἀν τῇ ποιότητι τὸ πολυειδὲς ἐργαζομένη τῆς ἀλλοιώσεως, τὴν δ' ἀλλοίωσιν ἐκστατικόν τι εἶναι τοῦ πρότερον ὄντος ὁρίζονται τῆς οὐσίας μενούσης, ἡδέως ἂν ἐροίμην ἔγωγε Παλαμᾶν καὶ τοὺς ἀμφ' αὐτόν, τί ἂν εἶναι νοοίη τὴν μεταμόρφωσιν. οὐδὲν γὰρ ἡ λέξις ἕτερον πάντως δηλοῖ ἢ μορφῆς ἀλλοίωσίν τε καὶ μετα 3.460 ποίησιν. εἰ μὲν οὖν τῆς οὐσίας λέγοι τῆς θείας, Μανιχαίων τὸ νόσημα δείξων ὁ λόγος ἔρχεται· καὶ τί ἂν ἀσεβέστερον εἴη τοῦ μετουσίωσιν λέγοντος τὴν ἐπὶ τοῦ Θαβωρίου ὄρους μεταμόρφωσιν τοῦ Χριστοῦ, καὶ δυοῖν τῶν ἀτοπωτάτων θάτερον πάντως εἰσάγοντος, ἢ τῆς θείας οὐσίας τὸ ἀναλλοίωτον δηλαδὴ καθαιροῦντος εἰς τὸ ὑφειμένον καὶ διάφορον ταύτης, ἢ διαιροῦντος ἐξ ἀμαθοῦς καὶ κακοτρόπου γνώμης εἰς δύο θεοτήτων ἀκτίστων διχοτομήματα τὴν μόνην ἄκτιστόν τε καὶ ἀμερῆ καὶ ἁπλῆν, καὶ τὴν μὲν λέγοντος ὁρατὴν τὴν δ' ἀόρατον, καὶ τὴν μὲν μεθεκτὴν τὴν δ' ἀμέθεκτον, καὶ τὴν μὲν ὑφειμένην τὴν δ' ὑπερκειμένην. ὃ καὶ τὴν τῶν εἰκονομάχων ὑπερβέβληκεν αἵρεσιν, ὡς εἰρήσεται χωροῦντι τῷ λόγῳ πλατύτερον. εἰ δ' ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι φάσκοι τὴν τοῦ δούλου μορφήν, κατ' αὐτοὺς ἀκριβῶς εἰπεῖν τοὺς εἰκονομάχους, ἐπὶ φῶς ἄρρητόν τε καὶ ἄκτιστον καὶ θεότητα ξένην, καθὰ κἀν τοῖς περὶ φωτὸς διέξεισι λόγοις αὐτοῦ φωναῖς ἀνθρωπίναις κεχρῆσθαι τὸ φῶς ἐκεῖνο, καυχώμενον πρὸς αὐτόν, καὶ "μὴ φοβοῦ" παρακελευόμενον, "μετά σου γάρ εἰμι," τοῦ μέλλοντος ἀρραβῶνα φωτὸς παρεχόμενον, ζητητέον πῶς τὸ κτιστὸν 558
μετακεχώρηκεν ἑαυτῷ πρὸς τὸ ἄκτιστον καὶ τὸ ἠργμένον πρὸς τὸ ἄναρχον καὶ τὸ χρονικὸν πρὸς τὸ ἄχρονον, καὶ πρὸς τὸ πεπερασμένον τὸ ἄπειρον. ὅτι μὲν γὰρ τὸ φθαρτὸν τοῦτο κατὰ τὸν θεῖον ἀπόστολον ἐνδύσεται ἀφθαρσίαν, 3.461 ἠκούσαμέν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ κτιστὸν γενέσθαι ἄκτιστον ἢ τὸ σῶμα ἀσώματον οὔπω ἐς δεῦρο οὔτε τι τῶν λογικῶν ζώων εἴρηκεν οὔτ' ἀκήκοεν οὐδὲν οὐδαμῇ, οὔτε καθάπαξ εἰπεῖν τῶν ἁπάντων κτισμάτων οὐδὲν οὐδαμῇ πω νενόηκεν. οὔτε μὴν οὐδ' αὖ τὸ ἄκτιστόν τε καὶ ἄπειρον οὔτε κατ' οὐδένα λόγον οὔτε κατ' οὐδένα τρόπον ἐπιδέχεται τὴν οἱανδήποτε κίνησιν καὶ τροπὴν εἰς τὸ ὑφειμένον, οὐκ ἔχον οὔθ' ὅπως τραπήσεται οὔθ' ὅπου κινηθήσεται· τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου, κινεῖσθαι μὴ πεφυκότος, [ἤ τ'] ἀλλοίωσις καὶ διαίρεσις εἴη ἄν, ὅπερ ἀδύνατον· πᾶσα γάρ, ὁ θεῖος ἔφησε Μάξιμος, φύσις τῷ οἰκείῳ λόγῳ διὰ παντὸς ἔχει τὸ τέλειον, νοητή τε καὶ αἰσθητή, εἴτ' οὖν ἁπλῆ τε καὶ σύνθετος· ὧν γὰρ οἱ λόγοι παρὰ τῷ θεῷ ἅμα τῷ εἶναι τὸ τέλειον ἔσχον, τούτων ἡ κατὰ τοὺς οἰκείους λόγους παραγωγὴ καὶ οὐσίωσις προσθήκης πάσης καὶ ἐλλείψεως τῆς πρὸς τὸ εἶναι, ᾗπερ ὄντα τυγχάνει, παντελῶς ἐστὶν ἀνεπίδεκτος. εἰ δέ πού τις ἀλλοίωσις γένοιτό πῃ, οὐ μέντοι περὶ τὸν τῆς φύσεως ἀλλὰ περὶ τὸν τοῦ ἀλλοιουμένου γίνεται πράγματος τρόπον. ὁ μὲν γὰρ λόγος μεθαρμοζόμενος φθορὰν αὐτίκα παρέχει τῇ φύσει, ὁ δὲ τρόπος τοῦθ' ὑπομένων θαυματοποιοῦ δυνάμεως ἔνδειξιν ἔχει· τοῦ γὰρ Αἰγυπτίου Νείλου τὸ ὕδωρ ὄψιν μὲν καὶ γεῦσιν πάλαι μεταμεμόρφωται καὶ ἠλλοίωται πρὸς αἵματος χρῶμα καὶ ἀηδίαν, τήν γε μὴν ὑγράν τε καὶ ῥέουσαν ἥκιστα ἤρνηται φύσιν· καὶ ἡ Βαβυλώ 3.462 νιος ἐκείνη κάμινος τοῖς μὲν ὁσίοις παισὶ τὴν ἀναλωτικὴν μεθήρμοσται δύναμιν, οὐκ ἐχούσης τῆς ἀρετῆς φθορὰν ἀναδέχεσθαι ῥᾷστα καὶ ὁπωσοῦν, τὸ μέντοι φωτεινόν τε καὶ πυρῶδες ἦθος καὶ τὸ τῆς φύσεως ἀνωφερὲς οὐ μεθήρμοστο· τοῖς γὰρ Βαβυλωνίοις τὸ κατὰ φύσιν ἔδειξε καυστικόν, φύσει δεκτικοῖς γεγονόσι διὰ τὸ τῆς κακίας ὑλῶδες. Καὶ ἵνα κατὰ ῥῆμα τὰ τῶν εἰκονομάχων εἰς μέσον προενεγκόντες, καὶ τοῖς τοῦ Παλαμᾶ παρεξετάσαντες, δείξωμεν ὡς ἐς τὸ πάνυ τι ἀκριβὲς καὶ αὐτοῖς συμπεφώνηκε μέν, παρήλασε δ' οὖν, τὸ παρ' ἑαυτοῦ συγκεκραγώς, ὡς εἴωθεν, ἐπὶ τὰ αἴσχιστα μάλα φιλότιμον, ἀκούετε δή. μετὰ γὰρ πολλὰς κἀκεῖνοι τὰς ἄλλας αὐτῶν βλασφημίας καὶ τάδε βεβλασφημήκεσαν. ἐν ἀνθρώποις ἔτι, φασί, βιοτεύων ὁ θεὸς λόγος, τοῖς ἐκκρίτοις τῶν ἑαυτοῦ μαθητῶν προαρραβωνιζόμενος τὴν θέαν τῆς αὐτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν ἐπὶ τοῦ ὄρους, ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται, ὥστε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς. εἰ δὲ τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως πρὸς τῆς ἐνοικούσης ἐν αὐτῇ θεότητος μεταβληθεῖσα, τί χρὴ λέγειν μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ πατρὸς ἵδρυσιν, ὅτ' ἐξ ὅλων ὅλη μεταβέβληται ἐπὶ φῶς ἄρρητον καὶ ἀνεκδιήγητον· μεταμεμόρφωται γὰρ καὶ ἀπηθανάτισται καὶ ἄκτιστον γέγονε καὶ ἄφθαρτον. 3.463 Ἀκηκόατε τὴν ἐπὶ κακῷ συμφωνὴν τοῦ Παλαμᾶ περί τε τοῦ ἐν Θαβωρίῳ φωτός, ὅτι μεταμεμόρφωται πρὸς τὸ ἄκτιστον ἐκ τοῦ κτίσματος, καὶ ὅτι ἀρραβὼν τοῦ μέλλοντος οὑτωσὶ φωτὸς ἐγεγόνει. γνοίητε δ' ἂν ἀκριβέστερον καὶ ὅσον τὸ τῆς κακίας ταυτησὶ μέγεθος, ἐπειδὰν καὶ τοὺς κατ' αὐτῆς ἐλέγχους ὑφ' ἡμῶν ἐκτεθέντας ἀκούσητε, ὁποίους καὶ ὅσους οἱ τότε σοφοὶ τῆς τοῦ θεοῦ ἐκκλησίας προστάται, λόγοις ἅμα καὶ ἔργοις ἐρρωμένως ἐνηθληκότες, συνεγράψαντό τε καὶ ἡμῖν τοῖς μετ' ἐκείνους ἰοῦσι συμμαχίας προεμνηστεύσαντο κρατίστης ὑπόμνημα. προῄδεσαν γὰρ ἐκεῖνοι, τῷ θείῳ φωτιζόμενοι πνεύματι, τὴν ἐν τῷ τέλει τῶν αἰώνων τῆς εἰκονομαχίας ἀναβίωσιν ταυτηνί, ἣν Παλαμᾶς μὲν ὠδίνησέ τε καὶ ἔτεκεν, αἱ δὲ τηνικαῦτα ἡγεμονίαι καὶ ἐξουσίαι τοῦ παρόντος αἰῶνος καὶ σκότους ἐπὶ πονήρῳ τῶν πατρίων δογμάτων τῆς τοῦ θεοῦ ἐκκλησίας ἀνειληφυῖαι κακῶς ἐμαιεύσαντό τε καὶ 559
ἐξέθρεψαν. ὧν εἷς προβληθεὶς ἐπὶ τοῦ παρόντος ἀρκέσει κάμνοντας ἡμᾶς ἀναρρῶσαι, καὶ ἅμα ἱκανῶς ἐν βραχεῖ παραστῆσαι τὸ τῆς κακίας νεμόμενον ἅπαν, μέχρι πόσου μὲν ἀτοπίας ἐξώκειλε τότε μέχρι πόσου δὲ νῦν προήνεγκεν ηὐξηκὼς Παλαμᾶς, προσλαβὼν μὲν τὰς ἐκεῖθεν εὑρημένας ῥίζας, καὶ προσεπενεγκὼν τὰς οἴκοθεν ἐφευρημένας μιαρωτέρας προφάσεις. Θεόδωρος γὰρ ὁ πολὺς μὲν τὴν σοφίαν πολὺς δὲ καὶ τὴν ἐμπεφυκυῖαν ἀρετήν τε καὶ σύνεσιν, πολλὴν τὴν σπουδὴν ἐν τοῖς κατὰ τῶν εἰκονομάχων ἀγῶσιν ἐπιδειξάμενος ἐς 3.464 τὸ πάνυ τι κράτιστον, ὡς ἐν ταῖς ἀρχαῖς τῶν ἡμετέρων τῶνδε λόγων ἡμῖν τὰ περὶ αὐτοῦ πλατύτερον εἴρηται, πάντων μάλιστα πλεῖστον ἀντεισενεγκὼν ὑπὲρ εὐσεβείας τὸν ζῆλον, καὶ ἀντιστήσας τοῖς τότε κατὰ τῶν θείων εἰκόνων μανεῖσι τυράννοις, ὑφ' ὧν καὶ τὸ πρόσωπον γέγραπταί τε καὶ ἔστικται καὶ τὴν ἐπωνυμίαν Γραπτὸς ἐκεῖθεν κληθεὶς ἀπηνέγκατο, πλείσταις μὲν καὶ ἄλλαις ἱεραῖς αὐτοῦ βίβλοις τὴν τοῦ θεοῦ ἐκκλησίαν κεκόσμηκε, μάλιστα δ' αἷς κατὰ τῶν εἰκονομάχων ἐξέθετο, τοῖς συγγράμμασιν ἐντυγχάνων τοῦ τότε τὰ πρῶτα φέροντος ἐν λόγοις ἀσεβοῦς Εὐσεβίου· ἐν αἷς τά τε ἄλλα καὶ τάδε διέξεισι. κατακομψεύεται, φησίν, Εὐσέβιος ἐπὶ φῶς ἄρρητον καὶ ἀνεκδιήγητον καὶ τῷ θεῷ λόγῳ πρέπον τὴν τοῦ δούλου μεταβεβλῆσθαι μορφὴν ἐν τῷ ὄρει, φῶς ὅπερ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. καὶ ὁ μὲν Εὐσεβίου λόγος τοιοῦτος καὶ οὕτως ἔχων, καὶ τὸ πᾶν αὐτῷ ἐνταῦθα τῆς ἀσεβείας ἐξήρτηται· ὅποι δ' αὐτῷ φέρει τὰ τῆς καινῆς ταύτης διδασκαλίας καὶ τοῦ δόγματος, ὡς ἔνι μάλιστα, συντομώτερον σκεψώμεθα, καὶ ὁποῖος δὴ καὶ ὅστις ὁ τῆς μεταβολῆς τρόπος, ἐπισκέψασθαι πειρασώμεθα. πᾶν τὸ μεταβαλλόμενον ἢ κατ' οὐσίαν μεταβάλλεται, ὃ δὴ περὶ γένεσιν καὶ φθορὰν θεωρεῖται, ἢ κατά τι τῶν ἐν αὐτῷ, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ ποσὸν μεταβάλλεται, καθὸ ἡ αὔξησις καὶ ἡ μείωσις δείκνυται, ἢ κατὰ 3.465 τὸ ποιόν, ἐξ οὗ ἐμφαίνεται ἡ ἀλλοίωσις. εἰ μὲν οὖν κατὰ τὸ ποιὸν μεταβέβληται, κεκίνηται μὲν πρὸς ἀλλοίωσιν, ἢ δέ ἐστι μετασχηματισμὸς χαρακτῆρός τινος ἢ κατά τι τῶν τοῦ ὑποκειμένου πράγματος ἐξαλλαγή, χωριστῶς ἢ ἀχωρίστως ἐπισυμβαίνουσα. ἅπερ ἀλλοῖον μὲν καὶ διάφορον τοῦ προτέρου δείκνυσιν, οὐ μὴν δέ γε ἄλλο τι τὸ ἀλλοιούμενον ἀπεργάζεται· οὐ γὰρ οὐσιωδῶς μετέβαλεν, ἀλλ' ἐκ τοιοῦδε τὸν αὐτὸν τοιόνδε κατὰ τὸ ποιὸν γενέσθαι πεποίηκε. τοῦτο δ' οὐκ ἔστιν ἐξ ὅλων ὅλον μεταβεβλῆσθαι· τὸ γὰρ ὑποκείμενον ὑπομένει πάντως σωζόμενον. εἰ δὲ κατὰ τὸ ποσόν, αὔξησίν τινα ἢ μείωσιν ἐδέξατο. ἀλλ' οὐδὲ ταῦτα ἄλλο τι παρὰ τὸ ἐξ ἀρχῆς ὑπάρξαν ποιεῖ, ἀλλ' ἐκ τοσοῦδε τὸν αὐτὸν τοσόνδε κατὰ τὸ πηλίκον γενέσθαι πεποίηκεν. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν τρόπον ἐξ ὅλων ὅλη μεταβέβληται ἡ μορφή. λείπεται οὖν λέγειν καθ' αὑτὴν μεταβεβλῆσθαι, περὶ τὴν οὐσίαν δηλαδή, ὡς ἀνάγκην εἶναι πᾶσαν ἐκ γενέσεως εἰς φθορὰν καὶ τοῦ ὄντος εἰς τὸ μηδαμῶς εἶναι κεχωρηκέναι. ἀλλὰ τὴν θνητότητα, φησίν, ἀπεδύσατο καὶ τὴν φθορὰν ἀπενίψατο. πρόσθες, εἰ βούλει, ὅτι καὶ εἰς τὸ ἀόρατον τὸ ὁρατὸν μέτεισι καὶ εἰς τὸ ἄχρονον τὸ ὑπὸ χρόνου, καὶ τὸ κτιστὸν εἰς τὸ ἄκτιστον, καὶ ὅσα ἄλλα τοιαῦτα ἀντίκειται. ἀλλ' οὐ τὴν θνητότητα τις γράφει οὐδὲ τὴν μεταμόρφωσιν αὐτὴν καθ' αὑτήν· οὐ γὰρ ἄνευ σώματος ἐφ' ἑαυτήν ποτε θεωρηθήσεται, ἐπεὶ μηδὲ λευκότης ἢ μελανότης ὑποκειμένου 3.466 δίχα ὑποσταῖεν ἄν. ὡς γὰρ οὐ μεταβέβληται ἡ μορφὴ ἐκείνη καὶ τὸ εἶδος εἰς θεότητος φύσιν, ὡς οὗτος νομίζει, (καὶ γὰρ ἀμήχανον τοῦτο γενέσθαι) ἤδη καὶ πρόσθεν εἴρηται, καὶ μαρτυρεῖ ἡ ἀλήθεια αὐτὴ κἀκ τῶν ἀκριβῶς ἐπεσκεμμένων τὴν τῶν πραγμάτων φύσιν καὶ τῶν δογμάτων ἡμῶν τὴν ἀλήθειαν τὸ ἀπλανὲς καὶ ἀνεπίληπτον. ἀλλὰ μεταμεμόρφωται, φησί, καὶ ἀπηθανάτισται καὶ ἄφθαρτον καὶ ἄκτιστον γέγονεν. εἶτα μεταμορφωθὲν καὶ ἀπαθανατισθὲν μεμένηκε σῶμα, ἢ οὔ; εἰ μὲν γὰρ μεμένηκε, μάταιος ὁ Εὐσεβίου ὁρᾶται λόγος καὶ οὐδὲν ἡμῖν πρᾶγμα ἔσται· εἰ δὲ οὐ μεμένηκεν, οὐδὲ μεταμεμόρφωται ἄρα, οὐδ' ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδέδυται. οὐδὲ γὰρ εἶχεν εἰς ὃ μεταμορφωθήσεται, οὐδὲ ἦν ὃ τὴν 560
ἀθανασίαν ἐνδύσεται, οὐκ ὄντος ἐν ᾧ ταῦτα θεωρηθήσεται. ἀλλ' ἄτοπον καὶ τὸ ἐννοεῖν τοιαῦτα, μᾶλλον δ' ἀδύνατον. καὶ πάλιν, ἀπὸ τοῦ κατὰ τὴν μεταμόρφωσιν τρόπου ἀποσεμνύνων τὴν δουλικὴν μορφὴν πλέον ἢ καλῶς εἶχε, καὶ ταύτῃ τιμῶν ᾗ μηδὲ Χριστὸς τετίμηκε, καὶ τῆς μεταβολῆς ἐντεῦθεν κατάρξας, προϊὼν καὶ αὐτὴν τὴν μορφὴν καὶ τὸ εἶδος ἀπεσκευάσθαι λέγει καὶ μεταβεβλῆσθαι εἰς θεότητα, ὡς καὶ ἐν τοῖς μετέπειτα δηλώσει τὰ παρ' αὐτοῦ ἐκτιθέμενα τηλαυγέστερον, καὶ ἔτι μᾶλλον κατὰ πρόσβασιν ἀπὸ τοῦ τὴν θνητότητα ἀποδεδύσθαι καὶ τὴν φθορὰν ἀπονίψασθαι καὶ εἰς τὴν τοῦ θεοῦ δόξαν μετεσκευάσθαι. ἀλλὰ τὸ μὲν 3.467 φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθήσεσθαι οὔπω μέχρι καὶ σήμερον ἤκουσται. ἀλλ' ἐπανακτέον τὸν λόγον, καὶ ζητητέον τὶ ἂν εἴη τοῦτο τὸ φῶς· οὐ γάρ πω σαφῶς ὅ τι ἔστιν ὁ γεννάδας ὑπέδειξε νῦν, ὅτι μὴ μόνον τῷ θεῷ λόγῳ πρέπον προσθείς, ἐσύστερον ἐρεῖν ἐκδηλότερον. ὅμως πρὸς τὰ δεδογμένα αὐτῷ ἐν τῷ παρόντι τὸν λόγον ἡμεῖς ἐξετάζομεν. τί οὖν ἐστίν; ἆρα οὐσία τις καὶ ἐνυπόστατον καθ' ἑαυτὸ ὑφεστὼς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, ἢ ποιότης ἀσώματος καὶ ἀνούσιος, ἐν ἄλλῳ τὸ εἶναι ἔχουσα, οὐκ ἐν ἑαυτῇ θεωρούμενον; ἀλλ' εἰ μὲν οὐσία ἐστί, πότερον ἀγγελική, ἐπεὶ καὶ ἄγγελος φῶς, καὶ τοῦ πρώτου καὶ ἀνωτάτω φωτὸς μαρμαρυγὴ καὶ ἀπόλαμψις; ἀλλ' οὐκ ἂν τοῦτο εἴποι· οὐ γὰρ ἂν εἰκονισμοῦ καὶ γραφῆς γραφήν που διέφυγε· μάρτυρες ἀπαράγραπτοι τὰ ἱερὰ λόγια, ἡνίκα θεὸν τῶν ἄλλων διδάσκει προστάττοντα καὶ Μωσέα τὸν προσταττόμενον πράττοντα τῶν χερουβὶμ ἐκείνων τὴν ποίησιν. εἰ καὶ οὗτος τὰς θείας φωνὰς ἀπαναίνεται. εἰ δὲ θεία οὐσία ἐστί, πῶς εἰς τοῦτο μετῴχετο; εἰ μὲν ἐν ἰδίᾳ ὑποστάσει καὶ καθ' ἑαυτὴν μετελθοῦσα θεωρουμένη, καὶ οἷον ἄλλο καὶ εἰδικὸν ἀποτεμομένη πρόσωπον, καὶ πρὸς τὴν τοῦ λόγου διαπρέπον ἐμφέρειαν, μηδεμιᾷ τῶν ἐν τῇ τριάδι νοουμένων συμπαρυποστᾶσα καὶ συμφυεῖσα, τετρὰς αὐτῷ σαφῶς ἡ τριὰς ἀποτετέλεσται, καὶ 3.468 ὁρᾶται ὡς φιλότιμος περὶ τὴν θείαν οὐσίαν Εὐσέβιος, ἀφθονίᾳ ὑποστάσεων πληθύνων καὶ αὔξων τὰ ἀπλήθυντα καὶ ἀμείωτα καὶ πάσης τῆς ὁπωσοῦν ὑφέσεως ἢ πλεονασμοῦ παντάπασιν ἀνεπίδεκτα. εἰ δὲ εἰς τὴν τοῦ λόγου συγχεθεῖσα καὶ οἷον συνουσιωθεῖσα παρῆλθεν ὑπόστασιν, μετὰ πλείονος τῆς εὐγνωμοσύνης προσθήκην καὶ αὔξησιν τῇ τοῦ λόγου αὐτῇ δίδωσιν ὑποστάσει· ἥτις οὐκ ἄλλη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν καὶ φύσιν ἐστί, τῷ χαρακτηριστικῷ τῆς ἰδιότητος μόνον κατὰ τὴν γέννησιν διαφέρουσα. τοιαῦτα μὲν τὰ ἐκ τῶν ἐκείνου ἀρχῶν ἀναφανέντα ἔκτοπα καὶ παράλογα, εἰ τὸ φῶς ἐκεῖνο τὸ ἄρρητον οὐσίαν εἶναι λέγοι· ὑπόλοιπον δ' οὖν ἐστὶ ζητεῖν, εἰ ποιότητα τοῦτο ἀσώματον ἢ ἀνούσιον εἶπε, τί συμβαίνει, οἷον ἀπόρροιάν τινος οὐσίας καὶ ἀπαύγασμα, εἰς ἣν ἡ μορφὴ ἐκείνη μεταβέβληται. ἀλλ' οὐδὲν ἧττον ἡ πασῶν ἐσχάτη ὕβρις καὶ ἀτοπία τῷ θείῳ προστετρίψεται σώματι· λωβήσαιτο γὰρ ἂν τὸν τοῦ εἶναι λόγον· καὶ ταύτῃ τὸ ἀνύπαρκτον εἰσαχθήσεται, ἄλλως τε οὐδὲ ἐνὸν ποιότητα ὑποκειμένου δίχα καθ' ἑαυτὴν ὅ τι ποτέ ἐστι διαδειχθῆναι, κἂν τῶν οὐσιωδῶν αὐτὴν εἴποι τις, ἣ καὶ ἐς οὐσίας μέρος ἀνάγεται· ὡς ἐπὶ παραδείγματος εἰπεῖν, οὐκ ἂν τὸ λογικόν που συσταίη ὑποκειμένου ἄνευ, ὅ ἐστι τὸ ζῶον, εἰ μὴ πρότερόν τις ὑποθοῖτο οὐσίαν ἔμψυχον αἰσθητικήν. Ὅτι μὲν οὖν τοῖς εἰκονομάχοις ἡ μεταμόρφωσις τοῦ σωτῆρος ἐπὶ τοῦ ὄρους οὐ μορφῆς ἀλλοίωσις ἐπὶ τὸ λαμπρότε 3.469 ρον ἐνομίσθη, ἀλλὰ τὸ μὲν σωτήριον σῶμα πρὸς τὸ ἄκτιστον μεταβεβλῆσθαι καὶ ἄφθαρτον, τὸ δὲ φανὲν τηνικαῦτα φῶς θεότης ἄκτιστος καὶ ἀνούσιος εἶναι, τότε μὲν ἐπὶ τοῦ ὄρους οἷον ἀρχῆς γενομένης τῇ ἀκτιστότητι τοῦ ἀνθρώπου καὶ ἀφθαρσίᾳ ὡς ἐν ἀρραβῶνος τρόπῳ, μετὰ δὲ θάνατον καὶ πρὸς οὐρανοὺς ἀνάβασιν τελέως ἤδη γενέσθαι καὶ φύσει ἄκτιστον, καὶ ὅτι ἀρχὴ τῆς εἰκονομάχου αἱρέσεως ἐκείνοις ἡ τῆς μεταμορφώσεως γέγονε πρόφασις, ἀκηκόατε, 561
οὐκ οἴκοθεν ἐμοῦ διηγουμένου, ἀλλὰ τοῦ μεγάλου πατρὸς καὶ διδασκάλου τῆς τοῦ θεοῦ ἐκκλησίας, οὗ τὸ ἀξιόπιστον μηδ' αὐτὸν οἶμαι παραλογίσασθαι τὸν διάβολον, μὴ οὐκ ἀληθῆ λέγειν, οὐχ ὅτι σοφίᾳ πάσῃ τῇ τε θύραθεν καὶ ὅση τῆς καθ' ἡμᾶς εὐσεβείας ὁ μέγας κεκόσμηται, ἀλλ' ὅτι καὶ ὅση κατὰ θεὸν ἀρετή, τελείως ἐξήσκησε πᾶσαν καὶ πρὸς τὸ ἀκρότατον ταύτης ἀφίκετο, ὡς πάντα προέσθαι ῥᾳδίως, μὴ ὅτι γε ὅσα τοῦ σώματος εἴη ἐκτός, ἀλλὰ καὶ αὐτό γε τὸ σῶμα τῆς θείας ἕνεκεν ἀγάπης εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους προδοῦναι προθύμως, ὡς ἀνωτέρω προέφημεν. ὅτι δὲ καὶ ἀσεβῶς τὰ σφίσι νομισθέντα νενόμισται, δῆλον καὶ τοῦτ' ἐκ τῶν αὐτοῦ σοφῶν καὶ ἀναντιρρήτων γέγονεν ἀποδείξεων. καίτοι διὰ τὰς περιεστηκυίας κἀμὲ πρὸς τῶν διωκτῶν συμφορὰς οὐδ' ἔσχον ὅπως ὑπ' αὐτῶν κλαπείσας τὰς ἐκείνου βίβλους παμπόλλους οὔσας ἀνειληφώς, ἐξ ὧν καὶ ὅθεν πολλάκις ἀναλαμβάνων πρότερον ἐθεώρουν, προθεῖναι νῦν ἡμῖν τὰ πολλῷ τῶν εἰρημένων πλείω 3.470 τε καὶ ἐναργέστερα, ὡς πᾶσι γνωσθῆναι τελεώτερον τῆς τε ἀσεβείας ἐκείνων τὸ μέγεθος καὶ τοῦ θείου τοῦδε ἀνδρὸς τῆς σοφίας τὸ περιὸν καὶ τοῦ πρὸς εὐσεβείαν ζήλου τὸ σφόδρα διάπυρον. Τούτων ἐκεῖνοι τέως αὐτήκοοι γενόμενοι ἀντιλέγειν μὲν ἐκ τοῦ εὐθέος ἥκιστα εἶχον· οὐδ' ἦν εὐπορία γραφικῶν ἀποδείξεων σφίσι. διὸ καὶ ἐς τὸν δεύτερον καταπεφεύγασι πλοῦν, καὶ κανόνα καὶ νόμον ἑαυτοῖς τὸν παράνομον προύφερον τόμον ἐκεῖνον τὸν λῃστρικόν, καὶ τὰ περὶ τῆς τοῦ κυρίου μεταμορφώσεως ἐκεῖ τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν ἀσεβῶς κυρωθέντα διὰ στόματος ἦγον· πρὸς οὓς ὁ Γρηγορᾶς "εἶτα οὐδὲ νοῦς τις ἔπεισι" φησὶν "ὑμῖν, ὀψὲ γοῦν αἰσθέσθαι ὡς μείζω τὰ δίκτυα πλέκετε νῦν κατὰ τῆς νέας εἰκονομαχίας τοῦ Παλαμᾶ δι' ὧν εἰσάγετε νῦν, ὡς δειχθήσεται. ἔξεστι μὲν γὰρ καὶ ὑμῖν δήπου παρεξετάζουσιν ἐκ τῶνδε συνορᾶν ὡς καὶ αὐτὸς τὰ αὐτὰ τοῖς αὐτοῦ βλασφημεῖ, εἴ τι ὁρῴη τὰς τῆς κακίας ῥίζας αὐτὰς καὶ τὴν πρώτην βλάστην· ἔξεστι δ' οὐχ ἧττον συνορᾶν καὶ ὅσην αὐτὸς πεποίηται τὴν προσθήκην, βλάστῃ βλάστην ἐφευρὼν καὶ ἀνομίαν ἐπενεγκὼν ἀνομίᾳ. ἢν δέ τι καὶ πρὸς ἐντελεστέραν ἀντίληψιν ἔτι λείπηται, ἐγὼ λοιπὸν" φησὶν "ἀναλαβὼν καὶ νῦν θρηνήσω τὸν νεκρόν μου· ἐγὼ καὶ κλαύσομαι πικρῶς ἐπὶ τὸ σύντριμμα τοῦ γένους μου, κατεπᾴδων καὶ προσεπάγων τὰ ἐκ τῶν θείων γραφῶν φάρμακα, καὶ ταῦτα προσάντη δυσχέρειαν ἔχων οὐ μάλα τι 3.471 σφόδρα ἠγνοημένην ὑμῖν. καὶ τοίνυν ἐπὶ τὴν τῆς μεταμορφώσεως πανήγυριν μέτειμι νῦν καὶ αὐτὸς δι' ὑμᾶς, λογικῷ φραγγελίῳ τελεώτερον τὰς θεοκαπήλους ἐξελάσων κἀκεῖθεν βωμολοχίας τοῦ δυσσεβοῦς Παλαμᾶ, ἐπεὶ καὶ αὐτὸς τὴν αὐτὴν ἑορτὴν ἐποιήσατο πρόφασιν τῆς αὐτοῦ κακίας, σκοτεινὸς περὶ τὸ φῶς ἐκεῖνο κατὰ τοὺς εἰκονομάχους, ὡς ἔφθημεν εἰρηκότες, γενόμενος καὶ αὐτός, καὶ ταῖς εἰωθυίαις αὐτῷ βωμολοχίαις τε καὶ συκοφαντίαις ἐμβαλὼν καὶ αὐτό, καὶ ἅμα ὁπόσα περὶ αὐτοῦ τῶν ἁγίων οἱ πλείους εἰρήκεσαν, τὸν ἐνόντα διεφθαρκὼς νοῦν καὶ ἀνατετροφὼς ὁ νοῦν καὶ φρένας διάστροφος καὶ πάντα πάντῃ διεφθορώς, καὶ παραπλήσιον δρῶν καὶ αὐτὸς τοῖς τε νυκτικόραξι καὶ νυκτερίσι καὶ ταῖς γλαυξίν· ὡς γὰρ ταυτὶ τὰ ὄρνεα τὸν μὲν τοῦ παντὸς ὀφθαλμόν, τὸν τοῦ οὐρανίου πέπλου λέγω λυχνίτην ἥλιον, ὄψεων ἀτονίᾳ βλέπειν ὅλως οὐ δυνάμενα τὸ μὲν φῶς ἡγεῖται σκότος τὸ δὲ σκότος φῶς, οὕτω δῆτα καὶ αὐτὸς τοὺς τῆς διανοίας τόνους κεκλασμένους ἔχων καὶ σφόδρα ἀδρανεῖς, καὶ διὰ σκότους ἰὼν ἀμαθίας, συλᾷ καὶ διαστρέφει πρὸς τὸ οἰκεῖον σκότος γραφῆς ἁπάσης αὐγήν, ἐπεὶ μὴ ἀντιβλέπειν ὅλως εἰς τὸ τῆς ἀληθείας φῶς ἡ νυκτερινοὺς ἄντικρυς ὀφθαλμοὺς κεκτημένη κακότροπος δύναται νυκτερίς. ἐγὼ μὲν οὖν τῶν πάλαι βίβλων τῆς αὐτοῦ μεμνημένος κακίας, μικρὰ μικροῖς ἐδεδώκειν ἐλέγχοις ἐνίοτε· ἐκ πολλοῦ γὰρ μιμητῇ γεγονότι τἀνδρὶ τῆς τῶν εἰκονομάχων αἱρέσεως λίθος αὐτῷ προσκόμματος ἐγεγόνει τὸ φῶς ἐκεῖνο· καὶ μάλα μὲν σκοτεινοὺς εὐ 3.472 θὺς καὶ αὐτὸς ἐξηρεύξατο λόγους περὶ φωτὸς ἐπιγράψας, μάλα δ' ἡμῖν πολλὴν παρέσχε τὴν ὕλην ἐξ ἀντιρρόπου γράφουσιν 562
ἐλέγχειν αὐτὸν τηνικαῦτά τε καὶ κατὰ διαστήματα διηνεκῶς ἐκεῖθεν καιρικά, ὡς εἶναι καὶ ταῦτα ἃ νῦν ἐφ' ὑμῶν μοι διεξιέναι συμπέπτωκε, τῆς πάλαι κακίας αὐτοῦ μικρά τινα ὑπομνήματα. Ἀλλὰ φέρε καὶ νῦν τὸν παράνομον ἀνελίξαντες ἐκεῖνον τόμον, τὰς νέας ἡμῖν παρανάγνωτε βλασφημίας αὐτοῦ, ὁπόσας δὴ καὶ οἵας κἀν τῷδε περὶ τῆς τοῦ κυρίου διεξεληλύθει μεταμορφώσεως, ἵνα καὶ ἄμφω σαφέστερον γνῶμεν, τίνα ποτ' αὐτῷ καὶ ὁποίαν εἴργασται τὴν ἀλλοίωσιν ὁ πάντα κινῶν καὶ μεταβάλλων χρόνος, καὶ ὁποτέρῳ μέρει φέρων ἐκεῖθεν προσένειμεν οὗτος αὐτόν, δυοῖν τε ὄντοιν ἀεὶ καὶ τῷ βίῳ δημοσίᾳ ἐμπολιτευομένοιν, τοῦ τε χείρονος, ᾧ πάλαι φέρων αὐτὸς ἑαυτὸν ἐθελοντὴν παρέσχετο λατρευτήν, καὶ αὖ τοῦ βελτίονος, οὗ φυγάδα καὶ δραπέτην ἔδειξεν ἐθελοντὴν ἐκεῖθεν ἑαυτόν. ἀλλὰ λεληθέναι μοι δοκεῖ καὶ ὁ χρόνος αὐτὸς ἑαυτόν, τὴν ἑαυτοῦ μᾶλλον αὐτὸς περιτρέψας ἐνταῦθα φύσιν ἢ τὴν τοῦ Παλαμᾶ κακίαν. τῷ γὰρ καθάπαξ εἰς βάθος ἐμπεπτωκότι κακῶν παγχάλεπον εἶναι ῥᾳδίως παλινδρομεῖν ἐς τὸ πάνυ τι βέλτιον, εὐκτὸν δ' ἂν ἦν εἰ καὶ βραχεῖαν τὴν ἐκ τοῦ χείρονος ἐποιεῖτο ἀνάδυσιν, ὁπόθεν ἐστὶ καὶ ὁτῳοῦν ἀρχομένῳ ἐλπὶς ὀψὲ γοῦν ἐς τὸν μεταξὺ τοῦ χείρονός τε καὶ βελτίονος χῶρον κατὰ μικρὰ καὶ συχνὰ ποιουμένῳ κινήματα τὴν ἐπιστροφὴν ἀφικέσθαι. οὔτε γὰρ τῷ 3.473 κυρτῷ πρὸς τὸ κοῖλον ὁμόσε, οὔτε μὴν τῷ μέλανι πρὸς τὸ λευκὸν δραμεῖν εὐθὺς εὐχερὲς ἐν οἷς ἐπεφύκει, πρὶν τοῦ μέσου τυχεῖν, ἐκεῖ μὲν τοῦ εὐθέος, ἐνταυθοῖ δὲ τοῦ φαιοῦ. ἐκεῖθεν γὰρ ἔπειτα ῥοπῆς ἐπὶ τὸ βέλτιον ἀμοιβαδὸν ἀεὶ γινομένης ἀφίκοιτ' ἄν τις ἴσως καὶ ἐς αὐτὸ τὸ τῆς ἀρετῆς ὁμαλὸν πεδίον καὶ τοὺς ἀνθεινοὺς αὐτῆς λειμῶνας, ἐρρωμένως συναιρομένου θεοῦ. ἀναγνωστέον οὖν τὰ ἑξῆς, ὡς μὴ ἀτελὲς τὸ ἡμέτερον καταλείποιτο στάδιον. 3.474 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΛΟΓΟΣ ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΕʹ ΔΟΓΜΑΤΙΚΟΣ ΔΕ ʹ. Ἐπὶ δὴ τούτοις καὶ τοῖς τοιούτοις τὸν παράνομον ἐκεῖνον ἀνελίξαντες τόμον οἱ τῆς ἀντιθέτου φάλαγγος ἐκεῖνοι τάδε παρῆγον ἐς μέσον. Μετὰ ταῦτα, φησίν, ἐζητήθη δειχθῆναι παρὰ τῶν ἁγίων ὅτι τε ἄκτιστόν ἐστι τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως καὶ ὅτι οὐκ ἔστιν οὐσία τοῦ θεοῦ· καὶ συνέθεντο πάντες γραμματεῖς καὶ ἀρχιερεῖς. προηνέχθη γὰρ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος γράφων "οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου κατὰ τὸ γεγραμμένον· καὶ θεοῦ φύσιν εἶδεν ἢ ἐξηγόρευσε." καὶ ὁ θεῖος Μάξιμος γράφων ἐν ἑβδόμῳ κεφαλαίῳ τῆς πρώτης τῶν θεολογικῶν ἑκατοντάδος "ὁ 3.475 τοῖς οὖσι μὴ κατ' οὐσίαν ὑπάρχων μεθεκτός, κατ' ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ' οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται." καὶ ὁ θεῖος Χρυσορρήμων εἰς τὴν αὐτὴν ἑορτὴν γράφων "ἐν τῷ ὄρει" φησὶ "μεταμορφωθεὶς ὁ σωτὴρ μικρῶς πως ὡς δεσπότης ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν." τουτέστι μικρὸν παρήνοιξε τὴν θεότητα, οὐχ ὅση τις ἦν, ἀλλ' ὅσην ἐδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. ἀλλὰ καὶ πάντες οἱ ἅγιοι ἔλλαμψιν λέγουσιν αὐτὸ καὶ λαμπρότητα καὶ χάριν καὶ θέωσιν καὶ θεότητα παραδειχθεῖσαν μικροῦ στερροτέραν καὶ ὄψεως· καὶ φῶς ἀπρόσιτον καὶ φυσικὴν ἀκτῖνα τοῦ υἱοῦ ἔλεγον. Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀποκρίνεται οὑτωσί πως εἰπών. ἰδοῦ καὶ νῦν ὁ Παλαμᾶς, ὡς ὁρᾶτε, θέωσιν καὶ θεότητα συμπεραίνει ἐνταῦθα τὸ φῶς τῆς μεταμορφώσεως, καὶ δυοῖν θάτερον, ἢ μετουσίωσιν τῆς τοῦ λόγου θεότητος καὶ μεταβολὴν πρὸς ὑφειμένον καὶ ἀνυπόστατον φῶς, ἢ τῆς τοῦ δούλου μορφῆς ἀλλοίωσιν, ὡς εἰρήκειμεν, εἰς ἄκτιστον φῶς καὶ δευτέραν τῆς πρώτης ἀνούσιον θεότητα. ἀλλ' ὁ μὲν περὶ τούτου λόγος βραχύ τι ἀναβεβλήσθω μοι τέως· ἐκεῖνο δέ μοι θαυμάζειν ἔπεισι, πῶς ἕτερα μὲν ἐν ταῖς τῶν τοῦ τόμου κεφαλαίων ἀρχαῖς ἐπαγγέλλεται, ἕτερα δ' ἀποδεικνύειν ἐπείγεται, καὶ αὖ ἑτέραν ἔχει διάνοιαν ἃ προκομί 3.476 ζει πρὸς ἑαυτοῦ συμμαχίαν ῥητά· ὡς γίνεσθαι τριπλῆν καὶ πολλαπλῆν τὴν ζάλην οἷς πρὸς βουλήσεως εἴη προσέχειν τὸν νοῦν, καὶ ἅμα διπλοῦν καὶ πολλαπλοῦν τῆς ἀμαθίας αὐτοῦ καὶ 563
κακοτροπίας τὸν ἔλεγχον· ἔοικε γὰρ ὥσπερ αἰνίγματα συντιθέντι ὁτῳοῦν. διὸ καὶ σκοπεῖν ἔκρινα δεῖν, μήπου ἀποπειρᾶσθαι βούληται Παλαμᾶς, εἰ ἄρα γνώσομαι χαριεντιζομένου αὐτοῦ καὶ σφόδρα λέγοντος ἑαυτοῦ τἀναντία παντάπασιν, ὥσπερ ἂν εἰ ἀντωμοσίαν διαμειψάμενος ἔλεγεν ἄντικρυς, ὅτι ἃ προτείνω καὶ βούλομαι λέγειν, ταῦτα δῆτα οὐ βούλομαι λέγειν, καὶ οἷς ἀπαγορεύω μὴ συμφωνεῖν κακοδόξοις, τούτοις ἐκ τοῦ προφανοῦς συμφωνῶ, παρὰ τοσοῦτον αὐτῶν διιστάμενος παρ' ὅσον αὐτοὺς ἐν κακοῖς ὑπερβάλλω· τῆς γὰρ κακίας ἐπὶ τὸ φιλότιμον κινουμένης, οὐ μάλα βραχεῖαν τὴν παρενθήκην ἐπὶ τοῖς ἐκείνων βλασφήμοις ἐνεδειξάμην ἐγώ, ἵν' οὑτωσὶ περιβόητον κτήσωμαι τοὔνομα· ποιεῖν γὰρ ἤκουσα περιβοήτους οὐ δεξιὰς πράξεις μόνον, ἀλλὰ καὶ κακίαν νικῶσαν πονηρῶν εὐδοκίμησιν. Οὕτως ἄστατος καὶ ἀβέβαιός ἐστι καὶ ἀνέδραστος ἐξ ἀμαθίας, ὡς μήθ' ἃ νοεῖ δύνασθαι λέγειν, μήθ' ἃ λέγει δύνασθαι ξυννοεῖν, ἀλλὰ καὶ οἷς μὲν κοινωνεῖ βλασφημοῦσι, τούτους δοκεῖν ἀποσείεσθαι, οὓς δ' ἀποσείεται, τούτοις δοκεῖν κοινωνεῖν, καὶ ἄμφω μὲν λοιδορεῖν ἀμφοῖν δὲ συμφωνεῖν. καὶ οὐκ οἶδ' ὁπότερον μὲν τῶν κακῶν ἀποσείεται μάλιστα πάντων, ὁποτέρῳ δ' αὖ σπένδεται μάλιστα πάντων· πάντα 3.477 μὲν γὰρ ὅσα οἱ λεχθείη, μεστὰ κακῶν, πάντα δ' ὅσα οἱ γνωσθείη, γέμει νυκτός. βεβαίου δὲ καὶ ἀβεβαίου πέρι, οὔτε θάτερον οὔτ' οὐδέτερον οὔτ' ἀμφότερον εὕροι τις ἂν ἐρριμμένον ἢ ἀνειλημμένον ἐς τὸ ὁπωσδηποτοῦν σαφὲς τἀνδρί. οὕτω πρὸς ἄτοπόν τι καὶ τερατῶδες ὁ γεννάδας μεταπέπλασται χρῆμα· ἐκ μὲν γὰρ τοῦ ὁμοδοξεῖν τοῖς εἰκονομάχοις σπένδεται μὲν καὶ χαίρει τοῖς αὐτὸς αὐτοῖς· ἐκ δ' αὖ τοῦ δεδιέναι μὴ καὶ τοῖς αὐτοῖς ἀναθέμασιν ἔνοχος γένηται ζῶν, ἐναλλάσσειν ἔνια ἐνίοτε δοκεῖ, πλὴν οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ μάλα γέ τι σφόδρα χείριστον· ὃ μὲν γὰρ ἐκεῖνοι περὶ τοῦ φωτὸς ἐκείνου τὴν εἰς ἄκτιστον μεταβολὴν τοῦ σώματος βεβλασφημήκεσαν, τούτῳ καὶ αὐτὸς συμφωνεῖ, ὃ δ' ἐκεῖνοι φύσιν ἥκιστ' ἔχειν εἶναι ἐνόμισαν, τοῦτο δὲ προσέθηκε τολμήσας οὗτος, τὸ δευτέραν δηλαδὴ καὶ ὑφειμένην καὶ ἀνούσιον καὶ ἅμα ἄκτιστον θεότητα τὸ φῶς ὑπάρχειν ἐκεῖνο. ὥσθ' ἃ μὲν ἐκείνοις συμφωνεῖ, πάντως ἐκείνων οὐκ ἀπολείπεται· ἃ δ' ἐκεῖνοι μήπω φάναι τετολμήκεσαν, τούτοις δὲ νενίκηκεν αὐτοὺς εἰπὼν αὐτός. ἡδέως δ' ἂν καὶ ἐρέσθαι βουλοίμην αὐτὸν εἰ δύναιτό τις τὰ τῶν εἰκονομάχων τιμῶν μὴ εἶναι εἰκονομάχος· ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἰ παρελθὼν διετείνετό τις κιθαρῳδοὺς μὲν εἶναι, κιθάραν δ' οὔ, καὶ οὐρανίους μὲν ἀστέρας, οὐρανὸν δ' οὔ, καὶ γήινα μὲν πράγματα, γῆν δ' οὐδαμῇ. τί φῄς, ἄνθρωπε; δυοῖν γὰρ 3.478 πάντως νοεῖν δίδως ἡμῖν θάτερον· ἢ γὰρ μαίνῃ, ἢ πάντας μαινομένους εἶναι λογίζῃ. τοῦτο δ' οὐχ ἡμῶν ἀλλὰ σοῦ γε τὸ πάθος, καθάπερ δήπουθεν καὶ εἰ μεθύων τις πάντα τινά, ὅτῳ ἂν συναντῴη, διπλοῦν τινὰ ἀνθ' ἑνὸς ὁρᾶν ἐδόκει, οὐ τῶν ὁρωμένων ἂν τὸ τῆς ἀπάτης πάθος ἦν, ἀλλὰ τοῦ σφαλερῶς ὁρῶντος· πάντες γὰρ ἂν μοναδικῶς ὑπῆρχον ἀριθμούμενοι καθ' ἕκαστον ἐκεῖνοι. προύθετο μὲν γὰρ δεῖξαι ὃ τοῖς ἀρχιερεῦσιν ἐκείνοις καὶ γραμματεῦσιν αὐτὸς ζητηθῆναι φησί· λέγω δὴ τοὺς ἁγίους παραγαγεῖν εἰς μέσον οἳ τὸ φανὲν ἐπὶ τῆς τοῦ κυρίου μεταμορφώσεως φῶς ἄκτιστον μὲν εἶναί φασιν, οὐκ οὐσίαν δὲ θεοῦ, ἀλλ' ἀνούσιόν τε καὶ ἀνυπόστατον. εἶθ' ὥσπερ ἐκλαθόμενος αὐτὸς ἑαυτοῦ, τὸ μὲν ζητούμενον, καὶ ᾧ πολλή τις περικέχυται ἀμφισβήτησις, καὶ περὶ ὃ τῆς ὅλης τῶν δογμάτων συγχύσεως ἡ πρόφασις ἕστηκε, τοῦτο μὲν παρέδραμε σιγῇ· περὶ οὗ δ' οὐκ ἦν ἀμφισβήτησις οὐδεμία, καὶ ᾧ οὐδ' ἂν αὐτὸς ὁ πάσης κακίας γεννήτωρ διάβολος τολμήσειεν ἀντειπεῖν, τούτῳ δὲ κομίζειν δῆθεν ἐπείγεται συστατικὰς μαρτυρίας, ἵνα τι λέγειν δόξῃ τισί. τίς γάρ ποτ' εὐσεβῶς αἱρούμενος ζῆν εἶπέ ποτε ἢ λέγει, ἢ δύναιτ' ἄν ποτ' εἰπεῖν, ὡς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ θεοῦ, κἀκείνου τὴν φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε, βοώντων ἁπάντων ἀκούων ταυτὶ μὴ ὅτι προφητῶν, ἀλλὰ καὶ οἷς ἐγγυτέρω πολλῷ διδασκάλοις ἡμῶν γεγονέναι συμπέπτωκεν. οἳ τά τ' 3.479 ἄλλα φάσκουσι, καὶ μὲν δὴ καὶ ὡς εἴ τις ἔγνω θεὸν ἢ 564
ἐγνωκέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος· καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον. Ἀλλ' ὁ Παλαμᾶς τῇ μὲν ἀληθείᾳ μαχόμενος, οὐ δυνάμενος δ' ἀντειπεῖν, οὐδ' ἀποφυγὴν οὐκ ἔχων οὐδεμίαν οὐδαμῇ, πρὸς λαβυρινθώδεις εὐθὺς ὁρᾷ καταδύσεις, καὶ οὐδ' αἰσθέσθαι δύναται ὅτι τοῦτ' ἐστὶν ὃ μάλιστα πάντων ἐπ' αὐτοφώρῳ τοῦτον καταδικάζει, μηδὲν τῶν εὐλόγων ἔχοντα τοῖς αὐτῷ παρανομουμένοις χαρίζεσθαι. τὸ γὰρ λέγειν μὲν ἃ μηδεὶς ἐζήτησε πώποτε πρόδηλα ὄντα, σιγᾶν δ' ἃ προύθετό τε καὶ ἐπηγγείλατο λέγειν αὐτὸς οὐδενὸς ἀναγκάζοντος, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις μηδενὸς ἀγνοοῦντος παρελθὼν ἐπηγγέλλετο μὲν λέγειν τί ἔστι ἄνθρωπος, ἔπειτα λέγειν ἀρξάμενος, ὃ μὲν ἐστὶν ἄνθρωπος εἰπεῖν οὐκ εἶχεν, ἃ δ' οὔκ ἐστιν ἄνθρωπος, πάντα σωρηδὸν ἀπηρνεῖτο μὴ εἶναι, βοῦν καὶ ἵππον δηλαδὴ καὶ κύκνον καὶ κορώνην, καὶ ὁπόσα τὸν ὑγρὸν ἐν θαλάττῃ διάγει βίον. ἔπειτα καὶ βραχείας κομίζει ῥήσεις Μαξίμου τοῦ θείου, μηδ' αὐτὰς λελοιπὼς ἀπαθεῖς μηδὲ τῆς αὐτῷ συνήθους ἄνευ παραφθορᾶς· πῶς γὰρ ἂν ὁ ἀνὴρ ἀρνηθείη πάθος ἤδη παλαιωθὲν καὶ μήκει χρόνου βεβαιωθὲν 3.480 καὶ οἷον εἰς φύσιν τούτῳ μεταβληθέν; διελὼν γὰρ διχῇ τὸ συνεχὲς τῆς ἐννοίας, καὶ θάτερον ὑφελόμενος τμῆμα, ἡμίεργόν τινα καὶ ἀτελῆ τὴν τοῦ λόγου καταλέλοιπεν ἑκατέρωθεν ἑκατέρωθι φύσιν, οὐκ οἶδ' ὁπότερον, εἴτ' ἐξ ἀμαθίας ἡλικιώτιδος, εἴτε βλάβην ὑπωπτευκὼς ἑαυτῷ. ὅμως αὐτὰ δήπουθεν ἃ διῄρηται αὐτῷ, παραχθέντα μηνύσει τὸ δρᾶμα, τῆς διαιρέσεως ἐξωσθείσης. ἔχει γὰρ οὑτωσίν. "ὁ τοῖς οὖσι μὴ κατ' οὐσίαν ὑπάρχων μεθεκτός, κατ' ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ' οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται." ἐνταῦθά οἱ τὸ κατ' οὐσίαν κρύφιον ἀκούσαντι ἀποχρῶν ἐνομίσθη μὴ πλέον ζητεῖν· λυσιτελεῖν γὰρ μᾶλλον ἔδοξε τουτί, μονωθὲν τῶν ἑξῆς, πρός γε τὸ ἀνούσιον ἐλλελεῖφθαι τὸ τηνικαῦτα γενόμενον ἐκεῖνο φῶς ἐξαίφνης ἐν ὄρει τῷ Θαβωρίῳ πρὸς τοῦ σωτῆρος Χριστοῦ καὶ ἐκστὰν τοῦ κατ' οὐσίαν κρυφίου ὄντος καὶ μηδόλως ἐξισταμένου, ἵν' ὡς ἐξ ὁρμητηρίου δῆθεν τῆς τοῦ ἁγίου ταύτης γραφῆς δύο κηρύττῃ θεότητας ἀκτίστους καὶ διαφόρους ἀλλήλων. Ἔγνωτε, ὦ οὗτοι, κἀντεῦθεν, πῶς τῆς ὁμοίας ἔχεται κακοηθείας ὁ Παλαμᾶς πανταχῇ. δυοῖν γὰρ κἀνταῦθά οἱ γίνεται θάτερον· ἢ γὰρ δι' ἀμαθίαν οὐδαμῇ συνίησι τῶν λεγομένων, ἢ συνιεὶς διὰ τρόπων ὅμως φαυλότητος τὴν Μαξίμου τοῦ θείου καπηλεύει διάνοιαν· ὁ μὲν γὰρ ἅγιος τὸν τῆς ἐνταυθοῖ διειλημμένης αὐτῷ μεθέξεως τρόπον, καθ' ὃν 3.481 θέλων, φησίν, ὁ θεὸς μετέχεται, αὐτῷ μόνῳ δείκνυσιν εἶναι καταληπτὸν τῷ θεῷ, τοῖς δ' ἄλλοις πᾶσιν ἀνέκφαντον· ὁ δὲ Παλαμᾶς φαινομένην τοῦτον καλῶν ἐνέργειαν, τὴν τοῦ ἁγίου διαστρέφει διάνοιαν, κακομηχάνως μετοχετεύων εἰς ἃ μὴ δεῖ. ἐκεῖνο δὲ πῶς οὐκ ἀναιδές, τῷ μὲν Ἕλληνι Πρόκλῳ, καὶ πάνθ' ὁμοδόξῳ Πλάτωνος, ὁμοδοξεῖν μὲν καὶ ἀλλαχῇ πολλαχῇ, καθὰ καὶ πρόσθεν ἡμῖν κατὰ τῶν πρόσθεν αὐτοῦ βλασφημιῶν ἐν ταῖς προτέραις ἡμῶν ἀντιρρήσεσιν ἀποδέδεικται, ἔπειτα μηδὲ νῦν ἐπὶ τῆσδε τῆς ἐκείνου κοινωνίας ἐκλελῆσθαι ἐνταῦθα; λέγει γάρ που ταῖς αὐτοῦ καὶ Πρόκλος θεολογικαῖς ἐμφιλοσοφῶν ἀποδείξεσιν, ὅτι πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον καὶ τὸ μετεχόμενον τοῦ ἀμεθέκτου· τὸ γὰρ μετέχον πρὸ τῆς μεθέξεως ἀτελὲς ὄν, τέλειον δὲ τῇ μεθέξει γινόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν· ὃ γὰρ ἀτελὲς ἦν, κατὰ τοῦτο τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτό, καταδεέστερον. τὸ δὲ μετεχόμενον, τινὸς ὂν καὶ οὐ πάντων, τοῦ πάντων ὄντος καὶ οὐ τινὸς πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν· τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον, τὸ δὲ ἧττον συγγενές. ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων, ταῦτα δὲ τῶν μετεχόντων. Ὁρᾷς πῶς καὶ Πρόκλος ἐκεῖνος ὁ τοῖς εἰδώλοις προσκείμενος τρεῖς παραδίδωσι τάξεις, καὶ τῇ μὲν πρώτῃ τὸ ἀμέ 3.482 θεκτον ἀπονέμει καὶ τέλειον καὶ ἡγούμενον εἴτουν ὑπερκείμενον, τῇ δὲ δευτέρᾳ τὸ 565
μετέχον καὶ μετεχόμενον καὶ τοῦ πρώτου καταδεέστερον, καὶ ἅμα μέσον ἀτελοῦς καὶ τελείου, τῇ δὲ τρίτῃ τό τε ἀτελὲς καὶ μετέχον μέν, οὐ μετεχόμενον δέ. σκεπτέον οὖν καὶ ὅπως συμφώνως ἐκείνῳ καὶ Παλαμᾶς ὄντα διπλοῦν τὸν Χριστὸν κἀκ μόνων δυοῖν φύσεων, θεότητος λέγω καὶ ἀνθρωπότητος, σύνθετον, εἰς τριπλοῦν αὐτὸς αὐτὸν κατὰ τὸ Θαβώριον ἐδογμάτισεν ὄρος μεταπεπλάσθαι· μέσην γὰρ ἄλλην ἄκτιστον παρεμβαλὼν θεότητα, τὸ φῶς ἐκεῖνο, ὑφειμένην ἐκήρυξε καὶ αὐτὸς κατὰ Πρόκλον κεκτῆσθαι τὴν τάξιν μεταξὺ τελείου καὶ ἀτελοῦς, καὶ μετέχον καὶ μετεχόμενον εἶναι. καὶ τό γε εἰθισμένον αὐτῷ πλεονεκτεῖν πανταχῇ τοῖς κακοῖς, προσέθηκε κἀνταῦθα καὶ αὐτὸς οἴκοθεν τῷ ἀκτίστῳ καὶ ἀνουσίῳ τὸ ὁρατόν, ταῦτα δὴ τὰ ἀξύμβλητα. καὶ οὐκ αἰδεῖται συκοφαντῶν καὶ μάρτυρα παράγων τὸν σοφώτατον ἐκεῖνον καὶ θεῖον Μάξιμον τοῖς βρεφικοῖς αὑτοῦ ψελλίσμασι καὶ βλασφήμοις παραληρήμασιν. οὐδὲ γὰρ οὐδ' ἐκεῖνο συνῆκεν ἐκείνου λέγοντος αὖθις, ὡς πάντων τῶν ὄντων καὶ μετεχόντων καὶ μεθεκτῶν ἀπειράκις ἀπείρως ὑπερεξῄρηται ὁ θεός· εἰ γὰρ τὸ μεθεκτὸν ἐκεῖνο φῶς τὴν αὐτὴν τῷ μετέχοντι τάξιν ἔχει, καὶ ἀπειράκις ἀπείρως ὑφεῖται τὸν αὐτὸν τοῖς κτίσμασι τρόπον, ἔσται ἄρα δυοῖν θάτερον· ἢ γὰρ κτίσμα καὶ αὐτὸ κατὰ ταὐτὸν τοῖς μετέχουσι 3.483 ποιήμασιν, ἢ τὰ μετέχοντα πάντα ποιήματα ἔσονται πάντως ἄκτιστα· ὡς γὰρ τὰ τοῦ αὐτοῦ διπλάσια ἴσα ἀλλήλοις ἀναμφιβόλως ἐστί, καὶ αὖ τὰ τοῦ αὐτοῦ γε ἡμίση ἴσα ὁμοίως ἀλλήλοις, ἔπειτ' ἂν πάντως καὶ τὰ τοῦ αὐτοῦ ἀπειράκις ἀπείρως ὑφειμένα ἴσα ἀλλήλοις εἶναι καὶ ὁμότιμα καὶ ὁμοταγῆ κατά γε τὸ ἐκτίσθαι καὶ ὑφεῖσθαι· ὧν γὰρ ἀπειράκις ἀπείρως ὑπερεξῄρηται ὁ θεός, ταῦτα πάντ' ἀπειράκις ἀπείρως ὑφεῖται τοῦ θεοῦ καὶ χώραν ἐπ' ἴσης ἔχει τοῖς κτίσμασι τὴν αὐτήν· μετὰ γὰρ τῆς αὐτῆς ἐπιστήμης καὶ ὁ μέγας φάσκει Βασίλειος τὰ ἐν τῷ αὐτῷ μέτρῳ παρ' ὁτουοῦν ὑπερεχόμενα ἴσα ἀλλήλοις εἶναι. Ἀλλὰ τούτων μὲν ἅλις· ἔχετε γὰρ μαθόντες τὴν αἰτίαν δι' ἣν τὰ ἑξῆς τῆς τοῦ ἁγίου ῥήσεως σεσιγηκὼς ἡμιτελῆ καὶ τὸν ἐκείνου συγκαταλέλοιπε νοῦν. βουλόμενος γὰρ ἵνα τριπλοῦν κατὰ σύνθεσιν ἐν τῷ Θαβωρίῳ πεποιηκὼς τὸν Χριστὸν συνάναρχόν τε καὶ συναΐδιον ἀποδείξῃ τῇ αὐτοῦ θεότητι καὶ τὸ περὶ αὐτὸν ἐκεῖνο τηνικαῦτα γενόμενον φῶς, ὡς εἶναι τῷ Χριστῷ δύο μὲν ἀκτίστους ἐκεῖθεν θεότητας τοῦ λοιποῦ, δύο δ' ἀκολούθως ἀκτίστους θελήσεις, καὶ τρίτην τὴν ἀνθρωπότητα, ἔπειτ' ἀπαγορεύοντα θεασάμενος τὸν θεῖον Μάξιμον ἐν ταὐτῷ, καὶ "τὸ θελήσει τοῦ πεποιηκότος γενόμενον" λέγοντα "οὐκ ἂν εἴη ποτὲ τῷ θελήσαντι αὐτὸ γενέσθαι συναΐδιον," τριχῇ καὶ τετραχῇ τεμαχίσας, ὃ μὲν ἐδυνήθη 3.484 συκοφαντῆσαι καὶ διαστρέψαι μέρος, εἰλήφει, ὃ δ' οὔ, τοῦτο δ' οὔ. Καὶ τάδε μὲν τοιαύτην ἔσχε τὴν λύσιν· νῦν δὲ δεῖξαι πρόκειται, τί τὸ τὴν τῆς ἀθεάτου θεότητος παρανοῖξαι δόξαν ὧδε δηλοῖ· ἐντεῦθεν καὶ γὰρ ὡς ἐκ ῥίζης τινὸς πάλαι μὲν Εὐσεβίῳ τῷ τῶν εἰκονομάχων ἐκείνῳ προέδρῳ, νῦν δὲ Παλαμᾷ συνερρύηκε, τῆς ὁμοίας κακίας ἠργμένῳ, μακρᾶς τῆς πλάνης τὰς τῶν ἁπλουστέρων ἐμπεπληκέναι ἀκοάς, αὐτῷ τε παρανοίᾳ χρησαμένῳ μάλα τι ὀλεθρίῳ, καὶ ἅμα ἑαυτῷ τοὺς ἄλλους ὁμοίως χρῆσθαι βιαζομένῳ· ᾧ γὰρ τὴν γνώμην σκολιά τις παραφροσύνη χειρωσαμένη, καθάπερ τὴν Ἀθηναίων ἀκρόπολιν πάλαι Πεισίστρατος, τῶν λεγομένων αὐτόνομος γίνεται πρύτανις, τούτῳ δὴ μηδὲ μικρὰ φροντίζειν ἔστι μηδαμῇ μηδενός, μήτ' αἰδοῖ τινὶ τὸ τῆς γλώττης συστέλλειν ἀκόλαστον, μήθ' ὧν ἐξαπατᾷ φείδεσθαι μηδενός, ἄχρις ἂν εἰς τὸν αὐτῷ προσήκοντα μάλα τι πλείστους ἅμα αὐτῷ συγκατορύξῃ κρημνόν. ᾧ δ' ὑγιαίνοντι συμβαίνει κεχρῆσθαι τῷ νῷ, οὐκ ἀωρίᾳ δίδωσιν οὑτοσὶ λογισμῶν ἑαυτόν· οὐδὲ δέος ἐξαπατηθέντα ποτὲ δι' ἀκοὴν αὐτὸν οἱασδηποτοῦν λέξεως, δι' οἱονδήτινα τρόπον ἀνθρωποπρεπῶς ἐνίοτε λεχθείσης, ὀλισθαίνειν περὶ τὴν πίστιν, ἄχρις ἂν ὁμολογοῦσαν ἔχῃ τὴν διάνοιαν τῷ τῆς ψυχῆς συνειδότι, μήθ' ὁρᾶσθαι δύνασθαι σωματικοῖς τὴν ἄκτιστον θεότητά ποτ' ὀφθαλμοῖς, μήτ' ἀλλοίωσιν μηδὲ 3.485 τροπήν ποθ' ὑπομένειν ἡντινοῦν. εἰ γὰρ μὴ τοῦτ' εἴη, κωλύσει 566
τῶν πάντων οὐδὲν πρὸς ἀσέβειαν ἔχειν ἐπιρρεπῶς ἀεὶ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν κλονεῖσθαι καὶ περιτρέπεσθαι πάντα τινά, καθάπερ ἀνερμάτιστον σκάφος ἐφ' ὑγρῶν ἀστατούσης θαλάσσης κυμάτων ταλαντευόμενον ἐφ' ἑκάτερα καὶ παντοίαις ἀνέμων πνοαῖς ἀγόμενόν τε καὶ φερόμενον πλημμελῶς. κατὰ γὰρ τὸν μέγαν Βασίλειον, εἴ τις ἀβασανίστως προσέχει τοῖς γράμμασι, πρὸς Ἑλληνικούς τε καὶ Ἰουδαϊκοὺς ὁμοῦ καὶ γραώδεις μύθους ἐκτραπήσεται, καὶ πτωχὸς παντελῶς τῶν ἀξίων περὶ θεοῦ νοημάτων καταγηράσει. ἀλλὰ τῷ γε διπλοῦν τε καὶ σύνθετον ἀκριβῶς τὸν Χριστὸν ἐγνωκότι μὲν ἐκ τῶν θεϊκῶν νῦν δ' ἐκ τῶν ἀνθρωπίνων ... δηλούσης τὸ συναμφότερον, οὐ μέγα ἔργον τὰ μὲν ὑψηλὰ τῇ θεότητι νέμειν, τὰ δ' ὑφειμένα τῇ ἀνθρωπότητι· καὶ ὅταν ἀκούῃ "σάρξ τε ὁ λόγος ἐγένετο" καὶ αὖθις "ὀλίγαι ῥανίδες αἵματος θεοῦ κόσμον ὅλον ὑγίασαν," οὐ μεταβολὴν οὐδὲ τροπὴν ὅλως ὑπολήψεται τῆς θεότητος. οὐδ' ὅτε θεοῦ υἱὸν ἀκούει τὸν ἄνθρωπον, θεῷ φυσικὴν ἐννοήσει τὴν κάτω γέννησιν. ναὶ μὴν οὐδὲ μεταμόρφωσιν ἀκούσας τοῖς τῶν εἰκονομάχων ὑπαχθήσεται λόγοις, ὥστε μεταβολὴν καὶ τροπὴν σαρκὸς εἰς ἄκτιστον ἐννενοηκέναι θεότητα ἢ θεότητος μετουσίωσιν εἰς ὑφειμένην καὶ ἀνυπόστατον ἄλλην καὶ ἀνούσιον θεότητα κατὰ τὸν Παλαμᾶν. εἰ δὲ τοῦθ' οὕτω, πολλῷ μᾶλλον οὐδ' ὅτε δόξαν ἀκού 3.486 σῃ θεότητος μικρὸν παρανοιχθείσης ἢ παραδειχθείσης, πρὸς ἀτόπους ἐννοίας καὶ μάλα τῇ εὐσεβείᾳ ἀπᾳδούσας ἐξενεχθήσεται, μηδαμῇ μηδὲ τῷ τῆς ἐπιστήμης φωτὶ ἁρμοττούσας. ὥστε καὶ σφόδρα θαυμάζειν ἐμοὶ περίεστι, πῶς καὶ πόθεν ὁ Παλαμᾶς εἰς τοιαύτας εὐθὺς ἐκτετόπισται βλασφημίας. οὐ γὰρ ἔχει λέγειν ὡς παραστατικὸν οὔτε τὸ παραδειχθῆναι οὔτε τὸ μικρῶς πως ἀνοιγῆναι θεότητα τοῦ θεότητος νοεῖν ἐκεῖνο τέως γεγενῆσθαι τὸ φῶς. λειπούσης μὲν γὰρ τῆς παρά προθέσεως καὶ τοῦ "μικρῶς πῶς ἔδειξε" καὶ τοῦ "μικρὸν παρήνοιξε" καὶ τῶν ὁμοίων, εἶχεν ἄν πως αὐτός τε καὶ τὸ τῶν εἰκονομάχων σμῆνος, εἰ καὶ μὴ δικαίως, ἀλλ' οὖν εἶχέ τινα πρόφασιν ἴσως τῆς τοιαύτης αὐτῶν αἱρέσεως· νῦν δ' οὐδεμία οἱ λείπεται πρόφασις. καὶ γὰρ τῇ διδασκαλίᾳ τῆς τῶν λέξεων ἐπιστήμης οἱ θεῖοι τῆς ἐκκλησίας πατέρες ἑπόμενοι, θεραπείας τοιαύτας τοῖς οὕτω τόλμης ἔχουσι διανοήμασιν αὐτοί τε ἐπιφέρουσι καὶ ἡμᾶς παραινοῦσι. φασὶ γὰρ καὶ οἱ τῆς Ἑλλάδος σοφίας καὶ ἐπιστήμης ἐφευρεταὶ τά τε ἄλλα καὶ θεραπείαν εἶναι τῶν τοιούτων βραχεῖαν προσθήκην· τὸ γὰρ οἷον καὶ μονονουχί καὶ ἴσως καὶ τὸ τῶν προθέσεων πολύσημον καὶ διάφορον τοῖς λόγοις προσλαμβανόμενον βραχεῖα μέν ἐστι προσθήκη τοῖς λόγοις, ἀλλὰ πάνυ τι σφόδρα τὸ τῆς ἐννοίας ἀκόλαστον καὶ φλεγμαῖνον λεαίνει, καθάπερ τὰ πρὸς τῶν Ἀσκληπιαδῶν τοῖς νοσοῦσιν ἐπαγόμενα φάρμακα· καὶ μεσταὶ μὲν ἱεραὶ τῶν τοιούτων βίβλοι, με 3.487 σταὶ δ' Ἀττικαί, μεστοὶ δ' ὁπόσοι διὰ γλώττης ἐν παντὶ καιρῷ καὶ τόπῳ τοῖς ἀνθρώποις ἀνύονται δίαυλοι. τὸ μὲν γὰρ "ὁ παρὼν καιρός, ὦ Ἀθηναῖοι, μονονουχὶ λέγει φωνὴν ἀφιείς," Δημοσθένους ὄν, καὶ αὖ τὸ "οἷον ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι" Πλάτωνος, καὶ τὸ "μικροῦ δέω λέγειν," καὶ ὅσα τοιαῦτα, συστέλλει πως τὸ αὔθαδες τῆς ἐννοίας, ὡς μήτ' ἐκεῖ λαλητικὸν ζῶον οἴεσθαι τὸν καιρόν, μήτ' ἐνταῦθα θαλαττίας ἅλμης ἄντικρυς ἀπόζειν τὸν λόγον. καὶ ἵνα τἀν μέσῳ παρέντες εἰς τὸν προκείμενον ἀνέλθωμεν δρόμον, τῆς αὐτῆς καὶ οἱ θεῖοι πατέρες ἐχόμενοι γνώμης καὶ ἐπιστήμης, κἀπὶ τῆσδε τῆς ἑορτῆς, τοῦ μὲν γυμνῶς τε καὶ ἀπαρακαλύπτως εἰπεῖν ὀφθαλμοῖς ἀνθρωπίνοις τὴν ἄκτιστον ὁρᾶσθαι θεότητα παντάπασιν ἀπέσχοντο· καὶ οὐκ ἄν τις δείξειέ ποτε, κἂν σωφρονοίη κἂν μαίνοιτο, οὔτε γραφὴν οὔτε βίβλον, οὔθ' ἱερὰν οὔθ' ἑλληνίζουσαν, οὔτε σωφρονοῦσαν οὔτε μαινομένην, τοσαύτης ἀσεβείας μετεσχηκυῖαν ἄχρι καὶ ἐς δεῦρο· πῶς γάρ, οἳ καὶ ψυχὴν ἡμῖν ἡμετέραν ἀθέατον ἴσασιν οὖσαν καὶ φύσιν ἀγγελικήν, καὶ ὃ μὴ σῶμα, μηδ' ἐν σώματι πᾶν; εἰ γὰρ οἱ ἅγιοι, φησὶν ὁ θεῖος Χρυσόστομος, καὶ πνεύματος ἁγίου ἠξιωμένοι, ὥσπερ καὶ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν θεασάμενος ἀγγέλου παρουσίαν, οὐκ αὐτὴν τὴν οὐσίαν (πῶς 567
γὰρ οἷόν τε ἀσώματον οὐσίαν ἰδεῖν;) ἀλλὰ μετασχηματισθεῖσαν τὴν ἐνέργειαν, μικροῦ δεῖν καὶ αὐτὴν τὴν ψυχὴν ἀφῆκε, καὶ 3.488 ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ ἄπνους σχεδὸν ἔκειτο, τίς ἄν, κἂν σφόδρα μεμηνὼς ᾖ, καταδέξαιτο τὸ βλάσφημον; τὸ μὲν δὴ οὖν ἀπαρακαλύπτως καὶ γυμνῶς τοιαῦτα λέγειν καὶ νοεῖν οἱ θεῖοι πατέρες καὶ διδάσκαλοι τῆς εὐσεβείας ἥκιστα παντάπασιν ἔσχον· ὃ δὲ κατ' οἰκονομίαν τινὰ παρὰ θεοῦ γεγονὸς λέγειν προήχθησαν, κολάζοντές πως κἀκεῖνο καὶ βραχείᾳ τινὶ θεραπεύοντες προσθήκῃ τὸ ἐπίφθονον ἀπήγγειλαν, ὡς κἀνταῦθα τῆς γε δήπου τελείας ἐμφανείας καὶ δείξεως τὸν ἡμῶν ἀπάγοντες νοῦν βραχείᾳ ταύτῃ, τῇ τῆς παρά προθέσεως δηλαδή, προσθήκῃ τῆς ἐς τὰ ἀδύνατα συνέστειλαν ὁρμῆς οὑτωσί πως τὸ αὔθαδες. ἵνα δὲ καὶ ὑποδείγμασιν ἑτέροις τὸν λόγον διαλευκάνωμεν, ὁ μελῳδὸς ἐκεῖνος αὐτίκα παρίτω μοι, "σύμβολα" φάσκων "τῆς ταφῆς σου παρέδειξας πάλαι τὰς ὁράσεις πληθύνας." μᾶλλον δ' ἐκεῖνα παρίτω ἃ Γρηγορίῳ τῷ θεολόγῳ περὶ τοῦ πάσχα πεφιλοσόφηται· "ὅταν αὐτό" φησι "πίνῃ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός, ἀποκαλύπτων καὶ διδάσκων ἃ νῦν μετρίως παρέδειξεν." ὁρᾷς πῶς ἡ παρά πρόθεσις παρακρούεται μὲν τὴν τελείαν τῆς ἀληθείας ἔνδειξιν, ἀντεισάγει δὲ τὴν σκιώδη καὶ ἀτελῆ. καὶ πάλιν ἐγκαινίζεται δὲ καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ λίαν πολυτελῶς, ἣν θεὸς παρέδειξε καὶ Μωσῆς ἐπήξατο καὶ Βεσελεὴλ ἐτελείωσε, τυπικῶς δηλαδὴ καὶ ἥκιστά πω κατ' οὐσίαν· "ὅρα" γάρ φησι "ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει." καὶ ἄγγελοι δέ, φη 3.489 σὶν ὁ θεῖος Χρυσόστομος, παρ' ἀνθρώποις φανέντες τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρήνοιξαν· ἡ γὰρ παρά πρόθεσις κολαστικόν τινα δείκνυσι τρόπον ἐν τούτοις τε καὶ τοῖς ὁμοίοις τούτοις, οἱονεὶ διὰ παραπετάσματος τὴν ἀλήθειαν κρυπτομένην συμβολικῶς ὑπεμφαίνουσα. διὸ καὶ παραδειχθεῖσαν ἢ παρανοιχθεῖσαν ἀκούοντες θεότητα οὐκ αὐτὴν ἀμέσως νοοῦμεν δειχθεῖσαν τὴν ἄκτιστον οὐσίαν· ἀλλὰ διὰ τῆς παρά μᾶλλον προθέσεως ῥᾷστα παρακρουόμεθα τὴν τοιαύτην ὑπόνοιαν καὶ τὸ ἄτοπον ἐντεῦθεν συστέλλομεν τοῦ τολμήματος, συγκαταβάσεως εἶναι ταῦτα καὶ οὐκ αὐτῆς δηλωτικὰ τῆς οὐσίας· καθὰ καὶ ὁ θεῖος Χρυσόστομος ἑρμηνεύων τὸ "ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην," συγκατέβη φησί, καὶ οὐ τοῦτο ὅπερ ἦν ἐφάνη· ἐπειδὴ γάρ, φησίν, ἔμελλεν αὐτοῦ ὁ υἱὸς διὰ σαρκὸς φανήσεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾶν τοῦ θεοῦ τὴν οὐσίαν ὡς αὐτοῖς δυνατόν. καὶ πάλιν "σάρκα" φησὶ "περιεβάλετο ὁ θεός, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν πάντας ἀπολέσῃ, μηδενὸς δυναμένου τὴν ἀπρόσιτον ἐκείνου τοῦ φωτὸς προσβολὴν ἐνεγκεῖν." Τὰ δ' αὐτὰ καὶ ὁ θεῖος διέξεισι Μάξιμος, "οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν θεὸν" λέγων "γινώσκομεν, ἀλλ' ἐκ τῆς μεγαλουργίας τῶν ὄντων· διὰ γὰρ τούτων ὡς δι' ἐσόπτρων 3.490 τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν αὐτοῦ κατα.490 νοοῦμεν." ὁρᾷς πῶς ἀνάγκῃ πειστέον ἡμῖν ἐστίν, ὡς δι' ἐσόπτρου τοῦ προσλήμματος, συγκαταβάσει χρησάμενον τὸν θεάνθρωπον λόγον κἀπὶ τοῦ ὄρους ἐκείνου παραδειχθῆναι μέν, οὐ δειχθῆναι δέ, καὶ παραγυμνῶσαι μέν, οὐ γυμνῶσαι δὲ τὴν τῆς ἀκτίστου θεότητος οὐσίαν αὐτοῦ, οὐδ' ἑτέραν τῆς οὐσίας αὐτοῦ θεότητα ἀνυπόστατόν τε καὶ ὁρατὴν καὶ ἄκτιστον καὶ ὑφειμένην ἐκεῖ πεπραχέναι κατὰ τὴν τῶν ἀσεβούντων παρανομίαν· ἀνθρωπίνης γὰρ μορφῆς ἀλλοίωσις ἡ μεταμόρφωσις ἦν, καὶ οὐ μετουσίωσις τῆς ἀναλλοιώτου θεότητος. καθὰ καὶ ὁ μελῳδὸς διέξεισι θεῖος Κοσμᾶς, "τὴν ἀνθρωπίνην" λέγων "ἀμαυρωθεῖσαν ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας." εἰ δ' οὖν προσεκτέον τί περὶ τούτου καὶ ὁ θεῖος διέξεισι Χρυσορρήμων, "πορευθῶμεν" φησὶν "ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός. ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψε. καί τοι οὐδ' οὕτω πᾶσαν ἡμῖν ἔδειξε τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα. ὅτι γὰρ συγκατάβασις ἦν τὸ φαινόμενον ἀλλ' οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβής, ἀπ' αὐτῶν δῆλον τῶν τοῦ εὐαγγελίου ῥημάτων. τί γάρ φησιν; ἔλαμψεν ὡς ὁ ἥλιος. ἡ δὲ τῶν ἀφθάρτων 568
σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησι τὸ φῶς ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλ' ἀφθάρ 3.491 των καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ." ἀκούεις; οὐ γὰρ ἄφθαρτον ἔλαβεν ἐκ παρθένου σῶμα (τοῦτο γὰρ τῆς Μαρκίωνός ἐστι λέγειν αἱρέσεως), οὐδ' ἄκτιστον αὐτὸ πεποίηκέ τε καὶ ἔκτισεν ὁ θεῖος λόγος (τοῦτο γὰρ τῆς τῶν εἰκονομάχων ὑπάρχει λέγειν αἱρέσεως)· ἀλλ' ἡ ἀναλλοίωτος φύσις, ὡς ὁ θεῖος αὖθίς φησι μελῳδός, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου θεότητος φῶς παραγυμνοῦσα τοῖς ἀποστόλοις ἀπορρήτως ἐξέλαμψε. καὶ πάλιν, ἀμυδροὺς θεϊκῆς αὐγῆς παρεγύμνου χαρακτῆρας. ὁρᾷς πῶς πανταχῇ πάντες οἱ τῆς εὐσεβοῦς ἐκκλησίας διδάσκαλοι τὴν ἀμυδρὰν καὶ οὐ μάλα ἄμεσον διὰ τῆς παρά προθέσεως ἐμφαίνουσι δήλωσιν. εἰ δ' οὖν, παρελθόντες ὁμοῦ πάντες οἱ τῆς Παλαμικῆς θιασῶται φατρίας δεικνύτωσαν ποῦ τῆς γραφῆς εὑρίσκεται λέγων τις τῶν ἁπάντων ἁγίων ἄκτιστον ἄλλην ἀνούσιον καὶ ὑφειμένην φανῆναι τότε θεότητα. ἀλλ' οὐδὲ πολλὰ μογήσαντες δεῖξαί ποτ' ἂν δυνηθεῖεν οὔτ' ἐς τὸ ὑφειμένον οὔτ' εἰς τὸ ὑπερκείμενον μεριζομένην τὴν μόνην ἐκείνην ἄκτιστον καὶ ἀμέριστον οὐσίαν τε καὶ θεότητα. ὅ γε μὴν θεῖος Μάξιμος καὶ σύμβολον καὶ τύπον εἶναι τὸ φῶς ἐκεῖνο καὶ δραματούργημα λέγει· "οἶμαι" γάρ φησι "τοὺς καθόλου δύο τῆς θεολογίας τρόπους μυστικῶς ὑφηγεῖσθαι τὰ ἐπὶ τοῦ ὄρους κατὰ τὴν μεταμόρφωσιν θεοπρεπῆ δραματουργήματα, τόν τε προηγούμενόν φημι καὶ ἁπλοῦν καὶ ἀναίτιον, καὶ τὸν ἑπόμενον τούτῳ καὶ σύνθετον καὶ διὰ καταφάσεως μεγαλο 3.492 πρεπῶς ἐκ τῶν αἰτιατῶν ὑπογράφοντα." καὶ πάλιν "σκοπήσωμεν δὲ εἰ μὴ καλῶς ἑκατέρῳ τῶν εἰρημένων τρόπων κατὰ τὴν θείαν ἐκείνην τοῦ κυρίου μεταμόρφωσιν καὶ σοφῶς ἐνυπάρχοι τὸ σύμβολον· ἔδει γὰρ αὐτόν, καθ' ἡμᾶς ἀτρέπτως κτισθῆναι δι' ἄμετρον φιλανθρωπίαν καταδεξάμενον, ἑαυτοῦ γενέσθαι τύπον καὶ σύμβολον, καὶ παραδεῖξαι ἐξ ἑαυτοῦ συμβολικῶς ἑαυτόν, καὶ δι' αὑτοῦ φαινομένου πρὸς ἑαυτὸν ἀφανῶς πάντῃ κρυπτόμενον χειραγωγῆσαι τὴν ἅπασαν κτίσιν." καὶ πάλιν "ἐπεὶ μηδὲ χωρεῖσθαι τῇ κτίσει τὸ ἄκτιστον πέφυκε, μηδὲ περινοεῖσθαι τοῖς πεπερασμένοις τὸ ἄπειρον." καὶ πάλιν "τὴν μὲν ἀκτινοφανῶς ἐκλάμπουσαν τοῦ προσώπου πανόλβιον αἴγλην, ὡς πᾶσαν ὀφθαλμῶν νικῶσαν ἐνέργειαν, τῆς ὑπὲρ νοῦν καὶ αἴσθησιν καὶ οὐσίαν καὶ γνῶσιν θεότητος αὐτοῦ σύμβολον εἶναι ἐδιδάσκοντο· τὰ δὲ λευκανθέντα ἱμάτια τῶν ῥημάτων τῆς ἁγίας γραφῆς φέρειν σύμβολον ὡς τηνικαῦτα λαμπρῶν καὶ τρανῶν καὶ σαφῶν αὐτοῖς γενομένων, καὶ παντὸς γριφώδους αἰνίγματος καὶ συμβολικοῦ σκιάσματος χωρὶς νοουμένων, καὶ τὸν ἐν αὐτοῖς ὄντα τε καὶ καλυπτόμενον παραδηλούντων λόγον, ὁπηνίκα τὴν τελείαν καὶ ὀρθὴν περὶ θεοῦ γνῶσιν ἔλαβον." καὶ πάλιν "εἴρηται τοίνυν ἀνωτέρω ὅτι διὰ μὲν τῆς γενομένης ἐπὶ τοῦ ὄρους τοῦ προσώπου τοῦ κυρίου φωτοειδοῦς λαμπρότητος πρὸς τὴν πᾶσι καθόλου τοῖς οὖσιν ἄληπτον τοῦ θεοῦ μυστικῶς οἱ τρισμα 3.493 κάριοι ἀπόστολοι κατὰ τὸ ἄρρητόν τε καὶ ἄγνωστον ἐχειραγωγοῦντο δύναμίν τε καὶ δόξαν, τῆς ἀφανοῦς κρυφιότητος τὸ φανὲν αὐτοῖς ὑπὲρ τὴν αἴσθησιν φῶς σύμβολον εἶναι μανθάνοντες." ὁρᾷς πῶς καὶ οὗτος τῆς μὴ φαινομένης ἀκτίστου θείας οὐσίας τοῦ θεανθρώπου λόγου τύπον καὶ σύμβολον, καὶ οὐκ ἄκτιστον ἄλλην ἀνυπόστατον φάσκει θεότητα, τὸ τηνικαῦτα φαινόμενον φῶς ἐν Θαβὼρ ἐπ' αὐτοῦ, καὶ παράδειξιν, οὐ δεῖξιν; μηδὲ γὰρ εἶναι δυνατὸν ὁραθῆναι τοῖς κτίσμασι τὸ ἄκτιστον μηδὲ τοῖς πεπερασμένοις τὸ ἄπειρον λέγει. δηλοῖ δ' ἐναργέστερον ἔτι καὶ ὁ μέγας τῆς ἐκκλησίας τοῦτο φωστὴρ Κύριλλος· "πεπρᾶχθαι γάρ φαμεν τὴν τοῦ κυρίου" λέγει "μεταμόρφωσιν, οὐ δήπου τὸ σχῆμα τὸ ἀνθρώπινον ἀποβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτό· μείναντος γὰρ τοῦ σώματος ἐπὶ τοῦ σχήματος, ἐπὶ τὸ ἐνδοξότερον οἱ χαρακτῆρες διὰ φωτοειδοῦς χρώματος διεχρώννυντο." εἰ οὖν κατὰ τὰς τῶν ἁγίων γραφὰς τύπος καὶ σύμβολον ἀκτίστου θεότητος ἦν κἀκεῖνο τὸ φῶς, 569
ἕτερον ἐκείνης ἦν καὶ οὐκ ἐκείνη, οὐδ' ἄκτιστος θεότης εἴτουν οὐσία. ὡς γὰρ τὸ ἕτερον παρὰ τὴν δύναμιν κατὰ τὸν Νυσσαέα Γρηγόριον δύναμις οὐκ ἔστιν, οὕτω καὶ τὸ ἕτερον παρὰ τὴν μόνην ἄκτιστον οὐσίαν θεότης ἄκτιστος οὐκ ἔστιν· εἰ γὰρ ἄλλη, καὶ ἄκτιστος καὶ ἀνούσιος καὶ ἀνυπόστατος. ἀνύπαρκτος ἄρα, καὶ τὸ σέβας ἀθεΐα σαφής. οὕτως ἐκ μὲν 3.494 πολυθεΐας Παλαμικῆς εἰς ἀθεΐαν Παλαμικὴν ἡ ἀνούσιος αὕτη καὶ ἀνυπόστατος νέα τοῦ Παλαμᾶ θεότης εἰς τὸ τοῦ Παλαμᾶ βάραθρον τοὺς ἁπλουστέρους ἐφέλκεται. καὶ ἵνα τελεωτέραν ἔτι τὴν περὶ τοῦ φωτὸς ἐκείνου διδασκαλίαν ἐπιγνῷς, ἀκούετε τοῦ Χρυσορρήμονος αὖθις Ἰωάννου. ἐν γὰρ τῷ κατὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν λόγῳ τάδε διέξεισι. "θαῦμα" φησὶ "τοῖς ἀποστόλοις καὶ ἔκστασις καὶ θροῦς ἐγένετο. θνητοὶ γὰρ τὴν φύσιν ὄντες, καὶ ἀσυνήθεις τοιούτων θεωριῶν, ἐξέστησαν τῇ διανοίᾳ. ἀλλ' ἐρεῖ τις ὅτι προϊδόντες ἦσαν καὶ τὴν μεταμόρφωσιν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης. προεῖδον μὲν ἐκεῖ μεταμορφωθέντα τὸν κύριον καὶ νεφέλην σκιάσασαν αὐτόν· ἀλλ' οὐκ εἶδον τὴν νεφέλην εἰς ἀέρα ἁρπασθεῖσαν καὶ εἰς οὐρανοὺς τὸν δεσπότην ἀναλαμβάνουσαν. θαῦμα ἐκεῖνο, θαῦμα καὶ τοῦτο· ἀλλὰ θαῦμα θαύματος φοβερώτερον, τοῦτο ἐκείνου ὑψηλότερον, κἂν ἑνὸς θεοῦ ἡ δύναμις καὶ τὸ μυστήριον ὑπῆρχε. τότε Μωσῆς καὶ Ἡλίας ὤφθησαν τοῖς περὶ τὸν Πέτρον μετ' αὐτοῦ συλλαλοῦντες· νῦν δὲ θρόνος Χερουβικός, τουτέστιν ἀόρατος δύναμις τῇ νεφέλῃ καλυπτομένη, ἀθρόον ἐπιστᾶσα τὸν δεσπότην τοῖς δούλοις ὁμιλοῦντα ἀφήρπασε. τότε Πέτρος μετὰ παρρησίας ἀπεκρίνατο "κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἡλίᾳ"3. νυνὶ δ' οὐδὲ φθέγξασθαί τις ἐδυνήθη τῶν μαθητῶν, οὐδὲ τὸ 3.495 στόμα διανοῖξαι, ἀλλὰ φόβῳ μεγίστῳ καταπλαγέντες ἐξέστησαν". Ἐνταῦθα καὶ εἰ βασκανίᾳ κάτοχός τις εἴη, καὶ εἰ μακρᾶς εὐηθείας μεστός, πάντας ἄν μοι δοκεῖ τῆς γνώμης ἐμοὶ κοινωνεῖν, μεταθεμένους τὸ ἄγνωμόν τε καὶ δύσερι πρός γε τὸ μήτε πλείονος μήτε μείζονος μήτ' ἐναργεστέρας δεῖσθαι μαρτυρίας, ὅτι τῶν τοῦ Χριστοῦ θαυμάτων ἓν καὶ τὸ ἐν Θαβωρίῳ δειχθῆναι φῶς. ὅμως δυοῖν ἐνταυθοῖ διειλημμένων μεγάλων τοῦ Χριστοῦ θαυμάτων, ἢ καὶ δυοῖν ἐχρῆν Παλαμᾶ τὴν λατρευτικὴν ἀπονέμειν προσκύνησιν ὡς ἀκτίστοις θεότησιν, ἵνα μεῖζον καὶ φανερώτερον ᾖ τὸ νεμόμενον τῆς αὐτοῦ κακίας, ἢ θατέρῳ, τῷ μείζονι δηλαδὴ καὶ ὑψηλοτέρῳ. εἰ δὲ τοῦτο μηδεὶς μηδαμῇ πω τετόλμηκεν οὐδ' εἰς νοῦν εἰληφέναι τρόφιμος εὐσεβείας καὶ ἅμα παιδείας εὐσχήμονος ἔχων ἡλικιῶτιν διάνοιαν, ποῦ δίκαιον τοῖς τε εἰκονομάχοις ἐκείνοις καὶ ἅμα τῇ νέᾳ ταύτῃ τοῦ Παλαμᾶ φάλαγγι προσέχειν τὸν νοῦν ὁπωσοῦν; οἷς πάντα μὲν ἀδεῶς τολμᾶται λέγειν τὰ χείριστα, πάντων δ' οὖν μάλιστα θεϊκὴν ἀπονέμειν λατρείαν τῷ τοῦ ἐν Θαβωρίῳ θαύματος φωτί, καὶ ἀνούσιον αὐτὸ νομίζειν θεότητα ὑφειμένην καὶ ἀνυπόστατον. ἐμὲ μὲν γὰρ ἐνταυθοῖ Παλαμᾶς εὑρήσει πολέμιον, καὶ γλώττῃ πάσῃ καὶ βίβλοις ὅλαις ἀεί, κἂν μὴ βούληται, σιγῶντα δ' οὖν οὐδ' ἐὰν βούληται. ἦ πολλοῦ μέντ' ἂν δεήσειε βαρβαρικῆς ἀπονοίας εἶναι μεστῷ πολλοῦ δ' ἂν πολυθεΐας ἔχειν τὸ ἧττον 3.496 Ἑλληνικῆς, ὅτῳ ἂν πάνθ' ὅσα διὰ φώτων γίνεται θαύματα λατρεύειν εἴη διὰ φροντίδος. οὐδὲ γὰρ οὐδὲ σῶμά τί ἐστιν ἡ ἄκτιστος ἐκείνη τοῦ σωτῆρος οὐσία, ἵνα μέρος μὲν παραφανῇ μέρος δ' οὔ· πῶς γάρ, ἀμερὴς οὖσα δύναμις καὶ κυρίως ἕν, ἀριθμοῦ παντὸς παντάπασιν ὑπέρτερον· οὔτε γὰρ ἐκείνη μερισμῷ τινὶ δυάδα γεγέννηκεν, οὔτ' ἀριθμὸς οὐδεὶς ἐμέρισεν αὐτήν· ἀλλ' ἓν οὖσα φύσει καὶ μονὰς ἀεί, μεμένηκεν ἀεὶ μοναδική τε καὶ ἄτρεπτος καὶ ἀόρατος. φησὶ γὰρ καὶ ὁ θεῖος Χρυσόστομος ὡς εἰ αὐτὴν ἑώρων οἱ προφῆται τὴν φύσιν τοῦ θεοῦ, οὐκ ἂν διαφόρως ἐθεῶντο· ἁπλῆ γάρ τις ἐκείνη καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος καὶ ἀπερίγραπτος καὶ ἀεὶ ὡσαύτως ἔχουσα. ἀλλ' ἔδειξε φησὶ τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. εἶτα οὐ τὸ ἐκκαλύψαι μείζω τὴν δύναμιν ἔχει τοῦ δεῖξαι· κεκαλυμμένου γάρ τινος δηλοῖ φανέρωσιν πράγματος· τὸ δὲ δεῖξαι λέξις ἐστὶ κἀν τοῖς φαινομένοις 570
χρειώδης ἁπλῶς, ὥσπερ ἂν εἰ ἐν βαλαντίῳ καλυπτομένων μαργάρων μόνον δεικνύοι τις τὸ βαλάντιον· οὗτος γὰρ ἔδειξε μέν, οὐκ ἐξεκάλυψε δὲ τὸ ζητούμενον· ὡς καὶ ὁ μέγας διδάσκει Χρυσόστομος, λέγων ὅτι οὐκ ἐνέβη ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον. 3.497 Ἐπιστῆσαι δ' ἄξιον πῶς δύο θαυμάτων ἐνταῦθα διειλημμένων, καὶ τοῦ μὲν παράδειξιν δηλοῦντος θεότητος τοῦ δ' ἐκκάλυψιν, καὶ τῆς μὲν εἰληχυίας τὸ ἧττον τῆς δ' ἐκκαλύψεως τὸ μεῖζον, ἣ μὲν τὸ ἧττον ἔχειν ἔλαχε, ταύτῃ Παλαμᾶς λατρευτικὴν νέμει προσκύνησιν, ἣ δὲ τὸ μεῖζον ἔλαχε, ταύτῃ δ' οὖν οὐδ' ἡντινοῦν. γελοῖον γὰρ ἂν εἴη τὸ μὲν ἔλαττον κατὰ δύναμιν μεγίστην καρποῦσθαι τιμήν, τὸ δ' ὑπέρτερον μηδὲ τὴν τοῦ ἥττονος· καὶ ὃ μὲν ἑαυτῷ ἥκιστ' ἔχει, τοῦθ' ἑτέροις ἐπαρκεῖν, ὃ δὲ μάλισθ' ἑαυτῷ, τοῦθ' ἑτέροις μηδαμῇ· καὶ ᾧ μὲν μηδ' ἰσορροπεῖν ταῖς τῆς ἰσότητος πλάστιγξι δύναμις εἴη, τούτῳ πάσης ὁλοσχερῶς συγχωρεῖν τῆς ὁλκῆς, ὃ δὲ πλείω τὴν τῆς ῥοπῆς ἐμβρίθειαν ἔχει πολλῷ, τοῦτο δ' ἐκείνου κουφότερον ἡγεῖσθαι πολλῷ. εἰ δ' εὐηθείας ταυτί, ἦ που πᾶσαν ὑπερήλασεν εὐήθειαν, ὃ τῇ ἐκκαλύψει μὴ συγχωρεῖται μηδ' ἐγγὺς ἐλθεῖν, τούτῳ δὲ καὶ τὴν τῆς ἀκτίστου θεότητος προσνέμειν τιμήν. πῶς γὰρ ἄν ποτέ τι τῶν ἐν αἰσθητῷ φαινομένων εἴδει καὶ ὑποβαλλομένων αἰσθήσει θεότης ἄκτιστος εἴη; ὅπου μηδὲ τὴν τῶν ἀσωμάτων ἀγγέλων φύσιν ἀνθρωπίνοις ὑποπεσεῖν δυνατὸν ὀφθαλμοῖς, ὡς ἄνω καὶ κάτω δέδεικταί τε καὶ αὐτοδίδακτόν ἐστιν ἀνθρωπίνῃ συνέσει πάσῃ. δηλώσει δ' οὖν καὶ ὁ μέγας αὖθις διδάσκαλος ἡμῖν Χρυσορρήμων, μὴ μόνον ὅτι μὴ ἦν ἐκεῖνο τὸ φῶς θεότης ἄκτιστός τε καὶ ἀνούσιος, ἀλλ' οὐδ' ἀσώματον· φησὶ γὰρ ὑμνῶν οὑτωσί πως οὗτος αὐτό "εἰ καὶ σωματικώ 3.498 τερον ὁ σωτὴρ τοῦτ' ἐδείκνυ τὸ φῶς, ἀλλ' οὖν πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχε." καὶ πάλιν "εἰ δ' ἀμυδράν τινα τῶν μελλόντων ὁ Πέτρος ἰδὼν εἰκόνα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι ἔφη, τί ἄν τις εἴπῃ ὅταν αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται;" καὶ πάλιν "ἐθεασάμεθα" φησὶ "τὴν δόξαν αὐτοῦ, οὐκ ἂν θεασάμενοι εἰ μὴ διὰ τοῦ συντρόφου σώματος ἡμῖν ὤφθη." καὶ πάλιν "ἂν θέλωμεν, καὶ ἡμεῖς ὀψόμεθα τὸν Χριστόν, οὐχ οὕτως ὡς οἱ ἀπόστολοι τότε, ἀλλὰ πολλῷ λαμπρότερον· οὐ γὰρ οὕτως ὕστερον ἥξει." Εἰ οὖν λαμπρὸν μὲν ὁ Χριστὸς ἐνταῦθα τὸ φῶς ἐκεῖνο δέδειχε, λαμπρότερον δ' οὖν ἐς τὸ μέλλον τοῖς ἁγίοις δείξει ἀνδράσι, πιστευτέον ἀνάγκη τῷ Χρυσορρήμονι σωματικώτερον εἶναι τὸ φῶς ἐκεῖνο σαφῶς παραινοῦντι, καὶ ἀληθείας ἀμυδρὰν εἰκόνα καὶ οὐκ αὐτὴν τὴν ἀλήθειαν. εἰ δ' οὖν, ἀνάγκη λοιπὸν καὶ τὴν νῦν ὑφειμένην καὶ ἀνούσιον ταύτην τοῦ Παλαμᾶ θεότητα πρὸς τὸ λαμπρότερόν τε καὶ ὑπερκείμενον ἀπαλλάξαι, καὶ γενέσθαι τὸ μὲν ἄκτιστον ἀκτιστότερον τὸ δ' ἀνούσιον ἀνουσιώτερον, καὶ ἅμα τὸ ὁρατὸν ὁρατότερον, εἰ χρὴ καὶ τοιαῦθ' ὅλως ἐνθυμεῖσθαι γοῦν ἢ καὶ γλώττῃ προφέρειν. σκεπτέον δὲ ὅμως τί ἂν εἴη τουτὶ ὃ φανταζόμενος μὲν ἀγνοεῖ, ἀγνοῶν δὲ βλασφημεῖ, βλασφημῶν δ' ἀπατᾷ τοὺς πολλούς· πολλῷ γὰρ ἡμῖν πρεπωδέστερον τοιαῦτ' ἐρευνᾶν ἢ Σωκράτην ἐκεῖνον τὸν Σωφρονίσκου, ὅστις εἴη σοφὸς Ἀθή 3.499 νησι μᾶλλον αὐτοῦ ζητοῦντα, περιιέναι δικαστὰς καὶ ῥήτορας καὶ ποιητὰς τραγῳδιῶν καὶ διθυράμβων καὶ πρὸς τούτοις χειροτέχνας παντοδαπούς, ὡς ἐνταῦθα ἐπ' αὐτοφώρῳ καταληψόμενον τὴν ἀλήθειαν. φασὶ τοίνυν, οἷς λόγῳ καὶ ἔργῳ μεθοδικὴν ἐμπειρίαν ἀσκήσεως ἑαυτοῖς δεδωκέναι συμπέπτωκεν, ὡς ἀρχὴ πλάνης νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς ἐν σχήμασι καὶ μορφαῖς περιγράφει τὸ θεῖον· καὶ πάλιν "μακάριος ὁ νοῦς ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο." καὶ πάλιν "μὴ ζήτει παντελῶς μορφήν τινα ἢ σχῆμα ἢ χρῶμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ." καὶ πάλιν "μὴ πόθει ἀγγέλους ἰδεῖν ἢ δυνάμεις ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενήρης γένῃ, λύκον ἀντὶ ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς αἰσχροῖς δαίμοσιν. ὅτι γὰρ πᾶν τὸ ἐν σχήματι φαινόμενον τῷ νῷ εἴτε ὡς φῶς εἴτε ὡς πῦρ ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται, ὁ θεσπέσιος Παῦλος σαφῶς διδάσκει, εἰς 571
ἄγγελον φωτὸς αὐτὸν λέγων μετασχηματίζεσθαι. οὐ δεῖ οὖν ἐπὶ ταύτῃ τῇ ἐλπίδι τινὰ τὸν ἀσκητικὸν μετιέναι βίον, ἵνα μὴ ὁ Σατανᾶς ἑτοίμην εὕρῃ τὴν ψυχὴν ἐντεῦθεν εἰς ἁρπαγήν." καὶ τί δεῖ πλείους ἐνταῦθ' ἀνελίττειν βίβλους ἁγίων ἀνδρῶν, ὁπόσοι σύν γε σοφίᾳ καὶ νόμοις ἀσκήσεως τὸν ἑαυτῶν ἐκεκοσμήκεσαν βίον, οἷς συνέσεως μέτεστιν ἅπασιν, ἐξὸν ἀρκεῖσθαι μόνοις τούτοις οἳ θεραπευταὶ τῆς ἐνεστώσης χρείας ἡμῖν ἐν τῷ παρόντι προβέβληνται. ὅτι μὲν γὰρ αἱ φαινόμεναι τοῖς ἁγίοις ἐνίοτε 3.500 μορφώσεις καὶ οἱ σχηματισμοὶ δι' ἀγγέλων τελοῦνται θεοῦ, πάνυ γέ τι ἱκανῶς ἀποδεδεῖχθαι οἴομαι· μηδὲ γὰρ εἶναι δυνατὸν ἀμέσως γενέσθαι τῷ ποτὲ θεότητος ἐπιφάνειαν καθ' αὑτήν. 3.501 ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Λ . Ἐμοὶ δ' ἀρχομένῳ τῆς ἱστορίας τὸ σκοπιμώτατον ἦν τὴν τῶν δημοσίων πραγμάτων τοῖς ἔπειτ' ἀνθρώποις γράφοντι παραπέμπειν διήγησίν τε καὶ δήλωσιν· ἀλλ' ὥσπερ τις ἄγριος ἄνεμος ἐξ ἀρκτώων καταρραγεὶς πηγῶν, πρὶν ἡμᾶς αἰσθέσθαι καὶ πρὶν παρεσκευάσθαι πρὸς τὴν ἀπάντησιν, ἐξαίφνης συνεκύκησέ τε καὶ συνετάραξε τῆς ἡμετέρας καὶ συνήθους ἐκείνης γαλήνης τοὔδαφος, τοὺς κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐπενεγκὼν χειμῶνας καὶ κλύδωνας. κἀπειδήπερ διὰ τάδ' ἀναγκαῖον ἅπαξ προελομένῳ διεξιέναι πάνθ' ὅσα περ ἂν καὶ οἷά γε εἴη τὰ τέως παρεκπεσόντα τῆς ἐκκλησιαστικῆς ὑποθέσεως ναυάγια, καὶ οἵτινες εἶεν καὶ ὅπως καὶ μέχρι πόσου καὶ μεθ' οἵας τῆς προθυμίας τοῖς τῶν χειμώνων ἐκείνων 3.502 ἐνεκαρτέρησαν κύμασι συνείρειν καὶ συνυφαίνειν τῷ τῆς ἱστορίας σώματι ταυτησί, καὶ συνάπτειν ἑκατέροις ἑκάτερα ἅτε συναίτια γινόμενα ἀλλήλοις, ὡς δειχθήσεται προϊοῦσιν ἡμῖν, καὶ ὑφ' ἑαυτῶν ἀλλήλοις συμπλεκόμενα, καὶ οὐδαμῇ τῆς πρὸς ἄλληλα συμφυΐας τε καὶ ἀλληλουχίας διασπασθῆναι δυνάμενα, πολυειδῆ καὶ διπλῆν ἀνθ' ἁπλῆς καὶ μονοειδοῦς ἐλάθομεν δρῶντες τὴν ἱστορίαν δημοσίων πραγμάτων καὶ ἅμα ἐκκλησιαστικῶν, παρὰ πᾶσάν τε προσδοκίαν καὶ παρὰ πᾶσαν τὴν ἐξ ἀρχῆς ἡμῶν πρόθεσιν συμβὰν οὑτωσί πως ἐν μέσῃ φάναι πορείᾳ, ὡς ἀναγκάζεσθαι ἡμᾶς συνεχεῖς τὰς ἐκδρομάς τε καὶ ἀνελίξεις καὶ ἐπαναλήψεις τῶν λόγων ποιεῖσθαι καὶ ἐφαρμόττειν καὶ συντιθέναι, καὶ παραπομπὰς παμπόλλους πολλαχῇ ποιεῖσθαι καὶ ἀναμνήσεις καὶ περιόδους πολυτρόπους, νῦν μὲν διὰ μακροῦ τοῦ μεταξύ, νῦν δ' ἐκ τοῦ σύνεγγυς. ἀνεμέσητον οὖν εἶναι χρεὼν τὸ καθ' ἡμᾶς εἰς τοῦτ' ἀνάγκης συνελαθέντας τῇ τῶν ἐξ ἀνάγκης ἄλλοτ' ἄλλως ἐχόντων πραγμάτων φορᾷ. ὑπὸ γὰρ δυοῖν ἐναντίοιν, ψυχαῖς δηλαδὴ καὶ σώμασι, χρωμένων ἀνθρώπων αὐτὰ διοικούμενα, πῶς μὲν ὑπὸ φύσεως καὶ αὐτὰ πῶς δ' ὑπὸ νόμων καὶ ἐθῶν ῥυθμιζόμενα, ἀνάγκη διαφόρους γίνεσθαι τοὺς βίους διαφόρων ὄντων τῶν τε διοικούντων καὶ διοικουμένων τῶν τε ῥυθμιζόντων καὶ ῥυθμιζομένων, ὡς εἴρηται, καὶ ἐξαλλάττεσθαι πῶς μὲν διὰ μακρῶν πῶς δὲ διὰ συχνῶν τῶν μεταξὺ χρονικῶν περιόδων, καὶ πῶς μὲν μετριωτέραν καρπουμένων φαυλότητα, πῶς δ' εἰς μείζω τὴν ἀμετρίαν ἐκφερομένων ἢ κατ' 3.503 ἐκεῖνα, καὶ πῶς μὲν ὑπὸ τῶν αὐτῶν πῶς δ' οὐχ ὑπὸ τῶν αὐτῶν, νῦν μὲν τὰ αὐτὰ διὰ βίου πλημμελούντων ἢ σωφρονούντων, πῶς δ' οὐδαμῇ τὰ αὐτὰ ὅτι μὴ διάφορα καὶ πολυειδῆ καὶ πολυτροπώτατα. ὃ γοῦν πολλάκις ἡμεῖς δεδρακότες οὐ τῶν ἀτόπων οὐδὲν οὐδαμῇ ποτὲ δρᾶν οὔτ' ἐνομίσαμεν οὔτ' ἐνομίσθημεν, τοῦτ' αὐτὸ καὶ νῦν τε καὶ ἔπειτα δρῶντες, φλαῦρον οὐδὲν οὔτε δρῴημεν ἄν ποτε οὔτε δρᾶν ποτὲ νομισθείημεν ἄν. ἢ πολλὴ μέντ' ἂν εἴη νέμεσις πολλὴν πανταχόθεν ἡμῖν τὴν χλεύην ἐπισωρεύουσα, τῷ μεγίστῳ μέρει ζημιοῦν αἱρουμένοις διὰ ῥαστώνην τοὺς ὅσοι τὸ πρὸς θεὸν ἀκήρατον ἔτι σέβας τηροῦντες ἔχουσι λίαν ἐρωτικῶς τῆς ἐς τὰ δόγματα χρείας τε καὶ ζητήσεως. ἦ που σχετλιώτερον μέχρι θανάτου τοῖς ἐντεῦθεν ἐνηθληκότας δεινοῖς ἡμᾶς ὑπὲρ εὐσεβείας περιβλέπτοις πράξεσιν ἰδίᾳ τε καὶ δημοσίᾳ, ἔπειτα ῥαστώνης δοῦναι γαστρί, σιωπῶντας καὶ ὥσπερ ἀωρίαν κατεγνωκότας, ὅσα πάσης ὥρας πέφυκε καὶ πάσης ἄξια σπουδῆς. δι' ἃ δὴ καὶ ἐπανιτέον ὅθεν ἡμῖν πρὸ βραχέος ὁ λόγος καὶ ὅπῃ 572
τὸν δρόμον ἀνεπεπαύκει. Τοῦ γὰρ χειμῶνος ἐκείνου πάνυ σκληροῦ γενομένου διὰ τὸ πάνυ τι πλείστην καὶ ἐπὶ πλεῖστον καταρραγεῖσαν χιόνα πᾶσαν σχεδὸν ἑαυτῆς οἰκίαν ἐμπλῆσαι, ἐπὶ πλέον ὁ βασιλεὺς τῇ Τενέδῳ ἐνδιατέτριφε, τά τε ἄλλα διοικῶν, καὶ πάντων μάλιστα τὴν εἰς τὸ ἔπειτα τοῦ βασιλέως γυναικαδέλφου Ματθαίου φυλακὴν ἐν φροντίδι μεγίστῃ ποιούμενος. ἔδοξεν οὖν ἀπενεχθέντα εἰς Μιτυλήνην ἐκεῖ παρὰ Καταλούζῳ φυ 3.504 λάττεσθαι τῷ Λατίνῳ, ὃς ἐπ' ἀδελφῇ γαμβρὸς ὑπάρχων τῷ βασιλεῖ πάσης ἐπετρόπευε Λέσβου τῆς νήσου. οὗ γενομένου ἀπῄει μὲν καὶ ἐς Φώκαιαν αὖθις διὰ τὸν τοῦ Ὑρκανοῦ παῖδα ὁ βασιλεύς, ἐπανῆκε δ' οὐδὲν ὧν ἐβούλετο πεπραχώς. καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. ἐπανεληλυθότος δ' ἐς Βυζάντιον αὖθις τοῦ βασιλέως ἐκεῖθεν, ἦρος ἤδη ἀρχομένου, κατῄει καὶ ὁ βάρβαρος Ὑρκανὸς ἐκ τῶν ὑψηλοτέρων τῆς Βιθυνίας μερῶν ἄχρι τῶν παραλίων τῆς Χαλκηδονίας ἠπείρου, καὶ ὡμίλησεν ἐκεῖθεν τῷ βασιλεῖ καὶ ἐκοινολογήσατο περὶ τοῦ υἱέως αὖθις, οὐκ αὐτοπροσώπως ἀλλὰ δι' ἀκατίων καὶ πρέσβεων ἀπὸ βραχέος πάνυ τοῦ διαστήματος, ἐγγυτέρω γενομένου τοῦ βασιλέως διὰ ῥαστώνην τῆς χρείας, καὶ μετὰ τῶν οἰκείων ἐπάνω τοῦ πύργου τὴν σκηνὴν πηξαμένου, ὃς ἐν μέσῳ τῆς μεταξὺ θαλάττης ἐκ παλαιοῦ πεπηγὼς Ἄρκλα καλεῖται πρὸς Βυζαντίων. ὅσα μὲν οὖν καὶ οἷα ἦν ἅπερ σφίσιν εἴρηταί τε καὶ ἐπήγγελται τηνικαῦτα διὰ τῶν μεταξὺ πρέσβεων, ἡμέρας ἀνηλωκόσιν ἐνταῦθα τρεῖς, καὶ οἵας πρὸς ἀλλήλους τάς τε δεξιώσεις καὶ φιλοφροσύνας πεποίηνται, οὐκ ἀναγκαῖον διεξιέναι καθ' ἕκαστα· τὸ δ' οὖν τῆς ἐνταῦθ' ὁμιλίας συμπέρασμα ἦν, ὅτι δεδώκασιν ἀλλήλοις ἐγγύας ἐπὶ θυγατρὶ γενέσθαι γαμβρὸν τῷ βασιλεῖ τὸν ἐλευθερωθησόμενον τοῦ Ὑρκανοῦ παῖδα, καὶ ἅμα εἶναι διηνεκεῖς καὶ ἀλύτους σπονδὰς μεταξὺ Ῥωμαίων τε καὶ βαρβάρων. κἀπὶ τούτοις χρήματα εἰληφὼς ὁ βασιλεὺς οὐκ ὀλίγα πρός τε τοῦ Ὑρκανοῦ 3.505 καὶ ἅμα πρὸς Βυζαντίων, ἔρανον πεπραχότων κοινῇ, πλήρεσιν ἱστίοις ἄρας κατέπλευσεν αὖθις ἐς Φώκαιαν. καὶ χρήματα δοὺς τῷ Καλοθέτῳ μέχρι τῶν ἑκατὸν χιλιάδων ἔγγιστα, καὶ ἅμα ἀξιωμάτων τοῦτον κοσμήσας λαμπρότησιν, ὀψὲ καὶ μόλις εἰλήφει τὸν ζητούμενον παῖδα τοῦ Ὑρκανοῦ, καὶ ἐπανῄει χαίρων ἐς τὸ Βυζάντιον. καὶ ἦν τηνικαῦτα τὸ ἔτος ἐν ταῖς ἀκμαῖς τοῦ θέρους, ὅτε δὴ περὶ ἅλωνας καὶ σίτου κομιδὴν ἀνάγκη συνήλαυνεν ἀσχολεῖσθαι πάντας οἷς ἔργον οἱ πόνοι γῆς, εἰρήνης ἄρτι παντοδαπῆς περιχορευούσης τὰ Ῥωμαίων πράγματα. καὶ μέχρι μὲν ἐς Βυζάντιον ὁ πλοῦς ἦν ἐπανιόντι τῷ βασιλεῖ, μία τριήρης, ἡ βασιλικὴ ναυαρχίς, ἐκόμισεν ἄμφω, τόν τε βασιλέα καὶ τὸν Ὑρκανοῦ παῖδα· αἳ δ' ἄλλαι τριήρεις περιπλέουσαί τε καὶ παραπλέουσαι ἐν ᾠδαῖς ἦσαν πάνυ χαιρούσαις, τὴν ἐπηγγελμένην πρὸς τοῦ τῶν βαρβάρων ἡγεμόνος εἰρήνην οὐκέτ' ἐν ἐλπίδων σκιαῖς καθεύδουσαν βλέπουσαι, ἀλλ' εἰς φῶς προεληλυθυῖαν ἤδη κατάστασιν πρακτικὴν ἀπορρήτοις προνοίαις τοῦ φιλανθρώπου θεοῦ. οἵας μὲν οὖν τὰς βασιλικὰς φιλοφροσύνας καὶ δεξιώσεις ἐν εὐωχίαις καὶ ὅσον τὸ μεγαλοπρεπὲς ἐν ταῖς τῶν ἐνδυμάτων συχναῖς ἀλλαγαῖς ἐνεδείξατο πρὸς τὸν τοῦ Ὑρκανοῦ παῖδα, γαμβρὸν αὐτὸν ἀποκαλῶν καὶ υἱόν, καὶ ὅσα ἐπὶ τούτοις φιλεῖ τὸ ἀνθρώπινον καὶ δημόσιον ἔθος καὶ λέγειν καὶ δρᾶν, περιττόν μοι διεξιέναι δοκεῖ· γνώριμα γὰρ ἂν εἴη πᾶσι καὶ σιωπώμενα, τῶν κοινῶν ἐννοιῶν καὶ τῶν συντρόφων ἐθισμῶν τὴν τῆς ἐνταῦθα γνώσεως ὕλην ἄφθονον χορη 3.506 γούντων αὐτόθεν ἑκάστοις, ἐκ τῶν τοῦ βίου πολυειδῶν πραγμάτων διδασκομένοις ἀεί, καὶ ἀναλεγομένοις τὴν τῶν ἑκάστων ἐμπειρίαν εἰς ἓν ἠθροισμένον συνέσεως ἔμπρακτον σύστημα. ὅσα δ' ἄρτι καταπεπλευκότων ἐς Βυζάντιον τετίμηκε τοῦτον ὁ βασιλεύς, θεωμένων τῶν Βυζαντίων καὶ ὅσοι ἐξ ἀλλοδαπῶν παρῆσαν χωρῶν καὶ πόλεων, παρέλκον καὶ ταῦτα διεξιέναι μοι νενόμισται· εἶδον γὰρ ἅπαντες ὡς ἔφιππος ἔφιππον ὁ βασιλεὺς τὸν βάρβαρον εἰσήνεγκε τὰς βασιλείους αὐλάς, ὃ δὴ μόνοις ἐφεῖται μετὰ βασιλέα βασιλέων παισί τε καὶ ἀδελφοῖς· πλὴν ὅτι αἰσθόμενος ὁ βάρβαρος τὸ τῆς τιμῆς ὑπερβάλλον, καὶ οἷον 573
αἰδεσθείς, τὸ ἀκούσιον τῆς εἰσαγωγῆς εὐθὺς ἐκ τῶν βασιλείων πυλῶν ἐνεδείκνυτο, ἀντιτείνων καὶ ἀνθέλκων τὴν καθέλκουσαν ἐκ χειρὸς χεῖρα τοῦ βασιλέως, καὶ ἐπέχων τὰς ἡνίας οὗπερ αὐτὸς ἐπωχεῖτο ἵππου, καὶ γλώττῃ πάσῃ δεόμενος ἀφεθῆναι. ὅμως οὕτω δυσανασχετῶν καὶ ἀχθόμενος καὶ οἷον ἀφηνιάζων ἧκε μέχρι καὶ ἐς τὸ μέσον τῆς βασιλικῆς αὐλῆς. ἐνταῦθα δὲ καὶ μὴ πάνυ τι βουλομένου τοῦ βασιλέως ἀπεπήδησέ τε τοῦ ἵππου πρὸς γῆν, καὶ τὰς ἡνίας τοῦ βασιλικοῦ χειρωσάμενος ἵππου ἴθυνεν ἄχρι τοῦ βασιλικοῦ πεζευτηρίου. ἔπειτα συνεισῄει τῷ βασιλεῖ πρὸς τοὺς βασιλικοὺς θαλάμους· ἔνθα δὴ καὶ τὴν βασιλίδα Ἑλένην ἰδὼν δουλικῷ τε αὐτῇ τὴν προσκύνησιν ἀπέτισε σχήματι, καὶ ἅμα τοιάδε ἐφθέγξατο ῥήματα. "ἐγώ" φησι "διὰ τρόπους οὓς ὁ τῶν ὅλων οἶδε δημιουργὸς καὶ δε 3.507 σπότης, ἐξαίφνης ἐγεγόνειν αἰχμάλωτος, ἐκ μέσης ἑστίας εἰπεῖν καὶ πατρίδος αὐτῆς ἁρπαγείς, καὶ τὰ μέγιστα ἐπεπόνθειν φεῦ τῶν δεινῶν. ἐπεὶ δὲ πολλοὺς οὑμὸς αὐθέντης οὗτος καὶ βασιλεὺς καὶ μάλα τι πολυτρόπους ὑπὲρ τῆς ἐμῆς ἐλευθερίας κατεβάλετο πόνους καὶ δρόμους, καὶ χειμώνων ὑπέμεινεν ψύξεις μακρῶν καὶ θέρους καύσωνας δυσκαρτέρητον ἐν μέσῃ θαλάττῃ φέροντας κάμινον, καὶ οὕτω με τῶν δεσμῶν τῆς αἰχμαλωσίας ἐξείλετο, ἄξιον μὲν εἰς ἀμοιβὴν ἀποχρῶσαν οὐκ ἄν ποτε σχοίην (ὑπὲρ γὰρ ἐμὲ τοῦτό γε), τὸ δ' οὖν εἰς δύναμιν ἧκον ἐμήν, οὐκ ἂν δυναίμην ἀρνεῖσθαι μὴ οὐχ ἅπαν τελεῖν τὸ εἰκὸς καθ' ἅπαντας τρόπους ὁρμῆς καὶ θελήσεως διὰ παντός μοι τοῦ βίου." ταῦτα δὴ καὶ τοιαῦτα φθεγξάμενος, καὶ ἀκούσας ὁπόσα χρεών, πρὸς τὴν αὐτῷ γε ἀπολεχθεῖσαν ἀπῄει σκηνήν, οὐκ ἔξω τῶν βασιλείων ἀλλὰ τῆς βασιλικῆς ἑστίας ἐγγύς. τὰς δ' ἐπὶ τούτοις τῶν ἐνδυμάτων συχνὰς καὶ λαμπρὰς ἀλλαγάς, καὶ τὰ ποικίλα χαρίσματα νῦν μὲν τῆς βασιλίδος νῦν δὲ τοῦ βασιλέως νῦν δὲ τῶν ἐνδόξων καὶ εὐγενῶν τῆς βασιλείας ἀνδρῶν, καὶ ταῦτα τῶν ἥκιστα ἀναγκαίων μοι λέγειν δοκεῖ, ναὶ μὴν καὶ ὅσα περὶ λουτρῶν ἀναπαύσεις καὶ τραπεζῶν πολυτέλειαν πέφυκεν· ἃ πάντα πᾶσι γινωσκόμενα σιγᾶν παραινεῖ. Ἐκεῖνο δ' ἄξιον μᾶλλον θαυμάσαι. ποῖον δὴ τοῦτο; τὴν τοῦ βασιλέως φημὶ μεγαλοψυχίαν, πῶς μεταξὺ τῶν τοιούτων τέρψεων βραχὺ νοσῆσαν τὸ διετὲς αὐτοῦ βρέφος καὶ 3.508 τεθνηκὸς οὐκ ἐσάλευσε τῶν αὐτοῦ φρενῶν τὰς κρηπῖδας, οὐδ' ἀθυμίαν ἀνήκεστον εὐθυμίας ἀλλάξασθαι προσκαίρου παρέπεισεν· ἀλλ' αὐτοσχέδιον ξενηλασίαν μηχανησάμενος αὐθημερὸν θρηνούντων ἅμα καὶ θρηνουσῶν, ἐπὶ τῆς προτέρας αὖθις κατέστησε θυμηδίας τὰ πράγματα, καὶ προσκαλεσάμενος μετὰ τρίτην ἐκεῖθεν ἡμέραν τὸν νέον μνηστῆρα τὸν βάρβαρον κατά τι κρατῆσαν ἔθος ἐκ παλαιοῦ, τὴν μνηστευομένην ἔδειξεν αὐτῷ κόρην πρὸς δέκατον ἄρτι προβαίνουσαν ἔτος. τούτων δ' οὕτω διῳκημένων, ἐπειδὴ τὴν ἐς τὸν Ἀστακηνὸν κόλπον ὁ βασιλεὺς ἀκήκοε κάθοδον ἐκ Νικαίας τοῦ Ὑρκανοῦ, ἐξέπλευσεν εὐθὺς σύν γε τῷ τοῦ Ὑρκανοῦ παιδί, καὶ ἧκε δευτεραῖος ἐκεῖσε καὶ οὗτος, ἀποδιδοὺς τῷ πατρὶ τὸν παῖδα καὶ ἅμα ἀξιῶν τὰ σύμβολα τῆς διαδοχῆς τῆς τῶν Βιθυνῶν ἀρχῆς τήμερον αὐτῷ ἐγχειρίσαι· δίκαιον γὰρ εἶναι καὶ ὡς τῶν ἄλλων παίδων μᾶλλον αὐτῷ ἀγαπωμένῳ, καὶ ὡς μνηστῆρι τῆς βασιλέως θυγατρός, καὶ ὡς ἀξίῳ τῆς ἀρχῆς διά τε τὸ ἀνδρεῖον τῆς γνώμης καὶ ῥωμαλέον τοῦ σώματος καὶ πρός γε τὸ τῆς φρονήσεως δραστικόν. τοῦτο δὴ οὖν καὶ πάλαι βεβουλημένῳ τε καὶ βεβουλευμένῳ τῷ Ὑρκανῷ, ἐπεὶ καὶ τὸν τοῦ βασιλέως συμπέπτωκε τέως ἐρεθισμὸν συνεργὸν τῇ ἐκείνου ταύτῃ βουλήσει γενέσθαι, ῥᾷστα λοιπὸν καὶ τὰ τῆς αἰτήσεως πεπρᾶχθαι ἔδοξεν. ὅθεν καὶ στρατιωτῶν Βυζαντίων συχνοί τινες, καὶ ἅμα τῶν εὐγενῶν ἀνδρῶν οὐκ ὀλίγοι, τοῖς βαρβάρων ἀναμὶξ στρατιώταις τὸν τοῦ Ὑρκανοῦ προύπεμψαν παῖδα, σύν γε κυμβάλοις καὶ τυμπάνοις καὶ 3.509 ἐπισήμῳ καὶ ἀρχικῇ σημαίᾳ, μέχρι πόλεως τε καὶ ἑστίας τῶν ἐν Βιθυνίᾳ περιβλέπτων τε καὶ ἐνδόξων μιᾶς· Νίκαια ταυτησὶ τὸ ἐπώνυμον· ἔνθα δὴ πάντες συνῄεσαν Βιθυνοί, ὅσοι τε τῶν βαρβάρων καὶ ὁμοφύλων αὐτῷ, καὶ ὅσοι μιξοβάρβαροι, καὶ πρός γε ὅσους τῶν ὁμοφύλων ὄντας ἡμῖν ὅπως ποτὲ τοῖς 574
βαρβάροις ἡ τύχη δουλεύειν ἠνάγκασε, δῶρα φέροντες παντοδαπά, πρόβατα καὶ βόας καὶ ἔπιπλα καὶ τοιαῦτα ἄττα πάμπολλά τε καὶ πολυειδῆ. ὀλίγαις δ' ὕστερον ἡμέραις οἱ προπέμψαντες ἐπανῆκον Βυζάντιοι μεθ' ὧν προσῆκεν ἐκεῖθεν χαρίτων καὶ δώρων. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα, ξηρὸν ἐς τοσοῦτον γενόμενον καὶ αὐχμῶδες καὶ παντάπασιν ἄνικμον ὡς καὶ ἀπογνώσεως ἤδη παρασχέσθαι τοῖς ἀμπελουργοῖς ὑπονοίας· ἔσεσθαι γὰρ οἴνου μακράν τινα σπάνιν καὶ ἀφορίαν ᾤοντο. τὸ δ' ἐς πᾶν ἀπέβη τοὐναντίον, ὡς ἀνωμολογημένον ἅπασι γεγενῆσθαι θαῦμα ἐπὶ θαύματι τοῦτο παρὰ τοῦ κρείττονος. πρῶτον μὲν γὰρ ἦν ἐκεῖνο θαῦμα θεῖον καὶ μέγιστον, ἐν καιροῖς τοιούτοις, ὅτε τὸ ἀκμαιότατον τῆς βαρβαρικῆς ἰσχύος τὴν Ῥωμαίων πάλαι πολύν τινα χρόνον ἐπιβοσκόμενον γῆν, μικροῦ καὶ αὐτὰς Βυζαντίων τὰς πύλας ἐγκέκλεικεν, ὡς ἀοίκητον εἶναι καὶ ἄβατον ἐρημίαν τὰ ἔξω πυλῶν ἅπαντα, ἔπειτα νεύσει θεοῦ παράδοξόν τινα καὶ ἀπροσδόκητον ἐξαίφνης ἐκ τῆς τοῦ παιδὸς Ὑρκανοῦ κατασχέσεως Ῥωμαίοις ἐλευθερίαν γενέσθαι, ὡς πᾶσι βάσι 3.510 μόν τε καὶ ἥμερον ἐν βραχεῖ τὴν πρὶν ἀγρίαν ἐκείνην καὶ λῃστῶν γέμουσαν Θρᾴκην. δεύτερον δ' ὅτι τοῦ θέρους ἀνίκμου πάνυ τι λίαν φανέντος, τοσοῦτον οἴνου ταῖς ἀμπέλοις πλῆθος καρποφορῆσαι συμπέπτωκεν ὡς μηδ' ἀποχρῶντα τοῖς πολλοῖς ὑπάρχειν εἰς ὑποδοχὴν ἀγγεῖα· διπλάσια γὰρ καὶ τριπλάσια τοῖς πλείστοις ἢ κατὰ τὴν πέρυσι γέγονε γεωργίαν, ἔστι δ' οἷς καὶ ἐς τὸ τετραπλάσιον ἀνήχθη, ὡς κοινὴν ἅπαντας δόξαν κἀξ ὅλης εὐχαριστίαν ψυχῆς τῷ τὰ μέγιστά τε καὶ παράδοξα τοῖς ἐς τὰ τῆς ἀπογνώσεως ἔσχατα ἐρριμμένοις ἀπροσδόκητόν τινα καὶ πάνυ τι θαυμασίαν παρεχομένῳ τὴν ἔγερσιν, κἀκ τῶν ἀβύσσων τῆς γῆς ἀνυψοῦντι, κἀκ πηλοῦ ἰλύος ἀνάγοντι καὶ ἐπὶ πέτραν ἀτίνακτον τοὺς πόδας ἱστῶντι τῶν λογισμῶν. Εἶεν. ἄρτι δ' ἀρχομένου τοῦ φθινοπώρου διατριβῆς εἵνεκά τινος καὶ ψυχαγωγίας μετρίας ἄχρι Σηλυμβρίας ἐξεληλυθότι τῷ βασιλεῖ πρόσεισιν ἐκ Βιζύης Μανουὴλ ὁ Ἀσὰν τὸ τοῦ δεσπότου ἀξίωμα περικείμενος, ὃ πρὸ δυοῖν ἐτῶν εἰλήφει πρὸς Ματθαίου τότε βασιλεύοντός τε καὶ κατὰ Θρᾴκην ὁμιλοῦντος αὐτῷ συμμαχοῦντι κατὰ τῶν Βυζαντίων. ἧκε δὲ τὸν τράχηλον δεδεμένος οἴκοθεν καὶ τυχεῖν συμπαθείας δεόμενος ἅτε ἐπταικὼς οὐ μικρὰ διὰ τὰς τῶν τριῶν ἤδη ἐτῶν ἐπιδρομὰς καὶ καταδρομὰς καὶ λεηλασίας, ἃς ἐκ Βιζύης ὁρμώμενος ἐνεποίει τοῖς προαστείοις τῶν Βυζαντίων, κάων καὶ ληϊζόμενος ἀγροὺς καὶ γεωργίας ἁπάσας αὐτῶν, 3.511 καὶ προσδοκῶν καὶ μηχανώμενος οἷον δή τινα Παλαιολόγου κίνδυνον τοῦ βασιλέως. ἐπεὶ δὲ τὰ τοιαῦτα δεῖται χρημάτων εἰς ἐπίμονον μάχην καὶ πολυχρόνιον, ὃ δὲ καὶ πολυχρόνιον, τοῦτο καὶ πολυδάπανον, ἃ δ' ἐξ ἐπιδρομῆς αὐτῷ καὶ λαφύρων ἠθροίζετο καθ' ἡμέραν, μόλις εἰς αὐθημερινὴν ἐξήρκει τοῖς στρατιώταις δαπάνην, χορηγεῖν δ' οὐκ εἶχεν αὐτὸς ἐξ ἀφθόνων οἴκοθεν πηγῶν, ἔλαθε, πρὶν ὧν ἐπολέμει καὶ ὧν ἐφίετο κινδύνους ἰδεῖν, κινδυνεύων αὐτὸς καὶ πρὸς πενίαν ἀκαταγώνιστον καταρρέων ὁσημέραι. διὰ δὴ ταῦτα τῷ βασιλεῖ προσεληλυθώς, καὶ ἧς ἐδεῖτο συγγνώμης τυχών, καὶ ἅμα τὴν ἐπιτροπὴν καὶ διοίκησιν τῆς Βιζύης ἔχειν ὡς πρότερον τὸ ἐνδόσιμον ἤδη καὶ πρὸς τοῦ βασιλέως αὖθις εἰληφώς, ἐκεῖσε ἐπανῄει χαίρων καὶ ἀγαλλόμενος ὅτι φροντίδων καὶ φόβων νύκτωρ καὶ μεθ' ἡμέραν τὴν αὐτοῦ ψυχὴν σπαραττόντων ἀπήλλακτο. Ἡμῖν δ' ἐν ὀγδόῳ καὶ εἰκοστῷ τῆς παρούσης Ῥωμαϊκῆς ἱστορίας περὶ τῆς παρὰ τὰ ὑπερβόρεια μέρη τῆς οἰκουμένης κειμένης Ῥωσσίας ἔνια διεξεληλυθόσι, καὶ ὅσα τῇ ἐνεστώσῃ χρείᾳ περισπούδαστα ἦν τηνικαῦτα, διὰ πολλῶν αὖθις ἤδη τῶν μεταξὺ παλινδρομεῖν ἀναγκαῖον γίνεται, καὶ συνείρειν τοῖς εἰρημένοις ἐκείνοις ἐκεῖ ἃ μεταξὺ λελάληταί τε καὶ γεγένηται· οὕτω γὰρ ἑκάστων ἑκάστοις κατὰ τὴν δέουσαν ἁρμοζομένων ἀναδρομήν, οὐκ ἄν ποτ' ἀπᾴδειν ἐθελήσειεν οὐδὲ μάχεσθαι οὔτε μέρη μέρεσιν οὔθ' ὅλα μέρεσιν οὔθ' ὅλοις ἃ τῶν ἄλλων πέφυκεν εἶναι μέρη, ἀλλ' εὔρυθμόν τινα καὶ μάλα 3.512 τι ἔμμουσον οἶμαι φανήσεσθαι τὸ τῶν ὑποθέσεων 575
συμμιγὲς καὶ πολύπλοκον, εἰς ἕνα τῆς ἱστορίας εἱρμὸν ἀναγόμενον. εἴρηται τοίνυν ἡμῖν ἀνωτέρω ὡς ἔθνος ἐστὶ πολυανθρωπότατον ἡ Ῥωσία, καὶ ἡ πρὸς αὐτῶν οἰκουμένη γῆ μῆκος καὶ πλάτος οὐ πάνυ τι σφόδρα ῥᾳδίως ἀριθμεῖσθαι ἐθέλουσα, καὶ πλοῦτον ἐτήσιον ἀεὶ γεωργοῦσα καὶ καρπουμένη πάνυ μακρὸν καὶ πολύχουν· ἄσημός τε γὰρ χορηγεῖται πλεῖστος ἐκεῖθεν, μεταλλευόμενος ἐκ τῶν ἐγχωρίων, καὶ ἅμα τῆς γῆς ἐκείνης πολλῷ τῷ ψύχει κρυσταλλουμένης διὰ τὴν ἀποχὴν τοῦ ἡλίου, ζώων, ὡς τὸ εἰκός, πηγεσιμάλλων ὑπὸ τῆς φύσεως γίνεται πλῆθος, ὧν θηρευομένων αἱ σισύραι πρὸς τῶν ἐκεῖ κατοικούντων διὰ πάσης ἄλλης πεμπόμεναι χώρας καὶ πόλεως πολλὰ πορίζονται σφίσι τὰ κέρδη. καὶ μὴν κἀκ τῶν ἐξ ὠκεανοῦ γειτονοῦντος θηρευομένων ἰχθύων ἔστιν ἃ τῶν ὀστῶν τέρψιν χρειώδη παρέχονται σατράπαις καὶ ἄρχουσι καὶ βασιλεῦσι καὶ πᾶσι μικροῦ τοῖς ἐνδόξοις κατὰ τὸν βίον καὶ περιβλέπτοις ἀνθρώποις. ἐῶ λέγειν ὅσα πρὸς τούτοις ξενίζοντα δαψιλέστερον ἐκεῖθεν ἐκείνοις οὑτωσὶ παρέχει τὸν πλοῦτον. τοῦτο τοίνυν τὸ ἔθνος ἀφ' οὗ τῇ εὐσεβεῖ προσερρύη θρησκείᾳ καὶ τὸ τῶν χριστιανῶν θεῖον ἐδέξατο βάπτισμα, ὑφ' ἑνὶ τυποῦσθαι τέτακται καθάπαξ ἀρχιερεῖ, κατὰ τὸ ἀνάλογον τῶν ἑκάστοις ἑκασταχῇ προσηκόντων εἰς ἐπισκοπὰς διαφόρους καὶ μείζους καὶ ἥττους διανειμαμένῳ τὴν τοῦ παντὸς ἔθνους ἐκκλησιαστικὴν διοίκησιν· καὶ εἶναι τὸν πρῶτον τοῦτον ἀρχιε 3.513 ρέα τῷ τῆς Κωνσταντινουπόλεως ὑπείκοντα θρόνῳ, καὶ ὑπὸ τούτου τὰ νόμιμα δέχεσθαι τῆς ἀρχῆς τῆς πνευματικῆς· εἶναι δ' αὐτὸν καὶ νῦν μὲν ἐκ τῶν τῇδε φύντων ὁμοῦ καὶ τραφέντων, ἀμοιβαδὸν τὴν ἐκεῖ προεδρίαν ἀεὶ διαδεχομένων, μετὰ τὸν προτέρου θάνατον παραλλάξ, ὡς ἂν τὸ τοῖν δυοῖν γενοῖν συναφὲς οὑτωσὶ βεβαιούμενον καὶ κυρούμενον βεβαιοτέραν ἐς τὸ ἀκήρατόν τε καὶ ἀκραιφνὲς καὶ τὴν τῆς πίστεως σύμπνοιαν ἔχῃ φυλάττειν ἀεὶ καὶ μονιμωτέραν τὴν οὐσίαν καὶ δύναμιν. καὶ ἵνα τἀν μέσῳ παρέλθω, τῆς ἐνεστώσης ἡμᾶς ἀντιπερισπώσης ἅμα καὶ ἀνθελκούσης χρείας, ἦν πρὸ ἐτῶν ἤδη συχνῶν ἐκ τῶν καθ' ἡμᾶς Ναζιραίων ἐκεῖσε πεμφθεὶς ἐπίσκοπος, συνετὸς ἀνὴρ καὶ θεοφιλής, Θεόγνωστος τοὔνομα· καὶ ἦν ἀποκεκληρωμένον ἐκ πολλοῦ τοῦ παρῳχηκότος ἐκείνῳ τῷ ἔθνει τέμενος ἱερὸν εἰς μητρόπολιν Κύγεβον οὑτωσί πως καλούμενον, ὃ δὴ πρὸ βραχέος ἐπιδραμόντων Σκυθῶν τῶν βορειοτέρων ἐρημία κατὰ τὴν παροιμίαν κατέστη Σκυθῶν, ὡς μηκέθ' ἱκανὸν εἰς προεδρίαν καὶ θρόνον ἄξιον εἶναι τοῦ τῆς καθολικῆς ἐπισκόπου Ῥωσίας. διὸ καὶ μεταθέσθαι τὸ σχῆμα τῆς μητροπόλεως ἀνάγκη γεγένηται πρὸς ἕτερόν τινα τῇ παρούσῃ προσήκοντα χρείᾳ τόπον. τὸ γὰρ ἔθνος ἅπαν ἐκεῖνο τῶν Ῥώς, πολυανθρωπότατόν τε ὂν καὶ πολλούς τινας τόπους καὶ διαφόρους ἐκ παλαιοτέρων τῶν χρόνων νεμόμενον, εἰς τρεῖς που καὶ τέτταρας ἔφθη διαιρεθὲν τὰς ἀρχὰς καὶ ἡγεμονίας ἐκ πολλοῦ. τοῦ δὲ θείου τῆς εὐσεβείας κηρύγματος ἐν ὑστέροις καιροῖς ἐπιδεδημηκότος ἐκεῖ, τὰ πλείω μὲν αὐτῶν αὐτοῦ γε ἐδράξαντο μέρη, ἅμα 3.514 μὲν θειοτέρου πρὸς τὸ θερμότερον ἑαυτοὺς ἐμπλήσαντες ζήλου, ἅμα δὲ καὶ τὸ θεῖον ἀπραγμόνως δεξάμενοι βάπτισμα· ἔνια δ' ἐνιαχοῦ καὶ σποράδην τῆς προτέρας ἔμειναν ἔτι κακίας ἐχόμενα. τῶν οὖν τριῶν τῇ εὐσεβείᾳ προστιθεμένων ἄνωθέν τε καὶ ἐξ ἀρχῆς ἡγεμονιῶν ἐκεῖ τετύχηκέ πως ἡ ῥηθεῖσα μητρόπολις, τὸ Κύγεβον δηλαδή, τῇ τοῦ ἑνὸς ἡγεμονίᾳ παροικοῦσα καὶ πλησιόχωρος οὖσα ᾧ τὸ τῶν Λιτβῶν ὑπήκοον ἅπαν ὑπάρχει γένος, πολυανθρωπότατόν τε ὂν καὶ μαχιμώτατον, πυρσολατροῦν δὲ κατὰ τὸν σφῶν ἡγεμόνα· ὃ δὴ καὶ τὴν μετάθεσιν τῆς οἰκήσεως εἰς τὸ βέλτιον τὴν μητρόπολιν ἠρέθισε γεγενῆσθαι τέως διὰ τὸ τῆς θρησκείας ἀλλόκοτον, οὐκ οἶδα εἴτ' ὀλίγῳ πρότερον ἢ καθ' ἡμᾶς, εἴτε μακρῷ τινὶ πρότερον ἢ καθ' ἡμᾶς. ὅμως, εἴθ' οὕτως εἴτ' ἐκείνως, εὕρηταί τις ἑτέρα πόλις ἐκεῖθεν ὡς πορρωτάτω κειμένη, ἧς τὴν ἡγεμονίαν ἀνὴρ εὐσεβὴς περιεζώννυτό τε καὶ σεμνῶς τὴν ἀρχὴν διεκόσμει, μέγα πρὸς ἀντιδιαστολὴν ἑτέρου κεκλημένη παρὰ τῶν ἐγχωρίων ἐκεῖ Βολοντίμοιρον. ἐν ᾧ δὴ καὶ τὴν οἴκησιν ἑαυτοῦ τηνικαῦτα καὶ αὐτός 576
τε Θεόγνωστος ὁ ἐπίσκοπος ἔχειν ἔκρινε τοῦ λοιποῦ, καὶ ἅμα ἀσμένως, ᾧ τὰ τῆς ἡγεμονίας ἐκείνης ἀνεῖται τῆς γῆς, προσίετό τε καὶ ἥδετο κομιδῇ, τιμὴν ἑαυτῷ τὴν τοῦ πράγματος ἡγούμενος περιπέτειαν, καὶ δόξαν τῆς οἰκείας ἀρχῆς οὐ πάνυ τι δήπου τῶν ἐρριμμένων καὶ φαύλων· οὐ γὰρ ὡς ἄνθρωπον ἐκ γῆς τὸν ἐπίσκοπον ἑώρα, ἀλλ' ὡς ἄγγελόν τινα τῶν οὐρανίων ἄρτι κα 3.515 ταπτάντα ἀντύγων. καὶ γὰρ καὶ ὁπότε τὴν ἱερὰν αὐτὸν ἔδει μυσταγωγίαν τελεῖν τῷ θεῷ, τοῖς οἰκείοις ὁ ῥὴξ οὑτοσὶ χείλεσι κύπτων ἐκείνου κατεφίλει τὰ ἴχνη καὶ ἁβροτέραις ἠμείβετο δωρεαῖς τε καὶ χάρισιν, ὡς ἐντεῦθεν καὶ τῶν ἄλλων ὁρώντων ὁπόσοι ὑπήκοοι, ἐμιμοῦντό τε καὶ τὴν καλὴν πρὸς ἀλλήλους ἤριζον ἔριν. καὶ ἦν οὐδεὶς ὡς εἰπεῖν ὃς οὐ τῶν ἀμφ' αὐτὸν ἁπάντων ἄλλων τῷ βουλομένῳ τῆς γνώμης ἐς τὴν τοῦ βελτίονος μοῖραν ὑπερέχειν ἔσπευδέ τε καὶ κρατεῖν ᾤετο· καὶ πάντας αὖ τοὺς ἄλλους, εἰ μὴ ἀλλήλων, ἀλλ' ἑαυτοῦ γε τοὺς ἄλλους καθάπαξ τὸ ἧττον ἔχειν ἐφρόνει τε καὶ ἐλογίζετο ἕκαστος. καὶ εἰ μὴ περιφανέστερον ἐδόκει τε καὶ ἦν ἑκάστῳ τὸ εὐσεβὲς πρὸς θεὸν ἢ κατὰ πάντας ὅσοι γείτονες ἦσαν ὁμόφυλοι, ἁπάντων ἐκείνων καθάπαξ ἡττᾶσθαι ἐνόμιζεν. οὕτω φιλόθεον ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ ἔθνος ὑπῆρχεν ἐκεῖνο, καὶ οὕτω τι πλείστην παρεῖχε τὴν αἰδῶ τῷ τῆς Κωνσταντινουπόλεως θρόνῳ μέχρι καὶ ἐς τὴν Καντακουζηνοῦ βασιλείαν. ἀφ' οὗ δὲ τήν τε βασιλείαν ὁμοῦ καὶ τὴν ἐκκλησίαν αὐτὸς ὡς μὴ ὤφελε τετυράννηκε, τά τε δόγματα τοῦ δέοντος ἐξέστησέ τε καὶ πρὸς αἱρέσεις πολυπλόκους μεθηρμόσατο, καὶ πατριάρχας οὓς αὐτοῦ τῇ κακοδοξίᾳ προσῆκε προυβάλετο (ἃ δὴ καὶ λέγειν μὲν διὰ πάνυ βραχέων ἐνταῦθα ἥκιστά μοι περίεστι, λελέξεται δ' οὖν προϊόντος τοῦ λόγου τῆς ἱστορίας, εἰ καὶ μὴ ἀποτάδην καὶ ἀποχρώντως ἀλλ' ὅσον τῆς ἑξῆς ῥηγνυμένης ἐκεῖθεν διαστροφῆς τὰς πρώτας αἰτίας εἰδέναι), τούτων δὲ 3.516 οὕτως ἐχόντων, ἀκριβῶς μὲν οὐκ ἔχω λέγειν εἴτ' αὐτὸς πρῶτος τὴν τῆς μητροπόλεως ἐκείνης μετάθεσιν ὁ Θεόγνωστος οἴκοθεν πέπραχεν, εἴτε καθεστηκότι καὶ αὐτὸς ἐχρήσατο ἐπεληλυθὼς τῷ πράγματι· ᾤκησε δ' οὖν ὅμως καὶ αὐτὸς ἐπὶ τῆς μητροπόλεως καὶ τῆς ἐπαρχίας ἐκείνης, ἣ μέρος τῆς μεγάλης ἐστὶ Ῥωσίας, ἧς ὁ εὐσεβὴς ἐκεῖνος ῥὴξ ἡγεμὼν ἐτύγχανεν ὤν, καὶ ἦν ἐπιεικῆ βίον ἄγων ἐκεῖ, καὶ τοιοῦτον οἷον εἰκὸς ἐπισκόπῳ θεοφιλεῖ διάγειν, μονονουχὶ βοῶντα τὴν ἀρετὴν αὐτόθεν τῆς τοῦ βίου σεμνότητος, καὶ κοσμοῦντα μὲν τὴν εὐσέβειαν κοσμοῦντα δὲ τὴν μεγαλόπολιν ταύτην, ἐξ ἧς αὐτὸς ἔφυ τε καὶ τέθραπται, καὶ ἣ τοῦτον ἐκεῖσε πεπομφέναι προείλετο. ὡς καὶ ὑπὸ τῆς τοιαύτης τοῦ ἀνδρὸς ἀρετῆς αὐθόρμητοι πάντες τοῦ ἔθνους ἐκείνου ἄνδρες τε καὶ γυναῖκες καὶ νέοι καὶ γέροντες πρὸς τὸν τοῦ καλοῦ ζῆλον ἠγείροντο, καὶ πλέον αὐτῶν οἱ τούτων ἡγεμόνες, ἐξ ὧν καὶ ἐς Βυζάντιον χρήματα ἀπεστάλησαν ἀποχρῶντα πρὸς οἰκοδομίαν τοῦ πεπτωκότος τηνικαῦτα μέρους τοῦ μεγίστου νεὼ τῆς ἁγίας τοῦ θεοῦ σοφίας· περὶ ὧν κἀν τῷ κηʹ τῆς ἱστορίας λόγῳ διείληπταί μοι τά τε ἄλλα, καὶ ὡς καλῶς μὲν ἐκεῖθεν ἐπέμφθησαν, οὐ καλῶς δ' οὔτ' ἐνταυθοῖ διῳκήθησαν οὔτ' ἐκεῖσε τὴν φήμην ἀξίαν τοῖς πεπομφόσιν ἀντιπεπόμφασιν, ἀλλ' εἰς οἰκεῖον ἄχαρι κέρδος βωμολοχήσαντες καὶ νειμάμενοι, πρόφασιν δεδώκασι τοῖς ἀκούουσιν αἰσχρὰν κομιδῇ καὶ σφόδρα λοιδορίας ἁπάσας προσκαλουμένην, καὶ τἀναντία λογίζεσθαι 3.517 πείθουσαν τῶν προτέρων· ὅσῳ γὰρ πρὶν ἰσοθέους τιμὰς τοῖς τῆς Κωνσταντινουπόλεως θρόνοις παρεῖχον, τοσούτῳ χαλεπωτάτην ἐξ ἀντιπάλου τὴν νέμεσιν ἀντεδίδουν. καὶ ὁ τρόπος ὃς πρὶν τὴν τοῦ συνειδότος ἐκείνων χειραγωγῶν ἐκόσμει σεμνότητα πρὸς τὸ τῆς ἀκοῆς περίβλεπτον, ἐπιεικῶς ἐρρύη πρὸς τὸ περιφρονούμενον ἀρτίως, εἰ μὴ διὰ πάντων καὶ παντάπασιν, ἀλλὰ διὰ μὲν τῶν πλείστων καὶ ἁπλουστέρων ἐπ' ἔλαττον ἅτε δὴ τῶν τοιούτων μικρὰ συνιέντων, διὰ δ' ἐνίων ὡς ἐπὶ τὸ πλεῖστον ἅτε δὴ βασκάνῳ λογισμῷ καὶ κριτηρίῳ παρεχομένων καὶ οὐχ ὁμοζυγούσας τὰς πλάστιγγας συνορώντων τῆς τε προτέρας φήμης καὶ τῆς κατόπιν ἰούσης ὀψέ. ἀλλ' ἐπαναληπτέον τὸν λόγον. ἔφθημεν γὰρ εἰπόντες τοὺς μὲν τρεῖς τῶν τῆς ὅλης 577
Ῥωσίας ἡγεμόνων ὁμοῦ τοῖς σφῶν ὑπηκόοις ὀρθόδοξον ἔχειν σέβας καὶ ἡμῖν ὁμόφρονας εἶναι, τόν γε μὴν τέταρτον καὶ μάλα ἥκιστα· ὃς δὴ καὶ μεῖζον καὶ ἰσχυρότερον ἔχων κράτος κατά τε πλῆθος στρατιᾶς καὶ ὅπλων ἐμπειρίαν ἤδη καὶ τοῖς βορειοτέροις ἀνθίσταται Σκύθαις ἐκ πολλοῦ τοῦ κρείττονος, καὶ τῶν ἄλλων ἐτησίους διδόντων φόρους ἐκείνοις οὐδαμῇ ποτ' αὐτός, ἅτ' ὀχυρούς τινας τόπους οἰκῶν καὶ ἀγχιτέρμονας ἔχων Κελτοὺς καὶ Γαλάτας, οἳ παρὰ τὸν πρὸς ἄρκτους καὶ Θούλην τὴν νῆσον οἰκοῦσιν ὠκεανόν, ὅθεν ζέφυρός τε ἀναρρήγνυται καὶ ὅποι δύνων πορεύεται ἥλιος, μάχιμον ἔθνος ὡς τὰ πολλὰ καὶ οὐ πόρρω που γίνομαι λέγειν ἀνανταγώνιστον. ἀλλ' ἔστιν ἀλλοτριόφρων τε καὶ τῷ ἡλίῳ τὸ τῆς λατρείας σέβας νέμων μέν, ὑπισχνούμε 3.518 νος δ' ἐν τῷ ἄρτι καὶ ὁμόδοξος ἡμῖν κατὰ τὸ τῆς θρησκείας ἔσεσθαι σέβας, εἰ τῷ πρὸς αὐτοῦ πεμφθέντι πρεσβευτῇ Ῥωμανῷ τὴν τῆς ὅλης Ῥωσίας ἐπισκοπὴν καὶ μητρόπολιν ἐγχειρίσαιμεν κατὰ τοὺς νενομισμένους τῆς ἐκκλησίας θεσμοὺς ἐκ διαδοχῆς τοῦ τετελευτηκότος ἀρτίως ἐκείνου Θεογνώστου. ἔστεργε γὰρ αὐτῷ καὶ προσέκειτο λίαν, τοῦτο μὲν καὶ ὡς ἐκ γυναικὸς συγγενεῖ τοῦ κηδεστοῦ ῥηγός, ὃς ὁμοροῦντα μὲν τετύχηκεν ἔχων αὐτόν, εὐσεβὴς δ' ἦν οὑτοσὶ καὶ τοῖς θείοις προσκείμενος δόγμασι καθ' ἡμᾶς, ὡς διὰ ταῦτα φίλον εἶναι κἀκεῖνον Ῥωμανῷ τουτῳΐ, καὶ ἡδέως αὐτοῦ ἀκούειν συχνὰ προσιόντος καὶ παραινοῦντος τὰ τῆς εὐσεβείας καὶ διδάσκοντος τάς τε δὴ τῶν προφητῶν καὶ ἀποστόλων ῥήσεις, ὡς καὶ ἀνὰ στόμα φέρειν κἀκεῖνον αὐτάς. ἔστεργεν οὖν κἀκεῖνος Ῥωμανῷ πῶς μὲν δι' ἐκεῖνα πῶς δὲ διὰ ταῦτα, καὶ μάλιστα ὡς προτελεσθεὶς τὰ τῆς εὐσεβείας ὑπ' αὐτοῦ δόγματα συχναῖς διδασκαλίαις καὶ παραινέσεσι· καὶ ἦν ἐγγὺς τοῦ καὶ τῷ θείῳ τελεσθῆναι βαπτίσματι. ἦν δ' ὁ Ῥωμανὸς οὑτοσὶ τῶν εὐσεβείᾳ καὶ μοναδικῇ πολιτείᾳ καὶ εὐλαβείᾳ συντεθραμμένων ἀνδρῶν, ἱερωμένος τε καὶ πεῖραν ἐξησκημένος τῆς τῶν ἱερῶν βίβλων ἀναγνώσεως ἱκανήν, πέντε που καὶ πεντήκοντα ἐτῶν ἡλικίαν ἄγων ἐγγύς, καὶ εἶδος ἔχων ἐκ φύσεως σεμνὸν κομιδῇ καὶ αἰδέσιμον. καὶ προύβαινεν ἂν εἰς πέρας τὸ πρᾶγμα χρηστὸν περὶ τὸ ἔθνος ἐκεῖνο τῆς θρησκείας ἕνεκα, εἰ ἐγίγνετο τελέως κατὰ τὴν ζήτησιν τοῦ πεπομφότος ἐθνάρχου. ἀλλ' 3.519 ἀντέπραξεν ἡ μηδὲν τῶν χρηστῶν ἐῶσα Ῥωμαίους θεομηνία τελεῖν διὰ τὴν τῆς πολυθεΐας αἵρεσιν, ἣν οἱ τῆς ἐκκλησίας ἄρτι προεστηκότες ἀνόμως εἰσήνεγκαν. εὐθὺς γὰρ χειροτονηθέντος ἐνταῦθα τοῦ Ῥωμανοῦ, ἀθρόον ἐπεφύη τις ἐκεῖθεν ἕτερος, τοὔνομ' Ἀλέξιος, κατεσπουδασμένην ποιούμενος τὴν ἐς Βυζάντιον ἄφιξιν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθεὶς οὐκ ἐντεῦθεν, ἀλλὰ χρήμασιν ὤνιον πρὸς ἐνίων δῆθεν ἐκεῖθεν δεξάμενος τὴν ἀξίαν ἐπισκόπων, κατὰ τὸ τῶν σπαρτῶν καὶ αὐτὸς αὐθήμερον γιγάντων ἐκεῖνο γένος ὤφθη μητροπολίτης, ἀνὴρ μοχθηρὸς καὶ πανοῦργος καὶ ἔμπληκτος, πάσης τε ἀλλότριος εὐλαβοῦς καταστάσεως, καὶ ἅμα πολλοῖς ἐγκλήμασι καθαιρέσεως ἔνοχος ὤν, ὡς τὰ τῶν ἐγχωρίων ἐκεῖθεν ἐληλυθότα κατόπιν ἐσήμαινε γράμματα. ἀλλὰ χρημάτων πλῆθος κεκομικώς, καὶ δοὺς μὲν Καντακουζηνῷ τῷ τηνικαῦτα βασιλεύοντι, δοὺς δὲ καὶ τῷ τηνικαῦτα πατριαρχεύοντι, τοὔνομα Φιλοθέῳ, ὧν ἐφίεντο δώρων ἑκάτερος, ὧν ἐδεῖτο μετὰ ῥαστώνης αὐτὸς ἀντελάμβανε. καὶ συνελόντι φάναι, ἅπαν ἔφραξε στόμα, καὶ πάσας ἐν τῷ ἀφανεῖ τεθνάναι κατηγορίας ἐκ τοῦ ῥᾴστου κατέπραξε, τὰς μὲν γνώμας σφῶν δουλωσάμενος, τοὺς δὲ νόμους συλήσας καὶ πόρρω μνήμης κεῖσθαι παρωσάμενος. ὅθεν καὶ μεμερίσθαι διὰ ταῦτα συμπέπτωκε τὴν τῆς ὅλης Ῥωσίας μητρόπολιν εἰς δύο μοίρας, εἴς τε Ῥωμανὸν καὶ Ἀλέξιον. καὶ εἴθε ἐνέμενεν ὡς τὴν πρώτην γοῦν ὁ μερισμὸς ἐγεγόνει. ἀλλ' ἀπιόντος Ῥωμανοῦ πρὸς ἣν ἔλαχε 3.520 μοῖραν, πλείω δεδωκὼς Ἀλέξιος χρήματα πλείω καὶ κρείττω καὶ τὴν μοῖραν αὖθις συγκυκήσας ἀνείληφε, ζημιώσας ἐν τοῖς καιρίοις τὸν Ῥωμανόν. διὸ καὶ αὖθις μετὰ βραχὺ πρὸς Βυζάντιον ἐπανεληλυθέναι μεστὸν ἐλπίδων Ῥωμανὸν ἡ ἀνάγκη συνήλαυνεν, ἅτε καὶ μεταπεσεῖν αἰσθόμενον τά τε τῆς μοναρχίας ἐνταῦθα σκῆπτρα πρὸς 578
Παλαιολόγον καὶ αὐτοὺς τῆς πατριαρχίας θρόνους αὖθις ἐς Κάλλιστον τοὔνομα. ἐληλυθότι δὴ οὖν βοηθεῖν, ὁπόση δύναμις, ἀδικουμένῳ τῶν πάνυ τι σφόδρα κρίνας εἶναι δικαίων ὁ πατριάρχης, ὁμοῦ τοῖς παρατετυχηκόσι τηνικαῦτα ἀρχιερεῦσι, τὰ ἐπὶ τούτοις παρεσκευάζοντο γράμματα καὶ ψηφίσματα. ἀλλὰ πρὶν ἐς πέρας ἰέναι, πάρεστιν αὖθις Ἀλέξιος χρημάτων ἐπιφερόμενος πλεῖστα βαλάντια, δι' ὧν τὴν τοῦ πατριάρχου χειρωσάμενος γνώμην τὰ πρῶτα, ὕλης γηγενοῦς ὑπερφυῶς ὀρέξεσιν ἡλικιῶτιν οὖσαν καὶ δεσμῶτιν οὐκ ἔξω φαυλότητος λογισμῶν, ἔπειτα περιῄει τοὺς ἄλλους ἀναλόγως διδοὺς καὶ δουλούμενος καθ' ἕκαστον ἅπαντας. ἤδη δὲ καὶ τοῖς ἄρχουσι προσιών, καὶ παραβύων ἁβρότερα κέρματα, ῥᾷστα καὶ σφᾶς πρὸς τὸ βουλόμενον εἷλκε, τὸ συγκεχωρηκὸς εἰληφότας ἤδη παρὰ τοῦ πατριάρχου Καλλίστου, ὃς τῶν τῆς ἱερωσύνης κανόνων πρόμαχος εἶναι ὀμωμοκώς, καὶ μὴ προδότης γίνεσθαι τῶν ταύτης θεσμῶν, μηδὲ τὴν ἄπρατον χάριν τοῦ πνεύματος ὤνιον ὡς ἐν ἀγορᾷ προτιθέναι τοῖς κατὰ Σίμωνα τὸν μάγον ζητοῦσιν, ἔπειτα αὐτός τε παραβάτης ὤφθη περιφανής, διακυβεύων τὰ τίμια, καὶ τοὺς ἄλλους προτρεπόμενος ἀπαρακαλύπτως ἐς τὴν τοῦ κακοῦ κοινωνίαν. καὶ διὰ ταῦτα ἀπηνήνατο ἐς προῦπτον 3.521 τὰς πρὶν ὑποσχέσεις ἐκείνας αἳ περὶ τοῦ θείου βαπτίσματος 3.521 ἦσαν αὐτῷ παρεσκευασμέναι σύν γε τοῖς ὑπηκόοις κομιδῇ παμπληθέσιν ὑπάρχουσιν· βέλτιον γὰρ ἔφησεν ἡλίῳ λατρεύειν, κόσμον ὅλον φωτίζοντι καὶ ζωοῦντι καὶ περιθάλποντι, καὶ τῆς τοῦ πάντων εἰκόνος δημιουργοῦ σαφῆ τινὰ φέροντος ἴχνη καὶ σύμβολα, ἢ τῷ τῆς φιλαργυρίας δαίμονι, ᾧ τοὺς τῶν Ῥωμαίων ἀκούω νυνὶ πατριάρχας ἁλίσκεσθαι, εἰ χρὴ κατὰ τὸν τῶν αὐτῶν ἀποφήνασθαι διδάσκαλον, ὃς ὑπισχνουμένῳ τῷ διαβόλῳ δώσειν βασιλείας τε καὶ χρήματα γῆς ἁπάσης, εἰ βούλοιτο προσκυνεῖν καὶ λατρεύειν αὐτῷ, ἐπετίμησέ τε καὶ ἀπεκρούσατο μάλα σφοδρῶς· ὥσθ' ὁ τούτοις ἐκθύμως ἐγκυβιστῶν, καὶ ἀντὶ τούτων αὐτὸν προϊέμενος ὃν εἵλετο δεσπότην ἔχειν καὶ θεόν, ποίων μὲν κολάσεων ποίων δὲ πρηστήρων οὐκ ἄξιος εἴη ἄν, δεσπότου χρηστοῦ τε καὶ εὐεργέτου διάβολον ἀλλαττόμενος ἐχθρὸν καὶ πολέμιον, καὶ οὐδὲ τουτονὶ τὸν ὑπ' ἐμοῦ τιμώμενον ἥλιον αἰδεῖται μάρτυρα τῆς ἀναιδείας δρῶν ἑαυτοῦ, ὅτι τὸν καὶ αὐτοῦ δημιουργὸν γηίνοις ὅλῃ ψυχῆς προαιρέσει προΐεται χρήμασι. σαφῆ γὰρ εἶναι ταύτην ἔγωγε τίθεμαι εἰδωλολατρίαν· τὸν μὲν γὰρ ἥλιον στοιχεῖον ἐξ ἀρχῆς εἶναι κατειλήφεσαν ἄνθρωποι συστατικὸν τῆς τῶν ἐν γῇ πάντων φύσεως· χρυσὸς δὲ καὶ ἄργυρος ἅπας γῆ πατουμένη καὶ τοῖς εὐφρονοῦσι πρὸς μηδὲν ἀγαθὸν χρησιμεύοντα· πῶς γὰρ ἃ μηδ' εἰκόνος εἴδωλον ἡλίου σώζειν δύναται; εἰ δὲ καὶ πρὸς ἀνιέρους καὶ βεβήλους πράξεις κα 3.522 ταδαπανᾷ τῆς φιλαργυρίας τοὺς τρόπους ὁ καὶ προΐστασθαι λαχών, καὶ λαλεῖ μὲν πρὸς ἀργύριον, χρημάτων δ' ὤνιον τὸ τῆς ἱερωσύνης ποιεῖται ἀξίωμα, καὶ τούτων οὐ μικρῶν τινῶν καὶ βραχύτητι περικλειομένων ὄγκου καὶ ἀριθμοῦ πηλικότητι καὶ ποσότητι, ἀλλὰ καὶ τοὺς τοιούτους ὅρους ὑπερβαινόντων τε καὶ ὑπερεκτεινομένων, ποῦ οὐκ ἂν ἐλάσειεν ὕβρεώς τε καὶ ἀτοπίας ἡ ἀκρασία; τίνας δ' οὐκ ἂν ὑπερβαίη Καυκάσους ὀρῶν καὶ Τανάιδος ἐκβολὰς καὶ Σκυθῶν ἀγριότητας ἡ φήμη βαδίζουσα τῆς αἰσχρότητος; ἢ τίς ἂν καὶ ὁποία ποτὲ συσταίη πολιτεία βεβαίας τὰς τοῦ μένειν οὐκ ἐπίπαν αὐχοῦσα κρηπῖδας; τίνες δ' ἂν οἰκιῶν καὶ πόλεων διοικήσεις εὐνομηθεῖεν ὅπουπερ ἂν οἱ τῶν κανόνων καὶ νόμων προστάται, τῶν χρηστῶν ἀμελοῦντες ἠθῶν, παρευημερεῖσθαι δρῶσι τὰ τῆς δικαιοσύνης ἀνάκτορα, καὶ παρὰ φαῦλον τίθενται τὰ τῶν νομίμων κράτη, καὶ τὸ ψεῦδος προτιμῶσι τῆς ἀληθείας, καὶ νόμον τὴν ἀνομίαν ἡγοῦνται, καὶ ψῆφον δικαιοσύνης τὸ τὰς ψήφους τῆς δίκης αἰσχροποιεῖν· καὶ ἣν τῶν πολιτειῶν καὶ πόλεων σφῶν προφανῆ καὶ ὕπαιθρον κατάλυσιν νύκτωρ καὶ μεθ' ἡμέραν οὐ λήγουσιν αὐτοὶ καθ' ἑαυτῶν ἐργαζόμενοι, ταύτην ἕδραν καὶ στάσιν ἐπ' ἴσης τοῖς οὐρανίοις πόλοις πρὸς ἀσφάλειαν τὸ ἀκίνητόν τε καὶ ἀναλλοίωτον ἔχειν οἴονται, κακῶς εἰδότες καὶ λίαν 579
ἀμούσως, καὶ μηδὲν ἄμεινον ἢ ὥσπερ οἱ τυφλώττοντές τε καὶ μηδὲ τὰ ἐν ποσὶν ὅλως ὁρᾶν δυνάμενοι· καὶ οὗτοι γὰρ κατόπιν ἑπομένους ὁρῶντες τοὺς τῆς το 3.523 σαύτης καὶ τηλικαύτης κακοτροπίας καὶ ἀτοπίας καρπούς, μᾶλλον δὲ πρὸ ὀφθαλμῶν κείμενα νύκτωρ καὶ μεθ' ἡμέραν τὰ τῆς σφῶν κακίας ἐπίχειρα, οὐδαμῇ ἐπαΐουσιν, ἀλλ' ἐπ' ἴσης τοῖς μαινομένοις τὰς σφῶν αὐτῶν ἐσθίοντες σάρκας χαίρουσιν· ὥσπερ ἂν εἰ προσετίθεσαν κέρδεσι κέρδη καὶ κλήρῳ κλῆρον γῆς καὶ θαλάσσης, καὶ μὴ πᾶν τοὐναντίον ἔπασχον, ἄχρι πυλῶν καὶ αὐτῶν εἰπεῖν οἰκιῶν τῆς σφῶν ζημίας ἀεὶ προχωρούσης καὶ δίκην πυρὸς αὐξομένης κἀπὶ σφετέρῳ κακῷ νεμομένης τὰ πρόσω, καὶ μάλισθ' ὅταν καλάμης κατὰ πρόσωπον ἱσταμένης λαμπρῶς ἐπιδράττηται τοῦ πυρὸς ἡ φορά. εἰ οὖν ἐμοῦ, φησί, κατηγορεῖν ἐθέλοι τις τοιαῦτα, πολλοῦ μέντ' ἂν δεήσειε τρισαθλίους αὐτοὺς καλεῖν, καὶ ταῦτα ποιμαίνειν λαχόντας καὶ ῥυθμίζειν οὐ ῥέουσαν ὕλην καὶ φθειρομένην ἀεί, ἀλλὰ τὸ μέγα κτῆμα καὶ τιμιώτατον καὶ θανάτου παντὸς ἀνώτερον, τὴν ἀνθρώπου ψυχὴν δηλαδή· ᾧ γὰρ εὐθυντῆρος καὶ κανόνος ἔχειν συμπέπτωκε τόπον, καὶ ὃς ἀρχέτυπον ἄλλων εἶναι πεπίστευται, οὗτος εἰ μὴ κατὰ τοὔνομα πολιτεύοιτο, μηδὲ τὸ προσῆκον ἀποδιδοίη τῇ τοῦ κανόνος καὶ τῆς εὐθύτητος ἀρετῇ ἀλλὰ πράγμασιν ἀνοσίοις ὄνομα περιτιθείη χρηστόν, δείκνυσιν ἐναργῶς μὴ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος εἶναι ἀρχόμενον δεῖν, ἀλλὰ τό γε κρεῖττον ὑπὸ τοῦ χείρονος. σχετλιώτερον δ' οἴομαι καὶ οὐ μάλα εὐσχήμονος εἶναι ὀλέθρου δήμοις τε καὶ οἴκοις, ἄρχουσί τε δὴ καὶ ἀρχομένοις, νέοις καὶ γέρουσιν, ἀνδράσι τε καὶ γυναιξί, πλουσίοις τε καὶ 3.524 πένησι, καὶ πᾶσι σχεδὸν λογικοῖς καὶ ἀλόγοις, ὅταν τοῖς βελτίοσι νομοθετῶσιν οἱ κάκιστοι· οὐ γὰρ τὸ διεφθορὸς τῶν ὁρώντων κατευθυνθείη ἄν ποτε πρὸς εὐνομίαν, οὐδ' εἴ τι νοσοίη τῆς πολιτείας, παρασκευασθείη πρὸς τὴν πρὶν εὐεξίαν παλινδρομεῖν, ἀλλὰ πολλῷ τοὐναντίον γένοιτ' ἄν, παραπαιδαγωγοῦντος τοῦ χοροστάτου καὶ διδασκάλου, καὶ χωλεύειν ποιοῦντος τοῦ καλοῦ καὶ τῆς ἀληθείας τὸν δρόμον. πρόξενος γὰρ αὐτὸς ἄντικρυς γίνεται νοσεῖν καὶ τὸ ὑγιαῖνον, καὶ ἐξ οὐρίας ἀεὶ καταβαίνειν πρὸς τὸ φθειρόμενον· καὶ ὃ τὴν ἐρημίαν ὡς ἐπίπαν ἐκτήσατο πάρεδρον, ἀντιφωνοῦντος αὐτῷ τοῦ βίου τοῖς λόγοις καὶ ᾗ τέτακται διοικήσει· ὥσπερ γὰρ δικαιοσύνη κοινωνίας ποιητικόν, οὕτως ἀκοινώνητον ἀδικία καὶ σύνοικον ἐρημίᾳ, θηριώδη ποιοῦσα τὸν βίον καὶ παντάπασιν ἄγριον. τὴν γάρ τοι πόλιν ἐξ οἰκιῶν συγκειμένην κοινωνικῆς εὐταξίας θεμέλιον εἶναι ἀνάγκη καὶ νόμων δικαίων ἐμπεφραγμένην δεσμοῖς· ᾧ γοῦν οἰκίας δι' ἀμαθίαν τοῦ κρείττονος ἥκισθ' ἁρμόττει προστασία, πολλοστοῦ τινὸς μέρους μακρᾶς πολιτείας, πολλοῦ μέντ' ἂν δεήσειε δεόντως πόλεως ὅλης προστῆναι. ὡς γοῦν τῶν ἀνθρώπων ᾧ δίκη καὶ εὐνομία συντέθραπται, τούτῳ καὶ τὸ βελτίστῳ τε εἶναι καὶ κατὰ τὸ βέλτιστον ἄρχειν προσγίνεται, οὕτως ᾧ μή, τούτῳ καὶ χειρίστῳ γίνεσθαι κατὰ τὸ ἀντίπαλον ἕπεται καὶ παγχάλεπον ἄρχειν ἀρχήν. ὄργανα γὰρ ἐκ φύσεως ἄνθρωπος ἔχων πρὸς ἀρετῶν ἐργασίαν πολυειδῶν, εἰ μὴ βούλοιτο δίκῃ τε καὶ εὐνομίᾳ διοικεῖσ 3.525 θαι καὶ διοικεῖν, παγχάλεπον καὶ ἐξίτηλον πόλιν πᾶσαν καὶ πολιτείαν καὶ οἰκίαν καὶ συλλήβδην ἅπαντα φάναι πράγματα δείξειεν ἂν ἐν βραχεῖ· καὶ οὐδὲν ἕτερον τούτῳ λελείψεται ἢ τοῖς τῆς ἀρετῆς ὀργάνοις κακῶς χρωμένῳ δίκην πυρὸς ἐμπιπρᾶν καὶ ᾅδου μυχοῖς παραπέμπειν, καὶ εἴ τι σφίσι χθές που καὶ πρώην προσῆν ἐκείνοις τὸ εὔδαιμον. εἰ δ' οὖν, φρασάτω μοί τις παρελθών, πόθεν ἄλλοθεν ἐς τοιάσδε κακοδαιμονιῶν ἐσχατιὰς τὰ μέγιστ' ἐκεῖνα καὶ τηλικαῦτα κατενήνεκται σφίσι πράγματα. πάντως οὐδαμόθεν ἢ κατ' αὐτῶν ἐξ αὐτῶν, οἴκοθεν οἴκαδε, τὸ λεγόμενον. ἥδιον γοῦν ἔγωγ' ἂν πολλῷ μετὰ δικαιοσύνης καὶ εὐνομίας ἡλίου τε καὶ τοῦ τὸν ἥλιον πεποιηκότος θεοῦ διατελοίην σαφὴς λατρευτής, ἢ διὰ φιλοχρηματίαν, αἰσχίστην νόσον αἰσχίστου τρόπου, μετὰ ἀνομίας καὶ ἀδικίας εἴην ἀνύων τὸν βίον, καὶ παντοδαποῖς τε καὶ ποικίλοις μιάσμασι καταβαπτίζων ὅ φασι ψυχῆς καθαρτήριον βάπτισμα. πῶς γὰρ καὶ τίς με βαπτίσει τηλικούτοις ἑαυτὸν 580
ἐμπιπλὰς ἐφ' ἡμέρᾳ πάσῃ καὶ νυκτὶ μολυσμοῖς, καὶ τοσοῦτον ὑπ' ἐμοῦ καταγινωσκόμενος; οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησί, παρὰ τῷ θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν κύριον δεκτὸς αὐτῷ ἐστίν. οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ θεῷ, ἀλλὰ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. καὶ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενοχωρία ἐπὶ 3.526 πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Τοσαῦτα καὶ τοιαῦτα σὺν ὀργῇ καὶ ζήλῳ διεξελθὼν ὁ ῥὴξ ἐκεῖνος ἐνταῦθα τὸν λόγον κατέπαυσε, τὴν δὲ γνώμην εἶχεν ἠρεθισμένην πρὸς ἄμυναν ὑπὲρ ὧν προσῆκε τῷ Ῥωμανῷ. ἔξεστι δ', οἷς τῇ ἀκοῇ σύνεσις ἀπαθὴς συνοικεῖ, κρίνειν εἰ προσήκοντος ἔχεται λόγου τὰ εἰρημένα· ἔξεστι δ' αὖθις συλλογίζεσθαι ἔτι καὶ εἰ χριστιανῶν παισὶν εὐσεβέσιν ἀνεκτὸν οὕτω γῆς καὶ θαλάττης ὡς πορρωτάτω τῆς αἰσχίστης ταυτησὶ κακίας τὴν φήμην δραμοῦσαν μέχρις Ὠκεανοῦ καὶ Σκυθῶν ἀφικνεῖσθαι, καὶ τοσοῦτον τὴν τῆς αἱρέσεως αὐξήσασαν βλάστην διαπεφοιτηκέναι πανταχῇ τῆς Ῥωμαίων ἐκκλησίας τὰς ὕβρεις κομίζουσαν, κρηπῖδας ἀφθόνων πηγῶν εἰληφυῖαν τὰς τῶν νῦν πατριαρχῶν τε καὶ ἐπισκόπων ἀτόπους καὶ παρανόμους πράξεις καὶ ἣν τετυραννηκότες δογμάτων ἐνέπλησαν πονηρῶν ἐκκλησίαν αὐτοί· οὐ γὰρ ἐν παραβύστῳ τὰ βέβηλα δρῶσιν οἱ ἀναιδεῖς, οὐδ' εἰς ἀφεγγές που καταδύντες χωρίον, ἀλλ' ἐν ὑπαίθρῳ καὶ θεάτρῳ πομπεύουσι πάσῃ τῇ οἰκουμένῃ τὴν σφῶν αὐτῶν ἐξάγιστον ἐθελονταὶ μοχθηρίαν αὐτοί. οὕτως ἐξόριστος παντάπασι καὶ κομιδῇ γε ἀλλότριος τῶν τῆς ἀρχαίας γέγονεν ἠθῶν πολιτείας ἡ δικαιοσύνη καὶ φρόνησις, καὶ εἴ τι σεμνότητος καὶ εὐσχημοσύνης ἐνῆν ἀγαθόν, ὡς ἐξεῖ 3.527 ναι λέγειν νῦν ἐνταυθοῖ καὶ ἡμῖν ἃ πάλαι θεὸς διὰ τοῦ προφήτου φθέγγεται Ἰεζεκιὴλ περὶ Ἱερουσαλήμ. "εἰπὲ" γάρ φησι "πρὸς τὴν θυγατέρα τὴν ἀσύνετον Ἱερουσαλήμ· οὐχ ἥμαρτεν ἀδελφή σου Σόδομα κατὰ τὰ ἡμίσεια τῶν ἁμαρτιῶν σου, καὶ ἐδικαιώθη Σόδομα ἐκ σοῦ." τουτέστι Σόδομα δίκαια ἐστὶ κατὰ σύγκρισιν σήν, ὡς ὁ θεῖος φάσκει Χρυσόστομος. ἔστι δὲ οὐκ ἄδηλον, οἶμαι, φρονίμων οὐδέσιν ἀνδρῶν ὡς εἰς τὴν μυθικὴν ἐκείνην ἔριν καὶ οὗτοι τὴν μίμησιν ἀναφέροντες, μεταξὺ τὴν διαίρεσιν ἀντὶ μήλου τῇ τοῦ ἔθνους ἐπαρχίᾳ ἐκείνου παρέρριψαν, τὴν μὲν μίαν εἰς δύο διελόντες μητροπόλεις, τὰς δ' ὑπ' ἐκείνην ἐπισκοπὰς ἄλλοθεν ἄλλοθι μεταθέντες, ὡς ἂν πρὸς ἀλλήλους οἱ ταύτας λαγχάνοντες πρόφασιν ἔριδος ἔμμονον ἔχωσι, καὶ ἅμα ἀνάγκην ὡς εἰς μεῖζον ἰέναι κριτήριον τοὺς τῆς Κωνσταντινουπόλεως πατριάρχας, ἐγκλήματα μὲν κατ' ἀλλήλων, ὑπὲρ δ' ἑαυτῶν ἁδρὰ κομιδῇ κομίζοντες χρήματα, οὔτ' ἐκεῖνοι φαύλην τινὰ καὶ ἄνανδρον σπουδὴν ὑπέρ γε τοῦ τὸν ἕτερον ἕτερος παριέναι δεικνύντες τοῖς ἐκεῖθεν κομιζομένοις τῶν δώρων πλήθεσιν ἐπ' ἀναλήψει τῆς ἱερατείας καὶ τῆς τῶν ἐπισκοπῶν προεδρίας, οὔθ' οὗτοι πρόνοιαν ἐρραθυμημένην καὶ ἀναπεπτωκυῖαν ἐν τούτοις ἄγοντες πρός γε τὸ ἐρεθίζειν τε καὶ ἀναρριπίζειν εἰς ὅτι πλεῖστον τὴν φλόγα τῆς ἔριδος, ἀλλὰ πολλὴν καὶ διάφορον ἐπισωρεύοντες ὑπεκκαύματος ὕλην, μάλα ἀνύσιμον σφίσιν αἰσχροκερδείας ἐφόδιον γινομένην. ὅθεν καὶ ῥᾷστα περαίνοντες διετέ 3.528 λουν ἐφ' οἷς ἐμισθοῦντο, συχνὰ μὲν καταλύοντές τε καὶ μεταρριπτοῦντες ἔνθεν καὶ ἔνθεν ἃ χθὲς ἄλλως ᾠκοδομήθησαν, ἃ δὲ πρότριτα καθ' ἕτερον διενείμαντο τρόπον, ὡς ἑτέρως μεταρρυθμίζοντες σήμερον καὶ ὡς ἑτέρως τὴν ὑστεραίαν, ὅπῃ τὰς ἡνίας ἕλκει τε καὶ ἀνθέλκει τῶν ἐκεῖθεν ἐνταῦθα συχνὰ πεμπομένων διχόθεν χρημάτων ἡ μᾶλλον θατέρου βρίθουσα δεξιά. καὶ τῶν τοιούτων ἀγώνων καὶ παλαισμάτων τῆς κακομηχάνου τε καὶ μυσαρᾶς ἔριδος ταυτησί, δίκην ἕλκους διηνεκῶς ἠρέμα τὰ πρόσω νεμομένης καὶ προχωρούσης, ὅρον εἶναι συμβαίνει μηδένα, μηδὲ λῆξίν τινα τῶν ἀτόπων τε κερδῶν καὶ πονηρῶν λημμάτων. 3.529 ΤΟΥ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ ΛΖ. Ἐγὼ δὲ τῶν 581
εἰρημένων πλείω καὶ μείζω συνείρειν ἔχων τῇ ἱστορίᾳ πρὸς ἐνίων οἳ καλῶς ἀκούειν ἴσασι διόρθωσιν (ἰατρὸν γὰρ τὴν ἱστορίαν τοῖς ὀψιγόνοις πεπείσμεθα γίνεσθαι, ἐπαινοῦσαν μὲν ὁπόσοι τἀγαθὸν ἐπαινοῦσί τε καὶ προσίενται, λοιδοροῦσαν δ' ὅσοι τὸ κακὸν οὐ βούλονται λοιδορεῖν) δέδια μὴ λάθω τοὐναντίον οὗ βούλομαι δρῶν. ἐγχωρεῖ γὰρ ὡς ἐν ἀπείρῳ πελάγει τῷ χρόνῳ πολυτρόπως καὶ ἀγχιστρόφως καὶ ὡς εἰπεῖν ἑλικοειδῶς ἀεὶ ῥεούσης τῆς φύσεως, καὶ ἄλλοτ' ἄλλως περιπετοῦς ἑαυτῇ γινομένης διὰ τὴν ἀτέκμαρτον ἰδιοτροπίαν τῶν ἑκάστοτε φυομένων καὶ ἐπιφυομένων πολυειδῶς προσώπων καὶ πραγμάτων, ἐξελίττειν καὶ ἀνελίττειν ἔστιν οὗ καὶ ἔστιν ὅτε συγγένειαν ὁμοιοτήτων τινῶν περιαγομένην τε καὶ περαινομένην εἰς παράδοξόν τινα τὴν 3.530 ταυτότητα. ὡς εἶναι δέος ἐντεῦθεν μὴ οὐ πάντων εἰς μίμησιν τοῦ βελτίονος παραθήσειν ἑαυτοὺς δυναμένων δι' ἔμφυτον ἔνιοι κακοτροπίαν ἐπὶ τοὐναντίον τῇ μιμήσει χρήσωνται, καὶ τὴν ἐν ἱστορίᾳ διαβολὴν τῶν κακῶν ἐπὶ σφετέρᾳ μιμήσωνται βλάβῃ, τὴν τῶν φθασάντων ἀναισχυντίαν καὶ τόλμαν οἷόν τι παράδειγμα προβαλλόμενοι. ὅθεν ἑνός τινος ἔτι μνησθεὶς ἀπαλλάξομαι, διὰ βραχέων μέντοι καὶ τοῦτον, καὶ δι' ὅσων ἀποχρήσειεν ἂν τῷ τῆς ἱστορίας λόγῳ δεῖξαι πῶς τῆς Παλαμικῆς αἱρέσεως ἐπὶ λύμῃ τῶν ἱερῶν τῆς ἐκκλησίας δογμάτων παραδύσης ἅπανθ' ὁμοῦ συγκέχυται πράγματα, καὶ διέφθαρται τὸ τῆς ἐκκλησίας ἀρχαῖον ἦθος ἐκεῖνο, καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν εἴ τι σεμνόν τε καὶ τίμιον τῆς ὅλης ἦν πολιτείας, συσταλείσης, οἶμαι, τῆς τοῦ θεοῦ δεξιᾶς ὅσον αἰσθέσθαι τοὺς τῆς κακίας ταύτης προστάτας καὶ ἀρχηγούς, καὶ πρὸς ἐπιστροφὴν ἐλθεῖν πρὶν εἰς καταστροφὴν κατελθεῖν, ἐνδιδόντος θεοῦ τοῦ διὰ Δαβὶδ παραινοῦντος μὴ διδόναι πρὸς σάλον τὸν πόδα, ἵνα μὴ νυστάξῃ μηδὲ ὑπνώσῃ ὁ φυλάσσων τὸν Ἰσραήλ. ὡς εἶναι κἀνταῦθα δέος μὴ πολλῷ κἀκείνων κακίοσιν οὖσι καὶ τοῖς τῆς ἐκκλησίας ταύτης προέδροις ἡ πάλαι κατὰ τῶν Ἰουδαίων ἀποφαντικὴ σὺν θυμῷ κατερράγη ψῆφος, λέγουσα "ἐὰν προσφέρητέ μοι σεμίδαλιν μάταιον, θυμίαμα βδέλυγμά μοι ἐστί· καὶ ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύ 3.531 νητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, καὶ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." ὧν γὰρ τὰς αὐτὰς εἶναι συμβαίνει πράξεις, τούτοις ἀνάγκη καὶ τὰς αὐτὰς ἐπιέναι θεόθεν εἰσπράξεις. Διδάσκει δὲ καὶ ὁ θεῖος Χρυσόστομος τὴν εἰρημένην ἐνταῦθα ταυτότητα· καὶ γὰρ ἑρμηνεύων τὸ "Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου," καὶ τοῦτο τῆς Ἰουδαϊκῆς, φησίν, ἐγένετο πονηρίας· κατῄσχυναν γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα ὠνητοὺς ποιήσαντες ἀρχιερέας. ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως. τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. οὐδὲν οὖν καινὸν τῶν ὁμοίων ἐκείνοις κἀνταῦθα παθῶν εἰκόνας ὑπάρχειν ἐνυποστάτους, τῶν νῦν πατριαρχῶν εἰς τὴν αὐτὴν ἰόντων πονηρίαν, ἵνα μὴ λέγω τὴν χείρω· κατῄσχυναν γὰρ τὸ τῆς ἱερωσύνης καὶ οὗτοι μᾶλλον ἐκείνων ἀξίωμα, ὠνητοὺς ποιοῦντες ἀρχιερεῖς, καὶ μειρακίων ἐφήβων καὶ ἀγενείων ἑσμὸν ἱερέας, οὔτε πω συλλαβίζειν δυναμένων οὐδὲ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα, οὔτε βίον γοῦν ἐγγὺς καθαροῦ προεισενηνεγμένων, ἀλλ' ἀρκουμένων τῷ τε βούλεσθαι καὶ τῷ τὴν Παλαμικήν, ταὐτὸν δ' εἰπεῖν Μασαλιανικὴν καὶ πολύθεον αἵρεσιν προσκυνεῖν· τῆς γὰρ ἱερωσύνης εἰς ἀγοραίαν πρᾶσιν καθάπαξ ῥιφείσης, ὁ τὰ πλείω διδοὺς τὴν νικῶσαν 3.532 ἐπ' ὀλίγον λαμβάνει καὶ τῶν πρωτείων γίνεται κληρονόμος, 3.532 μέχρις ἂν ὁ κατόπιν ἰὼν χρημάτων ἁβρότερον πεποιηκὼς τὸ βαλάντιον, τὴν νικῶσαν τῆς ἥττης ἀλλάξηται καὶ τῆς κρείττονος χώρας ἐξ ἀμοιβῆς κληρονόμος αὐτὸς καταστῇ. Ἐπεὶ δ' ἑνὸς τῶν πολλῶν ὁτουοῦν ἐπηγγειλάμεθα μνησθέντες ἀπαλλάξασθαι, πέρας τῇ ἐπαγγελίᾳ παρασχεῖν ἀξιώσωμεν. τὴν τῶν Ἀλανῶν ἐπαρχίαν πρὸς ἄρκτους τὴν θέσιν ἔχουσαν, καὶ Σκυθῶν τῶν νομάδων ὅμορον οὖσαν, οἱ πολλοί τε ἴσασι καὶ μάλιστα οἷς ἐξ ἐμπορίας ὁ βίος ἀθροίζεται ἔθος. ταύτης ἐκ 582
Κωνσταντινουπόλεως Τραπεζούντιός τις, ὄνομα Συμεών, ἀρχιερεὺς τῇ μητροπόλει χειροτονηθεὶς πρὸ ἐτῶν οὐ μικρῶν ἀπεστάλη. μετὰ δὲ χρόνον βραχὺν παρ' ὁτουοῦν τῶν ἐκεῖ μοναζόντων πρὸς τοῖς ἄλλοις καὶ δωροδοκίαν ἐγκέκληται χειροτονιῶν ἀθέσμων, τὸ τῆς ἱερωσύνης καπηλεύων σεμνὸν καὶ προτιθεὶς βεβήλοις ὤνιον ἀνδράσι τὴν χάριν τοῦ πνεύματος. τῶν δὴ τοιούτων ἐγκλημάτων ἐπὶ Φιλοθέου τοῦ μετὰ τὴν Καλλίστου καθαίρεσιν πατριαρχεύσαντος λαληθέντων, ἐπεὶ παρῆν καὶ Ἀλανίας αὐτός, τὸ ἀξιόπιστον ἔχοντας ἐξ Ἀλανίας μάρτυρας προκαλούμενος, ὑπέρθεσιν καιρικὴν ἡ ψῆφος λαμβάνει. μετεώρου τοίνυν τῆς δίκης οὔσης, ἐξαίφνης ἔξωθεν εἰς τὸ Βυζάντιον εἰσπεπηδηκὼς Ἰωάννης ὁ Παλαιολόγος τὴν πατρῴαν ἀνείληφε βασιλείαν, ἐκβεβληκὼς Καντακουζηνόν, ὥς που καὶ πρότερον ἡμῖν εἰρημέ 3.533 νον εἰς μῆκος ἐστί· καί οἱ ἐπηκολούθει ὁ πρὸς Φιλοθέου καθαιρεθεὶς τῆς τε πατριαρχείας καὶ τῆς ἱερωσύνης Κάλλιστος, ὃς καὶ αὐτὸς καθάπερ ἐκ παρατάξεως ἀμυνόμενος αὐτόν τε καθαιρεῖ τῆς ἱερωσύνης Φιλόθεον καὶ τῶν πατριαρχικῶν ἀντ' ἐκείνου καθίσταται θρόνων διάδοχος. ὅπως δ' αὐτοῖς ἐσχεδίασται τὰ τοιαῦτα, καὶ οἷα συμπέπτωκεν ἕτερα μεταξύ, εἴρηταί τε μετρίως ἡμῖν καὶ εἰρήσεται πλείοσιν ἄλλοις τὴν ἱστορίαν ἴσως εἰς μῆκος μᾶλλον ἐκτετακόσιν ἡμῶν ἐνταυθοῖ. καὶ μὲν δὴ πρόσεισιν Ἀλανίας τῷ πάλιν πατριαρχεύσαντι τούτῳ Καλλίστῳ, λήθην τε ἀξιῶν γενέσθαι τῶν πρότριτα ἐπὶ Φιλοθέου ἐγκεκλημένων αὐτῷ, καὶ δῶρα πέμψειν ὑπισχνούμενος ἀποχρῶντα ἐπιδεδημηκὼς ἐς Ἀλανίαν. τῷ οὖν Καλλίστῳ ἔχοντι τὰ ἐπηγγελμένα ἐν ἐλπίσιν ἤδη ἀναμφιλέκτοις, τάχιστα ἐπεραίνετό οἱ ἐφ' οἷς ἐμισθώθη· καὶ ἦν αὐτῷ συλλειτουργὸς ἡδὺς Ἀλανίας ἐν ἑορταῖς τε καὶ πανηγύρεσιν καὶ σύνεδρος ἐν τοῖς καθ' ἡμέραν ψηφίσμασιν. ἐπεὶ δ' ὃ μὲν ἀπῄει, τὰ δ' ἐπηγγελμένα λήθης βυθοῖς παρεπέμπετο, αἰσθόμενος ὁ πρὶν ἐκεῖνος κατήγορος, Κάλλιστος ὄνομα, ἀφίκετο πάσῃ σπουδῇ βριθούσαις παλάμαις ἐκεῖθεν παρὰ τὸν ὁμώνυμον καὶ ὁμότροπον Κάλλιστον, ἃς ἐκεκομίκει πρότερον Φιλοθέῳ, καὶ νῦν κομίζων κατηγορίας κατὰ τοῦ Ἀλανίας, καὶ ἅμα τήν τε ἐκείνου ζητῶν καθαίρεσιν καὶ τὴν τοῦ θρόνου μετάληψιν. τῇ οὖν παρολκῇ τῶν λημμάτων παρελκυσθεὶς ὁ 3.534 Κάλλιστος φυγοδικίας τε ἐκεῖνον ἀπόντα καταδικάζει, καὶ τὸν ὁμώνυμον Κάλλιστον εἰς τὸν τοῦ Συμεὼν θρόνον ἐκπέμπει χειροτονήσας. οὕτω γε μὴν εὐτυχῆ καὶ ταχεῖαν ὁ δεύτερος οὗτος τὴν ἐς Ἀλανίαν ἐπάνοδον ποιησάμενος, καὶ οὕτως ὤνιον ἐκ τοῦ ῥᾴστου τὴν τοῦ προτέρου διαδεξάμενος ἀρχιερατικὴν καθέδραν, ἀτίμως ἐκεῖθεν ἐκπέμπει τὸν Συμεών. καὶ ὃς ἐς Βυζάντιον ἐπιδεδημηκὼς περιῄει πάντας ἐπιβοώμενος ἐπισκόπους καὶ πρεσβυτέρους, τὴν ἄδικον ἑαυτοῦ καταδίκην ἐκτραγῳδῶν, καὶ τὴν προφανῆ τῶν ἱερῶν κανόνων καὶ νόμων κατάλυσιν ἐγκαλῶν τῷ Καλλίστῳ. οὕτω δ' ἐκπύστου γεγονότος τοῦ παρανόμου καὶ ἀνιέρου καὶ μυσαροῦ πράγματος, οὐδὲ τῷ βασιλεῖ τετύχηκεν ἀνηκόῳ τούτου γενέσθαι οὐδ' ἀφθόγγῳ πάντῃ μεῖναι τὴν γλῶτταν, ἀλλ' ἐν θαύματι τὸ τόλμημα πεποίηται καὶ αὐτός. καὶ ἀναλογιζόμενος ἔλεγε πρὸς τὸν πατριάρχην "εἰ μὲν ἰσχυρὰ τὰ πρὶν ἦσαν ἐγκλήματα, διὰ τί ἀκηκοὼς οὐκ ἀπεκρούσω ἀλλὰ συλλειτουργὸν ἐπεποιήκεις; εἰ δὲ μὴ ἰσχυρά, διὰ τί καθαιρέσει σπευδούσῃ παρέπεμψας, καὶ τό γε παραλογώτατόν τε καὶ ἀτοπώτατον, μὴ παρόντα; εἰ δὲ καὶ καθαιρεῖν αὐτὸν ἐνῆν, ἀλλ' οὐ τὸν αὐτοῦ κατήγορον χειροτονεῖν ἀντ' αὐτοῦ κατ' αὐτοῦ· ἢ δῆλον ὡς ἐκεῖνος μὲν τῆς ἐπισκοπικῆς ἀρχῆς ἐραστὴς γεγονὼς ζηλοτυπίας ἐκγόνους ψευδεῖς συνέρραψε δόλους, σὺ δ' ἐραστὴς καὶ αὐτὸς καταστὰς τῶν ἐκείνου χρημάτων ἀδικωτάτην καὶ μάλα ἀνο 3.535 μωτάτην εἰργάσω τὴν τούτου καθαίρεσιν, καὶ τὸ τοῦ Δαβὶδ εἰπεῖν, λάκκον ὤρυξας καὶ βόθρον ἀνέσκαψας, εἰς ὃν ἐμπεσεῖσθαί σε ἄξιον κατὰ τοὺς τῶν ἱερῶν κανόνων καὶ νόμων θεσμούς, εἰ μὴ τὴν διόρθωσιν, εἰ ἐξείη σοι, δράσειας τὴν ταχίστην, καὶ ὁ τρώσας αὐτὸς καὶ τὴν ἴασιν ἁρμόττουσαν ἐπαγάγοις. ὁρᾷς γὰρ καὶ τὴν τῶν ἀρχιερέων ὁρμὴν κατὰ σοῦ κινουμένην βαρεῖαν, καὶ μακρὸν τὸν ὑπὲρ τῆς 583
ὑποθέσεως θόρυβον ταῖς ἐμαῖς διηνεκῶς ἀκοαῖς ἐπαντλοῦσαν· οἷς καὶ προβαλέσθαι δίκαιόν τι πρὸς ἀντιπαράταξιν καὶ λῆξιν τῶν σοί γ' ἐγκεκλημένων. ἔχω μὲν τῶν πάντων οὐδὲν αὐτός, ἔχουσι δ' αὐτοὶ μὴ μόνον τὸ παρὸν ἀλλὰ καὶ πόλλ' ἕτερα πολυειδῆ τε καὶ ἡλίκα, ὧν ἕκαστον ἀποχρῆναί φασιν εἰς καθαίρεσιν σήν, ὁμοίως ἐπιβοσκομένων ἁπάντων τῆς τῶν ἱερῶν κανόνων χρείας τὴν ὥραν· ἅπερ δὴ καὶ πῶς ἂν εἴποιμι διαθρυλλούμενα πανταχῇ καὶ γλώττας χαιρεκάκων ἀνοίγοντα κατὰ τῆς σῆς κεφαλῆς, οὐ μικρῶς ἀποκνάει καὶ ἀνιᾷ μου τὸ λογιζόμενον τῆς ψυχῆς." Πρὸς ταῦτα ὁ Κάλλιστος διαπορούμενός τε καὶ λίαν ἀχθόμενος ἐπὶ πλείοσι καθ' αὑτόν, καὶ ὅσοι ἀμφ' αὐτὸν οἰκειότατοι, διεσκέπτετο νυχθημέροις τὸ ποιητέον, καὶ δυοῖν μέσος ἐγίγνετο λογισμῶν, χειμῶνα καὶ ζάλην οὐ πάνυ μικρὰν ἀνιστάντων κατὰ τῆς σκέψεως. ἔλεγε γὰρ ὡς δύο μητροπολίτας μιᾶς μητροπόλεως εἶναι μήτε τοῖς τῶν θείων πατέρων 3.536 κανόσι καὶ νόμοις συγκεχωρῆσθαι μήτε τῇ κοινῇ τῶν πολλῶν συνηθείᾳ προκατειλῆφθαι, ἀλλ' εἶναι καθάπαξ ἀλλόκοτόν τι χρῆμα καὶ πάνυ τερατωδέστατον, τὴν τῶν πατρίων αἰσχρῶς ἀφαιρούμενον πρόνοιαν. εἰ οὖν τὸν ὁμώνυμον καθελόντες τῆς ἀξίας Κάλλιστον τὸν Συμεώνην ἀντεισαγάγωμεν αὖθις, ἀφίξεται τὴν ταχίστην καταβοῶν ἐκεῖνος καὶ κατατρέχων ἡμᾶς, καὶ ἀπαιτῶν ἅπερ ἡμῖν ἐδεδώκει δῶρα τῆς ἀρχιερατικῆς ἀξίας ἕνεκα πάντα, δι' ὅσων αὐτὸς ἐπρίατο τὴν μητρόπολιν. ὃ δὴ πολλῶν ξιφῶν δριμυτέραν, μετὰ πάνυ μακρᾶς τῆς αἰσχύνης, τῇ ἐμῇ κομίζει ψυχῇ τὴν ὀδύνην· οἱ γὰρ καὶ πρὶν εἰς ἐξέτασιν ἰέναι τὰς ἐμὰς δίκας καὶ πρὶν ἀνακαλυφθῆναι τὰ προτεινόμενα καθ' ἡμῶν ἐγκλήματα πικρῶς ἡμῖν ἐμβάλλειν οὑτωσὶ τοὺς ὀδόντας ἀπειλοῦντες ἐπίσκοποι, καὶ οἱ μείζους τῶν προτεινομένων ἔτι μελετῶντες ἐπιφέρειν λοιδορίας, ἀσέβειαν οὐχ ἁπλῆν τινὰ καὶ μονοειδῆ ἀλλὰ ποικίλην τε καὶ πολὺ προβαλλομένην τὸ ἀφόρητον, τίνος ἂν φείσαιντο γλώττης εἰς φῶς προηγμένων τῶν θρυλλουμένων μὲν ἀξίως, ἐν νέφεσι δ' ἴσως καὶ δισταγμοῖς τισὶ κρυπτομένων ἔτι. ἐγὼ δ' ἐκεῖνο τεθαύμακα τῶν σκαιῶν τε καὶ χαιρεκάκων, πῶς τὰ ἑαυτῶν αἰσχρὰ παρατρέχοντες τοῖς ἐμοῖς ἀτενὲς ἐνορῶσι καὶ ταῖς ἐμαῖς ἐπιγάννυνται λοιδορίαις, καὶ μάλιστα πάντων τὴν τῶν Μασσαλιανῶν μοι προσονειδίζοντες αἵρεσιν, συχνὰ καὶ πολλάκις ἐνδιαβάλλοντές τε οὐ διαλείπουσι καὶ περὶ τὴν αὐ 3.537 τὴν ἀεὶ στρεφόμενοι καὶ περιειλούμενοι λοιδορίαν. ἐν γὰρ ταῖς τῆς ἐμῆς πατριαρχείας πάλαι ἀρχαῖς ἐπὶ τῆς Καντακουζηνοῦ βασιλείας, πρὶν ὅλον ἐξήκειν ἔτος, ὑβρίστριαν ὁπλίσαντες γλῶτταν καὶ πάνυ βαρεῖαν κατὰ τῆς ἡμετέρας τύχης ἐπενεγκόντες ταύτην μοι τὴν Μασαλιανὴν ἐν πρώτοις ᾐτιάσαντο αἵρεσιν· καὶ τάχα ἄν με τῶν πατριαρχικῶν τουτωνὶ τηνικαῦτα θρόνων σὺν ἀκοσμίᾳ ἐξώθουν, εἰ μὴ τοὺς κοινοὺς τῆς ἐμῆς τε καὶ σφῶν ἀρτιφανοῦς ἐκκλησίας πολεμίους αἰσθόμενοι βοηθοῦντες ἐξ ἀπονοίας ἀπέσχοντο. καὶ τοῦτο μὲν πρῶτον οἱ κακάρατοι καὶ κακόσχολοι κατὰ τῆς ἐμῆς ἐξώπλισαν κεφαλῆς· δεύτερον δ' ἔτι καὶ πλείω συνείραντες ἕτερα τῇ τοιαύτῃ τῶν Μασαλιανῶν αὖθις αἱρέσει, καὶ μανικώτερον κατ' ἐμοῦ κινηθέντες, τῆς πατριαρχείας ἐξήλασαν τέλεον, ἵνα μὴ λέγω καὶ αὐτοῦ γε τοῦ ζῆν, τό γε εἰς αὐτοὺς ἧκον· ἡ γὰρ ἐμὴ πρὸς τὸ Γαλατώνυμον φρούριον τῶν Λατίνων τηνικαῦτα λαθραία φυγὴ τὰς ἐμὰς ἐν τοῖς ζῶσι τετήρηκεν ἄχρι καὶ ἐς τόδε πνοάς. ἐπεὶ δὲ καὶ ἐς Τένεδον ἀφιγμένον με παρὰ βασιλέα τὸν Παλαιολόγον ἐμεμαθήκεσαν, οὐδ' ἐνταῦθα ἠρέμησαν, ἀλλὰ δι' ἐπιστολῶν καὶ κηρύκων ἀναθέμασι καθυπέβαλον, καὶ αὐτὸ προκαταλαμβάνοντες τὸ ὄρος κἀκεῖθεν ἀπήλαυνον, καὶ ὡς Μασαλιανὸν ἐξεκήρυττον πανταχόθεν. τοῦ δὲ βασιλέως ἄρτι τὴν πατρῴαν ἀνειληφότος ἀρχήν, ὁμοῦ συνεληλυθὼς ἐκεῖθεν κἀγὼ πολλῇ τινὶ πρὸς αὐτῶν τῇ ἀντι 3.538 στάσει ἐντετυχήκειν, τά τε ἄλλα καὶ ὡς Μασαλιανὸν ἀποτρεπομένων με. τοῦ δὲ βασιλέως ὅπως ποτὲ τὴν τοιαύτην κοιμίσαντος ἔριν καὶ στάσιν, ἧκον αὖθις ἐξ ὄρους τοῦ Ἄθω καὶ τῶν ἐκεῖ λογάδων καὶ μοναδικῶν ἀνδρῶν γράμματα, τὴν αὐτήν μοι μόνην αὖθις προσάπτοντες αἵρεσιν, τὴν τῶν Μασαλιανῶν 584
δηλαδή, καὶ ἅπαξ καὶ δίς. ἃς δὴ καὶ ἄκροις ὠσὶν ἠνεσχόμην ἀκοῦσαι, ἀλλὰ τῇ πρὸς ἐμὲ τοῦ βασιλέως τεθαρρηκὼς εὐμενείᾳ κακῶς τε καὶ ἀκόσμως ἐξέπεμψα. νῦν δὲ καὶ αὐτοῦ γε τοῦ βασιλέως τῇ τούτων βίᾳ παροξυνθέντος καὶ ὠθοῦντός με, τί δράσειν ἕτερον ἥκιστα ἔσχον οὐδὲν εἰς ἀποτροπὴν ἀποχρῶσαν, ἕως ἂν κατὰ γνώμην τἀμὰ διάθωμαι, πλὴν ἢ ἃ μηδένα αὐτῶν προσδοκῆσαι ᾠήθην. τὸ δέ ἐστιν, ἀναθέματι καὶ ἀφορισμῷ καθυποβαλεῖν αὐτούς, καὶ ἀντιπερισπάσαι τὴν σφῶν ἐπίνοιαν εἴς γε τὸ ὑπὲρ ἑαυτῶν αὐτοὺς ἀγωνίζεσθαι, καὶ ἥκιστα καθ' ἡμῶν. ταῦτα δὴ βουλευσαμένῳ καὶ εἰς ἔργον εὐθὺς ἤγετο. καὶ ἅμα ἕῳ τῇ ὑστεραίᾳ συνηθροικὼς ἱερέων ἐκκλησίαν καὶ ὅσοι τοῦ κλήρου καὶ ὅσον τοῦ δήμου πλησιόχωρόν τε καὶ πρόσοικον ὑπῆρχε τῷ περιωνύμῳ τῆς τοῦ θεοῦ σοφίας νεώ, χωρὶς προοιμίου τινὸς καὶ πόρρω πάσης αἰτιολογίας εὐλόγου, ἀφορισμόν τε ἐξεφώνησεν ἐπὶ μέσου στὰς τοῦ τοιούτου θεάτρου, καὶ ἀναθέματι καθυπέβαλεν ὅσοι τῶν ἐπισκόπων τῆς αὐτοῦ κοινωνίας ἐξέστησαν, τά τε ἄλλα κατηγοροῦντες αὐτοῦ καὶ πάντων μάλι 3.539 στα τὸ τῆς Μασαλιανῆς αἱρέσεως μυσαρόν. ἀλλ' ἐκεῖνος μὲν τοιαῦτ' εἰρηκώς τε ἅμα καὶ πεπραχὼς πόρρω κανόνος καὶ νόμου παντός, δέδειχεν ἔνοχον ἑαυτὸν ἀληθῆ τῷ ἐγκλήματι. τοῦτο γὰρ καὶ τοῖς ἐπισκόποις ἀκουσθὲν καὶ αὐτῷ βασιλεῖ δέδοκταί τε καὶ ἀποπέφανται. δέον γὰρ αὐτὸν θαρρεῖν καὶ τῆς δίκης εὐθὺ χωρεῖν καὶ ζητεῖν τοὺς ἐλέγχους καὶ ὡς ψευδεῖς τὰς κατηγορίας ἐλέγχειν, εἴπερ αὐτῷ γε ἐνῆν, ὃ δ' ἐμφανῶς φυγοδικήσας ἐπὶ τὰς ἀτόπους κατέφυγε λοιδορίας, ὥσπερ εἰώθει, καὶ τοὺς οὐδὲν αὐτῷ συντελοῦντας ἀφορισμοὺς ὡς τῆς ἐνεστώσης αἰσχύνης προκάλυμμα καὶ πρόσκαιρον ἀποφυγὴν τῆς ἀνάγκης. ἐπὶ δὴ τούτοις δεδογμένον ἐνίοις τῶν ἐπισκόπων κατέστη ταῖς ἀδίκοις ἐκείνου λοιδορίαις καὶ τοῖς ἀφορισμοῖς δικαίους ἀντιθεῖναι, καὶ καθαιρέσει τελείᾳ παραπέμψαι τὸν ἄσεμνον ἐκεῖνον καὶ τῇ ἀσελγείᾳ τῆς γλώττης ἀεὶ ἐγκαλλωπιζόμενον μᾶλλον ἢ αἰσχυνόμενον. ἀλλ' ὅτι μὴ καὶ βασιλεῖ δεδογμένον τοῦτ' ἦν ματαιότητι καὶ νηπιώδει μωρίᾳ τὴν ἴσην ἀντίδοσιν δρᾶν, ἐν μετεώρῳ τὰ τῆς δίκης ἀποκέκριται μέχρι τῆς τῶν προκληθέντων ἐπισκόπων ἐνδημίας. ὅ γε μὴν πατριάρχης τὰς τῶν πλείστων δυσφήμους αἰσχυνόμενος ἀκοάς, οἴκοι τὸ παράπαν ἀπρόιτος ἔμεινε τοῦ λοιποῦ, ἀπειλαῖς παραπέμπων τὰ μέλλοντα πλείοσιν. ἐῶ γὰρ λέγειν ὅσα τῇ δυσηνίῳ ἑαυτοῦ γλώττῃ παραδεδωκὼς τὴν διάνοιαν ἐξηρεύξατό τε καὶ λελοιδόρηκεν ἄσεμνα. γέγονε 3.540 δέ τις διαπορία τοῖς [τε] ἀκηκοόσι πῶς τἆλλα τῶν ἐγκλημάτων ἅπαντα ἐν δευτέρῳ θέμενος λόγῳ, τῷ τῆς Μασαλιανῆς αἱρέσεως ἐμπεφιλοχώρηκε μάλιστα καὶ περὶ πλείστου πεποίηκε. καὶ ἄλλοι μὲν ἄλλα, πάντων δ' εἰς ἕνα σκοπὸν τὸ πέρας ἤθροιζεν ἡ συμφωνία ὅτι παλαιὸν αὐτῷ νόσημα ὂν τουτοΐ, καὶ πολλάκις αὐτοῦ κατηγορηθὲν καὶ παρὰ πολλῶν ἀλλοτρίων, νῦν ἄφυκτον ἔσχε τὴν δύναμιν ἡ κατηγορία, ὅτι ἐκ τῶν ἔνδον καὶ τῶν οἰκείων καὶ ἀφ' ἑστίας ὁ τῆς κακίας ἐξελήλυθεν ἔλεγχος, ὡς ὁ τῶν ἐπισκόπων μεμαρτύρηκέ τε καὶ διεβεβαιώσατο λόγος τῷ βασιλεῖ· ἔφασαν γὰρ τά τε ἄλλα κατὰ τοῦ πατριάρχου οἱ τοῦ πατριάρχου, καὶ ὡς ὁ τὸ μοναδικὸν περικείμενος σχῆμα, Σκορπίος τοὐπώνυμον, οὗ πολὺς πολλάκις γέγονε λόγος τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς ἐν Ἄθῳ τῷ ὄρει τὴν ἄσκησιν διανύουσιν, καὶ οὗ χάριν δύο καὶ τρεῖς που τομογραφίαι καὶ ὕπαιθροι κατηγορίαι παρ' ἐκείνων ἐν Κωνσταντινουπόλει τῷ τε πατριάρχῃ καὶ τοῖς ἐπισκόποις ἐπέμφθησαν, μηνύουσαι φρικώδη τε καὶ πλεῖστα μυσαρὰ καὶ μὴ μόνον χριστιανῶν ἀκοαῖς ἀποτρόπαια καὶ λίαν φευκτά, ἀλλὰ καὶ τοῖς βαρβάρων ἀθεωτάτοις κατάπτυστα. οὗτος οὖν, φασίν, ὁπότ' ἐκ Τριβαλλῶν, καὶ ὅθεν ἄλλοθεν τὰς ἀδήλους ποιεῖται χρονίας διατριβάς, ἐπιδημοίη τῇ Κωνσταντινουπόλει, μόνῳ Καλλίστῳ ὁμόστεγός τε καὶ ὁμοδίαιτος γίνεται τῷ πατριάρχῃ, καὶ μυσταγωγὸς καὶ μύστης 3.541 ἀπορρήτων ὀργίων. ἔπειτ' ἐκεῖθεν ἰὼν ἐν τῷ κήπῳ ἐνουρεῖ καθήμενος τῇ τῶν πρασιῶν χλόῃ καὶ πόᾳ, ὁπόσην καὶ οἵαν διὰ τὸ οἴκοθεν εὔοσμον ταῖς χύτραις ἐμβάλλουσιν οἱ τὰς τῶν ἐδεσμάτων ἑτοιμάζοντες τῇ τοῦ πατριάρχου 585
τραπέζῃ ποικιλίας. καὶ ἡμῶν, φασί, τὴν αἰτίαν τοῦ τολμήματος ἐρομένων καὶ ἅπαξ καὶ δίς, οὐδὲν ἐκεῖνος ἔφη καινὸν εἶναι τουτί· καὶ γὰρ καὶ κύνες ἐνουροῦσιν αὐταῖς καὶ γαλαῖ, καὶ κόπρια ἐπιρραίνουσι ζώων ἀλόγων τε καὶ ἀνθρώπων, εἰ τύχοι που· καὶ τὸ κωλῦον οὐδέν. καὶ ταῦτα μὲν ἐρόμενοι ἠκηκόεισαν, ὡς ἐκεῖνοι φασίν· ἃ δὲ ἰδόντες σιγῇ μὲν ἐπ' ἐκείνου παραδόντες ἥκιστα ἤροντο, πεπεισμένοι λίαν ἀνόσιά τε καὶ βέβηλα εἶναι καὶ ἄντικρυς διαβολικῆς ἔργα διδασκαλίας, τοῖς δ' ἐπισκόποις ἐμήνυσάν τε καὶ διεκωδώνισαν, ταῦτ' ἄρρητα μὲν ἄμεινον κεῖσθαι· ἴσασι γὰρ οἱ τὰς τομογραφίας ἐκείνας ἀνεγνωκότες καὶ ἀποφηνάμενοι Μασαλιανῶν εἶναι τὰ τοιάδε τῶν μυσαρῶν ἐπιτηδευμάτων. μεμνήμεθα γὰρ ὡς καὶ ἐπὶ Ἰωάννου τοῦ πατριάρχου πρὸ ἐτῶν ἐγγὺς πεντεκαίδεκα τόμος ἡμῖν ἐξ ὄρους τοῦ Ἄθω κεκόμισται, ταῖς πάντων σχεδὸν τῶν ἐκεῖ λογάδων σεσημασμένος ὑπογραφαῖς, καὶ πρό γε πάντων καὶ μετὰ πάντων τοῦ τηνικαῦτα τὸ πρωτεῖον ἔχοντος Ἰσαάκ, καὶ ἅμα τοῦ ἀρχιερατεύοντος καὶ ἐπισκοποῦντος ἐκεῖ μετὰ τῆς τοῦ πνεύματος χάριτος θείου ἀνδρός, δηλῶν τῇ καθ' ἡμᾶς ἱερᾷ συνόδῳ πάντας ἐκείνους ὀνομαστὶ καὶ καθ' ἕκα 3.542 στον, ὅσοι προσωπεῖον εὐλαβείας ὑποδυόμενοι λελήθασι μὲν ἐκ πολλοῦ παραδύντες εἰς τοὺς ἱεροὺς ἐκείνους τοῦ ὄρους τόπους, καὶ ὅσοι τῶν ἁπλουστέρων ἐκεῖ πολλοὺς εἰς τὴν οἰκείαν ταύτην παρασύραντες μυσαρὰν αἵρεσιν, ἐμφανεῖς δ' ἐγεγόνεισαν τηνικαῦτα· καὶ πάντων εἰς ἕνα που τόπον ἐκεῖ συναχθέντων, καὶ δημοσίᾳ τῆς κακίας ἐληλεγμένης, ὅσοι μὲν ὡμολογηκότες τὴν ἑαυτῶν ἐξωμόσαντο κακίαν, παρέμειναν ἔτι συγχωρηθέντες ὅπως ποτ' ἐκείνῳ τῷ ὄρει, ὅσοι δ' οὔ, πάντες ἐξώσθησαν ἄκοντές τε καὶ σὺν ἀκοσμίᾳ πάσῃ, πλὴν ἢ ὅσοι ἐλελήθεσαν σιωπῇ καλυφθέντες ὑπὸ τῶν συνειδότων. καὶ ἅμα κατόπιν ἐκ τῶν τοῦ ἁγίου ὄρους ἀνδρῶν ἐκείνων ἀνὰ πᾶσαν πόλιν καὶ νῆσον περιῄεσαν κήρυκες γράμματα ἐπαγόμενοι τήν τε μυσαρὰν αὐτῶν ἀνακαλύπτοντα αἵρεσιν καὶ τῆς αὐτῶν ἀφίστασθαι κελεύοντα ὁμιλίας καὶ κοινωνίας, δι' ὅσα τελοῦσιν ἄθεσμά τε καὶ ἔκφυλα καὶ πάσης ἀνοσιότητος πλήρη τερατουργήματα. πιστοῦνται μὲν οὖν αὐτῷ τὰ εἰρημένα τῇ τῶν Μασαλιανῶν αἱρέσει συνειλημμένῳ πρὸ πλείστων ἐτῶν· πιστοῦνται δ' ἔτι μᾶλλον καὶ ἅπερ ὑπὲρ ἑαυτοῦ τοῖς ἰδίοις προφέρειν ἐξάγεται χείλεσιν οὗτος, ὡς εἶναι λοιπὸν ἀναπόδραστον δίκτυον καὶ παγίδα στερρὰν κατὰ τὴν παροιμίαν τὰ ἴδια χείλη. ἰσχυρίζεται γὰρ εἶναι πάντῃ ψευδῆ ἃ κατὰ διαφόρους φαίνεται κατηγορούμενος τοὺς καιροὺς τὰ αὐτά, καὶ διατείνεται μᾶλλον ἐξ ἀντιθέσεως λέγων ὡς αὐτὸς 3.543 ἦν ὁ δημοσιεύσας καὶ θέατρον ἐξενηνοχὼς κατὰ τῶν ἐν τῷ Ἄθῳ τῷ ὄρει παρεισφθαρέντων ἐκ πολλοῦ Μασαλιανῶν, αὐτὸς ὁ ἐξελέγξας κατ' εἶδος ὅσα ἐκείνοις ἀθέμιτα λάθρᾳ τελεῖται· ἐνίους μὲν γὰρ ἁλῶναι αὐτῷ φησὶν ἐπ' αὐτοφώρῳ ταῖς ἰδίαις χερσὶ ῥιπτοῦντας ἐν κοπρώνι τὰς θείας τοῦ σωτῆρος εἰκόνας αὐτοῦ τε καὶ τῶν ἁγίων αὐτοῦ, ἐνίους δ' αὖθις καὶ πολλάκις ἕτερα τελοῦντας πῶς μὲν παραπλήσια πῶς δὲ μυσαρώτερά τε καὶ φρικωδέστερα, ὡς μηδὲ λέγειν καὶ γράφειν ἐνταῦθ' ἡμᾶς δύνασθαι διὰ τὸ τῆς ἀτοπίας ὑπερβάλλον. καὶ ταῦτα λέγων ἐπῆγεν οἱονεί τι συναγωγὸν ὑπενθύμημα, ὡς οὐκ ἂν ἐδημοσίευόν ποτ' ἐγὼ τὴν τοσαύτην κακίαν, εἰ ἐμαυτῷ συνειδέναι ἐνῆν μοι τοῖς τοιούτοις τῶν Μασαλιανῶν συνειλημμένῳ τε καὶ ὁμόλογα φθεγγομένῳ ἐγκλήμασι. ταῦτα δ' αὐτὸς ὑπὲρ ἑαυτοῦ προτεινόμενος, ἐπὶ τὰ ἐρρωμένα μᾶλλον τοῦ ψεύδους βαδίζειν ἑκὼν ἐξηλέγχετο, συλλογιζόμενος ἃ μὴ πέπραχεν ἀνθ' ὧν ἐπεπράχει, καὶ ἐλελήθει καθ' ἑαυτοῦ συρράπτων καὶ συσκευάζων οἷς αὐτὸς αὐτίκα περιστοιχίζεσθαι ἤμελλεν ἀφύκτοις καὶ ἰσχυροῖς δικτύοις. οἱ γὰρ κατηγοροῦντες αὐτοῦ τῶν τ' ἐπισκόπων καὶ πρεσβυτέρων τά τ' ἄλλα προύφερον εἰς ἀπόδειξιν τοῦ ψεύδεσθαι προδήλως αὐτόν, καὶ οὐχ ἥκιστα τὴν μακράν τε καὶ ἄρρηκτον τοῦ Σκορπίου φιλίαν, ὃν πολλαὶ μαρτυρίαι καὶ σφόδρα σα 3.544 φεῖς ἐκ πολλοῦ Μασαλιανὸν εἶναι κατεψηφίσαντό τε καὶ ἀεὶ καταψηφίζονται, πολὺ τὸ ἀναμφίλεκτον ἔχουσαι καὶ ἥκιστα νέφει συγκρύπτεσθαι δυνάμεναι πλάσματος 586
οὐδενός. τῷ γὰρ τὴν αὐτοῦ φιλίαν ἐξ ἀρχῆς ἀναπόσπαστα κεκτημένῳ καὶ οἷον ἐν τοῖς τῆς καρδίας θαλάμοις ἀγαλματοφοροῦντι, τίς ἄν ποτε πιστεύσειεν ἄλλους ἐλέγχειν ἐγκαυχωμένῳ, καὶ οὐ μάλα μᾶλλον συμμύστην ἐκείνοις εἶναι καὶ κοινωνὸν ἀεὶ καταψηφίζοιτο προφανῆ; τέτταρας δὴ οὖν ταύτας ξυνειλοχέναι τοῖς κατηγόροις προτάσεις, οὐκ ἄλλοθέν ποθεν ἀλλ' ἐξ ὧν αὐτὸς ὑπὲρ ἑαυτοῦ προήνεγκε, τέως γεγένηται, πρῶτον μὲν ὅτι μυσαρωτέραν καὶ αὐτὸς ἁπασῶν αἱρέσεων τὴν τῶν Μασαλιανῶν ἡγούμενος αἵρεσιν, ὡς φησὶ νῦν, καὶ συνειδὼς τῷ ὄρει τότε ἐπιπολάζουσαν, οὐκ ἀνεκάλυψεν οὔτε πρὸ τῶν ἄλλων οὔτε μετὰ τοὺς ἄλλους, οὔτε τότε οὔτε μετ' ὀλίγον εὐθύς, καὶ ταῦτα τῶν πολλῶν εἷς ὢν καὶ αὐτὸς οἷς συμπαρεῖναι τηνικαῦτα καὶ ἀκροᾶσθαι συνέβαινε. δεύτερον δὲ πῶς τότε μηδὲ συνηγορεῖν γοῦν βουληθεὶς τοῖς ὅπως ποτὲ ἀνακαλύψασιν ἄλλοις τοσαύτην κακίαν ἐκεῖ, ἀλλ' οὕτω μακραῖς ἐτῶν περιόδοις ὥσπερ τινὰ θησαυρὸν θαλαμεύων ἐν καρδίᾳ καὶ μέχρι νῦν περιθάλπων ἀνέκφορον τὴν κατ' εἶδος προαγωγὴν καὶ σαφήνειαν, ἔπειτα νῦν ἐκπομπεύειν ἐθέλει, τοῦ τοῖς ἐλέγχοις πάλαι προσήκοντος χρόνου στάντος ἐκ διαμέτρου, καταφυγὴν λεληθυῖαν οἰόμενος ἴσως θηρᾶσθαί τινα νῦν πρὸς ἀπαλλα 3.545 γήν. τρίτον δὲ πῶς πολὺν ἤδη χρόνον κατηγορούμενον τὸν Σκόρπιον ἐν ἀκμαῖς ἀεὶ πρακτικαῖς τῆς τοιαύτης αἱρέσεως εἶναι, καὶ πολλῶν ἐρχομένων γραμμάτων ἐκ τῶν τοῦ ὄρους τιμίων ἀνδρῶν προδήλως τὴν ἀρχαίαν καὶ μέχρι νῦν ἀνθοῦσαν ἐκείνου κακίαν ἐξελεγχόντων, αὐτὸς ἀεὶ περιέπων ἐγκαρτερεῖ, πρόμαχος ἄμαχος ἐκείνῳ γενόμενος καὶ στῦλος εἰπεῖν ἀδαμάντινος, καὶ θαμὰ βοῶν, καὶ γῆν ἀναμιγνὺς οὐρανῷ, καὶ κατὰ τοὺς μαινομένους τὸ τῆς γνώμης ἱστάμενον ἐλαυνόμενος καὶ πάντας ἀναθέματι μακρῷ παραπέμπων, οὐχ οἳ τούτοις ἐνέχονται τοῖς ἐγκλήμασιν, ἀλλ' οἳ τῷ Σκορπίῳ ἐνεχομένῳ προφέρειν ἥκιστ' ὀκνοῦσι. καὶ τέταρτον ὅτι καὶ μέχρι νῦν ὁρᾶν ἰσχυρίζεται τὸν μόνον ἀναλλοίωτόν τε καὶ ἄκτιστον θεόν, φῶς ἕτερόν τε καὶ ἄκτιστον ἐκ μεταβολῆς πρὸς τὸ ὑφειμένον γινόμενον αὐτῷ τρυφῶντι καὶ βλακευομένῳ. ταῦτα δὴ πάντα, καὶ εἴ τι τούτων ἐπέκεινα, προτάσεις τινὰς ἐκτιθέντες ἀναμφιβόλους ἀναμφισβήτητον ὡς εἰκὸς ἐπῆγον καὶ τὸ συμπέρασμα, λέγω δὴ τὸ Μασαλιανὸν ὑπάρχειν αὐτὸν ἐξ ἀρχῆς τε καὶ μέχρι τήμερον ἀναμφίλεκτον· εἶναι γὰρ ἀξίωμα τοῦτο πάλαι κυρωθὲν τοῖς τε θύραθεν καὶ ἡμετέροις τῶν διδασκάλων, ἐξ ἀληθῶν καὶ ἀναμφιλέκτων ὅρων καὶ προτάσεως ἀληθὲς ὁμοῦ καὶ ἀναντίρρητον ἐξ ἀνάγκης εἶναι καὶ τὸ συμπέρασμα. καὶ τάχ' ἂν ἐξωθεῖτο τῆς ἐπισκοπικῆς ἀξίας τότε, εἰ μὴ δειλίᾳ καὶ φόβῳ συσχεθεὶς αὐτὸς ὑπερβάλλοντι τὴν μὲν 3.546 τῶν δυοῖν βασιλέων εὐμένειαν δεήσεσί τε καὶ δάκρυσι πλείστοις ἐπ' ἀμφοῖν τοῖν καιροῖν ἐπορίζετο, τὴν δὲ τῶν ἀμφὶ τοὺς βασιλέας ἐπικουρίαν θωπείαις ἐξωνεῖτο καὶ ἀντιδόσεσι πολυτρόποις, ὡς εἶναι τοῦ λοιποῦ πρὸς τὰς βασιλικὰς καθάπαξ βουλήσεις αὐτὸν οὐ πάνυ σκληρὸν καὶ θρασύν, οὐδ' ἀντίτυπον ὡς τὸ πρότερον ἄλογόν τε καὶ ἀπροφάσιστον. Ἐγὼ δὲ μυρία καὶ μείζω τῶν εἰρημένων διεξιέναι ἔχων, ἃ τῆς σφῶν ἀτοπίας ἔλεγχον ἔχει σαφῆ, ἑκὼν παρίημι δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι ταῖς τοιαύταις ἐνδιατρίβειν κηλῖσιν ἐθισμὸν τῇ γλώττῃ προστρίβεται ἥκιστ' ἀνδράσιν ἐπιεικέσι προσήκοντα, ἑτέρου δ' ὅτι, ἃ τοῖς πολλοῖς ἐκ πολλοῦ πρόκειται γνώριμα, τούτων πειρᾶσθαι τὴν γνῶσιν τοῖς εἰδόσι παρέχειν ἀρτίως παρὰ τοσοῦτον τοῦ τέρπειν ἀφίσταται παρ' ὅσον καὶ τὸ πιστεύεσθαι πρόχειρον ἔχει. ἃ γὰρ παρόντα προῖκα καὶ πόνων δίχα τὴν γνῶσιν παρέχεται, τούτοις ἐπιπολάζειν ὡς τὰ πολλὰ παρέπεται καὶ τἀηδές, εἴ τις κατόπιν διδάσκειν πειρῷτο. ἃ δ' ὅμως βωμολοχοῦσι καὶ κατὰ τῶν ἐμῶν βίβλων ὑφαιρούμενοι λάθρᾳ, τίς ἂν καὶ αὐτὰ διεξιέναι καθ' ἕκαστα δύναιτο; καὶ ταῦτα δρῶσιν αὐτοῖς καὶ ὑφ' ἡμῶν ἐλεγχομένοις ἀεὶ αἰδώς τις οὐκ ἔπεισιν, ἀλλ' ὕβρις ὕβριν ἔτεκε καὶ ἀσέβεια χαλεπωτέραν ἀσέβειαν. "ἀπηναισχύντησας" γάρ φησιν ἡ γραφὴ τοῖς τοιούτοις· "ὄψις πόρνης ἐγένετό σοι." τί 3.547 νος οὖν ἂν οἱ τοιοῦτοι φείσαιντο καθ' ἡμῶν 587
λοιδορίας, τίνος δ' ἂν κατὰ τῶν ἐμῶν ἀπόσχοιντο βιβλίων ἀναισχυντίας, οἳ τὰ τοιαῦτα διηνεκῶς κατὰ τῶν ἱερῶν τολμῶντες ἁλίσκονται γραφῶν, ἅτε μαχομένων κἀκείνων τῇ σφῶν αἱρέσει πειρώμενοι. καὶ γὰρ κἀκείνους οἷον εἰπεῖν ἀπὸ δίφρου τυραννικῶς ἀμυνόμενοι διὰ ταῦτα, καὶ ὡς ἐν ἀθύρματος λόγῳ τιθέμενοι τὰ σεβάσμια, πάσαις ἀναίδην κατ' αὐτῶν ἐχρήσαντό τε καὶ χρῶνται βωμολοχίαις· καὶ διασπῶντες ἔνθεν κἀκεῖθεν οὐδὲν ἄμεινον διατίθενται ἢ ὥσπερ τὰς βάκχας ἀκούομεν κατὰ τοῦ Πενθέως μανείσας. ἀλλ' ἐκείναις μὲν ἀκούσιον πεπονθυίαις τὴν τῆς μανίας αἰσχύνην, καὶ τὸ ἀνεγκλήτοις εἶναί τε καὶ ἅμα οἴκτου τυγχάνειν ἴσως κατόπιν ἀκολουθεῖ, τοῦ ἀβουλήτου πρὸς ἑαυτό γε ἐφελκομένου τὰ τῶν ἀποβαινόντων ἐγκλήματα· τούτοις δ' ἑκουσίοις δρῶσιν ἃ τοῖς μαινομένοις ἁρμόττει, κόλασιν ἀνήκεστον ἐκκαλεῖται καὶ σφόδρα περίβλεπτον. κἀκείνων μὲν καὶ μάλα ἑκόντες ἐπιλανθάνονται ἄνθρωποι, μηδεμίαν οὐδένες ἐκεῖθεν ἀτέκμαρτον ὑφορώμενοι βλάβην· τούτων δὲ καὶ μάλα ἄκοντες μεμνῆσθαι ἅμα καὶ μισεῖν οἱ πλείους ἀναγκάζονται, τὸν ἐκείνων φυλαττόμενοι κίνδυνον καὶ πρὶν ἰέναι προαναστέλλοντες. καὶ γὰρ αὐτὰ δὴ ταῦτα καὶ κατὰ τῶν ἐμῶν ἔναγχος ἐπ' αὐτοφώρῳ βίβλων ἑάλωσαν ἐμπεπαρῳνηκότες οἱ ἀναιδεῖς, τὸ μὲν εὖ προσθήκῃ 3.548 τοῦ φ στοιχείου πρὸς τὸ φεῦ μεταστοιχειώσαντες, τὸ δὲ καλὸν αὖ ἑνὸς ἀλλοιώσει τοῦ λ στοιχείου μεταβεβληκότες εἰς τὸ κακὸν διὰ τῆς εἰς τὸ κ μεταβολῆς. καὶ πρός γε ἔτι τὴν περί πρόθεσιν, λέξιν οὖσαν ὅλην, παραξέσαντες καὶ πρὸς τὴν κατά μετενηνοχότες, ἀντὶ τοῦ περὶ τοῦ φωτός κατὰ τοῦ φωτός μεθηρμόσαντο, ἀθύρουσι παιδαρίοις προσόμοια δρῶντες, καὶ ταῦτα τῶν ἐλέγχων ἐν ὀφθαλμοῖς προκειμένων διὰ τῆς ὅλης ἐννοίας τοῦ λόγου καὶ τῶν ἐπιχειρημάτων ὁμοῦ καὶ ἐργασιῶν, καθ' ὅσον εἰκός, καὶ μάλιστα τῶν γραφικῶν, καὶ πάνθ' ὅσα τῷ λόγῳ πρόσεστι περὶ τοῦ τοιούτου φωτός. ἀλλὰ ταῦτα ποιοῦντες οὔτε βλάπτειν ἡμᾶς δύνανται, καὶ ἅμα τὴν σφετέραν καὶ ἄκοντες ὡς ἐπίπαν ὁμολογοῦσιν ἀσθένειαν μονονουχὶ βοῶντες, καὶ σφᾶς αὐτοὺς ἐκπομπεύοντες ὡς ἄλλως οὐκ ἔχοντες ἀντιβλέπειν πρὸς τὴν ἀλήθειαν. καὶ πάσχουσι παραπλήσια τῇ τοῦ Αἰσώπου καμήλῳ, ἣ δι' ἀσθένειαν ἔμφυτον κεράτων ἀμυντηρίων ἐπιθυμήσασα, καὶ τῶν ἰδίων ὤτων ἐστέρηται. καί μοι λοιπὸν οἴεσθαι ἔπεισιν, ὡς ξίφει τὴν ἐμὴν ἀφελεῖν κεφαλὴν καὶ τῆς παρούσης ἀπαλλάξαι ζωῆς ἐν βραχεῖ ἐφιέμενοι μὲν οὐ δυνάμενοι δέ, τἀμά, τὸν δεύτερον πλοῦν, ὑποκλέπτοντες, μαχαίραις ἀποξέουσί τε καὶ ἀπαλλάττουσι πρὸς τὸ σφίσι βουλόμενον, ἔστι δ' ὅτε καὶ βυθοῖς ἀφανισμῶν πρυτανεύουσιν ὅσον τὸ κατ' αὐτούς, εἰ καὶ ἄλλως, τῆς θείας ἀντιπραττούσης δεξιᾶς, καιρίαν τε ἐπλήγησαν πολ 3.549 λάκις καὶ ἀεὶ πλήττονται καὶ λύκοι μάτην κεχηνότες δείκνυνται κατὰ τὴν παροιμίαν. οὕτως ἀναίδειαν πᾶσαν ἐνδέδυνται καὶ ἦθος ἰταμὸν καὶ οὐδαμῇ ποτὲ ὑπισχνούμενον τὴν διόρθωσιν. δέον γὰρ αὐτοὺς καταδύεσθαι καὶ ἐρυθριᾶν, οἳ δὲ καὶ ἀναισχυντοῦσί γε, τὰ μείζω τε καὶ χαλεπώτερα κατὰ τῶν ἐμῶν, ὡς εἴρηται, νῦν τε δρῶντες καὶ δρᾶν ἀεὶ ἀπειλοῦντες ἔτι, μηδενὸς ἕνεκα πάντως ἑτέρου τῶν πάντων ἢ τοὺς ἐντεῦθεν ἐλέγχους ἀεὶ δεδιότες. ὡς ἀναγκάζεσθαι κἀμὲ παραινεῖν, οἷς μετιέναι ταύτας ἔπεισι φίλοις οὖσιν ἡμῶν μετὰ τὴν ἐμὴν τελευτήν, ζητεῖν καὶ παρατιθέναι τὰς τέως αὐτοῖς ἀνὰ χεῖρας ἑτέραις ὁμοίαις καὶ ὁμοίως ὑφ' ἡμετέρων μετεγγραφείσαις ὀρθῶς φοιτητῶν, καὶ συνορᾶν οὑτωσὶ τἀληθές. τὸ γὰρ τοιοῦτον ἔγωγε δέος προκαθιστὰς καὶ πόρρωθεν προανασοβῶν, πολλαπλασίαις αὐτὰ διαφόρων μετεγγραφαῖς ἐδεδώκειν χειρῶν γράφειν ὀρθῶς ἠσκημένων, ἃ μὲν οἰκείοις ἀναλώμασιν, ἃ δὲ φίλοις αἰτησαμένοις εἰς πλοῦτον, φάναι κατ' αὐτούς, ἱερόν τε καὶ ἄσυλον. Ἀλλ' ἐν τοιούτοις ἀσχολουμένῳ τε καὶ μοχθοῦντι τῷ Παλαμᾷ τὸ τοῦ βίου πέρας ἐπῄει μάλα πικρόν τι καὶ αἴσχιστον· τῷ γὰρ συνήθει περιπετὴς γεγονὼς ἰλεῷ, τῆς ἀνατροπῆς δηλαδὴ τῶν ἐν τῇ κοιλίᾳ σιτίων ἄνω διὰ τοῦ στόματος, καὶ πρός γε μανιώδει φρενίτιδι, βιαίως οὕτω καὶ λίαν πικρῶς ἀπερράγη 588
τοῦ ζῆν. κἄπειτα οἱ αἱρεσιῶται καὶ οἱ 3.550 μάλιστα γνήσιοι καὶ οἰκότριβες, τῷ τε φιλοδοξοῦντι καθελκόμενοι τῆς γνώμης καὶ ἅμα τὸ αἴσχιστον τῆς τελευτῆς καλύπτειν σπεύδοντες, ἀντίπαλον τῷ συμβάντι φήμην ἀνὰ τὴν πόλιν Θεσσαλονίκην ἐξήνεγκάν τε καὶ περιήνεγκαν, ὡς ἰῷτο νοσήματα καὶ θεραπεύοι πυρέττοντας καὶ φυγαδεύοι πληγάς, καὶ τοιαῦτα ἄττα ἀλλοπρόσαλλά τε καὶ ἔκφυλα, ὡς ἂν τῷ τερατώδει τῆς φήμης ἀντιπερισπάσαιέν τε πρὸς τὸ τῆς ἐκπλήξεως μάλα καινότερον τὴν ἀκοήν, καὶ ἀπασχολήσαιεν πόρρω κομιδῇ τἀληθοῦς καὶ ὅποι τὸ τῆς φήμης φέροι πλανώμενον. ἀλλὰ πάντα δὴ τὰ τοιαδὶ φροῦδά τε καὶ ἀνεμιαῖα τῷ τοῦ χρόνου βαδίζοντι ἐξηλέγχοντο· οὐ γὰρ τοῖς οὕτω προδήλοις τῶν ψευδῶν ἡ ἀλήθεια θωπεύεσθαι εἴωθεν· ἀλλ' ὁ χρόνος ἀνιχνεύων ἅπανθ' ὡς εἰκὸς ἔπεισί τε καὶ ἐπιτίθεται ἄλλοτ' ἄλλως, καθάπερ ἐν δίφροις ἡνιοστροφῶν, τὰ τῶν λεγομένων τε καὶ πραττομένων πέρατα, καὶ παρὰ πᾶσαν δόκησιν ἄλλοτ' ἄλλως ἐν τῇ τοῦ βίου θαλάσσῃ στρέφων ἑκάστῳ τοῦ σκάφους τοὺς οἴακας· καὶ οἷς ξυμπέπτωκεν ἄλλως ἐν ἄλλοις προσκροῦσαι θεῷ καιροῖς τε καὶ τόποις καὶ πράγμασι, τούτοις ἄλλως ἐν ἄλλαις πραγμάτων τύχαις ἐπιφέρει τὴν δίκην. ὅμως οἱ τῆς Παλαμικῆς αἱρέσεως θιασῶται τὸ τῆς τελευτῆς, ὡς εἴρηται, αἴσχιστον κρύπτειν ὡς δύναμις ἐπειγόμενοι, συχνὰ παρεῖχον ἀργύρια τῶν ἐν ταῖς ἀγυιαῖς ἐρριμμένων πενήτων ἐνίοις, ὡς τὰ ἐκεῖθεν ἡμῖν ἀφικνούμενα δεδήλωκε γράμματα, καὶ ἅμα προσιέναι τε ἔπειθον τῷ Παλα 3.551 μικῷ τάφῳ καὶ ὀνείρους ἐπιφημίζειν τερατώδεις τινὰς καὶ λίαν ἐφ' οἷς ἐμισθοῦντο συνᾴδοντας. ἃ δ' οἱ ἐκεῖθεν εἰς Βυζάντιον ἀφικνούμενοι συχνότερον ἄνδρες ἄλλοτ' ἄλλοι διηγοῦντο, καὶ ἅμα τὰ ἑτέροις ἕτερα τῶν γραμμάτων, ἦσαν τοιάδε. μετὰ γὰρ τὸ λάθρᾳ τῶν ἡμετέρων, φασίν, ἐνίας ὑφελέσθαι βίβλους οἱ ἐν Βυζαντίῳ τῆς φάλαγγος ὄντες ἐκείνου, ἐπεὶ μὴ ἐδύναντο ἀντιλέγειν, ὡς εἴρηται, πρὸς τὴν συκίνην ἐπικουρίαν ἐξ ἀνάγκης τὸν δεύτερον ἔβλεψαν πλοῦν, καὶ τῷ Παλαμᾷ ἐς Θεσσαλονίκην αὐτὰ ἐπεπόμφεισαν, εἰς ἀμύνης τόλμαν αὐτὸν ἐρεθίζοντες, παραπλήσια δρῶντες οἷς ἀκατίῳ βραχεῖ μεγάλης ὁλκάδος ἐπισωρεύσασι φόρτον ἐς ὑποβρυχίους πυθμένας ὠθεῖν εὐθὺς ἐξεγένετο. τῇ γὰρ εἰθισμένῃ τῆς γνώμης φιλοδοξίᾳ καὶ νῦν ὁ Παλαμᾶς τὸ τῆς γλώττης χαριζόμενος βλασφημούμενον, καὶ ἅμα γλυκείας τινὸς παραγεύων ἐλπίδος οἷς τὸν αἱρεσιώτην δῆμον πληροῦν τηνικαῦτα ξυνέπιπτεν, οὔτ' ἀπηγόρευσεν οὔτ' ἀνεβάλετο, ἀλλ' εἰς μεῖζον μακρῷ τῆς σφετέρας δυνάμεως ἐμβεβληκὼς ἑαυτὸν ἀγώνισμα πέπονθε κατάρας ἄξια μακρᾶς, καὶ ὅσα λέγειν ἡμεῖς αἰδούμεθα τήμερον, μή τις ἡμᾶς τῷ πεπονθότι χαίρειν ὑποπτεύσειε, τοῦ ἤθους ἡμῶν ὁποῖός τις ἂν εἴη πάντῃ διεστηκὼς καὶ καταψευδόμενος. τῷ γὰρ ἀγῶνι τουτωὶ συνδιημερεύων καὶ νύκτας ὅλας ἀγρύπνους διατελῶν, ὡς φασίν, 3.552 ἔλαθε, πρὶν ὁτιοῦν ἀπόνασθαι τῆς σπουδῆς, φρενίτιδι καὶ μανίᾳ κάτοχος, ὡς εἴρηται, γεγονὼς διὰ ξηρότητος ὑπερβολὴν ἐγκεφάλου. καὶ τὰ ἑξῆς λεγόντων ὁμοῦ καὶ γραφόντων ἑτέρων ἔστιν ἀκούειν. οὐ γὰρ ὀνειδίζοντες μεμνήμεθα τῶν τοιούτων ἡμεῖς νῦν· ἴσμεν γὰρ ὡς πονηροῖς τε καὶ ἀγαθοῖς ἐπ' ἴσης ἔπεισι τὰ τοιαδί, οἷς μόνος οἶδε κρίμασι κύριος· ἀλλὰ τῶν τῆς ἱστορίας ἐγκειμένων νομίμων καὶ καθ' ἕκαστα ζητούντων ἅπαντα, μετρίως ἡμεῖς καὶ τῶν τοιούτων ἁπτόμεθα. ἃ πλατύτερον ἕτεροι διεξιέναι ἥκιστ' ὀκνοῦσιν· ἀλλ' ἐκείνῳ τὴν αἰτίαν σαφῶς τῷ δαίμονι παραπέμπουσιν, ᾧ πονηρῷ γενομένῳ διὰ βουλήσεως μοχθηρίαν καθάπερ τις ἐφεῖται κλῆρος ἀΐδιος, τῶν ἀλλοτ' ἄλλως φυομένων τε καὶ ἐπιφυομένων κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἡγεῖσθαί τε αἱρέσεων καὶ πάντα δρᾶν τὰ χαλεπώτατα κατ' ἐξουσίαν, καὶ ἅμα ἐρεθίζειν ἔς γε τὸ πλάττειν ἁγίους αὐθημερόν, καὶ ταῦτ' ἐκείνους οἳ τὴν τῆς λατρείας ἡγεμονίαν ἐκείνῳ τε ἐκδεδώκασι, καὶ ἅπας αὐτοὺς καὶ βίος καὶ λόγος καὶ πρᾶξις τοῦ τῶν ὀρθοδόξων πάλαι διέγραψέ τε καὶ περιεῖλε χοροῦ, ἵνα μὴ ὁπόσοις λέγω καὶ ὑφ' ὅσων τῶν πατριαρχῶν τε καὶ ἐπισκόπων φυομένης ἤδη τῆς αἱρέσεως ἀναθέμασιν ἐμπεσόντες 589
τῷ αἰωνίῳ πυρὶ παρεπέμφθησαν. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, ἐγὼ δ' ἐκεῖνο ἐπαναλήψομαι νῦν. οἱ γὰρ τὸ Γαλατώνυμον ἔχοντες φρούριον, 3.553 ἐξότου βραχείας ἐκείνης ἐξ ἀλόγου φορᾶς καὶ παραδόξου τύχης ἐδράξαντο ἀφορμῆς, τῆς τε δηλαδὴ τῶν δυοῖν Ἀνδρονίκων τῶν βασιλέων διαστάσεως, μᾶλλον δ' ἀποστασίας τοῦ νέου πρὸς τὸν οἰκεῖον πάππον, καὶ αὖ τῆς δευτέρας, ἣν τεθνηκότων ἐκείνων κατὰ τοῦ νέου βασιλέως καὶ τῆς τοῦ νέου μητρὸς ὁ Καντακουζηνὸς κεκίνηκεν, παντοδαποῖς καὶ ποικίλοις δόλοις ἐκείνους μὲν πρότερον, τούτους δ' ὕστερον, ἐπαγγελίαις τε ἄλλοτ' ἄλλαις περιιόντες, ὁποῖαι καὶ ὅσαι τοῖς τοιούτοις ἥρμοττον καιροῖς, βουλαῖς δηλαδὴ καὶ χρήμασιν ἀφθονωτέροις καὶ συμμαχίαις ὁπλιτικαῖς καὶ τοιούτοις δή τισιν (ἐῶ γὰρ λέγειν καὶ οἵας ἐπὶ τούτοις λεληθότως δῆθεν ὑπέφαινον τὰς ἀπειλὰς καθ' ὧν ἡ πειθὼ χώραν ἐνίοτε ῥᾳδίαν οὐχ εὕρισκε), καὶ νῦν μὲν θατέρῳ προστιθέμενοι μέρει καὶ πρὸς θάτερον αὖθις ταλαντευόμενοι, καὶ ἀεὶ θάτερον παρὰ θάτερον ἀμοιβαδὸν ἐξαπατῶντες, πῶς μὲν ἑκοντὶ πῶς δ' οὐ μάλα ἑκοντί, τῆς τοῦ καιροῦ περιστάσεως πόρρω τοῦ δέοντος ἐλαυνούσης τὸν δρόμον τῶν ἀνηκόντων λόγων καὶ πράξεων, ἔλαθον τοὺς οἰκείους ὅρους ἐκ πάνυ τι εὐτελοῦς τε καὶ χαμαιζήλου περιοχῆς ἐκτείναντές τε καὶ ὀχυρώσαντες πρῶτον μὲν ξυλίνοις τισὶ θριγκοῖς καὶ τάφροις βαθείαις, ἔπειτα τείχεσιν ὑψηλοῖς τε καὶ ὀχυροῖς καὶ δυσανταγωνίστοις. ἐντεῦθεν ὁρμώμενοι τοὺς τῆς οἰκείας πλεονεξίας ὅρους κατὰ χώραν μένειν ἐᾶν οὐδαμῇ γε ἐγνώκεσαν, ἀλλ' ἐφ' ἑτέροις 3.554 ἕτερα ἐπενόουν καὶ προσετίθεσαν ξένα τε καὶ ὑπέρογκα. ὅθεν καὶ τῆς τρίτης ταυτησὶ λοιπὸν ἀφορμῆς δραξάμενοι, τῆς τοῦ Καντακουζηνοῦ φημὶ πρὸς Παλαιολόγον τὸν νέον περὶ μοναρχίας ἔριδος, τῷ νέῳ προσεληλύθεσαν ἐξορίστῳ τέως εἰπεῖν, Τενέδῳ τηνικαῦτα τῇ νήσῳ ἐνδιατρίβοντι. καὶ ὅρκοις προκαταδήσαντές τε καὶ γράμματα πρὸς ἅπαν ἐκεῖθεν τὸ βουλόμενον εἰληφότες, λάθρᾳ ἐπέραινον ἐφ' οἷς ἐμισθώθησαν τοῦ λοιποῦ προθυμίᾳ πάσῃ ψυχῆς καὶ ὅπλοις καὶ χρήμασιν ἀφειδοῦσιν. οὐ μόνον δὲ ἀλλὰ καὶ Λατῖνος ἕτερος σφίσιν ὁμόφυλός τε καὶ ὁμογνώμων, μίαν ἔχων τριήρη καὶ βίον πειρατικὸν μετιών, κἀκ τοιούτων πόρων πλουτῶν, ὥσπερ ἑρμαίῳ χρησάμενος καὶ αὐτὸς τῷ καιρῷ, ταῖς ὁμοίαις ἐπαγγελίαις τὴν γνώμην καὶ αὐτὸς χειροῦται τοῦ βασιλέως, Τενέδῳ τῇ νήσῳ προσσχών. ὅθεν καὶ μοναρχήσαντος τοῦ νέου τουτουῒ βασιλέως ἐντελῆ τὰ ὑπεσχημένα ἑκάτεροι ἀπειλήφεσαν, οἳ μὲν τὸν τοῦ φρουρίου περίβολον εἰς μῆκος καὶ πλάτος ὅσον πλεῖστον ἐξῆν ηὐξήκοτες πρός τε δύσιν καὶ ἄρκτον καὶ ἑώαν, ὃ δὲ γαμβρὸς ἐπ' ἀδελφῆ τῷ βασιλεῖ καταστὰς καὶ ἅμα Λέσβον τὴν νῆσον εἰς προῖκα λαβών. Τοιαῦτα καὶ οὕτω πολύτροπα διὰ βιαίας ἀνάγκας καὶ τύχας τοὺς ταλαιπώρους Βυζαντίους μᾶλλον δ' ὁμοῦ Ῥωμαίους ἅπαντας κατειλήφεσαν τὰ δεινά, ὥσπερ πηγῆς ἐξερ 3.555 ρυηκότα καὶ ἀποβλύσαντα θολερᾶς καὶ πικρᾶς τῆς τῶν τότε ἀρχόντων τυραννίδος, ἥν τε κατὰ τῆς βασιλείας καὶ ἣν κατὰ τῶν θείων δογμάτων ἐπήνεγκαν, χειμῶνα καὶ διωγμὸν τὸν βαρύτατον ἐγείραντες κατὰ παντὸς ἀγαθοῦ· δι' ὃν καὶ θεός, οἶμαι, τὴν ἑαυτοῦ συνέστειλε πρόνοιαν. κἀντεῦθεν ἅπαν μὲν παιδείας ἐξελήλαται εἶδος καὶ ἀντέστραπται πρὸς τοὐναντίον ἀρετὴ καὶ εἴ τις ἔπαινος ἀγαθοῦ· καὶ ἐπεπόλασε κατὰ πάντων σχεδὸν Ῥωμαίων, ὅσοι τῆς νέας εἰσὶ πολιτείας, ἤθη καινὰ καὶ ἀλλόκοτα καὶ οὐδαμῇ τῆς πρὶν βασιλικῆς ἐκείνης καὶ πολιτικῆς συνέσεως καὶ παιδείας καὶ εὐταξίας. τί δ' ἄν τις φαίη καὶ περὶ τῶν ἐνδυμάτων, ὅσα κἀν τούτοις παρηνομήθη, καὶ ὅπως ἐκτετόπισται τοῦ γνωρίμου τε καὶ συνήθους πολιτεία, ὡς μηδὲ γινώσκεσθαι ἔτι ὅστις Ῥωμαίων καὶ ὅστις τῶν ἄλλως ἐχόντων γενῶν· οὔτε γὰρ Περσική τις ἄκρατος ἡ στολὴ γέγονεν ἤδη Ῥωμαίοις, οὔτε Λατινικὴ τελέως, οὔτε μήν τις Γοτθικὴ καθάπαξ, οὔτε εἴ τις Τριβαλλῶν καὶ ἅμα Μυσῶν καὶ Παιόνων· ἀλλ' ἐκ πασῶν τὸ διὰ πασῶν εἰπεῖν τῆς μουσικῆς ἐκείνης ἁρμονίας καὶ ἀρετῆς ἐπὶ τῶν ἡμετέρων ἀντέστραπται χρόνων ἐς ἅπαν τοὐναντίον μῖγμα καὶ συμφόρημα· καὶ ὁρῶμεν τῶν ἱερῶν περιβόλων εἴσω τοὺς 590
τῶν φίλων παῖδας τὴν μὲν κεφαλὴν ἐοικότας Λατίνοις, τὸ δὲ σῶμα πᾶν περσικῶς τε καὶ μηδικῶς ἐσταλμένον, καὶ τοὐναντίον ἐς τὴν ὑστεραίαν τοὺς αὐτοὺς νῦν μὲν ἄλλως νῦν δ' ἄλλως νῦν 3.556 δ' οὐδετέρως, τρόπον δέ τινα τερατωδέστερον καὶ ἀλλόκοτον κατὰ τὴν ἑκάστων ἀδέσποτον βούλησιν, οἶμαι, τοῦ θεοῦ συγκεχωρηκότος εἰς τοῦτο κακίας ῥαγῆναι Ῥωμαίους ὥστε τὸν ἔνδον τῆς ψυχῆς χειμῶνα καὶ τὴν περὶ τὰ θεῖα τῆς ἐκκλησίας δόγματα ποικίλην ζάλην καὶ ἀστασίαν διὰ τῶν ἔξω τοιούτων σχημάτων δηλοῦσθαι, καὶ σφῶν αὐτῶν αὐτοὺς αὐτόθεν εἶναι κατηγόρους, ἐκ πρώτης εὐθὺς ὄψεώς τε καὶ ἐντυχίας. καὶ ὥσπερ ἐπὶ θαλάττης, ἐπειδὰν τῶν σφετέρων ἀγκυρῶν ὀρφανισθεῖσα ναῦς ἐξωσθῇ πρὸς τὸ πέλαγος, μυρίας καὶ ἀτεκμάρτους ἀντλεῖ τὰς πλάνας καὶ τοὺς κινδύνους, οὕτω κἀνταῦθα ἑνὸς ἀτόπου δοθέντος, μυρία τὰ ἄτοπα ἠκολούθησε, πρῶτον μὲν ἡ τῶν μεγίστων ἐκ παλαιοῦ καὶ περιβλέπτων παλατίων καὶ ὅσοι τῶν τούτοις παραπλησίως ἐνδόξων οἴκων καθαίρεσις, καὶ ἅμα ἡ τῶν κιόνων καὶ τῶν ἐπιπέδων καὶ ποικίλων καὶ θαυμασίων μαρμάρων πιπρασκομένων διηνεκὴς πρὸς τὸ Γαλατώνυμον φρούριον ἀπαγωγή, καὶ ἡ τῆς ἐντεῦθεν χάριτος ἐκεῖσε μετάθεσις, καὶ ὅσα κόσμον παρεῖχε τῇ μεγίστῃ ταύτῃ τῶν πόλεων καὶ περιβόητον τὴν λαμπρότητα· εἶτα τῶν ἱερῶν καὶ θείων νεῶν ὁπόσοι μεῖζον πολλῷ τῆς τῶν οἴκων ἐκείνων περιφανείας παρεῖχον τῇ πόλει τὸ κλέος. Τοῦ δ' ἦρος ἀρχομένου ὁ τῶν Τριβαλλῶν ἀρχηγὸς ἐτεθνήκει Κράλης Σερβίας, καὶ θόρυβον ἔσχε καὶ ζάλην ἐντεῦ 3.557 θεν ἐκεῖ τὰ πράγματα τῷ νέῳ τῆς ἀρχῆς διαδόχῳ, οὐ μόνον ἐκ τῶν τῆς χώρας ἐπιτρόπων αὐτοῦ καὶ τῶν πόλεων, ἀλλὰ καὶ Νικηφόρος ὁ κόντου Κεφαλληνίας υἱός, ὃν ὁ λόγος ἄνω που δέδειχε γαμβρὸν ἐπὶ θυγατρὶ καταστάντα καὶ συμπαρομαρτοῦντα τῷ βασιλεῖ Καντακουζηνῷ πρὶν ἢ βασιλείας δράξασθαι, ἔδραμεν εὐθὺς πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλούς· καὶ συλλήπτορας εἰληφὼς ἐκείνους, καὶ ἅμα τὸν τηνικαῦτα τῶν ἐκεῖ χωρῶν τε καὶ πόλεων ἀρχηγὸν Σίμωνα τὸν ἐπ' ἀδελφῇ μὲν γαμβρόν, υἱὸν δὲ τοῦ τεθνηκότος Κράλη Σερβίας, ἐπέθετο ταῖς ἄχρι τόθ' ὑπηκόοις τῷ Κράλη πόλεσι τῆς Θετταλίας, προσκαλουμένας μὲν αὐτὸν ἐκ πολλοῦ, νῦν δὲ καὶ προσχωρούσας ἑκοντί. καὶ παρεστήσατο τοῦτον τὸν τρόπον οὐκ ὀλίγην ἀρχήν, προσερρυηκότων τέως εἰς συμμαχίαν καὶ τῶν γειτόνων αὐταῖς Ἀλβανῶν καὶ Ἰλλυριῶν. Κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκεν ἐκ Μυσῶν τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ, τῷ τοῦ βασιλέως Ἰωάννου τοῦ Παλαιολόγου παιδί, νύμφη Μαρία ἡ τοῦ βασιλέως Μυσῶν Ἀλεξάνδρου θυγάτηρ, τὸν ἔνατον ἄρτι τῆς ἡλικίας ἀμείβοντι χρόνον ὁμῆλιξ οὖσα καὶ αὕτη σχεδόν. εἵπετο δ' ἐκεῖθεν εὐθὺς καὶ Εἰρήνη ἡ τοῦ βασιλέως αὐτοῦ Ἰωάννου τοῦ Παλαιολόγου ἀδελφή, πάλαι μὲν νύμφη πεμφθεῖσα τῷ τοῦ ῥηθέντος Ἀλεξάνδρου παιδί, χηρεύσασα δὲ μετὰ παραδρομὴν ἐνιαυτῶν ἄπαις· ἣ δὴ καὶ διῆγεν ἐκεῖ τὸν βίον ἑξῆς ἄχρι καὶ τήμε 3.558 ρον. ἑνὸς μὲν οὖν ἦσαν τέκνα πατρός, Ἀλεξάνδρου δηλαδὴ τοῦ τῶν Μυσῶνβασιλέως, ὅ τε συζυγεὶς αὐτῇ πρότερον καὶ ἡ νῦν ἐκεῖθεν ἐλθοῦσα νύμφη τῷ ἀδελφιδῷ αὐτῆς Ἀνδρονίκῳ, μητρῶν δὲ δυοῖν· ζῶσαν γὰρ τὴν προτέραν ἐξώσας σύζυγον Ἀλέξανδρος ἀντεισήγαγεν ἄλλην ἐξ Ἰουδαίων, ἄρτι προσαγαγὼν τῷ θείῳ ταύτην αὐτὸς βαπτίσματι, τοῦ κάλλους αὐτῆς, ὡς φασίν, ἐρασθείς. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα· τοῦ δὲ θέρους ἀρχομένου συνεπεπτώκει τῶν υἱέων ἕνα τοῦ τῆς Βιθυνίας σατράπου Ὑρκανοῦ πειραταῖς ἁλῶναι, συμβὰν οὑτωσί, προσδοκίας ἁπάσης ἐπέκεινα, οἶμαι, τοῦ θεοῦ συγκεχωρηκότος, ἵνα μικρόν τι ἀναπεπνευκέναι Ῥωμαίοις ἐγγένηται, καὶ μὴ τῇ τῶν πολυετῶν κακῶν ἀπειρηκέναι συνεχείᾳ. γέγονε δὲ οὑτωσίν. ἔστι μετὰ τὸν Εὐξείνου πόντου αὐχένα θάλασσά τις βραχεῖα, μέτριον ἔχουσα τό τε μῆκος καὶ πλάτος, καὶ οἷον εἰπεῖν ἑκατέρῳ ἑκάτερον ἰσομέτρητον, μήκει πλάτος καὶ πλάτει μῆκος. ταύτης παρὰ τὰ εὐώνυμα καὶ πρὸς ἕω πλευρὰ κατιὸν ἐκ γῆς ἐπίμηκες ἀκρωτήριον δίεισι μέχρι μέσης σχεδὸν αὐτῆς, ὥσπερ εἴς τινα σκέλη δύο μερίζον ἣν τέμνει θάλασσαν 591
καὶ διαιροῦν ἐφ' ἑκάτερα, καὶ γινόμενον μὲν αὐτὸ καθάπερ ἰσθμὸς τοὺς ἑκατέρωθεν κλύδωνας ἀνακόπτον καὶ θραῦον, ποιοῦν δ' ἐκεῖνα καθάπερ δύο πορθμούς, καὶ τὴν αὐτὴν ἑκατέρωθεν ἀνὰ μέρος ἀμφοῖν ἐκείνοις ἐν ταυτῷ παρεχόμενον χρείαν· ἅπερ τοῖς ἐγ 3.559 χωρίοις κόλποι δυσὶν ὀνόμασιν διαφόροις εἰς εὐσύνοπτον σύνεσιν τοῖς ἀκούουσιν ὀνομάζονται, ὁ μὲν Δασκέλιος, ὁ δ' Ἀστακηνός. τὸ δὴ τοιοῦτον μέρος τῆς Βιθυνίας εἰς κλῆρον πρὸς τοῦ πατρὸς Ὑρκανοῦ λαβὼν ὁ μετὰ τὸν πρεσβύτερον καθ' ἡλικίαν τρίτος τῶν παίδων νῦν μὲν θαλάσσης πόρρω που τὰς διατριβὰς ἐποιεῖτο νῦν δ' ἐγγυτέρω κατ' ἐξουσίαν αὐτόνομον. τὰς γοῦν θερινὰς ἐκείνας τοῦ ἡλίου φλόγας ἀποσειόμενος τηνικαῦτα, μίαν τῶν ἐκεῖ που περὶ δίκτυά τε καὶ ἰχθύων ἄγραν ἀσχολουμένων ἁλιάδων προσκαλεσάμενος, εἰσῄει τε καὶ ἠρέμα παρέπλει τὸ ἀκρωτήριον ἐκ θαλάττης εἰς θάλατταν, οἵας δηποτοῦν ἀναψύξεως ἕνεκα. ἔτυχε δ' ἐν ταὐτῷ παρὰ τὰς ἐκεῖ που συνηρεφεῖς καὶ κατασκίους τοῖς δένδροις ἀκτὰς ἐλλοχῶσα πειρατική τις μονήρης, εἰωθυῖα κατ' ἄλλοτ' ἄλλους τόπους τῆς βαρβαρικῆς ἐκείνης παραλίου καὶ Ἀσιάτιδος γῆς τοῦτο ποιεῖν, κἀκ τῶν ἐκεῖθεν λαφύρων Περσικὰ κερδαίνειν ἐξ ἀδήλων χρήματα, κἀξ ἀλλοφύλων αἰχμαλώτων ἰδίαν πορίζεσθαι βίου διάρκειαν. αὕτη τοίνυν ἐξαίφνης ἐπεισπεσοῦσα τῇ ἁλιάδι ἐκείνῃ κατά τινα τύχην ἀδόκητον εἰσεπήδησέ τε καὶ εἷλεν, οὐκ ἄνευ μὲν τραυμάτων, εἷλε δ' οὖν. καὶ γέγονεν αὐτῇ τὸ κατὰ τύχην ἀνέλπιστον πάρεργον μεῖζον ἔργου παντὸς καὶ πολυετοῦς. διὸ καὶ μαθοῦσα τὸ τῆς ἄγρας πολύτιμον ᾤχετο παραχρῆμα παρὰ τὴν Φώκαιαν οἴκαδε ἀπιοῦσα, πόλιν Ἑλληνίδα μὲν τὸ ἀρχαῖον, νῦν δὲ βαρβάροις διδοῦσαν φόρους ὑπὲρ ἀφόβου καὶ ἀκινδύνου βίου τινός. κεῖ 3.560 ται γὰρ ἐν ἄκρᾳ κόλπου τινὸς θαλαττίου, μέχρι πλείστου τῆς Αἰολίδος γῆς προϊόντος, καὶ τῶν ὁρίων ἤδη σχεδὸν τῆς τῶν Λυδῶν παραψαύοντος χώρας. ταύτης ἐπιτροπεύει τῆς πόλεως, ὃν ἂν ὁ Ῥωμαίων ἕλοιτο βασιλεὺς καὶ ὃν ἐκ Βυζαντίων ἐκεῖσε πέμψειε, καθ' ὃν ἂν καὶ ἐφ' ὅσον κυρώσειε χρόνον. τὸ δὴ τοιοῦτον μαθόντι τῷ τοῦ ἑαλωκότος πατρὶ Ὑρκανῷ οὐ μάλα τι ἀνεκτὸν ἐνομίσθη, ἀλλ' οἰκείου θανάτου μηδὲ βραχύ τι ἀπεοικός, ὅτι τὸν υἱὸν ἐζημίωται μέν, ὑφ' ὧν δ' οὐκ ᾐσθάνετο· εἰκασμοῖς γάρ τισι καὶ στοχασμοῖς διαφόροις μερίζων τοὺς λογισμούς, μετέωρον παρεῖχεν ἀκοὴν τοῖς ἄλλοτ' ἄλλα θρυλλοῦσι μέχρι πολλοῦ. ὀψὲ δὲ Φωκαέας εἶναι πεπυσμένος τοὺς τὸν υἱὸν ἁρπάσαντας πειρατάς, καὶ τούτους Ῥωμαίους μέν, ἐκ δ' ἀλλοδαπῆς τινὸς καὶ μιξοβαρβάρου τῆς χώρας, καὶ μήτ' ἐκ θαλάττης ἔχων μήτ' ἐξ ἠπείρου τοὺς τὸν υἱὸν κεκτημένους ἀμύνασθαι, πρὸς μόνον ἔβλεψε τὸν βασιλέα, καὶ τούτῳ παρέχειν ὅλον ἑαυτὸν ἀσμένως ὑπισχνεῖτο φίλον τε ἀκραιφνῆ καὶ πρόθυμον ὑπηρέτην πρὸς ἅπαν τὸ κελευόμενον, καὶ χρημάτων ἄφθονον παροχέα τῶν ἀνηκόντων εἰς χρείαν, εἰ μόνον εὕροι λύσιν τοῦ δεινοῦ καὶ ζῶντα τὴν ταχίστην λάβοι τὸν παῖδα. μετεώρου γε μὴν τῆς τοιαύτης οὔσης ἀσχολίας, τεθνάναι τέως συνέβη καὶ τὸν πρεσβύτερον τῶν Ὑρκανοῦ παίδων, ὃν καὶ διάδοχον ἐταμίευεν ἑαυτοῦ καὶ 3.561 τῶν κατ' αὐτὸν μειζόνων τῆς σατραπείας πραγμάτων· ὃ καὶ μάλα μᾶλλον εἰς μείζους τε ἐξέκαυσε θρήνους Ὑρκανόν, καὶ ἅμα πρὸς θερμοτέρας ζητήσεις τοῦ ζῶντος ἔτι παιδὸς ἐν δεσμοῖς. διὸ καὶ πέμπων διηνεκῶς οὐκ ἔληγε τοὺς διαναστήσοντας βασιλέα καὶ πρὸς τοὖργον σπουδαιότερον καταστήσοντας, χρήματά τε ἐπὶ τούτοις ἃ μὲν οἴκοθεν ἐδίδου, ἃ δ' ἠφίει τῶν πρὶν ὀφλημάτων εἰς ἀναλωμάτων χρείαν, ὅσα ἱκανὰ τριήρεις πληρῶσαι καὶ ὁπλίσαι κατὰ Φωκέων. καὶ ἅμα προσετίθει καὶ ἐπηγγέλλετο ἔτι καὶ δέσμιον δώσειν αὐτῷ τὴν ταχίστην Ματθαῖον τὸν τῆς αὐτοῦ βασιλείας ἐχθρὸν καὶ πολέμιον, καὶ μακρῶν ἐν βραχεῖ θορύβων αὐτὸν ἀπαλλάξαι. καὶ δὴ πρῶτον μὲν ὁ βασιλεὺς τῷ τῶν Φωκέων ἐπιτροπεύοντι πρέσβεις ἔπεμπεν ὑπὲρ τούτου· ὃ δ' ἐπαρθεὶς τῷ εὐτυχήματι λόγους ὑπέρφρονας ἀντέπεμπε, καὶ ᾔτει χρήματα καὶ ἀξιωμάτων ὄγκους ὑπὲρ τὴν ἑαυτοῦ τύχην. ἐπεὶ δὲ δὶς καὶ τρὶς καὶ πολλάκις τῆς τοιαύτης δοκιμασθείσης πείρας αὐτός τε καὶ εἰς ἀποστασίαν ἔβλεψε καὶ ἄπρακτον 592
ἐδείκνυ τὴν τοῦ βασιλέως σπουδήν, τριήρεις ὁ βασιλεὺς ἐκ Βυζαντίου μεγίστας μὲν τρεῖς, μικρὰς δὲ διήρεις καὶ μονήρεις πλείους ἀθροίσας ἐκ Τενέδου τε καὶ Λέσβου καὶ Λήμνου, ἄρας κατέπλευσεν ἐς τὸν τῶν Φωκέων λιμένα. καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. ἄρτι δὲ τοῦ ἦρος ἀρχομένου παρεσκευάζετο πρὸς πολιορκίαν. κἀπειδήπερ αὐτῷ ἥκιστα εὔοδον ἦν, εἰ μὴ τὸν τῆς ἔξω πρό 3.562 τερον χώρας, τὸν τῶν Λυδῶν ἡγεμόνα φημί, τῆς τῶν Φωκέων φιλίας ἐκστήσας ἑαυτῷ καταστήσειε φίλον, πέμπει δεξιὰν αὐτῷ, καὶ οἰκειοῦται πρός τε φιλίαν καὶ συγγενείας ἐπαγγελίαν. καὶ θαρρήσας ἤδη περιστρατοπεδεύει τὴν πόλιν ἔκ τε γῆς καὶ θαλάττης, καὶ ῥήγνυσι πόλεμον ἰσχυρὸν κατὰ τοῦ ἀποστάτου. ἀρρώστως δ' ἀμυνομένων ἔνδοθεν τῶν Φωκέων, καὶ ἅμα νότου ταῖς ναυσὶν ἀντιπνεύσαντος κραταιότερον, ἐγγὺς τῆς νίκης γενομένους ἀντέκρουσε τοὺς βασιλικούς. ἐπεὶ δὲ χρόνος ἐτρίβετο ἐπὶ τούτοις συχνός, καὶ ὁ βασιλεὺς ἐξιὼν ἀνυπόπτως ἤδη καὶ σὺν πολλῷ τῷ θάρρει μετὰ τῶν οἰκείων ὡς πρὸς φίλους καὶ ἑστιάτορας τοὺς βαρβάρους, συγκυνηγετῶν αὐτοῖς καὶ συνδιημερεύων ἀδεῶς διετέλει, καὶ ἐπηγγέλλετο μὴ πρότερον ἐκεῖθεν ἀπηλλάχθαι πρὶν λιμῷ κατατρίψας τὴν πόλιν βίᾳ καὶ ἄκουσαν παραστήσασθαι, σκέπτεται καθ' ἑαυτὸν ὁ βάρβαρος, ὁ τῆς Λυδίας λέγω σατράπης ἐκεῖνος, παρασπονδήσας ἀπονητὶ χειρώσασθαι βασιλέα συγκυνηγετοῦντα καὶ συνεστιώμενον, καὶ πολλῶν μὲν χρημάτων ἐν βραχεῖ πολλῶν δὲ πόλεων Ῥωμαϊκῶν γενέσθαι κύριος, καὶ ἅμα μέγα πρὸς τούτοις κτήσασθαι κλέος ἔν τε ὁμοφύλοις καὶ ἀλλοφύλοις. ἀλλὰ τοῦ θεοῦ τὰ κρείττω περὶ τοῦ βασιλέως βουλευσαμένου λέληθεν ὁ βάρβαρος πρὶν δεδρακέναι πεπονθώς. μηνυθέντος γὰρ τῷ βασιλεῖ παρ' ὁτουοῦν τῶν βαρβάρων τοῦ πονηροῦ βουλεύματος, ἀγνοῶν ὁ βάρβα 3.563 ρος ἧκεν ἐς τὴν ὑστεραίαν ἕωθεν, μετὰ τῆς εἰωθυίας ἀστειότητος ἵππους τῷ βασιλεῖ κομίζων καὶ προσκαλούμενος ἐπὶ κυνηγεσίᾳ πάλιν καὶ χαρίτων μεστὰς εὐωχίας καὶ φιλικὰ συμπόσια, ἐξιόντα τῆς ἡγεμονίδος τριήρους. ὁ δὲ βασιλεὺς προσποιησάμενος ἔχειν τι μυστικώτερον βούλευμα προειπεῖν αὐτῷ τῆς τριήρους ἐντὸς πρότερον, ἔπειτα συνεξίεναι, ἐκάλει πρὸς ἑαυτόν· ὃ δ' ὑπήκουε. καὶ εἰσιόντος ἐλύετο τὰ πρυμνήσια παραχρῆμα, καὶ ὤφθη μικρόν τι πρὸς πέλαγος εὐθὺς ἀναχωροῦσα ἡ ναῦς, ἐντὸς δικτύων ἔχουσα τὸν ἠπειρώτην ἐκεῖνον καὶ ἐπίορκον βάρβαρον. καὶ τῶν ἐλέγχων περιστάντων ἐξαίφνης ὡμολόγει καὶ αὐτὸς τὴν ἀτοπίαν τῆς γνώμης καὶ ἀνεκάλυπτε τὰς τῆς καρδίας ἀπορρήτους ἐπιβουλάς. ἧκεν οὖν μεθ' ἡμέρας ἡ τοῦ βαρβάρου σύζυγος, χρήματά τε ὑπὲρ τοῦ ἀνδρὸς κομίζουσα, καὶ ἅμα λέγουσα ὡς εἰ μὴ λάβοι τὸν σύζυγον, λήψεται ἀπιοῦσα ἕτερον ἐπὶ φυλακῇ τῆς ἡγεμονίας, μή πού τις τῶν πέριξ λῃστικῶς ἐπιδραμὼν καὶ ἐπιθέμενος ὀρφανῇ τῇ ἀρχῇ αὐτήν τε καὶ τὰ τέκνα δουλώσῃ. ὅπερ ἀκηκοὼς ὁ βασιλεύς, καὶ ξυννενοηκὼς ὡς ὁπότερον ἂν τῶν τῇ γυναικὶ ῥηθέντων γένοιτο ἐπιζήμιόν τε καὶ ἀκλεᾶ τὴν κατὰ τοῦ σατράπου νίκην τοῦ βασιλέως τίθησι, τά τε κομισθέντα χρήματα τέως ἐλάμβανε, καὶ ἀντὶ τῶν ἔτι ὀφειλομένων ἑξῆς ὅμηρα τὰ ἐκείνης δέχεται τέκνα, καὶ οὕτως ἐλεύθερον ἀφίησι τὸν ἄνδρα τῇ γυναικί. 3.564 Τοῦ δὴ τοιούτου στρατηγήματος εὐτυχῶς τε καὶ τραυμάτων δίχα τῷ βασιλεῖ γεγονότος ἕτερον ἐπιγίνεται μεῖζον, μᾶλλον δὲ τῶν αὐτῷ σπουδαζομένων τὸ μέγιστόν τε καὶ κραταιότατον. καὶ τό γε βέλτιον καὶ θαυμαστότερον, ὅτι καὶ ξὺν οὐδενὶ πόνῳ. ἱσταμένου γὰρ ἤδη τοῦ θέρους, καὶ τῶν ἀσταχύων προκαλουμένων τοὺς θεριστὰς καὶ ἀμαλλοδέτας, τετρακισχιλίους ἱππέας βαρβάρους ἀνειληφὼς πεμφθέντας παρὰ τοῦ Ὑρκανοῦ τοῦ γαμβροῦ Ματθαῖος ὁ βασιλεὺς ὁ τοῦ Καντακουζηνοῦ υἱός, καὶ εἴ τινες εἶεν τῇ αὐτοῦ βασιλίδι ὑπείκοντες στρατιῶται Ῥωμαῖοι περὶ τὸ Βωλερόν, καὶ διαβὰς τὰς περὶ Χριστούπολιν ἐστενωμένας παρόδους, ἐληΐζετο τὰ ἐπέκεινα Φιλίππων ἄστεα, μᾶλλον δ' ὅσα περίοικα τούτοις χωρία Ῥωμαίων μὲν ὄντα, ὑπήκοα δὲ Τριβαλλοῖς ἐκ πολλοῦ. ὃ προεγνωκότος τοῦ τὴν χώραν ἐκείνην τηνικαῦτα διέποντος Τριβαλλοῦ, καὶ ἀντιστάντος ἐν ὅπλοις, 593
ἡττήθη κατὰ κράτος Ματθαῖος ὁ βασιλεύς, καὶ ἑάλω μὲν αὐτὸς ζῶν, ἑάλωσαν δὲ καὶ οἱ μετ' αὐτοῦ σχεδὸν ἅπαντες, ὅσοι μὴ ξίφους ἔργον ἐν τῇ μάχῃ γεγένηνται. τοῦτο μαθὼν ὁ βασιλεὺς ἄρας ἐκ Λέσβου, ἔνθα τηνικαῦτα τὴν ναυτικὴν διανέπαυε δύναμιν καὶ τὰ πρὸς πολιορκίαν Φωκέων συντείνοντα ἡτοιμάζετό τε καὶ προηυτρέπιζε, πλήρεσιν ἱστίοις καταίρει ἐς τὰ πέριξ Ἀβδήρων ἐπίνεια· καὶ πρέσβεις ἐκεῖθεν πεπομφὼς τῷ τὸν Ματθαῖον κατέχοντι δέσμιον Τριβαλλῷ, καὶ φιλίαν δοὺς καὶ λα 3.565 βών, καὶ δώροις οὐ μικροῖς φιλοφρονησάμενος, εἴληφε. καὶ αὐτὸν μὲν δέσμιον πρὸς Τένεδον πέμπει τὴν νῆσον ὁμοῦ τῇ συζύγῳ, τὰ δὲ τέκνα φυλάττειν παρέχει τῷ ἐπ' ἀδελφῇ γαμβρῷ Λατίνῳ, τῷ τηνικαῦτα Λέσβου τῆς νήσου ἐπιτροπεύοντι. ἔφθη γὰρ πολέμῳ προειληφὼς ὁ βασιλεὺς καὶ τὴν Γρατιανοῦ πόλιν, ἐν ᾗ καὶ ἡ Ματθαίου μετὰ τῶν τέκνων ᾤκει γυνή. ὁπότε παρ' αὐτῇ καὶ γράμματα εὕρηται Βυζαντίων πολλῶν, λάθρᾳ Ματθαίῳ πεμπόμενα πρὶν ἁλῶναι, δεικνύντα τὴν σφῶν πρὸς αὐτὸν εὔνοιαν καὶ στοργήν, καὶ ὅσα ἐπίβουλα κατὰ τοῦ Παλαιολόγου συνεσκευάζοντο. δι' ἃ δὴ καὶ τὴν ἀνὰ χεῖρας ἄλλην σπουδὴν ὁ βασιλεὺς ὑπερθέμενος, τήν τε στολὴν ἤμειψε πρὸς τὸ ἰδιωτικώτερον, καὶ λαθὼν πάντας οἰκείους ἧκε σπεύσας εἰς Βυζάντιον μετὰ μιᾶς τριήρους. καὶ οὐκ ἔγνωσται Βυζαντίων οὐδενὶ πρὶν εἰσελθεῖν εἰς τὰ βασίλεια καὶ τὴν βασιλίδα ἀσπάσασθαι σὺν ἰδιωτικῷ τῷ σχήματι. ταῦτα μαθὼν Ὑρκανὸς ὁ τῆς Βιθυνίας σατράπης βαρβάρων, πρεσβείαις αὐτὸν πυκνοτέραις ἐπιταχύνειν ἠνάγκαζε τὴν ἐπάνοδον ἐλευθερίας ἕνεκα τοῦ υἱέως, εἰ μὴ βούλοιτο σκανδάλων καὶ θορύβων αὖθις ἀρχὴν γεγονέναι κατὰ Ῥωμαίων τὴν αὐτοῦ βραδυτῆτα. σπεύσας οὖν ὁ βασιλεύς, καὶ ὡς ἐνῆν τοὺς ἐν Βυζαντίῳ θορύβους καταστησάμενος ἐς τὸ πάντῃ ἀνύποπτον ἐντὸς ἡμερῶν τεσσαράκοντα, μετὰ μιᾶς τὴν ταχίστην ἀνήχθη 3.566 τριήρους. ἀλλὰ πρὶν ἀναχθῆναι, τὸν Ῥωμαϊκὸν ἐθεᾶτο στόλον ἐς Βυζάντιον καταπλέοντα, οὐδαμῇ κατὰ γνώμην αὐτοῦ, ὅτι μὴ λειποτακτήσαντά τε καὶ πάντας δεσμοὺς προσταγῆς βασιλικῆς ἀπορρήξαντα, καὶ ἐς Βυζάντιον ἐκ Τενέδου παλινδρομήσαντα δι' ἀνάγκην, ὡς ἔφασκον, τῶν ἐπιτηδείων ἄρδην ἐπιλιπόντων ἁπάντων, καὶ μένειν οὐκ ἔτι κατὰ χώραν δυναμένης τῆς ναυτικῆς ἀναρχίας. ὀργισθεὶς οὖν τοῖς ναυάρχοις καὶ τὰ εἰκότα ἐπιτιμήσας διὰ βραχέων (τὸ γὰρ τῆς ὥρας στενὸν οὐ παρεῖχεν εὐρυχωρίαν τῷ πλείονι) τῆς προκειμένης εἴχετο σπουδῆς, τῇ βασιλικῇ ναυαρχίδι μονήρεις δύο μόνας ἐπαγόμενος συμπλεούσας. ἐπεὶ δ' ἄχρι καὶ ἐς Προικόννησον ἦν ἀφιγμένος, ἔδοξεν ἐκεῖθεν δεξιὰν ἐξ ἐφόδου τῷ Ὑρκανῷ πεπομφέναι, τὴν ἐκείνου καρδίαν ἠρεθισμένην εἰς ὑποψίας σκανδάλων ἐξομαλίσουσαν, καὶ πράγμασιν οὐ λόγοις δείξουσαν τὸ τῆς βασιλικῆς γνώμης ἀκήρατον, ὡς δόλος οὐδεὶς μεσιτεύει τοῖς πράγμασιν. μετὰ δὲ ταῦτα πλήρεσιν ἱστίοις ἐς Τένεδον πρῶτον ἀφῖκται, βουλευσόμενος ἐκεῖσε σχολῇ περί τε τοῦ παιδὸς Ὑρκανοῦ καὶ τῶν ὑπὲρ αὐτοῦ Φωκεῦσι δοθησομένων λύτρων, καὶ πρός γε περὶ τοῦ γυναικαδέλφου Ματθαίου, ὃς φρουρούμενος μὲν ἦν τῇ τῶν Τενεδίων ἀκροπόλει, διὰ δ' αὐτὸν νεωτερισμός τις ἐξηχεῖτο λαθραῖος, καὶ ὅσα ἐπὶ τούτοις πράττειν χρεών. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἐφέρετο, καὶ τὸ μετόπωρον ἐν 3.567 τούτοις ἐτελεύτα· ἐγὼ δ' ἐπανάληψιν μετρίαν, ἐνταυθοῖ τοῦ λόγου γενόμενος, ποιήσασθαι βούλομαι τῶν ἄνω που εἰρημένων ὑμῖν περὶ τῶν τοῦ Παλαμᾶ πρὸς ἡμᾶς διαλέξεων, ἵνα μὴ πόρρω που τῆς μνήμης τὸν εἱρμὸν ἐκεῖνον ἀφέντες, λάθωμεν ἀπολωλεκότες τὰ ἀναγκαιότατα τῆς δογματικῆς ὑποθέσεως.
594
595